TLG 4040 001 :: PHOTIUS :: Bibliotheca PHOTIUS Lexicogr.
Scr. Eccl.
Theol., Patriarcha Bibliotheca Citation: Codex — Bekker page — (line) | ||
Bibl.pt | ἈΠΟΓΡΑΦΗ ΚΑΙ ΣΥΝΑΡΙΘΜΗΣΙΣ ΤΩΝ ἈΝΕΓΝΩΣΜΕΝΩΝ ἩΜΙΝ ΒΙΒΛΙΩΝ ὩΝ ἘΙΣ ΚΕΦΑΛΑΙΩΔΗ ΔΙΑΓΝΩΣΙΝ Ὁ ἨΓΑΠΗΜΕΝΟΣ ἩΜΩΝ ἈΔΕΛΦΟΣ ΤΑΡΑΣΙΟΣ | |
5 | ΕΞΗΙΤΗΣΑΤΟ ἘΣΤΙ ΔΕ ΤΑΥΤΑ ἘΙΚΟΣΙ ΔΕΟΝΤΩΝ ἘΦ’ ἙΝΙ ΤΡΙΑΚΟΣΙΑ | |
---|---|---|
Bibl.pn | Φώτιος ἠγαπημένῳ ἀδελφῷ Ταρασίῳ ἐν Κυ‐ ρίῳ χαίρειν. | |
Bibl.p1 | Ἐπειδὴ τῷ τε κοινῷ τῆς πρεσβείας καὶ τῇ βασιλείῳ ψήφῳ πρεσβεύειν ἡμᾶς ἐπ’ Ἀσσυρίους αἱρεθέντας ᾔ‐ τησας τὰς ὑποθέσεις ἐκείνων τῶν βιβλίων, οἷς μὴ παρέ‐ τυχες ἀναγινωσκομένοις, γραφῆναί σοι, ἀδελφῶν φίλτατέ | |
5 | μοι, Ταράσιε, ἵν’ ἔχοις ἅμα μὲν τῆς διαζεύξεως ἣν βα‐ ρέως φέρεις παραμύθιον, ἅμα δὲ καὶ ὧν οὔπω εἰς ἀκοὰς ἡμῶν ἀνέγνως εἰ καὶ διατυπωτικήν τινα καὶ κοινοτέραν τὴν ἐπίγνωσιν (ταῦτα δέ ἐστι πεντεκαιδεκάτῳ μέρει τῶν τρια‐ κοσίων ἐφ’ ἑνὶ καὶ οὐ πλέον ἀπολείποντα, τοσαῦτα γάρ, οἶ‐ | |
10 | μαι, τῆς σῆς οὐ τυχόντα παρουσίας ἀναγνωσθῆναι συνέ‐ πεσεν), ὀψὲ μὲν ἴσως τοῦ σοῦ διαπύρου πόθου καὶ τῆς θερμῆς αἰτήσεως, θᾶττον δὲ ἢ ὅσα ἄν τις ἄλλος ἐλπί‐ σειε, τυχόντες ὑπογραφέως, ὅσας αὐτῶν ἡ μνήμη διέ‐ σωζε, τὸν σὸν ὥσπερ ἀφοσιούμενοι πόθον καὶ τὴν ἀξί‐ | |
15 | ωσιν ἐκδεδώκαμεν. Οὕτω δὲ τάξεως αἱ ὑποθέσεις ἐπιλήψονται, ὡς ἂν ἑκάστην αὐτῶν ἡ μνήμη προβάλοι, οὐ χαλεπὸν ὂν καὶ | |
εἴ τις ἕλοιτο ἰδίᾳ μὲν τούτων ὅσα τῆς ἱστορίας ἐστίν, ἰδίᾳ δὲ ὅσα πρὸς ἄλλον καὶ ἄλλον σκοπὸν ἀναφ... | 1 in vol. 1 | |
20 | . . . . . . . . . . . . . . εἶδος . . . . . . . . . . . . . . . . . . . ἀλλὰ περιττῆς . . . . . . . . τιμίας μᾶλλον . . . . . . . . . . . νομίζων ἀξι. . . . . . . . . . . . . δὲ καὶ τὸ ποικίλον ἐν πολλοῖς καὶ πολλάκις ὁρμ... καὶ κόρον οὐκ οἶδε τίκτειν εἰς μι... Εἰ δέ σοί ποτε κατ’ αὐτὰ γενομέ‐ | |
25 | νῳ τὰ τεύχη καὶ φιλοπονουμένῳ τινὰ ὑποθέσεων ἐλ‐ λιπῶς ἢ οὐκ εἰς τὸ ἀκριβὲς δόξουσιν ἀπομεμνημο‐ νεῦσθαι, μηδὲν θαυμάσῃς. Μίαν μὲν γὰρ ἑκάστην βίβλον ἀναλεγομένῳ τὴν ὑπόθεσιν συλλαβεῖν καὶ μνήμῃ καὶ γραφῇ παραδοῦναι ἀξιόλογον ἔργον ἐστὶ τῷ βουλομένῳ· | |
30 | ὁμοῦ δὲ πλειόνων, καὶ τότε χρόνου μεταξὺ διαρ‐ ρυέντος, εἰς ἀνάμνησιν μετὰ τοῦ ἀκριβοῦς ἐφικέσθαι οὐκ οἶμαι ῥᾴδιον εἶναι. Ἡμῖν δὲ καὶ ὅσον ἐπιπολάζει τῶν ἀνεγνωσμένων καὶ οὐδὲ τὰς σὰς διὰ τὸ πρόχειρον ἴσως διαπέφευγε μελέτας, οὐδὲ τούτοις τὴν ἐπὶ τοῖς | |
35 | ἄλλοις ὁμοίαν ἐθέμεθα φροντίδα, ἀλλὰ κατὰ τὸ ἑκού‐ σιον τὸ ἀκριβὲς αὐτῶν ὑπερώφθη. Εἰ δέ τι καὶ ἄλλο χρειῶδες καὶ τῆς σῆς αἰτήσεως ἐπὶ πλέον ταῖς ὑπο‐ θέσεσι συνεισπίπτει, αὐτὸς μᾶλλον συνήσεις. Χρησιμεύσει δέ σοι δηλονότι τὰ ἐκδεδομένα εἴς | |
40 | τε κεφαλαιώδη μνήμην καὶ ἀνάμνησιν τῶν εἴτε κατὰ σεαυτὸν ἀναλεξάμενος ἐπῆλθες, καὶ εἰς ἕτοιμον εὕρεσιν τῶν ἐν αὐτοῖς ἐπιζητουμένων, οὐ μὴν ἀλλὰ καὶ εἰς εὐχερεστέραν ἀνάληψιν τῶν οὔπω τὴν | |
ἀνάγνωσιν τῆς σῆς συνέσεως ὑπελθόντων. | 2 in vol. 1 | |
Bibl.11a(3) | Ἀνεγνώσθη Θεοδώρου πρεσβυτέρου ὅτι γνησία ἡ τοῦ ἁγίου Διονυσίου βίβλος. Διελύοντο δὲ | |
5 | ἐν τῷ λόγῳ ἐνστάσεις δʹ, μία μὲν ὅτι εἰ ἦν γνη‐ σία, πῶς οὐκ ἐμνήσθησαν τῶν ἐν αὐτῇ ῥητῶν τε καὶ χρήσεών τινες τῶν μεταγενεστέρων πατέρων; δευτέρα | |
Bibl.11b | δέ, ὅτι Εὐσέβιος ὁ Παμφίλου, ἀναγραφὴν ποιησά‐ μενος τῶν συγγεγραμμένων τοῖς μακαρίοις πατράσιν ἡμῶν βιβλίων, οὐδεμίαν ταύτης μνήμην ἐποιήσατο· τρίτη δέ, ὅτι πῶς τῶν κατὰ προκοπὴν ἐν τῇ ἐκκλη‐ | |
5 | σίᾳ καὶ διὰ μακροῦ τοῦ χρόνου αὐξηθέντων παραδόσεων ἡ βίβλος αὕτη λεπτομερῆ τὴν ἐξήγησιν ποιεῖται; ὁ | |
Bibl.12a | μὲν γὰρ μέγας Διονύσιος σύγχρονος ἦν, ὡς δῆλον ἐκ τῶν Πράξεων, τοῖς ἀποστόλοις· ἃ δὲ ἡ βίβλος περιέ‐ χει, τὰ πλεῖστα τῶν κατὰ προκοπὴν καὶ ἐς ὕστερον ἐν τῇ ἐκκλησίᾳ αὐξηθέντων παραδόσεών ἐστιν ἀναγραφή· | |
5 | ἀπίθανον οὖν, φασί, μᾶλλον δὲ κακόπλαστον, τὰ μετὰ πολὺν χρόνον τῆς τελευτῆς τοῦ μεγάλου Διονυσίου ἐν τῇ ἐκκλησίᾳ αὐξηθέντα Διονύσιον ὑπολαμβάνειν ἀνα‐ γράψαι· τετάρτη δέ, πῶς μέμνηται τῆς τοῦ θεοφόρου Ἰγνατίου ἐπιστολῆς ἡ βίβλος; ὁ μὲν γὰρ Διονύσιος τοῖς | |
10 | τῶν ἀποστόλων ἐνήκμασε χρόνοις, Ἰγνάτιος δὲ ἐπὶ Τραϊανοῦ τὸν διὰ μαρτυρίου ἤθλησεν ἀγῶνα· ὃς καὶ πρὸ βραχὺ τῆς τελευτῆς ταύτην τὴν ἐπιστολήν, ἧς ἡ βίβλος μνημονεύει, γράφει. Ταύτας οὖν τὰς τέσσαρας | |
15 | ἀπορίας διαλῦσαι ἐπαγωνισάμενος, βεβαιοῖ τό γε ἐπ’ | |
αὐτῷ γνησίαν εἶναι τοῦ μεγάλου Διονυσίου τὴν βίβλον. | 3 in vol. 1 | |
Bibl.22a(18) | Ἀνεγνώσθη Ἀδριανοῦ εἰσαγωγὴ τῆς Γραφῆς. Χρήσιμος τοῖς εἰσαγομένοις ἡ βίβλος. | |
Bibl.32a(20) | Ἀνεγνώσθη Νοννόσου ἱστορία ἐν ᾗ διαλαμ‐ βάνεται πρεσβεία αὐτοῦ πρός τε Αἰθίοπας καὶ Ἀμερίτας καὶ Σαρακηνούς, τὰ ἰσχυρότερα τῶν τότε ἐθνῶν, ἔτι δὲ καὶ πρὸς ἄλλα ἀνατολικὰ ἔθνη. | |
23 | Ἰουστινιανὸς δὲ τὸ τη‐ νίκα τὴν ῥωμαϊκὴν περιεῖπε πολιτείαν· φύλαρχος | |
25 | δὲ τῶν Σαρακηνῶν ἐχρημάτιζε Κάϊσος, ἀπόγονος Ἀρέ‐ θα, καὶ αὐτοῦ φυλάρχου γεγενημένου, πρὸς ὃν ὁ Νοννόσου πάππος ἐπρεσβεύσατο παρὰ Ἀναστασίου τότε βασιλεύ‐ οντος ἀποσταλείς, καὶ τὰ πρὸς εἰρήνην ἐσπείσατο· οὐ μὴν ἀλλὰ καὶ ὁ πατὴρ Νοννόσου (Ἀβράμης δ’ ἦν αὐ‐ | |
30 | τῷ ὄνομα) πρὸς Ἀλαμούνδαρον φύλαρχον Σαρακηνῶν ἐπρεσβεύσατο, καὶ δύο στρατηγοὺς Ῥωμαίων, Τιμόστρα‐ τον καὶ Ἰωάννην, νόμῳ πολέμου συλληφθέντας ἀνεσώ‐ σατο. Ἰουστίνῳ δὲ τῷ βασιλεῖ τὴν τῶν στρατηγῶν διη‐ κονεῖτο ἀνάρρυσιν. | |
34 | Ὁ μέντοι Κάϊσος, πρὸς ὃν ἐστέλ‐ | |
35 | λετο Νόννοσος, δύο γενῶν ἡγεῖτο τῶν παρὰ τοῖς Σα‐ ρακηνοῖς ἐπισημοτάτων, Χινδηνῶν καὶ Μααδηνῶν. Πρὸς τοῦτον δὴ τὸν Κάϊσον καὶ ὁ Νοννόσου πατήρ, πρὶν ἢ Νόννοσον πρεσβεύειν αἱρεθῆναι, Ἰουστινιανοῦ πέμ‐ ποντος ἀπέσταλτο καὶ εἰρηνικὰς ἔθετο σπονδάς, ὥστε καὶ | |
40 | τὸν υἱὸν Καΐσου (Μαυΐας ἐκαλεῖτο) ὅμηρα λαβεῖν | |
καὶ πρὸς Ἰουστινιανὸν ἐς Βυζάντιον ἀποκομίσαι· μεθ’ ὃν χρόνον ἐπρεσβεύσατο Νόννοσος ἐπὶ δυσὶ τούτοις, | 4 in vol. 1 | |
Bibl.32b | Κάϊσον, εἰ δυνατόν, πρὸς βασιλέα ἀγαγεῖν, καὶ πρὸς τὸν τῶν Αὐξουμιτῶν ἀφικέσθαι βασιλέα (Ἐλεσβαᾶς δὲ τότε ἐκράτει τοῦ ἔθνους), καὶ πρὸς τούτοις καὶ εἰς τοὺς Ἀμερίτας παραγενέσθαι· | |
4 | Ἡ δὲ Αὔξουμις πόλις ἐστὶ με‐ | |
5 | γίστη καὶ οἷον μητρόπολις τῆς ὅλης Αἰθιοπίας, κεῖται δὲ μεσημβρινωτέρα καὶ ἀνατολικωτέρα τῆς Ῥωμαίων ἀρ‐ χῆς. | |
7 | Ὁ δὲ Νόννοσος, πολλὰς μὲν ἐπιβουλὰς ἐθνῶν ὑποστάς, πολλὰς δὲ θηρίων χαλεπότητας παρὰ τὴν ὁδόν, καὶ πολλαῖς δυσχωρίαις καὶ ἀπορίαις πολλάκις πε‐ | |
10 | ριπεσών, ὅμως καὶ τὰ δόξαντα ἐξετέλεσε καὶ σῶος τῇ πατρίδι ἀποδίδοται. Ὅτι Κάϊσος Ἀβράμου πάλιν πρὸς αὐτὸν πρεσβεύσαν‐ τος πρὸς τὸ Βυζάντιον παραγίνεται, καὶ τὴν ἰδίαν φυ‐ λαρχίαν Ἄμβρῳ καὶ Ἰεζίδῳ τοῖς ἀδελφοῖς διανειμάμε‐ | |
15 | νος, αὐτὸς τὴν Παλαιστινῶν ἡγεμονίαν παρὰ βασιλέως ἐδέξατο, πλῆθος πολὺ ὑποτεταγμένων αὑτῷ σὺν αὑτῷ ἐπαγόμενος. Ὅτι τὰ σανδάλια, φησί, νυνὶ λεγόμενα, ἀρβύλας ἔ‐ λεγον οἱ παλαιοί, καὶ τὸ φακιόλιον φασώλιν. | |
20 | Ὅτι τῶν Σαρακηνῶν οἱ πλεῖστοι, οἵ τε ἐν τῷ Φοινι‐ κῶνι καὶ οἱ τοῦ Φοινικῶνος καὶ τῶν ὀνομαζομένων Ταυ‐ ρηνῶν ὀρῶν ἐπέκεινα, ἱερόν τι χωρίον νομίζουσιν, ὁτῳ‐ δὴ θεῶν ἀνειμένον, καὶ ἐνταῦθα συλλέγονται κατ’ ἐνιαυ‐ τὸν ἕκαστον δίς· ὧν τὴν μὲν τῶν πανηγύρεων αὐτῶν | |
25 | μὴν ὅλος μετρεῖ παρατείνων, σχεδόν που τοῦ ἔαρος κα‐ | |
τὰ τὸ μέσον τελουμένην, ὅτε τὸν ταῦρον ὁ ἥλιος ἐπι‐ πορεύεται. Ἡ δὲ ἑτέρα πανήγυρις δυσὶ μησὶ παρατεί‐ νεται· μετὰ θερινὰς τροπὰς ἄγουσι ταύτην. | 5 in vol. 1 | |
28 | Ἐν ταύ‐ ταις, φησί, ταῖς πανηγύρεσι πᾶσαν ἄγουσιν εἰρήνην, | |
30 | οὐ πρὸς ἀλλήλους μόνον ἀλλὰ καὶ πρὸς ἅπαντας τοὺς ἐνδημοῦντας ἀνθρώπους· φασὶ δὲ ὅτι καὶ τὰ θηρία πρὸς τοὺς ἀνθρώπους, οὐ μόνον δὲ ἀλλὰ καὶ αὐτὰ πρὸς ἄλληλα. Λέγεται δὲ καὶ ἄλλα πολλὰ παράδοξα καὶ μύθων οὐδὲν διαλλάττοντα. | |
35 | Ὅτι διεστηκέναι φησὶ τὴν Ἄδουλιν τῆς Αὐξούμεως ιεʹ ἡμερῶν ὁδόν. Ἀπιοῦσι δὲ εἰς τὴν Αὔξουμιν Νοννόσῳ τε καὶ τοῖς μετ’ αὐτὸν μέγιστον ἐφάνη θέαμα περὶ χω‐ ρίον Αὔην προσονομαζόμενον (κεῖται δὲ ἡ Αὔη ἐν μέ‐ σῳ τῆς τε τῶν Αὐξουμιτῶν καὶ τῆς τῶν Ἀδουλιτῶν πό‐ | |
40 | λεως), ἐλεφάντων πλῆθος οὐκ ὀλίγον, ἀλλὰ σχεδὸν ὡς χιλιάδων πέντε. Ἐνέμοντο δὲ οὗτοι οἱ ἐλέφαντες ἐν πεδίῳ μεγάλῳ· καὶ πελάζειν αὐτοῖς οὐδενὶ τῶν ἐγχω‐ | |
Bibl.33a | ρίων ἦν εὔκολον, οὐδὲ εἴργειν τῆς νομῆς. Τοῦτο μὲν οὖν μεταξὺ τὸ θέαμα αὐτοῖς προσεγεγόνει. Χρὴ δὲ καὶ τὰ περὶ τῆς κράσεως τῶν ἀέρων εἰπεῖν, οἷα ἀπὸ τῆς Αὔης ἐπὶ τὴν Αὔξουμιν διαδέχεται. Ἐναν‐ | |
5 | τίως γὰρ περί τε θέρος καὶ χειμῶνα διάκειται. Τοῦ γὰρ ἡλίου τὸν καρκίνον τε καὶ λέοντα καὶ παρθένον διερχομένου, μέχρι μὲν τῆς Αὔης ὥσπερ καὶ παρ’ ἡμῖν θέρος τε καὶ ξηρότης διακρατεῖ τὸν ἀέρα, ἀπὸ δὲ τῆς Αὔης ἐπὶ τὴν Αὔξουμιν καὶ τὴν ἄλλην Αἰθιοπίαν χειμὼν | |
10 | ἐπίκειται σφοδρός, οὐ δι’ ὅλης ἡμέρας, ἀλλὰ γὰρ ἀπὸ μεσημβρίας ἀρχόμενος ἑκάστοτε, συννεφῆ τε τὸν ἀέρα ποιῶν καὶ ὄμβροις ῥαγδαίοις τὴν χώραν ἐπικλύζων. | |
Τηνικαῦτα δὲ ἄρα καὶ ὁ Νεῖλος πολὺς ἐπὶ τὴν Αἴγυ‐ πτον ἐρχόμενος πελαγίζει τε καὶ κατάρδει τὴν γῆν. Ὅτε | 6 in vol. 1 | |
15 | δὲ ὁ ἥλιος τὸν αἰγόκερών τε καὶ ὑδρηχόον καὶ ἰχθύας ἐπιπορεύεται, ἀνάπαλιν ὁ ἀὴρ τοῖς μὲν Ἀδουλίταις μέ‐ χρι τῆς Αὔης ὄμβροις ἐπικλύζει τὴν χώραν, τοῖς δὲ ἀπὸ τῆς Αὔης μέχρι Αὐξούμεως καὶ τῆς ἄλλης Αἰ‐ θιοπίας θέρος τέ ἐστι καὶ τὰ ὡραῖα τηνικαῦτα τούτοις ἡ γῆ | |
20 | παραδίδωσιν. Ὅτι ἀπὸ τῆς Φαρσὰν πλέοντι τῷ Νοννόσῳ, ἐπὶ τὴν ἐσχάτην τῶν νήσων κατηντηκότι, τοιόνδε τι συνέβη, θαῦμα καὶ ἀκοῦσαι. Ἐνέτυχε γάρ τισι μορφὴν καὶ ἰδέαν ἔχουσιν ἀνθρωπίνην, βραχυτάτοις δὲ μέγε‐ | |
25 | θος καὶ μέλασι τὴν χρόαν, ὑπὸ δὲ τριχῶν δεδασυμέ‐ νοις διὰ παντὸς τοῦ σώματος. Εἵποντο δὲ τοῖς ἀνδράσι καὶ γυναῖκες παραπλήσιαι καὶ παιδάρια ἔτι βραχύτερα τῶν παρ’ αὐτοῖς ἀνδρῶν. Γυμνοὶ δὲ ἦσαν ἅπαντες· πλὴν δέρματί τινι μικρῷ τὴν αἰδὼ περιεκάλυπτον οἱ | |
30 | προβεβηκότες ὁμοίως ἄνδρες τε καὶ γυναῖκες. Ἄγριον δὲ οὐδὲν ἐπεδείκνυντο οὐδὲ ἀνήμερον, ἀλλὰ καὶ φωνὴν εἶχον μὲν ἀνθρωπίνην, ἄγνωστον δὲ παντάπασι τὴν διάλεκτον τοῖς τε περιοίκοις ἅπασι καὶ πολλῷ πλέον τοῖς περὶ τὸν Νόννοσον. Διέζων δὲ ἐκ θαλαττίων | |
35 | ὀστρείων καὶ ἰχθύων τῶν ἀπὸ τῆς θαλάσσης εἰς τὴν νῆσον ἀπορριπτομένων. Θάρσος δὲ εἶχον οὐδέν, ἀλλὰ καὶ ὁρῶντες τοὺς καθ’ ἡμᾶς ἀνθρώπους ὑπέπτησσον ὥσπερ ἡμεῖς τὰ μείζω τῶν θηρίων. | |
Bibl.43a(40) | Ἀνεγνώσθη Θεοδώρου Ἀντιοχέως ὑπὲρ | |
Βασιλείου κατὰ Εὐνομίου ἐν λόγοις κεʹ. Ἔστι δὲ τὴν φράσιν οὐ πάνυ λαμπρός, ταῖς δὲ διανοίαις καὶ τοῖς | 7 in vol. 1 | |
Bibl.43b | ἐπιχειρήμασι λίαν πυκνός, καὶ ταῖς γραφικαῖς ἄριστα πλουτῶν μαρτυρίαις. Κατὰ λέξιν δὲ σχεδὸν τῶν Εὐνο‐ μίου λόγων τὴν ἀνασκευὴν ποιεῖται, ἀμαθῆ τε λίαν τῶν τε θύραθεν μαθημάτων καὶ πολλῷ μᾶλλον τῆς καθ’ | |
5 | ἡμᾶς θεοσοφίας διὰ πολλῶν ἐπιδεικνύς. Ὁ δὲ Μο‐ ψουεστίας γεγονὼς ἐπίσκοπος οὗτός ἐστιν οἶμαι. | |
Bibl.53b(8) | Ἀνεγνώσθη ὁμοίως Σωφρονίου ὑπὲρ Βασιλείου κατὰ Εὐνομίου. Σαφέστερος μὲν Θεοδώρου καὶ πολλῷ συν‐ | |
10 | τομώτερος, καὶ οὐδὲ πᾶσι τοῖς Εὐνομίου ἐπεξιὼν ἀλλ’ ἐκεῖνα γυμνάζων καὶ ἐλέγχῳ καθυποβάλλων ἃ δοκεῖ συνεκτικὰ καὶ κεφάλαια τῆς Εὐνομίου αἱρέσεως εἶναι. Ἀφοριστικῷ δὲ κέχρηται χαρακτῆρι, καὶ ὡς ἐπίπαν ἀπό‐ λυτός ἐστιν αὐτῷ καὶ ἀσύνδετος ὁ λόγος, οὐκ ἄχαρις δέ, | |
15 | ἀλλὰ καὶ λογικοῖς ἐπιχειρήμασι περιηνθισμένος. | |
Bibl.63b(17) | Ἀνεγνώσθη Γρηγορίου Νύσσης ὁμοίως ὑπὲρ Βασιλείου κατὰ Εὐνομίου. Τὴν μὲν φράσιν, εἴ τις ἄλ‐ λος ῥητόρων, λαμπρὸς καὶ ἡδονῆς ὠσὶν ἀποστάζων, | |
20 | οὐ μέντοι καθεξῆς οὐδ’ οὗτος τὴν Εὐνομίου γραφὴν ἀπελέγχει. Διὸ καὶ συντομώτερός ἐστι Θεοδώρου, Σω‐ φρονίου δὲ πλατύτερος· πλεονάζει γὰρ τοῖς ἐνθυμήμασι καὶ τοῖς παραδείγμασιν. Ἔστι δὲ ἀδεκάστως εἰπεῖν ὡς ὅσον ὑπερβάλλει κάλλει τε καὶ λαμπρότητι καὶ τῷ ἡδυ‐ | |
25 | τάτῳ Θεόδωρον, τοσοῦτον ἐκείνου τοῦτον τὸ πλῆθος τῶν | |
ἐπιχειρημάτων καὶ τὸ γόνιμον εἰς τὸ προέχειν ἐκβιάζεται. | 8 in vol. 1 | |
Bibl.73b(28) | Ἀνεγνώσθη ἑτέρα πραγματεία τοῦ αὐτοῦ Γρηγο‐ ρίου Νύσσης περὶ τῆς αὐτῆς ὑποθέσεως, ἐν ᾗ | |
30 | λογικώτερον Εὐνομίῳ συμπλακεὶς κατὰ κράτος αἱρεῖ, πάντα σαθρώσας τῆς δυσσεβείας αὐτοῦ τὰ ὀχυρώ‐ ματα. Τὸ δὲ κάλλος τοῦ λόγου καὶ ἡ σύγκρατος λαμ‐ πρότης γλυκύτητι κἀνταῦθα διαπρεπῶς ἐπιδείκνυται. | |
Bibl.83b(35) | Ἀνεγνώσθη Ὠριγένους τὸ περὶ ἀρχῶν, λόγοι δʹ, ὧν ὁ μὲν πρῶτος περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος· ἐν ᾧ πλεῖστα βλασφημεῖ, τὸν μὲν υἱὸν ὑπὸ τοῦ πατρὸς πεποιῆσθαι λέγων, τὸ δὲ πνεῦμα ὑπὸ τοῦ υἱοῦ, καὶ διήκειν μὲν τὸν πατέρα διὰ πάντων τῶν ὄν‐ | |
40 | των, τὸν δὲ υἱὸν μέχρι τῶν λογικῶν μόνων, τὸ δὲ πνεῦμα μέχρι μόνων τῶν σεσωσμένων. Λέγει δὲ καὶ ἄλλα παραλογώτατα καὶ δυσσεβείας πλήρη· μετεμψυ‐ | |
Bibl.84a | χώσεις τε γὰρ ληρῳδεῖ, καὶ ἐμψύχους τοὺς ἀστέρας, καὶ ἕτερα τούτοις παραπλήσια. Ἔστι δ’ ὁ μὲν πρῶτος αὐτῷ λόγος μεμυθολογημένος περὶ πατρὸς καὶ (ὡς ἐκεῖνός φησι) περὶ Χριστοῦ καὶ περὶ ἁγίου πνεύματος, ἔτι καὶ περὶ λογι‐ | |
5 | κῶν φύσεων. | |
5 | Ὁ δὲ δεύτερος περὶ κόσμου καὶ τῶν ἐν αὐτῷ κτισμάτων, καὶ ἔτι ὅτι εἷς θεὸς νόμου καὶ προφητῶν, καὶ ὅτι ὁ αὐτὸς παλαιᾶς καὶ καινῆς διαθήκης θεός, καὶ περὶ τῆς τοῦ σωτῆρος ἐνανθρωπήσεως, καὶ ὅτι τὸ αὐτὸ πνεῦμα ἐν Μωϋσῇ καὶ τοῖς ἄλλοις προφήταις καὶ ἁγίοις | |
10 | ἀποστόλοις· ἔτι περὶ ψυχῆς, περὶ ἀναστάσεως, περὶ κολά‐ | |
σεως, περὶ ἐπαγγελιῶν. | 9 in vol. 1 | |
11 | Ὁ δὲ τρίτος περὶ αὐτεξου‐ σίου· πῶς ὁ διάβολος καὶ αἱ ἀντικείμεναι δυνάμεις κατὰ τὰς γραφὰς στρατεύονται τῷ ἀνθρωπίνῳ γένει· ὅτι γε‐ νητὸς ὁ κόσμος καὶ φθαρτὸς ἀπὸ χρόνου ἀρξάμενος. | |
15 | Ὁ δὲ τέταρτος περὶ τέλους· ὅτι θεῖαι αἱ γραφαί· τέ‐ λος ὅπως δεῖ ἀναγινώσκειν καὶ νοεῖν τὰς γραφάς. | |
Bibl.94a(18) | Ἀνεγνώσθη εὐαγγελικῆς προπαρασκευῆς Εὐσε‐ βίου λόγοι ιεʹ, ἐν οἷς ὡς ἐπίπαν τὴν Ἑλλήνων μα‐ | |
20 | ταιολογίαν ἐλέγχει, καὶ ὡς ἀσύμφωνοι αὐτοὶ πρὸς ἑαυ‐ τοὺς διετέλεσαν. | |
21 | Μέμνηται δὲ ἐν ἀρχῇ τοῦ πεντεκαιδε‐ κάτου λόγου καὶ ἐν τῷ τέλει ἑτέρας πραγματείας, ἣν εὐαγγελικὴν ἀπόδειξιν ἐξονομάζει, ἀκόλουθον οὖσαν τῇ εὐαγγελικῇ προπαρασκευῇ, ὅτι ἡ μὲν ἔλεγχός ἐστι | |
25 | σχεδὸν τῆς Ἑλλήνων πλάνης, ἡ δὲ βεβαίωσις τοῦ κη‐ ρύγματος τοῦ εὐαγγελικοῦ. | |
Bibl.104a(28) | Ἀνεγνώσθη Εὐσεβίου ἡ εὐαγγελικὴ ἀπόδειξις ἐν βιβλίοις εἴκοσιν. | |
Bibl.114a(31) | Ἀνεγνώσθη Εὐσεβίου ἐκκλησιαστικὴ προπαρα‐ σκευὴ ἐν βιβλίοις ..., ἐν οἷς ἐκλογαί ... | |
Bibl.124a(34) | Ἀνεγνώσθη Εὐσεβίου ἐκκλησιαστικὴ ἀπόδειξις | |
35 | ἐν βιβλίοις ... | 10 in vol. 1 |
Bibl.134a(37) | Ἀνεγνώσθη Εὐσεβίου ἐλέγχου καὶ ἀπολογίας λό‐ γοι δύο, καὶ ἕτεροι δύο, οἵτινες πρὸς τοὺς προτέρους δύο ἔν τισι ῥητοῖς παραλλάσσοντες ἐν τοῖς ἄλλοις | |
40 | τῇ τε λέξει καὶ τῇ διανοίᾳ οἱ αὐτοί εἰσιν. Εἰσάγει δὲ ὡς ἀπὸ τῶν Ἑλλήνων τινὰς ἀπορίας κατὰ τῆς ἀμω‐ μήτου θρησκείας ἡμῶν, καὶ ταύτας καλῶς, εἰ μὴ καὶ ἐν | |
Bibl.134b | πᾶσιν, ἐπιλύεται. | |
1 | Τὴν δὲ φράσιν οὐκ ἔστιν οὐδαμοῦ οὔτε ἡδὺς οὔτε λαμπρότητι χαίρων. Πολυμαθὴς δέ ἐστιν ὁ ἀνήρ, εἰ καὶ τὴν ἀγχίνοιαν καὶ τὸ σταθηρὸν τοῦ ἤθους, ὡς παρὰ τὴν ἀκρίβειαν τὴν ἐν τοῖς δόγμασιν, ἐνδεέσ‐ | |
5 | τερος· καὶ γὰρ κἂν τούτοις ἐν πολλοῖς ἔστιν αὐτὸν ἰδεῖν τὸν υἱὸν βλασφημοῦντα, καὶ δεύτερον αἴτιον καλοῦντα καὶ ἀρχιστράτηγον καὶ ἄλλα τινὰ τῆς ἀρειανικῆς λύσσης βλαστήματα. | |
8 | Δῆλον ὡς ἐπὶ Κωνσταντίνου τοῦ μεγάλου οὗτος ἤνθησε. Γέγονε δὲ καὶ τῆς Παμφίλου τοῦ ἱερομάρ‐ | |
10 | τυρος ἀρετῆς διάπυρος ἐραστής, δι’ ἣν αἰτίαν φασί τινες αὐτὸν καὶ τῆς τοῦ Παμφίλου ἐπωνυμίας μετε‐ σχηκέναι. | |
Bibl.144b(14) | Ἀνεγνώσθη Ἀπολιναρίου πρὸς Ἕλληνας καὶ | |
15 | περὶ εὐσεβείας καὶ περὶ ἀληθείας. Ἔστι δὲ Ἱεραπολί‐ της ὁ συγγραφεύς, τῆς ἐν Ἀσίᾳ Ἱεραπόλεως γεγονὼς ἐπίσκοπος· ἤνθησεν ἐπὶ Μάρκου Ἀντωνίνου Βήρου βασιλέως Ῥωμαίων. | |
18 | Ἀξιόλογος δὲ ὁ ἀνὴρ καὶ φράσει | |
ἀξιολόγῳ κεχρημένος. Λέγεται δὲ αὐτοῦ καὶ ἕτερα συγ‐ | 11 in vol. 1 | |
20 | γράμματα ἀξιομνημόνευτα εἶναι, οἷς οὔπω ἡμεῖς ἐνε‐ τύχομεν. | |
Bibl.154b(23) | Ἀνεγνώσθη πρακτικὸν τῆς πρώτης συνόδου ἐν τρισὶ τόμοις. Γελασίου δὲ ἔφερε τὸ βιβλίον ἐπιγρα‐ | |
25 | φήν, οὐ μᾶλλον ὑπάρχον πρακτικὸν ἢ ἱστορικόν. Εὐ‐ τελὴς δὲ καὶ ταπεινὸς τὴν φράσιν, πλήν γε λεπτομε‐ ρῶς διέξεισι τὰ ἐν τῇ συνόδῳ. | |
Bibl.164b(29) | Ἀνεγνώσθη πρακτικὸν τῆς τρίτης | |
30 | συνόδου, σχεδόν τι δι’ ἐπιστολῶν τοῦ τε θείου πρὸς Νεστόριον Κυρίλλου καὶ τοῦ δυσσεβοῦς ἐκείνου πρὸς αὐ‐ τὸν συντεθειμένον. | |
Bibl.174b(34) | Ἀνεγνώσθη πρακτικὸν τῆς τετάρτης | |
35 | συνόδου, ἐν βιβλίοις μὲν διαφόροις, πράξεσι δὲ ιεʹ, ἐν αἷς Διόσκορος μὲν καθῄρηται καὶ Εὐτυχής, ἀνα‐ θέματι δὲ σὺν αὐτοῖς ὑπεβλήθη καὶ Νεστόριος, Φλα‐ βιανὸς δὲ ὁ ἐν ἁγίοις καὶ μετὰ θάνατον δεδικαίωται, Εὐσέβιός τε ὁ Δορυλαίου καὶ Θεοδώρητος καὶ Ἴβας. | |
40 | Ἐπράχθη δὲ καὶ ἕτερά τινα ἐπὶ μέρους, καὶ τὸ τῆς εὐσεβείας ἐκρατύναντο φρόνημα. | |
Bibl.185a(2) | Ἀνεγνώσθη πρακτικὰ τῆς πέμπτης | |
συνόδου, ἐν οἷς τὰ λεγόμενα τρία κεφάλαια ἐτρα‐ κταΐσθη τὰ περὶ Ὠριγένους, καὶ ἀνεθεματίσθη αὐτὸς καὶ | 12 in vol. 1 | |
5 | τὰ συγγράμματα αὐτοῦ, τὰ περὶ Διοδώρου Ταρσοῦ καὶ Θεοδώρου τοῦ Μοψουεστίας, καὶ αὐτοὶ ὁμοίως ἀνεθεμα‐ τίσθησαν. Ἀνεθεματίσθη δὲ καὶ Θεοδωρήτου τὰ κατὰ τοῦ Κυρίλλου γραφέντα κεφάλαια ιβʹ. Ἐγένοντο δὲ καὶ πρὸ ταύτης πράξεις τινὲς περί τε Ζωόρα καὶ Ἀνθίμου τοῦ | |
10 | ἐκ Τραπεζοῦντος τὸν Κωνσταντινουπόλεως θρόνον ὑπελ‐ θόντος, ἄλλαι τέ τινες, αἳ ταύτῃ συμπεριέχονται. | |
Bibl.195a(13) | Ἀνεγνώσθη Πρακτικὰ τῆς ἑκτῆς συνό‐ δου ἐν πράξεσιν ..., ἐν αἷς Σέργιος, Κῦρος, Πύρ‐ | |
15 | ρος Κωνσταντινουπόλεως ἀνεθεματίσθησαν, μεθ’ ὧν Ὁνώριος Ῥώμης, Πολυχρόνιος καὶ ἕτεροι σὺν αὐτοῖς ἓν θέλημα καὶ μίαν ἐνέργειαν ἐπὶ Χριστοῦ εἰπεῖν τολ‐ μήσαντες. Τὸ δὲ τῆς ἀληθείας δόγμα ἐβεβαίωσαν. | |
Bibl.205a(20) | Ἀνεγνώσθη Πρακτικὰ τῆς ἑβδόμης συνόδου, ἐν πράξεσιν ..., ἐν αἷς ἥ τε τῶν εἰκο‐ νομάχων αἵρεσις ἐθριαμβεύθη καὶ τῶν ὀρθοδόξων διέλαμψεν ἡ πίστις. | |
Bibl.215a(25) | Ἀνεγνώσθη Ἰωάννου Φιλοπόνου ὁ περὶ ἀναστάσεως λόγος ἐν τόμοις ..., ἐν οἷς τὴν τῶν σω‐ μάτων ἀνάστασιν ἀναιρεῖ πολλά τε ἀπερισκέπτως λέ‐ γει, ἐπιχλευάζων καὶ τοὺς μακαρίους καὶ ἁγίους πατέ‐ | |
ρας ἡμῶν. | 13 in vol. 1 | |
Bibl.225a(31) | Ἀνεγνώσθη Θεοδοσίου μονάζοντος τῶν τῷ Φιλοπόνῳ Ἰωάννῃ παραληφθέντων χρήσεων κα‐ τὰ τῆς τῶν σωμάτων ἀναστάσεως ἐσπουδασμένη ἀνα‐ τροπή, καὶ παράθεσις ῥητῶν γραφικῶν τε καὶ πα‐ | |
35 | τρικῶν εἰς ἔλεγχον τῆς Ἰωάννου ματαιοπονίας. | |
Bibl.235a(37) | Ἀνεγνώσθη Κόνωνος καὶ Εὐγενίου καὶ Θε‐ μιστίου κατὰ Ἰωάννου, τὴν περὶ ἀναστάσεως αὐτοῦ ματαιοπονίαν στηλιτευόντων· ἐν οἷς πολλὴν αὐτοῦ κα‐ | |
40 | ταδρομὴν ποιοῦνται, ὥστε καὶ ἀλλότριον λέγειν αὐτὸν παν‐ τελῶς τοῦ δόγματος τῶν Χριστιανῶν. Καίτοι καὶ οὗτοι | |
Bibl.235b | τῆς αὐτῆς αὐτῷ δόξης ἐκοινώνουν, τὴν ἐν Χαλκη‐ δόνι, ὡς ἐκεῖνος, οὐ παραδεχόμενοι σύνοδον. | |
Bibl.245b(4) | Ἀνεγνώσθη βιβλίον ἔχον πεπραγμένα συστάντα πα‐ | |
5 | ρὰ τῷ τῆς βασιλίδος ἐπισκόπῳ Ἰωάννῃ Ἰουστίνου βα‐ σιλεύοντος· ἅ τινα συνέστησαν μεταξὺ Κόνωνος καὶ Εὐγενίου τῶν τριθεϊτῶν καὶ Παύλου καὶ Στεφάνου, καὶ αὐ‐ τῶν τῆς τῶν διακρινομένων αἱρέσεως τυγχανόντων. Ἐν ᾧ φαίνονται Κόνων καὶ Εὐγένιος ἀντιποιούμενοι τοῦ | |
10 | Φιλοπόνου· τῶν γὰρ περὶ Παῦλον καὶ Στέφανον ἀπαι‐ τούντων αὐτοὺς ἀναθεματίσαι τὸν Φιλόπονον, οὗτοι οὐκ ἠνέσχοντο, ἀλλὰ καὶ προεκόμιζον μαρτυρίας ὡς συνῳδὰ Σεβήρῳ καὶ Θεοδοσίῳ τοῖς ἑαυτῶν φρονεῖ διδασκά‐ | |
λοις. | 14 in vol. 1 | |
14 | Οὗτοι δὲ τὰς μὲν ἄλλας περὶ τὴν θεολογίαν λέ‐ | |
15 | γουσι φωνὰς εὐσεβεῖς, Τριάδα ὁμοούσιον καὶ ὁμοφυῆ, καὶ θεὸν ἕνα καὶ μίαν θεότητα· βλασφημοῦσι δὲ λέγοντες μερικὰς οὐσίας καὶ ἰδικὰς θεότητας καὶ ἰδικὰς φύσεις τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα ἑαυτοῖς τε καὶ τῇ ἀληθείᾳ μαχόμενοι· καὶ ἄλλα ἄττα ληροῦσι | |
20 | παραπλήσια ταύτης τῆς ματαιότητος. | |
Bibl.255b(22) | Ἀνεγνώσθη τοῦ Χρυσοστόμου ἐπιγραφὴν ἔχον σχόλια εἰς τὸν θάνατον, λόγοι μικροὶ εἴκοσι δύο. Καὶ ἐν τῷ αὐτῷ λόγοι παραπλήσιοι εἰς τὴν ἀνά‐ | |
25 | ληψιν κβʹ, καὶ ἔτι εἰς τὴν πεντηκοστὴν ὡσαύ‐ τως λόγοι ιζʹ. | |
Bibl.265b(28) | Ἀνεγνώσθη ἐπισκόπου Κυρήνης, Συνέσιος αὐ‐ τῷ ὄνομα, περὶ προνοίας, περὶ βασιλείας καὶ περὶ ἄλ‐ | |
30 | λων τινῶν· τὴν δὲ φράσιν ὑψηλὸς καὶ ὄγκον ἔχων, ἀποκλίνων δὲ καὶ πρὸς τὸ ποιητικώτερον. | |
31 | Ἀνεγνώσ‐ θη δὲ αὐτοῦ καὶ ἐπιστολαὶ διάφοροι, χάριτος καὶ ἡδο‐ νῆς ἀποστάζουσαι μετὰ τῆς ἐν τοῖς νοήμασιν ἰσχύος καὶ πυκνότητος. | |
34 | Ἦν δ’ οὗτος ἐξ Ἑλλήνων, φιλοσοφίᾳ σχο‐ | |
35 | λάζων· ὅν φασι πρὸς τὸν θεϊασμὸν τοῦ χριστιανισμοῦ νεύσαντα τὰ μὲν ἄλλα παραδέχεσθαι εὐπειθῶς, τὸν δὲ περὶ ἀναστάσεως οὐκ ἐθέλειν προσίεσθαι λόγον. Ἀλλ’ | |
οὖν καὶ οὕτω διακείμενον ἐμύησάν τε τὰ ἡμέτερα καὶ ἔτι καὶ ἀρχιερωσύνης ἠξίωσαν, πρὸς τὴν ἄλλην τοῦ ἀν‐ | 15 in vol. 1 | |
40 | δρὸς καλοκἀγαθίαν καὶ τὸ καθαρὸν ἀφορῶντες τοῦ βίου, καὶ ὅτι οὐκ ἂν οὕτω βιοὺς ἄνθρωπος τὸ τῆς ἀνα‐ | |
Bibl.266a | στάσεως οὐκ ἐλλαμφθείη φέγγος. Καὶ τῆς ἐλπίδος οὐκ ἐψεύσθησαν· ῥᾷστα γὰρ αὐτῷ, ἐπεὶ ἀρχιεράτευσε, καὶ τὸ τῆς ἀναστάσεως εἰς πίστιν ἀποκατέστη δόγμα. Ἐπεκόσ‐ μει δὲ Κυρήνην ὅτε Θεόφιλος Ἀλεξανδρείας ἐπεστάτει. | |
Bibl.276a(6) | Ἀνεγνώσθη Εὐσεβίου ἐκκλησιαστικὴ ἱστορία ἐν τόμοις δέκα. Ἄρχεται ἀπὸ παρουσίας Χριστοῦ τοῦ ἀληθι‐ νοῦ θεοῦ ἡμῶν, καὶ διέρχεται τὰ κατὰ τοὺς τυράννων χρό‐ νους ἐπιμελέστερον, καὶ καταλήγει μέχρι τῆς Κωνσταντίνου | |
10 | βασιλείας τοῦ μεγάλου λεπτότερον, ὅσα ταῖς ἐκκλησίαις ἐπὶ αὐτοῦ τε καὶ ὑπ’ αὐτοῦ ἐπρυτανεύθη ἀναγραφόμενος. | |
Bibl.286a(13) | Ἀνεγνώσθη Σωκράτους ἐκκλησιαστικὴ ἱστορία, ἐφεξῆς οὖσα τῆς Εὐσεβίου· ἄρχεται μὲν γὰρ ἀπὸ τῆς | |
15 | Κωνσταντίνου βασιλείας, καὶ κάτεισιν ἕως τῆς τοῦ νέου Θεοδοσίου βασιλείας. | |
16 | Ὁ δὲ συγγραφεὺς παρὰ Ἀμμω‐ νίῳ καὶ Ἑλλαδίῳ τοῖς Ἀλεξανδρεῦσι γραμματικοῖς φοι‐ τῶν ἔτι παῖς ὢν τὰ τῆς γραμματικῆς ἐδιδάσκετο, ἑλ‐ ληνισταῖς οὖσι καὶ διὰ στάσιν ἐκπεσοῦσι τῆς πατρίδος καὶ | |
20 | ἐν Κωνσταντινουπόλει διατρίβουσι. | |
20 | Περιέχει ἡ βί‐ | |
βλος χρόνον ἐτῶν ρμʹ· ἡ δὲ πᾶσα ἱστορία ἐν τόμοις αὐτῷ συντέθειται ἑπτά. Ἡ δὲ φράσις οὐδὲν ἔχει ἀξιό‐ λογον. ἀλλὰ καὶ ἐν τοῖς δόγμασιν οὐ λίαν ἐστὶν ἀκριβής. | 16 in vol. 1 | |
Bibl.296a(25) | Ἀνεγνώσθη Εὐαγρίου σχολαστικοῦ ἀπὸ ὑπάρχων, πόλεως δὲ Ἐπιφανείας τῆς κατὰ τὴν κοίλην Συρίαν, ἐκκλησιαστικὴ ἱστορία ἐν τόμοις ἕξ, ἀρχὴν ποιου‐ μένη τὸ τέλος τῆς Σωκράτους καὶ Θεοδωρήτου ἱστορίας, καὶ κατιοῦσα μέχρι τῆς βασιλείας Μαυρικίου, ἔτος δω‐ | |
30 | δέκατον ἐν τῇ βασιλείᾳ διανύοντος. | |
30 | Ἔστι δὲ τὴν φρά‐ σιν οὐκ ἄχαρις, εἰ καί πως περιττεύεσθαι ἐνίοτε δοκεῖ· ἐν τῇ δὲ τῶν δογμάτων ὀρθότητι, ἀκριβὴς τῶν ἄλ‐ λων μᾶλλον ἱστορικῶν. Ἔχει δὲ καὶ χρήσεις περὶ εἰκόνων. | |
Bibl.306a(35) | Ἀνεγνώσθη Σαλαμανοῦ Ἑρμείου Σωζομε‐ νοῦ σχολαστικοῦ ἐκκλησιαστικὴ ἱστορία ἐν λόγοις θʹ. Προσφωνεῖ δὲ τὴν ἱστορίαν πρὸς Θεοδόσιον τὸν νέον. Ἄρχεται δὲ ἀπὸ τῆς ὑπατείας Κρίσπου καὶ τοῦ πατρὸς Κωνσταντίνου, καὶ κάτεισι μέχρι τῆς τοῦ νέου Θεοδοσίου | |
40 | βασιλείας. | |
40 | Οὗτος δὲ δίκας ἦν λέγων ἐν Κωνσταντινου‐ πόλει. Ἔστι δὲ Σωκράτους ἐν τῇ φράσει βελτίων, δια‐ φωνεῖ δὲ αὐτῷ καὶ κατά τινας ἱστορίας. | |
Bibl.316b(2) | Ἀνεγνώσθη Θεοδωρήτου ἐκκλησιαστικὴ ἱστο‐ ρία. Πάντων τῶν εἰρημένων κατάλληλον φράσιν τῇ ἱστορίᾳ μᾶλλον οὗτος ἐπέθηκε· σαφής τε γὰρ καὶ ὑψηλὸς | 17 in vol. 1 |
5 | καὶ ἀπέριττος, πλὴν ὅτι ἐνίοτε ταῖς μεταφοραῖς πα‐ ραβόλως καὶ ὥσπερ ἀπειροκάλως ἐχρήσατο. | |
6 | Οὗτος καὶ πλατύτερον τῶν εἰρημένων τὰ περὶ τῆς δευτέρας συν‐ όδου διέλαβε, σχεδόν τι τῶν ἄλλων ὥσπερ μόνον διὰ τῆς ἐπιδρομῆς ἀφοσιουμένων, ἀλλ’ οὐ βουλομένων τι | |
10 | περὶ αὐτῆς εἰπεῖν· πλὴν ἀλλὰ καὶ οὗτος οὐ πάντα λεπ‐ τομερῶς λέγει. Ἄρχεται δὲ τῆς ἱστορίας ἀπὸ τῆς Ἀρείου αἱρέσεως, καὶ καταλήγει μέχρι τῆς Θεοδοσίου τοῦ νέου βασιλείας καὶ μέχρι τῆς Διοδώρου τελευτῆς, ἡνίκα καὶ Κωνσταντινουπόλεως Σισίννιος ἦρχεν. | |
Bibl.326b(16) | Ἀνεγνώσθη Ἀθανασίου ἐπιστολαὶ διάφο‐ ροι ἐν αἷς ἐμφέρονται καὶ αἱ τῆς γεγενημένης αὐτοῦ φυ‐ γῆς ὥσπερ ἀπολογίαν περιέχουσαι, κομψῶς τε καὶ λαμ‐ πρῶς καὶ ἔτι σαφῶς συντεθειμέναι, καὶ τὸ πιθανὸν | |
20 | μετὰ τοῦ χαρίεντος ἀνθοῦσαι· ἡδονὴ τῆς ἐκεῖθεν ἀπο‐ λογίας ἀκούειν. | |
Bibl.336b(23) | Ἀνεγνώσθη Ἰούστου Τιβεριέως χρονικόν, οὗ ἡ ἐπιγραφὴ Ἰούστου Τιβεριέως Ἰουδαίων βασιλέων | |
25 | τῶν ἐν τοῖς στέμμασιν. | |
25 | Οὗτος ἀπὸ πόλεως τῆς ἐν Γα‐ λιλαίᾳ Τιβεριάδος ὡρμᾶτο. Ἄρχεται δὲ τῆς ἱστορίας ἀπὸ Μωϋσέως, καταλήγει δὲ ἕως τελευτῆς Ἀγρίππα | |
τοῦ ἑβδόμου μὲν τῶν ἀπὸ τῆς οἰκίας Ἡρῴδου, ὑστάτου δὲ ἐν τοῖς Ἰουδαίων βασιλεῦσιν, ὃς παρέλαβε μὲν τὴν | 18 in vol. 1 | |
30 | ἀρχὴν ἐπὶ Κλαυδίου, ηὐξήθη δὲ ἐπὶ Νέρωνος καὶ ἔτι μᾶλλον ὑπὸ Οὐεσπασιανοῦ, τελευτᾷ δὲ ἔτει τρίτῳ Τραϊανοῦ, οὗ καὶ ἡ ἱστορία κατέληξεν. | |
32 | Ἔστι δὲ τὴν φρά‐ σιν συντομώτατός τε καὶ τὰ πλεῖστα τῶν ἀναγκαιο‐ τάτων παρατρέχων. Ὡς δὲ τὰ Ἰουδαίων νοσῶν, Ἰου‐ | |
35 | δαῖος καὶ αὐτὸς ὑπάρχων γένος, τῆς Χριστοῦ πα‐ ρουσίας καὶ τῶν περὶ αὐτὸν τελεσθέντων καὶ τῶν ὑπ’ αὐτοῦ τερατουργηθέντων οὐδὲν ὅλως μνήμην ἐποιή‐ σατο. | |
38 | Οὗτος παῖς μὲν ἦν Ἰουδαίου τινὸς ὄνομα Πιστοῦ, ἀνθρώπων δέ, ὥς φησιν Ἰώσηπος, κακουργότατος, | |
40 | χρημάτων τε καὶ ἡδονῶν ἥττων. Ἀντεπολιτεύετο δὲ Ἰωσήπῳ, καὶ πολλὰς κατ’ ἐκείνου λέγεται ἐπιβουλὰς ῥά‐ ψαι· ἀλλὰ τόν γε Ἰώσηπον, καίτοι ὑπὸ χεῖρα πολ‐ | |
Bibl.337a | λάκις λαβόντα τὸν ἐχθρόν, λόγοις μόνον ὀνειδίσαντα ἀπαθῆ κακῶν ἀφεῖναι. Καὶ τὴν ἱστορίαν δέ, ἣν ἐκεῖ‐ νος ἔγραψε, πεπλασμένην τὰ πλεῖστά φασι τυγχά‐ νειν, καὶ μάλιστα οἷς τὸν Ῥωμαϊκὸν πρὸς Ἰουδαίους | |
5 | διέξεισι πόλεμον καὶ τὴν Ἱεροσολύμων ἅλωσιν. | |
Bibl.347a(7) | Ἀνεγνώσθη Ἀφρικανοῦ ἱστορικόν. Οὗτός ἐστιν ὁ καὶ τοὺς λεγομένους κεστοὺς ἐν λόγοις συντάξας ιδʹ. | |
8 | Ἔστι δὲ σύντομος μέν, ἀλλὰ μηδὲν τῶν ἀναγκαίων ἱστορη‐ | |
10 | θῆναι παραλιμπάνων. Ἄρχεται δὲ ἀπὸ τῆς Μωϋσαϊ‐ | |
κῆς κοσμογενείας, καὶ κάτεισιν ἕως τῆς Χριστοῦ παρου‐ σίας. Ἐπιτροχάδην δὲ διαλαμβάνει καὶ τὰ ἀπὸ Χριστοῦ μέχρι τῆς Μακρίνου τοῦ Ῥωμαίων βασιλέως βασιλείας, ὅτε αὐτῷ, ὥς φησι, καὶ ἥδε ἡ συγγραφὴ συνετελεῖτο, | 19 in vol. 1 | |
15 | ἐτῶν οὖσα εψκγʹ. Τεύχη δὲ τὸ βιβλίον πέντε. | |
15 | Οὗτος καὶ πρὸς Ὠριγένην γράφει περὶ τοῦ κατὰ Σωσάνναν διη‐ γήματος ὡς οὐκ εἴη αὐτῷ ἐν τοῖς Ἑβραϊκοῖς ἀνεγνωσ‐ μένον, καὶ ὡς οὐδ’ ἀκόλουθον τῇ ἑβραϊκῇ ἐτυμολο‐ γίᾳ οὔτε τὸ ἀπὸ τοῦ πρίνου πρῖσαι οὔτε τὸ ἀπὸ τοῦ σχίνου | |
20 | σχίσαι· ἃ καὶ ἐπιλαβόμενος Ὠριγένης ἀντέγραψε. Γράφει δὲ Ἀφρικανὸς καὶ πρὸς Ἀριστείδην, ἐν οἷς ἱκανῶς τὴν νομιζομένην διαφωνίαν παρὰ Ματθαίῳ καὶ Λουκᾷ περὶ τῆς τοῦ σωτῆρος ἡμῶν γενεαλογίας σύμ‐ φωνον ἔδειξεν. | |
Bibl.357a(26) | Ἀνεγνώσθη βιβλίον Φιλίππου Σιδήτου, οὗ ἡ ἐπιγραφὴ Χριστιανικὴ ἱστορία. | |
27 | Ἀπάρχεται δὲ ἀπὸ τοῦ ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς [τὸν οὐρανὸν καὶ τὴν γῆν], καὶ διέξεισι τὰ μὲν συντέμνων τὰ δὲ πλατύνων τὴν | |
30 | Μωσαϊκὴν ἱστορίαν, ὅμως οὖν πολλοὺς ἐν πᾶσι λόγους ἀναλίσκων. | |
31 | Ἡ πρώτη οὖν αὐτοῦ βίβλος λόγους περιέχει κδʹ· ὡσαύτως δὲ καὶ αἱ ἄλλαι αὐτοῦ κγʹ βίβλοι ἀνὰ λόγων κδʹ, ἃς τέως ἡμεῖς εἴδομεν. | |
33 | Ἔστι δὲ πολύχους ταῖς λέξεσιν, οὐκ ἀστεῖος δὲ οὐδὲ ἐπίχαρις, ἀλλὰ καὶ | |
35 | προσκορής, μᾶλλον δὲ καὶ ἀηδής, καὶ ἐπιδεικτικὸς | |
μᾶλλον ἢ ὠφέλιμος, καὶ παρεντιθεὶς ὡς πλεῖστα μηδὲν πρὸς τὴν ἱστορίαν συντείνοντα, ὡς οὐδὲν μᾶλλον ἱστορίαν εἶναι ἢ πραγμάτων ἑτέρων τὴν πραγματείαν διάλη‐ ψιν· οὕτως ἀπειροκάλως ἐκκέχυται. | 20 in vol. 1 | |
39 | Σύγχρονος δὲ Σι‐ | |
Bibl.357b | σιννίου καὶ Πρόκλου οἳ Κωνσταντινουπόλεως ἐπε‐ σκόπησαν. Ἐν δὲ τῇ αὑτοῦ τῆς ἱστορίας συγγραφῇ πολλὴν καταδρομὴν Σισιννίου ποιεῖται, ὅτι τὸν αὐτὸν κλῆρον ἄμφω πληρούντων, κἀν λόγοις πρωτεύειν Φιλίππου δοκοῦντος, | |
5 | Σισίννιος, φασίν, εἰς τὸν ἀρχιερατικὸν θρόνον ἐξείλεκται. | |
Bibl.367b(7) | Ἀνεγνώσθη βιβλίον, οὗ ἡ ἐπιγραφὴ Χριστιανοῦ βίβλος ἑρμηνεία εἰς τὴν ὀκτάτευχον. Παμφίλῳ δέ τινι προσφωνεῖ τὸ βιβλίον. Ἦν δὲ ταῖς Ἰουστίνου τοῦ Ῥω‐ | |
10 | μαίων βασιλέως ἡμέραις ἐνακμάζων. | |
10 | Ἀπάρχεται μὲν ἀπό τινων ἐκκλησιαστικῶν δογμάτων γραφικαῖς, ὡς ἐδόκει, μαρτυρίαις ἀγωνίζεσθαι. | |
12 | Ἔστι δὲ ταπεινὸς τὴν φράσιν καὶ συντάξεως οὐδὲ τῆς κοινῆς μετέχων. Ἀλλὰ καί τινα κατὰ τὴν ἱστορίαν ἀπίθανα συντίθησι· διὸ | |
15 | καὶ μυθικώτερον μᾶλλον ἢ ἀληθέστερον ἡγεῖσθαι τὸν ἄνθρωπον δίκαιον. Ὑπὲρ ὧν δὲ δογμάτων ἐνίσταται, ἔστι ταῦτα, ὅτι ὁ οὐρανὸς οὐκ ἔστι σφαιρικὸς οὐδὲ ἡ γῆ, ἀλλ’ ὁ μὲν ὡσεὶ καμάρα, ἡ δὲ ἑτερομήκης, καὶ κεκόλληται τὰ πέρατα τοῦ οὐρανοῦ πρὸς τὰ πέρατα τῆς γῆς, καὶ | |
20 | ὅτι πάντες οἱ ἀστέρες κινοῦνται ἀγγέλων αὐτοῖς τῇ κι‐ νήσει διακονούντων, καὶ ἕτερά τινα τοιαῦτα. | |
21 | Ποιεῖ‐ | |
ται δὲ καὶ ὡς ἐν παρεκβάσει μνήμην τῆς γενέσεως καὶ τῆς ἐξόδου, διατρίβει δὲ τῇ διηγήσει καὶ τῇ θεω‐ ρίᾳ ὡς ἐπίπαν τῆς σκηνῆς· ἐπιτρέχει δὲ καὶ τοὺς | 21 in vol. 1 | |
25 | προφήτας, κἀκεῖθεν τοὺς ἀποστόλους. Λέγει δὲ ὅτι τὸ μέγεθος ἔχει ὁ ἥλιος δύο κλιμάτων, καὶ ὅτι οἱ ἄγ‐ γελοι οὐκ εἰσὶν ἐν τῷ οὐρανῷ ἀλλὰ μόνον ὑπὸ τὸ στε‐ ρέωμα καὶ μεθ’ ἡμῶν, καὶ ὅτι ὁ Χριστὸς ἀνελθὼν ἀπὸ τῆς γῆς εἰς τὸ μεταξὺ τοῦ οὐρανοῦ καὶ τοῦ στερεώματος | |
30 | εἰσῆλθε, καὶ ὅτι τοῦτό ἐστι καὶ μόνον ἡ βασιλεία τῶν οὐρανῶν. Λέγει δὲ καὶ ἄλλα τινὰ ἀλλοκότα. | |
31 | Προσφωνεῖ δὲ τοὺς μὲν ἓξ αὑτοῦ λόγους Παμφίλῳ τινί· τῶν δὲ λοι‐ πῶν ἓξ (οἱ γὰρ πάντες αὐτοῦ δώδεκά εἰσι) τὸν μὲν ἕβδο‐ μον Ἀναστασίῳ, ἐν ᾧ ὅτι ἀκατάλυτοί εἰσιν οἱ οὐρανοί, | |
35 | τὸν ὄγδοον δέ, ὅς ἐστιν εἰς τὴν ᾠδὴν Ἐζεκίου καὶ εἰς τὸν ἀναποδισμὸν τοῦ ἡλίου, Πέτρῳ προσφωνεῖ, ἐν ᾧ ὅτι ὑπεμνημάτισε τὰ ᾄσματα τῶν ᾀσμάτων λέγει. Οἱ δὲ λοιποὶ τέσσαρες οὐ πρός τι πρόσωπον αὐτῷ συνετά‐ γησαν. | |
Bibl.378a(2) | Ἀνεγνώσθη περὶ πολιτικῆς ὡς ἐν διαλόγῳ Μηνᾶν πατρίκιον καὶ Θωμᾶν ῥεφερενδάριον τὰ δια‐ λεγόμενα εἰσάγον πρόσωπα. Περιέχει δὲ ἡ πραγμα‐ | |
5 | τεία λόγους ἕξ, ἐν οἷς καὶ ἕτερον εἶδος πολιτείας παρὰ τὰ τοῖς παλαιοῖς εἰρημένα εἰσάγει, ὃ καὶ καλεῖ δικαιαρ‐ χικόν. Ἐπιμέμφεται δὲ τῆς Πλάτωνος δικαίως πολιτείας. Ἣν δ’ αὐτοὶ πολιτείαν εἰσάγουσιν, ἐκ τῶν τριῶν εἰδῶν τῆς πολιτείας δέον αὐτὴν συγκεῖσθαί φασι, βασιλικοῦ | |
10 | καὶ ἀριστοκρατικοῦ καὶ δημοκρατικοῦ, τὸ εἰλικρινὲς αὐτῇ ἑκάστης πολιτείας συνεισαγούσης, κἀκείνην τὴν ὡς ἀλη‐ | |
θῶς ἀρίστην πολιτείαν ἀποτελειούσης. | 22 in vol. 1 | |
Bibl.388a(14) | Ἀνεγνώσθη Θεοδώρου Ἀντιοχέως οὗ ἡ | |
15 | ἐπιγραφὴ ἑρμηνεία τῆς κτίσεως· ἐν τόμοις ἑπτὰ ἡ πρώτη βίβλος ἐπεραίνετο. | |
16 | Τὴν δὲ φράσιν οὔτε λαμ‐ πρὸς οὔτε λίαν σαφής, φεύγων δὲ τὸν δυνατὸν αὐτῷ τρόπον τὰς ἀλληγορίας, καὶ κατὰ τὴν ἱστορίαν τὴν ἑρμηνείαν ποιούμενος. Ταὐτολογεῖ δὲ τὰ πλεῖστα, καὶ | |
20 | ἄχαρίς πως καὶ ἀηδὴς εἶναι δοκεῖ, ἀλλὰ καὶ τὸ Νε‐ στορίου δόγμα, εἰ καὶ πρὸ Νεστορίου ὑπῆρχεν, ὑπερευ‐ γόμενος. | |
22 | Οὗτος δέ ἐστιν ὁ Μοψουεστίας, ὃν καὶ πλείστας εὐθύνας Ἰωάννης ὁ Φιλόπονος, ὡς αὐτός φησι, τῆς τοιαύτης ἑρμηνείας ἐν οἰκείῳ τῷ εἰς τὴν κτίσιν πο‐ | |
25 | νήματι ἐδείχθη σπουδαίως εἰσπραττόμενος. | |
Bibl.398a(27) | Ἀνεγνώσθη Εὐσεβίου τοῦ Παμφίλου ἀνασκευαστικὸν βιβλιδάριον πρὸς τοὺς ὑπὲρ Ἀπολλω‐ νίου τοῦ Τυανέως Ἱεροκλέους λόγους. | |
Bibl.408a(31) | Ἀνεγνώσθη Φιλοστοργίου Ἀρειανοῦ τὴν θρησ‐ κείαν, ὡς δῆθεν ἐκκλησιαστικὴ ἱστορία. Ἱστορεῖ δὲ τἀ‐ ναντία σχεδὸν ἅπασι τοῖς ἐκκλησιαστικοῖς ἱστορικοῖς. Ἐξαίρει τοὺς Ἀρειανίζοντας ἅπαντας, λοιδορίαις πλύ‐ | |
35 | νει τοὺς ὀρθοδόξους, ὡς εἶναι τὴν ἱστορίαν αὐτοῦ μὴ ἱστορίαν μᾶλλον ἀλλ’ ἐγκώμιον μὲν τῶν αἱρετικῶν, | |
ψόγον δὲ γυμνὸν καὶ κατηγορίαν τῶν ὀρθοδόξων. | 23 in vol. 1 | |
37 | Ἔστι δὲ τὴν φράσιν κομψὸς καὶ ποιητικαῖς, ἀλλ’ οὐ κα‐ τακόρως οὐδ’ ἀχαρίτοις λέξεσι κεχρημένος. Καὶ ἡ τρο‐ | |
40 | πὴ δὲ αὐτῷ τῷ ἐμφατικῷ τὴν χάριν μετὰ τοῦ ἡδέος ἐφέλκεται. Πλὴν ἐνίοτε παραβόλως αὐταῖς καὶ πλεῖστον ἀποτετραμμέναις χρώμενος εἰς ψυχρολογίαν καὶ ἀκαι‐ ρολογίαν ἐκπίπτει. Περιβέβληται δὲ αὐτῷ ποικίλως | |
Bibl.408b | ὁ λόγος καὶ ἐν κόρῳ, ὡς εἰς τὸ ἀσαφὲς καὶ οὐκ ἀεὶ χαρίεν τὸν ἀκροατὴν ὑποσύρεσθαι. Ἐν πολλοῖς δὲ καὶ οἰκείως γνωμολογεῖ. | |
3 | Ἱστορεῖ δὲ τὰ ἀπὸ τῆς Ἀρείου περὶ τὴν αἵρεσιν σπουδῆς τε καὶ κατάρξεως μέχρι τῆς Ἀε‐ | |
5 | τίου τοῦ δυσσεβεστάτου ἀνακλήσεως. | |
5 | Οὗτος δὲ ὁ Ἀέτιος παρ’ αὐτῶν μὲν τῶν συναιρεσιωτῶν, διὰ τὸ κἀκεί‐ νους ὑπερβαλέσθαι τῇ δυσσεβείᾳ, ὡς αὐτὸς οὗτος καὶ μὴ βουλόμενος ἱστορεῖ, τῆς διακονίας καθῃρέθη, ὑπὸ δὲ τοῦ δυσσεβεστάτου Ἰουλιανοῦ ἀνεκλήθη τε καὶ φιλο‐ | |
10 | φρόνως ἐδεξιώθη. Καὶ ἡ μὲν ἱστορία αὐτοῦ δι’ ἑνὸς βι‐ βλίου, τόμοις ἓξ συμπληρουμένη, μέχρι τοῦδε πρόεισι τοῦ χρόνου. | |
12 | Ἔστι δὲ ὁ ἀνὴρ ψευδολόγος τε καὶ οὐδὲ μυ‐ θολογίας ἀπεχόμενος. Ἐξαίρει δὲ ἐν μὲν λόγοις μά‐ λιστα Ἀέτιον καὶ Εὐνόμιον, μόνους ἀνακαθᾶραι τὰ τῆς | |
15 | εὐσεβείας δόγματα τῷ χρόνῳ συγκεχωσμένα τερα‐ τευόμενος, ἐν τεραστίοις δὲ καὶ βίῳ Εὐσέβιον τὸν Νι‐ κομηδείας, ὃν καὶ μέγαν ἀποκαλεῖ, καὶ Θεόφιλον τὸν Ἰνδὸν καὶ ἄλλους πλείονας. Κατηγορεῖ δὲ Ἀκακίου μά‐ λιστα, τοῦ Καισαρείας τῆς κατὰ Παλαιστίνην ἐπισκο‐ | |
20 | πήσαντος δεινότητά τε ἀνυπέρβλητον καὶ πανουργίαν | |
ἄμαχον, μεθ’ ὧν καὶ πάντων φησὶ κατισχῦσαι τῶν τε ὁμοφρονεῖν δοκούντων, εἰς ἔχθραν δέ τινα καταστάν‐ των, καὶ τῶν τἀναντία θρησκευόντων. Καὶ ταῦτα μέν μοι ἤδη ἀνέγνωστο, μετ’ οὐ πολὺ | 24 in vol. 1 | |
25 | δὲ ἐν ἄλλῳ βιβλίῳ καὶ ἕτεροι αὐτοῦ λόγοι ἕξ, ὡς συμ‐ πληροῦσθαι αὐτοῦ τὴν σύμπασαν πραγματείαν ἐν λόγοις δώδεκα, ὧν αἱ ἀπαρχαὶ συντιθέμεναι τὸ τοῦ συγγεγραφό‐ τος ἀπαρτίζουσι Φιλοστοργίου ὄνομα. Κάτεισι δὲ μέχρι τῶν Θεοδοσίου τοῦ νέου χρόνων, κατ’ ἐκεῖνον τὸν χρό‐ | |
30 | νον παυόμενος καθ’ ὃν Οὐαλεντινιανῷ τῷ νέῳ τῷ Πλακιδίας καὶ Κωνσταντίου υἱῷ, Ὁνωρίου τελευτήσαν‐ τος Θεοδόσιος τὰ τῆς Ῥώμης σκῆπτρα τῷ ἀδελφιδῷ ἐνεχείρισεν. | |
33 | Οὗτος δὲ ὁ Φιλοστόργιος, καίτοι κατὰ τῶν ὀρθοδόξων λυσσῶν, Γρηγορίου μὲν τοῦ θεολόγου κα‐ | |
35 | θάψασθαι οὐκ ἐτόλμησεν, ἀλλὰ καὶ τὴν παιδείαν καὶ ἄκων συνομολογεῖ, Βασιλείου δὲ τοῦ μεγάλου ἐπεχείρη‐ σεν ὑφάναι μῶμον, δι’ οὗ λαμπρότερον ἔδειξε. Τὴν μὲν γὰρ ἰσχὺν καὶ τὸ κάλλος τῆς ἐν ταῖς πανηγύρεσιν ὁμιλίας ὑπ’ αὐτῆς τῆς τῶν πραγμάτων ἐναργείας ἐβιάσθη | |
40 | συμφθέγξασθαι, θρασὺν δὲ αὐτὸν ὁ δείλαιος ἀποκαλεῖ καὶ ἀντιλογικῶν λόγων ἄπειρον, ὅτι, φησίν, ἀπετόλ‐ μησεν Εὐνομίου ταῖς συγγραφαῖς ἀντιτάξασθαι. | |
Bibl.419a(2) | Ἀνεγνώσθη Ἰωάννου ἐκκλησιαστικὴ ἱστορία. Ἄρ‐ χεται ἀπὸ τῆς Θεοδοσίου τοῦ νέου βασιλείας, ἀπ’ αὐτῆς που τῆς Νεστορίου βλασφημίας καὶ καθαιρέσεως, καὶ κάτεισι μέ‐ | |
5 | χρι Ζήνωνος καὶ τῆς καθαιρέσεως Πέτρου τοῦ αἱρετικοῦ, ὃς | |
τὸν Ἀντιοχικὸν ὑφήρπασε θρόνον. | 25 in vol. 1 | |
6 | Ἔστι δὲ οὗτος τὴν φρά‐ σιν σαφὴς καὶ ἀνθηρός. Διέρχεται δὲ τὴν τρίτην σύνοδον τὴν ἐν Ἐφέσῳ λεπτομερῶς. Ἀλλὰ καὶ τὴν μετὰ ταύτην ἐν αὐτῇ συναγελασθεῖσαν, τὴν λῃστρικὴν λέγω· ἣν οὗτος | |
10 | θειάζει, καὶ τὸν ταύτης ἡγεμόνα Διόσκορον καὶ τοὺς σὺν αὐ‐ τῷ. Διέξεισι δὲ καὶ τὴν ἐν Καλχηδόνι σύνοδον, διασύρων ταύτην. Ἐξ ὧν ἔστι συμβαλεῖν Ἰωάννην εἶναι τὸν πα‐ τέρα τοῦ βιβλίου τὸν πρεσβύτερον τὸν Αἰγεάτην, ὃς καὶ ἰδίως ὡς αἱρετικὸς κατὰ τῆς ἐν Καλχηδόνι συνόδου | |
15 | βιβλίον συνέταξε. Τῆς μέντοιγε ἱστορίας αὐτοῦ δέκα τυγχάνουσι τόμοι, ὡς καὶ αὐτὸς ἐκεῖνος ἐπαγγέλλεται· ὧν ἡμῖν τοὺς πέντε γέγονεν ἀναγνῶναι, περιέχοντας, ὡς ἔφημεν, ἀπὸ τῆς Νεστορίου βλασφημίας μέχρι τῆς τοῦ αἱρετικοῦ Πέτρου καθαιρέσεως. | |
Bibl.429a(21) | Ἀνεγνώσθη Βασιλείου Κίλικος ἐκκλησιασ‐ τικὴ ἱστορία. Ἄρχεται ἀπὸ τῆς τελευτῆς Σιμπλικίου τοῦ Ῥώμης, ὃς πρὸς Ἀκάκιον τὸν Κωνσταντινουπόλεως ἔγραψεν ἀποστῆναι τῆς πρὸς Πέτρον τὸν Ἀλεξάν‐ | |
25 | δρειαν λυμαινόμενον κοινωνίας, ᾧ ἐπίκλην Μογγός· οὗτος γὰρ τὴν ἐν Καλχηδόνι ἁγίαν σύνοδον δημοσίᾳ καὶ ἐν ἐκκλησίᾳ ἀνεθεμάτιζε. Δι’ ὃν καὶ Ἀκάκιος καλῶς πρότερον κατ’ αὐτοῦ κεκινημένος, ὕστερον οὐκ ἀποστρε‐ φόμενος αἱρετικοῦ δόξαν παρὰ πολλοῖς ἐκτήσατο, τοῖς | |
30 | δὲ Ῥωμαίοις καὶ ὑπὸ καθαίρεσιν ἔπεσεν. Ἐπὶ Ζήνω‐ νος δὲ τὸ δεύτερον ταῦτα ἐπράττετο. | |
31 | Ἄρχεται μὲν οὖν ἐκ τῶνδε τῶν χρόνων, καὶ κάτεισι μέχρι τελευτῆς | |
Ἀναστασίου ὃς εἰκοσιεπτὰ ἔτη καὶ μῆνας τρεῖς, ὡς οὗτός φησιν, ἐν τῇ βασιλείᾳ διήρκεσε· μεθ’ ὃν Ἰου‐ | 26 in vol. 1 | |
35 | στῖνον τὸν Θρᾷκα ἀναρρηθῆναι γράφει βασιλέα. Ἀλλ’ ἡ μὲν βίβλος αὕτη ἐνταῦθά που τὴν γραφὴν ἵστησιν, ἀπὸ Ζήνωνος μέχρι τῆς τελευτῆς Ἀναστασίου καὶ τῆς Ἰουστίνου ἀναρρήσεως κατιοῦσα. Λέγει δὲ οὗτος ὡς εἴη‐ σαν αὐτῷ καὶ ἕτεραι δύο πεπονημέναι βίβλοι, πρώτη | |
40 | καὶ τρίτη· ὧν τὴν μὲν ἀπὸ Μαρκιανοῦ τοῦ βασιλέως ἄρχεσθαι, καταλήγειν δὲ ἕως Ζήνωνος, ἀφ’ οὗ τὴν ἀρ‐ χὴν ἡ δευτέρα ἐπεποίητο, τὴν δὲ τρίτην ποιεῖσθαι προοί‐ | |
Bibl.429b | μιον τὸ τέλος τῆς δευτέρας καὶ ἀπὸ τῆς βασιλείας Ἰουστίνου ἀπάρχεσθαι. Ἔστι δὲ ὁ συγγραφεὺς οὐ λίαν τὴν φράσιν ἀπηκριβω‐ μένος, ἀλλὰ καὶ ἀνωμάλως ἔχων καὶ πρὸς ἑαυτόν. Κέ‐ | |
5 | χρηται δὲ μάλιστα ταῖς παρ’ ἀλλήλων τῶν ἐπισκόπων στελλομέναις ἐπιστολαῖς, εἰς πίστιν, ὥς φησιν, ὧν αὐτὸς γράφει· αἳ καὶ πολύστιχον ποιοῦσι τὸ βιβλίον καὶ ἐν πλή‐ θει λόγων ὀλίγην συνάγον ἱστορίαν· διὸ καὶ τὸ σαφὲς τῆς ἱστορίας τῷ πλήθει περικόπτεται τῶν παρεντιθεμένων. | |
Bibl.439b(11) | Ἀνεγνώσθη Ἰωάννου τοῦ Φιλοπόνου εἰς τὴν ἑξαήμερον. Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ καθα‐ ρὸς καὶ σαφὴς καὶ κρείττων τῇ λέξει ἑαυτοῦ, καὶ συμ‐ φωνῶν σχεδὸν ἐν τοῖς πλείστοις Βασιλείῳ τῷ μεγάλῳ, | |
15 | ἀντιπίπτων δὲ δι’ ὅλου τῷ Μοψουεστίας Θεοδώρῳ, ὃς τὴν αὐτὴν ὑπόθεσιν ἐνστησάμενος ἑρμηνείαν τῆς κτί‐ σεως τὸ βιβλίον ἐπέγραψεν· οὗ τὰς δόξας διελέγχων | |
ὁ Φιλόπονος τὴν ἐναντίαν ἐτράπετο. | 27 in vol. 1 | |
Bibl.449b(20) | Ἀνεγνώσθη Φιλοστράτου Τυρίου εἰς τὸν Ἀπολλωνίου τοῦ Τυανέως βίον λόγοι ὀκτώ. | |
21 | Ἔστι δὲ τὴν φράσιν σαφής, ἐπίχαρίς τε καὶ ἀφοριστικὸς καὶ βρύων γλυκύτητος, καὶ τῷ ἀρχαϊσμῷ καὶ ταῖς και‐ νοπρεπεστέραις τῶν συντάξεων ἐμφιλοτιμούμενος. | |
24 | Ἱστο‐ | |
25 | ρεῖ δὲ τὸν Ἀπολλώνιον πρός τε Ἰνδούς, οὓς καλεῖ καὶ Βραχμᾶνας, ἀπιέναι, ἐξ ὧν καὶ πλεῖστα τῆς παρ’ αὐ‐ τοῖς θεοσοφίας ἐκμαθεῖν, καὶ πρὸς τοὺς τῶν Αἰθιόπων σοφούς, οὓς καὶ γυμνοὺς ὀνομάζει, ὅτι γυμνοὶ τὸν βίον ὅλον διάγουσι, μηδὲ τοῦ ἀέρος διοχλοῦντος αὐτοὺς εἰς | |
30 | περιβολὴν ἐλθεῖν. | |
30 | Πολλῷ δέ φησι τοὺς Ἰνδῶν τῶν ἐν τῇ Αἰθιοπίᾳ σοφῶν προέχειν, ὅτι τέ φησι πρὸς ἀκτῖνα οἰκοῦντες ἡλίου μᾶλλόν εἰσι τὴν διάνοιαν ὀξεῖς καὶ κα‐ θαροί, καὶ ὅτι καὶ χρόνῳ προήκοντες. | |
33 | Τῷ μέντοι Ἀπολ‐ λωνίῳ οὐδὲν ὅλως φησὶ τελεσθῆναι οἷα ὁ μυθώδης | |
35 | αὐτῷ χαρίζεται λόγος· φιλόσοφον δέ τινα καὶ ἐγκρατῆ βίον ἀποσεμνύνει αὐτὸν βιοῦντα, ἅτε καὶ Πυθαγορι‐ κὴν ἐπιδεικνύμενον φιλοσοφίαν ἔν τε ἤθεσι καὶ ἐν δόγμασι. Τὸν δὲ θάνατον αὐτοῦ ἄδηλόν τε καὶ πολ‐ λοῖς διαφωνούμενον λέγει γενέσθαι, αὐτοῦ ἐκείνου τοῦτο | |
40 | σπουδάσαντος· καὶ γὰρ καὶ ζῶντα ἐπιλέγειν ὡς δεῖ τὸν σοφὸν τοὺς πολλοὺς λαθόντα βιῶναι, εἰ δὲ μή, κἂν γοῦν ἀποβιῶναι λαθόντα· τάφον δὲ αὐτοῦ μηδαμοῦ γῆς | |
Bibl.4410a | φησιν ἐγνῶσθαι. | |
1 | Λέγει δὲ αὐτὸν μάλιστα χρημάτων κρείττω γενέσθαι, ὡς καὶ τὴν κτῆσιν αὐτοῦ τῷ τε ἰδίῳ ἀδελφῷ καὶ ἑτέροις καταλιπεῖν καὶ παρὰ μηδενὸς τῶν ὑπ’ ἐξουσίαις, καίτοι πολλὰ ἀξιούντων, πεισθῆναι λαβεῖν | 28 in vol. 1 |
5 | χρήματα. Φησὶν αὐτὸν τὸν ἐν Ἐφέσῳ λοιμὸν καὶ προϊδεῖν καὶ γεγονότα παῦσαι. Καὶ λέοντα δὲ ἰδεῖν, καὶ εἰπεῖν ὡς ἡ τοῦ Ἀμάσιδος τοῦ Αἰγυπτίων βασιλέως ψυχὴ ἐν τῷ θηρίῳ εἴη, ὑπέχουσα δίκην τῶν βεβιω‐ μένων· καὶ Ἔμπουσαν ἐλέγξαι ἐν ὑποκρίσει ἑταίρας | |
10 | ἐρᾶν Μενίππου προσποιουμένην· καὶ κόρην ἐν Ῥώμῃ ἄρτι τεθνάναι δοκοῦσαν ἐπαναστρέψαι τῷ βίῳ· καὶ λῦ‐ σαι τὸ σκέλος ἐν τῷ δεσμωτηρίῳ ὄντα δεδεμένον· καὶ ἀπολογήσασθαι μὲν πρὸς Δομιτιανὸν ὑπέρ τε αὑτοῦ καὶ Νερούα, ὃς μετὰ Δομιτιανὸν Ῥωμαίων ἐβασίλευσεν, | |
15 | ἀφανισθῆναι δὲ μετὰ τὴν ἀπολογίαν τοῦ δικαστηρίου καὶ πρὸς Δημήτριον καὶ Δάμιν, οὕτω καὶ συνθέμε‐ νον αὐτοῖς, παραγενέσθαι, οὐ διὰ χρόνου, παραυτίκα δέ, καίτοι ὁδὸν ἡμερῶν τινων διεστηκότας. | |
18 | Ταῦτα μὲν περὶ αὐτοῦ ἀναπλάττει, οὐ μέντοι γε ὡς εἴη τελεστής, εἴ τινα | |
20 | διετελέσατο τῶν ἐνίοις διαθρυλλουμένων ὑπ’ αὐτοῦ πε‐ ποιῆσθαι τελεσμάτων· φιλοσοφίᾳ δὲ καὶ βίου καθαρό‐ τητι, καὶ ἅπερ αὐτὸς ἔφησεν, ἐκεῖνον εἰσάγει διαπε‐ πράχθαι· ἀπεχθάνεσθαι δὲ μᾶλλον μάγοις καὶ φαρμα‐ κοῖς, μὴ ὅτι γε αὐτὸν τῇ μάγῳ προσανακεῖσθαι τέχνῃ. | |
25 | Περὶ δὲ τῶν Ἰνδῶν οὗτος τὰ πάντα παραλογώτατα καὶ ἀπιστότατα διαρραψῳδεῖ· πίθους γὰρ αὐτοῖς πλήρεις ὄμβρων καὶ ἀνέμων δοὺς ὕειν τὴν χώραν ἀνομβρίας ἐπεχούσης ἐξικμάζειν τε αὖ καταρρηγνυμένων ὄμβρων | |
ταῖς ἐκ πίθων ἀνὰ μέρος χορηγίαις κυρίους ἐκάθισε, | 29 in vol. 1 | |
30 | παραπλήσια τούτοις ἀνοίας μεστὰ καὶ ἕτερα πλεῖστα τε‐ ρατευσάμενος. Ἐν ὀκτὼ δὲ λόγοις ἡ πᾶσα αὐτῷ τῆς ματαιοπονίας σπουδὴ κατηνάλωται. | |
Bibl.4510a(34) | Ἀνεγνώσθη Ἀνδρονικιανοῦ πρὸς Εὐνομια‐ | |
35 | νοὺς λόγοι βραχεῖς δύο. Ὑπισχνεῖται μὲν οὖν ἐν προοι‐ μίοις μεγάλα, οὐ τοιαῦτα δὲ ἃ διέρχεται, καὶ μάλιστά γε ἐν τῷ δευτέρῳ λόγῳ. Ἔστι δὲ οὗτος φιλοσοφίας ἐρα‐ στὴς τῷ τε ἤθει καὶ τῇ διανοίᾳ καὶ τοῦ λόγου τῷ σχή‐ ματι, Χριστιανὸς δὲ τῷ σεβάσματι. | |
Bibl.4610a(41) | Ἀνεγνώσθη Θεοδωρήτου ἐπισκόπου Κύρου λό‐ γοι κζʹ πρὸς διαφόρους θέσεις· ὧν ὁ μὲν πρῶτος λό‐ | |
Bibl.4610b | γος πρὸς τοὺς λέγοντας μίαν φύσιν γεγενῆσθαι τὸν θεὸν λόγον καὶ τὴν ἐκ σπέρματος Δαβὶδ ληφθεῖσαν ἀπαρ‐ χὴν καὶ προσάπτοντας τὰ πάθη τῇ θεότητι, ὁ δὲ δεύτερος πρὸς τοὺς αὐτοὺς γραφικώτερον συμπλεκόμε‐ | |
5 | νος, καὶ ὁ τρίτος περὶ τῆς αὐτῆς ὑποθέσεως. Ὁ δὲ τέταρτος διδασκαλίας τῶν ἁγίων πατέρων περιέχει περὶ τῆς ἐνδόξου οἰκονομίας τοῦ δεσπότου ἡμῶν Χριστοῦ, τοῦ υἱοῦ τοῦ Θεοῦ. Ὁ μέντοι πέμπτος αἱρετικῶν δόξας ἀθροίζει, καὶ παρατίθησιν αὐτὰς τῇ δόξῃ τῶν μὴ | |
10 | ὁμολογούντων ἐπὶ Χριστοῦ δύο φύσεις, καὶ δείκνυσι πολλὴν πρὸς ἀλλήλους διασῴζοντας τὴν συγγένειαν. Ὁ δὲ ἑκτὸς διαλαμβάνει ὅτι εἷς ἐστιν υἱὸς ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός. Ὁ ἕβδομος ἐπιστολῆς ἐπέχει τόπον· ἐν οἷς τὸ πρῶτον συνεπληροῦτο βιβλίον. Ὁ δὲ | |
15 | ὄγδοος πρὸς τοὺς πλήθει μόνῳ κρίνοντας τὴν ἀλή‐ θειαν. Ὁ ἔνατος πρὸς τοὺς λέγοντας μὴ δεῖν ἀπὸ τῶν γραφῶν ζητεῖν ἢ λαλεῖν, ἀλλ’ ἀρκεῖσθαι τῇ παρ’ ἑαυτοῖς πίστει. Ὁ ιʹ πρὸς τοὺς προβάλλοντας κακοήθως τὸ «ὁ λόγος σὰρξ ἐγένετο». Ὁ ιαʹ πρὸς τοὺς κωλύον‐ | 30 in vol. 1 |
20 | τας δύο φύσεις ἐπὶ τῆς ἐνανθρωπήσεως ἐκλαμβάνειν. Ὁ ιβʹ πρὸς τοὺς λέγοντας ὅτι ὁ λέγων ἄλλο μὲν τὸν λόγον ἄλλο δὲ τὴν σάρκα δύο υἱοὺς λέγει. Ὁ ιγʹ πρὸς τοὺς λέγοντας ὅτι τὸ καὶ ἄνθρωπον γινώσκειν τὸν Χρισ‐ τὸν ταὐτόν ἐστι τῷ καὶ εἰς ἄνθρωπον ἔχειν τὰς ἐλ‐ | |
25 | πίδας. Ὁ ιδʹ πρὸς τοὺς λέγοντας «ἔπαθεν ἀπαθῶς». Ὁ ιεʹ πρὸς τοὺς λέγοντας «ἔπαθεν ὡς ἠθέλησεν». Ὁ ιϛʹ πρὸς τοὺς λέγοντας ὅτι χρὴ δέχεσθαι τὰς φωνὰς καὶ μὴ σκοπεῖν τὰ δι’ αὐτῶν σημαινόμενα, ὡς πάντας ὑπερ‐ βαίνοντα. Ὁ ιζʹ πρὸς τοὺς λέγοντας «ἔπαθεν ὁ λόγος | |
30 | σαρκί». Ὁ ιηʹ πρὸς τοὺς λέγοντας «ποίαν δώσουσιν οἱ Ἰουδαῖοι δίκην, εἰ μὴ θεὸν ἐσταύρωσαν;» ὁ ιθʹ πρὸς τοὺς λέγοντας «Ἰουδαῖός ἐστιν ὁ μὴ θεὸν ἐσταυρῶσθαι λέ‐ γων». Ὁ κʹ πρὸς τοὺς λέγοντας ὅτι καὶ ἄγγελοι ἐπὶ τοῦ Ἀβραὰμ ἐσθίοντες οὐ πάντως σαρκὸς φύσιν ἐπεφέ‐ | |
35 | ροντο. Ὁ καʹ πρὸς τοὺς σμικρύνοντας ἕκαστον θαῦμα τῷ ἀρνεῖσθαι τὴν σάρκα. Ὁ κβʹ πρὸς τοὺς ζημιοῦντας ἡμῶν τὸ γένος τῷ μὴ λέγειν ἐκ τῆς φύσεως ἡμῶν εἰλῆφθαι τὴν ἀπαρχήν. Ὁ κγʹ πρὸς τοὺς λέγοντας πισ‐ τεύειν ἁπλῶς οἷς λέγουσι καὶ μὴ κατανοεῖν τί πρέπον | |
40 | ἢ ἀπρεπές. Ὁ κδʹ πρὸς τοὺς ἀναιροῦντας τὴν τῶν φύ‐ σεων διαφορὰν μετὰ τὸ πάθος καὶ τὴν ἀνάληψιν. Ὁ κεʹ ἀνακεφαλαίωσις τῶν κατὰ μέρος ῥηθέντων. Ὁ κϛʹ | |
Bibl.4611a | περὶ τῆς ὕστερον μηνυθείσης συνθέσεως ἤτοι συνου‐ σιώσεως. Ὁ κζʹ περὶ τοῦ κατὰ τὸν κοινὸν ἄνθρωπον ὑποδείγματος. | |
3 | Δῆλον δὲ καὶ ἐκ μόνης αὐτῶν τῆς ὑπο‐ θέσεως, ποῖοι τῶν εἰρημένων λόγων τὸ ὀρθόδοξον | 31 in vol. 1 |
5 | κρατύνουσι φρόνημα, καὶ τίνες ἐκκλίνουσιν. Ἔτι ἐν τῷ αὐτῷ τεύχει ἀνεγνώσθη τοῦ αὐτοῦ λό‐ γοι τρεῖς μείζους τῶν προειρημένων· ἐρανιστὴς ἢ πο‐ λύμορφος ἔφερον ἐπιγραφήν. Ὧν ὁ μὲν πρῶτος, ὅτι ἄτρεπτος ὁ θεὸς λόγος· ὁ δεύτερος, ὅτι ἀσύγχυτος ἡ | |
10 | ἕνωσις· ὁ τρίτος, ὅτι ἀπαθὴς ὁ θεὸς λόγος. Ἔτι καὶ τέταρτος, ἐν ᾧ συλλογισμοῖς τῆς αὐτῆς ὑποθέσεως ὑπεραγωνίζεται. | |
12 | Οὗτοι δὲ οἱ τρεῖς λόγοι ἐν διαλόγῳ εἰσὶν αὐτῷ διεσκευασμένοι, οἱ δὲ ἄλλοι καταλογάδην. Σαφὴς δέ ἐστιν ἐν ἅπασι τὴν φράσιν, ὡς εὐκρινὴς καὶ | |
15 | καθαρός, καὶ οὐκ ἀμοιρῶν τοῦ ἡδέος, καταλλήλως τε τοῖς νοήμασιν ἐνευθηνούμενος. | |
Bibl.4711a(18) | Ἀνεγνώσθη Ἰωσήπου Ἰουδαίου τὰ κατὰ Ἰουδαίους πάθη, ἐν οἷς ἥ τε τῆς Ἱερουσαλὴμ ἐπὶ τέλει τῶν λό‐ | |
20 | γων ἅλωσις καὶ ἡ τῆς Μασάδας πολίχνης, πρὸ δὲ τούτων ἡ τῶν Ἰωταπάτων, ἐν ᾗ καὶ αὐτὸς Ἰώσηπος ἥλω, ἔτι δὲ Γισχάλων ἅλωσις καὶ ἄλλων ἰουδαϊκῶν φρουρίων ἐρημία. | |
23 | Ἔστι δὲ αὐτῷ τὸ σύνταγμα ἐν λόγοις ἑπτά. Καθαρὸς τὴν φράσιν καὶ ἀξίωμα λόγου μετὰ | |
25 | εὐκρινείας καὶ ἡδονῆς δεινὸς ἐκφῆναι, πιθανός τε ταῖς δημηγορίαις καὶ ἐπίχαρις, κἂν ἐπὶ τἀναντία ὁ καιρὸς καλῇ χρήσασθαι τῷ λόγῳ, δεξιὸς καὶ γόνιμος ἐνθυ‐ μημάτων ἐφ’ ἑκατέρᾳ, καὶ γνωμολογικὸς δὲ ὡς εἴ τις ἄλλος, καὶ πάθη τῷ λόγῳ παραστῆσαι ἱκανώτατος, καὶ | |
30 | ἐγεῖραι πάθος καὶ πραῧναι δοκιμώτατος. | 32 in vol. 1 |
30 | Πολλὰ δὲ σύμβολα καὶ σημεῖα λέγει προϋπάρξαι τῆς Ἱερουσα‐ λὴμ ἁλώσεως· βοῦν τε γὰρ ἐπὶ θυσίαν ἀγομένην ἄρνα τεκεῖν, καὶ φῶς ἀναλάμψαι ἐν τῷ ναῷ, καὶ φωνῆς ἐκεῖθεν ἐπακοῦσαι «μεταβαίνομεν ἐντεῦθεν», καὶ τὰς | |
35 | τοῦ ἱεροῦ πύλας, οὐδ’ ὑπὸ ἀνδρῶν εἴκοσιν ἀνοιγομένας, αὐτομάτως ἀνεῷχθαι, καὶ στρατὸν ἑσπέρας ἐπιφαίνεσθαι ὅπλοις περιπεφραγμένον, καὶ ἄνθρωπόν τινα (ὄνομα αὐτῷ ὁ τοῦ Ἀνανία Ἰησοῦς) μηδὲν ἄλλο ἐπιφθέγγεσθαι ἐπὶ ἔτη ϛʹ μῆνας γʹ, ὥσπερ βεβακχευμένον ὄντα ἐπ’ | |
40 | αὐτὸ τοῦτο ἢ τὸ «αἲ αἲ τῇ Ἱερουσαλήμ»· ὃς καὶ ὑπὲρ τούτου αἰκισθεὶς πλὴν ταύτης τῆς φωνῆς οὐδὲν ἄλλο ἀπεκρίνατο, ἐν αὐτῇ τε τῇ ἁλώσει παρὼν καὶ αὐτὸς καὶ τὴν τοιαύτην φωνὴν ἐπειπών, λίθῳ βληθεὶς ὑπὸ τῶν | |
Bibl.4711b | πολεμίων, ἐτελεύτησε. | |
1 | Τὰ μὲν οὖν προδειχθέντα τῆς ἁλώσεως σημεῖα ταῦτα· ἡ στάσις δὲ τῶν ἐμφυλίων ἢ οἱ πολέμιοι τὴν πόλιν ἐπόρθησαν. Εἰς ζηλωτὰς γὰρ ἑαυτοὺς καὶ σικαρίους διαστήσαντες, ἀλλήλους τε ἔφθει‐ | |
5 | ρον, καὶ τὸ κοινὸν σῶμα ὁ δῆμος ὑπ’ ἀμφοῖν πικρῶς τε καὶ ἀνηλεῶς ἐσπαράττετο. Λιμός τε οὕτω κατέσχεν ὡς καὶ εἰς ἄλλα μὲν παράνομα τοὺς ἀνθρώπους ἐκδιαι‐ τηθῆναι, καὶ γυναῖκα δὲ τὸ οἰκεῖον τέκνον θοινή‐ σασθαι. Καὶ τῷ λιμῷ ὁ λοιμὸς συνεπιλαβόμενος ἐδείκνυ | |
10 | πᾶσιν ἐμφανῶς θεομηνίας ἔργον καὶ τῆς δεσποτικῆς προρρήσεως καὶ ἀπειλῆς τὴν τῆς πόλεως ὑπάρξαι πα‐ νωλεθρίαν καὶ ἅλωσιν. | |
Bibl.4811b(14) | Ἀνεγνώσθη Ἰωσήπου περὶ τοῦ παντός, ὃ ἐν ἄλ‐ | 33 in vol. 1 |
15 | λοις ἀνέγνων ἐπιγραφόμενον περὶ τῆς τοῦ παντὸς αἰ‐ τίας, ἐν ἄλλοις δὲ περὶ τῆς τοῦ παντὸς οὐσίας. Ἔστι δὲ ἐν δυσὶ λογιδίοις. | |
17 | Δείκνυσι δὲ ἐν αὐτοῖς πρὸς ἑαυ‐ τὸν στασιάζοντα Πλάτωνα, ἐλέγχει δὲ καὶ περὶ ψυχῆς καὶ ὕλης καὶ ἀναστάσεως Ἀλκίνουν ἀλόγως τε καὶ ψευ‐ | |
20 | δῶς εἰπόντα, ἀντεισάγει δὲ τὰς οἰκείας περὶ τούτων τῶν ὑποθέσεων δόξας, δείκνυσί τε πρεσβύτερον Ἑλ‐ λήνων πολλῷ τὸ Ἰουδαίων γένος. | |
22 | Δοξάζει δὲ συγκεῖσθαι τὸν ἄνθρωπον ἐκ πυρὸς καὶ γῆς καὶ ὕδατος, καὶ ἔτι ἐκ πνεύματος, ὃ καὶ ψυχὴν ὀνομάζει. Περὶ οὗ πνεύ‐ | |
25 | ματος αὐταῖς λέξεσιν οὕτω φησίν· «Τούτου τὸ κυριώτε‐ ρον ἀνελόμενος ἅμα τῷ σώματι ἔπλασε, καὶ διὰ παν‐ τὸς μέλους καὶ ἄρθρου πορείαν αὐτῷ παρεσκεύασεν· ὃ τῷ σώματι συμπλασθὲν καὶ διὰ παντὸς διικνούμενον τῷ αὐτῷ εἴδει τοῦ βλεπομένου σώματος τετύπωται, τὴν | |
30 | οὐσίαν δὲ ψυχρότερον ὑπάρχει πρὸς τὰ τρία, δι’ ὧν τὸ σῶμα συνήρμοσται». | |
31 | Οὕτω μὲν οὖν ἀναξίως τῆς τε τῶν Ἰουδαίων περὶ ἀνθρώπου φυσιολογίας ταῦτα εἰ‐ πὼν καὶ τῆς ἄλλης αὐτοῦ περὶ τοὺς λόγους ἀσκήσεως, διέξεισι καὶ περὶ τῆς κοσμογονίας κεφαλαιωδῶς. Περὶ | |
35 | μέντοι Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν ὡς ἔγγιστα θεο‐ λογεῖ κλῆσίν τε αὐτὴν ἀναφθεγγόμενος Χριστοῦ, καὶ τὴν ἐκ πατρὸς ἄφραστον γέννησιν ἀμέμπτως ἀναγρά‐ φων. Ὅ τινας ἴσως καὶ ἀμφιδοξεῖν ὡς Ἰωσήπου εἴη τὸ συνταγμάτιον ἀναπείσειεν. Οὐδὲν δὲ τὸ τῆς φράσεως | |
40 | αὐτῷ πρὸς τὰ ὑπόλοιπα τοῦ ἀνδρὸς ἀποδεῖ. Εὗρον δὲ ἐν παραγραφαῖς ὅτι οὐκ ἔστιν ὁ λόγος Ἰωσήπου, ἀλλὰ | |
Γαίου τινὸς πρεσβυτέρου ἐν Ῥώμῃ διατρίβοντος, ὅν φασι συντάξαι καὶ τὸν λαβύρινθον. οὗ καὶ διάλο‐ | 34 in vol. 1 | |
Bibl.4812a | γος φέρεται πρὸς Πρόκλον τινὰ ὑπέρμαχον τῆς τῶν Μοντανιστῶν αἱρέσεως. Ἀνεπιγράφου δὲ καταλειφθέν‐ τος τοῦ λόγου φασὶ τοὺς μὲν Ἰωσήπου ἐπιγράψαι τοὺς δὲ Ἰουστίνου τοῦ μάρτυρος, ἄλλους δὲ Εἰρη‐ | |
5 | ναίου, ὥσπερ καὶ τὸν λαβύρινθόν τινες ἐπέγραψαν Ὠριγένους. Ἐπεὶ Γαΐου ἐστὶ πόνημα τῇ ἀληθείᾳ τοῦ συν‐ τεταχότος τὸν λαβύρινθον, ὡς καὶ αὐτὸς ἐν τῷ τέ‐ λει τοῦ λαβυρίνθου διεμαρτύρατο ἑαυτοῦ εἶναι τὸν περὶ τῆς τοῦ παντὸς οὐσίας λόγον. Εἰ δ’ ἕτερος καὶ οὐχ οὗτός | |
10 | ἐστιν, οὔπω μοι γέγονεν εὔδηλον. | |
10 | Τοῦτον τὸν Γάϊον πρε‐ σβύτερόν φασι γεγενῆσθαι τῆς κατὰ Ῥώμην ἐκκλησίας ἐπὶ Οὐΐκτορος καὶ Ζεφυρίνου τῶν ἀρχιερέων, χειροτο‐ νηθῆναι δὲ αὐτὸν καὶ ἐθνῶν ἐπίσκοπον. Συντάξαι δὲ καὶ ἕτερον λόγον ἰδίως κατὰ τῆς Ἀρτέμωνος αἱρέσεως, | |
15 | καὶ κατὰ Πρόκλου δὲ σπουδαστοῦ Μοντανοῦ σπουδαίαν διάλεξιν συντεταχέναι, ἐν ᾗ τρισκαίδεκα μόνας ἐπιστο‐ λὰς ἀριθμεῖται Παύλου οὐκ ἐγκρίνων τὴν πρὸς Ἑβραίους. | |
Bibl.4912a(19) | Ἀνεγνώσθη τοῦ ἐν ἁγίοις Κυρίλλου τοῦ Ἀλεξαν‐ | |
20 | δρέως κατὰ τῶν τοῦ Νεστορίου βλασφημιῶν, ἐν λό‐ γοις πέντε. Φυλάττει δὲ κἀν τούτοις τῶν οἰκείων λό‐ γων τὸν χαρακτῆρα καὶ τὸ ἰδίωμα, σαφέστερος δέ ἐστι τοῦ πρὸς Ἑρμείαν καὶ τοῦ περὶ τῆς ἐν πνεύματι λα‐ τρείας. Ὁ δὲ λόγος αὐτῷ πεποιημένος καὶ εἰς ἰδιά‐ | |
25 | ζουσαν ἰδέαν ἐκβεβιασμένος καὶ οἷον λελυμένη καὶ τὸ | |
μέτρον ὑπερορῶσα ποίησις. | 35 in vol. 1 | |
Bibl.5012a(28) | Ἀνεγνώσθη Νικίου Μοναχοῦ κατὰ τῶν Φιλοπόνου κεφαλαίων ἑπτά, ὧν διεμνημόνευσεν ἐν τῷ | |
30 | καλουμένῳ αὐτοῦ λόγῳ Διαιτητής. Ἔστι δὲ τὴν φράσιν ἁπλοῦς καὶ σύντομος καὶ ταῖς ἀντιρρήσεσιν ἱκανὸς καὶ ἀπέριττος. Ἀνεγνώσθη δὲ τοῦ αὐτοῦ καὶ κατὰ τοῦ δυσσεβοῦς Σε‐ βήρου, ἔτι δὲ καὶ κατὰ Ἑλλήνων λόγοι δύο. | |
Bibl.5112a(36) | Ἀνεγνώσθη Ἡσυχίου πρεσβυτέρου Κωνσταν‐ τινουπόλεως εἰς τὸν χαλκοῦν ὄφιν λόγοι δʹ. Ἔστι δὲ ὁ λόγος εἰς ἐπίδειξιν διεσκευασμένος καὶ ἐν ἠθοποιΐας εἴδει μεμελετημένος, ἐν οἷς δημηγορίαι τε διατυποῦνται | |
40 | τοῦ Μωϋσέως πρὸς τὸν λαόν, καὶ αὐτῶν πάλιν κα‐ τασχηματίζονται πρὸς τὸν Μωϋσέα διαλαλιαί, ἔτι δὲ καὶ τοῦ θείου πρός τε Μωϋσέα καὶ τὸν λαόν, καὶ τού‐ | |
Bibl.5112b | των ἐν τύπῳ δεήσεων καὶ ἀπολογίας ἐκπεποιημένοι λόγοι· ἐν οἷς καὶ ὁ πολὺς αὐτῷ κατηνάλωται τοῦ βι‐ βλίου λόγος, πολύστιχον ὄγκον ἐμπεριειληφώς. Ὁ δέ γε ἀνήρ, ὡς ἔστιν ἐκ τοῦδε αὐτοῦ τεκμηριῶσαι τοῦ συντά‐ | |
5 | γματος τῶν ὀρθοδοξούντων ἐστίν. | |
Bibl.5212b(7) | Ἀνεγνώσθη σύνοδος γενομένη ἐν Σίδῃ κατὰ τῆς αἱρέσεως τῶν Μεσσαλιανῶν ἤγουν Εὐχιτῶν | |
ἤτοι Ἀδελφιανῶν. Ἐξῆρχε δὲ τῆς συνόδου Ἀμφιλόχιος ὁ | 36 in vol. 1 | |
10 | τοῦ Ἰκονίου, συνεδρευόντων αὐτῷ καὶ ἑτέρων ἐπισκόπων τὸν ἀριθμὸν πέντε καὶ εἴκοσιν. | |
11 | Ἐν τῇ αὐτῇ δὲ βίβλῳ ἀνεγνώσθη τῆς αὐτῆς συνόδου πρὸς τὸν μέγαν Φλα‐ βιανὸν τὸν Ἀντιοχείας ἐπιστολὴ συνοδική, τῶν πεπρα‐ γμένων ποιουμένη τὴν διδασκαλίαν. Διόπερ καὶ αὐτὸς | |
15 | συναθροίζει σύνοδον κατὰ τῶν αὐτῶν αἱρετικῶν, συμ‐ παρόντων μὲν αὐτῷ ἐπισκόπων τριῶν, Βίζου τοῦ Σελευ‐ κείας καὶ Μαρουθᾶ τοῦ Σουφαρηνῶν ἔθνους καὶ Σάμου· πρε‐ σβύτεροι δὲ καὶ διάκονοι συμπαρῆσαν μέχρι τριάκοντα. Ἐν ταύτῃ τῇ συνόδῳ μετάνοιαν ἐπαγγελλόμενον τὸν | |
20 | Ἀδελφιὸν οὐκ ἐδέξαντο, οὐδὲ τὴν αἵρεσιν ἀπαρνούμενον προσήκαντο· οὐδὲ γὰρ ἐκ καρδίας οὔτε ἡ τῆς αἱρέσεως ἄρνησις οὔτε ἡ μετάνοια ἐπεδείκνυτο. Ἦσαν δὲ οἱ ταύ‐ της γεννήτορες τῆς αἱρέσεως Ἀδελφιός τις ὁ ῥηθείς, οὔτε μοναστῶν οὔτε ἱερέων ἐγκατειλεγμένος κλήρῳ, ἀλλ’ | |
25 | ἐν λαϊκοῖς ἐξεταζόμενος, καὶ Σαβὰς τὸ τῶν μοναχῶν ὑπεισδὺς σχῆμα, ὃν ἐκ τῆς πράξεως ἐκάλουν ἀπόκο‐ πον, καὶ ἕτερος Σαβάς, καὶ Εὐστάθιος Ἐδεσηνὸς καὶ Δαδώης καὶ Συμεώνης τοῦ πονηροῦ τὰ ζιζάνια, καὶ ἕτεροι τούτοις συμπαραφυόμενοι. | |
29 | Κατεκρίθη δὲ Ἀδελ‐ | |
30 | φιὸς καὶ οἱ σὺν αὐτῷ, καίτοι μετανοίας τόπον, ὡς ἔφημεν, ἐπιζητοῦντες· πλὴν ταύτης οὐκ ἔτυχον, διότι ἐγγράφως οὓς ἀνεθεμάτισαν ὡς Μεσσαλιανούς, τούτοις ὡς ὁμόφροσιν ἐφωράθησαν κοινωνήσαντες. Ἐγράφη δὲ Φλαβιανῷ πρὸς τοὺς ἐν Ὀσροήνῃ ἐπιστολὴ τὰ περὶ | |
35 | αὐτοὺς πραχθέντα ἐκδιδάσκουσα, ἐν ᾗ ἐμφέρεται ὡς οἱ αἱρετικοὶ ἐτυπτήθησαν καὶ ἀνεθεματίσθησαν· καὶ ἀν‐ | |
τεγράφη παρὰ τῶν δεξαμένων ἐπισκόπων Φλαβιανῷ εὐχαριστία ὑπὲρ τούτων καὶ συμφωνία. Ἔγραψε δὲ καὶ Λιτώϊος ὁ Ἀρμενίας ἐπίσκοπος, διαπυνθανόμενος τὰ | 37 in vol. 1 | |
40 | περὶ τῶν Μεσσαλιανιτῶν· καὶ ἐγράφη αὐτῷ ἡ περὶ αὐτῶν συνοδικὴ ψῆφος καὶ ἀπόφασις. Ἔγραψε δὲ ὁ μέγας Φλαβιανὸς καὶ Ἀρμενίῳ τινὶ ἐπισκόπῳ περὶ | |
Bibl.5213a | τῆς αὐτῆς ὑποθέσεως δεύτερον· ἐν δὲ τῇ δευτέρᾳ ἐπιστολῇ ἔγκλησιν προσάγει, ὅτι προστασίας τι‐ νὸς παρ’ αὐτοῦ οἱ Μεσσαλιανῖται τυγχάνουσιν· ἔγραψε μέντοι καὶ ὁ Κωνσταντινουπόλεως Ἀττικὸς τοῖς ἐν | |
5 | Παμφυλίᾳ ἐπισκόποις, ἵνα πανταχόθεν τοὺς Μεσσα‐ λιανοὺς ὡς ἄγη καὶ μύση ἀπελαύνωσιν· ἔτι δὲ ὁ αὐ‐ τὸς καὶ πρὸς Ἀμφιλόχιον τὸν Σίδης ὁμοίως· ἔγρα‐ ψε δὲ καὶ Σισίννιος ὁ Κωνσταντινουπόλεως καὶ Θεό‐ δοτος ὁ Ἀντιοχείας κοινὴν ἐπιστολὴν πρὸς Βερινια‐ | |
10 | νὸν καὶ Ἀμφιλόχιον καὶ λοιποὺς τοὺς ἐν Παμφυλίᾳ ἐπισκόπους, ἧς ἡ ἐπιγραφή· «Τοῖς θεοφιλεστάτοις συλ‐ λειτουργοῖς Βερινιανῷ καὶ Ἀμφιλοχίῳ, καὶ πᾶσι τοῖς ἐν Παμφυλίᾳ ἐπισκόποις, Σισίννιος καὶ Θεόδοτος καὶ πᾶσα ἡ ἁγία σύνοδος ἡ κατὰ θεοῦ χάριν συγκρο‐ | |
15 | τηθεῖσα ἐν τῇ μεγαλοπόλει Κωνσταντινουπόλει τῆς χει‐ ροτονίας ἕνεκα τοῦ θεοφιλεστάτου καὶ ἁγιωτάτου ἐπισκό‐ που Σισιννίου, θεσπίσματι τοῦ εὐσεβεστάτου καὶ φιλοχρίσ‐ του ἡμῶν βασιλέως Θεοδοσίου ἐν κυρίῳ χαίρειν.» | |
18 | Ἐν ταύτῃ τῇ συνοδικῇ ἐπιστολῇ καὶ Νέων ἐπίσκοπος ἐξεφώνησεν, | |
20 | ὡς εἴ τις μετὰ τὸν ἀναθεματισμὸν φωραθείη τῷ χρό‐ νῳ ἢ διὰ ῥημάτων ἢ διὰ πραγμάτων εἰς τὴν ὑπο‐ ψίαν τῆς νόσου ταύτης ἐμπίπτων, μηκέτι λοιπὸν αὐ‐ τὸν χώραν ἔχειν, μηδ’ ἂν μυριάκις ἐπαγγέλληται τὴν | |
τάξιν ἀναπληροῦν τῶν μετανοούντων· συγκινδυνεύειν | 38 in vol. 1 | |
25 | δὲ αὐτῷ καὶ τὸν συγκροτοῦντα αὐτὸν εἴτε ἐπίσκοπος εἴτε ἄλλος τις εἴη. | |
26 | Ἐγράφη δὲ καὶ ἐπιστολὴ Ἰωάννου Ἀντιοχέως πρὸς Νεστόριον περὶ τῶν Μεσσαλιανιτῶν. Ἐξήνεγκε δὲ καὶ ὅρον ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος, ἡ ἐν Ἐφέσῳ τρίτη, ἀπογυμνώσασα αὐτῶν καὶ τὰ ἐν | |
30 | τῷ λεγομένῳ αὐτῶν βιβλίῳ ἀσκητικῷ βλάσφημα καὶ αἱρετικὰ κεφάλαια, καὶ καθυποβαλοῦσα τῷ ἀναθέματι. Ἔγραψε δὲ καὶ Ἀρχέλαος ὁ Καισαρείας τῆς Καππα‐ δοκῶν ἐπίσκοπος ἀναθεματισμοὺς εἰκοσιτέσσαρας τῶν κεφαλαίων αὐτῶν. Συνέταξε δὲ κατ’ αὐτῶν καὶ Ἡρα‐ | |
35 | κλείδας ὁ Νύσσης ἐπίσκοπος ἐπιστολὰς δύο, ὧν ἐν τῇ δευτέρᾳ καὶ χρῆσις φέρεται τῆς ἀρχαιότητος τῶν σε‐ πτῶν εἰκόνων. Ἔγραψε δὲ χρόνῳ ὕστερον καὶ Γερόντιος, πρεσβύ‐ τερος καὶ ἡγούμενος τῶν ἐν Γλιτίδι μοναχῶν, πρὸς Ἀλύ‐ | |
40 | πιον ἀρχιεπίσκοπον τῆς ἐν Καππαδοκίᾳ Καισαρείας, ἐγκλήματα κατὰ Λαμπετίου κινῶν, ὃς καὶ πρῶτος τῆς εἰρημένης αἱρέσεως ἴσχυσεν ἐκκλέψαι τὸ τῆς ἱερωσύνης | |
Bibl.5213b | καὶ ὑπελθεῖν ἀξίωμα, βέβηλος ὢν καὶ ἀπατεών. Ἀλύ‐ πιος δὲ τὰ γραφέντα δεξάμενος, πρὸς τὸν ἐπίσκοπον Κομάνης Ὁρμίζην ἐπιστέλλει τὰ περὶ Λαμπετίου ἐξε‐ τάσαι λεγόμενα. Καὶ ἦν τὰ ἐγκαλούμενα, ὅτι κόρην | |
5 | κατὰ στόμα φιλῶν ἐνηγκαλίζετο, καὶ ὅτι αὐτὸς ἐκεῖ‐ νος ἔφη Λαμπέτιος ἐν Ἱεροσολύμοις μετά τινος δια‐ κονίσσης ἐξαμαρτεῖν, καὶ ὅτι ἐλθόντων τινῶν καὶ νοσήματος ἴασιν ἐξαιτουμένων ἔφη· «Φέρε μίαν κόρην πρὸς ἐμὲ καλήν, καὶ δείξω σοι ἁγιωσύνην», καὶ ὅτι | |
10 | τοὺς τὰς ὥρας ψάλλοντας ἐξεμυκτήριζε καὶ διέσυρεν | |
ὡς ὑπὸ νόμον ἔτι τυγχάνοντας. Καὶ ἄλλα ἄττα ἀθέ‐ μιτα διεβέβλητο, ἃ τοῖς Μεσσαλιανοῖς καὶ ποιεῖται καὶ λέγεται, καθὼς καὶ ἡμεῖς, ὡς οἷόν τε ἡμῖν, τινὰς τῆς τοιαύτης πλάνης ἀπάγοντες, ἄρτι βλαστάνειν ἐκεῖθεν | 39 in vol. 1 | |
15 | ἀρξαμένους, πολλὴν σηπεδόνα παθῶν καὶ κακίας τὰς ἐκείνων ψυχὰς ἐπιβοσκομένην ἑωράκαμεν. | |
16 | Ἀλλ’ ὅ γε Λαμπέτιος Ὁρμίζου μὲν τοῦ ἐπισκόπου δικάζοντος, Γε‐ ροντίου δὲ τοῦ πρεσβυτέρου κατηγοροῦντος, καὶ τὰ μὲν διὰ μαρτύρων ἐξελεγχθείς, τὰ δὲ τῷ οἰκείῳ στόματι | |
20 | περιπαρείς, ἁπάσαις ψήφοις τῆς ἱερωσύνης καθῄρηται, συμψήφου γεγενημένου καὶ τοῦ Καισαρείας Ἀλυπίου, ὃς καὶ τὸν δείλαιον ἐκεῖνον ἐξαπατηθεὶς εἰς τὸν τοῦ πρεσ‐ βυτερίου βαθμὸν ἐτύγχανε προενηνοχώς. | |
23 | Οὗτος δὲ ὁ τρισαλιτήριος Λαμπέτιος καὶ λόγον τινὰ συνέθηκεν, | |
25 | ὃν καὶ Διαθήκην ἐπεκάλεσεν, ἐν ᾗ καί τινα τῆς δυσ‐ σεβείας αὐτοῦ ἐνέσπαρται· ἣν καὶ Σεβῆρος ὁ τὸν Ἀντιο‐ χικὸν θρόνον ὑπεισδύς, ἔτι πρεσβυτέρων ἐπέχων τάξιν, ἀνέτρεψεν. | |
28 | Ἀλφειὸς μέντοι τις ἐπίσκοπος Ῥινοκορού‐ ρων ὑπεραπολογεῖται Λαμπετίου ὡς μηδὲν ὧν ἐνεκλήθη | |
30 | ἢ εἰπόντος ἢ ποιήσαντος· ἐκθέμενος δὲ καὶ λόγον τινὰ οὐδὲν ἐν αὐτῷ, ὅσον ἐστὶ συνιδεῖν, βλασφημεῖ· καθῃ‐ ρέθη μέντοι γε ὡς τὰ Λαμπετίου φρονῶν. Καὶ Ἀλφειὸς δέ τις ἄλλος, ὁμώνυμος τῷ καθηγητῇ, χειροτονηθεὶς πρεσβύτερος ὑπὸ Τιμοθέου τοῦ Ἀλεξανδρέως, διὰ τὴν | |
35 | αὐτὴν καθῃρέθη αἵρεσιν, ὡς ἡ Πτολεμαίου τοῦ Ῥι‐ νοκορούρων ἐπισκόπου πρὸς Τιμόθεον τὸν προειρημέ‐ | |
νον ἐκδιδάσκει ἀναφορά. | 40 in vol. 1 | |
Bibl.5313b(39) | Ἀνεγνώσθη βιβλίον ἡ κατὰ Πελαγίου καὶ | |
40 | Κελεστίου σύνοδος ἐν Καρταγένῃ συστᾶσα ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ Φαύστου Ὁνωρίου τὸ τῆς ἑσπε‐ ρίου βασιλείας φρουροῦντος ἀξίωμα. Ἐξῆρχε δὲ ταύτης | |
Bibl.5314a | τῆς συνόδου Αὐρήλιος ἐπίσκοπος καὶ Δοτιανὸς Τε‐ πτεντεσίου τοῦ πρωτοθρόνου ἐπαρχίας Βυζακηνῆς, οἷς συνήδρευον ἐκ διαφόρων ἐπαρχιῶν ἄνδρες διαπρέ‐ ποντες ἱερωσύνῃ τὸν ἀριθμὸν σκεʹ. | |
4 | Αὕτη ἡ σύνοδος | |
5 | τοὺς θνητὸν πλασθῆναι τὸν Ἀδὰμ λέγοντας ἀλλὰ μὴ ἐκ παραβάσεως τοῦτο καταδικασθῆναι, ἀναθεματίζει· ὡσαύτως τοὺς τὰ βρέφη τὰ ἀρτίτοκα μὴ χρείαν ἔχειν βαπτίσματος διὰ τὸ μὴ ἕλκειν αὐτὰ προγονικὴν ἁμαρ‐ τίαν τὴν ἐξ Ἀδὰμ ἀναθεματίζει. Καὶ τοὺς λέγοντας | |
10 | μέσον τόπον κολάσεως καὶ παραδείσου, εἰς ὃν καὶ τὰ ἀβάπτιστα βρέφη μετατιθέμενα ζῆν μακαρίως, καὶ τού‐ τους οὖν ἀναθεματίζει. | |
12 | Ἔτι δὲ καὶ ἕτερα ἓξ ἀναθεματί‐ ζει παραπλήσια τούτοις κεφάλαια, ἃ τοῖς Πελαγιανι‐ σταῖς καὶ Κελεστιανοῖς πρεσβεύεται. Ἔγραψε δὲ καὶ Θεο‐ | |
15 | δόσιος καὶ Ὁνώριος οἱ βασιλεῖς πρὸς Αὐρήλιον ἐπί‐ σκοπον κατὰ τῶν αὐτῶν. Ἔγραψε μετὰ ταῦτα καὶ Κωνσταντῖνος ὁ Πλακιδίας ἀνήρ, Οὐαλεντινιανοῦ δὲ τοῦ μικροῦ πατήρ, περὶ τοῦ ἐξορισθῆναι Κελέστιον τὸν αἱ‐ ρετικόν. Ἔγραψε δὲ τὴν κατ’ αὐτοῦ ψῆφον πρὸς Οὐο‐ | |
20 | λοσιανὸν ἔπαρχον πόλεως. Ἔγραψε δὲ καὶ Λέων ὁ | |
Ῥώμης περὶ τῶν ἐπιστρεφόντων Πελαγιανιστῶν, ὅπως ὀφείλουσιν ἐπιστρέφοντες δεχθῆναι, ὅτι ἐγγράφως αὑ‐ τῶν τὸ φρόνημα ἀναθεματίζοντες. | 41 in vol. 1 | |
23 | Ἀλλὰ καὶ ἐν τῇ πρὸς Νεστόριον Κελεστίνου τοῦ ἐπισκόπου Ῥώμης ἐπιστολῇ | |
25 | ἡ κατ’ αὐτῶν ἔγκειται διαβολή. Ἔγραψε δὲ ὁ αὐτὸς τοῖς ἐν Γαλλίαις ἐπισκόποις περί τε τῆς τοῦ ἁγίου Αὐ‐ γουστίνου πίστεως καὶ κατὰ τῶν ἀλαζονευομένων ἐπὶ τῇ τῆς αἱρέσεως ἐξουσίᾳ. Ἔγραψε δὲ καὶ Ἱερώνυμος πρε‐ σβύτερος πρὸς Κτησιφῶντα κατὰ τῶν λεγόντων ἀπά‐ | |
30 | θειαν ἤτοι κατὰ Πελαγίου. Οὗτος δ’ ὁ Πελάγιος μο‐ ναχὸς ἦν, μαθητὴν κτησάμενος τὸν Κελέστιον. | |
Bibl.5414a(33) | Ἀνεγνώσθη κατὰ τῆς Πελαγιανῆς καὶ Κελεστιανῆς αἱρέσεως, οὗ ἡ ἐπιγραφή· «Ἶσα πεπραγμένων | |
35 | ἐν τοῖς δυτικοῖς ἐπισκόποις κατὰ τῶν Νεστο‐ ριανῶν δογμάτων». Ἐν ᾧ γέγραπται ὡς ἡ Νεστοριανὴ καὶ Κελεστιανὴ αἵρεσις ἡ αὐτή ἐστι. Φέρει δὲ καὶ μάρ‐ τυρα Κύριλλον τὸν Ἀλεξανδρείας γράφοντα πρὸς | |
Bibl.5414b | Θεοδόσιον τὸν βασιλέα ὡς ἡ αὐτή ἐστιν αἵρεσις ἡ Νεστοριανὴ τῇ Κελεστιανῇ. Δῆλον δέ, φησίν· οἱ μὲν γὰρ Κελεστιανοὶ περὶ τοῦ σώματος ἤτοι τῶν μελῶν τοῦ Χρισ‐ τοῦ, τουτέστι τῆς ἐκκλησίας, ἀποθρασύνονται ὅτι περ οὐχὶ | |
5 | ὁ θεός, τουτέστι τὸ πνεῦμα τὸ ἅγιον, τήν τε πίστιν αὐ‐ τοῖς καὶ πάντα τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν καὶ σω‐ τηρίαν διαιρεῖ ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται, ἀλλ’ ὅτι περ ἡ κατατεταγμένη τοῦ ἀνθρώπου φύσις, ἡ διὰ τὴν παράβασιν καὶ τὴν ἁμαρτίαν τῆς μὲν μακαριότητος | |
10 | ἐκπεσοῦσα καὶ τοῦ θεοῦ χωρισθεῖσα, τῷ δὲ θανάτῳ πα‐ | |
ραδοθεῖσα, αὕτη κατὰ τὴν τῆς προαιρέσεως ἀξίαν τὸ πνεῦμα τὸ ἅγιον καὶ προσκαλεῖται καὶ ἀπωθεῖται. Οἱ δὲ Νεστοριανοί, καὶ περὶ αὐτὴν τὴν τοῦ σώματος κεφα‐ λήν, τὸν Χριστόν, τὴν αὐτὴν διάνοιαν καὶ τόλμαν ἔχουσι. | 42 in vol. 1 | |
15 | Λέγουσι γὰρ ὅτι ἐπεὶ τῆς ἡμετέρας φύσεώς ἐστιν ὁ Χρι‐ στός, ὁ δὲ θεὸς πάντας ἀνθρώπους ὁμοίως θέλει σω‐ θῆναι καὶ οἰκείᾳ προαιρέσει ἕκαστον τὸ ἑαυτοῦ πταῖσμα ἐπανορθώσασθαι καὶ ἄξιον ἑαυτὸν αὐτοῦ ποιῆσαι, διὰ τοῦτο οὐκ ἔστιν ὁ λόγος ὁ τεχθείς, ἀλλ’ ὁ γεννηθεὶς ἐκ | |
20 | Μαρίας διὰ τὴν τῆς φυσικῆς προαιρέσεως ἀξίαν εἶ‐ χεν ἑπόμενον τὸν λόγον μόνῃ τῇ ἀξίᾳ καὶ τῇ ὁμω‐ νυμίᾳ κεκοινωνηκὼς τῷ λόγῳ τῆς υἱότητος. | |
22 | Αὕτη μέντοι ἡ Πελαγιανὴ ἤτοι Κελεστιανὴ αἵρεσις ἤκμασεν ἐν τῇ ἀνατολῇ, διεδόθη δὲ καὶ ἐν τῇ δύσει. Καὶ ἐν | |
25 | μὲν τῇ Καρταγένῃ τῆς Ἀφρικῆς διηλέγχθη καὶ ἐφω‐ ράθη ὑπό τε Αὐρηλίου καὶ Αὐγουστίνου, ἀπεκηρύχθη δὲ διαφόροις συνόδοις. Ἐξεβλήθησαν δὲ καὶ οἱ οὕτω φρο‐ νοῦντες τῆς ἐκκλησίας ὡς αἱρετικοὶ ἐν τοῖς χρόνοις Θεοφίλου τοῦ Ἀλεξανδρείας καὶ Ἰνοκεντίου Ῥώμης ὑπό | |
30 | τε Ῥωμαίων καὶ Ἄφρων καὶ τῶν λοιπῶν δυτικῶν ἐπι‐ σκόπων. | |
31 | Ὁ μέντοι Πελάγιος ἐν Παλαιστίνῃ συνόδου συ‐ στάσης (τεσσαρεσκαίδεκα δὲ τὴν σύνοδον ἐπλήρουν ἀρ‐ χιερεῖς) ἠθωώθη, τὰ μὲν τῶν κεφαλαίων παντελῶς ἐξαρνησάμενος ὡς μωρὰ καὶ ἀναθεματίσας, τὰ δὲ | |
35 | εἰρηκέναι μὲν φήσας, οὐχὶ δὲ ὡς οἱ κατήγοροι ἐξει‐ λήφασι, συμφώνως δὲ μᾶλλον τῇ καθολικῇ ἐκκλη‐ σίᾳ. Οἱ μέντοι κατηγοροῦντες αὐτοῦ Νέπορος ἦν καὶ Λάζαρος οἱ Γάλλοι ἐπίσκοποι, οἳ οὐδὲ παρεγένοντο | |
Bibl.5415a | ἐν τῇ ἐξετάσει αὐτοῦ, διὰ τὴν κάκωσιν θατέρου αὐτῶν | |
τὴν παρουσίαν παραιτησάμενοι. | 43 in vol. 1 | |
2 | Οὕτως Αὐγουστῖνος ἐν τοῖς πρὸς Αὐρήλιον τὸν Καρταγένης πάπαν διέξει‐ σι. Μετὰ μέντοι γε θάνατον τοῦ ἐν ἁγίοις Αὐγουστίνου | |
5 | ἤρξαντό τινες τῶν ἐν τῷ κλήρῳ τὸ μὲν δυσσεβὲς κρατύνειν δόγμα, κακῶς δὲ λέγειν Αὐγουστῖνον καὶ δια‐ σύρειν ὡς ἀναίρεσιν τοῦ αὐτεξουσίου εἰσηγησάμενον· ἀλλὰ καὶ Κελεστῖνος ὁ Ῥώμης ὑπέρ τε τοῦ θείου ἀνδρὸς καὶ κατὰ τῶν ἀνακινούντων τὴν αἵρεσιν τοῖς ἐγχωρίοις | |
10 | γράφων ἐπισκόποις τὴν κινουμένην πλάνην ἔστησε. Χρόνου δὲ παριόντος καὶ τῶν ἀπὸ τῆς αἱρέσεως διὰ τὸ ἀναθεματίσαι τὴν οἰκείαν αἵρεσιν τῇ ἐκκλησίᾳ πα‐ ραδεχθέντων, πάλιν ἐξ αὐτῶν ἀρχὴν ἐλάμβανε τὸ κακόν· ἀλλὰ Σέπτιμος ἐπίσκοπος ἀρχομένης τῆς λύ‐ | |
15 | μης ἐπέσχε τὴν φορὰν γράψας πρὸς Λέοντα τὸν Ῥώ‐ μης τηνικαῦτα προσεδρεύοντα, ὃς διαπύρῳ ζήλῳ κατὰ τῆς δυσσεβείας ἠγωνίσατο. | |
17 | Μετ’ οὐ πολὺ δὲ πάλιν ὥσπερ ἀναφύειν τῆς πικρᾶς ῥίζης ἀναισχυντούσης, ἐν τῇ Ῥώμῃ τινὲς ὑπὲρ τῆς αἱρέσεως ἐπαρρησιάζοντο· | |
20 | ἀλλὰ Πρόσπερός τις ἄνθρωπος ὡς ἀληθῶς τοῦ θεοῦ, λιβέλλους κατ’ αὐτῶν ἐπιδεδωκὼς ἀφανεῖς αὐτοὺς ἀπειρ‐ γάσατο, ἔτι Λέοντος τοῦ προειρημένου τὸν Ῥωμαϊκὸν θρόνον ἰθύνοντος. | |
23 | Ἀνεθεματίσθη δὲ αὕτη ἡ αἵρεσις καὶ ἐν τῇ Ἐφεσίων ἁγίᾳ συνόδῳ. Ἀναθεματίζει δὲ | |
25 | καὶ Ἰωάννης ὁ Ἀλεξανδρείας ἐν τῇ πρὸς Γελάσιον τὸν Ῥώμης ἀπολογίᾳ οὐ μόνον τὴν Πελαγιανὴν αἵρε‐ σιν ἀλλὰ καὶ Πελάγιον καὶ Κελέστιον, καὶ ἔτι Ἰουλια‐ | |
νόν, ὃς καὶ αὐτῶν ἐγνώσθη διάδοχος. | 44 in vol. 1 | |
Bibl.5515a(30) | Ἀνεγνώσθη Ἰωάννου τοῦ Φιλοπόνου, μᾶλλον δὲ ματαιοπόνου, κατὰ τῆς ἁγίας καὶ οἰκουμε‐ νικῆς τετάρτης συνόδου. Ἐν οἷς ἐστι τὴν μὲν φράσιν ὅμοιος ἑαυτῷ, ὠθεῖν δὲ πειρᾶται ἀναισχύντως τὴν σύνοδον εἰς τὸ Νεστορίου φρόνημα, καὶ λέγει καταδέ‐ | |
35 | ξασθαι τὴν σύνοδον τὸν ἀναθεματισμὸν Νεστορίου ἅτε μηδὲν ἡγουμένην εἰς ἄνθρωπον ἐξαμαρτεῖν ἐπὶ κυρώσει δόγματος, ὃ καὶ αὐτὸς ὁ βαλλόμενος τῷ ἀναθέματι πάντων ὑπερετίμα καὶ ἔστεργε, πρᾶγμα πλάττων καὶ τερατευόμενος, ὃ τῆς ἐκείνου φρενὸς καὶ τῆς ἀστηρίκτου | |
40 | γνώμης καθέστηκεν ἄξιον. Τοιαῦτα μὲν κατὰ ταύτης ματαιολογεῖ καὶ θρασύνεται, ἐν τμήμασι δὲ τέσσαρσι ποιεῖται τὴν ὅλην κατ’ αὐτῆς κωμῳδίαν, οὐδὲν πιθα‐ νὸν ἢ διανοίας λέγων ἐχόμενον. | |
Bibl.5515b | Ἀνεγνώσθη δὲ ἐν τῷ αὐτῷ καὶ Ἰωάννου ἄλλου, τὴν θρησκείαν Νεστοριανοῦ, κατὰ τῆς αὐτῆς ἁγίας τε‐ τάρτης συνόδου. Οὗτός ἐστιν ὁ Αἰγειάτης, δυσσεβὴς μέν, καλλιεπείᾳ δὲ καὶ τῷ ἡδεῖ μετὰ τῆς σαφηνείας καὶ | |
5 | λαμπρότητος κεχρημένος. | |
Bibl.5615b(7) | Ἀνεγνώσθη Θεοδωρήτου Κύρου κατὰ τῶν αἱ‐ ρέσεων τῶν ἀπὸ Σίμωνος ἀρξαμένων καὶ μέχρις ὧν ἐκεῖνος τὴν ἀκμὴν κατείληφε τὴν βλάστην προβαλλο‐ | |
10 | μένων. Προσφωνεῖ ταῦτα Σπορακίῳ εἰς αἴτησιν τῆς | |
τοιαύτης φιληκοΐας καταστάντι. Κατέρχεται δὲ μέχρι Νεστορίου καὶ τῆς αἱρέσεως αὐτοῦ, ἄκρατον αὐτοῦ κα‐ ταχέων τὸν ἔλεγχον. Πρόεισι δὲ καὶ μέχρι τῆς Εὐ‐ τυχιανῆς αἱρέσεως. | 45 in vol. 1 | |
14 | Ἐν δὲ τῷ πέμπτῳ λόγῳ (τοσοῦτοι | |
15 | δὲ ὄντες τὸ βιβλίον τυγχάνουσι) τῶν θείων καὶ ὀρ‐ θῶν δογμάτων τὴν ἐπιτομὴν ἐν παραθέσει ποιησά‐ μενος πρὸς τὰς αἱρετικὰς ἀδολεσχίας, τὸ ἀσύγκριτον αὐτῆς καὶ καθαρὸν ἐπιδεικνύει καὶ ἀμώμητον. Ἔστι δὲ τὴν φράσιν σαφὴς καὶ ἀπέριττος. | |
Bibl.5715b(21) | Ἀνεγνώσθη Ἀππιανοῦ Ῥωμαϊκὴ ἱστορία, ἐν μὲν τεύχεσι τρισί, λόγοις δὲ κδʹ. Ὧν ὁ μὲν πρῶτος τόμος τῶν ἑπτὰ βασιλέων, Ῥωμύλου, Νουμᾶ Πομπιλίου, Ἀγκοῦ Ὁστιλίου καὶ Ἀγκοῦ ἑτέρου τοῦ καὶ Μαρκίου, ἐπιγόνου | |
25 | Νουμᾶ, Ταρκυνίου, Ἑρουίου Τυλλίου, καὶ Ταρκυνίου Λευ‐ κίου τοῦ Ταρκυνίου· τούτων τῶν ἑπτὰ ἔργα τε καὶ πράξεις περιέχει. | |
27 | Ὧν ὁ πρῶτος κτιστής τε Ῥώμης καὶ οἰκιστὴς γε‐ γονώς, ἄρξας τε πατρικῶς μᾶλλον ἢ τυραννικῶς, ὅμως ἐσφάγη, ἢ ὡς ἄλλοι φασίν, ἠφανίσθη. | |
29 | Ὁ δὲ δεύτερος | |
30 | οὐδὲν ἧττον βεβασιλευκώς, εἰ μὴ καὶ μᾶλλον, τὸν ἑαυτοῦ βίον ἐτελεύτησε ζήσας. Ὁ δὲ τρίτος ἐκεραυνώθη· νό‐ σῳ δὲ τὸν βίον ὁ τέταρτος ὑπεξῆλθεν· ὁ δὲ πέμπτος ὑπὸ ποιμένων ἐσφάγη, καὶ ὁ ἕκτος ὁμοίως σφαγῇ κα‐ τέστρεψε τὸν βίον· ὁ δὲ ἕβδομος καὶ τῆς πόλεως καὶ | |
35 | τῆς βασιλείας παρανομῶν ἐξηλάθη· ἐξ οὗ τῆς βασι‐ | |
λείας καταλυθείσης εἰς τοὺς ὑπάτους τὰ τῆς ἀρχῆς μετετέθη. Ἃ μὲν ὁ πρῶτος λόγος περιέχει, ταῦτά ἐστιν· ἐπιγράφεται δὲ Ῥωμαϊκῶν βασιλική. | 46 in vol. 1 | |
38 | Ὁ δὲ δεύτερος τὰ εἰς τὴν ἄλλην Ἰταλίαν χωρὶς τῆς παρὰ τὸν κόλ‐ | |
40 | πον τὸν Ἰόνιον· οὗ ἡ ἐπιγραφὴ Ῥωμαϊκῶν Ἰταλική. Ὁ δὲ ἐφεξῆς περιέχει τὸν πρὸς τοὺς Σαυνίτας Ῥω‐ μαίων πόλεμον, ἔθνος μέγα τε καὶ χαλεπὸν πολέμοις γεγονός, ὅπερ ἐν ἔτεσιν ὀγδοήκοντα Ῥωμαῖοι πολε‐ | |
Bibl.5716a | μοῦντες μόλις ὑπηγάγοντο, σὺν αὐτοῖς δὲ καὶ ὅσα αὐτοῖς συνεμάχει ἔθνη· ἐπιγράφεται δὲ Ῥωμαϊκῶν Σαυ‐ νιτική. | |
3 | Ὁ δὲ τέταρτος, ἐπεὶ τὸν πρὸς Κελτοὺς περιέχει Ῥωμαίων πόλεμον, ἐπιγράφεται Ῥωμαϊκῶν Κελτική. | |
5 | Καὶ οἱ λοιποὶ κατὰ τὸν αὐτὸν λόγον, ὁ μὲν πέμπτος Ῥωμαίων Σικελικὴ καὶ νησιωτική, ἐπεὶ πρὸς Σικελοὺς καὶ νησιώτας, ὁ δὲ ἕκτος Ῥωμαϊκῶν Ἰβηρική, ὁ δὲ ἕβδομος Ῥωμαϊκῶν Ἀννιβαϊκή, ἐπεὶ τὸν πρὸς τὸν Ἀν‐ νίβαν τὸν Καρχηδόνιον περιέχει πόλεμον, ὁ ὄγδοος | |
10 | Ῥωμαϊκῶν Λιβυκὴ, Καρχηδονικὴ καὶ Νομαδική, ὁ δὲ ἔνατος Ῥωμαϊκῶν Μακεδονική, ὁ δὲ δέκατος Ῥωμαϊ‐ κῶν Ἑλληνικὴ καὶ Ἰωνική, ὁ δὲ ἑνδέκατος Ῥωμαϊκῶν Συριακὴ καὶ Παρθική, ὁ δὲ δωδέκατος Ῥωμαϊκῶν Μιθριδάτειος. | |
14 | Καὶ τὰ μὲν πρὸς ἀλλοφύλους Ῥωμαίοις | |
15 | ἐπιδεδειγμένα ἔργα τε καὶ οἱ πόλεμοι ἐν τούτοις καὶ οὕτω τυγχάνει τοῖς λόγοις ἐνταῦθα διῃρημένα· ὅσα δὲ αὐτοὶ Ῥωμαῖοι πρὸς ἀλλήλους ἐστασίασαν καὶ ἐπολέ‐ μησαν αἱ ἐφεξῆς βίβλοι δηλοῦσιν, ἐπιγραφὴν δεξά‐ | |
μεναι ἐμφυλίων πρώτη, ἐμφυλίων δευτέρα, καὶ ἑξῆς | 47 in vol. 1 | |
20 | μέχρι τῆς ἐμφυλίων μὲν ἐνάτης, τῆς δὲ ὅλης ἱστορίας εἰκοστῆς πρώτης. | |
21 | Ὁ δὲ εἰκοστὸς δεύτερος λόγος ἐπιγρά‐ φεται ἑκατονταετία, ὁ δὲ ἐφεξῆς Δακική, καὶ ὁ εἰκο‐ στὸς τέταρτος Ἀράβιος. Οὕτω μὲν τῆς ὅλης ἱστορίας ἡ διαίρεσις. | |
24 | Ἐμπεριέχεται δὲ τοῖς ἐμφυλίοις πρῶτον μὲν | |
25 | τὰ περὶ Μάριον καὶ Σύλλαν ἀλλήλοιν ἐκπολεμησάν‐ τοιν, ἔπειτα τὰ περὶ Πομπήϊον καὶ Ἰούλιον τὸν Καί‐ σαρα, καὶ τούτοιν ἐς ἀλλήλους στασιασάντοιν καὶ με‐ γάλαις μάχαις προσραγέντοιν, ὅτε καὶ ἡ τύχη πλέον Ἰουλίῳ ῥοπὴν παρασχοῦσα ἐς νῶτα καὶ φυγὴν Πομπήϊον | |
30 | ἔτρεψεν. Ἐφεξῆς δὲ τὰ περὶ Ἀντώνιον καὶ Ὀκτάυϊον Καίσαρα, τὸν καὶ Αὔγουστον, πρὸς τοὺς ἀνδροφόνους τοῦ προτέρου Καίσαρος, καθ’ ὃν καιρὸν καὶ πολλοὶ τῶν ἐπισήμων Ῥωμαίων δίκης ἁπάσης χωρὶς τὴν ἐπὶ θα‐ νάτῳ ἀπήχθησαν. Τελευταῖον δὲ ἃ ἐς ἀλλήλους συνέ‐ | |
35 | πεσεν, Ἀντώνιόν φημι καὶ Αὔγουστον, οἳ πολέμοις κρα‐ τεροῖς ἀλλήλους διεπολέμησαν καὶ πολλῶν στρατοπέ‐ δων φθορὰν ἐνειργάσαντο, εἰ καὶ Αὐγούστῳ ὕστερον ἡ νίκη ἐμβλέψασα ἔρημον συμμάχων εἰς Αἴγυπτον φυ‐ γάδα τὸν Ἀντώνιον ἤλασεν, ἐφ’ ἧς καὶ αὐτοχειρίᾳ τὸν | |
40 | βίον κατέστρεψεν· ᾥτινι τῶν ἐμφυλίων ὄντι λόγῳ τε‐ | |
Bibl.5716b | λευταίῳ καὶ Αἴγυπτος δηλοῦται, ὡς ὑπὸ Ῥωμαίοις ἐγένετο καὶ τὰ Ῥωμαίων ἐς μοναρχίαν καὶ Αὔγουστον ἐπανέδραμεν. Ἄρχεται μὲν οὖν τῆς ἱστορίας ἀπὸ Αἰνείου τοῦ Ἀγχίσου | |
5 | τοῦ Κάπυος· ὃς ἐν τῷ Τρωϊκῷ ἤκμαζε πολέμῳ, μετὰ | |
δὲ τὴν ἅλωσιν τῆς Τροίας ἔφυγε, καὶ μετὰ μακρὰν πλάνην κατέπλει ἔς τινα τῆς Ἰταλίας αἰγιαλόν, Λώ‐ ρεντον ἐπικαλούμενον, ἔνθα καὶ στρατόπεδον αὐτοῦ δείκνυ‐ ται, καὶ τὴν ἀκτὴν ἀπ’ ἐκείνου Τροίαν καλοῦσιν. Ἦρχε | 48 in vol. 1 | |
10 | τότε Ἀβοριγίνων τῶν τῇδε Ἰταλῶν Φαῦνος ὁ τοῦ Ἄρεως, ὃς καὶ ζεύγνυσιν Αἰνείᾳ τὴν θυγατέρα αὑτοῦ Λαουϊνίαν, καὶ γῆν δίδωσιν ἐκ περιόδου σταδίων τετρα‐ κοσίων. Ὁ δὲ πόλιν ἔκτισε, καὶ ἀπὸ τῆς γυναικὸς Λαουΐ‐ νιον ἐπωνόμασε. Τρίτῳ δὲ ἔτει, τοῦ Φαύνου τελευτήσαν‐ | |
15 | τος, ἐκδέχεται τὴν ἀρχὴν ὁ Αἰνείας κατὰ τὸ κῆδος, καὶ τοὺς Ἀβοριγίνας ἀπὸ τοῦ κηδεστοῦ Λατίνου Φαύνου Λα‐ τίνους ἐπωνόμασε. | |
17 | Τρίτῳ δὲ ἔτει πάλιν διὰ Λαουϊνίαν τὴν γυναῖκα ὑπὸ Ῥουτούλων τῶν Τυρρηνῶν προμνη‐ στευθεῖσαν αὐτῶν τῷ βασιλεῖ, ἀναιρεῖται πολέμου νόμῳ | |
20 | ὁ Αἰνείας, καὶ τὴν ἀρχὴν διεδέξατο Εὐρυλέων, Ἀσκά‐ νιος μετονομασθείς, ὃς ἐγεννήθη τῷ Αἰνείᾳ ἐκ Κρεού‐ σης τῆς Πριάμου, τῆς ἐν Ἰλίῳ γενομένης αὐτῷ γυ‐ ναικός· οἱ δὲ ἐκ τῆς Λαουϊνίας Ἀσκάνιον αὐτῷ γεν‐ νηθῆναί φασι, τὸν διάδοχον τῆς ἀρχῆς. | |
24 | Ἀσκανίου δὲ | |
25 | τελευτήσαντος ἔτει τετάρτῳ μετὰ τὴν Ἄλβης οἴκισιν (καὶ γὰρ καὶ οὗτος ἔκτισε πόλιν, Ἄλβην καλέσας, καὶ ἀπὸ Λαουϊνίας τὸν λαὸν μετῴκισεν) ἐκδέχεται τὴν ἀρχὴν Σιλούϊος. Καὶ Σιλουΐου παῖδα Αἰνείαν Σιλούϊόν φασιν Αἰνείου δὲ Λατῖνον Σιλούϊον, τοῦ δὲ Κάπυν, Κάπυος | |
30 | δὲ Κάπετον γενέσθαι, Καπέτου δὲ Τιβερῖνον, τοῦ δὲ Ἀγρίππαν, τοῦ δὲ Ῥωμύλον. Καὶ τόνδε μὲν βληθῆναι κεραυνῷ· οὗ γενέσθαι παῖδα Αὐεντῖνον, Αὐεντίνου δὲ Πρόκαν γενέσθαι. Καὶ πᾶσι δὲ τὸν Σιλούϊον ἐπώνυμον | |
εἶναι. | 49 in vol. 1 | |
34 | Τῷ δὲ Πρόκᾳ δύο ἐγενέσθην υἱοί· πρεσβύτερος | |
35 | μὲν Νεμέτωρ, νεώτερος δὲ Ἀμούλιος. Λαβόντος δὲ τοῦ πρεσβυτέρου παρὰ τοῦ πατρὸς τελευτῶντος τὴν ἀρ‐ χήν, ὁ νεώτερος ὕβρει καὶ βίᾳ κατέσχεν ἀφελόμενος. Καὶ τὸν μὲν παῖδα τοῦ ἀδελφοῦ Ἔγεστον κτείνει, τὴν θυγατέρα δὲ Ῥέαν Σιλουΐαν ἱέρειαν, ἵνα ἄπαις δια‐ | |
40 | μείνῃ, καθίστησι· τὸν μέντοι Νεμέτορα τῆς εἰς τὸ | |
Bibl.5717a | σῶμα ἐπιβουλῆς ἡ τῶν ἠθῶν ἐξεῖλε πραότης καὶ ἡ πολλὴ ἐπιείκεια. Ἀλλ’ ἡ Σιλουΐα ἔκυε παρὰ τὸν νόμον καὶ τὴν μὲν Ἀμούλιος ἐπὶ κολάσει συνελάμβανε, δύο δὲ παῖδας ἐκ τῆσδε γενομένους ποιμέσιν ἔδωκεν, εἰς τὸν | |
5 | πλησίον ποταμὸν ἐμβαλεῖν τὰ βρέφη· Θύβρις ἦν ὄνο‐ μα τῷ ποταμῷ, Ῥῶμος δὲ καὶ Ῥωμύλος οἱ παῖδες, ἐξ Αἰνείου ἕλκοντες μητρόθεν τὸ γένος· τὸ γὰρ τοῦ φύντος ἄδηλον. Ἄρχεται μὲν οὖν, ὡς εἴρηται, ἡ ἱστορία ἐν ἐπιδρομῇ | |
10 | ἀπὸ Αἰνείου ἄχρι τῶν παίδων· ἀπὸ δὲ Ῥωμύλου τοῦ οἰκι‐ στοῦ λεπτομερῶς ἅπαντα διεξιοῦσα, καὶ κάτεισι μέχρι τοῦ Σεβαστοῦ, σποράδην δὲ καὶ ἐξ ἐπιδρομῆς καὶ ἕως Τραιανοῦ. Οὗτος δὲ ὁ Ἀππιανὸς τὸ μὲν γένος ἦν Ἀλεξαν‐ δρεύς, ἐν Ῥώμῃ δὲ τὰ πρῶτα δίκαις συνηγόρει, ἔπειτα | |
15 | δὲ καὶ βασιλέων ἐπιτροπεύειν ἠξιώθη. | |
15 | Ἔστι δὲ τὴν φρά‐ σιν ἀπέριττος καὶ ἰσχνός, τὴν δὲ ἱστορίαν, ὡς οἷόν τ’ ἐστί, φιλαλήθης, καὶ στρατηγικῶν διὰ τῆς ἱστορίας μεθόδων, εἰ καί τις ἄλλος, ὑποφήτης, ἐπᾶραί τε λόγοις τετα‐ πεινωμένον φρόνημα στρατοῦ καὶ διαπραῧναι φλεγμαῖ‐ | |
20 | νον καὶ πάθος δηλῶσαι καὶ εἴ τι ἄλλο λόγοις ἐκμιμήσασθαι | |
ἄριστος. Ἤκμασε δὲ ἐν τοῖς χρόνοις Τραϊανοῦ καὶ Ἀδριανοῦ. | 50 in vol. 1 | |
Bibl.5817a(23) | Ἀνεγνώσθη Ἀρριανοῦ Παρθικὰ ἐν βιβλίοις ιζʹ. Οὗτος δὲ συντάττει πάντων ἄμεινον καὶ τὰ κατὰ Ἀλέ‐ | |
25 | ξανδρον τὸν Μακεδόνα, ἔτι δὲ καὶ ἄλλην πραγματείαν, τὰ πάτρια τῆς Βιθυνίας, ἐξ ἧς καὶ αὐτὸς ἔφυ, ἐπι‐ γράψας τὸ βιβλίον Βιθυνιακά· συγγράφεται δὲ καὶ τὰ κατὰ Ἀλανούς, ἣν ἐπέγραψεν Ἀλανικήν. | |
28 | Διέρχεται δὲ ἐν ταύτῃ τῇ πραγματείᾳ τοὺς πολέμους οὓς ἐπολέμη‐ | |
30 | σαν Ῥωμαῖοι καὶ Πάρθοι Ῥωμαίων αὐτοκράτορος ὄν‐ τος Τραιανοῦ. Φησὶ δὲ τὸ Πάρθων γένος Σκυθικόν, ἀποστῆναι δὲ τῆς τῶν Μακεδόνων ἐπικρατείας, ἅμα Περσῶν καταστραφέντων πάλαι δουλωθέν, δι’ αἰτίαν τοιαύτην. | |
34 | Ἀρσάκης καὶ Τιριδάτης ἤστην ἀδελφὼ Ἀρ‐ | |
35 | σακίδαι, τοῦ υἱοῦ Ἀρσάκου τοῦ Φριαπίτου ἀπόγονοι. Οὗτοι Φερεκλέα τὸν ὑπὸ Ἀντιόχου τοῦ βασιλέως (θεὸν αὐτὸν ἐπίκλην ὠνόμαζον), ἀλλ’ οἵ γε Ἀρσακίδαι τὸν ὑπὸ Ἀντιόχου σατράπην αὐτῶν τῆς χώρας καταστάντα Φε‐ ρεκλέα, ἐπεὶ τὸν ἕτερον τῶν ἀδελφῶν αἰσχρῶς ἐπεί‐ | |
40 | ρασε βιασάμενος, οὐκ ἐνεγκόντες τὴν ὕβριν ἀνεῖλόν τε τὸν ὑβρίσαντα, καὶ ἑτέροις πέντε τὴν πρᾶξιν ἀνα‐ | |
Bibl.5817b | κοινωσάμενοι καὶ τὸ ἔθνος Μακεδόνων ἀπέστησαν, καὶ καθ’ ἑαυτοὺς ἦρξαν, καὶ ἐπὶ μέγα δυνάμεως ἤλασαν, ὡς καὶ Ῥωμαίοις ἀντιρρόπους μάχας θέσθαι, ἐνίοτε δὲ καὶ μεθ’ ἑαυτῶν τὴν νίκην ἔχοντας τοῦ πολέμου ἀπελ‐ | |
5 | θεῖν. Πάρθους δέ φησιν ἐπὶ Σεσώστριδος τοῦ Αἰγυπτίων βασιλέως καὶ Ἰανδύσου τοῦ Σκυθῶν ἀπὸ τῆς σφῶν χώρας Σκυθίας εἰς τὴν νῦν μετοικῆσαι. Οὓς ὁ Ῥω‐ | |
μαίων αὐτοκράτωρ Τραιανὸς κατὰ κράτος ταπεινώ‐ σας ὑποσπόνδους ἀφῆκεν, αὐτὸς αὐτοῖς τὸν βασιλέα | 51 in vol. 1 | |
10 | καταστησάμενος. Οὗτος ὁ Ἀρριανὸς φιλόσοφος μὲν ἦν τὴν ἐπιστή‐ μην, εἷς τῶν ὁμιλητῶν Ἐπικτήτου, κατὰ δὲ τοὺς χρό‐ νους Ἀδριανοῦ καὶ Ἀντωνίνου τοῦ Πίου καὶ Μάρκου τοῦ Ἀντωνίνου ἐγνωρίζετο. Ἐπωνόμαζον δὲ αὐτὸν Ξενο‐ | |
15 | φῶντα νέον. Διὰ δὲ τὸ τῆς παιδείας ἐπίσημον ἄλλας τε πολιτικὰς ἀρχὰς ἐπιστεύθη, καὶ εἰς τὸ τῶν ὑπάτων ἀνέβη τέλος. Ἔγραψε δὲ βιβλία καὶ ἕτερα, τῶν μὲν Διατριβῶν Ἐπικτήτου τοῦ διδασκάλου ὅσα ἴσμεν βιβλία ὀκτώ, τῶν δὲ ὁμιλιῶν τοῦ αὐτοῦ Ἐπικτήτου βιβλία δώ‐ | |
20 | δεκα. | |
20 | Ἰσχνὸς δὲ τὴν φράσιν ἐστὶ καὶ μιμητὴς ὡς ἀλη‐ θῶς Ξενοφῶντος. Φασὶ δὲ αὐτὸν καὶ ἕτερα γράψαι, ἃ οὔπω εἰς ἡμετέραν ἀφίκετο γνῶσιν. Δῆλον δὲ ὡς οὐδὲ ῥητορικῆς σοφίας τε καὶ δυνάμεως ἀπελίπετο. | |
Bibl.5917b(25) | Ἀνεγνώσθη συνόδου τῆς παρανόμως κατὰ τοῦ ἐν ἁγίοις Ἰωάννου τοῦ Χρυσοστόμου συγκροτηθείσης, ἐν ᾗ ὑπῆρχον κατάρχοντες Θεόφι‐ λός τε ὁ Ἀλεξανδρείας, Ἀκάκιος ὁ Βεροίας, Ἀντίο‐ χος ὁ Πτολεμαΐδος καὶ ὁ Σεβηριανὸς Γαβάλων καὶ | |
30 | Κυρῖνος ὁ Καλχηδόνος, οἱ τὰ μάλιστα δυσμενῶς ἔχον‐ τες πρὸς τὸν ἄνδρα οἳ ἅμα πάντα καὶ κριταὶ καὶ κα‐ τήγοροι καὶ μάρτυρες ἦσαν. Ἐν ὑπομνήμασι δὲ ταῦτα ἐπράχθη ιγʹ· ἀλλὰ τὰ μὲν δυοκαίδεκα κατὰ τοῦ ἁγίου, τὸ δὲ τρισκαιδέκατον περιέχει τὰ κατὰ Ἡρακλείδου | |
35 | τοῦ εἰς Ἔφεσον ὑπ’ αὐτοῦ χειροτονηθέντος, οὗπερ οὐδὲ | |
τὴν καθαίρεσιν ἴσχυσαν τελειῶσαι, ἑτέρων τινῶν κω‐ λυσάντων. Ὁ δὲ κατήγορος Ἡρακλείδου τῆς Μαγνη‐ τῶν πόλεως ἐπίσκοπος ἦν ὀνόματι Μακάριος. Ὁ δὲ τοῦ μακαρίου Ἰωάννου προφανὴς ἐχθρὸς καὶ πρῶτος κα‐ | 52 in vol. 1 | |
40 | τήγορος Ἰωάννης ὁ διάκονος αὐτοῦ ἦν. Κατηγόρει δὲ τοῦ Χρυσοστόμου ὅτι τε αὐτὸν ἠδίκησεν, ἀφορίσας αὐ‐ | |
Bibl.5918a | τόν, διότι τὸν οἰκεῖον παῖδα Εὐλάλιον ἔτυψε· δεύτε‐ ρον δὲ ὅτι Ἰωάννης τις μοναχὸς ἐξ ἐπιτροπῆς τοῦ Χρυσοστόμου ἐτυπτήθη, ὥς φησι, καὶ ἐσύρη καὶ μετὰ τῶν δαιμονώντων ἐσιδηροφόρησε· τρίτον ὅτι τὰ κει‐ | |
5 | μήλια πλῆθος πολὺ διέπρασε· τέταρτον ὅτι τὰ μάρ‐ μαρα τῆς ἁγίας Ἀναστασίας, ἃ Νεκτάριος εἰς μαρ‐ μάρωσιν τῆς ἐκκλησίας ἐναπέθετο, οὗτος διέπρασε· πέμπτον ὅτι τοὺς κληρικοὺς ἀτίμους καὶ διεφθαρ‐ μένους καὶ αὐτοπαραχρήτους καὶ τριοβολιμαίους ὑβρί‐ | |
10 | ζει· ἕκτον ὅτι τὸν ἅγιον Ἐπιφάνιον λῆρον ἐκάλει καὶ δαιμονιάριον· ἕβδομον ὅτι κατὰ Σεβηριανοῦ συσ‐ κευὴν ἐποιήσατο, κινήσας κατ’ αὐτοῦ τοὺς δεκα‐ νούς· ὄγδοον ὅτι καὶ κατὰ τοῦ κλήρου συκοφαντι‐ κὸν βιβλίον κατεσκεύασεν· ἔννατον ὅτι συγκροτήσας | |
15 | συνέδριον παντὸς τοῦ κλήρου ἔστησε τρεῖς διακόνους, Ἀκάκιον, Ἐδάφιον, Ἰωάννην, κατηγορήσας ὡς τὸ μαφόριον αὐτοῦ κλέψαντας, λέγων μὴ καὶ εἰς ἄλλο τι αὐτὸ ἔλαβον· δέκατον ὅτι Ἀντώνιον ἐλεγχθέντα τυμ‐ βωρύχον ἐχειροτόνησεν ἐπίσκοπον· ἑνδέκατον ὅτι Ἰω‐ | |
20 | άννην τὸν κόμητα ἐν τῇ στάσει τῶν στρατιωτῶν αὐτὸς κατεμήνυσε· δωδέκατον ὅτι οὔτε προϊὼν ηὔξατο εἰς τὴν ἐκκλησίαν οὔτε εἰσιών· τρισκαιδέκατον ὅτι ἄνευ θυσιαστηρίου χειροτονίας διακόνων καὶ πρεσβυτέρων ἐποίησε· τεσσαρεσκαιδέκατον ὅτι ἐν μίᾳ χειροτονίᾳ | |
25 | τέσσαρας ἐπισκόπους ἐποίησε· πεντεκαιδέκατον ὅτι | |
δέχεται γυναῖκας μονοπρόσμονα πάντας ἐκβάλλων ἔξω· ἑκκαιδέκατον ὅτι τὴν κληρονομίαν τὴν ἀπὸ Θέκλας καταλειφθεῖσαν πέπρακε διὰ Θεοδούλου· ἑπτακαιδέκα‐ τον ὅτι τὰ προσόδια τῆς ἐκκλησίας οὐδεὶς οἶδε ποῦ | 53 in vol. 1 | |
30 | ἀπῆλθεν· ὀκτωκαιδέκατον ὅτι Σαραπίωνα ὑπὸ ἔγκλη‐ μα ὄντα πρεσβύτερον ἐχειροτόνησεν· ἐννεακαιδέκατον ὅτι τοὺς κοινωνικοὺς τῆς οἰκουμένης κατὰ γνώμην αὐτοῦ ἐγκλεισθέντας καὶ τελευτήσαντας ἐν τῇ φυλακῇ ὑπερεῖδε, καὶ οὐδὲ προπέμψαι τὰ σκηνώματα αὐτῶν κατηξίωσεν· | |
35 | εἰκοστὸν ὅτι τὸν ἁγιώτατον Ἀκάκιον ὕβρισε καὶ οὔτε λόγου μετέδωκεν αὐτῷ· εἰκοστὸν πρῶτον ὅτι Πορφύ‐ ριον τὸν πρεσβύτερον παρέδωκεν Εὐτροπίῳ ἐξορισθῆ‐ ναι· εἰκοστὸν δεύτερον ὅτι καὶ Βενέριον πρεσβύτερον παρέδωκε μεθ’ ὕβρεως πολλῆς· εἰκοστὸν τρίτον ὅτι | |
40 | αὐτῷ μόνῳ λουτρὸν ὑποκαίεται καὶ μετὰ τὸ λούσασθαι αὐ‐ τὸν Σαραπίων ἀπολύει τὴν ἔμβασιν ὥστε ἄλλον τινὰ μὴ λούεσθαι· εἰκοστὸν τέταρτον ὅτι πολλοὺς ἀμαρτύρως | |
Bibl.5918b | ἐχειροτόνησεν· εἰκοστὸν πέμπτον ὅτι μόνος ἐσθίει ἀσώτως ζῶν Κυκλώπων βίον· εἰκοστὸν ἕκτον ὅτι αὐτὸς κατηγορεῖ, αὐτὸς μαρτυρεῖ, αὐτὸς ἀποφαίνεται (καὶ δῆλον ἐκ τῶν περὶ Μαρτύριον τὸν πρωτοδιάκονον, καὶ | |
5 | ἐκ τῶν περὶ Προαιρέσιόν φασι τὸν Λυκίας ἐπίσκο‐ πον)· εἰκοστὸν ἕβδομον ὅτι γρόνθον ἔδωκε Μέμνονι ἐν τοῖς Ἀποστόλοις, καὶ ῥέοντος τοῦ αἵματος ἐκ τοῦ στόμα‐ τος αὐτοῦ προσήνεγκε τὰ μυστήρια· εἰκοστὸν ὄγδοον ὅτι ἐν θρόνῳ ἀποδύεται καὶ ἐνδύεται καὶ πάστιλον τρώγει· εἰκο‐ | |
10 | στὸν ἔννατον ὅτι καὶ χρήματα τοῖς ὑπ’ αὐτοῦ χειρο‐ τονουμένοις ἐπισκόποις δίδωσιν, ἵνα δι’ αὐτῶν κατα‐ πονῇ τοῦ κλήρου. | |
12 | Τὰ μὲν κατὰ τοῦ ἁγίου κεφάλαια ταῦτα· | |
ἐκεῖνος δὲ τέταρτον προσκληθεὶς οὐ παρεγένετο, δηλο‐ ποιήσας τοῖς προσκαλουμένοις ὅτι «εἰ τοὺς προφανεῖς | 54 in vol. 1 | |
15 | ἐχθροὺς ἀπὸ τῆς τάξεως τῶν κρινόντων παραστέλλετε, ἕτοιμός εἰμι καὶ παραγενέσθαι καὶ ἀπολογεῖσθαι, εἴ τίς τί μου κατηγορεῖ· εἰ δὲ τοῦτο ποιεῖν οὐ βούλεσθε, ὁσάκις ἂν ἀποστείλητε, οὐδὲν πλέον ἀνυσθήσεται». | |
18 | Ἐξήτασαν δέ, ὡς ἐνόμισαν, ἐκ τῶν κεφαλαίων τούτων τὸ πρῶτον | |
20 | καὶ τὸ δεύτερον, εἶτα ἤρξαντο περὶ Ἡρακλείδου καὶ Παλ‐ λαδίου τοῦ Ἑλενουπόλεως τῶν ἐπισκόπων ἐξετάζειν· καὶ ἐπέδωκε λίβελλον πάλιν ὁ μοναχὸς Ἰωάννης, οὗ ὁ διά‐ κονος Ἰωάννης ἐν ταῖς κατὰ τοῦ Χρυσοστόμου κατηγο‐ ρίαις ἐμνήσθη, ἐγκαλῶν κατὰ Ἡρακλείδου ὅτι Ὠριγε‐ | |
25 | νειαστής ἐστι, καὶ ὅτι κλέπτης ἐφωράθη ἐν Καισαρείᾳ τῆς Παλαιστίνης, ἱμάτια τοῦ διακόνου Ἀκυλίνου κλέπτων, καὶ ὅτι αὐτόν, φησίν, ὁ ἐπίσκοπος Ἰωάννης τοιοῦτον ὄντα εἰς Ἔφεσον ἐχειροτόνησεν. Ἐνεκάλει δὲ καὶ κατὰ τοῦ Χρυσοστόμου ὡς πολλὰ κακὰ παθὼν χάριν τῶν | |
30 | Ὠριγενειαστῶν διὰ Σαραπίωνος καὶ παρ’ αὐτοῦ ἐκείνου. Εἶτα τούτων ἐξετασθέντων, ἐξητάσθη πάλιν τὸ ἔννατον κεφάλαιον τῶν ἐγκλημάτων, εἶτα τὸ εἰκοστὸν ἕβδο‐ μον. | |
33 | Εἶτα πάλιν κατηγόρησεν Ἰσαάκιος ἐπίσκοπος τοῦ Ἡρακλείδου ὡς Ὠριγενειαστοῦ καὶ ὡς μὴ παραδεχθέντος | |
35 | Ἐπιφανίῳ τῷ ἁγιωτάτῳ μήτε εἰς εὐχὴν μήτε εἰς συνεστίασιν. Ἐπέδωκε δὲ ὁ αὐτὸς Ἰσαάκιος καὶ λίβελλον κατὰ τοῦ Χρυσοστόμου περιέχοντα ταῦτα, πρῶτον περὶ τοῦ πολλάκις μνημονευθέντος Ἰωάννου τοῦ μοναχοῦ, ὅτι ἐδάρη διὰ τοὺς Ὠριγενειαστὰς καὶ ὅτι ἐσιδηροφόρησε· | |
40 | δεύτερον ὅτι ὁ μακάριος Ἐπιφάνιος διὰ τοὺς Ὠριγε‐ νειαστὰς Ἀμμώνιον, Εὐθύμιον, Εὐσέβιον καὶ Ἡρακλεί‐ | |
δην καὶ Παλλάδιον οὐκ ἠθέλησε κοινωνῆσαι· τρίτον | 55 in vol. 1 | |
Bibl.5919a | ὅτι τὴν φιλοξενίαν ἀθετεῖ, μονοσιτίαν ἐπιτηδεύων· τέταρτον ὅτι ἐπ’ ἐκκλησίας λέγει τράπεζαν Ἐριννύων πεπληρωμένην· πέμπτον ὅτι καυχᾶται ἐπ’ ἐκκλησίας λέγων· «ἐρῶ, μαίνομαι», καὶ ὅτι ὀφείλει ἑρμηνεῦσαι | |
5 | τίνες εἰσὶν Ἐριννύες, καὶ τί ἐστι τὸ λέγειν· «ἐρῶ, μαί‐ νομαι.» ἡ γὰρ ἐκκλησία οὐκ οἶδε ταῦτα· ἕκτον ὅτι ἄδειαν παρέχει τοῖς ἁμαρτάνουσι διδάσκων· «ἐὰν πά‐ λιν ἁμάρτῃς, πάλιν μετανόησον, καὶ ὁσάκις ἂν ἁμάρ‐ τῃς, ἐλθὲ πρός με καὶ ἐγώ σε θεραπεύσω»· ἕβδομον | |
10 | ὅτι βλασφημεῖ ἐπ’ ἐκκλησίας, λέγων ὅτι ὁ Χριστὸς προσευξάμενος οὐκ εἰσηκούσθη ἐπεὶ μὴ δεόντως προσηύ‐ ξατο· ὄγδοον ὅτι τοῖς λαοῖς ὑποβάλλει στασιάζειν κατὰ τῆς συνόδου· ἔννατον ὅτι Ἕλληνας πολλὰ κακὰ τοῖς Χριστιανοῖς διαθεμένους ὑπεδέξατο καὶ ἔχει ἐν τῇ ἐκ‐ | |
15 | κλησίᾳ καὶ προΐσταται αὐτῶν· δέκατον ὅτι ἐπιβαίνει ἀλ‐ λοτρίαις ἐπαρχίαις καὶ χειροτονεῖ ἐπισκόπους· ἑνδέκα‐ τον ὅτι ὑβρίζει τοὺς ἐπισκόπους καὶ ἐκπιγγάτους κε‐ λεύει ἐκβληθῆναι τῆς οἰκίας αὑτοῦ· δωδέκατον ὅτι τοὺς κληρικοὺς ξέναις ὕβρεσιν ὑβρίζει· τρισκαιδέκατον ὅτι | |
20 | παραθήκας ἀλλοτρίας ἥρπασε βίᾳ· τεσσαρεσκαιδέκα‐ τον ὅτι ἄνευ συνεδρίου καὶ παρὰ γνώμην τοῦ κλήρου ποιεῖ τὰς χειροτονίας· πεντεκαιδέκατον ὅτι τοὺς μὲν Ὠριγενειαστὰς ἐδέξατο τοὺς δὲ κοινωνικοὺς τῆς ἐκκλη‐ σίας μετὰ συστατικῶν ἐλθόντας γραμμάτων καὶ ἐν τῇ | |
25 | φυλακῇ βληθέντας οὐκ ἐξείλετο, ἀλλὰ καὶ ἀποθανόν‐ τας ἐν αὐτῇ οὐδ’ ὅλως ἐπεσκέψατο· ἑκκαιδέκατον ὅτι δούλους ἀλλοτρίους μήπω ἐλευθερωθέντας, ἀλλὰ καὶ διαβεβλημένους ἐχειροτόνησεν ἐπισκόπους· ἑπτακαιδέ‐ κατον ὅτι αὐτὸν τοῦτον Ἰσαάκιον πολλὰ παρ’ αὐτῶν | |
30 | συνέβη κακωθῆναι. | 56 in vol. 1 |
30 | Τούτων οὖν τῶν κατηγοριῶν τὸ μὲν πρῶτον ἅτε δὴ προεξετασθέν, ὡς ἐνόμιζον, οὐκέτι ἐξη‐ τάσθη, τὸ δὲ δεύτερον ἐξητάσθη καὶ τὸ ἕβδομον. Εἶτα ἐξητάσθη πάλιν τὸ τρίτον ἔγκλημα τῶν ὑπὸ τοῦ δια‐ κόνου Ἰωάννου ἐπιδοθέντων. Ἐν τούτῳ δὲ τῷ κεφαλαίῳ | |
35 | καὶ Ἀρσάκιος ὁ πρωτοπρεσβύτερος, ὁ αὐτὸν τὸν Χρυ‐ σόστομον διαδεξάμενος, καὶ Ἀττικὸς ὁ πρεσβύτερος οὐκ οἶδ’ ὅπως μάρτυρες ἔστησαν καὶ τοῦ ἁγίου κατεμαρτύ‐ ρησαν· καὶ Ἐλπίδιος δὲ ὁ πρεσβύτερος. Οἱ αὐτοὶ δὲ κατεμαρτύρησαν, καὶ σὺν αὐτοῖς καὶ ὁ πρεσβύτερος | |
40 | Ἀκάκιος ἐπὶ τῷ τετάρτῳ κεφαλαίῳ. | |
40 | Τούτων οὖν ἐξε‐ τασθέντων αὐτοί τε οἱ προειρημένοι πρεσβύτεροι καὶ Εὐδαίμων ἔτι καὶ Ὀνήσιμος ᾐτοῦντο ἐπιταχῦναι τῇ | |
Bibl.5919b | ἀποφάσει, καὶ πρῶτος τῆς συνόδου Παῦλος ὁ Ἡρα‐ κλείας ἠξίωσεν ἅπαντας ἀποφήνασθαι. Καὶ ἀπεφήναντο τὴν τοῦ ἁγίου ὡς ἔδοξαν ἑαυτοῖς, καθαίρεσιν, ἀρξαμένου Γυμνασίου ἐπισκόπου καὶ τελευτήσαντος Θεοφίλου τοῦ | |
5 | Ἀλεξανδρείας, οἱ πάντες τὸν ἀριθμὸν τεσσαράκοντα πέντε. Εἶτα ἐγράφη τῷ κλήρῳ Κωνσταντινουπόλεως, ὡς δῆθεν ἀπὸ συνόδου, περὶ τῆς τοῦ ἁγίου καθαιρέ‐ σεως· ἀνηνέχθη καὶ τοῖς βασιλεῦσιν. Ἐπεδόθησαν ἔτι καὶ λίβελλοι τρεῖς παρὰ Γεροντίου, παρὰ Φαυστίνου, | |
10 | παρὰ Εὐγνωμονίου, οἳ ἔλεγον ἑαυτοὺς ἀδίκως ὑπὸ Ἰωάν‐ νου καθῃρῆσθαι. Ἐγένετο καὶ ἀντιγραφὴ βασιλικὴ πρὸς τὴν σύνοδον. Ἐν οἷς καὶ ἡ δωδεκάτη πρᾶξις. Ἡ δὲ τρισκαιδεκάτη, ὡς ἐρρήθη, ἔχει τὰ περὶ Ἡρακλείδην τὸν Ἐφέσου ἐπίσκοπον. | |
Bibl.6019b(16) | Ἀνεγνώσθη Ἡροδότου ἱστοριῶν λόγοι θʹ, κατὰ ἀριθμὸν καὶ ἐπωνυμίαν τῶν ἐννέα Μουσῶν. Ἰωνικῆς δὲ διαλέκτου κανὼν ἂν οὗτος εἴη, ὡς ἀττικῆς Θουκυ‐ δίδης. | 57 in vol. 1 |
19 | Κέχρηται δὲ μυθολογίαις καὶ παρεκβάσεσι πολ‐ | |
20 | λαῖς, δι’ ὧν αὐτῷ ἡ κατὰ διάνοιαν γλυκύτης διαρρεῖ, εἰ καὶ πρὸς τὴν τῆς ἱστορίας κατάληψιν καὶ τὸν οἰ‐ κεῖον αὐτῆς καὶ κατάλληλον τύπον ἐνίοτε ταῦτα ἐπι‐ σκοτεῖ, οὐκ ἐθελούσης τῆς ἀληθείας μύθοις αὐτῆς ἀμαυροῦσθαι τὴν ἀκρίβειαν, οὐδὲ πλέον τοῦ προσήκοντος | |
25 | ἀποπλανᾶσθαι ταῖς παρεκβάσεσιν. | |
25 | Ἄρχεται δὲ τῆς ἱστο‐ ρίας ἀπὸ τῆς Κύρου βασιλείας τοῦ πρώτου Περσῶν βα‐ σιλεύσαντος, ὅθεν τε ἔφυ καὶ ὅπως ἐτράφη τε καὶ ηὐξήθη καὶ ἐβασίλευσε· καὶ κάτεισι μέχρι τῆς Ξέρξου βασιλείας καὶ τῆς κατὰ τῶν Ἀθηναίων ἐπελάσεως καὶ | |
30 | τῆς φυγῆς τῆς ἐκεῖθεν. Τέταρτος δέ ἐστιν ἀπὸ Κύρου Ξέρξης· δεύτερος γὰρ Καμβύσης καὶ τρίτος Δαρεῖος. Ὁ γὰρ μεταξὺ Σμέρδις ὁ μάγος οὐκ ἀριθμεῖται τούτοις, ἅτε δὴ τύραννος καὶ οὐ προσήκουσαν αὐτῷ ἀρχὴν δόλῳ καὶ ἀπάτῃ ὑπελθών. Δαρείου δὲ διάδοχος ὁ υἱὸς Ξέρ‐ | |
35 | ξης, ἐφ’ οὗ ἡ ἱστορία καταλήγει, οὐδὲ μέχρι τέλους τῆς αὐτοῦ προελθοῦσα βασιλείας. | |
36 | Ὁ δὲ Ἡρόδοτος ἐν αὐ‐ τοῖς τούτοις ἤκμασε τοῖς χρόνοις, ὡς ἄλλοι τε καὶ ὁ Σικελιώτης Διόδωρος ἱστορεῖ. Λέγεται δὲ ἀναγινωσκο‐ μένης αὐτῷ τῆς ἱστορίας κομιδῇ νέον ὄντα παρὰ τῷ | |
40 | πατρὶ Θουκυδίδην ἀκοῦσαι καὶ δακρῦσαι. Τὸν δὲ Ἡρό‐ δοτον ἀποφήνασθαι ὡς εἴη ὁ παῖς, ὦ Ὄλουρε, ὁ σὸς ὀργῶσαν ἔχων τὴν φύσιν πρὸς μαθήματα. | |
Bibl.6120a(2) | Ἀνεγνώσθη Αἰσχίνου οἱ τρεῖς λόγοι, ὁ κατὰ Τιμάρχου, ὅς ἐστι καὶ πρῶτος τῶν αὐτοῦ λόγων, καὶ ὁ παραπρεσβείας, τρίτος δὲ ὁ καὶ τελευταῖος ὁ κατὰ Κτη‐ | 58 in vol. 1 |
5 | σιφῶντος. Τρεῖς γὰρ μόνους αὐτοῦ φασὶ γνησίους εἶναι, καὶ ἐννέα ἐπιστολάς· διὸ τοὺς μὲν λόγους αὐτοῦ τινες χάριτας ὠνόμασαν διά τε τὸ χαρίεν τοῦ λόγου καὶ τὸν ἀριθμὸν τῶν Χαρίτων, Μούσας δὲ τὰς ἐπιστολὰς διὰ τὸν ἀριθμὸν τῶν ἔννεα Μουσῶν. | |
9 | Φέρεται δὲ αὐτοῦ καὶ | |
10 | ἄλλος λόγος, ὁ δηλιακὸς νόμος· οὐκ ἐγκρίνει δὲ αὐ‐ τὸν ὁ Καικίλιος, ἀλλ’ Αἰσχίνην ἄλλον σύγχρονον τοῦδε Ἀθηναῖον τὸν πατέρα εἶναι τοῦ λόγου φησίν. Οὗτος ὁ Αἰσχίνης εἷς ἦν τῶν δέκα ῥητόρων. Κα‐ τηγορηθεὶς δὲ παραπρεσβείας ὑπὸ Δημοσθένους οὐχ | |
15 | ἑάλω, ἅτε δὴ Εὐβούλου τοῦ δημαγωγοῦ, ᾧ ὑπηρέτησε, συναγωνισαμένου αὐτῷ κατὰ Δημοσθένους ἐν τῷ πα‐ ρασκευάσαι τοὺς δικαστὰς ἀναστῆναι ἔτι τοῦ Δημοσθένους λέγοντος. Ὕστερον δὲ κατηγορήσας τοῦ ψηφίσματος ὡς παρανόμου, ὃ κατὰ Κτησιφῶντος ἔγραψε Δημοσθέ‐ | |
20 | νης, καὶ ὁρίσας τὸ πρόστιμον αὐτὸς ἑαυτῷ, ἐὰν μὴ δείξῃ παράνομον, μὴ δείξας ὡς ὑπέσχετο ἐξέπεσε τῆς πατρίδος. Καὶ πρὸς μὲν Ἀλέξανδρον τὸν Φιλίππου ἐν Ἀσίᾳ στρατεύοντα φεύγειν ὁρμηθεὶς ἐπεσχέθη τὸν ἐκεί‐ νου θάνατον ἀκούσας καὶ μεστοὺς θορύβων τοὺς ἐκείνου | |
25 | μαθὼν διαδόχους, εἰς Ῥόδον δὲ πλεύσας κατέμεινε χρόνον, ἐν ᾧ τοὺς νέους ἐπαίδευε. Θαυμαζόντων δὲ τῶν ἀκροατῶν καὶ ἀπορούντων ὅπως τοσαύτην ἔχων δύναμιν τοῦ γράφειν ὑπὸ Δημοσθένους ἡττήθη, ἔφη· «Εἰ ἠκούσατε τοῦ θηρίου ἐκείνου», θηρίον καλῶν τὸν Δη‐ | |
30 | μοσθένην, «οὐκ ἂν ὑμῖν τοῦτο ἠπόρητο». | |
30 | Λέγεται δὲ οὗτος | |
πρῶτος ἐκεῖσε σχολάζων τὰ πλάσματα καὶ τὰς λεγο‐ μένας μελέτας συνθεῖναι. Γηράσας δὲ ἀπὸ Ῥόδου εἰς Σάμον μετέστη, κἀκεῖ τελευτᾷ. Ἦν δὲ πατρὸς μὲν Ἀτρομήτου, μητρὸς δὲ Γλαυκοθέας τῆς ἱερείας, ἀσή‐ | 59 in vol. 1 | |
35 | μου γένους. Ἀδελφοὺς δὲ εἶχε δύο, Ἀφόβητον καὶ Φι‐ λόχαριν. Τὸ μὲν οὖν πρῶτον ἐτριταγωνίστει μεγαλόφω‐ νος ὤν, ἔπειτα ἐγραμμάτευε τῇ βουλῇ, καὶ κατ’ ὀλίγον ἐπὶ τὸ δημαγωγεῖν προῆλθε. Τῆς δὲ τῶν φιλιππι‐ ζόντων ἐν Ἀθήναις μοίρας ἦν· διὸ καὶ διεπολιτεύετο | |
40 | Δημοσθένει. | |
40 | Διακοῦσαι δὲ αὐτὸν Πλάτωνος καὶ Ἀνταλ‐ κίδᾳ φασὶ μαθητεῦσαι, καὶ εἶναί τι καὶ ἑκατέρου δεῖγμα | |
Bibl.6120b | διὰ τῶν Αἰσχίνου λόγων τὸ μέγεθος τῶν ὀνομάτων καὶ τὴν σεμνότητα τῶν πλασμάτων. Διονύσιος δέ ποτε ὁ σοφιστὴς ἐντυχὼν τῷ κατὰ Τιμάρχου λόγῳ, καὶ τὴν ἀρχὴν ἀναγνοὺς τοῦ προοιμίου «οὐδένα πώποτε οὔτε γρα‐ | |
5 | φὴν γραψάμενος οὔτε ἐν εὐθύναις λυπήσας», εἴθε πολλοὺς ἐγράψω, ἔφη, εἴθε πολλοὺς ἐλύπησας, ἵνα πλείους καταλελοιπὼς ἐτύγχανες λόγους· οὕτως ἥσθη τῷ χαρακτῆρι τοῦ ῥήτορος. | |
8 | Ἔστι δὲ ὁ λόγος αὐτῷ ὥσπερ αὐτοφυὴς καὶ αὐτοσχέδιος, οὐ τοσοῦτον διδοὺς τὴν τέχ‐ | |
10 | νην ἀποθαυμάζειν τοῦ ἀνδρὸς ὅσον τὴν φύσιν· καὶ γὰρ ὅσα δεινότητος ἔχεται, ταῦτα ἔστιν εὑρεῖν παρὰ τοῖς λόγοις αὐτοῦ, καὶ ἃ φύσεως μᾶλλόν ἐστι δείγματα. Περί τε γὰρ τὴν ὀνομασίαν ἐστὶν ἀφελὴς καὶ εὔσημος, καὶ περὶ τὴν τῶν λόγων σύνθεσιν οὔτε ἄγαν ἄτονος ὥσπερ Ἰσο‐ | |
15 | κράτης, οὔτε πεπιεσμένος καὶ συνεσφιγμένος ὥσπερ ὁ | |
Λυσίας· πνεύματι δὲ καὶ τόνῳ οὐδὲν Δημοσθένους ἀπο‐ λείπει· σχήματι δὲ κέχρηται διανοίας τε καὶ λέξεως, οὐ πρὸς τὸ δοκεῖν τι σὺν τέχνῃ λέγειν ἀλλὰ πρὸς τὸ ἀναγκαιότατον τοῖς ὑποκειμένοις πράγμασι. Διὸ καὶ | 60 in vol. 1 | |
20 | ἀπανοῦργός πως ὁ λόγος εἶναι δοκεῖ καὶ ὡς τὰς ἐν πλήθει ῥητορείας καὶ τοὺς ἰδιωτικοὺς λόγους μάλιστα ἐμ‐ πρέπων· καὶ γὰρ οὐδὲ ἐπιχειρήμασιν οὐδὲ ἐνθυμήμασι συνεχής τις καὶ λίαν ἐκβεβιασμένος. | |
23 | Τὸν μέντοι Λυ‐ σανίου Αἰσχίνην ἄλλοι τε καὶ Φρύνιχος μᾶλλον, ὃν καὶ | |
25 | Σωκρατικὸν καλοῦσιν, εἰς τοὺς ἀρίστους ἐγκρίνει, κανόνα μετά γε τοὺς πρώτους Ἀττικοῦ λόγου τοὺς ἐκείνου ἀπο‐ φαινόμενος λόγους. | |
Bibl.6220b(29) | Ἀνεγνώσθη Πραξαγόρου τοῦ Ἀθηναίου τῆς | |
30 | κατὰ τὸν μέγαν Κωνσταντῖνον ἱστορίας βιβλία δύο. Ἐν οἷς λόγοις διέξεισιν ὅτι ὁ πατὴρ Κωνσταντίνου Κων‐ στάντιος Βρετανίας ἐβασίλευε, Μαξιμῖνος δὲ τῆς Ῥώμης καὶ τῆς ἄλλης Ἰταλίας καὶ Σικελίας, ὁ δὲ ἕτε‐ ρος Μαξιμῖνος τῆς τε Ἑλλάδος καὶ Μακεδονίας καὶ τῆς | |
35 | κάτω Ἀσίας καὶ Θρᾴκης· Διοκλητιανὸς δέ, ὁ καὶ τῶν ἄλλων πρεσβύτατος, τῆς τε Βιθυνίας ἦρχε καὶ τῆς Ἀραβίας καὶ τῆς Λιβύης καὶ τῆς Αἰγύπτου ὅσην ὁ Νεῖλος ἐπερχό‐ μενος ἄρδει. | |
38 | Τὸν οὖν Κωνσταντῖνον ὁ πατὴρ πέμπει παρὰ Διοκλητιανὸν εἰς Νικομήδειαν παιδευθησόμε‐ | |
40 | νον. Παρὼν δέ, φησί, Μαξιμῖνος ὁ τῆς κάτω Ἀσίας | |
βασιλεύων εἰς ἐπιβουλὰς ὥρμησε τοῦ νέου καὶ πρὸς μά‐ | 61 in vol. 1 | |
Bibl.6221a | χην λέοντι ἀγρίῳ καθίστησι τὸν νεανίαν· ὁ δὲ τὸ μὲν θηρίον κρατήσας ἀνεῖλε, τῆς δὲ ἐπιβουλῆς αἰσθόμενος φεύγει πρὸς τὸν πατέρα. Οὗ τὸν βίον λιπόντος, ὁ παῖς ἐκδέχεται τὴν βασιλείαν. Ταύτης δὲ ἐπιβὰς Κελτοὺς καὶ | |
5 | Γερμανούς, ἔθνη πρόσοικα καὶ βάρβαρα κατεστρέψατο. Ἀσελγῶς δὲ καὶ βαρέως τῶν ὑπηκόων ἄρχειν Μαξέν‐ τιον μαθών (οὗτος δ’ ἄρ’ ἦν μετὰ Μαξιμῖνον τῶν ἐν Ῥώμῃ καταστὰς κύριος) ἐστράτευσεν ἐπ’ αὐτόν, δίκας τῆς εἰς τοὺς ἀρχομένους παρανομίας πραττόμενος. Καὶ | |
10 | μάχῃ νικήσας, ἐς φυγὴν ἔτρεψε. Φεύγων δὲ ἣν τοῖς πολεμίοις αὐτὸς ἀπωλείας ἐδολορράφει μηχανήν, ταύ‐ την εὕρατο τοῦ βίου καταστροφήν, τῇ παρ’ αὐτοῦ κα‐ τασκευασθείσῃ διώρυγι περιπεσών. Τὴν μέντοι τούτου κεφαλήν τινες τῶν Ῥωμαίων ἀποτεμόντες καὶ ξύλῳ | |
15 | ἀρτήσαντες τὴν πόλιν περιεπόλευον. Κωνσταντίνῳ δὲ καὶ ἥδε ἡ βασιλεία προθύμως καὶ χαίρουσα προσεχώ‐ ρησεν. Ἐπεὶ δὲ καὶ Λικίνιον ὠμῶς καὶ ἀπανθρώπως τοῖς ὑπηκόοις ἀποκεχρημένον ἐπυνθάνετο (οὗτος δὲ τῆς μοίρας ἐκείνης ἐβασίλευσεν ἧς Μαξιμῖνος ὁ τὴν | |
20 | ἐπιβουλὴν Κωνσταντίνῳ διὰ τοῦ λέοντος προσενεγκὼν ἐπεστάτει, αὐτοῦ τὸν βίον λιπόντος), οὐκ ἐνεγκὼν ὁμο‐ φύλων ὕβριν ἀφόρητον ἐστράτευεν ἐπ’ αὐτόν, τῆς τυ‐ ραννίδος αὐτὸν εἰς τὸ βασιλικῶς ἄρχειν μεταστησό‐ μενος. | |
24 | Λικίνιος δὲ τὴν τοῦ βασιλέως ἐπιστρατείαν ἀκού‐ | |
25 | σας καὶ δείσας ἔκρυπτέ τε τὴν ὠμότητα φιλανθρωπί‐ ας προσχήματι, καὶ ὅρκους ὑπέτεινεν ἀγαθόν τε ἑαυ‐ τὸν τοῖς ὑπὸ χεῖρα παρασχέσθαι καὶ ἃς ἔθετο σπονδὰς συντηρεῖν ἀπαραβάτους. Διὸ τότε μὲν ὁ βασιλεὺς ἀπέστη τοῦ πολεμεῖν. Ὕστερον δέ, ἐπεὶ κακία ἠρεμεῖν | |
30 | οὐχ οἵα τέ ἐστι, καὶ τῶν ὅρκων ἠφειδηκότα καὶ ἐς πᾶν κακότητος ἐληλακότα καταπολεμήσας μάχαις καρτε‐ ραῖς καὶ ἐν τῇ Νικομηδείᾳ συγκλείσας ἐπολιόρκει· κἀ‐ κεῖθεν ἐν ἱκέτου πρὸς βασιλέα καταφυγόντα σχήματι κατέλιπεν ἡ βασιλεία, καὶ συνέβη τὸν μέγαν Κωνσταν‐ | 62 in vol. 1 |
35 | τῖνον, τῆς μεγάλης ἀρχῆς ἄξιον ἐπιζητούσης, εἰς ἑαυτὸν τὰς εἰρημένας βασιλείας ἐπισπάσασθαι· τῆς τε γὰρ πατρῴας κληρονόμος ἐγένετο, καὶ τῆς Ῥωμαίων καταλύσας Μαξιμῖνον, Ἑλλάδος τε καὶ Μακεδονίας καὶ τῆς κάτω Ἀσίας παραλύσας τῆς ἀρχῆς τὸν ῥη‐ | |
40 | θέντα Λικίνιον. Οὐ μὴν ἀλλὰ καὶ τῆς ἄλλης μοίρας, ἧς ἦρχε Διοκλητιανός, αὐτὸς ἀνεδήσατο τὸ κράτος· ὁ γὰρ Λικίνιος καὶ ταύτην εἶχεν ὑφ’ ἑαυτῷ Μαξιμίνου | |
Bibl.6221b | πολέμου νόμῳ ἀφελών, ὃς Διοκλητιανοῦ διάδοχος ἐγεγόνει. Κρατυνάμενος οὖν καὶ μίαν δείξας τὴν σύμ‐ πασαν βασιλείαν, κτίζει τὸ Βυζάντιον ἐπώνυμον ἑαυ‐ τῷ. Φησὶν οὖν ὁ Πραξαγόρας, καίτοι τὴν θρησκείαν | |
5 | Ἕλλην ὤν, ὅτι πάσῃ ἀρετῇ καὶ καλοκἀγαθίᾳ καὶ παντὶ εὐτυχήματι πάντας τοὺς πρὸ αὐτοῦ βεβασιλευκότας ὁ βασιλεὺς Κωνσταντῖνος ἀπεκρύψατο. Ἐν οἷς αὐτοῦ καὶ οἱ δύο συμπεραιοῦνται λόγοι. Ἔτος δὲ τῆς ἡλικίας ἦγε δεύτερον καὶ εἰκοστὸν Πρα‐ | |
10 | ξαγόρας, ὡς αὐτός φησίν, ὅτε ταῦτα συνέγραφε. Συνε‐ γράψατο δὲ ὁ αὐτὸς καὶ ἕτερα βιβλία δύο, περὶ τῶν Ἀθήνῃσι βασιλευσάντων, ἔτος ἀνύων ἐννεακαιδέκα‐ τον. Συνέταξε δὲ καὶ ἕτερα βιβλία ἓξ εἰς τὸν τῶν Μα‐ κεδόνων βασιλέα Ἀλέξανδρον, τριακοστὸν πρῶτον ἐλαύ‐ | |
15 | νων ἐνιαυτόν. | |
15 | Ἔστι δὲ τὴν φράσιν σαφὴς καὶ ἡδύς, ὀλίγον δὲ τοῦ δέοντος ἀτονώτερος. Κέχρηται δὲ Ἰωνικῇ | |
διαλέκτῳ. | 63 in vol. 1 | |
Bibl.6321b(19) | Ἀνεγνώσθη Προκοπίου τοῦ ῥήτορος ἱστορικὸν | |
20 | ἐν βιβλίοις ὀκτώ. Ἱστορεῖ δὲ τὰ ἐπὶ Ἰουστινιανοῦ συνε‐ νεχθέντα πρός τε Πέρσας Ῥωμαίοις καὶ πρὸς Βαν‐ δήλους καὶ Γότθους, ἃ Βελισάριος στρατηγῶν διεπράξατο μάλιστα· ᾧ καὶ τὰ πολλὰ ὁ ῥήτωρ συνὼν τὴν ἱστορίαν ἐξ ὧν ὄψει παρείληφε συνεγράψατο. | |
24 | Ἐν μὲν οὖν τῷ | |
25 | πρώτῳ βιβλίῳ διέξεισιν ὡς ἀποβιοὺς Ἀρκάδιος ὁ Ῥω‐ μαίων βασιλεὺς Θεοδοσίῳ τῷ παιδὶ Ἰσδιγέρδην τὸν Περσῶν βασιλέα κηδεμόνα κατέλιπεν ἐν ταῖς διαθή‐ καις, ὁ δὲ ταύτας δεξάμενος ἐπετρόπευσε τοῦ παιδὸς σωφρόνως καὶ Θεοδοσίῳ τὴν βασιλείαν διεσώσατο. | |
30 | Εἶτα Οὐαραράνης τὸν Ἰσδιγέρδην τελευτήσαντα δια‐ δεξάμενος ἐστράτευσεν ἐπὶ Ῥωμαίους. Ἀνατολίου δὲ τοῦ τῆς Ἑῴας στρατηγοῦ παρὰ Θεοδοσίου εἰς Πέρσας ἐπὶ πρεσβείᾳ σταλέντος, Οὐαραράνης ὁ Περσῶν βασιλεὺς τὴν πρεσβείαν δεξάμενος ὑπέστρεψε σπονδὰς θέμενος. | |
35 | Εἶτα Περόζης ὁ Περσῶν βασιλεύς, Ἰσδιγέρδην ἄλλον τὸν Οὐαραράνου παῖδα διαδεξάμενος, ἐπολέμησε πρὸς Οὔννους, ἔθνος οὕτω καλουμένους Ἐφθαλίτας, οὓς καὶ λευκοὺς καλοῦσι· λευκοὶ γάρ εἰσι καὶ οὐκ ἄμορφοι τὰς ὄψεις, οὐδ’ ὅμοιοι τοῖς ἄλλοις Οὔννοις· οὔτε γὰρ νομα‐ | |
40 | δικοί εἰσιν οὔτε ἄγριοι ἀλλὰ πολιτείᾳ τε νομίμῳ χρῶνται καὶ ὑπὸ σφῶν βασιλέα τάττονται· προσοικοῦσι δὲ πρὸς Βορρᾶν ἄνεμον Πέρσαις· διὸ καὶ ὁροθεσίων | |
Bibl.6322a | ἕνεκα ἐπὶ τοὺς Ἐφθαλίτας Περόζης ἐστράτευσεν. | |
Ἀλλὰ τὸ μὲν πρῶτον δυσχωρίαις περιπεσὼν ἐκ προνοίας τῶν Ἐφθαλιτῶν, αἰσχρῶς καὶ μόλις σπονδὰς θέμενος ὑπέ‐ στρεψε· προσεκύνησε γὰρ ἅτε κύριον τὸν βασιλέα τῶν | 64 in vol. 1 | |
5 | Ἐφθαλιτῶν καὶ μήποτε ἐπιστρατεύσειν διομοσάμενος ἀπηλλάγη. Παρασπονδήσας δὲ ὕστερον καὶ ἐπιστρατεύ‐ σας, ἀκλεῶς ἅμα τῷ παντὶ στρατῷ διεφθάρη, τάφροις τισὶ καὶ διώρυξι περιπεσὼν διεσκευασμένοις, τέταρ‐ τον δὲ καὶ εἰκοστὸν τῆς βασιλείας αὑτοῦ ἐλαύνων ἐνιαυτὸν | |
10 | ἐν ᾧ καὶ τὸν πολυθρύλητον μάργαρον, ὅσπερ ἐξ ὠτὸς τοῦ δεξιοῦ Περόζου ἀπεκρέματο, συνέβη ἀφανισθῆναι. | |
11 | Ὅτι οἱ μαργαρῖται καὶ μάργαροι λέγονται καὶ μαργαρί‐ δαι. Εὕρηται γὰρ ὁ μάργαρος παρά τε Προκοπίῳ τῷ ῥή‐ τορι καὶ ἄλλοις ἀξιολόγοις, τὸ δὲ μαργαρίδαι παρά τε | |
15 | Πραξαγόρᾳ ἰωνίζοντι ἐν τῇ περὶ τὸν μέγαν Κωνσταντῖνον δευτέρᾳ ἱστορίᾳ καὶ παρ’ ἄλλοις. Οἱ δὲ μαργαρῖται σύνη‐ θες καὶ πολὺ ἐν τῇ χρήσει. | |
17 | Εἶτα μετὰ Περόζην ὁ νεώτατος υἱὸς Καβάδης ὡς ἐβασίλευσεν, ὅπως τε παρανομῶν εἰς τὸ τῆς λή‐ | |
20 | θης φρούριον ὑπ’ αὐτῶν Περσῶν ἐνετέθη, ὅπως τε λαθὼν διὰ τῆς γυναικὸς εἰς τοὺς Ἐφθαλίτας ἀπέδρα, καὶ ὅπως ἐκεῖσε κηδεύσας, στρατῷ μεγάλῳ Ἐφθαλι‐ τῶν ἐπὶ Πέρσας ἐλάσας, ἀμαχητὶ τὴν ἀρχὴν ἀνε‐ κτήσατο, καὶ Βλάσην τὸν Περόζου ἀδελφὸν ἀντ’ αὐτοῦ | |
25 | βασιλεύσαντα ἔρημον λαβὼν τῶν ἀμυνομένων ἐξετύ‐ φλωσε, ζέον ἔλαιον τοῖς ὀφθαλμοῖς ἠνεωγμένοις ἐπεγ‐ χέας· τρόπῳ γὰρ τῷδε Πέρσαι τυφλοῦσι. | |
27 | Τά τε περὶ Πακουρίου τοῦ Περσῶν βασιλέως καὶ Ἀρσάκου Ἀρμενίων. | |
Τῆς τε τῶν ἐπαοιδῶν ὑποθήκης κατὰ Ἀρσάκου τῷ | 65 in vol. 1 | |
30 | Πακουρίῳ γεγενημένης, εἰ μὴ μῦθος ταῦτα συνέθετο. Ὅτι Καβάδης ὁ προειρημένος, ὄφλων Ἐφθαλίταις χρήματα Ἀναστάσιον βασιλέα ᾐτεῖτό οἱ δανεῖσαι, τοῦ δὲ μὴ δόντος ἄνευ ἄλλης αἰτίας ἀθρόον πολλὰ τῆς Ἀρμενίας κατέδραμε καὶ Ἀμίδαν ἐπολιόρκει, ἀπορή‐ | |
35 | σας δὲ ἀνεχώρει, ἀναχωροῦντι δὲ ἡ τῶν ἑταιρίδων γυ‐ ναικῶν αἰσχροπραγμοσύνη αἰτία τῆς ὑποστροφῆς κα‐ τέστη, καὶ πολιορκήσας θυμῷ καὶ ὀργῇ Καβάδης τήν τε πόλιν κατὰ κράτος ἔσχε καὶ τοὺς ἐν αὐτῇ ἠνδραποδίσατο. Ὕστερον δὲ πολλοὺς τῶν αἰχμαλώτων ἀφῆκε προῖκα, οὓς | |
40 | καὶ Ἀναστάσιος ἐς τὰ μάλιστα ἐφιλοφρονήσατο. Ὅτι πολιορκουμένην Ἀμίδαν μαθὼν Ἀναστάσιος στράτευμα πλῆθος λίαν κατὰ Περσῶν ἔστειλε, στρα‐ | |
Bibl.6322b | τηγοὺς ἐπιστήσας Ἀρεόβινδόν τε τὸν Ἑῴας στρα‐ τηγόν, ὃς ἦν Ὀλυβρίου κηδεστὴς τοῦ μικρῷ πρόσθεν τῆς Ἑσπέρας βασιλεύσαντος, Κέλερά τε τὸν μάγιστρον Πατρί‐ κιόν τε τὸν Φρύγα καὶ Ὑπάτιον τὸν οἰκεῖον ἀδελφι‐ | |
5 | δοῦν. | |
5 | Οὗτοι μὲν οὖν στρατηγοὶ τέσσαρες, συνῆν δὲ αὐ‐ τοῖς καὶ Ἰουστῖνος ὁ μετὰ Ἀναστάσιον βασιλεύσας, ἄλ‐ λοι τε πολλοὶ καὶ ἀγαθοὶ τὰ πολέμια· στράτευμα γὰρ τοιοῦτον οὔποτε ἐπὶ Πέρσας Ῥωμαίοις φασὶ ξυστῆναι· ἀλλ’ ὑστερησάντων ἡ πόλις ἑάλω καὶ οὐχ ἅμα Καβάδῃ | |
10 | πολεμήσαντες ἀλλὰ χωρὶς ἕκαστοι, ἀκλεῶς ἀπηλλά‐ γησαν, πολλοὺς τῶν οἰκείων ἀποβαλόντες. Ὕστερον δὲ ἐς Ἀμίδαν ἀφικόμενοι ἐπολιόρκουν τὴν πόλιν· χρονο‐ τριβούντων δὲ οἱ ἐντὸς Πέρσαι, ἤδη καὶ ἀπορούμε‐ νοι, ἐς σπονδὰς Ῥωμαίοις ἔτεσιν ἑπτὰ συνέβησαν, | |
15 | Κέλερος μὲν ὑπὲρ Ῥωμαίων, Ἀσπευέδου δὲ ἀντὶ Περ‐ σῶν αὐτὰς ποιησαμένων. | |
Ὅτι τὸ Κιλίκων ὄρος ὁ Ταῦρος ἀμείβει μὲν τὰ πρῶτα Καππαδόκας καὶ Ἀρμενίους καὶ τῶν Περσαρμε‐ νίων τὴν γῆν, εἶτα Ἀλβανοὺς καὶ Ἴβηρας, καὶ ὅσα ἄλλα | 66 in vol. 1 | |
20 | αὐτόνομα ἔθνη καὶ Πέρσαις κατήκοα ταύτῃ ᾤκηνται. Ὑπερβάντι δὲ τοὺς Ἰβήρων ὅρους ἀτραπός ἐστιν ἐν στε‐ νοχωρίᾳ πολλῇ ἐπὶ σταδίους πεντήκοντα ἐξικνουμένη, αὕτη τε ἡ ἀτραπὸς ἐς ἀπότομόν τινα καὶ ὅλως ἄβα‐ τον τελευτᾷ χῶρον· δίοδος γὰρ οὐδεμία φαίνεται, πλήν | |
25 | γε δὴ ὅτι ὥσπερ τινὰ χειροποίητον πυλίδα ἐνταῦθα ἡ φύσις ἐξεῦρεν, ἣ Κασπία ἐκ παλαιοῦ ἐκλήθη. Τὸ δὲ ἐνθένδε πεδία τέ ἐστιν ἱππηλάτα καὶ ὑδάτων πολ‐ λῶν ἀτεχνῶς ἔμπλεα, καὶ χώρα πολλὴ ἱππόβοτός τε καὶ ἄλλως ὑπτία, οὗ δὴ τὰ Οὔννων ἔθνη σχεδόν τι | |
30 | πάντα ἵδρυται ἄχρι ἐς τὴν Μαιῶτιν διήκοντα λίμνην. Οὗτοι δὴ ἢν μὲν διὰ τῆς πυλίδος, ἧς ἄρτι ἐμνήσθην, ἴωσιν ἐς τὰ Περσῶν καὶ Ῥωμαίων ἤθη, ἀκραιφνέσι τοῖς ἵπποις ἵενται· μόνοις γὰρ τοῖς εἰρημένοις πεντήκοντα σταδίοις τῆς δυσχωρίας ταλαιπωροῦνται, οἵπερ ἐς τοὺς | |
35 | Ἰβηρίας ὅρους, ὥσπερ ἐρρήθη, διήκουσιν. Ἐπ’ ἄλλας δέ τινας ἐξόδους ἰόντες, πόνῳ τε πολλῷ καὶ μόλις ἐς τὰ Περσῶν καὶ Ῥωμαίων ἤθη παραγίνονται. Ὅπερ ἐπειδὴ ὁ Φιλίππου Ἀλέξανδρος κατενόησε, πύλας τε ἐν χώρῳ τῷ εἰρημένῳ ἐτεκτήνατο καὶ φυλακτήριον κατεστήσατο. | |
40 | Τοῦτο ἐν ταῖς Ἀναστασίου ἡμέραις Ἀμβαζούκης κατεῖ‐ χεν, Οὖννος μὲν γένος, Ῥωμαίοις δὲ καὶ Ἀναστασίῳ φίλος, ὃς καὶ ἐνεχείριζεν Ἀναστασίῳ τὰς πύλας. Ὁ δὲ | |
Bibl.6323a | τῆς μὲν προθυμίας ἀπεδέχετο, οὐκ ἀνεδέχετο δὲ τὴν φροντίδα. | |
2 | Καβάδης δὲ τελευτήσαντος Ἀμβαζούκου ἐβιάσατο τοὺς παῖδας καὶ τὰς πύλας ἔσχεν. Ἀναστάσιος | |
δέ, ἐπεὶ αἱ πρὸς Καβάδην ἐγένοντο σπονδαί, πόλιν | 67 in vol. 1 | |
5 | ἐδείματο ἐν χωρίῳ Δαρᾶς ἐχυρὰν Περσῶν οὐκ ἐθε‐ λόντων, καὶ ἑτέραν πόλιν ἐν Ἀρμενίοις, ἀγχοτάτω τῶν Περσαρμενίας ὁρίων, ἥτις πρὶν ἐκαλεῖτο Θεοδο‐ σιούπολις, ἅτε Θεοδοσίου πόλεως αὐτῇ ἀξίωμα ἀντὶ κώμης περιθεμένου. | |
10 | Ὅτι Ἀναστασίου τελευτήσαντος, καίτοι πολλῶν ὄν‐ των τῶν πρὸς γένους ἀξίων τῆς βασιλείας, πάντων ταύτης ἀπεληλαμένων Ἰουστῖνος τὴν ἀρχὴν διεδέξατο. Πρὸς ὃν Καβάδης, Χοσρόῃ τῷ νεωτάτῳ παιδὶ τὴν βασιλείαν μέλλων ἀσφαλῶς καταλιπεῖν, γράμματα | |
15 | ἔγραψεν υἱοποιηθῆναι αὐτῷ τὸν Χοσρόην αἰτούμενος. Ἰουστῖνος δὲ περιχαρὴς ἐδέξατο τὴν αἴτησιν, ἀλλά γε δὴ καὶ Ἰουστινιανὸς ὁ ἀνεψιός, ἤδη ἐπίδοξος ὢν τὴν βασιλείαν ἀναδέξασθαι. Ἀλλὰ Πρόκλου τοῦ κυαίστορος ταῖς συμβουλαῖς μετέμελε τὰ δόξαντα, καὶ Χοσρόης ἐσποιη‐ | |
20 | τὸς υἱὸς Ἰουστίνῳ οὐκ ἐγένετο· τὸν γὰρ υἱὸν ἔφασκε καὶ κληρονόμον εἶναι τῆς πατρῴας ἀρχῆς νόμιμον. Ἐπὶ δὲ τοὺς περὶ Χοσρόην λόγους καὶ τὴν εἰρήνην Περσῶν μὲν Σεόσης ὁ Καβάδην σώσας πάλαι καὶ Βεόδης ἐστάλησαν, Ῥωμαίων δὲ Ῥουφῖνος καὶ Ὑπάτιος. Καὶ Βεόδης μὲν | |
25 | Σεόσην Πέρσαις ἐνδιαβαλὼν ἀναιρεθῆναι πεποίηκε, Ῥουφῖνος δὲ Ὑπάτιον εἰς βασιλέα διαβαλὼν παραλυ‐ θῆναι τῆς ἀρχῆς παρεσκεύασεν. Ὅτι μεταξὺ Βοσπόρου καὶ Χερσῶνος, αἳ διέχουσιν ἀλλήλων ὁδὸν ἡμερῶν εἴκοσι, τὰ ἐν μέσῳ Οὐννικὰ | |
30 | ἔθνη αὐτόνομα ὄντα πρότερον Ἰουστίνῳ κατήκοα γέγο‐ νεν· ἡ δὲ Χερσὼν ἐσχάτη τῆς Ῥωμαϊκῆς ὑπῆρχε γῆς. Προσεχώρησαν δὲ καὶ Ἴβηρες Ἰουστίνῳ ἅμα Γουργένῃ τῷ σφῶν ἡγεμόνι, ὑπὸ Περσῶν ταλαιπωρούμενοι. Καὶ ὑπὲρ | |
αὐτῶν Ῥωμαίοις καὶ Πέρσαις ᾑρέθη πόλεμος. | 68 in vol. 1 | |
35 | Ὅτι ἔτι ζῶν Ἰουστῖνος Ἰουστινιανὸν κοινωνὸν τῆς βα‐ σιλείας ἐποιήσατο, τελευτήσαντος δὲ τοῦ θείου ἐς μό‐ νον Ἰουστινιανὸν τὰ τῆς ἀρχῆς περιελήλυθε. Βελισά‐ ριος δὲ καὶ Σίττας δορυφόρω ἤστην Ἰουστινιανοῦ ἔτι στρατηγοῦντος. Ὑπὸ δὲ Ἰουστίνου τῶν ἐν Δαρᾶς καταλό‐ | |
40 | γων Βελισάριος ἄρχων κατέστη, ὅτε καὶ Προκόπιος ὁ συγγραφεὺς σύμβουλος αὐτῷ ᾑρέθη. | |
41 | Μοναρχήσαντος | |
Bibl.6323b | δὲ Ἰουστινιανοῦ Βελισάριος τῆς Ἑῴας στρατηγὸς καταστὰς ἐπὶ Πέρσας στρατεύειν ἐτέτακτο. Καβάδης δὲ Πε‐ ρόζην ἄνδρα Πέρσην, μιρράνην δὲ τὸ ἀξίωμα, τοῦ οἰ‐ κείου στρατοῦ ἡγεμόνα κατεστήσατο· καὶ ἄμφω τὰ στρα‐ | |
5 | τεύματα περὶ Δαρᾶς ἐστρατοπεδεύσαντο. Καὶ Περόζης Βελισαρίῳ ἐδήλου ἐν παρασκευῇ τὸ ἐν πόλει βαλανεῖον ἔχειν· βούλεσθαι γὰρ αὐτὸν λούσασθαι τῇ ὑστεραίᾳ. Διὸ δὴ Ῥωμαῖοι τὰ ἐς τὴν συμβολὴν κρατερῶς ἐξηρτύοντο. Παρατάξεως δὲ γενομένης ἑκατέρου στρατεύματος, Ἀν‐ | |
10 | δρέας τις Βυζάντιος παιδοτρίβης καὶ παλαίστρας ἐν Βυζαντίῳ προεστηκώς, ὃς δὴ καὶ ἐν τοῖς τοῦ Βούζου τοῦ συστρατηγοῦντος Βελισαρίῳ οἰκείοις ἐτύγχανεν, ἅτε τοῦ Βούζου σώματος ἐν βαλανείῳ ἐπιμελούμενος, οὗτος προ‐ κλήσεως ἐς μονομαχίαν γεγενημένης, λαθὼν ἅπαντας | |
15 | δεύτερον μονομαχήσας, ἐνίκησε, καὶ ἀρξαμένου τοῦ πολέμου διελύθησαν. Ὕστερον δὲ πάλιν συστάντος αὐ‐ τοῖς πολέμου πολλῷ καθυπέρτεροι Ῥωμαῖοι ἐγένοντο καὶ Περσῶν πολὺς ἐρρύη φόνος, καὶ ἀπ’ αὐτοῦ οὐκέτι ἤθελον ἐκ τοῦ εὐθέος μάχην διενεγκεῖν ἐς Ῥωμαίους, | |
20 | ἔφοδοι δὲ ἐξ ἐπιδρομῆς ἀμφοτέροις ἐγίνοντο. Ὅτι Καβάδης ἄλλο στράτευμα ἐς Ἀρμενίαν τὴν Ῥω‐ μαίοις κατήκοον ἔπεμψεν, ὃ δὴ στράτευμα Περσαρ‐ | |
μενίων καὶ Σαυνιτῶν καὶ Σαβίρων ἦν· τούτῳ τῷ στρατῷ Μερμερόης ἡγεῖτο. Δωρόθεος δὲ ὁ Ἀρμενίας στρα‐ | 69 in vol. 1 | |
25 | τηγὸς καὶ Σίττας, ὃς παντὸς ἐφεστήκει τοῦδε τοῦ Ῥω‐ μαϊκοῦ στρατεύματος, συμβαλόντες τοῖς πολεμίοις ὀλί‐ γοι πολὺ πλειόνων ἐκράτησαν· ἐξ οὗ δὴ καὶ ἐπ’ οἴκου οἱ τῇδε Πέρσαι ἀνεχώρησαν. | |
28 | Τότε καὶ ἄλλα μὲν Περ‐ σικὰ χωρία Ῥωμαῖοι κατέσχον, κατέσχον δὲ καὶ τὸ Φα‐ | |
30 | ράγγιον καλούμενον, ὅθεν δὴ καὶ τὸν χρυσὸν Πέρσαι ὀρύσσοντες βασιλεῖ φέρουσι. Καὶ Τζάνοι δὲ οἱ πάλαι Σάνοι καλούμενοι, αὐτόνομοι ὄντες καὶ λῃστρικώτερον τοὺς πλησιοχώρους κατατρέχοντες, ὑπὸ Σίττα κατα‐ στρατηγηθέντες εἰς τὸ ἡμέτερόν τε μεταβληθέντες Χρι‐ | |
35 | στιανοὶ γεγόνασι καὶ κατήκοοι Ῥωμαίοις, ὡς καὶ ἐς λό‐ γους στρατοῦ Ῥωμαϊκοῦ κατατάττεσθαι. Ὅτι Καβάδης ἄμφω τῶν στρατευμάτων αὐτοῦ ἡττη‐ θέντων ἐν ἀπορίᾳ ἦν. Ἀλαμούνδαρος δὲ ὁ τῶν παρὰ Πέρσαις Σαρακηνῶν βασιλεύς, ἀνὴρ ὢν δεινὸς τὰ | |
40 | πολέμια καὶ δραστήριος, ὃς ἐς γόνυ τὰ Ῥωμαίων ἔκλινε πράγματα ἔτεσι πεντήκοντα, οὗτος ὑπέθετο Καβάδῃ | |
Bibl.6324a | ἐς Ἀντιόχειαν τότε ἀφύλακτον οὖσαν καὶ τὰ ταύτῃ χωρία ἐσβαλεῖν. Γνοὺς δὲ Βελισάριος κατὰ τάχος ὑπηντίαζε, στράτευμα Ἰσαύρων καὶ Ἀρέθαν τὸν τῶν παρὰ Ῥωμαίοις Σαρακηνῶν βασιλέα ἅμα τοῦ οἰκείου | |
5 | συνεπαγόμενος λαοῦ. Ἀλαμούνδαρος δὲ καὶ Ἀζαρέθης ὀρρωδήσας ἐπ’ οἴκου ἀπεχώρει· καὶ Βελισάριος εἵπετο, οὔτι ἐς χεῖρας ἐλθεῖν προαιρούμενος, τὴν δίωξιν δὲ σχη‐ ματιζόμενος. Ἀλλὰ τό γε πλῆθος ἐλοιδορεῖτο αὐτῷ, πρῶτον μὲν οὐκ εἰς τὸ ἐμφανές· ἐπεὶ δὲ ἐμφανῶς | |
10 | ἐκάκιζον, ἄκων συγκροτεῖ τὸν πόλεμον· καὶ τὰ μὲν πρῶτα πιπτόντων ἑκατέρωθεν ἀγχώμαλος ἡ μάχη ἐγένετο, ἔπειτα δὲ τραπέντος τοῦ περὶ Ἀρέθαν λαοῦ καὶ τῶν Ἰσαύρων, κατὰ κράτος ἐνίκων Πέρσαι· καὶ εἰ μὴ ἀπὸ τοῦ ἵππου καταβὰς Βελισάριος τοῖς καταλε‐ | 70 in vol. 1 |
15 | λειμμένοις συνετάττετο καὶ ἠμύνετο, ἅπαντες ἂν διε‐ φθάρησαν. Ἀζαρέθης μέντοι ὁ Περσῶν στρατηγὸς ὑποστρέψας πρὸς Καβάδην οὐκ ἀπώνατο τῆς νίκης· πολλοὺς γὰρ ἦν καὶ αὐτὸς ἀποβαλὼν ἐν τῇ μάχῃ εἰ καὶ πολὺ πλείους τῶν ἀντιπάλων διεφθάρησαν· διὸ ἐν | |
20 | τοῖς ἀτίμοις ἐτέλει. Ὅτι Βελισάριον ὁ βασιλεὺς ἐς Βυζάντιον μετακα‐ λεσάμενος ἐφ’ ᾧ ἐπὶ Βανδάλους στρατεύσειε, Σίτταν φυλάξοντα τὴν Ἑῴαν ἀπέστειλεν· ἐν ᾧ καὶ Πέρσαι κατὰ Ῥωμαίων ἐσβάλλουσι, καὶ Καβάδου τελευτήσαντος ὁ | |
25 | παῖς Χοσρόης τὴν βασιλείαν ἐκδέχεται. Ῥουφῖνος δὲ καὶ Ἀλέξανδρος καὶ Θωμᾶς σὺν Ἑρμογένει παρὰ Χοσρόην παραγίνονται ἐπὶ πρεσβείαν· οἷς τὴν εἰρήνην ἀπέραν‐ τον ἔφησε θέσθαι δέκα καὶ ἑκατὸν κεντηναρίοις. Ἀλλὰ τότε μὲν ἄπρακτοι διελύθησαν, ὕστερον δὲ τὴν ἀπέ‐ | |
30 | ραντον εἰρήνην ἐσπείσαντο, ἕκτον ἤδη ἔτος τὴν βα‐ σιλείαν Ἰουστινιανοῦ ἔχοντος. Καὶ Ῥωμαῖοι μὲν τά τε χρήματα καὶ τὸ φαράγγιον καὶ Βῶλον τὸ φρούριον Πέρ‐ σαις παρέδοσαν, Πέρσαι δὲ Ῥωμαίοις τά τε Λαζικῆς ὅρια καὶ Δάγαριν, ἄνδρα ἀγαθὸν τὰ πολέμια, ἀντ’ | |
35 | αὐτοῦ ἕτερον κεκομισμένοι οὐκ ἀφανῆ ἄνδρα. | |
35 | Εὐθὺς μέντοι ἑκατέρῳ βασιλεῖ ἐπιβουλὴν ξυνηνέχθη γενέσθαι πρὸς τῶν ὑπηκόων. Καὶ Χοσρόην μὲν ἅτε θορυβώδη καὶ ἄτακτον ὁ Περσῶν μισήσας λεώς, Καβάδην τὸν | |
Ζάμου τοῦ ἀδελφοῦ παῖδα βασιλέα σφίσιν ἐβουλεύσαντο | 71 in vol. 1 | |
40 | στήσασθαι· ἀλλὰ γνοὺς ὁ Χοσρόης Ζάμην τε τὸν ἀδελ‐ | |
Bibl.6324b | φὸν καὶ τοὺς ἄλλους ἀδελφοὺς ἅμα τῶν μετασχόν‐ των τῆς βουλῆς ἀνελὼν τὴν στάσιν ἔπαυσε. | |
2 | Καβάδης δὲ ὁ Ζάμου, κομιδῇ νέος ὤν, προνοίᾳ Χαναράγγου τοῦ Ἀδέργου‐ βάνδου διέφυγε τὸν θάνατον· καὶ ὁ Χαναράγγης ὕστε‐ | |
5 | ρον διὰ τοῦτο ὑπὸ Χοσρόου ἀνῄρηται. Ἰουστινιανὸν δὲ ὁ δῆμος ἐπιβουλεύων Ὑπάτιον ἄκοντα τὸν Ἀναστασίου τοῦ βεβασιλευκότος ἀδελφιδοῦν, βασιλέα σφῶν ἀνηγό‐ ρευσαν, ἀρξάμενοι τῆς ἐπιβουλῆς καὶ τῆς στάσεως ἀπὸ τῆς ἐν τοῖς ἱπποδρόμοις ἔριδος· βασιλεὺς δὲ Ἰουστι‐ | |
10 | νιανός, Βελισαρίῳ τε καὶ Μούνδῳ τοῖς στρατηγοῖς χρώμενος, τόν τε Ὑπάτιον καθεῖλε καὶ πολλοὺς τῶν στασιωτῶν ἀνεῖλεν, ἄχρι καὶ ἐς τρεῖς μυριάδας τοῦ ἀναι‐ ρεθέντος λαοῦ συντελοῦντος. Συνέπραττον δὲ τῷ βα‐ σιλεῖ Βοραΐδης καὶ Ἰοῦστος, οἱ αὐτοῦ ἀνεψιοί. | |
15 | Ἐν αὐτῷ δὲ τῷ λόγῳ περὶ Τριβωνιανοῦ τοῦ ἐκ Παμφυλίας ἕλκοντος τὸ γένος διέξεισιν, ὃς τὴν κυαί‐ στορος διεῖπεν ἀρχήν, περί τε τῆς φιλοχρηματίας καὶ τῆς ἄλλης αἱμυλίας, καὶ περὶ Ἰωάννου τοῦ ἐπάρχου τοῦ ἐκ Καπ‐ παδοκῶν, τῆς τε πανουργίας καὶ ἀπληστίας καὶ μέθης καὶ | |
20 | τῆς ἄλλης κακότητος· ὅπως τε Ἀντωνῖνα, ἡ τοῦ Βελισα‐ ρίου γυνή, δι’ Εὐφημίας τῆς αὐτοῦ θυγατρὸς φρενα‐ πατήσασα Ἰωάννην ἐπίβουλον ἔδειξε βασιλέως, ὅπως τε ὕστερον, Εὐσεβίου τοῦ ἐπισκόπου Κυζίκου ἐξ ἐπιβουλῆς ἀναιρεθέντος, σύνεργος ὑπονοηθεὶς τοῦ μιάσματος | |
25 | ᾐκίσθη τὸ σῶμα καὶ ἀκλεῶς ἐξορίᾳ πικρᾷ καὶ τελευταίᾳ παρεδόθη. | |
Ὅτι ἐν τῷ δευτέρῳ λόγῳ διέξεισιν ὅπως τε Χοσρόην μελετῶντα λῦσαι τὰς σπονδὰς διὰ τὴν τῶν Ῥωμαίων κατὰ Λιβύην ἐπικράτειαν (φθόνῳ γὰρ ἐβάλλετο) Οὐΐ‐ | 72 in vol. 1 | |
30 | τιγις ὁ τῶν Γότθων βασιλεὺς διά τινων Λιγούρων κοινολογησάμενος μᾶλλον ἐπώτρυνεν· εἶτα καὶ Βασ‐ σάκου ἅμα τῶν Ἀρμενίων ἀποστάντων μὲν Ῥω‐ μαίων καὶ Σίτταν τὸν στρατηγὸν ἐν μάχῃ ἀνελόντων, Πέρσαις δὲ προσχωρησάντων, τὰς ἀπεράντους σπονδὰς | |
35 | καλουμένας λύσας Χοσρόης πολεμεῖν ἔγνω, Ἰουστινια‐ νὸς δὲ μαθὼν παραίνεσιν αὐτῷ δι’ Ἀναστασίου προσ‐ ῆγε μὴ παρασπονδεῖν. | |
37 | Ἐν τούτῳ καὶ Οὐΐτιγις αἰχμά‐ λωτος παρὰ Βελισαρίου ἐς Βυζάντιον ἀνεπέμφθη, Χοσρόης δὲ τὰ Ῥωμαίων ὅρια καταδραμὼν τὴν Σού‐ | |
40 | ρων πόλιν εἷλε καὶ Σουρήνας ἠνδραποδίσατο. Ὕστερον | |
Bibl.6325a | μέντοι δισχιλίους καὶ μυρίους ὄντας τοὺς αἰχμαλώ‐ τους δυοῖν ὁμολογίᾳ κεντηναρίων ἀφῆκεν ἅπαντας, Καν‐ δίδου τοῦ ἐπισκόπου Σεργιουπόλεως ἐκτῖσαι τὸ χρέος ὑπο‐ σχομένου· ὁ δὲ τῆς ὑποσχέσεως ἀλογήσας τὴν δικαίαν | |
5 | εἰσεπράττετο ἔκτισιν. | |
5 | Χοσρόης δὲ τὴν Ἱεράπολιν πο‐ λιορκεῖν ἀρξάμενος, ἐπεὶ ὁ Βεροίας αὐτῷ ἐπίσκοπος ἀργύρου σταθμὰ δισχίλια ἔθετο, ἀπέστη τῆς πολιορκίας, ὁμολογήσας καὶ πάσης ἀποστῆναι τῆς Ἑῴας, εἰ δέκα χρυσοῦ κεντηνάρια λάβοι. | |
9 | Βούζης δὲ ὁ τῆς Ἑῴας στρα‐ | |
10 | τηγός, ἀξιόμαχον ἑαυτὸν οὐκ οἰόμενος τῷ Χοσρόῃ, ὧδε κἀκεῖσε περιεπλανᾶτο. Χοσρόης δὲ ἐπὶ Βέροιαν στρα‐ τεύσας ᾔτει μὲν πολλὰ χρήματα, λαβὼν δὲ δισχίλια σταθμὰ ἀργυρίου ἄλλα τοσαῦτα προσεπεζήτει, μὴ δι‐ | |
δούντων δὲ ἰσχυρῶς ἐπολιόρκει. Τοῦ δὲ σφῶν ἐπισκόπου | 73 in vol. 1 | |
15 | παραγενομένου (Μέγας ἦν ὄνομα αὐτῷ) καὶ Χοσρόην λιπαροῦντος τοὺς μὲν Βεροιαίους κακῶν ἀπαθεῖς ἀφῆκεν ἰέναι ὅπῃ φίλον ἑκάστῳ εἴη· οἱ δὲ στρατιῶται οἱ πλεῖστοι ἑκόντες εἵποντο συστρατευόμενοι Χοσρόῃ ὅτι αὐτοὺς ὁ βασιλεὺς τῶν συντάξεων ἀπεστέρει. | |
19 | Χοσρόης δέ, ἐπεὶ | |
20 | χρήματα Ἀντιοχεῖς αἰτήσας οὐκ ἔλαβεν, ἐπολιόρκει τὴν Ἀντιόχειαν· σφοδρῶς δὲ πολιορκουμένης, Θεόκτιστος καὶ Μουλάτζης, ἅμα τῶν ἑπομένων αὐτοῖς ἀπὸ τοῦ Λιβάνου στρατιωτῶν, ὑπεξελθόντες ἔφυγον, καὶ οὕτω Χοσρόης ἀταλαιπώρως Ἀντιόχειαν παρεστήσατο καὶ τοὺς ἐν αὐ‐ | |
25 | τῇ ἠνδραποδίσατο. Πρέσβεων δὲ παρ’ αὐτὸν ἡκόντων Ἰωάννου τε τοῦ Ῥουφίνου καὶ Ἰουλιανοῦ τοῦ γραμματέως τῶν ἀπορρήτων, καὶ πολλῆς δικαιολογίας ἀναμεταξὺ αὐτῶν τε καὶ Χοσρόου γεγενημένης, τέλος ἀλλήλοις συν‐ έβησαν ἐφ’ ᾧ Χοσρόην ἐν μὲν τῷ παραύτικα κεντη‐ | |
30 | νάρια πεντήκοντα πρὸς Ῥωμαίων λαβόντα, πέντε δὲ φερόμενον ἐπέτειον ἄλλον δασμὸν ἐς τὸν πάντα αἰῶνα, μηδὲν αὐτοὺς ἐργάσασθαι περαιτέρω κακόν· πρέσ‐ βεις τε πάλιν παρὰ βασιλέως στελλομένους τὰς ἀμφὶ τῇ εἰρήνῃ σπονδὰς ἐν βεβαίῳ θήσεσθαι. | |
34 | Ἀλλὰ καίτοι ταῦ‐ | |
35 | τα θέμενος Χοσρόης, ἐπί τε τὴν Ἀπάμειαν ᾔει, Θω‐ μᾶ τότε ἀρχιερατεύοντος, καὶ χρήματα μεγάλα εἰσε‐ πράττετο· τέλος τά τε ἱερὰ καὶ τὰ ἀναθήματα πάντα λαβὼν ἀπιὼν ᾤχετο. Ἐν ᾧ καὶ περὶ τῶν τιμίων καὶ ζωοποιῶν ξύλων τεθαυματούργηται. Εἴρηται καὶ ὅπως | |
40 | Χοσρόης ἱπποδρόμιον ἐκεῖ ἐθεάσατο. | |
40 | Ἀλλ’ ἐκεῖθεν | |
Χοσρόης ἐπὶ Χαλκίδα πάλιν ἐπορεύετο, ὑπὲρ ἧς | 74 in vol. 1 | |
Bibl.6325b | δύο λαβὼν κεντηνάρια παρὰ τῶν οἰκούντων ἀπο‐ λιόρκητον εἴασε. Καὶ ἐπὶ Ἔδεσσαν δὲ πορευθείς, δύο λαβὼν κεντηνάρια, τισὶ δὲ καὶ θεοσημείαις ἀπειληθείς, ἀπολιόρ‐ κητον εἴασε κἀκείνην. Αὕτη ἐστὶν Ἔδεσσα ἐν ᾗ Αὔγα‐ | |
5 | ρός τε καὶ τὰ περὶ Αὔγαρον πάλαι πρὸς Χριστοῦ ἐπρά‐ χθη. Οὗτος δ’ ὁ Αὔγαρος καὶ παρὰ Αὔγουστον τὸν τότε Ῥωμαίων αὐτοκράτορα παραγεγονὼς φίλος τε ἐς τὰ μάλιστα ἐχρημάτισε, καὶ τὴν ἐς τὰ οἰκεῖα ἐπάνοδον σοφίᾳ κατεπράξατο. | |
9 | Ἀλλ’ ὅ γε Χοσρόης ἐξ Ἐδέσσης | |
10 | ἀπάρας ἐπορεύετο. Τότε καὶ Ἰουστινιανὸς ἔγραψε τοῖς πρέσβεσιν ἐπιτελέσειν τὰ συντεθέντα ὁμολογῶν. Χοσ‐ ρόης δὲ ἔτι Κωνσταντιαίους χρήματα εἰσεπράττετο καὶ ἐπὶ Δαρὰς ἐλθὼν ἐπολιόρκει τὴν πόλιν, Μαρτίνου τοῦ στρατηγοῦ ἔνδον μαχομένου. Ἀπορήσας δὲ τῆς πολιορ‐ | |
15 | κίας, καὶ χίλια σταθμὰ ἀργύρου λαβών, ἐς τὰ Περσῶν ἤθη ἐχώρει, καὶ τοὺς Ἀντιοχεῖς ἅπαντας, πόλιν ἐν Ἀσσυρίοις δειμάμενος ὁδὸν ἡμέρας ἀπὸ Κτησιφῶντος διέχουσαν, Ἀντιόχειάν τε τὴν Χοσρόου καλέσας, ἐν αὐ‐ τῇ συνῴκισε, πολλῇ σωφροσύνῃ καὶ χάριτι ἐς αὐ‐ | |
20 | τοὺς χρησάμενος, καὶ οὐδενὶ ὑποκεῖσθαι αὐτοὺς τῶν ἀρ‐ χόντων πλὴν ἑαυτῷ θεσπίσας, ἱπποδρομίαις τε καὶ ταῖς ἄλλαις ἐψυχαγώγει τέρψεσιν. Ὅτι Βελισάριος ἐξ Ἰταλίας μετακληθεὶς στρατη‐ γὸς ἐπὶ Χοσρόην καὶ Πέρσας ἅμα ἦρι ἀρχομένῳ ἐστάλη, | |
25 | καὶ ἐν Μεσοποταμίᾳ γενόμενος ἄνοπλον ὄντα σχεδόν τι τὸν στρατὸν καὶ κατεπτηχότα τὸ Περσῶν ὄνομα ὥπλιζέ τε ἐπιμελῶς καὶ ἐπιθάρρυνε. Χοσρόης δέ, Λαζῶν αὐτὸν ἐπαγομένων, ἅτε δὴ αὐτῶν τε καὶ Γουβάζου | |
τοῦ σφῶν ἡγεμόνος Πέρσαις προσκεχωρηκότων διὰ τὴν | 75 in vol. 1 | |
30 | Ἰωάννου φορολογίαν τε καὶ καπηλείαν, ἐπὶ Πέτρας τὴν πόλιν, ἐπιθαλασσίαν οὖσαν ἐν Κόλχοις πρὸς τῷ Εὐ‐ ξείνῳ καλουμένῳ πόντῳ, ἠπείγετο, καὶ ταύτην πολιορ‐ κῶν, ἕως μὲν Ἰωάννης περιῆν, οὐδὲν ἤνυεν, ἐπεὶ δὲ βέ‐ λει τρωθεὶς τὸν τράχηλον ἐτελεύτησε, τὴν πόλιν παρε‐ | |
35 | στήσατο. Τοὺς μέντοι ἐνοικοῦντας ἀπαθεῖς κακῶν ἀφῆκεν· ὁμολογίᾳ γὰρ αὐτοὺς προσελάβετο, καὶ μόνα τὰ τοῦ Ἰωάν‐ νου χρήματα, ἅπερ ἀπὸ τοῦ μονοπωλίου αὐτῷ συνείλεκτο, ἐληΐσατο πολὺ πλῆθος ὄντα. | |
38 | Βελισάριος δὲ Νισίβιδος μὲν ἀποπειράσας οὐδὲν ἴσχυσε, τὴν Σισαύρων δὲ πόλιν | |
40 | πολιορκήσας καὶ βιασάμενος ὁμολογίᾳ παρεστήσατο, Βλησχάμην τε τὸν στρατηγὸν καὶ τοὺς λογιωτάτους Περ‐ | |
Bibl.6326a | σῶν ἐν αὐτῷ λαβὼν ἐς τὸ Βυζάντιον ἔπεμψε καὶ Ἀρέθαν ἅμα στρατῷ ἐν Ἀσσυρίοις πέμψας τὰ ἐκείνῃ χωρία ἐληΐζετο· ἐξ ἧς χρήματα πολλὰ οἱ περὶ Ἀρέ‐ θαν περιβαλλόμενοι οὐκ ἤθελον ὑποστρέφειν ἐπὶ Βελι‐ | |
5 | σάριον. Βελισάριος δὲ τοῦ στρατοῦ νοσοῦντος καὶ τῶν περὶ Ἀρέθαν ἀγνοουμένων, καὶ Ῥεκιθάγγου καὶ Θεο‐ κτίστου ἀποπορεύεσθαι μελλόντων ἐς φυλακὴν τῶν περὶ Φοινίκην χωρίων ἃ ὑπὸ Ἀλαμουνδάρου κατετρέχετο, διὰ ταῦτα ἐξ ἠθῶν τῶν Περσῶν ἐς τὰ οἰκεῖα ἐπα‐ | |
10 | νῄει, καὶ ἐς Βυζάντιον παρὰ βασιλέως μετεπέμπετο. | |
Bibl.6426a(12) | Ἀνεγνώσθη Θεοφάνους Βυζαντίου ἱστο‐ ρικῶν λόγοι δέκα. | |
13 | Ἄρχεται δὲ ὁ πρῶτος λόγος ἀπὸ τοῦ | |
Περσικοῦ πολέμου τοῦ συστάντος μετὰ τὴν διάλυσιν τῶν | 76 in vol. 1 | |
15 | σπονδῶν ἃς Ἰουστινιανὸς ὁ βασιλεὺς καὶ Χοσρόης ὁ Περ‐ σῶν ἀλλήλοις ἔθεντο, ἔλυσε δὲ Χοσρόης τε αὐτὸς καὶ Ἰουστῖνος διάδοχος Ἰουστινιανοῦ καταστάς, δευτέρου ἔτους τῆς ἀρχῆς αὐτοῦ περαιουμένου. Ἀρχόμενος δὲ ἐντεῦθεν τῆς ἱστορίας κάτεισι μέχρι δεκάτου ἔτους αὐτοῦ τοῦ πο‐ | |
20 | λέμου. | |
20 | Μέμνηται δὲ ἐν τῷδε τῷ πρώτῳ τοῦ βιβλίου λόγῳ καὶ τὰ κατὰ Ἰουστινιανὸν ἱστορῆσαι· οὐ μὴν ἀλλὰ δῆλός ἐστιν ὡς καὶ ἐφεξῆς τῶν δέκα λόγων ἑτέρους συνέταξε. Διέξεισι δὲ ἐν μὲν τῷδε τῷ λόγῳ ὅπως αἱ σπονδαὶ συνεχύθησαν Ἰουστίνου μὲν διὰ Κομεντιόλου Σουανίαν | |
25 | παρὰ Χοσρόου ἀπαιτοῦντος, αὐτοῦ δὲ ὑποτιθεμένου, οὐ μέντοι διδοῦντος, ὅπως τε ἡ Μεσοποταμία πᾶσα ἐσεί‐ σθη, προοίμιον τῶν ἐπελευσομένων κακῶν γενομένη. Ὅτι τὰ πρὸς Εὖρον ἄνεμον τοῦ Τανάϊδος Τοῦρκοι νέ‐ μονται, οἱ πάλαι Μασσαγέται καλούμενοι, οὓς Πέρσαι οἰ‐ | |
30 | κείᾳ γλώσσῃ Κερμιχίωνάς φασι. Καὶ αὐτοὶ δὲ ἐν τῷ τότε δῶρα καὶ πρέσβεις πρὸς βασιλέα Ἰουστῖνον ἔστειλαν, δεόμενοι μὴ ὑποδέξασθαι αὐτὸν τοὺς Ἀβάρους. Ὁ δὲ τὰ δῶρα λαβὼν καὶ ἀντιφιλοφρονησάμενος ἀπέλυσεν εἰς τὰ οἰκεῖα. Τοῖς δὲ Ἀβάροις ὕστερον ἐλθοῦσι, καὶ Παννονίαν | |
35 | οἰκῆσαι καὶ εἰρήνης τυχεῖν δεομένοις, διὰ τὸν πρὸς τοὺς Τούρκους λόγον καὶ τὰς συνθήκας οὐκ ἐσπείσατο. Ὅτι τὴν τῶν σκωλήκων γένεσιν ἀνὴρ Πέρσης βασι‐ λεύοντος Ἰουστινιανοῦ ἐν Βυζαντίῳ ὑπέδειξεν οὔπω πρό‐ τερον ἐγνωσμένην Ῥωμαίοις. Οὗτος δὲ ἐκ Σηρῶν ὁρ‐ | |
40 | μηθεὶς ὁ Πέρσης τὸ σπέρμα τῶν σκωλήκων ἐν νάρ‐ θηκι λαβὼν μέχρι Βυζαντίου διεσώσατο, καὶ τοῦ ἔαρος | |
Bibl.6426b | ἀρξαμένου ἐπὶ τὴν τροφὴν τῶν συκαμίνων φύλλων | |
ἐπαφῆκε τὰ σπέρματα· τὰ δὲ τραφέντα τοῖς φύλλοις ἐπτε‐ ροφύησέ τε καὶ τἄλλα εἰργάσατο. Ὧν τήν τε γένεσιν καὶ τὴν ἐργασίαν ὁ βασιλεὺς Ἰουστῖνος ὕστερον τοῖς | 77 in vol. 1 | |
5 | Τούρκοις ὑποδείξας ἐθάμβησεν. Οἱ γὰρ Τοῦρκοι τότε τά τε Σηρῶν ἐμπόρια καὶ τοὺς λιμένας κατεῖχον. Ταῦτα δὲ πρὶν μὲν Πέρσαι κατεῖχον, Ἐφθαλάνου δὲ τοῦ Ἐφθα‐ λιτῶν βασιλέως, ἐξ οὗ καὶ τὸ γένος ἔσχε τὴν κλῆσιν, Πε‐ ρόζην καὶ Πέρσας νικήσαντος ἀφῃρέθησαν μὲν τούτων | |
10 | οἱ Πέρσαι, δεσπόται δὲ κατέστησαν Ἐφθαλῖται· οὓς μι‐ κρῷ ὕστερον μάχῃ νικήσαντες Τοῦρκοι ἀφεῖλον ἐξ αὐ‐ τῶν καὶ ταῦτα. Ἰουστῖνος δὲ Ζήμαρχον ἐς τοὺς Τούρκους πρέσβυν ἀπέστειλεν· ὃς καὶ λαμπρῶς ἑστιάσας τε τοὺς Τούρκους καὶ ἐς τὰ μάλιστα φιλοφρονηθεὶς ἐς τὸ Βυζάν‐ | |
15 | τιον ἐπανῄει. Διὸ καὶ ὁ Χοσρόης ἐπ’ Αἰθίοπας φίλους ὄντας Ῥωμαίοις, τοὺς πάλαι μὲν Μακροβίους νῦν δὲ Ὁμηρίτας καλουμένους, ἐστράτευσε καὶ τόν τε βασιλέα τῶν Ὁμηριτῶν Σανατούρκην διὰ μηράνους τοῦ Περσῶν στρατηγοῦ ἐζώγρησε, τήν τε πόλιν αὐτῶν ἐξεπόρθησε, | |
20 | καὶ τὸ ἔθνος παρεστήσατο. | |
20 | Διέξεισι δὲ καὶ ὅπως Ἀρμέ‐ νιοι ὑπὸ Σουρήνου κακούμενοι, καὶ μάλιστα περὶ τὴν εὐσέ‐ βειαν, τόν τε Σουρήναν ὁμοφρονήσαντες διὰ Οὐαρδάνου οὗ τὸν ἀδελφὸν Μανουὴλ ἐτύγχανεν ἀνελών, καὶ δι’ ἑτέρου τινὸς Οὐάρδου ἀνεῖλον, καὶ Περσῶν ἀποστάντες Ῥωμαίοις | |
25 | προσεχώρησαν, τὸ Δούβιος τὸ πόλισμα, ἐν ᾧ κατῴκουν, ἀπολιπόντες καὶ πρὸς τὰ Ῥωμαίων ἤθη γενόμενοι καὶ τοῦτο μάλιστα γέγονε τῆς τῶν Περσῶν πρὸς Ῥωμαίους σπονδῶν καταλύσεως αἴτιον. Ἀπέστησαν δὲ παραυτίκα καὶ Ἴβηρες, καὶ προσεχώρησαν Ῥωμαίοις, Γοργένους αὐτῶν ἡγεμονεύ‐ | |
30 | οντος· ἦν δὲ τῶν Ἰβήρων τότε ἡ Τίφιλις μητρόπολις. Ὅτι Μαρκιανὸς ὁ τοῦ Ἰουστίνου τοῦ βασιλέως ἐξάδελφος, | |
τῆς Ἕω χειροτονηθεὶς στρατηγός, εἰς τὸν πρὸς Χοσρόην πόλεμον ὀγδόῳ ἔτει τῆς Ἰουστίνου βασιλείας ἐξαποστέλ‐ λεται. Ἰωάννης δὲ ὁ τῆς Ἀρμενίας στραρηγὸς καὶ μι‐ | 78 in vol. 1 | |
35 | ράνης ὁ τῶν Περσῶν, ὁ καὶ Βαραμαάνης, τὴν στρα‐ τείαν συνήθροιζον. Καὶ τοῖς μὲν Ἀρμενίοις συνεμάχουν Κόλχοι, Ἀβασγοὶ καὶ Σαρώης ὁ Ἀλανῶν βασιλεύς, τῷ δὲ μιράνῃ Σάβιροι καὶ Δάγανες καὶ τὸ Διλμαϊ‐ νὸν ἔθνος. Πολεμήσας δὲ ὁ Μαρκιανὸς τὸν μιράνην | |
40 | περὶ τὴν Νισιβηνῶν πόλιν αὐτὸν μὲν ἐς φυγὴν ἔτρε‐ ψεν, ἀνεῖλε δὲ ἐν τῇ μάχῃ χιλίους καὶ διακοσίους, καὶ | |
Bibl.6427a | ζῶντες ἐλήφθησαν οʹ Ῥωμαίων δὲ ἄνδρες ἀνῃρέθη‐ σαν ζʹ· ἐπολιόρκει τε ἤδη καὶ τὸ τῶν Νισιβηνῶν τεῖ‐ χος. Χοσρόης δὲ ταῦτα μαθὼν τεσσαράκοντα μὲν χι‐ λιάδας ἱππέων, πεζῶν δὲ ὑπὲρ τὰς ἑκατὸν συναγείρας, | |
5 | ἠπείγετο βοηθεῖν καὶ πολεμεῖν Ῥωμαίους. Ἐν τούτῳ δὲ διαβάλλεται ὁ Μαρκιανὸς τῷ βασιλεῖ ὡς ἐρῶν τυραν‐ νίδος, καὶ βασιλεὺς πεισθεὶς αὐτὸν μὲν παρέλυσε τῆς ἀρχῆς, Θεόδωρον ἀντικαταστήσας τὸν τοῦ Ἰουστινιανοῦ παῖδα, Τζίρον ἐπίκλην. Ἀταξίας δὲ διὰ ταῦτα συμβάσης | |
10 | τῆς τε πολιορκίας Ῥωμαῖοι ἀπέσχοντο, καὶ Χοσρόης τὸ Δαρὰς πολιορκήσας παρεστήσατο. | |
Bibl.6527a(13) | Ἀνεγνώσθη Θεοφυλάκτου ἀπὸ ἐπάρχων καὶ ἀντιγραφέως ἱστοριῶν λόγοι ὀκτώ. Ἔστι δὲ οὗτος ὁ Θεο‐ | |
15 | φύλακτος τῷ γένει Αἰγύπτιος. | |
15 | Ἡ μέντοι φράσις αὐτῷ ἔχει μέν τι χάριτος, πλήν γε δὴ ἡ τῶν τροπικῶν λέξεων καὶ τῆς ἀλληγορικῆς ἐννοίας κατακορὴς χρῆσις εἰς ψυ‐ | |
χρολογίαν τινὰ καὶ νεανικὴν ἀπειροκαλίαν ἀποτελευτᾷ. Οὐ μὴν ἀλλὰ καὶ ἡ τῆς γνωμολογίας οὐκ ἐν καιρῷ παρεν‐ | 79 in vol. 1 | |
20 | θήκη φιλοτιμίας ἐστὶ περιέργου καὶ περιττῆς. Τὰ δ’ ἄλλα οὔ τι εἰς μῶμον ἥκει. Ἄρχεται δὲ ἀπὸ τῆς ἀρχῆς τοῦ Μαυ‐ ρικίου, καὶ κάτεισι μέχρι τῆς Φωκᾶ ἀναρρήσεως. | |
22 | Ἐν μὲν οὖν τῷ πρώτῳ λόγῳ διέξεισιν ὅπως ὁ Μαυρίκιος ὑπὸ Τι‐ βερίου τοῦ βασιλέως ἀναγορεύεται βασιλεύς, Ἰωάννου κατ’ | |
25 | ἐκεῖνο καιροῦ τῆς Κωνσταντινουπολιτῶν ἐκκλησίας προ‐ εστηκότος· ὅσα τε εἰς νουθεσίαν εἶπε Μαυρικίου, Ἰωάννῃ τῷ κυαίστορι χρώμενος ὑπουργῷ τῶν λόγων, ὃς πρός τε αὐτὸν Μαυρίκιον καὶ τὸν δῆμον τὴν ἐν τῷ λόγῳ πρᾶ‐ ξιν ἐτάχθη πληροῦν τοῦ βασιλέως· ὅπως τε αὐτῷ τὴν | |
30 | θυγατέρα κατενεγγύησεν· ὅπως τε τῇ ὑστεραίᾳ τῆς Μαυ‐ ρικίου ἀναρρήσεως ἐτελεύτησε, καὶ ὡς πρὶν ἢ τελευ‐ τῆσαι αὐτὸν εἶδεν ὄψιν λέγουσαν αὐτῷ· «Τάδε σοι, Τι‐ βέριε, τὸ τρισάγιον λέγει· οἱ τύραννοι τῆς ἀσεβείας ἐπὶ τῆς σῆς βασιλείας οὐ φοιτήσουσι χρόνοι». Ἦν δ’ ἄρα | |
35 | ταῦτα ἐκεῖνα τραγῳδίας τινὸς προαγόρευσις τῆς ἀνὰ τὸν παλαμναῖον Φωκᾶν ἀνοσιουργοῦ τυραννίδος. | |
36 | Ἔτι δὲ καὶ ὡς πρὸς Ἀβάρους ἤδη μικρῷ πρόσθεν τὸ Σίρμιον πολιορκήσαντας Μαυρίκιος σπονδὰς ἔθετο, ἀν’ ἔτος ἕκαστον τοῖς βαρβάροις συνθέμενος ἐγκαταβάλλεσθαι δι’ | |
Bibl.6527b | ἐμπορείας ἀργύρου τε καὶ ἐσθῆτος χρυσοῦ χιλιάδας πʹ, αἳ μέχρις ἐνιαυτῶν δύο διήρκεσαν, ὑπὸ τῆς βαρβα‐ ρικῆς ἀπληστίας λυθεῖσαι· εἴκοσι γὰρ χιλιάδων χρυσοῦ ὁ βάρβαρος προσθήκην ἐζήτει. Ἐξ οὗ λύσις γέγονε τῶν | |
5 | σπονδῶν· καὶ ἁλίσκεται ὑπὸ τῶν βαρβάρων Σιγγηδὼν | |
ἡ πόλις καὶ Αὐγούστα καὶ τὸ Βιμινάκιον, πολιορκεῖται δὲ καὶ Ἀγχιαλὸς πόλις. Καὶ πρεσβεύονται Ἐλπίδιος καὶ Κομεντίολος Ῥωμαίων πρέσβεις πρὸς τὸν τῶν Ἀβάρων χαγᾶνον, καὶ ἀτιμοῦνται ἅτε δὴ Κομεν‐ | 80 in vol. 1 | |
10 | τιόλου παρρησιασαμένου πρὸς τὸν βάρβαρον. Τοῦ δὲ ἐπι‐ γενομένου ἔτους πάλιν Ἐλπίδιος πρὸς τὸν χαγᾶνον δια‐ πρεσβεύεται ἐπὶ τῷ καὶ τὰς εἴκοσι χιλιάδας προστε‐ θῆναι, καὶ λαβὼν Ταργίτιόν τινα ἀπὸ τῶν Ἀβάρων ἐς Βυζάντιον ἧκεν. Ἐπεὶ δὲ οἱ βάρβαροι πολλὰ τῶν | |
15 | Ῥωμαίων ἐληΐζοντο, Ταργίτιος εἰς Χαλκίδα νῆσον ἐξο‐ ρίζεται, μηνῶν ἓξ τῇ ἐξορίᾳ παραταθέντων. Στρατηγὸς δὲ αἱρεθεὶς Κομεντίολος κατὰ Σκλαβήνων ἠνδραγά‐ θησε. Καὶ ὅπως πάλιν ὁ χαγᾶνος τὰς σπονδὰς συγχεῖ· καὶ περὶ Βουκολόβρα τοῦ μάγου· πόρθησίς τε πλείστων | |
20 | πόλεων Ῥωμαϊκῶν ὑπὸ τῶν βαρβάρων. | |
20 | Εἶτα τὸν πό‐ λεμον διέξεισι τῶν Περσῶν καὶ Ῥωμαίων τὸν ἐπὶ τὸν Νύμφιον ποταμόν, τόν τε γάμον Μαυρικίου καὶ Κων‐ σταντίνης τῆς Τιβερίου θυγατρός. Διαλαμβάνει δὲ καὶ περὶ τοῦ γενομένου ἐμπρησμοῦ, ὃς ἐν τῷ φόρῳ κατὰ τὰ | |
25 | προοίμια τῆς βασιλείας Μαυρικίου συνέβη, καὶ περὶ τῆς ἀναιρέσεως Παυλίνου τοῦ γόητος, καὶ περὶ τοῦ θαύ‐ ματος τοῦ κατὰ τὴν κόγχην Γλυκερίας τῆς μάρτυρος, ὅπως τε Ἰωάννης ὁ πατριάρχης, φιλανθρωπότερον δο‐ κοῦντος ἔχειν τοῦ βασιλέως, αὐτὸς πυρὶ παραδοθῆναι | |
30 | τὸν γόητα διϊσχυρίζετο, παρυφαίνων τῷ λόγῳ καὶ τὴν ἀποστολικὴν ῥῆσιν· καὶ ὅτι Παυλῖνός τε καὶ ὁ παῖς, κοινωνὸς ὢν τῆς ἀσεβείας, τὴν ἐπὶ θανάτῳ ἀπήχθη‐ σαν, ξίφει τὸν βίον καταστρεψάμενοι. | |
33 | Ἔτι τε περὶ τοῦ Ἀφούμων καὶ Ἀκβᾶς τῶν φρουρίων. Ἐμπεριέχεται δὲ | |
35 | τῷ λόγῳ μάχη Ῥωμαίων καὶ Περσῶν, καὶ ὅπως ὁ Ἰωάν‐ | |
νης καταστρατηγεῖται ὑπὸ τῶν βαρβάρων. | 81 in vol. 1 | |
36 | Ἔτι δὲ καὶ ὁ μέγας σεισμὸς ὁ γενόμενος κατὰ τὴν ἀρχὴν τῆς ἀναγορεύσεως Μαυρικίου, καὶ περὶ τῆς ὑπατείας αὐ‐ τοῦ. Ὅπως τε Φιλιππικός, ὁ ἐπ’ ἀδελφῇ τοῦ βασιλέως | |
Bibl.6528a | Γορδίᾳ γαμβρός, τῆς Ἑῴας δυνάμεως προχειρίζεται στρατηγός, καὶ ἀνδραγαθίαι αὐτοῦ, ἀναχώρησίς τε ἐκ τῆς Μηδικῆς τῶν Ῥωμαίων, καὶ ὅπως ἀνυδρίᾳ τὸ Ῥωμαϊκὸν ἐκινδύνευσεν, ὅπως τε τὴν Ἀρζανηνὴν χώ‐ | |
5 | ραν ὁ Ῥωμαίων στρατηγὸς προνομῇ παρέδωκεν, ἀ‐ ριστεῖαι τε τῆς Ῥωμαίων δυνάμεως, καὶ ὅπως τὰ κατὰ τὴν Μαρτυρόπολιν ὁ Περσῶν στρατηγὸς κατεπόρθη‐ σε, πρεσβεία τε Περσῶν πρὸς Ῥωμαίους πρώτη καὶ δευτέρα. Ταῦτα μὲν ἐν τῷ πρώτῳ λόγῳ. | |
10 | Ἐν δὲ τῷ δευτέρῳ διαλαμβάνει περὶ τοῦ ὄρους τοῦ Ἰζαλά, περί τε τῆς κατὰ τὸν καρδαρηγὰν τὸν τῶν Περσῶν στρατηγὸν ἀλαζονείας, ὅπως τε Φιλιππικοῦ τε καὶ Ῥωμαίων πρὸς τὸν καρδαρηγὰν καὶ Πέρσας μάχη περὶ τὸ Ἀρζάμων συνέστη, καὶ ὅπως ὁ Φιλιπ‐ | |
15 | πικὸς τὴν ἀχειροποίητον εἰκόνα φέρων περιῄει κα‐ θαγιάζων τὸ στράτευμα, καὶ ὡς νίκη ἐπιφανεστάτη τό‐ τε Ῥωμαίων ἐγένετο, ὅπως τε ἡ ἀχειροποίητος πρὸς Συμεώνην τὸν ἐπίσκοπον Ἀμίδης μετὰ σεβασμιότη‐ τος ἀποστέλλεται. Σκυλεύεται δὲ ὑπὸ Ῥωμαίων τὸ βάρ‐ | |
20 | βαρον, καὶ φεύγει ὁ καρδαρηγὰν ἐπὶ τὸ Δαράς· καὶ ὅπως οἱ Δαρηνοὶ ἀπὸ τοῦ ἄστεως αὐτὸν ἀποπέμπονται διὰ τὸ κατὰ κράτος ἡττηθῆναι. Ὅπως τε ὁ Ῥωμαίων στρατιώτης τὸ σῶμα κατετέτρωτο· ἦν δὲ τῆς τῶν Κου‐ αρτοπάρθων τάξεως οὕτω καλουμένων, τῶν ἐν Βεροίᾳ | |
25 | πόλει τῆς Συρίας τὰς διατριβὰς ποιουμένων. | 82 in vol. 1 |
25 | Περί τε τῆς ἐπιστρατείας Ῥωμαίων κατὰ τῆς Ἀρζανηνῆς, καὶ ὅπως Μαρουθᾶς καὶ Ἰώβιος οἱ ἡγεμόνες αὐτῆς αὐ‐ τομολοῦσι πρὸς Φιλιππικὸν καὶ Ῥωμαίους. Καὶ περὶ τῆς ἰδιωτικῆς δυνάμεως τῆς συναθροισθείσης ὑπὸ τοῦ | |
30 | καρδαρηγὰν εἰς τὸ ἐξαπατῆσαι Ῥωμαίους. Καὶ ὅπως Ἡράκλειος, ὁ Ἡρακλείου τοῦ αὐτοκράτορος πατήρ, ὑπὸ τοῦ Φιλιππικοῦ ἐπὶ κατασκοπῇ τῶν πολεμίων ἀπο‐ σταλείς, παραδόξως διασῴζεται. | |
33 | Καὶ περὶ Ζαβέρτα τοῦ Πέρσου, καὶ ὅπως τῆς τῶν Χλομαρῶν πολιορκίας | |
35 | Ῥωμαῖοι ἀπέσχοντο· ἔτι δὲ περὶ τῆς ἀθρόας καὶ ἀλό‐ γου φυγῆς Φιλιππικοῦ καὶ τῆς γενομένης ἀταξίας τοῖς Ῥωμαϊκοῖς ἐκστρατεύμασι. Περί τε τῆς ἐνεχθείσης τῷ Φιλιππικῷ νόσου, καὶ ὅτι Ἡράκλειος, ὁ Ἡρακλείου τοῦ αὐτοκράτορος πατήρ, τὰς φροντίδας τῆς ἡγεμονίας | |
40 | ἀναδέχεται. Ὅπως τε τοῖς μεσημβρινοῖς τῆς Μηδικῆς προσβάλλει ὁ τῆς Ῥωμαίων δυνάμεως ὑποστράτηγος· καὶ ὡς ἔαρος ὥρᾳ προσβάλλουσι Ῥωμαῖοι κατὰ τῆς | |
Bibl.6528b | Περσῶν πολιτείας. | |
1 | Διαλαμβάνει τε ὡς Κομεντίολος κατὰ τῶν Ἀβάρων ἐκστρατεύει, ἔχων ὑποστρατηγοὺς Μαρῖνον καὶ Κάστον, καὶ ὡς εὐδοκιμοῦσιν οὗτοι κατὰ τῶν Ἀβάρων· ὕστερον δὲ ζωγρεῖται ὁ Κάστος. Καὶ ὅτι | |
5 | Ἀνσιμοὺθ τὸν ἔξαρχον τῆς πεζικῆς Ῥωμαίων δυνά‐ μεως οἱ Ἄβαροι ζωγρίαν ἔλαβον, καὶ κατέδραμον τὰ ἀνὰ τὴν Θρᾴκην αἱ δυνάμεις αὐτῶν. Καὶ Κομεντιόλου διάσκεψις εἰ χρὴ ἐπιτίθεσθαι τοῖς Ἀβάροις, καὶ δη‐ μηγορία ἐπὶ τὸ δεῖν ἐπιτίθεσθαι, καὶ ἀντιδημηγορία. | |
10 | Ὅπως φωνὴ ἐμπεσοῦσα τῷ στρατῷ τῶν Ἀβάρων ἄ‐ πρακτον τὴν τοῦ Κομεντιόλου ἐπίθεσιν τὴν κατὰ τοῦ χαγάνου εἰργάσατο. | 83 in vol. 1 |
12 | Καὶ περὶ Βουσᾶ τοῦ στρατιώτου, ὅπως τε κυνηγῶν ἑάλω ὑπὸ τῶν Ἀβάρων, καὶ ὅπως ὑπὸ τῶν ὁμοφύλων ὑπεροφθεὶς πρῶτος διὰ τοῦτο τοὺς | |
15 | Ἀβάρους πολιορκητικὰ ὄργανα ἐδίδαξε κατασκευά‐ ζεσθαι. Ὅπως τε ὑπὸ τοῦ χαγάνου πολιορκεῖται Βερόη, καὶ ὅπως ἀποτυγχάνει τοῦ ἐγχειρήματος. Ὅπως τε Διο‐ κλητιανοῦ πόλιν ὁ αὐτὸς πολιορκήσας ἀπρακτεῖ. Καὶ ὅπως ὁ βασιλεὺς Μαυρίκιος ὑπὸ τοῦ ἀγελαίου πλή‐ | |
20 | θους τῶν Βυζαντίων ἐλοιδορεῖτο διὰ τὰ ἀπὸ τῶν βαρβάρων συμβεβηκότα περὶ τὴν Εὐρώπην δυστυχή‐ ματα, ὅπως τε ἐκπέμπει στρατηγὸν τὸν Ἰωάννην ὃν ἐπεκάλουν Μυστάκωνα, ὑποστράτηγον αὐτῷ καταστη‐ σάμενος Δρόκτωνα, ὃς καὶ πολιορκουμένης ὑπὸ τῶν | |
25 | Ἀβάρων τῆς Ἁδριανουπόλεως, συμμίξας τοῖς πολε‐ μίοις τὴν πόλιν διεσώσατο. | |
26 | Διαλαμβάνει δὲ καὶ ὅπως ὁ Ἡράκλειος φρούριον Περσικὸν ἐνεχείρει τοῖς ὅπλοις ἑλεῖν, καὶ περὶ τοῦ Βεϊουδάες φρουρίου, καὶ ὅπως παρα‐ δόξῳ ἀριστείᾳ Σάπηρος τοῦ στρατιώτου εἷλον τὸ φρούριον | |
30 | Ῥωμαῖοι. Καὶ τὴν ἐνδημίαν δὲ Φιλιππικοῦ περὶ τὸ βασίλειον ἄστυ. Ὁ δὲ τρίτος λόγος διέξεισιν ὅπως χειροτονεῖται ἀντὶ Φιλιππικοῦ στρατηγὸς ὁ Πρίσκος τῆς Ἑῴας δυνάμεως, ὅπως τε Φιλιππικός, διαφθονούμενος Πρίσκῳ, πρὸς Ἡρά‐ | |
35 | κλειον ἔγραψεν ἐμφανίσαι τῷ στρατῷ τῶν σιτήσεων αὐ‐ τῶν τὴν μείωσιν, καὶ ὅτι Πρίσκος προσπελάζων τῷ στρατοπέδῳ οὐκ ἀπέβη τοῦ ἵππου κατὰ τὸ παλαιὸν ἔθος καὶ οὕτως ἠσπάσατο τὸ στρατιωτικόν· διὸ τὸ στρατιω‐ τικόν, ὅτι τε αἱ σιτήσεις ὑπετέμνοντο καὶ ὅτι ἠτι‐ | |
40 | μοῦντο, ἐστασίαζον. Καὶ Πρίσκος Ἐλιφρέδα δοὺς τὴν ἀχει‐ ροποίητον δι’ αὐτῆς ἐκλιπαρεῖν τὸ πλῆθος ἐτέχναζεν, οἱ δὲ καὶ ταύτην λίθοις ἔβαλον. Διὸ φεύγει μὲν ἐν Κων‐ | 84 in vol. 1 |
Bibl.6529a | σταντίνῃ Πρίσκος, καὶ αἱρεῖται ὑπὸ τῆς στρατιᾶς Γερμανὸς αὐτοῖς στρατηγὸς ἀκούσιος· καὶ ταύτης τῆς τυ‐ ραννίδος κρατούσης, πολλαὶ παρὰ Περσῶν συμφοραὶ τοῖς Ῥωμαίοις ἐναπετίκτοντο. Διὸ καὶ βασιλεὺς παύει | |
5 | μὲν Πρίσκον, ἀνταποστέλλει δὲ Φιλιππικὸν πάλιν στρα‐ τηγόν. Ἡ δὲ στρατιὰ καὶ πρὸς αὐτὸν ἐστασίαζε· καὶ πο‐ λιορκεῖται μὲν Κωσταντῖνα ὑπὸ Περσῶν, ῥύεται δὲ τῶν κινδύνων ἐπιστάντος αὐτῇ Γερμανοῦ. | |
8 | Καὶ πόλεμος Πέρ‐ σαις καὶ Ῥωμαίοις κατὰ τὴν Μαρτυρόπολιν γίνεται, | |
10 | καὶ νικῶσι Ῥωμαῖοι λαμπρῶς, ἅτε τοῦ Περσῶν στρα‐ τηγοῦ Μαρούζα καὶ τρισχιλίων πεσόντων, χιλίων δὲ ζω‐ γρηθέντων· καὶ διαλλάσσεται πρὸς τὸν αὐτοκράτορα δι’ Ἀριστοβούλου τὸ στρατόπεδον. | |
13 | Γίνεταί τε κατὰ τὸ φρούριον Γιληγερδῶν τῶν δεσμωτῶν Ῥωμαίων ἀριστεία. Καὶ Γρη‐ | |
15 | γόριος ὁ Ἀντιοχείας ἀρχιερεὺς Φιλιππικὸν διὰ πρεσ‐ βείας ἀποκαθίστησι τῷ στρατεύματι. Ἁλίσκεται δὲ ὑπὸ Περσῶν ἡ Μαρτυρόπολις διὰ Σίττα δόλῳ, καὶ ἀποχει‐ ροτονεῖται Φιλιππικός, καὶ Κομεντίολος ἀντ’ αὐτοῦ τὸν Περσικὸν ὑπὸ τοῦ αὐτοκράτορος πιστεύεται πόλεμον. | |
19 | Οἱ | |
20 | δὲ Γέται ἤτοι Σκλάβοι τὰ περὶ τὴν Θρᾴκην ἐλυμαί‐ νοντο, ἡ Ῥώμη δὲ πρὸς τοὺς Λογγιβάρδους ἀνθωπλί‐ ζετο, καὶ Λιβύη τῶν Μαυρουσίων περιεγίνετο. Κομεν‐ τιόλου δὲ στρατηγοῦντος συμπλέκονται περὶ τὸ Σισάρβανον πλησίον Νίσιβος Πέρσαι καὶ Ῥωμαῖοι, καὶ νικῶσι κατὰ | |
25 | κράτος Ῥωμαῖοι, Ἡρακλείου περιφανῶς ἐνευδοκιμοῦν‐ τος τῷ δόρατι· πίπτει γὰρ καὶ αὐτὸς ὁ τῶν Περσῶν στρα‐ τηγὸς Φραάτης καὶ σκυλεύεται τὸ πολέμιον. | 85 in vol. 1 |
27 | Ἔτι δὲ διαλαμβάνει ὅπως ὁ Βαρὰμ Τούρκους καταπολεμήσας, καὶ πολὺν πλοῦτον Ὁρμίσδᾳ τῷ βασιλεῖ ἐκεῖθεν χορη‐ | |
30 | γήσας, ἦρε τὴν μάχαιραν καὶ κατὰ Σουανίας· Ῥωμαῖοι δὲ Ῥωμανοῦ στρατηγοῦντος συμπλέκονται Βαρὰμ καὶ τῷ ὑπ’ αὐτὸν στρατῷ, καὶ κατὰ κράτος νικῶσι. Καὶ ὡς διὰ τὴν ἥτταν Ὁρμίσδας τῷ Βαρὰμ ἐπονειδίζων γυναι‐ κείαν ἔστειλεν ἐσθῆτα· ὁ δὲ ἀνθύβριζε, θυγατέρα Χοσρόου | |
35 | ἀλλ’ οὐχ υἱὸν Ὁρμίσδαν τοῖς γράμμασιν ἐπιγραφόμε‐ νος. | |
36 | Ἐν ᾧ καὶ Ἀρμένιοι ὑποθήκαις Σαββατίου τὸν μὲν σφῶν στρατηγὸν Ἰωάννην ἀναιροῦσι, προσχωρεῖν δὲ Πέρ‐ σαις ἐγχειροῦσι. Δομεντζίολος δὲ σταλεὶς ὑπὸ τοῦ βασιλέως τήν τε στάσιν κατευνάζει καὶ Σαββάτιον ἐς Βυζάντιον | |
40 | ἄγει· ὁ δὲ θηρίοις βορὰ γενέσθαι καταδικάζεται, φιλαν‐ θρωπίᾳ δὲ βασιλικῇ τοῦ θανάτου ἀπολύεται. | |
41 | Ὁρμίσδας δὲ Σαράμην κατὰ Βαρὰμ ἀποστέλλει· Βαρὰμ δὲ μάχῃ | |
Bibl.6529b | νικήσας Σαράμην ἐλεφάντων βορὰν ἐποιήσατο καὶ ἀναφανδὸν κατὰ Ὁρμίσδα παρατάσσεται. Ὁ δὲ Βαρὰμ ἐπὶ τοσοῦτο δόξης ἦν κεχωρηκὼς πρὶν ἢ μελετῆσαι τὰ τῆς ἀποστάσεως ὡς μετά γε βασιλέα μηδένα τῶν πάντων | |
5 | μείζονα δόξαν ἔχειν αὐτοῦ· ὃ γὰρ κουροπαλάτην Ῥωμαῖοι καλοῦσι, ταύτης ἀπήλαυε τῆς τιμῆς. | |
6 | Ἐμπεριέχεται δὲ τῷ λόγῳ καὶ ἀναδρομὴ τῶν συγκυρησάντων περὶ τοὺς πρεσ‐ | |
βυτέρους χρόνους, καὶ σύντομος ἀφήγησις τῶν κεκινη‐ μένων ἐπὶ τῆς βασιλείας Ἰουστίνου καὶ Τιβερίου τῶν αὐ‐ | 86 in vol. 1 | |
10 | τοκρατόρων, καὶ περὶ τῆς ὠμότητος Ὁρμίσδου τοῦ Περ‐ σῶν βασιλέως, καὶ τῆς Περσικῆς γενεαρχίας ἀφήγησις. Ταῦτα μὲν καὶ ὁ γʹ. Ὁ δὲ τέταρτος διαλαμβάνει ὅπως τε Πέρσαις ὁ ἐμ‐ φύλιος ἐκρατύνετο πόλεμος, καὶ ὅσα συνεκύρησε κατὰ | |
15 | τὴν τυραννίδα Βαρὰμ τρόπαιά τε καὶ εὐτυχήματα· καὶ ἡ τοῦ Φερεχάνους ἀναίρεσις καὶ ἡ Ζαδέσπρα προσχώρησις, ὅπως τε ὑπὸ Βινδόου καθαιρεῖται τῆς βασιλείας Ὁρμίσ‐ δας, ὅπως τε ᾔτησε δέσμιος ὢν δημηγορῆσαι, καὶ ὡς δη‐ μηγορεῖ· ὅπως τε Βινδόης δημηγορεῖ, καὶ κατασφάζεται | |
20 | ἐνώπιον Ὁρμίσδα ὁ παῖς καὶ τεμαχίζεται ἡ βασιλίς, καὶ τυφλοῦται καὶ αὐτὸς Ὁρμίσδας· ὅπως τε ὕστερον ὑπὸ τοῦ παιδὸς Χοσρόου, ὃν ἐστήσαντο Πέρσαι βασιλέα, ῥοπάλοις ἀναιρεῖται. Ἐπικράτειά τε τῆς τυραννίδος Βαράμ, καὶ φυγὴ Χοσρόου τοῦ Περσῶν βασιλέως, ὅπως τε ἐπὶ τὸ Κιρκήν‐ | |
25 | σιον ὁ Περσῶν βασιλεὺς παραγίνεται, προσχωρήσας Μαυ‐ ρικίῳ τῷ αὐτοκράτορι, ὅπως τε διαπρεσβεύεται πρὸς αὐτόν. | |
27 | Περὶ Βαρὰμ δὲ πάλιν, ὅπως τεχναζόμενος ὑπ’ αὐ‐ τῶν ἀναρρηθῆναι βασιλεὺς καὶ μὴ τυχὼν ἑαυτὸν ἀνηγό‐ ρευσε βασιλέα. Ὅπως ὁ βασιλεὺς Χοσρόην ἐπὶ τὴν Ἱερὰν | |
30 | πόλιν μετάγει, βασίλειον αὐτῷ θεραπείαν συστησάμε‐ νος. Καὶ περὶ τῶν συγκυρησάντων Βαρὰμ καὶ Χοσρόῃ πρὸ τῆς Ῥωμαϊκῆς συμμαχίας, καὶ ὡς διαπρεσβευσά‐ μενος Βαρὰμ πρὸς τὸν αὐτοκράτορα Μαυρίκιον ἀπο‐ πέμπεται, διαπρεσβεύεται δὲ πάλιν Χοσρόης καὶ τυγχά‐ | |
35 | νει. Ὅπως ὁ βασιλεὺς τὸν τῆς Μελιτηνῆς ἱερέα ἅμα Γρηγορίῳ τῷ Ἀντιοχείας ἀρχιερεῖ πρὸς Χοσρόην ἐξέ‐ πεμψε. | |
37 | Περὶ τῆς δολοφονίας Βαράμ, ἣν Ζαμέρδης καὶ Ζοανάμβης συνεσκευάσαντο, καὶ περὶ τοῦ φόνου τῶν εἰς τοῦτο συμφραξαμένων. | 87 in vol. 1 |
39 | Περὶ Βινδόου τοῦ Πέρσου, καὶ ὅπως | |
40 | δραπετεύει Περσίδα, τῆς κατὰ Βαρὰμ ἐπιβουλῆς κοι‐ νωνὸς γεγονώς. Ὅπως ἡ Μαρτυρόπολις ὑπὸ Χοσρόου ἀποδίδοται Ῥωμαίοις, καὶ περὶ τῆς Σίττα διὰ πυρὸς | |
Bibl.6530a | ἀναιρέσεως, καὶ ἑορταστικὴ τοῦ ἐπισκόπου Μελιτη‐ νῆς (Δομετιανὸς ὄνομα αὐτῷ) ἐπὶ τῇ ἀναλήψει τοῦ ἄστεως. Ἐν οἷς καὶ ὁ τέταρτος λόγος. Ὁ δὲ πέμπτος διέξεισιν ὅπως Χοσρόης, ὁ Περσῶν | |
5 | βασιλεύς, ἀπορίᾳ τὴν ψυχὴν κατατρυχόμενος ἐπρέ‐ σβευε τὸν ἐν μάρτυσι Σέργιον, ὃν καὶ τὰ λοιπὰ βάρ‐ βαρα πρεσβεύουσιν ἔθνη, λύσιν τῶν δυστυχημάτων εὑ‐ ρεῖν· καὶ ὡς σταυρῷ χρυσῷ λιθοκολλήτῳ ἐτίμησεν· ἐν‐ τεῦθέν τε Ζαδέσπρας διὰ Ῥοσᾶ δολοφονεῖται Βλησχά‐ | |
10 | νους ὑποθήκαις, καὶ τἄλλα θυμήρη Χοσρόῃ συναντᾷ. Περὶ τοῦ ἐκδανεισθέντος χρυσίου Χοσρόῃ τῷ Περσῶν βασιλεῖ ὑπὸ Μαυρικίου τοῦ αὐτοκράτορος, καὶ ὡς χει‐ ρογραφεῖ Χοσρόης τὸ δάνεισμα. Πρεσβεία τε Χοσρόου ἐφ’ ᾧ ἀποστῆναι Κομεντίολον τῆς ἡγεμονίας, καὶ χει‐ | |
15 | ροτονία Ναρσοῦ ἀντὶ Κομεντιόλου, καὶ συμμαχία Ῥω‐ μαίων κατὰ τοῦ τυράννου Βαράμ. Καὶ περὶ τῶν βασι‐ λικῶν δώρων τῶν σταλέντων Χοσρόῃ ὑπὸ τοῦ αὐτοκρά‐ τορος· καὶ ὅπως τὰς κλεῖς τοῦ Δαρὰς ὁ Χοσρόης διὰ τοῦ πρέσβεως Δόλβζα παραδέδωκε τῷ βασιλεῖ. Δημη‐ | |
20 | γορία τοῦ Δομετιανοῦ Μελιτηνῆς προτρέπουσα τὸ Ῥω‐ μαϊκὸν συμμαχεῖν Χοσρόῃ κατὰ Βαράμ· καὶ περὶ τῶν συγκυρησάντων εὐτυχημάτων πρὸ τῆς συμπλοκῆς Ῥω‐ μαίων τε καὶ Περσῶν Χοσρόῃ, καὶ ὅπως οἱ βασιλικοὶ θησαυροὶ τά τε Περσικὰ βασίλεια ἀποκαθίσταται Χοσ‐ | |
25 | ρόῃ διὰ Βινδόου. Ἕνωσις τῶν Ῥωμαϊκῶν δυνάμεων Ἀρ‐ μενίας τε καὶ τῆς Ἑῴας, καὶ μάχη κατὰ Βαράμ, καὶ νίκη Ῥωμαίων περιφανεστάτη· ἐν ᾗ μάχῃ Ναρσοῦ στρα‐ τηγοῦντος καὶ Τοῦρκοι συνελήφθησαν οἳ ἐπὶ τῶν με‐ τώπων τὸν τύπον ἔφερον τοῦ σταυροῦ ὃ ἐπέθεντο, ὡς | 88 in vol. 1 |
30 | ἐκεῖνοι διηγοῦντο, εἰς ἀπαλλαγὴν τῆς πάλαι προσπε‐ σούσης αὐτοῖς λοιμικῆς νόσου. | |
31 | Τὰ κατὰ τὴν Γολινδοὺχ ἐν Περσίδι γεγονότα, καὶ οἷον ἐκείνη βίον ἀσκητικὸν ἠγωνίσατο. | |
33 | Ἐπανάζευξίς τε Χοσρόου εἰς τὰ οἰκεῖα βα‐ σίλεια. Καὶ περὶ τῶν σταλέντων δώρων παρὰ Χοσρόου | |
35 | Σεργίῳ τῷ μάρτυρι. Πρεσβεία τε τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν ἅγιον, ὥστε ἐκ τῆς Σειρὲμ παιδοποιήσασθαι· χρι‐ στιανὴ δὲ ἐτύγχανεν αὕτη. Καὶ ἐπιτυχία τε τῆς αἰτή‐ σεως, καὶ δώρων πολυτελῶν ἀποστολὴ παρ’ αὐτοῦ εἰς τὸν νεὼν τοῦ μάρτυρος. | |
39 | Ὅπως τε Χοσρόης τοὺς κεκοι‐ | |
40 | νωνηκότας τῇ τυραννίδι καὶ Βινδόην αὐτὸν ὡς κατὰ βασιλέως χεῖρας ἄραντα, θανάτῳ διώλεσε· περὶ τῶν προαγορευθέντων ὑπὸ Χοσρόου, καὶ ὡς στασιάσει τὰ | |
Bibl.6530b | Ῥωμαίων πράγματα τυράννοις δουλεύοντα. Πρεσ‐ βεία τε Πρόβου τοῦ Καλχηδόνος προέδρου, καὶ περὶ τῆς εἰ‐ κόνος τῆς θεομήτορος, καὶ ὅσα κατὰ τὴν πρεσβείαν ἀπήντησεν. Ἐκδημία τε τοῦ αὐτοκράτορος ἐπὶ τὴν τῆς | |
5 | Εὐρώπης Ἀγχιαλόν, καὶ περὶ τοῦ συναντήσαντος αὐτῷ ἐν ὑῒ φάσματος. Ὅπως τε ὑπέστρεψεν εἰς τὰ βασίλεια ὁ αὐτοκράτωρ, πρεσβείας Περσικῆς ἐπιστάσης διὰ Ζα‐ λαβζάν. Ἐν οἷς καὶ ὁ πέμπτος λόγος. Ὁ δὲ ἕκτος λόγος περιέχει ὅπως ἀπὸ τῆς πόλεως | |
10 | ἐξιόντι τῷ βασιλεῖ ἐνέσκηψε κλύδων θαλάττιος. Ὅπως τε περὶ Ἡράκλειαν, ἐκεῖσε τοῦ βασιλέως διατρίβοντος, τέρας ἐγεννήθη, παιδίον μήτε χεῖρας μήτε ὄμματα ἔχον μήτε ὀφρῦς μήτε βλέφαρα, πρὸς δὲ τῷ ἰσχίῳ ἰχθύος οὐρὰ ἀπεκρέματο· καὶ ὅπως τὸ τέρας ἀνῄρητο. | 89 in vol. 1 |
14 | Περὶ | |
15 | τῶν τριῶν Σκλαβηνῶν τῶν κιθάρας ἐπιφερομένων, οἳ ἐκ τῶν μερῶν τοῦ Ὠκεανοῦ ἐλέγοντο πρὸς τὸν χαγάνον ἀπεστάλθαι· οἳ καὶ ἐνεφανίσθησαν Μαυρικίῳ τῷ βα‐ σιλεῖ. Πρεσβεία τε Φράγγων πρὸς τὸν βασιλέα ἐφ’ ᾧ συμμαχεῖν ἐπὶ δώροις, καὶ ἀποστροφὴ τῆς αἰτήσεως. | |
20 | Βόσσος καὶ Βέττος οἱ πρέσβεις, ὁ δὲ ἀποστείλας ὀνό‐ ματι Θεοδώριχος. | |
21 | Περὶ τῆς ἀγέλης τῶν ἐλάφων, καὶ ὅπως ἡ μείζων βάλλεται καὶ εἰς λόχμην τινὰ φεύγει καὶ ὡς ἐπιδιώκεται ὑπό τινος τῶν δορυφόρων καὶ ἑτέρου τινὸς Γήπαιδος, ὅπως τε ὁ δορυφόρος διὰ τὰ περὶ αὐ‐ | |
25 | τὸν χρύσεια δολοφονεῖται, καὶ ὡς χρόνῳ μάκρῳ ὕστερον ὁ Γήπαις δολοφονῆσαι φωραθεὶς πυρὶ παραδίδοται. Στρατεία Ἀβάρων κατὰ Ῥωμαίων καὶ πολιορκία Σιγγι‐ δόνος τῆς πόλεως, χειροτονία τε Πρίσκου τοῦ στρατηγοῦ, καὶ ὅπως τοῦ κατὰ τὴν Εὐρώπην πολέμου τοῦτον προεστή‐ | |
30 | σατο. Καὶ ὅπως ὁ χαγάνος εἰς Δριζίπερα γενόμενος τὸν νεὼν Ἀλεξάνδρου τοῦ μάρτυρος ἐπυρπόλησε. Καὶ ὅπως ἐν Τζουρουλὼν τῇ πόλει Ῥωμαῖοι συγκλεισθέντες ὑπὸ τοῦ χαγάνου πολιορκοῦνται, ὅπως τε δόλῳ φενα‐ κίζει τὸν βάρβαρον ὁ Μαυρίκιος καὶ τῆς πολιορκίας | |
35 | ἀπάγει. Πρέσβεις τε Ἀβάρων πρὸς Ῥωμαίους, καὶ ὅσα τῷ Ἀρδαγάστῳ ἐκ τῆς Ῥωμαίων ἀπήντησε δυνάμεως, ἔτι δὲ καὶ τὰ κατὰ τὸν Τατίμερ, ἀνδραγαθία τε τοῦ | |
Ῥωμαίων ταξιάρχου Ἀλεξάνδρου, καὶ ἀνδραγαθία Ῥω‐ μαίων, καὶ Σκλαβηνῶν ἀναίρεσις, ἔφοδός τε Σκλαβη‐ | 90 in vol. 1 | |
40 | νῶν κατὰ Ῥωμαίων. | |
40 | Περὶ τῶν τεχθέντων τεράτων πρὸ τοῦ ἄστεως τῆς βασιλίδος, καὶ ὡς τὸ μὲν ἦν τετράπουν παι‐ δίον, τὸ δὲ δικόρυφον. Ὅπως Πρίσκος ἀποχειροτονεῖται | |
Bibl.6531a | τῷ δοῦναι τῷ χαγάνῳ ἀπὸ τῆς τῶν Σκλαβηνῶν λείας, καὶ Πέτρος ἀντιχειροτονεῖται στρατηγὸς τῆς κατὰ τὴν Εὐρώπην μάχης· καὶ περὶ Θεοδώρου τοῦ πρέσβεως τοῦ στα‐ λέντος πρὸς τὸν χαγάνον ὑπὸ τοῦ Πρίσκου, τῆς τε περὶ αὐ‐ | |
5 | τὸν παιδείας καὶ δεξιότητος. Ἐν οἷς καὶ ὁ ἕκτος λόγος. Ὁ δὲ ἕβδομος λόγος διαλαμβάνει περὶ τῆς γεγε‐ νημένης ἀταξίας ταῖς Ῥωμαίων δυνάμεσιν, ἀριστείαν τε Ῥωμαίων κατὰ Σκλαβηνῶν ἤτοι Γετῶν. Γέται γὰρ τὸ παλαιὸν ἐκαλοῦντο. Καὶ περὶ τῶν ἐν Ἀσίμῳ τῇ Θρᾳ‐ | |
10 | κῴᾳ πόλει Πέτρῳ τε καὶ τοῖς πολίταις συμβεβηκότων. Καὶ ὡς Πιράγαστος ὁ τῆς τῶν Σκλαβηνῶν δυνάμεως φύλαρχος ἀνῄρηται· καὶ ἀνδραγαθία Ῥωμαίων. Περὶ τῆς ἀνυδρίας τῆς παρακολουθησάσης ταῖς Ῥωμαίων δυνάμεσι. Καὶ ὅπως τοῦ Πέτρου καταπολεμηθέντος ὑπὸ | |
15 | Σκλαβηνῶν, Πρίσκος αὖθις γίνεται στρατηγός. | |
15 | Θάνατος Ἰωάννου τοῦ νηστευτοῦ Κωνσταντινουπόλεως, καὶ περὶ τῶν ἐκδανεισθέντων αὐτῷ χρημάτων ὑπὸ Μαυρικίου, καὶ περὶ τοῦ ἐν τῇ ὁμολογίᾳ χειρογραφήματος, καὶ ὅπως διὰ τιμῆς ἦγεν ὁ φιλευσεβὴς ὡς ἀληθῶς αὐτοκράτωρ | |
20 | τὰ εὑρεθέντα τῷ ἀρχιερεῖ μετὰ θάνατον ῥάκια. | |
20 | Περὶ τῶν Μαυρουσίων τῶν συστραφέντων κατὰ Καρχηδόνος τῆς πόλεως, καὶ ὅπως τῇ τοῦ Γενναδίου τόλμῃ ὁ πό‐ | |
λεμος ἔσβεστο. Καὶ περὶ τοῦ κομήτου τοῦ φανέντος ἐπὶ ἡμέρας πολλάς. Περὶ τοῦ ἐμφυλίου πολέμου τοῦ γενομένου | 91 in vol. 1 | |
25 | τοῖς Τούρκοις, καὶ ἐν ἐκθέσει τὰ περὶ τῆς τῶν Τούρκων πολιτείας. Καὶ ὡς τὸν ἐθνάρχην τῶν Ἀβδελῶν ἤτοι τῶν Ἐφθαλιτῶν ὁ χαγάνος τῶν Τούρκων ἀνελὼν καὶ δουλώσας τὸ ἔθνος, ἔτι δὲ καὶ τοὺς Ὄγωρ τὸ ἔθνος, καὶ δὴ καὶ τοὺς Κόλχους ἄχρι τριάκοντα μυριάδων διαφθείρας, ἀλλὰ καὶ | |
30 | τὸν ἐπαναστάντα αὐτῷ Τουροὺμ ἀνελὼν ἐπινίκιον ἐπιστο‐ λὴν Μαυρικίῳ τῷ αὐτοκράτορι ἔστειλεν. Ἐδουλώσατο δὲ καὶ Ἀβάρους. | |
32 | Διέξεισι δὲ καὶ περὶ τῶν κατὰ τὴν Ταυγὰς ἐθνῶν καὶ περὶ τοῦ Μουκρί, ἐν οἷς οἱ Ἄβαροι ἡττηθέντες διε‐ σπάρησαν. Καὶ περὶ τοῦ Οὐὰρ καὶ Χουνὶ τῶν ἐθνῶν, | |
35 | ἐξ ὧν ἐπὶ Ἰουστινιανοῦ ἀπόμοιρα τῶνδε τῶν ἐθνῶν ἐν‐ δημεῖ τῇ Εὐρώπῃ, οἳ καὶ Ἀβάρους ἑαυτοὺς ἐπεφήμισαν. Καὶ ὡς ἡ Τούρκων χώρα σεισμοῦ καὶ λοιμοῦ ἀπείρατος. Περί τε τοῦ χρυσοῦ λεγομένου ὄρους, καὶ περὶ τῆς Ταυγάς, περί τε τῶν σκωλήκων τῶν τικτόντων τὴν ἐσθῆτα τὴν | |
40 | σηρικήν, καὶ ὡς πολλή ἐστι περὶ τὴν λεγομένην Χουβδὰν | |
Bibl.6531b | ἡ τῆς μετάξεως γένεσις, καὶ τὰ περὶ αὐτὴν νόμιμα. Καὶ τὰ περὶ τῶν Ἰνδῶν τῶν λευκῶν τὸ σῶμα. | |
2 | Διάλεξις πρὸς τὸν Πρίσκον χαγάνου περὶ ἀνδραποδισμοῦ τῆς Σιγγιδόνος, καὶ ἀντιλογία Πρίσκου πρὸς αὐτόν, καὶ | |
5 | ὅπως ὁ Πρίσκος Σιγγιδόνα σῴζει τὴν πόλιν. Ὅσα τε κατὰ Δαλματίαν οἱ βάρβαροι διεπράξαντο καὶ πόλεις ἐπόρθησαν, ὅπως τε ὁ Γουνδουῒς παρὰ Πρίσκου σταλεὶς | |
κατὰ τῶν ἐν Δαλματίᾳ βαρβάρων ἠρίστευσεν. | 92 in vol. 1 | |
8 | Ὅτι τῷ ἐννεακαιδεκάτῳ ἔτει τῆς βασιλείας Μαυρικίου προαγο‐ | |
10 | ρεύει μοναχός τις τὸν αὐτοῦ θάνατον καὶ τῶν τέκνων· ξίφος γὰρ γυμνώσας, ἀπὸ τοῦ φόρου μέχρι τῶν προαυ‐ λίων τῶν ἀνακτόρων διαδραμών, αὐτόν τε Μαυρίκιον καὶ τὰ τέκνα ξίφει τεθνάναι προηγόρευσεν. Ἀλλὰ καὶ Ἡρωδιανός τις ὀνόματι τῷ βασιλεῖ διεῖπε τὰ συμβη‐ | |
15 | σόμενα. | |
15 | Περὶ τοῦ συμβάντος λιμοῦ τοῖς στρατεύμασι, καὶ ὡς ὁ χαγάνος παραδόξῳ φιλανθρωπίᾳ πενθημέρους σπονδὰς τοῖς λιμώττουσιν ἔθετο, ὡς ἂν ὁ ἐπισιτισμὸς ἀπὸ τῶν βαρβάρων τοῖς Ῥωμαίοις ἀδεὴς ἔσοιτο· καὶ ὡς ἀρώμασιν ὑπὸ Πρίσκου φιλοτιμηθεὶς ἐπὶ τὰ κατὰ | |
20 | Μυσίαν ἐχώρησεν. Ὡς συνῆψεν ὁ χαγάνος περὶ τὴν Μυσίαν πρὸς Κομεντίολον μάχην, ἐπιβουλῇ δὲ Κο‐ μεντιόλου διαφθείρεται ὑπὸ τῶν βαρβάρων τὸ Ῥω‐ μαϊκόν. Καὶ φεύγει Κομεντίολος καὶ πρὸς Δριζίπερα τὴν πόλιν παραγίνεται, καὶ ἀποπέμπεται τῆς πόλεως | |
25 | ὡς φυγάς, καὶ πρὸς τὰ μακρὰ παραγίνεται τείχη. Οἱ δὲ βάρβαροι κατόπιν ἰόντες πρῶτον τὰ Δριζίπερα αἱροῦσι, καὶ τὸν Ἀλεξάνδρου τοῦ μάρτυρος ἐμπρήσαν‐ τες νεὼν καὶ τὸ σῶμα τῆς θήκης ἐκσύραντες ὕβρι‐ σαν. Θεία δὲ δίκη μετῆλθε τοὺς ὑβριστὰς τοῦ μάρτυ‐ | |
30 | ρος· ἑπτὰ γὰρ παῖδες τοῦ χαγάνου ἐν ἡμέρᾳ μιᾷ βου‐ βῶσι περιληφθέντες ἐτελεύτησαν. | |
31 | Κομεντιόλος δὲ μετὰ τῶν θορύβων ἐνδημεῖ τῇ Κωνσταντινουπόλει, οἱ δὲ βάρβαροι τοῖς μακροῖς πλησιάζουσι τείχεσι. Καὶ οἱ τοῦ Βυζαντίου ἐπὶ τοσοῦτον ἔδεισαν, ὡς καὶ καταλι‐ | |
35 | πεῖν Εὐρώπην καὶ πρὸς τὴν Ἀσίαν περαιωθῆναι διε‐ μελέτησαν. Πρεσβεύεται δ’ οὖν ὅμως ὁ βασιλεὺς πρὸς | |
τὸν χαγάνον δι’ Ἀρμάτωνος, καὶ δώροις λαμπροῖς καὶ προσθήκαις χρυσοῦ χιλιάδων εἴκοσι πείθει μόλις τὴν εἰρήνην δέξασθαι, λέγοντα· «κρίναι ὁ Θεὸς ἀνὰ μέ‐ | 93 in vol. 1 | |
40 | σον χαγάνου καὶ Μαυρικίου καὶ ἀνὰ μέσον Ῥωμαίων | |
Bibl.6532a | καὶ Ἀβάρων». | |
1 | Περὶ τῶν φανέντων ἀνθρωπομόρφων τεράτων ἐν τοῖς Νειλῴοις ὕδασι, καὶ περὶ τῆς τοῦ Νείλου ἀναβάσεως δόξαι διάφοροι. Ὁ δὲ συγγραφεὺς Ἀγαθαρχίδου τοῦ Κνιδίου τῇ δόξῃ προστίθεται· φησὶ δὲ | |
5 | οὗτος ἀν’ ἔτος ἕκαστον ἐν τοῖς κατὰ τὴν Αἰθιοπίαν μεγάλους καὶ συνεχεῖς γίνεσθαι ὄμβρους ἀπὸ θερινῶν τροπῶν μέχρι τῆς ἰσημερίας τῆς ἐν τῷ μετοπώρῳ γινομένης καθ’ ἕκαστα· εὐλόγως οὖν τὸν Νεῖλον ἐν μὲν τῷ χειμῶνι συστέλλεσθαι κατὰ φύσιν ἔχοντα ῥύσιν ἀπὸ | |
10 | μόνων τῶν ἑαυτοῦ πηγῶν, κατὰ δὲ τὸ θέρος διὰ τοὺς ἐκεῖθεν ἐκχεομένους εἰς αὐτὸν ὄμβρους λαμβάνειν τὴν αὔξησιν. Ταῦτα μὲν καὶ ὁ ἕβδομος. Ὁ δὲ ὄγδοος λόγος διαλαμβάνει ὅπως ὁ Χοσρόης, διὰ τὰς ἐπιδρομὰς τῶν Σαρακηνῶν τῶν ὑπὸ Ῥω‐ | |
15 | μαίοις ταττομένων, λῦσαι τὰς σπονδὰς ἐνεχείρησε, Γεωργίου δὲ πρὸς αὐτὸν σταλέντος αἱ σπονδαὶ μεμε‐ νήκασι· καὶ Γεώργιος ἀτιμάζεται ὡς εἰπόντος Χοσρόου διὰ Γεώργιον ἀλύτους τηρεῖν τὰς σπονδάς, ἀλλ’ οὐ διὰ τὸν βασιλέα Μαυρίκιον. | |
19 | Ὅπως τε Κομεντίολος | |
20 | προδοσίας κρίνεται καὶ διαλλαγαὶ τῶν Ῥωμαϊκῶν στρα‐ τευμάτων πρὸς αὐτόν, καὶ ὅπως αὖθις ὑπὸ τοῦ αὐ‐ τοκράτορος στρατηγὸς στέλλεται. Μάχη Ῥωμαίων καὶ Ἀβάρων στρατηγοῦντος Πρίσκου καὶ Κομεντιόλου, καὶ Κομεντιόλου μὲν ἀπομάχου διά τινας προσποιήσεις | |
25 | ὄντος, Πρίσκου δὲ τῷ στρατοπέδῳ παρόντος, ἀριστεία | |
Ῥωμαίων καὶ ἀναίρεσις τῶν Ἀβάρων μέχρι τεσσά‐ ρων χιλιάδων. Δευτέρα μάχη, καὶ ἀναίρεσις τῶν αὐ‐ τῶν ἄχρι χιλιάδων ἐννέα. Τρίτη μάχη, καὶ ἔτι τῶν αὐτῶν ὄλεθρος μέχρι πεντεκαίδεκα χιλιάδων. Τε‐ | 94 in vol. 1 | |
30 | τάρτη μάχη, καὶ νίκη πάλιν Ῥωμαίων λαμπρὰ καὶ ἀναί‐ ρεσις Ἀβάρων ἅμα Γηπαίδων χιλιάδων τριάκοντα. Πέμπτη μάχη, καὶ νίκη Ῥωμαίων, καὶ ἀναίρεσις Ἀβά‐ ρων, καὶ ἅλωσις τῶν μὲν ζωγρηθέντων Ἀβάρων τρισ‐ χιλίων, ἄλλων δὲ βαρβάρων τετρακισχιλίων, καὶ ἑτέ‐ | |
35 | ρων δισχιλίων καὶ διακοσίων, καὶ Σαβήνων χιλιάδων ὀκτώ· ἐξ ὧν ὁ χαγάνος ἀπατήσας τὸν αὐτοκράτορα τοὺς ζωγρηθέντας Ἀβάρους ἀνέλαβε. Περὶ τῆς Κομεν‐ τιόλου μελαγχολίας, καὶ ὅπως τῇ τούτου ἀβουλίᾳ πλῆ‐ θος Ῥωμαίων, πρὸς Φιλιππούπολιν ἀπαίροντος, τῷ | |
40 | κρύει διώλοντο. Ὡς Πέτρος αὖθις στρατηγὸς τῆς Εὐ‐ ρώπης ὑπὸ τοῦ αὐτοκράτορος προχειρίζεται. | |
41 | Περί τε | |
Bibl.6532b | τοῦ γάμου [τοῦ παιδὸς] Θεοδοσίου τοῦ παιδὸς Μαυρικίου ἐπὶ τῇ θυγατρὶ Γερμανοῦ. Καὶ περὶ τῆς σιτοδείας τῆς γενομένης τῇ βασιλίδι τῶν πόλεων, καὶ τῆς συμ‐ βάσης ἀταξίας τῶν δήμων λιτανεύοντος τοῦ βασι‐ | |
5 | λέως καὶ περὶ τῆς μακροθυμίας αὐτοῦ, καὶ ἐξορίας τῶν στρατιωτῶν καὶ μονοημέρου ἐπανόδου. | |
6 | Ὅπως Μαυ‐ ρίκιος ἐπέστελλε Πέτρῳ παντὶ τρόπῳ τὰς Θρᾳκῴας δυνάμεις εἰς τὸ ἀντιπέρας τοῦ Ἴστρου διατρίβειν, ὅπως τε θεία προσέπεσεν ὀμφὴ τῷ Πέτρῳ καὶ ὅπως στάσις | |
10 | ταῖς Ῥωμαϊκαῖς εἰσήρρησε δυνάμεσι, καὶ τυραννὶς συνέστη κατὰ τοῦ αὐτοκράτορος, Φωκᾶ τοῦ τυράννου ὑπὸ τοῦ πλή‐ θους ἀναρρηθέντος. Ὅπως τε φεύγει Πέτρος, καὶ ὅπως ἡ στάσις διαγγέλλεται τῷ βασιλεῖ καὶ ὅπως τὰ πρῶτα | |
διὰ τῶν δημάρχων Σεργίου καὶ Κοσμᾶ πολυπραγμονεῖ | 95 in vol. 1 | |
15 | τὸ πλῆθος τῶν δήμων καὶ εὑρίσκεται Πρασίνων μὲν αφʹ, Βενέτων δὲ ἐνακοσίων, καὶ ὅπως τοῖς δημοτικοῖς φι‐ λοτιμίας παρέσχετο. Πρεσβεία τε τοῦ αὐτοκράτορος πρὸς τὰς στασιαζούσας δυνάμεις, καὶ ἀποστροφὴ τῆς πρεσ‐ βείας· ὅπως τε περιφρουρεῖ τὴν βασιλίδα τῶν πόλεων. | |
20 | Πρεσβεία τε τῶν στρατευμάτων πρὸς Θεοδόσιον τὸν Μαυρικίου υἱόν, ἀξιοῦσα ἢ αὐτὸν ἢ τὸν πενθερὸν Γερμα‐ νὸν βασιλέα σφῶν ἀναρρηθῆναι. Γνῶσίς τε τούτων εἰς Μαυρίκιον ἀφιγμένη, καὶ ὑπόνοια εἰς Γερμανὸν ὡς αἴ‐ τιον τῆς τυραννίδος καὶ ἀπειλή, καὶ μήνυσις τῆς βα‐ | |
25 | σιλικῆς ἀπειλῆς διὰ τοῦ γαμβροῦ Θεοδοσίου, καὶ κατα‐ φυγὴ Γερμανοῦ πρὸς τὸν νεὼν τῆς θεομήτορος. Τῶν Κύρου καὶ Στεφάνου τοῦ εὐνούχου, ὃς ἐπίτροπος ἐτέτακτο τοῖς βασιλέως παισί, πρὸς Γερμανὸν ἀποστολὴ εἰς τὸ ἐξελθεῖν αὐτὸν τοῦ ναοῦ καὶ ἀπραξία· καὶ ἡ διὰ ῥάβδων | |
30 | μαστίγωσις Θεοδοσίου τοῦ παιδὸς ὑπὸ τοῦ πατρὸς ἕνεκα τῆς πρὸς τὸν πενθερὸν καταμηνύσεως. Καὶ μεταφοί‐ τησις Γερμανοῦ ἀπὸ τοῦ νεὼ τῆς θεομήτορος ἐπὶ τὴν ἁγίαν Σοφίαν, καὶ πάλιν πρόσκλησις ἐπὶ τὸ ἐξελθεῖν, καὶ ἀπείθεια, Ἀνδρέα τινὸς συνεχῶς φοιτῶντος ταῖς λι‐ | |
35 | τανείαις τὴν ἔξοδον κεκωλυκότος· θόρυβοί τε καὶ ἐμ‐ πρησμὸς τῆς κατὰ τὴν πόλιν οἰκίας Κωνσταντίνου τοῦ πατρικίου, ὃν Λαρδῦν ἐπεκάλει τὰ πλήθη· καὶ ἀπορία Μαυρικίου καὶ ἀπόδρασις. Ὅπως κλύδωνος γεγονότος ἐγ‐ κοπὴν πρὸς τὴν ἀπόδρασιν λαμβάνει. Καὶ ἀποστολὴ Θεο‐ | |
40 | δοσίου τοῦ παιδὸς πρὸς Χοσρόην καὶ ὑποστροφὴ πάλιν ἀπὸ Νικαίας τῇ ἐπιδείξει τοῦ δακτυλίου, ὃ ἦν εἰς σύν‐ | |
Bibl.6533a | θημα τῷ παιδὶ παρὰ τοῦ πατρὸς ποιηθέν. | |
1 | Ὅπως τε πρὸς τὸν τύραννον οἱ τοῦ ἄστεως ἐν οἷς ἦν καὶ ὁ Ἑδομίτης | |
προσεχώρησαν. Ὅπως τε Γερμανὸς κατασκευάζων ἑαυ‐ τῷ τὴν βασιλείαν ἀποτυγχάνει, τῶν Πρασίνων ἀπει‐ | 96 in vol. 1 | |
5 | πόντων τὴν ἀνάρρησιν διὰ τὸ τῆς αἱρέσεως αὐτὸν εἶναι, ὡς ἐκεῖνοι ἔφασκον, τῶν Βενέτων. | |
6 | Εἶτα ἀναγόρευσις ἐν τῷ ναῷ τοῦ ἁγίου Ἰωάννου ἐν τῷ ἑβδόμῳ τοῦ Φωκᾶ. Κυ‐ ριακὸς δὲ τηνικαῦτα τοὺς τῆς βασιλίδος ἀρχιερατικοὺς ἐγκεχείριστο νόμους. Εἴσοδός τε Φωκᾶ πρὸς τὰ βασίλεια | |
10 | καὶ ἀνάρρησις Λεοντίας τῆς γυναικὸς Φωκᾶ. | |
10 | Καὶ περὶ τὴν τόπων στάσιν τῶν δημάρχων ἔρις, καὶ ὠθισμὸς Κοσμᾶ τοῦ δημάρχου τῶν Βενέτων ὑπὸ Ἀλεξάνδρου καὶ ὕβρις εἰς Ἀλέξανδρον. Καὶ μνήμη Μαυρικίου ὡς οὐκ ἀπέθανε, καὶ διὰ τοῦτο τοῦ τυράννου πρὸς τὸν φόνον τοῦ βασιλέως | |
15 | μᾶλλον ὁρμή. Ἀναίρεσίς τε τῶν τοῦ βασιλέως παίδων ἐνώπιον τοῦ πατρὸς ἐν τοῖς Εὐτροπίου, καὶ φιλοσοφία καὶ εὐχαριστία τοῦ βασιλέως, καὶ αὐτοῦ ἐκείνου διὰ Λιλί‐ ου ἀναίρεσις. | |
18 | Καὶ περὶ τῆς ἐπὶ Ἡρακλείου τοῦ βασιλέως εὑ‐ ρεθείσης διαθήκης Μαυρικίου τοῦ αὐτοκράτορος. Ὅπως | |
20 | τε τὰ σώματα τῶν βασιλέων τῷ θαλαττίῳ ῥοθίῳ πα‐ ρεδόθησαν. Ἐπιτάφιός τε εἰς Μαυρίκιον· καὶ ὅπως τὰς ἀντιδόσεις τῶν παρανομηθέντων αὐταῖς εἰς Μαυρίκιον αἱ Ῥωμαϊκαὶ δυνάμεις κρίσει προνοίας θείας ἐλάμβα‐ νον, ὡς ἐν ὀλίγῳ χρόνῳ μηδένα τῶν κοινωνησάντων | |
25 | τῆς τυραννίδος ἐκ τοσούτου πλήθους ὑπολειφθῆναι, ἀλλ’ ὁ μὲν λοιμῷ, οἱ δὲ πυρὶ οὐρανίῳ, οἱ δὲ καὶ στόματι διε‐ φθάρησαν μαχαίρας, ὥστε ἡνίκα Ἡράκλειος ὁ βασιλεὺς πρὸς Ῥαζάτην τὸν Πέρσην πολεμεῖν ἔγνω, ἔκταξιν τῆς στρατείας ποιησάμενος, δύο μόνους εὗρεν ὑπολελειμμέ‐ | |
30 | νους τῆς φιλοτυράννου πληθύος. Καὶ τότε ἤρξατο τὸ Ῥωμαϊκὸν κατὰ Περσῶν ἐνισχύειν· μέχρι γὰρ ἂν ἐκεῖνοι περιῆσαν, ἡ νίκη τοῖς Πέρσαις ἐνηϋλίζετο. | 97 in vol. 1 |
32 | Ἀναίρεσις ὑπὸ τοῦ τυράννου δι’ Ἀλεξάνδρου Θεοδοσίου τοῦ βασιλέως τοῦ αὐτοκράτορος παιδός, καὶ Πέτρου καὶ Κομεντιόλου καὶ | |
35 | Κωνσταντίνου τοῦ Λαρδῦ· πλάνη τε περὶ Θεοδοσίου, ὡς οὐ πεφόνευται. Καὶ ὅπως κατὰ τὴν Ἀλεξάνδρειαν τὰ ἀγάλματα τῆς οἰκείας ἕδρας ἀποφοιτῶντα προηγόρευον τὰ γεγονότα καλλιγράφῳ τινὶ κατὰ τὸ Τυχαῖον οὕτω καλούμενον, ἀπὸ δείπνου πρὸς τὰ οἴκοι διερχομένῳ. Ὅπως τε ὁ Μαυρίκιος | |
40 | λέγεται τρίτην μοῖραν τῶν φόρων συγχωρῆσαι τοῖς ὑπηκόοις, καὶ τριάκοντα δοῦναι τάλαντα τοῖς Βυζαντίοις εἰς νεουργίαν τοῦ τῶν ὑδάτων ὁλκοῦ· καὶ ὅπως ἐφιλοτι‐ | |
Bibl.6533b | μεῖτο λαμπρῶς τοὺς τῶν μαθημάτων ἐραστάς. Καὶ περὶ τῶν γεγονότων παραδόξων τῆς τῶν αἱμάτων ῥύσεως Εὐφημίας τῆς μάρτυρος, καὶ ὡς Μαυρίκιος, πειράσας μᾶλλον τὸ θαῦμα δι’ ἀπιστίας, ἐπίστωσε. Καὶ ὅπως ὁ τύ‐ | |
5 | ραννος Κωνσταντῖναν τὴν τοῦ βασιλέως Μαυρικίου γυ‐ ναῖκα ἅμα ταῖς θυγατράσιν ἐν ἰδιωτικῇ οἰκίᾳ ἐνέκλεισε. Πρεσβεία τοῦ τυράννου πρὸς Χοσρόην τὸν Περσῶν βα‐ σιλέα, καὶ ἀποτυχία, κατάλυσίς τε τῶν σπονδῶν προ‐ φασιζομένου Χοσρόου τὴν ὁσίαν διεκδικεῖν Μαυρικίου· καὶ | |
10 | οὕτως ὁ Λίλιος (οὗτος γὰρ ὁ πρεσβεύων ἦν) ἀνεχώρησεν ἄπρακτος. | |
11 | Ἀναίρεσις Ἀλεξάνδρου τοῦ συννεωτερίσαντος τῷ Φωκᾷ, δι’ ὑπόνοιαν ὅτι Θεοδόσιον τὸν Μαυρικίου παῖδα, ὃν ἀνεῖλε, περιεποιήσατο. Ἐν οἷς καὶ τῆς ὅλης ἱστορίας τὸ πέρας. | |
Bibl.6633b(16) | Ἀνεγνώσθη ἱστορικὸν σύντομον Νικηφόρου τοῦ ἐν ἁγίοις Κωνσταντινουπόλεως ἀρχιερέως. Ἄρχεται ἀπὸ τῆς ἀναιρέσεως Μαυρικίου καὶ κάτεισι μέχρι τῆς εἰς γάμον κοινωνίας Λέοντος καὶ Εἰρήνης. | 98 in vol. 1 |
19 | Ἔστι δὲ τὴν φρά‐ | |
20 | σιν ἀπέριττός τε καὶ σαφής, καλλιλεξίᾳ τε καὶ συνθήκῃ λόγου οὔτε λελυμένῃ οὔτε αὖ πάλιν συμπεπιεσμένῃ περιέρ‐ γως κεχρημένος, ἀλλ’ οἵᾳ ἂν χρήσαιτο ὁ ῥητορικὸς ὡς ἀληθῶς καὶ τέλειος ἀνήρ· τό τε γὰρ νεωτεροποιὸν ἐκκλί‐ νει, καὶ τὸ ἀρχαιότροπον καὶ ἐξησκημένον οὐ παρατρέχει. | |
25 | Ἔτι δὲ καὶ ἡδονὴ κέκραται αὐτοῦ σὺν χάριτι τοῖς λόγοις. Καὶ ὅλως πολλούς ἐστι τῶν πρὸ αὐτοῦ ἀποκρυπτόμενος τῇδε τῆς ἱστορίας τῇ συγγραφῇ, εἰ μή τῳ, τῷ λίαν συν‐ τετμημένῳ, οὐχ ὁλόκληρον δόξει διαπεραίνειν τὴν χάριν. | |
Bibl.6733b(30) | Ἀνεγνώσθη μοι Σεργίου τοῦ ὁμολογητοῦ. Ἄρχεται ἀπὸ τῶν τοῦ Μιχαὴλ πράξεων, καὶ ἀνατρέχει ἐπὶ τὰ τοῦ Κοπρωνύμου ἀθέμιτα καὶ ἐβδελυγμένα ἔργα, καὶ κάτεισιν ἐκεῖθεν ἐφεξῆς διεξιὼν μέχρι τοῦ ὀγδόου ἔτους αὐτοῦ Μιχαήλ, τάς τε κατὰ τὴν πολιτείαν καὶ τὰς κατὰ | |
35 | τὴν ἐκκλησίαν ἀναγραφόμενος αὐτοῦ πράξεις, οὐ μὴν ἀλλὰ καὶ ἃ κατὰ πόλεμον αὐτῷ ξυνηνέχθη, καὶ οἷος ἐτύγ‐ χανε τὴν δόξαν περὶ τοῦ θείου, πάντα λεπτομερῶς διε‐ ξιών. | |
38 | Ἔστι δὲ τὴν φράσιν, εἴ πέρ τις, σαφηνείᾳ καὶ τῷ ἀπεριέργῳ κοσμούμενος ἔν τε τῷ εὐσήμῳ τῶν λέξεων | |
40 | καὶ τῇ συνθήκῃ καὶ τῇ ἄλλῃ τοῦ λόγου οἰκονομίᾳ, ὥστε δοκεῖν καὶ αὐτοσχεδίᾳ πως αὐτῷ συγγεγράφθαι· ἐμφύτῳ γὰρ ὁ λόγος ἀνθῶν χάριτι τὴν ἐκ περιεργίας οὔ τι προσ‐ | |
Bibl.6734a | ήκατο μόρφωσιν. Διὸ καὶ πρέπων ὁ λόγος ἐκκλη‐ | |
σιαστικῇ μάλιστα ἱστορίᾳ· ὃ καὶ βούλεται. | 99 in vol. 1 | |
Bibl.6834a(4) | Ἀνεγνώσθη Κεφαλίωνος σύντομον ἱστορικόν. | |
5 | Ἄρχεται ἀπὸ τῆς βασιλείας Νίνου καὶ Σεμιράμεως, καὶ κάτεισι μέχρι τῶν τοῦ βασιλέως Ἀλεξάνδρου χρόνων. Συμπεραίνεται δὲ αὐτοῦ ἡ ἱστορία ἐν λόγοις θʹ κατ’ ἐπω‐ νυμίαν τῶν θʹ Μουσῶν, Κλειοῦς, Θαλείας, Πολυμνίας, Μελπομένης, Τερψιχόρης, Εὐτέρπης, Καλλιοπῆς, Ἐρα‐ | |
10 | τοῦς, Οὐρανίης· ἐν ᾗ καὶ τὰ κατὰ Ἀλέξανδρον τὸν Μα‐ κεδόνα διέξεισιν. | |
11 | Ἔστι δὲ τὴν φράσιν ἰωνίζων, καὶ τοῦ προσήκοντος πλέον τῇ συντομίᾳ ἀποχρώμενος, οὐδ’ ἄλλο οὐδὲν ἄξιον θαυμάσαι καὶ ζηλῶσαι ἐνδεικνύμενος πλὴν τῆς κατὰ τὴν ἱστορίαν μαθήσεως. | |
14 | Οὗτος τὸ μὲν γένος αὑ‐ | |
15 | τοῦ καὶ πατρίδα, ὡς αὐτὸς ἐκεῖνός φησιν, ὥσπερ Ὅμη‐ ρος ἀποσιωπᾷ. Ὅτι δὲ διατρίβων ἐν Σικελίᾳ φυγῆς ἕνεκα τὴν ἱστορίαν συνέταξεν, ἀποφαίνεται, τὸ μὲν ἀναγκαῖον, πατρίδα εἰπεῖν καὶ γένος παρείς, τὸ δὲ καὶ μικροψυ‐ χίαν ἐμφαῖνον ἐν μνήμῃ πεποιηκώς. Καὶ τὸ ἐκ τόσων | |
20 | δὲ καὶ τόσων συνειλέχθαι αὐτῷ τὴν ἱστορίαν σεμνύ‐ νεσθαι οὐ πάνυ ψυχῆς τὸ μικρόλογόν τε καὶ τὴν παι‐ δαριώδη φιλοτιμίαν ἀποσειομένης ἀπόδειξις. | |
22 | Φησὶ δ’ ὅμως τὸν πρῶτον αὐτῷ τῆς ἱστορίας συνειλέχθαι ἐκ λόγων μὲν φοʹ, ὧν πατέρας λʹ καὶ αʹ ἀπομνημονεύει. | |
25 | Τὸν δὲ δεύτερον ἐκ βιβλίων μὲν σηʹ, συγγραφέων δὲ κεʹ. Καὶ τὸν τρίτον δὲ ἐκ βιβλίων μὲν χʹ συγγραφέων δὲ κʹ· τὸν μέντοι τέταρτον ἐκ βιβλίων μὲν ωνʹ, συγγρα‐ | |
φέων δὲ λβʹ· καὶ τὸν πέμπτον ἐκ βιβλίων μὲν ςʹ, συγγραφέων δὲ καʹ, τὸν δὲ ἕκτον ἐκ βιβλίων μὲν ... | 100 in vol. 1 | |
30 | συγγραφέων δὲ ..., τὸν δὲ ἕβδομον ἐκ βιβλίων μὲν ..., συγγραφέων δὲ ..., τὸν δὲ ὄγδοον ἐκ βιβλίων μὲν ..., συγγραφέων δὲ ..., καὶ τὸν ἔννατον δὲ ἐκ βιβλίων μὲν ..., συγγραφέων δὲ τριάκοντα. Ἐν οἷς καὶ ἡ Κεφαλίωνος ἱστορία. | |
Bibl.6934a(36) | Ἀνεγνώσθη μοι βιβλίον ἱστορικὸν ὡς ἐν συνόψει κοσμικῆς ἱστορίας. Ὁ δὲ συγγραφεὺς Ἡσύχιος ὁ Ἰλλούστριος, Μιλήσιος μὲν ἐκ πατρίδος, παῖς δὲ Ἡσυχίου καὶ Φιλοσοφίας, καθ’ ὃ καὶ ἡ ἐπιγραφὴ | |
40 | τοῦ βιβλίου μετὰ τοῦ ἱστορίας Ῥωμαϊκῆς τε καὶ παντο‐ δαπῆς τυγχάνει. | |
41 | Ἄρχεται μὲν οὖν ἀπὸ τῆς τοῦ Βήλου τοῦ | |
Bibl.6934b | Ἀσσυρίων βασιλέως βασιλείας, κάτεισι δὲ μέχρι τῆς τελευτῆς Ἀναστασίου, ὃς Ῥωμαίων γέγονεν αὐτοκράτωρ. Ἔστι δὲ σύντομος καὶ καλλιεπής. Λέξει τε γὰρ ἀνθηρᾷ καὶ εὐσήμῳ κέχρηται, καὶ ἡ συνθήκη τοῦ λόγου κατὰ λό‐ | |
5 | γον αὐτῷ ἡρμοσμένη· κυριολογίᾳ μὲν μάλιστα χαίρων, εἰ δέ που καὶ τρέψοιτο, τῷ τε εὐσήμῳ καὶ ἐμφατικω‐ τάτῳ τῆς λέξεως ἥδυνε μὲν τῇ τροπῇ τὸν ἀκροατήν, οὐδὲν δὲ ἧττον, εἰ μὴ καὶ μᾶλλον σαφῶς τὸ πρᾶγμα, ἢ εἰ μὴ ἐτέτραπτο, παρεστήσατο. | |
9 | Ὑπισχνεῖται δὲ καὶ ἀλη‐ | |
10 | θείας εἶναι φροντιστής. Διαιρεῖται δὲ αὐτῷ τὸ σπού‐ δασμα εἰς τμήματα ἕξ, ὧν τὸ μὲν πρῶτον τμῆμα περιέχει τὰ πρὸ τῶν Τρωϊκῶν, τὸ δὲ δεύτερον τὰ ἀπὸ Ἰλίου ἁλώσεως ἕως τῆς κτίσεως Ῥώμης, τὸ δὲ | |
τρίτον τὰ ἀπὸ τῆς κτίσεως Ῥώμης μέχρις ὅτου Ῥω‐ | 101 in vol. 1 | |
15 | μαίοις ἡ τῶν ὑπάτων εἰσήχθη ἡγεμονία καταλύσασι τοὺς βασιλέας κατὰ τὴν ὀγδόην καὶ ἑξηκοστὴν Ὀλυμ‐ πιάδα, τὸ δὲ τέταρτον, ἐξ οὗπερ Ῥωμαίων ἡγήσαντο ὕπατοι, ἤτοι ἀπὸ τῆς ὀγδόης καὶ ἑξηκοστῆς ὀλυμπιά‐ δος, μέχρι δευτέρας καὶ ὀγδοηκοστῆς καὶ ἑκατοστῆς | |
20 | ὀλυμπιάδος, οὗ καὶ ἔληξεν ἡ τοιαύτη ἀρχὴ Ἰουλίου τοῦ Καίσαρος μοναρχήσαντος. | |
21 | Τὸ δὲ πέμπτον τμῆμα πε‐ ριέχει τὰ ἀπὸ τῆς Ἰουλίου τοῦ Καίσαρος μοναρχίας μέχρις ὅτου Βυζάντιον ἐπὶ μέγα δόξης ἰσχύος ἤρθη, ὀλυμπιάδος ἑβδόμης καὶ ἑβδομηκοστῆς καὶ διακοσιοσ‐ | |
25 | τῆς ἱσταμένης. Τὸ δὲ ἕκτον, ἐξ οὗ βασιλέα Κωνσταντι‐ νούπολις εὐτύχησε Κωνσταντῖνον μέχρι τῆς Ἀναστα‐ σίου τελευτῆς, ὃν οὗτος ὁ συγγραφεὺς πρᾳότητι καὶ ἡμερότητι οὐκ οἶδ’ ὅπως πολλῶν ἀποσεμνύνει διε‐ νεγκεῖν· οὗ συνέπεσεν ἡ τελευτὴ κατὰ τὴν ἑνδεκάτην | |
30 | ἰνδικτιῶνα, Μάγνου μόνου ὑπατεύοντος. Ἡ δὲ περιοχὴ τῶν χρόνων χιλίων καὶ ἐνενήκοντα καὶ ἑκατόν. Ἐν οἷς καὶ ἡ συγγραφή. Ἀνεγνώσθη δέ μοι καὶ ἑτέρα αὐτοῦ βίβλος ἐν ᾗ περιείχετο τά τε Ἰουστίνῳ πραχθέντα, ὅπως τε | |
35 | Ἀναστασίου τελευτήσαντος αὐτὸς ἀνερρήθη. Εἶτα καὶ τὴν Ἰουστινιανοῦ τοῦ μετὰ Ἰουστῖνον ἔστιν ἀνάρρησιν κα‐ τιδεῖν, καὶ τὰς ἄλλας πράξεις μέχρις ἐτῶν τινῶν τῆς αὐτοῦ βασιλείας. Καὶ τὸ λοιπὸν ὁ συγγραφεὺς ἐπε‐ σχέθη, θανάτῳ τοῦ παιδὸς Ἰωάννου τὴν ψυχὴν καιρίαν | |
40 | βληθεὶς καὶ τῆς πρὸς τὸ γράφειν ὁρμῆς ἐκκοπείς. | |
Bibl.7035a(2) | Ἀνεγνώσθη μοι Διοδώρου Σικελιώτου | |
βιβλίον ἱστορικὸν ἐν λόγοις μʹ. Οἰκουμενικὴν περιέχου‐ σιν ἱστορίαν. Ἔστι δὲ πολλῷ πλατύτερος τοῦ τε Κεφα‐ | 102 in vol. 1 | |
5 | λίωνος, ἐν οἷς τοὺς αὐτοὺς χρόνους συμβαίνει αὐτοῖς ἀναγράφειν, καὶ τοῦ Ἡσυχίου τοῦ Ἰλλουστρίου. | |
6 | Κέχρηται δὲ φράσει σαφεῖ τε καὶ ἀκόμψῳ καὶ ἱστορίᾳ μάλιστα πρε‐ πούσῃ, καὶ μήτε τὰς (ὡς ἂν εἴποι τις) λίαν ὑπερητ‐ τικισμένας ἢ ἀρχαιοτρόπους διώκων συντάξεις, μήτε | |
10 | πρὸς τὴν καθωμιλημένην νεύων παντελῶς, ἀλλὰ τῷ μέσῳ τῶν λόγων χαρακτῆρι χαίρων, φεύγων τε τρο‐ πὰς καὶ τἄλλα, πλὴν τῶν παρ’ Ἕλλησι μυθολογουμέ‐ νων θεῶν τε καὶ ἡρώων, ὅσα τὸ ποιητικὸν ἔθνος νέ‐ μεται. | |
14 | Ἄρχεται μὲν οὖν τῆς ἱστορίας ἀπὸ τῶν μυθολογου‐ | |
15 | μένων παρ’ Ἕλλησι καὶ βαρβάροις, ἑξῆς διϊὼν μέχρι τῆς ἀρχῆς τοῦ συστάντος πολέμου Ῥωμαίοις τε καὶ Κελ‐ τοῖς, καθ’ ὃν χρόνον Γάϊος Ἰούλιος Καῖσαρ, ᾧ διὰ τὰς πράξεις θεὸν ἐπίκλην ἔθεντο Ῥωμαῖοι, κατεπο‐ λέμησε τὰ πλεῖστα καὶ μαχιμώτατα τῶν Κελτῶν ἔθνη· | |
20 | ἐν τριάκοντα δὲ ἔτεσιν, ὡς αὐτός φησι, περὶ ταύτην ἐπόνησε τὴν ἱστορίαν, τόπους τε πολλοὺς ἀμείβων χά‐ ριν πολυμαθίας, καὶ ταλαιπωρίαις οἷα εἰκὸς ἐντυγ‐ χάνων. | |
23 | Σικελιώτης δὲ ὤν, ἐξ Ἀγυρίου τὸ γένος ἔσχε, καὶ διὰ τὴν ἐπιμιξίαν τῶν Ῥωμαίων πολλὴν ἐμπει‐ | |
25 | ρίαν τῆς Ῥωμαίων εἰληφὼς διαλέκτου, πάσας τὰς ἡγε‐ μονικὰς αὐτῆς πράξεις καὶ πάθη ἀκριβῶς ἀνελάβετο. Ἐν μʹ δὲ βιβλίοις τὴν ὅλην συμπεραινόμενος πραγμα‐ τείαν, ἐν μὲν ἓξ ταῖς πρώταις τὰς πρὸ τῶν Τρωϊκῶν πράξεις τε καὶ μυθολογίας ἐκτίθεται, ἐν δὲ ταῖς ἐφε‐ | |
30 | ξῆς ιαʹ τὰς ἀπὸ τῶν Τρωϊκῶν κοινὰς πράξεις εὑρήσεις | |
ἀναγεγραμμένας ἕως τῆς τελευτῆς Ἀλεξάνδρου τοῦ Μακεδόνων βασιλέως. Ἐν δὲ ταῖς ὑπολοίποις κγʹ βίβλοις αἱ λοιπαὶ τυγχάνουσι πράξεις ἀναγεγραμμέναι, μέχρις ὅτου Ῥωμαίοις πρὸς Κελτοὺς ὁ πόλεμος συνερράγη, | 103 in vol. 1 | |
35 | καθ’ ὃν ἡγούμενος Γάϊος Ἰούλιος Καῖσαρ ἐκράτησε μὲν τῶν πλείστων καὶ μαχίμων παρὰ Κελτοῖς ἐθνῶν τῷ πολέμῳ, προεβίβασε δὲ τὴν ἡγεμονίαν τῆς Ῥώ‐ μης μέχρι τῶν Βρεττανικῶν νήσων· ἐν οἷς καὶ ἡ ἱστορία τελευτᾷ. | |
Bibl.7135a(41) | Ἀνεγνώσθη βιβλίον Κασσιανοῦ Κοκκιανοῦ ἢ Κοκ‐ κίου Δίωνος, ἐν λόγοις πʹ. Ἄρχεται μὲν ἀπὸ τῆς Αἰνείου | |
Bibl.7135b | ἐπὶ τὴν Ἰταλίαν ἐκ Τροίας καθόδου καὶ τῆς κτίσεως Ἄλβα πόλεως καὶ Ῥώμης, διέρχεται δὲ καθεξῆς, ἀπο‐ παυόμενος εἰς τὴν τοῦ Ἀντωνίνου, ὃν Ἐλαγάβαλον ἀπε‐ κάλουν, σφαγήν· τοῦτον δὲ καὶ Τιβερῖνον καὶ Σαρδα‐ | |
5 | νάπαλον καὶ Ψευδαντωνῖνον καὶ Ἀσσύριον ἀπὸ τῶν αὐτῷ πραττομένων ἐπωνόμαζον. | |
6 | Οὐ μόνον δὲ ἀλλὰ καὶ εἰς τὴν ἀρχὴν κάτεισιν Ἀλεξάνδρου, ὃς Ἀντωνίνου σφα‐ γέντος (σὺν αὐτῷ γὰρ τὸ κράτος εἶχεν, ἀναληφθεὶς ὑπ’ αὐτοῦ) μόνος τὸν ἐπ’ αὐτῷ μελετηθέντα κίνδυνον φυγὼν | |
10 | τὴν βασιλείαν ἐκδέχεται. | |
10 | Τοῦτόν φησι τὸν Ἀλέξανδρον καὶ συνυπατεῦσαι αὑτῷ ὁ συγγραφεὺς τὸ δεύτερον, καὶ τὸ ὑπὲρ τῆς ἀρχῆς κατὰ τὸ προσῆκον ἀνάλωμα φιλο‐ τιμίᾳ τῇ ἐς τὸν συνύπατον αὐτὸν τὸν αὐτοκράτορα ἀνα‐ λῶσαι. | |
14 | Οὗτος δ’ ὁ συγγραφεὺς Περγάμου μὲν καὶ Σμύρ‐ | |
15 | νης (Μακρῖνος αὐτῷ τὴν ἀρχὴν ὁ αὐτοκράτωρ ἐγχει‐ | |
ρίζει) ἐπεστάτησεν, ἔπειτα τῆς Ἀφρικῆς ἡγεμόνευσεν, εἶτα Παννονίας ἦρξε, καὶ ὑπατεύσας τὸ δεύτερον, ὡς ἐρρήθη, οἴκαδε ἀπῆρε παρειμένος ἐπὶ τῇ τῶν ποδῶν ἀρρωστίᾳ, ἐκεῖ τὸ λοιπὸν, ὡς καὶ τὸ δαιμόνιον αὐτῷ | 104 in vol. 1 | |
20 | φησι, προεῖπεν ἐν Βιθυνίᾳ διατρίβοντι, βιωσόμενος «ἔκ τ’ ἀνδροκτασίης, ἔκ θ’ αἵματος ἔκ τε κυδοιμοῦ». | |
21 | Ἔσχε δὲ πατρίδα τὴν ἐν Βιθυνίᾳ Νίκαιαν, ἣν κατὰ μέρη ἡ καλουμένη λίμνη Ἀσκανία περιλιμνάζει. | |
23 | Ἔστι δὲ τὴν φρά‐ σιν μεγαλοπρεπῶς τε καὶ εἰς ὄγκον διεσκευασμένος, ὅ‐ | |
25 | τι καὶ μεγάλων ἔργων ἐννοίας ἀπαγγέλλει. Ἀρχαϊκῶν τε αὐτῷ συντάξεων ὁ λόγος μεστὸς καὶ λέξεων πρεπου‐ σῶν μεγέθει, περίοδοί τε μετὰ παρενθέσεων παρατε‐ ταμέναι καὶ ὑπερβατῶν εὔκαιρος χρῆσις. Ῥυθμός τε καὶ ἀναπαύσεις εἰς ἐπιμέλειαν ἠσκημένα διὰ τὸ σαφὲς | |
30 | οὐκ ἔστι τοῖς ἁπλῶς ἀναγινώσκουσιν ἐμφανῆ. Ἐν δέ γε ταῖς δημηγορίαις, ἄριστος καὶ μιμητὴς Θουκυδίδου, πλὴν εἴ τι πρὸς τὸ σαφέστερον ἀφορᾷ. Σχεδὸν δὲ κἂν τοῖς ἄλ‐ λοις Θουκυδίδης ἐστὶν αὐτῷ ὁ κανών. | |
Bibl.7235b(35) | Ἀνεγνώσθη βιβλίον Κτησίου τοῦ Κνιδίου τὰ Περ‐ σικὰ ἐν βιβλίοις κγʹ. Ἀλλ’ ἐν μὲν τοῖς πρώτοις ἕξ, τά τε Ἀσσύρια διαλαμβάνει καὶ ὅσα πρὸ τῶν Περσικῶν. Ἀπὸ μέντοι τοῦ ζʹ, τὰ Περσικὰ διεξέρχεται· καὶ ἐν μὲν τῷ ζʹ καὶ ηʹ καὶ ιʹ καὶ ιαʹ καὶ ιβʹ καὶ ιγʹ, διέξεσι τὰ περὶ Κύρου καὶ | |
40 | Καμβύσου καὶ τοῦ μάγου, Δαρείου τε καὶ τοῦ Ξέρξου, σχε‐ δὸν ἐν ἅπασιν ἀντικείμενα Ἡροδότῳ ἱστορῶν, ἀλλὰ καὶ | |
ψεύστην αὐτὸν ἀπελέγχων ἐν πολλοῖς καὶ λογοποιὸν ἀπο‐ | 105 in vol. 1 | |
Bibl.7236a | καλῶν· καὶ γὰρ νεώτερος μέν ἐστιν αὐτοῦ. Φησὶ δὲ αὑτὸν τῶν πλειόνων ἃ ἱστορεῖ αὐτόπτην γενόμενον, ἢ παρ’ αὐτῶν Περσῶν, ἔνθα τὸ ὁρᾶν μὴ ἐνεχώρει, αὐτήκοον κατα‐ στάντα· οὕτω τὴν ἱστορίαν συγγράψαι. Οὐχ Ἡροδότῳ δὲ | |
5 | μόνῳ τἀναντία ἱστορεῖ, ἀλλὰ καὶ πρὸς Ξενοφῶντα τὸν Γρύλλου ἐπ’ ἐνίων διαφωνεῖ. Ἤκμασε δὲ ἐν τοῖς χρόνοις Κύρου, τοῦ ἐκ Δαρείου καὶ Παρυσάτιδος, ὃς ἀδελφὸς Ἀρτο‐ ξέρξου, εἰς ὃν ἡ περσικὴ βασιλεία κατῆλθεν, ἐτύγχανεν. Φησὶν οὖν αὐτίκα περὶ τοῦ Ἀστυάγους, ὡς οὐδὲν αὐτοῦ | |
10 | Κῦρος πρὸς γένος ἐχρημάτιζεν· οὗτος δὲ αὐτὸν καὶ Ἀστυΐ‐ γαν καλεῖ· φυγεῖν δὲ ἀπὸ προσώπου Κύρου Ἀστυΐγαν ἐν Ἐκβατάνοις, καὶ κρυφθῆναι ἐν τοῖς κριοκράνοις τῶν βα‐ σιλείων οἰκημάτων, κρυψάντων αὐτὸν τῆς τε θυγατρὸς Ἀμύτιος καὶ τοῦ ἀνδρὸς αὐτῆς Σπιτάμα· ἐπιστάντα δὲ | |
15 | Κῦρον Οἰβάρᾳ ἐπιτάξαι ἀνακρίνειν διὰ στρεβλώσεων Σπιτά‐ μαν τε καὶ Ἀμύτιν, ἀλλὰ καὶ τοὺς παῖδας αὐτῶν Σπιτάκην τε καὶ Μεγαβέρνην περὶ Ἀστυΐγα, τὸν δὲ ἑαυτὸν προσ‐ αγγεῖλαι ἵνα μὴ δι’ αὐτὸν στρεβλωθείησαν οἷ παῖδες· ληφθέντα δὲ πέδαις παχείαις ὑπὸ Οἰβάρα δεθῆναι, λυ‐ | |
20 | θῆναι δὲ ὑπ’ αὐτοῦ Κύρου μετ’ οὐ πολὺ καὶ ὡς πατέρα τιμηθῆναι, καὶ τὴν θυγατέρα Ἀμύτιν πρότερον μὲν μητρικῆς ἀπολαῦσαι τιμῆς, ἔπειτα δὲ καὶ εἰς γυναῖκα ἀχθῆναι τῷ Κύρῳ, Σπιτάμα τοῦ ἀνδρὸς αὐτῆς ἀνῃρη‐ μένου ὅτι ἐψεύσατο ἀγνοεῖν εἰπὼν ἐρευνώμενον Ἀστυΐ‐ | |
25 | γαν. | |
25 | Ταῦτα λέγει Κτησίας περὶ Κύρου, καὶ οὐχ οἷα Ἡρό‐ δοτος. | |
26 | Καὶ ὅτι πρὸς Βακτρίους ἐπολέμησε καὶ ἀγχώμαλος | |
ἡ μάχη ἐγένετο· ἐπεὶ δὲ Βάκτριοι Ἀστυΐγαν μὲν πα‐ τέρα Κύρου γεγενημένον, Ἀμύτιν δὲ μητέρα καὶ γυναῖκα ἔμαθον, ἑαυτοὺς ἑκόντες Ἀμύτι καὶ Κύρῳ παρέδοσαν. | 106 in vol. 1 | |
30 | Καὶ ὅτι πρὸς Σάκας ἐπολέμησε Κῦρος καὶ συνέλαβεν Ἀ‐ μόργην τῶν Σακῶν μὲν βασιλέα, ἄνδρα δὲ Σπαρέθρης ἥτις καὶ μετὰ τὴν ἅλωσιν τοῦ ἀνδρὸς στρατὸν συλλέ‐ ξασα, ἐπολέμησε Κύρῳ ἀνδρῶν μὲν στράτευμα λʹ μυριάδας ἐπαγομένη, γυναικῶν δὲ εἴκοσι· καὶ | |
35 | νικᾷ Κῦρον, καὶ συλλαμβάνει ζωγρίαν μετὰ καὶ ἄλλων πλείστων, Παρμίσην τε τὸν Ἀμύτιος ἀδελφὸν καὶ τρεῖς αὐτοῦ παῖδας δι’ οὓς ὕστερον καὶ Ἀμόργης ἠφέθη, ἐπεὶ κἀκεῖνοι ἠφέθησαν. | |
38 | Καὶ ὅτι στρατεύει Κῦρος ἐπὶ Κροῖσον καὶ πόλιν Σάρδεις, σύνεργον ἔχων Ἀμόργην. Ὅπως τε | |
40 | βουλῇ Οἰβάρα, Περσῶν εἴδωλα ξύλινα ἀνὰ τὸ τεῖχος | |
Bibl.7236b | φανέντα, εἰς δέος μὲν κατέστησε τοὺς ἐνοικοῦντας, ἥλω δὲ διὰ ταῦτα καὶ αὐτὴ ἡ πόλις. Ὅπως τε πρὸ τῆς ἁλώ‐ σεως δίδοται ὁ παῖς Κροίσου ἐν ὁμήρου λόγῳ, δαιμονίου φαντάσματος ἀπατήσαντος Κροῖσον. Ὅπως τε, δολορρα‐ | |
5 | φοῦντος Κροίσου, ὁ παῖς κατ’ ὀφθαλμοὺς ἀναιρεῖται· καὶ ὅπως ἡ μήτηρ, τὸ πάθος ἰδοῦσα, ἑαυτὴν τοῦ τείχους ἀπο‐ κρημνίζει καὶ θνῄσκει. Ὅπως τε, ἁλούσης τῆς πόλεως, πρὸς τὸ ἐν τῇ πόλει ἱερὸν τοῦ Ἀπόλλωνος καταφεύγει ὁ Κροῖσος, καὶ ὡς τρὶς ἐν τῷ ἱερῷ πεδηθεὶς ὑπὸ Κύρου, | |
10 | λύεται τρίτον ἀοράτως, καίτοι σφραγίδων τῷ ἱερῷ ἐπι‐ κειμένων, καὶ τούτων τὴν φυλακὴν Οἰβάρα ἐμπεπιστευ‐ μένου. Ὅπως τε οἱ συνδούμενοι Κροίσῳ τὰς κεφαλὰς ἀπε‐ τέμνοντο ὡς καταπροδιδόντες λύεσθαι Κροῖσον. Καὶ ὅτι ἀναληφθεὶς ἐν τοῖς βασιλείοις καὶ δεθεὶς ἀσφαλέστερον, | |
15 | βροντῶν καὶ σκηπτῶν ἐπενεχθέντων, λύεται πάλιν καὶ τότε | |
μόλις ὑπὸ Κύρου ἀφίεται. Ἐξ οὗ καὶ περιείπετο καὶ ἔδωκε Κῦρος Κροίσῳ πόλιν μεγάλην Βαρήνην, ἐγγὺς Ἐκβα‐ τάνων, ἐν ᾗ ἦσαν ἱππεῖς μὲν πεντακισχίλιοι, πελτασταὶ δὲ καὶ ἀκοντισταὶ καὶ τοξόται μύριοι. | 107 in vol. 1 | |
20 | Ἔτι διαλαμβάνει ὡς ἀποστέλλει Κῦρος ἐν Περσίδι Πετησάκαν τὸν εὐνοῦχον, μέγα παρ’ αὐτῷ δυνάμενον, ἐνέγκαι ἀπὸ Βαρκανίων Ἀστυΐγαν· ἐπόθει γὰρ αὐτός τε καὶ ἡ θυγάτηρ Ἀμύτις τὸν πατέρα ἰδεῖν. Καὶ ὡς Οἰ‐ βάρας βουλεύει Πετησάκᾳ ἐν ἐρήμῳ τόπῳ καταλιπόντα | |
25 | Ἀστυΐγαν λιμῷ καὶ δίψει ἀπολέσαι· ὃ καὶ γέγονε. Δι’ ἐνυπνίων δὲ τοῦ μιάσματος μηνυθέντος, Πετησάκας, πολλάκις αἰτησαμένης Ἀμύτιος, εἰς τιμωρίαν παρὰ Κύρου ἐκδίδοται· ἡ δέ, τοὺς ὀφθαλμοὺς ἐξορύξασα καὶ τὸ δέρμα περιδείρασα, ἀνεσταύρισεν. | |
29 | Οἰβάρας δέ, δεδιὼς | |
30 | μὴ τὰ ὅμοια πείσεται, καίτοι Κύρου μηδὲν τοιοῦτον ἰσχυρι‐ ζομένου παραχωρῆσαι, αὐτὸς μὲν ἀποκαρτερήσας δι’ ἡμερῶν δέκα, ἑαυτὸν ἐξήγαγεν. Ἀστυΐγας δὲ μεγαλο‐ πρεπῶς ἐτάφη, καὶ ἐν τῇ ἐρήμῳ δὲ ἄβρωτος αὐτοῦ διέ‐ μεινεν ὁ νεκρός· λέοντες γὰρ αὐτοῦ, φησίν, μέχρι Πετησά‐ | |
35 | καν πάλιν ἐλθεῖν καὶ ἀναλαβεῖν ἐφύλαττον τὸν νεκρόν. Κῦρος δὲ στρατεύει ἐπὶ Δέρβικας, Ἀμοραίου βασι‐ λεύοντος αὐτῶν. Καὶ ἐξ ἐνέδρας οἱ Δέρβικες ἱστῶσιν ἐλέ‐ φαντας, καὶ τοὺς ἱππεῖς Κύρου τρέπουσι, καὶ πίπτει καὶ αὐτὸς Κῦρος ἐκ τοῦ ἵππου, καὶ ἰνδὸς ἀνὴρ (συνεμάχουν | |
40 | γὰρ Ἰνδοὶ τοῖς Δερβίκεσιν, ἐξ ὧν καὶ τοὺς ἐλέφαντας ἔφε‐ | |
Bibl.7237a | ρον) οὗτος ὁ Ἰνδὸς πεπτωκότα Κῦρον βάλλει ἀκον‐ τίῳ ὑπὸ τὸ ἰσχίον εἰς τὸν μηρόν, ἐξ οὗ καὶ τελευτᾷ. Τότε δὲ | |
ζῶντα ἀνελόμενοι αὐτὸν οἱ οἰκεῖοι, ἐπὶ τὸ στρατόπεδον ᾔεσαν. Ἀπέθανον δὲ ἐν τῇ μάχῃ καὶ Περσῶν πολλοί, | 108 in vol. 1 | |
5 | καὶ Δερβίκων ἴσοι· μύριοι γὰρ αὐτοί. | |
5 | Ἀμόργης δέ, περὶ Κύρου ἀκούσας, σπουδῇ παραγίνεται ἔχων Σακῶν δισμυρίους ἱππέας, καὶ πολέμου συρραγέντος Περσῶν καὶ Δερβίκων, νικᾷ κατὰ κράτος ὁ Περσῶν καὶ Σακῶν στρα‐ τός. Ἀναιρεῖται δὲ καὶ ὁ τῶν Δερβίκων βασιλεὺς Ἀμο‐ | |
10 | ραῖος καὶ αὐτὸς καὶ οἱ δύο παῖδες αὐτοῦ· ἀπέθανον δὲ Δερβίκων μὲν τρισμύριοι, Περσῶν δὲ ἐνακισχίλιοι, καὶ προσεχώρησεν ἡ χώρα Κύρῳ. Κῦρος δέ, μέλλων τελευτᾶν, Καμβύσην μὲν τὸν πρῶ‐ τον υἱὸν βασιλέα καθίστη, Τανυοξάρκην δὲ τὸν νεώτερον | |
15 | ἐπέστησε δεσπότην Βακτρίων καὶ τῆς χώρας καὶ Χοραμ‐ νίων καὶ Παρθίων καὶ Καρμανίων, ἀτελεῖς ἔχειν τὰς χώ‐ ρας διορισάμενος· τῶν δὲ Σπιτάμα παίδων, Σπιτάκην μὲν Δερβίκων ἀπέδειξε σατράπην, Μεγαβέρνην δὲ Βαρ‐ κανίων· τῇ μητρὶ δὲ πάντα πείθεσθαι προσέταττε, καὶ | |
20 | Ἀμόργην φίλον τούτοις τῶν δεξιῶν ἐμβαλλομένων ἐποι‐ εῖτο καὶ ἀλλήλοις· καὶ τοῖς μὲν ἐμμένουσι ταῖς πρὸς ἀλλήλους εὐνοίαις, ἀγαθὰ ηὔχετο· ἐπηρᾶτο δὲ τοῖς χει‐ ρῶν ἄρξουσιν ἀδίκων. Ταῦτα εἰπάς, ἐτελεύτησε τρίτῃ ὕστερον ἀπὸ τοῦ τραύματος ἡμέρᾳ, βασιλεύσας ἔτη λʹ. | |
25 | Ἐν οἷς ὁ ἑνδέκατος Κτησίου λόγος τοῦ Κνιδίου. Ἄρχεται δὲ ὁ δωδέκατος ἀπὸ τῆς Καμβύσου βασιλείας. Οὗτος βασιλεύσας ἀπέστειλε τὸν τοῦ πατρὸς νεκρὸν διὰ Βαγαπάτου τοῦ εὐνούχου εἰς Πέρσας ταφῆναι, καὶ τἄλλα ὡς ὁ πατὴρ ὥρισε διῳκήσατο. Μέγιστον δὲ παρ’ αὐτῷ | |
30 | ἠδύνατο Ἀρτασύρας Ὑρκάνιος, τῶν δὲ εὐνούχων, Ἰζα‐ | |
βάτης τε καὶ Ἀσπαδάτης καὶ Βαγαπάτης, ὃς καὶ παρὰ τῷ πατρὶ μέγιστος ἦν μετὰ τὸν Πετησάκα θάνατον. Οὗτος στρατεύει ἐπ’ Αἴγυπτον καὶ τῶν Αἰγυπτίων τὸν βασιλέα Ἀμυρταῖον καὶ νικᾷ Ἀμυρταῖον, Κομβά‐ | 109 in vol. 1 | |
35 | φεως τοῦ εὐνούχου, ὃς ἦν μέγα δυνάμενος παρὰ τῷ Αἰγυπτίων βασιλεῖ, καταπροδόντος τάς τε γεφύρας καὶ τἄλλα τῶν Αἰγυπτίων πράγματα, ἐφ’ ᾧ γενέσθαι ὕπαρχος Αἰγύπτου. Καὶ γέγονε· ταῦτα γὰρ αὐτῷ Καμ‐ βύσης διὰ Ἰζαβάτου τοῦ Κομβάφεως ἀνεψιοῦ συνέθε‐ | |
40 | το, καὶ αὐτὸς δὲ οἰκειοφώνως ὕστερον· ζωγρίαν δὲ | |
Bibl.7237b | λαβὼν τὸν Ἀμυρταῖον, οὐδὲν ἄλλο κακὸν εἰργάσατο ἢ ὅτι εἰς Σοῦσα ἀνάσπαστον σὺν ἑξακισχιλίοις Αἰγυπτίοις, οὓς αὐτὸς ᾑρετίσατο, ἐποιήσατο· καὶ τὴν Αἴγυπτον δὲ πᾶσαν ὑπέταξεν. Ἀπέθανον δὲ ἐν τῇ μάχῃ Αἰγυπτίων | |
5 | μὲν μυριάδες πέντε, Περσῶν δὲ ἑπτακισχίλιοι. Μάγος δέ τις, Σφενδαδάτης ὄνομα, ἁμαρτήσας καὶ μαστιγωθεὶς ὑπὸ Τανυοξάρκου, ἀφικνεῖται πρὸς Καμβύσην ἐνδιαβάλλων τὸν ἀδελφὸν Τανυοξάρκην ὡς ἐπιβουλεύ‐ οντα αὐτῷ· καὶ σημεῖον ἐδίδου τῆς ἀποστάσεως ὡς εἰ | |
10 | κληθείη ἐλθεῖν, οὐκ ἂν ἔλθοι. Δηλοῖ τοίνυν ὁ Καμ‐ βύσης ἐλθεῖν τὸν ἀδελφόν· ὁ δέ, χρείας ἄλλης ἀπαι‐ τούσης, μένειν ἀνελάβετο. Παρρησιάζεται ταῖς διαβο‐ λαῖς πλέον ὁ μάγος. Ἀμύτις δὲ ἡ μήτηρ, τὰ τοῦ μάγου ὡς ἦν ὑπονοοῦσα, ἐνουθέτει Καμβύσην τὸν υἱὸν μὴ πεί‐ | |
15 | θεσθαι· ὁ δὲ ὑπεκρίνετο μὴ πείθεσθαι, ἐπείθετο δὲ μά‐ λιστα. | |
16 | Διαπεμψαμένου δὲ τρίτον Καμβύσον πρὸς τὸν ἀδελφόν, παραγίνεται καὶ ἀσπάζεται μὲν αὐτὸν ὁ ἀδελ‐ | |
φός, οὐδὲν δὲ ἧττον ἀνελεῖν ἐμελέτα, κρύφα δὲ Ἀμύ‐ τιος εἰς πρᾶξιν ἀγαγεῖν τὴν μελέτην ἔσπευδε. Καὶ λαμ‐ | 110 in vol. 1 | |
20 | βάνει πέρας ἡ πρᾶξις· ὁ γάρ τοι μάγος, βουλῆς τῷ βα‐ σιλεῖ κοινωνῶν, βουλεύει τοιοῦτον· ὅμοιος ἦν αὐτὸς ὁ μάγος κάρτα τῷ Τανυοξάρκῃ· βουλεύει τοιγαροῦν αὐτὸν μὲν ἐν τῷ φανερῷ, ὡς δῆθεν ἀδελφοῦ βασιλέως κατει‐ πόντα, τὴν κεφαλὴν προστάξαι ἀποτμηθῆναι, ἐν δὲ τῷ | |
25 | κρυπτῷ ἀναιρεθῆναι Τανυοξάρκην, καὶ τὴν ἐκείνου στο‐ λὴν ἀμφιασθῆναι τὸν μάγον ὥστε καὶ τῷ ἀμφιάσματι νομίζεσθαι Τανυοξάρκην. Καὶ γίνεται ταῦτα· αἵματι γὰρ ταύρου ὃ ἐξέπιεν, ἀναιρεῖται Τανυοξάρκης, ἀμφιάζεται δὲ ὁ μάγος καὶ νομίζεται Τανυοξάρκης καὶ λανθάνει | |
30 | πάντας ἐπὶ πολὺν χρόνον πλὴν Ἀρτασύρα καὶ Βα‐ γαπάτου καὶ Ἰζαβάτου· τούτοις γὰρ μόνοις Καμβύσης ἐθάρρησε τὴν πρᾶξιν. | |
32 | Λάβυξον δὲ τῶν εὐνούχων τὸν πρῶ‐ τον οἳ ἦσαν Τανυοξάρκεω προσκαλεσάμενος ὁ Καμ‐ βύσης καὶ τοὺς ἄλλους, καὶ ὑποδείξας τὸν μάγον ᾧ ἐσχημά‐ | |
35 | τιστο καθεζόμενον· «Τοῦτον, ἔφη, νομίζετε Τανυοξάρ‐ κην;» Ὁ δὲ Λάβυξος θαυμάσας· «Καὶ τίνα ἄλλον, ἔφη, νομιοῦμεν;» τοσοῦτον ἐλάνθανε τῇ ὁμοιότητι ὁ μάγος. Ἐκπέμπεται οὖν εἰς Βακτρίους καὶ πράττει πάντα ὡς Τανυοξάρκης. Πέντε δὲ ἐνιαυτῶν διελθόντων, μηνύεται | |
40 | ἡ Ἀμύτις τὸ δρᾶμα διὰ Τιβέθεως τοῦ εὐνούχου ὃν ὁ | |
Bibl.7238a | μάγος τυπτήσας ἐτύγχανε. Καὶ αἰτεῖ τὸν Σφενδαδά‐ την παρὰ Καμβύσου· ὁ δὲ οὐ δίδωσιν, ἡ δὲ ἐπαρᾶται καὶ πιοῦσα φάρμακον τελευτᾷ. | |
3 | Θύει ὁ Καμβύσης, καὶ τῶν ἱερείων σφαζομένων, αἷμα οὐκ ἀπορρεῖ, καὶ ἀθυμεῖ. Καὶ | |
5 | τίκτει αὐτῷ ἡ Ῥωξάνη παιδίον ἀκέφαλον, καὶ πλέον ἀθυμεῖ. Καὶ οἱ μάγοι λέγουσιν αὐτῷ τὴν τῶν τεράτων δήλωσιν, ὅτι οὐ καταλείψει τῆς ἀρχῆς διάδοχον. Καὶ ἐφίσταται αὐτῷ ἡ μήτηρ ἐν νυκτὶ ἀπειλοῦσα τῆς μιαι‐ φονίας, καὶ πλέον ἀθυμεῖ. Ἀφικόμενος δὲ εἰς Βαβυ‐ | 111 in vol. 1 |
10 | λῶνα, καὶ ξέων ξυλάριον μαχαίρᾳ διατριβῆς χάριν, παίει τὸν μηρὸν εἰς τὸν μῦν, καὶ ἑνδεκαταῖος τελευτᾷ, βασιλεύσας δυοῖν δέοντα εἴκοσι. Βαγαπάτης δὲ καὶ Ἀρτασύρας, πρὶν ἢ Καμβύσης τελευτήσει, ἐβουλεύσαντο βασιλεῦσαι τὸν μάγον· καὶ | |
15 | ἐβασίλευσεν ἐκείνου τελευτήσαντος. | |
15 | Λαβὼν δὲ τὸ Καμ‐ βύσου σῶμα, Ἰζαβάτης ἦγεν εἰς Πέρσας. Τοῦ μάγου δὲ βασιλεύσαντος ἐπ’ ὀνόματι τοῦ Τανυοξάρκου, ἧκεν Ἰζα‐ βάτης ἐκ Περσίδος, καὶ κατειπὼν τῇ στρατιᾷ πάντα, καὶ θριαμβεύσας τὸν μάγον, κατέφυγεν εἰς τὸ ἱερόν, | |
20 | ἐκεῖθέν τε συλληφθεὶς ἀπετμήθη. | |
20 | Ἐντεῦθεν, ἑπτὰ τῶν Περσῶν ἐπίσημοι συνέθεντο ἀλλήλοις κατὰ τοῦ μάγου· Ὀνόφας, Ἰδέρνης, Νορονδαβάτης, Μαρδόνιος, Βαρίσ‐ σης, Ἀταφέρνης, καὶ Δαρεῖος Ὑστάπεω. Τούτων ἀλλή‐ λοις πίστεις δόντων, προσλαμβάνεται καὶ ὁ Ἀρτασύρας, | |
25 | εἶτα καὶ ὁ Βαγαπάτης, ὃς τὰς κλεῖς πάσας τῶν βα‐ σιλείων εἶχεν· καὶ εἰσελθόντες διὰ Βαγαπάτου οἱ ἑπτὰ εἰς τὰ βασίλεια, εὑρίσκουσι τὸν μάγον παλλακῇ βαβυ‐ λωνίᾳ συγκαθεύδοντα. Ὡς δὲ εἶδεν, ἀνεπήδησε καὶ μηδὲν εὑρὼν τῶν πολεμικῶν ὀργάνων (πάντα γὰρ ὁ Βαγα‐ | |
30 | πάτης λάθρᾳ ὑπεξήγαγε) δίφρον χρύσεον συντρί‐ ψας καὶ λαβὼν τὸν πόδα, ἐμάχετο· καὶ τέλος κατακεντηθεὶς ὑπὸ τῶν ἑπτά, ἀπέθανε βασιλεύσας μῆνας ἑπτά. | |
32 | Βα‐ σιλεύει δὲ τῶν ἑπτὰ ὁ Δαρεῖος, τοῦ ἵππου, καθὰ συνέ‐ κειτο ἀλλήλοις, πρώτου μηχανῇ τινι καὶ τέχνῃ, ἐπειδὰν | 112 in vol. 1 |
35 | ὁ ἥλιος πρὸς ἀνατολὰς ἐγένετο, χρεμετίσαντος. | |
35 | Ἄγεται τοῖς Πέρσαις ἑορτὴ τῆς μαγοφονίας, καθ’ ἣν Σφεν‐ δαδάτης ὁ μάγος ἀνῄρηται. Δαρεῖος προστάσσει τάφον ἑαυτῷ κατασκευασθῆναι ἐν τῷ δισσῷ ὄρει, καὶ κατασκευάζεται. Ἐπιθυμήσας δὲ | |
40 | ἰδεῖν αὐτόν, ὑπό τε τῶν Χαλδαίων καὶ τῶν γονέων κω‐ λύεται. Οἱ δὲ γονεῖς, ἀνελθεῖν βουληθέντες, ἐπεὶ οἱ ἱερεῖς | |
Bibl.7238b | εἶδον οἱ ἀνέλκοντες αὐτούς, καὶ ἐφοβήθησαν καὶ φοβηθέντες ἀφῆκαν τὰ σχοινία, ἔπεσον καὶ ἐτελεύτησαν. Καὶ ἐλυπήθη Δαρεῖος λίαν, καὶ ἀπετμήθησαν αἱ κε‐ φαλαὶ μʹ ὄντων τῶν ἀνελκόντων. | |
5 | Ὅτι ἐπιτάσσει Δαρεῖος Ἀριαράμνῃ τῷ σατράπῃ Καππαδοκίας ἐπὶ Σκύθας διαβῆναι καὶ ἄνδρας καὶ γυ‐ ναῖκας αἰχμαλωτίσαι· ὁ δὲ διαβὰς πεντηκοντόροις λʹ ᾐχμαλώτισε. Συνέλαβε δὲ καὶ τὸν ἀδελφὸν τοῦ βασιλέως τῶν Σκυθῶν Μαρσαγέτην, ἐπὶ κακώσει εὑρὼν παρὰ τοῦ οἰ‐ | |
10 | κείου ἀδελφοῦ δεδεμένον. | |
10 | Σκυθάρβης δέ, ὁ Σκυθῶν βα‐ σιλεύς, ὀργισθεὶς ἔγραψεν ὑβρίζων Δαρεῖον, καὶ ἀντεγράφη αὐτῷ ὁμοίως. Στράτευμα δὲ ἀγείρας Δαρεῖος πʹ μυ‐ ριάδας, καὶ ζεύξας τὸν Βόσπορον καὶ τὸν Ἴστρον, διέβη ἐπὶ Σκύθας, ὁδὸν ἐλάσας ἡμερῶν ιεʹ. Καὶ ἀντέπεμπον | |
15 | ἀλλήλοις τόξα· ἐπικρατέστερα δ’ ἦν τῶν Σκυθῶν. Διὸ καὶ φεύγων Δαρεῖος διέβη τὰς γεφυρώσεις καὶ ἔλυσε σπεύδων πρὶν ἢ τὸ ὅλον διαβῆναι στράτευμα· καὶ ἀπέ‐ θανον ὑπὸ Σκυθάρβεω οἱ καταλειφθέντες ἐν τῇ Εὐ‐ | |
ρώπῃ μυριάδες ηʹ. | 113 in vol. 1 | |
19 | Δαρεῖος δὲ τὴν γέφυραν δια‐ | |
20 | βάς, Χαλκηδονίων οἰκίας καὶ ἱερὰ ἐνέπρησεν ἐπεὶ τὰς πρὸς αὐτοῖς γεφύρας ἐμελέτησαν λῦσαι, καὶ ὅτι τὸν βωμόν, ὃν περῶν Δαρεῖος κατέθετο ἐπ’ ὀνόματι δια‐ βατηρίου Διὸς ἠφάνισαν. | |
23 | Δάτις δὲ ἐπανιὼν ἐκ πόν‐ του καὶ τοῦ μηδικοῦ στόλου ἡγούμενος, ἐπόρθει νήσους καὶ | |
25 | τὴν Ἑλλάδα· ἐν Μαραθῶνι δὲ Μιλτιάδης ὑπαντιά‐ ζει καὶ νικᾷ τοὺς βαρβάρους, καὶ πίπτει καὶ αὐτὸς Δάτις καὶ οὐδὲ τὸ σῶμα Πέρσαις αἰτησαμένοις ἐδό‐ θη. | |
28 | Δαρεῖος δὲ ἐπανελθὼν εἰς Πέρσας καὶ θύσας καὶ ἡ‐ μέρας νοσήσας λʹ τελευτᾷ, ζήσας μὲν ἔτη οβʹ, βα‐ | |
30 | σιλεύσας δὲ ἔτη λαʹ. Ἀπέθανε δὲ καὶ Ἀρτασύρας. Καὶ ὁ Βαγαπάτης δὲ τὸ σῆμα Δαρείου παρακαθίσας ἔτη ζʹ ἐτελεύτησε. Βασιλεύει Ξέρξης ὁ υἱός, καὶ Ἀρτάπανος, ὁ Ἀρτα‐ σύρα παῖς, γίνεται δυνατὸς παρ’ αὐτῷ ὡς ὁ πατὴρ | |
35 | παρὰ τῷ πατρί, καὶ Μαρδόνιος ὁ παλαιός, εὐνούχων δὲ μέγιστον ἠδύνατο Νατάκας. | |
36 | Γαμεῖ δὲ Ξέρξης Ὀνό‐ φα θυγατέρα Ἀμῆστριν, καὶ γίνεται αὐτῷ παῖς Δα‐ ρειαῖος, καὶ ἕτερος μετὰ δύο ἔτη Ὑστάπης, καὶ ἔτι Ἀρτοξέρξης, καὶ θυγατέρες δύο, ὧν ἡ μὲν Ἀμύτις | |
40 | κατὰ τὴν ὀνομασίαν τῆς μάμμης, ἡ δὲ Ῥοδογούνη. Ὁ δὲ δὴ Ξέρξης στρατεύει ἐπὶ τοὺς Ἕλληνας ὅτι τε | |
Bibl.7239a | Χαλκηδόνιοι λῦσαι τὴν γέφυραν, ὡς ἤδη εἴρηται, ἐπειράθησαν, καὶ ὅτι τὸν βωμόν, ὃν ἔστησε Δαρεῖος καθεῖλον, καὶ ὅτι Δάτιν Ἀθηναῖοι ἀνεῖλον καὶ οὐδὲ | |
τὸν νεκρὸν ἔδοσαν. Πρότερον δὲ εἰς Βαβυλῶνα ἀφί‐ | 114 in vol. 1 | |
5 | κετο, καὶ ἰδεῖν ἐπεθύμησε τὸν Βελιτανᾶ τάφον· καὶ εἶδε διὰ Μαρδονίου, καὶ τὴν πύελον ἐλαίου οὐκ ἴσχυ‐ σεν, ὥσπερ καὶ ἐγέγραπτο, πληρῶσαι. | |
7 | Ἐξελαύνει Ξέρ‐ ξης εἰς Ἐκβάτανα, καὶ ἀγγέλλεται αὐτῷ ἀπόστασις Βαβυλωνίων καὶ Ζωπύρου τοῦ στρατηγοῦ αὐτῶν ὑπὸ | |
10 | σφῶν ἀναίρεσις. | |
10 | Οὕτω καὶ περὶ τούτων φησὶ Κτησίας, καὶ οὐχ ὡς Ἡρόδοτος. Ἃ δὲ περὶ Ζωπύρου ἐκεῖνος λέ‐ γει, πλὴν ὅτι ἡμίονος αὐτῷ ἔτεκεν, ἐπεὶ τά γε ἄλλα Μεγάβυζον οὗτος λέγει διαπράξασθαι, ὃς ἦν γαμβρὸς ἐπὶ τῇ θυγατρὶ Ἀμύτι τοῦ Ξέρξου. | |
14 | Οὕτω μὲν ἥλω διὰ | |
15 | Μεγαβύζου Βαβυλών. Δίδωσιν αὐτῷ Ξέρξης ἄλ‐ λα τε πολλὰ καὶ μύλην χρυσῆν ἓξ ἕλκουσαν τάλαντα, ὃ τιμιώτατον τῶν βασιλικῶν δώρων παρὰ Πέρσαις ἐστί. | |
18 | Ξέρξης δὲ συναγείρας στρατιὰν περσικὴν ἄνευ τῶν ἁρμάτων ὀγδοήκοντα μυριάδας καὶ τριήρεις χι‐ | |
20 | λίας, ἤλαυνεν ἐπὶ τὴν Ἑλλάδα, ζευγνὺς τὴν Ἄβυδον. Δημάρατος δὲ ὁ Λακεδαιμόνιος παρεγένετο ἤδη πρῶ‐ τον, καὶ συνῆν αὐτῷ ἐν τῇ διαβάσει, καὶ ἀπεῖργε τῆς εἰς Λακεδαίμονα ἐφόδου. Ξέρξης δὲ προσβάλλει ἐν Θερμοπύλαις Λεωνίδᾳ τῷ στρατηγῷ τῶν Λακε‐ | |
25 | δαιμονίων δι’ Ἀρταπάνου ἔχοντος μυρίους· καὶ κατε‐ κόπη τὸ περσικὸν πλῆθος, τῶν Λακεδαιμονίων δύο ἢ τριῶν ἀναιρεθέντων. Εἶτα προσβαλεῖν κελεύει μετὰ δισμυρίων, καὶ ἧττα γίνεται κἀκείνων. Εἶτα μαστιγοῦν‐ ται ἐπὶ τῷ πολεμεῖν, καὶ μαστιγούμενοι ἔτι ἡττῶντο. | |
30 | Τῇ δὲ ὑστεραίᾳ κελεύει μάχεσθαι μετὰ πεντακισμυ‐ | |
ρίων· καὶ ἐπεὶ οὐδὲν ἤνυεν, ἔλυσε τότε τὸν πόλεμον. Θώραξ δὲ ὁ Θεσσαλὸς καὶ Τραχινίων οἱ δυνατοί, Καλλιάδης καὶ Τιμαφέρνης, παρῆσαν στρατιὰν ἔχον‐ τες· καλέσας δὲ Ξέρξης τούτους τε καὶ τὸν Δημάρα‐ | 115 in vol. 1 | |
35 | τον καὶ τὸν Ἡγίαν τὸν Ἐφέσιον, ἔμαθεν ὡς οὐκ ἂν ἡττηθεῖεν Λακεδαιμόνιοι εἰ μὴ κυκλωθείησαν. Ἡγου‐ μένων δὲ τῶν δύο Τραχινίων διὰ δυσβάτου, στρατὸς περσικὸς διελήλυθε, μυριάδες τέσσαρες, καὶ κατὰ νώτου γίνονται τῶν Λακεδαιμονίων· καὶ κυκλωθέντες | |
40 | ἀπέθανον μαχόμενοι ἀνδρείως ἅπαντες. | |
40 | Ξέρξης δὲ πάλιν στράτευμα πέμπει κατὰ Πλαταιέων, μυριάδας | |
Bibl.7239b | ιβʹ ἡγούμενον αὐτοῖς Μαρδόνιον ἐπιστήσας. Θη‐ βαῖοι δ’ ἦσαν οἱ κατὰ Πλαταιέων τὸν Ξέρξην κινοῦντες. Ἀντιστρατεύει δὲ Παυσανίας ὁ Λακεδαιμόνιος, τρια‐ κοσίους μὲν ἔχων Σπαρτιήτας, χιλίους δὲ τῶν περιοί‐ | |
5 | κων, ἐκ δὲ τῶν ἄλλων πόλεων χιλιάδας ἓξ καὶ νι‐ κᾶται κατὰ κράτος ἡ περσικὴ στρατιά· καὶ φεύγει τραυματισθεὶς καὶ Μαρδόνιος. | |
7 | Οὗτος ὁ Μαρδόνιος πέμπεται συλῆσαι τὸ τοῦ Ἀπόλλωνος ἱερὸν παρὰ Ξέρ‐ ξου, κἀκεῖ, φησί, θνῄσκει, χαλάζης ἐπιπεσούσης παχείας· | |
10 | ἐφ’ ᾧ λίαν Ξέρξης ἐλυπήθη. | |
10 | Ξέρξης δ’ ἐπ’ αὐτὰς Ἀθήνας ἐλαύνει· καὶ Ἀθηναῖοι, πληρώσαντες ἑκα‐ τὸν δέκα τριήρεις, φεύγουσιν εἰς Σαλαμῖνα. Καὶ Ξέρξης τὴν πόλιν κενὴν αἱρεῖ καὶ ἐμπίπρησι πλὴν τῆς ἀκρο‐ πόλεως· ἐν αὐτῇ γὰρ ἔτι τινὲς ὑπολειφθέντες ἐμά‐ | |
15 | χοντο. Τέλος, κἀκείνων νυκτὶ φυγόντων, κἀκείνην συνέ‐ | |
φλεξαν. | 116 in vol. 1 | |
16 | Ὁ δὲ Ξέρξης, αὐτόθεν ἐλθὼν ἐπὶ στεινό‐ τατον τῆς Ἀττικῆς (Ἡράκλειον καλεῖται) ἐχώννυε χῶμα ἐπὶ Σαλαμῖνα, πεζῇ ἐπ’ αὐτὴν διαβῆναι δια‐ νοούμενος. Βουλῇ δὲ Θεμιστοκλέους Ἀθηναίου καὶ Ἀρισ‐ | |
20 | τείδου, τοξόται μὲν ἀπὸ Κρήτης προσκαλοῦνται καὶ παρα‐ γίνονται. Εἶτα ναυμαχία Περσῶν καὶ Ἑλλήνων γίνε‐ ται, Περσῶν μὲν ναῦς ἐχόντων ὑπὲρ τὰς χιλίας, στρατη‐ γοῦντος αὐτοῖς Ὀνόφα, Ἑλλήνων δὲ ἑπτακοσίας. Καὶ νικῶσιν Ἕλληνες καὶ διαφθείρονται περσικαὶ φʹ | |
25 | νῆες, καὶ φεύγει Ξέρξης, βουλῇ πάλιν καὶ τέχνῃ Ἀριστείδου καὶ Θεμιστοκλέους. Ἐν δὲ ταῖς λοιπαῖς ἁπάσαις μάχαις, ἀπέθανον Περσῶν δώδεκα μυριάδες. Ξέρξης δέ, περάσας εἰς τὴν Ἀσίαν, καὶ ἀπελαύνων εἰς Σάρδεις, ἔπεμπε Μεγάβυζον τὸ ἐν Δελφοῖς ἱερὸν | |
30 | συλῆσαι. Ἐπεὶ δὲ ἐκεῖνος παρῃτεῖτο, ἀποστέλλεται Μα‐ τάκας ὁ εὐνοῦχος ὕβρεις τε φέρων τῷ Ἀπόλλωνι καὶ πάντα συλήσων. Καὶ δὴ οὕτω ποιήσας, πρὸς Ξέρξην ὑπέστρεψε. Ξέρξης ἀπὸ Βαβυλῶνος εἰς Πέρσας παραγίνεται· | |
35 | καὶ Μεγάβυζος κατὰ τῆς γυναικὸς τῆς ἰδίας Ἀμύ‐ τιος, ἣ θυγάτηρ, ὡς προείρηται, Ξέρξου ἐτύγχανεν, ὡς μεμοιχευμένης λόγους ἐκίνει. Καὶ ἐπιτιμᾶται Ἀμύ‐ τις λόγοις ὑπὸ τοῦ πατρὸς καὶ ὑπισχνεῖται σωφρονεῖν. Ἀρτάπανος δέ, μέγα παρὰ Ξέρξῃ δυνάμενος, μετ’ Ἀσ‐ | |
40 | παμίτρου τοῦ εὐνούχου, καὶ αὐτοῦ μέγα δυναμέ‐ νου, βουλεύονται ἀναιρεῖν Ξέρξην. Καὶ ἀναιροῦσι, καὶ πεί‐ | |
Bibl.7240a | θουσιν Ἀρτοξέρξην τὸν υἱὸν ὡς Δαρειαῖος αὐτὸν ὁ | |
ἕτερος παῖς ἀνεῖλε. Καὶ παραγίνεται Δαρειαῖος ἀγόμε‐ νος ὑπὸ Ἀρταπάνου εἰς τὴν οἰκίαν Ἀρτοξέρξου, πολλὰ βοῶν καὶ ἀπαρνούμενος ὡς οὐκ εἴη φονεὺς τοῦ πατρός, καὶ | 117 in vol. 1 | |
5 | ἀποθνῄσκει. | |
5 | Καὶ βασιλεύει Ἀρτοξέρξης σπουδῇ Ἀρταπάνου, καὶ ἐπιβουλεύεται πάλιν ὑπ’ αὐτοῦ. Καὶ λαμβάνει κοινωνὸν τῆς βουλῆς Ἀρτάπανος Μεγάβυζον ἤδη λελυπημένον ἐπὶ τῇ ἰδίᾳ γυναικὶ Ἀμύτι διὰ τὴν τῆς μοιχείας ὑπό‐ ληψιν. Καὶ ὅρκοις ἀλλήλους ἀσφαλίζονται, ἀλλὰ μηνύει | |
10 | πάντα Μεγάβυζος, καὶ ἀναιρεῖται Ἀρτάπανος ᾧ τρόπῳ ἔμελλεν ἀναιρεῖν Ἀρτοξέρξην. Καὶ γίνεται πάντα δῆλα τὰ εἰργασμένα ἐπὶ Ξέρξῃ καὶ Δαρειαίῳ, καὶ ἀπόλλυται πικρῷ καὶ κακίστῳ θανάτῳ Ἀσπαμίτρης, ὃς ἦν κοινω‐ νὸς ἐπὶ τοῖς φόνοις Ξέρξου καὶ Δαρειαίου· σκαφεύεται | |
15 | γὰρ καὶ οὕτως ἀναιρεῖται. Μάχη δὲ γίνεται μετὰ τὸν θά‐ νατον Ἀρταπάνου τῶν τε συνωμοτῶν αὐτοῦ καὶ τῶν ἄλ‐ λων Περσῶν, καὶ πίπτουσιν ἐν τῇ μάχῃ οἱ τρεῖς τοῦ Ἀρ‐ ταπάνου υἱοί· τραυματίζεται δὲ καὶ Μεγάβυζος ἰσχυρῶς, καὶ θρηνεῖ Ἀρτοξέρξης καὶ ἡ Ἀμύτις καὶ ἡ Ῥοδογούνη καὶ | |
20 | ἡ μήτηρ αὐτῶν, Ἀμῆστρις, καὶ μόλις πολλῇ ἐπιμελείᾳ περισῴζεται Ἀπολλωνίδου ἰατροῦ τοῦ Κῴου. Ἀφίσταται Ἀρτοξέρξου Βάκτρα καὶ ὁ σατράπης, ἄλ‐ λος Ἀρτάπανος· καὶ γίνεται μάχη ἰσοπαλής. Καὶ γίνεται πάλιν ἐκ δευτέρου, καὶ ἀνέμου κατὰ πρόσωπον Βακτρίων | |
25 | πνεύσαντος, νικᾷ Ἀρτοξέρξης καὶ προσχωρεῖ αὐτῷ πᾶσα Βακτρία. Ἀφίσταται Αἴγυπτος, Ἰνάρου Λυδίου ἀνδρὸς καὶ ἑτέρου Αἰγυπτίου τὴν ἀπόστασιν μελετήσαντος, καὶ εὐτρεπίζεται τὰ πρὸς πόλεμον. Πέμπουσι καὶ Ἀθηναῖοι, αἰτησαμένου | |
30 | αὐτοῦ, τεσσαράκοντα νῆας· καὶ μελετᾷ αὐτὸς Ἀρτοξέρξης | |
ἐκστρατεῦσαι, καὶ τῶν φίλων οὐ συμβουλευόντων, πέμπει Ἀχαιμενίδην τὸν ἀδελφὸν τεσσαράκοντα μὲν μυριά‐ δας ἐπαγόμενον στράτευμα πεζικόν, νῆας δὲ πʹ. Συμβάλ‐ λει πόλεμον Ἴναρος πρὸς Ἀχαιμενίδην, καὶ νικῶσιν | 118 in vol. 1 | |
35 | Αἰγύπτιοι, καὶ βάλλεται Ἀχαιμενίδης ὑπὸ Ἰνάρου, καὶ θνῄσκει, καὶ ἀποπέμπεται ὁ νεκρὸς αὐτοῦ εἰς Ἀρτο‐ ξέρξην. Ἐνίκησεν Ἴναρος καὶ κατὰ θάλατταν, Χαρι‐ τιμίδου εὐδοκιμήσαντος, ὃς τῶν ἐξ Ἀθηνῶν μʹ νεῶν ἐχρημάτιζε ναύαρχος, καὶ πεντήκοντα Περσῶν νῆες, αἱ μὲν | |
40 | κʹ αὐτοῖς ἀνδράσιν ἐλήφθησαν, αἱ δὲ τριάκοντα διεφθάρησαν. | |
Bibl.7240b | Εἶτα πέμπεται κατὰ Ἰνάρου Μεγάβυζος, ἐπαγόμενος ἄλλο στράτευμα πρὸς τῷ ὑπολειφθέντι μυριάδας εἴκοσι καὶ νῆας τʹ, καὶ ἐπιστάτην αὐτοῖς Ὁρίσκον, ὡς εἶναι χωρὶς τῶν νεῶν τὸ ἄλλο πλῆθος νʹ μυριάδας. Ἀχαιμενίδης γάρ, | |
5 | ὅτε ἔπεσε, δέκα μυριάδες αὐτῷ, ἐξ ὧν ἦγε μʹ συν‐ διεφθάρησαν. Γίνεται οὖν μάχη κρατερὰ καὶ πίπτουσιν ἀμφοτέρωθεν πολλοί, πλείους δὲ Αἰγύπτιοι. Καὶ βάλλει Μεγάβυζος εἰς τὸν μηρὸν Ἴναρον, καὶ τρέπεται, καὶ νικῶσι Πέρσαι κατὰ κράτος. Φεύγει δὲ πρὸς τὴν | |
10 | Βύβλον Ἴναρος (πόλις ἰσχυρὰ ἐν Αἰγύπτῳ αὕτη), καὶ οἱ Ἕλληνες δὲ μετ’ αὐτοῦ, ὅσοι μὴ ἐν τῇ μάχῃ καὶ μετὰ Χαριτιμίδου ἀπέθανον, προσχωρεῖ δὲ Αἴγυπτος πλὴν Βύβλου πρὸς Μεγάβυζον. Ἐπεὶ δὲ ἐκείνη ἀνάλωτος ἐδόκει, σπένδεται πρὸς Ἴναρον καὶ | |
15 | τοὺς Ἕλληνας, ἑξακισχιλίους ὄντας καὶ ἔτι πρός, ὁ Μεγάβυζος, ἐφ’ ᾧ μηδὲν κακὸν παρὰ βασιλέως λαβεῖν, καὶ τοὺς Ἕλληνας, ὅτε βούλοιντο, πρὸς τὰ οἰκεῖα ἐπανελθεῖν. | |
18 | Καθίστησι δὲ τῆς Αἰγύπτου σα‐ τράπην Σαρσάμαν καὶ λαβὼν Ἴναρον καὶ τοὺς Ἕλ‐ | |
20 | ληνας, παραγίνεται πρὸς Ἀρτοξέρξην, καὶ εὑρίσκει λίαν κατὰ Ἰνάρου τεθυμωμένον, ὅτι τὸν ἀδελφὸν Ἀχαι‐ μενίδην ἀπεκτονὼς εἴη. Διηγεῖται τὰ γεγονότα Με‐ γάβυζος, καὶ ὡς πίστεις δοὺς Ἰνάρῳ καὶ τοῖς Ἕλλησι Βύβλον εἴληφε, καὶ ἐξαιτεῖται λιπαρῶς βασιλέα περὶ | 119 in vol. 1 |
25 | τῆς αὐτῶν σωτηρίας, καὶ λαμβάνει· καὶ ἐξάγεται τέ‐ λος τῇ στρατιᾷ ὡς Ἴναρος καὶ οἱ Ἕλληνες οὐδὲν κα‐ κὸν πείσονται. | |
27 | Ἀμύτις δὲ ὑπὲρ τοῦ παιδὸς Ἀχαιμε‐ νίδου δεινὰ ἐποιεῖτο εἰ μὴ τιμωρήσαιτο Ἴναρον καὶ τοὺς Ἕλληνας· καὶ αἰτεῖται ταῦτα βασιλεῖ, ὁ δὲ οὐκ | |
30 | ἐνδίδωσιν· εἶτα Μεγαβύζῳ, ὁ δὲ ἀποπέμπεται· εἶτα, ἐπεὶ διώχλει τὸν υἱόν, κατειργάσατο, καὶ πέντε πα‐ ρελθόντων ἐτῶν, λαμβάνει τὸν Ἴναρον παρὰ βασι‐ λέως καὶ τοὺς Ἕλληνας καὶ ἀνεσταύρισε μὲν ἐπὶ τρισὶ σταυροῖς· πεντήκοντα δὲ Ἑλλήνων, ὅσους λαβεῖν ἴσχυσε, | |
35 | τούτων ἔτεμε τὰς κεφαλάς. | |
35 | Καὶ ἐλυπήθη λύπην σφο‐ δρὰν Μεγάβυζος, καὶ ἐπένθησε καὶ ᾐτήσατο ἐπὶ Συρίαν τὴν ἑαυτοῦ χώραν ἀπιέναι· ἐνταῦθα λάθρᾳ καὶ τοὺς ἄλλους τῶν Ἑλλήνων προέπεμπε, καὶ ἀπῄει, καὶ ἀπέστη βασιλέως καὶ ἀθροίζει μεγάλην δύναμιν | |
40 | ἄχρι πεντεκαίδεκα μυριάδων, χωρὶς τῶν ἱππέων καὶ τῶν πε‐ | |
Bibl.7241a | ζῶν. Καὶ πέμπεται Οὔσιρις κατ’ αὐτοῦ σὺν κʹ μυ‐ ριάσι καὶ συνάπτεται πόλεμος, καὶ βάλλουσιν ἀλλήλους Μεγάβυζος καὶ Οὔσιρις, ὁ μὲν ἀκοντίῳ, καὶ τυγχάνει Με‐ γαβύζου εἰς τὸν μηρὸν καὶ τιτρώσκει ἄχρι δακτύλων | |
5 | δύο· ὁ δὲ ὡσαύτως ἀκοντίῳ τὸν τοῦ Οὐσίριος μηρόν, εἶτα βάλλει εἰς τὸν ὦμον· κἀκεῖνος πίπτει ἐκ τοῦ ἵπ‐ που, καὶ περισχὼν Μεγάβυζος προστάσσει ἀναλαβεῖν | |
καὶ περισῶσαι. Ἔπιπτον δὲ πολλοὶ τῶν Περσῶν καὶ ἐμάχοντο ἀνδρείως οἱ τοῦ Μεγαβύζου παῖδες Ζώπυ‐ | 120 in vol. 1 | |
10 | ρος καὶ Ἀρτύφιος· καὶ νίκη γίνεται Μεγαβύζῳ κρα‐ ταία. Περιποιεῖται Οὔσιριν ἐπιμελῶς καὶ ἀποπέμπει τοῦτον αἰτησάμενον πρὸς Ἀρτοξέρξην. | |
12 | Πέμπεται δὲ κατ’ αὐτοῦ ἑτέρα στρατεία καὶ Μενοστάτης ὁ τοῦ Ἀρταρίου παῖς· ὁ δὲ Ἀρτάριος σατράπης μὲν ἦν Βαβυλῶνος, | |
15 | Ἀρτοξέρξου δὲ ἀδελφός. Καὶ συμβάλλουσιν ἀλλήλοις καὶ φεύγει ἡ περσικὴ στρατιά· καὶ Μενοστάτης βάλλε‐ ται εἰς τὸν ὦμον ὑπὸ Μεγαβύζου, εἶτα εἰς τὴν κεφαλὴν τοξεύεται, οὐ καιρίαν· φεύγει δὲ ὅμως καὶ οἱ μετ’ αὐτοῦ, καὶ νίκη λαμπρὰ γίνεται Μεγαβύζῳ. Ἀρτάριος | |
20 | δὲ πέμπει πρὸς Μεγάβυζον καὶ παραινεῖ σπείσασθαι βασιλεῖ. | |
21 | Ὁ δὲ δηλοῖ σπείσασθαι μὲν βούλεσθαι καὶ αὐτὸν οὐ μέντοι παραγενέσθαι πρὸς βασιλέα, ἀλλ’ ἐφ’ ᾧ μένειν ἐν τῇ ἑαυτοῦ. Ἀπαγγέλλεται ταῦτα βασιλεῖ, καὶ συμ‐ βουλεύουσιν Ἀρτοξάρης τε ὁ Παφλαγὼν εὐνοῦχος ἀλλὰ | |
25 | καὶ ἡ Ἀμῆστρις σπουδῇ σπείσασθαι. Πέμπεται οὖν Ἀρ‐ τάριός τε αὐτὸς καὶ Ἀμύτις ἡ γυνὴ καὶ Ἀρτοξάρης ἐτῶν ἤδη ὢν κʹ, καὶ Πετήσας ὁ Οὐσίριος καὶ Σπι‐ τάμα πατήρ. Πολλοῖς οὖν ὅρκοις καὶ λόγοις πληροφο‐ ρήσαντες Μεγάβυζον, μόλις ὅμως πείθουσι πρὸς βα‐ | |
30 | σιλέα παραγενέσθαι, καὶ βασιλεὺς τέλος ἔπεμπε παρα‐ γενομένῳ συγγνώμην ἔχειν τῶν ἡμαρτημένων. | |
31 | Ἐξέρ‐ χεται βασιλεὺς ἐπὶ θήραν, καὶ λέων ἐπέρχεται αὐτῷ· μετεώρου δὲ φερομένου τοῦ θηρίου, βάλλει ἀκοντίῳ Μεγά‐ βυζος καὶ ἀναιρεῖ· καὶ ὀργίζεται Ἀρτοξέρξης ὅτι | |
35 | πρὶν ἢ αὐτὸς τύχῃ Μεγάβυζος ἔβαλε· καὶ προστάσσει τὴν κεφαλὴν τὸν Μεγάβυζον ἀποτμηθῆναι. Ἀμήστριος δὲ καὶ Ἀμύτιος καὶ τῶν ἄλλων τῇ παραιτήσει, τοῦ μὲν θανάτου ῥύεται, ἀνάσπαστος δὲ γίνεται εἰς τὴν ἐρυθρὰν ἔν τινι πόλει ὀνόματι Κύρτᾳ. Ἐξορίζεται δὲ καὶ Ἀρ‐ | 121 in vol. 1 |
40 | τοξάρης ὁ εὐνοῦχος εἰς Ἀρμενίαν, ὅτι πολλάκις ὑπὲρ Μεγαβύζου βασιλεῖ ἐπαρρησιάσατο. | |
41 | Ὁ δὲ Μεγάβυζος, πέντε διατρίψας τῇ ἐξορίᾳ ἔτη, ἀποδιδράσκει ὑπο‐ | |
Bibl.7241b | κριθεὶς τὸν πισάγαν· πισάγας δὲ λέγεται παρὰ Πέρσαις ὁ λεπρὸς καὶ ἔστι πᾶσιν ἀπρόσιτος. Ἀποδρὰς οὖν παραγίνεται πρὸς Ἀμύτιν καὶ τὸν οἶκον, καὶ μόλις ἐπιγινώσκεται, καὶ δι’ Ἀμήστριος καὶ Ἀμύτιος καταλ‐ | |
5 | λάσσεται ὁ βασιλεὺς καὶ ποιεῖ αὐτόν, ὡς τὸ πρόσθεν, ὁμοτράπεζον. Ζήσας δὲ ἓξ καὶ ἑβδομήκοντα ἔτη ἀπέ‐ θανε καὶ κάρτα ἠχθέσθη βασιλεύς. Τελευτήσαντος δὲ Μεγαβύζου, κάρτα ἦν Ἀμύτις ἀν‐ δράσιν ὁμιλοῦσα, καὶ πρό γε ταύτης καὶ ἡ μήτηρ Ἀμῆσ‐ | |
10 | τρις ὁμοίως. Ὁ δὲ Ἀπολλωνίδης ὁ ἰατρὸς ὁ Κῷος, ἐπεὶ ἀσθενῶς εἶχεν Ἀμύτις, εἰ καὶ βληχρῶς καὶ οὐκ ἰσχυρῶς, ἐκεῖνος δὲ ἠράσθη αὐτῆς, ἔφη εἰς τὴν ὑγεί‐ αν αὐτὴν ἐπανελθεῖν ἐὰν ἀνδράσιν ὁμιλήσῃ· τῆς γὰρ ὑστέρης εἶναι τὸ νόσημα. Ἐπεὶ δὲ αὐτῷ ἐξεγένετο | |
15 | τὸ ἐπιτήδευμα καὶ ὡμίλει αὐτῇ, ἡ δὲ ἄνθρωπος ἐμα‐ ραίνετο, ἀπέστη τῆς συνουσίας. Τελευτῶσα δὴ οὖν ἐπήγ‐ γειλε τῇ μητρὶ ἀμύνασθαι Ἀπολλωνίδην, ἡ δὲ ἀπήγ‐ γειλε πάντα Ἀρτοξέρξῃ τῷ βασιλεῖ, ὅπως τε ὡμίλει καὶ ὅπως ἀπέστη ὑβρίσας, καὶ ὅπως ἡ θυγάτηρ ἐπήγ‐ | |
20 | γειλεν Ἀπολλωνίδην ἀμύνασθαι. Ἐκεῖνος δὲ τῇ μητρὶ τὸ παριστάμενον αὐτῇ πράττειν ἐπιτρέπει. Ἡ δὲ λαβοῦσα ἔδησε τὸν Ἀπολλωνίδην δυσὶ μησὶ κολάζουσα, | |
ἔπειτα ζῶντα κατώρυξεν ὅτε καὶ Ἀμύτις ἀπέθανε. Ζώπυρος δὲ ὁ Μεγαβύζου καὶ Ἀμύτιος παῖς, | 122 in vol. 1 | |
25 | ἐπεὶ αὐτῷ ὅ τε πατὴρ καὶ ἡ μήτηρ ἐτελεύτησεν, ἀπέσ‐ τη βασιλέως καὶ εἰς Ἀθήνας ἀφίκετο κατὰ τὴν τῆς μητρὸς εἰς αὐτοὺς εὐεργεσίαν. Εἰς Καῦνον δὲ ἅμα τῶν ἑπομένων εἰσέπλευσε, καὶ ἐκέλευσε παραδιδόναι τὴν πόλιν. Καύνιοι δὲ αὐτῷ μὲν παραδιδόναι τὴν | |
30 | πόλιν ἔφασκον, Ἀθηναίοις δὲ τοῖς συνεπομένοις οὐκέτι. Εἰσίοντι δὲ Ζωπύρῳ εἰς τὸ τεῖχος, λίθον Ἀλκίδης Καύνιος ἐμβάλλει εἰς τὴν κεφαλὴν καὶ οὕτω Ζώπυ‐ ρος ἀποθνῄσκει. Ἀμῆστρις δὲ ἡ μάμμη τὸν Καύνιον ἀνεσταύρισεν. Ἀποθνῄσκει δὲ καὶ ἡ Ἀμῆστρις κάρτα | |
35 | γραῦς γενομένη, καὶ Ἀρτοξέρξης ἀποθνῄσκει μʹ καὶ βʹ ἔτεα βασιλεύσας. | |
36 | Τέλος ἱστορίας ιζʹ, ἄρχε‐ ται ιηʹ. Ἀρτοξέρξου τελευτήσαντος, Ξέρξης ὁ υἱὸς βασι‐ λεύει, ὃς μόνος ἦν γνήσιος ἐκ Δαμασπίας, ἣ ἐν αὐ‐ | |
40 | τῇ τῇ ἡμέρᾳ, ἐν ᾗ καὶ Ἀρτοξέρξης ἐτελεύτησεν ἀπεβίω. Βαγόραζος δὲ τὸν νεκρὸν τοῦ πατρὸς καὶ τῆς μη‐ τρὸς ἀπήγαγεν εἰς Πέρσας. Ἑπτακαίδεκα δὲ νόθους | |
Bibl.7242a | υἱοὺς ἔσχεν ὁ Ἀρτοξέρξης, ἐξ ὧν ἔστι καὶ Σεκυνδια‐ νὸς ὁ ἐξ Ἀλογούνης τῆς Βαβυλωνίας, καὶ Ὦχος καὶ Ἀρίστης ὁ ἐκ Κοσμαρτιδηνῆς καὶ αὐτῆς Βα‐ βυλωνίας· ὁ δὲ Ὦχος ὕστερον καὶ βασιλεύει. Ἔτι δὲ | |
5 | παῖδες αὐτοῦ πρὸς τοῖς εἰρημένοις καὶ Βαγαπαῖος καὶ Παρύσατις ἐξ Ἀνδίας καὶ αὐτῆς Βαβυλωνίας. Αὕτη ἡ Παρύσατις Ἀρτοξέρξου καὶ Κύρου μή‐ τηρ ἐγένετο· τὸν δὲ Ὦχον ζῶν ὁ πατὴρ Ὑρκανίων σατράπην ἐποίησε δοὺς αὐτῷ καὶ γυναῖκα Παρύσατιν | |
10 | ὄνομα, ἥτις ἦν Ξέρξου μὲν θυγάτηρ, ἀδελφὴ δὲ οἰκεία. Ὁ δὲ Σεκυνδιανὸς προσποιησάμενος Φαρνακύαν τὸν εὐνοῦχον, ὃς ἦν μετὰ Βαγόραζον καὶ Μενοστάνη, καὶ ἑτέ‐ ρους τινάς, μεθύοντος ἐν ἑορτῇ τινι τοῦ Ξέρξου καὶ κα‐ θεύδοντος ἐν τοῖς βασιλείοις, εἰσελθόντες ἀποκτέννουσιν | 123 in vol. 1 |
15 | αὐτὸν τεσσαρακοστῆς καὶ πέμπτης ἡμέρας διαγομένης ἀπὸ τῆς τοῦ πατρὸς τελευτῆς. | |
16 | Συνέβη οὖν ἀμφο‐ τέρους ἅμα εἰς Πέρσας ἀποκομισθῆναι· αἱ γὰρ ἄγουσαι τὴν ἁρμάμαξαν ἡμίονοι, ὥσπερ ἀναμένουσαι καὶ τὸν τοῦ παιδὸς νεκρόν, οὐκ ἤθελον πορεύεσθαι· ὅτε δὲ κατέ‐ | |
20 | λαβε, σὺν προθυμίᾳ ἀπῄεσαν. Βασιλεύει δὲ Σεκυνδιανὸς καὶ γίνεται ἀζαβαρίτης αὐτῷ Μενοστάνης. Ἀπιὼν δὲ Βαγόραζος καὶ ὑποστρέψας πρὸς Σεκυνδιανόν, ἐπεὶ παλαιὰ αὐτοῖς ἔχθρα ὑπετύ‐ φετο, ὡς δῆθεν ἄνευ τῆς ἑαυτοῦ γνώμης τοῦ πατρὸς | |
25 | λιπὼν τὸν νεκρὸν αὐτοῦ, προστάξει βασιλέως λιθόλευστος ἐγεγόνει· ἐφ’ ᾧ ἡ στρατιὰ εἰς λύπην κατηνέχθη· ὁ δὲ δῶρα αὐτῇ ἐδίδου· αὐτοὶ δὲ ἐμίσουν αὐτὸν ὅτι τε τὸν ἀδελφὸν Ξέρξην ἀπεκτόνει καὶ ὅτι Βαγόραζον. | |
28 | Δια‐ πέμπεται Σεκυδιανὸς προσκαλούμενος Ὦχον· ὁ δὲ ὑπισ‐ | |
30 | χνεῖται μέν, οὐ παραγίνεται δέ. Καὶ γίνεται τοῦτο πολ‐ λάκις. Τέλος περιβάλλει Ὦχος πολλὴν στρατιὰν καὶ ἐπίδοξος ἦν βασιλεύειν. Ἀφίσταται Ἀρβάριος ὁ τῶν ἱπ‐ πέων Σεκυδιανοῦ ἄρχων πρὸς Ὦχον, εἶτα Ἀρξάνης ὁ Αἰγύπτου σατράπης· καὶ Ἀρτοξάρης δὲ ὁ εὐνοῦχος | |
35 | ἐξ Ἀρμενίας ἧκε πρὸς Ὦχον, καὶ ἐπέθεντο αὐτῷ τὴν κίταριν οὔτι ἑκόντος. | |
36 | Βασιλεύει Ὦχος καὶ μετονομά‐ | |
ζεται Δαρειαῖος, καὶ μετέρχεται ἀπάτῃ καὶ ὅρκοις, ὑποθήκῃ Παρυσάτιδος, τὸν Σεκυδιανόν, πολλὰ Με‐ νοστάνους παραινοῦντος Σεκυδιανὸν μὴ πιστεύειν τοῖς | 124 in vol. 1 | |
40 | ὅρκοις μηδὲ σπένδεσθαι τοῖς ἐξαπατῶσι. Πείθεται δ’ οὖν ὅμως καὶ ἁλίσκεται καὶ εἰς τὴν σποδὸν ἐμ‐ | |
Bibl.7242b | βάλλεται καὶ ἀπόλλυται βασιλεύσας μῆνας ἕξ, ἡμέρας δεκάπεντε. Βασιλεύει οὖν μόνος Ὦχος, ὁ καὶ Δαρειαῖος. Εὐνοῦχοι δὲ τρεῖς ἠδύναντο παρ’ αὐτῷ, μέγιστον μὲν Ἀρτοξάρης, | |
5 | δεύτερος δὲ Ἀρτιβαρζάνης, καὶ τρίτος Ἀθῷος. Ἐχρῆτο δὲ συμβούλῳ μάλιστα τῇ γυναικὶ ἐξ ἧς πρὸ τῆς βα‐ σιλείας δύο ἔσχε τέκνα· Ἀμῆστριν θυγατέρα, καὶ Ἀρ‐ σάκαν υἱόν, ὃς ὕστερον μετωνομάσθη Ἀρτοξέρξης. Τίκ‐ τει δὲ αὐτῷ ἕτερον υἱὸν βασιλεύουσα, καὶ τίθεται τὸ | |
10 | ὄνομα αὐτῷ ἀπὸ τοῦ ἡλίου Κῦρον· εἶτα τίκτει Ἀρτόστην, καὶ ἐφεξῆς μέχρι παίδων δεκατριῶν· καί φησιν ὁ συγ‐ γραφεὺς αὐτὸς παρ’ αὐτῆς ἐκείνης τῆς Παρυσάτιδος ταῦτα ἀκοῦσαι. | |
13 | Ἀλλὰ τὰ μὲν ἄλλα τῶν τέκνων ταχὺ ἀπε‐ βίω· οἱ δὲ περιγεγονότες οἵ τε προρρηθέντες τυγχά‐ | |
15 | νουσι, καὶ ἔτι τέταρτος υἱὸς Ὀξένδρας ὠνομασμένος. Ἀφίστανται βασιλέως Ἀρσίτης ὁ οἰκεῖος ἀδελφὸς ὁμοπάτριος καὶ ὁμομήτριος, καὶ Ἀρτύφιος ὁ Μεγα‐ βύζου. Πέμπεται Ἀρτασύρας κατ’ αὐτῶν, καὶ πολεμεῖ Ἀρτύφιον, καὶ δυσὶ μάχαις Ἀρτασύρας ἡττᾶται. Εἶτα | |
20 | πάλιν συμβαλών, νικᾷ Ἀρτύφιον καὶ ὑπάγεται τοὺς σὺν αὐτῷ Ἕλληνας δώροις, καὶ καταλιμπάνονται αὐτῷ Μιλήσιοι μόνοι τρεῖς. Τέλος ὅρκους καὶ πίστεις λαβὼν παρὰ Ἀρτασύρα, ἐπεὶ ὁ Ἀρσίτης οὐκ ἐφαίνετο, προσε‐ χώρησε βασιλεῖ. | |
24 | Παρύσατις δὲ βουλεύεται βασιλεῖ | 125 in vol. 1 |
25 | ὁρμῶντι πρὸς τὸν Ἀρτυφίου θάνατον, μὴ ἀνελεῖν τέως· ἔσεσθαι γὰρ τοῦτο ἀπάτην καὶ εἰς τὴν προσχώρησιν τοῦ Ἀρσίτου· ἐπειδὰν δὲ κἀκεῖνος ἀπατηθεὶς ἁλῶ, δεῖ τότε ἄμφω διαχρήσασθαι. Καὶ γέγονεν οὕτως, εὐοδω‐ θείσης τῆς συμβουλῆς, καὶ ἐμβάλλεται εἰς τὴν σποδὸν | |
30 | Ἀρτύφιος καὶ Ἀρσίτης, καίτοι Ἀρσίτην ὁ βασιλεὺς οὐκ ἐβούλετο ἀπολέσαι, ἀλλ’ ἡ Παρύσατις, τὰ μὲν πεί‐ θουσα, τὰ δὲ βιαζομένη, ἀπώλεσεν. Κατελεύσθη δὲ καὶ Φαρνακΰας ὁ συνανελὼν Σεκυνδιανῷ Ξέρξην. Ἀνῃρέθη δὲ καὶ Μενοστάνης ὑφ’ ἑαυτοῦ ἤδη πρὸς θάνατον συλ‐ | |
35 | λαμβανόμενος. Ἀφίσταται Πισούθνης, καὶ ἀποστέλλεται κατ’ αὐτοῦ Τισσαφέρνης καὶ Σπιθραδάτης καὶ Παρμίσης· ἀντε‐ πεξῄει δὲ Πισούθνης ἔχων καὶ Λύκωνα τὸν Ἀθηναῖον ἅμα Ἑλλήνων ὧν ἐκεῖνος ἦρχε. Λαμβάνουσι δὲ οἱ τοῦ | |
40 | βασιλέως στρατηγοὶ χρήμασι Λύκωνα καὶ τοὺς Ἕλλη‐ νας, καὶ ἀφιστῶσι Πισούθνου. Εἶτα, δόντες αὐτῷ πίστεις | |
Bibl.7243a | καὶ λαβόντες, ἄγουσι παρὰ βασιλέα, ὁ δὲ εἰς τὴν σποδὸν ἐνέβαλε, Τισσαφέρνει δοὺς τὴν Πισούθνου σατρα‐ πείαν. Ἔλαβε δὲ Λύκων καὶ πόλεις καὶ χώρας ὑπὲρ τῆς προδοσίας. | |
5 | Ἀρτοξάρης ὁ εὐνοῦχος, ὃς μέγα ἠδύνατο παρὰ βα‐ σιλεῖ, ἐπιβουλεύει βασιλέα θέλων αὐτὸς βασιλεῦσαι. Πώγωνα γὰρ καὶ ὑπόρρινα προσέταξεν αὑτῷ γυναικὶ κα‐ τασκευάσαι, ἵνα ὡς ἀνὴρ φαίνοιτο, δι’ ἧς καὶ κατα‐ μηνύεται· καὶ συλλαμβάνεται καὶ παραδίδοται Παρυ‐ | |
10 | σάτιδι, καὶ ἀναιρεῖται. | |
Ἀρσάκης, ὁ τοῦ βασιλέως παῖς, ὁ καὶ ὕστερον με‐ τονομασθεὶς Ἀρτοξέρξης, γαμεῖ τὴν Ἰδέρνεω θυγα‐ τέρα Στάτειραν, τὴν δὲ τοῦ βασιλέως θυγατέρα, ὁ τοῦ Ἰδέρνεω υἱός· Ἀμῆστρις ἦν ἡ θυγάτηρ· τῷ δὲ ταύτης | 126 in vol. 1 | |
15 | νυμφίῳ ὄνομα Τεριτούχμης, ὃς καὶ τοῦ πατρὸς τελευ‐ τήσαντος, ἀντ’ αὐτοῦ σατράπης κατέστη. | |
16 | Ἦν δὲ ὁμοπα‐ τρία αὐτῷ ἀδελφὴ Ῥωξάνη, καλὴ τῷ εἴδει, καὶ τοξεύειν καὶ ἀκοντίζειν ἐμπειροτάτη. Ἐρῶν δὲ ταύτης ὁ Τερι‐ τούχμης καὶ συγγινόμενος, ἐμίσει Ἀμῆστριν· καὶ τέλος | |
20 | ἐμβαλεῖν αὐτὴν εἰς σάκκον καὶ κατακεντηθῆναι ὑπὸ τριακοσίων ἀνδρῶν, μεθ’ ὧν καὶ τὴν ἀπόστασιν ἐμε‐ λέτησεν, ἐβουλεύσατο. Ἀλλά τις Οὐδιάστης ὄνομα, ἰσχὺν ἔχων παρὰ Τεριτούχμῃ καὶ γράμματα παρὰ βασιλέως πολλὰς ὑποσχέσεις ἔχοντα εἰ περισωθείη αὐτῷ ἡ θυ‐ | |
25 | γάτηρ δεξάμενος, ἐπιτίθεται καὶ ἀναιρεῖ Τεριτούχμην γενναίως ἐν τῇ ἐπαναστάσει ἀνδρισάμενον καὶ πολλοὺς ἀποκτείναντα· μέχρι γὰρ λʹ καὶ ζʹ φασὶν αὐτὸν ἀπο‐ κτεῖναι. | |
28 | Ὁ δὲ υἱὸς τοῦ Οὐδιάστου Μιτραδάτης, ὑπασπιστὴς ὢν Τεριτούχμου, καὶ μὴ παρών, ἐπεὶ ἔμαθε, πολλὰ | |
30 | τῷ πατρὶ κατηράσατο, καὶ πόλιν Ζάριν καταλαβών, ἐφύλασσε ταύτην τῷ παιδὶ τοῦ Τεριτούχμεω. Ἡ δὲ Πα‐ ρύσατις τήν τε μητέρα τοῦ Τεριτούχμεω καὶ τοὺς ἀδελ‐ φοὺς Μιτρώστην καὶ Ἥλικον, καὶ τὰς ἀδελφάς, δύο οὔσας χωρὶς τῆς Στατείρας, ζώσας ἐκέλευσε καταχῶσαι, | |
35 | τὴν δὲ Ῥωξάνην ζῶσαν κατατεμεῖν· καὶ ἐγένετο. | |
35 | Ὁ δὲ βασιλεὺς εἶπε τῇ γυναικὶ Παρυσάτιδι ποιῆσαι ὁμοίως καὶ Στάτειραν τὴν Ἀρσάκου γυναῖκα τοῦ παιδός. Ἀλλ’ | |
ὅ γε Ἀρσάκης, πολλὰ τὴν μητέρα καὶ τὸν πατέρα δά‐ κρυσι καὶ κοπετοῖς ἐξιλεωσάμενος, ἐπεὶ ἡ Παρύσατις | 127 in vol. 1 | |
40 | ἐπεκάμφθη, συνεχώρησε καὶ Ὦχος ὁ Δαρειαῖος, εἰ‐ | |
Bibl.7243b | πὼν Παρυσάτιδι πολλὰ μεταμελήσειν αὐτῇ. | |
1 | Τέλος τῆς ιηʹ ἱστορίας. Ἐν δὲ τῇ ιθʹ ἱστορίᾳ, διαλαμβάνει ὡς Ὦχος ὁ Δα‐ ρειαῖος ἀπέθανεν ἀσθενήσας ἐν Βαβυλῶνι, ἔτη βασι‐ | |
5 | λεύσας τριάκοντα πέντε. | |
5 | Βασιλεύει δὲ Ἀρσάκης ὁ με‐ τονομασθεὶς Ἀρτοξέρξης, καὶ ἐκτέμνεται Οὐδιάστης τὴν γλῶτταν καὶ ἐξελκύεται ταύτην ἐξόπισθεν, καὶ θνῄσκει. Ὁ δὲ παῖς αὐτοῦ Μιτραδάτης ἀντὶ τοῦ πατρὸς καθίσταται σατράπης. Ἐπράχθη δὲ ταῦτα σπουδῇ Στα‐ | |
10 | τείρας, καὶ ἠνιᾶτο Παρύσατις. | |
10 | Διαβάλλεται Κῦρος ὑπὸ Τισσαφέρνους πρὸς Ἀρτοξέρξην τὸν ἀδελφόν, καὶ καταφεύγει Παρυσάτιδι τῇ μητρί, καὶ ἀπολύεται τῆς διαβολῆς. Ἀπελαύνει Κῦρος ἠτιμωμένος παρὰ τοῦ ἀδελφοῦ πρὸς τὴν οἰκείαν σατραπείαν, καὶ μελετᾷ ἐπα‐ | |
15 | νάστασιν. Διαβάλλει Σατιβαρζάνης Ὀρόνδην ὡς Πα‐ ρυσάτιδι μίγνυται, καίτοι λίαν αὐτῆς σωφρονούσης· καὶ ἀναιρεῖται Ὀρόνδης, καὶ ὀργίζεται ἡ μήτηρ τῷ βασιλεῖ. | |
18 | Ὅτι Παρύσατις φαρμάκῳ διαφθείρει τὸν Τε‐ ριτούχμεω υἱόν. Καὶ περὶ τοῦ θάψαντος τὸν πατέρα διὰ | |
20 | τοῦ πυρὸς παρὰ τὸν νόμον· ἐξ οὗ καὶ ἔλεγχος Ἑλλανίκου καὶ Ἡροδότου, ὡς ψεύδονται. | |
21 | Ἀπόστασις Κύρου ἀπὸ τοῦ ἀδελφοῦ καὶ συναγωγὴ ἑλληνικοῦ στρατεύματος καὶ | |
βαρβαρικοῦ, καὶ στρατηγῶν Κλέαρχος Ἑλλήνων. Ὅπως τε Συέννεσις, ὁ Κιλίκων βασιλεύς, ἄμφω συνεμάχει | 128 in vol. 1 | |
25 | Κύρῳ τε καὶ Ἀρτοξέρξῃ. Ὅπως τε Κῦρος τῇ ἰδίᾳ στρα‐ τιᾷ καὶ Ἀρτοξέρξης πάλιν τῇ οἰκείᾳ παρῄνεσαν. Κλέ‐ αρχος δὲ ὁ Λακεδαιμόνιος, ὃς ἦρχε τῶν Ἑλλήνων, καὶ Μένων ὁ Θετταλός, οἳ μετὰ Κύρου ἦσαν, ἀεὶ διά‐ φοροι ἀλλήλοις ἐτύγχανον διότι τῷ μὲν Κλεάρχῳ | |
30 | ἅπαντα ὁ Κῦρος συνεβούλευε, τοῦ δὲ Μένωνος λόγος οὐδεὶς ἦν. | |
31 | Ηὐτομόλουν δὲ ἀπὸ μὲν Ἀρτοξέρξου πρὸς Κῦρον πολλοί, πρὸς δὲ Ἀρτοξέρξην ἀπὸ Κύρου οὐδείς· διὸ καὶ Ἀρβάριος, προσχωρῆσαι Κύρῳ μελετήσας καὶ διαβληθείς, εἰς τὴν σποδὸν ἐνεβλήθη. | |
34 | Προσβολὴ | |
35 | Κύρου πρὸς τὴν βασιλέως στρατιὰν καὶ νίκη Κύρου, ἀλλὰ καὶ θάνατος Κύρου ἀπειθοῦντος Κλεάρχῳ, καὶ αἰκισμὸς τοῦ σώματος Κύρου ὑπὸ τοῦ ἀδελφοῦ Ἀρτοξέρ‐ ξου· τήν τε γὰρ κεφαλὴν καὶ τὴν χεῖρα, μεθ’ ἧς τὸν Ἀρτο‐ ξέρξην ἔβαλεν, αὐτὸς ἀπέτεμε καὶ ἐθριάμβευσεν. | |
39 | Ἀνα‐ | |
40 | χώρησις Κλεάρχου τοῦ Λακεδαιμονίου ἅμα τῶν σὺν αὐτῷ | |
Bibl.7244a | Ἑλλήνων τῆς νυκτός, καὶ τῶν τῆς Παρυσάτιδος πόλεως μιᾶς κατάληψις. Εἶτα σπονδαὶ βασιλέως πρὸς τοὺς Ἕλληνας. | |
3 | Ὡς Παρύσατις εἰς Βαβυλῶνα ἀφίκετο πενθοῦσα Κῦρον, καὶ μόλις ἐκομίσατο τὴν κεφαλὴν | |
5 | αὐτοῦ καὶ τὴν χεῖρα, καὶ ἔθαψε καὶ ἀπέστειλεν εἰς Σοῦσα. | |
6 | Τὰ περὶ Βαγαπάτου, τοῦ ἀποτεμόντος προστάξει βασιλέως τὴν κεφαλὴν ἀπὸ τοῦ σώματος Κύρου· ὅπως | |
ἡ μήτηρ, μετὰ βασιλέως κύβοις ἐπὶ συνθήκαις παί‐ ξασα καὶ νικήσασα, ἔλαβε Βαγαπάτην· καὶ ὃν τρόπον | 129 in vol. 1 | |
10 | τὸ δέρμα περιαιρεθεὶς ἀνεσταυρίσθη ὑπὸ Παρυσάτιδος, ὅτε καὶ τὸ πολὺ ἐπὶ Κύρῳ πένθος αὐτῇ ἐπαύσατο διὰ τὴν πολλὴν τοῦ Ἀρτοξέρξου δέησιν. Ὡς Ἀρτοξέρξης δῶρα ἔδωκε τῷ ἐνέγκαντι τὸν Κύρου πῖλον, καὶ ὡς τὸν Κάρα τὸν δοκέοντα Κῦρον βαλεῖν, Ἀρτοξέρξης ἐτί‐ | |
15 | μησε, καὶ ὡς Παρύσατις τὸν τιμηθέντα Κάρα αἰκι‐ σαμένη ἀπέκτεινεν. | |
16 | Ὡς Ἀρτοξέρξης παρέδωκεν αἰτη‐ σαμένῃ Μιτραδάτην Παρυσάτιδι ἐπὶ τραπέζης μεγα‐ λαυχήσαντα ἀποκτεῖναι Κῦρον· κἀκείνη λαβοῦσα, πικρῶς ἀνεῖλεν. | |
19 | Ταῦτα ἡ ιθʹ καὶ ἡ κʹ ἱστορία. | |
20 | Ἐν δὲ τῇ καʹ καὶ βʹ καὶ γʹ, ἥτις καὶ τῆς ὅλης πέρας ἱστορίας, τάδε περιείληπται· ὡς Τισσαφέρνης ἐπι‐ βουλεύει τοῖς Ἕλλησι, καὶ προσεταιρισάμενος Μένωνα τὸν Θεσσαλόν, δι’ αὐτοῦ Κλέαρχον καὶ τοὺς ἄλλους στρα‐ τηγοὺς ἀπάτῃ καὶ ὅρκοις ἐχειρώσατο, τοῦ Κλεάρχου καὶ | |
25 | προειδομένου καὶ ἀποκρουομένου τὴν ἐπιβουλήν. Ἀλλὰ τό τε πλῆθος διὰ Μένωνος ἀπατηθὲν κατηνάγκασε καὶ ἄκοντα Κλέαρχον πρὸς Τισσαφέρνην παραγενέσθαι, καὶ Πρόξενος ὁ Βοιώτιος, αὐτὸς ἤδη προαλοὺς ἀπάτῃ συμ‐ παρῄνει. | |
29 | Ὡς εἰς Βαβυλῶνα πρὸς Ἀρτοξέρξην Κλέαρ‐ | |
30 | χον καὶ τοὺς ἄλλους ἀπέστειλεν ἐν πέδαις, καὶ ὡς ἐπὶ θέαν Κλεάρχου ἅπαντες συνερρύησαν· ὡς Κτησίας αὐ‐ τός, ἰατρὸς ὢν Παρυσάτιδος, πολλὰ Κλεάρχῳ ἐν τῷ δεσμωτηρίῳ ὄντι πρὸς ἡδονὴν καὶ θεραπείαν δι’ αὐτῆς ἔπραξε. Καὶ τῶν δεσμῶν ἂν Παρύσατις ἔλυσε καὶ ἀφῆ‐ | |
35 | κεν εἰ μὴ Στάτειρα τὸν ἄνδρα Ἀρτοξέρξην ἀνέπεισε τοῦτον ἀναιρεθῆναι. Καὶ ἀνῃρέθη Κλέαρχος, καὶ τέρας ἐπὶ τῷ σώματι συνέστη· αὐτομάτως γὰρ ἐπ’ αὐτῷ τάφος, μεγίστου πνεύσαντος ἀνέμου, ἐπὶ μέγα ᾐρμένος ἐπισυν‐ έστη. Ἀνῃρέθησαν δὲ καὶ οἱ σὺν αὐτῷ ἀναπεμφθέντες | 130 in vol. 1 |
40 | Ἕλληνες πλὴν Μένωνος. | |
40 | Λοιδορία Παρυσάτιδος πρὸς Στάτειραν, καὶ ἀναίρεσις διὰ φαρμάκου τοῦτον διασκευ‐ ασθέντος τὸν τρόπον (ἐφυλάττετο γὰρ Στάτειρα λίαν μὴ | |
Bibl.7244b | παθεῖν ὃ πέπονθε)· μαχαιρίου τὸ ἓν μέρος ἐπαλείφε‐ ται τῷ φαρμάκῳ, τὸ δὲ λοιπὸν οὐ μετεῖχε. Τούτῳ τέμνεται ὀρνίθιον μικρόν, μέγεθος ἴσον ὠοῦ (ῥυνδάκκην Πέρσαι τὸ ὀρνίθιον καλοῦσι)· τέμνεται δὲ δίχα, καὶ τὸ μὲν καθα‐ | |
5 | ρεῦον τοῦ ἰοῦ ἥμισυ αὐτὴ λαβοῦσα Παρύσατις ἐσθίει, τὸ δὲ προσομιλῆσαν τῷ φαρμάκῳ ὀρέγει Στατείρᾳ· ἡ δέ, ἐπειδὴ ἐσθίουσαν τὴν ἐπιδοῦσαν ἑώρα τὸ ἥμισυ, μη‐ δὲν συνιδεῖν δυνηθεῖσα, καὶ αὐτὴ συνεσθίει τοῦ θανάτου τὸ φάρμακον. Ὀργὴ διὰ ταῦτα τοῦ βασιλέως πρὸς τὴν | |
10 | μητέρα, καὶ σύλληψις τῶν εὐνούχων αὐτῆς καὶ αἰ‐ κισμὸς καὶ ἀναίρεσις· καὶ ἔτι σύλληψις Γίγγης ἣ ᾠκείωτο Παρυσάτιδι, καὶ κρίσις ἐπ’ αὐτῇ, καὶ ἀθώ‐ ωσις μὲν παρὰ τῶν κριτῶν, καταδίκη δὲ παρὰ βα‐ σιλέως καὶ αἰκισμὸς Γίγγης καὶ ἀναίρεσις. Καὶ ὀργὴ | |
15 | διὰ τοῦτο Παρυσάτιδος πρὸς τὸν υἱόν, κἀκείνου πρὸς τὴν μητέρα. | |
16 | Καὶ τὸ χῶμα δὲ τοῦ Κλεάρχου, δι’ ἐτῶν ὀκτώ, μεστὸν ἐφάνη φοινίκων οὓς ἦν κρύφα Παρύσα‐ τις, καθ’ ὃν καιρὸν ἐκεῖνος ἐτελεύτησε, δι’ εὐνούχων καταχώσασα. | |
20 | Αἰτίαι δι’ ἃς Εὐαγόρᾳ βασιλεῖ Σαλαμῖνος βασι‐ | |
λεὺς Ἀρτοξέρξης διηνέχθη· καὶ ἄγγελοι Εὐαγόρα πρὸς Κτησίαν ὑπὲρ τοῦ λαβεῖν παρὰ Ἀβουλήτου τὰς ἐπιστολάς, καὶ Κτησίου πρὸς αὐτὸν ἐπιστολὴ περὶ τοῦ διαλλαγῆναι αὐτὸν Ἀναξαγόρᾳ τῷ Κυπρίων βασιλεῖ. | 131 in vol. 1 | |
25 | Τῶν παρὰ Εὐαγόρα ἀγγέλων εἰς Κύπρον ἄφιξις, καὶ τῶν παρὰ Κτησίου γραμμάτων ἀπόδοσις Εὐαγό‐ ρᾳ, καὶ Κόνωνος πρὸς Εὐαγόραν λόγος ὑπὲρ τοῦ πρὸς βασιλέα ἀναβῆναι· καὶ Εὐαγόρα ἐπιστολὴ περὶ ὧν ἠξιώθη ὑπ’ αὐτοῦ· καὶ Κόνωνος πρὸς Κτησίαν ἐπι‐ | |
30 | στολὴ καὶ βασιλεῖ παρὰ Εὐαγόρα φόρος, καὶ τῶν ἐπιστολῶν Κτησίᾳ ἀπόδοσις. Κτησίου λόγος πρὸς βα‐ σιλέα περὶ Κόνωνος, καὶ ἐπιστολὴ πρὸς αὐτόν. Τῶν παρὰ Εὐαγόρου δώρων ἐπίδοσις Σατιβαρζάνῃ, καὶ τῶν ἀγγέλων τῶν εἰς Κύπρον ἄφιξις. Καὶ Κόνωνος | |
35 | ἐπιστολὴ πρὸς βασιλέα καὶ Κτησίαν. Ὡς ἐτηρήθησαν οἱ παρὰ Λακεδαιμονίων ἄγγελοι πεμφθέντες πρὸς βασιλέα. Βασιλέως ἐπιστολὴ πρὸς Κόνωνα καὶ πρὸς Λακε‐ δαιμονίους ἃς Κτησίας αὐτὸς ἐκόμισεν. Ὡς ὑπὸ Φαρ‐ ναβάζου ναύαρχος Κόνων ἐγένετο. | |
39 | Κτησίου εἰς Κνί‐ | |
40 | δον τὴν πατρίδα ἄφιξις καὶ εἰς Λακεδαίμονα, καὶ κρίσις πρὸς τοὺς Λακεδαιμονίων ἀγγέλους ἐν Ῥόδῳ καὶ ἄφεσις. | |
Bibl.7245a | Ἀπὸ Ἐφέσου μέχρι Βάκτρων καὶ Ἰνδικῆς ἀριθμὸς σταθμῶν, ἡμερῶν, παρασάγγων. Κατάλογος βασιλέων ἀπὸ Νίνου καὶ Σεμιράμεως μέχρι Ἀρτοξέρξου. Ἐν οἷς καὶ τὸ τέλος. | |
5 | Ἔστι δὲ οὗτος ὁ συγγραφεὺς σαφής τε καὶ ἀφελὴς λίαν· διὸ καὶ ἡδονῇ αὐτῷ σύγκρατός ἐστιν ὁ λόγος. Κέ‐ | |
χρηται δὲ τῇ ἰωνικῇ διαλέκτῳ, εἰ καὶ μὴ διόλου, κα‐ θάπερ Ἡρόδοτος, ἀλλὰ κατ’ ἐνίας τινὰς λέξεις. Οὐδὲ πρὸς ἐκτροπὰς δέ τινας ἀκαίρους, ὥσπερ ἐκεῖνος, ἀπάγει | 132 in vol. 1 | |
10 | τὸν λόγον. Τῶν μέντοι γε μύθων, ἐν οἷς ἐκείνῳ λοι‐ δορεῖται, οὐδ’ οὗτος ἀφίσταται, καὶ μάλιστα ἐν τοῖς ἐπι‐ γραφομένοις αὐτῷ Ἰνδικά. Ἡ δὲ ἡδονὴ τῆς ἱστορίας αὐτοῦ τὸ πλεῖστον ἐν τῇ τῶν διηγημάτων αὐτοῦ γίνεται δια‐ σκευῇ τὸ παθητικὸν καὶ ἀπροσδόκητον ἐχούσῃ πολύ, | |
15 | καὶ τὸ ἐγγὺς τοῦ μυθώδους αὐτὴν διαποικίλλειν. Καὶ διαλελυμένος δέ ἐστι πλέον τι τοῦ δέοντος αὐτῷ ὁ λόγος, ὡς καὶ εἰς ἰδιωτισμὸν ἐκπίπτειν. Ὁ δὲ τοῦ Ἡροδότου λόγος, ταύτῃ τε καὶ τῇ ἄλλῃ τοῦ ἔπους δυνάμει καὶ τέχνῃ, κανών ἐστιν ἰωνικῆς διαλέκτου. | |
20 | Ἀνεγνώσθη δὲ αὐτοῦ καὶ τὰ Ἰνδικὰ ἐν ἑνὶ βι‐ βλίῳ, ἐν οἷς μᾶλλον ἰωνίζει. | |
21 | Λέγει περὶ τοῦ Ἰνδοῦ πο‐ ταμοῦ τὸ μὲν στενὸν αὐτοῦ τὸ εὖρος μʹ σταδίων εἶναι, τὸ δὲ πλατύτατον, καὶ διακοσίων. Λέγει περὶ αὐτῶν τῶν Ἰνδῶν ὅτι πλείους σχεδὸν συμπάντων ἀνθρώπων. Περὶ | |
25 | τοῦ σκώληκος τοῦ ἐν τῷ ποταμῷ, ὃ καὶ μόνον τῶν ἄλ‐ λων θηρίων ἐν αὐτῷ γίνεται. Περὶ τοῦ μὴ οἰκεῖν ἐπέ‐ κεινα αὐτῶν ἀνθρώπους. | |
27 | Ὅτι οὐχ ὕει, ἀλλ’ ὑπὸ τοῦ πο‐ ταμοῦ ποτίζεται ἡ Ἰνδική. | |
28 | Περὶ παντάρβας τῆς σφρα‐ γῖδος, καὶ ὡς υοζʹ σφραγῖδας ἀπορριφείσας καὶ τι‐ | |
30 | μίους λίθους εἰς τὸν ποταμόν, ἅτινα ἦν τοῦ Βακτρίων καπήλου, αὐτὴ ἀνείλκυσεν ἐχομένας ἀλλήλων. | |
31 | Περὶ τῶν τειχοκαταλύτων ἐλεφάντων. Περὶ τῶν μικρῶν | |
πιθήκων τῶν ἐχόντων οὐρὰς τετραπήχεις, καὶ περὶ τῶν ἀλεκτρυόνων τῶν μεγίστων, καὶ περὶ τοῦ ὀρνέου τοῦ | 133 in vol. 1 | |
35 | βυττάκου, ὅτι γλῶσσαν ἀνθρωπίνην ἔχει καὶ φωνήν, μέγεθος μὲν ὅσον ἱέραξ, πορφύρεον δὲ πρόσωπον, καὶ πώγωνα φέρει μέλανα. Αὐτὸ δὲ κυάνεόν ἐστιν ὡς τὸν τράχηλον ὥσπερ κιννάβαρι. Διαλέγεσθαι δὲ αὐτὸ ὥσπερ ἄνθρωπον ἰνδιστί, ἂν δὲ ἑλληνιστὶ μάθῃ, καὶ | |
40 | ἑλληνιστί. Περὶ τῆς κρήνης πληρουμένης ἀν’ ἔτος ὑγροῦ | |
Bibl.7245b | χρυσίου, ἐξ ἧς ἑκατὸν πρόχοι ὀστράκινοι ἀν’ ἔτος ἀρύονται. Ὀστρακίνους δὲ δεῖ εἶναι ἐπεὶ πήγνυται ὁ χρυ‐ σὸς ἀπαρυόμενος, καὶ ἀνάγκη τὸ ἀγγεῖον θλᾶν, καὶ οὕτως ἐξαγαγεῖν αὐτόν. Ἡ δὲ κρήνη τετράγωνός ἐστιν, | |
5 | ἑκκαίδεκα μὲν πηχῶν ἡ περίμετρος, τὸ δὲ βάθος ὀρ‐ γυϊά· ἑκάστη δὲ προχόη τάλαντον ἕλκει. Καὶ περὶ τοῦ ἐν τῷ πυθμένι τῆς κρήνης σιδήρου, ἐξ οὗ καὶ δύο ξίφη Κτησίας φησὶν ἐσχηκέναι, ἓν παρὰ βασιλέως, καὶ τὸ ἄλλο παρὰ τῆς τοῦ βασιλέως μητρὸς Παρυσάτιδος. | |
10 | Φησὶ δὲ περὶ αὐτοῦ ὅτι πηγνύμενος ἐν τῇ γῇ, νέφους καὶ χαλάζης καὶ πρηστήρων ἐστὶν ἀποτρόπαιον· καὶ ἰδεῖν αὑτὸν ταῦτά φησι, βασιλέως δὶς ποιήσαντος. Περὶ τῶν κυνῶν τῶν Ἰνδικῶν, ὅτι μέγιστοί εἰσιν ὡς καὶ λέοντι μάχεσθαι. Περὶ τῶν ὀρῶν τῶν μεγάλων | |
15 | ἐξ ὧν ἥ τε σαρδὼ ὀρύσσεται καὶ οἱ ὄνυχες καὶ αἱ ἄλλαι σφραγῖδες. | |
16 | Ὅτι ἀλέα πολλὴ καὶ ὅτι ὁ ἥλιος δεκαπλασίων τὸ μέγεθος ἢ ἐν ταῖς ἄλλαις χώραις αὐ‐ τὸς ἑαυτοῦ φαίνεται, καὶ πολλοὶ ἐνταῦθα τῷ πνίγει φθεί‐ | |
ρονται. | 134 in vol. 1 | |
19 | Καὶ θάλασσάν φησιν αὐτόθι οὐδὲν ἔλαττον τῆς | |
20 | ἑλληνικῆς, τὸ δὲ ἄνω αὐτῆς ἕως τεσσάρων δακτύλων θερμὸν εἶναι, ὥστε μὴ ἰχθῦν ζῆν προσπελάσαντα τῷ θερμῷ, ἀλλὰ κάτωθεν διαιτᾶσθαι. Ὅτι ὁ Ἰνδὸς ποταμὸς ῥέων διὰ πεδίων καὶ δι’ ὀρέων ῥεῖ ἐν οἷς καὶ ὁ λεγόμενος ἰνδικὸς κάλαμος φύεται, | |
25 | πάχος μὲν ὅσον δύω ἄνδρε περιωργυιώμενοι περιλά‐ βοιεν, τὸ δὲ ὕψος ὅσον μυριοφόρου νεὼς ἱστός· εἴσι καὶ ἔτι μείζους καὶ ἐλάττους, οἵους εἰκὸς ἐν ὄρει μεγάλῳ. Εἶναι δὲ τῶν καλάμων καὶ ἄρρενας καὶ θηλείας. Ὁ μὲν οὖν ἄρρην ἐντεριώνην οὐκ ἔχει καὶ ἔστι κάρτα ἰσχυρός· ἡ | |
30 | δὲ θήλεια ἔχει. Καὶ περὶ τοῦ μαρτιχόρα τοῦ ἐν αὐτοῖς ὄντος θηρίου, ὡς τὸ πρόσωπον ἐοικὼς ἀνθρώπῳ· μέγεθος μέν ἐστιν ὥσπερ λέων, καὶ χροὰν ἐρυθρὸς ὡς κιννάβαρι. Τρίστιχοι δὲ ὀδόντες, ὦτα δὲ ὥσπερ ἀνθρώπου, καὶ ὀφθαλμοὺς | |
35 | γλαύκους ὁμοίους ἀνθρώπῳ. Τὴν δὲ κέρκον ἔχει οἵανπερ σκορπίος ὁ ἠπειρώτης, ἐν ᾗ καὶ τὸ κέντρον ἔχει, μείζω ὑπάρχουσαν πήχεος. Ἔχει δὲ καὶ ἐκ πλαγίου τῆς κέρκου ἔνθα καὶ ἔνθα κέντρα, ἔχει δὲ καὶ ἐπ’ ἄκρῳ, ὥσπερ σκορπίος, κέντρον. Καὶ τούτῳ μέν, ἐὰν προσέλθῃ τις, | |
40 | κεντεῖ τῷ κέντρῳ, καὶ πάντως ὁ κεντηθεὶς ἀποθνῄσ‐ κει. Ἐὰν δέ τις πόρρωθεν μάχηται πρὸς αὐτόν, καὶ | |
Bibl.7246a | ἔμπροσθεν, ἱστὰς τὴν οὐράν, ὥσπερ ἀπὸ τόξου βάλ‐ λει τοῖς κέντροις, καὶ ὄπισθεν, ἐπ’ εὐθείας ἀποτείνων. Βάλ‐ λει δὲ ὅσον πλέθρον εἰς μῆκος, καὶ πάντα, οἷς ἂν βάλῃ, πάντως ἀποκτείνει πλὴν ἐλέφαντος. Τὰ δὲ κέντρα αὐ‐ | |
5 | τοῦ ἐστι τὸ μὲν μῆκος ὅσον ποδιαῖα, τὸ δὲ πλάτος ὅσον | |
σχοῖνος λεπτότατος. Μαρτιχόρα δὲ ἑλληνιστὶ ἀνθρωπο‐ φάγον, ὅτι πλεῖστα ἐσθίει ἀναιρῶν ἀνθρώπους· ἐσθίει δὲ καὶ τὰ ἄλλα ζῷα· μάχεται δὲ καὶ τοῖς ὄνυξι καὶ τοῖς κέντροις. Τὰ δὲ κέντρα πάλιν, φησίν, ἐπειδὰν ἐκ‐ | 135 in vol. 1 | |
10 | τοξευθῇ, ἀναφύεσθαι. Ἔστι δὲ πολλὰ ἐν τῇ Ἰνδικῇ. Ἀπο‐ κτείνουσι δὲ αὐτὰ τοῖς ἐλέφασιν ἐποχούμενοι ἄνθρωποι κἀκεῖθεν βάλλοντες. Περὶ τῶν Ἰνδῶν, ὅτι δικαιότατοι· καὶ περὶ τῶν ἐθῶν καὶ νομίμων αὐτῶν. Περὶ τοῦ ἱεροῦ χωρίου τοῦ ἐν | |
15 | τῇ ἀοικήτῳ, ὃ ἐπ’ ὀνόματι τιμῶσιν ἡλίου καὶ σελήνης, ἐν ᾧ διὰ ιεʹ ἡμερῶν ἀπὸ τῆς Σαρδοῦς τοῦ ὄρους τις παρα‐ γίνεται, καὶ ὅτι λεʹ ἡμέρας ὁ ἥλιος ψύχει ἐκεῖσε τοῦ ἐνιαυτοῦ διὰ τὴν ἑορτὴν ἵνα ἄφλεκτοι αὐτὴν τελέσωσι καὶ ὑποστρέψωσιν. | |
19 | Ὅτι βρονταὶ καὶ ἀστραπαὶ καὶ ὑετοὶ | |
20 | οὐκ εἴσιν ἐν τῇ Ἰνδικῇ· ἄνεμοι δὲ πολλοὶ καὶ πρηστῆρες πολλοί, καὶ ἁρπάζουσιν ὅ τι ἂν λάβωσιν. Ὁ δὲ ἥλιος ἀνίσχων, τὸ ἥμισυ τῆς ἡμέρας ψῦχος ποιεῖ, τὸ δὲ ἄλ‐ λο λίαν ἀλεεινὸν ἐν τοῖς πλείστοις τῶν τῆς Ἰνδικῆς τόπων. | |
24 | Ὅτι οἱ Ἰνδοὶ οὐχ ὑπὸ τοῦ ἡλίου εἰσὶ μέλανες | |
25 | ἀλλὰ φύσει· εἶναι γάρ φησιν ἐν αὐτοῖς καὶ ἄνδρας καὶ γυναῖκας λευκοτάτους πάντων, εἰ καὶ ἐπ’ ἔλαττον· ἰδεῖν δὲ καὶ αὐτὸν τοιαύτας ἰνδὰς δύο γυναῖκας καὶ πέντε ἄνδρας. | |
28 | Ὅτι πιστῶσαι τὰ περὶ τοῦ ἡλίου βουλόμενος, ὡς ἐν λεʹ ἡμέραις ἐν Ἰνδίᾳ ψύχει, λέγει ὅτι καὶ τὸ πῦρ ἐκ | |
30 | τῆς Αἴτνης ῥέον τὸν μέσον χῶρον, ἅτε δικαίων ἀν‐ δρῶν ὄντων, οὐ φθείρει, φθεῖρον τὰ ἄλλα. Καὶ ἐν Ζα‐ κύνθῳ κρηνῖδας ἰχθυοφόρους εἶναι ἐξ ὧν αἴ‐ | |
ρεται πίσσα, καὶ ἐν Νάξῳ κρήνην ἐξ ἧς οἶνος ἐνιότε ῥεῖ καὶ μάλα ἡδύς. Καὶ ὅτι πῦρ ἐστιν ἐγγὺς Φασήλιδος | 136 in vol. 1 | |
35 | ἐν Λυκίᾳ ἀθάνατον, καὶ ὅτι ἀεὶ καίεται ἐπὶ πέτρας καὶ νύκτα καὶ ἡμέραν, καὶ ὕδατι μὲν οὐ σβέννυται, ἀλλὰ ἀναφλέγει, φορυτῷ δὲ σβέννυται. Ὅτι μέσῃ τῇ Ἰνδικῇ ἄνθρωποί εἰσι μέλανες (καλοῦνται Πυγμαῖοι) ὁμόγλωσσοι τοῖς ἄλλοις Ἰν‐ | |
40 | δοῖς. Μικροὶ δέ εἰσι λίαν· οἱ μακρότατοι αὐτῶν πηχέων δύο, οἱ δὲ πλεῖστοι, ἑνὸς ἡμίσεος πήχεος. Κόμην δὲ | |
Bibl.7246b | ἔχουσι μακροτάτην μέχρις ἐπὶ τὰ γόνατα καὶ ἔτι κα‐ τώτερον, καὶ πώγωνα μέγιστον πάντων ἀνθρώπων. Ἐπειδὰν οὖν τὸν πώγονα μέγα φύσωσιν, οὐκέτι ἀμφιέν‐ νυνται οὐδὲν ἱμάτιον, ἀλλὰ τὰς τρίχας, τὰς μὲν ἐκ τῆς | |
5 | κεφαλῆς ὄπισθεν καθίενται πολὺ κάτω τῶν γονάτων, τὰς δὲ ἐκ τοῦ πώγωνος ἔμπροσθεν μέχρι ποδῶν ἑλκο‐ μένας, ἔπειτα περιπυκασάμενοι τὰς τρίχας περὶ ἅπαν τὸ σῶμα, ζώννυνται χρώμενοι αὐταῖς ἀντὶ ἱματίου. Αἰδοῖον δὲ μέγα ἔχουσιν ὥστε ψαύειν τῶν σφυρῶν αὐ‐ | |
10 | τῶν, καὶ παχύ. Αὐτοὶ δὲ σιμοί τε καὶ αἰσχροί. Τὰ δὲ πρόβατα αὐτῶν ὡς ἄρνες, καὶ οἱ ὄνοι καὶ αἱ βόες σχεδὸν ὅσον κριοί. Καὶ οἱ ἵπποι αὐτῶν καὶ ἡμίονοι καὶ τὰ ἄλλα κτήνη πάντα οὐδὲν μείζω κριῶν. Ἕπονται δὲ τῷ βασιλεῖ τῶν Ἰνδῶν τούτων τῶν Πυγμαίων ἄνδρες | |
15 | τρισχίλιοι· σφόδρα γάρ εἰσι τοξόται. Δικαιότατοι δέ εἰσι καὶ νόμοισι χρῶνται ὥσπερ καὶ οἱ Ἰνδοί. Λαγοὺς δὲ καὶ ἀλώπεκας θηρεύουσιν οὐ τοῖς κυσὶν ἀλλὰ κόραξι καὶ ἰκτίσι καὶ κορώναις καὶ ἀετοῖς. | |
18 | Ὅτι λίμνη ἐστὶν ἐν αὐτοῖς (σταδίων ὀκτακοσίων ἡ περίμετρος) ἐν ᾗ ἀνέμου | |
20 | μὴ πνέοντος, ἐπάνω τῆς λίμνης ἔλαιον ἐφίσταται· καὶ πλοαρίοις πλέοντες δι’ αὐτῆς, ἐκ μέσης αὐτῆς σκαφίοις τοῦ ἐλαίου ἀπαρύονται καὶ χρῶνται. Χρῶνται δὲ καὶ ση‐ σαμίνῳ. Ἔχει δὲ ἡ λίμνη καὶ ἰχθύας. Καὶ τῷ καρυΐνῳ δὲ χρῶνται· κρεῖσσον δὲ τὸ λιμναῖον. | 137 in vol. 1 |
25 | Ἔστι δὲ αὐτόθι ἄργυρος πολὺς καὶ ἀργύρεα μέ‐ ταλλα, οὐ βαθέα, ἀλλὰ βαθύτερα εἶναί φασι τὰ ἐν Βάκτροις. Ἔστι δὲ καὶ χρυσὸς ἐν τῇ Ἰνδικῇ χώρᾳ, οὐκ ἐν τοῖς ποταμοῖς εὑρισκόμενος καὶ πλυνόμενος ὥσπερ ἐν τῷ Πακτωλῷ ποταμῷ, ἀλλ’ ὄρη πολλὰ καὶ μεγάλα | |
30 | ἐν οἷς οἰκοῦσι γρῦπες, ὄρνεα τετράποδα, μέγεθος ὅσον λύκος, σκέλη καὶ ὄνυχες οἷά περ λέων· τὰ ἐν τῷ ἄλλῳ σώματι πτερὰ μέλανα, ἐρυθρὰ δὲ τὰ ἐν τῷ στήθει. Δι’ αὐτοὺς δὲ ὁ ἐν τοῖς ὄρεσι χρυσὸς πολὺς ὢν γίνεται δυσπόριστος. | |
35 | Ὅτι τὰ πρόβατα τῶν Ἰνδῶν καὶ αἱ αἶγες μείζους ὄνων εἰσί· καὶ τίκτουσιν ἀνὰ τεσσάρων καὶ ἕξ, ὡς ἐπὶ τὸ πολύ. Ἔχουσι δὲ οὐρὰς μεγάλας· διὸ τῶν τοκάδων ἀποτέμνουσιν ἵνα δύνωνται ὀχεύεσθαι. Ὗς δὲ οὔτε ἥμερος οὔτε ἄγριός ἐστιν ἐν τῇ Ἰνδικῇ. | |
39 | Οἱ δὲ φοίνικες, οἱ ἐν Ἰν‐ | |
40 | δοῖς, καὶ οἱ τούτων βάλανοι, τριπλάσιοι τῶν ἐν Βαβυ‐ λῶνι. Καὶ ποταμόν φησιν ἐκ πέτρας ῥέοντα μέλι. | |
Bibl.7247a | Πολλὰ δὲ λέγει περὶ τῆς δικαιοσύνης αὐτῶν καὶ τῆς περὶ τὸν σφῶν βασιλέα εὐνοίας καὶ τῆς τοῦ θα‐ νάτου καταφρονήσεως. | |
3 | Λέγει δὲ ὅτι πηγή ἐστι, καὶ ἐπει‐ δάν τις ἀρύσῃ τὸ ὕδωρ αὐτῆς, πήγνυται ὥσπερ τυρός. | |
5 | Τούτου οὖν τοῦ πηκτοῦ ὅσον τρεῖς ὀβολοὺς ἐὰν τρίψας δῷς ἐν ὕδατι πιεῖν, ἐξαγγέλλει πάντα ὅσα ἔπραξε· παρα‐ φρονεῖ γὰρ καὶ μαίνεται ταύτην τὴν ἡμέραν. Χρᾶται δὲ | |
αὐτῷ ὁ βασιλεὺς ἐφ’ ὧν κατηγορουμένων τἀληθὲς εὑ‐ ρεῖν ἐθελήσει· κἂν μὲν ἐξείπῃ, προστάσσεται ἀποκαρ‐ | 138 in vol. 1 | |
10 | τερῆσαι, ἂν δὲ μηδὲν ἐλεγχθῇ, ἀφίεται. Ὅτι φησὶν ὡς Ἰνδῶν οὐδεὶς κεφαλαλγεῖ, οὐδὲ ὀφ‐ θαλμιᾷ οὐδὲ ὀδονταλγεῖ, οὐδὲ ἑλκοῦται τὸ στόμα, οὐδὲ ση‐ πεδόνα οὐδεμίαν ἴσχει· ἡ δὲ ζωὴ αὐτῶν ρκʹ καὶ λʹ καὶ νʹ καὶ ςʹ οἱ τὰ πλεῖστα βιοῦντες. | |
15 | Ἔστιν ὄφις σπιθαμιαῖος ἐν αὐτοῖς. Τὸ δὲ εἶδος αὐ‐ τοῦ ὡς ἡ καλλίστη πορφύρα, ἡ κεφαλὴ λευκοτάτη. Ὀδόντας δὲ οὐδ’ ὅλως ἔχει. Θηρεύεται ἐκ τῶν καυμα‐ τωδεστάτων ὀρέων ὅθεν ἡ σαρδὼ ὀρύσσεται. Οὗτος δάκνει μὲν οὔ· ὅτου δ’ ἂν κατεμέσῃ, τοῦτο τὸ χωρίον | |
20 | πάντως σήπεται. Ποιεῖ δὲ φάρμακον διττὸν ἀπὸ τῆς οὐρᾶς κρεμάμενος, ἠλεκτροειδὲς καὶ μέλαν. Καὶ τὸ μὲν ζῶντος ἀπορρεῖ, τὸ δὲ μέλαν, θανόντος· καὶ τὸ μὲν ὅσον σήσαμον διδόμενον, ὃ ζῶντος ἔρρευσεν, αὐτίκα φθείρει, τοῦ ἐγκεφάλου τοῦ πιόντος διὰ τῶν ῥινῶν ἀπορ‐ | |
25 | ρεύσαντος· τὸ δὲ ἄλλο διδόμενον εἰς φθίσιν ἀπάγει καὶ δι’ ἐνιαυτοῦ μόλις ἀπόλλυσιν. Καὶ ὄρνεόν, φησιν, ἐπικαλούμενον δίκαιρον, ὅπερ ἑλ‐ ληνιστὶ δίκαιον σημαίνει, τὸ μέγεθος ὅσον πέρδικος ὠόν. Τοῦτο τὸν ἀπόπατον κατορύσσει ἵνα μὴ εὑρεθῇ, | |
30 | εὑρισκόμενον δὲ ἂν ποθῇ αὐτοῦ ὅσον σησάμου, ἕωθεν ὕπνος ἐπιλαμβάνει καὶ καθεύδει μηδὲν αἰσθανόμε‐ νος, καὶ δύνοντος τοῦ ἡλίου τελευτᾷ. | |
32 | Καὶ ξύλον ἐστὶ πάρηβον καλούμενον, τὸ μέγεθος ὅσον ἐλαία· ἐν τοῖς βασιλείοις μόνοις εὑρίσκεται κήποις. Οὔτε ἄνθος φέ‐ | |
35 | ρει οὔτε καρπόν· δεκάπεντε δὲ μόνας ῥίζας ἔχει, καὶ ταύτας παχείας κατὰ γῆς· ἔστι δὲ τὸ πάχος αὐτῆς ὅσον βραχίων τὸ λεπτότατον. Αὕτη ἡ ῥίζα ὅσον σπι‐ | |
θαμὴ λαμβανομένη, οὗ ἂν προσαχθῇ, ἅπαντα ἕλ‐ κει πρὸς ἑαυτήν· χρυσόν, ἄργυρον, χαλκόν, λίθους καὶ | 139 in vol. 1 | |
40 | τἄλλα πάντα πλὴν ἠλέκτρου. Εἰ δὲ ὅσον πήχεος ἡ ῥίζα ληφθῇ, ἕλκει καὶ ἄρνας καὶ ὄρνεα. ταύτῃ γὰρ καὶ τὰ πλεῖστα τῶν ὀρνέων θηρεύουσι. Καὶ ἐὰν βούλῃ | |
Bibl.7247b | ὕδωρ πῆξαι ὅσον χόα, τῆς ῥίζης ἐμβαλὼν ὅσον ὀβο‐ λόν, πήξεις αὐτό· καὶ ἐὰν οἶνον, ὡσαύτως, καὶ ἕξεις τῇ χειρὶ αὐτὸ ὥσπερ κηρόν, τῇ δὲ ὑστεραίᾳ διαχεῖται. Δίδοται δὲ κοιλιακοῖς βοήθημα. | |
5 | Ἔστι δὲ καὶ ποταμὸς διαρρέων διὰ τῆς Ἰνδικῆς, οὐ μέγας μέν, ἀλλ’ ὡς ἐπὶ δύο σταδίους τὸ εὖρος. Ὄνο‐ μα δὲ τῷ ποταμῷ ἰνδιστὶ μὲν Ὕπαρχος, ἑλληνιστὶ δέ, φέρων πάντα τὰ ἀγαθά. Οὗτος τοῦ ἐνιαυτοῦ λʹ ἡμέρας ἤλεκτρον καταρρεῖ· φασὶ γὰρ ἐν τοῖς ὄρεσι δένδρα εἶ‐ | |
10 | ναι ὑπερέχοντα τοῦ ὕδατος· ὕδατι γὰρ ῥεῖται τὰ ὄρη· εἶτα ὥρα ἐστὶν ὅτε δάκρυα φέρει, ὥσπερ ἀμυγδαλῆ ἢ πίτυς ἢ ἄλλο τι δένδρον, μάλιστα δὲ εἰς λʹ ἡμέρας τοῦ ἐνιαυτοῦ. Εἶτα ἀποπίπτει τὰ δάκρυα ταῦτα εἰς τὸν ποταμὸν καὶ πήγνυται. Τῷ δενδρέῳ δὲ τούτῳ ὄνομά ἐστιν | |
15 | ἰνδιστὶ σιπταχόρα, ἑλληνιστὶ σημαίνει γλυκύ, ἡδύ, κἀκεῖθεν οἱ Ἰνδοὶ συλλέγουσι τὸ ἤλεκτρον. Φέρειν δὲ καὶ καρπὸν τὰ δένδρα βότρυς, ὥσπερ ἄμπελος, ἔχει δὲ τὰς ῥώγας ὥσπερ κάρυα τὰ ποντικά. Ἐν τοῖσδε τοῖς ὄρεσί φασιν ἀνθρώπους βιοτεύειν | |
20 | κυνὸς ἔχοντας κεφαλήν· ἐσθῆτας δὲ φοροῦσιν ἐκ τῶν ἀγρίων θηρίων, φωνὴν δὲ διαλέγονται οὐδεμίαν, ἀλλ’ ὠρύονται, ὥσπερ κύνες, καὶ οὕτω συνιᾶσιν αὑτῶν τὴν φωνήν. Ὀδόντας δὲ μείζους ἔχουσι κυνός, καὶ τοὺς ὄνυχας ὁμοίους κυνός, μακροτέρους δὲ καὶ στρογγυλωτέρους. | |
25 | Οἰκοῦσι δὲ ἐν τοῖς ὄρεσι μέχρι τοῦ Ἰνδοῦ ποταμοῦ, μέ‐ | |
λανες δέ εἰσι καὶ δίκαιοι πάνυ, ὥσπερ καὶ οἱ ἄλλοι Ἰνδοί, οἷς καὶ ἐπιμίγνυνται καὶ συνιᾶσι μὲν τὰ παρ’ ἐκείνων λεγόμενα, αὐτοὶ δὲ οὐ δύνανται διαλέγεσθαι, ἀλλὰ τῇ ὠρυγῇ καὶ ταῖς χερσὶ καὶ τοῖς δακτύλοις | 140 in vol. 1 | |
30 | σημαίνουσιν, ὥσπερ οἱ κωφοί· καλοῦνται δὲ ὑπὸ τῶν Ἰνδῶν Καλύστριοι, ὅπερ ἑλληνιστὶ Κυνοκέφαλοι· τὸ δὲ ἔθνος ἐστὶν ἕως δώδεκα μυριάδων. | |
32 | Παρὰ δὲ τὰς πηγὰς τοῦ ποταμοῦ τούτου, ἔστι πεφυκὸς ἄνθος πορφυ‐ ροῦν ἐξ οὗ πορφύρα βάπτεται οὐδὲν ἥττων τῆς ἑλλη‐ | |
35 | νικῆς, ἀλλὰ καὶ πολὺ εὐανθεστέρα. Ὅτι αὐτόθι ἔστι γινόμενα θηρία τὸ μέγεθος ὅσον κάνθαρος, ἐρυθρὰ δὲ ὥσπερ κιννάβαρι· πόδας δὲ ἔχει μακροὺς σφόδρα, μαλακὸν δέ ἐστιν ὥσπερ σκώληξ καὶ γίνεται ταῦτα ἐπὶ τῶν δένδρων τῶν τὸ ἤλεκτρον φε‐ | |
40 | ρόντων καὶ τὸν καρπὸν κατεσθίει αὐτῶν καὶ διαφθεί‐ ρει ὥσπερ ἐν τοῖς Ἕλλησιν οἱ φθεῖρες τὰς ἀμπέ‐ λους. Ταῦτα οὖν τὰ θηρία τρίβοντες οἱ Ἰνδοί, βάπτουσι | |
Bibl.7248a | τὰς φοινικίδας καὶ τοὺς χιτῶνας καὶ ἄλλο ὅ τι ἂν βούλωνται, καὶ εἴσι βελτίω τῶν παρὰ Πέρσαις βαμ‐ μάτων. Ὅτι οἱ Κυνοκέφαλοι οἰκοῦντες ἐν τοῖς ὄρεσιν οὐκ | |
5 | ἐργάζονται, ἀπὸ θήρας δὲ ζῶσιν· ὅταν δ’ ἀποκτεί‐ νωσιν αὐτά, ὀπτῶσι πρὸς τὸν ἥλιον. Τρέφουσι δὲ καὶ πρόβατα πολλὰ καὶ αἶγας καὶ ὄνους. Πίνουσι δὲ γάλα καὶ ὀξύγαλα τῶν προβάτων, ἐσθίουσι δὲ καὶ τὸν καρ‐ πὸν τοῦ σιπταχόρου, ἀφ’ οὗ τὸ ἤλεκτρον (γλυκὺς γάρ), | |
10 | καὶ ξηραίνοντες αὐτούς, σπυρίδας συσσάσσουσιν ὥσπερ ἐν τοῖς Ἕλλησι τὴν ἀσταφίδα. Οἱ δὲ Κυνοκέφα‐ | |
λοι, σχεδίαν ποιησάμενοι καὶ ἐπιθέντες, ἀπάγουσι φόρτον τούτου, καὶ τῆς πορφύρας τὸ ἄνθος καθαρὸν ποιήσαντες, καὶ τοῦ ἠλέκτρου ξʹ καὶ ςʹ τάλαντα τοῦ | 141 in vol. 1 | |
15 | ἐνιαυτοῦ, καὶ ὅτῳ τὸ φοινίκιον βάπτεται τοῦ φαρμά‐ κου ἕτερα τοσαῦτα, καὶ ἠλέκτρου χίλια τάλαντα, ἀπά‐ γουσι κατ’ ἐνιαυτὸν τῷ Ἰνδῶν βασιλεῖ. Καὶ ἕτερα δὲ κατάγοντες πωλοῦσι τοῖς Ἰνδοῖς πρὸς ἄρτους καὶ ἄλ‐ φιτα καὶ ξύλινα ἱμάτια· πωλοῦσι δὲ καὶ ξίφη οἷς | |
20 | χρῶνται πρὸς τὴν τῶν θηρίων ἄγραν, καὶ τόξα καὶ ἀκόντια· πάνυ γὰρ καὶ δεινοί εἰσιν ἀκοντίζειν καὶ το‐ ξεύειν· ἀπολέμητοι δ’ εἰσὶ διὰ τὸ οἰκεῖν αὐτοὺς ὄρεα ἄβατα καὶ ὑψηλά. Δίδωσι δὲ αὐτοῖς διὰ πέμπτου ἔτους δῶρα ὁ βασιλεὺς λʹ μὲν μυριάδας τόξων, καὶ | |
25 | ἀκοντίων τοσαύτας, πελτῶν δὲ δώδεκα, καὶ ξίφη δὲ πεν‐ τακισμύρια. | |
26 | Τούτοις τοῖς κυνοκεφάλοις οὐκ εἴσιν οἰκίαι, ἀλλ’ ἐν σπηλαίοις διαιτῶνται. Θηρεύουσι δὲ τὰ θηρία τοξεύοντες, ἀκοντίζοντες, καὶ διώκοντες καταλαμ‐ βάνουσι· ταχὺ γὰρ τρέχουσι. | |
29 | Λούονται δὲ αἱ γυναῖκες αὐ‐ | |
30 | τῶν ἅπαξ τοῦ μηνός, ὅταν τὰ καταμήνια αὐταῖς ἔλ‐ θῃ, ἄλλοτε δ’ οὔ· οἱ δὲ ἄνδρες οὐ λούονται μέν, τὰς δὲ χεῖρας ἀπονίζονται, ἐλαίῳ δὲ χρίονται τρὶς τοῦ μηνὸς τῷ ἀπὸ τοῦ γάλακτος γινομένῳ, καὶ ἐκτρίβον‐ ται δέρμασι. Τὴν δὲ ἐσθῆτα ἔχουσιν οὐ δασείαν, ἀλλὰ | |
35 | ψιλῶν τῶν μασθλημάτων ὡς λεπτοτάτων καὶ αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν· οἱ δὲ πλουσιώτατοι αὐτῶν λί‐ να φοροῦσιν. Οὗτοι δ’ εἰσὶν ὀλίγοι. Κλῖναι δὲ αὐτοῖς οὐκ εἴσιν, ἀλλὰ στιβάδας ποιοῦνται. Οὗτος δ’ αὐτῶν πλουσιώτατος νομίζεται εἶναι ᾧ ἂν πλεῖστα πρόβατα | |
40 | ᾖ· ἡ δὲ ἄλλη οὐσία παραπλησία. Οὐρὰν δὲ ἔχουσι πάν‐ | |
τες καὶ ἄνδρες καὶ γυναῖκες ὑπὲρ τῶν ἰσχίων οἵαν‐ περ κύων, μείζονα δὲ καὶ δασυτέραν· καὶ μίσγονται | 142 in vol. 1 | |
Bibl.7248b | ταῖς γυναιξὶ τετραποδιστί, ὥσπερ οἱ κύνες· ἄλλως δὲ μιγῆναι αὐτοῖς ἐστιν αἰσχρόν. Δίκαιοι δέ εἰσι καὶ μακροβιώτατοι πάντων ἀνθρώπων· ζῶσι γὰρ ἔτη ρʹ καὶ οʹ, ἔνιοι δὲ αὐτῶν καὶ διακόσια. | |
5 | Ὑπὲρ δὲ τούτων ἑτέρους φασὶ βιοτεύειν ἄνω τῶν πηγῶν τοῦ ποταμοῦ. Οὗτοι δὲ οἱ ἄνθρωποι μέλανες μέν εἰσιν ὥσπερ οἱ ἄλλοι Ἰνδοί· ἐργάζονται δὲ οὐδέν, οὐδὲ ἐσθίουσι σῖτον, οὐδὲ πίνουσιν ὕδωρ· πρόβατα δὲ πολλὰ τρέφουσι, καὶ βοῦς καὶ αἶγας καὶ ὄϊς. Πίνουσι δὲ τὸ γάλα | |
10 | ἄλλο δὲ οὐδέν. Ὅταν δὲ γένηταί τινι αὐτῶν παιδίον, οὐ τέτρηται τὴν πυγήν, οὐδ’ ἀποπατεῖ, ἀλλὰ τὰ μὲν ἰσχία ἔχει, τὸ δὲ τρῆμα συμπέφυκε· διὸ ἀποπατοῦσι μὲν οὔ· οὐρεῖν δὲ ὥσπερ τυρὸν αὐτούς φασιν οὐ πάνυ παχὺν ἀλλὰ θολερόν. Ἐπὰν δὲ πρωῒ πίωσι τοῦ γάλακτος, καὶ | |
15 | εἰς μέσον ἡμέρας αὖθις πιόντες, ῥίζαν φασὶ παρ’ αὐ‐ τοῖς εἶναι γλυκεῖαν ἥτις οὐκ ἐᾷ τὸ γάλα πήγνυσθαι ἐν τῇ κοιλίᾳ· ταύτην οὖν τρώγοντες, εἰς ἑσπέραν ἔμετον ποιοῦνται, καὶ ἐξεμοῦσιν ἅπαντα εὐκόλως. Ὅτι εἰσὶν ὄνοι ἄγριοι ἐν τοῖς Ἰνδοῖς, ἴσοι ἵπποις | |
20 | καὶ μείζους· λευκοὶ δέ εἰσι τὸ σῶμα, τὴν κεφαλὴν πορ‐ φυροῖ, ὀφθαλμοὺς ἔχουσι κυανέους. Κέρας δὲ ἔχει ἐν τῷ μετώπῳ ἑνὸς πήχεος τὸ μέγεθος· καὶ ἔστι τὸ μὲν κάτω τοῦ κέρατος, ὅσον ἐπὶ δύο παλαιστὰς πρὸς τὸ μέτωπον, πάνυ λευκόν· τὸ δὲ ἐπάνω, ὀξύ ἐστι τοῦ κέ‐ | |
25 | ρατος, τοῦτο δὲ φοινικοῦν ἐστιν ἐρυθρὸν πάνυ· τὸ δὲ ἄλλο, τὸ ἐν τῷ μέσῳ, μέλαν. Ἐκ τούτων οἱ πιόντες (κα‐ τασκευάζουσι γὰρ ἐκπώματα) σπασμῷ, φασίν, οὐ λαμ‐ βάνονται, οὔτε τῇ ἱερᾷ νόσῳ, ἀλλ’ οὐδὲ φαρμάκοις ἁλίσ‐ | |
κονται, οὔτ’ ἂν προπίωσιν, οὔτ’ ἂν τοῦ φαρμάκου ἐπι‐ | 143 in vol. 1 | |
30 | πίωσιν ἢ οἶνον, ἢ ὕδωρ ἢ ἄλλο τι ἐκ τῶν ἐκπωμάτων. Οἱ μὲν οὖν ἄλλοι ὄνοι καὶ ἥμεροι καὶ ἄγριοι καὶ τὰ ἄλλα μώνυχα θηρία πάντα ἀστραγάλους οὐδὲ χολὴν ἐπὶ τοῦ ἥπατος ἔχουσιν. Οὗτοι δὲ καὶ ἀστράγαλον ἔχουσι καὶ χολὴν ἐπὶ τοῦ ἥπατος· τὸν δὲ ἀστράγαλον, κάλλιστον ὧν ἐγὼ | |
35 | ἑώρακα, οἷόν περ βοὸς καὶ τὸ εἶδος καὶ τὸ μέγεθος· βαρὺς δ’ ὡς μόλιβδος, τὴν δὲ χρόαν ὥσπερ κιννά‐ βαρι καὶ διὰ βάθους. Ταχύτατον δέ ἐστι τὸ ζῷον τοῦτο καὶ ἀλκιμώτατον· οὐδὲν δὲ οὔτε ἵππος οὔτε ἄλλο τι διω‐ κόμενον καταλαμβάνει. Ἄρχεται δὲ τρέχον βραδύτερον· | |
40 | ὅσον δ’ ἂν πλέον χρόνον τρέχῃ, ἐντείνεται δαιμονίως, καὶ μᾶλλον καὶ θᾶσσον τρέχει. | |
41 | Ἄλλως μὲν ἀθή‐ ρατόν ἐστι τὸ ζῷον τοῦτο· ὅταν δὲ τὰ τέκνα μικρὰ ὄντα | |
Bibl.7249a | περιάγωσιν ἐπὶ τὴν βοτάνην, καὶ ὑπὸ ἱππείας πολλῆς περιληφθῶσιν, οὐ βούλονται φεύγειν καταλιπόντες τοὺς πώλους, ἀλλὰ μάχονται καὶ κέρατι καὶ λακτίσμασι καὶ δήγμασι, καὶ πολλοὺς καὶ ἵππους καὶ ἄνδρας ἀπολλύου‐ | |
5 | σιν. Ἁλίσκονται δὲ καὶ αὐτοὶ τοξευόμενοι καὶ ἀκον‐ τιζόμενοι· ζῶντα γὰρ οὐκ ἂν λάβοις. Τὰ δὲ κρέα, διὰ τὴν πικρότητα ἄβρωτά ἐστιν. Θηρεύεται δὲ τῶν κεράτων καὶ τῶν ἀστραγάλων ἕνεκεν. Ὅτι ἐν τῷ ποταμῷ τῶν Ἰνδῶν σκώληξ γίνεται τὸ | |
10 | μὲν εἶδος οἷόν περ ἐν ταῖς συκαῖς εἴωθε γίνεσθαι, τὸ δὲ μῆκος πήχεις ζʹ, καὶ μείζους δὲ καὶ ἐλάττους, τὸ δὲ πάχος, δεκαετέα παῖδα μόλις φασὶ ταῖς χερσὶ περι‐ λαβεῖν. Ἔχουσι δὲ ὀδόντας δύο, ἕνα ἄνω καὶ ἕνα κάτω, καὶ ὅ τι ἂν λάβωσι τοῖς ὀδοῦσι, κατεσθίουσι. Καὶ τὴν | |
15 | μὲν ἡμέραν ἐν τῇ ἰλύϊ τοῦ ποταμοῦ διαιτῶνται, τῇ δὲ νυκτὶ ἐξέρχονται, καὶ ἐάν τινι ἐντύχῃ ἐν τῇ γῇ βοῒ ἢ καμήλῳ καὶ δάκῃ, συλλαβὼν ἕλκει εἰς τὸν ποταμὸν καὶ πάντα κατεσθίει πλὴν τῆς κοιλίας. Ἀγρεύεται δὲ ἀγκίστρῳ μεγάλῳ, ἔριφον ἢ ἄρνα ἐνδησάντων καὶ ἁλύ‐ | 144 in vol. 1 |
20 | σεσι σιδηραῖς ἐναρμοσάντων. Ἀγρεύσαντες δὲ τριάκοντα ἡμέρας κρεμῶσιν αὐτὸν καὶ ἀγγεῖα ὑποτιθέασι, καὶ ῥεῖ ἐξ αὐτοῦ ὅσον δέκα κοτύλας ἀττικὰς τὸ πλῆ‐ θος. Ὅταν δὲ παρέλθωσιν αἱ τριάκοντα ἡμέραι, ἀπορ‐ ρίπτουσι τὸν σκώληκα, καὶ τὸ ἔλαιον ἀσφαλισάμενοι, | |
25 | ἄγουσι τῷ βασιλεῖ μόνῳ τῶν Ἰνδῶν· ἄλλῳ δὲ οὐκ ἔξεστιν ἐξ αὐτοῦ ἔχειν. Τοῦτο τὸ ἔλαιον, ἐφ’ ὃ ἂν ἐπιχυθῇ, ἀνά‐ πτει καὶ καταφλέγει ξύλα καὶ ζῷα καὶ ἄλλως οὐ σβέν‐ νυται εἰ μὴ πηλῷ πολλῷ τε καὶ παχεῖ. Ὅτι ἔστι δένδρα ἐν Ἰνδοῖς ὑψηλὰ ὥσπερ κέδρος ἢ | |
30 | κυπάριττος, τὰ δὲ φύλλα, ὥσπερ φοῖνιξ, ὀλίγον πλα‐ τύτερα· καὶ μασχαλίδας οὐκ ἔχει, ἀνθεῖ δὲ ὥσπερ ἡ ἄρσην δάφνη, καρπὸν δ’ οὐκ ἔχει. Ὀνομάζεται δὲ ἰν‐ διστὶ μὲν κάρπιον, ἑλληνιστὶ δὲ μυρορόδα· ἔστι δὲ σπά‐ νια. Ῥέουσι δὲ ἐξ αὐτοῦ ἐλαίου σταγόνες οὓς ἐρίῳ ἀνα‐ | |
35 | ψῶντες ἀπὸ τοῦ δένδρου ἀποπιέζουσιν εἰς ἀλαβάστρους λιθίνους. Ἔστι δὲ τὸ μὲν χρῶμα ἀτρέμας ὑπέρυθρον καὶ ὑπόπαχυ· ὄζει δὲ πάντων ἥδιστον, ὄζειν δέ φασιν αὐτὸ καὶ ἐπὶ πέντε σταδίους· μόνῳ δὲ βασιλεῖ κτητόν ἐστι τοῦτο καὶ τοῖς συγγενέσιν αὐτοῦ. Καὶ ἔπεμψεν ὁ | |
40 | Ἰνδῶν τῷ Περσῶν βασιλεῖ, καί φησιν ἰδεῖν αὐτὸ | |
Bibl.7249b | Κτησίας, καὶ ὀσφρανθῆναι ὀσμῆς οἵας οὔτε εἰπεῖν ἦν οὔτε εἰκάσαι. Ὅτι τὸν τυρὸν καὶ τὸν οἶνον πάντων, φησί, γλυκύ‐ | |
τατον, ὡς αὐτός, φησί, φαγὼν διὰ πείρας ἔμαθεν. | 145 in vol. 1 | |
5 | Ὅτι κρήνην ἐν Ἰνδοῖς φησιν, ὅσον πέντε ὀργυιῶν ἡ περίμετρος, τετράγωνος δέ· ἔστι δὲ τὸ ὕδωρ ἐν πέτρᾳ, βάθος δὲ εἶναι μέχρι τοῦ ὕδατος τριῶν πηχῶν, τὸ δὲ καθ’ ὕδατος τριῶν ὀργυιῶν. Λούονται δὲ ἐν αὐτῷ οἱ ἐπισημότατοι τῶν Ἰνδῶν, καὶ ἄνδρες καὶ παῖδες καὶ | |
10 | γυναῖκες· κολυμβῶσι δὲ ἐπὶ πόδας ῥίπτοντες ἑαυτούς· ὅταν δὲ εἰσπηδῶσιν ἐκβάλλει αὐτοὺς τὸ ὕδωρ ἄνω· οὐκ ἀνθρώπους δὲ μόνον ἀναρρίπτει, ἀλλὰ καὶ ἄλλο ὅ τι ἂν ᾖ ζῷον ἐκρίπτει εἰς τὸ ξηρὸν καὶ ζῶν καὶ τεθνη‐ κός, καὶ ἁπλῶς πάντα τὰ ἐμβαλλόμενα πλὴν σιδήρου | |
15 | καὶ ἀργύρου καὶ χρυσοῦ καὶ χαλκοῦ· ταῦτα δὲ δέχεται κάτω. Ἔστι δὲ τὸ ὕδωρ πάνυ ψυχρὸν καὶ ἡδὺ πιεῖν· ψόφον δὲ παρέχει μέγαν, ὥσπερ ὕδωρ ζέον ἐκ λέβη‐ τος· καθαίρει δὲ τὸ ὕδωρ τοῦτο ἀλφοὺς καὶ ψωριῶντας, καλεῖται δὲ ἰνδιστὶ βαλλάδη, ἑλληνιστὶ δὲ ὠφελίμη. | |
20 | Ἔστιν ἐν τοῖς ὄρεσι τοῖς ἰνδικοῖς, ὅπου ὁ κάλαμος αὐτῶν φύεται, ἄνθρωποι· τὸ πλῆθος αὐτῶν ἄχρι καὶ τριῶν μυριάδων. Τούτων αἱ γυναῖκες ἅπαξ τίκτουσιν ἐν τῷ βίῳ, καὶ τὰ τικτόμενα ὀδόντας ἔχει καὶ τὰ ἄνω καὶ τὰ κάτω πάνυ καλούς· καὶ τὰς τρίχας, τάς τε ἐν | |
25 | τῇ κεφαλῇ καὶ ταῖς ὀφρύσι, πολιὰς ἔχει πάντα ἐκ γε‐ νετῆς, καὶ τὰ θήλεα καὶ τὰ ἄρρενα· μέχρι μὲν οὖν τριάκοντα ἐτῶν, λευκὰς ἔχει ἕκαστος τῶν ἀνθρώπων ἐκείνων τὰς τρίχας καθ’ ὅλου τοῦ σώματος, ἄρχονται δὲ ἐκεῖθεν με‐ λαίνεσθαι· ξʹ δὲ ἐτῶν γενομένους, ἔστιν ἰδεῖν αὐτοὺς | |
30 | πάσας ἔχοντας μέλαινας. Ἔχουσι δὲ οὗτοι οἱ ἄνθρωποι ἀνὰ ὀκτὼ δακτύλους ἐφ’ ἑκατέρᾳ χειρί, ὡσαύτως ἀνὰ ὀκτὼ καὶ ἐπὶ τοῖς ποσὶ καὶ ἄνδρες καὶ γυναῖκες ὡσαύ‐ τως· εἰσὶ δὲ σφόδρα πολεμισταί, καὶ βασιλεῖ τῶν Ἰνδῶν | |
ἕπονται τοξόται τούτων πεντακισχίλιοι καὶ ἀκοντισταί. | 146 in vol. 1 | |
35 | Τὰ δὲ ὦτά φησι τηλικαῦτα ἔχειν ὥστε τοὺς βραχίονας αὐτῶν ὑπ’ αὐτῶν καλύπτεσθαι μέχρι τῶν ἀγκώνων, καὶ ὄπισθεν τὸν νῶτον ὑπ’ αὐτὰ συγκαλύπτειν· τὸ δὲ οὖς τὸ ἕτερον τοῦ ἑτέρου θιγγάνει. Ταῦτα γράφων καὶ μυθολογῶν Κτησίας λέγει τἀ‐ | |
40 | ληθέστατα γράφειν, ἐπάγων ὡς τὰ μὲν αὐτὸς ἰδὼν γρά‐ | |
Bibl.7250a | φει, τὰ δὲ παρ’ αὐτῶν μαθὼν τῶν ἰδόντων, πολλὰ δὲ τούτων καὶ ἄλλα θαυμασιώτερα παραλιπεῖν διὰ τὸ μὴ δόξαι τοῖς μὴ τεθεαμένοις ἄπιστα συγγράφειν. Ἐν οἷς καὶ ταῦτα. | |
Bibl.7350a(6) | Ἀνεγνώσθη Ἡλιοδώρου Αἰθιοπικόν. Ἔστι δὲ τὸ σύνταγμα δραματικόν, φράσει δὲ πρεπούσῃ τῇ ὑπο‐ θέσει κέχρηται· καὶ γὰρ ἀφελείᾳ καὶ γλυκύτητι πλεο‐ νάζει. Καὶ πάθεσι δὲ τὰ μὲν παροῦσι τὰ δὲ ἐλπιζομένοις, | |
10 | τὰ δὲ καὶ ἀνελπίστοις διαποικίλλεται ἡ διήγησις, καὶ παρα‐ δόξοις ἐκ συμφορῶν σωτηρίαις, λέξεσί τε εὐσήμοις καὶ καθαραῖς. Καὶ εἴ που, ὡς εἰκός, καὶ ταῖς εἰς τροπὴν κλινούσαις ἀποχρήσαιτο, εὔσημοί τέ εἰσι καὶ ἐναργῶς παριστῶσαι τὸ προκείμενον. Περίοδοι σύμμετροι καὶ | |
15 | πρὸς τὸ βραχύτερον οἷα δὴ συστελλόμεναι. Καὶ ἡ συν‐ θήκη δὲ καὶ τἄλλα τῷ λόγῳ ἀνάλογα. Ἔρωτα μὲν ἀνδρὸς ὑφαίνει καὶ γυναικός, σωφρο‐ σύνης δὲ δείκνυσι πόθον καὶ φυλακὴν ἀκριβῆ. Καὶ ἔστιν αὐτῷ ἡ τοῦ δράματος ὑπόθεσις Χαρίκλεια καὶ Θεα‐ | |
20 | γένης σώφρονες ἀλλήλων ἐρασταί, καὶ πλάνη τούτων καὶ αἰχμαλωσία παντοδαπὴ καὶ φυλακὴ τῆς σωφροσύνης. | |
Τὰ δὲ ἐμφερόμενα ὀνόματα καὶ ὡς ἐν κεφαλαίῳ τὰ πάθη καὶ αἱ πράξεις. Ἑορτὴ Ἀθηναίων καὶ Χαρίκλεια ἱερατεύουσα καὶ Θεαγένης σταδιοδρόμος, καὶ πρὸς ἀλ‐ | 147 in vol. 1 | |
25 | λήλους ἔρως ἀπὸ τῆς ὄψεως, καὶ νόσος Χαρικλείας ἀπὸ τοῦ ἔρωτος, καὶ ἁρπαγὴ ταύτης ἑκούσης ἀπὸ Χαρικλέους, ὃς ἐνομίζετο αὐτῇ πατήρ. Θεαγένης δ’ ἦν ὁ ἡρπακὼς διὰ Καλασίριδος. | |
28 | Ἀπόπλους καὶ κατάπλους ἐπὶ Ζάκυν‐ θον, καὶ ἔρως τοῦ ναυάρχου πρὸς Χαρίκλειαν, καὶ πε‐ | |
30 | πλασμένη παρὰ Καλασίριδος τοῦ γάμου ὑπόσχεσις, καὶ κατάλυσις παρὰ τὸν αἰγιαλὸν τῶν περὶ Χαρίκλειαν, καὶ μήνυσις παρὰ τοῦ ὑποδεξαμένου ἁλιέως ὅτι Τρα‐ χινὸς ὁ λῄσταρχος ἁρπαγὴν τῆς κόρης βουλεύεται, καὶ ἀπόπλους διὰ τοῦτο Καλασίριδος καὶ τῶν περὶ Χαρί‐ | |
35 | κλειαν, καὶ ἐπιδίωξις Τραχινοῦ, καὶ κατάληψις τῆς νεώς, καὶ ἔρως Τραχινοῦ, καὶ ὑπόκρισις εἰς συγκατά‐ θεσιν Χαρικλείας, καὶ ἐξαίτησις Θεαγένους ὡς ἀδελφοῦ, ὡς δὲ πατρὸς Καλασίριδος, καὶ ἐκπλήρωσις τῆς αἰτή‐ σεως, καὶ τρικυμία θαλάσσης, καὶ διαφυγὴ ναυαγίων | |
Bibl.7350b | καὶ προσόρμησις μέρεσί τισι τῆς Αἰγύπτου, καὶ Τραχινὸς τοῦ γάμου Χαρικλείας μιμνῃσκόμενος, καὶ Καλά‐ σιρις ὁ δῆθεν πατὴρ ὑπισχνούμενος, καὶ ἀπάτη, καὶ γαμήλιος εὐωχία, καὶ Πέλωρος ἔρως Καλασίριδος πα‐ | |
5 | ροτρύνοντος, καὶ ἔρις Τραχινοῦ καὶ Πέλωρος περὶ Χα‐ ρικλείας, καὶ τέλος σφαγὴ καὶ ἀπώλεια παρ’ ἀλλήλων τῶν λῃστῶν συνεργούσης καὶ Χαρικλείας τῇ ἐκείνων ἀπω‐ λείᾳ τοῖς τοξεύμασι, καὶ θρῆνος Χαρικλείας ἐπὶ Θεα‐ γένην τραύμασι κείμενον. | |
9 | Λῃστῶν πάλιν ἄλλων ἔφοδος, | |
10 | καὶ τούτων ἐπὶ Χαρικλείᾳ ἔκπληξις, εἶτα σύλληψις αὐ‐ τῆς καὶ Θεαγένους, καὶ ἀπαγωγὴ πρὸς Θύαμιν, ὃς ἐπῆρχε | |
τῶν βουκόλων λῃστῶν· τοῦτο γὰρ αὐτοῖς ὄνομα, ὅσοι τὴν νῆσον ᾤκουν. Ἐρᾷ πάλιν Θύαμις Χαρικλείας, καὶ ὁ Θεαγένης εἰς ἀδελφὸν ὀνομάζεται. Ἐπιδρομὴ κατὰ τῶν | 148 in vol. 1 | |
15 | βουκόλων καὶ πόλεμος, καὶ σφαγὴ τῶν βουκόλων, καὶ φυγὴ Θυάμιδος, καὶ φυγὴ Ἑρμούθιος. | |
16 | Κνήμων καὶ Θεαγένης· καὶ ἐν τῷ σπηλαίῳ Χαρίκλεια, καὶ Θίσβη κατὰ τὰς εἰσόδους τοῦ σπηλαίου ἐσφαγμένη καὶ κειμένη νεκρά, καὶ Θεαγένους ὡς ἐπὶ Χαρικλείᾳ πένθος ἀφό‐ | |
20 | ρητον, ἕως ἔνδοθεν Χαρίκλεια ἀνεβόησε. Καὶ ἀπορία ἐπὶ τῆς Θίσβης τῇ σφαγῇ, καὶ Ἕρμουθις ἐπ’ αὐτῇ ὀδυ‐ ρόμενος. Καὶ ἀποπορεία Κνήμωνος καὶ Ἑρμούθιος, καὶ δι’ ἑτέρας Χαρικλείας καὶ Θεαγένους, καὶ Κνήμων ἀπολιμ‐ πάνων Ἕρμουθιν. Καὶ συνάντησις Καλασίριδος καὶ | |
25 | Κνήμωνος, καὶ διήγησις τῶν συμπεσόντων ἀλλήλοις, Κνήμων μὲν περὶ Θίσβης καὶ Δημαινέτης τῆς μη‐ τρυιᾶς καὶ τοῦ ἐξοστρακισμοῦ καὶ τῆς ἄλλης δυστυχίας, Καλάσιρις δὲ περὶ Χαρικλέους καὶ περὶ Χαρικλείας καὶ Θεαγένους, καὶ θρῆνος ἐπὶ τούτοις. Εἶτα Κνήμων εὐαγ‐ | |
30 | γελιζόμενος ὅτι σῴζοιτο Χαρίκλεια καὶ Θεαγένης, καὶ ὅτι Θύαμις αὐτόν τε κἀκείνους εἶχε. | |
31 | Ναυσικλῆς ἄγων Χαρίκλειαν, παρ’ ᾧ καὶ Καλάσιρις ᾤκει, ἐν ὀνόματι Θίσβης· καὶ ταραχὴ διὰ Θίσβην Κνήμωνος (ᾔδει γὰρ αὐτὴν τεθνηκυῖαν) καὶ χαρὰ ἐπὶ Χαρίκλειαν. Ἐπιζή‐ | |
35 | τησις πρώτη Θεαγένους καὶ γάμος Κνήμωνος καὶ Ναυ‐ σικλείας. Καὶ ἀποδημία Καλασίριδος σὺν Χαρικλείᾳ ἐπὶ τὴν Θεαγένους ζήτησιν. Καὶ γραῦς καταλαμβανομένη ἐπὶ παιδὶ κατὰ πόλεμον πεσόντι κωκύουσα καὶ μαγγα‐ νείαις τὸν τοῦ παιδὸς ἐπερωτῶσα νεκρόν. Καὶ Χαρίκλεια | |
Bibl.7351a | καὶ Καλάσιρις ὁρῶντες τὰ ποιούμενα. Ἐρώτησις πάλιν βιαία πρὸς τὸν νεκρόν, εἰ περισωθείη αὐτῇ ὁ ἕτερος υἱός. Καὶ ἀρὰ κατὰ τῆς μητρὸς ὅτι βιάζεται καὶ ὅτι πράττει ἀθέμιτα καὶ ὅτι καὶ ὁ ἕτερος υἱὸς σφαγή‐ | 149 in vol. 1 |
5 | σεται, αὐτὴ δὲ πρὸ ἐκείνου ἀνθ’ ὧν ἀθέμιτα εἰς τὸν νεκρὸν ἔδρασε. Καὶ σφαγὴ τῆς γραός, κλάσματι δο‐ ρατίου ἀκούσης περιπεσούσης. | |
7 | Θύαμις καὶ Θεαγένης καὶ τὸ ἄλλο λῃστρικὸν σύνταγμα ἐπὶ πόλιν Αἰγυπτίων Μέμφιν, ἐπὶ ἀναζητήσει τῆς ἱερωσύνης, ἣν αὐτὸν ἀφε‐ | |
10 | λὼν ὁ νεώτερος εἶχεν ἀδελφὸς Πετόσιρις· καὶ θόρυβος περὶ τὴν πόλιν. Καὶ Ἀρσάκη προκαθημένη καὶ παύειν ἐπιχειροῦσα τὸν πόλεμον, καὶ μονομαχεῖν ἀλλήλοιν τοῖν ἀδελφοῖν ἐπιτρέπουσα, καὶ τῷ νικῶντι τὴν ἱερωσύνην ἁρμόζειν δικάζουσα. Μάχη τῶν ἀδελφῶν καὶ ἄκοντος | |
15 | Πετοσίριος· ἄπειρος γὰρ οὗτος ἦν τοῦ πολέμου, Θύαμις δὲ ἐγεγόνει ἐμπειρότατος. Διὸ καὶ τρέπεται τὸν ἀδελφόν· ὁ δὲ πάντα ῥίψας φεύγει, καὶ ἐπιδιώκει Θύαμις, καὶ κυκλοῦται πολλάκις ἡ πόλις ὑπὸ τοῦ δρόμου. Καὶ παρέπε‐ ται Θεαγένης Θυάμιδι, καὶ ἐρᾷ τοῦτον ἰδοῦσα Ἀρσάκη ἡ | |
20 | Ὀροονδάτου γυνή. Καὶ καταλαμβάνει Καλάσιρις καὶ Χα‐ ρίκλεια. Καὶ ὁ μὲν ἰδὼν τοὺς παῖδας κατ’ ἀλλήλων φο‐ νῶντας (παῖδες γὰρ Καλασίριδι Θύαμις καὶ Πετόσιρις) προστρέχει, ἀναβοᾷ, μόλις ἐπέσχε τὸν θάνατον, μόλις τῶν παίδων αὐτὸν ἐπεγνωκότων, ἡ δὲ Χαρίκλεια ἐπι‐ | |
25 | πίπτει Θεαγένει. Καὶ τοῦ πολέμου συσταλέντος δέχεται Θύαμις τὴν ἱερωσύνην παρὰ πατρός, αὐτὸς δὲ τελευτᾷ. Ἄλλη πάλιν ἐπιβουλὴ Ἀρσάκης κατὰ τῶν νεανιῶν Θεα‐ γένους καὶ Χαρικλείας, καὶ Κυβέλης τῆς θεραπαινίδος αὐτῆς πρόθυμος εἰς πάντα ὑπουργία, καὶ πρόσκλησις | |
30 | αὐτῶν ἐπὶ τὴν οἰκίαν Ἀρσάκης, καὶ ἔρως αὐτῆς πρὸς Θεαγένην ἀκατάσχετος, καὶ μηχαναὶ πᾶσαι καὶ μέθοδοι | |
κακώσεών τε καὶ θεραπειῶν, καὶ ἐπιβουλὴ Κυβέλης διὰ φαρμάκου κατὰ Χαρικλείας. Σωτηρία Χαρικλείας καὶ ἀναίρεσις δι’ ὧν ἀναιρεῖν ἐμελέτησε Κυβέλης. | 150 in vol. 1 | |
35 | Στρέβλωσις καὶ κάκωσις Χαρικλείας καὶ Θεαγένους, ὅτι μὴ συντίθεται πρὸς τὸν Ἀρσάκης ἔρωτα ὁ Θεαγέ‐ νης· καὶ Χαρικλείας εἰς πῦρ καταδίκη, καὶ τοῦ πυ‐ ρὸς διὰ τῆς παντάρβης τοῦ λίθου κατάσβεσις, καὶ τῆς Χαρικλείας τέως ἄφεσις, καὶ Ἀρσάκη μαινο‐ | |
40 | μένη καὶ θάνατον ἐς αὔριον Χαρικλείᾳ εὐτρεπίζουσα. Ἀποστολὴ Ὀροονδάτου τοῦ τῆς Ἀρσάκης ἀνδρός, καὶ ἀνάληψις διὰ τῆς νυκτὸς τῶν νεανιῶν· τοῦτο γὰρ προσετέ‐ | |
Bibl.7351b | τακτο, ἐπεὶ ὁ παῖς τῆς Κυβέλης, ἀποτυχὼν τοῦ πρὸς Χαρίκλειαν γάμου, πάντα ὅσα τῇ Ἀρσάκῃ διεπέπρακτο, πρὸς τὸν δεσπότην ἀπάρας ἀπήγγειλεν. | |
3 | Ἐπίθεσις τῶν Αἰθιόπων, καὶ ἁρπαγὴ Θεαγένους καὶ Χαρικλείας, καὶ | |
5 | πρὸς Ὑδάσπην τὸν βασιλέα τῶν Αἰθιόπων ἀπαγωγή. Εἶτα ἀφιέρωσις τούτων εἰς τὸ τυθῆναι, τὴν μὲν τῇ σε‐ λήνῃ, τὸν δὲ τῷ ἡλίῳ. Εἶτα ἀγῶνες καὶ θυσίαι, καὶ Σισι‐ μίθρου τοῦ πρώτου τῶν γυμνοσοφιστῶν καὶ αὐτῶν πα‐ ρουσία, καὶ Περσίνης τῆς γυναικὸς τοῦ βασιλέως. Καὶ | |
10 | αἴτησις Χαρικλείας ἵνα δικαιολογηθῇ Ὑδάσπῃ, καὶ δι‐ καιολογία, καὶ κρίσις Σισιμίθρου καὶ μαρτυρία ὅτι Χα‐ ρίκλεια παῖς εἴη Ὑδάσπου καὶ Περσίνης. Πείθεται μόλις Ὑδάσπης. Ἀλλὰ καὶ οὕτως ἄγειν ἔμελλεν εἰς θυσίαν, τιμῶν τὸν πάτριον νόμον. Ὁ δὲ δῆμος ἀπηγόρευε, καὶ | |
15 | ἀφίεται Χαρίκλεια, καὶ χαρὰ πάντων ἐπὶ τῇ ἀφέσει. Ἀγὼν πάλιν ἄλλος Χαρικλείᾳ, Θεαγένης ἔτι δέσμιος ἐπὶ τῇ θυσίᾳ, καὶ λόγοι περὶ αὐτοῦ πρὸς τὸν πατέρα πολλοὶ καὶ ποικίλοι, τοῦ δὲ πατρὸς ἀπόνευσις ἐπὶ τῇ | |
ἀθωώσει Θεαγένους, καὶ ἀδημονία Χαρικλείας, καὶ πρὸς | 151 in vol. 1 | |
20 | τὴν μητέρα ἐξαγόρευσις πάντων ὅσα αὐτῇ συνηνέχθη καὶ Θεαγένει. | |
21 | Καὶ ἀριστεία Θεαγένους ἐπὶ τῷ ταύρῳ, καὶ τοῦ δήμου τέρψις. Ἔτι ἀριστεία ἐν τῇ πρὸς τὸν Αἰθίοπα τὸν μέγιστον πάλῃ, καὶ νίκη λαμπρά, καὶ κρότος τοῦ δήμου· ἀλλ’ ἔτι πρὸς τὴν θυσίαν καὶ μετὰ τοὺς στεφάνους Θεα‐ | |
25 | γένης ἀγόμενος. | |
25 | Χαρικλῆς ἀπὸ Ἀθηνῶν πρὸς αὐτὸ τὸ στάδιον ἐφιστάμενος, καὶ τὸν βασιλέα τὴν νομιζο‐ μένην αὐτῷ θυγατέρα αἰτούμενος. Καὶ συγκατάθεσις βασιλέως διδόναι, ἂν αὐτὸς εὕρῃ· ὁ δὲ οὐχ ηὕρισκεν. Ἁρπαγή τε ὑπ’ αὐτοῦ καὶ συρμὸς Θεαγένους, καὶ βοὴ | |
30 | ὡς οὗτός ἐστιν ὁ τὴν ἐμὴν ἁρπάσας ἐξ Ἀθηνῶν θυγα‐ τέρα, καὶ κρίσις, καὶ τέλος ἀθώωσις καὶ Θεαγένους Σισι‐ μίθρου ἐπικρίναντος καὶ μηκέτι τὴν ἐπ’ ἀνθρώπων ὀλέθρῳ θυσίαν γίνεσθαι διατυπώσαντος. | |
33 | Εὐφροσύνη ἁπάντων καὶ θυμηδία πολλή, καὶ Θεαγένης καὶ Χαρίκλεια μετὰ | |
35 | μυρίους κινδύνους ἀλλήλους ἀπολαμβάνοντες, καὶ τὰς ἱερωσύνας ἡ μὲν παρὰ τῆς μητρὸς ὁ δὲ παρὰ τοῦ κη‐ δεστοῦ ἐκδεχόμενοι, καὶ θύοντες, καὶ πρὸς τοὺς γάμους εὐ‐ τρεπιζόμενοι. | |
38 | Ταῦτα δὲ συνέγραψε Φοῖνιξ ἀνὴρ Ἐμι‐ σηνὸς Θεοδοσίου παῖς Ἡλιόδωρος· ἐν οἷς καὶ τὸ τέλος. | |
40 | Τοῦτον δὲ καὶ ἐπισκοπικοῦ τυχεῖν ἀξιώματος ὕστερόν φασιν. | |
Bibl.7452a(2) | Ἀνεγνώσθη Θεμιστίου λόγοι πολιτικοὶ λϛʹ, | |
ὧν εἰσι καὶ οἱ πρὸς Κωνστάντιον τὸν βασιλέα καὶ εἰς Οὐάλεντα καὶ Οὐαλεντινιανὸν τὸν νέον, ἀλλὰ καὶ εἰς | 152 in vol. 1 | |
5 | Θεοδόσιον, τοὺς βασιλεῖς, ἐπαίνους αὐτῶν καὶ ἐγκώμια περιέχοντες. | |
6 | Ἔστι δὲ τὴν φράσιν σαφὴς καὶ ἀπέριττος καὶ ἀνθηρός, καὶ λέξεσι πολιτικαῖς καὶ εἰς τὸ σεμνόν τι ἐπικλινούσαις χρώμενος. | |
8 | Ἤκμαζε δὲ μάλιστα ἐν τοῖς Οὐάλεντος χρόνοις, ὡς κἀκ τῶν αὐτοῦ λόγων δῆλον· | |
10 | ἐπὶ δὲ Κωνσταντίου ἔτι νέος ἦν, ὑφ’ οὗ καὶ ἐνετάγη τῇ τῶν Ῥωμαίων γερουσίᾳ, ὡς καὶ ἡ πρὸς αὐτὴν τὴν ἐν Ῥώμῃ γερουσίαν ὑπὲρ αὐτοῦ παρὰ τοῦ βασιλέως ἐπιστολὴ ἀποσταλεῖσα δηλοῖ. Πατὴρ δὲ ἦν Θεμιστίου Εὐγένιος καὶ αὐτὸς φιλοσοφήσας. | |
15 | Τούτου τοῦ Θεμιστίου εἰς πάντα τὰ Ἀριστοτελικὰ φέ‐ ρονται ὑπομνήματα· οὐ μόνον δὲ ἀλλὰ καὶ μεταφράσεις αὐτοῦ εἴδομεν, εἰς τὸ χρήσιμον ἐπιτετμημένας τῶν τε ἀναλυτικῶν καὶ τῶν περὶ ψυχῆς βιβλίων καὶ τῶν τῆς φυσικῆς ἀκροάσεως καὶ ἑτέρων τοιούτων. Εἰσὶ δὲ καὶ | |
20 | εἰς τὰ Πλατωνικὰ αὐτοῦ ἐξηγητικοὶ πόνοι, καὶ ἁπλῶς ἐραστής ἐστι καὶ σπουδαστὴς φιλοσοφίας. Ἀνεγνώσθη δὲ καὶ Λεσβώνακτος λόγοι πολιτικοὶ δεκαέξ. Οὗτος δὲ ὁ Λεσβῶναξ ... | |
Bibl.7552a(25) | Ἀνεγνώσθη Ἰωάννου τοῦ Φιλοπόνου βιβλιδάριον κατὰ τῶν ἐνθέως δογματισθέντων περὶ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος ὑπὸ τοῦ ἐν ἁγίοις Ἰω‐ άννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ ἀπὸ σχο‐ λαστικῶν, ἐν τῷ κατηχητικῷ λόγῳ, ὃν εἶπεν ἐπὶ τῆς | |
30 | πρώτης ἐπινεμήσεως βασιλεύοντος Ἰουστίνου. | |
30 | Ἔστι δὲ τὴν φράσιν ὅμοιος ἑαυτῷ· σαφής τε γὰρ καὶ οὐδὲν με‐ τέχων τόνου ἢ σεμνότητος. Τοῖς ἐπιχειρήμασι δὲ οὐ μόνον ἀσεβής, ἀλλὰ καὶ λίαν σαθρὸς καὶ ἀνίσχυρος καὶ μηδ’ ἐπιπολαίῳ φαντασίᾳ τῆς ἀληθείας τὰ οἰκεῖα δυνη‐ | 153 in vol. 1 |
35 | θεὶς ἐπιχρῶσαι κατὰ τῆς εὐσεβείας σοφίσματα· φύσεις γὰρ καὶ οὐσίας καὶ θεότητας καὶ θεοὺς πλασάμενος, ἐντεῦ‐ θεν ἀθυροστόμως πᾶσαν βλασφημίαν τῆς Χριστιανῶν κατα‐ χέει πίστεως, τὸ ἓν πόσα σημαίνει σμικρολογῶν· κἀκ τῆς τεχνικῆς αὑτοῦ, ὡς οἴεται, ματαιολογίας, μᾶλλον δὲ παιδα‐ | |
40 | ριώδους ἀπειροκαλίας, τὴν θεολογικὴν ἡμῶν ἐξουθενεῖν ἐφρυάξατο μυσταγωγίαν. | |
41 | Οὐ μόνον δ’ ἐν τούτοις ἐστὶ τοῖς | |
Bibl.7552b | ἐπιχειρήμασιν ἀσθενὴς καὶ ἀνόητος, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν αὐτοῦ συντάγμασιν, ὧν ἐστιν αὐτὸς πατήρ, ἀλλὰ μὴ ἀλλαχόθεν ἐκκλέψας τὰς εὑρέσεις ὑπε‐ βάλετο, λίαν ἐστὶν ἀπῳκισμένος τῶν συνιδεῖν ἐχόν‐ | |
5 | των τὸ ψεῦδος ἢ τἀληθὲς καὶ τῶν εἰς δριμύτητα τει‐ νόντων νοημάτων ἐφάψασθαι. | |
6 | Ἃ δ’ ἐστὶν αὐτῷ ὑποβο‐ λιμαῖα, σῴζει μὲν τῶν φύντων τὸν χαρακτῆρα, πλὴν ἔστι καὶ ἃ τῇ μοχθηρᾷ παρ’ αὐτοῦ διαίτῃ καὶ διασκευῇ τοῦ λόγου τὸ γενναῖον καὶ ἀρρενωπὸν τῶν γεννησαμένων | |
10 | ἀπεβάλετο, καὶ ἔστιν ὥσπερ σύνθετα, φυὴν μὲν ἄριστα, τροφῇ δὲ καὶ διαίτῃ τὸ νόθον καὶ μοχθηρὸν ὑποφαί‐ νοντα. Πλὴν ἀλλ’ ἔν γε τούτῳ τῷ λόγῳ καὶ πατέρων ῥή‐ σεις παραφέρει, τοῦ τε θεολόγου Γρηγορίου καὶ τοῦ με‐ γάλου Βασιλείου, Ἀθανασίου τε τοῦ πολυάθλου καὶ τοῦ ἐν | |
15 | ἁγίοις Κυρίλλου· ἀλλ’ οὐδὲν αὐτῷ συντελοῦσιν οὐδ’ αὗται | |
εἰς τὸν προκείμενον καὶ ἠσεβημένον σκοπόν. | 154 in vol. 1 | |
Bibl.7652b(18) | Ἀνεγνώσθη Φλαβίου Ἰωσήπου Ἰουδαϊκῆς ἀρχαιολογίας, ἐν λόγοις κʹ. Ἄρχεται ἀπὸ τῆς Μωϋσέως | |
20 | κοσμογονίας, τὰ πολλὰ συνᾴδων τῇ Μωϋσέως συγ‐ γραφῇ, ἔστι δὲ ἔνθα ἀλλοιότερον συγγραφόμενος· κά‐ τεισι δὲ μέχρι τῆς ἀρχῆς τοῦ πρὸς Ῥωμαίους Ἰουδαίων πολέμου. | |
23 | Ἐβασίλευε δὲ τότε τῶν Ἰουδαίων Ἀγρίππας ὁ τοῦ Ἀγρίππα τοῦ μεγάλου παῖς, ὃς Ἰησοῦν τὸν τοῦ | |
25 | Γαμαλιὴλ τὴν ἀρχιερωσύνην ἀφελόμενος δίδωσι Ματ‐ θίᾳ τῷ Θεοφίλου. Πρῶτος δὲ Ἀντιόχος καὶ ὁ στρα‐ τηγὸς αὐτοῦ Λυσίας, ἀφ’ οὗ τοῖς Ἰουδαίοις ἀρχιερω‐ σύνης ἐγνώσθη ἀξίωμα, εἰς ταύτην τὴν τολμηρὰν κα‐ τέστη ἐγχείρησιν· τὸν γὰρ Ὀνίαν, ᾧ Μενέλαος ἐπίκλην, | |
30 | τὴν ἀρχιερωσύνην ἀφελόμενοι καὶ ἀνελόντες, εἶτα καὶ τὸν παῖδα τῆς διαδοχῆς ἀπελάσαντες, καθιστᾶσιν Ἰά‐ κιμον, γένους μὲν τοῦ Ἀαρῶνος, οὐκ ὄντα δὲ τῆς οἰκίας ταύτης. Πρὸ δὲ τούτου διὰ βίου ἀρχιερατεύειν νενόμιστο ἀπὸ Ἀαρῶνος ἀρξάμενοι, καὶ παῖς παρὰ πατρὸς τὴν | |
35 | τιμὴν διεδέχετο. Τελευτήσαντος δὲ Ἰακίμου, τρισὶν ἐνιαυτοῖς ἀρχιερατεύσαντος, ἔμεινεν ἡ πόλις ἐνιαυ‐ τοὺς ἑπτὰ χωρὶς ἀρχιερέως. Οἱ δὲ τῶν Ἀσαμωναίου παίδων ἔγγονοι Ματθίας καὶ οἱ τούτου παῖδες, τὴν προστασίαν τοῦ ἔθνους πιστευθέντες καὶ πολεμήσαντες Μακεδόσιν, | |
40 | Ἰωνάθην ἀρχιερέα καθιστῶσιν. Ἐξ ἧς γενεᾶς ἦν καὶ Ἰούδας ὁ ἐπικληθεὶς Ἀριστόβουλος, ὃς καὶ πρῶτος διά‐ | |
Bibl.7653a | δημα περιέθετο, ἀρχιερεὺς ὁ αὐτὸς ἅμα καὶ βασι‐ | |
λεὺς χρηματίσας. Καὶ ἐπιβιοὺς ἐνιαυτὸν ἕνα, διάδοχον ἔσχε καὶ τῆς βασιλικῆς καὶ τῆς ἱερατικῆς ἀρχῆς τὸν ἀδελφόν, Ἀλέξανδρος αὐτῷ ὄνομα, ὃς ἐπεβίῳ τῇ | 155 in vol. 1 | |
5 | ἀρχῇ ἔτη κζʹ. Καὶ διέδραμεν ἡ βασιλεία μετὰ τῆς ἀρχιερωσύνης τοῖς ἀπὸ Ἀσαμωναίου σῳζομένη μέχρις Ὑρκανοῦ, ὃν Πομπήϊος ὁ Ῥωμαίων στρατηγός, πορ‐ θήσας τὰ Ἱεροσόλυμα, τὴν μὲν βασιλείαν ἀφείλατο, ἀρχιερατεύειν δὲ τοῦ ἔθνους κατέλιπεν· ἄρξας δὲ τὰ πάν‐ | |
10 | τα ἔτη τριάκοντα καὶ τρία, αἰχμάλωτος ὑπὸ Φαρναβάζου καὶ Πακόρου τῆς Παρθυηνῆς δυναστῶν γίνεται, καὶ κα‐ θίσταται ὑπ’ αὐτῶν ὁ τοῦ Ἀριστοβούλου ἀδελφοῦ υἱὸς Ἀντίγονος βασιλεύς. Ὃν τρεῖς μῆνας καὶ τρία ἔτη ἄρξαντα Σόσσιος ὁ Ῥωμαίων στρατηγὸς καὶ Ἡρῴδης ὁ πρῶτος, ὁ | |
15 | τοῦ Ἀντιπάτρου τοῦ Ἀσκαλωνίτου τοῦ ἱεροδούλου καὶ τῆς Κύπριδος τῆς Ἀραβισσῆς παῖς, ἐξεπολιόρκησαν, Ἀντώνιος δὲ εἰς Ἀντιοχείαν ἀναχθέντα ἀνεῖλε. Καὶ παύεται τὸ Ἀσαμωναίων γένος, καὶ λαμβάνει τὴν τῶν Ἰουδαίων βασιλείαν παρὰ Ῥωμαίων Ἡρῴδης· ὃς τοῖς τυχοῦσι | |
20 | νέμων τὴν ἀρχιερωσύνην καὶ τοῖς διαδόχοις αὑτοῦ τὸ αὐτὸ τοῦτο ἀρχὴ γέγονε καὶ παράδειγμα. | |
21 | Κά‐ τεισιν οὖν, ὥσπερ εἴρηται, ὁ συγγραφεὺς ἐν τοῖς εἴκοσι βιβλίοις, ἀρξάμενος ἀπὸ τῆς κοσμογονίας, μέχρι τῆς ἀρχῆς τοῦ τελευταίου πρὸς Ῥωμαίους Ἰουδαίων πολέμου, | |
25 | καθ’ ὃν καιρὸν Ἰουδαίων μὲν ἐβασίλευεν ὑπὸ Ῥωμαί‐ ων καταστὰς Ἀγρίππας ὁ τοῦ Ἀγρίππα, ἐπετρόπευε δὲ τῆς Συρίας καὶ Ἰουδαίας Γέσιος Φλῶρος, Ἀλβίνου διάδοχος· οὗ τὴν κακουργίαν καὶ ὠμότητα τὸ Ἰουδαίων ἔθνος οὐ φέροντες ἐστασίασαν, κρεῖσσον ἡγησάμενοι | |
30 | ἀθρόον καὶ σὺν ἐλευθερίᾳ ἢ κατ’ ὀλίγον καὶ σὺν δου‐ | |
λείᾳ ἀπολέσθαι. Δεύτερον δ’ ἦν ἔτος τῆς Φλώρου ἐπι‐ τροπῆς, δωδέκατον δὲ τῆς Νέρωνος ἀρχῆς, ὅτε ὁ πό‐ λεμος ἐλάμβανε κίνησιν· ἐν οἷς καὶ τῆς ἱστορίας τὸ πέρας. | 156 in vol. 1 | |
34 | Οἷος δὲ τὴν φράσιν ἐστίν, ἔμπροσθεν εἴρηται. | |
35 | Ἔστι δὲ ὁ Ἰώσηπος γένος μὲν Ἰουδαῖος, ἱερεὺς καὶ ἐξ ἱερέων τὰ πρὸς πατρὸς ἄνωθεν καταγόμενος, ἐκ βασιλείου δὲ φυλῆς ἀπὸ τῆς μητρός· τῶν γὰρ Ἀσαμω‐ ναίου παίδων, οἳ ἐπὶ μακρότατον τῶν ὁμοφύλων ἱε‐ ράτευσάν τε καὶ ἐβασίλευσαν, ἡ γεννησαμένη ἀπόγο‐ | |
40 | νος. | |
40 | Γίνεται δὴ ἐξ αὐτῆς καὶ Ματθίου κατὰ τὸ πρῶ‐ | |
Bibl.7653b | τον ἔτος τῆς Γαΐου Ῥωμαίων ἡγεμονίας Ἰώσηπος, ἐκ νέας μὲν φιλολογῶν· περὶ δὲ τὸ ἑκκαιδέκατον ἔτος γεγονὼς ἐπέβαλε καὶ ταῖς παρὰ Ἰουδαίοις αἱρέσεσι (τρεῖς δ’ εἰσί) καὶ πάσας εὐτόνως μετῄει ὑπὲρ τοῦ | |
5 | πασῶν πεῖραν εἰληφότα ἑλέσθαι τὴν ἀμείνω. Εἰσὶ δ’ αἱ αἱρέσεις Φαρισαῖοι, Σαδδουκαῖοι καὶ Ἐσσηνοί· ἃς διελ‐ θὼν ἔξεισιν ἐπὶ τὴν ἔρημον, κἀκεῖ συνδιατρίβει ἀν‐ θρώπῳ τινὶ τὸν ἐρημικὸν ἀθλοῦντι βίον ἐπὶ ἔτη τρία. Ἦν δὲ τῷ ἀνθρώπῳ ἐσθὴς μὲν ἐκ δένδρων, καὶ τροφὴ | |
10 | τῶν αὐτοφυῶν αἱ βοτάναι καὶ ψυχροῦ ὕδατος λου‐ τρὸν πολλάκις καὶ τῆς ἡμέρας καὶ τῆς νυκτὸς πρὸς ἁγνείαν. Ἐκεῖθεν περὶ τὸ ἐννεακαιδέκατον ἔτος ἐπά‐ νεισι πρὸς τὴν πόλιν, τὴν Φαρισαίων αἵρεσιν στέργων, ἣν καὶ τῇ παρ’ Ἕλλησί φασιν ἐοικέναι ἐπιλεγομένῃ | |
15 | Στωϊκῇ. | |
15 | Εἶτα περὶ τὸ τριακοστὸν ἔτος, πέμπεται παρὰ τῶν Ἱεροσολυμιτῶν τῶν ἐν Γαλιλαίᾳ προνοήσων· ἀρχὴν γὰρ ταραχῆς ἐδέχετο τὰ Ἰουδαίων, πολλαῖς ἀτα‐ | |
ξίαις ἤδη συναλλοιουμένων. Εἶτα καὶ στρατηγὸς τῶν περὶ τὴν Γαλιλαίαν χειροτονηθεὶς εὖ τε προὔστη τοῦ | 157 in vol. 1 | |
20 | ἔθνους, καὶ μυρίας καὶ ποικιλωτάτας ὑπὸ τῶν ἀντι‐ πολιτευομένων ἐπιβουλὰς ὑποστὰς πάσας ἐξέφυγε, καὶ μέτριον τοῖς ἐχθροῖς ἔχων ὑπεξουσίως πολλάκις ἐχρή‐ σατο. Καὶ τὸν πρὸς Ῥωμαίους πόλεμον ἄκων ἀναδεξά‐ μενος καὶ ἀνδρείως διενεγκών, ἐν Ἰωταπάτοις ὅμως | |
25 | ζωγρείᾳ Οὐεσπασιανῷ Ῥωμαίων τότε στρατηγοῦντι ἁλίσκεται. Εἶτα τυγχάνει λίαν εὐμενοῦς αὐτοῦ τότε τε καὶ ἐπὶ πλέον Ῥωμαίων ἄρξαντος, οὐκ αὐτοῦ δὲ μόνου ἀλ‐ λὰ καὶ τῶν παίδων Τίτου καὶ Δομετιανοῦ ἐκ διαδοχῆς βεβασιλευκότων, ὡς καὶ τῆς Ῥωμαϊκῆς τυχεῖν πολι‐ | |
30 | τείας καὶ πάντων ἐν ἀφθονίᾳ καταστῆναι. Ἀπηρτίσθη ἡ ἱστορία νϛʹ ἄγοντι ἐνιαυτόν, Ῥωμαίων Δομετιανοῦ ἔτος τῆς ἀρχὴς ἄγοντος τρισκαιδέκατον. | |
Bibl.7753b(34) | Ἀνεγνώσθη Εὐναπίου χρονικῆς ἱστορίας τῆς μετὰ | |
35 | Δέξιππον, νέας ἐκδόσεως, ἐν βιβλίοις τεσσαρεσκαίδεκα. Ἄρχεται μὲν τῆς ἱστορίας ἀπὸ τῆς Κλαυδίου βασιλείας, ἐς ὃν Δεξίππῳ ἡ ἱστορία καταλήγει, ἀποτελευτᾷ δὲ εἰς τὴν Ὁνωρίου καὶ Ἀρκαδίου τῶν Θεοδοσίου παίδων βα‐ σιλείαν, ἐκεῖνον τὸν χρόνον τέλος τῆς ἱστορίας ποιησά‐ | |
40 | μενος ὃν Ἀρσάκιος μὲν τοῦ χρυσοῦ τῆς ἐκκλησίας στό‐ | |
Bibl.7754a | ματος Ἰωάννου ἀπελαθέντος εἰς τὸν ἀρχιερατικὸν θρόνον ἀνηγμένος ἱεράτευεν, ἡ δὲ τοῦ βασιλεύοντος Ἀρ‐ καδίου γυνὴ κατὰ γαστρὸς ἔχουσα καὶ ἀμβλώσασα τὸν βίον ἀπέλιπεν. | |
4 | Οὗτος ὁ Εὐνάπιος Σαρδιανὸς μὲν γένος | |
5 | ἐστί (τὰς γὰρ ἐν Λυδίᾳ Σάρδεις ἔσχε πατρίδα), δυσ‐ | |
σεβὴς δὲ τὴν θρησκείαν ὤν (τὰ Ἑλλήνων γὰρ ἐτίμα), τοὺς μὲν εὐσεβείᾳ τὴν βασιλείαν κοσμήσαντας παντὶ τρόπῳ καὶ ἀνέδην κακίζων διασύρει, καὶ μάλιστά γε τὸν μέγαν Κωνσταντῖνον, ἐξαίρει δὲ τοὺς δυσσεβεῖς, καὶ | 158 in vol. 1 | |
10 | τῶν ἄλλων πλέον Ἰουλιανὸν τὸν παραβάτην, καὶ σχεδόν τι τὸ τῆς ἱστορίας αὐτῷ εἰς τὸ ἐκείνου ἐγκώμιον συντε‐ θὲν ἐξεπονήθη. | |
12 | Ἔστι δὲ καλλιεπὴς τὴν φράσιν, εἰ περι‐ έλοι τις αὐτοῦ τῶν λόγων τὸ ἀλεκτρυονῶδες καὶ ἐλα‐ φωδέστερον καὶ συωδέστερον καὶ δέκα τοὺς ἱερακώδεις | |
15 | καὶ κορακώδεις καὶ πιθηκώδεις, καὶ τὸ ποταμῶδες δά‐ κρυον, καὶ τὰ ὅμοια· τούτοις γὰρ καὶ τὴν ἄλλην τῶν ὀνο‐ μάτων περιλυμαίνεται καὶ διανοθεύει εὐγένειαν. Καὶ τρο‐ παῖς μὲν κέχρηται παραβόλως, ὅπερ ὁ τῆς ἱστορίας οὐκ ἐθέλει νόμος· ἀφαιρεῖται δὲ τὸ λυποῦν ἡ τῆς λέξεως | |
20 | ἔμφασις τὰ πολλὰ καὶ ἀστειότης. Τῇ συνθήκῃ δὲ καὶ τῷ σαφεῖ πρὸς ἱστορίαν καὶ ταῖς περιόδοις συμμέτρως καὶ οἰκείως ἔχει· πλὴν ἐνιαχοῦ δικανικώτερον μᾶλλον ἢ ἱστορικώτερον μεστοῖ καὶ περιβάλλει τὸν λόγον. Νεω‐ τερίζει δ’ οὐκ ὀλίγα καὶ περὶ τὰς συντάξεις, πλὴν οὐκ εἰς | |
25 | τὸ ἄχαρι οὐδ’ εἰς τὸ ταῖς μεθόδοις λαβὴν ἐπιδοῦναι. Δύο δὲ πραγματείας τὴν αὐτὴν περιέχουσας ἱστορίαν συνεγράψατο, πρώτην καὶ δευτέραν. Καὶ ἐν μὲν τῇ πρώτῃ πολλὴν κατὰ τῆς καθαρᾶς ἡμῶν τῶν Χριστιανῶν πίστεως κατασπείρει βλασφημίαν, καὶ τὴν Ἑλληνικὴν ἀποσεμ‐ | |
30 | νύνει δεισιδαιμονίαν, πολλὰ τῶν εὐσεβῶν βασιλέων κα‐ θαπτόμενος· ἐν δὲ τῇ δευτέρᾳ, ἣν καὶ νέαν ἔκδοσιν ἐπιγράφει, τὴν μὲν πολλὴν ὕβριν καὶ ἀσέλγειαν, ἣν κατὰ τῆς εὐσεβείας ἐσκέδαζεν, ὑποτέμνεται, τὸ δὲ λοι‐ πὸν τῆς συγγραφῆς σῶμα συνείρας νέαν ἔκδοσιν, ὡς | |
35 | ἔφημεν, ἐπιγράφει, ἔτι πολλὰ τῆς ἐκεῖσε λύσσης ὑπο‐ φαίνουσαν. | |
36 | Ἀμφοῖν δὲ ταῖς ἐκδόσεσιν ἐν παλαιοῖς ἐνε‐ τύχομεν βιβλίοις, ἰδίως ἑκατέραν ἐν ἑτέρῳ τεύχει καὶ ἑτέρῳ συντεταγμένην· ἐξ ὧν αὐτῶν καὶ τὴν διαφορὰν ἀναλεξάμενοι ἔγνωμεν. | 159 in vol. 1 |
39 | Συμβαίνει οὖν ἐν τῇ νέᾳ ἐκδόσει | |
40 | πολλὰ τῶν χωρίων διὰ τὰς γεγενημένας τῶν ῥητῶν περικοπὰς ἀσαφῶς ἐκκεῖσθαι, καίτοι φροντιστής ἐστι τοῦ | |
Bibl.7754b | σαφοῦς· ἀλλ’ ὅτῳ τρόπῳ λέγειν οὐκ ἔχω, μὴ καλῶς κατὰ τὰς περικοπὰς ἁρμόσας τοὺς λόγους ἐν τῇ δευτέρᾳ ἐκδόσει τὸν νοῦν λυμαίνεται τῶν ἀναγινωσκομένων· ἐν οἷς καὶ τὸ τέλος. | |
Bibl.7854b(6) | Ἀνεγνώσθη Μάλχου σοφιστοῦ Βυζαντιακὰ ἐν βιβλίοις ἑπτά. | |
7 | Ἄρχεται μὲν ἐξ οὗ Λέοντα τὸν βασιλέα ἡ νόσος ἐπίεζε, τούτῳ δὲ τῆς βασιλείας ἔτος ἑπτακαι‐ δέκατον παρετείνετο. Διέρχεται δὲ τήν τε Ζήνωνος | |
10 | ἀνάρρησιν, καὶ τὴν ὑπερόριον τῆς βασιλείου δόξης δια‐ τριβήν, καὶ τὴν Βασιλίσκου ἀνάρρησιν, καὶ τὴν τῆς ἁλουργίδος ἀπόθεσιν καὶ τὴν ἐπὶ τῇ βασιλείᾳ πάλιν κάθοδον Ζήνωνος, τήν τε τοῦ προειρημένου Βασιλίσκου διὰ ξίφους ἀναίρεσιν, ἧς καὶ γυνὴ καὶ τέκνα παρανόμῳ | |
15 | κρίσει ἐκοινώνησαν. Καὶ ὅτι Ἀρμάτος, ὁ Ζήνωνα κα‐ τάγων, τοιαύτης ἀντιμισθίας ἀπώνατο διὰ Ὀνούλφου δεξάμενος τὴν σφαγήν. | |
17 | Διαλαμβάνει δὲ καὶ τὴν Θευ‐ δερίχου τοῦ Ὀτριαρίου στάσιν, καὶ τὴν Θευδερίχου τοῦ Μα‐ λαμείρου φιλίαν, καὶ τὸν πρὸς τὸν τοῦ Ὀτριαρίου Θευ‐ | |
20 | δέριχον πόλεμον, καὶ τὴν κατὰ Ζήνωνος πάλιν στάσιν | |
καὶ τὴν Μαρκιανοῦ ἐπανάστασιν, καὶ πρό γε τούτου τὴν τῆς πενθερᾶς Βηρίνης ἐπιβουλήν, καὶ τὴν διὰ τοῦτο φυγαδείαν τὴν ἀΐδιον, καὶ τὴν κατὰ Ἴλλου πρότερον ἐπιβουλὴν Βηρίνῃ συσκευασθεῖσαν, καὶ τὴν Ἐπιδάμνου | 160 in vol. 1 | |
25 | ὑπὸ Θευδερίχου τοῦ Μαλαμείρου ἐν δόλῳ κατάσχεσιν. Ταῦτα διεξιών, διέξεισι καὶ τὰ ἐπὶ Ῥώμης καὶ τέλος τοῦ ἑβδόμου λόγου ποιεῖται τὸν Νέπωτος θάνατον, ὃς ἐκβαλὼν τῆς ἀρχῆς Γλυκέριον τήν τε Ῥωμαϊκὴν ἰσχὺν περιεβάλετο, καὶ εἰς σχῆμα κείρας κληρικοῦ ἀντὶ βασιλέως | |
30 | ἀρχιερέα κατέστησεν· ὑφ’ οὗ καὶ ἐπιβουλευθεὶς ἀνῄρηται. Οὗτοι οἱ ζʹ τῆς ἱστορίας λόγοι καὶ προηγουμένους ὑποφαί‐ νουσιν αὐτῷ λόγους ἄλλους διαπεπονῆσθαι· καὶ ἡ ἀπαρχὴ δὲ τῶν ἑπτὰ τοῦ πρώτου λόγου τοῦτο παραδηλοῖ· οὐ μὴν ἀλλὰ καὶ ἑπομένους, εἰ τὸ ζῆν προσῆν τῷ συγγραφεῖ, | |
35 | ὡς τοῦ ἑβδόμου λόγου τὸ πέρας ἐνδείκνυσιν. Ἔστι δὲ ὁ συγγραφεὺς Φιλαδελφεύς, εἴ τις ἄλλος κατὰ συγγραφὴν ἱστορίας ἄριστος, καθαρός, ἀπέριττος, εὐκρινής, λέξεων ταῖς ἀνθηροτάταις καὶ εὐσήμοις καὶ εἰς ὄγκον τινὰ ἀνηγμέναις χρώμενος· οὐδὲ αἱ καινοπρεπεῖς | |
40 | αὐτῷ, ὅσαι τὸ ἐμφατικὸν καὶ εὔηχον καὶ μεγαλεῖον ἔχουσι, παραβλέπονται ὥσπερ τὸ ... καὶ τοιαῦτ’ ἔνια | |
41bis | καὶ ὅλως κανών ἐστιν ἱστορικοῦ λόγου. Σοφιστὴς | |
Bibl.7855a | δ’ ἦν τὸ ἐπιτήδευμα, καὶ ῥητορικῆς εἰς ἄκρον ἐληλα‐ κώς, καὶ τὴν θρησκείαν οὐκ ἔξω τοῦ χριστιανικοῦ θειασμοῦ. | |
Bibl.7955a(4) | Ἀνεγνώσθη Κανδίδου ἱστορίας λόγοι τρεῖς. | |
5 | Ἄρχεται μὲν τῆς ἱστορίας ἀπὸ τῆς Λέοντος ἀναρρή‐ | |
σεως, ὃς ἦν ἐκ Δακίας μὲν τῆς ἐν Ἰλλυριοῖς στρατιω‐ τικῷ παραγγείλας τάγματι καὶ τελῶν ἄρξας τῶν ἐν Σηλυμβρίᾳ, τὴν βασιλείαν σπουδῇ Ἄσπαρος ἐγχει‐ ρισθείς, ὃς ἦν Ἀλανὸς μὲν γένος, ἐκ νεαρᾶς δὲ στρα‐ | 161 in vol. 1 | |
10 | τευσάμενος ἡλικίας, καὶ παιδοποιησάμενος ἐκ τριῶν γάμων Ἀρδαβούριον, Πατρίκιον, Ἐρμενάριχον, καὶ θη‐ λείας δύο. | |
12 | Ποιεῖται μὲν ὁ συγγραφεύς, ὡς εἴρηται, ἀρ‐ χὴν τῆς ἱστορίας τὴν ἀρχὴν τῆς Λέοντος βασιλείας, τε‐ λευτᾷ δὲ εἰς τὴν ἀναγόρευσιν Ἀναστασίου. Ἔστι δὲ πα‐ | |
15 | τρίδος μὲν Ἰσαυρίας, ὡς αὐτός φησι, τῆς Τραχείας, ἐπιτήδευμα δὲ ἔσχεν ὑπογραφεὺς τῶν ἐν Ἰσαύροις πλεῖ‐ στον ἰσχυσάντων. Τὴν δὲ θρησκείαν χριστιανὸς ἦν καὶ ὀρθόδοξος· τήν τε γὰρ τετάρτην σύνοδον ἐπαίνοις στέφει, καὶ τοὺς κατ’ αὐτῆς καινοτομοῦντας καθάπτεται δικαίως. | |
20 | Τὴν δὲ φράσιν οὐκ ἔχει πρέπουσαν λόγῳ ἱστορικῷ· ταῖς τε γὰρ ποιητικαῖς λέξεσιν ἀπειροκάλως τε κέχρηται καὶ μειρακιωδῶς, καὶ ἡ συνθήκη αὐτῷ εἰς τὸ τραχύτερον καὶ δύσηχον ἐκδιθυραμβοῦται, ὥσπερ αὖ πάλιν εἰς τὸ ἐκλελυμένον τε καὶ ἐκμελὲς ὑπτιάζει. Νεωτερίζει δὲ καὶ | |
25 | ταῖς συντάξεσιν, οὐκ εἰς τὸ γλαφυρὸν μᾶλλον καὶ ἐπα‐ φρόδιτον, ὥσπερ ἕτεροι, ἀλλ’ ὥστε δυσχερὴς ἀκοῦσαι καὶ τοῦ ἡδέος ὑπερόριος. Πλὴν αὐτὸς ἑαυτοῦ πολὺ βελτίων ἐνιαχοῦ τοῖς λόγοις πάντα γενόμενος, συμμιγῆ τὴν ἱστο‐ ρίαν καὶ ἐξ ἀνομοιοτάτων ἁρμόζων ἁλίσκεται. Οὗτος | |
30 | ἰσχυρίζεται τὴν Ἰσαυρίαν ἀπὸ τοῦ Ἡσαῦ λαβεῖν τὴν ἐπωνυμίαν. Διέρχεται δὲ ἐν μὲν τῷ πρώτῳ λόγῳ τὴν Ἄσπα‐ ρος καὶ τῶν παίδων αὐτοῦ δυναστείαν, τὴν ἀνάρρησιν διὰ τοῦ Ἄσπαρος Λέοντος, τὸν συμβάντα τῇ πόλει | |
35 | ἐμπρησμόν, καὶ ὅσα Ἄσπαρι περὶ τούτου ἐπὶ τὸ κοινῇ συμφέρον διαπέπρακται. Καὶ περὶ Τιτιανοῦ καὶ Βιβιανοῦ καὶ ὡς περὶ αὐτῶν διηνέχθη Ἄσπαρ καὶ ὁ βασιλεύς, καὶ οἷα εἰς ἀλλήλους ἀπεφθέγξαντο. Καὶ ὡς ὁ βασιλεὺς διὰ τοῦτο ἡταιρίσατο τὸ Ἰσαύρων γένος διὰ Ταρασι‐ | 162 in vol. 1 |
40 | κοδίσσα Ῥουσουμβλαδεώτου, ὃν καὶ Ζήνωνα μετονομάσας γαμβρὸν ἐποιήσατο, τὴν προτέραν γυναῖκα θανάτου νόμῳ ἀποβαλόντα. Καὶ ὡς Ἀρδαβούριος ἐς τὸ ἐναν‐ | |
Bibl.7955b | τίον μελετῶν τῷ βασιλεῖ, καὶ αὐτὸς οἰκειοποιήσασ‐ θαι τοὺς Ἰσαύρους διενοήθη· καὶ ὅτι Μαρτῖνος, οἰκεῖος ὢν Ἀρδαβουρίου, μηνύει Ταρασικοδίσσᾳ ἅπερ Ἀρδαβουρίῳ κατὰ βασιλέως ἐτυρεύετο· καὶ ὡς ἐντεῦθεν εἰς τὸ τρα‐ | |
5 | χύτερον τῆς ἐς ἀλλήλους ἐπινοίας προϊούσης ἀναιρεῖ Λέων ὁ βασιλεὺς Ἄσπαρα καὶ τοὺς παῖδας Ἀρδα‐ βούριον καὶ Πατρίκιον τὸν Καίσαρα. Ἀλλ’ ὁ μὲν Καῖσαρ τῶν πληγῶν ἀνενεγκὼν παραδόξως διεσώθη καὶ διέζη‐ σεν. Ἀλλὰ καὶ ὁ ἕτερος τῶν παίδων Ἀρμενέριχος οὐ | |
10 | συμπαρὼν τῷ φύντι τὸν φόνον τότε διέφυγε. | |
10 | Ταρα‐ σικοδίσσαν δὲ γαμβρὸν ἐπὶ θυγατρὶ Ἀριάδνῃ Λέων ὁ βασιλεὺς ποιεῖται, καὶ μετονομάζει Ζήνωνα, στρα‐ τηγὸν τῆς Ἕω χειροτονήσας. Καὶ τὰ κατὰ Ἀφρικὴν Βασιλίσκου εὐτυχήματα καὶ δυστυχήματα. Καὶ ὡς | |
15 | Λέων πολλὰ βουληθεὶς καὶ διαμηχανησάμενος Ζήνωνα τὸν γαμβρὸν ἀνειπεῖν βασιλέα, τῶν ὑπηκόων μὴ παρα‐ δεχομένων οὐκ ἴσχυσε, καὶ ὡς πρὸ τελευτῆς αὐτοῦ τὸν ἔγγονον μὲν αὐτοῦ ἐκ Ζήνωνος φύντα τῇ Ἀριάδνῃ· καὶ ὡς μετὰ τελευτὴν Λέοντος ὁ παῖς Λέων Ζήνωνα τὸν | |
20 | πατέρα, συναινέσει τῆς βουλῆς, βασιλέα ἔστεψε. | |
20 | Λεπτο‐ | |
μερής τε τῆς Ἰσαύρων γενεαλογίας ἀφήγησις· καὶ ὡς εἴησαν ἀπόγονοι τοῦ Ἡσαῦ, πολλὴ σπουδὴ καὶ διήγησις. Ὅπως τε Ζήνων ὑπὸ Βηρίνης ἀπατηθεὶς φεύγει γυ‐ ναικὶ ἅμα καὶ μητρὶ τῆς πόλεως καὶ τῆς βασιλείας· | 163 in vol. 1 | |
25 | καὶ ὡς Βηρῖνα, ἐλπίδι τοῦ συναφθῆναι Πατρικίῳ τῷ μαγίστρῳ καὶ βασιλεύειν αὐτὸν, τὸν γαμβρὸν αὐτῆς φυγαδεύσασα ἐξ ἀπάτης, καὶ αὐτὴ τῆς ἐλπίδος ἐσφά‐ λη, τῶν ἐν τέλει Βασιλίσκον τὸν αὐτῆς ἀδελφὸν ἀνει‐ πόντων βασιλέα. Περί τε τῆς Ἰσαύρων ἐν Κωνσταν‐ | |
30 | τινουπόλει ἀμυθήτου σφαγῆς. Καὶ ὡς μετὰ Νέπωτα βασιλέα Ῥώμης Αὐγούστουλον ὁ πατὴρ Ὀρέστης Ῥώμης κατεπράξατο βασιλεύειν. Ταῦτα ὁ πρῶτος λόγος. Ὁ δὲ δεύτερος, ὅπως Πατρίκιος ὁ μάγιστρος, ὁ Βηρί‐ νῃ συμφθειρόμενος, ἐπαγανακτήσαντος αὐτῷ Βα‐ | |
35 | σιλίσκου ἀπεβίω, καὶ διὰ τοῦτο Βηρῖνα δι’ ἔχθρας πρὸς τὸν ἀδελφὸν καταστᾶσα καὶ Ζήνωνι διὰ χρημάτων τὴν τῆς βασιλείας ἀνάληψιν συμπράττουσα, τὰ ἔσχατα ἔπασχεν ὑπὸ τοῦ ἀδελφοῦ, καὶ εἰ μὴ διέκλεψεν αὐτὴν Ἀρμάτος ἐκ τοῦ ναοῦ, τάχα ἂν καὶ διεφθάρη. | |
39 | Ὡς Ἀρ‐ | |
40 | μάτος τῇ γαμετῇ συνδιαφθειρόμενος Βασιλίσκου ἐπὶ μέγα δυναστείας ἤρθη, καὶ ὡς ὕστερον τὸν κατὰ Ζή‐ νωνος πιστευθεὶς πόλεμον, ἀπέκλινεν ἐπὶ συνθήκαις δι’ | |
Bibl.7956a | Ἴλλου πρὸς αὐτόν, καὶ εὐδοκιμῶν ἐπὶ Ζήνωνος, ὡς καὶ τὸν υἱὸν Βασιλίσκον Καίσαρα ἰδεῖν, ὕστερον ἐκρεουρ‐ γήθη, καὶ ὁ παῖς ἐκ τοῦ Καίσαρος εἰς τοὺς ἐν Βλαχέρ‐ ναις ἀναγνώστας ἐτέλεσεν. | |
4 | Ὡς πρὸ τούτων Βασιλίσκος | |
5 | Μάρκον τὸν ἴδιον υἱὸν Καίσαρα ἀνεῖπεν, εἶτα καὶ βα‐ σιλέα. Καὶ ὡς Ἴλλους συνέβη Ζήνωνι εἰς φιλίαν, καὶ πάλιν ἀναλαβεῖν παρεσκεύασε τὴν βασιλείαν· καὶ ὡς | |
καταστασιασθεὶς βασιλεὺς σὺν τῇ γυναικὶ Ζηνωνίδι καὶ τέκνοις καταφεύγει εἰς τὴν ἐκκλησίαν, κἀκεῖθεν ἀπάτῃ | 164 in vol. 1 | |
10 | Ἀρμάτου ἐκβληθεὶς ἐξορίζεται εἰς Καππαδοκίαν, εἶτα παγγενεὶ κατασφάζεται. | |
11 | Ὡς Πέτρου τοῦ δυσσεβοῦς τὰς τῆς ἀνατολῆς ταράσσοντος ἐκκλησίας Καλανδίωνα Ζήνων ὁ βασιλεὺς εἰς τὸ ἱερᾶσθαι Ἀντιοχείας ἀπέστειλε, καὶ δεό‐ μενος χρημάτων ἐκ μηνυμάτων ἐπέτυχε, καὶ πολλοὶ | |
15 | νεωτερίσαντες κατ’ αὐτοῦ καὶ ἑαλωκότες δίκην ἔδοσαν. Ὡς Ἴλλους πολλὰ τῇ Ῥωμαίων συνήνεγκε πολιτείᾳ ταῖς τε κατὰ πόλεμον ἀνδραγαθίαις καὶ ταῖς κατὰ πόλιν φιλοτιμίαις τε καὶ δικαιοπραγίαις. | |
18 | Ὡς μετὰ τὴν ἀναί‐ ρεσιν τοῦ βασιλέως Νέπωτος Ῥώμης καὶ τὸν διωγμὸν | |
20 | τοῦ μετ’ αὐτὸν Αὐγουστούλου Ὀδόακρος Ἰταλίας καὶ αὐ‐ τῆς ἐκράτησε Ῥώμης· καὶ στασιασάντων αὐτῷ τῶν δυσμικῶν Γαλατῶν, διαπρεσβευσαμένων τε αὐτῶν καὶ Ὀδοάκρου πρὸς Ζήνωνα, Ὀδοάκρῳ μᾶλλον ὁ Ζήνων ἀπέκλινεν. | |
24 | Ὡς Ἀλανός τις Ἴλλουν ἀνελεῖν βουληθεὶς καὶ | |
25 | πλήξας Ἐπινίκιον εἶπεν, ὃς ἦν οἰκεῖος Βηρίνῃ, τὴν ἀναίρεσιν ὑποθέσθαι· καὶ ὡς ἐξεδόθη Ἐπινίκιος Ἴλλῳ καὶ ὡς ὑποσχέσει καὶ ἀμνηστίας καὶ εὐεργεσιῶν ἐξεῖπε πάντα Ἐπινίκιος ὅσα ἐπεβούλευε Βηρῖνα κατὰ Ἴλλου καὶ ὡς Ζήνων διὰ τοῦτο Βηρῖναν ἐκδίδωσιν, ὁ δὲ | |
30 | αὐτὴν εἰς φρούριον Κιλικίας ὑπερορίσας ἠσφαλίσατο. Ὡς Παμπρεπίῳ τῷ δυσσεβεῖ διὰ Μάρσου Ἴλλους φι‐ λωθεὶς ἅπαντα κατὰ μικρὸν συνέχει τὰ αὐτοῦ. Ὡς ἐμφύλιος συνέστη Ζήνωνι πόλεμος ἐξάρχοντος Μαρ‐ | |
κιανοῦ καὶ Προκοπίου υἱῶν τοῦ βασιλεύσαντος Ῥώ‐ | 165 in vol. 1 | |
35 | μης Ἀνθεμίου· καὶ κρατήσαντος Ζήνωνος δι’ Ἴλλου πρεσβύτερος μὲν Μαρκιανὸς ἐχειροτονήθη, ὁ δὲ Προ‐ κόπιος πρὸς Θεοδώριχον τὸν ἐν Θρᾴκῃ διέφυγε. Καὶ ὡς ὑπερορισθεὶς Μαρκιανὸς ἐν Καππαδοκίᾳ καὶ δια‐ φυγὼν ἐτάραξε τὴν κατὰ Ἄγκυραν Γαλατίαν, εἶτα | |
40 | συλληφθεὶς εἰς Ἰσαυρίαν διῳκίσθη. Καὶ ὡς ἡ πρὸς Ἴλλουν ἔχθρα τῷ βασιλεῖ συνέστη καὶ ηὐξήθη. Οὕτω καὶ ὁ δεύτερος. | |
Bibl.7956b | Ὁ δὲ τρίτος ἄλλα τε περιέχει καὶ ὡς εἰς τὸ ἐμ‐ φανὲς Ἴλλους ἐπαναστὰς Ζήνωνι βασιλέα Λεόντιον σὺν Βηρίνῃ ἀνεῖπεν, ὅπως τε δυσπραγήσαντες ἐπολιορκή‐ θησαν καὶ ἁλόντες ἀπετμήθησαν, καὶ τἄλλα ἕως τῆς | |
5 | Ζήνωνος τελευτῆς. | |
Bibl.8056b(7) | Ἀνεγνώσθη Ὀλυμπιοδώρου ἱστορικοὶ λό‐ γοι κβʹ. Ἄρχεται ἀπὸ τῆς Ὁνωρίου τοῦ βασιλέως Ῥώμης τῆς ὑπατείας τὸ ἕβδομον καὶ Θεοδοσίου τὸ δεύτερον, κα‐ | |
10 | τέρχεται δὲ μέχρις ὅτου Βαλεντινιανὸς ὁ Πλακιδίας καὶ Κωνσταντίνου παῖς εἰς τὴν βασίλειον τῆς Ῥώμης ἀνερρήθη ἀρχήν. | |
12 | Οὗτος ὁ συγγραφεὺς Θηβαῖος μέν ἐστιν, ἐκ τῶν πρὸς Αἴγυπτον Θηβῶν τὸ γένος ἔχων, ποιητής, ὡς αὐτός φησι, τὸ ἐπιτήδευμα, Ἕλλην τὴν θρησκείαν, | |
15 | σαφὴς μὲν τὴν φράσιν, ἄτονος δὲ καὶ ἐκλελυμένος καὶ πρὸς τὴν πεπατημένην κατενηνεγμένος χυδαιολογίαν, ὥστε μήδ’ ἄξιος εἰς συγγραφὴν ἀναγράφεσθαι ὁ λόγος. Ὃ καὶ αὐτὸς ἴσως συνιδὼν οὐ συγγραφὴν αὑτῷ ταῦτα κατασκευασθῆναι, ἀλλὰ ὕλην συγγραφῆς ἐκπορισθῆναι | |
20 | διαβεβαιοῦται· οὕτως ἄμορφος καὶ ἀνίδεος καὶ αὐτῷ | |
τοῦ λόγου ὁ χαρακτὴρ κατεφαίνετο. Καὶ γὰρ οὐδεμίᾳ τῶν ἰδεῶν καλλωπίζεται, πλὴν εἴ τις ἔν τισι τῇ ἀφελείᾳ πλησιάζειν ἐκβιάσοιτο· τῷ γὰρ λίαν ταπεινῷ καὶ ἐξηυ‐ τελισμένῳ καὶ ταύτης ἐκπίπτων εἰς ἰδιωτισμὸν ὅλως | 166 in vol. 1 | |
25 | ὑπενήνεκται. Ὕλην δὲ αὐτὸς ἱστορίας ταῦτα καλῶν, ὅμως καὶ λόγοις διαιρεῖ καὶ προοιμίοις πειρᾶται κοσμεῖν, καὶ πρὸς Θεοδόσιον τὸν βασιλέα, ὃς ἀνεψιὸς ἐχρημάτιζεν Ὁνωρίου καὶ Πλακιδίας, Ἀρκαδίου δὲ παῖς, πρὸς τοῦτον τὴν ἱστορίαν ἀναφωνεῖ. | |
30 | Διαλαμβάνει τοίνυν περὶ Στελίχωνος, ὅσην τε περιε‐ βέβλητο δύναμιν, καταστὰς ἐπίτροπος τῶν παίδων Ἀρ‐ καδίου καὶ Ὁνωρίου ὑπ’ αὐτοῦ τοῦ πατρὸς αὐτῶν Θεο‐ δοσίου τοῦ μεγάλου, καὶ ὡς Σερῆναν νόμῳ γάμου ἠγά‐ γετο, Θεοδοσίου καὶ ταύτην αὐτῷ κατεγγυήσαντος. Ὅτι | |
35 | τε μετὰ ταῦτα Στελίχων εἰς τὴν ἑαυτοῦ θυγατέρα Θερ‐ μαντίαν τὸν βασιλέα Ὁνώριον γαμβρὸν ἐποιήσατο, καὶ ὡς ἐπὶ πλεῖστον ἔτι μᾶλλον ἤρθη δυνάμεως, καὶ πολλοὺς πολέμους ὑπὲρ Ῥωμαίων πρὸς πολλὰ τῶν ἐθνῶν κατώρθωσε· καὶ ὅτι μιαιφόνῳ καὶ ἀπανθρώπῳ σπουδῇ | |
40 | Ὀλυμπίου, ὃν αὐτὸς τῷ βασιλεῖ προσῳκείωσε, τὸν διὰ ξίφους ὑπέμεινε θάνατον. Ὅτι Ἀλάριχος ὁ τῶν Γότθων φύλαρχος, ὃν Στε‐ | |
Bibl.8057a | λίχων μετεκαλέσατο ἐπὶ τῷ φυλάξαι Ὁνωρίῳ τὸ Ἰλλυρικὸν (τῇ γὰρ αὐτοῦ ἦν παρὰ Θεοδοσίου τοῦ πατρὸς ἐκνενεμημένον βασιλείᾳ), οὗτος ὁ Ἀλάριχος διά τε τὸν φό‐ νον Στελίχωνος, καὶ ὅτι ἃ συνέκειτο αὐτῷ οὐκ ἐλάμ‐ | |
5 | βανε, πολιορκεῖ καὶ ἐκπορθεῖ τὴν Ῥώμην· ἐξ ἧς χρή‐ ματά τε ἄπειρα ἐξεκόμισε, καὶ τὴν ἀδελφὴν Ὁνωρίου Πλακιδίαν ἐν Ῥώμῃ διάγουσαν ἠχμαλώτισε, καὶ πρὸ τῆς ἁλώσεως δὲ ἕνα τινὰ τῶν κατὰ τὴν Ῥώμην ἐπι‐ δόξων (Ἄτταλος ἦν ὄνομα αὐτῷ) τὴν ἐπαρχότητα τότε | |
10 | διέποντα εἰς βασιλέα ἀνηγόρευσεν. | 167 in vol. 1 |
10 | Ἐπράχθη δὲ αὐτῷ ταῦτα διά τε τὰς προειρημένας αἰτίας, καὶ ὅτι Σάρον, καὶ αὐτὸν Γότθον ὄντα, καὶ πλήθους μὲν ὀλίγου ἐπάρ‐ χοντα (ἄχρι γὰρ ςʹ ἢ καὶ τʹ αὐτῷ ὁ λαὸς ἐξετείνετο) ἄλλως δὲ ἡρωϊκόν τινα καὶ ἐν μάχαις ἀκαταγώνιστον, τοῦτον | |
15 | ὅτι Ῥωμαῖοι ἡταιρίσαντο δι’ ἔχθρας Ἀλαρίχῳ ὄντα, ἄσπονδον ἐχθρὸν Ἀλάριχον ἐποιήσαντο. Ὅτι ἐν τῇ πολιορκίᾳ τῆς Ῥώμης ἀλληλοφαγία τῶν ἐνοικούντων ἐγίνετο. Ὅτι Ἀλάριχος, ἔτι ζῶντος Στελίχωνος, μʹ κεντηνάρια | |
20 | μισθὸν ἔλαβε τῆς ἐκστρατείας. Ὅτι μετὰ θάνατον Στελίχωνος ἀναιρεῖται ἐναπο‐ πνιγεῖσα καὶ Σερῆνα ἡ τούτου γυνή, αἰτία νομισθεῖσα τῆς ἐπὶ Ῥώμην ἐφόδου Ἀλαρίχου· ἀναιρεῖται δὲ πρότερον μετὰ τὴν ἀναίρεσιν Στελίχωνος ὁ ταύτης κἀκείνου παῖς | |
25 | Εὐχέριος. Ὅτι τὸ Βουκελλάριος ὄνομα ἐν ταῖς ἡμέραις Ὁνωρίου ἐφέρετο κατὰ στρατιωτῶν οὐ μόνον Ῥωμαίων ἀλλὰ καὶ Γότθων τινῶν· ὡς δ’ αὔτως καὶ τὸ φοιδεράτων κατὰ διαφόρου καὶ συμμιγοῦς ἐφέρετο πλήθους. | |
30 | Ὅτι Ὀλύμπιος, ὁ ἐπιβουλεύσας Στελίχωνα, μάγιστρος τῶν ὀφφικίων γέγονεν, εἶτα ἐξέπεσε τῆς ἀρχῆς, εἶτα πάλιν ἐπέβη ταύτης, ἔπειτα ἐξέπεσεν, εἶτα ἐκπεσὼν ῥο‐ πάλοις ὕστερον ὑπὸ Κωνσταντίου, ὃς ἠγάγετο Πλακιδίαν, παιόμενος ἀναιρεῖται, τὰς ἀκοὰς πρότερον ἐκκοπείς· καὶ | |
35 | ἡ δίκη τὸν ἀνοσιουργὸν εἰς τέλος οὐκ ἀφῆκεν ἀτιμώρητον. Ὅτι τῶν μετὰ Ῥοδογάϊσον Γότθων οἱ κεφαλαιῶται ὀπτίματοι ἐκαλοῦντο, εἰς δώδεκα συντείνοντες χιλιάδας, οὓς καταπολεμήσας Στελίχων Ῥοδογάϊσον προσηται‐ ρίσατο. | |
40 | Ὅτι Ἀλαρίχου νόσῳ τελευτήσαντος, διάδοχος αὐτοῦ Ἀδαοῦλφος καθίσταται, ὁ τῆς γυναικὸς ἀδελφός. | 168 in vol. 1 |
Bibl.8057b | Ὅτι τὸν ξηρὸν ἄρτον βουκελλάτον ὁ συγγραφεὺς καλεῖσθαί φησι, καὶ χλευάζει τὴν τῶν στρατιωτῶν ἐπω‐ νυμίαν, ὡς ἐκ τούτου βουκελλαρίων ἐπικληθέντων. Ὅτι Κωνσταντῖνος εἰς τυραννίδα ἀρθεὶς πρεσβεύεται | |
5 | πρὸς Ὁνώριον, ἄκων μὲν καὶ ὑπὸ τῶν στρατιωτῶν βια‐ σθεὶς ἀπολογούμενος ἄρξαι, συγγνώμην δὲ αἰτῶν καὶ τὴν τῆς βασιλείας ἀξιῶν κοινωνίαν· καὶ βασιλεὺς διὰ τὰ ἐνεστηκότα δυσχερῆ τέως καταδέχεται τὴν τῆς βασιλείας κοινωνίαν. Κατὰ τὰς Βρεττανίας δὲ ὁ Κωνσταντῖνος | |
10 | ἐτύγχανεν ἀνηγορευμένος, στάσει τῶν ἐκεῖσε στρατιωτῶν εἰς ταύτην ἀνηγμένος τὴν ἀρχήν. Καὶ γὰρ ἐν ταύταις ταῖς Βρεττανίαις, πρὶν ἢ Ὁνώριον τὸ ἕβδομον ὑπα‐ τεῦσαι, εἰς στάσιν ὁρμῆσαν τὸ ἐν αὐταῖς στρατιωτικὸν Μάρκον τινὰ ἀνεῖπον αὐτοκράτορα· τοῦ δὲ ὑπ’ αὐτῶν | |
15 | ἀναιρεθέντος, Γρατιανὸς αὐτοῖς ἀντικαθίσταται· ἐπεὶ δὲ καὶ οὗτος εἰς τετράμηνον αὐτοῖς προσκορὴς γεγονὼς ἀπεσφάγη, Κωνσταντῖνος τότε εἰς τὸ τοῦ αὐτοκράτορος ἀναβιβάζεται ὄνομα. | |
18 | Οὗτος Ἰουστῖνον καὶ Νεοβιγάστην στρατηγοὺς προβαλόμενος, καὶ τὰς Βρεττανίας ἐάσας, | |
20 | περαιοῦται ἅμα τῶν αὐτοῦ ἐπὶ Βονωνίαν πόλιν οὕτω κα‐ λουμένην, παραθαλασσίαν καὶ πρώτην ἐν τοῖς τῶν Γαλ‐ λιῶν ὁρίοις κειμένην. Ἔνθα διατρίψας, καὶ ὅλον τὸν Γάλ‐ λον καὶ Ἀκύτανον στρατιώτην ἰδιοποιησάμενος, κρατεῖ πάντων τῶν μερῶν τῆς Γαλατίας μέχρι τῶν Ἄλπεων | |
25 | τῶν μεταξὺ Ἰταλίας τε καὶ Γαλατίας. | |
25 | Οὗτος δύο παῖ‐ | |
δας ἔσχε, Κώνσταντα καὶ Ἰουλιανόν, ὧν τὸν μὲν Κών‐ σταντα Καίσαρα χειροτονεῖ, εἶτα ὕστερον κατὰ τὰς αὐ‐ τὰς ἡμέρας καὶ τὸν Ἰουλιανὸν νωβελίσσιμον. Ὅτι Ἄτταλος βασιλεύσας κατὰ Ὁνωρίου ἐπὶ Ῥά‐ | 169 in vol. 1 | |
30 | βενναν ἐκστρατεύεται, καὶ πέμπεται πρὸς αὐτόν, ὡς ἐκ βασιλέως Ὁνωρίου πρὸς βασιλέα, Ἰοβιανὸς ἔπαρχος καὶ πατρίκιος, καὶ Οὐάλης στρατηγὸς ἑκατέρας δυνάμεως, καὶ Ποτάμιος ὁ κυαίστωρ, καὶ Ἰουλιανὸς πριμικήριος τῶν νοταρίων· οἳ ἐδήλουν Ἀττάλῳ ἐπὶ κοινωνίᾳ τῆς | |
35 | βασιλείας ἀπεστάλθαι παρὰ Ὁνωρίου. Ὁ δὲ ἀπένευσεν, ἀλλὰ νῆσον οἰκεῖν ἢ ἕτερόν τινα τόπον, ὃν ἂν βούλοιτο, συγχωρεῖν Ὁνώριον κακῶν ἀπαθῆ. Ἀποκρίνεται δὲ Ἰοβιανὸς ἡσθείς, ἐπαγγελλόμενος καὶ σινῶσαι καθ’ ἑνὸς μέλους τὸν βασιλέα Ὁνώριον. Ἐφ’ ᾧ ἐπετίμησεν Ἄτ‐ | |
40 | ταλος Ἰοβιανῷ, ὡς οὐθενὸς ἔθους ὄντος σινοῦσθαι βασιλέα ἑκοντὶ τὴν βασιλείαν ἀποτιθέμενον. Ἀλλὰ Ἰοβιανὸς | |
Bibl.8058a | μὲν πολλάκις πρεσβεύσας καὶ μηδὲν ἀνύσας κατα‐ μένει πρὸς Ἄτταλον, πατρίκιος Ἀττάλου ὀνομασθείς, με‐ τέρχεται δὲ κατὰ τὴν Ῥάβενναν ἐπὶ τὸν πραιπόσιτον Εὐ‐ σέβιον ἡ δυναστεία, ὃς μετὰ ἱκανὸν χρόνον Ἀλλοβίχου | |
5 | ἐπηρείᾳ καὶ ὑποθήκῃ δημοσίᾳ καὶ ἐπ’ ὄψεσι τοῦ βα‐ σιλέως ῥάβδοις ἀναιρεῖται. | |
6 | Χρόνος ἔρρευσεν ἱκανός, καὶ μὴ πειθόμενος Ἄτταλος Ἀλαρίχῳ, σπουδῇ δὲ μάλιστα Ἰοβιανοῦ, ὃς ἦν τὴν Ὁνωρίου πρεσβείαν προδεδωκώς, καθαιρεῖται τῆς βασιλείας, καὶ μένει τὸν ἰδιώτην παρὰ | |
10 | Ἀλαρίχῳ βίον ἀνθῃρημένος. Ἔπειτα, μετὰ χρόνον τινὰ βασιλεύει, εἶτα καθαιρεῖται. Καὶ μετὰ ταῦτα ὕστερον ἐπὶ Ῥάβενναν παραγεγονὼς καὶ τοὺς τῆς δεξιᾶς χειρὸς δακτύλους ἀκρωτηριασθεὶς ἐξορίᾳ παραπέμπεται. | |
Ὅτι Ἀλλόβιχος μετὰ βραχὺ τὴν ἐφ’ ᾧ τὸν πραι‐ | 170 in vol. 1 | |
15 | πόσιτον Εὐσέβιον ἀνεῖλε δίκην τιννύς, γνώμῃ τοῦ βα‐ σιλέως κατὰ πρόσωπον αὐτοῦ ἀναιρεῖται· καὶ Κωνσταν‐ τῖνος ὁ τύραννος τὸν Ἀλλοβίχου θάνατον μαθών, ἐπει‐ γόμενος πρὸς Ῥάβενναν ὥστε σπείσασθαι Ὁνωρίῳ, φο‐ βηθεὶς ὑποστρέφει. | |
20 | Ὅτι τὸ Ῥήγιον μητρόπολίς ἐστι τῆς Βρεττίας, ἐξ οὗ φησὶν ὁ ἱστορικὸς Ἀλάριχον ἐπὶ Σικελίαν βουλόμενον περαιωθῆναι ἐπισχεθῆναι· ἄγαλμα γάρ, φησί, τετελε‐ σμένον ἱστάμενον ἐκώλυσε τὴν περαίωσιν. Τετέλεστο δέ, ὡς μυθολογεῖ, παρὰ τῶν ἀρχαίων ἀποτρόπαιόν τε τοῦ | |
25 | ἀπὸ τῆς Αἴτνης πυρὸς καὶ πρὸς κώλυσιν παρόδου διὰ θαλάσσης βαρβάρων· ἐν γὰρ τῷ ἑνὶ ποδὶ πῦρ ἀκοίμη‐ τον ἐτύγχανε, καὶ ἐν τῷ ἑτέρῳ ὕδωρ ἀδιάφθορον. Οὗ καταλυθέντος, ὕστερον ἔκ τε τοῦ Αἰτναίου πυρὸς καὶ ἐκ τῶν βαρβάρων βλάβας ἡ Σικελία ἐδέξατο. Κατέστρεψε | |
30 | δὲ τὸ ἄγαλμα Ἀσκληπιὸς ὁ τῶν ἐν Σικελίᾳ κτημάτων Κωνσταντίνου καὶ Πλακιδίας διοικητὴς καταστάς. Ὅτι Κωνσταντίνου τοῦ τυράννου καὶ Κώνσταντος τοῦ παιδός, ὃς πρότερον μὲν Καῖσαρ ἔπειτα δὲ καὶ βα‐ σιλεὺς ἐκεχειροτόνητο, τούτων ἡττηθέντων καὶ πεφευ‐ | |
35 | γότων, Γερόντιος ὁ στρατηγός, τὴν πρὸς τοὺς βαρβάρους ἀσμενίσας εἰρήνην, Μάξιμον τὸν ἑαυτοῦ παῖδα, εἰς τὴν τῶν δομεστίκων τάξιν τελοῦντα, βασιλέα ἀναγορεύει· εἶτα ἐπιδιώξας Κώνσταντα κατεπράξατο ἀναιρεθῆναι, καὶ κατὰ πόδας εἵπετο διώκων καὶ τὸν πατέρα Κων‐ | |
40 | σταντῖνον. | |
40 | Ἐν ᾧ δὲ ταῦτα ἐγίνετο, Κωνστάντιος καὶ Οὐλ‐ φιλᾶς ἀποστέλλονται παρὰ Ὁνωρίου κατὰ Κωνσταντίνου, καὶ καταλαβόντες τὴν Ἀρήλατον, ἔνθα τὰς διατριβὰς | |
Bibl.8058b | ἐποιεῖτο Κωνσταντῖνος σὺν Ἰουλιανῷ τῷ παιδί, ταύ‐ την πολιορκοῦσι. Καὶ Κωνσταντῖνος καταφυγὼν εἰς εὐκτή‐ ριον πρεσβύτερος τότε χειροτονεῖται, ὅρκων αὐτῷ ὑπὲρ σω‐ τηρίας δοθέντων· καὶ τοῖς πολιορκοῦσιν αἱ πύλαι τῆς | 171 in vol. 1 |
5 | πόλεως ἀναπετάννυνται. Καὶ πέμπεται σὺν τῷ υἱῷ Κων‐ σταντῖνος πρὸς Ὁνώριον· ὁ δὲ μνησικακῶν αὐτοῖς ὑπὲρ τῶν ἀνεψιῶν αὑτοῦ, οὓς ἐτύγχανε Κωνσταντῖνος ἀνελών, πρὸ τριάκοντα τῆς Ῥαβέννης μιλίων παρὰ τοὺς ὅρκους προστάττει τούτους ἀναιρεθῆναι· Γερόντιος δέ, παραγε‐ | |
10 | νομένων Οὐλφιλᾶ καὶ Κωνσταντίνου φεύγει, καὶ κατα‐ ληφθείς, ὅτι ἐγκρατῶς ἦρχε τοῦ οἰκείου στρατοῦ, ὑπ’ αὐ‐ τῶν ἐκείνων ἐπιβουλεύεται· πῦρ γὰρ κατὰ τῆς οἰκίας αὐτοῦ ἀνῆψαν. Ὁ δὲ πρὸς τοὺς ἐπαναστάντας κρατερῶς ἐμά‐ χετο, ἕνα συναγωνιστὴν ἔχων Ἀλανὸν τὸ γένος, εἰς δού‐ | |
15 | λους αὐτοῦ ἀριθμούμενον. Τέλος τόν τε Ἀλανὸν καὶ τὴν γυναῖκα, τοῦτο προθυμουμένους, ἀναιρεῖ, ἐπικατασφάζει δὲ καὶ ἑαυτόν. Μάξιμος δὲ ὁ παῖς ταῦτα μαθὼν πρὸς τοὺς ὑποσπόνδους φεύγει βαρβάρους. Ὅτι Ἰοβῖνος ἐν Μουνδιακῷ τῆς ἑτέρας Γερμανίας | |
20 | κατὰ σπουδὴν Γώαρ τοῦ Ἀλανοῦ καὶ Γυντιαρίου, ὃς φύ‐ λαρχος ἐχρημάτιζε τῶν Βουργουντιόνων, τύραννος ἀνη‐ γορεύθη. Πρὸς ὃν παραγενέσθαι Ἄτταλος Ἀδαοῦλφον παραινεῖ· καὶ παραγίνεται ἅμα τοῦ πλήθους. Καὶ Ἰοβῖνος ἀνιᾶται ἐπὶ τῇ Ἀδαούλφου παρουσίᾳ καὶ μέμφεται δι’ αἰνι‐ | |
25 | γμάτων τῷ παραινέσαντι Ἀττάλῳ τὴν ἄφιξιν. Καὶ Σάρος δὲ ἔμελλε πρὸς Ἰοβῖνον παραγενέσθαι· ἀλλ’ Ἀδαοῦλφος τοῦτο μαθὼν προὐπαντιάζει χιλιάδας δέκα συνεπαγό‐ μενος στρατιώτην, ἔχοντι ἄνδρας περὶ αὑτὸν Ἀσάρῳ ὀκτωκαίδεκα ἢ καὶ εἴκοσιν. Ὃν ἔργα ἡρωϊκὰ καὶ θαυ‐ | |
30 | μάσαι ἄξια ἐπιδειξάμενον μόλις σόκκοις ἐζώγρησαν, καὶ ὕστερον ἀναιροῦσι. Σάρος δ’ ἦν ἀποστὰς Ὁνωρίου ὅτι Βελλερίδου, ὃς ἦν αὐτῷ δομέστικος, ἀναιρεθέντος οὐδεὶς λόγος τῷ βασιλεῖ τῆς ἀναιρέσεως οὐδὲ τοῦ φόνου γίνεται εἴσπραξις. | 172 in vol. 1 |
35 | Ὅτι διαλαμβάνει περὶ Δονάτου καὶ περὶ τῶν Οὔννων, καὶ περὶ τῶν ῥηγῶν αὐτῶν τῆς εὐφυεστάτης τοξείας, καὶ ὡς πρὸς αὐτοὺς καὶ Δόνατον ὁ ἱστορικὸς ἐπρέσβευσε. Καὶ τὴν διὰ θαλάσσης αὑτοῦ πλάνην ἐκτραγῳδεῖ καὶ τὸν κίνδυνον. Καὶ ὅπως ὅρκῳ Δόνατος ἀπατηθεὶς ἐκ‐ | |
40 | θέσμως ἀποσφάζεται, καὶ ὅπως Χαράτων, ὁ τῶν ῥηγῶν πρῶτος, ἐπὶ τῷ φόνῳ εἰς θυμὸν ἀνάπτεται, ὅπως τε πάλιν βασιλικοῖς δώροις διαπραΰνεται καὶ | |
Bibl.8059a | ἡσυχάζει· ἐν οἷς καὶ ἡ πρώτη τῆς ἱστορίας δεκά‐ λογος. Ἄρχεται δὲ ἡ δευτέρα ὧδε, ὅτι Ἰοβῖνος, παρὰ γνώ‐ μην Ἀδαούλφου τὸν ἴδιον ἀδελφὸν Σεβαστιανὸν βασιλέα | |
5 | χειροτονήσας, εἰς ἔχθραν Ἀδαούλφῳ κατέστη· καὶ πέμπει Ἀδάουλφος πρὸς Ὁνώριον πρέσβεις ὑποσχόμενος τάς τε τῶν τυράννων κεφαλὰς καὶ εἰρήνην ἄγειν. Ὧν ὑπο‐ στρεψάντων καὶ ὅρκων μεσιτευσάντων Σεβαστιανοῦ μὲν πέμπεται τῷ βασιλεῖ ἡ κεφαλή, Ἰοβῖνος δὲ ὑπὸ Ἀδαούλφου | |
10 | πολιορκούμενος ἑαυτὸν ἐκδίδωσι. Καὶ πέμπεται κἀκεῖνος τῷ βασιλεῖ, ὃν αὐθεντήσας Δάρδανος ὁ ἔπαρχος ἀναι‐ ρεῖ· καὶ ἀποτίθενται ἄμφω αἱ κεφαλαὶ Καρθαγένης ἔξω‐ θεν, ἔνθα καὶ ἡ Κωνσταντίνου καὶ ἡ Ἰουλιανοῦ ἀπετμή‐ θησαν πρότερον, ἥ τε Μαξιμίνου καὶ ἡ Εὐγενίου, οἳ ἐπὶ | |
15 | Θεοδοσίου τοῦ μεγάλου τυραννίδι ἐπιθέμενοι, εἰς τοῦτο τέλους κατέστρεψαν. | |
16 | Ἀδαοῦλφος δὲ Πλακιδίαν ἀπῃτεῖτο | |
κατὰ σπουδὴν μάλιστα Κωνστανίνου, ὃς ὕστερον αὐτῇ καὶ εἰς γάμον ἔζευξεν. Ἀλλὰ τῶν πρὸς Ἀδαοῦλφον ὑποσχέ‐ σεων μὴ περαιουμένων, καὶ μάλιστα τῆς σιτοπομπίας, | 173 in vol. 1 | |
20 | οὔτε ταύτην ἀπεδίδου καὶ εἰς μάχην ἐμελετᾶτο τὰ τῆς εἰρήνης διαλύεσθαι. Ὅτι Ἀδαοῦλφος ἀπαιτούμενος Πλακιδίαν ἀνταπῄτει τὸν ὁρισθέντα σῖτον. Ἀπόρων δ’ ὄντων τῶν ὑποσχο‐ μένων εἰς τὸ δοῦναι, οὐδὲν δὲ ἧττον ὁμολογούντων, εἰ | |
25 | λάβοιεν Πλακιδίαν παρασχεῖν, καὶ ὁ βάρβαρος τὰ ὅμοια ὑπεκρίνετο, καὶ πρὸς Μασσαλίαν, πόλιν οὕτω καλουμέ‐ νην, παραγενόμενος δόλῳ ταύτην λαβεῖν ἤλπιζεν. Ἔνθα πληγεὶς Βονηφατίου τοῦ γενναιοτάτου βαλόντος, καὶ μόλις τὸν θάνατον διαφυγών, εἰς τὰς οἰκείας ὑπεχώρησε | |
30 | σκηνάς, τὴν πόλιν ἐν εὐθυμίᾳ λιπὼν καὶ δι’ ἐπαίνων καὶ εὐφημίας ποιουμένην Βονηφάτιον. Ὅτι Ἀδαοῦλφος τὸν γάμον μελετῶν Πλακιδίας, Κων‐ σταντίου ταύτην ἀπαιτοῦντος βαρυτέρας προὔτεινεν αἰ‐ τήσεις, ἵνα διὰ τὴν ἀποτυχίαν τῶν αἰτήσεων εὔλογον | |
35 | δόξῃ τὴν κατάσχεσιν αὐτῆς πεποιηκέναι. Ὅτι Κωνστάντιος δισίγνατος πάλαι γεγονὼς ὕπατος κατὰ τὴν Ῥάβενναν προέρχεται, μεθ’ οὗ κατὰ τὴν Κων‐ σταντινούπολιν ὑπατεύει Κώνστας· καὶ χρυσίον μὲν σύμ‐ μετρον καὶ ἱκανὸν πρὸς τὸ τῆς ὑπατείας ἀνάλωμα εὕ‐ | |
40 | ρηται ἐκ τῶν τοῦ Ἡρακλειανοῦ ὃς τυραννίδα μελετῶν ἀνῄρητο, οὐ μήν γε τοσοῦτον εὑρέθη ὅσον καὶ ἠλπίζετο· | |
Bibl.8059b | χρυσίον μὲν γὰρ οὐδὲ μέχρι κεντηναρίων κʹ εὕρηται, ἡ δὲ ἀκίνητος αὐτοῦ οὐσία καὶ αὐτὴ εἰς δισχιλίας λίτρας συνέτεινε. Καὶ ταύτην ἅπασαν τὴν ὑπόστασιν Κωνστάντιος ἐκ μιᾶς αἰτήσεως παρὰ Ὁνωρίου εἰλήφει. | |
4 | Ἦν δὲ Κων‐ | |
5 | στάντιος ἐν μὲν ταῖς προόδοις κατηφὴς καὶ σκυθρωπός, μεγαλόφθαλμός τε καὶ μεγαλαύχην καὶ πλατυκέφαλος, νεύων διόλου ἐπὶ τὸν τράχηλον τοῦ φέροντος αὐτὸν ἵππου, καὶ οὕτω τῇδε κἀκεῖσε λοξὸν ἐκπέμπων τὸ ὄμμα, ὡς (τὸ τοῦ λόγου) πᾶσι φαίνεσθαι εἶδος ἄξιον τυραννίδος. | 174 in vol. 1 |
10 | Ἐν δὲ δείπνοις καὶ συμποσίοις τερπνὸς καὶ πολιτικός, ὡς καὶ ἐρίζειν τοῖς μίμοις πολλάκις παίζουσι πρὸ τῆς τραπέζης. Ὅτι Ἀδαούλφῳ σπουδῇ καὶ ὑποθήκῃ Κανδιδιανοῦ ὁ πρὸς Πλακιδίαν συντελεῖται γάμος· μὴν ὁ Ἰαννουάριος | |
15 | ἐνειστήκει, ἐπὶ δὲ τῆς πόλεως Νάρβωνος, ἐν οἰκίᾳ Ἰγ‐ γενίου τινὸς πρώτου τῶν ἐν τῇ πόλει· ἔνθα προκαθε‐ σθείσης Πλακιδίας ἐν παστάδι τε Ῥωμαϊκῶς ἐσκευα‐ σμένῃ καὶ σχήματι βασιλικῷ, συγκαθέζεται αὐτῇ καὶ Ἀδα‐ οῦλφος ἐνδεδυμένος χλανίδα καὶ τὴν ἄλλην Ῥωμαίων | |
20 | ἐσθῆτα. Ἐν οἷς μετὰ τῶν ἄλλων γαμικῶν δώρων δω‐ ρεῖται Ἀδαοῦλφος καὶ νʹ εὐειδεῖς νεανίας σηρικὴν ἐν‐ δεδυμένους ἐσθῆτα, φέροντος ἑκάστου ταῖς χερσὶν ἀνὰ δύο μεγίστων δίσκων, ὧν ὁ μὲν χρυσίου πλήρης, ὁ δὲ τιμίων λίθων, μᾶλλον δὲ ἀτιμήτων ἐτύγχανεν· ἃ τῆς Ῥώμης | |
25 | ὑπῆρχε κατὰ τὴν ἅλωσιν τοῖς Γότθοις ἀποσυληθέντα. Εἶτα λέγονται καὶ ἐπιθαλάμιοι, Ἀττάλου πρῶτον εἰπόν‐ τος, εἶτα Ῥουστικίου καὶ Φοιβαδίου· καὶ συντελεῖται ὁ γάμος παιζόντων καὶ χαιρόντων ὁμοῦ τῶν τε βαρβάρων καὶ τῶν ἐν αὐτοῖς Ῥωμαίων. | |
30 | Ὅτι μετὰ τὴν ὑπὸ Γότθων ἅλωσιν τῆς Ῥώμης Ἀλ‐ βῖνος ὁ τῆς Ῥώμης ἔπαρχος, ἤδη ταύτης πάλιν ἀπο‐ καθισταμένης, ἔγραψε μὴ ἐξαρκεῖν τὸ χορηγούμενον μέ‐ ρος τῷ δήμῳ εἰς πλῆθος ἤδη τῆς πόλεως ἐπιδιδούσης· ἔγραψε γὰρ καὶ ἐν μιᾷ ἡμέρᾳ τετάχθαι ἀριθμὸν χιλιά‐ | |
35 | δων δεκατεσσάρων. Ὅτι Ἀδαοῦλφος τεχθέντος αὐτῷ ἐκ τῆς Πλακιδίας παιδός, ᾧ ἐπέθετο κλῆσιν Θεοδόσιον, πλέον ἠσπάζετο τὴν πρὸς Ῥωμαίους φιλίαν· Κωνσταντίου δὲ καὶ τῶν περὶ Κωνστάντιον ἀντιπραττόντων ἔμενεν ἄπρακτος ἡ τούτου | 175 in vol. 1 |
40 | καὶ Πλακιδίας ὁρμή. Τελευτήσαντος δὲ τοῦ παιδός, πέν‐ θος μέγα ποιοῦσιν ἐπ’ αὐτῷ καὶ θάπτουσιν ἐν λάρνακι | |
Bibl.8060a | καταθέντες ἀργυρᾷ πρὸ τῆς Βαρκέλλωνος ἔν τινι εὐκτηρίῳ. Εἶτα ἀναιρεῖται καὶ Ἀδαοῦλφος, εἰς ἐπιτήρησιν τῶν οἰκείων ἵππων, ὡς εἴθιστο αὐτῷ, διατρίβων ἐν τῷ ἱππῶνι. Ἀναιρεῖ δὲ αὐτὸν εἷς τῶν οἰκείων Γότθων Δού‐ | |
5 | βιος τοὔνομα, ἔχθραν παλαιὰν καιροφυλακήσας· πάλαι γὰρ ἦν ὁ τούτου δεσπότης, μοίρας Γοτθικῆς ῥήξ, ὑπὸ Ἀδαούλφου ἀνῃρημένος, ἐξ οὗ καὶ τὸν Δούβιον λαβὼν Ἀδαοῦλφος ᾠκειώσατο· ὁ δὲ τῷ πρώτῳ δεσπότῃ ἀμύ‐ νων τὸν δεύτερον διεχρήσατο. | |
9 | Τελευτῶν δὲ Ἀδαοῦλ‐ | |
10 | φος προσέταττε τῷ ἰδίῳ ἀδελφῷ ἀποδοθῆναι τὴν Πλα‐ κιδίαν, καί, εἴ τι δύναιντο, τὴν Ῥωμαίων φιλίαν ἑαυ‐ τοῖς περιποιήσασθαι. Διάδοχος δὲ ὁ τοῦ Σάρου ἀδελφὸς Σιγγέριχος σπουδῇ μᾶλλον καὶ δυναστείᾳ ἢ ἀκολουθίᾳ καὶ νόμῳ γίνεται· ὃς τά τε παιδία, ἃ ἐκ τῆς προτέρας | |
15 | γυναικὸς ἐτύγχανεν Ἀδαούλφῳ γεγενημένα, ἀνεῖλε βίᾳ τῶν τοῦ ἐπισκόπου Σιγησάρου κόλπων ἀποσπάσας, καὶ τὴν βασιλίδα Πλακιδίαν εἰς ὕβριν Ἀδαούλφου ἐκ ποδὸς προηγήσασθαι τοῦ ἵππου ἅμα λοιπῶν αἰχμαλώτων ἐπέταξε· καὶ τὸ διάστημα ἦν τῆς προπομπῆς ἐκ τῆς | |
20 | πόλεως μέχρι δωδεκάτου σημείου. Ἑπτὰ δὲ ἡμέρας ἄρ‐ ξας ἀναιρεῖται, ἡγεμὼν δὲ τῶν Γότθων Οὐαλίας κα‐ | |
θίσταται. Ὅτι ὁ ἱστορικός φησι παρὰ Οὐαλερίου τινὸς τῶν ἐπισήμων ἀκοῦσαι περὶ ἀνδριάντων ἀργυρῶν τετελε‐ | 176 in vol. 1 | |
25 | σμένων εἰς βαρβάρων ἀποκώλυσιν. Ἐν γὰρ ταῖς ἡμέ‐ ραις, φησί, Κωνσταντίου τοῦ βασιλέως, ἐν τῇ Θρᾴκῃ Οὐαλερίου ἄρχοντος, μήνυσις γέγονεν ὡς θησαυρὸς εὑρεθείη. Οὐαλέριος δὲ παρὰ τὸν τόπον παραγενόμε‐ νος μανθάνει παρὰ τῶν ἐπιχωρίων ἱερὸν εἶναι τὸν τό‐ | |
30 | πον, καὶ ἐξ ἀρχαίας τελετῆς ἀνδριάντας ἐν αὐτῷ ἀφιε‐ ρῶσθαι. Εἶτα ἀναφέρει ταῦτα τῷ βασιλεῖ, καὶ δέχεται γράμμα ἐπιτρέπον αὐτῷ ἀναλαβεῖν τὰ μηνυθέντα. Ἀνορυχθέντος τοίνυν τοῦ τόπου εὑρίσκονται τρεῖς ἀν‐ δριάντες δι’ ὅλου ἐξ ἀργύρου πεποιημένοι, ἐν σχήματι | |
35 | βαρβαρικῷ κατακείμενοι καὶ ἐξηγκωνισμένοι κατ’ ἀμ‐ φοῖν ταῖν χεροῖν, ἐνδεδυμένοι δὲ βάρβαρον πεποι‐ κιλμένην ἐσθῆτα, καὶ κομῶντες τὰς κεφαλάς, νεύον‐ τες ἐπὶ τὸ ἀρκτῷον μέρος, τουτέστι κατὰ τοῦ βαρβα‐ ρικοῦ χώρου. Ὧν ἀνδριάντων ἀναληφθέντων πάραυτα | |
40 | καὶ μετ’ ὀλίγας ἡμέρας πρῶτον μὲν τὸ Γότθων ἔθνος πᾶσαν ἐπιτρέχει τὴν Θρᾴκην, ἔμελλε δὲ μικρὸν ὕστε‐ | |
Bibl.8060b | ρον καὶ τὸ τῶν Οὔννων καὶ τὸ τῶν Σαρματῶν κα‐ ταδραμεῖσθαι τό τε Ἰλλυρικὸν καὶ αὐτὴν τὴν Θρᾴκην· ἐν μέσῳ γὰρ αὐτῆς τε Θρᾴκης καὶ τοῦ Ἰλλυρικοῦ κατέ‐ κειτο τὰ τῆς τελετῆς, καὶ ἐῴκει τῶν τριῶν ἀνδριάν‐ | |
5 | των ὁ ἀριθμὸς κατὰ παντὸς τετελέσθαι βαρβάρου. Ὅτι ὁ ἱστορικὸς περὶ τοῦ οἰκείου διαλαμβάνων διά‐ πλου πολλὰ παθεῖν καὶ δυστυχῆσαί φησι. Λέγει δὲ καὶ εἰς τὰς Ἀθήνας κατᾶραι, καὶ τῇ αὐτοῦ σπουδῇ καὶ ἐπιμελείᾳ εἰς τὸν σοφιστικὸν θρόνον ἀναχθῆναι Λεόν‐ | |
10 | τιον οὔπω ἐθέλοντα. Λέγει δὲ καὶ περὶ τοῦ τρίβωνος, ὡς οὐκ ἐξῆν κατὰ τὰς Ἀθήνας περιβαλέσθαι αὐτόν τι‐ να, καὶ μάλιστα ξένον, ᾧ μὴ τῶν σοφιστῶν ἡ γνώμη ἐπέτρεπε καὶ αἱ κατὰ τοὺς σοφιστικοὺς νόμους τελεταὶ ἐβεβαίουν τὸ ἀξίωμα. | 177 in vol. 1 |
14 | Ἦν δὲ τὰ τελούμενα τοιαῦτα· | |
15 | πρῶτον μὲν κατήγοντο ἐπὶ τὸ δημόσιον βαλανεῖον ὅσοι νεήλυδες, ἄν τε μικροὶ ἄν τε μεγάλοι. Ἐξ ὧν καὶ οἱ πρὸς τὸν τρίβωνα ἐπιτήδειοι, ἡλικίας ἤδη καιροῦ γεγονότες, οὓς εἰς μέσον ἔβαλλον οἱ κατάγοντες σχολα‐ στικοί. Εἶτα τῶν μὲν ἔμπροσθεν τρεχόντων καὶ κωλυ‐ | |
20 | όντων, τῶν δὲ ὠθούντων καὶ ἐπεχόντων, πάντων δὲ τῶν κωλυόντων ταῦτα βοώντων· «Στᾶ, στᾶ, οὐ λούει», κα‐ τακρατεῖν δῆθεν τοῦ ἀγῶνος ἐδόκουν οἱ ἀντωθοῦντες εἰς τιμὴν τοῦ καταγομένου σχολαστικοῦ· ὅστις μετὰ πολλὴν ὥραν, στάσεως πολλῆς ἐπὶ τοῖς προαχθεῖσιν ἐθίμοις | |
25 | ῥήμασι προγενομένης, εἰσάγεται εἰς τὸν θερμὸν οἶκον καὶ ἀπολούεται, εἶτα ἐνδυσάμενος ἐδέχετο τὴν τοῦ τρίβωνος ἐξουσίαν, καὶ αὐτόθεν μετὰ τοῦ τρίβωνος ἐκ τοῦ βαλανείου ἐντίμῳ καὶ περιδόξῳ δορυφορούμενος πομπῇ ἀπῄει, δαπάνας ἐπιγνοὺς φανερὰς εἰς τοὺς τῶν | |
30 | διατριβῶν προστάτας τοὺς λεγομένους Ἀκρωμίτας. Ὅτι οἱ Οὐάνδαλοι τοὺς Γότθους Τρούλους καλοῦσι διὰ τὸ λιμῷ πιεζομένους αὐτοὺς τροῦλαν σίτου παρὰ τῶν Οὐανδάλων ἀγοράζειν ἑνὸς χρυσίνου· ἡ δὲ τροῦλα οὐδὲ τρίτον ξέστου χωρεῖ. | |
35 | Ὅτι κατὰ τὰς Ἱσπανίας τῶν Οὐανδάλων καταδρα‐ μόντων, καὶ τῶν Ῥωμαίων εἰς τὰς τετειχισμένας πό‐ λεις καταφυγόντων, τοσοῦτος αὐτῶν λιμὸς κατεκρά‐ τησεν ὡς εἰς ἀλληλοφαγίαν ἐκβιασθῆναι· καὶ γυνὴ τέσ‐ | |
σαρα τέκνα ἔχουσα πάντα κατέφαγε, πρόφασιν ἐφ’ ἑκάστου | 178 in vol. 1 | |
40 | ποιουμένη τὴν τῶν ὑπολοίπων τροφὴν καὶ σωτηρίαν, ἕως ἂν πάντα καταφαγοῦσα λίθοις ὑπὸ τοῦ δήμου ἀνῃρέθη. | |
Bibl.8061a | Ὅτι Εὐπλούτιος ὁ μαγιστριανὸς πρὸς Οὐάλιον, ὃς τῶν Γότθων ἐχρημάτιζε φύλαρχος, ἀποστέλλεται ἐφ’ ᾧ σπονδάς τε θέσθαι εἰρηνικὰς καὶ ἀπολαβεῖν τὴν Πλακιδίαν· ὁ δὲ ἑτοίμως δέχεται καὶ ἀποσταλέντος αὐτῷ σίτου ἐν | |
5 | μυριάσιν ἑξήκοντα, ἀπολύεται Πλακιδία παραδοθεῖσα Εὐπλουτίῳ πρὸς Ὁνώριον τὸν οἰκεῖον αὐτῆς ἀδελφόν. Ὅτι ζητήματος ἐν ταῖς Ἀθήναις ἀνακύψαντος περὶ τῶν κεκολλημένων βιβλίων μαθεῖν τοῖς ἐπιζητοῦσι τὸ μέτρον τοῦ κόλλου, Φιλτάτιος ὁ τοῦ ἱστορικοῦ ἑταῖρος εὐ‐ | |
10 | φυῶς περὶ γραμματικὴν ἔχων, τοῦτο ἐπέδειξε καὶ εὐ‐ δοκιμήσας τυγχάνει παρὰ τῶν πολιτῶν εἰκόνος. Ὅτι περὶ τῆς Ὀάσεως ὁ συγγραφεὺς πολλὰ παρα‐ δοξολογεῖ, περί τε τῆς εὐκρασίας αὐτῆς καὶ ὅτι οἱ τὴν ἱερὰν νόσον ἔχοντες οὐ μόνον ἐκεῖσε οὐ γίνονται, | |
15 | ἀλλὰ καὶ ἀλλαχόθεν παραγινόμενοι ἀπαλλάττονται διὰ τὴν τοῦ ἀέρος εὐκρασίαν τοῦ νοσήματος. | |
16 | Καὶ περὶ τῆς ψάμμου τῆς πολλῆς ἐκείνης καὶ τῶν ὀρυσσομένων φρεά‐ των, ὡς εἰς διακοσίους καὶ τριακοσίους, ἔσθ’ ὅτε δὲ καὶ εἰς πεντακοσίους πήχεις ὀρυσσόμενα ἀναβλύζουσι τὸ ῥεῖ‐ | |
20 | θρον αὐτοῦ τοῦ στομίου προχεόμενον· ἐξ οὗ κατὰ διαδοχὴν ἀρυόμενοι, ὅσοις κοινὸν γέγονε τὸ ἔργον, τὰς οἰκείας ἀρούρας ποτίζουσιν οἱ γεωργοί. Καὶ ὅτι αἱ ὀπῶραι ἀεὶ τοῖς δένδρεσι φέρονται, καὶ ὅτι ὁ σῖτος παντὸς κρείτ‐ των σίτου καὶ χιόνος λευκότερος, καὶ ὅτι ἔσθ’ ὅτε δὶς | |
25 | τοῦ ἔτους σπείρεται ἡ κριθή, τρὶς δὲ ἀεὶ ἡ κέγχρος. Ἀρ‐ | |
δεύουσι δὲ τὰ γήδια αὑτῶν ἐν θέρει μὲν διὰ τρίτης ἡμέρας, ἐν χειμῶνι δὲ διὰ ἕκτης, ἐξ οὗ καὶ ἡ εὐφο‐ ρία γίνεται. Καὶ ὅτι οὐδέποτε συννεφία γίνεται. Καὶ περὶ τῶν ποιουμένων αὐτοῖς ὡρολογίων. | 179 in vol. 1 | |
29 | Λέγει δὲ ὅτι νῆσος | |
30 | τὸ παλαιὸν ἦν καὶ ἀπεχερσώθη, καὶ ὅτι ταύτην κα‐ λεῖ Ἡρόδοτος μακάρων νήσους· Ἡρόδωρος δέ, ὁ τὴν Ὀρφέως καὶ Μουσαίου συγγράψας ἱστορίαν, Φαιακίδα ταύτην καλεῖ. Τεκμηριοῖ δὲ νῆσον αὐτὴν γεγονέναι ἔκ τε τοῦ ὄστρακα θαλάσσια καὶ ὀστρέα λίθοις τοῦ ὄρους | |
35 | προσπεπλασμένα εὑρίσκεσθαι τοῦ ἐπὶ τὴν Ὄασιν ἀπὸ τῆς Θηβαΐδος φέροντος, δεύτερον ὅτι ψάμαθος πολλὴ ἐπεκχεῖται ἀεὶ καὶ τὰς τρεῖς ἀναπληροῖ Ὀάσεις. Τρεῖς γάρ φησιν Ὀάσεις καὶ αὐτὸς εἶναι, δύο μεγάλας, τὴν μὲν ἐξωτέρω, τὴν δὲ ἐσωτέρω, καταντικρὺ κειμένας | |
40 | ἀλλήλαις, συντείνοντος εἰς ἑκατὸν σημεῖα τοῦ μεταξὺ | |
Bibl.8061b | διαστήματος. Ἔστι δὲ καὶ ἄλλη τρίτη μικρά, πολλῷ διαστήματι τῶν δύο κεχωρισμένη. Λέγει δὲ εἰς πίστιν τοῦ νῆσον γενέσθαι ὅτι καὶ ὑπὸ ὀρνέων ὁρᾶσθαι συμβαίνει πολλάκις ἰχθῦς φερομένους καὶ ἰχθύων ἄλλοτε λείψα‐ | |
5 | να, ὡς ἐντεῦθεν εἰκάζεσθαι μὴ πολὺ πόρρω εἶναι τὴν θάλασσαν. Φησὶ δὲ καὶ Ὅμηρον ἐκ τῆς πρὸς ταύτῃ Θηβαΐδος ἕλκειν τὸ γένος. Ὅτι ὕπατος ὁ βασιλεὺς Ὁνώριος προελθὼν τὸ ἑν‐ δέκατον, καὶ σὺν αὐτῷ Κωνστάντιος τὸ δεύτερον, τὸν | |
10 | Πλακιδίας γάμον ἐπιτελοῦσιν· ἐφ’ ᾧ πολλὰ μὲν αὐτὴ ἀνανεύουσα Κωνστάντιον παρεσκεύασε κατὰ τῶν αὐτῆς ὀργίζεσθαι θεραπόντων. Τέλος ἐν τῇ τῆς ὑπατείας ἡμέ‐ ρᾳ ἀπὸ χειρὸς ταύτην ὁ βασιλεὺς καὶ ἀδελφὸς Ὁνώ‐ ριος ἄκουσαν λαβὼν ἐγχειρίζει παραδιδοὺς Κωνσταντίῳ, | |
15 | καὶ ἐπιτελεῖται εἰς τὸ λαμπρότατον ὁ γάμος. Εἶτα καὶ παῖς αὐτοῖς τίκτεται, ἣν ὀνομάζουσιν Ὁνωρίαν, καὶ ἕτε‐ ρος πάλιν, ᾧ κλῆσιν ἔθεντο Οὐαλεντινιανόν· ὃς ζῶν‐ τος μὲν Ὁνωρίου νοβελίσσιμος γίνεται βιασαμένης τῆς Πλακιδίας τὸν ἀδελφόν, μετὰ δὲ τὸν θάνατον τοῦ | 180 in vol. 1 |
20 | βασιλέως, καὶ ἔτι μετὰ τὴν κατάλυσιν τοῦ τυραννή‐ σαντος Ἰωάννου, καὶ Ῥώμης βασιλεὺς ἀποδείκνυται. Ὁ δὲ Κωνστάντιος συμβασιλεύει τῷ Ὁνωρίῳ, αὐτοῦ μὲν χειροτονοῦντος, ἀλλὰ σχεδόν τι ἄκοντος. Χειρο‐ τονεῖται δὲ καὶ ἡ Πλακιδία Αὐγούστα, τοῦ τε ἰδίου ἀδελφοῦ | |
25 | καὶ τοῦ ἰδίου ἀνδρὸς χειροτονησάντων· εἶτα πέμπεται πρὸς Θεοδόσιον, ὃς ἀδελφιδοῦς ὢν Ὁνωρίου τῶν πρὸς Ἕω μερῶν ἐβασίλευεν, ἡ ἀνάρρησις μηνυομένη τῆς τοῦ Κωνσταντίου βασιλείας, καὶ μένει ἀπαράδεκτος. | |
28 | Ἐφίστα‐ ται νόσος Κωνσταντίῳ, καὶ μετέμελεν αὐτῷ ἡ βασι‐ | |
30 | λεία, ὅτι οὐκέτι ἦν αὐτῷ ἐπ’ ἀδείας ὥσπερ πρότερον ἐξιέναι τε καὶ ἀπιέναι ὅπῃ καὶ ὅπως βούλοιτο, καὶ ὅτι οὐκ ἐξῆν χρῆσθαι βασιλεύοντι οἷς ἔθος εἶχε χρῆσθαι παιγνίοις. Τέλος ἑπτὰ βασιλεύσας μῆνας, ὥσπερ αὐ‐ τῷ καὶ ὁ ὄνειρος εἶπεν «ἓξ ἤδη πεπλήρωνται καὶ ἄρ‐ | |
35 | χονται ἑπτά», πλευριτικῇ νόσῳ τελευτᾷ, συντελευτη‐ σάσης αὐτῷ καὶ τῆς κατὰ τὴν ἀνατολὴν ὀργῆς καὶ ὁρμῆς ἣν ὤδινεν, ὅτι τὴν ἀναγόρευσιν αὐτοῦ τῆς βα‐ σιλείας οὐ προσήκαντο. Ὅτι Οὐαλίου τοῦ φυλάρχου τελευτήσαντος, Θευδέριχος | |
40 | τὴν ἀρχὴν διαδέχεται. | |
Bibl.8062a | Ὅτι κατὰ θάλασσαν πολλὰ παθὼν ὁ συγγραφεὺς μόλις διασῴζεται. Ἐν ᾧ καὶ περὶ ἀστέρος τινὸς τερατο‐ λογεῖ ἐπιβρίσαντος τῷ ἱστίῳ τοῦ πλοίου μέλλειν αὐτοὺς | |
βυθίζεσθαι. Οὐρανίαν δὲ τὸ φανὲν παρὰ τῶν ναυτῶν κα‐ | 181 in vol. 1 | |
5 | λεῖσθαι. Λέγει δὲ περὶ ψιττακοῦ, ᾧ εἴκοσιν ἔτεσι συνδιῆ‐ γεν, ὡς σχεδόν τι οὐδὲν τῶν ἀνθρώπῳ πραττομένων ἀμίμητον κατελίμπανεν· ὠρχεῖτό τε γὰρ καὶ ᾖδε καὶ ἐκάλει ἐξ ὀνόματος καὶ τἄλλα ἔπραττεν. Ὅτι ὁ ἱστορικός φησι διάγοντος αὐτοῦ κατὰ τὰς Θή‐ | |
10 | βας καὶ τὴν Σοήνην ἱστορίας ἕνεκα, ἐν ἐπιθυμίᾳ γενέσθαι τοὺς φυλάρχους καὶ προφήτας τῶν κατὰ τὴν Τάλμιν βαρβάρων, ἤτοι τῶν Βλεμμύων, τῆς ἐντυχίας αὐτοῦ· ἐκίνει γὰρ αὐτοὺς ἐπὶ τοῦτο ἡ φήμη. Καὶ ἔλαβόν με, φησί, μέχρι αὐτῆς τῆς Τάλμεως, ὥστε κἀκείνους τοὺς χώρους | |
15 | ἱστορῆσαι διέχοντας ἀπὸ τῶν Φιλῶν διάστημα ἡμερῶν πέντε, μέχρι πόλεως τῆς λεγομένης Πρῖμα, ἥτις τὸ παλαιὸν πρώτη πόλις τῆς Θηβαΐδος ἀπὸ τοῦ βαρβα‐ ρικοῦ ἐτύγχανε· διὸ παρὰ τῶν Ῥωμαίων ῥωμαίᾳ φωνῇ Πρῖμα ἤτοι πρώτη ὠνομάσθη, καὶ νῦν οὕτω καλεῖται | |
20 | καίτοι ἐκ πολλοῦ οἰκειωθεῖσα τοῖς βαρβάροις μεθ’ ἑτέ‐ ρων τεσσάρων πόλεων, Φοινικῶνος, Χίριδος, Θάπιδος, Τάλμιδος. | |
22 | Παρὰ τούτους τοὺς χώρους φησὶ καὶ σμαράγδου μέταλλα εἶναι μαθεῖν, ἐξ ὧν τοῖς Αἰγυπτίων βασι‐ λεῦσιν ἡ σμάραγδος ἐπλεόναζε. Καὶ ταῦτα, φησίν, οἱ | |
25 | προφῆται τῶν βαρβάρων προὔτρεπόν με θεάσασθαι· ἀλλ’ οὐκ ἦν τοῦτο δυνατὸν γενέσθαι χωρὶς βασιλικῆς προστάξεως. Ὅτι Λιβάνιόν τινα τερατολογεῖ, Ἀσιανὸν τὸ γένος, κατὰ τὴν βασιλείαν Ὁνωρίου καὶ Κωνσταντίου ἐπὶ Ῥά‐ βενναν παραγενέσθαι. Ἄκρον δὲ τοῦτον εἶναι τελεστικόν. | |
30 | Καὶ δύνασθαι δέ, φησί, καὶ ὑπισχνεῖσθαι αὐτὸν χωρὶς ὁπλι‐ τῶν καὶ κατὰ βαρβάρων ἐνεργεῖν. Εἶτα πεῖραν δούς, φησίν, οὗτος τῆς ὑποσχέσεως καὶ τῆς φήμης δραμούσης ὥστε καὶ | |
Πλακιδίαν τὴν βασιλίδα μαθεῖν, ἀναιρεῖται ὁ τελεστής· ἠπείλει γάρ, φησίν, ἡ Πλακιδία Κωνσταντίῳ χωρισμὸν | 182 in vol. 1 | |
35 | τοῦ γάμου εἰ τοῖς ζῶσι Λιβάνιος περιλείποιτο, ἀνὴρ γόης καὶ ἄπιστος. Ὅτι Κωνστάντιος Ἰλλυριὸς ἦν τὸ γένος, ἀπὸ Πα‐ ναΐσου πόλεως τῆς Καδίας, καὶ πολλὰς στρατείας ἀπὸ τῶν Θεοδοσίου χρόνων τοῦ μεγάλου διελθὼν, ὕστερον καὶ | |
40 | τὴν βασίλειον ἀρχήν, ὡς ἐρρήθη, ὑπέδυ. Ἦν δὲ τἄλλα μὲν ἐπαινετός, καὶ χρημάτων δὲ κρείττων πρὶν ἢ συν‐ | |
Bibl.8062b | αφθῆναι Πλακιδίᾳ· ἐπεὶ δὲ αὐτῇ συνέζευκτο, εἰς φιλοχρηματίαν ἐξώκειλε. Μετὰ μέντοι τὸν αὐτοῦ θάνατον δεήσεις κατ’ αὐτοῦ τῶν εἰς χρήματα ἀδικηθέντων ἐπὶ Ῥάβενναν πανταχόθεν συνέρρεον· ἀλλ’ ἡ τοῦ Ὁνωρίου, | |
5 | φησί, κουφότης καὶ ἡ τῆς Πλακιδίας πρὸς αὐτὸν οἰ‐ κειότης ἀπράκτους αὐτῶν τὰς αἰτήσεις καὶ τὴν ἰσχὺν τοῦ δικαίου ἀπέφηνεν. Ὅτι τοσαύτη διάθεσις Ὁνωρίῳ πρὸς τὴν οἰκείαν ἀδελφήν, ἐξ οὗπερ ὁ ταύτης ἀνὴρ Κωνστάντιος ἀπεβίω | |
10 | παρεμπεφύκει, ὡς τὴν ἄμετρον ἀγάπην αὐτῶν καὶ τὰ συνεχῆ κατὰ στόμα φιλήματα εἰς ὑπόληψιν αἰσχρὰν αὐ‐ τῶν τοὺς πολλοὺς ἐμβαλεῖν. Ἀλλὰ τοσαύτη πάλιν αὐτοῖς ἐναπετέχθη ἔχθρα σπουδῇ Σπαδούσης καὶ Ἐλπιδίας (τρο‐ φὸς δ’ ἦν αὕτη Πλακιδίας), αἷς καὶ τὰ πολλὰ προσεῖ‐ | |
15 | χε, συμπράττοντος αὐταῖς καὶ Λεοντέως τοῦ ταύτης κουράτωρος, ὥστε στάσεις μὲν πολλάκις ἐν τῇ Ῥαβέννῃ συστῆναι (περιῆν γὰρ κἀκείνῃ πλῆθος βαρβάρων ἐκ τῆς πρὸς Ἀδαοῦλφον συναφείας καὶ ἐκ τῆς πρὸς Κωνστάν‐ τιον συζυγίας) καὶ πληγὰς δὲ προελθεῖν ἐξ ἑκατέρου | |
20 | μέρους. Τέλος ἐκ τῆς ἀναφθείσης ἐκείνης ἔχθρας καὶ | |
τοῦ ἀντιρρόπου τῆς πρὶν φιλίας μίσους εἰς Βυζάντιον Πλακιδία, τοῦ ἀδελφοῦ ὑπερισχύσαντος, σὺν τοῖς οἰκείοις παισὶν ἐξορίζεται. Καὶ μόνος αὐτῇ Βονηφάτιος τὰ πιστὰ φυλάττων ἀπὸ τῆς Ἀφρικῆς, ἧς ἦρχε, καὶ χρήματα | 183 in vol. 1 | |
25 | ὡς ἐδύνατο ἔπεμπε καὶ πρὸς τὴν ἄλλην αὐτὸς ἔσπευδε θεραπείαν, ὕστερον δὲ καὶ εἰς τὴν τῆς βασιλείας ἀνά‐ ληψιν ἅπαντα συνεβάλετο. Ὅτι Ὁνώριος ὑδερικῷ νοσήματι ἁλοὺς πρὸ ἓξ κα‐ λανδῶν Σεπτεμβρίων τελευτᾷ· καὶ πέμπονται γράμματα | |
30 | πρὸς τὴν ἀνατολὴν τὸν βασιλέως θάνατον μηνύοντα. Ἐν ᾧ δὲ ταῦτα ἐπέμποντο, Ἰωάννης τις αὐθεντήσας τυραννεῖ. Ἐφ’ οὗ καὶ τῆς ἀναρρήσεως γινομένης ἐρρήθη ὥσπερ ἀπό τινος προρρήσεως προαχθέν· «Πίπτει, οὐ στή‐ κει», καὶ τὸ πλῆθος ὥσπερ ἀναλύοντες ἐπὶ τὸ ῥηθὲν | |
35 | ἀναφωνοῦσι· «Στήκει, οὐ πίπτει». Ὅτι Βονηφάτιος ἀνὴρ ἦν ἡρωϊκός, καὶ κατὰ πολλῶν πολλάκις βαρβάρων ἠρίστευσεν, ἄλλοτε μὲν σὺν ὀλίγοις ἐπερχόμενος, ἄλλοτε δὲ καὶ σὺν πλείοσιν, ἐνιότε δὲ καὶ μονομαχῶν. Καὶ ἁπλῶς εἰπεῖν, παντὶ τρόπῳ πολλῶν | |
40 | βαρβάρων καὶ διαφόρων ἐθνῶν ἀπήλλαξε τὴν Ἀφρι‐ κήν. Ἦν δὲ καὶ δικαιοσύνης ἐραστὴς καὶ χρημάτων κρείτ‐ | |
Bibl.8063a | των. | |
1 | Ἐπράχθη δὲ αὐτῷ καί τι τοιοῦτον. Ἀνήρ τις ἄγ‐ ροικος ἔχων ἀνθοῦσαν γυναῖκα τὴν ὥραν, ὑπό τινος τῶν συμμάχων βαρβάρων ἐμοιχεύετο. Δεῖται τοιγαροῦν Βο‐ νηφατίου τὴν ὕβριν ὀλοφυρόμενος. Ὁ δὲ Βονηφάτιος | |
5 | μαθὼν τὸ διάστημα τοῦ τόπου καὶ τὸ ὄνομα τοῦ ἀγροῦ ἐν ᾧ τὰ τῆς μοιχείας ἐπράττετο, τὸν μὲν ἱκέτην τέως ἀπέπεμπε, προστάξας πάλιν τῇ ἑξῆς αὐτῷ προσελ‐ | |
θεῖν, ὀψίας δέ, λαθὼν ἅπαντας, καὶ ἐπὶ τὸν ἀγρὸν ἐλάσας ἑβδομήκοντα διϊστάμενον σταδίοις, καὶ εὑρὼν τὸν | 184 in vol. 1 | |
10 | βάρβαρον τῇ μοιχευομένῃ συγκαθεύδοντα, τέμνει τε αὐτοῦ τὴν κεφαλὴν καὶ δι’ αὐτῆς ὑποστρέφει νυκτός. Προσελθόντι δὲ κατὰ τὸ πρόσταγμα εἰς τὴν αὔριον τῷ ἀνδρὶ ἐπιδίδωσι τοῦ βαρβάρου τὴν κεφαλὴν δια‐ πυνθανόμενος εἰ ἐπιγινώσκοι αὐτήν. Ὁ δὲ τοῖς πα‐ | |
15 | ροῦσιν ἅμα καταπλαγεὶς καὶ ἀμηχανήσας, ἔπειτα ἐπιγνοὺς καὶ πολλὰ τῆς δικαιοσύνης εὐχαριστήσας, σὺν χαρᾷ ἀπῄει. Ὅτι ἕκαστος τῶν μεγάλων οἴκων τῆς Ῥώμης, ὥς φη‐ σιν, ἅπαντα εἶχεν ἐν ἑαυτῷ ὁπόσα πόλις σύμμετρος | |
20 | ἠδύνατο ἔχειν, ἱππόδρομον καὶ φόρους καὶ ναοὺς καὶ πηγὰς καὶ λουτρὰ διάφορα. Διὸ καὶ ὁ συγγραφεὺς ἀπεφθέγξατο· Εἷς δόμος ἄστυ πέλει· πόλις ἄστεα μυρία κεύθει. Ἦσαν δὲ καὶ λουτρὰ δημόσια παμμεγέθη. Αἱ δὲ Ἀν‐ τωνιαναὶ οὕτω καλούμεναι εἰς χρείαν τῶν λουομένων κα‐ | |
25 | θέδρας εἶχον παρακειμένας χιλίας ἑξακοσίας, ἐκ μαρ‐ μάρου κατεσκευασμένας ξεστοῦ. Αἱ δὲ Διοκλητιαναὶ ἐγγὺς διπλασίους. Τό τε τεῖχος τῆς Ῥώμης μετρηθὲν παρὰ Ἄμμωνος τοῦ γεωμέτρου, καθ’ ὃν καιρὸν Γότθοι τὴν προτέραν κατ’ αὐτῆς ἐπιδρομὴν ἐποιήσαντο, εἴκοσι καὶ | |
30 | ἑνὸς μιλίου διάστημα ἔχον ἀπεδείχθη. Ὅτι πολλοὶ οἶκοι Ῥωμαίων προσόδους κατ’ ἐνιαυτὸν ἐδέχοντο ἀπὸ τῶν κτημάτων αὐτῶν ἀνὰ μʹ χρυσοῦ κεν‐ τηνάρια, χωρὶς τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τῶν ἄλλων ἁπάντων εἰδῶν, ἃ εἰς τρίτον συνέτεινεν, εἰ ἐπιπράσ‐ | |
35 | κετο, τοῦ εἰσφερομένου χρυσίου. Τῶν δὲ μετὰ τοὺς πρώ‐ τους δευτέρων οἴκων τῆς Ῥώμης πεντεκαίδεκα καὶ δέκα | |
κεντηναρίων ἡ πρόσοδος ἦν. Καὶ ὅτι Πρόβος ὁ παῖς Ὀλυμπίου τελέσας τὴν οἰκείαν πραιτοῦραν κατὰ τὸν καιρὸν τῆς Ἰωάννου τυραννίδος, δώδεκα κεντηνάρια | 185 in vol. 1 | |
40 | χρυσίου ἀνήλωσε. Σύμμαχος δὲ ὁ λογογράφος, συγκλη‐ τικὸς ὢν τῶν μετρίων, πρὶν ἢ τὴν Ῥώμην ἁλῶναι, τοῦ | |
Bibl.8063b | παιδὸς Συμμάχου πραιτοῦραν τελοῦντος κʹ κεντη‐ νάρια ἐδαπάνησε· Μάξιμος δέ, εἷς τῶν εὐπόρων, εἰς τὴν τοῦ υἱοῦ πραιτοῦραν μʹ κατεβάλετο κεντηνάρια. Ἑπτὰ δὲ ἡμέρας οἱ πραίτωρες τὰς πανηγύρεις ἐτέλουν. | |
5 | Ὅτι ὁ συγγραφεὺς τῷ Ὀδυσσεῖ τὴν πλάνην οὐ κατὰ Σικελίαν φησὶ γεγενῆσθαι, ἀλλὰ κατὰ τὰ πέρατα τῆς Ἰταλίας· καὶ τὴν εἰς Ἅιδου κάθοδον παρὰ τὸν Ὠκεα‐ νὸν γεγενῆσθαι, ἐν ᾧ καὶ ἡ πολλὴ πλάνη. Ἀγωνίζεται δὲ διὰ πολλῶν τοῦτο παραστῆσαι. Ἡμεῖς δὲ καὶ ἄλλους δια‐ | |
10 | φόρους ἀνέγνωμεν ἐν τούτοις αὐτῷ συμφωνοῦντας. Ὅτι ἀποστέλλεται ἀπὸ Κωνσταντινουπόλεως παρὰ Θεοδοσίου Πλακιδία ἅμα παισὶ κατὰ τοῦ τυράννου καὶ ἐπαναλαμβάνει αὐτὴ μὲν τὸ τῆς Αὐγούστης, ὁ δὲ Οὐα‐ λεντινιανὸς τὸ τοῦ νωβελισσίμου ἀξίωμα· συνεκπέμπεται | |
15 | δὲ αὐτοῖς καὶ στρατὸς καὶ στρατοπεδάρχης ἑκατέρας δυ‐ νάμεως Ἀρδαβούριος ἅμα τῷ παιδὶ Ἄσπαρι, καὶ τρί‐ τος Κανδιδιανός. | |
17 | Κατὰ δὲ τὴν Θεσσαλονίκην, Ἡλίων ὁ τῶν ὀφφικίων μάγιστρος παρὰ Θεοδοσίου ἀποσταλεὶς ἐνδύει Βαλεντινιανὸν ἐπ’ αὐτῆς Θεσσαλονίκης τὴν τοῦ | |
20 | Καίσαρος ἐσθῆτα, πέμπτον ἔτος ἄγοντα τῆς ἡλικίας. Κατιόντων δὲ αὐτῶν, Ἀρδαβούριος μὲν ἁλίσκεται παρὰ τῶν τοῦ τυράννου καὶ ἀναπέμπεται πρὸς αὐτόν, καὶ φι‐ λιάζει αὐτῷ. Ὁ δὲ τούτου παῖς ἅμα Πλακιδίᾳ ἐν ἀθυ‐ μίᾳ καὶ λύπῃ ἦσαν· Κανδιδιανὸς δὲ πολλὰς πόλεις | |
25 | αἱρῶν καὶ εὐδοκιμῶν λαμπρῶς τὸ λυποῦν διεσκέδαζε καὶ ἐψυχαγώγει. Εἶτα σφάζεται ὁ τύραννος Ἰωάννης, καὶ Πλακιδία ἅμα Καίσαρι τῷ παιδὶ εἰσέρχεται εἰς τὴν Ῥάβενναν. Ἡλίων δὲ ὁ μάγιστρος καὶ πατρίκιος κατα‐ λαβὼν τὴν Ῥώμην, καὶ πάντων ἐκεῖσε συνδραμόντων, | 186 in vol. 1 |
30 | τὴν βασιλικὴν ἐσθῆτα ἑπταετηρὸν ὄντα ἐνδύει Βαλεν‐ τινιανόν. Ἐν οἷς καὶ τὰ τῆς ἱστορίας. | |
Bibl.8163b(33) | Ἀνεγνώσθη βιβλιδάριον Θεοδώρου περὶ τῆς ἐν Περσίδι μαγικῆς, καὶ τίς ἡ τῆς εὐσεβείας διαφορά, | |
35 | ἐν λόγοις τρισί. Προσφωνεῖ δὲ αὐτοὺς πρὸς Μαστούβιον ἐξ Ἀρμενίας ὁρμώμενον, χωρεπίσκοπον δὲ τυγχάνοντα. Καὶ ἐν μὲν τῷ πρώτῳ λόγῳ προτίθεται τὸ μιαρὸν Περ‐ σῶν δόγμα ὃ Ζαράδης εἰσηγήσατο, ἤτοι περὶ τοῦ Ζου‐ ρουάμ, ὃν ἀρχηγὸν πάντων εἰσάγει, ὃν καὶ τύχην κα‐ | |
40 | λεῖ· καὶ ὅτι σπένδων ἵνα τέκῃ τὸν Ὁρμίσδαν, ἔτεκεν ἐκεῖνον καὶ τὸν Σατανᾶν· καὶ περὶ τῆς αὐτῶν αἱμο‐ | |
Bibl.8164a | μιξίας. Καὶ ἁπλῶς τὸ δυσσεβὲς καὶ ὑπέραισχρον δόγμα κατὰ λέξιν ἐκθεὶς ἀνασκευάζει ἐν τῷ πρώτῳ λόγῳ. Ἐν δὲ τοῖς λοιποῖς δυσὶ λόγοις τὰ περὶ τῆς εὐσεβοῦς διέρ‐ χεται πίστεως, ἀπὸ τῆς κοσμογονίας ἀρξάμενος, καὶ περὶ | |
5 | αὐτῆς τῆς χάριτος ὁμοίως καὶ ἐπιτροχάδην διελθών. Οὗτος ὁ Θεόδωρος ὁ Μοψουεστίας εἶναι δοκεῖ· τήν τε γὰρ Νεστορίου αἵρεσιν, καὶ μάλιστα ἐν τῷ τρίτῳ λόγῳ, κρατύνων προαναφωνεῖ, ἀλλὰ καὶ τὴν τῶν ἁμαρτωλῶν | |
ἀποκατάστασιν τερατεύεται. | 187 in vol. 1 | |
Bibl.8264a(11) | Ἀνεγνώσθη Δεξίππου τὰ μετὰ Ἀλέξανδρον ἐν λόγοις τέσσαρσιν. Ἀνεγνώσθη δὲ αὐτοῦ καὶ ἕτερον σύντομον ἱστορικὸν μέχρι τῆς Κλαυδίου ἐπιτρέχον τὰς κεφαλαιώδεις πράξεις βασιλείας. Ἀνεγνώσθη δὲ αὐτοῦ | |
15 | καὶ τὰ Σκυθικά, ἐν οἷς αἱ Ῥωμαίων αὐτῷ καὶ Σκυ‐ θῶν ἀναγράφονται πρὸς ἀλλήλους μάχαι τε καὶ ἀξιό‐ λογοι πράξεις. | |
17 | Ἔστι δὲ τὴν φράσιν ἀπέριττός τε καὶ ὄγκῳ καὶ ἀξιώματι χαίρων, καὶ (ὡς ἄν τις εἴποι) ἄλ‐ λος μετά τινος σαφηνείας Θουκυδίδης, μάλιστά γε ἐν | |
20 | ταῖς σκυθικαῖς ἱστορίαις. Ἄρχεται δὲ ἐν τοῖς μετὰ Ἀλέξανδρον ἀπ’ αὐτῆς τῆς τοῦ βασιλέως τελευτῆς, καὶ διέξεισιν ὅπως εἰς τὸν ἀδελ‐ φὸν Ἀλεξάνδρου, τὸν Ἀριδαῖον, ὃς ἦν ἐκ Φιλίνης τῆς Λαρισαίας τῷ Φιλίππῳ γεγενημένος, ἡ τῶν Μακε‐ | |
25 | δόνων ἀρχὴ περιέστη, εἰς αὐτόν τε καὶ εἰς τὸν μέλ‐ λοντα Ἀλεξάνδρου παῖδα τίκτεσθαι ἐκ Ῥωξάνης (ἐν γαστρὶ γὰρ ἔχουσα κατελέλειπτο) καὶ εἰς τοὺς ἀμφὶ Περ‐ δίκκαν, οἳ κρίσει τῶν Μακεδόνων ἐπετρόπευον αὐτοῖς τὴν ἀρχήν. | |
29 | Διέξεισι καὶ ὅπως ἡ τοῦ Ἀλεξάνδρου διενε‐ | |
30 | μήθη ἀρχή. Τὰ μὲν οὖν τῆς Ἀσίας οὕτω· Πτολεμαῖος ὁ Λάγου Αἰγύπτου πάσης καὶ Λιβύης καὶ τῆς ἐπέκει‐ να γῆς, ὁπόση Αἰγύπτῳ συνάπτει, ἄρχειν ἐτάχθη. Ὁ δὲ τῷ βασιλεῖ Ἀλεξάνδρῳ ἐπὶ τῇ σατραπείᾳ ταύτῃ τεταγμένος Κλεομένης ὕπαρχος Πτολεμαίῳ ἀποκα‐ | |
35 | τέστη. Λαομέδων δὲ ὁ Μιτυληναῖος Σύρων ἡγεῖσθαι | |
ἀπεφάνθη, καὶ Φιλώτας μὲν Κιλικίας Πίθων δὲ Μηδίας, Εὐμένης δὲ Καππαδοκίας τε καὶ Παφλα‐ γονίας καὶ τῶν ἐπὶ τὸν Εὔξεινον πόντον κατιόντων μέχρι καὶ ἐς Τραπεζοῦντα, Ἀντίγονος δὲ Παμφύλων | 188 in vol. 1 | |
40 | καὶ Κιλίκων μέχρι Φρυγίας, Καρῶν δὲ Ἄσανδρος, Μένανδρος δὲ Λυδῶν, Λεόννατος δὲ τῆς ἐφ’ Ἑλλησ‐ | |
Bibl.8264b | πόντῳ Φρυγίας. | |
1 | Καὶ τῶν μὲν Ἀσιανῶν οὕτω, τῶν δ’ Εὐρωπαίων Θρᾴκης μὲν καὶ Χερρονήσου Λυσίμαχος, Ἀντίπατρος δὲ ἐπὶ πᾶσι Μακεδόσι καὶ Ἕλλησι καὶ Ἰλλυριοῖς καὶ Τριβαλλοῖς καὶ Ἀγριᾶσι καὶ ὅσα τῆς | |
5 | ἠπείρου ἐξέτι Ἀλεξάνδρου στρατηγὸς αὐτοκράτωρ ἐτέ‐ τακτο. Τὴν δὲ κηδεμονίαν καὶ ὅση προστασία τῆς βα‐ σιλείας, Κρατερὸς ἐπετράπη, ὃ δὴ πρώτιστον τιμῆς τέ‐ λος παρὰ Μακεδόσι. Περδίκκας δὲ τὴν Ἡφαιστίωνος χιλιαρχίαν. | |
9 | Ἦσαν δὲ ἄρχοντες Ἰνδῶν μὲν ἁπάντων Πῶ‐ | |
10 | ρος καὶ Ταξίλης· ἀλλ’ ὁ μὲν Πῶρος οἳ ἐν μέσῳ Ἰνδοῦ ποταμοῦ καὶ Ὑδάσπου νέμονται, Ταξίλης δὲ τῶν λοιπῶν. Πίθων δέ τις τῶν τούτοις ὁμόρων ἡγεῖτο πλὴν Παρα‐ μισάδων. Οἱ δὲ συνάπτοντες Ἰνδοῖς, ὅσοι ὑπὸ τοῖς Καυκασίοις ὄρεσι νέμονται, Ὀξυάρτῃ τῷ Βακτρίῳ, ὃς | |
15 | ἦν Ῥωξάνης πατήρ, εἰς ἀρχὴν ἀπενεμήθησαν· ἧς ἐτέχθη παῖς μετὰ τὸν τοῦ πατρὸς Ἀλεξάνδρου θάνατον, ᾧ τὸ Μακεδόνων πλῆθος τοῦ πατρὸς τὴν προσηγορίαν Ἀλέ‐ ξανδρον ἔθεντο· Ἀραχωσίων δὲ καὶ Γεδρωσίων ἐπῆρχε Σιβύρτιος, καὶ Στασάνωρ ὁ Σόλιος Ἀρείων καὶ Δράγγων | |
20 | ἡγεῖτο. Φιλίππου δὲ ἦν ἀρχὴ Σογδιανοὶ καὶ Ῥαδαφέρ‐ | |
νους Ὑρκάνιοι καὶ Νεοπτολέμου Καρμανία. Πέρσαι δὲ ὑπὸ Πευκέστῃ ἐτάχθησαν. Τὴν δὲ Σογδιανῶν βασιλείαν Ὀρώπιος εἶχεν, οὐ πάτριον ἔχων ἀρχὴν ἀλλὰ δόντος αὐτοῦ Ἀλεξάνδρου· ἐπεὶ δὲ τύχη τις αὐτῷ συνέπεσεν, | 189 in vol. 1 | |
25 | ἐπαναστάσεως αἰτίαν φεύγοντι παραλυθῆναι τῆς ἀρχῆς, τότε κοινῶς αὐτῶν τὴν ἀρχὴν εἶχε. Βαβυλωνίων δὲ καὶ τῆς μέσης τῶν ποταμῶν Τίγρητος καὶ Εὐφράτου, τῶν μὲν Σέλευκος, τῆς δὲ Μεσοποταμίας Ἀρχέλαος ἦρχε. Τοσόσδε ἀριθμὸς ἐθνῶν τε καὶ ἔθνεσιν ἀρχόντων ἦν | |
30 | ὅτε Περδίκκας μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν τὰς ἀρ‐ χὰς ἔνειμε. Καὶ τὰ ἄλλα διέξεισιν ἐν πολλοῖς, ὡς κἂν τούτοις, Ἀρριανῷ κατὰ τὸ πλεῖστον σύμφωνα γράφων. | |
Bibl.8364b(34) | Ἀνεγνώσθη Διονυσίου Ἁλικαρνασσέως | |
35 | τοῦ Ἀλεξάνδρου βιβλία ἱστορικῶν λόγων εἴκοσιν. Ἄρχεται ἀπὸ τῆς Αἰνείου μετὰ Τροίας ἅλωσιν ἐπὶ τὴν Ἰταλίαν ἀφίξεως, καὶ διέξεισιν ἐν πολλῇ λεπτολογίᾳ τήν τε τῆς Ῥώμης οἴκισιν καὶ τὴν Ῥέμου καὶ Ῥωμύλου γέννησιν καὶ ἁπλῶς ἐφεξῆς ἅπαντα μέχρις ὅτου Ῥωμαίοις ὁ πρὸς | |
40 | Πύρρον τὸν ἠπειρώτην πόλεμος συνέστη. Διέρχεται δὲ καὶ αὐτὸν ἐκεῖνον, καὶ τελευτᾷ εἰς τὴν ρʹ καὶ κηʹ Ὀλυμπιάδα, | |
Bibl.8365a | ἔτους αὐτῆς ἐνεστηκότος τρίτου· ἀφ’ ἧς καί φησιν ἀπάρξασθαι τὸν Μεγαλοπολίτην Πολύβιον τῆς ἱστορίας. | |
2 | Ἤκ‐ μασε δὲ οὗτος ἐπὶ τῶν Αὐγούστου χρόνων καταπλεύσας εἰς Ἰταλίαν ἅμα τῷ καταλυθῆναι τὸν ἐμφύλιον πό‐ | |
5 | λεμον, ὃς αὐτῷ τε Αὐγούστῳ καὶ Ἀντωνίῳ ἐπολεμήθη. Διατρίψας δέ, ὥς φησιν, ἔτη δύο καὶ εἴκοσι καὶ τήν τε Ῥωμαϊκὴν ἐξακριβώσας διάλεκτον, καὶ τὰ παρ’ αὐ‐ τοῖς ἀρχαῖα ἐκμαθών, καὶ πάντα ὅσα πρὸς τὴν ἱστο‐ ρίαν τείνει παρασκευασάμενος, οὕτως ἄρχεται τῆς πρα‐ | 190 in vol. 1 |
10 | γματείας. | |
10 | Ἔστι δὲ τὴν φράσιν καὶ τὴν λέξιν καινοπρεπὴς καὶ ἐς τὸ ἀνακεχωρηκὸς τῶν πολλῶν τὸν λόγον ἐκ‐ βιαζόμενος· ἡ δὲ κατὰ μέρος διήγησις μετέχειν τε τῆς κατὰ διάνοιαν ἀφελείας ποιεῖ, καὶ οὐδ’ εἰς τὸ ἄχαρι καὶ σκληρὸν ἐπιτρέπει παρασυρῆναι. Κέχρηται δὲ καὶ | |
15 | παρεκβάσει οὐκ ὀλίγῃ, τὸν ἀκροατὴν ἀπὸ τοῦ περὶ τὴν ἱστορίαν κόρου διαλαμβάνων ταύτῃ καὶ ἀναπαύων καὶ ἀνακτώμενος. Εἰπεῖν δὲ συντόμως, ὅτι καὶ τὸ κομψὸν τοῦ λόγου τῇ τε κατὰ μέρος ἀφηγήσει καὶ τῇ παρεκ‐ βάσει κεκρυμμένον, τὴν ἐπὶ τὸ τραχύτερον ῥέπουσαν | |
20 | θεραπεύει συνέπειαν. | 191 in vol. 1 |
Bibl.8465a(22) | Ἀνεγνώσθη τοῦ αὐτοῦ σύνοψις τῶν τῆς ἱστορίας κʹ βιβλίων ἐν εʹ βιβλίοις· ἐν ᾗ μᾶλλον δοκεῖ ἑαυτοῦ κομψότερος μέν, ἀφῃρημένος δὲ τὸ ἡδῦνον, εἰ καὶ | |
25 | τῷ χρησίμῳ μᾶλλον διαπρέπει, ἅτε χωρὶς τῶν ἀναγ‐ καίων μηδὲν τῷ λόγῳ καταμιγνύμενος. Ἀλλ’ εἶπεν ἄν τις ὡς ἂν ἀπὸ σκήπτρου θεμιστεύων, καὶ τῷ ἀπε‐ ρίττῳ καὶ συντετμημένῳ, καὶ ἔτι τῇ τε συνθήκῃ καὶ τῇ λέξει, ἠχώ τινα πέμπων, τραχύτερός πώς ἐστι τοῖς | |
30 | ἀκροαταῖς προσφερόμενος. Πλὴν συνόψει μὲν ὁ λόγος οὐκ ἀνάρμοστος, τῷ δὲ τελείῳ καὶ ὁλοκλήρῳ τῆς ἱστο‐ | |
ρίας οὔτι πρόσφορος. Δῆλον δ’ ὡς οὗτος ὁ συγγρα‐ φεὺς Δίωνός τε τοῦ Κοκκίου καὶ Ἀππιανοῦ τοῦ Ἀλεξαν‐ δρέως, τῶν τὰς Ῥωμαϊκὰς ἱστορίας συντεταχότων | 8 in vol. 2 | |
35 | χρόνῳ καθέστηκεν ἀρχαιότερος. | |
Bibl.8565a(37) | Ἀνεγνώσθη Ἡρακλειανοῦ ἐπισκόπου Καλχη‐ δόνος κατὰ Μανιχαίων ἐν βιβλίοις κʹ. | |
38 | Ἔστι δὲ τὴν φρά‐ σιν συντετμημένος καὶ ἀπέριττος καὶ ὑψηλός, οὐδὲ τοῦ | |
40 | σαφοῦς ἐκκλίνων· ἀλλὰ σύγκρατος αὐτοῦ τῷ μεγέθει ἡ σαφήνεια, ἅτε καὶ τῷ ἀττικισμῷ τὸ καθωμιλημέ‐ νον μιγνύντος καὶ παίδων ἡγουμένου εἰς ἅμιλλαν κα‐ | |
Bibl.8565b | θισταμένων τῷ (ὡς ἂν εἴποι τις) ὑπεραττικισμῷ. | |
1 | Ἀνα‐ τρέπει δὲ τὸ παρὰ τοῖς Μανιχαίοις καλούμενον εὐαγ‐ γέλιον καὶ τὴν Γιγάντειον βίβλον καὶ τοὺς Θησαυρούς. Καταλέγει καὶ ὅσοι πρὸ αὐτοῦ κατὰ τῆς τοῦ Μανιχαίου | |
5 | συνέγραψαν ἀθεότητος, Ἡγεμόνιόν τε τὸν τὰς Ἀρ‐ χελάου πρὸς αὐτὸν ἀντιλογίας ἀναγράψαντα, καὶ Τί‐ τον ὃς ἔδοξε μὲν κατὰ Μανιχαίων γράψαι, ἔγραψε δὲ μᾶλλον κατὰ τῶν Ἄδδου συγγραμμάτων, ἔτι δὲ καὶ τὸν Λαοδικέα Γεώργιον, τοῖς αὐτοῖς σχεδὸν οἷς ὁ Τί‐ | |
10 | τος κατὰ τῆς ἀσεβείας κεχρημένον ἐπιχειρήμασι, καὶ Σεραπίωνα τὸν τῆς Θμουέως ἐπίσκοπον, καὶ τὸν Διό‐ δωρον, ἐν κʹ καὶ εʹ βιβλίοις τὸν κατὰ Μανιχαίων ἀγῶνα ἀγωνισάμενον, ὃς διὰ μὲν τῶν πρώτων βι‐ βλίων ἑπτὰ οἴεται μὲν τὸ τοῦ Μανιχαίου ζῶν εὐαγγέ‐ | |
15 | λιον ἀνατρέπειν, οὐ τυγχάνει δὲ ἐκείνου, ἀλλὰ ἀνατρέ‐ πει τὸ ὑπὸ Ἄδδα γεγραμμένον, ὃ καλεῖται Μόδιον· | 9 in vol. 2 |
16 | διὰ δὲ τῶν ἐφεξῆς τὴν τῶν γραφικῶν ῥητῶν, ἃ οἱ Μα‐ νιχαῖοι ἐξοικειοῦνται πρὸς τὸ σφίσι βεβουλημένον, ἀνα‐ καθαίρει χρῆσιν καὶ διασαφεῖ. Καὶ ὁ μὲν Διόδωρος | |
20 | οὕτω. | |
20 | Τούτων δὲ τῶν (ὡς αὐτός φησιν ὁ θεοσεβέστα‐ τος Ἡρακλειανός) πατέρων μνήμην πεποιηκώς, ὅσα μὲν ἀσθενῶς αὐτοῖς εἴρηται, ἐπισημαινόμενος παρατρέ‐ χει, ὅσα δὲ ἐλλιπῶς, εὐλαβῶς ἀναπληροῖ, καὶ ὅσα ἀρ‐ κούντως, ἀδεκάστως ἀποδεχόμενος δι’ εὐφημίας ποιεῖ‐ | |
25 | ται, συντάττων αὐτοῖς καὶ ἅπερ αὐτῷ διενοήθη. Ἔστι δὲ ὁ ἀνὴρ πνέων καὶ τὴν ἀπὸ φιλοσοφίας ἰσχύν, καὶ τὴν ἀπὸ τῶν ἄλλων μαθημάτων πλουτῶν θεωρίαν· διὸ καὶ τὰ παραλόγως μυθολογηθέντα τῷ Μανιχαίῳ εἰς τὸ σφοδρότατον ἀνατρέπει, ἐξ αὐτῆς τῆς τῶν ὄν‐ | |
30 | των θεωρίας τὴν περὶ τοῦ ὄντος αὐτῷ μεμυθολογη‐ μένην ἀπελέγχων φλυαρίαν. | |
31 | Ἐγράφη δὲ αὐτῷ ἡ εἰκο‐ σάβιβλος αὕτη ἡ κατὰ τῶν Μανιχαίων πρὸς Ἀχίλλιον αἰτησάμενον, ὃν καὶ πιστὸν καὶ ποθεινότατον ἀποκαλεῖ τέκνον· ὁ γὰρ Ἀχίλλιος, ὁρῶν τὴν τῶν Μανιχαίων εἰς | |
35 | πλάτος ἐπιδιδοῦσαν ἀσέβειαν, ᾔτησε τὴν κατ’ αὐτῆς ἀναγραφῆναι στήλην, καὶ εἰς ἀπαράγραπτον ἀναγέγραπται θρίαμβον. Ἦν δ’ οὗτος ὁ θεοσεβέστατος Ἡρακλειανὸς κατὰ τοὺς χρόνους ... | |
Bibl.8665b(40) | Ἀνεγνώσθη ἐπιστολαὶ τοῦ ἐν ἁγίοις πατρὸς Ἰωάν‐ | |
νου τοῦ Χρυσοστόμου, ἃς μετὰ τὴν ἄδικον καὶ ἀπάνθρωπον ἐξορίαν πρὸς διαφόρους ἔγραψεν. Ἐν | 10 in vol. 2 | |
Bibl.8666a | αἷς εἰς τὸ χρειῶδες μᾶλλον συντείνουσαι αἵ τε πρὸς τὴν εὐλαβεστάτην Ὀλυμπιάδα τὴν διάκονον αὐτῷ γεγραμ‐ μέναι δεκαεπτά, καὶ αἱ πρὸς Ἰνοκέντιον τὸν Ῥώμης, ἐν αἷς καὶ ὅσα αὐτῷ συνηνέχθη ὡς ἐν ἐπιστολῆς εἴδει | |
5 | ἐξιστορεῖ. | |
5 | Κέχρηται δὲ κἀν ταύταις ταῖς ἐπιστολαῖς τῷ συνήθει τοῦ λόγου χαρακτῆρι· λαμπρός τε γάρ ἐστι καὶ σαφὴς καὶ ἀνθῶν μετὰ τοῦ ἡδέος τὴν πιθανότητα, πλὴν ὅσον ἐμμελέστερόν πως δοκοῦσιν αἱ πρὸς Ὀλυμπιάδα αὐτῷ συγκεῖσθαι ἐπιστολαί, εἰ καὶ τοῦ ἐπιστολιμαίου τύπου, τῶν | |
10 | πραγμάτων τότε εἰς τὴν ἑαυτῶν ἰσχὺν τοὺς τῶν ῥημά‐ των νόμους ἐκβιασαμένων, οὐ λίαν ἐγράφησαν στοχα‐ ζόμεναι. | |
Bibl.8766a(14) | Ἀνεγνώσθη Ἀλεξανδρέως Ἀχιλλέως Τα‐ | |
15 | τίου τῶν περὶ Λευκίππην καὶ Κλειτοφῶντα λόγοι ηʹ. Ἔστι δὲ δραματικόν, ἔρωτάς τινας ἀτόπους ἐπεισάγον. Καὶ λέξει μὲν καὶ συνθήκῃ δοκεῖ διαπρέπειν· εὐσήμῳ τε γὰρ καὶ ἐπὶ τροπὴν οἰκείως τετραμμένῃ, ὅτε καὶ ταύτῃ χρῷτο· ἀφοριστικαί τε καὶ σαφεῖς καὶ τὸ ἡδὺ φέρουσαι | |
20 | αἱ πλεῖσται περίοδοι, καὶ τὴν ἀκοὴν τῷ ἤχῳ λεαίνουσαι. Ἀλλὰ τό γε λίαν ὑπέραισχρον καὶ ἀκάθαρτον τῶν ἐν‐ νοιῶν καὶ τὴν τοῦ γεγραφότος φαυλίζει καὶ γνώμην ἐν πᾶσι καὶ σπουδήν, καὶ τοῖς ἀναγινώσκειν ἐθέλουσι κατάπτυστον τὴν ἀνάγνωσιν ποιεῖται καὶ φευκτήν. Πολλὴν δὲ ὁμοιό‐ | |
25 | τητα ἐν τῇ διασκευῇ καὶ πλάσει τῶν διηγημάτων, πλὴν σχεδόν τι τῶν προσώπων τῆς ὀνομασίας καὶ τῆς μυ‐ σαρᾶς αἰσχρότητος, πρὸς τὰ τοῦ Ἡλιοδώρου δράματα | |
φυλάττει. | 11 in vol. 2 | |
Bibl.8866a(30) | Ἀνεγνώσθη βιβλίον, ὡς ἐν ἱστορίας τύπῳ, τὰ κατὰ τὴν ἐν Νικαίᾳ σύνοδον πραχθέντα· τόμοι δὲ τὸ βιβλίον τρεῖς. | |
32 | Λέγει δὲ τὸν μὲν Ὅσιον τὸν Κουδρούβης καὶ Βίτωνα καὶ Βικέντιον, ῥωμαϊκοὺς ἱερέας, ἐκ προσώπου Σιλβέστρου τοῦ Ῥώμης παρεῖναι, Εὐστάθιον δὲ τὸν Ἀν‐ | |
35 | τιοχείας αὐτὸν ἐκεῖνον, Ἀλέξανδρον δέ, ὃς τότε πρε‐ σβυτέρου ἀξίωμα εἶχεν, εἰς πρόσωπον τοῦ Κωνσταντινου‐ πόλεως Μητροφάνους παρεῖναι. Ἐκεῖνος γὰρ ἐκωλύετο βαθυτάτῳ γήρᾳ, ἐπεὶ αὐτῷ ὁ χρόνος τοῦ βίου ὑπὲρ τὰ ἑκατὸν ἐξετείνετο ἔτη. Συμπαρεῖναι καὶ Ἀλέξανδρον | |
40 | τὸν Ἀλεξανδρείας ἅμα Ἀθανασίῳ, ὃς ὕστερον καὶ διά‐ δοχος τοῦ θρόνου κατέστη. Ἔτι δὲ παρεῖναι καὶ τὸν Ἱερο‐ | |
Bibl.8866b | σολύμων Μακάριον καὶ ἄλλο πλῆθος ἀρχιερέων καὶ ἱερέων. | |
2 | Συγκροτηθῆναι δέ φησι τὴν σύνοδον ἑξκαιδε‐ κάτῳ ἔτει τῆς Κωνσταντίνου βασιλείας, παραταθῆναι δὲ ταύτης τὰς πράξεις μέχρι δευτέρου καὶ εἰκοστοῦ ἡμί‐ | |
5 | σεος, ἓξ ἥμισυ δῆλον ὅτι ἔτεσι ταύτης συγκροτουμένης. Φησὶ δὲ καθαιρεθῆναι μὲν Ἄρειον καὶ ἀναθέματι καθυπο‐ βληθῆναι, εἶτα πάλιν πειρᾶσθαι ὥστε παραδεχθῆναι· καὶ τοῦτο πολλάκις ἐπιτηδευθῆναι δι’ Εὐσεβίου, ὃς ἦρχε Νικομηδείας, καὶ δι’ Εὐτοκίου δὲ τοῦ Ἀρειανοῦ πρε‐ | |
10 | σβυτέρου ἔχοντος χειροθεσίαν, ὃν ἡ τοῦ βασιλέως ἀδελφὴ Κωνσταντῖνα, τὴν τέλειον ἡμέραν ὑπερχομένη τοῦ βίου, παρέθετο τῷ ἀδελφῷ. | |
12 | Ἀλλ’ οὗτοι μὲν ἔσπευδον τὸν Ἄρειον ἐπαγαγεῖν τῇ ἐκκλησίᾳ· ἡ δὲ θεία δίκη οὐκ εἴασε τὸν ἐχθρὸν κατορχήσασθαι αὐτῆς τοῦ νεὼ καὶ τῆς | 12 in vol. 2 |
15 | ἐν αὐτῷ παστάδος, ἀλλ’ ἐν ἀφεδρῶσι τὸν βίον ἐδίκασε καταστρέψαι, καθ’ ἣν αὐτὸς καὶ οἱ σπουδασταὶ αὐτοῦ ὥρισαν ἡμέραν διὰ τῆς εἰσόδου αὐτοῦ τὴν ἐκκλησίαν βεβηλῶσαι τοῦ Θεοῦ καὶ τὰ ἅγια. Καὶ ἡ καταστροφὴ δὲ δημόσιος γίνεται· πλησίον γὰρ οἱ ἀφεδρῶνες ἐχρημά‐ | |
20 | τιζον τοῦ φόρου. Ἐφ’ ᾧ ἡσθῆναί τε τὸν μέγαν Κωνσταν‐ τῖνον γράφει, ὡς τοῦ ἀδεκάστου κριτοῦ οἷς ἔκρινε λύσαντος ἀμφισβήτησιν πᾶσαν, γράψαι τε αὐτὸν πολλοῖς ἐπι‐ στολάς, τὴν ἔνδικον Ἀρείου καταστροφὴν στηλιτεύοντα. Καὶ ὁ μὲν οὕτω φησί, συμφωνῶν ἐν τούτῳ Ἀθανασίῳ | |
25 | τε τῷ μεγάλῳ καὶ Θεοδωρήτῳ καὶ ἄλλοις πλείοσιν· ἐνίοις δὲ γράφειν ἔδοξεν οὐχὶ κατὰ τοὺς Κωνσταντίνου τοῦ μεγάλου χρόνους, ἀλλὰ τοῦ παιδὸς Κωνσταντίου βασι‐ λεύοντος οὕτως αἰσχρῶς τὸν Ἄρειον ἐξ ἀνθρώπων ἀφα‐ νισθῆναι. | |
30 | Καὶ ταῦτα μὲν τόδε τὸ βιβλίον· οὐ γὰρ ἐπεγέγραπτο αὐτῷ ἡ κλῆσις τοῦ γράψαντος. Ἐν ἄλλῳ μέντοι ἔχοντι τὰ αὐτά, Γελασίου τοῦ ἐπισκόπου Καισαρείας τῆς Παλαιστίνης εὗρον τὸ βιβλίον ἐπιγραφόμενον. | |
33 | Ἡ δὲ φρά‐ σις εἰς τὸ ταπεινὸν καὶ χυδαῖον τοῦ λόγου λίαν κατε‐ | |
35 | νηνεγμένη. Τίς ποτε δέ ἐστιν ὁ Γελάσιος οὗτος, οὐκ ἔχω σαφῶς ἐκμαθεῖν. Μέχρι γὰρ νῦν τριῶν, πρόσεστιν εἰκάσαι, Γελασίων καὶ ἐπισκόπων Καισαρείας τῆς κατὰ Πα‐ λαιστίνην βιβλίοις ἐνετύχομεν, ἢ πάντως γε δύο. Αἱ δὲ βίβλοι αἷς ἐνετύχομεν, ἡ μέν ἐστι κατὰ Ἀνομοίων συν‐ | |
40 | τεταγμένη, αἱ δὲ ἄλλαι δύο ἐκκλησιαστικὰς ἀναγρά‐ φουσι πράξεις, ὧν μία ἧς νῦν ὡς ἐν κεφαλαίῳ ἐπεμνή‐ | 13 in vol. 2 |
Bibl.8867a | σθημεν. | |
1 | Ἔχει δὲ αὕτη, ἐν οἷς αὐτὴν ἐπιγεγραμμένην εὕρομεν, ἐπιγραφήν, ὥσπερ εἴρηται· «Γελασίου ἐπι‐ σκόπου Καισαρείας τῆς κατὰ Παλαιστίνην ἱστορίας ἐκ‐ κλησιαστικῆς λόγοι γʹ» καὶ ἀπάρχεται δὲ οὕτω· «Τὰ | |
5 | κατὰ τὴν ἁγίαν καὶ μεγάλην καὶ οἰκουμενικὴν τῶν ἐπι‐ σκόπων συναθροισθεῖσαν σύνοδον ἐκ πασῶν ὡς ἔπος εἰπεῖν, τῶν τοῦ Ῥωμαίου κόσμου ἐπαρχιῶν καὶ Περσί‐ δος» καὶ ἑξῆς. Καὶ τελευτᾷ δὲ εἰς τὴν τοῦ μεγάλου Κων‐ σταντίνου τελευτήν, ἐν ᾗ καὶ τὸ τῆς ἀφέσεως ἐδέξατο | |
10 | θεῖον λουτρόν, τὰς ἐν βίῳ κηλῖδας, οἷα εἰκὸς ἄνθρωπον ὄντα ταύτας ἐφέλκεσθαι ἀπολουσάμενος. | |
11 | Τυχεῖν δέ φησι τοῦ βαπτίσματος ὀρθοδόξου μυσταγωγήσαντος καὶ τε‐ λέσαντος, ἀλλ’ οὐχ ὥς τισιν ἔδοξε, τῶν αἱρετικῶν τινος χειραπτήσαντος. Ἡ δέ γε ἀναβολὴ αὐτῷ τοῦ βαπτί‐ | |
15 | σματος παρετείνετο, ὅτι δι’ ἐπιθυμίας πλείστης ἦν αὐτῷ τοῖς Ἰορδάνου βαπτίσασθαι. | |
16 | Φησὶ δ’ ἑαυτὸν ὁ συγγρα‐ φεὺς οὗτος ἐπὶ Βασιλίσκου, ὃς ἐκβαλὼν Ζήνωνα ἐτυ‐ ράννησεν, ἀκμάζειν καὶ ἀνεγνωκέναι τὰς τῆς συνόδου πράξεις ἐν παλαιαῖς μεμβράναις ἔτι κατὰ τὴν πατρῴαν | |
20 | οἰκίαν διατρίβοντα· ὧν τὴν μνήμην ἔχοντα, καὶ ἐξ ἑτέρων γραμμάτων ὅσα χρήσιμα συναγείροντα, τὴν ἱστορίαν συντάξαι. Μνημονεύει δ’ οὗτος καὶ ῥητῶν τινῶν Γελασίου τινός, Γελάσιον αὐτὸν καὶ Ῥουφῖνον ἅμα κα‐ λῶν. Λέγει δὲ αὑτοῦ καὶ πατρίδα τὴν Κύζικον καὶ πα‐ | |
25 | τέρα τῶν κατ’ αὐτὴν πρεσβυτέρων ἕνα τινά. Καὶ οὗτος | |
μὲν ὁ τοῦδε τοῦ βιβλίου πατήρ, καὶ ταῦτα αὕτη ἡ βίβλος. | 14 in vol. 2 | |
Bibl.8967a(28) | Ἡ δὲ λοιπὴ βίβλος ἐπιγραφὴν μὲν ἔχει τοιαύτην· «Προοίμιον ἐπισκόπου Καισαρείας Παλαιστίνης εἰς τὰ | |
30 | μετὰ τὴν ἐκκλησιαστικὴν ἱστορίαν Εὐσεβίου τοῦ Παμφί‐ λου», ἄρχεται δὲ οὕτω· «Τοὺς μὲν ἄλλους ἐπὶ τὸ συγγρά‐ φειν ὡρμημένους καὶ τῶν γενομένων τὰς ἱστορίας τῇ μνήμῃ παραπέμπειν ἐγνωκότας» καὶ ἑξῆς. | |
33 | Λέγει δ’ ἑαυτὸν ἀνε‐ ψιὸν πρὸς μητρὸς Κυρίλλου τοῦ Ἱεροσολύμων καὶ ὑπ’ | |
35 | ἐκείνου προτραπῆναι εἰς τήνδε τὴν συγγραφήν. Ἡμεῖς δὲ εὕρομεν, ἀνεγνωκότες ἐν ἄλλοις, ὅτι αὐτός τε Κύ‐ ριλλος καὶ Γελάσιος οὗτος τὴν Ῥουφίνου τοῦ Ῥωμαίου μετέφρασαν ἱστορίαν εἰς τὴν Ἑλλάδα γλῶσσαν, οὐ μέν‐ τοι ἰδίαν συνετάξαντο ἱστορίαν. Δῆλον δ’ ὡς ἀρχαιό‐ | |
40 | τερος ἦν οὗτος τοῦ προειρημένου, εἴ γε κατὰ Κύριλλον ἤκμασε τὸν Ἱεροσολύμων. Ἀλλ’ οὗτος μὲν ὁ Γελάσιος ἐκείνου καὶ τῇ φράσει ἐπὶ τὸ λογιώτερον διαφέρει. Ἑκά‐ | |
Bibl.8967b | τερος μέντοι αὐτῶν πολὺ τοῦ κατὰ Ἀνομοίων συγ‐ γεγραφότος ἐνδεέστερος ὑπάρχει. Ἐπίσκοπος δ’ ἄρα κἀ‐ κεῖνος τῆς αὐτῆς ἐπιγράφεται Παλαιστίνης. Ἀλλ’ ἐκεῖνός γε ὁ Γελάσιος τῇ φράσει καὶ πολυμαθίᾳ καὶ | |
5 | ταῖς λογικαῖς ἐφόδοις, αἷς οὐκ οἶδ’ ὅπως εἰπεῖν καὶ ἀπειροκάλως κατεχρήσατο, παρὰ πολὺ τούτους τὴν ἐν τοῖς λόγοις ἐλάττονα τάξιν ἐπέχειν ἀπελαύνει. Εἰ δέ τις τούτων αὐτός ἐστιν ὁ γράψας, καὶ ταῦτα χρόνῳ συλ‐ | |
λέξας καὶ συναυξήσας τὰ λείποντα, οὔπω μαθεῖν ἔσχον. | 15 in vol. 2 | |
Bibl.9067b(11) | Ἀνεγνώσθη ὁ Λιβάνιος ἐν τεύχεσι δυσίν. Οὗτος δὲ ἐν τοῖς πλασματικοῖς αὐτοῦ καὶ γυμναστικοῖς λόγοις μᾶλλόν ἐστιν ἢ ἐν τοῖς ἄλλοις αὐτὸς ἑαυτοῦ χρησιμώ‐ τερος. Τῇ γὰρ πολλῇ περὶ τοὺς ἄλλους φιλοπονίᾳ τε καὶ | |
15 | περιεργίᾳ τήν τε ἔμφυτον τοῦ λόγου καὶ αὐτοσχέδιον (ὡς ἄν τις εἴποι) χάριν ἐλυμήνατο καὶ τέρψιν, καὶ εἰς τὸ ἀσαφέστερον περιέτρεψε, πολλὰ μὲν ἐπισκοτίζων παρεν‐ θήκαις, ἔνια δ’ ἀφαιρέσει καὶ τοῦ ἀναγκαίου. Τὰ δ’ ἄλλα ἐν τούτοις κανών ἐστι καὶ στάθμη λόγου ἀττικοῦ. | |
20 | Ἔστι δὲ δόκιμος κἀν ταῖς ἐπιστολαῖς. Πολλὰ δὲ αὐτοῦ καὶ παντοδαπὰ συγγράμματα φέρεται. | |
Bibl.9167b(23) | Ἀνεγνώσθη Ἀρριανοῦ τὰ κατὰ Ἀλέξανδρον ἐν λόγοις ἑπτά, ἐν οἷς διεξέρχεται τάς τε πρὸς Ἀθηναίους | |
25 | σπονδὰς καὶ τοὺς ἄλλους Ἕλληνας, ἄνευ μέντοι Λα‐ κεδαιμονίων, καὶ τὴν ἐπὶ τὴν Ἀσίαν περαίωσιν, ὅπως τε μάχαις τρισὶ κατεστρέψατο Πέρσας, ἐν Γρανίκῳ μὲν τοὺς σατράπας Δαρείου στρατιὰν ἄγοντας δισμυρίους μὲν ἱππεῖς, πεζοὺς δὲ παρὰ μικρὸν ἴσους, τούτους σύμπαντας | |
30 | καταπολεμήσας, ἐν Ἰσσῷ δὲ αὐτόν τε Δαρεῖον καὶ τοὺς ἀμφ’ αὐτὸν κατὰ κράτος τρεψάμενος, καὶ συλλαβὼν αἰχμαλώτους παῖδας τε καὶ αὐτὴν γυναῖκα, ἐν Ἀρβή‐ λοις δὲ ἤτοι ἐν Γαυγαμήλοις εἰς τέλος αὐτὸν ἐκνική‐ σας. | |
34 | Ὅπως τε φεύγων Δαρεῖος ὑπὸ τῶν οἰκείων ἀνῃ‐ | |
35 | ρέθη, ἀνερρήθη δὲ ἀντ’ αὐτοῦ ὑπὸ τῶν περὶ αὐτὸν εἰς βασιλέα Βῆσσος· ὅπως τε ὕστερον Βῆσσον Ἀλέξανδρος λαβὼν τῆς εἰς Δαρεῖον τόλμης ἐλωβήσατό τε καὶ ἀνεῖ‐ λεν. | 16 in vol. 2 |
38 | Ἔτι δὲ ὅπως ἐν μάχαις Ἀλέξανδρος ἑπτάκις ἐτρώ‐ θη· καὶ ὅπως εἷλε τὰ ἐν Παγασαῖς βασίλεια χρήματα· | |
40 | καὶ ὅτι πεισθεὶς ὡς Φιλώτας εἴη βουλὴν κατ’ αὐτοῦ με‐ λετῶν, ἀνεῖλεν αὐτόν τε καὶ τὸν πατέρα Παρμενίωνα. Ἐγένετο δὲ καὶ τῶν Σογδιανῶν βασιλείων κύριος, καὶ | |
Bibl.9168a | Σκύθας δὲ τοὺς ἐν τῇ Ἀσίᾳ μάχῃ ἐκράτησεν. Ὅπως τε τὸ τοῦ Κλείτου πάθημα τῷ ποτῷ παρενεχθέντος Ἀλε‐ ξάνδρου συνέβη, καὶ οἷον πένθος ἀνανήψας ἐπεδείξατο. Ἔτι δὲ καὶ ἡ ἐκ παίδων κατ’ Ἀλεξάνδρου ἐπιβουλή, καὶ | |
5 | ἡ ἐπὶ τούτῳ κόλασις. Ὅπως τε ἡ ἐν τῇ Σογδιανῇ πέ‐ τρα ἑάλω καὶ ἡ γυνὴ Ὀξυάρτου, ὃς ταύτης τῆς χώρας ἐβασίλευεν, ἀλλὰ καὶ ἡ θυγάτηρ Ῥωξάνη, ἣν ὕστερον Ἀλέξανδρος γάμου νόμῳ γυναῖκα ἠγάγετο· | |
8 | καὶ ὡς Ἀλέξανδρος ἐκ Βάκτρων ἐπὶ Ἰνδοὺς ἐλάσας μάχαις | |
10 | ἐκράτησε, καὶ πόλεις αὐτῶν πολιορκίᾳ πολλὰς εἷλεν· ἐν οἷς καὶ τὴν καλουμένην Ἄορνον παραλαβὼν εἰς τὴν Ἀσσακάνων χώραν ἐμβάλλει. Ἐζεύχθη δὲ αὐτῷ καὶ ὁ Ἰνδὸς ποταμὸς πλοίοις, καὶ διαβὰς Πῶρόν τε τὸν Ἰν‐ δῶν βασιλέα ἐνίκησε μιᾷ μάχῃ καὶ εἷλε ζωγρίαν, εἶτα | |
15 | καὶ φιλοφρονησάμενος πλειόνων ἄρχειν ἢ πρόσθεν ἔδωκε. Λέγει δὲ ὅτι οἱ ἰνδοὶ ποταμοί, καθάπερ καὶ ὁ Νεῖλος, θέρους μὲν αὔξονται, χειμῶνος δὲ μειοῦνται. | |
17 | Διαλαμβά‐ νει δὲ καὶ ὅπως ἄλλον τινὰ Πῶρον, καὶ αὐτὸν Ἰν‐ δῶν βασιλεύοντα, ὃν καὶ εἰς κακίαν ἐλάσαι λέγει, τοῦ‐ | |
20 | τον διώκων Ἀλέξανδρος τὸν Ὑδραώτην ποταμὸν ἐπε‐ | |
ραιώθη, καὶ τοὺς ταύτῃ οἰκοῦντας Ἰνδοὺς ἐχειρώσατο, καὶ πόλεις αὐτῶν μεγάλας καὶ πολυανθρώπους ἐκπο‐ λιορκήσας ἐπὶ τὸν Ὕφασιν ποταμὸν ἐχώρει. Ἐπεὶ δὲ διαβαίνειν καὶ τοῦτον Ἀλέξανδρος ἔμελλεν, ἐς στάσιν | 17 in vol. 2 | |
25 | ἐκινήθη τὸ πλῆθος, οὐ φέροντες ἔτι τοὺς πόνους καὶ τὴν ἀπέραντον ἐκστρατείαν· καὶ τοῦτο αἴτιον Ἀλεξάν‐ δρῳ τῆς ἀπ’ Ἰνδῶν ὑποστροφῆς κατέστη. Ἐν ᾧ καὶ ὁ πέμπτος τοῦ συγγραφέως ἀποπεραιοῦται λόγος. Ὑποστρέφοντι δὲ Ἀλεξάνδρῳ, ὡς ὁ ἕκτος ὑπολαμ‐ | |
30 | βάνει λόγος, μάχαι τε αὐτῷ καὶ νίκαι γίνονται λαμ‐ πραί· ἐν οἷς λαμπρῶς ἀγωνιζόμενος ἐπὶ ταῖς προτέ‐ ραις πέντε πληγαῖς δύο ἔτι βάλλεται, ὧν ἐπὶ τῇ ἑβ‐ δόμῃ καὶ τελευτᾶν ἐδόκει, εἰ καὶ οὐ χαλεπῶς περι‐ εγένετο. | |
34 | Καὶ αὐτὸς μὲν ἐξ Ἰνδῶν ὑποστρέφων διὰ γῆς | |
35 | ἐποιεῖτο τὴν ἐπάνοδον, Νεάρχῳ δὲ στρατιὰν παρασχὼν ἐπέτρεψε τὴν διὰ θαλάσσης πορείαν. Καὶ συμβάλλου‐ σιν ἀλλήλοις τὰ ἀπὸ γῆς καὶ θαλάσσης στρατόπεδα περὶ Καρμανίαν. Ἀπὸ Καρμανίας δὲ Ἀλέξανδρος μὲν ἐν Περσίδι, Νέαρχος δὲ ἐς τὴν Σουσιανῶν γῆν ἐπε‐ | |
40 | τράπη ἐπιπλεῖν καὶ τοῦ Τίγρητος ποταμοῦ τὰς ἐκβο‐ λάς. Καὶ διαλαμβάνει τὸν τοῦ Νεάρχου περίπλουν | |
Bibl.9168b | Ἰωνικῇ φράσει ἡ ἐπιγραφομένη αὐτῷ ἰδίως Ἰνδική. Ἀλέξανδρος δὲ καὶ τὸν τοῦ Κύρου τάφον ἠμελημένον ἐπι‐ σκευάζει, καὶ Κάλανον τὸν γυμνοσοφιστὴν αἰτησάμε‐ νον εἰς πῦρ εἰσελθεῖν, ὅτι νόσος αὐτὸν ἠνώχλει, πα‐ | |
5 | ρέσχε κατὰ τὰ πάτρια τελευτῆσαι. Ἐπιτελεῖ δὲ καὶ γά‐ μους αὑτοῦ τε καὶ τῶν ἑταίρων λαμπρούς, αὐτὸς μὲν τὴν πρεσβυτάτην τῶν Δαρείου παίδων (Ἀρσινόη αὐτῇ | |
ὄνομα) ἀγόμενος, καὶ τὴν νεωτάτην δὲ τῶν Ὤχου θυ‐ γατέρων (Παρύσατις ὠνομάζετο). Ῥωξάνη γὰρ ἤδη | 18 in vol. 2 | |
10 | προηγμένη ἐτύγχανε. Τὴν μέντοι Δρυπέτιν, θυγατέρα καὶ αὐτὴν οὖσαν Δαρείου, Ἡφαιστίωνι δίδωσι, Κρατερῷ δὲ Ἀμαστρίνην, Πτολεμαίῳ δὲ καὶ Εὐμένει τὰς Ἀρ‐ ταβάζου παῖδας Ἀρτακάμαν καὶ Ἀρτώνην, Νεάρχῳ δὲ τὴν Βαρσίνης καὶ Μέλτορος παῖδα, Σελεύκῳ δὲ | |
15 | τὴν Σπιταμένους, καὶ τοῖς ἄλλοις ἑταίροις τὰς δοκι‐ μωτάτας τῶν Περσῶν καὶ Μήδων παῖδας, ἄχρι καὶ ἐς ὀγδοήκοντα. Καὶ οἱ γάμοι δὲ νόμῳ τῷ Περσικῷ ἐποιήθησαν. | |
18 | Πέμπει δὲ καὶ τοὺς ἀπομάχους τῶν Μα‐ κεδόνων εἰς Μακεδονίαν, ἄλλους ἀντ’ αὐτῶν νεοσυλλέκ‐ | |
20 | τους ἀποφέρειν αὐτῷ προστάξας Ἀντίπατρον. Ἐν τούτῳ καὶ Ἅρπαλος τὰ βασιλικὰ λαβὼν ᾤχετο φεύγων χρή‐ ματα. Τελευτᾷ καὶ Ἡφαιστίων, ἐφ’ ᾧ μέγα πένθος Ἀλε‐ ξάνδρῳ ἐποιήθη, καὶ πολυδάπανος ἡ ἐπὶ τῷ σώματι πυρὰ καὶ κηδεία· | |
24 | ἐν ᾧ καὶ πρέσβεις Λιβύων τε καὶ | |
25 | Καρχηδονίων πρὸς αὐτὸν ἀφίκοντο. Καὶ Ἰταλῶν δὲ παραγένεσθαί φησι, καὶ ὅτι τὴν αὔξησιν τῶν Ἰταλῶν ἐς αὐτοὺς ἰδὼν προεῖπε καὶ ἀπεφήνατο. | |
27 | Ὁρμᾷ δὲ καὶ ἐπὶ Βαβυλῶνα καὶ προλέγουσιν αὐτῷ οἱ μάντεις τὴν τελευτήν· καὶ ἐπικαθίζει τις αὐτοῦ τῷ θρόνῳ παρα‐ | |
30 | λόγως, ἐξ οὗ μᾶλλον ἐξοιώνιστο τοῖς μάντεσιν αὐτοῦ ἡ τελευτή. Παρεσκευάζετο δ’ αὐτῷ ὅμως τὸ ναυτικὸν ὡς ἐπὶ Ἄραβας τοὺς πολλούς, οἳ δύο μόνον σέβουσι θεούς, Οὐρανὸν καὶ Διόνυσον. Καὶ ταῦτα παρασκευ‐ αζόμενος, καὶ τῆς νόσου ἤδη ἐπικρατούσης, καταλύει | |
35 | τὸν βίον. | 19 in vol. 2 |
35 | Ἡ δὲ τελευτὴ αὐτοῦ ἄλλοις ἄλλως ἀναγέ‐ γραπται, καὶ πολλαὶ περὶ αὐτὴν ἐξηνέχθησαν δια‐ φωνίαι. Ἐβίω δὲ βʹ καὶ λʹ ἔτη καὶ τοῦ τρίτου μῆνας ἐπέλαβεν ὀκτώ· ἐβασίλευσε δὲ τούτων τούς τε ὀκτὼ μῆ‐ νας καὶ ἔτη ιβʹ. Ἐπαινεῖ δὲ αὐτὸν ἐπὶ πάσαις σχεδόν | |
40 | τι ταῖς ἀρεταῖς ἐς τὰ μάλιστα ὁ συγγραφεύς. Καὶ ὁ ἕβδο‐ μος ἀπαρτίζεται λόγος, ὃν ἐκδέχεται βιβλίον ἕν, ἡ Ἰνδική. | |
Bibl.9269a(2) | Συνεγράφη δὲ αὐτῷ καὶ τὰ μετὰ Ἀλέξανδρον ἐν λόγοις δέκα, ἐν οἷς διαλαμβάνει τήν τε στάσιν τῆς στρατιᾶς καὶ τὴν ἀνάρρησιν Ἀρριδαίου, ὃς ἐκ Φιλίνης | |
5 | τῆς Θεσσαλῆς Φιλίππῳ τῷ Ἀλεξάνδρου πατρὶ ἐγε‐ γέννητο, ἐφ’ ᾧ καὶ Ἀλέξανδρον, ὃν ἔμελλεν ἐξ Ἀλεξάν‐ δρου τίκτειν Ῥωξάνη, συμβασιλεύειν αὐτῷ· ὃ καὶ γέ‐ γονεν εἰς φῶς ἀχθέντος τοῦ παιδός. Τὸν Ἀρριδαῖον δὲ ἀνειπόντες μετωνόμασαν Φίλιππον. | |
9 | Διεφέρετο δὲ | |
10 | ἐς ἀλλήλους τὸ πεζὸν καὶ τὸ ἱππικόν, ὧν οἱ μέγιστοι τῶν ἱππέων καὶ τῶν ἡγεμόνων Περδίκκας ὁ Ὀρόντου καὶ Λεόννατος ὁ Ἄνθους καὶ Πτολεμαῖος ὁ Λάγου, τῶν δὲ μετ’ ἐκείνους Λυσίμαχός τε ὁ Ἀγαθοκλέους καὶ Ἀριστόνους ὁ Πεισαίου καὶ Πίθων ὁ Κρατεύα καὶ | |
15 | Σέλευκος ὁ Ἀντιόχου καὶ Εὐμένης ὁ Καρδιανός. Οὗτοι μὲν ἡγεμόνες τῶν ἱππέων, Μελέαγρος δὲ τῶν πεζῶν. Εἶτα διαπρεσβεύονται πρὸς ἀλλήλους πολλάκις, καὶ τέ‐ λος συμβαίνουσιν οἵ τε τὸν βασιλέα ἀνειπόντες πεζοὶ καὶ οἱ τῶν ἱππέων ἡγεμόνες, ἐφ’ ᾧ Ἀντίπατρον μὲν | |
20 | στρατηγὸν εἶναι τῶν κατὰ τὴν Εὐρώπην, Κρατερὸν δὲ προστάτην τῆς Ἀρριδαίου βασιλείας, Περδίκκαν δὲ χιλιαρχεῖν χιλιαρχίας ἧς ἦρχεν Ἡφαιστίων (τὸ δὲ ἦν ἐπιτροπὴ τῆς ξυμπάσης βασιλείας), Μελέαγρον δὲ ὕπαρχον Περδίκκου. | 20 in vol. 2 |
24 | Περδίκκας δὲ τὸν στρατὸν καθᾶ‐ | |
25 | ραι σκηψάμενος τοὺς ἐπιφανεστάτους τῆς γενομένης συν‐ έλαβε στάσεως, καὶ συλλαβὼν ὡς ἐκ προστάξεως Ἀρ‐ ριδαίου, αὐτοῦ παρόντος ἀνεῖλε, δέος ἐμποιήσας τῷ λοι‐ πῷ πλήθει· ἀναιρεῖ δὲ καὶ οὐ πολλῷ ὕστερον καὶ Μελέα‐ γρον. Ἐξ ὧν Περδίκκας ὕποπτος ἐς πάντας ἦν καὶ | |
30 | αὐτὸς ὑπώπτευεν. Ὅμως ἐς σατραπείας ἀνειπεῖν οὓς ὑπώπτευεν, ὡς Ἀρριδαίου κελεύοντος, ἔγνω. Καὶ δὴ Πτολεμαῖος μὲν ὁ Λάγου Αἰγύπτου καὶ Λιβύης, καὶ ὅσα τῆς Ἀράβων γῆς ξύνορα Αἰγύπτῳ ἄρχειν ἐπε‐ τάχθη, Κλεομένης δὲ ὁ ἐξ Ἀλεξάνδρου τῆς σατρα‐ | |
35 | πείας ταύτης ἄρχειν τεταγμένος Πτολεμαίῳ ὕπαρχος εἶναι· τῆς δὲ ἐπὶ ταύτῃ Συρίας Λαομέδων, Φιλώτας δὲ Κιλικίας καὶ Πίθων Μηδίας, Εὐμένης δὲ ὁ Καρ‐ διανὸς Καππαδοκίας καὶ Παφλαγονίας, καὶ ὅσα τοῦ Πόντου τοῦ Εὐξείνου σύνορα ἔστε ἐπὶ πόλιν Ἑλλάδα Τρα‐ | |
40 | πεζοῦντα, Σινωπέων ἄποικον. Παμφύλων δὲ καὶ Λυ‐ κίων καὶ Φρυγίας τῆς μεγάλης Ἀντίγονος, Καρῶν | |
Bibl.9269b | δὲ Κάσανδρος, Λυδῶν δὲ Μένανδρος, τῆς δὲ ἐφ’ Ἑλλησπόντῳ Φρυγίας Λεόννατος, ἣν ἐξ Ἀλεξάνδρου μὲν Κάλας ὄνομα κατέχει, ἔπειτα Δήμαρχος ἐπετέ‐ τραπτο. Τὰ μὲν κατὰ τὴν Ἀσίαν ὧδε ἐνεμήθη. | |
4 | Τῶν | |
5 | δὲ κατὰ τὴν Εὐρώπην, Θρᾴκης μὲν καὶ Χερρονήσου | |
καὶ ὅσα Θρᾳξὶ σύνορα ἔθνη, ἔστε ἐπὶ τὴν θάλασσαν τὴν ἐπὶ Σαλμυδησσὸν τοῦ Εὐξείνου πόντου καθήκοντα, Λυσιμάχῳ ἡ ἀρχὴ ἐπετράπη· τὰ δὲ ἐπέκεινα τῆς Θρᾴκης ὡς ἐπὶ Ἰλλυριοὺς καὶ Τριβαλλοὺς καὶ Ἀγριᾶ‐ | 21 in vol. 2 | |
10 | νας, καὶ αὐτὴ Μακεδονία καὶ ἡ Ἤπειρος ὡς ἐπὶ τὰ ὄρη τὰ Κεραύνια ἀνήκουσα, καὶ οἱ Ἕλληνες σύμπαν‐ τες, Κρατερῷ καὶ Ἀντιπάτρῳ ἐνεμήθη. | |
12 | Καὶ ἡ μὲν νέμησις οὕτω· πολλὰ δὲ καὶ ἀδιανέμητα ἔμεινεν ὑπὸ τῶν ἐγχωρίων ἀρχόντων, ὡς ἐτάχθησαν ὑπὸ Ἀλε‐ | |
15 | ξάνδρου ἐχόμενα. Ἐν τούτῳ καὶ Ῥωξάνη κύει καὶ τίκτει, καὶ εἰς βα‐ σιλέα τὸ τεχθὲν ἀνεῖπε τὸ πλῆθος. Στάσεων δὲ μετὰ τὸν Ἀλεξάνδρου θάνατον πάντα ἐπληροῦτο. Καὶ πολεμεῖ Ἀντίπατρος πρός τε Ἀθηναίους καὶ τοὺς | |
20 | ἄλλους Ἕλληνας Λεωσθένους αὐτοῖς στρατηγοῦντος· καὶ τὰ πρῶτα ἡττώμενος καὶ εἰς ἀπορίαν συγκλειόμε‐ νος ὕστερον ἐκράτει. Ἀλλὰ πίπτει καὶ Λεόννατος ἐπι‐ βοηθεῖν δοκῶν Ἀντιπάτρῳ. Καὶ Λυσίμαχος δὲ Σεύθῃ τῷ Θρᾳκὶ πολεμῶν ὑπὲρ τῆς ἀρχῆς παραβόλως (σὺν | |
25 | ὀλίγοις γάρ) καὶ εὐδοκιμῶν ὅμως ἀνῃρέθη. | |
25 | Πολεμεῖ δὲ καὶ Περδίκκας Ἀριαράθῃ τῷ Καππαδοκίας, ὅτι Εὐ‐ μένει ἄρχειν ἐπιτετραμμένῳ τῆς ἀρχῆς οὐκ ἐξίστατο. Καὶ δυσὶ νικήσας μάχαις καὶ συλλαβὼν ἐκρέμασεν, Εὐ‐ μένει τὴν ἀρχὴν ἀποκαταστήσας. Κρατερὸς δὲ συμμα‐ | |
30 | χῶν Ἀντιπάτρῳ κατὰ τῶν Ἑλλήνων αἴτιος τῆς νίκης ἧς ἐνίκησαν αὐτοὺς γέγονεν· ἐξ οὗ καὶ ἅπαντα, ἅπερ ἂν αὐτοῖς Κρατερὸς ἐπέταττε καὶ Ἀντίπατρος, ἀπρο‐ φασίστως ἐπράττετο. Καὶ ταῦτα μέχρι τοῦ πέμπτου βιβλίου. Ἐν δὲ τῷ ἕκτῳ διαλαμβάνει ὅπως ἐξ Ἀθηνῶν οἱ | |
35 | ἀμφὶ Δημοσθένην καὶ Ὑπερείδην ἔφυγον, Ἀριστόνικός τε ὁ Μαραθώνιος καὶ Ἱμεραῖος ὁ Δημητρίου τοῦ Φα‐ ληρέως ἀδελφός, τὰ μὲν πρῶτα εἰς Αἴγιναν· ἐκεῖ δὲ διαγόντων θάνατον αὐτῶν κατέγνω τὸ Ἀθηναίων πλῆ‐ θος εἰπόντος Δημάδου, καὶ Ἀντίπατρος εἰς ἔργον ἤγαγε | 22 in vol. 2 |
40 | τὸ ψήφισμα. | |
40 | Καὶ ὡς Ἀρχίας ὁ Θούριος εἰς τὸν θά‐ νατον αὐτῶν ὑπουργήσας, ἐν ἐσχάτῃ πενίᾳ καὶ ἀτιμίᾳ | |
Bibl.9270a | κατατρίψας ἐτελεύτησε τὸν βίον. Καὶ ὡς Δημάδης οὐ πολλῷ ὕστερον ἐς Μακεδονίαν ἀχθεὶς ὑπὸ Κασάνδρου ἐσφάγη, τοῦ παιδὸς ἐν τοῖς κόλποις προαποσφαγέντος· αἰτίαν δ’ ἐπῆγε Κάσανδρος ὅτι τὸν αὐτοῦ πατέρα ἐξυ‐ | |
5 | βρίσειεν ἐν οἷς ἔγραψε Περδίκκᾳ σῴζειν τοὺς Ἕλληνας ἀπὸ σαπροῦ καὶ παλαιοῦ στήμονος ἠρτημένους, οὕτω τὸν Ἀντίπατρον ἐπιχλευάζων. Δείναρχος δὲ ὁ Κορίνθιος ὁ κατήγορος ἦν. Ἀλλ’ ὅ γε Δημάδης τῆς αὑτοῦ δωρο‐ δοκίας καὶ προδοσίας καὶ ἐς πάντα ἀπιστίας τὴν ἀξίαν | |
10 | ἀπέτισε δίκην. Διαλαμβάνει δὲ καὶ ὡς Θίβρων ὁ Λακεδαιμόνιος Ἅρπαλον τὸν τὰ Ἀλεξάνδρου χρήματα ζῶντος ἐκείνου ἁρπάσαντα καὶ φυγόντα πρὸς τὰς Ἀθήνας, τοῦτον ἐκεῖνος ἀποκτείνας, καὶ ὅσα ὑπελείπετο λαβὼν χρή‐ | |
15 | ματα, πρῶτα μὲν ἐπὶ Κυδωνίας τῆς ἐς Κρήτην ἐστάλη, ἔνθεν δὲ ἐς Κυρήνην διέβαλε μετὰ στρατιᾶς εἰς ἑξα‐ κισχιλίους συντελούσης. Ἐπῆγον δὲ αὐτὸν τῶν ἐκ Κυρή‐ νης καὶ Βαρκέων οἱ φυγάδες. Ἐν οἷς πολλαῖς μὲν μά‐ χαις πολλαῖς δὲ ἐπιβουλαῖς ἄλλοτε μὲν κρατῶν ἐνίοτε | |
20 | δὲ ἡττώμενος, τέλος φεύγων ὑπὸ Λιβύων τινῶν συν‐ ωρίδας ἀγόντων συνελήφθη, καὶ παρὰ Ἐπικύδην ἄγεται τὸν Ὀλύνθιον εἰς Τεύχειρα, ᾧ τὴν πόλιν ἐκείνην Ὀφελ‐ | |
λὰς ἐπετετρόφει, ἀνὴρ Μακεδών, ὃς ὑπὸ Πτολεμαίου τοῦ Λάγου ἐπὶ βοηθείᾳ τῶν Κυρηναίων ἐτύγχανε σταλείς. | 23 in vol. 2 | |
25 | Οἱ δὲ Τευχειρῖται, Ὀφελλᾶ τὴν ἐξουσίαν δόντος, ᾐκί‐ σαντό τε τὸν Θίβρωνα καὶ εἰς τὸν τῶν Κυρηναίων ἔπεμψαν κρεμασθῆναι λιμένα. Ἔτι δὲ τῶν περὶ Κυρή‐ νην στασιαζόντων Πτολεμαῖος ἐπελθὼν καὶ πάντα κα‐ ταστησάμενος ὀπίσω ἀπέπλευσε. | |
30 | Περδίκκας δὲ Ἀντιγόνῳ ἐπιβουλεύων εἰς δικαστή‐ ριον ἐκάλει· ὁ δὲ εἰδὼς ἐπιβουλεύεσθαι οὔτε ὑπήκουσε, καὶ εἰς ἔχθραν ἀλλήλοις κατέστησαν. Ἐν τούτῳ δὲ παρὰ τὸν Περδίκκαν ἐκ Μακεδονίας ἧκον Ἰόλλας τε καὶ Ἀρ‐ χίας, ἄγοντες αὐτῷ τὴν Ἀντιπάτρου παῖδα Νίκαιαν | |
35 | εἰς γυναῖκα. Ἀλλά γε καὶ Ὀλυμπιάς, ἡ Ἀλεξάνδρου μή‐ τηρ, ἔπεμπε παρ’ αὐτὸν κατεγγυωμένη τὴν θυγατέρα Κλεοπάτραν. Καὶ ὁ μὲν Εὐμένης ὁ Καρδιανὸς συνε‐ βούλευεν ἄγειν Κλεοπάτραν, Ἀλκέτᾳ δὲ τῷ ἀδελφῷ εἰς Νίκαιαν ἔτεινεν ἡ συμβουλή· καὶ νικᾷ τὸ Νίκαιαν | |
40 | μᾶλλον ἀγαγεῖν. | |
40 | Οὐ πολὺ δὲ ὕστερον καὶ τὸ περὶ Κυ‐ νάνην πάθος συνηνέχθη, ὃ Περδίκκας τε καὶ ὁ ἀδελφὸς Ἀλκέτας διεπράξαντο. Ἡ δὲ Κυνάνη Φίλιππον μὲν | |
Bibl.9270b | εἶχε πατέρα, ὃν καὶ Ἀλέξανδρος, ἐκ δὲ μητρὸς Εὐ‐ ρυδίκης ἦν, γυνὴ δὲ Ἀμύντου, ὃν ἔφθη Ἀλέξανδρος κτεῖναι, ὁπότε εἰς τὴν Ἀσίαν διέβαινεν. Οὗτος δὲ Περ‐ δίκκου παῖς ἦν, ἀδελφὸς δὲ Φιλίππου Περδίκκας, ὡς | |
5 | εἶναι Ἀμύνταν τὸν ἀνῃρημένον Ἀλεξάνδρου ἀνεψιόν. Ἦγε δὲ ἡ Κυνάνη Ἀδέαν τὴν αὑτῆς θυγατέρα, ἥτις ὕστερον Εὐρυδίκη μετωνομάσθη, τῷ Ἀρριδαίῳ εἰς γυ‐ ναῖκα· ἣν καὶ ὕστερον ἠγάγετο Περδίκκα διαπραξαμένου ἐφ’ ᾧ παῦσαι τὴν Μακεδόνων στάσιν, ἥτις ἐπὶ τῷ Κυ‐ | |
10 | νάνης πάθει ἀναφθεῖσα ἐπὶ μέγα κακοῦ προεχώρει. Ἀντίγονος δὲ ἐς Μακεδονίαν παρὰ Ἀντίπατρον καὶ Κρατερὸν ἔφυγε, καὶ τὴν εἰς αὐτὸν ἐπιβουλήν, ἣν Περ‐ δίκκας ἐβούλευε, διηγήσατο, καὶ ὡς κατὰ πάντων ἡ αὐτὴ αὐτῷ μελέτη σπουδάζεται. Ἀνεδίδαξέ τε καὶ τὸ τῆς Κυ‐ | 24 in vol. 2 |
15 | νάνης ἐκτραγῳδήσας πάθος. Καὶ ταῦτα διαθέμενος εἰς πόλεμον αὐτῷ τούτους κατέστησε. | |
16 | Καὶ Ἀρριδαῖος δέ, ὁ τὸ τοῦ Ἀλεξάνδρου σῶμα φυλάσσων, παρὰ γνώμην αὐτὸ Περδίκκου λαβών, πρὸς Πτολεμαῖον παραγίνεται τὸν Λάγου, ἀπὸ Βαβυλῶνος διὰ Δαμασκοῦ ἐπ’ Αἴγυπ‐ | |
20 | τον ἐλαύνων, ὃς πολλὰ μὲν ὑπὸ Πολέμωνος τοῦ προσ‐ ῳκειουμένου Περδίκκᾳ κωλυθεὶς ἐνίκησεν ὅμως εἰς τὸ τὴν ἑαυτοῦ γνώμην ἔργῳ ἐξενεγκεῖν. | |
22 | Ἐν τούτῳ καὶ Εὐ‐ μένης παρὰ Περδίκκου δῶρα πρὸς Κλεοπάτραν ἐς Σάρ‐ δεις ἐκόμισε, καὶ ὅτι ἐγνωσμένον εἴη Περδίκκᾳ Νίκαιαν | |
25 | μὲν ἐκπέμπειν, ἀντ’ ἐκείνης δὲ ταύτην ἄγεσθαι. Οὗ μη‐ νυθέντος (Μένανδρος δὲ ὁ Λυδίας σατράπης ἐμή‐ νυεν Ἀντιγόνῳ) καὶ δι’ αὐτοῦ τοῖς περὶ Ἀντίπατρον καὶ Κρατερὸν δημοσιευθέντος, ἐπὶ μᾶλλον αὐτοῖς τὰ πρὸς Περδίκκαν ἐξεπολέμωτο. Περαιοῦται δὴ Ἀντί‐ | |
30 | πατρος καὶ Κρατερὸς ἀπὸ τῆς Χερρονήσου τὸν Ἑλλήσ‐ ποντον, τοὺς τὸν πόρον φυλάσσοντας διὰ πρεσβείας ὑπαγόμενοι. | |
32 | Πρεσβεύονται δὲ καὶ πρὸς Εὐμένη καὶ πρὸς Νεοπτόλεμον, τοὺς ὑπὸ Περδίκκᾳ· καὶ Νεοπτόλεμος μὲν πείθεται, Εὐμένης δὲ οὐκ ἀνέχεται. Ὑποπτεύεται Εὐ‐ | |
35 | μένει Νεοπτόλεμος, καὶ συγκροτεῖται πρὸς ἀλλήλους πό‐ | |
λεμος, καὶ νικᾷ κατὰ κράτος Εὐμένης. Φεύγει δὲ Νεο‐ πτόλεμος παρὰ Ἀντίπατρον καὶ Κρατερὸν σὺν ὀλί‐ γοις, καὶ πείθει τούτους ἐπὶ συμμαχίαν κατὰ Εὐμένους ἐλθεῖν αὐτῷ Κρατερόν· καὶ πολεμοῦσιν ἄμφω Εὐμένῃ. | 25 in vol. 2 | |
40 | Καὶ πάντα ποιήσας Εὐμένης ὥστε λαθεῖν τοὺς σὺν αὐτῷ Κρατερὸν αὐτῷ πολεμεῖν ἵνα μὴ τῇ περὶ αὐτὸν ἁλόν‐ τες φήμῃ ἢ προσχωρήσωσιν αὐτῷ ἢ καὶ μένοντες ἀτολ‐ | |
Bibl.9271a | μότεροι εἶεν, καὶ κρατήσας τοῖς τεχνάσμασι, κρατεῖ καὶ τῷ πολέμῳ· καὶ πίπτει μὲν Νεοπτόλεμος τῇ αὐτοῦ Εὐ‐ μένους τοῦ γραμματέως δεξιᾷ, ἀνὴρ στρατιωτικὸς καὶ πο‐ λέμοις ἠριστευκώς, Κρατερὸς δὲ ὑπό τινων Παφλαγό‐ | |
5 | νων, ἀφειδῶς πρὸς πάντα μαχόμενος καὶ χωρῶν ὥστε γνωσθῆναι· ἀλλ’ ἔφθη πεσὼν μὴ γνωσθεὶς καίτοι καὶ τὴν καυσίαν τῆς κεφαλῆς ἀφελών. Ἡ μέντοι πεζὴ στρα‐ τιὰ σῷα πρὸς Ἀντίπατρον ἐκ τοῦ πολέμου παρεγένετο, ὃ καὶ τὸ πολὺ τῆς ἀθυμίας ἐπεκούφισε. | |
9 | Παραγίνεται | |
10 | ἀπὸ Δαμασκοῦ Περδίκκας ἐπ’ Αἴγυπτον σὺν τοῖς βα‐ σιλεῦσι καὶ τῇ δυνάμει Πτολεμαίῳ πολεμῆσαι. Κατη‐ γορήσας δὲ Πτολεμαίου, κἀκείνου ἐπὶ τοῦ πλήθους ἀπο‐ λυομένου τὰς αἰτίας, καὶ δόξας μὴ δίκαια ἐπικαλεῖν, ὅμως καὶ τοῦ πλήθους οὐχ ἑκόντος πολεμεῖ. Καὶ δὶς ἡτ‐ | |
15 | τηθεὶς καὶ τραχὺς πρὸς τοὺς παρὰ Πτολεμαῖον ἐθέ‐ λοντας χωρῆσαι λίαν καταστάς, καὶ τἆλλα τῇ στρατιᾷ ὑπερογκότερον ἢ κατὰ στρατηγὸν προσφερόμενος, ὑπὸ τοῦ οἰκείου πλήθους τῶν ἱππέων ἀναιρεῖται, μαχόμενος καὶ αὐτός. | |
19 | Πτολεμαῖος δὲ μετὰ τὴν ἀναίρεσιν Περ‐ | |
20 | δίκκου πρός τε τοὺς βασιλεῖς ἐπεραιώθη τὸν Νεῖλον, καὶ | |
δώροις φιλοφρονησάμενος καὶ τῇ ἄλλῃ θεραπείᾳ, οὐ μόνον δὲ ἀλλὰ καὶ τοὺς ὅσοι ἐν τέλει Μακεδόνων. Ὁ δὲ καὶ τοῖς Περδίκκου φίλοις συναχθόμενός τε δῆλος ἐγένετο, καὶ ὅσοις τι κινδύνου ἔτι ἐκ Μακεδόνων ὑπε‐ | 26 in vol. 2 | |
25 | λείπετο, καὶ τούτους ἀπαλλάξαι τοῦ δέους παντὶ τρόπῳ διεσπούδασεν· ἐφ’ οἷς παραυτίκα τε καὶ ἐς τὸ ἔπειτα εὐδοκιμῶν ἐγινώσκετο· συνεδρίου δὲ κροτηθέντος ἄρ‐ χοντες μὲν τῆς πάσης δυνάμεως ἀντὶ Περδίκκου Πίθων καὶ Ἀρριδαῖος ἐν τῷ τέως ἀνερρήθησαν, τῶν δὲ περὶ | |
30 | Εὐμένη καὶ Ἀλκέταν ἐς πεντήκοντα κατεγνώσθη‐ σαν μάλιστα ἐπὶ τῇ Κρατεροῦ ἀναιρέσει τῶν Μακεδό‐ νων πρὸς αὐτοὺς ἐκπολεμωθέντων. | |
32 | Μετεκαλεῖτο δὲ καὶ Ἀντίγονος ἐκ Κύπρου καὶ Ἀντίπατρος δὲ ἐπιταχῦ‐ ναι πρὸς τοὺς βασιλέας. Οὔπω δὲ καταλαβόντων ἡ Εὐ‐ | |
35 | ρυδίκη Πίθωνα καὶ Ἀρριδαῖον μηδὲν ἄνευ αὑτῆς ἠξίου πράττειν. Οἱ δὲ τὰ πρῶτα μὲν οὐκ ἀντεῖπον, ἔπειτα δὲ μηδὲν αὐτὴν ἐπικοινωνεῖν τοῖς δημοσίοις ἀντέλεγον πράγμασιν· αὑτοῖς γάρ, ἕως Ἀντίγονος καὶ Ἀντίπα‐ τρος παραγένωνται, μελήσειν περὶ πάντων. | |
39 | Ὧν παρα‐ | |
40 | γεγονότων, εἰς Ἀντίπατρον ἡ δυναστεία περιίσταται. Καὶ ὁ στρατὸς αἰτεῖ τὰ παρὰ Ἀλεξάνδρου ὑποσχεθέντα αὐ‐ | |
Bibl.9271b | τοῖς ἐπὶ τῇ συστρατείᾳ χρήματα, καὶ Ἀντίπατρος παραυτίκα μὲν μηδὲν ἔχειν ἀποκρίνεται φράζειν ἀκριβές, ἐξετάσας δὲ τούς τε βασιλείους θησαυροὺς καὶ τοὺς ὅσοι ἀλλαχόθι που κείμενοι ὦσι, τηνικαῦτα τὸν δυνατὸν τρό‐ | |
5 | πον μὴ ἂν αὐτοῖς ἐπίμεμπτος νομισθῆναι· ἐφ’ ᾧ οὐχ | |
ἡδέως ἡ στρατιὰ ἤκουσεν. Εὐρυδίκης δὲ συλλαμβανούσης ταῖς κατὰ Ἀντιπάτρου διαβολαῖς τῷ ἀπὸ τοῦ πλήθους ἄχθει στάσις γίνεται. Καὶ δημηγορεῖ Εὐρυδίκη κατ’ αὐτοῦ, τοῦ γραμματέως Ἀσκληπιοδώρου ὑπηρετησαμένου | 27 in vol. 2 | |
10 | τῷ λόγῳ, καὶ Ἄτταλος δέ. Καὶ ῥύεται μόλις Ἀντίπα‐ τρος τῆς σφαγῆς, Ἀντιγόνου καὶ Σελεύκου τῇ παρα‐ κλήσει Ἀντιπάτρου ἀντιδημηγορησάντων ἐν τῷ πλήθει· οἳ καὶ αὐτοὶ διὰ τοῦτο ἐγγὺς ἐγένοντο τοῦ κινδύνου. Ῥυσθεὶς δὲ Ἀντίπατρος τοῦ θανάτου πρὸς τὸ οἰκεῖον | |
15 | ὑπεχώρησε στρατόπεδον· καὶ οἱ ἵππαρχοι Ἀντιπάτρου καλοῦντος πρὸς αὐτὸν ἧκον, καὶ μόλις τῆς στάσεως πε‐ παυμένης Ἀντίπατρον πάλιν, ὡς καὶ πρόσθεν, ἄρχειν εἵλοντο. Καὶ ποιεῖται νέμησιν καὶ αὐτὸς τῆς Ἀσίας, τὰ μὲν τῆς προτέρας νεμήσεως ἐπικυρῶν, τὰ δὲ τοῦ καιροῦ | |
20 | βιαζομένου νεωτερίζων. Αἴγυπτον μὲν γὰρ καὶ Λιβύην καὶ τὴν ἐπέκεινα ταύτης τὴν πολλήν, καὶ ὅ τι περ ἂν πρὸς τούτοις δόριον ἐπικτήσηται πρὸς δυομένου ἡλίου, Πτολεμαίου εἶναι, Λαομέδοντι δὲ τῷ Μιτυλη‐ ναίῳ Συρίαν ἐπιτετράφθαι. Φιλόξενον δὲ ἐπὶ Κιλι‐ | |
25 | κίας ἔταξεν, ἣν καὶ πρῶτον εἶχε. Τῶν δὲ ἄνω σα‐ τραπειῶν τὴν μὲν μέσην τῶν ποταμῶν γῆν καὶ τὴν Ἀρβηλῖτιν Ἀμφιμάχῳ τῷ τοῦ βασιλέως ἀδελφῷ ἔνειμε, Σελεύκῳ δὲ τὴν Βαβυλωνίαν προσέθηκεν. Ἀν‐ τιγένει δὲ τῷ πρώτῳ μὲν ἐπιθεμένῳ Περδίκκᾳ, τῶν | |
30 | δὲ ἀργυρασπίδων Μακεδόνων ἡγουμένῳ, τῆς Σουσια‐ νῆς συμπάσης ἄρχειν. Πευκέστᾳ δὲ ἐβεβαίου τὴν Περ‐ σίδα· Καρμανίαν δὲ Τληπολέμῳ ἔνειμε, καὶ Μηδίαν Πίθωνι ἔστ’ ἐπὶ πύλας τὰς Κασπίους, Φιλίππῳ δὲ τὴν Παρθυαίων γῆν. Ἀρείων δὲ καὶ τῆς Δραγγηνῶν χώ‐ | |
35 | ρας Στάσανδρον καθίστη ἡγεμόνα, τῆς δὲ Βακτρια‐ | |
νῆς καὶ Σογδιανῆς Στασάνορα τὸν Σόλιον, Ἀραχώ‐ των δὲ Σιβύρτιον· καὶ Παραπαμισάδας Ὀξυάρτῃ τῷ Ῥωξάνης πατρί, τῆς δὲ Ἰνδῶν γῆς τὰ μὲν ξύνορα Παραπαμισάδαις Πίθωνι τῷ Ἀγήνορος, τὰς δὲ ἐχο‐ | 28 in vol. 2 | |
40 | μένας σατραπείας, τὴν μὲν παρὰ τὸν Ἰνδὸν ποτα‐ μὸν καὶ Πάταλα, τῶν ἐκείνῃ Ἰνδῶν πόλεων τὴν με‐ | |
Bibl.9272a | γίστην, Πώρῳ τῷ βασιλεῖ ἐπεχώρησε, τὴν δὲ παρὰ τὸν Ὑδάσπην ποταμὸν Ταξίλῃ καὶ τούτῳ Ἰνδῷ, ἐπεὶ μηδὲ ῥᾴδιον μετακινῆσαι αὐτοὺς ἐξ Ἀλεξάνδρου τε ἐπι‐ τετραμμένους τὴν ἀρχὴν καὶ δύναμιν ἱκανὴν ἔχοντας. | |
5 | Τῶν δὲ ἀπὸ τοῦ Ταύρου ὄρους ὡς ἐπὶ τὴν ἄρκτον φε‐ ρόντων, Καππαδόκας μὲν Νικάνορι ἐπέτρεψεν, ἐπὶ δὲ Φρυγίας τῆς μεγάλης καὶ ἐπὶ Λυκάοσί τε καὶ Παμ‐ φύλοις καὶ Λυκίοις, ὡς καὶ πρόσθεν, Ἀντίγονον· Κα‐ ρίαν δὲ Ἀσάνδρῳ ἔνειμε, Λυδία δὲ Κλείτῳ ἐδόθη, | |
10 | καὶ Ἀρριδαίῳ Φρυγία ἡ πρὸς Ἑλλησπόντῳ, τῇ δὲ κατακομιδῇ τῶν ἐν Σούσοις χρημάτων Ἀντιγένην ἔταξε, καὶ τούτῳ τῶν στασιασάντων Μακεδόνων τοὺς μάλιστα τρισχιλίους παρέδωκε. | |
13 | Σωματοφύλακας δὲ τοῦ βασιλέως Αὐτόλυκόν τε τὸν Ἀγαθοκλέους παῖδα καὶ Ἀμύνταν | |
15 | τὸν Ἀλεξάνδρου παῖδα Πευκέστου δὲ ἀδελφόν, καὶ Πτο‐ λεμαῖον τὸν Πτολεμαίου καὶ Ἀλέξανδρον τὸν Πο‐ λυσπέρχοντος, Κάσανδρον δὲ τὸν ἑαυτοῦ παῖδα χι‐ λιάρχην τῆς ἵππου, τῆς δυνάμεως δὲ τῆς πρόσθεν ὑπὸ Περδίκκᾳ τεταγμένης Ἀντίγονον ἡγεμόνα ἀπέφηνε, | |
20 | καὶ τούτῳ τοὺς βασιλέας φρουρεῖν τε καὶ θεραπεύειν προστάξας, τὸν πόλεμον ἅμα πρὸς Εὐμένη δια‐ πολεμῆσαι αὐτῷ αἱρουμένῳ ἐπέτρεπεν. Ἀντίπατρος | |
δὲ αὐτὸς πολλὰ ὑπὸ πάντων ἕνεκα πάντων ἐπαινού‐ μενος, ἐπ’ οἴκου ἀνεχώρει. Ἐν οἷς καὶ ὁ θʹ λόγος. | 29 in vol. 2 | |
25 | Ὁ δὲ δέκατος διαλαμβάνει ὡς Εὐμένης τὰ περὶ Περδίκκαν μαθών, καὶ ὅτι πολέμιος ἐψηφίσθη Μα‐ κεδόσιν, ἐπὶ πόλεμον παρεσκευάζετο. Καὶ ὡς Ἀλκέ‐ τας ὁ Περδίκκου ἀδελφὸς διὰ ταῦτα ἔφυγε. Καὶ Ἄτ‐ ταλος, ὁ τῆς κατὰ Ἀντιπάτρου στάσεως οὐδενὸς φέ‐ | |
30 | ρων τὰ δεύτερα, καὶ αὐτὸς φυγὼν συνέμιξε τοῖς ἄλ‐ λοις φυγάσι. Καὶ συνήχθη Ἀττάλῳ στρατός, πεζοὶ μὲν μύριοι, ἱππεῖς δὲ ὀκτακόσιοι. Καὶ ὡς Ἄττα‐ λος καὶ οἱ σὺν αὐτῷ, ἐπιθέσθαι Κνίδῳ καὶ Καύνῳ καὶ Ῥοδίοις ἐπιχειρήσαντες, ὑπὸ Ῥοδίων κρατερῶς ἀπε‐ | |
35 | κρούσθησαν Δημαράτου ναυαρχοῦντος αὐτοῖς. | |
35 | Διαλαμ‐ βάνει δὲ καὶ ὡς Εὐμένης Ἀντιπάτρου ἐς Σάρδεις ἰόν‐ τος ἐς χεῖρας ἐλθεῖν ἐγγὺς ἦν, Κλεοπάτρα δέ, ἡ τοῦ Ἀλεξάνδρου ἀδελφή, ἵνα μὴ ἐς τὸ τῶν Μακεδόνων πλῆθος ἐν διαβολῇ γένηται ὡς αὐτὴ τὸν πόλεμον αὐ‐ | |
40 | τοῖς ἐπάγουσα, παραινεῖ καὶ πείθει Εὐμένη ἀναχωρῆσαι τῶν Σάρδεων. Ἀλλ’ ὅμως οὐδὲν ἧττον ὁ Ἀντίπατρος | |
Bibl.9272b | παραγενόμενος αὐτὴν ἐπωνείδιζε τῆς ἐς Εὐμένη καὶ Περδίκκαν φιλίας. Ἡ δὲ πρός τε ταῦτα κρεῖσσον ἢ κατὰ γυναῖκα ἀπελογεῖτο, καὶ πολλὰ ἄλλα ἀντεπεκάλει· τέλος δὲ εἰρηνικῶς ἀλλήλων ἀπηλλάγησαν. | |
4 | Ὅτι Εὐ‐ | |
5 | μένης ἐπελθὼν ἀπροσδόκητος τοῖς οὐχ ὑπ’ αὐτῷ προσ‐ χώροις, καὶ λείαν πολλὴν καὶ χρήματα συλλαβών, τὸν οἰκεῖον στρατὸν κατεπλούτει. Διαπρεσβεύεται δὲ καὶ πρὸς Ἀλκέταν καὶ τοὺς σὺν αὐτῷ, ἐς ταὐτὸν τὰς δυνάμεις | |
συναγαγεῖν ἀξιῶν, καὶ οὕτω τοῖς κοινοῖς ἐχθροῖς μά‐ | 30 in vol. 2 | |
10 | χεσθαι· οἱ δέ, ἄλλων ἄλλα συμβουλευσαμένων, τέλος οὐ πείθονται. | |
11 | Ὅτι Ἀντίπατρος Εὐμένει μὲν πολεμεῖν τέως οὐκ ἐθάρρει, κατὰ δὲ Ἀττάλου καὶ Ἀλκέτα πέμπει πο‐ λεμήσοντα Ἄσανδρον· καὶ ἀγχωμάλου τῆς μάχης γε‐ γενημένης, ἡττᾶται Ἄσανδρος. | |
14 | Ὅτι διαφέρεται Κάσανδρος | |
15 | πρὸς Ἀντίγονον, καὶ παύεται Κάσανδρος τῆς κατὰ Ἀν‐ τιγόνου ἀταξίας Ἀντιπάτρου τοῦ πατρὸς διακωλύσαντος. Ὅμως οὖν ὁ Κάσανδρος, περὶ Φρυγίαν συμβαλὼν τῷ πατρί, ἀναπείθει μήτε πόρρω τῶν βασιλέων ἀποχω‐ ρεῖν καὶ Ἀντίγονον δι’ ὑπονοίας ἔχειν. Ὁ δὲ τῇ τε με‐ | |
20 | τριοφροσύνῃ καὶ τῇ ἄλλῃ θεραπείᾳ καὶ ἀρετῇ τὸν δυ‐ νατὸν τρόπον διέλυσε τὴν ὑπόνοιαν. Καὶ Ἀντίπατρος ἐπικλασθεὶς τῆς τε ξυνδιαβάσης αὐτῷ ἐς τὴν Ἀσίαν δυνάμεως πεζοὺς μὲν ἐπιτρέπει αὐτῷ Μακεδόνας ὀκτα‐ κισχιλίους καὶ πεντακοσίους, καὶ ἱππέας τῶν ἑτέρων ἴσους | |
25 | ἐλέφαντας δὲ τῶν πάντων τοὺς ἡμισέας οʹ, ὡς ῥᾷον διαπολεμήσειν τὸν πρὸς Εὐμένη πόλεμον. Καὶ Ἀντί‐ γονος μὲν τοῦ πολέμου ἥπτετο, Ἀντίπατρος δὲ ἀνα‐ λαβὼν τοὺς βασιλεῖς καὶ τὴν ἄλλην δύναμιν ᾔει ὡς περαιωσόμενος ἐπὶ Μακεδονίαν. | |
29 | Καὶ στασιάζει πάλιν | |
30 | ὁ στρατὸς αἰτῶν τὰ χρήματα. Ἀντίπατρος δέ, ἐπει‐ δὰν ἔλθῃ εἰς Ἄβυδον, ὡμολόγησε ποριεῖν αὐτὰ καὶ δώσειν τυχὸν μὲν πάντα ὅση ἡ δωρεά, εἰ δὲ μή, τήν γε πλείστην. Καὶ ταύταις αὐτοὺς ταῖς ἐλπίσιν ἀναρτή‐ σας, ἀστασίαστον τὸ λοιπὸν καταλαμβάνει τὴν Ἄβυ‐ | |
35 | δον. Ἐκεῖ δὲ τέχνῃ τούτους παρακρουσάμενος, νυκτὸς ἅμα τοῖς βασιλεῦσι περαιοῦται τὸν Ἑλλήσποντον πα‐ ρὰ Λυσίμαχον. Τῇ δὲ ὑστεραίᾳ καὶ αὐτοὶ ἐπεραιώθη‐ σαν, ὑπὲρ τῆς ἀπαιτήσεως τῶν χρημάτων παραυτίκα ἡσυχάσαντες. Ἐν οἷς καὶ τοῦ δεκάτου λόγου τὸ τέλος. | 31 in vol. 2 |
40 | Ἔστι μὲν οὖν ὁ ἀνὴρ οὐδενὸς τῶν ἄριστα συνταξα‐ μένων ἱστορίας δεύτερος· ἀπαγγεῖλαί τε γὰρ καὶ μετὰ | |
Bibl.9273a | συντομίας κράτιστος, καὶ παρεκτροπαῖς ἀκαίροις οὐδὲ παρενθήκαις τὸ συνεχὲς τῆς ἱστορίας οὐδαμοῦ λυμαι‐ νόμενος, καινοπρεπὴς δὲ συνθήκῃ λόγου μᾶλλον ἢ λέξει, καὶ οὕτως ὥστε μὴ ἂν ἄλλως μήτε σαφέστερον μήτε ἐναρ‐ | |
5 | γέστερον τὸ διήγημα δηλωθῆναι. Εὐσήμῳ δὲ καὶ εὐήχῳ καὶ τῷ τῶν λέξεων ἀποκεχρημένος στρογγύλῳ, καὶ τὸ λεῖον ἔχει τῷ μεγέθει συγκιρνάμενον. Καὶ ἡ καινότης τῶν λέξεων, οὐχὶ εἰς τὸ πόρρω νεωτερίζεται, ἀλλ’ ἔγγιστά τε καὶ εἰς τὸ ἐμφατικώτατον, ὡς σχηματισμὸν εἶναι | |
10 | λέξεως ἀλλ’ οὐχὶ ἐναλλαγὴν συνήθους ὀνόματος. Διὸ καὶ τὸ σαφὲς συνεφέλκεται οὐκ ἐν τούτῳ μόνον, ἀλλὰ κἀν τῇ διασκευῇ καὶ τάξει καὶ καταστάσει μάλιστα τοῦ διηγήμα‐ τος· ὅπερ ἐστὶ καὶ τῆς σαφηνείας τὸ ἔντεχνον· ἡ γάρ τοι χρῆσις ἡ κατὰ τὰς εὐθείας τῶν περιόδων καὶ τοῖς ἰδιώ‐ | |
15 | ταις πρόσεστι μάλιστα, καὶ εἰς ὑπτιότητα καὶ ταπεινό‐ τητα λίαν καταβιβάζει τὸν λόγον, ἄκρατος μάλιστα γινομένη· ὅπερ οὗτος, εἰ καὶ τοῦ σαφοῦς εἶναι δοκεῖ, οὐ προσήκατο. Καὶ τῷ ἐλλείποντι δὲ τῶν τρόπων οὕτω κέ‐ χρηται, οὐ κατὰ τὰς περιοδικὰς ἐλλείψεις τοῦτο ποιῶν, | |
20 | ἀλλὰ κατά γε τὰς τῶν λέξεων, ὥστε μηδ’ ἐλλείπειν δι‐ δόναι συναίσθησιν· καὶ εἴ τις τὸ λεῖπον ἐπιχειροίη προσ‐ θεῖναι, εἰς τὸ παρέλκον ἂν ἐπιτεῖναι δόξαι, ἀλλὰ μὴ τοῦ ἐλλιποῦς ἐξευρεῖν τὴν ἀναπλήρωσιν. Ἄριστα δὲ αὐτοῦ καὶ τὸ πολυσχημάτιστον ἔχει, οὐκ ἀθρόον μεταβαλλό‐ | |
25 | μενον ἀπὸ τῆς αὐτοσχηματίστου χρήσεως, ἀλλ’ ἠρέμα καὶ ἐξ ἀρχῆς συμπλεκόμενον, ὡς μήτε τῷ προσκορεῖ ἀνιᾶν μήτε τῷ ἀθρόῳ ποιεῖν ἐκταράσσεσθαι. Καὶ ἁπλῶς, εἴ τις κατ’ αὐτὸν ἐπὶ τοὺς ἱστορικοὺς ἀναχθείη λόγους, πολ‐ λοὺς καὶ τῶν ἀρχαίων ἴδοι τῆς αὐτοῦ τάξεως ἱσταμένους | 32 in vol. 2 |
30 | ταπεινότερον. | |
Bibl.9373a(32) | Ἀνεγνώσθη τοῦ αὐτοῦ τὰ Βιθυνιακὰ ἐν βιβλίοις ὀκτώ, ἐν οἷς τά τε μυθικὰ τὰ περὶ Βιθυνίας καὶ τἄλλα ὅσα συνέστη περὶ αὐτὴν εἰς λεπτὸν ἀναγράφει, τῇ πα‐ | |
35 | τρίδι δῶρον ἀναφέρων τὰ πάτρια· Νικομήδειον γάρ τι τὸ γένος αὑτοῦ ἐν ταύτῃ τῇ συγγραφῇ διορίζει, ἐν | |
Bibl.9373b | αὐτῇ τε γεννηθῆναι καὶ τραφῆναι καὶ παιδευθῆναι καὶ ἱερέα τῆς Δήμητρος καὶ τῆς παιδὸς αὐτῆς, αἷς καὶ τὴν πόλιν ἀνακεῖσθαί φησι, χρηματίσαι. | |
3 | Μέμνηται δὲ ἐν ταύτῃ τῇ συγγραφῇ καὶ ἑτέρων πραγματειῶν | |
5 | ὧν ἡ μὲν ὅσα Τιμολέοντι τῷ Κορινθίῳ κατὰ Σικελίαν ἐπράχθη διαλαμβάνει, ἡ δὲ τὰ Δίωνι τῷ Συρακουσίῳ ὅσα ἀξιαφήγητα ἔργα ἐπετελέσθη, ἡνίκα τὰς Συρα‐ κούσας καὶ πᾶσαν Σικελίαν ἀπὸ τοῦ δευτέρου Διονυσίου, ὃς ἦν παῖς τοῦ προτέρου, ἠλευθέρου, καὶ τῶν βαρβάρων, | |
10 | οὓς ὑπὲρ τοῦ βεβαίως τυραννεῖν Διονύσιος ἐπηγάγετο. Φαίνεται δὲ τετάρτην γράφων τὴν τῆς πατρίδος ἀφή‐ γησιν· μετά τε γὰρ τὰ περὶ Ἀλέξανδρον καὶ Τιμολέοντα καὶ Δίωνα, μετὰ τὰς περὶ αὐτοὺς ἱστορίας ἥδε αὐτῷ ἡ συγγραφὴ ἐξεπονήθη, ἐξ ἀρχῆς μέν, ἀφ’ οὗ γράφειν | |
15 | ἴσχυσε, ταύτην ἐνστήσασθαι καὶ συντάξαι τὴν ὑπόθεσιν βουληθέντι, τῆς δὲ παρασκευῆς τῷ ἐνδεῶς αὐτὸν ἔχειν παρατεινάσης τὸν χρόνον· ταύτην γὰρ αὐτὸς τῆς ἐπὶ | |
τούτῳ βραδυτῆτος ἀποδίδωσιν αἰτίαν. | 33 in vol. 2 | |
18 | Ἄρχεται μὲν οὖν, ὥσπερ εἴρηται, ἀπὸ τῶν μυθικῶν τῆς ἱστορίας, κάτεισι | |
20 | δὲ μέχρι τῆς τελευτῆς τοῦ ἐσχάτου Νικομήδους, ὃς τελευτῶν τὴν βασιλείαν Ῥωμαίοις κατὰ διαθήκας ἀπέλιπεν, οὔπω βασιλευομένοις μετὰ τὴν τοῦ Ταρκυνίου ἐξέλασιν. | |
Bibl.9473b(24) | Ἀνεγνώσθη Ἰαμβλίχου δραματικόν, ἔρωτας | |
25 | ὑποκρινόμενον. Ἔστι δὲ τῇ αἰσχρολογίᾳ τοῦ μὲν Ἀχιλλέως τοῦ Τατίου ἧττον ἐκπομπεύων, ἀναιδέστερον δὲ μᾶλλον ἢ ὁ Φοῖνιξ Ἡλιόδωρος προσφερόμενος· οἱ γὰρ τρεῖς οὗτοι σχεδόν τι τὸν αὐτὸν σκοπὸν προθέμενοι ἐρωτικῶν δραμάτων ὑποθέσεις ὑπεκρίθησαν, ἀλλ’ ὁ μὲν Ἡλιό‐ | |
30 | δωρος σεμνότερόν τε καὶ εὐφημότερον, ἧττον δὲ αὐτοῦ ὁ Ἰάμβλιχος, αἰσχρῶς δὲ καὶ ἀναιδῶς ὁ Ἀχιλλεὺς ἀπο‐ χρώμενος. | |
32 | Καὶ ἥ γε λέξις αὐτῷ ῥέουσα καὶ μαλακή· καὶ ὅσον αὐτῆς ὑπόκροτον, οὐ πρὸς τόνον τινὰ ἀλλ’ ἐπὶ τὸ γαργαλίζον, ὡς ἄν τις εἴποι, καὶ βλακῶδες παρα‐ | |
35 | κεκίνηται. | |
35 | Ὁ μέντοι Ἰάμβλιχος, ὅσα γε εἰς λέξεως ἀρετὴν καὶ συνθήκης καὶ τῆς ἐν τοῖς διηγήμασι τάξεως, καὶ | |
Bibl.9474a | τοῖς σπουδαιοτάτοις τῶν πραγμάτων ἀλλ’ οὐχὶ παιγνίοις καὶ πλάσμασιν ἄξιος τὴν τῶν λόγων τέχνην καὶ ἰσχὺν ἐπιδείκνυσθαι. Εἰσὶ δὲ αὐτῷ πεποιημένα τοῦ δράματος πρόσωπα | |
5 | Σινωνὶς καὶ Ῥοδάνης, καλὴ καὶ καλὸς τὴν ὄψιν, νόμῳ γάμου ἐρῶντες ἀλλήλων καὶ δὴ καὶ ζευγνύμενοι, καὶ Γάρμος βασιλεὺς Βαβυλῶνος τῆς αὐτοῦ γυναικὸς θα‐ νούσης εἰς ἔρωτα ἀναπτόμενος Σινωνίδος, καὶ πρὸς | |
γάμον ἄγειν ἐπειγόμενος. Ἀνάνευσις Σινωνίδος καὶ δεσμὰ | 34 in vol. 2 | |
10 | χρυσῷ τῆς ἁλύσεως διαπεπλεγμένης, καὶ Ῥοδάνης διὰ τοῦτο, Δάμα καὶ Σάκα τῶν βασιλικῶν εὐνούχων τὴν πρᾶξιν ἐπιτραπέντων, ἐπὶ σταυροῦ ἀναρτώμενος. Ἀλλ’ ἐκεῖθεν καθαιρεῖται σπουδῇ Σινωνίδος, καὶ φεύγουσιν ἄμφω, ὁ μὲν τὸν σταυρόν, ἡ δὲ τὸν γάμον. Καὶ περι‐ | |
15 | τέμνεται διὰ τοῦτο Σάκας καὶ Δάμας τὰ ὦτα καὶ τὰς ῥῖνας, καὶ ἐπὶ τὴν τούτων ἀποστέλλονται ζήτησιν, καὶ δίχα μερισθέντες ἐπὶ τὴν ἔρευναν τρέπονται. Καταλαμβά‐ νονται σχεδόν τι παρά τινα λειμῶνα οἱ περὶ Ῥοδάνην ὑπὸ τοῦ διώκοντος Δάμα· ἁλιεὺς δ’ ἦν ὃς τοὺς ποι‐ | |
20 | μένας ἐμήνυσεν, οἳ στρεβλούμενοι τὸν λειμῶνα μόλις δεικνύουσιν ἐν ᾧ καὶ χρυσὸν Ῥοδάνης εὕρισκε, τῆς στή‐ λης τοῦ λέοντος ὑποδηλούμενον τῷ ἐπιγράμματι. | |
22 | Καὶ τράγου τι φάσμα ἐρᾷ Σινωνίδος· ἐξ ἧς αἰτίας καὶ οἱ περὶ Ῥοδάνην τοῦ λειμῶνος ἀπαίρουσι. Δάμας δὲ τὸν | |
25 | ἀπὸ τοῦ λειμῶνος Σινωνίδος στέφανον εὑρὼν πέμ‐ πει Γάρμῳ παραμύθιον. | |
26 | Φεύγοντες δὲ οἱ περὶ Ῥοδά‐ νην ἐντυγχάνουσιν ἐπὶ καλύβης γραΐ τινι γυναικί, καὶ κρύπτονται ὑπ’ ἄντρῳ ὃ διαμπερὲς ἦν ὀρωρυγμέ‐ νον ἐπὶ σταδίους τριάκοντα, λόχμῃ δὲ τὸ στόμα ἐβέβυστο. | |
30 | Καὶ οἱ περὶ τὸν Δάμαν ἐφίστανται καὶ ἀνακρίνεται ἡ γραῦς, καὶ ξίφος γυμνὸν ἰδοῦσα ἐξέψυξεν. Οἱ δὲ τοῦ Ῥοδάνους ἵπποι καὶ τῆς Σινωνίδος οἷς ἐπωχοῦντο, συλλαμβάνονται, καὶ περικαθίσταται στρατὸς τὸ χωρίον ἐν ᾧ Σινωνὶς καὶ Ῥοδάνης ἀπεκρύπτετο, καὶ καταρρήγνυ‐ | |
35 | ταί τινος τῶν περιπόλων ἀσπὶς ἐκ χαλκοῦ τοῦ ὀρύγματος ὕπερθεν, καὶ τῷ διακένῳ τοῦ ἤχου τῶν κεκρυμμένων μήνυσις γίνεται, καὶ περιορύσσεται τὸ ὄρυγμα, καὶ πάντα | |
Δάμας βοᾷ, καὶ γίνεται τοῖς ἔνδον συναίσθησις καὶ φεύ‐ γουσιν ὑπὸ τοῖς τοῦ ἄντρου μυχοῖς, καὶ διεκπίπτουσι πρὸς | 35 in vol. 2 | |
40 | τὴν ἑτέραν αὐτοῦ ὀπήν. Καὶ μελιττῶν ἀγρίων σμήνη ἐκεῖθεν ἐπὶ τοὺς ὀρύσσοντας τρέπεται, καταρρεῖ δὲ τοῦ μέλιτος καὶ ἐπὶ τοὺς φεύγοντας· αἱ δὲ μέλισσαι καὶ τὸ | |
Bibl.9474b | μέλι ἐξ ἑρπετῶν πεφαρμακευμένα τροφῆς, αἱ μὲν κρούσασαι τοὺς ἐπὶ τὸ ὄρυγμα ἠκρωτηρίαζον, οὓς δὲ καὶ ἀπέκτειναν. | |
3 | Τῷ δὲ λιμῷ κρατούμενοι οἱ περὶ Ῥοδάνην διαλιχμησάμενοι καὶ τὰς γαστέρας καταρρυέντες, πίπτουσι | |
5 | παρὰ τὴν ὁδὸν ὡσεὶ νεκροί. φεύγουσιν ὁ στρατὸς τῷ τῶν μελισσῶν πολέμῳ πονούμενοι καὶ τοὺς περὶ Ῥοδάνην ὅμως διώκουσι, καὶ οὓς ἐδίωκον ὁρῶντες ἐρριμμένους παρέτρεχον, νεκρούς τινας ὡς ἀληθῶς ὑπολαμβάνοντες. Ἐν τούτῳ τῷ ἄντρῳ κείρεται τοὺς πλοκάμους ἡ Σινωνίς, | |
10 | δι’ οὗ καὶ ὕδωρ αὑτοῖς ἀνιμήσονται· καὶ τοῦτο εὑρὼν ἐκεῖσε Δάμας πέμπει τῷ Γάρμῳ, σύμβολον τοῦ ἐγγὺς εἶναι κἀκείνους συλλαβεῖν. Ἐρριμμένων δὲ παρὰ τὴν ὁδὸν τοῦ τε Ῥοδάνους καὶ τῆς Σινωνίδος, ὁ στρατὸς παρερχό‐ μενος ὡς ἐπὶ νεκροῖς κατὰ τὸ πάτριον ἔθος οἱ μὲν | |
15 | χιτωνίσκους ῥίπτοντες ἐκάλυπτον, ἄλλοι δὲ ἄλλο τι τῶν προσόντων, καὶ κρεῶν δὲ μέρη καὶ ἄρτου ἐπέρριπτον· καὶ οὕτω παρῆλθεν ὁ στρατός. Οἱ δὲ τῷ μέλιτι καρω‐ θέντες μόλις ἀνίστανται, κοράκων μὲν τῶν περὶ τὰ κρέα διεριζόντων Ῥοδάνην, ἐκείνου δὲ Σινωνίδα διαναστή‐ | |
20 | σαντος. Ἀναστάντες οὖν πορεύονται τὴν ἐναντίαν τραπό‐ μενοι τῷ στρατῷ, ἵνα μᾶλλον λάθοιεν μὴ ὄντες οἱ διω‐ κόμενοι, καὶ εὑρόντες ὄνους δύο ἐπέβησάν τε καὶ τὰ φορτία ἐπέθεντο, ἃ συνεκεκόμιστο αὐτοῖς ἀφ’ ὧν ὡσεὶ | |
νεκροῖς ἐπέρριψεν ὁ στρατός. Εἶτα καταίρουσιν εἰς παν‐ | 36 in vol. 2 | |
25 | δοχεῖον, καὶ φεύγουσιν ἐκεῖθεν, καὶ περὶ πλήθουσαν ἀγορὰν εἰς ἄλλον σταθμὸν καταλύουσι. | |
26 | Καὶ γίνεται τὸ πάθος τῶν ἀδελφῶν, καὶ κατηγοροῦνται φόνου, καὶ ἀφίενται, τοῦ πρεσβυτέρου τῶν ἀδελφῶν, ὃς ἀνῃρήκει φαρμάκῳ τὸν ὕστερον, κατηγορήσαντος μέν, τῇ δὲ οἰκείᾳ ἀναι‐ | |
30 | ρέσει ἀθωώσαντος· καὶ λανθάνει Ῥοδάνης ἀνελόμενος τὸ φάρμακον. | |
31 | Καταίρουσιν εἰς οἴκημα λῃστοῦ τοὺς παρο‐ δίτας λῃστεύοντος καὶ τούτους ἑαυτῷ ποιουμένου τράπεζαν. Καὶ στρατιωτῶν ὑπὸ τοῦ Δάμα σταλέντων, ἐπεὶ ὁ λῃστὴς συνείληπτο, πῦρ ἐμβάλλεται εἰς τὴν οἰκίαν· καὶ περι‐ | |
35 | λαμβάνονται τῷ πυρί, καὶ διαφεύγουσι μόλις τὸν ὄλεθρον τῶν ὄνων σφαγέντων καὶ τῷ πυρὶ εἰς δίοδον ἐπιτε‐ θέντων. | |
37 | Καθορῶνται νύκτωρ ὑπὸ τῶν τὸ πῦρ ἐμβαλόν‐ των, καὶ ἐπερωτηθέντες τίνες εἶεν, εἴδωλα τῶν ὑπὸ τοῦ λῃστοῦ ἀναιρεθέντων ἀποκρίνονται, καὶ τῇ ὠχρότητι | |
40 | καὶ λεπτότητι τῆς ὄψεως καὶ τῇ ἀτονίᾳ τῆς φωνῆς ἔπεισάν τε τοὺς στρατιώτας καὶ ἐδειμάτωσαν. Καὶ φεύ‐ γουσι πάλιν ἐκεῖθεν, καὶ καταλαμβάνουσι κόρην ἐπὶ | |
Bibl.9475a | ταφὴν ἀγομένην, καὶ συρρέουσιν ἐπὶ τὴν θέαν καὶ Χαλδαῖος γέρων ἐπιστὰς κωλύει τὴν ταφήν, ἔμπνουν εἶναι τὴν κόρην ἔτι λέγων· καὶ ἐδείχθη οὕτω. Χρησμῳδεῖ δὲ καὶ τῷ Ῥοδάνει ὡς βασιλεύσοι. | |
4 | Καταλιμπάνεται κενὸς | |
5 | ὁ τῆς κόρης τάφος, καὶ πολλὰ τῶν πέπλων, ἃ ἔμελλεν ἐπικαίεσθαι τῷ τάφῳ, ἔτι τε σιτία καὶ ποτά· καὶ οἱ περὶ Ῥοδάνην τούτοις εὐωχοῦνται, καὶ λαμβάνουσί τινα καὶ τῶν ἀμφίων, καὶ καθεύδουσιν ἐν τῷ τῆς κόρης τάφῳ. | |
8 | Οἱ | |
δὲ τὸ πῦρ τῇ τοῦ λῃστοῦ οἰκίᾳ ἐμβαλόντες, ἡμέρας ἐπι‐ | 37 in vol. 2 | |
10 | λαβούσης ἠπατημένους ἑαυτοὺς ἐγνωκότες, ἐδίωκον κατ’ ἴχνη Ῥοδάνους καὶ Σινωνίδος, συνεργοὺς αὐτοὺς εἰκά‐ ζοντες εἶναι τοῦ λῃστοῦ· ἰχνηλατήσαντες δὲ μέχρι τοῦ τάφου, καὶ ἐνιδόντες αὐτοὺς ἐγκειμένους μὲν τῷ τάφῳ, ἀκινητίζοντας δὲ ἅτε ὕπνῳ καὶ οἴνῳ πεπεδημένους, | |
15 | ἔδοξαν νεκροὺς ὁρᾶν καὶ κατέλιπον, ἀπορούμενοι ὅτι ἐκεῖ τὰ ἴχνη ἔφερεν. Ἀπαίρουσιν ἐκεῖθεν οἱ περὶ Ῥοδάνην καὶ περῶσι τὸν ποταμὸν γλυκύν τε ὄντα καὶ διαυγῆ καὶ βασιλεῖ Βαβυλωνίων εἰς πόσιν ἀνακείμενον. Καὶ πιπράσκει Σινωνὶς τὰ ἱμάτια καὶ συλλαμβάνεται ὡς | |
20 | τάφον συλήσασα, καὶ ἀναφέρεται εἰς Σόραιχον, ὃς ἦν Σοραίχου τοῦ τελώνου υἱός, ἐπίκλην δὲ αὐτῷ δίκαιος. Καὶ βουλεύεται πέμπειν αὐτὴν ἐπὶ βασιλέα Γάρμον διὰ τὸ κάλλος, καὶ κιρνᾶται διὰ τοῦτο τὸ τῶν ἀδελφῶν φάρ‐ μακον Ῥοδάνει καὶ Σινωνίδι· αἱρετώτερον γὰρ αὐτοῖς | |
25 | ὁ θάνατος ἢ Γάρμον ἰδεῖν. Μηνύεται Σοραίχῳ διὰ τῆς θεραπαινίδος ἅπερ εἰς ἔργον ἔμελλε χωρεῖν Ῥοδάνει καὶ Σινωνίδι· καὶ λαθὼν ὁ Σόραιχος τὸ τοῦ θανάτου μὲν φάρμακον κενοῖ, πληροῖ δὲ τὴν κύλικα ὑπνωτικοῦ φαρμάκου· καὶ πιόντας καὶ ὑπνοῦντας λαβὼν ἐφ’ ἁρμα‐ | |
30 | μάξης, ἤλαυνε πρὸς βασιλέα. Πλησιαζόντων δὲ Ῥοδάνης ἐνυπνίῳ δειματοῦται καὶ βοᾷ καὶ ἐξανιστᾷ Σινωνίδα. Ἡ δὲ ξίφει αὑτῆς τὸ στέρνον πλήττει. Καὶ ἀναπυνθάνεται τὰ κατ’ αὐτοὺς ἅπαντα Σόραιχος, καὶ λαβόντες πίστεις ἀπαγγέλλουσι, καὶ λύει αὐτούς, καὶ ὑποδείκνυσι τὸ τῆς | |
35 | Ἀφροδίτης ἱερὸν ἐν τῇ νησῖδι, ἐν ᾧ ἔμελλε καὶ τὸ τραῦμα ἡ Σινωνὶς θεραπευθήσεσθαι. | |
36 | Ὡς ἐν παρεκβολῇ δὲ διηγεῖται καὶ τὰ περὶ τοῦ ἱεροῦ καὶ τῆς νησῖδος, καὶ | |
ὅτι ὁ Εὐφράτης καὶ ὁ Τίγρις περιρρέοντες αὐτὴν ποιοῦσι νησῖδα, καὶ ὅτι ἡ τῆς ἐνταῦθα Ἀφροδίτης ἱέρεια | 38 in vol. 2 | |
40 | τρεῖς ἔσχε παῖδας, Εὐφράτην καὶ Τίγριν καὶ Μεσοπο‐ ταμίαν, αἰσχρὰν τὴν ὄψιν ἀπὸ γενέσεως, ὑπὸ δὲ τῆς Ἀφροδίτης εἰς κάλλος μετασκευασθεῖσαν. Δι’ ἣν καὶ | |
Bibl.9475b | ἔρις τριῶν ἐραστῶν γίνεται, καὶ κρίσις ἐπ’ αὐτούς. Βόροχος ἢ Βόχορος ὁ κρίνων ἦν, κριτῶν τῶν κατ’ ἐκείνους καιροὺς ἄριστος. Ἐκρίνοντο δὲ καὶ ἤριζον οἱ τρεῖς, ὅτι τῷ μὲν ἡ Μεσοποταμία τὴν φιάλην ἐξ ἧς ἔπιεν ἔδωκε, τῷ δὲ τὸν | |
5 | ἀπὸ τῆς κεφαλῆς ἐξ ἀνθέων ἀφελομένη στέφανον περι‐ έθηκε, τὸν δὲ ἐφίλησε. Καὶ τοῦ φιληθέντος κρίσει νι‐ κήσαντος οὐδὲν ἔλαττον αὐτοῖς ἡ ἔρις ἤκμαζεν, ἕως ἀλλήλους ἀνεῖλον ἐρίζοντες. | |
8 | Λέγει οὖν ὡς ἐν παρενθήκῃ περὶ τοῦ τῆς Ἀφροδίτης ἱεροῦ, καὶ ὡς ἀνάγκη τὰς γυ‐ | |
10 | ναῖκας ἐκεῖσε φοιτώσας ἀπαγγέλλειν δημοσίᾳ τὰ ἐν τῷ ναῷ αὐταῖς ὁρώμενα ὄνειρα. Ἐν ᾧ καὶ τὰ περὶ Φαρνούχου καὶ Φαρσίριδος καὶ Τανάϊδος, ἀφ’ οὗ καὶ Τάναϊς ὁ ποταμός, λεπτομερῶς διεξέρχεται, καὶ ὅτι τὰ περὶ τὸν τόπον καὶ τὴν χώραν τοῦ Τανάϊδος τοῖς | |
15 | κατοικοῦσιν Ἀφροδίτης μυστήρια Τανάϊδος καὶ Φαρ‐ σίριδός εἰσιν. | |
16 | Ἐν δὲ τῇ προειρημένῃ νησῖδι ῥόδον ἐν‐ τραγὼν ὁ Τίγρις τελευτᾷ· κανθαρὶς γὰρ τοῖς τοῦ ῥόδου φύλλοις ἔτι συνεπτυγμένοις οὖσιν ὑπεκάθητο. Καὶ ἡ τοῦ παιδὸς μήτηρ ἥρωα πείθεται γενέσθαι τὸν υἱὸν ἐκ‐ | |
20 | μαγεύσασα. | |
20 | Καὶ διεξέρχεται ὁ Ἰάμβλιχος μαγικῆς εἴδη, μάγον ἀκρίδων καὶ μάγον λεόντων καὶ μάγον μυῶν· ἐξ οὗ καλεῖσθαι καὶ τὰ μυστήρια ἀπὸ τῶν μυῶν (πρώ‐ | |
την γὰρ εἶναι τὴν τῶν μυῶν μαγικήν). Καὶ μάγον δὲ λέγει χαλάζης καὶ μάγον ὄφεων, καὶ νεκυομαντείας | 39 in vol. 2 | |
25 | καὶ ἐγγαστρίμυθον, ὃν καί φησιν ὡς Ἕλληνες μὲν Εὐ‐ ρυκλέα λέγουσι Βαβυλώνιοι δὲ Σάκχουραν ἀποκαλοῦσι. Λέγει δὲ καὶ ἑαυτὸν Βαβυλώνιον εἶναι ὁ συγγραφεύς, καὶ μαθεῖν τὴν μαγικήν, μαθεῖν δὲ καὶ τὴν Ἑλλη‐ νικὴν παιδείαν, καὶ ἀκμάζειν ἐπὶ Σοαίμου τοῦ Ἀχαι‐ | |
30 | μενίδου τοῦ Ἀρσακίδου, ὃς βασιλεὺς ἦν ἐκ πατέρων βα‐ σιλέων, γέγονε δὲ ὅμως καὶ τῆς συγκλήτου βουλῆς τῆς ἐν Ῥώμῃ, καὶ ὕπατος δέ, εἶτα καὶ βασιλεὺς πάλιν τῆς μεγάλης Ἀρμενίας. Ἐπὶ τούτου γοῦν ἀκμάσαι φησὶν ἑαυ‐ τόν. | |
34 | Ῥωμαίων δὲ διαλαμβάνει βασιλεύειν Ἀντωνῖ‐ | |
35 | νον, καὶ ὅτε Ἀντωνῖνός, φησιν, Οὐῆρον τὸν αὐτο‐ κράτορα καὶ ἀδελφὸν καὶ κηδεστὴν ἔπεμψε Βολογαίσῳ τῷ Παρθυαίῳ πολεμήσοντα, ὡς αὐτός τε προείποι καὶ τὸν πόλεμον, ὅτι γενήσεται, καὶ ὅποι τελευτήσοι. Καὶ ὅτι Βολόγαισος μὲν ὑπὲρ τὸν Εὐφράτην καὶ Τί‐ | |
40 | γριν ἔφυγεν, ἡ δὲ Παρθυαίων γῆ Ῥωμαίοις ὑπήκοος κατέστη. Ἀλλ’ ὅ γε Τίγρις καὶ Εὐφράτης οἱ παῖδες ἐμφε‐ | |
Bibl.9476a | ρεῖς ἀλλήλοις ἦσαν, καὶ Ῥοδάνης ἀμφοτέροις. Τοῦ δὲ παιδός, ὥσπερ ἔφημεν, τῷ ῥόδῳ τελειωθέντος Ῥο‐ δάνης πρὸς τὴν νησῖδα ἅμα Σινωνίδι περαιοῦται, καὶ βοᾷ ἡ μήτηρ τὸν τεθνηκότα αὐτῆς υἱὸν ἀναβιῶναι, | |
5 | εἰς τὸν Ῥοδάνην ὁρῶσα, καὶ Κόρην αὐτῷ ἐκεῖθεν ἕπεσθαι· συνυποκρίνεται Ῥοδάνης ταῦτα, τῆς τῶν νησιωτῶν κα‐ τεντρυφῶν εὐηθείας. | |
7 | Μηνύεται Δάμας τὰ περὶ Ῥοδά‐ νην καὶ ὅσα Σόραιχος περὶ αὐτοὺς ἔπραξε. Μηνυτὴς | |
δ’ ἦν αὐτὸς ὁ ἰατρὸς ὃν ὁ Σόραιχος κρύφα πέμψας | 40 in vol. 2 | |
10 | τὸ τῆς Σινωνίδος ἐθεράπευσε τραῦμα. Συλλαμβά‐ νεται διὰ τοῦτο Σόραιχος, καὶ ἄγεται ἐπὶ Γάρμον. Ἀποστέλλεται καὶ αὐτὸς ὁ μηνυτὴς γράμμα Δάμα ἐπι‐ φερόμενος πρὸς τὸν τῆς Ἀφροδίτης ἱερέα, ἐφ’ ᾧ συλλαβεῖν τοὺς περὶ Σινωνίδα. Διαβαίνει τὸν ποταμὸν | |
15 | ὁ ἰατρὸς τῆς ἱερᾶς ἑαυτὸν ὡς ἔθος ἐξαρτήσας κα‐ μήλου, τὸ δὲ γράμμα τῷ δεξιῷ παρενθεὶς τῶν ὤτων· καὶ τέλος ὁ μηνυτὴς ἐναποπνίγεται τῷ ποταμῷ, δια‐ βαίνει δὲ πρὸς τὴν νησῖδα ἡ κάμηλος, καὶ πάντα μανθάνουσιν οἱ περὶ Ῥοδάνην, τὸ τοῦ Δάμα γράμμα | |
20 | τῶν ὤτων ἀνελόμενοι τῆς καμήλου. | |
20 | Φεύγουσιν ἐκεῖθεν διὰ τοῦτο καὶ συναντῶσιν ἀγόμενον Σόραιχον ἐπὶ Γάρμον καὶ καταλύουσιν ἅμα ἐν πανδοχείῳ. Καὶ τῇ τοῦ χρυσίου ἐπιθυμίᾳ νύκτωρ ἀναπείθει Ῥοδάνης, καὶ ἀναιροῦνται οἱ Σοραίχου φύλακες, καὶ φεύγει σὺν αὐ‐ | |
25 | τοῖς Σόραιχος, ἀμοιβὴν εὑρὼν τῆς προϋπαρξάσης εὐεργεσίας. | |
26 | Συλλαμβάνει Δάμας τὸν τῆς Ἀφροδίτης ἱερέα, καὶ ἀνακρίνεται περὶ Σινωνίδος, καὶ τέλος κα‐ τακρίνεται δήμιος γενέσθαι ἀντὶ ἱερέως ὁ πρεσβύτης. Καὶ τὰ περὶ τὸν δήμιον ἔθη καὶ νόμιμα. Συλλαμβά‐ | |
30 | νεται Εὐφράτης, ὅτι ὁ πατὴρ καὶ ἱερεύς, ὡς Ῥοδάνην αὐτὸν ὑπολαβών, οὕτως ἐπεκάλει· καὶ φεύγει Μεσο‐ ποταμία ἡ ἀδελφή. Καὶ πρὸς τὸν Σάκαν ἀπάγεται Εὐφράτης, καὶ ἀνακρίνεται περὶ Σινωνίδος· ὡς γὰρ Ῥοδάνης ἠτάζετο. Ἀποστέλλει Σάκας πρὸς Γάρμον | |
35 | ὅτι Ῥοδάνης συνείληπται καὶ Σινωνὶς συλληφθήσεται· ὁ γὰρ Εὐφράτης, ὡς Ῥοδάνης κρινόμενος ἔφη, τὴν Σι‐ | |
νωνίδα συλλαμβανομένου αὐτοῦ πεφευγέναι, Σινωνίδα καλεῖν κἀκεῖνος ἐκβιαζόμενος τὴν ἀδελφὴν Μεσοπο‐ ταμίαν. | 41 in vol. 2 | |
40 | Ὅτι οἱ περὶ Ῥοδάνην καὶ Σινωνίδα φεύγοντες ἅμα Σοραίχῳ καταίρουσιν εἰς γεωργοῦ· τῷ δ’ ἦν κόρη θυ‐ γάτηρ καλὴ τὴν ὄψιν ἄρτι χηρωθεῖσα καὶ τῇ πρὸς | |
Bibl.9476b | τὸν ἄνδρα εὐνοίᾳ τὰς τρίχας περικειραμένη. Πέμπε‐ ται αὕτη τῆς ἁλύσεως τῆς χρυσῆς ἀπεμπολῆσαι, ἣν οἱ περὶ Ῥοδάνην ἐκ τῶν δεσμῶν ἐπεφέροντο· καὶ ἄπεισι πρὸς τὸν χρυσοχόον ἡ τοῦ γεωργοῦ θυγάτηρ. | |
5 | Καὶ ἰδὼν ἐκεῖνος τήν τε ὄψιν τῆς κόρης καλὴν καὶ τῆς ἁλύσεως τὸ μέρος, ἧς αὐτὸς ἐργάτης ἐτύγχανε, καὶ τὴν κόμην περιῃρημένην, ὑπονοεῖ Σινωνίδα εἶναι, καὶ πέμψας πρὸς Δάμαν καὶ λαβὼν φύλακας ἀπερ‐ χομένην ἐφύλαττε κρύφα. Ἡ δὲ ὑπονοήσασα τὸ πρατ‐ | |
10 | τόμενον φεύγει εἰς ἔρημον κατάλυμα· | |
10 | ἐν ᾧ καὶ τὰ περὶ τῆς κόρης τῆς ἐπικαλουμένης Τροφίμης καὶ τοῦ δούλου τοῦ ἐραστοῦ καὶ φονέως, καὶ τοῦ κόσμου τοῦ χρυσοῦ, καὶ αἱ ἔκθεσμοι τοῦ δούλου πράξεις, καὶ τὸ ἑαυτὸν ἐπισφάξαι, καὶ τὸ αἱματωθῆναι τὴν τοῦ γεωργοῦ θυγατέρα τοῖς | |
15 | τοῦ ἑαυτὸν διαχρησαμένου αἵμασι, καὶ ὁ τῆς κόρης διὰ ταῦτα φόβος καὶ ἡ φυγή, καὶ ἡ ἔκστασις τῶν φυλάκων καὶ φυγή, καὶ ἡ πρὸς τὸν πατέρα τῆς κόρης ἄφιξις καὶ διήγησις τῶν συγκυρησάντων, καὶ φυγὴ ἐκεῖθεν τῶν περὶ Ῥοδάνην, καὶ πρὸς τούτοις γράμμα πρὸς Γάρ‐ | |
20 | μον τοῦ χρυσοχόου ὅτι Σινωνὶς εὕρηται· καὶ ἦν πίστις ἡ ἐξωνηθεῖσα ἅλυσις πεμπομένη καὶ τὰ ἄλλα ἃ περὶ τὴν τοῦ γεωργοῦ θυγατέρα ὑπωπτεύετο. | |
22 | Ῥοδάνης | |
ἀπιὼν ἐφ’ ᾧ φεύγειν φιλεῖ τὴν κόρην τοῦ γεωρ‐ γοῦ, καὶ ἀνάπτεται εἰς ὀργὴν Σινωνὶς διὰ τοῦτο, | 42 in vol. 2 | |
25 | εἰς ὑπόνοιαν μὲν πρῶτον ἀφιγμένη τοῦ φιλήματος, ἔπειτα καὶ ἀπὸ τῶν τοῦ Ῥοδάνους χειλέων ἀφελομένη τὸ αἷμα, ὃ φιλήσας αὐτὴν περιεκέχριστο, εἰς ἰσχυρὰν πίστιν καταστᾶσα. Ζητεῖ διὰ τοῦτο Σινωνὶς τὴν κόρην ἀνελεῖν, καὶ ὑποστρέφειν πρὸς αὐτὴν ἠπείγετο καθάπερ | |
30 | τις ἐμμανής· καὶ συνέπεται Σόραιχος, ἐπεὶ μὴ κατασχεῖν τῆς μανιώδους ὁρμῆς ἴσχυε. Καὶ καταίρουσιν εἰς πλουσίου τινός, τὸ ἦθος δὲ ἀκολάστου, Σήταπος αὐτῷ ὄνομα, ὃς ἐρᾷ τῆς Σινωνίδος καὶ πειρᾷ. Ἡ δὲ ἀντερᾶν ὑποκρί‐ νεται, καὶ μεθυσθέντα τὸν Σήταπον κατ’ αὐτὴν τὴν νύκτα | |
35 | καὶ τὴν ἀρχὴν τοῦ ἔρωτος ἀναιρεῖ ξίφει. Καὶ ἀνοῖξαι κελεύσασα τὴν αὔλιον, καὶ τὸν Σόραιχον ἀγνοοῦντα τὸ πραχθὲν καταλιποῦσα, ἐπὶ τὴν τοῦ γεωργοῦ κόρην ἠλαύ‐ νετο. Σόραιχος δὲ τὴν ἔξοδον αὐτῆς μαθὼν ἐδίωκεν ὀπίσω, καὶ καταλαμβάνει ἔχων μεθ’ ἑαυτοῦ καὶ τῶν | |
40 | Σητάπου δούλων οὓς ἦν μισθωσάμενος, ἵνα κωλύσῃ τὴν σφαγὴν τῆς τοῦ γεωργοῦ κόρης· καταλαβὼν δὲ ἀναλαμ‐ βάνει εἰς τὴν ἁρμάμαξαν (παρεσκεύαστο γὰρ καὶ τοῦτο) | |
Bibl.9477a | καὶ ἀπελαύνει ὀπίσω. | |
1 | Ὑποστρεφόντων δὲ αὐτῶν οἱ τοῦ Σητάπου θεράποντες, ἐπεὶ τὸν δεσπότην ἀνῃρημένον ἐθεάσαντο, ἀπήντησαν ὠργισμένοι, καὶ συλλαβόντες Σινωνίδα καὶ δήσαντες ἦγον ἐπὶ Γάρμον ὡς ἀνδρο‐ | |
5 | φόνον κολασθησομένην. Καὶ Σόραιχος ἦν ἄγγελος Ῥοδά‐ νει τῶν κακῶν, κόνιν τε κατὰ τῆς κεφαλῆς πασάμενος καὶ τὸν κάνδυν περιερρηγμένος. Καὶ Ῥοδάνης ἀναιρεῖν ἑαυτὸν ὁρμᾷ· ἀλλ’ ἐκώλυε Σόραιχος. | |
8 | Γάρμος Σάκα | |
δεξάμενος γράμμα ὅτιπερ Ῥοδάνης συνείληπται καὶ παρὰ | 43 in vol. 2 | |
10 | τοῦ χρυσοχόου ὅτι Σινωνὶς ἔχεται, ἔχαιρέ τε καὶ ἔθυε καὶ τοὺς γάμους ἡτοίμαζε, καὶ κήρυγμα ἥπλωτο πανταχοῦ πάντας δεσμώτας λύεσθαι καὶ ἀφίεσθαι. Καὶ Σινωνὶς ὑπὸ τῶν Σητάπου θεραπόντων δέσμιος ἀγομένη τῷ κοινῷ τοῦ κηρύγματος λύεται καὶ ἀφίεται. Δάμαν δὲ κελεύει Γάρ‐ | |
15 | μος παραδοθῆναι θανάτῳ καὶ παραδίδοται δημίῳ ὃν αὐτὸς ἀπὸ ἱερέως εἰς τὸν δήμιον μετέστησεν· ἐδυσχέ‐ ραινε δὲ τῷ Δάμᾳ ὁ Γάρμος ὅτι παρ’ ἄλλοις Ῥοδά‐ νης, ὡς ἐνόμιζε, καὶ Σινωνὶς συνεσχέθησαν. Διάδοχος δὲ Δάμα ὁ ἀδελφὸς καθίσταται Μόνασος. | |
20 | Διάληψις περὶ Βερενίκης, ἥτις ἦν θυγάτηρ τοῦ βα‐ σιλέως Αἰγυπτίων, καὶ τῶν ἀγρίων αὐτῆς καὶ ἐκθέσ‐ μων ἐρώτων· καὶ ὅπως Μεσοποταμίᾳ τε συνεγίνετο, καὶ ὡς ὕστερον ὑπὸ Σάκα συνελήφθη Μεσοποταμία, καὶ πρὸς Γάρμον ἅμα τῷ ἀδελφῷ Εὐφράτῃ ἀπάγεται. Γράμμα | |
25 | δεξάμενος Γάρμος παρὰ τοῦ χρυσοχόου ὡς Σινωνὶς δια‐ πέφευγε, προστάσσει ἐκεῖνόν τε ἀναιρεθῆναι καὶ τοὺς ἐπὶ φυλακῇ ταύτης καὶ ἀγωγῇ σταλέντας αὐταῖς γυναιξὶ καὶ τέκνοις ζῶντας κατορυχθῆναι. Ὑρκανὸς κύων, ὁ τοῦ Ῥοδάνους, εὑρὼν ἐν ἐκείνῳ τῷ | |
30 | ἀποτροπαίῳ καταγωγίῳ τὰ σώματα τῆς τε δυστυχοῦς κόρης καὶ τοῦ παλαμναίου καὶ δυσέρωτος δούλου, κατέ‐ φαγε πρῶτον τὸ τοῦ δούλου, ἔπειτα κατὰ μικρὸν καὶ τῆς κόρης. Καὶ ἐφίσταται τῷ τόπῳ ὁ τῆς Σινωνίδος πατήρ, καὶ τὸν κύνα ὡς εἴη Ῥοδάνους εἰδὼς καὶ τὴν κόρην | |
35 | ἡμίβρωτον ἰδὼν σφάζει μὲν ὡς ἐπὶ Σινωνίδι τὸν κύνα, ἀναρτᾷ δὲ καὶ ἑαυτὸν βρόχῳ, καταχώσας τὸ ὑπόλοιπον τῆς κόρης σῶμα καὶ ἐπιγράψας αἵματι τοῦ κυνός· «ἐν‐ θάδε κατάκειται Σινωνὶς ἡ καλή». Παραγίνονται τῷ τόπῳ Σόραιχος καὶ Ῥοδάνης, καὶ τόν τε κύνα ἐσφαγμένον | |
40 | τῷ τάφῳ ἰδόντες τόν τε πατέρα τῆς Σινωνίδος ἀνηρ‐ | |
τημένον τό τε τοῦ τάφου ἐπίγραμμα, ὁ μὲν Ῥοδάνης πρώτην πληγὴν ἑαυτῷ ἐπενεγκὼν προσέγραφε τῷ ἰδίῳ | 44 in vol. 2 | |
Bibl.9477b | αἵματι ἐπὶ τῷ τῆς Σινωνίδος ἐπιγράμματι· «Καὶ Ῥο‐ δάνης ὁ καλός», ὁ δὲ Σόραιχος βρόχῳ ἑαυτὸν ἐξῆπτεν. Ἐν ᾧ δὲ καὶ τὴν τελευταίαν πληγὴν ὁ Ῥοδάνης ἐπάγειν ἤρχετο, ἡ τοῦ γεωργοῦ θυγάτηρ ἐπιστᾶσα μέγα ἐβόα· «Οὐκ | |
5 | ἔστι Σινωνίς, ὦ Ῥοδάνη, ἡ κειμένη». Καὶ δραμοῦσα κόπτει τε τὸν βρόχον Σοραίχου καὶ τὸ ξίφος ἀφαιρεῖται Ῥο‐ δάνους, καὶ πείθει μόλις διηγησαμένη τά τε περὶ τὴν δυστυχῆ κόρην καὶ περὶ τοῦ χρυσίου κατορωρυγμένου, καὶ ὡς ἐπὶ τῷ ἀναλαβεῖν τοῦτο ἥκοι. | |
9 | Ἡ δὲ Σινωνὶς ἀπο‐ | |
10 | λυθεῖσα τῶν δεσμῶν ἐπὶ τὴν οἰκίαν ἔφθη τοῦ γεωργοῦ, ἔτι κατὰ τῆς κόρης ἐπιμαινομένη. Μὴ εὑροῦσα δὲ αὐτήν, ἐπηρώτα τὸν πατέρα. Ὁ δὲ τὴν ὁδὸν ἔφραζε, καὶ αὕτη ἐδίωκεν ὀπίσω, γυμνώσασα τὸ ξίφος. Ὡς δὲ κατέλαβεν ἐρριμμένον μὲν τὸν Ῥοδάνην, ἐκείνην δὲ μόνην παρα‐ | |
15 | καθημένην καὶ τὸ τραῦμα τοῦ στήθους παραψύχουσαν (ὁ Σόραιχος γὰρ ἐπὶ ζήτησιν ἰατροῦ ἐξῄει), ὀργῆς τε καὶ ζηλοτυπίας μᾶλλον ἐμπίμπλαται καὶ ὁρμᾷ κατὰ τῆς κόρης. Ὁ δὲ Ῥοδάνης ὑπὸ τῆς βίας κρείττων τοῦ τραύματος γεγονὼς ὑπήντα καὶ ἐκώλυε τὴν Σινωνίδα, τὸ ξίφος | |
20 | ἁρπάσας ἀπ’ αὐτῆς. Ἡ δὲ ὑπ’ ὀργῆς ἐκπηδήσασα τοῦ καταγωγίου, καὶ δρόμῳ χρωμένη μανιώδει, τοῦτο πρὸς Ῥοδάνην εἰποῦσα ἀπέρριψε μόνον· «Καλῶ σε σήμερον εἰς τοὺς Γάρμου γάμους». | |
23 | Σόραιχος δὲ παραγενόμενος καὶ μαθὼν ἅπαντα παρηγορεῖ μὲν Ῥοδάνην, καὶ ἰατρεύ‐ | |
25 | σαντες τὸ τραῦμα ἀπολύουσι μετὰ τῶν χρημάτων τὴν κόρην πρὸς τὸν πατέρα. Ἄγεται πρὸς Γάρμον Εὐφράτης ὡς Ῥοδάνης, καὶ | |
ὡς Σινωνὶς Μεσοποταμία· ἄγεται καὶ Σόραιχος καὶ ὁ ἀληθὴς Ῥοδάνης. Καὶ διαγνοὺς ὁ Γάρμος μὴ εἶναι Σι‐ | 45 in vol. 2 | |
30 | νωνίδα τὴν Μεσοποταμίαν, δίδωσι Ζοβάρᾳ παρὰ πο‐ ταμὸν Εὐφράτην καρατομῆσαι ἵνα μή, φησί, καὶ ἑτέρα τις τοῦ τῆς Σινωνίδος ἐπιβατεύσῃ ὀνόματος. Ὁ δὲ Ζο‐ βάρας ἀπὸ πηγῆς ἐρωτικῆς πιὼν καὶ τῷ Μεσοποτα‐ μίας ἔρωτι σχεθείς, σῴζει τε ταύτην καὶ πρὸς Βερε‐ | |
35 | νίκην Αἰγυπτίων ἤδη, ἅτε τοῦ πατρὸς τελευτήσαντος βασιλεύουσαν, ἐξ ἧς ἦν καὶ ἀφελόμενος, ἄγει· καὶ γάμους Μεσοποταμίας ἡ Βερενίκη ποιεῖται, καὶ πόλεμος δι’ αὐ‐ τὴν Γάρμῳ καὶ Βερενίκῃ διαπειλεῖται. | |
38 | Εὐφράτης δὲ παραδίδοται τῷ πατρὶ ὡς δημίῳ καὶ ἀναγνωσθεὶς σῴ‐ | |
40 | ζεται, καὶ πληροῖ μὲν αὐτὸς τὰ τοῦ πατρὸς ἔργα, ὁ δὲ πατὴρ οὐ μιαίνεται τοῖς ἀνθρώπων αἵμασιν· ὕστερον δέ, ὡς τοῦ δημίου κόρη, ἐξέρχεται τοῦ οἰκήματος καὶ διασῴ‐ ζεται. | |
Bibl.9478a | Ἐν ᾧ καὶ περὶ τῆς συγκαθευδούσης τῷ δημίῳ τά τε περὶ αὐτὴν ἔθιμά τε καὶ νόμιμα, καὶ περὶ τῆς τοῦ γεωργοῦ θυγατρός, ὅπως ἀνάσπαστος γίνεται, ἐπεὶ Σινωνὶς τῷ Συρίας βασιλεῖ γαμηθεῖσα ἔσχεν ἰσχὺν τὴν | |
5 | ὀργὴν ἐπ’ αὐτῇ πληρῶσαι· καὶ ὡς δημίῳ ταύτην συγκα‐ θεύδειν καταδικάζει, καὶ ὅτι συνεκαθεύδησεν ἐν τῷ τῶν δημίων περιβόλῳ εἰσελθοῦσα τῷ Εὐφράτῃ, ὃς καὶ ἀντ’ αὐτῆς εἰς τὸ ἐκείνης πρόσωπον ὑποκριθεὶς ἐξῆλθε τοῦ περιβόλου, καὶ ἐκείνη ἀντὶ τοῦ Εὐφράτου τὸ ἔργον | |
10 | ἔπραττε τοῦ δημίου. | |
10 | Καὶ ταῦτα μὲν ὧδε προὔβαινε, παρα‐ δίδοται δὲ καὶ Σόραιχος ἐπὶ τῷ ἀνασταυρωθῆναι· ὁ δὲ τόπος ὥριστο ἔνθα Ῥοδάνης καὶ Σινωνὶς τὰ πρῶτα | |
ηὐλίσαντο, ἐν τῷ λειμῶνι καὶ ἐν τῇ πηγῇ, ἐν οἷς καὶ τῷ Ῥοδάνει τὸ κεκρυμμένον ἐπεφώρατο χρυσίον, ὃ καὶ | 46 in vol. 2 | |
15 | ἀπαγομένῳ ἐπὶ τὸν σταυρὸν Σοραίχῳ μηνύει. Καὶ Ἀλα‐ νῶν στρατὸς ἀπόμισθος Γάρμῳ γεγονὼς καὶ ἀπεχθα‐ νόμενοι περὶ τὸν χῶρον, ἐν ᾧ Σόραιχος ἔμελλεν ἀνα‐ σταυροῦσθαι, διατρίβουσιν, οἳ καὶ ἀπελάσαντες τοὺς Σό‐ ραιχον ἄγοντας ἔλυσαν. Ὁ δὲ τὸ μηνυθὲν χρυσίον εὑ‐ | |
20 | ρών, καὶ τέχνῃ τινὶ καὶ σοφίᾳ ἐκ τοῦ ὀρύγματος ἀνι‐ μώμενος, τοὺς Ἀλανοὺς ἔπειθεν ὡς ὑπὸ θεῶν ταῦτά τε καὶ τἆλλα ἐκδιδάσκοιτο. Καὶ κατὰ μικρὸν ἐθίσας, εἵλκυσεν ὥστε σφῶν ἡγεῖσθαι βασιλέα, καὶ πολεμεῖ στρατὸν Γάρμου, καὶ νικᾷ. | |
24 | Ἀλλ’ ὕστερον ταῦτα. Ὅτε δὲ Σόραιχος | |
25 | ἐπὶ τὸν σταυρὸν ἐπέμπετο, τότε καὶ Ῥοδάνης ὑπ’ αὐτοῦ Γάρμου ἐστεφανωμένου καὶ χορεύοντος ἐπὶ τὸν πρότερον σταυρὸν πάλιν ἤγετο καὶ ἀνεσταυροῦτο, καὶ Γάρμος με‐ θύων ἅμα καὶ χορεύων περὶ τὸν σταυρὸν σὺν ταῖς αὐ‐ λητρίσιν ἔχαιρέ τε καὶ εὐφραίνετο. | |
29 | Ἐν ᾧ δὲ ταῦτα ἐπράτ‐ | |
30 | τετο, Σάκας πρὸς Γάρμον γράμματα πέμπει ὡς Σινωνὶς τῷ Σύρων βασιλεῖ μειρακίῳ ὄντι γαμεῖται· καὶ Ῥοδάνης ἄνωθεν ἔχαιρε, Γάρμος ἑαυτὸν ἀνελεῖν ὥρμησεν, ἐπισχὼν δὲ κατάγει Ῥοδάνην ἄκοντα τοῦ σταυροῦ (θανεῖν γὰρ μᾶλλον ᾑρεῖτο) καὶ κοσμεῖ στρατηγικῶς, καὶ πέμπει | |
35 | τοῦ πολέμου, ὃν πρὸς τὸν τῶν Σύρων ἀνεκίνει βασιλέα, στρατηγὸν ὡς ἐραστὴν κατὰ τοῦ ἀντεραστοῦ, καὶ φιλοφρο‐ νεῖται ὑπούλως, καὶ γράμμα κρύφιον γράφει τοῖς ὑπο‐ στρατήγοις, εἰ νίκη γένηται καὶ συλληφθῇ Σινωνίς, ἀναι‐ ρεθῆναι Ῥοδάνην. Ῥοδάνης δὲ καὶ νικᾷ καὶ τὴν Σι‐ | |
40 | νωνίδα ἀπολαμβάνει, καὶ βασιλεύει Βαβυλωνίων. Καὶ | |
τοῦτο χελιδὼν προμηνύει· ταύτην γάρ, ὅτε παρῆν Γάρ‐ | 47 in vol. 2 | |
Bibl.9478b | μος καὶ συνεξέπεμπε Ῥοδάνην, ἀετὸς ἐδίωκε καὶ ἰκτῖνος· ἀλλὰ τὸν μὲν ἀετὸν ἐξέφυγεν, ὁ δὲ ἰκτῖνος ταύτην ἥρπασεν· ἐν οἷς ὁ ιϛʹ λόγος. | |
Bibl.9578b(5) | Ἀνεγνώσθη Ἰωάννου Σκυθοπολίτου σχο‐ λαστικοῦ κατὰ τῶν ἀποσχιστῶν τῆς ἐκκλησίας ἤτοι κατὰ Εὐτυχοῦς καὶ Διοσκόρου καὶ τῶν τὰ ὅμοια φρονούντων καὶ ἀθετούντων ἐν δύο φύσεσι τὸν Χριστὸν κηρύσσειν. Ἀξιοῖ δὲ τὴν συγγραφὴν ἀρχιερεύς τις ὄνομα Ἰουλιανὸς | |
10 | συνταγῆναι· ἐν τόμοις δὲ ἀπαρτίζεται δυοκαίδεκα. | |
10 | Ἔστι δὲ τὸν λόγον ὁ συγγραφεὺς σαφής τε καὶ καθαρός, καὶ λέξεσι λόγῳ συγγραφικῷ πρεπούσαις χρώμενος, καὶ κατὰ τῆς αἱρέσεως οὐκ ἀσθενῶς ἐπαγωνιζόμενος, καὶ ταῖς γραφικαῖς ἀποχρώμενος μαρτυρίαις μετὰ τοῦ μηδὲ | |
15 | τὰς λογικάς, ὅσαι τείνουσι πρὸς τὴν ὑπόθεσιν, παρα‐ τρέχειν ἐφόδους. | |
16 | Ὁ δέ γε τοῦ τῶν ἀποσχιστῶν συγγράμ‐ ματος πατήρ, καθ’ οὗ καὶ ὁ Σκυθοπολίτης οὗτος τὴν γραφὴν ἐνεστήσατο, τὸ οἰκεῖον ἀπέκρυψεν ὄνομα, ἐπι‐ γραφὴν κακοῦργον ἐπιθεὶς τῷ γράμματι «Κατὰ Νεστορίου», | |
20 | ἵνα τῇ ἐπιγραφῇ τοῦ συγγράμματος κλέπτειν ἔχοι τοὺς ἁπλουστέρους εἰς ἀκρόασιν. Ἴσως δὲ Βασίλειός ἐστιν ὁ Κίλιξ, ὁ καὶ ὕστερον δραματικὸν καὶ τῆς αὑτοῦ θρη‐ σκείας ἐπάξιον κατὰ τοῦ Ἰωάννου διάλογον συμπλάσας. | |
Bibl.9678b(25) | Ἀνεγνώσθη βιβλίον τὰ περὶ τὸν Χρυσύστομον ἐπι‐ γραφὴν ἔχον, Γεωργίου ἐπισκόπου Ἀλεξανδρείας· ὅστις δ’ ἐστὶν οὗτος, οὐκ ἔχω σαφές τι παραστῆσαι. | 48 in vol. 2 |
27 | Ἔστι μέντοι τὴν φράσιν ἁπλοῦς καὶ εἰς πολλὴν χυδαιότητα κατενηνεγμένος, μηδὲ τοῦτο δὴ τὸ παρὰ τοῖς γραμμα‐ | |
30 | τικοῖς κατὰ χεῖρας, τὴν τῶν ὀνομάτων καὶ ῥημάτων σύνταξιν ἠκριβωμένος. Λέγει δὲ ἔκ τε Παλλαδίου (ἐπί‐ σκοπος δὲ ὁ Παλλάδιος, καὶ διαλογικῷ τύπῳ καλῶς τε καὶ ἐσπουδασμένως τὰ περὶ τὸν Χρυσόστομον ἀνε‐ γράψατο), ἔκ τε οὖν τούτου φησὶ καὶ Σωκράτους καὶ δια‐ | |
35 | φόρων ἄλλων τὴν ἱστορίαν ἀναλεξάμενον εἰς ἓν συν‐ αθροίσασθαι. Φησὶν οὖν τὸν μέγαν Ἰωάννην παῖδα γενέσθαι Σε‐ κούνδου καὶ Ἀνθούσης· ἐπιφανεῖς δὲ οὗτοι τῶν ἐν Ἀν‐ τιοχείᾳ. Ἕλληνας δὲ αὐτοὺς τὴν θρησκείαν ὄντας ὁ | |
40 | ἐξ Ἀρμενίας Μελέτιος, τῇ Ἀντιοχέων ἐγκαταστὰς ἐκ‐ κλησίᾳ, ἐμύησέ τε καὶ τοῦ σωτηριώδους μετασχεῖν βα‐ | |
Bibl.9679a | πτίσματος κατηξίωσε, τὸν υἱὸν πρότερον μυστα‐ γωγήσας καὶ βαπτισάμενος. | |
2 | Παραδίδοται τοίνυν ὁ μέγας Ἰωάννης φοιτᾶν εἰς διδασκάλου. Εἰς ἄκρον δὲ ταπει‐ νοφροσύνην ἐκ παιδὸς ἤσκει· διὸ οὐδὲ παῖδας, οἷα | |
5 | εἰκὸς τοὺς πλούτῳ καὶ δόξῃ περιρρεομένους μαλακίζεσθαι, οὐ μὲν οὖν οὔτε τούτους αὐτῷ παρέπεσθαι, ἀλλ’ οὐδὲ ἱπ‐ πάζεσθαι ἠνείχετο. Εἶτα ἐν Ἀντιοχείᾳ τὰ μὲν γραμ‐ ματικὰ καὶ ῥητορικὰ παρὰ Λιβάνιον φοιτῶν ἐπαι‐ δεύετο, παρὰ Ἀνδραγάθιον δὲ τὰ φιλόσοφα. Τελευ‐ | |
10 | τήσαντος δὲ τοῦ πατρός, τοῦ πένθους ἦν τῇ μητρὶ πα‐ ραμύθιον, πάντων ἀπεχόμενος παιγνίων τε καὶ ἡδο‐ νῶν, μόνοις δὲ προσανακείμενος τοῖς μαθήμασιν. | |
Ἀπαίρει γοῦν πρὸς τὰς Ἀθήνας, τὰ λείποντα προσλα‐ βεῖν· καὶ ἐν ὀλίγῳ χρόνῳ πάντας ὑπερβαλόμενος | 49 in vol. 2 | |
15 | διεφθονήθη Ἀνθεμίῳ, ὃς τηνικάδε ἱερεὺς Ἀθηνᾶς ἐχρημάτιζε καὶ πρῶτος τῶν ἐκεῖ σοφῶν ἐνομίζετο. Ὁ δὲ τῆς πόλεως ἔπαρχος (Δημοσθένης ὄνομα αὐτῷ) μετακαλεῖται πολυτελῶς τὸν σοφὸν Ἰωάννην· ὁ δὲ λίαν εὐτελῶς παραγίνεται, καὶ λόγων ῥαγέντων με‐ | |
20 | ταξὺ αὐτοῦ τε καὶ Ἀνθεμίου, κρατεῖ ὁ Ἰωάννης τῇ τε σοφίᾳ καὶ συνέσει καὶ τῇ εὐσεβείᾳ. Καὶ πρῶτον ἐπιτελεῖται τότε θαῦμα, τὸ τὸν Ἀνθέμιον δαιμονίῳ τε ἁλῶναι καὶ ἀπαλλαγῆναι γλώσσῃ καὶ εὐχῇ Ἰω‐ άννου· ὃς καὶ ὑπὸ τοῦ τῆς πόλεως ἐπισκόπου σὺν παντὶ | |
25 | τῷ οἴκῳ ἐβαπτίσατο. Κατηχεῖται δὲ καὶ ὁ ἔπαρχος· πάλαι γὰρ ἦν οὗτος βαπτισθείς, καὶ ἄλλο δὲ πολὺ πλῆ‐ θος Ἑλλήνων προσέδραμεν. | |
27 | Ὁ δὲ τῆς πόλεως ἐπίσκο‐ πος ἔμελλε χειροτονεῖν τὸν Ἰωάννην, καὶ ἀνθ’ αὑτοῦ καταλιμπάνειν ἐπίσκοπον· ὅπερ γνοὺς ἐκεῖνος λάθρᾳ | |
30 | καὶ σπουδῇ πρὸς τὴν πατρίδα ἀπέπλευσε. Τῆς δὲ πόλεως Ἀντιοχείας ἐπὶ δικανικὴν τάξιν ἀγόντων αὐτόν, αὐτὸς μᾶλλον πρὸς τὸν μονήρη βίον ἀπέκλινε, δέκατον καὶ ὄγδοον τῆς ἡλικίας ἔτος ἀνύ‐ ων. Τῶν δὲ συμφοιτησάντων αὐτῷ εἰς διδασκάλου | |
35 | πείθει τότε Θεόδωρον, ὃς ὕστερον Μοψουεστίας κα‐ τέστη ἐπίσκοπος, καὶ Μάξιμον (Σελευκείας δὲ καὶ οὗτος ἐπεσκόπησε) τὸν χρηματιστικὸν βίον διαπτύ‐ σαντας ἑλέσθαι τὸν λιτόν. | |
38 | Τὰ δὲ πολλὰ Βασιλείῳ συνῆν τῷ μεγάλῳ, ἀλλ’ οὐχ, ὡς ἕτεροί φασιν, ἑτέ‐ | |
40 | ρῳ· ὃν καὶ διάκονον ὁ Μελέτιος χειροτονεῖ, καὶ τῶν ἄλλων πλέον ὁ Ἰωάννης εἰς φιλίαν προὔκρινεν. Οὗτος | |
Bibl.9679b | προαποτάσσεται Ἰωάννου, καὶ προσκαλεῖται τὸν φίλον ἐφ’ ᾧ τῆς αὐτῆς μετασχεῖν πολιτείας· ἡ δὲ μήτηρ τέως ἐκώλυε. Ζήνων δὲ ἀπὸ Ἱεροσολύμων ἐλθὼν ὁ ἐπί‐ σκοπος ἀναγνώστην Ἰωάννην τῆς ἐν Ἀντιοχείᾳ ἐκκλη‐ | 50 in vol. 2 |
5 | σίας καθίστησι. Τελευτᾷ δὲ μετ’ οὐ πολὺ ἡ μήτηρ Ἰωάννου, καὶ οὗτος καλῶς τὸν πατρῷον σκορπίσας οἶκον, καὶ τὴν πόλιν λιπών, τοῖς ἔξω ταύτης μοναστηρίοις ἑαυτὸν ἐκ‐ δίδωσι, καὶ γίνεται αὐτὸς τύπος καὶ κανὼν τῶν μοναζόντων. Ὅτι Ἡσύχιος μοναχός, Σύρος τῷ γένει, προγνώ‐ | |
10 | σεως ἀξιωθείς, θεωρεῖ ἄνδρας λευχειμονοῦντας, ὧν ὁ μὲν κατεῖχε τόμον, ὁ δὲ ἄλλος κλεῖς· καὶ ἐπεδίδουν ἑκάτερος αὐτῶν ταῦτα τῷ Ἰωάννῃ, ὁ μὲν ἑαυτὸν εἶναι τὸν ἀπόστολον Πέτρον, ὁ δὲ λέγων τὸν θεολόγον Ἰωάν‐ νην. Καὶ ταῦτα ἀναγγέλλει τοῖς ἐν τῇ μονῇ ἀσφαλι‐ | |
15 | σάμενος μὴ διαγνωσθῆναι τῷ Ἰωάννῃ, ἵνα μὴ διὰ τα‐ πεινοφροσύνην ἄκραν ταύτης ἡμῶν, φησίν, ἀναχωρήσῃ τῆς μονῆς. Τότε καὶ μεγάλους αὐτὸν ἀσκητικούς φασι διαπαλαῖσαι ἀγῶνας, καὶ ἀσκητικοὺς συγγράψαι λόγους. Γίνεται δὲ θαύματα ἐν τῷ μοναστηρίῳ παρ’ αὐτοῦ. | |
20 | Τις γὰρ τῶν τῆς πόλεως τὸ ἡμίκρανον τῆς κεφαλῆς ὑπερ‐ αλγῶν, ὥστε καὶ τὸν δεξιὸν ἐκκρεμάσθαι ὀφθαλ‐ μόν, προσελθὼν αὐτῷ παραχρῆμα τυγχάνει τῆς ἰάσεως. Καὶ Ἀρχέλαός τις τῶν ἐν ἀξιώματι καὶ πλούτῳ περί‐ βλεπτος, λέπραν ἐν τῷ προσώπῳ ἔχων, κελεύσαντος | |
25 | ἐκ τοῦ λάκκου, οὗ οἱ ἀδελφοὶ ἔπινον, λούσασθαι ὑγιὴς γέ‐ γονεν· ὃς καὶ διαδοὺς τὰ ὑπάρχοντα αὐτοῦ, ἐν ᾧ ἰάθη μοναστηρίῳ ἀπετάξατο, καὶ πολλοὶ δὲ ἕτεροι. Ἄλλος δέ τις ὀνόματι Εὔκλεος ἐκ δαιμονικῆς ἐνεργείας τὸν δε‐ ξιὸν ἀπολέσας ὀφθαλμὸν προσῆλθε μονάσαι καὶ ἀπο‐ | |
30 | κειρόμενος τὰς τρίχας προσευχομένου τοῦ ἁγίου ἀπείληφε τὸν ὀφθαλμόν. Γυνὴ δέ τις αἱμόρρους ἐπὶ ἔτη ἑπτὰ | |
ἔτυχε τῆς ἰάσεως. Καὶ λέοντα δέ, ὥς φησι, πολλοὺς ὁδοι‐ πόρους ἁρπάζοντα, τοῖς αἰτησαμένοις δοὺς τὸ τοῦ σταυροῦ σύμβολον, νεκρὸν ἔδειξεν ὑπὸ τῷ σταυρῷ. | 51 in vol. 2 | |
35 | Ὅτι μετὰ τετραετίαν διὰ τὸν ὄχλον τῶν προσιόν‐ των ἐξέρχεται τῆς μονῆς, καὶ ἐπὶ ἔτη δύο ἔν τινι σπη‐ λαίῳ ἄϋπνος τὰ πολλὰ διατελεῖ, μὴ ἀναπεσὼν ὅλον τὸν χρόνον τῆς διετίας. Ἐν ᾧ καὶ νεκρωθεὶς ὑπὸ τοῦ κρύους τὰ περὶ τὴν γαστέρα καὶ τοὺς νεφρούς, εἰσέρχεται | |
40 | διὰ τὴν νόσον ἐν τῇ πόλει ἐν ᾧ καὶ χειροτονεῖται ὑπὸ Μελετίου διάκονος, καὶ ὑπηρετεῖ τῷ θυσιαστηρίῳ ἔτη | |
Bibl.9680a | πέντε. | |
1 | Γράφει δὲ τότε καὶ τοὺς πρὸς Σταγείριον τρεῖς λόγους καὶ τοὺς περὶ ἱερωσύνης καὶ τοὺς περὶ ἀκαταλήπτου. Τελευτήσαντος δὲ Μελετίου ἐν Κωνσταντινουπόλει, ἀναχω‐ ρεῖ πάλιν ὁ θεῖος Ἰωάννης ἐν τῷ μοναστηρίῳ. Φλαβιανὸς | |
5 | δέ, ἀντὶ Μελετίου καταστάς, ἐκ θείας ἀποκαλύψεως χει‐ ροτονεῖ πρεσβύτερον, ἀπὸ τοῦ μοναστηρίου εἰς τὴν πόλιν αὐτὸν ἀγαγὼν τῆς ἀποκαλύψεως καὶ Ἰωάννην χειρο‐ τονηθῆναι καὶ Φλαβιανὸν χειροτονῆσαι ἐπιτρεπούσης· καὶ περιστερὰ δὲ ἐπιπτᾶσα καὶ ὑπὲρ κεφαλῆς τοῦ χει‐ | |
10 | ροτονουμένου στᾶσα ἐδήλου τὴν ἐπ’ αὐτῷ θείαν χάριν, ὅση ἔσται. Καὶ διέτριψεν ἐν τῷ τῆς Ἀντιοχείας ἱερατείῳ ἔτη ιβʹ. Ἦν δὲ διὰ ζῆλον σωφροσύνης ἐκ νέας ἡλικίας πικρός, καὶ θυμῷ μᾶλλον ἢ αἰδοῖ χαριζόμενος. Πολλὰς δὲ ἐν Ἀντιοχείᾳ ἐγγράφους ἐποιήσατο ἐξηγήσεις, καὶ | |
15 | τοῦ ἐπισκόπου βιασαμένου καὶ αὐτοσχεδίως καθωμίλησε τῷ λαῷ ἐπὶ τοῦ ἄμβωνος. Ὅτι γυναικός τινος Εὐκλείας υἱὸς νόσῳ πυρεκτικῇ βληθεὶς ἀπεγνώσθη, ἔτυχε δὲ παρὰ Ἰωάννου τῆς ἰάσεως διὰ τοῦ ὕδατος, ὃ ἐκεῖνος σφραγίσας περιρρανθῆναι | |
20 | ἔδωκε. Καὶ γυνὴ δέ τις τῶν Μαρκιανιστῶν (ἀρχὰς δέ | |
τινας τῶν ἐν τῇ πόλει ὁ ταύτης ἐχείριζεν ἀνήρ) δυσεν‐ τερικῇ περιπεσοῦσα νόσῳ ἀπέγνωστο, τυχοῦσα δὲ τῆς ἰάσεως, αὐτή τε καὶ ὁ ταύτης ἀνὴρ σὺν παντὶ τῷ οἴκῳ πρὸς τὴν ὀρθοδοξίαν ἐπέστρεψε καὶ πολλοὶ ἄλλοι τῶν | 52 in vol. 2 | |
25 | Μαρκιανιστῶν. Ὅτι Νεκταρίου Κωνσταντινουπόλεως τελευτήσαντος μετάπεμπτος ἀπὸ Ἀντιοχείας ὁ Χρυσόστομος γίνεται, πολλὰ μὲν ἐναντιωθέντων τῶν Ἀντιοχέων (τὸ γὰρ οἰ‐ κεῖον ἀγαθὸν αὐτοὶ καὶ ἔχειν ἠξίουν) ἐκνικησάσης δὲ | |
30 | ὅμως τῆς βασιλικῆς μεταπέμψεως. Καὶ χειροτονεῖ τοῦτον ἄκων ὁ τῆς Ἀλεξανδρείας Θεόφιλος· ἐπεσείοντο γὰρ αὐτῷ, εἰ μὴ πρὸς τὴν χειροτονίαν κατανεύσοι, οἱ τῶν ἐγκλημάτων λίβελλοι. Χειροτονεῖται γοῦν ψήφῳ κοινῇ, καὶ δαιμονῶν ἐξ αὐτῆς τῆς παρ’ αὐτοῦ τυγχάνει ἰάσεως. | |
35 | Ὅτι ὁ μέγας Χρυσόστομος παραυτίκα τοὺς ἔχοντας συνεισάκτους τοῦ ἔθους ἐξέκοψε, καὶ κατὰ τῶν ἀδίκων καὶ γαστριμάργων καὶ φιληδόνων λόγους μακροὺς κατέ‐ τεινεν. Ἦν δὲ καὶ ἐλεήμων σφόδρα, ἐξ οὗ παρὰ πολλοῖς ὁ τῆς ἐλεημοσύνης ἐπεκλήθη Ἰωάννης· καὶ ἁπλῶς πᾶ‐ | |
40 | σαν μὲν ἀρετὴν ἐδίδασκε, πάσης δὲ κακίας ἀπέτρεπεν. Ἀπέστειλε δὲ καὶ εἰς Φοινίκην μοναχοὺς ἐφ’ ᾧ τοὺς ἔτι τῇ εἰδωλολατρείᾳ κατεχομένους ἀπαλλάξαι τῆς πλάνης· | |
Bibl.9680b | οὓς καὶ νόμοις ὁπλίσας βασιλικοῖς τοὺς ναοὺς τῶν εἰδώλων κατέστρεφε, τῶν ἀναλωμάτων τῶν ἐπὶ κατα‐ στροφῇ ἐκ τῶν εὐλαβῶν γυναικῶν παρεχομένων. | |
3 | Καὶ τὸν Κελτικὸν δὲ ὅμιλον ἀρειανίζοντα, ὁμογλώσσους χει‐ | |
5 | ροτονήσας μετέστρεψεν εἰς τὴν ὀρθοδοξίαν. Καὶ ἐπὶ τὸν Ἴστρον πέμψας τοὺς νομάδας Σκύθας ἐπὶ τὸν Χριστια‐ νισμὸν ἑκόντας εἱλκύσατο, καὶ τὴν Μαρκίωνος αἵρεσιν κατὰ τὴν ἀνατολὴν φυομένην ἐξέτεμε. Καὶ τὰς νυκτε‐ | |
ρινὰς ψαλμῳδίας ἐπηύξησε. Μόνος δὲ ἤσθιεν, ὅτι τε | 53 in vol. 2 | |
10 | οἶνον διὰ τὴν τῆς κεφαλῆς θέρμην οὐκ ἔπινεν, εἰ μή που ἐν τῷ θέρει τὸν διὰ ῥόδου, καὶ ὅτι κακόσιτος ὢν οὐκ ἐχρῆτο τοῖς παρακειμένοις αὐτῷ πολλάκις, ἀλλὰ ἀντ’ αὐτῶν ἄλλα ἐπεζήτει, καὶ τρίτον ὅτι πολλάκις σχολάζων ἄσιτος δι’ ἡμέρας ἔμενεν. | |
14 | Ἐδόκει δὲ τῷ κλήρῳ | |
15 | μάλιστα σκληρὸς εἶναι καὶ τραχύς. Καὶ Σεραπίων δὲ ὁ διάκονος αὐτοῦ πολλοῦ μίσους αὐτῷ γέγονεν αἴτιος. Πολ‐ λοὺς δὲ καὶ Ἰωάννης ἄλλους δι’ ἄλλας αἰτίας τῆς ἐκ‐ κλησίας ἐξέβαλε. Προσκρούει δὲ Σεραπίων καὶ Σεβη‐ ριανῷ τῷ Γαβάλων, καὶ τίκτεται μεγάλη αὐτῷ πρὸς τὸν | |
20 | Ἰωάννην ἔχθρα, ἣν καὶ μέχρι τέλους συνετήρει. Ὁ δὲ λαὸς διὰ τοὺς ἐν τῇ ἐκκλησίᾳ λόγους σφόδρα ἠγάπα τὸν Ἰωάννην. Ἠγάπα δὲ οὗτος τὰς τοῦ ἁγίου Παύλου ἐπιστολὰς λίαν, καὶ ἡρμήνευεν αὐτάς· ἐμφανίζεται δὲ Πρόκλῳ ἐπὶ τρεῖς νύκτας ἐμπνεόμενος ὁ μέγας Ἰωάν‐ | |
25 | νης ὑπὸ τοῦ ἀποστόλου εἰς τὴν τῶν ἐπιστολῶν αὐτοῦ ἑρμηνείαν. Ὅτι προσκρούει τῇ βασιλίδι διὰ Θεοδώριχον τὸν πατρίκιον. Τῆς μὲν γὰρ παραλόγου εἰσπράξεως, ἣν ἐποίει ἡ βασιλίς, μόλις ἀπαλλάσσει τὸν ἄνδρα· ὁ δὲ δίδωσι | |
30 | τῷ τῆς ἐκκλησίας πτωχείῳ εὐχαριστήριον τῷ Θεῷ τὸ πολὺ μέρος αὑτοῦ τῆς ὑπάρξεως, ὑφ’ οὗ πρὸς κακίαν καὶ διαβολὴν ἀναφλέγεται ἡ Εὐδοξία. Ὅτι Εὐτρόπιος νόμον εἰσάγει τοὺς πρόσφυγας τῆς ἐκκλησίας μὴ τυγχάνειν τοῦ τῆς ἀσυλίας προνομίου, καὶ | |
35 | μετ’ οὐ πολὺ καταφυγὼν αὐτὸς τῆς οἰκείας ἀπολαύει νομοθεσίας. Οὗ ὑπὸ τὸ θυσιαστήριον ἐρριμμένου λόγον | |
ἐλεγκτικὸν διεξῆλθεν ὁ μέγας Ἰωάννης, καὶ πολλοὺς εἰς μῖσος ἐκίνησεν· ἐδόκει γὰρ ἀφιλανθρώπως λίαν ἐπι‐ πλήττειν τὸν δυστυχοῦντα. | 54 in vol. 2 | |
40 | Ὅτι τῶν Ἀρειανῶν τὰς ἐκκλησίας ἀφείλετο καὶ τὸν βασιλέα αἰτησάμενος τῆς πόλεως ἐξέβαλε. Καὶ ἀν‐ τίφωνα ἐκείνων ἐπιτηδευσάντων εἰς ἐξαπάτην τῶν | |
Bibl.9681a | ἁπλουστέρων, αὐτὸς ὑπερέβαλε συναραμένης τῆς βασιλίδος, ὡς καὶ σταυροὺς ἀργυροῦς τοῖς ἀντιφώνοις πα‐ ραπήγνυσθαι. Ἀρχὴν δέ φασι τῶν ἀντιφώνων Ἰγνάτιον γε‐ νέσθαι τὸν θεοφόρον, ἀγγέλους τὸ θεῖον ὑμνοῦντας τοῦτον | |
5 | τὸν τρόπον ἐκμιμησάμενον. Ὅτι Γαϊνᾶς ὁ Ἀρειανὸς δυνατὸς ὢν ᾔτησε τῷ βα‐ σιλεῖ ἐκκλησίαν, καὶ ὁ Ἰωάννης παρὼν μετὰ πολλῆς ἐπετίμησε τῆς παρρησίας καὶ τὴν αἴτησιν ἀπεκρούσατο. Χρόνῳ δὲ ὕστερον χεῖρας ἀντάραντος βασιλεῖ μηδὲν μελ‐ | |
10 | λήσας ὁ Ἰωάννης, ἀξιούντων τοῦτο πάντων, πρὸς αὐ‐ τὸν παραγίνεται διαπρεσβεύσασθαι, καὶ παύει τότε τὴν ἐπανάστασιν. Ὅτι Εὐσέβιος, ἀπὸ τοῦ Κελβιανοῦ ἐπίσκοπος Οὐα‐ λεντινουπόλεως, κατὰ Ἀντωνίνου τοῦ Ἐφεσίων λιβέλλους | |
15 | ἐπιδίδωσι. Περιείχετο δὲ τοῖς βιβλίοις ἐγκλήματα ἑπτά, ἱεροσυλίας τρία, καὶ ὅτι παῖδα φονέα γεγονότα ἀνε‐ πιτίμητον ἔχει μεθ’ ἑαυτοῦ, καὶ ὅτι τὸ διαφέρον τῇ ἐκκλησίᾳ τόπιον ὅπερ Βασιλίνα ἡ τοῦ Ἰουλιανοῦ μήτηρ κατέλιπε, πωλήσας ἐσφετερίσατο, καὶ ὅτι τῇ γυναικὶ | |
20 | ἀποταξάμενος συνήπτετο καὶ ἐπαιδοποίησεν ἐξ αὐτῆς, ἕβδομον δὲ ὅτι ἐπὶ χρήμασι χειροτονεῖ. | |
21 | Ἐξετάζεται ὡς βαρύτερον τὸ ἕβδομον, καὶ τῆς δίκης ἐπὶ πολὺ παρα‐ τεινομένης (ἐχρηματίζετο γὰρ ἐθελοκακεῖν καὶ ὁ κατή‐ | |
γορος) ὁ μὲν Ἀντωνῖνος τελευτᾷ, ὁ δὲ μέγας Ἰωάννης | 55 in vol. 2 | |
25 | πρὸς τὴν Ἔφεσον παραγίνεται, καὶ τοὺς ἐπὶ χρήμασι χει‐ ροτονηθέντας συγκαταθεμένους, ἓξ ὄντας τὸν ἀριθμόν, καθαιρεῖ. Καθαιρεῖ δὲ καὶ ἑτέρους ἓξ ἐν τῇ αὐτῇ Ἀσίᾳ διὰ τὴν αὐτὴν νόσον. Καὶ χειροτονεῖ ἀντὶ μὲν Ἀντω‐ νίνου Ἡρακλείδην τὸν οἰκεῖον διάκονον, ἐφ’ ᾧ καὶ στάσις | |
30 | συμβαίνει, καὶ ἀντὶ τῶν λοιπῶν ἑτέρους εὐλαβείᾳ καὶ τῇ ἄλλῃ ἀρετῇ πολὺ διαφέροντας. Ἀλλ’ οὗτοι πάντες ἐξορισθέντος τοῦ Χρυσοστόμου τῶν ἐπισκοπῶν ἀπηλά‐ θησαν, τῶν κατεγνωσμένων καὶ ἐκβεβλημένων πάλιν τοῖς θρόνοις ἐγκαταστάντων. | |
35 | Ὅτι Σεβηριανὸς ὁ Γαβάλων, μαθὼν Ἀντίοχον ἐν Κωνσταντινουπόλει παραγεγονότα καὶ χρήματα διὰ τὴν ῥητορείαν αὑτοῦ συλλεξάμενον, καὶ αὐτὸς παραγίνεται, διδάσκειν δὲ αὐτὸν ἀπαίρων εἰς Ἔφεσον ὁ μέγας Ἰωάν‐ νης ἀντ’ αὐτοῦ ἐπ’ ἐκκλησίας ἐπιτρέπει, ἐξ οὗ καὶ τῷ | |
40 | βασιλεῖ καὶ πᾶσι γνώριμος γίνεται. Ὅτι Καλλιτρόπη ἡ χήρα γυνή τινος προναυκλήρου ζημίας εἰσπράττεται παραλόγως. Παυλάκιος δ’ ἦν ὁ τῆς | |
Bibl.9681b | Ἀλεξανδρείας Αὐγουστάλιος ὁ ταῖς ζημίαις ἐκτρί‐ βων τὸ γύναιον, εἰς πεντακόσια δὲ νομίσματα ἐκεφαλαιοῦτο ἡ ζημία. Καὶ καταφεύγει αὕτη πρὸς τὴν βασίλισσαν, καὶ ἀπαιτεῖται ὁ Παυλάκιος χρυσίου λίτρας ἑκατόν· τὸ δὲ | |
5 | ἐκτετρυχωμένον γύναιον λαμβάνει μόνα λϛʹ νομίσματα. Προστρέχει τοίνυν τῷ κοινῷ τῶν χειμαζομένων λιμένι, τῷ μεγάλῳ Ἰωάννῃ. Ἄγεται παρ’ αὐτοῦ ὁ Παυλάκιος ἀπαιτούμενος τὰ πεντακόσια τῆς χήρας νομίσματα. Γί‐ νεται πρὸς αὐτὸν ἡ Εὐδοξία δι’ ἔχθρας, ἀνεθῆναι τὸν | |
10 | Παυλάκιον σπεύδουσα καὶ οὐχ ὑπακουομένη. Ὅμως ἀπαι‐ τήσας ὁ δίκαιος δίδωσι τὸ ἀδίκημα τῇ ἠδικημένῃ. | |
11 | Ἐν | |
ᾧ καὶ θαῦμα γίνεται· ἀποσπάσαι γὰρ πέμπει ἡ Εὐδοξία τὸν Παυλάκιον καὶ ἄκοντος Ἰωάννου, ἄγγελος δὲ λογχο‐ φόρος φανεὶς καὶ φοβήσας τοὺς ἀποσταλέντας ἀπράκτους | 56 in vol. 2 | |
15 | ἐποίησεν. | |
15 | Ἐκ δὲ τούτων καὶ τῶν τοιούτων, Ἀκάκιος ὁ Βεροίας καὶ Θεόφιλος καὶ Ἀντίοχος καὶ Σεβηριανὸς συλ‐ λαμβανομένης Εὐδοξίας καὶ προκαταρχομένης σκευω‐ ροῦσι τὰ κατὰ τὸν Ἰωάννην, πολλῶν καὶ ἄλλων συν‐ επομένων, οὓς ἐλέγχων ἐλύπει. | |
20 | Ὅτι Θεόφιλος Πέτρον τὸν πρωτοπρεσβύτερον Ἀλε‐ ξανδρείας ἐν αἰτίᾳ ἐποιεῖτο ὡς γυναῖκα μανιχαίαν τῶν μυστηρίων μεταδόντα. Ὁ δὲ ἀπελογεῖτο καὶ μετατε‐ θεῖσθαι αὐτὴν καὶ τῇ ἐκείνου ἐπιτροπῇ τῶν μυστη‐ ρίων αὐτὴν ἀξιῶσαι, καὶ παρῆγε τοῦ λόγου μάρτυρα | |
25 | Ἰσίδωρον τὸν πρεσβύτερον καὶ ξενοδόχον τῆς Ἀλε‐ ξανδρείας. Οὗτός ἐστιν ὁ διὰ τὴν αὑτοῦ ἀρετὴν παρὰ Θεοφίλου πρὸς Δαμασὸν σταλείς, καὶ κομί‐ σας ἀπὸ Ῥώμης Φλαβιανῷ τὴν ἀποδοχὴν καὶ τὴν πρὸς αὐτὸν κοινωνίαν, ἐπὶ ἔτεσιν εἴκοσι διαφερομέ‐ | |
30 | νων τῶν δύο ἐκκλησιῶν πρὸς ἀλλήλας. Ὁ δὲ Ἰσίδω‐ ρος ἐμαρτύρει Πέτρῳ καὶ ὠργίζετο ὁ Θεόφιλος καὶ τὸν μὲν Πέτρον αὐτίκα τῆς ἐκκλησίας διώκει, κατὰ Ἰσιδώρου δὲ τοῦ θαυμασίου χάρτην ἀσελγείας συμ‐ πλάσας προκομίζει καὶ παῖδα κατήγορον μισθοῦται, | |
35 | καὶ τοῦ δράματος ἐλεγχθέντος εἰς πλείονα κακίαν ἐκ‐ καίεται ὁ Θεόφιλος. | |
36 | Συνῆπτε δὲ αὐτοῦ τὸ πάθος, ὅτι χρήματα λαβὼν μέχρι χιλίων νομισμάτων πτω‐ χοῖς διανεῖμαι (Θεοδότη δ’ ἦν παρασχομένη) οὕτω καὶ ἐποίησε, μηδὲν τούτων Θεοφίλῳ προσαναθέμενος· | |
40 | φεύγει οὖν διὰ τὴν ἐπικειμένην ὀργὴν ἐπὶ τὸ τῆς Νι‐ τρίας ὄρος, ἐν ᾧ καὶ πρὶν κελλίῳ ἡσύχαζε. Τῶν δὲ τῆς Αἰγύπτου μοναστηρίων Διόσκορος ἡγοῦντο καὶ Ἀμ‐ | 57 in vol. 2 |
Bibl.9682a | μώνιος καὶ Εὐθύμιος καὶ Εὐσέβιος ἀδελφοί, οὓς ἀπὸ τῆς τοῦ σώματος ἀναδρομῆς μακροὺς ἐκάλουν. | |
2 | Συνέβη δὲ τότε τὸ κατὰ τῶν Ἀνθρωπομορφιτῶν ἐκραγῆναι φιλονείκημα. Καὶ στασιαζόντων τῶν κατὰ τὴν Αἴγυπτον | |
5 | μοναχῶν ἀγραμμάτων ὄντων καὶ ἀγροίκων τῶν πολ‐ λῶν, ὁ Θεόφιλος, ἐπεὶ ἐπέστησαν αὐτῷ, δεδοικώς, ὡς ἐδόκει, κατασοφίζεται, καί φησι πρὸς αὐτούς· «Εἶδον τὰ πρόσωπα ὑμῶν ὡς πρόσωπον Θεοῦ». Τῶν δὲ καὶ Ὠρι‐ γένην, ὡς ἀσχημάτιστον τὸ θεῖον λέγοντα, ἀναθεματι‐ | |
10 | σθῆναι προσεπιζητούντων, ὑπέσχετο ποιήσειν καὶ τοῦτο, καὶ διέφυγε τὸν θάνατον. | |
11 | Ταύτης δραξάμενος κατὰ τῶν μακρῶν τῆς προφάσεως (οὐ γὰρ ἐβούλοντο ἔτι, ὥσπερ πρότερον, αὐτῷ συνδιαιτᾶσθαι· οὗτοι δὲ τὸ θεῖον ἀσχη‐ μάτιστον, ὡς ὁ ὀρθὸς λόγος, ἐπρέσβευον) διαβάλλει | |
15 | τούτους πρὸς τοὺς ἐν Αἰγύπτῳ μοναχούς, καὶ κινεῖ κατ’ αὐτῶν τὸ ἀγελαῖον ἐκεῖνο πλῆθος, ἔτι δὲ καὶ κατὰ τοῦ προειρημένου Ἰσιδώρου, δι’ ὃν μᾶλλον καὶ πρὸς ἐκείνους ἐξεπεπολέμωτο. | |
18 | Τέλος μετὰ πολλὰς κακώσεις καὶ ἐπι‐ βουλὰς καὶ μετὰ τὸν ἐμπρησμὸν τὸν ἐκκαέντα κατὰ | |
20 | τῶν κελλίων αὐτῶν, φεύγουσιν ἐκεῖθεν εἰς Κωνσταντι‐ νούπολιν. Ὁ δὲ συμπαθέστατος Ἰωάννης ὑποδέχεται μὲν αὐτοὺς καὶ ἄλλως φιλοφρονεῖται, οὐ μεταδίδωσι δὲ διὰ Θεόφιλον κοινωνίας. Γράφει δὲ αὐτῷ καὶ ἐπιστολήν, πρὸς εἰρήνην συμβιβάζων· ὁ δὲ παρακρούεται. | |
24 | Ἐπιδιδοῦ‐ | |
25 | σιν οἱ μακροὶ κατὰ Θεοφίλου λιβέλλους. Πείθει καὶ ἐκεῖ‐ | |
νός τινας κατ’ αὐτῶν ἐπιδιδόναι· ἀλλ’ ὕστερον μὲν οὗ‐ τοι μηδὲν ἀποδεικνύντες ἐφυλακίσθησαν, καὶ μαστιχθέν‐ τες ἱκανῶς οἱ μὲν τῇ φυλακῇ ἐναπέθανον, οἱ δὲ τὴν Προκόννησον οἰκεῖν ἐξορίᾳ κατεδικάσθησαν. Ὁ δὲ Ἰω‐ | 58 in vol. 2 | |
30 | άννης δηλοῖ Θεοφίλῳ περὶ τῶν κατ’ αὐτοῦ λιβέλλων· καὶ γράφει Θεόφιλος ὀργιζόμενος· «Οἶμαι μὴ ἀγνοεῖν σε τὸ διάταγμα τῶν ἐν Νικαίᾳ κανόνων, ὅπως θεσπί‐ ζουσιν ἐπίσκοπον ὑπερόριον μὴ κρίνειν δίκην. Εἰ δὲ ἀγνοεῖς, μαθὼν ἀπόσχου τῶν καθ’ ἡμῶν λιβέλλων». | |
35 | Ἀλλὰ τότε ταῦτα γράφων Θεόφιλος ὕστερον αὐτὸς ὑπερόριον τὴν κατ’ ἐκείνου ἔκρινε δίκην. Οἱ δὲ μονα‐ χοὶ τῶν κατὰ Θεοφίλου λιβέλλων οὐκ ἀφίσταντο, καὶ ὁρίζεται παρὰ βασιλέως Θεόφιλος ἐπὶ τὴν δίκην ἐλθεῖν. Ὁ δὲ φθόνος κρατήσας ἐπὶ τὴν δίκην αὐτὸν Ἰωάννου | |
40 | καθίζει παραγεγονότα. Ὅτι Θεογνώστου συγκλητικοῦ δημευθέντος καὶ κατὰ τὴν ἐξορίαν τελευτήσαντος ἡ γυνὴ τὸν ὑπολειφθέντα | |
Bibl.9682b | αὐτῇ ἀγρὸν ὑπὸ τῆς βασιλίδος ἀφαιρεῖται. Ἡ δὲ ἐπὶ τὸν τῶν χηρῶν καταφεύγει πρόμαχον. Ὁ δὲ πολλὰ παρρησιασάμενος ὑπὲρ τῆς χήρας οὐδὲν ἤνυσεν, ἀλλὰ καὶ πρὸς ἔχθραν ἐκίνησε τὴν βασιλίδα. Προστάσσει δὲ | |
5 | τῇ ἡμέρᾳ τῆς Ὑψώσεως (τεσσαρεσκαιδεκάτη ἐστὶν αὕτη τοῦ σεπτεμβρίου μηνός), ἐπειδὰν ἡ ἄδικος βασιλὶς προσέρχεσθαι μέλλῃ τῇ ἐκκλησίᾳ, ἀποκλεισθῆναι κατ’ αὐτῆς τὰς πύλας. Καὶ πληροῦται τὸ πρόσταγμα, καὶ κα‐ τῃσχυμμένη καὶ περιωργισμένη ἀποπέμπεται ἡ βασιλίς· | |
10 | καὶ ἤδη ἡ κατὰ τοῦ ἁγίου καθαίρεσις συνεκροτεῖτο παρ’ αὐτῆς καὶ ἡ ἐξορία, καὶ εἴ τι ἄλλο δεινὸν ὁ θυμὸς ἐπέτρεπεν. Ὅτε δὲ τῇ ἐκκλησίᾳ προσιοῦσα τὰς πύλας κατ’ αὐτῆς ἀποκλεισθείσας ἐδέξατο, τότε τις τῶν σὺν | |
αὐτῇ ξίφος κατὰ τῶν ἀποκλειόντων ἐνέτεινε, καὶ ἐξη‐ | 59 in vol. 2 | |
15 | ράνθη τὴν χεῖρα· ὕστερον δὲ προσπεσὼν τῷ θαυμα‐ σίῳ Ἰωάννῃ ὑγιὴς γέγονεν. Ὅτι Ἐπιφάνιος ὁ μέγας, ὃν ὁ Θεόφιλος κατὰ Ἰω‐ άννου ἐξηπάτησε, παραγενόμενος ἐν Κωνσταντινουπόλει ἀταξίας ἐποίησε· διάκονον γὰρ ἐν τῷ Ἑβδόμῳ (οὕτω | |
20 | καλεῖται ὁ τόπος) τῇ τοῦ ἁγίου Ἰωάννου ἐκκλησίᾳ παρὰ τὸν κανόνα ἐχειροτόνησε, καὶ χωρὶς τῆς τοῦ Χρυσοστόμου γνώμης ἐλειτούργει, καὶ ἀπῄτει αὐτὸν τὰ Ὠριγένους ἀναθεματίσαι. | |
23 | Φησὶ δὲ αὐτὸν ὁ συγγρα‐ φεύς, ὥσπερ καὶ ὁ βίος αὐτοῦ λέγει, μὴ συνευδοκῆ‐ | |
25 | σαι, καθὼς ἑτέροις ἔδοξε λέγειν, ἐπὶ τῇ τοῦ Χρυσο‐ στόμου καθαιρέσει, καίτοι τῆς βασιλίδος ἐκβιαζομέ‐ νης. Μνημονεύει δ’ οὖν ὅμως καὶ οὗτος τῶν ἀμοιβαίων ἀλλήλοις προφητειῶν, ἐν αἷς ἐδηλοῦτο μηδέτερον ἔτι τὸν οἰκεῖον ὄψεσθαι θρόνον. Πρὸ δὴ τῆς αὑτοῦ κατα‐ | |
30 | δίκης πυνθανόμενος ὀργᾶν τὴν Εὐδοξίαν, λόγον διεξ‐ έρχεται μακρὸν κατὰ γυναικῶν, καὶ τὸ πλῆθος ἥρ‐ πασε τὸ ῥηθὲν ἐκλαμβάνοντες εἰς τὴν βασιλίδα. Καὶ τοῦ Θεοφίλου παραγεγονότος ἀρτύεται τὰ κατὰ τοῦ με‐ γάλου ἀθλητοῦ, καὶ μὴ παρουσιάσαντος αὐτοῦ τῇ συνόδῳ | |
35 | τὴν ψῆφον οἱ περὶ Θεόφιλον ἤνεγκαν, καίτοι βοῶν‐ τος αὐτοῦ καὶ διαμαρτυρομένου ἕτοιμον εἶναι καὶ πα‐ ραγενέσθαι καὶ ἀπολογεῖσθαι, εἰ τοὺς προφανεῖς ἐχθροὺς τοῦ συνεδρίου ἐκστήσωσι. Συνῆσαν δὲ αὐτῷ τεσσαρά‐ κοντα ἐπίσκοποι οἳ καὶ τοῖς περὶ Θεόφιλον ἀπεμάχοντο· | |
40 | ὁ δὲ τούτους ποτνιωμένους παρεμυθεῖτο, καὶ παρῄνει τῆς ἐκκλησίας μὴ σχίζεσθαι. Καθαιρεθεὶς δὲ ἐκπέμπε‐ ται εἰς τὸ τοῦ Βοσπόρου Ἱερόν, καὶ σεισμοῦ θεηλάτου | |
Bibl.9683a | γενομένου πάλιν ἐπὶ τὴν πόλιν κατάγεται, καὶ ἄκων εἰς τὸν θρόνον ἀνάγεται· οὐ γὰρ ἔφασκεν ἐθέλειν τῆς ποι‐ μαντικῆς ἀρχῆς ἀπάρχεσθαι πρὶν ἂν εἰς ἐξέτασιν αὐτοῦ τὴν ἄδικον προτεθῆναι κρίσιν. | 60 in vol. 2 |
4 | Τῆς δὲ Εὐδοξίας μετ’ οὐ | |
5 | πολὺν χρόνον ἀναφλεχθείσης, ὅτι ἐπετίμα αὐτῇ μετὰ πολλῆς παρρησίας διὰ τὸν ἀνδρίαντα, ὃς πλησίον τῆς ἐκκλησίας αὐτῇ ἀνεγήγερτο (θόρυβος γὰρ ἐκεῖθεν πολὺς τῇ ἐκκλησίᾳ ἐτίκτετο), πάλιν τὰ κατὰ τὸν μέγαν Ἰω‐ άννην συσκευάζεται. | |
9 | Ὁ δὲ Θεόφιλος ταύτῃ ἑρμαίῳ τῇ | |
10 | πράξει περιτυχών, αὐτὸς μὲν τὸ τῆς πόλεως μῖσος δεδιὼς οὐ παραγίνεται· ἐμισήθη γὰρ λίαν ὅτι μετὰ τὴν Ἰωάννου καθαίρεσιν καὶ τοῖς μακροῖς, δι’ οὓς ἐκείνῳ ἐπεβούλευεν, ἐκοινώνησε, καὶ τῶν Ὠριγενείων ἀναγνω‐ σμάτων, ἐν οἷς ἐκεῖνον διέβαλλεν, οὐκ ἀπείχετο. | |
14 | Οὐ παρα‐ | |
15 | γίνεται οὖν διὰ τὸ μῖσος, πέμπει δ’ ἀντ’ αὐτοῦ, μήδ’ εἰς κρίσιν ἔτι καλεῖν ἀποθεσπίζων Ἰωάννην, ὡς μετὰ τὴν καθαίρεσιν τολμήσαντα ἱεράσασθαι, τῆς ἐν Ἀν‐ τιοχείᾳ συνόδου τῷ μετὰ καθαίρεσιν ἑαυτῷ τὴν ἱερω‐ σύνην ἐκδικήσαντι οὐδὲ τόπον ὑπολιπούσης ἀπολογίας. | |
20 | Οἱ δέ γε περὶ Ἰωάννην Ἀρειανῶν ἔλεγον εἶναι καὶ τὸν κανόνα καὶ τὴν σύνοδον, ἐπὶ συσκευῇ Ἀθανασίου ἐκ‐ τεθειμένον, ἣν οἱ ἐν Σαρδικῇ ἀπέφηναν ἄκυρον, Ἀθα‐ νάσιον οὐκ εἰς ἀπολογίαν μόνον ἀλλὰ καὶ εἰς ἱερωσύνην ἅμα Μαρκέλλῳ παραδεξάμενοι. | |
24 | Κωλύεται μὲν οὖν τότε | |
25 | ὁ Χρυσόστομος ἱερᾶσθαι καὶ ὅλως πρὸς τὴν ἐκκλησίαν κατέρχεσθαι· ἡ δὲ τῶν Χριστοῦ γενεθλίων ἑορτὴ ἐνειστήκει καὶ ἔμεινε μέχρι τῆς ἁγίας Πεντηκοστῆς, καὶ ἔτι πρὸς ἡμέρας πέντε σχολάζων καὶ μηδὲν ὅλως ἐκκλησιαστικὸν | |
διαπραττόμενος. Τότε δὲ τελείως καὶ τῆς ἐκκλησίας καὶ | 61 in vol. 2 | |
30 | τῆς πόλεως ἐξεβλήθη, καὶ ἐξωρίσθη εἰς Κουκουσόν, ὅτε καὶ τὸ πῦρ ἀναφθὲν τῆς ἐκκλησίας τοῦ ἄμβωνος πολλὰ τῶν πέριξ κατενεμήσατο. Καὶ πολλοὶ δὲ τῶν κατὰ τοῦ ἁγίου παρεδειγματίσθησαν, ἢ νόσοις ἐξαισίοις ἢ συμ‐ φοραῖς θεηλάτοις τὸν βίον ἀπορρήξαντες. | |
34 | Ἐξορισθεὶς | |
35 | δὲ εἰς Κουκουσόν, ὡς οὗτός φησι, καὶ ἐδίδασκε καὶ ἐχειρο‐ τόνει πολλοὺς μὲν ἐπισκόπους, πλείους δὲ πρεσβυτέρους καὶ διακόνους. Ἐπετέλει δὲ καὶ πολλὰ σημεῖα ἐν τῇ ἐξορίᾳ, ζῶν τε καὶ μετὰ θάνατον. Τελευτᾷ δὲ οὐ μετὰ πολὺν χρόνον, τοῦ ἐπισκόπου Κομάνων καὶ μάρτυρος Βασιλί‐ | |
40 | σκου τὴν τελευτὴν αὐτῷ προμηνύσαντος, καὶ θάπτεται ἐν τῇ αὐτῇ τοῦ μάρτυρος λάρνακι. Κατέκριναν δὲ οἱ περὶ Θεόφιλον καὶ Ἡρακλείδην τὸν | |
Bibl.9683b | Ἐφέσου ἀπόντα, καὶ Σεραπίωνα δὲ ποικίλαις ὑπο‐ βαλόντες τιμωρίαις καὶ τῆς ἐπισκοπῆς Ἡρακλείας, ἐν ᾗ αὐτὸν μετὰ τὴν πρώτην τῆς ἐξορίας ἐπάνοδον ἐτύγ‐ χανεν ὁ μέγας Ἰωάννης χειροτονήσας, καθεῖλον. Χει‐ | |
5 | ροτονοῦσι δὲ ἀντὶ Ἡρακλείδου τὸν τοῦ τριβούνου Βίκτορος εὐνοῦχον, ἄνδρα ὑπέραισχρον, καὶ ἄλλους δὲ ἐπισκόπους ἐγγὺς τῶν εἴκοσι κακώσαντες, ἀπήλασαν καὶ τῶν ἐπι‐ σκοπῶν, πρεσβυτέρους δὲ καὶ διακόνους πολλούς, καὶ λαϊ‐ κοὺς πλείους, ὅσοι προσκεῖσθαι Ἰωάννῃ διεβάλλοντο· καὶ | |
10 | γυναῖκας δὲ τῶν εὐλαβῶν, ὧν αἱ ἐπίσημοι Ὀλυμπιὰς καὶ Πενταδία καὶ Πρόκλη καὶ Σιλβανή. Ὁ δὲ Ῥώμης Ἰνοκέντιος πολλὰ ὑπὲρ τοῦ ἁγίου ἠγω‐ νίσατο, εἰ καὶ ἄπρακτος αὐτοῦ γέγονεν ἡ σπουδή· καὶ γὰρ καὶ ἀποκρισιαρίους ἔπεμψεν, ἀλλὰ καὶ αὐτοὶ κακῶς ἀπε‐ | |
15 | πέμφθησαν, καὶ γράμματα ἔγραφεν, ἀλλ’ οὐδὲν ὧν | |
ἔσπευδεν ἤνυεν. Ὕστερον δὲ Νεκτάριος μόλις ἐντάσσει αὐτοῦ τοῖς διπτύχοις τὸ ὄνομα. Καὶ Πρόκλος δὲ χρόνῳ ὕστερον εἰσάγει τῇ πόλει τὸ λείψανον. Καὶ ταῦτα μὲν ὧδε. Ὁ δὲ συγγραφεὺς οὗτος οὐκ | 62 in vol. 2 | |
20 | ὀλίγα φαίνεται παριστορῶν· ἀλλ’ οὐδὲν κωλύει τοὺς ἀναγι‐ νώσκοντας ἐκλεγομένους τὰ χρήσιμα τὰ λοιπὰ παρορᾶν. | |
Bibl.9783b(23) | Ἀνεγνώσθη Φλέγοντος Τραλλιανοῦ, ἀπελευ‐ θέρου τοῦ αὐτοκράτορος Ἀδριανοῦ, ὀλυμπιονικῶν καὶ χρο‐ | |
25 | νικῶν συναγωγή. Προσφωνεῖ τὸ σύνταγμα πρὸς Ἀλκι‐ βιάδην τινά, ὃς εἷς ἦν τῶν εἰς φυλακὴν τεταγμέ‐ νων τοῦ Ἀδριανοῦ. Ἄρχεται δὲ τῆς συναγωγῆς ἀπὸ τῆς πρώτης Ὀλυμπιάδος, διότι τὰ πρότερα, καθὼς καὶ οἱ ἄλλοι σχεδόν τι πάντες φασίν, οὐκ ἔτυχεν ὑπό τινος | |
30 | ἀκριβοῦς καὶ ἀληθοῦς ἀναγραφῆς, ἀλλὰ ἄλλο τι ἄλλος τῶν ἐπιτυχόντων καὶ οὐ συμφώνως ἔγραψαν, ὅσοις καὶ γράψαι πεφιλοτίμηται. | |
32 | Τὴν μὲν οὖν ἀρχὴν τοῦ συγγράμ‐ ματος, ὥσπερ ἔφημεν, ἀπὸ τῆς πρώτης Ὀλυμπιάδος ποιεῖται· κάτεισι δέ, ὡς αὐτός φησι, μέχρι τῶν Ἀδριανοῦ | |
35 | χρόνων. Ἐμοὶ δὲ ἀνεγνώσθη μέχρι τῆς ροζʹ Ὀλυμπιάδος, ἐν ᾗ ἐνίκα Ἑκατόμνως Μιλήσιος στάδιον καὶ δίαυλον καὶ ὁπλίτην τρίς, Ὑψίκλης Σικυώνιος δόλιχον, Γάϊος Ῥωμαῖος δόλιχον, Ἀριστωνυμίδας Κῷος πένταθλον, Ἰσίδωρος Ἀλεξανδρεὺς πάλην, Ἄπτωτος περίοδον, | |
40 | Ἀτυάνας Ἱπποκράτους Ἀδραμυτίου πύξ, Σφο‐ δρίας Σικυώνιος παγκράτιον, Σωσιγένης Ἀσιανὸς παί‐ δων στάδιον, Ἀπολλοφάνης Κυπαρισσιεὺς παίδων πά‐ | |
Bibl.9784a | λην, Σωτήριχος Ἠλεῖος παίδων πύξ, Κάλας Ἠλεῖος παίδων παγκράτιον, Ἑκατόμνως Μιλήσιος ὁπλίτην (οὗτος ἐν τῇ αὐτῇ τὰ τρία ἐστεφανώθη, στάδιον, δίαυλον, ὁπλίτην), Ἀριστόλοχος Ἠλεῖος τέθριππον, Ἀγή‐ | 63 in vol. 2 |
5 | μονος Ἠλείου κέλης, Ἑλλανίκου Ἠλείου συνωρίς, τοῦ αὐ‐ τοῦ πωλικὸν τέθριππον, Κλητία Ἠλείου πωλικὴ συνωρίς, Καλλίππου Πηλίου πωλικὸς κέλης. | |
7 | Λεύκολλος δὲ Ἀμι‐ σὸν ἐπολιόρκει, καὶ Μουρήναν ἐπὶ τῆς πολιορκίας κα‐ ταλιπὼν μετὰ δυοῖν ταγμάτοιν, αὐτὸς μετὰ τρίων ἄλ‐ | |
10 | λων προῆγεν ἐπὶ Καβείρων, ὅπου διεχείμαζε. Καὶ Ἀδρια‐ νὸν ἐπέταξε πολεμῆσαι Μιθριδάτῃ· καὶ πολεμήσας ἐνί‐ κησε. Καὶ σεισμοῦ ἐν Ῥώμῃ γενομένου, πολλὰ ταύτης συν‐ έπεσε. | |
13 | Καὶ ἄλλα δὲ πλεῖστα ἐν ταύτῃ ξυνηνέχθη τῇ Ὀλυμπιάδι. Καὶ Ῥωμαίων τῷ τρίτῳ αὐτῆς ἔτει ἀπε‐ | |
15 | τιμήθησαν μυριάδες ἐνενήκοντα καὶ μία. Καὶ Σινα‐ τρούχην τὸν Πάρθων βασιλέα τελευτήσαντα διεδέξατο Φραάτης ὁ ἐπικληθεὶς θεός. Καὶ Φαῖδρον τὸν Ἐπι‐ κούρειον διεδέξατο Πάτρων. Καὶ Οὐεργίλιος Μάρων ὁ ποιητὴς ἐγεννήθη τούτου τοῦ ἔτους εἰδοῖς Ὀκτωβρίαις. | |
20 | Τῷ δὲ τετάρτῳ ἔτει Τιγράνης καὶ Μιθριδάτης ἀθροί‐ σαντες πεζοὺς μὲν τέσσαρας μυριάδας ἱππέας δὲ τρεῖς, καὶ τὸν Ἰταλικὸν αὐτοὺς τάξαντες τρόπον, ἐπολέμησαν Λευκόλλῳ· καὶ νικᾷ Λεύκολλος, καὶ πεντακισχίλιοι μὲν τῶν μετὰ Τιγράνους ἔπεσον, πλείους δὲ τούτων ἠχμα‐ | |
25 | λωτίσθησαν, χωρὶς τοῦ ἄλλου σύγκλυδος ὄχλου. | |
25 | Καὶ τὸ | |
Καπιτώλιον ἐν Ῥώμῃ Κάτλος καθιέρωσε, καὶ Μέ‐ τελλος ἐπὶ τὸν Κρητικὸν πόλεμον ὁρμήσας, τρία τά‐ γματα ἔχων, ἦλθεν εἰς τὴν νῆσον, καὶ μάχῃ νικήσας τὸν Λασθένη, αὐτοκράτωρ ἀνηγορεύθη, καὶ τειχήρεις | 64 in vol. 2 | |
30 | κατέστησε τοὺς Κρῆτας. Καὶ Ἀθηνόδωρος πειρατὴς ἐξαν‐ δραποδισάμενος Δηλίους τὰ τῶν λεγομένων θεῶν ξόανα διελυμήνατο, Γάϊος δὲ Τριάριος τὰ λελωβημένα τῆς πόλεως ἐπισκευάσας ἐτείχισε τὴν Δῆλον. Μέχρι μὲν οὖν ταύτης μοι τῆς Ὀλυμπιάδος ἐν | |
35 | λόγοις πέντε ἡ ἀνάγνωσις γέγονεν. Ἔστι δὲ τὴν φρά‐ σιν οὔτε λίαν χαμαιπετὴς οὔτε τὸν Ἀττικὸν ἐς τὸ ἀκρι‐ βὲς διασῴζων χαρακτῆρα. Ἄλλως τε δὲ καὶ ἡ περὶ τὰς Ὀλυμπιάδας καὶ τὰ ἐν αὐταῖς τῶν ἀγωνισμάτων ὀνό‐ ματα καὶ πράξεις καὶ ἡ περὶ τοὺς χρησμοὺς ἄκαιρος | |
40 | φιλοπονία τε καὶ φιλοτιμία, εἰς κόρον ἀπάγουσα τὸν ἀκροατὴν καὶ μηδὲν ἄλλο τῶν ἐν τῷ λόγῳ σχεδόν τι προ‐ κύπτειν συγχωροῦσα, ἀηδῆ τε τὸν λόγον δεικνύει καὶ | |
Bibl.9784b | χάριτος οὐδὲν ἔχειν παρατίθησι. Χρησμοῖς δὲ παν‐ τοίοις ἐς ὑπερβολήν ἐστι κεχρημένος. | |
Bibl.9884b(4) | Ἀνεγνώσθη ἱστορικὸν λόγοις ἓξ Ζωσίμου κό‐ | |
5 | μητος ἀπὸ φισκοσυνηγόρου. Ἔστι τὴν θρησκείαν ἀσεβὴς καὶ πολλάκις ἐν πολλοῖς ὑλακτῶν κατὰ τῶν εὐσεβῶν, σύντομος δὲ καὶ τὴν φράσιν εὐκρινής τε καὶ καθαρός, οὐδὲ τοῦ ἡδέος ἀπῳκισμένος. | |
8 | Ἄρχεται μὲν τῆς ἱστορίας, ὡς ἄν τις εἴποι, ἀπὸ Αὐγούστου, ἐπιτρέχει δὲ πάντας τοὺς | |
10 | μέχρι Διοκλητιανοῦ, ψιλὴν ὥσπερ τὴν ἀνάρρησιν καὶ τὴν | |
διαδοχὴν αὐτῶν ἀφηγούμενος. Ἀπὸ δὲ Διοκλητιανοῦ πλα‐ τύτερον περὶ τῶν βεβασιλευκότων διαλαμβάνει ἐν βι‐ βλίοις πέντε. | 65 in vol. 2 | |
13 | Τὸ γὰρ πρῶτον τοὺς μέχρι Διοκλητιανοῦ ἀπὸ Αὐγούστου ἀριθμεῖται. Καὶ πληροῖ τὴν ἕκτην βίβλον ἐν | |
15 | ἐκείνοις ἀπαρτιζομένην τοῖς χρόνοις ἐν οἷς Ἀλάριχος τὴν Ῥώμην τὸ δεύτερον πολιορκῶν καὶ τῶν ἐνοικούντων ἀπορουμένων, λύει τὴν πολιορκίαν, βασιλέα τούτοις Ἄτ‐ ταλον ἀνειπών. Εἶτα δὲ καὶ τῆς βασιλείας τοῦτον παρα‐ λύσας διὰ τὸ μὴ δοκεῖν εὖ διατίθεσθαι τὰ τῆς ἐγκεχει‐ | |
20 | ρισμένης αὐτῷ βασιλείας, πρὸς Ὁνώριον τὸν βασιλέα κατὰ τὴν Ῥάβενναν διατρίβοντα ἐφ’ ᾧ σπείσασθαι ἵετο. Ἀλλὰ Σάρος, Γότθος καὶ αὐτός, διάφορος ὢν Ἀλαρίχῳ, ἔχων τε ὑπ’ αὐτὸν ἄχρι τριακοσίων καὶ προστεθεὶς Ὁνωρίῳ καὶ συμπολεμεῖν αὐτῷ κατὰ Ἀλαρίχου διατει‐ | |
25 | νόμενος, ἐμποδὼν ἔστη. Καὶ ἡ μὲν ἕκτη αὐτῷ ἱστορία ὧδε τελευτᾷ. Εἴποι δ’ ἄν τις οὐ γράψαι αὐτὸν ἱστορίαν, ἀλλὰ με‐ ταγράψαι τὴν Εὐναπίου, τῷ συντόμῳ μόνον διαφέ‐ ρουσαν, καὶ ὅτι οὐχ, ὥσπερ ἐκεῖνος, οὕτω καὶ οὗτος Στε‐ | |
30 | λίχωνα διασύρει· τὰ δ’ ἄλλα κατὰ τὴν ἱστορίαν σχε‐ δόν τι ὁ αὐτός, καὶ μάλιστα ἐν ταῖς τῶν εὐσεβῶν βα‐ σιλέων διαβολαῖς. Δοκεῖ δέ μοι καὶ οὗτος δύο ἐκδό‐ σεις, ὥσπερ κἀκεῖνος, πεποιηκέναι. Ἀλλὰ τούτου μὲν τὴν προτέραν οὐκ εἶδον· ἐξ ὧν δὲ ἣν ἀνέγνωμεν ἐπέ‐ | |
35 | γραψε «νέας ἐκδόσεως» συμβαλεῖν ἦν καὶ ἑτέραν αὐ‐ τῷ, ὥσπερ καὶ τῷ Εὐναπίῳ, ἐκδεδόσθαι. Σαφὴς δὲ μᾶλ‐ λον οὗτος καὶ συντομώτερος, ὥσπερ ἔφημεν, Εὐναπίου, καὶ ταῖς τροπαῖς, εἰ μὴ σπάνιον, οὐ κεχρημένος. | |
Bibl.9984b(40) | Ἀνεγνώσθη Ἡρωδιανοῦ ἱστορικοὶ λόγοι ὀκτώ. Ἄρχεται ἐξ οὗ Μάρκος ὁ Ῥωμαίων βασιλεὺς ἐτε‐ λεύτησε, καὶ διέξεισιν ὅπως τε Κομόδος ὁ Μάρκου υἱὸς | 66 in vol. 2 |
Bibl.9985a | ἐβασίλευσεν, ὅπως τε τῶν πατρῴων ἠθῶν ὑπὸ τῶν κολάκων ἐκδιαιτηθεὶς ὕστερον ὑπὸ Μαρκίας τῆς αὐτοῦ παλλακῆς καὶ Λαΐτου καὶ Ἐκλέκτου συσκευσαθεὶς ἀνῃ‐ ρέθη. | |
4 | Καὶ βασιλεύει Περτίναξ πρεσβύτης καὶ καλὸς τὰ | |
5 | ἤθη· ὃν οἱ στρατιῶται, ἀπεχθανόμενοι τὸ σῶφρον, εἰσδραμόντες ἐν τῇ βασιλικῇ κτείνουσιν οἰκίᾳ. Καὶ ὅπως Ἰουλιανὸς ὑπὸ τῶν στρατιωτῶν χρήμασι λαβὼν τὴν ἀρχήν, μετ’ οὐ πολὺ ταῖς αὐτῶν ἀνῃρέθη χερσίν. Ὅπως τε Νίγρος, ἀνὴρ ἐπιεικὴς εἶναι δοκῶν, ζῶντος ἔτι Ἰου‐ | |
10 | λιανοῦ εἰς μοναρχίαν ἤρθη. | |
10 | Καὶ Σεβῆρος δέ, ἀνὴρ ἀγχίνους τε καὶ πόνοις δεινὸς ἐγκαρτερεῖν καὶ βαθυγνώ‐ μων ἄλλως, ἀνῆλθέ τε εἰς τὴν βασίλειον ἀρχήν, καὶ Νίγρον μάχῃ νικᾷ καὶ ἀναιρεῖ, καὶ πᾶν τὸ ἀντιστα‐ τοῦν ἢ μάχαις βιαίοις ἢ τέχναις δυσδιαφύκτοις ὑπη‐ | |
15 | γάγετο, καὶ τῶν ὑπηκόων ἐπὶ τὸ σοβαρώτερον ἦρξε προιϊών, καὶ τελευτᾷ νόσῳ τὸν πρὸς Βρεττανοὺς δια‐ χειρίζων πόλεμον. | |
17 | Καὶ Ἀντωνῖνος ὁ τῶν αὐτοῦ παίδων πρεσβύτερος σπονδὰς πρὸς αὐτοὺς θέμενος, ἀναχωρεῖ, καὶ συμβασιλεύοντα καὶ ἄκων λαμβάνει τὸν ἀδελφὸν Γέταν, | |
20 | καὶ μετ’ οὐ πολὺ Ἰουλίας τῆς αὐτῶν μητρὸς πρὸς τοῖς κόλποις τοῦτον ἀναιρεῖ, καὶ εἰς ὠμότητα καὶ αἰσχρότητα ὑπερβαλέσθαι πάντας φιλονεικήσας περὶ Συρίαν διά‐ γων ἐπιβουλεύεται· Μακρῖνος δ’ ἦν ὁ τὴν ἐπιβουλὴν συσκευάζων, δεδιὼς καὶ αὐτὸς θάνατον καὶ προλα‐ | |
25 | βεῖν ἀγωνισάμενος. | |
25 | Ἐπεὶ δὲ ἀνῄρητο Ἀντωνῖνος βα‐ σιλεύει Μακρῖνος, ἀνὴρ πρεσβύτης καὶ μελλητὴς καὶ οὐδ’ ἐγκράτειαν ἀσκῶν, τὰ δ’ ἄλλα δοκῶν ἐπιεικής. Τῆς δὲ Μέσης, ἥτις ἦν Ἰουλίας ἀδελφή, δύο θυγατέρας ἐχούσης, Σοαιμίδα καὶ Μαμαίαν, καὶ τῆς μὲν ἐχούσης | 67 in vol. 2 |
30 | παῖδα ὄνομα Βασσιανόν, τῆς δὲ Ἀλεξῖνον, οἳ ἐξ Ἀν‐ τωνίνου λαθραίαις μίξεσιν ἐλέγοντο γεγενῆσθαι, τὸ στρα‐ τιωτικὸν μικρᾶς λαβόμενοι προφάσεως ἐν τῷ σφῶν ἀναγορεύουσι στρατοπέδῳ τὸν Βασσιανὸν μετονομά‐ σαντες Ἀντωνῖνον· καὶ μάχαις ἡττηθεὶς Μακρῖνος | |
35 | καὶ φεύγων ἐκ τῶν μεθορίων Φοινίκης τε καὶ Συρίας τὴν Χαλκηδόνα κατέλαβε, πρὸς τὴν Ῥώμην ἐκεῖθεν ἀφικέσθαι διανοούμενος· ἀλλ’ ἐπικαταλαβόντες αὐτὸν οἱ τοῦ Ἀντωνίνου ἐπὶ τοῦτο ἀπεσταλμένοι, τέμνουσί τε τὴν κεφαλὴν καὶ ὀπίσω ἀποκομίζουσιν. | |
39 | Ἀντωνῖνος δέ, ἕως | |
40 | μὲν ἐπείθετο τῇ μάμμῃ, ἐσωφρόνει καὶ ποιεῖται καὶ τὸν Ἀλεξῖνον υἱόν τε ἅμα καὶ Καίσαρα, εἰς Ἀλέξανδρον μετακληθέντα· ἐπεὶ δὲ τοῖς κόλαξιν ἑαυτὸν ἐξέδωκεν, | |
Bibl.9985b | οὐδεμίαν ὑπερβολὴν αἰσχρότητος καὶ ἀκρασίας ἀπέλιπεν. Ἐπιβουλεύειν δὲ καὶ Ἀλεξάνδρῳ ἐπιχειρήσας ὑπὸ τῶν στρατιωτῶν ἀνεκόπη· ὁ δὲ τούτους τιμωρήσασθαι διανοηθεὶς ὑπ’ αὐτῶν ἀνῃρέθη. | |
4 | Ἐβασίλευσέ τε Ἀλέξανδρος | |
5 | ὁ Μαμαίας ἔτη ιδʹ, καὶ τό γε ἐπ’ αὐτῷ καλῶς τε καὶ ἐπιεικῶς ἄρξας, καὶ χωρὶς αἱμάτων ὅλως· τῆς δὲ μητρὸς Μαμαίας, ὥς φησιν, ἥ τε φιλοχρηματία καὶ τὸ μικρολόγον εἰς σφαγὴν αὐτὸν τὴν ὑπὸ τῶν στρατιωτῶν σὺν αὐτῇ, Μαξιμίνου ἀναρρηθέντος, | |
10 | ἀπήνεγκεν. | 68 in vol. 2 |
10 | Ἦρχε δὲ Μαξιμῖνος ἐπὶ ἔτη τρία ἐμβριθῶς τε καὶ τυραννικῶς, ἀνὴρ ὑπερμεγέθης καὶ τὸ ἦθος ὠμός. Διόπερ τὸν Λιβύης ὑπάρχοντα ὑπ’ αὐτοῦ κατα‐ στάντα καὶ ὅμοιον ὄντα τοῖς τρόποις οἱ ἐκεῖσε στασιά‐ σαντες καὶ ἀνελόντες, Γορδιανὸν ἀνθύπατον γεγονότα | |
15 | καὶ ὀγδοηκοστὸν ἄγοντα ἔτος χειροτονοῦσι καὶ ἄκοντα βασιλέα. Καὶ ἡ Ῥώμη περιχαρῶς αὐτοῦ τὴν ἀνάρρησιν δεξαμένη, πάσας τοῦ Μαξιμίνου τιμὰς καθεῖλε. Συνα‐ νεῖπον δὲ αὐτῷ καὶ υἱὸν Γορδιανοῦ Γορδιανὸν βασιλέα. Μαξιμίνου δὲ παρασκευαζομένου πρὸς πόλεμον, καὶ Γορ‐ | |
20 | διανὸς ἅμα τῷ υἱῷ τὴν Καρχηδόνα καταλαβὼν καὶ ἐν ἀπογνώσει τῶν ὅλων γεγονὼς βρόχῳ ἀνεπαύσατο τοῦ βίου· ὁ δὲ παῖς τῆς πρὸς Μαξιμῖνον μάχης κροτου‐ μένης ἀναιρεθεὶς ἠφανίσθη. | |
23 | Οἱ δὲ Ῥωμαῖοι τῷ πάθει τούτων ὑπεραλγήσαντες καὶ δεδιότες καὶ μισοῦντες Μα‐ | |
25 | ξιμῖνον, ἀναγορεύουσιν ἐν Ῥώμῃ Βαλβῖνόν τε καὶ Μά‐ ξιμον· καθ’ ὧν στάσεως ὑπὸ τῶν στρατιωτῶν ἀνεγειρο‐ μένης, συμβασιλεύει τούτοις καὶ Γορδιανός, ἀπόγονος Γορδιανοῦ τοῦ πρώτου, κομιδῇ παῖς, θυγατρὸς υἱός. Καὶ Μαξίμου ἐξιόντος κατὰ Μαξιμίνου, ἀναρεῖται Μαξιμῖνος | |
30 | ὑπὸ τῶν οἰκείων στρατιωτῶν, καὶ κομίζεται πρὸς Μάξιμον ἡ κεφαλή, εἶτα καὶ πρὸς αὐτὴν Ῥώμην. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ οἱ στρατιῶται στασιάσαντες ἐξάγουσι τῶν βα‐ σιλείων Βαλβῖνον καὶ Μάξιμον, καὶ πᾶσαν αὐτοὺς αἰκίαν αἰκισάμενοι ἀναιροῦσι, μόνον ἀνειπόντες βασιλέα | |
35 | Γορδιανόν, περὶ ἔτη τρισκαίδεκα γεγονότα· ἐν οἷς καὶ ὁ ὄγδοος τελειοῦται λόγος. Ἔστι δὲ τὴν φράσιν σαφὴς καὶ λαμπρὸς καὶ ἡδύς, | |
καὶ λέξει χρώμενος σώφρονι, μήτε ὑπεραττικιζούσῃ καὶ τὴν ἔμφυτον ἐξυβριζούσῃ χάριν τοῦ συνήθους, μήτε πρὸς | 69 in vol. 2 | |
40 | τὸ ταπεινὸν ἐκλελυμένῃ καὶ τὴν ἔντεχνον ὑπερορώσῃ γνῶσιν. Οὔτε δὲ περιττολογίαις ἐστὶ σεμνυνόμενος, οὔτε τι τῶν ἀναγκαίων παραλιμπάνων, καὶ ἁπλῶς ἱστορικῶν ἐν | |
Bibl.9986a | πάσαις ταῖς κατὰ τὴν ἱστορίαν ἀρεταῖς οὐ πολλῶν ἐστὶ δεύτερος. | |
Bibl.10086a(4) | Ἀνεγνώσθη Ἁδριανοῦ τοῦ βασιλέως μελέται διά‐ | |
5 | φοροι, εἰς τὸ μέτριον τοῦ λόγου ἀνηγμέναι καὶ οὐκ ἀηδεῖς. | |
Bibl.10186a(7) | Ἀνεγνώσθη Βικτωρίνου τοῦ Λαμπαδίου (Ἀντιοχεὺς δὲ οὗτος) ὑπατικοὶ λόγοι διάφοροι, καὶ βα‐ σιλικοὶ δὲ εἰς Ζήνωνα τὸν βασιλέα, ἐφ’ οὗ καὶ εἰς βαθὺ | |
10 | γῆρας ἦν ἐληλακώς. Τὴν δὲ φράσιν τό τε σαφὲς καὶ τὸ ἀπέριττον καὶ τὸ σύνηθες ἐπικοσμεῖ. | |
Bibl.10286a(13) | Ἀνεγνώσθη ἐν μονοβίβλῳ Γελασίου ἐπισκόπου Καισαρείας τῆς Παλαιστίνης, κατὰ Ἀνομοίων. Ἔστι δὲ | |
15 | τὴν φράσιν ἀπέριττός τε καὶ σύντονος, καὶ ἐξηττικι‐ σμέναις λέξεσι κεχρημένος, καὶ ἀξιώμασιν ἀπηκριβω‐ μένος, καὶ οὐδὲ τοῖς ἐπιχειρήμασιν ἄπορος, καὶ πάντα καλὸς εἰ μὴ ὅτι κατακόρως καὶ μειρακιωδῶς, ὡς ἄρτι παρακύπτων εἰς τοὺς διαλεκτικοὺς λόγους, τοῖς τῆς λο‐ | |
20 | γικῆς τέχνης καὶ κανόσι καὶ αὐταῖς ἀπεχρήσατο λέξε‐ σιν, εἰ καὶ ἀπολογίαν τῆς τοιαύτης ἀκαιρολογίας ἐνυ‐ φαίνει τῷ συγγράμματι· ὅπερ γὰρ εἰς ἀπολογίαν αὐ‐ | |
τὸν καθιστάνειν ἔγνω, οὐδὲ τὴν ἀρχὴν ἐχρῆν αὐτὸ με‐ ταχειρίζεσθαι· καὶ ἡ τάξις δὲ τοῦ λόγου οὐκ ἀνεπίμωμος. | 70 in vol. 2 | |
25 | Ἐμπεριείχετο δὲ τῇ δέλτῳ καὶ Διοδώρου Ταρ‐ σοῦ περὶ τοῦ ἁγίου πνεύματος διάφορα ἐπιχειρήματα, ἐν οἷς καὶ τὴν Νεστορίου νόσον αὐτὸς ἐπιδείκνυται προηρ‐ ρωστηκώς. | |
Bibl.10386a(30) | Ἀνεγνώσθη Φίλωνος τοῦ Ἰουδαίου νόμων ἱερῶν ἀλληγορίαι καὶ περὶ βίου πολιτικοῦ. | |
Bibl.10486a(33) | Ἀνεγνώσθη δὲ καὶ τῶν παρὰ Ἰουδαίοις φι‐ λοσοφησάντων τήν τε θεωρητικὴν καὶ τὴν πρακτι‐ | |
35 | κὴν φιλοσοφίαν βίοι· ὧν οἱ μὲν Ἐσσηνοὶ οἱ δὲ θε‐ ραπευταὶ ἐκαλοῦντο, οἳ καὶ μοναστήρια καὶ σεμνεῖα, ὡς αὐταῖς λέξεσι λέγει, ἐπήγνυντο, καὶ τῶν νῦν μο‐ ναζόντων τὴν πολιτείαν προϋπέγραφον. | |
Bibl.10586a(40) | Ἀνεγνώσθη δὲ αὐτοῦ καὶ λόγος οὗ ἡ ἐπιγραφή «Γάϊος ψεγόμενος» καὶ «Φλάκκος ἢ Φλάκκων ψεγόμενος» ἐν οἷς λόγοις μᾶλλον τῶν ἄλλων ἥ τε κατὰ τὴν ῥητορείαν | |
Bibl.10586b | ῥώμη καὶ τὸ κάλλος ἐπιφαίνεται αὐτοῦ τῶν λόγων. Ἁμαρτάνει δὲ ἐν πολλοῖς, ἰδέας τε ὑποτιθέμενος, καὶ ἄλλα ἄττα τῆς Ἰουδαϊκῆς φιλοσοφίας ἀλλότρια συγ‐ γραφόμενος. | |
4 | Ἐν δὲ τοῖς χρόνοις ἤκμασε Γαΐου τοῦ | |
5 | Καίσαρος, πρὸς ὃν καὶ ὑπὲρ τοῦ ἰδίου ἔθνους γράφει πρεσβεῦσαι Ἀγρίππα τῆς Ἰουδαίας βασιλεύοντος. Φέ‐ | |
ρεται δὲ αὐτοῦ πολλὰ καὶ ποικίλα συντάγματα, ἠθι‐ κοὺς λόγους περιέχοντα καὶ τῆς παλαιᾶς ὑπομνήματα, τὰ πλεῖστα πρὸς ἀλληγορίαν τοῦ γράμματος ἐκβιαζό‐ | 71 in vol. 2 | |
10 | μενα· ἐξ οὗ, οἶμαι, καὶ πᾶς ἀλληγορικὸς τῆς γραφῆς ἐν τῇ ἐκκλησίᾳ λόγος ἀρχὴν ἔσχεν εἰσρυῆναι. | |
11 | Λέγεται δὲ αὐτὸν καὶ τὰ Χριστιανῶν μυηθέντα ὕστερον τούτων διά τινα λύπην καὶ ὀργὴν ἐκπεσεῖν. Ἀλλὰ πρότερόν γε αὐτόν φασιν, ἐπὶ Κλαυδίου τὴν Ῥώμην καταλαβόντα, | |
15 | Πέρῳ τῷ κορυφαίῳ τῶν ἀποστόλων ἐντυχεῖν καὶ φιλίως διατεθῆναι, ἐξ οὗ καὶ τοὺς μαθητὰς Μάρκου τοῦ εὐαγγε‐ λιστοῦ (ἀκροατὴς δ’ ὁ Μάρκος Πέτρου) μνήμης καὶ εὐ‐ φημίας ἀξιῶσαι· ἐκείνους γὰρ λέγειν αὐτόν φασι παρὰ Ἰουδαίοις πεφιλοσοφηκέναι. Ὧν καὶ τὰς διατριβὰς μο‐ | |
20 | ναστήριά τε καλεῖ, καὶ τὸν ἀσκητικὸν διανύειν αὐτοὺς ἀνακηρύττει βίον, νηστείᾳ καὶ προσευχῇ καὶ ἀκτησίᾳ προσανέχοντας. | |
22 | Ἔστι δὲ τὸ γένος ἐξ ἱερέων καταγόμε‐ νος, Ἀλεξανδρεὺς δὲ τὴν πατρίδα. Τοσοῦτον δ’ αὐτὸν τοῖς Ἑλληνισταῖς παρασχεῖν θαῦμα τῆς ἐν τοῖς λόγοις | |
25 | δυνάμεως, ὡς καὶ λέγειν αὐτούς· «Ἢ Πλάτων φιλωνί‐ ζει ἢ Φίλων πλατωνίζει». | |
Bibl.10686b(28) | Ἀνεγνώσθη Θεογνώστου Ἀλεξανδρέως λόγοι ἑπτά, οὗ ἡ ἐπιγραφή «Τοῦ μακαρίου Θεογνώστου | |
30 | Ἀλεξανδρέως καὶ ἐξηγητοῦ ὑποτυπώσεις». | |
30 | Ἐν μὲν οὖν τῷ πρώτῳ λόγῳ διαλαμβάνει περὶ τοῦ πατρὸς καὶ ὅτι ἐστὶ δημιουργὸς ἐπιχειρῶν δεικνύναι, καὶ κατὰ τῶν ὑπο‐ τιθέντων συναΐδιον ὕλην τῷ Θεῷ. | |
33 | Ἐν δὲ τῷ δευτέρῳ τίθησι μὲν ἐπιχειρήματα δι’ ὧν δεῖν φησι τὸν πα‐ | 72 in vol. 2 |
35 | τέρα ἔχειν υἱόν, υἱὸν δὲ λέγων κτίσμα αὐτὸν ἀποφαί‐ νει, καὶ τῶν λογικῶν μόνον ἐπιστατεῖν, καὶ ἄλλα ἄττα ὥσπερ Ὠριγένης, ἐπιφορεῖ τῷ υἱῷ, εἴτε ὁμοίως ἐκεί‐ νῳ δυσσεβείᾳ ἑαλωκώς, εἴτε (ὡς ἄν τις εἴποι) ἐκβια‐ σάμενος τὴν ὑπὲρ αὐτοῦ ἀπολογίαν, ἐν γυμνασίας λό‐ | |
40 | γῳ καὶ οὐ δόξης ταῦτα προτιθείς, ἢ καὶ πρὸς τὴν τοῦ ἀκροατοῦ ἕξιν καὶ ἀσθένειαν, ἀμυήτου παντελῶς, εἰ τύχοι, ὄντος τοῦ τῶν Χριστιανῶν θειασμοῦ καὶ μὴ δυ‐ | |
Bibl.10687a | ναμένου δέξασθαι τὴν τῆς θρησκείας ἀκρίβειαν, ὑπο‐ κατασπώμενος τῆς ἀληθείας καὶ τὴν ὁπωσδήποτε γνῶ‐ σιν υἱοῦ τῆς παντελοῦς ἀνηκοΐας καὶ ἀγνωσίας λυσι‐ τελεστέραν νομίζων εἶναι τῷ ἀκροατῇ. | |
4 | Ἀλλὰ διαλέξει | |
5 | μὲν ἡ τοιαύτη καταφυγὴ τοῦ μὴ λέγειν ὀρθῶς καὶ ἀνα‐ χώρησις οὐκ ἂν ἀπίθανος οὐδὲ ψόγου ἐχομένη δόξῃ· τὰ πολλὰ γὰρ τῇ τοῦ προσδιαλεγομένου γνώμῃ καὶ δόξῃ καὶ ἰσχύϊ διαπράττεται· ἐγγράφου δὲ λόγου καὶ κοινοῦ προ‐ κεῖσθαι μέλλοντος ἅπασι νόμου, εἴ τις τῆς ἐν αὐτῷ | |
10 | βλασφημίας τὴν προειρημένην εἰς ἀθώωσιν ἐπιφέρει ἀπολογίαν, εἰς ἀσθενῆ κατέδραμε συνηγορίαν. | |
11 | Ὥσπερ δὲ ἐν τῷ δευτέρῳ, οὕτω καὶ ἐν τῷ τρίτῳ λόγῳ περὶ τοῦ ἁγίου πνεύματος διαλαμβάνων τίθησι μὲν ἐπιχει‐ ρήματα τὴν τοῦ παναγίου πνεύματος ὕπαρξιν δεικνύειν | |
15 | ἀποπειρώμενος, τὰ δ’ ἄλλα, ὥσπερ Ὠριγένης ἐν τῷ περὶ ἀρχῶν, οὕτω καὶ αὐτὸς ἐνταῦθα παραληρεῖ. | |
16 | Ἔν | |
τε τῷ τετάρτῳ περὶ ἀγγέλων καὶ δαιμόνων ὁμοίως ἐκείνῳ κενολογεῖ, καὶ σώματα αὐτοῖς λεπτὰ ἀμφιέν‐ νυσιν. | 73 in vol. 2 | |
19 | Ἐν δὲ τῷ πέμπτῳ καὶ ἕκτῳ περὶ τῆς ἐνανθρω‐ | |
20 | πήσεως τοῦ σωτῆρος διαλαμβάνων ἐπιχειρεῖ μέν, ὡς ἔθος αὐτῷ, δυνατὴν εἶναι δεικνύναι τὴν ἐνανθρώπη‐ σιν τοῦ Υἱοῦ, πολλὰ δὲ ἐν αὐτοῖς κενοφωνεῖ, καὶ μά‐ λιστα ὅταν ἀποτολμᾷ λέγειν ὅτι τὸν υἱὸν φανταζό‐ μεθα ἄλλοτε ἐν ἄλλοις τόποις περιγραφόμενον, μόνῃ | |
25 | δὲ τῇ ἐνεργείᾳ μὴ περιγραφόμενον. | |
25 | Ἐν δὲ τῷ ἑβδόμῳ, ὃν καὶ περὶ Θεοῦ δημιουργίας ἐπιγράφει, εὐσεβέστερόν πως περί τε τῶν ἄλλων διαλαμβάνει, καὶ μάλιστα πρὸς τῷ τέλει τοῦ λόγου περὶ τοῦ υἱοῦ. | |
28 | Ἔστι δὲ τὴν φράσιν ἀπέ‐ ριττος καὶ βαθύς, καλλιλεξίᾳ τε ὡς ἐν ἀττικῷ καὶ | |
30 | συνήθει χρώμενος λόγῳ, καὶ τοῦ συνήθους οὐδ’ ἐν ταῖς συντάξεσιν ἀνακεχωρηκώς. Τοῦ μέντοι μεγέθους δι’ ἐνάργειαν καὶ ἀκρίβειαν τῶν ῥημάτων οὐ καταφέ‐ ρεται. | |
Bibl.10787a(35) | Ἀνεγνώσθη Βασιλείου πρεσβυτέρου Κίλικος κατὰ Ἰωάννου τοῦ Σκυθοπολίτου, ὃν καὶ δικολόγον λέγει καὶ μυρία ἄλλα αὐτοῦ καταγράφει, ὅτι τε ἐν ὑπονοίᾳ γέγονε μανιχαϊσμοῦ, καὶ ὅτι τὴν ἁγίαν τεσσαρακοστὴν εἰς τρεῖς ἑβδομάδας συγκλείων οὐδὲ ἐν ταύταις τῆς ἐκ | |
40 | τῶν πτηνῶν κρεοφαγίας ἀπείχετο καὶ ὡς ἑλληνικαῖς τελεταῖς συνήγετο, καὶ ὅτι ὡς ἐπίπαν ὑπὸ γαστριμαρ‐ | |
Bibl.10787b | γίας ἐλαυνόμενος οὐδέποτε ἐκοινώνει τῆς ἱερουρ‐ | |
γίας τελειουμένης, ἀλλὰ μετὰ τὸ εὐαγγέλιον παισὶν ἅμα τῶν μυστηρίων μετελάμβανε, καὶ παραυτίκα πρὸς τὴν τρά‐ πεζαν ἀπέτρεχε. | 74 in vol. 2 | |
4 | Ταῦτα κατὰ τοῦ ἀνδρὸς σχεδόν τι δι’ | |
5 | ὅλης αὐτοῦ τῆς βίβλου κατασπείρων ἐνασελγαίνει. | |
5 | Τὸ δὲ σύγγραμμα δραματικὸν ποιεῖται· προσφωνεῖ δὲ αὐτὸ πρός τινα Λεόντιον αἰτησάμενον. Τὰ δὲ τοῦ δράματος εἰσάγει πρόσωπα Λαμπάδιον μὲν ὑπερμαχοῦντα αὐτοῦ, Μαρῖνον δέ τινα ὡς δῆθεν ὑπὲρ τοῦ Ἰωάννου ἀγωνι‐ | |
10 | ζόμενον, ὃς καὶ μετά τινας διαλέξεις εἰσάγεται αὐτῷ κα‐ ταγινώσκων μὲν οὗ ἐδόκει προσώπου ὑπερασπίζεσθαι, Λαμπαδίῳ δὲ προστιθέμενος· μεθ’ ὃν Ταράσιόν τινα τὸν ἀγῶνα ὑπεισελθεῖν ὑποκρίνεται, ἐκεῖνα δὴ τούτους καὶ ἐρωτᾶν κατασχηματίζων καὶ ἀποκρίνεσθαι ἃ συνοίσειν | |
15 | μὲν ἑαυτῷ, μῶμον δὲ καὶ ἀπορίαν τῷ συνηγορουμένῳ δῆθεν ἑώρα κατασκευάζοντα. | |
16 | Ἑξκαίδεκα δὲ λόγοις τὸ σύγγραμμα διαιρεῖ, καὶ ἐν μὲν τοῖς τρισὶ καὶ δέκα τὸν διαλογικὸν εἰσάγει τύπον, κατὰ τοῦ πρώτου μόνου τῶν Ἰωάννου λόγων τοσαύτην σπουδὴν καὶ πόνον εἰσε‐ | |
20 | νεγκάμενος, ἐν δὲ τοῖς λοιποῖς τρισὶ καταδρομὴν ποι‐ εῖται τῶν ἐν τῷ δευτέρῳ καὶ τρίτῳ λόγῳ ῥηθέντων τῷ Ἰωάννῃ. Ἐν μὲν οὖν τῷ πρώτῳ λόγῳ τὸν πρόλογον ἀπαρ‐ τίσας, κατὰ δύο κεφαλαίων ἵσταται, καθ’ ἑνὸς μὲν τοῦ | |
25 | ὅτι ὁ λόγος ἔπαθε σαρκί, καθ’ ἑτέρου δὲ τοῦ ὅτι ταὐ‐ τόν ἐστι τὸ λέγειν Χριστὸν τῷ λέγειν Θεόν. | |
26 | Ἐν δὲ τῷ βʹ λόγῳ, ὅτι τε μάτην ἐλοιδορήθη πειρᾶται δεικνύναι, καὶ ὅτι τὸ «Ἀναβήσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί» κακῶς | |
ὁ Σκυθοπολίτης Ἰωάννης ἐξελάβετο. | 75 in vol. 2 | |
29 | Ἐν δὲ τῷ γʹ ὡς | |
30 | δῆθεν συζητεῖ ὅπως δεῖ νοεῖν τὸ «Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ» καὶ τὰ ἑξῆς τοῦ ῥητοῦ. | |
32 | Ἐν δὲ τῷ δʹ, πῶς ἴδιον λέγεται τοῦ θεοῦ τὸ σῶμα, καὶ περὶ ἑνώσεως, καὶ περὶ τοῦ «Ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου», καὶ περὶ τοῦ «Ἐγὼ ἁγιάζω ἐμαυ‐ | |
35 | τόν». Ἐν ᾧ λόγῳ καὶ ὁ Μαρῖνος τῆς ὡς δῆθεν ἀποστὰς ἀντιλογίας τῷ Λαμπαδίῳ συντίθεται. | |
36 | Ἐν δὲ τῷ εʹ, ἔνθα καὶ ὁ Ταράσιος ἀναδέχεσθαι τὸν ἀγῶνα ἀντὶ Μαρίνου ὑποκρίνεται, τὰς κατὰ τοῦ Ἰωάννου κατηγορίας ἀναλαμ‐ βάνει πικρότερον, καὶ ὁ λόγος αὐτῷ σχεδόν τι ἐν ταύ‐ | |
40 | ταις καταναλίσκεται. | |
40 | Ἐν δὲ τῷ ζʹ δριμύτερόν πως κα‐ τατρέχει τῆς κατὰ Χριστὸν τὸν σωτῆρα ἡμῶν ἑνώσεως· | |
Bibl.10788a | καὶ περὶ τοῦ «Ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου» καὶ ὅπως ἡ κατ’ αὐτὸν ἐκκλησία περὶ τοῦ ἐσαρκώθη δοξάζει. | |
2 | Ἐν δὲ τῷ ηʹ περὶ τοῦ «Ὁ λόγος σὰρξ ἐγένετο» εἰς ἀτοπίας πολλὰς ἐκτραχηλίζεται, καὶ περὶ τοῦ «Οὐδεὶς ἀναβέβηκεν | |
5 | εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ». | |
6 | Ἐν δὲ τῷ θʹ, περὶ τοῦ «Ἡ δὲ πέτρα ἦν ὁ Χριστός», καὶ περὶ τοῦ «Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην πρὸ τῶν ὀφθαλμῶν ὑμῶν», καὶ περὶ τοῦ «Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται», πάντα | |
10 | ταῦτα δυσσεβῶς ἐκλαμβάνεται. | |
10 | Ἐν δὲ τῷ ιʹ περὶ τοῦ | |
«Ὑμῖν ὁ λόγος τῆς σωτηρίας ἀπεστάλη», καὶ περὶ τοῦ «Ὃς τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο», καὶ περὶ τοῦ «Αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς», καὶ περὶ τοῦ «Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον ὥστε τὸν υἱὸν | 76 in vol. 2 | |
15 | αὐτοῦ τὸν μονογενῆ» καὶ ἑξῆς. | |
15 | Ἐν δὲ τῷ ιαʹ περὶ τοῦ «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐ‐ τόν». Εἶτα «Ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνα‐ νεστράφη», καὶ περὶ τοῦ «Ἀνάστα ὁ Θεὸς κρίνων τὴν γῆν», καὶ περὶ τοῦ «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα», καὶ | |
20 | πρὸς τοὺς λέγοντας μὴ δύνασθαι τοὺς ἀποστόλους διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων διδάσκειν τἀληθές. | |
21 | Ἐν δὲ τῷ ιβʹ, ὅτι εἷς τῆς τριάδος ὁ παθών, καὶ περὶ τοῦ «Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν», καὶ πῶς οὐ λέγομεν δύο Χριστούς, ἀσθενῶς καὶ κακο‐ | |
25 | τρόπως ἀπολογεῖται, πρὸς τὸ οἰκεῖον μέντοι συμβαί‐ νουσαν βούλημα τὴν ἀπολογίαν προάγει. | |
26 | Ἐν δὲ τῷ ιγʹ περὶ τοῦ πῶς οὐ δύο υἱοί· καίτοι ἐξ ὧν δοκεῖ ἀπολογεῖσθαι, ἀνάγκη λέγειν δύο υἱούς. Ἐν ᾧ καὶ ὁ Ταράσιος ὡς δῆθεν ἐκνενικημένος σιωπᾷ, καὶ παύει καὶ ὁ Βασίλειος ἤτοι | |
30 | ὁ Λαμπάδιος τῆς κατὰ πεῦσιν καὶ ἀπόκρισιν σπουδῆς τὴν σχολήν, καὶ ποιεῖται τὸν ιδʹ, ιεʹ τε καὶ ιϛʹ λόγον διεξο‐ δικωτέρῳ λόγῳ, καὶ κατατρέχει τῶν ἐν τῷ βʹ καὶ γʹ βιβλίῳ εἰρημένων τῷ Ἰωάννῃ. Ἦν δ’ οὗτος ὁ Βασίλειος πρεσβύτερος, ὡς αὐτός | |
35 | φησι, τῆς κατὰ Ἀντιόχειαν ἐκκλησίας ἀρχιερατεύον‐ τος μὲν τῶν ἐκεῖσε Φλαβιανοῦ, Ῥωμαίων δὲ Ἀναστασίου βασιλεύοντος. | |
37 | Ἔστι δὲ τὴν φράσιν χυδαῖος, καὶ μάλιστα | |
ἐν τοῖς διαλογικοῖς αὐτοῦ οὐδὲ τῶν ἐκ τριόδου ῥημάτων ἀπέχεται. Ἀλλ’ οὐδὲ τὴν σύνταξιν ἀκριβής, ὥστε καὶ μέχρι | 77 in vol. 2 | |
40 | τοῦ σφάλλειν καὶ σολοικισμοῖς κεχρῆσθαι πολλάκις ἐξά‐ | |
Bibl.10788b | γεται· καὶ τὸ σαφὲς δέ, ὡς ἐν τοιούτοις ἐπετήδευσε. Τοῖς μέντοι κατὰ τῆς εὐσεβείας ἐπιχειρήμασι, δριμύς τέ ἐστι καὶ ἐντριβής, καὶ τὸν ὅλον βίον τούτοις, ὡς ἔοικε, τοῖς ματαίοις κατὰ τῆς εὐσεβείας πόνοις ἐγκατασαπείς. | |
5 | Καὶ τὴν αἵρεσιν δὲ Νεστορίου νοσῶν Νεστόριον μὲν οὐκ οἰκειοῦται, Διόδωρον δὲ καὶ Θεόδωρον ἐπιγράφεται πατέ‐ ρας. Καὶ κατὰ μὲν τοῦ θεσπεσίου Κυρίλλου εἰς πρόσωπον οὕτως ἀναισχύντως οὐ βλασφημεῖ· τὸν μέντοι γε Ἰωάννην, καθ’ οὗ τὴν γραφὴν ἐνεστήσατο, μηδενὶ ἄλλῳ ἢ τοῖς | |
10 | Κυρίλλου φησὶν ἐπερείδεσθαι ιβʹ κεφαλαίοις, καὶ τῷ δωδεκάτῳ φησὶ μάλιστα, ὃ παρεισάγει τὴν θεοπάθειαν. Ἐν οἷς αὐτῷ καὶ τῆς ματαιοπονίας τὸ τέλος. Τὸ δὲ σύν‐ ταγμα αὐτῷ πρὸς Λεόντιον, ὡς ἔφημεν, ἐποιήθη, ὃν ὁσιώτατον καὶ θεοφιλέστατον καὶ πατέρα ἀποσεμνύνει. | |
Bibl.10888b(16) | Ἀνεγνώσθη Θεοδώρου μονάζοντος Ἀλεξαν‐ δρέως κατὰ Θεμιστίου, οὗ ἡ ἐπιγραφή· «Ἔλεγχος ὡς ἐν συντόμῳ τῆς ἄνωθεν καὶ ἐξ ἀρχῆς Θεμιστίου κατὰ τῶν ἡμῶν πατέρων προπετοῦς καὶ ἀλογωτάτης ἐνστά‐ | |
20 | σεως, ἐκ προφάσεως νῦν ἡμῖν πεπονημένος τῶν προ‐ βεβλημένων ὑπ’ αὐτοῦ κατὰ τῆς ἀληθείας ζητημάτων τε καὶ προτάσεων, καὶ σαφὴς διευκρίνησις τῆς προ‐ κειμένης ὑποθέσεως». | |
23 | Ἡ μὲν οὖν ἐπιγραφὴ τοιαύτη, βιβλίον μᾶλλον ἢ ἐπιγραφὴ βιβλίου τυγχάνουσα· ἄμφω | |
25 | δέ, ὅ τε Θεόδωρος καὶ Θεμίστιος, αἱρετικοὶ καὶ τῆς τῶν | |
θεοπασχιτῶν μερίδος ὑπάρχουσι, Σεβήρῳ προσανακεί‐ μενοι. Ὁ μέντοι Θεμίστιος ἢ Καλώνυμος (ἐξονομάζει γὰρ καὶ οὕτως αὐτὸς ἑαυτόν) καὶ τῆς τῶν Ἀγνοϊτῶν προ‐ στάτης ἐστὶν αἱρέσεως, καὶ λόγον ὑπὲρ τῆς τοιαύτης νόσου | 78 in vol. 2 | |
30 | συνέγραψεν, ὃν ἐπέγραψε «Καλωνύμου τοῦ καὶ Θεμιστίου ἀπολογία ὑπὲρ τοῦ ἐν ἁγίοις Θεοφοβίου», ἐν ᾧ καὶ Σε‐ βήρου, ᾧ προσανάκειται, (τοιοῦτον γὰρ τὸ ψεῦδος καὶ οἱ ἐρασταὶ τοῦ ψεύδους) καθάπτεται. | |
33 | Εὐθύνας δὲ ἐν τῷδε τῷ λόγῳ παρὰ Θεοδώρου εἰσπράττεται. Τὰ γάρ τοι τοῦ Θε‐ | |
35 | μιστίου ἐπιχειρήματα τέσσαρα μὲν ὄντα, τὴν ἄγνοιαν δέ, ὡς ᾤετο, ἐπὶ Χριστοῦ κατασκευάζοντα, καθ’ ἓν ὁ Θεόδωρος ταξάμενος, ἕκαστον μυρίαις ἀτοπίαις ἐχό‐ μενον δείκνυσιν. Εἶτα πάλιν ὁ Θεμίστιος, ὥσπερ τὴν ἧτ‐ ταν ἀνακαλούμενος, κατὰ Θεοδώρου μονόβιβλον ἔγραψε. | |
40 | Καὶ ὁ Θεόδωρος πάλιν ἐν τρισὶ τόμοις τοὺς κατ’ αὐτοῦ | |
Bibl.10889a | ἐλέγχους ἀποσκευασάμενος, τὴν οἰκείαν ἐπὶ τούτῳ δόξαν ἀληθῆ παρεστήσατο. | |
2 | Ἔστι δὲ τούτων ἑκάτερος τοῦ τε συγγράφειν οὐκ ἀπείρως ἔχων καὶ τὸ σαφὲς μετὰ τοῦ συντόνου καὶ τοῦ καθεστηκότος ἐν λόγοις διώκων. | |
Bibl.10989a(6) | Ἀνεγνώσθη Κλήμεντος Ἀλεξανδρέως πρεσβυτέρου τεύχη βιβλίων τρία, ὧν τὸ μὲν ἐπιγραφὴν ἔλαχεν Ὑποτυπώσεις, τὸ δὲ Στρωματεύς, τὸ δὲ Παιδα‐ γωγός. | |
9 | Αἱ μὲν οὖν Ὑποτυπώσεις διαλαμβάνουσι περὶ | |
10 | ῥητῶν τινῶν τῆς τε παλαιᾶς καὶ νέας γραφῆς, ὧν καὶ κεφαλαιωδῶς ὡς δῆθεν ἐξήγησίν τε καὶ ἑρμηνείαν ποι‐ | |
εῖται. | 79 in vol. 2 | |
12 | Καὶ ἔν τισι μὲν αὐτῶν ὀρθῶς δοκεῖ λέγειν, ἔν τισι δὲ παντελῶς εἰς ἀσεβεῖς καὶ μυθώδεις λόγους ἐκ‐ φέρεται. Ὕλην τε γὰρ ἄχρονον καὶ ἰδέας ὡς ἀπό τινων | |
15 | ῥητῶν εἰσαγομένας δοξάζει, καὶ τὸν Υἱὸν εἰς κτίσμα κατάγει. Ἔτι δὲ μετεμψυχώσεις καὶ πολλοὺς πρὸ τοῦ Ἀδὰμ κόσμους τερατεύεται· καὶ ἐκ τοῦ Ἀδὰμ τὴν Εὔαν, οὐχ ὡς ὁ ἐκκλησιαστικὸς λόγος βούλεται, ἀλλ’ αἰσχρῶς τε καὶ ἀθέως ἀποφαίνεται· μίγνυσθαί τε τοὺς ἀγγέλους γυ‐ | |
20 | ναιξὶ καὶ παιδοποιεῖν ἐξ αὐτῶν ὀνειροπολεῖ, καὶ μὴ σαρκωθῆναι τὸν λόγον ἀλλὰ δόξαι. Λόγους τε τοῦ πα‐ τρὸς δύο τερατολογῶν ἀπελέγχεται, ὧν τὸν ἥττονα τοῖς ἀνθρώποις ἐπιφανῆναι, μᾶλλον δὲ οὐδὲ ἐκεῖνον· φησὶ γάρ· «Λέγεται μὲν καὶ ὁ Υἱὸς λόγος, ὁμωνύμως τῷ πα‐ | |
25 | τρικῷ λόγῳ, ἀλλ’ οὔ νυν οὗτός ἐστιν ὁ σὰρξ γενόμενος· οὐδὲ μὴν ὁ πατρῷος λόγος, ἀλλὰ δύναμίς τις τοῦ Θεοῦ οἷον ἀπόρροια τοῦ λόγου αὐτοῦ, νοῦς γενόμενος τὰς τῶν ἀν‐ θρώπων καρδίας διαπεφοίτηκε». | |
28 | Καὶ ταῦτα πάντα πει‐ ρᾶται ἀπὸ ῥητῶν τινῶν κατασκευάζειν τῆς γραφῆς, καὶ | |
30 | ἄλλα δὲ μυρία φλυαρεῖ καὶ βλασφημεῖ, εἴτε αὐτός, εἴτε τις ἕτερος τὸ αὐτοῦ πρόσωπον ὑποκριθείς. Ἐποιή‐ θησαν δὲ αὐτῷ αἱ βλάσφημοι αὗται τερατολογίαι ἐν τόμοις ὀκτώ. Λέγει δὲ καὶ περὶ τῶν αὐτῶν πολλάκις, καὶ σποράδην καὶ συγκεχυμένως ὥσπερ ἔμπληκτος | |
35 | παράγει τὰ ῥητά. | |
35 | Ὁ δὲ ὅλος σκοπὸς ὡσανεὶ ἑρμη‐ νεῖαι τυγχάνουσι τῆς Γενέσεως, τῆς Ἐξόδου, τῶν Ψαλ‐ μῶν, τοῦ θείου Παύλου τῶν ἐπιστολῶν, καὶ τῶν καθο‐ | |
λικῶν, καὶ τοῦ Ἐκκλησιαστοῦ. Μαθητὴς δέ, ὡς καὶ αὐ‐ τός φησι, γέγονε Πανταίνου· ἀλλὰ ταῦτα μὲν αἱ Ὑπο‐ | 80 in vol. 2 | |
40 | τυπώσεις. | |
Bibl.11089a(42) | Ὁ δὲ Παιδαγωγὸς ἐν τρισὶ τόμοις ἐστὶν αὐτῷ δια‐ | |
Bibl.11089b | πεπονημένος, ἤθους καὶ βίου κατορθωτικός. Ἔχει δὲ τούτων καὶ προηγούμενον καὶ συνταττόμενον λόγον ἕτε‐ ρον, ἐν ᾧ τὴν Ἑλλήνων διελέγχει ἀθεότητα. Οὐδὲν δὲ ὅμοιον ἔχουσι πρὸς τὰς Ὑποτυπώσεις οὗτοι οἱ λόγοι· τῶν τε γὰρ | |
5 | ματαίων καὶ βλασφήμων ἀπηλλαγμένοι δοξῶν καθε‐ στήκασι, καὶ ἡ φράσις ἀνθηρὰ καὶ εἰς ὄγκον ἠρμένη σύμμετρον μετὰ τοῦ ἡδέος, καὶ ἡ πολυμάθεια ἐμπρέ‐ πουσα. Μνημονεύει δὲ πρὸς τῷ τέλει καὶ περὶ εἰκόνων. | |
Bibl.11189b(10) | Οἱ δὲ Στρωματεῖς εἰσι μὲν καὶ αὐτοὶ ἐν ὀκτὼ λόγοις καθ’ Ἑλλήνων καὶ αἱρέσεων τὸν ἀγῶνα εἰσενηνεγμένοι, σποράδην δὲ καὶ ὥσπερ οὐκ ἐν τάξει τὴν τῶν κεφα‐ λαίων παράθεσιν κἀνταῦθα ποιεῖται, καὶ τὴν αἰτίαν ὥσπερ ἀποδιδοὺς ἐν τῷ τέλει τοῦ ἑβδόμου λόγου αὐταῖς | |
15 | λέξεσιν οὕτως λέγει· «Τούτων ἡμῖν προδιηνυσμένων, καὶ τοῦ ἠθικοῦ τύπου ὡς ἐν κεφαλαίοις ὑπογραφέντος, σπο‐ ράδην τε, ὡς ὑπεσχήμεθα, καὶ διερριμμένως τὰ ζώπυρα τῆς ἀληθοῦς γνώσεως ἐγκατασπειράντων μαθήματα, ὡς μὴ ῥᾳδίαν εἶναι τῷ περιτυχόντι τῶν ἀμυήτων τὴν | |
20 | τῶν ἁγίων εὕρεσιν» καὶ ἑξῆς. | |
20 | Ἡ μὲν οὖν τοῦ διερριμ‐ μένως αὐτὰ κατατάξαι αὐτῷ αἰτία αὕτη, ὥς φησι, γέγονεν. Εὗρον μέντοι γε ἔν τινι παλαιῷ βιβλίῳ τὴν αὐτὴν πραγματείαν οὐχὶ Στρωματεῖς μόνον ἐπιγραφο‐ | |
μένην ἀλλ’ ὁλοκλήρως οὕτως· «Τίτου Φλαβίου Κλήμεν‐ | 81 in vol. 2 | |
25 | τος, πρεσβυτέρου Ἀλεξανδρείας, τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων στρωματέων αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ καὶ ηʹ». | |
27 | Ἀλλ’ ὁ μὲν πρῶτος μέχρι τοῦ ἑβδόμου τὴν αὐτὴν ἔχουσιν ἐπιγραφὴν καὶ ἑνιαῖοι τυγ‐ χάνουσιν ἐν ἅπασι τοῖς βιβλίοις. Ὁ μέντοι ὄγδοος διά‐ | |
30 | φορός τέ ἐστι καὶ τῇ ἐπιγραφῇ καὶ τῷ ἐδάφει. Ἔν τισι μὲν γάρ «Τίς ὁ σῳζόμενος πλούσιος;» ἐπιγράφεται, καὶ ἄρχεται οὕτως· «Οἱ μὲν τοὺς ἐγκωμιαστικοὺς λόγους» καὶ ἑξῆς· ἔν τισι δὲ Στρωματεὺς ὄγδοος, ὥσπερ καὶ οἱ πρὸ αὐ‐ τοῦ ἑπτά, ἐπιγράφεται, καὶ ἀπάρχεται· «Ἀλλ’ οὐδὲ οἱ πα‐ | |
35 | λαίτατοι τῶν φιλοσόφων» καὶ ἑξῆς. | |
35 | Αὕτη δὲ ἡ τῶν Στρω‐ ματέων βίβλος ἐνιαχοῦ οὐχ ὑγιῶς διαλαμβάνει, οὐ μέν‐ τοι γε ὥσπερ αἱ Ὑποτυπώσεις, ἀλλὰ καὶ πρὸς πολλὰ τῶν ἐκεῖ διαμάχεται. | |
38 | Ἐπαγγέλλεται δὲ καὶ ἄλλα πεποιῆσθαι αὑτῷ συγγράμματα οὐκ ὀλίγα, καί γε καὶ ὑφ’ ἑτέρων | |
40 | πεποιηκέναι μεμαρτύρηται, περί τε τοῦ Πάσχα καὶ περὶ νηστείας καὶ περὶ κακολογίας, περὶ κανόνων ἐκκλησια‐ στικῶν, κατὰ τῶν ἀκολουθούντων τῇ τῶν Ἰουδαίων πλάνῃ | |
Bibl.11190a | ὃν Ἀλεξάνδρῳ Ἱεροσολύμων ἐπισκόπῳ προσειπεῖν. Ἤκμασε δὲ Σεβήρου καὶ Ἀντωνίνου υἱοῦ αὐτοῦ Ῥώμης βασιλευόντων. | |
Bibl.112-11390a(5) | Ἀνεγνώσθη Κλήμεντος τοῦ Ῥώμης τεύχη βιβλίων δύο, ὧν τὸ μὲν ἐπιγράφεται «Διαταγαὶ τῶν ἀποστόλων διὰ Κλήμεντος», ἐν ᾧ καὶ οἱ τῶν συνοδικῶν κανόνων τῷ ἀθροίσματι τῶν ἀποστόλων κανόνες ἐπιγρα‐ | |
φόμενοι περιέχονται· τὸ δὲ τὴν προσφώνησιν ὡς ἐν ἐπι‐ | 82 in vol. 2 | |
10 | στολῆς εἴδει πρὸς Ἰάκωβον τὸν ἀδελφόθεον ποιεῖται, ἐν ᾧ αἵ τε λεγόμεναι τοῦ ἀποστόλου Πέτρου πράξεις καὶ αἱ πρὸς Σίμωνα τὸν μάγον διαλέξεις, καὶ ἔτι ὁ ἀναγνωρισμὸς Κλήμεντος καὶ τοῦ πατρὸς καὶ τῶν ἄλλων ἀδελφῶν, διὸ καὶ ἔν τισι τῶν βιβλίων ἡ ἐπιγραφὴ «Κλήμεντος | |
15 | τοῦ Ῥωμαίου ἀναγνωρισμός» ἐπιγράφεται. | |
15 | Ἔν τισι δέ, ὡς ἔφημεν, ἐπιστολὴ προτάττεται ὡς πρὸς τὸν ἀδελφόθεον Ἰάκωβον, καὶ αὕτη δὲ οὐχ ἡ αὐτή, οὐδὲ ὡς ἀπὸ τοῦ αὐτοῦ προσώπου προενηνεγμένη, ἀλλ’ ἐπὶ μέν τινων βιβλίων ὡς ἀπὸ Πέτρου τοῦ ἀποστόλου πρὸς Ἰάκωβον ἐπεσταλ‐ | |
20 | μένη, ἐφ’ ἑτέρων δὲ ὡς ἀπὸ Κλήμεντος πρὸς Ἰάκω‐ βον, ἄλλη καὶ ἄλλη, καθὼς προείπομεν. | |
21 | Καὶ ἡ μὲν δηλοῖ Πέτρον τὰς οἰκείας συγγράψασθαι πράξεις καὶ πρὸς Ἰάκωβον αἰτησάμενον ταύτας ἀποστεῖλαι· ἡ δὲ διαλαμβάνει ὡς Κλήμης ταύτας κατὰ πρόσταγμα Πέ‐ | |
25 | τρου συγγράψειε, κἀκείνου πρὸς τὴν ἀγήρω μετανα‐ στάντος ἀποστείλοι Κλήμης πρὸς Ἰάκωβον. Ἔστιν οὖν εἰ‐ κασμῷ διαλαβεῖν ὡς δύο μὲν εἴησαν τῶν Πέτρου πράξεων ἐκδόσεις γεγενημέναι, τῷ δὲ χρόνῳ τῆς ἑτέ‐ ρας διαρρυείσης ἐπεκράτησεν ἡ τοῦ Κλήμεντος· ἐν | |
30 | πᾶσι γὰρ τοῖς βιβλίοις ἃ εἴδομεν, καίτοι οὐκ ὀλίγων ὄντων, μετὰ τὰς διαφόρους ἐκείνας ἐπιστολὰς καὶ ἐπι‐ γραφὰς τὴν αὐτὴν εὕρομεν ἀπαραλλάκτως πραγμα‐ τείαν, ἀρχομένην· «Ἐγὼ Κλήμης» καὶ τὰ ἑξῆς ἐντατ‐ τόμενα. Μυρίων δὲ ἀτοπημάτων ἡ πραγματεία γέμει | |
35 | αὕτη, καὶ τῆς εἰς τὸν Υἱὸν βλασφημίας κατὰ τὴν Ἀρείου δόξαν ἐστὶν ἀνάπλεως. | |
36 | Αἱ δέ γε Διαταγαὶ τρισὶ μόνοις δοκοῦσιν ἐνέχεσθαι· κακοπλαστίᾳ, ἣν οὐ χαλεπὸν ἀποσ‐ | |
κευάσασθαι, καὶ ὅτι κατὰ τοῦ Δευτερονομίου ὕβρεις τινὰς ἐπαφίησιν, ἃ καὶ ῥᾷστον διαλύσασθαι, καὶ ἔτι Ἀρειανισμῷ | 83 in vol. 2 | |
40 | ὅπερ ἄν τις καὶ βιαίως διακρούσαιτο. | |
40 | Ἡ μέντοι γε τῶν Πέτρου πράξεων βίβλος τῷ τε λαμπρῷ καὶ τῇ σε‐ μνότητι καὶ ἔτι τῷ καθαρῷ καὶ συντόνῳ καὶ τῇ ἄλλῃ | |
Bibl.112-11390b | ἀρετῇ τοῦ λόγου καὶ πολυμαθείᾳ τοσοῦτον ἔχει πρὸς τὰς Διαταγὰς τὸ παραλλάττον, ὡς μηδὲ συγκρίσει τῇ κατὰ τοὺς λόγους πρὸς ἀλλήλας παραβάλλεσθαι τὰς βί‐ βλους. | |
5 | Οὗτός ἐστιν ὁ Κλήμης περὶ οὗ φησιν ὁ θεσπέσιος Παῦλος ἐν τῇ πρὸς Φιλιππησίους ἐπιστολῇ·» Μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνό‐ ματα ἐν βίβλῳ ζωῆς». Οὗτος καὶ ἐπιστολὴν ἀξιόλογον πρὸς Κορινθίους γράφει, ἥτις παρὰ πολλοῖς ἀποδοχῆς | |
10 | ἠξιώθη ὡς καὶ δημοσίᾳ ἀναγινώσκεσθαι. Ἡ δὲ λεγομένη δευτέρα πρὸς τοὺς αὐτοὺς ὡς νόθος ἀποδοκιμάζεται, ὥσπερ ὁ ἐπιγραφόμενος ἐπ’ ὀνόματι αὐτοῦ Πέτρου καὶ Ἀππίωνος πολύστιχος διάλογος. | |
13 | Τοῦτόν φασιν οἱ μὲν δεύτερον μετὰ Πέτρον Ῥώμης ἐπισκοπῆσαι, οἱ δὲ | |
15 | τέταρτον· Λῖνον γὰρ καὶ Ἀνάκλητον μεταξὺ αὐτοῦ καὶ Πέτρου Ῥώμης ἐπισκόπους διαγεγονέναι· τελευτῆσαι δὲ αὐτὸν τρίτῳ ἔτει Τραιανοῦ. | |
Bibl.11490b(19) | Ἀνεγνώσθη βιβλίον, αἱ λεγόμεναι τῶν ἀποστόλων | |
20 | περίοδοι, ἐν αἷς περιείχοντο πράξεις Πέτρου, Ἰωάννου, Ἀνδρέου, Θωμᾶ, Παύλου. Γράφει δὲ αὐτάς, ὡς δη‐ λοῖ τὸ αὐτὸ βιβλίον, Λεύκιος Χαρῖνος. | |
22 | Ἡ δὲ | |
φράσις εἰς τὸ παντελὲς ἀνώμαλός τε καὶ παρηλλαγμέ‐ νη· καὶ συντάξεσι γὰρ καὶ λέξεσι κέχρηται ἐνίοτε μὲν οὐκ | 84 in vol. 2 | |
25 | ἠμελημέναις, κατὰ δὲ τὸ πλεῖστον ἀγοραίοις καὶ πεπα‐ τημέναις, καὶ οὐδὲν τῆς ὁμαλῆς καὶ αὐτοσχεδίου φράσεως καὶ τῆς ἐκεῖθεν ἐμφύτου χάριτος, καθ’ ἣν ὁ εὐαγγε‐ λικός τε καὶ ἀποστολικὸς διαμεμόρφωται λόγος, οὐδ’ ἴχνος ἐμφαίνων. | |
29 | Γέμει δὲ καὶ μωρίας πολλῆς καὶ τῆς πρὸς | |
30 | ἑαυτὸν μάχης καὶ ἐναντιώσεως. Φησὶ γὰρ ἄλλον εἶναι τὸν τῶν Ἰουδαίων Θεὸν καὶ κακόν, οὗ καὶ Σίμωνα τὸν μάγον ὑπηρέτην καθεστάναι, ἄλλον δὲ τὸν Χριστόν, ὅν φησιν ἀγαθόν· καὶ φύρων ἅπαντα καὶ συγχέων κα‐ λεῖ αὐτὸν καὶ Πατέρα καὶ Υἱόν. | |
34 | Λέγει δὲ μηδ’ ἐνανθρω‐ | |
35 | πῆσαι ἀληθῶς ἀλλὰ δόξαι, καὶ πολλὰ φανῆναι πολ‐ λάκις τοῖς μαθηταῖς, νέον καὶ πρεσβύτην καὶ παῖ‐ | |
36bis | δα, καὶ πρεσβύτην πάλιν καὶ πά‐ | |
37 | λιν παῖδα καὶ μείζονα καὶ ἐλάττονα καὶ μέγιστον, ὥστε τὴν κορυφὴν διήκειν ἔσθ’ ὅτε μέχρις οὐρανοῦ. | |
38 | Πολλὰς δὲ καὶ περὶ τοῦ Σταυροῦ κενολογίας καὶ ἀτοπίας ἀναπλάτ‐ | |
40 | τει, καὶ τὸν Χριστὸν μὴ σταυρωθῆναι ἀλλ’ ἕτερον ἀντ’ αὐτοῦ, καὶ καταγελᾶν διὰ τοῦτο τῶν σταυρούντων. Γά‐ μους τε νομίμους ἀθετεῖ, καὶ πᾶσαν γένεσιν πονηράν | |
Bibl.11491a | τε καὶ τοῦ πονηροῦ λέγει. Καὶ πλάστην τῶν δαιμό‐ νων ἄλλον ἐκληρεῖ. Νεκρῶν δὲ ἀνθρώπων καὶ βοῶν καὶ κτη‐ νῶν ἄλλων παραλογωτάτας καὶ μειρακιώδεις τερατεύεται ἀναστάσεις. Δοκεῖ δὲ καὶ κατ’ εἰκόνων τοῖς εἰκονομάχοις | |
5 | ἐν ταῖς Ἰωάννου πράξεσι δογματίζειν. Καὶ ἁπλῶς αὕτη ἡ βίβλος μυρία παιδαριώδη καὶ ἀπίθανα καὶ κακόπλαστα | |
καὶ ψευδῆ καὶ μωρὰ καὶ ἀλλήλοις μαχόμενα καὶ ἀσεβῆ καὶ ἄθεα περιέχει· ἣν εἰπών τις πάσης αἱρέσεως πηγὴν καὶ μητέρα οὐκ ἂν ἀποσφαλείη τοῦ εἰκότος. | 85 in vol. 2 | |
Bibl.11591a(11) | Ἀνεγνώσθη βιβλίον ἀνώνυμον οὗ ἡ ἐπιγραφή· «Λόγος πρὸς Ἰουδαίους καὶ τοὺς μετὰ τούτων αἱρετικοὺς καὶ τοὺς καλουμένους τεσσαρεσκαιδεκατίτας, μὴ τῷ πρώ‐ τῳ καθ’ Ἑβραίους μηνὶ ἐπιτελοῦντας τοῦ ἁγίου Πάσχα | |
15 | τὴν ἑορτήν». | |
15 | Οὗτος μὲν ὁ λόγος σύντομος καὶ ἀπέριτ‐ τος καὶ κόμπου μετέχων. Λέγει μέντοι τῇ ἁγίᾳ πέμπτῃ μὴ τὸ νομικὸν φαγεῖν Πάσχα τὸν Κύριον ἡμῶν Ἰη‐ σοῦν Χριστόν· μηδὲ γὰρ εἶναι τότε τὸν καιρόν, ἀλλὰ τῇ ἐπιούσῃ. Καὶ ὅτι οὐδὲ νομικῶς τελῶν ἔφαγεν ἅπερ ἔφα‐ | |
20 | γεν εἰς τὴν ἐπιοῦσαν· οὔτε γὰρ ἄρνον οὔτε ἄζυμα οὔτε ἄλλο τι πράττων, ὅσα οἱ τὸ νομικὸν τελοῦντες Πάσχα ἔθος ἔχουσι παραφυλάττειν· ἀλλ’ ἴδιον μυστικόν φησι δεῖπνον φαγεῖν, ἐξ οὗ καὶ τοῖς μαθηταῖς ἄρτου καὶ πο‐ τηρίου μεταδοῦναι. | |
25 | Ἐνεφέρετο δὲ λόγος ἕτερος Μητροδώρου τινός, ψῆφος ἐννεακαιδεκαετηρίδων κηʹ εἰς ἑαυτὴν ἀνακυκλου‐ μένη περὶ τῆς τοῦ ἁγίου Πάσχα ἑορτῆς. | |
27 | Οὗτος ὁ Μητρό‐ δωρος, ὅστις ποτέ ἐστιν (οὐ γὰρ ἄλλο τι ἔγνων εἰπεῖν περὶ αὐτοῦ), ἀπὸ Διοκλητιανοῦ ἀρξάμενος φλγʹ ἐτῶν συνή‐ | |
30 | γαγε κατὰ τὴν λεγομένην ἀκριβῆ τῆς τεσσαρεσκαιδε‐ κάτης ψηφοφορίαν ἡμέρας, ὅσα τῷ δοκεῖν, ἑορταστικάς· καὶ γὰρ οὔτε νῦν ἡ ἐκκλησία οὔτε ἡ παλαιὰ παράδοσις | |
ταύταις φαίνεται κεχρημένη. | 86 in vol. 2 | |
Bibl.11691a(35) | Ἀνεγνώσθη βιβλίον, ὅσον ἐπὶ τῷ ὀνόματι τοῦ συν‐ τεταχότος, ἀνεπίγραφον· ἐπὶ τῇ γε βίβλῳ ἐπεγέγραπτο· «Περὶ τῆς ἁγίας τοῦ Πάσχα ἑορτῆς λόγος τρίτος», ἐν τόμοις ὀκτώ. | |
38 | Αὕτη ἡ βίβλος ἁπλῇ μὲν καὶ σαφεστάτῃ συγγέγραπται φράσει, πολλὰ δὲ καὶ καλὰ νοήματα πε‐ | |
40 | ριέχει. Οὗτος ὁ συγγραφεὺς ἐν τῷ τετάρτῳ τόμῳ καὶ κατὰ Μητροδώρου ποιεῖται ἐλέγχους, καὶ ταῖς γραφικαῖς δὲ μαρτυρίαις ὠχύρωται, καὶ πολλὰ τῶν εἰς τὴν Ἑξαή‐ | |
Bibl.11691b | μερον χρησίμων, ὡς ἐν ἑρμηνείας τύπῳ, κατὰ τούσδε τοὺς περὶ τοῦ Πάσχα λόγους συνυφαίνει. Προσφωνεῖ δὲ Θεοδώρῳ τὸν λόγον, ὃν ἀγαπητόν τε καὶ ἀδελφὸν ὑπα‐ γορεύει. Πεποίηκε δὲ καὶ ἑτέρας περὶ τῆς αὐτῆς ὑπο‐ | |
5 | θέσεως πρότερον βίβλους· ἀλλ’ αὕτη πλατυτέρα τε καὶ χρησιμωτάτη, ὡς ἐπὶ λεπτῷ πάντα τὰ πρὸς τὴν ὑπό‐ θεσιν χρήσιμα διεξιοῦσα. Περί τε γὰρ βισέξτου καὶ ἐμβο‐ λίμου μηνὸς καὶ ἐπακτῶν ἡλίου καὶ ἐπακτῶν σελήνης καὶ ἐννεακαιδεκαετηρίδων καὶ μεθόδου τῆς εὑρέσεως | |
10 | αὐτῶν λεπτομερῶς καὶ σαφῶς διαλαμβάνει, καὶ περὶ μηνῶν καὶ νεομηνίας καὶ ἑβδομάδος καὶ τῶν ἐν αὐτῇ ἡμερῶν, τίνες τε κύκλοι ἐνιαυτοὶ προσαγορεύονται καὶ τίνες ἐμβόλιμοι ἐνιαυτοί, περί τε ὀκτωκαιεικοσαετη‐ ρίδος ἡλίου καὶ ἐννεακαιδεκαετηρίδος σελήνης καὶ τῆς | |
15 | τεσσαρεσκαιδεκάτης αὐτῆς, καὶ περὶ μηνῶν σεληνια‐ κῶν καὶ μηνῶν ἡλιακῶν, καὶ νουμηνίας σεληνιακοῦ μη‐ νὸς καὶ ἡλιακοῦ, μηνός τε ὁμαλοῦ τῆς σεληνῆς καὶ μη‐ | |
νὸς ἀκριβοῦς, καὶ ἀπαριθμήσεως τῶν ἐτῶν τοῦ κόσμου. Φησὶ δὲ οὗτος ὅτι κατὰ μὲν τοὺς ἄλλους τῆς παρουσίας | 87 in vol. 2 | |
20 | αὐτοῦ ἐνιαυτοὺς ὁ Κύριος καὶ Θεὸς ἡμῶν ὁ Χριστὸς τὸ νομικὸν ἐπετέλει Πάσχα, καθ’ ὃν δὲ παρεδόθη οὐκέτι. Καὶ σκοπεῖν χρή· ὁ γὰρ Χρυσόστομος καὶ ἡ ἐκκλησία καὶ τότε φησὶν αὐτὸν ἐπιτελέσαι τὸ νομικὸν πρὸ τοῦ μυ‐ στικοῦ δείπνου. | |
Bibl.11791b(26) | Ἀνεγνώσθη βιβλίον ὑπὲρ Ὠριγένους καὶ τῶν αὐτοῦ θεοστυγῶν δογμάτων, ἐν τόμοις εʹ. Ἀνεπίγραφον δὲ τὴν ὀνομασίαν ἐτύγχανε τοῦ συντεταχότος, τὴν δὲ φράσιν οὔτε σαφὲς οὔτε καθαρόν, οὔτε εἰς ἄλλο τι ἀξιόλογον | |
30 | ἀνηγμένην ἔχον. | |
30 | Ὁ δὲ τοῦ γράμματος πατὴρ μάρ‐ τυρας ὑπὲρ Ὠριγένους τε καὶ τῶν αὐτοῦ δογμάτων Διο‐ νύσιον προκομίζει τὸν Ἀλεξανδρείας, Δημήτριόν τε καὶ Κλήμεντα καὶ ἑτέρους πλείους· μάλιστα δὲ τῶν ἄλλων ἁπάντων Παμφίλῳ τε τῷ μάρτυρι ἐπερείδεται καὶ τῷ | |
35 | Εὐσεβίῳ, ὃς τῆς κατὰ Παλαιστίνην Καισαρείας ἐπε‐ σκόπησεν. | |
36 | Ἡ δὲ ὑπὲρ αὐτοῦ ἀπολογία οὐκ ἔστι λύσις τῶν ἐπικλημάτων ὡς ἐπὶ πλεῖστον, ἀλλὰ συνηγορία τῆς κατηγορίας· οὕτως οὐδ’ οὗτος ἀπήλλακτο τῶν ἐκείνου βλα‐ σφήμων δοξῶν τελείως. Ψυχῶν τε γὰρ προὔπαρξιν συνο‐ | |
40 | μολογεῖ, γραφικαῖς καὶ πατρικαῖς φωναῖς (ὡς οἴεται) τὸν λῆρον τοῦτον ἐπισυγκροτῶν, καὶ σωμάτων ἄλλων εἰσάγει ἀνάληψιν. | |
42 | Περὶ μέντοι τῆς ἁγίας Τριάδος οὐδὲν | |
Bibl.11792a | οὗτος τῶν ἐσφαλμένων λέγει. Φησὶ δὲ καὶ περὶ τοῦ Ὠριγένους μηδὲν αὐτὸν κατὰ δόξαν ἐσφάλθαι περὶ τῆς | |
Τριάδος, ἀντιφερόμενον δὲ τῇ αἱρέσει Σαβελλίου εἰς μέγα κακοῦ ἠρμένῃ τότε, καὶ τὴν τῶν προσώπων Τριάδα | 88 in vol. 2 | |
5 | ἐναργεστάτην καὶ πολλοῖς τρόποις διαφέρουσαν ἀγωνι‐ ζόμενον παραστῆσαι, πέρα τοῦ προσήκοντος καὶ εἰς τοὐ‐ ναντίον ἀπενεχθῆναι, ἐξ οὗ δόξαι καὶ τῷ ἀρειανῷ ἀρρω‐ στήματι προεαλωκέναι. | |
8 | Ὑπὲρ μέντοι γε τῶν ἄλλων αὐτοῦ δογμάτων, ὅσοις μήτε συγκαταθέσθαι τοῦ θαρρεῖν πρό‐ | |
10 | φασιν ἔχει, μήτε τὴν προειρημένην αἰτίαν πορίσασθαι δυνατὸν οἶδε, πολλὴν εἰσάγει σπουδὴν ἀποφῆναι ἢ γυμ‐ νασίας αὐτῷ χάριν εἰρῆσθαι ἢ ὑπό τινων ἑτεροδόξων τοῖς αὐτοῦ συγγράμμασι παρεμβεβλῆσθαι. Καὶ προάγει καὶ αὐτὸν ἐκεῖνον τοῦτο βοῶντα καὶ διατεινόμενον· φωρᾶ‐ | |
15 | σαι γὰρ αὐτόν φησι καὶ ἔτι ζῶντα ταύτην κατ’ αὐτοῦ τὴν ῥᾳδιουργίαν. | |
16 | Ἔστι δέ, ἃ λέγει μάτην αὐτοῦ κατη‐ γορηθῆναι, κεφάλαια πεντεκαίδεκα, ἅτινα καὶ διε‐ λέγχει διαβολὰς εἶναι ἐκ τῶν αὐτοῦ ἐκείνου συγγραμ‐ μάτων ποιούμενος τοὺς ἐλέγχους ἐν τῷ τετάρτῳ τόμῳ, | |
20 | κατὰ δὲ τὸν πέμπτον γενόμενος καὶ ἑτέρων ὑπὲρ αὐ‐ τοῦ μαρτυρίαις ἀπορραπίζων ταῦτα. | |
21 | Τὰ δὲ κεφάλαιά ἐστι ταῦτα· φασὶν αὐτὸν παραγγέλλειν μὴ προσεύχεσ‐ θαι τῷ Υἱῷ καὶ μὴ εἶναι αὐτὸν ἁπλῶς ἀγαθόν, καὶ μὴ γινώσκειν τὸν Πατέρα ὡς αὐτὸς ἑαυτόν· καὶ τὰς | |
25 | λογικὰς φύσεις εἰς ἀλόγων εἰσκρίνεσθαι σώματα, καὶ εἶναι μετενσωμάτωσιν, καὶ ὅτι ἡ τοῦ Σωτῆρος Ψυχὴ ἡ τοῦ Ἀδὰμ ἦν, καὶ ὅτι οὐκ ἔστιν αἰώνιος κόλασις οὐδὲ σαρκὸς ἀνάστασις, καὶ ὅτι οὐ κακὸν ἡ μαγεία, καὶ ὅτι ποιητικὴ τῶν πραττομένων ἡ ἀστρονομία, καὶ ὅτι παύ‐ | |
30 | εται ὁ μονογενὴς τῆς βασιλείας, καὶ ὅτι ἐκ καταπτώ‐ σεως ἦλθον οἱ ἅγιοι εἰς τὸν κόσμον ἀλλ’ οὐ δι’ ἑτέ‐ | |
ρων θεραπείαν, καὶ ὅτι ὁ Πατὴρ τῷ Υἱῷ ἀόρατος, καὶ ὅτι τὰ Χερουβὶμ ἐπίνοιαι τοῦ Υἱοῦ εἰσιν, καὶ ὅτι ἡ εἰ‐ κὼν τοῦ Θεοῦ ὡς πρὸς ἐκεῖνον οὗ ἐστιν εἰκών, καθὸ εἰ‐ | 89 in vol. 2 | |
35 | κών, οὐκ ἔστιν ἀλήθεια. | |
35 | Ταῦτα ἀπελέγχει, ὡς προείρη‐ ται, ψευδῶς εἰρῆσθαι κατὰ Ὠριγένους, καὶ τό γε ἐπὶ τῇ αὐτοῦ σπουδῇ ἐκκλησιαστικὸν καὶ τῶν ὀρθοδόξων ἀπο‐ φαίνεται τὸν ἄνδρα. Ἀλλ’ οὐκ εἴ τις, ὦ βέλτιστε, μὴ πάν‐ τας τοὺς τρόπους ἐδείχθη δυσσεβῶν, οὐδ’ ἐν οἷς προ‐ | |
40 | φανῶς βλασφημεῖ τὴν δίκην διαδιδράσκων ὀφθήσεται. | |
Bibl.11892a(42) | Ἀνεγνώσθη Παμφίλου τοῦ μάρτυρος καὶ Εὐ‐ | |
Bibl.11892b | σεβίου ὑπὲρ Ὠριγένους. Τόμοι δὲ τὸ βιβλίον ϛʹ, ὧν οἱ μὲν εʹ Παμφίλῳ τὸ δεσμωτήριον οἰκοῦντι συμπα‐ ρόντος Εὐσεβίου ἐξεπονήθησαν, ὁ δὲ ἕκτος, ἐπεὶ ὁ μάρ‐ τυς ξίφει τοῦ ζῆν ἀπαχθεὶς ἀνέλυσε πρὸς ὃν ἐπόθει | |
5 | Θεόν, Εὐσεβίῳ λοιπὸν ἀπαρτίζεται. | |
5 | Καὶ ἄλλοι δὲ πλεῖστοι κατ’ ἐκεῖνο καιροῦ καὶ ἀξιολογώτατοι ἀπολογίας ὑπὲρ αὐτοῦ συνετάξαντο. Φασὶ δὲ τὸν Ὠριγένην ἐν τοῖς κατὰ Σεβῆρον διωγμοῖς γράψαι Λεωνίδῃ τῷ πατρὶ ἐπα‐ λείφοντα πρὸς τὸν τοῦ μαρτυρίου δρόμον, ὃν καὶ καλῶς | |
10 | δραμόντι τῶν βραβείων τυχεῖν ἐξεγένετο, καὶ αὐτὸν δὲ ἀποδύσασθαι σπεύδειν πρὸς τὸ αὐτὸ τῶν ἀγωνισμάτων στάδιον, τὴν δὲ μητέρα καὶ ἄκοντα δυνηθῆναι τῆς ὁρ‐ μῆς ἐπισχεῖν· καὶ τοῦτο καὶ αὐτὸς ἐν ἐπιστολῇ οἰκείᾳ ἐπι‐ σημαίνεται. | |
14 | Φασὶ δὲ αὐτὸν ὅ τε Πάμφιλος μάρτυς καὶ | |
15 | ἕτεροι πλεῖστοι, οἵτινες ἀπ’ αὐτῶν τῶν ἑωρακότων | |
Ὠριγένην τὰ περὶ τοῦ ἀνδρὸς ἠκριβώσαντο, διαβοήτῳ μαρτυρίῳ τοῦ βίου ἐξεληλυθέναι ἐπ’ αὐτῆς τῆς Και‐ σαρείας Δεκίου τὴν κατὰ τῶν Χριστιανῶν ὠμότητα πνέ‐ οντος. Οἱ δέ φασιν αὐτὸν ἕως Γάλλου καὶ Βολουσιανοῦ | 90 in vol. 2 | |
20 | διαρκέσαντα, καὶ ἑξηκοστὸν ἔνατον ἔτος τῆς ἡλικίας ἄγοντα ἐν Τύρῳ καὶ τελευτῆσαι καὶ ταφῇ παραδο‐ θῆναι. Ἔστι δὲ μᾶλλον οὗτος ὁ λόγος ἀληθής, εἴ γε αἱ φερόμεναι αὐτοῦ μετὰ τὸν Δεκίου διωγμὸν ἐπιστολαὶ οὐκ ἔχουσι τὸ πλαστόν. | |
24 | Παντὸς δὲ μαθήματος ἰδέαν φασὶν | |
25 | αὐτὸν καὶ μετελθεῖν καὶ διδάσκειν. Τοῦτον τοίνυν τὸν Ὠριγένην, ὃν καὶ Ἀδαμάντιον ἐπονομάζεσθαί φασιν, ὅτι ἀδαμαντίνοις δεσμοῖς ἐῴκεσαν οὓς ἂν δήσειε λόγους, ἀκροατὴν καὶ διάδοχον λέγουσι γενέσθαι Κλήμεντος τοῦ Στρωματέως καὶ τοῦ κατὰ τὴν Ἀλεξανδρείαν ἐκκλη‐ | |
30 | σιαστικοῦ διδασκαλείου· Κλήμεντα δὲ Πανταίνου γενέσθαι λέγουσι καὶ ἀκροατὴν καὶ τοῦ διδασκαλείου διάδοχον, Πάν‐ ταινον δὲ τῶν τε τοὺς ἀποστόλους ἑωρακότων ἀκροάσασθαι οὐ μὴν ἀλλὰ καί τινων αὐτῶν ἐκείνων διακοῦσαι. Τὰς δὲ κατὰ Ὠριγένους κινήσεις ἐκεῖθεν λέγουσιν | |
35 | ἐκρυῆναι. Δημήτριος Ἀλεξανδρείας ἐπεσκόπει, ὃς Ὠρι‐ γένην δι’ ἐπαίνων εἶχε καὶ ἐς τοὺς φιλτάτους συνέταττεν. Ἀλλ’ Ὠριγένης μέλλων ἀπαίρειν εἰς Ἀθήνας χωρὶς τῆς τοῦ οἰκείου γνώμης ἐπισκόπου εἰς πρεσβύτερον οὐ δέον ἀναβιβάζεται. Θεότεκνος δ’ ἦν ὁ κατὰ Καισάρειαν | |
40 | τὴν ἐν Παλαιστίνῃ τὸν ἀρχιερατικὸν χειρίζων νόμον ὁ τῆς Ὠριγένους αὐτουργὸς χειροτονίας, ἔχων συνευδο‐ κοῦντα καὶ τὸν Ἱεροσολύμων Ἀλέξανδρον. | |
42 | Τρέπεται διὰ | |
Bibl.11893a | τοῦτο Δημητρίῳ εἰς μῖσος τὸ φίλτρον καὶ οἱ ἔπαινοι | |
πρὸς τοὺς ψόγους καὶ σύνοδος ἀθροίζεται κατὰ Ὠριγένους ἐπισκόπων καί τινων πρεσβυτέρων. Ἡ δέ, ὡς ὁ Πάμ‐ φιλός φησι, ψηφίζεται μεταστῆναι μὲν ἀπὸ Ἀλεξαν‐ | 91 in vol. 2 | |
5 | δρείας τὸν Ὠριγένην, καὶ μήτε διατρίβειν ἐν αὐτῇ μήτε διδάσκειν, τῆς μέντοι τοῦ πρεσβυτηρίου τιμῆς οὐδαμῶς ἀποκεκινῆσθαι. Ἀλλ’ ὅ γε Δημήτριος ἅμα τι‐ σὶν ἐπισκόποις Αἰγυπτίοις καὶ τῆς ἱερωσύνης ἀπεκή‐ ρυξε, συνυπογραψάντων καὶ τῇ ἀποφάσει τῶν συμ‐ | |
10 | ψήφων αὐτῷ γεγενημένων. Φυγαδευθέντα δὲ τῆς Ἀλε‐ ξανδρείας τὸν Ὠριγένην Θεότεκνος ὁ Παλαιστίνης ἀσμέ‐ νως τε διάγειν ἐν Καισαρείᾳ ὑπεδέξατο, καὶ τοῦ διδά‐ σκειν πᾶσαν ἐξουσίαν ἐνεχείρισε. Καὶ τὰς μὲν αἰτίας ἐξ ὧν συνέβη τὰς διαβολὰς ἐκραγῆναι τῷ Ὠριγένει, | |
15 | ταύτας φησί. Τὴν δὲ ὑπὲρ Ὠριγένους ἀπολογίαν, ὡς ἔφημεν, ὁ Πάμφιλος σὺν Εὐσεβίῳ καθειργμένος τῷ οἰκήματι συνεγράψατο, καὶ ταύτην πρὸς τοὺς ἐν μετάλλοις διὰ Χριστὸν ταλαιπωρουμένους διεπέμψατο, ὧν ἦν τὸ ἀκρο‐ | |
20 | θίνιον Πατερμούθιος ὁ μετὰ βραχὺ τῆς Παμφίλου ἀνα‐ λύσεως διὰ πυρὸς καὶ αὐτὸς σὺν ἑτέροις τὸν βίον τε‐ λειωθείς. | |
22 | Ἦν δὲ Παμφίλου διδάσκαλος ὁ Πιέριος, τοῦ ἐν Ἀλεξανδρείᾳ καὶ αὐτὸς προεστηκὼς διδασκαλείου. Μάρτυς δὲ καὶ ὁ Πιέριος ἅμα τῷ ἀδελφῷ Ἰσιδώρῳ | |
25 | τῶν ἀθλητικῶν ἀξιωθέντες στεφάνων, οἷς (ὥς φασι) καὶ νεὼς καὶ οἶκοι ὑπὸ τῶν εὐσεβούντων ἱδρύθησαν. Ὁ δὲ θεῖος Πάμφιλος πρεσβύτερος ἦν. Καὶ πολλὰ δὲ τῶν Ὠριγένους εἰς τὴν θείαν γραφὴν ἐξηγήσεων ἰδίᾳ χειρὶ λέγουσιν αὐτὸν γεγραφέναι. | |
Bibl.11993a(31) | Ἀνεγνώσθη βιβλίον Πιερίου πρεσβυτέρου, ὃν καὶ σὺν τῷ ἀδελφῷ Ἰσιδώρῳ τὸν ὑπὲρ Χριστοῦ ἀγωνίσασθαί φασιν ἀγῶνα, Παμφίλου τε τοῦ μάρτυρος ὑφηγητὴν τῶν ἐκκλησιαστικῶν γενέσθαι μαθημάτων, καὶ τοῦ κατὰ | 92 in vol. 2 |
35 | Ἀλεξανδρείαν ἡγήσασθαι παιδευτηρίου. Λόγους δὲ τὸ βι‐ βλίον περιεῖχε ιβʹ. | |
36 | Ἔστι δὲ τὴν φράσιν σαφής τε καὶ λαμπρὸς καὶ ὥσπερ ῥέων τῷ λόγῳ, μηδέν τε ἐπιμελὲς ἐνδεικνύμενος, ἀλλ’ ὡς ἐξ αὐτοσχεδίου ὁμαλῶς τε καὶ λείως καὶ ἠρέμα φερόμενος, τοῖς δὲ ἐνθυμήμασιν, | |
40 | εἴπερ τις ἄλλος γονιμώτατος. | |
40 | Πολλὰ δὲ ἔξω τῶν νῦν ἐν τῇ ἐκκλησίᾳ καθεστηκότων, ἀρχαιοτρόπως ἴσως, ἀποφαίνεται. Ἀλλὰ περὶ μὲν Πατρὸς καὶ Υἱοῦ εὐσεβῶς | |
Bibl.11993b | πρεσβεύει, πλὴν ὅτι οὐσίας δύο καὶ φύσεις δύο λέ‐ γει, τῷ τῆς οὐσίας καὶ φύσεως ὀνόματι, ὡς δῆλον ἔκ τε τῶν ἑπομένων καὶ προηγουμένων τοῦ χωρίου, ἀντὶ τῆς ὑποστά‐ σεως, καὶ οὐχ ὡς οἱ Ἀρείῳ προσανακείμενοι, χρώμενος. | |
5 | Περὶ μέντοι τοῦ Πνεύματος ἐπισφαλῶς λίαν καὶ δυσσε‐ βῶς δογματίζει· ὑποβεβηκέναι γὰρ αὐτὸ τῆς τοῦ Πα‐ τρὸς καὶ Υἱοῦ ἀποφάσκει δόξης. Ἔχει δὲ χρῆσιν εἰς τὸν Λόγον οὗ ἐπιγραφή «Εἰς τὸ κατὰ Λουκᾶν», δι’ ἧς ἔστι παριστᾶν ὅτι ἡ τῆς εἰκόνος τιμὴ καὶ ἡ ἀτιμία τοῦ | |
10 | πρωτοτύπου ἐστὶ τιμὴ ἢ πάλιν ἀτιμία. | |
10 | Ὑπαινίττεται δὲ οὗτος, κατὰ τὸν Ὠριγένους ὕθλον, καὶ προΰπαρξιν ψυ‐ χῶν· ἔχει δὲ καὶ ἐν τῷ εἰς τὸ Πάσχα καὶ τὸν Ὠσηὲ λό‐ γῳ περί τε τῶν ποιηθέντων Χερουβὶμ τῷ Μωϋσεῖ, καὶ περὶ τῆς τοῦ Ἰακὼβ στήλης, ἐν οἷς τὴν μὲν ποίησιν | |
15 | αὐτῶν ὁμολογεῖ, οἰκονομίας δὲ λόγῳ συγχωρηθῆναι ματαιολογεῖ, ὡς οὐδὲν ἦσαν, ὡς ἕτερον ἦσαν, ὡς ἕτε‐ | |
ρον τὰ γεγενημένα, οὐδὲ τύπον ἄλλον ἔφερε μορφῆς, ἀλλὰ μόνον πτερύγων κενολογεῖ φέρειν αὐτὰ σχῆμα. Οὗτος ὁ Πιέριος πρεσβύτερος ἦν τῆς κατὰ Ἀλε‐ | 93 in vol. 2 | |
20 | ξάνδρειαν ἐκκλησίας Θεωνᾶ τηνικαῦτα ταύτης ἀρχιε‐ ρατεύοντος, ἡνίκα Κᾶρος καὶ Διοκλητιανὸς τὰ Ῥω‐ μαίων σκῆπτρα ἔφερον. Καὶ ἐπὶ τοσοῦτον δ’ αὐτὸν ἐλά‐ σαι λέγουσι φιλοπονίας καὶ εὐφυΐας καὶ τῆς ἐν πλήθεσιν ὁμιλίας τέρψιν παρέχειν σὺν ὠφελείᾳ, ὥστε καὶ νέον | |
25 | ἐπονομασθῆναι Ὠριγένην· ἦν γὰρ τότε ἐν τοῖς ἀξιολο‐ γωτάτοις Ὠριγένης. Διαλεκτικὴν δὲ καὶ ῥητορικὴν αὐ‐ τόν φασιν ἀσκηθῆναι, καὶ ἐγκρατείας δὲ καὶ ἑκουσίου πτωχείας ἐραστὴν γενέσθαι. Καὶ οἱ μὲν αὐτὸν καὶ μαρτυ‐ ρίῳ τὸν βίον τελειῶσαι, οἱ δὲ μετὰ τὸν διωγμὸν τὸν | |
30 | ὑπόλοιπον τοῦ ζῆν χρόνον ἐν Ῥώμῃ διαγεγονέναι. | |
Bibl.12093b(32) | Ἀνεγνώσθη βιβλίον Εἰρηναίου ἐπισκόπου Λουγδούνων (ἐν Κελτοῖς δὲ τὰ Λούγδουνα), λόγοι εʹ· οὗ ἡ ἐπιγραφή «Ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευ‐ | |
35 | δωνύμου γνώσεως», τοῦτο δέ ἐστι κατὰ αἱρέσεων. Ὧν ὁ πρῶτος, διαλαμβάνων περὶ Οὐαλεντίνου καὶ τῆς κατ’ αὐτὸν ἀθέου πλάνης, ἀπάρχεται ὥσπερ ἀνα‐ ποδίζων καὶ ἄνωθεν διεξιὼν ἀπὸ Σίμωνος τοῦ μάγου μέχρι Τατιανοῦ, ὃς τὰ πρῶτα μαθητὴς Ἰουστίνου τοῦ | |
40 | μάρτυρος χρηματίσας, ὕστερον εἰς πλάνην ἐξεκυλίσθη αἱρέσεως. Ἔτι δὲ διαλαμβάνει περὶ τῶν ἰδίως Γνωστικῶν καλουμένων καὶ τῶν Καϊνῶν, τὰ βδελυρὰ αὐτῶν ἐκ‐ | |
Bibl.12094a | τιθεὶς δόγματα· ἐν οἷς καὶ ὁ πρῶτος λόγος. | |
1 | Ὁ δὲ δεύ‐ | |
τερος ἀνατροπὴν περιέχει τῶν τοῖς αἱρεσιώταις ἀσεβῶς δογματιζομένων. Ὁ δὲ τρίτος καὶ γραφικὰς κατ’ αὐ‐ τῶν προκομίζει παντοδαπὰς μαρτυρίας. Ὁ δὲ τέταρτος | 94 in vol. 2 | |
5 | τὰς παρὰ τῶν αἱρετικῶν προτεινομένας ἀπορίας δια‐ λύει. | |
6 | Καὶ ὁ πέμπτος δέ, ὅσα διὰ παραβολῶν ἐλέχθη τε καὶ ἐπράχθη ὑπὸ τοῦ Κυρίου, ἐκ τῶν ὑπολοίπων τῆς σωτηριώδους αὐτοῦ διδασκαλίας καὶ ἐκ τῶν ἀποστολικῶν ἐπιστολῶν ταῖς αἱρετικαῖς τερθρείαις εἰς ἔλεγχον ἁρ‐ | |
10 | μόζειν παρίστησι. Πολλὰ δὲ τοῦ θεσπεσίου Εἰρηναίου καὶ παντοδαπὰ καὶ ἕτερα συγγράμματα καὶ ἐπιστολαὶ φέρονται, εἰ καὶ ἔν τισιν αὐτῶν ἡ τῆς κατὰ τὰ ἐκκλησιαστικὰ δόγματα ἀληθείας ἀκρίβεια νόθοις λογισμοῖς κιβδηλεύεται, ἃ | |
15 | χρὴ παρασημαίνεσθαι. Τοῦτόν φασι γενέσθαι Πολυκάρπου μὲν τοῦ ἱερομάρ‐ τυρος Σμύρνης ἐπισκόπου μαθητήν, πρεσβύτερον δὲ Ποθεινοῦ, οὗ καὶ τῆς ἐπισκοπῆς τῶν Λουγδούνων διά‐ δοχος κατέστη. Βίκτωρ δὲ ἄρα κατ’ ἐκεῖνο καιροῦ Ῥώ‐ | |
20 | μης ἐπεσκόπει, πρὸς ὃν καὶ πολλάκις γράφει, παραινῶν μὴ ἕνεκα τῆς περὶ τοῦ Πάσχα διαφωνίας τινὰς τῆς ἐκ‐ κλησίας ἀποκηρύττειν. | |
Bibl.12194a(24) | Ἀνεγνώσθη βιβλιδάριον Ἱππολύτου· μαθητὴς | |
25 | δὲ Εἰρηναίου ὁ Ἱππόλυτος. Ἦν δὲ τὸ σύνταγμα κατὰ αἱρέσεων λβʹ, ἀρχὴν ποιούμενον Δοσιθεανούς, καὶ μέχρι Νοητοῦ καὶ Νοητιανῶν διαλαμβάνον. Ταύτας δέ φησιν ἐλέγχοις ὑποβληθῆναι ὁμιλοῦντος Εἰρηναίου, ὧν καὶ σύν‐ οψιν ὁ Ἱππόλυτος ποιούμενος τόδε τὸ βιβλίον φησὶ | |
30 | συντεταχέναι. | |
30 | Τὴν δὲ φράσιν σαφής ἐστι καὶ ὑπόσεμνος καὶ ἀπέριττος, εἰ καὶ πρὸς τὸν ἀττικὸν οὐκ ἐπιστρέφεται λόγον. Λέγει δὲ ἄλλα τέ τινα τῆς ἀκριβείας λειπόμενα, καὶ ὅτι ἡ πρὸς Ἑβραίους ἐπιστολὴ οὐκ ἔστι τοῦ ἀποστόλου Παύλου. | 95 in vol. 2 |
34 | Λέγεται δὲ οὗτος καὶ προσομιλεῖν τῷ λαῷ κατὰ | |
35 | μίμησιν Ὠριγένους, οὗ καὶ συνήθης μάλιστα καὶ ἐραστὴς τῶν λόγων ὑπῆρχε, ὡς καὶ προτρέψασθαι αὐτὸν τὴν θείαν ὑπομνηματίσαι γραφήν, ἐγκαταστήσας αὐτῷ καὶ ὑπογραφέας ἑπτὰ ταχυγράφους καὶ ἑτέρους τοσούτους γράφοντας εἰς κάλλος, ὧν ἦν καὶ τῆς δαπάνης αὐτὸς | |
40 | χορηγός. Καὶ ταῦτα ὑπηρετούμενος αὐτῷ ἀπαιτεῖν αὐ‐ τὸν ἀπαιραιτήτως τὸ ἔργον, ἐξ οὗ καὶ ἐργοδιώκτην ἐν μιᾷ τῶν ἐπιστολῶν παρὰ Ὠριγένους κληθῆναι. Πλεῖστα δὲ καὶ οὗτος λέγεται συγγεγραφέναι. | |
Bibl.12294b(2) | Ἀνεγνώσθη Ἐπιφανίου τοῦ ἁγιωτάτου ἐπισκόπου τὰ Πανάρια. Ἐν τεύχεσι μὲν γʹ, τόμοις δὲ ζʹ, κατὰ αἱ‐ ρέσεων δὲ πʹ. Ἄρχεται μὲν ἀπὸ τοῦ Βαρβαρισμοῦ, κάτεισι | |
5 | δὲ μέχρι τῶν Μεσσαλιανῶν. Πάντων δὲ τῶν πρὸ αὐτοῦ κατὰ αἱρέσεων καταβεβληκότων πόνους πλατύτερός τε καὶ χρησιμώτερος, ὅτι ἅπερ τε ἐκείνοις ἐρρήθη τὸ χρήσιμον ἔχοντα, οὗτος οὐ καταλέλοιπε, καὶ εἴ τι προσ‐ εξευρεῖν ἠδυνήθη, προσέθηκε. | |
9 | Τὴν δὲ φράσιν ταπεινός | |
10 | τε καὶ οἷα εἰκὸς Ἀττικῆς παιδείας ἀμελέτητον τυγχά‐ νειν. Ἀσθενὴς δὲ ἐκ τοῦ ἐπὶ πλεῖστον καὶ ἐν ταῖς κατὰ τῶν δυσσεβῶν αἱρέσεων συμπλοκαῖς· ἐνιαχοῦ μέντοι ἀρι‐ στεύει ταῖς ἐπιβολαῖς, εἰ καὶ τῶν ῥημάτων αὐτῷ καὶ | |
τῆς συντάξεως οὐδὲν τὸ ἰδίωμα συμβελτιοῦται. | 96 in vol. 2 | |
Bibl.12394b(16) | Ἀνεγνώσθη τοῦ αὐτοῦ ὁ Ἀγκύρωτος, σύνοψις ὥσπερ τῶν Παναρίων ὑπάρχουσα. | |
Bibl.12494b(19) | Ἀνεγνώσθη τοῦ αὐτοῦ. | |
Bibl.12594b(21) | Ἀνεγνώσθη Ἰουστίνου τοῦ μάρτυρος ἀπολο‐ γία ὑπὲρ Χριστιανῶν καὶ κατὰ Ἑλλήνων καὶ κατὰ Ἰου‐ δαίων, καὶ ἔτι ἑτέρα αὐτοῦ πραγματεία κατὰ τοῦ πρώ‐ του καὶ δευτέρου τῆς φυσικῆς ἀκροάσεως, ἤτοι κατὰ | |
25 | εἴδους καὶ ὕλης καὶ στερήσεως, ἐπιχειρηματικοὶ καὶ βίαιοι καὶ χρειώδεις λόγοι, καὶ κατὰ τοῦ πέμπτου σώ‐ ματος ὁμοίως καὶ κατὰ τῆς ἀϊδίου κινήσεως, ἣν Ἀρι‐ στοτέλης δεινότητι λογισμῶν ἐναπέτεκεν, ἔτι τε ἀπο‐ ριῶν κατὰ τῆς εὐσεβείας κεφαλαιώδεις ἐπιλύσεις. | |
29 | Ἔστι | |
30 | δὲ φιλοσοφίας μὲν ὁ ἀνὴρ τῆς τε καθ’ ἡμᾶς καὶ μά‐ λιστά γε τῆς θύραθεν εἰς ἄκρον ἀνηγμένος, πολυμα‐ θίᾳ τε καὶ ἱστοριῶν περιρρεόμενος πλούτῳ· ῥητορικαῖς δὲ τέχναις οὐκ ἔσχε σπουδὴν ἐπιχρῶσαι τὸ ἔμφυτον αὐ‐ τοῦ τῆς φιλοσοφίας κάλλος. Διὸ καὶ οἱ λόγοι αὐτοῦ, | |
35 | ἄλλως ὄντες δυνατοὶ καὶ τὸ ἐπιστημονικὸν διασῴζον‐ τες, τῶν ἐκεῖθεν οὐκ εἰσὶν ἀποστάζοντες ἡδυσμάτων, οὐδὲ τῷ ἐπαγωγῷ καὶ θελκτηρίῳ τοὺς πολλοὺς τῶν ἀκροατῶν ἐφελκόμενοι. | |
38 | Τέσσαρας δὲ πραγματείας κα‐ | |
τὰ τῶν ἐθνῶν συνέταξεν, ὧν τὴν μὲν πρώτην Ἀν‐ | 97 in vol. 2 | |
40 | τωνίνῳ τῷ ἐπίκλην Πίῳ καὶ τοῖς υἱέσι τῇ τε συγκλή‐ τῳ ἐπέδωκε, τὴν δὲ δευτέραν ὁμοίως τοῖς ἐκείνου διαδόχοις. Ἐν δὲ τῇ τρίτῃ περὶ φύσεως δαιμόνων διείλεκται. Ὁ δὲ τέταρτος αὐτῷ λόγος, ὁμοίως κατὰ | |
Bibl.12595a | τῶν ἐθνῶν συγκείμενος, ἔλεγχος ἐπιγραφὴν ἔχει. Ἔστι δὲ αὐτῷ καὶ ὁ περὶ Θεοῦ μοναρχίας, καὶ ὁ ἐπιγραφό‐ μενος Ψάλτης, καὶ μὴν κατὰ Μαρκίωνος, ἀναγκαῖοι λόγοι, καὶ ἡ κατὰ πασῶν αἱρέσεων χρήσιμος πρα‐ | |
5 | γματεία. Οὗτος υἱὸς μὲν ἔφυ Πρίσκου Βακχείου, πατρίδα δὲ εἶχε Νεάπολιν τὴν ὑπὸ τὴν ἐπαρχίαν τελοῦσαν Πα‐ λαιστίνης, ἐν Ῥώμῃ δὲ τὰς διατριβὰς ἔσχε, φιλοσο‐ φῶν καὶ τοῖς λόγοις καὶ τῷ βίῳ καὶ τῷ σχήματι. Διάπυ‐ | |
10 | ρος δὲ τῆς εὐσεβείας ὢν ἐραστής, ἔσχε Κρίσκην ἕνα τινὰ τῶν καλουμένων κυνικῶν ἀντιπολιτευόμενον αὐ‐ τῷ καὶ τῷ βίῳ καὶ τῇ θρησκείᾳ. Ὑφ’ οὗ καὶ συσκευασθείς, ἀξίως τῆς ὅλης τοῦ βίου προαιρέσεως καὶ τὴν ἐπιβου‐ λὴν συνδιέθηκε· μαρτυρίου γὰρ ταύτην ὑπόθεσιν ἐνστη‐ | |
15 | σάμενος, λαμπρῶς καὶ χαίρων τὸν ὑπὲρ Χριστοῦ θά‐ νατον ἀνεδέξατο. | |
Bibl.12695a(18) | Ἀνεγνώσθη βιβλιδάριον ἐν ᾧ Κλήμεντος ἐπι‐ στολαὶ πρὸς Κορινθίους βʹ ἐνεφέροντο, ὧν ἡ πρώτη δι’ | |
20 | αἰτίας αὐτοὺς ἄγει στάσεσι καὶ ταραχαῖς καὶ σχίσμασι τὴν πρέπουσαν αὐτοῖς εἰρήνην καὶ ὁμόνοιαν ἐμπολιτεύ‐ εσθαι λύσαντας, καὶ παραινεῖ παύσασθαι τοῦ κακοῦ. | |
22 | Ἁπλοῦς δὲ κατὰ τὴν φράσιν καὶ σαφής ἐστι καὶ ἐγγὺς τοῦ | |
ἐκκλησιαστικοῦ καὶ ἀπεριέργου χαρακτῆρος. Αἰτιάσαιτο δ’ | 98 in vol. 2 | |
25 | ἄν τις αὐτὸν ἐν ταύταις ὅτι τε τοῦ Ὠκεανοῦ ἔξω κό‐ σμους τινὰς ὑποτίθεται εἶναι, καὶ δεύτερον ἴσως ὅτι ὡς παναληθεστάτῳ τῷ κατὰ τὸν Φοίνικα τὸ ὄρνεον ὑπο‐ δείγματι κέχρηται, καὶ τρίτον ὅτι ἀρχιερέα καὶ προστά‐ την τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐξονομάζων, οὐδὲ | |
30 | τὰς θεοπρεπεῖς καὶ ὑψηλοτέρας ἀφῆκε περὶ αὐτοῦ φωνάς· οὐ μὴν οὐδ’ ἀπαρακαλύπτως αὐτὸν οὐδαμῇ ἐν τούτοις βλασφημεῖ. | |
32 | Ἡ δὲ δευτέρα καὶ αὐτὴ νουθεσίαν καὶ παραίνεσιν κρείττονος εἰσάγει βίου, καὶ ἐν ἀρχῇ Θεὸν τὸν Χριστὸν κηρύσσει, πλὴν ὅτι ῥητά τινα ὡς | |
35 | ἀπὸ τῆς θείας γραφῆς ξενίζοντα παρεισάγει· ὧν οὐδ’ ἡ πρώτη ἀπήλλακτο παντελῶς. Καὶ ἑρμηνείας δὲ ῥη‐ τῶν τινῶν ἀλλοκότους ἔχει. Ἄλλως τε δὲ καὶ τὰ ἐν αὐταῖς νοήματα ἐρριμμένα πως καὶ οὐ συνεχῆ τὴν ἀκολουθίαν ὑπῆρχε φυλάττοντα. | |
40 | Ἐν τῷ αὐτῷ δὲ βιβλιδαρίῳ ἀνεγνώσθη καὶ Πο‐ λυκάρπου ἐπιστολὴ πρὸς Φιλιππησίους, γέμουσα πολλῆς νουθεσίας μετὰ σαφηνείας καὶ ἁπλότητος κατὰ τὸν ἐκκλησιαστικὸν τῆς ἑρμηνείας τύπον. Λέγει δὲ καὶ | |
Bibl.12695b | τὰς ἐπιστολὰς αὐτοῖς Ἰγνατίου τοῦ θεοφόρου ἀπε‐ σταλκέναι, καὶ αἰτεῖται ἀναδιδαχθῆναι παρ’ αὐτῶν εἴ τι περὶ ἐκείνου διακούσαιεν. | |
Bibl.12795b(5) | Ἀνεγνώσθη Εὐσεβίου τοῦ Παμφίλου ἡ εἰς Κωνσταντῖνον τὸν μέγαν βασιλέα ἐγκωμιαστικὴ τετράβιβλος ἐν ᾗ περιέχεται ἥ τε τοῦ ἀνδρὸς ἄλλη πο‐ λιτεία ἐξ αὐτῆς πρώτης ἡλικίας ἀρχομένη, καὶ ὅσαι | |
πρὸς τὴν ἐκκλησιαστικὴν ἱστορίαν συντελοῦσι πράξεις, | 99 in vol. 2 | |
10 | μέχρις οὗ τὸν βίον ἀπέλιπεν, εἰς ἑξηκοστὸν καὶ τέταρ‐ τον παραταθέντα χρόνον. | |
11 | Ἔστι μὲν οὖν κἀνταῦθα τὴν φράσιν ὅμοιος ἑαυτῷ, πλὴν μικρόν τι πρὸς τὸ λαμ‐ πρότερον ἐκβεβίασται αὐτῷ ὁ λόγος, καὶ λέξεις εἰς τὸ ἀνθηρότερον ἐνιαχοῦ συνελήφθησαν· τῆς μέντοι κατὰ | |
15 | τὴν ἑρμηνείαν ἡδονῆς καὶ χάριτος οὐδὲν μέγα, ὥσπερ οὐδὲ ἐν τοῖς ἄλλοις ἐμφαίνεται. | |
16 | Καταστρώννυσι δὲ ἐν ταύτῃ αὑτοῦ τῇ τετραβίβλῳ πάμπολλα χωρία ἐξ ὁλο‐ κλήρου τῆς ἐκκλησιαστικῆς αὑτοῦ δεκαλόγου ἱστορίας. Λέγει μὲν οὖν καὶ αὐτὸς ἐν Νικομηδείᾳ τὸν μέγαν Κων‐ | |
20 | σταντῖνον βαπτίσασθαι, μέχρι τότε τὸ λουτρὸν ἀναβαλ‐ λόμενον ἅτε δὴ ἐν ἐπιθυμίᾳ ποιούμενον τοῖς Ἰορδά‐ νου τὸ λουτρὸν ὑποδέξασθαι. Τίς δὲ ὁ βαπτίσας, οὐδὲν διασαφεῖ. | |
23 | Περὶ μέντοι γε τῆς Ἀρειανῆς αἱρέσεως οὐδὲν σαφὲς ἀπαγγέλλει, οὐδ’ εἰ τῆς δόξης ἐκείνης εἴχετο, | |
25 | οὐδ’ ὅτι μεταβέβληται, ἀλλ’ οὐδ’ ὅτι φαύλως ἢ ὀρθῶς ἐδόξαζεν Ἄρειος, καίπερ ἀνάγκην ἔχων ἐν μνήμῃ ταῦτα ποιήσασθαι ἅτε δὴ μέγα μέρος ἐπεχούσης τῆς συνόδου τῶν τοῦ μεγάλου πράξεων Κωνσταντίνου, κἀ‐ κείνης πάλιν ἐξαπαιτούσης τὴν περὶ τούτων λεπτομε‐ | |
30 | ρεστάτην ἱστορίαν. Ἀλλὰ στάσιν μὲν ἐμπεσεῖν μεταξὺ Ἀρείου καὶ Ἀλεξάνδρου, τὴν αἵρεσιν οὕτω λέγων καὶ ὑποκρυπτόμενος ἀποφαίνεται, ἐπί τε τῇ στάσει λίαν ἀλγῆσαι τὸν θεοφιλῆ βασιλέα, καὶ ἀγωνίσασθαι διά τε ἐπιστολῶν διά τε τοῦ Ὁσίου ὃς Κουδρούβης ἐπεσκόπει, | |
35 | εἰς φιλίαν καὶ ὁμόνοιαν συζεῦξαι τὸ στασιάζον τῆς πρὸς ἀλλήλους ἔριδος ἀφεμένους καὶ τῶν τοιούτων ζητή‐ | |
σεων, ὡς δ’ οὐκ ἔπειθε, σύνοδον πανταχόθεν ἀθροῖ‐ σαι καὶ τὴν ἐμπεσοῦσαν ἔριν εἰς εἰρήνην διαλύσασθαι. Οὐ μὴν εἰς τὸ ἀκριβὲς καὶ ἐπίδηλον ἀναγράφεται. | 100 in vol. 2 | |
39 | Οὕ‐ | |
40 | τως οὖν ὥσπερ αἰσχυνομένῳ ἐοικὼς καὶ μὴ βουλομένῳ δημοσιεύειν Ἄρειον τήν τε τῆς συνόδου ἐξενηνεγμέ‐ νην κατ’ αὐτοῦ ψῆφον καὶ τῶν συνασεβησάντων αὐτῷ καὶ συνεξωσθέντων τὴν δικαίαν εἴσπραξιν, οὐ μὴν ἀλλ’ | |
Bibl.12796a | οὐδ’ ἣν θεόθεν πᾶς ὀφθαλμὸς εἶδεν ἔνδικον Ἀρείου καταστροφήν, οὐδὲν τούτων ἄγων εἰς φῶς, τήν τε περὶ τῆς συνόδου καὶ τῶν ἐν αὐτῇ πραχθέντων καὶ περὶ αὐ‐ τὴν ἱστορίαν παρέδραμε. | |
4 | Διὸ καὶ περὶ τοῦ θεσπεσίου | |
5 | Εὐσταθίου διηγεῖσθαι μέλλων οὔτε τοῦ ὀνόματος μέμνη‐ ται, οὐδ’ ὅσα περὶ αὐτὸν ἐτολμήθη καὶ εἰς ἔργον ἀπο‐ βέβηκεν, ἀλλ’ εἰς στάσιν καὶ ταραχὴν ἀνάγων καὶ ταῦτα γαληνίας καὶ πάλιν ἐπιλέγει, ἐπισκόπων κατὰ τὴν Ἀν‐ τιόχειαν συνδεδραμηκότων σπουδῇ βασιλέως καὶ συν‐ | |
10 | εργίᾳ, καὶ τὸ στασιάζον καὶ ταραττόμενον εἰς τὸ εἰρη‐ ναῖον μεταβεβληκότων. Ὁμοίως δὲ καὶ ἐν οἷς ὁ πολύα‐ θλος ἐσκευωρήθη Ἀθανάσιος, εἰς ταῦτα τὴν ἱστορίαν ὁρμήσας ἐπαφεῖναι, στάσεως μὲν ἐμπλησθῆναι πάλιν καὶ ταραχῆς τὴν Ἀλεξάνδρειαν λέγει, καὶ ταύτην πραϋν‐ | |
15 | θῆναι ἐπισκόπων παρουσίᾳ τὴν βασιλικὴν ἐχόντων συμ‐ μαχίαν· οὔτε δὲ τίς ἦν ὁ στασιάζων οὐδ’ ἥτις ἡ στάσις, ἢ τί καὶ πράξαντες τὴν ἔριν ἐπράϋναν, οὐδὲν οὐδ’ ὅλως ποιεῖται ἐπίδηλον. Καὶ σχεδὸν ἐν οἷς ἐπισκόπων πρὸς ἀλλήλους φιλονεικίαι περὶ δογμάτων ἢ περί τινων ἄλ‐ | |
20 | λων διαφωνίαι γεγόνασι, τὸν αὐτὸν τῆς ἐπικρύψεως | |
ἐν τῇ διηγήσει τύπον φυλάττει. | 101 in vol. 2 | |
Bibl.12896a(23) | Ἀνεγνώσθη Λουκιανοῦ ὑπὲρ Φαλάριδος καὶ νεκρικοὶ καὶ ἑταιρικοὶ διάλογοι διάφοροι, καὶ ἕτεροι | |
25 | διαφόρων ὑποθέσεων λόγοι, ἐν οἷς σχεδὸν ἅπασι τὰ τῶν Ἑλλήνων κωμῳδεῖ, τήν τε τῆς θεοπλαστίας αὐτῶν πλάνην καὶ μωρίαν καὶ τὴν εἰς ἀσέλγειαν ἄσχετον ὁρ‐ μὴν καὶ ἀκρασίαν, καὶ τῶν ποιητῶν αὐτῶν τὰς τερα‐ τώδεις δόξας καὶ ἀναπλάσεις, καὶ τὸν ἐντεῦθεν πλά‐ | |
30 | νον τῆς πολιτείας, καὶ τοῦ ἄλλου βίου τὴν ἀνώμαλον περιφορὰν καὶ τὰς περιπτώσεις, καὶ τῶν φιλοσόφων αὐτῶν τὸ φιλόκομπον ἦθος καὶ μηδὲν ἄλλο πλὴν ὑπο‐ κρίσεως καὶ κενῶν δοξασμάτων μεστόν· καὶ ἁπλῶς, ὡς ἔφημεν, κωμῳδία τῶν Ἑλλήνων ἐστὶν αὐτῷ ἡ σπουδὴ | |
35 | ἐν λόγῳ πεζῷ. | |
35 | Ἔοικε δὲ αὐτὸς τῶν μηδὲν ὅλως πρεσ‐ βευόντων εἶναι· τὰς γὰρ ἄλλων κωμῳδῶν καὶ διαπαίζων δόξας, αὐτὸς ἣν θειάζει οὐ τίθησι, πλὴν εἴ τις αὐτοῦ δόξαν ἐρεῖ τὸ μηδὲν δοξάζειν. | |
38 | Τὴν μέντοι φράσιν ἐστὶν ἄριστος, λέξει εὐσήμῳ τε καὶ κυρίᾳ καὶ τῷ ἐμφατικῷ | |
40 | διαπρεπούσῃ κεχρημένος, εὐκρινείας τε καὶ καθαρό‐ τητος μετά γε τοῦ λαμπροῦ καὶ συμμέτρου μεγέθους, εἴ τις ἄλλος ἐραστής. Συνθήκη τε αὐτῷ οὕτως ἥρμοσται ὥστε δοκεῖν τὸν ἀναγινώσκοντα μὴ λόγους λέγειν, ἀλλὰ μέλος | |
Bibl.12896b | τι τερπνὸν χωρὶς ἐμφανοῦς ᾠδῆς τοῖς ὠσὶν ἐναπο‐ στάζειν τῶν ἀκροατῶν. Καὶ ὅλως, ὥσπερ ἔφημεν, ἄριστος ὁ λόγος αὐτῷ καὶ οὐ πρέπων ὑποθέσεσιν, ἃς αὐτὸς ἔγνω σὺν τῷ γελοίῳ διαπαῖξαι. | |
4 | Ὅτι δὲ αὐτὸς τῶν μηδὲν ἦν | 102 in vol. 2 |
5 | ὅλως δοξαζόντων, καὶ τὸ τῆς βίβλου ἐπίγραμμα δίδωσιν ὑπολαμβάνειν. Ἔχει γὰρ ὧδε· Λουκιανὸς τάδ’ ἔγραψα, παλαιά τε μωρά τε εἰδώς· μωρὰ γὰρ ἀνθρώποις καὶ τὰ δοκοῦντα σοφά, κοὐδὲν ἐν ἀνθρώποισι διακριδόν ἐστι νόημα· | |
10 | ἀλλ’ ὃ σὺ θαυμάζεις, τοῦθ’ ἑτέροισι γέλως. | |
Bibl.12996b(12) | Ἀνεγνώσθη Λουκίου Πατρέως μεταμορ‐ φώσεων λόγοι διάφοροι. Ἔστι δὲ τὴν φράσιν σαφής τε καὶ καθαρὸς καὶ φίλος γλυκύτητος· φεύγων δὲ τὴν ἐν | |
15 | λόγοις καινοτομίαν, εἰς ὑπερβολὴν διώκει τὴν ἐν τοῖς διηγήμασι τερατείαν, καὶ ὡς ἄν τις εἴποι, ἄλλος ἐστὶ Λουκιανός. | |
17 | Οἱ δέ γε πρῶτοι αὐτοῦ δύο λόγοι μόνον οὐ μετεγράφησαν Λουκίῳ ἐκ τοῦ Λουκιανοῦ λόγου ὃς ἐπι‐ γέγραπται «Λοῦκις ἢ Ὄνος» ἢ ἐκ τῶν Λουκίου λόγων Λου‐ | |
20 | κιανῷ. Ἔοικε δὲ μᾶλλον ὁ Λουκιανὸς μεταγράφοντι, ὅσον εἰκάζειν· τίς γὰρ χρόνῳ πρεσβύτερος, οὔπω ἔχομεν γνῶναι. Καὶ γὰρ ὥσπερ ἀπὸ πλάτους τῶν Λουκίου λόγων ὁ Λουκιανὸς ἀπολεπτύνας καὶ περιελὼν ὅσα μὴ ἐδόκει αὐτῷ πρὸς τὸν οἰκεῖον χρήσιμα σκοπόν, αὐταῖς τε | |
25 | λέξεσι καὶ συντάξεσιν εἰς ἕνα τὰ λοιπὰ συναρμόσας λόγον, «Λοῦκις ἢ Ὄνος» ἐπέγραψε τὸ ἐκεῖθεν ὑποσυληθέν. Γέμει δὲ ὁ ἑκατέρου λόγος πλασμάτων μὲν μυθικῶν, ἀρρητοποιΐας δὲ αἰσχρᾶς. Πλὴν ὁ μὲν Λουκιανὸς σκώ‐ πτων καὶ διασύρων τὴν Ἑλληνικὴν δεισιδαιμονίαν, | |
30 | ὥσπερ κἀν τοῖς ἄλλοις, καὶ τοῦτον συνέταττεν. Ὁ δὲ Λούκιος σπουδάζων τε καὶ πιστὰς νομίζων τὰς ἐξ ἀν‐ θρώπων εἰς ἀλλήλους μεταμορφώσεις τάς τε ἐξ ἀλόγων | |
εἰς ἀνθρώπους καὶ ἀνάπαλιν καὶ τὸν ἄλλον τῶν πα‐ λαιῶν μύθων ὕθλον καὶ φλήναφον, γραφῇ παρεδίδου | 103 in vol. 2 | |
35 | ταῦτα καὶ συνύφαινεν. | |
Bibl.13096b(37) | Ἀνεγνώσθη Δαμασκίου λόγοι δʹ, ὧν ὁ μὲν πρῶτος ἐπιγραφὴν ἔχει περὶ παραδόξων ποιημάτων κεφάλαια τνβʹ, ὁ δὲ δεύτερος παραδόξων περὶ δαι‐ | |
40 | μονίων διηγημάτων κεφάλαια νβʹ, ὁ δὲ τρίτος περὶ τῶν μετὰ θάνατον ἐπιφαινομένων ψυχῶν παραδόξων διηγημάτων κεφάλαια ξγʹ, ὁ δὲ τέταρτος καὶ παρα‐ δόξων φύσεων κεφάλαια ρεʹ. | |
43 | Ἐν οἷς ἅπασιν ἀδύνατά | |
Bibl.13097a | τε καὶ ἀπίθανα καὶ κακόπλαστα τερατολογήματα καὶ μωρὰ καὶ ὡς ἀληθῶς ἄξια τῆς ἀθεότητος καὶ δυσ‐ σεβείας Δαμασκίου, ὃς καὶ τοῦ φωτὸς τῆς εὐσεβείας τὸν κόσμον πληρώσαντος, αὐτὸς ὑπὸ βαθεῖ σκότῳ τῆς | |
5 | εἰδωλολατρείας ἐκάθευδε. | |
5 | Κεφαλαιώδης δὲ αὐτῷ ἐν τούτοις ὁ λόγος, καὶ οὔτε ἄκομψος οὔτε τὸ σαφὲς ὑπερ‐ ορῶν, ὡς ἐν διηγήμασι τοιούτοις. | |
Bibl.13197a(9) | Ἀνεγνώσθη Ἀμυντιανοῦ εἰς Ἀλέξανδρον· | |
10 | προσφωνεῖ δὲ τὸν λόγον τῷ αὐτοκράτορι Ῥωμαίων Μάρκῳ καὶ ἐπαγγέλλεται μὲν ἀξίως εἰπεῖν τῶν Ἀλε‐ ξάνδρου πράξεων, ἐδείχθη δὲ προιϊὼν ὡς ἐπαγγεῖλαι μέν ἐστιν ἔνθερμος καὶ τολμητής, πληρῶσαι δὲ τὴν ἐπαγγελίαν ψυχρὸς καὶ δειλός· πολὺ γὰρ καταδεέστερον | |
15 | καὶ τῶν ἔμπροσθεν εἰρηκότων λέγει περὶ αὐτοῦ. Ἀτόνῳ | |
δὲ καὶ ἐκλύτῳ χαρακτῆρι χρῆται, τοῦ μέντοι σαφοῦς οὐ διαπίπτει, πολλὰ δὲ τῶν ἀναγκαίων παραλιμπάνει. Ὁ αὐτὸς δὲ καὶ ἑτέρους λόγους ἔγραψε διαφόρους καὶ παραλλήλους συνέθηκε βίους, ὥσπερ Διονυσίου καὶ | 104 in vol. 2 | |
20 | Δομιτιανοῦ ἐν δυσὶ λόγοις, Φιλίππου τε Μακεδόνων καὶ Αὐγούστου ἐν ἑτέροις δυσίν. Ἔτι δὲ καὶ περὶ Ὀλυμπιάδος τῆς Ἀλεξάνδρου μητρὸς λόγον ἔγραψεν. | |
Bibl.132-13597a(24) | Ἀνεγνώσθη Παλλαδίου σοφιστοῦ μελέται | |
25 | διάφοροι, καὶ Ἀφθονίου καὶ Εὐσεβίου σοφιστοῦ καὶ Μαξίμου σοφιστοῦ Ἀλεξανδρέως. Ἀλλὰ τῶν ἄλλων ὁ Παλλάδιος κατὰ πᾶσαν ἀρετὴν τὴν ἐν λόγοις ἐπὶ πλεῖστον διενήνοχεν. | |
Bibl.13697a(30) | Ἀνεγνώσθη Κυρίλλου οἱ Θησαυροί. Ἐπιχει‐ ρηματικόν ἐστι τὸ βιβλίον καὶ κατὰ τῆς Ἀρείου καὶ Εὐνομίου λύσσης γενναίως καὶ πολυτρόπως ἀγωνιζό‐ μενον· καὶ γὰρ καὶ λογικαῖς ἐφόδοις ἐπιστημόνως αὐτῶν ἀπελέγχει τὴν ἄνοιαν, καὶ γραφικὰς αὐταῖς συμπλέκων | |
35 | καὶ συνυφαίνων χρήσεις πανταχόθεν τὸ σαθρὸν αὐ‐ τῶν στηλιτεύει τοῦ δόγματος. Τίθησι δὲ καὶ μαρτυρίας ἁπλῶς τῆς γραφῆς ὁ θεσπέσιος Κύριλλος, εἰς ἀμη‐ χανίαν αὐτῶν διὰ πάντων συγκλείων τὸ φρύαγμα. Ἔστι δὲ τῶν ἑαυτοῦ λόγων ἐνταῦθα, καὶ μάλιστα τοῖς ἔννοιαν | |
40 | λαβοῦσι τῶν λογικῶν ἐφόδων σαφέστατος. | |
Bibl.13797a(42) | Ἀνεγνώσθη βιβλιδάριον Εὐνομίου, τῆς οἰ‐ | |
Bibl.13797b | κείας δυσσεβείας ἔκθεσις, οὗ ἡ ἐπιγραφὴ ... Τοῦτο τὸ βιβλιδάριον ἐπεὶ τοῖς συναιρεσιώταις Εὐνομίου διὰ θαύματος μὲν ἤγετο, κρύφιον δὲ καὶ ἀνέκφορον τοῖς ἄλλοις εἶναι διεσπούδαστο, μόλις ποτὲ ὁ μέγας Βασί‐ | 105 in vol. 2 |
5 | λειος ἐπὶ χεῖρας λαβεῖν δυνηθείς, γενναίως τε καὶ λαμ‐ πρῶς, καὶ εἴ τις ἀρετὴ λόγων καὶ ἰσχύς, διὰ πασῶν ἐλθών, ἀνέτρεψέ τε καὶ ἀνεσκεύασεν, ὥσπερ τι νήπιον βαβυλώνιον τῇ στερρᾷ τῆς ἀληθείας προσαράξας πέ‐ τρᾳ, καὶ θνησιμαῖον καὶ γέλωτα δείξας τό ποτε θαυ‐ | |
10 | μαζόμενον. | |
Bibl.13897b(12) | Ἀνεγνώσθη τοῦ αὐτοῦ δυσσεβοῦς Εὐνομίου βι‐ βλίον, ἐν λόγοις τρισίν, ὡς δῆθεν τῶν ἀποδεδειγμένων κατὰ τῆς βλασφημίας αὐτοῦ τῷ θείῳ βασιλείῳ ἀτόπων | |
15 | ἔλεγχος. Ταύτην τὴν βίβλον ὠδίνοντα πολλάς φασιν αὐτὸν ἐτῶν ὀλυμπιάδας κατατρίψαι, ἐν οἰκίσκῳ ἑαυ‐ τὸν καθειργνύντα, καὶ λαθραίαις μίξεσι τὸ πονηρὸν ἐκεῖνο τέρας κύοντα μόλις εἰς φῶς δι’ ἐτῶν ἀμβλω‐ θρίδιον ἐκτρῶσαι, θάλπειν τε ἐκεῖθεν, καὶ μόλις καὶ | |
20 | αὐτοῖς τοῖς συμμύσταις ἐπιδεικνύναι τὸ κύημα, δεδιότα μάλιστα μή πως καὶ αὐτὸ ταῖς Βασιλείου χερσὶ περι‐ πεσόν, πρὶν ἢ πῆξιν λαβεῖν διασπασθῇ καὶ πρὸ τοῦ ἀν‐ θῆσαι ξηράνθῃ ἄωρον ἀποφθαρέν. Διόπερ ἐπιμελῶς καὶ ὥσπερ ὁ τοῦ Κρόνου μῦθος τὸ γέννημα καταπιὼν | |
25 | ἔκρυπτέ τε καὶ συνεκάλυπτε, μέχρις ἂν ἡ Βασιλείου ζωὴ τῷ ἐπικήρῳ παρατεινομένη βίῳ τὸν φόβον ἐπέ‐ σειεν. Ἐπεὶ δὲ ὁ θεῖος ἐκεῖνος ἀνὴρ τὴν παροικίαν λι‐ πὼν εἰς τὸν οἰκεῖον καὶ οὐράνιον κλῆρον ἀνέδραμε, τοῦ πολλοῦ λυθέντος δέους ὀψὲ τοῦ καιροῦ, δημοσιεύειν οὐδὲ | |
30 | τότε πᾶσιν ἀλλὰ τοῖς φίλοις ἐθάρρησεν· ᾧ περιτυ‐ χόντες Θεόδωρος καὶ ὁ Γρηγόριος Νύσσης καὶ Σωφρόνιος, ὧν ἐμνήσθημεν ἄνωθεν, πολλαῖς αἰκίαις λόγων λωβη‐ σάμενοι οὐδὲν ἧττον τοῦ προτέρου νεκρὸν καὶ πάσης ἀπόζον ἀκαθαρσίας τῷ γεγεννηκότι ἀπέρριψαν. | 106 in vol. 2 |
34 | Τὰ | |
35 | μὲν τῆς ἀσεβείας οὕτως ἔδωκε δίκην, ὁ δὲ τοῦ λόγου χαρακτὴρ χάριτος μὲν καὶ ἡδονῆς οὐδ’ εἴ τίς ἐστιν οὐδ’ ἐγγὺς γέγονε τοῦ εἰδέναι, κόμπον δέ τινα τερατώδη καὶ δύσηχον ἦχον φιλοτιμεῖται ψοφεῖν τῶν τε συμφώνων τῇ ἐπαλληλίᾳ καὶ τῶν λέξεων ταῖς δυσεκφράστοις καὶ | |
40 | πολυσυμφώνοις καὶ τοῦ ποιητικοῦ τύπου, ἢ μᾶλλον ἀκρι‐ βέστερον εἰπεῖν, τοῦ διθυραμβικοῦ εἴδους τυγχανούσαις. Συνθήκη τε αὐτῷ ἐκβεβιασμένη καὶ συμπεπιεσμένη καὶ | |
Bibl.13898a | ἔκκροτος, ὡς ἀνάγκην εἶναι τῷ ἀναγινώσκοντι τὰ ἐκείνου τύπτειν σφοδρῶς τὸν ἀέρα τοῖς χείλεσιν, εἰ μέλλοι τρανῶς ἀπαγγέλλειν ἃ περιτραχύνων καὶ συστρέφων συνθλίβων τε καὶ παρεμβάλλων καὶ ἀκρωτηριάζων | |
5 | ἐκεῖνος μόλις συνέταττε. Μακραί τε ἐνίοτε εἰς ἀμετρίαν περίοδοι ἐκτεινόμεναι, καὶ τὸ σκοτεινόν τε καὶ ἄδηλον δι’ ὅλου κεχυμένον τοῦ συγγράμματος, ἵνα δοκῇ τε τοῖς πολλοῖς δυνάμει δεινότητος ἐκφεύγειν αὐτῶν τὴν κα‐ τάληψιν, καὶ ὅσον ἀσθενὲς τῶν νοηθέντων (καὶ γάρ | |
10 | ἐστι πολύ) τῷ ἀσαφεῖ καὶ δυσκαταλήπτῳ ἐπισκιάζειν ἔχῃ καὶ κρύπτειν τῆς διανοίας τὰ ἀρρωστήματα. Δοκεῖ δὲ καὶ ταῖς λογικαῖς ἐπερείδεσθαι μεθόδοις, ἄλλους τε διασύρων ἐπὶ τούτῳ, καὶ αὐτὸς προθυμούμενος μὲν ἀπο‐ κεχρῆσθαι τούτοις ὅτι μάλιστα, ὀψιμαθὴς δὲ κἀν τούτοις | |
15 | καὶ οὐδ’ εἰς τὸ βάθος αὐτῶν ἐλθὼν ἐν πολλοῖς πολ‐ λάκις ἐλεγχόμενος. Ἀνεγνώσθη δὲ καὶ ἐπιστολαὶ αὐτοῦ πρὸς διαφό‐ | |
ρους μέχρι τεσσαράκοντα. Ἀλλὰ καὶ ἐν ταύταις τὸ αὐτὸ τῶν λόγων εἶδος λεπτουργῶν, παντελῶς τοῦ τῶν | 107 in vol. 2 | |
20 | ἐπιστολῶν χαρακτῆρος οὐδὲ τοὺς νόμους ἀκούσας, μή τί γε τριβεὶς ἐν αὐτοῖς, εἰς τὸ στηλιτευθῆναι διέπεσεν. | |
Bibl.13998a(23) | Ἀνεγνώσθη τοῦ μεγάλου Ἀθανασίου ὑπόμνημα εἰς τὸν Ἐκκλησιαστὴν καὶ εἰς τὰ Ἄισματα τῶν ᾀσμάτων. | |
25 | Σαφὴς μέν ἐστιν, ὥσπερ πανταχοῦ τῶν λόγων αὐτοῦ, εἰς μέντοι τὴν χάριν καὶ τὸ κάλλος τῶν ἐπιστολῶν, αἳ τὴν ἀπολογίαν αὐτῷ τῆς φυγῆς καὶ τὰ περὶ αὐτὴν ἐξερ‐ γάζονται, οὔτε τόδε τὸ βιβλίον, ἀλλ’ οὐδ’ ἄλλο τι, ὅσα ἐμὲ τῶν αὐτοῦ εἰδέναι, οὐδὲν ἀναφέρεται. | |
Bibl.14098a(31) | Ἀνεγνώσθη τοῦ αὐτοῦ ἁγίου ἡ κατὰ Ἀρείου καὶ τῶν αὐτοῦ δογμάτων πεντάβιβλος. Τὴν μὲν φράσιν σαφής τέ ἐστιν, ὡς καὶ ἐν πᾶσι, καὶ ἀπέριττος καὶ ἀφελής, δριμὺς δὲ καὶ βαθὺς καὶ λίαν τοῖς ἐπιχειρήμασιν εὔ‐ | |
35 | τονος. Καὶ τὸ γόνιμον δὲ αὐτοῦ ἐν τούτοις ἡλίκον ὅσον καὶ θαυμάσιον. Λογικαῖς τε μεθόδοις οὔτι γυμνῶς καὶ ἀπὸ τῶν ἐκεῖθεν λέξεων, ὥσπερ οἱ παῖδες καὶ ἀρτι‐ μαθεῖς μειρακιώδη φιλοτιμίαν ἐπιδεικνύμενοι πράτ‐ τουσιν, ἀλλ’ ἐμφιλοσόφως τε καὶ μεγαλοπρεπῶς καὶ ταῖς | |
40 | ἐννοίαις μόναις, καὶ ταύταις διεσχηματισμέναις, ἀπο‐ κέχρηται, γραφικαῖς τε μαρτυρίαις καὶ ἀποδείξεσιν εἰς | |
Bibl.14098b | τὸ καρτερὸν κατωχύρωται, καὶ ἁπλῶς ἀρκεῖ τὸ βι‐ βλίον τοῦτο κατὰ πάσης ἀρειανῆς παρατάξεως. Καὶ εἴ τις τὸν θεολόγον Γρηγόριον καὶ τὸν θεῖον Βασίλειον ἐκ | |
ταύτης ὥσπερ ἀπὸ πηγῆς ἀρυσαμένους φαίη τῆς βίβλου | 108 in vol. 2 | |
5 | τοὺς καλοὺς ἐκείνους καὶ διειδεῖς τῶν οἰκείων λόγων κατὰ τῆς πλάνης ῥεῦσαι ποταμούς, οὐκ ἄν, οἶμαι, σφαλείη τοῦ παραδείγματος. | |
Bibl.14198b(9) | Ἀνεγνώσθη Βασιλείου τοῦ θεσπεσίου τὰ εἰς τὴν | |
10 | Ἑξαήμερον. Ἄριστος μὲν ἐν πᾶσι τοῖς αὐτοῦ λόγοις ὁ μέ‐ γας Βασίλειος· λέξει τε γὰρ καθαρᾷ καὶ εὐσήμῳ καὶ κυρίᾳ καὶ ὅλως πολιτικῇ καὶ πανηγυρικῇ δεινὸς εἴ τις ἄλλος χρήσασθαι, νοημάτων τε τάξει καὶ καθαρότητι πρῶτος ἀλλ’ οὐδενὸς δεύτερος εἴδεται, πιθανότητος δὲ καὶ γλυ‐ | |
15 | κύτητος καί γε λαμπρότητος ἐραστής, καὶ ῥέων τῷ λόγῳ καὶ ὥσπερ ἐξ αὐτοσχεδίου πηγάζων τὸ ῥεῖθρον. Καὶ τῷ πιθανῷ ἐπὶ τοσοῦτον ἧκεν ἀποκεχρημένος, ὡς εἴ τις πολιτικοῦ λόγου τοὺς αὐτοῦ λόγους παράδειγμα ἑαυτῷ θείη, ἔπειτα τούτους ἐκμελετῴη, μηδὲ τῶν εἰς τοῦτο συν‐ | |
20 | τελούντων δηλονότι νόμων ἄπειρος ὑπάρχων, οὐδενὸς αὐτὸν ἑτέρου δεήσεσθαι οἶμαι, οὔτε Πλάτωνος οὔτε Δη‐ μοσθένους, οἷς οἱ παλαιοὶ ἐνδιατρίβειν προτρέπονται, εἰς τὸ πολιτικόν τε καὶ πανηγυρικὸν ῥήτορα γενέσθαι. | |
Bibl.14298b(25) | Ἀνεγνώσθη αὐτοῦ καὶ οἱ λεγόμενοι Ἠθικοὶ λό‐ γοι, ἐν οἷς ἅπασιν ἡ προειρημένη ἀρετὴ τῶν λόγων μάλιστα διαφαίνεται. | |
Bibl.14398b(29) | Ἀνεγνώσθη δὲ αὐτοῦ καὶ ἐπιστολαί, αἵ τε κανο‐ | 109 in vol. 2 |
30 | νικαὶ καὶ τὸ ἄλλο πλῆθος, ἃς διαφόροις ἐπέστειλεν· ἐξ ὧν τό τε ἦθος ἔστι τοῦ ἀνδρός, ὁποῖον ἦν ἀξιάγαστον, χαρακτηρίσαι, καὶ κανόνα λαβεῖν, ἂν ἄλλως τις μὴ ἔχῃ, ἐπιστολιμαίου χαρακτῆρος. | |
Bibl.14498b(35) | Ἀνεγνώσθη καὶ τὰ Ἀσκητικά, ἀσκητικῆς πο‐ λιτείας ὑποθῆκαι, καθ’ ἅς τις βιοὺς τὴν οὐράνιον οἰ‐ κήσει βασιλείαν. Ἓν μέντοι παρηλλαγμένον ἔστιν ἰδεῖν, τὸ κεχρῆσθαι αὐτὸν ἐμφάσεσιν ἐν πολλοῖς κεφαλαίοις. | |
Bibl.14598b(40) | Ἀνεγνώσθη λεξικὸν κατὰ στοιχεῖον Ἑλλαδίου, ὧν ἴσμεν λεξικῶν πολυστιχώτατον. Οὐ λέξεων δὲ μόνον | |
Bibl.14599a | ἡ συναγωγή, ἀλλ’ ἐνίοτε καὶ κομματικῶν τινῶν χα‐ ριεστάτων λόγων καὶ εἰς κώλου πολλάκις σύνθεσιν ἀπαρ‐ τιζομένων. Πεζοῦ δὲ λόγου ἐστὶ τὸ πλεῖστον τῶν λέξεων, ἀλλ’ οὐχὶ ποιητικοῦ, ὥσπερ ἡ Διογενιανῷ ἐκπονηθεῖσα | |
5 | συλλογή· οὐδὲ κατὰ πάσας τὰς συλλαβὰς τὴν τοῦ στοι‐ χείου τάξιν φυλάττει, ἀλλὰ κατὰ μόνην τὴν ἄρχουσαν. Πολύστιχος δὲ οὕτως ἡ συλλογὴ ὥστε μήδ’ εἰς πέντε σύμμετρα τεύχη τὴν ὅλην πραγματείαν ἀπαρτίζεσθαι· ἡμεῖς δ’ ἐν ἑπτὰ τεύχεσιν αὐτῇ ἐνετύχομεν. Χρήσιμον | |
10 | δὲ τὸ βιβλίον τοῖς τε συγγράφουσι καὶ τοῖς ἄλλως πολυ‐ μαθίαν τιμῶσιν· ἔχει γὰρ καὶ μαρτυρίας ῥητόρων τε | |
καὶ τῶν εἰς ποιητικὴν μέγα κλέος ἐχόντων. | 110 in vol. 2 | |
Bibl.14699a(14) | Ἀνεγνώσθη λεξικὸν κατὰ στοιχεῖον καθαρᾶς ἰδέας. | |
15 | Μέγα καὶ πολύστιχον τὸ βιβλίον, μᾶλλον δὲ πολύβιβλος ἡ πραγματεία. Καὶ χρήσιμον, εἴπερ τι ἄλλο, τοῖς τὸν χαρακτῆρα μεταχειριζομένοις τῆς τοιαύτης ἰδέας. | |
Bibl.14799a(19) | Ἀνεγνώσθη λεξικὸν σεμνῆς ἰδέας. Εἰς μέγεθος ἐξε‐ | |
20 | τείνετο τὸ τεῦχος, ὡς ἄμεινον εἶναι δυσὶ μᾶλλον τεύ‐ χεσιν ἢ τρισὶ τοῖς ἀναγινώσκουσι τὸ φιλοπόνημα περι‐ έχεσθαι. Κατὰ στοιχεῖον δὲ ἡ πραγματεία, καὶ δῆλον ὡς χρησίμη τοῖς εἰς μέγεθος καὶ ὄγκον ἐπαίρειν τοὺς λό‐ γους αὑτῶν ἐν τῷ συγγράφειν ἐθέλουσιν. | |
Bibl.14899a(26) | Ἀνεγνώσθη λεξικὸν ἰδίως λόγου πολιτικοῦ, ἐν τρισὶ τεύχεσι πολυστίχοις. Αὕτη ἡ πραγματεία πλήθει μέν ἐστι πολλή, κατορθωθῆναι δὲ χρησιμωτάτη, καὶ ῥᾴστη δὲ εἰς ἀντίληψιν εἴ τις ἄλλη· οὐ γὰρ νῦν μανθάνειν | |
30 | ἀλλὰ μόνον ἀποσημειώσασθαι τὰς ἐν αὐτῇ λέξεις τὸν ἀναγινώσκοντα δεήσει, εἴπερ μὴ παντάπασίν ἐστιν ἀνή‐ κοος παλαιῶν ἀναγνωσμάτων. Κατὰ στοιχεῖον δὲ καὶ ὁ πόνος οὗτος. | |
Bibl.14999a(35) | Ἀνεγνώσθη Πολλίωνος λεξικὸν κατὰ στοιχεῖον. Ἔχει πλείστας ποιητικὰς λέξεις, ἧττον δὲ Διογε‐ νιανοῦ· εἰς τὸ διπλάσιον δὲ αὐτῷ τῆς ἐκείνου πραγμα‐ | |
τείας τὸ φιλοπόνημα παρατείνεται. | 111 in vol. 2 | |
Bibl.15099a(40) | Ἀνεγνώσθη λεξικὸν Ἰουλιανοῦ τῶν παρὰ τοῖς δέκα ῥήτορσι λέξεων κατὰ στοιχεῖον· πολύστιχον δὲ καὶ τοῦτο τὸ βιβλίον, καὶ τῶν τε παρ’ Ἀθηναίοις δικῶν | |
Bibl.15099b | ἑρμηνεῦον τὰ ὀνόματα, καὶ εἴ τι καθ’ ἱστορίαν ἰδιά‐ ζουσαν αὐτοῖς οἱ ῥήτορες παρειλήφασιν ἢ κατά τι πάτριον ἔθος ἀπεχρήσαντο. Δῆλον δ’ ὅτι εἰς τὰς τῶν ῥητο‐ ρικῶν λόγων συναναγνώσεις τὰ μέγιστα ἡ πραγματεία | |
5 | συμβάλλοιτ’ ἄν. Ἐνετύχομεν δὲ καὶ Φιλοστράτου Τυρίου εἰς τὴν αὐτὴν ὑπόθεσιν οὐκ ἀδοκίμῳ σπουδάσματι· ἀλλ’ ἄμεινον ὁ Ἰουλιανὸς διεπόνησεν. Οὐδὲν δὲ ἧττον Ἰουλιανοῦ καὶ Διόδωρος εἰς τὴν | |
10 | αὐτὴν ὑπόθεσιν διεπραγματεύσατο· πλὴν Ἰουλιανῷ ἡ τῶν μαρτυριῶν χρῆσις ἐπὶ πλέον παρατίθεται. Ὅστις δὲ χρόνῳ τῶν δύο πρεσβύτερος (δοκεῖ γὰρ ὥσπερ με‐ ταγραφὴ θατέρῳ τὸ σπούδασμα, ἀλλ’ οὐχὶ ἰδίᾳ ἑκατέρῳ αὐτῶν συνειλέχθαι) ἀλλὰ τίς ἐξ ἄλλου μετέγραψε, τέως | |
15 | οὐκ ἔχω λέγειν. | |
Bibl.15199b(17) | Ἀνεγνώσθη Τιμαίου πρὸς Γαιτιανὸν περὶ τῶν παρὰ Πλάτωνι λέξεων κατὰ στοιχεῖον βραχὺ πονημά‐ τιον ἐν ἑνὶ λόγῳ. | |
Bibl.15299b(21) | Περιείχετο δὲ τῷ τεύχει καὶ Αἰλίου Διονυ‐ σίου Ἁλικαρνασσέως Ἀττικῶν ὀνομάτων τῆς πρώ‐ | |
της ἐκδόσεως λόγοι πέντε, ἀπὸ τοῦ α μέχρι τοῦ ω τὰς ἀττικὰς λέξεις κατὰ στοιχεῖον ἀναγράφοντος. Σκύμνῳ | 112 in vol. 2 | |
25 | δὲ τὸ σύνταγμα προσφωνεῖ. | |
25 | Χρησιμώτατος δ’ ὁ πόνος οὗτος τοῖς τε ἀττικίζειν ἔχουσι φροντίδα καὶ τοῖς τῶν Ἀττικῶν συγγράμμασιν ἐνομιλεῖν προαιρουμένοις. Ὅσαι τε γὰρ ἐπιχωριάζουσι λέξεις τοῖς Ἀθηναίοις περί τε τὰς ἑορτὰς καὶ τὰς δίκας, ἐντεῦθεν ἔστιν ἐκμαθεῖν· καὶ εἴ τι | |
30 | ἄλλο ἰδιοτρόπως αὐτοῖς λέγεται, οὐ χαλεπὸν εὑρεῖν, μάλιστα εἴ τις μὴ τοὺς τῆς πρώτης ἐκδόσεως μόνον τό‐ μους διερευνῴη ἀλλὰ καὶ τῆς δευτέρας ἐκδόσεως, καὶ αὐτοὺς πέντε τόμους ὄντας καὶ ἀπὸ τοῦ α μέχρι τοῦ ω τὰς ἀττικὰς λέξεις περιέχοντας, ὅσαι τε τῇ προτέρᾳ οὐ | |
35 | συμπεριελήφθησαν ἢ περιελήφθησαν μέν, μαρτυρίαις δὲ ταῖς οὔσαις οὐκ ἐβεβαιώθησαν. | |
36 | Ἐν γὰρ τῇ δευτέρᾳ ἐκ‐ δόσει πλατύτερόν τε καὶ ἀφθονέστερον αἱ μαρτυρίαι παρατέθεινται. Ὧν εἴ τις τὰς δύο πραγματείας εἰς ἓν συναγαγεῖν σύνταγμα βουληθείη, χρησιμώτερόν τε τὸ | |
40 | φιλοτέχνημα ἐπιδείξει καὶ μετὰ ῥᾳστώνης ἐκτελέσει. | |
Bibl.15399b(42) | Ἀνεγνώσθη δὲ ἐν τῷ αὐτῷ τεύχει Παυσανίου | |
Bibl.153100a | λεξικὸν κατὰ στοιχεῖον, οὐδὲν ἔλαττον τῶν προει‐ ρημένων εἰς τὰς ἀττικὰς συναναγνώσεις χρήσιμον, εἰ μὴ καὶ μᾶλλον. Εἰ γὰρ καὶ ταῖς μαρτυρίαις ἐνδεέστερον ἔχει, ἀλλ’ οὖν ἔν τισι τῶν στοιχείων πολὺ ταῖς λέξεσι πλεο‐ | |
5 | νάζει, ὡς ἀμφοτέραις ἅμα ταῖς Αἰλίου Διονυσίου Ἁλι‐ καρνασσέως πραγματείαις τὴν μίαν ταύτην, καίτοι | |
τῶν χρήσεων ἐπ’ ἔλαττον (ὡς ἔφημεν) ἁπτομένην, ἐξι‐ σάζεσθαι τῷ τῆς γραφῆς ὄγκῳ. Εἰ δέ τις ἐκείναις ταῖς δυσὶν ἐκδόσεσι καὶ τὴν Παυσανίου ἐγκατατάξας ἓν | 113 in vol. 2 | |
10 | ἀπεργάσαιτο σύνταγμα (ῥᾷστον δὲ τῷ βουλομένῳ), οὗτος ἂν εἴη τὸ κάλλιστον καὶ χρησιμώτατον τοῖς ἀναγινώ‐ σκουσι τὰς ἀττικὰς βίβλους σπούδασμα εἰσενηνεγμένος. | |
Bibl.154100a(14) | Ἀνεγνώσθη δ’ ἐν τῷ αὐτῷ τεύχει καὶ Βοηθοῦ | |
15 | λέξεων πλατωνικῶν συναγωγὴ κατὰ στοιχεῖον, πολλῷ τῆς Τιμαίου συναγωγῆς χρησιμώτερον. Προσφωνεῖ δὲ Μελάντᾳ τινὶ τὸ συνταγμάτιον. | |
Bibl.155100a(19) | Συνετάγη δὲ αὐτῷ καὶ ἕτερόν τι Ἀθηναγόρᾳ προσ‐ | |
20 | φωνούμενον σπουδασμάτιον, ὃ περὶ τῶν παρὰ Πλάτωνι ἀπορουμένων λέξεων ἐπιγράφει. Ὧν εἴ τις τὰς λέξεις εἰς ἓν συναγάγοι, συνεντάσσων καὶ τὰς συνηγμένας Τι‐ μαίῳ, ἀπηρτισμένην τὴν ὠφέλειαν παράσχοι τοῖς τὰ Πλάτωνος ἀναγινώσκειν ἐθέλουσιν. | |
Bibl.156100a(26) | Ἀνεγνώσθη δὲ ἐν τῷ αὐτῷ καὶ Δωροθέου περὶ τῶν ξένως εἰρημένων λέξεων κατὰ στοιχεῖον. Δῆλον δὲ ὡς οὐκ ἄχρηστον τοῖς φιλοπόνοις τὸ σύνταγμα. | |
Bibl.157100a(30) | Ἔτι δὲ καὶ Μοίριδος Ἀττικιστής· κατὰ στοιχεῖον | |
δὲ καὶ τοῦτο τὸ πονημάτιον. | 114 in vol. 2 | |
Bibl.158100a(33) | Ἀνεγνώσθη Φρυνίχου Ἀραβίου σοφι‐ στικῆς παρασκευῆς λόγοι λϛʹ. Ἔστι δὲ τὸ βιβλίον λέξεων | |
35 | τε συναγωγὴ καὶ λόγων κομματικῶν, ἐνίων δὲ καὶ εἰς κῶλα παρατεινομένων τῶν χαριέντως τε καὶ καινοπρε‐ πῶς εἰρημένων τε καὶ συντεταγμένων. Πολλὰ δὲ αὐ‐ τῶν ἐστι καὶ ἐν τῇ Ἑλλαδίου τῶν λέξεων εὑρεῖν συλ‐ λογῇ, ἀλλ’ ἐκεῖ μὲν διεσπαρμένα ἐν τῷ πλήθει τῆς | |
40 | συναγωγῆς, ἐνταῦθα δὲ ὁμοῦ τὰ τοιαῦτα συνηγμένα, ἐπεὶ καὶ Φρυνίχῳ μὲν τὰ τοιαῦτα συναγαγεῖν γέγονε σκοπός, Ἑλλάδιος δὲ λέξεις ἀθροίζων ἁπλῶς, καὶ εἴ | |
Bibl.158100b | τι τῶν τοιούτων συνέταξε, τῷ κοινῷ λόγῳ τῶν λέ‐ ξεων καὶ ταῦτα συμπεριειληφὼς ἐναπέθετο. Κατὰ στοιχεῖον δὲ καὶ αὕτη ἡ συναγωγή. Ἤκμασε δὲ ὁ ἀνὴρ ἐν τοῖς χρόνοις Μάρκου βα‐ | |
5 | σιλέως Ῥωμαίων καὶ τοῦ παιδὸς αὐτοῦ Κομμόδου, πρὸς ὃν καὶ τὴν ἀπαρχὴν τοῦ συντάγματος ποιεῖται ἐπιγρά‐ φων· «Κομμόδῳ Καίσαρι Φρύνιχος χαίρειν». Ἀλλὰ Κομμόδῳ τὸ βιβλίον προσφωνῶν, κἀκείνῳ προοιμια‐ ζόμενος, καὶ παραίνεσιν φιλομαθίας κατατιθέμενος, | |
10 | καὶ ἐξαίρων τῷ λόγῳ τὸ βιβλίον, ἐν οἷς λέγει λζʹ αὐτῷ μέχρι τοῦ τότε καιροῦ συντετάχθαι λόγους, οὓς καὶ ἀναθέσθαι λέγει τῷ βασιλεῖ, ἐπαγγέλλεται καὶ ἄλλους το‐ σούτους φιλοπονήσασθαι τῆς ζωῆς αὐτὸν οὐκ ἀπολιμπα‐ νούσης. Ἡμεῖς δέ, ὡς ἔφημεν, ἓξ καὶ τριάκοντα μόνους | |
15 | ἀνέγνωμεν, ἀπὸ τοῦ α περιλαμβάνοντας μέχρι τοῦ ω. Ἀλλ’ εἰ καὶ τῷ βασιλεῖ φησι τοὺς λόγους ἀναθεῖ‐ ναι, ὅμως διαφόροις αὐτοὺς φαίνεται προσπεφωνηκώς. | |
Αὐτίκα τὸν πρῶτον αὐτὸν τοῦτον λόγον Ἀριστοκλεῖ τινι γράφει, παιδιάν τινα τῇ γενεθλίῳ ἡμέρᾳ τοῦ Ἀριστο‐ | 115 in vol. 2 | |
20 | κλέους ἁρμόττουσαν φιλοτιμούμενος γενέσθαι τὴν γραφὴν καὶ συμπαίστην ὑπάρχειν αὐτόν. Ὡσαύτως δὲ καὶ τὸν δεύτερον λόγον αὐτῷ προσφωνεῖ καὶ δὴ καὶ τὸν τρί‐ τον. Τὸν δὲ τέταρτον Ἰουλιανῷ τινι συμπολίτῃ καὶ φί‐ λῳ προσφωνεῖ, καί φησιν ὅτι Ἀριστοκλεῖ μὲν ἐξ ἀρ‐ | |
25 | χῆς ὥριστο ἡ πραγματεία προσειρῆσθαι, ἐπεὶ δὲ ἐκεῖ‐ νος βασιλικῷ δόγματι τῆς ἐν Ῥώμῃ μεγάλης βουλῆς ἐγένετο κοινωνός, τοῦτον ἀντ’ ἐκείνου καὶ φίλον καὶ συνουσιαστὴν τῶν καλῶν λαβεῖν, καὶ αὐτῷ καὶ κριτῇ καὶ ἐπιγνώμονι χρῆσθαι τῶν συγγραφομένων. | |
29 | Ἀλλ’ οὕτως | |
30 | εἰπὼν καὶ ὑποσχόμενος, τὸν πέμπτον ὅμως λόγον Μη‐ νοδώρῳ τινὶ φίλῳ τε καὶ πεπαιδευμένῳ ἀνδρὶ προσφω‐ νεῖ, ὃς καὶ αἰτίαν ἐπήνεγκεν αὐτῷ τοῦ ἐνδεῶς εἰρῆσθαι τὸ πρὸ τούτου περὶ κρίσεως ὀνομάτων πρόβλημα· ἐπιτάξαντος δὲ Μηνοδώρου λέγει τὸν λόγον συντάτ‐ | |
35 | τειν, ὑστερῆσαι δέ, ὅτι τρία νοσήματα αὐτῷ συμπεσεῖν συνέβη, τὴν σύντροφον τῷ γήρᾳ στραγγουρίαν, καὶ διω‐ λύγιόν τινα καὶ μακρὰν φρενῖτιν, καὶ διὰ γαστρὸς αἵ‐ ματος ῥύσιν, καὶ ἔτι δὲ καὶ ἕτερα πλεῖστα τῶν ἀρρω‐ στημάτων· ἂν μέντοι τῶν νοσημάτων ἀπαλλαγεὶς ἐπι‐ | |
40 | βιῴη, καὶ τὸ νῦν ἐπίταγμα ἐς πέρας ἀγαγεῖν ὑπισχνεῖται, καὶ εἴ τι ἄλλο προστάττοι φιλοκαλίας τε καὶ πολυμα‐ θίας καὶ καινότητος ἐχόμενον. | |
42 | Ἀλλὰ καὶ τὸν ἕκτον | |
Bibl.158101a | λόγον τῆς σοφιστικῆς ταύτης παρασκευῆς ἄλλῳ τινὶ πάλιν Τιβερίνῳ προσφωνεῖ. Ναὶ δὴ καὶ τὸν ἕβδομον ἑτέρῳ Μηνοφίλῳ, ὃν καί φησι παιδείας εἰς ἄκρον ἥκοντα καὶ ῥήσεις ὁλοκλήρους πρὸς τὰς ἀποδείξεις συν‐ | |
5 | τελούσας τοῦ ἕκτου λόγου τῆς σοφιστικῆς παρασκευῆς παραθεῖναι, καὶ προτρέπειν καὶ αὐτὸν ἐπὶ πλεῖστον ταύ‐ τας ἀθροίζειν τοῖς συγγράμμασι. | 116 in vol. 2 |
7 | Τὸν μέντοι ὄγδοον πάλιν Ἰουλιανῷ ἀνατίθησι, καὶ αἰτεῖται αὐτόν, εἴ τι ἀτελῶς εἴρηται ἅτε δὴ καὶ μετὰ νόσον γράφοντι, ταῦτα | |
10 | διαθεῖναι πρὸς διόρθωσιν. Τὸν δὲ ἔνατον Ῥουφίνῳ, φάσκων αἴτιον μὲν τοῦ ἀπάρξασθαι τῆς συγγραφῆς Ἀρι‐ στοκλέα γενέσθαι, τοῦ δὲ ἐπὶ πέρας ἐλθεῖν αὐτὸν ἄξιον ἔσεσθαι, ὅτι ἐντυχὼν τοῖς γεγραμμένοις τό τε χρήσιμον συνιδεῖν ἔσχε καὶ ἐπαινέσειε τὸν πόνον. Τὸν δὲ δέκατον | |
15 | πάλιν ἐπαναστραφεὶς πρὸς Ἀριστοκλέα συντάττει. | |
15 | Ὁ δὲ ἐφεξῆς Μηνοδώρῳ προσπεφώνηται πάλιν, ἐν ᾧ καὶ Ἀριστείδου τοῖς λόγοις (ὥς φησιν) ἐντυχὼν ἄρτι, τότε ἀκμάζοντος, πολὺν τοῦ ἀνδρὸς ἔπαινον ποιεῖται, καὶ Μαρ‐ κιανόν φησι, τὸν κριτικὸν συγγραφέα, ὑπερορᾶν μὲν | |
20 | Πλάτωνος καὶ Δημοσθένους, τὰς δὲ Βρούτου τοῦ Ἰταλοῦ ἐπιστολὰς προκρίνειν καὶ κανόνα τῆς ἐν λόγῳ ἀρετῆς ἀποφαίνειν. Ταῦτα δὲ οὗτός φησιν οὐχὶ τὴν τοιαύτην κρίσιν ἀποδεχόμενος, ἀλλ’ εἰς τὸ μὴ θαυμάζειν εἴ τινες καὶ τῆς Ἀριστείδου δόξης ἐλάττονα τὸν ἄνδρα | |
25 | νομίζουσιν, οὕτω κλέους τοῦ ἐν λόγοις εἰς ἄκρον ἐλάσαντα· ἥψατο γὰρ ὁ φθόνος ὑπ’ ἐνίων πεμπόμενος καὶ Ἀρι‐ στείδου, ὥσπερ καὶ ἄλλων πολλῶν παιδείᾳ διενεγκόντων. Ἀλλ’ ὁ μὲν ἑνδέκατος Μηνοδώρῳ ἐπιπεφώνηται, τῶν δὲ ἐφεξῆς, ἵνα μὴ καὶ ἡμεῖς κατ’ ἐκεῖνον πολυλογίας αἰ‐ | |
30 | τίαν λάβοιμεν, ὁ μὲν Ῥηγίνῳ ὁ δὲ πάλιν Ἀριστοκλεῖ, ὁ δὲ Βασιλείδῃ τῷ Μιλησίῳ σοφιστῇ προσεφωνήθη· ἐν ᾧ φησιν αὐτίκα τοῦ ἀνακύψαι τῆς νόσου ποιήσασθαι τὴν πρὸς αὐτὸν γραφήν, καὶ αἰτεῖται τῶν διὰ τὴν νό‐ | |
σον (ὡς εἰκός) αὐτῷ ἐν τῷ γράμματι παρασφαλέντων | 117 in vol. 2 | |
35 | ἐπιθεῖναι τὴν διόρθωσιν. Οἱ δὲ λοιποὶ σύμπαντες λό‐ γοι, οὓς ἡμεῖς ἀνέγνωμεν, τῷ Μηνοφίλῳ πάλιν μέχρι τοῦ ω ἀνετέθησαν. Χρήσιμον δὲ δηλονότι τὸ βιβλίον τοῖς τε συγ‐ γράφειν καὶ ῥητορεύειν ἐθέλουσιν. Αὐτὸς δὲ διακρί‐ | |
40 | νεσθαί φησι τὰς συνειλεγμένας αὐτῷ φωνὰς τοῦτον | |
Bibl.158101b | τὸν τρόπον· τὰς μὲν γὰρ αὐτῶν ῥήτορσιν ἀποδε‐ δόσθαι, τὰς δὲ τοῖς συγγράφουσι, τὰς δὲ συνουσίαις ἐφαρ‐ μόζειν, ἐνίας δὲ καὶ εἰς τὰς σκωπτικὰς ὑπάγεσθαι λαλιάς, ἢ καὶ εἰς τοὺς ἐρωτικοὺς ἐκφέρεσθαι τρόπους. | |
4 | Εἰλικρινοῦς | |
5 | δὲ καὶ καθαροῦ καὶ ἀττικοῦ λόγου κανόνας καὶ σταθμὰς καὶ παράδειγμά φησιν ἄριστον Πλάτωνά τε καὶ Δημοσθέ‐ νην μετὰ τοῦ ῥητορικοῦ τῶν ἐννέα χοροῦ, Θουκυδίδην τε καὶ Ξενοφῶντα καὶ Αἰσχίνην τὸν Λυσανίου τὸν Σωκρατικόν, Κριτίαν τε τὸν Καλλαίσχρου καὶ Ἀν‐ | |
10 | τισθένην μετὰ τῶν γνησίων αὐτοῦ δύο λόγων, τοῦ πε‐ ρὶ Κύρου καὶ τοῦ περὶ Ὀδυσσείας, τῶν μέντοι κωμῳ‐ δῶν Ἀριστοφάνην μετὰ τοῦ οἰκείου, ἐν οἷς ἀττικίζουσι, χοροῦ, καὶ τῶν τραγικῶν Αἰσχύλον τὸν μεγαλοφωνό‐ τατον καὶ Σοφοκλέα τὸν γλυκὺν καὶ τὸν πάνσοφον Εὐ‐ | |
15 | ριπίδην. | |
15 | Τούτους προκρίνων τῶν ἄλλων ἁπάντων καὶ ῥητόρων καὶ συγγραφέων καὶ ποιητῶν ἐξ αὐτῶν πάλιν προτάττει, οὓς ἄν (φησιν) οὐδ’ αὐτὸς ὁ Μῶμος κατα‐ μέμψαιτο, οὐδ’ εἴ τις δαίμων ὁ μυθολογούμενος Κω‐ ρυκαῖος εἰ ἐπεγχάνοι, χαιρήσειεν· οὗτοι δ’ εἰσὶ Πλά‐ | |
20 | των καὶ Δημοσθένης καὶ ὁ τοῦ Λυσανίου Αἰσχίνης δι’ | |
ἀρετὴν τῶν ἑπτὰ διαλόγων, ἃ καὶ ἀφαιρούμενοί τινες τῶν συγγραμμάτων Σωκράτει προσνέμουσιν. Ἀλλ’ ἐν τοσούτῳ περὶ τούτων. Ἔστι δὲ ὁ συγγραφεύς, εἴ τις πολυμαθέστατος, ἄλ‐ | 118 in vol. 2 | |
25 | λως δὲ λάλος καὶ περιττός· καὶ γὰρ καὶ ταύτην τὴν πραγματείαν, μετὰ τοῦ μηδὲν τῶν ἀναγκαίων παρα‐ λιπεῖν, ἐνὸν μήδ’ εἰς πέμπτον μέρος τοῦ ὅλου συγ‐ γράμματος ἀπαρτίσαι, αὐτὸς ἀκαιρολογῶν εἰς πλῆ‐ θος ἐξέτεινε δύσχρηστον, καὶ καλοῦ καὶ ὡραίου λόγου ὕλην | |
30 | ἄλλοις συναθροίζων, αὐτὸς οὐ λίαν τοιούτῳ περὶ αὐ‐ τῶν ἀπαγγέλλων ἐχρήσατο. | |
Bibl.159101b(33) | Ἀνεγνώσθη Ἰσοκράτους τοῦ ῥήτορος λόγοι καʹ καὶ ἐπιστολαὶ θʹ. Συμβουλευτικοὶ μὲν τῶν αὐτοῦ λό‐ | |
35 | γων εἰσὶν ὅ τε πρὸς Δημόνικον καὶ ὁ πρὸς Νικοκλέα, χρησίμους παραινέσεις περιέχοντες, καὶ ἔτι ὁ δεύτε‐ ρος πρὸς Νικοκλέα καὶ ὁ περὶ τῆς εἰρήνης. Καὶ ὁ Πα‐ νηγυρικὸς δὲ σκοπὸν ἔχειν ὑποτίθεται τὴν συμβουλήν, δι’ ἧς ὁμόνοιά τε πρὸς ἀλλήλους τοῖς Ἕλλησι καὶ κοι‐ | |
40 | νὸς ὁ πρὸς τοὺς βαρβάρους καταπραχθείη πόλεμος· | |
Bibl.159102a | τὸ δὲ πλεῖστον τοῦ λόγου εἰς τὰ τῶν Ἀθηναίων ἐγκώμια κατατρίβεται. | |
2 | Καὶ ὁ Ἀρεοπαγιτικὸς δὲ τῶν συμ‐ βουλευτικῶν ἐστι, προτρέπων τοὺς Ἀθηναίους ἐπ’ ἀρε‐ τὴν ἐξ ἐπαίνου μὲν τῶν προγεγονότων, καταδρομῆς | |
5 | δὲ τῶν ἔτι τῷ βίῳ περιόντων. Καὶ ὁ Πλαταϊκὸς δὲ συμβουλευτικός ἐστι καὶ ὁ ἐπιγραφόμενος δὲ Ἀρχί‐ δαμος συμβουλευτικός ἐστι· παρακαλεῖ Λακεδαιμο‐ νίους ἐπὶ τὸν κατ’ Ἀθηναίων πόλεμον ὑπὲρ Μεσση‐ | |
νίων. | 119 in vol. 2 | |
9 | Ὁ δὲ κατὰ τῶν σοφιστῶν ἐπιγραφόμενος κατη‐ | |
10 | γορία τῶν ἀντιπολιτευομένων αὐτῷ ἐστι σοφιστῶν. Ὁ δὲ ἐφεξῆς λόγος Βουσίριδος αὐτῷ ἐστιν ἐγκώμιον, ὥσπερ καὶ ἐπιγέγραπται, ὁ δὲ ἑνδέκατος Ἑλένης ἐγκώμιον· καὶ ὁ δωδέκατος Εὐαγόρου ἐγκώμιον, ὃς Εὐαγόρας ἐπι‐ γράφεται προσπεφωνημένος Νικοκλεῖ τῷ υἱεῖ. Ὁ δὲ | |
15 | ἐπιγραφόμενος Φίλιππος συμβουλευτικός ἐστι, Φιλίπ‐ πῳ συμβουλεύων τῆς τε τῶν Ἑλλήνων φροντίζειν ὁμονοίας καὶ τῆς κατὰ τῶν ἐν Ἀσίᾳ βαρβάρων συστρα‐ τείας. | |
18 | Ὁ δὲ Παναθηναϊκὸς ἐγκώμιόν ἐστι τῆς Ἀθη‐ ναίων πόλεως καὶ τῶν προγόνων, ὃν ἀπάρξασθαι μέν | |
20 | φησι συγγράφειν ἐνενήκοντα καὶ τεττάρων ἐτῶν ἄγων ἡλικίαν, νόσου δὲ χαλεπῆς τριετίαν κατασχούσης, ἐν τῷ ἐνενηκοστῷ ἑβδόμῳ εἰς πέρας ἀγαγεῖν τὸν λόγον. | |
22 | Ὁ δὲ περὶ τῆς ἀντιδόσεως ἐπιγραφόμενος λόγος δικανικός τις εἶναι δοκεῖ, καὶ ἀπολογίαν ἔχων ὧν Λυσίμαχος | |
25 | κακῶς εἶπεν Ἰσοκράτην· δύο δὲ καὶ ὀγδοήκοντα ἐτῶν ὄντι οὗτος αὐτῷ μέγιστος ὢν τῶν ἄλλων ὁ λόγος συν‐ ετάγη, ἔστι δ’ ὁ λόγος καὶ σύμμικτος καὶ ποικίλος μᾶλ‐ λον ἢ οἱ ἄλλοι· παρατίθεται δὲ καὶ τῶν ἄλλων αὐτοῦ λόγων περικοπάς τινας, ἐξ ὧν οὐ φθείρειν τοὺς νέους | |
30 | ἀλλ’ ὠφελεῖν τὸ κοινὸν ἐπιδείκνυσιν ἑαυτόν. Δικανι‐ κὸς δὲ καὶ ὁ πρὸς Καλλίμαχον· ὁμοίως δὲ καὶ ὁ Αἰ‐ γινητικὸς ὑπὲρ κλήρου ἀγωνιζόμενος. Τῶν δικανικῶν δὲ καὶ ὁ πρὸς Εὐθύνουν ὑπὲρ Νικίου, καὶ ὁ Τραπεζιτικός, καὶ ὁ πρὸς Λοχίτην, ὕβρεως καὶ πληγῶν δίκην ἀπαι‐ | |
35 | τῶν. | |
35 | Οὕτω μὲν καὶ τοσούτους ἔγνωμεν Ἰσοκράτους λό‐ γους, ἕνα καὶ εἴκοσιν ὄντας. Τῶν δὲ ἐννέα ἐπιστολῶν αὐτοῦ μία μέν ἐστι πρὸς Διονύσιον τὸν Σικελίας τύ‐ ραννον, ἑτέρα δὲ πρὸς Ἀρχίδαμον, καὶ πρὸς Φίλιπ‐ πον δύο, μία δὲ πρὸς Ἀλέξανδρον, καὶ πρὸς Ἀντί‐ | 120 in vol. 2 |
40 | πατρον ἄλλη, καὶ δὴ καὶ πρὸς Τιμόθεον, καὶ πρὸς τοὺς Μυτιληναίων ἄρχοντας ἡ ἐνάτη. Οὗτος μὲν οὖν ὁ ῥήτωρ σοφιστεύειν μᾶλλον ἢ τῶν | |
Bibl.159102b | κοινῶν προστατεῖν, ὥσπερ οἱ ἄλλοι ἐννέα ῥήτορες, ὧν καὶ Δημοσθένης ἦν, εἵλετο, καίτοι καὶ πρὸ ἐκείνων τοῖς τῆς ῥητορικῆς ἀκμάζων λόγοις, καὶ κατ’ ἐκείνους τὴν ἐπ’ αὐτοῖς δόξαν οὐκ ἐλαττούμενος. | |
4 | Κέχρηται δὲ μάλιστα | |
5 | μέν, ὡς αὐτίκα τοῖς ἀναγινώσκουσι δῆλον, εὐκρινείᾳ καὶ καθαρότητι, πολλήν τε ἐπιμέλειαν περὶ τὴν ἐργασίαν τῶν λόγων ἐπιδείκνυται, ὥστε καὶ εἰς περιττὸν αὐτῷ διεκπίπτειν τὸν κόσμον καὶ τὸ ἐπιμελές. Καὶ αὐτὸ δὲ τὸ τῆς ἐργασίας πλεονάζον παρ’ αὐτῷ οὐ τὸ γόνιμον | |
10 | μᾶλλον τῶν ἐπιχειρημάτων ἢ τὸ ἀπειρόκαλον παριστᾷ. Ἦθος δὲ καὶ ἀλήθεια καὶ γοργότης οὐδὲ μέτεστιν αὐτῷ. Μεγέθους δὲ αὐτῷ ὅσον εἰς τὸν πολιτικὸν ἐναρμόζει λόγον, ἄριστα καὶ παραπλησίως κέκραται τῇ σαφηνείᾳ. Ἄτονος δὲ πλέον τοῦ δέοντος ὁ λόγος. Οὐχ ἥκιστα δὲ αὐ‐ | |
15 | τοῦ σμικρολογίαν καὶ τὸ προσκορὲς τῶν παρισώσεων αἰ‐ τιᾶται. Ἀλλὰ ταῦτά φαμεν πρὸς τὴν ἐν λόγοις αὐτοῦ ἀρετὴν τὸ ἐκπῖπτον ἐκείνης καὶ ἀνόμοιον ἐνδεικνύμενοι, ἐπεὶ πρός γε ἐνίους τῶν γράφειν λόγους ἐπαιρομένων ἀρεταὶ ἂν δόξωσι καὶ τὰ ἐκείνου ἐλαττώματα. | |
Bibl.160102b(21) | Ἀνεγνώσθη Χορικίου σοφιστοῦ Γάζης μελέται καὶ συντάξεις λόγων διάφοροι. Οὗτος χαίρει μὲν εὐκρινείᾳ καὶ καθαρότητι, εἰς τὸ χρήσιμον δὲ καὶ τῇ περιβολῇ κεχρημένος τῷ τε εὐκαίρῳ καὶ τῷ μὴ εἰς μῆκος πε‐ | 121 in vol. 2 |
25 | ριόδου ταύτην παρατείνειν οὐδὲν τῇ σαφηνείᾳ λυμαί‐ νεται, ἤθει τε καὶ ἀληθείᾳ συγκέκραται, οὐδὲ τῆς γνω‐ μολογικῆς σπουδῆς ἀποσχῶν. Ἡ δέ γε λέξις αὐτῷ τῶν λογάδων οὖσα ἐν πολλοῖς οὐκ ἀεὶ τὸ γνήσιον διώκει· ἔσθ’ ὅτε γὰρ διὰ τὴν ἄκρατον τῆς τροπῆς ἐκτροπὴν εἰς | |
30 | ψυχρολογίαν ἐκπίπτει καὶ πρὸς τὸ ποιητικώτερον δὲ ἔστιν οὗ παρασύρεται. | |
31 | Χρήσιμος δέ ἐστιν αὐτὸς ἑαυτοῦ μᾶλλον ἐκφράσεις καὶ ἐγκώμια διεξερχόμενος. Ἔστι δὲ καὶ τῆς εὐσεβείας ἐραστής, τὰ Χριστιανῶν ὄργια καὶ τεμένη τιμῶν· πλὴν οὐκ οἶδ’ ὅπως ὀλιγώρως καὶ λόγῳ σὺν | |
35 | οὐδενὶ μύθους καὶ ἱστορίας ἑλληνικάς, οὐ δέον, ἐγκατα‐ μίγνυσι τοῖς ἑαυτοῦ συγγράμμασιν, ἔστιν ὅτε καὶ ἱερο‐ λογῶν. | |
37 | Ποικίλα δὲ αὐτοῦ καὶ πολλὰ συγγράμματα φέ‐ ρεται· πλασματικοῖς τε γὰρ καὶ πανηγυρικοῖς καὶ μονῳ‐ δίαις καὶ ἐπιθαλαμίοις καὶ ἀντιρρητικοῖς ἔστιν αὐτοῦ | |
40 | λόγοις ἐντυχεῖν καὶ τοιούτοις ἑτέροις. | |
40 | Ἤκμασε δὲ ἐν τοῖς Ἰουστινιανοῦ χρόνοις. Γέγονε δὲ μαθητὴς Προκοπίου ῥή‐ τορος, ἑνὸς τῶν ἀρίστων, οὐ τοῦ Καισαρέως δέ, ὃς ἐς | |
Bibl.160103a | μέγα κτῆμα καὶ ὄφελος κατ’ ἐκεῖνο καιροῦ τὰς ἱστορικὰς γραφὰς συντάξας ἀείμνηστον αὑτοῦ κλέος τοῖς σπουδαιοτέροις καταλέλοιπεν· ἑτέρῳ δέ τινι προσωμίλη‐ σεν ἐν τῇ αὐτῇ πατρίδι καὶ αὐτῷ λαχόντι σοφιστεύειν, ὃς | |
5 | καὶ εἰς γῆρας ἐλάσας, ἡδέως εἶχεν ὁρᾶν ἀνθ’ ἑαυτοῦ τὸν | |
ὁμιλητὴν τῆς σχολῆς ἐξηγούμενον. | 122 in vol. 2 | |
6 | Τούτου λόγοι πολλοί τε καὶ παντοδαποὶ φέρονται, ἄξιον ζήλου καὶ μιμήσεως χρῆμα, καὶ δὴ καὶ βιβλίον ὅλον, στίχων Ὁμηρικῶν με‐ ταφράσεις εἰς ποικίλας λόγων ἰδέας ἐκμεμορφωμέναι, | |
10 | αἳ μάλιστα τὴν τοῦ ἀνδρὸς περὶ ῥητορικὴν δύναμιν καὶ μελέτην ἱκαναὶ πεφύκασιν ἀπαγγέλλειν· οὗ τινος, ὥς ἐστι δυνατὸν μαθητῇ, Χορίκιος μιμητὴς κατὰ τοὺς λό‐ γους γέγονεν. | |
13 | Ἄμφω δὲ ἤστην εὐσεβέε, καὶ πολλαχοῦ τοῖς λόγοις αὐτῶν οὐδὲ παρέργως, περὶ τῆς ἱερᾶς εἰκο‐ | |
15 | νουργίας διαλαμβάνουσι. Γέγονε δὲ Χορικίῳ καὶ ἡ τοῦ διδασκάλου τελευτὴ ἐπιταφίου ὑπόθεσις. | |
Bibl.161103a(18) | Ἀνεγνώσθη ἐκλογαὶ διάφοροι ἐν βίβλοις ιβʹ Σωπάτρου σοφιστοῦ. Συνείλεκται δὲ αὐτῷ τὸ βιβλίον | |
20 | ἐκ πολλῶν καὶ διαφόρων ἱστοριῶν καὶ γραμμάτων. | |
20 | Τὸ μὲν οὖν πρῶτον περὶ τῶν παρ’ Ἕλλησι μυθολογουμένων θεῶν διαλαμβάνει· ὃ συνείλεκται ἐκ τῶν Ἀπολλοδώρου περὶ θεῶν γʹ λόγου (Ἀθηναῖος δὲ ὁ Ἀπολλόδωρος καὶ γραμματικὸς τὴν τέχνην). Οὐκ ἐκ τοῦ τρίτου δὲ μόνον ἡ | |
25 | διαλογὴ αὐτῷ πεποίηται, ἀλλὰ δὴ καὶ δʹ καὶ εʹ καὶ θʹ, τοῦ αʹ πάλιν καὶ ιβʹ, ιεʹ τε καὶ ιϛʹ καὶ μέχρι τοῦ κδʹ. Ἐν ᾗ συλλογῇ τά τε μυθικῶς περὶ θεῶν διαπεπλα‐ σμένα, καὶ εἴ τι καθ’ ἱστορίαν εἴρηται, περιείληφε, περί τε τῶν παρ’ αὐτοῖς ἡρώων καὶ Διοσκούρων, καὶ περὶ | |
30 | τῶν ἐν Ἅιδου, καὶ ὅσα παραπλήσια. Ἔτι δὲ καὶ συνεί‐ | |
λεκται αὐτῷ ἡ βίβλος καὶ ἐκ τοῦ δευτέρου λόγου τοῦ περὶ γραφικῆς Ἰόβα, καὶ μὴν καὶ ἐκ τῶν Ἀθηναίου τοῦ Ναυ‐ κρατίτου Δειπνοσοφιστῶν. Καὶ ὁ μὲν πρῶτος λόγος ἐκ τούτων ἠθροίσθη καὶ τάδε περιλαμβάνει. | 123 in vol. 2 | |
35 | Ὁ δὲ δεύτερος ἔκ τε τῶν Σωτηρίδα Παμφίλης ἐπι‐ τομῶν πρώτου λόγου καὶ καθεξῆς μέχρι τοῦ δεκάτου καὶ ἐκ τῶν Ἀρτέμωνος τοῦ Μάγνητος τῶν κατ’ ἀρετὴν γυναιξὶ πεπραγματευμένων διηγημάτων, ἔτι δὲ καὶ ἐκ τῶν Διογένους τοῦ κυνικοῦ ἀποφθεγμάτων, καὶ μὴν καὶ | |
40 | ἐξ ἄλλων διαφόρων, ἀλλά γε καὶ ἀπὸ ὀγδόου λόγου τῆς Σαπφοῦς· ἐν οἷς καὶ ἡ δευτέρα βίβλος τῶν συλλογῶν. | |
Bibl.161103b | Ὁ δὲ τρίτος λόγος συλλέγεται αὐτῷ ἐκ τῆς Φα‐ βωρίνου παντοδαπῆς ὕλης, ἔκ τε τοῦ υ καὶ τοῦ ξ καὶ κα‐ θεξῆς, πλὴν τοῦ τ μέχρι τοῦ ω. Ἐν οἷς διάφοροι ἱστο‐ ρίαι καὶ τῶν κατὰ τὰ ὀνόματα θέσεων αἰτιολογίαι καὶ | |
5 | τοιαῦτα ἕτερα· εἰς ἃ καὶ ὁ τρίτος αὐτῷ συμπεραίνε‐ ται λόγος. Ὁ δὲ τέταρτος αὐτῷ λόγος ἔκ τε ἀνεπιγράφου αὐτῷ βιβλίου συνηθροίσθη (θαυμάτων δὲ μόνον ἐπιγράφεται συναγωγὴ τὸ βιβλίον) καὶ ἐκ τῶν τοῦ Ἀριστοξένου συμ‐ | |
10 | μίκτων ὑπομνημάτων, οὐκ ἐκ πάντων, ἀλλ’ ἔκ γε τοῦ ἑκκαιδεκάτου λόγου μόνου, καὶ ἐκ τοῦ ὀγδόου λόγου τῆς Ῥούφου δραματικῆς ἱστορίας· οἷς παράδοξά τε καὶ ἀπί‐ θανα μάλιστα ἔνεστιν εὑρεῖν, καὶ τραγῳδῶν καὶ κωμῳδῶν διαφόρους πράξεις τε καὶ λόγους καὶ ἐπιτηδεύματα, καὶ | |
15 | τοιαῦθ’ ἕτερα. Ἀλλ’ ἐν τούτοις μὲν καὶ ὁ τέταρτος. Ὁ δὲ πέμπτος σύγκειται αὐτῷ ἔκ τε τῆς Ῥούφου μου‐ σικῆς ἱστορίας πρώτου καὶ δευτέρου καὶ τρίτου βιβλίου, ἐν ᾧ τραγικῶν τε καὶ κωμικῶν ποικίλην ἱστορίαν εὑ‐ ρήσεις, οὐ μόνον δὲ ἀλλὰ καὶ διθυραμβοποιῶν τε καὶ | |
20 | αὐλητῶν καὶ κιθαρῳδῶν, ἐπιθαλαμίων τε ᾠδῶν καὶ ὑμεναίων καὶ ὑπορχημάτων ἀφήγησιν, περί τε ὀρχηστῶν καὶ τῶν ἄλλων τῶν ἐν τοῖς Ἑλληνικοῖς θεάτροις ἀγω‐ νιζομένων, ὅθεν τε καὶ ὅπως οἱ τούτων ἐπὶ μέγα κλέος παρ’ αὐτοῖς ἀναδραμόντες γεγόνασιν, εἴτε ἄρρενες | 124 in vol. 2 |
25 | εἴτε καὶ τὴν θηλείαν φύσιν διεκληρώσαντο· τίνες τε τίνων ἐπιτηδευμάτων ἀρχὴ διεγνώσθησαν, καὶ τούτων δὲ τίνες τυράννων ἢ βασιλέων ἐρασταὶ καὶ φίλοι γεγό‐ νασιν· οὐ μὴν ἀλλὰ καὶ τίνες τε οἱ ἀγῶνες καὶ ὅθεν, ἐν οἷς ἕκαστος τὰ τῆς τέχνης ἐπεδείκνυτο. Καὶ περὶ | |
30 | ἑορτῶν δέ, ὅσαι πάνδημοι τοῖς Ἀθηναίοις. Ταῦτα δὴ πάντα, καὶ εἴ τι ὅμοιον, ὁ πέμπτος ἀναγινώσκοντί σοι παραστήσει λόγος. Ὁ δὲ ἕκτος αὐτῷ συνελέγη λόγος ἔκ τε τῆς αὐτῆς Ῥούφου μουσικῆς βίβλου πέμπτης καὶ τετάρτης. Αὐλητῶν | |
35 | δὲ καὶ αὐλημάτων ἀφήγησιν ἔχει, ἄνδρες τε ὅσα ηὔλη‐ σαν καὶ δὴ καὶ γυναῖκες. Καὶ Ὅμηρος δὲ αὐτῷ καὶ Ἡσίοδος καὶ Ἀντίμαχος οἱ ποιηταὶ τῆς διηγήσεως μέρος, καὶ τῶν ἄλλων πλεῖστοι εἰς τοῦτο τὸ γένος τῶν ποιητῶν ἀναγομένων. Ἔτι δὲ καὶ περὶ γυναικῶν | |
40 | μαντικῶν ἀναγράφει, τίνες τε καὶ ὅθεν αἱ καλούμεναι Σίβυλλαι, καὶ ταῦτα μὲν ὡς ἀπὸ τῶν Ῥούφου. Σύγκειται | |
Bibl.161104a | δὲ αὐτῷ καὶ ἐκ τῶν Δαμοστράτου ἁλιευτικῶν λό‐ γου δευτέρου, καὶ ἐκ τῶν Λαερτίου Διογένους φιλοσόφων βίων βιβλίου πρώτου καὶ πέμπτου, ἐνάτου τε καὶ δεκάτου, ἐν οἷς τὰ περὶ τῶν φιλοσόφων διέξεισιν, ὅθεν τε τὸ φι‐ | |
5 | λοσοφίας ἱερὸν χρῆμα τὴν ἀρχὴν ἔφυ, καὶ ὅπως ἤκμασε, τίνες τε τίνων αἱρέσεων ἀρχηγοὶ καὶ προστάται κατέστησαν, τίνας τε ἔσχον ἐραστὰς καὶ τίνας ἀντιτέχνους τίνες, ποῖόν τε ἕκαστος αὐτῶν ἐπεδείκνυτο ἦθος, καὶ πόθεν εἷλκε τὸ γένος, καὶ οἷον τὸ ἐξ ἀρχῆς ἐπιτήδευμα, καὶ πότε | |
10 | καιροῦ ἤκμασε. | 125 in vol. 2 |
10 | Καὶ περὶ ῥητόρων δὲ καὶ ῥητορικῆς τὰ παραπλήσιά σοι ἔστιν ἐκεῖθεν ἀναλαμβάνειν. Ἔτι μὴν σύγκειται ὁ αὐτὸς λόγος καὶ ἐκ τῶν Αἰλίου Δίου περὶ Ἀλεξανδρείας, καὶ ἐκ τῶν Αἰγυπτιακῶν Ἑλλανίκου, δι’ ὧν μυθικά τε καὶ πλασματικὰ πολλὰ συλλέξας καὶ | |
15 | διάφορα ἕτερα εἰς τὸ τέλος τοῦ ἕκτου λόγου καταντήσεις. Ὁ δὲ ἕβδομος αὐτῷ λόγος διήνθισται ἐκ τῆς Ἡρο‐ δότου ἱστορίας. Ὁ δὲ ὄγδοος ἐκ τόμου τινὸς ἀρχαίου ἐκλογαὶ καὶ αὐτὸ τυγχάνει τὸ βιβλίον, οὐκ ἔχον ἐπιγραφόμενον τὸν | |
20 | συνηθροικότα· ἐν οἷς τὰς εἰς μέγα δόξης καὶ ὄνομα λαμπρὸν ἀρθείσας γυναῖκας καταλέγει, καὶ ἀνδρῶν ἐνίων ἔργα, καὶ ἐπὶ παιδείᾳ λόγων συνουσίας, ἀρετήν τε αὖ φιλίας, καὶ τῶν σπουδαίων ἀποφθέγματα. Σύγ‐ κειται δὲ αὐτῷ καὶ ἐκ τῶν Πλουτάρχου περὶ τοῦ πῶς δεῖ | |
25 | τὸν νέον ἀκούειν ποιημάτων, περί τε φύσεως καὶ πόνων, ὅπως τε πολλοὶ πολλάκις πόνῳ τὴν φύσιν οὐκ εὖ φε‐ ρομένην ὤρθωσαν, ἕτεροι δὲ καλῶς ἔχουσαν ἐξ ἀμε‐ λείας διέφθειραν, ὅπως τε ἔνιοι ἐν μὲν νέοις βραδεῖς ἐνωρῶντο πᾶσι καὶ ἀσύνετοι, ἀκμασάντων δὲ εἰς τὸ | |
30 | ταχὺ καὶ συνετὸν αὐτοῖς ἡ φύσις ἐξέλαμψε. Καὶ ἐκ τοῦ περὶ δυσωπίας δὲ λόγου καὶ περὶ ἀδολεσχίας καὶ περὶ ὀργῆς, καὶ ἐκ τοῦ πῶς ἄν τις ὑπὸ ἐχθρῶν ὠφελοῖτο, καὶ περὶ εὐθυμίας δέ, καὶ τῶν πολιτικῶν αὐτοῦ παραγ‐ γελμάτων, περί τε πλούτου καὶ ὅπως ἄν τις συναίσθοιτο | |
35 | ἑαυτοῦ πρὸς ἀρετὴν ἐπιδόντος, ἔκ τε τῶν ὑγιεινῶν αὐτοῦ καὶ γαμικῶν παραγγελμάτων. Ἐν οἷς ἔστιν εὑρεῖν πλεῖστα καὶ ἀξιομνημόνευτα, λόγους καὶ ἔργα, καὶ πρὸς πολλά σοι χρησιμεύοντα. Ταῦτα μὲν καὶ τούτων καὶ ὁ ὄγδοος λόγος. | |
Καὶ δὴ καὶ ὁ ἔνατος αὐτῷ ὁμοίως ἐκ τῶν Πλου‐ | 126 in vol. 2 | |
40 | τάρχου συνετμήθη, ἔκ τε τοῦ ὅτι βράδιον οἱ θεοὶ τι‐ μωροῦνται, καὶ δὴ καὶ ἐκ τοῦ βίου Δημητρίου καὶ Βρούτου τοῦ Ῥωμαίου, καὶ ἐκ τοῦ λόγου ὃς ἐπιγέγραπται αὐτῷ· | |
Bibl.161104b | «Ἀνδρῶν ἐνδόξων ἀποφθέγματα», ἔκ τε τοῦ περὶ ποταμῶν, καὶ πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου, καὶ μὴν καὶ ἐκ τοῦ Κράτητος βίου Δαϊφάντου τε καὶ Πινδάρου, καὶ ἐκ τοῦ βιβλίου δὲ ὃ ἐπιγέγραπται αὐτῷ· «Βασιλέων καὶ | |
5 | στρατηγῶν ἀποφθέγματα», σὺν οἷς καὶ ἐκ τῶν Συμπο‐ σιακῶν αὐτοῦ, ἀπό τε τοῦ πρώτου καὶ ἐφεξῆς μέχρι τοῦ ὀγδόου. Καὶ ἀπὸ μὲν τῶν Πλουτάρχου ἐκ τούτων. | |
7 | Συνεί‐ λεκται δὲ καὶ ἐκ τῆς Ῥούφου Ῥωμαϊκῆς ἱστορίας πρώτου καὶ δευτέρου καὶ τρίτου βιβλίου καὶ τετάρτου, ἐν οἷς ἔστι | |
10 | περιτυχεῖν πολλοῖς ἀξιολόγοις, εἰ καὶ ἔνια αὐτῶν εἰς μύθους καὶ μακρὸν ἐκπίπτουσι λῆρον. Ἀλλ’ ὧδε μὲν καὶ ὁ ἔνατος. Ὁ δέκατος δὲ συνηθροίσθη ἔκ τε τῆς Κεφαλίωνος Ἐρατοῦς, διαλαμβανούσης τὰ κατὰ Ἀλέξανδρον, καὶ δὴ | |
15 | καὶ ἐκ τῶν Ἀπολλωνίου τοῦ Στωϊκοῦ, ὅσαι γυναῖκες ἐφι‐ λοσόφησαν ἢ καὶ ἄλλως τι ἐπίδοξον διεπράξαντο, καὶ δι’ ἃς οἰκίαι εἰς εὔνοιαν συνεκράθησαν, καὶ ἐκ τῶν Θεαγένους δὲ Μακεδονικῶν πατρίων, ἔκ τε τῶν Πλου‐ τάρχου περὶ βίων Νικίου καὶ Ἀλκιβιάδου, Θεμιστοκλέους | |
20 | τε καὶ Θησέως καὶ Λυκούργου, Σόλωνός τε καὶ Ἀλεξάν‐ δρου τοῦ Φιλίππου, ἔκ τε τῶν βίων Κίμωνος καὶ Λυ‐ σάνδρου, Δημοσθένους τε καὶ Περικλέους καὶ Πελοπίδου καὶ Φωκίωνος καὶ Ἀριστείδου, ὧν τὰ πλεῖστα ἀξιαφήγητά τε καὶ ἀξιομνημόνευτα. Ἀλλ’ ἐν τούτοις μὲν καὶ ὁ δέ‐ | |
25 | κατος. | |
Ὁ δὲ ἑνδέκατος ἔσχε τὴν συναγωγὴν ὁμοίως ἐξ ὧν Πλούταρχος συνέταξε βίων Ἐπαμεινώνδου καὶ Δίω‐ νος καὶ Ἀγησιλάου καὶ Ἄγιδος καὶ Κλεομένους, Εὐ‐ μένους τε τοῦ Καρδιανοῦ καὶ Φιλοποίμενος καὶ Τιμο‐ | 127 in vol. 2 | |
30 | λέοντος καὶ Ἀράτου, ὃς δημαγωγὸς καταστὰς τῶν Ἀχαιῶν ἑπτακαιδεκάκις ἐν αὐτοῖς ἐστρατήγησε, με‐ γάλα πράξας στρατηγῶν ἔργα. Ναὶ δὴ καὶ ἐκ τοῦ βίου Πύρρου τοῦ Ἠπειρώτου, ἀλλὰ μὴν καὶ ἐκ τῶν Ἀριστο‐ φάνους τοῦ γραμματικοῦ περὶ ζῴων βιβλίου πρώτου καὶ | |
35 | δευτέρου, καὶ ἐκ τῆς Ἰόβα τοῦ βασιλέως θεατρικῆς ἱστορίας ἑπτακαιδεκάτου λόγου. Οὕτω μὲν καὶ ὁ ἑν‐ δέκατος. Ὁ δὲ δωδέκατος αὐτῷ λόγος συνήθροισται ἐξ ἄλ‐ λων τε διαφόρων, καὶ ἐκ τῆς Καλλιξένου ζωγράφων | |
40 | τε καὶ ἀνδριαντοποιῶν ἀναγραφῆς, καὶ ἐκ τῶν Ἀριστο‐ νίκου περὶ τοῦ ἐν Ἀλεξανδρείᾳ Μουσείου, καὶ ἐκ τῶν Ἀριστοτέλους πολιτειῶν, Θετταλῶν τέ φημι καὶ Ἀχαιῶν | |
Bibl.161105a | καὶ Παρίων, Λυκίων τε καὶ Κίων, καὶ ὧν ἐκεῖνος ἁπλῶς ἐν τοῖς πολιτικοῖς αὑτοῦ διαλαμβάνει, ὧν τὸ χρήσιμον οὐκ ἄδηλον. Ἀλλ’ ἐν τούτοις μὲν Σωπάτρῳ καὶ ὁ δωδέκατος τῶν συλλογῶν πόνος. | |
5 | Πολλὴν δὲ τὴν χρείαν τοῦτο δὴ τὸ φιλοπόνημα τοῖς ἀναγινώσκουσι παρέχεται. Εἰ γὰρ καὶ μύθων καὶ τεράτων ψευδῶν τε καὶ ἀπιθάνων, ὥς μοι καὶ πολλάκις εἴρηται, οὐ καθαρεύει, ἀλλ’ οὖν ἐν οἷς τε εἰς πολυμαθίαν ἐκ τοῦ ἑτοίμου συντελεῖ, καὶ πρὸς ἀρετὴν καὶ καλοκἀγαθίαν | |
10 | πλεῖστά ἐστιν αὐτῶν ἀπανθίσασθαι, πρός τε τὸ ῥητο‐ ρεύειν καὶ σοφιστεύειν (ὡς καὶ αὐτὸς τοῖς ἑταίροις γρά‐ φων προοιμιάζεται) οὐκ ἐλαχίστην φέρει ῥοπήν, ἱκανὸν εἰς χρείαν καθέστηκεν. Ἡ δὲ φράσις αὐτῷ ποικίλη καὶ | |
οὐ μία τὴν ἰδέαν, εἰ καὶ διὰ πάσης τὸ σαφὲς ὥδευεν. | 128 in vol. 2 | |
Bibl.162105a(16) | Ἀνεγνώσθη Εὐσεβίου τινός (ἐπίσκοπος ἦν τὸ ἀξίωμα καὶ τὴν πίστιν ὀρθόδοξος) τούτῳ λόγοι ιʹ κατὰ Ἀνδρέου τινὸς ἐγκλειστοῦ συνεγράφησαν, τὴν αἰτίαν λαβόντες ἐκ τοῦ εἰρημένου ἐγκλειστοῦ. Οὗτος γὰρ ἔγραψεν | |
20 | ἐπιστολὴν Εὐσεβίῳ (παραναγνωστικὸν δὲ καλεῖ τὴν ἐπι‐ στολήν), ὅρκοις αὐτὸν εἰς τὴν ταύτης ἀνάγνωσιν ἐκκα‐ λούμενος· ἣν Εὐσέβιος ἀναγνοὺς πρῶτον μὲν τὸν ἄν‐ θρωπον ἐπιτιμᾷ, ἀμαθίαν ἅμα καὶ θράσος ἐπικαλῶν, καὶ δεικνὺς καὶ περὶ αὐτὰς πταίοντα τὰς συλλαβάς, | |
25 | καὶ ὅτι μηδένα στίχον ἀσόλοικον εἰπεῖν δεδυνημένος, ὁ δὲ καὶ ἐπὶ τὸ συγγράφειν ἤρθη, τοῦ ἐπαγγέλματος καὶ τῆς ἐν ἀσκήσει ἡσυχίας ἐπιλελησμένος. Εἶτα τὸ αἱρετικὸν αὐτοῦ φρόνημα διὰ πολλῶν ἀπελέγχει, ἦν δὲ ἄρα τῶν λεγομένων ἀπὸ τῆς φαύλης δόξης τῶν ἐχόν‐ | |
30 | των Ἀφθαρτοδοκητῶν. | |
30 | Καὶ πρῶτον μὲν δείκνυσιν αὐ‐ τὸν εὐθύνας ὑπέχοντα ὅτι μονοσήμαντον τὸ τῆς φθο‐ ρᾶς ἐξειληφὼς ὄνομα, ἐπὶ μόνης ἁμαρτίας οἴεται τάτ‐ τεσθαι, τῶν ἁγίων πατέρων ἡμῶν, δι’ ὧν ταῖς φωναῖς ἀπεχρήσαντο, κατὰ διαφόρων πραγμάτων τοῦτο τὸ | |
35 | ὄνομα φέρεσθαι παραδεδωκότων. | |
35 | Βʹ· ὅτι ἀθάνατον καὶ ἀπαθὲς καὶ ἄφθαρτον ἐξ αὐτῆς ἑνώσεως τὸ σῶμα τοῦ Κυρίου, ὥσπερ ὁ Ἰουλιανός, ἐτόλμησεν ἀποφήνασθαι, καί‐ τοι διατεινόμενος ἐν αὐτῷ τῷ γράμματι κατὰ Σεβήρου καὶ Ἰουλιανοῦ τὸν τοιοῦτον αὐτῷ διαπεπονῆσθαι πόνον | |
40 | ἅτε δύο φύσεις ἢ δύο οὐσίας ἐπὶ Χριστοῦ εἰπεῖν ἐκείνων οὐκ ἀνεχομένων, οὐδὲ δύο ἰδιότητας, οὐδὲ δύο ἐνεργείας. Γʹ· ὅτι πρὸ τῆς παραβάσεως τὸ τοῦ Ἀδὰμ σῶμα οὔτε | 129 in vol. 2 |
Bibl.162105b | θνητὸν λέγει διαπεπλάσθαι οὔτε φθαρτὸν φύσει, ἵν’ ἐκ τούτου καθ’ ὁδὸν αὐτῷ χωρήσῃ τὸ καὶ τὸν Χριστὸν ἐξ αὐτῆς ἑνώσεως σῶμα ἄφθαρτον ἀνειληφέναι καὶ ἀπαθές, δέον καὶ νοεῖν καὶ λέγειν ὡς τὸ τοῦ Ἀδὰμ σῶμα θνητὸν | |
5 | ἦν φύσει καὶ παθητόν, θείᾳ δὲ χάριτι ἀθάνατον διε‐ φυλάττετο καὶ ἀπαθές, μέχρις ἂν αὐτὸ ἡ παράβασις τῆς φυλακῆς ἀπεγύμνωσεν. Οὕτω γὰρ καὶ ὁ τῶν ἁγίων χορὸς ἀποφαίνεται. | |
8 | Δʹ· ὅτι τὸν πάροντα κόσμον ἄφθαρτον καὶ ἀνώλεθρον λέγει, δέον εἰδέναι ὅτι φθαρτός ἐστι καὶ | |
10 | ἀλλοιωτός. Ἕτερα δὲ σὺν τούτοις κεφάλαια κατὰ τὴν πρώτην ἀντιγραφὴν ὁ ἐπίσκοπος, τὰ μὲν ἀσαφῶς τὰ δὲ βλασφήμως ἀπελέγξας ἔχοντα, διορθωθῆναι παρηγγυήσατο τὸν Ἀνδρέαν. Ὁ δὲ δεξάμενος τὴν ἐπὶ τῇ διορθώσει παραίνεσιν | |
15 | ἐπὶ τὸ χεῖρον ἀπέκλινε, καὶ βιβλίον δεύτερον συνέταξεν, ἐν ᾧ καὶ τὰ προγεγραμμένα αὐτῷ πλατύτερον καί (ὡς οἴεται) δι’ ἀποδείξεων συγκροτεῖ. Καθ’ οὗ δὴ καὶ τὴν εἰρημένην δεκάλογον ὁ εὐσεβὴς Εὐσέβιος συντάττει, δι’ ἧς ἐλέγχει μὲν αὐτὸν ὡς μὴ ἀρεσθέντα τῷ τῆς | |
20 | πίστεως ὅρῳ ὃν αἱ ἅγιαι ἐξέθεντο σύνοδοι, ἰδίαν δέ τινα τολμηρῶς συνταξάμενον ἔκθεσιν πίστεως· εἶτα δὲ καὶ ὅτι πολλὰ τῶν ἁγίων ἀποσπαράξας ῥητὰ καὶ παρα‐ ποιησάμενος εἰς τὴν ἰδίαν ὑπόληψιν ἐξεβιάσατο καὶ ὅτι ἐναντιοῦται τῇ τε νέᾳ καὶ παλαιᾷ γραφῇ καὶ τοῖς | |
25 | ἁγίοις ἡμῶν πατράσιν ἄφθαρτον καὶ ἀνώλεθρον τὸν κόσμον δοξάζων. | 130 in vol. 2 |
26 | Ἔτι δὲ καὶ ὅτι τὴν ἀλλοίωσιν καὶ μετα‐ στοιχείωσιν καὶ ῥεῦσιν εὐδιάβλητα εἶναι λέγει ὥσπερ τὰ ἀπὸ κακίας πάθη, καὶ δὴ καὶ διὰ τοῦτο καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀναλλοίωτον καὶ ἀπαθὲς καὶ ἄφ‐ | |
30 | θαρτον καὶ ἄρρευστον ἀναλαβεῖν σῶμα. Καὶ πάλιν εἰ‐ πόντα διελέγχει ἀΐδιον καὶ ἄφθαρτον καὶ ἀγένητον τὸν κόσμον, τὴν δὲ λεγομένην πρὸς τὸ ἀΐδιον αὐτοῦ μεταστοιχείωσιν μὴ παραδεχόμενον, ἅτε καὶ αὐτῆς τῶν εὐδιαβλήτων παθῶν παρ’ αὐτῷ δογματιζομένης. Καὶ | |
35 | ὅτι τοῦ Ἀδὰμ ἄφθαρτον καὶ ἀθάνατον κατὰ φύσιν καὶ ἀπαθὲς διαπλασθῆναι λέγει τὸ σῶμα, καὶ οὐ τοῦτο μό‐ νον, ἀλλ’ ὅτι καὶ αὐτὸς ὁ χοῦς ἄφθαρτος ἦν, ἐξ οὗ τὸ σῶμα διεπλάσθη. | |
38 | Πάλιν ἐλέγχει αὐτὸν μονοσήμαντον τὸ τῆς φθορᾶς ὄνομα ἐξειληφότα, ἐν ᾧ καὶ δείκνυσιν | |
40 | ὅτι οὔτε φθορᾶς οὔτε θανάτου οὔτε τοῦ κατὰ κακίαν πά‐ θους ἀλλ’ οὐδὲ τῶν ἁμαρτητικῶν λογισμῶν οὐδενὸς τού‐ των δημιουργὸς ὑπάρχει ὁ θεός, εἰ καὶ τῶν φθαρτῶν | |
Bibl.162106a | καὶ τῶν θνητῶν οὐσιῶν καθέστηκε δημιουργός· ἐκεῖνα γὰρ τῶν ἀνυπάρκτων ἐστὶ καὶ καθ’ ἑαυτὰ μὴ ἐχόν‐ των ὑπόστασιν. | |
3 | Ἔτι δὲ διελέγχει αὐτὸν τὸ Κυριακὸν σῶμα ἐξ αὐτῆς ἑνώσεως ἀπαθὲς καὶ ἄφθαρτον καὶ ἀναλλοίωτον | |
5 | ἀποφαινόμενον· ὅπερ ἵνα συστήσῃ, ὡς ἐνόμισε, δείκνυ‐ σιν αὐτὸν καὶ τὴν ἄλλην ἀτοπίαν περί τε τοῦ κόσμου καὶ τοῦ Ἀδὰμ ἀποφθέγξασθαι. Δείκνυσι δ’ ἐν ταὐτῷ ὁ Εὐσέβιος καὶ τὸ τῆς φθορᾶς καὶ καταφθορᾶς καὶ δὴ καὶ τῆς διαφθορᾶς ὄνομα ἐπὶ τίνων καὶ πόσων ση‐ | |
10 | μαινομένων ἡ θεία γραφὴ ἀποδέχεται, καί φησιν ὅτι | |
φέρεται μὲν ἐπὶ τῶν φυσικῶν καὶ ἀδιαβλήτων παθῶν καὶ ἐπί τε τῶν ἀπὸ κόπου καὶ καμάτου καὶ γήρους· καὶ γὰρ φθορὰ μὲν τὸ γῆρας νεότητος καὶ οἱ κόποι δὲ καὶ κά‐ ματοι τοῦ σωματικοῦ τόνου, ἔτι δὲ ἐπὶ τῆς τοῦ σώματος | 131 in vol. 2 | |
15 | ἐν ἀσκήσει καὶ πνευματικοῖς ἀγῶσι ταπεινώσεως· καὶ γάρ φησιν ὁ ἀπόστολος· «Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος φθείρεται, ἀλλ’ ὁ ἔσω ἀνακαινοῦται» καὶ ἑξῆς. Φέρεσθαι δέ φησι καὶ ἐπὶ τῆς ἐγγινομένης τῷ σώματι ταπεινώσεως ἤτοι τηκεδόνος ἀπό τινων αἰκιῶν καὶ κολάσεων· ἔτι | |
20 | δὲ καὶ ἐπὶ τῆς βλάβης τῆς ἐγγινομένης τοῖς ζῴοις καὶ σπέρμασι καὶ φυτοῖς, τῆς τε μερικῆς καὶ τῆς καθόλου. Οὐ μὴν ἀλλὰ καὶ ἐπ’ αὐτοῦ τοῦ θανάτου τὸ ὄνομα φέρεσθαι, καὶ ἔτι χωρὶς τῶν εἰρημένων, ἐπὶ τῆς διαλύσεως καὶ ῥεύσεως τῶν σωμάτων τῆς ἐν τοῖς τάφοις συμβαινού‐ | |
25 | σης· ἀλλὰ καὶ παρὰ ταῦτα ἐπὶ τοῦ κατὰ κακίαν πάθους ἤτοι τῶν ἁμαρτημάτων. | |
26 | Τοσαυταχῶς οὖν τῆς φθορᾶς καὶ καταφθορᾶς καὶ διαφθορᾶς λαμβάνεσθαι δυνα‐ μένης, εἰκότως διεσφάλθαι δεικνύει τὸν Ἀνδρέαν ὡς μονοσήμοις ἀποκεχρημένον ταῖς λέξεσι. | |
30 | Παρατίθησι δὲ τὰς κατὰ τοὺς ἐλέγχους ἀποδείξεις ἔκ τε τῆς θείας γραφῆς παλαιᾶς τε καὶ νέας, καὶ ἐκ τῶν λογάδων πατέρων Ἀθανασίου καὶ τῶν τριῶν Γρη‐ γορίων, τοῦ θαυματουργοῦ λέγω καὶ τοῦ θεολόγου καὶ τοῦ θεσπεσίου Νύσσης, Βασιλείου τε τοῦ Καισαρείας καὶ | |
35 | Ἰωάννου τοῦ Χρυσοστόμου, Κυρίλλου τε τοῦ Ἀλεξανδρείας καὶ τοῦ Κωνσταντινουπόλεως Πρόκλου, ἀλλὰ δὴ καὶ Με‐ θοδίου τοῦ ἱερομάρτυρος καὶ Κοδράτου· ὧν ἐνίων καὶ ῥήσεις τινὰς ὁ Ἀνδρέας ἀποσπαράξας καὶ παραπλα‐ σάμενος, ἃ δὲ καὶ κακούργως ἢ καὶ ἀνοήτως ἐξειληφώς, | |
40 | ἐκεῖθεν (ὡς ᾤετο) τὴν οἰκείαν πλάνην ἐκράτυνεν. Ἀλλὰ | |
πάντων ἕνεκεν τῶν εἰρημένων Εὐσεβίῳ δίδωσι δίκας, τῆς τε παραποιήσεώς φημι καὶ κακουργίας ἢ καὶ ἀνοίας, | 132 in vol. 2 | |
Bibl.162106b | καὶ ὅτι αἱρετικῶν ῥητά τινα παραλεξάμενος τοῖς ἁγίοις ἡμῶν πατράσιν ἐτόλμησεν ἀναθεῖναι ταῦτα. Ἐπὶ τούτοις δείκνυσιν αὐτόν, ἐξ ὧν ἐματαιολόγει, δοξάζοντα ὅτι μὴ ἀλλοιωθεὶς ὁ Κύριος ἡμῶν Ἰησοῦς | |
5 | Χριστὸς διὰ τῆς ἀναστάσεως ἐκ φθορᾶς εἰς ἀφθαρσίαν ὡσαύτως ἐστὶν ἀπαθὴς κατὰ τὴν ἀνθρωπότητα ὥσπερ ἐστὶν ἀπαθὴς καὶ κατὰ τὴν θεότητα. Καὶ ὅτι ἐτόλμησε βλα‐ σφήμους ἀποκαλέσαι τοὺς φρονοῦντας καὶ λέγοντας θνητῷ καὶ παθητῷ σώματι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν | |
10 | ἐν τῷ κόσμῳ πολιτεύσασθαι, αὐτὸς οὐκ ἐρυθριῶν μετὰ νίκην παθῶν καὶ θανάτου καὶ φθορᾶς ἀναίρεσιν, πα‐ θητὸν τὸ Κυριακὸν τερατεύεσθαι σῶμα, καὶ ὁ φθαρτο‐ λάτρας ἐνυβρίζων τοὺς ὀρθοδόξους λέληθεν αὑτὸν δι’ ὧν λέγει παθητολάτρης ἀληθῶς ἀπελεγχόμενος. | |
14 | Ἐν‐ | |
15 | τεῦθέν τε παρατίθησι πάλιν φωνὰς πατρικάς, καὶ πα‐ ρίστησι παθητὸν καὶ θνητὸν καὶ κατὰ τοῦτο φθαρτὸν τὸ Κυριακὸν σῶμα ἕως τῆς αὐτοῦ ἐνδόξου ἀναστάσεως, ἐκεῖθεν δὲ δι’ αὐτῆς μεταβληθὲν εἰς ἀθανασίαν καὶ ἀπάθειαν. Λέγει δὲ ὡς ματαιολογεῖ φθαρτολάτρας ὁ | |
20 | Ἀνδρέας ἐπιφημίζων τοὺς ὀρθοδόξους· Ἀρείῳ γὰρ καὶ Ἀετίῳ καὶ Εὐνομίῳ Ἀπολλιναρίῳ τε καὶ Νεστορίῳ, ἀλλ’ οὐ τοῖς εὐσεβέσι κατάλληλος καὶ οἰκεία ἡ τοιαύτη κλῆ‐ σις. Δογματίζει δὲ καὶ τοῦτο, ὡς ὁ Κύριος καὶ Θεὸς ἡμῶν τὰ φυσικὰ μὲν καὶ ἀδιάβλητα πάθη ὡς τῆς φύσεως | |
25 | δημιουργὸς ἀνεδέξατο (ἃ οὐδὲ κυρίως πάθη ἀλλ’ ἔργα ἂν οἰκειότερον καλοῖτο τῆς φύσεως), τῶν δὲ κυρίως παθῶν ἤτοι τῶν ἀπὸ κακίας παντελῶς ἀνεπίδεκτος ἦν· καὶ ὅτι οὐχ ὡς πρὸ τῆς ἀναστάσεως ἤσθιε καὶ ἔπινεν, | |
οὕτω καὶ μετὰ τὴν ἀνάστασιν συνέφαγε καὶ συνέπιε τοῖς | 133 in vol. 2 | |
30 | μαθηταῖς, ἀλλὰ τὸ μὲν ἔπραττε νόμῳ φύσεως, τὴν ῥέουσαν σάρκα βρώσει καὶ πόσει ὡς ἀληθῶς ἀνακτώ‐ μενος καὶ περικρατῶν, τὸ δὲ ἐτέλεσεν ὑπερφυῶς δι’ οἰκονομίαν, ἵνα τοῖς μαθηταῖς πιστώσηται, καὶ δι’ αὐτῶν πᾶσι πιστοῖς, ὡς αὐτὸ τὸ πεπονθὸς καὶ σταυρωθὲν ἀνέστη | |
35 | σῶμα, ἀλλ’ οὐχ ἕτερον παρ’ ἐκεῖνο, εἰ καὶ πρὸς ἀφθαρ‐ σίαν καὶ ἀπάθειαν μετεστοιχειώθη. Ταῦτα φιλοθέως ἐπιδογματισάμενος τέλος ἐπιτίθησι τῇ δεκαλόγῳ. | |
37 | Ἔστι δὲ σαφὴς καὶ ἁπλοῦς τὴν φράσιν, καθαρότητι χρώ‐ μενος, καὶ εἴ που δέοι, καὶ εὐκρινείᾳ. | |
Bibl.163106b(41) | Ἀνεγνώσθη Οὐινδανίου Ἀνατολίου Βηρύτου συναγωγὴ γεωργικῶν ἐπιτηδευμάτων. Συνήθροισται δὲ | |
Bibl.163107a | αὐτῷ τὸ βιβλίον ἔκ τε τῶν Δημοκρίτου, Ἀφρικανοῦ τε καὶ Ταραντίνου καὶ Ἀπουληΐου καὶ Φλωρεντίου καὶ Οὐά‐ λεντος καὶ Λέοντος καὶ Παμφίλου, καὶ δὴ καὶ ἐκ τῶν Διοφά‐ νους παραδόξων· τόμοι δέ εἰσι τὸ βιβλίον ιβʹ. | |
4 | Χρήσιμον δὲ | |
5 | τὸ βιβλίον, ὡς καὶ διὰ πείρας αὐτῆς ἐπὶ πολλῶν εἴδομεν, πρὸς τὰς κατὰ γῆν ἐργασίας καὶ τοὺς γεωργικοὺς πόνους, καὶ σχεδόν τι χρησιμώτερον τῶν ἄλλων ὅσοι τῆς αὐτῆς αὐτῷ πραγματείας ἥψαντο. Ἔχει δ’ ὅμως ἔνια καὶ τοῦτο τὸ βιβλίον τερατώδη καὶ ἄπιστα καὶ τῆς ἑλληνικῆς πλά‐ | |
10 | νης ὑπόπλεα, ἃ δεῖ τὸν εὐσεβῆ γηπόνον ἐκτρεπόμενον τῶν λοιπῶν συλλέγειν τὰ χρήσιμα. Καὶ οἱ ἄλλοι δὲ τῶν τὰς γεωργικὰς πραγματείας συγγραψαμένων σχεδόν τι τὰ αὐτὰ περὶ τῶν αὐτῶν, ὅσα ἐμὲ εἰδέναι, ἀπο‐ | |
φαίνονται οὐκ ἐπὶ πολλοῖς δὲ διαφωνοῦσιν· ἐν οἷς δὲ δια‐ | 134 in vol. 2 | |
15 | πεφωνήκασιν, ἡ τοῦ Λέοντος τῶν ἄλλων προκρίνεται πεῖρα. | |
Bibl.164107a(17) | Ἀνεγνώσθη Γαληνοῦ περὶ αἱρέσεων. Περὶ αἱ‐ ρέσεων δὲ τῶν κατὰ τὴν ἰατρικὴν τὴν σύστασιν ἐσχη‐ κυιῶν διαλαμβάνει, καί φησι τρεῖς κατ’ ἰατρικὴν κα‐ | |
20 | θολικὰς αἱρέσεις συστῆναι, τήν τε καλουμένην λογικήν, ἣν καὶ δογματικὴν ἐπονομάζει ἔτι δὲ καὶ ἀναλογιστικήν, δευτέραν δὲ τὴν καλουμένην ἐμπειρικήν, ἥτις καὶ τη‐ ρητικὴ καὶ μνημονευτικὴ ἐπικαλεῖται, τρίτην δὲ τὴν μεθοδικήν. | |
24 | Διαφέρουσι δὲ ἀλλήλων αὗται ἄλλοις τε καὶ | |
25 | τῷ τρόπῳ τῆς εὑρέσεως. Ὁ μὲν γὰρ δογματικὸς λόγῳ κεχρημένος καὶ τὰς μεθόδους τῆς ἰατρείας εὑρίσκων τὴν τέχνην συνίστησιν, ὁ δ’ ἐμπειρικὸς οὐκέτι τῷ λό‐ γῳ ἀλλὰ τῇ πείρᾳ καὶ τῇ τηρήσει· ὁ δὲ μεθοδικὸς ἐπαγγελλόμενος καὶ λόγῳ καὶ πείρᾳ κεχρῆσθαι, ἀκριβῶς | |
30 | δὲ μηδετέρῳ χρώμενος, εἰκότως ἀμφοῖν διοίσει. | |
30 | Εἰς γʹ δὲ τμήματα διαιρεῖται τὸ παρὸν βιβλίον. Καὶ ἐν μὲν τῷ πρώτῳ τὴν σύστασιν τῆς ἐμπειρικῆς καὶ δογματι‐ κῆς ἀναγράφει, ἐν ᾧ καὶ ὁποία ἡ ἑκάστης οὐσία δι‐ δάσκει· ἐν δὲ τῷ δευτέρῳ εἰσάγει τὰς δύο διαφιλο‐ | |
35 | νεικούσας αἱρέσεις ἀλλήλαις καὶ τῶν πρωτείων ἀμφισ‐ βητούσας· ἐν δὲ τῷ γʹ τμήματι τὴν καλουμένην εἰσά‐ γει μεθοδικὴν ταῖς προειρημέναις δυσὶ μαχομένην, κἀκείνας πρὸς ταύτην ἑκάστης τῶν τριῶν τὰ οἰκεῖα προβαλλομένης δίκαια καὶ σπευδούσης εἰς τὴν κατὰ τῶν | |
40 | ὑπολοίπων νίκην. Ἐν οἷς καὶ τὸ τρίτον ἀπαρτίζεται τμῆμα. | |
41 | Δῆλον δ’ ὅτι τὸ βιβλίον τοῦτο τῶν κατὰ τὴν ἰατρικὴν ἀναγνωσμάτων πάντων προτάττεσθαι ὀφείλει, | 135 in vol. 2 |
Bibl.164107b | εἴπερ δεῖ μαθεῖν ποία πασῶν ἀρίστη αἵρεσις, εἶθ’ οὕτω ταύτῃ κεχρῆσθαι. Εἴη δ’ ἂν οὐδὲ κυρίως ἰατρικὸν τὸ βιβλίον ἀλλὰ προοιμίου τόπον ἐπέχον καὶ φιλοσο‐ φίᾳ μᾶλλον ἀνακείμενον. Δῆλον δ’ ὅτι, ὅσα γε ἐπί | |
5 | τε λέξει καὶ συντάξει, καθαρόν ἐστι καὶ εὐκρινές. Τού‐ των γάρ ἐστιν ἐν πᾶσιν ὁ Γαληνὸς φροντιστής, εἰ καὶ ἐν πολλοῖς αὐτοῦ τῶν συγγραμμάτων ἀκαιρολογίαις καὶ παρεκτροπαῖς καὶ τῷ τῶν περιόδων σχοινοτενεῖ φορτίζων τὰ βιβλία συγχεῖ καὶ σκοτοῖ τῶν γεγραμμέ‐ | |
10 | νων τὸν νοῦν, τήν τε σύμφρασιν οἱονεὶ διακόπτων, καὶ εἰς ἀκηδίαν ἄγων διὰ τοῦ μακροῦ λήρου τὸν ἀκροα‐ τήν· ὧν τέως τὸ παρὸν βιβλίον ἀπήλλακται. | |
Bibl.165107b(14) | Ἀνεγνώσθη Ἱμερίου σοφιστοῦ μελέται καὶ ἄλ‐ | |
15 | λως λόγοι διάφοροι, ὧν συμβουλευτικαὶ μὲν δύο, δι‐ κανικαὶ δὲ μελέται τρεῖς· τούτων δὲ καὶ προθεωρίας ἐκτίθεται. | |
17 | Καὶ τῶν συμβουλευτικῶν μὲν τὴν πρώτην εἰς Ὑπερείδην διατυποῖ δῆθεν ὑπὲρ Δημοσθένους συμβου‐ λεύουσαν, τὴν δὲ εἰς Δημοσθένην αὐτὸν ὑπὲρ Αἰσχίνου | |
20 | τὴν συμβουλὴν σχηματίζοντα. Οἱ δὲ λοιποὶ τρεῖς, ὁ μὲν κατ’ Ἐπικούρου διαπλάττεται ἀσεβείας γραφὴν ὡσανεὶ φεύγοντος, ὁ δὲ κατὰ πλουσίου πένητος ἀνδρὸς οἰ‐ κίαν ὅλην μυσαροῖς κενώσαντος δράμασι, καὶ αὐτὸν εἰσάγει τὸν πένητα διαγωνιζόμενον. Ὁ δὲ τρίτος Θε‐ | |
25 | μιστοκλέα παράγει βασιλεῖ Περσῶν ἀντιλέγοντα, ἐπει‐ δὰν ὑποσχέσεις ἐκεῖνος προὔτεινεν ὑπὲρ τῆς τοῦ πολέμου καταλύσεως. | |
27 | Οὗτοι δὴ αὐτῷ οἱ λόγοι τήν τε ἐν λόγοις ἀρετὴν αὐτοῦ καὶ τῶν νοημάτων τὸ ἀνθηρὸν καὶ ἧκον εἰς δύναμιν μᾶλλον τῶν ἄλλων δεικνύειν πως ἐμελε‐ | 136 in vol. 2 |
30 | τήθησαν· περιβολαῖς τε γὰρ κατὰ ζῆλον Δημοσθένους πλεονάζει, καὶ τῷ πολυσχηματίστῳ ποικίλλεται, καὶ ταῖς ἰδέαις καλῶς τοὺς λόγους κεράννυσι, τῷ μεγάλῳ μᾶλ‐ λον ὑψούμενος. Καὶ λέξει δὲ χρῆται, ὅσον μὲν εἰς τύπον καὶ τῇ καθ’ ἑαυτὴν σημασίᾳ καὶ ἐμφάσει, οὐδὲν | |
35 | τοῦ σαφοῦς λειπομένῃ. Τὸ δὲ λύσεις αὐτὰς ὀνομάτων ὡς ἐπὶ τὸ πλεῖστον εἶναι ξενίζει μὲν μετὰ τοῦ ἡδέος τὴν ἀκοήν, οὐ μέντοι τοῖς πολλοῖς ἐπ’ ἴσης παρέχεται τὴν κατάληψιν. Σαφὴς δὲ καὶ τοῖς τῆς εὐκρινείας ἰδιώ‐ μασι. Χρώμενος δ’, ὡς ἔφην, περιβολῇ τῇ τε κατ’ | |
40 | αἰτιολογίαν καὶ ἄλλως κεχρημένος φαίνεται· γοργοῖς μέντοι τοῖς σχήμασιν ἀποδιδοὺς τὴν ἐντεῦθεν ἀσάφειαν ἐκκαθαίρει. Καὶ ὑπερβατῷ δὲ καὶ τροπῇ, εἰ καὶ τῆς | |
Bibl.165108a | περιβολῆς ἐπ’ ἔλαττον, ὅμως ἐνταῦθα πολλῇ καὶ εὐφυῶς χρῆται. Καὶ σύντονος ἐν τούτοις καὶ γοργός, ὅπου δεήσοι. Ἀλλ’ ἐν μὲν τοῖς εἰρημένοις λόγοις τοιοῦτος. Ἐφεξῆς δὲ τούτων τάττει τὸν Πολεμαρχικόν, ὃς | |
5 | ἐγκώμιόν ἐστι τῶν ὑπὲρ ἐλευθερίας πρὸς Πέρσας ἐν μάχῃ πεσόντων καὶ πολέμου ἔπαινος. Μεθ’ ὅν ἐστιν ὁ Ἀρεοπαγιτικὸς ἢ καὶ ἐλευθερωτικὸς Ῥουφίνου τοῦ οἰκείου υἱοῦ· οὗτος οὐ πλασματικὸς οὐδ’ ὁ ἐφεξῆς, ἡ εἰς τὸν αὐτὸν υἱὸν τελευτήσαντα μονῳδία. Εἶτα ἐπι‐ | |
10 | θαλάμιος εἰς ἑταῖρον Σεβῆρον· οὐδ’ οὗτος δὲ δῆ‐ λον ὅτι τῶν πλασματικῶν· τούτου δὲ πάλιν καὶ θεωρίαν προκαθίστησιν. | |
12 | Ἐφ’ οἷς Διογένης ἢ προπεμπτικός· σεμνύνεται δὲ καὶ οὗτος προθεωρίᾳ, καί γε καὶ ὡς διαλόγῳ τυποῦται πλαττόμενος. Εἶτα πρὸς τοὺς ἑταίρους συνακτή‐ | 137 in vol. 2 |
15 | ριος, ὅτε ἐξῄει εἰς Κόρινθον. Πάλιν εἰς Φλαβιανὸν προ‐ πεμπτήριος, προαχθέντα τῆς Ἀσίας ὕπατον. Ἐφεξῆς εἰς τοὺς περὶ Πείσωνα νεηλύδας. Πάλιν προπεμπτικὸς ἢ Διογένης. Καὶ σχέδιον ἐφεξῆς ἐπὶ τῇ γενομένῃ στάσει ἐν τῇ διατριβῇ, εἴς τε τὴν τῶν Κυπρίων ἐπιδημίαν, καὶ | |
20 | εἰς τὸν πρῶτον ἐκ Καππαδοκίας αὐτοῦ ἀκροασάμενον. Εἶτα ἐπίδειξις, ὅτε ἀναβαλλόμενος εἰπεῖν ἀξιούμενος εἰς αὐτὸ τοῦτο διείλεκται, ὅτι σπάνια τὰ καλά. Καὶ εἰς Μουσώνιον δὲ τὸν ἀνθύπατον Ἑλλάδος, καὶ εἰς Σεβῆρον νέηλυν ἐπιστάντα συμπληγάδι, εἶτα λαλιὰ καὶ εἰς τὸν | |
25 | κόμητα Οὐρσάκιον, καὶ εἰς Σεβῆρον ἕτερον, καὶ εἰς Σκυλάκιον ἀνθύπατον Ἑλλάδος καὶ εἰς νεηλύδας Ἐφε‐ σίους καὶ Μυσοὺς καὶ πολίτας τοῦ Λέοντος. Εἶτα εἰς τοὺς ἐκ πατρίδος ἑταίρους, καὶ εἰς Ἀθηναῖον κόμητα, καὶ εἰς Πρι‐ βᾶτον Ῥωμαῖον παιδεύοντα τὸν παῖδα Ἀμπελίου τοῦ ἀν‐ | |
30 | θυπάτου, καὶ δὴ καὶ εἰς τὴν ἀπὸ Κορίνθου ἐπάνοδον, καὶ εἰς τὸν Ἀλεξάνδρου τοῦ ἀνθυπάτου παῖδα Φοῖβον καὶ εἰς Ἀρκάδιον τὸν ἰατρὸν καὶ κόμητα, καὶ προπεμπτή‐ ριος εἰς τοὺς προσελθόντας ἑταίρους, προπεμπτικός τε εἰς Φλαβιανὸν καὶ ἐπιθαλάμιος ῥηθεὶς εἰς Παναθή‐ | |
35 | ναιον. Εἶτα λαλιά, ἑτέρα λαλιά, καὶ διάλεξις ἐν Φι‐ λίπποις, ὅτε ἀπῄει παρὰ Ἰουλιανοῦ βασιλέως καλούμενος, εἶτα ῥηθεὶς ἐν Κωνσταντινουπόλει εἰς αὐτήν τε τὴν πόλιν καὶ Ἰουλιανὸν τὸν βασιλέα, καὶ εἰς τὴν Μίθρου τελετήν. | |
39 | Διάλεξις εἰς Σαλούστιον ἔπαρχον, ἧς ἔστι καὶ | |
40 | θεωρία. Εἰς Φλαβιανὸν πάλιν τὸν ἀνθύπατον, καὶ εἰς | |
τὴν γενέθλιον τοῦ ἑταίρου, καὶ λαλιὰ εἰς τὸ ὑγιαίνειν τὸν ἑταῖρον. Ἔτι δὲ εἰς τοὺς ἐπιβουλεύοντας, καὶ εἰς τὸν | 138 in vol. 2 | |
Bibl.165108b | ἀνθύπατον Βασίλειον, καὶ πάλιν εἰς τὸν αὐτὸν Βα‐ σίλειον, εἰς Ἑρμογένην τε τὸν τῆς Ἑλλάδος ἀνθύπατον, καὶ εἰς Πλοκιανὸν τὸν ἀνθύπατον, πάλιν εἰς Ἀμπέ‐ λιον τὸν ἀνθύπατον, καὶ εἰς τὸν ἀνθύπατον τῆς Ἑλ‐ | |
5 | λάδος Πραιτεκστάτον καὶ τοὺς ἑταίρους. Εἶτα πρὸς τὸν βασιλέα Ἰουλιανὸν ἀπαίρειν μέλλων, εἶτα ἐν Νικομη‐ δείᾳ, προτραπεὶς ὑπὸ τοῦ ἐκεῖσε ἄρχοντος Πομπηϊανοῦ. Μεθ’ ὃν ὁ εἰς νεηλύδας· εἶτα εἰς νέηλυν· ἐπὶ τούτοις ὁ εἰς Ζήνωνα τὸν ἑταῖρον, καὶ μετ’ αὐτὸν εἰς Ἀφό‐ | |
10 | βιον νέηλυν, καὶ εἰς τὸν ἐκ τοῦ χρησμοῦ τοῦ Ποσειδῶ‐ νος φοιτήσαντα, εἴς τε τοὺς ἀπὸ Ἰωνίας ἐπιδημή‐ σαντας, καὶ εἰς τοὺς Ἴωνας ξένους, καὶ εἰς τοὺς ἑταίρους σχέδιον ῥηθέν, καὶ ἣν ἐξέδωκεν ἑταίρῳ Κωνσταντινου‐ πολίτῃ. | |
14 | Διάλεξίς τε ἐν τοῖς ἑταίροις μετὰ τὴν ἀπὸ τῆς | |
15 | πατρίδος ἐπάνοδον, καὶ εἰς τὴν αὐτοῦ διατριβὴν ἐξ αὐ‐ τοσχεδίου διάλεξις. Καὶ ἐπίπληξις τοῖς ῥᾳθύμως ἀκροω‐ μένοις τῶν λόγων, καὶ σχέδιον εἴς τινας τῶν φοιτώντων δόξαντας ἀφηνιάζειν, καὶ εἰς τοὺς περὶ Κυτιανὸν ἀτάκτως ἀκούσαντας, ὅτε τὸ σχέδιον εἶπε. Καὶ προτροπὴ πρὸς τὸ | |
20 | χρῆναι τὴν ἐν τοῖς λόγοις ποικιλίαν ἀσπάζεσθαι, καὶ ἡ μετὰ τὴν τοῦ τραύματος θεραπείαν διάλεξις. Εἶτα ὁ μετὰ τὴν ἀπὸ Κορίνθου ἐπάνοδον, εἴς τε τὸ γραφεῖον καὶ τοὺς ἑταίρους, καὶ εἰς τὴν Λακεδαιμονίων πόλιν, ὅτε ὀνείρατι πειθόμενος τῷ Ἀμυκλαίῳ θεῷ ἐφοίτησεν | |
25 | εὔξασθαι. Καὶ ὅτι οὐ δεῖ πάντως δημοσίᾳ τὰς ἀκροάσεις ἀπαγγέλλειν, καὶ λαλιὰ ὅτι δεῖ ἐν γυμνασίοις εἶναι, καὶ λαλιὰ ἐν Κορίνθῳ ἐκδεδομένη. | |
Τούτους οἶμαι τοὺς λόγους μόνους τοῦ σοφιστοῦ Ἱμε‐ ρίου, περί που οʹ ὄντας, κατὰ πρόσωπον ἡμῶν τὴν σὴν φιλο‐ | 139 in vol. 2 | |
30 | πονίαν ἀνεγνωκέναι. | |
30 | Ἐν οἷς ἐστι πᾶσι τὸν μὲν τῆς λέξεως τύπον καὶ τὸ αὐτὸ σχῆμα φυλάττων, τῇ τε περιβολῇ καὶ τῇ τροπῇ χρώμενος, εἰ καὶ τὸν κόρον οὐκ ἔτεκεν ἡ μετ’ εὐφυΐας χρῆσις καὶ οἰκείωσις τῆς τροπῆς· καὶ κα‐ τά γε ἐμὴν εἴδησιν οὐδεὶς οὕτως (οἶμαι) χρησάμενος τῇ | |
35 | τροπῇ καλῶς οὕτω καὶ ἡδέως ἀπήλλαξε. Παραδείγμασι δὲ ἐξ ἱστορίας τε καὶ ἐκ μύθων παντοδαπῶν μεστὰ αὐτοῦ τυγχάνει τὰ γράμματα, ἢ πρὸς ἀπόδειξιν ἢ πρὸς ὁμοιό‐ τητα ἢ πρὸς ἡδονὴν καὶ κάλλος ὧν λέγει, τούτοις ἀπευ‐ θύνων τὸν λόγον καὶ ποικιλλόμενος. Καὶ τὰ προοίμια | |
40 | δὲ καὶ οἱ ἐπίλογοι, ἔστι δὲ οὗ καὶ οἱ οἷον ἀγῶνες ἀπὸ τούτων αὐτῷ διασκευάζονται. Πολλῇ δὲ κέχρηται καὶ τῇ προδιατυπώσει. Ἀλλὰ τοιοῦτος ὢν ἐν τοῖς λόγοις ἀσεβής | |
Bibl.165109a | (ὡς δῆλόν) ἐστι τὴν θρησκείαν, εἰ καὶ τοὺς λα‐ θραίους μιμεῖται τῶν κυνῶν καθ’ ἡμῶν ὑλακτῶν. Ἤκμασε δὲ ἐπὶ Κωνσταντίου καὶ τοῦ δυσσεβεστάτου Ἰουλιανοῦ, καὶ τοῦ ἐν Ἀθήνῃσι κατὰ ῥητορείαν προὔστη διδασκαλείου. | |
Bibl.166109a(6) | Ἀνεγνώσθη Ἀντωνίου Διογένους τῶν ὑπὲρ Θούλην ἀπίστων λόγοι κδʹ. Δραματικὸν οἱ λόγοι, σαφὴς ἡ φράσις καὶ οὕτω καθαρὰ ὡς ἐπ’ ἔλαττον εὐ‐ κρινείας δεῖσθαι, καὶ τότε κατὰ τὰς ἐκτροπὰς τῶν διη‐ | |
10 | γημάτων. Ταῖς δὲ διανοίαις πλεῖστον ἔχει τοῦ ἡδέος, ἅτε μύθων ἐγγὺς καὶ ἀπίστων ἐν πιθανωτάτῃ πλάσει καὶ διασκευῇ ὕλην ἑαυτῇ διηγημάτων ποιουμένη. Εἰσάγεται τοίνυν ὄνομα Δεινίας κατὰ ζήτησιν ἱστο‐ ρίας ἅμα τῷ παιδὶ Δημοχάρῃ ἀποπλανηθεὶς τῆς πα‐ | |
15 | τρίδος, καὶ διὰ τοῦ Πόντου καὶ ἀπὸ τῆς κατὰ Κασπίαν καὶ Ὑρκανίαν θαλάσσης πρὸς τὰ Ῥιπαῖα καλούμενα ὄρη καὶ τοῦ Τανάϊδος ποταμοῦ τὰς ἐκβολὰς ἀφιγμένοι, εἶτα διὰ τὸ πολὺ τοῦ ψύχους ἐπὶ τὸν Σκυθικὸν ἐπιστρα‐ φέντες ὠκεανόν, καὶ δὴ καὶ εἰς τὸν ἑῷον ἐμβαλόντες | 140 in vol. 2 |
20 | καὶ πρὸς ταῖς τοῦ ἡλίου ἀνατολαῖς γεγονότες, ἐντεῦθέν τε κύκλῳ τὴν ἐκτὸς περιελθόντες θάλασσαν ἐν χρόνοις μακροῖς καὶ ποικίλαις πλάναις· οἷς συνεφάπτονται τῆς πλάνης Καρμάνης καὶ Μήνισκος καὶ Ἄζουλις. | |
23 | Γίνονται δὲ καὶ ἐν Θούλῃ τῇ νήσῳ ἐνταῦθα τέως καὶ σταθμὸν | |
25 | ὥσπερ τῆς πλάνης τινὰ ποιούμενοι. Ἐν ταύτῃ τῇ Θούλῃ Δεινίας κατ’ ἔρωτος νόμον ὁμιλεῖ Δερκυλλίδι τινὶ κα‐ λουμένῃ ἥτις γένει μὲν ὑπῆρχε Τυρία τῶν κατὰ τὴν πόλιν εὐπατριδῶν, ἀδελφῷ δὲ συνῆν ὄνομα Μαντινίᾳ. Ταύτῃ Δεινίας ὁμιλῶν ἀναμανθάνει τήν τε τῶν ἀδελ‐ | |
30 | φῶν πλάνην, καὶ ὅσα Παάπις τις ἱερεὺς αἰγύπτιος, τῆς πατρίδος αὐτοῦ λεηλατηθείσης καὶ παροικήσας Τύρον καὶ φιλοξενηθεὶς ὑπὸ τῶν τεκόντων τοὺς ἀδελ‐ φοὺς Δερκυλλίδα καὶ Μαντινίαν, καὶ δόξας τὰ πρῶτα εὔνους εἶναι τοῖς εὐεργέταις καὶ ὅλῳ τῷ οἴκῳ, μετὰ | |
35 | ταῦτα ὅσα κακὰ τόν τε οἶκον καὶ αὐτοὺς καὶ αὐτῶν γονέας εἰργάσατο· ὅπως εἰς Ῥόδον ἀπὸ τῆς κατὰ τὸν οἶκον συμφορᾶς σὺν τῷ ἀδελφῷ ἀπήχθη, κἀκεῖθεν εἰς Κρήτην ἐπλανήθη, εἶτα εἰς Τυρρηνούς, κἀντεῦθεν εἰς Κιμμερίους οὕτω καλουμένους· καὶ ὡς τὰ ἐν Ἅιδου | |
40 | παρ’ αὐτοῖς ἴδοι καὶ πολλὰ τῶν ἐκεῖσε μάθοι, διδα‐ σκάλῳ χρωμένη Μύρτῳ θεραπαινίδι οἰκείᾳ, πάλαι τὸν | |
Bibl.166109b | βίον ἀπολιπούσῃ καὶ ἐκ τῶν νεκρῶν τὴν δέσποιναν ἀναδιδασκούσῃ. Ταῦτα τοίνυν ἀπάρχεται Δεινίας διηγεῖσθαι Κύμβᾳ | |
τινὶ ὀνόματι ἐξ Ἀρκαδίας πατρίδος, ὃν στείλειε τὸ κοι‐ | 141 in vol. 2 | |
5 | νὸν τῶν Ἀρκάδων ἐς Τύρον, αἰτούμενοι Δεινίαν πρὸς αὐτούς τε καὶ πατρίδα ἐπαναζεῦξαι. Ἐπεὶ δὲ αὐτὸν τὸ βάρος τοῦ γήρως ἐκώλυεν, εἰσάγεται διηγούμενος ἅπερ τε αὐτὸς κατὰ τὴν πλάνην θεάσοιτο ἢ καὶ ἄλλων θεασα‐ μένων ἀκήκοε, καὶ ἃ Δερκυλλίδος ἐν Θούλῃ διηγουμένης | |
10 | ἀνέμαθε, λέγω δὴ τήν τε προειρημένην πλάνην αὐτῆς, καὶ ὅπως μετὰ τὴν ἐξ Ἅιδου αὐτῆς ἀναχώρησιν σὺν Κηρύλλῳ καὶ Ἀστραίῳ, ἤδη τοῦ ἀδελφοῦ διασπασθεῖσα, ἐπὶ τὸν Σειρήνης ἀφίκοντο τάφον· καὶ ὅσα πάλιν αὐτὴ ἐξ Ἀστραίου λέγοντος ἤκουσε, περί τε Πυθαγόρου φημὶ | |
15 | καὶ Μνησάρχου· οἷά τε Φιλώτιδος αὐτὸς Ἀστραῖος ἤκουσε, καὶ τὸ κατὰ τοὺς ὀφθαλμοὺς αὐτοῦ μυθῶδες θέαμα, καὶ ὅσα αὖθις Δερκυλλὶς ἐπὶ τὴν οἰκείαν ἐπα‐ νιοῦσα πλάνην ἀπήγγελλεν, ὡς περιπέσοι ἀνθρώπων πόλει κατὰ τὴν Ἰβηρίαν, οἳ ἑώρων μὲν ἐν νυκτί, τυ‐ | |
20 | φλοὶ δὲ ὑπὸ ἡμέρᾳ ἑκάστῃ ἐτύγχανον, καὶ ὅσα ἐκεῖ Ἀστραῖος αὐλῶν τοῖς πολεμίοις ἐκείνων εἰργάσατο. Καὶ ὡς ἀφεθέντες εὐμενῶς ἐκεῖθεν περιπεπτώκασι τοῖς Κελτοῖς, ἔθνει ὠμῷ καὶ ἠλιθίῳ, ἵπποις τε αὐτοὺς ἐξέ‐ φυγον, καὶ ὅσα αὐτοῖς περὶ τῆς κατὰ τὴν χρόαν τῶν | |
25 | ἵππων ἐναλλαγῆς ἐγεγόνει. Ὅπως τε κατὰ τοὺς Ἀκυ‐ τανοὺς ἐγένοντο, καὶ οἵας ἐκεῖ τιμῆς ἀπήλαυσαν Δερ‐ κυλλίς τε καὶ Κήρυλλος, καὶ ἔτι μᾶλλον Ἀστραῖος τῇ περὶ τοὺς οἰκείους ὀφθαλμοὺς αὐξομειώσει τὰς σεληνια‐ κὰς σημαίνων αὐξομειώσεις, καὶ λύων ἔριδος τοὺς | |
30 | ἐκεῖσε περὶ τῆς ἀρχῆς βασιλεῖς, οἳ δύο ὄντες κατὰ τὰ τοιαῦτα τῆς σελήνης πάθη ἀλλήλων ἀντικαθίσταντο διάδοχοι· δι’ ἃ καὶ ὁ ἐκεῖσε δῆμος τοῖς περὶ Ἀστραῖον ἔχαιρον. Ἐντεῦθεν ἐπιμυθεύεται ὅπως τά τε ἄλλα Δερκυλ‐ | |
35 | λὶς εἶδέ τε καὶ ὑπήνεγκε, καὶ ὡς ἐν Ἀρτάβροις ἤχθη, οὗ γυναῖκες μὲν πολεμοῦσιν, ἄνδρες δὲ οἰκουροῦσι καὶ τὰ γυναικῶν ἐπιμελοῦνται. Ἐπὶ τούτοις οἷα κατὰ τοὺς Ἀστύ‐ ρους τὸ ἔθνος αὐτῇ τε καὶ Κηρύλλῳ συνεκύρησε, καὶ ἔτι ὅσα ἰδίως Ἀστραίῳ συνηνέχθη, καὶ ὡς παρ’ ἐλ‐ | 142 in vol. 2 |
40 | πίδας πάσας τοὺς ἐν Ἀστύροις συχνοὺς κινδύνους ἐκ‐ πεφευγότες Κήρυλλος σὺν Δερκυλλίδι τὴν δίκην ὅμως, | |
Bibl.166110a | ἣν ἀδικήματος παλαιοῦ ὠφληκὼς ἐτύγχανεν, οὐκ ἀπέφυγεν, ἀλλὰ παρὰ δόξαν πᾶσαν ὡς ἐσώθη τῶν κιν‐ δύνων, οὕτω καὶ ἐκρεουργήθη. | |
3 | Μετὰ ταῦτα οἷα κατὰ τὴν Ἰταλίαν καὶ Σικελίαν πλανωμένη ἐθεάσατο, καὶ | |
5 | ὡς ἐν Ἔρυκι γενομένη πόλει Σικελίας συλλαμβάνεται καὶ πρὸς Αἰνησίδημον (ἐτυράννει δὲ τότε Λεοντίνων οὗτος) ἀπάγεται. | |
7 | Ἐν ᾧ πάλιν Παάπιδι τῷ τρισαλιτη‐ ρίῳ περιπίπτει τῷ τυραννοῦντι συνόντι, καὶ τῆς ἀπροσ‐ δοκήτου συμφορᾶς ἀνέλπιστον εὑρίσκει παραμυθίαν τὸν | |
10 | ἀδελφὸν Μαντινίαν, ὃς πολλὰ πλανηθείς, καὶ πολλῶν ἀπιστοτάτων θεαμάτων περί τε ἀνθρώπους καὶ ἕτερα ζῷα περί τε αὐτὸν ἥλιον καὶ σελήνην καὶ φυτὰ καὶ νήσους μάλιστα ἐξηγητὴς αὐτῇ καταστάς, ὕλην ἄφθο‐ νον παρέσχε μυθοποιΐας ἀπαγγέλλειν ὕστερον τῷ Δει‐ | |
15 | νίᾳ· ἅπερ αὐτὸς συνείρων εἰσάγεται διηγούμενος τῷ Ἀρκάδι Κύμβᾳ. Ἔπειτα ὡς λαβόντες Μαντινίας καὶ Δερκυλλὶς ἐκ Λεοντίνων τὸ Παάπιδος πηρίδιον μετὰ τῶν ἐν αὐ‐ τῷ βιβλίων καὶ τῶν βοτανῶν τὸ κιβώτιον, ἀπαί‐ | |
20 | ρουσιν εἰς Ῥήγιον κἀκεῖθεν εἰς Μεταπόντιον, ἐν ᾧ αὐτοὺς Ἀστραῖος ἐπικαταλαβὼν μηνύει κατὰ πόδας διώκειν Παάπιν. Καὶ ὡς συναπαίρουσιν αὐτῷ ἐπὶ Θρᾷ‐ κας καὶ Μασσαγέτας, πρὸς Ζάμολξιν τὸν ἑταῖρον αὐ‐ | |
τοῦ ἀπιόντι, ὅσα τε κατὰ ταύτην τὴν ὁδοιπορίαν ἴδοιεν, | 143 in vol. 2 | |
25 | καὶ ὅπως ἐντύχοι Ἀστραῖος Ζαμόλξιδι παρὰ Γέταις ἤδη θεῷ νομιζομένῳ· καὶ ὅσα εἰπεῖν αὐτῷ καὶ δεη‐ θῆναι Δερκυλλίς τε καὶ Μαντινίας Ἀστραῖον ὑπὲρ αὑτῶν ἠξίωσαν. Καὶ ὡς χρησμὸς αὐτοῖς ἐκεῖθεν ἐξέπε‐ σεν ἐπὶ Θούλην εἶναι πεπρωμένον ἐλθεῖν, καὶ ὡς ἐς | |
30 | ὕστερον καὶ πατρίδα ὄψονται, πρότερον ἄλλα τε ἐντα‐ λαιπωροῦντες, καὶ δίκην τῆς ἐς τοὺς τοκέας ἀνοσιότη‐ τος (εἰ καὶ ἄκοντες ἥμαρτον) τιννύντες τῷ τὸν βίον αὐτοῖς εἰς ζωὴν καὶ θάνατον διαμερισθῆναι, καὶ ζῆν μὲν ἐν νυκτί, νεκροῖς δὲ ἐν ἑκάστῃ εἶναι ἡμέρᾳ. Εἶτα | |
35 | ὡς τοιούτους χρησμοὺς λαβόντες ἀπαίρουσιν ἐκεῖθεν τὸν Ἀστραῖον σὺν Ζαμόλξιδι λείποντες ὑπὸ Γετῶν δοξα‐ ζόμενον. Καὶ ὅσα περὶ Βορρᾶν αὐτοῖς τεράστια ἰδεῖν καὶ ἀκοῦσαι συνηνέχθη. Ταῦτα πάντα Δεινίας κατὰ Θούλην ἀκούσας διη‐ | |
40 | γουμένης Δερκυλλίδος εἰσάγεται νῦν ἀπαγγέλλων τῷ Ἀρκάδι Κύμβᾳ. Ἐπὶ τούτοις καὶ ὡς Παάπις διώκων μετ’ ἴχνια τοὺς περὶ Δερκυλλίδα ἐπέστη αὐτοῖς ἐν τῇ | |
Bibl.166110b | νήσῳ, καὶ τὸ πάθος ἐκεῖνο τέχνῃ μαγικῇ ἐπέθηκε θνῄσκειν μὲν ἡμέρας, ἀναβιώσκειν δὲ νυκτὸς ἐπιγι‐ νομένης. Καὶ τὸ πάθος αὐτοῖς ἐνέθηκεν ἐμπτύσας αὐ‐ τῶν κατὰ τὸ ἐμφανὲς τοῖν προσώποιν. Καὶ ὡς Θρου‐ | |
5 | σκανός τις Θουλίτης, ἐραστὴς διάπυρος Δερκυλλίδος, ἰδὼν πεσοῦσαν τῷ ἐκ Παάπιδος πάθει τὴν ἐρωμένην καὶ ὑπεραλγήσας, ἀθρόον τε ἐπιστάς, παίει ξίφει ἐκ τοῦ αἰφνι‐ δίου τὸν Παάπιν καὶ ἀναιρεῖ, τοῦτο μόλις τῶν μυρίων κακῶν τέλος εὑράμενον. Καὶ ὡς Θρουσκανός, ἐπεὶ Δερ‐ | |
10 | κυλλὶς ἔκειτο δοκοῦσα νεκρά, ἑαυτὸν ἐπικατασφάττει. | |
Ταῦτα πάντα καὶ τούτων ἕτερα πολλὰ παραπλήσια, τήν τε ταφὴν αὐτῶν καὶ τὴν ἐκεῖθεν ὑπαναχώρησιν καὶ τοὺς ἔρωτας Μαντινίου, καὶ ὅσα διὰ τοῦτο συνέβη, καὶ ἕτερα ὅμοια κατὰ Θούλην τὴν νῆσον, Δεινίας μα‐ | 144 in vol. 2 | |
15 | θὼν μυθολογούσης Δερκυλλίδος εἰσάγεται νῦν συνυ‐ φαίνων τῷ Ἀρκάδι Κύμβᾳ. Καὶ συμπληροῦται Ἀν‐ τωνίῳ Διογένει ὁ εἰκοστὸς τρίτος λόγος τῶν ὑπὲρ Θού‐ λην ἐπιγραφομένων ἀπίστων, καίτοι μηδὲν ἢ βραχέα κατ’ ἀρχὰς περὶ Θούλης τῆς συγγραφῆς ὑποδηλωσάσης. | |
20 | Ὁ δὲ εἰκοστὸς τέταρτος λόγος εἰσάγει Ἄζουλιν διηγούμενον, κἀκεῖθεν Δεινίαν τοῖς ἔμπροσθεν αὐτῷ μυθολογηθεῖσι πρὸς Κύμβαν συνείροντα τὰ Ἀζού‐ λιδος, ὡς κατανοήσοι τῆς γοητείας τὸν τρόπον, καθ’ ὃν Παάπις ἐγοήτευσε Δερκυλλίδα καὶ Μαντινίαν νυκτὶ | |
25 | μὲν ζῶντας ἐν ἡμέρᾳ δὲ νεκροὺς εἶναι, καὶ ὡς ἀπήλ‐ λαξεν αὐτοὺς τοῦ πάθους, τόν τε τρόπον τῆς τιμωρίας ταύτης καὶ δὴ καὶ τῆς ἰάσεως ἐκ τοῦ πηριδίου ἀνευρὼν τοῦ Παάπιδος, ὃ συνεπεφέροντο Μαντινίας καὶ Δερκυλ‐ λίς. Οὐ μόνον δὲ ἀλλ’ εὗρε καὶ ὅπως Δερκυλλὶς καὶ Μαν‐ | |
30 | τινίας ἀπαλλάξειαν μεγάλου κακοῦ τοὺς τοκέας κειμέ‐ νους, οὓς ὑποθήκαις Παάπιδος, ὡς ἂν ἐπὶ τῷ ἐκείνων συμφέροντι, αὐτοὶ ἐλυμήναντο, ἶσα κεῖσθαι νεκροῖς μακρὸν χρόνον κατεργασάμενοι. | |
33 | Εἶτα ὡς ἐκεῖθεν Δερ‐ κυλλὶς ἅμα Μαντινίᾳ ἐπὶ τὴν πατρίδα ἔσπευδον ἐπὶ | |
35 | τῇ τῶν τεκόντων ἀναβιώσει καὶ σωτηρίᾳ. Δεινίας δὲ ἅμα Καρμάνῃ καὶ Μηνίσκῳ, ἀποχωρισθέντος αὐτοῖς Ἀζούλιδος, πρὸς τὰ ὑπὲρ τὴν Θούλην τὴν πλάνην ἐξέ‐ τεινον· καθ’ ἣν πλάνην τὰ ὑπὲρ τὴν Θούλην ἄπιστα θεάσασθαι νῦν ἀπαγγέλλων εἰσάγεται Κύμβᾳ, ἐκεῖνα λέγων | |
40 | ἰδεῖν ἃ καὶ οἱ τῆς ἀστροθεάμονος τέχνης σπουδασταὶ | |
ὑποτίθενται, οἷον ὥς ἐστιν ἐνίοις δυνατὸν κατὰ κορυφὴν τὴν ἄρκτον εἶναι, καὶ τὴν νύκτα μηνίαιαν, καὶ ἔλαττον | 145 in vol. 2 | |
Bibl.166111a | δὲ καὶ πλέον, καὶ ἑξαμηνιαίαν δέ, καὶ τὸ ἔσχατον ἐνιαυσιαίαν· οὐ μόνον δὲ τὴν νύκτα ἐπὶ τοσοῦτον παρατεί‐ νεσθαι, ἀλλὰ καὶ τὴν ἡμέραν ταύταις συμβαίνειν ἀνά‐ λογον. | |
4 | Καὶ ἕτερα δὲ ἀπαγγέλλει ἰδεῖν ὅμοια, καὶ ἀν‐ | |
5 | θρώπους δὲ ἰδεῖν καὶ ἕτερα τινὰ τερατεύεται, ἃ μηδεὶς μήτε ἰδεῖν ἔφη μήτε ἀκοῦσαι, ἀλλὰ μηδὲ φαντασίαις ἀνετυπώσατο. Καὶ τὸ πάντων ἀπιστότατον, ὅτι πορευό‐ μενοι πρὸς Βορρᾶν ἐπὶ σελήνην, ὡς ἐπί τινα γῆν κα‐ θαρωτάτην, πλησίον ἐγένοντο, ἐκεῖ τε γενόμενοι ἴδοιεν | |
10 | ἃ εἰκὸς ἦν ἰδεῖν τὸν τοιαύτην ὑπερβολὴν πλασμάτων προαναπλάσαντα. | |
11 | Εἶτα καὶ ὡς ἡ Σίβυλλα τὴν μαντικὴν ἀπὸ Καρμάνου ἀνέλαβε. Μετὰ δὲ ταῦτα ὅτι εὐχὰς ἰδίας ἕκαστος ηὔξατο, καὶ τοῖς μὲν ἄλλοις ἑκάστῳ συνέπεσεν ὥσπερ ηὔξατο, αὑτὸν δέ φησιν ἐκεῖθεν ἀφυπνώσαντα | |
15 | ἐς Τύρον ἐς τὸν τοῦ Ἡρακλέος νεὼν εὑρεθῆναι, ἐκεῖθέν τε ἀναστάντα τήν τε Δερκυλλίδα καὶ τὸν Μαντινίαν ἀνευρεῖν εὖ πεπραχότας καὶ τούς τε γονεῖς τοῦ μακροῦ ἀπαλλάξαντας ὕπνου, μᾶλλον δὲ ὀλέθρου, καὶ τἆλλα εὐδαιμονοῦντας. | |
20 | Ταῦτα Κύμβᾳ Δεινίας διεμυθολόγησε, καὶ κυπαριτ‐ τίνας δέλτους προενεγκών, ἐγγράψαι ταύταις τὸν Ἐρα‐ σινίδην Ἀθηναῖον συνεπόμενον τῷ Κύμβᾳ (ἦν γὰρ τεχνί‐ της λόγων) παρεκελεύσατο. Ὑπέδειξε δὲ αὐτοῖς καὶ τὴν Δερκυλλίδα· αὕτη γὰρ καὶ τὰς κυπαριττίνας δέλτους | |
25 | ἤνεγκε. Προσέταξέ τε τῷ Κύμβᾳ δίχα ταῦτα τὰ δια‐ μυθολογηθέντα ἀναγράψασθαι, καὶ θατέραν μὲν τῶν δέλτων αὐτὸν ἔχειν, τὴν ἑτέραν δέ, καθ’ ὃν ἀποβιῴη καιρόν, τὴν Δερκυλλίδα πλησίον τοῦ τάφου κιβωτίῳ | |
ἐμβαλοῦσαν καθεῖναι. | 146 in vol. 2 | |
30 | Ὁ γοῦν Διογένης, ὁ καὶ Ἀντώνιος, ταῦτα πάντα Δει‐ νίαν εἰσαγαγὼν πρὸς Κύμβαν τερατευσάμενον, ὅμως γράφει Φαυστίνῳ ὅτι τε συντάττει περὶ τῶν ὑπὲρ Θού‐ λην ἀπίστων, καὶ ὅτι τῇ ἀδελφῇ Ἰσιδώρᾳ φιλομαθῶς ἐχούσῃ τὰ δράματα προσφωνεῖ. Λέγει δὲ ἑαυτὸν ὅτι | |
35 | ποιητής ἐστι κωμῳδίας παλαιᾶς, καὶ ὅτι εἰ καὶ ἄπιστα καὶ ψευδῆ πλάττοι, ἀλλ’ οὖν ἔχει περὶ τῶν πλείστων αὐτῷ μυθολογηθέντων ἀρχαιοτέρων μαρτυρίας, ἐξ ὧν σὺν καμάτῳ ταῦτα συναθροίσειε· προτάττει δὲ καὶ ἑκάστου βιβλίου τοὺς ἄνδρας οἳ τὰ τοιαῦτα προαπεφή‐ | |
40 | ναντο, ὡς μὴ δοκεῖν μαρτυρίας χηρεύειν τὰ ἄπιστα. Ἐπιστολὴν μὲν οὖν κατ’ ἀρχὰς τοῦ βιβλίου γράφει πρὸς τὴν ἀδελφὴν Ἰσίδωραν, δι’ ἧς εἰ καὶ τὴν προσφώνησιν | |
Bibl.166111b | αὐτῇ τῶν συγγραμμάτων δείκνυται πεποιημένος, ἀλλ’ οὖν εἰσάγει Βάλαγρον πρὸς τὴν οἰκείαν γυναῖκα Φίλαν τοὔνομα, γράφοντα (θυγάτηρ δὲ ἦν Ἀντιπάτρου αὕτη) ὅτι τῆς Τύρου ὑπὸ Ἀλεξάνδρου τοῦ βασιλέως Μακε‐ | |
5 | δόνων εἰς ἅλωσιν ἐλθούσης καὶ πυρὶ τὰ πλεῖστα δαπα‐ νηθείσης, στρατιώτης ἧκε πρὸς Ἀλέξανδρον ξένον τι καὶ παράδοξον λέγων μηνύειν, εἶναι δὲ τὸ θέαμα τῆς πόλεως ἔξω. Ὁ δὲ βασιλεὺς Ἡφαιστίωνα καὶ Παρμε‐ νίωνα συμπαραλαβὼν εἵποντο τῷ στρατιώτῃ, καὶ κα‐ | |
10 | ταλαμβάνουσιν ὑπογείους λιθίνους σορούς, ὧν ἡ μὲν ἐπε‐ γέγραπτο· «Λυσίλλα ἐβίω ἔτη πέντε καὶ τριήκοντα», ἡ δέ· «Μνάσων Μαντινίου ἐβίω ἔτη ϛʹ καὶ ξʹ ἀπὸ ἑνὸς καὶ οʹ», ἡ δέ· «Ἀριστίων Φιλοκλέους ἐβίω ἔτη ζʹ καὶ μʹ ἀπὸ βʹ καὶ νʹ», ἄλλη δέ· «Μαντινίας Μνάσωνος ἔτη | |
15 | ἐβίω βʹ καὶ μʹ καὶ νύκτας ζʹ καὶ ψʹ», ἑτέρα δέ· «Δερ‐ | |
κυλλὶς Μνάσωνος ἐβίω ἔτη θʹ καὶ λʹ καὶ νύκτας ξʹ καὶ ψʹ», ἡ δὲ ἕκτη σορός· «Δεινίας Ἀρκὰς ἐβίω ἔτη εʹ καὶ κʹ καὶ ρʹ». | 147 in vol. 2 | |
18 | Τούτοις διαποροῦντες πλὴν τῆς πρώτης σοροῦ (σαφὲς γὰρ τὸ ἐκείνης ἐπίγραμμα) ἐντυγχάνουσι | |
20 | παρὰ τοίχῳ κιβωτίῳ μικρῷ κυπαρίττου πεποιημένῳ ᾧ ἐνεγέγραπτο· «Ὦ ξένε, ὅστις εἶ, ἄνοιξον, ἵνα μάθῃς ἃ θαυμάζεις». Ἀνοίξαντες οὖν οἱ περὶ Ἀλέξανδρον τὸ κιβώτιον, εὑρίσκουσι τὰς κυπαριττίνους δέλτους, ἅς (ὡς ἔοικε) κατέθηκε Δερκυλλὶς κατὰ τὰς ἐντολὰς Δεινίου. | |
25 | Ταῦτα Βάλαγρον εἰσάγει τῇ γυναικὶ γράφοντα, καὶ ὅτι τὰς κυπαριττίνους δέλτους μεταγραψάμενος διαπέμψειε τῇ γυναικί. Καὶ λοιπὸν εἰσβάλλει ἐντεῦθεν ὁ λόγος εἰς τὴν τῶν κυπαριττίνων δέλτων ἀνάγνωσιν καὶ γραφήν, καὶ πάρεστι Δεινίας Κύμβᾳ διηγούμενος ἅπερ προεί‐ | |
30 | ρηται. Οὕτω μὲν οὖν καὶ ἐπὶ τούτοις ἡ τῶν δραμάτων πλάσις τῷ Ἀντωνίῳ Διογένει ἐσχημάτισται. Ἔστι δ’, ὡς ἔοικεν, οὗτος χρόνῳ πρεσβύτερος τῶν τὰ τοιαῦτα ἐσπουδακότων διαπλάσαι, οἷον Λουκιανοῦ, Λουκίου, Ἰαμβλίχου, Ἀχιλλέως Τατίου, Ἡλιοδώρου τε καὶ | |
35 | Δαμασκίου. Καὶ γὰρ τοῦ περὶ ἀληθῶν διηγημάτων Λου‐ κιανοῦ καὶ τοῦ περὶ μεταμορφώσεων Λουκίου πηγὴ καὶ ῥίζα ἔοικεν εἶναι τοῦτο· οὐ μόνον δὲ ἀλλὰ καὶ τῶν περὶ Σινωνίδα καὶ Ῥοδάνην, Λευκίππην τε καὶ Κλειτοφῶντα, καὶ Χαρίκλειαν καὶ Θεαγένην, τῶν τε περὶ αὐτοὺς πλασ‐ | |
40 | μάτων καὶ τῆς πλάνης ἐρώτων τε καὶ ἁρπαγῆς καὶ κινδύνων ἡ Δερκυλλὶς καὶ Κήρυλλος καὶ Θρουσκανὸς καὶ Δεινίας ἐοίκασι παράδειγμα γεγονέναι. | |
42 | Τὸν χρόνον | |
Bibl.166112a | δέ, καθ’ ὃν ἤκμασεν ὁ τῶν τηλικούτων πλασμάτων | |
πατὴρ Διογένης ὁ Ἀντώνιος, οὔπω τι σαφὲς ἔχομεν λέγειν, πλὴν ἔστιν ὑπολογίσασθαι ὡς οὐ λίαν πόρρω τῶν χρόνων τοῦ βασιλέως Ἀλεξάνδρου. Μνημονεύει δ’ οὗτος | 148 in vol. 2 | |
5 | ἀρχαιοτέρου τινὸς Ἀντιφάνους, ὅν φησι περὶ τοιαῦτά τινα τερατολογήματα κατεσχολακέναι. | |
6 | Ἔστι δὲ ἐν αὐτοῖς καὶ μάλιστα, ὡς ἐν τηλικούτοις πλάσμασί τε καὶ μυθεύ‐ μασι, δύο τινὰ θηράσαι χρησιμώτατα· ἓν μὲν ὅτι τὸν ἀδικήσαντά τι, κἂν μυριάκις ἐκφυγεῖν δόξῃ, εἰσάγει | |
10 | πάντως δίκην δεδωκέναι, καὶ δεύτερον ὅτι πολλοὺς ἀναιτίους ἐγγὺς μεγάλου γεγονότας κινδύνου, παρ’ ἐλπί‐ δας δείκνυσι πολλάκις διασωθέντας. | |
Bibl.167112a(14) | Ἀνεγνώσθη Ἰωάννου Στοβαίου ἐκλογῶν, | |
15 | ἀποφθεγμάτων, ὑποθηκῶν, βιβλία τέσσαρα ἐν τεύχεσι δυσί. Προσφωνεῖ δὲ ταῦτα, δι’ ὃν καὶ τὴν συνάθροισιν φιλοπονῆσαι λέγει, Σεπτιμίῳ ἰδίῳ υἱῷ. Ἡ δὲ συναγωγὴ αὐτῷ ἔκ τε ποιητῶν καὶ ῥητόρων καὶ τῶν κατὰ τὰς πολιτείας λαμπρῶς βεβιωκότων ἐγένετο, ὧν (ὡς καὶ | |
20 | αὐτός φησι) τῶν μὲν τὰς ἐκλογὰς τῶν δὲ τὰ ἀπο‐ φθέγματα καί τινων ὑποθήκας συλλεξάμενος, ἐπὶ τῷ ῥυθμίσαι καὶ βελτιῶσαι τῷ παιδὶ τὴν φύσιν ἀμαυ‐ ρότερον ἔχουσαν πρὸς τὴν τῶν ἀναγνωσμάτων μνή‐ μην, στείλειεν. | |
25 | Ἔστι δὲ αὐτῷ τὸ μὲν αʹ βιβλίον φυσικόν, τοῦ δὲ βʹ τὸ μέν τι κατ’ ἀρχὰς μέρος λογικόν, τὸ δὲ λοιπὸν καὶ πλεῖστον ἠθικόν· καὶ τὸ γʹ δὲ καὶ δʹ, πλὴν ὀλιγίστων, ἠθικὰ καὶ πολιτικά. Καὶ γὰρ τὸ μὲν αʹ ἔχει μὲν κεφάλαια ξʹ, οἷς καὶ τὰς τῶν παλαιῶν ἁρμόζει χρήσεις καὶ χρείας. | |
30 | Ταῦτα δέ εἰσι μετὰ τὸ περὶ Θεοῦ διαλαβεῖν, ὅτι δη‐ μιουργὸς τῶν ὄντων καὶ διέπει τὸ ὅλον τῷ τῆς προνοίας λόγῳ, δεύτερον περὶ τῶν νομιζόντων μὴ εἶναι πρόνοιαν καὶ ἑπομένας ταύτῃ θείας ἐπὶ τῇ τοῦ παντὸς διοικήσει δυνάμεις. Εἶτα περὶ δίκης παρὰ τοῦ Θεοῦ τεταγμένης | 149 in vol. 2 |
35 | ἐποπτεύειν τὰ γινόμενα ὑπὸ τῶν ἀνθρώπων, τιμωρὸν οὖσαν τῶν ἁμαρτανόντων, καὶ περὶ ἀνάγκης θείας, καθ’ ἣν ἀπαραιτήτως τὰ κατὰ τὴν τοῦ Θεοῦ γίνεται βούλησιν· περί τε εἱμαρμένης καὶ τῆς τῶν γινομένων εὐταξίας· περί τε τύχης ἢ ταὐτομάτου, καὶ ὅτι ἀλόγιστος ἡ φορὰ | |
40 | τῆς τύχης· περί τε χρόνου οὐσίας καὶ μερῶν, καὶ πόσων εἴη αἴτιος· καὶ περὶ Ἀφροδίτης οὐρανίας καὶ ἔρωτος θείου· δέκατον περὶ ἀρχῶν καὶ στοιχείων καὶ τοῦ παντός. | |
Bibl.167112b | Εἶτα περὶ ὕλης, περὶ ἰδέας, περὶ αἰτίων, περὶ σω‐ μάτων καὶ περὶ τῆς τούτων τομῆς καὶ περὶ ἐλαχίστου, περὶ σχημάτων, περὶ χρωμάτων, περὶ μίξεως καὶ κράσεως, περὶ κενοῦ καὶ τόπου καὶ χώρας, περὶ κινήσεως. Εἰκοστὸν δὲ | |
5 | περὶ γενέσεως καὶ φθορᾶς, περὶ κόσμου καὶ εἰ ἔμψυχος καὶ προνοίᾳ διοικούμενος, καὶ ποῦ ἔχει τὸ ἡγεμονικόν, καὶ πόθεν τρέφεται· περὶ τάξεως τοῦ κόσμου· εἰ ἓν τὸ πᾶν· περὶ τῆς οὐρανοῦ οὐσίας καὶ διαιρέσεως· περὶ οὐσίας ἄστρων καὶ σχημάτων κινήσεώς τε καὶ ἐπισημα‐ | |
10 | σίας· περὶ οὐσίας ἡλίου καὶ μεγέθους, σχήματός τε καὶ τρο‐ πῶν καὶ ἐκλείψεως καὶ σημείων καὶ κινήσεως· περὶ σε‐ λήνης οὐσίας μεγέθους καὶ σχήματος φωτισμῶν τε, καὶ περὶ ἐκλείψεως καὶ ἐμφάσεως, καὶ περὶ ἀποστημάτων καὶ σημείων· περὶ γάλακτος· περὶ κομητῶν καὶ διατ‐ | |
15 | τόντων καὶ τῶν τοιούτων· περὶ βροντῶν, ἀστραπῶν, κε‐ ραυνῶν, πρηστήρων, τυφώνων. Τριακοστὸν δὲ περὶ ἴρι‐ δος, περὶ ἅλω καὶ παρηλίου καὶ ῥάβδων, καὶ δὴ καὶ περὶ | |
νεφῶν, ὀμίχλης, ὑετῶν, δρόσου, χιόνος, πάχνης, χα‐ λάζης· περὶ ἀνέμων· περὶ γῆς, εἰ μία καὶ πεπερασμέ‐ | 150 in vol. 2 | |
20 | νη· καὶ περὶ ποίου μεγέθους, καὶ περὶ θέσεως αὐτῆς, καὶ περὶ σχήματος γῆς· καὶ πότερα μένει ἡ γῆ ἢ κι‐ νεῖται· περί τε σεισμῶν γῆς· καὶ περὶ θαλάττης, πῶς ἄμπωτις καὶ πλημμῦραι γίνονται· περὶ ὑδάτων, περὶ τοῦ παντός, περὶ φύσεως καὶ τῶν συμβαινόντων ἐξ | |
25 | αὐτῆς αἰτίων, περὶ τῆς τῶν ζῴων γενέσεως καὶ τὰ ἑξῆς, πόσα γένη ζῴων, καὶ εἰ πάντα λογικὰ καὶ αἰσ‐ θητά· περὶ ὕπνου καὶ θανάτου· περὶ φυτῶν, περὶ τροφῆς καὶ ὀρέξεως τῶν ζῴων, περὶ φύσεως ἀνθρώ‐ πων, περὶ νοῦ, περὶ ψυχῆς, περὶ αἰσθήσεως καὶ αἰσθη‐ | |
30 | τῶν, καὶ εἰ ἀληθεῖς αἱ αἰσθήσεις καὶ πόσαι εἰσὶν αἰσθή‐ σεις, καὶ ποίας οὐσίας καὶ ἐνεργείας ἑκάστη· περὶ ὁρά‐ σεως καὶ κατοπτρικῶν ἐμφάσεων, περὶ ἀκοῆς, περὶ γεύσεως, περὶ ἁφῆς, περὶ ὀσφρήσεως· περὶ φωνῆς καὶ εἰ ἀσώματος ἡ φωνή, καὶ τί αὐτῆς τὸ ἡγεμονικόν. | |
35 | Περὶ φαντασίας καὶ κριτηρίου. Νθʹ περὶ δόξης, καὶ ξʹ περὶ ἀναπνοῆς καὶ παθῶν. | |
36 | Καὶ τὰ μὲν τοῦ αʹ βιβλίου κεφάλαια τοσαῦτα καὶ περὶ τούτων, καὶ δῆλον ὅτι φυ‐ σικά, πλὴν ἐνίων τῶν ἐν ἀρχῇ, ἃ μᾶλλον ἄν τις εἰς τὰ μετὰ τὰ φυσικὰ ἀνάξοι. Τούτοις δέ, ὡς ἔφημεν, | |
40 | τὰς τῶν παλαιῶν δόξας, εἴτε συμφώνους οὔσας εἴτε διαφώνους, παρατίθησιν. Ἐν μέντοι τούτῳ τῷ βι‐ βλίῳ, πρὸ τοῦ τοῖς εἰρημένοις κεφαλαίοις ἐπιβαλεῖν, | |
Bibl.167113a | περὶ δύο κεφαλαίων διαλαμβάνει, ὧν τὸ μὲν ἔπαι‐ νός ἐστι φιλοσοφίας, καὶ οὗτος ἐκ διαφόρων αὐτῷ συνηρα‐ | |
νισμένος, τὸ δὲ περὶ τῶν κατ’ αὐτὴν συνεστηκυιῶν αἱρέ‐ σεων. Ἐν ᾧ καὶ περὶ γεωμετρίας καὶ μουσικῆς καὶ ἀρι‐ | 151 in vol. 2 | |
5 | θμητικῆς δόξας παλαιὰς συναναγράφει. Τὸ δὲ βʹ βιβλίον συμπληροῦται μὲν κεφαλαίοις ϛʹ καὶ μʹ, διαλαμβάνει δὲ πρῶτον μὲν περὶ τῶν τὰ θεῖα ἑρμηνευόντων, καὶ ὡς εἴη ἀνθρώποις ἀκατάληπτος ἡ τῶν νοητῶν κατὰ τὴν οὐσίαν ἀλήθεια· εἶτα περὶ δια‐ | |
10 | λεκτικῆς, καὶ περὶ ῥητορικῆς, καὶ περὶ λόγου καὶ γραμ‐ μάτων, περὶ ποιητικῆς, περὶ χαρακτῆρος τῶν παλαιῶν, περὶ τοῦ ἠθικοῦ εἴδους τῆς φιλοσοφίας, περὶ τῶν ἐφ’ ἡμῖν, ὅτι οὐδεὶς ἑκὼν πονηρός, ὁποῖον χρὴ εἶναι τὸν φιλόσοφον, ὅτι χρὴ σέβειν τὸ θεῖον, ὅτι τοῖς εὐσεβέσι | |
15 | καὶ δικαίοις βοηθεῖ τὸ κρεῖττον· περὶ μαντικῆς· ὅτι χρὴ περὶ πολλοῦ ποιεῖσθαι τὰς τῶν σοφῶν συνουσίας, ἐκ‐ κλίνειν δὲ τοὺς φαύλους καὶ ἀπαιδεύτους· περὶ τοῦ δοκεῖν καὶ τοῦ εἶναι, καὶ ὅτι οὐ τῷ λόγῳ χρὴ κρίνειν τὸν ἄν‐ θρωπον ἀλλὰ τῷ τρόπῳ· ὅτι οἱ ἄλλοις ἐπιβουλεύ‐ | |
20 | οντες ἑαυτοὺς λανθάνουσι καταβλάπτοντες· περὶ εὐ‐ δοξίας, περὶ φήμης· ὅτι μέτρον ἄριστον· ὅτι δυσκα‐ τόρθωτον ἡ ἀρετή, εὐμεταχείριστον δὲ ἡ κακία· ὅτι οὐ χρὴ λόγον ποιεῖσθαι τῆς τῶν ἀσυνέτων δοκιμα‐ σίας· ὅτι τὴν ὑπόκρισιν, τοῖς κεχρημένοις ἐπιβλαβῆ | |
25 | οὖσαν καὶ πρὸς οὓς γίνεται, τῆς ψυχῆς ἐκβλητέον· ὅτι οὐ χρὴ πολυπραγμονεῖν, φθόνου γὰρ καὶ διαβολῆς αἴτιον γίνεται τὸ τοιοῦτον· ὅτι ἐν οἷς πλημμελεῖ τις τὸ μετα‐ μελεῖσθαι κάλλιστον· περὶ λοιδορίας, ὡς οὐκ ἀγαθόν· ὅτι ἐν τῷ λοιδορεῖσθαι χρὴ σκοπεῖν μὴ τοῖς αὐτοῖς περι‐ | |
30 | πεπτώκαμεν ἐλαττώμασι. Περὶ ἀνάγκης τῆς κατὰ τὸν βίον· ὅτι εὐκαίρως δεῖ πράττειν· περὶ τοῦ βούλεσθαι· ὅτι οὐ δεῖ ὡς ἔτυχεν ἀναβάλλεσθαι· ὅτι τὸ δυστυχῆσαι πολ‐ λάκις ἐπωφελὲς γίνεται, καὶ μάλιστα τοῖς ἀφρόσι· περὶ | |
ἀγωγῆς· περὶ παιδείας· ὅτι κάλλιστον ἡ φιλία τῶν ἀγαθῶν· | 152 in vol. 2 | |
35 | ὅτι ἡ ὁμοιότης τῶν τρόπων τὴν φιλίαν ἀπεργάζεται· ὅτι χρὴ ἐν ταῖς δυστυχίαις καὶ τοῖς κινδύνοις μὴ περιορᾶν τοὺς φίλους. Ὅτι οὐ χρὴ συναδικεῖν τοῖς φίλοις· περὶ μὴ γνησίων καὶ ἀβεβαίων φίλων· ὅτι χρὴ ταχείας ποιεῖσθαι τὰς πρὸς τοὺς φίλους διαλλαγάς, τὰ ἁμαρτή‐ | |
40 | ματα αὐτῶν ῥᾷον φέροντας μετὰ τῆς ἀμνηστίας. Ὅτι ἐν ταῖς ἀτυχίαις τοὺς γνησίους τῶν φίλων διαγινώσκο‐ μεν· φιλικὰ παραγγέλματα· περὶ ἔχθρας καὶ τοῦ ὁποῖόν | |
Bibl.167113b | τινα χρὴ εἶναι πρὸς τοὺς ἐχθρούς· περὶ τοῦ πῶς ἔστιν ἀπ’ ἐχθρῶν ὠφεληθῆναι· περὶ τοῦ εὐεργετεῖν· ὅτι μείζων ἡ χάρις ἐν καιρῷ δοθεῖσα· περὶ τοῦ ἀντευεργετεῖν· ὅτι τοὺς πονηροὺς οὐ χρὴ εὖ ποιεῖν οὐδὲ παρ’ αὐτῶν | |
5 | εὐεργετεῖσθαι καὶ τὸ τελευταῖον περὶ ἀχαριστίας. Ἐν οἷς καὶ τὰ τοῦ βʹ κεφάλαια. Ἐν δὲ τῷ γʹ περιέχεται κεφάλαια μβʹ, πρῶτον περὶ ἀρετῆς, εἶτα περὶ κακίας, περὶ φρονήσεως, περὶ ἀφρο‐ σύνης, περὶ σωφροσύνης, περὶ ἀκολασίας, περὶ ἀν‐ | |
10 | δρείας, περὶ δειλίας, περὶ δικαιοσύνης, περὶ πλεονεξίας καὶ ἀδικίας, περὶ ἀληθείας, περὶ ψεύδους, περὶ παρρη‐ σίας, περὶ κολακείας, περὶ ἀσωτίας, περὶ φειδωλίας, περὶ ἐγκρατείας, περὶ ἀκρασίας, περὶ ἀνεξικακίας, περὶ ὀργῆς, περὶ τοῦ «Γνῶθι σεαυτόν», περὶ ὑπεροψίας, | |
15 | περὶ φιλαυτίας, περὶ τοῦ συνειδότος, περὶ μνήμης, περὶ λήθης, περὶ ὅρκου, περὶ ἐπιορκίας, περὶ φιλοπο‐ νίας, περὶ ἀργίας, περὶ αἰδοῦς, περὶ ἀναιδείας, περὶ σιγῆς, περὶ τοῦ εὐκαίρως λέγειν, περὶ βραχυλογίας, περὶ ἀδολεσχίας, περὶ χρηστότητος, περὶ φθόνου, περὶ | |
20 | πατρίδος, περὶ ξένης, περὶ ἀπορρήτων, καὶ μβʹ περὶ διαβολῆς. | |
Τὰ δὲ τοῦ δʹ βιβλίου ἐστὶ ταῦτα, πρῶτον περὶ πο‐ λιτείας, δεύτερον περὶ νόμων καὶ ἐθῶν, περὶ δήμου, περὶ τῶν ἐν ταῖς πόλεσι δυνατῶν, περὶ ἀρχῆς καὶ | 153 in vol. 2 | |
25 | περὶ τοῦ ὁποῖον χρὴ εἶναι τὸν ἄρχοντα, ὅτι κάλλιστον ἡ μοναρχία· ὑποθῆκαι περὶ βασιλείας, ψόγος τυραν‐ νίδος, περὶ πολέμου, περὶ τόλμης, περὶ νεότητος, περὶ στρατηγῶν, καὶ περὶ τῶν κατὰ πόλεμον χρειῶν· ὑποθῆκαι περὶ εἰρήνης, περὶ γεωργίας, περὶ ἡσυχίας, | |
30 | περὶ ναυτιλίας, περὶ τεχνῶν, περὶ δεσποτῶν καὶ δού‐ λων, περὶ Ἀφροδίτης πανδήμου καὶ περὶ ἔρωτος τῶν κατὰ τὸ σῶμα ἡδονῶν, περὶ κάλλους, περὶ γάμου, καὶ τὰ ἑξῆς τοῦ κεφαλαίου τούτου. Γαμικὰ παραγγέλματα, καὶ περὶ παίδων, καὶ τὰ ἑξῆς τοῦ κεφαλαίου τούτου. Καὶ ὅτι | |
35 | χρὴ τοὺς γονεῖς τῆς καθηκούσης τιμῆς καταξιοῦσθαι παρὰ τῶν τέκνων. Ὁποίους χρὴ εἶναι τοὺς πατέρας περὶ τὰ τέκνα. Ὅτι κάλλιστον ἡ φιλαδελφία καὶ ἡ περὶ τοὺς συγ‐ γενεῖς διάθεσις. Οἰκονομικός. Περὶ εὐγενείας, καὶ τὰ ἑξῆς τοῦ κεφαλαίου τούτου· περὶ δυσγενείας. Περὶ πλού‐ | |
40 | του, καὶ τὰ ἑξῆς τοῦ κεφαλαίου τούτου· περὶ πενίας· σύγ‐ κρισις πενίας καὶ πλούτου. | |
41 | Ὅτι ὁ βίος βραχὺς καὶ φροντίδων ἀνάμεστος. Περὶ λύπης, ὅτι λίαν μοχθηρά. Περὶ νόσου | |
Bibl.167114a | καὶ ἰάσεως, περὶ ὑγιείας καὶ διαμονῆς αὐτῆς, περὶ ἰατρῶν· περὶ εὐδαιμονίας, περὶ κακοδαιμονίας· ὅτι ἀβέβαιος ἡ τῶν ἀνθρώπων εὐπραξία· περὶ τῶν παρ’ ἀξίαν εὐτυχούντων, περὶ τῶν παρ’ ἀξίαν δυστυχούντων. | |
5 | Ὅτι δεῖ γενναίως φέρειν τὰ προσπίπτοντα· ὅτι δεῖ τὰς εὐτυχίας προφαίνειν, τὰς δ’ ἀτυχίας κρύπτειν. Περὶ ἐλπίδος· περὶ τῶν παρ’ ἐλπίδα. Ὅτι οὐ χρὴ ἐπιχαίρειν τοῖς ἀτυχοῦσιν· ὅτι οἱ ἀτυχοῦντες χρῄζουσι τῶν συμπα‐ | |
σχόντων. Περὶ γήρως, καὶ τὰ ἑξῆς τοῦ κεφαλαίου τούτου. | 154 in vol. 2 | |
10 | Περὶ θανάτου, περὶ ζωῆς· σύγκρισις ζωῆς καὶ θανάτου. Περὶ πένθους, περὶ ταφῆς. Παρηγορικά· ὅτι οὐ χρὴ πα‐ ροινεῖν εἰς τοὺς τετελευτηκότας. Ὅτι τῶν πλείστων μετὰ θάνατον ἡ μνήμη διαρρεῖ ταχέως. Ὁμοῦ τὰ κεφάλαια τοῦ τετάρτου νηʹ, τῶν δὲ τεσσάρων | |
15 | βιβλίων σηʹ οἷς παρατίθησιν, ὡς ἔφημεν, ὁ Ἰωάννης ἔκ τε τῶν ἐκλογῶν καὶ τῶν ἀποφθεγμάτων καὶ τῶν ὑποθηκῶν δόξας τε καὶ χρήσεις καὶ χρείας. Ἀγείρει δὲ ταύτας ἀπὸ μὲν φιλοσόφων, ἀπό τε Αἰσχίνου τοῦ Σω‐ κρατικοῦ καὶ Ἀναξάρχου καὶ Ἀναχάρσιδος, Ἀριστωνύμου | |
20 | καὶ Ἀπολλωνίου, Ἀντισθένους καὶ Ἀριστίππου, Ἀρίστωνος καὶ Ἀριστοξένου καὶ Ἀρχύτου, Ἀριστοτέλους, Ἀναξιμάν‐ δρου, Ἀναξιμένους, Ἀρχελάου, Ἀναξαγόρου, Ἀρχαινέτου, Ἀρκεσιλάου, Ἀρριανοῦ, Ἀντιπάτρου Ἱστιαίου, Ἀντιφά‐ νους, Ἀπολλοδώρου, Ἀριστάρχου, Ἀσκληπιάδου, Ἀρι‐ | |
25 | σταίου, Ἀρχεδήμου Ἑκαταίου, Ἀπολλοφάνους, Αἰγιμίου, Αἴσαρος, Ἀττικοῦ, Ἀμελίου, Ἀλβίνου, Ἀριστάνδρου, Ἁρποκρατίωνος, Ἀπέλλους, Ἀρισταγόρου, Ἀριστομ‐ βρότου, Ἀρχιμήδους, Βοηθοῦ, Βίαντος, Βηρώσου, Βερο‐ νίκης, Βροτίνου, Βίωνος, Γλαύγωνος, Δημώνακτος, | |
30 | Δημητρίου, Δαμίππου, Διογένους, Διοδώρου, Δημοκρίτου, Διοτίμου, Διοκλέους, Δαμαρμένους, Διδύμου, Δίωνος, Δίου, Εὐκλείδου, Εὐφράτου, Ἐπιχάρμου, Ἐπανδρίδου, Ἐρα‐ σιστράτου, Ἐκπώλου, Ἐπικούρου Γαργητίου, Ἐπικτήτου, Ἑρμοῦ, Ἐμπεδοκλέους, Ἐπικούρου Ἀθηναίου, Εὐσεβίου, | |
35 | Εὐρύσου, Ἐρατοσθένους, Εὐρυστράτου, Ἐκφάντου, Ἐπιδί‐ κου, Εὐδόξου, Ἐπιγένους, Εὐηνίου, Εὐρυφάμου, Ζαλεύκου, | |
Bibl.167114b | Ζήνωνος, Ζοροάστρου, Ἡρακλείδου, Ἡρακλείτου, | 155 in vol. 2 |
1 | Ἡροφίλου, Θεμιστίου, Θεοβούλου, Θεανοῦς, Θεάγους, Θεοφράστου, Θεοδώρου, Θάλητος, Θεοκρίτου, Θρασύλλου, Ἱερωνύμου, Ἱππίου, Ἰαμβλίχου, Ἱεροκλέους, Ἱππάλου, Ἴωνος, Ἱππώνου, Ἱέρακος, Ἱπποδάμου, Ἱππάσου, Ἰούγκου, | |
5 | Κρίτωνος, Κλεοβούλου, Κέβητος, Κορίσκου, Κλειτομάχου, Κριτολάου, Κλινέου, Καρνεάδου, Κλεάνθους, Καλλιμάχου, Κριτίου, Κράντορος, Καλλικρατίδου, Λευκίππου, Λουκίου, Λύσιδος, Λύγκου, Λύκωνος, Λεωφάνους, Λογγίνου, Με‐ ναίχμου, Μητροκλέους, Μετώπου, Μενεδήμου, Μουσωνίου, | |
10 | Μνησάρχου, Μελίσσου, Μητροδώρου, Μίλωνος, Μοδε‐ ράτου, Μαξίμου, Νικολάου, Νουμηνίου, Ναυμαχίου, Ναυ‐ κράτους, Νικίου, Νικοστράτου, Ξενοκράτους, Ξενοφάνους, Ὀνάτου, Ὀκέλλου, Ὀνήτορος, Πανακαίου, Πιττακοῦ, Πε‐ ριάνδρου, Πυθαγόρου, Πλουτάρχου, Πεμπέλου, Πλάτω‐ | |
15 | νος, Παναιτίου, Ποσειδωνίου, Περικτιόνης, Πορφυρίου, Παρμενίδου, Πολέμωνος, Πυθέου, Πώρου, Πολυβίου, Πλωτίνου, Πρωταγόρου, Πυθιάδος, Πύρρωνος, Ῥούφου, Ῥηγίνου, Σόλωνος, Σωτίωνος, Σωσιάδου, Σερήνου, Σω‐ κράτους, Στίλπωνος, Σπευσίππου, Στράτωνος, Σκυθίνου, | |
20 | Σφαίρου, Σελεύκου, Σεβήρου, Τίμωνος, Τιμαίου, Ταύρου, Τιμαγόρου, Τέλητος, Ὑψαίου, Φιλοξένου, Φιλολάου, Φε‐ ρεκύδου, Φαβωρίνου, Φίντυος, Χίωνος, Χρυσίππου, Χα‐ ρώνδου, Χίλωνος, καὶ Κυνικῶν δὲ Ἀντισθένους, Διο‐ γένους, Κράτητος, Ἡγησιάνακτος, Ὀνησικρίτου, Με‐ | |
25 | νάνδρου, Μονίμου, Πολυζήλου, Ξανθίππου, Θεομνήστου. Καὶ τῶν μὲν φιλοσόφων, ἐξ ὧν τὴν συλλογὴν ἐποιή‐ σατο, οὗτοι. | |
Ποιηταὶ δὲ Ἀθηνόδωρος, Ἀναξίλλης, Ἄρχιππος, Ἀπολλωνίδης, Ἀλκιδάμας, Ἀρισταῖος, Ἀντίμαχος, | 156 in vol. 2 | |
30 | Ἀντιφάνης, Ἀρίσταρχος, Ἀρχίλοχος, Ἀχαιός, Αἰσ‐ χύλος, Ἀγάθων, Ἄλεξις, Ἀριστοκράτης, Ἄμφις, Ἀλ‐ καῖος, Ἄρατος, Ἀστυδάμας, Ἀνδρόνικος, Ἀναξαν‐ δρίδης, Ἀριστοφάνης, Ἀράλοχος, Ἀπολλόδωρος, Ἀλέ‐ ξανδρος, Ἀνακρέων, Ἀξίνικος, Ἀριστοφῶν, Βακχυ‐ | |
35 | λίδης, Βίων, Βίοτος, Βάθων, Δίφιλος, Διονύσιος, Δη‐ μήτριος, Δικαιογένης, Διόδωρος, Δίκτυς, Εὐθύδαμος, Εὔπολις, Εὔφρων, Ἐρατοσθένης, Ἐπίχαρμος, Εὔηνος, | |
Bibl.167115a | Εὐφορίων, Ἑρμόλοχος, Εὐριπίδης, Ζήνων, Ζηνό‐ δοτος, Ζώπυρος, Ἡσίοδος, Ἡρῴδης, Ἡνίοχος, Ἡλιόδω‐ ρος, Θεόδεκτος, Θέσπις, Θέογνις, Θεόκριτος, Θελέροφος, Ἰοφῶν, Ἱππόθοος, Ἱππῶναξ, Ἰσίδωρος, Ἱπποθόων, | |
5 | Ἰούλιος, Ἴων, Κλεάνθης, Κλεαίνετος, Καλλίμαχος, Κριτίας, Κλεόβουλος, Κρατῖνος, Καρκῖνος, Κερκίδας, Καλλίνικος, Κλεινίας, Κράντωρ, Κλειτόμαχος, Λῖνος, Λικύμνιος, Λυκόφρων, Λεωνίδης, Λάων, Μένανδρος, Μύρων, Μοσχίων, Μένιππος, Μόσχος, Μίμνερμος, Με‐ | |
10 | λινώ, Μητρόδωρος, Μηνόφιλος, Νικόστρατος, Νικό‐ λαος, Νεόφρων, Νικόμαχος, Ναυμάχιος, Νεοπτόλεμος, Ξενοφάνης, Ξέναρχος, Ὅμηρος, Ὀρφεύς, Ὀλυμπιάς, Πίνδαρος, Παρμενίδης, Ποσίδιππος, Παυσανίας, Πο‐ λυείδης, Πατροκλεύς, Πείσανδρος, Πανύασις, Πει‐ | |
15 | ρίθους, Πομπήϊος, Ῥιανός, Σοφοκλῆς, Σωτάδης, Σι‐ μωνίδης, Σωσιφάνης, Σίμυλος, Σωσίθεος, Σκλήριος, Σαπφώ, Σαραπίων, Σωσικράτης, Στάγιμος, Σώ‐ πατρος, Σθενίδης, Σουσάρων, Στησίχορος, Τιμόστρα‐ τος, Τιμοκλῆς, Τυρταῖος, Τελεσίλλα, Ὑποβολιμαῖος, | |
20 | Ὑψαῖος, Φιλήτας, Φιλόξενος, Φιλιππίδης, Φρύνιχος, Φιλωνίδης, Φιλήμων, Φωκυλίδης, Φίλιππος, Φοινι‐ κίδης, Φίλισκος, Φερεκράτης, Φανοκλῆς, Φίντυς, Φί‐ λεος, Χαιρήμων, Χοίριλος, Χάρης. Ἀλλὰ καὶ ποιηταὶ ὧν χρήσεις τοῖς κεφαλαίοις παρέθηκεν, οὗτοι. | 157 in vol. 2 |
25 | Ῥήτορες δὲ καὶ ἱστοριογράφοι βασιλεῖς τε καὶ στρα‐ τηγοί (καὶ γὰρ καὶ ἐκ τούτων μαρτυρίας συνήθροισεν) οἵδε, Ἀριστείδης, Ἀριστοκλῆς, Αἰλιανός, Αἰσχίνης, Ἀγά‐ θων, Ἀντιφῶν, Ἀρχέλαος, Γαΐος, Γοργίας, Δημο‐ σθένης, Δημάδης, Δημάρατος, Ἔφορος, Ζώπυρος, | |
30 | Ἡρόδοτος, Ἡγησιάδης, Ἡγήσιος, Θουκυδίδης, Θησεύς, Θεόδωρος, Θράσυλλος, Θεόπομπος, Ἰσοκράτης, Ἰσαῖος, Κορνηλιανός, Καλλισθένης, Κλειτοφῶν, Κτησίας, Λυ‐ σίας, Νικίας, Ξενοφῶν, Ὄβριμος, Πολύαινος, Πρό‐ δικος, Πρωταγόρας, Σώστρατος, Τιμαγόρας, Τρόφιλος, | |
35 | Ὑπερείδης, Φιλόστρατος, Χρύσερμος, Ἀλέξανδρος, Ἀγησίλαος, Ἀγαθοκλῆς, Ἀντίγονος, Ἄγις, Ἀγριπ‐ πῖνος, Ἀναξίλαος, Ἀρχίδαμος, Διονύσιος, Δαρεῖος, | |
Bibl.167115b | Ἐπαμεινώνδας, Εὐδαμίδας, Θεμιστοκλῆς, Ἰφικρά‐ της, Ἵππαρχος, Κότυς, Κλείταρχος, Λυκοῦργος, Λεωνίδης, Λάμαχος, Μαλλίας, Περικλῆς, Πύρρος, Πτολεμαῖος, Σεμίραμις, Σκιπίων, Σκίλλουρος, Τιμόθεος, Φίλιπ‐ | |
5 | πος, Φωκίων, Φάλαρις, Χάριλλος, Χαβρίας, Χάρης, Ἀριστοφάνης, Αἴσωπος, Ἀντιγενίδας, Ἀριστοτέλης, Ἀριστείδης ὁ δίκαιος, Ἀλκμαίων ἰατρός, Ἄντυλλος ἰατρός, Ἀρίμνηστος, Ἀπελλῆς, Βρύσων, Γλαύκων, Γα‐ ληνὸς ἰατρός, Δικαίαρχος, Δίων, Διονύσιος, Διοκλῆς | |
10 | ἰατρός, Εὐξίθεος, Ἕρμαρχος, Ἕρμιππος, Εὐρυξίμαχος, | |
Εὐφρανίας, Ἐρασίστρατος ἰατρός, Εὐρύφρων ἰατρός, Ἐρατοσθένης, Εὔβουλος, Θεόπομπος, Θεόκριτος, Θυ‐ μαρίδης, Θύνων, Ἱπποκράτης ἰατρός, Κάτων, Κηφι‐ σόδωρος, Κλεόστρατος, Κλειτόμαχος, Λικύμνιος, Μύ‐ | 158 in vol. 2 | |
15 | σων, Μητρόδωρος, Μητροκλῆς, Νικόστρατος, Πραϋ‐ σίων, Σιμωνίδης, Σερίφιος, Σωτίων, Σώστρατος, Σπεύ‐ σιππος. Ἀλλὰ τὰ μὲν κεφάλαια, οἷς τὰς τῶν παλαιοτέρων ῥήσεις ἥρμοσεν Ἰωάννης ὁ Στοβαῖος, καὶ ἐξ ὧν ἀν‐ | |
20 | δρῶν φιλοσόφων τε καὶ ποιητῶν ῥητόρων τε καὶ βα‐ σιλέων καὶ στρατηγῶν, ταύτας συνήθροισε, τοσαῦτα καὶ ἐκ τοσούτων. Χρήσιμον δὲ τὸ βιβλίον τοῖς μὲν ἀνεγνω‐ κόσιν αὐτὰ τὰ συντάγματα τῶν ἀνδρῶν πρὸς ἀνά‐ μνησιν, τοῖς δ’ οὐκ εἰληφόσι πεῖραν ἐκείνων, ὅτι διὰ | |
25 | συνεχοῦς αὐτῶν μελέτης οὐκ ἐν πολλῷ χρόνῳ πολλῶν καὶ καλῶν καὶ ποικίλων νοημάτων, εἰ καὶ κεφαλαιώδη, μνήμην καρπώσονται. Κοινὸν δ’ ἀμφοτέροις ἡ τῶν ζητου‐ μένων, ὡς εἰκός, ἀταλαίπωρος καὶ σύντομος εὕρεσις, ἐπειδάν τις ἀπὸ τῶν κεφαλαίων εἰς αὐτὰ τὰ πλάτη | |
30 | ἀναδραμεῖν ἐθελήσειε. Καὶ πρὸς ἄλλα δὲ τοῖς ῥητο‐ ρεύειν καὶ γράφειν σπουδάζουσιν οὐκ ἄχρηστον τὸ βιβλίον. | |
Bibl.168115b(33) | Ἀνεγνώσθη τοῦ μακαρίου Βασιλείου ἐπι‐ σκόπου Σελευκείας λόγοι ιεʹ, πρῶτος μὲν εἰς τὸ «Ἐν ἀρχῇ | |
35 | ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». Εἶτα εἰς τὸν Ἰωσήφ, εἰς τὸν Ἀδάμ, εἰς τὸν Κάϊν καὶ Ἀβέλ, εἰς τὸν Ἀβραάμ, εἰς τὸν Μωϋσῆν, εἰς τὸν Ἠλίαν, | |
Bibl.168116a | εἰς τὸν Ἰωνᾶν, ἔννατος εἰς τὸν ἑκατοντάρχην, δέκα‐ τος εἰς τὸ «Συνέπλεον οἱ μαθηταὶ τῷ Ἰησοῦ» καὶ ἑξῆς, εἶτα εἰς τὸ «Δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι» καὶ ἑξῆς, κἄπειτα εἰς τὸν τελώνην καὶ | 159 in vol. 2 |
5 | τὸν Φαρισαῖον, καὶ εἰς τὸ «Εἰπὲ ἵνα οἱ δύο μου υἱοὶ καθίσωσιν, εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων», καὶ εἰς τὸ «Τίνα με λέγουσιν οἱ ἄνθρωποι τὸν υἱὸν τοῦ ἀνθρώπου;» Πεντεκαιδέκατος δὲ εἰς τὸ «Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;» | |
10 | Ἐν τούτοις οὖν αὐτοῦ τοῖς λόγοις τὸ μὲν τροπικὸν καὶ γοργὸν καὶ πάρισον, εἴ πέρ ποτέ τινι καὶ ἄλλῳ ἔστιν ἰδεῖν αὐτῷ δημιουργούμενον, καὶ τὸ σαφὲς δὲ καὶ ἡδὺ διατρέχει. Τὸ δὲ λίαν προσκορὲς τῆς τροπῆς καὶ τῶν γοργείων σχημάτων, μᾶλλον δὲ τὸ συνεχὲς καὶ | |
15 | ἄκρατον καὶ ἀδιάπαυστον εἰς ἀηδίαν καὶ διαβολὴν τὸν ἀκροατὴν διεγείρει, καὶ ψόγον κινεῖ τοῦ συγγραφέως οὐκ ἔχοντος, ὡς ἔοικε, τέχνῃ τὴν φύσιν ῥυθμίσαι καὶ κανόνι τὸ ἄτακτον διατάξαι. Πλεονάζων δ’ ὅμως ταῖς τροπαῖς καὶ αὐτὸ τῆς τροπολογίας πηγάζων τὸ εἶδος, | |
20 | οὔτε εἰς ψυχρολογίαν, εἰ μὴ ὡς ἐλάχιστον, ἐκφέρεται, οὔτε ἀσαφείᾳ σκοτίζει τὸ νόημα, ἀλλὰ τῇ βραχύτητι τῶν κώλων καὶ τῶν περιόδων καὶ τῇ ἐμφάσει τῶν λέξεων τῆς τροπολογίας περιαιρεῖται τὸ δύσληπτον. Ἀλλ’ οὖν, ὅπερ ἔφην, ὁ κόρος τὴν χάριν ἀμβλύνει, καὶ τὸ ἄκρατον | |
25 | τῆς τροπῆς τοὺς νόμους τῆς τέχνης οὐκ ἐᾷ παρρησιά‐ σασθαι. | |
26 | Ἔοικε δὲ οὗτος μᾶλλον εἶναι ἢ ὁ Καισαρείας μέγας Βασίλειος ὁ τῷ τρισμακαρίστῳ Ἰωάννῃ τῷ Χρυ‐ σοστόμῳ φίλος γεγονὼς καὶ ὁμορόφιος, πρὸς ὃν καὶ ὁ | |
περὶ ἱερωσύνης λόγος συντέτακται· πολλὰ γὰρ ἴχνη τῶν | 160 in vol. 2 | |
30 | ἐκείνου καὶ λόγων καὶ νοημάτων, καὶ μάλιστα τῶν κατὰ τὴν θείαν γραφήν, ἐν τοῖς τοῦ Βασιλείου λόγοις ἐπι‐ φαίνεται, ὡς ἂν ἀπὸ τῆς αὐτῆς πηγῆς τῶν μαθημάτων ἀρυσαμένων ἄμφω τὰ πρόσφορα. Καὶ τῆς τροπῆς δὲ ἡ κατ’ ἔμφασιν καὶ οἰκείωσιν μεταχείρισις τῆς Ἰω‐ | |
35 | άννου συνουσίας καὶ συναναγνώσεως οὐκ ἐλάχιστον ὑπάρ‐ χει τεκμήριον· κέχρηται γὰρ ταύτῃ καὶ ὁ θεῖος ἐκεῖνος ἀνήρ, εἰ καὶ κεκραμένῃ καὶ λίαν ἐπικαίρως, καὶ τῇ ἀφελείᾳ τὸν ἐκεῖθεν ὄγκον μιγνύς τε καὶ διαλεαίνων εὐφυῶς, καὶ τὸν ὅλον λόγον πολιτικοῦ λόγου εἰκόνα | |
40 | ποιούμενος. | |
Bibl.168116b | Ἔστι δὲ Βασίλειος οὗτος ὁ καὶ μέτροις ἐντείνας τὰ τῆς πρωτομάρτυρος Θέκλης ἔργα καὶ ἆθλα καὶ νικητήρια· καὶ ἄλλα δὲ αὐτοῦ γράμματα. | |
Bibl.169116b(5) | Ἀνεγνώσθη τοῦ ἐν ἁγίοις Κυρίλλου κατὰ τῶν Νεστορίου δυσφημιῶν τόμοι εʹ, ὧν ὁ μὲν πρῶ‐ τος ἀνατρέπει τῆς Νεστορίου βλασφημίας κεφάλαια δέκα, ὁ δὲ δεύτερος κεφάλαια ιδʹ, ὁ δὲ τρίτος ϛʹ, ὁ δὲ τέταρτος ζʹ, ὁ δὲ πέμπτος καὶ αὐτὸς ζʹ. | |
9 | Ἔστι δὲ τὸ | |
10 | τῆς ἑρμηνείας αὐτῷ εἶδος κατὰ τὴν ἰδιάζουσαν αὐ‐ τοῦ τῶν λόγων ἰδέαν ἐκμεμορφωμένον, βραχὺ δέ τι πρὸς τὸ ταπεινότερον ὑπενηνεγμένον. Ἐμπεριείχετο δὲ τῇ βίβλῳ καὶ πρὸς αὐτὸν Νε‐ στόριον ἐπιστολή, ἐπιχειροῦσα δῆθεν αὐτὸν μεταπείθειν | |
15 | καὶ φιλικῶς διορθοῦσθαι. Ἀλλὰ καὶ Νεστορίου πρὸς Κύ‐ ριλλον ἀντίγραφον, τὰ ἐν τῇ ἐπιστολῇ κεφάλαια ἐμ‐ φερόμενα ποιούμενον ἐν εὐθύναις. Καὶ δὴ ἑτέρα ἐπιστο‐ λὴ Κυρίλλου, ὡς ἀπὸ τῆς ἐν Ἀλεξανδρείᾳ συνόδου πρὸς Νεστόριον ἀποσταλεῖσα, ἥτις ἀναθεματίσαι αὐ‐ | 161 in vol. 2 |
20 | τὸν ἠξίου ἀναθεματισμοὺς ιβʹ κεφαλαίων. Ἔτι δὲ καὶ ἕτεραι πρὸς Οὐαλέριον ἐπίσκοπον κατὰ Νεστορίου καὶ τῶν αὐτοῦ δογμάτων· καὶ πρὸς Ἀκάκιον ἐπίσκοπον Μελιτηνῆς δογματική, μᾶλλον δὲ ἀπολογίαν περιέχου‐ σα τῆς πρὸς Ἰωάννην τὸν Ἀντιοχείας ἑνώσεως καὶ | |
25 | ὁμονοίας. Καὶ ἕτεραι διάφοροι περὶ τῆς αὐτῆς ὑπο‐ θέσεως, ὧν ἐν δυσὶ καὶ τὸ ἐν Νικαίᾳ διερμηνεύει θεό‐ σοφον μάθημα. Ἐν οἷς ἅπασι τῶν οἰκείων λόγων τὸν χαρακτῆρα ἐπιτείνων ἢ ἀνιεὶς ὅμως διαφυλάττει. Συμπεριείχετο δὲ καὶ ἡ πρὸς Ἀκάκιον ἐπίσκοπον | |
30 | Σκυθοπόλεως περὶ τοῦ ἀποπομπαίου καὶ ἔτι ἕτερος λόγος ἐπιγραφόμενος· «Σχόλια περὶ τῆς ἐνανθρωπή‐ σεως τοῦ Μονογενοῦς», ἐν ᾧ διασαφοῦται ταῦτα, τί ἐστι Χριστός, τίνα τε τρόπον προσήκει νοεῖσθαι τὸ Ἐμμα‐ νουήλ, καὶ τί ἐστιν Ἰησοῦς ὁ Χριστός, καὶ κατὰ τί εἴ‐ | |
35 | ρηται ἄνθρωπος ὁ τοῦ Θεοῦ λόγος, εἶτα κατὰ τί κεκενῶσθαι λέγεται ὁ τοῦ Θεοῦ λόγος καὶ πῶς εἷς ὁ Χρι‐ στός, καὶ πῶς εἷς ὁ Ἐμμανουήλ, καὶ τίνα λέγομεν εἶναι τὴν ἕνωσιν· καὶ περὶ τοῦ ἄνθρακος ὃν εἶδεν Ἡσαΐας, καὶ ἕτερα παραπλήσια τούτοις ιʹ κεφάλαια. Πολὺ δὲ | |
40 | τὸ χρήσιμον οὗτος ὁ λόγος ἔχει. | |
Bibl.170117a(2) | Ἀνεγνώσθη βιβλίον πολύστιχον, μᾶλλον δὲ πολύ‐ βιβλον, ἐν λόγοις μὲν ιεʹ, τεύχεσι δὲ εʹ. Ἐν οἷς μαρ‐ | |
τυρίαι δῆθεν καὶ χρήσεις ὁλοκλήρων λόγων, οὐχ ἑλ‐ | 162 in vol. 2 | |
5 | ληνικαὶ μόνον ἀλλὰ καὶ περσικαὶ καὶ θρᾴκιοι καὶ αἰ‐ γύπτιοι καὶ βαβυλωνιακαὶ καὶ χαλδαϊκαὶ καὶ δὴ καὶ ἰταλοὶ ἐκ τῶν παρ’ ἑκάστοις δοκούντων λογίων κατε‐ στρώθησαν, ἃς ὁ συγγραφεὺς συμφερομένας πειρᾶται δεικνύειν τῇ τῶν Χριστιανῶν ἀχράντῳ καὶ ὑπερφυεῖ | |
10 | καὶ θειοτάτῃ θρησκείᾳ, περί τε αὐτῆς τῆς ὑπερουσίου καὶ ὁμοουσίου Τριάδος, ὡς καὶ ὑπ’ ἐκείνων κηρύττεται καὶ καταγγέλλεται, περί τε τῆς ἐν σαρκὶ τοῦ λόγου παρου‐ σίας, τῶν τε θεοσημείων καὶ τοῦ σταυροῦ καὶ τοῦ πάθους καὶ τῆς ταφῆς καὶ τῆς ἀναστάσεως τῆς τε ἀναλήψεως | |
15 | καὶ τῆς τοῦ παναγίου πνεύματος πυρίναις γλώσσαις ἐπιχορηγηθείσης τοῖς μαθηταῖς ὑπὲρ λόγον χάριτος, καὶ δὴ καὶ τῆς φοβερᾶς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν δευτέ‐ ρας παρουσίας καὶ τῆς τῶν νεκρῶν ἀναβιώσεως καὶ κρίσεως καὶ ἀμοιβῆς ὧν ἕκαστος ἐν βίῳ διεπράξατο. | |
20 | Οὐ μόνον δὲ ἀλλὰ καὶ περὶ τῆς τοῦ παντὸς δημιουργίας καὶ προνοίας, παραδείσου τε καὶ τῶν συστοίχων τούτοις, καὶ δὴ καὶ περὶ ἀρετῆς τῆς παρὰ Χριστιανοῖς ἀσκουμένης καὶ εἴ τι ταύτης παραπλήσιον, περὶ τούτων ἁπάντων Ἕλλη‐ σί τε καὶ Αἰγυπτίοις καὶ Χαλδαίοις καὶ τοῖς προειρημένοις | |
25 | πεφιλοσοφῆσθαί τε καὶ διακεκηρύχθαι ἐν ἰδίοις αὐ‐ τῶν πειρᾶται δεικνύναι συγγράμμασιν. | |
26 | Οὐ μόνον δὲ ἀπὸ τῶν εἰρημένων ἀγείρει καὶ συντίθησι τὰς μαρτυρίας, ἀλλὰ καὶ ἀπὸ τῶν χειμευτικῶν Ζωσίμου λόγων (Θη‐ βαῖος δ’ ἦν οὗτος Πανοπολίτης) οὐκ ἐφείσατο τὰ | |
30 | αὐτὰ κατασκευάζειν· ἐν οἷς καὶ ἑβραϊκῶν λέξεων ἐκτί‐ θεται σημασίας καὶ τῶν Ἀποστόλων ἕκαστος ἔνθα τε | |
τὸ σωτήριον ἐκήρυξε μάθημα, καὶ ἐν ᾧ τόπῳ τῶν ἀν‐ θρωπίνων πόνων ἀνεπαύσατο. Ἐπὶ τέλει δὲ τῶν λόγων καὶ παραίνεσιν ἰδίαν κατατίθεται, γνωμολογίαις τε τῶν | 163 in vol. 2 | |
35 | ἔξω καὶ γραφικοῖς λογίοις ταύτην συνυφαίνων καὶ δια‐ πιστούμενος· ἐν ᾗ μάλιστα τὸ φιλάρετον τοῦ ἀνδρὸς καὶ τὸ εἰς εὐσέβειαν ἀδιάβλητον ἔστιν ἐπιγνῶναι. | |
37 | Ἡ δὲ τῶν λόγων αὐτοῦ ἰδέα οὐκ ἀφέστηκε τοῦ μηδὲ ἰδέα εἶναι· ἥ τε γὰρ συνθήκη ἐν πολλοῖς οὕτως ἀπημέληται, καὶ ἡ λέξις | |
40 | ἐπὶ τοσοῦτον ὥστε μηδὲ τῶν ἐκ τριόδου ῥημάτων ἐνίοτε φείδεσθαι. | |
41 | Καὶ ὁ νοῦς δὲ τῶν γραφομένων αὐτῷ πολλάκις οὐδὲν ἀμείνων. Καὶ τὸν μὲν τοῦ ἀνδρὸς πόνον καὶ τὸν | |
Bibl.170117b | σκοπὸν οὐκ ἄν τις εὐγνωμονῶν ἐπιμέμφοιτο, οὐ‐ κέτι δ’ ὁμοίως καὶ τὸ ἔργον. Οὐ ῥητὰ γὰρ μόνον ἐν πολλοῖς καὶ πολλάκις ἀνάρμοστα τοῖς ἡμετέροις θείοις δόγμασιν ἐφαρμόζειν ἐκβιάζεται, ἀλλὰ καὶ μύθους καὶ ὀνείρους τοὺς | |
5 | παρ’ αὐτῶν ἐκείνων τῶν τεκόντων γελωμένους ἄν, εἴ γε σωφρονεῖν ἔμελλον, ὁ δὲ οὐδὲ τούτους λέγειν παραιτεῖται τῇ ἡμετέρᾳ θεοσοφίᾳ συμφέρεσθαι, ἀλλὰ καὶ σπεύδει τὴν ἐν τοῖς μύθοις καὶ ὀνείροις ἀλλόκοτον ἔννοιαν εἰς τὰς ἀληθεῖς καὶ θεοπρεπεῖς καὶ ἀπαραγράπτους καὶ | |
10 | καθαρὰς ἐννοίας τοῦ θείου δόγματος ἀνατίθεσθαι. Ἐξ ὧν κέρδος μὲν οὐδ’ ὁτιοῦν τῇ εὐσεβείᾳ, ἀφορμὰς δὲ λαβῆς κατ’ αὐτῆς τοῖς φιλαιτίοις οὐκ ἂν ἀλόγως δόξῃ πυρί‐ ζεσθαι, εἴ γε καὶ τὰ μηδὲν προσήκοντα ἀλλὰ καὶ ὡς πλεῖστον ἀπεμφαίνοντα ἐπιχειροῦντάς τινας τῶν ἡμε‐ | |
15 | τέρων ἕξουσι δεικνύειν εἰς σύστασιν τῆς ἀπροσδεοῦς καὶ μόνης καθαρᾶς καὶ ἀληθοῦς λατρείας ἡμῶν, τὰ ἐκείνων ἐκβιαζομένους καὶ ἐπιχειροῦντας εἰς συμφωνίαν ἄγειν, ἃ πλέον πρὸς τὰ ἡμέτερα ἢ τὸ σκότος πρὸς τὸ φῶς | |
διέστηκεν. | 164 in vol. 2 | |
19 | Ὑπέδυ δὲ τὸν πολύμοχθον τοῦτον ὁ ἄνθρωπος | |
20 | πόνον, ὡς αὐτὸς πολλάκις ἐδήλωσεν, ἵνα δείξας τὸ Χριστιανῶν δόγμα ἐν πᾶσιν ἔθνεσι προκαταγγελθὲν παρὰ τῶν ἐν ἑκάστοις λογίων καὶ προκηρυττόμενον ἀνα‐ πολογήτους ἐλέγξῃ τοὺς ἐξ ἐθνῶν ὅσοι μὴ τῷ θείῳ προσῆλθον κηρύγματι. Καὶ ὁ μὲν σκοπὸς ἐπαινετός, | |
25 | οὐκ ἔδει δὲ δι’ ὧν ἦν ἄπορόν τε καὶ ἀπίθανον, ἀλλὰ δι’ ὧν ἐνεχώρει καὶ ἡ πίστις συνείπετο, τοῦτον περαί‐ νεσθαι. | |
27 | Τὸ μέντοι ὄνομα τοῦ συντεταχότος τὰ τεύχη μέχρι νῦν οὐκ ἔσχομεν εἰδέναι· οὐ γὰρ ἐνεφέρετο τοῖς βι‐ βλίοις ὅσα εἴδομεν πλήν γε δὴ ὅτι Κωνσταντινούπολιν | |
30 | ᾤκει, γυναικί τε νόμῳ γάμου συνῴκει καὶ τοῖς ἐξ αὐ‐ τῆς αὑτοῦ παισί, καὶ ὅτι μετὰ τοὺς Ἡρακλείου χρόνους τὸν βίον διήνυσεν. | |
Bibl.171117b(34) | Ἀνεγνώσθη βιβλίον Εὐστρατίου πρεσβυτέρου | |
35 | τῆς μεγάλης ἐκκλησίας, φράσει μὲν συγκείμενον οὐκ ἐπαινετῇ, λογισμοῖς δὲ οὐ λίαν ψεκτοῖς· σαφὴς δ’ ὁ λόγος. | |
37 | Ἡ δὲ πρόθεσις τῷ ἀνδρὶ τρία ταῦτα συστῆσαι, ἓν μὲν ὅτι μετὰ τὴν ἀπαλλαγὴν τοῦ σώματος αὐτίκα ἐνεργοῦσιν αἱ τῶν ἁγίων ψυχαί, οὐ μόνον δὲ τῶν ἁγίων, | |
40 | ἀλλὰ καὶ ἁπλῶς, κατὰ τὴν οἰκείαν ἑκάστη ἀξίωσιν, πᾶσα ἀνθρωπίνη ψυχή. Καὶ ὅτι ἐπιφαινόμεναι πολλοῖς πολ‐ λάκις καὶ κατὰ διαφόρους τρόπους αἱ ψυχαὶ αὐταὶ κατ’ | |
Bibl.171118a | ἰδίαν ὕπαρξιν ἐπιφαίνονται, ἀλλ’ οὐχὶ δύναμίς τις θεία εἰς τύπους σχηματιζομένη τῶν ἁγίων ψυχῶν τὰς ἐνερ‐ | |
γείας ἐπιδείκνυσι. Τί γὰρ ὑποκρίσεως δεῖ καὶ σχημάτων καὶ τύπων, ἐνὸν ἑτοιμότερον δι’ αὐτῶν ἐκείνων τῶν | 165 in vol. 2 | |
5 | ἁγίων ψυχῶν τὰ δεδογμένα τῷ κρείττονι ἐπιτελεῖσθαι; Πειρᾶται δὲ ἑκάτερον τῶν εἰρημένων κατασκευάζειν ἔκ τε χρήσεων τῆς παλαιᾶς γραφῆς καὶ τῆς νέας, καὶ δὴ καὶ μαρτυρίαις διαφόρων πατέρων. | |
8 | Τρίτον δὲ αὐτῷ κεφάλαιον σπουδάζεται, ὅτι πάντως αἱ ὑπὲρ τῶν ἐν πίστει | |
10 | τελευτώντων τοῖς ἱερεῦσιν ἐπιτελούμεναι θυσίαι καὶ προσφοραί, ἢ ἄλλως δεήσεις καὶ ἱκεσίαι καὶ ἐλεημο‐ σύναι ὑπὲρ αὐτῶν παρὰ τῶν πιστῶν, ἐλευθερίαν καὶ πταισμάτων ἄφεσιν καταπράττονται τοῖς ὑπὲρ ὧν ἐπι‐ τελεῖται ταῦτα. Ἐν οἷς καὶ τὰ τρίτα μὲν ἐπιτελεῖσθαί | |
15 | φησι λαμβάνοντας τὸ μυστήριον τῆς δεσποτικῆς καὶ τριημέρου ἐγέρσεως εἰς συνεργίαν καὶ ἐπιβοήθειαν τῆς ἱκεσίας, τὰ δὲ ἔννατα ὡσαύτως (μεθ’ ἡμέρας γὰρ ηʹ τῆς ἐγέρσεως ὤφθη τὸ δεύτερον τοῖς μαθηταῖς ὁ δεσπότης), τὰ δὲ τεσσαρακοστὰ ὁμοίως, ὅτι μετὰ το‐ | |
20 | σαύτας ἡμέρας τὸ τελευταῖον τοῖς μαθηταῖς ὁραθεὶς μετὰ τοῦ ἡμετέρου φυσάματος ἀνελήφθη. Εὗρον δὲ ἐν τῷδε τῷ βιβλίῳ καὶ τὸν τοῦ Παύλου κατὰ τὸν νόμον διδάσκαλον Γαμαλιὴλ καὶ πιστεύσαντα καὶ βαπτισθέντα, καὶ Νικόδημον τὸν νυκτερινὸν φί‐ | |
25 | λον καὶ ἡμερινὸν γεγονότα καὶ μαρτυρίῳ τελειωθέντα, ὃν καὶ ἀνεψιὸν γενέσθαι τοῦ Γαμαλιὴλ ἡ ἱστορία διδάσκει. Βαπτίσασθαι δὲ ἑκάτερον ὑπὸ Ἰωάννου καὶ Πέτρου, οὐ μό‐ νον δὲ ἀλλὰ καὶ τὸν Γαμαλιὴλ παῖδα, Ἄβιβος ὄνομα αὐτῷ. Τὸν γοῦν μακάριον Νικόδημον, ἐπεὶ ἐπύθοντο | |
30 | οἱ Ἰουδαῖοι βαπτίσασθαι, διὰ τοῦτο πληγαῖς πολλαῖς ὑπέβαλον, αἷς στερρῶς ἐναθλήσας, μετ’ ὀλίγον ἐτελειώ‐ θη. | 166 in vol. 2 |
32 | Ταύτην τὴν ἱστορίαν περιεῖχε μὲν τὸ βιβλίον, Χρυ‐ σίππῳ δὲ αὐτὴν ἀνετίθει. Πρεσβύτερος δ’ ὁ Χρύσιπ‐ πος Ἱεροσολύμων, ὃς γράφων ἐγκώμιον εἰς τὸν μάρ‐ | |
35 | τυρα Θεόδωρον ὡς ἐν παρεκβάσει Λουκιανοῦ τινος μέμνηται, καὶ αὐτοῦ τῆς αὐτῆς ἐκκλησίας τῶν Ἱεροσο‐ λύμων χρηματίσαντος πρεσβυτέρου, ὅτε ὁ Ἰωάννης τῆς ἐκεῖσε ἀρχιερωσύνης προεστήκει. | |
38 | Οὗτος δ’ ὁ Λου‐ κιανὸς ἐν μιᾷ τῶν νυκτῶν, περὶ τρίτην ὥραν, καθ’ | |
40 | ὕπαρ ἀλλ’ οὐκ ὄναρ, λέγεται τὰ προειρημένα μυηθῆναι· ἐπιστάντα γὰρ αὐτῷ τὸν Γαμαλιὴλ ταῦτα ἐμφανίσαι, | |
Bibl.171118b | ὡς εἴη μὲν αὐτὸς Γαμαλιήλ, καὶ ὡς ἐβαπτίσατο, καὶ ὑφ’ ὧν, εἴη δὲ καὶ Ἄβιβος ὁ παῖς, καὶ ὡς θήκῃ μὲν μιᾷ αὐτοὶ ἐναποτέθεινται, ἔστι δὲ καὶ Στέφανος ὁ πρῶ‐ τος μαρτύρων κατὰ τὴν ἀνατολικὴν τεθησαυρισμέ‐ | |
5 | νος θήκην· οὗ παρὰ τοὺς πόδας ἐν ἑτέρᾳ θήκῃ Νικό‐ δημος, ὅσα τε πάθοι καὶ ἐφ’ οἷς καὶ ὑπὸ τίνων· ἡ δὲ μετὰ ταῦτα θήκη αὐτοῦ τε καὶ τοῦ παιδός ἐστιν. Ταῦ‐ τα εἰπόντα τὸν Γαμαλιὴλ ἐπισκῆψαι τῷ Λουκιανῷ μὴ ἀμελεῖν ἔτι τῶν λειψάνων μηδὲ ἐᾶν ἡλίῳ καὶ | |
10 | ὄμβροις διαφθείρεσθαι. Σεισμόν τε γενέσθαι σύνδρομον τῇ ὀπτασίᾳ, καὶ πολλὰς πολλῶν νοσημάτων ἰάσεις ἐπιτελεσθῆναι, τοῦ πρωτομάρτυρος μάλιστα τῆς θήκης τὰ ἰάματα προχεούσης. | |
Bibl.172-174118b(15) | Ἀνεγνώσθη τοῦ Χρυσοστόμου ὁμιλίαι εἰς τὴν γένεσιν ξʹ καὶ μία, ἐν τεύχεσι τρισίν, ὧν τὸ μὲν πρῶτον ὁμιλίας περιεῖχεν κʹ, τὸ δεύτερον δὲ δεκαέξ, τὸ τρίτον κεʹ. | 167 in vol. 2 |
18 | Ἐμφαίνεται δὲ ἐν τῷ πρώτῳ ὡς ἀπ’ ἀρχῆς τῆς τεσσαρακοστῆς ἀρξάμενος ὁμιλεῖν μήπω | |
20 | συναπαρτισθείσης αὐτῆς τούς τε κʹ λόγους τούτους καὶ ἄλλους τινὰς γʹ ἢ δʹ, μεταξὺ τῶν εἰς τὴν γένεσιν λό‐ γων, χρείας, ὡς εἰκός, παρεμπεσούσης τῷ λαῷ προσω‐ μίλησεν. Ἔνεστι δὲ συνιδεῖν ὡς εἰ καὶ λόγοι ἔχει τὴν ἐπιγραφὴν τὸ βιβλίον (οὕτω γὰρ εὗρον ἐν οἷς ἀνέγνων), | |
25 | ἀλλὰ μᾶλλον ἐοίκασιν ὁμιλίαις, τά τε ἄλλα καὶ ὅτι ἐν πολλοῖς πολλάκις ὡς παρόντας ὁρῶν τοὺς ἀκροατάς, οὕτω πρὸς αὐτοὺς ἀποτείνεται καὶ ἐρωτᾷ καὶ ἀποκρίνεται καὶ ὑπισχνεῖται, δυναμένου μὲν καὶ ἄλλως ἔχοντος τοῦ λόγου καὶ οὐ καθ’ ὁμιλίαν τὰ τοιαῦτα σχηματί‐ | |
30 | ζειν καὶ ἐνδείκνυσθαι, οὐ μὴν ἀλλὰ τὸ συνεχῶς καὶ ἐπιμό‐ νως τοῦτο ποιεῖν, καὶ οὐχὶ σὺν οἰκονομίᾳ τινί, παρίστησιν ὁμιλίας αὐτοὺς εἶναι. | |
32 | Ὡμίλει δὲ ταύτας τῷ πλήθει, ὡς ἔστι μαθεῖν ἐξ αὐτῶν τούτων, πολλάκις μὲν καθ’ ἑκάσ‐ την, ἐσθ’ ὅτε δὲ καὶ ὑπὲρ ἡμέραν. Οὕτω μὲν τὸ πρῶτον | |
35 | βιβλίον, ἐν ᾧ αἱ κʹ ὁμιλίαι. | |
35 | Τὸ δ’ ἕτερον βιβλίον, ἔχον ιϛʹ λόγους, τοὺς μὲν πρώτους ζʹ ἔτι τῆς τεσσαρα‐ κοστῆς ἐνισταμένης ὑπεδήλου καθομιληθῆναι, ὡς εἶναι τοὺς δι’ ὅλης αὐτῷ τῆς τεσσαρακοστῆς μέχρι τῆς με‐ γάλης τετράδος τῶν εἰς τὴν γένεσιν λόγους κζʹ. | |
39 | Οἱ δὲ | |
40 | ὑπόλοιποι λόγοι ἐννέα τοῦ ἑτέρου βιβλίου καὶ οἱ λοιποὶ | |
κεʹ τοῦ τρίτου οὐκ εὐθὺς ὡμιλήθησαν οὐδὲ συνεχῶς με‐ | 168 in vol. 2 | |
Bibl.172-174119a | τὰ τὸ Πάσχα. Μετὰ γὰρ τὴν ἐν τῇ μεγάλῃ τετράδι ὁμιλίαν ἥτις ἦν τῶν εἰς τὴν γένεσιν κζʹ, ὡμίληται αὐτῷ τῇ ἐφεξῆς εἰς τὸν σταυρόν, εἶτα εἰς τὴν προδοσίαν, καὶ λοιπὸν ἐφεξῆς κατὰ τὰς ἀνακυπτούσας τῶν ἡμε‐ | |
5 | ρῶν πανηγύρεις τε καὶ ὑποθέσεις ἀναλόγως αἱ ὁμι‐ λίαι ἐγίνοντο· καὶ μετὰ τὰς περὶ ἀναστάσεως ὁμιλίας ὡμίλησεν εἰς τὰς πράξεις συνεχῶς, ὡς αὐτὸς ἐκεῖ‐ νος ἀρχόμενος τοῦ κηʹ λόγου τῶν εἰς τὴν γένεσιν ἐπι‐ σημαίνεται· ὅν, ὡς δῆλον, καὶ τοὺς σὺν αὐτῷ μετὰ | |
10 | πολὺν χρόνον προσωμίλησεν. Αἱ γὰρ εἰς τὰς πράξεις ὁμιλίαι νεʹ μέν εἰσι, σχεδὸν δὲ δι’ ὅλου αὐτῷ τοῦ ἐνιαυ‐ τοῦ ἐρρήθησαν· οὐ γὰρ καθ’ ἡμέραν ταύτας, ἀλλὰ καὶ ὑπὲρ εʹ καὶ ὑπὲρ ζʹ καὶ πλείω καθωμίλει. Ἃς δῆλον αὐτὸς ποιεῖ ὅτι ἀρχιερατεύων κατὰ τὸ τρίτον ἔτος | |
15 | ὡμίλησε. Τὰς δ’ εἰς τὴν γένεσιν οὐκ ἔσχομεν γνῶναι ὁπότε ὡμίλησε πλὴν εἰ ἐκείνων μέμνηται τῶν ὁμι‐ λιῶν ἐν τῷ κηʹ λόγῳ ὁμιλῆσαι, ἃς διὰ τοῦ τρίτου ἔτους τῆς ἀρχιερωσύνης αὐτοῦ ἐξειργάσατο, ἀλλὰ μὴ ἑτέρων τινῶν παρὰ ταύτας (οὔπω γὰρ τοῦτο ἔγνων), δῆλον ὅτι | |
20 | καὶ ταύτας ἀρχιερατεύων κατεσκεύασε, τὰς μὲν κζʹ τῇ τεσσαρακοστῇ τοῦ δευτέρου ἔτους, τὰς δὲ λοιπὰς λδʹ ἐν τῷ τετάρτῳ ἔτει. Ἡ δὲ φράσις αὐτῷ μετὰ τῆς συνήθους σαφηνείας καὶ καθαρότητος καὶ τὸ λαμπρὸν καὶ εὔρουν ἐνδείκνυται, | |
25 | τὸ πολύχουν τῶν νοημάτων καὶ τὴν τῶν παραδειγμάτων προσφυεστάτην εὐπορίαν συνυποφαίνουσα. Ἠλάττωται δὲ ὅμως τῆς ἐν ταῖς πράξεσι φράσεως ἐπὶ τὸ ταπει‐ νότερον ἀπενηνεγμένη, ὅσον τῶν εἰς τὸν ἀπόστολον ἑρμηνειῶν καὶ ἔτι τῶν εἰς τὸν ψαλτῆρα ὑπομνημάτων | |
30 | ἡ ἐν ταῖς πράξεσιν ὑπολείπεται. Πανταχοῦ γὰρ τοῖς | |
λόγοις αὐτοῦ τὸ καθαρὸν καὶ λαμπρὸν καὶ εὐκρινὲς μετὰ τοῦ ἡδέος τεχνουργῶν, τούτοις τε ἐνταῦθα μάλιστα διαπρέπει καὶ τῇ τῶν παραδειγμάτων εὐπορίᾳ καὶ τῇ τῶν ἐνθυμημάτων ἀφθονίᾳ καὶ (εἴ που δέοι) καὶ δει‐ | 169 in vol. 2 | |
35 | νότητι, καὶ ἁπλῶς ἔν τε λέξει καὶ συνθήκῃ καὶ με‐ θόδῳ καὶ νοήμασι καὶ τῇ ὅλῃ κατασκευῇ, ἄριστα τάσδε τὰς συγγραφὰς ὑπεστήσατο. | |
37 | Ἀλλὰ τὰς μὲν εἰς τὸν ἀπόστολον ἔστιν ἐξ αὐτῶν ἐκείνων ἐπιγνῶναι, ποῖαί τε αὐτῶν ἐν Ἀντιοχείᾳ διατρίβοντι ἐξεπονήθησαν, αἳ | |
40 | καὶ μᾶλλον διηκρίβωνται, καὶ ποῖαι ἀρχιερατεύοντι ἐποιή‐ θησαν. Τὰς δὲ εἰς τοὺς ψαλμοὺς οὔπω ἔσχομεν ὅσον καθ’ ἱστορίαν γνῶναι, πλὴν εἴ τις τὴν δύναμιν καὶ τὴν ἄλ‐ | |
Bibl.172-174119b | λην ἀρετὴν τοῦ λόγου θαυμάζων σχολάζοντα αὐτὸν μᾶλλον ἀλλ’ οὐ πράγμασι κοινοῖς ἐνστρεφόμενον ταύτας φαίη ἐξεργάσασθαι. Εἰ δέ τινα τῶν ῥητῶν ἢ ἑρ‐ μηνείας ἢ βαθυτέρας θεωρίας δεόμενα οὐκ ἐπιμελῶς | |
5 | ἐπεξῆλθεν, οὐ δεῖ θαυμάζειν· ὅσα γὰρ ἡ τῶν ἀκροατῶν ἐχώρει δύναμις καὶ εἰς τὴν ἐκείνων συνέτεινε σωτη‐ ρίαν καὶ ὠφέλειαν, οὐδὲν οὐδαμοῦ παρῆκε. Διό μοι καὶ ἀεὶ θαυμάζειν ἔπεισι τὸν τρισμακάριστον ἄνθρωπον ἐκεῖ‐ νον, ὅτι ἀεὶ καὶ ἐν πᾶσιν αὐτοῦ τοῖς λόγοις τοῦτο σκο‐ | |
10 | πὸν ἐποιεῖτο, τὴν ὠφέλειαν τῶν ἀκροατῶν, τῶν δ’ ἄλλων ἢ οὐδ’ ὅλως ἐφρόντιζεν ἢ ὡς ἐλάχιστον, ἀλλὰ καὶ τοῦ δόξαι λαθεῖν αὐτὸν ἔνια τῶν νοημάτων καὶ τοῦ πρὸς τὰ βαθύτερα μὴ πειρᾶσθαι παρεισδύνειν, καὶ εἴ τι τοιοῦτον, ὑπὲρ τῆς τῶν ἀκροωμένων ὠφελείας | |
15 | παντάπασιν ὠλιγώρει. | |
Bibl.175119b(17) | Ἀνεγνώσθη Παμφίλης συμμίκτων ἱστο‐ | |
ρικῶν ὑπομνημάτων λόγοι ηʹ. Αὕτη ἀνδρὶ μὲν συνῴκει, ὡς καὶ αὐτὴ τῶν ὑπομνημάτων προοιμιαζομένη ἐπιση‐ | 170 in vol. 2 | |
20 | μαίνεται· ᾧ καὶ ιγʹ ἔτη ἐκ παιδὸς συμβιοῦσα ἤδη τῆς ὑπομνηματικῆς ταύτης συγγραφῆς λέγει ἀπάρξασθαι, συγγράψαι δὲ ἅ τε παρὰ τοῦ ἀνδρὸς μάθοι, τὰ ιγʹ ἔτη συνεχῶς αὐτῷ συνοῦσα καὶ μηδ’ ἡμέραν μηδ’ ὥραν ἀπολειπομένη, καὶ ἃ παρ’ ἄλλου τινὸς ἀκοῦσαι συνέβη | |
25 | τῶν παρ’ αὐτὸν ἀφικνουμένων (πολλοὺς δὲ φοιτᾶν ὄνομα καὶ δόξαν ἔχοντας ἐπὶ παιδείᾳ) καὶ δὴ καὶ ὅσα βιβλίων αὐτὴ ἀνελέξατο. | |
27 | Ταῦτα δὲ πάντα, ὅσα λόγου καὶ μνή‐ μης αὐτῇ ἄξια ἐδόκει, εἰς ὑπομνήματα συμμιγῆ καὶ οὐ πρὸς τὰς ἰδίας ὑποθέσεις διακεκριμένον ἕκαστον διε‐ | |
30 | λεῖν, ἀλλ’ οὕτως εἰκῇ καὶ ὡς ἕκαστον ἐπῆλθεν ἀναγράψαι, ὡς οὐχὶ χαλεπὸν ἔχουσα, φησί, τὸ κατ’ εἶδος αὐτὰ διε‐ λεῖν, ἐπιτερπέστερον δὲ καὶ χαριέστερον τὸ ἀναμεμιγμέ‐ νον καὶ τὴν ποικιλίαν τοῦ μονοειδοῦς νομίζουσα. | |
33 | Χρή‐ σιμον δὲ τὸ βιβλίον εἰς πολυμαθίαν· εὕροι γὰρ ἄν τις | |
35 | καὶ τῶν ἱστορικῶν οὐκ ὀλίγα ἀναγκαῖα, καὶ δὴ καὶ ἀπο‐ φθεγμάτων καὶ ῥητορικῆς διατριβῆς ἔνια καὶ φιλο‐ σόφου θεωρίας καὶ ποιητικῆς ἰδέας, καὶ εἴ τι τοιοῦτον ἐμπέσοι. | |
38 | Αἰγυπτία δὲ τὸ γένος ἡ Παμφίλη, ἤκμασε δὲ καθ’ οὓς χρόνους Νέρων ὁ Ῥωμαίων ἤκμαζεν αὐτο‐ | |
40 | κράτωρ. Ἡ δὲ φράσις, ὡς ἔστιν ἐκ τῶν προοιμίων συλ‐ λαβεῖν, καὶ ἐν οἷς ἄλλοθί που ἴδιόν τι λέγει, καὶ μάλιστα κατὰ τὴν διάνοιαν, οἷα δὴ καὶ γυναικὸς ἔκγονον οὖσα, | |
Bibl.175120a | τῆς ἀφελοῦς ἐστιν ἰδέας, οὐδὲ τῇ λέξει πρὸς τὴν ἰδέαν ἀλλοτριουμένη. Ἐν οἷς δὲ τὰ τῶν ἀρχαιοτέρων ἀπο‐ μνημονεύουσα λέγει, ποικιλώτερον αὐτῇ καὶ οὐ καθ’ ἓν εἶδος | |
σύγκειται ὁ λόγος. | 171 in vol. 2 | |
Bibl.176120a(6) | Ἀνεγνώσθη Θεοπόμπου λόγοι ἱστορικοί. Νʹ δὲ καὶ γʹ εἰσὶν οἱ σῳζόμενοι αὐτοῦ τῶν ἱστορικῶν λόγοι. Διαπεπτωκέναι δὲ καὶ τῶν παλαιῶν τινες ἔφησαν τήν τε ἕκτην καὶ ἑβδόμην καὶ δὴ καὶ τὴν ἐνάτην καὶ εἰκοστὴν | |
10 | καὶ τὴν τριακοστήν. Ἀλλὰ ταύτας μὲν οὐδ’ ἡμεῖς εἴδομεν, Μηνοφάνης δέ τις τὰ περὶ Θεοπόμπου διεξιών (ἀρ‐ χαῖος δὲ καὶ οὐκ εὐκαταφρόνητος ὁ ἀνήρ), καὶ τὴν δω‐ δεκάτην συνδιαπεπτωκέναι λέγει· καίτοι αὐτὴν ἡμεῖς ταῖς ἄλλαις συνανέγνωμεν. | |
14 | Καὶ περιέχει ὁ δωδέκατος | |
15 | λόγος περί τε Πακώριος τοῦ Αἰγυπτίων βασιλέως, ὡς πρός τε τοὺς βαρβάρους ἐσπείσατο καὶ ὑπὲρ Εὐαγόρου ἔπραττε τοῦ Κυπρίου, ἐναντία πράττων τῷ Πέρσῃ· ὅν τε τρόπον παρὰ δόξαν Εὐαγόρας τῆς Κυπρίων ἀρχῆς ἐπέβη, Ἀβδύμονα κατασχὼν τὸν Κιτιέα ταύτης ἐπάρ‐ | |
20 | χοντα· τίνα τε τρόπον Ἕλληνες οἱ σὺν Ἀγαμέμνονι τὴν Κύπρον κατέσχον, ἀπελάσαντες τοὺς μετὰ Κιννύρου ὧν εἰσὶν ὑπολιπεῖς Ἀμαθούσιοι· ὅπως τε ὁ βασιλεὺς Εὐαγόρᾳ συνεπείσθη πολεμῆσαι, στρατηγὸν ἐπιστήσας Αὐτοφραδάτην τὸν Λυδίας ἐξατράπην, ναύαρχον δὲ | |
25 | Ἑκατόμνων· καὶ περὶ τῆς εἰρήνης ἣν αὐτὸς τοῖς Ἕλ‐ λησιν ἐβράβευσεν· ὅπως τε πρὸς Εὐαγόραν ἐπικρα‐ τέστερον ἐπολέμει, καὶ περὶ τῆς ἐν Κύπρῳ ναυμαχίας· καὶ ὡς Ἀθηναίων ἡ πόλις ταῖς πρὸς βασιλέα συν‐ θήκαις ἐπειρᾶτο ἐμμένειν, Λακεδαιμόνιοι δὲ ὑπέρογκα | |
30 | φρονοῦντες παρέβαινον τὰς συνθήκας· τίνα τε τρόπον τὴν ἐπὶ Ἀνταλκίδου ἔθεντο εἰρήνην· καὶ ὡς Τιρίβαζος | |
ἐπολέμησεν, ὅπως Εὐαγόρᾳ ἐπεβούλευσεν, ὅπως τε αὐτὸν Εὐαγόρας πρὸς βασιλέα διαβαλὼν συνέβαλε μετ’ Ὀρόντου, καὶ ὡς Νεκτενίβιος παρειληφότος τὴν Αἰ‐ | 172 in vol. 2 | |
35 | γύπτου βασιλείαν πρὸς Λακεδαιμονίους πρέσβεις ἀπέ‐ στειλεν Εὐαγόρας· τίνα τε τρόπον ὁ περὶ Κύπρον αὐτῷ πόλεμος διελύθη· καὶ περὶ Νικοκρέοντος, ὡς ἐπεβούλευ‐ σεν, ὡς παραδόξως ἐφωράθη, ὡς ἔφυγε καὶ ὡς τῇ ἐκείνου παιδὶ καταλειφθείσῃ κόρῃ Εὐαγόρας τε καὶ ὁ τούτου | |
40 | παῖς Πνυταγόρας, λανθάνοντες ἀλλήλους, συνεκάθευ‐ δον, Θρασυδαίου τοῦ εὐνούχου, ὃς ἦν Ἠλεῖος τὸ γένος, | |
Bibl.176120b | αὐτοῖς παρὰ μέρος ὑπηρετουμένου τῇ πρὸς τὴν κόρην ἀκολασίᾳ· καὶ ὡς τοῦτο αὐτοῖς αἴτιον ὀλέθρου γέ‐ γονε, Θρασυδαίου τὴν ἐκείνων ἀναίρεσιν κατεργασαμένου. Εἶτα τίνα τρόπον Ἄκωρις ὁ Αἰγύπτιος πρὸς τοὺς Πισίδας | |
5 | ἐποιήσατο συμμαχίαν, περί τε τῆς χώρας αὐτῶν καὶ τῶν Ἀσπενδίων· περί τε τῶν ἐν Κῷ καὶ Κνίδῳ ἰατρῶν, ὡς Ἀσκληπιάδαι, καὶ ὡς ἐκ Σύρνου οἱ πρῶτοι ἀφί‐ κοντο ἀπόγονοι Ποδαλειρίου· καὶ περὶ Μόψου τοῦ μάν‐ τεως καὶ τῶν θυγατέρων Ῥόδης καὶ Μηλιάδος καὶ | |
10 | Παμφυλίας, ἐξ ὧν ἥ τε Μοψουεστία καὶ ἡ ἐν Λυκίᾳ Ῥοδία καὶ ἡ Παμφυλία χώρα τὰς ἐπωνυμίας ἔλαβον· τίνα τε τρόπον ὑφ’ Ἑλλήνων ἡ Παμφυλία κατῳκίσθη· καὶ ὁ πρὸς ἀλλήλους πόλεμος· καὶ ὡς Λύκιοι πρὸς Τελμισσεῖς, ἡγουμένου αὐτοῖς τοῦ σφῶν βασιλέως Περι‐ | |
15 | κλέους, ἐπολέμησαν καὶ οὐκ ἀνῆκαν πολεμοῦντες ἕως αὐτοὺς τειχήρεις ποιήσαντες καθ’ ὁμολογίαν παρεστή‐ σαντο. Ἃ μὲν οὖν ὁ ἠφανισμένος Μηνοφάνει δωδέκατος λόγος περιέχει, ταῦτά ἐστιν. Ἔστι δὲ ὁ Θεόπομπος Χῖος μὲν τὸ γένος, υἱὸς Δα‐ | |
20 | μοστράτου, φυγεῖν δὲ λέγεται τῆς πατρίδος ἅμα τῷ πατρί, ἐπὶ λακωνισμῷ τοῦ πατρὸς ἁλόντος, ἀνασω‐ θῆναι δὲ τῇ πατρίδι τελευτήσαντος αὐτῷ τοῦ πατρός, τὴν δὲ κάθοδον Ἀλεξάνδρου τοῦ Μακεδόνων βασιλέως δι’ ἐπιστολῶν τῶν πρὸς τοὺς Χίους καταπραξαμένου· | 173 in vol. 2 |
25 | ἐτῶν δὲ εἶναι τότε τὸν Θεόπομπον εʹ καὶ μʹ· μετὰ δὲ τὸν Ἀλεξάνδρου θάνατον πανταχόθεν ἐκπεσόντα εἰς Αἴγυπτον ἀφικέσθαι, Πτολεμαῖον δὲ τὸν ταύτης βασιλέα οὐ προσίεσθαι τὸν ἄνδρα, ἀλλὰ καὶ ὡς πολυπράγμονα ἀνελεῖν ἐθελῆσαι, εἰ μή τινες τῶν φίλων παραιτησά‐ | |
30 | μενοι διεσώσαντο. | |
30 | Συνακμάσαι δὲ λέγει αὐτὸς ἑαυτὸν Ἰσοκράτει τε τῷ Ἀθηναίῳ καὶ Θεοδέκτῃ τῷ Φαση‐ λίτῃ καὶ Ναυκράτει τῷ Ἐρυθραίῳ, καὶ τούτους ἅμα αὐτῷ τὰ πρωτεῖα τῆς ἐν λόγοις παιδείας ἔχειν ἐν τοῖς Ἕλλησιν· ἀλλὰ Ἰσοκράτην μὲν δι’ ἀπορίαν βίου καὶ | |
35 | Θεοδέκτην μισθοῦ λόγους γράφειν καὶ σοφιστεύειν, ἐκπαι‐ δεύοντας τοὺς νέους κἀκεῖθεν καρπουμένους τὰς ὠφελείας, αὐτὸν δὲ καὶ Ναυκράτην αὐτάρκως ἔχοντας ἐν τούτοις ἀεὶ τὴν διατριβὴν ἐν τῷ φιλοσοφεῖν καὶ φιλομαθεῖν ποιεῖσθαι· καὶ ὡς οὐκ ἂν εἴη αὐτῷ παράλογον ἀντιποιου‐ | |
40 | μένῳ τῶν πρωτείων, οὐκ ἐλαττόνων μὲν ἢ δισμυρίων ἐπῶν τοὺς ἐπιδεικτικοὺς τῶν λόγων συγγραψαμένῳ, | |
Bibl.176121a | πλείους δὲ ἢ ιεʹ μυριάδας, ἐν οἷς τάς τε τῶν Ἑλ‐ λήνων καὶ βαρβάρων πράξεις μέχρι νῦν ἀπαγγελλομένας ἐστὶ λαβεῖν. | |
3 | Ἔτι δὲ καὶ διότι οὐδείς ἐστι τόπος κοινὸς τῶν Ἑλλήνων οὐδὲ πόλις ἀξιόχρεως, εἰς οὓς αὐτὸς οὐκ ἐπι‐ | |
5 | δημῶν καὶ τὰς τῶν λόγων ἐπιδείξεις ποιούμενος οὐχὶ μέγα κλέος καὶ ὑπόμνημα τῆς ἐν λόγοις αὐτοῦ κατέ‐ | |
λιπεν ἀρετῆς. | 174 in vol. 2 | |
7 | Ταῦτα αὐτὸς περὶ αὑτοῦ λέγων, τοὺς ἐν τοῖς ἔμπροσθεν χρόνοις ἔχοντας ἐν λόγοις τὸ πρω‐ τεύειν πολὺ καταδεεστέρους ἀποφαίνεται τῶν καθ’ ἑαυτὸν | |
10 | οὐδὲ τῆς δευτέρας τάξεως ἀξιουμένων, καὶ τοῦτο δῆλον εἶναί φησι καὶ ἐξ αὐτῶν τῶν παρ’ ἑκατέροις ἐκπεπο‐ νημένων καὶ κατειλημμένων λόγων· πολλὴν γὰρ τὴν τοιαύτην παίδευσιν ἐπίδοσιν λαβεῖν κατὰ τὴν αὑτοῦ ἡλικίαν. Ἀλλὰ τίνας λέγει τοὺς ἐν τοῖς ἔμπροσθεν χρό‐ | |
15 | νοις, οὐκ ἔχω σαφῶς συμβαλεῖν· οὐ γὰρ δή γε τολμῆσαι αὐτὸν ὑπολαμβάνω εἰς Ἡρόδοτον καὶ Θουκυδίδην ἀπο‐ τείνεσθαι, πολὺ καὶ αὐτοῦ ἐν πολλοῖς ἐκείνων τῶν ἀνδρῶν ἐλαττουμένου. Ἢ τάχα πρὸς Ἑλλάνικον καὶ Φίλιστον ἀφορᾷ τοὺς ἱστορικούς, ἢ Γοργίαν καὶ Λυσίαν καὶ τοὺς | |
20 | τοιούτους, ἐγγὺς τῆς αὐτοῦ ἡλικίας προγεγονότας, αἰνίτ‐ τεται, οὐδ’ ἐκείνων τοσοῦτον ἐνδεέστερον ἐχόντων πρὸς τοὺς λόγους. Ἀλλὰ Θεόπομπος μὲν ταῦτα. Φασὶ δὲ αὐτόν τε καὶ Ἔφορον Ἰσοκράτους γενέσθαι μαθητάς. Δῆλον δὲ τοῦτο ποιοῦσι καὶ οἱ λόγοι· πολὺ γὰρ | |
25 | ἐν τοῖς Θεοπόμπου ἡ κατὰ μίμησιν ἰδέα τῶν παρ’ Ἰσο‐ κράτει, εἰ καὶ λείπεται τῆς κατὰ τὴν ἐργασίαν ἀκρι‐ βείας. Καὶ τὰς ἱστορικὰς δὲ ὑποθέσεις τὸν διδάσκαλον αὐτοῖς προβαλεῖν, τὰς μὲν ἄνω τῶν χρόνων Ἐφόρῳ, Θεοπόμπῳ δὲ τὰς μετὰ Θουκυδίδην Ἑλληνικάς, πρὸς | |
30 | τὴν ἑκατέρου φύσιν καὶ τὸ ἔργον ἁρμοσάμενον. Διὸ καὶ τὰ προοίμια αὐτοῖς τῶν ἱστοριῶν τῇ τε διανοίᾳ καὶ τοῖς ἄλλοις ἐστὶν ὁμοιότατα, ὡς ἂν ἀπὸ τῆς αὐτῆς ἀφετηρίας ἐκδραμόντων ἑκατέρου πρὸς τὸ στάδιον τῆς ἱστορίας. | |
35 | Πλείσταις μὲν οὖν παρεκβάσεσι παντοδαπῆς ἱστορίας | |
τοὺς ἱστορικοὺς αὑτοῦ λόγους Θεόπομπος παρατείνει. Διὸ καὶ Φίλιππος, ὁ πρὸς Ῥωμαίους πολεμήσας, ἐξελὼν ταύ‐ τας καὶ τὰς Φιλίππου συνταξάμενος πράξεις, αἳ σκοπός εἰσι Θεοπόμπῳ εἰς ιϛʹ βίβλους μόνας, μηδὲν παρ’ ἑαυτοῦ | 175 in vol. 2 | |
40 | προσθεὶς ἢ ἀφελὼν πλήν (ὡς εἴρηται) τῶν παρεκτροπῶν, τὰς πάσας ἀπήρτισε. | |
41 | Δοῦρις μὲν οὖν ὁ Σάμιος ἐν τῇ πρώτῃ τῶν αὑτοῦ ἱστοριῶν οὕτω φησίν· «Ἔφορος δὲ καὶ | |
Bibl.176121b | Θεόπομπος τῶν γενομένων πλεῖστον ἀπελείφθη‐ σαν· οὔτε γὰρ μιμήσεως μετέλαβον οὐδεμιᾶς οὔτε ἡδονῆς ἐν τῷ φράσαι, αὐτοῦ δὲ τοῦ γράφειν μόνον ἐπεμελήθησαν». Καίτοι Δοῦρις καὶ τῆς ἐν αὐτοῖς τούτοις οἰκονομίας, οἷς | |
5 | αἰτιᾶται, πολλὰ τῶν ἀνδρῶν λειπόμενος. Ἀλλ’ εἰ μὲν πρὸς τὸν ὑπερήφανον ἐκεῖνον Θεοπόμπου λόγον, ὃς τοὺς ἀρχαιοτέρους οὐδὲ τῶν δευτέρων ἠξίου, τοῦτο ἀπέρριψεν, οὐκ ἔχω λέγειν· πλὴν ὅτι οὐδέτερος αὐτῶν προσηκόντως ἐπελάβετο, καὶ μάλιστα ἂν διισχυρισαίμην. | |
9 | Κλεοχάρης | |
10 | δὲ ὁ Σμυρλεανός, ὑπὲρ τῶν Ἰσοκρατικῶν ἁπάντων, οἶμαι, λέγων (τοῦτο γάρ ἐστι τὸ ἐν τῇ πρὸς τὸν Δημο‐ σθένην συγκρίσει μὴ τὰ πόρρω αὐτοῖς παρασχεῖν) φησὶ τοὺς μὲν δημοσθενικοὺς λόγους τοῖς τῶν στρατιωτῶν ἐοι‐ κέναι μάλιστα σώμασι, τοὺς δὲ ἰσοκρατικοὺς τοῖς τῶν | |
15 | ἀθλητῶν. Δῆλον δὲ ὡς Θεόπομπος οὐδενὸς τῶν ἰσο‐ κρατικῶν εἰς τοὺς λόγους ἀτιμότερος. Τὸ μὲν οὖν Θεοπόμπου γένος καὶ ἡ παίδευσις καὶ ὁ διδάσκαλος καὶ οἱ συνακμάσαντες καὶ οἱ λόγοι καὶ ἡ πολιτεία καὶ ἡ ἐν τοῖς λόγοις ἰδέα καὶ προαίρεσις, κατὰ | |
20 | κεφαλαιώδη ἀπαρίθμησιν, καὶ ὁ καθ’ ὃν ἤκμασε χρό‐ νος καὶ ὅσα αὐτῷ συνεκύρησε κατὰ τὸν βίον, ἐπὶ | |
τοσοῦτον. | 176 in vol. 2 | |
Bibl.177121b(24) | Ἀνεγνώσθη βιβλίον οὗ ἡ ἐπιγραφή· «Θεοδώρου | |
25 | Ἀντιοχέως πρὸς τοὺς λέγοντας φύσει καὶ οὐ γνώμῃ πταίειν τοὺς ἀνθρώπους». Διαπεραίνεται μὲν αὐτῷ ὁ πρὸς αὐτοὺς ἀγὼν ἐν λόγοις εʹ, πρὸς δὲ τοὺς ἀπὸ τῆς δύσεως τοῦτο τὸ νόσημα νενοσηκότας γράφει τὸ βιβλίον· ὧν καὶ τῆς αἱρέσεως ἀρχηγὸν λέγει γενέσθαι ἐκεῖθεν μὲν | |
30 | ὁρμώμενον, τοῖς δὲ τῆς ἀνατολῆς ἐπιχωριάζοντα τό‐ ποις καὶ συντάττοντα λόγους ὑπὲρ τῆς καινοποιηθείσης αὐτῷ αἱρέσεως διαπέμπειν τοῖς τὸ πατρῷον ἔδαφος οἰκοῦσιν, ὑφ’ ὧν καὶ πολλοὺς τῶν ἐκεῖσε πρὸς τὸ οἰκεῖον φρόνημα ἑλκύσαι, ὡς καὶ ἐκκλησίας ὅλας τοῦ ἀτοπή‐ | |
35 | ματος πληρωθῆναι. | |
35 | Ἀρὰμ δὲ τὸν ἀρχηγὸν αὐτῶν, οὐ γὰρ ἔχω σαφῶς εἰπεῖν, εἴτε ὀνομάζει εἴτε ἐπονομάζει. Τοῦτον καὶ πέμπτον εὐαγγέλιον προσαναπλάσαι λέγει, ἐν ταῖς Εὐσεβίου τοῦ Παλαιστίνου βιβλιοθήκαις ὑποπλαττό‐ μενον εὑρεῖν· καὶ ἀπώσασθαι μὲν τῆς θείας καὶ παλαιᾶς | |
40 | γραφῆς ἣν οἱ ἑβδομήκοντα συνεληλυθότες ἐκδεδώκασι μετάφρασιν, καὶ δὴ καὶ τὴν Συμμάχου καὶ Ἀκύλα καὶ τῶν ἄλλων, ἰδίαν δέ τινα καὶ καινὴν ἐπαρθῆναι συν‐ | |
Bibl.177122a | τάξαι μήτε τὴν Ἑβραίων, ὥσπερ ἐκεῖνοι ἐκ παιδὸς ἀσκηθέντα, μήτε τὸν τῆς θείας γραφῆς νοῦν ἐκδιδα‐ χθέντα, Ἑβραίων δέ τισι τῶν χαμαιπετῶν ἑαυτὸν ἐκδε‐ δωκότα ἐκεῖθεν θαρρῆσαι ἰδίαν ἔκδοσιν ἀναγράφειν. | |
5 | Ἔστι δὲ τὰ τῆς αἱρέσεως αὐτοῖς, ὡς ἐν κεφαλαίῳ φάναι, ταῦτα. Φύσει καὶ οὐ γνώμῃ πταίειν φασὶ τοὺς ἀνθρώ‐ πους, φύσει δὲ οὐ κατ’ ἐκείνην ἐν ᾗ κατὰ τὸ πρῶτον δη‐ | |
μιουργηθεὶς ὑπέστη ὁ Ἀδάμ (ἐκείνην γὰρ ἀγαθὴν ἀγαθοῦ Θεοῦ ποίημα οὖσάν φασι), ἀλλὰ κατ’ ἐκείνην ἣν ὕστερον | 177 in vol. 2 | |
10 | ἁμαρτήσας ἐκληρώσατο, τῇ περὶ τὸ κακὸν πράξει καὶ ἁμαρτίᾳ κακήν τε ἀντ’ ἀγαθῆς ἑαυτῷ καὶ θνητὴν ἀντὶ τῆς ἀθανάτου ἀλλαξάμενος· ταύτῃ τοι καὶ φύσει γεγο‐ νότας κακοὺς ἐκ τοῦ ὑποστῆναι φύσει πρότερον ἀγαθούς, ἐν τῇ φύσει καὶ οὐκ ἐν τῇ προαιρέσει κεκτῆσθαι τὴν | |
15 | ἁμαρτίαν. | |
15 | Δεύτερον ἀκόλουθον αὐτοῖς λέγειν μηδὲ τὰ παιδία, κἂν ἀρτιγέννητα ᾖ, μὴ ἀπηλλάχθαι ἁμαρτίας, ἅτε ἀπὸ τῆς τοῦ Ἀδὰμ παραβάσεως τῆς φύσεως ἐν ἁμαρτίαις ὑποστάσης, καὶ εἰς πᾶν τὸ ἐξ ἐκείνου γένος τῆς ἁμαρτωλῆς (ὡς ἂν εἴποιεν ἐκεῖνοι) φύσεως παρα‐ | |
20 | τεινομένης. Φέρειν τε αὐτοὺς τὸ «Ἐν ἁμαρτίαις ἐγεν‐ νήθην», καὶ εἴ τι τοιοῦτον, καὶ αὐτὸ τὸ ἅγιον βάπτισμα καὶ τὴν τοῦ ἀχράντου σώματος κοινωνίαν εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ τοῖς βρέφεσιν ἐπιφερόμενα ταῦτα προ‐ κομίζειν ἐπὶ βεβαιώσει φησὶ τῆς οἰκείας νομίσεως. Ἔτι | |
25 | δὲ καὶ ὅτι οὐδεὶς ἐν ἀνθρώποις ἐστὶ δίκαιος. Ἀκόλουθον δὲ καὶ τοῦτο δηλονότι τῆς ἀπ’ ἀρχῆς αὐτῶν θέσεως· «Οὐ δικαιωθήσεται γὰρ ἐνώπιόν σού, φησι, πᾶσα σάρξ» καὶ τὰ τοιαῦτα. | |
28 | Τέταρτον (ὦ βλασφήμων καὶ δυσσεβῶν στομάτων) ὅτι οὐδ’ ὁ Χριστὸς καὶ θεὸς ἡμῶν, ἅτε τὴν | |
30 | ἡμαρτημένην φύσιν προσειληφώς, οὐδ’ αὐτὸς ἐκαθά‐ ρευεν ἀπὸ ἁμαρτίας. Καίτοι ἀλλαχοῦ τῆς βλασφημίας αὐτῶν ἔστιν αὐτοὺς ἰδεῖν, ὥς φησιν, οὐδ’ ἀληθείᾳ καὶ φύσει σχήματι δὲ μόνον διαδόντας αὐτῷ τὴν ἐνανθρώ‐ πησιν. | |
34 | Πέμπτον, ὅτι τὸν γάμον, ἤτοι τὴν τῆς μίξεως | |
35 | ὄρεξιν καὶ τὴν τοῦ σπέρματος καταβολὴν καὶ πάντα δὴ τὰ τοιαῦτα, ἀφ’ ὧνπερ κατὰ διαδοχὴν τὸ ἡμέ‐ τερον γένος αὔξεται, τῆς μοχθηρᾶς ἔργα φασὶ φύσεως, εἰς ἣν διὰ τῆς ἁμαρτίας πεσὼν ὁ Ἀδὰμ τῇ τῆς φύ‐ σεως κακίᾳ τὸν ἐσμὸν ἐδέξατο τῶν κακῶν. Ἀλλὰ τὰ | 178 in vol. 2 |
40 | μὲν τῶν αἱρετιζόντων τοιαῦτα. Ὁ δὲ Θεόδωρος οὗτος εὖ μὲν ποιεῖ ἀποπεμπόμενος αὐτά, ἐνιαχοῦ δὲ καὶ ἄριστα αὐτῶν καὶ σὺν ἰσχύϊ τὸ ἀλλό‐ | |
Bibl.177122b | κοτον καὶ βλάσφημον τῶν ὑπολήψεων ἐπιρραπί‐ ζει, καὶ ταῖς γραφικαῖς φωναῖς, ἃς ἐκεῖνοι κακῶς ἐξελάμ‐ βανον, τὰς καταλλήλους ἐννοίας ἁρμόζων ἀμαθεῖς αὐτοὺς τελείως ἐξελέγχει. Οὐκ ἀεὶ δέ, ἀλλὰ τήν τε Νεστορίου αἵρε‐ | |
5 | σιν ὠδίνων ἡμῖν ἐν πολλοῖς ὦπται, καὶ τὴν Ὠριγένους κατά γε τὸ τέλος ὑποφωνεῖν τῆς κολάσεως. | |
6 | Ἔτι δὲ οὐδὲ τὸ λέγειν αὐτὸν ἀπ’ ἀρχῆς μὲν θνητὸν πεπλάσθαι τὸν Ἀδάμ, ἐνδείξει δὲ μόνον, ἵνα μισήσωμεν τὴν ἁμαρ‐ τίαν, σχηματίσαι οὕτω τὸν Θεὸν ὡς διὰ τὴν ἁμαρτίαν | |
10 | ἀντὶ τιμωρίας ἐπιτέθειται ὁ θάνατος, οὐ μὲν οὖν οὐδὲ τοῦτό μοι δοκοῦν εἰς ὀρθοὺς ἀναφέρειν λογισμούς, ἀλλὰ καὶ πολλὰς ὑπέχειν τὰς εὐθύνας, εἴ τις ἀπαιτεῖν ἐθέλοι, κἂν ὡς ἐκεῖνος εἴποι, ἱκανῶς ἡ τοιαύτη δόξα πρὸς τοὺς αἱρεσιώτας ἀπομάχηται. Οὐ γὰρ εἴ τι διαμάχεται τῷ | |
15 | χείρονι, ἀγαθόν· καὶ γὰρ καὶ ἑαυτῷ μάχεται τὸ κακόν· ἀλλ’ εἴ τι σύμφωνον ὀρθῷ λογισμῷ καὶ γνώριμον ταῖς θείαις γραφαῖς, τοῦτο ἀποδεκτόν, κἂν οὐδεμία αἵρεσις μάχεσθαι τολμᾷ πρὸς αὐτό. Ἔτι δὲ κἀκεῖνο οὐκ ἐγκρίνω ἔγωγε τοῖς τῆς ἀληθείας | |
20 | δόγμασι, περιέργως τε εἰρημένον καὶ οὐδὲ γνώριμον τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ, τὸ δύο ἀφέσεις ἁμαρτιῶν εἶναι λέ‐ γειν, τὴν μὲν τῶν πεπραγμένων, τὴν δὲ οὐκ οἶδ’ ὅπως | |
εἴποι τις ἂν καὶ ἄφεσιν, ὡς ἐκεῖνος λέγει, αὐτὴν τὴν ἀναμαρτησίαν ἤτοι τὸ μηκέτι ἁμαρτάνειν· δεῖ γὰρ ἡμῖν, | 179 in vol. 2 | |
25 | ὡς ἔοικε, καὶ πλειόνων σαφηνιστικῶν λέξεων, ἵνα τὴν καινὴν ἐκείνην ὑποδηλώσωμεν τῶν ἁμαρτιῶν ἄφεσιν. Ὅπερ ὁ μὲν ὀρθὸς λόγος ἀναμαρτησίαν οἶδεν, οὗτος δὲ ἄφεσιν ἁμαρτιῶν τελείαν καὶ κυριωτάτην καὶ ἀναίρεσιν καλεῖ ἁμαρτίας παντελῆ. | |
29 | Τίς οὖν ἡ τοιαύτη ἁμαρτιῶν | |
30 | ἄφεσις, καὶ ποῦ διδομένη, καὶ πόθεν ἀρξαμένη; Ἤρξατο μέν, φησιν, ἐμφανίζεσθαι ἀπὸ τῆς κατὰ τὸν δεσπότην Χριστὸν οἰκονομίας καὶ ἐν ἀρραβῶνος ἡμῖν δίδοσθαι τάξει, δίδοται δὲ τελείως καὶ ἐπ’ αὐτοῖς ἔργοις ἐν τῇ μετὰ τὴν ἀνάστασιν ἀποκαταστάσει, ὑπὲρ ἧς, ἵνα τύ‐ | |
35 | χωμεν, καὶ ἡμεῖς καὶ τὰ βρέφη βαπτιζόμεθα. | |
35 | Ἀλλὰ τὰ μὲν μέχρι τούτου ὡς σεμνὰ καὶ κεχηνέναι μόνον οὐχὶ πρὸς τὸ πέρας ἅπαντας κατασκευάζοντα. Εἰπὲ δὴ λοι‐ πὸν καὶ τί τοῦτο; ὀρθὰ γάρ σοι παρεχόμεθα τὰ ὦτα. Τίς ἡ τῶν ἁμαρτιῶν ἄφεσις ἡ παντελὴς ἐκείνη; οὐκέτι, | |
40 | φησί, μετὰ τὴν ἀνάστασιν ἁμαρτησόμεθα. Ἀλλὰ γὰρ ὡς ἐξ οἵων ἡμᾶς κατέσπασας τῶν ἐλπίδων. Ἵνα γὰρ νῦν ἐάσω ζητεῖν ὅπως ἔστι λέγειν ἄφεσιν ἁμαρτιῶν τοῦτο, | |
Bibl.177123a | ἐκεῖνο συντόμως ἐρῶ· | |
1 | τί οὖν; διὰ τοῦτό σοι Χριστὸς ἐσαρκώθη καὶ ἐσταυρώθη, ἵνα μὴ ἐκεῖθεν ἀναστὰς ἁμαρ‐ τήσῃς; Ἡμάρτανον δὲ ἄρα ἐκεῖθεν οἱ προκαταλύσαν‐ τες τὸν βίον, πρὶν ἢ Χριστὸς ἐπιδημήσει; Ἂν δὲ μὴ | |
5 | βαπτιζώμεθα, ἁμαρτίας ἔτι διαπραξόμεθά σοι ἐκεῖ καὶ ἡμεῖς καὶ τὰ βρέφη; Τί δ’ οἱ ἄπιστοι πάντες πάλιν κἀν τῷ μέλλοντι αἰῶνι καὶ κλέψουσι καὶ πορνεύσουσι | |
καὶ δυσσεβήσουσι καὶ λῃστεύσουσι καὶ πᾶσαν αὑτῶν μοχθηρὰν ἐπιθυμίαν πληρώσουσιν; Οὐ γὰρ δικαίας γε αὐ‐ | 180 in vol. 2 | |
10 | τοῖς τῶν ἐνταῦθα πεπλημμελημένων καὶ βαρυτάτας ἐξεῦρες τὰς τιμωρίας. Ἀλλ’ ἐξ ὧν μοι οὐκ ἐγκριτέον αὐτοῦ τὴν τῶν ἁμαρ‐ τιῶν ἄφεσιν, ἐνεδειξάμην. Τάχα δ’ οὐδ’ αὐτὸς ἑκὼν ἐπὶ τοῦτο ἦλθεν, ἀλλ’ ἵνα λύσῃ τὴν ἀπορίαν τῶν λε‐ | |
15 | γόντων διὰ τί τὰ βρέφη κοινωνεῖ τῶν ἀχράντων μυστηρίων, διὰ τί τοῦ βαπτίσματος ἀξιοῦται, εἰ μὴ καὶ αὐτὰ γέμει ἁμαρτιῶν, ἐν τῇ φύσει τῆς ἁμαρτίας κα‐ τεσπαρμένης· καὶ γὰρ εἰς ἄφεσιν ταῦτα δίδοται ἁμαρ‐ τιῶν. Ἀλλ’ ἐχρῆν καὶ τὴν ἀπορίαν, πολλὰς ἔχουσαν λύ‐ | |
20 | σεων ἀφορμάς, ἑτέρωθεν ἐπιλύσασθαι, καὶ τὰ ἑπόμενα τῇ ἀφέσει τῶν ἁμαρτιῶν αὐτοῦ ἄτοπα ἐπισκοπήσαντα μηδὲν τερατεύσασθαι τοιοῦτον. Ἔστι μὲν οὗτος ὁ Θεόδωρος ὁ καὶ κατ’ Εὐνομίου ἐν κʹ καὶ ηʹ λόγοις οὐκ ἀγεννῶς ἀγωνισάμενος, τὴν Βα‐ | |
25 | σιλείου τοῦ θεσπεσίου, μᾶλλον δὲ τῆς ἀληθείας κρατύ‐ νων δόξαν· ἥ τε γὰρ λέξις καὶ τῶν λέξεων ἡ συνθήκη καὶ ὁ νοῦς τῶν δογμάτων καὶ τὸ πολύχουν τῆς ἀνα‐ τροπῆς, καὶ τἄλλα κατ’ οὐδὲν διαλλάσσει. Ἀσαφὴς δέ ἐστι, καίτοι λέξει οὐ ξενιζούσῃ χρώμενος· ἀλλὰ τῷ σχοι‐ | |
30 | νοτενέσι χρῆσθαι ἐκ τοῦ ἐπὶ πλεῖστον περιόδοις καὶ πα‐ ρεμβολαῖς ἀλλεπαλλήλοις, δι’ ὧν καὶ εἰς μήκιστον ὁ νοῦς ἀποτείνεται τῶν προκειμένων, ταῖς τε τῶν ὀνομάτων πλαγίαις καὶ ταῖς μετοχικαῖς λέξεσι πλεονάζειν, τὰ αὐτά τε πολλάκις καὶ οὐδὲ σὺν κόσμῳ ἐπανακυκλεῖν, | |
35 | καὶ τὰς ἐπαναλήψεις πλέον τῶν διηγήσεων (ὅπερ ἀμέθοδον παντελῶς) ταῖς περιστάσεσι μεμεστῶσθαι, καὶ τοῖς τοιούτοις οὐκ ὀλίγον ζόφον τῶν αὑτοῦ γραμμάτων | |
κατασκεδάζει. Ἔοικε δὲ φιλοπονώτερον περὶ τὴν ἱερὰν ἡμῶν καὶ θείαν γραφὴν διατεθῆναι, εἰ καὶ ἐν πολ‐ | 181 in vol. 2 | |
40 | λοῖς παρασύρεται τῆς ἀληθείας. | |
Bibl.178123a(42) | Ἀνεγνώσθη Διοσκουρίδου περὶ ὕλης βιβλίον | |
Bibl.178123b | ζʹ λόγοις διῃρημένον. Ἐν μὲν οὖν τοῖς εʹ περί τε βοτανῶν καὶ φυτῶν διαλαμβάνει ἀρωμάτων τε καὶ σκευα‐ σίας ἐλαίων καὶ μύρων, καὶ δὴ καὶ ζῴων καὶ τῆς ἀπὸ τῶν ἐν αὐτοῖς μορίων ὠφελείας, ἀλλὰ καὶ δένδρων | |
5 | καὶ ὀπῶν καὶ δακρύων, ἔτι δὲ μέλιτος καὶ γάλακτος καὶ στέατος καὶ τῶν καλουμένων σιτηρῶν καὶ λαχανικῶν, ῥιζῶν τε φυτῶν καὶ θάμνων καὶ βοτανῶν, ὅσα τε αὐ‐ τῶν τὸ χύλισμα εἰς ἰατρικὴν χρείαν συντελοῦν ἔχει ἢ τὸν καρπόν. Οὐ μὴν ἀλλὰ καὶ περὶ οἴνων καὶ τῶν κα‐ | |
10 | λουμένων μεταλλικῶν ἐφ’ ἱκανὸν διαλαμβάνει. Καὶ τῶν γε πλείστων, ὧν προὔθετο λέγειν, εἶδός τε καὶ φύσιν καὶ τόπον γενέσεως ἐς τὸ ἀκριβὲς πρὸς ἐπίγνωσιν τοῦ ζητουμένου ἀναγράφει· ἐπ’ ἔλαττον δὲ τὴν χρείαν μό‐ νην ἢ οὐκ ἀκριβῆ τὴν ἱστορίαν ὑπογράφει. Οἴνων δὲ | |
15 | διαφόρους παραδίδωσιν ἐν τούτοις σκευασίας. | |
15 | Ἐν μέντοι τῷ ϛʹ περὶ φαρμάκων διέξεισιν, ὅσα τέ ἐστι τῶν δηλητηρίων καὶ ὅσα τῶν ἀλεξικακῶν. Ἐν δὲ τῷ ζʹ καὶ τῆς ὅλης προθέσεως τελευταίῳ περὶ τῶν ἰοβόλων ζῴων τὴν ἱστορίαν ποιεῖται, οἷς τε οἱ περιπεπτωκότες | |
20 | τινὶ τούτων τὴν δυνατὴν παραμυθίαν ἢ καὶ τελείαν εὑρήσουσι θεραπείαν. | |
21 | Ὁ μὲν οὖν σύμπας τοῦ βιβλίου σκο‐ πὸς οὗτος. Χρήσιμον δὲ τὸ βιβλίον οὐ πρὸς ἰατρικὴν φιλοπονίαν μόνον, ἀλλὰ καὶ πρὸς ἐμφιλόσοφον καὶ φυ‐ | |
σικὴν θεωρίαν. Καὶ ὅσοι δὲ μετ’ αὐτὸν περὶ ἁπλῶν | 182 in vol. 2 | |
25 | φαρμάκων ἔδοξαν γράφειν, οἱ μὲν μετέγραψαν μόνον τὸ βιβλίον, οἱ δὲ οὐδὲ κἀν τῇ μεταγραφῇ τὸ ἀκριβὲς διασῶσαι πεφροντίκασιν, ἀλλὰ καὶ κατέτεμον τὸ ὁλό‐ κληρον τῆς περὶ ἑκάστου διδασκαλίας, χωρὶς μὲν εἶδος καὶ φύσιν καὶ γένεσιν τῶν ἁπλῶν συναγείροντες, χωρὶς | |
30 | δὲ καὶ μεμερισμένως τὴν χρείαν καὶ ὠφέλειαν διαγρά‐ φοντες. | |
31 | Ἀλέξανδρος δὲ καὶ Παῦλος καὶ Ἀέτιος καὶ οἱ τοιοῦτοι οὐδὲ τοῦ εἴδους λόγον ἔθεντο, μόνην δὲ τὴν χρείαν ἀκρωτηριάσαντες τοῖς ἰδίοις συντάγμασιν ἐνα‐ πέθεντο, εἰ καὶ Παύλῳ οὐ μόνον οὐδὲν ὧν Διοσκουρίδης | |
35 | εἶπε τῆς χρείας παρεῖται, ἀλλὰ καὶ ὧν ἐκεῖνος οὐκ ἐμνήσθη οὐκ ὀλίγων ἡ χρεία καὶ τὸ ὠφέλιμον συνη‐ θροίσθη. Ἀέτιος δὲ μετὰ τοῦ μηδὲν προσθεῖναι, καὶ πολλὰ ὧν Διοσκουρίδης ἔγραψεν οὐκ οἶδα ἀνθ’ ὅτου παρῆλθεν. Ἀλλ’ οὐδ’ ὁ τούτων δοκῶν εἶναι πλατικώτερος | |
40 | Ὀριβάσιος ἅπαντα ὅσων μνήμην ἔσχε Διοσκουρίδης, ἐν ταῖς ἰδίαις συναγωγαῖς ἀνεγράψατο, ἀλλὰ καὶ τὴν χρείαν τοῦ εἴδους καὶ τῆς φύσεως ἔτεμε. | |
42 | Καὶ Γαληνὸς μετὰ | |
Bibl.178124a | τοῦ πλεῖστα τῶν βοτανῶν παραλιπεῖν, μόνην τὴν δύναμιν ἤτοι τὴν χρῆσιν [καὶ] ὧν ἐμνημόνευσεν ἔγραψε, ψυχρὰν αἰτίαν τοῦ παραλιπεῖν εἶδός τε καὶ φύσιν αὐ‐ τῶν ἀποδεδωκώς. Καίτοι περὶ τῶν μεταλλικῶν διαλαμ‐ | |
5 | βάνων καὶ περιεργότερον ἢ κατὰ Διοσκουρίδην διέλαβεν, οὐκ ἐλαχίστῳ μέρει οὐδὲ τοῦ χρησίμου ἐν τούτοις τὸν ἄνδρα παρευδοκιμούμενος, οὐκ ἐπὶ τοσοῦτον δὲ ἐφ’ ὅσον περὶ τῶν βοτανῶν λόγῳ ὁρᾶται τούτου ἀπολειπόμενος. Ὥστε, ὅσα γε ἐμὲ εἰδέναι, εἰς ἐπίγνωσιν εἴδους τε καὶ φύσεως | |
10 | καὶ γενέσεως τούτων οὐκ ἄν τις χρειωδεστέρου ἢ Διοσκου‐ | |
ρίδου τύχοι. | 183 in vol. 2 | |
11 | Ἔστι δὲ ὁ ἀνήρ, ὡς καὶ Γαληνὸς ἐπιμαρτύρε‐ ται, Ἀναζαρβεύς· ἐγὼ δὲ ἐνέτυχόν τισιν οἳ Πεδάνιον ἅμα καὶ Ἀναζαρβέα ταῖς ἐπιγραφαῖς ἐπεκάλουν. Πολλῶν δὲ καὶ πρὸ αὐτοῦ τὴν αὐτὴν ὑπόθεσιν συγγεγραφότων | |
15 | ἀκριβέστερος ἁπάντων καὶ χρειωδέστερος πείρᾳ γινώσκεται. | |
Bibl.179124a(17) | Ἀνεγνώσθη τοῦ μισητοῦ καὶ δυσσεβοῦς Ἀγαπίου βιβλίον, λογύδρια περιέχον γʹ καὶ κʹ καὶ ἕτερά τινα κεφάλαια δῆθεν βʹ καὶ ρʹ, ἐν οἷς ἅπασι δείκνυσι μὲν | |
20 | ἑαυτὸν ὑποκρινόμενον ὄνομα τὸ Χριστιανῶν, οὐδεὶς δ’ οὕτω δι’ αὐτῶν ἐκείνων ἐλέγχεται μισόχριστος ὤν. Προσ‐ φωνεῖ δὲ ταῦτα Οὐρανίᾳ τινὶ τοὔνομα γυναικί, συμ‐ φιλόσοφον ἀποσεμνύνων αὐτήν. | |
23 | Πάντα γοῦν τἀναντία δογματίζων καὶ κρατύνων Χριστιανοῖς, ἀρχὴν πονηρὰν | |
25 | αὐθυπόστατον ἀντανίστησιν ἐξ ἀϊδίου τῷ Θεῷ, ἥν ποτε μὲν φύσιν, ἄλλοτε δ’ ὕλην, καὶ ἄλλοτε δὲ Σατανᾶν καὶ διάβολον καὶ ἄρχοντα τοῦ κόσμου καὶ θεὸν τοῦ αἰῶνος τούτου καὶ μυρίοις ἄλλοις ἀποκαλεῖ. Ἀνάγκῃ τε καὶ ἄκον‐ τας τοὺς ἀνθρώπους πταίειν διατείνεται, καὶ τὸ σῶμα | |
30 | τῆς φαύλης μοίρας εἶναι, τῆς θείας δὲ τὴν ψυχήν, καὶ ὁμοούσιον (φεῦ τῆς μανίας) τῷ θεῷ. Τὴν δὲ πα‐ λαιὰν γραφὴν κωμῳδεῖ, Μωϋσέα τε αὐτὸν καὶ τοὺς προφήτας καὶ δὴ καὶ τὸν πρόδρομον ὁ τρισάθλιος δυσφημῶν· ἀνάπτει τε τούτους καὶ πάντα τὰ ἐν τῇ πα‐ | |
35 | λαιᾷ λελεγμένα τε καὶ πεπραγμένα (ὦ τῆς ἀθεότητος) τῇ χείρονι καὶ ἀντικειμένῃ τῷ Θεῷ ἀρχῇ. | |
36 | Καὶ τὸ ἐν | |
παραδείσῳ φυτὸν τὸν Χριστὸν εἶναι τερατολογεῖ, ὃν καὶ χείλεσι μὲν τιμᾶν ὁμολογεῖ, ἔργοις δὲ καὶ δόξαις οὐδ’ ἔστι λόγοις παραστῆσαι ὅσον βλασφημεῖ. Καὶ Τριάδα | 184 in vol. 2 | |
40 | δὲ ὁμοούσιον ὁ κατάρατος λέγει μὲν ὁμολογεῖν, ἀλλὰ δυσσεβῶς καὶ κακούργως, ἵνα μόνον κλέψῃ τῆς εὐσε‐ βείας τοῖς ῥήμασι τοὺς ἁπλούστερον αὐτῷ ἢ ἀμαθέστε‐ | |
Bibl.179124b | ρον προσιόντας, καὶ τὸν ὀλέθριον τοῦ δόγματος ἰὸν τούτοις οἷον γλυκάνας καὶ κερασάμενος ἀθρόον τῆς αὐτοῦ πληρώσῃ λύμης. Οὕτω δὴ καὶ σῶμα λέγει τιμᾶν καὶ κηρύσσειν Χριστοῦ, καὶ Χριστὸν ἐσταυρωμένον, καὶ | |
5 | σταυρὸν καὶ βάπτισμα καὶ ταφὴν Χριστοῦ καὶ ἀνάστασιν καὶ νεκρῶν ἀνάστασιν καὶ κρίσιν· καὶ ἁπλῶς σχεδὸν ἅπαντα τὰ τῆς εὐσεβείας καὶ παρὰ Χριστιανοῖς ὀνόματα, ἐπ’ ἄλλαις ἢ ἐκτόποις καὶ βδελυκταῖς ἢ ἀλλοκότοις καὶ μωραῖς ἢ ἀναρμόστοις καὶ ἀνακολούθοις ἐννοίαις με‐ | |
10 | ταφέρων καὶ περιτιθείς, οὕτω τὴν οἰκείαν ἀσέβειαν πειρᾶται κρατύνειν. Καὶ τοσοῦτον αὐτῷ τὸ ἄθεον μετὰ τοῦ δολίου μεμελέτηται, ὥστε μῖσος ἄσχετον καὶ πόλεμον ἄσπονδον ἔχοντι κατὰ τῆς ἀεὶ παρθένου Μαρίας καὶ μητρὸς τοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν, ὅμως συμπλάττεται | |
15 | αὐτῷ καὶ Μαρίας ὄνομα, καὶ μητέρα Χριστοῦ τερατολογεῖν αὐτὸ οὐκ ἔστι φόβος Θεοῦ οὐδέ τις ὅλως αἰσχύνη. Διὸ καὶ τὸν τίμιον καὶ σωτήριον τοῦ Χριστοῦ σταυρὸν μυρίαις ὕβρεσι βάλλων, καὶ ἀμυντήριον Ἰουδαίων δυσφημῶν, ὅμως ἀναισχυντεῖ λέγων τιμῆς ἀξιοῦν καὶ σεβασμιότη‐ | |
20 | τος τὸν σταυρὸν τοῦ Χριστοῦ, ἄλλα πράγματα ἑτέροις ὀνόμασι κακούργως ὑποδηλῶν. | |
21 | Οὕτω καὶ σῶμα καὶ αἷμα Χριστοῦ οὐχ ὃ ἴσμεν οἱ Χριστιανοί, ἀλλ’ ὃ ἡ λυσσώδης αὐτοῦ καὶ μανικὴ διάνοια ἀνεπλάσατο, μυθολογεῖ, τὰς μὲν τῶν εὐσεβῶν λέξεις συνομολογῶν, κατὰ δὲ αὐ‐ | |
25 | τῶν τῶν πραγμάτων ὑλακτῶν, ἥλιον δὲ καὶ σελήνην ἀναισχύντως θεολογεῖ καὶ ὁμοούσια κηρύττει Θεῷ, οὐκ αἰσθητὸν αὐτῶν τὸ φῶς ἀλλὰ νοητὸν ὁ ἀναίσθητος τερατευόμενος· διὸ καὶ ἀσώματα καὶ ἀσχημάτιστα καὶ ἀχρωμάτιστα αὐτὰ ἐξυμνῶν τὸ σέβας αὐτοῖς ἀνάπτει. | 185 in vol. 2 |
30 | Νηστείαν δὲ κρεῶν καὶ γάμων ἀποχὴν ὡς βδελυρῶν ὁ βδελυρώτατος ὑποκρίνεται, καὶ τὸν οἶνον δὲ οἷα δὴ μεθυστικὸν ἀποστρέφεται, οὐ συνορῶν ὡς οὐχ ὁ οἶνός ἐστι μεθυστικὸς ἀλλ’ ἡ ἄμετρος καὶ παρὰ τὸ πρέπον χρῆσις, ὥσπερ καὶ τροφῆς ἁπάσης καὶ ὕδα‐ | |
35 | τος ἡ παρὰ τὸ μέτρον χρῆσις βλαβερόν. | |
35 | Θεολο‐ γεῖ δὲ ὁ δυστηνὸς καὶ τὸν ἀέρα, κίονα αὐτὸν καὶ ἄνθρωπον ἐξυμνῶν. Τὸ πὺρ δὲ μυσάττεται καὶ τὴν γῆν, εἰς τὴν χείρονα μοῖραν συντάττων αὐτά· καὶ ἄλλους λήρους καὶ φληνάφους πολλοὺς ἔκ τε τῆς ἑλληνικῆς ἐρα‐ | |
40 | νισάμενος δεισιδαιμονίας καὶ ἐκ τῆς ἰδίας ἀναπλασά‐ μενος τερατείας, φορυτὸν κακῶν καὶ ἀσεβείας ἔσχατον τὸ οἰκεῖον παρίστησι δόγμα. | |
42 | Ἀποσπαράσσων δὲ ῥητά | |
Bibl.179125a | τινα τοῦ θείου εὐαγγελίου καὶ τῶν ἐπιστολῶν τοῦ θεσπεσίου Παύλου, πειρᾶται στρεβλοῦν αὐτὰ καὶ πρὸς τὴν ἰδίαν δυσσέβειαν ἕλκειν· καὶ ταῖς λεγομέναις δὲ πράξεσι τῶν δώδεκα ἀποστόλων, καὶ μάλιστα Ἀνδρέου πεποιθὼς | |
5 | δείκνυται, κἀκεῖθεν ἔχων τὸ φρόνημα ἠρμένον. Κρατύνει δὲ καὶ τὰς μετεμψυχώσεις, τοὺς μὲν εἰς ἄκρον ἀρετῆς ἐληλακότας εἰς θεὸν ἀναλύων, τοὺς δ’ εἰς ἔσχατον κα‐ κίας πυρὶ διδοὺς καὶ σκότῳ, τοὺς δὲ μέσως πως πολι‐ τευσαμένους πάλιν εἰς σώματα κατάγων. | |
9 | Κέχρηται δὲ | |
10 | μάρτυσιν ἀπηρυθριασμένως καὶ τοῖς τὴν ἕλληνα θρη‐ σκείαν ἠγαπηκόσι, μάλιστα δὲ Πλάτωνι, πρὸς σύστασιν τῆς ἰδίας θεομαχίας, θείους αὐτοὺς καὶ ἱερούς, ὥσπερ καὶ τὸν παρ’ αὐτῷ Χριστὸν καὶ σωτῆρα, ἀποκαλῶν· καὶ ἄλλα δὲ πολλῆς ἀνοίας καὶ δόλου καὶ ἀθεότητος ἔμπλεα. | 186 in vol. 2 |
15 | Μάχεσθαι δὲ δοκεῖ πρὸς τὴν Εὐνομίου κακοδοξίαν, αὐτὸς οὐδ’ ἔστιν εἰπεῖν ὅσον ἐκείνου ἀθεώτερον βλασφημῶν. Ἔστι δὲ τὴν λέξιν καὶ φράσιν ἐνιαχοῦ μὲν οὐκ ἀδό‐ κιμος καὶ μάλιστα ἔκφρασίν τινος εἴ που μελετῴη, ἐν δέ τισιν εὐτελὴς καὶ οὐδὲν διενηνοχὼς τῶν ἐκ τριό‐ | |
20 | δου. Μετεῖχε δὲ καὶ φιλοσόφων τινῶν ὁ ἄθλιος μα‐ θημάτων, οὐδ’ ἐκείνοις τὸ ἀνόθευτον καὶ γνήσιον δια‐ σῴζων, ἀλλὰ πάντα κυκῶν καὶ συμφύρων. Καὶ κακουρ‐ γῆσαι μὲν τἀληθὲς καὶ εὐθὲς οὐ πόρρω τοῦ δραστηρίου καὶ δεινότητος, ἐξευρεῖν δὲ καὶ κατανοῆσαι παντελῶς | |
25 | εὐήθης καὶ ἠλίθιος. Χρησιμεύει δὲ τὸ ἀθεώτατον αὐ‐ τοῦ καὶ ἀχρηστότατον σύνταγμα εἰς ἔλεγχον μόνον καὶ αἰσχύνην τῶν τῇ δυσσεβεστάτῃ καὶ ἀθέῳ δόξῃ τῶν Μανιχαίων καὶ αὐτῷ ἐκείνῳ προσανακειμένων. | |
Bibl.180125a(30) | Ἀνεγνώσθη Ἰωάννου Λαυρεντίου Φιλαδελ‐ φέως τοῦ Λυδοῦ πραγματεῖαι τρεῖς, περὶ διο‐ σημειῶν, περὶ μηνῶν, περὶ ἀρχῶν πολιτικῶν. Ἀλλ’ ἡ μὲν περὶ διοσημειῶν, ὅσα γε κατ’ ἐμὴν κρίσιν καὶ πεῖ‐ ραν, οὐδὲν ἢ ἐπ’ ὀλίγον διενήνοχε μύθων· ἡ δὲ περὶ | |
35 | μηνῶν, εἰ καὶ πολὺ τὸ ἄχρηστον ἔχει, ἀλλ’ οὖν πρὸς τὴν τῆς ἀρχαιότητος μάθησιν ἐπίχαρί τε καὶ λίαν χρειῶδες· ἡ δὲ περὶ πολιτικῶν ἀρχῶν τοῖς περὶ τὰ τοιαῦτα μάλιστα φιλοτιμουμένοις οὐκ ἄκομψον παρέχε‐ ται τὴν ἱστορίαν. | |
39 | Κέχρηται δ’ οὗτος ὁ συγγραφεὺς τρο‐ | 187 in vol. 2 |
40 | παῖς κατακόρως, καὶ πολλαχοῦ μὲν ψυχρῶς ἄγαν καὶ παραβόλως, ἔστι δ’ ἔνθα οἰκείως καὶ ἐπαφροδίτως. | |
Bibl.180125b | Κἀν τοῖς ἄλλοις δὲ πολλὴν νοσεῖ τὴν ἀνωμα‐ λίαν, ὑπερόπτης ἐν οἷς οὐ δεῖ, καὶ κατεπτηχὼς πάλιν ἐν οἷς μὴ δεῖ, κόλαξ τε τῶν περιόντων ἀπροφάσιστος, καὶ τῶν ἀποιχομένων, καὶ παρ’ ὧν οὐ νομίζει δίκην ὕβρεως | |
5 | πράττεσθαι, εἰς τὸ φορτικώτατον τοὺς μώμους καταχέων. Καὶ λέξει μὲν ἔστιν οὗ κέχρηται λογάδι τε καὶ ἐς τὸ ἠτ‐ τικισμένον ἀνηγμένῃ, ἔστι δ’ ὅπου χαμαιπετεῖ τε καὶ παρεωραμένῃ καὶ μηδὲν ἐχούσῃ τῶν ἐκ τριόδου πλέον. Ἀλλ’ ἐν μὲν τῇ περὶ διοσημειῶν καὶ περὶ μηνῶν συγ‐ | |
10 | γραφῇ τούτου γε ἕνεκα οὐ μάλα ἄν τις ἴσως αὐτῷ νεμεσήσῃ· ὅτε δὲ καὶ πολιτικὰς ἀρχὰς ἀναγράφων καὶ δὴ καὶ ἱστορικοὺς διεξιὼν λόγους, ἀλλὰ καὶ εἰς ἐνίων ἐγκώμια καθιεὶς ἑαυτόν, τῆς αὐτῆς ἐστι φίλος ἀνω‐ μαλίας περί τε τὴν λέξιν καὶ τὸν νοῦν καὶ τὴν σύν‐ | |
15 | ταξιν τῶν γεγραμμένων, εἰς οὐδεμίαν λοιπὸν συγγνώ‐ μην ὁρῶ τὴν τοιαύτην πλημμέλειαν ἀναφερομένην. Ἐστρατεύσατο δ’ οὗτος ὁ ἀνὴρ ὑπὸ τοῖς ὑπάρ‐ χοις ἄγων ἡλικίας καʹ, ἔτη μʹ δικολόγος ὤν, εἶτα καὶ ματρικουλάριος· μεθ’ ὃν χρόνον καὶ τὰς εἰρημέ‐ | |
20 | νας συγγράψαι λέγει πραγματείας, καὶ τῆς βασιλι‐ κῆς αὐλῆς ψήφῳ βασιλέως ἀξιωθῆναι. Χρόνος δὲ καθ’ ὃν οὗτος ἐβίου, Ἀναστασίου ἥπτετο τῆς βασι‐ λείας καὶ τὴν Ἰουστίνου ἐπεραίου μετρῶν καὶ τοῦ μετ’ ἐκεῖ‐ νον Ἰουστινιανοῦ. Τὴν δὲ θρησκείαν ὁ ἀνὴρ ἔοικε δεισι‐ | |
25 | δαίμων εἶναι· σέβεται μὲν γὰρ τὰ Ἑλλήνων καὶ θειά‐ ζει, θειάζει δὲ καὶ τὰ ἡμέτερα, μὴ διδοὺς τοῖς ἀνα‐ γινώσκουσιν ἐκ τοῦ ῥᾴστου συμβαλεῖν πότερον οὕτω νο‐ | |
μίζων θειάζει ἢ ὡς ἐπὶ σκηνῆς. | 188 in vol. 2 | |
Bibl.181125b(30) | Ἀνεγνώσθη Δαμασκίου Δαμασκηνοῦ εἰς τὸν Ἰσιδώρου τοῦ φιλοσόφου βίον. Ἔστι μὲν οὖν τὸ βιβλίον πολύστιχον, οἱονεὶ δὲ κεφαλαίοις ξʹ ἀπαρτίζεται. Γρά‐ φειν δὲ τὸν Ἰσιδώρου βίον προθέμενος, Θεοδώρᾳ τινὶ τὸ σύνταγμα προσπεφώνηκεν, Ἕλληνα μὲν καὶ αὐτῇ | |
35 | θρησκείαν τιμώσῃ, μαθημάτων δὲ τῶν τε κατὰ φι‐ λοσοφίαν, καὶ ὅσα περὶ ποιητάς τε καὶ γραμματικὴν στρέφεται ἐμπειρίαν, οὐκ ἀπείρως ἐχούσῃ, ἀλλά γε καὶ πρὸς γεωμετρικήν τε καὶ ἀριθμητικὴν ἀνηγμένῃ θεω‐ ρίαν, αὐτοῦ τε Δαμασκίου καὶ Ἰσιδώρου τὴν διδασκα‐ | |
40 | λίαν αὐτῇ τε καὶ ταῖς νεωτέραις ἀδελφαῖς κατὰ δια‐ φόρους χρόνους πεποιημένων. Αὕτη θυγάτηρ ἐγεγόνει | |
Bibl.181126a | Κυρίνας καὶ Διογένους τοῦ Εὐσεβίου τοῦ Φλαβια‐ νοῦ, ὃς εἷλκε τὸ γένος ἀπὸ Σαμψιγεράμου τε καὶ Μονίμου, εἰς οὓς ἀνάγεται καὶ Ἰάμβλιχος, ἄνδρας τὰ πρῶτα τῆς εἰδωλολατρούσης ἀσεβείας ἀπενεγκαμένους. | |
4 | Τὴν μὲν | |
5 | οὖν βιογραφίαν Ἰσιδώρου ὁ Δαμάσκιος ταύτῃ προσφω‐ νεῖ, ἧς καὶ ἡ ἀξίωσις, καὶ ἄλλων τινῶν συναιτίων γε‐ γενημένων τῆς προτροπῆς, αἰτία κατέστη τῷ συγγρα‐ φεῖ, καθάπερ αὐτὸς ἐπιμαρτύρεται, τῆς σπουδῆς. Οὐ μήν γε μᾶλλον Ἰσιδώρου βίον ἢ πολλῶν ἄλλων, τῶν | |
10 | μὲν συνηκμακότων τἀνδρί, τῶν δὲ καὶ προγεγονότων συναναγράφει πράξεις τε καὶ διηγήματα τούτων συν‐ διατιθεὶς καὶ πλείστῃ χρώμενος καὶ κατὰ κόρον τῇ παρεκδρομῇ. | |
13 | Ἔστι δὲ τὴν μὲν περὶ τὰ θεῖα δόξαν εἰς | |
ἄκρον δυσσεβής· καινῶν δὲ καὶ γραοπρεπῶν μυθα‐ | 189 in vol. 2 | |
15 | ρίων αὐτόν τε τὸν νοῦν καὶ τοὺς λόγους πεπληρω‐ μένος· διὸ καὶ τῆς ἱερᾶς ἡμῶν, εἰ καὶ δειλιώσῃ καὶ λαθραιοτέρᾳ κακοφροσύνῃ, ὅμως οὐκ ὀλιγάκις φαί‐ νεται καθυλακτῶν εὐσεβείας. Πάντων δ’ ὅσους ἐξαίρει τοῖς λόγοις καὶ κρείττους ἢ κατ’ ἀνθρώπων | |
20 | φύσιν θειάζει γεγονέναι ταῖς τε τῶν ἐπιστημῶν τε‐ λεωτάταις θεωρίαις καὶ τῷ τάχει τῆς διανοίας, τούτων ἑκάστου κριτὴν ἑαυτὸν ἐπικαθιστῶν οὐκ ἔστιν ὅτου μὴ καθήψατο ἐφ’ ἑκάστου τῶν θαυμαζομένων μὴ ἐνδεέστερον ἔχειν, τοῦ μὲν εἰς ἀγχίνοιαν ἐξῃρμένου, ὅτι | |
25 | μὴ πάντα ἀγχίνους, τοῦδ’ εἰς ἐπιστήμας ἀπαραβλήτου, ὅτι μὴ πάντα ἐπιστήμων, καὶ δὴ καὶ τοῦ εἰς ἀρετὴν ἐγγί‐ ζοντος θεῷ ὅτι πολλῶν ἐνδεής. | |
27 | Οὕτως ἐκείνων ἕκαστον οὓς ἄνω φέρων ἐξῄρει κατασύρων καὶ ῥίπτων χαμαί, τὸ κράτος ἑαυτῷ κατὰ πάντων καὶ ἐπὶ πᾶσι λεληθότως | |
30 | ἀναρτᾷ. Διὸ καὶ Ἰσίδωρον οὐχ ἧττον ἐπαινῶν ἢ ψόγοις περιβάλλων διατελεῖ. Καίτοι γε ἐξ ὧν ἀλλοτρίας τε λογικὰς ἀπορίας καὶ λύσεις ὡς δὴ θαυμασίους προκο‐ μίζει, καὶ ἃς αὐτὸς ἐπὶ τάχει νοῦ καὶ ἀκριβείᾳ ἐπιστήμης μέγα φρονῶν εἰς μέσον προάγει, οὔτε τι τῶν περὶ φιλο‐ | |
35 | σοφίαν συνήθων ὑψηλότερον ἔστιν εὑρεῖν τὸν ἄνθρωπον κατωρθωκότα, οὔτε μὴν εἰς δεινότητα καὶ ἀγχίστροφον διανοίας τάχος, ὅση γε ἀνθρωπίνη, μὴ ὅτι γε δαι‐ μονίᾳ, ἀνηγμένον, ἀλλ’ οὐδέ τινα τῶν μετρίως πως περὶ φιλοσοφίαν ἐχόντων, μήτι γε δι’ ἀκριβείας ἐντελοῦς | |
40 | ἠγμένων, οἷς ἐκεῖνος ἐλλαμπρύνεται, σεμνυνόμενον. Τὴν μέντοι φράσιν ὁ ἀνὴρ κατά γε τὸ πλεῖστον αὐτοῦ τῶν λέξεων οὐ πόρρω τείνει τοῦ σαφοῦς. Ἔχει δέ τι | |
Bibl.181126b | καὶ τῶν ἄλλων ἰδεῶν, ὅσαι χαρακτηρίζονται λέ‐ ξεσι, τήν τε τραχεῖάν φημι, δι’ ἧς τραχύνεται ἡ ἠχώ, καὶ δὴ καὶ ὅση πλατύνει τὴν φωνήν, καὶ τὴν εἰς τὸ ποιητι‐ κώτερον, εἰ καὶ σπανιάκις, ἐλευθεριάζουσαν. Καὶ αἱ τρο‐ | 190 in vol. 2 |
5 | πικαὶ δὲ διαμορφοῦσιν αὐτοῦ τοὺς λόγους, οὐκ εἰς ἄμου‐ σον ψυχρολογίαν ἢ τροπὰς ἀποτόμους ἐκφερόμεναι, ἀλλ’ ἔκ γε τοῦ ἐπὶ πλεῖστον τὸ γλυκύ τε καὶ χαρίεν τὸ καθ’ ἑαυτὰς παρεχόμεναι. Ἀλλὰ σαφὴς ὢν τῷ πλείστῳ μέρει τῶν λέξεων, οὐκέτι καὶ τῇ ὅλῃ τοῦ λόγου οἰκονομίᾳ τοιοῦ‐ | |
10 | τος καθέστηκεν· ἥ τε γὰρ συνθήκη οὐ συνθήκη μᾶλλον ἢ καινοπρέπεια, καὶ ἡ περιβολὴ κόρον ἐμποιοῦσα συχνὸν τό τε εἰς σαφήνειαν ἐπηλυγάζει προφαινόμενον καὶ τὴν ἄλλην ἅπασαν τοῦ λόγου σπουδήν. Διὸ καὶ χαρίεις ἂν ἄλλως ὁ λόγος εἶναι δυνάμενος, τὴν ὅσην ἂν δυ‐ | |
15 | νατὸς ἦν κεκολασμένων τούτων χάριν παρασχεῖν τοῖς εἰρημένοις ἀφῄρηται. Καὶ αἱ περιβολαὶ δὲ οὔτι γε δρι‐ μείας διανοίας οὐδ’ ἐπαφρόδιτοι, οὐδὲ τὸ γοργὸν ὑπο‐ τρέχουσαι, αἷς ἄν τις κατὰ τρόπον καὶ καλλωπίσαιτο, ἀλλὰ τούτων δὴ τῶν κοινῶν καὶ ἐπιπολαίων καὶ οὐδὲ τὸ | |
20 | ἀναγκαῖον τῇ χρήσει καὶ ταῖς περιστάσεσιν ἀναφαινόν‐ των βλαστήματα. Τὰ δὲ σχήματα εἰ μὴ κατὰ τὸ πλεο‐ νάζον ἐπὶ μήκιστον ταῖς περιόδοις ἐξετείνετο, οὔτ’ ἂν αὐτὰ τὸ μὴ κατὰ τὸ μᾶλλον μεγεθύνεσθαι οὔτε τὸ μὴ τὸ ποικίλον ἀπενέγκασθαι οὐκ ἂν αὐτὰ τῆς συμμέτρου | |
25 | κράσεως καὶ τὸ πρέπον ἐχούσης ἰσχὺν εἶχεν ἀπάγειν. Τὸ μέντοι εὔτονον καὶ πικρὸν περίεστι τῷ λόγῳ· ἀλλὰ καὶ τοῦτο πολλάκις ἐκλύεται, οὐ μίξει καὶ κράσει τῶν ἰδεῶν, ὅπερ ἄριστον, ἀλλ’ ἐπιλείψει καταβιαζόμενον τῶν τει‐ νόντων τὴν φράσιν καὶ διογκούντων λέξεών τε καὶ τῶν | |
30 | ἄλλων μερῶν τῆς τοιαύτης ἰσχύος. Ὃ πολλοῖς μὲν τῶν | |
γε τὴν τοιαύτην ἰδιοτροπίαν ἐπιτετηδευκότων συνέβη, οὐ μὴν πρὸς ἐπαίνου γε τοῖς μὴ διασεσωκόσι τὸν ὑπὲρ ἰσχὺν ἠρμένον φόρτον ἀποβαίνει. | 191 in vol. 2 | |
33 | Ἀλλὰ ταῦτα μὲν κρί‐ σις ὡς εἰπεῖν ἁπλῶς γε λόγου, τοῦ δὲ βίον γράφοντος | |
35 | τάχα ἂν εἴη καὶ ἕτερα πλείονα· τί γὰρ αὐτῷ δεήσει μορφὴ διὰ μεγέθους ἥκουσα; νομοθέτου γὰρ καὶ προστάτ‐ τοντος τοῦτο λόγου. Τί δὲ τόνος καὶ περιβολὴ τοσαύτη καὶ τῆς συνθήκης τὸ ἄηθες; Ἀλλὰ ταῦτα μὲν ἐπὶ τοσοῦτον. | |
40 | Ὁ δὲ Δαμάσκιος τήν τε ῥητορεύουσαν τέχνην ὑπὸ Θέωνι τρία ἔτη ὅλα διεπόνησε καὶ προὔστη διατριβῶν ῥητορικῶν ἐπὶ ἔτη θʹ. Γεωμετρίας δὲ καὶ ἀριθμητικῆς | |
Bibl.181127a | καὶ τῶν ἄλλων μαθημάτων Μαρῖνον τὸν διάδοχον Πρόκλου ἐν Ἀθήναις ἔσχε διδάσκαλον. Τῆς τε φιλο‐ σόφου θεωρίας ὅ τε Ζηνόδοτος αὐτῷ καθηγεμὼν Ἀθή‐ νῃσι καὶ αὐτὸς ἐγεγόνει (διάδοχος δὲ καὶ οὗτος Πρό‐ | |
5 | κλου, τὰ δεύτερα Μαρίνου φέρων) καὶ Ἀμμώνιος ἐν Ἀλεξανδρείᾳ ὁ Ἑρμείου, ὃν οὐ μικρῷ μέτρῳ τῶν καθ’ ἑαυτὸν ἐπὶ φιλοσοφίᾳ φησὶ διαφέρειν, καὶ μάλιστα τοῖς μαθήμασι. Τοῦτον καὶ τῶν Πλατωνικῶν ἐξηγητὴν αὑτῷ γεγενῆσθαι Δαμάσκιος ἀναγράφει, καὶ τῆς συντάξεως | |
10 | τῶν ἀστρονομικῶν Πτολεμαίου βιβλίων. Τῆς μέντοι δια‐ λεκτικῆς τριβῆς τὰς Ἰσιδώρου συνουσίας τὴν ἰσχὺν αὑτῷ διατείνεται παρασχεῖν, ὃν καὶ ἐπὶ τῇ τοιαύτῃ τῶν λόγων δυνάμει πάντας ἀνθρώπους, ὅσους ὁ κατ’ ἐκείνην τὴν γενεὰν ἤνεγκε χρόνος, ἀποκρύψασθαί φησιν. | |
Bibl.182127a(16) | Ἀνεγνώσθη Εὐλογίου τοῦ ἐν ἁγίοις ἀρχιεπι‐ | |
σκόπου Ἀλεξανδρείας κατὰ Ναυάτου καὶ περὶ οἰκονο‐ μίας λόγοι εʹ. Ἔστι τὴν φράσιν ὁ ἀνήρ, ὅσα μὲν εἰς λέξιν ἥκει, τοῦ μετρίου πως ἐπ’ ἔλαττον ἠκριβωμένος, | 192 in vol. 2 | |
20 | ὅσα δὲ εἰς συντάξεις, ἐγγὺς πολλάκις τῶν σολοικιζόν‐ των ἀφιγμένος, τῶν δὲ θείων οὐκ ἀμελέτητος γραφῶν, ἀλλὰ καὶ εὐστόχως αὐταῖς κατά τε Ναυατιανῶν καὶ ἐπ’ ἄλλων τινῶν κεχρημένος, πιθανὸς δὲ ὡς ἐν τοιαύτῃ φράσει, διδασκαλικός τε καὶ οὐδ’ ἄχαρις. | |
25 | Λέγει δὲ τὸν Ναύατον ὑπὸ Κορνηλίου πάπα Ῥώμης ἀρχιδιάκονον τῆς Ῥωμαίων καθεστάναι ἐκκλησίας, εἰς ὃν ὁ τηνικάδε τύπος κρατῶν τελευτῶντος τοῦ πάπα τὸν ἀρχιερατικὸν κλῆρον ἔφερε· τὸν γὰρ ἀρχιδιάκονον ἐνε‐ νόμιστο διάδοχον τοῦ ἀρχιερατεύοντος καθίστασθαι. Ἀλλὰ | |
30 | τύφον τε νοσοῦντα Κορνήλιος (φησί) καὶ τῷ οἰκείῳ ἐφε‐ δρεύοντα θανάτῳ μαθών, πρεσβύτερον χειροτονεῖ, πά‐ σας τὰς εἰς τὸν ἀρχιερατικὸν θρόνον φέρουσας αὐτοῦ περικόψας ἐλπίδας. Ὁ δὲ καιροφυλακῶν, ἐπεὶ Κορνή‐ λιος ἐπὶ διαφόροις πταίσμασί τινας δεξάμενος εἰς με‐ | |
35 | τάνοιαν καὶ τοῖς ἀνήκουσιν ἐπιτιμίοις ὑποβαλὼν τῆς τῶν ἀχράντων μυστηρίων κοινωνίας ἠξίωσε, τοῦτο πρό‐ φασιν ἁρπασάμενος ῥήγνυταί τε τῆς ἐκκλησίας, ἐπι‐ καλῶν Κορνηλίῳ τὴν τῶν ἡμαρτηκότων παραδοχήν, καὶ ἰδίας αἱρέσεως ἀρχηγὸν ἀναδείκνυσιν ἑαυτόν, κα‐ | |
40 | θαροὺς μὲν τοὺς συναποστάτας ἐπονομάσας, Κορνηλια‐ νοὺς δὲ τὸ σύμπαν τῆς ἐκκλησίας πλήρωμα. Ἐν μὲν οὖν τοῖς τέσσαρσι λόγοις κατὰ τῆς αἱρέ‐ | |
Bibl.182127b | σεως κοινῶς τοῦ Ναυάτου ἀγωνίζεται ὁ συγγρα‐ φεύς, γραφικοῖς αὐτὸν αἰκιζόμενος ῥήμασιν. Ἐν δὲ τῷ πέμπτῳ ἰδίως περὶ τοῦ δεῖν τιμᾶν τὰ τῶν μαρτύρων λείψανα ἐπαγωνίζεται, ὃ μὴ ἀνέχεσθαι πράττειν φησὶ τοὺς ἀνὰ τὴν | |
5 | Ἀλεξανδρείαν διασπαρέντας Ναυατιανούς, εἴτε τούτων | |
μόνων καὶ τὴν τοιαύτην νόσον προσνενοσηκότων, εἴτε κοινῶς τῆς αἱρέσεως τοῦτο διαπρεσβευούσης. | 193 in vol. 2 | |
7 | Ἐν δὲ τῷ ϛʹ ἀνατρέπει τὰ παρὰ τοῖς Ναυατιανοῖς λεγόμενα ὑπο‐ μνήματα καὶ τὴν ψευδεπίγραφον ἄθλησιν Ναυάτου | |
10 | ἐπισκόπου· ἐπίσκοπον γὰρ Ῥώμης τὸν αἱρεσιάρχην ἀπο‐ σεμνύνουσιν. Ἔστι δὲ τὰ ὑπομνήματα ταῦτα εἰς ἔσχατον χυδαιότητος λέξει τε καὶ διανοίᾳ καὶ συνθήκῃ καὶ πᾶσι τοῖς περὶ τὸν λόγον θεωρουμένοις ἐλαύνοντα. Ὑπόθεσιν δ’ ἔχει, ὅτι βασιλεύοντος Ῥωμαίων Δεκίου καὶ Οὐαλε‐ | |
15 | ριανοῦ Περέννιος δουκηνάριος, πρόσταγμα λαβὼν παρ’ αὐτῶν, πάντας τοὺς ἀνὰ τὴν Ῥώμην καὶ τὰς πέριξ ἐπαρχίας Χριστιανοὺς βαρυτάταις βασάνοις καὶ πικραῖς τιμωρίαις εἰδωλολατρεῖν ἐβιάζετο. Καὶ πολλοὶ μὲν καὶ ἄλλοι ἐνεδίδουν τῇ βίᾳ, καὶ δὴ καὶ Μακεδόνιος ἐπί‐ | |
20 | σκοπος ὢν τηνικάδε Ῥώμης, ἔχων ὑφ’ ἑαυτὸν πρεσβυ‐ τέρους θʹ, ὧν εἷς Ναύατος ἦν· ἀλλ’ ὅ γε Μακεδόνιος σὺν τοῖς ηʹ ἐπιτέθυκε, μόνου Ναυάτου τὸν ὄλεθρον τὸν ψυχικὸν διαφυγόντος. Τὰ μὲν ὑπομνήματα τοῦτο λέγει, καὶ τὴν ἄθλησιν Ναυάτου ἐν ἀλλοκότοις ἐρωτήσεσι | |
25 | Περεννίου καὶ μωροτέραις ἀποκρίσεσι Ναυάτου περι‐ γράφει. Φησὶ δὲ ὅτι σὺν Ναυάτῳ Μάρκελλός τε καὶ Ἀλέξανδρος ἐπίσκοποι Ἀκυληΐας καὶ Ἀγαμέμνων ἐπί‐ σκοπος Τιβέρεως καὶ ἕτεροί τινες τῶν Χριστιανῶν, ἀπρόδοτον τὴν πίστιν διασωσάμενοι, ἅμα συνῴκουν | |
30 | οἰκίσκον τινὰ ἑαυτοῖς δειμάμενοι· οἳ καὶ τοῖς ἐπιτε‐ θυκόσι συνιέναι καὶ συνιερᾶσθαι οὐκ ἠνέσχοντο. Τοὺς δὲ περὶ Ἀλεξάνδρειαν ἐπισκόπους τηνικαῦτά φησι καὶ τὴν ἀρχιερωσύνην τῆς Ῥωμαίων ἐκκλησίας Ναυάτῳ περι‐ θεῖναι. | |
34 | Ἡ μὲν τῶν ὑπομνημάτων ὑπόθεσις τῆς ἀθλή‐ | |
35 | σεως Ναυάτου τοιαύτη· ἐλέγχει δὲ ταῦτα ἐν τῷ πέμπτῳ, ὡς εἴρηται, λόγῳ, κακόπλαστα καὶ ψευδῆ καὶ ἀπίθανα ἐξ αὐτῶν δεικνύων τῶν γεγραμμένων. Ὁ μὲν οὖν τῶν εʹ λόγων τοῦ ἐν ἁγίοις Εὐλογίου σκο‐ πὸς οὗτος· ἐν δὲ τοῖς πρὸς τὴν αἵρεσιν ἐλέγχοις διὰ | 194 in vol. 2 |
40 | τῶν γραφικῶν ῥητῶν προϊὼν καὶ ἑρμηνείας αὐτοῖς συνυφαίνει, ἐνίας αὐτῶν πολὺ τὸ χρειῶδες παρεχο‐ μένας, οὐδὲ τῶν ἄλλων τῇ εὐσεβεῖ δόξῃ μαχομένων, | |
Bibl.182128a | ἀλλὰ καὶ προσφόρως πρὸς τὸν τῆς αἱρέσεως ἔλεγ‐ χον παρειλημμένων. | |
Bibl.183128a(4) | Ἀνεγνώσθη μετάφρασις τῆς Ὀκτατεύχου· ἡρῷον δ’ | |
5 | αὐτὴν μέτρον μετεποίει, λόγοι δ’ ἦσαν ηʹ κατὰ ἀρι‐ θμὸν καὶ τομὴν τῶν ἀμειφθέντων, Εὐδοκίας δὲ τῆς βασιλίδος ἐν ἐπιγραφαῖς πόνον ἔλεγεν ἡ βίβλος τὸ μέτρον. Ὅπερ ὅτι καὶ γυναικὸς καὶ βασιλείᾳ τρυ‐ φώσης καὶ οὕτω καλόν, ἄξιον θαυμάσαι. | |
9 | Σαφὴς μὲν | |
10 | γὰρ ὁ πόνος ὡς ἐν ἡρῴῳ μέτρῳ, εἴ που τις ἄλλος, καὶ νόμοις δὲ τῆς τέχνης βαθύνεται, ἐκεῖνο μόνον ταύτης ἐλλείπων, ὃ μέγιστόν ἐστιν εἰς ἔπαινον τῶν ἐγγὺς ἀμεί‐ βειν λόγους ἀξιούντων· οὔτε γὰρ ἐξουσίᾳ ποιητικῇ μύθοις τὴν ἀλήθειαν τρέπων ἡδύνειν σπουδάζει μειρακίων ὦτα, | |
15 | οὔτε ταῖς ἐκβολαῖς τὸν ἀκροατὴν διαπλανᾷ τοῦ προκει‐ μένου, ἀλλ’ οὕτω περὶ πόδα τὸ μέτρον ἔθετο τοῖς ἀρ‐ χαίοις ὡς μηδὲν ἐκείνων δεῖσθαι τὸν τούτοις ἐνομιλοῦντα. Τὰς μὲν γὰρ διανοίας οὔτε παρατείνων οὔτε συστέλλων ἀεὶ φυλάσσει κυρίας. Καὶ ταῖς λέξεσι δέ, ὅπου δυνατόν, τὴν | |
20 | ἐγγύτητα καὶ ὁμοιότητα συνδιαφυλάσσει. | |
20 | Οἷς δ’ ἔλεγεν ἡ βίβλος τὴν τὰ μέτρα τοῖς λόγοις τεχνησαμένην, ἔλεγεν ὧδε· Δευτερίην καὶ τήνδε Θεοῦ θέμιδος κάμε βίβλον Εὐδοκίη βασίλεια Λεοντιὰς εὐπατέρεια. | 195 in vol. 2 |
25 | Καὶ τοῦ Ἰησοῦ δὲ τοῦ Ναυῆ καὶ τῶν Κριτῶν ἐπιγραφαὶ συνεπιμαρτύρονται τοῖς εἰρημένοις. | |
Bibl.184128a(28) | Ἀνεγνώσθη τῷ αὐτῷ μέτρῳ καὶ τῆς αὐτῆς γλώσ‐ σης μετάφρασις προφητικῶν λόγων, τοῦ τε θεσπεσίου | |
30 | Ζαχαρίου καὶ τοῦ κλεινοῦ Δανιήλ· ἡ αὐτὴ δὲ χάρις τοῦ τεχνίτου διέπρεπε κἀν τούτοις. Ἐμπεριείχετο δὲ τῷ τεύχει, τῷ αὐτῷ τοῦ μέτρου χαρακτῆρι, λόγοι τρεῖς εἰς μάρτυρα τὸν Κυπριανόν· ἐδήλου δὲ ἄρα τὰ σπουδάσματα, ὡς παῖδες μητέρα, τῶν τῆς | |
35 | βασιλίδος, καὶ ταῦτα ὠδίνων ἔκγονα εἶναι. | |
35 | Ὧν ὁ μὲν πρῶτος λόγος τά τε περὶ τῆς μάρτυρος διέξεισιν Ἰου‐ στίνης, ὅπως τε αὐτὴ εἰς Χριστιανοὺς μετετάξατο, καὶ οἱ τεκόντες δι’ αὐτῆς ἠλλάξαντο εὐσέβειαν εἰδωλολα‐ τρείας· ὅπως τέ τις ἐραστὴς πειράσας καὶ κακῶς ἀπαλ‐ | |
40 | λάξας, Ἀγλαΐδας ὄνομα, προσέρχεται Κυπριανῷ μάγον τέχνην ἠσκηκότι, ἀμῦναί τε δεῖται δυσερῶντι καὶ τὴν κόρην αὐτῷ πειθήνιον παρασκευάσαι· καὶ ὡς Κυπριανός, | |
Bibl.184128b | πάσας τε μεθόδους μάγου τέχνης κινήσας, τούς τε βιαιοτάτους καὶ χαλεπωτάτους τῶν δαιμόνων πέμψας ἐπὶ τὴν πάρθενον, καὶ ᾐσχυμμένους καὶ νενικημένους τοῦ σταυροῦ τῷ τύπῳ ἐξ αὐτῶν ἐκείνων ἀναμαθών, ἀφί‐ | |
5 | σταταί τε τῆς πρὸς ἐκείνους εὐνοίας, καὶ τὰς μαγικὰς | |
ἁπάσας βίβλους κατακαίει, καὶ τέλος τὰ Χριστιανῶν μυεῖται καὶ βαπτίζεται καὶ θύρας τῆς ἐκκλησίας πιστεύεται, καὶ ἀξιωθεὶς χαρισμάτων πολλοὺς μὲν νόσων πολλοὺς δὲ δαιμόνων ἐκάθηρε, καὶ λοιπὸν καὶ τοῦ ἀρχιερατικοῦ | 196 in vol. 2 | |
10 | ἀξιώματος ἀξιοῦται. Ὁ μὲν οὖν πρῶτος λόγος τοιαῦτα. Ὁ δὲ δεύτερος ἀπάρχεται μὲν τὴν ἐκ νέας ἡλικίας Κυπριανοῦ περί τε τὰ εἴδωλα σπουδὴν καὶ τὴν τῶν δαι‐ μόνων θεραπείαν διηγεῖσθαι, τόν τε περὶ τὰς μαγείας πό‐ θον καὶ τὴν μελέτην, αὐτὸν ἐκεῖνον εἰσάγων ἐξηγητήν· | |
15 | καὶ ὅσα ἄλλα μάθοι περί τε βοτανῶν καὶ φυτῶν καὶ ζῴων φύσεως παντοδαπῶν· καὶ ὅτι ποικίλων δαιμονίων φασμάτων θεατὴς γένοιτο· καὶ ὅπως ἐξ Ἀθηνῶν ἐς Ἄργος κἀκεῖθεν ἐς Φρυγίαν ἀφίκετο, ἱερουρ‐ γός τε τῶν δαιμονίων ἁπανταχοῦ καθιστάμενος καὶ | |
20 | πολλὴν συνάσκησιν τῆς μαγικῆς ἀθροιζόμενος. Εἶτα προιὼν ὡς Αἰγύπτου τε ἐπὶ τοῖς αὐτοῖς ἐπέβη καὶ Ἰνδοὺς ἐπῆλθεν, ὅσα τε ἐκεῖ παράδοξα καὶ δεινῶς ἄτοπα ἄλλα τε καὶ εἴδωλα εἶδέ τε καὶ ἐξέμαθε· καὶ εἰς τρια‐ κονταετίαν αὐτῷ τῆς ἡλικίας τελούσης, ἐπὶ Χαλδαίους | |
25 | ἦλθε καὶ τὰ ἐκείνων πάντα μυηθεὶς ἀστρολογίαν τε ἠκριβώσατο καὶ εἴ τι ἄλλο σοφὸν νομίζεται παρ’ αὐτοῖς. Καὶ ὅτι ταῦτα πάντα εἶδεν ἐληλεγμένα καὶ μάταιον, μᾶλλον δὲ ψυχώλεθρον πόνον, προσβαλὼν ταῖς τέχναις τῇ μάρτυρι Ἰουστίνῃ. Διέξεισι δὲ ἐν τούτοις ἔνια ὧν αὐ‐ | |
30 | τός τε ἑαυτὸν ταῖς μαγείαις ἄλλοις ἄλλον ἐφάντασεν ἄλλοτε, καὶ ὧν ἑτέρους ἐμόρφωσεν· ὅπως τε τῆς δαι‐ μονίων πλάνης ἀποστὰς τὸν πονηρὸν ἀπειλοῦντα ἔσχε καὶ εἰς ἀπόγνωσιν ἐκδειμαίνοντα, καὶ ὡς ἐλύθη τούτων τῆς δειλίας ἐντυχὼν ἀνδρὶ θεοσεβεῖ, ὄνομα Τιμοθέῳ. | |
35 | Ἐπ’ Ἀντιοχείας τε εἰς ὑπήκοον πολλῶν ὡς ἐξήγγειλεν | |
ἔργα πολλὰ ἀθέμιτα καὶ τεράστια διαπράξασθαι, οἷς ἐβου‐ κόλει τὸ ἀνθρώπινον καὶ θεὸν αὐτὸν τίθεσθαι· ὅπως τε δάκρυσι καὶ θρήνοις ἐρραίνετο, καὶ ἡ μνήμη τῶν ἀθε‐ μίτων ἔργων εἰς ἀνελπιστίαν σωτηρίας αὐτὸν πάλιν | 197 in vol. 2 | |
40 | ἔρριπτεν εἰ μή τις Εὐσέβιος, εὐσεβείας ἄριστος καὶ με‐ τανοίας ὑφηγητής, τοῖς τε θείοις λογίοις καὶ ταῖς ἱεραῖς ἱστορίαις λύσας τὸ τῆς ἀπογνώσεως νέφος ηὔγασε λαμ‐ | |
Bibl.184129a | πρῶν ἐλπίδων ἀκτῖσι, καὶ τροφῆς ἔπεισε μετασχεῖν εἰς οἶκον ἀγαγὼν ὅλας τρεῖς ἡμέρας ἀπόσιτον διαγεγο‐ νότα· ὅπως τε εἰς τὸν θεῖον ἄγει νεών, καὶ ὅπως αὐτὸς ὁ τεχνίτης τὰς μάγους ἐνώπιον πολλῶν βίβλους πυρὶ | |
5 | δίδωσι φέρων, τόν τε πλοῦτον πένησι νέμει, καὶ τῆς Χριστιανῶν ἀγέλης ἀξιοῦται· ἱερωσύνης δ’ ὁ Εὐσέβιος ἀξίωμα περιέκειτο. Καὶ ὡς Ἀγλαΐδας, ὁ τῆς Ἰουστίνης δεινὸς ἐραστής, ἀποτυχὼν ὧν ἐσπούδαζε, τότε δὴ καὶ αὐτὸς τόν τε πλοῦτον πένησι διανέμει, καὶ τῶν δαι‐ | |
10 | μόνων ὡς ἀπατηλῶν ἀλογήσας τὰ Χριστιανῶν ἀντηλ‐ λάξατο. Οὕτω καὶ ὁ δεύτερος λόγος. Ὁ δὲ τρίτος τὸ μαρτύριον τοῦ ἁγίου Κυπριανοῦ καὶ Ἰουστίνης τῆς καλλιπαρθένου μετρεῖ, οἳ ἐμαρτύρη‐ σαν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τὴν Ῥωμαίων ἀρχὴν | |
15 | ἐχόντων. | |
15 | Συνελήφθησαν δ’ ἐπὶ τὸ μαρτύριον ὁ μὲν ἐξ Ἀντιοχείας, ἧς καὶ μετὰ Ἄνθιμον τὸν ἀρχιερατι‐ κὸν ἴθυνε θεσμόν, τὴν αὐτὴν καὶ πατρίδα λαχών, ἡ δὲ ἐκ Δαμασκοῦ· ἐκεῖ γὰρ τῆς Ἀντιόχου μεταστᾶσα (αὕτη δὲ καὶ τῇ παρθένῳ ἐχρημάτιζε πατρίς) τὸν | |
20 | Χριστὸν ἐκήρυσσε λαμπρῶς. | |
20 | Συλληφθέντες δέ, ὁ μὲν μὴ πειθόμενος τοῖς τοῦ δυσσεβοῦντος λόγοις μετέωρος δεσμοῖς αἴρεται καὶ τὰς πλευρὰς ξύεται, ἡ δὲ βουνεύροις τύπτεται. Ὡς δὲ οὐδεμία ἔνδοσις ἐν αὐτοῖς ὑπὸ τοῦ τυ‐ | |
ραννοῦντος ἐνωρᾶτο, φυλακαῖς μὲν τότε κεχωρισμέ‐ | 198 in vol. 2 | |
25 | νους καθειργνύει, εἶτα μετακαλεσάμενος, ἐπεὶ λόγοις πειρῶν πάλιν ἀπετύγχανεν, ἐν χαλκῷ τηγάνῳ πίσσης καὶ στέατος καὶ κηροῦ βληθέντων καὶ φλογὸς πολλῆς ἀναφθείσης ἐμβάλλει τοὺς μάρτυρας Κυρίου. Ἐγκαρ‐ τερούντων δὲ τῶν ἀθλητῶν τῇ βασάνῳ, μᾶλλον δ’ | |
30 | ὡς ἐν δρόσῳ φαιδρῶς Θεὸν ὑπὲρ ὧν κρείσσους ὀδυ‐ νῶν ἐγίνοντο δοξαζόντων, Ἀθανάσιός τις ἄθλιος δαιμόνων ἱερεὺς καὶ τοῦ θείου πρότερον συνήθης Κυ‐ πριανοῦ, σύνεδρός τε τηνικάδε τοῦ κολάζοντος χρημα‐ τίζων, ἀπονοίᾳ ληφθεὶς ἐτόλμα βαίνειν ἐπὶ τοῦ πυ‐ | |
35 | ρός, τοὺς οἰκείους ἐπικαλούμενος θεούς, σμικρύνειν τὸ θαῦμα ἐν τῷ μηδ’ αὐτόν τι παθεῖν διατεινόμενος· τὸ δὲ πλέον ηὔξετο· αὐτίκα γὰρ οὗτος πυρὸς δαπάνη καὶ τέφρα ἐδείκνυτο. | |
38 | Ἐξαπορήσας δὲ ὁ κολάζων ἀνα‐ πέμπειν ἔγνω τοὺς μάρτυρας πρὸς Διοκλητιανὸν γρά‐ | |
40 | ψας καὶ ἅτε πάθοιεν καὶ ὡς κρείττους πασῶν εἰσι βα‐ σάνων. Ὁ δὲ ταῦτα ἐν τῇ Νικομήδους διαγνοὺς προσ‐ τάσσει πρὸς τῷ παρακειμένῳ τῇ πόλει ποταμῷ (Γάλ‐ | |
Bibl.184129b | λος δ’ ὠνόμαστο) τὰς κεφαλὰς τοὺς μάρτυρας ἀπο‐ τμηθῆναι. Σὺν οἷς καὶ Θεόκτιστος αὐθωρὸν ὤφθη μάρ‐ τυς, ἔλεγχον εὑρὼν τῆς εὐσεβείας τὸ προφθέγξασθαι τῷ μάρτυρι Κυρίου. Τὰ δὲ λείψανα τῶν ἁγίων ναῦταί | |
5 | τινες ἀπὸ Ῥώμης ἐπιδεδημηκότες ἄρτι, ὧν ἦν ἑταῖ‐ ρος καὶ ὁ μάρτυς Θεόκτιστος, οὗτοι λαθόντες τοὺς φύ‐ λακας ἀνείλοντο καὶ εἰς Ῥώμην ἀπεκόμισαν, ἐν ᾗ καὶ ναὸς αὐτοῖς περικαλλής, ἐγγίζων τῷ Κλαυδίου φόρῳ, ἀνηγέρθη, ἔργον Ῥουφίνης εὐσεβόφρονος, ἧς τὸ γένος | |
10 | εἰς τὸ Κλαυδίου διέβαινεν αἷμα. Ταῦτα καὶ ὁ τρίτος | |
λόγος. | 199 in vol. 2 | |
Bibl.185129b(13) | Ἀνεγνώσθη βιβλιδάριον Διονυσίου Αἰγέως, Δικτυακῶν ἐπιγραφὴν ἔχον, ἐν ᾧ κεφάλαια περιεί‐ | |
15 | ληπτο τὸν ἀριθμὸν ρʹ· πρῶτον ὅτι ἐξ ἀμφοτέρων ἡ τοῦ σπέρματος καταβολὴ καὶ ζωογονία, δεύτερον ὅτι οὐκ ἐξ ἀμφοτέρων· τρίτον ὅτι ἀφ’ ὅλου τοῦ σώματος ἡ τοῦ σπέρματος ἔκκρισις γίνεται, τέταρτον ὅτι οὐκ ἀφ’ ὅλου ἀλλ’ ἀπὸ τῶν διδύμων· εʹ ὅτι ἡ πέψις θερμα‐ | |
20 | σίᾳ γίνεται, ϛʹ ὅτι καὶ ἡ πέψις οὐ γίνεται θερμασίᾳ· ζʹ ὅτι τρίψει ἡ πέψις, ηʹ καὶ ὅτι οὐ τρίψει ἡ πέψις· θʹ ὅτι ἰδιότητι πνεύματος ἡ πέψις, ιʹ καὶ ὅτι οὐκ ἰδιότητι πνεύματος ἡ πέψις· ιαʹ ὅτι σήψει ἡ πέψις, ιβʹ καὶ ὅτι οὐ σήψει ἡ πέψις· ιγʹ ὅτι θερμασίας ἰδιότητι ἡ πέ‐ | |
25 | ψις, ιδʹ καὶ ὅτι οὐ χυμῶν ἰδιότητι ἡ πέψις· ιεʹ ὅτι διαφέρει τὸ θερμὸν ποιότητι, ιϛʹ ὅτι οὐ διαφέρει τὸ θερμὸν ποιότητι· ιζʹ ὅτι θερμασίᾳ ἡ ἀνάδοσις, ιηʹ καὶ ὅτι οὐ θερμασίᾳ· ιθʹ ὅτι ἡ ἀνάδοσις τὸ τὴν θερ‐ μασίαν ἐφ’ ἑαυτὴν ἕλκειν, κʹ καὶ ὅτι οὐκ ἐφέλκεται | |
30 | τὸ θερμόν· καʹ ὅτι τῷ πνεύματι ἡ ἀνάδοσις, κβʹ καὶ ὅτι οὐ τῷ πνεύματι ἡ ἀνάδοσις· κγʹ ὅτι τῇ τῶν ἀρ‐ τηριῶν παραθέσει ἡ ἀνάδοσις, κδʹ καὶ ὅτι οὐ τῇ τῶν ἀρτηριῶν παραθέσει ἡ ἀνάδοσις· κεʹ ὅτι τῇ κατὰ τὸ κενὸν ἀπουσίᾳ ἡ ἀνάδοσις, κϛʹ καὶ ὅτι οὐ κατὰ τὸ ἄδη‐ | |
35 | λον ἀπουσίᾳ ἡ ἀνάδοσις· κζʹ ὅτι δι’ ἀτροφίαν τοῦ ὁρατικοῦ πόρου ἡ ἀπογλαύκωσις γίνεται, κηʹ καὶ ὅτι οὐ δι’ ἀτροφίαν τοῦ ὁρατικοῦ πόρου ἡ ἀπογλαύκωσις γίνεται· κθʹ ὅτι κατὰ παρέμπτωσιν αἵματος εἰς τὸν ὁρα‐ τικὸν πόρον ἡ ἀπογλαύκωσις γίνεται, λʹ καὶ ὅτι οὐ | |
40 | κατὰ παρέμπτωσιν αἵματος εἰς τὸν ὁρατικὸν πόρον ἡ | |
ἀπογλαύκωσις γίνεται· λαʹ ὅτι καθ’ ὑγρῶν πάχος καὶ διαπνοὴν ἡ ἀπογλαύκωσις γίνεται, λβʹ καὶ ὅτι οὐ καθ’ | 200 in vol. 2 | |
Bibl.185130a | ὑγρῶν πάχος καὶ διαπνοὴν ἡ ἀπογλαύκωσις γί‐ νεται· λγʹ ὅτι ἡ φρενῖτις κατὰ διάστασιν τῆς μήνιγγος καὶ φθορὰν τοῦ αἵματος γίνεται, λδʹ καὶ ὅτι οὐ διὰ ταύτην ἡ φρενῖτις γίνεται· λεʹ ὅτι κατὰ θερμασίας πλεονασμὸν | |
5 | ἡ φρενῖτις συμβαίνει, λϛʹ καὶ ὅτι οὐ διὰ τοῦτο· λζʹ ὅτι διὰ φλεγμονὴν ἡ φρενῖτις συμβαίνει, ληʹ καὶ ὅτι οὐ διὰ φλεγμονήν· λθʹ ὅτι ὁ λήθαργος κατὰ φλεγμονὴν γίνεται, μʹ καὶ ὅτι ὁ λήθαργος οὐ γίνεται κατὰ φλεγμο‐ νήν· μαʹ ὅτι κατὰ διάστασιν οἱ ληθαργικοὶ καὶ φθοράν, | |
10 | μβʹ ὅτι ληθαργικὸς οὐ παρὰ τὸ πλῆθος ἀλλὰ τὴν ποιό‐ τητα τῶν διαπνεομένων συμβαίνει· μγʹ ὅτι περὶ ὅλον τὸ σῶμα ἡ ὄρεξις τοῦ φαγεῖν καὶ τοῦ πιεῖν ὑπάρχει, μδʹ καὶ ὅτι οὐ περὶ ὅλον, ἀλλὰ περὶ τὸν στόμαχον, μεʹ ὅτι ἡ τοῦ φαγεῖν καὶ πιεῖν ὄρεξις περὶ διάνοιάν ἐστι· μϛʹ | |
15 | ὅτι καθ’ ὑγρῶν ἔνδειαν γίνεται τὸ δίψος, μζʹ καὶ ὅτι οὐχ ὑγρῶν ἐλλείψει γίνεται τὸ δίψος· μηʹ ὅτι περὶ τὸν στόμαχόν ἐστί τις διπλῆ ἐνέργεια, μθʹ καὶ ὅτι οὐκ ἔστι διπλῆ τις ἐνέργεια περὶ τὸν στόμαχον· νʹ ὅτι ἡ ἐκτὸς μῆνιγξ, ἡ ἐν τῷ κοιλώματι, ἀρχὴ τῶν νεύρων ἐστί, ναʹ | |
20 | ὅτι οὐχ ἡ ἐκτὸς μῆνιγξ ἀρχὴ τῶν νεύρων ἐστί· νβʹ ὅτι ἀναδιδόμενα τὰ φάρμακα καθαίρει, νγʹ ὅτι οὐκ ἀνα‐ διδόμενα τὰ φάρμακα, ἀλλὰ κατὰ τὴν πρόσπτωσιν καθαίρει· νδʹ ὅτι χρηστέον τοῖς καθαρτικοῖς, νεʹ καὶ ὅτι οὐ χρηστέον· νϛʹ ὅτι φλεβοτομίᾳ χρηστέον, νζʹ καὶ ὅτι οὐ | |
25 | χρηστέον· νηʹ ὅτι οἴνου δόσις οὐ χρησίμη ἐπὶ τῶν πυ‐ ρεσσόντων, νθʹ καὶ ὅτι οἶνος δοτέος τοῖς πυρέσσουσι· ξʹ ὅτι τὸ λουτρὸν τοῖς πυρέσσουσιν ἐπακτέον, ξαʹ καὶ ὅτι οὐκ ἐπακτέον· ξβʹ ὅτι δεῖ ἐν ταῖς ἐπιτάσεσι κλύ‐ ζειν, ξγʹ καὶ ὅτι οὐ δεῖ· ξδʹ ὅτι δεῖ ἐν ταῖς ἀρχαῖς | |
30 | ἐπαλείψει χρῆσθαι, ξεʹ καὶ ὅτι οὐ δεῖ· ξϛʹ ὅτι οὐ δεῖ κα‐ | |
ταπλάσσειν τὴν κεφαλήν, ἀλλὰ τοῖς ὀσφραντοῖς μό‐ νοις χρῆσθαι, ξζʹ καὶ ὅτι οὐ δεῖ χρῆσθαι καταπλάσμασιν ἐπὶ τῆς κεφαλῆς· ξηʹ ὅτι ἐμετοποιία συμφέρει, ξθʹ καὶ ὅτι οὐ χρηστέον ἐμετοποιίᾳ· οʹ ὅτι οὐκ ἐπιπέμπει ἡ καρ‐ | 201 in vol. 2 | |
35 | δία αἷμα, οαʹ ὅτι ἐπιπέμπει· οβʹ ὅτι οὐχ ἡ καρδία ἐπιπέμπει τὸ πνεῦμα, ἀλλ’ αἱ ἀρτηρίαι ἕλκουσιν, ογʹ καὶ ὅτι ἡ καρδία ἐπιπέμπει τὸ πνεῦμα καὶ οὐχὶ αἱ ἀρ‐ τηρίαι ἕλκουσιν· οδʹ ὅτι ἐξ ἑαυτῆς ἡ καρδία κινεῖται, οεʹ καὶ ὅτι οὐκ ἐξ ἑαυτῆς ἡ καρδία κινεῖται· οϛʹ ὅτι | |
40 | κατὰ φύσιν αἷμα ἐν ταῖς ἀρτηρίαις ὑπάρχει, οζʹ ὅτι οὐχ αἵματος ἀγγεῖον αἱ ἀρτηρίαι· οηʹ ὅτι πάντα τὰ ἀγγεῖα ἐν τῷ ὄγκῳ ἁπλᾶ ἐστιν, οθʹ καὶ ὅτι ἐστὶ τὰ ἀγ‐ γεῖα πλέγματα· πʹ ὅτι διὰ τῶν νεύρων αἴσθησις καὶ | |
Bibl.185130b | κίνησις ἐπιτελεῖται, παʹ καὶ ὅτι οὐ διὰ τῶν νεύρων ἡ αἴσθησις καὶ κίνησις ἐπιτελεῖται· πβʹ ὅτι ἀρχὴ φλε‐ βῶν ἡ καρδία, πγʹ καὶ ὅτι οὐκ ἀρχὴ φλεβῶν ἡ καρδία· πδʹ ὅτι ἧπαρ ἀρχὴ φλεβῶν, πεʹ καὶ ὅτι οὐχ ἧπαρ ἀρχὴ | |
5 | φλεβῶν· πϛʹ ὅτι κοιλία φλεβῶν ἀρχή, πζʹ καὶ ὅτι οὐκ ἀρχὴ φλεβῶν ἡ κοιλία· πηʹ ὅτι πάντων τῶν ἀγγείων ἀρχὴ μῆνιγξ, πθʹ καὶ ὅτι οὐκ ἀρχὴ πάντων τῶν ἀγγείων ἡ μῆνιγξ· ϟ ὅτι πνεύμων ἀρτηριῶν ἀρχή, ϟαʹ καὶ ὅτι οὐκ ἔστιν ἀρτηριῶν ὁ πνεύμων ἀρχή· ϟβʹ ὅτι ἡ παρὰ | |
10 | τὴν ῥάχιν ἀρτηρία ἀρτηριῶν ἀρχή, ϟγʹ καὶ ὅτι οὐχ ἡ παρὰ τὴν ῥάχιν ἀρτηρία ἀρτηριῶν ἀρχή· ϟδʹ ὅτι καρδία ἀρτηριῶν ἀρχή, ϟεʹ καὶ ὅτι οὐκ ἔστιν ἀρχὴ ἀρ‐ τηριῶν ἡ καρδία· ϟϛʹ ὅτι οὐχ ἡ καρδία ἀρχὴ νεύρων, ἀλλ’ ἡ περιέχουσα τὸν ἐγκέφαλον μῆνιγξ, ϟζʹ καὶ ὅτι | |
15 | οὐχ ἡ περιέχουσα τὸν ἐγκέφαλον μῆνιγξ ἀρχὴ νεύρων· ϟηʹ ὅτι οὐ περὶ καρδίαν τὸ διανοητικὸν ἀλλὰ περὶ κεφαλήν, ϟθʹ καὶ ὅτι οὐ περὶ κεφαλὴν ἀλλὰ περὶ καρδίαν τὸ διανοη‐ τικόν, ρʹ ὅτι τὸ διανοητικόν ἐστι περὶ κοιλίαν ἐγκεφάλου. | |
Ταῦτα μὲν τὸ βιβλιδάριον τῶν Διονυσίου Δικτυα‐ | 202 in vol. 2 | |
20 | κῶν διελέγετο. Οὐκ ἄχρηστον δὲ πρός τε γυμνασίαν δια‐ λεκτικὴν καὶ δοξῶν εἴδησιν ἐνίων ἰατρικῇ θεωρίᾳ οἰ‐ κείων. Δοκεῖ δὲ καὶ δικάζειν ταῖς δόξαις, πλὴν οὐκ ἐν | |
ἁπάσαις ἐκφέρεται πρὸς τὸ πάγιον καὶ ἀνεύθυνον. | 203 in vol. 2 | |
Bibl.186130b(25) | Ἀνεγνώσθη βιβλιδάριον Κόνωνος Διηγήσεις· προσφωνεῖ μὲν τὸ πονημάτιον Ἀρχελάῳ Φιλοπάτορι βασιλεῖ, περιέχεται δ’ αὐτῷ ἐκ πολλῶν ἀρχαίων συν‐ ειλεγμένα νʹ διηγήματα. | |
28 | Ὧν πρῶτον τὰ περὶ Μίδα καὶ Βριγῶν, ὅπως τε θησαυρῷ περιτυχὼν ἀθρόον τε | |
30 | εἰς πλοῦτον ἤρθη, καὶ Ὀρφέως κατὰ Πιέρειαν τὸ ὄρος ἀκροατὴς γενόμενος πολλαῖς τέχναις Βριγῶν βασι‐ λεύει. Καὶ ὡς Σειληνὸς περὶ τὸ Βρέμιον ὄρος Μίδου βασιλεύοντος ὤφθη, ὑφ’ ᾧ καὶ τὸ ἔθνος ᾤκει πολυ‐ ανθρωπότατον ὄν· καὶ ὡς ἤχθη τὸ ζῷον ἐξηλλαγμέ‐ | |
35 | νον τὴν ἰδέαν ὡς ἐν ἀνθρώπου φύσει. Καὶ ὅπως αὐτῷ χρυσὸς ἐγίνετο καὶ τὰ εἰς τροφὴν παρατιθέμενα ἅπαν‐ τα· καὶ ὡς διὰ τοῦτο πείσας τὸ ὑπήκοον ἀπ’ Εὐρώπης διαβῆναι τὸν Ἑλλήσποντον ὑπὲρ Μυσίαν ᾤκισε Φρύ‐ γας ἀντὶ Βριγῶν βραχύ τι παραλλαγείσης τῆς λέξεως | |
40 | μετονομασθέντας. Μίδας δὲ πολλοὺς ἔχων ἀπαγγέλ‐ λοντας αὐτῷ τὰ ὅσα ἐλέγετό τε καὶ ἐπράττετο τοῖς ὑπηκόοις, καὶ διὰ τοῦτο ἐν τῷ ἀνεπιβουλεύτῳ τὴν βα‐ σιλείαν ἔχων καὶ εἰς γῆρας ἐλθών, μακρὰ ὦτα ἔχειν | |
Bibl.186131a | ἐλέχθη, καὶ κατ’ ὀλίγον ἡ φήμη ὄνου ὦτα τὰ μακρὰ μετεποίει, καὶ ἀπὸ τοῦ σκῶψαι τὴν ἀρχὴν ὁ λόγος | |
ἔργον εἶναι ἐπιστεύθη. Δεύτερον τὰ περὶ Βυβλίδος, ὡς παῖς ἦν Μιλήτῳ, | 8 in vol. 3 | |
5 | ἔχουσα ἐξ αὐτῆς ἀδελφὸν Καῦνον. Ὤικουν δὲ Μίλητον τῆς Ἀσίας, ἣν ὕστερον μὲν Ἴωνες καὶ οἱ ἀπ’ Ἀθηνῶν μετὰ Νηλέως ὁρμηθέντες ᾤκησαν, τότε δ’ ἐνέμοντο Κᾶρες, ἔθνος μέγα, κωμηδὸν οἰκοῦντες. Καύνῳ δ’ ἔρως ἐγείρεται ἀμήχανος τῆς ἀδελφῆς Βυβλίδος· ὡς | |
10 | δ’ ἀπετύγχανε πολλὰ κινήσας, ἔξεισι τῆς γῆς ἐκεί‐ νης. Καὶ ἀφανισθέντος μυρίῳ ἄχει κατεχομένη ἡ Βυ‐ βλὶς ἐκλείπει καὶ αὐτὴ τὴν πατρῴαν οἰκίαν, καὶ πολ‐ λὴν ἐρημίαν πλανηθεῖσα, καὶ πρὸς τοὺς ἀτελεῖς ἱμέρους ἀπαγορεύουσα, βρόχον τὴν ζώνην τινὸς καρύας κα‐ | |
15 | θάψασα ἑαυτὴν ἀνήτρησεν. Ἔνθα δὴ κλαιούσης αὐτῆς ἐρρύη τὰ δάκρυα καὶ κρήνην ἀνῆκε, Βυβλίδα τοῖς ἐπιχωρίοις ὄνομα· Καῦνος δὲ πλανώμενος εἰς Λυ‐ κίαν φθάνει, καὶ τούτῳ Προνόη (Ναῒς δ’ ἦν αὕτη) ἀναδῦσα τοῦ ποταμοῦ τά τε συνενεχθέντα τῇ Βυβλίδι | |
20 | λέγει, ὡς ἐχρήσατο Ἔρωτι δικαστῇ, καὶ πείθει αὐτὸν αὐ‐ τῇ ἐπὶ τῷ τῆς χώρας λαβεῖν τὴν βασιλείαν, (καὶ γὰρ εἰς αὐτὴν ἀνῆπτο) συνοικῆσαι. Ὁ δὲ Καῦνος ἐκ τῆς Προνόης τίκτει Αἰγιαλόν, ὃς καὶ παραλαβὼν τὴν βα‐ σιλείαν, ἐπεὶ ὁ πατὴρ ἐτελεύτησεν, ἤθροισέ τε τὸν | |
25 | λαὸν σποράδην οἰκοῦντα καὶ πόλιν ἔκτισεν ἐπὶ τῷ πο‐ ταμῷ μεγάλην καὶ εὐδαίμονα, Καῦνον ἀπὸ τοῦ πατρὸς ἐπονομάσας. Τρίτον, ἡ παρὰ τὸν Ἰόνιον πόντον Σχερία νῆσος, οὐχ ἑκὰς οὖσα τῆς ἠπείρου καὶ τῶν Κεραυνίων ὀρῶν, αὕτη | |
30 | Φαίακας ἔσχεν οἰκήτορας τὸ πρότερον, αὐτόχθονας, ἔθνος λαχὸν τὴν ἐπωνυμίαν ἀπό τινος τῶν ἐπιχωρίων βασιλέως· ὕστερον δ’ ἐπῴκησαν αὐτὴν μοῖρα Κορινθίων, | |
καὶ τό τε ὄνομα εἰς Κέρκυραν μετέβαλε καὶ τῆς περὶ ἐκεῖνα θαλάσσης ἦρξε. Φαίακος δὲ τοῦ τῆς νήσου βα‐ | 9 in vol. 3 | |
35 | σιλεύοντος τελευτήσαντος, οἱ υἱεῖς Ἀλκίνους καὶ Λοκρὸς στασιάσαντες συνέβησαν πάλιν ἐφ’ ᾧ βασιλεύειν μὲν Ἀλκίνουν τῆς Φαιακίδος, Λοκρὸν δὲ κειμήλια καὶ μοῖραν λαβόντα τοῦ ἔθνους ἀποικίζεσθαι τῆς χώρας· ὃς καὶ ἐπ’ Ἰταλίας πλεύσας ξενίζεται παρὰ Λατίνῳ Ἰταλῶν βα‐ | |
40 | σιλεῖ, δόντι πρὸς γάμον τὴν θυγατέρα Λαυρίνην. Διὰ | |
Bibl.186131b | ταῦτα μὲν ὡς συγγενεῖς Φαίακες Λοκροὺς τοὺς ἐν Ἰταλίᾳ προσεποιοῦντο. | |
2 | Ὁ δὲ Ἡρακλῆς κατ’ ἐκεῖνο καιροῦ τὰς τοῦ Γηρυόνου περικαλλεῖς ὅσαι βόες οὔσας ἐξ Ἐρυθείας ἐλαύνων εἰς Ἰταλίαν ἀφικνεῖται καὶ ξενίζεται φιλοφρόνως | |
5 | παρὰ τῷ Λοκρῷ· ὁ δὲ Λατῖνος πρὸς τὴν θυγατέρα ἐλθὼν καὶ τὰς βοῦς ἰδὼν ἠράσθη τε καὶ ἤλαυνεν· ὅπερ ἀναμαθὼν Ἡρακλῆς ἐκεῖνον τόξῳ βαλὼν ἀνεῖλε, τὰς δὲ βοῦς ἀνεκόμισε. Λοκρὸς δὲ δεδιὼς περὶ τῷ Ἡρακλεῖ μή τι δεινὸν ὑπὸ Λατίνου πάθῃ (ἦν γὰρ Λατῖνος σώ‐ | |
10 | ματι γενναῖος καὶ ψυχῇ), ἐξελαύνει ἐπὶ βοηθείᾳ τοῦ ξενισθέντος, ἀμειψάμενος καὶ στολήν. Ἡρακλῆς δ’ ἰδὼν αὐτὸν θέοντα, καὶ νομίσας τινὰ εἶναι ἄλλον πρὸς ἐπι‐ κουρίαν σπεύδοντα Λατίνου, βαλὼν ἄτρακτον κτείνει· ὕστερον δὲ μαθὼν ἀπωλοφύρατο μὲν καὶ τὰ ὅσια αὐτῷ | |
15 | ἐπετέλεσε· καὶ μεταστὰς δ’ ἐξ ἀνθρώπων ἔχρησε, φά‐ σματι φανεὶς τῷ λαῷ, πόλιν οἰκίζειν ἐπ’ Ἰταλίας, ἐν ᾧ ἦν τὸ σῆμα τοῦ Λοκροῦ. Καὶ διαμένει τῇ πόλει τοὔνομα τιμώσῃ τῇ κλήσει τὸν Λοκρόν· | |
18 | οὕτω μὲν καὶ ἡ τρίτη διήγησις. Ἀλλὰ τί μοι δεῖ μικροῦ μεταγράφειν ταύτας, | |
20 | δέον πολλῷ κεφαλαιωδέστερον ἐπελθεῖν; Ἡ τοίνυν δʹ διήγησις τὰ περὶ Ὀλύνθου τῆς πόλεως καὶ Στρυμόνος τοῦ Θρᾳκῶν βασιλεύσαντος ἀπαγγέλλει, οὗ καὶ ὁ πάλαι Ἠιονεὺς ποταμὸς ἐπώνυμος· καὶ ὅτι παῖδες αὐτῷ τρεῖς γεγόνασι, Βράγγας καὶ Ῥῆσσος καὶ | 10 in vol. 3 |
25 | Ὄλυνθος, καὶ Ῥῆσσος μὲν ἐπὶ Τροίαν Πριάμῳ συστρα‐ τεύσας ἀναιρεῖται χειρὶ Διομήδους, Ὄλυνθος δὲ λέοντι συστὰς ἑκουσίως ἔν τινι κυνηγεσίῳ θνῄσκει· καὶ Βράγ‐ γας ὁ ἀδελφὸς πολλὰ κατολοφυρόμενος τὴν συμφορὰν Ὄλυνθον ᾧπερ ἐτελεύτησε τόπῳ θάπτει, εἰς Σιθονίαν | |
30 | δὲ ἀφικόμενος πόλιν ἔκτισεν εὐδαίμονα καὶ μεγάλην, Ὄλυνθον αὐτὴν ἀπὸ τοῦ παιδὸς ὀνομάσας. Ἡ εʹ τὰ περὶ Ῥηγίνου καὶ Εὐνόμου τοῦ Λοκροῦ τῶν κιθαρῳδῶν τὴν ἱστορίαν ποιεῖται, καὶ ὡς εἰς Δελφοὺς ἀφίκοντο καὶ ὅτι ποταμῷ διοριζόμενοι Ῥηγῖνοί τε καὶ | |
35 | Λοκροί (Ἄληξ ὄνομα τῷ ποταμῷ) οἱ μὲν ἀφώνους, ἡ δὲ Λοκρὶς ᾄδοντας ἔχει τοὺς τέττιγας· καὶ ὡς ἐρίζων Εὔνομος τῷ Ῥηγίνῳ τέττιγος ὠδῇ κρατεῖ τοῦ ἀντα‐ γωνιστοῦ. Ἑπταχόρδου γὰρ τότε τῆς ἁρμονίας οὔσης, καὶ μιᾶς ῥαγείσης τῶν χορδῶν, τέττιξ ἐπιπτὰς τῇ κιθάρᾳ | |
40 | τὸ λεῖπον ἀνεπλήρωσε τῆς ᾠδῆς. | |
Bibl.186132a | Ἡ ϛʹ ὡς Μόψος ὁ Μάντης καὶ Ἀπόλλωνος τῆς μητρὸς τελευτησάσης ἐκδέχεται κλῆρον τὸ ἐν Κλάρῳ Ἀπόλλωνος μαντεῖον· κατ’ ἐκεῖνο δὲ καιροῦ ἀφικνεῖται Κάλχας εἰς Κολοφῶνα, ἐν ᾧ Μόψος ἔχων ἔχρα τὸ | |
5 | μαντεῖον, μετὰ Τροίας πλανώμενος ἅλωσιν. Ἤριζον οὖν ἐπὶ πολὺ ἀλλήλοις, καὶ Ἀμφίμαχος ὁ Λυκίων βασι‐ λεὺς λύει τὴν ἔριν· ἐπὶ πόλεμον γὰρ ἐξιόντα Μόψος μὲν ἐκώλυεν ἧτταν προαγγέλλων, Κάλχας δ’ ἐπέτρεπε νίκην σημαίνων, καὶ ἡττᾶται, καὶ Μόψος μὲν ἐπὶ μᾶλλον | |
10 | ἐτιμήθη, Κάλχας δ’ ἑαυτὸν διεχρήσατο. Ἡ ζʹ διηγεῖται ὡς Φιλάμμων παῖς Φιλωνίδος, ἣ γέγονεν ἐξ Ἑωσφόρου καὶ Κλεοβοίας ἐν Θορικῷ τῆς Ἀττικῆς, οὗτος ὁ Φιλάμμων ὑπερφυὴς τὸ κάλλος ἐγέ‐ νετο· μία δὲ τῶν νυμφῶν ἐρᾷ τοῦ νεανίου καὶ ἐγκύμων | 11 in vol. 3 |
15 | γίνεται. Αἰδουμένη δ’ ἀπαίρει Πελοποννήσου, καὶ εἰς τὴν Ἀκτὴν παραγενομένη τίκτει κοῦρον Θάμυριν, ὃς ἡβήσας ἐπὶ τοσοῦτον ἧκε κιθαρῳδίας ὡς καὶ βασιλέα σφῶν καίπερ ἐπηλύτην ὄντα, Σκύθας ποιήσασθαι. Ἐρίσας δὲ καὶ ταῖς Μούσαις ὑπὲρ ᾠδῆς, καὶ ἄθλων τῷ νικήσαντι | |
20 | τεθέντων, ἐκείνῳ μὲν τοὺς Μουσῶν γάμους, ἐκείναις δὲ ὃ ἕλοιντο τῶν αὐτοῦ, ἐξεκόπη τοὺς ὀφθαλμοὺς ἡττηθείς. Ἡ ηʹ διηγεῖται τὰ περὶ Πρωτέως τοῦ Αἰγυπτίου μάν‐ τεως, οὗ ἡ θυγάτηρ Θεονόη ἐρασθεῖσα Κανώβου (ἦν δ’ οὗτος κυβερνήτης Μενελάου τοῦ Τρῴου) ἀποτυγχάνει· καὶ | |
25 | ὡς ὁ Κάνωβος καλὸς καὶ νέος, ἀπαίροντος Μενελάου ἀπ’ Αἰγύπτου καὶ Ἑλένης, καὶ προσορμισαμένων τῇ γῇ, ὑπὸ ἐχίδνης δηχθεὶς καὶ σαπεὶς τὸ σκέλος μετ’ οὐ πολὺ θνῄσκει καὶ Μενέλαος καὶ Ἑλένη θάπτουσιν αὐτὸν ἐπ’ Αἰγύπτου, οὗ νῦν ἐπώνυμος ᾤκισται πόλις. | |
30 | Καὶ τῶν τοῦ Νείλου στομάτων τὸ τελευταῖον ὁ Κάνωβος ἢ Κανωβικὸν ἐκ τοῦ κυβερνήτου τὴν ὀνομασίαν ἕλκει. Ἡ θʹ τὰ περὶ Σεμιράμεως λέγει, καὶ Σεμίραμιν οὐχὶ γυναῖκα κατὰ τοὺς ἄλλους φησὶ Νίνου γενέσθαι ἀλλὰ θυγατέρα· καὶ λόγῳ ἑνί, ὅσα οἱ ἄλλοι περὶ Ἀτόσσης | |
35 | τῆς Ἀσσυρίου ἀναγράφουσι, ταῦθ’ οὗτος εἰς Σεμίραμιν ἀναφέρει, οὐκ ἔχω λέγειν εἴ τε δυσὶν ὀνόμασι τὴν αὐ‐ τὴν νομίζων καλεῖσθαι, ἢ τὰ περὶ Σεμιράμεως ἄλλως οὐκ εἰδώς. Λέγει δ’ ὡς ἡ Σεμίραμις αὕτη τῷ υἱῷ λά‐ | |
Bibl.186132b | θρᾳ καὶ ἀγνοοῦσα μιγεῖσα, εἶτα γνοῦσα, ἄνδρα ἐν τῷ φανερῷ ἔσχε, καὶ ἐξ ἐκείνου, πρότερον βδελυκτὸν ὄν, Μήδοις καὶ Πέρσαις καλὸν καὶ νόμιμον ἔδοξε μη‐ τράσι μίγνυσθαι. | 12 in vol. 3 |
5 | Ἡ ιʹ δὲ ὡς Σίθων ὁ Ποσειδῶνος καὶ Ὄσσης, ὁ τῆς Θρᾳκίας Χερρονήσου βασιλεύς, γεννᾷ θυγατέρα Παλλήνην ἐκ Μενδηΐδος νύμφης· ἣν πολλῶν μνηστευο‐ μένων, ἆθλον ἔκειτο τῷ μάχῃ κρατήσαντι Σίθωνος καὶ τὴν κόρην ἔχειν καὶ τὴν βασιλείαν. Ἀναιρεῖται οὖν | |
10 | ὑπὲρ τοῦ γάμου διαθλῶν Μέροψ ὁ Ἀνθεμουσίας βα‐ σιλεὺς καὶ Περιφήτης ὁ Μυγδονίας. Ἔπειτα Σίθων ὁρίζει μὴ πρὸς αὐτὸν ἀλλὰ πρὸς ἀλλήλους διαμάχεσθαι τοὺς μνηστῆρας, καὶ τῷ νικήσαντι τὸ αὐτὸ ἆθλον εἶναι. Διαγωνίζεται τοίνυν Δρύας καὶ Κλῖτος, καὶ πίπτει Δρύας | |
15 | δόλῳ Παλλήνης. Οὗ διαγνωσθέντος Σίθωνι ἔμελλε δί‐ κην θάνατον Παλλήνη διδόναι, εἰ μὴ Ἀφροδίτη νυκτὸς ἐπιφοιτήσασα πᾶσι τοῖς πολίταις τὴν κόρην ἥρπασε θανάτου. Καὶ τελευτήσαντος τοῦ πατρὸς Παλλήνη καὶ Κλῖτος τὴν βασιλείαν ἐκδέχονται, καὶ ἀπ’ αὐτῆς ἡ χώρα | |
20 | Παλλήνη ἔλαβεν ὄνομα. Ἡ ιαʹ τὰ περὶ τῆς Ἡρακλέος θυσίας, ἣν Λίνδιοι μετὰ ἀρᾶς θύουσιν αὐτῷ, διέξεισι, καὶ ὡς τὴν ἀρχὴν ἔσχεν ἀπό τινος ἀροτῆρος Λινδίου, ὃς ἐπεὶ τροφὰς ᾔτει Ἡρακλῆς ὑπὲρ Ὕλλου τοῦ παιδός, ὃν κομιδῇ νέον κατὰ | |
25 | τὴν ὁδὸν συνεπήγετο, ἀντὶ τοῦ παρασχεῖν καὶ προσύ‐ βρισεν. Ἡρακλῆς δὲ χαλεπήνας, ἕνα τῶν βοῶν κατα‐ σφάξας, αὐτός τε θοινᾶται καὶ τῷ παιδὶ δίδωσιν. Ἠρᾶτο δὲ πόρρωθεν ὁ ἀροτήρ. Καὶ ὁ Ἡρακλῆς γέλωτι διδοὺς τὰς ἀράς, οὐδέποτε ἀπεφθέγξατο θοίνης ἡδίονος ἀπο‐ | |
30 | λαῦσαι ἢ τῆς μετὰ τῶν ἀρῶν. Ἡ ιβʹ τὰ περὶ Τρωὸς τοῦ Ἐριχθονίου τοῦ Δαρδάνου | |
διαλαμβάνει, ὃς ἐβασίλευσε τῶν περὶ τὴν Ἴδην χωρίων, καὶ γεννᾷ ἐκ Καλλιρρόης τῆς Σκαμάνδρου Ἶλον (ἐξ οὗ τὸ Ἴλιον) καὶ Ἀσάρακον καὶ Γανυμήδην, ὃν ἥρπασε | 13 in vol. 3 | |
35 | Ζεύς. Ἀσάρακος σὺν τῷ πατρὶ Δαρδανίας ἐβα‐ σίλευσε, καὶ ἦν τοῦτο τῶν Τρώων βασίλειον. Ἶλος δέ, ὃς κτίζει τὸ Ἴλιον, καὶ κρατεῖ μάχῃ Βεβρύκων βασιλέως Βύζου ὄνομα, καὶ ἐπὶ μέγα τὸ Ἴλιον αἴρει. | |
Bibl.186133a | Ἡ δὲ ιγʹ τὰ περὶ Αἰθίλλας διέξεισιν, ἥτις ἦν θυ‐ γάτηρ μὲν Λαομέδοντος, ἀδελφὴ δὲ Πριάμου. Ταύτην Πρωτεσίλαος ἐξ Ἰλίου μετὰ καὶ ἄλλων νηυσὶν ἄγων αἰχμάλωτον, εἰς τὸν μεταξὺ Μένδης καὶ Σκιώνης μετὰ | |
5 | πολλοὺς χειμῶνας μόλις ὁρμίζονται· καὶ πρὸς ὑδρείαν τῶν περὶ Πρωτεσίλαον ἁπάντων τοῦ αἰγιαλοῦ ἄνωθεν πρὸς τὴν χώραν ἀναδραμόντων, ἄλλα τε ἡ Αἰθίλλα ταῖς συναιχμαλώτισιν εἰποῦσα, καὶ ὡς, εἰ ἀφίκοιντο σὺν τοῖς Ἕλλησιν εἰς τὴν Ἑλλάδα, χρυσὸς ἂν αὐταῖς δόξειε | |
10 | τὰ τῆς Τροίας κακά, πείθει πῦρ ἐνεῖναι ταῖς ναυσί. Καὶ καταμένουσι σὺν αὐταῖς ἐν τῇ χώρᾳ καὶ ἄκοντες οἱ Ἕλληνες, καὶ πόλιν κτίζουσι Σκιώνην καὶ συνοικίζουσιν. Ἡ ιδʹ τὰ περὶ Ἐνδυμίωνος ἱστορεῖ, ὅτι τε παῖς ἦν Ἀέθνου τοῦ Διὸς καὶ Πρωτογενείας τῆς Δευκαλίωνος, | |
15 | καὶ ὡς δύο τέκοι παῖδας Εὐρυπύλην καὶ Αἰτωλόν, ὃς ἐκ Πελοποννήσου τὴν πατρῴαν λιπὼν ἀρχὴν εἰς τὴν ἀντίπερα ταύτης γῆν μετὰ τῆς ἑπομένης μοίρας, Κου‐ ρῆτας ἐκβαλών, ᾤκησε, καὶ ἀντὶ Κουρητίδος Αἰτωλίδα καλεῖσθαι δίδωσιν. Ὁ δ’ Εὐρυπύλης καὶ Ποσειδῶνος παῖς | |
20 | Ἦλις τελευτήσαντος τοῦ μητροπάτορος Ἐνδυμίωνος τὴν βασιλείαν ἐκδέχεται, καὶ τῇ κτισθείσῃ πόλει ὑπὸ Ἐνδυμίωνος Ἦλιν ἐπώνυμον ἔθετο. | |
Ἡ ιεʹ τὰ περὶ Φενεατῶν καὶ Δήμητρος καὶ Κόρης, ἣν Πλούτων ἁρπάσας καὶ λαθὼν τὴν μητέρα εἰς τὰ | 14 in vol. 3 | |
25 | κάτω βασίλεια ἤγαγε. Καὶ ὡς Φενεάταις μηνύσασι Δή‐ μητρι τὸ χωρίον δι’ οὗ ἡ κάθοδος (ἦν δέ τι χάσμα ἐν Κυλλήνῃ) ἄλλα τε ἀγαθὰ ἐχαρίσατο, καὶ μηδέποτε ὑπεριδεῖν ἑκατὸν ἄνδρας Φενεατῶν ἐν πολέμῳ πεσεῖν. Ἡ ιϛʹ τὰ περὶ Προμάχου καὶ Λευκοκόμα τῶν Κνωσ‐ | |
30 | σίων (πόλις δὲ Κρήτης ἡ Κνωσσός) διέξεισιν ὡς ἤρα Πρόμαχος νεανίου καλοῦ τοῦ Λευκοκόμα, ὡς ἆθλα αὐτῷ μεγάλα προὔτεινε καὶ κινδύνων μεστά, ὡς πάντα ὑπέστη Πρόμαχος ἐλπίδι τοῦ τυχεῖν, ὡς οὐδ’ οὕτω τυγχάνει, καὶ ἀντιλυπεῖ Λευκοκόμαν, τὸ τελευταῖον τῶν ἄθλων (κρά‐ | |
35 | νος δ’ ἦν περιβόητον) [ἐν] ἑτέρῳ καλῷ νεανίᾳ ὁρῶν‐ τος περιθεὶς τοῦ Λευκοκόμα· καὶ ὃς οὐκ ἐνεγκὼν τὴν ζηλοτυπίαν ξίφει ἑαυτὸν διεχρήσατο. Ἡ ιζʹ ὅτι Δίκαιος καὶ Συλεὺς ἀδελφοί, Ποσειδῶνος υἱοί, περὶ τὸ Πήλιον ὄρος τῆς Θεσσαλίας ᾤκουν. Καὶ | |
40 | ἦν ὁ μὲν δίκαιος, καὶ ὡς ὠνομάζετο, οὕτω καὶ ἦν. Συλέα | |
Bibl.186133b | δὲ ὑβριστὴν ὄντα Ἡρακλῆς ἀναιρεῖ. Ξενίζεται δ’ ὑπὸ Δικαίου, καὶ ἐρᾷ τῆς Συλέως θυγατρὸς ἰδὼν αὐτὴν παρ’ αὐτῷ τρεφομένην, καὶ ἄγεται εἰς γυναῖκα. Ἡ δὲ ἀποδημήσαντος Ἡρακλέος τῷ περὶ αὐτὸν ἔρωτι καὶ | |
5 | πόθῳ βαλλομένη θνῄσκει· καὶ ἐπὶ προσφάτῳ τῇ κηδείᾳ ἐπανιὼν Ἡρακλῆς ἔμελλεν αὑτὸν τῇ πυρᾷ συγκα‐ τακαίειν, εἰ μὴ οἱ παρόντες λόγοις παρηγοροῦσι μόλις ἐκώλυσαν. Καὶ ἀπελθόντος Ἡρακλέος τὸ σῆμα τῆς κόρης οἱ πρόσοικοι περιεδείμαντο, καὶ ἀντὶ μνήματος | |
10 | ἱερὸν Ἡρακλέους ἀπέφηναν. Ἡ ιηʹ, Λοκροὶ μαχόμενοι, ἐπεὶ συγγενὴς αὐτοῖς Αἴας ἦν, ἐν τῇ παρατάξει χώραν κενὴν ἐῶσιν, ὡς δῆ‐ | |
θεν Αἴας ἐν ᾗ παρατάττοιτο. Παρατεταγμένων οὖν ἐν τῇ πρὸς Κροτωνιάτας μάχῃ, Αὐτολέων Κροτονιάτης | 15 in vol. 3 | |
15 | ἠβουλήθη διὰ τοῦ διαλείποντος διεκπεσεῖν μέρους καὶ κυκλώσασθαι τοὺς πολεμίους. Τρωθεὶς δ’ ὑπὸ φάσματος τὸν μηρὸν ἀπετράπη, καὶ ἐσφακέλιζεν, ἕως ἂν κατὰ χρησ‐ μὸν εἰς τὴν ἐν Πόντῳ Ἀχίλλειον νῆσον (ἔστι δ’ αὕτη παραπλεύσαντι τὸν Ἴστρον ὑπὲρ τῆς Ταυρικῆς) ἐκεῖσε | |
20 | παραγεγονώς, καὶ τούς τε ἄλλους ἥρωας ἐκμειλιξάμενος, μάλιστα δὲ τὴν Αἴαντος τοῦ Λοκροῦ ψυχήν, ἰάθη κἀ‐ κεῖθεν ἐξιόντα ἀπαγγέλλειν αὐτὸν Στησιχόρῳ Ἑλένη κελεύει τὴν εἰς αὐτὴν ᾄδειν, εἰ φιλεῖ τὰς ὄψεις, παλι‐ νῳδίαν. Στησίχορος δ’ αὐτίκα ὕμνους Ἑλένης συν‐ | |
25 | τάττει καὶ τὴν ὄψιν ἀνακομίζεται. Ἡ ιθʹ ὡς Ψαμάθη ἡ Κροτώπου ἐξ Ἀπόλλωνος κύει, καὶ τεκοῦσα, ἐπεὶ τὸν πατέρα ἐδεδοίκει, ἐκτίθεται, Λίνον ὀνομάσασα. Καὶ ὁ δεξάμενος ποιμὴν ὡς ἴδιον ἀνέτρεφε, καί ποτε οἱ τῆς ποίμνης κύνες διέσπασαν | |
30 | αὐτόν. Ἡ δὲ ὑπερπαθήσασα κατάφωρος γίνεται καὶ τῷ πατρί, καὶ δικάζει αὐτῇ θάνατον, πεπορνεῦσθαι καὶ κα‐ ταψεύδεσθαι αὐτὴν Ἀπόλλωνος οἰηθείς. Ἀπόλλων δὲ τῷ τῆς ἐρωμένης φόνῳ χολωθεὶς λοιμῷ κολάζει τοὺς Ἀργείους καὶ χρωμένοις ὑπὲρ ἀπαλλαγῆς Ψαμάθην | |
35 | ἀνεῖλε καὶ Λίνον ἱλάσκεσθαι. Οἱ δὲ τά τε ἄλλα ἐτίμησαν αὐτούς, καὶ γύναια ἅμα κόραις ἔπεμπον θρηνεῖν Λίνον· αἱ δὲ θρήνους ἀντιβολίαις μιγνῦσαι τάς τε ἐκείνων καὶ τὰς σφετέρας ἀνέκλαιον τύχας. Καὶ οὕτως ἦν ἐκπρεπὴς ὁ ἐπὶ Λίνῳ θρῆνος, ὡς ἀπ’ ἐκείνων καὶ τοῖς ἔπειτα | |
40 | ποιηταῖς παντὸς πάθους παρενθήκη Λίνος ᾄδεται. Μῆνά | |
Bibl.186134a | τε ὠνόμασαν Ἀρνεῖον ὅτι ἀρνάσι Λίνος συνανε‐ τράφη· καὶ θυσίαν ἄγουσι καὶ ἑορτὴν Ἀρνίδα, κτείνοντες | |
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ κυνῶν ὅσους ἂν εὕρωσι· καὶ οὐδ’ οὕτως ἐλώφα τὸ κακόν, ἕως Κρότωπος κατὰ χρησμὸν | 16 in vol. 3 | |
5 | ἔλιπε τὸ Ἄργος καὶ κτίσας πόλιν ἐν τῇ Μεγαρίδι καὶ Τριποδίσκιον ἐπικαλέσας κατῴκησεν. Ἡ κʹ ὡς Θέοκλος ὁ Χαλκιδεὺς αἰχμάλωτος ὑπὸ Βισαλτῶν γεγονώς (οἱ δὲ Βισάλται Θρᾳκικὸν ἔθνος, ἀντίπερα Παλλήνης οἰκοῦντες) οὗτος Χαλκιδεῖς λάθρᾳ | |
10 | μεταπεμψάμενος προδίδωσι Βισάλτας· καὶ αὐτοὶ πρῶ‐ τον μὲν τῷ αἰφνιδίῳ ἐτάραξαν Βισάλτας, εἶτα τειχή‐ ρεις ποιήσαντες βουκόλου δόλῳ αἰχμαλώτου παρ’ αὐτῶν γεγενημένου αἱροῦσι τὴν πόλιν ἐκδιώξαντες τοὺς Βι‐ σάλτας. Τὸν δὲ προδότην βουκόλον, παραβάντες τὰς | |
15 | συνθήκας, κτείνουσι. Καὶ μῆνις αὐτοῖς διὰ τοῦτο θεόθεν ἐνέσκηψε. Καὶ κατὰ χρησμὸν τάφον περικαλλῆ χώ‐ σαντες τῷ βουκόλῳ καὶ ὡς ἥρωϊ θύοντες τοῦ κακοῦ ἀπηλλάγησαν. Ἡ καʹ Δάρδανος καὶ Ἰάσων παῖδες ἤστην Διὸς ἐξ | |
20 | Ἠλέκτρας τῆς Ἀτλαντίδος, καὶ ᾤκουν Σαμοθρᾴκην τὴν νῆσον. Ἀλλ’ ὁ μὲν Ἰάσων φάσμα Δήμητρος αἰ‐ σχῦναι βουληθεὶς ἐκεραυνώθη, Δάρδανος δὲ ἐπὶ τἀ‐ δελφῷ συγχυθεὶς εἰς τὴν ἀντίπερα γῆν, ἐν ᾗ καὶ πεδιὰς πολλὴ καὶ τὸ ὄρος ἡ Ἴδη, σχεδίαις (πλοίων γὰρ χρῆσις | |
25 | οὐδέπω ἦν) διαβαίνει. Εἶχε δὲ τὸ κράτος τότε τῆς χώρας ὁ Σκαμάνδρου τοῦ ποταμοῦ καὶ νύμφης Τεῦκρος, ἐξ οὗ Τεῦκροί τε οἱ οἰκήτορες καὶ Τευκρία ἡ γῆ· ᾧ κατὰ λόγους συνελθὼν Δάρδανος λαμβάνει τὴν ἡμίσειαν, καὶ πόλιν ἐν ᾧ τῆς σχεδίας ἀπέβη, κτίζει Δαρδανίαν· | |
30 | ὕστερον δὲ τελευτήσαντος Τεύκρου ἡ πᾶσα τῆς χώρας εἰς αὐτὸν ἀρχὴ περιῆλθεν. Ἡ κβʹ, μειρακίῳ Κρητὶ γέννημα δράκοντος ἐραστὴς δωρεῖται. Ὁ δὲ ἔτρεφέ τε καὶ ἐπεμελεῖτο ἕως ηὐξήθη | |
καὶ φόβον ἐποίει ὁ δράκων τοῖς ἐπιχωρίοις· οὗτοι γὰρ | 17 in vol. 3 | |
35 | τότε ἠνάγκασαν τὸ μειράκιον ἐκθεῖναι τὸ θηρίον ἐπὶ τῆς ἐρημίας, καὶ πολλὰ κλαίων ἐξέθετο. Ὕστερον δ’ ἐπὶ θήραν ἐξελθόντος τοῦ μειρακίου καὶ λῃσταῖς περιπε‐ σόντος, ἀνακαλουμένου τοὺς βοηθήσοντας, ἀναγνωρίσας ὁ δράκων τὴν φωνὴν τοὺς μὲν λῃστὰς διέφθειρεν, ἑκάστῳ | |
40 | περιειληθείς, σημεῖα δὲ τῷ παιδὶ παλαιᾶς αἰσθήσεως ἐνδειξάμενος, ἀπαλλάσσει τῆς ἐπιβουλῆς. | |
Bibl.186134b | Ἡ κγʹ ὡς Ἀλεξάνδρου τοῦ Πάριδος καὶ Οἰνώνης, ἣν ἐγήματο πρὶν ἢ τὴν Ἑλένην ἁρπάσαι, παῖς Κό‐ ρυθος γίνεται, κάλλει νικῶν τὸν πατέρα. Τοῦτον ἡ μήτηρ Ἑλένῃ προσέπεμπε ζηλοτυπίαν τε κινοῦσα Ἀλεξάνδρῳ | |
5 | καὶ κακόν τι διαμηχανωμένη Ἑλένῃ· ὡς δὲ συνήθης ὁ Κόρυθος πρὸς Ἑλένην ἐγένετο, Ἀλέξανδρός ποτε παρελθὼν εἰς τὸν θάλαμον καὶ θεασάμενος τὸν Κό‐ ρυθον τῇ Ἑλένῃ παρεζόμενον καὶ ἀναφλεχθεὶς ἐξ ὑπο‐ ψίας εὐθὺς ἀναιρεῖ. Καὶ Οἰνώνη τῆς τε εἰς αὐτὴν ὕβρεως | |
10 | καὶ τῆς τοῦ παιδὸς ἀναιρέσεως πολλὰ Ἀλέξανδρον ἀρα‐ σαμένη καὶ ἐπειποῦσα (καὶ γὰρ ἦν ἐπίπνους μαντείας καὶ τομῆς φαρμάκων ἐπιστήμων) ὡς τρωθείς ποτε ὑπ’ Ἀχαιῶν καὶ μὴ τυγχάνων θεραπείας δεήσεται αὐτῆς, οἴκαδε ᾔει· ὕστερον δὲ Ἀλέξανδρος ἐν τῇ ὡς Ἀχαιοὺς | |
15 | ὑπὲρ Τροίας μάχῃ τρωθεὶς ὑπὸ Φιλοκτήτου καὶ δεινῶς ἔχων δι’ ἀπήνης ἐκομίζετο πρὸς τὴν Ἴδην, καὶ προεκ‐ πέμψας κήρυκα ἐδεῖτο Οἰνώνης· ἡ δὲ ὑβριστικῶς μά‐ λα τὸν κήρυκα διωσαμένη πρὸς Ἑλένην ἰέναι Ἀλέ‐ ξανδρον ἐξωνείδιζε· καὶ Ἀλέξανδρος μὲν κατὰ τὴν | |
20 | ὁδὸν ὑπὸ τοῦ τραύματος τελευτᾷ, τὴν δὲ μήπω πε‐ πυσμένην τὴν τελευτὴν μετάμελος ὅμως δεινὸς εἶχε, καὶ δρεψαμένη τῆς πόας ἔθει φθάσαι ἐπειγομένη. Ὡς | |
δ’ ἔμαθε παρὰ τοῦ κήρυκος ὅτι τεθνήκοι καὶ ὅτι αὐτὴ αὐτὸν ἀνῄρηκε, ἐκεῖνον μὲν τῆς ὕβρεως λίθῳ τὴν | 18 in vol. 3 | |
25 | κεφαλὴν πατάξασα, ἀναιρεῖ, τῷ δ’ Ἀλεξάνδρῳ νεκρῷ περιχυθεῖσα, καὶ πολλὰ τὸν κοινὸν ἀμφοῖν καταμεμ‐ ψαμένη δαίμονα, ἑαυτὴν ἀνήρτησε τῇ ζώνῃ. Ἡ κδʹ, ἐν Θεσπείᾳ τῆς Βοιωτίας (ἔστι δ’ ἡ πόλις οὐχ ἑκὰς τοῦ Ἑλικῶνος) παῖς ἔφυ Νάρκισσος πάνυ κα‐ | |
30 | λὸς καὶ ὑπερόπτης Ἔρωτός τε καὶ ἐραστῶν. Καὶ οἱ μὲν ἄλλοι τῶν ἐραστῶν ἐρῶντες ἀπηγόρευσαν, Ἀμεινίας δὲ πολὺς ἦν ἐπιμένων καὶ δεόμενος· ὡς δ’ οὐ προσ‐ ίετο ἀλλὰ καὶ ξίφος προσέπεμψεν, ἑαυτὸν πρὸ τῶν θυρῶν Ναρκίσσου διαχειρίζεται, πολλὰ καθικετεύσας | |
35 | τιμωρόν οἱ γενέσθαι τὸν θεόν. Ὁ δὲ Νάρκισσος ἰδὼν αὑτοῦ τὴν ὄψιν καὶ τὴν μορφὴν ἐπὶ κρήνης ἰνδαλλο‐ μένην τῷ ὕδατι, καὶ μόνος καὶ πρῶτος ἑαυτοῦ γίνεται ἄτοπος ἐραστής· τέλος ἀμηχανῶν, καὶ δίκαια πάσχειν οἰηθεὶς ἀνθ’ ὧν Ἀμεινίου ἐξύβρισε τοὺς ἔρωτας, ἑαυ‐ | |
40 | τὸν διαχρᾶται. Καὶ ἐξ ἐκείνου Θεσπιεῖς μᾶλλον τιμᾶν καὶ γεραίρειν τὸν Ἔρωτα καὶ πρὸς ταῖς κοιναῖς θερα‐ | |
Bibl.186135a | πείαις καὶ ἰδίᾳ θύειν ἔγνωσαν· δοκοῦσι δ’ οἱ ἐπι‐ χώριοι τὸν νάρκισσον τὸ ἄνθος ἐξ ἐκείνης πρῶτον τῆς γῆς ἀνασχεῖν, εἰς ἣν ἐχύθη τὸ τοῦ Ναρκίσσου αἷμα. Ἡ κεʹ ὡς Μίνως ὁ Διὸς καὶ Εὐρώπης, ὁ βα‐ | |
5 | σιλεύων Κρήτης, κατὰ ζήτησιν Δαιδάλου στόλῳ πλεύ‐ σας εἰς Σικανίαν (αὕτη δ’ ἐστὶν ἡ νῦν Σικελία) ὑπὸ τῶν Κωκάλου θυγατέρων (ἐβασίλευε δ’ οὗτος Σικελῶν) ἀναιρεῖται· καὶ τὸ Κρητικὸν πολεμεῖ Σικελοῖς ὑπὲρ τοῦ βασιλέως καὶ ἡττᾶται. Καὶ ἐπανιόντες ὑπὸ χειμῶνος | |
10 | ἐξέπεσον εἰς Ἰάπυγας, καὶ αὐτόθι τότε ἱδρύσαντο, ἀντὶ | |
Κρητῶν γεγονότες Ἰάπυγες. Χρόνῳ δὲ ὕστερον μοῖρά τις κατὰ στάσιν ἐκπεσόντες τῆς χώρας χρησμὸν ἔλα‐ βον, ἔνθα ἄν τις αὐτοῖς γῆν καὶ ὕδωρ ὀρέξῃ, ἐνταῦθα οἰκίζεσθαι, καὶ ᾤκησαν τὴν Βοττιαίων· ἐκεῖ γὰρ παῖδες | 19 in vol. 3 | |
15 | ἄρτων εἴδη καὶ ἄλλων ὄψων παίζοντες ἀπὸ πηλοῦ καὶ πλάττοντες αἰτουμένοις ἐπέδωκαν αὐτοῖς ἀντὶ ἄρτων τοὺς πηλίνους ἄρτους· καὶ οἵ γε τὸν χρησμὸν τετελέσθαι νομίσαντες ᾐτήσαντο τὸν βασιλέα Μακεδόνων, καὶ ἔλαβον οἰκεῖν τὴν Βοττιαίων, καὶ Βοττιαῖοι μὲν τρί‐ | |
20 | τον γένος ἀπὸ Κρητῶν ἀμείψαντες μοῖρα νῦν εἰσι Μακεδόνων. Ἡ κϛʹ διέξεισιν ὡς φάσμα Ἀπόλλωνος, ὄνομα Κάρ‐ νος Δωριεῦσιν ἑπόμενον, Ἱππότης τις τῶν ἀφ’ Ἡρα‐ κλέους ἀναιρεῖ, ὅτε κατῄεσαν εἰς Πελοπόννησον Ἡρα‐ | |
25 | κλεῖδαι. Καὶ λοιμοῦ τούτοις προσπεσόντος, χρησμὸν λα‐ βόντες ἤλασαν τὸν Ἱππότην τοῦ στρατοπέδου· μάντις δ’ ἦν τὸ φάσμα τοῖς Δωριεῦσιν. Ἡρακλείδαις μὲν κά‐ θοδος εἰς Πελοπόννησον ἐγένετο· ὁ δ’ Ἱππότης ἀλώ‐ μενος, τίκτει παῖδα, ἐκ τοῦ πράγματος Ἀλήτην καλέσας, | |
30 | ὃς ἀνδρωθεὶς καὶ μοῖραν τοῦ Δωρικοῦ συλλέξας, καὶ Σισυφίδας ἐκβαλὼν Κορίνθου βασιλέας ὄντας καὶ τοὺς σὺν αὐτοῖς Ἴωνας, ἀνοικίζει τὴν πόλιν· καὶ ἐπῄει κατὰ τῆς Ἀττικῆς, ὅτε καὶ χρησμὸν λαμβάνει νικήσειν, εἰ ἀπόσχοιντο τοῦ βασιλέως Ἀθηναίων. Καὶ τοῦ χρησμοῦ | |
35 | γνωσθέντος Ἀθηναίοις, πείθουσι Κόδρον ἑβδομηκον‐ τούτην ὄντα ἑκόντα δοῦναι ἑαυτὸν ὑπὲρ τῆς πατρίδος. Καὶ ἀμειψάμενος τὴν στολήν, ὡς εἷς τῶν ξυλοφόρων ὑφ’ ἑνὸς τῶν Δωριέων ἀναιρεῖται· καὶ γνόντες ὕστερον Δω‐ ριεῖς, καὶ ἀπογνόντες τὴν νίκην, ἐσπείσαντο Ἀθηναίοις. | |
40 | Ἡ κζʹ τὰ περὶ Δευκαλίωνος ἀπαγγέλλει ὃς ἐβα‐ σίλευε τῆς Φθιώτιδος, καὶ τοῦ κατ’ αὐτὸν τῆς Ἑλ‐ | |
λάδος κατακλυσμοῦ· καὶ περὶ Ἕλληνος τοῦ παιδὸς αὐτοῦ, | 20 in vol. 3 | |
Bibl.186135b | ὃν ἔνιοι τοῦ Διὸς παῖδα εἶναί φασιν, ὃς καὶ διεδέξατο τὴν βασιλείαν τελευτήσαντος Δευκαλίωνος, καὶ τίκτει παῖδας τρεῖς, ὧν Αἴολον μὲν τὸν πρῶτον βασιλεύειν ἐδικαίωσεν ἧς ἦρχε γῆς, Ἀσώπῳ καὶ Ἐνιπεῖ δυσὶ πο‐ | |
5 | ταμοῖς τὴν ἀρχὴν διορισάμενος, ἐξ οὗ τὸ Αἰολικὸν κα‐ τάγεται γένος. Δῶρος δ’ ὁ δεύτερος μοῖραν τοῦ λαοῦ λαβὼν παρὰ τοῦ πατρὸς ἀποικίζεται, καὶ ὑπὸ τὸν Παρ‐ νασσὸν τὸ ὄρος κτίζει πόλεις, Βοιόν, Κυτίνιον, Ἐρι‐ νέον, ἐξ οὗ Δωριεῖς. Ὁ δὲ νεώτατος Ἀθήναζε ἀφικό‐ | |
10 | μενος κτίζει τετράπολιν καλουμένην τῆς Ἀττικῆς, καὶ γαμεῖ Κρέουσαν τὴν Ἐρεχθέως, καὶ τίκτει ἐξ αὐτῆς Ἀχαιὸν καὶ Ἴωνα. Καὶ ὁ μὲν Ἀχαιὸς ἀκούσιον φόνον ἐργασάμενος ἠλάθη καὶ εἰς Πελοπόννησον ἐλθὼν Ἀχαΐαν κτίζει τετράπολιν, ἐξ οὗ Ἀχαιοί. Ἴων δὲ θα‐ | |
15 | νόντος τοῦ μητροπάτορος διά τε τὴν ἀρετὴν καὶ τὴν ἄλλην ἀξίωσιν αἱρεθεὶς βασιλεύει Ἀθηναίων, ἐξ οὗ Ἴωνες οἵ τε Ἀθηναῖοι ἤρξαντο καλεῖσθαι καὶ τὸ ἄλλο πᾶν Ἰωνικόν. Ἡ κηʹ ὡς Τέννης καὶ Ἡμιθέα παῖδες ἤστην Κύκνῳ | |
20 | βασιλεῖ Τρῳάδος, καὶ Κύκνος ἀποθανούσης αὐτῷ τῆς γυναικὸς ἑτέραν ἐπεισάγεται· ἡ δ’ ἐπιμανεῖσα Τέννῃ καὶ μὴ τυγχάνουσα καταψεύδεται τοῦ παιδὸς τὰ ἑαυτῆς· καὶ ὁ πατὴρ ἀκρίτως εἰς λάρνακα Τέννην κατακλείει, ἀλλὰ καὶ τὴν Ἡμιθέαν περιαλγοῦσαν τἀδελφοῦ, καὶ ἀφίησι | |
25 | τῇ θαλάσσῃ. Ἡ δὲ εἰς νῆσον ἐκφέρεται, καὶ οἱ ἐπι‐ χώριοι τὴν λάρνακα ἀνακομίζονται καὶ τὸ κράτος τῆς γῆς ἐκείνης ἀνίσχουσι Τέννης καὶ Ἡμιθέα καὶ ἡ νῆσος Τένεδος ἀντὶ Λευκόφρυος ὠνομάσθη. Ὁ δὲ Κύκνος μεταγνοὺς καὶ ὁρμισάμενος πρὸς τὴν νῆσον, ἐδεῖτο τοῦ | |
30 | παιδὸς ἀπὸ τῆς νεὼς ἀμνηστίαν ἔχειν, ὁ δέ, ὡς μὴ | |
ἐπιβαίη τῆς νήσου, πέλεκυν ἀράμενος τὰ πείσματα τῆς νεὼς διακόπτει· καὶ ἀπ’ αὐτοῦ οἱ ἄνθρωποι ἐπὶ παντὸς ἀποτόμου πράγματος τὸν Τέννου πέλεκυν ἐπιλέγουσιν. Ἡ κθʹ ὡς Μάγνητες οἱ Μαγνησίαν τὴν ἐν Ἀσίᾳ | 21 in vol. 3 | |
35 | νῦν οἰκοῦντες τὸ πρότερον περὶ Πηνειὸν ποταμὸν καὶ τὸ Πήλιον ὄρος ᾤκησαν, καὶ συνεστράτευσαν Ἀχαιοῖς κατὰ Τροίας ἡγουμένου αὐτῶν Προθόου, καὶ ἐκαλοῦντο Μάγνητες. Εἶτα δεκάτη Μαγνήτων ἀνακομιζομένων αὐτῶν ἀπὸ Τροίας οἰκίζει κατ’ εὐχὰς εἰς Δελφούς. | |
40 | Μετὰ χρόνον δὲ ἀναστάντες τοῦ ἱεροῦ καὶ κατιόντες ἐπὶ θάλασσαν ἐπεραιώθησαν εἰς Κρήτην. Ὕστερον δὲ βια‐ σθέντες ἀνέστησαν ἐκ Κρήτης, καὶ πλεύσαντες εἰς τὴν | |
Bibl.186136a | Ἀσίαν ἐρρύοντο κακῶν νεόκτιστον οὖσαν τὴν Ἰωνίαν καὶ τὴν Αἰολίδα, συμμαχοῦντες αὐτοῖς κατὰ τῶν ἐπιτιθεμένων. Ἐκεῖθεν ἀφικνοῦνται ἐν ᾧ νῦν εἰσι, καὶ κτί‐ ζουσι πόλιν, ἀπὸ τῆς κατὰ τὸ ἀρχαῖον πατρίδος Μαγνη‐ | |
5 | σίαν αὐτὴν ἐπικαλέσαντες. Ἡ λʹ τὰ περὶ τοῦ Πειθηνίου τοῦ Ἀπολλωνιάτου, ὃς τὰ ἱερὰ Ἡλίου νέμων πρόβατα, ἐπεὶ αὐτῶν ἑξήκοντα λύκοι διεσπάραξαν ἀμελήσαντος, τὰς ὄψεις ὑπὸ τῶν πολιτῶν ἐκκόπτεται· καὶ ἡ γῆ καρπὸν Ἀπολλωνιάταις μηνί‐ | |
10 | σαντος αὐτοῖς τοῦ θεοῦ οὐκ ἐδίδου, ἕως τέχνῃ καὶ προα‐ στείοις δυσὶν ἱλασάμενοι Πειθήνιον καὶ οἰκίᾳ μιᾷ ὧν αὐτὸς ᾑρετίσατο, τὴν ἀκαρπίαν διέφυγον. Τῶν ἐπι‐ φανῶν δ’ ἦν ὁ Πειθήνιος, καὶ ὅσοι ἄλλοι ἐκ διαδοχῆς τῶν ἱερῶν εἶχον προβάτων τὴν ἐπιμέλειαν. Καὶ ἡ Ἀπολ‐ | |
15 | λωνία πόλις Ἑλλάς ἐστιν ἐν τῇ Ἰλλυριῶν γῇ, κεῖται δ’ ἐπὶ τῆς θαλάσσης, καὶ ποταμὸς Λῶος διὰ μέσης αὐ‐ τῆς ῥέων εἰς τὸ Ἰόνιον ἐκβάλλει πέλαγος. | |
Ἡ λαʹ ὡς Τηρεύς, βασιλεὺς Θρᾳκῶν τῶν περὶ Δαυλίαν καὶ τὴν ἄλλην Φωκίδα, ἄγεται Πρόκνην γυ‐ | 22 in vol. 3 | |
20 | ναῖκα τὴν Πανδίονος βασιλεύοντος Ἀθηνῶν, καὶ ὡς ἐπεμάνη καὶ ἐμίγη ἀκούσῃ Φιλομήλᾳ τῇ ἀδελφῇ Πρό‐ κνης, καὶ τέμνει τὴν αὐτῆς γλῶτταν δεδιὼς τὸν ἐκ λό‐ γων θρίαμβον. Ἡ δὲ πέπλον ὑφαίνουσα γράφει τὰ πά‐ θη τοῖς νήμασι. Καὶ ἡ Πρόκνη μαθοῦσα καὶ ἀμυνομένη, | |
25 | παρατίθησιν αὐτῷ δεῖπνον τὰ αὐτοῦ γεννήματα. Ὁ δὲ Τηρεὺς μαθὼν τοῦ δείπνου τὸ μύσος ὑπ’ αὐτῆς Πρόκνης, ἐδίωκεν αὐτήν τε καὶ τὴν ἀδελφὴν ὡς συν‐ εργὸν ξίφει ἀνελεῖν. Τὰς δὲ μῦθος λαβὼν ἐντεῦθεν Πρόκνην μὲν ἀηδόνα ποιεῖ, Φιλομήλαν δὲ χελιδόνα· | |
30 | καὶ ᾄδουσι διὰ παντὸς τὰς τότε συμφοράς. Ἀλλὰ καὶ ὁ Τηρεὺς εἰς ἔποπα ἔπτη τῷ μύθῳ· καὶ οὐδ’ ἐν ὀρ‐ νίσιν αὐτούς φασι πεπαῦσθαι τῆς ὀργῆς, ἀλλ’ ἔποπες ἀεὶ ἀηδόνας καὶ χελιδόνας διώκουσιν. Ἡ λβʹ τὰ περὶ Εὐρώπης τῆς τοῦ Φοίνικος θυγατρὸς | |
35 | ἀφανοῦς γεγενημένης, καὶ ὡς πέμψειε τοὺς υἱεῖς ὁ πα‐ τὴρ κατὰ ζήτησιν τῆς ἀδελφῆς, ὧν ἦν καὶ Κάδμος, μεθ’ οὗ συναπαίρει καὶ Πρωτεὺς ἐξ Αἰγύπτου, τὴν Βουσίριδος δεδιὼς βασιλείαν. Καὶ ὡς μετὰ πολλὴν πλά‐ νην μηδὲν εὑρόντες κατέσχον εἰς Παλλήνην, καὶ ὡς | |
40 | Πρωτεὺς ξένια δοὺς Κλίτῳ καὶ λαβὼν φιλίαν (βασι‐ | |
Bibl.186136b | λεὺς δ’ ἦν ὁ Κλῖτος σώφρων καὶ δίκαιος Σιθώνων Θρᾳκίου ἔθνους) ἄγεται Πρωτεὺς γυναῖκα τὴν θυγα‐ τέρα Χρυσονόην. Καὶ Βισαλτῶν ἀπελαθέντων τῆς οἰκείας γῆς τῷ πρὸς αὐτοὺς πολέμῳ, ὃν ἐπολέμησε | |
5 | Κλῖτος καὶ Πρωτεύς, βασιλεύει τῆς χώρας Πρωτεὺς καὶ τίκτει παῖδας οὐχ ὁμοίους αὐτῷ ἀλλ’ ὠμοὺς καὶ παρανόμους, οὓς Ἡρακλῆς μισοπόνηρος ὢν ἀναιρεῖ. Καὶ αὐτοῖς μὲν ὁ πατὴρ χῶμα ἔχωσεν, Ἡρακλέα δέ | |
(ἦν γὰρ ἐναγής) καθῆρε τοῦ φόνου. | 23 in vol. 3 | |
10 | Ἡ λγʹ ὡς Δήμοκλος ὁ Δελφὸς γεννᾷ παῖδα ἐκ‐ πρεπῆ Σμῖκρον ὄνομα· καὶ ὡς πλεῖ κατὰ χρησμὸν ἐπὶ Μιλήτου, ἔχων μεθ’ ἑαυτοῦ καὶ τὸν παῖδα ἐν ἡλικίᾳ· καὶ ὡς καταλιμπάνει τοῦτον σπουδῇ τοῦ ἐκπλεῦσαι καὶ ἀγνοίᾳ, τρισκαιδέκατον ἔχοντα ἔτος· καὶ ὡς παῖς Ἐρι‐ | |
15 | θάρσου αἰπόλος καταλαμβάνει τὸν Σμῖκρον ἀθυμοῦντα, καὶ ἄγει πρὸς τὸν πατέρα· καὶ ὁ Ἐριθάρσης οὐκ ἔλαττον τοῦ ἰδίου παιδός, μαθὼν τὰς τύχας καὶ γένος τοῦ Σμίκρου, τοῦτον περιεῖπε. Καὶ περὶ τοῦ κύκνου τοῦ συλ‐ ληφθέντος ἄμφω τοῖς παισὶ καὶ τῆς ἔριδος καὶ τοῦ τῆς | |
20 | Λευκοθέας φάσματος, ὡς εἴποι τε τοῖς παισὶ πρὸς Μιλησίους φάναι τιμᾶν αὐτὴν καὶ παίδων ἀγῶνα γυμνι‐ κὸν τελεῖν αὐτῇ· ἡσθῆναι γὰρ αὐτὴν τῇ ἔριδι τῶν παί‐ δων. Καὶ ὡς ὁ Σμῖκρός τινος τῶν ἐν Μιλησίοις ἐν‐ δόξων θυγατέρα γαμεῖ, καὶ αὕτη τίκτουσα ὁρᾷ ὄψιν | |
25 | τὸν ἥλιον αὐτῇ διὰ τοῦ στόματος εἰσδύντα διὰ τῆς γαστρὸς καὶ τῶν αἰδοίων διεξελθεῖν· καὶ ἦν τὸ ὅραμα τοῖς μάντεσιν ἀγαθόν. Καὶ ἔτεκε κόρον, Βράγχον ἀπὸ τοῦ ὀνείρου καλέσασα ὅτι ὁ ἥλιος αὐτῆς διὰ τοῦ βράγ‐ χου διεξῆλθε. Καὶ ἦν ὁ παῖς κάλλιστος ἀνθρώπων καὶ | |
30 | αὐτὸν ἐφίλησεν ἐρασθεὶς Ἀπόλλων εὑρὼν ποιμαί‐ νοντα, ἔνθα βωμὸς Ἀπόλλωνος φιλίου ἵδρυται· ὁ δὲ Βράγχος ἐξ Ἀπόλλωνος ἐπίπνους μαντικῆς γεγονὼς ἐν Διδύμοις τῷ χωρίῳ ἔχρα· καὶ μέχρι νῦν χρηστη‐ ρίων Ἑλληνικῶν ὧν ἴσμεν, μετὰ Δελφοὺς κράτιστον | |
35 | ὁμολογεῖται τὸ τῶν Βραγχιδῶν. Ἡ λδʹ ὡς μετὰ τελευτὴν Ἀλεξάνδρου τοῦ Πάρι‐ δος οἱ Πριάμου παῖδες Ἕλενος καὶ Δηΐφοβος ἤριζον ὑπὲρ τῶν Ἑλένης γάμων, καὶ κρατεῖ βίᾳ καὶ θερα‐ | |
πείᾳ τῶν δυνατῶν Δηΐφοβος, νεώτερος ὢν Ἑλένου· | 24 in vol. 3 | |
40 | Ἕλενος δὲ τὴν ὕβριν οὐ φέρων, εἰς τὴν Ἴδην ἀποχω‐ | |
Bibl.186137a | ρήσας ἡσύχαζε καὶ κατὰ συμβουλὰς Κάλχαντος οἱ πολιορκοῦντες Τροίαν Ἕλληνες λόχῳ τὸν Ἕλενον συλ‐ λαμβάνουσι· καὶ τὰ μὲν ἀπειλαῖς τὰ δὲ δώροις, πλέον δὲ τῇ πρὸς Τρῶας ὀργῇ, ἀποκαλύπτει αὐτοῖς Ἕλε‐ | |
5 | νος ὡς ξυλίνῳ ἵππῳ πεπρωμένον ἐστὶν Ἴλιον ἁλῶ‐ ναι, καὶ τὸ τελευταῖον, ἐπειδὰν Ἀχαιοὶ λάβωσι τὸ διοπετὲς Ἀθηνᾶς Παλλάδιον, πολλῶν ὄντων τὸ σμι‐ κρότατον. Στέλλονται οὖν ἐπὶ τῇ κλοπῇ τοῦ Παλλαδίου Διομήδης καὶ Ὀδυσσεύς, καὶ ἀναβαίνει ἐπὶ τὸ τεῖχος | |
10 | Διομήδης, ἐπιβὰς τῶν ὤμων Ὀδυσσέως· ὁ δὲ οὐκ ἀνελκύσας Ὀδυσσέα καίτοι τὰς χεῖρας ὀρέγοντα, ᾔει τὴν ἐπὶ τὸ Παλλάδιον, καὶ ἀφελόμενος αὐτὸ πρὸς Ὀδυσσέα ἔχων ὑπέστρεφε. Καὶ διὰ τοῦ πεδίου κατιόντων πυνθανομένῳ ἕκαστα τῷ Ὀδυσσεῖ Διομήδης, τὸ δό‐ | |
15 | λιον τἀνδρὸς εἰδώς, οὐχ ὅπερ ἔφησεν Ἕλενος Παλλά‐ διον λαβεῖν αὐτόν, ἀλλ’ ἀντ’ ἐκείνου ἕτερον ἀποκρί‐ νεται. Κινηθέντος δὲ τοῦ Παλλαδίου κατά τινα δαίμονα, γνοὺς Ὀδυσσεὺς αὐτὸ ἐκεῖνο εἶναι καὶ κατόπιν γεγονὼς σπᾶται τὸ ξίφος, ἐκεῖνον μὲν ἀνελεῖν βουληθείς, αὐ‐ | |
20 | τὸς δ’ Ἀχαιοῖς τὸ Παλλάδιον κομίζειν. Καὶ αὐτοῦ μέλλοντος πληγὴν ἐμβαλεῖν (ἦν γὰρ σελήνη) ὁρᾷ Διο‐ μήδης τὴν αὐγὴν τοῦ ξίφους. Ὀδυσσεὺς δ’ ἀναιρεῖν μὲν ἀπέσχετο ἀντισπασαμένου κἀκείνου ξίφος, δειλίαν δ’ ὀνειδίσας πλατεῖ τῷ ξίφει οὐκ ἐθέλοντα προϊέναι τύ‐ | |
25 | πτων τὰ νῶτα ἤλαυνεν. Ἐξ οὗ ἡ παροιμία «ἡ Διομή‐ δειος ἀνάγκη» ἐπὶ παντὸς ἀκουσίου λεγομένη. Ἡ λεʹ δύο ποιμένας ὑπὸ Λυσσὸν τὸ ὄρος τῆς Ἐφεσίας γῆς εἰσάγει νέμοντας, οἳ μελισσῶν ἐσμὸν ἔν τινι βαθεῖ καὶ δυσκαθόδῳ θεασάμενοι σπηλαίῳ | |
30 | ὅμως ὁ μὲν εἰς φορμίδα κατιέναι ἐνέβη, ὁ δὲ καθίει κάλῳ ἀρτησάμενος. Ὁ κατελθὼν δὲ καὶ τὸ μέλι καὶ χρυσὸν πολὺν εὑρὼν καὶ τῇ φορμίδι ἕως τρὶς ἐμβαλὼν ἀνι‐ μᾶν ἐκέλευσεν, ἐπιλείψαντος δὲ τοῦ χρυσοῦ ἑαυτὸν ἐμβαίνειν λοιπὸν προσβοήσας, ἐπεὶ ἐπιβουλῆς ἔννοια | 25 in vol. 3 |
35 | αὐτῷ ἅμα τῷ ῥήματι συνεισῄει, λίθον ἀνθ’ αὑτοῦ τῇ φορμίδι βαλὼν ἐκέλευσεν ἀνιμᾶν· ὡς δ’ ἐγγὺς τῆς στεφάνης ὁ ἀνιμῶν ἀπῃωρήσατο, αὐτίκα ὡς διαφθε‐ ρῶν τὸν ἕτερον ἀφίησι κατά τινος φάραγγος, καὶ τὸ χρυσίον κατορύξας πιθανὰς ὑπὲρ τοῦ ἀφανοῦς ποιμέ‐ | |
40 | νος ἐπλάττετο τοῖς πυνθανομένοις τὰς προφάσεις. Ὡς δ’ ἦν ἄπορα πανταχόθεν τῷ ἐν τῷ σπηλαίῳ ποιμένι | |
Bibl.186137b | τὰ τῆς σωτηρίας, Ἀπόλλων ὄναρ κελεύει ὀξεῖ λίθῳ τὸ σῶμα ἀμύξαντα κεῖσθαι ἠρέμα· τοῦ δὲ πρά‐ ξαντος τὸ προσταχθὲν γῦπες ὡς ἐπὶ νεκρὸν ἐφιπτά‐ μενοι, καὶ τοὺς ὄνυχας οἱ μὲν εἰς τὴν χαίτην οἱ δ’ | |
5 | εἰς τὴν ἐσθῆτα πηξάμενοι, ἐκούφιζον καὶ κατέφερον αὐτὸν κακῶν ἀπαθῆ ἐπὶ τὸν ὑποκείμενον αὐλῶνα. Ἐλθὼν δ’ ἐπὶ τὸ ἀρχεῖον ἅπαντα φράζει· καὶ τὸν μὲν ἐπιβουλεύσαντα οἱ Ἐφέσιοι ἐλεγχθέντα καὶ τὸν χρυσὸν κατορωρυγμένον καὶ ἄκοντα ἐπιδείξαντα τιμωροῦνται, | |
10 | τῷ δ’ ἠδικημένῳ τὴν ἡμίσειαν τοῦ χρυσίου νείμαντες τὴν ἑτέραν ἡμίσειαν ἱερὰν ἀπέφηναν Ἀρτέμιδι καὶ Ἀπόλλωνι. Ὁ δὲ διασωθεὶς καὶ τῷ χρυσίῳ τιμηθεὶς ποιμὴν τῶν τε πάνυ πλουσίων ἐγένετο, καὶ βωμὸν ἐπ’ ἄκρας τῆς κορυφῆς τοῦ ὄρους Ἀπόλλωνος εἵσατο, | |
15 | Γυπαιέως εἰς μνημεῖον τῶν συνενεχθέντων ὀνομάσας. Ἡ λϛʹ ὡς Φιλόνομος ὁ Σπαρτιάτης προδοὺς Λα‐ κεδαίμονα Δωριεῦσι δῶρον ἔχει Ἀμύκλας, καὶ συν‐ οικίζει ταύτην ἐξ Ἴμβρου καὶ Λήμνου. Τρίτῃ δὲ γε‐ νεᾷ στασιάσαντες πρὸς Δωριέας μετανίστανται Ἀμυ‐ | |
20 | κλῶν, συμπαραλαβόντες δὲ καί τινας Σπαρτιατῶν, ἡγουμένων αὐτοῖς Πόλιδος καὶ Δελφοῦ, ἔπλεον ἐπὶ τῆς Κρήτης· ἐν τῷ παράπλῳ δὲ τοῦδε τοῦ στόλου Μῆλον Ἀπόδασμος οἰκίζει, καὶ τὸ τῶν Μηλιέων γένος ἐνθάδε οἰκειοῦται Σπαρτιάτας· οἱ δὲ λοιποὶ ἅπαντες Γόρτυναν | 26 in vol. 3 |
25 | μηδενὸς εἴργοντος λαβόντες, ταύτην ἅμα τῶν περιοί‐ κων Κρητῶν συνοικίζουσιν. Ἡ λζʹ ὡς ἀπὸ Θάσου τοῦ Κάδμου ἀδελφοῦ Θάσος ἡ νῆσος ὠνομάσθη· ἐκεῖ γὰρ αὐτὸν ὁ ἀδελφός, δοὺς τοῦ στρατοῦ μοῖραν, ἀπολείπει. Καὶ ὡς Κάδμος ὑπὸ τοῦ | |
30 | Φοινίκων βασιλέως, μέγα καὶ αὐτὸς δυνάμενος παρὰ Φοίνιξιν, ἐπὶ τὴν Εὐρώπην σταλείη. Οἱ δὲ Φοίνικες τότε μέγα τε (ὡς λόγος) ἴσχυον, καὶ πολλὴν τῆς Ἀσίας καταστρεψάμενοι τὸ βασίλειον ἐν Θήβαις ταῖς Αἰ‐ γυπτίαις εἶχον. Σταλῆναι δὲ Κάδμον οὐχ ὡς Ἕλληνές | |
35 | φασι, κατὰ ζήτησιν Εὐρώπης, ἣν παῖδα Φοίνικος οὖσαν ἥρπασε Ζεὺς ἐν σχήματι ταύρου, ἀλλ’ ἀρχὴν μὲν ἰδίαν ἐν Εὐρώπῃ μηχανώμενον πλάττεσθαι ἀδελφῆς ἡρ‐ πασμένης ποιεῖσθαι ζήτησιν, ἐξ οὗ καὶ ὁ τῆς Εὐρώπης μῦθος ἧκεν εἰς Ἕλληνας. Περιπλέων δὲ τὴν Εὐρώπην | |
40 | τὸν μὲν ἀδελφὸν Θάσον, ὡς εἴρηται, τῇ νήσῳ λείπει, αὐτὸς δ’ εἰς Βοιωτίαν πλεύσας, ἄνεισι πρὸς τὰς νῦν | |
Bibl.186138a | καλουμένας Θήβας, καὶ σὺν τῇ δυνάμει περιτει‐ χίσας τὸ χωρίον Θήβας ἀπὸ τῆς οἰκείας ἐπωνόμασε πα‐ τρίδος. Τῶν δὲ Βοιωτῶν εἰς μάχην αὐτοῖς συμπλα‐ κέντων ἡττῶνται Φοίνικες, εἶτα κρατοῦσιν ἐνέδραις καὶ | |
5 | προλοχισμοῖς καὶ τῇ ἀήθει τῶν ὅπλων ὄψει· κράνος γὰρ καὶ ἀσπὶς οὔπω τοῖς Ἕλλησιν ἔγνωστο. Καὶ κρατεῖ Κάδμος τῆς Βοιωτῶν γῆς, καὶ φυγόντων τῶν δια‐ σωθέντων ἐπὶ τὰς οἰκείας πόλεις οἰκίζει Φοίνικας ἐν | |
Θήβαις καὶ τὴν Ἄρεως καὶ Ἀφροδίτης Ἁρμονίαν | 27 in vol. 3 | |
10 | γαμεῖ. Βοιωτοῖς δὲ πρὸς τὴν ἔκπληξιν τῶν ὅπλων καὶ τῶν προλοχισμῶν καὶ τῆς ἐνέδρας δόξα παρέστη αὐτοῖς ὅπλοις ἀνεῖναι τῆς γῆς τοὺς ἄνδρας καὶ Σπαρτοὺς ὡς ἐκ τοῦ χωρίου φύντας αὐτοὺς ἐκάλεσαν. Περὶ μὲν Κάδμου καὶ Θηβῶν οἰκίσεως οὗτος ὁ ἀληθὴς λόγος, τὸ δ’ | |
15 | ἄλλο μῦθος καὶ γοητεία ἀκοῆς. Ἡ ληʹ ὡς Μιλήσιός τις ἀνήρ, τῆς πατρίδος αὐ‐ τῷ ὑπὸ Ἁρπάγου τοῦ Κύρου ἐν κινδύνῳ οὔσης, εἰς τὸ ἐν Σικελίᾳ Ταυρομένιον ἀπαίρει, κἀκεῖ φίλῳ τινὶ τραπεζίτῃ παραθέμενος τὸ χρυσίον οἴκαδ’ ἔπλει, εἶτα | |
20 | δεδούλωτο μὲν Μίλητος Κύρῳ, δεινὸν δ’ οὐδὲν ἄλλο ὧν ὑφεωρᾶτο ἐπεπόνθει· καὶ ὁ Μιλήσιος ἧκεν εἰς Ταυ‐ ρομένιον ἀνακομισόμενος τὴν παρακαταθήκην. Ὁ δὲ λαβὼν ὡμολόγει μὲν λαβεῖν, διετείνετο δ’ ἀποδεδω‐ κέναι. Ὡς δὲ μετὰ πολλὴν ἔριν καὶ λογομαχίαν ὁ Μι‐ | |
25 | λήσιος εἰς ὅρκον τὸν ἀδικοῦντα προὐκαλεῖτο, ὁ τρα‐ πεζίτης μηχανᾶται τοιόνδε· νάρθηκα κοιλάνας καθάπερ αὐλὸν καὶ συντήξας τὴν παραθήκην τῷ νάρθηκι ἐγχεῖ καὶ ἀσφαλίζεται· ἐπὶ δὲ τὸν ὅρκον ἰών, κατέχων ὡς βακτηρίαν προφάσει ποδῶν ἀσθενείας, τῷ νάρθηκι | |
30 | ἐπηρείδετο· μέλλων δ’ ὀμνύειν πλησίον ἑστῶτι τῷ Μιλησίῳ ὡς αὐτίκα πάλιν ἀναληψόμενος, τὸν νάρ‐ θηκα ἐπιδίδωσιν· ὡς δὲ τὰς χεῖρας ἀνασχὼν κατώμνυ‐ το τὴν παραθήκην ἀποδοῦναι τῷ παραθεμένῳ, περιπαθήσας ὁ Μιλήσιος ῥίπτει τὸν νάρθηκα, ἔρρειν | |
35 | ἅμα ἀνακραγὼν τὴν ἐν ἀνθρώποις πίστιν. Καὶ ὁ νάρθηξ ἐρρήγνυτο, καὶ περιφανὲς ἦν πρὸς τὴν ὄψιν τοῦ χρυ‐ σίου τὸ σόφισμα τῆς ψευδορκίας, καὶ ὁ μὲν Μιλήσιος τὸ ἴδιον εἶχεν, ὁ δὲ τραπεζίτης ὑπ’ αἰδοῦς καὶ τοῦ κα‐ | |
κίζεσθαι πρὸς ἁπάντων βρόχῳ τοῦ ζῆν ἑαυτὸν ἐξάγει. | 28 in vol. 3 | |
40 | Ἡ λθʹ, Μέλανθος γένος μὲν ἦν τῶν Νηλεϊδῶν οἳ Πύ‐ | |
Bibl.186138b | λου καὶ Μεσσήνης ἀπὸ Ποσειδῶνος ἐβασίλευον. Τοῦτον ἀναστήσαντες Ἡρακλεῖδαι πολέμῳ τὴν γῆν ἔσχον. Ὁ δὲ κατὰ χρησμοὺς Ἀθήναζε ἀφικνεῖται, καὶ πολίτης γίνεται, καὶ ἦν τῶν τιμωμένων. Ἀθηναίοις δὲ καὶ Βοιω‐ | |
5 | τοῖς πόλεμος ὑπὲρ Οἰνόης συνίστατο, καὶ ἐδόκει ἐν τῇ τῶν βασιλέων μονομαχίᾳ τὴν κρίσιν εἶναι. Θυμοίτης μὲν οὖν βασιλεύων Ἀθηναίων ἐδεδοίκει τὸν ἀγῶνα, καὶ ἐξίστατο τῆς βασιλείας τῷ βουλομένῳ διακινδυνεῦ‐ σαι πρὸς Ξάνθον, ὃς ἐβασίλευσε Βοιωτῶν. Καὶ Μέ‐ | |
10 | λανθος ἐπ’ ἄθλῳ τῆς βασιλείας ὑπέρχεται τὸν ἀγῶνα, καὶ προβαίνουσιν αἱ συνθῆκαι· ἐπεὶ δ’ εἰς μάχην ἧκον, καθορᾷ ὁ Μέλανθος φάσμα τι τῷ Ξάνθῳ ἄνδρα ἑπό‐ μενον ἀγένειον. Ὡς δ’ ἀνεβόησε μὴ δίκαια ποιεῖν πα‐ ρὰ τὰς συνθήκας ἐπαγόμενον βοηθόν, μετεστράφη ὁ | |
15 | Ξάνθος, πρὸς τὸ ἄπιστον τοῦ λόγου ἐκπλαγείς· καὶ αὐ‐ τὸν εὐθὺς ὁ Μέλανθος τῷ δόρατι βαλὼν κτείνει, καὶ τήν τε Οἰνόην Ἀθηναίοις καὶ ἑαυτῷ τὴν βασιλείαν ἑνὶ περιεποιήσατο ἀγωνίσματι. Τὸ μὲν δὴ τῶν Ἐρεχθει‐ δῶν γένος εἰς τοὺς Μελανθίδας, ὧν ἦν καὶ Κόδρος | |
20 | ἀπὸ τούτου μετέστη· Ἀθηναῖοι δ’ ὕστερον Διονύσῳ Με‐ λανθίδῃ κατὰ χρησμὸν ἱερὸν ἱδρυσάμενοι θύουσιν ἀνὰ πᾶν ἔτος, καὶ τῷ Ἀπατουρίῳ Διὶ ἱερὰ ἀνάπτον‐ τες, ὅτι αὐτοῖς ἐκ τῆς ἀπάτης ἀγώνισμα ἐγένετο. Ἡ μʹ ἱστορία τὰ περὶ Ἀνδρομέδας ἱστορεῖ ἑτέρως | |
25 | ἢ ὡς ὁ Ἑλλήνων μῦθος· ἀδελφοὺς μὲν γὰρ δύο γενέσθαι Κηφέα καὶ Φινέα, καὶ εἶναι τὴν τοῦ Κηφέως βασιλείαν τότε ἐν τῇ μετονομασθείσῃ μὲν ὕστερον Φοινίκῃ, τη‐ | |
νικαῦτα δ’ Ἰόππᾳ ἀπὸ Ἰόππης τῆς ἐπιθαλασσιδίου πόλεως τοὔνομα λαβούσῃ. Καὶ ἦν τὰ τῆς ἀρχῆς ὅρια | 29 in vol. 3 | |
30 | ἀπὸ τῆς καθ’ ἡμᾶς θαλάσσης μέχρι Ἀράβων τῶν πρὸς τὴν Ἐρυθρὰν θάλασσαν ᾠκημένων. Εἶναι δὲ τῷ Κηφεῖ καὶ θυγατέρα πάνυ καλὴν Ἀνδρομέδαν, καὶ αὐ‐ τὴν μνᾶσθαι Φοίνικά τε καὶ τὸν ἀδελφὸν Κηφέως Φι‐ νέα. Κηφεὺς δὲ μετὰ πολλοὺς τοὺς ἐφ’ ἑκατέρῳ λο‐ | |
35 | γισμοὺς ἔγνω δοῦναι μὲν Φοίνικι, ἁρπαγῇ δὲ τοῦ μνη‐ στῆρος τὸ αὑτοῦ ἑκούσιον ἀποκρύπτειν· καὶ ἁρπάζεται ἀπό τινος νησῖδος ἐρήμου ἡ Ἀνδρομέδα ἐν ᾧ εἰώθει ἀπιοῦσα θυσίας τῇ Ἀφροδίτῃ θύειν· Φοίνικος δ’ ἁρ‐ πάσαντος νηΐ (κῆτος δ’ αὕτη ἐκαλεῖτο, ἢ μίμησιν | |
40 | ἔχουσα τοῦ ζῴου ἢ κατὰ τύχην), ἡ Ἀνδρομέδα, ὡς κατὰ | |
Bibl.186139a | ἄγνοιαν τοῦ πατρὸς ἁρπαζομένη, ἀνωλοφύρατό τε καὶ μετ’ οἰμωγῆς τοὺς βοηθήσοντας ἀνεκαλεῖτο. Περ‐ σεὺς δ’ ὁ Δανάης κατὰ δαίμονα παραπλέων κατί‐ σχει καὶ πρὸς τὴν πρώτην ὄψιν τῆς κόρης, οἴκτῳ καὶ | |
5 | ἔρωτι συσχεθεὶς τό τε πλοῖον, τὸ κῆτος, διαφθείρει καὶ τοὺς ἐμπλέοντας ὑπὸ ἐκπλήξεως μόνον οὐχὶ λιθω‐ θέντας ἀναιρεῖ. Καὶ τοῦτο Ἕλλησι τὸ τοῦ μύθου κῆτος καὶ οἱ παγέντες εἰς λίθους ἄνθρωποι τῆς Γοργόνος τῇ κεφαλῇ. Ἄγεται δ’ οὖν γυναῖκα τὴν Ἀνδρομέδαν, καὶ οἴ‐ | |
10 | χεται αὐτὴ συμπλέουσα εἰς τὴν Ἑλλάδα τῷ Περσεῖ, καὶ βασιλεύοντος τὸ Ἄργος οἰκεῖται. Ἡ μαʹ ὡς Ἄντανδρον ᾤκισαν Πελασγοί, ἀλλ’, ὡς μὲν ἔνιοί φασι, δόντος αὐτοῖς Ἀσκανίου λύτρον ἀνθ’ αὑτοῦ ἐπεὶ ἐνέδρᾳ συνελήφθη ὑπ’ αὐτῶν, καὶ ἀπολυ‐ | |
15 | θέντος· διὸ καὶ Ἄντανδρος, ὅτι ἀντὶ ἑνὸς ἀνδρὸς ἔλα‐ βον πόλιν. Ὁ δ’ Ἀσκάνιος υἱὸς μὲν ἦν Αἰνείου, μετὰ | |
δὲ Τροίας ἅλωσιν ἐβασίλευσεν Ἴδης. Οἱ δέ φασιν ἐντεῦθεν οἰκῆσαι Πελασγοὺς Ἄντανδρον· Ἀπόλλωνος καὶ Κρεούσης Ἄνιος γίνεται παῖς, τοῦ δὲ Ἄνδρος, ὃς | 30 in vol. 3 | |
20 | μίαν οἰκήσας τῶν νήσων τὸ ὄνομα λείπει τῇ νήσῳ, κατὰ στάσιν δ’ ἐκεῖθεν ἐκπεσών, καὶ τὸ χωρίον ἰδὼν ὑπὸ τὴν Ἴδην παραπλήσιον Ἄνδρῳ, πολίζει τὸ χωρίον καὶ Ἄντανδρον πρὸς τὴν ὁμοιότητα ὀνομάζει. Τὴν δ’ Ἄνδρον ἔρημον οὖσαν λαὸς Πελασγῶν ἐσῳκίσατο, καὶ | |
25 | ἡ Κύζικος δὲ Πελασγοὺς ἔσχεν οἰκήτορας· καὶ γὰρ Κύζι‐ κος ὁ Ἀπόλλωνος, Πελασγῶν τῶν ἐν Θεσσαλίᾳ βα‐ σιλεύων, ὑπὸ Αἰολέων μετὰ Πελασγῶν ἐκπεσών, τὴν Χερρόνησον τῆς Ἀσίας πολίζει, δοὺς αὐτῇ καὶ τοὔνομα καὶ ηὐξήθη ἐκ ταπεινῆς Κυζίκῳ εἰς μέγα ἡ ἀρχή, ἀφ’ | |
30 | οὗ Κλείτην τὴν Μέροπος, ὃς τῶν περὶ Ῥύνδακον χω‐ ρίων ἐβασίλευε, γυναῖκα ἠγάγετο. Οἱ δὲ μετὰ Ἰάσο‐ νος ἐπὶ τὸ δέρας ἰόντες κατίσχουσι πρὸς τὴν Κύζικον τῇ Ἀργοῖ, καὶ μαθόντες οἱ Πελασγοὶ Θεσσαλίδα τὴν ναῦν, κατὰ μῆνιν τῆς ἐκβολῆς, νυκτὸς ἐμάχοντο τῇ | |
35 | Ἀργοῖ. Κύζικον δὲ λῦσαι τὴν μάχην ἐπιστάντα ἀγνο‐ ῶν Ἰάσων κτείνει, πεσόντων καὶ ἄλλων Πελασγῶν· καὶ ἡ μὲν Ἀργὼ ἔπλει ἐπὶ Κόλχους· οἱ δὲ τότε μὲν ὑπερ‐ ηχθέσθησαν ἐπὶ τῇ τοῦ βασιλέως τελευτῇ, καὶ τοῖς παρ’ αὑτοῖς δυνατοῖς τὰ τῆς πόλεως ἐνεχείρισαν (οὐδὲ γὰρ | |
40 | ἦν παῖς Κυζίκῳ διάδοχος) ὕστερον δὲ ὑπὸ Τυρρηνῶν Κυζίκου μετανέστησαν, καὶ Τυρρηνοὶ τὴν Χερρόνησον | |
Bibl.186139b | ἔσχον, καὶ τούτους Μιλησίων μοῖρα μάχῃ νική‐ σαντες αὐτοὶ Κύζικον ᾤκησαν. Ἡ μβʹ ὡς Γέλων ὁ Σικελιώτης τυρρανίδι ἐπιθέσθαι διανοούμενος Ἱμεραίων ἐθεράπευε τὸν δῆμον, καὶ κατὰ | |
5 | τῶν δυνατῶν ὑπερεμάχει, καὶ αὐτὸν ἠγάπα τὸ πλῆθος, καὶ φυλακὴν τοῦ σώματος αἰτοῦντι ὡρμᾶτο διδόναι. | |
Στησίχορος δ’ ὁ Ἱμεραῖος ποιητὴς ὑποτοπήσας ἐπι‐ χειρεῖν αὐτὸν τυραννίδι, στὰς αἶνον ἔλεξεν εἰς τὸ πλῆ‐ θος, εἰκόνα τοῦ μέλλοντος πάθους. Ἵππος, φησι, νε‐ | 31 in vol. 3 | |
10 | μόμενος ἐφοίτα πιούμενος ἐπὶ κρήνην, ἔλαφος δὲ τὸ πεδίον διαθέουσα τήν τε πόαν κατέστειβε καὶ τὸ νᾶμα ἐτάραττε. Καὶ ὁ ἵππος ποθῶν τὴν ἀδικοῦσαν τιμωρῆ‐ σαι, τάχει δὲ ποδῶν λειπόμενος, ἄνδρα κυνηγέτην βοηθὸν ἐκάλει· ὁ δὲ εἰ χαλινὸν δέξοιτο καὶ ἀναβάτην, | |
15 | ῥᾷστα ἀμύνειν αὐτῷ ὑπισχνεῖτο. Καὶ ἐγίνετο οὕτω, καὶ ἡ μὲν ἔλαφος ἀκοντίοις ἔκειτο βληθεῖσα, ὁ δ’ ἵππος ᾔσθετο δεδουλωμένος τῷ κυνηγέτῃ· τοῦτ’, ἔφη, δέδοικα καὶ αὐτός, ὦ Ἱμεραῖοι, μὴ νῦν δῆμος ὄντες τῶν ἐχ‐ θρῶν μὲν διὰ Γέλωνος περιγένησθε, αὐτοὶ δ’ ὕστερον | |
20 | Γέλωνι δουλεύσητε· φίλην γὰρ ἅπασαν τὴν δύναμιν τῷ λαβόντι ἐπὶ τὸν δόντα εἶναι, ὅταν ὥσπερ δοῦναι αὐ‐ τὴν μηκέτι ἐκ τοῦ ὁμοίου κομίσασθαι ἔχῃ. Ἡ μγʹ, οἱ τῆς Αἴτνης τοῦ πυρὸς κρατῆρες ἀνέ‐ βλυσάν ποτε ποταμοῦ δίκην φλόγα κατὰ τῆς χώρας, | |
25 | καὶ Καταναίοις (πόλις δ’ Ἑλλὰς ἐν Σικελίᾳ ἡ Κα‐ τάνη) ἔδοξε παντελὴς ἔσεσθαι φθορὰ τῆς πόλεως, καὶ ταύτης φεύγοντες ὡς εἶχον τάχους οἱ μὲν χρυσὸν οἱ δὲ ἄργυρον ἔφερον, οἱ δὲ ὅ τι ἄν τις βούλοιτο ἐπι‐ κούρημα τῆς φυγῆς. Ἀναπίας δὲ καὶ Ἀμφίνομος ἀντὶ | |
30 | πάντων τοὺς γονεῖς γηραιοὺς ὄντας ἐπὶ τοὺς ὤμους ἀνα‐ θέμενοι ἔφευγον. Καὶ τοὺς μὲν ἄλλους ἡ φλὸξ ἐπικατα‐ λαβοῦσα ἔφθειρεν, αὐτοὺς δὲ περιεσχίσθη τὸ πῦρ καὶ ὥσπερ νῆσος ἐν τῇ φλογὶ πᾶς ὁ περὶ αὐτοὺς χῶρος ἐγένετο. Διὰ ταῦτα οἱ Σικελιῶται τόν τε χῶρον ἐκεῖ‐ | |
35 | νον εὐσεβῶν χώραν ἐκάλεσαν καὶ λιθίνας εἰκόνας ἐν αὐτῷ τῶν ἀνδρῶν, μνημεῖα θείων τε ἅμα καὶ ἀν‐ θρωπίνων ἔργων ἀνέθεσαν. | |
Ἡ μδʹ ἱστορία φησὶν ὡς Λεωδάμας καὶ Φίτρης ἤρι‐ σαν ὑπὲρ τῆς Μιλησίων βασιλείας γένους ἄμφω ὄντε | 32 in vol. 3 | |
40 | βασιλείου. Τὸ κοινὸν δὲ τῇ ἐκείνων κακούμενοι στά‐ σει τῆς μὲν φιλονεικίας μετὰ πολλὰ πάθη ἐξίσταντο, | |
Bibl.186140a | ἔκρινον δ’ ἐκεῖνον βασιλεύειν, ὃς Μιλησίους πλείω ἀγαθὰ ἐργάσοιτο. Ἦσαν δ’ αὐτοῖς τότε δύο πόλεμοι Καρυστίοις καὶ Μηλιεῦσι. Καὶ πρὸς μὲν Μῆλον (αὐτῷ γὰρ ὁ κλῆρος τοῦτον ἐδίδου τὸν πόλεμον) Φίτρης στρα‐ | |
5 | τεύσας ἄπρακτος ἀναστρέφει· Λεωδάμας δὲ λαμπρῶς κατὰ Καρυστίων ἀνδραγαθήσας, καὶ κατὰ κράτος ἑλὼν τὴν πόλιν καὶ ἀνδραποδισάμενος, Μιλήτου ἐπανιὼν κατὰ τὰ συγκείμενα βασιλεύει. Αἰχμάλωτον δὲ κατὰ χρησμὸν γυναῖκα Καρυστίαν, παῖδα φέρουσαν ὑπομά‐ | |
10 | σθιον, μετὰ πολλῶν καὶ ἄλλων ἀναθημάτων, ἃ δεκάτη τῶν λαφύρων ἐτύγχανον, ἀνέπεμψεν ἐν Βραγχίδαις. Αὐτὸς δὲ τότε Βράγχος προὐστήκει τοῦ τε ἱεροῦ καὶ τοῦ μαντείου, ὃς τήν τε αἰχμάλωτον γυναῖκα ἐνόμισε καὶ τὸν παῖδα αὐτῆς ἔθετο. Ηὔξανε δ’ ὁ παῖς οὐ κατὰ | |
15 | λόγον ἀλλὰ θείᾳ τινὶ τύχῃ, καὶ πλέον ἢ πρὸς τὴν ἡλι‐ κίαν ἀπήντα τὸ εὐσύνετον. Ποιεῖται δ’ αὐτὸν ὁ Βράγχος καὶ ἄγγελον τῶν μαντευμάτων, Εὐάγγελον ὀνομάσας· οὗτος ἡβήσας τὸ Βράγχου μαντεῖον ἐξεδέξατο, καὶ ἀρχὴ γένους Εὐαγγελιδῶν παρὰ Μιλησίοις ἐγένετο. | |
20 | Ἡ μεʹ ὡς Ὀρφεὺς ὁ Οἰάγρου καὶ Καλλιόπης μιᾶς τῶν Μουσῶν, ἐβασίλευε Μακεδόνων καὶ τῆς Ὀδρυσί‐ δος, ἐπετήδευε δὲ μουσικήν, καὶ μάλιστα κιθαρῳδίαν. Καί (φιλόμουσον γὰρ τὸ Θρᾳκῶν καὶ Μακεδόνων γένος) ἤρεσκεν ἐν τούτοις διαφερόντως τῷ πλήθει. Κατέσχε δὲ | |
25 | δόξα ὡς εἰς Ἅιδου κατάβοι ἔρωτι τῆς γυναικὸς Εὐ‐ ρυδίκης, καὶ ὡς τὸν Πλούτωνα καὶ τὴν Κόρην ᾠδαῖς | |
γοητεύσας, δῶρον λάβοι τὴν γυναῖκα· ἀλλ’ οὐ γὰρ ὄνα‐ σθαι τῆς χάριτος ἀναβιωσκομένης, λαθόμενον τῶν περὶ αὐτῆς ἐντολῶν. Οὕτω δὲ θέλγειν καὶ κατακηλεῖν | 33 in vol. 3 | |
30 | αὐτὸν ᾠδαῖς εἶναι σοφόν, ὡς καὶ θηρία καὶ οἰωνοὺς καὶ δὴ καὶ ξύλα καὶ λίθους συμπερινοστεῖν ὑφ’ ἡδονῆς. Τε‐ λευτᾷ δὲ διασπασαμένων αὐτὸν τῶν Θρᾳκίων καὶ Μα‐ κεδόνων γυναικῶν, ὅτι οὐ μετεδίδου αὐταῖς τῶν ὀρ‐ γίων, τάχα μὲν καὶ κατ’ ἄλλας προφάσεις. Φασὶ δ’ οὖν | |
35 | αὐτὸν δυστυχήσαντα περὶ γυναῖκα πᾶν ἐχθῆραι τὸ γέ‐ νος. Ἐφοίτα μὲν οὖν τακταῖς ἡμέραις ὡπλισμένων πλῆ‐ θος Θρᾳκῶν καὶ Μακεδόνων ἐν Λιβήθροις, εἰς οἴ‐ κημα ἓν συνερχόμενον μέγα τε καὶ πρὸς τελετὰς εὖ πεποιημένον. Ὁπότε δ’ ὀργιάζειν εἰσίασι, πρὸ τῶν | |
40 | πυλῶν ἀπετίθεσαν τὰ ὅπλα. Ὃ αἱ γυναῖκες ἐπιτηρή‐ σασαι καὶ τὰ ὅπλα ἁρπασάμεναι, ὑπ’ ὀργῆς τῆς διὰ τὴν ἀτιμίαν τούς τε προσπίπτοντας κατειργάσαντο, καὶ | |
Bibl.186140b | τὸν Ὀρφέα κατὰ μέλη ἔρριψαν εἰς τὴν θάλασσαν σποράδην. Λοιμῷ δὲ τῆς χώρας, ὅτι μὴ ἀπῃτήθησαν δίκην αἱ γυναῖκες, κακουμένης, δεόμενοι λωφῆσαι τὸ δεινόν, ἔλαβον χρησμὸν τὴν κεφαλὴν τὴν Ὀρφέως | |
5 | ἢν ἀνευρόντες θάψωσι, τυχεῖν ἀπαλλαγῆς. Καὶ μόλις αὐτὴν περὶ τὰς ἐκβολὰς τοῦ Μέλητος δι’ ἁλιέως ἀνεῦ‐ ρον ποταμοῦ, καὶ τότε ᾄδουσαν καὶ μηδὲν παθοῦσαν ὑπὸ τῆς θαλάσσης, μηδέ τι ἄλλο τῶν ὅσα κῆρες ἀν‐ θρώπιναι νεκρῶν αἴσχη φέρουσιν, ἀλλ’ ἐπακμάζουσαν | |
10 | αὐτὴν καὶ ζωϊκῷ καὶ τότε αἵματι μετὰ πολὺν χρόνον ἐπανθοῦσαν. Λαβόντες οὖν ὑπὸ σήματι μεγάλῳ θάπτου‐ σι, τέμενος αὐτῷ περιείρξαντες, ὃ τέως μὲν ἡρῷον ἦν, ὕστερον δ’ ἐξενίκησεν ἱερὸν εἶναι· θυσίαις τε γὰρ καὶ ὅσοις ἄλλοις θεοὶ τιμῶνται γεραίρεται· ἔστι δὲ γυ‐ | |
15 | ναιξὶ παντελῶς ἄβατον. Ἡ μϛʹ ὡς Τροίας πορθουμένης ὑπεκτίθεται Πρί‐ αμος εἰς Λυδίαν δύο παῖδας Ἕκτορος, Ὀξύνιον καὶ Σκάμανδρον. Ἐπεὶ δὲ τὸ Ἴλιον ἥλω, Αἰνείας ὁ Ἀγχί‐ σου καὶ Ἀφροδίτης, διαφυγὼν τοὺς Ἀχαιούς, τὸ μὲν | 34 in vol. 3 |
20 | πρῶτον ᾤκει τὴν Ἴδην, Ὀξυνίου δὲ καὶ Σκαμάνδρου ἐλθόντων ἀπὸ Λυδίας καὶ ὡς πατρῴας λήξεως μεταποιουμένων τῶν περὶ τὸ Ἴλιον τόπων, ἀναλαβὼν Ἀγχίσην τὸν πατέρα καὶ ὅσους δύναιτο τῶν συμφυ‐ γάδων, πρὸς ἥλιον ἀνίσχοντα ᾤχετο κατὰ Ἀφροδίτης | |
25 | ἐπίσκηψιν. Διαβὰς οὖν τὸν Ἑλλήσποντον καὶ ἀφικό‐ μενος εἰς Θερμὸν καλούμενον κόλπον, Ἀγχίσην μὲν ἀποθανόντα θάπτει, αὐτὸς δέ, τῶν ἐπιχωρίων δεο‐ μένων ὥστε βασιλεύειν αὐτῶν, οὐκ ἐδέξατο. Εἶτα εἰς τὴν Βρουσιάδα γῆν ἔρχεται· πᾶσι δ’ ἦν ἐφίμερος οἷς | |
30 | ἐντυγχάνοι κατὰ χάριν τῆς Ἀφροδίτης. Ἐνταῦθα μυκησαμένης τῆς συνεπομένης αὐτῷ βοὸς ἐξ Ἴδης (τοῦτο γὰρ Ἀφροδίτη ἐπέσκηψε) λαμβάνει τὸ κράτος τῆς γῆς διδόντων τῶν ἐπιχωρίων, καὶ τὴν βοῦν θύει Ἀφρο‐ δίτῃ καὶ κτίζει πόλιν ἣ τότε μὲν Αἴνεια ἀπὸ τοῦ κτί‐ | |
35 | σαντος, ὕστερον δὲ παρενεγκόντος τοῦ ὀνόματος Αἶνος ἐκλήθη. Λόγος μὲν οὖν εἷς οὗτος ὑπὸ Ἑλλήνων ἐπὶ πολλοῖς ἄλλοις λέγεται· ὁ δὲ τὸ Ῥωμαίων γένος εἰς αὐτὸν ἀναφέρων καὶ οἰκιστὴν ποιῶν Ἄλβας, καὶ τὸ χρηστήριον ὃ κατοικεῖν ἐπέτρεπεν ὁπόταν αὐτὸς ἅμα | |
40 | τῶν σὺν αὐτῷ θύσας μετὰ τῶν σιτίων καταφάγοι καὶ τὰς τραπέζας, οὗτος κατημάξευται. Ἡ μζʹ ὡς Ἀλθαιμένης τοῦ Ἡρακλειδῶν γένους | |
Bibl.186141a | τρίτη γενεὰ ἀπὸ Τημένους, στασιάζει πρὸς τοὺς ἀδελφούς (νεώτατος δ’ ἦν) καὶ μετανίσταται Πελοποννή‐ σου, στρατὸν Δωριέων ἔχων καί τινας Πελασγῶν. Ἔστελ‐ | |
λον δὲ καὶ Ἀθηναῖοι τότε τὴν σὺν Νειλέῳ τε καὶ τοῖς Κο‐ | 35 in vol. 3 | |
5 | δρίδαις ἀποικίαν· ὁμοίως δὲ καθ’ ἑαυτοὺς καὶ Λακε‐ δαιμόνιοι τὸν Φιλονόμου λαὸν ἀπῴκιζον ὧν ἡγεῖτο Δελφὸς ὄνομα καὶ Πόλις. Ἑκάτεροι οὖν παρεκάλουν Ἀλθαιμένην συμμετέχειν αὐτοῖς τοῦ ἔργου, οἵ τε Δω‐ ριεῖς τοῦ ἐπὶ Κρήτην πλοῦ, ἅτε καὶ αὐτὸν Δωριέα ὄντα, | |
10 | οἵ τε Ἴωνες, εἰς τὴν Ἀσίαν μετὰ σφῶν περαιωθῆναι. Τῷ δ’ οὐδετέροις ἐδόκει συμπλεῖν, ἀλλὰ κατὰ τὸν δο‐ θέντα αὐτῷ χρησμὸν ἐπὶ Δία καὶ Ἥλιον κομίζεσθαι καὶ παρ’ αὐτῶν αἰτεῖν εἰς κατοίκισιν γῆν· εἶναι δὲ Διὸς μὲν Κρήτην, Ἡλίου δὲ Ῥόδον. Ἀναγόμενος οὖν | |
15 | ἐκ Πελοποννήσου προσίσχει πρὸς τὴν Κρήτην, καὶ μέ‐ ρος τοῦ λαοῦ τοὺς βουλομένους αὐτόθι οἰκεῖν καταλείπει· αὐτὸς δὲ τοὺς πλείους ἔχων Δωρικῶν ἔπλει ἐπὶ Ῥόδον. Τὴν δὲ Ῥόδον τὸ μὲν ἀρχαῖον λαὸς αὐτόχθων ἐνέμοντο, ὧν ἦρχε τὸ Ἡλιαδῶν γένος, οὓς Φοίνικες ἀνέστησαν καὶ | |
20 | τὴν νῆσον ἔσχον· Φοινίκων δ’ ἐκπεσόντων Κᾶρες ἔσχον, ὅτε καὶ τὰς ἄλλας νήσους τὰς περὶ τὸ Αἰγαῖον ᾤκησαν. Οἷς ἐπιπλεύσαντες οἱ Δωριεῖς, πολέμῳ τὸ Καρικὸν καταστρεψάμενοι, τρεῖς πόλεις ἔκτισαν, Λίνδον, Ἰήλυ‐ σον καὶ Κάμειρον. Οἱ μὲν οὖν Δωριεῖς ἀπὸ Ἀλθαιμέ‐ | |
25 | νους ἀρξάμενοι μέχρι καὶ δεῦρο καταβεβήκασιν. Αἱ δὲ τρεῖς πόλεις εἰς μίαν ἀποκλεισθεῖσαι μεγάλην καὶ εὐδαί‐ μονα ταὐτὸν ὄνομα τῇ νήσῳ Ῥόδον ἔδοσαν καλεῖσθαι. Ἡ μηʹ τὰ περὶ Ῥώμου καὶ Ῥωμύλου διηγεῖται, πα‐ ραλλάσσουσα πρὸς τοὺς ἄλλους ἔν τισι. Φησὶ δὲ ὡς | |
30 | Ἀμόλιος ἐπιβουλεύσας Νεμέτορα τὸν ἀδελφὸν κτεί‐ νει, καὶ τὴν αὐτοῦ θυγατέρα Ἰλίαν, ἵνα μὴ τέκοι μηδ’ ἀνδρωθείη, τῆς Ἑστίας ἱέρειαν ἀπέφηνε. Ταύτῃ μιχθεὶς Ἄρης, ἀπολυόμενος τῆς ὁμιλίας, ὅστις τε ἦν ἐδή‐ | |
λωσε καὶ ὅτι δύο κόρους τέξεται ἐξ αὐτοῦ καὶ χρὴ θαρρεῖν. | 36 in vol. 3 | |
35 | Ἀλλὰ τεκοῦσαν αὐτὴν μὲν Ἀμόλιος εἰς δεσμωτήριον ἔτρυχε βαλών, τινὶ δὲ ποιμένι τῶν αὐτῷ πιστῶν τὰ τεχθέντα διαφθεῖραι δίδωσιν. Ὁ δὲ λαβὼν τὸ μὲν μία‐ σμα χερσὶν ἰδίαις πρᾶξαι οὐ προσίετο, εἰς σκάφην δὲ μεθῆκε κατὰ τοῦ Θύβρεως φέρεσθαι. Αὕτη δὲ μετὰ πολ‐ | |
40 | λὴν φορὰν περὶ προὔχουσαν ᾐόνα κατίσχεται ῥίζαις ἐρι‐ νεοῦ, ὃς μέγας ἐκεῖσε ἐπεφύκει· καὶ ἡ σκάφη ἐκεῖθεν τὰ | |
Bibl.186141b | παιδία πρὸς τὴν ᾐόνα ἐκβάλλει ἐπὶ μαλακῆς καὶ ψαμμώδους γῆς. Λύκος δὲ νεοτόκος ἐπιτυγχάνει τοῖς παιδίοις, καὶ ἀμφιβᾶσα κλαυθμυριζομένοις καὶ χεῖρας ὀρέγουσι παρεῖχε τὰς θηλάς· τὰ δ’ ἐτρέφετο βαρυνο‐ | |
5 | μένην ἀναπαύοντα ἐκ τῆς συντυχίας τὴν λύκον. Φαι‐ στύλος δέ τις ποιμένων τοῦτο ἰδὼν καὶ θεῖον νομίσας, ἀναλαμβάνεται καὶ ὡς ἑαυτοῦ τρέφει τὰ παιδία. Χρόνῳ δ’ ὕστερον περιτυγχάνει τῷ ἐκθεμένῳ ποιμένι καὶ ἅπαν‐ τα παρ’ αὐτοῦ μαθὼν τὰ περὶ τῶν παίδων, ἀπαγγέλ‐ | |
10 | λει τούτοις ἡβήσασιν ἤδη ὡς εἴησαν βασιλείου τε γέ‐ νους καὶ Ἄρεως γοναί, καὶ ὅσα ἡ μήτηρ καὶ ὁ μητροπά‐ τωρ πάθοι. Οἱ δέ (ἤστην γὰρ καλοί τε ὄψει καὶ ῥώμην ἄμαχοι καὶ τόλμῃ γενναῖοι) αὐτίκα ἐγχειρίδια ἀναλα‐ βόμενοι καὶ κρύψαντες ἐπὶ τὴν Ἄλβαν ἐχώρουν, καὶ ἐπι‐ | |
15 | τυχόντες Ἀμολίῳ διὰ τὸ ἀπροσδόκητον τῆς ἐπιβου‐ λῆς ἀφυλάκτῳ ἐπάγουσι τὴν τιμωρίαν, ξίφεσιν ἀνε‐ λόντες, καὶ τὴν μητέρα λύουσι τῶν δεσμῶν, τό τε πλῆ‐ θος δεξιοῦνται, καὶ βασιλεύουσιν Ἄλβας καὶ τῶν περὶ αὐ‐ τήν. Πολλοῦ δὲ αὐτοῖς προσερρυηκότος πλήθους μετα‐ | |
20 | στάντες Ἄλβας κτίζουσι πόλιν, Ῥώμην ἐπονομάσαντες | |
ἣ νῦν ὡς εἰπεῖν τὸ ἀνθρώπων ἔχει κράτος. Δείκνυται δὲ μαρτυρία τῶν τότε παρὰ Ῥωμαίοις ἐπὶ τῆς ἀγο‐ ρᾶς ἐρινεὸς ἱερά, τοῦ βουλευτηρίου κιγκλίσι χαλκαῖς περιειργομένη, καὶ καλύβη τις ἐν τῷ τοῦ Διὸς ἱερῷ | 37 in vol. 3 | |
25 | γνώρισμα τῆς Φαιστύλου διαίτης, ἣν ἐκ φορυτῶν καὶ νέων φρυγάνων συνιστῶντες διασῴζουσιν. Ἡ μθʹ ὡς ἐν Ἀνάφῃ τῇ νήσῳ (αὕτη δ’ ἐστὶν ὑπὲρ νήσου Θήρας, οὐχ ἑκὰς τῆς Λακεδαιμο‐ νίων) ἱερὸν Ἀπόλλωνος Αἰγλήτου ἵδρυται, ἐν ᾧ σὺν | |
30 | τωθασμῷ οἱ ἐπιχώριοι θύουσι δι’ αἰτίαν τοιαύτην. Ὅτε Ἰάσων ἐκ Κόλχων Μήδειαν ἁρπάσας οἴκαδ’ ἔπλει, χειμὼν αὐτοὺς ἄφατος περιέσχε καὶ ἀμηχα‐ νία πᾶσα· εὐχομένων δὲ καὶ πολλὰ τῶν ἐν τῇ Ἀργοῖ δεομένων, Ἀπόλλων, τόξον αὐτῶν ὑπερανασχών, τὰ | |
35 | δεινὰ διέλυσεν ἅπαντα, καὶ σέλατος ἐξ οὐρανοῦ διαΐσ‐ σοντος νῆσον ἀνέσχεν ἡ γῆ ἐκ τοῦ βυθοῦ, εἰς ἣν ὁρμι‐ σάμενοι, ὡς πρῶτον ὀφθεῖσαν ὑφ’ ἡλίου τότε, Ἀνά‐ φην ἀπὸ τῆς συντυχίας ἐκάλεσαν, καὶ ἱερὸν Ἀπόλλω‐ νος Αἰγλήτου ἱδρύσαντο, καὶ εὐφραίνοντο τῆς ἀνελπίστου | |
40 | τῶν κακῶν ἀπαλλαγῆς καὶ ταῖς ἄλλαις εὐωχίαις. Μή‐ δεια δὲ σὺν ταῖς ἀμφ’ αὐτὴν γυναιξίν, αἳ δῶρον ἦσαν | |
Bibl.186142a | γάμων τῶν Ἰάσονος, παίζουσαι μετὰ μέθην ἔσκωπ‐ τον τοὺς ἥρωας ἐν τῇ παννυχίδι· οἱ δὲ ἀντετώθαζον τὰς γυναῖκας. Ἐκ τούτου τοιγαροῦν καὶ Ἀνάφης ὁ λαός (ᾠκίσ‐ θη γὰρ ἡ νῆσος) ἀνὰ πᾶν ἔτος Ἀπόλλωνι Αἰγλήτῃ | |
5 | κερτομοῦντες ἀλλήλους ἑορτὴν κατὰ μίμησιν ἐκείνων ἄγουσιν. Ἡ νʹ ὡς Ἀλέξανδρον τὸν τύραννον Θήβη ἀναι‐ ρεῖ ἡ αὐτοῦ γυνή· αὕτη δ’ ἦν Ἰάσονος μὲν θυγάτηρ, τοῦ ποτε Θεσσαλίας τυραννήσαντος, ἀδελφοὺς δ’ εἶχε | |
10 | τρεῖς, Τισίφονον καὶ Λυκόφρονα καὶ Πυθόλαον· ὁμο‐ μήτριοι δ’ ἦσαν, πατὴρ δ’ αὐτῶν Εὐάλκης ἦν. Τού‐ τους Ἀλέξανδρος οὗτος ὁ Φερῶν δι’ ὑποψίας ἔχων ἐμελέτα ἀνελεῖν· εἰδὼς δ’ ὡς οὐκ ἀνάσχοιτο Θήβη πε‐ ριϊδεῖν τοὺς ὁμομητρίους ἀναιρουμένους ἀδελφούς, καὶ αὐ‐ | 38 in vol. 3 |
15 | τὴν ἐπενόει συνανελεῖν. Καὶ νήφων μὲν ἔκρυβε τὸ βούλευμα, μεθύων δέ (ἦν γὰρ ἥττων οἴνου) παρεγύμνου τε καὶ ἀπεκάλυπτε. Θήβη δὲ τὸ βούλευμα μαθοῦσα, τοῖς μὲν ἀδελφοῖς ἐγχειρίδια δοῦσα παρασκευάζεσθαι πρὸς τὴν σφαγὴν παρεκάλει, οἴνῳ δὲ πολλῷ Ἀλέξανδρον | |
20 | βαπτίσασα καὶ κατευνάσασα ἐκπέμπει τοὺς τοῦ θαλάμου φύλακας προφάσει ὡς λουτροῖς χρησομένη, καὶ τοὺς ἀδελφοὺς ἐπὶ τὸ ἔργον ἐκάλει. Οἱ δὲ ἀπεδειλίων καὶ μάλιστα αὐτῶν ὁ νεώτατος. Ἡ δὲ ἄλλα τε διαπειλη‐ σαμένη, καὶ ὡς τὸν Ἀλέξανδρον αὐτίκα ἀνεγερεῖ καὶ | |
25 | καταγορεύσει αὐτῶν τὸν φόνον, θαρρεῖν αὐτοὺς ἐβιά‐ σατο· καὶ κτείνουσι κοιμώμενον τὸν Ἀλέξανδρον. Θήβη δὲ τοὺς ἡγεμόνας τῶν φυλάκων εἰσκαλεσαμένη, καὶ τὰ μὲν ἀπειλαῖς τὰ δ’ ἐπαγγελίαις μετελθοῦσα, πείθει συγκατασκευάζειν αὐτῇ τὴν τυραννίδα. Καὶ οἱ μὲν | |
30 | ἐπέτρεπον, καὶ αὐτὴ τὴν μὲν ἰσχὺν δέχεται, τοὔνομα δὲ καὶ τὴν δόξαν τῆς τυραννίδος Τισιφόνῳ τῷ πρεσβυτάτῳ τῶν ἀδελφῶν δίδωσι. Ταῦτα μὲν τῶν Κόνωνος νʹ διηγήσεων. Ἀττι‐ κὸς δὲ τὴν φράσιν ἐστί, ταῖς τε συνθήκαις καὶ ταῖς | |
35 | λέξεσι χαρίεις τε καὶ ἐπαφρόδιτος, ἔχων τι καὶ τοῦ συν‐ εστραμμένου καὶ ἀνακεχωρηκότος τοῖς πολλοῖς. Ἐν τῷ αὐτῷ δὲ τεύχει καὶ Ἀπολλοδώρου γραμματικοῦ βιβλιδάριον ἀνεγνώσθη μοι· Βιβλιοθήκη αὐτῷ ἡ ἐπιγραφή· περιεῖχε δὲ τὰ παλαίτατα τῶν | |
40 | Ἑλλήνων, ὅσα τε περὶ θεῶν καὶ ἡρώων ὁ χρόνος αὐ‐ τοῖς δοξάζειν ἔδωκεν, ὀνομασίας τε ποταμῶν καὶ χωρῶν | 39 in vol. 3 |
Bibl.186142b | καὶ ἐθνῶν καὶ πόλεων ὅθεν καὶ τὰ ἄλλα ὅσα εἰς τὸ ἀρχαῖον ἀνατρέχει, καὶ κάτεισι μέχρι τῶν Τρωϊκῶν, καὶ ἀνδρῶν τινῶν πρὸς ἀλλήλους μάχας καὶ ἔργα ἐπι‐ τρέχων καὶ τῶν ἀπὸ Τροίας πλάνας τινάς, μάλιστα δ’ | |
5 | Ὀδυσσέως εἰς ὃν αὐτῷ καὶ ἡ ἀρχαιολογία καταλήγει. Σύνοψις δ’ ἐστὶ τὰ πολλὰ τοῦ βιβλίου, καὶ οὐκ ἄχρηστος τοῖς τὰ παλαιὰ ἐπὶ μνήμης ἔχειν λόγον ποιουμένοις. Ἔχει δὲ καὶ ἐπίγραμμα τὸ βιβλιδάριον οὐκ ἄκομψον τόδε· αἰῶνος σπείρημα ἀφυσσάμενος ἀπ’ ἐμεῖο | |
10 | παιδείης, μύθους γνῶθι παλαιγενέας, μηδ’ ἐς Ὁμηρείην σελίδ’ ἔμβλεπε μηδ’ ἐλεγείην, μὴ τραγικὴν Μοῦσαν, μηδὲ μελογραφίην, μὴ κυκλίων ζήτει πολύθρουν στίχον· εἰς ἐμὲ δ’ ἀθρῶν εὑρήσεις ἐν ἐμοὶ πάνθ’ ὅσα κόσμος ἔχει. | |
Bibl.187142b(16) | Ἀνεγνώσθη Νικομάχου Γερασηνοῦ ἀριθμητικῶν θεολογουμένων βιβλία βʹ· Ἡ μὲν οὖν ἐπι‐ γραφὴ οὕτω θαυμάσαι καὶ δριμὺν ἔρωτα κινῆσαι ἀξία, ὁ δὲ πόνος, ἵνα μὴ λέγω λογισμῶν κενεμβατούντων | |
20 | καὶ ματαιοσχόλων ἔργον, πόρρω τῆς ἐπιγραφῆς διερ‐ ριμμένος. | |
21 | Διαλαμβάνει μὲν γὰρ περὶ τῶν ἀπὸ μονάδος μέχρι δεκάδος ἀριθμῶν, οὐχ ὥσπερ ἐν τῇ ἀριθμητικῇ αὐτοῦ καὶ πρὸ ταύτης εἰσαγωγῇ, ὅσα τοῖς ἀριθμοῖς φύσει πρόσεστι καὶ θεωρίας ἔχεται σπουδαίας διεξιών, | |
25 | ἀλλὰ τὰ πλεῖστα διανοίας οὐ καθαρευούσης βλάβης ἀνα‐ | |
πλάσματα καὶ οὐχὶ πρὸς τὴν τῶν πραγμάτων φύσιν τοὺς λογισμοὺς ἰθυνούσης, τὰ δὲ πράγματα πρὸς τὰς ἰδίας φαντασίας μεταμείβειν φιλονεικούσης. Ἀλλ’ ὅσα μὲν ὁ ἀνὴρ τὴν τῶν ὄντων φύσιν εἰς τὴν τῶν ἀριθ‐ | 40 in vol. 3 | |
30 | μῶν ὑπόστασιν ἀναφέρειν τε καὶ συγκατακλείειν δια‐ νέστη, περικόπτων, περιτιθείς, ἀμείβων, διασπῶν πο‐ τε μὲν τὰ πράγματά, ποτε δὲ τοὺς φίλους ἀριθμοὺς καὶ θεούς, καὶ τοῦτο ἢ παρὰ μέρος ἑκάτερον ἢ καὶ δι’ ἀμ‐ φοῖν ἰών, καίτοι μεγάλας ὑπέχων εὐθύνας, ὅμως ἐάσθω | |
35 | τοῦτο. | |
35 | Ἀλλ’ ὅτι θεούς τε καὶ θεὰς ἐπιθυμήσας ἰδεῖν τοὺς ἀριθμούς, καὶ τοῦτο διδοὺς αὐτοῖς διὰ μόνην τὴν ἰδιά‐ ζουσαν καὶ ὡρισμένην ἑκάστου ποσότητα, οὐ φυλάττει ταύτην ἀκέραιον ἀναφέρων εἰς τὸ θεῶν γένος αὐτούς, ἀλλ’, ὡς καὶ προείπομεν, τέμνων, αὔξων, παντοίως κε‐ | |
40 | ραΐζων, οὕτως αὐτοὺς ἐκ τοῦ ἐπὶ πλεῖστον θεοὺς προσκυ‐ νεῖ, τὴν μὲν ἐξ ἀρχῆς φθείρων ποσότητα, ἵνα θεὸς ᾖ | |
Bibl.187143a | διὰ ταύτην, ταύτης δ’ αὐτὸν ἀποστερῶν· οὐ γὰρ ἀπόρρητος καὶ σεπτὴ ἡ τηλικαύτη θεολογία. Τὸ δὲ σοφώ‐ τερον καὶ στέργεσθαι δίκαιον, δεῖ τῷ μέλλοντι τῇ θαυ‐ μασίᾳ ταύτῃ ἐμβαθῦναι θεολογίᾳ καὶ τῆς κρυφιό‐ | |
5 | τητος εἴσω διεισδῦναι γεωμετρίας μὲν οὐκ ἀμαθῶς ἔχειν, ἐλάσαι δὲ καὶ πρὸς ἀριθμητικὴν ἀκριβολογίαν, οὐδὲ τῆς ἀστροθεάμονος σοφίας ἐν τῷ παρέργῳ τὴν μάθησιν πεποιῆσθαι, καὶ μὴν καὶ τοῖς μουσικοῖς θεω‐ ρήμασι καὶ δὴ καὶ ὀργάνοις ἐγγεγυμνάσθαι. Ἵνα γὰρ τοὺς | |
10 | ἀριθμοὺς θεοποιήσῃ καὶ τῶν ὄντων τῆς οὐσιώσεως αἰτίους ἀναπλάσῃ, ἀφ’ ἑκάστης τῶν εἰρημένων ἐπιστημῶν ἔνιά τινα τῶν θεωρημάτων τῇ περὶ τοὺς ἀριθμοὺς ἐνυφαί‐ νει θεοπλαστίᾳ, ὧν ἡ ἄγνοια ἐμποδὼν ἂν σταίη πρὸς τὴν τῶν τηλικούτων μυσταγωγίαν, καὶ μάτην τὸ πρό‐ | |
15 | θυμον ἐπιδείξεται ὁ ταῖς εἰρημέναις μὴ προτελεσθεὶς ἐπιστήμαις. Καὶ δεῖ ἄρα, ὡς ἔοικε, βίον ἀνθρώπου κα‐ τατρῖψαι καὶ προαναλῶσαι τῆς θεολόγου ταύτης τῶν ἀριθμῶν τερατείας, καὶ φιλοσοφῆσαι περὶ τοῖς μαθήμασι σπουδαίως, ἵν’ ἐξῇ καὶ ματαιολογῆσαι τελείως. Ὡς μὲν | 41 in vol. 3 |
20 | οὖν ἐν κεφαλαίῳ, μᾶλλον δὲ πρὸς τὴν ἐπιγραφὴν φά‐ ναι, τοιοῦτον ἡ τοῦ Γερασηνοῦ Νικομάχου Θεολογία. Λέγει δὲ τὴν μονάδα ἄλλα τε οὐκ ὀλίγα τῶν πλασμάτων τῇ περὶ αὐτὴν ἀληθείᾳ καὶ τοῖς προσοῦσι φυσικοῖς ἰδιώμασι καταμιγνύς, καὶ ὡς νοῦς τε εἴη, | |
25 | εἶτα καὶ ἀρσενόθηλυς, καὶ θεός, καὶ ὕλη δέ πως, πάντα χρήματα μιγνὺς ὡς ἀληθῶς, καὶ πανδοχεὺς λοιπὸν καὶ χωρητικὴ καὶ χάος, σύγχυσις, σύγκρασις, ἀλαμπία, σκοτωδία, χάσμα, Τάρταρος. Καὶ Στύγα δὲ αὐτὴν τε‐ ρατολογοῦσι καὶ φρικωδίαν καὶ ἀμιξίαν καὶ βάραθρον | |
30 | ὑποχθόνιον, καὶ Λήθην, καὶ στιφρὰν πάρθενον, καὶ Ἄ‐ τλαντα· ἄξων τέ ἐστιν αὐτοῖς καὶ ἥλιος καὶ πυράλιος, καὶ Μορφὼ δὲ καὶ Ζανὸς πύργος, καὶ σπερματίτης λόγος, Ἀπόλλων τε καὶ προφήτης καὶ λόγιος. Ἡ δὲ τῶν ὀνομάτων αἰτία ἡ μὲν φρενὸς ἀστάτου καὶ δεισιδαι‐ | |
35 | μονούσης, ἡ δὲ οὐδὲ τῆς παιδαριώδους ἀνατυπώσεως ἀπηλλαγμένη. Ἀλλ’ ἡ μὲν μονὰς οὕτω Νικομάχῳ καὶ τοῖς αὐτοῦ διδασκάλοις θεολογεῖταί τε ἅμα καὶ βάλ‐ λεται ὕβρει. Ἡ δὲ δυὰς τόλμα τέ ἐστιν αὐτοῖς, καὶ ὕλη, καὶ τῶν | |
40 | ἀνομοίων αἰτία, καὶ μεταίχμιον πλήθους καὶ μονάδος. Ἐκ συνθέσεώς τε καὶ κατακράσεως μόνη ἴσον ποιεῖ, διὸ καὶ ἴση. Ἀλλὰ καὶ ἄνισος καὶ ἔλλειψις, καὶ πλεο‐ | |
Bibl.187143b | νασμός, καὶ μόνη ἀσχημάτιστος καὶ ἀόριστος, καὶ ἄπειρος, ἀρχή τε ἀρτίου μόνη, καὶ οὐκ ἄρτιος, οὐ μὴν οὐδ’ ἀρτιάκις ἀρτία, οὐδὲ περισσάρτιος, οὐδ’ ἀρτιοπέριττος. | |
Ἀλλὰ τούτων μὲν τὰ πλείω ἐγγύς ἐστι τῇ δυάδος φυ‐ | 42 in vol. 3 | |
5 | σικῇ ἰδιότητι· ἃ δὲ τῆς τερατείας, πηγή ἐστι πάσης συμφωνίας, καὶ Μουσῶν ἡ Ἐρατώ, καὶ ἁρμονία, καὶ τλημοσύνη, καὶ ῥίζα οὐ κατ’ ἐνέργειάν πω, καὶ δύ‐ ναμις, καὶ πόδες πολυπιδάκου Ἴδης, καὶ κορυφαί, καὶ Φάνης. Ἀλλὰ καὶ ἴσον Δία τὴν δυάδα ἡ μυθοπλαστία | |
10 | θεολογεῖ, καὶ δίκην, καὶ Ἶσιν, καὶ φύσιν, καὶ Ῥέαν, καὶ διομάτερα, καὶ πηγὴν διανομῆς· ἔστι δ’ αὐτοῖς ὡς Ῥέα καὶ Φρυγία καὶ Λυδία καὶ Διδυμήνη, καὶ Δήμητρα καὶ Ἐλευσινία, καὶ Ἄρτεμις, καὶ Ἵμερος, καὶ Δίκτυννα, καὶ Ἀερία, καὶ Ἀστερία, καὶ Δίσαμος καὶ Ἐστὼ καὶ | |
15 | μὴν καὶ Ἀφροδίτη καὶ Διώνη καὶ Μυχαία καὶ Κυ‐ θέρεια, καὶ ἄγνοια καὶ ἀγνωστία καὶ ψεῦδος καὶ ἀδιο‐ ριστία, καὶ ἑτερότης καὶ νεῖκος καὶ διχοστασία, καὶ μόρος καὶ θάνατος. Τοιαῦτα μὲν αὐτοῖς καὶ ἡ δυὰς θεολογεῖται. Ἡ δὲ τριάς ἐστι μὲν πρῶτος περισσὸς κατ’ ἐνέρ‐ | |
20 | γειαν, καὶ τέλειος πρῶτος, καὶ μεσότης, καὶ ἀναλο‐ γία· τήν τε τῆς μονάδος δύναμιν εἰς ἐνέργειαν καὶ ἐπέκτασιν προχωρεῖν ποιεῖ. Ἀλλὰ καὶ πρωτίστη, καὶ κυ‐ ρίως μονάδων σύστημα. Εἶτα λοιπὸν ἐντεῦθεν αὐτοῖς πρὸς τὸ φυσιολογικὸν αἴρεται ὁ ἀριθμός· αἰτία τε γὰρ | |
25 | τοῦ τριχῇ διαστατοῦ, καὶ περατωτικὴ τῆς ἀπειρίας τῆς ἐν ἀριθμῷ, καὶ ὅμοιον, καὶ ταὐτόν, καὶ ὁμόλογον, καὶ ὡρισμένον. Ἀλλ’ οὔπω ταῦτα φορτικά· τὰ δ’ οὐχ ὅμοια. Καὶ νοῦς τις ἡ τριάς, καὶ εὐβουλίας καὶ συνέσεως αἰ‐ τία, καὶ γνῶσις, ἀριθμοῦ τὸ κυριώτατον, μουσικῆς τε | |
30 | πάσης κυρία καὶ σύστασις, καί γε καὶ γεωμετρίας ὅτι μάλιστα. Καὶ μὴν καὶ τῶν κατὰ ἀστρονομίαν καὶ οὐρα‐ νίων φύσιν τε καὶ γνῶσιν αὕτη τὸ κράτος ἔχει καὶ συνέχει καὶ εἰς οὐσίωσιν ἄγει. Καὶ ἡ ἀρετὴ δὲ πᾶσα | |
ταύτης ἐξῆπται καὶ ἐκ ταύτης πρόεισιν. Εἶτα λοιπὸν | 43 in vol. 3 | |
35 | τὰ μυθώδη. Διὰ ταῦτα αὐτοῖς ἡ τριὰς Κρονία καὶ Λατὼ καὶ Ἀμαλθείας κέρας, Ὀφίονά τε αὐτὴν τερα‐ τολογοῦσι καὶ Θέτιν καὶ Ἁρμονίαν, Ἑκάταν τε καὶ Ἐρά‐ ναν καὶ Χαριτίαν καὶ Μουσῶν Πολυμνίαν, Ἀΐδαν τε καὶ Λοξίαν, ἄρκτον, ἕλικα, καὶ ποτὶ βυθὸν οὐ δυομέ‐ | |
40 | ναν, Δαματράμην τε καὶ Διοσκορίαν, καὶ Μῆτιν καὶ τριδύμην, Τρίτωνα, θαλασσοῦχον, Τριτογένειαν, Ἀχε‐ λῶον, Νάστιν, καὶ Ἀγυιόπεζαν Κουρητίδα, Κραταΐδα | |
Bibl.187144a | Ἁρμονίαν, Συμβηνίαν, Γάμον, Γοργονίαν, Φορ‐ κίαν, Τρίσαμον καὶ Λύδιον. Οὕτω μὲν αὐτοῖς καὶ ἡ τριὰς καὶ εἰς τοσούτους αὐτῶν θεοὺς ἀναπλάττεται. Ἡ δὲ τετρὰς πάλιν αὐτοῖς θαῦμα μέγιστον, ἄλλη | |
5 | θεός, πολύθεος μᾶλλον δὲ πάνθεος· ἔστι γὰρ αὐτοῖς τῶν τε φυσικῶν ἀποτελεσμάτων πηγὴ καὶ κλειδοῦχος τῆς φύσεως. Ἀλλὰ καὶ τῆς κατὰ τὰ μαθήματα συστάσεώς τε καὶ διαμονῆς αὕτη προαγωγὸς καὶ αἰτία. Ἀλλὰ καὶ αὐτὴ φύσις καὶ αἰόλα ἐστὶν αὐτοῖς καὶ Ἡρακλῆς καὶ Ἔξαρ‐ | |
10 | μα καὶ Ἀλκιμωτάτη καὶ Ἀρρενικὴ καὶ Ἀθήλυντος, Ἑρμῆς τε καὶ Ἥφαιστος καὶ Διόνυσος καὶ Σωρίτας, καὶ Μαιαδεὺς ἢ Μαιάδης (τῆς γὰρ Μαίας υἱὸς ἤτοι τῆς δυάδος ἡ τετράς) καὶ Ἐριούνιος καὶ Σῶκος καὶ Διάκτορος, καὶ Βασσαρεὺς καὶ Διμάτωρ, μητρὸς τετευχὼς δυάδος, | |
15 | Θηλύμορφός τε καὶ Ἔπανδρος καὶ ἀρρενουργὸς καὶ βακχασμὸν ἀνεγείρων καὶ ἁρμόνιτα ἢ Ἁρμονία, καὶ τῶν Μουσῶν ἡ Οὐρανία. Ἀλλ’ οὕτω μὲν αὐτοῖς καὶ ἡ τετρὰς τερατολογουμένη θεολογεῖται, καὶ τὸ πρῶτον τῶν θεολο‐ γουμένων ἀριθμῶν Νικομάχῳ συναπαρτίζεται βιβλίον. | |
20 | Ἐν δὲ τῷ βʹ μετὰ τὸ προοίμιον ἡ πεντὰς αὐτῷ πληροῖ τὸν ἀγῶνα. Ἡ γὰρ πεντὰς πρώτη μεσότητος | |
τῆς ἀρίστης καὶ φυσικωτάτης ἐμφατική, κατὰ διάζευξιν ἀμφοτέροις πέρασι τοῦ φυσικοῦ ἀριθμοῦ, μονάδι μὲν ὡς ἀρχῇ δεκάδι δὲ ὡς τέλει συνεζευγμένη, καὶ συλ‐ | 44 in vol. 3 | |
25 | ληπτικὴ τῶν ἐν τῇ κοσμικῇ φύσει φαινομένων· καὶ γὰρ κατὰ μὲν τὴν μονάδα ὁ κόσμος ἐρρίζωται, ἤνυσται δὲ καὶ πέφανται κατὰ τὴν δεκάδα. Ἀλλὰ καὶ ὅτι προσε‐ χέστατον καὶ μόνον μέρος τῆς δεκάδος. Καὶ τὰ στοιχεῖα δὲ τοῦ παντὸς κατὰ τὴν πεντάδα· προστίθησι γὰρ τοῖς | |
30 | τέσσαρσι καὶ τὸν αἰθέρα, ὃ οὐκ ἂν ἀνέξοιτο ὑμνῶν τὴν τετράδα. Καὶ πολλὰ τοιαῦτα ἀλλ’ οὔπω ταῦτα κομψὰ καὶ σοφά. Τὰ δ’ ἐφεξῆς σκόπει. Ἀνεικία γὰρ ἡ πεντὰς καὶ Ἀλλοίωσις καὶ Φάος καὶ Δικαιοσύνη, καὶ ἐλαχίστη ἀκρότης τῆς ζωότητος, καὶ Νέμεσις, καὶ Βου‐ | |
35 | βάστια καὶ Δίκησις καὶ Ἀφροδίτη καὶ Γαμηλία καὶ Ἀνδρογυνία, καὶ Κυθέρεια, καὶ Ζωναία, καὶ Κυκλιοῦχος, καὶ Ἁμίθεος, καὶ Ζανὸς πύργος, καὶ Διδυμαία, καὶ Ἄξων ἑδραία. Ἄμβροτόν τε αὐτὴν ὑψηλολογοῦσι καὶ Παλλάδα, καὶ Κραδεᾶτιν καὶ Ἁγεμονίαν καὶ Ἀκρεῶτιν καὶ Ἀτάλαν‐ | |
40 | τον καὶ Ἄζυγα καὶ Ὀρθιᾶτιν, καὶ Μουσῶν Μελπομένην, καὶ ἀμειβομένην ὀπὶ καλῇ, καὶ μέσων μέσην καὶ Ἀκρότη‐ τα γονίμων. Ἐπὶ τούτοις μὲν οὖν σεμνύνει καὶ τὴν πεντάδα. | |
Bibl.187144b | Ἡ δὲ ἑξὰς Εἶδος εἴδους αὐτῷ αἰτιολογεῖται, καὶ τῇ ψυχῇ μόνος ἀριθμῶν ἁρμόζων, καὶ Διάρθρωσις τοῦ παντὸς ψυχοποιὸς καὶ τῆς ζωτικῆς ἕξεως ἐμποιη‐ τική (παρὸ καὶ ἑξάς) καὶ Ἁρμονία καὶ Οὐλομέλεια καὶ | |
5 | κυρίως αὕτη μᾶλλον Ἀφροδίτη ζυγία τε καὶ γαμη‐ λία καὶ Ἀνδρογυνία θεολογεῖται. Ἀλλὰ καὶ Ζυγῖτις καὶ Φι‐ λοτησία καὶ Εἰρήνη καὶ Φιλία καὶ Ὑγεία, Ἄκμων τε καὶ Ἀλήθεια, καὶ Μοιρῶν δὲ Λάχεσιν αὐτὴν ποιοῦσι, καὶ | |
ἀρχὴν καὶ ἥμισυ παντός, καὶ Ἑκατηβελέτιν, καὶ Τριο‐ | 45 in vol. 3 | |
10 | δῖτιν καὶ Διχρονίαν καὶ Περσείαν καὶ Τρίμορφον, καὶ Ἀμφιτρίτην, καὶ Ἀγχιδίκαν, καὶ Μουσῶν Θάλειαν, καὶ Πανάκειαν. Οὕτω μὲν οὐδ’ ἡ ἑξὰς αὐτοῖς θεὸς εἶναι καὶ θεοῖς διέφυγε φιλοτιμεῖσθαι. Ἡ δὲ ἑβδομάς—τί ἄν τις καὶ εἴποι, εὐθὺς μὲν γάρ | |
15 | ἐστι σεπτάς· κἂν τὸ ς φθείροι ἡ συνήθεια, ἕλκει τοῦτο ῥᾷστα ἐκ διπλοῦ τοῦ ξ, ὅπερ τῷ πρὸ αὐτοῦ ἀριθμῷ ἡ φύσις πρὸς τῷ τέλει ἀπεπλήρωσεν, ἵν’ ᾖ τοῦτο ἐπικού‐ ρημα τῷ σεβαστῷ ἀριθμῷ πρὸς τὴν ἐπιβουλὴν τὴν ἀπὸ τῶν πολλῶν. Τοιαύτη μὲν ἡ ἀπόδειξις θαυμαστή, | |
20 | ὡς ἔστι πάντως σεπτὰς καὶ σεβασμοῦ ἄξιος ὁ ἑπτά. Πά‐ λιν δὲ καὶ αὐτὴ μεσότης μονάδος καὶ δεκάδος Τύχη καὶ Καιρός, Ἀθηνᾶ καὶ Ἄρης, καὶ Ἀκρεῶτις, καὶ Ἀγε‐ λεία, καὶ Ἀτρυτώνη, Φυλακῖτις, Ὀβριμοπάτρα, Τρι‐ τογένεια, Γλαυκῶπις, Ἀλαλκομένεια, Παντευχία, Ἐρ‐ | |
25 | γάνη, Πολυαρήτη, Οὐλομέλεια, Ἀμαλθείας γένος, Αἰ‐ γίς, Ὄσιρις, Ὄνειρος, Φωνή, Αὐδή, καὶ Μουσῶν ἡ Κλειώ, εἰ βούλει δὲ καὶ Κρίσις καὶ Ἀδράστεια καὶ πολὺς φλύαρος τοιοῦτος. Οὕτω μὲν ἡ πάνσεπτος αὐτοῖς ἑπτὰς μακρο‐ τέρῳ πόνῳ μέγας καὶ πολὺς θεὸς ἀνυμνεῖται. | |
30 | Ἡ δ’ ὀκτάς, εἰ καὶ μὴ τοῖς ἴσοις μηδ’ ὀγδόῳ μέ‐ ρει, ἀλλ’ οὖν τῷ θεὸς αὐτοῖς εἶναι οὐδ’ αὐτὴ τοῦ θρό‐ νου ἀπερρίφη· Παναρμονίαν γὰρ αὐτὴν προσκυνοῦσι, καὶ Καδμείαν Μητέρα τε καὶ Ῥέαν καὶ Θηλυποιὸν καὶ Κυ‐ βέλην, Κυβήβην τε καὶ Δινδύμην καὶ Πολιοῦχον, Ἔρωτά | |
35 | τε καὶ Φιλίαν, Μῆτιν, Ἐπίνοιαν, Ὀρείαν, Θέμιν, Νόμον, Ἠλιτομήναν καὶ τῶν Μουσῶν τὴν Εὐτέρπην. Καὶ ἡ ἐννὰς δὲ ὑστερεῖ μὲν καὶ τῆς θειότητος καὶ τῆς μακρᾶς συγγραφῆς, οἷς ἡ ἑβδομὰς ὑπερῆρτο· πλὴν τῆς ὀκτάδος ἐγγὺς θεολογεῖται. Ὠκεανὸς γὰρ αὐτοῖς | |
40 | αὕτη περιρρεῖται, καὶ Ὁρίζων ἀνυμνεῖται· Προμηθέα τε αὐτὴν καὶ Ὁμόνοιαν καὶ Περσείαν καὶ Ἅλιον ἱερο‐ λογοῦσιν, Ἀνεικίαν, Ὁμοίωσιν, Ἥφαιστον, Ἥραν, Διὸς | 46 in vol. 3 |
Bibl.187145a | ἀδελφὴν καὶ σύνευνον, Ἑκάεργον, Παιᾶνα, Νυσ‐ σηΐδα, Ἀγυιέα, Ἐνυάλιον, Ἀγελείαν, Τριτογένειαν, Ὁμό‐ νοιαν, Πειθώ, Κουρητίδα τε καὶ Κόρην, Ὑπερίονα, καὶ Μου‐ σῶν Τερψιχόρην. | |
5 | Ἡ μέντοι δεκὰς αὕτη ἐστὶν αὐτοῖς τὸ Πᾶν, Θεὸς Ὑπέρθεος καὶ Θεὸς θεῶν, ὅτι δέκα χειρῶν καὶ δέκα ποδῶν δάκτυλοι, καὶ δέκα κατηγορίαι, καὶ τοῦ λόγου δέκα μέρη· ἵνα γὰρ ᾖ αὐτοῖς πάντα ἡ δεκάς, προστι‐ θέασι τοῖς τοῦ λόγου μέρεσι προσηγορίαν καὶ παρα‐ | |
10 | πλήρωμα. Τί δεῖ λέγειν ὡς ἐν αὐτῇ περιλαμβάνουσι τά τε στερεὰ καὶ τὰ ἐπίπεδα, ἄρτια, περισσά, ἀρτιο‐ πέρισσα, τέλεια, πρῶτα καὶ ἀσύνθετα, ἰσότητα καὶ ἀνι‐ σότητα, τὰς δέκα σχέσεις, τὰ σφαιρικά, τὰ κυκλικά, γεννητικά, τελεστικά, ἐναρμόνια, τὰ τοιαῦτα, ἀλλ’ ὅπως | |
15 | αὐτοῖς Κόσμος ἡ δεκὰς καὶ Οὐρανός, Εἱμαρμένη, Αἰών, Κράτος, Πίστις, Ἀνάγκη, Ἄτλας, Ἀκάμας θεός, Φάνης, Ἥλιος, Οὐρανία, Μνήμη, Μνημοσύνη; Καὶ πάντα ἂν οἶμαι τὰ προειρημένα τῶν θεῶν αὐτῶν ὀνόματα τῇ δεκάδι ἀνήψαντο ἄν, εἰ μὴ προλαβόντες ἐκεῖνοι ταῦτα | |
20 | ἰδιοποιήσαντο καὶ συνεχῶς τὰ αὐτὰ κατὰ πάντων λέ‐ γειν οὗτοι ἀπώκνησαν, ἐπεὶ Ὑπέρθεός γε αὐτοῖς ἡ δεκάς, καὶ τὸ κράτος τῆς ἐν ἀριθμοῖς ἔχουσα θεότητος. Διὰ τοῦτο Νικομάχῳ καὶ πολύστιχος ὁ περὶ αὐτὴν πόνος. Εἰ γὰρ καὶ πολλῷ μακροστιχώτερος ὅ τε τῆς μονάδος καὶ | |
25 | ἑβδομάδος, ἀλλ’ ὁ μὲν τῆς μονάδος, ὅτι καὶ περὶ τῶν ἑξῆς ἀριθμῶν οὐκ ὀλίγα διεξέρχεται καὶ προοιμίοις πλατύνεται. Πλὴν ἐν ἀμφοῖν πολλὰ καὶ περὶ τῆς δε‐ | |
κάδος ἐμφιλοχωρεῖ, ὥσπερ καὶ ἐν τῷ περὶ τῆς πεν‐ τάδος λόγῳ μικροῦ πρὸς τὸν τῆς ἑβδομάδος παρισου‐ | 47 in vol. 3 | |
30 | μένῳ κατὰ τὸ μῆκος. Ἀλλὰ γὰρ αὕτη σοι, ὦ φίλτατε ἀδελφῶν, καὶ τῶν Νικομάχου ἀριθμῶν ὡς ἐν κεφαλαίῳ ἡ πολυθρύλητος καὶ δυσεύρετος θεολογία, οὐ (μὰ τὴν ὑμῶν ἀγχίνοιαν καὶ φιλοπονίαν) διὰ τὸ ἐν αὐτῇ δυσέμβατόν τε καὶ | |
35 | δυσκατάληπτον μικροῦ τῶν ἀνθρώπων ἀνακεχωρηκυῖα, ἐπεὶ νῦν τά τε γεωμετρικὰ καὶ ἀριθμητικὰ καὶ τἄλλα τῶν μαθημάτων, ὡς καὶ σὺ συνεπίστασαι, πολλοὶ τῶν ἡμᾶς ἐγνωκότων οὐκ ἔλαττον, οἶμαι, τοῦ παιδὸς Ἑρμείου (οἶδας πάντως τὴν περὶ ταῦτα δεξιότητα τοῦ Ἀμμωνίου) | |
40 | διακριβοῦσι, καὶ οὐδὲν αὐτοὺς λάθοι ἂν τῶν θεωρημάτων, ἃ συνεπεισκυκλεῖ Νικόμαχος τῷ περὶ ἀριθμῶν πόνῳ. | |
Bibl.187145b | Ἀλλὰ πόθεν; ἐσπάνισεν ὁ χρόνος, οἶμαι, καὶ τὸ μὴ φείδεσθαι τῶν χρησίμων ἐκ τοῦ ῥᾷστα τὰ ἄχρηστα φθείρειν ἔθος ἔλαβε μέγα καὶ ἄμαχον κράτος, καὶ ἐκέρ‐ δανεν ἂν καὶ ἡ Νικομάχου σπουδὴ τὸ μετὰ πολλῶν χρη‐ | |
5 | σίμων μικροῦ νομίζεσθαι διεφθάρθαι. Ἀλλ’ ἔστι καὶ πράτ‐ τεται, οὐκ ὀλίγην δόξαν, ὡς ὁρᾷς καὶ, οἶδα, ὄψει σαφέ‐ στερον, ἀποκειραμένη. | |
Bibl.188145b(9) | Ἀνεγνώσθη Ἀλεξάνδρου θαυμασίων συνα‐ | |
10 | γωγή. Λέγει μὲν ἐν τῷ βιβλίῳ πολλὰ τερατώδη καὶ ἄπιστα, πλὴν ἄλλους τῶν οὐκ ἀφανῶν εἰσάγει ταῦτα προϊστορήσαντας. Λέγει δὲ περί τε ζῴων καὶ φυτῶν καὶ χωρῶν τινῶν καὶ ποταμῶν καὶ κρηνῶν καὶ βοτανῶν καὶ τῶν τοιούτων. Σαφὴς δὲ τὴν φράσιν καὶ κεφα‐ | |
15 | λαιώδης ἐστί, καὶ οὐδὲ τοῦ ἡδέος ἀπεστερημένος. | |
Ἐν ταὐτῷ δὲ καὶ Πρωταγόρου γεωμετρίας τῆς οἰκουμένης ἐπιγραφὴν ἔχον, λόγοι ϛʹ, ὧν τὰ μὲν εʹ, εἰ καὶ μὴ σπουδαίως καὶ ὡς οἱ ὕστερον ἀκριβῶς, ἀλλ’ οὖν τὴν τῆς Ἀσίας καὶ Λιβύης, ἀλλὰ καὶ Εὐρώπης περιή‐ | 48 in vol. 3 | |
20 | γησιν ποιεῖται. Τὸ δὲ ἕκτον σύστοιχόν πώς ἐστι τῇ Ἀλε‐ ξάνδρου συναγωγῇ· τῶν γὰρ κατὰ τὴν οἰκουμένην παρα‐ δοξολογουμένων ἀναγράφει τὴν ἱστορίαν, ὧν τὰ μὲν εἰς ἀρχαιοτέρους ἀναφέρει, πολλὰ δὲ καὶ εἰς αὐτοψίαν ἕλκει, οὐκ ἔλαττον τῶν ἄλλων προβαλλόμενα τὸ παράδοξον. | |
25 | Σαφὴς δὲ καὶ οὗτος καὶ κεφαλαιώδης κατὰ τὸ ἕκτον τὴν φράσιν μάλιστα. | |
Bibl.189145b(28) | Ἀνεγνώσθη Σωτίωνος τῶν σποράδην περὶ πο‐ ταμῶν καὶ κρηνῶν καὶ λιμνῶν παραδοξολογουμένων. | |
30 | Σύστοιχον καὶ τοῦτο τὸ βιβλιδάριον τῷ ἕκτῳ τε τῶν Πρωταγόρου καὶ τῇ Ἀλεξάνδρου συναγωγῇ, πλὴν ὅτι ἐνταῦθα τὰ περὶ κρηνῶν μόνον καὶ λιμνῶν παραδοξο‐ λογούμενα ἱστορεῖται, ἐν ἐκείνοις δὲ καὶ πλειόνων ἄλλων. Ἡ δὲ φράσις παραπλήσιος ἐκείνοις. | |
35 | Ἐν ταὐτῷ δὲ συνανέγνων καὶ Νικολάου λόγον Ἡρώδῃ τῷ Ἰουδαίων βασιλεῖ προσπεφωνημένον, ἐν ᾧ παραδόξων ἐθῶν ἐστι συναγωγή. Συμβαίνει μὲν εἰς ταὐτὸν ἐνίοις τῶν ὑπ’ Ἀλεξάνδρου παραδόξων συνει‐ λεγμένων, καὶ περὶ ὧν δὲ Κόνων συνέταξεν, οὐκ ὀλίγα | |
40 | προσέγραψε· πλὴν ἔν τισι παραλλάσσει ταῖς ἱστορίαις, ἑτεροτρόπως αὐτὰ διεξιών. Τὴν δὲ φράσιν ἐστὶ μὲν καὶ | |
Bibl.189146a | αὐτὸς κεφαλαιώδης, οὐ μὴν οὐδὲ τοῦ σαφοῦς ἀνα‐ κεχωρηκώς, μετέχων δέ πως καὶ τῶν προειρημένων μᾶλλον συστροφῆς τινος καὶ δεινότητος. | 49 in vol. 3 |
3 | Λέγει δ’ ἔνια μὲν πολ‐ λοῖς, εἰ καὶ ξενίζοντα εἴη, ὅμως ὁμολογούμενα, τινὰ δ’ | |
5 | ἀγνοούμενα μέν, οὐ μὴν ἐκ τοῦ ἐμφανοῦς πρὸς μάχην τῷ πιθανῷ καθιστάμενα· ἔθη γὰρ ἐθνῶν ἰδιότροπα τὰ πολλὰ περιαγγέλλει· εὑρεῖν δ’ ἔστιν ἐν αὐτοῖς καὶ τὸ ἀπίθανον προϊσχόμενα. Ὁ ἐκ Δαμασκοῦ δ’ ἐστὶν οὗτος, οἶμαι, Νικό‐ λαος, ὁ ἐπὶ τῶν Αὐγούστου χρόνων ἀκμάσας καὶ φίλος | |
10 | αὐτῷ χρηματίσας· ἐξ οὗ καὶ πλακούντων τι εἶδος, ἃ διέπεμπε Καίσαρι, εἰς τιμὴν τοῦ δεξιουμένου νικολάους ὁ Καῖσαρ ἐκάλεσεν. Οὗτος καὶ Ἀσσυριακὴν ἱστορίαν ἐν πολυστίχῳ βιβλίῳ, ὅσα παλαιὰν μνήμην ἀναγνωσμάτων ἔχομεν καταλέλοιπεν. | |
15 | Ἐν ταὐτῷ δὲ τεύχει συνανεγνώσθη ἐν λόγοις δʹ Ἀκεστορίδου τῶν κατὰ πόλιν μυθικῶν. Ἔοικε μὲν οὖν οὗτος ὁ ἀνὴρ οὐκ ὀλίγων εὐστοχώτερον τῇ ἐπι‐ γραφῇ κεχρῆσθαι· ἃ γὰρ ἕτεροι ἢ οἵ γε μετριώτεροι μηδὲν ἐπισημηνάμενοι, ἢ ἔνιοι καὶ ὡς ἀληθῆ σπουδαιολογή‐ | |
20 | σαντες ἀνεγράψαντο, ταῦθ’ οὗτος σὺν τῷ φιλαλήθει μύθους καλέσας, τὴν περὶ αὐτῶν ἱστορίαν ἢ μυθολογίαν, ὡς καὶ αὐτὸς χαίρει λέγων, συνετάξατο. | |
22 | Πολλὰ μὲν οὖν ἔστιν ἐν τούτοις εὑρεῖν, ἅ τε συνείλεκται Κόνωνι καὶ Ἀπολλόδωρος ἐν τῇ αὑτοῦ εἶπε Βιβλιοθήκῃ καὶ Ἀλέ‐ | |
25 | ξανδρος ἤθροισε καὶ Νικόλαος προσεφώνησε καὶ Πρω‐ ταγόρας προδιέλαβεν. Ἔστι δ’ Ἀκεστορίδῃ τούτῳ καὶ πολλὰ μὲν τῶν ἐκείνοις ἀφειμένων ἀναγεγραμμένα, πλὴν καὶ ἐν πολλοῖς, περὶ ὧν οὗτός τε κἀκεῖνοι διεξέρχονται, ἀσύμ‐ βατόν ἐστιν αὐτῶν θεάσασθαι τὴν ἀφήγησιν. | |
29 | Πολλὰ μὲν | 50 in vol. 3 |
30 | οὖν ὁ ἀνὴρ καὶ ἱστορίαις ἐπιδόξοις μαρτυρούμενα ἐν τοῖς αὑτοῦ λόγοις ἀναγράφει, ἔστι δ’ ἃ καὶ ταῖς ἐναργείαις τὸ πιστὸν ἐνδείκνυσθαι δεδυνημένα. Καὶ ἔοικε μᾶλλον τὸ μυθικὸν οὐκ ἐπὶ διαβολῇ τῶν συντεταγμένων αὐτῷ ἐπειρῆσθαι ἀλλὰ τὸ χαρίεν καὶ ψυχαγωγὸν αὐτῶν ἐν‐ | |
35 | δεικνυμένῳ, πλὴν ἀλλ’ ἔμοιγε κριτῇ εὐγνώμονος ἂν ἀπενέγκοι δόξαν, ὅτι πολλὰ ψευδῆ τοῖς γεγενημέ‐ νοις συναναγράφειν μέλλων ἀμφιβόλῳ ῥήματι τῆς ἐπιγραφῆς ἀφοσιοῦται τὴν μέμψιν. Παραπλήσιος δὲ τὴν φράσιν καὶ οὗτος. | |
Bibl.190146a(41) | Ἀνεγνώσθη Πτολεμαίου τοῦ Ἡφαιστίω‐ νος περὶ τῆς εἰς πολυμαθίαν καινῆς ἱστορίας λόγοι ϛʹ. | |
Bibl.190146b | Χρήσιμον ὡς ἀληθῶς τὸ βιβλίον τοῖς περὶ τὴν ἱστορικὴν πολυμαθίαν πονεῖν ὡρμημένοις· ἔχει γὰρ δοῦναι συνειλεγμένα βραχεῖ χρόνῳ εἰδέναι, ἃ σπορά‐ δην τις τῶν βιβλίων ἀναλέγειν πόνον δεδεγμένος μα‐ | |
5 | κρὸν κατατρίψει βίον. Ἔχει δὲ πολλὰ καὶ τερατώδη καὶ κακόπλαστα, καὶ τὸ ἀλογώτερον, ὅτι καὶ ἐνίων μυ‐ θαρίων αἰτίας, δι’ ἃς ὑπέστησαν, ἀποδιδόναι πειρᾶται. Ὁ μέντοι τούτων συναγωγεὺς ὑπόκενός τέ ἐστι καὶ πρὸς ἀλαζονείαν ἐπτοημένος, καὶ οὐδ’ ἀστεῖος τὴν λέξιν. Προσ‐ | |
10 | φωνεῖ δὲ τὸ σύνταγμα Τερτύλλᾳ τινί, ἣν καὶ δέσποι‐ ναν ἀνυμνεῖ καὶ τὸ φιλολόγον αὐτῇ καὶ πολυμαθὲς ἐπιφημίζει. Διαβάλλει δ’ ἐνίους καὶ τῶν πρὸ αὐτοῦ οὐχ ὑγιῶς ἐπιβαλόντας τῇ ὑποθέσει. Τά γε μὴν πλεῖστα τῶν ἱστορουμένων ὑπ’ αὐτοῦ, καὶ ὅσα τοῦ ἀπιθάνου καὶ | |
15 | ἀπίστου καθαρεύει, παρηλλαγμένην ὅμως καὶ οὐκ ἄχα‐ | |
ρι εἰδέναι τὴν μάθησιν ἐμπαρέχει. Περιέχει μὲν οὖν τὸ αʹ βιβλίον περὶ Σοφοκλέους τῆς τελευτῆς, καὶ πρὸ αὐτοῦ περὶ τῆς Πρωτεσιλάου, εἶτα καὶ περὶ τῆς Ἡρακλέους, ὡς πυρὶ αὑτὸν ἀνεῖλε | 51 in vol. 3 | |
20 | μὴ δυνηθεὶς τὸ οἰκεῖον ἐντεῖναι τόξον πεντηκοντού‐ της γενόμενος, περί τε τῆς Κροίσου ἐν τῇ πυρᾷ σω‐ τηρίας, περί τε τῆς Ἀχιλλέως τελευτῆς, καὶ περὶ Λαΐδος τῆς ἑταίρας, ὡς τελευτήσοι ὀστοῦν ἐλαίας κα‐ ταπιοῦσα. Τούτων ἕκαστον διεξιὼν ἀποφαίνεται τοὺς πρὸ | |
25 | αὐτοῦ ἐσφαλμένως τὰ περὶ τούτων ὑπολαβεῖν τε καὶ ἀναγράψαι. | |
26 | Ἐφεξῆς δὲ περὶ Ἀλεξάνδρου τοῦ βασιλέως φησὶν ὡς ἐν Ἐφέσῳ θεασάμενος Παλαμήδην δολο‐ φονούμενον ἐν πίνακι ἐθορυβήθη, διότι ἐῴκει τῷ δο‐ λοφονουμένῳ Ἀριστόνεικος ὁ σφαιριστὴς Ἀλεξάνδρου· | |
30 | τοιοῦτος γὰρ ἦν Ἀλέξανδρος τὸ ἦθος, ἐπιεικὴς καὶ φι‐ λέταιρος. Εἶτα ὅτι τὸ παρ’ Εὐφορίωνι ἐν Ὑακίνθῳ ἀπορούμενον «Κωκυτὸς μοῦνος ἀφ’ ἕλκεα νίψεν Ἄδω‐ νιν» τοιοῦτόν ἐστι· Κωκυτὸς ὄνομα, Χείρωνος ἐπὶ τῇ ἰατρικῇ μαθητής, ἐθεράπευσε τὸν Ἄδωνιν ὑπὸ τοῦ | |
35 | συὸς τρωθέντα. | |
35 | Λέγει δ’ ὅτι ὁ παρ’ Ἡροδότῳ ἐν τῇ πρώτῃ τῶν ἱστοριῶν ὑπὸ Ἀδράστου τοῦ Γορδίου ἀνῃ‐ ρημένος Ἀγάθων ἐκαλεῖτο, καὶ ἀναιρεθῆναι αὐτὸν περὶ ὄρτυγος φιλονεικοῦντα. Καὶ ὡς Κάδμος καὶ Ἁρ‐ μονία εἰς λέοντας μετεμορφώθησαν, καὶ ὡς Τειρεσί‐ | |
40 | ας ἑπτάκις μετεμορφώθη, διὰ τί τε ὑπὸ Κρητῶν οὗτος Φόρβαντος κόρη ἐκαλεῖτο. Ὅτι Ἐρύμανθος ὁ παῖς Ἀπόλλωνος ἐτυφλώθη διότι ἴδοι λουμένην | |
Bibl.190147a | Ἀφροδίτην ἀπὸ τῆς Ἀδώνιδος μίξεως, καὶ Ἀπόλ‐ λων μηνίσας ἑαυτὸν εἰς σύαγρον μετεμόρφωσε καὶ | |
τοῖς ὀδοῦσι πλήξας ἀνεῖλε τὸν Ἄδωνιν. | 52 in vol. 3 | |
3 | Διὰ τί ὁ ποιητὴς πελειάδας ἐποίησε τῆς τροφῆς τῶν θεῶν | |
5 | διακόνους, καὶ τίνα Ἀλέξανδρος ὁ βασιλεὺς καὶ Ἀριστο‐ τέλης εἰς τοῦτο εἶπον, καὶ περὶ Ὁμήρου καὶ πελειάδων. Ὅτι Ἐπίχαρμος ὁ ποιητὴς ἀπ’ Ἀχιλλέως τοῦ Πηλέως εἷλκε τὸ γένος. Ὅτι Πάτροκλον ἐξόχως Ὅμηρος ἱππέα καλεῖ ὡς παρὰ Ποσειδῶνος ἐραστοῦ γεγονότος μαθόντα | |
10 | τὴν ἡνιοχικήν. | |
10 | Ὅτι Ὀδυσσεύς, διότι ὦτα μεγάλα εἶχεν, Οὖτις πρότερον ἐκαλεῖτο· ὑετοῦ δέ φησι γενομένου μὴ ἀντισχοῦσαν τὴν μητέρα ἔγκυον οὖσαν κατὰ τὴν ὁδὸν τεκεῖν, καὶ τὸν Ὀδυσσέα διὰ τοῦτο οὕτως ὀνομασθῆναι. Ὅτι Περίτανός τις ὄνομα Ἀρκὰς Ἑλένην συνοῦσαν Ἀλε‐ | |
15 | ξάνδρῳ ἐν Ἀρκαδίᾳ ἐμοίχευσεν, Ἀλέξανδρος δ’ αὐτὸν ποινὴν τῆς μοιχείας εἰσπραττόμενος ἐξευνούχισε, καὶ ἐξ ἐκείνου Ἀρκάδες τοὺς εὐνούχους περιτάνους λέγουσιν. Ὡς Ἀχιλλέα μὲν Ἀριστόνικος ὁ Ταραντῖνος διατρί‐ βοντα ἐν ταῖς παρθένοις παρὰ Λυκομήδει Κερκυσέραν | |
20 | καλεῖσθαί φησιν, ἐκαλεῖτο δὲ καὶ Ἰσσὰν καὶ Πυρρὰν καὶ Ἄσπετος καὶ Προμηθεύς. Ὅτι Βοτρύας ὁ Μύν‐ διος τοὺς Νιόβης παῖδας πάντας ὑπὸ Ἀπόλλωνός φησιν ἀνῃρῆσθαι. Ὅτι Ὀδυσσεῖ ἕπεσθαι δίδωσιν ὁ πατὴρ μνήμονα Μυΐσκον τοὔνομα Κεφαλλῆνα. Εἵπετο καὶ | |
25 | Ἀχιλλεῖ μνήμων τοὔνομα Νοήμων, γένει Καρχηδόνιος, καὶ Πατρόκλῳ Εὔδωρος. Ἀντίπατρος δέ φησιν ὁ Ἀκάν‐ θιος Δάρητα, πρὸ Ὁμήρου γράψαντα τὴν Ἰλιάδα, μνή‐ μονα γενέσθαι Ἕκτορος ὑπὲρ τοῦ μὴ ἀνελεῖν ἑταῖρον Ἀχιλλέως. Καὶ Πρωτεσιλάου δέ φησι Δάρδανον γενέσθαι | |
30 | γένος Θεσσαλόν· καὶ Ἀντιλόχῳ δὲ Χάλκωνα ὑπα‐ σπιστὴν καὶ μνήμονα ὑπὸ Νέστορος συνεζεῦχθαι τοῦ πα‐ τρός. Ταῦτα μὲν ἐν τῇ αʹ βίβλῳ τὰ κεφάλαια. Ἡ δὲ βʹ περὶ Ἡρακλέους, ὡς μετὰ τὴν μανίαν ἐλ‐ λεβόρῳ καθαρθείη ὑπὸ Ἀντικυρέως τοῦ καὶ τὸ φάρ‐ | 53 in vol. 3 |
35 | μακον εὑρόντος τὸ ἐν Ἀντικύρᾳ τῆς Φωκίδος πλεο‐ νάζον, κἂν ἄλλοι ἄλλως αὐτόν φασι καθαρθῆναι. Ὅτι Νέστορά φησιν ἐρώμενον Ἡρακλέους γενέσθαι. Ὅτι οὐ Φι‐ λοκτήτης, φησὶν, ἀλλὰ Μόρσιμος ὁ Τραχίνιος ὑφῆψεν Ἡρακλεῖ τὴν πυράν. Ὅτι Ἡρακλῆς ἀποβρωθέντος | |
40 | αὐτοῦ τῶν δακτύλων ἑνὸς ὑπὸ τοῦ Νεμαίου λέοντος | |
Bibl.190147b | ἐννεαδάκτυλος γέγονε, καὶ ἔστι τάφος τοῦ ἐκκε‐ κομμένου δακτύλου· οἱ δὲ κέντρῳ τρυγόνος ἀποβαλεῖν τὸν δάκτυλον ἔφασαν, λέοντα δ’ ἔστιν ἰδεῖν τῷ τοῦ δακτύλου τάφῳ ἐφεστῶτα λίθινον ἐν Λακεδαίμονι, σύμβολον τῆς | |
5 | τοῦ ἥρωος ἀλκῆς. Ἐξ ἐκείνου δὲ καὶ τοῖς ἄλλων τάφοις λιθίνους ἐφιστῶσι λέοντας. Ἄλλοι δ’ ἄλλως περὶ τῆς τοῦ λέοντος ἀναστηλώσεώς φασιν. Ὡς ἐκ τῆς Ἡρακλέους πυρᾶς ἀκρίδες πλῆθος ἀνήφθησαν καὶ λοιμοῦ δίκην τὴν χώραν ἐσίνοντο, καὶ ὡς ἀνῃρέθησαν. | |
9 | Ὡς Ἀφρο‐ | |
10 | δίτη διὰ Ἄδωνιν τὸν αὐτῆς τε καὶ Ἡρακλέους ἐρώ‐ μενον Νέσσον τὸν Κένταυρον διδάξειε τὴν κατὰ Ἡρα‐ κλέους ἐνέδραν. Ὡς Νιρεὺς ὁ Συμαῖος Ἡρακλέους ἦν ἐρώμενος, καὶ συγκατειργάσατο τὸν ἑλικώνιον λέοντα. Οἱ δὲ υἱὸν Ἡρακλέους τὸν Νιρέα φασί. | |
14 | Τίνες αἱ παρὰ | |
15 | τῷ ποιητῇ Χάριτες, αἷς παραβάλλει τὰς Εὐφόρβου κόμας; Ὅτι Νεῖλος ὁ Ἡρακλῆς ἀπὸ γενέσεώς φησιν ἐκα‐ | |
λεῖτο, ἐπεὶ δ’ Ἥραν ἔσωσεν ἐπερχόμενον αὐτῇ ἀνελὼν τὸν ἀνώνυμον καὶ πυρίπνοον γίγαντα, ἐκεῖθεν διὰ τὸ ἀπαλαλκεῖν τῆς Ἥρας τὸν πόλεμον μετέβαλε τὴν κλῆ‐ | 54 in vol. 3 | |
20 | σιν. Ὅτι Ἄβδηρος ὁ Ἡρακλέους ἐρώμενος τὰ περὶ τῆς πυρᾶς αὐτοῦ Θησεῖ ἀναγγείλας ὑπ’ αὐτοῦ ἀναιρεῖται. Ὅτι τὴν μέσην κεφαλὴν τῆς ὕδρας Ἀριστόνικός φησιν ὁ Ταραντῖνος χρυσῆν εἶναι. Ὅτι Ἀλέξανδρος ὁ Μύν‐ διός φησι δράκοντα γηγενῆ συμμαχῆσαι Ἡρακλεῖ πρὸς | |
25 | τὸν Νεμεαῖον λέοντα, ὃν καὶ ἀνατραφῆναι ὑπὸ Ἡρα‐ κλέους καὶ συνακολουθήσαντα αὐτῷ εἰς Θήβας ἐν αὐ‐ λίδι μεῖναι· καὶ τοῦτον εἶναι τὸν τοὺς νεοσσοὺς καταφα‐ γόντα τῆς στρουθοῦ καὶ ἀπολιθωθέντα. | |
28 | Ὡς τὴν Ἀργὼ ἐν Ὄσσῃ τῆς Θεσσαλίας Ἡρακλῆς μὲν κατασκευάζει, | |
30 | ὄνομα δ’ αὐτῇ τίθησιν ἀπὸ Ἄργου τοῦ Ἰάσονος, ὃς ἦν ἐρώμενος αὐτῷ, δι’ ὃν καὶ Ἰάσονι τὸν ἐπὶ Σκυθίας συνήρατο πλοῦν. Ὡς Ἥρα συμμαχοῦσα τῷ Γηρυόνῃ τιτρώσκεται ὑφ’ Ἡρακλέους κατὰ τὸν δεξιὸν μαζόν, καὶ ὅσα ἐξ ἐκείνου τελεῖται. Ὡς Κόρυθος, Ἴβηρ τὸ γένος | |
35 | ὢν καὶ Ἡρακλέους ἐρώμενος, πρῶτος κόρυθα κατε‐ σκεύασεν, ἐξ οὗ καὶ τὴν ἐπωνυμίαν λαβεῖν φησι τὸ ὅπλον. Ὡς ὁ ἐν Κρήτῃ τάφος λεγόμενος τοῦ Διὸς Ὀλύμπου τοῦ Κρητός ἐστιν ὅσπερ τοῦ Κρόνου λαβὼν τὸν Δία ἔτρεφέ τε καὶ ἐπαίδευε τὰ θεῖα, ἀλλὰ γὰρ βάλλει, φησίν, | |
40 | ὁ Ζεὺς τὸν τροφέα καὶ διδάσκαλον κεραυνῷ, ὅτι δὴ | |
Bibl.190148a | τοὺς Γίγαντας αὐτοῦ τῇ βασιλείᾳ ἐπιθέσθαι ὑπε‐ τίθετο. Ἀλλὰ βαλὼν καὶ νεκρὸν ἔχων μετεμελεῖτο. Μὴ ἔχων δ’ ἄλλως τὸ πάθος ἐκκλῖναι, δίδωσι τὸ ἴδιον ὄνομα τῷ τάφῳ τοῦ ἀνῃρημένου. | |
4 | Τίνος ἐστὶ τὸ ὑπ’ Ἀλεξάνδρου | |
5 | τοῦ Φιλίππου εἰρημένον «Πρωτέα, τῇ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα» καὶ πολλὰ περὶ Πρωτέου· ποίαν ᾠδὴν εἶχεν ἐν συνηθείᾳ Ἀλέξανδρος καὶ τίνος ἦν ποίημα, εἰς τίνα ἔγραψεν ἐπικήδειον ὁ αὐτὸς Ἀλέξανδρος ὁ Φιλίππου. Ταῦτα καὶ τὰ τοῦ βʹ κεφάλαια βιβλίου. | 55 in vol. 3 |
10 | Τὸ δὲ γʹ περὶ Ὕλλου τοῦ Ἡρακλέους υἱοῦ, ὡς κέρας εἶχε περὶ τὸ ἀριστερὸν μέρος τῆς κεφαλῆς ἐκπεφυκὸς μικρόν, καὶ τοῦτο λάβοι ὁ Σικυώνιος Ἐπωπεὺς ἐκ μο‐ νομαχίας ἀνελὼν αὐτόν, καὶ κομίσοι ἐν τῷ κέρατι τὸ Στυγὸς ὕδωρ, καὶ βασιλεύσοι τῆς χώρας. Ὅτι περὶ τοῦ | |
15 | ἐν Ἀρκαδίᾳ Στυγὸς ὕδατος οὕτω φασίν, ὡς Δημήτηρ πενθοῦσα τὴν θυγατέρα, ἐπεὶ Ποσειδῶν αὐτὴν ἐν κα‐ τηφείᾳ οὖσαν ἐπείρα, εἰς ἵππον ἑαυτὴν μετεμόρφωσε χαλεπήνασα, ἐλθοῦσα δ’ ἐπὶ τὴν πηγὴν καὶ θεασαμένη τὴν μορφὴν ἐστύγησέ τε καὶ τὸ ὕδωρ μέλαν ἐποίησε. | |
20 | Περὶ Ἑκάλης καὶ πόσαις γέγονεν ἐπώνυμον τοὔνομα. Ὅτι Ἀλεξάνδρου πατὴρ οὐχ ὁ Φίλιππος γένοιτο ἀλλά τις τοὔνομα Δράκων, γένος Ἀρκάς, ἐξ οὗ καὶ τὸν περὶ τοῦ δράκοντος μῦθον ῥυῆναι. Περὶ τοῦ Πτολεμαίου κυ‐ νός, καὶ ὡς συνεμάχει τῷ δεσπότῃ, καὶ ὡς μετὰ τε‐ | |
25 | λευτὴν ἀνασχισθεὶς τὴν καρδίαν εὑρέθη ἔχων τετρι‐ χωμένην· ἦν δὲ γένος Μολοττός, ὄνομα Βριάρεως. Περὶ Πουλυδάμαντος· τί ἐστι τὸ παρὰ τῷ ποιητῇ «ὡς δ’ ὅτε Πανδαρέη κούρη Χλωρηῒς ἀηδών» καὶ ἑξῆς. Περὶ τοῦ Παλλαδίου, ὅτι δύο κλέψειαν Διομήδης καὶ | |
30 | Ὀδυσσεύς. Περὶ τοῦ καλάμου τοῦ εἰπόντος ὅτι Μίδας ὄνου ἔχει ὦτα. Περὶ τῶν παρὰ Στησιχόρῳ ζητουμένων Ἀκεσταλίων ὀρνίθων. Περὶ τῆς παρὰ τὸν Ὠκεανὸν Γιγωνίας πέτρας, καὶ ὅτι μόνῳ ἀσφοδελῷ κινεῖται, πρὸς πᾶσαν βίαν ἀμετακίνητος οὖσα. Ὅτι Ῥόπαλος υἱὸς | |
35 | Ἡρακλέους ἦν, ὃς ἐν ἡμέρᾳ μιᾷ καὶ ὡς ἥρωϊ τῷ πατρὶ ἐνήγισε καὶ ὡς θεῷ θύσειεν. Ὅτι Ἀμφιάραος ἐκλή‐ θη, ἐπεὶ ἄμφω οἱ τῆς μητρὸς γονεῖς ἠράσαντο αὐ‐ τὴν ἄνευ τεκεῖν μόγου. | 56 in vol. 3 |
38 | Τίνος ἐστὶν ὁ ὕμνος ὁ ᾀδόμε‐ νος ἐν Θηβαίοις εἰς Ἡρακλέα, ἐν ᾧ λέγει Διὸς καὶ | |
40 | Ἥρας υἱός; Ἔνθα περὶ τῶν κατὰ πόλεις τοὺς ὕμνους ποιησάντων, καὶ ὡς Φιλοστέφανος ὁ Μαντινεὺς ὁ ποιη‐ | |
Bibl.190148b | τὴς ἐκ γενετῆς ἱματίῳ οὐκ ἐχρήσατο, καὶ ὡς Μά‐ τρις ὁ Θηβαῖος ὑμνογράφος, μυρσίνας παρ’ ὅλον τὸν βίον ἐσιτεῖτο. Καὶ ὡς Εὐπόμπου τοῦ Σαμίου, ὃς δράκοντα θηρίον τέρας ἔτρεφεν ἄπιστον καὶ εἰπεῖν καὶ ἀκοῦσαι, | |
5 | τούτου τοῦ Εὐπόμπου παῖδα Δράκοντα τοὔνομα ὀξυωπέ‐ στατον γενέσθαι φασίν, ὡς διὰ σταδίων κʹ θεωρεῖν ῥᾳ‐ δίως· ὃν καὶ Ξέρξῃ ἐπὶ χιλίοις συγγενόμενον ταλάν‐ τοις καὶ συγκαθεζόμενον ὑπὸ τῇ χρυσῇ πλατάνῳ διη‐ γεῖσθαι βλέποντα τὴν Ἑλλήνων καὶ βαρβάρων ναυμα‐ | |
10 | χίαν καὶ τὴν Ἀρτεμισίας ἀνδρείαν. Καὶ ὡς Πλησίρροος ὁ Θεσσαλὸς ὁ ὑμνογράφος, ἐρώμενος γεγονὼς Ἡρο‐ δότου καὶ κληρονόμος τῶν αὐτοῦ, οὗτος ποιήσειε τὸ προοίμιον τῆς πρώτης ἱστορίας Ἡροδότου Ἁλικαρνασ‐ σέως· τὴν γὰρ κατὰ φύσιν εἶναι τῶν Ἡροδότου ἱστο‐ | |
15 | ριῶν ἀρχήν· «Περσέων οἱ λόγιοι Φοίνικας αἰτίους γε‐ νέσθαι φασὶ τῆς διαφορῆς». Καὶ ὡς Κυρηναῖος ὁ Πο‐ λύζηλος οὐδέποτε γελάσειεν· ἐξ οὗ καὶ τὸ ἐπώνυμον αὐ‐ τῷ ὁ ἀγέλαστος. Καὶ ὡς ἐπὶ θεοσεβείᾳ πάντων διενεγ‐ κεῖν οἱ μὲν Ἀντίγονον τὸν Ἐφέσιον, οἱ δὲ Λυκίαν | |
20 | τὸν Ἑρμιονέα, οὗ καὶ Θεόφραστος ἐν ἐπιστολαῖς μνημο‐ νεύει, καὶ ὡς Ἀχιλλέως καὶ Δηϊδαμίας δύο ἐγε‐ νέσθην παῖδες, Νεοπτόλεμος καὶ Ὄνειρος· καὶ ἀναιρεῖ‐ ται κατ’ ἄγνοιαν ὑπὸ Ὀρέστου ἐν Φωκίδι ὁ Ὄνειρος | |
περὶ σκηνοπηγίας αὐτῷ μαχεσάμενος. | 57 in vol. 3 | |
25 | Εἶτα διαλαμβάνει περὶ συνεμπτώσεως ἱστορικῆς, ὡς Ἀμύκου τῷ τάφῳ ῥοδοδάφνη ἔφυ, καὶ οἱ φαγόν‐ τες αὐτῆς ἐπεθύμουν πυκτικήν, καὶ ὡς Ἀντόδωρος φαγὼν αὐτῆς δεκατρεῖς στεφάνους ἀνείλετο, πλὴν ὑπὸ Διοσκόρου τοῦ Θηραίου ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἀγω‐ | |
30 | νίᾳ ἡττήθη, ὥσπερ καὶ αὐτὸς ὁ Ἄμυκος λέγεται ὑφ’ ἑνὸς τῶν Διοσκούρων καταπαλαισθῆναι. Καὶ τὸν Κροῖ‐ σόν φασι γεννηθῆναι ἐν ἑορτῇ Ἀφροδίτης, καθ’ ἣν Λυδοὶ τὸν ἅπαντα πλοῦτον περιτιθέντες αὐτῇ πομ‐ πεύουσι. Καὶ ταῦρον θύοντι τῷ πατρὶ ἀπήγγελται τε‐ | |
35 | χθῆναι Θεμιστοκλῆς, καὶ ταύρου πιὼν αἷμα ἀπεβίω. Ὡς ὁ Ὑστάπου Δαρεῖος ἐκτεθεὶς ὑπὸ τῆς μητρὸς ἵππου θηλαῖς ἀνετράφη ὑπὸ Σπαργαπίσῃ τῷ ἱπποφορβῷ, καὶ ἵππου χρεμετισμῷ βασιλεύει. Καὶ ὡς Ἰβύκου τοῦ μελο‐ ποιοῦ θεράπων τοὔνομα Ἡρακλῆς, ζῶν ἐκαύθη, συνα‐ | |
40 | ράμενος τοῖς λῃσταῖς κατὰ τοῦ δεσπότου. | |
40 | Ὡς Ὀρέστης κατὰ τὴν ἑορτὴν τεχθείη τῆς Δήμητρος τῆς καλου‐ | |
Bibl.190149a | μένης Ἐριννύος. Ὡς Φίλιππος ἔτι παῖς ὢν τοὺς ἀφαλλομένους τῆς κινήσεως [ὡς] ἀστέρας ἐπειρᾶτο καθ’ ἑσπέραν τοξεύειν, καὶ Διόγνητον μὲν εἰπεῖν τὸν μάντιν ἐγκρατῆ πολλῶν τὸ παιδάριον ἔσεσθαι· Ἀστὴρ δ’ ἦν | |
5 | ὄνομα καὶ τῷ ἐκκόψαντι αὐτοῦ βέλει τὸν ὀφθαλμόν. Ὡς Μαρσύας ὁ αὐλητής, ὃς ἐξεδάρη, ἐν ἑορτῇ Ἀπόλ‐ λωνος ἐτέχθη, ἐν ᾗ πάντων τῶν θυομένων ζῴων τὰ δέρματα αὐτῷ ἐκδερόμενα ἀνατίθεται. | |
8 | Περὶ Τιτυοῦ τοῦ ἐπιβουλεύσαντος Ἀλέξανδρον. Ὡς Κλαύδιον κύουσα ἡ | |
10 | μήτηρ βωλητῶν τοὺς μύκητας ἐπιθυμήσασα φάγοι, καὶ | |
Κλαύδιος μύκητας πεφαρμακευμένους φαγὼν ἀποβιῴη. Περὶ Κενταύρου τοῦ Λαμίου, ὡς μοιχεύων ληφθείς, οἱ μὲν ὑπὸ Πειρίθου τοῦ εὐνούχου, οἱ δ’ ὑπὸ Θησέως ἀναι‐ ρεθῆναι. Οὕτω πολλὰ ταῖς ἱστορίαις τῶν συνεμπτώσεων | 58 in vol. 3 | |
15 | ἕπεται. Ἀλλὰ καὶ τὸ γʹ ἐν τούτοις βιβλίον. Τὸ δὲ δʹ διεξέρχεται ὡς Ἑλένη πρώτη ἐπενόησε τὸν διὰ δακτύλων κλῆρον, καὶ Ἀλεξάνδρῳ λαχοῦσα ἐνίκησε· καὶ ὡς Ἀφροδίτης εἴη θυγάτηρ. Καὶ ὡς Ἑλένης καὶ Ἀχιλλέως ἐν μακάρων νήσοις παῖς πτερωτὸς γεγόνοι, | |
20 | ὃν διὰ τὸ τῆς χώρας εὔφορον Εὐφορίωνα ὠνόμασαν· καὶ ὡς ἐρᾷ τούτου Ζεὺς, καὶ ἀποτυχὼν κεραυνοῖ ἐν Μήλῳ τῇ νήσῳ καταλαβὼν διωκόμενον, καὶ τὰς νύμφας, ὅτι θάψειαν αὐτόν, εἰς βατράχους μετέβαλε. Καὶ ὡς κυνη‐ γοῦσαν Ἑλένην ἔνιοί φασιν ἐν τῷ Παρθενίῳ ὄρει ἁρπα‐ | |
25 | σθῆναι ὑπ’ Ἀλεξάνδρου, καὶ ἐκπλαγεῖσαν τὸ κάλλος ἀκολουθῆσαι ὡς θεῷ. | |
26 | Περὶ τοῦ κεστοῦ ἱμάντος ὡς λάβοι μὲν αὐτὸν Ἥρα παρὰ Ἀφροδίτης, δοίη δ’ Ἑλένῃ, κλέψοι δ’ αὐτὸν ἡ Ἑλένης θεράπαινα Ἀστυάνασσα, ἀφέλοι δ’ αὐτὸν ἐξ αὐτῆς πάλιν Ἀφροδίτη. Τί ἐστι | |
30 | τὸ παρ’ Ὁμήρῳ περὶ τῆς Ἑλένης εἰρημένον· «Πάντων Ἀργείων φωνὴν ἴσκουσαν ἀλόχοισιν». Ὡς Ἡλίου θυγάτηρ καὶ Λήδας Ἑλένη, ἐκαλεῖτο δὲ Λεοντή. Καὶ ὡς κατ’ ὀργὴν Ἀφροδίτης τὴν πρὸς Μενέλαον τὴν ἁρπαγὴν λέγουσιν Ἑλένης γενέσθαι, ἐπεὶ ὑποσχόμενος Ἀφροδίτῃ | |
35 | ἑκατόμβην ὑπὲρ τοῦ γάμου οὐκ ἀπέδωκε. | |
35 | Περὶ τῆς Ἑλε‐ νείου βοτάνης, ἣ ἐν Ῥόδῳ φύεται, ὅτι ἀπὸ τῆς Ἑλένης ἐπωνομάσθη (παρὰ γὰρ τὴν δρῦν ὤφθη φυεῖσα, ἀφ’ ἧς ἑαυτὴν ἀπῆγξεν Ἑλένη) καὶ ὡς οἱ φαγόντες αὐτῆς | |
πάντως εἰς ἔριν καθίστανται. Ὡς Μενελάου ἠράσθη Ἑλένη | 59 in vol. 3 | |
40 | καὶ οὕτως ἔγημεν αὐτήν. Ὡς ἔνιοι τὴν Ἑλένην φασὶ παραγενομένην εἰς Ταύρους τῆς Σκυθίας σὺν Μενελάῳ ἐπὶ τὴν Ὀρέστου ζήτησιν σφαγιασθῆναι ὑπὸ Ἰφιγενείας | |
Bibl.190149b | τῇ Ἀρτέμιδι σὺν Μενελάῳ· οἱ δέ φασιν ὡς Θέτις αὐτὴν ἀνέλοι ἐν τῷ ἀπόπλῳ τῶν Ἑλλήνων, ἀπεικα‐ σθεῖσα φώκῃ. | |
3 | Φασὶ δ’ Ἠχὼ μὲν τὴν Ἑλένην τὸ κύριον κληθῆναι διὰ τὸ φωνόμιμον αὐτὴν γενέσθαι, Ἑλένην δὲ | |
5 | ἀπὸ τοῦ ἐν ἕλει ὑπὸ Λήδας τεχθῆναι. Ὅτι ὁ ἐν Λακε‐ δαίμονι τόπος τὸ Σανδάλιον ἀπὸ τοῦ τῆς Ἑλένης σαν‐ δαλίου, ἐκπεσόντος αὐτῆς ἐν αὐτῷ διωκομένης ὑπ’ Ἀλεξάνδρου ἕλκει τὴν κλῆσιν. Ὡς γένοιτο παῖς θήλεια ἐξ Ἀλεξάνδρου Ἑλένῃ, διαφιλονεικησάντων δὲ περὶ τῆς | |
10 | κλήσεως (ὁ μὲν γὰρ Ἀλεξάνδραν, ἡ δ’ Ἑλένην ὀνο‐ μάζειν ἠξίου) νικᾷ Ἑλένη, ἀστραγάλοις λαβοῦσα τὸ κῦρος, καὶ ἡ παῖς τῇ μητρὶ ὁμώνυμος ἐγεγόνει. Ταύτην ἀναι‐ ρεθῆναί φασιν ὑπὸ Ἑκάβης ἐν τῇ Ἰλίου ἁλώσει. | |
13 | Ὅτι ἀπὸ τῶν Ἰλιακῶν ὀνομασταὶ γεγόνασιν Ἑλέναι ἡ Αἰ‐ | |
15 | γίσθου καὶ Κλυταιμνήστρας θυγάτηρ, ἣν ἀνεῖλεν Ὀρέστης, καὶ ἡ διακονήσασα Ἀφροδίτῃ ἐν τῇ πρὸς Ἄδωνιν ὁμιλίᾳ, ἡ Ἐπιδαμνίου θυγάτηρ, ἣν Ἐπιδάμνιοι ἐν Ἀφροδίτης σχήματι τιμῶσι, χρήματα λιμώττουσιν ἐπι‐ δοῦσαν, καὶ ἡ Φαιστύλου θυγάτηρ τοῦ ἀναθρεψαμένου | |
20 | Ῥῶμον καὶ Ῥωμύλον. Καὶ ἡ τρεῖς ἐρίφους ἐσθίουσα καθ’ ἡμέραν Ἑλένη ἐκαλεῖτο, καὶ ἡ Δικαιάρχου τοῦ Τελεσίνου ἀδελφή, καὶ ἕτεραι ὀκτωκαίδεκα, ὧν καὶ ἡ πρὸ Ὁμήρου Ἑλένη ἡ τὸν Ἰλιακὸν συγγραψαμένη πόλεμον, Μου‐ | |
σαίου τοῦ Ἀθηναίου θυγάτηρ γενομένη· παρ’ ἧς καὶ | 60 in vol. 3 | |
25 | Ὅμηρον λέγεται λαβεῖν τὴν ὑπόθεσιν· ἣν καὶ κτήσασθαι τὸ δίγλωσσον ἀρνίον· καὶ ἡ Τιτύρου τοῦ Αἰτωλοῦ θυ‐ γάτηρ, ἥτις εἰς μονομαχίαν Ἀχιλλέα προκαλεσαμένη, ἐκεῖνον μὲν κατὰ τῆς κεφαλῆς ἐγγὺς θανάτου τραύματι ἔτρωσεν, αὐτὴ δ’ ὑπ’ αὐτοῦ ἀνῄρηται. | |
29 | Καὶ ἡ ζωγράφος | |
30 | Ἑλένη τοῦ καταλόγου ἐστὶ τούτου, Τίμωνος τοῦ Αἰγυπτίου θυγάτηρ, ἥτις τὴν ἐν Ἰσσῷ μάχην, ἐν ἐκείνοις ἀκμά‐ ζουσα τοῖς χρόνοις, ἔγραψε· καὶ ἐν τῷ τῆς Εἰρήνης τε‐ μένει ἐπὶ Οὐεσπασιανοῦ ἀνέκειτο ἡ γραφή. Ἀρχέλαος δὲ ὁ Κύπριος Στησιχόρου φησὶ τοῦ ποιητοῦ Ἑλένην Ἱμε‐ | |
35 | ραίαν ἐρωμένην γενέσθαι, Μικύθου θυγατέρα· ἀποστᾶσαν δὲ Στησιχόρου καὶ πρὸς Βούπαλον πορευθεῖσαν ἀμυ‐ νόμενον τῆς ὑπεροψίας τὸν ποιητὴν γράψαι ὡς Ἑλένη ἑκοῦσα ἀπῇρε· ψευδῆ δὲ τὸν περὶ τῆς πηρώσεως εἶναι λόγον. | |
39 | Περὶ τοῦ παρ’ Ὁμήρῳ μώλυος τῆς βοτάνης, | |
40 | ἣν ἐκ τοῦ αἵματος τοῦ ἀναιρεθέντος ἐν τῇ Κίρκης νήσῳ Γίγαντος λέγουσι φῦναι, ἣ καὶ τὸ ἄνθος ἔχει λευκόν· ὅτι ὁ συμμαχῶν τῇ Κίρκῃ καὶ ἀνελὼν τὸν Γίγαντα ὁ | |
Bibl.190150a | Ἥλιος ἦν· μῶλος δ’ ἡ μάχη, ἐξ οὗ καὶ ἡ βοτάνη. Ὡς Διόνυσος ἐρώμενος Χείρωνος, ἐξ οὗ καὶ μάθοι τούς τε κώμους καὶ τὰς βακχείας καὶ τὰς τελετάς. Περὶ τοῦ ἐν Ὀλυμπίᾳ Ταραξίππου καὶ τῶν Μυρτίλων πατρὸς | |
5 | καὶ παιδός. Ὅτι τὸν ὑπὸ Φημονόης χρησμὸν μόνον Νεοπτόλεμον τὸν Μακιώτην παρὰ Αἴθου τινὸς τῶν Δελφῶν ἀκοῦσαί φασι· περὶ τούτου δὲ τοῦ Αἴθου καὶ Ἡρό‐ δοτός φησιν ἐν πρώτῃ ἱστοριῶν ὅτι «εἰδὼς αὐτοῦ τὸ | |
ὄνομα οὐκ ἐπιμνησθήσομαι». | 61 in vol. 3 | |
9 | Περὶ τῆς παρ’ Ὁμήρῳ | |
10 | διωνυμίας παρὰ θεοῖς καὶ ἀνθρώποις, καὶ ὅτι Ξάνθος μόνος ποταμῶν Διὸς υἱός, καὶ περὶ ἄλλων διωνύμων. Καὶ ὡς ἐν Τυρρηνίᾳ φασὶν εἶναι Ἁλὸς πύργον καλού‐ μενον, ὀνομασθῆναι δὲ ἀπὸ Ἁλὸς Τυρρηνῆς φαρμα‐ κίδος, ἣ Κίρκης θεράπαινα γενομένη διέδρα τῆς δε‐ | |
15 | σποίνης. Πρὸς ταύτην δέ φησι παραγενόμενον τὸν Ὀδυσσέα εἰς ἵππον μετέβαλε τοῖς φαρμάκοις καὶ ἔτρεφε παρ’ ἑαυτῇ ἕως γηράσας ἐτελεύτησεν. Ἐκ ταύτης τῆς ἱστορίας λύεται καὶ τὸ παρ’ Ὁμήρῳ ἀπορούμενον· «θάνα‐ τος δέ τοι ἐξ ἁλὸς αὐτῷ». Ἐν τούτοις μὲν καὶ τὸ δʹ βιβλίον. | |
20 | Ἡ δὲ εʹ βίβλος, ὡς μετὰ Ἀμύκου φασὶν Ἰάσων, ἀλλ’ οὐχὶ Πολυδεύκης ἐμαχέσατο. Καὶ ὁ χῶρος μαρ‐ τυρεῖ, Ἰησόνιος αἰχμὴ καλούμενος· καὶ πηγὴ ἀνατέλλει ἀγχοῦ Ἑλένη καλουμένη. Ἐκ τούτου λύεται καὶ τὸ Κρινα‐ γόρου ἐπίγραμμα. Ὅτι τὸ «Χαἱ Προκλέους ἵπποι χλωρὰν | |
25 | ψαλάκανθαν ἔδουσιν», ἀγνοηθὲν Καλλιμάχῳ Εὐβούλου ἐστὶ τοῦ κωμικοῦ εἰς Διονύσιον κωμῳδία· καὶ περὶ τῆς παρῳδήσεως τοῦ στίχου. Ἡ δὲ ψαλάκανθα βοτάνη ἐστὶν Αἰγυπτία, ἥτις ἵπποις περιαπτομένη νίκην παρέχει καὶ εὐδαιμονίαν. Φασὶ δὲ ὡς ἡ Ψαλάκανθα νύμφη ἐγένετο | |
30 | ἐν Ἰκαρίᾳ τῇ νήσῳ, ἥτις ἐρασθεῖσα Διονύσου συνέ‐ πραξεν αὐτῷ τὴν πρὸς Ἀριάδνην ὁμιλίαν, ἐφ’ ᾧ καὶ αὐτῇ συγγένοιτο· καὶ ὡς Διόνυσος μὲν οὐκ ἠβουλήθη· Ψαλάκανθα δ’ ἐπεβούλευσεν Ἀριάδνῃ, ὁ δ’ ὀργισθεὶς μετεμόρφωσεν αὐτὴν εἰς τὴν πόαν· μεταγνοὺς δὲ ἐπὶ | |
35 | τιμῇ τοῦ φυτοῦ τῷ Ἀριάδνης αὐτὸ περιέθηκε στεφάνῳ τῷ κατηστερισμένῳ ἐν οὐρανῷ. Τὴν δὲ πόαν οἱ μὲν ἀρτεμισίᾳ ἐοικέναι, οἱ δὲ μελιλώτῳ. | |
37 | Ὡς Ἀθηνόδω‐ ρος ὁ Ἐρετριεὺς ἐν ὀγδόῳ ὑπομνημάτων φησὶ Θέτιν | |
καὶ Μήδειαν ἐρίσαι περὶ κάλλους ἐν Θεσσαλίᾳ, καὶ | 62 in vol. 3 | |
40 | κριτὴν γενέσθαι Ἰδομενέα, καὶ προσνεῖμαι Θέτιδι τὴν νίκην, Μήδειαν δ’ ὀργισθεῖσαν εἰπεῖν Κρῆτες ἀεὶ | |
Bibl.190150b | ψεῦσται, καὶ ἐπαράσασθαι αὐτῷ μηδέποτε ἀλή‐ θειαν εἰπεῖν, ὥσπερ ἐπὶ τῆς κρίσεως ἐποίησε· καὶ ἐκ τού‐ του φησὶ τοὺς Κρῆτας ψεύστας νομισθῆναι. Παρατίθεται δὲ ἱστοροῦντα τοῦτο ὁ Ἀθηνόδωρος Ἀντίοχον ἐν δευτέρῳ | |
5 | τῶν κατὰ πόλιν μυθικῶν. | |
5 | Ὅτι Ἶλός φησιν, ὁ Λαο‐ μέδοντος πατήρ, ἵππουριν εἶχε, καὶ τῶν Πριάμου παίδων Μελάνιππος καὶ Ἰδαῖος. Ὡς Ξάνθος καὶ Βαλίος, οἱ Ἀχιλλέως ἵπποι, πρότερον Γίγαντες ἦσαν καὶ μόνοι Γιγάντων συνεμάχησαν τοῖς θεοῖς κατὰ τῶν ἀδελ‐ | |
10 | φῶν. Ὡς περὶ τὰς Θύλας τῆς Σικελίας ναυαγήσαν‐ τος Ὀδυσσέως, ἡ Ἀχιλλέως ἀσπὶς ἐξεβράσθη περὶ τὸ μνημεῖον τοῦ Αἴαντος, καὶ ἀνατεθεῖσα τῷ τάφῳ τῇ ἐπαύριον ἐκεραυνώθη. | |
13 | Ὡς ὁ Ἡρακλῆς οὐχὶ τὸ τοῦ Νεμεαίου λέοντος δέρας ἠμπέσχετο, ἀλλὰ Λέοντός τι‐ | |
15 | νος ἑνὸς τῶν Γιγάντων ἐπὶ μονομαχίας προκλήσει ὑφ’ Ἡρακλέους ἀνῃρημένου. Ὡς ἀδελφὸς ἦν ὁ δρά‐ κων ὁ τὰ χρυσᾶ μῆλα φυλάσσων τοῦ Νεμεαίου λέον‐ τος. Ὡς ὁ παρ’ Ὁμήρῳ Ἶρος Βοιωτὸς ἦν· ὡς ἡ Κανδαύλου γυνή, ἧς Ἡρόδοτος οὐ λέγει τοὔνομα, Νυσία | |
20 | ἐκαλεῖτο· ἣν καὶ δίκορον καὶ ὀξυωπεστάτην φασὶ γενέσθαι, τὸν δρακοντίτην κτησαμένην λίθον, διὸ καὶ αἰσθέσθαι τὸν Γύγην ἐξιόντα διὰ τῶν θυρῶν· ἄλλοι Τουδοῦν αὐτὴν καλεῖσθαι, οἱ δὲ Κλυτίαν, Ἄβας δὲ Ἀβρὼ ταύ‐ | |
την καλεῖσθαι· σιγῆσαι δὲ τοὔνομά φασι τῆς γυναι‐ | 63 in vol. 3 | |
25 | κὸς τὸν Ἡρόδοτον, ἐπεὶ ὁ ἐρώμενος Ἡροδότου Πλη‐ σίρροος Νυσίας ὀνόματι ἐρασθείς, Ἁλικαρνασίας τὸ γένος, ἐπεὶ μὴ τύχοι τῆς ἑταίρας οὐκ ἀνεχομένης βρόχῳ ἑαυτὸν ἀνήρτησε· διὸ φυλάξασθαι ὡς ἀπεχθὲς εἰπεῖν τὸ τῆς Νυσίας ὄνομα Ἡρόδοτον. | |
29 | Ὡς οἱ Κέν‐ | |
30 | ταυροι φεύγοντες Ἡρακλέα διὰ Τυρσηνίας λιμῷ διεφθάρησαν, θελχθέντες ὑπὸ τῆς Σειρήνων ἡδυφω‐ νίας. Ὡς Ἄβδηρος ὁ Ἡρακλέους ἐρώμενος ἀδελφὸς ἦν Πατρόκλου. Ὡς Ἐπιπόλη ἡ Καρυστία, ἡ Τραχίω‐ νος θυγάτηρ, κρύπτουσα τὴν γυναικείαν φύσιν συν‐ | |
35 | εστρατεύετο τοῖς Ἕλλησι, μηνυθεῖσα δὲ ὑπὸ Παλα‐ μήδους, ὑπὸ τῶν Ἑλλήνων κατελεύσθη. Ὡς Ἀλεξάν‐ δρου ἁρπάζοντος Ἑλένην Μενέλαος ἐν Γορτύνῃ τῆς Κρήτης ἑκατόμβην ἔθυε τῷ Διί. Ὡς Παλαμήδης ἀντ’ Ἀγαμέμνονος Ἑλλήνων βασιλεύοι· ἐν Αὐλίδι γὰρ | |
40 | παραγενόμενος Ἀγαμέμνων αἶγα ἀγρίαν ἱερὰν Ἀρτέ‐ μιδος κατατοξεύοι· ἀπλοίας δὲ γενομένης τοῖς Ἕλ‐ | |
Bibl.190151a | λησι χρᾷ Κάλχας λυθῆναι τὸ δεινὸν εἰ θύσειε τὴν θυγατέρα Ἰφιγένειαν Ἀγαμέμνων Ποσειδῶνι. Τοῦ δὲ μὴ ἀνασχομένου, ὀργισθέντες οἱ Ἕλληνες ἀφείλαντο αὐτοῦ τὸ κράτος, καὶ κατέστησαν βασιλέα Παλαμήδην. | |
4 | Ὡς Φι‐ | |
5 | λοκτήτης ὑπὸ ὄφεως πληγεὶς ἀνῃρέθη, καὶ Ἀλέξανδρος ὑπὸ Μενελάου δόρατι τὸν μηρὸν πληγεὶς πίπτει. Ὅτι τελευτήσαντος Δημητρίου τοῦ Σκηψίου τὸ βιβλίον Τέλ‐ λιδος πρὸς τῇ κεφαλῇ αὐτοῦ εὑρέθη· τὰς δὲ Κολυμβώσας | |
Ἀλκμάνους πρὸς τῇ κεφαλῇ Τυρονίχου τοῦ Χαλκιδέως | 64 in vol. 3 | |
10 | εὑρεθῆναί φασι, τοὺς δ’ Ὑβριστοδίκας Εὐπόλιδος πρὸς τῇ Ἐφιάλτου, τοὺς δὲ Εὐνίδας Κρατίνου πρὸς τῇ Ἀλε‐ ξάνδρου τοῦ βασιλέως Μακεδόνων, τὰ δ’ Ἔργα καὶ τὰς Ἡμέρας Ἡσιόδου πρὸς τῇ τοῦ Σελεύκου τοῦ Νικάτορος κεφαλῇ. Ὁ μέντοι νομοθέτης Ἀρκάδων Κερκίδας συν‐ | |
15 | ταφῆναι αὑτῷ τὸ αʹ καὶ βʹ τῆς Ἰλιάδος κελεύσειεν. Ὁ δὲ Πομπήϊος ὁ Μάγνος οὐδ’ εἰς πόλεμον προίοι, πρὶν ἂν τὸ λʹ τῆς Ἰλιάδος ἀναγνώσειε, ζηλωτὴς ὢν Ἀγα‐ μέμνονος· ὁ δὲ Ῥωμαῖος Κικέρων Μήδειαν Εὐριπίδου ἀναγινώσκων ἐν φορείῳ φερόμενος, ἀποτμηθείη τὴν | |
20 | κεφαλήν. | |
20 | Ὡς Διόγνητος ὁ Κρής, ὁ πύκτης, νικήσας οὐ λάβοι τὸν στέφανον ἀλλὰ καὶ ἐλαθείη ὑπὸ Ἠλείων, διότι ὁ νικηθεὶς καὶ ἀναιρεθεὶς ὑπ’ αὐτοῦ Ἡρακλῆς ἐκαλεῖτο ὁμωνυμῶν τῷ ἥρωϊ· τοῦτον τὸν Διόγνητον ὡς ἥρωα Κρῆτες τιμῶσιν. Ὅτι τὸ Ὁμηρικὸν τιτρώσκεσθαι | |
25 | μέλλοντος «Οὐδὲ σέθεν, Μενέλαε, θεοὶ μάκαρες λελά‐ θοντο», τοῦτον τὸν στίχον παρῴδησεν ὁ Πύθιος Με‐ νέδημε ἀντὶ τοῦ Μενέλαε. Προετάθη δὲ τὸ ζήτημα παρὰ δεῖπνον Αὐγούστου τοῦ βασιλέως, ποῖον στίχον Ὁμήρου παρῴδησεν ὁ χρησμός, καὶ τίς ἐστιν ὁ ἐν τῷ χρησμῷ | |
30 | ἱστορούμενος. Καὶ ὡς Μενέδημος Ἠλεῖος Βουνέα υἱὸς ὑπέ‐ δειξεν Ἡρακλεῖ περὶ τῆς καθάρσεως τοῦ Αὐγέου κόπρου, ὥστε ἀποστρέψαι τὸν ποταμόν· ὃν καὶ συμμαχῆσαι Ἡρα‐ κλεῖ ἐν τῷ πρὸς Αὐγέαν πολέμῳ φασίν, ἀναιρεθέντα δὲ ταφῆναι ἐν Λεπρέῳ παρὰ πεύκης δένδρῳ· ἀγῶνα | |
35 | δὲ θεὶς ἐπ’ αὐτῷ Ἡρακλῆς ἐπάλαισε Θησεῖ· ἰσοπαλοῦς δὲ τοῦ ἀγῶνος γενομένου ἐρρήθη παρὰ τῶν θεατῶν περὶ | |
τοῦ Θησέως «ἄλλος οὗτος Ἡρακλῆς». | 65 in vol. 3 | |
37 | Ὅτι Φαντασία τις Μεμφῖτις Νικάρχου θυγάτηρ συνέταξε πρὸ Ὁμήρου | |
Bibl.190151b | τὸν Ἰλιακὸν πόλεμον καὶ τὴν περὶ Ὀδυσσείας διή‐ γησιν καὶ ἀποκεῖσθαί φασι τὰς βίβλους ἐν Μέμφιδι, Ὅμη‐ ρον δὲ παραγενόμενον, καὶ τὰ ἀντίγραφα λαβόντα παρὰ Φανίτου τοῦ ἱερογραμματέως, συντάξαι ἐκείνοις ἀκο‐ | |
5 | λούθως. Ὡς Ἄδωνις ἀνδρόγυνος γενόμενος τὰ μὲν ἀν‐ δρεῖα πρὸς Ἀφροδίτην πράσσειν ἐλέγετο, τὰ θηλυκὰ δὲ πρὸς Ἀπόλλωνα. | |
7 | Ὡς Ἀλφειῷ τῷ ποταμῷ γέρας δωρούμενος Ἡρακλῆς, νικήσας ἐν Ὀλυμπίᾳ, ἀπ’ αὐτοῦ ἐκάλεσε τὸ ἄλφα καὶ προέταξε τῶν στοιχείων. | |
9 | Ὅτι φλυα‐ | |
10 | ρῶν οὗτος ὁ μυθογράφος, Μωσῆς, φησίν, ὁ τῶν Ἑβραίων νομοθέτης ἄλφα ἐκαλεῖτο διὰ τὸ ἀλφοὺς ἔχειν ἐπὶ τοῦ σώματος· Γαλέριος δὲ Κράσσος ὁ χιλίαρχος, ὁ ἐπὶ Τιβερίου Καίσαρος χιλίαρχος, βῆτα ἐκαλεῖτο ἡδέως σεύτλῳ χρώμενος ὃ δὴ βητάκιον καλοῦσι Ῥωμαῖοι. Καὶ | |
15 | Ὁρπυλλὶς δὲ ἡ Κυζικηνὴ ἑταίρα, γάμμα, Ἀντήνωρ δὲ ὁ τὰς Κρητικὰς γράψας ἱστορίας, δέλτα, διὰ τὸ ἀγαθὸς εἶναι καὶ φιλόπολις· τοὺς γὰρ Κρῆτας τὸ ἀγαθὸν δέλτον καλεῖν. Ἀπολλώνιος δέ, ὁ ἐν τοῖς τοῦ Φιλοπάτορος χρό‐ νοις ἐπ’ ἀστρονομίᾳ περιβόητος γεγονώς, ε ἐκαλεῖτο | |
20 | διότι τὸ σχῆμα τοῦ ε συμπεριφέρεται τῷ τῆς σελήνης περὶ ἣν ἐκεῖνος μάλιστα ἠκρίβωτο. Σάτυρος δ’ ὁ Ἀρι‐ στάρχου γνώριμος ζῆτα ἐκαλεῖτο διὰ τὸ ζητητικὸν αὐτοῦ καὶ Αἴσωπόν φασιν ὡς ὑπὸ Ἴδμονος τοῦ δεσπότου θῆτα ἐκαλεῖτο διὰ τὸ δουλικός τις εἶναι καὶ πολύτροπος· θῆτες | |
25 | γάρ οἱ δοῦλοι. Καὶ ἡ Κυψέλου δὲ μήτηρ, χωλὴ οὖσα, Λάβδα | |
ἐκλήθη ὑπὸ τοῦ Πυθίου. Δημοκύδης δὲ Πυθαγόραν φησὶ καταγράψαντα πάντας τοὺς ἀριθμούς, τῷ γʹ στοι‐ χείῳ κληθῆναι. Τοσαῦτα καὶ τὸ εʹ βιβλίον. Τὸ δὲ ϛʹ βιβλίον κεφάλαια περιέχει τάδε, ὡς Ἀχιλ‐ | 66 in vol. 3 | |
30 | λεὺς ὑπὸ Πενθεσιλείας ἀναιρεθείς, δεηθείσης αὐτοῦ τῆς μητρὸς Θέτιδος, ἀναβιοῖ καὶ ἀνελὼν Πενθεσίλειαν εἰς Ἅιδου πάλιν ὑποστρέφει. Ὡς ἐν τῇ Ἀλεξάνδρᾳ Λυ‐ κόφρων εἰπών «ποία δ’ ἀηδὼν στεῖρα κενταυροκτό‐ νος» τὰς Σειρῆνας κενταυροκτόνους εἶπεν. Ὡς Ἕλενος | |
35 | ὁ Πριάμου Ἀπόλλωνος ἐρώμενος γένοιτο, καὶ ἔλαβε παρ’ αὐτοῦ δῶρον τόξον ἐλεφάντινον ᾧ Ἀχιλλέα το‐ ξεύσειε κατὰ τῆς χειρός. | |
37 | Ὅτι μετὰ Ἀνδρομάχης καὶ τῶν υἱῶν αὐτοῦ Πρίαμος ὑπὲρ τῶν Ἕκτορος ὀστῶν ἱκέτης | |
Bibl.190152a | ἀφίκετο ὡς Ἀχιλλέα. Ὡς Θέτις τοὺς ἐκ Πηλέως αὐτῇ γινομένους παῖδας πυρὶ λαθραίῳ κατηνάλου ἓξ γεγονότας· ὡς δὲ καὶ Ἀχιλλέα ἐπεχείρησε, γνοὺς Πη‐ λεὺς ἐξείλετο τὸν ἀστράγαλον μόνον τοῦ δεξιοῦ ποδὸς | |
5 | κεκαυμένον καὶ Χείρωνι παρατίθησιν· ὁ δὲ ἀνορύξας τὸ Δαμύσου τοῦ Γίγαντος σῶμα ἐν Παλλήνῃ κείμενον (ταχύτατος δ’ ἦν ὁ Δάμυσος πάντων Γιγάντων) καὶ ἀνελόμενος αὐτοῦ τὸν ἀστράγαλον, ἐναρμόζει τῷ Ἀχιλ‐ λέως ποδί, καὶ φαρμάκοις αὐτὸν σωματοποιεῖ. Τοῦ‐ | |
10 | τον δὲ τὸν ἀστράγαλον ἀποπεσεῖν διωκομένου ὑπὸ Ἀπόλλωνος, καὶ οὕτως αὐτὸν ἀναιρεθῆναι καταπεσόντα. Φασὶ δὲ ποδάρκην αὐτὸν ὑπὸ τοῦ ποιητοῦ λέγεσθαι ὅτι φασὶ τῆς Ἄρκης τὰ πτερὰ τὴν Θέτιν περιθεῖναι τῷ παιδὶ γεννηθέντι, καὶ εἶναι τὸ ποδάρκης ὁ ἐν τοῖς | |
15 | ποσὶ τὰ τῆς Ἄρκης πτερὰ ἔχων. Ἡ δ’ Ἄρκη Θαύ‐ | |
μαντος ἦν θυγάτηρ, ἧς ἡ ἀδελφὴ Ἶρις· πτερὰ δ’ εἶχεν ἑκατέρα. Ἐν δὲ τῷ πρὸς Τιτᾶνας τῶν θεῶν πολέμῳ ἀποπτᾶσα τῶν θεῶν ἡ Ἄρκη πρὸς τοὺς Τιτᾶνας ἦλθε. Μετὰ δὲ τὴν νίκην, ὁ Ζεὺς τὰ μὲν πτερὰ αὐτῆς ἀφεί‐ | 67 in vol. 3 | |
20 | λετο, αὐτὴν ταρταρώσας, παραγενόμενος δὲ ἐπὶ τῷ Πηλέως καὶ Θέτιδος γάμῳ δῶρον τὰ πτερὰ τῇ Θέτιδι προσάγει. Ὡς Πηλεῖ ἐπὶ τῷ γάμῳ φασὶ δωρήσασθαι Ἥφαιστον μὲν μάχαιραν, Ἀφροδίτην δὲ φιάλην ἐγγε‐ γλυμμένην Ἔρωτα χρυσῆν, Ποσειδῶνα δὲ ἵππους Ξάν‐ | |
25 | θον καὶ Βάλιον, Ἥραν δὲ χλαμύδα καὶ Ἀθηνᾶν αὐλούς, Νηρέα δὲ τοὺς θείους ἅλας καλουμένους ἐν κοίτιδι· τού‐ τους δὲ δύναμιν ἔχειν ἀμήχανον πρὸς πολυφαγίαν καὶ ὄρεξιν καὶ πέψιν, ἐξ οὗ λύεταί σοι καὶ τὸ «πάσσε δ’ ἁλὸς θείοιο». | |
29 | Περὶ Ἀχιλλέως τοῦ γηγενοῦς, καὶ ἀπὸ τῶν | |
30 | Ἰλιακῶν ὅσοι ἐγένοντο Ἀχιλλεῖς περιώνυμοι. Καὶ ὡς οὗτος ὁ γηγενὴς φεύγουσαν τὴν Ἥραν ἀπὸ τῆς τοῦ Διὸς μίξεως ὑπεδέξατο ἐν τῷ αὑτοῦ ἄντρῳ καὶ ἀνέ‐ πεισε συνελθεῖν τῷ Διί· καὶ πρώτην μίξιν Ἥρας καὶ Διὸς ταύτην γενέσθαι φασίν· ὁ δὲ Ζεὺς ἐπηγγείλατο | |
35 | Ἀχιλλεῖ πάντας τοὺς τῷ ὀνόματι αὐτοῦ κληθησομέ‐ νους περιωνύμους ποιήσειν. Διὰ τοῦτο καὶ Ἀχιλλεὺς πε‐ ριώνυμος ὁ τῆς Θέτιδος. Καὶ ὁ Χείρωνος δὲ διδάσκα‐ λος Ἀχιλλεὺς ἐκαλεῖτο, ἀφ’ οὗ καὶ ὁ Πηλέως ἐκλήθη ὑπὸ Χείρωνος. Καὶ ὁ τὸν ὀστρακισμὸν ἐπινοήσας Ἀθή‐ | |
40 | νῃσιν Ἀχιλλεὺς ἐκαλεῖτο, υἱὸς Λύσωνος. Καὶ Διὸς καὶ Λαμίας Ἀχιλλέα φασὶ γενέσθαι τὸ κάλλος ἀμή‐ | |
Bibl.190152b | χανον, ὃν καὶ ἐρίσαντα περὶ κάλλους νικῆσαι τοῦ Πανὸς κρίναντος. Καὶ διὰ τοῦτο Ἀφροδίτη νεμεσήσασα ἐμβάλλει Πανὶ τὸν Ἠχοῦς ἔρωτα, καὶ μὴν καὶ κατειρ‐ | |
γάσατο καὶ εἰς τὴν ἰδέαν αὐτόν, ὅπως ἐκ τῆς μορφῆς | 68 in vol. 3 | |
5 | αἰσχρὸς καὶ ἀνέραστος φαίνοιτο. Καὶ Γαλάτου τινὸς υἱὸς Ἀχιλλεὺς ἐκλήθη, ὃν ἐκ γενετῆς πολιὸν γενέσθαι φη‐ σίν. Καὶ ἕτεροι Ἀχιλλεῖς ἐπιφανεῖς γεγόνασι ιδʹ· ὧν οἱ δύο κύνες ἦσαν καὶ θαυμάσιοι τὰ κυνῶν ἔργα. | |
8 | Ὅτι Πρίαμος Διὸς ἐρώμενος γένοιτο, καὶ λάβοι παρ’ αὐτοῦ | |
10 | τὴν χρυσῆν ἄμπελον, ἣν δῶρον Εὐρυπύλῳ τῷ Τη‐ λέφου ὑπὲρ συμμαχίας δίδωσιν. Ὡς Αἴσωπος ἀναι‐ ρεθεὶς ὑπὸ Δελφῶν ἀνεβίωσε, καὶ συνεμάχησε τοῖς Ἕλλησι περὶ Θερμοπύλας. Ὡς Φιλοκτήτην ἐν Λήμνῳ Πύλιος ἰάτρευσεν, υἱὸς Ἡφαίστου, καὶ ἔμαθε παρ’ αὐ‐ | |
15 | τοῦ τὴν τοξικήν. Ὡς Σκαμάνδρου τοῦ ποταμοῦ υἱὸς Μῆλος γένοιτο καλὸς τὴν ὥραν, περὶ οὗ ἐρίσαι φα‐ σὶν Ἥραν τε καὶ Ἀθηνᾶν καὶ Ἀφροδίτην τίνος γέ‐ νοιτο ἱερεύς, Ἀλέξανδρον δὲ κρῖναι νικᾶν Ἀφροδί‐ την. Ἐκ ταύτης γοῦν τῆς ἱστορίας ὁ περὶ τοῦ μήλου λό‐ | |
20 | γος διεδόθη. Ὑπερμένης ἐν τῷ περὶ Χίου Ὁμήρου φησὶ θεράποντα γενέσθαι Σκινδαψὸν ὀνόματι· τοῦτον ζημιωθῆναι ὑπὸ Χίων χιλίας δραχμὰς διὰ τὸ μὴ καῦσαι τελευτήσαντα τὸν δεσπότην. Ὁ δὲ τὸ ὄργανον εὑρὼν τὸ οὕτω καλούμενον σκινδαψὸν Ἐρετριεὺς ἦν | |
25 | Ποικίλης τῆς αὐλητρίδος υἱός. Ταῦτα καὶ τὸ ϛʹ βιβλίον. Ἐν δὲ τῷ ζʹ περιέχεται ὡς Θεόδωρος ὁ Σαμοθρᾲξ τὸν Δία φησὶ γεννηθέντα ἐπὶ ἑπτὰ ἡμέρας ἀκατά‐ παυστον γελάσαι, καὶ διὰ τοῦτο τέλειος ἐνομίσθη ὁ ἕβδο‐ μος ἀριθμός. Ὡς Ἀχιλλεὺς διὰ μὲν τὸ ἐκ πυρὸς | |
30 | αὐτὸν σωθῆναι καόμενον ὑπὸ τῆς μητρὸς Πυρίσσοος ἐκαλεῖτο, διότι δὲ ἓν τῶν χειλέων αὐτοῦ κατακαυθείη, | |
Ἀχιλλεὺς ὑπὸ τοῦ πατρὸς ὠνομάσθη. Ὅτι Τηλέ‐ μαχον Ὀδυσσέως υἱὸν μαθοῦσαι εἶναι, ἀνεῖλον αἱ Σει‐ ρῆνες. Ὡς Ὀδυσσεὺς ἐν Τυρρηνίᾳ ἠγωνίσατο αὐ‐ | 69 in vol. 3 | |
35 | λητικὴν καὶ ἐνίκησεν· ηὔλησε δὲ Ἰλίου ἅλωσιν, Δη‐ μοδόκου ποίημα. Ὡς Στίχιος ὁ Αἰτωλός, ἐρώμενος ὢν Ἡρακλέους, εὑρέθη ἀνασχισθεὶς τετριχωμένην ἔχων τὴν καρδίαν· ἀνῃρέθη δ’ ὑπ’ αὐτοῦ Ἡρακλέους, ὅτε μα‐ νεὶς καὶ τοὺς ἰδίους ἀνεῖλε παῖδας· καὶ ἐπὶ τούτῳ μόνῳ | |
40 | φασὶ θρηνῆσαι τὸν ἥρωα. | |
40 | Ὡς Ἑρμῆς Πολυδεύκους ἑνὸς τῶν Διοσκούρων γεγονὼς ἐραστὴς ἐδωρήσατο | |
Bibl.190153a | αὐτῷ Δώτορα τὸν Θεσσαλὸν ἵππον. Ὅτι Ἀπόλ‐ λωνος ἐπιτελοῦντος ἐπιτάφιον Πύθωνι παλαίει Ἑρμῆς καὶ Ἀφροδίτη, καὶ κρατήσασα ἆθλον ἔλαβε κιθά‐ ραν, ἣν καὶ ἐδωρήσατο Ἀλεξάνδρῳ· περὶ ἧς καὶ Ὅμη‐ | |
5 | ρος «οὐκ ἄν τοι χραίσμῃ κίθαρις» καὶ ἑξῆς. Τί ἐστι παρὰ Βακχυλίδῃ ὡς ἀπὸ Σειληνοῦ εἰρημένον, καὶ πρὸς τίνα εἶπε τὸ ἔπος. | |
7 | Ὡς ἡ Λευκὰς πέτρα ἀπὸ Λεύκου τοῦ Ὀδυσσέως ἑταίρου τὴν κλῆσιν ἔλαβεν, ὃς Ζακύν‐ θιος μὲν γένος ἦν, ἀνῃρέθη δ’, ὥς φησιν ὁ ποιητής, | |
10 | ὑπ’ Ἀντίφου· τοῦτον ἱδρύσασθαί φασι καὶ ἱερὸν Λευ‐ κάτου Ἀπόλλωνος. Τοὺς μὲν οὖν καθαλλομένους ἀπὸ τῆς πέτρας παύεσθαί φασι τοῦ ἔρωτος. Καὶ ἡ αἰτία· μετὰ τὸν Ἀδώνιδός φασι θάνατον περιερχομένη καὶ ζητοῦσα ἡ Ἀφροδίτη εὗρεν αὐτὸν ἐν Ἄργει πόλει τῆς Κύ‐ | |
15 | πρου ἐν τῷ τοῦ Ἐριθίου Ἀπόλλωνος ἱερῷ, καὶ ἀνεῖλεν αὐτόν, ἀνακοινωσαμένη Ἀπόλλωνι καὶ τὸν περὶ Ἀδώ‐ νιδος ἔρωτα. Ὁ δ’ Ἀπόλλων ἀγαγὼν αὐτὴν ἐπὶ τὴν Λευκάδα πέτραν προσέταξε ῥῖψαι κατὰ τῆς πέτρας· | |
ἡ δὲ ἑαυτὴν ῥίψασα ἐπαύσατο τοῦ ἔρωτος. Ζητούσης | 70 in vol. 3 | |
20 | δὲ τὴν αἰτίαν εἰπεῖν λέγεται τὸν Ἀπόλλωνα, ὡς μάν‐ τις ὢν ἐγνώκει διότι ὁ Ζεύς, ἀεὶ ἐρῶν Ἥρας, ἐρχό‐ μενος ἐπὶ τῇ πέτρᾳ ἐκαθέζετο καὶ ἀνεπαύετο τοῦ ἔρω‐ τος. | |
23 | Καὶ πολλοὶ δὲ ἄλλοι καὶ πολλαὶ ἔρωτι κάμνουσαι ἀπηλλάγησαν τοῦ ἔρωτος, ἐπεὶ τῆς πέτρας καθήλαν‐ | |
25 | το. Ὡς καὶ Ἀρτεμισία ἡ Λυγδάμιδος, ἡ τῷ Πέρσῃ συστρατεύσασα, ἐρασθεῖσα Δαρδάνου Ἀβυδηνοῦ καὶ ὑπερορωμένη ἐκκόψειε τοὺς ὀφθαλμοὺς κοιμωμένου, τῆς δ’ ἐπιθυμίας κατὰ θεῶν μῆνιν ἐπιταθείσης, πορευ‐ θεῖσα κατὰ χρησμὸν εἰς Λευκάδα ἔρριψεν ἑαυτὴν | |
30 | κατὰ τῆς πέτρας καὶ ἀναιρεθεῖσα ἐτάφη. Καὶ Ἱππομέ‐ δοντά φησιν Ἐπιδάμνιον, παιδὸς ἐγχωρίου ἐρασθέντα καὶ μὴ τυγχάνοντα, ὅτι πρὸς ἕτερον κλίνειεν, ἀνελεῖν, εἰς δὲ τὴν Λευκάδα παραγενόμενον καὶ ῥίψαντα ἑαυ‐ τὸν ἀποθανεῖν. Καὶ Νικόστρατον δὲ τὸν κωμικὸν Τετ‐ | |
35 | τιγιδαίας τῆς Μυριναίας ἐρασθέντα ῥῖψαι ἑαυτὸν καὶ ἀπαλλαγῆναι τοῦ ἔρωτος. Μάκητα δέ φασι τὸν Βουθρώτιον Λευκοπέτραν ἐπικληθῆναι διότι τετρά‐ κις αὑτὸν καταβαλὼν τῶν ἐρωτικῶν κακώσεων ἀπαλ‐ λάττοιτο. | |
39 | Καὶ πλῆθος ἄλλο οὕτως ἀπαλλαγῆναι λέγε‐ | |
40 | ται. Καὶ Βουλαγόραν δὲ τὸν Φαναγορίτην ἐρασθέντα | |
Bibl.190153b | Διοδώρου τοῦ αὐλητοῦ, καταβαλόντα αὑτὸν ἀναι‐ ρεθῆναι γηραιὸν ἤδη ὄντα. Ἀναιρεθῆναι δὲ καὶ Ῥοδόπην Ἀμισηνὴν καταβαλοῦσαν ἑαυτήν, διδύμων παίδων σω‐ ματοφυλάκων Ἀντιόχου τοῦ βασιλέως ἐρασθεῖσαν, οἷς | |
5 | ὀνόματα Ἀντιφῶν καὶ Κῦρος. Χαρῖνος δὲ ἰαμβογρά‐ φος ἠράσθη Ἔρωτος εὐνούχου τοῦ Εὐπάτορος οἰνοχόου, | |
καὶ πιστεύσας τῷ περὶ τῆς πέτρας λόγῳ κατέβαλεν ἑαυτόν· ἐπεὶ δὲ καταβαλὼν τὸ σκέλος κατεάγη καὶ ὑπὸ ὀδύνης ἐτελεύτα, ἀπέρριψε τάδε τὰ ἰαμβεῖα· | 71 in vol. 3 | |
10 | ἔρροις πλανῆτι καὶ κακὴ πέτρη Λευκάς, Χαρῖνον, αἲ αἴ, τὴν ἰαμβικὴν Μοῦσαν κατῃθάλωσας ἐλπίδος κενοῖς μύθοις. τοιαῦτ’ Ἔρωτος Εὐπάτωρ ἐρασθείη. Νιρεὺς δὲ Καταναῖος ἠράσθη τῆς Ἀττικῆς Ἀθη‐ | |
15 | ναίας, καὶ ἐλθὼν κατέβαλεν ἑαυτὸν ἀπὸ τῆς πέτρας, καὶ ἀπελύθη τοῦ διοχλοῦντος· πεσὼν δ’ οὖν, εἰς δίκτυον ἐνέπεσεν ἁλιέως ἐν ᾧ ἀνειλκύσθη σὺν κιβωτῷ χρυ‐ σίου· ἐπεδικάζετο δὲ πρὸς τὸν ἁλιέα περὶ τοῦ χρυσίου, ἀλλ’ ὁ Ἀπόλλων νυκτερινῇ ὄψει ἀπέστησεν αὐτὸν τοῦ | |
20 | ἐπιδικάζεσθαι δέον εὐχαριστεῖν ὑπὲρ τῆς ἀπαλλαγῆς, ἀπειλησάμενος, ἀλλὰ μὴ καὶ ἀλλότριον περιεργάζεσθαι χρυσίον. | |
22 | Πᾶνά φασιν ἰχθῦν εἶναι θαλάσσιον κη‐ τώδη, ὅμοιον τῷ Πανὶ κατὰ τὴν ὄψιν· ἐν τούτῳ λί‐ θον εὑρίσκεσθαι τὸν ἀστερίτην, ὃν εἰς ἥλιον τεθέντα | |
25 | ἀνάπτεσθαι, ποιεῖν δὲ καὶ πρὸς φίλτρον. Τοῦτον δὴ τὸν λίθον εἶχεν Ἑλένη, γλυφὴν ἔχοντα αὐτὸν τὸν ἰχθῦν τὸν πᾶνα, καὶ ταύτῃ ἐχρῆτο τῇ σφραγῖδι. Ἐν οἷς καὶ τὰ τοῦ ζʹ τῆς Πτολεμαίου τοῦ Ἡφαιστίωνος εἰς πολυ‐ μαθίαν καινῆς ἱστορίας τὰ κεφάλαια. | |
Bibl.191153b(31) | Ἀνεγνώσθη τοῦ ἐν ἁγίοις Βασιλείου, ἐπισκόπου Καισαρείας Καππαδοκίας, τὰ λεγόμενα Ἀσκητικά, ἐν δυσὶ λόγοις. Χρήσιμον μὲν τὸ βιβλίον, εἴπερ τι ἄλλο, | |
ἑκάστῳ τῶν εὐσεβεῖν αἱρουμένων καὶ τυχεῖν τῶν αἰωνίων | 72 in vol. 3 | |
35 | ἀγαθῶν, μάλιστα δὲ τοῖς ἐν κοινοβίῳ τὸν ἀσκητικὸν διαθλοῦσιν ἀγῶνα. Ἔχει δὲ καὶ πολλῶν ἀπορημάτων γραφικῶν, ὅσα συνεπικοσμεῖ τὸ ἦθος, ἐν συνόψει λύ‐ σεις καὶ σαφηνισμόν. | |
38 | Ἐν μὲν οὖν τοῖς λόγοις τὸ σύν‐ ηθες αὐτοῦ τοῦ ἤθους διαπρέπει καὶ τῆς σαφηνείας τὸ κα‐ | |
40 | θαρόν· πλὴν ἐπ’ ἐνίοις τῶν ζητημάτων ἐστί πως αὐτῷ | |
Bibl.191154a | παρεσπαρμένον καὶ τὸ ἐμφατικόν, οὐ τῆς λέξεως εἰς γλῶτταν νεανιευούσης, οὐδὲ τῆς συνθήκης περιβολαῖς ἐπηλυγαζομένης, οὐ μὴν οὐδ’ ἄλλῃ τινὶ ξενιζούσῃ καὶ ἀνα‐ κεχωρηκυίᾳ ἢ τοῦ ἰδίου τρόπου ἢ τοῦ πολιτικοῦ λόγου | |
5 | περιεργίᾳ καὶ δεινότητι· ἀλλὰ ταῦτα φυλάττων ὡς ἔθος, τὸ ἐμφατικὸν ὥσπερ ἐναπορρίπτει, μηδεμίαν ἐναφιεὶς ἐπιτηδεύματος ἔννοιαν, πλὴν ὅσα γε τῇ συν‐ τομίᾳ προβάλλει αὐτό· τὸ μέντοι εὐκρινές, ἅτε δὴ κε‐ φαλαιώδη προβεβλημένος τὸν λόγον, καιρὸν οὐχ ὁρῶν | |
10 | εὑρίσκειν, οὐδ’ ἐχρήσατο τὰ πολλά. Διήκει δ’ αὐτοῦ καὶ τὸ δριμὺ μετὰ τοῦ πιθανοῦ πολλαχοῦ τῶν ζητημάτων ταῖς λύσεσι, πανταχοῦ δὲ τὸ ψυχωφελὲς καὶ σωτήριον. Οὐ μέντοι τῇ συντομίᾳ μόνῃ περιθραύεται τὸ σαφές, οὐδὲν δ’ ἔλαττον καὶ τῷ μὴ τοὺς τὴν λύσιν ἐπιτελοῦντας λόγους | |
15 | εἰς τὸ συμπεραντικὸν ἀπαρτίζεσθαι σχῆμα, ἀλλ’ ἐν τῷ διερριμμένῳ μὲν τῶν προτάσεων, ἀνεπιφόρῳ δὲ καὶ οὐ συνειλημμένῳ τῶν ἀποδείξεων τὴν διάνοιαν περι‐ πλανᾶσθαι. Ἡ δὲ τούτων αἰτία εἰς ποικίλην περισχίζεται μέ‐ θοδον προνοίας, ἣν ἀφίημί σου τὸ συνετὸν ἐπισκοπεῖν. | |
20 | Οὐκ ἐν τοῖς δυσὶ δὲ λόγοις τὸ ἐμφατικὸν ἐπιτρέχει. Αὐ‐ τίκα ὁ πρῶτος οὐδὲν ἐπιδείκνυσι τοιοῦτον, πλὴν ἅπαξ | |
που τῇ ἀποσιωπήσει τὸ δύσφημον οἰκονομῶν, ἐπεὶ τά γε ἄλλα, πολὺς μέν ἐστι τὸ ἀφελές, ἴσος δὲ τὸ κα‐ θαρόν, ἀλλὰ καὶ τὸ εὐκρινές. Διὰ μέντοι τῶν δύο αὐτῷ | 73 in vol. 3 | |
25 | διήκει τὸ ἁπλούστερον καὶ καθωμιλημένον τῶν τε λέξεων καὶ τῆς συνθήκης, πρὸς τὴν τῶν πολλῶν ἀκοὴν δια‐ τυπούμενόν τε καὶ ταπεινούμενον, καὶ μόνης τῆς τῶν ἀκροατῶν σωτηρίας καταστοχαζόμενον. | |
28 | Ὁ μὲν οὖν πρῶ‐ τος αὐτῷ λόγος διεξέρχεται τίς ἡ αἰτία καὶ ὁ κίνδυνος | |
30 | τῆς τοσαύτης τῶν ἐκκλησιῶν τοῦ Θεοῦ καὶ ἑκάστου πρὸς τὸν ἕτερον διαφωνίας τε καὶ διαστάσεως. Δεύτερον ὅτι πάσης ἐντολῆς Θεοῦ παράβασις σφοδρῶς καὶ φοβερῶς ἐκδικεῖται· καὶ ἡ ἀπόδειξις ἐκ τῶν Γραφῶν. Τρίτον περὶ τῆς εὐσεβοῦς πίστεως ἡμῶν, ἤτοι τῆς εἰς τὴν ὑπεραγίαν | |
35 | Τριάδα καθαρᾶς ἡμῶν καὶ εἰλικρινοῦς ὁμολογίας. | |
35 | Ὁ δὲ δεύτερος οἷον χαρακτῆρα Χριστιανοῦ κεφαλαιώδη καὶ σύντομον παρατίθεται, καὶ χαρακτῆρα πάλιν παραπλή‐ σιον τῶν προεστώτων τοῦ λόγου. Εἶτα οἷον ὅρους τινὰς ἀσκητικούς, ὡς ἐν ἐρωτήσει καὶ ἀποκρίσει προηγμένους | |
40 | ἐκτίθεται, τὸν ἀριθμὸν νεʹ, καὶ πάλιν συντομώτερον ἑτέρους ὅρους τιγʹ. | |
Bibl.192(A)154b(2) | Ἀνεγνώσθη τοῦ ἐν ἁγίοις Μαξίμου μοναχοῦ, τοῦ καὶ ὁμολογητοῦ, πρὸς Θαλάσσιον ὁσιώτατον πρεσβύ‐ τερον καὶ ἡγούμενον προσπεφωνημένον βιβλίον, ἐν ᾧ | |
5 | γραφικῶν ἀπορημάτων ρξδʹ ἀναγράφει λύσεις. | |
5 | Ἐν μέν‐ τοι τῷ προοιμίῳ διαλαμβάνει περὶ τῆς γενέσεως τῶν | |
ἐν ἡμῖν παθῶν, καί φησιν ὡς τὸ κακὸν μηδὲν μηδ’ ὅλως τῶν ὄντων ὑπάρχον, μὴ ποιότης, μὴ ποσότης, μὴ σχέσις, ἀλλὰ μηδὲ πάθος φυσικῶς τινι τῶν ὄντων | 74 in vol. 3 | |
10 | ἐνθεωρούμενον, εἴη ἂν ἔλλειψις τῆς πρὸς τὸ τέλος ἐνερ‐ γείας τῶν ἐγκειμένων τῇ φύσει δυνάμεων, ἢ καὶ οὕτω, τῶν φυσικῶν δυνάμεων κατ’ ἐσφαλμένην κρίσιν ἐπ’ ἄλλο παρὰ τὸ τέλος ἀλόγιστος κίνησις. Αἰτίαν δέ φημι νῦν ἧς πάντα φυσικῶς ἐφίεται, ἣν ὁ Ἀδάμ, ἀπάτην τοῦ | |
15 | πονηροῦ νοσήσας, ἠγνόησε, πρὸς ὅλην δὲ κατεσύρη τὴν αἴσθησιν, παρασυμβληθεὶς τοῖς κτήνεσι, καὶ ὅσον τῆς πρὸς αἴσθησιν ἐπεμελεῖτο γνώσεως, τοσοῦτον τῆς θείας ἐξέπιπτεν· ὅσον δ’ ἐκπίπτων διέμενε, τοσοῦτον τῇ ἀπο‐ λαύσει τῶν γνωσθέντων αἰσθητῶν προσηλοῦτο καὶ συγκα‐ | |
20 | τεφέρετο· ὅσον δὲ τούτοις ἐνέκειτο, τοσοῦτον τῆς ἐπι‐ βλαβοῦς φιλαυτίας ἐξῆπτε τὸν ἔρωτα· ὅσον δ’ εἴχετο τῆς φιλαυτίας, τοσοῦτον ἐπενόει τῆς ἡδονῆς ποικίλους καὶ πολλοὺς τρόπους· γεννήματα γὰρ τῆς φιλαυτίας ταῦτα. Καὶ ἐπειδὴ πᾶσα κακία τοῖς συνιστῶσιν αὐτὴν συνδια‐ | |
25 | φθείρεται, εὑρίσκων ἐξ αὐτῆς πείρας τῆς ἡδονῆς πάντως διάδοχον τὴν ὀδύνην, τῆς μὲν ὑπὲρ δύναμιν ἀντείχετο, τῆς ὀδύνης δὲ σφοδρῶς κατηγωνίζετο, οἰόμενος ὅπερ ἦν ἀμήχανον, διαστῆσαι ταύτας ἀλλήλων καὶ μόνῃ τῇ ἡδονῇ ἐντρυφᾶν καὶ τὴν φιλαυτίαν ταύτῃ συνημμένην | |
30 | ἔχειν. Ἐντεῦθεν ὁ πᾶς ὄχλος τῶν παθῶν· ἡδονῆς γὰρ διὰ τὴν φιλαυτίαν ἀντιποιούμενοι καὶ ὀδύνην ἀποφεύ‐ γοντες τὰς ἀμυθήτους τῶν φθοροποιῶν παθῶν ἐπι‐ νοοῦμεν, γενέσεις. Οἷον εἰ μὲν τῆς ἐν φιλαυτίᾳ ἡδονῆς ἀντιποιούμεθα, γεννῶμεν τὴν γαστριμαργίαν, τὴν ὑπερη‐ | |
35 | φανίαν, τὴν φιλαργυρίαν, καὶ ὅσα τὸν τυχόντα τρό‐ πον πορίζει ἡδονήν· εἰ δὲ τὴν ἐν φιλαυτίᾳ φεύγομεν ὀδύ‐ | |
νην, γεννῶμεν τὸν θυμόν, τὸν φθόνον, τὸ μῖσος, τὴν ἀπόγνωσιν, καὶ ὅσα ἄλλα τῆς ἡδυνούσης ἐστέρηται δια‐ θέσεως. Ἐκ δὲ τῆς ἀμφοῖν μίξεως τίκτεται ἡ ὑπόκρισις, | 75 in vol. 3 | |
40 | ἡ κολακεία, ὁ δόλος, καὶ ἁπλῶς ὅσα ἄλλα μοχθηρίας εἴδη τῆς μικτῆς ἐστι πανουργίας ἐπινοήματα. Ἀλλ’ ὃ | |
Bibl.192(A)155a | καὶ προέφημεν, τῆς θείας ὁ ἄνθρωπος διὰ τῆς ἀπά‐ της καταπεσὼν γνώσεως καὶ πρὸς τὴν αἴσθησιν ὅλος ἐπι‐ στραφεὶς τὴν φαινομένην κτίσιν εἰς Θεὸν παρεγνώρισε, διὰ τὴν ἀπ’ αὐτῆς τοῦ σώματος χρείαν τῇ κτίσει λα‐ | |
5 | τρεύων παρὰ τὸν κτίσαντα, καθ’ ὃ σῶμα τὴν φθορο‐ ποιὸν ἐπιτελῶν λατρείαν ἡδονὴν εἶχεν ἀεὶ καὶ ὀδύνην ἐνεργουμένην, ἐσθίων ἀεὶ τὸ ξύλον τῆς παρακοῆς τὸ καλοῦ καὶ κακοῦ διὰ τῆς πείρας αὐτῆς, καὶ κατὰ τὴν αἴσθησιν παρέχον τὴν γνῶσιν. Καὶ τάχα ξύλον εἶναι | |
10 | καλοῦ καὶ πονηροῦ τὴν φαινομένην εἰπὼν κτίσιν τις οὐκ ἂν ἁμάρτοι τῆς ἀληθείας· ἡδονῆς γὰρ καὶ λύπης ποιη‐ τικὴν ἔχει φυσικῶς τὴν μετάληψιν. Ἡ πάλιν ἐπειδὴ καὶ λόγους ἔχει πνευματικοὺς ἡ ὁρωμένη κτίσις νοῦν τρέφοντας, καὶ δύναμιν πάλιν φυσικὴν τὴν μὲν αἴσθη‐ | |
15 | σιν τέρπουσαν τὸν δὲ νοῦν διαστρέφουσαν, διὰ τοῦτο ξύλον γνωστὸν καλοῦ τε καὶ κακοῦ προσηγορεύθη. Παθῶν γὰρ γίνεται διδάσκαλος τοῖς σωματικῶς αὐτῆς μεταλαμβά‐ νουσι. Διὸ τυχὸν καὶ τῷ ἀνθρώπῳ τὴν μετάληψιν αὐτῆς ὁ Θεὸς ἀπηγόρευσε τέως, ἵνα πρότερον, ὥσπερ ἦν δί‐ | |
20 | καιον, διὰ τῆς ἐν χάριτι μετοχῆς τὴν οἰκείαν ἐπιγνοὺς αἰτίαν καὶ τὴν χάριτι δοθεῖσαν ἀθανασίαν, διὰ τῆς τοιαύτης μεταλήψεως πρὸς ἀπάθειαν καὶ ἀτρεψίαν στομώσας, ὡς Θεὸς ἤδη τῇ θεώσει γενόμενος μετὰ Θεοῦ τὰ τοῦ Θεοῦ διασκέψηται κτίσματα, μηδὲν ὑπ’ αὐτῶν | |
25 | παραβλαπτόμενος, καὶ τὴν αὐτῶν ἀναλήψηται γνῶσιν | |
ὡς χάριτι Θεὸς καὶ οὐκ ἄνθρωπος. Ταῦτα καὶ τοιαῦτα ἐν προοιμίοις φιλοσοφήσας καὶ ἐπαγγειλάμενος ὡς ἐν ἑτέροις τελειότερόν τε καὶ ἀκρι‐ βέστερον περὶ αὐτῶν ἐπισκέψοιτο καὶ ἰδίᾳ πραγματείᾳ | 76 in vol. 3 | |
30 | τὴν περὶ αὐτῶν ἀφοριεῖ πραγματείαν, ἐφεξῆς τῶν ἐρω‐ τήσεων καὶ ἀποκρίσεων ἅπτεται. | |
31 | Ὧν πρῶτον ζήτημα περὶ τοῦ τί σημαίνει «ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται». βʹ περὶ τοῦ ἐν τῷ εὐαγγελίῳ τὸ κεράμιον τοῦ ὕδατος βαστά‐ ζοντος. γʹ περὶ τοῦ «μὴ κτήσησθε δύο χιτῶνας». δʹ | |
35 | περὶ τῆς καταραθείσης γῆς ἐν τοῖς ἔργοις τοῦ Ἀδάμ. εʹ περὶ τοῦ «ὁ γεγενημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ». ϛʹ περὶ τοῦ «εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγε‐ | |
Bibl.192(A)155b | λίσθη». ζʹ περὶ τοῦ «ὁ Θεὸς φῶς ἐστι». ηʹ περὶ τοῦ πῶς ἐσμὲν τέκνα Θεοῦ, καὶ πῶς μετὰ ταῦτα ἐσόμεθα. θʹ περὶ τοῦ πῶς «ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ» καὶ «οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν». ιʹ περὶ | |
5 | τοῦ τίς ἡ ἀρχὴ τῶν μὴ τηρησάντων αὐτὴν ἀγγέλων, καὶ ὅσα αὐτοῖς ἀπόκειται. ιαʹ τίς ὁ ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένος χιτών. ιβʹ τί ἐστι «τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται». ιγʹ τί ἐστι «καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα». ιδʹ | |
10 | περὶ τοῦ «τὸ γὰρ ἄφθαρτον πνεῦμά σού ἐστιν ἐν πᾶσιν». ιεʹ περὶ τοῦ ἐν τῇ ἐρήμῳ χωνευθέντος μόσχου. ιϛʹ περὶ τοῦ ἀγγέλου τοῦ ἀπειλήσαντος θάνατον τῷ Μωσεῖ ἐν τῇ ὁδῷ Αἰγύπτου. ιζʹ περὶ τοῦ «εἰ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται, πῶς οἱ ἐν νόμῳ δικαιούμενοι τῆς χά‐ | |
15 | ριτος ἐκπίπτουσιν»; ιηʹ τί ἐστιν «ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται». ιθʹ τίς ἐστιν ἡ ξηρανθεῖσα ἐν | |
τῷ εὐαγγελίῳ συκῆ, καὶ ὅσα περὶ αὐτήν. κʹ περὶ τοῦ τί ἐστιν «ἐκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας» καὶ ἑξῆς, καὶ πῶς ὁ μήδ’ ὅλως ἐνδυσάμενος ἐκδύεται. καʹ | 77 in vol. 3 | |
20 | εἰ ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις ὁ Θεὸς δείξει τὸν πλοῦτον τῆς χρηστότητος αὐτοῦ, πῶς εἰς ἡμᾶς τὰ τέλη τῶν αἰώνων κατήντησε. κβʹ περὶ τοῦ «δώσει αὐτῷ ὁ Θεὸς τὸν οἶκον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ», πῶς δίδωσι τῆς βασιλείας Δαβὶδ εἰς τὰ ἐπιγνόντα ἔθνη τὸν ἐξ | |
25 | αὐτοῦ μεταπεσούσης. κγʹ τί ἐστι «διελθόντες πρώτην καὶ δευτέραν φυλακήν» καὶ τίς ἡ σιδηρᾶ πύλη. κδʹ περὶ τοῦ «παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι» καὶ ἑξῆς. κεʹ περὶ τοῦ βασιλέως Βαβυλῶνος καὶ Ἰούδα καὶ τῶν ἐθνῶν. κϛʹ περὶ τῆς ἀποκαλύψεως Πέτρου τῆς ἐπὶ τῷ | |
30 | Κορνηλίῳ, καὶ πῶς διεκρίνοντό τινες πρὸς Πέτρον διὰ τὸν Κορνήλιον. κζʹ τὸ «δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας» πρὸς τίνας εἴρηται. κηʹ τί ἐστι τὸ ἐν ταῖς Πράξεσιν «οἵτινες διὰ τοῦ πνεύματος ἔλεγον τῷ Παύλῳ μὴ ἀναβῆναι εἰς Ἱεροσόλυμα». κθʹ τίς ἡ | |
35 | διαφορὰ ποτηρίου καὶ βαπτίσματος. λʹ περὶ τοῦ εἰ «οὐκ ἐν χειροποιήτοις ναοῖς ὁ Θεὸς κατοικεῖ», πῶς ἐν τῷ τῶν Ἰουδαίων ναῷ ἐλέγετο οἰκεῖν. λαʹ περὶ τοῦ «εἰ ἄρα | |
Bibl.192(A)156a | ψηλαφήσειαν καὶ εὕροιεν Θεόν». λβʹ περὶ τοῦ «ἀμὴν λέγω ὑμῖν, ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ» καὶ ἑξῆς. λγʹ περὶ τοῦ «ὅσα ἂν προσευχόμενοι αἰτῆσθε, πιστεύετε ὅτι λαμβάνετε» καὶ ἑξῆς. λδʹ περὶ τοῦ κελευόμεθα τρώ‐ | |
5 | γειν τὴν σάρκα καὶ πίνειν τὸ αἷμα, μὴ συντρίβειν δὲ τὰ ὀστᾶ. λεʹ περὶ τοῦ τίνα ἐστὶ τὰ τῶν θυομένων ζῴων σώματα τοῖς Ἰσραηλίταις. λϛʹ περὶ τῆς ἐχίδνης ἣ κα‐ θήψατο τῆς χειρὸς Παύλου. λζʹ περὶ ἐρωτήσεως τῶν Σαδδουκαίων, ἥτις ἑπτὰ ἄνδρας ἀνέπλαττε τῇ μιᾷ | |
10 | συνεζεῦχθαι γυναικί. ληʹ τί εἰσιν αἱ τρεῖς ἡμέραι ἃς προσμένουσιν οἱ ὄχλοι τῷ Χριστῷ ἐν τῇ ἐρήμῳ. λθʹ τί σημαίνει ὁ ἀριθμὸς τῶν ἓξ ὑδριῶν τῶν ἐν τῷ γάμῳ τῷ ἐν τῷ Κανᾶ τῆς Γαλιλαίας. μʹ τίς ὁ λόγος τῶν πέντε ἀνδρῶν τῆς Σαμαρείτιδος, καὶ τοῦ ἕκτου μὴ ὄντος | 78 in vol. 3 |
15 | ἀνδρός. μαʹ πῶς ἡμεῖς μὲν λεγόμεθα τὴν ἁμαρτίαν καὶ ποιεῖν καὶ εἰδέναι, ὁ δὲ Κύριος γενέσθαι μὲν ἁμαρτία μὴ γνῶναι δ’ αὐτήν. μβʹ περὶ τοῦ ξύλου τῆς ζωῆς καὶ τοῦ ξύλου τῆς παρακοῆς. μγʹ πρὸς τίνα εἶπεν «ἰδοὺ γέγο‐ νεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν». Εἰ μὲν γὰρ πρὸς τὸν υἱόν, καὶ | |
20 | πῶς συγκρίνεται Ἀδὰμ τῷ υἱῷ, εἰ δὲ πρὸς ἀγγέλους, πῶς πάλιν τὸν ἄγγελον ἑαυτῷ συγκρίνει; μδʹ τί ση‐ μαίνει τὸ στηθύνιον τοῦ ἐπιθέματος καὶ ὁ βραχίων τοῦ ἀφαιρέματος; μεʹ τίς ἡ διαφορὰ τοῦ ἐσόπτρου πρὸς τὸ αἴνιγμα. μϛʹ τί ἐστι «φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ» καὶ | |
25 | ἑξῆς. μζʹ περὶ τῶν Ὀζίου βασιλέως Ἰούδα λάκκων καὶ πύργων ἃ ᾠκοδόμησε. μηʹ τί ἐστι πάλιν ἐν τῇ αὐτῇ βίβλῳ τῶν Παραλειπομένων «καὶ εἶδεν Ἐζεκίας ὅτι ἥκει Σεναχειρίμ» καὶ ἑξῆς. μθʹ τί ἐστι πάλιν ἐν τῇ αὐτῇ βίβλῳ «καὶ προσηύξατο Ἐζεκίας ὁ βασιλεὺς καὶ Ἠσαΐας | |
30 | υἱὸς Ἀμώς» καὶ ἑξῆς. νʹ τί ἐστι «καὶ πολλοὶ ἔφερον δῶρα τῷ Κυρίῳ καὶ δόματα Ἐζεκίᾳ τῷ βασιλεῖ Ἰούδα». ναʹ περὶ τοῦ ὅτι «οὐ κατὰ τὸ ἀνταπόδομα ὃ ἀνταπέ‐ δωκεν αὐτῷ ὁ Θεός, ἀνταπέδωκεν Ἐζεκίας» καὶ ἑξῆς. νβʹ περὶ Ἐζεκίου πάλιν, ὅτι «ἔθαψαν αὐτὸν ἐν ἀνα‐ | |
35 | βάσει υἱῶν Δαβίδ» καὶ ἑξῆς. νγʹ περὶ τοῦ ἐν τῷ πρώτῳ Ἔσδρα, ὅτι γέγραπται περὶ Ζοροβάβελ «ἦρε τὸ πρό‐ σωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ἰσραήλ», καὶ περὶ τῆς | |
Bibl.192(A)156b | προσευχῆς αὐτοῦ. νδʹ περὶ τοῦ «οἱ δὲ πάντες ἦσαν | |
ἐξ Ἰσραὴλ ἀπὸ δωδεκαετοῦς χωρὶς παιδίων καὶ γυναικῶν μυριάδες δʹ ͵γτξʹ» καὶ ἑξῆς. νεʹ περὶ τοῦ ἐν τῷ δευτέρῳ Ἔσδρα γεγραμμένου «καὶ ἀκούσαντες οἱ ἐχθροὶ | 79 in vol. 3 | |
5 | τῆς φυλῆς Ἰούδα καὶ Βενιαμὶν ἐληλύθασιν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων» καὶ ἑξῆς. νϛʹ τί ἐστι «πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη». νζʹ περὶ τοῦ «ἐν ᾧ ἀγαλλιᾶσθε ὀλίγον ἄρτι, εἰ δέον ἐστὶ λυπηθέντας ἡμᾶς» καὶ ἑξῆς, πῶς τις λυπούμενος ἐν πειρασμοῖς δύναται | |
10 | ἀγαλλιᾶσθαι. νηʹ περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται. νθʹ περὶ τοῦ «ὡς ἀμνοῦ ἀμώ‐ μου καὶ ἀσπίλου Χριστοῦ προεγνωσμένου», ὑπὸ τίνος προεγνωσμένου. ξʹ τί ἐστιν «ὅτι καιρὸς τοῦ ἄρξα‐ σθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ» καὶ ἑξῆς. | |
15 | ξαʹ περὶ τοῦ δρεπάνου ὃ εἶδε πετόμενον ὁ Ζαχαρίας. ξβʹ περὶ τῆς χρυσῆς λυχνίας ἣν εἶδεν ὁ αὐτὸς προ‐ φήτης. ξγʹ τί ἐστιν «ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώ‐ δεκα μυριάδες ἀνδρῶν, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὑτῶν ἢ ἀριστεράν» τίνες οἱ ἄνδρες καὶ τίς ἡ δεξιὰ | |
20 | καὶ ἀριστερά. ξδʹ διὰ τί μετὰ τὸν θάνατον Σαοὺλ τοῦ ἀδικήσαντος τοὺς Γαβαωνίτας ὁ μηδὲν ἀδικήσας Δαβὶδ ἀπῃτήθη δίκας, λιμῷ τῆς χώρας αὐτοῦ κακουμένης, ἕως ἔδωκε τοὺς ἐκ τοῦ σπέρματος Σαοὺλ ἑπτὰ ἄνδρας τοῖς Γαβαωνίταις; | |
25 | Τούτων οὖν τὰς λύσεις ὁ θεῖος οὗτος ἀνὴρ καὶ γεν‐ ναῖος ὁμολογητὴς ἀποδιδόναι ὑπέρχεται πόνον. Ἔστι δὲ τὴν φράσιν σχοινοτενής τε ταῖς περιόδοις, καὶ χαίρων ὑπερβατοῖς, ἐνακμάζων τε ταῖς περιβολαῖς, καὶ κυριο‐ λογεῖν οὐκ ἐσπουδασμένος· ἐξ ὧν αὐτοῦ τῇ συγγραφῇ καὶ | |
30 | τὸ ἀσαφὲς καὶ δυσεπισκόπητον διατρέχει. Τῷ τραχεῖ δὲ τοῦ ὄγκου, ὅσα περὶ συνθήκην καὶ ἀναπαύσεις, τὸν λόγον ὑποβάλλων οὐδ’ ἡδὺς εἶναι σπουδάζει τῇ ἀκοῇ. | |
Καὶ ἡ μεταφορὰ αὐτῷ τῶν λέξεων οὐκ εἰς τὸ χαρίεν καὶ γεγοητευμένον περιήνθισται, ἀλλ’ οὕτως ἁπλῶς καὶ ἀπερι‐ | 80 in vol. 3 | |
35 | μερίμνως παραλαμβάνεται. Ὃ δ’ ἐγγὺς καὶ τοὺς περὶ αὐ‐ τὸν ἐσπουδακότας ἀποκναίει, πόρρω τοῦ γράμματος καὶ τῆς ἐγνωσμένης ἱστορίας, ἢ μᾶλλον καὶ αὐτοῦ τοῦ ἠπο‐ | |
Bibl.192(A)157a | ρημένου, αἱ λύσεις αὐτῷ περινοοῦνται. Πλὴν εἴ τινι φίλον ἀναγωγαῖς καὶ θεωρίαις τὸν νοῦν ἀνελίσσειν, οὐκ ἂν ποικιλωτέραις οὐδ’ ἐσπουδασμέναις μᾶλλον ἢ ταύταις περιτύχοι. Συλλέγει μὲν γὰρ καὶ τῶν πρὸ αὐτοῦ εἰς ἔνια | |
5 | τῶν ἠπορημένων εἰρημένα, ἐπισυνάπτει δὲ καὶ τῆς οἴ‐ κοθεν φιλοπονίας οὐδὲν ἔλαττον, εἰ μὴ καὶ μᾶλλον, τὸ γλαφυρόν τε καὶ περινενοημένον προβεβλημένα. Παν‐ ταχοῦ δὲ τὸ εὐσεβὲς αὐτοῦ καὶ τοῦ εἰς Χριστὸν πόθου τὸ καθαρὸν καὶ γνήσιον διαλάμπει. | |
Bibl.192(B)157a(11) | Ἔτι ἀνεγνώσθησαν αὐτοῦ καὶ ἐπιστολαὶ περὶ διαφόρων ὑποθέσεων ψυχωφελῶν τε καὶ ἀναγκαίων τοῖς ὀρθοῦν τε τὰ ἤθη καὶ τὸν νοῦν ἐγρηγορότα συντηρεῖν πρὸς τὴν εὐσέβειαν ἐσπουδακόσι, τὸν ἀριθμὸν ζʹ καὶ κʹ. Ὧν ἦν | |
15 | μία πολύστιχος [καὶ] ἡ πρὸς Ἰωάννην τινά, ἧς ἐστὶ τὰ κεφάλαια πρῶτον ἐπιτίμησις τοῖς διεκ‐ δικοῦσι τοὺς αἱρετίζοντας, καὶ μάλιστα τοὺς ἀπὸ Σεβήρου· δεύτερον ὅτι δεῖ παντὶ τρόπῳ τὴν παραδεδομένην εὐ‐ σέβειαν ἀπαράτρωτον φυλάττειν· τρίτον περὶ δια‐ | |
20 | φορᾶς, καὶ πῶς ἔστιν εὐσεβῶς δύο φύσεις ἐπὶ Χριστοῦ μετὰ τὴν ἕνωσιν ὁμολογεῖν· δʹ ὅτι ὁ ἀριθμὸς οὔτε διαιρεῖ οὔτε διαιρεῖται, οὔτε διαίρεσιν εἰσάγει κατὰ τὸν | |
ἴδιον λόγον τὸ σύνολον οἷς ἐπιλέγεται· εʹ πῶς εὐσε‐ βῶς ὁ ἀριθμὸς πρὸς δήλωσιν τῆς διαφορᾶς παρα‐ | 81 in vol. 3 | |
25 | λαμβάνεται· ϛʹ πῶς χρὴ νοεῖν τὴν κειμένην ῥῆσιν ἐν τῇ πρὸς Σούκενσον ἐπιστολῇ τοῦ ἁγίου Κυρίλλου, καὶ ὅτι οὐ μάχεται ἡ «ἐν δύο» φωνὴ τοῖς λέγουσι μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην, εἰ μὴ κατὰ τὸ Νεστορίῳ δο‐ κοῦν ἀσεβῶς λαμβανομένη. ζʹ ὅτι πραγμάτων ἤγουν | |
30 | οὐσιῶν ἐπὶ Χριστοῦ ἡ διαφορά, ἀλλ’ οὐ ποιοτήτων, καὶ ὅτι πᾶσα διαφορὰ ἐξ ἀνάγκης συνεισάγει ἑαυτῇ τὴν ὧν ἐστὶ ποσότητα, καὶ ἡ ποσότης πάλιν τὸν ἑαυτῆς σημαντικὸν ἀριθμόν, κἄν τε συνεχής ἐστι κἄν τε διῃ‐ ρημένη· ηʹ ὅτι ἀσεβές ἐστι τὸ λέγειν μίαν σύνθετον | |
35 | φύσιν τὸν Χριστόν, καὶ τῇ ἀληθείᾳ μαχόμενον. θʹ περὶ ὑποστάσεως συνθέτου, καὶ ἔκθεσις σύντομος τῆς ἐκδο‐ χῆς τῶν ὀρθῶς ἐπὶ Χριστοῦ κατὰ τὴν καθολικὴν ἐκ‐ κλησίαν ὁμολογουμένων τῆς πίστεως φωνῶν· ιʹ περὶ ὑποστάσεως συνθέτου φυσικωτέρα διάληψις, καὶ ἀπό‐ | |
40 | δειξις ἀκριβὴς τοῦ μὴ τοῖς αὐτοῖς περιπίπτειν τοὺς ὁμολογοῦντας μίαν σύνθετον ὑπόστασιν τὸν Χριστὸν τοῖς μίαν αὐτὸν σύνθετον λέγουσι φύσιν· ιαʹ ὅτι κατὰ | |
Bibl.192(B)157b | πρόσληψιν ἡ πρὸς τὴν σάρκα μόνη τοῦ λόγου γέ‐ γονεν ἕνωσις, ὡς προόντος καὶ πρὸς ἕνωσιν σαρκὸς ἑνωθῆ‐ ναι θελήσαντος· ὅπερ οὐκ ἔστιν ὅλως ἐπ’ ἄλλου τῶν συνθέτων ἰδεῖν· ἐπὶ γὰρ τῶν ἄλλων οὐ κατὰ πρόσλη‐ | |
5 | ψιν θατέρου ἡ ἕνωσις γίνεται, ἀλλ’ ἄμφω συνιόντων ἐκ τοῦ μὴ ὄντος εἰς τὴν τοῦ συνθέτου συμπλήρωσιν καὶ οὐσίωσιν. Ἡ μὲν πρὸς Ἰωάννην ἐπιστολὴ αὕτη καὶ τὰ ἐν αὐτῇ κεφάλαια. Τῶν δ’ ἄλλων ἐπιστολῶν, τρεῖς μέν εἰσι πρὸς Θα‐ | |
10 | λάσσιον πρεσβύτερον καὶ ἡγούμενον, δύο δὲ πρὸς Ἰω‐ άννην κουβικουλάριον, δύο δὲ πρὸς Σωφρόνιον μονά‐ | |
ζοντα τὸν ἐπίκλην Εὐκρατᾶν, καὶ μία πρὸς Ἰωάννην σοφιστήν, καὶ μία πρὸς Ἰανίαν ἡγουμένην, καὶ μία Θα‐ λασσίῳ ἡγουμένῳ καὶ πρεσβυτέρῳ, καὶ μία Ἰορδάνῃ | 82 in vol. 3 | |
15 | πρεσβυτέρῳ καὶ Στεφάνῳ ἡγουμένῳ καὶ πρεσβυτέρῳ, καὶ μία Κυρισκίῳ ἐπισκόπῳ, καὶ ἔτι ἑτέρα μία Ἰωάννῃ κουβικουλαρίῳ, ὁμοίως καὶ Στεφάνῳ πρεσβυτέρῳ καὶ ἡγουμένῳ καὶ μία Κόνωνι πρεσβυτέρῳ καὶ ἡγουμέ‐ νῳ, ἔτι Θαλασσίῳ ἡγουμένῳ καὶ πρεσβυτέρῳ, καὶ δύο | |
20 | Ἰωάννῃ ἐπισκόπῳ, ἔτι Ἰωάννῃ κουβικουλαρίῳ περὶ τῆς κατὰ Θεὸν λύπης, καὶ Κωνσταντίνῳ Ἰλλουστρίῳ καὶ ἀπὸ σακελλαρίων δύο, καὶ τῷ ἀββᾷ Πολυχρονίῳ τρεῖς, καὶ πρὸς Ἰουλιανὸν Ἀλεξανδρέα, ἀπὸ τῆς τῶν ἀκεφάλων αἱρέσεως ἐπιστραφέντα, μία, καὶ ὡς ἀπὸ Γεωργίου ἐπάρ‐ | |
25 | χου Ἀφρικῆς πρὸς μοναστρίας ἀποκοινωνησάσας ἐν Ἀλεξανδρείᾳ μία. | |
26 | Ἐν ταύταις οὖν ἁπάσαις ταῖς ζʹ καὶ κʹ ἐπιστολαῖς ὁ μὲν ἄλλος χαρακτὴρ αὐτοῦ τῶν λόγων καὶ ἡ εὐσέβεια μάλιστα διασῴζεται, τὸ δ’ ἀσαφές, εὖ γε τοῦ ἀνδρὸς ποιοῦντος καὶ τιμῶντος ἐπιστολῆς κατὰ τοῦ‐ | |
30 | το νόμους, οὐκ ἔσχε τὸ ἀνοικονόμητον. Δῆλον δ’ ὅτι καὶ ἃ τὴν ἀσάφειαν ἐποίει, τὰ μὲν ἔρριπται τὰ δὲ κεκόλασται. | |
Bibl.193157b(33) | Ἀνεγνώσθη τοῦ ἁγίου Μαξίμου λόγος ἀσκη‐ τικός, εἰς πεῦσιν ἐσχηματισμένος καὶ ἀπόκρισιν. Χρή‐ | |
35 | σιμος μὲν ἅπασιν ὁ λόγος, μάλιστα δ’ οἷς ἄσκησις ἡ πολιτεία· ἠθῶν γὰρ δι’ ὧν ἄν τις οὐρανοπολίτης γένοιτο, | |
ἐστὶ διδάσκαλος καὶ γεωργός, μάλιστα δὲ τῆς ἀγάπης καὶ τὴν γνῶσιν καὶ τὴν ἐργασίαν πολλὰς ἐνδίδωσιν ἐπελθεῖν ἀφορμάς. | 83 in vol. 3 | |
40 | Συνετέτακτο δὲ καὶ ἑτέρα πραγματεία, εἰς υʹ κε‐ φάλαια πληθυνομένη, ἣ καὶ προσεπεφώνητο Ἐλπιδίῳ τινί, ὁσιότητι καθωσιωμένῳ. Καὶ αὐτὸς μὲν ὁ συγ‐ | |
Bibl.193158a | γραφεὺς περὶ ἀγάπης τὸν πόνον ἐπιγράφει, ἴσως ὅτι ταύτην τε ἀρχὴν τῷ γράμματι ὑποβάλλεται, καὶ ἀλλα‐ χοῦ πολλάκις περὶ αὐτῆς καταβάλλεται λόγον· οὐ μὴν ἀλλὰ γὰρ καὶ πολλῶν προβλημάτων τε καὶ θεωρημάτων, | |
5 | οἷς θεολογία κρατύνεται καὶ ἃ τὸν ὅσιον βίον καὶ καθαρὸν ποιεῖ, ἱκανὴν ἔστιν ἐν αὐτοῖς τοῖς φιλοπόνως αὐτὰ με‐ τιοῦσι καρπώσασθαι τὴν ὠφέλειαν. Καὶ τὸ εἶδος αὐτῷ τοῦ λόγου εἰς τὸ λευκόν τε καὶ ἔντορνον, ἤπερ οἱ ἄλλοι, διατυποῦται καὶ οὐδὲν παρέχει ὃ ἄν τις διερευνήσοι μω‐ | |
10 | μήσασθαι, πλὴν ὡς ἔσθ’ ὅπῃ τὴν Ἀττικὴν τῆς ἄλλης φωνῆς οὐ προκρίνει. | |
Bibl.194158a(13) | Ἀνεγνώσθη τοῦ αὐτοῦ ἁγίου ἀνδρὸς πρὸς Γεώρ‐ γιον ἔπαρχον ἐπιστολή, πολλῆς ὠφελείας καὶ κατανύξεως | |
15 | γέμουσα· καὶ τὸ τῆς φράσεως αὐτῆς εἰς τὸ σαφές τε καὶ ἠθικὸν ἀνεπτυγμένον πρὸς τὰ υʹ κεφάλαια τὴν συγγένειαν ἀνόθευτον δείκνυσιν ὅτι διασῴζει. Ἐν δὲ τῷ αὐτῷ τεύχει συνανεγνώσθη λόγος κεφα‐ λαίοις ρʹ διειλημμένος, καὶ ἕτερος ὁμοίως τοῖς ἴσοις | |
20 | ἀπηρτισμένος, ἐν οἷς θεολογία τε διαλάμπει καὶ ἠθῶν διακόσμησις διαπρέπει. Καὶ οὐκ ἂν ἐν οὐδενὶ τὸ ὁμοφυὲς αὐτοῖς πρὸς τὰ υʹ κεφάλαια ἐνοθεύετο, εἰ μὴ τὸ ἀλλη‐ γορικὸν ἐν πολλοῖς ὑποβαλλόμενον καὶ ὁμόφυλά πως | |
αὐτὰ παραστῆσαν τῇ συντάξει, ἥτις γραφικῶν ἀπο‐ | 84 in vol. 3 | |
25 | ρημάτων καὶ λύσεων ἔκθεσιν σπουδάζει καὶ Θαλασσίῳ ἐστὶ πρεσβυτέρῳ καὶ ἡγουμένῳ προσπεφωνημένη, τὸ πρὸς ταῦτα συγγενὲς διὰ τῆς πρὸς ἐκείνην οἰκειώσεως ὑπο‐ βολιμαῖον εἶναι λογισμοὺς ἀναρριπίζει. Ἐν ταὐτῷ δὲ συνανεγνώσθη τοῦ αὐτοῦ ἐπιστολαὶ | |
30 | διάφοροι. Ὧν πρώτη μὲν πρὸς Πέτρον Ἰλλούστριον ἧς ἐπιγραφὴ μὲν «Περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου λόγος ἐπίτομος καὶ κατὰ τῶν Σεβήρου δογμάτων», κεφάλαια δὲ τάδε· περὶ ἀριθμοῦ φυσικωτέρα διάληψις, περὶ δια‐ φορᾶς καὶ ποιότητος ἀκριβέστερον καὶ τῆς αὐτῶν εὐ‐ | |
35 | σεβοῦς ὁμολογίας. | |
35 | Ὅτι βλάσφημον τὸ λέγειν οὕτως ἁπλῶς τὸν Χριστὸν μίαν φύσιν· περὶ συνθέτου φύσεως καὶ τοῦ κατ’ αὐτὴν λόγου, καὶ ὡς ἀσεβοῦσιν οἱ λέγοντες τὸν Χριστὸν μίαν σύνθετον φύσιν. Ὅτι ὁ λέγων τὸν Χριστὸν Θεὸν καὶ ἄνθρωπον μετὰ τὴν ἕνωσιν συνομολογεῖ τοῖς | |
40 | ὀνόμασι τὰς φύσεις ἐξ ἀνάγκης μετὰ τὴν ἕνωσιν, ὀρθῶς δηλονότι καὶ ἀκολούθως οἷς λέγει πιστεύειν ᾑρημένος. | |
Bibl.194158b | Περὶ τῆς «ἐν δύο» φωνῆς καὶ περὶ τῆς μιᾶς τοῦ λόγου φύσεως εὐσεβὴς ὁμολογία κατὰ τοὺς πατέρας, καὶ ἀθέτησις τῆς μιᾶς συνθέτου φύσεως. Περὶ ὑποστάσεως συνθέτου φυσικωτέρα διάληψις, καὶ ἀπόδειξις ὡς οὐχὶ τοῖς | |
5 | αὐτοῖς ἀτόποις περιπίπτουσιν οἱ μίαν σύνθετον ὑπό‐ στασιν ὁμολογοῦντες τὸν Χριστὸν τοῖς μίαν αὐτὸν σύν‐ θετον λέγουσι φύσιν. θʹ κεφάλαιον ὅτι κατὰ πρόσληψιν μόνην ἡ πρὸς τὴν σάρκα γέγονεν ἕνωσις, ὡς προόντος καὶ θελήματι τὴν πρὸς σάρκα διαπραξαμένου ἕνωσιν. | |
10 | Ἀλλ’ ἡ μὲν πρὸς Πέτρον Ἰλλούστριον. | |
Ἑτέρα δὲ πρὸς Κοσμᾶν διάκονον Ἀλεξανδρείας περὶ κοινοῦ καὶ ἰδίου, τουτέστιν οὐσίας καὶ ὑποστάσεως· ἧς κεφάλαιον κατασκευὴ φυσικωτέρα ὡς οὐδὲν τῶν ὄν‐ των ἑτέρῳ τινὶ ταὐτόν ἐστι κατ’ οὐσίαν καὶ ὑπόστασιν, | 85 in vol. 3 | |
15 | διὰ τὸ μὴ ταὐτὸν εἶναι οὐσίαν καὶ ὑπόστασιν, ἀλλὰ τὰ μὲν κατ’ οὐσίαν ταὐτὰ ταῖς ὑποστάσεσιν ἕτερα, ἃ δὲ ταὐτὰ καθ’ ὑπόστασιν, κατ’ οὐσίαν καὶ φύσιν διάφορα. Δεύτερον ὅτι ὁ Χριστὸς ταῖς μὲν κατ’ οὐσίαν τῶν οἰ‐ κείων μερῶν πρὸς τὰ ἄκρα κοινότησιν ἑνούμενος, τὴν | |
20 | πρὸς ἄλλα τῶν μερῶν σῳζομένην εἶχε διαφοράν, ταῖς δὲ τῶν μερῶν ἰδιότησι τὸ καθ’ ὑπόστασιν διεδείκνυ ὡς ὅλον κοινὸν ἀμφοτέρων. Γʹ ὅτι τὰ μὲν καθ’ ὑπό‐ στασιν κοινὰ τῶν μερῶν τὸ ὅλον ἤγουν τὸν Χριστὸν ἠφόριζον τῶν ἄκρων, τὰ δὲ κατ’ οὐσίαν πρὸς τὰ ἄκρα | |
25 | κοινὰ τῶν μερῶν ὡς ὅλον συνῆπτε τοῖς ἄκροις οὐσιω‐ δῶς τὸν Χριστόν. Δʹ ὅτι Θεὸς ὑπάρχων τέλειος ὁ Χρι‐ στὸς καὶ ἄνθρωπος τέλειος ὁ αὐτός, εἶχε τὸ κοινὸν αὐτῶν καὶ τὸ ἴδιον οἷς πρὸς ἑαυτὸν ἐποιεῖτο τὴν τῶν ἄκρων ἕνωσιν καὶ διάκρισιν, τῇ μὲν πρὸς ἑαυτὸν ἑνώ‐ | |
30 | σει τῶν ἄκρων ἐν ἑαυτῷ σῳζομένας τὰς ἐξ ὧν συν‐ ετέθη φύσεις πιστούμενος, τῇ δὲ πρὸς ἑαυτὸν διακρί‐ σει τῶν ἄκρων τὸ μοναδικὸν τῆς οἰκείας παριστὰς ὑποστάσεως. Εʹ περὶ διαφορᾶς διάληψις σύντομος, δι’ ἧς δείκνυται τὸ κατ’ οὐσίαν ποσὸν τῶν ἡνωμένων, σῳ‐ | |
35 | ζόμενον. Ϛʹ Κατασκευὴ πλατυτέρα καὶ φυσικωτέρα περὶ διαφορᾶς καὶ ποσότητος καὶ τοῦ δηλοῦντος ἀριθμοῦ. Ζʹ ὅτι ὁ μὴ ταὐτὸν εἰδὼς φύσιν καὶ ὑπόστασιν εὐσεβῶς ἐπὶ Χριστοῦ δογματίζει τὴν ἕνωσιν καὶ τὴν διαφοράν, ὧν τὸ μὲν ὁρᾶται κατὰ τὴν ὑπόστασιν, τὸ δὲ κατὰ τὴν | |
40 | φύσιν. Ηʹ ὅτι Σεβῆρος ταὐτὸν εἶναι βιαζόμενος φύσιν | |
καὶ ὑπόστασιν συγχεῖ τὴν ἕνωσιν καὶ ποιεῖ διαίρεσιν | 86 in vol. 3 | |
Bibl.194159a | τὴν διαφοράν· καθ’ ἣν δείκνυται καὶ τὸν τριάδος εἰς τετράδα διασκεδάζων λόγον, καὶ τὸ τῆς μιᾶς θεό‐ τητος κατατέμνων εἰς δυάδα μυστήριον, καὶ πάσης τὸν Χριστὸν ὑπερορίζων οὐσιωδῶς ὑπάρξεως. Θʹ ἔκθεσις | |
5 | σύντομος μετὰ τῆς ὀρθῆς συνηγορίας τῆς ἀληθοῦς τῶν πατέρων ὁμολογίας. Ἀλλ’ ἐν τούτοις μὲν καὶ αὕτη καὶ δῆλον καὶ ἐξ αὐτῶν τῶν κεφαλαίων τὸ εἰς εὐσέβειαν χρήσιμον. Καὶ ἡ φράσις δὲ ὡς ἐν τοιαύτῃ τὸ σαφὲς διώκει καὶ οὐκ ἄκομψον. | |
10 | Ἔτι δὲ πρὸς Πύρρον, ἔτι πρεσβυτέρου βαθμὸν ἔχοντα καὶ οὔπω τῆς ἀρχιερατικῆς ἐπιβάντα καθέδρας. Θειάζει δ’ ἐν αὐτῇ τὸν Πύρρον, καὶ εὐσεβῆ γνῶσιν αὐτῷ καὶ ὁσιότητα ἐπιμαρτύρεται. Ἀλλὰ καὶ περί τινων, ὡς ἔοικεν, ἀξιώσαντος αὐτῷ γραφῆναι ὁ σοφὸς Μά‐ | |
15 | ξιμος οὐ μόνον παραιτεῖται, ἰσχνόφωνον ἑαυτὸν καὶ βραδύ‐ γλωσσον ἀποκαλῶν, ἀλλ’ ἀνταξιοῖ αὐτὸν γράμματι μᾶλλον διδάξαι, τίς ἡ ἐνέργεια, καὶ ὁσαχῶς, καὶ τί παρὰ ταύτην ἐστὶ τὸ ἐνέργημα, καὶ τί τούτων διενή‐ νοχεν ἡ πρᾶξις καὶ τὸ ἔργον, καὶ πῶς ἔστι λέγειν ἢ ἐν‐ | |
20 | νοεῖν τὴν μίαν ἐνέργειαν. Ἀλλ’ ἐν τούτοις μὲν καὶ ἡ πρὸς Πύρρον. Γράφει δὲ καὶ πρὸς Θωμᾶν τινα, αἰτησάμενον ῥη‐ τῶν τινῶν ἀπορουμένων ἐπιλύσεις. Τὰ δὲ ῥητὰ τοῦ Θεο‐ λόγου τέ ἐστι Γρηγορίου καὶ τοῦ θείου Διονυσίου, ἐκ μὲν | |
25 | τοῦ περὶ υἱοῦ εἰς τό «Διὰ τοῦτο μονὰς ἀπ’ ἀρχῆς κινη‐ θεῖσα» καὶ ἑξῆς· καί «Μονάδος μὲν κινηθείσης διὰ τὸ πλούσιον», ὅπερ ἐστὶν ἐκ τοῦ δευτέρου εἰρηνικοῦ· βʹ εἰς τό «ἑνὶ δὲ κεφαλαίῳ» καὶ ἑξῆς· τρίτον ἐκ τοῦ αὐτοῦ λόγου εἰς τό «οὗτος γὰρ ὁ νῦν σοι καταφρονούμενος», καὶ ἑξῆς. | |
30 | Τέταρτον εἰς τό «Ὡς μὲν γὰρ λόγος οὔτε ὑπήκοος ἦν οὔτε ἀνήκοος» καὶ ἑξῆς. Τοῦ δέ γε θεσπεσίου Διονυσίου εἰς τό «πῶς φῂς Ἰησοῦς ὁ πάντων ἐπέκεινα πᾶσιν ἐστὶν ἀν‐ θρώποις οὐσιωδῶς συντεταγμένος» καὶ ἑξῆς, καὶ εἰς ἕτερα διάφορα. | 87 in vol. 3 |
34 | Καὶ ταῦτα μὲν ἐν τῇ πρὸς Θωμᾶν | |
35 | πρώτῃ ἐπιστολῇ. Ἐν δὲ τῇ δευτέρᾳ οἷον ἐπανάληψιν ἐνίων ῥητῶν τῶν προσαφηνισθέντων ἐκ τῆς θεολογικῆς συντάξεως ποιεῖται, καὶ πρός γε τό «διὰ μέσου νοὸς ὁμι‐ λήσας σαρκὶ ἕως τοῦ κρείττονος ἐκνικήσαντος» ὁμοίως ἑρμηνεύει. Ἀλλὰ ταῦτα μὲν ἐν τούτοις. | |
Bibl.195159a(41) | Ἀνεγνώσθη τοῦ αὐτοῦ ἁγίου ἀνδρὸς ἐπιστολή. Μα‐ | |
Bibl.195159b | ριανῷ πρεσβυτέρῳ προσπεφώνηται, ἐν ᾗ περί τε φυσικοῦ θελήματος ἤτοι θελήσεως διέξεισι καὶ βουλήσεως καὶ βουλῆς ἤτοι βουλεύσεως, περί τε προαιρέσεως, καὶ περὶ τίνων βουλευόμεθα, καὶ περὶ γνώμης καὶ ἐξουσίας καὶ | |
5 | δόξης, καὶ περὶ φρονήματος εἴτουν φρονήσεως· καὶ ὡς οὐ κατὰ πάντα τρόπον ἓν ἔσται μετὰ τὴν ἀνάστασιν τὸ θέλημα πρὸς ἀλλήλους τῶν ἁγίων καὶ τοῦ Θεοῦ, κἂν ἓν τὸ θεληθὲν ἅπασιν, ὥς τινες λέγουσι. Καὶ ἑνδέκατον ἐπὶ τούτοις κεφάλαιον, ὅτιπερ ἓν θέλημα οὐ δύναται ἐπὶ | |
10 | Χριστοῦ λέγεσθαι, εἴτε φυσικὸν εἴτε προαιρετικὸν λεχθῇ ὥς τισιν ἔδοξεν. Αὕτη μὲν ἡ ἐπιστολή· οὐ μόνον δ’ εἰς εὐσέβειαν πολὺ τὸ χρειῶδες παρέχεται, ἀλλὰ καὶ εἰς ἄλλας πολλὰς καὶ καλὰς θεωρίας. Ἀνεγνώσθη δ’ ἐν τῷ αὐτῷ τεύχει διάλογος περὶ | |
15 | τῶν δύο θελημάτων καὶ τῶν δύο ἐπὶ Χριστοῦ ἐνεργειῶν. Τὰ πρόσωπα δὲ τοῦ διαλόγου Πύρρος καὶ Μάξιμος, ὧν ὁ μὲν τῆς ὀρθοδοξούσης προΐσταται γνώμης, Πύρρος δὲ τοῦ αἱρετίζοντος ἀντεχόμενος φρονήματος ὅμως, ὥσπερ συνεχόμενός τε καὶ συνελαυνόμενος τοῖς ὀρθο‐ | 88 in vol. 3 |
20 | δοξοῦσιν ἐνθυμήμασί τε καὶ δόγμασι τίθεται τῇ εὐσε‐ βείᾳ, ἀνομολογῶν ἑαυτὸν οὐκ ὀρθῶς πεφρονηκέναι τὰ πρότερον. Ἐν δὲ τῇ Ῥώμῃ αὐτὸν ὁ λόγος δείκνυσιν ἀφικέσθαι πρὸς τὴν διάλεξιν, μεθ’ οὗ ἣν αὐτὸς ἑαυτῷ φυγὴν ἐπιβαλὼν τοῦ Κωνσταντινουπόλεως ἐξέπεσε θρό‐ | |
25 | νου. Ὁ μέντοι διάλογος εἰς τὸ ταπεινότερόν ἐστι διεσκευα‐ σμένος, εἴτε τὸ αὐτοσχέδιον τῶν διειλεγμένων διασῴζειν ἀκέραιον βουλομένου τοῦ συγγεγραφότος, εἴτε καὶ ἕτερόν τι διοικονομοῦντος· δι’ ἅπερ οὐδ’ οἱ διαλεκτικῆς αὐτῷ νόμοι εὐμενῶς ἐθέλουσιν ἔχειν. Πλὴν καὶ οὕτω χρειῶδες | |
30 | τοῖς εὐσεβέσι τὸ ἀγώνισμα. | |
Bibl.196159b(32) | Ἀνεγνώσθη τοῦ ἐν ἁγίοις Ἐφραὶμ λόγοι ἔννεα καὶ μʹ, ὧν ὁ μὲν αʹ ἑαυτόν τε ποιεῖ ἀπολοφυρόμενον οἷς ἐβίω, καὶ τύπον ἐπέχει προλόγου τῶν ἐφεξῆς παραι‐ | |
35 | νέσεων. Ὁ δὲ βʹ τοῖς ἐν κοινοβίῳ ἀδελφοῖς παραίνεσίν ἐστιν εἰσηγούμενος. Προτρέπεται πρὸς εὐσέβειαν ὁ γʹ. Ὁ δὲ δʹ τοὺς τῶν μοναχῶν εἰσαγομένους στοιχειοῖ, καὶ ὁ εʹ καὶ ὁ ϛʹ καὶ ὁ ζʹ καὶ ὁ ηʹ καὶ ὁ θʹ. Ἐπίκοινοι δέ πως ὁ ιʹ καὶ ὁ ιαʹ καὶ ὁ ιβʹ. Εἰσαγωγικὸς δ’ ὁμοίως καὶ | |
40 | ὁ ιγʹ καὶ ὁ ιδʹ ὅ τε ιεʹ καὶ ιϛʹ καὶ ιζʹ καὶ ιηʹ καὶ ιθʹ | |
ἕως τοῦ κγʹ. Εἶτα ὁ ἑξῆς κοινὴν παραίνεσιν ὑπογράφει. | 89 in vol. 3 | |
Bibl.196160a | Ὁ δὲ κεʹ, ὅτι μὴ δεῖ τόπους ἀμείβειν, τὴν παραίνε‐ σιν ποιεῖται· ὁ δὲ κηʹ, ὅτι μὴ δεῖ τὸν ἀποστάντα τοῦ κοινο‐ βίου ὑποστρέφοντα καὶ μεταβαλλόμενον ἀπωθεῖσθαι. Ὁ δὲ κθʹ ἐξ ἱστορίας γεγενημένης οἷόν ἐστι κακὸν παρίστησιν ἡ | |
5 | παρακοή, καὶ ὅτι δεῖ τὸν Χριστιανὸν μακρόθυμον καὶ μνησικακίας κρείττω εἶναι. Ὁ λʹ περὶ παθῶν, ὅτι δεῖ φεύγειν αὐτά. Ὁ λαʹ ὡς δεῖ τοὺς ὀλιγωροῦντας παρα‐ καλεῖν. Ὁ λβʹ ὡς ἐν ἀντιλογίᾳ τῇ σωφροσύνῃ καὶ ἁγνείᾳ τὸ κράτος καὶ τὴν ἰσχὺν βεβαιοῖ. Καὶ ὁ λγʹ περὶ ἁγνείας | |
10 | παραινεῖ. Ὁ δʹ καὶ λʹ τὴν ἡσυχίαν προξενεῖ τοῖς θέλουσι συνιέναι· καὶ ὁ εʹ καὶ λʹ περὶ τοῦ μὴ ῥέμβεσθαι διαλαμβά‐ νει τοῖς ὀφθαλμοῖς· καὶ ὡς δι’ ἐρωτήσεως διδασκαλία, εἰ δι’ ἀποχῆς βρωμάτων ὁ τῆς πορνείας καταργεῖται λο‐ γισμός, καὶ τίνι ἄλλῳ. Ὁ δὲ ϛʹ καὶ λʹ περὶ πραϋπαθείας. | |
15 | Ὁ δὲ λζʹ πρὸς ἀνυποτάκτους ἐστίν, οὓς καὶ καταστέλλει, μὴ πρὸς τὸ ἔσχατον τῆς ἀπωλείας ἐκτραχηλισθέντας, τῷ ἐκ Θεοῦ φόβῳ καὶ τῷ τοῦ μέλλοντος δικαιωτηρίου κρίματι. Ὁ δὲ ληʹ τὴν καλὴν εὐλάβειαν ἐκδιδάσκει· ὁ δὲ θʹ καὶ λʹ πρὸς τοὺς ἐξ οἰκείας ἐκπίπτοντας ἀμελείας καὶ προφασιζο‐ | |
20 | μένους προφάσεις ἐν ἁμαρτίαις. Ὁ δὲ μʹ πρὸς ἀδελφόν ἐστιν ἐκπεσόντα, καὶ περὶ μετανοίας. Ὁ δὲ αʹ καὶ μʹ ὡς οὐ δεῖ ὀμνύειν οὐδὲ δυσφημεῖν παραινεῖ· ὁ μβʹ δὲ συνίστη‐ σιν ὡς δίκαια πεπόνθοι Ἠλί, ὁ ἐν τῷ νόμῳ ἱερεύς, πρὸς τὸν περὶ αὐτοῦ τούτου ἐπιδιστάζοντα. Περὶ φόβου δὲ Θεοῦ | |
25 | ὁ μγʹ καὶ περὶ ἀγάπης ὁ μδʹ, ὁ δὲ μεʹ πρὸς Εὐλό‐ γιον μὲν αἰτήσαντα γράφεται, πλειόνων δὲ κατορθω‐ μάτων παραινέσεις καὶ διδασκαλίαν ἀναπτύσσει. Ὁ δὲ | |
ϛʹ καὶ μʹ πρὸς ἀκηδιαστήν ἐστι μοναχὸν συντεθειμένος, πολ‐ λαῖς καὶ καλαῖς ὑποθήκαις ἀπάγων αὐτὸν τῆς πρὸς | 90 in vol. 3 | |
30 | τὸν βίον ἐπανόδου. Ὁ δὲ ζʹ καὶ μʹ καταδρομὴν ποιεῖται τῆς κακοηθείας. Ὁ δὲ μηʹ ὅσον διενήνοχεν ὁ μοναδικὸς βίος τῆς ἐν κόσμῳ πολιτείας ἐπιδεικνύει. Ὁ δὲ μθʹ τὴν δευτέραν τοῦ Κυρίου διατυποῖ παρουσίαν καὶ παρα‐ καλεῖ πρὸς μετάνοιαν τοὺς ἀνθρώπους. | |
35 | Ἐν τούτοις τοῖς παραινετικοῖς λόγοις τοῦ ἁγίου θαυ‐ μάσειεν ἄν τις ὅσον μὲν ἐμβαθύνεται τὸ πεῖθον, ὅσον δ’ αὐτῶν ἀποστάζει τὸ ἡδῦνον, καὶ ὅλως εἰς ὅσον βρύει τὸ ἦθος. Ἡ δὲ λέξις καὶ τὰ σχήματα οὐ θαυμαστὸν εἰ πρὸς τὸ κοινότερον τῆς ὁμιλίας καὶ ἠμελημένον νέ‐ | |
40 | νευκεν· οὐ γὰρ εἰς τὸν γεννήτορα τῶν νοημάτων ἀλλ’ εἰς τὸν ταῦτα μεταφρασάμενον ἡ αἰτία διαβαίνει, | |
Bibl.196160b | ἐπεὶ οἵ γε τῆς σύρας φωνῆς τὴν ἀκρίβειαν ἠσκη‐ μένοι ἐπὶ τοσοῦτον ταῖς τε λέξεσι καὶ τοῖς σχήμασιν αὐτὸν ἴσασιν εὐδοκιμῆσαι, ὡς ἀμφήριστον εἶναι πότερον διὰ ταῦτα ἢ διὰ τὸν ἐν αὐτοῖς νοῦν ἡ τοσαύτη χάρις καὶ | |
5 | δύναμις τῶν ἐκείνου πρόεισι λόγων. Οὐ θαυμαστὸν οὖν ἡ τῆς φράσεως ταπεινότης· ἀλλ’ ἐκεῖνο θαυμαστόν, ὡς καὶ διὰ χυδαιότητος τοιαύτης ῥημάτων τηλικαύτη σωτηρία καὶ ὠφέλεια τοῖς προσέχουσι προχεῖται. Τῆς δ’ αὐτῆς ἐστιν ἠρτημένος καὶ χάριτος καὶ δυ‐ | |
10 | νάμεως καὶ ὁ περὶ ταπεινοφροσύνης λόγος, κεφαλαίοις ρʹ ἀνηπλωμένος· ὡσαύτως καὶ ὁ λόγος ὁ περὶ τοῦ ὅτι μὴ χρὴ γελᾶν καὶ μετεωρίζεσθαι, ἀλλ’ ἐν πένθει μᾶλ‐ λον διατελεῖν, οὐ ψεύδεται τὴν πρὸς τοὺς ἄλλους συγγέ‐ νειαν. Ὡσαύτως οὐδ’ ὁ πρὸς Μετεβινοὺς μοναχοὺς αὐ‐ | |
15 | τῷ διειλεγμένος, ὃς πραότητα μὲν ἐκδιδάσκει, πονη‐ | |
ρίαν δ’ ἀποτρέπει, καὶ πρὸς μὲν μακροθυμίαν ἄγει, ὀξύχολον δὲ διελέγχει, καὶ τὴν μὲν ὑπομονὴν μακα‐ ρισμοῦ πρόξενον δεικνύει, τοῦ δ’ ὀλιγώρου τὸ ἄθλιον στηλιτεύει, καὶ τὸν μὲν θεῖον φόβον τῆς ἀϊδίου εὐ‐ | 91 in vol. 3 | |
20 | φροσύνης χορηγὸν κατασκευάζει, τὸν δὲ καταφρονη‐ τὴν δίκαις ὑποβάλλει, καὶ τὴν μὲν ἀγάπην πρὸς Θεὸν ἀνάγει, τὸ δὲ μῖσος τῷ διαβόλῳ ἀποφαίνεται συν‐ άπτειν· καὶ ὡς ἡ ἀλήθεια πολλῶν ἐστι μητὴρ κατορ‐ θωμάτων, φθορὰ δὲ τούτων τὸ ψεῦδος, ὡσαύτως ἡ | |
25 | ὑπακοὴ ὅτι μακαρίους τοὺς χρωμένους ἀποφαίνει, τὸ δ’ ἀνυπότακτον κατάρας καὶ πολλῆς ἄλλης αἰσχύνης ποιεῖ κληρονόμους· καὶ τὸ καθαροὺς εἶναι φθόνου καὶ ζήλου ἀγάπην ἐστὶ καταπεπλουτῆσθαι, ἐνέχεσθαι δὲ τοὺς ἐνισχη‐ μένους τῷ πάθει τοῖς τοῦ διαβόλου κρίμασιν, ὥσπερ καὶ | |
30 | τοὺς λοιδορίαις ἑαλωκότας. Καὶ περὶ ἐγκρατείας δὲ καὶ ἀκρασίας κατὰ τὸ ἀνάλογον διαλαμβάνει. | |
31 | Ὁ μὲν οὖν πρὸς τοὺς Μετεβινοὺς λόγος ἐπὶ τοσούτοις διαπεραιοῦ‐ ται καὶ ἄλλα δὲ πλεῖστα τοῦ ἀνδρὸς μεταβληθέντα πρὸς τὴν Ἑλλάδα συντάγματα φέρεται πλήρη χάρι‐ | |
35 | τος καὶ δυνάμεως. Σύρων δὲ παῖδές φασιν ὑπὲρ τὰς χιλιάδας λόγους αὐτὸν ἀναγράψαι, οἷς καὶ ὁ περὶ τὴν ἱστορίαν οὐκ ἀναξιόπιστος, εἰ καὶ μὴ τὰ δόγματα Εὐσέ‐ βιος ὁ τοῦ Παμφίλου ἐπώνυμον φέρων ἐπιμαρτύρεται. | |
Bibl.197160b(40) | Ἀνεγνώσθη βιβλιδάριον ἐν ᾧ Κασσιανοῦ μο‐ ναχοῦ, Ῥώμην λαχόντος πατρίδα, περιῆσαν λόγοι βʹ. | |
Bibl.197161a | Ὧν ὁ μὲν Κάστορι ἐπισκόπῳ ἀνεγέγραπτο, αὐτῷ | |
πεποιημένῳ τὴν τῶν γεγραμμένων αἴτησιν. Τύπους δ’ οὗ‐ τος καὶ κανόνας ἀπαγγέλλει καθ’ οὓς ἐβίου τὸ ἐν Αἰ‐ γύπτῳ κατὰ συστήματα μοναδικόν· κοινόβια δὲ αὐτὰ | 92 in vol. 3 | |
5 | ὁ ἐκ τῆς ἐτυμότητος ὀνομάζει λόγος· | |
5 | καὶ ὁ δεύτερος δὲ τῷ αὐτῷ προσπεφωνημένος ἐστί, περὶ τῶν ὀκτὼ δὲ λογισμῶν τὴν ἐπιγραφὴν φέρει, οἷς γαστριμαργίαν, πορ‐ νείαν, φιλαργυρίαν, ὀργήν, λύπην καὶ ἀκηδίαν, κενο‐ δοξίαν τε καὶ ὑπερηφανίαν ἐξάπτει. | |
9 | Χρήσιμα δέ, ὑπέρ | |
10 | τι ἄλλο, τὰ λόγια ταῦτα τοῖς αἱρουμένοις τὸν ἀσκη‐ τικὸν ἀναδέχεσθαι ἀγῶνα. Καὶ ἐπὶ τοσοῦτον τὸ δυνατὸν αὐτοῖς καὶ θεῖον περιέστιν, ὥστε καὶ μέχρι νῦν, εἴ τι κατὰ τοὺς τύπους τουτουσὶ καὶ τὰ διατάγματα μοναστικὸν σύστημα πολιτεύοιτο, ἀνθεῖ τε ὡς ἀληθῶς καὶ τῶν ἄλ‐ | |
15 | λων προλάμπει καὶ τῶν ἀρετῶν ὁρᾶται ἐργαστήριον, ὃς δὲ τούτους διεγράψατο, ἐπὶ μικροῖς τισι λειψάνοις τῶν ἀρετῶν σαλεύει ἢ καὶ ναυαγίῳ περιδύεται. Διὸ χρεών ἐστι μηδὲν τῶν ἐν αὐτοῖς παραδεδομένων παρορᾶν· δεσποτικῆς γὰρ ταῦτα νομοθεσίας καὶ τῆς εὐαγγελικῆς | |
20 | πολιτείας ἐστὶν ἀνάπτυξίς τε καὶ ἐξάπλωσις. | |
20 | Ἔστι δὲ αὐτῷ οἰκεῖα τοῖς διανοήμασι καὶ τὰ ῥήματα, τό τε σαφὲς ἀποστίλβοντα, καὶ τὸ ῥᾳδίως ταῖς ψυχαῖς καὶ ἀνεπαχθῶς ἐγχαράσσεσθαι τὴν χάριν κληρωσάμενα, ἅμα καὶ τοῦ συμπείθειν καὶ ἕλκειν αὐτὰς πρὸς τὸ σπουδα‐ | |
25 | ζόμενον. Καὶ οὕτω πάντα σοφῶς τε καὶ δεξιῶς κέκραται καὶ διαμεμόρφωται ὥστε καὶ τροπολογίας ὁ δεύτερος λόγος ὑποβαλλόμενος, καὶ πολὺ τὸ ἐπαγωγὸν ἔχων καὶ θελκτήριον, πλέον παρέχεται τὸ φοβοῦν τε καὶ καταπλη‐ | |
κτικὸν καὶ δυνατὸν ἐπιστρέφειν πρὸς μετάνοιαν. | 93 in vol. 3 | |
30 | Καὶ τρίτον δ’ ἐπὶ τούτοις λογίδιον συνανεγνώσθη, ὃ μετὰ τελευτὴν Κάστορος τοῦ ἐπισκόπου τῷ διαδεξα‐ μένῳ τὴν ἐπιμέλειαν τῆς μονῆς, δι’ ἣν καὶ οἱ κανόνες ἐστάλησαν, προσπεφώνηται. Ἔστι μὲν συγγενὲς τοῖς προει‐ ρημένοις, διδάσκει δὲ τί τέ ἐστι διάκρισις, καὶ ὅτι μείζων | |
35 | αὕτη τῶν ἄλλων ἀρετῶν, καὶ ὅθεν τίκτεται, καὶ ὡς τὸ πλέον τῆς ἄνωθέν ἐστι δωρεᾶς. Καὶ περὶ ἐξαγγελίας γρα‐ φικαῖς πίστεσιν, ὡς δεῖ ταύτην πράττειν, κατασκευάζει, καὶ τίς ὁ σκοπὸς καὶ τί τὸ τέλος τῶν ἐν τοῖς ἀσκη‐ τικοῖς ἀγῶσιν ἐξεταζομένων. | |
39 | Ταῦτα Μωσέα τινὰ θαυ‐ | |
40 | μαστὸν ταῖς ἀρεταῖς εἰσάγει διδάσκοντα καὶ πράγμασιν | |
Bibl.197161b | αὐτοῖς, μικροῦ κειμένοις ὑπ’ ὄψιν τὰ ῥήματα βε‐ βαιούμενον. Εἶτα Σερῆνον οὐ δεύτερον τῇ πολιτείᾳ καὶ τῇ ὁμοίᾳ χρώμενον διδασκαλίᾳ παριστάνει, ὡς τὸ μὲν μὴ παρενοχλεῖσθαι τὴν διάνοιαν ὑπὸ τῶν δαιμονίων ἀδύ‐ | |
5 | νατον εἶναι, τὸ δὲ συνωθεῖσθαι καὶ ἀναγκάζεσθαι κατα‐ πίπτειν πρὸς τὰ φαῦλα οὐκέτι, ἀλλ’ ἡμέτερον καὶ τὸ διωθεῖσθαι τὴν ὄχλησιν καὶ τὸ παραδέχεσθαι αὐτήν· καὶ ὡς οὐ χωροῦντα διὰ τῆς ψυχῆς τὰ δαιμόνια τοὺς ἀνθρω‐ πίνους οἶδε λογισμούς, ἀλλ’ ἀπό τινων τεκμηρίων ἔξωθεν | |
10 | θηρᾷ τούτους· μόνης γὰρ εἶναι τῆς ἁγίας τριάδος τὸ διὰ ψυχῆς καὶ τῶν ἄλλων ἁπάντων χωρεῖν. | |
11 | Καὶ ὡς διά‐ φορα φῦλα δαιμονίων, καὶ τὰ μὲν αὐτῶν ἄγρια καὶ κακωτικὰ λίαν, ἃ δ’ ἧττον, καὶ ἄλλα εὐτράπελα. | |
13 | Οἷς καὶ ὁ τρίτος συμπληροῦται λόγος, ἐπαγγελλομένου δια‐ | |
15 | λαβεῖν τοῦ Σερήνου ἐν καιρῷ καὶ περὶ τοῦ ἠρωτημένου, | |
ὅπερ ἦν «Οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη, πρὸς αἷμα καὶ σάρκα» καὶ ἑξῆς. Λεόντιος δ’ ἦν ὄνομα ᾧ τουτὶ τὸ τρίτον λόγιον προσεφωνήθη. | 94 in vol. 3 | |
Bibl.198161b(20) | Ἀνεγνώσθη βίβλος ἀνδρῶν ἁγίων πολιτείας καὶ κα‐ τορθώματα πρὸς ψυχικὴν προκοπὴν καὶ ὠφέλειαν ἀπαγ‐ γέλλουσα. Συγκεφαλαίωσις δ’ ἦν, ὡς ἔοικε, καὶ σύνοψις τοῦ μεγάλου καλουμένου Λειμωναρίου, ὃ ἀπαγγέλλει τοὺς βίους καὶ τὰ ἔργα τῶν περὶ Ἀντώνιον τὸν μέγαν ἀκμα‐ | |
25 | σάντων καὶ τῶν ἐφεξῆς, ὥσπερ καὶ τὸ καλούμενον Νέον Παραδείσιον τὰς τῶν ἔτι νεωτέρων μέχρις Ἡρακλείου τοῦ βασιλέως καὶ μικρὸν ἔτι προσωτέρω τοὺς ἀσκητικοὺς ἀγῶνας ἀναγράφει. | |
28 | Ἀλλ’ οὖν τὸ προκείμενον βιβλίον εἰς βʹ καὶ κʹ συγκεφαλαιούμενον ὑποθέσεις, ἑκάστης αὐτῶν | |
30 | καὶ τὸ χρήσιμον καὶ τὴν κτῆσιν διαφόροις διηγήμασιν ἐμφανίζει. Ὧν τὸ μὲν πρῶτον κεφάλαιον παραίνεσιν εἰς προκοπὴν τελειότητος ἐκ διαφόρων προσώπων πε‐ ριέχει, τὸ δεύτερον δὲ τὸ ἀπὸ τῆς ἡσυχίας δείκνυσι κέρδος, τὸ γʹ περὶ ἐγκρατείας διαλαμβάνει, καὶ ὡς δεῖ | |
35 | τὴν ἐγκράτειαν μὴ βρωμάτων μόνον ἀλλὰ καὶ τῶν λοιπῶν τῆς ψυχῆς κινημάτων ὁμοίως ποιεῖσθαι. Τὸ δὲ δʹ, πῶς δεῖ ἀσφαλίζεσθαι ἡμᾶς πρὸς τοὺς ἀπὸ τῆς πορ‐ νείας ἐπανισταμένους ἡμῖν πολέμους. Τὸ δὲ εʹ περὶ ἀκτη‐ μοσύνης καὶ ὡς δεῖ καὶ τὴν πλεονεξίαν φυλάττεσθαι. | |
40 | Περὶ ὑπομονῆς δὲ καὶ ἀνδρείας τὸ ϛʹ, καὶ τὸ ζʹ ὅτι | |
Bibl.198162a | δεῖ μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν, καὶ τὸ ηʹ ὡς οὐ δεῖ τινα κρίνειν. Περὶ διακρίσεως δὲ τὸ θʹ. Τὸ δὲ ιʹ περὶ τοῦ δεῖν ἀεὶ νήφειν, καὶ τὸ ιαʹ ὅτι δεῖ ἀδιαλείπτως καὶ ἐν νήψει προσεύχεσθαι, καὶ τὸ ιβʹ ὡς φιλοξενεῖν δεῖ καὶ | 95 in vol. 3 |
5 | ἐλεεῖν ἐν ἱλαρότητι. Περὶ δὲ ὑπακοῆς ἐκδιδάσκει τὸ ιγʹ, τὸ δὲ ιδʹ περὶ ταπεινοφροσύνης, καὶ τὸ ιεʹ περὶ ἀνε‐ ξικακίας, περὶ ἀγάπης δὲ τὸ ιϛʹ. Τὸ μέντοι ιζʹ περὶ διορατικῶν, καὶ τὸ ιηʹ περὶ σημειοφόρων γερόντων· τὸ δὲ ιθʹ περὶ πολιτείας θεοφιλοῦς διαφόρων πατέρων. | |
10 | Καὶ λοιπὸν τὸ κʹ ἀποφθέγματα τῶν ἐν ἀσκήσει γηρα‐ σάντων, εἶτα τὸ αʹ καὶ κʹ διαλέξεις εἰσάγει γερόντων περὶ λογισμῶν πρὸς ἀλλήλους. Καὶ τὸ ἐπὶ πᾶσι βʹ καὶ κʹ Ἡσυχίου πρεσβυτέρου Ἱεροσολύμων γνώμας περιέχει. Ἐν οἷς καὶ ὁ σύμπας τοῦ βιβλίου ἀπηρτίζετο λόγος, | |
15 | χρειωδέστατος καθεστὼς εἴπερ τι ἄλλο, τοῖς ἐπὶ τῷ κλήρῳ τῶν οὐρανῶν τὸν βίον ἀσκουμένοις. | |
16 | Ἔχει δὲ κατὰ τὴν ἀπαγγελίαν τὸ σαφές, καὶ τἆλλα, τοιοῦτος οἷος ἂν γέ‐ νοιτο ἀνδράσιν ἁρμόζων πρὸς μὲν τὸν κατὰ λόγους ἀγῶνα μὴ ἐπεστραμμένοις, πάντα δὲ τὸν πόνον καὶ | |
20 | τὴν σπουδὴν εἰς τὴν ἐπὶ τοῖς ἔργοις ἄσκησιν ἀναδε‐ δεγμένοις. | |
Bibl.199162a(23) | Ἀνεγνώσθη βιβλίον δʹ καὶ τʹ διηγήμασι περιειλημ‐ μένον. Πρὸς τὴν ἀσκητικὴν δὲ καὶ τοῦτο τὰ μάλιστα συν‐ | |
25 | τελοῦν ἐστι πολιτείαν, τὰ αὐτά πως πραγματευόμενον τῷ προειρημένῳ πλὴν ὅτι τῶν μεταγενεστέρων ἀνδρῶν ἔργα τε καὶ πράξεις ἀξιοζηλώτους ἀναγράφει· καὶ γὰρ ἐκεῖθεν τῶν μέχρι τῆς Ἡρακλείου ἀρχῆς καὶ ἐπὶ πλέον διαπρεψάντων ἀρεταῖς ἐπέρχεται τοὺς βίους. | |
29 | Λειμῶνα δὲ | 96 in vol. 3 |
30 | καλεῖσθαι δίδωσιν ὁ συνταξάμενος ὄνομα τὸ βιβλίον· τινὲς δὲ αὐτὸ καὶ Νέον ἐπονομάζουσι Παραδείσιον. Ὁ δὲ συντεταχώς, Ἰωάννης μὲν αὐτῷ ὄνομα, ἐξ ἐπι‐ κλήσεως δὲ ἐλέγετο ὁ τοῦ Μόσχου· ὃς ἀπετά‐ ξατο μὲν ἐν τῇ τοῦ ἁγίου Θεοδοσίου μονῇ, εἶτα συνδιέ‐ | |
35 | τριψε τοῖς τε κατὰ τὸν Ἰορδάνην ἀνὰ τὴν ἔρημον ἀσκου‐ μένοις καὶ τοῖς ἐν τῇ νέᾳ λαύρᾳ τοῦ μεγάλου Σάβα δια‐ θλοῦσιν. Ἐντεῦθεν δὲ τά τε τῆς Ἀντιοχείας κλίματα καὶ τὴν Ἀλεξάνδρου καὶ τὴν περὶ αὐτὴν ἔρημον καὶ μέχρι Ὀάσεως ἐπελθών, καὶ πολλῶν καὶ μεγάλων ἀνδρῶν | |
40 | ἀριστείας συναγηοχὼς τοῦτο μὲν ὄψει τοῦτο δὲ καὶ νεα‐ ζούσῃ ἀκοῇ, διὰ τὴν αὐτὴν δ’ αἰτίαν καὶ νήσους ἱστορησά‐ μενος ἐν τῷ πρὸς τὴν Ῥώμην διάπλῳ, ἐκεῖσέ τε τὰ παρα‐ | |
Bibl.199162b | πλήσια διερευνησάμενος καὶ μαθών, τὸ παρὸν σύν‐ ταγμα γράφει, καὶ προσφωνεῖ Σωφρονίῳ ἢ Σωφρονᾷ τῷ οἰκείῳ μαθητῇ καὶ ἐγχειρίζει, αὐτὸ τούτῳ τὴν τοῦ βίου μέλλουσαν ἐφίστασθαι πρὸς τὰ ἀμείνονα προτεθεα‐ | |
5 | μένος μεταβολήν. | |
5 | Ἡ δὲ τοῦ λόγου ἑρμηνεία εἰς τὸ τα‐ πεινότερον τοῦ προτέρου καὶ ἀμαθέστερον ἀποκλίνει. Καὶ τὰ διηγήματα δὲ οὐχὶ τὸν ἴσον ἀριθμὸν ἐν πᾶσιν εὑ‐ ρήσεις τοῖς βιβλίοις διασεσωσμένα, ἀλλ’ ἔν τισι καὶ εἰς βʹ καὶ μʹ καὶ τʹ διηπλωμένα, τοῦτο μὲν ἐνίων κε‐ | |
10 | φαλαίων ἐπιδιαιρέσει τοῦ ἀριθμοῦ συναυξομένου, τοῦτο δὲ καὶ διηγημάτων ἔστιν ὧν παρενθήκῃ. Πλὴν ἐξ ἁπάν‐ των τὸ χρήσιμον ὁ συνετὸς καὶ θεοφιλὴς ἀνὴρ δρε‐ πόμενος οὐκ ἂν τῶν συντεταγμένων κόρον καταγνοίη. | |
Bibl.200162b(15) | Ἀνεγνώσθη βιβλίον Μάρκου μοναχοῦ ἐν λόγοις ηʹ, ὧν ὁ μὲν πρῶτος ἐπιγραφὴν ἔλαχε περὶ νό‐ μου πνευματικοῦ, καὶ χρήσιμος τοῖς τὸν ἀσκητικὸν ἐπα‐ νῃρημένοις βίον ὥσπερ καὶ ὁ ἐφεξῆς, τοὺς ἐξ ἔργων οἰο‐ μένους δικαιοῦσθαι εἰς μάταιον διαπίπτειν λογισμόν, μᾶλ‐ | 97 in vol. 3 |
20 | λον δὲ καὶ τὸν ὅτι μάλιστα σφαλερόν, ἐπιδεικνύμενος· ἐν οἷς καὶ ἕτεραι συνυφαίνονται παραινέσεις, εἰς τὸν πνευ‐ ματικὸν καὶ αὗται συνανήκουσαι νόμον. Καὶ ὁ γʹ δέ, περὶ μετανοίας τῆς πάντοτε προσηκούσης ἀπευθυ‐ νόμενος τὸν σκοπόν, εἰς τὸν αὐτὸν τῆς ὠφελείας βα‐ | |
25 | θμὸν ἀνατρέχει. | |
25 | Σαφὴς μὲν οὖν ἐστιν ὅσον ἐπὶ τῇ κοι‐ νότητι τῶν λέξεων καὶ τῷ κεφαλαιωδῶς ἐξενηνέχθαι, ἡ φράσις, εἰ καὶ μὴ πρὸς τὴν Ἀττικὴν ἀπηκρίβωται τὰ ὅλα γλῶτταν· εἰ δέ που τὸ ἀσαφὲς ἐνορᾶται, τῷ διὰ πράξεως αὐτὰ πεφυκέναι μᾶλλον κατανοεῖσθαι ἀναχωρεῖ | |
30 | τῆς διὰ λόγων ἑρμηνείας, οὐχὶ τῷ δυσκόλως εἰρῆσθαι· τὸ δὲ τοιοῦτον οὐκ ἐν τοῖς εἰρημένοις μόνον ἀναφαίνεται λόγοις, ἀλλὰ καὶ ἐν τοῖς ἑξῆς. Καὶ οὐχὶ μόνῳ τῷδε τῷ ἀνδρί, ἀλλὰ μικροῦ πᾶσιν, οἷς ἀσκητικοὺς νόμους καὶ πάθη καὶ διαθέσεις δι’ ἔργων χωρούσας ἀπαγγέλ‐ | |
35 | λειν γέγονε σπουδή, ὁ τῆς τοιαύτης ἀσαφείας ἐνιαχοῦ συμπρόεισι τρόπος, τῆς ἐκ τῶν ἔργων αὐτῶν ἐπιγνώ‐ σεως οὔτι μάλα στεργούσης τὰς διὰ τῶν ῥημάτων ἐπι‐ δηλώσεις. Ἀλλ’ οὕτω μὲν περὶ τούτου. | |
38 | Ὅ γε μὴν δʹ λόγος εἰς τύπον ἐρωτήσεως καὶ ἀποκρίσεως ἐσχηματισμένος, | |
40 | δείκνυσιν ὡς τὸ σωτήριον βάπτισμα τὴν ἐλευθερίαν καὶ τὸν καθαρισμὸν τῶν ἁμαρτημάτων μυστικῶς ἡμῖν ἐχα‐ ρίσατο καὶ τὴν χάριν τοῦ παναγίου ἐνῴκισε πνεύματος, | |
Bibl.200163a | καὶ τοιαῦθ’ ἕτερα. | 98 in vol. 3 |
1 | Ὁ δὲ εʹ διαπλάττει τὸν νοῦν πρὸς τὴν οἰκείαν ψυχὴν συμβουλὴν οἷον ἀνακοινούμενον, δι’ ἧς οὐκ ἄλλους αἰτίους ἀλλ’ αὐτοὺς ἡμᾶς τῶν ἁμαρτα‐ νομένων ἀποφαίνεται· καὶ ὁ ϛʹ δὲ εἰς διάλογον σχηματί‐ | |
5 | ζεται, σχολαστικὸν εἰσάγων τινὰ πρὸς Μάρκον αὐτὸν διαλεγόμενον, ὧν τὰ κεφάλαια ὅτι δεῖ ἀδικούμενον μὴ ἀμύνεσθαι μηδὲ κατακρίνειν τοὺς ἀδικοῦντας, ἀλλ’ ἰδίων ἁμαρτημάτων εἰσπράξεις ἡγεῖσθαι τὰς ἐξ ἑτέρων ἡμῖν ἐπιφερομένας ἐπηρείας· καὶ ὅτι χαλεπὸν ἡ ἀνθρωπα‐ | |
10 | ρεσκία, καὶ ὡς δεῖ παντὸς σωματικοῦ ἔργου πολλῷ τῷ μέσῳ τὴν προσευχὴν προτάττειν, καὶ τί ἐστι τὸ θέλημα τῆς σαρκός. | |
12 | Ὁ δὲ ζʹ οὐκ εἰς τὰ τῶν ῥημάτων ἀμοιβαῖα διατυπούμενος, περὶ νηστείας διαλαμβάνει· ὁ δὲ ηʹ Νι‐ κολάῳ τινὶ μοναχῷ γεγραμμένος, τίσι μάλιστα κοιμί‐ | |
15 | ζεται θυμὸς καὶ ὀργὴ ἢ καὶ τέλεον καταργεῖται, ἀνα‐ διδάσκει, καὶ τίσιν ἡ σαρκικὴ ἐπιθυμία. | |
16 | Ταῦτα μέν, εἰ καὶ κατὰ τὸ μᾶλλον καὶ ἧττον ἀλλήλων διαφέροντα, ὅμως τὰ ὀκτὼ τῶν λογίων εἰς τὴν πρακτικὴν χειραγωγεῖ φιλοσοφίαν. Ὁ δὲ θʹ, κατὰ Μελχισεδεκιτῶν ἀγω‐ | |
20 | νιζόμενος, οὐδὲν ἔλαττον τὸν γεννησάμενον αὐτὸν αἱ‐ ρέσεως ἔνοχον οὐ μετριωτέρας στηλιτεύει· πλὴν τῷ γε θηρᾶν πανταχόθεν ἐφιεμένῳ τὸ χρήσιμον, οὐκ ἀσυν‐ τελὴς αὐτῷ οὐδ’ ἡ ἐκ τούτου ἀνάγνωσις ἔσται. Τὴν δὲ τῶν εἰρημένων λόγων τάξιν οὐ πάντα τὰ ἀντίγραφα | |
25 | τὴν αὐτὴν διασῴζει, ἀλλ’ ἔνια προτάττει, ἄλλα ὑποτάττει, ὥς τινα καὶ τὴν ἐσχάτην τοῖς πρώτοις | |
ἀπονέμειν χώραν. | 99 in vol. 3 | |
Bibl.201163a(29) | Ἀνεγνώσθη βιβλίον τοῖς ἑπομένοις μὲν κεφαλαίοις | |
30 | ρʹ ἀπαρτιζόμενον, τοῖς ὡς ἐν προοιμίῳ δὲ τὸν δέκα οὐχ ὑπερβαίνουσιν, ὧν πρῶτόν ἐστιν ὡς πρῶτος ὅρος τῆς πίστεως ἔννοια περὶ Θεοῦ ἀπαθής, βʹ ὡς δεύτερος ὅρος τῆς ἐλπίδος ἐκδημία τοῦ νοῦ πρὸς τὰ ἐλπιζόμενα, γʹ, ὅρος τῆς ὑπομονῆς, τὸν ἀόρατον ὡς ὁρατὸν ὁρῶντα | |
35 | τοῖς τῆς διανοίας ὀφθαλμοῖς ἀδιαλείπτως καρτερεῖν, δʹ ὅρος τῆς ἀφιλαργυρίας, οὕτως ἔχειν τὸ μὴ ἔχειν ὡς θέλει τις τὸ ἔχειν, εʹ ὅρος τῆς ἐπιγνώσεως, ἀγνοεῖν ἑαυτὸν ἐν τῷ ἐκστῆναι θεῷ, ϛʹ ὅρος τῆς ταπεινοφρο‐ σύνης, λήθη τῶν κατορθουμένων προσεχής, ζʹ ὅρος τῆς | |
40 | ἀοργησίας, ἐπιθυμία πολλὴ τοῦ μὴ ὀργίζεσθαι, ηʹ ὅρος τῆς ἁγνείας, αἴσθησις ἀεὶ κεκολλημένη τῷ Θεῷ, θʹ ὅρος | |
Bibl.201163b | τῆς ἀγάπης, αὔξησις φιλίας πρὸς τοὺς ὑβρίζον‐ τας, ιʹ ὅρος τῆς τελείας ἀλλοιώσεως ἐν τρυφῇ Θεοῦ χαρὰν ἡγεῖσθαι τὸ στυγνὸν τοῦ θανάτου. | |
3 | Τούτοις οὖν τοῖς δέκα τὰ ἑκατὸν ὑποτέτακται. Καὶ ἔστιν οὗτος ὁ λόγος εἰς τὸ ἄριστον | |
5 | τοῖς ἀσκουμένοις συγκείμενος, καὶ τοῖς ἐν αὐταῖς ἐγγε‐ γυμνασμένοις ταῖς τελειοποιοῖς πράξεσιν οὐδ’ ἀσαφές τι ἐμπαρεχόμενος· ἡ γὰρ διὰ πείρας γνῶσις εὐχερῶς τῆς διὰ λόγων ἐπιβατεύει διδασκαλίας. Πατέρα δὲ τοῦ λόγου Διάδοχον ἡ ἐπιγραφὴ λέγει, Φωτικῆς τῆς ἐν τῇ | |
10 | παλαιᾷ Ἠπείρῳ ἐπίσκοπον. Ἐν ταὐτῷ δὲ τεύχει καὶ Νείλου μοναχοῦ λόγον ἀνέγνων, τρισὶ καὶ νʹ καὶ ρʹ κεφαλαίοις διαιρού‐ | |
μενον. Τὸν τῆς προσευχῆς δὲ ἐν τούτοις ὁ θεῖος ἀνὴρ ἀναπτύσσει τύπον. Πολλὰ δὲ καὶ ἄλλα αὐτοῦ ἀξιόλογα | 100 in vol. 3 | |
15 | ποικίλας ὑποθέσεις ὑποβαλλόμενα, εἴς τε τὸν ἐπιστο‐ λιμαῖον τρόπον καὶ εἰς τὸν συγγραφικὸν ἀνηγμένα συν‐ τάγματα φέρεται, τήν τε κατὰ τὰ ἔργα τελειότητα καὶ τὴν ἐν λόγοις μαρτυρόμενα δύναμιν. Πλὴν εἰ καὶ μὴ πολύχους ὁμοίως ὁ Διάδοχος, ἀλλὰ τά γε ἀναγεγραμ‐ | |
20 | μένα αὐτῷ ἑκατὸν κεφάλαια οὐκ εἰς ἐλάττονα βαθμὸν ἐν οὐδετέρῳ μέρει τῶν εἰρημένων τίθησιν· ὅ τε γὰρ λόγος αὐτῷ εἰς τὸ ἀμώμητον σύγκειται, καὶ ὁ νοῦς τὴν ἀπὸ τῶν πράξεων σοφίαν προβάλλεται. Τοῦ μέντοι Μάρκου δι’ ἑκατέρας προέχων ἰδέας, καὶ ἐνιαχοῦ ταῖς γνώμαις | |
25 | ἀντιφέρεται. Δοίη δ’ ἂν καὶ αὐτὸς λαβὴν τοῖς ἀδεκάστως ἀκριβολογουμένοις κατὰ τὸ τέλος τοῦ ἑκατοστοῦ κεφα‐ λαίου, εἴτε παρενθήκῃ τινὸς νοθευόμενος, εἴτε ἄλλως τινὶ συναρπασθεὶς παροράματι. Τὸ γὰρ κατὰ δόξαν ἁλῶναι εὐξαίμην ἂν μὴ ἐπαληθεύειν. | |
29 | Κρατεῖ δ’ οὖν ἐν τοῖς πρὸ | |
30 | ὀλίγου εἰρημένοις πολλῷ καὶ Ἰωάννου τοῦ Καρ‐ παθίου ὃς ἐπιγραφὴν αὐτοῦ τῷ πονήματι δίδωσι «Πρὸς τοὺς ἀπὸ τῆς Ἰνδίας προτρέψαντας μοναχοὺς παρακλητικός». Ρʹ δὲ καὶ οὗτος κεφαλαίοις περαιοῖ αὐτό. | |
Bibl.202163b(35) | Ἀνεγνώσθη Ἱππολύτου ἐπισκόπου καὶ μάρτυρος ἑρμηνεία εἰς τὸν Δανιήλ. Κατὰ λέξιν μὲν οὐ ποιεῖται τὴν ἀνάπτυξιν, πλὴν τὸν νοῦν γε ὡς ἔπος εἰπεῖν οὐ παρα‐ τρέχει· πολλὰ μέντοι ἀρχαιοτρόπως καὶ οὐκ εἰς τὸ ὕστερον διηκριβωμένον καταλέγει. Ἀλλ’ ἐκείνων οὐκ ἂν εἴη δί‐ | |
40 | καιος λόγον ὑπέχειν. Τοὺς γὰρ ἀρχὴν θεωρίας καταβαλ‐ | |
λομένους οὐ δίκας ἀπαιτεῖν τῶν παρειμένων ἀλλ’ ἀγαπᾶν | 101 in vol. 3 | |
Bibl.202164a | μάλιστα αὐτῆς τε τῆς ἐπιβολῆς καὶ ἐφ’ ὅσον ἂν καταλήψεως τῶν διασκοπουμένων προχωροίη· | |
2 | τὸ δὲ τὴν τοῦ Ἀντιχρίστου παρουσίαν, καθ’ ἣν ἡ τοῦ αἰσθητοῦ κόσμου τοῦδε συντέλεια ἵσταται, μηδὲ τοῖς μαθηταῖς δεομένοις | |
5 | τοῦ Σωτῆρος ἀποκαλύψαντος, εἶτα αὐτὸν ταύτην πεν‐ τακοσίοις ἔτεσιν ἀπὸ Χριστοῦ ὑπαχθέντα περιγράψασθαι, ὡσανεὶ τῶν ἀπὸ πρώτης τοῦ κόσμου καταβολῆς ἑξακισ‐ χιλίων ἐτῶν συντελουμένων, καὶ τὴν διάλυσιν αὐτοῦ ἐφεστάναι, τοῦτο καὶ θερμοτέρας ἂν εἴη τοῦ προσήκοντος | |
10 | γνώμης, καὶ ἡ ἀπόβασις ἀνθρωπίνης ἀγνοίας ἀλλ’ οὐκ ἐπιπνοίας τῆς ἄνωθεν διελέγχει. | |
11 | Ἡ δὲ φράσις αὐτῷ τὸ σαφὲς ὅτι μάλιστα οἰκειουμένη πρέποι ἂν ἑρμηνείᾳ, εἰ καὶ τοὺς ἀττικοὺς οὔ τι μάλα θεσμοὺς δυσωπεῖται. Συνανεγνώσθη αὐτοῦ καὶ ἕτερος λόγος περὶ Χριστοῦ | |
15 | καὶ Ἀντιχρίστου, ἐν ᾧ ἥ τε αὐτὴ τῶν λόγων ἰδέα δια‐ πρέπει καὶ τὸ τῶν νοημάτων ἁπλούστερόν τε καὶ ἀρχαιό‐ τροπον. | |
Bibl.203164a(19) | Ἀνεγνώσθη τοῦ μακαρίου Θεοδωρήτου ἐπισκό‐ | |
20 | που Κύρου, ἑρμηνεία εἰς τὸν Δανιήλ. Μακρῷ μὲν οὗ‐ τος ὁ σοφὸς ἀνὴρ οὐχ Ἱππολύτου μόνον ἀλλὰ καὶ πολ‐ λῶν ἄλλων τῇ τῶν προφητικῶν ῥημάτων ἀναπτύξει τε καὶ διακαθάρσει κρατεῖ· | |
23 | ἔστι δὲ τὴν φράσιν, εἴ τις ἄλλος, ἑρμηνείαις πρέπων, τῷ τε καθαρῷ καὶ εὐσήμῳ | |
25 | τῶν ῥημάτων ἀνακαλύπτων τὰ συνεσκιασμένα, καὶ τῷ ἡδύνοντι, ἅτε δὴ διαγλυκαίνων, προθυμοτέρους πρὸς τὴν ἀνάγνωσιν παρασκευάζων, ναὶ δὴ καὶ τῷ πρὸς | |
μηδεμίαν ἐκτροπὴν καὶ παρέκβασιν ἀποφέρεσθαι τοῦ προ‐ κειμένου κόρον τε ἀφαιρούμενος πάντα, καὶ τὴν μάθη‐ | 102 in vol. 3 | |
30 | σιν τῶν ζητουμένων ἀσύγχυτόν τε καὶ ἀδιασκέδαστον καὶ εὐχερῆ τοῖς ἀναλεγομένοις αὐτοῦ τὸν πόνον ἐμποι‐ ῶν. Καὶ ἡ λέξις δὲ αὐτῷ καὶ ἡ συνθήκη τῆς ἀττικῆς εὐγενείας οὐ φεύγει τὰς γονάς, πλὴν εἴ τι περιεργότε‐ ρον αὐτῆς ἐστι καὶ τῆς ὡς φάναι πολλῶν ἀκοῆς ἀνα‐ | |
35 | κεχωρηκός· τοῦτο δέ, ὅτι μηδὲ προσῆκον ἑρμηνείᾳ, ἀποκλίνει. Καὶ ὅλως εἰς τὸ ἄριστόν ἐστι τῶν ἐξηγητῶν καὶ οὐκ ἔχων ῥᾳδίως τὸν ἄμεινον διασαφοῦντα ἀνη‐ γμένος. Ἔστι μὲν γὰρ καὶ ἄλλοις τὸ καθαρῶς εἰπεῖν καὶ ἀνιχνεῦσαι τὸν νοῦν τῶν θεωρουμένων· τὸ δ’ ἅμα τε | |
40 | σαφῶς εἰπεῖν καὶ μηδὲν τῶν ἀναγκαίων ἐν τῷ συντό‐ μῳ παραλιπεῖν, μηδὲ πρὸς ἐκδρομὰς ἢ ἐπιδεικτικὰς | |
Bibl.203164b | σοφίας, ἢ ἄλλως μὲν οὐκ ἀχρήστους παρασύρουσας δὲ τοῦ προκειμένου, μὴ ἀπιδεῖν, εἴ τινι ἄλλῳ, καὶ τῷ χρηστῷ Θεοδωρήτῳ ἔνεστι διεσπουδασμένον, οὐκ ἐν ταύτῃ μό‐ νον τῇ πραγματείᾳ, ἀλλά γε μικροῦ δέω φάναι καὶ ἐν | |
5 | πάσαις (πολλαὶ δὲ αὗται) ἐν αἷς τῶν ἱερῶν γραμμά‐ των αὐτῷ ἡ διασάφησις φιλοπονεῖται. | |
6 | Ἔστι μὲν οὖν ἐν τῇ περὶ τὸν θεσπέσιον Δανιὴλ ἀναπτύξει κατ’ ἔνια τῷ μάρτυρι συμφερόμενος Ἱππολύτῳ, πλείω δὲ πρὸς ἃ φέρεται τὴν ἑτέραν, ὧν τὰ ἐπιφανέστερα ταῦτα. | |
Bibl.204164b(11) | Ἀνεγνώσθη τοῦ αὐτοῦ μακαρίου ἀνδρὸς ἐξηγήσεις εἰς τὴν Ὀκτάτευχον. Ἐπιγραφὴν δ’ ἔλαχε συμβαίνουσαν | |
τῷ ἔργῳ· εἰς τὰ ἄπορα γὰρ χρηματίζει τῆς Γραφῆς· ἐν οἷς ἐστι καὶ εἰς τὰ τῶν Βασιλειῶν καὶ εἰς τὰ Παρα‐ | 103 in vol. 3 | |
15 | λειπόμενα. | |
15 | Χρήσιμον ἐς τὰ μάλιστα τὸ βιβλίον, καὶ αὐταῖς γοναῖς τοῖς ἐντυγχάνουσι τὸ γνήσιον ἐπιδεικνύ‐ μενον αὐτίκα τοῦ γεγεννηκότος. Τῆς δὲ συνήθους αὐτῷ ἰδέας διαπρεπούσης, ἔχει τι πρὸς τὸ σαφέστερον ὁρᾶν καὶ εὐκατάληπτον καὶ ἕτερον πλεονέκτημα, καὶ τὸ ὡς ἐν | |
20 | κεφαλαίῳ κατὰ τὸ ἀπορούμενον καὶ ἐπιλυόμενον τὸ βιβλίον διατετυπῶσθαι. | |
Bibl.205164b(23) | Ἀνεγνώσθη τοῦ αὐτοῦ εἰς τοὺς ιβʹ προφήτας ἐν τῇ αὐτῇ τῶν λόγων καλλονῇ καὶ τῆς διανοίας διεσκευ‐ | |
25 | ασμένον. | |
Bibl.206164b(27) | Ἀνεγνώσθη Προκοπίου σοφιστοῦ ἐξηγητι‐ καὶ σχολαὶ εἴς τε τὴν Ὀκτάτευχον τῶν παλαιῶν γραμ‐ μάτων καὶ εἰς τὰς Βασιλείας καὶ δὴ καὶ τὰ Παρα‐ | |
30 | λειπόμενα. | |
30 | Πολύχους μὲν οὗτος καὶ πολύστιχος ὁ ἐξηγη‐ τής, πλὴν οὐκ εἰς περιττάς τινας καὶ ἐξαγωνίους ἀπο‐ διατρίβων παρεκδρομάς, ἀλλὰ τῷ διαφορὰς δοξῶν περὶ τῆς αὐτῆς ὑποθέσεως ἀναγράφειν πολλάκις. Τοῦτο δὲ καὶ προοιμιάζεται εἰς ὄγκον αὐτῷ διαπλαττό‐ | |
35 | μενον, καὶ μάλιστα πρὸς τὴν Θεοδωρήτου σύνοψίν τε καὶ φιλοκαλίαν τὸ σύνταγμα αἴρεται. Καὶ εἴη ἂν οἰκειότατόν τε καὶ χρειωδέστατον, εἰ μετὰ τὴν ἐν ἐκείνοις τριβὴν ἡ περὶ ταῦτα τοῦ ἀνδρὸς τὰ σπουδάσματα σχολὴ δια‐ δέχοιτο. | |
39 | Καὶ ἡ φράσις δὲ αὐτῷ εἰς τὸ ἄριστον ἤσκηται, | 104 in vol. 3 |
40 | εἰ καὶ τῆς ἐξηγητικῆς διατυπώσεως ἔχει τι καὶ κομ‐ ψότερον. | |
Bibl.207165a(2) | Ἀνέγνων τοῦ αὐτοῦ φιλοπόνου ἀνδρὸς εἰς τὸν προφήτην Ἠσαΐαν, τήν τε ὁμοίαν τοῖς προειρημένοις διάθεσιν φυλαττόμενον, καὶ τὴν αὐτὴν τῶν λόγων | |
5 | ἐπιδεικνύμενον δύναμιν, καὶ δῆλον ὡς καὶ τὸ λυσι‐ τελοῦν παραπλήσιον. | |
Bibl.208165a(8) | Ἀνεγνώσθη τοῦ ἐν ἁγίοις Εὐλογίου ἀρχιε‐ πισκόπου Ἀλεξανδρείας κατὰ Ναυατιανῶν, ἐν λό‐ | |
10 | γοις εʹ. Τούτῳ τῷ ἀνδρὶ ὄνομα μὲν λιπεῖν ἐπὶ δε‐ ξιότητι λόγων, οὐδ’ ὁτιοῦν προσεμέλησε, τὰ δὲ Ναυά‐ του σοφισματώδη προβλήματά τε καὶ δελεάσματα διελέγξαι καὶ αἰσχῦναι οὐδὲν τὸ ἀπαράσκευον τῆς κατὰ τοὺς λόγους μελέτης ἐμποδὼν ἔστη· τοῖς γὰρ γραφι‐ | |
15 | κοῖς πλουτῶν νοήμασί τε καὶ θεωρίαις, ὅσα ἐκεῖνος ἀπο‐ σπαράσσων τῆς ἰδίας αἱρέσεως πρόβλημα καὶ συνη‐ γορίαν ἐποιεῖτο, ταῦτα αὐτὸς ἀναπτύσσων, καὶ τὸ περὶ αὐτὰ κακοῦργον τῆς αἱρέσεως ἐπιδεικνύς, ἀφαιρεῖται αὐτοῦ οὐ μὴν ἀλλὰ καὶ ἑτέροις τῶν γραφῶν ῥήμασι τὸ | |
20 | ἀπονενοημένον αὐτοῦ καὶ ἀσύγγνωστον καὶ ἀλλόφυλον τῆς αἱρέσεως στηλιτεύει. | |
21 | Ἐν δὲ τῷ τελευταίῳ τῶν λόγων καὶ τὸ νόθον καὶ κακόπλαστον, ὃ εἰς Ναύατον ἀναφέ‐ ρουσιν οἱ αὐτοῦ σπουδασταί, μαρτύριον διελέγχει. Ἔστι μὲν οὖν καὶ αὐτὸ τοῦτο ὁ κατὰ Ναυάτου ἔλεγχος τὸ χρήσιμον | |
25 | ἔχων, πλὴν καὶ γραφικῶν οὐκ ὀλίγων ἐνθεωρεῖται τούτοις πολλαχοῦ τοῖς ἀξιολογωτάτοις τῶν ἐξηγητῶν συμφε‐ | |
ρομένη ἑρμηνεία. Ἀλλὰ καὶ τὸ πιθανόν τε καὶ ἡδῦνον ὡς ἐν τοιούτῳ λόγων χαρακτῆρι οὐκ ἄν τις ἀγασθεὶς μεταγνοίη. | 105 in vol. 3 | |
Bibl.209165a(31) | Ἀνέγνων Δίωνος βιβλίον ἐν λόγοις πʹ. Ἔστι μὲν τὴν πατρίδα Προυσαεύς, φυγὰς δ’ ἐγεγόνει ταύτης τυραννίδος ἐκκλίνων δουλείαν, καὶ πολλὴν ἐπῆλθε πλανώμενος γῆν. Δεξιὸς δὲ περὶ τοὺς λόγους ἔδοξεν εἶναι, | |
35 | καὶ μάλιστα τοὺς ὅσοι ῥυθμίζειν συμβουλεύουσι τὰ ἤθη. Ἤκμασε δὲ κατὰ τοὺς χρόνους τοῦ βασιλέως Τραιανοῦ, καὶ πλεῖστον διέτριψε χρόνον παρ’ αὐτῷ, καὶ τῆς ὅτι μάλιστα τιμῆς καὶ δεξιώσεως ἔτυχεν, ὡς καὶ συγκαθέ‐ ζεσθαι αὐτὸν τῷ βασιλείῳ ὀχήματι. | |
39 | Παῖς μὲν οὖν ἦν οὗτος | |
40 | Πασικράτους, σοφιστὴς δὲ καὶ φιλόσοφος τὸ ἐπιτήδευμα. Ἐπὶ τοσοῦτον δ’ αὐτὸν τῆς κατὰ τὸ σχῆμά φασι σεμνό‐ τητος ἀντιποιεῖσθαι, ὡς καὶ λεοντῆν πολλάκις ἐνημμένον | |
Bibl.209165b | ποιεῖσθαι τὴν πρόοδον. Φωνὴν δ’ ἠρεμαίαν ἠφίει καὶ σταθεράν. Καὶ σχολαῖον μὲν ἀλλ’ οὐκ ἀναβεβλημένον βάδισμα, καὶ τἆλλα τῶν κινημάτων οὐκ ἀσύμφωνα. Ἰσχνὸς δ’ ἦν καὶ οὐδὲ μέγας τὸ σῶμα. | |
5 | Τοῦτον πολλούς φασι καὶ ποικίλους γράψαι λόγους· οἱ δ’ εἰς ἡμετέραν φθάσαντες γνῶσιν τὸν πʹ ἐπλήρουν ἀριθμόν. Χρυσόστομον δ’ αὐτὸν οἱ λόγοι τῇ κατ’ αὐ‐ τὸν γενεᾷ δεδώκασιν ἐπονομάζειν. | |
8 | Ἔστι μὲν οὖν, ὅπερ ἔφην, τὸ πλεῖστον αὐτοῦ τῶν λόγων, οὓς ἡμεῖς ἴσμεν, | |
10 | συμβουλευτικόν· οἷα δ’ εἰκός, καὶ τῷ συμβουλευτικῷ παραπλεκόμενον τὸ οἷον δικανικὸν παραπλήσιον τὴν | |
ἀρετὴν κἀν τῷ μέρει τῷδε τοῦ λόγου δεικνύει, καὶ μά‐ λιστα τῶν ἄλλων ὁ Ῥοδιακός. Δριμύς τε γάρ ἐστι τοῖς ἐνθυμήμασι, καὶ τὸ συνεστραμμένον πρός γε τὸν αὐτοῦ | 106 in vol. 3 | |
15 | χαρακτῆρα τῶν λόγων ἔχων, καὶ τὸ ἔντονον μετὰ τοῦ γονίμου πλουτῶν. Ἄριστος δὲ τοῖς παραδείγμασι καὶ πολύς ἐστι πανταχοῦ, καὶ ποικίλης ὕλης λαμβάνων αὐτὰ καὶ προσφυῶς ἁρμοζόμενος. Χαίρει δὲ μάλιστα καὶ μυθο‐ λογήμασι τὰς παραινέσεις συνδιαπλέκειν, διὸ καὶ τὸ | |
20 | ἀφελὲς διώκειν δοκεῖ· σπάνιον γὰρ εἴ τις εὕροι κατὰ τὸν πλατωνικὸν ζῆλον τοῖς δίαρμα καὶ ὄγκον ἐνεργα‐ ζομένοις τῷ λόγῳ, ὥσπερ ἐν τῷ Βορυσθενικῷ, μύθοις αὐτὸν ἀποχρώμενον. Ἀφελὴς μὲν οὖν ἐστι τὰ πολλὰ, ὡς ἔφθην εἰπών, ταῖς ἐννοίαις, καὶ τῶν τε καθωμιλημένων | |
25 | αὐτῷ καὶ ἐπιπολαζουσῶν αἱ λέξεις, καὶ οὐδὲν οὐδ’ ἡ σύν‐ ταξις οὐδ’ ἐπὶ τὸ βαθύτερον οὐδ’ ἐπὶ τὸ καθηδυνό‐ μενον ἐκνεωτερίζει. Καὶ τό γε ἐπὶ τοῖς ῥήμασι καὶ τῇ συμπλοκῇ τῶν ὀνομάτων τοῦ σαφοῦς ἄν τις ἐλπίσειε τὸν συγγραφέα κατεστοχάσθαι· ἀλλὰ τό γε διὰ μακροῦ | |
30 | τὴν τῆς διανοίας ἀπόδοσιν προιέναι, καὶ ταῖς ἐπιβολαῖς ἐκ τοῦ ἐπὶ πλεῖστον τὸν λόγον διαπεπλέχθαι, οὐκ ἐπὶ μικρῷ τῆς τοιαύτης αὐτὸν ἐκκλείει ἰδέας. Ἀλλὰ ταῦτα μὲν παραλλαγὴ ἰδέας καὶ χαρακτῆρος ἰδίωμα, ἀλλ’ οὐκ αἰτίας ἴσως ἔνδειξιν ἔχει· τὸ δ’ ἐπὶ μακρότατον ἀπο‐ | |
35 | τείνειν τὰ προοίμια ἢ τὰ οἷον προοίμια, οὐκέτι ἀφίησιν αὐτὸν τὸ μὴ οὐχὶ ἀντὶ πολιτικοῦ καὶ συγγραφικοῦ τύπου τὸν ἐπὶ ταῖς συνουσίαις ἀλλάξασθαι παραδεδυκότα, καὶ μείζω τὴν κεφαλὴν τὴν ὡς ἐν λόγῳ τοῦ λοιποῦ σώματος διαπλάττειν. | |
40 | Τῶν τοίνυν λόγων αὐτοῦ δʹ περὶ βασιλείας μέν εἰσιν εἰρημένοι· καὶ ὁ εʹ δέ, Λιβυκὸς ἐπιγραφόμενος, μῦθον | |
μὲν Λίβυν ἀπαγγέλλει, ἐκείνων δ’ ἐστὶν ἐξημμένος. Ὁ | 107 in vol. 3 | |
Bibl.209166a | δ’ ἕκτος περὶ τυραννίδος δίεισι, καὶ περὶ ἀρετῆς ὁ ἐπὶ τούτῳ. Ὁ δὲ ηʹ Διογένης μὲν ἢ Ἰσθμικὸς ἐπιγραφὴν ἔχει, πρᾶξιν δέ τινα καὶ λόγους Διογένους κατὰ τὰ Ἴσθμια διαγγέλλει. Καὶ ὁ θʹ, Διογένης ἢ περὶ οἰκετῶν, παραινεῖ | |
5 | μὲν ἅπαντας δι’ ἑνὸς προσώπου αὐτοῦ μὲν ἕκαστον πολ‐ λὴν ἐπιστροφὴν καὶ ἐπιμέλειαν ποιεῖσθαι, ὀλίγην δὲ τῶν ἔξωθεν συμπιπτόντων· καὶ μὴ χρῆναι φεύγοντα διώκειν οἰκέτην· ἄτοπον γὰρ ἐκείνους μὲν κακοὺς ὄντας ἐλπίζειν ἄνευ τῶν δεσποτῶν ἄμεινον βιώσεσθαι, τοὺς δεσπότας | |
10 | δὲ μὴ ἀξιοῦντας φαύλους εἶναι μὴ νομίζειν ἄμεινον διά‐ ξειν, εἰ μὴ παραπολαύοιεν τῆς τῶν δραπετῶν σκαιό‐ τητος. Ὁ δὲ ιʹ Τρωϊκὸς μὲν ἕλκει τὴν ἐπιγραφήν, ὑπὲρ τοῦ μὴ ἁλῶναι δὲ τὸ Ἴλιον διεσπούδασται, Ὁμήρῳ τε κατὰ τὸ τραχύτερον προσφέρεται, καὶ ὅσα ἄλλα κατὰ | |
15 | τὴν Ἰλιάδα αὐτῷ πεποίηται, τἀναντία τούτοις πραγμα‐ τεύεται. | |
16 | Ὁ δὲ Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας, αὐτὸ τοῦτο πειρώμενος ἐπιδεικνύειν, ἑνδέκατός ἐστιν. Ὁ δὲ ιβʹ, ἐν Ἀθήναις περὶ φυγῆς ἐπιγραφὴν ἔχων, εἴρηται μὲν ἐν αὐταῖς, δίεισι δὲ ὡς οὐδὲν ἡ φυγὴ χα‐ | |
20 | λεπόν, καὶ ὡς πλοῦτος μὲν καὶ δόξα καὶ δυναστεία θᾶτ‐ τον ἀπὸ τῶν ἐχόντων εἰς τοὺς μηδ’ ἐλπίσαντας με‐ ταρρεῖ, τὸ δὲ φιλοσοφεῖν καὶ τὴν ἀρετὴν ἀσκεῖν διὰ βίου τε κτῆμα διαμένει ἀγαθὸν καὶ ἀποιχομένοις συνέ‐ πεται. Ὁ δὲ ιγʹ Εὐβοϊκὸς ἢ κυνηγετικὸς ἔλαχεν ἐπι‐ | |
25 | γραφήν, εἰσάγει δέ τινας ἐν Εὐβοίᾳ τοιοῦτον βίον βιοῦν‐ τας δι’ ὧν κατασκευάζει ὡς ὁ ἀπράγμων βίος, εἰ καὶ πενόμενος εἴη, πολλῷ τῶν ἐν ἄστει θορυβουμένων τε καὶ | |
τρυφώντων ἡδίων τε καὶ λυσιτελέστερος. Ῥοδιακὸς δὲ ὁ ιδʹ ἐπιγράφεται· ἐν τούτῳ ἔθος ἄλογον παρὰ Ῥοδίοις | 108 in vol. 3 | |
30 | ἐπιτιμᾷ ἐπιπολάσαν. Τὸ δ’ ἦν οὓς ἐβούλοντο τιμᾶν ἀν‐ δριάσι, τούτοις μὲν ἀνδριάντα ἀνίστασαν οὐδένα, τοὺς δὲ τοῖς πάλαι ἀνεστηκότας, τούτων δὲ ἄρα ἢ τὰς ἐπιγραφὰς μεταξέοντες εἰς τὰ τῶν μελλόντων τιμηθῆναι ὀνόματα, ἢ τῷ χρόνῳ μηδὲ φαινομένων ἐπιγράφοντες, τῶν τε | |
35 | οἰχομένων τό γε ἐπ’ αὐτοῖς τὴν τιμὴν ἐλυμαίνοντο, καὶ οὓς τιμᾶν ὑπεπλάττοντο, ἀλλοτρίαις καὶ κατ’ οὐδὲν ἐοι‐ κυίαις εἰκόσιν ἐνύβριζον. Ἐν τῷδε τῷ λόγῳ μεγάλη τοῦ ἀνδρὸς τῆς ἀνασκευαστικῆς ἰσχύος ἡ ἀρετὴ διαφαί‐ νεται. | |
39 | Ὁ δὲ ιεʹ πρὸς Ἀλεξανδρεῖς μὲν ἐπιγέγραπται, | |
40 | δήμου δὲ φύσιν ἀναπτύσσων ταύτης κατατρέχει· καὶ ὅτι μὴ χρὴ τὸν Ἀλεξανδρέων δῆμον, ἴδια πολλὰ τὰ | |
Bibl.209166b | πρὸς ἀρετὴν παρακαλοῦντα ἔχοντα, τῆς ἐν τῷ κοινῷ ἐπιπολαζούσης ταραχῆς καὶ ἀταξίας καὶ αὐτὸν εἶναι ἀνδράποδον, μάλιστα δὲ παραφυλάττεσθαι τὸ ἁμάρτημα κατὰ τὰς δημοτελεῖς πανηγύρεις καὶ τὰ θέατρα. Ταρ‐ | |
5 | σικοὶ δὲ δύο ἐφεξῆς ἐπιγραφῆς ἔτυχον, ὧν ὁ μὲν αʹ ἔπαινόν τινα τῆς πόλεως ἐπιτρέχων οὐκ εὐδαίμονας ἐκείνας ἀποφαίνει τῶν πόλεων, ὅσαι κρήνας καὶ πο‐ ταμοὺς καὶ κάλλη στοῶν καὶ οἰκοδομημάτων καὶ καρπῶν ἀφθονίαν τὰ παραπλήσια προβάλλονται, ἀλλ’ ἐν | |
10 | ὅσαις τάξις καὶ ἀρετὴ τῶν πολιτευομένων διαδείκνυται. Οὗτος ὁ λόγος καὶ παράλογόν τι καὶ ἐφύβριστον ἔθος κατὰ φωνῆς ἀπήχησιν τοῖς Ἀλεξανδρεῦσι πραττόμενον εὐθύναις ὑπάγει, παραινῶν ἀποσχέσθαι τοὺς χρωμένους, ἢ μᾶλλον αὐτῶν πληκτικώτερον καθαπτόμενος. | |
14 | Ὁ δὲ | |
15 | δεύτερος παραινεῖ μὴ συκοφαντικῶς πρὸς τοὺς ἄρχον‐ τας διακεῖσθαι, μηδ’ ἐπὶ τοῖς βραχέσι τῶν παραλυ‐ πούντων εὐθὺς ἀνερετίζεσθαι καὶ ἐπαιτιᾶσθαι τούτους. Ὁ δὲ ιηʹ, ὃς οὐκ ἐπιγέγραπται, ἐν Κελαιναῖς ἐρρήθη τῆς Φρυ‐ γίας, διαλαμβάνει δὲ ὡς οὐκ ἀρετῆς εἴη σημεῖον τὸ | 109 in vol. 3 |
20 | κομᾶν, ὥσπερ οὐδ’ ἄλλο τι τῶν σχημάτων τῶν περὶ τὸ σῶμα, ὥσπερ οὐδὲ τούτων τὰ ἐναντία· διαπλέκεται δ’ αὐτῷ καὶ τῆς πόλεως ἔπαινος. | |
22 | Τὸν δὲ ιθʹ μηνύει ἡ ἐπιγραφὴ ῥηθῆναι μὲν ἐν τῷ Βορυσθένει, ἀναγνωσθῆ‐ ναι δὲ ἐν τῇ πατρίδι· ἐν ᾧ ἄλλα τε δίεισιν ὁ συγ‐ | |
25 | γραφεύς, καὶ κατὰ τὸν πλατωνικὸν συνομολογεῖ ζῆ‐ λον περί τε τοῦ δημιουργοῦ τῶν ὅλων τοῖς Βορυσθε‐ νίταις διειλέχθαι τῆς τε τοῦ παντὸς διακοσμήσεως καὶ κινήσεως καὶ τῶν ἐν αὐτῷ στοιχείων. Ἔχεται δέ τινος λαμ‐ πρότητος καὶ σεμνότητος οὗτος ὑπὲρ τοὺς ἄλλους ὁ λό‐ | |
30 | γος. | |
30 | Καὶ ὁ Κορινθιακὸς δέ, κʹ ὤν, ἐν Κορίνθῳ μὲν ἐρ‐ ρήθη, ἐπιτίμησιν δ’ αὐτῶν διαπεραίνει ἀνθ’ ὧν εἰ‐ κόνι τὰ πρῶτα τιμήσαντες αὐτὸν ὕστερον ἀποδημή‐ σαντος ἐκ διαβολῆς οὐ δικαίας περιείλοντο τὸ γέρας. Ἐγγὺς δ’ ἐστὶ τοῦ Ῥοδιακοῦ κατὰ τὴν ἐν λόγοις ῥώμην | |
35 | καὶ ἀρετὴν καὶ οὗτος· ἡ δὲ τοῦ οἷον προοιμίου παράτασις κἀνταῦθα, ὡς καὶ παρὰ μικρὸν πανταχοῦ, τῆς ἀρετῆς οὐ μετέχει. | |
37 | Τοῦ δὲ καʹ ἡ ἐπιγραφὴ περὶ τῆς πρὸς Νι‐ καεῖς ὁμονοίας τῶν Νικομηδέων ἐστί· καὶ τοῦτον ὑπέρ‐ χεται τὸν ἀγῶνα ὁ λόγος εὐκαίρως διὰ τῆς ἡδονῆς | |
40 | προενηνεγμένος· μᾶλλον γὰρ οὕτω ταῖς ψυχαῖς τὸ πι‐ θανὸν ἐθέλει διαδύειν· τὸν δὲ βʹ καὶ κʹ ἐν Νικαίᾳ | |
Bibl.209167a | εἰρῆσθαι ἡ ἐπιγραφὴ δηλοῖ περὶ ὁμονοίας, πεπαυ‐ μένης τῆς στάσεως· αὐτὸ δὲ τοῦτο διατίθησιν ὁ ἀνήρ, ἔπαι‐ | |
νον τοῦ γεγονότος. | 110 in vol. 3 | |
3 | Ὁ δὲ κγʹ περὶ τῆς πρὸς Ἀπαμεῖς ὁμονοίας εἴρηται ἐν τῇ πατρίδι, αὐτὸ δὲ διαπράττε‐ | |
5 | ται τοῦτο. Καὶ ὁ ἐφεξῆς δὲ περὶ ὁμονοίας τῆς πρὸς τοὺς Προυσαεῖς παρακαλεῖ τοὺς Ἀπαμέας· ὁ δὲ εʹ καὶ κʹ διάλεξίς ἐστιν ἐν τῇ πατρίδι· ἄγνοιαν δὲ ὑποπλάττεται τῆς αἰτίας ὁ διαλεγόμενος δι’ ἣν μηδὲν χρήσιμον αὐτοῦ τῶν λόγων προβεβλημένων ἡδέως καὶ ποθοῦντες | |
10 | ἀκούουσι. Πολιτικὸς δέ ἐστι τῷ κϛʹ ἐπιγραφὴ καὶ εἴ‐ ρηται ἐν τῇ πατρίδι, ὥσπερ καὶ ὁ ἐφεξῆς, φιλοφρονη‐ τικὸς ὑπάρχων αὐτῇ ἀνθ’ ὧν τιμαῖς τὸν φιλοφρονού‐ μενον ἐδεξιοῦτο. Ἀπολογισμὸς δέ ἐστιν ὁ μετ’ αὐτούς, ὅπως διέκειτο πρὸς τὴν πατρίδα. | |
14 | Ὁ δὲ θʹ καὶ κʹ πρὸ τοῦ | |
15 | φιλοσοφεῖν μὲν ἐν τῇ πατρίδι ἐπιγράφεται, τοὺς δ’ ἐπιχειρήσαντας καταλεύειν αὐτόν τε καὶ σὺν αὐτῷ ἕτερον, εἶτα δὲ καὶ πυρὶ τὴν οἰκίαν δοῦναι, τούτους ἠρέμα πως ἐπιτιμῶν, τὸ πλανᾶσθαι ἐπὶ τῆς ξένης τῆς οἴκοι διατριβῆς διὰ τὰς ἐν πόλει ἀταξίας ἄμεινον | |
20 | κατασκευάζει. Ἡ δὲ τῶν πολιτῶν ὀργὴ κατ’ αὐτοῦ διό‐ τι, φησί, καταρρέουσαν ἐπὶ τὸ βέλτιον ἀνέλαβε τὴν οἰκίαν. | |
22 | Καὶ ὁ λʹ δέ, δημηγορία ἐν τῇ πατρίδι τὴν ἐπι‐ γραφὴν φέρων, εἰς τὴν αὐτὴν ὑπόθεσιν ἀποβλέπει. Καὶ ὁ αʹ καὶ λʹ ἐν τῇ πατρίδι μὲν ἐλέχθη, πολιτικὸς | |
25 | δ’ ἐπιγέγραπται ἐν ἐκκλησίᾳ καὶ συμβουλεύει τῶν εἰς ἀλλήλους ὕβρεων ἀποσχομένους καὶ προπηλακισμῶν τὴν στάσιν εἰς ὁμόνοιαν διαλύειν· ὡσαύτως ἐν τῇ πατρίδι μὲν ἐλέχθη καὶ ὁ ἐφεξῆς, ὃ δὲ ἐπιγράφεται, παραίτησις ἀρχῆς ἐν τῇ βουλῇ, τοῦτο καὶ ἐνδείκνυται· ἐκ ψηφίσμα‐ | |
30 | τος γὰρ ἄρχειν ὁ συγγραφεὺς ᾑρημένος παραιτεῖται. Ὁ δὲ γʹ καὶ λʹ, περὶ τῶν ἔργων ἐν βουλῇ τὴν ἐπιγραφὴν παρέχων, ἔπαινον μέν τινα τῆς βουλῆς ἐπιτρέχει, ἀπο‐ λογεῖται δὲ καὶ ὑπὲρ ὧν ὁ Δίων ὑπενοεῖτο, ὡς μὴ τὰ τοῦ παιδὸς ἔργα καὶ αἱ πράξεις αἱ κατὰ τὴν πόλιν τῆς | 111 in vol. 3 |
35 | πατρικῆς εἰσι βουλῆς ἐξημμέναι. Ὁ ἐφεξῆς δὲ πρὸς Διόδωρον ἐπιγραφόμενος προτροπὴν μέν τινα ἐπ’ ἀρετὴν εἰσάγει, ἐπαινεῖν δὲ τὴν πόλιν φησὶ δι’ ὧν τὸν ἐγκωμιάσαντα Διόδωρον ἐπαίνοις περιβάλλει. Ὁ δὲ λεʹ, περὶ Αἰσχύλου καὶ Σοφοκλέους καὶ Εὐριπίδου ἢ περὶ | |
40 | τῶν Φιλοκτήτου τόξων ἐπιγεγραμμένος, τὴν τοῦ Φι‐ λοκτήτου πλάττει ἐξαπάτην, ἣν προβεβλημένος Ὀδυσ‐ | |
Bibl.209167b | σεὺς λαβὼν ᾤχετο τὰ τόξα. | |
1 | Τῷ δὲ ϛʹ καὶ λʹ λόγῳ ἡ μὲν ἐπιγραφὴ περὶ Ὁμήρου λέγει ἔπαινος δέ τις τοῦ ποιητοῦ διυφαίνεται ὥσπερ καὶ τῷ περὶ Σωκράτους ἐπι‐ γραφομένῳ τοῦ φιλοσόφου. Ὁ δὲ περὶ Ὁμήρου καὶ Σω‐ | |
5 | κράτους, ληʹ λόγος ὤν, ζηλωτὴν Ὁμήρου Σωκράτην καὶ μαθητὴν ἐπιδείκνυσι, καὶ τό τε οἰκεῖον τῆς τῶν παρα‐ δειγμάτων μεταχειρήσεως ἐκεῖθεν ἀναμαθεῖν τὸν φι‐ λόσοφον ἐπιδεικνύει, καὶ τὴν ἄλλην τοῦ λόγου χάριν καὶ δύναμιν ἐναπομάξασθαι. Ὁ δὲ λθʹ, Ἀγαμέμνων ἢ περὶ | |
10 | βασιλέως ἐπιγραφόμενος, διέξεισιν ὡς δεῖ συμβούλων τοῖς ἀρίστοις τὸν βασιλέα κεχρημένον, ἐκείνοις τε πεί‐ θεσθαι καὶ μὴ κατὰ τὸ δοκοῦν ἀπαυθαδειάζειν. | |
12 | Καὶ ᾧ δὲ Νέστωρ ἡ ἐπιγραφή, ὅπως κεχρῆσθαι προσῆκε τῇ πρὸς τοὺς βασιλεῖς παραινέσει περιλαμβάνεται. Ὁ δὲ ἐφεξῆς, | |
15 | Ἀχιλλεὺς οὐ πειθόμενος τῷ Χείρωνι, προνοίᾳ καὶ | |
τέχνῃ ἀλλὰ μὴ θράσει καὶ χειρῶν ἰσχύϊ συμβουλεύοντι μεταχειρίζεσθαι πόλεμον, ὕστερον οὐκ ἀπώνατο τῆς ἀπει‐ θείας. Καὶ ὁ Φιλοκτήτης δὲ παράφρασίς ἐστι τοῦ κατ’ αὐτὸν ἀτυχήματος. Ἐφ’ οἷς ὁ Νέσσος καὶ ἡ Δηϊάνειρα | 112 in vol. 3 | |
20 | τῶν ἀπιθάνως περὶ αὐτοὺς πεπλασμένων διά τινος θεραπείας εἰς εἱρμόν τινα καὶ τάξιν δοκεῖ τὸ ἀπίθα‐ νον μεταρρυθμίζειν. Καὶ ὁ Χρυσηῒς ἔπαινός ἐστι Χρυ‐ σηΐδος. | |
23 | Ὁ δὲ περὶ βασιλείας καὶ τυραννίδος περὶ αὐ‐ τῶν τούτων διαλαμβάνει, καὶ οἱ ἐφεξῆς δὲ γʹ περὶ τύχης | |
25 | λόγοι χαρίεντά τινα καὶ φιλοσοφίας ἅμα ἐχόμενα θεω‐ ρήματα διατυποῦσιν. Ὡσαύτως καὶ οἱ μετὰ τούτους περὶ δόξης γʹ λόγοι συμβουλεύουσι καὶ παραινοῦσι μηδένα λόγον τῆς τῶν πολλῶν δόξης ποιεῖσθαι· καλὰ δὲ καὶ ὠφέλιμα τῇ παραινέσει συνδιαπλέκεται θεωρήματα. | |
30 | Ὁ δὲ νβʹ περὶ ἀρετῆς καὶ ἐπιγράφεται καὶ διέξεισι. Περὶ φιλοσοφίας δέ ἐστιν ὁ γʹ καὶ νʹ, ὁ δὲ νδʹ περὶ τοῦ φιλοσόφου. Ὁ δὲ εʹ καὶ νʹ, περὶ τοῦ σχήματος ἐπιγεγραμμένος, δείκνυσιν ὡς οὐ χιτῶνι καὶ ὑποδήματι φιλοσόφων ὁ κατεσχηματισμέ‐ νος ἤδη καὶ τὸν βίον φιλόσοφός ἐστιν. | |
34 | Ὁ δὲ ϛʹ καὶ νʹ περὶ | |
35 | πίστεως ἐπιγραφῆς τυχών, καὶ ὁ ἐφεξῆς περὶ ἀπιστίας, προτρέπονται φυλάσσεσθαι τὸ θαρρεῖν καὶ καταπιστεύειν καὶ τοῖς μάλιστα φιλεῖν δοκοῦσι· πολλοῖς γὰρ πιστεύσασι μὲν μεγάλη ἀπήντησε συμφορά, ἀπιστίᾳ δὲ φραξαμέ‐ νοις λαμπρὰ περιγέγονε σωτηρία. Ἀλλὰ ταῦτα μὲν ὁ | |
40 | περὶ ἀπιστίας λόγος· ὁ δὲ πρὸ αὐτοῦ διέξεισιν ὡς καὶ τὸ πιστεύεσθαι ὡς ἐπίπαν μεγάλα τοὺς πιστευομένους ἐζη‐ | |
Bibl.209168a | μίωσεν. | |
1 | Ἡ δ’ ὑπόθεσις τοῦ νηʹ λόγου, ὥσπερ καὶ ἡ | |
ἐπιγραφή, περὶ νόμου ἐστὶν ὡς καὶ ἡ τοῦ νθʹ περὶ ἔθους, ὃ πράττειν μὲν ὅσα ὁ νόμος ἀποδείκνυσι, μεθ’ ἡδονῆς δὲ καὶ πειθοῦς μᾶλλον ἢ βίας, καὶ ἀσφαλέστερον. Δύο δὲ | 113 in vol. 3 | |
5 | οἱ ἐφεξῆς περὶ φθόνου διαλαμβάνουσι καὶ ὁ βʹ καὶ ξʹ περὶ πλούτου, τὸ ὀχληρὸν αὐτοῦ καὶ ἐπίβουλον στηλιτεύων, καὶ πολλῷ λυσιτελεστέραν αὐτοῦ παριστῶν τὴν μετὰ δικαιοσύ‐ νης πενίαν. Ὁ δὲ γʹ καὶ ξʹ ἐπιγράφεται τῶν ἐν Κιλικίᾳ περὶ ἐλευθερίας, ἐκεῖνον δὲ ἐλεύθερον παριστᾷ ὃς τῶν ἐν | |
10 | αὑτῷ κύριος εἴη παθῶν, κἂν μυρίοι ἔξωθεν αὐτοῦ τοῦ σώματος ὦσι δεσπόται, καὶ δοῦλον ἐκεῖνον ὃς ἀνδρά‐ ποδόν ἐστι παθῶν, εἰ καὶ, συμπάσης ἄρχειν τῆς οἰκου‐ μένης δοκεῖ. | |
13 | Εἰς τὴν αὐτὴν δ’ ἀναφέρεται διάνοιαν καὶ ὁ ἐφεξῆς, περὶ δουλείας καὶ ἐλευθερίας ἐπιγραφὴν ἔχων, | |
15 | ὥσπερ καὶ ὁ ἐφεξῆς δεύτερος περὶ δούλων ὤν. Καὶ ὁ μετ’ αὐτὸν δέ, περὶ λύπης, ὡς οὐ χρὴ παρεγγυᾶται τὸν γενναῖον καὶ νοῦν ἔχοντα ἄνδρα ὑποκατακλίνεσθαι τῷ πάθει, περιορᾶν δὲ μᾶλλον καὶ ἀποτρίβεσθαι. Καὶ ὁ περὶ πλεονεξίας ζʹ καὶ ξʹ ὤν, ἀποτρέπεσθαι ταύτην παρεγγυᾷ. | |
20 | Καὶ ὁ ξηʹ, ὥσπερ ἐπιγέγραπται περὶ λόγου καὶ ἀσκήσεως, τοιαύτην καὶ τὴν ὑπόθεσιν ὑποβάλλει. Περὶ δὲ τῆς αὐτοῦ φιληκοΐας ὁ ξθʹ καὶ ἐπιγράφεται καὶ διαλαμβάνει. | |
22 | Ὁ δὲ οʹ ἐπιγραφῆς μὲν περὶ ἀναχωρήσεως τυγχάνει, κατα‐ σκευάζει δὲ ὡς οὐχὶ τὸ τὰς ἐρήμους διώκειν ἀναχώρησίς | |
25 | ἐστι παθῶν καὶ τῶν ἐν βίῳ θορύβων, ἀλλὰ τὸ εἰς ἑαυ‐ τὸν ἐπεστράφθαι καὶ σπεύδειν γνῶναι ἑαυτόν, τῆς ἀπὸ τῶν ἄλλων κακίας φορολίγον ἔχοντα λόγον. Περὶ κάλ‐ λους δὲ ὁ μετὰ τοῦτον λόγος, ὃν ἐπιγέγραπται τρόπον, τὸν αὐτὸν καὶ περὶ νεανίσκου διέξεισιν· ἐν ᾧ ὡς οὐ παρὰ | |
30 | πᾶσιν ἔθνεσι καὶ βαρβάροις τὸ αὐτὸ νομίζεται κάλλος, ἄλλο δὲ παρ’ ἄλλοις νικᾷ. Ὁ δὲ οβʹ περὶ εἰρήνης καὶ πολέμου τήν τε ἐπιγραφὴν προβάλλεται καὶ διαλαμβάνει. Ὁ δὲ γʹ καὶ οʹ ὅτι εὐδαίμων ὁ σοφός, καὶ ὁ ἐπ’ αὐτῷ περὶ εὐδαιμονίας· ὁ δὲ ἐπὶ τούτοις περὶ τοῦ δαίμονος, δαί‐ | 114 in vol. 3 |
35 | μονας δὲ καλεῖ τοὺς ὅσοι λαχόντες ἄρχειν ἑτέρων, ἄμει‐ νον πράττειν τοὺς ἀρχομένους ἢ καὶ χεῖρον συμμετεσκεύα‐ σαν. Περὶ δὲ τοῦ βουλεύεσθαι ὁ ϛʹ καὶ οʹ διαλαμβάνει. Ὁ δὲ ζʹ καὶ οʹ, διατριβὴ περὶ τῶν ἐν συμποσίῳ τὴν ἐπιγραφὴν πεποιημένος, τινὰ τῶν ἐν αὐτῷ διέξεισι συμπιπτόντων, | |
40 | καὶ ὡς ὁ πολὺς ἄνθρωπος τηνικαῦτα πρὸς φιλοσοφίαν ὁρᾶν εἴωθεν, ἡνίκα αὐτοῦ ὁ βίος ἀνίαις περιρρεῖται. Ὁ | |
Bibl.209168b | δὲ ηʹ καὶ οʹ καὶ ὁ μετ’ αὐτόν, Μελαγκόμας αʹ καὶ βʹ ἐπιγεγραμμένοι, ἔπαινόν τε διαγράφουσι τοῦ νεανίσκου καὶ μνήμην ἐπὶ χρηστοῖς τελευτήσαντος καὶ λύπην. Ὁ δὲ πʹ, Χαρίδημος μὲν αὐτῷ ἡ ἐπιγραφή, ἔπαινον δὲ καὶ πέν‐ | |
5 | θος ἐπὶ τελευτήσαντι συνδιαπλέκει τῷ νεῷ. | |
Bibl.210168b(7) | Ἀνεγνώσθη Καισαρίου βίβλος ἐν ηʹ κεφαλαίοις· περιείχετο δὲ ἐκκλησιαστικά, τοῦτο μὲν ῥητῶν ἀναπτύξεις, τοῦτο δὲ συζητήσεων ἐπιλύσεις, κʹ καὶ ςʹ. Ὁ μὲν ἀνὴρ | |
10 | ἔοικε νεάζειν τε καὶ πρὸς γονὰς μὲν λόγων καὶ μάθησιν τῆς τε θυράθεν σοφίας καὶ τῆς ἡμετέρας σφριγᾶν, δεῖσθαι δ’ ὅμως οὐκ ἐλαχίστων, ἵνα συντόμως εἴπω, εἰς τὸ μὴ καταισχύνειν τὰς ὁρμάς. Πλὴν σαφής τέ ἐστι τὴν φράσιν, εἰ καὶ πρὸς ποιητικὰς ἐκνεωτερίζει λέξεις πολ‐ | |
15 | λάκις, καὶ τὸ κοινὸν τῆς συντάξεως μετιών ἐστιν, ὅπου ἐπ’ ἔλαττον φέρεται καὶ τούτου, καὶ πρὸς τὴν τῶν δογμά‐ των ἀκρίβειαν ὀλίγων αὐτῷ δεῖ. Εἰς ἐρωτήσεις δὲ καὶ ἀποκρίσεις μεθ’ ὑποβολῆς προσώπων τὸ τοῦ λόγου σχῆμα πεποίηται. Εἶναι δέ φασι Γρηγορίου, οὗ τὸ θεολόγος ἐπώ‐ | 115 in vol. 3 |
20 | νυμον, τὸν συγγραφέα ἀδελφόν. | |
Bibl.211168b(22) | Ἀνεγνώσθη Διονυσίου Αἰγέως· Δικτυακῶν ἔφερε τὴν ἐπιγραφήν. Ἦν δὲ ἄρα τὸ βιβλιδάριον κε‐ φαλαίοις ἀπαρτιζόμενον ρʹ, ὧν τὰ μὲν ἰδίαν ἑκάστην | |
25 | ὑπόθεσιν κατεσκεύαζε (νʹ δὲ ταῦτα ἦν) τὰ δὲ λοιπὰ νʹ ἀνασκευὴν ἕκαστον πρὸς ἑκάστην τῶν κατεσκευασμέ‐ νων ἐσπούδαζεν, ἑκάστῃ παρασκευῇ ἀντιπαρατιθεμένης παρευθὺ καὶ κατὰ συνέχειαν τῆς ἀνασκευῆς. | |
28 | Ἡ μὲν ἑρμηνεία τοῦ λόγου οὔτε ἐξωράϊσται οὔτε ἔρριπται τοῦ κάλ‐ | |
30 | λους, ἄλλως τε καὶ ὅτι οὐδ’ ἐπιδεικτικῶς ἀλλ’ ἐς τὸ γυ‐ μνάσιον τῷ συγγραφεῖ τὸ σπούδασμα τείνει, καὶ ἰσχνό‐ τητος αὐτῷ καὶ τῶν συστοίχων μέλει. Χρήσιμον δὲ τὸ βιβλίον τοῖς τὴν διαλεκτικὴν τριβὴν ἀσκουμένοις. | |
33 | Ἡ δὲ ὑπόθεσις λέγει ταῦτα, ὅτι ἐξ ἀμφοτέρων ἡ καταβολὴ | |
35 | τοῦ σπέρματος καὶ ζωογονία γίνεται, καὶ τοὐναντίον οὐκ ἐξ ἀμφοτέρων. Δεύτερον, ὅτι ἀφ’ ὅλου τοῦ σώματος ἡ τοῦ σπέρματος ἔκκρισις, καὶ τοὐναντίον ὅτι ἀπὸ μόνων τῶν διδύμων. Γʹ ὅτι ἡ πέψις θερμασίᾳ γίγνεται καὶ ὅτι οὐχ οὕτως. Δʹ ὅτι τρίψει ἡ πέψις γίνεται, καὶ ὅτι οὐ τρίψει. | |
40 | Εʹ ὅτι σήψει ἡ πέψις, καὶ ὅτι οὐ σήψει. Ϛʹ Ὅτι τοῦ πνεύ‐ | |
ματος ἰδιότητι ἡ πέψις, καὶ ὅτι οὐχ οὕτως. Ζʹ ὅτι χυμῶν | 116 in vol. 3 | |
Bibl.211169a | ἰδιότητι ἡ πέψις, καὶ ὅτι οὐχ οὕτως. Ηʹ ὅτι θερμα‐ σίας ἰδιότητι ἡ πέψις, καὶ ὅτι οὐχ οὕτως. Θʹ ὅτι θερμασίᾳ ἡ ἀνάδοσις, καὶ ὅτι οὐχ οὕτως. Ιʹ ὅτι ἡ ἀνάδοσις τῷ τὴν θερμασίαν ἐφ’ ἑαυτὴν ἕλκειν, καὶ ὅτι οὐχ οὕτως. | |
5 | Ιαʹ ὅτι τῷ πνεύματι ἡ ἀνάδοσις, καὶ ὅτι οὐχ οὕτως. Ιβʹ ὅτι τῇ τῶν ἀρτηριῶν παραθέσει ἡ ἀνάδοσις, καὶ ὅτι οὐχ οὕτως. Ιγʹ ὅτι τῇ κατὰ κενὸν ἀπουσίᾳ ἡ ἀνάδοσις, καὶ ὅτι οὐ κατὰ τὸ ἄδηλον ἀπουσίᾳ ἡ ἀνάδοσις. Ιδʹ ὅτι δι’ ἀτροφίαν τοῦ ὁρατικοῦ πόρου ἡ ἀπογλαύκωσις συμ‐ | |
10 | βαίνει, καὶ ὅτι οὐχ οὕτως. Ιεʹ ὅτι παρ’ ἔμπτωσιν αἵματος εἰς τὸν ὁρατικὸν πόρον ἡ ἀπογλαύκωσις, καὶ ὅτι οὐχ οὕτως. Ιϛʹ ὅτι καθ’ ὑγρῶν πάχος καὶ διαπνοὴν ἡ ἀπο‐ γλαύκωσις, καὶ ὅτι οὐχ οὕτως. Ιζʹ ὅτι ἡ φρενῖτις κατὰ διάτασιν τῆς μήνιγγος καὶ φθορὰν τοῦ αἵματος γίνεται, | |
15 | καὶ ὅτι οὐχ οὕτως. Ιηʹ ὅτι κατὰ θερμασίας πλεονασμὸν ἡ φρενῖτις συμβαίνει, καὶ ὅτι οὐχ οὕτως. Ιθʹ ὅτι διὰ φλεγμονὴν ἡ φρενῖτις, καὶ ὅτι οὐχ οὕτως. | |
17 | Κʹ ὅτι ὁ λή‐ θαργος διὰ φλεγμονὴν γίνεται, καὶ ὅτι οὐχ οὕτως. Καʹ ὅτι κατὰ διάτασιν οἱ ληθαργικοὶ καὶ φθοράν, καὶ ὅτι οὐχ | |
20 | οὕτως. Κβʹ ὅτι περὶ ὅλον τὸ σῶμα ἡ τοῦ πιεῖν καὶ φα‐ γεῖν συνίσταται ὄρεξις, καὶ ὅτι περὶ μόνον τὸν στόμαχον. Κγʹ ὅτι ἡ τοῦ φαγεῖν καὶ πιεῖν ὄρεξις περὶ διάνοιαν. Κδʹ ὅτι καθ’ ὑγρῶν ἔνδειαν τὸ δίψος, καὶ ὅτι οὐχ οὕτως. Κεʹ ὅτι περὶ τὸν στόμαχον διπλῆ τις ὁρᾶται | |
25 | ἐνέργεια, καὶ ὅτι οὐχ οὕτως. Κϛʹ ὅτι ἡ ἐντὸς μῆνιγξ ἡ ἐν τῷ κοιλώματι ἀρχὴ τῶν νεύρων ἐστί, καὶ ὅτι οὐχ οὕτως ἀλλ’ ἡ ἐκτός. Κζʹ ὅτι ἀναδιδόμενα τὰ φάρ‐ μακα καθαίρει, καὶ ὅτι οὐχ οὕτως, ἀλλὰ κατὰ τὴν πρόσπτωσιν. Κηʹ ὅτι οὐ χρηστέον τοῖς καθαρτικοῖς, | |
30 | καὶ ὅτι χρηστέον. Κθʹ ὅτι οἴνου δόσει χρηστέον ἐπὶ τῶν πυρεσσόντων, καὶ τοὐναντίον ὅτι ἀσύμφορον. Λʹ ὅτι λουτρὸν τοῖς πυρέσσουσι λυσιτελεῖ, καὶ ὅτι ἀσύμ‐ φορον. Λαʹ ὅτι δεῖ ἐν ταῖς ἐπιτάσεσι τῶν νόσων κλύ‐ ζειν, καὶ ὅτι οὐ προσῆκον. Λβʹ ὅτι οὐ δεῖ κατ’ ἀρχὰς | 117 in vol. 3 |
35 | ὑπαλείψει χρῆσθαι, καὶ ὅτι συμφέρον. Λγʹ ὅτι δεῖ κατα‐ πλάττειν τὴν κεφαλήν, καὶ ὅτι οὐ δεῖ, τοῖς δ’ ὀσφραν‐ τοῖς μόνον χρῆσθαι. Λδʹ ὅτι ἐμετοποιία ἀσύμφορον, καὶ ὅτι συμφέρον. Λεʹ ὅτι οὐκ ἐπιπέμπει ἡ καρδία αἷμα, καὶ ὅτι ἐπιπέμπει. Λϛʹ ὅτι οὐχ ἡ καρδία τὸ πνεῦμα ἐπι‐ | |
40 | πέμπει, ἀλλ’ αἱ ἀρτηρίαι ἕλκουσι, καὶ ὅτι ἔμπαλιν. Λζʹ ὅτι ἐξ ἑαυτῆς ἡ καρδία κινεῖται, καὶ ὅτι οὐκ ἐξ ἑαυτῆς. Ληʹ ὅτι κατὰ φύσιν αἷμα ἐν ἀρτηρίαις ὑπάρχει, καὶ ὅτι | |
Bibl.211169b | οὐχ αἵματος αἱ ἀρτηρίαι ἀγγεῖον. Λθʹ ὅτι πάντα τὰ ἀγγεῖα ἐν τῷ ὄγκῳ ἁπλᾶ ἐστι, καὶ ὅτι πλέγματά ἐστι. Μʹ ὅτι διὰ τῶν νεύρων ἡ αἴσθησις καὶ ἡ κίνησις τοῦ ζῴου, καὶ ὅτι οὐχ οὕτως. Μαʹ ὅτι ἀρχὴ φλεβῶν ἡ καρδία | |
5 | καὶ ὅτι οὐκ ἀρχή. Μβʹ ὅτι ἧπαρ ἀρχὴ φλεβῶν, καὶ ὅτι οὐκ ἀρχή. Μγʹ ὅτι κοιλία φλεβῶν ἀρχή, καὶ ὅτι οὐκ ἀρχή. Μδʹ ὅτι πάντων τῶν ἀγγείων ἀρχὴ μῆνιγξ, καὶ ὅτι οὐκ ἀρχή. Μεʹ ὅτι πνεύμων ἀρτηριῶν ἀρχή, καὶ ὅτι οὐκ ἔστιν ἀρχή. Μϛʹ ὅτι ἡ παρὰ τὴν ῥάχιν ἀρτηρία | |
10 | ἀρτηριῶν ἀρχή, καὶ ὅτι οὐκ ἀρχή. Μζʹ ὅτι ἡ καρδία ἀρχὴ ἀρτηριῶν, καὶ ὅτι οὐκ ἀρχή. Μηʹ ὅτι οὐχ ἡ καρδία ἀρχὴ νεύρων, ἀλλ’ ἡ περιέχουσα τὸν ἐγκέφαλον μῆνιγξ, καὶ ὅτι οὐκ ἀρχή. Μθʹ ὅτι οὐ περὶ καρδίαν τὸ διανοη‐ τικὸν ἀλλὰ περὶ κεφαλήν, καὶ ὅτι ἀνάπαλιν. Νʹ ὅτι τὸ | |
15 | διανοητικόν ἐστι περὶ τὴν μέσην τοῦ ἐγκεφάλου κοιλίαν, | |
καὶ ὅτι οὐχ οὕτως. Ταῦτα καὶ ἡ ὑπόθεσις διατείνεται. | 118 in vol. 3 | |
Bibl.212169b(18) | Ἀνεγνώσθη Αἰνησιδήμου Πυρρωνίων λό‐ γοι ηʹ. Ἡ μὲν ὅλη πρόθεσις τοῦ βιβλίου βεβαιῶσαι ὅτι | |
20 | οὐδὲν βέβαιον εἰς κατάληψιν, οὔτε δι’ αἰσθήσεως, ἀλλ’ οὔτε μὴν διὰ νοήσεως· διὸ οὔτε τοὺς Πυρρωνίους οὔτε τοὺς ἄλλους εἰδέναι τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν, ἀλλὰ τοὺς μὲν κατὰ ἄλλην αἵρεσιν φιλοσοφοῦντας ἀγνοεῖν τε τἄλλα καὶ ἑαυτοὺς μάτην κατατρίβειν καὶ δαπανᾶν συνεχέσιν ἀνίαις, | |
25 | καὶ αὐτὸ δὲ τοῦτο ἀγνοεῖν, ὅτι οὐδὲν αὐτοῖς τῶν δο‐ ξάντων εἰς κατάληψιν ἐληλυθέναι κατείληπται. | |
26 | Ὁ δὲ κατὰ Πύρρωνα φιλοσοφῶν τά τε ἄλλα εὐδαιμονεῖ, καὶ σοφός ἐστι τοῦ μάλιστα εἰδέναι ὅτι οὐδὲν αὐτῷ βεβαίως κατείληπται· ἃ δὲ καὶ εἰδείη, οὐδὲν μᾶλλον αὐτῶν τῇ | |
30 | καταφάσει ἢ τῇ ἀποφάσει γενναῖός ἐστι συγκατατίθεσθαι. Ἡ μὲν ὅλη τοῦ βιβλίου διάληψις ὃ βούλεται, εἴρηται. Γράφει δὲ τοὺς λόγους Αἰνησίδημος προσφωνῶν αὐτοὺς τῶν ἐξ Ἀκαδημίας τινὶ συναιρεσιώτῃ Λευκίῳ Τοβέρωνι, γένος μὲν Ῥωμαίῳ, δόξῃ δὲ λαμπρῷ ἐκ προγόνων καὶ | |
35 | πολιτικὰς ἀρχὰς οὐ τὰς τυχούσας μετιόντι. Ἐν μὲν οὖν τῷ πρώτῳ λόγῳ διαφορὰν τῶν τε Πυρ‐ ρωνίων καὶ τῶν Ἀκαδημαϊκῶν εἰσάγων μικροῦ γλώσσῃ αὐτῇ ταῦτά φησιν, ὡς οἱ μὲν ἀπὸ τῆς Ἀκαδημίας δογματικοί τέ εἰσι καὶ τὰ μὲν τίθενται ἀδιστάκτως, τὰ | |
40 | δὲ αἴρουσιν ἀναμφιβόλως, οἱ δ’ ἀπὸ Πύρρωνος ἀπο‐ ρητικοί τέ εἰσι καὶ παντὸς ἀπολελυμένοι δόγματος, καὶ οὐδεὶς αὐτῶν τὸ παράπαν οὔτε ἀκατάληπτα πάντα εἴ‐ | |
Bibl.212170a | ρηκεν οὔτε καταληπτά, ἀλλ’ οὐδὲν μᾶλλον τοιάδε | |
ἢ τοιάδε, ἢ τότε μὲν τοῖα τότε δὲ οὐ τοῖα, ἢ ᾧ μὲν τοιαῦτα ᾧ δὲ οὐ τοιαῦτα ᾧ δ’ οὐδ’ ὅλως ὄντα· οὐδὲ μὴν ἐφικτὰ πάντα κοινῶς ἤ τινα τούτων ἢ οὐκ ἐφικτά, ἀλλ’ οὐδὲν μᾶλλον | 119 in vol. 3 | |
5 | ἐφικτὰ ἢ οὐκ ἐφικτά, ἢ τότε μὲν ἐφικτὰ τότε δ’ οὐκέτι, ἢ τῷ μὲν ἐφικτὰ τῷ δ’ οὔ. Καὶ μὴν οὐδ’ ἀληθινὸν οὐδὲ ψεῦδος, οὐδὲ πιθανὸν οὐδ’ ἀπίθανον, οὐδ’ ὂν οὐδὲ μὴ ὄν, ἀλλὰ τὸ αὐτὸ ὡς εἰπεῖν οὐ μᾶλλον ἀληθὲς ἢ ψεῦδος, ἢ πιθανὸν ἢ ἀπίθανον, ἢ ὂν ἢ οὐκ ὄν, ἢ τότε μὲν | |
10 | τοῖον τότε δὲ τοῖον, ἢ ᾧ μὲν τοιονδὶ ᾧ δὲ καὶ οὐ τοιονδί. | |
11 | Καθόλου γὰρ οὐδὲν ὁ Πυρρώνιος ὁρίζει, ἀλλ’ οὐδὲ αὐτὸ τοῦτο, ὅτι οὐδὲν διορίζεται· ἀλλ’ οὐκ ἔχοντες, φησίν, ὅπως τὸ νοούμενον ἐκλαλήσωμεν, οὕτω φράζο‐ μεν. Οἱ δ’ ἀπὸ τῆς Ἀκαδημίας, φησί, μάλιστα | |
15 | τῆς νῦν, καὶ στωϊκαῖς συμφέρονται ἐνίοτε δόξαις, καὶ εἰ χρὴ τἀληθὲς εἰπεῖν, Στωϊκοὶ φαίνονται μαχόμενοι Στωϊκοῖς. | |
17 | Δεύτερον περὶ πολλῶν δογματίζουσιν. Ἀρε‐ τήν τε γὰρ καὶ ἀφροσύνην εἰσάγουσι, καὶ ἀγαθὸν καὶ κακὸν ὑποτίθενται, καὶ ἀλήθειαν καὶ ψεῦδος, καὶ δὴ | |
20 | καὶ πιθανὸν καὶ ἀπίθανον καὶ ὂν καὶ μὴ ὄν, ἄλλα τε πολλὰ βεβαίως ὁρίζουσι, διαμφισβητεῖν δέ φασι περὶ μόνης τῆς καταληπτικῆς φαντασίας. Διὸ οἱ μὲν ἀπὸ Πύρρωνος ἐν τῷ μηδὲν ὁρίζειν ἀνεπίληπτοι τὸ παράπαν διαμένουσιν, οἱ δ’ ἐξ Ἀκαδημίας, φησίν, | |
25 | ὁμοίας τὰς εὐθύνας τοῖς ἄλλοις φιλοσόφοις ὑπέχουσι, τὸ δὲ μέγιστον, οἱ μὲν περὶ παντὸς τοῦ προτεθέντος διαποροῦντες τό τε σύστοιχον διατηροῦσι καὶ ἑαυτοῖς οὐ μάχονται, οἱ δὲ μαχόμενοι ἑαυτοῖς οὐ συνίσασι· τὸ γὰρ | |
ἅμα τιθέναι τι καὶ αἴρειν ἀναμφιβόλως, ἅμα τε φά‐ | 120 in vol. 3 | |
30 | ναι κοινῶς ὑπάρχειν καταληπτά, μάχην ὁμολογουμέ‐ νην εἰσάγει, ἐπεὶ πῶς οἷόν τε γινώσκοντα τόδε μὲν εἶναι ἀληθὲς τόδε δὲ ψεῦδος ἔτι διαπορεῖν καὶ διστά‐ σαι, καὶ οὐ σαφῶς τὸ μὲν ἑλέσθαι τὸ δὲ περιστῆναι; Εἰ μὲν γὰρ ἀγνοεῖται ὅτι τόδε ἐστὶν ἀγαθὸν ἢ κακόν, ἢ | |
35 | τόδε μὲν ἀληθὲς τόδε δὲ ψεῦδος, καὶ τόδε μὲν ὂν τόδε δὲ μὴ ὄν, πάντως ὁμολογητέον ἕκαστον ἀκατά‐ ληπτον εἶναι· εἰ δ’ ἐναργῶς κατ’ αἴσθησιν ἢ κατὰ νόησιν καταλαμβάνεται, καταληπτὸν ἕκαστον φατέον. Ταῦτα μὲν ἀρχόμενος τῶν λόγων καὶ τοιαῦθ’ ἕτερα | |
40 | τὴν διαφορὰν τῶν Πυρρωνίων καὶ Ἀκαδημαϊκῶν ὑπο‐ δεικνύς, ἀναγράφει ὁ Αἰνησίδημος ὁ ἐξ Αἰγῶν· ἐφεξῆς | |
Bibl.212170b | δὲ κατὰ τὸν αὐτὸν λόγον πρῶτον καὶ τὴν ὅλην ἀγωγὴν ὡς τύπῳ καὶ κεφαλαιωδῶς τῶν Πυρρωνίων πα‐ ραδίδωσι λόγων. | |
3 | Ἐν δὲ τῷ βʹ κατὰ μέρος ἤδη ἀρ‐ χόμενος ἐπεξιέναι τὰ ἐν κεφαλαίῳ εἰρημένα, περί τε | |
5 | ἀληθῶν καὶ αἰτίων διαλαμβάνει καὶ παθῶν καὶ κι‐ νήσεως, γενέσεώς τε καὶ φθορᾶς καὶ τῶν τούτοις ἐναν‐ τίων, κατὰ πάντων αὐτῶν τὸ ἄπορόν τε καὶ ἀκατά‐ ληπτον πυκνοῖς, ὡς οἴεται, ἐπιλογισμοῖς ὑποδεικνύς. Καὶ ὁ γʹ δὲ αὐτῷ λόγος περὶ κινήσεως καὶ αἰσθήσεως | |
10 | καὶ τῶν κατ’ αὐτὰς ἰδιωμάτων, τὰς ὁμοίας περιερ‐ γαζόμενος ἐναντιολογίας, εἰς τὸ ἀνέφικτον καὶ ἀκατά‐ ληπτον ὑποφέρει καὶ αὐτά. | |
12 | Ἐν δὲ τῷ δʹ σημεῖα μὲν ὥσπερ τὰ φανερά φαμεν τῶν ἀφανῶν, οὐδ’ ὅλως εἶναί φησιν, ἠπατῆσθαι δὲ κενῇ προσπαθείᾳ τοὺς οἰομένους· | |
15 | ἐγείρει δὲ τὰς ἐξ ἔθους ἐφεξῆς ἀπορίας περί τε ὅλης τῆς φύσεως καὶ κόσμου καὶ θεῶν, οὐδὲν τῶν εἰς κατά‐ | |
ληψιν πεσεῖν ἐντεινόμενος. | 121 in vol. 3 | |
17 | Προβάλλεται αὐτῷ καὶ ὁ εʹ λόγος τὰς κατὰ τῶν αἰτίων ἀπορητικὰς λαβάς, μη‐ δὲν μὲν μηδενὸς αἴτιον ἐνδιδοὺς εἶναι, ἠπατῆσθαι δὲ | |
20 | τοὺς αἰτιολογοῦντας φάσκων, καὶ τρόπους ἀριθμῶν καθ’ οὓς οἴεται αὐτοὺς αἰτιολογεῖν ὑπαχθέντας εἰς τὴν τοι‐ αύτην περιενεχθῆναι πλάνην. | |
22 | Καὶ ὁ ϛʹ δὲ τὰ ἀγαθὰ καὶ κακά, καὶ μὴν καὶ τὰ αἱρετὰ καὶ φευκτά, ἔτι δὲ προηγούμενά τε καὶ ἀποπροηγούμενα, εἰς τὰς αὐτὰς | |
25 | ἐρεσχελίας ἄγει τό γε ἐπ’ αὐτῷ καὶ ταῦτα τῆς κατα‐ λήψεως ἡμῶν καὶ γνώσεως ἀποκλείων. | |
26 | Τὸν μέντοι ζʹ κατὰ τῶν ἀρετῶν ὁπλίζει, διὰ κενῆς λέγων τοὺς φιλο‐ σοφοῦντας περὶ αὐτῶν ἀναπλάσαι δόξας, καὶ ἑαυτοὺς ἀποβουκολεῖν ὡς εἰς τὴν τούτων εἴησαν πρᾶξίν τε καὶ | |
30 | θεωρίαν ἀφιγμένοι. | |
30 | Ὁ δ’ ἐπὶ πᾶσι καὶ ηʹ κατὰ τοῦ τέλους ἐνίσταται, μήτε τὴν εὐδαιμονίαν μήτε τὴν ἡδο‐ νὴν μήτε τὴν φρόνησιν μήτ’ ἄλλο τι τέλος ἐπιχωρῶν εἶναι, ὅπερ ἄν τις τῶν κατὰ φιλοσοφίαν αἱρέσεων δοξάσειεν, ἀλλ’ ἁπλῶς οὐκ εἶναι τέλος τὸ πᾶσιν | |
35 | ὑμνούμενον. Οἱ μὲν οὖν τοῦ Αἰνησιδήμου λόγοι πρὸς τοιοῦτον ἀγῶνα κονίζονται· ὅτι δὲ ματαιότης αὐτῶν καὶ πολλὴ λέσχη ἡ σπουδή, Πλάτωνί τε καὶ πολλοῖς ἄλλοις τῶν πρὸ ἡμῶν τὸν ἔλεγχον ἔδοσαν· καὶ ὅτι μηδὲν εἰς δόγμα | |
40 | συντελεῖ, καὶ τοῦτο κατάδηλον, ὅπου γε καὶ τὰς ἐνού‐ σας δογματικὰς θεωρίας ἐλαύνειν ἡμῶν τῆς διανοίας | |
Bibl.212171a | ἐπεχείρησαν. Τοῖς μέντοι κατὰ διαλεκτικὴν μελέ‐ την πονουμένοις, ἂν μὴ τὸ ἀστήρικτον αὐτῶν τοῖς λογισ‐ μοῖς ἐνεδρεύῃ καὶ ἡ κρίσις πρὸς ἀγχίνοιαν οὐ νενοθευμένη τὸ βιβλίον οὐκ ἄχρηστον. | 122 in vol. 3 |
Bibl.213171a(6) | Ἀνεγνώσθη Ἀγαθαρχίδου ἱστορικόν· ἔνιοι δὲ αὐτὸν Ἀγάθαρχον ὀνομάζουσι. Τούτῳ πατρὶς μὲν ἡ Κνίδος ἦν, ἡ δὲ τέχνη γραμματικὸν ἐπεδείκνυτο· ὑπογραφέα δὲ καὶ ἀναγνωστὴν ὁ τοῦ Λέμβου Ἡρακλείδης | |
10 | δι’ ὧν αὐτῷ ἐξυπηρετεῖτο, παρέσχε γνωρίζεσθαι. Ἦν δὲ καὶ θρεπτὸς Κινναίου. Γράψαι δὲ τὸν ἄνδρα τοῦτον τὰ κατὰ τὴν Ἀσίαν ἔγνωμεν ἐν βιβλίοις ιʹ· καὶ τῶν κατὰ τὴν Εὐρώπην δὲ εἰς θʹ καὶ μʹ παρατείνεται αὐτῷ ἡ ἱστορία· ἀλλὰ καὶ εʹ βιβλία τὴν Ἐρυθρὰν αὐτῷ πᾶσαν καὶ τὰ | |
15 | περὶ ταύτην ἐξιστοροῦσι. | |
15 | Τὴν οὖν εἰρημένην ἅπασαν συγ‐ γραφὴν καὶ αὐτὸς ἐπὶ τέλει τοῦ εʹ λόγου εἰς μνήμην ἀνάγει, ἐν ᾧ καὶ πεπαῦσθαι τοῦ γράφειν διά τινάς τε αἰτίας ἄλλας, καὶ ὅτι τὰ τῆς ἡλικίας ἀποκλίνοι πρὸς τὸ ἔξωρον. Πλήν γε εἰσὶν οἵ φασιν αὐτὸν καὶ ἑτέρας | |
20 | συγγεγραφέναι πραγματείας ὧν ἡμεῖς οὐδένα οὐδέπω ἴσμεν. Ἐπιτομὴν δὲ αὐτόν φασι τῶν περὶ τῆς ἐρυθρᾶς θαλάσσης ἀναγεγραμμένων ἐν ἑνὶ συντάξαι βιβλίῳ, καὶ μὴν καὶ περὶ Τρωγλοδυτῶν βιβλία εʹ, ἀλλὰ καὶ ἐπιτομὴν τῆς Ἀντιμάχου Λύδης, καὶ πάλιν ἄλλην ἐπι‐ | |
25 | τομὴν τῶν συγγεγραφότων περὶ συναγωγῆς θαυμα‐ σίων ἀνέμων, ἐκλογάς τε ἱστοριῶν αὐτὸν συντάξαι, καὶ | |
περὶ τῆς πρὸς φίλους ὁμιλίας. | 123 in vol. 3 | |
27 | Ἔστι δέ, ἐξ ὧν τὸν ἄνδρα τοὺς λόγους αὐτοῦ διελθόντες ἐπέγνωμεν, μεγαλοπρεπής τε καὶ γνωμολογικός, καὶ τῷ μὲν τοῦ λόγου μεγέθει καὶ | |
30 | ἀξιώματι τῶν ἄλλων μᾶλλον χαίρων, λέξεσι μέντοι λο‐ γάσιν οὐ πάνυ προστεθειμένος, οὐδὲ διὰ τῶν ἐθίμων δὲ διὰ παντὸς πορευόμενος, γεννῶν δὲ αὐτὸς οὐ λέξεις, ἀλλ’ εἴ τις ἄλλος δημιουργὸς τῆς περὶ τὰς λέξεις χρή‐ σεως, καινήν τινα μὴ καιναῖς κεχρημένος λέξεσι φαν‐ | |
35 | τασίαν πέμπουσαν ἀποτελεῖ τὴν φράσιν. Οὕτω δὲ προσ‐ φυῶς ὑποβάλλεται τὴν πρᾶξιν, ὡς τήν τε καινοτομίαν μὴ δοκεῖν εἶναι καινοτομίαν, καὶ τὸ σαφὲς οὐκ ἔλαττον τῶν ἐξ ἔθους λέξεων παρέχειν· κέχρηται δὲ καὶ γνώμαις τὸ νουνεχὲς καὶ δραστήριον ἐπιδηλούσαις. Τροπὰς δὲ | |
40 | ὑπελθεῖν, εἴ τις ἄλλος ἄριστα παρεσκευασμένος τὸ μὲν ἡδὺ καὶ κηλοῦν καὶ τὴν ψυχὴν διαχέον λεληθότως δι’ | |
Bibl.213171b | ὅλου διασπείρει τοῦ γράμματος, εἰς τροπὴν δὲ ὅ τι παρενήνεκται, οὐδεμίαν λύπην δηλοῦσαν ἀφίησι. Ποιεῖ δὲ αὐτῷ τοῦτο μάλιστα οὐχὶ ἡ τῶν λέξεων αὐτὴ καθ’ ἑαυτὴν μεταβολή, ἀλλ’ ἡ ἀπὸ πραγμάτων ἑτέρων εἰς ἕτερα μετά | |
5 | τινος σοφῆς καὶ ἠρεμαίας μεταχειρίσεως μετάβασίς τε καὶ μετατροπή. Ἀλλὰ γὰρ ἀντιλαβεῖν μὲν ὄνομα ῥή‐ ματος, ἀμεῖψαι δὲ τὸ ῥῆμα εἰς ὄνομα, καὶ λῦσαι μὲν λέξεις εἰς λόγους, συναγαγεῖν δὲ λόγον εἰς τύπον ὀνό‐ ματος, οὐδενὸς ἀνεπιτηδειότερος ὧν ἴσμεν. Καὶ ζηλωτὴς | |
10 | μέν ἐστι Θουκυδίδου ἔν τε τῇ τῶν δημηγοριῶν δαψιλείᾳ τε καὶ διασκευῇ, τῷ μεγαλείῳ δὲ μὴ δευτερεύων τοῦ λόγου τῷ σαφεῖ παρελαύνει τὸν ἄνδρα. | |
12 | Ἀλλὰ γὰρ ὁ μὲν ἀνὴρ τοιοῦτος, καὶ τὸ ἀπὸ τῆς γραμματικῆς ἔχων κλέος· | |
εἰ δὲ καὶ τὸ τῆς ῥητορικῆς ἐπώνυμον αὐτῷ ἡ μὴ νή‐ | 124 in vol. 3 | |
15 | φουσα ψῆφος οὐκ ἐπέθετο, ἀλλὰ γὰρ ἔμοιγε δοκεῖ οὐδὲν ἔλαττον τῶν γραμματικῶν οὐ δεύτερος ἢ τῶν ῥητόρων, δι’ ὧν καὶ γράφει καὶ διδάσκει, καταφαίνεσθαι. | |
Bibl.214171b(19) | Ἀνεγνώσθη βιβλίον Ἱεροκλέους περὶ προ‐ | |
20 | νοίας καὶ εἱμαρμένης καὶ τῆς τοῦ ἐφ’ ἡμῖν πρὸς τὴν θείαν ἡγεμονίαν συντάξεως. Ἔστι μὲν οὖν τὴν προαί‐ ρεσιν φιλόσοφος ὁ ἀνήρ, ἡ δὲ συγγραφὴ αὐτῷ Ὀλυμ‐ πιόδωρον κριτὴν προκαθίζει, ὃν καὶ παρασχεῖν τοῦ λόγου τὰς ἀφορμὰς ὑποτίθεται, καὶ αὐτὸν ἔχοντα τοῦ φιλο‐ | |
25 | σοφεῖν ἔρωτα, οὐ μὴν οὐδὲ τῆς πολιτικῆς σοφίας ἄπει‐ ρον· ἐμπρέψαι τε γὰρ Ῥωμαϊκαῖς πρεσβείαις, καὶ πολλὰ καὶ μέγιστα τῶν βαρβάρων ἐθνῶν τῇ Ῥωμαϊκῇ συνάψαι λήξει, αἵτινες αὐτῷ καὶ τῶν μεγίστων παρ’ αὐτοῖς τι‐ μῶν κατέστησαν αἴτιαι. Ὁ μὲν Ὀλυμπιόδωρος, πρὸς ὃν | |
30 | ὁ λόγος, τοιοῦτος· ᾧ δὴ καὶ παραμυθητικοὺς λόγους ὁ συγγραφεὺς ἐπὶ τέλει τοῦ πρώτου βιβλίου, θετοῦ παιδὸς ἀποβολὴν ποτνιωμένῳ καὶ σκυθρωπάζοντι, προσενήνοχεν. Ἡ δ’ ἐπαγγελία τῆς παρούσης σκέψεως περὶ προνοίας ἐστὶ διαλαβεῖν τῇ Πλάτωνος δόξῃ καὶ Ἀριστοτέλους συν‐ | |
35 | διατιθεμένῳ· συνάπτειν γὰρ βούλεται τοὺς ἄνδρας ταῖς δόξαις οὐ κατὰ τοὺς λόγους τῆς προνοίας μόνον, ἀλλὰ καὶ ὅσοι τὴν ψυχὴν φρονοῦσιν ἀθάνατον, καὶ εἴ τι περὶ οὐρανοῦ καὶ κόσμου τούτοις πεφιλοσόφηται. Ὅσοι δὲ τοὺς ἄνδρας εἰς διαφωνίαν ἔστησαν, τούτους ἐς τὰ μάλιστα | |
40 | πεπλανῆσθαί τε τῆς τῶν ἀνδρῶν προθέσεως καὶ τοῦ ἀληθοῦς ἐκπεσεῖν ἀποτείνεται, τοὺς μὲν ἑκόντας ἔριδι καὶ | |
Bibl.214172a | ἀπονοίᾳ σφᾶς αὐτοὺς προσαναθέντας, τοὺς δὲ καὶ προλήψει καὶ ἀμαθίᾳ δεδουλωμένους. Καὶ πολὺν τοὺς ἔμ‐ προσθεν στῆσαι χορόν, μέχρις ὅτου ἡ Ἀμμωνίου σοφία διέλαμψεν, ὃν καὶ θεοδίδακτον ἐπικαλεῖσθαι ὑμνεῖ. Τοῦτον | 125 in vol. 3 |
5 | γὰρ τὰς τῶν παλαιῶν ἀνδρῶν διακαθάραντα δόξας, καὶ τοὺς ἑκατέρωθεν ἀναφυομένους ἀποσκευασάμενον λήρους, σύμφωνον ἐν τοῖς ἐπικαίροις τε καὶ ἀναγκαιοτάτοις τῶν δογμάτων Πλάτωνός τε καὶ Ἀριστοτέλους τὴν γνώμην ἀποφῆναι. | |
9 | Ταῦτα διὰ τῆς γραφῆς ὁ Ἱεροκλέους λόγος | |
10 | σπουδάζων κατασκευάζει μὲν ἃ ἐκείνους φιλοτιμεῖται δο‐ ξάζειν, ἀνταγωνίζεται δὲ πρὸς τοὺς ἐσπουδακότας τἀ‐ ναντία, Ἐπικουρείους τέ φημι καὶ Στωϊκούς, καὶ ὅσοι Πλάτωνα μὲν ὑποδύονται καὶ Ἀριστοτέλην, οὐκ ὀρθῶς δὲ τὰ ἐκείνων εἰσηγοῦνται. Καὶ μὴν καὶ ὅσους ὁ τῆς γενε‐ | |
15 | θλιαλογίας ἀνηρτήσατο πόνος, δι’ ἐλέγχων ἄγει, σφα‐ λερὰν αὐτῶν τὴν περὶ τῆς εἱμαρμένης ἐπιδεικνὺς δό‐ ξαν. Καὶ τοὺς μηχαναῖς τισιν ἢ γοητείαις τὴν πρόνοιαν τῶν ὄντων ἀποσκευάζειν τολμῶντας ταῖς ὁμοίαις τῶν λόγων ὑποβάλλει βασάνοις. Καὶ καθόλου φάναι, πρὸς | |
20 | τὰς ὑπολήψεις ἐνίσταται πάσας, ὅσαι τὴν θείαν οὐκ εἶναι πρόνοιαν, ἢ εἶναι μὲν φαύλην δέ, τοὺς ἀμαθεστέρους πεί‐ θουσι νομίζειν. Καὶ κατὰ Πλάτωνα θεὸν αὐτῷ προϋ‐ φίστησιν ἡ σκέψις, πάσης ἐμφανοῦς τε καὶ ἀφανοῦς δη‐ μιουργὸν διακοσμήσεως, ἣν ἐκ μηδενός φησιν ὑποκει‐ | |
25 | μένου προαγαγεῖν τὸν τεχνίτην· ἀρκεῖν γὰρ αὐτῷ εἰς ὑπό‐ στασιν τῶν ὄντων τὸ βούλημα. Τῆς δὲ σωματικῆς οὐσιώ‐ σεως τῇ ἀσωμάτῳ συντεταγμένης δημιουργίᾳ, κόσμον ἐξ ἀμφοῖν τελεώτατον, διπλοῦν τε ἅμα καὶ ἕνα, συστῆσαι, ἐν ᾧ ἄκρα καὶ μέσα καὶ τελευταῖα τὴν κοσμοποιὸν σο‐ | |
30 | φίαν κατὰ φύσιν διακρῖναι· ὧν τὰ μὲν πρῶτα λογικὰ οὐράνιά τε καὶ θεοὺς καλεῖσθαι, ἃ δὲ ἡ μετ’ ἐκεῖνο τὸ σύστημα ἔχειν ἔλαχε χώρα λογικά, αἰθέριά τε καὶ ἀγα‐ θοὺς δαίμονας ὀνομάζει, τῶν τε συμφερόντων ἀνθρώ‐ ποις ἑρμηνέας τε καὶ ἀγγέλους γενομένους· τὸ δὲ ἀνθρώ‐ | 126 in vol. 3 |
35 | πειον φῦλον τὴν τελευταίαν τάξιν ἐπέχειν, οὓς περίγειά τε ζῷα καὶ ἀνθρωπίνας ψυχὰς καὶ (ὡς ἂν εἴποι Πλάτων) ἀθανάτους ὀνομάζεσθαι ἀνθρώπους. Τὰ δὲ τρία ταῦτα γένη ὡς ἐν ἑνὶ ζῴῳ ἢ χορῷ καὶ συμφωνίᾳ συνηρτῆσθαι μὲν ἀλλήλοις, ἀσύγχυτον δὲ τῇ ἑνώσει καὶ ἀλληλουχίᾳ τὴν | |
40 | κατὰ φύσιν αὐτῶν διάκρισιν συντηρεῖσθαι. Καὶ ἡγεῖσθαι μὲν τῶν καταδεεστέρων τὰ προτεταγμένα, πάντων δὲ αὐτῶν βασιλεύειν τὸν πατέρα θεὸν καὶ δημιουργόν. Καὶ | |
Bibl.214172b | ταύτην τὴν πατρονομικὴν αὐτοῦ βασιλείαν πρό‐ νοιαν καὶ νομίζεσθαι καὶ εἶναι, ἥτις ἑκάστῳ γένει τὰ προσή‐ κοντα διανέμει. Τὴν μέντοι γε τῇ προνοίᾳ συνεπομένην δί‐ κην εἱμαρμένην καλεῖσθαι· εἰς ἑνὸς γὰρ πλείω σημαινό‐ | |
5 | μενα τοῦ τῆς εἱμαρμένης ὀνόματος ὑπὸ τῶν χαιρόντων ταῖς καινοτομίαις κατασκεδασθέντος, οὐκ ἄλλην νομίζειν αὐ‐ τὸν εἱμαρμένην ἀλλ’ ἣν Ἀριστοτέλει καὶ Πλάτωνι νο‐ μίζειν δίδωσι. Τήν τε γὰρ τῶν γενεθλιαλόγων ἀλόγιστον ἀνάγκην οὐδ’ ὅλως προσίεται, οὐδὲ τὴν στωϊκὴν βίαν, οὐ | |
10 | μὴν ἀλλ’ οὐδ’ ἣν ὁ ἐξ Ἀφροδισιάδος δοξάζει Ἀλέξαν‐ δρος, τῇ Πλατωνικῇ τῶν σωμάτων φύσει εἰς ταυτό‐ τητα περιάγων ταύτην· ἀλλ’ οὐδὲ τὴν ἐπῳδαῖς καὶ θυ‐ σίαις παρατρεπομένην γένεσιν. | |
13 | Ἐκείνην δέ, καθὼς ἔφη‐ μεν πρεσβεύει, ἣν οἱ περὶ Πλάτωνα βούλονται· ἥτις | |
15 | τῶν ἐκβαινόντων κατὰ τὸν τῆς προνοίας θεσμὸν δικα‐ στικὴ τοῦ θείου ὑπάρχει ἐνέργεια, τάξει καὶ εἱρμῷ πρὸς τὰς προαιρετικὰς ὑποθέσεις τῶν αὐτεξουσίων ἔργων | |
ἐπανορθουμένη τὰ καθ’ ἡμᾶς. Ἀλλὰ γὰρ ταῦτα μὲν ἔστιν ἰδεῖν τῷ τοῦ ἀνδρὸς ἐμφε‐ | 127 in vol. 3 | |
20 | ρόμενα γράμματι· ὁ πλεῖστος δ’ αὐτῷ καὶ μέγας ἀγὼν ἡ τῶν ἀνθρωπίνων ψυχῶν ἐστι προβιοτὴ καὶ μετεν‐ σωμάτωσις, τὸν μὲν ἐξ ἀλόγων ζῴων ἢ εἰς ἄλογα μεταγγισμὸν οὐκ ἀναδεχόμενος, τὴν δὲ ἐξ ἀνθρώπων εἰς ἀνθρώπους μεταβολὴν σπουδαιολογούμενος. Ταύτην | |
25 | δὲ τὴν ἐπισφαλῆ καὶ ματαίαν ὑπόληψιν ἄνω καὶ κάτω περιστρέφει, δι’ αὐτῆς μέν, ὡς οἴεται, τὴν τοῦ θείου πρό‐ νοιαν κρατύνων, δι’ αὐτῆς δὲ τὸ ἐφ’ ἡμῖν καὶ αὐτο‐ δέσποτον κατασκευάζων, ναὶ δὴ καὶ τὴν φίλην αὐτῷ ἐπικουρῶν εἱμαρμένην, ἐξ ἀλλοκότων μὲν ἐπινοιῶν | |
30 | ὁρμώμενος, ἀσυστάτους δὲ τῶν ἐπιχειρημάτων τὰς νο‐ μιζομένας αὐτῷ κατασκευὰς προάγων, ἐξ ὧν δ’ ὡς ἀληθῶς τὸ τῆς προνοίας ἂν παρασταίη δόγμα, οὐδ’ ἐπὶ νοῦν βαλόμενος. | |
33 | Μᾶλλον δὲ εἴ τις τοῦ ἀνδρὸς τὴν ἀλή‐ θειαν προτιμᾶν ἐθέλοι, δι’ ὧν ταύτην ἀγωνίζεται κατα‐ | |
35 | σκευάζειν, παντελῶς αὐτῆς τὴν ἀναίρεσιν συνεισάγει· σαθρὰν γὰρ αὐτῇ βάθραν ὑποθείς, ὡς ἐν ἄλλοις τῆς ὑποθέσεως ἀπαιτούσης πλατύτερον ὑπεδείξαμεν, εὐπε‐ ρίτρεπτον αὐτὴν πρὸς τοὐναντίον καὶ ἀνυπόστατον συνα‐ πέφηνε. Τῆς γὰρ τῶν ψυχῶν προβιοτῆς καὶ μετενσω‐ | |
40 | ματώσεως, ἣν αὐτὸς ἔρεισμα καὶ θεμέλιον τῆς προ‐ νοίας ὑποβάλλει καὶ τοῦ αὐτεξουσίου καὶ τῆς εἱμαρμένης, ταύτης παντελῶς εἰς τὸ ἄλογόν τε καὶ ἀδύνατον ὑπὸ | |
Bibl.214173a | τῆς ἀληθείας ἐξοστρακιζομένης, δῆλον ὅτι συγ‐ καταστρέφεται τῷ δι’ ἐκείνων ταῦτα πραγματευομένῳ καὶ ἡ πρόνοια καὶ τὸ ἐφ’ ἡμῖν καὶ ἡ εἱμαρμένη, καὶ εἰς λῆρον αὐτῷ τὸ πολύμοχθον διαλύεται σπούδασμα. | |
5 | Ἑπτὰ δὲ λόγοι αὐτοῦ ἐπιμερίζονται τὴν σπουδήν. Καὶ ὁ αʹ εἰς ἔκθεσιν διατυποῦται ὧν αὐτὸς ἐφ’ ἑαυτῷ περὶ προνοίας καὶ δίκης καὶ τῆς κατ’ ἀξίαν τῶν ἔργων εἰς ἡμᾶς κατιούσης κρίσεως συνεγυμνάσατό τε καὶ διε‐ σκέψατο· ὁ βʹ δὲ τὰς πλατωνικὰς συλλέγων δόξας, | 128 in vol. 3 |
10 | τὴν πίστιν ἐξ αὐτῶν ὧν Πλάτων ἔγραψεν ἐπιτίθησιν. Ὁ δὲ γʹ τὰς ὑποφοράς, αἷς ἄν τις χρήσαιτο πρὸς ἐναν‐ τίωσιν τῶν δεδογμένων παρατιθείς, διαλύειν αὐτῶν τὴν ἐπιβουλὴν πραγματεύεται. Ὁ δὲ δʹ τὰ λεγόμενα λό‐ για καὶ τοὺς ἱερατικοὺς θεσμοὺς εἰς συμφωνίαν συνά‐ | |
15 | γειν οἷς Πλάτων ἐδογμάτισε βούλεται. Ὁ δὲ εʹ εἰς Ὀρ‐ φέα καὶ Ὅμηρον, καὶ ὅσοι ἄλλοι πρὸ τῆς Πλάτωνος ἐπιφανείας ἐγνωρίζοντο, τὴν πλατωνικὴν περὶ τῶν προκειμένων φιλοσοφίαν ἀνάπτει. Ὁ δὲ ϛʹ τοὺς μετὰ Πλάτωνα πάντας, αὐτὸν Ἀριστοτέλην κορυφαῖον λα‐ | |
20 | βών, μέχρις Ἀμμωνίου τοῦ Ἀλεξανδρέως, οὗ τῶν γνω‐ ρίμων οἱ ἐπιφανέστατοι Πλωτῖνός τε καὶ Ὠριγένης, τοὺς οὖν μετὰ Πλάτωνα μέχρι τῶν εἰρημένων ἀνδρῶν, ὅσοις ἐπὶ σοφίᾳ γέγονεν ὄνομα λιπεῖν, τούτους ἅπαν‐ τας ὁμοδοξεῖν τῇ Πλάτωνος κατασκευάζει κρίσει, καὶ | |
25 | ὅσοι διϊστᾶν τῆς ὁμοδοξίας Πλάτωνα καὶ Ἀριστοτέλην ἐπεχείρησαν, τῶν φαύλων τε καὶ ἀποτροπαίων τίθησι, πολλά τε νοθεῦσαι τῶν πλατωνικῶν λόγων, καίτοι Πλάτωνα διδάσκαλον ἐπιγραφομένους, ὡσαύτως δὲ καὶ τῶν ἀριστοτελικῶν γραμμάτων τοὺς τὴν ἐκείνου μερίδα | |
30 | τιμᾶν ὁμολογοῦντας· καὶ δι’ οὐδὲν ἕτερον τούτοις τὰ τοιαῦτα μεμηχανῆσθαι, ἢ ἵν’ ἔχοιεν συγκρούειν τὸν Στα‐ γειρίτην πρὸς τὸν Ἀρίστωνος. Ὁ δὲ ζʹ λόγος ἀρχὴν ἰδίαν ὑποστησάμενος περὶ τῆς διατριβῆς τοῦ προειρη‐ μένου Ἀμμωνίου τὴν σπουδὴν ἀναλαμβάνει· καὶ ὡς Πλω‐ | |
35 | τῖνός τε καὶ Ὠριγένης, καὶ μὴν καὶ Πορφύριος καὶ | |
Ἰάμβλιχος καὶ οἱ ἐφεξῆς, ὅσοι τῆς ἱερᾶς (ὡς αὐτός φησι) γενεᾶς ἔτυχον φύντες, ἕως Πλουτάρχου τοῦ Ἀθη‐ ναίου, ὃν καὶ καθηγητὴν αὑτοῦ τῶν τοιούτων ἀναγράφει δογμάτων, οὗτοι πάντες τῇ Πλάτωνος διακεκαθαρ‐ | 129 in vol. 3 | |
40 | μένῃ συνᾴδουσι φιλοσοφίᾳ. Ἔστι δὲ ἡ φράσις τῷ ἀνδρὶ σαφὴς μὲν καὶ καθαρὰ καὶ σπουδῇ φιλοσόφῳ πρέπουσα, οὐ μήν γε τοῖς κεκαλ‐ | |
Bibl.214173b | λωπισμένοις καὶ περιττοῖς ἐξωραϊζομένη χρώμασί τε καὶ ποικίλμασι τῆς ῥητορείας. | |
Bibl.215173b(4) | Ἀνεγνώσθη Ἰωάννου τοῦ Φιλοπόνου | |
5 | κατὰ τῆς σπουδῆς Ἰαμβλίχου, ἣν ἐπέγραψε περὶ ἀγαλμάτων. Ἔστι μὲν οὖν ὁ σκοπὸς Ἰαμβλίχῳ θεῖά τε δεῖξαι τὰ εἴδωλα (ταῦτα γὰρ ὑποβάλλει τῷ ὀνό‐ ματι τοῦ ἀγάλματος) καὶ θείας μετουσίας ἀνάπλεα, οὐ μόνον ὅσα χεῖρες ἀνθρώπων κρυφίᾳ πράξει τε‐ | |
10 | χνησάμεναι διὰ τὸ ἄδηλον τοῦ τεχνίτου διοπετῆ ἐπω‐ νόμασαν (ταῦτα γὰρ οὐρανίας τε φύσεως εἶναι κἀ‐ κεῖθεν ἐπὶ γῆς πεσεῖν, ἐξ οὗ καὶ τὴν ἐπωνυμίαν φέ‐ ρειν συνεστήσαντο), ἀλλὰ καὶ ὅσα τέχνη χαλκευτική τε καὶ λαξευτικὴ καὶ ἡ τεκτόνων ἐπιδήλῳ μισθῷ καὶ ἐρ‐ | |
15 | γασίᾳ διεμορφώσαντο. | |
15 | Τούτων οὖν ἁπάντων ἔργα τε ὑπερφυῆ καὶ δόξης ἀνθρωπίνης κρείττονα γράφει ὁ Ἰάμβλιχος, πολλὰ μὲν ἀπίθανα μυθολογῶν, πολλὰ δὲ εἰς ἀδήλους φέρων αἰτίας, πολλὰ δὲ καὶ τοῖς ὁρω‐ μένοις ἐναντία γράφειν οὐκ αἰσχυνόμενος. Εἰς δύο δὲ | |
20 | τὴν ὅλην πραγματείαν τέμνει, τὴν μὲν μείζονα καλῶν, τὴν δὲ ἐλάττονα. | |
21 | Καθ’ ἑκατέρας δὲ τούτων καὶ | |
ὁ Φιλόπονος ἵσταται, λέξει μὲν κεχρημένος ᾗπερ εἰώ‐ θει, καὶ τὴν συνθήκην δὲ εἰς τὸν ὅμοιον ἑαυτῷ τύ‐ πον ἁρμοζόμενος· τοῦ μὲν γὰρ καθαροῦ καὶ εὐκρινοῦς | 130 in vol. 3 | |
25 | οὐκ ἀποκλίνει, οὐ μέντοι γε τῇ λογάδι καὶ ἀττικι‐ ζούσῃ φράσει καλλωπίζεται. Καὶ τοὺς ἐλέγχους δὲ τῶν Ἰαμβλίχου λόγων πολλαχοῦ μὲν γενναίους τε καὶ δι’ αὐτῶν ἐρχομένους τῶν πραγμάτων ἐπιδείκνυσιν, ἐνίοτε δὲ ἐπιπόλαιον τὴν ἀνασκευὴν φέροντας καὶ πρὸς ὄνομα | |
30 | γινομένους καὶ πόρρω τοῦ ἅπτεσθαι τῶν εὐθυνομένων φε‐ ρομένους καίτοι ῥᾴδιον κἀκείνων πρὸς ἔλεγχον ἐκκει‐ μένων, καὶ ἐξ ἑαυτῶν προβαλλομένων τὸ ἀνίσχυρον. | |
Bibl.216173b(34) | Ἀνεγνώσθησαν βιβλία δʹ ἃ τὴν πραγματείαν ἰα‐ | |
35 | τρικὴν Ὀρειβασίῳ συντεταγμένην περιεῖχε καὶ ἔτι ἕτερα ζʹ ἀνδρός τε τοῦ αὐτοῦ καὶ εἰς παραπλήσιον ἐξενηνεγμένην τύπον. Ἡ μὲν οὖν πρώτη σπουδὴ τῷ ἀνδρὶ ἃ Γαληνὸς μὲν ἔγραψεν ὁ ἰατρὸς συντέμνει, Ἰουλιανῷ δὲ τῷ τῆς | |
40 | εὐσεβείας ἀποστάτῃ ἀναγράφει· ἣ καὶ ἀπάρχεται οὕτω· «Κελεύσαντί σοι, θειότατε αὐτοκράτορ Ἰουλιανέ, τοὺς τῷ θαυμασίῳ Γαληνῷ χρησίμους εἰς τὴν ἰατρικὴν | |
Bibl.216174a | τέχνην γεγραμμένους λόγους συντεμεῖν εἰς ἔλατ‐ τον, προθύμως ὑπήκουσα. Τοῖς τε γὰρ μετιέναι τὴν τέχνην ταύτην προαιρουμένοις, ὡς αὐτός φησιν, οὔτε δὲ φύ‐ σεως ἐπιτηδείως οὔθ’ ἡλικίας ἁρμοζούσης τετυχηκόσι, | |
5 | πολλάκις δὲ οὐδὲ τῶν πρώτων μαθημάτων ἀρξαμέ‐ νοις, καὶ διὰ ταῦτα ἀδυνάτως ἔχουσι τοὺς κατὰ διέξο‐ δον λόγους ἐκμανθάνειν, ἀρκέσει τὰ νῦν γραφησόμε‐ να, χρόνου τε βραχυτέρου πρὸς τὴν ἐκμάθησιν χρῄ‐ | |
ζοντα, καὶ τὴν νόησιν εὐπετεστέραν ἕξοντα τῷ τὴν | 131 in vol. 3 | |
10 | συναίρεσιν εἰς βραχυλογίαν οὐκ ἀσαφῆ γενήσεσθαι. Τοῖς τε ἐν προπαιδείᾳ γεγενημένοις, καὶ μήτε ὑπὸ φύσεως μήτε ἡλικίας κωλυθεῖσι τελείαις χρήσεσθαι ταῖς δι‐ δασκαλίαις, ἁρμόζοι ἂν ἡ τοιαύτη σύνοψις ἐπ’ αὐ‐ τῶν τῶν ἔργων τῆς μὲν χρείας ἐπειγούσης, ἐν βραχεῖ | |
15 | δὲ τῆς ἀναμνήσεως τῶν ἀναγκαιοτάτων γενομένης. Οὕτω μὲν ὁ Ὀρειβάσιος ἐν ταύτῃ τῇ πραγματείᾳ προοιμιάζεται ὑποσχόμενος ἐκεῖνα μόνα συναγαγεῖν, ἃ τῶν ἀρεσκόντων ἐστὶ τῷ ἀνδρὶ καὶ πρὸς τὴν ἰατρικὴν ἀφορᾷ τέχνην τε καὶ τῆς τέχνης μεταχείρισιν. Πεπό‐ | |
20 | νηται δὲ αὐτῷ ἡ τοιαύτη σπουδὴ ἐν λόγοις ... | |
Bibl.217174a(22) | Ἡ δὲ δευτέρα πραγματεία Ἰουλιανῷ μὲν καὶ αὕ‐ τη τὴν προσφώνησιν ποιεῖται, ἐν οʹ δὲ περαίνεται λόγοις, καὶ τὸ χρήσιμον οὐκ ἔλαττον ἀλλὰ καὶ μᾶλ‐ | |
25 | λον ἢ ἡ προτέρα τοῦ πολυστίχου παρέχεται. | |
25 | Προοιμιά‐ ζεται δὲ καὶ αὕτη τοῦτον τὸν τρόπον· «Τὰς προσταχθείσας ἐπιτομὰς παρὰ τῆς σῆς θειότητος, αὐτοκράτορ Ἰου‐ λιανέ, πρότερον, ἡνίκα διετρίβομεν ἐν Γαλατίᾳ τῇ πρὸς ἑσπέραν, εἰς τέλος ἤγαγον καθὼς ἠβουλήθης, ἅς τινας | |
30 | ἐκ μόνων τῶν ὑπὸ Γαληνοῦ γραφέντων ἐποιησάμην. Ἐπειδὴ δὲ ἐπαινέσας ταύτας δευτέραν ἐπέταξας πρᾶ‐ ξιν, πάντων τῶν ἀρίστων ἀνδρῶν ἀναζητήσαντά με τὰ καιριώτατα συναγαγεῖν καὶ πάντα ὅσα χρησιμεύει πρὸς τὸ αὐτὸ τέλος τῆς ἰατρικῆς, καὶ τοῦτο πράττειν ὡς οἷός | |
35 | τέ εἰμι προθύμως διέγνωκα. Περιττὸν δὲ νομίσας εἶναι καὶ παντελῶς εὔηθες τὸ ἐγγράφειν τὰ αὐτὰ πολλάκις | |
καὶ τῶν ἄριστα συγγραψάντων καὶ τῶν μὴ ὁμοίως τὸ ἀκριβὲς ἐξεργασαμένων, μόνα τὰ τῶν ἄμεινον εἰπόν‐ των συνάξω, μηδὲν ὧν Γαληνὸς εἶπε παραλιπών, κα‐ | 132 in vol. 3 | |
40 | θότι τῶν συγγραψάντων ἁπάντων εἰς τὰς αὐτὰς ὑπο‐ θέσεις αὐτὸς κρατεῖ μεθόδοις καὶ διορισμοῖς τοῖς ἀκρι‐ βεστάτοις χρώμενος, ἅτε ταῖς ἱπποκρατείοις ἀρχαῖς καὶ | |
Bibl.217174b | δόξαις ἐξακολουθῶν. Χρήσομαι δὲ κἀνταῦθα τοιαύτῃ τάξει. Πρῶτον μὲν συνάξω τὰ τοῦ ὑλικοῦ μέρους, εἶτα ὅσα περὶ φύσεως καὶ κατασκευῆς εἴρηται ἀνθρώπου, μεθ’ ἃ τὰ τῆς ὑγιεινῆς καὶ ἀναληπτικῆς πραγματείας, μετὰ | |
5 | ταῦτα ὅσα τῆς διαγνωστικῆς καὶ προγνωστικῆς ἔχεται θεωρίας, ἐφ’ οἷς τὰ περὶ νοσημάτων καὶ συμπτωμάτων καὶ ὅλως τῆς τῶν παρὰ φύσιν ἐπανορθώσεως». Εἰς τοιοῦτον μὲν τύπον καὶ ἡ δευτέρα προοιμιάζεται πραγματεία, ἀπ’ ἐκείνης ἀρχομένη τῆς ὑποθέσεως, | |
10 | καθάπερ καὶ ἡ πρὸ αὐτῆς, ἥτις τὰς ἐν τροφαῖς δυ‐ νάμεις ἀναδιδάσκει. Ἐν οʹ δὲ λόγοις διέξεισιν ἃ ἐπαγ‐ γέλλεται. Καὶ δευτέρα μέν ἐστι τῷ χρόνῳ, προτερεύει δὲ τῇ χρείᾳ, ἅτε μὴ μόνα ὅσα Γαληνὸς ὀρθῶς ἔγραψε περιέχουσα, ἀλλὰ καὶ ὅσα αὐτῷ μὲν παρεῖται, ἄλλοις δὲ | |
15 | εἰς διδασκαλίαν προτέθειται. Καί γέ μοι δοκῶ χρησι‐ μεύειν τὴν σπουδὴν ταύτην, ἵνα μὴ λέγω πασῶν τῶν ἄλλων ὅσαι εἰς ἰατρικὴν χρείαν τε καὶ θεωρίαν κατε‐ βλήθησαν πραγματεῖαι, ἀλλὰ πάντως γε τῶν πλειόνων τῷ τε σαφῶς ἀπηγγέλθαι τὰ ἀπηγγελμένα, καὶ τῷ μη‐ | |
20 | δὲν παραλιπεῖν καὶ τῷ φωναῖς διαφόροις τὰ πλείω τῶν συντεταγμένων ῥηθῆναι, ἐξ ὧν καὶ εἴ τι ἀσαφὲς ἐν τούτοις συνέβη τινὶ ῥηθῆναι, διὰ τῆς ἄλλων ἀνα‐ πτύξεως σαφηνίζεται. Καὶ τῷ γε ἰατρικὴν μετιόντι κατὰ ταύτην ἔγωγε παραινέσαιμ’ ἂν τὴν πραγματείαν τὴν | |
25 | διατριβὴν ὅτι μάλιστα ποιεῖσθαι. Ἀλλὰ τοιαύτη μὲν καὶ ἡ δευτέρα Ὀρειβασίῳ τῆς ἰατρικῆς μεταχειρίσεώς τε καὶ θεωρίας συναγωγή. | 133 in vol. 3 |
Bibl.218174b(29) | Τρίτη δὲ αὐτῷ διεσπούδασται, ὡς καὶ αὐτὸς ἐκεῖνος | |
30 | προοιμιαζόμενος λέγει, συντομίαν αὐτῷ τῆς δευτέρας περιέχουσα πραγματείας. Εὐσταθίῳ δὲ τῷ υἱῷ τὸ βι‐ βλίον ἀναφωνεῖ, θʹ διῃρημένον λόγοις, ἐν οἷς ἐστι τῶν παθῶν ἰάματα, ὅσα τὸ εὐπόριστον καὶ πρόχειρον ὑπο‐ τίθεται· τὸ μέντοι χειρουργικὸν εἶδος παντελῶς αὐτῷ | |
35 | κατὰ ταύτην τὴν συναγωγὴν παρεῖται. | |
35 | Ἔστι δὲ τὸ παρὸν βιβλίον πρὸς μὲν ἀνάμνησιν τοῖς κατὰ τὰς ἰατρικὰς πράξεις τε καὶ θεωρίας συνησκημένοις οὐ φαύλην πα‐ ρέχον τὴν χρείαν, καὶ μᾶλλον πρόχειρον. Τοῖς δ’ ἐκ πρώτων εἰς μάθησιν τῆς τέχνης διὰ τῆσδε τῆς συνό‐ | |
40 | ψεως ἐλθεῖν ἠλπικόσιν εἶπον ἂν ὡς ἐπ’ ὀλίγον εἴη τὸ λυσιτελὲς παρέχον, εἰ μὴ τὸ κατ’ αὐτὴν ἀμέθοδόν τε καὶ ἀπροσδιόριστον τοὺς ἀπειρότερον περὶ ταῦτα διακει‐ | |
Bibl.218175a | μένους καὶ ἑτοιμότερον πρὸς τὰς θεραπείας χω‐ ροῦντας εἰς τὰς μεγίστας βλάβας τῶν καμνόντων, ἐσθ’ ὅτε δὲ καὶ τῶν ὑγιαινόντων, ἐπ’ αὐτῶν τῶν ἔργων εἶδον συνω‐ θουμένους. Πλὴν ἀλλ’ ἔν γε τοῖς εἰρημένοις λόγοις θʹ | |
5 | τῶν οʹ βιβλίων τὴν σύνοψιν περιγράφει. Καὶ ἐν μὲν τῷ αʹ διαλαμβάνει περί τε τῆς κατὰ τὰ γυμνάσια προφυλακῆς καὶ αὐτῶν τῶν γυμνασίων, κενώσεών τε καθόλου καὶ ἐπὶ μέρους, τῶν τε δι’ ἐπι‐ νοίας καὶ ὅσων ἡ φύσις κυρία· περί τε ἀέρων καὶ λου‐ | |
10 | τρῶν, αὐτοφυῶν τε καὶ τῶν ἐκ τέχνης· καὶ περὶ ἱδρώ‐ των, ναὶ δὴ καὶ περὶ καταπλασμάτων, περί τε τῆς εἰς | |
ἔλαιον καὶ ὑδρέλαιον ἐμβάσεως, καὶ ὅσα τὸ δέρμα δά‐ κνοντα ἢ ἄλλως διαφοροῦντα τῶν χρονιζόντων παθῶν τὴν μετασυγκριτικήν, ὡς ἂν μεθοδικὸς φαίη ἀνήρ, | 134 in vol. 3 | |
15 | ἀπεργάζεται θεραπείαν. Ἐν δὲ τῷ βʹ περί τε τῆς δυνάμεως τῶν ἁπλῶν δια‐ λαμβάνει φαρμάκων, καὶ περὶ τῆς τούτων ἐκλογῆς, καὶ περὶ κατασκευῆς τῶν τε ἀκόπων καλουμένων χρισμά‐ των καὶ ἐμπλάστρων, καὶ περὶ σταθμῶν, περί τε τῶν | |
20 | κοπτῶν καλουμένων πλατυσμάτων καὶ περὶ ἑψήσεως τῶν ἐμβαλλομένων εἰς τὰς ἐμπλάστρους φαρμάκων. Τὸ δὲ γʹ συνθέσεις αὐτῷ φαρμάκων παντοδαπῶν περιέχει. Τὸ δὲ δʹ περὶ τροφῶν ἐστιν αὐτῷ συντεταγμένον δυ‐ | |
25 | νάμεως, καὶ περὶ τῆς τούτων σκευασίας, περί τε μελι‐ κράτου καὶ πομάτων ἄλλων, ὅσα χρήσιμα τοῖς ἀρρω‐ στοῦσι, περί τε γαλακτοποσίας, καὶ ἔτι περὶ ὑδάτων. Τὸ δὲ εʹ ὅσα τε ταῖς κυούσαις συμβαίνει διδάσκει, δίαιτάν τε αὐτῶν καὶ ὁποῖαι αἱ τιτθαί, περί τε κο‐ | |
30 | μιδῆς παιδίου, καὶ ὅσα εἴωθε συμβαίνειν τῷ παιδί. Περί τε κόπων οὓς ποιεῖ τὰ γυμνάσια, καὶ ὧν οὐκ ἔστι λαβεῖν ἐκ τοῦ φαινομένου τὸ αἴτιον. Καὶ περὶ στεγνώσεως δέρματος. Γερόντων τε δίαιταν εὑρήσεις ἐν τούτῳ καὶ ὅσα τοῦ σώματος κατὰ τὴν ἐπιφάνειαν συμπεσόντα | |
35 | ἄχαρι τὴν ὄψιν ποιεῖ, τούτων ἀπαλλαγὴν καὶ τῆς παρα‐ τροπῆς ἐπανόρθωσιν, ὀδόντων τε φυλακήν, καὶ βαρυη‐ κοΐας καὶ ἀχλύος ὀμμάτων διόρθωσιν, καὶ τῆς ἀπὸ τῆς πλησμονῆς βλάβης θεραπείαν, ἀσχόλου τε βίου δίαιταν· περί τε τῶν διαφθειρόντων τὰ σιτία. Ὁδοι‐ | |
40 | ποροῦσί τε καὶ πλοϊζομένοις ἐκτίθεται δίαιταν, καὶ περὶ καθαιρέσεως σαρκῶν διαλαμβάνει ἀναθρέψεώς τε καὶ διάγνωσιν κράσεως, καὶ παρατραπείσης αὐτῆς θεραπείαν. | |
Bibl.218175b | Ἐν δὲ τῷ ϛʹ συντέτακται αὐτῷ ὅσα τε εἰς σημείω‐ σιν ἀσφαλῆ τείνει καὶ κρίσιν ὀρθήν, θεραπεῖαί τε καὶ προ‐ γνώσεις πυρετῶν καὶ συμπτωμάτων τά τε εἴδη τῶν πυρετῶν καὶ τὰς ἰάσεις, περί τε λοιμῶν, λειποθυμίας | 135 in vol. 3 |
5 | τε καὶ συγκοπῆς καὶ ὀδύνης καὶ λυγμοῦ διαλαμβάνει, κυνώδους τε ὀρέξεως καὶ ἀνορεξίας καὶ βουλίμου θερα‐ πείας, ἔτι δὲ περὶ ναυτίας καὶ ἐμέτων, ἀγρυπνίας τε καὶ καταφορᾶς καὶ συντήξεως καὶ δίψους καὶ ἑλκω‐ θέντος τοῦ ἱεροῦ ὀστοῦ θεραπείας. | |
10 | Κατὰ δὲ τὸ ζʹ ἑλκῶν μὲν ἁπάντων, τῶν τε λεγο‐ μένων ἁπλῶν καὶ τῶν κοίλων, καί γε καὶ τῶν οὐλῆς δεομένων καὶ ὑπερσαρκούντων ἐκδιδάσκει, πρός τε τὰ πυρίκαυστα θεραπείας εἰσάγει, καὶ περὶ ἐξανθημάτων καὶ κνησμῶν καὶ φλυκταίνων, ἀναρρηγνυμένων τε ἑλκῶν | |
15 | καὶ κακοήθων· πρὸς ἄνθρακάς τε καὶ καρκίνους ἰάσεις ἀναγράφει, σπασμῶν τε καὶ στρεμμάτων καὶ θλασμά‐ των, οἷς τε ἂν ἀκὶς ἢ κάλαμος ἢ ἄκανθα ἢ σκό‐ λοψ ἐμπαγέντα σαρκὶ ἀποσπασθείη· περί τε παρω‐ νυχιῶν καὶ τῶν ἐν ἄρθροις ἑλκῶν, αἱμορραγίας τε καὶ | |
20 | νευροτρώτων, καὶ περὶ κεχαλασμένων ἄρθρων, περί τε φλεγμονῆς καὶ ῥευματικῆς διαθέσεως, περί τε γαγ‐ γραίνης καὶ σφακελισμοῦ, καὶ περὶ ἀποστημάτων καὶ συ‐ ρίγγων, ἐρυσιπέλατός τε καὶ ἕρπητος, καὶ περὶ σκίρρων καὶ οἰδημάτων, τερμίνθου τε καὶ ἐπινυκτίδος, περί τε | |
25 | διατμηθέντων συνδέσμων, καὶ θύμου καὶ συκῶν καὶ δο‐ θιήνων, ἀκροχορδόνων τε καὶ μυρμηκιῶν καὶ τῶν συ‐ στοίχων. Πρός τε τὰ λεγόμενα γάγγλια καὶ χείμεθλα καὶ ῥαγάδας ἐκτίθεται ἰάσεις, καὶ πρὸς τὰ ἡλκωμένα τῶν αἰδοίων. Περί τε λεύκης καὶ ἀλφῶν καὶ λέπρας καὶ | |
30 | ψώρας καὶ λειχήνων διαλαμβάνει, καὶ περὶ ἐμφυση‐ μάτων, καὶ ὡς ἡ τῶν ἐχιδνῶν ἐδωδὴ ἄριστον βοήθη‐ | |
μα τοῖς ἐλεφαντιῶσι. Ταῦτα μὲν καὶ κατὰ τὸ ἕβδομον. Κατὰ δὲ τὸ ηʹ περὶ τῆς κατὰ τὴν μνήμην ἀπω‐ λείας καὶ τῶν ἄλλως ἀγρυπνητικῶν ἢ καταφορικῶν | 136 in vol. 3 | |
35 | διαλαμβάνει, τίς τε ὁ ἐφιάλτης καὶ ἡ ἐπιληψία καὶ τὸ σκοτωματικὸν πάθος, ἀποπληξία τε καὶ μελαγχο‐ λία καὶ μανία καὶ ἔρως ὀξύς, καὶ τίς ἡ λυκανθρωπία, καὶ τούτων ἰάσεις· περί τε τῶν κατὰ τὸν ἐγκέφαλον παθῶν καὶ περὶ λυσσοδήκτων, καὶ περὶ παραλύσεως | |
40 | καὶ ἀνεκθερμάντου ῥίγους, περί τε σπασμῶν καὶ τετάνου καὶ περὶ τῶν κατὰ τὴν κεφαλὴν παθῶν. Πρός τε τὰ σειριῶντα παιδία, πρός τε δυσωδίας ῥινός, καὶ πρὸς | |
Bibl.218176a | ὑπώπια, καὶ πρὸς ἐγχυμώματα κεχρονισμένα. Περί τε χειλέων ῥαγάδος, καὶ πρὸς ἐφήλεις καὶ σπίλους καὶ φακοὺς καὶ ἰόνθους καὶ τὰς ἐν τῷ γενείῳ συκώδεις ἐπαναστάσεις· περί τε μασχαλῶν δυσωδίας, καὶ περὶ | |
5 | τῶν ἐν τοῖς ὀφθαλμοῖς παθῶν, περί τε φθειριάσεως καὶ ἐμφράξεως μυξωτήρων, καὶ περὶ τῶν ἀπαγχομέ‐ νων. Ἐν τούτοις καὶ ὁ ηʹ λόγος. Ὁ δὲ θʹ αὐτῷ ὅσα πάθη περί τε θώρακα καὶ σπλάγχνα συνίσταται καὶ ἕως αἰδοίων διήκει διαλαμ‐ | |
10 | βάνει, τά τε γυναικεῖα καταλέγει πάθη, καὶ περὶ πο‐ δάγρας καὶ ἀρθρίτιδος καὶ ἰσχιάδος θεραπείας ἀναγράφει. Τοιαύτη καὶ ἡ γʹ τῷ Ὀρειβασίῳ συντεταγμέ‐ νη πραγματεία. | |
Bibl.219176a(15) | Ἡ δὲ τετάρτη συντομίαν μὲν καὶ αὐτὴ βούλεται αὐτῷ τῆς τέχνης, ἐν δʹ δὲ ἀπαρτίζεται λόγοις καὶ τὸν Εὐνάπιον ὑποβάλλει, ὃν καὶ λογιώτατον ὑμνεῖ, αἴ‐ τιον αὐτῷ τοῦ συντάγματος γεγενημένον. Τὰ εὐπόριστα | |
δὲ αὐτῷ τῶν ἰαμάτων κἀνταῦθα γνώμην συναγαγεῖν | 137 in vol. 3 | |
20 | εἰσάγει, ὧν καὶ τὴν διδασκαλίαν τρισὶ διέρχεται τρό‐ ποις, ἑνὶ μὲν τάς τε καθόλου δυνάμεις καὶ τὰς ἐπὶ μέρους χρήσεις ἑκάστου τῶν ἁπλῶν ἐπιών, δευτέρῳ δὲ πάθους ἑκάστου τὰ ἰάματα συντάττων· ἐφ’ οἷς τήν τε κατανόησιν τοῦ πεπονθότος μορίου καὶ τὴν διήγησιν | |
25 | ἐξ ὧν ἂν θεραπευθείη. Τετάρτην δὲ ὑπόθεσιν με‐ ταχειρίζεται, ἣν καὶ τῶν εἰρημένων προτάττει τοῦ ὑγιει‐ νοῦ τυγχάνουσαν μέρους. Καὶ ἄρχεται δὲ αὐτίκα ἐξ ὧν καὶ ἡ φύσις, περὶ παιδίου λέγω τροφῆς. | |
28 | Ἔστι μὲν οὖν ἡ πρὸς Εὐνάπιον αὐτῷ συντεταγμένη σπουδὴ σχεδὸν ἡ αὐτὴ | |
30 | τῇ γεγραμμένῃ πρὸς τὸν υἱόν· τῶν τε γὰρ χειρουργου‐ μένων οὐδετέρα λόγον ἔχει, κἀν τοῖς ἄλλοις δὲ συμ‐ φέρεται, πλὴν ὅσα τὴν τάξιν οὐ τὴν ἴσην καὶ ὁμοίαν δια‐ σῴζει, ἐπ’ ἐνίοις δὲ μικρόν τι καὶ ἑτέρα τῆς ἑτέρας πλεονεκτεῖ, ὥσπερ ἐν πολλοῖς τῶν κατὰ τοὺς τόπους | |
35 | παθῶν ἡ πρὸς Εὐνάπιον, καὶ εἰς τὴν τῶν ἁπλῶν φαρ‐ μάκων διάγνωσιν· ἔστι δὲ οὗ καὶ ἡ πρὸς Εὐστάθιον ἔχει τι ταύτης πλέον σεμνολογήσασθαι. Ἀλλά γε χάρις ὑπὲρ ἑκατέρας τῶν πόνων τῷ ἀνδρί· τὸ γὰρ αὐτοῦ μέρος οὐ βλάβης οὐδενί, ἀλλ’ ὠφελείας ἑκατέρα, ὥσπερ δὴ καὶ | |
40 | τὰς πρὸ τούτων συνέταξε. | |
40 | Φράσεως δὲ χαρακτῆρα λέγειν τοῦ λόγου ἅμα τε ἄπορον καὶ περιττὸν εἶναι δοκεῖ· ἔκ τε γὰρ διαφόρων καὶ παντοδαπῶν αὐτῷ τὰ | |
Bibl.219176b | συντάγματα συνήθροισται, καὶ ἰατρὸς ἀνὴρ οὐ τοῦ ἐν λόγῳ κάλλους καὶ τῆς σοφίας εὐθύνας ἄν τινι τῶν σωφρονούντων παράσχοι, ἀλλ’ εἴ τι τῶν κατὰ τὴν ἰα‐ τρικὴν ἔργων οὐκ ὀρθῶς διῆλθεν οὐδ’ ἐπεδείξατο. | |
5 | Εἶδον δὲ ἔγωγε τοῦ ἀνδρὸς καὶ ἑτέραν πραγμα‐ τείαν ἐν δʹ λόγοις συντεθειμένην· εὐπόριστα δὲ ἐπε‐ | |
γράφετο τὸ βιβλίον, καὶ τὸν Εὐγένιον ὑπόθεσιν τοῦ συντάγματος ἐποιεῖτο. Λογιώτατον δὲ καὶ τὸν Εὐγένιον ὀνομάζει· καὶ χρησιμεύειν τὴν πραγματείαν κατά τε | 138 in vol. 3 | |
10 | ἀγροὺς καὶ ὁδοιπορίας καὶ ἀλλαχοῦ, ὅπῃ παρουσία ἰατροῦ οὐκ ἐπιχωριάζει. Ἀλλὰ τοῦτο τὸ βιβλίον κατὰ μὲν τὴν ἐπιγραφὴν καὶ τὸ ὑποβαλλόμενον εἰς τὴν προσφώνη‐ σιν πρόσωπον διαφορὰν ἔχει, τὰ δ’ ἄλλα μάλα πε‐ ριφανῶς μεταγραφὴ μόνη ἐστὶ τῆς πρὸς Εὐνάπιον | |
15 | πραγματείας, ὥστε ἔγωγε καὶ εἰς λογισμοὺς ἀφικόμην ὡς ἄρα μήποτε οὐκ εἴη τοῦτο Ὀρειβασίῳ διαπεπραγμέ‐ νον, ἀλλ’ ἢ ἁμάρτημα τοῦ ἀπ’ ἀρχῆς γράψαντος τὸ πρὸς Εὐνάπιον βιβλίον, ὃς τήν τε ἐπιγραφὴν εἰς τὰ Εὐπόριστα μετετάξατο καὶ ἀντὶ Εὐναπίου Εὐγένιον ὑπε‐ | |
20 | βάλετο, ἢ ἕτερόν τινα δόξαν ἑαυτῷ ἐκ τῆς προσφω‐ νήσεως μνώμενον εἰς τὴν τοιαύτην περιενεχθῆναι ἐπί‐ νοιαν, καὶ ἀμεῖψαι τόν τε Εὐνάπιον εἰς Εὐγένιον καὶ τὴν κειμένην ἐπιγραφὴν εἰς Εὐπόριστα. | |
Bibl.220176b(25) | Ἀνεγνώσθη Θέωνος ἀρχιητροῦ Ἀλεξανδρέως ἰατρικὸν βιβλίον, ὃ ἐπιγράφει Ἄνθρωπον. Θεοκτίστῳ μὲν τὸ σύνταγμα προσφωνεῖ, ἀπάρχεται δὲ τῆς θερα‐ πείας ἀπὸ κεφαλῆς καὶ διήκει μέχρι ποδῶν, πάντων τῶν πεπονθότων μορίων τοῦ σώματος θεραπείας τινὰς | |
30 | ἀναγράφων. Οὔτε δὲ τὴν τοῦ νοσήματος φύσιν πλὴν ἐπί γε βραχέων ἐκδιδάσκει, οὔτε τοῖς πρέπουσι προσδιορι‐ σμοῖς, περὶ ὧν προάγεται λέγειν, τὴν διδασκαλίαν ὑπά‐ γει. | |
33 | Μετὰ δέ γε τὸ γράψαι τῶν ποδαγρικῶν καὶ ἀρθρι‐ τικῶν παθῶν ἰάματα, διέξεισι μὲν περὶ τῶν ἁπλῶν κα‐ | |
35 | θαρτικῶν φαρμάκων, πειρᾶται δὲ καὶ αἰτίας τινὰς ἀποδι‐ δόναι, οὐκ ἔμοιγε δοκοῦν ὀρθῶς οὐδὲ τῆς ἀληθείας ἐξημ‐ μένος, δι’ ἃς τὴν καθαρτικὴν δύναμιν ἡ τῶν φαρμάκων ἐπιδείκνυσι φύσις. Εἶτα περὶ συνθέσεως παντοδαπῶν διαλαμβάνει φαρμάκων, ὅσα τε αὐτῷ πρὸς τὰ προει‐ | 139 in vol. 3 |
40 | ρημένα τῶν νοσημάτων ἱκανὴν παρέχεται τὴν χρείαν καὶ πρὸς τὰ λοιπὰ πάντα τοῦ σώματος πάθη, ἃ πα‐ ρῆκε τὴν κατὰ τὰ πεπονθότα μόρια θεραπείαν ἀνα‐ | |
Bibl.220177a | γράφων, ἐμπλάστρους τε καὶ ἄκοπα καὶ κουλλού‐ ρια καὶ ἀντιδότους διαφόρους ἐκ διαφόρων ἀνδρῶν κατεσ‐ κευασμένας ἀναγράφει. Καὶ ἐν τούτοις αὐτῷ ἡ τοιαύτη συ‐ μπεραίνεται πραγματεία. Ἔστι μέντοι τὴν χρείαν τὸ βιβλίον | |
5 | ταῖς τοῦ Ὀρειβασίου συνόψεσι παρεχόμενον παραπλησίαν. | |
Bibl.221177a(7) | Ἀνεγνώσθη Ἀετίου Ἀμιδηνοῦ βιβλίον ἰατρικὸν ἐν λόγοις ιϛʹ. Ἔστι μὲν οὖν αὐτῷ πᾶσα ἡ πραγματεία συν‐ τεταγμένη ἔκ τε ὧν Ὀρειβάσιος πρὸς Ἰουλιανὸν ἔγραψε | |
10 | πρός τε Εὐστάθιον καὶ Εὐνάπιον, ἔτι δὲ καὶ ἐκ τῶν θεραπευτικῶν βιβλίων Γαληνοῦ καὶ μὴν καὶ Ἀρχι‐ γένους καὶ Ῥούφου, ἔτι δὲ Διοσκουρίδου καὶ Ἡροδότου καὶ Σωρανοῦ, Φιλαγρίου τε καὶ Φιλουμένου καὶ Ποσειδωνίου καὶ ἑτέρων τινῶν τῶν ἐπὶ τῇ τέχνῃ τῆς ἰατρικῆς ὄνομα | |
15 | λιπόντων. | |
15 | Καὶ ἀπάρχεται μὲν ἀπὸ τῆς τῶν ἁπλῶν φαρ‐ μάκων τε καὶ τροφῶν δυνάμεως Γαληνοῦ, ἐν συνόψει ταῦτα διεξιών· συμπεραίνεται δὲ αὐτῷ τὸ βιβλίον εἰς τὸν ιϛʹ λόγον, περὶ γυναικείων τὴν διδασκαλίαν ποιού‐ μενον παθῶν. Οἷς καὶ ἕτερά τινα συντάττει κεφάλαια, | |
20 | σμήγματά τε ὄψεως παραδιδοὺς καὶ τοῦ λοιποῦ σώματος, σκευασίας τε οἰνανθαρίων, καὶ ἕτερά τινα τοιουτότροπα. | |
Ἡ μὲν οὖν ὅλη αὐτῷ πραγματεία ἐξ ὧν τε ἄρχεται εἴρηται, καὶ ἐν οἷς τὸ πέρας ἀπολαμβάνει. Κατὰ μέρος δὲ τὸ μὲν αʹ αὐτῷ βιβλίον τῶν ἁπλῶν τροφῶν καὶ τῶν | 140 in vol. 3 | |
25 | φαρμάκων ἐν συνόψει τὰς δυνάμεις καταλέγει, ὁ δὲ βʹ τὰς τῶν μεταλλικῶν δυνάμεις καὶ χρήσεις καὶ τὰς ἀπὸ τῶν ζῴων ὅλων τε καὶ μορίων ὠφελείας ἐν συν‐ όψει παρατίθεται· εἴη δὲ καὶ τοῦτο τῆς περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείας μέρος οὐκ ἐλάχιστον. | |
30 | Ὁ δὲ γʹ αὐτῷ λόγος περί τε γυμνασίων παντοδαπῶν διαλαμβάνει, καὶ ὅσα παρασκευάζει τὸ γυμνάσιον. Εἶτα μετὰ τὰς κενώσεις ἢ τὰς διαφορήσεις ταύτας τὰς οὐκ ἐπιδήλους περὶ φλεβοτομίας διαλαμβάνει, τρόπους τε τῆς τομῆς διευκρινῶν, καὶ μεγέθους καὶ σχημάτων καὶ | |
35 | καιροῦ καὶ μέτρου κενώσεως ἀναγράφει· περί τε ἀρτη‐ ριοτομίας καὶ ἀρτηριακοῦ ἰσχαίμου, καὶ σικύας, καὶ ἐγχα‐ ράξεως, καὶ βδελλῶν ἐκλογῆς τε καὶ διαίτης καὶ χρή‐ σεως, περί τε καθαιρόντων φαρμάκων, καὶ οἴνων κα‐ θαρτικῶν διαφόρους σκευασίας, καὶ οἰνομέλιτος καθαρ‐ | |
40 | τικοῦ καὶ κονδίτου καὶ ἀψινθάτου καὶ ῥοσάτου, καὶ ῥοδο‐ μέλιτος καὶ ὀξυμέλιτος, γάρου τε καθαρτικοῦ καὶ μέλιτος καὶ οἰνογάρου καὶ ὀξυγάρου, ζωμοῦ τε μαλακτικοῦ καὶ γά‐ λακτος καὶ ἐλαιῶν καθαρτικῶν, περὶ τούτων ἁπάντων τὴν διδασκαλίαν προάγει. | |
44 | Ἔτι δὲ καὶ περὶ συνθέτων | |
Bibl.221177b | ὀξυπορίων καὶ καθαρτηρίων διαφόρων, καὶ παστίλ‐ λων καὶ βουκελλάτων καθαρτικῶν. Ἀλοηδάριά τε καθαρ‐ τικὰ ἀναγράφει, καὶ ἅλατα ὁμοίως, καὶ τὰς εʹ ἱεράς, βοηθήματά τε τοῖς λαβοῦσι τὸ καθαρτήριον καὶ οὐ κα‐ | |
5 | θαιρομένοις, καὶ τοῖς ὑπὲρ μέτρον κενωθεῖσι. Περί τε ἐμέτων, καὶ τίσι δοτέον τὸν ἐλλέβορον, καὶ τί δύναται, καὶ τίνες πρὸς αὐτὸν ἐπιτήδειοι, δοκιμασίας τε ἐλλε‐ | |
βόρου, καὶ προπαρασκευὰς τοῦ μέλλοντος αὐτὸν πίνειν, τάς τε διαφορὰς τῆς τοῦ ἐλλεβόρου χρήσεως, καὶ τὴν | 141 in vol. 3 | |
10 | περὶ τοὺς πιόντας αὐτὸν ἐπιμέλειαν. | |
10 | Περί τε ἐπιθεμάτων καθαρτικῶν διαλαμβάνει· καὶ ὅσα τῶν ἐν ἡμῖν μορίων ἐστὶ καθαρτικά, ὀφθαλμῶν λέγω καὶ ὤτων καὶ τῶν ἐφεξῆς· περί τε ὑποκαπνισμοῦ εἰς τὴν αὐτὴν ἐνέργειαν συντελοῦντος· καὶ περὶ κενωτικῶν, λεπτῶν τε ἐντέρων | |
15 | καὶ τῶν σιμῶν τοῦ ἥπατος καὶ τῶν παραπλησίων. Περί τε ἀέρων καὶ ἀνέμων καὶ ἐπισημασιῶν, ὑδάτων τε καὶ λουτρῶν, τῶν τε ἐκ τέχνης καὶ ὅσα ἡ φύσις προήγαγε, ψυχρολουσίας τε καὶ τῆς εἰς ἔλαιον ἐμβάσεως· καὶ περὶ τῶν τοῦ προσώπου κλυσμάτων, καταιονήσεώς τε καὶ ἐγκα‐ | |
20 | θίσματος καὶ ἐμβροχῆς καὶ πυριάσεως καὶ περὶ δια‐ φόρων καταπλασμάτων, δρωπάκων τε καὶ πιττώσεως καὶ σιναπισμοῦ καὶ φοινιγμοῦ· καὶ ἐπὶ τίσι χρηστέον τοῖς μετασυγκριτικοῖς βοηθήμασι. Ταῦτα μὲν καὶ ὁ γʹ αὐτῷ συντάττει λόγος. | |
25 | Ὁ δὲ δʹ συναγωγήν τε τῶν ὑγιεινῶν περιέχει, ἀρχό‐ μενος ἀπὸ τῆς τοῦ βρέφους διαίτης, τά τε περὶ τὸ βρέ‐ φος πάθη καὶ τὰς θεραπείας διέξεισι, καὶ περὶ διαίτης πασῶν τῶν ἡλικιῶν καὶ τῶν διαφόρων βίων, σαρκῶν τε καθαιρέσεως καὶ ἐνδεῶς ἐχουσῶν ἀναλήψεως· περί | |
30 | τε κόπων τῶν ἐπὶ γυμνασίοις, καὶ τῆς διαφορᾶς αὐ‐ τῶν, καὶ τοῦ ἐξ ἀφροδισίων κόπου, καὶ τῶν ἄδηλον ἐχόν‐ των τὴν αἰτίαν κόπων, οὓς λέγουσιν αὐτομάτους· ποία τε ἐπιμέλεια πρὸς τὰς πέψεις χρησίμη, καὶ τοῦ πυκνω‐ θέντος δέρματος θεραπεία, καὶ περὶ ἐγκαύσεως καὶ | |
35 | περὶ τρίψεως εὐκαίρου, ἀπεψίας τε καὶ κραιπάλης καὶ ὁμαλοῦς δυσκρασίας· ἀρίστης τε κράσεως ἐκδιδάσκει διά‐ γνωσιν καὶ θερμῆς γνωρίσματα, καὶ τῶν ἄλλων ἁπλου‐ | |
στέρων καὶ συνθέτων κράσεων, οὐχ ὅλου μόνον τοῦ σώματος, ἀλλὰ καὶ κεφαλῆς καὶ ἐγκεφάλου καὶ γαστρὸς | 142 in vol. 3 | |
40 | καὶ πνεύμονος καὶ καρδίας καὶ ἥπατος καὶ ὄρχεων, καὶ τῆς τούτων ἁπάντων ἀπὸ τῆς τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν παρατροπῆς ἰάματα. Ὁ δὲ εʹ αὐτῷ λόγος περὶ νοσημάτων διαλαμβάνει, καὶ πρὸ τῶν ἄλλων περὶ πυρετωδῶν νοσημάτων τάς | |
Bibl.221178a | τε σημειώσεις αὐτῶν καὶ προγνώσεις καὶ διαγνώ‐ σεις καὶ θεραπείας οὐ παρέργως ἐπεξιών, καὶ ὅσα ἄλλα πρὸς τὴν ἰατρικὴν ταύτην θεωρίαν συντελεῖ· τίνα τε δεῖ τοῦ νοσήματος ἀρχὴν λέγειν, καὶ ὅτι τριχῶς | |
5 | λέγεται, καὶ τίς ὁ παροξυσμός, καὶ τίς ἡ ἄνεσις καὶ ἡ ἀκμὴ καὶ ἡ παρακμὴ τοῦ τε μερικοῦ παροξυσμοῦ καὶ ὅλου τοῦ σώματος· τίνα τε σημεῖα σωτηρίας τοῦ νοσοῦντος, καὶ τίνα ὀλέθρια, ποῖά τε αὐτῶν βρά‐ διον ἢ τάχιον ἢ διὰ τοῦ μέσου κρίνεται πρὸς τὴν ὑγείαν | |
10 | ἢ καὶ πρὸς τὸν θάνατον. | |
10 | Περί τε σφυγμῶν σημειώ‐ σεως καὶ οὔρων διαγνώσεως, καὶ τί δηλοῦσι ταῦτα· καὶ περὶ διαχωρημάτων σημειώσεως καὶ διακρίσεως ἐμέτων τε προγνώσεως, καὶ τῆς ἐξ αὐτῶν σημειώσεως· αἱμορραγίας τε ἐκ ῥινῶν καὶ τῆς γυναικείας καθάρσεως· περί τε τῶν | |
15 | κριτικῶν σημείων τῶν κατὰ τοὺς ἱδρῶτας καὶ τὰς ἀπο‐ στάσεις, καὶ τῆς ἀπὸ τῶν πτυέλων τεκμηριώσεως· καὶ ὅτι ὁ ἄριστος ἰατρὸς εἴσεται εἰ βεβαίως τὸ νόσημα λέλυται καὶ εἰ μὴ λέλυται, κἂν δοκῇ, τήν τε ἡμέραν καὶ ὥραν ἐν ᾗ ὁ νοσῶν τὸν βίον ἀπολείψει. | |
19 | Περί τε πανδήμων | |
20 | καὶ ἐπιδήμων καὶ λοιμωδῶν νοσημάτων ἔκθεσιν ποιεῖται, καὶ περὶ τῶν κατὰ διαφόρους αἰτίας συγκοπτομένων, καὶ περὶ τῆς κατὰ διαφόρους αἰτίας ἐπισυμβαινούσης τῷ ζῴῳ λειποθυμίας, περί τε τῆς ἐν πυρετοῖς κεφα‐ | |
λαλγίας καὶ ἀγρυπνίας καὶ ὠταλγίας καὶ ὀφθαλμίας | 143 in vol. 3 | |
25 | καὶ ἀμαυρώσεως, καὶ ἐφ’ ὧν αἵματος ῥύσις ἐν πυρετοῖς συμβαίνει, τῆς τούτων ἀποθεραπείας, ὅπως τε προ‐ νοητέον κατὰ τοὺς πυρετοὺς, κύστεώς τε καὶ δυσουρίας, καὶ τῶν περὶ ὀσφὺν ἀλγημάτων ἑλκωθέντος τοῦ ἱεροῦ ὀστοῦ καὶ ὀσχέου ἢ δακτυλίου. Καὶ περὶ ἐξανθημάτων | |
30 | καθ’ ὅλον τὸ σῶμα ἢ καὶ κατὰ μέρος συμβαινόντων κατὰ τοὺς πυρετοὺς, καὶ περὶ τρόμων καὶ σπασμῶν· οἷς πόματα ἡδέα κατὰ τοὺς πυρετοὺς μάλιστα χρησιμεύον‐ τα συντάττει. Ἐν τούτῳ μὲν καὶ ὁ εʹ λόγος. Ἐν δὲ τῷ ϛʹ λόγῳ, περὶ τῶν τῆς κεφαλῆς καὶ τοῦ | |
35 | ἐγκεφάλου παντοίων διέξεισι παθῶν, ταῦτά τε ἀνα‐ διδάσκων καὶ τὰς θεραπείας αὐτῶν. Διέξεισι δὲ καὶ περὶ λυσσοδήκτων, καὶ περὶ ἀποπληξίας καὶ παραλύ‐ σεως, παρέσεώς τε ὀφρύος ἢ βλεφάρων καὶ γλώσσης καὶ τοῦ φωνητικοῦ ὀργάνου καὶ καταπόσεως τῷ αὐτῷ κα‐ | |
40 | τασχεθέντων πάθει· καὶ περὶ τῆς τούτων θεραπείας· περί τε κυνικοῦ σπασμοῦ, καὶ περὶ θεραπείας κύστεως παρεθείσης, καυλοῦ τε καὶ ἀπευθυσμένου καὶ σκέλους καὶ ἑτέρου τινὸς κώλου· καὶ περὶ τετάνου καὶ περὶ διαφό‐ | |
Bibl.221178b | ρων κεφαλαλγιῶν ἐκ διαφόρων αἰτιῶν συμβαινου‐ σῶν, περί τε κεφαλαίας καὶ ἡμικραίρας. Ἀλωπεκιῶν τε θεραπείας ἀναγράφει καὶ τριχῶν ῥεουσῶν καὶ ὀφρύων λιποτριχουσῶν, τριχῶν τε βάμματα, καὶ τούτων οὐλο‐ | |
5 | ποιά, ἀφανίστικά τε τριχῶν, καὶ ἀφανιζομένων βοηθή‐ ματα, καὶ ψίλωθρα καὶ λεπτυντικὰ τριχῶν. | |
6 | Περί τε πιτυριάσεως καὶ φθειριάσεως, ἀχώρων τε, καὶ τῶν ἐν τῇ κεφαλῇ συμβαινόντων ἄνευ προφανοῦς αἰτίας ἐξαν‐ θημάτων· καὶ τούτων ἁπάντων καὶ τῶν παραπλήσιον | |
10 | διέρχεται θεραπείας, καὶ τῶν ἐν ὠσὶ διαφόρων τε καὶ | |
ἐκ διαφόρου αἰτίας συμπιπτόντων παθῶν, καὶ πρὸς τὰς ἐξ αὐτῶν αἱμορραγίας, καὶ περὶ παρωτίδων, καὶ ὅσα κατὰ τὴν ῥῖνα συνίσταται πάθη, περί τε πταρμι‐ κῶν, καὶ ἐξ ὧν ἔστι τούτους πλεονάζοντας παῦσαι· περὶ | 144 in vol. 3 | |
15 | τούτων ἁπάντων ἰάματα καὶ θεραπείας ἐν τῷ ϛʹ καταλέ‐ γει λόγῳ. Κατὰ δὲ τὸν ζʹ, ἐπεὶ ὁ ἕκτος αὐτῷ τὰ ἀπὸ κεφα‐ λῆς πάθη μέχρι ὤτων καὶ ῥινὸς καὶ τὰς τούτων ἰά‐ σεις διεξιὼν ἵσταται, περὶ φύσεως ἀπάρχεται ὀφθαλμῶν | |
20 | καὶ τῶν συνισταμένων περὶ αὐτοὺς παντοδαπῶν πα‐ θῶν, ἔσωθέν τε τὴν αἰτίαν προβαλλομένων, καὶ ὅσα ἐκ τῶν ἐκτὸς ἐπισυμβαίνει καὶ ἀποτίκτεται. Περί τε ἀρ‐ τηριοτομίας διδάσκει, καὶ περὶ σκυθισμοῦ καὶ ὑποσπα‐ θισμοῦ καὶ ἀγγειολογίας· ἐν οἷς ἐπιχρίσματά τε καὶ | |
25 | καταπλάσματα καὶ διάφορα κολλούρια, δι’ ὧν τὰ τῶν ὀφθαλμῶν θεραπεύεται πάθη, συντάττει. Ταῦτα μὲν κατὰ τὸν ζʹ αὐτῷ λόγον φιλοπονεῖται. Ἐν δὲ τῷ ηʹ λέγει μέν τι κατ’ ἀρχὰς περὶ δια‐ κοσμήσεως ὀφρύων, τί τέ ἐστι καὶ ὅπως γίνεται τὰ ὑπώ‐ | |
30 | πια, καὶ ὅπως αὐτὰ θεραπευτέον, ὅπως τε ὑπὸ ἡλίου ἢ ἀνέμου μὴ ἐπικάοιτο τὸ πρόσωπον, καὶ δι’ ὧν ἔστιν ἀρρυτίδωτον αὐτὸ συντηρεῖν καὶ μελανίας ἀπαλλάτ‐ τειν καὶ ἄλλως ἐπικοσμεῖν, καὶ τὸν τοῦ σώματος χρῶ‐ τα πρὸς εὐωδίαν μεταβάλλειν. | |
34 | Ἐντεῦθεν περὶ πάντων | |
35 | τῶν κατὰ τὸ πρόσωπον καὶ στόμα καὶ παρίσθμια συν‐ ισταμένων διαλαμβάνει παθῶν, ὅσα τε πρόεισι τὴν αἰτίαν ἔσωθεν λαβόντα, καὶ ὅσα ἐκ τῶν ἐκτὸς ἐπι‐ συμβαίνει, οἷον ὀδόντων τε περιέχεται ποικίλα πάθη καὶ θεραπεία, καὶ γλώσσης καὶ γαργαρεῶνος, καὶ ἁπλῶς | |
40 | ὅσα τῇ περιγραφῇ συμπαραλαμβάνεται τοῦ στόματος· ὧν | |
ἔστι καὶ ἡ κυνάγχη καὶ συνάγχη, περὶ τὸν φάρυγγα συνι‐ στάμενα πάθη. Καὶ αἱ ἀντιάδες δὲ τοῖς εἰρημένοις συμπεριέχονται. | 145 in vol. 3 | |
43 | Πῶς τέ ἐστι δυνατὸν ἀνακαλέσασθαι τοὺς | |
Bibl.221179a | ἀπαγχομένους, μήπω τῷ θανάτῳ παραδεδομένους. Περί τε ἀρτηριακῶν παθῶν καὶ φαρμάκων ἀναγραφὴν ποι‐ εῖται, καὶ περὶ κατάρρου καὶ βηχός· καὶ ἀνώδυνα βηχι‐ κὰ φάρμακα γράφει, ὑποκαπνισμούς τε καὶ ἐπιθέματα. | |
5 | Περὶ ὀρθοπνοϊκῶν τε καὶ ἀσθματικῶν καὶ δυσπνοϊκῶν διαλαμβάνει, περί τε παλμῶν τῶν κατὰ τὴν καρδίαν· καὶ ἔτι περί τε τῶν τοῦ πνεύμονος καὶ θώρακος πα‐ θῶν διεξιὼν συμπεραίνει τὸν λόγον εἰς τὴν διδασκα‐ λίαν τῆς πλευρίτιδος, τῆς τε οὔσης καὶ τῆς νομιζο‐ | |
10 | μένης, τίς τε ἑκατέρα τούτων, ὑπογράφων καὶ ὅσα εἰς θεραπείαν αὐτῶν συντελεῖ. Κατὰ δὲ τὸν θʹ λόγον ἀπάρχεται μὲν περὶ καρδια‐ κῶν, διαλαμβάνει δὲ ἐφεξῆς περί τε τῶν ὑπὸ μελαί‐ νης χολῆς ἐνοχλουμένων τὸν στόμαχον, καὶ ἁπλῶς ὅσα | |
15 | πάθη κατὰ τὸ στόμα τῆς κοιλίας συνίσταται, καταπλά‐ σματά τε καὶ βοηθήματα τοῖς κατὰ διάφορα πάθη τὸν στόμαχον κεκακωμένοις συναριθμῶν. Ἐν οἷς καὶ περὶ τῶν ἀπὸ στομάχου ἐπιληπτικῶς σπωμένων διέξει‐ σιν, ἀνορεξίας τε καὶ κυνώδους ὀρέξεως καὶ ἀπεψιάς, καὶ | |
20 | θεραπείας τούτων. | |
20 | Διδάσκει δὲ καὶ ὅπως βοηθητέον τοῖς κραιπαλῶσιν, ἐπεχομένῃ τε γαστρὶ διατάττει ἐπι‐ μέλειαν. Περί τε ἐμπνευματώσεως καὶ ἰλεοῦ καὶ ἁπλῶς περὶ τῶν ὀδυνωμένων τὸ κῶλον· καὶ περὶ κοιλίας ῥευ‐ ματιζομένης, τῆς τε κοιλιακῆς λεγομένης διαθέσεως, | |
25 | καὶ περὶ συντήξεως, περί τε ἑλμίνθων, τῶν τε στρογ‐ γύλων καὶ τῆς πλατείας καὶ τῶν ἀσκαρίδων λεγομένων. Περί τε τῶν κατὰ τὰ ἔντερα συνισταμένων παθῶν, καὶ | |
ὅσοις χρυσὸς ἢ χαλκὸς ἤ τι τοιοῦτον ἕτερον ἐπόθη. Τού‐ των τε βοηθήματα ἀναγράφει, καὶ δυσεντερικοῖς τὰ λεγό‐ | 146 in vol. 3 | |
30 | μενα ἀνωτερικὰ καὶ κατωτερικὰ ἐνέματα καταλέγει, τροχίσκους τε καὶ ὑποθετὰ καὶ ἐπιχρίσματα καὶ ἐπιθέματα, καὶ λοιπὸν εἰς τὸν περὶ λειεντερίας καταλήγει λόγον. Ὁ δὲ ιʹ αὐτῷ λόγος ἀπάρχεται μὲν περὶ ἥπατος ἀτονίας, κἀκεῖθεν περὶ πάντων αὐτοῦ τῶν παθῶν, καὶ | |
35 | δι’ ὧν ἂν θεραπευθείη ταῦτα διαλαμβάνει. Εἶτα με‐ ταβαίνει πρὸς τὰς ἐν σπληνὶ διαθέσεις, δυσκρασίας τε αὐτοῦ καὶ θεραπείας διεξιών, ἐμπνευματώσεις καὶ φλεγμονὰς καὶ σκίρρους καὶ τοὺς παρὰ φύσιν ὄγκους καὶ τὰς σκληρίας. Περί τε ἰκτέρου καὶ καχεξίας καὶ περὶ | |
40 | ὑδέρων, ὅθεν τε τούτων συνίσταται ἕκαστον καὶ πῶς ἂν θεραπευθείη, μεθόδους παραδιδούς. Ἐν οἷς αὐτῷ καὶ ὁ ιʹ συμπεραίνεται πόνος. | |
Bibl.221179b | Ἐν δὲ τῷ ιαʹ περί τε διαβήτου διαλαμβάνει, καὶ ἀτονίας νεφρῶν, αἵματός τε ἐξουρήσεως, καὶ περὶ λιθιώντων νεφρῶν καὶ λιθιώσης κύστεως, φλεγμονῆς τε νεφρῶν καὶ σκληρίας καὶ διαπυήσεως, δυσουρίας | |
5 | τε καὶ στραγγουρίας καὶ ἰσχουρίας, περί τε παραλυθεί‐ σης κύστεως, καὶ τῶν παρὰ τοὺς ὕπνους οὐ κατεχόντων τὸ οὖρον, περί τε κύστεως φλεγμαινούσης καὶ τῆς κατ’ αὐτὴν αἱμορραγίας, καὶ τῶν συνισταμένων ἐν αὐτῇ θρόμ‐ βων τε καὶ φυμάτων καὶ ἑλκῶν· καὶ περὶ ῥευματιζο‐ | |
10 | μένης καὶ ψωριώσης κύστεως· περί τε σατυριάσεως καὶ πριαπισμοῦ καὶ γονορροίας καὶ ὀνειρώξεως. Τούτων ἁπάν‐ των τῶν εἰρημένων παθῶν τάς τε αἰτίας, ὡς οἷόν τέ ἐστι καταλέγει, καὶ τὰς προφυλακὰς καὶ θεραπείας αὐ‐ τῶν. Κατ’ αὐτὸ δὲ τὸ τέλος τοῦ λόγου καὶ περὶ τῶν μὴ | |
15 | δυναμένων χρήσασθαι ἀφροδισίοις, γυμνασίας τε αὐτῶν καὶ θεραπείας διατάττει. | |
Ἐν δὲ τῷ ιβʹ λόγῳ περὶ ἰσχιάδος καὶ περὶ ποδάγρας καὶ ἀρθρίτιδος διαλαμβάνει, αἰτίας τε καθολικὰς τῶν παθῶν τούτων καταλέγων, καὶ ὅσαι ἐπὶ μέρους, καὶ παν‐ | 147 in vol. 3 | |
20 | τοδαπὰς θεραπείας αὐτῶν τε καὶ ὅσα κατ’ αὐτὰ ἐπι‐ συμβαίνει νοσήματα ἕτερα, κενώσεις τε αὐτῶν δια‐ φόρους, καὶ χρίσματα καὶ μαλάγματα καὶ συγχρίσματα καὶ ἄκοπα καὶ ἀλείμματα συντάττων, καθαρτικά τε ἁρμόζοντα τούτοις καὶ ἀντιδότους, καὶ ὅσα ἄλλα πρὸς | |
25 | τὴν τῶν εἰρημένων νοσημάτων βοήθειαν ἀφορᾷ. Ἐν δὲ τῷ ιγʹ λόγῳ περὶ δακετῶν διαλαμβάνει ζῴων, ἃς ποιοῦσι διαθέσεις καὶ πάθη περὶ τοὺς δηχθέντας, καὶ τὰς τούτων ἰάσεις ἐκδιηγούμενος. Καὶ δὴ καὶ περὶ τῶν ἰοβόλων θηρίων τὴν ὁμοίαν ποιεῖται διδασκαλίαν. | |
30 | Οὐ μόνον δέ, ἀλλὰ καὶ ὅσα τῶν φυτῶν ἢ βοτανῶν δηλη‐ τήρια γίνεται τοῖς χρωμένοις, τὴν ἴσην δείκνυται σπουδήν. Καὶ περὶ μυκητῶν δὲ καὶ αἵματος ταυρείου καὶ θρομβω‐ θέντος ἐν τῇ γαστρὶ γάλακτος παραπλησίως διαλαμ‐ βάνει· ὅσα τε τῶν μεταλλικῶν φθαρτικὰ τῷ ζῴῳ γίνεται | |
35 | κατὰ γαστέρα ληφθέντα, καὶ περὶ αὐτῶν ἔκθεσιν ποιεῖται. Καὶ περὶ ψυχροποσίας ἢ οἰνοποσίας ἐπιβλαβοῦς τῷ ζῴῳ γεγενημένης· περί τε τῶν ἀπαγχομένων καὶ ὅσοι ἐν ὕδασι κινδυνεύουσιν ἀποπνιγῆναι, καὶ τῶν ἀπὸ μετεώρου τινὸς πεπτωκότων, καὶ δὴ καὶ περὶ τῶν προφυλακτικῶν | |
40 | καὶ προγνωστικῶν ζῴων τῶν κατὰ τὰς οἰκίας τρεφο‐ μένων. Ἐπὶ τούτοις, περὶ τῆς δι’ ἐχιδνῶν θηριακῆς Ἀνδρο‐ μάχου διαλαμβάνει, τήν τε κατασκευὴν αὐτῆς καὶ τὴν | |
Bibl.221180a | χρῆσιν καὶ τὸν τῆς χρήσεως χρόνον, δοκιμασίας τε καὶ μέτρον δόσεως, καὶ τίσιν ἁρμόζει τῶν νοσημάτων ἀναγράφων. Περί τε ἄλλων θηριακῶν καὶ τῆς μιθρι‐ | |
δατείου ἀντιδότου, κατασκευῆς τε καὶ χρήσεως, καὶ ἐφ’ | 148 in vol. 3 | |
5 | ὧν χρησιμεύει. Ἑτέρας τε διαφόρους ἀντιδότους κατα‐ λέγει. | |
6 | Καὶ περὶ τῶν δύο κύφεων, καὶ δὴ καὶ περὶ ἐλεφαν‐ τιάσεως καὶ κνησμωδῶν ἐξανθημάτων, καὶ περὶ ψυ‐ δράκων καὶ ἱδρωτίδων, καὶ περὶ τῶν ἐν ταῖς κνήμαις ἑλκωδῶν ἐκβρασμάτων, καὶ περὶ τῶν οὐλῶν αἳ ἐκ τῶν | |
10 | ἑλκῶν μελαίνουσι τὸ σῶμα. Ἐπὶ τούτοις, περὶ τῶν δύο εἰδῶν τοῦ ἀλφοῦ διαλαμβάνει, καὶ περὶ λεύκης, καὶ τὸ τελευταῖον περὶ λέπρας, γενέσεις τε αὐτῶν καὶ αἰτίας δι’ ἃς συμβαίνουσι καταλέγων, καὶ τὰς τούτων θερα‐ πείας. Τοῦτο μὲν καὶ ὁ ιγʹ λόγος. | |
15 | Ἐν δὲ τῷ ιδʹ περί τε τῶν ἐν ἕδρᾳ φιλοπονεῖται παν‐ τοδαπῶν παθῶν, καὶ περὶ τῶν ἐν αἰδοίοις θύμων τε καὶ ῥαγάδων καὶ φλεγμονῆς καὶ νομῆς καὶ ἀνθράκων, καὶ τῶν κατὰ τὴν οὐρήθραν ἑλκῶν· περί τε ψωριῶντος ὀσχέου, καὶ φλεγμονῆς αὐτοῦ τε καὶ ὄρχεων· καὶ περὶ τῶν | |
20 | τῆς κήλης εἰδῶν· περί τε συνθέσεως ἐμπλάστρων, καὶ τρόπου τῶν ἐμβαλλομένων ἑψήσεως· ἔτι δὲ περὶ τῶν τὰ νεῦρα τρωθέντων ἢ θλασθέντων, καὶ περὶ βουβώνων, καὶ φλεγμονῆς καθόλου, περί τε ἀποστημάτων καὶ κοίλων ἑλκῶν, τί τέ ἐστιν ἕκαστον τῶν εἰρημένων, καὶ θεραπείας | |
25 | αὐτῶν ἐκτιθείς. | |
25 | Ἔτι δὲ καὶ πρὸς τοὺς ἐν ἕλκεσι σκώ‐ ληκας, καὶ πρὸς νομὰς καὶ τὰ σηπεδονώδη τῶν ἑλκῶν, καὶ πρὸς αἱμορραγίας ἰάσεις συγκατατάττει. Διαλαμ‐ βάνει δὲ καὶ περὶ κόλπων καὶ συρίγγων, γαγγραίνης τε καὶ σφακέλου, καὶ περὶ ὄγκων καρκινωδῶν καὶ ἀνθράκων | |
30 | καὶ ἐρυσιπέλατος, ἕρπητός τε καὶ ἐπινυκτίδος καὶ τερ‐ μίνθου καὶ φλυκταίνων, τάς τε γενέσεις αὐτῶν διεξιών, καὶ ὅσαι τούτοις ἁρμόζουσι θεραπεῖαι. Ἔτι δὲ καὶ περὶ | |
τῶν ἐκ πυρὸς ἢ ὕδατος κατακαέντων, καὶ θεραπείας τῶν μαστιγωθέντων καὶ τῶν ἀποσυρμάτων τῶν τε παρα‐ | 149 in vol. 3 | |
35 | τριμμάτων καὶ σαρκὸς θλασθείσης ἢ ῥαγείσης, καὶ σπά‐ σματος καὶ στρέμματος, καὶ περὶ κεχαλασμένων ἄρθρων, καὶ χιμέθλων πτερυγίων τε τῶν ἐν δακτύλοις καὶ παρω‐ νυχίας, καὶ περὶ τεθλασμένων ὀνύχων καὶ ὑφαίμων καὶ σαλευομένων καὶ ψωριώντων ἢ λεπριώντων, καὶ δι’ | |
40 | ὧν ἔστι παρασκευάσαι ἀντὶ τῶν ἐκπεσόντων ὀνύχων ἄλλους ἀναφῦναι· περί τε τῶν συμβαινόντων ἐσφηνῶσθαι δακτυλίων περὶ τοὺς δακτύλους· καὶ περὶ ἥλων καὶ ῥα‐ γάδων τῶν κατὰ τοὺς πόδας, καὶ περὶ κιρσῶν. Ταῦτα | |
Bibl.221180b | πάντα ὠφελίμως καὶ κατὰ τοὺς ἰατρικοὺς νόμους διεξιών, τελευτᾷ εἰς τὴν περὶ τῶν ἐν σκέλεσι καὶ βραχίοσι δρακοντείων ἰατρικὴν διδασκαλίαν· ἐν οἷς καὶ ὁ ιδʹ συμ‐ περαίνεται λόγος. | |
5 | Κατὰ δὲ τὸν ιεʹ διαλαμβάνει λόγον περὶ οἰδημάτων τε καὶ ἐμφυσημάτων, σκίρων τε καὶ χοιράδων, βρογχο‐ κηλῶν τε καὶ ἀθερωμάτων, καὶ μελικηρίδων καὶ στεατω‐ μάτων καὶ γαγγλίων, ἀνευρύσματός τε καὶ κηρίων καὶ ὑδροκεφάλων, γενέσεις τε αὐτῶν ἐκτιθέμενος καὶ αἰτίας | |
10 | τῆς γενέσεως, χειρουργίας τε καὶ τὰς ἄλλας θεραπείας καὶ ἐμπλάστρων ποικίλων τε καὶ διαφόρων σκευασίας. Ἐν δὲ τῷ τελευταίῳ τε καὶ ιϛʹ λόγῳ περὶ μήτρας θέσεώς τε καὶ μεγέθους καὶ τῆς ἄλλης διαπλάσεως ἀνα‐ γράφει, καὶ τὸν καιρὸν καθ’ ὅν τε καθαίρεσθαι καὶ σπερ‐ | |
15 | μαίνειν ταῖς γυναιξὶ συμβαίνει. Περί τε κυοφορίας αὐ‐ τῶν, καὶ σημειώσεως τῶν πεφυκυιῶν συλλαβεῖν, καὶ εἰ ἤδη συνέλαβον· καὶ ὅσα ἄλλα ταῖς κυοφορούσαις πάθη ἐπιγίνεται· ἥ τε περὶ αὐτὰς ἐπιμέλεια, καὶ ποῖαι μᾶλλον ἐπιτήδειοι πρὸς τόκον, ποῖαι δὲ ἀνεπιτήδειοι· | |
20 | καὶ περὶ δυστοκίας, καὶ ὅσα παρὰ φύσιν τίκτεται, περί | |
τε ἐμβρυοτομίας καὶ ἐκλείψεως χορίου· καὶ κατὰ πόσας αἰτίας ἀνὴρ καὶ γυνὴ τῆς παιδοποιΐας στερίσκονται. | 150 in vol. 3 | |
22 | Πάν‐ των δὲ θεραπεῖαι τῶν εἰρημένων ἐν τούτῳ τῷ λόγῳ καταλέγονται, καὶ πόματα καὶ πεσσοὶ καὶ ὑποθυμιάματα | |
25 | συλληπτικά. Ἐκεῖθέν τε περὶ τῶν ἐν τοῖς μαστοῖς παθῶν ἁπάντων μετὰ τῆς πρεπούσης τῇ τέχνῃ σοφίας διηγεῖται, συστάσεις τε τούτων καὶ γενέσεις καὶ χειρουργίας καὶ τὴν ἄλλην συνυφαίνων θεραπείαν. Μεθ’ ἃ περὶ τῶν κατὰ διαφόρους αἰτίας ἐπεχομένων ταῖς γυναιξὶν ἐμμήνων | |
30 | καθάρσεων περί τε ὑπερκαθάρσεως καὶ γυναικείου ῥοῦ, τοῦ τε ἐρυθροῦ καὶ τοῦ λευκοῦ, περί τε ὑστερικῆς πνιγὸς καὶ περὶ γονορροίας διαλαμβάνει, τὴν τούτων εὖ μάλα διατιθεὶς θεραπείαν· καὶ περὶ τῶν ἄλλων τῆς μήτρας παντοδαπῶν παθῶν, ἀποστημάτων λέγω καὶ οἰδήματος | |
35 | καὶ μύλης καὶ ὕδρωπος καὶ ἕλκους καὶ τῶν παραπλη‐ σίων· | |
36 | ἐν οἷς περί τε φιμώσεως μήτρας καὶ ἀτρήτου ὑστέ‐ ρας καὶ τῶν παραπλησίων ἐπεξιὼν γράφει τούτων θερα‐ πείας. Περί τε νυμφοτομίας καὶ περὶ κερκώσεως κιρσο‐ κήλης τε καὶ θύμων καὶ τῶν ὁμοίων κατὰ τὴν ἴσην | |
40 | μέθοδον τὰς ἰάσεις ἀναγράφει. Οἷς σμήγματά τε ὄψεως καὶ τοῦ ἄλλου σώματος καὶ θυμιαμάτων σκευασίας συν‐ τάττει, τὸ ὅλον ἐνταῦθα τῆς σπουδασθείσης αὐτῷ ἰα‐ τρικῆς πραγματείας συμπερανάμενος βιβλίον. | |
Bibl.221181a | Καὶ ὅσα γε ἐμὲ εἰδέναι, ὁ προκείμενος τοῦ ἀν‐ δρὸς πόνος τῶν μὲν Ὀρειβασίου συνόψεων, ἥν τε πρὸς Εὐσ‐ τάθιον καὶ ἣν πρὸς Εὐνάπιον ἔγραψε, τοῖς πᾶσι κρατεῖ· αἰτιολογίαις τε γὰρ προέχει καὶ διαγνώσεσι καὶ προγνώ‐ | |
5 | σεσι καὶ προσδιορισμοῖς καὶ τῷ τῆς θεραπείας πλάτει. Οὐ τούτων δὲ μόνον ἐν ὑπεροχῇ ὁρᾶται, ἀλλὰ καὶ ἥτις | |
αὐτῷ τῶν Γαληνοῦ βιβλίων σύνοψις ἐφιλοπονήθη, καὶ ταύτης ἐπικρατεῖ τῷ τε εἰς ἐλάττονα ὄγκον ταύτην συνεστάλθαι, καὶ τῷ σαφεστέραν παρέχειν τὴν διδασκα‐ | 151 in vol. 3 | |
10 | λίαν, καὶ τῷ περὶ πλειόνων παθῶν διαλαμβάνειν ταύ‐ την μᾶλλον ἢ ἐκείνην. | |
11 | Τῆς δὲ τῷ αὐτῷ ἀνδρὶ εἰς ἑβδο‐ μήκοντα βιβλία συντεταγμένης τὴν ἄλλην ἅμιλλαν οὐκ εὐλαβουμένη, ἴσως ἂν ἐλαττωθείη οἷς τε τὰ τῆς ἀνα‐ τομικῆς ἐγχειρίσεως μὴ παραδραμούσης ἐκείνης αὕτη | |
15 | παρατρέχει, καὶ τὴν θεωρίαν τῆς τῶν μορίων χρείας, φιλοσόφου μᾶλλον οὖσαν σπουδῆς ἢ θεραπείας ἔργον, ὡσαύτως παρῆλθε. Τοῖς αὐτοῖς δὲ τούτοις καὶ τῆς προειρημένης τῶν γαληνίων συνόψεως τοῦ κρατεῖν ἂν ὑπαναχωροῦσα εἴη. Ἀλλὰ γὰρ ἔγωγε φαίην ἂν ὡς κατὰ | |
20 | τὴν παροῦσαν τῶν ἀνθρώπων ῥαθυμίαν καὶ τὴν περὶ τὰ ἄλλα μᾶλλον ὁρμὴν ἢ περὶ ὧν ἡ θεραπεία κατορ‐ θωθείη τοῖς κάμνουσι, ταύτην ἐκμελετᾶν τὴν συνα‐ γωγὴν τῶν ἄλλων μᾶλλον σπουδασμάτων χρή, μάλιστά γε ὅσοις μὴ πρὸς τὸ βάθος τῆς ἰατρικῆς θεωρίας ἐλά‐ | |
25 | σαι καὶ τὴν κατὰ φυσιολογίαν σοφίαν τε καὶ ἀλήθειαν σκοπός ἐστιν ἀνευρεῖν, πρὸς μόνην δὲ τὴν τῶν σω‐ μάτων θεραπείαν ἡ πρόθεσις ἀφορᾷ, καὶ μηδὲν τῶν περὶ αὐτὴν ἐπὶ τῆς χρείας ὑστερεῖν. Τοῖς γὰρ τὰς ἰάσεις νόσων ἀπελάσεις ἑλομένοις ἐμφανίζειν δι’ ἔργων, τοῦτο | |
30 | τὸ βιβλίον ἐπιμελῶς μεταχειρίζεσθαι δεῖ, καὶ τὴν σχολὴν εἰς αὐτὸ συντεταμένην ἔχειν, καὶ ὅ γε πεισθεὶς τῇ παραι‐ νέσει ἐν αὐτῇ τῇ πείρᾳ τὸ κέρδος εὑρήσει. | |
Bibl.222181a(34) | Ἀνεγνώσθη βιβλίον Ἰωβίου μοναχοῦ ἐν λόγοις | |
35 | μὲν θʹ, κεφαλαίοις δὲ μʹ καὶ εʹ, οἷς συνυποβάλλει καί | |
τινα ἕτερα. Τὴν δὲ τοῦ βιβλίου ἐπιγραφὴν Οἰκονομικὴν ἐπέγραψεν ὁ συντάξας πραγματείαν, διότι, φησίν, ἐν αὐτῷ πολλὰ τῶν περὶ τῆς Οἰκονομίας περιέχεται ζητη‐ μάτων. | 152 in vol. 3 | |
39 | Ἐν μὲν οὖν ταῖς ἀπορίαις καθόλου φάναι ὁ συγ‐ | |
40 | γραφεὺς οὐκ ἀγεννής ἐστιν οὔτε ἄτονος· οὐχ ὁμοίως δὲ διὰ τῶν λύσεων πρόεισιν, ἀλλ’ ἐν πολλοῖς μὲν ἰχνη‐ λατῶν τυγχάνει τῆς λύσεως, ἔστι δ’ ἐφ’ ὧν τοῖς φαι‐ | |
Bibl.222181b | νομένοις ἀρκεῖται, περαιτέρω μηδὲν πρὸς τὴν τῆς ἀληθείας ἐμβαθύνων ἀκρίβειαν. Τάχα δ’ ἄν τις ἕτερος εἴποι καὶ τοῦ φαινομένου πολλάκις τὴν αὐτοῦ σπουδὴν κα‐ θυφίεσθαι. | |
4 | Τῆς μέντοι γε εὐσεβείας, ὅσα γε ἐμὲ εἰδέναι, | |
5 | ἔν τε τῷ παρόντι λόγῳ καὶ ἐν τῇ κατὰ Σεβήρου πρα‐ γματείᾳ ἐραστής τέ ἐστιν ἀξιέπαινος, καὶ τὸ φιλόπονον οὐκ ἀδόκιμος, καὶ τῆς τῶν ἱερῶν γραφῶν μελέτης οὐκ ἄπειρος. | |
8 | Ἐξ ἐπιτάγματος μὲν οὖν τινος τῶν ἐπ’ ἀρετῇ γνωρίμων τὸν προκείμενον ὑπελθεῖν πόνον διηγεῖται. | |
10 | Πρώτην δὲ τίθησιν αὐτοῦ τῶν λόγων ἀπορίαν, διὰ τί ὁ υἱὸς καὶ μὴ ὁ πατὴρ μηδὲ τὸ ἅγιον πνεῦμα τὴν ἡμετέραν μορφὴν ὑπέδυ. Καὶ τούτου τοῦ ἀπορήματος λύσις αὐτῷ νομίζεται, ὅτι ἐπειδὴ λόγος ὁ υἱός, ὁ δὲ ἄνθρωπος λόγῳ καὶ εἰκόνι Θεοῦ τιμηθεὶς τούτων τε διαπέπτωκε | |
15 | καὶ παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς, διὰ τοῦτο ὁ λόγος τοῖς εἰς ἀλογίαν πεσοῦσιν ἐπε‐ δήμησε, τό τε ὀλίσθημα ἡμῶν ἐξιώμενος καὶ πρὸς τὸ ἀρχαῖον ἀνέλκων ἀξίωμα· «ὁ λόγος» γάρ φησι «σὰρξ ἐγένετο», τουτέστι τὴν εἰς ἀλογίαν καταπεσοῦσαν φύσιν | |
20 | ἡμῶν, καὶ μηδὲν πρὸς τὸ νοερόν, ὅλην δὲ πρὸς τὸ σαρ‐ κικὸν ἀπονεύσασαν, ἀνελάβετο «καὶ ἐσκήνωσεν ἐν ἡμῖν». | |
Διά τοι γάρ φησι τοῦτο καὶ τῶν παρθενικῶν κόλπων ἄρτι προελθόντα τὸν λόγον φάτνη ὑποδέχεται, ἡ τῶν ἀλόγων τράπεζα καὶ βοῶν τε καὶ ὄνων τροφός, τῶν | 153 in vol. 3 | |
25 | μὲν ἅτε δὴ καθαρῶν σύμβολα φερόντων τοῦ παλαιοῦ Ἰσραήλ, τῶν δὲ διὰ τὸ ἀκάθαρτον τὸ ἐκ τῶν ἐθνῶν σύστημα. Ὧν ἑκάτερον ἔργοις τε καὶ δόγμασιν εἰς ἀλο‐ γίαν ἀπενεχθὲν ὁ λόγος ἀνεκαλέσατο, ὥς που καὶ ὁ προφήτης Ἠσαΐας προεμήνυσεν «ἐν μέσῳ δύο ζῴων | |
30 | διακεκραγὼς μνησθήσῃ· ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνω‐ σθήσῃ». Καὶ τὴν σαγήνην δὲ τὴν ἐν τῷ εὐαγγελίῳ φησὶ μαρτύριον εἶναι τῆς ἐσχάτης ἀλογίας, εἰς ἣν κα‐ τηνέχθη τὸ ἀνθρώπινον, ὥστε καὶ ἰχθύων τῶν ἀφω‐ νοτάτων τε καὶ ἀλογωτάτων μηδὲν διενηνοχέναι· οὓς | |
35 | ἡ σαγήνη, δῆλον δὲ ὡς παρὰ τοῦ λόγου βληθεῖσα, ἐκεῖθέν τε ἀνήγαγε, καὶ τὸ λογικὸν δῶρον τοῖς ἐστερημένοις ἀποκατέστησε. Καὶ τὸ πρόσταγμα δὲ τοῦ λόγου, ὃ ὁ Πέ‐ τρος λαβὼν καὶ τὸ τοῦ ἰχθύος διανοίξας στόμα εὗρε στα‐ τῆρα, σύμβολον εἶναι τοῦ ὑπὸ τοῦ λόγου τῆς ἀλογίας | |
40 | ἀπολυθῆναι τὸν ἄνθρωπον· τὸν μὲν γὰρ στατῆρα συμ‐ βαλεῖν φησι τὸ βασιλικὸν νόμισμα ἤτοι τὰ δεσποτικὰ λόγια· «Τὰ λόγια» γὰρ «κυρίου ἀργύριον πεπυρωμέ‐ | |
Bibl.222182a | νον». Τὸ δὲ ἐν τῷ στόματι κεκρύφθαι τὸν στατῆρα τοῦ ἰχθύος τὸ συγκεχῶσθαι καὶ κατορωρύχθαι τὴν λογικὴν δύναμιν καὶ χάριν ἐν τοῖς ἰχθύων δίκην ἐξαλογωθεῖσιν. Ὧν ὑπὸ τοῦ λόγου ῥωσθεὶς ὁ Πέτρος καὶ διανοίξας τὸ | |
5 | στόμα, ἀνακαθαίρει τε τὸ δῶρον καὶ ἐμφανίζει, καὶ εἰς τὸ μέσον προαγαγὼν τὴν οἰκείαν χρῆσιν εἰς πρᾶξιν προενεγκεῖν συνειργάσατο. Καὶ τὸ ἐπὶ ὄνον δὲ καὶ πῶλον καθίσαι τὸν σεσαρκωμένον λόγον τὸ αὐτό φησιν ὑπαι‐ νίττεσθαι. | |
9 | Ναὶ δὴ καὶ τὸν μετὰ τὴν ἀνάστασιν ἐπὶ τῆς | 154 in vol. 3 |
10 | ἀνθρακιᾶς ὀπτόμενον ἰχθῦν· τὸ γὰρ πρὶν ἄλογον ὑπὸ τοῦ λόγου πυρούμενον τῆς τε ἀλογίας ἐξίστασθαι καὶ βρῶμα νοερὸν τοῦ λόγου καθορᾶσθαι γινόμενον. Ἔτι δὲ καὶ τῶν γλωσσῶν τὴν χάριν τοῖς ἀποστόλοις διδομένην τῆς ἀπο‐ στολικῆς αὐτῶν χειροτονίας μηνύειν τὸ ψήφισμα, ὡς | |
15 | ἂν καὶ τῷ σχήματι μάθοιεν ὡς τῷ λόγῳ τὰ τοῦ λόγου ὑπηρετήσοντες ἀπήλαυσαν τοῦ τοιούτου χαρίσματος. Καὶ τὸν πρόδρομον δέ, φωνὴν βοῶσαν τοῦ λόγου παρὰ τῶν ἱερῶν κηρυττόμενον γραμμάτων, οὐκ ἄλλο τι παρὰ τὰ εἰρημένα δηλοῦν, ἀλλ’ ὅτι τὸ τῆς ἀλογίας ἀρρώστημα | |
20 | ὁ λόγος ἐπεδήμησεν ἐξιάσασθαι. Ὃ καὶ τὸν Δαβὶδ λέγειν «ἐξαπέστειλε τὸν λόγον αὑτοῦ καὶ ἰάσατο αὐτούς». Ταῦτα μὲν οὖν ἐν τοῖς δυσὶ πρώτοις διεξέρχεται βιβλίοις, ἀγῶνι προαγωνιστῇ νεανιευσάμενος κατὰ τῶν λεγόν‐ των διὰ τοῦτο τὸν υἱὸν ἄνθρωπον γενέσθαι καὶ σωτῆρα | |
25 | παραγενέσθαι, διότι τοῖς πρὸς υἱοθεσίαν καλουμένοις τὸν υἱὸν ἔδει, ἀλλὰ μὴ ἄλλον τινά, καθηγεμόνα καὶ ἀνακαινιστὴν τῆς υἱοθεσίας καὶ γεγενῆσθαι καὶ κηρύττεσθαι. Ἐν δὲ τῷ γʹ [καὶ βʹ] λόγῳ αἰτίαν ὑπέχει δι’ ἣν ὁ υἱὸς σεσάρκωται, καί φησιν ὡς ἐχρῆν τὸν δημιουργὸν | |
30 | καὶ πλάστην αὐτὸν καὶ ἀναπλάσαι καὶ ἀνακαινίσαι συν‐ τριβὲν τὸ δημιούργημα. Εἰ γὰρ καὶ ὁ πατὴρ ὡσαύτως δημιουργὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, πλὴν ἀλλὰ πάντα δι’ υἱοῦ γεγενῆσθαι τὸ ἱερὸν συνεχῶς ἐπιμαρτύρεται γράμμα. Ἔδει τοίνυν τὸν πλαστουργόν, διαρρυέντος τοῦ | |
35 | πλάσματος, αὐτό τε εἰς ἑαυτὸν ἀναλαβεῖν καὶ ἀνασῶ‐ σαι δι’ ἀναπλάσεως. Τί δὲ τὰ ἱερὰ λόγια; «Πάντα, φησί, δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν». Καὶ «ἐξ αὐτοῦ, φησί, καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα». Καὶ «δι’ οὗ τοὺς αἰῶνας ἐποίησε». Ναὶ δὴ καὶ | |
40 | ὁ ἐκεῖθεν φυεὶς τῶν πατέρων ἡμῶν χορὸς διὰ τοῦ υἱοῦ τὰ πάντα τὸν πατέρα πράττειν θεοπρεπῶς ἀνε‐ δίδαξεν. | 155 in vol. 3 |
Bibl.222182b | Οὕτω τὴν λύσιν τῆς προκειμένης ἀποδοὺς ἀπο‐ ρίας, ἐφ’ ἑτέραν φυομένην ἐξ αὐτῆς διαβαίνει, καὶ ζητεῖ διὰ τί μιᾶς καὶ τῆς αὐτῆς ἐνεργείας καὶ δόξης καὶ ἰσχύος ἐπὶ τῆς ἁγίας Τριάδος θεωρουμένης τε καὶ ὑμνουμένης | |
5 | συνεχῶς καὶ τὰ λόγια καὶ οἱ πατέρες διὰ μὲν τοῦ υἱοῦ τὸν πατέρα πάντα πεποιηκέναι φασίν, οὐ μὴν τὸν υἱὸν διὰ τοῦ πατρός. Τὴν μὲν οὖν ἀπορίαν οὕτω δρι‐ μέως διαπλέκει, ἡ δὲ λύσις αὐτῷ κοινὰ μὲν εἶναι λέ‐ γει, ὅσα θεοπρεπῆ, πατρός τε καὶ υἱοῦ· ἐπὶ μέντοι τὸν | |
10 | πατέρα ἀνάγεσθαι καὶ ὅσα λέγεται περὶ τοῦ υἱοῦ, εἴπερ καὶ αὐτὸς ὁ υἱός· οὐκοῦν οὐκ ἐξίστησι τῶν ἔργων τὸν πατέρα, ἃ λέγεται πράττειν ὁ υἱός, συνεισάγει δὲ μᾶλ‐ λον καὶ συνανυμνεῖ. Ἔτι δὲ ἐπεὶ δεξιὰ τοῦ πατρὸς ὁ υἱὸς καὶ βραχίων καὶ σοφία καὶ λόγος καὶ δύναμις, ὁ δὲ | |
15 | πατὴρ τούτων οὐδὲν εἶναι λέγεται τοῦ υἱοῦ, εἰκότως διὰ μὲν τοῦ υἱοῦ πάντα ποιεῖν ὁ πατὴρ ῥηθείη ἄν, ἐπεὶ καὶ ἐφ’ ἡμῶν ἡ αὐτὴ θεωρεῖται τάξις, οὐ μὴν ἀνά‐ παλιν ὁ υἱὸς διὰ τοῦ πατρός. Ἐπάγει δὲ καὶ ἑτέραν αἰτίαν, οὐ τῆς νῦν εἰρημένης | |
20 | ἀπορίας, τῆς δὲ πρὸ βραχέος, οὐκ ἐμοὶ δοκοῦσαν τὸ ἀκόλουθον σῴζειν. Λέγει γὰρ ὡς ἐπεὶ πάντα διὰ τοῦ υἱοῦ γεγενῆσθαι λέγεται, εἰ μὴ καὶ ἡ σάρκωσις δι’ αὐτοῦ προῆλ‐ θε, ψεύδους ἂν ὁ λόγος ἔλεγχον ἐδίδου. Οὐ γὰρ ἐπει‐ δὰν λέγῃ διὰ τοῦ υἱοῦ γεγενῆσθαι πάντα, αὐτὸν τὴν | |
25 | ἐκείνων φύσιν ὑποδραμεῖν λέγοι· μὴ γένοιτο· ἀλλ’ ὅτι αὐτοῦ δημιουργήματα γέγονεν. Εἶτα σοφῶς δὲ τήν τε δημιουργίαν καὶ τὴν ἀνά‐ πλασιν δι’ αὐτοῦ φησι προελθεῖν· ἔλεγχον γὰρ εἶναι τοῦτο σαφῆ τῶν ἀπὸ τῆς Μανέντος μανίας. Εἰ γὰρ καὶ | |
30 | δι’ αὐτοῦ ἑκάτερον τῆς ἱερᾶς γραφῆς γεγενῆσθαι βοώ‐ σης ὅμως τὴν τοῦ παντὸς δημιουργίαν εἰς ἀντικείμε‐ νόν τινα τῷ υἱῷ τὸ δυσσεβὲς ἐκεῖνο στῖφος ἀναφέρουσι, πρὸς τίνα ἂν δυσφημίαν οὐκ ἤλασαν, εἰ δι’ ἑτέρου μὲν τὴν πλάσιν δι’ ἑτέρου δὲ τὴν ἀνάπλασιν τὰ ἱερὰ ἡμῖν | 156 in vol. 3 |
35 | ἐχρησμῴδει λόγια; Ἐπὶ δὲ τοῖς εἰρημένοις κεφαλαίοις ποιεῖται ιαʹ, ὡς συνήθως ἡ γραφὴ κατ’ ἐξαίρετον δημιουργὸν καλοῦσα τὸν υἱὸν οἰκονομικῶς αὐτῷ κατὰ τὸ ἀκόλουθον καὶ τὴν κρίσιν καὶ τὴν νομοθεσίαν ἐξαίρει, πολλῷ δὲ μᾶλλον | |
40 | καὶ τὴν (ἐπεὶ συνετρίβη) τοῦ πλάσματος ἀνανέωσιν. Δημιουργοῦ μὲν γὰρ εἰδέναι τὴν φύσιν, εἰδότα δὲ κατὰ λόγον τῶν δεχομένων τοὺς νόμους εἰσφέρειν, νομοθέτου | |
Bibl.222183a | δὲ καὶ τὴν κρίσιν ἔχειν τῶν τε τοὺς νόμους ὑπερι‐ δόντων καὶ ὅσοι κατ’ αὐτοὺς ἐπολιτεύσαντο. Διὸ καὶ «ὁ πατήρ, φησι, κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ», καὶ πάλιν «ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάν‐ | |
5 | τα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ». Ὃς ἀναπλάττων τὸ πλάσμα δι’ ἑαυτοῦ, καὶ πρῶτος τοὺς νόμους ἐκπληρῶν, ὑπογραμμὸν ἡμῖν ἑαυτὸν προτάττει πολιτείας, ἣν οὐ κατορθῶσαι χαλεπὸν πρὸς τὸν ἀρχηγὸν ἀφορῶντας καὶ χειραγωγόν. Ἄριστος δὲ νομοθέτης, ὃς μὴ λόγῳ | |
10 | μόνον τὸ πρακτέον, ἔργοις δὲ μᾶλλον νομοθετεῖ· διὸ καί φησιν· «Ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν». Ἐφεξῆς δὲ ζητεῖ διὰ τί μὴ δι’ ἀνθρώπου ἡ σω‐ τηρία, ἢ διὰ τί μὴ ἄγγελος ἐνηνθρώπησε. Καί φησιν ὡς πεπραγμάτευται μὲν πολλάκις δι’ ἀνθρώπων τῶν | |
15 | ὁμογενῶν ἡ σωτηρία, ὥσπερ διὰ Μωσέως, καὶ διὰ τῶν προφητῶν, ἀλλ’ οὐδὲ ἓν ὁλόκληρον ἔθνος, τῶν Ἰου‐ δαίων λέγω, τοῦ κοινοῦ ἀνερρώσθη νοσήματος. Πῶς δὲ καὶ ἀνθρώπου τὸ ὅλον φύραμα νενοσηκὸς ἐξιάσασθαι, | |
ἢ τὸν ἰσχυρὸν δῆσαι, καὶ τούτου διαρπάσαι τὰ σκεύη; | 157 in vol. 3 | |
20 | Πῶς δὲ καὶ ψιλὸς ἄνθρωπος τὸ ὁμογενὲς ἐξεκάθη‐ ρεν, αὐτὸς μέτοχος ὢν τοῦ ῥυπάσματος; «Οὐδεὶς γὰρ ἀπὸ ῥύπου καθαρός». Οὐδ’ ἀγγέλου δέ τινος ἦν, εἰ τὴν σάρκωσιν ἐπετέτραπτο, τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας θρι‐ αμβεῦσαί τε καὶ παραδειγματίσαι. Πῶς δ’ ἂν δοῦλος | |
25 | ὢν τὰ δεσποτικὰ καὶ βασιλικά, τοῦ νόμου λέγω, προσ‐ τάγματα πρὸς τὴν εὐαγγελικὴν πολιτείαν, δι’ ἧς ἡμῖν ἡ πρὸς οὐρανοὺς ἄνοδος, μετερρύθμιζέ τε καὶ μετέτατ‐ τεν, ὥσπερ ὁ Σωτὴρ «ἐρρέθη, λέγων, τῷ νόμῳ τάδε, ἐγὼ δὲ λέγω ὑμῖν τάδε». Πῶς δ’ ἂν ὁμοδούλου κελεύ‐ | |
30 | οντος τὰ δαιμόνια καὶ ὁ τούτων ἄρχων εἰς τὸ σκότος ἀπεπέμπετο, ὅπου γε ὁ ἀρχάγγελος Μιχαήλ, περὶ ἑνὸς σώματος τοῦ Μωσέως, καὶ ταῦτα δικαίου, τῷ διαβό‐ λῳ διαφερόμενος, οὐκ ἐτόλμησε παρ’ ἑαυτοῦ βλάσφη‐ μον ἐξενεγκεῖν κατ’ αὐτοῦ κρίσιν; Πρὸς υἱοθεσίαν δὲ | |
35 | ποῦ ἂν αὐτὸς ἡμᾶς δοῦλος ὢν ἀνήγαγεν; ἢ πῶς ἂν σύνεδρον τῷ πατρικῷ θρόνῳ τὸ ἡμέτερον, ὡς νῦν διὰ τοῦ υἱοῦ, ἐγνωρίζετο φύραμα; Ταῦτα διελθὼν αἰτιολογεῖται ὡς ὁ Ἰορδάνης καὶ ἡ Ἐρυθρὰ θάλασσα Μωσεῖ μὲν καὶ Ἠλίᾳ καὶ Ἐλισ‐ | |
40 | σαίῳ διαβαίνουσι σχίζονται, καὶ τότε τὸ ἐν αὐτοῖς πρόσ‐ ταγμα τοῦ δεσπότου δυσωπούμενα· ἔργον δὲ φύσεως τὸ βάρους ἐμπεσόντος τῷ ὕδατι διασχίζεσθαί τε καὶ διίστασθαι, | |
Bibl.222183b | ὥστε τὸ ὑπερφυὲς δι’ αὐτῶν οὐ βελτιουμένης ἐτε‐ λειοῦτο τῆς φύσεως· δεσποτικῷ δὲ ποδὶ ἐπιβαίνοντι, οὐκέτι μὲν ἡ θάλασσα τῇ φύσει δουλεύουσα σχίζεται, ὑπερφυῶς δὲ συντηροῦσα τὴν συνέχειαν ὑπηρετεῖται τῷ δεσπότῃ, | |
5 | πρὸς τὸ κρεῖττον ἑαυτῆς διακρατουμένη· διὸ καὶ τὸ κατὰ φύσιν ἀγνοοῦσα πάθος τὴν φύσιν μὲν οὐκ ἀρνεῖται, τῷ δ’ ὑπερφυεῖ τῆς συνεχείας τὴν δεσποτικὴν σαλ‐ πίζει πορείαν. Συμβάλοι δ’ ἄν τίς, φησιν, οὐκ ἀπει‐ | |
κότως τὸ μὲν ἄτμητον τῆς δεσποτικῆς κατὰ τοῦ ὑγροῦ | 158 in vol. 3 | |
10 | πεζοπορίας τὸ τῆς θεότητος ἀδιαίρετον, τὸ δὲ διαι‐ ρεθέν, ὡς ἐπὶ Μωσέως καὶ τῶν ἄλλων, τὴν ἀνθρω‐ πίνην παχύτητα καὶ ὅτι ἡμῶν ἐκ δύο ἡ σύνθεσις, ὕλης τε καὶ εἴδους, ἐξ ὧν καὶ τὰ ἄλλα σώματα. Ταῦτα εἰπὼν ἐπὶ τὸ ιγʹ κεφάλαιον μέτεισιν, ἐν ᾧ | |
15 | ζητεῖ διὰ τί μὴ γυμνῇ τῇ θεότητι ὁ λόγος τὸ ἀνθρώ‐ πινον ἔσωσε. Καὶ πρῶτον μέν φησιν ὡς εἰ καὶ τοῦτο διήνυστο, οὐδὲν ἂν ἐκώλυσε τοὺς ματαιολόγους καὶ πάντα τολμῶντας, εἴπερ ἐκ παντὸς τὸ θεῖον οἱ παραπλῆγες λογοθετεῖν ἐφρυάττοντο, πάλιν ἄλλον τρόπον ἐπιζη‐ | |
20 | τεῖν σωτηρίας, τὸ γεγενημένον οὐ στέργοντας, καὶ πάλιν ἄλλου δοθέντος, τὸ μὲν μωμεῖσθαι, ζητεῖν δὲ ὅπερ μὴ δέδοται. Ἔπειτα, τίνα λείπει μανίας ὑπερβολήν, ἑαυτοὺς νομίζειν τὸ συμφέρον εἰδέναι μᾶλλον τοῦ πάντα ἐν σο‐ φίᾳ καὶ προαγαγόντος καὶ συνέχοντος; | |
25 | Ἐπιλύεται δὲ καὶ πῶς μὲν αἵ τε κοιναὶ ἔννοιαι καὶ τὸ θεῖον γράμμα παντοδύναμον ὑμνοῦσι τὸν Θεόν. Ὁ δὲ θεσπέσιος Παῦλός φησιν ὅτι ὁ Θεὸς «ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται» ἀλλὰ καὶ ἄλλα εἶναι μυρία, ἃ μὴ δύνασθαι λέγειν πρέπον ἐστὶ τὸν Θεόν, ὡς τὸ μὴ δύνασθαι τῆς ἀγα‐ | |
30 | θότητος ἐκπεσεῖν μηδὲ τροπὴν ὑποστῆναι, καὶ ὅσα παρα‐ πλήσια. Ἀλλ’ ἀπορεῖ μὲν οὕτως, ἐπιλύεται δέ, ὡς ἅ φαμεν μὴ δύνασθαι τὸ θεῖον, ταῦτα τῶν μήτε ὄντων ἐστὶ μήτε δυνατῶν ὅλως ὑφεστάναι. Ποῦ γὰρ ὑφέστηκε τὸ ἀρνήσασθαι τὸν Θεὸν ἑαυτόν, ἢ ἡ τροπή, ἢ τῆς ἀγα‐ | |
35 | θότητος ἔκπτωσις, ἢ τὴν ἀλήθειαν ψεῦδος γενέσθαι; Παντοδύναμος δὲ ὑμνεῖται καὶ λέγεται ὡς τά τε πρέποντα αὐτῷ καὶ σωτήρια τῶν δημιουργημάτων πάντα δυνά‐ μενος, ὅτε βούλεται. Ἄλλως τε δὲ καὶ τὸ λέγειν μὴ δύνασθαι ἃ μὴ πρέπον αὐτῷ δυνάμεώς ἐστιν ὡς ἀληθῶς. Εἰ γὰρ | |
40 | ἐκεῖνα πάντα στέρησις καὶ ἀσθένεια, τὸ τούτων ἁπάντων ἀπείρῳ μέτρῳ ὑπεριδρῦσθαι πῶς οὐ τῆς ἀκροτάτης καὶ πανσθενεστάτης δυνάμεως; | 159 in vol. 3 |
Bibl.222184a | Τάχα δ’ ἄν τις οὐκ ἔξω τῆς ὀρθότητος προσθείη τοῖς εἰρημένοις, ὡς ὁ λόγος οὗτος οὐχὶ κατὰ τοῦ θείου μόνον τὸ παντοδύναμον περιτρέπειν πειρᾶται, ἀλλὰ καὶ ἁπλῶς πάντων τῶν ὄντων τὴν φύσιν συγχεῖν τε καὶ | |
5 | μετασκευάζειν βιάζεται. Εἰ γὰρ ἡ δικαιοσύνη οὐ δύναται ἅπερ ἡ ἀδικία (οὐ γὰρ ἂν ἀδικήσειεν ἡ δικαιοσύνη), ἐπι‐ κρατεστέρα ἄρα τῇ δυνάμει τῆς ἀρετῆς ἡ κακία· καὶ εἰ ὁ ἄνθρωπος οὐ δύναται λίθος εἶναι, μᾶλλον ἂν εἴη δυ‐ νατὸς ὁ λίθος ἢ τὸ λογικὸν ζῷον. Καίτοι γε ταῦτα | |
10 | πάλιν ἀναστρέψασιν οὐδὲν ἧττον ὀφθείη, ἃ πρὸς τὴν δύναμιν ἐνομίσθη ἀμείνω, ἀσθενέστερα πάλιν ὧν ἐκρά‐ τουν τῇ δυνάμει. Καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἁπάντων· οὕτω παίγνιόν ἐστιν ὁ τοιοῦτος λόγος καὶ σοφιστικῆς ἄθυρμα λέσχης. | |
14 | Ἐπιρραπισθείη δ’ ἂν τῶν τοιούτων τὸ | |
15 | κακοῦργον ἢ ἡ ἄγνοια, ὡς οὐκ ἴσασιν ἢ οὐ βούλονται διτ‐ τὸν εἶναι τὸ τῆς δυνάμεως ὄνομα. Τὸ μὲν γὰρ σημαί‐ νειν τὴν κυρίως δύναμιν, καθ’ ὃ καὶ τὸ θεῖον λέγεται παντοδύναμον καὶ ἕκαστον τῶν ὄντων κατὰ τὴν ἔμφυτον καὶ οἰκείαν δύναμιν τὰ κατὰ φύσιν πράττειν, τὸ δὲ | |
20 | τὸ πρέπον καὶ καθῆκον ὑποσημαίνειν. Ὅταν οὖν φαμεν μὴ δύνασθαι τὸ θεῖον ἀρνήσασθαι ἑαυτόν, μὴ πρέπειν φαμὲν μηδὲ καθῆκον εἶναι Θεῷ ἔξαρνον τῆς ἰδίας οὐσίας γενέσθαι. Ὡσαύτως καὶ ὅταν μὴ δύνασθαι τροπὴν ὑφεστάναι ἢ τῆς ἀγαθότητος ἐκστῆναι, τὸ μὴ πρέπειν αὐτῷ μηδὲ | |
25 | καθῆκον εἶναι τὰ τῆς τροπῆς ἢ τῆς ἀλλοιώσεως προσ‐ άπτειν, ὅπερ οὐ μόνον οὐδαμῶς οὐδεμιᾶς ἀδυναμίας ἔμ‐ φασιν ἔχει, ἀλλὰ καὶ παντοδυνάμου δυνάμεως ἀπαρά‐ γραπτος μαρτυρία. Καὶ ἐπὶ τῶν ἄλλων δὲ ὡσαύτως. | |
Ἀλλὰ ταῦτα μὲν ὡς ἐν παρενθήκης μέρει. | 160 in vol. 3 | |
30 | Ὁ δὲ σπουδαῖος οὗτος συγγραφεὺς τοῦ παρόντος βι‐ βλίου κεφάλαιον ποιεῖται ιδʹ, ὃ μείζονος εἶναι καὶ τιμῆς καὶ σοφίας κατασκευάζει τῆς πλάσεως τὴν ἀνάπλασιν, τά τε ἄλλα καὶ ὅτι ἡ μὲν πλάσις λόγῳ προήχθη, αὐ‐ τουργίᾳ δὲ τοῦ δημιουργοῦ ἡ ἀνάπλασις. Καὶ Παῦλον δέ | |
35 | φησι λέγειν, ἐξαίροντα τὸ τῆς σοφίας μέγεθος «ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ». Καὶ τὸ τῆς ἀγάπης δὲ τοῦ Θεοῦ πρὸς ἡμᾶς ἀνυπέρβλητον ἐνδεικνύ‐ | |
40 | μενον οὐχ ὅτι κατ’ ἀρχὰς τὸν ἄνθρωπον ἔπλασε φάναι, οὐδ’ ὅτι κατὰ τὴν αὐτοῦ εἰκόνα ἐπλαστούργησεν, οὐδ’ ὅτι ἄλλο τι τῶν μεγάλων καὶ θαυμαστῶν ἔργων ὑπέστησεν. | |
Bibl.222184b | Ἀλλὰ τί; τὴν ἔνσαρκον παρουσίαν τοῦ υἱοῦ αὐ‐ τοῦ δι’ οὗ ἡμῖν ἡ ἀνάπλασις· «Οὕτω γάρ, φησιν, ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδω‐ κεν» ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Τίνος γὰρ οὐκ ἂν ἀγάπης | |
5 | εἴη, οὐ λέγω τὸ δοῦναι τὸν μονογενῆ ὑπὲρ ἡμῶν εἰς θάνατον, ἀλλὰ καὶ αὐτό γε τοῦτο, τὸ εὐδοκῆσαι τὸν υἱόν, δεσπό‐ την ἁπάντων ὄντα, μορφὴν ἀναλαβεῖν δούλου, ὅτι μηδ’ ἦν γυμνῇ τῇ θεότητι οὔτε εἰς ὅρασιν ἀνθρώπου ἐλθεῖν, οὔτε διὰ τῶν σωματικῶν ἔργων τε καὶ πράξεων τὴν ὑπ’ | |
10 | αὐτοῦ κηρυττομένην πολιτείαν, δι’ ἧς ἡμῖν ἡ σωτηρία, ὑποδειχθῆναι, καὶ πρὸς μάθησιν ἡμᾶς καταστῆναι σύν‐ τροφον. Καί γέ φησι τοῦτο εἶναι τὸ καταλείψαντα τὰ ϟθʹ πρόβατα ἐφ’ ἓν ἐλθεῖν τὸ πλανώμενον, ὃ καὶ ἐπὶ τῶν ὤμων ἦρε. Καὶ γὰρ οὐ κατὰ τὴν κοινὴν καὶ συνήθη | |
15 | τῶν ὅλων δημιουργίαν λόγῳ καὶ τὴν ὑμετέραν φύσιν ἀνέπλασεν· ἀλλ’ ὅπερ ἐπ’ οὐδενὸς τῶν ἄλλων ἠνέσχετο, | |
οὐκ ἐπ’ ἀγγέλων, οὐκ ἐπ’ ἄλλης τινὸς φύσεως, τοῦτο ἐπὶ τῇ τῶν ἀνθρώπων ὑπέστη σωτηρίᾳ, ἀντὶ δεσπότου δοῦλος χρηματίσας· εἰκότως οὖν καὶ καταλιπεῖν, ὡς ἔφην, τὰ | 161 in vol. 3 | |
20 | ϟθʹ πρόβατα λέγεσθαι, τὴν εἰς ἄλλο παραδοξότερον καὶ θαυμασιώτερον τῆς δημιουργίας ἀναχώρησίν τε καὶ με‐ τάστασιν καὶ τὴν τῆς συνηθείας καινοτομίαν τῆς παρα‐ βολῆς αἰνιγματιζούσης, καὶ ὡς οὐ καθ’ ὃν τρόπον τὸ πᾶν ἐξ ἀρχῆς συνεστήσατο, ἀλλὰ καινοπρεπῆ τε καὶ ὑπὲρ | |
25 | πάντα λόγον τὸν ἡμέτερον ἀνακαινισμὸν ἐξειργάσατο. Εἶτά φησιν εὐλόγως τε καὶ ἀναγκαίως τὴν διὰ σαρ‐ κὸς σωτηρίαν τὸν λόγον ἡμῖν πραγματεύσασθαι. Πάσης γὰρ ἄλλης μεθόδου προκαταβληθείσης (καὶ γὰρ καὶ προ‐ φῆται καὶ δημαγωγοὶ καὶ ὑπερφυῆ τέρατα εὐεργεσίαι τε | |
30 | καὶ ἀπειλαὶ καὶ τιμωρίαι τοῦτο μὲν ἐπὶ μέρους, τοῦτο δὲ καὶ παγκόσμιοι) ἐπεὶ τὸ ἀνθρώπινον τὴν πρὸς τὰ κρείττω μεταβολὴν οὐκ ἠσπάσατο, τὸ δὲ νόσημα πρὸς τὸ ἀνίατον μᾶλλον ἐχώρει, κατὰ τὸ ἀναγκαῖον καὶ ἀκό‐ λουθον, μᾶλλον δὲ ἀρρήτῳ φιλανθρωπίας πλούτῳ, ἑαυ‐ | |
35 | τὸν ὁ λόγος, σάρκα προσλαβών, καθηγητὴν καὶ διδάσκα‐ λον καὶ ἀνακαινιστήν, εὐδοκίᾳ πατρὸς καὶ συνεργίᾳ τοῦ ἁγίου πνεύματος, εἰσηγήσατο. Ὃ καὶ αἴτιον τοῖς φιλοθεά‐ μοσιν ὁρᾶται τοῦ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, καὶ μὴ ἐξ ἀρ‐ χῆς, εἰς σάρκα τὸν λόγον κενωθῆναι, ἀλλὰ πάσης σπουδῆς | |
40 | καὶ προνοίας ἡγησαμένης, εἶτα ταύτην οὐ προσδεχο‐ μένων τῶν προνοουμένων, οὕτω λοιπὸν καιροῖς ἐσχάτοις δι’ αὑτοῦ τὴν ἡμῶν οὐσίαν ἀνασώσασθαι. | |
Bibl.222185a | Τούτοις ἀπορίαν συνάπτει ὡς ἐξ ἀνθυποφορᾶς προτεινομένην. Ἀλλ’ ἔδει, φασί, τὸν ἄνθρωπον ἀπ’ ἀρχῆς καλόν τε καὶ ἀγαθὸν ὑφεστάναι, ἵνα μήτε πράγματα τοσαῦτα παρεῖχε, ῥέων τε συνεχῶς πρὸς τὰ χείρω καὶ | |
5 | διὰ τοῦτο πολυτρόπου τε καὶ ποικίλης οἰκονομίας εἰς τὸ ἀνασωθῆναι δεόμενος, μήτε τὸ ἅπαξ κατ’ εἰκόνα Θεοῦ δημιουργηθὲν ἐνυβρίζοιτο. | 162 in vol. 3 |
7 | Ἀλλ’ ἡ μὲν ἀντίθεσις τοιαύτη· ἀκούσεσθαι δὲ ἄρα φησὶ τοὺς τοιούτους παρὰ τῆς ἀληθείας ὡς «αἰτεῖτε καὶ οὐ λαμβάνετε διότι κακῶς | |
10 | αἰτεῖσθε». Ἀλλὰ καὶ ἕτερον αὐτοῖς ἄτοπον ἕπεσθαι, τὸ μὴ τὴν πρόνοιαν καὶ τὴν κρίσιν τὴν θείαν στέργειν, αὐτοὺς δ’ ἀπαιτεῖν τὸν πλάστην ταῖς ἐκείνων βουλαῖς τε καὶ γνώμαις τυποῦσθαί τε καὶ μεθαρμόζεσθαι, καὶ κατὰ τὰς ἐκείνων ψήφους, κἂν εἰς αὐγὰς οὔπω ἥκασιν ἡλίου, | |
15 | τὴν δημιουργίαν κατευθύνεσθαι. | |
15 | Ἔτι δὲ ἅμα τε οἱ αὐτοὶ καλὸν καὶ φαυλὸν δεῖν εἶναι τὸν ἄνθρωπον ἀποφαί‐ νουσι. Τὸ γὰρ καλὸν μὲν εἶναι ζητεῖν, ἀνάγκῃ δὲ τὸ τοιοῦτον εἶναι προσαπαιτεῖν, τό τε αὐτεξούσιόν ἐστιν ἀφελεῖν, καὶ μηδὲν ὧν πράττουσιν ἄνθρωποι μήτε γέρας | |
20 | εἶναι μήτε ἀντίδοσιν· τὸ γὰρ ἀκούσιον οὔτε ἔμμισθον οὔτε ὑπεύθυνον. Ἀλλὰ ναί φησι, τί γὰρ ἐκώλυε καθάπερ τοὺς ἀγγέλους, οὕτω καὶ τοὺς ἀνθρώπους ἐκτῖσθαι; καὶ μὴν κἀπὶ τῶν ἀγγέλων ἡ γνώμη κρατεῖ, καὶ οὐδὲν κατ’ ἀνάγκην αὐτοῖς πράττεται καὶ μάρτυς ὁ ἐκπεσὼν Ἑωσφόρος, | |
25 | καὶ ὅσον αὐτῷ συναπέστη φῦλον δαιμόνιον. Πῶς δὲ καὶ ἄμεινον κατ’ ἀγγέλους προαχθῆναι, ὅπου τὸ μὲν ἁμαρ‐ τάνειν ἐν αὐτοῖς ἀμετανόητον καὶ διὰ τοῦτο πάσης συγ‐ γνώμης ἀλλότριον, τὸ δὲ ἡμέτερον γένος καὶ πίπτοντες διὰ μετανοίας πάλιν ἀνίστανται; | |
29 | Ἔστι μέντοι γε μετὰ τὴν | |
30 | δεσποτικὴν ἐπιδημίαν καὶ ἐν ἀνθρώποις ἔργα μείζω καθορᾶν ἢ ὅσα πράττουσιν ἄγγελοι. «Ἴδε γὰρ ἐγὼ Παῦ‐ λος λέγω ὑμῖν, ὡς εἰ καὶ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγε‐ | |
λίζεται ὑμῖν παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω». Καὶ πάλιν «ὁ μὲν ἀρχάγγελος Μιχαὴλ οὐκ ἐτόλμησεν ἐξενεγκεῖν | 163 in vol. 3 | |
35 | βλάσφημον κρίσιν κατὰ τοῦ διαβόλου», ἡμεῖς δὲ τὴν ἐξου‐ σίαν ἐλάβομεν «πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ»· καὶ ἀγγέλων μὲν οὐδεὶς οὐδένα, οὔτε αὐτὸς ἑαυτόν, Θεὸν ἢ Θεοῦ υἱὸν εἰπεῖν ἂν τολμήσειε· τὸ δὲ ἡμέτερον γένος καὶ θεοὶ καὶ υἱοὶ | |
40 | ὑψίστου κεκλήμεθα. Καὶ ὁ μὲν ἐν ἐκείνοις Ἑωσφόρος ὀνο‐ | |
Bibl.222185b | μαζόμενος, εἰπὼν ὅμοιος ἔσεσθαι τῷ ὑψίστῳ καὶ τὸν θρόνον ὑπεράνω θεῖναι τῶν οὐρανῶν, καὶ ὧν εἶχε κα‐ λῶν ἐκπεσὼν τὸν αἰῶνα γελᾶται καὶ κατακρίνεται· ἡμᾶς δὲ ὁμοίους εἶναι τοῦ πατρὸς καὶ συνθρόνους γίνεσθαι τοῦ υἱοῦ | |
5 | αὐτοῦ ἡ τῆς ἀληθείας ψῆφος τὴν ἄδειαν ἔδωκε. Καὶ τὸ μεῖζον «συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπου‐ ρανίοις ἐν Χριστῷ Ἰησοῦ». Καὶ «Εἰ ὑπομένομεν καὶ συμ‐ βασιλεύσομεν» καὶ «οἴδαμεν» πάλιν ἄλλος τῶν μα‐ θητῶν διαμαρτύρεται «ὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ | |
10 | ἐσόμεθα». Ὥστε τοῖς βουλομένοις ἔχειν καὶ τὴν ἀγγέλων τιμὴν ἤδη κεχάρισται. Ἀλλ’ ἁμαρτάνομέν φησιν εὐχερέστερον· ἀλλ’ ὅσον συνεχῶς, τοσοῦτον θᾶττον, ἂν ἄρα θέλωμεν, ἀνιστά‐ μεθα· μυρίας γὰρ ὁδοὺς τῆς μεταμελείας καὶ τῆς σω‐ | |
15 | τηρίας ἡμῶν ὁ ὑπέρσοφος κηδεμὼν ἐχαρίσατο. Ἀλλ’ ἐραστὴς σὺ τῆς πρὸς ἀγγέλους συγγενείας, καὶ μὴν ἠξίω‐ σαι μείζονος· τοῦ γὰρ δεσπότου συγγενεῖς κατὰ σάρκα γεγόναμεν. | |
18 | Ἔτι δὲ τὸ μὲν παρ’ ἐκείνων ἁμάρτημα, κἂν ἔλαττόν ἐστι τῶν παρ’ ἡμῖν, κολάσει καθυποβάλλεται | |
20 | μείζονι «δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται» ὁ δὲ ἐκείνοις ἐπάγει τὴν βαρυτάτην κόλασιν, οὐχ ὁμοίαν ἡμῖν ἐπὶ τοῖς ὁμοίοις τῆς ποινῆς ἐπάγει τὴν βαρύ‐ | |
τητα. Ἀλλὰ καὶ ἡμῖν μὲν θᾶττον ἀπαλείφεται, ἐκείνοις δὲ ἅπαξ ἐντακὲν διαμένει ἀνεξάλειπτον· καὶ ἡμῖν μὲν | 164 in vol. 3 | |
25 | ἡ πρὸς τὸ σῶμα συνάφεια συγγνώμης αἰτίαν χαρίζεται, τοῖς δὲ ὅσῳ κρείττους δοκοῦσι τοῦ σώματος, ἐπὶ τοσοῦτον ἀπαραίτητος ἡ τιμωρία περιίσταται. Διὸ καὶ τὸ ἐκλογῆς σκεῦος ἔλεγεν «ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά», καὶ «οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι», οἳ σαρκὸς πα‐ | |
30 | χύτητι συνδεθέντες καὶ κατορθοῦντες τὰ κρείττονα, τοὺς ἐλευθέρους μὲν τῆς σωματικῆς πέδης, μὴ τὰ ἴσα δὲ ἢ καὶ τὰ χείρω πράττοντας κατακρίνομέν τε καὶ ἐπιστο‐ μίζομεν, ἐλάττονι δυνάμει τῶν ἐχόντων τὴν μείζω μᾶλ‐ λον τὸ ἄμεινον κατορθώσαντες. | |
34 | Ἀλλὰ καὶ ἡμῖν μὲν | |
35 | ὅλος ὁ βίος ἁμαρτάνουσιν εἰς διόρθωσίν τε καὶ μετα‐ μέλειαν πρόκειται, ἀγγέλων δὲ τοὺς ἐξαμαρτόντας εὐθὺς ἡ τιμωρὸς ἔλαβε δίκη· «Ζόφῳ» γάρ φησι «ταρταρώ‐ σας παρέδωκεν εἰς κρίσιν φυλαττομένους τηρεῖν». Καὶ μυρίοις ἄλλοις ἥ τε πάνσοφος τοῦ Θεοῦ περὶ ἡμᾶς γνω‐ | |
40 | ρίζεται πρόνοια καὶ τῶν ἀγγέλους μᾶλλον βουλομένων | |
Bibl.222186a | ἡμᾶς ἤπερ ἀνθρώπους γεγενῆσθαι, τὸ παράφορον καὶ ἐμμανὲς στηλιτεύεται. Εἰ δὲ κατὰ τὴν ἀγγέλων φύσιν τὸν ἄνθρωπον ἔπλασεν, οὐδ’ οὕτως ἂν ἐπεσχέθη τὸ φι‐ λόμωμον, ἀλλὰ φύσιν πάλιν ἄλλην ἐπεζήτει τὴν ἀγ‐ | |
5 | γελικὴν νικῶσαν κατάστασιν. | |
5 | Σὺ δέ μοι κἀκεῖνο σκόπει· κατ’ εἰκόνα Θεοῦ πλασθεὶς ὁ Ἀδὰμ εἰ μὲν εἶχε τὸ ἰσάγ‐ γελον, οὐδὲ τῆς ἀγγέλων δόξης ἐστερήμεθα· εἰ δὲ βραχύ τι παρ’ ἀγγέλους γεγονὼς ὅμως ὑπερήρθη τὸν νοῦν καὶ οὐδ’ ὅπερ ἔλαβε διεσώσατο, πῶς ἂν εἰ μειζόνων προ‐ | |
10 | νομίων ἔτυχεν, οὐχὶ μᾶλλον πρὸς τὸ χαλεπώτερον τῶν πτωμάτων κατενήνεκτο; Μηδ’ ἐκεῖνο δὲ παρέλθῃς· ἡ ἐξ ἀνάγκης πρᾶξις οὐ τῶν λογικῶν ἐστι, τῆς δ’ ἀλόγου τε καὶ ἀψύχου φύσεως· ὥστε ὁ τὸ αὐτεξούσιον λόγος ἀφαιρῶν ἀνθρώπους ἀνταλλάττεται τοῦ λογικοῦ ζῴου τὸν | 165 in vol. 3 |
15 | ἵππον ἢ τὸν βοῦν ἢ τοὺς ἰχθῦς, ἢ ὅσα φυτῶν ἀνιχνεύει φύσιν. Εἰ δ’ ὅτι τοιαῦτα οὗτος διανοεῖται, τοιοῦτον αὑτῷ τὸ τίμημα ὁρίζει, οὐκ ἄδικος μὲν εἰς κρίσιν (εὗρε γὰρ ἀξίαν τῷ πλημμελήματι τὴν ποινήν), αὐτὸς δὲ δι’ ἑαυτοῦ τὸ βδελυκτὸν τοῦ δοξάσματος ἐλέγχει. Τοιαῦτά | |
20 | τινα διεξελθὼν ὁ τῶν προκειμένων ὑποθέσεων ὑφη‐ γητὴς εἰς ἔπαινον τοῦ αὐτεξουσίου τὸ ιεʹ κεφάλαιον δια‐ περαίνει. Τὸ δὲ ιϛʹ τῶν κεφαλαίων, οὐ τῶν ἀγεννῶν ἐστι ζη‐ τημάτων· πολυπραγμονεῖ γὰρ διὰ τί ὁ ἄνθρωπος ἐκ δύο | |
25 | πολὺ τῇ φύσει διεστώτων συνέστη· καὶ λύσει μὲν ὑπά‐ γειν τὸ ζήτημα πειρᾶται, ἐνδεέστερον δὲ τῆς ἀπορίας φέρεται. Καὶ πρῶτον μὲν πατρικὰ ὑποβάλλεται ῥήματα· δεύτερον δέ φησιν ὡς ἔδει τῷ λόγῳ διακοσμεῖσθαι τὸ περίγειον, ὥσπερ ταῖς οὐρανίοις δυνάμεσι τὰ οὐράνια, | |
30 | καὶ διὰ τοῦτο σύνθετον ζῷον ἐπὶ γῆς προῆλθεν ὁ ἄν‐ θρωπος. Ταῦτα δὴ καὶ ἕτερα τοιαῦτα συνυφηνάμενος ἀπαρτίζει τὸ κεφάλαιον. Εἶτα ζητεῖ διὰ τί σαρκοῦται ὁ Θεὸς λόγος καὶ ἐπι‐ λύεται τὸ ζήτημα καθ’ ἓν μέν, ἵνα, φησίν, ἡμῖν ὑπο‐ | |
35 | γραμμὸν ἀρετῆς καταλίπῃ, δι’ οὗ τοῖς ἴχνεσιν αὐτοῦ περιγίνεται ἡμῖν οὐκ ἐξ ἀνάγκης ἀλλ’ ἑκουσίως καὶ κατὰ μίμησιν περιπατῆσαι· ἔπειτα δὲ τὸ τοῦ θεολόγου Γρη‐ γορίου τίθησι ῥητόν· «σάρκα γὰρ φορεῖ, φησι, διὰ τὴν ἐμὴν σάρκα, καὶ ψυχῇ νοερᾷ διὰ τὴν ἐμὴν ψυχὴν | |
40 | μίγνυται, τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνακαθαίρων». Καὶ ἔτι, | |
ἵνα τὸ λογικὸν ὑπὸ τοῦ ἀλόγου καταδουλωθὲν αὐτὸς λό‐ γος ὢν ἐλευθερώσῃ ἀνακαλεσάμενος. Ἐπὶ τούτοις δὲ | 166 in vol. 3 | |
Bibl.222186b | καὶ ἐπεὶ ὁ Ἀδὰμ νικηθεὶς τὸ ἐν αὐτῷ θεοειδὲς τοῖς τῆς σαρκὸς μυρίοις κατέχωσε πάθεσι καὶ τοῖς ἐξ αὐτοῦ βλάβην διέδωκε, διὰ τοῦτο σαρκοῦται ὁ Κύριος, καὶ τῷ πελάγει τῆς ἰδίας θεότητος τὴν τῆς ἡμετέρας φύσεως | |
5 | ὑποδέχεται σταγόνα, ὡς ἂν τὸ θνητὸν ὑπὸ τῆς ζωῆς καταποθῇ καὶ εἰς τὸ γένος ὅλον παραπέμψῃ τὸ δῶ‐ ρον, καὶ ἵνα τὸ ἄφατον πέλαγος τῆς αὐτοῦ πρὸς ἡμᾶς φιλανθρωπίας ἐνδείξηται. Καὶ ὅτι τὸν δημιουργὸν αὐτὸν ἔδει καὶ τοῦ οἰκείου πλάσματος διαρρυέντος γενέσθαι ἀνα‐ | |
10 | καινιστήν. | |
10 | Ἐπάγει δὲ ὡς καί τινα τῶν ἐπὶ τῆς τριάδος κοινῶς λεγομένων πολλάκις τὸ ἱερὸν γράμμα ὡς κατ’ ἐξαίρετον φέρουσιν ἐφ’ ἑνὸς τῶν σεβασμίων ὑποστά‐ σεων. Ταύτῃ τοι τὸ δημιουργικὸν καὶ ἐπὶ πατρὸς καὶ πνεύματος ἁγίου ὁμοτίμως ταττόμενον, ὅμως οἰκονο‐ | |
15 | μικῶς τῷ υἱῷ πάλιν ὡς ἐξαίρετον ἀφορίζεται. Οὕτω καὶ τὴν σωτηρίαν ἡμῶν, ἣν ὁ λόγος εἰργάσατο, ἔστιν εὑ‐ ρεῖν ἀναφερομένην εἰς τὸν πατέρα. «Ἐλάλησε» γὰρ «ἡμῖν», φησιν, «ἐν υἱῷ», καὶ «ἵνα γνωρισθῇ νῦν ἡ πολυ‐ ποίκιλος τοῦ Θεοῦ σοφία, ἣν ἐποίησεν ἐν τῷ Χριστῷ» | |
20 | καὶ «αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς», ποίημα καὶ κτίσμα δηλονότι τὴν ἀνάπλασιν τῆς ἀποστολικῆς φωνῆς καλούσης. Καὶ πάλιν «γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ ἀνακεφαλαιώ‐ | |
25 | σασθαι τὰ πάντα ἐν τῷ Χριστῷ», καὶ μυρία ἄλλα. | |
25 | Εἰ γὰρ καὶ δι’ υἱοῦ τὰ πάντα γενέσθαι πιστεύομεν, ἀλλ’ οὖν ἀνάγκη καὶ τὸν πατέρα δημιουργὸν ὁμολογεῖν διὰ τὸ ταὐτὸν τῆς τε βουλῆς καὶ ἐνεργείας καὶ δυνάμεως, ὡσαύ‐ | |
τως δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ μάλιστά γε τὸ | 167 in vol. 3 | |
30 | ἀπολαύειν τοὺς ἀναπλασθέντας τοῦ ἁγιασμοῦ, καὶ δια‐ μένειν ἐν τῇ ἀναπλάσει, τῆς τοῦ παναγίου πνεύματός ἐστι δημιουργίας τε καὶ συνοχῆς. | |
32 | «Καὶ τῷ πνεύματι δὲ τῶν παραχθέντων», φησὶν ὁ Δαβίδ, «πᾶσα ἡ δύναμις αὐτῶν». Καὶ δῆλον ὡς δι’ ὧν μὲν ὁ προφήτης λέγει· | |
35 | «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν» ποιητὴν τὸν λόγον ὑμνεῖ (στερέωσιν γὰρ τὴν πρώτην πῆξιν καὶ γέ‐ νεσιν καλεῖ), τελειωτικὸν δὲ καὶ δυναμοποιὸν τὸ πνεῦ‐ μα δι’ ὧν ἐπήγαγε «καὶ τῷ πνεύματι τοῦ στόματος αὐ‐ τοῦ πᾶσα ἡ δύναμις αὐτῶν». Καὶ ἡ γρήγορος δὲ καὶ | |
40 | θεία γλῶσσά φησι «πρῶτον ἐννοεῖ τὰς ἀγγελικὰς δυ‐ νάμεις, καὶ τὸ ἐννόημα ἔργον ἦν λόγῳ συμπληρού‐ μενον καὶ πνεύματι τελειούμενον» καὶ μυρία ἄλλα. | |
Bibl.222187a | Ὠφελίμως δὲ καὶ παιδαγωγίας καὶ εἰσαγωγῆς οἰκείως τὸ τῆς θεογνωσίας προελήλυθε κήρυγμα. Καὶ γὰρ διὰ μὲν τῆς παλαιᾶς ὡς προκαταρκτικὸν τῶν ὅλων αἴτιον ὁ πατὴρ πρώτως κηρύττεται, καὶ δευτέρως δὲ ὁ υἱὸς | |
5 | ὡς δημιουργικὸν αἴτιον ἐμφανίζεται, καὶ τρίτως ὡς τελειωτικὸν τὸ πνεῦμα τὸ ἅγιον. Τὰ τελειωτικὰ γὰρ τῷ τέλει φερωνύμως ἀναφαίνεται τῇ προκοπῇ καὶ αὐξή‐ σει τῶν τε πραγμάτων καὶ τῶν χρόνων, οἷα στέφανος ἀναρρήσεως ἐπὶ τοῖς ἀθλητικοῖς ἱδρῶσι κατὰ τὸ τέ‐ | |
10 | λος ἐναρμοζόμενος. Διὸ καὶ τὸν ἄνθρωπον πλάσας ὁ Θεὸς πρῶτον, εἶτα τελειῶν ἐνεφύσησεν εἰς τὸ πρό‐ σωπον αὐτοῦ πνεῦμα ζωῆς. | |
12 | Ταῦτα καὶ τοιαῦτα ἕτερα περὶ τοῦ ὅτι τὸ πανάγιον πνεῦμα τελειωτικόν ἐστι διη‐ γωνισμένος ὁ φιλόπονος οὗτος ἀνήρ, διὰ τοῦτό φη‐ | |
15 | σιν οἱ φωτιζόμενοι ἑπτὰ ἡμέρας λαμπροφοροῦσι διότι καὶ ἡ παλαιά, σκιᾶς ἐπέχουσα πρὸς τὸ βάπτισμα τύ‐ | |
πον, τοῦτο ἐφύλαττε· «καὶ φάγεσθε» γάρ φησι «τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ τῆς τελειώσεως, καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε ἑπτὰ | 168 in vol. 3 | |
20 | ἡμέρας». Καὶ οὐ τὸν ἀριθμὸν τῶν ἡμερῶν ἡ παλαιὰ μόνον προὐπέγραφεν, ἀλλὰ καὶ τὴν ἄλλην ἀκολουθίαν. Καὶ γὰρ ἐνταῦθα πρῶτον μὲν βαπτιζόμεθα, εἶτα τῷ μύρῳ χριόμεθα, ἐκεῖθεν τοῦ τιμίου ἀξιούμεθα αἵματος. Οὕτω δὴ καὶ Μωσῆς σκιογραφῶν ταῦτα λούει πρῶ‐ | |
25 | τον τοὺς τελειουμένους τῷ ὕδατι, εἶτα ἐνδιδύσκει καὶ πε‐ ριζωννύει, εἶθ’ οὕτως ἐπιφέρει τὴν τοῦ ἐλαίου χρίσιν, καὶ οὕτω ῥαίνει τῷ αἵματι καὶ πρὸς τὴν τῶν ἄρτων ἄγει μετάληψιν. | |
28 | Διὸ καὶ ὁ θεῖος Λουκᾶς ἐν τῷ εὐαγ‐ γελίῳ πρῶτόν φησιν εὐλογεῖσθαι τοῦ δεσποτικοῦ αἵματος | |
30 | τὸ ποτήριον καὶ τοὺς πιστοὺς μετέχειν, καὶ οὕτω μεταλαμ‐ βάνειν τοῦ ἄρτου. Ὁ μέντοι θεῖος ἀπόστολος τὴν εὐ‐ λογίαν τοῦ ποτηρίου ποτὲ μὲν προτάττει, ποτὲ δὲ τοῦ δεσποτικοῦ σώματος ὑποτάττει. Καὶ γάρ φησι· «Τὸ ποτήριον ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ | |
35 | Χριστοῦ ἐστιν;» εἶτα· «τὸν ἄρτον ὃν κλῶμεν» καὶ πάλιν· «οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμο‐ νίων, καὶ οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν». Ἀλλαχοῦ δέ φησι· «Τῇ νυκτὶ ᾗ παρεδίδοτο» περὶ τοῦ δεσπότου λέ‐ γων «ἔλαβε τὸν ἄρτον», εἶτα ἑξῆς καὶ περὶ τοῦ ποτηρίου | |
40 | διαλαμβάνει. | |
40 | Περὶ τοίνυν τούτων διαλαβὼν πειρᾶται αἰ‐ τίαν ἀποδιδόναι τῆς εἰρημένης διαφόρου τάξεως· καί φη‐ σιν ὡς ἐπειδὴ ἐν ἡμῖν πρῶτον τὸ αἷμα συνίσταται, εἶτα | |
Bibl.222187b | μεταβάλλεται εἰς σάρκα, φυσικῶς ἡ γραφὴ κινου‐ μένη τὴν τάξιν ταύτην καὶ κατὰ τὴν τῶν μυστηρίων διήγη‐ σιν ἐφύλαξεν. Ἡ δὲ ἀνάπαλιν τάξις τῆς κοινῆς τραπέζης μιμεῖται τὴν τάξιν· πρῶτον γὰρ ἐπ’ αὐτῆς ὁ ἄρτος προ‐ | |
5 | τίθεται, εἶτα ὁ οἶνος ἐπιφέρεται. Τὴν δὲ κοινὴν ταύτην τράπεζαν μιμεῖσθαι πάλιν τὴν πλάσιν ἡμῶν· ἐπειδὴ γάρ, ὡς δοκεῖ τῷ Ἰώβ, ἐκ πηλοῦ διεπλάσθημεν, ὁ δὲ πηλὸς ἐκ γῆς ἐστι καὶ ὕδατος, πλάσις δέ ἐστι τρόπον τινὰ καὶ ἡ τροφὴ ἀναπληροῦσα καὶ ἀναπλάττουσα τὸ ἀπορρέον, | 169 in vol. 3 |
10 | διὰ τοῦτο ὥσπερ ἐν τῇ παρὰ Θεοῦ πλάσει τὸ ξηρὸν προείληπται τοῦ ὑγροῦ, οὕτω καὶ ἐν τῇ μιμήσει τῆς παρ’ ἡμῖν πλάσεως ὁ ἄρτος τοῦ οἴνου προλαμβάνεται. Καὶ αὐτὸς μὲν τοιαῦτά τινα περὶ τῆς τάξεως φυσιολογεῖ, εἰ καὶ θειοτέρας θεωρίας ταπεινότερον. | |
15 | Τὸ μέντοι λαμπροφορεῖν, φησί, τοὺς βαπτιζομένους τῆς τῶν ἀγγέλων ἐστὶ σύμβολον λαμπρότητος, τὸ κα‐ θαρὸν ἐκείνοις τοῦ νοῦ καὶ ἀμιγὲς τῆς ὕλης καὶ τῶν παθῶν διατυπούσης· ὧν χρὴ καὶ τὸν φωτισθέντα ἐν μεθέξει τῆς χάριτος γεγονότα, ἐν τοῖς τῆς λαμπρό‐ | |
20 | τητος χαρίσμασι συντηρεῖν ἑαυτόν. Ἀλλ’ ἐν τούτοις μὲν αὐτῷ καὶ τὸ ιηʹ κεφάλαιον εἰς πέρας ἤχθη. Ἐννεακαιδέκατον δὲ κεφάλαιον πραγματεύεται αἰτίας διερχόμενον, δι’ ἃς τῆς κοσμογενείας ὁ Μωσῆς οὐκ ἐξ ἀγγέλων ἤρξατο. Καί φησιν ὅτι Μωσῆς νομοθετεῖν | |
25 | μέλλων ἀνθρώποις, καὶ ἀγαθῶν μὲν ἐπαγγελίαν τοῖς κατορθοῦσιν ἀπειλὰς δὲ καὶ τιμωρίαν παρὰ Θεοῦ τοῖς ἐξαμαρτάνουσιν ἐπανατεινόμενος, εἰκότως ὡς ἐν ἱστο‐ ρίας τρόπῳ, καὶ τὴν δημιουργίαν ἐκείνων πάντων εἰσ‐ άγει, ὧν ἡ χρεία πρός τε εὐεργεσίαν καὶ ἀπειλὴν | |
30 | τῶν νουθετουμένων συντελεῖ· «Ἔσται» γάρ φησιν «ὁ οὐρανὸς χαλκὸς καὶ ἡ γῆ σιδηρᾶ», καὶ ὅσα ἄλλα διὰ τῶν κτισμάτων τοιαῦτα ἢ πρὸς ἀπόλαυσιν τῶν κατορθούντων ἢ πρὸς κόλασιν τῶν ἁμαρτανόντων ἀναγέγραπται. Ἐπεὶ οὖν σκοπὸς ἦν τῷ νομοθέτῃ | |
35 | καὶ τῷ ἀνθρωπίνῳ γένει σωτηριώδεις νόμους εἰσα‐ γαγεῖν, καὶ τῶν νομοθετηθέντων ἀσφάλειαν διά τε | |
τῆς τῶν χαλεπῶν ἀπειλῆς καὶ τῆς τῶν βελτιόνων ὑποσχέσεως περιποιήσασθαι, ἑκάτερον δὲ τούτων ἐκ τῶν κτισμάτων παραλαμβάνειν, διὰ τοῦτο ὅσα μὲν συνε‐ | 170 in vol. 3 | |
40 | τέλει πρὸς τὸν αὐτοῦ σκοπόν, τούτων καὶ ἱστορίαν τῆς γενέσεως ἀνετάξατο, ὅσα δὲ τέως οὐ κατήπειγεν, ὑπερ‐ τίθεται. | |
Bibl.222188a | Δεύτερον διὰ τοῦ αἰσθητοῦ κόσμου ὡς δι’ εἰκόνος ὁ Μωσῆς τὸν τεχνίτην αὐτοῦ καὶ δημιουργὸν ἐβούλετο τοῖς νομοθετουμένοις ὑποδεικνύναι, ἅτε δὴ παχυτέροις οὖσι τηνικαῦτα καὶ μόλις ἐκ τῶν αἰσθητῶν καὶ συντρόφων | |
5 | αὐτοῖς δυναμένοις κατανοεῖν τὸν δημιουργὸν καὶ τεχνίτην τῶν ὁρωμένων. Τοῦτο δὲ ἀπὸ τῆς περὶ ἀγγέλους διηγή‐ σεως οὐκ ἐνῆν κατορθοῦν· ἐξ ἀδήλων γὰρ καὶ οὐκ ἐκ τῶν φαινομένων τοῦ ἀδήλου τὴν γνῶσιν παρέχειν ἀσύμφορόν τε καὶ λίαν ἀσθενές. Ἄλλως τε δὲ καὶ Θεὸν μέν, εἰ καὶ μὴ | |
10 | ὀρθῶς, ἀλλ’ οὖν ἀμῃγέπῃ τὸ Ἰουδαίων ἔθνος καὶ πρὸ τῆς νομοθεσίας ἐδόξαζεν, ἀγγέλων δὲ οὐδὲ προσηγο‐ ρίαν ἠπίστατο χωρὶς ἑνὸς ἢ καὶ δευτέρου, οἷς ἡ τοῦ πνεύ‐ ματος ἀπεκάλυψε χάρις. Μαρτυρεῖ δὲ τὸ λεγόμενον, ὅτι καὶ μέχρι νῦν τὸ Σαδδουκαίων ἔθνος Θεὸν μὲν εἶναι | |
15 | καὶ δημιουργὸν ὁμολογεῖ, ἀγγέλους δὲ μηδαμῶς ὑπάρχειν ἀπαυθαδίζεται. Ἡ δὲ τῶν ἀγγέλων φύσις καὶ κλῆσις κατ’ ἀρχὰς ἀγνοουμένη ἐκεῖθεν εἰς γνῶσιν κατέστη, ἀφ’ οὗ τὸ θεοσεβὲς τοῦ Ἀβραὰμ ἐγνωρίσθη· ἐντεῦθεν αὐ‐ ξομένη κατὰ προκοπὴν εἰς πᾶν τὸ τῶν εὐσεβῶν διε‐ | |
20 | δόθη γένος· πλήν γε καὶ ὁ Μωσῆς ἐπὶ τέλει τῆς καθ’ αὑτὸν ἱστορίας, τούτους τῇ ἄλλῃ συνταττόμενος κτίσει, «Εὐφράνθητε οὐρανοί, φησί, καὶ προσκυνησάτωσαν αὐτὸν πάντες ἄγγελοι Θεοῦ». Τρίτον ἐκεῖνό φησιν. Εἰ τῶν ἀοράτων τὰ ὁρατὰ ἐγ‐ | |
25 | γυτέρω τε καὶ ἡμῶν καὶ πρὸς γνῶσιν ἐπιτηδειότερα, εὐ‐ λόγως τῶν αἰσθητῶν παραδιδοὺς τὴν γένεσιν ὁ Μωσῆς τὰ μείζω τέως τοῖς εἰσαγομένοις διὰ τὸ δυσέφικτον καὶ πολλῆς παιδαγωγίας δεόμενον παρατρέχει. Κἀκεῖνο δέ μοι συνεπιθεώρει· μιᾶς δέονται τῆς διδασκαλίας τὰ | 171 in vol. 3 |
30 | αἰσθητά, ὅτι προήχθησαν ἐκ Θεοῦ, τὰ δὲ νοητὰ διττὴν ἀπαιτεῖ, ὅτι τέ εἰσι καὶ ὡς ἡ τούτων οὐσίωσις ἐκ Θεοῦ. Ἔτι δὲ ἀγγέλων οὐκ ἐμνήσθη τῆς κοσμογονίας ἀπαρχό‐ μενος, ἵνα μή τινες τῶν εὐριπίστων τε καὶ εὐμεταβόλων δι’ ἀγγέλων τὸ πᾶν ὑποστῆναί τε καὶ δημιουργηθῆναι | |
35 | δοξάσωσιν. Εἰ γὰρ καὶ μηδεμίαν ἀφορμὴν Μωσέως κατὰ τὴν συγγραφὴν παρασχόντος ὅμως Ἑβραίων τε οὐκ ὀλίγοι, καὶ οἷς φίλον ἡ ἐκείνων ἀπάτη, δι’ ἀγγέλων τὸν κόσμον καὶ τὰ ἐν τῷ κόσμῳ δημιουργηθῆναι παρα‐ ληροῦσιν, ἐπὶ πόσον ἂν οὐκ ἐπενεμήθη τὸ νόσημα, εἴ | |
40 | τι τοιοῦτον τῷ νομοθέτῃ ἀνεγέγραπτο; Καὶ ὅρα μοι τὴν τοῦ λόγου ἀκρίβειαν. Ἀπὸ τοίνυν τῆς παραβάσεως Ἀδὰμ μέχρι τῆς Νῶε γενεᾶς ἀγγέλων φύσις εἰς ἀνθρώπων | |
Bibl.222188b | γνῶσιν οὐκ ἀφίκετο· περίοδος δ’ ἂν εἴη αὕτη τοῦ χρόνου πρώτη. Οὐ μὴν οὐδὲ κατὰ τὴν δευτέραν περίοδον, ἥτις εἰς τὴν πυργοποιΐας ἀπολήγει τόλμαν. Ἀλλ’ οὐδ’ ἡ τρίτη τοῦ χρόνου περίοδος τῇ τῶν ἀγγέλων ἔχει γνώσει | |
5 | σεμνύνεσθαι, ἥτις μέχρι τῆς τοῦ Ἀβραὰμ θεογνωσίας, ὡς δῆλον, παρατείνεται. Ἐπεὶ δὲ τῷ Ἀβραὰμ αἱ συν‐ θῆκαι τὴν δεσποτικὴν ἐπιδημίαν οἱονεὶ θεμελιοῦσαί τε καὶ προδιοικονομοῦσαι γεγόνασι, καὶ ἤρξατο μᾶλλον τὸ ἀνθρώπινον τῷ φωτὶ τῆς ἀληθείας τοὺς τῆς διανοίας | |
10 | ὀφθαλμοὺς ἐναυγάζεσθαι καὶ τὸ παλίρρουν τῆς γνώμης εἰς στάσιμον εὐσεβείας πίστιν διαπήγνυσθαι, τότε δή, τότε τῶν ἀγγέλων ἕνα δὴ οἰκονομεῖται τῇ παιδίσκῃ τοῦ Ἀβραὰμ | |
Ἄγαρ διακονεῖν καὶ τὸ ἐν αὐτῇ καταπραΰνειν διηπο‐ ρημένον τε καὶ ἄθυμον, μονονουχὶ φωνὴν ἀφιείσης | 172 in vol. 3 | |
15 | τῆς ἱστορίας ὡς πολὺ μέν ἐστι τὸ μέσον διακονίας καὶ δημιουργίας καὶ δημιουργοῦ καὶ ὑπηρετούντων· τὸ μὲν γὰρ κυριότητος καὶ δεσποτείας, τὸ δὲ ὑπακοῆς καὶ δου‐ λείας· διὸ καὶ Παῦλος, εἴ τις ἄλλος νομομαθὴς ὤν· «Οὐχὶ πάντες λειτουργικὰ πνεύματα, διακέκραγεν, εἰς | |
20 | διακονίαν ἀποστελλόμενα;» Διὰ ταύτην μὲν οὖν τὴν αἰ‐ τίαν, ὡς ἔφθην εἰπών, ἀγγέλων κατ’ ἀρχὰς ἡ ἱστορία γένεσιν οὐκ ἀναγράφει. Καὶ ταῦτα εἰπὼν ὁ συγγραφεύς, καὶ ἕτερα συνάψας τούτοις οὐκ ἔμοιγε δοκοῦντα τὸ ἀναγ‐ καῖον πρὸς τὴν ὑπόθεσιν φέρειν προβάλλεσθαι, τὸν γʹ | |
25 | ἀποπερατοῖ λόγον. Ὁ δὲ δʹ αὐτῷ καὶ εʹ τοῦ βιβλίου λόγος, ἐν δυσὶ κεφα‐ λαίοις περιγραφόμενος, οὐδὲν ἕτερον διαλαμβάνει ἢ ὅτι τῶν πρεπωδεστάτων ἦν τὴν ἀπαράλλακτον καὶ φυ‐ σικὴν εἰκόνα τοῦ πατρὸς ἡμᾶς τοὺς κατ’ εἰκόνα μὲν γε‐ | |
30 | γονότας, τὸν δὲ χαρακτῆρα κιβδηλεύσαντας, ταύτην ἡμᾶς ἀποκαθᾶραί τε τῶν κηλιδωμάτων καὶ εἰς τὸ ἀρ‐ χαῖον κάλλος ἀναμορφώσασθαι· καὶ ὡς ἔδει τὴν ἀληθῆ καὶ ἐνυπόστατον τοῦ Θεοῦ σοφίαν τοὺς εἰς ἀλογίαν παρα‐ τραπέντας καὶ πρὸς τὸν κτηνώδη βίον ἀπονεύσαντας | |
35 | ἀπαλλάξαι τε τῆς ἀλογίας καὶ πρὸς τὸ νοερὸν ἐπανα‐ γαγεῖν ἀξίωμα. Ὁ δὲ ϛʹ αὐτῷ λόγος κεφάλαιον προβάλλεται πρῶτον διὰ τί δημιουργὸς ὁ υἱὸς λέγεται τῆς τε πρώτης ἡμῶν ὑποστάσεως καὶ τῆς ἐπὶ τέλει τῶν αἰώνων ἀναπλάσεως | |
40 | εἶτα καὶ κριτὴς ἁπάντων ἐν τῷ καιρῷ τῆς κοινῆς ἀνα‐ στάσεως. Ἐχομένων γὰρ τῶν τριῶν τούτων καταστάσεων ἀλλήλαις καὶ πρὸς τὸν αὐτὸν δεσπότην καὶ τεχνίτην | |
Bibl.222189a | ἀναφερομένων, καὶ ἡ περὶ αὐτῶν ἀλληλουχεῖται καὶ συνυφαίνεται ζήτησίς τε καὶ ἐπίλυσις. Ἐπεὶ γὰρ ἔκ‐ τισε, δικαίως καὶ διαλυθέντας ἀνακτίζει· καὶ ἐπεὶ τοῦτο, ἀκολούθως τῷ οἰκείῳ πλάσματι καὶ νομοθετεῖ· νομοθετῶν | 173 in vol. 3 |
5 | δὲ δῆλον ὅτι καὶ τὴν κρίσιν τοῖς νομοφυλακοῦσι καὶ τοῖς τὸ παράνομον προελομένοις αὐτὸς ἀδέκαστον τὸ προνό‐ μιον ἔχει διανέμειν. | |
7 | Προηγουμένης οὖν τῆς ζητήσεως, διὰ τί μηδεμιᾶς οὔσης ἐν τῇ τριάδι διαφορᾶς, καθ’ ὑπεροχὴν λέγω καὶ ἔλλειψιν, ὁ υἱὸς μᾶλλον δημιουργός τε καὶ | |
10 | πλάστης ἀνακηρύττεται, καὶ ταύτης τὴν λύσιν ἤδη λαμ‐ βανούσης, φανερὸν ὡς καὶ τὰ ἐφεξῆς τῶν ζητημάτων συνδιαλύεται. Φησὶν οὖν ὡς καλῶς καὶ εὐλόγως ἡ δη‐ μιουργία τοῦ παντὸς κατ’ ἐξαίρετον τῷ υἱῷ ἀναφέρεται. Καὶ γὰρ τοῦ λόγου μετὰ σαρκὸς ἐπιδημήσαντος αἱ μεί‐ | |
15 | ζους καὶ πλείους περὶ τὴν δημιουργίαν αἱρέσεις προσέ‐ κοψαν, καὶ οἱ μὲν τὸν ἕνα καὶ ὡς ἀληθῶς δημιουργὸν ἀγνοήσαντες εἰς πολλὰς αἰτίας τὴν τῶν ὄντων ἀνῆ‐ ψαν ὑπόστασιν, ἔνιοι δ’ οὖν οὐκ εἰς πλῆθος μόνον θεῶν ἐξεχύθησαν, ἀλλὰ καὶ τῷ ἀγαθῷ πονηρὸν ἀντανιστῶν‐ | |
20 | τες τὴν τῶν ὅλων ἀμέριστον ἐπιστασίαν εἰς ἀντικειμέ‐ νας προνοίας διέσχισαν. Τινὲς δὲ καὶ τῆς ἀμεροῦς καὶ διὰ πάντων τὸ ἴσον ἐχούσης θεότητος μεριστὰς πικροὺς καὶ ἀδίκους σφᾶς αὐτοὺς προκαθίσταντες, ὅλον τὸ θεο‐ πρεπὲς τῷ πατρὶ περικλείσαντες, τὸν υἱὸν καὶ τὸ πνεῦ‐ | |
25 | μα τῆς συμφυΐας ἀπώσαντο, προφάσεως (ὡς ἐνόμι‐ ζεν αὐτῶν τὸ ἀσύνετον) περιδρασσόμενοι ὅτι δήπου Θεὸν ἕνα, ὃν καὶ πατέρα ὑμνεῖ, τὰ παλαιὰ νόμιμα ἀνακηρύττουσι, καὶ τόλμης ἐστὶν ἀγούσης εἰς παρανομίαν Θεὸν τὸν υἱὸν ἢ τὸ πνεῦμα συνομολογεῖν. Τούτων δ’ | |
30 | ἂν εἶεν ἄγνοιαν μὲν τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ἐκνο‐ | |
σήσαντες, ὅσοις τὸ ἰουδαϊκόν τε καὶ ἑλληνικὸν ἐνετάκη φρόνημα, οἱ δὲ γνῶσιν μὲν ἐπισφαλῆ δὲ κτησάμενοι, ὥσπερ Ἄρειος καὶ οἱ κατὰ Μακεδόνιον, οἳ συνηρίθμουν ἀθέως τῇ κτίσει τὸν κτίσαντα. | 174 in vol. 3 | |
34 | Ὅρα οὖν, τῆς τοιαύτης | |
35 | πλάνης οὕτως ἐπιπολάζειν κατισχυούσης, εἰ καὶ τὸ τῆς δημιουργίας τῶν ὅλων ἀξίωμα ἀφωρισμένως προσανε‐ τέθη τῷ πατρί, εἶτα καὶ ἡ ἀνάπλασις καὶ ἡ κρίσις, ποία μανίας οὐκ ἂν διεπλάττετο τοῖς ἀσεβέσι πρόφα‐ σις εἰς τὸ τὸν μὲν υἱὸν καὶ τὸ πνεῦμα ἢ μηδ’ ὅλως | |
40 | ὑφεστάναι, ἢ καὶ ὑφεστῶτα εἰς τὴν τῶν κτισμάτων χώ‐ ραν ἀπελαύνειν καταθρασύνεσθαι; Διὰ τοῦτο οὖν ὁ πα‐ τὴρ τῷ υἱῷ οἰκονομικῶς ὑπεξίσταται τῆς τε κατ’ ἀρχὰς δημιουργίας καὶ τῆς ἀναπλάσεως, εἶτα καὶ τῆς κρίσεως. | |
Bibl.222189b | Οὐ μὴν ἀλλ’ οὐδ’ εἰ τῶν εἰρημένων μέν τινος ὁ πατὴρ ὑπεξέστη τῷ υἱῷ, μὴ πάντων δὲ τῶν εἰρημένων, οὐδὲ τοῦτο ἂν ἦν τῆς πάντα σοφῶς οἰκονομούσης προνοίας, ὅπου γε μηδὲ τοιαύτης ὅλως ὑποφαινομένης ἀφορμῆς | |
5 | πολλοὶ τῶν ἀσεβῶν τὰς δύο διαθήκας ἐναντίοις νο‐ μοθέταις διενείμαντο. Ὥστε ἐναρμονίῳ τε καὶ θεοπρε‐ πεῖ λόγῳ καὶ οἰκονομίᾳ πεπληρωμένῃ σοφίας τῷ υἱῷ καὶ ἡ πλάσις καὶ ἡ ἀνάπλασις καὶ ἡ κρίσις, κἂν τῶν τριῶν ὑποστάσεων εἴη ταῦτα κοινά, κατ’ ἐξαίρετον | |
10 | ἀναφέρεται. Οὕτω μὲν οὖν τὴν προκειμένην ἀπορίαν ὁ φιλόθεος συγγραφεὺς ἐπιλύεται, συνυποβάλλων καὶ ἕτε‐ ρά τινα οὐχ ὁμοίως τοῖς εἰρημένοις τὸ χρήσιμον πα‐ ρεχόμενα. Μεταξὺ δὲ τοῦ προκειμένου ζητήματος καὶ ἕτερόν | |
15 | τι αὐτῷ ἄξιον ἐξετάσεως συνδιαπλέκεται. Ζητεῖ γὰρ διὰ τί προτέτακται ὁ πατὴρ τοῦ υἱοῦ, εἶτα τὸ πνεῦμα τρί‐ | |
τον συντάττεται. Καί φησιν ὡς ἡ θεία φύσις ἄρρητος οὖσα καὶ ἀκατάληπτος δῆλον ὡς οὔτε λογισμῷ τινι οὔτε ῥήματι αὐτὸ τοῦτο ὅπερ ἐστὶν ἐκκαλύπτεται ἢ ὀνομάζε‐ | 175 in vol. 3 | |
20 | ται, οἷς δ’ ἂν καὶ πρὸς ἐμφάνειαν δι’ οἰκονομίαν ἄφατον καταστῇ, οὐχ ὡς ἔστιν, ἀλλ’ ὡς ἑκάστῳ τῶν ἐμ‐ φανιζομένων δυνατόν τε καὶ συμφέρον, οὕτως αὑτῆς τοῦ κάλλους τὰς μαρμαρυγὰς ἐνίησί τε τοῖς εἰς αὐτὴν ἀτενίζουσι καὶ παραπολαύειν παρέχεται. Διὸ βαθύτερόν | |
25 | τε καὶ θεολογικώτερον φάναι, κἂν τριάδα, κἂν μο‐ νάδα, κἂν πατέρα καὶ υἱὸν καὶ πνεῦμα κἂν θεότητα, κἂν ἕτερόν τι τὴν ἄληπτον ἐκείνην καὶ ἄφατον ἐννοή‐ σωμεν ἢ ὀνομάσωμεν φύσιν, οὐχὶ ταῦτα ἀλλ’ ὑπὲρ ταῦτά ἐστι. Διὸ καὶ ὁ τῶν ἀπορρήτων μυσταγωγός· «Ἐκ | |
30 | μέρους, βοᾷ, γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργη‐ θήσεται». Καὶ ὁ γνήσιος δὲ τούτου μαθητής, ὁ σοφὸς Διονύσιος, τὰ αὐτὰ καὶ τοῖς αὐτοῖς μικροῦ διαμαρ‐ τύρεται ῥήμασι, καὶ μάλιστά γε ἐν τοῖς περὶ τελείου καὶ | |
35 | ἑνός. Οὐκοῦν ἐπεὶ τὰ πλεῖστα τῶν περὶ Θεοῦ οὐχ ὅπερ ἐστὶ παραδηλοῖ, χειραγωγία δὲ μᾶλλον τίς ἐστι καὶ συγκα‐ τάβασις, διὰ τῶν συντρόφων ἡμῖν καὶ πραγμάτων καὶ ὀνομάτων τὸν νοῦν ἡμῶν πρὸς τὰ ὑπὲρ ἡμᾶς ἀνα‐ φέρουσα, δῆλον ὅτι τοιοῦτόν ἐστι καὶ τὸ προτετάχθαι | |
40 | τὸν πατέρα κατὰ τὴν ἐκφώνησιν, εἶτα τὸν υἱὸν καὶ μετ’ ἐκεῖνον τὸ πνεῦμα τὸ ἅγιον, ὥς που καὶ αὐτὸς ὁ δεσπότης παιδαγωγῶν ἡμᾶς πρὸς τοὺς μαθητάς φησι· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες | |
Bibl.222190a | αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος», ἐπεί γε αὐτὴ καθ’ ἑαυτὴν ἡ θεία φύσις οὔτε προτέτακται οὔτε ὑποτέτακται, ἀλλὰ καὶ πάσης ὑπερίδρυται καὶ ἀριθμήσεως καὶ μοναδικῆς ἐπι‐ | |
5 | νοήσεως εἴπερ καὶ ὁ ἀριθμὸς καὶ ἡ μονὰς περὶ οὐ‐ σίαν, τὸ δὲ θεῖον ὑπερούσιον. Ὥσπερ οὖν τὸ θεῖον τὰ ἐν χρόνῳ πάντα ἀχρόνως ἐπίσταται καὶ ἀμερίστως τὰ με‐ ριστὰ καὶ ἀρρεύστως τὰ ῥέοντα, οὕτω πᾶσα γεννητὴ φύ‐ σις καὶ τὸ ὑπέρχρονον ἐν χρόνῳ νοεῖ, καὶ μεμερισμέ‐ | 176 in vol. 3 |
10 | νως τὸ ἀμέριστον καὶ τὸ ἄφθεγκτον διὰ συντρόφου φωνῆς ὀνόμασι διαμορφουμένης καὶ ῥήμασιν. Εἶτα ἐφεξῆς ἐξετάζει τίνος ἕνεκεν ὁ μὲν υἱὸς κατὰ τὴν ἐκφώνησιν μέσος παραλαμβάνεται, ἄκρα δὲ ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον. Καί φησιν ὡς ἐπειδὴ δικαιο‐ | |
15 | σύνης ζυγὸς λέγεται ὁ Θεός, ἀναλόγως τῷ παρ’ ἡμῖν ζυγῷ καὶ ἡ ἐν τῇ θείᾳ φύσει τάξις ἐπινενόηται ὥστε τὸν υἱὸν τὴν μέσην χώραν ἀναπληροῦντα τὴν ἄκραν ἰσό‐ τητα πρὸς τὰ ἄκρα συντηρεῖν. Αὐτὸς γὰρ τήν τε κατ’ ἀρχὰς δημιουργίαν καὶ τὴν ὕστερον τοῦ γένους ἀνάπλασιν | |
20 | ἀπειργάσατο καὶ τὸ παράδειγμα δὲ τοῦ ζυγοῦ τὸ ἰσόρ‐ ροπόν τε καὶ ἰσοδύναμον τῆς ἀπειροδυνάμου τριάδος αἰνίττεται, μηδεμιᾶς τῶν τριῶν ὑποστάσεων ἀναφερο‐ μένης τὸ πλέον ἢ πρὸς τὴν κάτω ῥοπὴν ἀποκλινούσης, ἀλλ’ ἐν τῷ ἴσῳ τε καὶ ὁμοτίμῳ καὶ ἀδιαφόρῳ τῆς δόξης | |
25 | καὶ τῆς οὐσίας ζυγοστατουμένης τε καὶ θεολογουμένης· ἐξ οὗ καὶ ἐν τοῖς γεννητοῖς ἡ ἰσότης δίδοται καὶ τὸ δίκαιον ταλαντεύεται. Τοιαῦτα μὲν οὖν αὐτῷ κατά τε τὸ κβʹ κε‐ φάλαιον τοῦ ϛʹ βιβλίου καὶ τὸ γʹ καὶ κʹ συνυφαίνεται. Μετὰ τοῦτο δέ φησιν ἀναλογίαν τινὰ διασῴζειν τὴν | |
30 | ἐν ταῖς πτέρυξι τῶν Σεραφὶμ θεωρουμένην διπλῆν τριάδα, καὶ τὸ μὲν μέσον ἀναλογεῖν τῷ πατρί, τὰ δ’ ἄκρα τῷ υἱῷ καὶ τῷ πνεύματι· καὶ τὴν τριαδικὴν τῆς ἁγιότητος ἐκφώνησιν ἀπαράλλακτον οὖσαν πάντῃ πρὸς ἑαυτὴν τὸ ἀπαράλλακτον κατ’ οὐσίαν καὶ δύναμιν καὶ | |
35 | ἐξουσίαν τῶν τριῶν αἰνιγματίζειν ὑποστάσεων. Καὶ ἐπι‐ | |
σφραγίζειν δὲ καὶ ἐπισυνάπτειν τὸ ὁμοούσιον καὶ ἑνιαῖον τῶν τριῶν τὴν ἐπαγωγὴν καὶ ἐπιφορὰν τοῦ ἑνὸς κύριος. Δηλοῦν δὲ καὶ τῶν πτερῶν τὴν διπλόην πᾶσαν τὴν εἰς ἡμᾶς δι’ αὐτῶν κατιοῦσαν γνῶσιν, εἰ καὶ διὰ τῶν ἀΰλων | 177 in vol. 3 | |
40 | διακονεῖται πνευμάτων, οὐχ ἁπλῆν ἀλλ’ ὑλικὴν κατιέναι, ἐκ τῶν καθ’ ἡμᾶς τύπων τε καὶ σχημάτων τοῖς συν‐ θέτοις σύνθετον ἁρμοζομένην. Διπλοῦν δὲ τὸ ὑλικὸν ἅπαν, ἐξ ὕλης συγκείμενον καὶ εἴδους· ἔτι δὲ καὶ τὰς | |
Bibl.222190b | νοερὰς δυνάμεις ἐξ ἁγιασμοῦ καὶ οὐσίας, ὃ τὸ διτ‐ τὸν αἰνίττεται τῶν πτερύγων, συγκεῖσθαί φασι· δῆλον δὲ ὡς καὶ ἡ τούτων γνῶσις τῆς ὁλοτελοῦς καὶ ὑπὲρ ἁπλότητα γνώσεως, ἥτις μόνῃ τῇ δημιουργικῇ τριάδι ἀφώρισται, | |
5 | ἐλαττουμένη καὶ τὸ ἀτελὲς ἔχουσα οὐκ εἴη πάσης διπλόης τὸ ἐλεύθερον ἔχουσα. | |
6 | Παραδηλοῦν δὲ καὶ αὐτὴν τὴν ἅγιος φωνήν, ἄνευ συνθήκης προαγομένην καὶ μηδὲ μεσολαβοῦντος ἑτέρου προσρήματος, τὸ ἁπλοῦν καὶ ἀσύν‐ θετον καὶ ἐξῃρημένον καὶ ἀβέβηλον τῆς θείας φύσεως | |
10 | πρὸς πᾶσαν ἄλλην φύσιν τε καὶ ὑπόστασιν. Τοῦτο δὲ τὸ ἅγιος τῶν ἁγίων αἰνίττεσθαι τὸ ὑπεριδρυμένον καὶ ἀσύγ‐ κριτον πρὸς πᾶσαν ἄλλην ὀνομαζομένην ἁγιότητα· καὶ γὰρ καὶ ὅσοι διὰ τὸ θεῖον ἅγιοι λέγονται, βέβηλοί τε ἂν κριθείησαν καὶ ἀκάθαρτοι παραβαλλόμενοι Θεῷ, ὥσπερ | |
15 | καὶ πάντες οἱ βασιλεῖς δοῦλοι, καὶ μὴ ὄντα τὰ ὄντα πρὸς τὸν ὄντως ὄντα ἐξεταζόμενα. Τὸ ἐξαίρετον τοί‐ νυν, ὡς εἴρηται, καὶ μεμονωμένον καὶ πάσης ἄλλης ὑπερό‐ ριον φύσεως ἐπὶ Θεοῦ καταγγέλλει τὸ ἅγιος· ἅγιον γὰρ ἐνταῦθα οὐχὶ τὸ ῥύπου τινὸς καθαρὸν εἶναι διὰ σώματος | |
20 | ἢ ψυχῆς διαβαίνοντος· ἄπαγε· ποῦ γὰρ ἐγκώμιον Θεοῦ, μᾶλλον δὲ πῶς οὐκ ἔσχατος ψόγος εἰς ὕμνον παραλαμ‐ βάνειν τὸ παθῶν ἀπηλλάχθαι τὸ θεῖον λέγειν τῶν ἡμε‐ | |
τέρων; Ἀλλὰ τὸ ἀφωρισμένον καὶ ὑπεριδρυμένον τῶν ἄλλων ἁπάντων καὶ ἀνακεχωρηκὸς ἀνυμνεῖ. Σύνηθες | 178 in vol. 3 | |
25 | δὲ τῇ θείᾳ γραφῇ τὸ τοιοῦτον τῆς λέξεως σημαινό‐ μενον, ὡς τὸ «πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται», τουτέστιν ἀφωρισμένον. Καὶ πάλιν ἐν τοῖς Κριταῖς· «Τέξῃ υἱόν, καὶ οὐκ ἀναβήσεται σίδηρος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ὅτι ἡγιασμένον ἐστὶ τὸ παιδάριον», | |
30 | καὶ μυρία ἄλλα. Οὕτω δὴ καὶ ἁγιάζεσθαι τὸν τόπον ἢ τὸν ἄρτον ἢ τὸν οἶνον, ἃ τῷ Θεῷ φαμὲν ἀφορίζεσθαι καὶ πρὸς μηδεμίαν κοινὴν ὑποφέρεσθαι χρῆσιν. Εἰς πίστιν δὲ παράγειν ἐπιχειρεῖ, ὅτι περ αἱ ἄϋλοι δυνάμεις ὑλικῶς τοῖς ὑλικοῖς τὰ ἄνωθεν διαπορθμεύουσι, | |
35 | τὴν λαβίδα, ἣν ἓν τῶν Σεραφὶμ πρὸς τὸν προφήτην ἀποστελλόμενον ἔφερε τὸν ἄνθρακα φέρουσαν. Δῆλον γὰρ ὡς ἐν σωματικοῖς συμβόλοις ἀσωμάτων τινῶν καὶ νοητῶν ἡ ἀσώματος δύναμις ὑπεδήλου τῷ προφήτῃ μυστήρια, διδασκούσης ἡμᾶς τῆς ἱερᾶς γραφῆς ὅτι, | |
40 | καθάπερ οὐκ ἔστιν ἄνευ μεσότητος οὔτε ὕλης παχυτέ‐ ρας τοῦ πυρὸς λαβέσθαι, οὕτω καὶ τῶν θείων οὐδὲν ἔστι λαβεῖν ἄνευ συμβόλων ὑλικῶν καὶ προσφόρων τοῖς δεχομένοις. Ἔστι δὲ καὶ ἡ λαβὶς τυποῦσα τὴν ὕλην, | |
Bibl.222191a | ὥσπερ ὁ ἄνθραξ τὸ θεῖον. «Ὁ γὰρ Θεὸς ἡμῶν πῦρ καταναλίσκον» καὶ «τὰ λόγια κυρίου πεπυρωμένα». Καὶ αὐτὴ δὲ ἡ φωνὴ τῆς λαβίδος τὴν ἁφὴν ἀπαγ‐ γέλλει, ἥτις δηλονότι ἐπὶ μόνων ὁρᾶται τῶν αἰσθη‐ | |
5 | τῶν. Ἴσως δὲ καὶ τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν τοῦ λόγου αἰνιγματίζεσθαι διὰ τῶν εἰρημένων συμβόλων φάναι οὐδὲν ἀπεικός· τὸ γὰρ θεῖον πῦρ παχύτητι τῆς καθ’ ἡμᾶς σαρκὸς προσωμίλησεν ἡμῖν. Δυνατὸν δέ φησι καὶ τὴν μὲν λαβίδα τὴν νομικὴν εἰκονίζειν σκιάν, τὸν | |
10 | ἄνθρακα δὲ τὴν νέαν διαθήκην· καὶ γὰρ διὰ τῶν συμ‐ βόλων τῶν νομικῶν τὰ τῆς νέας μυστήρια παραδη‐ λοῦσθαί τε καὶ τοῖς εὐγνώμοσι παραδίδοσθαι. | |
12 | Λέγει δὲ | |
καὶ τοῦ κυριακοῦ σώματος ἐπὶ τῆς ἱερᾶς τραπέζης προ‐ τεθέντος διὰ τοῦτο τοὺς παρ’ ἑκάτερα τῶν τὰ ἱερὰ | 179 in vol. 3 | |
15 | ὑπηρετουμένων ῥιπίδας πτερῶν πεποιημένας τοῖς προ‐ κειμένοις φρικτοῖς ἐπικινεῖν, τῶν ἑξαπτερύγων φέρον‐ τας σύμβολα, ὡς ἂν μὴ ἐῶσι τοὺς τελουμένους τοῖς ὁρωμένοις ἐναπομένειν, ἀλλὰ παντὸς προσύλου ὑπερά‐ νω γενομένους νοεροῖς ὀφθαλμοῖς διὰ τῶν ὁρωμένων | |
20 | ἐπὶ τὴν ἀόρατον θεὰν καὶ τὸ ἀμήχανον ἐκεῖνο κάλ‐ λος παρασκευάζουσιν ἀναδραμεῖν. Καὶ γὰρ καὶ σωματι‐ κῶς τῷ δεσπότῃ παρόντι φόβῳ καὶ τρόμῳ τὰ Σε‐ ραφὶμ ὑπηρετεῖ· οὗ τινος φόβου καὶ τρόμου αἴνιγμα εἶναι καὶ τὴν γενομένην διὰ τῶν πτερῶν κίνησιν, ἣν | |
25 | τὸ ὑπηρετούμενον ἐνεργεῖ. Εἰ δὲ τὰ Σεραφὶμ ὑπηρε‐ τοῦντα δηλοῦται καὶ σαρκωθέντι τῷ λόγῳ, καὶ οὐδὲν διὰ τὴν κάτω τοῦ λόγου διαγωγὴν τῆς ἄνω καθυφίησι δου‐ λείας, δῆλον ὅτι καὶ ἡ ἄλλη τῶν ἀσωμάτων διακόσμησις νόων τὸν μετὰ σαρκὸς παραγεγονότα λατρεύουσα προσε‐ | |
30 | κύνει. Ἡ γὰρ ἐν τούτοις πρωτεύουσα τάξις, τὴν δουλείαν οὐ καινοτομοῦσα, καὶ τῶν μετ’ αὐτὴν τὴν ἴσην ὑπερησίαν βεβαιοῦται· γέγραπται γὰρ ὡς καὶ ἄγγελοι προσελθόντες διηκόνουν αὐτῷ· τὸ δὲ τοῦ ἀγγέλου ὄνομα, ὡς οἱ τὰ θεῖα ἴσασι σοφοί, κοινόν ἐστι πάσαις ταῖς νοεραῖς δυνάμεσιν | |
35 | ὄνομα. | |
35 | Καὶ πάλιν περὶ τοῦ εἰς τὴν οἰκουμένην εἰσαγο‐ μένου πρωτοτόκου τὸ ἱερὸν γράμμα φησί· «Καὶ προσ‐ κυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ». Διά τοι τοῦτο καὶ ἅμα τῷ πρὸς τὸ θυσιαστήριον εἰσιέναι τοὺς ἱερεῖς ὁ ἱεροψάλτης ἄνωθεν ἀναβοᾷ τὸ «ἅγιος ὁ Θεός, ἅγιος | |
40 | ἰσχυρός, ἅγιος ἀθάνατος». Ἥν τινα ὑμνολογίαν συγ‐ κεῖσθαί φησιν ἐκ τῆς τῶν Σεραφὶμ φρικτῆς ὁμολογίας. Φησὶ δὲ ὡς οὐδ’ οἴκοθεν πρὸς ταύτην ἦλθε τὴν ἔννοιαν, | |
Bibl.222191b | ἀλλ’ ἐξ Ἰουδαίων τις τὸν τῆς ἀληθείας λόγον κα‐ τηχηθεὶς καὶ ἄλλους κατηχεῖν παρὰ τῆς ἐκκλησίας ἀξίωμα λαβών, σοφός τε τὰ ἄλλα καὶ βίῳ λαμπρός, ἐκεῖνος αὐτῷ τῆς προκειμένης μαθήσεως καθηγήσατο, ἐξ ὧν | 180 in vol. 3 |
5 | ἡ ἱερολογία συνετέθη ἀναδιδαξάμενος. Διδάσκειν οὖν αὐτόν φησιν ἔκ τε τῆς χερουβικῆς ὑμνολογίας καὶ τοῦ μαʹ ψαλμοῦ τῶν ἱεροψαλτῶν συντεθεῖσθαι τὸ μελώδημα· ᾄδεσθαι μὲν γὰρ ἐν τῷ ψαλμῷ τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα, μεταληφθῆναι δὲ τὸ μὲν ζῶντα εἰς ἰσοδύναμον | |
10 | τὸ ἀθάνατον, αὐτολεξεὶ δὲ διατηρηθῆναι τὸν ἰσχυρόν, καὶ οὕτω συνυφανθῆναι τὸ μελώδημα τὸ ἱερόν. Ἀπο‐ δεδόσθαι μέντοι γε τὸ μὲν Θεὸς καὶ τὸ ἅγιος πρὸς ἀντι‐ διαστολὴν τῶν εἰδωλικῶν σεβασμάτων, ἃ γεώδη τέ ἐστι καὶ χειρῶν ἀνθρώπων ἔργα καὶ βδελύγματα ὡς ἀληθῶς, | |
15 | τὸ δὲ ἰσχυρὸς πρὸς τὸ ἐκείνων ἄφωνον καὶ ἀκίνητον καὶ ἀσθενές, τὸ δὲ ἀθάνατος πρὸς τὸ ἄπνουν ἐκείνων καὶ ἀνενέργητον καὶ οὐδ’ ὁπωσοῦν ζωῆς μετάσχον. | |
17 | Λέγει δὲ τὸν αὐτὸν ἱερὸν ἄνδρα καὶ τοῦτο αὐτὸν ἐκδιδάξασθαι, καθὰ καὶ ἑτέροις ἐξιστόρηται, ὡς τῷ μακαρίῳ Πρόκλῳ | |
20 | (Κωνσταντινουπόλεως δὲ πρόεδρος ἦν) ἡ τοῦ εἰρημένου μελωδήματος δι’ ἀποκαλύψεως ἐμυήθη σύνθεσις, ἀγγέλων μὲν τὴν ἱερολογίαν ταύτην ἀναμελπόντων, ἐκείνου δὲ τὴν μύησιν πρώτου ἐκεῖθεν ἐκδεξαμένου. Τοι‐ οῦτον μὲν ἀγῶνα καὶ τὸ δʹ καὶ κʹ ἅμα τοῦ ἐφεξῆς εʹ κε‐ | |
25 | φαλαίου ὑποδύεται. Ἐν δὲ τῷ κϛʹ κεφαλαίῳ λέγει τὸν ἐν τῇ κοσμο‐ γενείᾳ κατ’ ἀρχὰς τῶν ἓξ ἡμερῶν ἀριθμὸν τύπον εἶναι τῆς τριαδικῆς θεογνωσίας, καὶ τοῦτο δηλοῦν σὺν καί τισιν ἑτέροις καὶ τὸ «ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, | |
30 | καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν»· ἀλλὰ καὶ τὸ «ἐν | |
κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ» ὅσοις γέγονεν εἰς τὰς ἀρχικὰς ἐκείνας ἓξ ἡμέρας ἐκλαβεῖν, οὐδὲν τῶν ἀπεμφαινόντων διανοηθῆναι. Κεφαλὴ γὰρ καὶ ἀρχὴ βι‐ βλίου, τουτέστι πάσης τῆς θεοπνεύστου γραφῆς, ἡ ἑξαή‐ | 181 in vol. 3 | |
35 | μερος, ἐν αἷς ἡ κτίσις συνετελέσθη· ὧν ἐκ μεγέθους καὶ καλλονῆς ὁ δημιουργὸς καταλαμβανόμενος ἀνυ‐ μνεῖται. | |
37 | Εἰκονίζειν δὲ τὴν τριάδα καὶ πρὸς διδασκαλίαν τοῦ μυστηρίου συντελεῖν τὰς αὐτὰς ἓξ ἡμέρας φησίν, ὥσπερ καὶ τῶν ἓξ χερουβικῶν πτερύγων τὴν συμβο‐ | |
40 | λικὴν ἱερολογίαν. Ἡ δὲ ἄρα ἐμυσταγώγει τῆς δημιουργοῦ τριάδος τὴν γνῶσιν δι’ ὑλικῆς παραγίνεσθαι καὶ συν‐ θέτου. Καὶ μὴν καὶ αὐτῆς τῆς ἁπλῆς καὶ ἀσυνθέτου | |
Bibl.222192a | οὐσίας διὰ τῆς ἐνύλου καὶ συντεθειμένης τὴν τρια‐ δικὴν ὑπαινίττεσθαι κυριότητα. Ὅθεν καὶ διὰ διπλῆς τριά‐ δος τῆς ὑπὲρ πᾶσαν ἁπλότητα τριάδος τὴν γνῶσιν ἀνα‐ καλύπτεσθαι. Πίστιν δὲ τοῖς τεθεωρημένοις ἐπιτιθείς, τὴν | |
5 | ζʹ φησὶ τύπον εἶναι τοῦ καιροῦ ἐκείνου, ἐν ᾧ τῶν παχυ‐ τέρων καὶ σωματικῶν ἡμῖν ἔργων ἡ κατάπαυσις, ὥς που καὶ ὁ Παῦλός φησιν ὡς «ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ· ὁ γὰρ ἐλθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ | |
10 | ἀπὸ τῶν ἰδίων ὁ Θεός». Εἰ δὲ τύπος ἡ ζʹ τῆς κατα‐ παύσεως τῶν παρ’ ἡμῖν ἔργων τῶν ὑλικῶν, ὅτε κατὰ τὸν αὐτὸν θεσπέσιον Παῦλον καὶ τὸ τέλειον τῆς γνώ‐ σεως τῆς ἐπὶ μέρους σοφίας ἀνταλλασσόμεθα, εὐλόγως καὶ τὴν ἑξαήμερον ἂν τύπον εἶναι τῆς ὑλικῆς τεθεω‐ | |
15 | ρήκαμεν γνώσεως, καθ’ ἣν ἐκ μέρους καὶ ἐν αἰνίγμασιν ἡ περὶ τὸ θεῖον ἡμῖν ὑπόληψις περιγέγονε. | |
16 | Τούτοις ἐπάγει καὶ τὴν τοῦ θεολόγου Γρηγορίου φωνήν, ἥτις μέχρι τριῶν ἡμῖν ὑποστάσεων τὸ τῆς θεότητος μυστήριον ἀνακαλυφθῆναι λέγει, μονάδος μὲν κινηθείσης, φησί, | |
20 | διὰ τὸ πλούσιον, δυάδος δὲ ὑπερβαθείσης διὰ τὴν ὕλην καὶ τὸ εἶδος, ἐξ ὧν τὰ σώματα, τριάδος δὲ ὁρι‐ σθείσης διὰ τὸ τέλειον· πρώτη γὰρ ἡ τριὰς δυάδος ὑπερβαίνει σύνθεσιν, ἵνα μήτε στενὴ μένοι θεότης μήτε εἰς ἄπειρον χέηται. Συνάπτει δὲ τῇ αἰτίᾳ ταύτῃ καὶ | 182 in vol. 3 |
25 | ἑτέραν τῆς μέχρι τριάδος θεϊκῆς προόδου, καί φησι διότι καὶ μόνος ἀριθμῶν ὁ τρεῖς ζυγοῦ τύπος ἐστὶ σα‐ φέστατος, ὁ δὲ ζυγὸς ἰσότητος ἔργον ἅμα καὶ σύμβο‐ λον· ὅθεν καὶ ἐν ἀριθμοῖς ὁ τριαδικὸς μόνος ἁπάν‐ των φέρει τὸ μέσον πρὸς τὰ ἑκατέρωθεν ἄκρα ἴσον | |
30 | τε καὶ ἀπαράλλακτον, οὐδεμιᾶς τοῖς τρισὶν ἐνορωμέ‐ νης ὅλως συνθέσεως. Ἐν οἷς καὶ ὁ ϛʹ τῷ φιλοθεά‐ μονι ἀνδρὶ συμπεραίνεται λόγος. Ἐν δὲ τῷ ζʹ βιβλίῳ διαλαμβάνει ὅτι τρεῖς μετα‐ θέσεις πολιτειῶν τὸ ἱερὸν ἀναγράφει γράμμα, ἃς καὶ | |
35 | σεισμοὺς ὀνομάζει, πρώτην μὲν τὴν ἀπὸ τῆς εἰδωλο‐ λατρείας ἐπὶ τὴν νομικὴν πολιτείαν μετάθεσιν, ἐν ᾗ μόνος μὲν ὁ πατὴρ ἐμφανέστατα κηρύττεται, ὁ δὲ υἱὸς καὶ τὸ πνεῦμα ἐν συμβόλοις μᾶλλον παραδηλοῦται καὶ αἰνίγμασι. Δευτέραν δὲ τὴν ἀπὸ ταύτης πρὸς τὸ εὐ‐ | |
40 | αγγέλιον, ἐν ᾗ τρανότερον ὁ υἱὸς καὶ τὸ πνεῦμα ἀπο‐ καλύπτεται· καὶ τρίτην λοιπὸν τὴν ἀϋλοτέραν τε καὶ θειοτέραν λῆξιν, ἐν ᾗ διαπρυσίως πᾶσι τὸ τῆς τριά‐ | |
Bibl.222192b | δος ἑνοειδὲς καὶ ἀμέριστον καὶ παντοκρατορικὸν, ὡς γεννητῇ φύσει δυνατόν, εἰς ἀνθρώπων ἀδίστακτον γνῶ‐ σιν ἀφικνεῖται. | |
3 | Ἀπαγγέλλει δὲ τὸν μὲν πρῶτον σεισμὸν ὁ θεσπέσιος Δαβὶδ διὰ τῶν ῥημάτων τούτων· «Ἀπὸ | |
5 | προσώπου κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακώβ»· ἐπάγει γάρ· «Τὰ εἴδωλα τῶν ἐθνῶν, ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων». Καὶ τὸν δεύτερον δὲ ἐν τῷ λέγειν· «Ἐνέγκατε τῷ κυρίῳ αἱ πατριαὶ τῶν | |
ἐθνῶν, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ», ἀλλ’ | 183 in vol. 3 | |
10 | οὐκ εἰς τὴν ἰουδαϊκὴν καὶ μίαν αὐλήν· συνάπτει γὰρ αὐ‐ τίκα· «Σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ· εἴ‐ πατε ἐν τοῖς ἔθνεσιν ὅτι κύριος ἐβασίλευσε». Καὶ πάλιν· «Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθή‐ τωσαν νῆσοι πολλαί». Εἶτα· «Ἔφαναν αἱ ἀστραπαί σου | |
15 | τῇ οἰκουμένῃ· εἶδε καὶ ἐσαλεύθη ἡ γῆ». Καὶ πολλὰ τοιαῦτά ἐστι παρ’ αὐτῷ. Καὶ ὁ Ἠσαΐας φησίν· «Ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν». Ὁ δὲ θεσπέσιος Παῦλος ἅμα τόν τε δεύτερον καὶ τὸν τρίτον ἀναγράφει σεισμὸν ἐν τῷ τὰ τοῦ προφήτου Ἀγγαίου ἀναβοᾶν· «Οὗ ἡ φωνὴ τὴν | |
20 | γῆν ἐσάλευσε τότε· νῦν δὲ ἔτι ἐγὼ ἅπαξ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν». Τὰ αὐτὰ δὲ καὶ τὸν θεο‐ λόγον ἀναγράφειν εἰσάγει Γρηγόριον. Ἀλλὰ γὰρ ταῦτα εἰπών, ἐμβαθύνει ζητεῖν διὰ τί ὁ πατὴρ κηρύσσεται πρῶτος. Καὶ ἡ λύσις, ὅτι περ ἡ περὶ | |
25 | ἡμᾶς τοῦ Θεοῦ πρόνοια οἰκονομικῶς τοῦτο διεπράξατο, πανσόφῳ μεθόδῳ τῆς πολυθείας ἀπάγουσα. Ἀμέθοδον γὰρ ἦν καὶ ἀνοικονόμητον πολυθείας ἀπαλλάττοντα τὸ τριαδικὸν τῆς θεότητος ψυχαῖς καταπιστεύειν μακρῷ διεπτοημέναις χρόνῳ περὶ τὸ πολύθεον. Ἄλλως τε δὲ καὶ | |
30 | ἡ τοῦ πατρὸς ἔννοια σιωπώσῃ καὶ ἀνεκφωνήτῳ ψήφῳ τὴν τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ὕπαρξιν ἐκύρου καὶ τὴν γνῶσιν συνῆγεν οὐ πλήττουσα τοὺς ἀσθενεῖς, τὸ δὲ τῆς εὐσεβείας μυστικῶς κραταίωμα διαγράφουσα. Ὅ τε γὰρ πατὴρ υἱοῦ πάντως ἐστὶ πατήρ, καὶ τὸ πνεῦμα, ἑτέρου | |
35 | τινὸς λέγοιτο ἄν. Ὁ μὲν οὖν πατὴρ μηδενὶ μηδεμίαν παρέχων πολυθείας λαβήν, ἠδύνατο δημοσιευθῆναι τῷ πλήθει, ἔθους γε μάλιστα ὄντος παρά τε Ἑβραίοις καὶ Ἕλλησι καὶ αὐτῶν τῶν ἀνθρώπων πατέρα καλεῖν τὸν Θεόν· συνεσκιάζετο γὰρ τῷ ἔθει ἡ ὑπερφυὴς τοῦ υἱοῦ πρὸς | |
40 | τὸν πατέρα συνάφειά τε καὶ συνύπαρξις καὶ ἡ πρὸς ἀλλήλους προαιώνιος σχέσις. Πατέρα μέντοι καλεῖν τὸν Θεὸν ἐκ τῶν καθ’ ἡμᾶς τιμίων τὸ ἀνθρώπινον ἀνε‐ | 184 in vol. 3 |
Bibl.222193a | μάθομεν. Οὐδὲν γὰρ τῶν παρ’ ἡμῖν τῆς πατρικῆς προσηγορίας οὔτε ἡδύτερον οὔτε τιμιώτερον οὔτε μὴν αἰ‐ δεσιμώτερον, ἀλλ’ οὐδ’ οἰκειότερον οὔτε πρὸς εὐεργεσίαν ἐγγύτερον. Καὶ προάγει γὰρ ὁ πατὴρ ἐκ μὴ ὄντων καὶ | |
5 | τρέφει, καὶ τῆς ζωῆς κήδεται τῶν τέκνων. Ἃ μᾶλλον μέν ἐστι καὶ κατὰ πρώτην αἰτίαν τοῦ Θεοῦ, ἐκεῖθεν δὲ καὶ κατὰ μετοχὴν καὶ τοῦ φύντος πατρός, ἐξ οὗ καὶ τὸ κα‐ λεῖν πατέρα τὸν Θεὸν τὸ γηγενὲς ἐπαιδαγωγήθημεν. Πνεῦμα δὲ καλεῖν τὸ θεῖον ἢ υἱόν, οὐχ οὕτως ἐξ ἡμῶν | |
10 | ἀφορμαὶ ἀναφύονται. Οὐ μὴν οὐδὲ τῆς πολυθεΐας ἡ τούτων τῷ πατρὶ συναρίθμησις οὕτως ἀφανίζει κἀκ τῶν δυσ‐ σεβεῖν ἐσπουδακότων τῆς πολυθεΐας τὴν πρόφασιν, ὡς ἡ τοῦ πατρὸς καθ’ ἑαυτὸν ἀνακήρυξις. Οὐκοῦν συμ‐ φερόντως τε καὶ προνοητικῶς μόνος ὁ πατὴρ διά τε | |
15 | νόμου καὶ προφητῶν ἐμφανῶς ἐκηρύττετο, μήτε πρόσ‐ κομμα τοῖς παχυτέροις παρέχοντος τοῦ κηρύγματος, καὶ τοῖς θεωρητικωτέροις τὴν τοῦ υἱοῦ ἔννοιάν τε καὶ ὁμο‐ λογίαν συνεισάγοντος. Εἰ δὲ πρῶτος ὁ υἱὸς ἐκηρύττετο, οὐκ ἂν τὸ σοφὸν τῆς οἰκονομίας ὁμοίως προέβαινεν· | |
20 | ἀλλ’ οὐδ’ εἰ τὸ πανάγιον καὶ ζωοποιὸν πνεῦμα. Τῆς ὁμοίας τοίνυν ἔχεται προνοίας καὶ θεωρίας καὶ τὸ μὴ τὸν πατέρα σαρκωθῆναι. Ποῦ γὰρ ἀνεκτὸν ἀντὶ τοῦ «υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε» πρὸς τὸν σαρκωθέντα λέγειν «πατήρ μου εἶ σύ, σή‐ | |
25 | μερον γεγέννηκάς με»; Τί γὰρ οὐκ ἂν πρὸς ἀπόνοιαν ἔπραξε τὸ Ἰουδαίων ἔθνος μετὰ τοῦ καταφυγὴν εὑρί‐ σκειν τῆς τόλμης τὸ τοῦ πράγματος δυσπαράδεκτόν τε καὶ ἀνακόλουθον, εἰ ὁ σαρκωθεὶς ἔλεγε· «Πατήρ εἰμι τοῦ Θεοῦ»; Πῶς δ’ οὐκ ἂν ἐδόκει μῦθος, εἰ τὸν σαρ‐ | |
30 | κωθέντα φωνή τις οὐρανόθεν ἐλέγετο καλεῖν· «Οὗτός ἐστιν ὁ πατήρ μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα»; ἢ τὸ λέγειν αὐτόν· «Ὁ υἱὸς ἀπέστειλέ με, καὶ μείζων μού ἐστι», καὶ ὅσα ἄλλα τοιαῦτα. | 185 in vol. 3 |
33 | Τὰ αὐτὰ δ’ ἂν εἴη λέγειν καὶ ἐπὶ τοῦ παναγίου πνεύματος. Καίτοι γε τὸ πανάγιον | |
35 | πνεῦμα καὶ γυμνότερον ἢ τὸν υἱὸν τὸ ἱερὸν γράμμα θεολογεῖ. Καὶ γάρ φησι περὶ μὲν τοῦ υἱοῦ· «Δεξιὰ κυ‐ ρίου ἐποίησε δύναμιν», καί· «Τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν», καὶ εἴ τι ἄλλο τοιοῦτον· ἃ νοήματι μὲν συμβαίνει καὶ συνομολογεῖ τῇ σημασίᾳ τοῦ υἱοῦ, τῆς | |
40 | δὲ κατὰ τὴν φωνὴν οὐκ ἐξίσταται παραλλαγῆς. Ὅρα δὲ τὸ τρανὸν καὶ ἀπαράλλακτον τῆς κατὰ τὸ ἅγιον πνεῦ‐ μα φωνῆς· «Τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ | |
Bibl.222193b | δύναμις αὐτῶν», καί· «Πνεῦμα κυρίου πεπλήρωκε τὴν οἰκουμένην», καί· «Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγή‐ σει με ἐν γῇ εὐθείᾳ», καί· «Πνεῦμα κυρίου ἐπ’ ἐμέ», καί· «Πνεῦμα θεῖον τὸ ποιῆσάν με», καί· «Ἐξαποστελεῖς τὸ | |
5 | πνεῦμά σου καὶ κτισθήσονται», καὶ μυρία ἄλλα. | |
5 | Τῆς ἀρρή‐ του δὲ καὶ τοῦτο τοῦ Θεοῦ σοφίας, τὸ τὸν μὲν υἱὸν ἑτε‐ ροφώνοις λέξεσι θεολογεῖσθαι, τὸ δὲ πνεῦμα διὰ τῆς οἰκείας ὀνομασίας. Ὁ μὲν γὰρ υἱὸς ῥηθεὶς αὐτίκα τὸ αὐθυπόστατον εἰσῆγεν, ὃ τοῖς τὴν πολυθεΐαν νενοση‐ | |
10 | κόσι πρόφασις ἂν ἐγεγόνει τοῦ δραμεῖν πρὸς αὐτὴν ἣν φυγεῖν ἐδιδάσκοντο· τὸ δὲ πνεῦμα εἰ καὶ τοῖς εὐ‐ σεβοῦσιν ὁμοίως αὐθυπόστατον γινώσκεται, ἀλλ’ οὖν δύ‐ ναται τοῖς πολλοῖς καὶ παχυτέροις παρακαλύπτεσθαι ὡς οὐχ ἑτέραν εἰσάγον ὑπόστασιν, καὶ οὐδὲν ἧττον λεγόμε‐ | |
15 | νον τὸ τῆς μοναρχίας κρατύνειν προνόμιον· ὥσπερ γὰρ τὸ λέγειν· «Ἠκηδίασε τὸ πνεῦμά μου» οὐ δύο συν‐ εισάγει πρόσωπα, ἀλλ’ οὐδὲν ἧττον τὸ ἑνιαῖον διαφυ‐ | |
λάττει τῆς ὑποστάσεως, οὕτω καὶ πνεῦμα Θεοῦ τοῖς πα‐ λαιοῖς παχυτέρως καὶ ὡς ἐφ’ ἡμῶν ἀκουόμενον, οὐδε‐ | 186 in vol. 3 | |
20 | μιᾶς πολυθεΐας ἐνεδίδου σκάνδαλον. Διὰ τοῦτο τοίνυν τὸ μὲν πνεῦμα ῥητῶς παρὰ τῇ παλαιᾷ διαθήκῃ κη‐ ρύττεται, ὁ δὲ υἱὸς οὐκέτι, ἀλλὰ δι’ ὀνομάτων τοιούτων ἃ καὶ αὐτὰ δύναται τὸ ἑνιαῖον μὴ διαιρεῖν τῆς ὑποστά‐ σεως, ὡς τὸ χεὶρ Θεοῦ καὶ βραχίων καὶ σοφία καὶ δύ‐ | |
25 | ναμις καὶ δεξιὰ καὶ λόγος καὶ ὅσα τοιαῦτα· καὶ γὰρ καὶ ἐπὶ τῆς ἀνθρωπίνης φύσεως ταῦτα τὸ ἑνιαῖον οὐκ εἰς δύο διαλύει, οὐδὲ διαιρεῖ τὴν ὑπόστασιν· εἰ δέ που καὶ τῆς τοῦ υἱοῦ φωνῆς ἐμνήσθη, ἐπειδὴ εὐθὺς ὁ υἱὸς ῥηθεὶς διαφορὰν μηνύει τῶν ὑποστάσεων, ὡς τό· «Υἱός μου εἶ | |
30 | σύ», ἐπισκιαζόμενον καὶ περικαλυπτόμενον τοῦτο προ‐ άγει· ἐπάγει γάρ· «Σήμερον γεγέννηκά σε», καί· «Αἴτησαι παρ’ ἐμοῦ», ἅπερ ἀνθρώπινα ὄντα καὶ τῇ θείᾳ μὴ ἐφαρμόζοντα φύσει τὴν τοῦ υἱοῦ προσηγορίαν παρεκά‐ λυπτέ τε καὶ συνεσκίαζε. Καὶ ἐπὶ τῶν ὁμοίων ὡσαύ‐ | |
35 | τως. Τί δή ποτε δὲ δεξιὰ καὶ λόγος καὶ δύναμις, καὶ ὅσα ἄλλα, τοῦ πατρὸς μὲν ὁ υἱὸς λέγεται, ἀλλ’ οὐκ ἔμ‐ παλιν ὁ πατὴρ τοῦ υἱοῦ; Ἢ διότι ὁ πατὴρ μὲν οὐκ ἐκ τοῦ υἱοῦ, ἀλλ’ ὁ υἱὸς ἐκ τοῦ πατρός. Ἔτι δὲ χεὶρ μὲν καὶ βραχίων καὶ σοφία καὶ λόγος τοῦδε τοῦ ἀνθρώπου | |
40 | λέγεται, ἀλλ’ ὁ ἄνθρωπος τῆς δεξιᾶς ἢ τῆς σοφίας ἢ τῶν ὁμοίων οὐκ ἂν ῥηθείη, ὥσπερ οὐδὲ τοῦ κλάδου φαμὲν τὸ δένδρον, ἀλλὰ τὸν κλάδον τοῦ δένδρου. | |
Bibl.222194a | Καὶ τὸ πνεῦμα δὲ δάκτυλος ὀνομάζεται Θεοῦ, καὶ ἐπεὶ ὁ δάκτυλος τῆς χειρός, εὐλόγως οὐ μόνον τοῦ πατρὸς ἀλλὰ καὶ τοῦ υἱοῦ, ἥτις ἐστὶν ἡ πατρικὴ δεξιά, λέγεται. Ἀλλ’ οὐ τὸ ἀνάπαλιν ὁ υἱὸς τοῦ πνεύματος· οὐδὲ | |
5 | γὰρ ἡ χεὶρ ῥηθείη ἂν τοῦ δακτύλου, οὐκ ἦν δὲ ἄρα οὐδὲ διὰ ταῦτα ἀντὶ τοῦ πατρὸς τὸν υἱὸν ἢ τὸ πνεῦμα κατ’ | |
ἀρχὰς συμφέρον καταγγέλλεσθαι. Καὶ γὰρ καὶ ἀνθρώπων πατὴρ ὁ Θεὸς, ὥσπερ ἔφημεν, ἐλέγετο· υἱὸς δὲ ἢ πνεῦμα ἡμῶν ὁ Θεός, τῶν ἀμηχάνων τε καὶ ἀνακολούθων ἐκρί‐ | 187 in vol. 3 | |
10 | νετο λέγεσθαι. Διὸ καὶ πατὴρ μὲν κηρυττόμενος διὰ τὴν ἐν τῇ συνηθείᾳ κατάχρησιν ἓν παρεδήλου τότε τοῖς πολλοῖς καὶ ὑπεδείκνυε πρόσωπον· εἰ δὲ ὁ υἱὸς ἢ τὸ πνεῦμα κατήγγελτο, πάντως ἂν τὸ δυαδικὸν συνωμο‐ λογεῖτο τῶν ὑποστάσεων· ὁ γὰρ ἀκούων υἱὸν εὐθὺς πρὸς | |
15 | τὸν πατέρα ἀνήγετο. Καὶ τὸ πνεῦμα ὁμοίως· οὗ γὰρ ἦν πνεῦμα, ἐπεζήτει ἡ διάνοια, οἷς ἡ νόσος τὸ πολύθεον ἀπὸ τῆς σῳζούσης θεολογίας ἐλάμβανε τὸ ἀνίατον. Χωρὶς δὲ τῶν εἰρημένων οὐδὲ δυνατὸν ἦν, καθάπερ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος, οὕτω καὶ τὸ τοῦ πατρὸς σοφαῖς | |
20 | μεθόδοις περικαλύπτεσθαι πρόσωπον. Πνεῦμα μὲν γὰρ Θεοῦ ῥηθὲν καὶ δεξιὰ καὶ σοφία καὶ δύναμις οἶδεν ἐκ‐ φεύγειν τὸ τῆς πολυθείας παλίμφημον· λανθάνει γὰρ τοὺς πολλοὺς διαφορὰν προσώπων συνεπαγόμενον· πα‐ τὴρ δὲ τοῦ Θεοῦ κηρυχθείς, κἂν τὸν γεννηθέντα λάβοις, κἂν | |
25 | τὸ ἐκπορευθέν, οὐκέτι μὲν λαθεῖν ἔχοι τὸ διάφορον εἰσά‐ γον τῶν ὑποστάσεων οὐδ’ ὅμοιον τοῖς τὸ πολύθεον νοσοῦσι προσφέρειν τὸ ἴαμα. Οὐ μὲν οὖν ἀλλ’ οὐδ’ εἴπερ ὁ πατὴρ κατὰ τὸ ἔμπαλιν χεὶρ τοῦ υἱοῦ ἢ τοῦ πνεύματος ὠνομάζετο, ὑποκρύπτειν ἑαυτὸν καὶ τὸ δυαδικὸν περι‐ | |
30 | καλύπτειν τῶν προσώπων ἠδύνατο· ἵνα μὴ λέγω ὡς οὐδὲ ῥηθῆναι παντελῶς τὰ εἰρημένα οὔτε νοῦν οὔτε φύσιν ἔχειν οὐδεὶς ἂν ὑπόθοιτο. Διὰ τί δ’ οὖν κατ’ ἀρχὰς ἡ τριὰς οὐχ ἅμα κατήγγελτο; Ὅτι καθάπερ τοῖς ὀφθαλ‐ μιῶσι τὸ λαμπρὸν φῶς, καίτοι σωτήριον ὄν, ἀθρόον | |
35 | ἐπιβλαβέστατον, οὕτω καὶ τοῖς εἰς τὸ πολύθεον ἀποτυ‐ φλωθεῖσιν ἡ τριαδικὴ θεολογία βλαβερὸν ὑπῆρχε καὶ ἐπιζήμιον. Ἀλλὰ ταῦτα μὲν τῷ φιλοθέῳ συγγραφεῖ καὶ ὁ τῶν λόγων ζʹ ἐν τρισὶ φιλοπονεῖται κεφαλαίοις, ἃ μετὰ | |
τὸ κϛʹ τὸν ἀκόλουθον ἀριθμὸν ἀναδέχεται. | 188 in vol. 3 | |
40 | Τὸ δὲ τριακοστὸν αὐτῷ κεφάλαιον διέξεισιν ὡς ὁ πρῶτος σεισμὸς θεμέλιος τῷ βʹ γεγένηται, καὶ οὐ μόνον τοῖς κατὰ Μωσέα συνήνεγκε Θεὸν τὸν πατέρα κη‐ | |
Bibl.222194b | ρύξας, ἀλλὰ καὶ τοῖς ἐν τῇ χάριτι. Ἐξ ὧν γὰρ τὸν Θεὸν πατέρα τῶν ἀνθρώπων νομίζεσθαι ἔδωκεν, ἕκαστος τῶν γνησίως προσανεχόντων Θεῷ υἱὸς Θεοῦ εἰκότως ἐλέγετο· ἐκ δὲ τούτου θύρα καὶ ὁδὸς τῇ διὰ σαρκὸς οἰκονομίᾳ | |
5 | ὑπανοίγνυται. Διὸ καὶ τὸν υἱὸν ὁ βʹ κηρύττων σεισμός, ὡς ἤδη συνήθους οὔσης τῆς φωνῆς καὶ ἐπὶ ψιλῶν ἀν‐ θρώπων τίθεσθαι, οὐχ οὕτω τοὺς ἀκούοντας ἐξετάραττεν, ἐκ τῆς χρήσεως τῆς πρώτης διαθήκης καταλεανθέντας τὰς ἀκοάς, καὶ οὐκέτι πρὸς τὴν φωνὴν οὕτως ἐμεμή‐ | |
10 | νεσαν, ὥσπερ ἐμαίνοντο ἄν, εἰ μὴ συνήθης αὐτοῖς ἀπὸ τῆς παλαιᾶς ἐγεγόνει διαθήκης. Ὥσπερ δὲ ἐπὶ τῆς νο‐ μικῆς πολιτείας τὸ κηρύττεσθαι τὸν υἱὸν λαμπρῶς ἢ τὸ πνεῦμα, δι’ ἃς αἰτίας προείπομεν, βλαβερὸν ἐδόκει τοῖς ἔτι τὰς οὐλὰς τῆς πολυθέου πληγῆς ἐν ἑαυτοῖς φέ‐ | |
15 | ρουσιν, οὕτω δὴ καὶ τὸ σαρκωθῆναι μὲν τὸν πατέρα ἢ τὸ πνεῦμα, συνεσκιάσθαι δὲ καὶ λαβεῖν ἰσχὺν εἰς τὸ λαθεῖν, ὃν τρόπον ἐπὶ τοῦ υἱοῦ, ἀδύνατον ἦν. Εἰ γὰρ καὶ κοινῆς οὔσης καὶ τετριμμένης τῆς τοῦ υἱοῦ προσηγορίας ὅμως τὸν υἱὸν σάρκα λαβόντα, ὅτι Θεοῦ υἱόν, ὅπερ ἦν, | |
20 | ἔλεγεν ἑαυτόν, καὶ κρημνοῖς ἐξῶσαι καὶ ῥαπίσμασι βα‐ λεῖν καὶ τὸ τελευταῖον σταυρῷ ἀναρτῆσαι ἐξεμάνησαν, τί οὐκ ἂν ἐποίησαν καὶ αὐτοὶ καὶ οἱ μαθηταὶ δούλου μορφὴν ὁρῶντες, εἰ ὁ σαρκωθεὶς ἔλεγεν· «Ἐγώ εἰμι ὁ πα‐ τὴρ ἢ τὸ πνεῦμα τὸ ἅγιον;» ὥστε τὸ πᾶν τῆς οἰκονομίας | |
25 | θεοπρεπῶς τε καὶ ὑπὲρ λόγον καὶ ἔννοιαν διεπραγμα‐ τεύθη, καὶ τὴν τῶν ἀνθρώπων σωτηρίαν ἀπειργάσατο. Κατ’ ἀρχὰς μέντοι ὁ λόγος οὐ σεσάρκωται καὶ δι’ | |
ἄλλας μὲν αἰτίας, καὶ διότι οὐκ ἔδει εὐθὺς τὸ μέγιστον τῶν φαρμάκων τοῖς νοσοῦσι προσενεγκεῖν, ἀλλὰ τὰ ἐπ’ | 189 in vol. 3 | |
30 | ἔλαττον ἐλαύνειν τὴν νόσον δύναμιν ἔχοντα. Ἔτι δὲ καὶ ὅτι κατ’ ἀρχὰς σαρκωθεὶς ὁ λόγος οὐ μόνον οὐ παρεῖχεν ἴσην ὥσπερ ἐπὶ τέλει παραγεγονὼς τὴν ὠφέλειαν, ἀλλὰ καὶ παράκλησις μᾶλλον τοῖς εἰδωλολατροῦσι πρὸς τὴν πλάνην ἐνομίζετο. Εἰ γάρ, ὅτε παῖδες Ἑλλήνων ἐπέστη, | |
35 | τοὺς ὁμοιοπαθεῖς ἀνθρώπους εἰς τὸ τοῦ θεοῦ ῥᾳδίως ἀνε‐ βίβαζον ἀξίωμα, πῶς ἂν εἰδότες σαρκὶ τὸν λόγον φαι‐ νόμενον καὶ Θεὸν ὑμνούμενον οὐχὶ τῶν παρ’ αὑτοῖς πε‐ πλασμένων θεῶν ἐκεῖθεν εἷλκον τὰ παραδείγματα, καὶ τοὺς μέλλοντας αὐτοὺς τῆς πλάνης ἀποσπᾶν εὐχερῶς | |
40 | οὐκ ἂν ἀντωνείδιζον, ἄνθρωπον καὶ αὐτοὺς τοὺς αἰτιω‐ μένους θεόν τε ὑμνεῖν καὶ σέβεσθαι; Διὰ τοῦτο γὰρ τότε τῶν Ἑλλήνων ἀνθρώπους θεοποιούντων καὶ ἡ τοῦ πα‐ | |
Bibl.222195a | τρὸς μονὰς ἐκηρύττετο. Οὐκοῦν ἔδει μὲν ἐκεῖνα πρῶτον ἀργῆσαι, ἔδει καταργηθῆναι διὰ τοῦ κηρύγματος, ὃ τὸν πατέρα μόνον κατήγγελλεν· εἶθ’ οὕτω λήθῃ δοθεί‐ σης τῆς θεοποιοῦ πλάνης τὸν ἀληθῆ Θεὸν ἐν σαρκὶ | |
5 | φανερωθῆναι. Οὕτω μὲν οὖν ὁ λόγος τῆς ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τοῦ λόγου σαρκώσεως. Καὶ καθάπερ ὁ πρῶτος σεισμὸς διὰ τῶν ἐναντίων ἰάσατο τὸ πολύθεον ἐπι‐ κρυψάμενος τῶν ὑποστάσεων τὸ διάφορον, οὕτω καὶ ἐν ἐσχάτοις καιροῖς, τῆς ἰουδαϊκῆς δόξης εἰς ἓν πρόσωπον | |
10 | νόμῳ καὶ χρόνῳ κρατυνθείσης καὶ περιελούσης τὸ πολύ‐ θεον, ὁ υἱὸς τηνικαῦτα θεοπρεπῶς τε καὶ φιλανθρώπως καὶ σάρκα λαμβάνει καὶ τὸ τῆς τριάδος κατὰ μικρὸν | |
ἀνακαλύπτει μυστήριον. Ἐπάγει δὲ τούτοις ὡς πανσόφως ὁ σωτὴρ τοῖς μὲν | 190 in vol. 3 | |
15 | ῥήμασιν ἐταπεινολογεῖτο καὶ τὴν τῆς θεότητος συνέ‐ στελλεν αὐγήν, τοῖς ἔργοις δὲ ταύτην παρεσκεύαζεν ἀστράπτειν, καὶ δι’ αὐτῶν εὐδόκει κηρύττεσθαι τῆς παντο‐ κρατορικῆς δυνάμεως τὸ ἀξίωμα. Διὸ καὶ ἔλεγε· «Τὰ ῥήματα, ἃ ἐγὼ λαλῶ, ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὲ πατὴρ | |
20 | ὁ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα. Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί. Εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι». Διὰ δύο δὲ ταύτας αἰ‐ τίας τὸ ταπεινὸν τῶν ῥημάτων ὑπήρχετο, μίαν μέν, τὸν φθόνον τῶν Ἰουδαίων καταπραΰνων φλεγμαίνον‐ | |
25 | τα, δευτέραν δέ, καὶ ἡμῖν ὑπογραμμὸν ταπεινοφρο‐ σύνης ἔργῳ διατυπῶν, καὶ τρίτην, ὅτι ἡ τῶν ῥημά‐ των λαμπρότης οὐ πάντως ποιεῖ συνεξαστράπτειν καὶ τὰ πράγματα, ἡ δὲ τῶν ἔργων ὑπερφυὴς καὶ θεοπρε‐ πὴς ἐπίδειξις καὶ τῶν ῥημάτων συνανυψοῖ τὴν εὐ‐ | |
30 | τέλειαν. Ἐνταῦθα δὲ καὶ ῥητοῦ τινος εὐαγγελικοῦ ἀναπτύσ‐ σει διάνοιαν τοῦ λέγοντος· «Τί ἐστιν εὐκοπώτερον εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ ἔγειραι καὶ περιπάτει;» Εὐκοπώτερον δέ φησιν εἶναι τὸ πρῶτον, ὅτι τὸ μὲν | |
35 | ἀφέωνται οὐκ ἔχει τὴν τῶν ῥημάτων προφορὰν ὡς ἐξ ἰδίας ἐξουσίας προφερομένην καὶ προστάγματος (οὐδὲν γὰρ κωλύει καὶ τὸν μὴ ὄντα τῆς ἀφέσεως κύριον εὐαγγε‐ λίσασθαι ταύτην), τὸ δὲ ἔγειραι καὶ περιπάτει δεσπο‐ τικῆς ὅλον προστάξεως ἤρτηται, ἄλλωστε δὲ καὶ ὅτι τὸ | |
Bibl.222195b | ἔγειραι καὶ περιπάτει, ἀδιάβλητον φέρον ἔργοις τὴν αὐθεντείαν, καὶ τὴν ἄφεσιν συμπεριεῖχεν. Ὁ γὰρ δοὺς τὴν χάριν τοῦ βαδίζειν δῆλον ὅτι καὶ τῶν, ὑπὲρ ὧν κατείχετο τῇ νόσῳ, πλημμελημάτων τὴν ἄφεσιν συν‐ | |
5 | απεδίδου. Δεσπότου δὲ φιλανθρώπου καὶ τὴν μάστιγα τοῖς ἁμαρτάνουσιν ἐπαφεῖναι, καὶ τῆς πληγῆς μετὰ τοῦ πταίσματος τὸν πληγέντα ἀπαλλάξαι. Εἰδὼς δὲ τὸ ἔργον καὶ τὴν ἄφεσιν τῶν ἡμαρτημένων πιστούμενον καὶ τὴν δεσποτείαν τοῦ ἀφιέντος ἐπιδεικνύμενον ἐπάγει· | 191 in vol. 3 |
10 | «Ἵνα δὲ ἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώ‐ που» καὶ ἑξῆς. Ἀναγκαῖον δὲ ἦν τὸ ἐπισκιάζεσθαι τὸ μυστήριον τῆς τοῦ λόγου σαρκώσεως διά τε τὸ γενέσθαι τοῖς ἀκροωμένοις εὐπαράδεκτον, καὶ ἵνα λάθῃ τοῦ σκό‐ τους τὸν ἄρχοντα. Φησὶ γὰρ ὁ θεοφόρος Ἰγνάτιος τρία | |
15 | λαθεῖν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, τὴν παρθε‐ νίαν Μαρίας, τὴν σύλληψιν τοῦ κυρίου, καὶ τὴν σταύ‐ ρωσιν. Λέγει δὲ καὶ ὁ θεσπέσιος Παῦλος περὶ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ὡς «εἰ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν». | |
20 | Ταῦτα εἰπὼν ἐπιφέρει ὡς ἡ μὲν ἀΐδιος καὶ ὑπερ‐ άρχιος τριὰς ἀεί ἐστι καὶ ὡσαύτως τριάς, πατήρ, υἱὸς καὶ πνεῦμα ἅγιον, ἀλλ’ ὑπὲρ ὃ νοοῦμεν ἢ λαλοῦμεν. Πᾶν γὰρ ὃ λέγομεν περὶ Θεοῦ ἢ νοοῦμεν, ἐκ τῶν καθ’ ἡμᾶς πραγμάτων τε καὶ ῥημάτων τὰ περὶ αὐτῆς ἀνα‐ | |
25 | λόγως καὶ λέγομεν καὶ νοοῦμεν. Ἰσότιμος δὲ καὶ ἰσοσθε‐ νὴς ἡ παναγία τριάς, πάντα πρὸς τὴν ἡμετέραν σω‐ τηρίαν οἰκονομοῦσα, καὶ ὅσα θεολογεῖν αὐτὴν δυνα‐ μούμεθα, αὐτὴ ταῦτα φιλανθρώπως ἡμῖν χαριζομέ‐ νη πάλιν προσίεται. Διὸ κατ’ ἀρχὰς μέν, ὡς εἴρηται, διὰ | |
30 | τὸ πολύθεον ἡ θεία γραφὴ συγκαταβαίνουσα, οὐχ ὡς ἔχει φύσεως ἢ τάξεως ἡ τριάς, ἀλλ’ ὡς ἡμῖν εὐπα‐ ράδεκτον παραδιδοῦσα, τὸν πατέρα λαμπρῶς καταγ‐ γέλλει, εἶτα τὸν υἱὸν κατὰ τὸν δεύτερον σεισμόν, ἐν ᾧ καὶ τὴν γνῶσιν τοῦ πνεύματος συμπαραλαμβάνομεν, | |
35 | οὐ μὴν τήν γε τελείαν· αὕτη γὰρ ἐν τῷ μέλλοντι αἰῶνι καὶ τῷ τελευταίῳ σεισμῷ παραγίνεται, τῆς τριάδος ὅλης τρανότερον ἡμῖν ἐμφανιζομένης τε καὶ ἀνακα‐ λυπτομένης. | 192 in vol. 3 |
38 | Εἰ γὰρ καὶ τοῦ πνεύματος τὸν ἀρραβῶνα, ὡς τῆς ἐκλογῆς ἐπιμαρτύρεται τὸ σκεῦος, ἔχομεν, ἀλλ’ | |
Bibl.222196a | οὐκ εἰς τὴν τελειότητα τῆς πνευματικῆς ἐφθάσα‐ μεν καταστάσεως. Καὶ γὰρ καὶ αὐτὸ τὸ τοῦ ἀρραβῶνος ὄνομα σύμβολον μέν ἐστι τοῦ τελείου δώρου, οὐ μὴν αὐτό γε τὸ δῶρον. Καὶ πολλαχοῦ ἀρραβῶνα τῆς μελλούσης κλη‐ | |
5 | ρονομίας τὸ πνεῦμα ὑμνεῖ καὶ ἀπαρχὴν τῶν αἰωνίων ἀγαθῶν, ὥστε τὴν τελειότητα τοῦ πνεύματος μετὰ τὴν ἀπολύτρωσιν τοῦ σώματος ὑποδεχόμεθα. Ἐπειδὴ δὲ ὁ κατὰ τὸ ἀνθρώπινον γένος λεγόμενος καὶ πατὴρ καὶ υἱὸς κοινωνίᾳ γάμου ἀναφαίνεται καὶ γνωρίζεται, διὰ τοῦτο | |
10 | τοῦ παρόντος βίου τοὺς δύο σεισμούς, τὸν μὲν πρότερον ἀνήκειν τῷ πατρί, τῷ υἱῷ δὲ τὸν δεύτερον τὰ λόγια παραδίδωσι. | |
12 | Πάλιν ἐπειδὴ τὸ πνεῦμα καὶ τὸ παρ’ ἡμῖν σωμάτων ὑπερβαίνει παχύτητα, εἰκότως ὁ τῶν γάμων πεπαυμένων ἀνακύπτων τε καὶ ἀναλάμπων βίος (οὗτος | |
15 | δὲ ὁ τῆς ἀναστάσεως ἂν εἴη· «Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίσκονται») οἰκείως ἂν ἀφορισθείη τῷ πνεύματι. Ἔδει δὲ τὸν βίον, ἐν ᾧ πατέρες παῖδας φύουσι, τὸν Θεὸν καὶ πατέρα προτεταγμένον γινώσκεσθαι τοῦ υἱοῦ, οὐ τῆς τριάδος τὴν τάξιν ἀπαιτούσης (ποῦ γὰρ τάξις, ἔνθα | |
20 | τὸ ἴσον ἀπαράλλακτον;) ἀλλὰ διὰ τῆς ἐν αὐτῇ κατ’ οἰκονομίαν τάξεως τοὺς πατέρας τιμᾶσθαι παρὰ τῶν παίδων παραινούσης. Καὶ τὸ ἀξίωμα δὲ τοῦ πνεύματος ἡ ἱερὰ ἐπαίρουσα γραφὴ ὅλην τὴν τριάδα τῇ τοῦ πνεύ‐ ματος ἐξονομάζει φωνῇ ὡς τὸ «πνεῦμα ὁ Θεὸς, καὶ τοὺς | |
25 | προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσ‐ | |
κυνεῖν», καὶ τὸ «πᾶσα ἁμαρτία ἀφεθήσεται τοῖς ἀν‐ θρώποις, τῷ δὲ βλασφημοῦντι εἰς τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἀφεθήσεται», ἐπὶ τῆς θεότητος ὅλης ἐκληφθὲν σύμ‐ φωνον ἂν εἴη τῷ προειρημένῳ σκοπῷ. Καὶ ἡ ἐν ἐσόπτρῳ | 193 in vol. 3 | |
30 | δὲ γνῶσις καὶ ἡ ἐν αἰνίγματι τῆς ὑπερφυοῦς ἐν τριάδι θεότητος εἰς τὸ τέλειον διὰ τοῦ πνεύματος ἡμῖν ἀπο‐ καθίσταται κατὰ τὸν μέλλοντα· καὶ γὰρ οὗτος τῷ παναγίῳ πνεύματι, ὥσπερ τῶν πρὸ αὐτοῦ δύο σεισμῶν, ὁ μὲν τῷ πατρὶ ὁ δὲ τῷ υἱῷ ἀναφέρεται. Ἔστι δὲ δηλονότι ὁ | |
35 | μὲν τῇ τάξει πρῶτος σεισμὸς ἔσχατος τῷ τε ἀξιώματι καὶ τῷ τῆς ὠφελείας μεγέθει· δῆλον γὰρ ὡς ἡ χάρις πολλῷ τοῦ νόμου μείζων τε καὶ λυσιτελεστέρα. Ἀλλὰ καὶ ὁ δεύτερος ἐλαττοῦται τοῦ τρίτου, εἴ γε «νῦν μὲν ἐν ἐσόπ‐ τρῳ βλέπομεν καὶ ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς | |
40 | πρόσωπον». Διὸ καί· «Ὅταν ἔλθῃ τὸ τέλειον, καταργη‐ θήσεται τὸ ἐκ μέρους». | |
41 | Καὶ σκόπει τῆς θεουργοῦ προνοίας | |
Bibl.222196b | τὸν πάνσοφόν τε καὶ ἀρρεπῆ ζυγόν. Ὁ πατὴρ ἐδό‐ κει τοῖς πάλαι τὸ μεῖζον ἔχειν, ὁ υἱὸς δὲ πάλιν κατὰ τὴν νέαν ἐνίοις μὲν τὸ ἔλαττον, τοῖς πολλοῖς δὲ τὸ ἴσον· τὸ δὲ ἅγιον πνεῦμα τοῖς πολλοῖς μὲν τὸ ἔλαττον, ὀλί‐ | |
5 | γοις δὲ τὸ ἴσον. Ἵνα οὖν τὸ ἄνισον τὸ ἀπὸ τῆς τῶν ἀν‐ θρώπων ὑπολήψεως εἰς ἰσότητα ἐπαναχθῇ, ὁ μὲν πρῶ‐ τος σεισμός, ὃς ἀφώριστο τῷ πατρί, τὸ ἔλαττον ἔσχεν, ὁ δὲ δεύτερος, ὃς ἦν τῷ υἱῷ, τὸ ἐκείνου μεῖζον, καὶ ὁ τοῦ πνεύματος ἀμφοῖν ὑπερέχων. Καὶ ὅρα σαφῶς ὅπως ἡ | |
10 | ἐν ταῖς τῶν ἀνθρώπων δόξαις ἀνισότης διὰ τῆς τῶν τριῶν καιρῶν ἀνισότητος εἰς ἀρρεπεστάτην τε καὶ θαυ‐ μασίαν συνεβιβάσθη ἰσότητα, τῆς τριαδικῆς θεαρχίας ὥσπερ αὐγήν τινα παραδεξαμένη καὶ ἔλλαμψιν. | |
13 | Ὅτι | |
δὲ ἡ ἐν τῇ τριάδι τάξις τὴν τῶν πολλῶν οἰκονομίαν στοχά‐ | 194 in vol. 3 | |
15 | ζεται, ἀλλ’ οὐκ ἀπὸ τῆς ὑπερφυοῦς ἐκείνης καὶ ἀρρήτου βλαστάνει φύσεως, ὁ τῶν ἀπορρήτων μύστης διδάσκει, ὃς καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα θεόληπτον μύησιν ἔσχεν ἐνίοτε τοῦ πατρὸς προτάττειν· «Διαιρέσεις γὰρ χαρι‐ σμάτων εἰσί, καὶ τὸ αὐτό, φησι, πνεῦμα· διαιρέσεις | |
20 | δὲ διακονικῶν καὶ ὁ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνερ‐ γημάτων καὶ ὁ αὐτὸς Θεός». Καὶ πρὸς Γαλάτας· «Παῦλος ὁ ἀπόστολος, οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ πα‐ τρός». Ὥστε τὸ προτάττεσθαι καὶ ὑποτάττεσθαι τὰ τῆς | |
25 | θεαρχικῆς τριάδος καὶ πᾶσαν τάξιν καὶ πάντα λόγον ὑπερεχούσης ὀνόματα οὐχ εἱρμόν τινα φυσικὸν διασῴζει τάξεως, ἀλλὰ πρὸς τὴν τῶν ἀκροατῶν σωτηρίαν οἰκο‐ νομεῖται καὶ διαποικίλλεται. Ταῦτα μὲν οὖν ὁ κλεινός τε καὶ τῶν θείων μαθημάτων διάπυρος ἐραστὴς κατὰ | |
30 | τὸ λαʹ τε καὶ βʹ κεφάλαιον φιλοπονησάμενος ἐπραγμα‐ τεύσατο. Ἐν δὲ τῷ ἑξῆς κεφαλαίῳ αἰτίας τίθησι δι’ ἃς ἡ παλαιὰ καὶ νέα διαθήκη τῷ δυσλήπτῳ τε καὶ δυσερ‐ μηνεύτῳ ποικίλλεται, εἰ καὶ μᾶλλον μὲν ἡ παλαιά, ἧττον | |
35 | δὲ τὰ τῆς χάριτος. Καὶ ἐπὶ μὲν τοῦ μωσαϊκοῦ γράμ‐ ματός φησιν ὅτι, ἐπεὶ τύπος ἦν καὶ σκιὰ τῶν μελλόν‐ των ἀγαθῶν, εἰκότως ὡς ἐν σκιᾷ τε καὶ τύπῳ καὶ αὐτὰ τὰ ῥήματα καὶ τὴν τῶν ῥημάτων συνθήκην προβάλ‐ λεται, δι’ ὧν κρατεῖ ἡ ἀσάφεια. Πλήν γε κατὰ τὰς | |
40 | διπλᾶς τῆς νομοθεσίας πλάκας, διπλῆν καὶ τὴν χρείαν παρέχεται, τοῖς μὲν ἀναβεβηκόσι τὸν νοῦν τὴν αἴγλην | |
Bibl.222197a | ἔσωθεν ἀπαστράπτοντα τὴν τοῦ πνεύματος, τοὺς δὲ παχυτέρους ψυχαγωγοῦντα τῇ σκιαγραφίᾳ τοῦ γράμματος. Ἐκέκρυπτο δὲ τὰ μέλλοντα ἀγαθά, ὧν ἡ τῆς τριάδος γνῶσις τὸ κεφάλαιον, δι’ ἃς αἰτίας πολλάκις ἀποδε‐ | |
5 | δώκαμεν, λέγω δὴ διά τε τῶν ἀκροατῶν τὸ ἀσθενὲς καὶ διὰ τὸ λαθεῖν τὸν ἄρχοντα τοῦ σκότους, καὶ τρίτον ἵνα ἐκ μέσου παντελῶς ἀρθῇ τὸ πολύθεον, μηδεμιᾶς προφάσεως τοῖς πεπλανημένοις τε καὶ ἀμαθεστέροις ἐκ τοῦ τὴν τριάδα κηρύττεσθαι σαφῶς καὶ χωρὶς παρακα‐ | 195 in vol. 3 |
10 | λυμμάτων ὑπολειπομένης πρὸς πλάνησιν. Καὶ ἔοικε τὰ ἱερὰ γράμματα χρυσίτιδι γῇ, ἥτις οὐ πᾶσιν οὐδὲ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς φιλοπόνως καὶ ἐπιστημόνως μεταλ‐ λεύουσι τό τε χρυσίον δόκιμον καὶ τὸ κέρδος τῶν πόνων μεῖζον παρέχεται. Ὥσπερ οὖν πενίας οὐκ ἀπαλλάττεται ὁ | |
15 | τὴν μεταλλικὴν ψάμμον ἐν ὡραϊσμῷ ἢ παιδιᾷ ἢ κατὰ μυκτηρισμὸν ἐπαφώμενος, οὐδὲν δὲ φιλοπονῶν οὐδ’ ἀνι‐ χνεύων τὸ ὑπὸ ταύτης κρυπτόμενον, οὕτως οὐκ ἂν ἀγνοίας ἀπαλλαγείη οὐδὲ τῆς ἐχούσης τοὺς ῥᾳθύμους αἰτιάσεως ὁ τῷ γράμματι μόνῳ περιφυόμενος, τὸν δὲ ἐν αὐτῷ | |
20 | θησαυρὸν οὐκ ἀνερευνῶν οὐδὲ τὸ ἐν βάθει κέρδος τῶν νοημάτων ἀναλεγόμενος. | |
21 | Καίτοι καὶ αὐτὸ τὸ κεκρύφθαι τὰ θεῖα νοήματα τὸ τιμιώτατον αὐτοῖς καὶ ὑψηλὸν ἐπιμαρτύρεται, καὶ πόθον ἐγκεντρίζει μᾶλλον ζητήσεως ταῖς ψυχαῖς, ὅσαι πρὸ τῆς ῥᾳστώνης τὸ θεοφιλές τε | |
25 | καὶ φιλόπονον ἔμπροσθεν ἄγουσι. Καὶ τὸ κακοῦργον δὲ τῶν Ἰουδαίων καὶ τολμηρὸν περὶ τὰ ἀτόλμητα τῆς κατὰ τὴν παλαιὰν ἀσαφείας αἴτιον· ἵνα γὰρ μὴ τὰς περὶ Χριστοῦ μαρτυρίας τὸ περιφανὲς καὶ κατάδηλον ἐχούσας τῶν γραφῶν περικόψωσι καὶ ἐξαφανίσωσι, διὰ τοῦτο | |
30 | μετὰ τοῦ συνεσκιασμένου ταῦτα προάγεται. Καὶ τρίτον, ὅτι ὀλίγωρος ὢν καὶ τῶν θείων προσταγμάτων κατα‐ φρονητὴς ὁ τῶν Ἰουδαίων λαός, ἵνα μὴ μαθόντες σα‐ φῶς ὡς τὰ τοῦ νόμου πάντα ῥυήσεται, εἰς ἑτέραν δὲ πο‐ λιτείαν ἃ παρ’ αὐτοῖς ἐστι τίμιά τε καὶ σπουδαζόμενα | |
35 | μεταστήσεται, ἐκ δὲ τῆς τοιαύτης ἐμφανοῦς ἐπιγνώσεως | |
πλέον τε πρὸς τὴν ὑπεροψίαν ὑπαχθῇ τῶν προσταγμά‐ των (τί γάρ με δεῖ στέργειν ἃ μετὰ μικρὸν λυθήσεται καὶ ὧν οὐ μετὰ βραχὺ τὸ ἀνόητον;) διὰ τοῦτο τῇ ἀσαφείᾳ ταῦτα καὶ τῷ δυσλήπτῳ περικαλύπτεται. Εἰ γὰρ | 196 in vol. 3 | |
40 | καὶ χωρὶς προφάσεως μυριάκις τῶν τοῦ Θεοῦ προσταγ‐ μάτων ἀπέστησαν, μήτε μετάστασιν αὐτῶν ἐγνωκότες μήτε ὅτι τὸ ἀτελὲς ἔχουσι, μήτε ὅτι πολιτείας ἑτέρας εἰσὶ τύποι καὶ σκιάσματα, τί οὐκ ἂν ἔδρασαν, εἰ ἐξ αὐ‐ | |
Bibl.222197b | τῶν ἐκείνων σαφῶς τὴν οἰκείαν λύσιν καὶ μετάθε‐ σιν ἀνεμάνθανον; | |
2 | Ἄλλως τε δὲ καὶ νόμος πανταχοῦ κρατῶν διδασκαλίας, τοῖς ἄρτι στοιχειουμένοις τὰ τελεώτερα μέχρι καιροῦ τῆς τελειώσεως συγκαλύπτεσθαι, εἰσαγωγικοῖς δὲ | |
5 | παιδεύμασι τὸν μαθητὴν προπαρασκευάζειν πρὸς τὴν τῶν τελεωτέρων κατανόησιν. Ἐπὶ δὲ τοῖς εἰρημένοις, καὶ τὴν φύσιν οὕτως οἰακιζομένην τε καὶ τὰ οἰκεῖα ἔργα ῥυθμίζουσαν ὁρῶμεν. Αἱ γὰρ πρῶται καταβολαὶ καὶ τὰ σπέρματα τὸ μὲν τέλειον εἶδος ἐν ἑαυτοῖς ἐμφανῶς οὐ | |
10 | δεικνύουσι, τούτου δὲ τοὺς λόγους ἐγκεκρυμμένους φέρου‐ σιν, οἷον ὁ κόκκος στάχυς μὲν οὐκ ἔστιν, ἐν ἑαυτῷ δὲ κρύπ‐ τει τὸν λόγον τοῦ στάχυος· καὶ ἐπὶ τῶν ἄλλων δὲ καρπῶν καὶ σπερμάτων ὁ αὐτὸς τῆς φύσεως εἱρμὸς ἐπιγινώ‐ σκεται. Τοιοῦτον δή τινα καὶ ὁ νόμος πρὸς τὴν χάριν δια‐ | |
15 | σῴζει λόγον· ἃ γὰρ ἡ χάρις ἐτελείωσε, τῶν νομικῶν σπερ‐ μάτων ἐστὶ τῆς καταβολῆς τὰ γεώργια. Δι’ ἃ μὲν οὖν τὴν ἀσάφειαν ἡ μωσαϊκὴ νομοθεσία ὑπέδυ, μετρίως εἴρηται. Καὶ τῆς χάριτος δὲ τὸ ἀσαφὲς καὶ οὐ πᾶσιν ἐπίδηλον | |
20 | τὸ νεοκατήχητον αἴτιον ἔχει τῶν ἀκροατῶν καὶ τῆς διανοίας τὴν ἀσθένειαν. Διὸ καὶ τὸ σκεῦος τῆς ἐκλογῆς «Γάλα, φησίν, ὑμᾶς ἐπότισα καὶ οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε». Ὥσπερ δὲ πᾶσα τροφὴ ἀκατάλληλος βλα‐ | |
βερὰ τῷ μετέχοντι, οὕτω καὶ γνῶσις, κἂν τὸ παναλη‐ | 197 in vol. 3 | |
25 | θέστατον εἴη προβάλλουσα, τοῖς ἀτελέσιν ἀσύμφορος. Εἰ γὰρ καὶ τῆς παλαιᾶς ἡ νέα τηλαυγέστερον ἐκδιηγεῖται τὸ τῆς εὐσεβείας μυστήριον, ἀλλ’ οὖν ὡς ἀρχῆς καὶ σπέρ‐ ματος λόγον ἐπέχουσα καὶ αὐτὴ πρὸς τὴν ἤδη πολι‐ τείαν ἐγκαινιζομένην οὐκ εὐθὺς τοῖς μυουμένοις ἀλλὰ | |
30 | κατὰ προκοπὴν ἀποκαλύπτει τὰ τέλεια. Ἔτι δὲ καὶ τοῖς κυσί, τουτέστι τοῖς ἀντικειμένοις καὶ καθυλακτοῦσιν, οὐχὶ προπετῶς καὶ ἀφιλοσόφως ῥίπτειν τὰ ἅγια, οὐδὲ τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων, οἷς ὁ βίος ὁ τῶν ἡδονῶν βόρβορος, δεσποτικὸν ὑπάρχει καὶ τὴν διδα‐ | |
35 | σκαλίαν κατευθῦνον παράγγελμα. | |
35 | Ἄνευ δὲ τῶν εἰρη‐ μένων, καὶ ἡ ἁγιοποιὸς τελετὴ μυστήριον ὀνομάζεται, τὸ δὲ μυστήριον οὐ κοινὸν οὐδὲ τοῖς βεβήλοις εὐεπίβατον. Ἔτι μὴν καὶ τὰ ἅγια νοερῶς μὲν τοῖς τε Σεραφὶμ καὶ Χερουβίμ, ὑλικῶς δὲ καταπετάσμασι καὶ πτεροῖς καὶ πύ‐ | |
40 | λαις καὶ κλείθροις περιστοιχίζεται. Οὕτω γοῦν χρὴ καὶ τὴν ἱερὰν ἡμῶν γραφὴν τοῖς μὲν βεβήλοις περικαλύπτεσθαι, ἵνα μὴ τὰ ἅγια ἐξυβρίζοιτο, τοῖς δὲ μεμυημένοις καὶ πιστοῖς ἀνακαλύπτεσθαι. Ἄλλως τε δὲ καὶ εἰ τὸ ῥᾷον εἰς | |
Bibl.222198a | κτῆσιν οὐχ ὥσπερ τὸ πόνῳ κτηθὲν περισπούδασ‐ τον, εὐλόγως τὸ ἱερὸν γράμμα τοῖς μὲν ῥαθύμοις τὸν θη‐ σαυρὸν ἀποκρύπτεται, τοῖς δὲ φιλοπονοῦσι χαρίζεται. Ἀλλὰ καὶ ἱδρῶσι πᾶν τὸ τίμιον καὶ ἡ ἀρετὴ εἰς κτῆσιν ἀφι‐ | |
5 | κνεῖται καὶ ἀπόλαυσιν, ἡ δὲ κακία ῥᾷόν τε καὶ πᾶσι πρόχειρον. Καὶ τὸ μὲν πόνῳ κατορθωθὲν μᾶλλον πο‐ θεῖται· ὃ δὲ ῥᾳδίως λαμβάνεται, καὶ ῥᾳδίως ἀποβάλ‐ λεται καὶ πρὸς τὸ παρεωραμένον μᾶλλον ἀντὶ τοῦ πο‐ θεῖσθαι κατασύρεται. | |
9 | Διὸ καὶ ὁ Ἀδὰμ ἄνευ ἄθλων καὶ | |
10 | καμάτων ὁμιλίας ἀξιούμενος θείας καὶ τῶν ἄλλων ἀγα‐ θῶν ῥᾳδίως ὧν ἀπήλαυεν ἐξωλίσθησε. Καὶ ἐπειδὴ τὸν ἄλυπον καὶ ἄμοχθον βίον βαράθρου πρόξενον ἑαυτῷ κατεσκεύασεν, ὁ πάνσοφος ἰατρὸς τοῖς ἐναντίοις φαρ‐ μάκοις ἐξιᾶται τὸ νόσημα, ἐν ἱδρῶτι τοῦ προσώπου καὶ | 198 in vol. 3 |
15 | τὸν σωματικὸν ἄρτον φαγεῖν νόμον τιθέμενος, καὶ ὅσοις ὁ πνευματικὸς ἔρως πνευματικὴν παρατίθησι τρά‐ πεζαν. | |
17 | Ἄνευ δὲ τῶν εἰρημένων, εἰ παντὸς ἦν καὶ χωρὶς καμάτων τῆς κατὰ τὴν γραφὴν θεωρίας ἡ κατάλη‐ ψις, ποῦ τῶν ἐπαγρυπνούντων ταύτῃ καὶ ἐπαγωνιζομέ‐ | |
20 | νων τὰ ἔπαθλα; Ἢ τίς ἂν προσανεῖχε τῇ ταύτης φι‐ λοπονίᾳ, οὐδὲν ἔλαττον ἐχόντων τῶν ῥᾳθύμως αὐτῆς ἁπτομένων; Ὥστε διὰ τῶν εἰρημένων δίκαιόν τε ἅμα καὶ λυσιτελὲς ἀνεφάνη τὸ μὴ ἀνηπλῶσθαι μᾶλλον μηδ’ ἀπαραφυλάκτως ἐρρῖφθαι ἢ τὸ κοινὰ προκεῖσθαι πᾶσι | |
25 | καὶ τοῖς ἀναξίοις τῆς γραφῆς τὰ νοήματα. | |
25 | Παρὰ μέν‐ τοι τὰ εἰρημένα, τῶν μὲν φιλοπόνων καὶ ἀξίων τοῦ κατὰ τὴν γνῶσιν πνευματικοῦ χαρίσματος οὐκ ἄν τις αἰ‐ τιάσαιτο τῆς γραφῆς τὴν ἀσάφειαν. Ὁ δὲ ῥᾴθυμος καὶ ἀναπεπτωκὼς τί δήποτε μὴ καταλαμβάνων δυσ‐ | |
30 | χεραίνοι ἄν; Εἰ μὲν γὰρ σπουδῆς ἀξίαν τὴν τῶν θείων γνῶσιν ἡγεῖται, τί μὴ σπουδάζει περὶ τὰ τίμια; Εἰ δὲ πρὸς ἀρετὴν μηδὲν ἀναγκαῖον παρέχουσαν, τί καὶ δυσχε‐ ραίνει μηδὲν ζημιούμενος; Τί δὲ καὶ ἐκ τῆς ἀσαφείας παραβλαβείη τις ζητῶν μαθεῖν τὴν διάνοιαν; Ἔστι γάρ, | |
35 | ἔστι τοῖς βουλομένοις ἃ ζητοῦσιν οὐ χάλεπον μαθεῖν. Πολλῶν γὰρ ἀνδρῶν ἱερῶν πόνοι ἀναπτύσσουσί τε καὶ ἐξαπλοῦσι τὰ θεσπέσια λόγια, οἷς ἐμφιλοχωρεῖν τις προαιρούμενος οὐκ ἂν ἀτυχήσῃ τοῦ βουλήματος. | |
38 | Ὃς δ’ | |
οὐχ αἱρεῖται, δῆλον ὡς εἰ καὶ πάντων εἴη σαφέστερα, | 199 in vol. 3 | |
40 | οὐκ ἂν αὐτῶν εἰς γνῶσιν ἀφίκοιτο. Ὅτι δὲ ἀληθὲς τὸ ῥηθέν, εἰσὶν οἳ μηδὲ ἁπλῶς αὐτὰ τῶν ἀποστολικῶν ἐπιστολῶν ψιλὰ γινώσκουσι τὰ ὀνόματα, ἀλλ’ οὐδὲ τῶν προφητῶν ἢ τῶν ἄλλων ἱερῶν βιβλίων, ὅσα τῆς πα‐ | |
Bibl.222198b | λαιᾶς καὶ ὅσα τῆς χάριτος, οὐδ’ αὐτὸν τὸν κατά‐ λογον διὰ φωνῆς προάγειν ἐπίστανται. Καίτοι τί σκοτει‐ νόν, τί δ’ ἀσαφές, τί δὲ χαλεπὸν ὀνομάτων εἰδέναι κατάλογον; Ποίας δὲ μελέτης δεῖται; Ἀλλὰ τοῖς γε | |
5 | μὴ βουλομένοις οὐδὲν ἧττον ταῦτα ἢ τὰ τῶν γρίφων μένει ἀνεπίγνωστα. Ὥστε οὐχὶ τῶν λογίων ἀσάφεια τῆς τῶν πολλῶν ἀγνοίας τὸ αἴτιον, τὸ δὲ τούτων ἠμελη‐ μένον καὶ ῥᾴθυμον καὶ τὰ σαφέστατα πάντων ἀγνοεῖν παρεσκεύασε. | |
9 | Παρὰ μὲν τοῖς τοιούτοις οὐδὲν τοῦ σαφοῦς | |
10 | τὸ ἀσαφές, ὡς δέδεικται, διενήνοχε· τοὺς δὲ σπουδαίους ἡ ἀσάφεια, μετὰ τοῦ παρέχειν ἀκαπήλευτον τὸ οἴκο‐ θεν κέρδος, καὶ σοφούς τε καὶ σπουδαίους τὴν ἀρετὴν ἐπιδείκνυσι. | |
13 | Ἔτι δὲ ὁ μὲν τῆς ἱερᾶς γραφῆς τὸν νοῦν ἐλλαμφθῆναι ἀξιῶν, εἰ μὲν ἀνθρωπίνην δόξαν ζητῶν | |
15 | οὗτος, δικαίως τῶν τῆς θείας σοφίας προπυλαίων ἀπελαύνεται. Εἰ δὲ τῆς ἀρετῆς χάριν καὶ τῆς ἄνωθεν ἀντιδόσεως, ὅσον διὰ πόνων καὶ ἱδρώτων αὕτη πρόσ‐ εισι, τοσοῦτον ἀδίστακτος τῆς ἀμοιβῆς ἡ ἀπόλαυσις τοῖς ἀγωνισταῖς περιγίνεται. Ἀλλὰ γὰρ καὶ τοῦτο σοφίας | |
20 | ἐστὶ τῆς ἀνεκδιηγήτου πρόνοια. Ἐκκόπτων μὲν γὰρ κατ’ ἀρχὰς ὁ Θεὸς τὸ μεμψίμοιρον, δίδωσιν ἡμῖν ἀταλαί‐ πωρον τὴν ἐν παραδείσῳ τρυφήν. Διελέγξας δὲ οἷς ἐπράξαμεν ὡς ἀσύμφορον ἀνθρώποις ὁ ἄμοχθος βίος καὶ ἀταλαίπωρος, ὥσπερ τι φάρμακον τῶν καμάτων | |
25 | καὶ μόχθων τῷ βίῳ τὴν βαρύτητα συνεκέρασε, στά‐ διον ὥσπερ καὶ ἀγωνιστήριον τοῦτον ἡμῖν προτιθείς, καὶ μεγάλου κέρδους καὶ ἐπάθλων πρόξενον. Ἐν τούτοις μὲν τῷ συγγραφεῖ τό τε τριακοστὸν κεφάλαιον τρίτον καὶ ὁ ζʹ ἀπαρτίζεται λόγος. | 200 in vol. 3 |
30 | Ὁ δὲ ηʹ περὶ δύο τινῶν τὸν ἀγῶνα ὑποδύεται, ὧν ἓν μὲν λύσις ἐστὶν αὐτῷ ἀπορίας τινὸς οὐκ ἄκομψον σπουδὴν ἐχούσης. Ταύτην δὲ βλάστημα εἶναι κατασκευῆς λόγου τινός, δι’ οὗ τὸν Θεὸν υἱὸν ἔχειν κατασκευάζεται. Τὸν δὲ πατέρα τῆς κατασκευῆς τὸν Νύσσης εἶναι Γρη‐ | |
35 | γόριον. Λέγει δὲ τὸ ἐπιχείρημα ὡς ὅστις μὴ ἄλογον εἶναι διομολογεῖ τὸν Θεόν, πάντως λόγον ἔχειν συγ‐ κατατίθεται· ὁ δὲ τοῦ ἀκηράτου λόγος ἀκήρατος· ὁ δὲ ἀκήρατος λόγος, παρ’ ὃν δοξάζομεν υἱόν, οὐδὲν ἂν εἴη ἕτερον. | |
39 | Ἡ μὲν οὖν ἐπιχείρησις τοῦ δεῖν υἱὸν ἔχειν τὸν | |
40 | Θεὸν τοιαύτη· εἶτα πρὸς ταύτην ἀνθυποφέροντά τινα τῶν φίλων εἰσάγει, ὃν καὶ τιμιώτατον ὑμνεῖ. Ἡ δὲ ἀν‐ θυποφορὰ ὅτι περ οὐδὲν κωλύει τὰ αὐτὰ καὶ περὶ τοῦ υἱοῦ καὶ περὶ τοῦ πνεύματος διαλαβεῖν (Θεὸς γὰρ τούτων | |
Bibl.222199a | ἑκάτερον), καὶ οὕτως οὐκ εἰς τριάδα ἀλλ’ εἰς μυ‐ ριάδα ὑποστάσεων, ὅσον ἀπὸ τοῦ ἐπιχειρήματος, προελεύ‐ σεται τὸ μυστήριον. | |
3 | Ταύτην τὴν ἀνθυποφοράν, δριμεῖάν τε καὶ συνεστραμμένην οὖσαν, διαφόροις μὲν ἐπιχειρεῖ λό‐ | |
5 | γοις ἀνασκευάζειν, οὐ μὴν κατά γε ἐμὲ τῆς ἀκριβείας ἐφικνεῖται. Καίτοι πολὺς αὐτῷ περιρρεῖται τῆς ἐπὶ τούτῳ σπουδῆς ὁ ἱδρώς· μέχρι γὰρ καὶ ιγʹ ἐπιχειρήμα‐ τος τὸν πόνον παρατείνει. Ἀλλὰ πρὸς μὲν τοὺς τὴν εὐσέβειαν τιμῶντας ἔστιν ἃ τῶν ἐν αὐτοῖς εἰρημένων | |
10 | οὐκ ἀφυῶς ἔχει· ἀνδρὶ δὲ διαμαχομένῳ οὐ μόνον οὐδὲν | |
ἐπαγωγὸν πρὸς εὐσέβειαν παρέχει, ἀλλὰ καὶ ἀφορ‐ μὰς πρὸς τὸν γέλωτα. Φαίη δ’ ἄν τις ἴσως συντετμη‐ μένῳ τε καὶ ἀπερίττῳ λόγῳ πρὸς τὸν τῇ ἀνθυπο‐ φορᾷ γαυρούμενον, ὡς εἰ μέν τις τὸν πατέρα προτί‐ | 201 in vol. 3 | |
15 | θησιν, εἶτα περὶ αὐτοῦ διερωτᾷ πότερον ἄλογον ἢ λο‐ γικόν, κἀκεῖθεν κατασκευάζει τῷ πατρὶ δεῖν προσεῖναι καὶ υἱόν, τῆς ἀνθυποφορᾶς τὸ περιέργον ἴσως ἔχει πά‐ ροδον καὶ ἰσχύν. Εἰ δὲ τοῦτο μὲν οὐ ποιεῖ (οὔτε γὰρ δεῖ, οὔτε ὁ θαυμαστὸς Γρηγόριος οὕτω τὸν λόγον προήνεγκεν) αὐτὸ | |
20 | δὲ τὸ θεὸς προβαλλόμενος, ὃ κοινόν ἐστι καὶ ἀμέριστον τῶν θεαρχικῶν ὑποστάσεων ὄνομα, ἐπ’ αὐτοῦ δὴ καὶ τὸν λόγον ἢ τὸ γόνιμον, εἰ βούλει δὲ καὶ τὸ ἔμπνουν, ἐπε‐ ρωτᾷ, κατασκευάσει μὲν τὸ τῆς τριάδος μυστήριον οὗτος, οὐ μήν γε χώραν ἐνδώσει τῷ βουλομένῳ τὴν κατασκευὴν | |
25 | περιεργάζεσθαι. Ποῦ γὰρ ἴσον ἢ ἐγγὺς ὅμοιον ἀντὶ τῆς ὁλικῆς θεότητος μίαν ὑπόστασιν διαλαβεῖν, καὶ περὶ ταύτης φιλοπραγμονεῖν ἃ καλῶς εἶχε περὶ ὅλης θεο‐ λογεῖν τῆς θεότητος; Τὸν γὰρ οὕτως εἰς ἀλογίαν ἐκφε‐ ρόμενον οὐδὲν κωλύει καὶ ἄνευ τινὸς περινοίας αὐτόθεν | |
30 | παραληρεῖν, ὡς ἐπείπερ ὑμῖν ἐν τριάδι ὁ Θεός, ἀνάγκη καὶ ἕκαστον τῆς τριάδος εἰς ἑτέραν τριάδα πληθύεσθαι. Πρὸς δὲ τοιοῦτον λῆρον οὐδεὶς ἄν, οἶμαι, σώφρων ἔλεγχος ἐπιστραφείη. Ἀλλὰ γὰρ ἡ μὲν λύσις τῆς ἀνθυποφορᾶς τοιαύτη τις ἂν εἴη, καὶ ὅσαι ἄλλαι τὴν αὐτὴν ἴενται. Τὸ | |
35 | μὲν οὖν πρῶτον τοῦ ἑβδόμου βιβλίου κεφάλαιον τοιοῦτον. Δεύτερον δὲ ζητεῖ διὰ τί τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ὁμοτίμως ἐκ τοῦ πατρὸς προιόντων ὁ μὲν λέγεται υἱός, τὸ δὲ πνεῦμα, καὶ οὐκ ἄμφω τὴν τῆς υἱότητος δια‐ σῴζουσι κλῆσιν, ὥσπερ οὐδὲ τὴν σχέσιν. Καὶ οὕτω διαπο‐ | |
40 | ρήσας ἐπάγει τὴν λύσιν, ὡς ἅπαξ ἡ θεολογία ἐκ τῶν γνωρίμων ἡμῖν τῆς θείας φύσεως τὸ ἐν τριάδι γνήσιον | |
καὶ ὁμότιμον λογογραφοῦσα, διὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ | 202 in vol. 3 | |
Bibl.222199b | καὶ τοῦ ἁγίου πνεύματος, τὸ ἄρρητόν τε καὶ ἀκα‐ τονόμαστον τῆς θεότητος ὄνομα συνήθεσιν ἡμῖν καὶ συν‐ τρόφοις προσηγορίαις ὑπέβαλε. Καὶ ἐπειδὴ σύνηθες ἐπὶ μὲν τῶν καθ’ ἡμᾶς υἱῶν καὶ πρόσφορον λέγειν τὴν | |
5 | γένεσιν, ἐπὶ δὲ τοῦ πνεύματος τὴν ἐκπόρευσιν («Πνεῦμα γάρ, φησί, πορευόμενον καὶ οὐκ ἐπιστρέφον» καὶ, «ἐξε‐ λεύσεται τὸ πνεῦμα αὐτοῦ», «καὶ ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει»), ἐπεὶ οὖν ἐν τῷ ἀνθρωπίνῳ γένει τῷ μὲν υἱῷ τὴν γέννησιν ἐφαρμόζομεν, τῷ πνεύ‐ | |
10 | ματι δὲ τὴν ἐκπόρευσιν, ἀναλόγως καὶ ἐπὶ τῆς ἀρρήτου καὶ ὑπερφυοῦς φύσεως τὸν μὲν υἱὸν γεγεννῆσθαι διδασκό‐ μεθα, ἐκπορεύεσθαι δὲ τὸ πνεῦμα θεοπρεπῶς ἐμυήθημεν. Διὰ τοῦτο γὰρ καὶ πνεῦμα μὲν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὸ ἅγιον πνεῦμα εἴρηται, ἐπεὶ καὶ παρ’ ἡμῖν ἑκατέρου τούτων | |
15 | πνεῦμα λέγεται, πατὴρ δὲ ἢ υἱὸς τοῦ πνεύματος οὐκέτι· οὐδὲ γὰρ παρ’ ἡμῖν. | |
16 | Ὅτι δὲ τὸ θεῖον τῇ ἑαυτοῦ φύσει ἄρρητόν ἐστι καὶ ἀνεπινόητον, πᾶσα μὲν κοινὴ ἀνομο‐ λογεῖ ἔννοια, πολλαχοῦ δὲ καὶ τῆς ἱερᾶς γραφῆς ἀνα‐ κηρύσσεται, καὶ τῶν σοφῶν πατέρων ἡμῶν μικροῦ πᾶς | |
20 | ὁ χορὸς συνεπιμαρτύρεται, ὧν οὐδὲ τὰς φωνὰς ὡς οὐκ ἀδήλους ἀνάγκη ἐπισημήνασθαι. Ταῦτα μὲν ἐν τῷ ηʹ λόγῳ διέξεισιν. Ἐν δὲ τῷ θʹ μετά τινα διάπλασιν προοιμίου ἐν ᾧ τὸν τοῦ Ναυῆ Ἰησοῦν φησιν ἐπερωτῶντα τὸν ἀρχιστρά‐ | |
25 | τηγον· «Ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων;» οὐκ εἴ τίς ἐστι τῶν αἰσθητῶν πολεμίων, ἀλλὰ τῶν νοητῶν, τὴν ἐρώ‐ τησιν ποιεῖσθαι. Πολλὰ γὰρ αὐτὸν ἀνεδίδασκε μήτε τῆς παρατάξεως ἐκείνων εἶναι, ἀλλὰ μηδέ τινα τῆς οἰκείας | |
στρατιᾶς· τό τε γὰρ ἀθρόον τῆς ἐπιστασίας, καὶ τὸ μη‐ | 203 in vol. 3 | |
30 | δένα τολμᾶν τῶν ἐναντίων μήτε διὰ μέσου στρατοπέδου πολεμίου διελθεῖν μήτε εἰς ὄψιν ἐλθεῖν τοῦ στρατηγοῦ, ἀλλὰ καὶ τὸ ταῦτα τολμήσαντα μηδὲν ὅλως πολέμιον δράσαι. Ἄλλωστε δὲ οὐδὲ τοῦ σοφωτάτου τῶν στρατηγῶν ἦν μὴ εἰδέναι ὁποῖόν τι τῶν ὁμοφύλων τὸ σχῆμα καὶ | |
35 | ἡ κατασκευή, καὶ οἷον τὸ ἀλλόφυλον, ἀλλ’ ᾔδει μὲν τὴν παροῦσαν ὄψιν ἕν τι τῶν νοερῶν πνευμάτων εἶναι, ἐζήτει δὲ μαθεῖν πότερον τὸ φαινόμενον τῆς ἐναντίας εἴη ἢ τῆς ὑπερασπιζούσης δυνάμεως τὸν Ἰσραήλ. Κατὰ μὲν οὖν τὸ προοίμιον περὶ τούτου διαλαμβάνει· | |
40 | μετὰ δὲ τοῦτο ζητεῖ πῶς ἂν ἀμφότερα συγχωρηθείη, καὶ τὸ τυχεῖν ἡμᾶς χαρίσματος κρείττονος τοῦ ἀγγε‐ λικοῦ ἀξιώματος, καὶ τὸ ἰσαγγέλους ἐν τῇ ἀναστάσει ὀφθή‐ | |
Bibl.222200a | σεσθαι. Καὶ ἐπιλύεται τὸ ζήτημα πρῶτον μέν, ὡς οὐδὲν κωλύει τὸ αὐτὸ κατ’ ἄλλο μὲν ἑτέρας τινὸς μείζονος τιμῆς ἀπολαύειν, κατ’ ἄλλο δὲ λήξεως εἶναι τῆς ἥτ‐ τονος. Καθὸ μὲν γὰρ τὸ ἡμέτερον ἀναλαβὼν φύραμα | |
5 | συνῆψεν ὁ δεσπότης ἑαυτῷ, καὶ ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας ἀναγαγὼν ἐν δεξιᾷ συνεκάθισε τοῦ πατρός, δῆλον ὅτι τῆς ἀγγελικῆς ἀξίας ἡ ἡμετέρα φύσις προ‐ τετίμηται. Καὶ καθὸ ἐγνωρίσθη ταῖς ἀρχαῖς καὶ ταῖς ἐξου‐ σίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας, ἥτις ἐστὶν | |
10 | ὁ εἰς Χριστὸν πεπιστευκὼς λαός, ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ ἣν ἔδειξεν ἐν Χριστῷ Ἰησοῦ, καὶ κατὰ τοῦτο τὸ ἡμέτερον γένος τὸ πρεσβεῖον ἀπηνέγκατο. | |
12 | Τρίτον δέ, ὅτι περ ἐκείνων τὴν ἀπόλαυσιν ἐφιλοτιμήθημεν ἡμεῖς, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. Καὶ καθὸ ἀμφο‐ | |
15 | τέρων παραπεπτωκότων, τοῦ τε Ἀδὰμ καὶ τῆς ἀγγε‐ λικῆς τάξεως, τοῦ μὲν τὴν φύσιν λαβὼν ἀνεσώσατο | |
τῶν δὲ οὐκέτι, κἀντεῦθεν δῆλον ὡς φιλοτιμίας μείζονος ἡ ἡμετέρα φύσις κατηξίωται. Τὸ δὲ ἐν τῇ ἀναστάσει ὡς ἀγγέλους εἶναι τοὺς ἀνθρώπους οὐκ ἰσοτιμίαν ἑκατέρου | 204 in vol. 3 | |
20 | γένους διδάσκει, ἀλλὰ πολιτείαν ὁμοιότροπον μαρτυρεῖ· τηνικαῦτα γὰρ ὥσπερ οὐδ’ οἱ ἄγγελοι, οὕτως οὐδὲ τὸ ἀν‐ θρώπινον γένος γάμου καὶ σωματικῆς ὁμιλίας δεήσονται. Ἔτι δὲ οὐδὲν κωλύει καὶ τοὺς ἀνθρώπους ἰσαγγέλους ὄντας ἢ βραχύ τι παρ’ αὐτοὺς ἠλαττωμένους μείζονος ἀπο‐ | |
25 | λαύειν δώρου, ὅταν οἱ μὲν ἀσωμάτου φύσεως τυχόντες καὶ τῆς οἰκείας ἀποστατήσαντες δόξης καὶ ἀξίας ἀμε‐ ταμέλητον συντηροῦσι τὴν πτῶσιν, ἡμεῖς δὲ τὸ ἔλαττον ἐκείνων ἐξ αὐτῆς τῆς πλάσεως λαβόντες διὰ τὴν πρὸς τὸ σῶμα συνάφειαν, εἶτα τῆς ἐντολῆς παραρρυέντες, | |
30 | οὐ φιλοῦμεν μένειν ἐν τῷ πτώματι, διὰ μετανοίας δὲ ἐκείνων τῶν ἐκπεσόντων τὴν λῆξιν καταλαβεῖν σπεύ‐ δομεν, καί γε δι’ ὑπερβολὴν φιλοτιμίας τὸν οὐρανὸν καὶ τὴν τοῦ Θεοῦ βασιλείαν ἀντὶ τοῦ παραδείσου κατακλη‐ ροδοτούμεθα. | |
35 | Τούτοις ἐπιλυσάμενος τὸ ζητούμενον, εἰς ἀνάπτυξιν πρόεισι τῆς παραβολῆς ἥτις τὸν νεώτερον καὶ ἄσωτον υἱὸν καὶ τὸν πρεσβύτερον ἅμα τοῦ πατρὸς εἰσάγει καὶ τὰ κατ’ αὐτοὺς διατίθεται. Καί φησι τὸν μὲν πρεσβύ‐ τερον υἱὸν τὰς ἀγγελικὰς παραδειγματίζειν δυνάμεις | |
40 | (χρόνῳ γὰρ καὶ τρόπῳ τοῦ ἡμετέρου γένους τὸ πρεσβεῖον αὗται φέρονται), τὸν δὲ ἄσωτον τὸ ἀνθρώπινον γένος, πατέρα δὲ τὸν δημιουργὸν καὶ δεσπότην πάντων. Τὸ | |
Bibl.222200b | δὲ ἀποδυσπετεῖν τὸν πρεσβύτερον υἱὸν ἐπὶ τῇ ἀνα‐ κλήσει καὶ δεξιώσει τοῦ νεωτέρου, μὴ τῆς ἀγγελικῆς μὲν εἶναι τοῦτο γνώμης ἢ διαθέσεως, κατασχηματίζειν δὲ τὴν παραβολὴν ταῦτα, τὸ μέγεθος τῆς εὐεργεσίας ἐπιδει‐ | |
5 | κνυμένην, ὅτι τοσαύτης μετὰ τοσαύτην ἀσωτείαν ἀπή‐ λαυσε τῆς φιλοτιμίας ὁ ἄσωτος υἱός, ὅτι καὶ αὐτὴ ἂν ἡ τῶν ἀγγέλων τάξις, εἴπερ ἦν ἐν τῇ τούτων φύσει τὸ ἐπιβασκαίνειν, ἐδυσχέρανεν ἂν καὶ οὐκ ἀνεκτὴν ἡγή‐ σατο τὴν τῆς φιλοτιμίας ὑπερβολήν. Ποῦ γὰρ ὅμοιον | 205 in vol. 3 |
10 | τοὺς αὐτούς τε χαίρειν ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, καὶ βασκαίνειν πάλιν πατρικῶν ἀξιουμένῳ σπλάγχνων; Ἀλλὰ γὰρ τοιοῦτον ἡ διάπλασις τῶν παραβολῶν· οὐ γὰρ τὰ γεγονότα μόνον ἢ γενησόμενα διαλαμβάνουσιν, ἀλλὰ καὶ ἃ ἄν τις συνυφηνάμενος ἐναργέστερον αὐτῶν τὸ κα‐ | |
15 | ταπληκτικὸν ἢ τὸ ἡδῦνον ἢ τὸ ἀκόλουθον ἢ ἁπλῶς τὸ εὐπάροδον παραστήσει καὶ ὠφέλιμον. | |
16 | Καὶ τῶν ρʹ δὲ προ‐ βάτων τὴν παραβολὴν εἴς τε τοὺς ἀγγέλους καὶ τὴν ἀν‐ θρωπίνην ἀναφέρει φύσιν. Μνημονεύει δὲ περὶ τῆς παραβολῆς τοῦ ἀσώτου καὶ ἑτέρων τινῶν ἀναπτύξεων, | |
20 | ὧν τὴν προειρημένην ἁπασῶν προκρίνει, πολλοῖς αὐ‐ τὴν συγκροτῶν ἀγωνίσμασιν. Ἀλλὰ ταῦτα μὲν αὐτῷ καὶ τὸ ζʹ καὶ λʹ σπουδάζει κεφάλαιον. Τὸ δὲ ληʹ ζητεῖ πῶς ὑπὲρ πάντων ἀποθανεῖν λέ‐ γεται ὁ Χριστός, πολλαῖς γενεαῖς ὕστερον ἀφ’ οὗ μυρίων | |
25 | γένος ἀνθρώπων ἔφυ τε καὶ κατέδυ τῷ θανάτῳ τῆς κατὰ τὸν σωτῆρα γεγενημένης οἰκονομίας. Καὶ ἐπι‐ λύεται τὸ ζήτημα, ὡς πολλαχοῦ διαμαρτύρεται ἡ γραφή, ὃν τρόπον τοῖς τηνικάδε ζῶσι, τὸν αὐτὸν καὶ τοῖς ἐν Ἅιδου διὰ Χριστοῦ τὴν ἀπολύτρωσιν παραγενέσθαι. Λέγει | |
30 | γὰρ ὁ τῶν μαθητῶν κορυφαῖος· «Εἰς τοῦτο γὰρ ἀπέθανε καὶ ἀνέστη, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ». Καὶ πάλιν· «Τοῖς ἐν φυλακῇ πορευθεὶς ἐκήρυξε πνεύμα‐ σιν, ἵνα κριθῶσι μὲν σαρκί, ζῶσι δὲ πνεύματι», του‐ τέστιν ὅπως οἱ μὲν ἄπιστοι καὶ διὰ τοῦτο ἁμαρτωλοὶ | |
35 | μεμενηκότες κατακριθῶσιν, ἅτε δὴ ὁλοκλήρως σὰρξ γεγονότες καὶ διχοτομηθέντες τοῦ πνεύματος, ὅσοι δὲ κἂν ἐν Ἅιδου Χριστῷ τῇ δικαιοσύνῃ πεπιστεύκασι, τῆς πνευματικῆς εὐφροσύνης ἀπολαύωσι. Τὸ οὖν «ἵνα κρι‐ θῶσι σαρκί» περὶ τῶν ἀπιστησάντων εἰρῆσθαί φησι, | 206 in vol. 3 |
40 | τὸ δὲ «ζῶσι πνεύματι» περὶ τῶν πεπιστευκότων. Ὡς περὶ ἑνὸς δὲ φαντασίαν παρεχόμενον προφέρει τὸν λόγον, ὅτι κἂν διάφορος ἑκατέρα μερίς, τῶν τε πε‐ | |
Bibl.222201a | πιστευκότων καὶ τῶν ἀπιστησάντων, ἀλλ’ οὖν εἰς ἓν συγκεφαλαιοῦται τὸ τῶν καταχθονίων τάγμα. | |
2 | Οὕτω γοῦν καὶ περὶ σώματος ἑνὸς νοσεῖν τὸ αὐτὸ καὶ ὑγιαίνειν λέγειν δυνάμεθα, κατ’ ἄλλο μέρος καὶ ἄλλο τοῦ σώ‐ | |
5 | ματος. Ὥσπερ δέ φαμεν τὸν δεῖνα πυρὶ κρίνεσθαι καὶ κολάζεσθαι, οὕτω λέγει καὶ τὸ ἱερὸν γράμμα· «Ἵνα κρι‐ θῶσι σαρκί». Μεγίστη γὰρ κόλασις, καὶ μάλιστά γε κατὰ τὸν τῆς ἀναστάσεως καιρόν, ἡνίκα τὴν ὑπὲρ ἄνθρω‐ πον τρυφὴν τρυφῶσιν οἱ δίκαιοι καὶ πνεύματι ζῶσι, | |
10 | τότε τὸ τῶν ἁμαρτωλῶν πλῆθος σαρκὶ ψιλῇ καὶ πά‐ σης πνευματικῆς κεχωρισμένον χάριτος τὸν βίον δι’ αἰῶνος ἐξαναλίσκειν καὶ κατατρίβεσθαι. | |
12 | Ἔστι μέντοι καὶ ἑτέραν ἀποδοῦναι τοῦ ῥητοῦ διασάφησιν. Ὁ θεῖός φησι Παῦλος· «Οὕτινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσε‐ | |
15 | ται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι, τὸ πῦρ αὐτὸ δοκιμάσει». Καὶ ἵνα μή τις νομίσῃ, ὥσπερ τὴν ἁμαρτίαν, οὕτω καὶ τὸν ἐξαμαρτήσαντα κατακαίεσθαι καὶ εἰς ἀφανισμὸν χωρεῖν, ἐπάγει ὡς εἰ καὶ τὰ ἔργα καήσεται καὶ ἀφα‐ | |
20 | νισθήσεται, ἀλλ’ αὐτὸς ὁ τῆς ἁμαρτίας ἐργάτης οὐ συν‐ | |
αφανισθήσεται, σωθήσεται δέ, τουτέστι διαμενεῖ τῇ διη‐ νεκεῖ κολάσει συντηρούμενος. Ἵνα δὲ τὸ σωθήσεται μὴ δόξῃ λέγειν τοῖς αἱρετίζουσιν ὡς τῆς ἁμαρτίας δα‐ πανωμένης καὶ τῶν ἁμαρτωλῶν ἕκαστος τοῦ χοροῦ τῶν | 207 in vol. 3 | |
25 | δικαίων καὶ τῶν σῳζομένων γενήσεται, τῆς μὲν κολά‐ σεως παυομένης, τῆς δ’ ἀπολαύσεως κοινῆς ἅπασι προτιθεμένης, μετὰ τὸ σωθήσεται ἐπάγει, τὴν γνώμην αὐτῶν ἐμφανῶς καταστρέφων· «Οὕτω δὲ ὡς διὰ πυ‐ ρός», τουτέστι τῆς διὰ πυρὸς τιμωρίας οὐκ ἀπολυόμε‐ | |
30 | νος. | |
30 | Παραπλήσιον τοίνυν ἐστὶ καὶ ὅπερ εἴρηται περὶ τῶν ἐν Ἅιδου μὴ πιστευσάντων τῷ Χριστῷ· βούλεσθαι γὰρ δη‐ λοῦν τὸ «ἵνα κριθῶσι σαρκὶ» καὶ ἑξῆς τὸ κριθῆναι μὲν αὐτοὺς τοιαῦτα οἷα πέφυκε κρίνεσθαι σάρξ, ζῆν δὲ ὅμως οὐχ οἷα φθειρομένη σὰρξ καὶ τῇ βαρύτητι λυο‐ | |
35 | μένη τῶν κολάσεων, ἀνωλέθρους δὲ τῇ δυνάμει συν‐ εχομένους τοῦ θείου πνεύματος, καὶ ἀφθάρτους ἀφθάρ‐ τῳ κολάσει τὴν ἀτελεύτητον καὶ ἐπίπονον ζωὴν δια‐ νύοντας. | |
38 | Ἀλλ’ ἡ μὲν τοῦ ῥητοῦ διασάφησις ὡς ἐν πα‐ ρεκβάσει. Ὁ δὲ σκοπὸς ἦν παραστῆσαι ὡς καὶ ὑπὲρ | |
40 | ζώντων καὶ ὑπὲρ τῶν ἐξ Ἀδὰμ πάλαι τεθνεώτων ὁ κοινὸς δεσπότης καὶ σωτὴρ ἡμῶν ὑπέστη τὸν θάνατον, καὶ δι’ αὐτοῦ ἡ σωτηρία καὶ κηρύττεται πᾶσι καὶ βραβεύ‐ | |
Bibl.222201b | εται. Ἀλλὰ δι’ ὧν μὲν αὐτῷ παρασκευάζεται τὸ προκείμενον, τὸ πρῶτον εἴρηται τῶν ἐπιχειρημάτων. Δεύτερον δέ φησιν ὡς εἰ τοὺς ὑπὲρ ἀρετῆς μισθοὺς καὶ στεφάνους ἡ ἀνάστασις προξενεῖ, ὁ δὲ σταυρὸς τὴν | |
5 | ἀνάστασιν, καὶ χωρὶς αὐτῆς οὐκ ἔστιν αὐτῶν οὐδένα τῶν ἀγαθῶν τυχεῖν, δῆλον ὡς ὑπὲρ πάντων ἡμῶν τῆς σωτηρίας ὁ Χριστὸς τῷ θανάτῳ παρέδωκεν ἑαυτόν. | |
Ταῦτα εἰπὼν λογοθετεῖ καὶ διαπλοῖ τὴν δεσποτικὴν φωνὴν τὴν λέγουσαν· «Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ’ | 208 in vol. 3 | |
10 | ἁμαρτωλοὺς εἰς μετάνοιαν». Καί φησιν ὡς οὐχὶ διαι‐ ρῶν εἰς ἁμαρτωλοὺς καὶ δικαίους τὸ τῶν ἀνθρώπων πλῆθος ὁ σωτὴρ τοῦτο ἐφθέγξατο. Μάχεται γὰρ ἡ τοι‐ αύτη διάνοια καὶ τῇ θεοπνεύστῳ γραφῇ καὶ αὐτῇ τῇ τῶν πραγμάτων φύσει. Καὶ γὰρ πρῶτον μὲν ἅπαντας ὁ | |
15 | κοινὸς σωτήρ, καὶ οὐχὶ τοὺς μὲν τοὺς δ’ οὔ, ἐκάλει τε καὶ τῆς σωτηρίας ἀπολαύειν ἐδίδου, ἀλλὰ καὶ κοινὴν τὴν διδασκαλίαν ἐποιεῖτο. Καὶ τὸ κηρυχθῆναι τὸ εὐ‐ αγγέλιον ἐν ὅλῳ τῷ κόσμῳ τὴν διαστολὴν τῶν ἁμαρ‐ τωλῶν ἀπὸ τῶν δικαίων ἀνατρέπει. Καὶ ὁ Παῦλός | |
20 | φησι· «Πάντες εἷς ἐσμὲν ἐν Χριστῷ». Καὶ τῆς σαγήνης ἡ παραβολὴ τὸ κοινὸν τῶν εἰς θήραν συλλαμβανο‐ μένων κηρύττει· οὐδὲ γὰρ οὐδὲ ἐκείνη τὰ μὲν θηρεύει τὰ δὲ οὐ μεταδιώκει, ἀλλ’ ὁμοῦ πάντα τὰ προσπί‐ πτοντα σαγηνεύει. Καὶ ἡ σινδὼν ἡ τῷ Πέτρῳ ὑπο‐ | |
25 | δειχθεῖσα τὴν κοινὴν κλῆσιν ἁπάντων ὑπογράφει, ἀλλ’ οὐχὶ τῶν ἀκαθάρτων μόνον, τῶν δὲ καθαρῶν οὐκέτι. Καὶ «τέλος νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύ‐ οντι», οὐχὶ τοῖς ἁμαρτωλοῖς μόνοις. Ἀλλὰ καὶ αὐτὸς πά‐ λιν φησὶ κηρύσσειν τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι | |
30 | Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν. Πάλιν δὲ πῶς οὐ δό‐ ξει μάχεσθαι τὸ «εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέρχησθε, πορεύεσθε δὲ πρὸς τὰ πρό‐ βατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ»; Ὅσον γὰρ ἂν ἀπο‐ λώλει τὰ πρόβατα, δικαιοσύνης μᾶλλον καὶ ἀρετῆς ἐγ‐ | |
35 | γύτερα πάντως τῶν Σαμαρειτῶν καὶ Ἑλλήνων ἐτύγ‐ χανον. Πῶς δὲ καὶ τέκνα δεῖν χορτασθῆναι πρό‐ τερον διεμαρτύρατο, καὶ τὰ περιττὰ τοῖς κυναρίοις ὑπο‐ λείπεσθαι; Ἀλλὰ καὶ τοὺς μαθητὰς διατάττων· «Εἰς ἣν | |
ἄν» φησι «πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς | 209 in vol. 3 | |
40 | ἐστιν ἐν αὐτῇ ἄξιος», οὐχὶ τίς ἐστιν ἁμαρτωλός «κἀκεῖ μείνατε ἕως ἐξέλθητε ἐκεῖθεν». Ὃ καὶ ἡ πορφυρόπωλις εἰδυῖα τοῖς περὶ Βαρνάβαν καὶ Παῦλον ἔλεγεν· «Εἰ | |
Bibl.222202a | πιστήν με κεκρίκατε τῷ Κυρίῳ, μείνατε πρός με». Καὶ τὸ λέγειν μὲν πρὸς τοὺς ἀποστόλους, οἵτινες ἀρετῆς ὑπῆρχον κανόνες· «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια, ἐκεί‐ νοις δὲ οὐ δέδοται», δηλονότι τοῖς ἀναξίοις. | |
4 | Τούτοις οὖν τοῖς | |
5 | εἰρημένοις ἅπασι πῶς οὐκ ἀντιπεσεῖται λαμπρῶς τὸ «οὐκ ἦλθον καλέσαι δικαίους ἀλλ’ ἁμαρτωλούς», εἴ τις ἐπι‐ μερίζων τὸν ἄνθρωπον εἰς ἁμαρτωλῶν καὶ δικαίων τάγμα, οὕτω τὴν τοῦ ῥητοῦ διάνοιαν ἐκλαμβάνει; Ἔτι δὲ εἰ τοὺς μὲν δικαίους οὐ κέκληκεν, οἱ δὲ ἁμαρτωλοὶ οὐ | |
10 | προσέρχονται («Πᾶς γὰρ ὁ τὰ φαῦλα πράττων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς», καὶ «ὁ πονηρὸς ἄν‐ θρωπος ἐκ τοῦ πονηροῦ τῆς καρδίας αὐτοῦ θησαυροῦ ἐκβάλλει τὰ πονηρά», καὶ «ποσάκις ἠθέλησα συνα‐ γαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθέλησας»), εἰ οὖν τοὺς | |
15 | μὲν δικαίους οὐ κέκληκεν, οἱ δὲ ἁμαρτωλοὶ τὸ ἀποσκιρ‐ τᾶν τοῦ προσιέναι, καθάπερ εἴρηται, τετιμήκασι, τί‐ σιν ἐκηρύχθη τὸ κήρυγμα; | |
17 | Σὺ δέ μοι καὶ ἀπ’ αὐτῶν τῶν πραγμάτων σκόπει. Ἔδει μητέρα Θεοῦ ἐπὶ γῆς γε‐ νέσθαι, τὴν πασῶν πάσαις ἀρεταῖς ὑπερανελθοῦσαν | |
20 | ἐκάλεσεν. Ἔδει πατέρα καὶ ἀδελφοὺς ἐπὶ γῆς ὀνομάσαι τὸν ἀπάτορα· οὐκ ἐκ τῶν λῃστῶν καὶ πόρνων τούτους ἐξελέξατο, ἀλλὰ τοὺς ἐν δικαιοσύνῃ διαλάμποντας. Τοι‐ οῦτος γὰρ Ἰωσήφ τε καὶ οἱ τούτου παῖδες. Ὁ δὲ Ἰάκωβος ἐφ’ ὅσον ἀρετῆς ὕψος ἀνῆλθε καὶ τίνα παρεῖχεν ὑπό‐ | |
25 | ληψιν τῷ τῶν Ἰουδαίων λαῷ, καὶ ἡ κλῆσις ἀναβοᾷ· | |
ὠβλίαν γὰρ αὐτὸν τὸ πλῆθος διὰ τὸ τῆς ἀρετῆς μέγεθος καὶ τὴν πρὸς τὸ θεῖον παρρησίαν, τουτέστι περιοχὴν καὶ σκέπην τοῦ λαοῦ, κατωνόμαζον. | 210 in vol. 3 | |
28 | Πάλιν ἔδει προδραμεῖν τοῦ λόγου πρόδρομον· ὁ μείζων προφητῶν καὶ πάντων | |
30 | ἀνθρώπων προτρέχει. Ἔδει μάρτυρα τῆς αὐτοῦ προβα‐ λέσθαι δόξης· τὸν Συμεὼν καὶ τὴν Ἄνναν ἐκάλεσεν. Ἔδει μαθητὰς προσλαβεῖν· τοὺς ἀρίστους λογάδας τίθε‐ ται· «Οἶδα γάρ, φησιν, οὓς ἐλεξάμην». Ἔδει νεκρὸν ἐγεῖραι τὸν ἐν Βηθανίᾳ Λάζαρον· ἀλλ’ ἐξ εὐσε‐ | |
35 | βούσης οἰκίας ἐν ᾗ Μάρθα καὶ Μαρία, ἃς τὴν ἀγαθὴν ἐκλέξασθαι μερίδα τὸ θεῖον ἀπέφηνε ψήφισμα. Ἐξ ἐθνῶν ἔδει κληθῆναι; ἀπαρχὴ τῶν ἄλλων ὁ Κορνήλιος κα‐ λεῖται· ὅσος δὲ τὴν ἀρετὴν καὶ πρὸ τοῦ βαπτίσματος, τὸ ἱερὸν ἀνακηρύττει γράμμα. Σταυροῦνται δύο λῃσταί· | |
40 | ἀλλ’ ὁ μὲν εὐγνωμονῶν ἀνοίγει τὸν παράδεισον, ὁ δὲ | |
Bibl.222202b | βλασφημῶν καὶ τῆς ἁμαρτίας ἀνεξάλειπτα φέρων τὰ στίγματα εἰς δίκην ἐκ τιμωρίας παραπέμπεται. | |
2 | Οὕτω κατὰ πᾶν ἔθνος καὶ γένος καὶ πολιτείας ἰδίωμα τοὺς κατ’ ἀρετὴν ἔστι μᾶλλον βιοῦντας ὁρᾶν, ἢ τοὺς τἀναντία σπου‐ | |
5 | δάζοντας, καὶ κληθέντας καὶ προσδραμόντας καὶ ἀκο‐ λουθήσαντας τῷ καλέσαντι. Εἰ δὲ σὺ πόρνην καὶ τελώνην εἴπῃς, κἀκείνων ἴσθι τῶν διατριβῶν καὶ πολιτευμάτων τοὺς βραχὺν σπινθῆρά τινα τῆς ἀνθρωπίνης εὐγενείας διασῴζοντας προσελθεῖν καλοῦντι τῷ σωτῆρι, καὶ δι‐ | |
10 | καίως πρός γε τὸ πλῆθος τῶν μὴ προσελθόντων ἀξίους καὶ νομίζεσθαι καὶ ὀνομάζεσθαι. Ποῦ τοίνυν τῶν ἁμαρτωλῶν ἡ κλῆσις, ὅτε πόρναι καὶ τελῶναι καὶ λῃσταὶ ὁρῶνται | |
ἐκεῖνοι μόνον ἀσπασάμενοι τὴν σωτήριον κλῆσιν, οἳ τῶν ὁμοτεχνῶν, ὡς ἐν τοσούτῳ κακῶν βάθει, ὅμως | 211 in vol. 3 | |
15 | προεῖχον ἐν τοῖς ἀμείνοσιν; Οὐδὲ ἐκεῖνο δὲ παρελθεῖν δίκαιον. Τὸ τάγμα τῶν παρθένων ἡ δεκὰς διελάμβανεν· ἀλλ’ αἱ μὲν φρόνιμοι τοῦ νυμφῶνος ἀπολαύουσιν, αἱ δὲ μωραὶ ἀπελαύνονται. Καὶ ὁ τὸ ἔνδυμα τοῦ γάμου μὴ φορῶν, τῶν ἄλλων μενόντων ἐν τῇ ἰδίᾳ τάξει, αὐτὸς | |
20 | ἐκβάλλεται μόνος. Τίνες δὲ καὶ ὑπ’ ἀγγέλων ἐν τῇ τελευ‐ ταίᾳ τῆς κρίσεως ἡμέρᾳ εἰς ἀπάντησιν τοῦ κυρίου παρα‐ λαμβάνονται; Ἢ δῆλον ὡς οἱ δίκαιοι ἀλλ’ οὐχὶ ἁμαρ‐ τωλοί; | |
23 | Τί οὖν ἐστι τὸ «οὐκ ἦλθον καλέσαι δικαίους ἀλλ’ ἁμαρτωλούς»; Τουτέστιν ἅπαν τὸ ἀνθρώπινον γένος, τῆς | |
25 | ἀκριβοῦς καὶ τελείας διαμαρτόντας δικαιοσύνης, ἦλθον καλέσαι καὶ ἐπαναγαγεῖν πρὸς ἐκείνην τὴν λῆξιν ἧς κατωλίσθησαν. Εἰ γὰρ διαφορὰν πρὸς ἀλλήλους κατὰ τὴν πολιτείαν τὸ γένος ἡμῶν ἔχουσιν, οἱ μὲν ἐκτοπώ‐ τερα βεβιωκότες, οἱ δὲ ἀνεκτότερα, ὅμως οὐδεὶς χωρὶς | |
30 | ἁμαρτίας. Συνᾴδει δὲ τῇ διανοίᾳ ταύτῃ καὶ αὐτὴ ἡ τοῦ ῥητοῦ προφορά, ἄνευ τοῦ ἀναφορικοῦ ἄρθρου προφε‐ ρομένη. Εἰ γὰρ ἔλεγεν· «Οὐκ ἦλθον καλέσαι τοὺς δικαίους ἀλλὰ τοὺς ἁμαρτωλούς», τάχα ἂν εἶχεν ἡ ὑπόνοια χώραν ἡ τοὺς ἁμαρτωλοὺς μὲν καλέσαι νομίζουσα, οὐκέτι δὲ τοὺς | |
35 | δικαίους· τὸ δὲ ἀπόλυτον τῆς φωνῆς καὶ χωρὶς ἀνα‐ φορᾶς προελθεῖν παντελῶς ἀποφαίνει τὴν ὑπόνοιαν σφαλεράν· τοῦτο δὲ καὶ ὁ θεσπέσιος Παῦλος ἐπισφρα‐ γίζει, λέγων· «Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ». Καὶ πάλιν· «Προῃτιασά‐ | |
40 | μεθα Ἰουδαίους καὶ Ἕλληνας πάντας ὑφ’ ἁμαρτίαν εἶναι, | |
Bibl.222203a | καθὼς γέγραπται, οὐκ ἔστι δίκαιος οὐδὲ εἷς, οὐκ ἔστιν ὁ συνιών, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν· πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ». Καὶ τὸ «ὁ | |
κύριος ἦλθε ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς» δηλονότι | 212 in vol. 3 | |
5 | περὶ ὅλου τοῦ ἀνθρωπείου γένους εἴρηται· ὃ καὶ ἀναπλή‐ ρωμα τῆς τῶν λογικῶν προβάτων ἑκατοντάδος νοεῖται, ὥσ‐ περ καὶ ἡ καταχωσθεῖσα δραχμή, μία οὖσα τῶν δέκα δραχ‐ μῶν. Καὶ γὰρ ταύτης ἐβασίλευσεν ὁ θάνατος, κατὰ τὸν αὐ‐ τὸν θεσπέσιον Παῦλον, οὐ τινῶν μὲν τινῶν δὲ οὔ, ἀλλὰ | |
10 | ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωϋσέως, ὧν ἦν Ἀβὲλ καὶ Ἐνὼς καὶ ὁ λοιπὸς τῶν ἐν τῷ νόμῳ δικαίων καὶ προφητῶν χορός. | |
12 | Πάλιν δὲ ὁ αὐτὸς τῆς ἀγάπης καὶ κῆρυξ καὶ διά‐ πυρος ἐραστής· «Τοῖς ἀγαπῶσι τὸν Θεόν, φησι, πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς | |
15 | οὖσιν». Εἶτα· «Οὓς προέγνω καὶ προώρισε, καὶ οὓς προώ‐ ρισε, τούτους καὶ ἐκάλεσε, καὶ οὓς ἐκάλεσε καὶ ἐδικαίωσε καὶ ἐδόξασε». Καὶ «ἐξελέξατο ἡμᾶς ἀπὸ καταβολῆς κόσμου» οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν· καὶ «ἡ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν». Καὶ | |
20 | «ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων μάλιστα πιστῶν». Καὶ ἀδιεξόδευτον ἂν εἴη τὰ τοιαῦτα φέρειν εἰς ἀριθμόν. Ταῦτα φιλοτιμότερον ὁ φιλόπονος οὗτος συγγραφεὺς ἐπελθὼν καὶ τῷ ληʹ πέρας ἐπιτίθησι κεφαλαίῳ. Ἐν δὲ τῷ λθʹ τὴν δοκοῦσαν ἐν τοῖς ἱεροῖς λογίοις | |
25 | διαφωνίαν πολυπραγμονεῖ καὶ διευθύνει. Ἐπαπορεῖ γὰρ πῶς ὁ μὲν κύριος ἐν τῇ ἰδίᾳ πατρίδι σημεῖα ποιεῖν οὐκ ἠδύνατο διὰ τὴν ἀπιστίαν τῶν ἐν αὐτῇ, καὶ πάλιν πρὸς τοὺς ἐγκαλοῦντας ὅτι οἱ μαθηταὶ οὐκ ἐξέβαλον τὸ δαιμόνιον, τὴν αἰτίαν εἰς τοὺς ἐγκαλοῦντας ἀναφέρων | |
30 | ἔφη· «Διὰ τὴν ἀπιστίαν ὑμῶν». Ὁ δέ γε τούτου γνήσιος μαθητὴς Παῦλος τἀναντία λέγει· «Τὰ γὰρ σημεῖα» φησί «τοῖς ἀπίστοις, οὐχὶ τοῖς πιστεύουσι». Καὶ ἐπιλύε‐ ται τὸ ἀπόρημα λέγων ὡς καθολικῷ μὲν καὶ κοινῷ λόγῳ τὰ σημεῖα διὰ τοὺς ἀπίστους τερατουργεῖται, ἄγειν | |
35 | αὐτοὺς εἰς σωτήριον πειθὼ τοῦ θαυματουργοῦντος προ‐ νοουμένου· ἐκείνοις μέντοι ταῦτα προβάλλεσθαι, οἳ τὸ ἐπιτήδειον τῆς ὑπακοῆς ἀντιπαρέχονται καὶ τὴν ἀπ’ αὐ‐ τῶν ὠφέλειαν εἰσοικίζονται. Ὅσους δὲ τῶν ἀπίστων ἑκου‐ σίως πρὸς τὰ τῶν ἔργων ὑπερφυῆ τυφλώττοντας | 213 in vol. 3 |
40 | ἐπιστάμεθα, τούτοις ἡ τῶν σημείων προβολὴ ἀπρονόη‐ τόν τε καὶ μάταιον. Ὥστε καὶ τοῖς ἀπίστοις τὰ σημεῖα | |
Bibl.222203b | προβάλλεται, καὶ πρὸς τὸ μὴ δεῖν αὐτοῖς ταῦτα προβάλλειν σύμφωνόν τε καὶ ἐναρμόνιον, τὸ μέν, ὅτι δι’ αὐτῶν τὴν σωτηρίαν κερδαίνουσι, τὸ δέ, διότι πρὸς βάθος καταδύντες ἀπωλείας, ἐξ ὧν ἄλλοι μέγα | |
5 | κέρδος συλλέγουσιν, αὐτοὶ κακουργοῦντες πρὸς τὰ χείρω κατασύρονται. Ἀλλὰ ταῦτα μὲν καὶ ἐν τῷδε τῷ κεφαλαίῳ. Ἐν δὲ τοῖς ἑξῆς ἐρεύνῃ φιλοθεάμονι ἐμβατεύων αἰτιολογεῖ διὰ τί μὴ ὑπὲρ ἀγγέλων πεσόντων, ὥσπερ | |
10 | ὑπὲρ ἀνθρώπων γέγονεν ἄνθρωπος, οὕτω καὶ ἄγγε‐ λος. Καὶ πρώτην μὲν ἀποδίδωσιν αἰτίαν, ὅτιπερ ἐπει‐ δὴ ἐκ πάσης τῆς λογικῆς φύσεως μόνος ὁ ἄνθρωπος σαρκὶ καὶ ὕλῃ συνεδέθη, ἑτοίμη δὲ πρὸς ὄλισθον ἡ ὕλη, ἔτι δὲ δυσὶ φύσεσι μαχομέναις συντεθεὶς ὁ ἄν‐ | |
15 | θρωπος ἑκατέρας πρὸς τὸ οἰκεῖον ἐπειγομένης δια‐ σπᾶσθαι φιλεῖ τὸ ζῷον καὶ διαμερίζεσθαι («τὸ γὰρ φρόνη‐ μα τῆς σαρκός, ὡς καὶ ὁ θεσπέσιος Παῦλος ἐπιμαρ‐ τύρεται, τῷ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται»). Διὰ ταῦ‐ τα ὡς μόνος τῶν λογικῶν ὁ ἄνθρωπος τοιαύταις σω‐ | |
20 | ματικαῖς συνδεθεὶς πέδαις, εἶτα καὶ τὴν μετάνοιαν οἴ‐ κοθεν τοῦ ὀλισθήματος προβαλλόμενος, εἰκότως καὶ προνοίας εἰς τὸ ἀναστῆσαι πλείονός τε καὶ μείζονος δεῖ‐ ται, καὶ τῆς θείας δαψιλέστερον ἀπολαύει βοηθείας. Καὶ ὃ κατ’ ἀρχὰς ἔλαττον τῶν ἄλλων λογικῶν ἀπέφαινεν | |
25 | ἡμᾶς, τοῦτο μεγάλης ἡμῖν σωτηρίας ἀφορμὴν ὁ δί‐ καιος ἀνέδειξε κριτής, ὃς καὶ συνέδησε μὲν τῷ σαρ‐ κίῳ κολάζων τὴν ἔπαρσιν, δι’ ἧς καὶ ἀγγέλων τέλη ἐκτραχηλισθέντα ἀνίατον ἔσχε τὸ παράπτωμα, εἶτα δὲ καὶ ἀφορμὴν τῆς ὑπὲρ νοῦν εὐεργεσίας τὸν νομισθέντα | 214 in vol. 3 |
30 | δεσμὸν τῆς ὕλης ὑπέθετο. | |
30 | Τί γὰρ ἂν εἴη μεῖζον καὶ ὑψηλότερον εἰς εὐεργεσίαν, ἐν δεξιᾷ τοῦ πατρὸς ὁρᾶν τὸ ἡμέτερον ἱδρύμενον φύραμα καὶ τήν ποτε στασιώδη φύσιν ὑπήκοόν τε καὶ εἰρηναίαν καὶ τῷ πατρὶ τῶν ὅλων διηλλαγμένην; Ὃ διὰ τῆς ἀπαρχῆς ὁ ταύτην | |
35 | προσλαβὼν λόγος ἀπειργάσατο. | |
35 | Ταύτην μοι δοκεῖ τὴν εἰρήνην τῷ κόσμῳ καὶ διὰ τῶν μαθητῶν, ὡς ἐν ἀρ‐ ραβῶνος λόγῳ, καταλιμπάνων λέγειν· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, καὶ ἀφίημι ὑμῖν, καὶ οὐ καθὼς ὁ κόσμος δίδωσιν εἰρήνην». Οἷς συνᾴδων καὶ ὁ γνήσιος | |
40 | μαθητής· «Ἡ εἰρήνη, φησί, τοῦ Θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν». Καί· «Δικαιω‐ | |
Bibl.222204a | θέντες ἐκ πίστεως εἰρήνην ἔχομεν τὰ πρὸς τὸν Θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ τὴν προσα‐ γωγὴν ἐσχήκαμεν». Οὐ γὰρ δὴ τὴν ἐκ τῶν πολέμων εἰ‐ ρήνην ἢ τὴν πρὸς ἀλλήλους ἐνταῦθα νοεῖν δεῖ, ἀλ‐ | |
5 | λὰ δηλονότι τὴν ἑκάστου πρὸς ἑαυτόν, καὶ διὰ ταύτης πρὸς τὸν δοτῆρα ταύτης καὶ τῆς ἀστασιάστου σωτηρίας ἡμῶν χορηγόν, ἥτις καὶ φρουρεῖ τὰς καρδίας ἡμῶν καὶ ὑπερέχει πάντα νοῦν, καὶ ἣν ὁ κόσμος διδόναι οὐ δύναται. | |
9 | Διὸ οὐδὲ μάχεται τὸ «οὐκ ἦλθον βαλεῖν εἰρήνην | |
10 | ἀλλὰ μάχαιραν». Τὴν γὰρ κοσμικήν φησιν εἰρήνην οὐκ ἦλθον βαλεῖν. Πάλιν· «Ἔσεσθε μισούμενοι ὑπὸ πάντων», | |
καὶ πολλὰ τοιαῦτα. Ἡ γὰρ εἰς Θεὸν τῶν εὐσεβούντων συνάφεια εἰς μῖσος καὶ φθόνον καὶ φόνον τοὺς ἀσε‐ βεῖς διεκύμαινεν. Ἦλθεν οὖν ὁ σωτὴρ εἰρήνην βαλεῖν, | 215 in vol. 3 | |
15 | ἥτις σύμφωνα τῇ ψυχῇ τὰ τοῦ σώματος ἀποτελεῖ καὶ ὑποτάσσει τὸ χεῖρον τοῖς τοῦ κρείττονος βουλήμασι. Καὶ παρέσχε ταύτην, ἑνώσας ἡμῶν τῇ στασιώδει φύσει τὴν εἰρήναρχον θεότητα. | |
18 | Τοῦτο δὲ καὶ ὁ θεσπέσιος Παῦλος ἐκδιδάσκει λέγων· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ | |
20 | ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμ‐ ψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρ‐ τίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί». Ὡς ἁρ‐ μόζειν ἐπ’ αὐτῆς λέγεσθαι τὸ «Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρ‐ τία, ὑπερπεριέσσευσεν ἡ χάρις». Διὸ καὶ τὴν καθ’ ἡμᾶς | |
25 | τοῦ λόγου οἰκονομίαν δικαιοσύνην Θεοῦ καὶ κρίσιν καὶ ἔλεον τὸ ἱερὸν ἀνακηρύττει γράμμα, ὡς δικαίᾳ κρίσει τοῦ Θεοῦ μόνους τῶν λογικῶν τῷ πηλῷ συνδεθέντας, μό‐ νους καὶ τῆς τοσαύτης ἀξιωθῆναι φιλοτιμίας καὶ τοῦ ἀνεκφράστου ἐλέους. | |
29 | Ἐδήλου δὲ καὶ διὰ τοῦ Ὠσηὲ «μνη‐ | |
30 | στεύσομαί σε ἐμαυτῷ, λέγων, ἐν δικαιοσύνῃ καὶ ἐν ἐλέῳ καὶ οἰκτιρμοῖς». Καὶ μυρίοι λόγοι ἄλλοι ἱεροὶ διακεκράγασιν ὅτι διὰ τῶν δεσμῶν τῆς σαρκὸς συμ‐ παθείας τὸ ἀνθρώπινον ἠξιώθη γένος, καὶ ἀντὶ ταύ‐ της τῆς συναφθείσης ἡμῖν ὕλης τὴν ἐνανθρώπησιν | |
35 | αὐτοῦ καὶ τὰ δι’ αὐτῆς ἀγαθὰ ἀνταπέδωκεν ἡμῖν ὁ κύ‐ ριος. «Ἐμνήσθη γάρ, φησὶν ὁ Δαβίδ, ὅτι χοῦς ἐσμεν, καὶ ὅτι σάρξ ἐσμεν». Καὶ ὁ Ἰώβ· «Μνήσθητι ὅτι πη‐ λόν με ἔπλασας». Δευτέραν δ’ ἄν τις αἰτίαν φαίη τῆς περὶ τὸ ἀν‐ | |
40 | θρώπινον τοσαύτης προνοίας, ὡς ἀπ’ ἀρχῆς ὁ πλά‐ στης οὐκ αὐτοτελῆ τὴν φύσιν, καθάπερ ἀγγέλοις, οὕτω καὶ | 216 in vol. 3 |
Bibl.222204b | τῷ ἀνθρωπίνῳ γένει παρέσχετο, ἀλλὰ ταῖς κατὰ μικρὸν προκοπαῖς τοῦ τελείου τυγχάνειν εὐδόκησε· διὸ καὶ ἀρετῆς ἆθλον καὶ κακοπαθείας ἀντάμειψιν τὴν τελειότητα δίδωσι. Ναὶ δὴ καὶ μέσον θανάτου καὶ ἀθανασίας αὐτὸν | |
5 | ἔθετο, τῆς πρὸς ἑκάτερον αἱρέσεως ἀναφήνας κύριον. Ἄγ‐ γελοι δέ, καὶ εἴ τι ἄλλο λογικὸν καὶ ἀσώματον, ἐξ αὐτῆς προόδου τὸ ἐν τῇ φύσει τέλειον ἐκληρώσαντο. Διὸ καὶ ὁ Δαβίδ φησι· «Δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐ‐ τοῦ», τουτέστι οἷα μηδενὶ τῶν ὑλικῶν, καθάπερ ἡμεῖς, κα‐ | |
10 | θελκόμενοί τε καὶ συμποδιζόμενοι, οὕτω διὰ ταχέων καὶ χωρίς τινος μελλήσεως πληροῦσι τὸ κελευόμενον. Τῆς οὖν ἀρρήτου δικαιοκρισίας ἦν τοῦ Θεοῦ τοῖς μὲν ἀτελέσι καθ’ ὃν ἐδοκίμασε καιρόν, τὸ λεῖπον ἀναπληρῶσαι, οὓς δ’ ἀπ’ ἀρχῆς τελείους ὑπέστησε, μὴ τῆς ὁμοίας προ‐ | |
15 | νοίας ἀξιῶσαι, ἀλλὰ τοὺς μὲν οἷς προέλαβον ἀρκεῖσθαι, τοὺς δὲ ὧν ἐστερήθησαν ἀναπληρωθῆναι τὸ ὑστέρημα δικαιῶσαι. Καὶ τῶν ἀγγέλων δὲ ὅσοι πεπτώκασιν, οὐ τῆς ὕλης κατασπώσης οὐδὲ τοῦ σαρκίου μεθέλκοντος, τῆς προαιρέσεως δὲ τὸ φαῦλον ἑλομένης, τῆς οἰκείας δόξης | |
20 | κατηνέχθησαν. Ἡμεῖς δὲ τοῦ τε σαρκίου διοχλοῦντος καὶ τῶν ἐκεῖθεν παθῶν ὑπογαργαλιζόντων, πρὸς τὰ πλείω τῶν ἁμαρτημάτων οὔτι γε ἑκούσιοι, εἰ καὶ μὴ τὸ ὅλον ἀκούσιοι, καταπίπτομεν. Καὶ γὰρ τὸ δαιμόνιον φῦλον, εἰ καὶ τοῖς αἵμασιν ἥδεται καὶ τοῖς διὰ σαρκὸς χαίρει | |
25 | πάθεσιν, ἀλλ’ οὖν οὐδὲν τούτων οὐ μόνον αὐτουργεῖν φύσιν οὐκ ἔλαχεν, ἀλλ’ οὐδ’ αἰτίαν οἴκοθεν ἔχει πρὸς ἃ μὴ θέμις ὑποσύρουσαν. Οὔτε γὰρ ξίφος ὠθεῖ διὰ τῆς δεξιᾶς πρὸς τὴν σφαγήν, οὔτε γάμους αὐτὸς ὁμιλῶν τῇ μοι‐ χαλίδι τοὺς ἀνθρωπίνους διορύσσει· ἀλλ’ οὐδὲ θυμὸς αὐ‐ | |
30 | τὸν κολάζειν ἀδίκημα πρὸς τὴν σφαγὴν συνωθεῖ, οὐ | |
μὴν οὐδὲ σωματικῆς ἔρως μίξεως. Ἡμεῖς δὲ πολλάκις καὶ ὧν τὴν αἵρεσιν βδελυττόμεθα, τῇ ῥοπῇ τῆς ὕλης νικηθέντες ἐργαζόμεθα, καὶ βραχύ τι πρὸς τὸν τοῦ νήφειν τόνον ὑπενδόντες τοῖς πάθεσιν ἀνδραποδιζό‐ | 217 in vol. 3 | |
35 | μεθα. Ὅθεν καὶ Παῦλος ἐβόα· «Οἶδα ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι» καὶ ἑξῆς. Καὶ πάλιν· «Οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν, ἀλλ’ ὃ οὐ θέλω, τοῦτο πράσσω». Εἰκότως οὖν καὶ πλείω τῶν δαιμονίων, φησίν, ἁμαρτάνοντες συγ‐ | |
40 | γνώμης ἡμεῖς, ἀλλ’ οὐκ ἐκεῖνοι τυγχάνουσιν. Ἔτι δὲ οὐδ’ εἴ τις δοίη, φησί, φύσιν ἀγγέλων ἀνα‐ | |
Bibl.222205a | λαβεῖν τὸν ἡμῶν σωτῆρα καὶ λυτρωτὴν ἐπὶ τῇ τού‐ των σωτηρίᾳ, οὐδὲν ἂν κέρδος ἐκ τῆς συναφείας αὐτοῖς ἀπήντα. Ἀνάγκη μὲν γὰρ οὐκ ἂν αὐτοὺς μετῆγεν, ὥσπερ οὐδὲ τοὺς ἀνθρώπους, ἀπὸ τοῦ πτώματος ἐπὶ τὸ κρεῖττον· | |
5 | τὸν δὲ θεοφιλῆ καὶ ἄριστον βίον πρᾶξις ἀρίστη καὶ νεῦσις εἰς Θεόν, ὅπερ ἐστὶ πίστις ἀκηλίδωτος, κατασκευάζει, ὧν ἡμῖν εἰσηγητὴς καὶ διδάσκαλος ὁ σαρκωθεὶς ἐχρημά‐ τισε λόγος. Τούτων δὲ οὐδέτερον πρὸς διδασκαλίαν καὶ μάθησιν (ᾔδεισαν γὰρ σαφῶς ἑκάτερον) τῷ τῶν ἀγγέλων | |
10 | συνετέλει γένει· ἐξ αὐτῆς γὰρ παραγωγῆς τὴν τούτων εἶχον γνῶσιν. Οὐ γάρ, ὥσπερ ἡμεῖς, τῶν τοιούτων ἐπιδεὲς τὸ ἀσώματον. Καὶ γὰρ καὶ τὸν υἱὸν τοῦ Θεοῦ σαρκὶ πα‐ ρόντα δαίμονες ἐπεγίνωσκον, καὶ κριτὴν καὶ βασανιστὴν καὶ δεσπότην ἀνεκήρυττον. Καὶ τὸ ἱερὸν γράμμα μαρ‐ | |
15 | τυρεῖ λέγον· «Σὺ πιστεύεις ὅτι Θεός ἐστι, καὶ τὰ δαιμόνια πιστεύουσι, καὶ φρίσσουσι». Καὶ ἀλλαχοῦ· «Τὸν μὲν Χριστὸν οἶδα, καὶ τὸν Παῦλον ἐπίσταμαι· σὺ δὲ τίς εἶ;» Ἐξ ὧν δῆλον ὅτι τὸ δαιμόνιον φῦλον οὐ μόνον ᾔδει τε τὸν Χριστὸν καὶ ἐδεδοίκει καὶ ἔσεβεν, ἀλλὰ καὶ τοὺς ἐκείνου | |
20 | γνησίους θεραπευτάς. Αἰτίαν δὲ τῆς ἀφάτου φιλανθρωπίας ἐπισύναπτε | |
καὶ ταύτην. Ἡμῖν μὲν ἀνοίγει τὸν οὐρανὸν οὔπω γεγο‐ νότα βατὸν οὐδὲ θεατόν· ὃς καὶ οὐρανῶν οἶμαι βασιλεία προσαγορεύεται. Κατὰ γὰρ τὸν θεῖον Παῦλον «ἐνεκαίνισεν | 218 in vol. 3 | |
25 | ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν». Καὶ «οὐκ εἰς χει‐ ροποίητα ἅγια εἰσῆλθεν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν». Καὶ «ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός». Ταύτην οὖν τὴν ὁδὸν ἡμῖν ἀνεκάλυψε, καὶ ταύτης ἡμῖν | |
30 | καθηγήσασθαι δικαιοσύνης ἀπόδειξις ἦν, ὡς ἂν μαθόντες ἐπιποθήσωμεν, ποθήσαντες δὲ πρὸς τὸ ποθούμενον παρασκευαζώμεθα. | |
32 | Τοῖς δὲ ἀγγέλοις γνώριμος ἦν ἀπ’ ἀρχῆς καὶ εἰς γνῶσιν ἠγμένος ὁ οὐρανός. Ἔτι δὲ καὶ ἡμῖν μὲν τὴν ἀνάστασιν ἑνωθεὶς καὶ τὸ ἄφθαρτον καὶ ἀθά‐ | |
35 | νατον διὰ τῆς οἰκείας χαρίζεται ἀναστάσεως· τὸ δὲ ἀσώ‐ ματον γένος, ἀθάνατον ὄν, τῆς τοιαύτης ἀνενδεὲς χά‐ ριτος. Καὶ δι’ ἡμᾶς μὲν ἐπιδημήσας σαρκὶ τῆς κατε‐ χούσης τοῦ διαβόλου τυραννίδος ἠλευθέρωσε, τὰς ἀρχὰς θριαμβεύσας καὶ τὰς ἐξουσίας ἐν τῷ σταυρῷ, καὶ δύναμιν | |
40 | ἡμῖν χαρισάμενος πᾶσαν τὴν τοῦ ἐχθροῦ δύναμιν κα‐ ταπατεῖν· εἰ δὲ τὴν ἐκείνων ὑπέδυ φύσιν, τίνας ἂν κατήργησε; Κατὰ τίνων δ’ ἂν ἐθριάμβευσε; Ποίαν δὲ τὴν ἐξουσίαν τίσιν ἐδίδου καὶ κατὰ τίνων; Χωρὶς δὲ τῶν | |
Bibl.222205b | εἰρημένων, ἡμῖν μὲν πεσοῦσιν οὐδεὶς ἦν ὑπογραμ‐ μὸς τὴν αὐτὴν λαχὼν φύσιν διορθώσεως, τοῖς δὲ πεπτω‐ κόσι τῶν δαιμόνων μυρία τάγματα τῶν ἀσωμάτων ἀτρέπτως ἑστηκότα πρόκειται, καὶ πολιτείας ἐνθέου παρά‐ | |
5 | δειγμα ὄντα καὶ διορθώσεως ἀκλινοῦς ὑποτύπωσις. Διόπερ ὁ πάντα σοφῶς καὶ ὑπὲρ λόγον προνοούμενος καὶ πράττων Θεὸς ἡμῶν, ὁ τοῦ Θεοῦ λόγος, τῆς μὲν ἀν‐ θρωπίνης φύσεως τὸν ὄλισθον ὑποστάσης καὶ προσλαμ‐ βάνεται ταύτην ἀρρήτῳ φιλανθρωπίας μέτρῳ, καὶ δι’ | |
10 | αὐτῆς πᾶσι τοῖς ὁμοφυέσι τήν τε διόρθωσιν καὶ τὴν ἀφθαρσίαν καὶ τὰ μυρία χαρίζεται ἀγαθά, τοῦ δὲ δαι‐ | |
μονίου φύλου οὐ μὲν οὖν οὔτε δικαίαν οὔτε συμφέρουσαν κρίνει τὴν πρόσληψιν. Οὕτω μὲν οὖν καὶ τὸ ἐπὶ τούτῳ τῷ φιλοθεάμονι καὶ σπουδαιολόγῳ ἀνδρὶ διανύεται | 219 in vol. 3 | |
15 | κεφάλαιον. Ἐν δὲ τῷ μβʹ ζητεῖ πόθεν ἡμῖν μὲν ἔκ τε τοῦ χεί‐ ρονος εἰς τὸ κρεῖττον καὶ πρὸς τὸ χεῖρον ἀπὸ τοῦ κρείτ‐ τονος ἡ μεταβολὴ καὶ πολλὴ καὶ διάφορος καὶ μικροῦ συνεχής, τῶν δὲ ἀσωμάτων γενῶν τοῖς μὲν τὸ καλὸν | |
20 | ἀμετάβλητον, τοῖς δὲ τὸ φαῦλον. Καὶ τίθησιν αἰτίαν ἡμῖν μὲν τῆς ἐφ’ ἑκάτερα στασιαζούσης ῥοπῆς τῆς ὑπο‐ βεβλημένης ὕλης τὸ ῥοῶδές τε καὶ εὐπαράφορον, ποτὲ μὲν τοῦ λογισμοῦ κρατοῦσαν, ποτὲ δὲ κρατουμένην. Ἐν ἐκείνοις δὲ μηδαμῶς τῆς ὕλης παρείσδυσιν λαβούσης, | |
25 | ὁ λογισμὸς μόνος τῶν πράξεων ἔχει τὸ κράτος. Διὸ τῶν μὲν ἑκουσίως καὶ ὡς ἀληθῶς αὐτοκρατορικῶς πρὸς τὸ χεῖρον ἀπενεχθέντων ἡ πτῶσις ἀνίατος γίνεται, οὐκ ἐχόντων ἕτερόν τι κρεῖττον ἐν ἑαυτοῖς, ὃ τὴν αὐτο‐ δέσποτον γνώμην αὐτὴν ὑφ’ ἑαυτῆς ῥεύσασαν πρὸς | |
30 | τὸ χεῖρον πάλιν ἀνακαλέσοιτο· ὥσπερ αὖ πάλιν τοῖς ἑκουσίως καὶ αὐτονόμως τὸν ἔρωτα τοῦ ἀγαθοῦ λαβοῦσιν ἀπαράτρεπτος ὁ πόθος ὑπὸ μηδεμιᾶς ῥοῆς ἐνοχλού‐ μενος διασῴζεται. | |
33 | Ἡμεῖς δὲ ὥσπερ διπλοῖ τινές ἐσμεν· διὸ καὶ μεταμεληθέντες οἷς ἁμαρτάνομεν, ὡς ἑτέρους | |
35 | ἑαυτοὺς ἐπιμεμφόμεθα. Δύο δὲ μαχομένων, καὶ τούτων ἀνὰ μέρος κρατούντων τε καὶ κρατουμένων, πῶς ἂν ἢ τὰ τῆς νίκης ἢ τὰ τοῦ πτώματος σχοίη τὸ ἀμετάβλητον; Οὐ μόνον δὲ ἐπὶ τῶν πράξεων, αἳ τὸ ἐπαινετὸν ἢ τὸ ψεκτὸν φέρουσιν, ἐφ’ ἡμῶν ἡ μεταβολὴ καὶ ἡ παλιρροία | |
40 | τὸ κράτος οὐκ ἔχει ἀνανταγώνιστον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἡμῶν ἐνεργειῶν καὶ παθημάτων. Οὔτε γὰρ διὰ παντὸς καθῆσθαι οὔτε ἵστασθαι δυνάμεθα ἀτονίας εὐθὺς | |
τῆς κατὰ τὴν φύσιν ἑκατέρου τῇ ὑπερβολῇ συνεπο‐ | 220 in vol. 3 | |
Bibl.222206a | μένης· καὶ δῆλον τοῦτο, ὡς διὰ τὴν ἐν ἡμῖν τῶν στοιχείων διαφοράν τε καὶ μάχην συμβαίνει· καὶ γὰρ τὸ μὲν θερμὸν τὴν ἄνω χώραν διώκει, τὸ δὲ γεῶδες βρίθει τε καὶ συγκαθέλκει πρὸς τὴν γῆν. Καὶ ἐπὶ τῶν ἄλλων | |
5 | δὲ τῶν παραπλησίων ὡσαύτως ἃ ἐπὶ τῆς ἀσωμάτου οὐκ ἔχει χώραν φύσεως. Ἀλλ’ ὥσπερ ἐν ἡμῖν τὸ ποι‐ κίλον καὶ πολύμορφον, οὕτως ἐν ἐκείνοις τὸ ἀποίκιλον καὶ μονοειδὲς ἐγκαθίδρυται. Ὅθεν τοῖς ἁπλοῖς μὲν καὶ μονοειδέσιν ἀκολουθεῖ τὸ δυσαλλοίωτόν τε καὶ δυσμε‐ | |
10 | τάβλητον, τοῖς δὲ συνθέτοις ἡ μεταβολὴ καὶ ἀλλοίωσις. Τὸ δὲ μὴ πάντῃ πάντως τὸ ἀμετάβλητον καὶ ἀναλ‐ λοίωτον μηδὲ ἐν ταῖς ἀσωμάτοις οὐσίαις ὁρᾶσθαι (καὶ γὰρ μετεβλήθη τὸ δαιμόνιον ἀπὸ τοῦ κρείττονος εἰς τὸ χεῖρον) ἐκεῖνο ἄν τις ἴσως προφασίσαιτο, ὅτι καὶ αὐτὸ | |
15 | τὸ ἀσώματον ἐκτροπῆς τε καὶ ἀλλοιώσεως ἤρξατο. Ἐκ μὴ ὄντων γὰρ εἰς τὸ εἶναι καὶ αὐτὸ παρήχθη, κἂν τῆς κατὰ τὴν ὕλην συμπλοκῆς ἐλευθέραν ἔσχε τὴν ὕπαρ‐ ξιν. Τάχα δ’ ἂν καὶ διὰ τὴν μίαν ταύτην ἐκτροπὴν μίαν καὶ αὐτοὶ τὴν πρὸς τὸ φαῦλον τῆς γνώμης ἀλ‐ | |
20 | λοίωσιν ἐπεδείξαντο. | |
20 | Ταῦτα εἰπὼν ὁ θεοσεβὴς οὗτος καὶ φροντίσιν ἱεραῖς ἀνειμένος ἀνὴρ ἐπιρραπίζει τὴν Ὠριγένους περὶ δαιμόνων καὶ ἀγγέλων καὶ ἀνθρώπων καὶ ἀστέρων καὶ τῆς ἄλλης ὁρωμένης κτίσεως δυσσεβῆ τε καὶ ἀνόητον καὶ πολυπλανῆ φλυαρίαν, καὶ τέλος | |
25 | ἐπιτίθησι καὶ τῷ βʹ καὶ μʹ κεφαλαίῳ. Ἐν δὲ τῷ ἑξῆς δύο ταῦτα ζητεῖ, ἓν μὲν διὰ τί αἱ ἅγιαι καὶ νοεραὶ δυνάμεις, ὅσα γε ἡμῶν εἰς γνῶσιν ἧκε καὶ οἱ χρησμοὶ ἐξεπαίδευσαν, τὸ καλὸν ἀπ’ ἀρ‐ χῆς μέχρι τέλους ἀμετάβλητον σῴζουσιν, ὥσπερ αἱ πο‐ | |
30 | νηραὶ τὴν κακίαν· καὶ διὰ τί πολλῶν ἀνθρώπων μελ‐ | |
λόντων κολάζεσθαι, τὸ πῦρ ἔφησεν ὁ σωτὴρ ἡτοιμάσθαι τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καὶ πρὸς μὲν τὴν πρώτην ζήτησιν ἐφ’ ἑκατέρας μερίδος, τῆς τε ἀγγελικῆς φημι καὶ τῆς δαιμονίας, τὸ ἁπλοῦν αἰτιᾶ‐ | 221 in vol. 3 | |
35 | ται καὶ ἀσύνθετον καὶ ἀποίκιλον, καὶ διὰ τοῦτο πρὸς τὰ ἀντικείμενα τῆς μεταβολῆς ἐνυπάρχειν αὐτοῖς τὸ ἀπαράδεκτον. | |
37 | Πρὸς δὲ τὴν δευτέραν ζήτησιν, ὅτι διὰ τοῦτο τὸ πῦρ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ ἡτοιμάσθαι γέγραπται, ἀλλ’ οὐχὶ τοῖς ἀνθρώποις, ἐπειδὴ | |
40 | ἐν ἡμῖν μὲν οὐκ ἀδόκητον ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον ἡ μεταβολή, οὗτοι δὲ γνώμῃ παρέσχοντο τὸ ἀνέλπιστον. Τὴν εἰρημένην δὲ τοῦ σωτῆρος φωνὴν ἅμα | |
Bibl.222206b | τε λύσιν ἐπάγει τῆς δευτέρας ἀπορίας, καὶ δεύτε‐ ρον ἐπιχείρημα, δι’ οὗ τὸ ἀμετάβλητον ἀπὸ κακίας τῆς δαιμονίας ἐπιδείκνυται φύσεως. Ἐπὶ δὲ τούτοις ἐν τῷ μδʹ κεφαλαίῳ διερευνᾶται | |
5 | τίνος χάριν οἱ τῷ λουτρῷ τῆς παλιγγενεσίας προσερ‐ χόμενοι τῷ μὲν Σατανᾷ καὶ τοῖς ἔργοις αὐτοῦ ἀποτάσ‐ σονται, οὐκέτι δὲ καὶ τοῖς πονηροῖς ἀνθρώποις καὶ ταῖς τούτων πράξεσι. Καίτοι γε, εἰ μὴ τῇ τῶν δαιμόνων οὐσίᾳ ἀλλὰ τοῖς ἔργοις αὐτῶν ὡς φαύλοις ἀποτασσό‐ | |
10 | μεθα, ἐχρῆν καὶ τῇ τῶν ἀνθρώπων μὲν οὐσίᾳ μὴ ἀπο‐ τάσσεσθαι, τοῖς ἔργοις δ’ αὐτῶν ἀποτάσσεσθαι. Οὐ γὰρ ὅτι μείζονα καὶ χαλεπώτερα καὶ ὑπὲρ τὴν ἡμῶν φύσιν τὰ τῶν δαιμόνων ἔργα, τοῦτο ἄν τις λύσιν θείη τοῦ ἀπο‐ ρήματος· τοὐναντίον γὰρ μᾶλλον αὐξάνει τὸ ἄπορον, | |
15 | εἴπερ ἐκεῖνά τις ἁμαρτάνειν ἀπεύχεται, οὐχ ἃ μηδὲ πράτ‐ τειν πέφυκεν, ἀλλ’ ὧν εἰς τὴν πρᾶξιν καταφέρεται. | |
16 | Τὴν μὲν οὖν ἀπορίαν οὕτω συγκροτεῖ. Λύσιν δὲ ἐπάγει πρώ‐ | |
την μὲν τὸ τῶν δαιμόνων ἀμετανόητον, ὅπερ ἐστὶ καὶ τῶν πολὺ μὲν χαλεπωτέρων ἁμαρτημάτων, ἀνθρώ‐ | 222 in vol. 3 | |
20 | ποις δὲ πραττομένων, ἅτε δὴ μετανοίᾳ μεθοδεύεσθαι δυναμένων, λίαν βαρύτερόν τε καὶ βδελυκτότερον. Δευ‐ τέραν δέ, ὡς ἀπ’ ἀρχῆς ὁ σωτὴρ καὶ τῆς ἀσφαλείας ἡμῶν προνοητὴς ὅρον ἔχθρας ἀμετακίνητον μεταξὺ τοῦ τε διαβόλου καὶ ἡμῶν ἐπήξατο, ὡς ἂν τὴν πρὸς | |
25 | αὐτὸν ἔχθραν ἀκήρατον ἐν ἑαυτοῖς διασῴζοντες μη‐ κέτι παρ’ αὐτοῦ προσαγομένην τὴν ἀπάτην εἰσδεξώ‐ μεθα. Διὸ καὶ τῶν φωτιζομένων ἕκαστος, ὥσπερ ὁμο‐ λογῶν τῇ τοῦ προπάτορος ἀπάτῃ μέχρι τότε συνέχε‐ σθαι, καλῶς τε καὶ θεοσόφως τὸ λοιπὸν τῇ πρὸς ἐκεῖ‐ | |
30 | νον ἀποτάσσεται φιλίᾳ. Ἐπὶ δὲ τῶν ἀνθρώπων, κἂν πονηρίᾳ συζῶσιν, οὐδὲν τοιοῦτον, ἵνα μὴ λέγω πᾶν τοὐναντίον ὁ δεσπότης ἐκέλευσε. | |
32 | Καὶ μυρία μὲν ἔστιν εἰπεῖν καὶ ἄλλα, ἓν δὲ τῶν ἀναγκαιοτάτων, ὡς τῆς εἰς ἀλλήλους ἀγάπης ὁ τῆς ἐκκλησίας θεσμὸς προ‐ | |
35 | νοούμενος, ἣν μυριοτρόπως ὁ πονηρὸς διασπᾶν ἐπεί‐ γεται, πάσῃ μεθόδῳ καὶ σοφίᾳ συγκροτεῖν τε ταύτην καὶ συνέχειν νομοθετεῖ. Διὸ οὐδὲ αὐτοὺς τοὺς φαύλους ὁμο‐ φύλους ὄντας βδελύττεσθαι καὶ μισεῖν ἐᾷ, τὸ ἀνάπαλιν δὲ στέργειν τε καὶ φιλεῖν, ὅση δύναμις, ναὶ δὴ καὶ κά‐ | |
40 | θαρσιν μὲν τῆς πονηρίας καὶ θεραπείαν ἐπινοεῖν, προσλαμβάνεσθαι δέ, ἀλλ’ οὐκ ἀπωθεῖσθαι. Καὶ τοῦτο Παῦ‐ λος μετὰ τῶν ἄλλων παραινεῖ, ὃς καὶ τοῖς Ἰουδαίοις | |
Bibl.222207a | ὡς Ἰουδαῖος καὶ τοῖς Ἕλλησιν ὡς Ἕλλην καὶ τοῖς ἀνόμοις ὡς ἄνομος καὶ τοῖς πᾶσι τὰ πάντα ἐγένετο, ἵνα πάντως τινὰς σώσῃ. Εἰ δὲ τοῖς ἁμαρτωλοῖς ὁ τῶν δικαίων χορὸς ἀπ’ ἀρχῆς μέχρι νῦν ἀπετάσσετο, τίς | |
5 | ἂν ἐσώθη; Πῶς δ’ ἂν ὁ κόσμος ἐσαγηνεύθη, τῶν μὲν φαύλων ἀλλήλους οὐδὲν ὠφελούντων, τῶν δ’ ἀγα‐ θῶν τούτους βδελυσσομένων τε καὶ ἀποπεμπόντων; Ἀλλὰ καὶ ἡ τῷ Πέτρῳ σινδὼν ὀφθεῖσα, καὶ πλήρης καθαρῶν τε καὶ ἀκαθάρτων ζῴων ὑπάρχουσα, τὴν | 223 in vol. 3 |
10 | συναναστροφὴν μᾶλλον καὶ πρόσληψιν τῶν φαύλων, ἀλλ’ οὐ τὴν ἀποστροφὴν ὑπῃνίττετο. Εἰ δὲ τὴν ἀγάπην οὕτω πανταχοῦ τοῦ Θεοῦ λόγου νομοθετοῦντος καὶ πάσης ἄλλης ἀρετῆς ὑπερέχουσαν διὰ τῶν αὐτοῦ μαθητῶν ἀναβοῶντος, ὅμως πολεμίως πρὸς ἑαυτοὺς διακείμεθα, | |
15 | καὶ μικροῦ τὸν πλησίον ἕκαστος, κἂν ἄριστος ᾖ, φθόνῳ κακίζομεν, ἔσθ’ ὅτε δὲ καὶ ἐπιβουλεύομεν, εἰ τοιαύτης ἀφορμῆς ἐδραξάμεθα, λέγω δὴ τοῦ τοῖς πονηροῖς ἐκ νομοθεσίας τε καὶ ὁμολογίας ἀποτάσσεσθαι, ἐγὼ μὲν ἐξ ὧν ὁρῶ τὸ ἀνθρώπινον, καὶ τοὺς εὐεργέτας | |
20 | φημί, ἐπεὶ τούς γέ τι παραλυποῦντας κἂν δικαίως τοῦτο πράττωσι, πάντως ἂν ἐκτόπως ἐμισοῦμέν τε καὶ ἀπεστρε‐ φόμεθα, ἅτε δὴ παρακάλυμμα τῆς φθονερᾶς γνώμης καὶ τῆς πολλῆς ἐφ’ οἷς μισοῦμεν ἀλλήλους αἰσχύνης τὴν θείαν ἐντολὴν προβαλλόμενοι καὶ συνήγορον ἔχοντες, | |
25 | καὶ οὐκ ἂν οὐδὲ μέχρι θανάτου τὴν πρὸς τοὺς τοιούτους ἔχθραν διελυόμεθα, κἂν τὸν ἥλιον μὴ ἐπιδύειν ἐπὶ τῷ παροργισμῷ ἡμῶν τῆς δεσποτικῆς νομοθετούσης ἀγα‐ θότητος, καὶ τοῦ πατρὸς μιμητὰς ἀποφαίνοντος ἐν τῷ πᾶσι καὶ τοῖς μισοῦσι χρηστοὺς εἶναι, ὃς βρέχει ἐπὶ δι‐ | |
30 | καίους καὶ ἀδίκους καὶ ἀνατέλλει τὸν ἥλιον αὑτοῦ ἐφ’ ἑκατέραν ὁμοίως μερίδα. | |
31 | Εἰ δὲ ἦν νενομισμένον τοῖς πονηροῖς τῶν ἀνθρώπων τοὺς φωτιζομένους ἀποτάσσεσθαι, καὶ γυνὴ ἂν ταύτης τῆς ἀφορμῆς λαβομένη τοῦ ἀνδρὸς διεσχίζετο, καὶ γυναικὸς ὁ ἀνήρ, πατρός τε ὁ υἱὸς καὶ | |
35 | μητρὸς ἡ θυγάτηρ καὶ δοῦλος δεσπότου· ἐστηρίζετο γὰρ ἂν ἕκαστος τούτων τῇ πρὸς Θεὸν οἰκείᾳ ὁμολογίᾳ, καὶ νόμον ἐτίθετο τοῦτον ἀπαράβατον τῷ οἰκείῳ θελήματι βεβαιούμενον. Διὰ ταῦτα τοίνυν τῷ διαβόλῳ μόνον καὶ τοῖς δαιμονίοις καὶ τοῖς τούτων ἔργοις φεύγειν τε καὶ | 224 in vol. 3 |
40 | βδελύττεσθαι καὶ ἀποτάττεσθαι προστετάγμεθα, ἀμέτοχοι τῆς ἐκείνων γνώμης διὰ παντὸς συντηρηθῆναι ὁμολο‐ γοῦντές τε καὶ εὐχόμενοι, διὰ τὴν αὐτῶν πρὸς τὰ φαῦλα ἀκλινῆ τε καὶ ἀμετάθετον ῥοπὴν καὶ διὰ τὸ κόρον τῶν | |
Bibl.222207b | ἁμαρτημάτων μὴ δέχεσθαι. Ἀλλήλοις δέ, κἂν ἀν‐ θρώπινον ᾖ κἂν εἰς τὸ θεῖον διαβαίνῃ τὸ ἁμάρτημα, οὐκ ὀξεῖαν καὶ ἀπότομον τὴν κρίσιν φέρειν ὀφείλομεν· λυ‐ μαντικόν τε γὰρ τοῦτο τῆς ἐμφύτου πρὸς ἀλλήλους στοργῆς, | |
5 | διά τε τὴν συνηρτημένην ὕλην τῷ γένει, καὶ ὅτι πε‐ σοῦσιν ἐλπὶς διορθώσεως ὑπολείπεται. | |
6 | Διὸ καὶ ἄν τις μὲν λέγῃ· «Οὐκ εἰμὶ καθ’ ἕνα τῶν δαιμόνων», ἐπείπερ ἀλή‐ θειάν φησιν, οὐκ ἀπόβλητος· ὁ δὲ κατὰ τὸν Φαρισαῖον ἀλαζονευόμενος καὶ ὡς ὁ τελώνης μὴ εἶναι μεγαλαυχῶν | |
10 | κατακρίνεται· οὔτε γὰρ αὐτὸς ὁ ἱστάμενος εἰ μὴ πέσοι δῆλον, οὔτε ὁ πεπτωκὼς εἰ μὴ στήσεται. Χωρὶς δὲ τῶν εἰρημένων κἀκεῖνο θεωρητέον, ὡς ἐπειδὴ τὸ μὲν δαι‐ μόνιον φῦλον ἀμετανόητον, ἡμεῖς δὲ διὰ μετανοίας τῷ βαπτίσματι πρόσιμεν, δι’ ὧν τοῖς ἀμετανοήτως | |
15 | ἔχουσιν ἀποτασσόμεθα, τὴν μετάνοιαν πάντως Θεῷ κα‐ θομολογοῦντες δεικνύμεθα. Καὶ ὁ τοῖς δαιμονίοις διὰ τὸ σφῶν ἀμετάθετον ἀποτασσόμενος πῶς οὐχὶ τῷ ἀμε‐ ταθέτῳ πρῶτος αὐτὸς ἀπετάξατο; Καὶ ὁ τῆς προτέρας αὐτοῦ πονηρίας καὶ ἀσεβείας συγγνώμην αἰτῶν πῶς ἂν | |
20 | τοῖς ὁμοιοπαθέσιν ἀνθρώποις, ὃν αὐτὸς διὰ μετα‐ νοίας ἔσχεν, ἀποκλείσειεν ἔλεον; Ἀλλὰ ταῦτα μὲν καὶ ἐν τῷ παρόντι κεφαλαίῳ· ἐν | |
οἷς καί φησιν ὡς ἐν τῇ ἀναστάσει τὸν ἀγγελικὸν βιωσό‐ μεθα βίον, μηκέτι πρός τι τῶν φαύλων ἐκκλίνοντες, | 225 in vol. 3 | |
25 | ἀλλ’ ἐν τῷ ἀτρέπτῳ στηριζόμενοι, οὐ φύσει τοῦτο κτη‐ σάμενοι, τῇ δὲ τοῦ πνεύματος δυνάμει, ὥσπερ καὶ αὐτὸ τὸ τῶν ἀγγέλων σύστημα. Ταύτῃ τοί φησι καὶ τὸ «ὁ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων ἐστὶν Ἰωάννου», τουτέστι τῇ πρὸς τὸ ἄτρεπον δαψιλείᾳ τοῦ | |
30 | πνεύματος. Ἐπειδὴ γὰρ μείζονα τὸν Ἰωάννην ἐν γεννη‐ τοῖς γυναικῶν ἐν τοῖς τοῦ πνεύματος ἡ ἀλήθεια χαρίσμασιν ὁ κοινὸς δημιουργὸς καὶ δεσπότης ἔφησε, δεικνὺς τὸ διάφορον τῆς μελλούσης πρὸς τὴν παροῦσαν ζωὴν καταστάσεώς φησιν ὡς, εἰ καὶ νῦν τοῖς πνευμα‐ | |
35 | τικοῖς χαρίσμασι μείζων ἐστὶν ὁ πρόδρομος, ἀλλ’ οὖν τοσαύτη τις ἔσται κατὰ τὸ μέλλον ἡ τῶν παρόντων μεταβολὴ πρὸς τὸ ἄμεινον καὶ ἡ δαψίλεια τοῦ πνεύ‐ ματος, ὡς καὶ τὸν ἐκεῖσε μικρότερον τῶν ἐνταῦθα τὸ μεῖζον ἐχόντων μεγαλοπρεπεστέρας τυχεῖν δωρεᾶς. Καὶ | |
40 | γὰρ ὁ μὲν ἐνταῦθα, κἂν τὸ μεῖζον εἶχεν, οὐκ εἶχε τὸ ἄτρεπτον, ὁ δὲ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μικρότερος, ὅστις ποτ’ ἂν ᾖ, ὅπερ ἂν ἔφερεν ἀγαθόν, ἀναφαίρετον συνεπεφέρετο, μηδαμῶς ἀρρωστίᾳ τροπῆς ὑποκείμενος. | |
Bibl.222208a | Ἐν δὲ τῷ μεʹ κεφαλαίῳ εἰς ἐξέτασιν ἄγει πῶς οἱ δύο ἐν ἑκατέρῳ γένει πρωτόπλαστοι, ὅ τε διάβολος καὶ ὁ Ἀδάμ, εὐθέως κτισθέντες ἐξέπεσον. Ἀλλ’ ὅτι μὲν ὁ Ἀδὰμ τῶν ἐν τῷ αὐτῷ εἴδει πρωτόπλαστος, δῆλον· ὅτι | |
5 | δὲ καὶ ὁ διάβολος, ἐν τῷ Ἰώβ φησιν, ὥσπερ ὁ στρα‐ τηγὸς πρωτοστάτης πεπτωκώς· «Τοῦτό ἐστιν ἀρχὴ κυρίου πλάσματος πεποιημένον εἰς τὸ καταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ». Καὶ ὁ προφήτης· «Πῶς ἔπεσεν ὁ Ἑωσ‐ φόρος, ὁ πρωῒ ἀνατέλλων;» Ὁ γὰρ Ἑωσφόρος, ἅτε δὴ πλη‐ | |
10 | σιάζων κατά τινα πορείαν μᾶλλον τῶν ἄλλων ἀστέρων, | |
πρῶτός ἐστιν ἡλίου κῆρυξ· ᾧ ἀναλόγως ἔχειν ποτὲ τὸν διάβολον αἰνιττόμενον τὸ λόγιον πρὸς τὸν νοητὸν τῆς δικαιοσύνης ἥλιόν φησιν. Ἀλλ’ ὅπερ πρόκειται. Εἰ καὶ λυπηρόν, φησί, τὸ ἑκατέρας κτίσεως, τῆς τε νοητῆς | 226 in vol. 3 | |
15 | καὶ τῆς μετεχούσης τῶν αἰσθήσεων τοὺς πρωτογενεῖς εἰς ὄλισθον ἐκπεσεῖν, ἀλλ’ οὖν τοῖς ἑξῆς ἅπασι τὸ ἐκεί‐ νων πτῶμα κοινωφελὲς παράδειγμα πρόκειται, κήρυκος δίκην ἀναφωνοῦν πολλῆς ἀσφαλείας ἔχειν πρόνοιαν, μὴ τοῖς αὐτοῖς περιπεσεῖν, μηδὲ στέργειν δι’ ὧν ἄν τις ὀλι‐ | |
20 | σθήσειεν, ἀλλὰ παντὶ τρόπῳ καὶ πάσῃ δυνάμει τὴν παρακοὴν καὶ τὴν δι’ αὐτῆς ἁμαρτίαν βδελύττεσθαι, εἴ γε καὶ αὐτὰ τῆς δημιουργίας τὰ οἱονεὶ βάθρα καὶ θεμέλια μὴ τῆς δεούσης ἑαυτοὺς ἀξιώσαντες προσοχῆς ἐπὶ τοσοῦτον ὠλίσθησαν. Διὰ τοῦτο γὰρ καὶ ὁ σοφὸς ἡμῶν | |
25 | πλάστης καὶ προνοητὴς πρὸς σωφρονισμὸν τῶν μετὰ ταῦτα πάντων παραυτίκα καὶ πρὸ καιροῦ τρόπον τινὰ ἑκατέρῳ προσάγει τὴν κόλασιν, τὸν μὲν τῷ θνητῷ κα‐ ταδικάσας, τῷ δὲ τὴν χώραν ἀμείψας καὶ ἀντὶ τῆς ἄνω καὶ μακαρίας διατριβῆς τὸ σκότος ἀντιδοὺς καὶ τὸν | |
30 | Τάρταρον, ἑκατέρῳ πάθει κατάλληλον κεράσας τὸ φάρ‐ μακον. Ὁ μὲν γὰρ Ἀδὰμ θεὸς ἔσεσθαι νομίσας καὶ τοὺς ὀφθαλμοὺς φέρειν ἀνεωγμένους καὶ γνῶσιν πλουτῆσαι τοῦ καλοῦ τε καὶ τοῦ πονηροῦ, θνητός τε ἐδείχθη καὶ πολυ‐ παθής, καὶ μικροῦ τυφλώττουσαν καὶ παντοδαποῦς ἀγνοίας | |
35 | μεστὴν φύσιν ἠνέγκατο· ὁ δὲ τὸν θρόνον εἰς τὸν οὐρα‐ νὸν τῇ φαντασίᾳ τιθεὶς καὶ ὅμοιος τῷ ὑψίστῳ γενό‐ μενος ὑπὸ γῆν τε δικαίως ἐρρίφη καὶ τοὺς ταρταρίους ὑπέδυ μυχούς, καὶ γέγονεν αὐτοῖς ἡ ἀπληστία καὶ τῆς ἐν οἷς ὑπῆρχον συμμετρίας ἀπόπτωσις. Ἰατρικῆς δὲ | |
40 | σοφίας καὶ τὸ προσφέρειν τοῖς ἐναντίοις ἐναντία ἰάματα. | |
41 | Ἀλλ’ ἐν τούτοις μὲν τῷ ἱερομαθεῖ τε καὶ φι‐ | |
λοθεάμονι τὸ εʹ καὶ μʹ τὸ πέρας ἀποφέρεται κεφάλαιον. | 227 in vol. 3 | |
Bibl.223208b(2) | Ἀνεγνώσθη βιβλίον Διοδώρου ἐπισκόπου Ταρσοῦ κατὰ εἱμαρμένης, ἐν λόγοις μὲν ηʹ, κεφαλαίοις δὲ γʹ καὶ νʹ. Ἔστι μὲν οὖν ἐν τούτοις εὐσεβῶν ὁ ἀνήρ, καὶ οὐδὲ | |
5 | περὶ τὴν δόξαν τοῦ υἱοῦ τοῦ Θεοῦ, ἣν ἡ τοῦ Νεστορίου λύσσα διασπαράττει σφαλλόμενος· τοῖς δὲ ἐπιχειρή‐ μασιν ἔστι μὲν οἷς ὀρθῶς τε καὶ εὐφυῶς ἐπιβάλλει, διελέγχων τοὺς τὴν εἱμαρμένην δοξάζοντας, ἔστι δὲ ὅπου πρὸς μόνον τὸ φαινόμενον τὸν ἀγῶνα φέρει, καὶ μη‐ | |
10 | δὲ σαφῶς τὸ τῶν ἐναντίων ἐξακριβῶν δόγμα. Ὅθεν πολλάκις οὐκ ἐκείνοις, πρὸς οὓς ὁ πόλεμος, ἀλλ’ ἑτέ‐ ροις μᾶλλον δόξειεν ἂν διαμάχεσθαι. Πλὴν ὅ γε εὐγνώ‐ μων κριτὴς οὐχ ὑπὲρ ὧν οὐκ εὐστόχως ἐνιαχοῦ φέ‐ ρεται μωμήσαιτο ἄν· ὑπὲρ ὧν δὲ σπουδάζει τὴν τῆς εἱ‐ | |
15 | μαρμένης πλάνην κατενεγκεῖν, καὶ ὡς οὐκ ἐν ὀλίγοις κατ’ αὐτῆς εὐδοκιμεῖ, τὸν ἄνδρα τιμῆς καὶ χάριτος ἄξιον ἀνομολογεῖν ἐστι δίκαιος. | |
17 | Ἐν μέντοι γε τῷ αʹ καὶ νʹ κεφαλαίῳ, ἅμα τε τὴν τῆς εἱμαρμένης κατασείων δόξαν, καὶ τὴν Βαρδισάνου συνεπιρραπίζει. Αὕτη δὲ | |
20 | ἡμιμανής τίς ἐστι καὶ ἡμίτομος· τὴν μὲν γὰρ ψυχὴν εἱ‐ μαρμένης τε καὶ τῆς λεγομένης γενεθλιαλογίας ἐλευ‐ | |
θέραν ἀπολύει, συντηρῶν αὐτῇ τὸ αὐτεξούσιον, ὑπο‐ τάττει δὲ τῇ ταύτης διοικήσει τὸ σῶμα καὶ τὰ περὶ τὸ σῶμα, πλοῦτον δή φημι καὶ πενίαν καὶ νόσον καὶ | 8 in vol. 4 | |
25 | ζωὴν καὶ θάνατον καὶ ὅσα οὐκ ἐφ’ ἡμῖν, καὶ ταῦτα πάντα τῆς εἱμαρμένης ἔργα δογματίζει. Ὃν ὁ φιλο‐ μαθὴς καὶ σπουδαῖος Διόδωρος σαφῶς τε καὶ γενναίως διελέγχει λόγῳ μὲν ἡμίτομον τὴν τῆς εἱμαρμένης πλά‐ νην κηρύττειν, ἔργῳ δὲ συγκροτεῖν τὴν ὅλην, εἴπερ | |
30 | καὶ τὰ πλεῖστα τῶν σωματικῶν παθῶν τε καὶ ἔργων διὰ τῆς ψυχικῆς ἐνεργείας τε καὶ συνεργείας ναὶ δὴ καὶ συμπαθείας εἴωθεν ἐπισυμβαίνειν καὶ ἀποτελεῖσθαι. Ἐν μὲν οὖν τῷ αʹ λόγῳ ἄλλα τέ τινα περὶ εἱμαρ‐ μένης διελθών, καὶ ὅθεν ἔσχε τὴν τόλμαν ἡ πλάνη | |
35 | παρρησιάσασθαι, καὶ κατὰ τῆς λεγούσης δόξης τόδε τὸ πᾶν ἀγένητον εἶναι διανιστάμενος (οἴεται γὰρ ἐκ τῆς ὑπο‐ λήψεως τῆς τὸν κόσμον ἀγένητον ποιούσης, ἐκεῖθεν καὶ τὸ τῆς εἱμαρμένης συγκροτεῖσθαι πλάσμα) περατοῖ τὸν αʹ λόγον, καὶ ἐν τῷ βʹ τοῦ αὐτοῦ μὴ ἀφιστάμενος ἀγω‐ | |
40 | νίσματος. Διὸ καὶ ἐν τῷ ιʹ κεφαλαίῳ γενητὸν εἶναι τόν τε κόσμον καὶ τὸν ἐν αὐτῷ ἄνθρωπον ἐπιδεικνὺς ὧδέ πως εἰσβάλλει πρὸς τὴν ἐπιχείρησιν. | |
42 | Ἐπεί, φησί, τῶν | |
Bibl.223209a | κατὰ μέρος ἀνθρώπων ἕκαστος φθαρτός ἐστι καὶ γενητός, δῆλον ὡς καὶ ἡ τούτων φύσις εἰς τὴν ὁμοίαν ἄγεται λύσιν, ἐν μόναις ταῖς ἐξ ἀλλήλων διαδοχαῖς διαμένουσα· τὸ γὰρ ἀγένητον οὐκ ἐν διαδοχαῖς ἐπινοού‐ | |
5 | μενον ἔχει τὸ ἄφθαρτον, ἀλλὰ καθ’ ἑαυτὸ καὶ κατὰ τὴν ἰδίαν ὑπόστασιν. Ὅτι δὲ ὁ κόσμος γενητός, δῆλον ἐξ ὧν καὶ τὰ ἐν αὐτῷ γενητά, πῦρ καὶ ὕδωρ καὶ γῆ καὶ ἀήρ· καὶ γὰρ ταῦτα παρὰ μέρος καθ’ ἑκάστην καὶ φθεί‐ ρεται καὶ γίνεται. Ὅτι δὲ πάλιν ἡ γῆ φθαρτή, δῆλον | |
10 | ἐξ ὧν εἰς γῆν καὶ ὁ ἄνθρωπος καὶ τὰ ἄλλα τῶν ζῴων φθειρόμενα μεταβάλλεται· τὸ γὰρ εἰς ταύτην φθείρεσθαι ἀπόδειξίς ἐστι τὸ ἐκ ταύτης φθαρείσης κατ’ ἀρχὰς ταῦτα γενέσθαι. Πλὴν καὶ νῦν ἔτι πολλὰ τῶν ζῴων ταύτης τρεπομένης καὶ φθειρομένης γίνεταί τε καὶ συν‐ | 9 in vol. 4 |
15 | ίσταται. Τὸ δὲ τρεπόμενον εἰ καὶ μὴ πρόδηλον εἶχε τὴν φθοράν, πῶς ἂν εἴη ἀγένητον; τροπὴ γὰρ πᾶσα τοῦ κατὰ φύσιν προϋπάρχοντος καὶ μάλιστα τῆς ἀγενη‐ σίας καθέστηκεν ἔκπτωσις. Εἰ δὲ ἦν ἀγένητον ἄνθρω‐ πος, πῶς ὑπὸ τῆς γενέσεως ἤτοι τῆς εἱμαρμένης | |
20 | διῳκεῖτ’ ἄν; τὸ γὰρ ἀγένητον, οὐ δεῖταί τινος ἀλλοτρίου πρὸς τὴν ἰδίαν σύστασιν. Εἰ δέ τις ὑπὸ τῆς τῶν πραγμάτων ἐναργείας βια‐ ζόμενος ὁμολογεῖ γενητὰ μὲν εἶναι τὰ ἐπὶ γῆς καὶ θαλάττης καὶ τὰ ἐν ἀέρι, τὴν δὲ ταῦτα ἀποτελοῦσαν | |
25 | γένεσιν τρέχουσαν διηνεκῆ φορὰν καὶ ἀγένητον ἐνεργεῖν, καὶ ἐργάζεσθαι τὰ προειρημένα πάντα ἀϊδίως καὶ ἀγέ‐ νητον, αὐτόθεν ἔχει τὸν ἔλεγχον. Οὐ γὰρ οἷόν τε αὐ‐ τὰ μὲν εἶναι γενητὰ καὶ οὐκ ἀΐδια, ἀΐδιον δὲ αὐτῶν τὴν διοίκησιν. Τὰ γὰρ ὄντα τις συγκρατεῖ καὶ διοικεῖ, τὰ | |
30 | δὲ οὐκ ὄντα πρότερον ποιεῖ μέν, εἶτα κυβερνᾷ καὶ διοι‐ κεῖ, οὐ μὴν πρὸ τοῦ γενέσθαι διοικεῖ καὶ κυβερνᾷ τὰ μὴ ὄντα, εἶτα δημιουργεῖ. Γενητὰ δέ φησι τὰ στοιχεῖα καὶ ἐξ ὧν ὁρᾶται καθ’ ἑκάστην ἀλλήλων δεόμενα· τὸ γὰρ ἀγένητον καὶ ἄτρεπτον | |
35 | καὶ ἀνενδεές. Δεῖται δὲ τὰ στοιχεῖα ἀλλήλων καὶ εἰς τὸ σῴζεσθαι καὶ εἰς τὸ σῴζειν τὰ ἐν αὐτοῖς ζῷα. Ὁ δὲ κόσμος ὅλος γενητός, ἐξ ὧν καὶ σύνθεσις ὁρᾶται, ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν μέσῳ συγκείμενος. Εἰ γὰρ καὶ ὥσπερ ὀφθαλμὸς ἢ κεφαλὴ τοῦ λοιποῦ σώματος, οὕτως | |
40 | ὁ οὐρανὸς τῶν κοσμικῶν στοιχείων τὸ τιμιώτατον, ἀλλ’ οὖν ὥσπερ κεφαλὴ καὶ ὀφθαλμός, κἂν τιμιώτατον, ὁμοιοπαθεῖ τῷ λοιπῷ σώματι, οὕτω καὶ οὐρανὸς γῇ | 10 in vol. 4 |
Bibl.223209b | καὶ ὕδατι καὶ ἀέρι καὶ τοῖς ἐν αὐτῷ φθαρτοῖς ἅπασιν ὁμοιοπαθὴς ὑπάρχων τὴν κοινὴν φθορὰν οὐ διέ‐ φυγεν. | |
3 | Ἀλλὰ γὰρ πῶς τὰ διοικούμενα ὑπὸ γενέσεως ἀγέ‐ νητα; ἢ πῶς τὰ εἰς τὸ εἶναι ἑτέρων μὴ δεηθέντα | |
5 | εἰς χρείαν ἦλθεν ἀλλοτρίας διοικήσεως, καὶ ταύτης οὐκ ἀγαθῆς; Τί δὲ ἀπὸ τοῦ διοικεῖσθαι κρεῖττον ἕξει προσούσης αὐτοῖς ἀγενησίας; Καίτοι τροπὴ πᾶσα φύ‐ σεως ἀγενήτου φθορὰ καὶ ἔκστασις οὐσίας ἀνάρχου. Καὶ πῶς ἤνεγκε τὰ ἀγένητα ὑπὸ γενέσεως διοικεῖσθαι οὐκ | |
10 | ἐπὶ τὸ σωθῆναι αὐτοῖς τὸ ἀγένητον, ἀλλ’ ἐπὶ τὸ φυ‐ λαχθῆναι; Εἰ δέ τις ἀγένητον λέγοι αὐτῶν τὴν τρο‐ πήν, τὸ πάντων ἀδυνατώτερον εἰσάγει· τροπὴ γὰρ πάθος ἐστὶν ἀρχόμενον, καὶ οὐκ ἄν τις εἴποι τροπὴν ἄναρχον. Καὶ συντόμως εἰπεῖν, τῶν στοιχείων καὶ τῶν | |
15 | ἐξ αὐτῶν ζῴων τε καὶ σωμάτων ἡ πάνσοφος τροπή, καὶ τῶν σχημάτων καὶ χρωμάτων καὶ τῶν ἄλλων ποιο‐ τήτων ἡ ποικίλη διαφορὰ μόνον οὐχὶ φωνὴν ἀφίησι μήτε ἀγένητον μήτε αὐτόματον νομίζειν τὸν κόσμον, μήτ’ αὖ ἀπρονόητον, Θεὸν δὲ αὐτοῖς καὶ τὸ εἶναι καὶ | |
20 | τὸ εὖ εἶναι παρασχόμενον σαφῶς εἰδέναι καὶ ἀδιστάκτως ἐπίστασθαι. Τάχα δὲ γενητὰ μὲν τὰ ἄλλα φήσουσι, μόνην δὲ τὴν τῶν ἄστρων φύσιν καὶ θέσιν ἀγένητον. Ἀλλὰ πρῶτον μὲν τίνος ἦν ἡ γένεσις πρὶν γενέσθαι ταῦτα; Τίς δὲ ὁ | |
25 | τὰ στοιχεῖα δημιουργήσας; Ἢ ἕτερος μὲν οὐδείς, αὐτὰ δὲ ἑαυτά; Τὸ δὲ ἀγένητον οὔτε τροπὴν αὐθαίρετον ἂν ὑπο‐ | |
σταίη· πᾶσι μὲν γὰρ φίλον τὸ κατὰ φύσιν, μάλιστα δὲ τῇ ἀγενήτῳ φύσει· οὔτε ὑφ’ ἑτέρου μὴ βουλόμενον πάθοι· ἀβίαστον γὰρ τὸ κρεῖττον, κρεῖττον δὲ ἀγενήτου οὐσίας | 11 in vol. 4 | |
30 | οὐδέν. Πῶς δ’ ἂν τὰ μηδαμῇ μηδαμῶς γένοιντο δίχα τοῦ ποιοῦντος; Πῶς δὲ τὸν Θεὸν ταύτην τὴν ἰσχὺν ἀφαιροῦντες αὐτοῖς ἑαυτὰ προάγειν ἐκ μὴ ὄντων πε‐ ριάπτουσι τὸ κράτος; Εἰ δὲ καὶ αὐτὰ προαγαγεῖν ἴσχυ‐ σεν ἑαυτά, διὰ τί μὴ καὶ τὸ διοικεῖσθαι οἴκοθεν παρέ‐ | |
35 | σχεν, ἀλλὰ τῆς ἑτέρου κηδεμονίας ἐδεήθη; Τὸ γὰρ γε‐ νέσθαι τοῦ διαμένειν γενόμενον πολλῷ δυσχερέστερον. Πῶς οὖν ὃ μὲν ἦν δυσχερέστερον, εἰς πρᾶξιν ἤνεγκεν, ὃ δὲ ῥᾴδιον, οὐκ ἂν ἔχοι μὴ παρ’ ἑτέρου λαβών; Πῶς δὲ καὶ ἡ γένεσις γῆν τε καὶ ἀέρα καὶ τὰ ἄλλα, | |
40 | ἃ μὴ πεποίηκε διοικεῖ; Ἔργον γὰρ τοῦ πεποιηκότος καὶ τὸ διοικεῖν, ὅτι καὶ μόνος τῶν ἑαυτοῦ δημιουργημάτων τὴν φύσιν οἶδε, καὶ ὅπως μὲν κρατοῖτο, πόθεν δὲ συγ‐ | |
Bibl.223210a | χέοιτο καὶ διαφθείροιτο. Εἰ δὲ τολμήσαιεν καὶ τῶν στοιχείων τὴν δημιουργίαν ἀνάπτειν τῇ εἱμαρμένῃ, λε‐ γέτωσαν ἡμῖν ποῖος μὲν ἀστὴρ εἰς τόδε τὸ ζῴδιον εἰσ‐ ελθὼν ἀπετέλεσε τὴν γῆν, ποῖος δὲ τὸν ἀέρα ἢ τὸ | |
5 | πῦρ ἢ τὸ ὕδωρ. Ἀλλ’ οὐκ ἂν ἔχοιεν λέγειν, εἰ καὶ πλέον ληρεῖν μελετήσουσιν. Ἄλλωστε δὲ εἰ οὐχ ἅπαξ ποιεῖ ὃ ποιεῖ ἡ γένεσις, πολλάκις δὲ τὰ αὐτὰ κατά τινας χρό‐ νων περιόδους, δεικνύτωσαν ἡμῖν πολλάκις μὲν γεγε‐ νημένας πολλὰς ὁλότητας γαιῶν, πολλὰς δὲ ὑδάτων, | |
10 | πολλὰς δὲ θαλασσῶν, ἐξ ὧν καὶ κόσμους ἀπείρους συστή‐ σουσιν. | |
11 | Ἀλλὰ μὴν ἀδύνατον τοῦτο· ἀδύνατον ἄρα καὶ τὸ ἅπαξ τὴν γένεσιν ἕν τι τῶν στοιχείων προαγαγεῖν. Εἰ δὲ ἐκ μανίας εἰς μανίαν μεταπίπτοντες ὑπὸ Θεοῦ μὲν | |
δημιουργηθῆναι φαῖεν τὰ στοιχεῖα, ὑπὸ δὲ τῆς γενέσεως | 12 in vol. 4 | |
15 | ἀγενήτου καὶ αὐτῆς ὥσπερ τὸ θεῖον οὔσης διοικεῖσθαι, ἐκδηλότερον αὐτῶν τὴν ἄνοιαν στηλιτεύσουσι. Διὰ τί γὰρ τὸ θεῖον ἀτάκτῳ γενέσει τὸ οἰκεῖον ὑπέβαλε δημιούρ‐ γημα; Ἆρ’ ὡς αὐτὸς οὐκ ἔχων τὴν τοῦ προνοεῖν σοφίαν; Καὶ τίς ἂν ἐνέγκοι τὸ δύσφημον, τίς δὲ τὸ ἀνόητον, | |
20 | δημιουργίας μὲν κράτος ἔχειν, προνοίας δὲ μηδ’ ὅσον ἡ ἄτακτος ἥρπασε γένεσις; Καὶ μυρίος ἄλλος ἐσμὸς ἀτοπημάτων ἕπεται. | |
22 | Εἰ δ’ ὥσπερ ἀγαθότητι ἐποίησεν ὁ Θεός, οὕτω καὶ προνοεῖ, περιττὴ καὶ ματαία ἡ ἐπίνοια τῆς εἱμαρμένης ἤτοι τῆς γενέσεως. Πῶς δὲ ἀγένητος | |
25 | ὁ οὐρανός, τοῦ συνθέτου κόσμου μέρος ὑπάρχων καὶ περιοχή; Τὸ γὰρ ἀγένητον οὔτε περιοχή τις οὔτε τόπος ἑτέρων ἂν εἴη, καθαρεύει δὲ τῶν τοιούτων τε καὶ παθῶν ἁπάντων. Ἀλλὰ καὶ ἐξ αὐτῆς αὐτῶν τῆς πλαττομένης ὑποθέσεως δῆλον ὡς οὔτε ὁ οὐρανὸς οὔτε οἱ ἀστέρες ἀγέ‐ | |
30 | νητοι. Καὶ γὰρ τοὺς μὲν αὐτῶν ἀγαθοποιούς, τοὺς δὲ κακο‐ ποιοὺς λέγουσι, καὶ οἴκους ἄλλους ἄλλοις ἀφορίζουσιν, ἐν οἷς γινόμενοι ἄλλοι μὲν κακύνονται, ἢ πλέον ἢ καὶ ἐξ ἀγαθότητος τραπέντες εἰς κάκωσιν, οἱ δὲ τοὐναντίον ἢ πρὸς ἀγαθότητα κακοὶ ὄντες μετεβλήθησαν, ἢ πλέον | |
35 | τῆς προτέρας ἠγαθύνθησαν ἀγαθότητος. Καὶ πῶς ἂν ἐν τούτοις νοηθῇ ἢ τὸ ἀπαθὲς ἢ τὸ ἁπλοῦν ἢ τὸ ἀσύν‐ θετον ἢ τὸ ἀγένητον καὶ μυρία ἄλλα; Ἐν οἷς καὶ ὁ δεύτερος αὐτῷ συναπαρτίζεται λόγος καὶ τὰ δέκα κε‐ φάλαια, τελευτήσαντα μὲν εἰς τὸ κʹ, ἀρχὴν δὲ τὸ ιʹ | |
40 | ποιησάμενα. Ἐν δὲ τῷ τρίτῳ πειρᾶται μὲν διά τε τοῦ καʹ κεφα‐ λαίου καὶ τοῦ κβʹ, καὶ μὴν καὶ τοῦ γʹ καὶ κʹ καὶ δʹ, ἐλέγχειν τοὺς τὸν οὐρανὸν σφαιρικὸν ὑποτιθεμένους, | |
Bibl.223210b | οὐ μέντοι γε διὰ τῶν ἰσχὺν ἐχόντων οἱ ἔλεγχοι | |
πρόεισι. Τὸ σφαιρικὸν δὲ οὐ βούλεται συγχωρεῖν τῷ οὐρανῷ διότι νομίζει τὴν εἱμαρμένην ἐκ τῆς τοιαύτης εἰσάγεσθαι θέσεως. Καίτοι οὐδεμία τοῦτο ἀπόδειξις ἐκβιάζεται. Οὐ γάρ, | 13 in vol. 4 | |
5 | εἴ γε σφαιρικὸς ὁ οὐρανός, καὶ τὸ τῆς εἱμαρμένης ἐξ ἀνάγκης συνίσταται. Τὸ δὲ κεʹ καὶ ϛʹ κεφάλαιον εὐσεβεῖς μὲν προβάλλεται λόγους, πρὸς ἔλεγχον δὲ τῆς προκειμένης ὑποθέσεως τὴν ἰσχὺν οὐ λίαν ἐπιδεικνυμένους. Ἐν δὲ τῷ κζʹ δόξας | |
10 | προθέμενος περί τε οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ ἀστέρων, ἃς λέγει τῶν ἀστρολογούντων εἶναι, οὔτε ταύτας ἀκι‐ βδήλως προάγει, καὶ τὰς κατ’ αὐτῶν ἐπιχειρήσεις οὔτε ἀποδεικτικάς, ἀλλ’ οὐδὲ διὰ τοῦ πιθανοῦ δείκνυσι προϊού‐ σας. Τὸ δὲ κηʹ πρὸς τὰς αὐτὰς ἐνιστάμενον δόξας, δι’ | |
15 | ἴσου μὲν τῶν ἀποδείξεων διαπίπτει, οὐ μέντοι γε καὶ τοῦ πιθανοῦ διαμαρτάνει. Ἐν δὲ τῷ κθʹ φησὶ πῶς τὴν ὅλην γῆν εἰς ἶσα μέρη τοῖς δώδεκα καταμερίζοντες ζῳδίοις τὰ μὲν τμήματα τῆς γῆς καὶ τοὺς ἐν αὐτοῖς δῆλον οἱ‐ κοῦντας εἰς ἕκαστον ἀφωρισμένως ἀναφέρουσι τῶν ζῳ‐ | |
20 | δίων, καὶ ὑποκεῖσθαι μὲν τὰ τῆς γῆς μέρη, ἐπικεῖσθαι δὲ τῶν ζῳδίων ἕκαστον δίκην νεφέλης τῇ ἀφωρισμένῃ μοίρᾳ τῆς γῆς ἐποχούμενον. Ἐν κινήσει γὰρ κατ’ αὐτοὺς διηνεκεῖ τοῦ οὐρανίου πόλου φερομένου, καὶ συμπεριαγο‐ μένων αὐτῷ τῶν ιβʹ ζῳδίων, ἀδύνατον τὸ αὐτὸ τῆς γῆς | |
25 | διὰ παντὸς ἐπέχειν τμῆμα, ἀλλὰ παραλλάξει μὲν κατὰ τὴν πορείαν τοῦ πόλου ἕκαστον ζῴδιον πάντα τὰ τμή‐ ματα τῆς γῆς, ἄλλοτε μὲν ἐπ’ ἀνατολήν, ἄλλοτε δὲ ἐπὶ δύσιν, ἄλλοτε δὲ ἐπὶ μεσημβρίαν τῇ οὐρανίᾳ κι‐ νήσει συμπεριδινούμενον, καὶ οὐκ ἐφ’ ἑνί τινι στηριζόμε‐ | |
30 | νον. Ἐξ οὗ συμβαίνει τῶν ζῳδίων ἕκαστον οὐδὲν ἧττον τὸ ἀφωρισμένον τῆς γῆς ἐπέχειν τμῆμα ἢ τὸ ἀλλό‐ τριον. | |
32 | Ἄλλωστε δὲ εἰ κατ’ αὐτοὺς ἡ γῆ κέντρου καὶ σημείου λόγον ἐπέχει πρὸς τὸν οὐρανόν, καὶ τῶν ζῳδίων ἓν ὁποιονοῦν τῷ τε πλάτει καὶ μήκει πολλαπλάσιόν ἐστιν | 14 in vol. 4 |
35 | αὐτῆς, πῶς οἷόν τέ ἐστιν ἕκαστον τῶν δωδεκατημορίων τῆς γῆς ἑκάστῳ τῶν ζῳδίων ἰσομοιρεῖν τε καὶ συμπα‐ ρατείνεσθαι καὶ διὰ τοῦτο τὴν οἰκείωσιν ἔχειν πρὸς αὐτό; Καὶ τότε οὐδ’ αὐτῆς ὅλης οἰκουμένης τῆς γῆς, κατὰ δὲ τὸ πλεῖστον, τὸ μὲν διὰ καύματος τὸ δὲ διὰ ψύχους | |
40 | ὑπερβολήν, ἀνθρώπων οὔσης ἀοικήτου, καὶ παντελῶς ἀπ’ ἀρχῆς ἀφωρισμένης. | |
41 | Εἰ δὲ μὴ τοπικῶς τῶν τῆς γῆς τμημάτων τὰ ζῴδια κρατεῖν λέγοιεν, μηδὲ σω‐ ματικῷ μεγέθει κατὰ τὸ ἔχειν αὐτῆς τὸ πλάτος, ἀλλὰ | |
Bibl.223211a | φυσικῶς χαίρειν ἕκαστον τῶν ζῳδίων ἑκάστῳ μέ‐ ρει τῆς γῆς, περιττῶς πρὸς τὰ σχήματα τῶν ζῳδίων καὶ γῆς τόπους ἀπονέμουσι, ταῖς μὲν τοῦ καρκίνου χηλαῖς ἐξοχάς τινας καὶ ἐκτάσεις ἐκτὸς τοῦ ὅλου μεγέθους, τοῖς δὲ τοῦ | |
5 | ταύρου κέρασι καὶ τοῖς ποσὶν ἑτέρους τῷ τῆς φύσεως σχήματι παραπλησίους. | |
6 | Ἔτι δὲ εἰ χαίρει τῶν ζῳδίων ἕκαστον φυσικῶς ἑκάστῳ μέρει τῆς γῆς, καὶ βλάπτει μὲν αὐτῆς τὰ μέρη καὶ ἀφανίζει σεισμοῖς ἢ πολέμοις ἢ πυρπολήσεσιν ἢ ἀφορίαις κακοποιοῦ φανέντος ἀστέ‐ | |
10 | ρος, ὠφελεῖ δὲ τὰ μέγιστα τῶν ἀγαθοποιῶν τινος εἰς αὐτὸ ἐρχομένου, γηπονίαις, οἰκοδομαῖς, εὐφορίαις, πῶς εἰσὶ τόποι διὰ κρύους ἢ θάλπους ὑπερβολὴν διὰ παν‐ τὸς πάντων ἔρημοι, καὶ οὔτε ἀγαθοποιὸς αὐτοῖς ἀφεῖλε τὴν ἐρημίαν, παρέσχε δὲ τὴν εὐκρασίαν, οὔτε τοὺς οἰκη‐ | |
15 | σίμους τόπους κακοποιὸς οὐδεὶς ἐπεμβαίνων τῶν ζῳ‐ δίων εἰς παντελῆ ἐρημίαν καὶ ἀφανισμὸν μετεσκεύα‐ σεν; | |
17 | Εἰ γὰρ καὶ γένοιντο κατακλυσμοὶ ἢ χαλάζης ἢ κε‐ ραυνῶν βολαί, τὰ ἐν αὐτοῖς ἀφανίζοντες, ἀλλ’ ἡ συμ‐ μετρία πάλιν εἰς τὸ κατὰ φύσιν εὔφορον αὐτοὺς ἐπα‐ | 15 in vol. 4 |
20 | νήγαγε. Τοὺς δὲ ἐρήμους τόπους οὔπω τις ὠφέλησεν ἀγαθοποιὸς ἀστήρ, ἀλλ’ ἡ φύσις κρατεῖ καὶ ἐν ἐρη‐ μίαις καὶ πανταχοῦ παρὰ Θεοῦ τοῖς οὖσι διαφόρως δοθεῖσα, καὶ οὔτ’ ἂν ὑετὸς κατενεχθείη ὅπου μὴ πέφυκεν, οὔτ’ ἂν νιφετῶν ἀπαλλαγείη τὰ διὰ παν‐ | |
25 | τὸς φέροντα κρυμοὺς ἀγρίους. | |
25 | Εἰ δὲ αὐτὸ τῆς τῶν τό‐ πων φύσεως τὸ ἀμετάβλητον δεῖγμα λαμβάνουσι τοῦ χαίρειν ἕκαστον ζῴδιον ἑκάστῳ μέρει γῆς, αἱ ἀπὸ εὐφο‐ ριῶν εἰς ἀφορίας μεταβολαὶ καὶ οἱ σεισμοὶ τὸ λεγό‐ μενον αὐτοῖς ἀσθενὲς διελέγχουσι. Τῶν μὲν γὰρ ἀγαθῶν | |
30 | τόπων πολλάκις ἠφανίσθη τὸ εὔκρατον, τῶν δὲ ἐρή‐ μων οὐδὲ πώποτε μετεβλήθη τὸ ἄγριον καὶ ἀοίκητον. Τῶν μὲν οὖν ἐν τῷ λʹ κεφαλαίῳ ὅσα τὸ ἀκόλου‐ θόν πως μετὰ τοῦ πιθανοῦ εἶχε, ταῦτά ἐστι· τῶν δ’ ἄλλων τὰ μὲν τοῖς προλαβοῦσι κεφαλαίοις προείρη‐ | |
35 | ται, τὰ δὲ κατὰ τὸ φαινόμενον μᾶλλον καὶ ἐπιπό‐ λαιον διεσκεύασται. Ἐν δὲ τῷ λαʹ διαπορεῖ τὴν τῶν ἀστρολόγων δόξαν διασείων, καί φησι διὰ τί γὰρ τὰ ζῴδια οἴκους τῶν πλανήτων καλοῦσιν; Ἆρ’ ὅτι πέπηγεν ἐν τῷ οὐρανῷ; | |
40 | Καὶ πάντες ἄρα οἱ ὁμοίως πεπηγότες οἶκοι ἔσονται τούτων; Ἀλλ’ ὅτι οὐ κινοῦνται οἱ πλάνητες; Καὶ οὕτω πά‐ λιν ἅπαντες οἱ πεπηγότες οἶκοι ἂν αὐτῶν εἴησαν εἰ‐ κότως. Ἀλλ’ ὅτι τῶν ἀπλανῶν ἕκαστος χαίρει τῷ πλά‐ | |
Bibl.223211b | νητι; Διὰ τί οὖν μὴ καὶ οἱ πλάνητες οἶκοι τῶν ζῳδίων; Πῶς δὲ μὴ ἀλλήλων οἶκοι πάλιν οἱ ἀγαθοποιοὶ πλάνητες καὶ οἱ κακοποιοί, καὶ ἔτι τὰ ἀλλήλοις χαίροντα | |
τῶν ζῳδίων; Εἰ δ’ ὅτι τὰ μὲν ζῴδια σύγκειται ἐκ πολ‐ | 16 in vol. 4 | |
5 | λῶν, ἕκαστος δὲ τῶν πλανήτων μονοειδής, καὶ ἑκάστην σύνθεσιν τῶν ἀπλανῶν οἶκον ὀφείλουσι ποιεῖν τῶν πλα‐ νήτων· πολλὰς γὰρ ἄν τις εὕροι συνθέσεις, βουληθεὶς ζητεῖν, καὶ τῶν ἄλλων ἀπλανῶν. Εἰ δὲ ὅτι μόνα τὰ ζῴδια τοῖς πλάνησιν εἰς τὰ ἀποτελέσματα συνεργεῖ, | |
10 | διὰ τί μὴ καὶ οἱ πλάνητες οἶκοι τῶν ζῳδίων συνερ‐ γοῦντες αὐτοῖς; Εἰ δὲ διότι τὰς τῶν ζῳδίων ἐνεργείας καὶ ἀκύρους καὶ ἐνεργεῖς δύνανται ποιεῖν, πῶς οὐχὶ καὶ ἀλλήλων οἶκοί εἰσι, τοῖς ἀλλήλων ἀποτελέσμασι καὶ κῦρος καὶ κατάλυσιν ἐπάγειν, ὥς φασιν, ἰσχύοντες; Πῶς | |
15 | δὲ μόνα τὰ ζῴδια τοῖς πλάνησι συνεργεῖ; Ἆρα μά‐ ταιός ἐστιν ὁ λοιπὸς τῶν ἀπλανῶν χορός; Πῶς δὲ τοὺς πλάνητας ἀγαθοποιεῖν καὶ κακοποιεῖν ὅλως δύνασθαί φασιν; Ἆρα διὰ τὸ κινεῖσθαι; Οὐκοῦν τῶν ιβʹ ζῳδίων οὐδὲν οὔτε ἀγαθοποιήσει οὔτε κακοποιήσει· ἀλλ’ οὐδέ | |
20 | τις ἄλλος τῶν ἀπλανῶν. Εἰ δὲ διότι, φησί, δι’ αὐ‐ τῶν πορεύονται οἱ πλάνητες, πολλῷ μᾶλλον αἱ ζῶναι καὶ οἱ τοῦ ἀέρος τόποι, δι’ ὧν ὁδεύουσι, τοῦ καλοποιεῖν καὶ κακοποιεῖν δύναμιν ἕξουσιν· οὐρανοῦ γάρ, ἐν ᾧ οἱ πλάνητες, οὐμενοῦν, ὥς φασι, πολλῷ κατωτέρω ὄντες | |
25 | οὐχ ἅπτονται. | |
25 | Τί δὲ δήποτε σελήνη μὲν τὸ μειοῦσθαι καὶ αὐξάνειν ὑπομένει, τῶν δ’ ἄλλων πλανήτων προπο‐ δισμοὺς καὶ στηριγμοὺς καὶ ἀναποδισμοὺς εἰσάγοντες ἥλιον καὶ σελήνην τῆς τοιαύτης παλιντρόπου πλάνης ἐλευθέρους ἐῶσιν; Καὶ εἰ μικροφανὴς ὁ Κρόνος, μείζων, | |
30 | ὥς φασι, τῶν ἄλλων ὑπάρχων πλανήτων, ὅτι τούτων ἀνώτερον διατρέχει κύκλον, διὰ τί μείζων ὁ ἥλιος τῆς σελήνης, τετάρτην ἀπ’ αὐτῆς ζώνην ἐλαύνων; Ἐχρῆν γὰρ αὐτὸν πολλῷ ταύτης μικρότερον φαίνεσθαι. Ὥστε πάντα ψευδῆ καὶ πεπλασμένα, ἃ τῆς ἀστρολογίας | |
35 | οἱ πόνοι κρατύνουσιν. Οὕτω μὲν οὖν καὶ τὸ λαʹ κε‐ | |
φάλαιον. Τὸ δὲ λβʹ οὐδὲν τῶν ἀληθῶν πρὸς ἀνατροπήν, οὐδ’ ὅσον εἰς τὸ φαινόμενον, ἀναγράφει· ἀλλ’ ὅσον ὁρᾶται κἀνταῦθα τοὺς λογισμοὺς εὐσεβῶν ὁ ἀνήρ, το‐ | 17 in vol. 4 | |
40 | σοῦτον ἔχει τὸ ἄτονον, ὅσα γε πρὸς τὴν ἀνασκευὴν τῆς πλάνης. Καὶ τὸ τρίτον δὲ καὶ τριακοστὸν τῆς αὐ‐ τῆς ἐστι κατὰ τὴν δύναμιν ἰδέας· ἃ γὰρ εἰς ἀνατροπὴν προβάλλεται τοῦ μὴ σφαῖραν εἶναι τὸν οὐρανόν, κοινὰ | |
Bibl.223212a | ἂν ἀπορήματα εἴη καὶ πρὸς τοὺς ἡμισφαίριον αὐ‐ τὸν τιθέντας ἢ καμάραν ἤ τι ἄλλο τῶν παραπλησίων σχημάτων. Ἐν οἷς καὶ ὁ τρίτος λόγος. Ἐν δὲ τῷ δʹ μὲν λόγῳ, λʹ δὲ δʹ κεφαλαίῳ καὶ εʹ | |
5 | καὶ ϛʹ, διέξεισι ταῦτα. Ἀπὸ τῆς διαφορᾶς ἣν ἔχει τὸ οἰκούμενον πρὸς τὸ ἀοίκητον καὶ ἣν πρὸς ἄλληλα τὰ κλίματα ἔχουσι, τὴν ἀνατροπὴν τῆς γενέσεως ἤτοι τῆς εἱμαρμένης ποιεῖται. Φησὶ γάρ, ποία τῶν ἀστέρων ἐρ‐ γάζεται κίνησις τὴν μὲν ἀοίκητον εἶναι δι’ ὑπερβολὴν | |
10 | ψύχους, τὴν δὲ δι’ ὑπερβολὴν καύματος, καὶ τὴν μὲν διὰ παντὸς μόλις οἰκεῖσθαι τηκομένην τῷ καύματι, τὴν δὲ δυσχερῶς ὁμοίως οἰκουμένην, ἅτε δὴ συνεχῶς νιφο‐ μένην καὶ τῇ τοῦ κρύους ἐκθηριουμένην ἀγριότητι; Διὰ τί δὲ αὐτοῖς οὐ μεταβάλλει τὴν τοῦ ἀέρος κατάστασιν | |
15 | ἡ γένεσις, συνεχεῖς ἀεὶ τὰς μεταβολὰς ἐν τοῖς ἄλλοις παρέχουσα κλίμασιν; Ἢ δῆλον ὡς οὔτε πλανήτων δρό‐ μος οὔτε σύνθεσις ζῳδίων, μόνη τοῦ ἡλίου δὲ ἡ φύσις πρὸς τὰ διαστήματα καὶ τῶν τόπων τὰς θέσεις τὰς προειρημένας ἐργάζεται διαφοράς. | |
19 | Διὰ τί δὲ πάλιν, | |
20 | τῆς γῆς ὑετοῖς ἀρδομένης ἁπανταχοῦ, μόνην τὴν Αἴ‐ γυπτον πλημμυρῶν ὁ Νεῖλος κατά τινα χρόνον τοῦ | |
ἐνιαυτοῦ καὶ ἀναχεόμενος εἰς αὐτὴν καρποφόρον ἐρ‐ γάζεται; Διὰ τί δὲ τὴν ἐνδοτέρω Θηβαΐδος χώραν, ἣν ὀνομάζουσιν Ὄασιν, οὔτε ποταμὸς οὔτε ὑετὸς | 18 in vol. 4 | |
25 | ἄρδει, ἀλλὰ πηγῶν εὐφραίνει ῥεύματα πολυχειρίᾳ τῶν οἰκητόρων ἀλλ’ οὐκ αὐτομάτως ἀναδιδομένων, οὐδὲ ὑετῶν φορᾶς ἐπὶ γῆς ἐρχομένης καὶ διὰ τῶν ἐν αὐτῇ φλεβῶν ἀναδιδομένης, ὅπερ γίνεται παρ’ ἡμῖν; Καὶ τούτου σημεῖον τὸ τὰς μὲν ὑπωρείας | |
30 | προΐεσθαι πηγὰς ποταμοὺς ἐργαζομένας διειδεῖς τε καὶ γλυκεῖς, τὰ δὲ ἐπὶ πλεῖστον ἡπλωμένα πεδία καὶ τῆς τῶν ὀρῶν ἐγγύτητος οὐ μετέχοντα καὶ μάλιστα ἰσόπεδα μὴ ἔχειν ὕδωρ, ἢ σφόδρα βραχύ, καὶ τοῦτο βαρὺ καὶ ἁλμυρῶδες, οὐ πηγάζον ἀλλ’ ἐν ὀρύγμασιν εὑρισκό‐ | |
35 | μενον, οὐδὲ δι’ ὅλου τοῦ θέρους ἀρκεῖν δυνάμενον. | |
35 | Εἰ πάντα διοικεῖται τῇ γενέσει, πῶς πλάνητος εἰσιόντος εἰς ὑγρὸν ζῴδιον ᾧ χαίρει, οὐ πᾶσαν ὁμοῦ τὴν γῆν πληροῖ ὑετός, ἀλλ’ ἡ μὲν ὑδάτων πλήθει καὶ διεφθάρη πολλάκις, ἡ δὲ ἀνομβρίαις κατὰ τὸν αὐτὸν καιρόν, καίτοι γε οὐδὲ | |
40 | πολὺ πόρρω διϊσταμένων ἀλλήλων; Τἀναντία δ’ οὖν πάλιν εἰς καιρὸν ἕτερον ταύταις ὁρᾶται συμβαίνοντα. Τάχα τοῦ ἔθνους ἰδιάζουσά τις γένεσις, ὡς ἂν αὐτοὶ | |
Bibl.223212b | πλάσαιντο, ἤ τι παρανατέλλον ἰδίως ζῴδιον τὰ κοινὰ τῆς γενέσεως ἀποτελέσματα διέλυσε, καὶ μάταιόν ἐστι τὸ τῆς γενέσεως καθολικόν, ἂν μὴ συντρέχῃ καὶ ἡ μερική. | |
4 | Οὐκοῦν αἱ τῶν τῆς γῆς μερῶν γενέσεις τὸν ἀέρα | |
5 | κινοῦσι, καὶ οὐδὲν ἀνύσει τὸ ὑγρὸν ζῴδιον μετὰ τοῦ οἰκείου πλάνητος τῆς μερικῆς εἱμαρμένης ἀντιπιπτού‐ σης. Καὶ διὰ τί ἔν τισι μὲν τόποις σπανίζει τὸ πότιμον ὕδωρ, ἔν τισι δὲ καὶ τοῦτο πληθύει, καὶ θερμῶν ὑδάτων ἀπολαύουσιν αὐτομάτως ἀναδιδομένων; Σικελίας δὲ καὶ | |
10 | Γαλλίας καὶ Λυκίας καὶ ἑτέρων ἐθνῶν οὐκ ὀλίγων ὄρη μέγιστα πῦρ ἀέναον ἐκδιδόασι τοσοῦτον ὡς καὶ τοῖς ἐν νυκτὶ φαίνεσθαι πόρρωθεν, μήτε ὑπὸ κρύους ἐλαττού‐ μενον, μήτε ὑπὸ ὄμβρου σβεννύμενον, μήτε τοῖς τῆς γῆς βλαστήμασι λυμαινόμενον, τῶν παρακειμένων αὐ‐ | 19 in vol. 4 |
15 | τοῖς μήτε τι τοιοῦτο πασχόντων μήτε ἐπιδεικνύντων; Τί τοσαύτην τόπων, ἀέρων, ὑδάτων, πεδίων, ὀρῶν δέ‐ δωκε διαφοράν; Οὐ δώδεκα τὰ ζῴδια καὶ οἱ πλάνητες ζʹ; Διὰ τί οὖν οὐ πανταχοῦ τὰ αὐτὰ ἐνεργοῦσι; Καὶ μὴν πένητας καὶ πλουσίους, ἄρχοντας καὶ ἀρχομένους, νοσοῦν‐ | |
20 | τας καὶ ὑγιαίνοντας καὶ τὰ ἑξῆς εὕροις ἂν ἁπανταχοῦ. Πῶς οὖν οὐ πανταχοῦ καὶ ὑετοὶ καὶ οἱ αὐχμοὶ καὶ ὅσα προειρήκαμεν; Χρυσοῦ δὲ μέταλλον ἢ ἀργύρου ἢ χαλκοῦ ἢ κασσιτέρου ἢ μολίβδου ἢ τῶν ἄλλων μεταλλικῶν ἀπὸ ποίας γενέσεως ἡ φύσις εὑρίσκεται; Θεὸν μὲν οὖν το‐ | |
25 | σαύτην διαφορὰν καὶ μυρίαν ἄλλην κεχαρίσθαι τῇ γῇ δι’ ἡμᾶς ὁμολογοῦντες εὐσεβοῦμεν· εἱμαρμένην δὲ διὰ τοῦτο τεχνίτας πλάττειν, ἵνα χρήσωνται ταῖς ὕλαις, οὔτ’ ἂν ἡμεῖς εἴποιμεν οὔτε ἕτερος εὖ φρονῶν. | |
28 | Ἔτι δὲ εἰ κλίμα ἕκαστον διαμένει μυρίαις ταῖς πρὸς ἄλληλα δια‐ | |
30 | φοραῖς ἀπὸ καταβολῆς κτίσεως κοσμούμενον, καὶ ἀκί‐ νητον ἀπ’ αἰῶνος ἕστηκεν ὑπὸ τῶν τῆς γενέσεως μετα‐ βολῶν οὐδὲν βλαπτόμενον (οὔτε γὰρ παλίρροιαι θαλάσ‐ σης ἐπαύθησαν, οὐ πυρὸς ἄσβεστοι πηγαί, οὐ ζῴων ἑκάσ‐ του κλίματος διαφοραί, οὐ μυρίων ἄλλων ἑτερότητες ἀμε‐ | |
35 | τάβλητοι), τοσούτων πραγμάτων τῆς παρ’ αὐτοῖς γε‐ νέσεως ἀπηλλαγμένων πῶς οὐδὲν ἄνευ ταύτης οὔτε γίνεσ‐ θαι λέγουσιν οὔτε διαμένειν οὔτε διοικεῖσθαι; Πυθοίμην δ’ ἂν αὐτῶν ἡδέως, ποία δρόμου κίνησις εἰς τὸ εἶναι τὴν ἀρχὴν παρέσχε ταῖς βοτάναις, τοῖς φυτοῖς, τοῖς ζῴοις; | |
40 | Δεῖ γὰρ ἑκάστου τούτων φαίνεσθαι τὴν τῆς γενέσεως ὥραν, ὅτε ἀπὸ γῆς ἐπλάττοντο, καὶ ἑτέραν μὲν εἶναι φοί‐ νικος, ἄλλην δὲ συκῆς, καὶ κυνὸς ἰδιάζουσαν καὶ κα‐ | 20 in vol. 4 |
Bibl.223213a | μήλου· οὐ τὴν αὐτὴν ἵππου, περιστερᾶς, ἀνθρώ‐ πων, καὶ τῶν ἄλλων ὁμοίως. | |
2 | Ἂν μὲν οὖν ἔχωσι λέγειν διὰ τί μὴ καὶ νῦν ἀπὸ γῆς ἡ γένεσις πλάττει τὰ προειρημένα, διδασκέτωσαν· οὐδὲν γὰρ ἅπαξ ὁ τῆς γενέσεως κύκλος | |
5 | ἀποτελέσει, τὸ δ’ αὐτὸ ποιεῖ πολλάκις. Διὰ τί δὲ τὴν μὲν ἀρχὴν οὐκ ἂν ἦν ἃ προήχθη, μὴ ἀπὸ γῆς πλα‐ σθέντα, μετὰ δὲ ταῦτα οὐδὲν ἂν αὐτῶν ἀπὸ γῆς βλα‐ στήσειε, διὰ δὲ τῆς ἐξ ἀλλήλων διαδοχῆς σῴζεται; Ἢ πῶς τὸ κυριώτατον καὶ ἀναγκαιότατον ἡ γένεσις οὐκ ἔχουσα, | |
10 | λέγω δὴ τὸ ἀπὸ γῆς πλάσαι τὰ πάντα, τοῦ συγκρα‐ τεῖν καὶ ἀποτελεῖν καὶ ἀφανίζειν ἐστὶ κυρία; Ἔτι δὲ εἰ ἀπὸ τῆς κατὰ τὴν ὥραν ἀκριβοῦς ἐπιγνώσεως ἑκάστῳ τῶν γινομένων τὰ συμβησόμενα λέγουσιν, ἀνθρώπῳ φημὶ καὶ βοῒ καὶ ὀρνέῳ καὶ πλοίῳ καὶ πόλει, καὶ πάντων | |
15 | ὧν τὴν πρόγνωσιν ἔχειν ἰσχυρίζονται, πῶς γῆς καὶ θα‐ λάσσης καὶ τοῦ ἀέρος οὐκ εἰδότες τῶν γενέσεων τοὺς και‐ ρούς, τὰ πάθη τούτων καὶ τὰς κινήσεις καὶ τὰς μετα‐ βολὰς ἐπαγγέλλονται λέγειν; Καὶ πῶς οὐκ ἄν τις αὐτοῖς ἀπιστήσειε, πῶς δὲ οὐκ ἂν αὐτῶν ἀποστραφεῖεν τὴν ἄμε‐ | |
20 | τρον ἀλαζονείαν; Οὐδὲ γὰρ τῶν κατὰ μέρος ἁπάντων ἰδιαζούσας παρέξουσι τὰς γενέσεις. | |
21 | Καὶ μὴν ἀκόλουθον τοσαύτας εἶναι γενέσεων διαφοράς, ὅσα τὰ γένη τῶν προαγομένων. Πῶς γὰρ ἂν ἡ αὐτὴ τοῦ δρόμου γένεσις κύνα καὶ λέοντα ἐργάσαιτο καὶ ἄνθρωπον καὶ ἵππον, | |
25 | τοὺς τοσοῦτον ἀλλήλων διαλλάττοντας; Πῶς δ’ ἂν εἴη ποικιλία χρωμάτων, σχημάτων, ποιοτήτων, μὴ πάντα ποικίλης γενέσεως ἀποτελούσης, ὥς φασιν; Οὐ μίαν δὲ | |
ἐχόντων πρᾶξιν ἢ πάθος ἓν τῶν ἁπάντων ἀνθρώπων ἢ ἵππων ὅλων ἢ χοίρων, οὐ μέγεθος, οὐ τάχος, οὐκ ἰσχύν, | 21 in vol. 4 | |
30 | οὐ φωνήν, δῆλον ὡς οὐχὶ μίαν γενέσεως ῥοπήν, ἀλλὰ τοσαύτας ἀναγκασθήσονται λέγειν, ὅση καὶ τῶν ἀπο‐ τελουμένων ἡ διαφορά, οὐ μόνον ζῴων χερσαίων καὶ πτηνῶν καὶ ἐνύδρων, ἀλλὰ καὶ φυτῶν καὶ βοτανῶν καὶ εἴ τι ἄλλο ἐν κόσμῳ φύεται. | |
34 | Καὶ πῶς ἂν τοσοῦτον | |
35 | ἄπειρον πλῆθος τῶν καιρῶν ἀναπλάσουσιν; Ἀλλ’ οὐχ ἕξουσιν, οὐδ’ εἰ μυριάδες ἡμερῶν αὐτοῖς τὸν ἐνιαυτὸν ἐπλήρουν. Μάλιστα δὲ αὐτῶν τὸ ψεῦδος κατάφωρον γί‐ νεται, εἰ τὰ συνεχῶς τίκτοντα σκοπήσειέ τις, κύνας ἢ χοίρους ἢ ὄρνεις, καὶ οὐχ ἥκιστα τὰ πολυγονώτατα. Χοῖροι | |
40 | γὰρ καὶ ἰχθύες καὶ κύνες πολλὰ τίκτοντες τὸν τῆς ἡμέ‐ ρας ἀναλίσκουσι καιρόν, ὁ δ’ ἰχθῦς, οἶμαι, καὶ πολλὰς ἡμέρας, τῆς τῶν ᾠῶν πληθύος ἐν τάξει μορφουμένης εἰς | |
Bibl.223213b | μυριάδας ἰχθύων κατὰ μέρος τικτομένων, ἐν αἷς ἀμήχανον μὴ γενέσθαι πτηνὰ ἢ χερσαῖα ἐν ὅλῳ τῷ κόσμῳ ἢ νηκτὰ ἐν ὅλῃ θαλάττῃ καὶ ποταμοῖς καὶ λίμναις. Ἔτι δὲ ἀκριβέστερον ἄν τις ἐντεῦθεν ὃ λέγω καταμά‐ | |
5 | θοι. Ἡνίκα τὸ ἔαρ εὔκρατον ἐπιστῇ, πᾶσα μὲν ἀνθεῖ βοτάνη καὶ κυοφορεῖ, πᾶσα δὲ ξύλων φύσις, πολλὰ δὲ πτηνῶν καὶ χερσαίων καὶ ἐναλίων γένη μιγνύμε‐ να κύει, καὶ μυρία μὲν γένη κατὰ τὸν αὐτὸν καιρὸν τελεσφορεῖ τὰ σπέρματα, μυρία δὲ τῶν ξύλων τοὺς | |
10 | καρπούς, οὐκ ἐν μιᾷ ῥοπῇ ἀλλ’ ἐν πλείσταις ἡμέ‐ ραις, τῶν μὲν ἀνθούντων ἔτι ἐν τῷ αὐτῷ φυτῷ, ἑτέρων δὲ αὐξομένων καὶ ἄλλων πεπαινομένων. Ἡ αὐτὴ δ’ ἀναλογία τοῦ τόκου καὶ τῆς κυήσεως καὶ ἐπὶ τῶν ζῴων πάντων, οὐχ οἷόν τε τὴν αὐτὴν τῆς γενέ‐ | |
15 | σεως ἔχειν ῥοπήν. Ἔτι δὲ τὰ μὲν ἐνιαυτὸν κυοφορεῖ, τὰ δὲ μῆνας ιʹ, τὰ δὲ ἡμέρας μʹ, καὶ μυρία ἄλλη δια‐ φορά. | 22 in vol. 4 |
17 | Ποῖος οὖν ἀστὴρ εἰς ποῖον ζῴδιον εἰσιὼν μεμε‐ τρημένον ἑκάστῳ γένει τὸν τῆς κυοφορίας ἀφορίζει χρόνον; Διὰ τί δὲ τῶν κατὰ τὸ γένος ζῴων ὁ τῆς ζωῆς | |
20 | χρόνος οὐκ ἴσος ὢν τὴν κύησιν ἴσην ἔχει; Εἰ μὲν οὖν καὶ ταῦτα ἀπὸ γενέσεως, λεγέτωσαν, ἵνα πλέον ὀφλήσωσι τὸν γέλωτα· εἰ δὲ σιγῇ τὴν αἰσχύνην ἀποκλίνουσι, πῶς οὐδὲν ἄνευ γενέσεως εἶναι λέγουσι; Καὶ οὔπω λέγω τὰς διαφορὰς τῶν τικτομένων. Τὰ μὲν γὰρ ὅμοια τῶν γεν‐ | |
25 | νώντων ἐστίν, ὡς ἄνθρωποι καὶ ἵπποι καὶ λέοντες, τὰ δὲ οὐχ οὕτως, ὡς ἄρκτοι καὶ σφῆκες καὶ μέλιτται καὶ ὅσα διὰ τῶν ᾠῶν πρόεισι. Καί τινα μὲν καὶ δίχα μίξεως τίκτεταί, τινα δὲ χωρὶς ταύτης οὐδαμῶς. Καὶ τίς ἂν ἀπα‐ ριθμήσειε τὰς ἐν τούτοις ἀναριθμήτους διαφοράς, οὐ | |
30 | τῶν ζῴων μόνον ἀλλὰ καὶ φυτῶν καὶ βοτανῶν καὶ τῶν παραπλησίων; Ὧν ἁπάντων τὰς αἰτίας παρὰ τῶν τῆς εἱμαρμένης πατέρων ζητεῖν δίκαιον, εἴπερ πάντα τῆς γενέσεως κατ’ αὐτοὺς ἤρτηται, καὶ τὸ εἶναι καὶ ὁ τοῦ εἶναι τρόπος, κυοφορεῖσθαί τε καὶ πάσχειν καὶ δρᾶν καὶ | |
35 | ἀποθνῄσκειν. | |
35 | Ἢ κατὰ τῶν ἀθλίων ἀνθρώπων αὐτοῖς μό‐ νον ἠκριβολογήθη τὰ τῆς γενέσεως, ἵνα τὸ πάντων κάλ‐ λιστον ἐν ἡμῖν, τὸ αὐθαίρετον, ἀγνοηθῇ, καὶ Θεὸς μὴ εὐχαριστηθῇ οἷς τὸ γένος εὐεργέτησε; Πῶς δὲ πάλιν ἡ γένεσις ἀκαίρους μὲν προσθήκας δίδωσι, τετρακέφαλα | |
40 | κατ’ αὐτοὺς ἀποτελοῦσα καὶ χεῖρας πλείους καὶ πόδας τῶν κατὰ φύσιν, τοῖς δὲ ἑρπετοῖς οὐ δίδωσι πόδας, οἳ παρέξουσιν αὐτοῖς τὸ ἐν τῇ βαδίσει χρήσιμον, οὐκ | |
Bibl.223214a | ὀφθαλμοὺς τοῖς ἀσπάλαξιν, οὐδ’ ἄλλοις ὧν δέον‐ ται; Εἶτα ζῆν μὲν οἷς τὰς ἀκαίρους προσθήκας ἔδωκεν οὐκ ἐᾷ (πάντα γὰρ βραχύβια τὰ τερατόμορφα) καὶ τῇ προσ‐ θήκῃ τὴν ὅλην ἀφανίζει φύσιν· ὧν δὲ τὰ κατὰ φύσιν | 23 in vol. 4 |
5 | ἀφεῖλε, χεῖρας ἢ πόδας ἢ ὀφθαλμούς, ταῦτα ζῆν ἐᾷ, τὴν σωματικὴν πήρωσιν ἀπαραμύθητον ἔχοντα. | |
6 | Εἰ μὲν οὖν τις εἰς εἱμαρμένην ἀναφέρει ταῦτα, αὐτὸς σὺν αὐτῇ τῆς ἀτοπίας ὁ αἴτιος· εἰ δὲ τῆς φύσεως οἶδε τὸ διαμαρτάνειν, ἐξαίρει τὸ θεῖον τῆς κατηγορίας. Ὥσπερ | |
10 | γὰρ αὐτῇ τρέχειν οἰκείους νόμους διώρισεν, οὕτω καὶ θνη‐ τὴν συνεχώρησε κατά τινα συμφέροντα λόγον. Αὕτη δὲ σῴζουσα μὲν τὰ οἰκεῖα μέτρα οὐδὲν ὑβρισμένον φέρει, ἐξοκείλασα δὲ πρὸς ἀμετρίας ἢ ἐνδείας ἢ φόβους ἢ πάθη καὶ τοὺς δοθέντας παραχαράττουσα νόμους οὐδ’ | |
15 | ἐν τοῖς τικτομένοις τὸ ἀκίβδηλον σῴζει. Διὰ τί δέ τινα τῶν ζῴων οὐ τρέφει τὰ γεννήματα, ὥσπερ πτηνῶν μὲν γῦπες καὶ κόρακες, ἰχθύες δὲ μικροῦ σύμπαντες, τὰ δὲ καὶ γηροτροφεῖ τοὺς τεκόντας; Καὶ τὰ μὲν καὶ νόθον ὑποβάλλεται γονὴν καὶ τρέφει, τὰ πλεῖστα δὲ οὔ; Καὶ τίς | |
20 | ἂν τὰς ἀναριθμήτους τῶν ὄντων διαφορὰς καταλέξειεν; Ἀλλὰ ταῦτα μὲν καὶ ἐν τῷ δʹ λόγῳ. Ἐν δὲ τῷ εʹ λόγῳ ἄλλα τε διέξεισι, καὶ πρὸ αὐτῶν ὁμοίως κατὰ τῆς εἱμαρμένης τοῦτο. Εἰ τοῖς γονεῦσί, φασι, τὸ τίκτειν ἀπὸ γενέσεως ὑπάρχει, δῆλον ὡς ἀπὸ | |
25 | τῆς τῶν πατέρων γενέσεως καὶ ἡ τῶν υἱῶν γένεσις καὶ ἡ ταύτης ὥρα διωρίσθη. Εἰ δὲ μή, οὐ τῶν γεννησάντων ἡ γένεσις ἀποτελεῖ τοὺς τικτομένους, καὶ μάτην ὁ πολὺς τῆς εἱμαρμένης λόγος. Εἰ γὰρ τὸ σπαρῆναι καὶ κυοφορηθῆναι καὶ τέλειον προελθεῖν ἢ ἀτελὲς τῆς γενέσεως ἔργον ἐστὶ | |
30 | τῶν τικτόντων, δῆλον ὅτι καὶ ἡ τούτων ὥρα· εἰ δὲ μὴ | |
αὕτη, οὐδὲ ἐκεῖνα. Εἰ δ’ αἱ γενέσεις ἐξ ἑτέρων εἰσὶ γενέσεων, καὶ ὁ τοῦ γεννᾶσθαι καιρὸς ἀπὸ τῆς τῶν γε‐ γεννηκότων εἱμαρμένης, ῥᾴδιον ἂν εἴη τοῖς ταύτης ἐρασταῖς μίαν μὲν ἀνθρώπου λαβεῖν γένεσιν, ἐξ αὐτῆς | 24 in vol. 4 | |
35 | δὲ τήν τε τῶν πατέρων εἰπεῖν καὶ τῶν πάππων καὶ τῶν ἔτι προπατόρων, καὶ τούτων ἁπάντων τά τε πά‐ θη καὶ τὰς πράξεις τῆς ψυχῆς καὶ τοῦ σώματος, τά τε σχήματα καὶ χρώματα καὶ μεγέθη, οὐ τοῦτο δὲ μόνον, ἀλλ’ ἐκ τῆς αὐτῆς καὶ τοῦ ἑνὸς γενέσεως τίνες οἱ | |
40 | τεχθησόμενοι προειπεῖν, καὶ πᾶσαν τὴν ἐσομένην ἐκ τῆς διαδοχῆς συγγένειαν, καὶ ταύτης τὰς πράξεις καὶ ὅσα ἄλλα προείρηται, καὶ μήτε τοὺς παρελθόντας ἀγνοεῖν μήτε τῶν ἐσομένων μηδένα· ὃ καὶ αὐτοὶ ἂν διαγε‐ | |
Bibl.223214b | λάσαιεν. | |
1 | Ὅρα δὲ κἀκεῖνο. Τῶν παίδων, φασίν, ἡ γένεσις κακοδαίμονας ποιεῖ τοὺς πατέρας, κἂν ἀπὸ τῆς ἰδίας γενέσεως τὸ εὔδαιμον αὐτοῖς ἐβραβεύετο. Ἐσθ’ ὅτε δὲ καὶ ἀναιρεῖ καὶ νικᾷ τὴν τῶν πατέρων | |
5 | γένεσιν ἡ τῶν τέκνων γένεσις, ἀποτέλεσμα ἐκείνης οὖσα. Ἀλλὰ καὶ ἡ τῶν πατέρων γένεσις τοὺς παῖδας κακοδαίμονας ποιεῖ, καὶ ἀδελφοὺς ἡ τῶν ἀδελφῶν, καὶ τῶν γεγαμηκότων ὁμοίως, κἂν ἄλλης τινὸς εἴη γενέσεως, κἂν ἑτέρωθεν ἔφυ. Καὶ τὸ πάντων ἀνιαρό‐ | |
10 | τερον, μῖσος ἡ γένεσις βιάζεται τοὺς φύντας εἰς τοὺς φυομένους ἀντὶ τῆς στοργῆς ἔχειν, καὶ τέκνα τοῖς γε‐ γεννηκόσι καὶ ἀδελφοὺς πρὸς ἀλλήλους καὶ τοὺς γεγα‐ μηκότας ποιεῖ πολεμίους, καὶ πρὸς ἀναιρέσεις ἐρεθί‐ ζει, καὶ κατ’ ἀλλήλων ὁπλίζει τὴν φύσιν, ὅλην τα‐ | |
15 | ράσσουσα τὴν συγγένειαν. Καὶ ὁ μὲν ὀδύρεται διότι νο‐ σεῖ ὁ παῖς ἢ τέθνηκεν ἡ γυνὴ ἢ ὁ ἀνήρ, ἀγνοεῖ δὲ ὅτι ἡ τούτων ἑνὸς ἑκάστου γένεσις καὶ ἀγαπᾶν ἀλλήλους | |
ἠνάγκασε καὶ κακοδαιμονεῖν, δριμείαις ὀδύναις περι‐ βάλλουσα ταῖς τελευταῖς τῶν στεργομένων. Ταῦτα ἀνέ‐ | 25 in vol. 4 | |
20 | ξοιτ’ ἄν τις νοῦν ἔχων; | |
20 | Πάλιν δούλους κακοδαιμονεῖν ὑπὸ τῆς τοῦ δεσπότου γενέσεως τερατεύονται, καὶ αἰγῶν ἀγέλας καὶ βοῶν ἢ τῶν ἄλλων ζῴων ὑπὸ τῆς τοῦ κεκτημένου, καὶ στρατόπεδα πάλιν διὰ τὴν τοῦ βασι‐ λέως· καὶ τοσαῦται μυριάδες γενέσεων ἀνατρέπονται | |
25 | διὰ τὴν τοῦ ἑνὸς ἢ πρὸς τὸ χεῖρον ἢ πρὸς τὸ ἄμει‐ νον, καίτοι γε τῶν εὐτυχούντων ἢ δυσπραγούντων διὰ τὴν τοῦ ἑνὸς γένεσιν μυρίας ἐχόντων διαφορὰς ἡλι‐ κιῶν, ἐνιαυτῶν, μηνῶν, ἡμερῶν, ὡρῶν, πατέρων, μη‐ τέρων, συγγενῶν, καὶ τὸν αὐτὸν ἔσθ’ ὅτε τοῦ θανάτου | |
30 | τρόπον ὑπερχομένων, τὸν διὰ σιδήρου ἢ θαλάσσης ἤ τινος παραπλησίου συμπτώματος. | |
31 | Εὑρίσκω δὲ ἔγωγε καὶ τὴν τῶν οἰκετῶν ἢ στρατιωτῶν γένεσιν, ὡς ἂν αὐ‐ τοὶ φαῖεν, κρατοῦσαν τοῦ δεσπότου ἢ τοῦ βασιλέως· ἀπα‐ τῶσι γὰρ ἢ φαρμάττουσιν ἔσθ’ ὅτε τοὺς δεσπότας, ἢ καὶ | |
35 | ἄλλως ἐπιτίθενται, τῆς γενέσεως αὐτοὺς κατὰ τῶν κυρίων ὁπλιζούσης. Εἰ δὲ λέγοιεν τὴν τοῦ οἰκοδεσπό‐ του γένεσιν τοῖς δούλοις διδόναι τὴν ἰσχὺν τοῦ κα‐ κοποιῆσαι, πλείονα ποιοῦσι τὴν ἀπορίαν. Οὐ γὰρ μόνον ἡττᾶσθαι τοὺς ὑπηκόους ἠνάγκασε τοῦ βασιλέως | |
40 | ἡ γένεσις, ἀλλὰ καὶ αὐτοῦ κρατεῖν οὗ ἔστι γένεσις, καὶ τοὺς οὐκ ἂν ἀπὸ οἰκείας εἱμαρμένης τοῦτο τολμή‐ σαντας ἡ τοῦ βασιλέως ἐγείρει κατ’ αὐτοῦ· οὐ γὰρ οἷόν τε τοσούτων ὁμοῦ στρατιωτῶν γενέσεις εἰς τὸν κατὰ τοῦ δεσ‐ | |
Bibl.223215a | πότου θάνατον συμφωνεῖν. | |
1 | Κρατεῖ δὲ καὶ τῆς πόλεως ἡ γένεσις τοῦ πλήθους τῶν ἐνοικούντων· καταπίπτουσα γὰρ ἡλικιῶν μυρίας διαφοράς, μυρίαις γενέσεσι διοικου‐ μένας, ἀναιρεῖ φθορᾷ μιᾷ καὶ τῇ αὐτῇ διαφθείρουσα. | |
5 | Καὶ ὁ ἀὴρ ὁμοίως, καὶ κατακλυσμὸς ὡσαύτως ὁλό‐ κληρον ἔθνος ἀφανίζων· οὐ γὰρ οἷόν τε τοσαύτας γε‐ νέσεις μίαν ἔχειν ἰδέαν θανάτου. Εἰ δέ τις καὶ τὸ ἀδύ‐ νατον τοῦτο συγχωροίη, πάλιν ἢ τῆς πόλεως γένεσις ἢ τοῦ ἀέρος ὑπὸ τῆς τῶν πολλῶν ἀνατέτραπται· καὶ δυοῖν | 26 in vol. 4 |
10 | θάτερον, ἢ τὰς τῶν πολλῶν ἀκυρῶσαι τὴν μίαν, ἢ ταύτην τῇ τῶν πολλῶν ἀκολουθῆσαι τῆς οἰκείας ἀπο‐ σπωμένην ἐνεργείας. Τὰ δ’ αὐτὰ λέγειν ἂν εἴη καὶ περὶ ξύλων καὶ χόρτων καὶ βοτανῶν καὶ ζῴων ἁπάντων. Εἰ τοίνυν αἱ γενέσεις ὑπ’ ἀλλήλων ἀνατρέπονται, καὶ αἱ | |
15 | μὲν τῶν παίδων τὰς τῶν πατέρων αἱ δὲ τούτων τὰς ἐκείνων ἀναιροῦσι, καὶ αἱ τῶν συζυγιῶν τὰς ἀλλήλων, καὶ αἱ τῶν οἰκιῶν τοὺς ἐνοικοῦντας ἢ αἱ τούτων τὰς τῶν οἰκημάτων, καὶ ἁπλῶς ὅσα προείρηται, πανταχόθεν ἡ γένεσις ἑαυτὴν ἀνέτρεψε καὶ διέλυσεν. Ἀλλ’ οὕτω μὲν | |
20 | τὸ βʹ καὶ μʹ κεφάλαιον. Ἐν δὲ τῷ γʹ καὶ μʹ φησὶν ὅτι ποικίλαις μὲν πρά‐ ξεσι καὶ πάθεσιν ἢ φυσικαῖς ἢ αὐθαιρέτοις τὰ ἐπὶ γῆς καὶ τὰ ἐν ἀέρι καὶ ἐν θαλάττῃ καὶ ἡμεῖς ὁμολογοῦμεν ὑποκεῖσθαι, τὸ δὲ ἀνάγκην εἱμαρμένην πάντων αἰτίαν | |
25 | εἶναι καὶ ἐκτρεπόμεθα καὶ διελέγχομεν, ἀπὸ τῶν ἀψύχων ἀρχόμενοι καὶ εἰς τὰ ἄλογα ζῷα μεταβαίνοντες, ἐκεῖθεν εἰς τοὺς λογικοὺς ἀνθρώπους τὸν λόγον διαβιβάζοντες. Μάγνης γοῦν ὁ λίθος σίδηρον ἁρπάζει, καὶ οὐχ ἁρπάζει μόνον, ἀλλὰ καὶ δύναμιν ἐντίθησιν ἕτερον ἁρπάσαι, | |
30 | κἀκεῖνος πάλιν ἄλλον μέχρι πλειόνων. Δίκταμνος ἡ βο‐ τάνη πάλιν τοῖς ἰοβόλοις ἐστὶ πολέμιος· καὶ γὰρ καὶ μόνης τῆς ὀσμῆς ἀντιλαμβανόμενα εἰς τὸ ἀνενέργητον μετα‐ βάλλει. Καὶ βοτανῶν ἀγλαοφωτὶς μόνη τοσοῦτον ἐν νυκτὶ λάμπει ὅσον ἡ προσηγορία δηλοῖ, καὶ τὸν ἐπι‐ | |
35 | θυμοῦντα λαβεῖν φεύγει, καὶ ταῦτα ἐρριζωμένη, τόπον | |
ἐκ τόπου παρὰ φύσιν μεταβαίνουσα· οὐ γὰρ πρόσεστι τοῖς ἐρριζωμένοις κίνησις ἡ μεταβατική. Χαμαιλέων τὸ ζῷον εἰς πολλὰ χρώματα τὸ σῶμα μεταβάλλει καὶ τοιοῦτος φαίνεται οἷον τὸ πλησιάζον καὶ παρακείμενον αὐτῷ, κἂν | 27 in vol. 4 | |
40 | ξύλον, κἂν λίθος, κἂν ἄλλο τι τοιοῦτον ᾖ· πρὸς γὰρ τὴν ἐκείνου χροιὰν ἁρμόττει τὴν ἑαυτοῦ. Καὶ ἡ σελευκὶς τὸ πτηνὸν οὕτως ἐστὶν ἀκρίσιν ὀλέθριον, ὥστε καὶ ὅσαι ἂν | |
Bibl.223215b | τῇ σκιᾷ ταύτης καταληφθεῖεν φθείρονται. Ἄλλοις πάλιν ἡ νύξ, ἀλλ’ οὐχὶ τὸ φῶς ἐστι τῇ ὄψει ἁρμόδιον. Καὶ τροφὴ πάλιν ἄλλοις ἡ ἑτέρῳ θανάσιμος. Ἀλλὰ καὶ τὸ ποτὸν οὐ πᾶσι τοῖς ζῴοις χρήσιμον. Τὸ δέ γε οὐρεῖν τετραπόδων | |
5 | μὲν ἐνίοις οὐ πρόσεστι, πτηνῶν δὲ οὐδενί. | |
5 | Καὶ τί δεῖ λέ‐ γειν κατὰ μέρος τὰς ἐν τοῖς ζῴοις τροφῆς τε καὶ ποτοῦ καὶ διαπλάσεων καὶ ᾠδῆς καὶ σιγῆς καὶ μονῆς καὶ ἀπο‐ δημίας καὶ ἐπανόδου καὶ ὑπηρεσίας καὶ ἐλευθερίας σωφρο‐ σύνης τε καὶ πολυγαμίας καὶ ἐργασίας καὶ ἀεργίας θρασύ‐ | |
10 | τητός τε καὶ δειλίας καὶ τῶν ἄλλων ἀναριθμήτων διαφοράς; Ποία τοίνυν δρόμου κίνησις ἕκαστον γένος τοιοῦτον ὑπέσ‐ τησε; Διὰ τί δὲ τὸ ὅλον γένος τοιοῦτον καὶ οὔτε λαγὼς θρα‐ συνθῇ οὔτε λέων δειλιάσει, οὐδ’ ἄλλο τι τῆς κατὰ γένος καὶ προσηκούσης αὐτῷ ἐνεργείας τὴν φυγὴν μελετήσειεν, | |
15 | ἀλλ’ ἕκαστον γένος ὅλον ὅμοιον, μόνον δὲ ταῖς μετα‐ βολαῖς τὸ τῶν ἀνθρώπων γένος ποικίλλεται; Εἰ δ’ ἡ γένεσις ἕκαστον γένος ἐν τῷ οἰκείῳ τῆς φύσεως ἤθει πανταχοῦ διασῴζει, πῶς ἐν ἀνθρώποις τοὐναντίον εὑρίσκεται; Καὶ γὰρ δειλία καὶ θρασύτης, θυμὸς καὶ πρᾳότης, κακουργία καὶ | |
20 | χρηστότης, καὶ τἀναντία πάντα. Ποῦ οὖν ὁ τῆς γενέσεως δρόμος; Οὐχ ἑπτὰ οἱ πλάνητες καὶ τὰ ζῴδια δώδεκα; Τί δή ποτ’ οὖν τοῖς ἀνθρώποις παρέσχε παθῶν τε τοσαύτην καὶ | |
ἐπιτηδευμάτων διαφοράν, τοῖς δὲ λοιποῖς οὐκέτι, ἀλλὰ πανταχοῦ μὲν ὄνος ἀχθοφορεῖ, πάρδαλις δὲ ἁρπάζει, | 28 in vol. 4 | |
25 | καὶ τὰ ἄλλα τοῦ εἴδους τὸν εἱρμὸν συντηρεῖ ὁμοίως, καὶ νικᾷ τῶν ἀλόγων ζῴων ἡ κατ’ εἶδος φύσις τήν τε γέ‐ νεσιν καὶ τοὺς παρανατέλλοντας καὶ πάντα τὸν μακρὸν ἐκεῖνον λῆρον. | |
28 | Ποῦ γὰρ ὁ Ἄρης; Τίνος τῶν ἀλόγων ὥπλισε ξίφει δεξιάν, ἢ θώρακι τὸ σῶμα ἢ κράνει τὴν κε‐ | |
30 | φαλὴν ἠσφαλίσατο ἢ κνήμας ἢ πόδας; Οὐ γὰρ λύκους ὥπλισε κατὰ λύκων, οὐδὲ λεόντων συνεκρότησε φά‐ λαγγας. Ἀλλὰ τίς διεξιέναι φιλονεικοίη τὰ ἀδιεξίτητα; Εἰ γὰρ οὐδὲν ἐκτὸς γενέσεως, πῶς οὐδεὶς ἀστήρ, οὐ πλάνης, οὐ παρανατέλλων, οὐ ζῴδιον ταῦτα τοῖς ὁμοφυέσιν | |
35 | ἀλόγοις παρέχει, οἷς τὸν ἄνθρωπον κατεμέρισεν; Οὐχ ὑφαντικήν, οὐ χαλκευτικήν, οὐ τοὺς μὲν εἰς διδασκάλους, τοὺς δὲ παρὰ τῶν ὁμοειδῶν μανθάνειν συνέστησεν; Εἰ δέ τις παρ’ ἡμῶν διδάσκεσθαι ταῦτα ἐρεῖ, πρῶτον μὲν ὀλίγα δείξει, καὶ διὰ τί μὴ πάντα, πλέον ἀπορήσει· | |
40 | δεύτερον οὐχὶ νῷ καὶ ἐπιστήμῃ ὥσπερ ἄνθρωπος, ἀλλ’ ἀπάτῃ ἢ φόβῳ διδάσκεται, ὥσπερ κύων τυπτόμενος ἢ πίθηκος ἢ ἵππος τηρεῖ τὰ δεικνύμενα, οὐχ ὅτι ταῦτα | |
Bibl.223216a | τῷ δεσπότῃ χρήσιμα νοῶν, ἀλλ’ ὅτι μὴ ποιῶν τύπ‐ τεται. Καὶ ψιττακὸς ἀπατώμενος μιμεῖται· ἐσόπτρῳ γὰρ παρακειμένῳ τὴν μίμησιν κλέπτεται. Λανθάνοντες γὰρ ὄπισθεν λαλοῦσι τοῦ παρατεθέντος ἐσόπτρου, ἃ μανθάνειν | |
5 | ἐκείνους βούλονται· ὁ δὲ ψιττακὸς ἄλλον δοκῶν ὁρᾶν ψιτ‐ τακὸν σπεύδει πρὸς μίμησιν τῶν ἐκείνου φωνῶν, οὐ τῶν λεγομένων ἔχων νόησιν· πάντα γὰρ ἂν ἐνάρθρως | |
ἐμάνθανε. Καὶ μὴν καὶ ψιττακὸς μόνος, ἀλλ’ οὐκ ἀετὸς οὐδὲ τὰ ἄλλα τῶν ζῴων τὰ ἐκείνου διδάσκεται. | 29 in vol. 4 | |
9 | Ἀλλὰ | |
10 | καὶ πῶς οὐκ αὐτὸ τοῦτο πάλιν παρὰ τὸν τῆς γενέσεως νόμον; Ἄλογα γὰρ ἐκείνη τὰ ἄλλα ζῷα ποιεῖ, διδάσκει δὲ αὐτῶν ὁ ἄνθρωπος ἔνια, καὶ νικᾷ τῆς γενέσεως τοὺς ὅρους ὁ μηδέποτε τούτων ἀπολυόμενος. Εἰ δὲ καὶ τὰς μελίττας διδάσκειν ἀλλήλας φαῖεν, κἀνταῦθα τὸ ψεῦ‐ | |
15 | δος ἐτίμησαν· ἐκ φύσεως γὰρ ἀλλ’ οὐκ ἀπὸ τέχνης ἐργάζεται μέλισσα. Πλὴν καὶ οὕτω τὸ ἄπορον αὔξεται· διὰ τί γὰρ μὴ καὶ τὰ ἄλλα κατὰ γένος ἄλληλα καὶ δι‐ δάσκει καὶ διδάσκεται; Τίς δὲ κόρακας καὶ γῦπας ἐδί‐ δαξεν ἵπτασθαι, οὓς οὐδὲ τρέφειν οἱ γεγεννηκότες πεφύ‐ | |
20 | κασι; Πῶς δ’ ἐν αὐτοῖς ἀπεῖπεν ἡ βασιλέας ποιοῦσα καὶ ἄρχοντας γένεσις; Οὔτε γὰρ ὄνος ὄνων οὔτε λύκων ἐβασίλευσε λύκος· οὐδ’ ὁ μὲν αὐτῶν πένεται, ὁ δὲ πλου‐ τεῖ, οὐδὲ τῶν ἄλλων οὐδέν, οἷς τὸ ἀνθρώπινον γένος καταμερίζεται. | |
24 | Ποῦ οὖν οἱ παρανατέλλοντες καὶ ἡ γένεσις | |
25 | καὶ τὸ τῶν ἀποτελεσμάτων αὐτοῖς πλῆθος; Ἢ κατὰ μόνων τῶν ἀθλίων ἀνθρώπων τὸ κράτος ἥρπασαν; Καίτοι τῶν ἄλλων ζῴων κράτιστον ἄνθρωπος. Καὶ γὰρ καὶ τῶν δυνατωτέρων συνέσει κρατεῖ, καὶ τῶν ἱπτα‐ μένων ἐπὶ γῆς βαδίζων κύριος γίνεται, καὶ τὰ εἰς βυθὸν | |
30 | ἀγρεύει νηχόμενα, καὶ ἁπλῶς πάντων ἐστὶ τῷ λόγῳ καὶ τῇ συνέσει κραταιότερος. Πῶς οὖν ἡ γένεσις τοῦ μὲν κρατοῦντος πάντων κρατεῖ, τῶν δὲ ὑπ’ ἐκείνου κρα‐ τουμένων ἄρχειν οὐκ ἴσχυσεν; Ἀλλ’, ὡς ἔοικε, κατὰ ἀν‐ θρώπων αὕτη παρὰ τοῦ πονηροῦ προβέβληται ἡ μηχανή, | |
35 | ἵνα τὸ εὐσεβεῖν καὶ δικαιοπραγεῖν ἀνάγκης ἔργον νο‐ μίσαντες ἀλλοτριωθῶσι Θεοῦ, καὶ τὸ τἀναντία πράτ‐ | |
τειν τῆς αὐτῆς αἰτίας πειθόμενοι, οὐδὲν ἀποκνῶσι πρὸς τὰ ἁμαρτήματα. Οὐκοῦν οὐκ ἔστιν ἡ γένεσις, πλάττεται δὲ ὑπὸ τῶν ἐχθρῶν τῆς ἀληθείας κατὰ τῆς ἀληθείας, | 30 in vol. 4 | |
40 | ὥσπερ ὑπὸ τῶν ταύτης ἐλέγχεται φίλων. Οὐδὲ γὰρ τὴν ἀλογίαν εὕροι τις ἂν ἀκριβολογούμενος αἰτίαν τοῦ μὴ μανθάνειν τὰ ζῷα ὅσα καὶ ἄνθρωπος, ὥσπερ οὐδὲ τὸ λογικὸν τῷ ἀνθρώπῳ τῶν μυρίων ἐπιτηδευ‐ | |
Bibl.223216b | μάτων αἴτιον. Πόσους γὰρ κατ’ αὐτοὺς ἡ γένεσις ἐργάζεται κωφούς, ἀφώνους, μωρούς, ἀτέχνους, ἀφυεῖς. Τί οὖν ὠφέλησε τὸ λογικὸν τὸν ἐκ μήτρας προελθόντα τυφλὸν καὶ κωφὸν ἢ τοὺς τοιούτους, καὶ πόσων ἀλόγων | |
5 | οὐκ εἰσὶ χείρους καὶ πρὸς βίον καὶ πρὸς μάθησιν; Τί δὲ μέλιτταν ἔβλαψεν ἢ ἀράχνην ἢ μύρμηκα ἡ ἀλογία, εἰ πράττει ἃ ἕκαστον ἀκωλύτως κατὰ φύσιν αὐτοῖς ἐπι‐ τηδεύεται; Τί δὲ τὰ ἄλλα τῶν ζῴων παρέβλαψε πρὸς τὸ οἰκεῖον ἔργον, ἀντὶ τοῦ λογικοῦ λαβόντα τὸ ἄλογον; | |
10 | Μὴ τοῖς πτεροῖς ᾄδειν τὸν κύκνον ἡ ἀλογία συνέστειλεν, ἢ τοὺς τέττιγας; Ἀλλ’ ἆρα δύναται καὶ φύσει ποιεῖν ἡ γένεσις μουσικούς· καὶ πῶς οὐχὶ καὶ ῥήτορας καὶ σο‐ φιστὰς ἀπετέλεσε; Διὰ τί δὲ καθὰ γινώσκει τὰ ἄλογα, μὴ καὶ ἡμεῖς ἴσμεν χωρὶς τοῦ μανθάνειν; Ἀλλὰ τὰ τῶν | |
15 | λογικῶν διὰ τὸ ἄλογον οὐ δύναται μανθάνειν τὰ ἄλογα. Καὶ πῶς τὰ ἀλλήλων διὰ τὴν κοινὴν ἀλογίαν οὐ διδά‐ σκονται, γέρανοι τὰ κύκνων, ὄνοι τὰ κυνῶν, καὶ τὰ με‐ λίττης ἀράχνη, καὶ ἕκαστον τὸ ἀλλότριον; Οὐκ ἄρα διὰ τὴν ἀλογίαν ἡ τῶν ἀνθρώπων μάθησις ἀλόγοις ἀπα‐ | |
20 | ράδεκτος, ἀλλὰ διὰ τὴν διαφορὰν τῆς ὑπὸ τοῦ δη‐ μιουργοῦ προαχθείσης φύσεως. Τίς δὲ ἀστὴρ τόδε κα‐ ταλαβὼν τὸ ζῴδιον τὸ γένος ἔπλασε τῶν θηρίων ἀπὸ τῆς γῆς ἢ τῶν κτηνῶν, ἢ ἀπὸ θαλάσσης τῶν νηκτῶν; Καὶ διὰ τί μὴ καὶ νῦν τὸ αὐτὸ διαπράττεται; | |
25 | Ἡ δὲ τοὺς ἀώρους θανάτους ἐπάγουσα γένεσις πῶς οὐχὶ καὶ δέκα ἐτῶν ἄνθρωπον ἔδειξε γέροντα ἢ πρώτοις ἰούλοις τὸ πρόσωπον στεφανούμενον; Καὶ εἰ τοῦ χρόνου τὸ μῆκος τῆς ἑκάστου ζωῆς εἰς πέντε καὶ ξʹ, ἐνίοτε δὲ καὶ ἀσύγκριτον κατὰ τὸ ἔλαττον ἔτεμε, πῶς οὐδέ‐ | 31 in vol. 4 |
30 | ποτε πενταπλάσιον ἢ δεκαπλάσιον; Καὶ τί λέγω πεν‐ ταπλάσιον, ἀλλ’ οὐδὲ εἰς τὸ τριπλάσιον ἢ διπλάσιον παρεξέτεινε; Ταῦτα εἰπὼν ὁ ἀνὴρ καὶ κλιμακτῆρος καταγρα‐ φὴν ὑπήχθη ποιεῖν καί τινων ἀστρολογικῶν ὀνομά‐ | |
35 | των καὶ σχημάτων, τὴν τούτων ἀκριβολογούμενος ἔκθε‐ σιν. Ἐπάγει δὲ ὡς εἰ τῷ δρόμῳ τῶν ἀστέρων καὶ τοῖς σχήμασι πάντα διοικεῖται τὰ ζῷα, πῶς οὐδεὶς ἀστὴρ οὐδὲ σχῆμα οὐδὲ παρανατέλλων ἡμίονον πατέρα ἢ μη‐ τέρα, καίτοι καὶ τοῖς γονίμοις πολλάκις μιγνυμένους, | |
40 | οὐδέποτε ἀπειργάσατο; Ἀλλ’ ἡ φύσις τὸ ἐκείνης λύει κράτος καὶ πανταχοῦ ταύτην νικᾷ, ἐν παρατάσει χρό‐ νων, ἐν ὁμιλίᾳ σωμάτων, ἐν κυοφοριῶν διαφοραῖς, ἐν ἐξαλλαγαῖς ἡλικιῶν καὶ ἐν τοῖς ἄλλοις πᾶσι τοῖς κατὰ | |
Bibl.223217a | φύσιν, ὧν οὐδὲν ἐκείνη ἐξαλλάττειν δύναται. Διὰ τί γὰρ ὄνων μὲν καὶ ἵππων οὐδεὶς τὰς ἐξ ἀνθρώπων δια‐ φεύγει μάστιγας, τἄλλα δὲ τῶν ἀλόγων ζῴων τὴν ἀπὸ τούτων πληγὴν οὐχ ὑπέμεινεν; Εἰ δέ που καὶ σπάνια, τὸ | |
5 | ἄπορον οὐκ ἀνίεται· διὰ τί γὰρ μὴ καὶ τὰ ἄλλα πολὺ πλείω τυγχάνοντα; Εἶτα καὶ αὐτῶν τῶν μαστιζομένων τὰ μὲν ἄλογα, ἕως ἂν ἀνδρωθῇ, μαστίγων ἐλεύθερα, ἀχθοφορεῖν δὲ ἀρχόμενα προσλαμβάνει καὶ τὸ τύπτε‐ σθαι, ἄνθρωπος δὲ ἐν παισὶ μὲν ὢν μᾶλλον μαστί‐ | |
10 | ζεται, ἄνδρα δὲ τῆς ἡλικίας αὐτὸν δεικνύσης ἢ οὐδα‐ μῶς ἢ ἐπ’ ἔλαττον ὑπὸ μάστιγας ἄγεται. | |
11 | Διὰ τί δὲ κά‐ | |
στορες μὲν καὶ ὕες καὶ ἀλεκτρυόνες καὶ ἄνθρωποι καὶ ἵπποι καὶ εἴ τι ἄλλο ὑπόλοιπον, τὸ γενεσιουργὸν ὑπ’ ἀνθρώπων ἀποτέμνεται, καὶ σίδηρος αὐτοῖς ἀντὶ παι‐ | 32 in vol. 4 | |
15 | δογονίας δικάζει τὸ ἄγονον, τὰ δ’ ἄλλα τῶν ζῴων τὴν ἀπὸ τῶν ἄστρων ἀνάγκην ἀντὶ τοῦ σινοῦσθαι γελω‐ μένην καταλείπουσι; Τί δήποτε δὲ τῆς αὐτῆς ἀστρο‐ θεσίας τὸν αὐτὸν δρόμον ἐχούσης φυτὰ μὲν περι‐ τεμνόμενα πάλιν αὔξει κλάδους, καὶ περικειρομένη βο‐ | |
20 | τάνη ἀνίσχει τὴν ἴσην ἢ καὶ πλείονα τῷ δὲ ζῴῳ, εἴ τι τῶν μελῶν περικοπῇ, ὀφθαλμὸν ἢ ῥῖνα ἢ δάκτυλον, οὐδὲν ἡ εἱμαρμένη πρὸς τὴν τοῦ μέλους ἀνάφυσιν συλ‐ λαμβάνεται; Καίτοι ταύτην καθίζουσιν ἐκείνοις χαριζο‐ μένην ἅπερ ἀφεῖλεν, ἀλλ’ οὐχὶ τῆς φύσεως τὸ ἰδίω‐ | |
25 | μα. | |
25 | Αὐτὸ δὲ τοῦτο τίς ἀστέρων κίνησις καὶ σχῆμα τὰ μὲν εἰς ἀλόγους τὰ δὲ εἰς λογικοὺς διεκλήρωσε; Τίς δὲ ὑσὶ μὲν καὶ ἀλεκτρυόσι καὶ αἰξὶ καὶ βουσί, καὶ εἴ τι τούτοις ὅμοιον, τὸν διὰ μαχαίρας ἐδίκασε θάνατον, τὰ δὲ πλεῖστα τῶν ἄλλων ζῴων τὴν τοιαύτην οὐκ οἶδεν | |
30 | ἐπήρειαν; Ἀλλὰ καὶ τούτων τῶν ἀναιρουμένων πάλαι μέν, τῆς εἰδωλοθυσίας ἐπικρατούσης, ἄπειρον ἐν ὤρᾳ μιᾷ κατεθύετο πλῆθος, νῦν δὲ παυθείσης ἐκείνης οὐχ ὁμοίως τὸ ξίφος ὑπέρχονται. Καὶ τῶν ἀστέρων ὁ σχημα‐ τισμός, ὡς ἂν ἐκεῖνοι φαῖεν, ἀναλλοιώτως τὸν αὐ‐ | |
35 | τὸν ἐξομαλίζων δρόμον, οὕτω μὲν τὰ περὶ τούτων ἀνω‐ μάλως ἐξηλλοίωσε, τῶν δ’ ἄλλων ζῴων τὸν τρόπον τῆς ἀρχαίας ζωῆς οὐ μετέβαλεν. Εἰ δὲ καί τινα παρα‐ πλησίως τούτων μεταβέβληκεν, ἀλλ’ ὅτι μὴ πάντα μηδὲ τὰ πλεῖστα, οὐδὲν ἧττον ὁ τῶν ἀστέρων ὁμαλὸς | |
40 | δρόμος καὶ ὡς ἀπαράβατον ἀνάγκῃ διεχλεύασται. Ἀλλ’ εἰς τοῦτο μὲν πέρατος καὶ ὁ εʹ λόγος καὶ τὸ γʹ | |
καὶ μʹ κεφάλαιον καταλήγει. | 33 in vol. 4 | |
Bibl.223217b | Ἐν δὲ τῷ ϛʹ μὲν λόγῳ, δʹ δὲ καὶ μʹ κεφαλαίῳ, ταῦτα ὑποβάλλει. Εἰ τῆς γενέσεως, φησίν, ὁ δρόμος ἀπὸ γῆς τὸν ἄνθρωπον καὶ τὰ ἄλλα τῶν ζῴων ἀπε‐ τέλεσε, πῶς νυνὶ χωρὶς γάμου οὔτε ἄνθρωπον οὔτε τὰ | |
5 | μυρία εἴδη τῶν ζῴων οὐδαμῶς προάγουσα δείκνυται; Εἰ δέ τινα τούτων καὶ νυνὶ προάγει, ὥσπερ σκώληκας καὶ τοιαῦτα ἔνια, πῶς μὴ καὶ πάντα ὅσα ὁμοίως ἀπ’ ἀρχῆς τῆς γῆς ἔδειξε φυόμενα; Ἀλλ’ εἰ καὶ δρόμος ἀστέρων τοὺς ἀνθρώπους ἀπὸ γῆς κατ’ ἀρχὰς ἔπλασε, πῶς οὐχὶ | |
10 | καὶ τεχνίτας αὐτίκα συμπροήγαγεν, ἀλλὰ πολλῷ χρόνῳ ὕστερον τεκτονικὴ καὶ ὑφαντικὴ καὶ ἱστορική, γεωμετρία τε καὶ ῥητορικὴ καὶ μυρίαι τέχναι ἄλλαι λογισμοῖς ἀνθρωπίνοις εὑρέθησάν τε καὶ ἐπεγένοντο; Εἰ δὲ καὶ προελθεῖν ἀπὸ γῆς ἐπιστήμονας τοὺς ἀνθρώπους τερα‐ | |
15 | τεύσοιντο, πῶς τότε μὲν ἄνευ μαθήσεως ἐπιστήμονες ἀνεφύοντο, νυνὶ δὲ πόνοις καὶ μελέταις μόλις κατορ‐ θοῦσι τὴν μάθησιν; Ποῦ δ’ οὖν οἴχεται δρόμος ἐκεῖνος ὁ παλαιός, ὁ τοὺς ἅμα τῇ προόδῳ σοφοὺς ἀναπλάττων; Καὶ πόθεν τὰ νῦν ἀντανέστη ὁ τοὺς αὐτοφυεῖς ἐπιστή‐ | |
20 | μονας πόνοις προβιβάζων καὶ μακρᾷ μελέτῃ; | |
20 | Τί δ’ οὖν ὁ μιαιφόνος ἔπραττεν Ἄρης τότε τῶν ἀνθρώπων κατ’ ἀλλήλων οὐχ ὁπλιζομένων; Ποῦ δ’ ὁ βασιλέας καὶ ἄρχοντας ποιῶν τῶν ἀστέρων δρόμος, πολλαῖς γενεαῖς ὕστερον καὶ τὸ κατὰ κώμας οἰκεῖν, μή τι γε πόλιν ἢ | |
25 | ἀρχὴν εἰδέναι ἐπινοησάντων; Διὰ τί δὲ πάλαι μὲν ἄν‐ θρωποι τεχνῶν ἐχρημάτιζον εὑρεταί, νῦν δὲ ταῖς ἐξευ‐ ρημέναις ἀρκούμενοι περαιτέρω προελθεῖν οὐκ ἐπινοοῦσιν; Ἢ δῆλον ὅτι ὁ παρὰ Θεοῦ τοῖς ἀνθρώποις δοθεὶς νοῦς, χρόνῳ καὶ πόνῳ καὶ πρό γε τούτων τῇ ἄνωθεν συνεργίᾳ | |
30 | τὰ πρὸς τὸν βίον χρήσιμα ἐξευρών, ἔστη τοῦ πορρω‐ τέρω καὶ μάτην ἐνταλαιπωρεῖσθαι ταῖς ἐπινοίαις. | 34 in vol. 4 |
31 | Πῶς δὲ τοῦ αὐτοῦ γένους ἔθνος μὲν ὁλόκληρον κομᾷ, ἄλλο δὲ κείρεται; Καὶ ἄλλο μὲν μητρογαμεῖ, τὰ πλείω δὲ μυ‐ σαρὰν τὴν πρᾶξιν ἡγοῦνται; Καὶ μυρίαις ἄλλαις κατα‐ | |
35 | τέμνονται διαφοραῖς νόμων, βίων, ἐθῶν· καὶ οὐδεὶς ἀστέρων δρόμος οὔτε τοὺς κομήτας κείρει, οὔτε τοὺς κειρο‐ μένους κομᾶν ἐκβιάζεται, οὐδὲ τὰ ἄλλα πράττειν ἄλλους, ὅσα τοῖς παρὰ σφίσι νόμοις οὐκ ἔμαθον. Καὶ τὰ μὲν τοῦ παρόντος κεφαλαίου τοιαῦτα. | |
40 | Ἐν δὲ τῷ ἑξῆς ἐπάγει ὡς, εἰ καὶ δόξαιεν καταφεύ‐ γειν οἱ τῆς εἱμαρμένης ἐρασταὶ ἐπὶ τοὺς παρανατέλλον‐ τας, οἳ τῶν ζῳδίων καὶ τῶν πλανήτων εἰσὶν ἕτεροι, καὶ οὔτε | |
Bibl.223218a | τοῖς τῆς γενέσεως ἀποτελέσμασι χαίρουσιν οὔτε ἀλλήλοις συνᾴδουσιν, ἀλλὰ κατὰ τὰς τῶν κλιμάτων δια‐ φορὰς ἕκαστος αὐτῶν τὰ οἰκεῖα χορηγεῖ ἀποτελέσματα, εἰπάτωσαν ἡμῖν ποῦ τὸ τῆς γενέσεως βέβαιον καὶ ἀσά‐ | |
5 | λευτον· ἕκαστος γὰρ τούτων ἰδίαις ἐνεργείαις τὰ ταύτης ἀνακόπτων, ἐξ ὧν φασιν, ἐπιδείκνυται ἀποτελέσματα. Καίτοι οὐδὲ πάντες τὸ αὐτὸ τῆς γῆς ἔχουσι μέτρον, οἷον ἡ Περσῶν καὶ Ἰβήρων μοῖρα ἢ ἡ Λαζῶν καὶ Ῥωμαίων ἢ τῶν ἄλλων. Πῶς οὖν τόδε τὸ ἔθνος ὡς τόδε ἀν‐ | |
10 | τικειμένοις καὶ βίῳ καὶ νόμοις καὶ ἤθεσι διοικεῖται; Δεύτερον δὲ πῶς τὰ πλεῖστα τῶν ἐθνῶν ἐν τοῖς τῆς ἰδίας γῆς ὅροις ἱδρύμενα εἰς τὰ τῶν Ῥωμαίων μετέβαλεν ἤθη; Ἀλλὰ καὶ τρίτον· μετῴκισε μὲν τὸ Ἰουδαίων ἔθνος εἰς Αἴγυπτον, τῶν δὲ πατρῴων νόμων οὐ μετα‐ | |
15 | νέστη. Αἰγύπτου δὲ πάλιν ἀπαναστάντες, Παλαιστίνην μὲν καὶ Ἀραβίαν ἐποικοῦσι, τοὺς πρὶν οἰκοῦντας εἰδωλολά‐ τρας πολέμοις ὠσάμενοι· καὶ τῶν Μωσαϊκῶν οὐ παρε‐ | |
τράπησαν νόμων. Ἀλλ’ οὐδ’ ὅτε ὡς Βαβυλῶνα δορυά‐ λωτον τὸ ἔθνος ἀπήχθη, καὶ μετὰ χρόνους εἰς πᾶσαν | 35 in vol. 4 | |
20 | τὴν γῆν διεσκεδάσθη, καὶ τῶν πατρῴων οὐκ ἀπεστά‐ τησε νόμων, καὶ οὔτε τις τῶν παρανατελλόντων οὔτε ἡ γένεσις κατηνάγκασεν αὐτοὺς ἢ τῆς περιτομῆς ἢ τοῦ σαββάτου τὸ παράγγελμα λῦσαι. | |
23 | Τὸ δέ γε ἡμέτερον γένος, τὸ τῶν Χριστιανῶν λέγω, πρὸ τετρακοσίων μὲν | |
25 | ἐτῶν τὴν ἀρχὴν ἔσχεν, ἀθρόον δὲ πᾶσαν ἔλαβε τὴν οἰκουμένην, καὶ τῶν μὲν οἰκείων ἐθῶν ἕκαστον ἀπέστησεν ἔθνος, εἰς δὲ τὸν τῆς εὐσεβείας μετερρύθμισε βίον, οὐ τῆς πατρίδος μεθισταμένους ἀλλὰ τὴν αὐτὴν ὡς καὶ πρότερον οἰκοῦντας, καὶ τὰ τῶν παρανατελλόντων ἀπο‐ | |
30 | τελέσματα πολυχρόνια σαθρὰ καὶ γελᾶσθαι κατέλιπεν ἄξια· καὶ πρὸς ἃ ἡ γένεσις ἰσχὺν οὐκ ἔχουσα κατεδύετο, ταῦτα περιφανῶς τὸ τῶν ἀγραμμάτων κατέλυσε κή‐ ρυγμα. | |
33 | Ἐδούλευσε μὲν οὖν Ἀσσυρίοις ὁ κόσμος πάλαι, εἶτα Βαβυλὼν ἐκράτει, καὶ Μῆδοι τὴν ἀρχὴν ἐξεδέ‐ | |
35 | ξαντο, καὶ μετ’ ἐκείνους Πέρσαι, καὶ ὡς Μακεδόνας ὕστερον τὸ κράτος ὅλον μετέβαλεν. Ἀλλ’ ἕκαστον ἔθνος τοῖς οἰκείοις ἐνέμενεν ἔθεσι, καὶ βασιλεῦσιν ἰδίοις ἐπο‐ λιτεύοντο εἰ καὶ τὸν πάντων κρατοῦντα κοινὸν δεσπότην ἐπεγίνωσκον. Νυνὶ δὲ ὥσπερ ἡ εὐσέβεια μία, | |
40 | οὕτω καὶ ὁ τὸ βασίλειον κράτος ἔχων εἷς, καὶ τριακο‐ σίων ἐθνῶν ἢ καὶ πλειόνων μία τις ἔννομος ἡ Ῥωμαίων | |
Bibl.223218b | ὥσπερ ἡ εὐσέβεια ἐπάρχει ἀρχή· καὶ οὐδένα βιά‐ ζεται ἡ γένεσις νῦν οὔτε εἰδωλολατρεῖν οὔτε μητρογαμεῖν οὐδὲ τὰ ἄλλα, ὅσοις τὰ διάφορα τῶν ἐθνῶν οὐκ ἐξήλ‐ λαττε μόνον ἀλλήλων, ἀλλὰ καὶ ὡς τὰ ἀντικείμενα | |
5 | κατετέμνετο. | |
5 | Ἐκεῖνο δὲ ἡμῖν λεγέτωσαν, πῶς, ὥσπερ ἡ εἱμαρμένη μεταβολὰς ποιεῖ θρησκείας καὶ δογμά‐ των, οὐχὶ καὶ τὰ ἄλλα ἰσχὺν οὐδεμίαν μεταβαλεῖν ἔσχεν. Οὐδένα γὰρ ἐφάνη πείσασα οὐδὲ βιασαμένη ἀδοξίας ἢ πτωχείας ἢ ἀρρωστίας ἢ δουλείας ἢ κολάσεως ἢ ὕβρεως | 36 in vol. 4 |
10 | οὐδὲ μυρίων ἄλλων τοιούτων πόθον λαβεῖν· ἀλλ’ ὥσπερ ἡ φύσις κρείττων ὤφθη πανταχοῦ τῶν τῆς γενέσεως ἀποτελεσμάτων, οὕτω καὶ ὁ λογισμὸς τὸ οἰ‐ κεῖον τῆς ἐλευθερίας ἀξίωμα διασῴζων, ἐν οἷς αὐ‐ θαιρέτως πράττει, τῶν ἐκεῖθεν δείκνυται κατεξουσιάζων | |
15 | λήρων. Ἀλλὰ γὰρ εἰ τὸ εὐσεβεῖν καὶ δυσσεβεῖν ἀπὸ γενέσεως, λεγέτωσαν ἡμῖν τίς γένεσις Στωϊκὸν ποιεῖ, τίς δὲ Ἐπικούρειον, Περιπατητικὸν δὲ ποία ἢ Πλα‐ τωνικόν; Τίς λατρεύειν Διόνυσον ἢ Δήμητραν ἢ Σε‐ λήνην ἢ Ἥλιον, ἢ τὸν Αἰγύπτιον συνελαύνει λατρεύ‐ | |
20 | ειν τὸ πρόβατον ἢ τὸν κύνα ἢ τὸν αἴλουρον, τίς δὲ Μανιχαῖον ἀποτελεῖ, τίς Οὐαλεντίνους; Εἰ δὲ οὐκ ἂν φαῖεν, οὐδ’ ἂν πλέον θρασυνθεῖεν. Ἐν ἡμῖν ἄρα, καὶ οὐ τῆς γενέσεως ἔργον, τὸ τοιῶσδε ἢ τοιῶσδε σέβειν. Εἰ δὲ τοῦτο, καὶ τὸ σέβειν ἁπλῶς καὶ μὴ σέβειν. Ἐκ τῶν | |
25 | μερῶν γὰρ τὸ ὅλον συνίσταται. | |
25 | Πῶς δὲ οὐκ ἀλογώτατον πο‐ νηρὸν γενέσθαι ἀπὸ γενέσεως, καὶ μισεῖσθαι ἀπὸ τῆς αὐτῆς διὰ τὴν πονηρίαν; Ὁμοίως καὶ ἀγαθὸν γενέσθαι τε καὶ θαυ‐ μάζεσθαι; Μοιχὸν ὁμοίως ἢ φονέα, καὶ δρᾶν ὑπ’ αὐτῆς τὰ ἄτοπα βιαζόμενον, καὶ διὰ τοῦτο κολαζόμενον; Νομοθέ‐ | |
30 | τας καθίζειν, κολάζειν τοὺς ἁμαρτάνοντας, καὶ ἑτέρους συν‐ ωθεῖν καὶ ἄκοντας ὡς τὰ ἁμαρτήματα, καὶ ὅσων ἄλλων τοιούτων μεστὸς ὁ βίος ὁρᾶται; Ἅπερ εἰ μὲν ἐν ἡμῖν, ἡμέ‐ τερον καὶ τὸ ἔγκλημα τῶν ἐργαζομένων· εἰ δὲ τῆς γενέ‐ σεως τὸ κράτος, ἡ μέμψις ἐκείνης ἢ τοῦ ταύτην πε‐ | |
35 | ποιηκότος. Οὕτω πανταχόθεν τὸ τῆς εἱμαρμένης μετὰ τοῦ ἀσυστάτου ἀσεβές τε καὶ παλίμφημον. Ἀλλὰ γὰρ ἐν τούτοις καὶ τῶν λόγων ὁ ἕκτος καὶ τὸ εʹ καὶ μʹ ἐπε‐ ρατώθη κεφάλαιον. Ἐν δὲ τῷ ζʹ λόγῳ ἀπορίαν τινὰ δῆθεν ὑπὸ τῶν | 37 in vol. 4 |
40 | ἀστρολόγων προαγομένην διατιθείς, ἐπάγει καὶ τὴν λύ‐ σιν. Λέγουσι γάρ, φησίν, εἰ μὴ ἀπὸ τῆς εἱμαρμένης, πόθεν | |
Bibl.223219a | τὰ κακά; Οἷς ἀποκρίνεται ὡς εἰ μὲν ἃ διατι‐ θέαμεν ἀλλήλους κακὰ μαθεῖν ἐθέλοιτε πόθεν, τοὺς δρῶντας ὁρῶντες, μάτην αἰτίαν ἄλλην ζητεῖτε; εἰ δὲ ἃ πάσχομεν ἄκοντες, καὶ τοῦτο φανερὰν ἔχει τὴν λύ‐ | |
5 | σιν. Ἐθολώσαμεν παντοδαπῆς κακίας θυέλλη τὸν βίον, πράττομεν ἃ μισεῖ καὶ ἀποτρέπει Θεός· διὰ τοῦτο πάσχο‐ μεν ἃ μὴ θέλομεν, ἵνα μηκέτι ὡς τὸ πταίειν ἐκφε‐ ρώμεθα. | |
8 | Ἢ ἐχρῆν ὑπευθύνως οὕτω βιοῦντας εὐδαιμονίας ἀπολαύειν, ἵνα τε πλέον Θεὸς ἠγνοήθη καὶ προθυμό‐ | |
10 | τερον ὡς τὰ πάθη καταφερώμεθα; Εἰ δὲ πράττειν τὰ ἄτοπα διὰ τῆς εἱμαρμένης ὁ Θεὸς ἡμᾶς κατηνάγ‐ καζε, πῶς πάλιν κολάζει ὡς πταίσαντας; Ἕτερον δέ ἐστιν, ὡς δῆλον, τὸ συγχωρεῖν χρᾶσθαι τῷ αὐτεξουσίῳ καὶ αἱρεῖσθαι ἕκαστον ὃ βούλεται, καὶ τὸ καταναγκάζειν πράτ‐ | |
15 | τειν τὰ ἄτοπα. | |
15 | Πῶς δὲ ὑμῖν, φησίν, ἐπῆλθε τῶν τοῦ Θεοῦ οἰκονομιῶν ἀγνοοῦσι τὸ βάθος, εἰς τὸ τῆς γενέσεως ἀποτραπῆναι πλάσμα; Καὶ ὅτι μὴ ἐπὶ γῆς ἕρποντες εἰς τὸ τοῦ δημιουργοῦ τῶν κριμάτων ὕψος ἀνέβητε, διὰ τοῦτο ἐπ’ ἀστέρας καὶ σελήνην καὶ ἥλιον τὰς αἰτίας | |
20 | ἀνάπτειν παρήχθητε τῶν παρ’ ἡμῖν πραττομένων, καὶ ἃ μὲν ἑαυτοὺς ὁρῶμεν ἐργαζομένους, οὐχ ἡμέτερα εἶναι | |
τερατεύεσθαι, ἃ δὲ οὐκ ἔστιν ἰδεῖν τοὺς ἀστέρας πράττοντας, ἐκείνων εἶναι τὸ ἔργον καταψεύδεσθαι; Κἀγὼ δέ, φησίν, ὁ ταῦτα γράφων ὑπὸ γενέσεως καθ’ ὑμᾶς ἠναγκάσθην | 38 in vol. 4 | |
25 | γράφειν τοὺς κατ’ αὐτῆς ἐλέγχους, ὥστε καὶ οὕτως αὐτὴ καθ’ ἑαυτῆς πλέον τῶν ἔξωθεν αὐτῇ μαχομένων ἐπανίσταται. Τί δὲ καὶ ὄφελος τὸ μανθάνειν τὰ ἀπὸ γενέσεως προσδοκώμενα; Εἰ μὲν γὰρ ἔστι φυγεῖν τοὺς μαθόντας ἃ ἐπέκλωσε, λῆρος ἡ πρόρρησις· κρατεῖ γὰρ τὸ ἐν ἡμῖν | |
30 | τῆς γενέσεως, μάλιστα δὲ τοῖς τῆς εἱμαρμένης ἐπιστή‐ μοσι τὸ λύειν αὐτῆς τὸν εἱρμὸν συμβήσεται. Οὗτοι γὰρ τῶν ἄλλων μᾶλλον τὰ ἀπὸ γενέσεως αὐτοῖς ἐπιστάμενοι, οὐδὲν τῶν ἀπὸ ταύτης αὐτοῖς ἀπειλουμένων συμπεσεῖν παρα‐ χωρήσουσιν. Εἶτα, ἀλλ’ οὐκ ἐκτός φασι γενέσεως τὸ μαν‐ | |
35 | θάνοντας ἀπαλλάττεσθαι. Οὐκοῦν ἡ γένεσις εἰς τὰ ἀντι‐ κείμενα τέμνεται, καὶ τὸ μὲν αὐτῆς προλέγει, τὸ δὲ κα‐ ταγελᾷ τῆς προρρήσεως· οὗ τί ἂν εἴη γελοιότερον; Πολλὴ δὲ πάλιν καὶ ἄλλως ἀδικία καὶ ἀνωμαλία. Διὰ τί γὰρ μὴ πάντας ἔπεισε μανθάνειν, ἵνα πάντες τῶν | |
40 | τοσούτων ἀπαλλάττοιντο; Εἰ δὲ καὶ μαθόντα μὴ δυ‐ νατόν ἐστι φυγεῖν, τί χρὴ μανθάνειν μάτην καὶ ταῖς φροντίσι προδαπανᾶσθαι καὶ πλήττεσθαι πρὸ τῆς πληγῆς | |
Bibl.223219b | καὶ πρὸ τοῦ θανάτου χεῖρον τῶν τεθνεώτων κολά‐ ζεσθαι; Ἐκεῖνο δὲ πᾶσι καταφανές, ὡς ὁ τὴν εἱμαρμένην εἰσάγων καὶ τῶν σπουδαίων ἀφαιρεῖται τοὺς ἐπαίνους καὶ | |
5 | τοὺς στεφάνους, καὶ τῶν κακούργων ἄδικον ἀνακηρύσσει τὴν ποινὴν καὶ τὰς εὐθύνας. Εἰ γὰρ ἑκάτερος ἐξ ἀνάγκης ἦλθεν εἰς τὸ πράττειν ἃ πράττοι, οὔτε τῆς ἀγαθοερ‐ γίας ἐστὶ μισθὸς οὔτε τῆς κακουργίας ποινῆς εἴσπραξις. | |
Ὃ πῶς οὐκ ἂν εἴη ὅλως ἡμῶν συγχέον καὶ ἀνατρέπον | 39 in vol. 4 | |
10 | τὸν βίον καὶ κατὰ τοῦ Θεοῦ τὴν γλῶσσαν πάντων ὀξῦνον ἀναιδέστερον; Οὐκ ἤρκει δὲ τοῖς δυστυχέσι τὸ τὰ κακὰ νοεῖν τε καὶ λέγειν καὶ πράττειν ἀναγκάζεσθαι, ἀλλὰ δέον ἐλεεῖσθαι καὶ τὸ μισεῖσθαι προστίθεται καὶ τὸ κολάζεσθαι. Εἰ δὲ λέγοι τις ὡς οὐχ ἡμῶν ἐστιν εἰδέναι διὰ τί | |
15 | τοιαύτην ὁ Θεὸς ἐδημιούργησε γένεσιν, ἐν προσποιήσει τοῦ μετριάζειν ἐπισφίγγει τὴν ἀσέβειαν, καὶ δι’ ὧν δοκεῖ μετριάζειν, μεῖζον ἀσεβεῖ. Εἰ γὰρ καλὴ μὲν ἡ γένεσις, ἡμῖν δὲ φαίνεται κακή, καὶ τοῦτο δὲ ἀπὸ γενέσεως, οὐκ ἐμὸν τὸ σφάλμα, φαύλην οἴεσθαι τὴν οὐ φαύλην, τοῦ δὲ | |
20 | τοιαύτην κρίσιν διὰ τῆς γενέσεως καταθεμένου ἡμῶν τοῖς λογισμοῖς· εἰ δὲ ἐμὸν τὸ σφάλμα, ἐκτὸς ἄρα γενέ‐ σεως τὰ τῶν λογισμῶν οἷς ἀκολουθεῖ καὶ λόγος καὶ πρᾶξις, καὶ μάτην ἡ γένεσις. | |
23 | Ἀληθὴς τοίνυν μετριότης καὶ εὐλάβεια οὐ τὸ κακὴν πλάσαι γένεσιν, εἶτα παρα‐ | |
25 | χωρεῖν Θεῷ τῶν κακῶν τὴν γνῶσιν, οὐδὲ τὸν αὐτὸν λέ‐ γειν ὠθεῖν εἰς τὰ κακὰ καὶ κολάζειν οὓς διὰ τῆς γενέ‐ σεως ὤθησεν. Οὐκ ἔστι ταῦτα μετριάζοντος, ἀλλ’ ἐν σχή‐ ματι ταπεινοφροσύνης χαλεπὴν ἀπάτην εἰσάγοντος. Τὸ δὲ τῆς εὐσεβείας γένος οὐχ ὑβρίζει Θεὸν δι’ ὧν δοκεῖ | |
30 | τιμᾶν, οὐδὲ τὴν αὐτοῦ ἀναιρεῖ ἀγαθότητα, τῶν κακῶν αὐτῷ τὴν ἐξουσίαν παρέχον. Ἀδικεῖν γὰρ οὔτε οἶδεν οὔτε δυνήσεται ἡ τοῦ Θεοῦ ἐξουσία· οὐ ποιεῖ φονέα καὶ κολάζει, οὐδ’ ἀπαγορεύει πταίειν καὶ βιάζεται παρακούειν καὶ παρα‐ κούσαντα τιμωρεῖται. Ταῦτα οὔτε πρέπει Θεῷ οὔτε εὐσεβὴς | |
35 | οὐδεὶς δέχεται λογισμός. Τὰ δὲ πρέποντα νοοῦμεν, καὶ τῶν ἐν κόσμῳ γινομένων τὴν παντελῆ κατάληψιν αὐτῷ παραχωροῦμεν, καὶ καταλαβεῖν οὐ φιλονεικοῦμεν, εἰδότες ὡς οὐ καταληψόμεθα. | |
38 | Ἀληθῆ δὲ Θεοῦ ἐξουσίαν ἴσμεν τὸ μήτε πονηρῶν ἡττᾶσθαι καὶ ὡς τὸ τῶν δημιουργημάτων | 40 in vol. 4 |
40 | συμφέρον κεχρῆσθαι τῇ ἀγαθότητι. Σκόπει δὲ κἀκεῖνο. Ἐν κυνηγεσίοις παροξύνουσι ταύρους ὡς μάχην ἐρε‐ θίζοντες, κἂν μὴ χρήσωνται τοῖς θυμοῖς, ἀγανακτοῦσιν | |
Bibl.223220a | οἱ δεσπόται· ὁ δὲ τῶν ἀστέρων δρόμος τοὺς πειθο‐ μένους τοῖς αὐτῶν ἀποτελέσμασι θανάτοις ἀμείβονται. Δούλους πάλιν ἡμεῖς ἀπειθοῦντας κολάζομεν, τιμῶμεν δὲ ὑπακούοντας· ἡ δὲ ταῦτα νοεῖν τε καὶ πράττειν ἀναγκά‐ | |
5 | ζουσα γένεσις καὶ πταίειν παρακελεύει καὶ τιμωρίαις ὑπάγει τοὺς πεισθέντας, καὶ ἡμᾶς μὲν δικαίους ὡς τοὺς ὑπὸ χεῖρα ἐσθ’ ὅτε ποιεῖ, αὐτὴ δὲ τὰ ἀδικώτατα δρῶσα εἰς ἡμᾶς οὐκ αἰσχύνεται. Ἆρ’ οὐκ ἐσχάτη μανία ταῦτα νο‐ μίζειν; Ἀλλὰ τοιαῦτα μὲν καὶ τὸ μʹ καὶ εʹ διαλαμβάνει | |
10 | κεφάλαιον. Ἐν δὲ τῷ μϛʹ φησὶν ὡς ὑπὸ τῆς γενεθλιαλογίας οἱ ἐκμανέντες καὶ δημιουργὸν τῶν ἁπάντων ὑποτάττουσι ταύτῃ. Φασὶ γάρ, ὥσπερ τὸ δικαιοπραγεῖν ἀπὸ γενέσεως, οὕτω καὶ τὸ προσευχόμενον εἰσακούεσθαι καὶ τὸ πληροῦσ‐ | |
15 | θαι Θεοῦ παρουσίας καὶ τὸ καταξιοῦσθαι θειοτέρων ἀποκα‐ λύψεων. Ὥστε ἐξ ὧν τολμῶσι λέγειν, τὸν Θεὸν ὑπηρέτην ἀποφαίνουσι τῆς γενέσεως, κἀκείνων εὐεργέτην οἷς ἂν ὁ ταύτης δρόμος τὸ πάσχειν εὖ ἐχαρίσατο· οὗ τί ἂν εἴη ἀθεώτερον ἢ δυσσεβέστερον; Εἰ δὲ ταῦτα καὶ τὰ τοιαῦτα | |
20 | τῆς εἱμαρμένης ἀφαιροῦσι, τὰ μέγιστα τῶν ἀγαθῶν αὐ‐ τῆς ἀποτέμνοντες, μόνης δεσπόζειν πονηρίας ἀναγρά‐ φουσιν. Ἀλλὰ καὶ πλείστους ἔδειξεν ὁ μακρὸς χρόνος ἐξ ἀρετῆς εἰς κακίαν μεταβαλόντας· ὥστε πάλιν κρατεῖ ὧν οὐκ ἐκράτει, τοὺς ἀγαθοὺς εἰς φαύλους μετακινήσασα. | |
25 | Οὕτως ἡ ταύτης ὑπόθεσις πάντα συγχεῖ καὶ ταράττει, | |
καὶ πρὸ πάντων ἑαυτὴν καταβάλλει τε καὶ περιτρέπει. Λέγει δὲ κατὰ τὸ ἑξῆς κεφάλαιον (ζʹ δὲ τοῦτό ἐστι καὶ μʹ) ὡς καὶ τῶν παρ’ Ἕλλησι φιλοσοφησάντων τὰ τοιαῦτά τινες ἐπὶ νοῦν θέμενοι τὸ τῆς γενέσεως ἐμυ‐ | 41 in vol. 4 | |
30 | σάχθησάν τε καὶ κατεγέλασαν πλάσμα. Καίτοι τόν τε οὐρανὸν σφαιρικὸν οὐδὲν ἧττον ἢ οὗτοι ἐδόξαζον, καὶ μὴν καὶ τὴν τῶν ζῳδίων σύνθεσιν καὶ τὴν τῶν πλανήτων κίνησιν οὐκ ἄλλως ἐνόμιζον. Τίς οὖν αὐτοῖς ἡ γνώμη, τοῦτο μὲν δέχεσθαι, ἐκεῖνο δὲ μὴ προσίεσθαι; Ὅτι τῶν ἐπὶ | |
35 | γῆς καὶ θαλάττης συμβαινόντων ἐν ἀέρι τε καὶ τοῖς ἄλλοις στοιχείοις προσημαντικὸν μὲν εἶναι νομίζουσι τὸν τῶν ἀστέρων δρόμον, ἀλλ’ οὐκ ἀναγκαστικὸν ἢ ποιητικόν, μηνύειν δὲ τοῦτον τὰ ἐσόμενα ὥσπερ καὶ τὴν μαντικὴν καὶ τὴν οἰωνιστικὴν καὶ ὅσαι αὐταῖς παραπλήσιοι. Καὶ | |
40 | οὐκ ἐπειδὴ προλέγει γίνεται, ἀλλ’ ἐπειδὴ γίνεται προλέγει. Καὶ οὐκ ἀνάγκῃ τῇ ἀπ’ αὐτῆς διοικεῖσθαι τὰ ἐνταῦθα, προσημαίνειν δὲ μόνον τὰ ἐσόμενα. Ἀλλ’ οἱ ταῦτα μὲν | |
Bibl.223220b | νομίζοντες τὴν πολλὴν τῶν ἀστρονόμων δυσσέ‐ βειαν ἀπεσείσαντο, ὡς δὲ τὸ τῆς ἀληθείας ἀκριβὲς οὐκ ἀφίκοντο. Ἀλλ’ ἐν τούτοις μὲν καὶ τοῦ ζʹ λόγου τὸ πέρας. Ὁ δὲ ηʹ λόγος, κατὰ τὸ ηʹ καὶ μʹ ἀπαρχόμενος κε‐ | |
5 | φάλαιον, δύο μὲν οὐρανοὺς λέγει γεγενῆσθαι, ἕνα μὲν τοῦ ὁρωμένου ἀνώτερον, ὃν καὶ συνυφεστάναι τῇ γῇ, θάτερον δὲ τὸν ὁρώμενον· δύο δὲ ὄντων τὸν μὲν ὀροφῆς ἐπέχειν λόγον, τὸν δὲ ὡς μὲν τὴν γῆν ὀροφῆς ὡσαύτως, ἐδάφους δὲ καὶ βάσεως ὡς τὸν ὑπερέχοντα. Καὶ γῆν | |
10 | δὲ μίαν. Καὶ τὰ μὲν οὐράνια ταῖς κρείττοσιν ἀπονε‐ νεμῆσθαι δυνάμεσι, τοῖς ὁρωμένοις δὲ τὰ ὑπουράνια. Μὴ σφαῖραν δὲ τὸν οὐρανὸν εἶναι, ἀλλὰ σκηνῆς καὶ κα‐ | |
μάρας διασῴζειν σχῆμα. Καὶ ταύτης τῆς ὑπολήψεως γραφικάς, ὡς οἴεται, προβάλλει μαρτυρίας, οὐ μόνον | 42 in vol. 4 | |
15 | περὶ τοῦ σχήματος, ἀλλὰ καὶ περὶ δύσεως καὶ περὶ ἀνα‐ τολῆς ἡλίου. Αἰτιολογεῖ δὲ καὶ τὴν τῶν ἡμερῶν καὶ νυκτῶν αὐξομείωσιν, καὶ ἄλλα τινὰ τοιαῦτα πολυπραγμονεῖ, ὡς ἔμοιγε δοκεῖ, τὸ ἀναγκαῖον οὐκ ἔχοντα, εἰ καὶ τοῖς ἱεροῖς λογίοις προσφύεται. Ἐξ οὗ εὐσεβοῦντα μὲν τὸν ἄν‐ | |
20 | δρα, οἷς κέχρηται, θείη ἄν τις, ἀκριβείᾳ δὲ λογισμῶν τὴν τῶν γραφικῶν μαρτυρίαν προτείνειν οὐκέτι ὁμοίως φήσει. Ἐντεῦθεν ἐπὶ τὸ θʹ καὶ μʹ μεταβαίνων κεφάλαιον, τῆς ἱερᾶς ἡμῶν γραφῆς τοὺς νόμους καὶ τὰς παραι‐ | |
25 | νέσεις καὶ τὸ μέγα τῆς σωτηρίας ἡμῶν μυστήριον καὶ μάλα δικαίως ἐξυμνεῖ· ἐν ᾧ καὶ τῆς ἀστρολογίας ἐκ τῶν αὐτῶν θεοχρήστων λογίων ἁρμοδίως καθάπτεται. Ἐκεῖθεν ἐπὶ τὸ νʹ ἀνιὼν κεφάλαιον, τῆς αὐτῆς πλάνης οὐδὲν ἧττον καταγωνίζεται, λέγων μετὰ τῶν ἄλ‐ | |
30 | λων ὡς εἰ καί τι τῶν προλεγομένων αὐτοῖς δοκεῖ ἐκ‐ βαίνειν, οὐκ ἐπειδὴ τὴν ἔκβασιν ἔσχηκε. Πολλὰ γὰρ καὶ ἡμῖν ἐννοουμένοις τῶν ἐννοηθέντων ἀπήντησε· καὶ πρᾶγμα κεκινημένον ἢ κινηθησόμενον προσδοκήσαν‐ τες, οἵαν ἠλπίσαμεν ἀρχὴν λαβεῖν ἢ τέλος, τοιοῦτον | |
35 | λαβεῖν κατελάβομεν. Καὶ οὐ διὰ τοῦτο χειροτονίαν ἑαυ‐ τοῖς προφητείας ἐπιφέρομεν, ἀλλὰ συντυχίας ἢ καὶ στοχασμοῦ τὴν ἀπόβασιν ἔργον γινώσκομεν. Εἰ μὲν γάρ τι τοῦ ἀνθρωπίνου βίου ἀλλότριον προεκήρυττον, εἶτα τὸ ξένον ἐξέβη, οὐ λέγω πολλάκις ἀλλ’ ἅπαξ, θαυμά‐ | |
40 | ζειν εἰκὸς ἦν· εἰ δέ γε τὰ φιλοῦντα συμβαίνειν δοκοῦσι προλέγειν, τί θαυμαστὸν εἰ τυγχάνουσιν; Οὐ γὰρ ἔστι ῥᾳ‐ δίως ἀποτυχεῖν ἐν πλήθει βάλλοντα τοὺς λόγους. Θαυμασ‐ | |
Bibl.223221a | τὸν δὲ ἦν μᾶλλον, εἰ διὰ παντὸς ἀπετύγχανον. | |
1 | Εἰ | |
δὲ καὶ δαίμονας ἔχουσι συνεργούς, ὥσπερ οὖν ἔχουσιν ἐπι‐ κρατύνοντας αὐτῶν τὴν πρόρρησιν, οὐκέτ’ ἂν εἰ ἐπι‐ τυγχάνοιεν ἀπορήσαιμι, ἀλλὰ πολλῷ μᾶλλον εἰ μὴ | 43 in vol. 4 | |
5 | ἐπιτυγχάνοιεν· συνεργοῦσι δὲ τούτοις οἱ δαίμονες εἰδό‐ τες μὲν τὰ παρὰ τοῖς ἀστρολόγοις γεγραμμένα, πλη‐ ροῦσθαι δὲ ταῦτα ἀγῶνα πάντα καταβαλλόμενοι, ἵνα τὴν τῆς εἱμαρμένης πλάνην τοῖς πειθομένοις ἐντήξαν‐ τες τοῦ θείου κατολιγωρεῖν ἀναπείσωσι. Προλέγει δὲ τὰ | |
10 | βιβλία πλοῦτον καὶ πενίαν καὶ ὅσα ἐν βίῳ. Ἐπὶ δὲ ταῦ‐ τα τοὺς δαίμονας συνεργεῖν οὐ χαλεπόν· καὶ γὰρ καὶ ἡμεῖς ἀλλήλους πολλὰ τούτων ἂν βουληθέντες διαθείημεν, ἢ πείθοντες ἢ ἀπατῶντες ἢ καταναγκάζοντες. Κατισχύ‐ ουσι δὲ ἁμαρτανόντων τὸ δαιμόνιον φῦλον, ἄγουσί τε | |
15 | καὶ φέρουσι τοὺς πειθομένους ὅποι ἂν βούλοιντο. Βούλον‐ ται δὲ ὡς τὰς τῶν ἀστρολόγων ἀπάτας τὸν ἡμέτερον ἁρμόζειν βίον, ἵνα τὰς μὲν ἐκβάσεις ὁρῶντες τοῖς ἀστρολόγοις συμφώνους, τοὺς δὲ ταῦτα πράττοντας μὴ συνορῶντες, τοῦ τε δρόμου τῶν ἀστέρων οἱ ἠπατημέ‐ | |
20 | νοι καταψεύδοιντο, καὶ τῆς εὐσεβείας καὶ δικαιοσύ‐ νης ἀμελήσαντες εἰς τὸν τῆς ἀσεβείας βυθὸν ὀλισθή‐ σωσι. | |
22 | Καὶ αὐτὸ δὲ τοῦτο, τὸ μὴ συνορᾶν αὐτοὺς τὸ ῥηθὲν κατὰ τῶν ἀνθρώπων δραματούργημα, τῶν δαι‐ μόνων ἔργον ἂν εἴη, τῆς ἁμαρτίας καὶ ἀσεβείας | |
25 | συναιρομένης αὐτοῖς, καὶ τό τε αὐτῶν μηχάνημα συνιέ‐ ναι διακωλυούσης καὶ τῶν τοῦ Θεοῦ κριμάτων ὡσαύ‐ τως τὸ βάθος. Πῶς γὰρ ἀποκαλύψει τὸ θεῖον ἢ τὰς τῶν δαιμόνων ἐνέδρας ἢ τὰς ἑαυτοῦ οἰκονομίας, οἷς παρορᾶν αὐτοῦ σπουδάζεται τὰ προστάγματα; Καὶ γὰρ | |
30 | ἅπερ ἴσμεν ἄδικα, ταῦτα πράττομεν· οὐχ ὧν ἐπαίνους ἴσμεν, ταῦτα μεταδιώκομεν. Καὶ πῶς ἅπερ ἀγνοοῦμεν | |
μαθησόμεθα; Ἔπραξας ἃ ἔμαθες· παρεσκεύασας ἑαυ‐ τὸν δι’ ἀρετῆς τοῦ μαθεῖν πλέον ὧν ἐπίστασαι ἄξιον· θαύμαζε εἰ μὴ μαθεῖν ἔσχες τὰ τελεώτερα. Εἰ δὲ πά‐ | 44 in vol. 4 | |
35 | θεσι βρύεις καὶ Θεοῦ καταφρονεῖς, πῶς μαθήσῃ τὰς οἰ‐ κονομίας αὐτοῦ ἢ τὴν κατὰ σοῦ τῶν δαιμονίων ἐπήρειαν; Πῶς δὲ οὐ κρατήσειαν δαίμονες εὐχερῶς ὧν οὐκ ἔστι τὸ θεῖον ὑπέρμαχον, ὡς ἐκεῖνα τούτους κατασύροντες ἃ τῶν ἀστρολόγων αἱ βίβλοι προλέγουσιν, ὡς ἂν τὸ τῆς | |
40 | εἱμαρμένης ἐν αὐτοῖς βεβαιώσαντες πλάσμα πλέον Θεοῦ ἀποστατήσωσιν; | |
41 | Εἰ μέντοι γε ὅσην περὶ τὰ κακὰ σπουδὴν εἴχομεν, τοσαύτην περὶ τὰ καλά, οὐκ ἂν ἠγνοήσαμεν ὅσον | |
Bibl.223221b | ὑπὸ Θεοῦ τετιμήμεθα, οὐδ’ ὅσον κατὰ δαιμόνων ἰσχύομεν. Πανταχοῦ μὲν γὰρ Θεός, ἐγγίζει δὲ μᾶλλον τοῖς δι’ ἔργων ἀγαπῶσιν αὐτόν· ὅπου δὲ Θεός, τίς ὁ λαν‐ θάνων τὴν ἐπιβουλὴν ἢ ὁ ἐπιβουλεύων ὅλως; | |
4 | Ταῦτα | |
5 | διαλαβὼν τὰ ἱερὰ λόγια πάλιν κατὰ τῆς εἱμαρμένης ὁπλίζει, παραινῶν τοὺς ἀνθρώπους ἀπαλλάττεσθαι τῆς τοιαύτης πλάνης. Διὰ δὲ τοῦ λέγειν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἐνιαυτοὺς γενέσθαι παρὰ Θεοῦ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, τὰ ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ | |
10 | γεγενημένα δηλοῦσθαί φησι καὶ τὰ ἐπὶ Ἐζεκίου τοῦ βασι‐ λέως καὶ τὰ ἐπὶ τοῦ δεσποτικοῦ πάθους. Ἀλλὰ τοιαῦτα μὲν καὶ κατὰ τὸ νʹ κεφάλαιον διελθών, μέτεισιν ἐπὶ τὸ αʹ καὶ νʹ, ἐν ᾧ τοὺς ἀπὸ Βαρδισάνους αἱρετικοὺς διελέγχει, δέχεσθαι μὲν προσποιουμένους τοὺς | |
15 | προφήτας, καὶ τὰς μὲν ψυχὰς γενέσεως ἐλευθεροῦντας καὶ αὐτεξουσίους ὁμολογοῦντας, τὸ σῶμα δὲ τῇ ταύτης ὑπο‐ τάττοντας διοικήσει· πλοῦτον γὰρ καὶ πενίαν καὶ νόσον | |
καὶ ὑγίειαν καὶ ζωὴν καὶ θάνατον καὶ ὅσα οὐκ ἐν ἡμῖν ἔργον εἶναι λέγουσι τῆς εἱμαρμένης. Εἰ δὲ κατὰ τὸν | 45 in vol. 4 | |
20 | Ἠσαΐαν οὐκ ἴσασιν οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ τὰ μέλ‐ λοντα καὶ κατὰ τὸν Ἱερεμίαν ματαία ἐστὶν ἡ περὶ ταύτην σπουδή, πῶς οὗτοι δέχεσθαι μέν φασι τοὺς προφήτας, τὸ σῶμα δὲ δοῦλον ποιοῦσι τῆς εἱμαρμένης; Καὶ γὰρ ὁ Θεὸς τοῖς Ἰουδαίοις καὶ τὰς ἀπειλὰς καὶ τὰ πάθη σωματικὰ | |
25 | ἐπηφίει, τοιαύτας δὲ καὶ τὰς εὐεργεσίας, ὧν ἄγνοιαν ἔχειν τοὺς ἀστρολόγους διὰ τοῦ Ἠσαΐου κατεψηφίσατο. Πῶς οὖν ἐγχωρεῖ καὶ τοῖς προφήταις πείθεσθαι, καὶ τῶν σωματικῶν κακώσεων καὶ εὐεργεσιῶν τῇ εἱμαρμένῃ τὸ κράτος χαρίζεσθαι καὶ προλέγειν τοὺς περὶ αὐτὴν ἐπτοη‐ | |
30 | μένους τὰ ἐσόμενα; Εἰ μὴ ἄρα μεμηνότες εἴποιεν τὰ μὲν ἀγαθὰ τοῖς εὐσεβοῦσι νέμειν, τἀναντία δὲ τοῖς δυσσεβοῦσι, καὶ τὸ θεῖον ἐξυπηρετούμενον τῇ εἱμαρμένῃ. Καὶ πῶς ψυχαὶ γενέσει οὐχ ὑποκείσονται, Θεοῦ τοῦ πάντων δημιουργοῦ συνεργοῦντος αὐτῇ καὶ ὑπηρετουμένου τοῖς | |
35 | ἀποτελέσμασιν; Εἰ δὲ οὔτε τὰ δι’ ἀγγέλων καὶ προφητῶν οἰκονομηθέντα πάλαι γενέσεως ἔργον ἦν, οὐδ’ ἅπερ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διὰ σώματος φανεὶς εἰργά‐ σατο, μυριάδας ἀνθρωπείων ἰασάμενος σωμάτων, πῶς οἴονται τὸ σῶμα λέγειν γενέσει διοικεῖσθαι; Ἢ γὰρ τὸ ἀπει‐ | |
40 | λεῖν τὸ θεῖον τοῖς παρακούουσιν, εὐεργετεῖν δὲ τοὺς πει‐ θομένους, εἰς ψεῦδος ἀπάξουσιν, ἢ εἰ τὸ πρῶτον ἀληθές, πλάσμα τὸ δεύτερον. | |
42 | Χωρὶς δὲ τῶν εἰρημένων, πῶς | |
Bibl.223222a | οἷόν τε σώματος ὑποκειμένου γενέσει τὰς ψυχὰς ταύτης ἀπηλλάχθαι; Εἰ γὰρ ἀπὸ γενέσεως εὕρεσις θησαυροῦ καὶ οἴκου κτῆσις ἢ ἑτέρων τινῶν σωματικῶν πρόσληψις ἢ ἀποβολή, καὶ δὴ καὶ ἡ τῶν πορνευόντων ἢ τῶν μοι‐ | |
5 | χευόντων ποινή, ἀνάγκη τὴν ψυχὴν ἐλαύνεσθαι μὲν πρὸς εὕρεσιν θησαυροῦ, πρὸς μάθησιν δὲ τεκτονικῆς διὰ τὸν οἶκον ἢ ὑφαντικῆς διὰ τὸ ἱμάτιον. Δεῖ δὲ καὶ γυ‐ ναικὸς ἡττᾶσθαι διὰ τὸ παθεῖν τὸ σῶμα ἅπερ αὐτῷ εἵ‐ μαρται, ἀλλὰ καὶ πρὸς φόνον ὠθεῖσθαι διὰ τὴν κατα‐ | 46 in vol. 4 |
10 | ψηφισαμένην τὸν θάνατον γένεσιν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. Οὐδὲν γὰρ σχεδὸν τῶν σωματικῶν τῆς ψυχῆς μὴ ὑπακουούσης καὶ συλλαμβανούσης γενήσεται, καὶ ἀνάγκη τοὺς ἐκ Βαρδισάνους ἢ καὶ τὴν ψυχὴν ὑποτάξαι γενέσει, ἢ τοῦτο μὴ τολμῶντας καὶ τὸ σῶμα ταύτης ἀποφαίνειν | |
15 | ἐλεύθερον. Οὕτω μὲν καὶ τὸ βʹ καὶ νʹ ἀποπερατοῦται κεφάλαιον. Ἐν δὲ τῷ ἐφεξῆς τὴν ἐσχάτην ἀσέβειαν διελέγχει τῶν γενέσει τολμώντων ὑποβάλλειν καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν φανέντα πρόφασιν ποιουμένων | |
20 | ἀστέρα, καὶ ταύτην εὖ τε καὶ σοφῶς τὴν ἀπόνοιαν κατα‐ βάλλει, πολλοῖς αὐτοὺς κατατιτρώσκων τοῖς ἐπιχειρή‐ μασι, τά τε ἄλλα, καὶ δι’ ὧν δείκνυσι τὸν φανέντα ἀστέρα μὴ ἕνα τῶν πολλῶν καὶ κατ’ οὐρανὸν εἶναι, ἀλλὰ δύναμίν τινα θειοτέραν, εἰς ἄστρον μὲν σχημα‐ | |
25 | τιζομένην, τὴν δὲ τοῦ κοινοῦ δεσπότου κηρύττουσαν γέ‐ νεσιν. Λέγει δὲ τοὺς μάγους παραλαβεῖν μὲν παρὰ Χαλ‐ δαίων ὡς ἀστὴρ ἔσται τῆς κατὰ σάρκα γεννήσεως τοῦ κοινοῦ σωτῆρος μηνυτής, ἐκείνοις δὲ ὡς ὁμοτέχνοις ἀναθεῖναι τὴν πρόρρησιν τὸν Βαλαὰμ ἐκεῖνον, ὃς καὶ | |
30 | ἄκων ἀντὶ κατάρας εὐλογήσας τὸν Ἰσραήλ, τῇ εὐ‐ λογίᾳ συμπεριέλαβε καὶ τὴν τοῦ τεχθησομένου γένεσιν βασιλέως καὶ τὸν ταύτης κήρυκα ἀστέρα. Ἐμφανίζεται δὲ τεχθεὶς Πέρσαις πρὸ τῶν ἄλλων ἐθνῶν ὁ δεσπό‐ της ἑαυτόν, δεικνὺς ὅτι καὶ μάγων καὶ γοήτων τοῖς | |
35 | ἐθέλουσιν ἡ δι’ αὐτοῦ παρέχεται χάρις καὶ σωτηρία. | |
Ταῦτα καὶ τοιαῦτα ἕτερα διαπερανάμενος, τὸ τελευταῖον κεφάλαιον ἀνακεφαλαίωσιν τῶν εἰρημέ‐ νων ποιεῖται, καὶ ἅμα τό τε γʹ καὶ νʹ καὶ τὸν ηʹ τούτοις ἀπαρτίζει λόγον. | 47 in vol. 4 | |
40 | Ἔστι δὲ τὴν φράσιν καθαρός τε καὶ εὐκρινὴς ὁ ἀνήρ, τοῖς δὲ ἐνθυμήμασι καὶ τῇ τῶν ἐπιχειρημά‐ των διαπλάσει, οἷον αὐτὸν κατὰ μέρος ἐν τῇ τῶν λόγων αὐτοῦ ὑπεδείξαμεν ἐκλογῇ. | |
Bibl.224222b(2) | Ἀνεγνώσθη βιβλίον Μέμνονος ἱστορικόν, ἀπὸ τοῦ θʹ λόγου ἕως ϛʹ καὶ ιʹ. Ἡ δὲ πραγματεία, ὅσα περὶ τὴν Ποντικὴν Ἡράκλειαν συνηνέχθη σκοπὸν ἀναγράψαι | |
5 | προτίθεται, τοὺς ἐν αὐτῇ τυραννήσαντας ἀναλεγομένη καὶ πράξεις αὐτῶν καὶ ἤθη, καὶ τοὺς ἄλλων βίους, καὶ τὰ τέλη οἷς ἐχρήσαντο, καὶ ὅσα τῶν εἰρημένων ἐξήρ‐ τηται. Κλέαρχον μὲν οὖν ἐπιθέσθαι πρῶτον τυραννίδι κα‐ | |
10 | τὰ τῆς πόλεως ἀναγράφει. Φησὶ δὲ παιδείας μὲν τῆς κατὰ φιλοσοφίαν οὐκ ἀγύμναστον, ἀλλὰ καὶ Πλάτωνος τῶν ἀκροατῶν ἕνα γεγονέναι, καὶ Ἰσοκράτους δὲ τοῦ ῥήτορος τετραετίαν ἀκροάσασθαι, ὠμὸν δὲ τοῖς ὑπη‐ κόοις καὶ μιαιφόνον, εἴπερ τινὰ ἄλλον, ἐπιδειχθῆναι, | |
15 | καὶ εἰς ἄκρον ἀλαζονείας ἐλάσαι, ὡς καὶ Διὸς υἱὸν ἑαυτὸν ἀνειπεῖν καὶ τὸ πρόσωπον μὴ ἀνέχεσθαι ταῖς ἐκ φύσεως χρωματίζεσθαι βαφαῖς, ἄλλαις δὲ καὶ ἄλ‐ λαις ἰδέαις ποικιλλόμενον ἐπὶ τὸ στιλπνόν τε καὶ ἐνερευ‐ θὲς τοῖς ὁρῶσιν ἐπιφαίνεσθαι, ἐξαλλάττειν δὲ καὶ | |
20 | τοὺς χιτῶνας ἐπὶ τὸ φοβερόν τε καὶ ἁβρότερον. | |
20 | Οὐ | |
ταῦτα δὲ μόνον γενέσθαι κακόν, ἀλλὰ καὶ πρὸς τοὺς εὐεργέτας ἀχάριστον καὶ πάντα βίαιόν τε καὶ τὰ ἄτοπα τολμηρόν· φῦναι δὲ καὶ δραστήριον τὸν παλαμναῖον οἷς ἂν ἐπιβάλοι, οὐ κατὰ τῶν ὁμοφύλων μόνον, ἀλλὰ καὶ | 48 in vol. 4 | |
25 | εἴ τι ἐν ἀλλοφύλοις ἐφρόνει πολέμιον. Βιβλιοθήκην μέντοι κατασκευάσαι πρὸ τῶν ἄλλων οὓς ἡ τυραννὶς ἀπέδειξεν ὀνομάζεσθαι. | |
27 | Τοῦτον δὲ ἐπιβουλὰς μὲν πολλὰς πολλάκις διὰ τὸ μιαιφόνον καὶ μισάνθρωπον καὶ ὑβρι‐ στικὸν κατ’ αὐτοῦ συστάσας διαφυγεῖν, ὀψὲ δὲ καὶ μόλις | |
30 | ὑπὸ Χίωνος τοῦ Μάτριος, ἀνδρὸς μεγαλόφρονος καὶ κοινωνίαν πρὸς αὐτὸν τὴν ἐξ αἵματος ἔχοντος, καὶ Λέοντος καὶ Εὐξένωνος καὶ ἑτέρων οὐκ ὀλίγων συσκευα‐ σθῆναι πληγὴν καιρίαν ἐνεγκεῖν, καὶ τελευτῆσαι πικρῶς ἀπὸ τοῦ τραύματος. | |
34 | Ἔθυε μὲν γὰρ δημοτελῆ θυσίαν ὁ | |
35 | τύραννος· οἱ δὲ περὶ τὸν Χίωνα ἐπιτήδειον εἶναι τὸν καιρὸν τῇ πράξει νομίσαντες τῇ τοῦ Χίωνος χειρὶ τὸ ξίφος διὰ τῶν τοῦ κοινοῦ πολεμίου λαγόνων ἐλαύνουσιν. Ὁ δὲ πολλῶν αὐτὸν καὶ πικρῶν ἀλγηδόνων κατατει‐ νόντων, καὶ τοσούτων φασμάτων ἐκδειματούντων (εἴδωλα | |
40 | δὲ τὰ φάσματα ἦν ὧν ἐκεῖνος μιαιφόνως ἀνῃρήκει), οὕτω δευτεραῖος τὸν βίον κατέτρεψε, ζήσας μὲν ἔτη ηʹ καὶ νʹ, τούτων δὲ τυραννήσας δυοκαίδεκα. Εἶχε δὲ τὴν Περσῶν ἀρχὴν Ἀρταξέρξης τότε, εἶτα καὶ Ὦχος ὁ ταύτην | |
Bibl.224223a | ἐκ πατρὸς ἐκδεξάμενος· πρὸς οὓς καὶ πολλάκις ἔτι ζῶν ὁ Κλέαρχος διεπρεσβεύσατο. | |
2 | Οἱ μέντοι γε ἀνῃ‐ ρηκότες τὸν τύραννον μικροῦ πάντες οἱ μὲν ὑπὸ τῶν σωματοφυλάκων κατ’ αὐτὸν τὸν τῆς ἐπιθέσεως καιρόν, | |
5 | οὐκ ἀγεννῶς ἀνδρισάμενοι, κατεκόπησαν, οἱ δὲ καὶ ὕστερον συλληφθέντες καὶ πικραῖς τιμωρίαις ἐγκαρτερήσαντες ἀνῃρέθησαν. Σάτυρος δὲ ὁ τοῦ τυράννου ἀδελφός, οἷα δὴ ἐπί‐ τροπος καταλειφθεὶς τῶν παίδων Τιμοθέου καὶ Διο‐ | 49 in vol. 4 |
10 | νυσίου, τὴν ἀρχὴν ὑποδέχεται· ὃς ὠμότητι μὲν οὐ Κλέαρ‐ χον ἀλλὰ καὶ πάντας τυράννους ὑπερέβαλεν. Οὐ μόνον γὰρ τοὺς ἐπιβεβουλευκότας τῷ ἀδελφῷ ἐτιμωρήσατο, ἀλλὰ καὶ τῶν τέκνων ἃ μηδὲν συνῄδει τοῖς γεγεννηκόσιν, οὐδὲν ἀνεκτότερον ἐδηλήσατο, καὶ πολλοὺς ἀναιτίους κα‐ | |
15 | κούργων δίκας ἀπῄτησε. | |
15 | Τοῦτον δὲ καὶ μαθημάτων τῶν τε κατὰ φιλοσοφίαν καὶ τῶν παντὸς ἐλευθερίου ἄλλου παντελῶς ὑπάρξαι ἀπαράδεκτον, καὶ νοῦν δὲ πρὸς τὰς μιαιφονίας μόνον ὀξύρροπον ἔχοντα φιλάνθρωπον μη‐ δὲν μηδὲ ἥμερον μήτε μαθεῖν ἐθελῆσαι μήτε φῦναι | |
20 | ἐπιτήδειον. Ἀλλὰ πάντα μὲν ἦν οὗτος κάκιστος, εἰ καὶ χρόνος αὐτῷ κόρον λαβεῖν τῶν ἐμφυλίων αἱμάτων καὶ τῆς μιαιφονίας ὑπεξέλυεν· ἐπὶ δὲ τῇ φιλαδελφίᾳ τὸ πρῶτον ἠνέγκατο. | |
23 | Τὴν γὰρ ἀρχὴν τοῖς τοῦ ἀδελφοῦ παισὶν ἀνεπηρέαστον συντηρῶν ἐπὶ τοσοῦτον τῆς αὐτῶν κηδε‐ | |
25 | μονίας λόγον ἐτίθετο, ὡς καὶ γυναικὶ συνών, καὶ τότε λίαν στεργομένῃ, μὴ ἀνασχέσθαι παιδοποιῆσαι, ἀλλὰ μη‐ χανῇ πάσῃ γονῆς στέρησιν ἑαυτῷ δικάσαι, ὡς ἂν μηδ’ ὅλως ὑπολίποι τινὰ ἐφεδρεύοντα τοῖς τοῦ ἀδελφοῦ παι‐ σίν. | |
29 | Οὗτος ἔτι ζῶν καὶ γήρᾳ βαρυνόμενος Τιμοθέῳ τῷ | |
30 | πρεσβυτέρῳ τῶν παίδων τοῦ ἀδελφοῦ ἐγχειρίζει τὴν ἀρχήν, καὶ μετὰ χρόνον οὐ πολὺν ἀνιάτῳ πάθει καὶ χαλεπωτάτῳ συσχεθείς, —καρκίνωμα γὰρ μεταξὺ βουβῶ‐ | |
νός τε καὶ ὀσχέου ὑποφυὲν τὴν νομὴν πρὸς τὰ ἔνδον ἐπεδίδου πικρότερον, ἐξ οὗ ἰχῶρες ἀναστομωθείσης τῆς | 50 in vol. 4 | |
35 | σαρκὸς ἐξέρρεον βαρὺ καὶ δύσοιστον πνέουσαι, ὡς μηκέτι μήτε τὸ ὑπηρετούμενον μήτε τοὺς ἰατροὺς τὸ τῆς ση‐ πεδόνος στέγειν δυσῶδες καὶ ἀνυπόστατον. Καὶ συνεχεῖς δὲ ὀδύναι καὶ δριμεῖαι ὅλον τὸ σῶμα κατέτεινον, ὑφ’ ὧν ἀγρυπνίαις τε καὶ σπασμοῖς ἐξεδίδοτο, ἕως προκό‐ | |
40 | ψασα μέχρις αὐτῶν τῶν σπλάγχνων τοῦ πάθους ἡ νο‐ μὴ τοῦ βίου ἀπέρρηξεν. | |
41 | Ἐδίδου μὲν καὶ οὗτος, ὥσπερ καὶ Κλέαρχος, τελευτῶν τοῖς ὁρῶσιν ἐννοεῖν δίκας ἀπαιτεῖσθαι ὧν ὠμῶς τε καὶ παρανόμως τοὺς πολίτας διέθεσαν· πολλάκις γὰρ αὐτόν φασιν ἐν τῇ νόσῳ τὸν | |
Bibl.224223b | θάνατον ἐπελθεῖν αὐτῷ κατευχόμενον μὴ τυχεῖν, ἀλλὰ συχναῖς ἡμέραις τῇ πικρᾷ καὶ βαρείᾳ καταδαπα‐ νώμενον νόσῳ οὕτως ἀποτίσαι τὸ χρεών, ἔτη μὲν βιώσαντα πέντε καὶ ἑξήκοντα, ὧν ἡ τυραννὶς εἶ‐ | |
5 | χε ζʹ. Ἀρχίδαμος δὲ τηνικαῦτα Λακεδαιμονίων ἐβασίλευεν. Ὁ δὲ Τιμόθεος παραλαβὼν τὴν ἀρχὴν οὕτω ταύ‐ την ἐπὶ τὸ πρᾳότερον καὶ δημοκρατικώτερον με‐ τερρύθμιζεν, ὡς μηκέτι τύραννον ἀλλ’ εὐεργέτην αὐ‐ | |
10 | τὸν οἷς ἔπραττε καὶ σωτῆρα ὀνομάζεσθαι. Τά τε γὰρ χρέα τοῖς δανεισταῖς παρ’ ἑαυτοῦ διελύσατο, καὶ τοῖς χρῄζουσι πρὸς τὰς ἐμπορίας καὶ τὸν ἄλλον βίον τό‐ κων ἄνευ ἐπήρκεσε, καὶ τῶν δεσμωτηρίων οὐ τοὺς ἀνευθύνους μόνον ἀλλὰ καὶ τοὺς ἐν αἰτίαις διηφίει καὶ | |
15 | δικαστὴς ἀκριβὴς ἦν ὁμοῦ καὶ φιλάνθρωπος, καὶ τὰ ἄλλα χρηστὸς καὶ τὰς ὑποθέσεις οὐκ ἀπιστούμενος. Ἐφ’ οἷς καὶ τὸν ἀδελφὸν Διονύσιον τά τε ἄλλα πατρικῶς περιεῖπε, καὶ κοινωνὸν μὲν εἶχεν αὐτίκα τῆς ἀρχῆς, ἐχομένως δὲ καὶ διάδοχον. | |
19 | Οὐ μὴν ἀλλὰ γὰρ καὶ πρὸς | 51 in vol. 4 |
20 | τὰς πολεμικὰς τῶν πράξεων ἀνδρείως ἐφέρετο, με‐ γαλόφρων δὲ ἦν καὶ γενναῖος σῶμα καὶ ψυχήν, ἀλλὰ καὶ πρὸς τὰς τῆς μάχης διαλύσεις εὐγνώμων τε καὶ οὐκ ἄχαρις, πράγματα μὲν συνιδεῖν ἱκανός, ἐξικέσθαι δὲ πρὸς τὰ συνεωραμένα δραστήριος, οἰκτίρμων τε τὸ | |
25 | ἦθος καὶ χρηστός, καὶ τῇ μὲν εὐτολμίᾳ δεινῶς ἀπό‐ τομος, τῇ δὲ μετριότητι φιλάνθρωπός τε καὶ μειλί‐ χιος. Διὸ σφόδρα μὲν περιὼν τοῖς πολεμίοις φοβε‐ ρὸς ἦν, καὶ πάντες αὐτὸν κατωρρώδουν ἐπειδὰν ἀπε‐ χθάνοιτο, τοῖς δ’ ἀρχομένοις γλυκύς τε καὶ ἥμερος. | |
30 | Ἔνθεν καὶ τελευτῶν πόθον αὑτοῦ κατέλιπε πολύν, καὶ πένθος ἤγειρε τῷ πόθῳ ἐνάμιλλον. | |
31 | Ὁ δὲ τούτου ἀδελ‐ φὸς Διονύσιος καίει μὲν τὸ σῶμα πολυτελῶς, σπέν‐ δει δὲ αὐτῷ καὶ τὰ ἀπὸ βλεφάρων δάκρυα καὶ τὰς ἀπὸ τῶν σπλάγχνων οἰμωγάς, ἐπιτελεῖ δὲ καὶ ἀγῶνας ἱπ‐ | |
35 | πικούς, οὐχ ἱππικοὺς δὲ μόνον ἀλλὰ καὶ σκηνικοὺς καὶ θυμελικοὺς καὶ γυμνικούς, τοὺς μὲν αὐτίκα, τοὺς δὲ λαμπροτέρους καὶ ὕστερον. Ἀλλὰ ταῦτα μὲν ἡ θʹ καὶ ιʹ τοῦ Μέμνονος, ὡς ἐν ἐπιδρομῇ φάναι, διαγράφει ἱστορία. Τὴν δὲ ἀρχὴν διαδεξάμενος Διονύσιος ηὔξησε | |
40 | ταύτην, Πέρσας ἐπὶ Γρανικῷ τοῦ Ἀλεξάνδρου μάχῃ κα‐ ταγωνισαμένου καὶ παρασχόντος ἄδειαν τοῖς βουλομένοις αὔξειν τὰ ἑαυτῶν, τῆς τέως ἐμποδὼν πᾶσιν ἱσταμένης Περσικῆς ἰσχύος ὑποστελλομένης. Ὕστερον δὲ ποικίλας ὑπέστη περιστάσεις, μάλιστά γε τῶν τῆς Ἡρακλείας φυ‐ | |
Bibl.224224a | γάδων πρὸς Ἀλέξανδρον περιφανῶς ἤδη τῆς Ἀσίας κρατοῦντα διαπρεσβευομένων, καὶ κάθοδον καὶ τὴν τῆς πόλεως πάτριον δημοκρατίαν ἐξαιτουμένων. Δι’ ἅπερ ἐγγὺς μὲν κατέστη τοῦ ἐκπεσεῖν τῆς ἀρχῆς, καὶ ἐξέπεσεν ἂν | |
5 | εἰ μὴ συνέσει πολλῇ καὶ ἀγχινοίᾳ καὶ τῇ τῶν ὑπηκόων εὐ‐ νοίᾳ καὶ θεραπείᾳ Κλεοπάτρας τοὺς ἀπειληθέντας αὐτῷ πολέμους διέφυγε, τὰ μὲν ὑπείκων καὶ τὴν ὀργὴν ἐκλύων καὶ μεθοδεύων ταῖς ἀναβολαῖς, τὰ δὲ ἀντιπαρασκευαζό‐ μενος. | 52 in vol. 4 |
9 | Ἐπεὶ δὲ ἢ θανάτῳ ἢ νόσῳ κατὰ Βαβυλῶνα γε‐ | |
10 | γονὼς Ἀλέξανδρος τὸν βίον διέδραμεν, εὐθυμίας μὲν ὁ Διονύσιος ἄγαλμα τὴν ἀγγελίαν ἀκούσας ἱδρύσατο, παθὼν τῇ πρώτῃ προσβολῇ τῆς φήμης ὑπὸ τῆς πολ‐ λῆς χαρᾶς ὅσα ἂν ἡ σφόδρα λύπη δράσειε· μικροῦ γὰρ περιτραπεὶς εἰς τὸ πεσεῖν ὑπήχθη καὶ ἄνους ὤφθη γενό‐ | |
15 | μενος. | |
15 | Περδίκκα δὲ τῶν ὅλων ἐπιστάντος οἱ μὲν τῆς Ἡρακλείας φυγάδες πρὸς τὰ αὐτὰ καὶ τοῦτον παρώ‐ ξυνον, Διονύσιος δὲ ταῖς ὁμοίαις μεθόδοις χρώμενος ἐπὶ ξυροῦ ἀκμῆς πολλοὺς κινδύνους κατ’ αὐτοῦ συστάντας πάντας διέδρασεν. Ἀλλ’ ὁ μὲν Περδίκκας ὑπὸ τῶν ἀρχο‐ | |
20 | μένων μοχθηρὸς γεγονὼς ἀνῄρηται, καὶ αἱ τῶν φυγά‐ δων ἐλπίδες ἐσβέννυντο, Διονυσίῳ δὲ πανταχόθεν τὰ πράγματα πρὸς τὸ εὐδαιμονέστερον μετεβάλοντο. | |
22 | Ἡ δὲ πλείστη ῥοπὴ τῆς εὐδαιμονίας ὁ δεύτερος αὐτῷ κατέστη γάμος. Ἠγάγετο μὲν γὰρ Ἄμαστριν, αὕτη δὲ ἦν Ὀξάθρου | |
25 | θυγάτηρ· ἀδελφὸς δὲ ἦν οὗτος Δαρείου, ὃν καθελὼν Ἀλέξανδρος Στάτειραν τὴν αὐτοῦ θυγατέρα γυναῖκα ἠγάγετο, ὡς εἶναι τὰς γυναῖκας ἀλλήλαις ἀνεψιάς, ἔχειν δέ τι πρὸς ἑαυτὰς καὶ φίλτρον ἐξαίρετον, ὃ τὸ συντρόφους ὑπάρξαι ταύταις ἐνέφυσεν. Ἀλλὰ ταύτην | |
30 | τὴν Ἄμαστριν Ἀλέξανδρος, ὅτε Στατείρᾳ συνήπτετο, Κρατερῷ (τῶν φιλουμένων ἦν οὗτος ὡς μάλιστα) συναρ‐ μόζει. Ἀλεξάνδρου δὲ ἐξ ἀνθρώπων ἀποπτάντος, καὶ | |
Κρατεροῦ πρὸς Φίλαν τὴν Ἀντιπάτρου ἀποκλίναντος, γνώμῃ τοῦ λιπόντος Διονυσίῳ ἡ Ἄμαστρις συνοικίζεται. | 53 in vol. 4 | |
35 | Ἐξ οὗ ἐπὶ μέγα ἡ ἀρχὴ αὐτῷ διήρθη πλούτου τε περι‐ βολῇ τῇ διὰ τῆς ἐπιγαμίας προστεθείσῃ καὶ ἰδίᾳ φιλο‐ καλίᾳ· καὶ γὰρ καὶ τὴν τοῦ Διονυσίου πᾶσαν ἐπισκευὴν τοῦ Σικελίας τυραννήσαντος αὐτὸν ἐπῆλθεν ἐξωνήσασθαι, τῆς ἀρχῆς ἐκείνου διαφθαρείσης. | |
39 | Οὐ ταῦτα δὲ μόνον | |
40 | αὐτῷ τὴν ἀρχὴν ἐπεκράτυνεν, ἀλλὰ καὶ εὐπραγία καὶ εὔνοια τῶν ὑπηκόων, καὶ πολλῶν ὧν οὐκ ἐκράτει πρό‐ τερον ἡ κυριότης. Καὶ Ἀντιγόνῳ δὲ τὴν Ἀσίαν κατέχοντι | |
Bibl.224224b | λαμπρῶς συμμαχήσας, ὁπότε τὴν Κύπρον ἐπο‐ λιόρκει, τὸν ἀδελφιδοῦν Πτολεμαῖον (στρατηγὸς δὲ οὗτος ἦν τῶν περὶ τὸν Ἑλλήσποντον) φιλοτιμίας ἀμοιβὴν εὕρατο παρὰ Ἀντιγόνῳ γαμβρὸν λαβεῖν ἐπὶ θυγατρί· | |
5 | ἡ δὲ παῖς ἐκ προτέρων ἦν αὐτῷ γεγενημένη γάμων. Οὕτω γοῦν εἰς μέγα δόξης ἀνελθὼν καὶ τὸν τύραννον ἀπαξιώσας τὸ βασιλέως ἀντέλαβεν ὄνομα. Φόβων δὲ καὶ φροντίδων ἐλευθεριάσας καὶ ταῖς καθημεριναῖς τρυφαῖς ἐκδιαιτηθεὶς ἐξωγκώθη τε τὸ σῶμα, καὶ τοῦ | |
10 | κατὰ φύσιν πολὺ πλέον ἐλιπάνθη. Ὑφ’ ὧν οὐ μόνον περὶ τὴν ἀρχὴν ῥᾳθύμως εἶχεν, ἀλλὰ καὶ ἐπειδὰν ἀφυπνώσειε, βελόναις μακραῖς τὸ σῶμα διαπειρόμε‐ νος (τοῦτο γὰρ ἄκος μόνον τοῦ κάρου καὶ τῆς ἀναισθη‐ σίας ὑπελείπετο) μόλις τῆς κατὰ τὸν ὕπνον καταφορᾶς | |
15 | ἐξανίστατο. | |
15 | Τεκνωσάμενος δὲ τρεῖς παῖδας ἐκ τῆς Ἀμά‐ στριος, Κλέαρχον, Ὀξάθρην καὶ θυγατέρα ὁμώνυμον τῇ μητρί, μέλλων τελευτᾶν ταύτην τε τῶν ὅλων δέ‐ σποιναν καταλιμπάνει καὶ τῶν παίδων κομιδῇ νηπίων | |
ὄντων σύν τισιν ἑτέροις ἐπίτροπον, βιοὺς μὲν ἔτη εʹ καὶ νʹ, | 54 in vol. 4 | |
20 | ὧν ἐπὶ τῆς ἀρχῆς λʹ ἐγνωρίζετο, πρᾳότατος ἐν αὐτῇ, ὡς εἴρηται, γεγονὼς καὶ τὸ χρηστὸς ἐπίκλησιν ἐκ τῶν ἠθῶν ἐνεγκάμενος, καὶ πολὺν πόθον τοῖς ὑπὸ χεῖρα καὶ πένθος λιπών. Οὐδὲν δὲ ἧττον καὶ μετὰ τὴν ἐκείνου ἐξ ἀνθρώπων | |
25 | ἀναχώρησιν τὰ τῆς πόλεως πρὸς εὐδαιμονίαν ἐφέρετο, Ἀντιγόνου τῶν τε παίδων Διονυσίου καὶ τῶν πολιτῶν οὐ παρέργως προνοουμένου. Ἐκείνου δὲ πρὸς ἕτερα τὰς φροντίδας τρεψαμένου, Λυσίμαχος πάλιν τῶν περὶ Ἡράκλειαν καὶ τῶν παίδων ἐπεμελεῖτο, ὃς καὶ Ἄμαστριν | |
30 | ποιεῖται γυναῖκα. Καὶ κατ’ ἀρχὰς μὲν λίαν ἔστερξε, πρα‐ γμάτων δὲ αὐτῷ προσπεσόντων αὐτὴν μὲν ἐν Ἡρα‐ κλείᾳ λείπει, αὐτὸς δ’ εἴχετο τῶν ἐπειγόντων. Εἰς Σάρ‐ δεις δὲ μετ’ οὐ πολὺν χρόνον, τῶν πολλῶν πόνων ῥαΐ‐ σας, μετεπέμψατο ταύτην, καὶ ἔστεργεν ὁμοίως. Ὕστερον | |
35 | δὲ πρὸς τὴν θυγατέρα Πτολεμαίου τοῦ Φιλαδέλφου (Ἀρ‐ σινόη δὲ ἦν ὄνομα) τὸν ἔρωτα μεταθείς, διαζυ‐ γῆναι τὴν Ἄμαστριν αὐτοῦ παρέσχεν αἰτίαν καὶ κατα‐ λιποῦσαν τοῦτον καταλαβεῖν τὴν Ἡράκλειαν. Ἐγείρει δὲ αὕτη παραγενομένη καὶ συνοικίζει πόλιν Ἄμαστριν. | |
40 | Κλέαρχος δὲ ἀνδρωθεὶς ἤδη τῆς τε πόλεως ἦρχε, καὶ πολέμοις οὐκ ὀλίγοις τὰ μὲν συμμαχῶν ἄλλοις, τὰ δὲ καὶ τοῖς ἐπιφερομένοις αὐτῷ ἐξητάζετο. Ἐν οἷς καὶ | |
Bibl.224225a | κατὰ Γετῶν Λυσιμάχῳ συστρατευόμενος ἑάλω τε σὺν αὐτῷ, καὶ ἀνεθέντος τῆς αἰχμαλωσίας ἐκείνου καὶ αὐτὸς ὕστερον τῇ Λυσιμάχου προνοίᾳ ἀφίετο. | |
3 | Οὗτος ὁ Κλέ‐ αρχος ἅμα τῷ ἀδελφῷ τῆς ἀρχῆς καταστάντες διά‐ | |
5 | δοχοι πρὸς μὲν ἡμερότητα καὶ χρηστότητα πολὺ τοῦ πατρὸς ἐλάττους τοῖς ὑπηκόοις ἀπέβησαν, εἰς ἔκθεσμον | |
δὲ καὶ μιαρώτατον ἔργον ἐξέπεσον· τὴν γὰρ μητέρα μηδὲν περὶ αὐτοὺς μέγα πλημμελήσασαν, μηχανῇ δει‐ νῇ καὶ κακουργίᾳ ἐπιβᾶσαν νηὸς θαλάσσῃ ἀποπνιγῆ‐ | 55 in vol. 4 | |
10 | ναι κατειργάσαντο. | |
10 | Δι’ ἣν αἰτίαν καὶ Λυσίμαχος ὁ πολλάκις ῥηθείς (Μακεδονίας δὲ ἐβασίλευεν) εἰ καὶ τὴν Ἄμαστριν διὰ τὴν συνάφειαν Ἀρσινόης λιπεῖν αὐ‐ τὸν παρεσκευάσατο, ἀλλ’ οὖν τοῦ τε προτέρου πόθου φέρων ἐν ἑαυτῷ τὸ ἐμπύρευμα, καὶ τὸ μυσαρὸν καὶ | |
15 | ὠμὸν τῆς πράξεως οὐκ ἀνασχετὸν ποιούμενος, στεγανώ‐ τατα μὲν τὴν αὑτοῦ κατεῖχεν ἔνδον γνώμην, τὴν ἀρ‐ χαίαν δὲ φιλίαν πρὸς τοὺς περὶ Κλέαρχον τῷ σχήματι ἐπιδεικνύς, διὰ πολλῶν τε μηχανῶν καὶ τῶν τοῦ λαν‐ θάνειν στρατηγημάτων (κρύψαι γὰρ τὸ βουλόμενον δει‐ | |
20 | νότατος ἀνθρώπων γεγονέναι λέγεται) ἐν Ἡρακλείᾳ μὲν ὡς ἐπὶ τῷ τῶν δεχομένων συνοίσοντι παραγίνεται, πατρὸς δὲ στοργὴν τῷ προσωπείῳ τοῖς περὶ Κλέαρχον προβαλλόμενος ἀναιρεῖ μὲν τοὺς μητροκτόνους, πρῶ‐ τον μὲν Κλέαρχον, εἶτα καὶ Ὀξάθρην, μητρικῆς ἀπαι‐ | |
25 | τήσας μιαιφονίας δίκας· καὶ τὴν πόλιν ποιησάμε‐ νος ὑπὸ τὴν πρόνοιαν τὴν αὑτοῦ, καὶ τὰ πολλὰ δὲ λαφυραγωγήσας ὧν ἡ τυραννὶς ἠθροίκει χρημάτων, ἄδειάν τε δοὺς δημοκρατεῖσθαι τοὺς πολίτας, οὗ ἐφίεν‐ το, πρὸς τὴν ἰδίαν βασιλείαν ἐστέλλετο. | |
30 | Λυσίμαχος δὲ τὴν ἰδίαν ἀρχὴν καταλαβών, δι’ ἐπαί‐ νων μὲν τὴν Ἄμαστριν εἶχεν, ἐθαύμαζε δὲ αὐτῆς τούς τε τρόπους καὶ τὴν ἀρχὴν πρὸς ὄγκον καὶ μέγεθος καὶ ἰσχὺν ὡς ἐκρατύνατο, ἐξαίρων μὲν τὴν Ἡράκλειαν, μέ‐ ρος δὲ τῶν ἐπαίνων καὶ τὴν Τῖον καὶ τὴν Ἄμαστριν, | |
35 | ἣν ἐπώνυμον ἤγειρεν ἐκείνη, ποιούμενος. Καὶ ταῦτα λέ‐ γων τὴν Ἀρσινόην ἠρέθιζε δεσπότιν τῶν ἐπαινουμένων γενέσθαι. Ἡ δὲ ἐδεῖτο τυχεῖν ὧν ἐπόθει. Καὶ ὁ Λυσίμαχος σεμνύνων τὸ δῶρον κατ’ ἀρχὰς μὲν οὐ προσίετο, ἐκλι‐ παρηθεὶς δὲ χρόνῳ παρέσχεν· ἦν γὰρ δεινὴ περιελθεῖν | 56 in vol. 4 |
40 | ἡ Ἀρσινόη, καὶ τὸ γῆρας ἤδη Λυσίμαχον παρεῖχεν εὐεπιχείρητον. | |
41 | Δεξαμένη δ’ οὖν ἡ Ἀρσινόη τῆς Ἡρα‐ κλείας τὴν ἀρχὴν πέμπει τὸν Κυμαῖον Ἡρακλείδην, | |
Bibl.224225b | ἄνδρα μὲν εὔνουν αὐτῇ, ἀπότομον δὲ ἄλλως καὶ δεινὸν ἐν βουλευμάτων ἐντρεχείᾳ καὶ ὀξύτητι. Ὁ δὲ τῆς Ἡρακλείας ἐπιβὰς τά τε ἄλλα σφόδρα ἐπιστρόφως τῶν πραγμάτων ἐξηγεῖτο, καὶ πολλοὺς αἰτίαις ὑποβάλλων | |
5 | τῶν πολιτῶν οὐκ ἐλάττους ἐτιμωρεῖτο, ὡς πάλιν ἀπο‐ βαλεῖν αὐτοὺς τὴν μόλις ἐπιφανεῖσαν εὐδαιμονίαν. | |
6 | Ὁ μέντοι Λυσίμαχος περιδρομῇ Ἀρσινόης τὸν ἄριστον τῶν παίδων καὶ πρεσβύτερον Ἀγαθοκλέα (ἐκ προτέ‐ ρων δὲ φὺς ἦν αὐτῷ γάμων) κατ’ ἀρχὰς μὲν λαν‐ | |
10 | θάνοντι φαρμάκῳ, ἐκείνου δὲ κατὰ πρόνοιαν ἐξεμε‐ θέντος, ἀναιδεστάτῃ διαχειρίζεται γνώμῃ· δεσμωτηρίῳ ἐμβαλὼν κελεύει κατακοπῆναι, ἐπιβουλὴν αὑτῷ κατα‐ ψευσάμενος. Ὁ δὲ Πτολεμαῖος, ὃς αὐτόχειρ τοῦ μιάσμα‐ τος ἐγεγόνει, ἀδελφὸς ἦν Ἀρσινόης καὶ ἐπώνυμον διὰ | |
15 | τὴν σκαιότητα καὶ ἀπόνοιαν τὸν κεραυνὸν ἔφερεν. Ὁ τοίνυν Λυσίμαχος διὰ τὴν παιδοκτονίαν μῖσός τε δίκαιον παρὰ τῶν ὑπηκόων ἐλάμβανε, καὶ Σέλευκος ταῦτα πυθόμενος, καὶ ὡς εὐχερὲς εἴη τοῦτον παρα‐ | |
λῦσαι τῆς ἀρχῆς τῶν πόλεων ἀφισταμένων αὐτοῦ, μά‐ | 57 in vol. 4 | |
20 | χην συνάπτει πρὸς αὐτόν. Καὶ πίπτει ἐν τῷ πολέμῳ Λυσίμαχος παλτῷ βληθείς· ὁ δὲ βαλὼν ἀνὴρ Ἡρα‐ κλεώτης ἦν, ὄνομα Μαλάκων, ὑπὸ Σελεύκῳ τατ‐ τόμενος. Πεσόντος δὲ ἡ τούτου ἀρχὴ προσχωρήσασα τῇ τοῦ Σελεύκου μέρος κατέστη. Ἀλλ’ ἐνταῦθα μὲν καὶ τὸ | |
25 | ιβʹ τῆς Μέμνονος ἱστορίας λήγει. Ἐν δὲ τῷ ιγʹ τοὺς Ἡρακλεώτας λέγει πυθομένους τὴν ἀναίρεσιν Λυσιμάχου καὶ ὡς εἴη ὁ τοῦτον ἀπεκτο‐ νὼς Ἡρακλεώτης, τάς τε γνώμας ἀναρρώννυσθαι καὶ πρὸς τὸν τῆς ἐλευθερίας ἀνδραγαθίζεσθαι πόθον, ἣν | |
30 | δʹ καὶ πʹ ἔτεσιν ὑπό τε τῶν ἐμφυλίων τυράννων καὶ μετ’ ἐκείνους ὑπὸ Λυσιμάχου ἀφῄρηντο. | |
31 | Προσῆλθον οὖν πρότερον Ἡρακλείδῃ, πείθοντες αὐτὸν μὲν ἐκχω‐ ρεῖν τῆς πόλεως, οὐκ ἀπαθῆ κακῶν μόνον ἀλλὰ καὶ λαμπροῖς δώροις ἐφοδιαζόμενον, ἐφ’ ᾧ τὴν ἐλευθε‐ | |
35 | ρίαν ἐκείνους ἀναλαβεῖν. Ὡς δὲ οὐ μόνον οὐκ ἔπειθον, ἀλλὰ καὶ εἰς ὀργὴν ἐκπεσόντα εἶδον καί τινας αὐτῶν καὶ τιμωρίαις ὑπάγοντα, συνθήκας θέμενοι πρὸς τοὺς φρουράρχους οἱ πολῖται, αἳ τήν τε ἰσοπολιτείαν αὐτοῖς ἔνεμον καὶ τοὺς μισθοὺς λαβεῖν ὧν ἐστέρηντο, | |
40 | συλλαμβάνουσι τὸν Ἡρακλείδην καὶ φυλαττόμενον εἶ‐ χον ἐπὶ χρόνον. Ἐκεῖθεν λαμπρὰς ἀδείας λαβόντες, τῆς τε ἀκροπόλεως μέχρις ἐδάφους τὰ τείχη κατέβα‐ | |
Bibl.224226a | λον, καὶ πρὸς Σέλευκον διεπρεσβεύοντο, τῆς πό‐ λεως ἐπιμελετὴν προστησάμενοι Φώκριτον. | |
2 | Ζιποίτης δὲ ὁ Βιθυνῶν ἐπάρχων, ἐχθρῶς ἔχων Ἡρακλεώταις πρό‐ τερον μὲν διὰ Λυσίμαχον, τότε δὲ διὰ Σέλευκον (διά‐ | |
5 | φορος γὰρ ἦν ἑκατέρῳ), τὴν κατ’ αὐτῶν ἐπιδρομήν, | |
ἔργα κακώσεως ἀποδεικνύς, ἐποιεῖτο· οὐ μὴν οὐδὲ τὸ αὐτοῦ στράτευμα κακῶν ἀπαθεῖς ἔπραττον ἅπερ ἔπρατ‐ τον, ἔπασχον δὲ καὶ αὐτοὶ ὧν ἔδρων οὐ κατὰ πολὺ ἀνεκτότερα. | 58 in vol. 4 | |
9 | Ἐν τούτῳ δὲ Σέλευκος Ἀφροδίσιον πέμπει | |
10 | διοικητὴν εἴς τε τὰς ἐν Φρυγίᾳ πόλεις καὶ τὰς ὑπερ‐ κειμένας τοῦ Πόντου. Ὁ δέ, διαπραξάμενος ἃ ἐβούλετο καὶ ἐπανιών, τῶν μὲν ἄλλων πόλεων ἐν ἐπαίνοις ἦν, Ἡρακλεωτῶν δὲ κατηγόρει μὴ εὐνοϊκῶς ἔχειν τοῖς τοῦ Σελεύκου πράγμασιν· ὑφ’ οὗ Σέλευκος παροξυνθεὶς τούς | |
15 | τε πρὸς αὐτὸν ἀφικομένους πρέσβεις ἀπειλητικοῖς ἐξε‐ φαύλιζε λόγοις καὶ κατέπληττεν, ἑνὸς τοῦ Χαμαιλέον‐ τος οὐδὲν ὀρρωδήσαντος τὰς ἀπειλάς, ἀλλὰ φαμένου «Ἡρακλῆς κάρρων Σέλευκε» (κάρρων δὲ ὁ ἰσχυρότε‐ ρος παρὰ Δωριεῦσιν). Ὁ δ’ οὖν Σέλευκος τὸ μὲν ῥη‐ | |
20 | θὲν οὐ συνῆκεν, ὀργῆς δ’ ὡς εἶχε, καὶ ἀπετρέπετο. Τοῖς δὲ οὔτε τὸ ἀναχωρεῖν οἴκαδε οὔτε τὸ προσμένειν λυσιτελὲς ἐδόκει. | |
22 | Ταῦτα δὲ Ἡρακλεῶται πυθόμενοι τά τε ἄλλα παρεσκευάζοντο καὶ συμμάχους ἤθροιζον πρός τε Μιθριδάτην τὸν Πόντου βασιλέα διαπρεσβευόμε‐ | |
25 | νοι καὶ πρὸς Βυζαντίους καὶ Καλχηδονίους. Οἱ δὲ περι‐ λειπόμενοι τῶν ἀπὸ Ἡρακλείας φυγάδων, Νύμφιδος, καὶ αὐτοῦ ἑνὸς ὑπάρχοντος τούτων, κάθοδον βουλεύσαν‐ τος αὐτοῖς καὶ ῥᾳδίαν εἶναι ταύτην ἐπιδεικνύντος, εἰ μηδὲν ὧν οἱ πρόγονοι ἀπεστέρηντο αὐτοὶ φανεῖεν | |
30 | διοχλοῦντες ἀναλήψεσθαι, ἔπεισέ τε σὺν τῷ ῥᾴστῳ, καὶ τῆς καθόδου ὃν ἐβούλευσε τρόπον γεγενημένης οἵ τε καταχθέντες καὶ ἡ δεξαμένη πόλις ἐν ὁμοίαις ἡδοναῖς καὶ εὐφροσύναις ἀνεστρέφοντο, φιλοφρόνως τῶν ἐν τῇ | |
πόλει τούτους δεξιωσαμένων καὶ μηδὲν τῶν εἰς αὐτάρ‐ | 59 in vol. 4 | |
35 | κειαν αὐτοῖς συντελούντων παραλελοιπότων. Καὶ οἱ Ἡρακλεῶται τὸν εἰρημένον τρόπον τῆς παλαιᾶς εὐ‐ γενείας τε καὶ πολιτείας ἐπελαμβάνοντο. Σέλευκος δὲ τοῖς κατωρθωμένοις κατὰ Λυσιμάχου ἐπαρθείς, εἰς τὴν Μακεδονίαν διαβαίνειν ὥρμητο, | |
40 | πόθον ἔχων τῆς πατρίδος, ἐξ ἧς σὺν Ἀλεξάνδρῳ ἐστράτευτο, κἀκεῖ τοῦ βίου τὸ λεῖπον διανύσαι γηραιὸς ἤδη ὢν διανοούμενος, τὴν δὲ Ἀσίαν Ἀντιόχῳ παραθέσθαι | |
Bibl.224226b | τῷ παιδί. | |
1 | Πτολεμαῖος δὲ ὁ Κεραυνὸς τῶν Λυ‐ σιμάχου πραγμάτων ὑπὸ Σελεύκῳ γεγενημένων καὶ αὐ‐ τὸς ὑπ’ αὐτὸν ἐτέλει, οὐχ ὡς αἰχμάλωτος παρορώμε‐ νος, ἀλλ’ οἷα δὴ παῖς βασιλέως τιμῆς τε καὶ προνοίας | |
5 | ἀξιούμενος, οὐ μὴν ἀλλὰ καὶ ὑποσχέσεσι λαμπρυνόμενος, ἃς αὐτῷ Σέλευκος προὔτεινεν εἰ τελευτήσειεν ὁ γεινά‐ μενος, εἰς τὴν Αἴγυπτον, πατρῴαν οὖσαν ἀρχὴν, καταγαγεῖν. Ἀλλ’ ὁ μὲν τοιαύτης κηδεμονίας ἠξίωτο, κακὸν δὲ ἄρα αἱ εὐεργεσίαι οὐδὲν ἐβελτίουν. Ἐπιβουλὴν γὰρ συστήσας | |
10 | προσπεσὼν τὸν εὐεργέτην ἀναιρεῖ, καὶ ἵππου ἐπιβὰς πρὸς Λυσιμαχίαν φεύγει· ἐν ᾗ διάδημα περιθέμενος μετὰ λαμπρᾶς δορυφορίας κατέβαινεν εἰς τὸ στράτευμα, δεχομένων αὐτὸν ὑπὸ τῆς ἀνάγκης καὶ βασιλέα καλούν‐ των οἳ πρότερον Σελεύκῳ ὑπήκουον. | |
14 | Ἀντίγονος δὲ ὁ | |
15 | Δημητρίου τὰ συνενεχθέντα μαθὼν ἐπὶ Μακεδονίαν διαβαίνειν ἐπεχείρει πεζῷ καὶ νηΐτῃ στρατεύματι, προ‐ φθάσαι σπεύδων τὸν Πτολεμαῖον. Ὁ δὲ Πτολεμαῖος τὰς Λυσιμάχου νῆας ἔχων ἀπήντα καὶ ἀντιπαρετάτ‐ τετο. Ἦσαν δ’ ἐν αὐταῖς ἄλλαι τε καὶ τῆς Ἡρακλείας | |
20 | αἱ μετάπεμπτοι, ἑξήρεις τε καὶ πεντήρεις καὶ ἄφρακτοι καὶ ὀκτήρης μία ἡ Λεοντοφόρος καλουμένη, μεγέθους ἕνεκα καὶ κάλλους ἥκουσα εἰς θαῦμα· ἐν ταύτῃ γὰρ ρʹ μὲν ἄνδρες ἕκαστον στοῖχον ἤρεττον, ὡς ωʹ ἐκ θατέρου μέρους γενέσθαι, ἐξ ἑκατέρων δὲ χιλίους καὶ χʹ· οἱ δὲ ἀπὸ | 60 in vol. 4 |
25 | τῶν καταστρωμάτων μαχησόμενοι χίλιοι καὶ ςʹ, καὶ κυ‐ βερνῆται βʹ. | |
26 | Τῆς οὖν συμβολῆς γενομένης, κρατεῖ Πτο‐ λεμαῖος τὸ ναυτικὸν τρεψάμενος τοῦ Ἀντιγόνου, ἀνδρειό‐ τερον τῶν ἄλλων ἀγωνισαμένων αἳ ἦσαν ἐξ Ἡρακλειώ‐ τιδος· αὐτῶν δὲ τῶν Ἡρακλειωτίδων τὸ ἐξαίρετον ἔφε‐ | |
30 | ρεν ἡ Λεοντοφόρος ὀκτήρης. Οὕτω κακῶς Ἀντίγονος τῷ στόλῳ πράξας εἰς τὴν Βοιωτίαν ἀνεχώρησε. Πτο‐ λεμαῖος δὲ ἐπὶ Μακεδονίαν διέβη, καὶ βεβαίως ἔσχε τὴν ἀρχήν. | |
33 | Αὐτίκα γοῦν τὴν οἰκείαν μᾶλλον ἐκφαίνων σκαιό‐ τητα Ἀρσινόην μέν, ὡς πάτριον τοῦτο τοῖς Αἰγυπτίοις, | |
35 | τὴν ἀδελφὴν γαμεῖ, τοὺς ἐκ Λυσιμάχου δὲ παῖδας αὐτῇ γεγενημένους ἀναιρεῖ· μεθ’ οὓς κἀκείνην τῆς βασιλείας ἐξεκήρυξε. Καὶ πολλὰ καὶ παράνομα ἐν δυσὶ διαπραξά‐ μενος ἔτεσι, Γαλακτικοῦ μέρους τῆς πατρίδος μετα‐ ναστάντος διὰ λιμόν, καὶ Μακεδονίαν καταλαβόντων | |
40 | καὶ εἰς μάχην αὐτῷ συναψάντων, ἀξίως τῆς ὠμότητος καταστρέφει τὸν βίον, διασπαραχθεὶς ὑπὸ τῶν Γαλατῶν· ζῶν γὰρ ἐλήφθη, τοῦ ἐλέφαντος, ἐν ᾧ ὠχεῖτο, τρωθέντος | |
Bibl.224227a | καὶ καταβαλόντος αὐτόν. Ἀντίγονος δὲ ὁ Δημη‐ τρίου ἡττηθεὶς τῷ ναυτικῷ, Πτολεμαίου ἀνῃρημένου τὴν Μακεδόνων λαμβάνει ἀρχήν. Ὁ δὲ Σελεύκου Ἀντίοχος πολλοῖς πολέμοις, εἰ καὶ | |
5 | μόλις, καὶ οὐδὲ πᾶσαν, ὅμως ἀνασωσάμενος τὴν πατρῴαν ἀρχήν, πέμπει στρατηγὸν Πατροκλέα σὺν ἐκστρατεύματι εἰς τὴν ἐπιτάδε τοῦ Ταύρου· ὁ δὲ Ἑρμογένην προσαι‐ ρεῖται, τὸ γένος Ἀσπένδιον, ὃς ἐπί τε πόλεις ἄλλας καὶ ἐπὶ τὴν Ἡράκλειαν ὥρμητο εἰσβαλεῖν. Τῶν δὲ Ἡρα‐ | 61 in vol. 4 |
10 | κλεωτῶν πρὸς αὐτὸν πρεσβευσαμένων τῆς χώρας ἀνα‐ χωρεῖ καὶ φιλίαν συντίθεται, ἐπὶ τὴν Βιθυνίαν διὰ τῆς Φρυγίας τραπόμενος. Ἐνεδρευθεὶς δὲ ὑπὸ τῶν Βιθυνῶν διεφθάρη τε αὐτὸς καὶ ἡ σὺν αὐτῷ στρατιά, ἀνδρὸς ἔργα τὸ καθ’ ἑαυτὸν εἰς πολεμίους ἐπιδειξάμενος. | |
14 | Διὰ | |
15 | ταῦτα δὴ ἐπιστρατεύειν ἐγνωκότος Ἀντιόχου κατὰ Βι‐ θυνῶν, ὁ τούτων βασιλεὺς Νικομήδης διαπρεσβεύεται πρὸς Ἡράκλειαν συμμαχίαν αἰτῶν, καὶ τυγχάνει τῆς σπουδῆς, ἐν ὁμοίοις καιροῖς καὶ χρείαις τὴν ἀμοιβὴν ὑποσχόμενος. Ἐν τούτῳ δὲ Ἡρακλεῶται τήν τε Κίερον καὶ | |
20 | τὴν Τῖον ἀνεσώσαντο καὶ τὴν Θυνίδα γῆν, πολλὰ τῶν χρημάτων δαπανήσαντες· τὴν δὲ Ἄμαστριν (ἦν γὰρ καὶ αὐτὴ μετὰ τῶν ἄλλων ἀφῃρημένη) καὶ πολέμῳ καὶ χρή‐ μασι βουληθέντες τέως ἀναλαβεῖν αὐτὴν οὐ κατώρθωσαν, τοῦ κατέχοντος αὐτὴν Εὐμένους Ἀριοβαρζάνῃ τῷ Μι‐ | |
25 | θριδάτου παιδὶ προῖκα μᾶλλον παραδοῦναι ταύτην, ἢ παρέχουσι χρήματα τοῖς Ἡρακλεώταις, διὰ τὸ τῆς ὀργῆς ὑπαχθέντος ἀλόγιστον. Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους ἐκδέχεται τοὺς Ἡρακλεώ‐ τας ὁ πρὸς Ζιποίτην τὸν Βιθυνὸν πόλεμος, ὃς τῆς | |
30 | Θυνιακῆς ἐπῆρχε Θρᾴκης, ἐν ᾧ πολέμῳ πολλοὶ τῶν Ἡρακλεωτῶν γενναίως ἀνδρισάμενοι κατεκόπησαν, καὶ νικᾷ μὲν κατὰ κράτος ὁ Ζιποίτης, συμμαχίδος δὲ δυ‐ νάμεως τοῖς Ἡρακλεώταις ἐπελθούσης, φυγῇ τὴν νίκην | |
καταισχύνει. Οἱ δὲ ἡττημένοι τοὺς σφετέρους νεκροὺς | 62 in vol. 4 | |
35 | ἀδεῶς ἀναλαβόντες καὶ καύσαντες, εἶτα καὶ πάντων κύριοι περὶ ὧν ἦν ὁ πόλεμος καταστάντες, καὶ τὰ ὀστᾶ τῶν ἀνῃρημένων ἀνακομίσαντες εἰς τὴν πόλιν, ἐπι‐ φανῶς ἐν τῷ τῶν ἀριστέων ἔθαψαν μνήματι. Κατὰ δὲ τοὺς αὐτοὺς χρόνους, Ἀντιόχῳ τῷ Σελεύκου | |
40 | καὶ Ἀντιγόνῳ τῷ Δημητρίου μεγάλων ἑκατέρωθεν στρα‐ τευμάτων ἀντιπαραταττομένων, κινεῖται ὁ πόλεμος καὶ χρόνον συχνὸν κατέτριψε. Συνεμάχει δὲ τῷ μὲν ὁ τῆς | |
Bibl.224227b | Βιθυνίας βασιλεὺς Νικομήδης, Ἀντιόχῳ δὲ πολ‐ λοὶ ἕτεροι. Οὕτω δὲ συρραγεὶς Ἀντίοχος Ἀντιγόνῳ τὸν πρὸς Νικομήδην χειρίζεται πόλεμον· ὁ δὲ Νικομήδης ἀλλαχόθεν τε δυνάμεις ἀθροίζει, καὶ συμμαχεῖν πρὸς | |
5 | Ἡρακλεώτας διαπρεσβευσάμενος, τριήρεις ιγʹ συμ‐ μάχους λαμβάνει, καὶ λοιπὸν ἀντικαθίσταται τῷ τοῦ Ἀν‐ τιόχου στόλῳ. Ἐπὶ χρόνον δέ τινα ἀντικαταστάντες ἀλλή‐ λοις, οὐδέτεροι μάχης ἦρξαν, ἀλλ’ ἄπρακτοι διελύθησαν. Ἐπεὶ δὲ Γαλάται πρὸς τὸ Βυζάντιον ἧκον καὶ τὴν | |
10 | πλείστην αὐτῆς ἐδῄωσαν, τῷ πολέμῳ ταπεινωθέντες οἱ ἐν Βυζαντίῳ πέμπουσι πρὸς τοὺς συμμάχους, δεόμενοι ὠφελείας. Καὶ παρέσχον μὲν πάντες ὡς εἶχον ἰσχύος, παρέσχον δὲ καὶ οἱ τῆς Ἡρακλείας (τοσοῦτον γὰρ ἡ πρε‐ σβεία ᾔτει) χρυσοῦς τετρακισχιλίους. Μετ’ οὐ πολὺ δὲ Νι‐ | |
15 | κομήδης τοὺς Γαλάτας, οἷς ἡ καταδρομὴ τῶν Βυζαν‐ τίων ἐγεγένητο, πολλάκις μὲν ἐπιχειρήσαντας εἰς τὴν Ἀσίαν περαιωθῆναι, τοσαυτάκις δὲ ἀποτυχόντας οὐκ ἀνεχο‐ μένων τὴν πρᾶξιν Βυζαντίων, ἐπὶ συνθήκαις ὅμως παρασκευάζει περαιωθῆναι. Αἱ δὲ συνθῆκαι Νικομήδει | |
20 | μὲν καὶ τοῖς ἐκγόνοις ἀεὶ φίλα φρονεῖν τοὺς βαρβάρους, καὶ τῆς γνώμης τοῦ Νικομήδους χωρὶς μηδενὶ συμμαχεῖν τῶν πρὸς αὐτοὺς διαπρεσβευομένων, ἀλλ’ εἶναι φίλους | |
μὲν τοῖς φίλοις πολεμίους δὲ τοῖς οὐ φιλοῦσι, συμμαχεῖν δὲ καὶ Βυζαντίοις, εἴ που δεήσοι, καὶ Τιανοῖς δὲ καὶ | 63 in vol. 4 | |
25 | Ἡρακλεώταις καὶ Καλχηδονίοις καὶ Κιερανοῖς καί τισιν ἑτέροις ἐθνῶν ἄρχουσιν. | |
26 | Ἐπὶ ταύταις μὲν ταῖς συνθή‐ καις Νικομήδης τὸ Γαλακτικὸν πλῆθος εἰς Ἀσίαν δια‐ βιβάζει, ὧν περιφανεῖς μὲν ἐπὶ τῷ ἄρχειν ιζʹ τὸν ἀριθ‐ μὸν ἦσαν, οἱ δὲ καὶ αὐτῶν τούτων προκεκριμένοι καὶ | |
30 | κορυφαῖοι Λεωννώριος ἤστην καὶ Λουτούριος. Αὕτη τοί‐ νυν τῶν Γαλατῶν ἡ ἐπὶ τὴν Ἀσίαν διάβασις κατ’ ἀρ‐ χὰς μὲν ἐπὶ κακῷ τῶν οἰκητόρων προελθεῖν ἐνομίσθη, τὸ δὲ τέλος ἔδειξεν ἀποκριθὲν πρὸς τὸ συμφέρον· τῶν γὰρ βασιλέων τὴν τῶν πόλεων δημοκρατίαν ἀφελεῖν σπου‐ | |
35 | δαζόντων αὐτοὶ μᾶλλον ταύτην ἐβεβαίουν, ἀντικαθιστά‐ μενοι τοῖς ἐπιτιθεμένοις. | |
36 | Νικομήδης δὲ κατὰ Βιθυνῶν πρῶτον, συμμαχούντων αὐτῷ καὶ τῶν ἐξ Ἡρακλείας, τοὺς βαρβάρους ἐξοπλίσας, τῆς τε χώρας ἐκράτησε καὶ τοὺς ἐνοικοῦντας κατέκοψε, τὴν ἄλλην λείαν τῶν Γα‐ | |
40 | λατῶν ἑαυτοῖς διανειμαμένων. Οὗτοι δὲ πολλὴν ἐπελ‐ θόντες χώραν αὖθις ἀνεχώρησαν, καὶ τῆς αἱρεθείσης αὐτοῖς ἀπετέμοντο τὴν νῦν Γαλατίαν καλουμένην, εἰς | |
Bibl.224228a | τρεῖς μοίρας ταύτην διανείμαντες, καὶ τοὺς μὲν Τρωγμοὺς ὀνομάσαντες, τοὺς δὲ Τολοστοβογίους, τοὺς δὲ Τεκτοσάγας. Ἐδείμαντο δὲ πόλεις Τρωγμοὶ μὲν Ἄγκυραν, Τολοστοβόγιοι δὲ Ταβίαν, Τεκτοσάγες δὲ Πισινοῦντα. | |
5 | Ὁ δὲ Νικομήδης εἰς λαμπρὰν εὐδαιμονίαν ἀρθεὶς πόλιν ἑαυτῷ ὁμώνυμον ἀνεγείρει ἀντικρὺ Ἀστακοῦ. Τὴν Ἀστακὸν δὲ Μεγαρέων ᾤκισαν ἄποικοι ὀλυμπιάδος ἱσταμένης ιζʹ, Ἀστακὸν ἐπίκλην κατὰ χρησμὸν θέμενοι | |
ἀπό τινος τῶν λεγομένων Σπαρτῶν καὶ γηγενῶν | 64 in vol. 4 | |
10 | ἀπογόνων τῶν ἐν Θήβαις, Ἀστακοῦ τὴν κλῆσιν, ἀνδρὸς γενναίου καὶ μεγαλόφρονος. Αὕτη πολλὰς ἐπιθέσεις παρά τε τῶν ὁμορούντων ὑποστᾶσα καὶ πολέμοις πολλάκις ἐκτρυχωθεῖσα, Ἀθηναίων αὐτὴν μετὰ Μεγαρέας ἐπῳ‐ κηκότων ἔληξέ τε τῶν συμφορῶν καὶ ἐπὶ μέγα δόξης | |
15 | καὶ ἰσχύος ἐγένετο, Δυδαλσοῦ τηνικαῦτα τὴν Βιθυνῶν ἀρχὴν ἔχοντος· οὗ τελευτήσαντος ἄρχει Βοτείρας, ζήσας ϛʹ καὶ οʹ ἔτη. Τοῦτον διαδέχεται Βᾶς ὁ υἱός, ὃς καὶ Κά‐ λαν τὸν Ἀλεξάνδρου στρατηγόν, καίτοι γε λίαν παρεσ‐ κευασμένον πρὸς τὴν μάχην, κατηγωνίσατο, καὶ τῆς | |
20 | Βιθυνίας παρεσκεύασε τοὺς Μακεδόνας ἀποσχέσθαι. Τού‐ του βίος μὲν ἐγεγόνει ἐτῶν αʹ καὶ οʹ, ὧν ἐβασίλευσε νʹ. Οὗ παῖς τῆς ἀρχῆς διάδοχος, Ζιποίτης, λαμπρὸς ἐν πολέμοις γεγονώς, καὶ τοὺς Λυσιμάχου στρατηγοὺς τὸν μὲν ἀνελών, τὸν δὲ ἐπὶ μήκιστον τῆς οἰκείας ἀπελάσας | |
25 | ἀρχῆς, ἀλλὰ καὶ αὐτοῦ Λυσιμάχου, εἶτα καὶ Ἀντιόχου τοῦ παιδὸς Σελεύκου ἐπικρατέστερος γεγονώς, τοῦ τε τῆς Ἀσίας βασιλεύοντος καὶ τοῦ Μακεδόνων, κτίζει πόλιν ὑπὸ τῷ Λυπερῷ ὄρει, τῇ αὑτοῦ κλήσει ἐπώνυμον. Οὗτος βιοὺς μὲν ἔτη ϛʹ καὶ οʹ, κρατήσας δὲ τῆς ἀρχῆς ηʹ καὶ | |
30 | μʹ, καταλείπει παῖδας δʹ. Τοῦτον ὁ πρεσβύτερος τῶν παίδων Νικομήδης διαδέχεται, τοῖς ἀδελφοῖς οὐκ ἀδελφὸς ἀλλὰ δήμιος γεγονώς. Ἐκρατύνατο μέντοι καὶ οὗτος τὴν Βιθυνῶν ἀρχήν, μάλιστά γε τοὺς Γαλάτας ἐπὶ τὴν Ἀσίαν διαπεραιωθῆναι συναράμενος· καὶ πόλιν, ὡς | |
35 | προείρηται, τὴν αὑτοῦ προσηγορίαν ἀνέστησε φέρουσαν. Οὐ πολλῷ δὲ ὕστερον χρόνῳ πόλεμος ἀνερράγη Βυ‐ ζαντίοις πρὸς Καλατιανούς (ἄποικοι δὲ οὗτοι Ἡρα‐ κλεωτῶν ἦσαν) καὶ πρὸς Ἰστριανοὺς περὶ Τόμεως τοῦ | |
ἐμπορίου, ὃ τοῖς Καλατιανοῖς ὅμορον ἦν, μονοπώλιον | 65 in vol. 4 | |
40 | τοῦτο διανοουμένων κατασκευάσαι τῶν Καλατιανῶν. Διεπρεσβεύοντο οὖν πρὸς Ἡρακλεώτας ἐπὶ συμμαχίαν ἑκάτεροι. Οἱ δὲ πολεμικὴν μὲν ῥοπὴν οὐδετέρῳ ἔνεμον | |
Bibl.224228b | μέρει, διαλλακτηρίους δὲ ἄνδρας ἑκατέροις ἀπέσ‐ τελλον, κἂν ἄπρακτος αὐτῶν ἡ σπουδὴ τότε γέγονε. Πολλὰ δὲ οἱ τῆς Καλατίδος ὑπὸ τῶν πολεμίων παθόντες, ὕστερον εἰς διαλύσεις ἦλθον, ἀπὸ ταύτης τῆς συμφορᾶς οὐκέτι | |
5 | σχεδὸν ἀναλαβεῖν αὑτοὺς δυνηθέντες. Οὐ πολλοῦ δὲ πάνυ ῥυέντος χρόνου, ὁ τῶν Βιθυνῶν βασιλεὺς Νικομήδης, ἐπεὶ ὁ μὲν ἐκ προτέρων αὐτῷ γάμων γεγονὼς παῖς Ζηΐλας φυγὰς ἦν πρὸς τὸν τῶν Ἀρμενίων βασιλέα ταῖς τῆς μητρυιᾶς Ἐταζέτας μη‐ | |
10 | χαναῖς ἐλαθείς, οἱ δὲ ἐκ ταύτης αὐτῷ γεγονότες ἐνη‐ πίαζον, πρὸς τῷ τελευτᾶν γεγονώς, κληρονόμους μὲν τοὺς ἐκ τῆς δευτέρας γυναικὸς γράφει παῖδας, ἐπιτρόπους δὲ Πτολεμαῖον καὶ Ἀντίγονον καὶ τὸν δῆμον τῶν Βυ‐ ζαντίων καὶ δὴ καὶ τῶν Ἡρακλεωτῶν καὶ τὸν τῶν Κια‐ | |
15 | νῶν ἐφίστησιν. | |
15 | Ὁ μέντοι Ζηΐλας μετὰ δυνάμεως ἣν αὐτῷ τῶν Γαλατῶν οἱ Τολοστοβόγιοι θάρσους ἐπλήρουν, ἐπὶ τὴν βασιλείαν κατῄει. Βιθυνοὶ δὲ τὴν ἀρχὴν σῴ‐ ζειν τοῖς νηπίοις σπουδάζοντες, τὴν μὲν τούτων μητέρα ἀδελφῷ συνοικίζουσι τῷ Νικομήδους, αὐτοὶ δὲ στράτευμα | |
20 | παρὰ τῶν εἰρημένων ἐπιτρόπων λαβόντες ὑπέμενον τὸν Ζηΐλαν. Συχναῖς δὲ μάχαις καὶ μεταβολαῖς ἑκά‐ τεροι ἀποχρησάμενοι, τὸ τελευταῖον κατέστησαν εἰς διαλύσεις, Ἡρακλεωτῶν ἐν ταῖς μάχαις ἀριστευόντων κἀν ταῖς συμβάσεσι τὸ συμφέρον καταπραττόντων. | |
25 | Διὸ Γαλάται ὡς ἐχθρὰν τὴν Ἡράκλειαν κατέδραμον ἕως Κάλλητος ποταμοῦ, καὶ πολλῆς κύριοι γεγονότες λείας, οἴκαδε ἀνεχώρησαν. | |
Βυζαντίους δὲ Ἀντιόχου πολεμοῦντος τριήρεσι συνε‐ μάχησαν μʹ οἱ Ἡρακλεῶται, καὶ τὸν πόλεμον παρε‐ | 66 in vol. 4 | |
30 | σκεύασαν μέχρις ἀπειλῶν προκόψαι. Συνέβη δὲ μετ’ οὐ πολὺ ἐξ ἀνθρώπων Ἀριοβαρ‐ ζάνην γενέσθαι, παῖδα Μιθριδάτην καταλιπόντα καὶ ἐν διαφορᾷ πρὸς τοὺς Γαλάτας γεγονότα· δι’ ἣν αἰτίαν καταφρονήσαντες τοῦ παιδὸς οὗτοι τὴν αὐτοῦ βασιλείαν | |
35 | ἐσίνοντο. Καὶ ἀπορίας αὐτοὺς καταλαβούσης, ἀνελάμβανον οἱ ἀπὸ τῆς Ἡρακλείας, σῖτον εἰς Ἄμισον πέμποντες, ἐξ ἧς ῥᾷον ἦν τοὺς τοῦ Μιθριδάτου σιτηγεῖν ἑαυτοῖς καὶ ἐξακεῖσθαι τὴν ἔνδειαν. Διὰ ταῦτα πάλιν οἱ Γαλάται εἰς τὴν Ἡρακλεῶτιν ἔπεμψαν στράτευμα, καὶ ταύ‐ | |
40 | την κατέτρεχον, μέχρις ἂν οἱ Ἡρακλεῶται διεπρε‐ σβεύσαντο πρὸς αὐτούς. Νύμφις δὲ ἦν ὁ ἱστορικὸς ὁ κορυφαῖος τῶν πρέσβεων, ὃς τὸν μὲν στρατὸν ἐν τῷ | |
Bibl.224229a | κοινῷ χρυσοῖς πεντακισχιλίοις, τοὺς δὲ ἡγεμόνας ἰδίᾳ διακοσίοις ὑποθεραπεύσας τῆς χώρας ἀπαναστῆναι παρεσκεύασε. Πτολεμαῖος δὲ ὁ τῆς Αἰγύπτου βασιλεὺς εἰς ἄκρον | |
5 | εὐδαιμονίας ἀναβάς, λαμπροτάταις μὲν δωρεαῖς εὐεργε‐ τεῖν τὰς πόλεις προήγετο, ἔπεμψε δὲ καὶ τοῖς Ἡρακλεώ‐ ταις ἀρτάβας πυροῦ πεντακοσίας, καὶ νεὼν αὐτοῖς Προκον‐ νησίας πέτρας ἐν τῇ ἀκροπόλει Ἡρακλέος ἀνεδείματο. Μέχρι τούτου φθάσας ὁ συγγραφεὺς εἰς τὴν τῶν | |
10 | Ῥωμαίων ἐπικράτειαν τὴν ἐκβολὴν ποιεῖται, ὅθεν τε γένους ἔφυσαν, καὶ τίνα τρόπον τῆς Ἰταλίας ἐνταῦθα κατῴκησαν, ὅσα τε εἰς τὴν τῆς Ῥώμης κτίσιν προὔλαβέ τε καὶ ἐπράχθη, καὶ τῶν ἐπαρξάντων αὐτῶν ἐπιτρέχων, καὶ πρὸς οὓς πολέμοις διηγωνίσαντο, καὶ τήν τε τῶν | |
15 | βασιλέων κατάστασιν καὶ τὴν εἰς ὑπάτους τῆς μοναρχίας | |
μεταβολήν· ὅπως τε ὑπὸ Γαλατῶν Ῥωμαῖοι ἡττήθη‐ σαν, καὶ ἥλω ἂν ἡ πόλις, εἰ μὴ Κάμιλλος ἐπιβοηθήσας τὴν πόλιν ἐρρύσατο. | 67 in vol. 4 | |
18 | Ὅπως τε ἐπὶ τὴν Ἀσίαν Ἀλε‐ ξάνδρῳ διαβαίνοντι, καὶ γράψαντι ἢ κρατεῖν, ἐὰν | |
20 | ἄρχειν δύνωνται, ἢ τοῖς κρείττοσιν ὑπείκειν, στέφανον χρυσοῦν ἀπὸ ἱκανῶν ταλάντων Ῥωμαῖοι ἐξέπεμψαν· καὶ ὡς πρὸς Ταραντίνους καὶ Πύρρον τὸν Ἠπειρώ‐ την συμμαχοῦντα τούτοις ἐπολέμησαν, καὶ τὰ μὲν πα‐ θόντες τὰ δὲ κακῶς τοὺς πολεμίους διαθέμενοι Τα‐ | |
25 | ραντίνους μὲν ὑπηγάγοντο, Πύρρον δὲ τῶν τῆς Ἰτα‐ λίας ἀπήλασαν. Ὅσα τε πρὸς Καρχηδονίους καὶ Ἀννί‐ βαν Ῥωμαίοις ἐπράχθη, καὶ ὅσα πρὸς Ἴβηρας ἄλλοις τε καὶ Σκιπίωνι κατωρθώθη, καὶ ὡς παρὰ τῶν Ἰβή‐ ρων βασιλεὺς ψηφισθεὶς οὐκ ἐδέξατο, ὅπως τε κατα‐ | |
30 | πολεμηθεὶς ἔφυγεν Ἀννίβας. | |
30 | Καὶ ὡς πέραν τοῦ Ἰονίου Ῥωμαῖοι διέβησαν· καὶ ὡς Περσεὺς ὁ Φιλίππου τὴν Μακεδόνων ἀρχὴν ἐκδεξάμενος, καὶ τὰς συνθήκας τὰς πρὸς τὸν αὐτοῦ πατέρα Ῥωμαίοις γεγενημένας νεότητι κινῶν, κατεπολεμήθη, Παύλου τὸ κατ’ αὐτὸν | |
35 | ἀναστήσαντος τρόπαιον· ὅπως τε πρὸς Ἀντίοχον τὸν Συρίας καὶ Κομαγήνης καὶ Ἰουδαίας βασιλέα δυσὶ μά‐ χαις νικήσαντες τῆς Εὐρώπης ἐξέβαλον. Τὰ μὲν οὖν περὶ τῆς Ῥωμαϊκῆς ἀρχῆς μέχρι τοῦ‐ δε δίεισιν ὁ συγγραφεύς· ἀναλαβὼν δὲ γράφει ὅπως | |
40 | Ἡρακλεῶται διαπρεσβευσάμενοι πρὸς τοὺς τῶν Ῥω‐ μαίων στρατηγοὺς ἐπὶ τὴν Ἀσίαν διαβεβηκότας, ἀσμέ‐ νως τε ἀπεδέχθησαν καὶ ἐπιστολῆς φιλοφρονούμενοι | |
Bibl.224229b | ἔτυχον, Ποπλίου Αἰμιλίου ταύτην ἀποστείλαντος, | |
ἐν ᾗ φιλίαν τε πρὸς αὐτοὺς τῆς συγκλήτου βουλῆς ὑπισχ‐ νεῖτο, καὶ τὰ ἄλλα προνοίας τε καὶ ἐπιμελείας, ἐπειδάν τινος αὐτῶν δέοιντο, μηδεμιᾶς ὑστερεῖσθαι. Ὕστερον δὲ καὶ | 68 in vol. 4 | |
5 | πρὸς Κορνήλιον Σκιπίωνα τὸν τὴν Λιβύην Ῥωμαίοις κτησάμενον, διαπέμπουσι πρεσβείαν, τὴν ὡμολογημέ‐ νην φιλίαν ἐπικυροῦντες. | |
7 | Μετὰ ταῦτα δὲ πάλιν πρὸς τὸν αὐτὸν διαπρεσβεύονται, διαλλάττειν πρὸς Ῥωμαίους ἀξιοῦντες τὸν βασιλέα Ἀντίοχον· καὶ ψήφισμα πρὸς | |
10 | αὐτὸν ἔγραψαν, παραινοῦντες αὐτὸν τὴν πρὸς Ῥω‐ μαίους διαλύσασθαι ἔχθραν. Ὁ δὲ Κορνήλιος Σκιπίων ἀντεπιστέλλων τοῖς Ἡρακλεώταις ἐπιγράφει οὕτω· «Σκι‐ πίων στρατηγός, ἀνθύπατος Ῥωμαίων, Ἡρακλεωτῶν τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν», ἐν ταύτῃ τήν τε | |
15 | πρὸς αὐτοὺς εὔνοιαν ἐπιβεβαιῶν, καὶ ὡς διαλύσαιντο Ῥωμαῖοι τὴν πρὸς Ἀντίοχον μάχην. Τὰ αὐτὰ δὲ Λευ‐ κίῳ Πόπλιος Κορνήλιος Σκιπίων ὁ ἀδελφὸς καὶ στρα‐ τηγὸς τοῦ ναυτικοῦ τοῖς Ἡρακλεώταις διαπρεσβευσα‐ μένοις ἀντέγραψε. | |
19 | Μετ’ οὐ πολὺ δὲ πάλιν εἰς μάχην | |
20 | Ἀντίοχος Ῥωμαίοις κατέστη, καὶ ἀνὰ κράτος ἡττη‐ θεὶς ἐπὶ συνθήκαις διελύσατο τὴν ἔχθραν, αἳ καὶ τῆς Ἀσίας αὐτὸν ἁπάσης ἀπεῖργον καὶ τοὺς ἐλέφαντας καὶ τῶν νηῶν συναφῃροῦντο τὸν στόλον, τῆς Κομαγήνης αὐτῷ καὶ τῆς Ἰουδαίας εἰς ἀρχὴν ὑπολειπομένων. Ἡ δὲ | |
25 | τῶν Ἡρακλεωτῶν πόλις πρὸς τοὺς ἐκπεμπομένους πα‐ ρὰ τῶν Ῥωμαίων τῶν στρατηγῶν διαδόχους τὰ αὐτά τε διεπρεσβεύετο, καὶ ταῖς ὁμοίαις ἀντεδεξιοῦτο εὐνοίαις καὶ φιλοφρονήσεσι. Καὶ τέλος συνθῆκαι προῆλθον Ῥω‐ | |
μαίοις τε καὶ Ἡρακλεώταις, μὴ φίλους εἶναι μόνον | 69 in vol. 4 | |
30 | ἀλλὰ καὶ συμμάχους ἀλλήλοις, καθ’ ὧν τε καὶ ὑπὲρ ὧν δεηθεῖεν ἑκάτεροι. Καὶ χαλκοῖ πίνακες δύο τὰς ὁμο‐ λογίας ἴσους καὶ ὁμοίας ἔφερον· ὧν ὁ μὲν παρὰ Ῥω‐ μαίοις ἐν τῷ κατὰ τὸ Καπητώλιον ἱερῷ τοῦ Διὸς κα‐ θηλώθη, ὁ δὲ κατὰ τὴν Ἡράκλειαν καὶ αὐτὸς ἐν τῷ | |
35 | τοῦ Διὸς ἱερῷ. Ταῦτα διεξελθὼν ὁ συγγραφεὺς κατὰ τὸ ιγʹ καὶ ιδʹ τῆς ἱστορίας, εἰς τὴν ιεʹ εἰσβαλὼν διηγεῖται ὅπως Προυσίας ὁ Βιθυνῶν βασιλεύς, δραστήριος ὢν καὶ πολ‐ λὰ πράξας, μετὰ τῶν ἄλλων καὶ Κίερον πόλιν Ἡρα‐ | |
40 | κλεωτῶν οὖσαν ὑφ’ ἑαυτὸν ἔθετο τῷ πολέμῳ, ἀντὶ Κιέρου Προυσιάδα καλέσας· εἷλε δὲ καὶ τὴν Τῖον, καὶ αὐτὴν ὑπήκοον αὐτοῖς οὖσαν, ὥστε ἐκ θαλάττης εἰς | |
Bibl.224230a | θάλασσαν τὴν Ἡράκλειαν περιγράψαι. Ἐφ’ αἷς κἀκείνην κραταιῶς ἐπολιόρκει, καὶ πολλοὺς μὲν τῶν πο‐ λιορκουμένων ἀπέκτεινεν, ἐγγὺς δ’ ἂν καὶ ἡ πόλις τοῦ ἁλῶναι κατέστη εἰ μὴ ἐπὶ τῆς κλίμακος ἀναβαίνων | |
5 | Προυσίας λίθῳ βαλόντος ἑνὸς τῶν ἀπὸ τῆς ἐπάλξεως συνετρίβη τὸ σκέλος καὶ τὴν πολιορκίαν τὸ πάθος διέλυσε· φοράδην γὰρ ὁ βληθείς, οὐκ ἄνευ ἀγῶνος ὑπὸ τῶν Βιθυνῶν ἀνακομισθεὶς εἰς τὰ οἰκεῖα ἀνέστρεψε, κἀκεῖ βιοὺς ἔτη οὐ πολλά, καὶ χωλὸς καὶ ὢν καὶ καλούμενος | |
10 | τὸν βίον κατέστρεψεν. Οἱ δὲ ὑπὲρ τὸν Πόντον Γαλάται, οὔπω τῶν Ῥω‐ μαίων εἰς τὴν Ἀσίαν διαβεβηκότων, πόθον ἔχοντες πεῖραν λαβεῖν τῆς θαλάσσης προελεῖν ἐπεχείρουν τὴν Ἡράκλειαν, καὶ οὐ χαλεπὸν ἐνόμιζον· πολὺ γὰρ τῆς πα‐ | |
15 | λαιᾶς ῥώμης ὑφεῖτο καὶ πρὸς τὸ καταφρονούμενον | |
ὑπέρρει. Στρατεύουσι δὴ κατ’ αὐτῆς ἁπάσαις ταῖς δυ‐ νάμεσιν, οὐδ’ αὐτῆς συμμάχων ἀμελούσης, ἀλλ’ εἰς ὅσα παρεῖχεν ὁ καιρὸς παρασκευαζομένης. | 70 in vol. 4 | |
18 | Ἐπολιορ‐ κεῖτο μὲν οὖν αὕτη, καὶ χρόνος ἐτρίβετο, ὃς τοὺς Γα‐ | |
20 | λάτας εἰς ἔνδειαν τῶν ἀναγκαίων συνήλαυνε· θυμῷ γὰρ καὶ οὐ παρασκευῇ τῇ δεούσῃ Γαλάτης ἀνὴρ τὸν πό‐ λεμον διαφέρειν οἶδε. Πρὸς οὖν συλλογὴν τῶν ἐπιτη‐ δείων τὸ στρατόπεδον ἀπολελοιπότων, ἐκδραμόντες οἱ τῆς πόλεως καὶ ἀδοκήτοις ἐπιπεσόντες αὐτό τε εἷλον | |
25 | καὶ πολλοὺς ἀνεῖλον καὶ τοὺς ἐπὶ τῆς χώρας σκεδασθέν‐ τας οὐ χαλεπῶς συνελάμβανον, ὡς μηδὲ τὴν τρίτην μοῖραν τοῦ Γαλακτικοῦ στρατεύματος εἰς Γαλατίαν ἀνα‐ στρέψαι. Ἐκ δὲ τοῦ κατορθώματος πάλιν εἰς τὴν προ‐ τέραν εὔκλειαν καὶ εὐδαιμονίαν ἐλπίδας ἐλάμβανον | |
30 | ἀναβῆναι. Ῥωμαίοις δὲ πρὸς Μάρσους τε καὶ Πελιγνοὺς καὶ Μαρουκίνους (ἔθνη δέ εἰσι ταῦτα ὑπὲρ Λιβύης κα‐ τῳκημένα, Γαδείρων ὅμορα) δυσὶ τετρήρεσι κατα‐ φράκτοις Ἡρακλεῶται συνεμάχησαν, καὶ συγκατορ‐ | |
35 | θώσαντες τὸν πόλεμον καὶ πολλῶν ἀριστειῶν ἀξιω‐ θέντες ιαʹ ἔτει πρὸς τὴν πατρίδα ἀνεκομίσθησαν. Μετὰ ταῦτα δὲ ὁ πρὸς Ῥωμαίους βαρὺς Μιθρι‐ δάτῃ τῷ Πόντου βασιλεῖ συνέστη πόλεμος, φαινομέ‐ νην λαβὼν αἰτίαν τὴν τῆς Καππαδοκίας κατάληψιν· | |
40 | ταύτης γὰρ δι’ ἀπάτης καὶ ὅρκων συμβατηρίων τὸν ἀδελφιδοῦν Ἀράθην συλλαβὼν ὁ Μιθριδάτης, αὐτο‐ χειρίᾳ ἀποσφάξας, ἐκράτησε· παῖς δὲ ὁ Ἀράθης ἐκ τῆς | |
Bibl.224230b | ἀδελφῆς τοῦ Μιθριδάτου Ἀριαράθῳ γεγένητο. | |
1 | Φονικώ‐ τατος δ’ ἐκ παιδὸς ὁ Μιθριδάτης ἦν· τὴν γὰρ ἀρχὴν | |
τρισκαιδεκαέτης παραλαβών, μετ’ οὐ πολὺ τὴν μητέρα, κοινωνὸν αὐτῷ παρὰ τοῦ πατρὸς τῆς βασιλείας κατα‐ | 71 in vol. 4 | |
5 | λειφθεῖσαν, δεσμωτηρίῳ κατασχὼν βίᾳ καὶ χρόνῳ ἐξανά‐ λωσε, καὶ τὸν ἀδελφὸν ἀπέκτεινε. Κατεστρέψατο δὲ πολέ‐ μῳ καὶ τοὺς περὶ τὸν Φᾶσιν βασιλεῖς ἕως τῶν κλιμάτων τῶν ὑπὲρ τὸν Καύκασον, καὶ τὴν ἀρχὴν ηὔξησε, καὶ ἐπὶ μέγα ἀλαζονείας ἐξώγκωτο. Δι’ ἃ μᾶλλον Ῥωμαῖοι τὴν αὐτοῦ | |
10 | διάνοιαν ὕποπτον ποιούμενοι, τοῖς Σκυθῶν βασιλεῦσιν ἐψηφίσαντο τὰς πατρῴας αὐτὸν ἀρχὰς ἀποκαταστῆσαι. Ὁ δὲ μετρίως μὲν τοῖς προσταττομένοις ὑπήκουε, συμ‐ μάχους δὲ Πάρθους καὶ Μήδους καὶ Τιγράνην Ἀρμένιον καὶ τοὺς Φρυγῶν βασιλεῖς καὶ τὸν Ἴβηρα προσηται‐ | |
15 | ρίζετο. | |
15 | Προσετίθει δὲ καὶ ἑτέρας τοῦ πολέμου αἰτίας. Τῆς γὰρ ἐν τῇ Ῥώμῃ συγκλήτου Νικομήδην τὸν ἐκ Νι‐ κομήδους καὶ Νύσης βασιλέα Βιθυνίας καθιστώσης, Μιθριδάτης τὸν χρηστὸν ἐπικληθέντα Νικομήδην ἀν‐ τεκαθίστη· ἐπεκράτει δ’ ὅμως ἡ Ῥωμαίων κρίσις καὶ | |
20 | ἄκοντος Μιθριδάτου. Ὕστερον δὲ Σύλλα καὶ Μαρίου περὶ τὴν Ῥωμαϊκὴν πολιτείαν ἀναρριπισάντων τὴν στάσιν, τέσσαρας μυριάδας πεζῶν καὶ μυρίους ἱππέας Ἀρχελάῳ τῷ στρατηγῷ παραδοὺς ὁ Μιθριδάτης κατὰ Βιθυνῶν ἐκέλευσε στρατεύειν. Καὶ κρατεῖ τῆς μάχης συμβαλὼν | |
25 | Ἀρχέλαος, φεύγει δὲ καὶ Νικομήδης μετ’ ὀλίγων. Ταῦτα μαθὼν Μιθριδάτης παραγεγονότος αὐτῷ καὶ τοῦ συμ‐ μαχικοῦ, ἄρας ἀπὸ τοῦ πρὸς τῇ Ἀμασείᾳ πεδίου διὰ τῆς Παφλαγονίας ᾔει, πεντεκαίδεκα μυριάδας στρατὸν ἐπα‐ γόμενος. | |
29 | Μάνιος δὲ τῶν ἀμφὶ Νικομήδην συστρατευο‐ | |
30 | μένων αὐτῷ μόνῃ τῇ τοῦ Μιθριδάτου φήμῃ διασκε‐ δασθέντων, μετὰ Ῥωμαίων ὀλίγων ἀντιπαρατάσσεται | |
Μηνοφάνει τῷ Μιθριδάτου στρατηγῷ καὶ τραπεὶς φεύ‐ γει, πᾶσαν τὴν δύναμιν ἀποβαλών. Ἐμβαλὼν δὲ σὺν ἀδείᾳ Μιθριδάτης εἰς τὴν Βιθυνίαν τάς τε πόλεις καὶ | 72 in vol. 4 | |
35 | τὴν χώραν ἀμαχεὶ κατέσχε· καὶ τῶν ἄλλων δὲ πόλεων τῶν κατὰ τὴν Ἀσίαν αἱ μὲν ἡλίσκοντο αἱ δὲ προσ‐ εχώρουν τῷ βασιλεῖ, καὶ μεταβολὴ τῶν ὅλων ἀθρόα καθίστατο, Ῥοδίων μόνων τὴν πρὸς Ῥωμαίους στεργόντων φιλίαν. Δι’ ἣν κατ’ αὐτῶν Μιθριδάτης καὶ κατὰ γῆν | |
40 | καὶ κατὰ θάλατταν ἐκίνει τὸν πόλεμον, εἰ καὶ τὸ πλέον Ῥόδιοι ἔσχον, ὡς καὶ αὐτὸν Μιθριδάτην ναυμαχοῦντα ἐγγὺς τοῦ ἁλῶναι ἐλθεῖν. | |
42 | Μετὰ δὲ ταῦτα μαθὼν Μι‐ | |
Bibl.224231a | θριδάτης ὡς οἱ κατὰ τὰς πόλεις σποράδες Ῥω‐ μαῖοι τῶν παρ’ αὐτοῦ διανοουμένων ἐμποδὼν ἵστανται, γράφει πρὸς πάσας ὑπὸ μίαν ἡμέραν τοὺς παρ’ αὐταῖς Ῥω‐ μαίους φονεύειν· καὶ πολλοὶ πεισθέντες τοσοῦτον φόνον | |
5 | εἰργάσαντο, ὡς μυριάδας ὀκτὼ ἐν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ τὸν διὰ ξίφους ὄλεθρον ὑποστῆναι. Ἐρετρίας δὲ καὶ Χαλκίδος καὶ ὅλης Εὐβοίας τοῖς τοῦ Μιθριδάτου προσθεμένων, καὶ ἄλλων πόλεων αὐτῷ προσχωρούντων, καὶ μὴν καὶ Λακεδαιμονίων ἡττηθέντων, Σύλλαν ἐκ‐ | |
10 | πέμπουσιν οἱ Ῥωμαῖοι, ἱκανὴν αὐτῷ συνεκπέμψαντες στρατιάν. | |
11 | Ὁ δὲ παραγεγονὼς τῶν πόλεων τὰς μὲν ἑκου‐ σιότητι μεταβαλλομένας τὰς δὲ καὶ βίᾳ κατέσχεν, οὐκ ὀλίγον στράτευμα τῶν Ποντικῶν μάχῃ τρεψάμενος. Εἷλε δὲ καὶ τὰς Ἀθήνας· καὶ κατέσκαπτο ἂν ἡ πόλις, | |
15 | εἰ μὴ θᾶττον ἡ σύγκλητος Ῥωμαίων τὴν τοῦ Σύλλα γνώμην ἀνέκοψε. Συχνῶν δὲ παρατάξεων συνισταμένων, ἐν αἷς τὸ πλεῖον εἶχον οἱ Ποντικοί, καὶ συμμεταβαλ‐ λομένων τῶν πραγμάτων τοῖς κατορθουμένοις, ἔνδεια | |
τοῖς βασιλικοῖς τῆς διαίτης ἐπέστη, ἀσώτως τε πρὸς | 73 in vol. 4 | |
20 | ταύτην διακειμένοις καὶ ταμιεύειν τὰ κτηθέντα μὴ ἐπισταμένοις. Καὶ εἰς συμφορῶν ἂν ἐξέπεσον τὴν ἐσχάτην, εἰ μὴ Ταξίλλης Ἀμφίπολιν ἑλών, καὶ διὰ ταῦτα τῆς Μακεδονίας πρὸς αὐτὸν μεταβαλλομένης, ἐκεῖθεν τὴν ἀφθονίαν ἐχορήγησε τῶν ἐπιτηδείων. | |
24 | Οὗτος δὲ καὶ Ἀρχέ‐ | |
25 | λαος συμμίξαντες τὰ στρατεύματα ὑπὲρ τὰς ἓξ μυ‐ ριάδας τὸ πλῆθος ἦγον. Καὶ στρατοπεδεύονται κατὰ τὴν Φωκίδα χώραν, ὑπαντιάσοντες τῷ Σύλλᾳ. Ὁ δὲ καὶ Λούκιον Ὁρτήνσιον ὑπὲρ τὰς ἓξ χιλιάδας ἄγοντα ἐξ Ἰταλίας συμπαραλαβών, ἀπὸ συχνοῦ διαστήματος ἀν‐ | |
30 | τεστρατοπεδεύετο. Ἐπὶ σιτολογίαν δὲ παρὰ τὸ πρέπον τῶν περὶ τὸν Ἀρχέλαον τραπέντων, ἀπροόπτως Σύλ‐ λας ἐπιτίθεται τῷ τῶν πολεμίων στρατοπέδῳ, καὶ τοὺς μὲν εὐρώστους τῶν ἁλόντων αὐτίκα κτείνει, ἐξ ὧν δὲ φόβον ἐπιθέσεως οὐκ εἶχε, τούτους περιίστησι τῷ χωρίῳ | |
35 | καὶ πυρὰ κελεύει καίειν, ὡς τοὺς ἀπὸ τῆς σιτολογίας ἀφικνουμένους δέχοιντο, μηδεμίαν ὑπόνοιαν παρεχόμενοι τοῦ πάθους. Καὶ συνέβη ὡς ἐστρατηγήθη, καὶ λαμπρὰν τὴν νίκην ἔσχον οἱ περὶ τὸν Σύλλαν. Χίους δὲ ὡς Ῥοδίοις συμμαχήσαντας αἰτιασάμενος | |
40 | ὁ Μιθριδάτης, κατ’ αὐτῶν Δορύλαον ἐκπέμπει, ὃς εἰ καὶ πολλῷ πόνῳ τὴν πόλιν κατέσχε, καὶ τὴν μὲν χώραν κατένειμε τοῖς Ποντικοῖς, τοὺς δὲ πολίτας πλοίοις | |
Bibl.224231b | ἐμβαλὼν διέφερεν ἐπὶ τὸν Πόντον. Ἡρακλεῶται δέ, ἐπεὶ φιλία αὐτοῖς πρὸς Χίους ἦν, ἐν τῷ παράπλῳ τὰς Ποντικὰς νῆας, αἳ τοὺς αἰχμαλώτους ἦγον, ἐφορμήσαν‐ τες αὐταῖς οὐδ’ ἀνθισταμέναις (οὐδὲ γὰρ ἐξήρκουν) κατῆ‐ | |
5 | γον ἐπὶ τὴν πόλιν. Καὶ παραυτίκα τὰ πρὸς τὴν χρείαν χορη‐ | |
γοῦντες ἀφθόνως τοῖς Χιώταις, τούτους ἀνελάμβανον, καὶ ὕστερον μεγαλοπρεπῶς δωρησάμενοι ἐν τῇ πατρίδι ἀπο‐ κατέστησαν. Ἡ δὲ σύγκλητος Φλάκκον Οὐαλλέριον καὶ Φιμβρίαν | 74 in vol. 4 | |
10 | πέμπει πολεμεῖν Μιθριδάτῃ, ἐπιτρέψασα καὶ Σύλλᾳ συλλαμβάνειν τοῦ πολέμου, ὅμοια φρονοῦντι τῇ συγ‐ κλήτῳ· εἰ δὲ μή, τὴν πρὸς αὐτὸν πρότερον συνάψαι μάχην. Οὗτος κατ’ ἀρχὰς μὲν ποικίλαις ἐπάλαιε συμ‐ φοραῖς (λιμόν τε γὰρ καὶ τὰ ἀπὸ τῆς μάχης πταίσματα | |
15 | ἔσχε), κατώρθωσε μέντοι τὰ πλείω· διὰ δὲ Βυζαντίων ἐπὶ Βιθυνίαν διαβαλών, κακεῖθεν ἐπὶ Νίκαιαν, τῆς πορείας ἔστη. Ὡσαύτως δὲ καὶ Φιμβρίας ἅμα τοῖς σὺν αὐτῷ διεπεραιώθη. Φλάκκου δὲ δυσχεραίνοντος ὅτι Φιμβρίαν μᾶλλον, ἅτε δὴ φιλανθρώπως ἄρχοντα, τὸ | |
20 | πλῆθος ἄρχειν ἠγάπα, καὶ διαλοιδορουμένου αὐτῷ τε καὶ τῶν στρατιωτῶν τοῖς ἐπιφανεστέροις, δύο τῶν ἄλλων πλέον εἰς ὀργὴν ἐξαφθέντες ἀποσφάττουσιν αὐτόν. Ἐφ’ οἷς ἡ σύγκλητος κατὰ Φιμβρίου ἠγανάκτησεν. Ὅμως οὖν τὴν ἀγανάκτησιν κρύπτουσα ὑπατείαν αὐτῷ ψηφι‐ | |
25 | σθῆναι διεπράξατο. Ὁ δὲ πάσης γεγονὼς ἡγεμὼν τῆς δυνάμεως, τὰς μὲν ἑκούσας τὰς δὲ καὶ βιαζόμενος τῶν πόλεων προσήγετο. | |
27 | Ὁ δὲ τοῦ Μιθριδάτου υἱός, Ταξίλλην καὶ Διόφαντον καὶ Μένανδρον τοὺς ἀρίστους τῶν στρα‐ τηγῶν ἔχων μεθ’ ἑαυτοῦ καὶ πολλὴν ἄγων δύναμιν, τῷ | |
30 | Φιμβρίᾳ ὑπηντίαζε. Τὰ μὲν οὖν πρῶτα τὸ ἐπικρα‐ τέστερον οἱ βάρβαροι ἔφερον· Φιμβρίας δὲ ἀνασώσασθαι στρατηγήματι τὰς ἐκ παρατάξεως ἐλαττώσεις διανοούμε‐ νος (τὸ γὰρ πολέμιον ὑπερεῖχε πλήθει), ὡς ἐπί τινα ποταμὸν τῶν μαχομένων ἑκατέρα δύναμις ἧκε, καὶ | |
35 | μέσον ἀμφοῖν τοῦτον ἐποιήσαντο, ὄμβρου περὶ | |
ὄρθρον ῥαγέντος ἀπροσδόκητος ὁ τῶν Ῥωμαίων στρα‐ τηγὸς διαβαίνει τὸν ποταμόν, καὶ ὕπνῳ τῶν πολεμίων ἐν ταῖς σκηναῖς κατεχομένων, ἐπιπεσὼν μηδ’ αἰσθα‐ νομένους κατέκτεινεν, ὀλίγων τῶν ἐν ἡγεμονίαις διαπε‐ | 75 in vol. 4 | |
40 | φευγότων τὸν ὄλεθρον καὶ τῶν ἱππέων, μεθ’ ὧν καὶ Μιθριδάτης ὁ Μιθριδάτου· καὶ πρὸς τὸ Πέργαμον πρὸς τὸν πατέρα Μιθριδάτην ἅμα τοῖς συνεξιππασαμένοις | |
Bibl.224232a | διασῴζεται. Οὕτω δὲ βαρείας τῆς συμφορᾶς καὶ λαμπρᾶς τοῖς βασιλικοῖς συμπεσούσης, αἱ πλεῖσται τῶν πόλεων πρὸς τοὺς Ῥωμαίους μετέθεντο. Μαρίου δὲ ἀπὸ τῆς φυγῆς ἀνασωθέντος εἰς τὴν | |
5 | Ῥώμην, Σύλλας δεδιώς (τῶν ἀντιστασιωτῶν γὰρ ἦν ἐκεῖ‐ νος) μὴ τῇ ὁμοίᾳ φυγῇ τὴν εἰς αὐτὸν ὕβριν ἀποτίσῃ, πρὸς Μιθριδάτην διεπρεσβεύετο, συμβάσεις αὐτῷ τὰς πρὸς Ῥωμαίους ὑποβαλλόμενος. Τοῦ δὲ καὶ ταῖς συμ‐ βάσεσιν ἀσμενίσαντος, ἀφικέσθαι τε ἐπὶ ταύταις αἰτή‐ | |
10 | σαντος, αὐτὸς προθύμως ἐστέλλετο. | |
10 | Οὕτω γοῦν τῶν ἀνα‐ μεταξὺ ἀλλήλων προεληλυθότων, Δάρδανον αὐτοὺς ἐπὶ ταῖς συνθήκαις ὑποδέχεται, καὶ τῶν περὶ αὐτοὺς ὑποχω‐ ρησάντων ὁμολογίαι γίνονται, Μιθριδάτην μὲν Ῥω‐ μαίοις ἐκχωρεῖν τῆς Ἀσίας, καὶ Βιθυνῶν δὲ καὶ Καπ‐ | |
15 | παδοκίας ἄρχειν τοὺς ἐκ γένους βασιλέας, βεβαιωθῆναι δὲ Μιθριδάτῃ τοῦ Πόντου παντὸς τὴν βασιλείαν, παρα‐ σχεῖν δὲ ἰδίως Σύλλᾳ τριήρεις πʹ καὶ τάλαντα τρισχίλια πρὸς τὴν ἰδίαν ἐπὶ τὴν Ῥώμην κάθοδον, καὶ Ῥωμαίους μηδὲν ταῖς πόλεσι μνησικακῆσαι ἀνθ’ ὧν μετέβαλον | |
20 | εἰς Μιθριδάτην, εἰ καὶ μὴ κατὰ τὰς ὁμολογίας τοῦτο συνέβη· πολλὰς γὰρ ὕστερον τῶν πόλεων ἐδουλώσαντο. Σύλλας μὲν οὖν οὕτω λαμπρῶς εἰς τὴν Ἰταλίαν ἀφί‐ κετο, καὶ Μάριος αὖθις τῆς πόλεως ὑπεχώρησε, καὶ | |
Μιθριδάτης ἀνέστρεψεν οἴκαδε, πολλὰ τῶν διὰ τὴν ἐν | 76 in vol. 4 | |
25 | ᾗ κατηνέχθη συμφορὰν ἀποστάντων ἐθνῶν, ἐξ ὑπαρχῆς χειρωσάμενος. Παρὰ τῆς συγκλήτου δὲ Μουρήνας ἡγεμὼν πέμπεται, καὶ Μιθριδάτης διαπρεσβεύεται πρὸς αὐτόν, τὰς πρὸς Σύλλαν ὁμολογίας ἅμα τε προτείνων καὶ βεβαίους | |
30 | ἀξιῶν εἶναι. Ὁ δὲ μὴ θέμενος τῇ πρεσβείᾳ (καὶ γὰρ καὶ οἱ πρέσβεις, Ἕλληνες ὄντες καὶ τὸν βίον φιλόσοφοι, τὸν Μιθριδάτην μᾶλλον διέσυρον ἢ συνίστων) ὥρμητο ἐπὶ τὸν Μιθριδάτην. Καὶ τῷ τε Καππαδοκίας Ἀριο‐ βαρζάνῃ τὴν ἀρχὴν βεβαιοτέραν ἐποίει, καὶ ἐπὶ ταῖς | |
35 | εἰσβολαῖς τῆς Μιθριδάτου βασιλείας κτίζει πόλιν Ἐκί‐ νειαν. | |
36 | Ἐν τούτοις ὅ τε Μουρήνας καὶ ὁ Μιθριδάτης δια‐ πρεσβεύονται πρὸς Ἡρακλεώτας, ἀνὰ μέρος ἑκάτερος κατὰ τοῦ ἑτέρου καλῶν ἐπὶ συμμαχίᾳ. Τῶν μὲν οὖν Ῥω‐ μαίων τὴν ἰσχὺν φοβερὰν ἡγοῦντο, ὠρρώδουν δὲ καὶ τὴν | |
40 | γειτνίασιν τοῦ Μιθριδάτου. Διὸ ἀποκρίνονται τοῖς παρ’ αὐτῶν πρέσβεσιν, ὡς τοσούτων πολέμων ἀναρραγέντων μόλις ἂν τὴν ἰδίαν τηρεῖν δύνασθαι, μήτι γε ἑτέροις ἐπι‐ | |
Bibl.224232b | κουρεῖν. Ἀλλὰ γὰρ Μουρήνᾳ μὲν συνεβούλευον οὐκ ὀλίγοι πρὸς τὴν Σινώπην ὁρμᾶν καὶ περὶ τοῦ βασιλείου κινεῖν τὸν πόλεμον, ὡς εἰ ταύτην ἕλοι, τῶν λοιπῶν κρατήσει ῥᾳδίως. Ὁ δὲ Μιθριδάτης πολλῇ δυνάμει κατασφα‐ | |
5 | λισάμενος ταύτην εἰς αὐτοπρόσωπον πόλεμον καθει‐ στήκει. Καὶ πείραις μὲν ταῖς κατ’ ἀρχὰς ἐπικρατέστερα ἦν τὰ τοῦ βασιλέως· εἶτα εἰς ἀγχώμαλον ἡ μάχη συνε‐ στράφη, καὶ εἰς ὄκνον ἡ μάχη τὸ πρόθυμον περιέστησε τῶν πολεμίων. Διὸ καὶ Μιθριδάτης μὲν εἰς τὰ περὶ | |
10 | τὸν Φᾶσιν καὶ τὸν Καύκασον ἐτράπετο, Μουρήνας δὲ ἀπῇρεν εἰς τὴν Ἀσίαν, καὶ τὰ οἰκεῖα ἕκαστος διετίθει. | |
Μετ’ οὐ πολὺν δὲ χρόνον Σύλλας ἐν Ῥώμῃ τελευτᾷ, καὶ πέμπουσιν ἡ σύγκλητος ἐπὶ μὲν τὴν Βιθυνίαν Αὐ‐ ρήλιον Κότταν, ἐπὶ δὲ τὴν Ἀσίαν Λεύκιον Λεύκολλον, | 77 in vol. 4 | |
15 | οἷς ἡ ἐντολὴ πολεμεῖν Μιθριδάτῃ. Μιθριδάτης δὲ ἄλλον τε στρατὸν συχνὸν παρεσκευάζετο, καὶ τριήρεις μὲν υʹ, τῶν δὲ μικροτέρων νηῶν πεντηκοντήρων τε καὶ κερκούρων ἀριθμὸς ἦν οὐκ ὀλίγος. Διοφάντῳ δὲ τῷ Μι‐ θάρῳ δύναμιν δούς, πέμπει πρὸς τὴν Καππαδοκίαν | |
20 | φρουρὰς ταῖς πόλεσιν ἐγκαθιστάναι, εἰ δὲ Λεύκολλος εἰς τὸν Πόντον ἀφίκοιτο, ὑπαντιάζειν καὶ τῆς πρόσω πορείας ἀπείργειν. Αὐτὸς δὲ μεθ’ ἑαυτοῦ πεζὸν μὲν στρα‐ τὸν ἦγε ιεʹ μυριάδας, ἱππεῖς δὲ δισχιλίους ἐπὶ τοῖς μυ‐ ρίοις, ἅρματά τε δρεπανηφόρα συνεπῆγε κʹ καὶ ρʹ, καὶ | |
25 | πᾶσαν ἄλλην μηχανοποιὸν οὐκ ἐνδέουσαν πληθύν. Ἠπεί‐ γετο δὲ διὰ τῆς Τιμωνιτίδος Παφλαγονίας εἰς τὴν Γαλατίαν, καὶ ἐναταῖος εἰς τὴν Βιθυνίαν ἀφικνεῖται. Λεύκολλος δὲ Κότταν μὲν ἐφορμεῖν κελεύει τῷ Καλ‐ χηδονίων λιμένι παντὶ τῷ ναυτικῷ. Τὸ δὲ Μιθριδάτου | |
30 | ναυτικὸν παραπλέον τὴν Ἡράκλειαν παρ’ αὐτῆς οὐκ ἐδέχθη, ἀλλ’ ἀγορὰν μὲν αἰτησαμένων παρέσχον. Οἷα δὲ εἰκὸς ἐπιμιξίας γενομένης, Ἀρχέλαος ὁ τοῦ ναυτικοῦ στρατηγὸς συνέλαβε Σιλῆνον καὶ Σάτυρον, ἐπιφανεῖς τῆς Ἡρακλείας ἄνδρας, καὶ οὐκ ἀνῆκεν ἕως ἂν ἔπεισε λαβεῖν | |
35 | πέντε τριήρεις συμμαχίδας εἰς τὸν κατὰ τῶν Ῥωμαίων πόλεμον. Καὶ ἀπὸ ταύτης τῆς πράξεως (ὅπερ καὶ Ἀρ‐ χέλαος ἐμηχανᾶτο) τὴν Ῥωμαίων ἀπέχθειαν ὁ Ἡρα‐ κλεώτης δῆμος ἐκτήσατο. | |
38 | Δημοσιωνίας δὲ τῶν Ῥω‐ μαίων ἐν ταῖς ἄλλαις πόλεσι καθιστώντων, καὶ τὴν | |
40 | Ἡράκλειαν διὰ τὴν εἰρημένην αἰτίαν ταύταις ὑπέβαλ‐ λον. Οἱ δὲ δημοσιῶναι πρὸς τὴν πόλιν ἀφικόμενοι παρὰ τὰ ἔθη τῆς πολιτείας καὶ ἀργύριον ἀπαιτοῦντες | |
Bibl.224233a | τοὺς πολίτας ἐλύπουν, ἀρχήν τινα δουλείας τοῦτο νομίζοντας. Οἱ δέ, διαπρεσβεύσασθαι δέον πρὸς τὴν σύγ‐ κλητον ὥστε τῆς δημοσιωνίας ἀπολυθῆναι, ἀναπεισθέντες ὑπό τινος θρασυτάτου τῶν ἐν τῇ πόλει, τοὺς τελώνας | 78 in vol. 4 |
5 | ἀφανεῖς ἐποίησαν, ὡς καὶ τὸν θάνατον αὐτῶν ἀγνοεῖσθαι. Πολέμου δὲ ναυτικοῦ κατὰ Καλχηδόνα πόλιν Ῥω‐ μαίοις τε καὶ Ποντικοῖς συστάντος, καὶ πεζῆς δὲ δυνάμεως τῆς τε βασιλικῆς καὶ τῆς Ῥωμαϊκῆς εἰς μάχην ἀλλή‐ λαις συρραγείσης (ἐστρατήγει δὲ τῆς μὲν Κόττας, τῆς | |
10 | δὲ Μιθριδάτης) τρέπουσιν οἱ Βαστέρναι κατὰ τὸ πεζὸν τοὺς Ἰταλούς, καὶ πολὺν αὐτῶν φόνον εἰργάσαντο. Τὰ αὐτὰ δὲ καὶ περὶ τὰς ναῦς ἐγένετο, καὶ ὑπὸ μίαν ἡμέραν γῆ τε καὶ θάλασσα τοῖς Ῥωμαίων διελελύμαστο σώ‐ μασι, διαφθαρέντων ἐν μὲν τῇ ναυμαχίᾳ ὀκτακισχιλίων, | |
15 | τετρακισχιλίων δὲ καὶ πεντακοσίων ἑαλωκότων· τοῦ δὲ πεζοῦ στρατεύματος Ἰταλοὶ μὲν τριακόσιοι καὶ πεντα‐ κισχίλιοι, τῶν δὲ Μιθριδατείων Βαστέρναι μὲν περὶ τριάκοντα, τοῦ δὲ λοιποῦ πλήθους ἑπτακόσιοι. Οὕτως ἀρ‐ θέντα τὰ Μιθριδάτου πάντων τὸ φρόνημα κατεδούλου. | |
20 | Λεύκολλος δὲ ἐπὶ τοῦ Σαγγαρίου ποταμοῦ στρατοπεδεύων, καὶ μαθὼν τὸ πάθος, λόγοις ἀνελάμβανεν ἀθυμήσαντας τοὺς στρατιώτας. Τρεπομένου δὲ ἐπὶ Κύζικον σὺν μεγάλῳ φρονή‐ ματι Μιθριδάτου καὶ πολιορκεῖν τὴν πόλιν βουλομέ‐ | |
25 | νου, Λεύκολλος ἐπακολουθήσας καὶ συμβαλὼν πολέ‐ μῳ νικᾷ τοὺς Ποντικοὺς ἀνὰ κράτος, βραχεῖ μὲν πλείους μυριάδος ἀνελών, τρισχιλίους δὲ καὶ μυρίους λαβὼν αἰ‐ χμαλώτους. Τὸ δὲ Φιμβριανῶν στράτευμα ὑπόπτως ἔχον ὡς διὰ τὸ περὶ Φλάκκον τόλμημα οὐκ ἂν αὐτοὺς ἔτι | |
30 | νομίσειαν οἱ ἡγεμόνες εὔνους, ἔπεμπον κρύφα πρὸς Μιθριδάτην αὐτομολίαν ὑπισχνούμενοι. Ὁ δὲ ἕρμαιον τὴν πρόσκλησιν ἡγησάμενος, ὡς νὺξ ἐπέλαβεν, Ἀρ‐ χέλαον πέμπει βεβαιῶσαί τε τὰς ὁμολογίας καὶ τοὺς προσχωρήσαντας ἄγειν. Οἱ δὲ Φιμβριανοί, ἐπεὶ τού‐ | 79 in vol. 4 |
35 | τοις Ἀρχέλαος παρεγένετο, αὐτὸν μὲν συνέλαβον, τοὺς δὲ σὺν αὐτῷ διεχειρίσαντο. | |
36 | Ἐπὶ τούτῳ τῷ τοῦ βασι‐ λέως ἀτυχήματι, καὶ λιμὸς ἐπιπίπτει αὐτοῦ τῇ στρατιᾷ, καὶ πολλοὺς ἀπώλλυε. Πλὴν οὕτω πολλοῖς παθήμασι κάμνων, Κυζίκου τῆς πολιορκίας τέως οὐκ ἀφίστατο· | |
40 | μετ’ ὀλίγον δὲ πολλὰ καὶ παθὼν καὶ πράξας, ὅμως ἀνάλωτον λιπὼν τὴν πόλιν ἀνεχώρησε, τοῦ μὲν πεζοῦ | |
Bibl.224233b | Ἑρμαῖον καὶ Μάριον ἡγεῖσθαι καταστησάμενος, στρατὸν ὑπὲρ τρισμυρίους ἄγοντας, αὐτὸς δὲ διὰ θαλάσσης ποιούμενος τὴν ἀνάζευξιν. Ἐπιβαίνοντος δὲ αὐτοῦ τῶν τριήρων πολλαὶ παθῶν ἰδέαι συνέπιπτον· οἱ γὰρ ἐμ‐ | |
5 | βαίνειν μέλλοντες εἰς αὐτάς, τὰς μὲν ἤδη πεπληρω‐ μένας τὰς δὲ καὶ μελλούσας κατεῖχον ἐξαρτώμενοι, καὶ παρὰ τὸ πλῆθος τῶν τοῦτο δρώντων αἱ μὲν κα‐ τεδύοντο αἱ δὲ περιετρέποντο. Τοῦτο Κυζικηνοὶ θεα‐ σάμενοι ὥρμησαν ἐπὶ τὰ τῶν Ποντικῶν στρατόπεδα, | |
10 | καὶ τοὺς ὑπολειφθέντας καματηροὺς διαφθείροντες, εἴ τι παρῆν ὑπολελειμμένον τῷ στρατοπέδῳ, διήρπαζον. Λεύκολλος δὲ διώξας ἐπὶ τὸν Αἴσηπον ποταμὸν τὸ πεζὸν ἀπροσδόκητος καταλαμβάνει, καὶ φόνον πολὺν τῶν πολεμίων ποιεῖται. Μιθριδάτης δὲ ἀναλαβὼν ἑαυ‐ | |
15 | τὸν ὡς ἠδύνατο, Πείρινθον ἐπολιόρκει, ταύτης δὲ διαμαρτὼν ἐπὶ Βιθυνίαν διαπεραιοῦται. Ἐπεὶ δὲ καὶ Βάρβας συχνοὺς Ἰταλῶν ἐπάγων ἧκε, | |
καὶ μὴν καὶ Τριάριος ὁ Ῥωμαίων ἡγεμὼν ἀνασκευασά‐ μενος τῇ Ἀπαμείᾳ πολιορκεῖν ἐπέστη, οἱ Ἀπαμεῖς ἀν‐ | 80 in vol. 4 | |
20 | τίσχοντες ὅσα ἠδύναντο, τέλος ἀνοίξαντες τὰς πύλας τούτους εἰσεδέξαντο. Εἷλον δὲ καὶ Προῦσαν τὴν πόλιν ἡ Ῥωμαίων δύναμις· ὑπὸ δὲ τὸν Ἀσιανὸν Ὄλυμπον διέκειτο αὕτη. Ἐκεῖθεν ὁ Τριάριος ἐπὶ Προυσιάδα τὴν ἐπιθαλάσσιον μετὰ τῆς δυνάμεως παραγίνεται· αὕτη | |
25 | δὲ Κίερος τὸ παλαιὸν ἐκαλεῖτο, ἐν ᾗ καὶ ἡ τῆς Ἀρ‐ γοῦς ἄφιξις λέγεται καὶ ὁ τοῦ Ὕλα ἀφανισμὸς καὶ ἡ τοῦ Ἡρακλέος ἐπὶ τὴν τούτου ἀναζήτησιν πλάνη καὶ πολλὰ τοιαῦτα ἕτερα. | |
28 | Παραγεγονότα δὲ ῥᾳδίως οἱ Προυσαεῖς ἐδέξαντο, τοὺς Ποντικοὺς διωσάμενοι. Ἐκεῖθεν ἐπὶ Νί‐ | |
30 | καιαν φρουρουμένην Μιθριδατείῳ φρουρᾷ παραγίνεται. Οἱ δὲ Ποντικοὶ τὸν νοῦν τῶν ἐν Νικαίᾳ συνιδόντες ἐπὶ Ῥωμαίους ἀποκλίνοντα διὰ νυκτὸς πρὸς Μιθρι‐ δάτην εἰς Νικομήδειαν ἀνεχώρησαν, καὶ Ῥωμαῖοι ἀτα‐ λαιπώρως κρατοῦσι τῆς πόλεως. Αὕτη δὲ ἡ πόλις ἡ | |
35 | Νίκαια τὴν μὲν κλῆσιν ἄγει ἀπὸ ναΐδος νύμφης, ὄνομα λαχούσης τὴν Νίκαιαν, ἔργον δὲ γεγονὸς Νι‐ καέων τῶν μετὰ Ἀλεξάνδρου μὲν συστρατευσάντων, μετὰ δὲ τὸν ἐκείνου θάνατον κατὰ ζήτησιν πατρίδος ταύτην τε κτισάντων καὶ συνοικισαμένων. | |
39 | Ἡ μὲν οὖν | |
40 | ναῒς ἡ Νίκαια παῖς λέγεται φῦναι Σαγγαρίου τοῦ κατὰ τὴν χώραν δυνάστου καὶ Κυβέλης· παρθενίαν δὲ μᾶλλον ἢ | |
Bibl.224234a | τὴν πρὸς ἄνδρα ποθοῦσα ὁμιλίαν, ἐν ὄρεσι καὶ θήραις τὸν βίον ἔσχε. Ταύτης δὲ Διόνυσος μὲν ἤρα, ἐρῶν δὲ οὐκ ἐτύγχανε. Μὴ τυγχάνων δὲ μηχαναῖς τὸ λεῖπον τῇ γνώμῃ ἀναπληροῦν ἐπεχείρει. Πληροῖ τοί‐ | |
5 | νυν τὴν κρήνην, ἀφ’ ἧς εἴωθεν ἡ Νίκαια πίνειν ἐπειδὰν ἀπὸ τῆς θήρας κοπωθείη, ἀντὶ τοῦ ὕδατος οἴνου. Ἡ δὲ μηδὲν συνειδυῖα καὶ τὸ εἰωθὸς ποιοῦσα, ἐμ‐ φορεῖταί τε τοῦ ἐπιβούλου νάματος, καὶ ὑπηρετεῖ καὶ ἄκου‐ σα τῷ βουλήματι τοῦ ἐραστοῦ· μέθης γὰρ αὐτὴν καὶ ὕπνου | 81 in vol. 4 |
10 | λαβόντων ὅ τε Διόνυσος αὐτῇ ἐπιμίγνυται, καὶ παῖδας ἐξ αὐτῆς φύει Σάτυρόν τε καὶ ἑτέρους. | |
11 | Οἱ δὲ Νικαεῖς, οἳ τὴν πόλιν ἤγειραν καὶ συνῴκεσαν, Νίκαιαν εἶχον πατρίδα Φωκίδος γείτονα· πρὸς ἣν καὶ πολλάκις στα‐ σιάσαντες ὑπ’ αὐτῆς ἐκείνης ὕστερον τὴν πατρίδα ἀφῃ‐ | |
15 | ρέθησαν, καταστροφὴν ταύτης καὶ ἀφανισμὸν τῶν ἐν τῇ Φωκίδι πολλῇ σπουδῇ καταπραξαμένων. Ἀλλ’ ἡ μὲν Νίκαια οὕτω τε τὴν κλῆσιν καὶ τὴν οἰκοδομὴν ἔσχε, καὶ οὕτω προσεχώρησε Ῥωμαίοις. Μιθριδάτης δὲ ἐν τῇ Νικομηδείᾳ διέτριβε. Κότ‐ | |
20 | τας δὲ βουλόμενός τι τῶν προδιημαρτημένων ἀναλα‐ βεῖν ἧκεν ἀπὸ Καλχηδόνος ἐν ᾧ ἥττητο, πρὸς τὴν Νικομήδειαν, καὶ στρατοπεδεύει νʹ καὶ ρʹ σταδίων πόλεως ἄποθεν, τὴν συμβολὴν τῆς μάχης ὑπευλα‐ βούμενος. Καταλαμβάνει δὲ Κότταν σπουδῇ πολλῇ αὐ‐ | |
25 | τόκλητος ὁ Τριάριος, καὶ Μιθριδάτου ὑποχωρήσαντος εἰς τὴν πόλιν ἑκατέρωθεν ταύτην πολιορκεῖν τὸ Ῥω‐ μαϊκὸν παρεσκευάζετο στράτευμα. Ἐπεὶ δὲ ὁ βασιλεὺς ἐπυνθάνετο δυσὶ ναυμαχίαις, τῇ μὲν περὶ Τένεδον τῇ δὲ κατὰ τὸν Αἴγαιον, Λευκόλλου πολεμοῦντος τοὺς | |
30 | Ποντικοὺς νενικῆσθαι, καὶ οὐκ ἀξιόμαχον αὑτὸν πρὸς τὴν παροῦσαν δύναμιν Ῥωμαίων ἡγεῖτο, τὴν ἐπίβασιν τῷ στόλῳ εἰς τὸν ποταμὸν ἀνέπλει, καὶ σφοδρῷ χει‐ μῶνι περιπεσών τινας μὲν τῶν τριήρων ἀποβάλλει, αὐτὸς δὲ μετὰ τῶν πλειόνων εἰς τὸν Ὕπιον ποτα‐ | |
35 | μὸν κατηνέχθη. Ἐκεῖ δὲ διὰ τὸν χειμῶνα διατρίβων Λάμαχον τὸν Ἡρακλεώτην, φιλίαν ἔχων πρὸς αὐτὸν παλαιάν, καὶ μαθὼν ἄρχειν τῆς πολιτείας, πολλαῖς ὑπο‐ σχέσεσιν εἷλκεν ὥστε παρασκευάσαι αὐτὸν ἐν τῇ πόλει παραδεχθῆναι. Ἔπεμπε δὲ καὶ χρήματα. Ὁ δὲ ἀντε‐ | 82 in vol. 4 |
40 | δίδου τὴν αἴτησιν, καὶ δημοθοινίαν ἔξω τῆς πόλεως λαμπροτάτην παρασκευασάμενος τοῖς πολίταις, καὶ ταύτῃ μηδὲ τὰς πύλας ἔχειν παρεγγυησάμενος κεκλει‐ | |
Bibl.224234b | σμένας, μεθύσας τε τὸν δῆμον, ἐκ συνθήματος κατὰ τὴν αὐτὴν ἡμέραν ἐφεστάναι λάθρᾳ προπαρασκευά‐ ζει τὸν Μιθριδάτην. Καὶ οὕτως ἡ πόλις, μηδὲ τὴν ἄφι‐ ξιν αἰσθομένων τῶν Ἡρακλεωτῶν, ὑπὸ χεῖρα Μιθρι‐ | |
5 | δάτῃ γίνεται. | |
5 | Τῇ ἐπαύριον δὲ συγκαλέσας τὸ πλῆθος ὁ βασιλεύς, καὶ φιλίοις δεξιωσάμενος λόγοις, καὶ τὴν εὔνοιαν πρὸς αὐτὸν παραινέσας σῴζειν, τετρακισχι‐ λίους τε φρουροὺς ἐγκαταστήσας καὶ φρούραρχον Κοννα‐ κόρηκα, προφάσει τοῦ εἰ Ῥωμαῖοι βουληθεῖεν ἐπιβου‐ | |
10 | λεύειν, τῆς πόλεως ἐκείνους ὑπερμαχεῖν καὶ σωτῆρας εἶναι τῶν ἐνοικούντων, εἶτα δὲ καὶ χρήματα διανείμας τοῖς ἐν αὐτῇ, μάλιστα δὲ τοῖς ἐν τέλει, ἐπὶ τῆς Σι‐ νώπης ἐξέπλευσε. Λεύκολλος δὲ καὶ Κόττας καὶ ὁ Τριάριος οἱ Ῥω‐ | |
15 | μαίων αὐτοκράτορες στρατηγοί, ἐπὶ τῆς Νικομηδείας καθὲν γενόμενοι ὥρμηντο εἰς τὸν Πόντον ἐμβαλεῖν· ἐπεὶ δὲ αὐτοῖς ἡ τῆς Ἡρακλείας κατάληψις ἠγγέλθη, ἡ δὲ προδοσία οὐκ ἐγνώσθη, ἀλλὰ τῆς πόλεως ὅλης ἡ ἀπόστασις ἐνομίσθη, Λεύκολλον μὲν ἐδόκει μετὰ τῆς | |
20 | πλείστης δυνάμεως εἰς τὴν Καππαδοκίαν διὰ τῆς μεσο‐ γείου χωρεῖν ἐπί τε Μιθριδάτην καὶ τὴν πᾶσαν βασι‐ | |
λείαν, Κότταν δὲ ἐπὶ Ἡρακλείας, Τριάριον δὲ τὸ ναυτικὸν ἀναλαβόντα περὶ τὸν Ἑλλήσποντον καὶ τὴν Προποντίδα τὰς ἐπὶ Κρήτην καὶ Ἰβηρίαν ἀπεσταλμένας | 83 in vol. 4 | |
25 | Μιθριδατείους ναῦς ὑποστρεφούσας λοχᾶν. | |
25 | Μιθριδάτης δὲ ταῦτα ἀκούων παρεσκευάζετο, καὶ διεπρεσβεύετο πρός τε τοὺς Σκυθῶν βασιλεῖς καὶ πρὸς τὸν Πάρθον καὶ πρὸς τὸν γαμβρὸν αὑτοῦ Τιγράνην τὸν Ἀρμένιον. Ἀλλ’ οἱ μὲν ἀπεῖπον, Τιγράνης δὲ ὑπὸ τῆς Μιθρι‐ | |
30 | δάτου θυγατρὸς πολλάκις ἐνοχληθεὶς καὶ ἀναβαλλό‐ μενος, ὅμως ὑπέστη τὴν συμμαχίαν. Καὶ Μιθριδάτης διαφόρους πέμπων κατὰ Λευκόλλου στρατηγούς, καὶ τῆς συμπλοκῆς ἐπιγενομένης, πολύτροποι μὲν συνέβαινον αἱ μεταβολαί, ἐν τοῖς πλείστοις δὲ τὰ Ῥωμαίων ὅμως | |
35 | κατώρθου. | |
35 | Ἠθύμει μὲν ὁ βασιλεύς. Ἀθροίσας δ’ οὖν πεζῶν μὲν δʹ μυριάδας, ἱππεῖς δὲ ὀκτακισχιλίους ἐξέ‐ πεμψε Διόφαντον καὶ Ταξίλλην ἐπὶ τοῖς προαπεσταλ‐ μένοις. Τῶν δὲ τοῖς προλαβοῦσι συναφθέντων, κατ’ ἀρ‐ χὰς μὲν ἀκροβολισμοῖς ἀλλήλων οἱ πολέμιοι καθ’ ἑκά‐ | |
40 | στην σχεδὸν ἀπεπειρῶντο, εἶτα ἱππομαχίαι συνέστησαν βʹ, ὧν τὴν μὲν ἐνίκων οἱ Ῥωμαῖοι, τὴν δευτέραν δὲ οἱ Ποντικοί. Τριβομένου δὲ τοῦ πολέμου, Λεύκολλος ἀγορὰν | |
Bibl.224235a | ἄξοντας εἰς Καππαδοκίαν ἐκπέμπει, καὶ μαθὼν Τα‐ ξίλλης καὶ Διόφαντος πεζοὺς ἐκπέμπουσι τετρακισχιλίους καὶ ἱππεῖς δισχιλίους, ἐφ’ ᾧ ἐπιθέμενοι ἀφαιρήσονται τοὺς ἀποκομίζοντας τὰς ἀγοράς. Καὶ συμβαλόντων | |
5 | ἀλλήλοις ἐπικρατέστεροι γεγόνασιν οἱ Ῥωμαῖοι· πέμ‐ ψαντος δὲ Λευκόλλου βοήθειαν τοῖς οἰκείοις, τροπὴ γί‐ νεται βαρβάρων περιφανής. Καὶ τῇ φυγῇ τούτων ἡ Ῥω‐ | |
μαίων δύναμις ὁδηγουμένη ἐπὶ τὸ στρατόπεδον τὸ περὶ Διόφαντον καὶ Ταξίλλην ἧκον, καὶ καρτερᾶς πρὸς αὐ‐ | 84 in vol. 4 | |
10 | τοὺς τῆς μάχης γενομένης, ἐπ’ ὀλίγον μὲν ἀντέσχον οἱ Ποντικοί, εἶτα τῶν στρατηγῶν πρῶτον ἀποχωρούντων, πάντες ἐνέκλιναν, καὶ Μιθριδάτῃ τοῦ πταίσματος οἱ στρατηγοὶ αὐτάγγελοι παρεγένοντο, καὶ πολὺ πλῆθος τότε τῶν βαρβάρων ἀπώλετο. | |
15 | Οὕτω Μιθριδάτῃ τῶν πραγμάτων περιφανῶς ἀπο‐ κεκλιμένων τῶν τε βασιλίδων γυναικῶν ἡ ἀναίρεσις ἐπεποίητο, καὶ φεύγειν ἐκ τῶν Καβήρων αὐτῷ, ἐν οἷς διέτριβε, λάθρᾳ τῶν ἄλλων ὑπηκόων ὁρμὴ γέγονε. Καὶ ἥλω ἂν ἐν τῇ φυγῇ, τῶν Γαλατῶν ἐπιδιωκόντων, καί‐ | |
20 | περ τὸν φεύγοντα ἀγνοούντων, εἰ μὴ περιτυχόντες ἡμιόνῳ χρυσὸν καὶ ἄργυρον τῶν Μιθριδατείων χρη‐ μάτων φερούσῃ περὶ τὴν ἁρπαγὴν τούτων ἐσχόλασαν. Καὶ αὐτὸς εἰς Ἀρμενίαν διασῴζεται. Λεύκολλος δὲ ἐπὶ μὲν τὸν Μιθριδάτην Μάρκον | |
25 | Πομπήϊον ἡγεμόνα ἐξέπεμψεν, αὐτὸς δὲ ἐπὶ Καβήρων μεθ’ ὅλης ἠπείγετο τῆς δυνάμεως, καὶ τὴν πόλιν περι‐ καθισάμενος σφᾶς αὐτοὺς παραδεδωκότας τοὺς βαρ‐ βάρους ὑποσπόνδους ἔσχε καὶ τῶν τειχῶν ἐκυρίευσεν. Ἐκεῖθεν δὲ πρὸς τὴν Ἄμισον παραγεγονώς, καὶ λόγοις | |
30 | παραινῶν τοὺς ἐν αὐτῇ Ῥωμαίοις προσχωρεῖν, ἐπεὶ οὐκ ἔπειθε, ταύτην λιπὼν εἰς τὴν Εὐπατορίαν μεθίστη τὴν πολιορκίαν. Καὶ ῥᾳθύμως καταγωνίζεσθαι ταύτης προσ‐ εποιεῖτο, ὡς ἂν καὶ τοὺς πολεμίους εἰς ὅμοιον ῥᾳθυμίας ζῆλον ἐκκαλεσάμενος ἐξ αἰφνιδίου μεταβολῆς κατορ‐ | |
35 | θώσῃ τὸ μελετώμενον. Ὃ καὶ γέγονε, καὶ τὴν πόλιν οὕτως εἷλε τῷ στρατηγήματι· ἄφνω γὰρ κλίμακας ἁρ‐ πάσαι κελεύσας τοὺς στρατιώτας, τῶν φυλάκων οὐδὲν τοιοῦτον προσδεδοκηκότων, ἀλλ’ ἐν ὀλιγωρίᾳ διακειμέ‐ | |
νων, διὰ τῶν κλιμάκων τὸ τεῖχος ὑπερβαίνειν τοὺς στρα‐ | 85 in vol. 4 | |
40 | τιώτας ἐπέτρεψε, καὶ οὕτως ἥλω Εὐπατορία, καὶ αὐτίκα κατέσκαπτο. Μετ’ ὀλίγον δὲ καὶ Ἀμισὸς ἑάλω, διὰ τῶν κλιμάκων καὶ αὐτῆς ὁμοίως τῶν πολεμίων ἐπιβάντων τοῖς τείχεσι. Καὶ κατ’ ἀρχὰς μὲν φόνος τῶν πολιτῶν | |
Bibl.224235b | οὐκ ὀλίγος γέγονεν, ὕστερον δὲ τὸν ὄλεθρον Λεύ‐ κολλος ἐπέσχε, καὶ τὴν πόλιν αὐτοῖς καὶ τὴν χώραν τοῖς διασωθεῖσιν ἀποκατέστησε, καὶ οἰκειότερον ἐχρῆτο. Μιθριδάτης δὲ πρὸς τὸν γαμβρὸν παραγεγονώς, | |
5 | καὶ συνουσίας τυχεῖν ἀξιῶν, ταύτης μὲν οὐ τυγχάνει, φρουρὰν δὲ τοῦ σώματος παρ’ αὐτοῦ λαμβάνει καὶ τῆς ἄλλης δεξιώσεως μετεῖχεν. Ἔπεμψε δὲ καὶ Λεύκολλος πρὸς Τιγράνην πρεσβευτὴν Ἄππιον Κλώδιον, Μιθρι‐ δάτην ἐξαιτῶν. Ὁ δὲ οὐκ ἔδωκε, φήσας τὴν ὑπὸ πάν‐ | |
10 | των ἀνθρώπων, εἰ τῆς γαμετῆς πατέρα προδοίη, διευ‐ λαβεῖσθαι μομφήν· ἀλλὰ μοχθηρὸς μὲν ὡς εἴη Μιθρι‐ δάτης καὶ αὐτὸν εἰδέναι, δυσωπεῖσθαι δὲ τὴν ἐπικηδείαν. Γράφει δὲ καὶ ἐπιστολὴν πρὸς Λεύκολλον τοὺς εἰρημένους λόγους ἔχουσαν, ἥτις παρώξυνε τὸν δεξάμενον· οὐ γὰρ | |
15 | ἐνέγραψεν αὐτὸν αὐτοκράτορα, ἐγκαλῶν ὅτι μηδὲ αὐτὸς ἐκεῖνον κατὰ τὰς ἐπιστολὰς βασιλέα βασιλέων προσ‐ ηγόρευσεν. Ἐνταῦθα μὲν καὶ ἡ πεντεκαιδεκάτη κατα‐ λήγει ἱστορία. Ἱστορία δὲ ἡ ἐφεξῆς τάδε ἀφηγεῖται. Ἀναλαβὼν | |
20 | Κόττας τὰ Ῥωμαϊκὰ στρατεύματα κατὰ τῆς Ἡρακλείας ἐχώρει, ἀλλὰ πρῶτον μὲν ἐπὶ Προυσιάδος ἦγεν (ἡ δὲ Προυσιὰς πρὶν μὲν ἀπὸ τοῦ παραρρέοντος αὐτὴν ποταμοῦ Κίερος ἐκαλεῖτο· ὁ δὲ τῆς Βιθυνίας βασιλεὺς τῶν Ἡρακλεωτῶν ταύτην ἀφελόμενος ἐξ ἑαυτοῦ μετωνό‐ | |
25 | μασεν). Ἐντεῦθεν ἐπὶ τὴν Ποντικὴν κατῆλθε θά‐ λασσαν, καὶ παρελθὼν τὴν παραλίαν τοῖς κατὰ κορυφὴν | |
τείχεσι τὸ στράτευμα περιέστησεν. Ἐθάρρουν μὲν τῇ τοῦ χωρίου οἱ Ἡρακλεῶται ὀχυρότητι, καὶ καρτερῶς τοῦ Κόττα πολιορκοῦντος σὺν τοῖς φρουροῖς ἀντεμάχοντο· | 86 in vol. 4 | |
30 | καὶ φόνος ἦν τοῦ Ῥωμαϊκοῦ πλήθους πλέον, τραύματα δὲ πολλὰ τῶν Ἡρακλεωτῶν ἐκ τῶν βελῶν. Κόττας οὖν ἀνακαλεῖται τῆς τειχομαχίας τὸ στράτευμα, καὶ μικρὸν στρατοπεδεύων ἄποθεν ὅλον ἔτρεπε τὸν σκοπὸν εἰς τὸ τὰς ἐπὶ ταῖς χρείαις ἐξόδους εἴργειν τῶν πολιορκουμέ‐ | |
35 | νων. Σπανιζόντων δὲ τῇ πόλει τῶν ἐπιτηδείων πρε‐ σβεία πρὸς τοὺς ἀποίκους ἐξεπέμπετο, τροφῆς δι’ ὠνῆς αἰτοῦσα χορηγίαν. Οἱ δὲ τῇ πρεσβείᾳ ἠσμένιζον. Πρὸ βραχέος δὲ ὁ Τριάριος τὸν Ῥωμαϊκὸν στόλον ἔχων ὥρμησεν ἀπὸ Νικομηδείας ἐπὶ τὰς ποντικὰς | |
40 | τριήρεις, ἃς προεῖπεν ὁ λόγος περί τε Κρήτην καὶ Ἰβη‐ ρίαν ἐξαποσταλῆναι. Μαθὼν δὲ τὰς ὑπολοίπους ἐς τὸν Πόντον ἀνακεχωρηκέναι (πολλαὶ γὰρ αὐτῶν καὶ χειμῶνι καὶ ταῖς κατὰ μέρος ναυμαχίαις εἰς διαφθορὰν ἔδυσαν) | |
Bibl.224236a | καταλαμβάνει τε ταύτας, καὶ τὴν μάχην περὶ τὴν Τένεδον συγκροτεῖ, οʹ μὲν ἔχων τριήρεις αὐτός, τῶν δὲ Ποντικῶν ἀγόντων βραχὺ δεούσας τῶν πʹ. Ἐπεὶ δὲ συνέστη ὁ πόλεμος, κατ’ ἀρχὰς μὲν ἀντεῖχον οἱ τοῦ βα‐ | |
5 | σιλέως, ὕστερον δὲ τροπῆς αὐτῶν λαμπρᾶς γενομένης, τὸ Ῥωμαίων ἀνὰ κράτος ἐνίκησε στράτευμα, καὶ οὕτως ἅπας ὁ Μιθριδάτειος στόλος, ὅσος ἐπὶ τὴν Ἀσίαν αὐτῷ συνεξέπλευσεν, ἑάλω. Κόττας δὲ παρὰ τὴν Ἡράκλειαν στρατοπεδεύων ὅλῳ | |
10 | μὲν οὐ προσέβαλε τῇ πολιορκίᾳ τέως τῷ στρατῷ, κατὰ μέρος δὲ προσῆγεν, ἐνίους μὲν τῶν Ῥωμαίων, πολλοὺς δὲ προβαλλόμενος τῶν Βιθυνῶν· πολλῶν δὲ καὶ τι‐ τρωσκομένων καὶ ἀναιρουμένων, μηχανὰς ἐπενόει, ὧν ἐδόκει τοῖς πολιορκουμένοις ἡ χελώνη φοβερωτέρα. | |
15 | Ἐπάγει γοῦν ταύτην ὅλην τὴν δύναμιν συγκινήσας πύργῳ τινὶ ὑπόπτως ἔχοντι πρὸς τὸ παθεῖν· ὡς δὲ ἅπαξ καὶ δεύτερον πληγεὶς οὐ μόνον παρὰ δόξαν διεκαρτέρει, ἀλλὰ καὶ ὁ κριὸς τῆς ἄλλης ἐμβολῆς προαπεκλάσθη, εὐθυμίαν μὲν τοῖς Ἡρακλεώταις, ἀγωνίαν δὲ παρέσχε | 87 in vol. 4 |
20 | Κόττᾳ διαταράττουσαν αὐτόν, ὡς οὐκ ἂν ἡ πόλις αἱ‐ ρεθείη ποτέ. | |
21 | Τῇ ὑστεραίᾳ δ’ οὖν πάλιν ἐπαγαγὼν τὴν μηχανὴν καὶ μηδὲν ἀνύσας, κατακαίει μὲν τὸ μηχά‐ νημα, ἀποτέμνει δὲ καὶ τὰς τῶν μηχανοποιῶν κεφαλάς, καὶ φρουρὰν τοῖς τείχεσι καταλιπών, μετὰ τοῦ λοιποῦ | |
25 | πλήθους εἰς τὸ καλούμενον πεδίον Λύκαιαν διέτριβεν, ἀφθονίαν ἔχοντος τῶν ἐπιτηδείων τοῦ χωρίου, κἀκεῖθεν τὴν περὶ τὴν Ἡράκλειαν χώραν ἅπασαν ἐδῄου, εἰς πολλὴν ἀμηχανίαν τοὺς πολίτας συνελαύνων. | |
28 | Διεπρε‐ σβεύετο γοῦν πάλιν πρός τε τοὺς ἐν Σκυθίᾳ Χεροννη‐ | |
30 | σίτας καὶ Θεοδοσιανοὺς καὶ τοὺς περὶ τὸν Βόσπορον δυνάστας ὑπὲρ συμμαχίας· καὶ ἡ πρεσβεία ἀνέστρεφεν ἔμπρακτος. Τῶν δὲ πολεμίων ἐπικειμένων τῇ πόλει, οὐ πολὺ ἔλαττον αὐτῇ τὰ λυποῦντα ἔνδον ἐπετίθετο. Οὐ γὰρ ἠρκοῦντο οἱ φρουροὶ οἷς διέζη τὸ δημοτικόν, τύπτον‐ | |
35 | τες δὲ τοὺς πολίτας χορηγεῖν ἃ μὴ ῥᾷον ἦν αὐτοῖς ἐξ ἀνάγκης ἐκέλευον. Καὶ τῶν φρουρῶν ἔτι μᾶλλον ἦν χαλε‐ πώτερος ὁ ἐφεστηκὼς αὐτῶν Κοννακόρηξ, οὐκ ἀπείργων ἀλλ’ ἐπιτρέπων τοῖς ὑπὸ χεῖρα τὴν βίαν. Τεμὼν δὲ τὴν χώραν ὁ Κόττας πάλιν προσβάλλει | |
40 | τοῖς τείχεσιν· ἀθύμους δὲ τοὺς στρατιώτας πρὸς πολιορ‐ κίαν ὁρῶν ἀπάγει τῆς τειχομαχίας, καὶ πέμπει καλῶν Τριάριον τάχος ταῖς τριήρεσιν ἀφικνεῖσθαι καὶ κω‐ | |
Bibl.224236b | λύειν τὸν διὰ τῆς θαλάσσης ἐπισιτισμὸν τῇ πόλει. | |
Λαβὼν οὖν ἃς εἶχεν ὁ Τριάριος καὶ Ῥοδίους κʹ ναῦς, ὧν σύμπαν τὸ πλῆθος εἰς γʹ καὶ μʹ ἐτέλει, εἰς τὸν Πόντον διαβαίνει, καὶ μηνύει Κόττᾳ καὶ τὸν καιρὸν καὶ τὴν | 88 in vol. 4 | |
5 | ἄφιξιν· ὑπὸ δὲ τὴν αὐτὴν ἡμέραν Κόττας τε τοῖς τεί‐ χεσι τὸν στρατὸν προσῆγε καὶ ὁ κατάπλους τῶν Τρια‐ ρίου νεῶν ἐπεφαίνετο. Συνταραχθέντες οὖν οἱ Ἡρακλεῶται πρὸς τὸ αἰφνίδιον τῆς τῶν νηῶν ἐφόδου, ναῦς μὲν ἐπὶ τὴν θάλασσαν λʹ καθεῖλκον, οὐδὲ ταύτας ἀκριβῶς | |
10 | πληροῦντες, τὸ δὲ λοιπὸν πρὸς τὴν πολιορκίαν ἐτρέ‐ ποντο. | |
11 | Ἀνήγετο μὲν ὁ Ἡρακλεωτικὸς στόλος πρὸς τὰς ἐπιπλεούσας τῶν πολεμίων. Πρῶτοι γοῦν Ῥόδιοι (καὶ γὰρ ἐδόκουν ἐμπειρίᾳ τε καὶ ἀνδρείᾳ τῶν ἄλλων προέχειν) ἐνερράγησαν ταῖς ἐξ Ἡρακλείας, καὶ παραχρῆμα μὲν | |
15 | κατέδυσαν Ῥοδίων μὲν γʹ Ἡρακλεώτιδες δὲ εʹ. Ἐπι‐ γενόμενοι δὲ τῇ ναυμαχίᾳ καὶ Ῥωμαῖοι, καὶ πολλὰ παθόντες καὶ ποιήσαντες τοῖς πολεμίοις, πλέον δὲ ὅμως κακώσαντες, ἐτρέψαντο τὰς ἐξ Ἡρακλείας καὶ φεύγειν ἠνάγκασαν πρὸς τὴν πόλιν, δʹ ἀποβαλούσας | |
20 | καὶ ιʹ. Αἱ τρεψάμεναι δὲ πρὸς τὸν μέγαν ἐνωρμίζοντο λιμένα. Ἀνίστη δ’ οὖν καὶ τὸ πεζὸν τῆς πολιορκίας ὁ Κόττας· οἱ δὲ περὶ Τριάριον ἀναγόμενοι καθ’ ἑκάστην ἀπὸ τοῦ λιμένος τοὺς σιτηγεῖν ὡρμημένους τοῖς πολιορ‐ κουμένοις ἀπεκώλυον, καὶ σπάνις χαλεπὴ τὴν πόλιν κα‐ | |
25 | τεῖχεν, ὡς πʹ Ἀττικῶν τὴν λεγομένην χοίνικα τοῦ σίτου προκόψαι. | |
26 | Ἐπὶ δὲ τοῖς ἄλλοις κακοῖς καὶ λοιμὸς αὐτοῖς ἐπιπεσών (εἴτε ἐκ τροπῆς ἀέρων εἴτε ἐκ τῆς ἀσυνήθους διαίτης) ποικίλην ἐπὶ ποικίλαις παθημάτων ἰδέαις τὴν φθορὰν ἀπειργάζετο· ἐν οἷς καὶ Λάμαχος πικροτέρῳ καὶ | |
30 | μακροτέρῳ τῶν ἄλλων ὀλέθρῳ διέφθαρτο. Ἥψατο δὲ μά‐ | |
λιστα καὶ τῶν φρουρῶν ἡ νόσος, ὡς ἀπὸ τρισχιλίων χιλίους ἀποθανεῖν. Τοὺς Ῥωμαίους δὲ τὸ πάθος οὐκ ἐλάνθανε. Καὶ ὁ Κοννακόρηξ κακοπαθῶν ταῖς συμφοραῖς ἔγνω τοῖς Ῥωμαίοις προδιδόναι τὴν πόλιν καὶ τῇ τῶν | 89 in vol. 4 | |
35 | Ἡρακλεωτῶν ἀπωλείᾳ τὴν ἰδίαν σωτηρίαν ἀλλάξασθαι. Συνελαμβάνετο δὲ αὐτῷ καὶ Ἡρακλεώτης ἀνήρ, ζηλωτὴς τῆς Λαμάχου προαιρέσεως, Δαμωφέλης ὄνομα, φρού‐ ραρχος καὶ αὐτὸς τῇ πόλει μετὰ τὴν Λαμάχου φθορὰν καταστάς. Ὁ τοίνυν Κοννακόρηξ τὸν Κότταν μὲν ὡς | |
40 | βαρὺν τὸ ἦθος καὶ ἄπιστον ἐφυλάττετο, πρὸς Τριά‐ ριον δὲ συνετίθετο. Συνέτρεχε δὲ τούτοις καὶ Δαμω‐ φελὴς οὐκ ἐνδεέστερον. Καὶ λαβόντες συνθήκας, αἷς εὐ‐ | |
Bibl.224237a | δαιμονήσειν αὐτοὶ ἤλπιζον, πρὸς τὴν προδοσίαν παρεσκευάζοντο. | |
2 | Ἐξ ἐπιπολῆς οὖν τὰ πραττόμενα τοῖς προ‐ δόταις διέπιπτεν εἰς τὸν δῆμον. Εἰς ἐκκλησίαν οὖν ἡ πόλις συνέδραμον καὶ τὸν φρούραρχον ἐκάλουν. Βριθα‐ | |
5 | γόρας δὲ τῶν ἐν τῷ δήμῳ ἀνὴρ ἐπιφανὴς πρὸς Κον‐ νακόρηκα παραγεγονὼς τά τε κατέχοντα τὴν Ἡρά‐ κλειαν διεξῄει, καὶ εἰ κἀκείνῳ δοκεῖ, ἐπὶ κοινῇ πάντων σωτηρίᾳ διελάμβανεν Τριαρίῳ διαλέξασθαι. Ταῦτα Βριθαγόρου μετὰ πολλῆς οἰκτισαμένου δεήσεως, δια‐ | |
10 | ναστὰς ὁ Κοννακόρηξ τοιαύτην μὲν συνθήκην ἀπεῖπε πράττεσθαι, ἔχεσθαι δὲ τῆς ἐλευθερίας καὶ τῶν κρειττόνων ὑπεκρίνατο ἐλπίδων· καὶ γὰρ καὶ τὸν βασιλέα μαθεῖν διὰ γραμμάτων ὑπὸ Τιγράνους τε τοῦ γαμβροῦ φιλοφρόνως δεδέχθαι, καὶ οὐκ εἰς μακρὰν ἐκεῖθεν προσδοκᾶν τὴν | |
15 | ἀποχρῶσαν βοήθειαν. | |
15 | Ἀλλ’ ἐκείνοις μὲν ταῦτα ὁ Κον‐ | |
νακόρηξ ἐσκηνικεύετο· οἱ δὲ Ἡρακλεῶται τούτοις τοῖς λόγοις ἐξηπατημένοι (ἀεὶ γὰρ αἱρετὸν τὸ ἐράσμιον) ὡς ἀληθέσι τοῖς τερατευθεῖσιν ἐπίστευον. Ὁ δὲ Κοννα‐ κόρηξ, ὡς ἠπατημένους ἔγνω, κατὰ μέσας νύκτας ἐπι‐ | 90 in vol. 4 | |
20 | βιβάσας ἡσύχως ταῖς τριήρεσι τὸ στράτευμα (αἱ γὰρ πρὸς Τριάριον συνθῆκαι κακῶν ἀπαθεῖς ἀπιέναι, καὶ εἴ τι κεκερδαγκότες εἴησαν, μεθ’ ἑαυτῶν ἄγειν ἐπέ‐ τρεπον), καὶ αὐτὸς τούτοις συνεξέπλευσε. Δαμωφελὴς δὲ τὰς πύλας ἀνοίξας εἰσχεόμενον τὸν ῥωμαϊκὸν στρα‐ | |
25 | τὸν καὶ τὸν Τριάριον εἰσεδέχετο, τοὺς μὲν διὰ τῆς πύλης, ἐνίους δὲ καὶ τὴν στεφάνην ὑπερβαίνοντας, καὶ τότε τῆς προδοσίας οἱ Ἡρακλεῶται ἐπῄσθοντο. Καὶ οἱ μὲν σφᾶς αὐτοὺς παρεδίδοσαν, οἱ δὲ ἐκτείνοντο, τά τε κειμήλια καὶ τὰ ἔπιπλα διηρπάζετο, καὶ πολλὴ τοὺς | |
30 | πολίτας ὠμότης ἐλάμβανε, μεμνημένων Ῥωμαίων ὅσα τε παρὰ τὴν ναυμαχίαν πάθοιεν καὶ ὅσα τεταλαι‐ πωρηκότες ἐπὶ τῇ πολιορκίᾳ ὑπέστησαν. | |
32 | Οὐκ ἀπείχοντο γοῦν οὐδὲ τῶν ἐπὶ τοῖς ἱεροῖς πεφευγότων, ἀλλὰ παρά τε τοῖς βωμοῖς καὶ τοῖς ἀγάλμασιν αὐτοὺς ἔσφαττον. | |
35 | Διὸ πολλοὶ διαπίπτοντες ἐκ τῶν τειχῶν φόβῳ τοῦ ἀφύκτου θανάτου κατὰ πᾶσαν ἐσκεδάννυντο χώραν· οἱ δὲ αὐτομολεῖν πρὸς τὸν Κότταν ἠναγκάζοντο. Ἐξ ὧν ἐκεῖνος τήν τε ἅλωσιν καὶ τὸν φθόρον τῶν ἀνθρώπων καὶ τὴν διαρπαγὴν τῶν χρημάτων πυθόμενος, ὀργῆς | |
40 | ἀνεπίμπλατο, καὶ διὰ ταχέων πρὸς τὴν πόλιν ἠπείγετο. Συνεχαλέπαινε δὲ καὶ τὸ στράτευμα, ὡς μὴ μόνον τὴν ἐπὶ τοῖς κατωρθωμένοις εὐδοξίαν ἀφῃρημένοι ἀλλὰ | |
Bibl.224237b | καὶ τῶν λυσιτελειῶν ἁπάσας παρὰ τῶν αὐτῶν διηρπασμένοι. Καὶ εἰς μάχην ἂν τοῖς ὁμοφύλοις κατέστη‐ | |
σαν ἄσπονδον, καὶ κατεκόπησαν ἂν ὑπ’ ἀλλήλων, εἰ μὴ ὁ Τριάριος ἐπιγνοὺς τὴν ὁρμὴν αὐτῶν, πολλοῖς ἐκμει‐ | 91 in vol. 4 | |
5 | λίξας λόγοις τόν τε Κότταν καὶ τὸν στρατόν, καὶ εἰς τὸ κοινὸν τὰ κέρδη καταθεῖναι βεβαιωσάμενος, τὸν ἐμφύλιον ἀνεχαίτισε πόλεμον. | |
7 | Ἐπεὶ δὲ ἐπυνθάνοντο τὸν Κοννακόρηκα κατειληφότα τὴν Τῖον καὶ τὴν Ἄμα‐ στριν, αὐτίκα Κόττας Τριάριον ἐκπέμπει ἀφαιρησό‐ | |
10 | μενον αὐτὸν τὰς πόλεις. Αὐτὸς δὲ τούς τε προσκεχω‐ ρηκότας ἄνδρας λαβὼν καὶ τοὺς ἐκ τῆς αἰχμαλωσίας ἀνθρώπους, τὰ λοιπὰ μετὰ πάσης διεῖπεν ὠμότητος. Χρήματα γοῦν διερευνώμενος οὐδὲ τῶν ἐν ἱεροῖς ἐφεί‐ δετο, ἀλλὰ τούς τε ἀνδρίαντας καὶ τὰ ἀγάλματα ἐκίνει, | |
15 | πολλὰ καὶ καλὰ ὄντα. Καὶ δὴ καὶ τὸν Ἡρακλέα τὸν ἐκ τῆς ἀγορᾶς ἀνῄρει, καὶ σκευὴν αὐτοῦ τὴν ἀπὸ τῆς πυραμίδος, πολυτελείας καὶ μεγέθους καὶ δὴ καὶ ῥυθμοῦ καὶ χάριτος καὶ τέχνης οὐδενὸς τῶν ἐπαινουμένων ἀπο‐ λειπομένην. Ἦν δὲ ῥόπαλον σφυρήλατον ἀπέφθου χρυσοῦ | |
20 | πεποιημένον, κατὰ δὲ αὐτοῦ λεοντῆ μεγάλη ἐκέχυτο, καὶ γωρυτὸς τῆς αὐτῆς μὲν ὕλης, βελῶν δὲ γέμων καὶ τόξου. Πολλὰ δὲ καὶ ἄλλα καλὰ καὶ θαυμαστὰ ἀναθήματα ἔκ τε τῶν ἱερῶν καὶ τῆς πόλεως ἀφελών, ταῖς ναυσὶν ἐγκα‐ τέθετο. Καὶ τὸ τελευταῖον πῦρ ἐνεῖναι τοῖς στρατιώταις | |
25 | κελεύσας τῇ πόλει, κατὰ πολλὰ ταύτην ὑπέπρησε μέρη. Ἑάλω δὲ ἡ πόλις ἐπὶ δύο ἔτη τῇ πολιορκίᾳ ἀντισχοῦσα. Ὁ δὲ Τριάριος παραγεγονὼς ἐν αἷς ἀπέσταλτο πό‐ λεσι, Κοννακόρηκι (οὗτος γὰρ τὴν τῆς Ἡρακλείας προ‐ δοσίαν ἑτέρων κατασχέσει συγκαλύπτειν διενοεῖτο) δοὺς | |
30 | ἄδειαν τῆς ἀναχωρήσεως, καθ’ ὁμολογίαν λαμβάνει τὰς πόλεις. Ὁ δὲ Κόττας ἅπερ εἴρηται διαπραξάμενος, τὸ μὲν πεζὸν καὶ τοὺς ἱππεῖς ἐκπέμπει Λευκόλλῳ, καὶ τοὺς συμμάχους ἀφῆκεν ἐπὶ τῶν πατρίδων, αὐτὸς δ’ ἀνήγετο τῷ στόλῳ. Τῶν δὲ νεῶν αἳ τὰ τῆς πόλεως λά‐ | 92 in vol. 4 |
35 | φυρα ἦγον, αἱ μὲν κατάφορτοι γενόμεναι μικρὸν ἄποθεν τῆς γῆς διελύθησαν, αἱ δὲ ἀπαρκτίου πνεύσαντος ἐξε‐ βράσθησαν εἰς τὰ τενάγη, καὶ πολλὰ τῶν ἀγωγίμων ἀπεβάλοντο. Λεόνιππος δὲ ὁ σὺν Κλεοχάρει παρὰ Μιθριδάτου | |
40 | τὴν Σινώπην ἐπιτραπείς, ἀπεγνωκὼς τῶν πραγμάτων, πέμπει περὶ προδοσίας πρὸς Λεύκολλον. Ὁ δὲ Κλεο‐ χάρης ἅμα Σελεύκῳ (καὶ γὰρ οὗτος τῶν Μιθριδάτου στρα‐ | |
Bibl.224238a | τηγὸς ἰσοστάσιος τῶν εἰρημένων ἦν) τὴν Λεονίπ‐ που μαθόντες προδοσίαν, ἐκκλησίαν ἀθροίσαντες κατηγό‐ ρουν αὐτοῦ. Οἱ δὲ οὐ προσίεντο· ἐδόκει γὰρ αὐτοῖς εἶναι χρηστός. Καὶ οἱ περὶ Κλεοχάρην δείσαντες τοῦ πλήθους τὴν | |
5 | εὔνοιαν ἐξ ἐνέδρας νυκτὸς ἀποσφάττουσι τὸν ἄνδρα. Καὶ τὸ μὲν δημοτικὸν ἤχθετο τῷ πάθει, οἱ δὲ περὶ Κλεοχάρην τῶν πραγμάτων κύριοι καταστάντες τυραννικῶς ἦρχον, ταύτῃ νομίζοντες διαφυγεῖν τῆς ἐπὶ Λεονίππῳ μιαι‐ φονίας τὴν δίκην. | |
9 | Ἐν τούτῳ Κηνσωρῖνος ναύαρχος Ῥω‐ | |
10 | μαίων, τριήρεις ἄγων ιεʹ σῖτον ἀπὸ Βοσπόρου τῷ Ῥω‐ μαίων κομιζούσας στρατοπέδῳ, πλησίον Σινώπης κατῆγε. Καὶ οἱ περὶ Κλεοχάρην καὶ Σέλευκον ἀνταναχθέντες σινωπικαῖς τριήρεσιν, ἡγουνένου Σελεύκου, καθίστανται εἰς ναυμαχίαν καὶ νικῶσι τοὺς Ἰταλούς, καὶ τὰς φορ‐ | |
15 | τηγοὺς ἐπὶ τῷ σφῶν ἀφαιροῦνται κέρδει. Ἐπήρθησαν οὖν οἱ περὶ Κλεοχάρην τῷ κατορθώματι, καὶ τυραννικώ‐ | |
τερον ἔτι τῆς πόλεως ἦρχον, φόνους τε ἀκρίτους τῶν πολιτῶν ποιοῦντες καὶ τὰ ἄλλα τῇ ὠμότητι ἀποχρώ‐ μενοι. | 93 in vol. 4 | |
19 | Ἐγένετο δὲ καὶ στάσις πρὸς ἀλλήλους Κλεοχάρῃ | |
20 | καὶ Σελεύκῳ· τῷ μὲν γὰρ ἤρεσκε διακαρτερεῖν τῷ πολέμῳ, Σελεύκῳ δὲ πάντας Σινωπεῖς ἀναιρεῖν καὶ Ῥωμαίοις ἐπὶ δωρεαῖς μεγάλαις παρασχεῖν τὴν πόλιν. Πλὴν οὐδεμία τῶν γνωμῶν κρίσιν ἔσχε, τὰ δὲ ὑπάρχοντα λαθραίως ναυσὶ στρογγύλαις ἐνθέμενοι πρὸς Μαχάρην τὸν Μι‐ | |
25 | θριδάτου υἱόν, ὃς κατ’ ἐκεῖνο καιροῦ περὶ τὴν Κολχίδα ἦν, ἐξέπεμπον. | |
26 | Ἐν τούτῳ δὲ Λεύκολλος ὁ τῶν Ῥωμαίων αὐτοκράτωρ παραγίνεται τῇ πόλει, καὶ κραταιῶς ἐπο‐ λιόρκει. Ἐπρεσβεύετο δὲ καὶ Μαχάρης ὁ τοῦ Μιθρι‐ δάτου πρὸς Λεύκολλον περὶ φιλίας τε καὶ συμμαχίας. | |
30 | Ὁ δὲ ἀσμένως ἐδέχετο, εἰπὼν βεβαίους νομιεῖν τὰς συμ‐ βάσεις, εἰ μὴ καὶ τοῖς Σινωπεῦσιν ἀγορὰν διαπέμποι. Ὁ δὲ οὐ μόνον τὸ κελευόμενον ἔπραττεν, ἀλλὰ καὶ ἃ παρεσκεύαστο πέμπειν τοῖς Μιθριδατείοις, ἐξαπέστειλε Λευκόλλῳ. Ταῦτα οἱ περὶ Κλεοχάρην θεασάμενοι καὶ | |
35 | τέλεον ἀπογνόντες, πλοῦτον πολὺν ταῖς ναυσὶν ἐνθέ‐ μενοι καὶ τὴν πόλιν διαρπάσαι τοῖς στρατιώταις ἐφέντες, (ὑπὸ νύκτα δὲ ταῦτα ἐπράττετο) διὰ τῶν πλοίων ἔφευγον εἰς τὰ ἐσώτερα τοῦ Πόντου (Σάνηγας δὲ καὶ Λαζοὺς ἐποίκους εἶχον τὰ χωρία), ταῖς ὑπολειφθείσαις | |
40 | τῶν νεῶν πῦρ ἐνέντες. Αἰρομένης δὲ τῆς φλογός, ᾔσθετο Λεύκολλος τοῦ ἔργου, καὶ κλίμακας κελεύει προσάγειν τῷ τείχει· οἱ δὲ ὑπερέβαινον, καὶ φθόρος ἦν κατ’ ἀρχὰς οὐκ | |
Bibl.224238b | ὀλίγος, ἀλλὰ τὸ πάθος Λεύκολλος οἰκτείρας, τὴν σφαγὴν ἐπέσχεν. Οὕτω μὲν οὖν ἥλω καὶ ἡ Σινώπη. Ἔτι δὲ ἡ Ἀμάσεια ἀντεῖχεν, ἀλλ’ οὐ μετ’ οὐ πολὺ καὶ αὐτὴ | |
προσεχώρησε Ῥωμαίοις. | 94 in vol. 4 | |
5 | Μιθριδάτης δὲ ἐνιαυτὸν καὶ μῆνας ηʹ ἐν τοῖς μέρεσι τῆς Ἀρμενίας διατρίβων, οὔπω εἰς ὄψιν κατέστη Τι‐ γράνου· ἐπεὶ δὲ Τιγράνης ἐδυσωπήθη εἰς θέαν αὐτὸν καταστῆσαι, μετὰ λαμπρᾶς τε τῆς πομπῆς ἀπήντα, καὶ βασιλικῶς ἐδεξιοῦτο. Ἐπὶ δὲ τρεῖς ἡμέρας ἀπορρήτως | |
10 | αὐτῷ ὁμιλήσας, ἔπειτα λαμπροτάταις ἑστιάσεσι φιλο‐ φρονησάμενος, μυρίους δίδωσιν ἱππεῖς καὶ ἐπὶ τὸν Πόν‐ τον ἐκπέμπει. Λεύκολλος δὲ εἰς τὴν Καππαδοκίαν ἐλη‐ λυθώς, καὶ φίλον ἔχων τὸν ἐπάρχοντα ταύτης Ἀριο‐ βαρζάνην, διέβη τε παρὰ δόξαν πεζῇ τὸν Εὐφράτην, | |
15 | καὶ προσῆγε τὸν στρατὸν τῇ πόλει, ἐν ᾧ τάς τε Τιγράνου παλλακίδας φυλάττεσθαι μεμαθήκει καὶ πολλὰ τῶν σφό‐ δρα τιμίων. Καταλελοίπει δὲ καὶ τοὺς Τιγρανόκερτα πολιορκήσοντας, καὶ στράτευμα ἄλλο ἐπὶ τῶν πολισμά‐ των τὰ σπουδαιότερα. | |
19 | Οὕτω δὲ τῆς Ἀρμενίας κατὰ | |
20 | πολλὰ μέρη πολιορκουμένης ἔπεμπε Τιγράνης ἀνα‐ καλῶν Μιθριδάτην. Καὶ στρατὸν δὲ περὶ τὴν πόλιν, ἐν ᾧ τὰς παλλακίδας ἔθετο, διέπεμπεν, οἳ καὶ παραγεγο‐ νότες, καὶ τοξείᾳ τοῦ Ῥωμαίων στρατοπέδου τὰς ἐξόδους διακλείσαντες, τάς τε παλλακίδας καὶ τὰ τιμιώτατα | |
25 | τῶν κειμηλίων διὰ νυκτὸς προεξέπεμψαν. Ἡμέρας δὲ ἀνασχούσης, καὶ τῶν Ῥωμαίων ἅμα τῶν Θρᾳκῶν ἀν‐ δρείως ἀγωνιζομένων, φόνος τε πολὺς τῶν Ἀρμενίων γίνεται, καὶ ζωγρίαι τῶν ἀνῃρημένων ἑάλωσαν οὐκ ἐλάτ‐ τους· τὰ μέντοι γε προαποσταλέντα διεσῴζετο πρὸς Τιγρά‐ | |
30 | νην. Δύναμιν δὲ οὗτος ἀθροίσας ὀκτὼ μυριάδας κατέβαινε, τήν τε Τιγρανόκερτα ἐξαιρησόμενος τῶν συνεχόντων καὶ ἀμυνούμενος τοὺς πολεμίους. Φθάσας δὲ καὶ ἰδὼν τὸ Ῥωμαίων ὀλίγον στρατόπεδον, ὑπεροπτικοὺς ἠφίει | |
λόγους, ὡς εἰ μὲν πρεσβευταὶ παρεῖεν, πολλοὶ φάμενος, | 95 in vol. 4 | |
35 | συνῆλθον, εἰ δὲ πολέμιοι, παντελῶς ὀλίγοι· καὶ ταῦτα εἰπὼν ἐστρατοπεδεύετο. | |
36 | Λεύκολλος δὲ τέχνῃ καὶ μελέτῃ πρὸς τὴν μάχην παραταξάμενος, καὶ θαρρύνας τοὺς ὑπ’ αὐτόν, τρέπει τε τὸ δεξιὸν εὐθὺς κέρας, εἶτα τούτῳ συναπέκλινε τὸ πλησίον, ἑξῆς δὲ σύμπαντες. Καὶ δεινή | |
40 | τις καὶ ἀνεπίσχετος τοὺς Ἀρμενίους ἐπέσχε τροπή, καὶ κατὰ λόγον ἡ τῶν ἀνθρώπων εἵπετο φθορά. | |
41 | Τιγράνης δὲ τὸ διάδημα καὶ τὰ παράσημα τῆς ἀρχῆς ἐπιθεὶς τῷ | |
Bibl.224239a | παιδὶ πρός τι τῶν ἐρυμάτων διαφεύγει. Ὁ δὲ Λεύ‐ κολλος ἐπὶ τὰ Τιγρανόκερτα ἀναστρέψας προθυμότερον ἐπολιόρκει. Οἱ δὲ κατὰ τὴν πόλιν Μιθριδάτου στρατηγοί, τῶν ὅλων ἀπεγνωκότες, ἐπὶ τῇ σφετέρᾳ σωτηρίᾳ Λευ‐ | |
5 | κόλλῳ παρέδοσαν τὴν πόλιν. Ὁ μέντοι Μιθριδάτης πρὸς Τιγράνην παραγεγονὼς ἀνελάμβανέ τε αὐτὸν καὶ βασιλικὴν ἐσθῆτα περιετίθει τῆς συνήθους οὐκ ἐλατ‐ τουμένην, καὶ λαὸν ἀθροίζειν συνεβούλευεν, ἔχων καὶ αὐτὸς δύναμιν οὐκ ὀλίγην, ὡς πάλιν ἀναμαχούμενον | |
10 | τὴν νίκην. Ὁ δὲ πάντα τῷ Μιθριδάτῃ ἐπέτρεπεν, ἔν τε τῷ γενναίῳ καὶ συνετῷ τὸ πλέον νέμων αὐτῷ καὶ μᾶλλον ἀνέχειν εἰς τὸν πρὸς Ῥωμαίους πόλεμον δυνά‐ μενον. Αὐτὸς δὲ πρὸς τὸν Πάρθον Φραδάτην διεπρε‐ σβεύετο παραχωρεῖν αὐτῷ τὴν Μεσοποταμίαν καὶ τὴν | |
15 | Ἀδιαβηνὴν καὶ τοὺς Μεγάλους Αὐλῶνας. Ἀφικομένων δὲ πρὸς τὸν Πάρθον καὶ παρὰ Λευκόλλου πρέσβεων, τοῖς μὲν Ῥωμαίοις ἰδίᾳ φίλος εἶναι ὑπεκρίνατο καὶ σύμ‐ μαχος, ἰδίᾳ δὲ τὰ αὐτὰ πρὸς τοὺς Ἀρμενίους διετίθετο. | |
Ὁ δὲ δὴ Κόττας ὡς εἰς τὴν Ῥώμην ἀφίκετο, τιμῆς | 96 in vol. 4 | |
20 | παρὰ τῆς συγκλήτου τυγχάνει Ποντικὸς αὐτοκράτωρ καλεῖσθαι, ὅτι ἕλοι τὴν Ἡράκλειαν. Διαβολῆς δὲ εἰς τὴν Ῥώμην ἀφικνουμένης ὡς οἰκείων κερδῶν ἕνεκα τηλι‐ καύτην πόλιν ἐξαφανίσειε, μῖσός τε δημόσιον ἐλάμ‐ βανε, καὶ ὁ περὶ αὐτὸν τοσοῦτος πλοῦτος φθόνον ἀνε‐ | |
25 | κίνει. Διὸ καὶ πολλὰ τῶν λαφύρων εἰς τὸ τῶν Ῥωμαίων εἰσεκόμιζε ταμιεῖον, τὸν ἐπὶ τῷ πλούτῳ φθόνον ἐκ‐ κρούων, εἰ καὶ μηδὲν αὐτοὺς πρᾳοτέρους ἀπειργάζετο, ἀπὸ πολλῶν ὀλίγα νέμειν ὑπολαμβάνοντας. Ἐψηφίσαντο δὲ αὐτίκα καὶ τοὺς αἰχμαλώτους τῆς Ἡρακλείας ἀφίεσθαι. | |
30 | Θρασυμήδης δὲ τῶν ἐξ Ἡρακλείας εἷς κατηγόρησεν ἐπ’ ἐκκλησίας τοῦ Κόττα, τάς τε τῆς πόλεως εἰσηγού‐ μενος πρὸς Ῥωμαίους εὐνοίας, καὶ εἴ τι ταύτης ἀπο‐ κλίνοιεν, οὐχὶ γνώμῃ τῆς πόλεως τοῦτο δρᾶν, ἀλλ’ ἤ τινος τῶν ἐφεστηκότων τοῖς πράγμασιν ἐξαπάτῃ ἢ καὶ | |
35 | βίᾳ τῶν ἐπιτιθεμένων. Ἀπῳκτίζετο δὲ τόν τε τῆς πό‐ λεως ἐμπρησμόν, καὶ ὅσα τὸ πῦρ ἀφανίσοι, ὅπως τε τὰ ἀγάλματα Κόττας καθῄρει καὶ λείαν ἐποιεῖτο τούς τε ναοὺς κατέσπα, καὶ ὅσα ἄλλα δι’ ὠμότητος ἐλθὼν ἐπεπράγει, τόν τε χρυσὸν καὶ τὸν ἄργυρον τῆς πόλεως | |
40 | ἀναγράφων ἀναρίθμητον, καὶ τὴν ἄλλην τῆς Ἡρα‐ κλείας ἣν ἐσφετερίσατο εὐδαιμονίαν. | |
41 | Τοιαῦτα τοῦ Θρα‐ συμήδους μετ’ οἰμωγῆς καὶ δακρύων διεληλυθότος, καὶ τῶν ἡγεμόνων ἐπικλασθέντων τῷ πάθει (καὶ γὰρ παρῆλθε | |
Bibl.224239b | καὶ τὸ τῶν αἰχμαλώτων πλῆθος, ἄνδρες ὁμοῦ καὶ γυναῖκες μετὰ τέκνων ἐν πενθίμοις ἐσθήσεσι θαλλοὺς ἱκεσίους μετ’ ὀλοφυρμῶν προτείνοντες), ἀντιπαρελθὼν ὁ Κόττας βραχέα τῇ πατρίῳ διελέχθη γλώττῃ, εἶτα | |
5 | ἐκαθέσθη. Καὶ Κάρβων ἀναστάς· «Ἡμεῖς, ὦ Κόττα, φησί, πόλιν ἑλεῖν ἀλλ’ οὐχὶ καθελεῖν ἐπετρέψαμεν». Μετ’ αὐτὸν δὲ καὶ ἄλλοι ὁμοίως Κότταν ᾐτιάσαντο. Πολλοῖς μὲν οὖν ἄξιος ὁ Κόττας ἐδόκει φυγῆς· με‐ τριάσαντες δ’ ὅμως ἀπεψηφίσαντο τὴν πλατύσημον | 97 in vol. 4 |
10 | αὐτοῦ, Ἡρακλεώταις δὲ τήν τε χώραν καὶ τὴν θάλασ‐ σαν καὶ τοὺς λιμένας ἀποκατέστησαν, καὶ μηδένα δου‐ λεύειν ψῆφον ἔθεντο. Ταῦτα Θρασυμήδους διαπραξαμένου, ἐπὶ τὴν πα‐ τρίδα μὲν τοὺς πολλοὺς ἐξέπεμψεν, αὐτὸς δὲ μετὰ Βρι‐ | |
15 | θαγόρου τε καὶ Προπύλου (παῖς δὲ ἦν ὁ Πρόπυλος Βριθαγόρου) κατὰ τοὺς ἑξῆς ἐπιμένων χρόνους τὰ λοι‐ πὰ τῶν ἐπειγόντων καθίστατο. Καί τινων ἐτῶν ἀνυσθέν‐ των τρισὶν ἐπακτρίσιν εἰς τὴν Ἡράκλειαν ἐπανάγεται. Ἀφικόμενος δὲ πάντα τρόπον ἐπενόει ἀνοικίζεσθαι τὴν | |
20 | πόλιν, καθάπερ εἰς παλιγγενεσίαν ἀνακαλούμενος· ἀλ‐ λὰ πάντα πράττων μόλις εἰς ὀκτακισχιλίους, ἅμα τοῖς οἰκετικοῖς σώμασι, συλλεγῆναι κατεπράξατο. | |
22 | Βριθα‐ γόρας δέ, ἤδη τῆς πόλεως αὐξομένης, ἐλπίδας ἐποιή‐ σατο πρὸς ἐλευθερίαν τὸν δῆμον ἀνενεγκεῖν, καὶ δια‐ | |
25 | γεγονότων μὲν πολλῶν ἐτῶν, ἤδη δὲ τῆς Ῥωμαίων ἡγεμονίας εἰς ἕνα περιϊσταμένης ἄνδρα Γάϊον Ἰούλιον Καίσαρα, πρὸς τοῦτον ἠπείγετο. Συνεπρέσβευον δὲ αὐτῷ ἄλλοι τέ τινες τῶν ἐπιφανῶν καὶ ὁ υἱὸς Πρό‐ πυλος. Γνωσθεὶς οὖν τῷ Καίσαρι Βριθαγόρας, καὶ δια‐ | |
30 | πραξάμενος ἐγγυτέρω τῇ φιλίᾳ προσελθεῖν, δι’ ὑπο‐ σχέσεως ἐγένετο, οὐ μὴν ἐξ ἐφόδου γε λαβεῖν τὴν ἐλευ‐ θερίαν ἠδυνήθη, ἅτε δὴ οὐκ ἐν τῇ Ῥώμῃ ἀλλ’ ἐφ’ ἕτερα τοῦ Γαΐου περιτρέχοντος. Οὐκ ἀφίστατο μέντοι γε Βριθαγόρας, ἀλλὰ περὶ πᾶσαν τὴν οἰκουμένην αὐτός | |
35 | τε καὶ Πρόπυλος συμπεριαγόμενος τῷ Καίσαρι ἐβλέ‐ πετο παρ’ αὐτοῦ, ὡς ἐπισημειούμενον τὸν αὐτοκράτορα τῆς λιπαρήσεως αὐτὸν ἀποδέχεσθαι. Δωδεκαετίας δὲ τὴν παρεδρίαν διαμετρούσης, καὶ περὶ τῆς εἰς Ῥώμην ἐπανόδου τοῦ Καίσαρος διανοουμένου, ὑπό τε τοῦ γήρους | 98 in vol. 4 |
40 | καὶ τῶν συνεχῶν πόνων κατατρυχωθεὶς Βριθαγόρας τελευτᾷ, μέγα πένθος τῇ πατρίδι καταλιπών. Εἰς τοιοῦτον μὲν τέλος καὶ ὁ ιϛʹ λόγος τῆς Μέμνονος ἱστο‐ ρίας τελευτᾷ. | |
Bibl.224240a | Ἔστι δὲ ἡ συγγραφὴ νουνεχὴς μὲν καὶ τὸν ἰσχνὸν μεταδιώκουσα χαρακτῆρα, οὐ μὴν οὐδὲ τοῦ σαφοῦς ἀμελοῦσα, εὐλαβουμένη δὲ καὶ τὰς ἐκβολάς, πλὴν εἰ μή πού τις ἀνάγκη συνυφαίνειν καὶ τὰ ἔξωθεν ἐγκελεύεται | |
5 | τῆς προθέσεως. Οὐδὲ πρὸς ταύτην δὲ ἐπὶ τὸ συχνὸν ἀποκλίνει, ἀλλὰ τὸ κατεπεῖγον ἐπιμνησθεῖσα ἔχεται πάλιν εὐεπιστρόφως τῆς προτεθείσης αὐτῇ κατ’ ἀρχὰς γνώμης. Καὶ λέξεσι δέ, εἰ μή που σπανίως ἐξαλατ‐ τούσαις, ταῖς συνήθεσι χρᾶται. Τὰς δὲ πρώτας ηʹ ἱστο‐ | |
10 | ρίας καὶ τὰς μετὰ τὴν ιϛʹ οὔπω εἰπεῖν εἰς θέαν ἡμῶν ἀφιγμένας ἔχομεν. | |
Bibl.225240a(13) | Ἀνεγνώσθη τοῦ ἐν ἁγίοις Εὐλογίου πάπα Ἀλε‐ ξανδρείας βιβλίον ἐν λόγοις βʹ. Τὸ δὲ βιβλίον συνη‐ | |
15 | γορία μέν ἐστι τῶν ἐν τῷ τόμῳ Λέοντος τοῦ ἐν ἁγίοις τῆς Ῥώμης ἀρχιερέως, ἔλεγχος δὲ Τιμοθέου καὶ Σεβήρου τῶν κατειπόντων τοῦ τόμου. Καὶ γὰρ ἡ αἵρεσις ἑκάτερον κατὰ τῆς συνόδου καὶ τοῦ τόμου μεγαλαυχεῖ ἀγωνίσασθαι, ἀλλὰ Σεβῆρον μὲν πλατύτερον, Τιμόθεον δὲ ἀκρι‐ | |
20 | βέστερον. Προσφωνεῖ δὲ τὸ βιβλίον Δομετιανῷ τῷ Με‐ λιτηνῆς ἀρχιερεῖ. | |
Ὁ μὲν οὖν αʹ λόγος ἐν κεφαλαίοις ἀπαρτίζεται δʹ, ϛʹ δὲ κεφαλαίοις καὶ ιʹ ὁ βʹ. Διηγεῖται δὲ μετὰ τὰ προοίμια τὸ αʹ βιβλίον τὴν αἰτίαν δι’ ἣν ἡ γραφὴ | 99 in vol. 4 | |
25 | προῆλθε, καὶ ὡς ἀνδρῶν εὐλαβῶν προτροπῇ ταύτην ἐπράξατο. Ἐφ’ οἷς ἐκτίθεται νόμον καὶ κανόνα μὴ δεῖν ἐκ μέρους τὰ συγγράμματα κρίνειν, μηδ’ ἀποσπαρά‐ γματά τινα λαμβάνοντας διὰ τούτων τὴν ὅλην τοῦ γρά‐ φοντος ἐνδιαβάλλειν διάνοιαν· τοῖς γὰρ τοιούτοις καὶ ὁ | |
30 | προφήτης ἐπαφίησι τὴν ἀράν· «Οὐαὶ τοῖς προφητεύουσι, λέγων, ἀπὸ καρδίας αὐτῶν, καὶ τὸ καθόλου μὴ βλέ‐ πουσι». | |
32 | Τοῦτον δὲ τὸν νόμον καὶ κανόνα καὶ τῶν ἱερῶν ἡμῶν πατέρων αἱ ψῆφοι κρατύνουσι. Καὶ γὰρ καὶ Εὐστά‐ θιος ὁ τῶν Ἀντιοχέων ἀρχιερεὺς ἐν ἓξ λόγοις τὰ κατὰ | |
35 | Ἀρειανῶν αὐτοῖς ῥήμασιν οὕτω φησίν· «Ἀλλ’ οἱ πα‐ ράδοξοι τῆς Ἀρείου θυμέλης μεσόχοροι τὸ μὲν ἁμαρ‐ τίαν πεποιηκέναι τὸν Χριστὸν φράζουσι»· καὶ μετ’ ὀλίγα· «Τὸ δέ, ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλ‐ λάσσων ἑαυτῷ, οὔτε ἐν μνήμῃ φέρουσιν οὔτε τοῖς τῆς | |
40 | γλώττης ὀργάνοις ἐκφωνοῦσιν, ἀλλ’ ὥσπερ δεινοὶ συ‐ κοφάνται καὶ κατήγοροι ἀκρωτηριάσαντες τὸ χωρίον τὸν ἀγῶνα τῆς κατηγορίας ποιοῦνται». Εἶτα καὶ ἡ ψῆφος ἡ ὑπὲρ τοῦ νόμου· «Δεῖ δὲ φιλαλήθως τοὺς ἐννόμως | |
Bibl.225240b | ἀγωνιστάς, πάντα συμπεριλαβόντας ἀπαραλείπ‐ τως, ἀλλὰ μὴ πρὸς ἀπάτην μέρος μὲν ἀποσιωπᾶν, μέρος δὲ ἀποσπῶντας προφέρειν». | |
3 | Ὡσαύτως καὶ Βασίλειος ὁ θεῖος οὑτωσὶ Σωζοπολίταις ἐπιστέλλων γράφει· «Οὐ νεώ‐ | |
5 | τερον τοῦτο τῆς δοκήσεως τὸ ἀσέβημα, ἀλλὰ πάλαι ἀπὸ τοῦ ματαιόφρονος ἀρξάμενον Οὐαλεντίνου, ὃς ὀλί‐ γας τοῦ ἀποστόλου λέξεις ἀποσπαράξας τὸ δυσσεβὲς | |
ἑαυτῷ κατεσκεύασε πλάσμα». Ὥστε τῆς τῶν αἱρετικῶν ἐστιν ἀπονοίας, μέρος τι παραλαβόντα τῆς γραφῆς καὶ | 100 in vol. 4 | |
10 | τοῦτο παραχαράσσοντα δι’ αὐτοῦ τε συκοφαντεῖν τὰ λοιπά, καὶ διὰ τῆς τῶν ἱερῶν λογίων συκοφαντίας καὶ κατατομῆς συγκροτεῖν ἑαυτοῖς τὴν ἀσέβειαν. | |
12 | Οὕτω δ’ ἂν κατηγορηθείη τοῖς ἀσεβέσι καὶ Πέτρος ὁ κορυ‐ φαῖος τῶν ἀποστόλων ὡς διαιρῶν τὸν Ἐμμανουήλ | |
15 | φησιν· «Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲθ ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργε‐ τῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ’ αὐτοῦ». Ναὶ δὴ καὶ Παῦλον, τὸν περιλαβόντα τὴν οἰκουμένην τῷ τῆς εὐ‐ | |
20 | σεβείας κηρύγματι, τοῖς ὁμοίοις ἀκρωτηριαστὴς καὶ συκοφάντης αἰτιάσεται, ἐν οἷς δημηγορῶν πρὸς Ἀθη‐ ναίους ἔφη· «Παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι με‐ τανοεῖν, καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, | |
25 | πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν». Ἐν οἷς πάλιν πρὸς Ἑβραίους γράφων φησίν· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις καὶ ἱκε‐ τηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου», καὶ ἑξῆς. | |
29 | Ἆρ’ ὁ συκοφάντης καὶ τῶν οἰκείων κλεμμάτων | |
30 | καὶ σπαραγμάτων κριτὴν ἑαυτὸν ποιῶν οὐχ ὡς ἄν‐ θρωπον λεγόντων ψιλὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χρι‐ στόν, οὐκ ἂν καταγνοίη τῶν κηρύκων τῆς θεότητος αὐτοῦ; Ἀλλ’ οὐχ οὕτω γε τῆς ἀληθείας ὁ φίλος, ἀλλ’ ἐπι‐ συνάψας τοῖς προειρημένοις ἃ καθ’ ἕτερον μέρος περὶ | |
35 | τοῦ σωτῆρος τοῖς τῆς εὐσεβείας κήρυξιν ἐθεολογήθη, πάσης ὕβρεως ἀνωτέρους τοὺς τῆς εὐσεβείας ἀποδείξει | |
διδασκάλους. Οἷον συνάψει τοῖς προειρημένοις τό· «Ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλόγητος εἰς τοὺς αἰῶνας ἀμήν». | 101 in vol. 4 | |
40 | Ναὶ δὴ καὶ τό· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χα‐ ρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ». Ὁ ταῦτα τοῖς πρώτοις συναρμόσας καὶ Νεστόριον τούτοις ἀσεβοῦντα διελέγξει, | |
Bibl.225241a | καὶ τὴν εὐσέβειαν λαμπροτέραν ἐπιδείξει. | |
1 | Οὕτω δὲ καὶ ὁ θαυμάσιος πάλιν Βασίλειος τὴν περὶ τῶν λόγων κρίσιν γίνεσθαι παραινεῖ, ἐν οἷς πρὸς τοὺς μοναχοὺς γρά‐ φει· «Τὰ ἀμφιβόλως λεγόμενα καὶ ἐπικεκαλυμμένως εἰ‐ | |
5 | ρῆσθαι δοκοῦντα ἔν τισι τόποις τῆς θεοπνεύστου γραφῆς ὑπὸ τῶν ἐν ἄλλοις τόποις ὁμολογουμένων σαφηνίζεται». Ὅτι δὲ οὐ χρὴ διά τινων σπαραγμάτων καὶ περικομ‐ μάτων τὴν τοῦ συγγραφέως κρίνειν εὐσέβειαν, οὕτω λαμ‐ πρὰν ἀφίησι τὴν ἀκτῖνα ἡ ἀλήθεια ὡς καὶ Σεβῆρον | |
10 | αὐτόν, καίτοι περὶ ταῦτα τυφλώττοντα, ὅμως πεῖσαι τοῦτο συνιδεῖν· γράφει γὰρ πρὸς Ἰουλιανὸν τὸν Ἁλικαρ‐ νασσοῦ· «Δεῖ τοίνυν τὰς τῶν ὁσίων κατὰ καιροὺς τῆς ἁγιωτάτης ἐκκλησίας μυσταγωγῶν διδασκαλίας ἐντελῶς ἀναγινώσκειν, καὶ μὴ ἐκ μέρους τὰ ἐκείνων προφέρειν καὶ | |
15 | τῆς ὅλης αὐτῶν διανοίας ἐπικινδύνως καταστοχάζεσθαι. Τοῦτο δὲ καὶ ἐπὶ τῶν ἀποστολικῶν καὶ εὐαγγελικῶν συγ‐ γραμμάτων καὶ ἐπὶ πάσης τῆς θεοπνεύστου γραφῆς προσήκει ποιεῖν, ἐπεὶ μηδὲ ἐκ μιᾶς ῥήσεως ἤγουν ἐπι‐ στολῆς ἢ συντάγματος ἔστι παραστῆσαι τὴν ὅλην τοῦ | |
20 | συγγραφέως εὐσέβειαν». | |
20 | Οὕτω μὲν ἡ τῆς ἀληθείας τοῦ κανόνος ἀστραπὴ καὶ τὸν Σεβῆρον, καίτοι τυφλὸν ὄντα, | |
τῆς οἰκείας αὐγῆς ὅμως ἀπολαῦσαι παρεσκεύασεν. Ἀλλὰ γὰρ τοῦ μὲν νόμου τὸ ἄμαχον κράτος συνιδεῖν ἔσχε, χρή‐ σασθαι δὲ τῷ ἀσυνέτῳ τῆς γνώμης οὐκ ἐμελέτησε. Τὸν | 102 in vol. 4 | |
25 | γὰρ τοῦ ἐν ὁσίᾳ τῇ μνήμῃ Λέοντος τόμον οὐ τῷ νόμῳ ὃν ἐκήρυξε, τῇ δὲ τῆς ἀντιπαθείας γλώσσῃ ζυγοστατῶν, καὶ διά τινων σπαραγμάτων καὶ κιβδήλων λόγων προϊών, ἔδοξεν ἐπ’ ἀσεβείᾳ γράφειν τὸν εὐσεβῆ, αὐτὸς ὢν ἀλη‐ θῶς ἃ διαβάλλειν ἄλλους ἐτόλμησε. Τίς γὰρ ὀξύτερον | |
30 | ἄλλος βέλος κατὰ τοῦ δυσσεβοῦς ἀφῆκε Νεστορίου τῆς στερρᾶς ἐκείνης καὶ λεοντείας φωνῆς· «Ὁ ἀπαθὴς Θεὸς οὐκ ἀπηξίωσε παθητὸς γενέσθαι ἄνθρωπος, καὶ ὁ ἀθά‐ νατος νόμοις ὑποκεῖσθαι θανάτου»; | |
33 | Ἀλλὰ ταῦτα μὲν ὁ συκοφάντης παρατρέχει, ἄλλα δέ τινα ῥητὰ πρὸς τὸ | |
35 | οἰκεῖον περικόπτων τε καὶ διαστρέφων βούλημα οὔτε τὴν προειρημένην φωνὴν δυσωπεῖται, οὔτε τὸν παρ’ αὐτοῦ λόγοις τιμηθέντα νόμον ἔτι βούλεται εἰδέναι. Εἰ μὲν γὰρ ἅπασα ἡ τοῦ ἐν ἁγίοις Λέοντος ἐπιστολὴ δι’ ἀμφιβόλων τινῶν ὥδευε, καὶ ἐξ ὧν οἱ ἀκέφαλοι τὴν τῆς μιᾶς | |
40 | ὑποστάσεως αἰτιῶνται διαίρεσιν, τάχα ἦν αὐτοῖς τῆς διαβολῆς ἡ ἄγνοια πρόφασις· ἐπεὶ δὲ διὰ μυρίων ἡ εὐσέβεια πρόδηλος, πῶς οὐχὶ δευτέραν ἐπὶ τῇ πρώτῃ | |
Bibl.225241b | δυσσεβείᾳ οἱ συκοφάνται προσλαμβάνουσιν; Ἀλλ’ ἐν τούτοις μὲν τὰ δύο κεφάλαια. Τρίτον δ’ ἂν εἴη τῶν διαβαλλομένων ῥητῶν τοῦ ἐν ἁγίοις Λέοντος ἡ παράθεσις καὶ ἡ ἐκ τοῦ αὐτοῦ τόμου | |
5 | ἀντιπαράθεσις, δι’ ἧς ἡ ἄδικος τῶν συκοφαντῶν γνώμη λαμπρῶς στηλιτεύεται. Ἔστι δὲ τῶν συκοφαντουμένων πρῶτον· «Φυλάττει γὰρ ἑκατέρα φύσις ἀνελλιπῶς τὴν ἑαυτῆς ἰδιότητα, καὶ | |
ὥσπερ οὐκ ἀναιρεῖ τὴν τοῦ δούλου μορφὴν ἡ μορφὴ τοῦ | 103 in vol. 4 | |
10 | Θεοῦ, οὕτω τὴν τοῦ Θεοῦ μορφὴν ἡ τοῦ δούλου μόρφωσις οὐκ ἐμείωσε». | |
11 | Τὸ μὲν οὖν ῥητὸν καὶ καθ’ ἑαυτὸ εὐσεβοῦς διανοίας ἐστὶ βλάστημα, πλὴν ἀλλ’ ἀντιπαρακείσθω τούτῳ ἐκ τῆς αὐτῆς ἐπιστολῆς· οὕτω γὰρ ἂν μᾶλλον ἐλεγ‐ χθείη τῆς δυσσεβείας τὸ κακούργημα. Ἔχει γὰρ οὕτως· | |
15 | «Ὁ δὲ αὐτὸς τοῦ ἀϊδίου πατρὸς μονογενὴς ἀΐδιος ἐτέχθη ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, ἥτις γέννησις χρονικὴ τῆς θείας αὐτοῦ καὶ ἀϊδίου γεννήσεως οὔτε τι ἀπεμείωσεν οὔτε μήν τι ταύτῃ προσέθηκεν» ἕως τοῦ «συνελήφθη μὲν οὖν δῆλον ὅτι ἐκ πνεύματος | |
20 | ἁγίου ἐν γαστρὶ παρθένου μητρός, ἥτις οὕτω φυλαχθείσης τῆς παρθενίας αὐτὸν ἀπεκύησεν, ὥσπερ οὖν καὶ ἀκε‐ ραίου μεινάσης τῆς παρθενίας συνέλαβεν». Ἆρ’ ἐνε‐ νόησε ταῦτά ποτε Νεστόριος; Ἆρ’ εὑρήσει τις κατὰ τού‐ των διαβολήν τινα, κἂν αὐτὸν ἐνεργοῦντα ἐν ἑαυτῷ τὸν | |
25 | ἀπ’ ἀρχῆς ἀνθρωποκτόνον ἔχῃ διάβολον; Διὰ τί οὖν μὴ πρὸς ταῦτα καὶ εἴ τι ἀμφίβολον μεθαρμόζομεν, ἀλλὰ ταῦτα μᾶλλον ἐκεῖθεν συνδιαβάλλειν θρα‐ συνόμεθα; Ὅρα δὴ τὸν ἀκέφαλον πῶς πάλιν ἑτέρας οὐκ αἰσχύ‐ | |
30 | νεται κατατρέχων ῥήσεως, ἥ φησιν· «Ἐν ὅσῳ τὰ συναμ‐ φότερα μετ’ ἀλλήλων εἰσί, καὶ τοῦ ἀνθρώπου τὸ τα‐ πεινὸν καὶ τὸ μέγεθος τῆς θεότητος· ὥσπερ γὰρ ἐν τῷ ἐλεεῖν ὁ Θεὸς τροπὴν οὐχ ὑφίσταται, οὕτως ὁ ἄνθρωπος τῷ μεγέθει τῆς θείας ἀξίας οὐκ ἀναλίσκεται». | |
35 | Πῶς γὰρ οὐκ ἐδυσωπήθη τὴν λέγουσαν ἀντιπαραθεὶς φωνὴν καὶ πρὸς τὸ χρεωστούμενον ὄφλημα τῆς ἡμε‐ τέρας φύσεως ἐκτισθῆναι «ἡ θεία φύσις ἡνώθη τῇ | |
φύσει τῇ παθητῇ, ἵνα τοῦτο δὴ τὸ ταῖς ἡμετέραις ἰάσεσιν ὑπάρχον ἁρμόδιον, εἷς καὶ ὁ αὐτὸς ὢν μεσί‐ | 104 in vol. 4 | |
40 | της Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, καὶ ἀποθνῄσκειν ἐκ τοῦ ἑνὸς δυνηθῇ καὶ τελευτᾶν ἐκ τοῦ ἑτέρου μὴ δυνηθῇ». | |
Bibl.225242a | Πάλιν τὴν μορφὴν εἰς κατηγορίαν προτείνου‐ σιν· «Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοι‐ νωνίας», ἕως «καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκε». Δύο γὰρ εἶναι τοὺς | |
5 | ἐνεργοῦντας ἐκδιδάσκειν τὸ ῥητὸν οἱ κατήγοροι ψευδο‐ λογοῦσιν. Ἀλλ’ ἐκεῖνος πάλιν δι’ ἑαυτοῦ ἀντιπαρατιθεὶς τὴν οἰκείαν φωνὴν ἐμφράττει τούτων τὰ στόματα, λέ‐ γων· «Εἷς καὶ ὁ αὐτὸς υἱός τε τοῦ Θεοῦ ἀληθῶς καὶ ἀλη‐ θῶς υἱὸς ἀνθρώπου τυγχάνει, Θεὸς μὲν κατὰ τοῦτο, | |
10 | καθὸ ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ λόγος, ἄνθρωπος δὲ κατὰ τοῦτο, καθὸ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν» ἕως τοῦ· «Ὃν ὡς ἄνθρωπον τοιγαροῦν πειράζει ἡ τοῦ διαβόλου πανουργία, τούτῳ ἅτε δὴ Θεῷ ὄντι ἡ τῶν | |
15 | ἀγγέλων τάξις διακονεῖ». Τὰ γὰρ ἐνταῦθα ῥηθέντα σαφῶς ἑρμηνεύει καὶ ἅπερ ἡ αἵρεσις συκοφαντεῖν ἐπήρ‐ θη, καὶ διαβολῆς ἁπάσης δεικνύει ἀνώτερα. Τέταρτον διαβάλλουσι τὴν ἔχουσαν ῥῆσιν· «Ὅτε δὲ πρὸς τὸ τοῦ προδρόμου ἑαυτοῦ Ἰωάννου ἔρχεται | |
20 | βάπτισμα, ἵνα μὴ λάθῃ ὅτι περ τῷ προκαλύμματι τῆς σαρκὸς ἡ θεότης ἐκρύπτετο, ἡ τοῦ πατρὸς φωνὴ οὐρανόθεν ἐπιβοῶσά φησιν· «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγα‐ πητός, ἐν ᾧ ηὐδόκησα». Ἀλλ’ εὐθὺς αὐτοὺς καταισχύνει τῆς ῥωμαϊκῆς ἀρχιερωσύνης τὸ καλλώπισμα· λέγει γάρ· | |
25 | «Προέρχεται τοίνυν εἰς τὸ ταπεινὸν τοῦτο τοῦ κόσμου ὁ υἱὸς τοῦ Θεοῦ, ἀπὸ τοῦ οὐρανίου θρόνου καταβαίνων καὶ | |
ἀπὸ τῆς πατρικῆς δόξης οὐκ ἀφιστάμενος, καινῇ τῇ τάξει καὶ καινῇ τῇ γεννήσει γενόμενος, καινῇ μὲν τῇ τάξει, ὅτι περ ἀόρατος ὢν ἐν τοῖς ἑαυτοῦ ὁρατὸς γέ‐ | 105 in vol. 4 | |
30 | γονεν ἐν τοῖς παρ’ ἡμῶν» μέχρι τοῦ· «Ὁ γὰρ ὢν Θεὸς ἀληθὴς αὐτός ἐστι καὶ ἄνθρωπος ἀληθής»· καὶ μετὰ ταῦτα· «Ὥσπερ οὖν, ἵνα τὰ πολλὰ παραλείψω, οὐ τῆς αὐτῆς ἐστι φύσεως τὸ κλαίειν ἐκ διαθέσεως οἴκτου τὸν τελευτήσαντα φίλον, καὶ τὸ τὸν αὐτὸν ἀναζῆν μέλλοντα | |
35 | διασκεδασθέντος τοῦ προσχώματος τῆς τεταρταίας ἤδη ταφῆς ἐξαναστῆσαι πρὸς τὸ κέλευσμα τῆς φωνῆς» καὶ ἑξῆς μέχρι τοῦ· «Ὅστις δι’ ἀποκαλύψεως τοῦ πατρὸς τὸν αὐτὸν καὶ υἱὸν Θεοῦ ὡμολόγησε καὶ Χριστόν». Ἀλλὰ πάλιν ἡ αἵρεσις διασύρει τὸ λέγον ῥητόν· «Εἰ | |
40 | καὶ τὰ μάλιστα ἐν τῷ δεσπότῃ Ἰησοῦ τῷ Χριστῷ τοῦ Θεοῦ καὶ τοῦ ἀνθρώπου ἕν ἐστι πρόσωπον, ὅμως ἕτερόν ἐστιν ἐκεῖνο ἐξ οὗ ἐν ἑκατέρῳ κοινόν ἐστι τὸ τῆς ὕβρεως, | |
Bibl.225242b | καὶ ἕτερον ἐξ οὗ κοινὸν τὸ τῆς δόξης καθέστη‐ κεν». Ἀλλ’ ὁ ἱερὸς ἀνὴρ καὶ ἀναισχύντους ὄντας δι’ ἑαυ‐ τοῦ ἐντρέπει τοὺς δυσσεβεῖς. Λέγει γάρ· «Μετὰ δὲ τὴν ἀνάστασιν τοῦ Κυρίου, ἥτις δηλαδὴ τοῦ ἀληθινοῦ σώματος | |
5 | αὐτοῦ γεγένηται, ἐπειδὴ οὐκ ἄλλος ἀνέστη εἰ μὴ ὁ σταυ‐ ρωθεὶς καὶ ἀποθανών», μέχρι τοῦ· «Ἀλλ’ ἕνα υἱὸν Θεοῦ καὶ τὸν λόγον ὁμολογήσομεν καὶ τὴν σάρκα». Ἀλλ’ ἔτι ἐπιπηδᾷ τὸ αἱρετικὸν φρόνημα, καὶ δια‐ βάλλει τό· «Διὰ ταύτην τοίνυν τοῦ προσώπου τὴν ἕνωσιν | |
10 | τὴν ἐν ἑκατέρᾳ φύσει νοεῖσθαι ὀφείλουσαν». Ἀλλὰ κἀν‐ ταῦθα τοῖς ἰδίοις ὅπλοις ὁ συκοφαντούμενος τούτους κατα‐ βάλλει λέγων· «Ἐν ἀκεραίᾳ τοιγαροῦν ἀνθρώπου καὶ τε‐ λείᾳ φύσει Θεὸς ἀληθῶς ἐτέχθη ὅλος ἐν τοῖς ἑαυτοῦ καὶ | |
ὅλος ἐν τοῖς ἡμῶν», καὶ ἑξῆς· «Τοιγαροῦν ὃς μένων ἐν | 106 in vol. 4 | |
15 | μορφῇ Θεοῦ πεποίηκεν ἄνθρωπον, οὕτως ἐν μορφῇ δούλου γέγονεν ἄνθρωπος». Πάλιν ἡ αἵρεσις ὁπλίζεται κατὰ τοῦ· «Ποία φύσις ἐμπεπαρμένη τοῖς ἥλοις ἐν τῷ τοῦ σταυροῦ ξύλῳ κρέ‐ μαται»; Καὶ πάλιν ὁ τῆς εὐσεβείας στρατηγὸς τρέπει | |
20 | τὸ πολέμιον, πολλοὺς ἑαυτῷ συνεπαγόμενος συμμά‐ χους· πλὴν ἀλλὰ καὶ καθ’ ἑαυτὸν ὧδε καταβάλλει τού‐ τους. Περὶ γὰρ Εὐτυχοῦς λέγων φησίν· «Ὃς τὴν φύσιν τὴν ἡμετέραν ἐν τῷ μονογενεῖ υἱῷ τοῦ Θεοῦ οὔτε διὰ τῆς ταπεινότητος οὔτε διὰ τῆς δόξης ἐπέγνω τῆς ἀναστά‐ | |
25 | σεως», καὶ ἑξῆς μέχρι τοῦ· «Τί δέ ἐστι τὸ διαιροῦν τὸν Ἰησοῦν, εἰ μὴ τὴν ἀνθρωπίνην ἀπ’ αὐτοῦ φύσιν ἀπο‐ χωρίζειν, τὸ μυστήριον δι’ οὗπερ ἐσώθημεν μόνου, πει‐ ρᾶσθε μάταιον διὰ πλασμάτων ἀναιδῶν ἀπεργάζεσθαι». Τὰ μὲν οὖν ῥητὰ τοῦ ἐν ἁγίοις Λέοντος, τά τε | |
30 | ἐπηρεαζόμενα μάτην καὶ ἃ τοὺς ἐπηρεάζοντας κα‐ ταισχύνουσι, ταῦτα· ἃ τοσοῦτον συσφίγγει τὴν ἕνωσιν, ὥστε θαυμάζειν πῶς ἐκ τούτων οἱ συκοφάνται οὐχὶ σύγ‐ χυσιν τοῦ ἀνδρὸς κατεῖπον, ὥσπερ ἐκ τῶν ἐπηρεασθέν‐ των τὴν διαίρεσιν συνεπλάσαντο. Τὸ γὰρ λέγειν ὡς ὁ | |
35 | ἀπαθὴς Θεὸς οὐκ ἀπηξίωσε παθητὸς γενέσθαι ἄνθρω‐ πος, καὶ ὁ ἀθάνατος νόμοις ὑποκεῖσθαι θανάτου, καὶ ὁ ἄχρονος εἶναι ἤρξατο ἀπὸ χρόνου, πῶς ἔλαθε τοὺς πικροὺς συκοφάντας μὴ συγχύσεως τὸν ἄνδρα γρά‐ ψασθαι διὰ τούτων; Πλὴν ἀλλ’, ὥσπερ τὴν διαίρεσιν | |
40 | ἐπιρραπίζει ταῦτα, οὕτω κἀκεῖνα τὴν σύγχυσιν ἀπο‐ σκευάζεται. Τί δήποτε δὲ ὁ συγγραφεὺς διὰ τοιούτων ὥδευσε | |
Bibl.225243a | ῥημάτων; Διττὸς τηνικαῦτα κατὰ τῆς ἐκκλησίας | |
συνίστατο πόλεμος, ἐνταῦθα μὲν τὸν Εὐτυχέα φέρων πρωτοστάτην, ἐκεῖθεν δὲ τὸν Νεστόριον, καὶ μετὰ τὴν πληγὴν καὶ τὸ πτῶμα μαχόμενον ἔτι. Πρὸς οὖν ἑκατέ‐ | 107 in vol. 4 | |
5 | ρους ὁ τῆς εὐσεβείας στρατηγὸς διαμαχόμενος οἰκείοις καὶ καταλλήλοις βέλεσι τοὺς ἀντιπάλους ἐτίτρωσκε, καὶ Νεστορίῳ μὲν πολεμῶν σύγχυσιν διὰ τὴν ὁμολογίαν τῆς ἄκρας ἑνώσεως τοῖς ἀσυνέτοις δοκεῖ παρεισάγειν, Εὐτυχεῖ δὲ συμπλεκόμενος καὶ τὴν τῶν φύσεων δια‐ | |
10 | φορὰν ἀκριβολογούμενος, διαφορὰν ὑποστάσεων κατη‐ γορεῖται προτείνειν. | |
11 | Δεῖ δὲ τὸν ἀδέκαστον ἀκροατὴν τὸν τοῦ συγγραφέως σκοπὸν ἐξετάζειν καὶ τὸν εἱρμὸν ὅλον τῆς συγγραφῆς ἐπισκοπεῖν. Ὅτι δὲ διχόθεν αὐτῷ προσέβαλε τὸ πολέμιον, αὐτὸς γράφων πρὸς τὸν εὐ‐ | |
15 | σεβέστατον βασιλέα Λέοντα καὶ Νεστόριον ἀναθεμα‐ τίζων καὶ Εὐτυχέα, σαφῶς ἐκδιδάσκει. Ἐχρῆν οὖν εὐλα‐ βῶς τοῖς τῶν πατέρων πόνοις προσέχειν, ἀλλὰ μὴ πρὸς διαβολὴν ἀντὶ τοῦ εὐγνωμονεῖν ἑτοίμους εἶναι. Καὶ καθάπερ τῶν Ἀρειανῶν τὰ ταπεινὰ ῥήματα καὶ τὸ πά‐ | |
20 | θος εἰς τὴν τοῦ υἱοῦ θεότητα μεταφερόντων, ὡς ἂν αὐτὸν εἰς τὸ ἔλαττον καταγάγωσι τοῦ πατρός, τοὺς πατέρας φατὲ βιαζομένους παχυτέραις χρήσασθαι λέξε‐ σι, τὸν κυριακὸν ὀνομάζοντας ἄνθρωπον καὶ τὸν ἀναληφθέντα ... | |
Bibl.226243a(26) | Ἀνεγνώσθη Εὐλογίου τοῦ ἁγιωτάτου πάπα Ἀλεξανδρείας βίβλος, ἐν ᾗ φαίνεται μὲν τῶν τῆς εὐ‐ σεβείας ὑπερμαχῶν δογμάτων, τοὺς δὲ τῆς ἀσεβείας προασπιστὰς καταισχύνων. Προτίθεται δὲ αὐτῷ τοῦ ἐν | |
30 | ἁγίοις πάπα Λέοντος ὁ τόμος, ἐπηρεαζόμενος μὲν καὶ συκοφαντούμενος ὑπὸ Θεοδοσίου, ἐνιαχοῦ δὲ καὶ Σεβήρου, τῶν ἀκεφάλων· στηλιτεύει δὲ τὴν ἄνοιαν αὐτῶν καὶ κα‐ κουργίαν, οὐδὲν μὲν ἐπιδεικνὺς ἀληθὲς ἢ ἀναγκαῖον λέγοντας, διεψευσμένα δὲ καὶ συμπεπλασμένα, καὶ οὐ | 108 in vol. 4 |
35 | κατ’ ἐκείνου μᾶλλον ὁπλιζομένους ᾧ διαπληκτίζονται, ἀλλ’ οὐδὲν ἔλαττον κατὰ πάντων ὁμοῦ τῶν ἁγίων, ὧν οὐδὲ τὰς κλήσεις ὡς οὐχὶ τιμῶσιν οὐμενοῦν οὐκ εἰσὶν ἔξαρνοι· καὶ πρό γε πάντων παρίστησιν αὐτοὺς ἐναρ‐ γῶς οἷς τὸν εὐσεβῆ διασύρουσι Λέοντα κατά τε τοῦ | |
40 | θεσπεσίου Κυρίλλου καὶ (τὸ θαυμασιώτερον) καθ’ ἑαυ‐ τῶν τὴν ψῆφον φέροντας· ἐκείνας γὰρ τὰς φωνὰς, ὧν καθυλακτοῦσι, Κύριλλόν τε προκομίζει τὸν θεσπέσιον | |
Bibl.226243b | πολλάκις εἰπόντα, καὶ τῶν ἄλλων ἁγίων τὸν χορόν, ὃν Ἀθανάσιός τε καὶ Γρηγόριοι καὶ Βασίλειος καὶ Ἀμ‐ βρόσιος καὶ Ἀμφιλόχιος πληροῦσι. | |
3 | Καὶ ὁ τελευταῖος τῆς αὐτῶν μανίας ἔλεγχος, αὐτὸν πολλαχοῦ παράγει Σε‐ | |
5 | βῆρον δογματιστὴν ἐκείνων, οἷς κεχρημένος ὁ ἐν ἁγίοις Λέων μυρίαις αἱρέσεως λοιδορίαις παρά τε Θεοδο‐ σίου καὶ αὐτοῦ Σεβήρου βάλλεται· οὕτω τὴν μανίαν ἐπεδείξατο τοὺς ὑπ’ αὐτῆς στρατηγουμένους ἐξοπλίσαι, ὥστε καθ’ ἑαυτῶν τὰς πληγὰς καιρίας φέροντας μη‐ | |
10 | δεμίαν λαμβάνειν τοῦ πάθους συναίσθησιν. | |
10 | Ἔστι μὲν οὖν οὗτος ὁ συγγραφεὺς καθαρός τε καὶ ἡδύς, καὶ διὰ συντόμου καὶ λείας ὁδοῦ τοὺς ἐλέγχους ποιούμε‐ νος, καὶ πρὸς μηδὲν τῶν ἔξω τοῦ ἀναγκαίου φερό‐ μενος. | |
14 | Εἰς ιδʹ δὲ κεφάλαια τῶν αἱρετιζόντων κατα‐ | |
15 | τεμνόντων τὸν τόμον τοῦ ἐν ἁγίοις Λέοντος, οὗ λαβὰς καὶ αἰτιάσεις καὶ μέμψεις ἀλόγους καταχέουσι, καὶ αὐτὸς εἰς τοσαῦτα καταδιεῖλεν ἀνατροπῆς μέρη τὸν τῆς ἀκεφάλου συκοφαντίας ἰσχυρόν τε καὶ ἄφυκτον ἔλεγχον. Ἐπισυνάπτει δὲ τούτοις καὶ τὴν ἀθῴωσιν τῆς | 109 in vol. 4 |
20 | ἐν Καλχηδόνι συνόδου ὧν αὐτὴ ἡ αἱρετικὴ κατηγορεῖ γλωσσαλγία, τὴν καθ’ ὑπόστασιν ἕνωσιν αὐταῖς λέξεσιν οὐ φαμένην φωνήν. Δείκνυσι γὰρ πολλοὺς τῶν ἁγίων πα‐ τέρων, οὐ μόνον τῶν πρὸ τῆς ἐν Ἐφέσῳ συνόδου ἀλλὰ καὶ τῶν μετ’ αὐτήν, τῇ τοιαύτῃ μὲν οὐ κεχρημένους | |
25 | φωνῇ, δι’ ἑτέρων δὲ ῥημάτων τὴν αὐτὴν δογματίσαν‐ τας εὐσέβειαν· ὃ καὶ ἡ σύνοδος διεπράξατο. | |
26 | Οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτὸν τὸν ἁγιώτατον Κύριλλον ἐν τῇ πρὸς τοὺς ἀνατολικοὺς ἑνώσει ταῖς τοιαύταις προφέρει μὴ κεχρημένον λέξεσι. Φησὶ δὲ καὶ ὅτι ἡ καθ’ ὑπό‐ | |
30 | στασιν ἕνωσις τῷ Θεσπεσίῳ Κυρίλλῳ βούλεται δηλοῦν, ὡς ἡ τοῦ λόγου ὑπόστασις ἀνθρωπείᾳ φύσει ἡνώθη ἀτρέπτως. Οὐ μὴν ἀλλ’ ὅτι καὶ ἡ τετάρτη ἁγία σύνοδος τὰ παρὰ Κυρίλλου πρὸς Νεστόριον γραφέντα δι’ αἰδοῦς καὶ ἀπο‐ δοχῆς ποιησαμένη, ἐν οἷς οὐχ ἅπαξ ἀλλὰ καὶ δὶς καὶ | |
35 | τετράκις ἡ καθ’ ὑπόστασιν ἕνωσις τοῦ λόγου περιφανῶς ἐκηρύττετο, τὰ τῶν αἱρετικῶν ἐμφράττει στόματα, οἷς αὐτὴν οὐ φρονεῖν οὐδὲ τὴν καθ’ ὑπόστασιν ἕνωσιν συνε‐ πλάσαντο· καὶ ἁπλῶς ὅσα ἂν αἰτιᾶσθαι οἱ ἀκέφαλοι τὸν θαυμάσιον ἐπήρθησαν Λέοντα καὶ τὴν ἐν Καλχηδόνι | |
40 | ἁγίαν τετάρτην σύνοδον, συντόμῳ λόγῳ τοῦ αἰτιά‐ ματος ἀπολύων, ἀναντιρρήτοις ἐλέγχοις τοὺς ἐπηρεαστὰς καταισχύνει, καὶ δείκνυσι μᾶλλον αὐτοὺς καθ’ ἑαυτῶν, | |
Bibl.226244a | ἢ καθ’ ὧν παρετάξαντο καὶ κατὰ τῶν ἁγίων ἡμῶν | |
πατέρων ἢ καθ’ ἡμῶν πόλεμον ἔχοντας. Οὗτος δ’ ὁ ἐν ἁγίοις Εὐλόγιος πρεσβυτέρου βαθμὸν ἐν Ἀντιοχείᾳ ἔσχε τὸ πρότερον, καὶ μονῆς ἡγήσατο τῆς | 110 in vol. 4 | |
5 | παναγίας θεοτόκου τῆς λεγομένης τῶν Ἰουστινιανοῦ. Κα‐ τεβάλετο δὲ καὶ ἑτέρας οὐκ ἀγενεῖς πραγματείας. Ὕστερον μέντοι καὶ τῆς Ἀλεξανδρείας ἀρχιερεὺς ἐχρημάτισεν. | |
Bibl.227244a(9) | Ἀνεγνώσθη λόγος στηλιτευτικὸς τοῦ αὐτοῦ ἐν ἁγίοις | |
10 | ἀνδρὸς κατὰ τῆς γεγενημένης τοῖς Θεοδοσιανοῖς τε καὶ Γαϊνίταις τοῖς αὐτοῖς ἀκεφάλοις προσκαίρου ἑνώ‐ σεως. Οὗτοι γὰρ διϊστάμενοι πρὸς ἀλλήλους πρότερον, ὕστερον ὧν ὑπερέθνῃσκον δογμάτων ταῦτα προδόντες, ἀλλήλοις εἰς ἑνωτικήν τινα πρὸς ὀλίγον ἀσέβειαν συνε‐ | |
15 | χύθησαν, ἐκεῖθεν δὲ πάλιν ἀναχυθέντες, εἰς τὴν προ‐ τέραν ἀσέβειαν μερὶς ἑκατέρα, ἐξ ὧν συνεφύρησαν, διῃρέθησαν. | |
17 | Ἐλέγχει τοίνυν ἐν τῷδε τῷ βιβλιδαρίῳ τὴν δυσσέβειαν αὐτῶν, καὶ δείκνυσιν ὅτι περ οὐχ ὡς ἐκείνοις ἔδοξεν οἰκονομίαν αὐτοῖς ἡ ἕνωσις ἐξειργάσατο, ἀλλ’ | |
20 | ὅλης αὐτῶν τῆς πίστεως προδοσίαν ἐμεθώδευσε. | |
20 | Διαιρεῖ δὲ καὶ τὸ τῆς οἰκονομίας εἶδος, ὅπερ ἡ τοῦ Θεοῦ οἶδεν ἐκκλησία, τρισὶ διαφοραῖς, καὶ ὡς κατὰ μηδεμίαν τῶν τριῶν προῆλθον αὐτοῖς εἰς τὴν συμπεφυρμένην ἀσέ‐ βειαν, ποιεῖται τὸν ἔλεγχον, αἱ τῶν ἀκράτων αὐτοῖς | |
25 | δυσσεβημάτων σπονδαί, ἀλλ’ (ὡς ἔφημεν) τῆς ὅλης αὐτῶν θρησκείας ἑκατέρα μερὶς ἐπ’ ὀνόματι τῆς ἑνώ‐ σεως προδοσίαν καὶ ἐξάρνησιν διεπράξατο. | |
27 | Καὶ πρῶτον μέν φησιν ὡς ὁ τῆς οἰκονομίας λόγος οὐ τὰ τυχόντα | |
τῶν προσώπων ἐπόπτας καὶ διαιτητὰς καθίζει τῆς πρά‐ | 111 in vol. 4 | |
30 | ξεως, ἀλλὰ τοὺς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους τῶν τοῦ Θεοῦ μυστηρίων, καὶ οἷς τῶν ἀρχιερατικῶν θρόνων οἱ νόμοι κατεπιστεύθησαν, ὧν ἡ λεγομένη τῶν Γαϊ‐ νιτῶν καὶ Θεοδοσιανῶν ἕνωσις οὐδένα ἐγίνωσκεν. | |
33 | Ἔπειτα δὲ τότε τὰς οἰκονομίας ὁ ὀρθὸς λόγος μεταχειρίζεται, | |
35 | ὅτε τὸ δόγμα τῆς εὐσεβείας οὐδὲν παραβλάπτεται· ἐκείνου γὰρ ἀκηράτου καὶ ἀκαπηλεύτου μένοντος, ἡ οἰκονομία περί τι τῶν ἔξωθεν αὐτοῦ χώραν εὑρίσκει συνίστασθαι. | |
37 | Πολ‐ λάκις δέ τις καὶ πρόσκαιρος οἰκονομία προελήλυθε πρὸς βραχύ τι τῶν οὐκ ὀφειλόντων ἀνασχομένη καὶ | |
40 | στέξασα, ἐπὶ τῷ διηνεκὲς μὲν καὶ ἀκλόνητον τὴν εὐσέ‐ βειαν ἀπολαβεῖν τὸ κράτος, ὑπεκλύσαι δὲ καὶ τὰς τῶν | |
Bibl.227244b | σκευωρούντων κατὰ τῆς ἀληθείας ὁρμάς, αἳ πολ‐ λαὶ φερόμεναι τῇ ῥύμῃ μέγα τι κακὸν ἐργάσασθαι, μὴ πρὸς βραχύ τι τῶν τὴν ἐκκλησίαν οἰκονομούντων ὑπενδι‐ δόντων, παρεῖχον τὸ ἀναμφίβολον. Οὕτως ὁ Παῦλος | |
5 | διὰ τὰς τῶν Ἰουδαίων ἀκαθέκτους ἐπιβουλὰς καὶ τὰς πρὸς τὴν ἀποστασίαν προφάσεις περιτέμνει μὲν τὸν Τι‐ μόθεον, ξυρᾶται δὲ καὶ αὐτὸς τὴν κεφαλὴν καὶ ἁγνίζεται, ὁ πρὸς Γαλάτας γράφων· «Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι, ἂν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει». | |
10 | Ἀλλὰ ταύτην μὲν τὴν οἰκονομίαν βραχύς τις χρόνος ἐπίστα‐ ται, καθὰ διδάσκει καὶ τὸ παράδειγμα· διὰ παντὸς δὲ καὶ εἰς ἀεὶ ἡ ἐκκλησία τὸ ἀστασίαστον μεθοδεύει καὶ ὁλόκληρον. Τὸ δὲ ἕτερον εἶδος τῆς οἰκονομίας περὶ τὰς λέξεις λαμβάνει τὴν σύστασιν. Ὅτε γὰρ τῶν τῆς ἐκκλησίας | |
15 | δογμάτων ὀρθῶς ἐχόντων καὶ δι’ ἑτέρων φωνῶν ἀνα‐ κηρυττομένων, ῥήματά τινα τοῖς ἀκεραιοτέροις σκαν‐ | |
δάλου κἂν οὐκ εὔλογοι γίνωνται προφάσεις, ἀποσιωπᾶσθαι συγκαταβαίνει ταῦτα. Ὁ δὲ τοὺς λόγους αὐτοῦ οἰκονομῶν ἐν κρίσει καὶ σιωπῇ, τῶν εὐσεβῶν δογμάτων τὸν φθόγγον | 112 in vol. 4 | |
20 | εἰς πᾶσαν τὴν οἰκουμένην περιηχθῆναι καταπραγμα‐ τεύεται. Οἷα δὴ καὶ τὸν μέγαν Ἀθανάσιον ὁ θεολόγος Γρηγόριος πεποιηκότα ἐπιδείκνυσιν· «Ἐπειδὴ γάρ, φησί, συμφρονοῦντας εὗρε καὶ οὐδὲν διεστῶτας κατὰ τὸν λόγον, τὰ ὀνόματα συγχωρήσας συνδεῖ τοῖς πράγμασι». Καὶ | |
25 | ἐν τῇ πεντηκοστῇ δὲ πάλιν τὸν αὐτὸν διδάσκαλον ἴδοις ἂν τῆς αὐτῆς οἰκονομίας τὸ εἶδος κρατύνοντα· «Ἀλλὰ ταῖς συλλαβαῖς, φησί, δυσχεραίνετε, καὶ προσπταίετε τῇ φωνῇ. Δότε τὴν δύναμιν τῆς θεότητος καὶ δώσομεν ὑμῖν τῆς φωνῆς τὴν συγχώρησιν». | |
30 | Καὶ τρίτον δέ φησι τρόπον οἰκονομίας, ὅτε παρο‐ ρῶνται πρόσωπα πολλάκις ἐκκήρυκτον ψῆφον τῆς ἀκρι‐ βείας κατ’ αὐτῶν ἀνακηρυττούσης, οὐδὲν ἔλαττον τῶν ὀρθῶν κρατυνομένων δογμάτων. Καθ’ ἥν, φησίν, οἰκο‐ νομίαν Θεόφιλος μὲν τῷ Γελασίῳ ἐκοινώνει, ἐγγεγραμ‐ | |
35 | μένον ἔχοντι τοῖς ἱεροῖς διπτύχοις τὸν Παλαιστῖνον Εὐ‐ σέβιον, Κύριλλος δὲ τοῦ Μοψουεστίας Θεοδώρου, κατὰ τὴν ἑῴαν ὡσαύτως ἀνακηρυττομένου, τῆς κοινωνίας οὐκ ἀφίστατο. Ἑώρα γὰρ ἀκηράτοις σῳζόμενα δόγμασι τὰ τῆς εὐσεβείας καιριώτατα. Μέχρι γὰρ τούτου τὰ τῆς οἰκο‐ | |
40 | νομίας ὁ ὀρθὸς λόγος ἀνέχεται, μέχρις ἂν οὐδὲν καινο‐ τομεῖται τῶν τῆς ἐκκλησίας δογμάτων. | |
Bibl.227245a | Τριχῇ τοίνυν τὴν οἰκονομίαν διελών, καὶ κατ’ οὐδεμίαν αὐτῶν τὴν τῶν Θεοδοσιανῶν καὶ Γαϊνιτῶν προελ‐ θεῖν ἐπιδειξάμενος ἕνωσιν, εἰς προδοσίαν συγκλεισθέν‐ τας ἑκάτερον μέρος τῆς οἰκείας θρησκείας παρέστησε, | |
5 | καὶ στῆναι μὲν οὐδαμοῦ, ἀλλὰ συγχυθέντας πάλιν ἀπ’ ἀλλήλων διαρραγῆναι καὶ κατ’ ἀλλήλων φέρειν τὸν πό‐ | |
λεμον. | 113 in vol. 4 | |
7 | Ταῦτα καὶ τοιαῦτα ἕτερα στηλιτεύων τὴν τῶν ἀκεφάλων λεγομένην ἕνωσιν διεξελθών, διὰ πλειόνων ἄλλων ἐναργῶς ἐπεδείξατο ὡς οὐδὲν αὐτοῖς ἴχνος οἰκο‐ | |
10 | νομίας διαπέπρακται, ἀλλὰ σαφὴς προδοσία καὶ ἐξάρ‐ νησις, ὑπὲρ ὧν πρότερον μυριάκις ὑπελθεῖν τὸν θά‐ νατον διετείνοντο. Οὕτω μὲν τὰ περὶ τῶν ἀκεφάλων ἐν τῷ βιβλιδαρίῳ τούτῳ διέξεισι. Περιεῖχε δὲ τὸ τεῦχος καὶ ἐπιστολὴν αὐτοῦ γεγραμ‐ | |
15 | μένην Εὐτυχίῳ τῷ ἀρχιεπισκόπῳ Κωνσταντινουπόλεως, ἣν ἔγραψεν ἐν πρεσβυτέροις ἔτι τελῶν, πληροφορίαν περιέχουσαν τῆς ὀρθοδόξου καὶ καθολικῆς εὐσεβείας καὶ πίστεως. | |
Bibl.228245a(20) | Ἀνεγνώσθη τοῦ ἐν ἁγίοις Ἐφραϊμίου (πατρι‐ άρχης δὲ οὗτος Θεουπόλεως ἦν) λόγοι διάφοροι. Σύρας μὲν γεγονὼς καὶ φωνῆς καὶ γενεᾶς, παιδευθεὶς δὲ καὶ τὴν Ἕλληνα γλῶσσαν οὐκ ἀγεννῶς, ἀλλὰ καὶ πολιτικὰς οὐκ ὀλίγας μεταχειρισάμενος ἀρχάς, ὧν τὴν τελευταίαν, | |
25 | κόμης ἀναρρηθεὶς τῆς ἀνατολῆς, ἐκεῖθεν ἐπὶ τὸν ἀρχιε‐ ρατικὸν μετηνέχθη θρόνον. Φασὶ δὲ αὐτὸν τά τε ἄλλα ἐπαίνων ἄξια διαβιῶναι, καὶ πολὺν τῆς ἐλεημοσύνης ἐργάτην γενέσθαι. | |
28 | Συνέταξε μὲν οὖν ὁ ἀνὴρ διαφόρους βίβλους, ὧν εἰς ἡμᾶς τέως τρεῖς περιῆλθον. Σχεδὸν δέ | |
30 | τι αὐτοῦ πάντες, οὓς τεθεάμεθα πόνους, ὑπὲρ τῶν τῆς ἐκκλησίας σπουδάζουσι δογμάτων, καὶ τοῦ παραστῆσαι τὴν κατὰ Καλχηδόνα ἁγίαν σύνοδον πάσης λαβῆς αἱρε‐ τικῆς ὑπερκειμένην καὶ ἐπικρατοῦσαν. Ἐν μὲν οὖν τῇ πρώτῃ βίβλῳ ὁ πρῶτος αὐτῷ λόγος | |
35 | ἐπιστολή ἐστι πρὸς Ζηνόβιόν τινα σχολαστικὸν Ἐμίσης, τῆς ἀκεφάλου μοίρας ὄντα, διαπεμφθεῖσα· σπουδὴν δὲ | |
ποιεῖται περὶ τῶν ἐπηρεαζομένων ῥημάτων, ἃ ἐν τῇ ἐπιστολῇ περιέχεται τοῦ ἁγιωτάτου Λέοντος προέδρου Ῥώμης. Προτάττει δὲ τῆς γυμνασίας τῶν εἰρημένων ῥη‐ | 114 in vol. 4 | |
40 | μάτων δίαιτάν τινα τοῦ τρισαγίου ὕμνου· καὶ γὰρ καὶ ὁ Ζηνόβιος τῆς κοινῆς ἐκκλησίας ἑαυτὸν ἀπορρῆξαι πρό‐ φασιν ἐδίδου τὴν περὶ τὴν τρισάγιον δοξολογίαν και‐ νοτομίαν. Φησὶ δὲ ὁ Ἐφραΐμιος τὴν τοιαύτην ὑμνο‐ λογίαν τοὺς μὲν τὴν ἀνατολὴν οἰκοῦντας εἰς τὸν Κύριον | |
Bibl.228245b | ἡμῶν Ἰησοῦν Χριστὸν ἀναφέρειν, καὶ διὰ τοῦτο μηδὲν ἐξαμαρτάνειν ἐπισυνάπτοντας τό «Ὁ σταυρωθεὶς δι’ ἡμᾶς», τοὺς δὲ τὸ Βυζάντιόν τε καὶ τὴν ἑσπερίαν νεμο‐ μένους εἰς τὴν ὑπερτάτην καὶ πανίερον πηγὴν τῆς ἀγα‐ | |
5 | θότητος, τὴν ὁμοούσιον Τριάδα, τὴν δοξολογίαν ἀνά‐ πτειν. Δι’ ὃ μηδ’ ἀνέχεσθαι τούτους ἐπισυνάπτειν τὸ «Ὁ σταυρωθεὶς δι’ ἡμᾶς», ἵνα μὴ πάθος τῇ Τριάδι περι‐ άψωσιν. Ἐν πολλαῖς δὲ ταῖς κατὰ τὴν Εὐρώπην ἐπαρ‐ χίαις ἀντὶ τοῦ «Ὁ σταυρωθεὶς δι’ ἡμᾶς» τό «Ἁγία Τριάς, | |
10 | ἐλέησον ἡμᾶς» ἐπάγειν· ἐξ ὧν ἐπιδηλότερον τὸν σκοπὸν τῶν εὐσεβούντων καθίστασθαι, ὡς εἰς τὴν ἁγίαν Τριάδα τὸ «Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος» ἀνά‐ γοντες ἀκριβεῖ καὶ ἀκολούθῳ λόγῳ τὸ «Ὁ σταυρωθεὶς δι’ ἡμᾶς» παραγράφονται. | |
14 | Οὕτω μὲν οὖν ἑκατέραν μοῖραν | |
15 | περὶ τῆς προκειμένης δοξολογίας φρονοῦσάν τε καὶ λέ‐ γουσαν, ἐπειδὰν κατὰ τὰ ἄλλα τῆς εὐσεβείας δόγματα μηδαμῶς μηδὲν ὁρᾶται παραχαράττουσα, ὀρθῶς τε πράτ‐ τειν ὁ ἀνὴρ ἀμφοτέρας λέγει καὶ οὐδετέραν χώραν εὑ‐ ρίσκειν ὑπὸ μῶμον ποιεῖν τὴν ἑτέραν ἢ ὑπὸ κατάγνω‐ | |
20 | σιν ἕλκειν ὕβρεως. | |
20 | Ἀλλ’ ἐκεῖνος μὲν οὕτω διαιτᾷ· ὅτι δὲ τοῖς ἀκεφάλοις αἱρετικοῖς, κακῶς τὴν δοξολογίαν ταύτην ἐκλαμβάνουσι, μεγάλη γίνεται κατὰ τῆς εὐσε‐ | |
βείας καταδρομή, εἰκότως οἱ ἄλλοι πατέρες ἡμῶν παν‐ τελῶς περιεῖλον τὸ μὴ δεῖν προσάπτειν ἐν τῇ τρι‐ | 115 in vol. 4 | |
25 | σαγίῳ δοξολογίᾳ τὸ «Ὁ σταυρωθεὶς δι’ ἡμᾶς», τῆς γὰρ τριαδικῆς θεολογίας ὕμνον εἶναι τὸ δοξολόγημα, ἐπεὶ καὶ ὁ Χερουβικὸς ὕμνος ἐν τῇ τριαδικῇ φωνῇ τῆς ἁγιό‐ τητος προερχόμενος, ἀπ’ ἀρχῆς τῆς ὑπὲρ πᾶσαν ἁγιό‐ τητα καὶ ἀγαθότητα Τριάδος μελώδημα ἐγνωρίζετο. | |
30 | Ἀλλ’ εἴτε εὖ εἴτε καὶ ἑτέρως περὶ τοῦ τρισαγίου διῄτησεν ὁ ἀνήρ (τάχα γάρ τινα παρεῖχεν αὐτῷ πρόφασιν ὁ καιρὸς τοιαῦτα διαιτᾶν), οὐκ ἔχω νῦν οὐδετέρᾳ γνώμῃ κρίσιν ἐπιθεῖναι ἀδίστακτον, πλὴν οὐκ ἀνίησι τὸν σχολασ‐ τικὸν παραινῶν τῷ τῆς ἐκκλησίας συναφθῆναι σώματι. | |
35 | Ἐν ταύτῃ δὲ τῇ ἐπιστολῇ καὶ τὸν κανόνα, ὃς δεύ‐ τερος ἀριθμεῖται ἐν τῇ δευτέρᾳ τῶν ἐν Κωνσταντινου‐ πόλει ρνʹ ἱερωτάτῃ συνόδῳ, αὐτὸς ρξϛʹ εἶναι, οὐκ οἶδ’ ὅθεν λαβὼν οὐδὲ τίσιν ἄλλοις συντάττων, ἀριθμεῖ· οὐκ ἐν ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ ἐν ἄλλοις αὐτοῦ λόγοις | |
40 | τὴν αὐτὴν αὐτῷ τῆς ποσότητος ἀπονέμει χώραν. Ἀρχόμενος δὲ τῆς ὑπὲρ τῶν ὀρθῶν δογμάτων σπου‐ δῆς, προοιμιάζεται μὴ δεῖν συγκρίνειν ἃ περὶ θεολογίας εἴρηται τοῖς πατράσιν ἡμῶν, τοῖς περὶ οἰκονομίας εἰρη‐ μένοις Λέοντι τῷ Ῥώμης, ἀλλὰ τὰ μὲν θεολογικὰ | |
Bibl.228246a | τούτου τοῖς θεολογικοῖς, τὰ δὲ περὶ τῆς οἰκονο‐ μίας τοῖς ἔχουσιν ἀναλόγως. Ὅσοι δὲ τὴν θεολογίαν ἀντι‐ παρατιθέασι τῇ οἰκονομίᾳ, οὗτοι γνώμης μὲν ἀδίκου τῆς ἑαυτῶν παρέχονται στήλην, καθ’ ὧν δὲ τὴν γλῶσσαν | |
5 | κινοῦσι, τούτοις οὐδὲν ἧττον ἢ εἰ μὴ ἐκεκίνηντο τὸ ἄμω‐ μον συντηροῦσι. | |
6 | Ταῦτα προδιασκευάσας ῥητὰ προάγει τινὰ τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου Λέοντος, ἣν ἐκεῖνος ἔγραψε πρὸς τὸν ἐν ἁγίοις Φλαβιανόν, καὶ μὴν καὶ τῆς | |
πρὸς Λέοντα τὸν βασιλέα, ἐν αἷς θεολογίαν τε λαμ‐ | 116 in vol. 4 | |
10 | πρὰν τοῦ ἀνδρὸς ἐπιδεικνύει, καὶ ὅτι τὸν αὐτὸν υἱὸν τοῦ Θεοῦ καὶ ἀληθῶς υἱὸν ἀνθρώπου γενέσθαι μεγαλοφώ‐ νως ἀνακηρύττει, παθητόν τε τὸν αὐτὸν καὶ ἀπαθῆ, καὶ τὸν ἀθάνατον νόμοις ὑποκύψαι θανάτου, καὶ ἁπλῶς τὴν ἄκραν ἕνωσιν τοῦ λόγου καὶ τῆς σαρκὸς ἀμωμή‐ | |
15 | τως τε καὶ θεοπρεπῶς διετράνωσεν. | |
15 | Οὐ μὴν ἀλλὰ καὶ Νεστόριον λαμπρᾷ τῇ φωνῇ ἐν ταῖς τοιαύταις ἐπιστο‐ λαῖς ἀναθεματίσαι, ὡς τὴν μακαρίαν καὶ θεοτόκον Μαρίαν οὐχὶ τοῦ Θεοῦ, ἀνθρώπου δὲ μόνον τολμήσαντα εἰπεῖν μητέρα· καὶ ὅτι πρῶτος ὁ ἐν ἁγίοις Λέων ἰδι‐ | |
20 | κῶς εἶπεν αὐταῖς λέξεσιν ὡς μητὴρ Θεοῦ ἐστιν ἡ ἁγία θεοτόκος, τῶν πρὸ αὐτοῦ πατέρων οὕτω διαπρυσίοις ῥήμασι μὴ τοῦτο φαμένων. Τὸ μὲν οὖν πρῶτον αὐτῷ κεφάλαιον ταῦτα διατάττει. Δεύτερον δὲ αὐτῷ προάγεται, δι’ οὗ δείκνυται ὡς ὁ | |
25 | ὁσιώτατος Λέων τοῖς πατράσι συμφωνῶν ἕνα καὶ τὸν αὐτὸν ὁμολογεῖ υἱόν, καὶ τοῦ αὐτοῦ καὶ ἑνὸς ὥσπερ ἑκα‐ τέραν μορφήν, οὕτω καὶ τὴν διάφορον φυσικὴν ἐνέρ‐ γειαν, οὐδαμοῦ διαίρεσιν τῇ ἑνώσει παρεισάγων, ἀλλ’ ἕνα τὸν σεσαρκωμένον ἀνυμνεῖ θεὸν λόγον. Παρατί‐ | |
30 | θησι δὲ ταῖς φωναῖς τοῦ ὁσίου Λέοντος τὰ Κυρίλλου δόγματα, δεικνὺς κατὰ πάντα συμφωνοῦντα, καὶ δὴ καὶ Γρηγορίου τοῦ Νύσσης, ἀλλὰ καὶ Ἰουλίου τοῦ Ῥώμης. Ἔτι μὴν παρίστησι τὴν λέξιν, ᾗπερ χρησάμενος ὁ ἐν ἁγίοις Λέων διαβολὴν ἀσεβείας ὑπέστη παρὰ τῶν ἀπὸ Σε‐ | |
35 | βήρου, αὐτὴν ταύτην οὐχ ἅπαξ οὐδὲ δὶς ἀλλὰ καὶ πεν‐ τάκις εἰρημένην Κυρίλλῳ, φημὶ δὴ τὸ ἑκατέρας. Οὐ Κύριλλον δὲ μόνον τὸν νικηφόρον χρῆσθαι τῇ φωνῇ, καθ’ ἧς μεμηνότες οἱ ἀπὸ Σεβήρου δυσσέβειαν τῷ θεοφόρῳ ἐπιγράφουσι Λέοντι, ἀλλὰ καὶ τὸν θαυμαστὸν | |
40 | Βασίλειον. | 117 in vol. 4 |
40 | Οὐκ ἐν ταύτῃ δὲ μόνῃ τῇ φωνῇ συμφω‐ νεῖν τοῖς τῶν πατέρων λογάσι τὸν ἐν ὁσίοις ἀπο‐ δείκνυσι Λέοντα, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι | |
Bibl.228246b | δόγμασί τε καὶ ῥήμασι, καθ’ ὧν ὑλακτεῖν οἱ αἱρε‐ σιῶται οὐ πεφρίκασι· τούς τε γὰρ εἰρημένους πατέρας ὁμοδοξεῖν τε καὶ ὁμολογεῖν τῷ ἀνδρί, καὶ μὴν καὶ Ἀθα‐ νάσιον τὸν πολύαθλον, καὶ τὸν ἐν θεολογίᾳ περιβόητον | |
5 | Γρηγόριον, Πρόκλον τε τὸν Κωνσταντινουπόλεως καὶ Ἀμφιλόχιον τὸν Ἰκονίου καὶ τὸν θαυμάσιον Ἰωάννην τὸν Χρυσόστομον. Ἀλλὰ ταῦτα μὲν καὶ τὸ δεύτερον αὐτῷ διαπραγματεύεται κεφάλαιον. Τὸ δὲ τρίτον, ὅτι τὰ ἄρθρα προταττόμενα τῶν ἐν | |
10 | τῷ Χριστῷ φύσεων οὐδαμῶς υἱῶν δυάδα ἐπινοεῖν οὐμε‐ νοῦν οὐχ ὑποτίθεται, ἀλλ’ ἔστιν ἰδίωμα τῆς ἱερᾶς γραφῆς οὐ προσώπων μὲν (ὡς εἴρηται) δυάδα παρεισάγον, τὰς ἑνωθείσας δὲ φύσεις ἀτμήτους τε καὶ ἀδιαιρέτους δια‐ φυλάττον. Καὶ γὰρ καὶ ταύτην τὴν ἐπήρειαν κατὰ τῆς | |
15 | τοῦ Λέοντος ἐπιστολῆς ἡ αἱρετικὴ λύσσα κατέχεεν, εἰ‐ πόντος αὐτοῦ· «Ὥσπερ ἐν τῷ ἐλεεῖν ὁ Θεὸς τροπὴν οὐχ ὑφίσταται, οὕτως ὁ ἄνθρωπος τῷ μεγέθει τῆς ἀξίας οὐκ ἀναλίσκεται». | |
18 | Ὅπερ οὖν εἴρηται, κατὰ τὸ τρίτον κεφάλαιον ἔκ τε τῶν εὐαγγελικῶν φωνῶν καὶ ἐκ τῶν ἀποστολικῶν, | |
20 | καὶ δὴ καὶ ἐκ τῶν μακαρίων πατέρων ἡμῶν, Ἰγνατίου τοῦ θεοφόρου καὶ Ἰουλίου καὶ Ἀθανασίου καὶ Γρηγορίων καὶ Βασιλείου, διελέγχει τοὺς δυσσεβεῖς ὡς ἡ τῶν ἄρ‐ θρων χρῆσις (πάντες γὰρ οὗτοι τούτοις ἐχρήσαντο) οὐδε‐ μίαν τομὴν ἢ διαίρεσιν ἐπινοεῖ τῆς ἑνώσεως. Ἐν οἷς | |
25 | ὑποφέρει ὅτι καὶ τό· «Ἐν ὅσῳ τὰ συναμφότερα μετ’ ἀλλήλων ἐστίν» (εἰρημένον δέ ἐστι τοῦτο τῷ ὁσιωτάτῳ Λέοντι) οὐ χρόνου δήλωσιν, ἀλλ’ ἀντὶ τοῦ διὰ παντὸς | |
παραλαμβάνεται. Τέταρτον δὲ κεφάλαιον εἰς μέμψιν παρὰ τῶν αἱ‐ | 118 in vol. 4 | |
30 | ρετικῶν προταθὲν ἀνεύθυνον παντελῶς ἀποφαίνει διὰ τῆς ὁμοίας μεθόδου, φωνὰς συμβαινούσας τῷ αἰτια‐ θέντι παρατιθείς, αἷς ὁ χορὸς τῶν ἁγίων ἡμῶν πα‐ τέρων χρῆσθαι εἰώθασι. Τὸ δὲ κεφάλαιον φωναὶ μέν εἰσι τοῦ ἐν ἁγίοις Λέοντος, λέγουσι δὲ ταῦτα· «Τῷ μὲν | |
35 | κλαίειν τὴν βεβαιότητα τῆς αὑτοῦ σαρκὸς ἐπεδείκνυ‐ το, τῷ δὲ ἀναστῆσαι πρὸς τὸ κέλευσμα τῆς αὑτοῦ φω‐ νῆς τὴν ἄχραντον αὑτοῦ θεότητα ἐδήλου. Ἑνὸς δὲ καὶ τοῦ αὐτοῦ ἀμφότερα πέπρακταί τε καὶ λέλεκται». Πέμπτον δὲ λαβὴν προταθεῖσαν παρὰ τῶν αὐτῶν | |
40 | αἱρετικῶν κατὰ φωνῶν ὁμοίων τοῦ αὐτοῦ ἱεροῦ ἀνδρὸς διὰ τῆς ὁμοίας ἐπιρραπίζει μεθόδου. Ἔστι δὲ ἡ φωνή· «Ποία φύσις διαπέπαρται τοῖς ἥλοις ἐν τῷ τοῦ σταυροῦ | |
Bibl.228247a | ξύλῳ τοῦ προσπεπηγότος τῷ σταυρῷ;» Ἐν τούτῳ τῳ κεφαλαίῳ καὶ Ἰσιδώρου τοῦ ἐν μονάζουσι περιβλέπτου (Ἀλεξανδρεὺς δὲ τὸ γένος οὗτος ἦν, καὶ τοῖς ἀρχιε‐ ρεῦσιν αἰδέσιμος) διαφόρους ἐξ ἐπιστολῶν διαφόρων | |
5 | χρήσεις ἐπιφέρει, αἳ κατὰ πάντα συμβαίνουσι ταῖς παρὰ τῶν αἱρετικῶν ὡς οὐκ εὐσεβέσι συκοφαντουμέναις. Ἀλλὰ ταῦτα μὲν ἡ πρὸς Ζηνόβιον ἐπιστολὴ τὰ κεφάλαια πόνον ἐποιεῖτο. Ἕτεραι δὲ αὐτῷ πρὸς τὸν βασιλέα Ἰουστινιανὸν γράφονται ἐπιστολαί, ἡ μὲν αὐτοῦ | |
10 | τὴν εὐσέβειαν ἀποδεχομένη, ἡ δὲ ἀσκητῶν τινῶν εὐ‐ σεβῶν τὴν ἔρημον οἰκούντων διαμαρτυρίαν ὑπὲρ εὐ‐ σεβείας προτεινομένη, ἑτέρα δὲ τὰ τοῦ Ἀνθίμου συν‐ οδικὰ κατὰ τὴν ἀκρίβειαν τῶν τῆς ἐκκλησίας δογμά‐ των ἀξιοῦσα διατυπωθῆναί τε καὶ ἀποσταλῆναι. Ἄλλη | |
15 | δὲ πρὸς αὐτὸν τὸν Ἄνθιμον μετὰ τὰ συνοδικὰ στέλ‐ | |
λεται τὴν ἐκείνων ἀποδοχὴν οὐ παραιτουμένη, ἅτε μηδὲν ἐν αὐτοῖς τοῦ Ἀνθίμου ἐμφανίσαντος τῆς δυσ‐ σεβείας, πλὴν προσθεῖναι τὸν Ἄνθιμον ἐξαιτεῖ λεπτο‐ μερέστερόν τε καὶ ἀκριβέστερον Εὐτυχῆ τε καὶ τὰ Εὐ‐ | 119 in vol. 4 | |
20 | τυχοῦς δόγματα εἰς ἀνάθεμα θέσθαι. Γράφει δὲ καὶ πρὸς Δομετιανὸν ἐπιστολήν, ὃς ἐν‐ τυχών (ὡς τὸ γράμμα λέγει) ῥήμασί τισι τοῦ ἀνδρὸς διεταράχθη τε τοὺς λογισμοὺς καὶ ἐπιλυθῆναι τὴν ἀπο‐ ρίαν ἐζήτησε. Τὰ δὲ ῥήματα ἔλεγε ταῦτα· «Οὐκ ἔστιν | |
25 | ὑπόστασιν ὑποστάσει ἑνωθῆναι καθ’ ὑπόστασιν, οἷον Παῦλον καὶ Πέτρον μίαν ὑπόστασιν ἀποτελέσαι ἀδύνα‐ τον. Ἀλλ’ οὐδὲ οὐσίαν ἑτέρᾳ οὐσίᾳ, καθὸ ἑτεροουσία, εἰς ταυτότητα συνελθεῖν οὐσίας, οἷον ψυχῆς καὶ σώματος οὐσίαν μίαν οὐσίαν ἀποτελέσαι ἀμήχανον, εἰ μήπω ἄρα | |
30 | τις εἰς κοινότητά τινα ταύτας ἀνάγῃ, καθ’ ἣν καὶ πρὶν ἑνωθῆναι ἀλλήλων οὐ διέφερον, οἷον τὸ εἰς τὸ κτιστὸν ἀναφέροι ἢ τὸ ὑπὸ χρόνον ἢ τὰ ὅμοια. Τότε γὰρ οὐκέτι ἑτεροουσίαι οὐσίαι εἰς μίαν οὐσίαν συνῆλθον, ἀλλ’ αἱ ἀπ’ ἀρχῆς ἔχουσαι οὐσίαι τὸ ὁμοούσιον κατὰ | |
35 | τὴν πορρωτάτω κοινότητα τὸ αὐτὸ φυλάττουσαι ἐπε‐ δείχθησαν». | |
36 | Ἃ μὲν οὖν τὸν Δομετιανὸν ἐθορύβει, καὶ ὧν τὴν λύσιν ἐπεζήτει καὶ ἔτυχε, ταῦτα ἦν· ὁ δὲ πρῶ‐ τον μὲν οὐκ ἀπιθάνῳ λογισμῷ τὴν ἀμφισβήτησιν πε‐ ριέρχεται, εἶτα δὲ καὶ διὰ τῶν πατρικῶν φωνῶν τὰ οἰ‐ | |
40 | κεῖα καὶ προκείμενα καλῶς ἔχειν βεβαιοῖ ῥήματα. Καὶ ἡ μὲν πρὸς Δομετιανὸν ἐπιστολὴ ταῦτα ἔπραττεν. Ἄλλη δὲ πρὸς Συγκλητικὸν τοὔνομα (Ταρσοῦ δὲ μητροπολίτην αὐτὸν τὸ γράμμα οἶδε) διαπέμπεται, | |
Bibl.228247b | τὸν ἀγῶνα καὶ αὐτὴ τὸν κατὰ τῶν ἀκεφάλων προά‐ γουσα. Ἐν ᾗ μετὰ τὴν ἕνωσιν τὰς φύσεις τοὺς πατέρας | |
παράγει γνωρίζοντας, καὶ οὐδαμοῦ διὰ ταύτας οὔτε τὴν καθ’ ὑπόστασιν ἕνωσιν οὔτε τεμνομένην οὔτε διαίρεσιν | 120 in vol. 4 | |
5 | καὶ διχασμὸν ὑπομένουσαν. Καὶ μαρτυρίαι πάλιν προέρ‐ χονται βεβαιοῦσαι τὸ προκείμενον Κυρίλλου τε καὶ τοῦ θεολόγου Γρηγορίου καὶ ἄλλων πατέρων. Καὶ ὅτι ἡ ἐκ‐ κλησία τοῦ Θεοῦ καὶ ἡ ἐν Καλχηδόνι σύνοδος τὸν ἕνα τῆς ἁγίας Τριάδος θεὸν λόγον ὁμολογεῖ σαρκωθῆ‐ | |
10 | ναι καὶ ἐνανθρωπῆσαι, οὗ καὶ τὴν καθ’ ὑπόστασιν οἶδε καὶ κηρύττει ἕνωσιν· καὶ ὅτι μητέρα Θεοῦ πρῶτον μὲν ἡ Ἐλισάβετ ἀνεῖπεν, ἐν οἷς λέγει· «Καὶ πόθεν μοι τοῦτο, ἵνα ἡ μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρός με;» Σαφέστερον δὲ τῶν ἄλλων μετὰ ταῦτα τὴν λέξιν πρῶ‐ | |
15 | τος ὁ ὅσιος Λέων ὁ πάπας προήνεγκεν. Ἐν γὰρ τῇ πρὸς τὸν Λέοντα τὸν βασιλέα ἐπιστολῇ ῥήμασιν αὐτοῖς οὕ‐ τω γράφει· «Ἀναθεματιζέσθω Νεστόριος ὁ τὴν μακα‐ ρίαν καὶ θεοτόκον Μαρίαν οὐχὶ τοῦ Θεοῦ, ἀνθρώπου δὲ μόνον πιστεύων εἶναι μητέρα». Ἀλλὰ ταῦτα μὲν καὶ ἡ | |
20 | προκειμένη ἐπιστολή. Γράφει δὲ ὁ αὐτὸς καὶ πρὸς Ἄνθιμον ἐπίσκοπον Τραπεζοῦντος, ἐν ᾗ τόν τε βασιλέα Ἰουστινιανὸν τῆς εὐσεβείας ἀποδέχεται, καὶ τὸν δυστυχῆ Εὐτυχῆ τὴν κα‐ θαίρεσιν ὑποστῆναι, διότι μὴ ἠνέσχετο δύο φύσεων | |
25 | ἕνωσιν λέγειν ἐν μιᾷ ὑποστάσει διατείνεται, καίτοι γε τρανῶς τῶν θεοφόρων πατέρων ἡμῶν τοῦτο δογμα‐ τιζόντων τε καὶ ἀνακηρυττόντων· ἀλλ’ ἐκεῖνον τὸν πα‐ ράφορον μὴ ἀνέχεσθαι, ἀλλ’ ἐκ δύο μὲν φύσεων γε‐ γενῆσθαι τὸν Κύριον, μετὰ δὲ τὴν ἕνωσιν οὐκέτι δύο | |
30 | οὐδὲ ἐν δύο γνωρίζεσθαι, μίαν δὲ φύσιν μετὰ τὴν ἕνω‐ σιν τερατεύεσθαι. Οἷς συμφωνεῖν διελέγχει καὶ τὴν λῃστρι‐ κὴν ἐν Ἐφέσῳ σύνοδον, αὐτοῖς εἰποῦσαν ῥήμασι· «Τού‐ τοις καὶ ἡμεῖς πάντες συντιθέμεθα». Καὶ ὡς ἡ ἐν Καλ‐ | |
χηδόνι σύνοδος τόν τε Νεστόριον καὶ τὸν Εὐτυχῆ ὑπὸ | 121 in vol. 4 | |
35 | ἴσῳ καὶ ὁμοίῳ τῷ ἀναθέματι ἔθετο. Καὶ ὅτι τὸ εἰ‐ δέναι τὰς φύσεις μετὰ τὴν ἕνωσιν ἐν μιᾷ ὑποστάσει πάσης ἐστὶν ἀλλότριον διαιρέσεως, καὶ τοῦτο αὐτός τε Κύριλλος καὶ ὁ λοιπὸς τῶν θεοφόρων ἀνδρῶν χορὸς λαμπραῖς ἀνακηρύττουσι ταῖς φωναῖς, Εὐ‐ | |
40 | τυχὴς δὲ καὶ οἱ αὐτοῦ πρὸ τῆς ἑνώσεως μέν, τουτέστι δίχα ἑνώσεως (ὢ λήρου καὶ δυσσεβείας ὑπερβολή) τὰς δύο κηρύττουσι φύσεις, οὐκέτι δὲ μετὰ τὴν ἕνωσιν. Καὶ ὅτι οἱ τὸν Εὐτυχῆ ἀναθεματίζοντες καὶ τὰ αὐτοῦ | |
Bibl.228248a | δόγματα παραχρῆμα καὶ ἄκοντες τὴν οἰκουμενι‐ κὴν τετάρτην κηρύττουσι σύνοδον· οὐκ ἄλλη γὰρ οἰκουμε‐ νικὴ σύνοδος, ἀλλ’ αὕτη μόνη δεχθέντα μετὰ τῶν βδελυκ‐ τῶν αὐτοῦ δογμάτων (καθὰ καὶ προείρηται) παρὰ τῆς λῃσ‐ | |
5 | τρικῆς ἐν Ἐφέσῳ δευτέρας συνόδου τοῦτον παντελῶς ἐξέ‐ τεμέ τε καὶ ἀπεκήρυξεν. Ἔοικε δὲ ταῦτα γράφειν Ἀνθίμῳ παρουσιάζοντι μὲν τῇ βασιλίδι πόλει, οὔπω δὲ τοὺς ἀρ‐ χιερατικοὺς αὐτῆς ὑπελθόντι νόμους· ὃν καὶ παραινεῖ κατά τε τῶν Νεστοριανῶν καὶ τῶν φρονούντων τὰ Εὐ‐ | |
10 | τυχοῦς ἀγωνίζεσθαι. Ἀλλὰ ταῦτα μὲν καὶ ἡ παροῦσα λέ‐ γει ἐπιστολή. Ἡ δὲ πρὸς Βράζην τὸν Πέρσην, ἐπεὶ τοῦτο ᾔτησεν ἐκεῖνος, ἐκ τῶν θειῶν γραφῶν ἀλλ’ οὐκ ἐκ πατρικῶν μαρτυριῶν περί τε τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος | |
15 | διαλαμβάνει, καὶ περὶ τῆς ἐν σαρκὶ παρουσίας τοῦ λόγου, καὶ περὶ τῆς ἁγίας καὶ ὑπερενδόξου παρθένου καὶ θεοτόκου Μαρίας. Αἱ δὲ γραφαί εἰσιν αὐτῷ ἥ τε πα‐ λαιὰ διαθήκη καὶ τὰ κυριακὰ λόγια καὶ τὰ ἀποστολικὰ κηρύγματα, δι’ ὧν αἱ προκείμεναι τῶν ὑποθέσεων τὸ | |
20 | ἀληθὲς καὶ βέβαιον ἀπηνέγκαντο. Πλέον δὲ τῶν ἄλλων ἐμφιλοχωρεῖ τῇ ὑποθέσει, ἐν ᾗ ἡ τοῦ λόγου σάρκωσις | |
ἀναδιδάσκεται, ἅτε δὴ καὶ τοῦ καιροῦ πλείονα τὴν περὶ αὐτῆς ἐξεργασίαν ἀπαιτοῦντος. Τοιοῦτον μὲν καὶ τὸ σπού‐ δασμα ταυτησὶ τῆς ἐπιστολῆς. | 122 in vol. 4 | |
25 | Γράφει δὲ καὶ πρὸς μοναχούς τινας, οἳ τῆς τοῦ Θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας τὴν διάστασιν ἐνό‐ σουν· οὓς διὰ πατρικῶν παραινέσεων πειρᾶται συνάψαι, δεικνὺς τὰς ἐκείνων φωνὰς οὐδὲν τῶν ἄλλων αἱρετικῶν διαφέρουσας, καὶ μηδεμίαν ἐξ αὐτῶν, ὥσπερ οὐδ’ ἐκεί‐ | |
30 | νους, ὄνησιν κερδαίνειν. Συνίστησι δὲ διαφόροις πατέρων μαρτυρίαις ἐφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ προσώπου διάφορον φυσικὴν ἐνέργειαν θεωρεῖσθαι, καὶ ἀρκεῖν πρὸς πᾶσαν εὐσεβῆ πληροφορίαν θεοτόκον φρονεῖν καὶ λέγειν τὴν παναγίαν παρθένον· ἐπειδὰν γάρ τις εἴπῃ Θεὸν ἐναν‐ | |
35 | θρωπήσαντα τεκεῖν τὴν παναγίαν παρθένον, τῇ τῶν ἀρχαγγέλων οὗτος θεολογίᾳ φαίνεται κεχρημένος. Γράφει δὲ καὶ ἑτέραν ἐπιστολὴν ὁ αὐτὸς πρὸς τοὺς ἀποσχιστὰς Καλλινίκου, νουθετῶν μὲν τῇ τοῦ Θεοῦ τούτους ἑνωθῆναι ἐκκλησίᾳ, καθαρὰν ἀποφαίνων ταύτην πάσης | |
40 | αἱρετικῆς κηλῖδος, καὶ ὅτι τὰ παρὰ ταύτην συνακτήρια λῃστῶν ἐστι σπήλαια. Καὶ μιμεῖσθαι δεῖν εἰσηγεῖται Συ‐ μεῶνα καὶ Βαραδάτον καὶ Ἰάκωβον, ἄνδρας ἐπ’ ἀρετῇ ἀνὰ πᾶσαν τὴν γῆν βεβοημένους, οἳ τὴν ἐκκλησιαστικὴν διὰ | |
Bibl.228248b | βίου ἠσπάσαντό τε καὶ ἐξεθείασαν κοινωνίαν. Ἀλλ’ ἐν τούτοις μὲν καὶ ἡ παροῦσα ἐπιστολή. Ὁ δὲ ἐφεξῆς λόγος συνοδικὴν ἀναπτύσσει πρᾶξιν τοῦ αὐτοῦ ἁγιωτάτου πατριάρχου Ἐφραϊμίου, ἐν ᾗ ὅ τε | |
5 | Συγκλητικός (τῆς Ταρσοῦ δὲ τοῦτον ὁ προλαβὼν λόγος ἐπίσκοπον εἶπε) λογοθετεῖται οὐκ ὀρθοδόξους λιβέλλους παρά τινων δεξάμενος, ἐξ ὧν καὶ αἱρετικὴν παρέσχεν ὑπόνοιαν, καὶ Στέφανός τις μονάζων, σύγκελλος δὴ τοῦ Συγκλητικοῦ καλούμενος. Καὶ διελέγχεται μὲν κατὰ | |
10 | μικρὸν τοῦ λόγου προϊόντος ἑκάτερος μὴ τὰ ὀρθὰ τῆς ἐκκλησίας στέργων δόγματα, ἀλλὰ πρὸς τὴν Εὐτυχοῦς νόσον ὑποσυρόμενος· ὅμως οὖν τοῦ Συγκλητικοῦ τὴν εὐ‐ σέβειαν ἐπὶ τέλει συνελαθέντος εἰπεῖν ἡ σύνοδος δια‐ λύεται. | 123 in vol. 4 |
14 | Ἐν ταύτῃ τῇ πράξει τὸν θεσπέσιον Κύριλλον | |
15 | τῇ φύσει ἀνθ’ ὑποστάσεως ἀλλαχοῦ τε παρεισάγει χρή‐ σασθαι, καὶ ἡνίκα λέγει μάλιστα μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην· οὐ γὰρ ἂν εἰπεῖν αὐτόν, πολλάκις τὰς δύο φύσεις ὡμολογηκότα, ὥσπερ ἐκ μεταμελείας μίαν φύσιν, εἰ μὴ τὸ ῥῆμα νυνὶ τῆς φύσεως ἀντὶ τῆς ὑπο‐ | |
20 | στάσεως παρειλήφει. Καὶ συγκροτεῖ τοῦτο ἐξ ἑτέρων τε φωνῶν τοῦ αὐτοῦ Κυρίλλου, καὶ ὅτι τοιοῦτον τὸ τῆς ἐκ‐ κλησίας φρόνημα. Καὶ ἄλλα δέ τινα χρήσιμα κατὰ τῆς συγχυτικῆς αἱρέσεως ἡ πρᾶξις ἀγωνίσματα περιέχει. Μετὰ ταῦτα δὲ ἐνεγέγραπτο τῇ βίβλῳ πρὸς Μέγαν | |
25 | τὸν ἐπίσκοπον Βεροίας ἐπιστολή, τὸ ἐν δύο φύσεσι χρῆ‐ ναι γνωρίζειν τὸν Ἐμμανουήλ, ὡς καὶ τῇ ἁγίᾳ καὶ οἰκου‐ μενικῇ τετάρτῃ συνόδῳ εἴρηται, δογματίζουσά τε καὶ ἐπικυροῦσα, καὶ ὅτι ἡ λέγουσα χρῆσις μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην κατὰ τῶν διαιρούντων ἀπ’ ἀλλήλων | |
30 | τὰς φύσεις ἔχει τὸ κράτος προβάλλεσθαι, ἀλλ’ οὐ κατὰ τῶν ἀναιρούντων τὴν τῶν φύσεων διαφορὰν διὰ τὴν ἕνωσιν. Ὥσπερ δὲ τὸ μία φύσις τοῦ λόγου σεσαρκωμένη τοῖς διαιροῦσιν ἀπ’ ἀλλήλων τὰς φύσεις ἀπομάχεται, οὕτω καὶ τὸ ἐν δύο φύσεσι τὴν καθ’ ὑπόστασιν ὁμο‐ | |
35 | λογεῖν ἕνωσιν τοὺς συγχυτικοὺς ἐλέγχει καὶ καταισχύνει τούτων τὸ βούλημα. | |
36 | Οὕτως οὖν καὶ ἡ ἐν δύο φύσεσι καθ’ ὑπόστασιν ἕνωσις καὶ ἡ μία τοῦ λόγου σεσαρκωμένη φύ‐ σις κατὰ μὲν τῶν ἀντικειμένων αὐταῖς καὶ ἀλλήλοις | |
δοξασμάτων ἀγωνίζονται, οὐδετέρα δὲ κατὰ τῆς ἑτέρας | 124 in vol. 4 | |
40 | ὁπλίζεται. Οὔτε γὰρ ἡ μία τοῦ λόγου σεσαρκωμένη φύ‐ σις ἐπ’ ἀναιρέσει τῆς τῶν φύσεων διαφορᾶς λέγεται, οὔτε ἡ ἐν δύο φύσεσι γινωσκομένη καθ’ ὑπόστασιν ἕνωσις διαίρεσιν ἀπ’ ἀλλήλων εἰσάγει τῶν φύσεων, ὥστε ἡ τῶν | |
Bibl.228249a | δύο φύσεων ἕνωσις βεβαίωσίς ἐστι τῆς μιᾶς τοῦ λόγου σεσαρκωμένης ὑποστάσεως ἀσυγχύτου καὶ διαφορᾶς ἀδιαιρέτου κηρυττομένης. | |
3 | Ταῦτα καὶ τοιαῦτα ἕτερα οὐκ ὀλίγα διὰ τῆς προκειμένης ἀναγράφων ἐπιστολῆς τὰ μὲν τῆς | |
5 | εὐσεβείας κρατύνει δόγματα, τῆς δὲ συγχυτικῆς ἀναι‐ δείας διελέγχει τὴν ἀπόνοιαν. Καὶ παραινέσας τὸν τὴν ἐπιστολὴν δεξάμενον ἐπαυξῆσαί τε καὶ πληθῦναι τὰ γεγραμμένα, ἅτε καὶ δυνάμεως οὐκ ἄπορον, καταλήγει γράφων τὸ γράμμα. | |
10 | Μεθ’ ὃ πρὸς Εὐνόϊον μοναχὸν ἑτέραν γράφει, ἐν ᾗ διέξεισι μήτε ἀλλήλοις μήτε ἑαυτοῖς ἐναντιωθῆναι τοὺς ἱεροὺς ἡμῶν πατέρας, ἐπειδὰν περὶ φθορᾶς καὶ ἀφθαρσίας διαλαμβάνωσι. Καὶ ὅτι ἡ μὲν ἀφθαρσία ὑγεία τίς ἐστιν ἀλλ’ οὐκ ἀναίρεσις τῆς ἡμετέρας φύσεως, | |
15 | ἡ δὲ φθορὰ νόσος· ὅθεν καὶ τὸν Ἀδὰμ πρὸ τῆς παρα‐ βάσεως ἄφθαρτον ἔχοντα σάρκα κατὰ πάντα ὑπάρχειν ἡμῖν ὁμοούσιον. Ταῦτα χρήσεσι πατέρων διαβεβαιῶν, καὶ ἕτερα οὐκ ὀλίγα πρὸς τὴν εὐσέβειαν χρήσιμα συγκα‐ ταλέξας τῇ ἐπιστολῇ, πέρας αὐτῇ ἐπιτίθησιν. | |
20 | Ἐπὶ ταύταις δὲ καὶ λόγοι αὐτῷ διελέχθησαν πα‐ νηγυρικοὶ ζʹ, ὁ μὲν εἰς τὰ ἐγκαίνια τῶν ἁγίων προ‐ φητῶν, ὁ δὲ εἰς τὰ γενέθλια τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἕτερος δὲ πρὸ τῶν ἁγίων νηστειῶν, καὶ ἄλλος εἰς τὴν κατήχησιν τῶν νεοφωτίστων, καὶ δὴ καὶ εἰς τὰ | |
25 | ἐγκαίνια τοῦ ἀρχαγγέλου Μιχαὴλ τοῦ ἐν Δάφνῃ, καὶ εἰς | |
τὴν ἁγίαν τεσσαρακοστήν, καὶ ἐν μιᾷ τῆς ἁγίας τεσσαρα‐ κοστῆς ἐνάτῃ. Ἀλλὰ καὶ ἐπὶ τούτοις ὄγδοος ὁ ἐν τῇ ἁγίᾳ τετράδι λεχθεὶς εἰς τοὺς νεοφωτίστους. Τὸ μὲν οὖν πρῶτον περιελθὸν εἰς τὰς ἡμετέρας | 125 in vol. 4 | |
30 | χεῖρας τεῦχος ταῦτα περιεῖχεν. | |
Bibl.229249a(32) | Ἀνεγνώσθη βιβλίον τοῦ αὐτοῦ ἐν ἁγίοις Ἐφραϊ‐ μίου, ὃς τῶν ἱερῶν τῆς Ἀντιοχείας θεσμῶν ἡγεῖτο, ἐν λόγοις δʹ, ὧν ὁ μὲν αʹ περὶ τῶν ἐπηρεαζομένων ῥη‐ | |
35 | μάτων Κυρίλλου, ἃ ἐκεῖνος παρέθηκε πρὸς Σούκηνσον κατὰ τὴν δευτέραν ἐπιστολὴν γράφων, διαλαμβάνει· τὴν ἐπήρειαν δὲ ἡ τοῦ Σεβήρου αἵρεσις ἐπάγει. Ὁ δὲ βʹ ἀπόκρισίς ἐστι πρὸς τὸν σχολαστικὸν Ἀνατόλιον περὶ ὧν ἐκεῖνος μαθεῖν ἠβουλήθη. Ὁ δὲ γʹ ἀπολογίαν ὑπὲρ τῆς | |
40 | ἁγίας καὶ οἰκουμενικῆς ἐν Καλχηδόνι συνόδου γράφει πρὸς Δόμνον καὶ Ἰωάννην τοὺς ἐν τῇ δευτέρᾳ Κιλικίᾳ ἀσκοῦντας. Ὁ δὲ τέταρτος πρὸς τοὺς ἀνατολικοὺς μονα‐ χούς, τῆς Σεβήρου δυσσεβείας καὶ αὐτοὺς ἀντεχομένους. Προτίθησιν οὖν ἐν τῷ αʹ λόγῳ τὴν ἐπηρεαζομένην | |
Bibl.229249b | φωνήν, ὥσπερ ἔφημεν, ἐκ τῆς δευτέρας πρὸς Σού‐ κηνσον ἐπιστολῆς, ἔχουσαν οὕτως· «Ἔστω δὲ ἡμῖν εἰς πα‐ ράδειγμα πάλιν ὁ καθ’ ἡμᾶς ἄνθρωπος. Δύο μὲν γὰρ καὶ ἐπ’ αὐτοῦ νοοῦμεν τὰς φύσεις, μίαν μὲν τῆς ψυχῆς, ἑτέραν δὲ | |
5 | τὴν τοῦ σώματος. Ἀλλ’ ἐν ψιλαῖς διελόντες ἐννοίαις, καὶ ὡς ἐν ἰσχναῖς θεωρίαις ἤτοι νοῦ φαντασίαις τὴν δια‐ φορὰν δεξάμενοι, οὐκ ἀνὰ μέρος τίθεμεν τὰς φύσεις, οὔτε μὴν καὶ διαμπὰξ διατομῆς δύναμιν ἐφίεμεν αὐ‐ ταῖς, ἀλλὰ μίαν ἑνὸς εἶναι νοοῦμεν, ὥστε τὰ δύο μηκέτι | |
10 | μὲν εἶναι δύο, δι’ ἀμφοῖν δὲ τὸ ἓν ἀποτελεῖσθαι ζῷον». Αἱ μὲν οὖν ἐπηρεαζόμεναι φωναὶ αὗται· ὁ μὲν γὰρ ἱερὸς Κύριλλος ψυχῆς καὶ σώματος, ἐξ ὧν ὁ εἷς ἄνθρωπος | |
ἀποτελεῖται, τὴν διαφορὰν ἠβουλήθη διὰ τῶν λέξεων παραστῆσαι· διὸ καὶ εἶπεν· «Οὐκ ἀνὰ μέρος τίθεμεν τὰς | 126 in vol. 4 | |
15 | φύσεις». Ἡ δὲ αἵρεσίς φησιν· «Ἀλλ’ ἐπήγαγε, μίαν ἑνὸς εἶναι νοοῦμεν». Καὶ τί τοῦτο; Μίαν γὰρ ἐνταῦθα τὴν ὑπό‐ στασιν ἀλλ’ οὐ τὴν φύσιν εἶπε. Καὶ τοῦτο σαφέστερον ἐδή‐ λωσεν, ἐπαγαγών· «Δι’ ἀμφοῖν δὲ τὸ ἓν ἀποτελεῖσθαι ζῷον». Πῶς γὰρ οἷόν τέ ἐστι νοεῖν σώματος καὶ ψυχῆς | |
20 | μίαν οὐσίαν; Ἀλλ’ ὅρα πάλιν ἑτέραν ἄνοιαν τῆς αἱρέ‐ σεως· «Νοεῖν εἶπε, φησίν, οὐ λέγειν». Καίτοι γε τίς οὐκ οἶδεν ὡς τὸ καλῶς νοούμενον καὶ καλῶς λέγεται, τὸ δὲ κακῶς νοούμενον οὐδὲ λέγεσθαι δίκαιον; Εἰ δὲ διότι λέγει· «Μίαν ἑνὸς νοοῦμεν», τὸ δὲ μίαν καθ’ ὑμᾶς τὴν | |
25 | φύσιν εἶπε, καὶ ἑνὸς μὲν εἶναι ζῴου μόνον δεῖ νοεῖν, λέγειν δὲ οὐκέτι, οὐκοῦν οὐ χρὴ λέγειν μίαν φύσιν, εἰ καὶ νοεῖν τισιν ἐπῆλθε τοῦτο. Πῶς δὲ καὶ αὐτὸς ὅλως εἶπεν ἃ λέγειν οὐκ ἔδει; | |
28 | Ἀλλ’ ὁ κενὸς οὗτος ἐρρέτω λῆρος. Πάλιν δέ, φασίν, εἴρηκεν· «Ὥστε τὰ δύο μηκέτι μὲν εἶ‐ | |
30 | ναι δύο, δι’ ἀμφοῖν δὲ τὸ ἓν ἀποτελεῖσθαι ζῷον». Οὐκοῦν τὰς δύο φύσεις λέγει μὴ μένειν ἔτι δύο φύσεις. Εἰ δὲ ἐπὶ τοῦ παραδείγματος, φασί, τὰς δύο φύσεις οὐ λέγει διαμένειν δύο, δῆλον ὅτι καὶ ἐπὶ Χριστοῦ τοῦτο ἀκολούθως θεωρηθήσεται. Καὶ ταῦτά φασι μὴ συνιέντες πρῶτον | |
35 | μὲν ὡς οὐχὶ πάντα τὰ ἐν τῷ παραδείγματι ὀφείλει καὶ ἐν τῷ παραδειγματιζομένῳ θεωρεῖσθαι, δεύτερον δὲ ὅτι τὸ μηκέτι μὲν εἶναι δύο εἶπε, τουτέστι μὴ ἀνὰ μέρος καὶ ἰδιοσυστάτως ὑπάρχειν, ἀλλ’ ὡς προεῖπε, δι’ ἀμφοῖν τὸ ἓν ἀποτελεῖσθαι ζῷον. Καὶ σκόπει ὡς οὐκ εἶπεν ἐξ ἀμφοῖν | |
40 | ἀλλὰ δι’ ἀμφοῖν ἀποτελεῖσθαι ζῷον σημαίνων ὡς ἑκα‐ τέρα φύσις ἐν τῷ ἀποτελεσθέντι σῴζεται ζῴῳ. Ἐπεὶ τί ἐκώλυεν ἀντὶ τοῦ δι’ ἀμφοῖν εἰπεῖν ὅτι διὰ μιᾶς τὸ ἓν | |
ἀπετελέσθη ζῷον; Εἰ γὰρ αἱ δύο οὐκέτι μένουσι δύο, εἰς μίαν δὲ συνῆλθον φύσιν, διὰ μιᾶς ἔδει φάναι τὸ ἓν ἀποτε‐ | 127 in vol. 4 | |
Bibl.229250a | λεῖσθαι ζῷον. | |
1 | Καὶ οὐδὲ πάλιν εἶπε· «Δι’ ἀμφοῖν ἡ μία φύσις ἀπετελέσθη», ἀλλὰ τὸ ἓν ζῷον, τουτέστιν ἡ ὑπόστασις. Καὶ καλῶς οὐκ εἶπε· «Μία φύσις ἀπετελέσθη». Τὸ γὰρ λέγειν τοῦτο τῆς Ἀπολιναρίου λώβης ἐστίν, ὃς | |
5 | ἔφη· «Μίξις θεσπεσία, Θεὸς καὶ ἄνθρωπος μίαν καὶ τὴν αὐτὴν ἀπετέλεσαν φύσιν». Καὶ μὴν κἀν τῇ προτέρᾳ πρὸς Σούκηνσον ἐπιστολῇ ἐπὶ τοῦ αὐτοῦ παραδείγματος λέγει· «Καὶ εἰ δοκεῖ, δεξώμεθα πρὸς παράδειγμα τὴν καθ’ ἡμᾶς αὐτοὺς σύνθεσιν, καθ’ ἥν ἐσμεν ἄνθρωποι. Συν‐ | |
10 | τιθέμεθα δὲ ἐκ ψυχῆς καὶ σώματος, καὶ ὁρῶμεν δύο φύσεις, ἑτέραν σαρκὸς καὶ ἑτέραν ψυχῆς», ὥστε ἐν τῇ συνθέσει τὰς δύο φύσεις θεωρεῖ. Οὐκοῦν τὸ «μηκέτι μὲν εἶναι δύο» οὐχὶ μίαν φύσιν ταύτας γενέσθαι λέγει, ἄπαγε, ἀλλὰ μὴ ἀνὰ μέρος καὶ ἰδιοσυστάτως ὑπάρχειν. Ὅτι δὲ | |
15 | διάφορος ἡ ψυχῆς καὶ σώματος φύσις καὶ μετὰ τὴν σύνθεσιν ἐν τῷ συνθέτῳ θεωρεῖται, καὶ ὁ θεολόγος Γρηγόριος μαρτυρεῖ ἐν τῷ περὶ τοῦ βαπτίσματος φά‐ σκων λόγῳ· «Διττῶν δὲ ὄντων ἡμῶν ἐκ ψυχῆς καὶ σώ‐ ματος, καὶ τῆς μὲν ὁρατῆς τῆς δὲ ἀοράτου φύσεως, | |
20 | διττὴ καὶ ἡ κάθαρσις» καὶ ἑξῆς. | |
20 | Ἀλλὰ καὶ ὁ ἱερὸς Κύριλλος ἐν τῷ ἐνάτῳ λόγῳ τῶν ὑπομνημάτων, ἐν οἷς τὸν εὐαγγελιστὴν Ἰωάννην ὑπομνηματίζει, οὕτω φησί· «Πιστεύειν δὲ ἡμᾶς αἱ θεῖαι γραφαὶ διδάσκουσιν εἰς τὸν σταυρωθέντα καὶ ἀποθανόντα καὶ ἐγηγερμένον ἐκ | |
25 | νεκρῶν, ὡς οὐχ ἕτερον ὄντα υἱὸν παρὰ τὸν ἐν αὐτῷ λόγον». Εἶτα· «Οὐχ ὅσον εἰς οὐσίας ταυτότητά φημι (σῶμα γὰρ τὸ σῶμα καὶ οὐ λόγος, εἰ καὶ σῶμα τοῦ λόγου), ἀλλ’ ὅσον εἰς τὸ τῆς ἀληθοῦς υἱότητος χρῆμα». Ποῦ οὖν | |
ἡ τῆς οὐσίας ἤτοι φύσεως ψυχῆς καὶ σώματος ταυτότης; | 128 in vol. 4 | |
30 | Ἢ πῶς ταῦτα μία, ὧν οὐκ ἔστι λαβεῖν ταυτότητα φύσεων καὶ οὐσίας; Τὰ αὐτά φησι καὶ Εὐστάθιος ὁ μέγας, ὁ τῆς Ἀντιοχέων ἀρχιερεύς, καὶ Ἀντίοχος ὁ Πτολεμαΐδος, ἐν οἷς φησι· «Κύριε, υἱὲ Δαβίδ, ὁ διπλοῦς καὶ ἁπλοῦς, ὁ δύο καὶ ἕν, μὴ μεριζομένης τῆς οἰκονομίας, μὴ διχο‐ | |
35 | τομουμένης ἡμῶν τῆς σωτηρίας, ἵνα μήτε Θεὸς παθητὸς εὑρεθῇ μήτε ἄνθρωπος καθ’ ἑαυτὸν τὴν οἰκουμένην σῴζων». | |
37 | Καὶ τὸ χρυσοῦν δὲ στόμα τῆς ἐκκλησίας καὶ μυρίος ἄλλος χορὸς τῶν θεοφόρων ἡμῶν πατέρων ἐν δυσὶν οὐσίαις καὶ φύσεσι τὸν ἕνα γνωρίζουσι Χριστόν. | |
40 | Ὅτι μέντοι γε ἐξ ὧν ὁ εἷς σεσαρκωμένος λόγος συνε‐ τέθη, ἐν αὐτοῖς καὶ ἔστι καὶ γνωρίζεται, Κύριλλος πάλιν βοᾷ· «Ὥσπερ γάρ, φησίν, ἐν θεότητι τέλειος, οὕτω καὶ | |
Bibl.229250b | ἐν ἀνθρωπότητι». Καὶ πάλιν· «Οὐκ αὐτὸν τὸν μονογενῆ τοῦ Θεοῦ υἱόν, καθὸ νοεῖται καὶ ἔστι Θεός, παθεῖν εἰς ἰδίαν φύσιν τὰ σώματος ἰσχυριζόμεθα, παθεῖν δὲ μᾶλλον τῇ χοϊκῇ φύσει». Καὶ πάλιν· «Δεῖ γὰρ ἀναγκαίως ἀμφό‐ | |
5 | τερα σῴζεσθαι τῷ ἑνὶ καὶ κατὰ ἀλήθειαν υἱῷ, καὶ τὸ μὴ πάσ‐ χειν θεϊκῶς καὶ τὸ λέγεσθαι παθεῖν ἀνθρωπίνως· ἡ αὐτοῦ γὰρ πέπονθε σάρξ». | |
7 | Ἀλλ’ ὁ σοφὸς μὲν Κύριλλος ταῦτα· ἡ δὲ αἵρεσις λέγει· «Ἔπαθε θεϊκὼς ἅμα καὶ ἀνθρωπίνως». Ἀλλ’ ὁ αὐτὸς πάλιν φησίν· «Ἡ ἐν ἀνθρωπότητι τελειό‐ | |
10 | της καὶ τῆς καθ’ ἡμᾶς οὐσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τοῦ λέγειν σεσαρκωμένην». Καὶ ἀνωτέρω περὶ τῆς τοῦ λόγου σαρκὸς οὕτω φησίν· «Οὔτε μεμείωται οὔτε (καθά φησιν) ὑποκέκλεπται· οὐκοῦν ἀναγκαίως σῴζεται». Καὶ ἀνωτέρω· «Κἀν τοῖς τῆς συνθέσεως λόγοις ἐνυπάρχει τὸ | |
15 | διάφορον κατὰ φύσιν τῶν εἰς ἑνότητα συγκεκομισμέ‐ | |
νων». Καὶ ἀλλαχοῦ· «Οὐ πέφυρται κατὰ τοῦτο, κατὰ τὸ ἐκείνοις δοκοῦν· οὔτε μὴν εἰς τὴν τῆς σαρκὸς φύσιν με‐ ταπεφοίτηκεν ἡ τοῦ λόγου. Ἀλλ’ οὐδὲ ἡ τῆς σαρκὸς εἰς τὴν αὐτοῦ· ἀλλ’ ἐν ἰδιότητι κατὰ φύσιν ἑκατέρου μέ‐ | 129 in vol. 4 | |
20 | νοντός τε καὶ νοουμένου, ἡ ἄρρητος καὶ ἄφραστος ἕνωσις μίαν ἡμῖν ἔδειξεν υἱοῦ φύσιν, πλήν, ὡς ἔφην, σεσαρ‐ κωμένην». Ἰδοὺ φανερῶς καὶ μετὰ τὴν σάρκωσιν ἑκά‐ τερον τῶν ἑνωθέντων ἐν τοῖς κατὰ φύσιν μένειν εἶπε. Ταῦτα διελθὼν ὁ συγγραφεύς φησι μὲν ὡς ὁμοού‐ | |
25 | σιον μὲν ὁμοουσίῳ καθ’ ὑπόστασιν οὐχ ἑνοῦται (οὐδὲ γὰρ ψυχὴ ψυχῇ καθ’ ὑπόστασιν ἑνοῦται, οὔτε σῶμα σώματι), τὰ δὲ ἑτεροούσια ἑνούμενα τὴν καθ’ ὑπόστασιν ἕνωσιν ἀποτελεῖ· εἰς μίαν δὲ οὐσίας ταυτότητα τὰ ἐκ τῆς ἑνώ‐ σεως οὐ τρέπεται. Ὥστε εἰ βουλοίμεθα τὴν μίαν φύσιν τοῦ | |
30 | θεοῦ λόγου σεσαρκωμένην, τουτέστι τὴν μίαν ὑπόστασιν, κρατυνθῆναι, ἐν αὐτῇ γνωρίζομεν τῶν ἑνωθέντων τὴν κατ’ οὐσίαν διαφοράν. | |
32 | Τὴν οὖν μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην μίαν ὑπόστασιν νοοῦμεν. Εἰ γὰρ μίαν φύσιν σεσαρκωμένην εἰπόντες τὴν κυρίως φύσιν σεσαρκωμέ‐ | |
35 | νην νοήσομεν, τὸν πατέρα καὶ τὸ πανάγιον πνεῦμα σεσαρκωμένον εἰσφέρομεν· ἡ αὐτὴ γὰρ φύσις υἱοῦ καὶ πατρὸς καὶ ἁγίου πνεύματος. | |
37 | Ἀλλὰ τοῦτο μὲν ἀκρι‐ βέστερον ἐπισκεπτέον. Ἡ δὲ αἵρεσις τί φησι; «Δύο μὲν φύσεων ἕνωσιν λέγομεν, μετὰ δὲ τὴν ἕνωσιν μίαν». | |
40 | Ἀλλ’ εἰ μὲν φύσιν καὶ οὐσίαν λέγουσι, πῶς οὐ σύμφυσιν καὶ συνουσίωσιν φρονοῦντες ἁλίσκονται; Εἰ δὲ πρόσωπον ἓν ἢ ὑπόστασιν μίαν, καλῶς φασι. Γινωσκέτωσαν δὲ | |
Bibl.229251a | ὡς ἡ ἄκρα καὶ ἀδιάστατος ἕνωσις οὔτε τομὴν ἐπι‐ δέχεται τῶν ἑνωθέντων οὔτε σύγχυσιν ἢ συνουσίωσιν. Οὕτω | |
γάρ φησι καὶ ὁ ἐν ἁγίοις Κύριλλος ἐν τῷ κατὰ Ἰωάννην ὑπομνήματι· «Εἷς ἐστιν ὁ υἱὸς καὶ Χριστός, τομὴν | 130 in vol. 4 | |
5 | οὐκ ἔχων διὰ τὴν ἐνανθρώπησιν, πλὴν ὅσον εἰπεῖν εἰς τὸ διαστεῖλαι μόνον λόγου τε καὶ σαρκὸς φύσιν, οὐ τὴν αὐ‐ τὴν οὖσαν εἰς γνῶσιν». Καὶ πάλιν πρὸς Εὐλόγιον γρά‐ φων· «Κἀκεῖνο δὲ μὴ ἀγνοείτωσαν· ὅπου γὰρ ἕνωσις ὀνο‐ μάζεται, οὐχ ἑνὸς πράγματος σημαίνεται σύνοδος, ἀλλὰ | |
10 | δύο ἢ καὶ πλειόνων, καὶ διαφερόντων ἀλλήλοις κατὰ τὴν φύσιν. Εἰ τοίνυν λέγομεν ἕνωσιν, ὁμολογοῦμεν ὅτι σαρκὸς ἐψυχωμένης νοερῶς καὶ λόγου γέγονεν ἕνωσις». Καὶ πάλιν ἐκ τῆς αὐτῆς πραγματείας τοῦ λόγου· «Ἐπεὶ τί ποιήσεις, ὅταν ἡμῖν ὁ ἁπλοῦς τὴν φύσιν εἰσβαίνῃ | |
15 | διπλοῦς; «Καὶ μυριάκις εὑρεθήσεται ὁ ἱερὸς οὗτος ἀνὴρ τῆς τε τοῦ πατρὸς ὁμοουσιότητος καὶ τῆς ἡμετέρας τὸν ἕνα Χριστὸν ὁμολογῶν μὴ ἀφεστάναι. | |
17 | Καὶ ὁ ἐν ἁγίοις δὲ τοῦ Ἰκονίου πρόεδρος Ἀμφιλόχιος οὕτω φησίν· «Ὁρᾶτε τοιγαροῦν ὅπως καὶ οἱ θεσπέσιοι πατέρες ὁμοούσιον εἰρή‐ | |
20 | κασι τὸν υἱὸν τῷ πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοού‐ σιον τῇ μητρὶ κατὰ τὴν ἀνθρωπότητα, διπλοῦν τὴν οὐσίαν ἤτοι τὴν φύσιν, οὐ διπλοῦν δὲ τὴν ὑπόστασιν». Τῶν ἀξιολογωτάτων δὲ ὁ Ἀμφιλόχιος· Κύριλλος γὰρ χρήσεις αὐτοῦ κατὰ τοῦ δυσσεβοῦς Νεστορίου προήγαγε. | |
25 | Καὶ Ἀμβρόσιος δὲ ὁ θαυμάσιος ἐκεῖνος ὁμολογητὴς οὕτω φησί· «Πρόσχες τὴν ἕνωσιν τῆς θεότητος καὶ τῆς σαρκὸς εἷς ἐν ἑτέρῳ λαλεῖ ὁ τοῦ Θεοῦ υἱός, ὅτι ἐν αὐτῷ ἡ ἑκατέρα φύσις ἐστί». Ταύτης δὲ τῆς χρήσεως καὶ κατὰ Νεστορίου κέχρηται ὁ ἱερὸς Κύριλλος. | |
29 | Ἐν δὲ τῷ λόγῳ | |
30 | ὃς ἐπιγράφεται περὶ ἑρμηνείας τῆς πίστεως, οὕτω φησὶν ὁ αὐτὸς ὁμολογητής· «Τοὺς δὲ λέγοντας ψιλὸν ἄνθρωπον | |
τὸν Χριστόν, ἢ παθητὸν τὸν Θεόν, ἢ εἰς σάρκα τρα‐ πέντα, ἢ συνουσιουμένον ἐσχηκέναι τὸ σῶμα, ἢ οὐρανόθεν τοῦτο κεκομικέναι, ἢ φαντασίαν εἶναι, ἢ θνητὸν λέγον‐ | 131 in vol. 4 | |
35 | τας τὸν θεὸν λόγον, δεδεῆσθαι δὲ τῆς παρὰ τοῦ πατρὸς ἀναστάσεως, ἢ ἄψυχον σῶμα, ἢ ἄνουν ἄνθρωπον ἀνει‐ ληφέναι, ἢ τὰς δύο οὐσίας τοῦ Χριστοῦ κατὰ ἀνάκρασιν συγχυθείσας μίαν γεγενῆσθαι οὐσίαν, καὶ μὴ ὁμολογοῦν‐ τας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δύο εἶναι οὐσίας | |
40 | ἀσυγχύτους, ἓν δὲ πρόσωπον, καθὸ εἷς Χριστός, εἷς υἱός, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἁγία ἐκκλησία». Οὔτε γὰρ τοῦ λόγου καὶ τῆς σαρκὸς ὁμοουσιότητα, του‐ | |
Bibl.229251b | τέστι μίαν φύσιν, εἶπον οἱ πατέρες· μὴ γένοιτο· ὡς καὶ ὁ ἐν ἁγίοις Ἀμβρόσιος κατὰ Ἀπολιναρίου γράφων φη‐ σίν· «Ἀλλ’ ἐν ὅσῳ τούτους ἐλέγχομεν, ἀνεφύησαν ἕτεροι λέγοντες τό τε σῶμα τοῦ Κυρίου καὶ τὴν θεότητα μιᾶς | |
5 | φύσεως εἶναι. Ποῖος Ἅιδης τὴν τοσαύτην ἠρεύξατο βλασφημίαν; Ἀρειανοὶ γὰρ ἤδη τυγχάνουσιν ἀνεκτό‐ τεροι, ὧν ἡ ἀπιστία διὰ τούτους κρατύνεται μείζονι φιλο‐ νεικίᾳ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα μιᾶς οὐσίας μὴ λέγειν, ἐπειδή περ οὗτοι τὴν θεότητα τοῦ Κυρίου | |
10 | καὶ τὴν σάρκα μιᾶς φύσεως εἰπεῖν ἐπεχείρησαν». Τὰ αὐτὰ δὲ καὶ σαφέστερον Ἀθανάσιος ἐν τῇ πρὸς Ἐπίκτη‐ τον λέγει ἐπιστολῇ. Ταῦτα εἰπὼν ὁ συγγραφεὺς ἐφεξῆς περὶ φύσεως ἤτοι οὐσίας καὶ περὶ ὑποστάσεως ἤτοι προσώπου πατρι‐ | |
15 | κὰς προκομίζει μαρτυρίας, ὡς τὸ κοινὸν μὲν καλεῖ‐ ται καὶ φύσις καὶ γένος καὶ οὐσία, ὑπόστασις δὲ καὶ πρόσωπον τὸ ἰδικόν. Καὶ κυριολεκτεῖ μὲν ὁ λέγων τὴν φύσιν οὐσίαν καὶ τὸ ἀνάπαλιν, καταχρηστικῶς δὲ δύ‐ ναταί τις λαμβάνειν καὶ τὸ τῆς φύσεως ὄνομα ἀντὶ | |
20 | ὑποστάσεως. Δεῖ μέντοι γε τὰς λέξεις οὐ πρὸς τὴν τῶν ἀσεβούντων βούλησιν, πρὸς δὲ τὴν τῆς εὐσεβείας λαμ‐ βάνειν διάνοιαν. Καὶ εἰ μὲν ἐπὶ προσώπου λέγεται ἡ φωνὴ καὶ τοῦ ἀποτελεσθέντος ἑνός, ἀντὶ ὑποστάσεως δεῖ παραδέχεσθαι τὸ τῆς φύσεως ὄνομα, εἰ δὲ περὶ τῶν ἐξ | 132 in vol. 4 |
25 | ὧν ἀπετελέσθη φύσεων ὁ εἷς Χριστός, τότε τὴν φω‐ νὴν τῆς φύσεως ἀντὶ τῆς κυρίας φύσεως καὶ τῆς οὐ‐ σίας νοεῖν. Ταῦτα γὰρ παραφυλάττοντες οὐδαμοῦ τοὺς ἱεροὺς καὶ λογάδας ἡμῶν πατέρας εὑρήσομεν διαμα‐ χομένους ἀλλήλοις. | |
29 | Καὶ ὅτι τοιοῦτον τὸ φρόνημα τῶν | |
30 | πατέρων, ἄκουε τοῦ νικηφόρου Κυρίλλου ἐκ τῆς πρὸς Σούκηνσον πρώτης ἐπιστολῆς· «Οὐ γάρ ἐστι τῶν ἐφικτῶν εἰς θεότητος οὐσίαν ἤτοι φύσιν μεταχωρῆσαί τι δύ‐ νασθαι τῶν κτισμάτων· κτίσμα δὲ καὶ ἡ σάρξ». Δῆλον γὰρ ὡς τὴν φύσιν ἐνταῦθα ἀντὶ τῆς οὐσίας παρέλαβε. | |
35 | Καὶ πάλιν ἐκ τῆς πρὸς Νεστόριον ἐπιστολῆς· «Ἔφη μὲν γὰρ Θεὸν ἑαυτοῦ τὸν πατέρα, καίτοι Θεὸς ὢν φύσει καὶ τῆς οὐσίας αὐτοῦ». Κἀνταῦθα γὰρ τὸ φύσει τῷ τῆς οὐ‐ σίας παρέλαβε σύνδρομον. Καὶ πάλιν· «Ὅταν μὲν γὰρ θεοπρεπῶς λέγῃ περὶ ἑαυτοῦ· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε | |
40 | τὸν πατέρα, καὶ ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, τὴν θείαν αὐτοῦ καὶ ἀπόρρητον ἐννοοῦμεν φύσιν, καθ’ ἣν καὶ ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ πατέρα διὰ τὴν ταυτότητα τῆς | |
Bibl.229252a | οὐσίας». Παντὶ γὰρ δῆλον ὡς τὴν φύσιν καὶ τὴν οὐσίαν ταὐτὸ σημαίνουσαν ἐβεβαίωσε. Καὶ ὁ ἐν ἁγίοις δὲ Ἀμφιλόχιος, ὡς ἐκ τῶν προειρημένων δῆλον, ὁμοίως. | |
4 | Ἀλλ’ ὅτι μὲν ἡ φύσις ἀντὶ τῆς οὐσίας πα‐ | |
5 | ραλαμβάνεται, δέδεικται· ὅτι δὲ καταχρηστικῶς καὶ ἀν‐ τὶ τῆς ὑποστάσεως, ὁ αὐτὸς μαρτυρήσει Κύριλλος· | |
ἐν γὰρ ταῖς ἀντιρρήσεσί φησιν· «Ἀναγκαίως οὖν ἡμεῖς τοῖς ἐκείνου μαχόμενοι τὴν καθ’ ὑπόστασιν ἕνωσιν γε‐ νέσθαι φαμέν, τοῦ καθ’ ὑπόστασιν οὐδὲν ἕτερον ὑποφαί‐ | 133 in vol. 4 | |
10 | νοντος πλὴν ὅτι μόνη ἡ τοῦ λόγου φύσις ἤγουν ὑπό‐ στασις, ὅ ἐστιν αὐτὸς ὁ λόγος, ἀνθρωπείᾳ φύσει κατὰ ἀλήθειαν ἑνωθείς, τροπῆς δίχα καὶ συγχύσεως, καθὰ πλειστάκις εἰρήκαμεν, εἷς νοεῖται καὶ ἔστι Χριστὸς ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπος». | |
14 | Καὶ ὁ θαυμάσιος δὲ Βασίλειος, | |
15 | ὁ ἐκ Καππαδοκίας πᾶσαν φωτίσας τὴν οἰκουμένην, τὴν μορφὴν καὶ τὴν οὐσίαν ταὐτὸν δογματίζει. Καὶ Πρό‐ κλος δὲ ὁ Κωνσταντινουπόλεως ἐπίσκοπος ὡσαύτως· ὁ μὲν γὰρ τὴν μορφὴν οὐσίαν ὠνόμασεν, ὁ δὲ φύσιν. Οὕτως οἱ πατέρες ἡμῶν ἐκ δύο φύσεων λέγοντες τὸν | |
20 | Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν συγκεῖσθαι ἐκ δύο νοοῦσιν οὐσιῶν, ὥσπερ καὶ ἡνίκα ἐν δύο φύσεσιν, ἐν δυσὶν οὐσίαις. Καὶ ὁ τῆς βροντῆς δὲ υἱὸς τοῦτο διδάσκει ἐν τῷ λέγειν· «Ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἑωράκαμεν καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγον τῆς ζωῆς». Τὸν ἕνα | |
25 | γὰρ καὶ τὸν αὐτὸν, δι’ ὧν ἔφημεν, καὶ ψηλαφητὴν οὐσίαν ἔχειν καὶ ἀψηλάφητον ἀνεκήρυξε. Λόγον γὰρ εἰπὼν τὸν ἀψηλάφητον ψηλαφηθῆναι προσεμαρτύρησε, καὶ ἑωρα‐ κέναι εἰπὼν τὸν ἀόρατον προανήγγειλεν· ὥστε τὸν ἕνα Χριστὸν ἐν ψηλαφητῇ καὶ ἀψηλαφήτῳ οὐσίᾳ καὶ ἐν | |
30 | ὁρατῇ καὶ ἀοράτῳ γνωρίζει τε καὶ τοῖς ἄλλοις εἰδέναι διδάσκαλος γίνεται. Εἰ γὰρ καὶ ἑνὸς προσώπου ἑκάτερον, ἀλλ’ οὐδεὶς ἂν εἰπεῖν δύναται νοῦν ἔχων ὡς ἡ αὐτὴ φύσις ψηλαφητοῦ καὶ ἀψηλαφήτου καὶ ὁρατοῦ καὶ ἀοράτου. Οὕτω καὶ τὸ παρὰ τῶν πιστῶν μεταλαμβανόμενον σῶμα | |
35 | Χριστοῦ καὶ τῆς αἰσθητῆς οὐσίας οὐκ ἐξίσταται καὶ τῆς | |
νοητῆς ἀδιαίρετον μένει χάριτος. Καὶ τὸ βάπτισμα δὲ πνευματικὸν ὅλον γενόμενον καὶ ἓν ὑπάρχον, καὶ τὸ ἴδιον τῆς αἰσθητῆς οὐσίας (τοῦ ὕδατος λέγω) διασῴζει, καὶ ὃ γέγονεν οὐκ ἀπώλεσεν. | 134 in vol. 4 | |
39 | Ἀλλ’ ὁ δυσσεβὴς Νεστόριος, | |
40 | ὃς πρόφασις θεομαχεῖν τοῖς ἐκ διαμέτρου τὴν ἀσέβειαν δοκεῖ γίνεσθαι, δύο φύσεις διῃρημένας καὶ ἰδιοϋποστάτους ἐφαντάζετο, καὶ τὴν τῶν φύσεων κατὰ τὰς ὑποστάσεις | |
Bibl.229252b | διαίρεσιν τῇ μιᾷ προσκυνήσει ἑνοποιεῖν ἐσοφίζετο. Ὁ δὲ θεόμαχος Εὐτυχὴς τὴν μὲν καθ’ ὑπόστασιν ἕνωσιν οὐκ ἠρνεῖτο, οὐδ’ ὅτι ἐσαρκώθη ἐκ τῆς θεοτόκου παρ‐ θένου ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἐκ μεταμελείας | |
5 | μαθὼν λέγειν ὃ οὐκ ἤθελεν· ἀλλὰ καὶ ἀνεθεμάτισεν, ὃ πρότερον αὐτὸς ἔστεργε, τοὺς λέγοντας ἐκ τοῦ οὐρανοῦ κατενηνοχέναι τὴν σάρκα. Τὸ δὲ πρὸς ἡμᾶς ὁμοούσιον, καίτοι πολλὰ καὶ πολλάκις βιασθείς, οὐδαμῶς ὁμολο‐ γῆσαι ἠνέσχετο, ἀλλὰ μίαν οὐσίαν κηρύττων ἀντὶ τοῦ | |
10 | ἡμῖν ὁμοούσιον ὁμολογῆσαι τὴν σάρκα, τῷ ἀναθέματι ὑπενήνεκται. Ὁ μὲν οὖν αʹ λόγος ταῦτα διελθὼν τὸν σκοπὸν ἐπεράνατο. Ἐν δὲ τῷ βʹ λόγῳ εʹ τινῶν κεφαλαίων, ὧν ὁ σχολα‐ στικὸς Ἀνατόλιος τὴν μάθησιν ἐπεζήτησεν, ἀποδίδωσι | |
15 | λόγον, ἑνὸς μέν, εἰ καὶ νῦν Χριστὸς ὁ Θεὸς ἡμῶν ἐν σαρκὶ γνωρίζεται· ἑτέρου δέ, εἰ σύνθετος ὁ Ἀδὰμ ἐπλάσθη, πῶς ἀθάνατος ἐκτίσθη· τρίτου δέ, πόθεν δυνάμεθα τεκμήρασθαι τὸν εὐαγγελιστὴν Ἰωάννην ἔτι μένειν· ἔτι δέ, εἰ ἀθάνατος ὁ Ἀδὰμ ἐπλάσθη, πῶς τὸ συμφέρον | |
20 | ἠγνόησε· καὶ τελευταῖον, τί ἐστι τό· «Ἰδοὺ Ἀδὰμ γέ‐ γονεν ὡς εἷς ἐξ ἡμῶν». Τὸ μὲν οὖν αʹ κεφάλαιον διὰ πολλῶν γραφικῶν τε καὶ πατρικῶν φωνῶν συνίστησι καὶ ἀποδεικνύει. Καὶ πρῶ‐ | |
τον μὲν ἐξ ὧν Ἠσαΐας περὶ τῆς ἐνσάρκου Χριστοῦ τοῦ | 135 in vol. 4 | |
25 | Θεοῦ ἡμῶν ἀναβάσεως εἶπε· «Τίς ἐστιν οὗτος ὁ παραγε‐ νόμενος ἐξ Ἐδώμ;» τουτέστιν ὁ γήϊνος. Καὶ ὁ αὐτὸς πάλιν· «Ἱμάτιον αὐτοῦ ἐκ Βοσόρ». Ἑβραῖοι δὲ τὸ Βοσὸρ σάρκινον καλοῦσι. Καὶ πάλιν· «Διὰ τί ἐρυθρά σου τὰ ἱμάτια, καὶ τὰ ἐνδύματα ὡς ἀπὸ πατητοῦ ληνοῦ;» Ὅπερ | |
30 | τοῦ πάθους μετὰ τὸ πάθος καὶ ἐν τῇ ἀνόδῳ μηνύει τὸ μυστήριον. | |
31 | Καὶ πάλιν ἕτερος προφήτης ὡς ἐκ προσώπου τοῦ δεσπότου φησίν, ὡς δῆθεν ὑπὸ τῶν νοερῶν ἐρω‐ τωμένου δυνάμεων· «Τίνες αἱ πληγαὶ αὗται αἱ ἀνὰ μέσον τῶν ὤμων σου;» Ἀποκρίνεται γὰρ ὁ σωτὴρ λέγων· | |
35 | «Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τοῦ ἀγαπητοῦ μου». Ἀλλὰ καὶ ἐν τῷ καιρῷ τῆς ἀναλήψεως οἱ παρεστῶτες ἄγγελοι οὕτω φασίν· «Ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πο‐ ρευόμενον εἰς τὸν οὐρανόν». Καὶ ὁ πρωτομάρτυς Στέ‐ φανος ἐν τῷ καιρῷ τῆς μαρτυρίας, ἐπιγνοὺς τὸν δεσπό‐ | |
40 | την Χριστὸν ἑστῶτα ἐκ δεξιῶν τοῦ πατρός, ἐν ἐκείνῳ τῷ σχήματι ἐν ᾧ τοῖς μαθηταῖς συνηυλίζετο, τὸ σεπτὸν καὶ θεῖον θέαμα παρρησίᾳ ὡμολόγησε. | |
42 | Καὶ τὸ σκεῦος | |
Bibl.229253a | δὲ τῆς ἐκλογῆς, μυσταγωγούμενος πρὸς τὴν ἀλή‐ θειαν, ἐξ οὐρανοῦ κράζοντος ἀκούει Χριστοῦ· «Σαούλ, Σαούλ, τί με διώκεις;» Καὶ πυθομένου· «Τίς εἶ, Κύριε;» «Ἐγώ εἰμί, φησίν, Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις». | |
5 | Τὸ δὲ Ναζωραῖος καὶ Ἰησοῦς δῆλον ὅτι τῆς σαρκὸς αὐτοῦ μηνύει τὴν ἀλήθειαν. | |
6 | Καὶ Γρηγόριος ὁ Ναζιανζοῦ τὰ αὐ‐ τὰ διαμαρτύρεται, καὶ Κύριλλος ἐν τῷ κατὰ συνουσιασ‐ τῶν λόγῳ, καὶ Βασίλειος ἐν τῷ περὶ πίστεως, ἀλλὰ καὶ Κύριλλος πάλιν πρὸς Ἀκάκιον Σκυθοπόλεως ἐπίσκο‐ | |
10 | πον γράφων, καὶ ἐν τῇ ἑρμηνείᾳ δὲ τοῦ ἀποπομπαίου. Τούτων γὰρ ἕκαστος, καὶ μυρίοι ἄλλοι, μετὰ τῆς σαρκὸς καὶ ἀνελθεῖν καὶ διαμένειν καὶ παραγενέσθαι κατὰ τὴν δευτέραν αὐτοῦ κηρύττουσιν ἐπιφάνειαν. Διὸ καὶ ὁ αὐτός ἐστιν οὐράνιος καὶ ἐπίγειος, ὁρατὸς καὶ ἀόρατος, ὁρατὸς | 136 in vol. 4 |
15 | μὲν μετὰ τῆς θεότητος, οὐ κατὰ τὴν θεότητα, ἀλλὰ κατὰ τὸ σῶμα, ἀόρατος δὲ πάλιν μετὰ τῆς ἀνθρω‐ πότητος, οὐ κατὰ τὴν ἀνθρωπότητα, ἀλλὰ κατὰ τὴν θεότητα, κτιστὸς καὶ ἄκτιστος, καὶ ὅσα ἄλλα τοιαῦτα κατὰ τὴν εἰρημένην εὐσεβῆ θεωρεῖται διάκρισιν. | |
19 | Καὶ | |
20 | γὰρ ἡ ἐξ ἡμῶν σάρξ, ἑνωθεῖσα τῷ θεῷ λόγῳ καθ’ ὑπόστασιν, οὐκ εἰς τὴν οὐσίαν μετεβλήθη τοῦ λόγου, εἰ καὶ Θεοῦ γέγονε σάρξ· οὐδὲ ὁ λόγος εἰς σάρκα, εἰ καὶ ἰδίαν οἰκονομικῶς ἐποιήσατο τὴν σάρκα. Ἀλλ’ εἷς μὲν λέγεται καὶ ἔστι Χριστός, σῴζεται δὲ ἀκαινοτομήτως καὶ | |
25 | ἀχωρίστως καὶ τὰ ἐξ ὧν καὶ ἐν οἷς νοεῖται Χριστός, οὐκ ἄλ‐ λος καὶ ἄλλος, μὴ γένοιτο, ἀλλ’, ὥσπερ πολλάκις εἴρη‐ ται, εἷς καὶ ὁ αὐτός. Ὁ αὐτὸς γενεαλογεῖται καὶ ἔστιν ἀγενεαλόγητος, κατ’ ἄλλο δῆλον ὅτι καὶ ἄλλο. Καὶ γὰρ τὰ ἱερὰ λόγιά φησι· «Καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται | |
30 | αὐτόν, καὶ τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Ἀλλὰ καὶ πάλιν βοᾷ· «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δα‐ βίδ». Ὥστε κατὰ μὲν τὴν θεότητα αὐτοῦ ἀγενεαλόγητος, κατὰ δὲ τὴν ἀνθρωπότητα γενεαλογούμενος. Ὁ αὐτὸς πάντα προγινώσκει (ἔστι γὰρ φύσει Θεός) καὶ πάλιν | |
35 | ἀγνοεῖν τὴν ἐσχάτην ἡμέραν διὰ τὸ ἡμέτερον λέγεται φύραμα. Καὶ· «Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου οἴ‐ δατε». Καὶ πάλιν δῆλον ὅτι κατὰ τὸ ἀνθρώπινον· «Κἀμὲ οἴδατε καὶ πόθεν εἰμὶ οἴδατε». Ἔτι δέ· «Εἰ ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀλη‐ | |
40 | θής». Καὶ ἀλλαχοῦ· «Εἰ ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι», τὸ μὲν διὰ τὴν θείαν αὐτοῦ φύσιν, τὸ δὲ διὰ τὴν ἀνθρωπότητα. | 137 in vol. 4 |
42 | Οὕτως οὖν | |
Bibl.229253b | ἐστιν ὁ αὐτὸς ἀπερίγραπτος καὶ περίγραπτος, ὡς δύο γενέσεις ἔχων καὶ δύο οὐσίας ὁ εἷς. Εἰ δὲ μιᾶς οὐσίας ἐστὶ καὶ μετὰ τὴν σάρκωσιν κατὰ τὸν Μάνην, μίαν αὐ‐ τοῦ πάντως ὁμολογήσουσι καὶ τὴν γέννησιν, καὶ μάτην | |
5 | υἱὸς ἀνθρώπου κέκληται. Τὸ μὲν οὖν πρῶτον κεφάλαιον οὕτω πως ἐπῆλθε. Τὸ δὲ βʹ οὕτω διευθετεῖ. Εἴτε θνητός, φησίν, εἴτε ἀθάνατος ἐπλάσθη τὴν ἀρχὴν ὁ Ἀδάμ, πρόδηλον ὅτι ὁ Θεὸς θάνατον οὐκ ἐποίησεν οὐδὲ τέρπεται ἐπ’ ἀπωλείᾳ | |
10 | ζώντων, φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Ὑπὸ δέ τινα μένειν ὅρον ἐν ἀφθαρσίᾳ τὸν ἄνθρωπον διεκελεύσατο, ἐντολὴν εἰς φυλακὴν πα‐ ραθέμενος, ἣν παραβεβηκὼς τὴν φθορὰν ἀντὶ τῆς ἀφθαρσίας εἰσήγαγε· τῷ γὰρ αὐτεξουσίῳ τιμηθεὶς | |
15 | ὁ ἄνθρωπος εἵλετο τὸ χεῖρον, ἑκὼν φυγὼν τὸ ἄμει‐ νον. Ἀλλὰ καὶ αὐτὴν τὴν ψυχὴν ἀθάνατον καὶ νοητὴν δημιουργηθεῖσαν ἐκ παραβάσεως ἴσμεν θανάτῳ παρα‐ δεδομένην εἰ καὶ μὴ αἰσθητῷ, ἀλλά γε (τὸ χαλεπώ‐ τερον) νοητῷ. Ἡ ἁμαρτία γὰρ αὐτῆς ἐστιν ὁ θάνατος, | |
20 | ὡς κόλασιν αὐτῇ καὶ φθορὰν προξενοῦσα ἄφθαρτον· «Φοβήθητε, γάρ φησι, τὸν δυνάμενον καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἐν γεέννῃ ἀπολέσαι». | |
22 | Ἁπλοῦς δὲ μόνος ἐστὶν ὁ Θεός, ἀπερίγραπτος ὤν· πᾶν γὰρ τὸ περίγραπτον οὐχ ἁπλοῦν. Τὰ δὲ παρὰ τὸ θεῖον πάντα σύνθετα. Ὅτι | |
25 | δὲ τὸ σύνθετον δύναται καὶ ἀθάνατον μεῖναι, μαρτυροῦσι μὲν τὰ νοερὰ τάγματα καὶ ἡ ψυχή, μαρτυρεῖ δὲ μᾶλ‐ | |
λον καὶ ἡ ἀνάστασις, ἐν ᾗ σύνθετος ὁ ἄνθρωπος οὐδὲν ἧττον ἢ πρότερον, ἀνιστάμενος εἰς ἀθανασίαν, μετὰ ψυχῆς καὶ σώματος ἀνίσταται· «Δεῖ γὰρ τὸ θνητὸν τοῦτο | 138 in vol. 4 | |
30 | ἐνδύσασθαι ἀθανασίαν, καὶ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν». Καὶ οὐκ ἄν τις εἴποι τὸ σῶμα τότε εἰς τὴν οὐσίαν μεταβαλεῖν τῆς ψυχῆς· εἰ γὰρ καὶ λεπτό‐ τερον καὶ διαυγέστερον γίνεται, ἀλλ’ οὖν τὰ ἰνδάλματα σῴζει τοῦ σώματος, καὶ ἄνθρωπός ἐστι, τὰ ἀνθρώπου | |
35 | φέρων γνωρίσματα. Μαρτυρεῖ δὲ τοῖς εἰρημένοις Ἐνὼχ καὶ Ἠλίας καὶ ὁ τῆς βροντῆς υἱὸς Ἰωάννης, ἔτι περιόν‐ τες ἐν τῷ σώματι· καὶ γὰρ τούτους ὡς ἀπαρχὴν τοῦ ὅλου φυράματος ἡμῶν ὁ δημιουργὸς λαβὼν ἔδειξε πᾶσιν ὡς εἰ μὴ ἥμαρτεν ὁ Ἀδάμ, ἔτι ἂν περιῆν μετὰ τοῦ | |
40 | σώματος. Πλὴν καὶ οὗτοι πολυχρόνιον βίον ἀνύοντες γεύσονταί ποτε θανάτου, κἂν ἐν τῇ ῥιπῇ ὀφθαλμοῦ. | |
41 | Ὅρα δὲ τὴν δι’ αὐτῶν πίστιν, ὡς ἐκ τῶν τριῶν προάγεται | |
Bibl.229254a | γενεῶν, ἐκ μὲν τῶν πρὸ νόμου ληφθέντος τοῦ Ἐνώχ, ἐκ δὲ τῶν μετὰ τὸν νόμον τοῦ Ἠλία, ἐκ δὲ τῶν μετὰ τὴν χάριν τοῦ ἐπιστηθίου τῶν μαθητῶν. Οὐκοῦν καὶ ὁ Ἀδάμ, εἰ τὴν ἐντολὴν ἐφύλαττε, τούτοις ἂν ἀδιστά‐ | |
5 | κτως συμπεριῆν. Ὅτι δὲ περίεστιν ὁ παρθένος Ἰωάννης, ὅπερ ἐζήτη‐ σας, ὥσπερ τὸν Ἐνὼχ καὶ τὸν Ἠλίαν παράδοσις μαρτυρεῖ, οὕτω καὶ τοῦτον. Καὶ τὸ ἐν τοῖς εὐαγγελίοις δὲ εἰρημένον εἰς τὸν αὐτὸν ἡμᾶς νοῦν ἕλκει. Εἶπε μὲν γὰρ | |
10 | ὁ Χριστὸς τὸν τρόπον τοῦ θανάτου, ὃν ἔμελλεν ὑπὲρ αὐτοῦ ἀποθνῄσκειν ὁ Πέτρος· ὁ δὲ Πέτρος τὸν οἰκεῖον θάνατον ἀκούσας εὐθὺς ἐπερωτᾷ περὶ τοῦ εὐαγγελιστοῦ Ἰωάννου, δῆλον κἀκείνου οὐκ ἄλλο τι ἀλλ’ ἢ τὸν τρό‐ | |
πον τοῦ θανάτου αὐτοῦ μαθεῖν ἐπιζητῶν· «Οὗτος δὲ τί;» | 139 in vol. 4 | |
15 | Οὐ γὰρ ἄλλο μὲν ἤκουε παρὰ τοῦ σωτῆρος περὶ αὐτοῦ, εἰς ἄλλο δέ τι ἀνακόλουθον τὴν ἐρώτησιν μετῆγεν, ὥσπερ παρορῶν καὶ παρὰ φαῦλον ποιούμενος τὴν τοῦ διδασκάλου περὶ αὐτοῦ προφητείαν. Τῆς δὲ τοῦ Πέτρου ἐρωτήσεως περὶ τοῦ θανάτου, ὃν ἔμελλεν ἀποθνῄσκειν | |
20 | ὁ Ἰωάννης, ἐπερωτῶντος, καὶ τοῦ σωτῆρος εἰπόντος· «Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρός σε;», πῶς οὐχὶ τὴν μέχρι τῆς παρουσίας αὐτοῦ διαμονὴν ἡ ἀλήθεια προλέγει; Διὸ καὶ ὁ ἐν ἁγίοις Κύριλλος τὸ· «Ἀκολούθει μοι» περὶ τοῦ θανάτου τοῦ ἁγίου Πέτρου εἰ‐ | |
25 | ρῆσθαι τῷ σωτῆρι ἐκδέχεται. Τὸ δὲ ὅτι· «Ἐξῆλθεν ὁ λό‐ γος οὗτος εἰς τοὺς μαθητάς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει» καὶ τὰ ἑξῆς οὐ μόνον οὐδὲν μάχεται, ἀλλὰ καὶ συνᾴδει. Οὐ γάρ τις αὐτὸν ἀθάνατον εἶναί φη‐ σιν, ἀλλὰ διαμένειν μετὰ Ἐνὼχ καὶ Ἠλία μέχρι τῆς | |
30 | δευτέρας τοῦ δεσπότου παρουσίας· ὃ καὶ ὁ μαθητὴς αὐ‐ τὸς βεβαιῶν φησιν ὅτι· «Οὐκ εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει, ἀλλ’· ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρός σε;» Καὶ φανερὸν ὅτι τὸ μὲν ἀθά‐ νατον εἶναι ἀνέτρεψε, τὸ δὲ μένειν ἕως τῆς παρου‐ | |
35 | σίας ἐβεβαίωσεν. | |
35 | Εἰ δὲ ὁ Παμφίλου Εὐσέβιος, τὴν ἐκ‐ κλησιαστικὴν γράφων ἱστορίαν καὶ τοὺς χρόνους αὐτοῦ, καθ’ οὓς ἐβίωσεν, ἀριθμητοὺς ἔθετο, καὶ ὡς μέχρι τῶν Τραιανοῦ χρόνων διήρκεσεν, οὐδὲν μαχόμενον, κἂν δοκῇ, λέγει. Ἐκεῖνο γὰρ ἕκαστος κατὰ νοῦν λαμβανέτω, | |
40 | ὡς οἱ τοῦ Ἐνὼχ κατάδηλοι χρόνοι, καὶ ὅσα ἔτη ἐν τῷ κόσμῳ ἐβίω, σαφῶς ἡ θεία γραφὴ παραδίδωσιν. Ἀλλ’ οὐ διὰ τοῦτο τὴν μετὰ σώματος ἀρνήσεταί τις | |
τοῦ δικαίου μετάθεσιν. Ταύτῃ τῇ δόξῃ συνᾴδουσι καὶ αἱ | 140 in vol. 4 | |
Bibl.229254b | πράξεις τοῦ ἠγαπημένου Ἰωάννου καὶ ὁ βίος, ἃς οὐκ ὀλίγοι προφέρουσι. Κατατεθεὶς γάρ, φασί, κατὰ τὴν αὐτοῦ ἐκείνου προτροπὴν ἔν τινι τόπῳ, ζητηθεὶς αἰφνί‐ διον οὐχ εὑρίσκετο, ἀλλὰ μόνον τὸ ἁγίασμα βρύον | |
5 | ἐξ αὐτοῦ τοῦ τόπου ἐν ᾧ πρὸς βραχεῖαν ῥοπὴν ἐτέ‐ θη· ἀφ’ οὗ πάντες, ὡς πηγὴν ἁγιασμοῦ, τὸ ἅγιον ἐκεῖνο μῦρον ἀρυόμεθα. | |
7 | Ἐκεῖνο δὲ δῆλον, ὡς τὸ πα‐ ρὸν ζήτημα, κἂν τῆς ἀληθείας παρασφαλῇ, οὐ φέρει ψυχῆς κίνδυνον. Ἡ μὲν γὰρ περὶ πίστεως ἔρευνα τῆς | |
10 | ἀληθείας παρατραπεῖσα ναυάγιον μέγα τῇ ψυχῇ προξενεῖ, διὸ δὴ καὶ βραχείας τῆς εἰς αὐτὴν τελούσης ἀντέχεσθαι δεῖ συλλαβῆς· ἡ δὲ ζήτησις τῶν παρὰ τὴν εὐσέβειαν προβλημάτων καλὸν μὲν εἰ πρὸς τὸ τῆς ἀληθείας καταλήγει τέλος· εἰ δέ γε ταύτης ἀστοχήσει, | |
15 | οὐ καλὸν μέν, ὅμως ὄλεθρον ψυχῆς οὐ φέρει. Ἀλλὰ τὸ μὲν δεύτερον καὶ τρίτον οὕτω διελύσατο ζήτημα. Ἀθάνατος δὲ πλασθεὶς ὁ Ἀδὰμ τὸ λυσιτελὲς ἠγνόη‐ σεν, ὥσπερ καὶ πρὸ αὐτοῦ ὁ διάβολος καὶ αἱ περὶ αὐ‐ τὸν ἀποστατικαὶ δυνάμεις. | |
20 | Τὸ δὲ «ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν», εἰ καί τισιν εἰρῆσθαι παρ’ εἰρωνείαν ἐνομίσθη, ἀλλ’ οὐχ οὕτως ἔχει. Οὐ μὴν ἀλλ’ οὐδ’ ὅτι γέγονε τῇ ἀληθείᾳ Θεός· τοῦτο γὰρ παντελῶς μετὰ τοῦ ἀδυνάτου καὶ βλάσφημον. Τί οὖν βούλεται τὸ «ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν»; | |
25 | Ἰδοὺ νῦν, φησίν, αἴσθησιν ἐδέξατο οἷόν ἐστι τὸ φαν‐ τάζεσθαι γενέσθαι Θεόν. Πρὸς δὲ τὴν ἐκείνου γνώμην ταῦ‐ τα φθέγγεται Θεός, καὶ διελέγχει τὴν κακόνοιαν. Ὀνει‐ δίζειν δὲ τὸ θεῖον πρὸς νουθεσίαν ἡμετέραν πολλαχοῦ τῆς γραφῆς εὑρίσκομεν. | |
30 | Ἀλλὰ ταῦτα μὲν καὶ ὁ βʹ λόγος. Δύναιτο δ’ ἂν τό «ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν» καὶ ἐν εἰ‐ ρωνείας σχήματι προελθεῖν, καὶ ὀνείδους λόγον ἐπέχειν, καὶ ἐλεεινολογίαν ἐν οἰκτιρμοῖς ἐπιδείκνυσθαι· αἱρείσθω δὲ τὸ δοκοῦν μᾶλλον ἕκαστος. | 141 in vol. 4 |
35 | Ἐν δὲ τῷ γʹ λόγῳ πρὸς Δόμνον καὶ Ἰωάννην γράφων, τοὺς τὴν δευτέραν Κιλικίαν οἰκοῦντας ἀσκητάς, ταῦτα ὑπὲρ τῆς ἐν Καλχηδόνι λέγει συνόδου, ὅτι ὀρθο‐ δοξίας ἐστὶ φρόνημα καὶ Κυρίλλῳ φίλον μίαν ὑπό‐ στασιν τοῦ λόγου σεσαρκωμένην κηρύττειν καὶ ἓν πρόσ‐ | |
40 | ωπον, καὶ τὸ φρονεῖν τὸν αὐτὸν ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, τουτέστι τὸ δύο φύσεις ὁμολογεῖν, ἐξ ὧν ὁ εἷς Χριστὸς ἀπετελέσθη. Δύο γὰρ γεννήσεις τοῦ | |
Bibl.229255a | ἑνὸς Χριστοῦ καὶ Θεοῦ ἡμῶν εἰδότες, οὐδὲ τῆς σαρ‐ κὸς καὶ τοῦ λόγου τὴν κατ’ οὐσίαν διαφορὰν ἀγνοοῦμεν. Αὕτη δὲ ἡ πίστις τῆς ἐν Καλχηδόνι συνόδου δέδεικται κή‐ ρυγμα. Εἶτα τετρακόσιοι καὶ ἑβδομήκοντα ἀρχιερεῖς ταύ‐ | |
5 | την ἐγγράφως ἐβεβαιώσαντο, ἐν οἷς καὶ οἱ θαυμαστοὶ τὸν βίον Συμεὼν καὶ Ἰάκωβος καὶ Βαράδατος τὴν αὐτὴν γνώμην ἰδίοις ἐπεκύρωσαν γράμμασι. | |
7 | Δῆλον δὲ ὡς, ἔνθα μία καθ’ ὑπόστασιν ἕνωσις, πᾶσα διαιρέσεως ὑπό‐ νοια ἀπελήλαται· τὸ γὰρ γνωρίζειν τῶν οὐσιῶν τὸ διά‐ | |
10 | φορον οὐκ ἔστι διαιρεῖν ταύτας, κατὰ τὸν ἐν ἁγίοις Κύριλλον. Ὅτι τὸ πρὸς ἡμᾶς ὁμοούσιον τοῦ ἐνανθρωπήσαντος θεοῦ λόγου σαφῶς ἡ σύνοδος ἀνεκήρυξε, δογματιζόμενον μὲν παρὰ τῶν ὁσίων ἡμῶν πατέρων, οὔπω δὲ τῆς φω‐ | |
15 | νῆς οἰκουμενικῆς συνόδου ψηφίσμασι τὴν βεβαίωσιν | |
λαβούσης. Διὸ πάντως ἂν ἐξεβέβλητο, τῆς δυσσεβοῦς μὲν δόξης Εὐτυχοῦς ἐν τῇ λῃστρικῇ συνόδῳ παρρησια‐ σαμένης, ὑφ’ ἑτέρας δὲ μὴ κατακριθείσης, κἀκείνου μὲν τῆς δικαίας καθαιρέσεως ἀπολυθέντος, ἐπὶ Φλαβιανὸν | 142 in vol. 4 | |
20 | δὲ τὸν ἀοίδιμον, ὃς ἐκεῖνον καθεῖλε, τῆς δίκης ἀδίκως μετενεχθείσης, καίτοι λαμπρῶς κηρύττοντα μίαν μὲν τοῦ λόγου φύσιν σεσαρκωμένην, τουτέστιν ὑπόστασιν, συ‐ νανακηρύττοντα δὲ καὶ τὸ ἡμῖν ὁμοούσιον. Ὅτι φασὶν οἱ ἅγιοι πατέρες μὴ χρῆναι τὴν λέξιν | |
25 | γυμνὴν καὶ κακούργως ἐξετάζειν, ἀλλὰ τῇ εὐσεβεῖ δια‐ νοίᾳ προσέχειν τοῦ γράφοντος. Καὶ παρατίθησι τῆς παραινέσεως μαρτυρίας, Ἀθανασίου μὲν ἐκ τοῦ κατὰ Ἀρειανῶν, Κυρίλλου δὲ ἐκ τῶν θησαυρῶν, Ἰωάννου δὲ τοῦ Χρυσοστόμου ἐκ τοῦ ὑπομνήματος τῆς πρὸς Γαλά‐ | |
30 | τας ἐπιστολῆς. Ὅτι φησὶ τὸ λέγειν σαρκὶ παθεῖν τὸν θεὸν λόγον φρόνημα τῆς ἐκκλησίας ἐστίν, ὥσπερ καὶ βλάσφημον καὶ ἀπόβλητον τὸ κηρύττειν αὐτὸν παθεῖν τῇ φύσει τῆς θεότητος· καὶ παράγει μαρτυρίας διαφόρους, Κυ‐ | |
35 | ρίλλου μὲν ἐκ τῶν σχολίων, ἐκ τῆς πρὸς Σούκηνσον βʹ ἐπιστολῆς, ἐκ τῆς πρὸς Νεστόριον αʹ, ἐκ τῶν θησαυρῶν, ἐκ τῆς ἑρμηνείας τοῦ ἀποπομπαίου, καὶ ἐκ τῆς ἀπολο‐ γίας τοῦ ιβʹ ἀναθεματισμοῦ, καὶ ἐκ τῆς πρὸς τὰς βασι‐ λίδας ἐπιστολῆς, καὶ ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους, | |
40 | καὶ ἐκ τοῦ εἰς τὸν Ἠσαΐαν ὑπομνήματος, καὶ ἐκ τῆς ἑρμηνείας τοῦ ηʹ ψαλμοῦ, καὶ ἐκ τοῦ περὶ ἀπαθείας λόγου, | |
Bibl.229255b | καὶ ἐκ τοῦ περὶ πάθους λόγου, καὶ ἐκ τοῦ εἰς τὸν | |
εὐαγγελιστὴν Ἰωάννην ὑπομνήματος βιβλίου ζʹ, καὶ ἐκ τοῦ περὶ ἐνανθρωπήσεως, [καὶ ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους], καὶ ἐκ τοῦ ὑπομνήματος τοῦ εἰς τὸν εὐαγγε‐ | 143 in vol. 4 | |
5 | λιστὴν Ἰωάννην βιβλίου βʹ, καὶ ἐκ τοῦ περὶ ἐνανθρωπή‐ σεως λόγου, καὶ ἐκ τοῦ ὑπομνήματος τοῦ εἰς τὸν εὐαγ‐ γελιστὴν Ἰωάννην βιβλίου θʹ καὶ ηʹ. Συμπαρατίθησι μέντοι καὶ Γρηγορίου, καὶ Βασιλείου ἐκ τοῦ περὶ εὐχα‐ ριστίας καὶ ἐκ τῆς πρὸς Σωζοπολίτας ἐπιστολῆς καὶ ἐκ | |
10 | τῆς πρὸς Ἀπολινάριον, ναὶ δὴ καὶ Ἀθανασίου τοῦ πολυάθλου ἐκ διαφόρων λόγων. Ὅτι τῶν ἀπὸ Σεβήρου ληρούντων ὡς ἐννοεῖν μὲν χρὴ τὸ ἑτεροειδὲς καὶ ἑτεροφυὲς τῶν εἰς ἑνότητα ἄφρα‐ στον συνεληλυθότων, μὴ χρῆναι δὲ λέγειν ταῦτα, πλα‐ | |
15 | τὺν μὲν γέλωτα τῆς ἀνοίας αὐτῶν ὁ ἱερὸς ἀνὴρ κα‐ ταχεῖ, καὶ πρό γε τοῦ ἀνδρὸς αὐτή γε ἡ κοινὴ ἔννοια καὶ ἡ Παύλου φωνὴ λέγουσα· «Καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν». Ὅτι φησὶν ἓν πρόσωπον, τουτέστι μίαν ὑπόστασιν | |
20 | τοῦ λόγου σεσαρκωμένην κηρύττομεν, ἐπειδὴ καὶ ἁπλοῦς Ἰησοῦς συνετέθη κατὰ τὸν ἐν ἁγίοις Ἀρεοπαγίτην Διο‐ νύσιον. Καὶ ἐπὶ μὲν τῆς καθ’ ὑπόστασιν ἑνώσεως δι‐ καίως παρὰ τῆς εὐσεβείας τὸ σύνθετον λέγεται. Σύν‐ θετον δὲ οὐσίαν οὐδεὶς εἰπεῖν ἐτόλμησε πλὴν Ἀπολι‐ | |
25 | ναρίου. Δηλῶν δὲ καὶ ὁ Κύριος ὅτι σύνθετος μὲν αὐτοῦ ἡ ὑπόστασις, οὐκέτι δὲ καὶ ἡ φύσις, τῶν μὲν θυρῶν κεκλεισμένων πρὸς τοὺς μαθητὰς εἰσελθών· «Ψηλαφή‐ σατέ με, λέγει, καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα». Ἀλλαχοῦ δέ· | |
30 | «Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύ‐ ματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν». | |
31 | Πῶς οὖν οὐκ ἐναντία ταῦτα; Ἢ ὅτι κατὰ μὲν τὴν οὐσίαν τῆς θεότητος οὐκ ἔχει σάρκα ἐπειδὴ μηδὲ δύναται σύνθετος ἡ οὐσία εἶναι, τῷ δὲ προσώπῳ καὶ τῇ ὑποστάσει ἔχει καθὼς αὐτὸς | 144 in vol. 4 |
35 | ἔχων ἐθεωρεῖτο. Καὶ ὅπερ οὐκ εἶχε κατὰ τὴν οὐσίαν (οὐ γὰρ ἦν σύνθετος), τοῦτο κατὰ τὴν ὑπόστασιν ἔχει (σύν‐ θετος γὰρ αὕτη) καὶ καθ’ ἑτέραν μὲν οὐσίαν οὐκ ἔχει τὴν ἑτέραν, κατὰ δὲ τὴν ὑπόστασιν ἑκατέραν ἔχει. Ὥστε καὶ σάρκα ἔχει καὶ πνεῦμα κατὰ τὴν ὑπόστασιν· κατὰ | |
40 | δὲ τὴν οὐσίαν οὔτε τὸ πνεῦμά ἐστι σάρξ, οὔτε ἡ σὰρξ τὴν τοῦ πνεύματος φύσιν ὑπῆλθε. | |
41 | Τοῦτο δὲ ἑρμηνεύων καὶ ὁ | |
Bibl.229256a | ἱερὸς Κύριλλος· «Ἡ γὰρ σάρξ, φησί, σάρξ ἐστι καὶ οὐ θεότης, εἰ καὶ Θεοῦ γέγονε σάρξ· τὴν κατ’ οὐσίαν γάρ, φησίν, εὑρίσκω διαφοράν, κἂν τὸ τῆς υἱότητος μονα‐ δικὸν ὁμολογῶ». Καὶ ἐν εὐαγγελίοις δὲ λέγων ὁ Κύριος· | |
5 | «Ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν ἐσμεν, κἀγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί» τὸ ὁμοούσιον ἑκατέρας ἐδήλωσε φύσεως· ἓν γάρ ἐστι τῇ θεϊκῇ οὐσίᾳ ἐν τῷ πατρὶ ὁ εἷς θεὸς λό‐ γος, καὶ ἓν πάλιν ἐν αὐτοῖς, τουτέστι τῇ καθ’ ἡμᾶς οὐσίᾳ. Ὁμονοῶν δὲ τοῖς εἰρημένοις ὁ Κύριλλος οὕτω καὶ | |
10 | αὐτὸς ἑρμηνεύει τὸ ῥητόν· «Ὥσπερ, φησίν, ἐγώ εἰμι ἐν αὐτοῖς διὰ τὸ τὴν αὐτὴν αὐτοῖς φορέσαι σάρκα, καὶ σύ, ὦ πάτερ, ἐν ἐμοὶ διὰ τὸ εἶναί με τῆς σῆς οὐσίας, οὕτω βούλομαι ἵνα καὶ αὐτοὶ εἰς ἑνότητά τινα συναχθέντες ἀλλήλοις ἀνακραθῶσι καὶ ὥσπερ ἓν σῶμα | |
15 | γενόμενοι ἐν ἐμοὶ πάντες ὦσιν, ὡς πάντας φοροῦντι διὰ τοῦ ἑνὸς ἀναληφθέντος ναοῦ». | |
16 | Ταῦτα δὲ καὶ ὁ προ‐ φήτης Ἠσαΐας φησὶν ἐν τῷ λέγειν· «Παιδίον ἐγεννήθη | |
ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ Θεός ἐστιν ἐξουσιαστὴς ἰσχυρός». Διὰ μὲν γὰρ τοῦ παιδίον τὸ ἡμῖν ὁμοούσιον, | 145 in vol. 4 | |
20 | διὰ δὲ τοῦ Θεὸς τὸ πρὸς τὸν πατέρα καὶ τὸ πνεῦμα ἐκήρυξεν ὁμοούσιον. Καὶ ὁ Νύσσης δὲ Γρηγόριος ἐν τῷ κατὰ Ἀπολιναρίου γράφων· «Εἰ ἐν τοῖς ἐναντίοις, φη‐ σίν, ἰδιώμασιν ἡ θατέρου τούτων θεωρεῖται φύσις, τῆς σαρκὸς λέγω καὶ τῆς θεότητος, πῶς μία αἱ δύο;» | |
25 | Ταῦτα εἰπὼν ὁ ἱερὸς Ἐφραΐμιος, δυσσεβῶς ἑρμη‐ νευόντων τῶν περὶ Δόμνον τὸ «ἐσκήνωσεν ἐν ἡμῖν», ἐπιρραπίζει μὲν τούτους· καὶ γὰρ ἀντὶ τοῦ «ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη» παρενόησαν τὴν φω‐ νήν, ἐν ἴσῳ ταύτην νομίσαντες τῆς λεγούσης· «Λὼτ | |
30 | ἐσκήνωσεν ἐν πόλει τῶν περιχώρων». Καὶ πάλιν· «Ἐσκή‐ νωσεν ἐν Σοδόμοις». Ἐπιρραπίζων δὲ καὶ τὸ ἀνόητον τῆς ἐκδοχῆς, αὐτὸς τὸ ἐσκήνωσεν ἀναπτύσσει σαφήνειαν εἶναι τοῦ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἔλεγχον τῶν τροπήν τινα καὶ ἀλλοίωσιν τοῦ λόγου μελλόντων κατηγορεῖν. | |
35 | Καὶ γὰρ καὶ εἰπὼν ὁ εὐαγγελιστής· «Ὁ λόγος σὰρξ ἐγέ‐ νετο», εὐθὺς συνῆψε· «Καὶ ἐσκήνωσεν ἐν ἡμῖν», τήν τε εἰς μίαν ὑπόστασιν σύνοδον καὶ τὸ ἀμετάβλητον ἑκα‐ τέρας φύσεως δι’ ἑκατέρας ἐκδιδάσκων φωνῆς. Οὕτω τὸ λόγιον θεωρήσας, τόν τε Χρυσόστομον μάρτυρα καλεῖ | |
40 | καὶ σὺν αὐτῷ Κύριλλον καὶ Ἀθανάσιον καὶ τὸν θεολόγον Γρηγόριον, παραπλησίως τὸ ῥητὸν ἐννοήσαντας. Κἀκεῖθεν πάλιν παράγει ῥητά, ὧν Δόμνος καὶ Ἰωάν‐ | |
Bibl.229256b | νης γεννήτορες, καὶ δείκνυσιν αὐτοὺς δι’ ἑαυτῶν καὶ ἄκοντας ὁμολογεῖν ἐν τοῖς πλείστοις ἃ καὶ ἡ ἐν Καλ‐ χηδόνι ἐδόξασε σύνοδος, καὶ μάτην αὐτοὺς ταύτην ἐκτρέπεσθαι. Τὸ μέντοι λέγειν ἐκ δύο φύσεων εἶναι τὸν | |
5 | Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πρὸ τῆς ἑνώσεως παν‐ | |
τελῶς ἐλέγχει μετὰ τῆς ἀσεβείας καὶ ἄλογον. Ἡ μὲν γὰρ τοῦ λόγου φύσις ἀεί, καθὰ καὶ μετὰ τὴν ἐνανθρώ‐ πησιν, συναΐδιος καὶ ὁμοούσιος ὑπῆρχε τῷ πατρί· ἡ δὲ σὰρξ οὔπω τῷ λόγῳ συναφθεῖσα οὐδὲ τῶν ὑπαρ‐ | 146 in vol. 4 | |
10 | χόντων ὅλως ἦν. Πῶς οὖν, εἰ μή τις ἕλοιτο Νεστορίῳ συνασεβεῖν, ἐκ δύο φύσεων τὸν Κύριον πρὸ τῆς ἐναν‐ θρωπήσεως ἢ νοεῖν ἢ λέγειν δυνατόν; Τὸ μέντοι γε μετὰ τὴν ἕνωσιν λέγειν ἐκ δύο φύσεων, ὥσπερ καὶ ἐν δυσί, τὸν Χριστὸν θεωρεῖν εὐσεβές τε καὶ τῶν ὀρθο‐ | |
15 | δόξων φρόνημα, ὃ καὶ ἡ ἐν Καλχηδόνι ἐπρέσβευσε σύνοδος· ἐν θεότητι γὰρ τέλειον τὸν Χριστὸν καὶ Θεὸν ἡμῶν καὶ ἐν ἀνθρωπότητι τρανῶς ἀνεκήρυξεν. | |
17 | Εἰ δέ τις μέρους τῶν ἀπὸ Σεβήρου φαίη ὡς εἰ δύο φύσεις ἐν τῷ Χριστῷ, καὶ πρόσωπα δύο ἔσται καὶ ὑποστάσεις (φύσις | |
20 | γὰρ οὐκ ἔστιν ἀπρόσωπος οὐδὲ ἀνυπόστατος), ἴστωσαν ὅτι τοῦ πατρὸς αὐτῶν τὴν ἀσχημοσύνην ἀνακαλύπτοντες οὐκ αἰσθάνονται· καὶ γὰρ καὶ Σεβῆρος τὸ ἐκ δύο φύσεων λέγων, ἐκ δύο προσώπων καὶ δύο ὑποστάσεων τὸν Χριστὸν οὐκ ἐρυθριᾷ συντιθέναι καὶ ἀποφαίνεσθαι. Πλὴν εἰδέναι | |
25 | γε χρὴ ὡς πολλὰ τῶν ἐν τοῖς οὖσι φύσις μὲν λέγεται, οὐκ ἐξ ἀνάγκης δὲ συνεισάγει καὶ πρόσωπον, ὥσπερ φύσις ὕδατος καὶ φύσις ὀργῆς καὶ φύσις πολέμου καὶ μάχης· ποῦ γάρ τις τῶν εἰρημένων ποτέ, ὥσπερ εἶπε φύσιν, οὕτω καὶ πρόσωπον ἀπελήρησε; Καὶ πάλιν φύσιν | |
30 | μὲν ψυχῆς καὶ φύσιν σώματος ἕκαστον τῶν ἀνθρώπων ἔχειν λέγομεν· πρόσωπον δὲ ψυχῆς ἢ πρόσωπον σώ‐ ματος, ἢ ψυχῆς ὑπόστασιν ἢ σώματος, οὐδ’ οἱ μῦθοι ἀνεπλάσαντο. Ὅτι δὲ δύο φύσεων ἕνωσιν καὶ μίαν ὑπόστασιν καὶ | |
35 | πρόσωπον ἓν ὁμολογεῖν τοῦ ὀρθοῦ φρονήματός ἐστι καὶ | |
τῶν πατέρων κήρυγμα, Ἰωάννης μὲν ὁ Χρυσόστομος, τὸ κατὰ Ἰωάννην ἀναπτύσσων εὐαγγέλιον, ἐν ἑνδεκάτῃ ὁμιλίᾳ μαρτυρεῖ, λέγων· «Ἑνώσει καὶ τῇ συναφείᾳ ἕν ἐστιν ὁ θεὸς λόγος καὶ ἡ σάρξ, οὐ συγχύσεως γενομένης | 147 in vol. 4 | |
40 | οὐδὲ ἀφανισμοῦ τῶν οὐσιῶν». Καὶ Κύριλλος δὲ ἐν τῇ πρὸς ἀνατολικοὺς ἐπιστολῇ· «Εἷς γὰρ Κύριος Ἰησοῦς Χρι‐ στός, κἂν ἡ τῶν φύσεων μὴ ἀγνοῆται διαφορά». Καὶ | |
Bibl.229257a | Ἀμβρόσιος ὁ Μεδιολάνων ἐν τῷ περὶ ἐνανθρωπή‐ σεως λόγῳ· «Τοὺς δὲ μὴ ὁμολογοῦντας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δύο εἶναι οὐσίας ἀσυγχύτους, ἓν δὲ πρόσ‐ ωπον, καθὸ εἷς Χριστὸς εἷς υἱός, τούτους ἀναθεματίζει | |
5 | ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία». | |
5 | Ἐπὶ τούτοις καὶ ὁ τῶν Ἱεροσολύμων Κύριλλος καὶ Ἀμφιλόχιος ὁ τοῦ Ἰκονίου, καὶ Πρόκλος ὁ Κωνσταντινουπόλεως, ὃς καί φη‐ σιν ἐν τῇ τεσσαρακοστῇ· «Ἡ θεία φύσις ἄκτιστος, ἡ ἐξ ἐμοῦ πρόσληψις ἀνόθευτος· καὶ ἔστιν εἷς υἱός, οὐ τῶν | |
10 | φύσεων εἰς δύο ὑποστάσεις διαιρουμένων, ἀλλὰ τῆς φρικτῆς οἰκονομίας τὰς δύο φύσεις εἰς μίαν ὑπόστασιν ἑνωσάσης». Καὶ Παῦλος δὲ ὁ Ἐμίσης ἐπίσκοπος κα‐ τενώπιον ὁμιλήσας Κυρίλλου καὶ λίαν ἀποδεχθείς, οὕτω φησίν· «Εὐθέως ὁ κορυφαῖος, τὸ στόμα τῶν ἀποστόλων, | |
15 | ἔφη· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Σὺ ὁ Χριστός, ἡ διττὴ φύσις· σὺ ὁ Χριστός, καὶ οὐκ εἶπεν υἱός, ἀλλ’ ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ἐπέγνω καὶ τὸ μοναδικὸν πρόσωπον». | |
18 | Ἐφ’ οἷς καὶ Ἱλάριος ὁ ὁμο‐ λογητὴς καὶ ἐπίσκοπος Γαβάλων ἐν τῷ δʹ περὶ πίστεως | |
20 | λόγῳ καὶ ἐν τῷ περὶ ἑνώσεως ταῦτα κηρύσσει, καὶ Κυ‐ ριακὸς ἐπίσκοπος Πάφου, εἷς τῶν τιηʹ καὶ ἁγίων πατέρων, καὶ Ἀμβρόσιος ἐπίσκοπος Μεδιολάνων ἐν τῷ λόγῳ | |
ὃν ἔπεμψε Γρατιανῷ τῷ βασιλεῖ, καὶ ἐν τῷ περὶ Ἀπολιναρίου, καὶ ἐν τῷ περὶ ἐνανθρωπήσεως λόγῳ. | 148 in vol. 4 | |
25 | Ἀλλὰ καὶ Πέτρος ὁ Ἀλεξανδρείας καὶ μάρτυς, καὶ Βασί‐ λειος ὁ Καισαρείας τῆς ἐν Καππαδοκίᾳ, καὶ Γρηγόριος ὁ θεολόγος ἐν τοῖς γενεθλίοις καὶ ἐν τῷ περὶ υἱοῦ βʹ λόγῳ καὶ ἐν τῇ πρὸς Κληδόνιον δευτέρᾳ ἐπιστολῇ τὰ ὅμοια μαρτυρεῖ, καὶ Ἀμφιλόχιος δὲ ἐν τῇ πρὸς Σέλευκον | |
30 | ἐπιστολῇ καὶ ὁ Χρυσόστομος τὴν πρὸς Τιμόθεον πρώ‐ την ἑρμηνεύων ἐπιστολήν, καὶ Πρόκλος ὁ Κωνσταντινου‐ πόλεως ἔν τε τῷ εἰς τὸ γενέθλιον λόγῳ καὶ ἐν ἄλλοις διαφόροις, Ἀθανάσιος ὁ Ἀλεξανδρείας ἐν τῇ πρὸς τὰς παρθένους ἐπιστολῇ, καὶ Κύριλλος ἐν τῇ πρὸς Σού‐ | |
35 | κενσον αʹ καὶ μὴν καὶ ἐν τῇ βʹ, καὶ ἐν τῇ πρὸς τοὺς ἀνατολικούς, καὶ ἐν τῇ πρὸς Ἀκάκιον τὸν ἐπίσκοπον Μελιτηνῆς, καὶ ἐν τῷ περὶ ἐνανθρωπήσεως λόγῳ, καὶ ἐν τῇ πρὸς Εὐλόγιον τὸν πρεσβύτερον ἐπιστολῇ, καὶ ἐκ τῶν θησαυρῶν, καὶ ἐν ἄλλοις αὐτοῦ διαφόροις λόγοις. | |
40 | Τούτων τῶν θεοφόρων ἡμῶν πατέρων ἡ ἐν Καλχηδόνι ἁγία σύνοδος τὰς γνώμας ἐκμελετήσασα τὴν εὐσέβειαν | |
Bibl.229257b | ἐπεκύρωσεν, ὥστε τὸ κατ’ ἐκείνης σπουδάζειν κατὰ τούτων ἐστὶν εἰς ὕβριν ὁπλίζεσθαι. Ὅτι γε μὴν Χριστός, ὁ ἀληθινὸς Θεὸς ἡμῶν, οὔτε τὰ τῆς θεότητος ἴδια οὔτε τὰ ἴδια τῆς ἀνθρωπότητος | |
5 | διῃρημένως ἔπραττεν, ἑνώσει δὲ τῇ καθ’ ὑπόστασιν ἅπαντα ὁ εἷς καὶ ὁ αὐτὸς τά τε θεῖα καὶ τὰ ἀνθρώ‐ πινα ἐπετέλει, τοὺς θεοφόρους ἡμῶν πατέρας πάλιν παράγει μάρτυρας, Ἰούλιον τὸν ἐπίσκοπον Ῥώμης ἐκ τοῦ περὶ τῆς ἐν Χριστῷ ἑνώσεως τοῦ σώματος πρὸς τὴν | |
10 | θεότητα, καὶ Ἀθανάσιον τὸν Ἀλεξανδρείας, ἐκ τῆς πρὸς Μάξιμον τὸν φιλόσοφον ἐπιστολῆς καὶ ἐξ ἑτέρων διαφόρων λόγων, Γρηγόριόν τε τὸν Νύσσης ἐκ τοῦ γʹ λόγου κατ’ Εὐνομίου καὶ ἐκ τοῦ κατηχητικοῦ, καὶ Βασί‐ λειον τὸν Καισαρείας ἐκ τῆς πρὸς Σωζοπολίτας ἐπι‐ | 149 in vol. 4 |
15 | στολῆς, Κύριλλόν τε τὸν σοφὸν ἐκ τοῦ περὶ ἐνανθρω‐ πήσεως λόγου καὶ ἐκ τῶν θησαυρῶν καὶ ἐκ τῆς πρὸς Σούκενσον βʹ ἐπιστολῆς καὶ ἐκ τῆς πρὸς Ἑβραίους ἑρμη‐ νείας καὶ ἐκ τῶν σχολίων. Ταῦτα δὲ διελθὼν ὁ συγγραφεύς, ῥητὰ τοῦ ἐν ἁγίοις | |
20 | πάπα Λέοντος προκομίζει, ἃ καί φησι κατὰ τῶν δυσ‐ σεβῶν Οὐαλεντίνου καὶ Μαρκίωνος καὶ Μάνη καὶ Ἀπο‐ λιναρίου καὶ Εὐτυχέως καὶ τῶν ὁμοίων αἱρετικῶν παρα‐ τάττεσθαι, καὶ διὰ τοῦτο παρὰ τῶν ὁμοφρόνων ἐπηρεά‐ ζεσθαι. | |
24 | Καὶ πρῶτον μὲν τοῦτο· «Ὥσπερ γὰρ ἐν τῷ ἐλεεῖν | |
25 | ὁ Θεὸς τροπὴν οὐχ ὑφίσταται, οὕτως ὁ ἄνθρωπος τῷ μεγέθει τῆς θείας ἀξίας οὐκ ἀναλίσκεται», δεύτερον τό· «Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινω‐ νίας». Λέγει γὰρ ἡ αἵρεσις ὡς τὰ δύο τῶν ἄρθρων προ‐ τακτικά, ὁ Θεὸς καὶ ὁ ἄνθρωπος, δύο πρόσωπά ἐστι | |
30 | καὶ ὑποστάσεων παραστατικά, καὶ σχέσει μόνῃ τὴν ἕνωσιν σχηματίζουσιν. Ἀλλὰ τὸ ἀναιδὲς τούτων Ἀθανάσιός τε καὶ οἱ Γρηγόριοι καὶ Ἐπιφάνιος καὶ ὁ Χρυσόστομος, καὶ αὐτὸς ὁ Κύριος καταισχύνουσιν, ἴσαις φωναῖς καὶ ὁμοίαις καὶ αὐτοὶ πολλαχοῦ χρησάμενοι, καὶ δηλοῦντες | |
35 | διὰ τῆς τοιαύτης προταγῆς τῶν ἄρθρων οὐ τόν τινα ἄνθρωπον ἀλλὰ τὸν ὁλικόν, οὐδὲ τὴν τοῦ πατρὸς ἢ τὴν τοῦ υἱοῦ ὑπόστασιν ἀλλὰ τὴν κοινὴν φύσιν, καὶ οὐ κατ’ εὐθεῖαν μόνον τὰ ἄρθρα ἀλλὰ καὶ κατὰ τὰς πτώσεις τοῖς ὀνόμασι συνδιαπλέκοντες. | |
39 | Αὐτίκα Ματθαῖος· «Ὃς | |
40 | ἐὰν εἴπῃ λόγον, φησί, κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἀφεθήσεται αὐτῷ», καὶ πάλιν· «Μέλλει γὰρ ὁ υἱὸς τοῦ | 150 in vol. 4 |
Bibl.229258a | ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ», καὶ πάλιν· «Μηδενὶ εἴπητε τὸ ὅραμα, ἕως ἂν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ». Καὶ ὁ θεσπέσιος Παῦλος· «Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, | |
5 | πολλῷ μᾶλλον τῇ χάριτι τοῦ Θεοῦ καὶ τῇ δωρεᾷ ἐν χάριτι τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς περιέσσευσεν». Ἐν γὰρ τούτοις ἅπασιν ἡ τοῦ ἀνθρώπου μνήμη μετὰ τοῦ γενικοῦ προαγομένη ἄρθρου οὐδαμῶς διεῖλε τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εἰς δια‐ | |
10 | φορὰν ὑποστάσεων. Καὶ ὁ θεοφόρος δὲ Ἰγνάτιος καὶ μάρτυς, Σμυρναίοις ἐπιστέλλων, ὁμοίως κέχρηται τῷ ἄρθρῳ. Καὶ ὁ Ῥώμης Ἰούλιος ἐν τῇ πρὸς Δόκιον ἐπι‐ στολῇ φησιν· «Ὥστε ἀνάθεμα ἔστω πᾶς ὁ τὸν ἐκ Μα‐ ρίας ἄνθρωπον οὐχ ὁμολογῶν εἶναι ἔνσαρκον Θεόν». | |
15 | Τὰ αὐτὰ δὲ καὶ ὁ πολύαθλος Ἀθανάσιος ἐν τῷ περὶ πίστεως λόγῳ, καὶ ὁ θεολόγος Γρηγόριος ἐν τῇ πρὸς Κληδόνιον δευτέρᾳ ἐπιστολῇ ναὶ μὴν καὶ ὁ Νύσσης Γρη‐ γόριος ἐν διαφόροις λόγοις, καὶ Βασίλειος ὁ θεσπέσιος ἐν τῷ περὶ πίστεως λόγῳ, καὶ ὁ θαυμαστὸς Ἐπιφάνιος | |
20 | ἐν τῷ περὶ αἱρέσεων αʹ βιβλίῳ, ἀλλὰ καὶ ὁ Κων‐ σταντινουπόλεως Ἀττικὸς ἐν τῇ πρὸς Εὐψύχιον ἐπι‐ στολῇ, καὶ ὁ Χρυσόστομος ἐν τῇ ἑρμηνείᾳ τῆς πρὸς Ἐφε‐ σίους ἐπιστολῆς, τρίτης ὁμιλίας, καὶ Κύριλλος δὲ ἐν τοῖς θησαυροῖς καὶ ἐν τῇ ἑρμηνείᾳ τοῦ προφήτου Μα‐ | |
25 | λαχίου καὶ ἐν τῇ ἑρμηνείᾳ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου καὶ ἐν τῷ περὶ τῆς ἐν πνεύματι λατρείας ἐνάτῳ βιβλίῳ. Λέγει γὰρ οὕτω· «Φύσεως γὰρ τῆς ἀνωτάτω καταπλουτεῖ τὸν ἐναυλισμὸν ὁ ἐκ παρθένου ναός». | |
28 | Τούτων ἁπάντων | |
μετὰ τῶν ἄρθρων τήν τε θείαν φύσιν καὶ τὴν ἀνθρω‐ | 151 in vol. 4 | |
30 | πίνην προαγόντων, πῶς ὁ τὸν ἐν ἁγίοις Λέοντα αἱ‐ τιώμενος διὰ τὴν τῶν ἄρθρων προκομιδὴν οὐχὶ κατὰ πάντων ἡμῶν τῶν θεοφόρων πατέρων ὑλακτεῖ; Ἀλλ’ ἴδωμεν καὶ τό· «Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκε, τοῦ μὲν | |
35 | λόγου κατεργαζομένου τοῦτο ὅπερ ἐστὶ τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶ τοῦ σώματος». Καὶ γὰρ κἀνταῦθα ὁμόδοξός τε καὶ ὁμόφωνος τοῖς ἱεροῖς ἡμῶν ἀναδειχθήσεται πατράσι· πάντες γὰρ τὰ μὲν ἀνθρώπινα τῷ ἀνθρώπῳ ἀνατιθέασι, τῷ Θεῷ δὲ τὰ θεῖα, ὥσπερ | |
40 | καὶ ὁ σοφὸς Κύριλλος ἐν τῇ ἑρμηνείᾳ τοῦ κατὰ Ἰωάν‐ νην εὐαγγελίου. «Εἰ δὲ δή, φησί, λέγοιτο προκόπτειν ὁ Ἰησοῦς ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι, τῆς οἰκονομίας | |
Bibl.229258b | ἔσται τὸ χρῆμα· συνεχώρει γὰρ ὁ τοῦ Θεοῦ λόγος διὰ τῶν τῆς ἰδίας φύσεως ἐθῶν ἰέναι τὸ ἀνθρώπινον». Καὶ ἐν τῷ κατὰ Νεστορίου λόγῳ· «Ἄθρει δή, φησιν, ὅπως οὐδὲν καθυφεὶς αὐτός, οὔτε μὴν εἰς ἰδίαν φύσιν τὸ | |
5 | ἀσθενῆσαι παθών, συγκεχώρηκε τῇ σαρκὶ καὶ διὰ τῶν ἰδίων ἰέναι νόμων· καὶ αὐτοῦ τὸ χρῆμα λέγεται διὰ τὸ ἴδιον εἶναι τὸ σῶμα αὐτοῦ». Καὶ ἐν τοῖς θησαυροῖς· «Τὸ μὲν ταράττεσθαι τῆς σαρκὸς ἴδιον πάθος, τὸ δὲ ἐξουσίαν ἔχειν θεῖναί τε καὶ πάλιν λαβεῖν τὴν ψυχὴν | |
10 | τῆς τοῦ λόγου δυνάμεως ἔργον». Καὶ μυρία ἄν τις βου‐ λόμενος συλλέγειν ἔκ τε τούτου τοῦ θείου ἀνδρὸς καὶ ἐκ τῶν λοιπῶν ἡμῶν πατέρων οὐκ ἂν ἀπορήσῃ· οἵ τε γὰρ Γρηγόριοι καὶ Ἀθανάσιος, Ἀμφιλόχιός τε καὶ ὁ Χρυ‐ σόστομος καὶ Ἀμβρόσιος καὶ ὁ ἄλλος τῶν ἁγίων χορὸς τὰ | |
15 | αὐτὰ διακεκράγασιν. Ἐπεὶ δὲ προέτειναν οἱ δι’ ἐναντίας ὡς Γρηγόριος ὁ Νεοκαισαρείας καὶ Ἀθανάσιος καὶ Ἰούλιος καὶ Κύριλ‐ | |
λος καὶ Ἐρέχθιος μίαν φύσιν τοῦ θεοῦ λόγου δοξάζουσι σεσαρκωμένην, διασαφεῖ μὲν τῆς φωνῆς τὴν διάνοιαν | 152 in vol. 4 | |
20 | λέγων ὡς καὶ αὕτη τὸ διάφορον τῶν ἑνωθέντων ἐκδι‐ δάσκει φύσεων. Εἰ γὰρ μὴ ἡ ἀνθρωπίνη φύσις καὶ ἡ θεία διάφορος, πάντως γε ἢ τὰ τῆς σαρκὸς εἰς τὴν τῆς θεότητος οὐσίαν ἐτράπη ἢ εἰς τὴν τῆς σαρκὸς ἡ θεότης, καὶ οὕτω γέγονε μία· ὅπερ Ἀπολιναρίου καὶ τῶν | |
25 | ὁμοστοίχων αἱρετικῶν ἄθεον φρόνημα. | |
25 | Ὁ μέντοι γε Κύριλλος ἐν τῇ δευτέρᾳ πρὸς Σούκενσον ἐπιστολῇ τὸ διάφορον τῶν φύσεων καὶ διὰ ταύτης τῆς φωνῆς ἀνο‐ μολογεῖσθαι δηλῶν, μετὰ τὸ εἰπεῖν αὐτὸν μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην, ἐπήνεγκεν· «Εἰ δέ, ὡς | |
30 | ἔφην, ἐν τῷ σεσαρκῶσθαι λέγειν αὐτὸν σαφής ἐστι καὶ ἀναμφίλογος ὁμολογία τοῦ ὅτι γέγονεν ἄνθρωπος, οὐδὲν ἔτι κωλύει νοεῖν ὡς εἷς ὑπάρχων καὶ μόνος υἱὸς ὁ Χριστὸς ὁ αὐτὸς Θεός ἐστι καὶ ἄνθρωπος, ὥσπερ ἐν θεότητι τέλειος, οὕτω καὶ ἐν ἀνθρωπότητι». Ἰδοὺ φα‐ | |
35 | νερῶς ἔδειξεν ὅπως εἴρηται αὐτῷ τε καὶ τοῖς ἄλλοις ἡμῶν πατράσι τὸ μία φύσις τοῦ λόγου σεσαρκωμένη. Τὴν μὲν τῶν φύσεων διαφορὰν σαφῶς ἡ φωνὴ δι‐ δάσκει, παριστᾷ δὲ καὶ τὴν ἄκραν καὶ ἀδιάσπαστον ἕνω‐ σιν τοῦ θεοῦ λόγου καὶ τῆς σαρκός, καὶ ὡς εἷς ὑπάρχει | |
40 | καὶ μόνος υἱὸς ὁ Χριστὸς σεσαρκωμένος, καὶ οὐ δύο υἱοί, ὡς Νεστόριος ἐδυσφήμει, καθ’ ὃ καὶ αὐτὴ προ‐ βέβληται αὐτῷ ἡ φωνή· τί γὰρ ἂν ἄλλο καὶ σημανεῖ τό· | |
Bibl.229259a | «Ὁ αὐτός ἐστι Θεὸς καὶ ἄνθρωπος» ἢ δύο φύσεις ἡνωμένας ἐν ὑποστάσει μιᾷ; Ὥσπερ καὶ ὁ θεολόγος Γρη‐ γόριος εἰπών· «Δύο φύσεις Θεὸς καὶ ἄνθρωπος», ἑρ‐ | |
μηνεύων ἑαυτὸν εἶπεν· «Ὥστε ὁ λέγων τὸν Χριστὸν Θεὸν | 153 in vol. 4 | |
5 | καὶ ἄνθρωπον δύο φύσεις ἑνωθείσας καθ’ ὑπόστασιν ὁμολογεῖ». Καὶ ὁ ἱερὸς δὲ Κύριλλος ἐπαγαγών· «Ὥσπερ ἐν θεότητι τέλειος, οὕτω καὶ ἐν ἀνθρωπότητι» τὸ ἐν δύο φύσεσι γνωρίζεσθαι τὸν Κύριον ἐκδιδάσκει, ὥστε τὸ λέγειν αὐτὸν μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην οὐκ | |
10 | ἐπ’ ἀναιρέσει τοῦ γνωρίζεσθαι τὰ ἑνωθέντα καθ’ ὑπόστα‐ σιν εἴρηται, ἀλλ’ εἰς παράστασιν τοῦ ἀδιαιρέτως ἄνθρω‐ πον γενέσθαι τὸν θεὸν λόγον καὶ οὐκ ἐν ἀνθρώπῳ ὡς ἑνὶ τῶν προφητῶν κατῳκηκέναι. | |
13 | Καὶ πολλά τις ἄλλα ἐν τῇ αὐτῇ εὕροι ἐπιστολῇ, δι’ ὧν ἡ ὁμολογία μὲν τῶν | |
15 | δύο φύσεων ἐπὶ τοῦ Χριστοῦ βεβαιοῦται, μόνον δὲ τὸ ἀνὰ μέρος τιθέναι τὰς φύσεις αἱρετικοῦ φρονήματος ἀπελέγχεται, τὸ δὲ μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην κατὰ Νεστορίου προάγων οὐ τῶν φύσεων τὴν διαφορὰν ἀναιρεῖ, ἀλλὰ τὴν δυάδα τῶν ὑποστάσεων φανεροῖ· | |
20 | Νεστόριος γὰρ οὐ διὰ τὸ γνωρίζειν τὰς δύο φύσεις ἐπὶ Χριστοῦ, ἀλλὰ διὰ τὸ διαιρεῖν τὸν ἀδιαίρετον εἰς ὑπο‐ στάσεις δύο τῆς ἐκκλησίας ἐξωστράκισται· ὥστε ἡ μία φύσις τοῦ λόγου σεσαρκωμένη τὸν Νεστόριον διελέγχου‐ σα, οὐδὲν ἕτερον δηλοῖ ἢ ὅτι μίαν ὑπόστασιν χρὴ τοῦ | |
25 | θεοῦ λόγου κηρύττειν σεσαρκωμένην, ὅπερ φρόνημά τε τῆς εὐσεβείας ἐστὶ καὶ ἡ ἐν Καλχηδόνι σύνοδος ἐδογμά‐ τισεν. | |
27 | Εἰπὼν μέντοι γε ὁ πολύαθλος Ἀθανάσιος φύσιν μίαν τοῦ θεοῦ λόγου σεσαρκωμένην οὐκ εἰς ἀναίρεσιν ἔφη τοῦ γνωρίζεσθαι τὴν διαφορὰν τῶν φύσεων, αἳ τὴν καθ’ | |
30 | ὑπόστασιν ἐπλήρουν ἕνωσιν, ἀλλὰ καὶ αὐτὸς δεῖξαι βουλό‐ | |
μενος ὡς εἷς ἐστιν ὁ υἱὸς σεσαρκωμένος καὶ ἐνανθρω‐ πήσας, καὶ μάλιστα κατὰ Παύλου τοῦ Σαμωσατέως ἀγωνι‐ ζόμενος, ὃς ἄλλον μὲν τὸν πρὸ αἰώνων υἱόν, ἕτερον δὲ τὸν ἐπ’ ἐσχάτων φρενοβλαβῶς ἐδογμάτιζε. Καὶ ὁ ἐν ἁγίοις | 154 in vol. 4 | |
35 | δὲ Ἰούλιος διὰ τῆς αὐτῆς ἐννοίας ὥδευε· κατὰ Παύλου γὰρ καὶ αὐτὸς τοῦ Σαμωσατέως καὶ τῶν ὁμοίων διὰ τῆς αὐτῆς φωνῆς ἐξωπλίζετο. | |
37 | Ὁ μέντοι γε Ἐρέχθιος εἰ μὲν ὡς Ἀθανάσιός τε καὶ Κύριλλος καὶ Ἰούλιος τὴν φωνὴν ἐκλαμβάνει, τοῦτο ἂν εἴη ἄμεινον, εἰ δὲ παρὰ τὴν ἐκεί‐ | |
40 | νων δόξαν, θαυμαστὸν οὐδέν· εἰς γὰρ τὴν Εὐτυχοῦς νόσον πολλοὶ τῶν ἱερῶν ἀνδρῶν τοῦτον ἐφώρασαν κείμενον, | |
Bibl.229259b | ἣν καὶ αὐτὸς ὑποδείκνυσιν ὧδέ πως λέγων· «Εἰ μὲν ἀνθρωπίνης σπορᾶς ἦν βλάστημα ὁ Χριστός, συνετιθέμην ἂν τὸν καρπὸν εἶναι κατὰ τὴν ῥίζαν· εἰ δὲ ἐκ πνεύ‐ ματος ἁγίου κατὰ τὴν τοῦ ἀρχαγγέλου φωνήν, Θεὸς | |
5 | ἐτέχθη, ἐπειδὴ καὶ Θεὸς ὁ τῆς γενέσεως πρόξενος». Ὁ μὲν Ἐρέχθιος ταῦτα· ἔοικε δὲ ὁ ἀνὴρ μηδὲ τὰ τῆς Ἐλισάβετ συνιέναι ῥήματα, ἣ τὴν θεοτόκον Μαρίαν εὐλογοῦσα· «Εὐλογημένη σὺ ἐν γυναιξίν, ἀνακράζει, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου». Ἀλλ’ οὐδὲ τὸν | |
10 | Ἠσαΐαν ἔγνω λέγοντα· «Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι». Καὶ μυρία ἄλλα. Μετὰ δὲ ταῦτα περὶ τῆς διαφορᾶς, ἣν ἡ οὐσία καὶ τὸ γένος καὶ τὸ εἶδος πρὸς τὴν ὑπόστασιν ἔχει, διαλαμ‐ | |
15 | βάνει, ὅτι τὰ μὲν τὸ κοινὸν δηλοῦσι, τὸ δὲ τὸ πρόσ‐ ωπον καὶ ὃ λέγεται τοῖς ἔξω καθ’ ἕκαστον. Καὶ τῆς ἰδίας γνώμης, ὡς ἔθος αὐτῷ, διαφόρους παρίστησι μάρτυρας, Βασίλειόν τε καὶ Ἀθανάσιον καὶ Ἰούλιον καὶ Κύριλλον, | |
καί φησιν ὡς εἴ ποτέ τις εὕροι τινὰς τῶν εἰρημένων | 155 in vol. 4 | |
20 | ἀνδρῶν τὴν φύσιν εἰπόντας ὑπόστασιν, οὐ κυρίως τοῦτο ἀλλ’ ἐν καταχρήσει νοείτω εἰρῆσθαι· εἰ γὰρ μή, ἑαυτοῖς τε τἀναντία καὶ πρὸς ἀλλήλους λέγειν τοὺς ἱεροὺς ἡμῶν ἐξυβρίσομεν πατέρας. Κατεχρήσατο μέντοι τῇ φύσει ἀντὶ τῆς ὑποστάσεως Ἀθανάσιος μὲν ἐν τῇ πρὸς τὸν | |
25 | βασιλέα Ἰουβιανὸν ἐπιστολῇ, λέγων· «Μίαν τοίνυν λέγειν δεῖ, μᾶλλον δὲ καὶ ὁμολογεῖν τοῦ λόγου φύσιν τε καὶ ὑπόστασιν σεσαρκωμένην». Καὶ Ἰούλιος δὲ ἐν τῇ γρα‐ φείσῃ παρ’ αὐτοῦ ἐπιστολῇ πρὸς τοὺς κατὰ τῆς θείας τοῦ λόγου σαρκώσεως ἀγωνιζομένους, ἣν ἀλλαχοῦ μίαν | |
30 | φύσιν εἶπε τοῦ λόγου, ἐνταῦθα ὑπόστασιν ὀνομάζει· λέγει γάρ ... ἀλλὰ καὶ ὁ ἐν ἁγίοις Κύριλλος ἐν τοῖς σχολίοις οὕτω φησίν· «Ὅτι δὲ ἀσύγχυτοι μεμενήκασιν αἱ ὑποστάσεις ἤγουν αἱ φύσεις, ἐντεῦθεν εἰσόμεθα». Καὶ πάλιν ἐν τῷ τρίτῳ κεφαλαίῳ τῶν ἀναθεματισμῶν· «Εἴ | |
35 | τις ἐπὶ τοῦ ἑνὸς Χριστοῦ διαιρεῖ τὰς φύσεις ἤγουν τὰς ὑποστάσεις μετὰ τὴν ἕνωσιν, μόνῃ συνάπτων αὐτὰς συναφείᾳ τῇ κατὰ τὴν ἀξίαν ἤγουν αὐθεντίᾳ, καὶ οὐχὶ δὴ μᾶλλον συνόδῳ τῇ καθ’ ἕνωσιν φυσικήν, ἀνάθεμα ἔστω». Καὶ ἑρμηνεύων αὐτὸς ἑαυτόν, καὶ ἅμα Νεστόριον | |
40 | στηλιτεύων καὶ δεικνὺς ποίῳ τρόπῳ οὗτος δύο φύσεις ἐφρόνησε, λέγει· «Οἱ διαιροῦντες τοίνυν τὰς ὑποστάσεις | |
Bibl.229260a | μετὰ τὴν ἕνωσιν, καὶ ἀνὰ μέρος τιθέντες ἑκατέραν, τουτέστιν ἄνθρωπον χωρὶς καὶ Θεὸν χωρίς, ἐπινοοῦντες δὲ συνάφειαν αὐταῖς τὴν κατά γε μόνην τὴν ἀξίαν, δύο που πάντως ἱστῶσιν υἱούς». | |
4 | Ὁ αὐτὸς δὲ ἱερὸς Κύ‐ | |
5 | ριλλος, ὁ ἀλλαχοῦ μίαν μὲν φύσιν εἰρηκὼς τοῦ θεοῦ λόγου σεσαρκωμένην, ἐν τῇ πρὸς Νεστόριον τρίτῃ ἐπι‐ στολῇ φησι μίαν ὑπόστασιν τοῦ λόγου σεσαρκωμένην. Λέ‐ γει γάρ· «Τοιγαροῦν ἑνὶ προσώπῳ τὰς ἐν τοῖς εὐαγγελίοις πάσας ἀναθετέον φωνάς, ὑποστάσει μιᾷ τῇ τοῦ λόγου | 156 in vol. 4 |
10 | σεσαρκωμένῃ· εἷς γὰρ Κύριος Ἰησοῦς Χριστὸς κατὰ τὰς γραφάς». Οὐδὲν δὲ κοινὸν τοῖς δύο φύσεις λέγουσιν ἰδιοϋποστάτους καὶ ἀνὰ μέρος, ὡς Νεστόριος, καὶ τοῖς λέγουσι ταύτας ἡνωμένας ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει τοῦ λόγου, ὡς ἡ ἐκκλησία τε καὶ ἡ ἁγία σύνοδος καὶ ὁ | |
15 | πάπας Λέων ἐπρέσβευεν. Ἀλλὰ καὶ μυρία ἄλλη δια‐ φορὰ μεταξὺ τῆς ἀσεβείας καὶ τῆς εὐσεβείας, καὶ ὅση τοῦ φωτὸς πρὸς τὸ σκότος. Ὅτι ἐπειδὰν οἱ ἀπὸ Σεβήρου διελέγχωνται ταῖς τῶν θεοφόρων ἡμῶν πατέρων φωναῖς, οἳ πρὸ τῆς ἐν Καλ‐ | |
20 | χηδόνι συνόδου διέλαμψαν καὶ τὰς δύο φύσεις ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει τοῦ λόγου ἐκήρυξαν εἰς διαβολὴν αὐτῶν εὐθὺς τρέπονται, σχῆμα μέν (ὡς δοκοῦσιν) εὐ‐ πρόσωπον τῇ διαβολῇ περιτιθέντες, βαθύτερον δὲ τῶν ἀπροσώπους αὐτοὺς ὑβριζόντων διακωμῳδοῦντες. Φασὶ | |
25 | γὰρ ὡς εἴρηται μὲν αὐτοῖς τῶν φύσεων τὸ δυαδικόν, οὐκ ἀπὸ γνώμης δὲ οὐδ’ ἑκουσίως οὐδὲ κατὰ πίστεως ὁμο‐ λογίαν ἀλλ’ ὡς ἐν ἀντιθέσει τῆς ψευδωνύμου γνώσεως καὶ κατ’ οἰκονομίαν καὶ ἐπὶ καιροῦ καὶ ὑπό τινος αἱρετι‐ κῆς ἀνάγκης ἐκβιαζομένοις. Καὶ τί ἂν εἴη τοῦτο ἢ τοὺς | |
30 | διδασκάλους ὑποκριτὰς ἀποφαίνειν δειλούς τε καὶ τῆς ἀληθείας προδότας, καὶ τῆς οἴκοθεν εὐσεβείας τὸ ἀλ‐ λότριον καὶ αἱρετικὸν δόγμα προτιμῶντας, καὶ ἑλκυ‐ σθέντας μᾶλλον πρὸς τὸ ἐκείνων βάραθρον ἢ ἐκεῖθέν τινας ἀνελκύσαντας; Ποῦ γὰρ ἔστι τοῖς τοιούτοις μετὰ | |
35 | Παύλου λέγειν ὡς· «Ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ, ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονε», μυρίας τροπὰς πρὸς τὸν βίον τρεπομένοις καὶ τὰς Εὐρίπου με‐ ταβολὰς μιμουμένοις; | 157 in vol. 4 |
38 | Ἀλλὰ τί πάλιν φησὶν ἡ αἵρε‐ σις; «Συγγνώμη τοῖς πατράσιν· ἡ γὰρ βία τῆς γνώ‐ | |
40 | μης ἐκράτησεν», ὥσπερ ἐξουσίαν λαβοῦσα λοιδορεῖν καὶ κατακρίνειν ὅτε βούλεται καὶ πάλιν ἀφιέναι τὸ ἁμάρ‐ τημα, καὶ μονονουχὶ βοῶσα· «Τὰ χείλη ἡμῶν παρ’ | |
Bibl.229260b | ἡμῖν ἐστι· τίς ἡμῶν κύριός ἐστι;» Πλὴν εἰ διότι πρὸς αἱρέσεις οἱ πατέρες ἐμάχοντο, κἂν τῆς εὐσεβείας ἐξέπιπτον, διὰ τοῦτο συγγνώμης ἐπάξιοι, πῶς τῆς ἴσης συμπαθείας ὑμῶν εἰ καί τι παραχαράσσειν ἔδοξαν, | |
5 | οἱ ἐν Καλχηδόνι οὐκ ἀπήλαυσαν; Καὶ πρὸς δύο γὰρ αἱρέσεις καὶ οὗτοι διαμαχεσάμενοι, τὴν Νεστορίου καὶ Εὐτυχοῦς, ἐδογμάτισαν. Ἀλλ’ οὕτως ἐστὶ πανταχοῦ τυφλὸν καὶ κωφὸν ἡ ἀσέβεια, καὶ οὔτε βλέπειν οἶδεν οὔτε ἀκούειν, οὐδ’ ἅπερ αὐτὴ ἐκείνη προβάλλεται. | |
9 | Ἡ δὲ ἐν Καλχηδόνι | |
10 | σύνοδος εὐθὺς μὲν ἀρχομένη, ἃ κατὰ Νεστορίου Κύ‐ ριλλος ἐν Ἐφέσῳ διεπράξατο, τούτοις τὸ κῦρος ἐπέ‐ θετο, καὶ τὰς πρὸ ταύτης δύο συνόδους εἰς ὅρον ἐδέξα‐ το πίστεως, καὶ Ἄρειον δὲ καὶ Μακεδόνιον καὶ Νεστό‐ ριον τῷ αὐτῷ συνέδησεν ἀναθέματι, καὶ τοὺς εἰς υἱῶν | |
15 | δυάδα τὸ τῆς οἰκονομίας διασπῶντας μυστήριον, ὥσπερ καὶ τοὺς παθητὴν τοῦ μονογενοῦς τολμῶντας λέγειν τὴν θεότητα, καταδικάζει δι’ ἰσότητος. Ναὶ δὴ καὶ τοὺς δύο μὲν πρὸ τῆς ἑνώσεως φύσεις τοῦ Κυρίου μυθεύον‐ τας, μίαν δὲ μετὰ τὴν ἕνωσιν ἀναπλάττοντας, τοῖς | |
20 | αὐτοῖς συνέσφιγξε βρόχοις τοῦ ἀναθέματος. Ὥρισε δέ, | |
καθάπερ καὶ αἱ πρὸ αὐτῆς, μηδενὶ ἐξεῖναι πίστιν ἑτέ‐ ραν προφέρειν ἤγουν συγγράφειν ἢ συντιθέναι ἢ φρο‐ νεῖν παρ’ ἣν παρέδωκαν ἥ τε πρώτη καὶ ἡ δευτέρα οἰκουμενικὴ ἁγία σύνοδος. Τοὺς δὲ τολμῶντας ἕτερον | 158 in vol. 4 | |
25 | παρ’ ἐκεῖνο σύμβολον συγγράφειν ἢ διδάσκειν τοὺς θέλοντας ἐπιστρέφειν ἐξ ἰουδαϊσμοῦ ἢ ἑλληνισμοῦ ἤγουν ἐξ αἱρέσεως οἱασδηποτοῦν, ἐπισκόπους μὲν ἢ κλη‐ ρικοὺς ὄντας ἀλλοτριοῦσθαι τοῦ ἀξιώματος, μονά‐ ζοντας δὲ ἢ λαϊκοὺς, ἀναθεματίζεσθαι. | |
30 | Ταῦτα εἰπὼν καὶ ῥητὰ τῆς ἐπιστολῆς τοῦ πάπα Λέοντος τῆς πρὸς Φλαβιανὸν τὸν Κωνσταντινουπόλεως παρατίθησιν, ἐν οἷς αὐτοῦ λαμπρὰ διαλάμπει ἡ εὐσέ‐ βεια. Κἀκεῖθεν εἰς παραίνεσιν καὶ συμβουλὴν συγκλείει τὸν λόγον, μεταθέσθαι τῆς πλάνης τοὺς δεχομένους τὴν | |
35 | ἐπιστολὴν παρακαλῶν καὶ τῷ τῆς εὐσεβείας συναφθῆναι φρονήματι. Οὕτω μὲν καὶ ὁ γʹ λόγος. Ἔστι δὲ καὶ ὁ δʹ αὐτῷ πεπονημένος πρός τινας ἀνα‐ τολικοὺς μοναχούς, τῇ αὐτῇ τῶν θεοπασχιτῶν κατεχο‐ μένους αἱρέσει. Ὧν ἐγκαλεσάντων τινά, ῥᾳδίως μὲν τὰς | |
40 | ἐγκλήσεις ψευδεῖς ἐπιδείξας τὸ ἔγκλημα ἀπολύεται, παραινεῖ δὲ καὶ αὐτοὺς μεταθέσθαι τῆς αἱρετικῆς δόξης, φέρων ὑπὲρ τοῦ ὀρθοῦ δόγματος μαρτυρίας αἷς καὶ ἐν | |
Bibl.229261a | τῷ πρόσθεν λόγῳ ἐχρήσατο, Ἀθανασίου τέ φημι καὶ Ἀμβροσίου καὶ Κυρίλλου καὶ τῶν ἁγίων πατέρων δι’ ὧν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν θεότητι τέλειον καὶ ἐν ἀνθρωπότητι τέλειον διαπρυσίᾳ τῇ φωνῇ ἀνε‐ | |
5 | κήρυξεν. Ὧν ἐστι μία καὶ ἡ τοῦ ἐν ἁγίοις Ἀμβροσίου, ἐπισκόπου Μεδιολάνων καὶ ὁμολογητοῦ, ἣν ἐν τῷ κατ’ Ἀπολιναρίου λόγῳ παρέθετο, ἔχουσα οὕτως· «Ἀλλ’ ἐν ὅσῳ, φησί, τούτους ἐλέγχομεν, ἀνεφύησαν ἕτεροι λέ‐ γοντες τό τε σῶμα τοῦ Κυρίου καὶ τὴν θεότητα μιᾶς | |
10 | φύσεως. Ποῖος Ἅιδης τὴν τοσαύτην ἠρεύξατο βλασφη‐ μίαν; Ἀρειανοὶ γὰρ ἤδη τυγχάνουσιν ἀνεκτότεροι, ὧν ἡ ἀπιστία διὰ τούτους κρατύνεται μείζονι φιλονεικίᾳ πα‐ τέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα μιᾶς οὐσίας μὴ λέγειν, ἐπειδήπερ οὗτοι τὴν θεότητα τοῦ Κυρίου καὶ τὴν σάρκα | 159 in vol. 4 |
15 | μίαν ἐκήρυξαν». | |
15 | Τοῦ δὲ ἱεροῦ τούτου ἀνδρὸς χρῆσιν ὁ νικηφόρος Κύριλλος κατὰ Νεστορίου προήνεγκεν, ἐξ ὧν αὐτοῦ τὸ ἀξιόπιστον καὶ θαυμαστὸν ἐπιδείκνυται. Λέγει δὲ καὶ αὐτὸς ὁ ἅγιος Κύριλλος ἄλλα τε πολλὰ κρατύνων τὴν εὐσέβειαν, καὶ ἐν τῷ περὶ πίστεως λόγῳ· «Λέλυται | |
20 | μὲν ὁ ναὸς ἐν τῷ καιρῷ τῆς τριημέρου ταφῆς βουλο‐ μένου αὐτοῦ», καὶ πάλιν· «Ἀνέστησε καὶ ἡνώθη αὐτῷ ἀρ‐ ρήτῳ λόγῳ, τῇ τριημέρῳ οὐ κεκραμένος ἐν αὐτῷ ἢ ἀποσε‐ σαρκωμένος, ἀλλὰ σῴζων ἐν ἑαυτῷ τῶν δύο φύσεων τῶν ἑτεροουσίων ἀσύγχυτον τὴν ἰδιότητα». Καὶ πάλιν | |
25 | ἐν τῷ κατὰ Ματθαῖον ὑπομνήματι, βιβλίῳ αʹ· «Πλὴν οἶδεν ὁ λόγος τῆς θεοπνεύστου γραφῆς ἄνθρωπον ὄντα καὶ Θεὸν τὸν Χριστόν, εἰ καὶ εἷς νοοῖτο καὶ ὁ αὐτός. Ἀπονέμει τοιγαροῦν ὁ μακάριος εὐαγγελιστὴς τὸ οἱονεὶ τῶν μερῶν ἑκατέρῳ πρέπον, ἀπλανῆ καὶ ἀσύγχυτον | |
30 | τοῦ μυστηρίου διατηρήσας τὸν λόγον. Τὰ μὲν γὰρ ἰδικῶς οἶδεν ὄντα τε καὶ πρέποντα τοῖς τῆς ἀνθρωπότητος μέτροις, τὰ δὲ ταῖς ὑπεροχαῖς τῆς ἀφράστου θεότητος». Οὐ μόνον δὲ δύο φύσεις ὁ Κύριλλος ἀλλὰ καὶ δύο ἐνερ‐ γείας κηρύττει, ὡς ἐν τοῖς θησαυροῖς λέγει· «Οὐδὲν γὰρ | |
35 | τῶν ὄντων πρὸς τὸ ἑτερογενὲς καὶ ἑτεροούσιον τὰς αὐτὰς ἀπαραλλάκτους φορήσει δυνάμεις τε καὶ ἐνερ‐ γείας». Καὶ πάλιν· «Ὥσπερ ἀπεσχοινισμένον ἔχουσι τῆς οὐσίας ἤτοι τῆς ποιότητος τὸν λόγον, οὕτω καὶ διάφορον ἀποσῴζουσι τὴν ἐνέργειαν». Καὶ πάλιν· «Οὐ γὰρ δήπου | |
40 | μίαν εἶναι φυσικὴν τὴν ἐνέργειαν δώσομεν Θεοῦ καὶ ποιήματος, ἵνα μήτε τὸ ποιηθὲν εἰς τὴν θείαν ἀνα‐ γάγωμεν οὐσίαν, μήτε μὴν τῆς θείας φύσεως τὸ ἐξαί‐ | 160 in vol. 4 |
Bibl.229261b | ρετον εἰς τὸν τοῖς γεννητοῖς πρέποντα καταγά‐ γωμεν τρόπον». Ἐπειδὴ δὲ οἱ πρὸς οὓς ἔγραφεν ἐζήτησαν ψιλῶς τὴν λέξιν τὴν ἑκατέρα παρὰ τίσιν εἴρηται τῶν πατέρων, | |
5 | προκομίζει χρῆσιν κειμένην ἐν τῇ πρὸς Ἑβραίους Κυρίλλου ἑρμηνείᾳ ἔχουσαν οὕτως· «Οὐκ ἀνάχυσίν τινα τῆς εἰς ἀλλήλας τῶν φύσεων πεπρᾶχθαί φαμεν· με‐ νούσης δὲ μᾶλλον ἑκατέρας τοῦθ’ ὅπερ ἐστίν, ἡνῶσθαι σαρκὶ νοοῦμεν τὸν λόγον». Καὶ πάλιν τοῦ αὐτοῦ ἐκ τῶν | |
10 | αὐτῶν· «Καὶ οὐ δήπου φαμὲν ἀνάχυσιν ὥσπερ τινὰ συμ‐ βῆναι περὶ τὰς φύσεις, ὡς στῆναι τὴν τοῦ λόγου φύσιν εἰς τὴν τοῦ ἀνθρώπου τυχόν· ἀλλ’ οὐδ’ αὖ πάλιν τὴν ἀνθρωπίνην εἰς τὴν αὐτοῦ τοῦ λόγου· νοουμένης δὲ μᾶλ‐ λον καὶ ὑπαρχούσης ἑκατέρας ἐν τῷ τῆς ἰδίας φύσεως | |
15 | ὅρῳ πεπρᾶχθαί φαμεν τὴν ἕνωσιν, ἐνοικήσαντος τοῦ λόγου σωματικῶς τῷ ἐκ τῆς ἁγίας παρθένου ναῷ». Ὡσαύτως δὲ λέγει καὶ Βασίλειος ὁ Καισαρείας τῆς Καππαδοκίας ἐν τῷ κατ’ Εὐνομίου λόγῳ· «Διὸ μετὰ πάσης ἀγωνίας τε καὶ εὐλαβείας δεῖ συνορᾶν ὅπως | |
20 | ἂν ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ ἑκατέρας φύσεως ἀποδειχθῇ ἡ ἀλήθεια». Ὅτι μέντοι γε οὐ μίαν οἱ πατέρες ἡμῶν ἐπὶ Χριστοῦ ἀλλὰ δύο φύσεις ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει κηρύτ‐ τουσιν, εἴρηται μὲν καὶ πρότερον, οὐδὲν δὲ κωλύει καὶ | |
25 | νῦν παραστῆσαι. Λέγει γὰρ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Νύσσης ἐν τῷ κατὰ Ἀπολιναρίου λόγῳ· «Εἰ οὖν ἐν τοῖς ἐναντίοις ἰδιώμασιν ἡ θατέρα τούτων θεωρεῖται φύ‐ | |
σις, τῆς σαρκός τε λέγω καὶ τῆς θεότητος, πῶς μία αἱ δύο;» Καὶ ὁ ἐν ἁγίοις δὲ Ἐφραῒμ ἐν τῷ περὶ ἐναν‐ | 161 in vol. 4 | |
30 | θρωπήσεως καὶ εἰς τὸν μαργαρίτην· «Οὐχ ἡττήθη, φησί, τῇ πλοκῇ τῆς προσλήψεως, ἵνα ἀπολέσῃ ὃ ἔσχε, καὶ ὃ μὴ ἔσχε γένηται. Τέλειον ἔχει ὃ ἦν, καὶ τέλειον ἔχει ὃ προσέλαβε». | |
33 | Καὶ Κύριλλος δὲ ἐν τῇ πρὸς Εὐλόγιον ἐπιστολῇ ἀλλὰ καὶ ἐν τῇ πρὸς Σούκενσον πρώτῃ καὶ | |
35 | ἐν τῷ περὶ πίστεως λόγῳ καὶ ἐν τῷ κατὰ τοῦ δυσ‐ σεβοῦς Νεστορίου καὶ ἐν τοῖς θησαυροῖς τὰ αὐτὰ λέγει. Ὡσαύτως δὲ καὶ ἐν τῷ περὶ ἐνανθρωπή‐ σεως λόγῳ. Φησὶ γάρ· «Ἀλλ’ εἰς ἓν ἄμφω συλλέγων κατὰ σύμβασιν οἰκονομικὴν τὰ τῶν φύσεων ἰδιώ‐ | |
40 | ματα διὰ μυρίων ὅσων ἡμῖν ὁρᾶται λόγων». Καὶ μεθ’ ἕτερα· «Ἐπαγωνιεῖται δὲ αὖ καὶ συναθλήσει τῷ λόγῳ καὶ ὁ σοφὸς Ἰωάννης, μονονουχὶ καὶ συναγείρων | |
Bibl.229262a | τὰς φύσεις, καὶ συνδέων τὴν φύσιν τῶν ἑκατέρᾳ προσόντων ἰδιωμάτων τὴν δύναμιν». Καὶ ἐκ μυρίων ἄλλων λόγων αὐτοῦ τὰ αὐτά ἐστι λαβεῖν. | |
3 | Ἑρμη‐ νεύων δὲ τὸν προφήτην Ζαχαρίαν οὕτω φησίν· «Ὁ | |
5 | δέ γε θεσπέσιος Ἰεζεχιὴλ θρόνον τεθεᾶσθαί φησιν, ἐπὶ στερεώματος ὑπερκείμενον τῶν Χερουβίμ· ἔφη δὲ ὅτι τὸν ἐπὶ θρόνου καθήμενον ἑώρακε διφυᾶ». Καὶ πά‐ λιν ἑρμηνεύων τὸ κατὰ Ἰωάννην εὐαγγέλιον, ἐν τῷ δευτέρῳ βιβλίῳ φησίν· «Ἐπεὶ τί ποιήσεις, ὅταν ἡμῖν | |
10 | ὁ ἁπλοῦς τὴν φύσιν εἰσβαίνῃ διπλοῦς;» Καὶ μυρία ἄλλα. Πῶς δὲ οὐκ ἐκ δύο φύσεων εἶπεν ἡ ἁγία σύνο‐ δος τὸν Χριστόν, διαρρήδην βοῶσα πρὸ αἰώνων τὸν αὐτὸν ἐκ τοῦ πατρὸς γεννηθῆναι κατὰ τὴν θεότητα, καὶ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς καὶ | |
15 | διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς θεοτόκου καὶ ἀεὶ παρθένου κατὰ τὴν ἀνθρωπότητα; Ἄλλωστε δὲ εἰ τὰς Κυρίλλου ἠσπάσατο ἐπιστολάς, αἳ πολλαχοῦ τὸ ἐκ δύο φύσεων διακεκράγασι, πῶς οὐ μάτην ἡ αἵρε‐ σις κατὰ τῆς ἱερᾶς συνόδου φρυάττεται; | 162 in vol. 4 |
20 | Ἀλλ’ ὅρα τὸ κακοῦργον τῆς αἱρέσεως. Φαμένης γὰρ τῆς συνόδου· «Περί τε γὰρ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐκδιδάσκουσι τὸ τέλειον, καὶ τοῦ Κυρίου τὴν ἐνανθρώπησιν τοῖς πιστῶς δεχομένοις παρίστησι» τε‐ τράδα εἰπεῖν ἐμμανῶς ἡ κατήγορος ἀνεβόησε. Διὰ τί; | |
25 | Διότι μετὰ τὸ εἰπεῖν πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον, τὴν τοῦ Κυρίου ἐπήγαγεν ἐνανθρώπησιν. Ἀλλὰ καὶ ταύτην ὁ συγγραφεὺς τὴν συκοφαντίαν εἰς τὰς τῶν συκοφαν‐ τῶν ἔτρεψε κεφαλάς, μυρίαις μαρτυρίαις ἀρχαιοπα‐ ράδοτον εἶναι τὴν τοιαύτην ἐπιδειξάμενος σύνταξιν, | |
30 | ὡς μετὰ τὴν τῆς ἁγίας καὶ ὑπερφυοῦς Τριάδος ἀνύμνη‐ σιν τὴν τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος σάρκωσιν ἡ ἐκκλη‐ σία θεολογεῖ, μηδαμῶς τετράδος ἐγκληθεῖσα συνα‐ ρίθμησιν. Οὕτω Κύριλλος ἐν τῷ ἑβδόμῳ λόγῳ τῆς ἐν πνεύματι λατρείας λέγει, οὕτως ἐν τῷ κατὰ Ἰωάννην | |
35 | εὐαγγελίῳ, οὕτως ἐν τῷ κατὰ Ματθαῖον, καὶ μυ‐ ρίοι ἄλλοι. Λαμπρῶς δὲ καὶ ἐν πολλοῖς αὐτοῦ λόγοις ὁ νικη‐ φόρος Κύριλλος τὸ ἐν θεότητι τέλειον καὶ ἐν ἀνθρω‐ πότητι τοῦ Χριστοῦ τέλειον ἀνακηρύττει καὶ παραδίδωσιν. | |
40 | Ὧι καὶ ἡ ἁγία συνᾴδουσα σύνοδος ἕνα τὸν αὐτὸν Ἰησοῦν Χριστὸν Κύριον μονογενῆ ἐν δυσὶ φύσεσιν ἀσυγχύτως τε καὶ ἀδιαιρέτως ἐκήρυξεν. Οἷς πάλιν ὁ ἱερὸς Κύριλ‐ | |
Bibl.229262b | λος ἐν τῇ πρὸς Σούκενσον ἐπιστολῇ συμφθέγγεται λέγων· «Ἐννοοῦντες τοίνυν, ὡς ἔφην, τῆς ἐνανθρωπήσεως | |
τὸν τρόπον, ὁρῶμεν ὅτι δύο φύσεις συνῆλθον ἀλλήλαις καθ’ ἕνωσιν ἀδιάσπαστον ἀσυγχύτως, ἀτρέπτως· ἡ γὰρ | 163 in vol. 4 | |
5 | σὰρξ σάρξ ἐστι καὶ οὐ θεότης, εἰ καὶ γέγονε Θεοῦ σάρξ· ὁμοίως δὲ καὶ ὁ λόγος Θεός ἐστι καὶ οὐ σάρξ, εἰ καὶ ἰδίαν ἐποιήσατο τὴν σάρκα οἰκονομικῶς». Καὶ μεθ’ ἕτερα· «Οὐκοῦν ὅσον μὲν ἧκεν εἰς ἔννοιαν καὶ εἰς μόνον τὸ ὁρᾶν τοῖς τῆς ψυχῆς ὄμμασιν, ὃν τρόπον ἐνην‐ | |
10 | θρώπησεν ὁ μονογενής, δύο τὰς φύσεις εἶναί φαμεν, ἕνα δὲ Χριστὸν καὶ υἱὸν καὶ Κύριον τὸν τοῦ Θεοῦ λόγον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον». | |
12 | Καὶ ἐν τῇ πρὸς τοὺς ἀνατολικοὺς ἐπιστολῇ· «Δύο γὰρ φύσεων ἕνωσις γέ‐ γονε, διὸ ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα Κύριον ὁμολογοῦ‐ | |
15 | μεν». Καὶ ἐν τῇ πρὸς Ἀκάκιον τὸν Μελιτηνῆς· «Ὅτι τοίνυν ὁ τῆς σαρκώσεως πολυπραγμονεῖται τρόπος, δύο τὰ ἀλλήλοις ἀπορρήτως τε καὶ ἀσυγχύτως συνηνεγμένα καθ’ ἕνωσιν ὁρᾷ δὴ πάντως ὁ ἀνθρώπινος νοῦς, ἑνω‐ θέντα τε μὴν διίστησιν οὐδαμῶς, ἀλλ’ ἕνα τὸν ἐξ ἀμ‐ | |
20 | φοῖν καὶ υἱὸν καὶ Χριστὸν καὶ Θεὸν καὶ Κύριον εἶναι πιστεύει καὶ ἀραρότως εἰσδέχεται». Καὶ ἐν τοῖς σχολίοις· «Γεγονότα δὲ σάρκα καὶ ἐν ἡμῖν σκηνῶσαί φησιν, ἵνα δι’ ἀμφοῖν ἀποδείξῃ καὶ γενόμενον ἄνθρωπον καὶ οὐ μεθέντα τὸ ἴδιον. Μεμένηκε γὰρ ὅπερ ἦν, νοεῖται δὲ πάν‐ | |
25 | τως ἕτερον ἐν ἑτέρῳ τὸ κατοικοῦν, τουτέστιν ἡ θεία φύσις ἐν ἀνθρωπότητι, καὶ οὐ παθοῦσα φυρμὸν ἢ ἀνάχυσίν τινα καὶ μετάστασιν τὴν εἰς ὅπερ οὐκ ἦν. Τὸ γὰρ οἰκεῖν ἐν ἑτέρῳ λεγόμενον οὐκ αὐτὸ γέγονε τοῦθ’ ὅπερ ἐστὶ τὸ ἐν ᾧ κατοικεῖ, νοεῖται δὲ μᾶλλον ἕτερον ἐν ἑτέρῳ». | |
30 | Καὶ ἐν τῇ ἑρμηνείᾳ δὲ τοῦ Λευϊτικοῦ· «Διὰ τοῦτο καὶ δύο λαμβάνεται τὰ ὀρνίθια καὶ νοεῖται πάλιν ὡς ἓν ἀμφό‐ τερα, πλὴν ζῶντα καὶ καθαρά. Ζωῆς γὰρ καὶ καθαρό‐ | |
τητος ἁπάσης παρεκτικὸς καὶ αὐτὸς καθ’ ἑαυτὸν ὁ λό‐ γος καὶ ὁ ἐκ παρθένου ναὸς τὸν αὐτὸν λόγον ἔχων ἐν | 164 in vol. 4 | |
35 | ἑαυτῷ· ἦν γὰρ ἴδιον αὐτοῦ τὸ σῶμα, καὶ οὐχὶ ἀλλότριον φόρημα. Διά τοι τοῦτο καὶ εἷς Κύριος Ἰησοῦς Χριστός». Καὶ ἐν τῇ ἑρμηνείᾳ δὲ τοῦ κατὰ Μάτθαιον εὐαγγελίου· «Οὐκοῦν ὁ στατὴρ ὁ ἀληθινός τε καὶ νοητὸς καὶ ὡς ἐν τύπῳ τῷ ἐξ ὕλης δηλούμενος αὐτός ἐστιν ὁ Κύριος ἡμῶν | |
40 | Ἰησοῦς ὁ Χριστός, διπλοῦς χαρακτήρ». Καὶ μεθ’ ἕτερα· «Ὁ στατὴρ τοιγαροῦν ὁ νοητός, τουτέστι τὸ νόμισμα τὸ βασιλικόν, ὁ ἐν ἑνότητι διπλοῦς χαρακτήρ, ἑαυτὸν | |
Bibl.229263a | ὑπὲρ πάντων ὡς παρὰ πάντων προσκεκόμικε τῆς ἡμετέρας ζωῆς ἀντίλυτρον». | |
2 | Καὶ ἐν τῷ κατὰ Ἀρείου λόγῳ πάλιν· «Διττὸς οὖν ἄρα ἐστὶν ὁ ἐφ’ υἱῷ λόγος· ἀναθετέον δὴ οὖν ὡς Θεῷ τὰ Θεοῦ καὶ ὡς καθ’ ἡμᾶς γεγονότι τὰ | |
5 | ἀνθρώπινα». Καὶ πάλιν· «Ἆρ’ οὖν, ἐρήσομαι γάρ, σοφοὶ καὶ ἀγχίνοι καταλογισθεῖεν ἂν οἱ διφυᾶ καὶ διπλοῦν τὸν ἔν γε τούτοις προσιέμενοι λόγον, καὶ καιροῖς ἀπονέμον‐ τες τοῖς καθήκουσι τὴν μυσταγωγίαν;» Καὶ ἐν τῷ θʹ λόγῳ τῆς ἐν πνεύματι λατρείας· «Ἐξ ἀργύρου δὲ καὶ ἐκ | |
10 | δυοῖν ἡ βάσις· λαμπρὸς γὰρ ἐν γῇ καὶ διαφανὴς ὁ Χριστός, κατά γε τὸ Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, καὶ οἱονεὶ διφυᾶ τὴν γνώμην ἔχων. Νοεῖται γὰρ ἐν ταὐτῷ Θεὸς καὶ ἄνθρωπος. Τουτὶ γὰρ οἶμαί ἐστι τὸ διπλῆν ἐξ ἀργύρου τὴν βάσιν ἔχειν». Καὶ ἐν τῷ κατὰ | |
15 | Νεστορίου λόγῳ· «Ἑτέρα μὲν γὰρ παρὰ τὸν τοῦ Θεοῦ λό‐ γον ἡ σάρξ, κατά γε τὸν τῆς ἰδίας φύσεως λόγον, ἑτέρα δὲ πάλιν οὐσιωδῶς ἡ αὐτοῦ τοῦ λόγου φύσις». Οὕτω σύμ‐ φωνος τῶν τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου δογμά‐ των ἡ Κυρίλλου πανταχοῦ δόξα. | |
20 | Πάλιν μέντοι τῆς αὐτῆς ὁσίας συνόδου φαμένης· | |
«Οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σῳζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκα‐ τέρας φύσεως, καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης», ὅρα πῶς κατ’ οὐδένα τρόπον ὁ νικη‐ | 165 in vol. 4 | |
25 | φόρος Κύριλλος διαφωνεῖ. Ἐν γὰρ τῇ πρὸς τὸν Νεστό‐ ριον αʹ φησὶν ἐπιστολῇ· «Οὐχ ὡς τῆς τῶν φύσεων δια‐ φορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, ἀποτελεσασῶν δὲ μᾶλλον ἡμῖν τὸν ἕνα Κύριον καὶ υἱὸν καὶ Χριστόν, θεό‐ τητός τε καὶ ἀνθρωπότητος διὰ τῆς ἀφράστου καὶ ἀπορ‐ | |
30 | ρήτου πρὸς ἑνότητα συνδρομῆς». Καὶ πάλιν ἐν τοῖς σχο‐ λίοις· «Προσκυνεῖ μὲν γὰρ ὡς τὴν προσκυνοῦσαν φύσιν λαβών, προσκυνεῖται δὲ πάλιν ὁ αὐτὸς ὡς τῆς προσ‐ κυνουμένης φύσεως ὑπάρχων ἐπέκεινα, καθὸ νοεῖται Θεός». Καὶ σκόπει ὡς οὔτε τὰ κατ’ εὐθεῖαν ἄρθρα, οὔτε | |
35 | τὰ κατ’ αἰτιατικὴν μερισμὸν εἰσάγει τῷ ἱερῷ Κυρίλλῳ τοῦ ἑνὸς Χριστοῦ. | |
36 | Πάλιν δὲ ὁ αὐτὸς ἐν τοῖς αὐτοῖς σχο‐ λίοις φησίν· «Οὐ διοριστέον ἄρα τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν ἰδικῶς καὶ εἰς Θεὸν ἰδικῶς, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν Ἰησοῦν Χριστὸν δεῖ φρονεῖν τοῖς τῶν φύσεών φα‐ | |
40 | μεν εἰδόσι τὴν διαφορὰν καὶ ἀσυγχύτως ἀλλήλαις τη‐ ροῦσιν αὐτάς». Καὶ ἐν τοῖς θησαυροῖς· «Τέλος δὲ τί ἂν ἕτερον εἴη ἣν ἄγνοιαν ἔφησεν οἰκονομικῶς, ἢ ἀποσῴ‐ | |
Bibl.229263b | ζειν πάλιν τῇ ἀνθρωπότητι τὴν αὐτῇ πρέπουσαν τάξιν; ἀνθρωπότητος γὰρ ἴδιον τὸ μὴ εἰδέναι τὰ μέλ‐ λοντα». Καὶ ἐν τῇ πρὸς Σούκενσον δευτέρᾳ ἐπιστολῇ· «Εἰ γὰρ καὶ εἷς λέγοιτο πρὸς ἡμῶν ὁ μονογενὴς υἱὸς τοῦ Θεοῦ | |
5 | σεσαρκωμένος καὶ ἐνανθρωπήσας, οὐ πέφυρται διὰ τὸ ἐκείνοις δοκοῦν, οὔτε μὴν εἰς τὴν τῆς σαρκὸς φύσιν με‐ ταπεφοίτηκεν ἡ τοῦ λόγου φύσις, ἀλλ’ οὐδὲ ἡ τῆς σαρ‐ κὸς εἰς τὴν αὐτοῦ, ἀλλ’ ἐν ἰδιότητι τῇ κατὰ φύσιν ἑκα‐ | |
τέρου μένοντός τε καὶ νοουμένου». Ὁ ταῦτα οὕτω δεχόμενος | 166 in vol. 4 | |
10 | λύει τὸ σκάνδαλον· ὁ δὲ ἐναντίως φερόμενος ὑπόκειται τῇ φοβερᾷ ἀποφάσει τῆς ἀχράντου φωνῆς λεγούσης ἐν τοῖς εὐαγγελίοις· «Οὐαὶ δι’ οὗ ἔρχεται τὸ σκάνδαλον». Οὕ‐ τως ἡ σύνοδος καὶ ὁ Κύριλλος· καὶ οὐχ ὁ Κύριλλος μόνον, ἀλλὰ καὶ πᾶς ὁ ἄλλος τῶν ἱερῶν ἀνδρῶν χορός, ὥσπερ | |
15 | ὁμόφρονες, οὕτω γνωρίζονται καὶ ὁμόφωνοι. Ἀλλ’ ἔτι σκόπει τὸ ἀναίσχυντον τῆς αἱρέσεως· ἐπι‐ καλεῖ γὰρ αὐτῷ τὴν ἐπιστολὴν τόμον καλέσαντι, ἀγνοοῦν‐ τες οἱ παράπληγες ὡς αὐτός τε Κύριλλος καὶ ὁ πολύ‐ αθλος Ἀθανάσιος καὶ πολὺς ἄλλος τῶν ἁγίων ὅμιλος | |
20 | τοὺς ἰδίους ὑπὲρ εὐσεβείας πόνους τόμους ἐκάλεσαν, ὥστε μάτην αὐτοῖς τὸ τοῦ τόμου ὄνομα τὴν τομὴν ἐφάντασε καὶ διαίρεσιν. Ἀλλ’ οὐκ ἐπιλείπουσιν οἱ τῆς αἱρέσεως ἐρασταὶ κα‐ ταισχυνόμενοι καὶ ἀναιδευόμενοι τὸ «ἐν ὅσῳ τὰ συναμ‐ | |
25 | φότερα μετ’ ἀλλήλων ἐστίν» ὡς χρονικὴν καὶ πρόσκαιρον ἐπαγγελλόμενον τὴν συνάφειαν· τὸ γὰρ ἐν ὅσῳ ἀντὶ τοῦ ἕως λαμβάνεσθαι. Ἀλλ’ ὁ μὲν ἱερὸς συγγραφεὺς δείκνυσι τὸ ἐπίρρημα παρὰ τοῖς ἱεροῖς λογίοις οὐ χρονικὴν μό‐ νον διάνοιαν ὑποσημαῖνον, ἀλλ’ ἐν πολλοῖς πολλάκις | |
30 | καὶ τὸ ἀπέραντον· ἐμοὶ δὲ δοκεῖ τὸ ἐν ὅσῳ ἐνταῦθα οὐδὲ τὴν ἕως δύναμιν ἔχειν, ἀλλ’ ἀντὶ τοῦ καθὸ παρει‐ λῆφθαι μᾶλλον. Πλὴν ἀλλὰ γὰρ καὶ ὁ θεολόγος Γρη‐ γόριος τὰς αὐτὰς προεῖπε φωνάς, οἷς ὁ ἐν ἁγίοις Λέων ἠκολούθησε. | |
35 | Πάλιν δὲ ἡ αἵρεσις διαβάλλει τὸν ὅσιον Λέοντα διότι, φησίν, εἶπε τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ τό τε ταπεινὸν τῆς σαρκὸς καὶ τὸ μέγεθος τῆς θεότητος. Καίτοι γε εἰ μὲν μὴ προειπὼν τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ, τάχα ἂν τοῖς ἄφροσι παρεῖχε λαβῆς ὑπόνοιαν ὡς ἀνὰ μέρος | |
40 | τίθησι τὴν σάρκα καὶ τὴν θεότητα, εἰ καὶ μηδὲ τοῦτο ἡ λέξις μηδὲ τότε ἐδήλου· ἐπεὶ δὲ προειπὼν τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ ἐπήγαγε τό τε ταπεινὸν τῆς σαρκὸς καὶ | 167 in vol. 4 |
Bibl.229264a | τὸ μέγεθος τῆς θεότητος, πῶς οὐκ ἐσχάτης ἐστὶ μανίας ἐν αἰτίαις ποιεῖν τὸν ἀναίτιον; Ὅτι δὲ καὶ τῶν ἱερῶν ἡμῶν πατέρων γέμει τὰ γράμματα τὰς τοιαύτας φω‐ νάς, περιττὸν οἶμαι παριστάνειν τῇ παραθέσει τῶν χρή‐ | |
5 | σεων. | |
5 | Καίτοι καὶ εἴ τι τοιοῦτον ὑπενοεῖτο τοῖς τοῦ μακα‐ ρίου Λέοντος ῥήμασιν, ἐχρῆν κατὰ τὸν ἐν ἁγίοις Γρη‐ γόριον τὸ ἀμφίβολον πρὸς τὸ εὐσεβέστερον εὐλαβῶς ἑλκῦσαι ἀλλὰ μὴ θρασέως οὕτω πρὸς τὴν ἀσέβειαν ἐκβιάσασθαι· εἰ δὲ ἐν οὐδενὶ λόγῳ αὐτοῖς ὁ θεολόγος | |
10 | Γρηγόριος, ἀλλ’ οὖν γε δυσωπηθῆναι τὸν ἀπόστολον Παῦλον λέγοντα· «Αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ». Οἱ δὲ πάλιν ἐπιπηδῶσι τοῖς τοῦ ἀνδρὸς ῥήμασιν, ἐν οἷς φησιν· «Ἐνεργεῖ γὰρ ἐν ἑκατέρᾳ μορφῇ μετὰ τῆς | |
15 | θατέρου κοινωνίας ὅπερ ἴδιόν ἐστι, τοῦ μὲν λόγου κατερ‐ γαζομένου τοῦθ’ ὅπερ ἐστὶ τοῦ λόγου, τοῦ δὲ σώματος ἐκ‐ τελοῦντος ἅπερ ἐστὶ τοῦ σώματος». Ἰδού, φασί, δύο πρό‐ σωπα εἴρηκε, καὶ ἰδίᾳ τὰς ἐνεργείας ἐκήρυξε. Καίτοι γε οὐ‐ δὲν τοιοῦτον οὔτε ἡ λέξις οὔτε ἡ ἀκολουθία ἀπαιτεῖ τοῦ | |
20 | νοήματος. Ποῦ γὰρ εἶπεν ὡς ἀνὰ μέρος καὶ ἀνὰ μέρος μορφὴ ἑκατέρα ἐνεργεῖ; Ἢ ποῦ παρέλιπε τὸ μετὰ τῆς θατέρου κοινωνίας, τουτέστιν ἐν τῇ ἑνώσει τῶν φύσεων; Εἰ δ’ οὗτος ταῦτα εἰπὼν ὑπ’ αἰτίαν, καὶ Κύριλλος οὐκ ἄλλα λέγων ἐν τοῖς κατὰ Νεστορίου λόγοις τῆς αὐτῆς ἔνοχος | |
25 | μέμψεως· «Παρεχώρει μὲν γὰρ τὸ σῶμα, φησί, τοῖς | |
τῆς ἰδίας χρᾶσθαι φύσεως νόμοις, καὶ τὴν τοῦ θανάτου γεῦσιν ἐδέχετο, καὶ τοῦτο παθεῖν ἐφέντος αὐτῷ χρη‐ σίμως τοῦ ἑνωθέντος λόγου». Καὶ πάλιν ἐν τοῖς θησαυ‐ ροῖς· «Ἐπιτρέπει δὲ τῷ σώματι καὶ τῇ ἀνθρωπότητι τὰ | 168 in vol. 4 | |
30 | αὐτοῖς φύσει προσόντα, εἰς ἀπόδειξιν τοῦ ὄντως καὶ κατὰ ἀλήθειαν φορῆσαι σάρκα καὶ ἄνθρωπον γενέσθαι κατὰ τὰς γραφάς». Ἀλλὰ ταῦτα μὲν ταύτῃ. Ὅτι δὲ ἡ μορφὴ οὐχ ὑπόστασις ἢ πρόσωπον νοεῖται ἀλλ’ οὐσία, Βασίλειος μὲν ὁ λαμπρὸς τῆς ἐκκλησίας | |
35 | κῆρυξ ἐν τῷ κατ’ Εὐνομίου λόγῳ τρανῶς διδάσκει, καὶ Κύριλλος δὲ ἐν τοῖς θησαυροῖς λέγων· «Ἣν ἔλαβε μορ‐ φὴν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, ὁμοουσία ἡμῶν ἐστιν, ὅτι καὶ ἐξ ἡμῶν. Ἔστι δὲ Θεοῦ μορφὴ ὁ υἱός· ὁμοούσιος ἄρα ἐκείνου οὗ καὶ ἔστιν ἐν μορφῇ». Καὶ πρὸ τούτων ὁ | |
40 | μέγας Παῦλος· «Ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρ‐ παγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκέ‐ | |
Bibl.229264b | νωσε μορφὴν δούλου λαβών». Δῆλον γὰρ οὐχὶ πρό‐ σωπον ὑπῆρχεν ὁ υἱὸς τοῦ πατρός, οὐδὲ τῆς αὐτῆς ὑποστά‐ σεως, ἀλλὰ τῆς αὐτῆς οὐσίας, ἐν ᾗ καὶ εἶναι λέγεται. Πάλιν δὲ ὁ ἐν ἁγίοις Βασίλειος ἐν τῷ κατ’ Εὐνομίου λόγῳ, ἐν | |
5 | τῷ πρώτῳ κεφαλαίῳ, οὕτω φησίν· «Τὸ ἐν μορφῇ ἐν οὐσίᾳ ἐστὶ Θεοῦ. Οὐ γὰρ ἄλλο μορφὴ καὶ ἄλλο οὐσία Θεοῦ, ἵνα μὴ σύνθετος ᾖ. Ὁ οὖν κατὰ μορφὴν ἴσος κατ’ οὐσίαν ἴσος». Τὰ αὐτὰ δὲ καὶ ὁ ἐν ἁγίοις Ἀμφιλόχιος ὁ Ἰκονίου ἐν τῇ πρὸς Σέλευκον ἐπιστολῇ· «Ὥστε τὴν τοῦ Θεοῦ μορφὴν | |
10 | καὶ τὴν τοῦ δούλου μορφὴν συντελεῖν εἰς ἓν πρόσωπον υἱοῦ τε καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, οὕτω Θεόν τε καὶ ἄνθρω‐ πον ὁμολογῶ τὸν Χριστὸν τὸν υἱὸν τοῦ Θεοῦ, ἕνα δὲ υἱὸν δύο φύσεων, παθητῆς τε καὶ ἀπαθοῦς, θνητῆς τε καὶ | |
ἀθανάτου, νοητῆς καὶ ἀοράτου, ψηλαφητῆς καὶ ἀνε‐ | 169 in vol. 4 | |
15 | πάφου, ἀνάρχου καὶ ἀρχομένης, ἀπεριγράφου καὶ περιγε‐ γραμμένης». | |
16 | Τοῦ μέντοι γε προκειμένου ἀνδρός, ὡς τὸ ἐπίσημον ἐπ’ εὐσεβείᾳ ἔχοντος, ὁ ἱερὸς Κύριλλος κατὰ τὴν ἱερὰν γʹ σύνοδον παρήγαγε μαρτυρίας κατὰ Νεστο‐ ρίου. Καὶ μὴν καὶ Πρόκλος ὁ Κωνσταντινουπόλεως καὶ | |
20 | Κυριακὸς ὁ τῆς Πάφου ἐπίσκοπος, εἷς ὢν τῶν τιηʹ ἁγίων πατέρων, τὰ αὐτά φησιν, ὁ μὲν ἐν Πουλχερια‐ ναῖς μετὰ τὸ γενέθλιον, ὁ δὲ ἐν τῷ εἰς τὰ θεοφάνια λόγῳ. Ὁ αὐτὸς δὲ καὶ ἐν τῷ περὶ ἐνανθρωπήσεως τὰ αὐτὰ λέγει· ἀλλά γε δὴ καὶ ὁ Χρυσόστομος ἐν τῷ περὶ | |
25 | τῆς ἀναλήψεως λόγῳ. Καὶ ὁ Γρηγόριος δὲ ὁ Νύσσης ἐν τοῖς κατ’ Εὐνομίου ταῦτά φησι· «Τί τὸ τῆς δόξης ἀπαύγασμα; Τί τὸ τοῖς ἥλοις καταπειρόμενον; Ποία μορφὴ ἐπὶ τοῦ πάθους ῥαπίζεται, καὶ ποία ἐξ ἀϊδίου δοξά‐ ζεται;» Οὕτω μὲν οὖν [οὕτω] σύμφωνοι πανταχοῦ τῇ τε | |
30 | ἁγίᾳ συνόδῳ καὶ τῷ ἱερῷ ἀνδρὶ Λέοντι καὶ ὁ προγενέστερος ἅπας τῶν ἁγίων χορός. Ἀλλ’ ἡ αἵρεσις πάλιν ἀναισχυντοῦσα κατὰ τοῦ ἱεροῦ Λέοντός φησιν ἐν τῷ εἰπεῖν αὐτὸν «τὸ μὲν αὐτοῦ δια‐ λάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτω‐ | |
35 | κεν» υἱῶν δυάδα συνεισάγει καὶ ὑποστάσεων. Καίτοι εἰ «ὁ μέν, ἔφη, διαλάμπει τοῖς θαύμασιν, ὁ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν», εἶχεν ἂν προφάσεως κἂν γοῦν σχῆμα ἡ λαβή. Ὅτε δὲ τοῦτο μὲν παντελῶς οὐ λέγει, ἀλλὰ τὸ μὲν αὐτοῦ διαλάμπειν τοῖς θαύμασιν, τὸ δὲ | |
40 | ὑποκεῖσθαι ταῖς ὕβρεσι, τοῦ αὐτοῦ εἶναι λέγων ἀμφότερα, τά τε πάθη καὶ τὰ θαύματα, πῶς ἂν ἀσεβείας τινὸς | |
Bibl.229265a | λαβὴν παράσχοι; | |
1 | Τὸ αὐτὸ δὲ καὶ πάντες οἱ πατέρες ἡμῶν ἐκδιδάσκουσιν. Ὁ δέ γε Νύσσης Γρηγόριος ἐν τῷ κατ’ Εὐνομίου γράφων οὐδ’ οἷς μᾶλλον ἀνασοβεῖται ἡ αἵρεσις, οὐδὲ τούτοις χρήσασθαι παρῃτήσατο. Οὐ γὰρ κατὰ | 170 in vol. 4 |
5 | τὸ οὐδέτερον, ἀλλὰ κατὰ τῆς φωνῆς τὸ ἀρρενικὸν προ‐ άγει τὸν λόγον. Λέγει γάρ· «Τίς ὁ κοπιάσας ἐκ τῆς ὁδοι‐ πορίας, καὶ τίς ὁ ἀπόνως ὅλον τὸν κόσμον ὑποστήσας τῷ λόγῳ;» Καὶ κατὰ συνέχειαν· «Τί τὸ τῆς δόξης ἀπαύ‐ γασμα, καὶ τί τὸ τοῖς ἥλοις καταπειρόμενον;» Φανερὰ | |
10 | γὰρ ταῦτα, φησί, κἂν μή τις ἑρμηνεύσῃ τῷ λόγῳ. Πάλιν δὲ διασύρουσι τὸν ἐν ἁγίοις Λέοντα φάμε‐ νον οὕτως ὅτι «καθάπερ ὁ λόγος ἀπὸ τῆς ἰσότητος τῆς τοῦ πατρὸς δόξης ἐστὶν ἀχώριστος, οὕτω τὸ σῶμα τὴν φύσιν τοῦ ἡμετέρου γένους οὐκ ἀπολέλοιπε». Καὶ τί | |
15 | διαφέρει ταῦτα τοῦ λέγειν ὁμοούσιον ἡμῖν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα καὶ ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα; Ὃ τῷ Εὐτυχεῖ μόνον οὐκ ἀρέσει καὶ ὅσοι τῆς ἐκείνου μανίας ὑπόδικοι. Καίτοι ὁ ἐν ὁσίοις Λέων τοῖς εἰρημένοις ἐπιφέρει· «Εἷς γὰρ καὶ ὁ αὐτὸς ἀληθῶς υἱός | |
20 | τε Θεοῦ καὶ ἀληθῶς υἱὸς ἀνθρώπου ὑπάρχει», ὃ πᾶσαν ἀσεβούντων ἰσχὺν ἄμαχον ἔχει καταισχῦναι κακόνοιαν. Ταῦτα μὲν οὖν παρὰ τῶν αἱρετικῶν προτεινόμενα πρὸς λαβὴν τῆς εὐσεβείας γενναίως ὁ ἐν ἁγίοις Ἐφραΐ‐ μιος ἐπελύσατο. Τίθησι δὲ καὶ αὐτὸς οἴκοθεν τοῦ αὐτοῦ | |
25 | τόμου ῥήματα, ἐν οἷς τοῦ ἀρχιερέως αὐτοῦ τῆς εὐσε‐ βείας ἐξαστράπτει τὸ κήρυγμα, καὶ οὐδ’ ἡ ἀναίσχυντος τῶν ἀσεβούντων τόλμα ἐπιλαβέσθαι τινὸς τούτων οὐμενοῦν οὐδαμῶς ἀπηναισχύντησεν. Ὧν ἐκ πολλῶν ἐστιν ἓν καὶ τὸ «ὁ ἀπαθὴς Θεὸς οὐκ ἀπηξίωσε παθητὸς γενέσθαι ἄν‐ | |
30 | θρωπος, καὶ ὁ ἀθάνατος νόμοις ὑποκεῖσθαι θανάτου». Ἀναθεματίζει δὲ τρανῶς ἡ σύνοδος καὶ Νεστόριον διὰ τοῦ αὐτοῦ Λέοντος, οὕτω λέγουσα· «Ἀναθεματιζέσθω Νεστόριος ὁ τὴν μακαρίαν παρθένον Μαρίαν οὐχὶ τοῦ Θεοῦ, ἀνθρώπου δὲ μόνον πιστεύων εἶναι μητέρα, ἵνα τῆς μὲν | 171 in vol. 4 |
35 | σαρκὸς ἄλλο τῆς δὲ θεότητος ἄλλο πρόσωπον ἀπερ‐ γάζηται». Πῶς οὖν τὰ Νεστορίου φρονεῖ ὁ Νεστόριον καὶ τὰ αὐτοῦ δόγματα οὕτω καταδικάζων; Πάλιν δὲ ἐπηρεάζουσιν οἱ αἱρετικοὶ τὴν δʹ σύνοδον, λέγοντες ὡς ἐδογμάτισε μηδενὶ ἐξεῖναι προφέρειν ἤγουν | |
40 | συγγράφειν ἢ συντιθέναι ἢ φρονεῖν πίστιν ἑτέραν παρ’ ἣν ἐξέθετο αὐτή. Καίτοι οὐ τοῦτο ἡ σύνοδος διωρίσατο, κἂν ἀναισχύντως οὗτοι καταψεύδωνται ἀλλὰ τὴν πίστιν | |
Bibl.229265b | ἣν οἱ τιʹ καὶ ηʹ ἅγιοι πατέρες ἐξέθεντο τιμῶσά τε καὶ θειάζουσα, παρὰ ταύτην ἔφησε μηδενὶ ἐξεῖναι προφέρειν ἑτέραν πίστιν καὶ τὰ ὑπόλοιπα. Δῆλον δέ ἐστιν ἐξ αὐ‐ τῶν μάλιστα τῶν συνοδικῶν φωνῶν, ὧν καὶ μόνον ἀνα‐ | |
5 | γινωσκομένων οὐδεμιᾶς ἄλλης δεῖσθαι κατασκευῆς ἢ συστάσεως ἐπιδειχθεῖσα ἡ ἀλήθεια. Καὶ οὐχ ὥρισε μὲν τοῦτο, ἔπραξε δὲ ἄλλως, ἀλλ’ ὡς ὥρισεν, οὕτω πανταχοῦ καὶ διαπραττομένη γνωρίζεται· καὶ γὰρ τοὺς τῇ εὐσεβείᾳ προσιόντας οὐκ ἄλλο σύμβολον, ἀλλὰ τῶν τιηʹ ἁγίων | |
10 | πατέρων ἐκδιδάσκει καὶ παραδίδωσι. Γέλωτα δὲ μᾶλλον καθ’ ἑαυτῶν ἢ διαβολὴν τῆς συνόδου καταχέουσιν ἐν οἷς φασιν αὐτὴν ὑπὸ πολλῶν διασύρεσθαι. Πόσαι γὰρ τῆς πρώτης καὶ οἰκουμενικῆς ἁγίας συνόδου κατεῖπον σύνοδοι, καὶ τότε ἀρχιερέων | |
15 | οὖσαι πλήρωμα; Τὴν δὲ τῶν ρνʹ οὐδ’ εἰ γέγονέ τινες τῶν Αἰγυπτίων εἰδέναι ἠθέλησαν. Ἀλλ’ ἐάσωμεν τὸ ἀλόγιστον. | |
Ἐπεὶ δὲ χρῆσίν τινα τοῦ Ἰουλίου Ῥώμης οἱ πρὸς οὓς ἔγραφεν ὑπὲρ τῆς ἰδίας δυσσεβείας (ὡς ἐνόμιζον) | 172 in vol. 4 | |
20 | προσεκόμισαν, τὴν μὲν χρῆσιν ὁ σοφὸς συγγραφεὺς ἐπε‐ δείξατο κατά τε τοῦ Σαμωσατέως Παύλου καὶ τῆς νεστο‐ ριανῆς δευτέρας αἱρέσεως εἰρῆσθαι, καὶ κωλύειν τὰς δύο φύσεις ἰδικῶς καὶ ἀνὰ μέρος φρονεῖν, ὥσπερ καὶ δύο ὑποστάσεις καὶ πρόσωπα καὶ υἱούς. Καὶ γὰρ ἡ μία φύσις | |
25 | ἐπὶ Χριστοῦ τῷ Ἰουλίῳ ἐνταῦθα ἀντὶ τῆς ὑποστάσεως εἴληπται, καὶ οὐδὲν οὔτε τῇ ἀληθείᾳ οὔτε τοῖς ἄλλοις θεοφόροις ἡμῶν πατράσιν ἀπομάχεται, καὶ δῆλον τοῦτο ποιεῖ ὁ θεῖος Ἰούλιος κατὰ Μαρκίωνος καὶ Οὐαλεντίνου καὶ Ἀπολιναρίου καὶ Εὐτυχέως διὰ τῶν ἱερῶν αὐτοῦ | |
30 | φωνῶν τὸ βέλος ἀφείς. Ἔφη γὰρ ἐν τῷ λόγῳ τῷ περὶ τοῦ ὁμοουσίου· «Ὅθεν ἐξ ἀνάγκης καὶ τὸ σωματικὸν κα‐ θόλου καὶ τὸ θεϊκὸν καθόλου λέγεσθαι. Καὶ ὁ μὴ δυνάμενος ἐν τοῖς ἡνωμένοις διαφόροις εἰδέναι τί τὸ ἴδιον ἑκατέρου, ἐναντιώμασιν ἀσυμφώνοις περιπεσεῖται. Ὁ δὲ καὶ τὰ | |
35 | ἴδια γινώσκων καὶ τὴν ἕνωσιν φυλάττων οὔτε τὰς φύ‐ σεις ψεύδεται οὔτε τὴν ἕνωσιν ἀγνοήσειεν». Ὥστε φανερὸν ὡς ὁ θαυμαστὸς Ἰούλιος τὰς δύο φύσεις ἀνομολογῶν, τὴν μίαν φύσιν ἐν τῷ προτεθέντι ῥητῷ ἀντὶ τῆς ὑπο‐ στάσεως παρέλαβεν. | |
40 | Ἐλέγχει δὲ καὶ ἕτερά τινα οὐκ ὀλίγα ἄτοπα, ἃ οἱ πρὸς οὓς ἀντέγραφεν ὁ φιλόθεος Ἐφραΐμιος τῇ οἰκείᾳ ἐντεθείκασιν ἐπιστολῇ, δεικνὺς αὐτὰ δυσσεβείας γέμοντα. | |
Bibl.229266a | Ἐκεῖνο δέ ἐστι θαυμάζειν ἄξιον, ὅτι ἃ Κύριλλος μὲν προεῖπεν, ἐκεῖνα δὲ ἡ σύνοδος λαβοῦσα προήνεγκε (λέγω δὴ τὸ οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημέ‐ νης διὰ τὴν ἕνωσιν, καὶ πάλιν τὸ συντρεχουσῶν τῶν φύ‐ | |
5 | σεων εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν), ταῦτα οἱ | |
ἐπὶ Κυρίλλῳ σεμνυνόμενοι διασύρουσιν. Ἀλλὰ γὰρ ταῦτα διελθὼν ὁ θεοφιλὴς Ἐφραΐμιος παρατίθησιν ἐπιστολὰς τοῦ τε ἐν ἁγίοις Συμεῶνος, τοῦ τὴν ἐν τῷ κίονι στάσιν ἀθλήσαντος, καὶ Βαραδάτου | 173 in vol. 4 | |
10 | πρὸς Βασίλειον τὸν ἐπίσκοπον Ἀντιοχείας ἐπεσταλμέ‐ νας καὶ δὴ καὶ πρὸς Λέοντα τὸν βασιλέα ἑκατέρου | |
Bibl.229266b | τούτων ἰδίᾳ πρὸς ἑκάτερον τοῖν δυοῖν ἀνὰ μιᾶς γεγραμμένης. Τοῦ μέντοι γε Ἰακώβου μία καὶ αὐτὴ πρὸς τὸν αὐτὸν εὐσεβέστατον ἐγράφη βασιλέα. Ἅπασαι δὲ ἀφε‐ λεῖ μὲν συντέθεινται καὶ ἁπλῷ λόγῳ, πνεύματος δὲ πεπλή‐ | |
5 | ρωνται καὶ τῆς ἱερᾶς ἡμῶν σοφίας. Πρεσβεύουσι δ’ ὁμοίως τὴν ἐν Καλχηδόνι σύνοδον, ἐν τοῖς εὐσεβεστά‐ τοις ταύτης δόγμασι διαμένειν τοὺς γεγραφότας ἀνο‐ μολογοῦσαι, καὶ τοὺς δεχομένους αὐτὰς στέργειν καὶ κη‐ ρύσσειν τὰ ἐν τῇ ὁσίᾳ σπουδῇ δογματισθέντα παρά‐ | |
10 | κλησίν τε καὶ παραίνεσιν συνεισάγουσαι. | 174 in vol. 4 |
Bibl.230267a(2) | Ἀνεγνώσθη τοῦ ἐν ἁγίοις Εὐλογίου βίβλος πλη‐ ρουμένη λόγοις ιαʹ. Τούτων ὁ πρῶτος Ῥώμης ἀρχιερέα ἔλεγε πρὸς ὃν ἔγραφεν· ὃς ἐδέξατο παρὰ τοῦ συγγραφέως | |
5 | ἐπιστολὴν συνοδικήν, ἐνδεῖν δὲ αὐτὴν ἀντεδήλωσεν, ὅτι μήτε τῶν τεσσάρων συνόδων τὰς προσηγορίας ῥήματι εἶπε, μήδ’ ἔνθα συνέστησαν, ἀλλὰ μηδὲ τοῦ πλήθους τὸν ἀριθμὸν ἑκάστης ἐσήμηνε· καὶ ὅτι οὐδ’ ἡ τοῦ ἐν ἁγίοις Λέοντος ἐπιστολὴ ἐπὶ λέξεως μνήμης ἔτυχεν, | |
10 | ἀλλὰ μήδ’ Εὐτυχὴς μηδὲ Διοσκόρος μηδὲ Σεβῆρος ἀναθέματι παρεδόθησαν, καὶ διότι ἡ ἐν δύο φωνὴ ἀμυ‐ δρότερον ἢ ὅσον ἐχρῆν ἀπηγγέλλετο. | |
12 | Ἃ μὲν ὁ τὰ συν‐ οδικὰ δεξάμενος ᾐτιᾶτο, ταῦτα ἦν· ὁ μέντοι γε θεο‐ φιλὴς ἀνὴρ λόγον ὑπὲρ ὧν ᾐτιάθη διδούς, πρῶτον μὲν | |
15 | περιειλῆφθαι πάντα φησὶν ἐπὶ κεφαλαίων τοῖς συνο‐ δικοῖς ἃ ἔδοξε παραλελεῖφθαι, πλὴν πλατύτερον καὶ νῦν εἰπεῖν περὶ αὐτῶν μηδένα λαβεῖν ὄκνον. Τοῦτο δὲ σπουδαίως τε καὶ θεοφρόνως ἐπιτελῶν εἰς τὸ ἄριστόν τε καὶ τελεώτατον τά τε ἄλλα καὶ τὴν περὶ τῆς πίστεως | |
20 | ἱερὰν ἡμῶν ὁμολογίαν διατίθησιν, ἐμφιλοχωρῶν μά‐ λιστα τῇ κατὰ τὴν οἰκονομίαν ἱερολογίᾳ, ἐν ᾗ τῶν τε | |
δύο φύσεων ἀδιαίρετόν τε καὶ ἀσύγχυτον τὴν καθ’ ὑπό‐ στασιν ἕνωσιν ὑμνεῖ, καὶ τὰς ἑκατέρωθεν αἱρετικὰς παρα‐ φυάδας τῇ μαχαίρᾳ τέμνει τῆς ἀληθείας. | 8 in vol. 5 | |
24 | Κέχρηται δὲ | |
25 | καὶ τῇ λέξει τῆς κράσεως εὐσεβῶς μέν, πλὴν κέχρη‐ ται, μὴ κατὰ τὸν ἄνουν Ἀπολινάριον τῇ φωνῇ κε‐ χρῆσθαι διαμαρτυρόμενος, μὴ μέντοι γε μηδὲ κατὰ τὸν δυσσεβῆ Εὐτυχῆ, ἀλλ’ ὡς ὁ τῆς εὐσεβείας νόμος βού‐ λεται, ἅτε δὴ ἕνα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τρα‐ | |
30 | νολογεῖν ἐν δύο φύσεσιν ἀδιαιρέτοις τε καὶ ἀσυγχύτοις εἰδώς, ἐν τελείᾳ θεότητι καὶ τελείᾳ ἀνθρωπότητι, οὔτε τῆς κράσεως σύγχυσιν αὐτῷ δηλούσης, οὔτε τῆς ἐν δύο φωνῆς διαίρεσιν παρεισαγούσης. Τούτοις δὲ καὶ Ἀθα‐ νάσιον καὶ Κύριλλον συμβαίνειν ὑπαγορεύει, οἷς καὶ | |
35 | αὐτοὶ διωμολόγησαν μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρ‐ κωμένην· ἐν ᾧ γὰρ ἔφησαν σεσαρκωμένην, τὴν προσληφ‐ θεῖσαν ἀνεκήρυξαν φύσιν. | |
37 | Ταῦτα διελθών, καὶ ὡς καὶ ἐν ἄλλοις αὐτοῦ πόνοις γυμνάζει τὴν προκειμένην φωνὴν ἐπισημηνάμενος, τριπλῇ φησι μερίζεσθαι διανοίᾳ | |
40 | τὴν παροῦσαν χρῆσιν. Καὶ γὰρ τὸ σεσαρκωμένη ἢ ἀντὶ τοῦ σαρκὶ ἐσχηματισμένη καὶ οἷον εἰδοποιηθεῖσα, ὥσπερ | |
Bibl.230267b | ὁ χαλκοῦς τῇ μορφῇ τοῦ ἀνδριάντος, ἐκληφθείη ἄν· ἢ ὅτι εἰς σάρκα τῆς τοῦ Λόγου φύσεως τραπείσης καὶ οἷον ἀποσαρκωθείσης μία προῆλθεν ἡ φύσις· ἢ ὅτι μία οὖσα ἡ τοῦ Λόγου φύσις κατὰ τὴν οἰκονομίαν οὐκέτι μία | |
5 | μόνη ἀλλὰ καὶ μετὰ σαρκὸς θεωρεῖται, τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον ἑαυτῇ τε καὶ τῇ προσληφθείσῃ σαρκὶ δια‐ σῴζουσα. | |
7 | Αἱ μὲν οὖν πρῶται δύο ὑπολήψεις Ἀπολι‐ νάριον ἴσασι καὶ Εὐτυχέα· ἡ δὲ τρίτη δόξα τοῦ κηρύ‐ | |
γματός ἐστι τῶν ἀποστόλων, ἣν καὶ ὁ τῶν μακαρίων | 9 in vol. 5 | |
10 | ἡμῶν πατέρων χορὸς ἐκεῖθεν μαθὼν συνετήρησε. Καὶ δῆλον ὡς, εἴ τις εὐσεβεῖν ἐθέλοι ἐν τῷ λέγειν μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην, τὸ αὐτὸ φρονεῖν ἂν χαριτωθείη τοῖς δύο φύσεις ἀδιαιρέτους καὶ ἀσυγχύτους ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ Χριστῷ θεωροῦσί τε καὶ δοξά‐ | |
15 | ζουσιν· εἰ δὲ μή, πρὸς Ἀπολινάριον ἢ Εὐτυχέα πάντως δραμεῖται. Καὶ γὰρ ἐνταῦθα τὴν μίαν μὲν φύσιν ἀντὶ τῆς ὑποστάσεως εἰρῆσθαι, τὸ δὲ σεσαρκωμένην ἀντὶ τῆς ἀνθρωπίνης φύσεως, ὡς μηδὲν διαφωνεῖν τὸν λέγοντα μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην ἢ μίαν ὑπόστασιν | |
20 | τοῦ Λόγου ἀνθρωπίνην φύσιν ἀναλαβοῦσαν. Διὸ καὶ οἱ πατέρες ἡμῶν ἐξηγούμενοι τὴν φωνὴν ἐπάγουσιν· «Οὐκ ἀνῃρημένης τῆς τῶν φύσεων διαφορᾶς καὶ μετὰ τὴν ἕνωσιν, σῳζομένης δὲ μᾶλλον ἑκατέρας ἐν τῷ ἰδίῳ τῆς φύσεως ὅρῳ τε καὶ λόγῳ, ἐν τῷ αὐτῷ καὶ ἑνὶ Χριστῷ τῷ Θεῷ ἡμῶν». | |
25 | Ὥστε εἰ τὰ σῳζόμενα μὲν θεωρεῖται, τὰ δὲ θεωρούμενα ὁμολογεῖται, ἃ δὲ ὁμολογεῖται, καὶ ἀριθμεῖται, φανερὸν ὅτι τὸ λέγειν εὐσεβῶς μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην, καὶ τὸ δύο φύσεις ἀδιαιρέτους ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει, διαφορὰν οὐδεμίαν εἰς τὸν τῆς εὐσεβείας ἐμποιεῖ λόγον. | |
30 | Ταῦτα καὶ τοιαῦτα ἕτερα εἰπὼν περατοῖ τὸν αʹ λόγον. Ὁ δὲ βʹ ἐπιγράφεται μὲν δογματικός, ἔκθεσιν δὲ καὶ οὗτος ἀπαγγέλλει πίστεως· ἐν ᾗ τήν τε Τριάδα εὐσεβο‐ φρόνως θεολογεῖ καὶ τὰ περὶ τὴν οἰκονομίαν ὁμοίως διέξεισι, συνοπτικώτερον μὲν ἢ ἐν τῷ προτεταγμένῳ | |
35 | ταῦτα διεξιών, οὐδὲν μέντοι τῆς ἀκριβείας καθυφιείς. Καὶ ταῦτα διαδραμὼν εἰς παραίνεσιν περαίνει τὴν σπου‐ δήν, δι’ ἧς τοὺς τῆς ἐκκλησίας ἀποφοιτῶντας τὴν κοι‐ νὴν ὁμόνοιαν ἀσπάσασθαι παρακαλεῖ. | |
38 | Ἐν τούτῳ τῷ λόγῳ | |
φησὶν ὡς τῶν ἐν τῇ ἐκκλησίᾳ παραδεδομένων ὑπὸ τῶν | 10 in vol. 5 | |
40 | ὑπηρετῶν τοῦ Λόγου διδαγμάτων τὰ μέν ἐστι δόγματα, τὰ δὲ κηρύγματα. Καὶ ἡ διαφορά, τὰ μὲν δόγματα μετ’ | |
Bibl.230268a | ἐπικρύψεως καὶ σοφίας ἀπαγγέλλεται, καὶ τὴν ἀσάφειαν πολλάκις ἐξεπίτηδες περιβάλλεται, ὡς ἂν μὴ βε‐ βήλοις εἶεν τὰ ἅγια ἔκθετα καὶ οἱ μαργαρῖται τοῖς χοί‐ ροις προκείμενοι, τὰ δὲ κηρύγματα χωρίς τινος ἐπι‐ | |
5 | κρύψεως ἀπαγγέλλεται, καὶ μάλιστα ὅσα εἰς λόγον ἐντολῶν καὶ θείου φόβου συντήρησιν ἀναφέρεται. Εἶναι δὲ καὶ τῶν δογμάτων ἔτι τινὰ μυστικώτερα, ἃ παντελῶς, ὡς τὸ ἔπος φάναι, σεσίγηται, ἐκείνοις δὲ μόνοις μυστικῶς παρα‐ δέδοται, οἳ διὰ Λόγου ζῶντος ἔχουσι πνευματικὴν σοφίαν | |
10 | πιστοῖς ταῦτα παρατίθεσθαι. | |
10 | Ἔτι δὲ διαστολὴν τῶν ἐπὶ Χριστοῦ λεγομένων ποιεῖται, τὰ μὲν ἀληθῶς καὶ κυρίως ὑποτιθέμενος λέγεσθαι, τὰ δὲ κατὰ ἀναφοράν. Ἀναφέ‐ ρεται γὰρ ἀφ’ ἡμῶν, ὡς κεφαλῆς ἐκείνου πάντων ἡμῶν ἀνασχομένου γενέσθαι, ἥ τε ἁμαρτία καὶ ἡ κατάρα καὶ ὅσα | |
15 | παραπλήσια. Λέγει γὰρ ὁ Ἀπόστολος· «Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε». Καὶ πάλιν· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα». Οὕτω δὲ καὶ τὸ ἀνυ‐ πότακτον ἡμῶν καὶ τὴν ἄγνοιαν, ὡς κεφαλὴν τοῦ ὅλου | |
20 | σώματος, ἀναδέχεσθαι, καὶ τό· «Θεέ μου Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» δι’ ἄφατον φιλανθρωπίαν ὡς ἑαυτοῦ τὰ ἡμέτερα οἰκειούμενον. Ὁ δὲ γʹ λόγος κατὰ τῶν συκοφαντησάντων τοὺς ἁγίους πατέρας καὶ τὴν ἐν Καλχηδόνι σύνοδον ἀγω‐ | |
25 | νίζεται. Καὶ πρῶτον μὲν τὰς πρὸς Σούκενσον ἐπιστολάς, αἳ τῷ μακαρίῳ Κυρίλλῳ ἐγράφησαν, καὶ ὅσα ἄλλα ταύταις συντρέχειν δοκοῦσι, διευκρινεῖ (καὶ γὰρ οἱ δι’ ἐναν‐ | |
τίας ἀπὸ τῶν τοιούτων φωνῶν, ὥσπερ ἀπό τινος ἀκρο‐ πόλεως, κατατρέχειν τῶν τῆς εὐσεβείας δογμάτων | 11 in vol. 5 | |
30 | φρυάττονται), ἔπειτα δὲ καὶ τὰς ἄλλας συκοφαντίας ἀποσκευάζεται. | |
31 | Τὸ μὲν οὖν αἱρετικὸν φρόνημα πρῶτον μὲν προτείνει τῆς δευτέρας πρὸς Σούκενσον ἐπιστολῆς χρῆσιν, ἥτις τὸ δύο λέγειν φύσεις ἀδιαιρέτους μετὰ τὴν ἕνωσιν ἐναντίον εἶναί φησι τοῖς μίαν πρεσβεύουσι | |
35 | τοῦ Λόγου φύσιν σεσαρκωμένην. Οἷς ἀνθυποφέρων ὁ συνήγορος λέγει τῆς ἀληθείας, ὡς οἱ μίαν τοῦ Λόγου φύσιν σεσαρκωμένην δοξάζοντες σαφῆ μὲν βούλονται διὰ τῆς φωνῆς ποιεῖν τὴν καθ’ ὑπόστασιν ἕνωσιν, καὶ ὡς ὁ Λόγος οὐκ ἄνθρωπον προϋποστάντα προσέλαβεν | |
40 | ἀλλὰ σὰρξ ὡς ἀληθῶς γέγονεν· ἡ δὲ οὐκ ἐξαρκεῖ τοῦ μυστηρίου δεῖξαι τὸ τέλειον. Ποῦ γὰρ ἔστι διὰ τῆς φωνῆς λαβεῖν εἴτε ἔμψυχος ἦν ἡ ἀναληφθεῖσα σὰρξ ἢ μή, | |
Bibl.230268b | καὶ εἰ ἐσχημάτιστο μόνον τῇ σαρκὶ ἢ ἀληθῶς ἐπε‐ φύκει σάρξ; Πόθεν δ’ ὅτι τέλεια ἢ ὅτι ἀσύγχυτα τὰ συνελθόντα μεμενήκασιν; Οὐδὲν γὰρ τούτων διευκρινη‐ μένον ἐστὶν ἐξ αὐτῆς εὑρεῖν. Διὰ τοῦτο γὰρ καὶ Ἀπολινα‐ | |
5 | ρίῳ καὶ Εὐτυχεῖ τὸ προκείμενον χωρίον περιπτύσσε‐ ται, τῷ μὲν συγχέοντι τὰ συνελθόντα, Ἀπολιναρίῳ δὲ ἄψυχον τὴν σάρκα φανταζομένῳ. Ἀλλὰ καὶ Μά‐ νεντι φίλον ἡ φωνή, σχήματι καὶ φαντασίᾳ τὴν ἐναν‐ θρώπησιν πλάττοντι. | |
9 | Οἱ μέντοι γε λέγοντες δύο φύ‐ | |
10 | σεις ἀδιαιρέτους ἀσύγχυτα μὲν τὰ συνελθόντα φυλάτ‐ τουσιν, οὐδ’ οὗτοι μέντοι διὰ τῶν αὐτῶν φωνῶν τὴν καθ’ ὑπόστασιν κηρύττουσιν ἕνωσιν. Δυνατὸν γὰρ πάλιν κακούργως λαβεῖν τὸ ἡνωμένον, ὡς ὁ Νεστόριος, τιμῇ καὶ δόξῃ καὶ τοῖς ἄλλοις αἱρετικοῖς ἐπιτεχνάσμασι. Διὰ | |
15 | τοῦτο καὶ ὁ θεῖος Κύριλλος κατὰ τὸ πέρας τῆς εἰρη‐ μένης ἐπιστολῆς· «Τὸ δὲ ἀδιαιρέτως, ἔφη, προστεθὲν δοκεῖ μέν πως παρ’ ἡμῖν ὀρθῆς δόξης εἶναι σημαν‐ τικόν, αὐτοὶ δὲ οὐχ οὕτω νοοῦσι. Τὸ γὰρ ἀδιαίρετον παρ’ αὐτοῖς κατὰ τὰς Νεστορίου κενοφωνίας καθ’ ἕτερον | 12 in vol. 5 |
20 | λαμβάνεται τρόπον· φασὶ γὰρ ὅτι τῇ ἰσοτιμίᾳ, τῇ ταυ‐ τοβουλίᾳ τῇ αὐθεντίᾳ ἀδιαίρετός ἐστι τοῦ Θεοῦ Λόγου ὁ ἐν ᾧ κατῴκησεν ἄνθρωπος». Ὥστε διττὸν καὶ ὁ μέγας Κύριλλος οἶδε τὸ ἀδιαίρετον, τὸ μὲν αἱρετικῆς δόξης, τὸ δὲ οἰκεῖόν τε καὶ ὀρθοδόξου φρονήματος. | |
24 | Διχῇ δὲ | |
25 | τοῦ ἀδιαιρέτου λεγομένου, εὐλόγως ἔφησε μάχεσθαι τὸ λέγειν μίαν τοῦ Λόγου φύσιν σεσαρκωμένην τοῖς κατὰ Νεστόριον φάσκουσι δύο φύσεις ἀδιαιρέτους. Αὐτὸ δὲ τοῦτο τὸ ῥητὸν ὀρθῆς γίνεται δόξης, ἀπομε‐ ρισθὲν τῆς ὁμωνυμίας. Ἀπομερίζεται δὲ κατ’ ἄλλους τρό‐ | |
30 | πους, μάλιστα δὲ ἐν τῷ καθ’ ὑπόστασιν προσλαβεῖν ἕνωσιν· αὕτη γὰρ ἡ προσθήκη τὸ ἀκριβὲς πληροῦσα καὶ τὸν δόλον ἐλαύνει Νεστορίου καὶ τοὺς συκοφάντας τῆς εὐσεβείας καταισχύνει. | |
33 | Ἀτελὴς οὖν ἑκατέρα φωνή, ὡς ἐκ τῶν εἰρημένων δῆλον κατέστη, μὴ προσλαβοῦσα τὴν | |
35 | ἑτέραν, λέγω δὴ καὶ ἡ λέγουσα μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην καὶ ἡ δύο φύσεις ἀδιαιρέτους· τελειοῦται δὲ ἑκατέρα συμπλεκομένη τῇ ἑτέρᾳ· ἡ μὲν γὰρ τοῦ Λόγου φύσις σεσαρκωμένη τὴν καθ’ ὑπόστασιν ἁπλῶς ἕνωσιν εἰσάγει, ὁ δὲ τὰς δύο φύσεις λέγων ἀδιαιρέτους τὸ | |
40 | ἄφυρτόν τε καὶ ἀσύγχυτον τῶν συνελθόντων μηνύει. Οὐκοῦν ἀπομερισθεῖσα φωνὴ θατέρας ἡ ἑτέρα καὶ σο‐ φιστικῶς προαγομένη δικαιοτάτην ἂν τὴν κατάγνωσιν | |
Bibl.230269a | ἐνέγκοι. | |
1 | Ὥστε δικαίως καὶ ὁ ἱερὸς Κύριλλος πρὸς | |
Νεστόριον ἀποτεινόμενος ὡς ἀτελῆ τὴν λέγουσαν ῥῆσιν δύο φύσεις ἀδιαιρέτους, καὶ μὴ ἐξαρκοῦσαν τὸ αἱρετικὸν σόφισμα διελέγξαι, παραιτεῖται, καὶ μάχεσθαι αὐτῇ τὴν | 13 in vol. 5 | |
5 | λέγουσαν μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην, μεθ’ ἧς ἡ συντεθεῖσα προῆλθεν, ἀκήρατον τὴν εὐσέβειαν ἐδή‐ λου, τὰς δύο φύσεις ἀδιαιρέτους ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει τρανολογοῦσα. Οὕτω δὴ κἂν μίαν τις προφέρῃ τοῦ Λόγου φύσιν σεσαρκωμένην, καὶ μάλιστα πρὸς Ἀπο‐ | |
10 | λινάριον διαμαχόμενος ἢ Μάνεντα ἢ Εὐτυχέα, ἀτελῶς τε ἂν προφερόμενος εἴη, καὶ τῷ ἐκείνων μᾶλλον φρο‐ νήματι συνεπαμύνων, καὶ τὴν τοῦ Κυρίλλου δόξαν δια‐ πολεμῶν τε καὶ ἀνατρέπων, συναπελαύνων δὲ καὶ τοὺς δύο φύσεις ἀδιαιρέτους ἐν τῇ καθ’ ὑπόστασιν ὁμολογοῦντας | |
15 | ἑνώσει. Ὅτι δὲ τὸ δύο φύσεις ὁμολογεῖν ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει σύνδρομόν ἐστι τῇ εὐσεβῶς δοξα‐ ζούσῃ γνώμῃ μίαν φύσιν τοῦ Λόγου σεσαρκωμέ‐ νην, ἐμαρτύρησε περιφανῶς ὁ φύλαξ τῆς ἀκριβείας | |
20 | Κύριλλος. Τοὺς γὰρ ἀνατολικοὺς τοῦ Θεοῦ ἀρχιε‐ ρεῖς μίαν μὲν τοῦ Λόγου φύσιν σεσαρκωμένην οὐδα‐ μῶς εἰπόντας, δύο δὲ φύσεις ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει καὶ δογματίζοντας καὶ φρονοῦντας, εὖ μά‐ λα καὶ μετὰ πολλῆς τῆς εὐφροσύνης ἀπεδέξατο. Ὁ | |
25 | μὲν γὰρ ἐν ἁγίοις Ἰωάννης, ὃς τὸν ἀρχιερατικὸν τῆς Ἀντιοχείας περιεῖπε θρόνον, ἔγραψεν ὅτι· «Δύο φύ‐ σεων ἕνωσις γέγονε· διὸ ἕνα Χριστόν, ἕνα Υἱόν, ἕνα Κύριον ὁμολογοῦμεν. Κατὰ ταύτην τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν ὁμολογοῦμεν τὴν ἁγίαν Παρθένον | |
30 | θεοτόκον διὰ τὸ τὸν Θεὸν Λόγον σαρκωθῆναι καὶ ἐναν‐ θρωπῆσαι». | |
31 | Ὁ δὲ θερμὸς τῆς ἀκριβείας ἐραστὴς Κύ‐ ριλλος ταῦτα καὶ τὰ τούτοις ἀκόλουθα τοῖς γράμμασι διομολογησάμενον οὐ μόνον ἀσμένως καὶ περιχαρῶς προσήκατο, ἀλλὰ καὶ Παῦλον τὸν Ἐμίσης ἐπίσκο‐ | 14 in vol. 5 |
35 | πον, ὃς ἐξ αὐτοῦ ἀπέσταλτο, ἐπὶ πανδήμου προσομιλή‐ σαντα πανηγύρεως ὃ ὑπῆρχεν αὐτῷ τε καὶ τῷ ἀποστεί‐ λαντι φρόνημα, ἐγκωμίοις τε ἐδεξιώσατο καὶ ὡς ὁμο‐ γνώμονα ἐμεγάλυνεν. Ἡ δὲ ὁμιλία διεξῄει ὡς ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ὅτι τὸ δεύ‐ | |
40 | τερον τοῦ πρώτου ἑρμηνεία ἐστὶ τοῦ· «Ὁ Λόγος σὰρξ ἐγένετο» τὸ· «Ἐσκήνωσεν ἐν ἡμῖν», τουτέστιν ἐν τῇ ἡμε‐ | |
Bibl.230269b | τέρᾳ φύσει. Τοιαῦτα μὲν ὁμιλήσας ὁ Παῦλος τῶν Κυριλλείων ἀπήλαυσεν ἐπαίνων. Ὅρα δὲ πάλιν καὶ τὸν Ἰωάννην δύο φύσεις κη‐ ρύττοντα καὶ ἕνα Υἱόν· «Ἕτερον σκηνὴ καὶ ἕτερον τὸ | |
5 | σκηνοῦν, ἕτερον ναὸς καὶ ἕτερον ἐνοικῶν Θεός. Πρόσ‐ εχε τῷ λεγομένῳ. Οὐκ εἶπον ἕτερος καὶ ἕτερος, ὡς ἐπὶ δύο Χριστῶν ἢ δύο Υἱῶν, ἀλλ’ ἕτερον καὶ ἕτερον, ὡς ἐπὶ δύο φύσεων». Ὅτε οὖν εἶπεν· «Ἐσκήνωσεν ἐν ἡμῖν» καὶ ἐκήρυξε δύο φύσεις, τότε ἐπήγαγε· «Καὶ ἐθεασά‐ | |
10 | μεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς». Ταῦτα οὖν καὶ τοιουτότροπα τοῦ ἱεροῦ γεγραφότος Ἰωάν‐ νου, ἐπιμαρτύρεται μὲν τοῖς εἰρημένοις δογμάτων ὀρθότητα, τῆς δὲ οἰκείας ἀπαρχόμενος διδασκαλίας ὧδέ φησιν· «Ὁ μακάριος Προφήτης Ἠσαΐας, τῶν ἐν Χριστῷ δι‐ | |
15 | δασκάλων τὰς εὐστομίας προανακηρύττων, ἔλεγεν· ἀντλήσατε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Ἰδοὺ τοίνυν ἠντλήσαμεν ἡμῖν ὕδωρ ἐξ ἁγίας πηγῆς, τοῦ προλαβόντος φημὶ Διδασκάλου, ὃς καὶ ταῖς τοῦ Πνεύματος δᾳδουχίαις | |
20 | λελαμπρυσμένος διεσάφησεν ἡμῖν τὸ μέγα καὶ σεπτὸν τοῦ Σωτῆρος μυστήριον». Οὕτω τὸν ἱερὸν Ἰωάννην, δύο φύσεις ἄνω καὶ κάτω στρέφοντα, ὁ τῆς ἀληθείας θερ‐ μὸς ἐραστὴς Κύριλλος πηγὴν μὲν ἁγίαν ἀποκαλεῖ, τῆς δὲ τοῦ παναγίου Πνεύματος φωτοχυσίας ἔμπλεων καὶ | 15 in vol. 5 |
25 | λαμπρὸν ὑποφήτην τοῦ κατὰ Χριστὸν σεπτοῦ καὶ μεγά‐ λου μυστηρίου. | |
26 | Οὐ μόνον δέ, ἀλλὰ καὶ περὶ τοῦ μνημο‐ νευθέντος ἀρχιερέως Παύλου, πρὸς τὸν αὐτὸν ἐν ἁγίοις Ἰωάννην ἀντιγράφων, ὧδέ φησιν ἐπὶ λέξεως· «Ἀφικο‐ μένου τοίνυν εἰς τὴν Ἀλεξάνδρειαν τοῦ κυρίου καὶ θεο‐ | |
30 | σεβεστάτου ἀδελφοῦ καὶ συλλειτουργοῦ Παύλου θυμηδίας ἐμπεπλήσμεθα, καὶ σφόδρα εἰκότως, ὡς ἀνδρὸς τοι‐ ούτου μεσιτεύοντος». Καὶ πάλιν· «Ὅτι δὲ περιττὴ παν‐ τελῶς καὶ οὐκ εὐάφορμος τῶν ἐκκλησιῶν ἡ διχοστα‐ σία γέγονε, νυνὶ μάλιστα πεπληροφορήμεθα, τοῦ κυ‐ | |
35 | ρίου τοῦ θεοσεβεστάτου Παύλου τοῦ ἐπισκόπου χάρτην προσκομίσαντος ἀδιάβλητον ἔχοντα τῆς πίστεως τὴν ὁμολογίαν». | |
37 | Οὕτω μὲν οὕτω καὶ τὸν ἀρχιερέα Παῦ‐ λον θυμηδίας αἴτιον γενέσθαι καὶ τὴν προσκομισθεῖσαν δι’ αὐτοῦ τῶν ἀνατολικῶν πίστιν, τὸ ἀδιάβλητον ἔχου‐ | |
40 | σαν, ἀνακηρύττει. Ἐπὶ δὲ τούτοις δεικνὺς ἐναργῶς ἐφ’ οἷς τοῖς ἀνατολικοῖς συμβαίνει καὶ ἃ κοινῇ πρεσ‐ | |
Bibl.230270a | βεύουσιν, ἵνα μὴ τὸ φιλόνεικον μεταφέρειν ἄδειαν λάβοι πρὸς ὃ βούλοιτο τὴν εἰρηνικὴν ὁμόνοιάν τε καὶ κατάστασιν, αὐτοῖς ῥήμασι κεφάλαιον τελευταῖον ταῦ‐ τα ποιεῖται· «Τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ | |
5 | τοῦ Κυρίου φωνὰς ἴσμεν τοὺς θεολόγους ἄνδρας τὰς μὲν κοινοποιοῦντας ὡς ἐφ’ ἑνὸς προσώπου, τὰς δὲ διαι‐ ροῦντας ὡς ἐπὶ δύο φύσεων, καὶ τὰς μὲν θεοπρεπεῖς κατὰ τὴν θεότητα τοῦ Χριστοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρωπότητα παραδιδόντας». Οἷς ἐπιφέρει καὶ | 16 in vol. 5 |
10 | τὴν οἴκοθεν κρίσιν, λέγων· «Ταύταις ὑμῶν ἐντυχόντες ταῖς ἱεραῖς φωναῖς, οὕτω τε καὶ αὐτοὺς φρονοῦντας εὑρίσκοντες (εἷς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα) ἐδοξάσαμεν τὸν τῶν ὅλων σωτῆρα Θεόν, ἀλλήλοις συγχαίροντες ὅτι ταῖς θεοπνεύστοις γραφαῖς καὶ τῇ | |
15 | παραδόσει τῶν ἁγίων πατέρων συμβαίνουσαν ἔχουσι πίστιν αἵ τε παρ’ ὑμῖν καὶ αἱ παρ’ ἡμῖν ἐκκλησίαι». Καὶ τίς ἂν ἄλλος εἴη μεγαλοφωνότερος ἢ ἀξιοπιστό‐ τερος Κυρίλλου Κύριλλον ἑρμηνεῦσαι καὶ τὸ αὐτοῦ φρόνημα καθαρὸν καὶ ἀκαπήλευτον αἱρετικῆς ἐπι‐ | |
20 | μιξίας παραστῆσαι; Ἐξ ὧν οὖν ἀδιαφόρως δοξάζειν αὐτόν τε καὶ τοὺς ἀνατολικοὺς τὴν εὐσέβειαν ἀνεῖ‐ πεν, ἔδειξε περιφανῶς ἀδιάφορον εἶναι καὶ τὸ ἐφ’ ἑνὸς προσώπου ἤτοι μιᾶς ὑποστάσεως δύο τὰς φύσεις ἀδιαιρέτους ὁμολογεῖν, καὶ τὸ μίαν τοῦ Λόγου σεσαρ‐ | |
25 | κωμένην ψυχῇ λογικῇ καὶ νοερᾷ. Οὐ μόνον δὲ πρὸς τοὺς τῆς ἀνατολῆς γράφων τὸ ὁμόδοξον αὐτοῖς μαρτυρεῖ, ἀλλὰ καί τινων ἐγκαλούντων αὐτῷ ὅτι τὰς δύο φύσεις ὁμολογοῦν‐ τας τοὺς ἀνατολικοὺς ἐδέξατο, αὐτὸς πρὸς Οὐαλε‐ | |
30 | ριανὸν τὸν Ἰκονίου ἐπίσκοπον ὑπὲρ αὐτῶν γράφει, ὡς Νεστόριον μὲν οἱ ἀνατολικοὶ κατακρίνουσι καὶ τὴν τῶν πατέρων ὁμολογίαν ἀκήρατον διασῴζουσι, τὴν ἁγίαν Παρθένον θεοτόκον μεθ’ ἡμῶν ἀνομολογοῦντες, καὶ ἕνα εἶναι Χριστὸν καὶ Υἱὸν καὶ Κύριον, τὸν ἐκ Θεοῦ μὲν Πα‐ | |
35 | τρὸς γεννηθέντα Θεὸν Λόγον, ἐπ’ ἐσχάτων δὲ τὸν αὐτὸν | |
ἐκ γυναικὸς κατὰ σάρκα τεχθέντα, καὶ τέλειον εἶναι τὸν αὐτὸν ἐν θεότητι καὶ τέλειον ἐν ἀνθρωπότητι, οὐ διαιροῦντες εἰς δύο Υἱοὺς ἢ Χριστοὺς ἢ Κυρίους καὶ τοὺς τολμῶντάς τι λέγειν κατ’ αὐτῶν ὡς ψεύστας καὶ ἀπα‐ | 17 in vol. 5 | |
40 | τεῶνας καὶ τοῦ ψεύδους ἑαυτῶν προβαλλομένους πατέρα μυσάττεσθαί τε παραινεῖ καὶ ἀποπέμπεσθαι. | |
41 | Ἀλλὰ μὴν καὶ ἐν τῇ πρὸς Ἀκάκιον τὸν Μελιτηνῆς ἐπί‐ σκοπον περὶ τῶν ἀνατολικῶν οὕτω φησίν· «Οὐ διαιροῦσιν | |
Bibl.230270b | εἰς δύο τὸν ἕνα Υἱὸν καὶ Χριστόν, τὸν αὐτὸν δὲ εἶναί φασι τὸν ἐκ Θεοῦ Πατρὸς ὡς Θεὸν καὶ ἐκ γυναικὸς κατὰ σάρκα ὡς ἄνθρωπον, καὶ ὡς οὐκ ἂν νοοῖτο ὁμοούσιος ἡμῖν κατὰ τὴν ἀνθρωπότητα οὐδὲ τῷ Πατρὶ κατὰ τὴν | |
5 | θεότητα, εἰ μὴ νοοῖτο Θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτός, ὃ Νεστόριος οὐκ ἀνείχετο». | |
6 | Οὕτως οὐ μόνον δύο λέγοντας φύσεις τοὺς ἀνατολικοὺς κατασπάζεται, ἀλλὰ κἂν κατηγορῇ τις, ὑπέρμαχος γίνεται, καὶ (τὸ παρά‐ δοξον) κἂν μὴ προσθῶσι τὸ ἀδιαιρέτως, οὐ λέγει διαι‐ | |
10 | ρεῖν αὐτοὺς τὰς φύσεις. Οἶδε γὰρ ὡς ἕνα Χριστόν, ἓν πρόσωπον, μίαν ὑπόστασιν ὁ λέγων τὸν αὐτὸν Θεὸν καὶ ἄνθρωπον, καὶ θεοτόκον τὴν Παρθένον, οὐδὲν ἧττον, κἂν μὴ προσθῇ τὸ ἀδιαιρέτως, ὡς ὁμολογῶν ἐκ τῶν εἰρημένων τὴν καθ’ ὑπόστασιν ἕνωσιν, συνεισάγει καὶ | |
15 | τὸ ἀληθῶς ἀδιαίρετον. Ὁ αὐτὸς δὲ τῆς ἀσφαλοῦς καὶ θείας εἰρήνης ὄντως ἐραστὴς πάλιν πρὸς Ἀκάκιον γρά‐ φων· «Ἔνεστι, φησί, καὶ δύο φύσεις εἰπεῖν, καὶ μὴ διαί‐ ρεσιν τῶν φύσεων ἐννοεῖν πως ἐπειδάν τις συνάψοι τοῖς εἰρημένοις τὴν καθ’ ὑπόστασιν ἕνωσιν». Καὶ μὴν | |
20 | ἐπιστέλλων καὶ πρὸς Εὐλόγιον ὁμόδοξον ἡγεῖται τὸν μίαν φύσιν λέγοντα τοῦ Λόγου σεσαρκωμένην τῷ δύο φύσεις ἀδιαιρέτους ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει συνομολογοῦντι. Ἐπιλαμβάνονταί τινες τῆς ἐκθέσεως ἧς πεποίηνται οἱ ἀνατολικοί, καί φασι· «Διὰ τί δύο φύσεις ὀνομα‐ | 18 in vol. 5 |
25 | ζόντων αὐτῶν ἠνέσχετο καὶ ἐπῄνεσεν ὁ τῆς Ἀλεξαν‐ δρείας;» Οἱ δὲ τὰ Νεστορίου φρονοῦντες λέγουσι κἀκεῖνον οὕτω φρονεῖν, συναρπάζοντες τοὺς οὐκ εἰδότας τὸ ἀκρι‐ βές. Χρὴ δὲ τοῖς μεμφομένοις ἐκεῖνα λέγειν, ὅτι οὐ πάντα ὅσα λέγουσιν οἱ αἱρετικοί, φεύγειν καὶ παραιτεῖσθαι χρή· | |
30 | ὥστε δύο φύσεις λέγοντας τοὺς μὲν ἀνατολικοὺς ἀποδέ‐ χεται (εὐσεβῶς γὰρ οὗτοί φασι) Νεστόριον δὲ κατακρί‐ νει, οὐχ ὅτι δύο φύσεις ἔλεγεν, ἀλλ’ ὅτι δύο φύσεις λέγων τὴν καθ’ ὑπόστασιν ἕνωσιν οὐ προσίετο, ὥσπερ οὐδὲ τὸ μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην. Μετ’ ὀλίγα | |
35 | γὰρ ἐπιφέρει ὡς· «Κἂν δύο λέγῃ φύσεις Νεστόριος, τὴν διαφορὰν σημαίνων τῆς σαρκὸς καὶ τοῦ Θεοῦ Λόγου, ἀλλ’ οὐκέτι τὴν ἕνωσιν ὁμολογεῖ μεθ’ ἡμῶν. Ἡμεῖς γὰρ ἑνώ‐ σαντες αὐτὰ ἕνα Χριστόν, ἕνα Υἱόν, ἕνα Κύριον ὁμο‐ λογοῦμεν». Ὃ κοινόν ἐστιν ὁμολόγημα αὐτοῦ τε καὶ τῶν | |
40 | ἀνατολικῶν. | |
40 | Εἶτα καὶ πάλιν ἐπάγει· «Μίαν τὴν τοῦ Υἱοῦ φύσιν ὁμολογοῦμεν σεσαρκωμένην», ὡς εἰ ἔλεγεν, ἡμεῖς τὴν διαφορὰν τῶν συνελθόντων ὁμολογοῦντες δύο μὲν λέγομεν φύσεις, ἀλλὰ καὶ τὴν ἕνωσιν ἐξακριβοῦντες | |
Bibl.230271a | συνάπτομεν αὖθις τὸ μίαν φύσιν τοῦ Λόγου σεσαρ‐ κωμένην· τὸ μὲν γάρ ἐστι τῆς τῶν ἑνωθέντων διαφορᾶς, τὸ δὲ αὐτῆς τῆς καθ’ ὑπόστασιν ἑνώσεως δηλωτικόν. Ἐξ ὧν δὲ περὶ Νεστορίου ἔφη, μονονουχὶ τοῦτο βοᾷ, ὡς | |
5 | εἴ γε τὴν ἕνωσιν μεθ’ ἡμῶν καὶ Νεστόριος ᾔδει, ἕνα Χριστόν, ἕνα Υἱόν, ἕνα Κύριον ὁμολογῶν, ἐδεξάμεθα ἂν αὐτὸν καὶ δύο λέγοντα φύσεις, εἴπερ διὰ τῆς τοιαύτης φωνῆς τὴν διαφορὰν τῆς σαρκὸς καὶ τοῦ Θεοῦ Λόγου δηλοῦν ἐβούλετο, ἀλλὰ μὴ διασπᾶν τὴν ἕνωσιν ἐτεχνά‐ | 19 in vol. 5 |
10 | ζετο. Εἰ δὲ τὸ δύο φύσεις λέγειν, ὡς αὐτὸς εἶπε, τὴν διαφορὰν σημαίνει τῆς σαρκὸς καὶ τοῦ Θεοῦ Λόγου, καὶ ταύτην δεῖ σῴζεσθαι μετὰ τὴν ἕνωσιν, δῆλον ὅτι καὶ τὰς δύο διδάσκει φύσεις μετὰ τὴν ἕνωσιν σῴζεσθαι· τῆς γὰρ διαφορᾶς σῳζομένης, ἀνάγκη καὶ τὰ ὧν ἡ διαφορὰ | |
15 | συνδιασῴζεσθαι. Καὶ τοὺς ἀνατολικοὺς δ’ εἰπὼν συμφρο‐ νεῖν αὐτῷ, καίτοι μηδαμοῦ φαμένους μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην, ἀλλὰ δύο μὲν λέγοντας τὰς φύ‐ σεις, ἡνωμένας δὲ τῇ καθ’ ὑπόστασιν ἑνώσει, ἀδιαφόρους τὰς φωνὰς περιφανῶς ἀποφαίνεται. Ὥστε καὶ ἡ σύνοδος, | |
20 | κἂν μὴ τῇ γλώσσῃ ἀλλὰ τῇ γε γνώμῃ, μίαν φύσιν κηρύττειν οἶδε τοῦ Λόγου σεσαρκωμένην. Οὐκ ἐκ τῶν εἰρημένων δὲ μόνον ῥᾷόν ἐστι τοῦτο καθορᾶν, ἀλλὰ καὶ ἐκ τοῦ λιβέλλου ὃν ἔγραψε μὲν οἰ‐ κείᾳ χειρὶ ὁ θεσπέσιος Φλαβιανός, ἐπιδέδωκε δὲ Θεο‐ | |
25 | δοσίῳ τῷ βασιλεῖ. Ἡ δὲ σύνοδος πρὸ τῶν ἄλλων ταύ‐ την ἔκρινεν ἀναγνωσθῆναι. Ἔχει γὰρ ἐπὶ λέξεως ὧδε· «Καὶ γὰρ ἐκ δύο φύσεων ὁμολογοῦντες τὸν Χριστὸν μετὰ τὴν σάρκωσιν ἐν μιᾷ ὑποστάσει καὶ ἐν ἑνὶ προσώπῳ, ἕνα Χριστόν, ἕνα Υἱόν, ἕνα Κύριον ὁμολογοῦμεν. Εἶτα καὶ μίαν | |
30 | μὲν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην μέντοι καὶ ἐναν‐ θρωπήσασαν λέγειν οὐκ ἀρνούμεθα, διὰ τὸ ἐξ ἀμφοῖν ἕνα καὶ τὸν αὐτὸν εἶναι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν». Σὺ δέ μοι σκόπει κἀκεῖνο. Ἡ σύνοδος συνεχῶς τὸν αὐτὸν λέγει καὶ ἕνα Χριστόν. Τοῦτο δὲ τί ἐστιν ἕτερον ἢ | |
35 | τὸ τὴν καθ’ ὑπόστασιν ἕνωσιν ὁμολογεῖν, ἢ εἰ βούλει, | |
τὴν μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην; Καὶ γὰρ χωρὶς τῶν αἱρετικῶν σοφισμάτων ἡ χρῆσις αὕτη προφερο‐ μένη τὸ ἀδιάφορον ἔχει, πρός γε τὴν προειρημένην διάνοιαν. | 20 in vol. 5 | |
40 | Ὥσπερ δὲ ἐκ θεότητος καὶ ἀνθρωπότητος ἡ σύν‐ οδος λέγουσα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ δύο φύσεων ὁμοίως ἀνευφημεῖ, οὕτω καὶ ἐν θεότητι καὶ | |
Bibl.230271b | ἀνθρωπότητι λέγουσα ἐν δυσὶ δοξάζει φύσεσι καὶ συνομολογεῖ. Οὐ γὰρ ἐκ τούτων μέν ἐστιν ὁ Χριστός, οὐχὶ ταῦτα δέ, οὐδὲ ταῦτα μέν, οὐκ ἐν τούτοις δέ, ἀλλ’ ἐξ ὧν ἐστι, καὶ ἐν τούτοις γνωρίζεται καὶ ταῦτά ἐστιν. | |
4 | Οὕτω δὲ καὶ | |
5 | Ἀμβρόσιος ὁ θαυμάσιος ἐν τῷ περὶ ἐνανθρωπήσεως τετάρτῳ δογματίζει λόγῳ· «Ἐν τῷ Θεὸς εἶναι αἰώνιος τὰ τῆς σαρκὸς μυστήρια προσελάβετο, οὐ διῃρημένος ἀλλ’ εἷς, ἐπειδὴ τὸ ἑκάτερον εἷς καὶ ὁ εἷς ἐν ἑκατέρῳ, τουτέστι καὶ θεότητι καὶ σώματι». Πάλιν δὲ ἐν ἄλλῳ λόγῳ, | |
10 | ἐξ οὗ καὶ ὁ σοφὸς Κύριλλος χρῆσιν κατὰ Νεστορίου προήνεγκεν, οὕτως ὁ χρηστὸς Ἀμβρόσιός φησιν· «Εἷς Θεοῦ Υἱὸς ἐν ἑκατέρᾳ λαλεῖ, ἐπειδήπερ ἑκατέρα φύσις ἐν αὐτῷ». Τοῦτο δὲ τὸ ῥητὸν ἐκακούργησε μὲν Σεβῆρος, οὐδὲν δὲ τῆς κακουργίας ἀπώνατο. Μεταστρέφει μὲν γὰρ | |
15 | εἰς τὸ ἑκατέρῳ τὴν ἑκατέρᾳ φωνὴν, ἵνα πείσῃ δηλοῦσθαι διὰ τῆς φωνῆς μὴ τὴν φύσιν ἀλλὰ τὸν τρόπον τῆς λαλιᾶς, οἷον ἐν ἑκατέρῳ τρόπῳ θείῳ τε καὶ ἀνθρω‐ πίνῳ λαλεῖ. Ὅπερ αὐτόθεν μὲν ἔχει τὸν ἔλεγχον, οὐ μὴν ἀλλὰ καὶ διὰ τῆς προειρημένης ἐπιρραπίζεται χρήσεως. | |
20 | Ἐν αὐτῇ γὰρ εἰπὼν αὐτὴν τὴν λέξιν ἐν ἑκατέρῳ αὐτὸς ἡρμήνευσε τί βούλεται αὐτῷ τὸ ἐν ἑκατέρῳ· «Τουτέστιν, ἐπισυνάψας, καὶ θειότητι καὶ σώματι». | |
22 | Ὥστε εἴτε ἐν ἑκατέρᾳ λαλεῖ, ὡς ἔχει τὸ ἀκακούργητον τῶν Ἀμβροσίου ῥημάτων, εἴτε ἐν ἑκατέρῳ, ὡς ὁ τῆς κακίας σοφιστὴς | 21 in vol. 5 |
25 | τὴν φωνὴν διαφθείρει, οὐδὲν ἧττον αἱ δύο φύσεις δη‐ λοῦνται, διότι ὁ αὐτὸς Ἀμβρόσιος, ὡς εἴρηται, τὸ ἐν ἑκα‐ τέρῳ εἰπών, τουτέστιν ἐν ἑκατέρῳ πράγματι, πρὸς τὴν θεότητα καὶ τὸ σῶμα τὴν φωνὴν ἀποδέδωκεν ἀνα‐ φέρεσθαι. Καὶ πρὸς Ἀλβῖνον δὲ γράφων ὁ αὐτός· «Ἵνα, | |
30 | φησίν, τέλειος ἐν ἑκατέρᾳ φύσει τυγχάνῃ». Ἀλλὰ ταῦτα μὲν ἐπὶ τοσοῦτον. Εἰ δέ τις ἡμῖν Ἀθανάσιον ἐν τῷ περὶ σαρκώσεως προκομίζει λόγῳ, καὶ τὸν Νεοκαισαρείας Γρηγόριον ἐν τῷ περὶ τῆς κατὰ μέρος πίστεως, δύο λέγειν κω‐ | |
35 | λύοντας ἐπὶ τοῦ Χριστοῦ τὰς φύσεις, μανθανέτω οὗτος ὅτι (καθάπερ εἴρηται πολλάκις) οὐδ’ οἱ λοιποὶ πατέρες τὸ δύο λέγειν φύσεις οὔτε ἁπλῶς ἠσπάσαντο, ἀλλὰ καὶ πολλάκις ἀπώσαντο, μετὰ μέντοι γε τοῦ ἀδιαιρέτου προελθοῦσαν τὴν φωνὴν οὔτε προπετῶς ἀσπάσασθαι οὔτε | |
40 | ἀβασανίστως ταύτην περιπτύξασθαι οὐμενοῦν οὐκ ἐλάμ‐ βανον τὸ ἀδίστακτον· συνομολογηθείσης δὲ τοῖς λεχθεῖσι τῆς καθ’ ὑπόστασιν ἑνώσεως, οὐμενοῦν οὐδεὶς ὤφθη τῶν | |
Bibl.230272a | εὐσεβῶν μὴ λίαν τὴν φωνὴν ἀσπαζόμενος. | |
1 | Μὴ οὖν λεγέτω τις (οὐδὲν γὰρ τοῦτο πρὸς τὴν εὐσέβειαν) ὡς ἐπὶ Χριστοῦ δύο φύσεις λέγειν οἱ πατέρες ἐκώλυσαν· ἀλλὰ δεικνύτω πότε ἢ ποῦ τοὺς συνομολογοῦντας τὴν καθ’ | |
5 | ὑπόστασιν ἕνωσιν δύο λέγειν φύσεις ἀδιαιρέτως ἐκώ‐ λυσαν. Καὶ γὰρ κἀνταῦθα ὅρα πῶς φησιν ὁ Ἀθανά‐ σιος· «Οὐ δύο φύσεις ὁμολογοῦμεν τὸν ἕνα Υἱόν, μίαν προσκυνητὴν καὶ μίαν ἀπροσκύνητον». Ἀκούεις πῶς εἶπε προσκυνητὴν καὶ ἀπροσκύνητον. Καὶ τίς οὐκ οἶδεν ὅτι | |
10 | τὸ προσκυνητὸν καὶ ἀπροσκύνητον εἰς δύο μὲν ὑπο‐ στάσεις τέμνουσι τὸν ἕνα, τὴν καθ’ ὑπόστασιν δὲ ἕνωσιν ἐκκηρύττουσιν; Ἀλλ’ ἡ μὲν τοῦ μεγάλου Ἀθανασίου διάνοια δήλη· ἡ δὲ τὸν θαυματουργὸν Γρηγόριον ὑποβαλλομένη χρῆσις | 22 in vol. 5 |
15 | (λέγεται μὲν γὰρ ἐκείνου, τὸν δὲ Ἀπολινάριον εἰσκομίζει) κατάφωρον προβάλλεται τὴν ἀτοπίαν. Λέγει γάρ· «Καὶ ἔστι Θεὸς ἀληθινὸς ὁ ἄσαρκος ἐν σαρκὶ φανερωθείς, τέλειος τῇ ἀληθινῇ καὶ θείᾳ τελειότητι, οὐ δύο πρόσωπα οὐδὲ δύο φύσεις· οὐδὲ γὰρ τέσσαρας προσκυνεῖν λέγομεν». | |
20 | Ὁρᾷς ὅπως προφανὴς ἡ δυσσέβεια; Τὸ τέλειον γὰρ εἰπὼν κατὰ τὴν θεότητα, τὴν ἀνθρωπότητα παντελῶς ἐσιώ‐ πησε. Καὶ τὸ προειπεῖν δέ· «Ὁ ἄσαρκος ἐν σαρκὶ φανε‐ ρωθείς» τῆς Ἀπολιναρίου φρενοβλαβοῦς γεωργίας πι‐ κρόν ἐστι βλάστημα. | |
25 | Ἀλλὰ γὰρ καὶ ἡ χρῆσις, ἣν ἡ αἵρεσις προκομίζει ἐκ τῆς πρὸς Διονύσιον ἐπιστολῆς τοῦ Ἰουλίου Ῥώμης, ἀναμφίβολον μὲν οὐκ ἔχει τὸ γνήσιον· ὁ γὰρ ἱερὸς Κύ‐ ριλλος, ἐν τῇ κατ’ Ἔφεσον συνόδῳ ἐκ τῆς πρὸς Δό‐ κιον ἐπιστολῆς αὐτοῦ χρείαν προενεγκών, οὐκ ἠξίωσεν εἰς | |
30 | μνήμην ταύτης ἐλθεῖν. Ἣν δὲ τῇ συνόδῳ προανέγνω‐ σεν, οὕτω τοῖς ῥήμασιν ἔχει· «Ὁ τοῦ Θεοῦ Υἱὸς σκηνώσας ἐν ἀνθρώποις, οὐκ ἐν ἀνθρώπῳ ἐνεργήσας, τέλειος Θεὸς ἐν σαρκί, τέλειος ἄνθρωπος ἐν πνεύματι· οὐ δύο υἱοί, εἷς μὲν γνήσιος Υἱὸς ἀναλαβὼν ἄνθρωπον, ἕτε‐ | |
35 | ρος δὲ θνητὸς ἄνθρωπος ἀναληφθεὶς ὑπὸ τοῦ Θεοῦ, ἀλλ’ εἷς ἐν οὐρανῷ μονογενής, μονογενὴς ἐπὶ γῆς Θεός». Ἡ μὲν τοῦ Ἰουλίου ῥῆσις ἡ τῇ συνόδῳ διαγνωσθεῖσα τοιαύτη· εἰ δὲ γνησίαν ᾔδει τὴν φωνὴν ἣν ἐκ τῆς πρὸς Διονύσιον προφέρουσιν ἐπιστολῆς καὶ μάλιστα Νε‐ | |
40 | στόριον κατακρίνουσαν, οὐκ ἂν ὑπερεῖδε ταύτην. Ἔτι δὲ κἀκεῖνο δεῖ συνιδεῖν, ὡς ὁ σοφὸς Κύριλλος τὸν ἄνθρωπον εἰς παράδειγμα, οὐχ ἵνα δείξῃ μίαν φύσιν ἐπὶ τοῦ Χριστοῦ παραλαμβάνει, ἀλλ’ ὡς ἂν | 23 in vol. 5 |
Bibl.230272b | δι’ αὐτοῦ τὴν καθ’ ὑπόστασιν ἕνωσιν παραστήσῃ. Καὶ γὰρ ἐπὶ μὲν τοῦ καθ’ ἡμᾶς συγκρίματος ἑτεροειδῆ φά‐ μενος τὸ σῶμα καὶ τὴν ψυχήν, καὶ ὡς ἑνωθέντα μίαν ἀνθρώπου ἀπετέλεσαν φύσιν, οὐκ ἐπήγαγεν οὔτε σεσω‐ | |
5 | ματωμένην οὔτε ἐψυχωμένην· ἐπὶ δὲ τοῦ Λόγου μίαν φύσιν εἰπὼν εὐθὺς συνάπτει τὸ σεσαρκωμένην. Τὸ γὰρ σπανιάκις αὐτὴν ἀποσιωπῆσαι οὐκ ἐναντιότητα τῆς αὐτοῦ γνώμης, βεβαίωσιν δὲ μᾶλλον μαρτυρεῖ· πολ‐ λάκις γάρ, ὅπερ τις συνεχῶς ἀναβοᾷ καὶ βεβαίαν τὴν | |
10 | περὶ αὐτοῦ δόξαν πᾶσιν ἐνιδρύσας οἶδεν, ὡς ὁμολο‐ γούμενον καὶ δῆλον ἐνίοτε ἀποσιωπᾷ, διὰ τῆς σιγῆς οὐκ ἀθετῶν ὃ πολλάκις ἀνεκήρυξεν, ἀλλὰ δεικνὺς οὕτω βέβαιον εἶναι καὶ περιφανές, ὡς μηκέτι φωνῆς μηδὲ μνήμης δεῖσθαι. | |
14 | Οὕτω τοίνυν καὶ ὁ σοφὸς καὶ ἀδίστακτος | |
15 | τὴν εὐσέβειαν Κύριλλος τὸ μίαν δοξάζειν φύσιν τοῦ Λόγου, καὶ ταύτην σεσαρκωμένην, καὶ οὐδὲ τοῦτο ἁπλῶς ἀλλὰ ψυχῇ νοερᾷ τε καὶ λογικῇ, τοῦτο δὴ τοῦτο προ‐ καταβαλὼν καὶ προθεμελιώσας ἐν ταῖς ἁπάντων ψυ‐ χαῖς, διά τε τὸ γνώριμον καὶ ἀναμφισβήτητον καὶ τὸ | |
20 | σύντομον τῆς φωνῆς ἀπὸ μέρους εἰπὼν ἀφῆκε τὸ λοι‐ πὸν συνεκφωνεῖσθαι καὶ συνεξακούεσθαι. Καὶ γάρ ἐστιν οὗτος ὁ πολὺς ἐν διανοίᾳ οὐ τοῖς ῥήμασι καὶ τοῖς ὀνόμα‐ σιν ἀεὶ τὸν νοῦν καταπιστεύων, τοῖς δὲ νοήμασι καὶ τὰ ῥήματα καὶ τὰ ὀνόματα συμμεταφέρων τε καὶ μεθαρ‐ | |
25 | μοζόμενος. | |
25 | Ἄκουε γὰρ τί μὲν ἐν τῷ πρώτῳ τῶν θησαυ‐ ρῶν λέγει, τί δὲ ἐν ταῖς πρὸς Σούκενσον ἐπιστολαῖς. Ἐν ἐκείνῳ μὲν γάρ φησι τὸν θεῖον Λόγον, ὑπὲρ ἡμῶν ἀρχιερέα γεγονότα, ὥσπερ τινὰ ποδήρη τὸν ἐκ Μα‐ ρίας ἄνθρωπον, ἢ τὸν ναὸν ἀναλαβεῖν· ἐν ταύταις δέ· | 24 in vol. 5 |
30 | «Οὐκοῦν γέγονε, φησίν, ἄνθρωπος, οὐκ ἄνθρωπον ἀνε‐ λάβετο». Πῶς οὖν ἐκεῖ μὲν ἄνθρωπον οὐκ ἀνέλαβεν, ἐνταῦθα δὲ ἀνέλαβεν; Αὐτὸς ἑαυτὸν ἑρμηνεύει· ἐπά‐ γει γάρ· «Ὡς Νεστορίῳ δοκεῖ». Τοῦτο δὲ τί ἐστιν ἄλλο ἢ μὴ τοῖς ῥήμασι καταπιστεύειν τὸν νοῦν, τὰ δὲ ῥήματα | |
35 | τῇ διανοίᾳ ζυγοστατεῖν; Ὥστε εἴ που λέγων εὑρεθείη τὸν Θεὸν Λόγον ἄνθρωπον μὴ ἀναλαβεῖν, ἐκ τῆς παρού‐ σης ἀνεκήρυξε διδασκαλίας οὐχ ἁπλῶς αὐτὸν ἀπείρ‐ γειν τοῦτο μὴ λέγειν (πῶς γὰρ ἂν ἑτέρους κωλύσειεν, ὅπερ αὐτὸς λαμπρῶς διαπράττοιτο;) ἀλλὰ μὴ λέγειν | |
40 | οὕτως ὡς Νεστορίῳ δοκεῖ. Ὁ μέντοι γε κλεινὸς Εὐλόγιος τὴν μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην διευκρινῶν καὶ τοῦτό φησιν, ὡς εἴ τις τὸν νοῦν τοῦ διδασκάλου ἐξακριβώσασθαι βουληθῇ, | |
Bibl.230273a | εὑρήσει τοῦτον διὰ τῆς φωνῆς οὐδὲν ἕτερον βου‐ λόμενον ἢ τὸ ἄτρεπτον ἐπιδεῖξαι τοῦ Λόγου, ἵνα μὴ τὸ λε‐ γόμενον μὴ εἰς ἄλλο τι ἀλλ’ εἰς τὴν θεότητα τοῦ μονογενοῦς ἀναφέροιτο. Ἐν γὰρ τῷ διαλόγῳ ὃς ἐπιγρά‐ | |
5 | φεται ὅτι εἷς ὁ Χριστός· «Ἕνα γε μὴν Υἱὸν καὶ μίαν αὐ‐ τοῦ φύσιν φαμέν, κἂν εἰ ἐν προσλήψει νοοῖτο γενέσθαι σαρκὸς ψυχὴν ἐχούσης τὴν νοεράν». Δι’ ὧν οὐδὲν ἕτε‐ ρον ἢ τὸ ἄτρεπτον ἀποσημαίνεται τῆς θεότητος. Οὐκοῦν εἰ τοῦ Υἱοῦ μία φύσις, καθάπερ εἴρηται, τὸ ἄτρεπτον | |
10 | ἀνυμνοῦσα τῆς θεότητος, οὐδαμῶς ἀναιρεῖ τὰς καθ’ ὑπόστασιν ἑνωθείσας δύο φύσεις, οὕτω δ’ ἂν νοήσειεν ὁ τῆς εὐσεβείας φίλος καὶ τὸ πρὸς Εὐλόγιον τῷ δι‐ | |
δασκάλῳ εἰρημένον· «Εἷς λοιπὸν Υἱός, καὶ μία φύσις αὐτοῦ τοῦ σαρκωθέντος Λόγου», τουτέστιν οὐ τραπεῖσα | 25 in vol. 5 | |
15 | οὐδὲ τῆς οἰκείας ἀποστᾶσα τελειότητος. Κἀκεῖνο δὲ δεῖ κατὰ νοῦν φέρειν, ὡς ὁ θεῖος Κύριλ‐ λος οὐδαμοῦ φαίνεται μίαν φύσιν Χριστοῦ εἰπών, ἀλλ’ ἕνα μὲν Χριστὸν καὶ ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν Χριστοῦ πανταχοῦ, μίαν δὲ φύσιν Χριστοῦ οὐκέτι· τοὐναντίον μέν‐ | |
20 | τοι γε καὶ ἀποκωλύει ἐν ταῖς ἐπιστολαῖς, αἳ τὸν Σούκενσον ἐπιγράφονται, μίαν φύσιν λέγειν ἐπὶ τοῦ συνθέτου· «Ἐὰν γάρ, φησίν, ἀνέλωμεν τὸ ὅτι ἐκ δύο καὶ διαφόρων φύ‐ σεων ὁ εἷς καὶ μόνος ἐστὶ Χριστός, ἀδιάσπαστος ὢν μετὰ τὴν ἕνωσιν, ἐροῦσιν οἱ τῇ ὀρθῇ μαχόμενοι δόξῃ, εἰ μία | |
25 | φύσις τὸ ὅλον, πῶς ἐνανθρώπησεν;» Ὅλον δὲ εἰπών, καὶ μετὰ τὴν ἕνωσιν εἰπών, δῆλον ὡς οὐ τὰ πρὸ τῆς ἑνώσεως ἀλλὰ τὰ μετὰ τὴν ἕνωσιν, ὅπερ ἐστὶ τὸ σύνθετον, λέγει. Καὶ γὰρ ὅλον τί ἐστιν ὁ Χριστός· εἰ δὲ μὴ μία φύ‐ σις τὸ ὅλον, ὑπὲρ τὴν μίαν πάντως. | |
29 | Τούτοις καὶ ὁ θεο‐ | |
30 | λόγος συνᾴδων Γρηγόριος, εἰ καὶ τὸ συναμφότερον ἕν φησιν, ἀλλ’ οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ. Ὁ μέντοι δυστυ‐ χὴς Εὐτυχὴς ἐκ δύο μὲν φύσεων τὴν ἕνωσιν ὡμολόγει, μετὰ δὲ τὴν ἕνωσιν μίαν ἐδυσφήμει. Ἐφ’ οἷς αὐτὸν ἥ τε ἐν Καλχηδόνι καὶ ἡ πρὸ αὐτῆς ἐν Κωνσταντινουπόλει | |
35 | δικαίως κατεδίκασε σύνοδος. Ἀλλ’ ὁ γενναῖος Διοσκόρος οὐδὲν αὐτὸν Ἀπολιναρίου διαφέροντα μετὰ πλείστης ὅσης σπουδῆς ἀπεδέξατο. Ὁ γὰρ δυσσεβὴς Ἀπολινάριος, ἐν τῷ περὶ σαρκώσεως αὐτοῦ λόγῳ πρόσεχε οἷά φησιν· «Ὦ καινὴ κτίσις καὶ μίξις θεσπεσία· Θεὸς καὶ σὰρξ μίαν | |
40 | ἀπετέλεσαν φύσιν». Ἐξ οὗ τοὺς ὀχετοὺς τῆς δυσσεβείας οἱ μετ’ ἐκεῖνον ἠρύσαντο. | |
41 | Σὺ δέ μοι καὶ τὸν ἀρχαιό‐ | |
τερον ὅρα βόρβορον· Οὐαλεντῖνος γὰρ κατὰ λέξιν οὕτω | 26 in vol. 5 | |
Bibl.230273b | λέγει· «Τῶν Γαλιλαίων ἐπὶ Χριστοῦ δύο φύσεις λεγόντων πλατὺν καταχέομεν γέλωτα· ἡμεῖς γὰρ τοῦ ὁρα‐ τοῦ καὶ ἀοράτου μίαν εἶναι τὴν φύσιν φαμέν». Ναὶ δὴ καὶ ὁ Μανιχαῖος πρὸς Σκυθιανὸν ἐπιστέλλων, καὶ ὑπὸ μέμ‐ | |
5 | ψεις ποιῶν τοὺς δύο λέγοντας φύσεις, τοιαῦτά φησιν· «Ὁ δὲ τοῦ ἀϊδίου φωτὸς Υἱὸς τὴν ἰδίαν οὐσίαν ἐν τῷ ὄρει ἐφανέρωσεν, οὐ δύο φύσεις ἔχων ἀλλὰ μίαν ἐν ὁρατῷ τε καὶ ἀοράτῳ». Καὶ Πολέμων δέ (τὸν Ἀπολινάριον δὲ διδάσκαλον οὗτος ἀνευφήμει) τοὺς ἱεροὺς ἡμῶν πα‐ | |
10 | τέρας αἰτιώμενος ἃ τοὺς ἐν Καλχηδόνι οἱ ἀπὸ Σεβήρου, ὅρα τί φησιν· «Οὐδὲν χεῖρον ἐννοῆσαι κἀκεῖνο. Θεὸν γὰρ λέγοντες καὶ ἄνθρωπον τὸν αὐτόν, οὐκ αἰσχύνονται μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην, καθάπερ μίαν σύνθετον, ὁμολογοῦντες. Εἰ γὰρ Θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος | |
15 | ὁ αὐτός, δύο φύσεις ἄρα ὁ αὐτός, καθάπερ ἡ τῶν Καππαδοκῶν εἰσηγεῖται καινοτομία καὶ Ἀθανασίου ἡ οἴησις καὶ τῶν ἐν Ἰταλίᾳ ὁ τύφος. Καὶ σχηματίζονται μέν, ὡς δῆθεν ἡμέτεροι, φρονεῖν τὰ τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀπολιναρίου, κηρύττουσι δὲ καθάπερ οἱ Γρηγό‐ | |
20 | ριοι τὴν τῶν φύσεων δυάδα». | |
20 | Πῶς οὖν ἐνῆν Εὐτυχοῦς τε καὶ Ἀπολιναρίου Οὐαλεντίνου τε καὶ Μανιχαίου τὴν τοσαύτην τῆς ἀσεβείας ῥύμην ἐπισχεῖν καὶ τὴν νομὴν οὕτως ἕρπουσαν καὶ τὰς τῶν ἀνθρώπων ψυχὰς κατα‐ βοσκομένην ἀναστεῖλαι, εἰ μὴ τῆς ἱερᾶς ἐν Καλχηδόνι | |
25 | ὁμηγύρεως ὁ θεῖος ζῆλος δύο φύσεις ἀδιαιρέτους ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει τοῦ Χριστοῦ διαπρυσίως τε καὶ θεοφρόνως ἀνεκήρυξε; Τῆς γὰρ αἱρετικῆς φορᾶς οὕτω μαινομένης, εἰ μὴ τῆς εὐσεβείας ὁ πύργος ἀνέτρεψε τὸ ῥεῦμα, οὐδὲν ἐκώλυεν ὑποβρυχίους πολλοὺς τῇ πλάνῃ | |
30 | γενέσθαι. Ὥστε εἰ μὴ τοῖς ἔμπροσθεν πατράσιν ἡ τῶν δύο φύσεων ἐγνωρίζετο φωνή, τὸ ἀναγκαῖον εἶχεν ἡ σύνο‐ δος διὰ τὴν ἐκείνων λύσσαν ταύτην ἀνευρεῖν τε καὶ ἀνακηρύξαι. Μικροῦ δὲ πᾶσι τοῖς ἱεροῖς ἀνδράσιν ἐγνω‐ σμένης, πῶς οὐκ ἀπαραίτητον ἦν κατὰ τῶν πολεμίων | 27 in vol. 5 |
35 | ταύτην πανδήμοις ψήφοις ἀναστηλῶσαι; Ὥσπερ γὰρ πρὸς τὸν δυσσεβῆ Ἄρειον ἑτέραν οὐσίαν Πατρὸς καὶ Υἱοῦ δυσφημοῦντα, ἡ ἐν Νικαίᾳ σύνοδος τὸ ὁμοούσιον ἀντετάξατο, καίτοι τῆς λέξεως οὔπω τοῖς πατράσιν ἐπι‐ πολαζούσης, τοὐναντίον δὲ καὶ κεκωλυμένης, ὑφ’ ὧν ὁ | |
40 | Σαμωσατεὺς Παῦλος καθαιρετικὴν ἀπόφασιν ἤνεγκεν, οὕτω δὴ καὶ κατὰ τῶν εἰρημένων δυσσεβῶν ἡ ἁγία σύνοδος διὰ τοῦ δύο φύσεις λέγειν ἐπὶ Χριστοῦ ἀνθω‐ | |
Bibl.230274a | πλίσατο, οὐκ αὐτὴ πρώτη τῆς εὐσεβείας φωνὰς ἀνευροῦσα, ἀλλὰ καὶ πολλοὺς ἔχουσα πρὸ αὐτῆς τούτων διδασκάλους. Εἰ δέ τις φιλονεικοίη τὸν Ἰούλιον ἐπὶ Χριστοῦ μίαν | |
5 | εἰπεῖν φύσιν, πρῶτον μὲν οὔπω δῆλον εἰ γνήσιος ὁ λόγος, δεύτερον δὲ προσήκει γινώσκειν ὡς Ἰουλίου ὕστερον παρὰ Ῥωμαίοις τὸ τῆς φύσεώς τε καὶ ὑποστάσεως ἐφυ‐ λοκρινήθη τε καὶ διεκρίθη ὄνομα, καὶ μάτην τὰ αἱρε‐ τικὰ ζιζάνια τὴν σπορὰν ἐκεῖθεν σπουδάζει συλαγωγεῖν. | |
10 | Ἀδιακρίτων γὰρ ἔτι τῶν φωνῶν μενουσῶν οὐδὲν ἀπαντᾷ δυσχερές, μᾶλλον δὲ καὶ λίαν ἀκόλουθον, ἀντὶ τῆς ὑπο‐ στάσεως τῇ λέξει τῆς φύσεως χρήσασθαι. Ἀλλὰ ταῦτα μὲν ὑπὲρ Ἰουλίου ἔστι φάναι. Ἔτι δὲ τὸ αἱρετικὸν ἀναισχυντεῖ φρόνημα, καί φησι· | |
15 | «Διὰ τί μή, καθάπερ ἐκ δύο φύσεων λέγοντες τὸν ἄν‐ θρωπον, εἶτα μετὰ τὴν ἕνωσιν καὶ μίαν αὐτοῦ τὴν φύσιν, μὴ καὶ τὸν Χριστὸν ἐκ δύο φύσεων λέγοντες | |
μίαν αὐτοῦ τὴν φύσιν μετὰ τὴν ἕνωσιν ἀνομολογοῦ‐ μεν; Μίαν μὲν γὰρ ἴσμεν φύσιν τὸ σύνθετον, ἀναλυ‐ | 28 in vol. 5 | |
20 | τικῷ δὲ κεχρημένοι τρόπῳ δύο τὰς συνελθούσας γνω‐ ρίζομεν». Ἀλλ’ ἡ μὲν αἱρετικὴ ἀναισχυντία ἐπιζητεῖ ταῦτα. Μανθανέτωσαν δὲ οἱ ἀσύνετοι ὅτι τότε τὸ σύνθετον μία φύσις ἀκωλύτως λέγεται, ἡνίκα μὴ κυ‐ ρίως ἐπ’ αὐτοῦ τὰ τῶν ἁπλῶν, ἐξ ὧν συνετέθη, ὀνό‐ | |
25 | ματα λέγεται. Οἷον τὸν ἄνθρωπον οὔτε σῶμα ἄν τις κυρίως οὔτε ψυχὴν εἴποι· οὐδὲ γὰρ οὐδ’ ἐπιδέξαιτο ἂν οὔτε τὸν τοῦ σώματος οὔτε τὸν τῆς ψυχῆς ὅρον· κα‐ ταχρηστικῶς μέντοι πολλάκις ἥ τε ἀνὰ χεῖρα ὁμιλία τὸ ἀκριβὲς παρατρέχουσα, καὶ τὰ ἱερὰ λόγια τῇ ἐλευ‐ | |
30 | θερίᾳ κεχρημένα τοῦ Πνεύματος, ἐκ μέρους τὸν ὅλον ἄνθρωπον ἐπονομάζουσι, ζυγῷ δουλείας τῆς διαλεκτι‐ κῆς ματαιότητος ὑπείκειν οὐκ ἀνεχόμενα. Ἐπὶ δέ γε τῆς ἀρρήτου καὶ ἀνεπινοήτου ἑνώσεως οὔτε παράδειγμα λαβεῖν οἰκειότερον δύναιτ’ ἄν τις, καὶ λέγοντες τὸν | |
35 | Χριστὸν ἐκ θεότητος καὶ ἀνθρωπότητός φαμεν αὐτὸν ὁμοίως καὶ Θεὸν τὸν αὐτὸν καὶ ἄνθρωπον· διὸ καὶ κυ‐ ρίως καὶ ἀληθῶς ἡ παναγία Παρθένος θεοτόκος πρεσ‐ βεύεται. Ὥστε μάτην ἐκακουργήθη τοῖς ἀσυνέτοις τὸ κατὰ τὸν ἄνθρωπον παράδειγμα εἰς διαβολὴν καὶ ἀνα‐ | |
40 | τροπὴν τῆς ἀσυγχύτου καὶ ἀδιαιρέτου τῶν δύο τοῦ Χριστοῦ φύσεων καθ’ ὑπόστασιν ἑνώσεως. Ὅτι δὲ Χριστὸς ὁ Θεὸς ἡμῶν κυρίως ἀμφότερα, | |
Bibl.230274b | ἐξ ὧν τέ ἐστι, λέγεται, οἷον Θεὸς καὶ ἄνθρωπος, ἄλλοι τε πολλοὶ βοῶσι, καὶ ὁ θεῖος δὲ Κύριλλος ἐν τῇ πρὸς Σούκενσον ἐπιστολῇ ἕνα φησὶ καὶ τὸν αὐτὸν τοῦτο κἀ‐ κεῖνο ὑπάρχειν. Καὶ πρὸς Οὐαλεριανὸν δὲ τὸν Ἰκονίου | |
5 | ἐπίσκοπον ὁμοίως γράφει· «Οὐκοῦν ὁμολογουμένως μὲν τὸ ἀπὸ σαρκὸς σάρξ ἐστι, τὸ δὲ ἐκ Θεοῦ Θεός ἐστι, κα‐ τὰ ταὐτὸν ἀμφότερα Χριστός, εἷς ὢν Υἱός, εἷς Κύριος μετὰ τῆς ἰδίας αὐτοῦ σαρκός». Τὸ γὰρ ἀμφότερα, τί ἄλλο ἢ ὅτι ὁ αὐτός ἐστι καὶ Θεὸς καὶ ἄνθρωπος βεβαιοῖ; Ἀλλὰ | 29 in vol. 5 |
10 | καίτοι ταῦτα βοῶντος Κυρίλλου, ὅμως ἐτόλμησάν τινες ὑλακτεῖν ὡς ὁ Χριστὸς ἐκ θεότητος μέν ἐστι καὶ ἀνθρωπότητος, οὔτε δὲ ἄνθρωπος οὔτε Θεός, μηδὲ τοῦ Παύλου τὸ θεόπνευστον καὶ μεγαλόφωνον κα‐ ταιδεσθέντες, ὃς κέκραγεν· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σή‐ | |
15 | μερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας», διὰ μὲν τοῦ χθὲς καὶ σήμερον ἄνθρωπον τὸν αὐτὸν ὁμολογῶν, διὰ δὲ καὶ εἰς τοὺς αἰῶνας τὸν αὐτὸν ἀνακηρύττων Θεόν. Καὶ πάλιν ὁ αὐτὸς· «Εἷς Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς», ὥστε κυρίως ὁ | |
20 | Χριστὸς καὶ ἄνθρωπος καὶ Θεός. Καὶ Ἀθανάσιος δὲ γνήσιον ἑαυτὸν τοῦ Παύλου δεικνὺς μαθητὴν οὕτω φη‐ σίν· «Ἐπεὶ καὶ Θεός ἐστιν ὁ Χριστός». Βασιλείου δὲ καὶ τῶν ἱερῶν Γρηγορίων καὶ τῶν ἄλλων ὁσίων πατέρων, εἴ τις συλλέγειν πειραθείη, εἰς τὸ ἄπειρον ἂν αἱ μαρ‐ | |
25 | τυρίαι παρατενοῦσι τὸν λόγον. | |
25 | Ὁ μέντοι γε σοφὸς Κύ‐ ριλλος τὸν τῆς οἰκουμένης διδάσκαλον Παῦλον μάρ‐ τυρα καλῶν κατὰ τῶν μὴ βουλομένων ὁμολογεῖν θεο‐ τόκον τὴν ἁγίαν Παρθένον (οὕτω γὰρ ἐπιγράφει καὶ τὸν λόγον) ὅρα τί φησι· «Νῦν δὲ τὴν φωνὴν μὲν οὐκ εἴ‐ | |
30 | ρηκεν, ἤτοι τὴν θεοτόκος, Θεὸν δὲ τὸν Χριστὸν ἐπὶ πάντων ἀνεβόησε». Καὶ πάλιν· «Εἰ μὴ Θεὸν ἅμα καὶ ἄνθρωπον ἠπίστατο τὸν Χριστόν, οὐκ ἂν ἐπέφερε κατὰ σάρκα. Τοῦτο γὰρ φανερῶς ἐπὶ τοῦ μὴ μόνον ἀνθρώπου ἀλλὰ καὶ ἕτερόν τι τὴν οὐσίαν ὑπάρχοντος λέγεται». Ὁ | |
35 | δὲ αὐτὸς θεοφόρος ἀνὴρ κἀν τῷ δευτέρῳ ἀναθεμα‐ τισμῷ τὰ αὐτὰ βοᾷ· «Εἴ τις οὐχ ὁμολογεῖ καθ’ ὑπό‐ στασιν σαρκὶ ἡνῶσθαι τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἕνα τε Χριστὸν εἶναι μετὰ τῆς ἰδίας σαρκός, τὸν αὐτὸν δη‐ λονότι Θεὸν καὶ ἄνθρωπον, ἀνάθεμα ἔστω». Καὶ ἐν | 30 in vol. 5 |
40 | τῷ πρὸς τὰς βασιλίδας προσφωνητικῷ ὁμοίως· «Ἕνα τε ἡμῖν οὕτως ἀναδειχθῆναι Χριστόν, τὸν αὐτὸν ὁμοῦ Θεὸν ὄντα καὶ ἄνθρωπον». Καὶ μυρία ἄλλα. Κατάδηλον | |
Bibl.230275a | οὖν ὡς πολλὴ καὶ ἄπειρος ἡ διαφορὰ τοῦ κατὰ τὸν Χριστὸν μυστηρίου καὶ τοῦ κατὰ τὸν ἄνθρωπον παρα‐ δείγματος· ὁ μὲν γὰρ ἐξ ὧν ἐστιν, οὐ λέγεται ταῦτα, ὁ δὲ ἐξ ὧν προῆλθε, καὶ διαπρυσίως ταῦτα ὀνομάζεται. | |
5 | Ἀλλὰ γὰρ τῆς αἱρέσεως πάλιν ἡ ἀπόνοια τὴν τε‐ τάρτην μέμφεται σύνοδον ὡς ὅρον ἐκθεμένην, διατει‐ νομένη τὴν τοιαύτην ἐπιχείρησιν ὑπὸ τῆς κατὰ τὴν Ἔφεσον πρώτης συνόδου παντελῶς ἀποκεκωλύσθαι. Καί‐ τοι γε εἰ κατὰ τὸν λῆρον αὐτῶν ἀπεῖργεν ἡ σύνοδος | |
10 | ἕτερον ὅρον μηδ’ ὅλως προάγειν, αὐτὴ καθ’ ἑαυτῆς πρὸ τῶν ἄλλων τὴν καταδικάζουσαν ἐξήνεγκε ψῆφον· ὁρίζει γὰρ αὐτὸ τοῦτο τυποῦσα, ἃ μηδ’ ἑτέρα τῶν πρὸ αὐ‐ τῆς διωρίσατο. Ἀλλὰ καὶ ἡ καθ’ ὑπόστασιν ἕνωσις αὐ‐ τῆς ἐστιν ὅρος, ὃ ταῖς πρεσβυτέραις τῶν συνόδων οὐ | |
15 | διώρισται. | |
15 | Ναὶ δὴ καὶ τὴν ἐν Κωνσταντινουπόλει, τῶν ρνʹ ἁγίων πατέρων, ἐξ ὧν αὐτοὶ ληροῦσι, παραγράφεται· τὸν πνευματομάχον γὰρ αὕτη καθελοῦσα, τῷ κατὰ τὴν Νίκαιαν ἐκφωνηθέντι ὅρῳ τὴν περὶ τοῦ ἁγίου Πνεύ‐ ματος θεολογίαν προσθεῖσα συνήρμοσεν. Εἰ γὰρ αἱ προ‐ | |
20 | λαβοῦσαι προστιθεῖσαι τὸν μῶμον ἐκφεύγουσιν, οὐδ’ αἱ μετ’ αὐτὰς ἐν τοῖς ὁμοίοις ἀνομοίως ἕξουσι τὴν κατά‐ | |
γνωσιν. Οὕτω τὸ ἀσύνετον πάντα φύρει καὶ διαστρέφει. Καὶ γὰρ ἡ ἐν Ἐφέσῳ σύνοδος πίστιν μὲν ἑτέραν, ἧς ἐναντία τὰ δόγματα πρὸς τὴν ἐν Νικαίᾳ καθέστηκε σύνοδον, | 31 in vol. 5 | |
25 | παντελῶς ἐκτίθεσθαι διεκώλυσεν. Ἀκηράτων δὲ τῶν ἐν αὐτῇ σῳζομένων, ἅπερ ὁ καιρὸς ἀπαιτεῖ προστιθέναι αὐτῆς τε γέγονεν ἔργον, καὶ τῶν πραγμάτων ἡ φύσις διδάσκαλος, καὶ τῆς ἐκκλησίας ὁρᾶται τοῦτο στέργουσα διὰ παντὸς ἡ παράδοσις. Διὸ καὶ κατὰ τὴν Ἀλεξαν‐ | |
30 | δρείαν, οὔπω τῆς οἰκουμενικῆς συγκροτηθείσης συνόδου, τοὺς ἐν αὐτῇ τῶν ἱερέων λογάδας ὁ θεσπέσιος ἀθροι‐ σάμενος Κύριλλος, καὶ πίστιν διαθέμενος ἔγγραφον, τῷ Νεστορίῳ διεπέμψατο. Ἐκφεύγει μὲν οὖν οὕτω τὰς ἀδίκους λαβὰς ἡ εὐσέβεια· | |
35 | τὸ αἱρετικὸν δὲ πάλιν ἑτέροις μώμοις ἐπιπηδᾶν οὐκ αἰσχύνεται, καί φησιν ὡς ἡ κατὰ Καλχηδόνα σύνοδος τοῖς Κυρίλλου δόγμασι μάχεται. Ὁ μὲν γὰρ ἔν τε ταῖς πρὸς Σούκενσον ἐπιστολαῖς καὶ ἀλλαχοῦ δὲ τὸν Χριστὸν δογμα‐ τίζει ἐκ δύο φύσεων, ἡ δὲ τὴν τοιαύτην φωνὴν ὀστρα‐ | |
40 | κίζουσα δύο φύσεις ἀδιαιρέτους ἀντεχειροτόνησεν. Οὕτω τὸ συκοφαντεῖν τοῦ ἀληθεύειν πολὺ τῇ αἱρέσει σπου‐ δαιότερον. Καὶ γὰρ Διόσκορον ἡ σύνοδος, τὸ ἐκ δύο | |
Bibl.230275b | μὲν φύσεων δεχόμενον, τὸ δύο δὲ οὐκ ἀνεχό‐ μενον δέξασθαι, ὡς τὰ τοῦ Εὐτυχοῦς νοσοῦντα διώσατο· καὶ οὐχ ἁπλῶς ἐξεκήρυξε τὸ ἐκ δύο λέγειν φύσεων τὸν Χριστόν, ἀλλὰ τὸ λέγειν κατ’ Εὐτυχέα καὶ Διόσκορον. | |
5 | Διὰ μέντοι τοῦ δύο φύσεις ἀδιαιρέτους μετὰ τῆς εὐσε‐ βοῦς διανοίας λέγειν αὐτὴν καὶ τὸ ἐκ δύο φύσεων συν‐ εισήγαγεν. Ὅτι γὰρ Εὐτυχὴς ἐκ δύο μὲν ἔλεγε φύσεων, δυσσεβῶς δέ, πρόδηλον. Οὐ τοίνυν τὴν Κυρίλλου φίλην | |
φωνήν, ἀλλὰ τὴν Εὐτυχοῦς δυσσέβειαιν ἡ σύνοδος ἀπε‐ | 32 in vol. 5 | |
10 | πέμψατο. Καὶ γὰρ καὶ κατ’ αὐτὸ τὸ μέσον τῶν ἐν Καλ‐ χηδόνι πεπραγμένων τῆς πίστεως τοῦ ἐν ἁγίοις Φλα‐ βιανοῦ ἀναγινωσκομένης, ἐν ᾗ ἐγέγραπτο· «Ἐκ δύο φύ‐ σεων ὁμολογοῦμεν εἶναι τὸν Χριστὸν μετὰ τὴν ἐνανθρώ‐ πησιν, ἐν μιᾷ ὑποστάσει, ἐν ἑνὶ προσώπῳ, ἕνα Χριστόν, | |
15 | ἕνα Υἱὸν ὁμολογοῦντες», ἡ σύνοδος ἐξεβόησεν αὐτούς τε οὕτω φρονεῖν καὶ τῶν πατέρων πίστιν εἶναι ταύτην ἐπίστασθαι. Πῶς οὖν ἡ ταῦτα λέγουσα ἢ Κυρίλλῳ μάχεται, ἢ τοὺς λέγοντας εὐσεβῶς ἐκ δύο φύσεων ἀποστρέφεται; Ταῦτα διεξελθὼν ὁ ἱεράρχης Εὐλόγιος, καὶ παραίνεσιν | |
20 | πρὸς ἕνωσιν ἐκκλησιαστικὴν τοὺς διεστῶτας παρακαλοῦ‐ σαν τοῖς εἰρημένοις ἐπιθείς, περατοῖ τὸν λόγον. Καὶ ὁ ἐφεξῆς δὲ λόγος κατὰ τῶν συκοφαντῶν τῆς ἐν Καλχηδόνι συνόδου τὴν σπουδὴν ἔχει. Γυμνάζει δὲ κἀνταῦθα τὸ κατὰ τὸν ἄνθρωπον παράδειγμα ᾧ κέ‐ | |
25 | χρηται μὲν Κύριλλος εὐσεβῶς, προφέρει δὲ δυσσεβῶς τὸ ἀλλόφυλον· προφέρει γὰρ ἵνα μίαν φύσιν ἐπὶ Χριστοῦ, ὥσπερ καὶ ἐπὶ τοῦ ἀνθρώπου, λέγεσθαι δογματίσῃ. Πλὴν ἐξ ὧν ὑπὲρ τῆς ἀσεβείας σπουδάζει, κατ’ αὐτῆς μᾶλλον, κἂν οὐκ ἔχῃ τὴν αἴσθησιν ἐξοπλίζεται. Λέγει γὰρ ὡς ἐπὶ | |
30 | τῶν ἀνομοιομερῶν τὸ ὅλον ταῖς τῶν μερῶν προσηγο‐ ρίαις οὐκ ὀνομάζεται, ἀλλ’ ἰδιαζούσῃ κλήσει γνωρίζεται· εἰ δὲ τοῦτο, καὶ μιᾶς γνωσθήσεται φύσεως. Ἡ μὲν αἵρεσις οὕτω συμπλέκει τὸ σόφισμα, ὁ δὲ τοῦ Λόγου μαθητὴς Εὐλόγιος τὸ ματαιολόγον αὐτῆς ἐξελέγξας, πατρικαῖς | |
35 | ἐπιδείκνυσι μαρτυρίαις κυρίως τε καὶ ἀληθῶς τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν καὶ Θεὸν καλεῖσθαι καὶ ἄνθρωπον, ὥστε εἰ ἐφ’ ὧν τὸ ὅλον τὰς τῶν μερῶν προσηγορίας οὐ δέχεται, οὐδ’ ἡ μία φύσις συνεισάγεται, ἐφ’ ὧν τὸ ὅλον τῶν μερῶν τὰς κλήσεις κυρίως ἀναδέχεται ἐπ’ ἐκείνων καὶ | |
40 | ἡ μία φύσις συνθεωρηθήσεται. Ὁ μέντοι γε σοφὸς συγγραφεὺς παράγει τὸν ἱερὸν Κύριλλον ἑρμηνεύοντα ἑαυτόν, ὅπως καὶ ἐφ’ ᾧ τῷ | 33 in vol. 5 |
Bibl.230276a | κατὰ τὸν ἄνθρωπον ἐχρήσατο παραδείγματι. Θεο‐ δώρου γὰρ τοῦ Μοψουεστίας τὸ κατὰ τὸν ἄνθρωπον ἐνδια‐ βάλλοντος παράδειγμα ὡς ὑπάρχον τῷ κατὰ Χριστὸν μυ‐ στηρίῳ ἀνάρμοστον, οὕτως ἐν τῷ λεγομένῳ πρώτῳ τόμῳ | |
5 | ἀνθυποφέρει ὁ Κύριλλος. «Ἕνα καὶ τὸν αὐτὸν ὄντα γινώσκομεν καὶ ἐκ Θεοῦ Πατρὸς θεϊκῶς καὶ ἐκ γυ‐ ναικὸς κατὰ σάρκα· κεχρήμεθα δὲ τῇ τοῦ παραδείγμα‐ τος χρείᾳ, τηροῦντες πανταχοῦ τῇ ἑνώσει τὸ ἀδιάσπαστον, καὶ τὴν διαίρεσιν παρωθούμενοι». | |
9 | Ἀκούεις ἐφ’ ᾧ Κύ‐ | |
10 | ριλλος παραλαμβάνει τὸ παράδειγμα· οὐ γὰρ ἵνα σὺ μίαν τοῦ Χριστοῦ φύσιν καινολογήσῃς, ἀλλ’ ἵνα Θεόδωρος καὶ Νεστόριος καταισχυνθῶσι τῇ τοῦ παραδείγματος χρείᾳ, τηροῦντος τοῦ ἱεροῦ Κυρίλλου τῇ ἑνώσει τὸ ἄτμη‐ τόν τε καὶ ἀδιάσπαστον. Σὺ δ’ ἴσως ἀκολουθῶν τῷ παρα‐ | |
15 | δείγματι οὐδὲ Θεὸν οὐδὲ ἄνθρωπον κυρίως εἰπεῖν ἀνάσχοιο ἂν τὸν Χριστόν, διότι οὐδὲ ὁ ἄνθρωπος, τὸ παράδειγμα, οὔτε σῶμα κυρίως οὔτε ψυχή, εἰ ἐκβιάσῃ ταῦτα λέγειν αὐτόν, διότι ἐπὶ τῆς κατὰ Χριστὸν ἀπορρήτου ἑνώσεως, ἐξ ὧν αὐτὸς σύγκειται, ταῦτα κυρίως λέγεται. Οὐ τοίνυν | |
20 | κἂν ὁ ἄνθρωπος μιᾶς λέγοιτο φύσεως, οὐδεὶς ἀκολου‐ θίας ἀπαιτήσει λόγος καὶ τὸν Χριστὸν μιᾶς ὑπάρχειν διὰ τοῦτο φύσεως. Διὸ καὶ Κύριλλον τὸν θαυμάσιον μίαν μὲν τὸν ἄνθρωπον φύσιν εὑρήσεις λέγοντα, μίαν δὲ φύσιν εἰπόντα τοῦ Χριστοῦ οὐκ ἂν φωράσῃς. | |
24 | Εἰ δέ | |
25 | τις δύο φύσεις δέδοικεν εἰπεῖν, ἵνα μὴ διαίρεσιν συν‐ εισάξῃ, πρῶτον μὲν οὕτως ἁπλῶς μηδὲ λεγέτω δύο | |
φύσεις, προστιθέτω δὲ τὸ ἀδιαίρετον, εἶτα συνομολο‐ γείτω καὶ τὸ ἓν καθ’ ὑπόστασιν πρόσωπον καὶ μίαν ὑπό‐ στασιν, ἢ ἀντ’ αὐτῶν εἰ βούλει, τὸ μίαν τοῦ Λόγου φύσιν | 34 in vol. 5 | |
30 | σεσαρκωμένην. Ταῦτα γὰρ ὁ λέγων κατὰ τὸν γνώμονα τῆς ἀκριβείας Κύριλλον οὐκ ἂν οὐδὲ συκοφάνταις πα‐ ράσχοι λαβὴν ὡς διαίρεσιν δογματίσας τῶν φύσεων. Καὶ γὰρ καὶ τῶν ἀνατολικῶν δύο φύσεις εἰπόντων, καὶ συ‐ κοφαντεῖν αὐτοὺς ὡς διαιροῦντας ἑτέρων κινηθέντων, | |
35 | πρὸς Ἀκάκιον γράφων, ἐπειδὴ μετὰ τοῦ εἰπεῖν δύο φύ‐ σεις καὶ τὸ ἀδιαίρετον συνῆψαν καὶ ἐν ἑνὶ καὶ τῷ αὐτῷ Χριστῷ τὰς δύο φύσεις ὁρᾶν ὡμολόγησαν, τέκνα μὲν διαβόλου τοὺς συκοφάντας ἀποφαίνει, τοὺς δὲ διομολο‐ γοῦντας κατὰ τὸ φρόνημα τῶν ἀνατολικῶν ἀδύνατόν | |
40 | ποτε διαίρεσιν εἰσάγειν. | |
40 | Ὅρα δὲ καὶ Ἀθανάσιον, οἷα περὶ τῆς ἐνανθρωπήσεως τοῦ Λόγου γράφων κατὰ τῶν τὰ Ἀπολιναρίου νοσούντων ἐκτίθεται. Λέγων γὰρ διὰ τοῦ | |
Bibl.230276b | ἑκάτερα τὸ δύο παρ’ οὐδενὸς τῶν εὐσεβῶν εἰσά‐ γειν ὑπενοήθη διαίρεσιν. Λέγει δέ· «Ἀλλ’ ὁ ὢν φύσει Θεὸς γεννᾶται ἄνθρωπος, ἵνα εἷς ᾖ τὰ ἑκάτερα τέλειος, κατὰ πάντα Θεὸς καὶ ἄνθρωπος ὁ αὐτός». Καὶ ὁ θεολόγος | |
5 | δὲ Γρηγόριος ἐν τῷ ἀπολογητικῷ φησι· «Τοῦτο ἡ κενω‐ θεῖσα θεότης, τοῦτο ἡ προσληφθεῖσα σάρξ, τοῦτο ἡ καινὴ μίξις, Θεὸς καὶ ἄνθρωπος, ἓν ἐκ δυοῖν, καὶ δι’ ἑνὸς ἀμφότερα». Ναὶ δὴ καὶ πρὸς Οὐαλεριανὸν τὸν Ἰκονίου γράφων ὁ Κύριλλος· «Οὐκοῦν ὁμολογουμένως | |
10 | μέν, φησί, τὸ ἀπὸ σαρκὸς σάρξ ἐστι, τὸ δὲ ἐκ Θεοῦ Θεός. Ἔστι δὲ κατὰ ταὐτὸν ἀμφότερα ὁ Χριστός». Ὥσπερ οὖν οὐ τέμνει τὸ Θεὸς καὶ ἄνθρωπος τὸν ἕνα Χριστόν, οὐδὲ | |
τὸ ἀμφότερα, οὐδὲ τὸ ἑκάτερα, οὕτως οὐδὲ τὸ δύο, εἰ μὴ τὸν νοῦν εἴησαν ἐκτετμημένοι τινὲς καὶ τοῦ καλοῦ | 35 in vol. 5 | |
15 | σπορέως οὐδένα καρπὸν φῦναι δυνάμενοι. Σὺ δέ μοι σκόπει πάλιν νεανιευομένην τὴν αἵρεσιν. Ὁ Κύριλλος, φησί, τὸ δύο λέγειν φύσεις ἀδιαιρέτους ἐξεκήρυξεν, ἀντίπαλον εἶναι νομίζων τῇ λεγούσῃ δόξῃ μίαν εἶναι φύσιν τοῦ Λόγου σεσαρκωμένην. Ῥᾷον δὲ αὐ‐ | |
20 | τῆς τὸ φρύαγμα καταβάλλεται. Διττὸν γὰρ τὸ ἀδιαίρετον κἀνταῦθα, ὡς καὶ ἐν τοῖς ἄλλοις αὐτοῦ λόγοις, ὁ συγ‐ γραφεὺς ἐπιδειξάμενος φαίνεται, καὶ τὸ μὲν Νεστορίῳ φίλον, τὸ δὲ τῇ εὐσεβείᾳ τιμώμενον, καὶ διὰ τοῦτο ἀλλήλοις ἀντικείμενα. Τὸ γὰρ κατὰ σχέσιν ἀδιαίρετον, ὡς | |
25 | ὅπλον Νεστορίου ἀποβάλλεται, τὸ δὲ καθ’ ὑπόστασιν ἀδιαί‐ ρετον ἤτοι ἡ καθ’ ὑπόστασιν ἕνωσις περιφανῶς καὶ κη‐ ρύσσεται καὶ περιπτύσσεται. | |
27 | Ὥσπερ οὖν εἴ τις ἕνωσιν ἐπὶ Χριστοῦ λέγων μὴ συνάπτοι τῇ ἑνώσει τὸ καθ’ ὑπόστα‐ σιν, ὕποπτον τὸ ῥῆμα ποιεῖ, οὕτως εἴ τις δύο φύσεις | |
30 | ἀδιαιρέτους λέγει μὴ συνεπιφέρων τὸ καθ’ ὑπόστασιν, εἰς τὴν αὐτὴν ὑποψίαν περιτρέπεται. Ὡσαύτως δὲ καὶ ὁ λέγων ἄνθρωπον ἀναλαβεῖν τὸν Θεὸν Λόγον, εἰ μὴ τὴν φωνὴν ἄλλοθεν ἑρμηνεύσειε (δυνατὸν γὰρ αὐτὴν καὶ κατὰ Νεστόριον καὶ κατὰ τὸν ὀρθὸν εἰπεῖν λόγον | |
35 | λαβὴν παρασχεῖν τοῖς ἀκροαταῖς), οὐκ ἔστιν ἀναίτιος. Διὸ καὶ ὁ διαιτᾶν σοφὸς Κύριλλος ἐν μὲν τῷ θησαυ‐ ρῷ τὸν Θεὸν Λόγον ὥσπερ τινὰ ποδήρη τὸν ἐκ Μα‐ ρίας ἄνθρωπον ἢ ναὸν ἀναλαβεῖν λέγει, ἐν δὲ ταῖς πρὸς Σούκενσον ἐπιστολαῖς· «Οὐκοῦν ἄνθρωπος, φησί, | |
40 | γέγονεν, οὐκ ἄνθρωπον ἀνέλαβεν, ὡς Νεστορίῳ δο‐ κεῖ». Καὶ ὅρα τῆς διαίτης τὸ ἀγχίνουν καὶ νηφάλιον. Ὁ μὲν ἄνθρωπον καὶ ναὸν ἀναλαβεῖν ἱερολογεῖ, Νε‐ | |
Bibl.230277a | στόριον δὲ ἄνθρωπον ἀναλαβεῖν εἰπόντα παραγρά‐ φεται, εὐσεβῶς δὲ ἑκάτερον. Ὁ μὲν γὰρ ὑποστάντα τὸν ἄνθρωπον ἀναλαβεῖν Νεστόριος ἐσοφίζετο, ὁ δὲ οὐμεν‐ οῦν προϋποστάντα, ἐν ἑαυτῷ δὲ τοῦτον ὑποστήσαντα, | 36 in vol. 5 |
5 | κἀν τῷ ἀτρέπτῳ μεμενηκότα τῆς θεότητος, ἀληθῶς γενέσθαι καὶ ἄνθρωπον. | |
6 | Σοφῶς οὖν καὶ ὁμοίως διαπραττό‐ μενος ὁ ἱερὸς Κύριλλος καὶ ἐν τῇ πρὸς Σούκενσον ἐπιστολῇ τὸ δύο φύσεις λέγειν ἀδιαιρέτους μετὰ τὴν ἕνωσιν, μὴ συνεπιφέροντα τὴν καθ’ ὑπόστασιν ἕνω‐ | |
10 | σιν, μάχεσθαι τοῖς μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην δογματίζουσί φησιν. Οὐ γὰρ αὐτάρκης οὕτως ἡμίτομος ἡ φωνὴ ῥηθεῖσα συνελθεῖν καὶ ὁμοφρονῆσαι τοῖς μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην κηρύττουσιν. Εἰ δὲ δύο τις φύσεις ἀδιαιρέτους εἰπὼν συμπαραλάβοι καὶ | |
15 | τὴν καθ’ ὑπόστασιν ἕνωσιν, ὀρθῶς τε καὶ εὐσεβῶς ἐρεῖ, καὶ Κύριλλον εὑρήσει ὁμόψηφον. | |
16 | Καὶ ἄκουσον κατὰ τὸ τέλος τῆς αὐτῆς ἐπιστολῆς οἷα διέξεισι· «Τὸ ἀδιαι‐ ρέτως, φησί, προστεθὲν δοκεῖ μέν πως παρ’ ἡμῖν ὀρθῆς εἶναι δόξης σημαντικόν, αὐτοὶ δὲ οὐχ οὕτω νοοῦ‐ | |
20 | σιν». Ὥστε εἰ οὕτως ἐνόουν, ὀρθοδόξως ἂν ἔλεγον καὶ τῇ Κυρίλλου γνώμῃ συνέβαινον. Ἔστι γὰρ τὸ ἀδιαίρετον αὐ‐ τῷ δόξης ὀρθῆς τοῖς συνάπτουσι τὴν φωνὴν ᾗ συνε‐ πινοοῦσι τῆς καθ’ ὑπόστασιν ἑνώσεως, τοῖς αἱρετικοῖς δὲ διεσπασμένον καὶ τὸ ἀδιαίρετον· τῆς γὰρ καθ’ ὑπό‐ | |
25 | στασιν ἑνώσεως αὐτὸ διασχίζουσιν. Οὕτω δ’ ἂν εἴη μεμ‐ φόμενος καὶ τοὺς λέγοντας μὲν δύο φύσεις ἀδιαιρέ‐ τους, τὴν καθ’ ὑπόστασιν δὲ μὴ συνομολογοῦντας ἕνω‐ σιν· μάχονται γὰρ ὡς ἀληθῶς οὗτοι τοῖς μίαν φύσιν φρο‐ νοῦσι τοῦ Θεοῦ Λόγου σεσαρκωμένην. Τοὺς μέντοι μετὰ | |
30 | τοῦ λέγειν δύο φύσεις ἀδιαιρέτους ἐν τῇ καθ’ ὑπόστα‐ σιν ἑνώσει θεωρεῖν οὔτ’ ἂν μεμψαίμην ἐρεῖ, ὥσπερ οὐδὲ τοὺς ἀνατολικοὺς τὰ ὅμοια λέγοντας ἐμεμψάμην, ἀλλ’ οὔτε ἐμοὶ τἀναντία φρονεῖν οὔτε διαμάχεσθαι πρὸς τὴν μίαν τοῦ Λόγου φύσιν σεσαρκωμένην οὐκ ἂν | 37 in vol. 5 |
35 | ψηφισαίμην. Σὺ δέ μοι συνδιασκόπει ὅπως οὐδ’ ἡ μία φύ‐ σις τοῦ Λόγου σεσαρκωμένη, ἁπλῶς οὕτω προαγο‐ μένη, οὐμενοῦν τὸ ἀνεπίληπτον οὐ διασῴζει. Λέ‐ γοιτο γὰρ ἂν μία φύσις τοῦ Λόγου σεσαρκωμένη καὶ | |
40 | οἷς ἄψυχος ἡ προσληφθεῖσα νομίζεται σάρξ, καὶ οἷς τῶν συνελθόντων ἡ σύγχυσις δυσσεβεῖται, καὶ οἷς ἡ τοῦ Λόγου φύσις εἰς σάρκα φρενοβλαβῶς ἀναχεῖται. Ὁ δὲ τῆς ἀκριβείας διδάσκαλος Κύριλλος, ἕκαστον τῶν αἱρε‐ | |
Bibl.230277b | τικῶν φρονημάτων ὁμοτίμως βδελυσσόμενος, διὰ τῆς κοινῇ προκειμένης φωνῆς τὸ ἀδιαίρετον μὲν καὶ ἀσύγ‐ χυτον τῶν συνελθόντων τρανολογεῖ φύσεων, ἀπευ‐ θύνει δὲ ταύτην ἔτι μᾶλλον, τὴν σεσαρκωμένην φύσιν, | |
5 | ἐψυχῶσθαι δογματίζων ψυχῇ λογικῇ τε καὶ νοερᾷ. Διὸ καὶ τοὺς ἀνατολικοὺς, ὡς πολλάκις εἴρηται, ταύτην μὲν τὴν φωνὴν οὐκ εἰπόντας, τὴν δὲ ἰσοδυναμοῦσαν προ‐ βαλλομένους (δύο γὰρ φύσεις εἶπον πρεσβεύειν ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει) καὶ μηδὲ τὸ ἀδιαιρέτους ἐπε‐ | |
10 | νεγκόντας ὀρθοδόξους ἀνεκήρυξε· καίτοι γε οὐδ’ αὐ‐ τοῖς ῥήμασι τὸ καθ’ ὑπόστασιν ἔγραψαν, ἀλλ’ ἐξ ὧν εἶπον ἕνα καὶ τὸν αὐτὸν ὁμολογεῖν τὸν ἐκ Πατρὸς ἀχρό‐ νως γεννηθέντα καὶ ἐκ τῆς θεοτόκου Μαρίας ἐπ’ ἐσχάτων, καὶ τὸν αὐτὸν πρεσβεύειν Θεόν τε καὶ ἄνθρωπον, ἅτε | |
15 | δὴ σύνδρομα εἰδὼς τὰ εἰρημένα τῇ καθ’ ὑπόστασιν ἑνώ‐ σει φωνῇ, ὁμοδοξεῖν αὐτὸν αὐτοῖς περιφανῶς ἐμαρ‐ τύρησε. | |
17 | Δεῖ δ’ οὖν εἰδέναι ὡς οἱ τὴν καθ’ ὑπόστασιν ἕνωσιν εἰπόντες πατέρες ἡμῶν δύο τινῶν σύνοδον καθ’ ἕνωσιν ἀδιάσπαστον διὰ ταύτης τῆς φωνῆς δογματί‐ | 38 in vol. 5 |
20 | ζουσιν· εἰ δὲ ἀσύγχυτα τὰ συνελθόντα μεμένηκεν, οὐδὲν ἡ προκειμένη φωνὴ παραδίδωσιν. Ὡσαύτως καὶ τὸ μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην λέγειν εἰς τὴν αὐτὴν μὲν ἔννοιαν σχεδὸν ὑποφέρεται, παρελκυσθῆναι δὲ πολλοῖς αἱρετικοῖς πρὸς τὸ βούλημα τὸ ῥᾴδιον ἐμπαρέχεται. Ὥστε | |
25 | οὐχ ἁπλῶς αὐτὴν παραδεκτέον, ἀλλ’ ὡς ὁ τὰ θεῖα σο‐ φὸς ἐχρήσατο Κύριλλος, τουτέστι ψυχῇ λογικῇ τε καὶ νοερᾷ συνάπτοντα ἐψυχωμένην, καὶ τῶν συνελθόντων συνεπιθεωροῦντα τὸ ἀσύγχυτον. | |
28 | Οὕτω γοῦν ἑκατέρᾳ φωνῇ τῆς ἀκριβείας οὐκ ἐπιστατούσης, ἓν μὲν δηλοῦσι τὸ πρόσ‐ | |
30 | ωπον, τῶν δὲ συνελθόντων οὐ τρανολογοῦσι τὸ ἀσύγχυ‐ τον. Πάλιν οἱ δύο φύσεις ἀδιαιρέτους δοξάζοντες τὸ μὲν ἀσύγχυτον διετράνωσαν, ἓν δὲ εἶναι τὸ πρόσωπον ἤτοι τὴν ὑπόστασιν οὐ συνδιετράνωσαν, ὥστε δεῖ καὶ τοὺς δύο φύσεις ἀδιαιρέτους λέγοντας ἢ τὴν καθ’ ὑπόστασιν | |
35 | ἐπισυνάπτειν ἕνωσιν ἢ τὴν μίαν φύσιν τοῦ Λόγου σεσαρ‐ κωμένην ἢ τὸν αὐτὸν Θεόν τε καὶ ἄνθρωπον· ἄνευ γὰρ ἑνὸς τῶν εἰρημένων τὸ ἀτελὲς ἡ φωνὴ προβαλλομένη δικαίως ἂν διελέγχοιτο. Ταῦτα καὶ τὰ τούτοις ὅμοια διεληλυθὼς ὁ συγγραφεύς, καὶ παραίνεσιν παρακα‐ | |
40 | λοῦσαν πρὸς ὁμόνοιαν καταβαλών, καὶ τὸν παρόντα διαναπαύει λόγον. Ὁ δὲ ἐφεξῆς αὐτῷ λόγος πρὸς τοὺς οἰομένους ἀν‐ θρωπίναις ἐπινοίαις δύνασθαι τὴν ἀληθῆ τῶν Χριστια‐ | |
Bibl.230278a | νῶν ὑποβάλλειν θεολογίαν διαλέγεται. Ἐν ᾧ θεο‐ λογήσας εὐσεβῶς, καὶ κρείττω πάσης ἐπιτεχνήσεως καὶ τῆς ἐκ λόγων σοφίας τὴν παρὰ Χριστιανοῖς ἀποδειξάμενος | |
θεολογίαν, καὶ τὸ ἐξῃρημένον αὐτῆς ἀνυμνήσας, δια‐ | 39 in vol. 5 | |
5 | λαμβάνει ὡς ἐφ’ ἡμῶν μὲν αἱ τῶν ἰδιωμάτων δια‐ φοραὶ φανερῶς διεστήκασι, καθ’ ἃς ἀπ’ ἀλλήλων δια‐ κρινόμεθα, καὶ τὰ χαρακτηριστικὰ τῆς τινος ὑποστάσεως θατέρας οὐκ οἶδε κοινοποιεῖν ἰδιώματα· ἐπὶ δὲ τῆς ἁγίας Τριάδος αἱ ἰδιότητες ἀκίνητοι μένουσαι συνά‐ | |
10 | πτονταί πως, διὰ τῆς ἀδιαιρέτου ἑνώσεως καὶ τὸ μίαν εἶναι τῶν ὑποστάσεων τὴν ἐνέργειαν πλείστην ἔχουσαι κἀν τῇ διακρίσει τὴν θεϊκήν τε καὶ ἄρρητον πρὸς ἀλ‐ λήλας συνάφειαν, καθ’ ἣν Υἱὸς ἐν Πατρὶ καὶ Πατὴρ ἐν Υἱῷ καὶ Υἱὸς ἐν Πατρὶ καὶ Πνεύματι καὶ Πνεῦμα ἐν | |
15 | Υἱῷ καὶ Πατρὶ θεωρεῖται, τῆς συναφείας πανταχόθεν ἐπικρατούσης καὶ μηδ’ ἐν τοῖς ἰδιώμασι καινοτομούσης τὸ ἀδιαίρετον. Καὶ δὴ καὶ τὸ εἶναι ἄλλο τί ἐστιν ἐπὶ τῆς ὑπεραρχίου Τριάδος καὶ ἄλλο τὸ ἐν ἡμῖν· ἐκεῖ μὲν γὰρ τὸ ὂν ὑπὲρ τὸ εἶναι, ἐνταῦθα δὲ οὐδὲ κυρίως ὄν. | |
20 | Πῶς γὰρ ἂν εἴη κυρίως ὂν τὸ ἐκ μὴ ὄντων παρηγμένον, καὶ εἰς τὸ μὴ ὂν τῇ γε οἰκείᾳ φύσει ὑπορρέον, εἰ καὶ δῶρον ἐφιλοτιμήθη τοῦ δημιουργοῦ εἰς τὸ ἀεὶ εἶναι καὶ πρὸς ἀφθαρσίαν ἀναβιβάζεσθαι; Θεὸς οὖν ἡμῖν ἐστιν εἷς καὶ Τριὰς θεωρούμενος, πηγὴ τυγχάνων ἀπερινοήτου σο‐ | |
25 | φίας καὶ ἁγιαστικῆς δυνάμεως. Ὅθεν εἷς Θεὸς καὶ Κύριος καὶ βασιλεύς, αὐτός τε ὁ Πατὴρ καὶ ἡ τελειοποιὸς σοφία αὐτοῦ καὶ ἡ ἁγιαστικὴ δύναμις. Ἀδιαίρετος γὰρ ὁ Πατὴρ πρός τε τὴν ἑαυτοῦ σοφίαν καὶ τὴν ἁγιαστικὴν δύναμιν, ἐν μιᾷ φύσει προσκυνούμενος, οὐκ εἰς ἕνα καὶ ἕνα μερι‐ | |
30 | ζόμενος Θεόν, καθάπερ ἐφ’ ἡμῶν, οἳ τῷ ἀκοινωνήτῳ τῶν ἰδιωμάτων καὶ τῷ διαφόρῳ τῆς ἐνεργείας μερι‐ ζόμεθά τε καὶ διαιρούμεθα, καὶ τῇ διόλου τομῇ τὴν πρὸς ἀλλήλους διαφορὰν ὑφιστάμεθα. | |
33 | Διὸ οὐδὲ ἔστιν εἰ‐ | |
πεῖν, ὥσπερ ἐφ’ ἡμῶν, οὕτω καὶ ἐπ’ αὐτῆς, ὅτι τόδε | 40 in vol. 5 | |
35 | τοῦδε πρῶτον ἢ ἐκεῖνο τοῦδε δεύτερον ἢ τρίτον. Μονὰς γὰρ ἀληθῶς ἡ Τριάς, καὶ Τριὰς ἡ μονάς, οὔτε διότι μονάς, τὴν Τριάδα συστέλλουσα, οὔτε διότι Τριάς, τὴν ἑνάδα διατέμνουσα· οὐδὲ γὰρ τὸ ἓν ἐπὶ τῆς θείας οὐσίας ὡς ἐπὶ τῶν κτισμάτων νοοῦμεν, παρ’ οἷς οὐδὲ τὸ κυ‐ | |
40 | ρίως ἕν ἐστι θεωρῆσαι. Οὐ γὰρ τὸ ἓν ἀριθμῷ ἐφ’ ἡμῶν καὶ κυρίως ἕν. Καὶ γὰρ τὸ ἐφ’ ἡμῶν λεγόμενον ἓν οὐ κυρίως ἕν, ἀλλά τι ἕν. Τοῦτο δὲ ἕν τέ ἐστι καὶ οὐχ ἕν, | |
Bibl.230278b | ἅτε δὴ καὶ τοῦ ἑνὸς φέρον τὴν κλῆσιν καὶ πρὸς τὸ πολλὰ εἶναι μεριζόμενον. Εἰ δὲ καὶ ὡς νοῦν οἱ θεολόγοι τὸ ἓν ἐπὶ τῆς θείας ὑμνοῦσι φύσεως, ἀλλὰ διὰ μόνην τὴν ἀπαθῆ τοῦ Λόγου γέννησιν τοῦτο παραλαμβάνουσιν. | |
5 | Ἡ γὰρ εὐσεβὴς ἔννοια καὶ τῆς τοῦ νοῦ φύσεως ὑπεριδρυ‐ μένην θεολογεῖ τὴν θεότητα. Καὶ γὰρ καὶ κατὰ τὸν νοῦν ταυτότης ὁρᾶται καὶ ἑτερότης, κίνησίς τε καὶ στάσις, καὶ τῆς διπλόης παντελῶς οὐκ ἐξίσταται, ἀλλὰ στάσις μὲν αὐτῷ διὰ τὴν τῆς οὐσίας ἐνορᾶται ταυτότητα, ἑτερό‐ | |
10 | της δὲ καὶ κίνησις διὰ τὴν αὐτεξούσιον ὁρμὴν καὶ ἐνέρ‐ γειαν· οὐ γάρ ἐστι ταὐτὸν ἓν εἰπεῖν καὶ μετὰ τῆς πρὸς ἕτερα παραθέσεως ἕν. | |
12 | Ὅθεν εἰ καὶ εἷς τῷ ὑποκειμένῳ τυγχάνει, ἀλλὰ νοῶν ἑαυτὸν καὶ ὑφ’ ἑαυτοῦ γινωσκόμε‐ νος ἀνθ’ ἁπλοῦ διπλοῦς ἀποδείκνυται. Ὅπερ, καὶ εἴ τι | |
15 | ὅμοιον, τοῦ κυρίως ἑνὸς καὶ τῆς μακαρίας φύσεως παν‐ τελῶς ἠλλοτρίωται. Διόπερ οὐκ ἔστιν οὐδὲ τῷ ἀριθμῷ ἓν ἢ ὡς ἀρχὴ ἀριθμοῦ, οὐδὲ ὡς μέγεθος ἢ ὡς ἀρχὴ με‐ γέθους· πάσης γὰρ ποσότητος καὶ μέρους καὶ συνθέσεως ὑπερίδρυται. Ἀλλ’ εἰ δεῖ θαρρήσαντα εἰπεῖν, ἕν ἐστι τὸ | |
20 | θεῖον κατὰ τὴν ἁπλότητα τῆς ὑπάρξεως, οὐχ ὡς ἓν τριώ‐ νυμον θεωρούμενον ἢ εἰς μέρη διαιρούμενον ἢ ἐκ πλειό‐ | |
νων συγκείμενον· ἄρρητον γάρ ἐστι καὶ ἀκατονόμαστον τοῦτο τὸ ἕν, ἐπεὶ καὶ αὐτοῦ τοῦ ἑνός ἐστιν αἴτιον, πάσης ἑνάδος ἑνοποιὸν καὶ παντὸς ἑνὸς καὶ πλήθους ὑπεραπλού‐ | 41 in vol. 5 | |
25 | μενον, διὰ τὸ κυρίως ἓν εἶναι καὶ ἐν πᾶσιν εἶναι καὶ ὑπὲρ πάντα γινώσκεσθαι, οὐσιοποιὸν μὲν ἁπάντων τῶν ὄντων, ὑπεριδρύμενον δὲ ἐν τῇ ὑπερουσίῳ καὶ ἰδίᾳ μονότητι, ἑνὰς καὶ μονὰς θεολογούμενον, Υἱὸς ἐν Πατρὶ καὶ Πατὴρ ἐν Υἱῷ γινωσκόμενον, Πνεῦμα ἅγιον ἐκπορευόμενον ἐκ | |
30 | Πατρός, ἀρχὴν μὲν ἔχον τὸν Πατέρα, δι’ Υἱοῦ δὲ εἰς κτίσιν ἐπ’ εὐεργεσίᾳ τῶν δεχομένων ἐρχόμενον, οὐ καθ’ ὕφεσιν γινωσκομένης τῆς γεννήσεως, οὐ κατὰ τομὴν θεωρουμένης τῆς ἐκπορεύσεως. Εἰ γάρ τις δοίη ταῦτα, καὶ ἐπὶ τετράδα καὶ πεντάδα καὶ ἐπ’ ἄπειρον τὴν πρόοδον | |
35 | ῥυῆναι κατὰ τοὺς Ἑλλήνων μύθους συγκατασκευάσειεν. Ἓν οὖν κυρίως τὸ θεῖον, πληθυσμὸν οὐδένα παραδεχό‐ μενον, ὡς ἀκριβής τε καὶ ἀληθὴς ἑνότης κατὰ τὴν φυσικήν, εἰ χρὴ φάναι, θεωρούμενον ταυτότητα. Ὅθεν εἰ καὶ ὑποστάσεις ἢ πρόσωπα ἢ ἰδιότητας ὀνομάζομεν, | |
40 | ἃ ὁ νοῦς ἔγνω, καθ’ ὅσον δυνατόν ἐστιν, ἑρμηνεῦσαι βουλόμενοι, οὐ τὸ ἓν διαιροῦμεν, οὐ τὴν μονάδα μερίζο‐ μεν, οὐ τὴν ἑνάδα διασπῶμεν, ἀλλὰ τῇ ἀϊδίῳ μονότητι | |
Bibl.230279a | θεολογοῦντες ταύτην ἐν τρισὶν αὐτὴν συνθεολο‐ γοῦμεν ὑποστάσεσιν, οὐκ ἀνθρωπίνοις λογισμοῖς τὰ ὑπὲρ νοῦν ὑποβάλλοντες, οὐδὲ περινοητικαῖς ἐρεύναις τὰ ὑπὲρ εὕρεσιν ἐνυβρίζοντες. Διὸ τοὺς παρὰ ταῦτα ἢ τὴν ἄρρη‐ | |
5 | τον ἑνότητα διατέμνοντας ἢ τὸ τριαδικὸν τῶν ὑπο‐ στάσεων εἰς μοναδικὴν πενίαν συγκλείοντας ὡς τῆς εὐ‐ σεβείας πολεμίους ἐκτρεπόμεθα. Ταῦτα καὶ τοιαῦτα διεξελθὼν πρὸς τοὺς ἰδίωμα μόνον εἶναι κενολογήσαντας τὴν ὑπόστασιν ἀντιφθέγ‐ | |
10 | γεται, καὶ πλείοσι τῆς εὐσεβείας λογισμοῖς τὴν αὐτῶν ἐπιστομίζει κακόνοιαν. Εἰ γὰρ ταὐτὸν ὑπόστασις καὶ ἰδίωμα, ἐνανθρωπῆσαι δὲ τὴν τοῦ Λόγου φαμὲν ὑπόστασιν, ἀλλὰ τὸ ἀκόλουθον γνώριμον ὄν, καὶ πρὸς βλασφημίαν γνωριμώτερον, εἰς τὰς κεφαλὰς τῶν ῥηθῆναι βιασα‐ | 42 in vol. 5 |
15 | μένων σιγῇ ἀπερρίφθω. | |
15 | Πῶς δὲ καὶ τὸ Πνεῦμα, εἴπερ ἰδίωμα, δύναιτ’ ἂν τοῦ Πατρὸς ἐκπορεύεσθαι καὶ παρὰ τοῦ Πατρὸς ἐπ’ εὐεργεσίᾳ τοῦ πλάσματος ἀποστέλλεσθαι; Ἀλλὰ καὶ πᾶσα ὑπόστασις τῶν ὑφεστηκότων ἐστὶ καθ’ ἑαυτά· ἰδίωμα δέ, πῶς ἂν ὑποσταίη καθ’ ἑαυτό, μὴ | |
20 | ἐκείνῳ ἑδρασθὲν οὗ καὶ εἶναι ἰδίωμα λέγεται; Καὶ ἐν τρισὶ μὲν ὑποστάσεσιν ὁ ἱερὸς τῶν πατέρων χορὸς τὴν θεϊκὴν οὐσίαν δογματίζει, ἐν τρισὶ δὲ ἰδιώμασιν οὐδεὶς ἂν φαίη. Τοὐναντίον γὰρ ἐν μὲν τῇ οὐσίᾳ καὶ περὶ τὴν οὐσίαν ὁρᾶται τὰ ἰδιώματα, αὐτὴν δὲ ἐν ἰδιώμασιν | |
25 | οὐκ ἄν τις φαίη. Εἰ γὰρ καὶ τῷ θεολόγῳ εἴρηται τὴν μίαν φύσιν ἐν τρισὶν ὑπάρχειν ἰδιότησιν, ἀλλὰ πρῶ‐ τον μὲν οὐ ταὐτὸν ἰδιότης καὶ ἰδίωμα, ἔπειτα δὲ οὐδ’ εἰ ὁ πατὴρ κατεχρήσατο τῇ φωνῇ, ταύτην λαβὼν ἀντὶ τῆς ὑποστάσεως, ἤδη ταὐτόν τις εἶναι δογματί‐ | |
30 | σει τὴν ὑπόστασιν καὶ τὴν κυρίως ἰδιότητα. Εἰ δὲ καὶ χαρακτηριστικὸν καθέστηκεν ἡ ἰδιότης τῆς ὑποστάσεως, ὥσπερ Βασιλείῳ τε καὶ πολλοῖς τῶν πατέρων δοκεῖ, οὐδὲν μὲν ἄτοπον τὸν ἱερὸν Γρηγόριον εἰπεῖν ἐν τρι‐ σὶν ἰδιότησιν, οὐ ταὐτὸν ὑπάρχειν νομοθετοῦντα τῇ | |
35 | ὑποστάσει τὴν ἰδιότητα, ἀλλ’ ὡς ἐκ τοῦ μάλιστα χα‐ ρακτηριστικοῦ, τουτέστι τῆς ἰδιότητος, ἐπονομάζοντα τὴν ὑπόστασιν, διὸ καὶ ἐπάγει· νοεραῖς, τελείαις, καθ’ ἑαυτὰς ὑφεστώσαις, ὅπερ οὐδεὶς ἂν νοῦν ἔχων ἐπὶ τῶν ἰδιωμάτων παραδέξαιτο. | |
39 | Χωρὶς δὲ τῶν εἰρημένων, | 43 in vol. 5 |
40 | τὰς μὲν ὑποστάσεις ἡ ἁγία πρώτη σύνοδος ὁμοουσίους ἀνεκήρυξε, τὰ δὲ ἰδιώματα πῶς ἄν τις μὴ μελαγχο‐ λῶν ἀποφήνοι ὁμοούσια; Εἰ δέ τις ὁμοούσια ἀποθρα‐ | |
Bibl.230279b | συνθείη λέγειν τὰ ἰδιώματα, ὅτι ἐν τῇ αὐτῇ πολλά‐ κις οὐσίᾳ συντρέχοντα ὁρᾶται, λέληθε μὲν αὐτὸς ἑαυ‐ τὸν ἕτερον ἀναπλάττων ὁμοουσίου σημαινόμενον, ἄλ‐ λως τε δὲ καὶ τὰ ἑτερογενῆ οὗτος, ποσότητά φημι καὶ | |
5 | ποιότητα καὶ ὅσα ἄλλα ἀδύνατον εἰς μίαν φύσιν συνελ‐ θεῖν, ταῦτα πάντα ὁ καινὸς νομοθέτης οὗτος παρα‐ κελεύεται νοεῖν τε καὶ λέγειν ὁμοφυῆ τε καὶ ὁμοούσια· ἐν γὰρ τῇ ἡμετέρᾳ οὐσίᾳ φανερῶς ὁρᾶται καὶ ποιότης καὶ ποσότης καὶ πρός τι καὶ εἴ τι τούτοις εἰς ἀκοινωνή‐ | |
10 | τους ἀρχὰς συνδιῄρηται. Ἀλλὰ τοῦτο μὲν αὐτάρκως ἔδω‐ κε τὸν ἔλεγχον τὸ ἀτόπημα. Ἀλλ’ οὐδ’ οὕτω σιγᾶν οἶδε τὸ φίλερι. Φασὶ γάρ τι‐ νες συμπλοκὴν οὐσίας καὶ ἰδιώματος εἶναι τὴν ὑπόστα‐ σιν· ὃ περιφανῶς συνεισάγειν οἶδε τὴν σύνθεσιν, καὶ | |
15 | ποῦ ἂν εἴη τὸ ἁπλοῦν καὶ ἀσύνθετον τῆς ἐν τῇ Τριάδι Θεότητος; Οἱ δὲ καὶ Βασίλειον προϊστῶσι τὸν μέγαν τῆς φωνῆς διδάσκαλον, οὐκ ἐθέλοντες νοεῖν ὡς ὁ σοφὸς ἐκεῖνος ἀνὴρ οὔτε ὅρον οὔτε ὑπογραφὴν ἀποδιδοὺς ὑπο‐ στάσεως τὸ τῆς συμπλοκῆς παρέλαβεν ὄνομα, ἀλλὰ | |
20 | βουλόμενος ἐπιστομίσαι τὸν ἀνόμοιον τὴν ἀγεννησίαν καὶ τὴν οὐσίαν εἰς ταὐτὸν ἀγαγεῖν φιλονεικήσαντα, καὶ τὴν πρὸς τὸ γεννητὸν τοῦ ἀγεννήτου διαφορὰν εἰς τὸν τῆς οὐσίας λόγον μεταγαγεῖν, ἵνα μὴ μόνον διαφόρους, ἀλ‐ λὰ καὶ ἀντικειμένας οὐσίας εἰσάγοι ἐπί τε τοῦ Πατρὸς | |
25 | καὶ τοῦ Υἱοῦ. | |
25 | Διὰ τοῦτο ὁ τοὺς λόγους οἰκονομῶν ἐν κρίσει | |
Βασίλειος, ἐν τῷ πρὸς τὸν ἀνόμοιον ἀγῶνι, τῷ κοι‐ νῷ συμπλέκει τὸ ἴδιον, ἀσύγχυτον ἡμῖν καὶ διακεκρι‐ μένην μεθοδεύων τὴν τῆς ἀληθείας κατάληψιν. Ἀπο‐ ρεῖ μὲν γὰρ ὁ ἀνθρώπινος νοῦς ἁπλῇ καὶ μιᾷ προσβολῇ | 44 in vol. 5 | |
30 | τὸ ἑνιαῖον ἅμα καὶ ἁπλοῦν καὶ τὸ τρισσὸν καταλαβεῖν τῶν ὑποστάσεων· διὸ τῇ τῶν ἰδιωμάτων, ὡς ὁ διδά‐ σκαλος ἔφη, προσθήκῃ τὴν ἰδιάζουσαν ἀφορίζει τῶν ὑποστάσεων ἔννοιαν καὶ ἔστι μὲν ἡ μέθοδος ἀσθενείας ἐπίκουρος καὶ τῆς περὶ τὸ ἀκατάληπτον συνεργὸς κα‐ | |
35 | ταλήψεως, οὐ μήν γε συμπεπλεγμένον τὸ ἁπλοῦν τῆς θεότητος ἢ ὅλως τινὰ τῶν ταύτης ὑποστάσεων οὐμεν‐ οῦν οὐδαμῶς ἀπεργάσαιτο. Διὸ καὶ ἐπήγαγεν ὡς ἀμή‐ χανον ἰδιάζουσαν ἔννοιαν Πατρὸς λαβεῖν ἢ Υἱοῦ, μὴ τῇ τῶν ἰδιωμάτων προσθήκῃ τῆς διανοίας διαρθρου‐ | |
40 | μένης. Καὶ ὅπερ ἐν τοῖς προλαβοῦσι συμπλοκὴν ἐκά‐ λεσε, τοῦτο νῦν προσθήκην ὠνόμασε. Σαφέστερον δὲ τὸ εἰρημένον ποιῶν· «Οὐ γὰρ οἱ δεικτικοί, φησί, τῆς | |
Bibl.230280a | ἰδιότητος αὐτοῦ τρόποι τὸν τῆς ἁπλότητος αὐτοῦ λόγον παραλυπήσουσιν· ἢ οὕτω γε ἂν πάντα, ὅσα περὶ Θεοῦ λέγεται, σύνθετον ἡμῖν τὸν Θεὸν ἀναδείξῃ». Ταῦτα διελθὼν ὁ καλὸς Εὐλόγιος ἄλλην ἀπορίαν | |
5 | κινουμένην ἵστησιν. Ἆρα γάρ, φησίν, ἡνίκα τὸ ἴδιον συμ‐ πλέκομεν τῷ κοινῷ, ψευδόμενοι τοῦτο ποιοῦμεν; ἢ ἀληθεύ‐ οντες; Ἀλλ’ εἰ μὲν ψευδόμενοι, τί καὶ προφέρομεν λέ‐ ξεις ὧν μὴ ἔστι λαβεῖν ὑποκείμενον; Εἰ δ’ ἀληθεύοντες, συμπεπλεγμένον ἂν εἴη καὶ ἡ τῆς Τριάδος, ἐφ’ ἣν τὴν φω‐ | |
10 | νὴν φέρομεν, ὑπόστασις. | |
10 | Ἡ μὲν ἀπορία τοιαύτη· ἀνα‐ σκευάζει δὲ αὐτὴν δι’ ὧν εἶπε πρότερον. Ἐξασθενῶν γάρ, φησί, περὶ τὴν τοῦ ὄντος ὄντως θεωρίαν ὁ νοῦς ὁ ἀνθρώπινος βιάζεταί πως συμπεπλεγμέναις χρῆσθαι | |
φωναῖς καὶ τῷ κοινῷ συνάπτειν τὸ ἴδιον, τὸ ἁπλοῦν | 45 in vol. 5 | |
15 | ἅμα καὶ διακεκριμένον τῶν ὑποστάσεων ἁπλῶς καὶ καθ’ αὑτὸ ὑποδηλῶσαι μὴ δυνάμενος· ὡς εἴ γε οἷόν τε ἦν ἁπλῇ τὸ ἁπλοῦν ἀπαγγεῖλαι φωνῇ, τῇ συμπλοκῇ τῶν λέξεων οὐκ ἂν ὁ νοῦς ἀπεκέχρητο. Ἀλλ’ οὐ συμφέρεται τῇ εὐτελείᾳ τῶν ῥημάτων τῆς θείας οὐσίας τὸ ἀκατάλη‐ | |
20 | πτον, ἐπεὶ καὶ αὐτὸς ὁ διδάσκαλος συμπλοκὴν εἰπὼν ἐφεξῆς τὸ θεῖον ἁπλοῦν πάντῃ καὶ ἀσύνθετον καὶ ἀλλαχοῦ πολλάκις ἀνύμνησε, μονονουχὶ βοῶν ὡς ἀσθενείας ἐστὶν ἡ προσθήκη καὶ ἡ συμπλοκὴ πρόβλημα, πρὸς κατά‐ ληψιν ἡμᾶς τῆς ἀληθείας χειραγωγοῦσα, οὐ μέντοι γε | |
25 | τὸ ἁπλοῦν τῆς φύσεως καὶ ἀσύνθετον εἰς διπλόην καὶ σύνθεσιν καταγαγεῖν ποθὲν τόλμαν εἴληφεν. Ἀρρήτως γὰρ καὶ ἀνεπινοήτως ἕν τε ὑπάρχον καὶ Τριὰς θεωρού‐ μενον τὸ προσκυνούμενον τὸ μὲν κατὰ τὴν ἄσχετόν τε καὶ ὑπὲρ ἡμᾶς θεολογίαν κατανοεῖται, τὸ δὲ κατὰ τὴν | |
30 | σχετικήν τε καὶ περὶ ἡμᾶς. Τὴν μὲν οὖν ἀπορίαν οὕτως ἔδοξεν ἐπιλύεσθαι. Εἰ δέ τις οὐδὲν ἧττον ἐρεῖν οἴεται τὸ ἠπορημένον τοῖς ἀπ’ ἀρχῆς ἐπερείδεσθαι, προσλαβέτω τῷ λόγῳ ὅτι καὶ ὅπερ ἄφραστον λέγομεν ῥήμασιν ἀπαγγέλλομεν, καὶ | |
35 | τὸ ἀπερινόητον σκιαγραφοῦμεν διὰ νοήσεως, καὶ τὸ ἄχρονον χρονικαῖς ἐπιβολαῖς καὶ κινήσεσιν ὑποβάλ‐ λομεν, καὶ τὸ ἀδιάστατον καὶ ἀκίνητον κινουμέναις τε καὶ διισταμέναις φαντασίαις ἀνατυπούμεθα. Ὥστε εἰ, ἃ πά‐ σχομεν περὶ τὴν τοῦ θείου θεωρίαν ἀναγόμενοι, ταῦτά | |
40 | τις ἐνορᾶν καὶ περὶ αὐτὸ ἐκβιάσαιτο, τὰ ἄνω κάτω ποιήσει, καὶ πρὸ πάντων αὐτὸς ἑαυτὸν ἀμηχανίας βυθῷ παραπέμψει. | |
Bibl.230280b | Ὁ δὲ ἱερὸς Εὐλόγιος ἀπὸ τῆς προταθείσης ἀπο‐ ρίας ἑτέραν ἀναφυομένην διέξεισιν. Εἰ γὰρ μήτε ἰδίωμά φη‐ | |
σιν ἡ ὑπόστασις μήτε συμπλοκὴ οὐσίας καὶ ἰδιώματος, τί ἂν εἴη ἕτερον; Καὶ ἐπιλύεται λέγων ὡς ὑπόστασιν μὲν | 46 in vol. 5 | |
5 | καλεῖν τὸν ἕνα τῆς Τριάδος παρὰ τῆς ἐκκλησίας με‐ μαθήκαμεν. Τί δέ ἐστιν ὑπόστασις; Εἰ μὲν ἐπὶ κτισμά‐ των ἡ ἐρώτησις, οὐ πάνυ χαλεπόν ἐστιν ἀποκρίνασθαι διὰ τὸ καὶ τὴν περὶ ταῦτα ἁμαρτίαν τε καὶ ἀποτυχίαν μὴ λίαν εἶναι ὑπεύθυνον, εἰ δὲ περὶ τῆς ἁπλῆς καὶ μα‐ | |
10 | καρίας φύσεως, οὐδὲν παρ’ ὃ παρέδοσαν οἱ θεοφόροι πατέρες ἀσφαλές ἐστιν ἀποκρίνασθαι. Πλὴν οὐδὲν κωλύει γραφικῶς φάναι ὡς ἡ τοῦ Υἱοῦ ὑπόστασις εἰκών ἐστι τοῦ Θεοῦ τοῦ ἀοράτου, ὅλον ἐν ἑαυτῇ τὸν Πατέρα δεικνύουσα. Εἰ δὲ καὶ σοφίαν αὐτὴν πατρικὴν εἶναι ἀποκριθήσομαι | |
15 | ἢ λόγον ἢ δύναμιν τοῦ Πατρὸς, τῇ ἱερολογίᾳ συμφθέγ‐ γομαι. Καὶ περὶ τῆς τοῦ Πατρὸς δὲ καὶ Πνεύματος ὑπο‐ στάσεως τοιαῦτα ἄν τις ἐκ τῶν ἱερῶν λογίων ἀναλε‐ γόμενος, καὶ διδοὺς τοῖς ἐπερωτῶσιν ἀπόκρισιν, εὐσεβῶς τε καὶ ἀνεπηρεάστως ἀποκρίνοιτο. | |
19 | Σὺ δ’ ἂν δυνήσῃ | |
20 | λέγειν, ἀποδιδοὺς τὸν λόγον τῆς ὑποστάσεως τοῦ Υἱοῦ, Θεὸν ἐκ Θεοῦ ἀχρόνως τε καὶ ἀπαθῶς γεννηθέντα. Ὁμοίως δὲ καὶ τοῦ Πνεύματος, Θεὸν ἐκ Θεοῦ ἀϊδίως τε ἐκπορευόμενον καὶ ἀρρεύστως. Ὡσαύτως δὲ καὶ τοῦ Πα‐ τρὸς τὴν ὑπόστασιν λόγῳ παριστάναι μέλλων φήσεις, ἐξ | |
25 | οὗ γεγέννηται ὁ Θεὸς Λόγος, τομῆς ἁπάσης καὶ παντὸς πάθους μηδὲ κατ’ ἐπίνοιαν θεωρουμένης τῇ προόδῳ τῆς γεννήσεως· εἰ βούλει δέ, καὶ ἐξ οὗ τὸ Πνεῦμα ἀφράστως τε καὶ ἀνεπινοήτως καὶ ἀπαθῶς καὶ συναϊδίως ἐκπο‐ ρεύεται, καὶ εἴ τι ἄλλο τοιουτότροπόν ἐστιν εἰπεῖν, τῆς | |
30 | θεοπνεύστου γραφῆς τὴν πνευματικὴν σοφίαν πηγαζούσης ἡμῖν καὶ συνεργούσης τῷ βουλήματι. Καίτοι οὐδὲ τὰ ῥη‐ | |
θέντα παντελῶς ἐστιν ἐλεύθερα φαντασίας ἀνατυπουμέ‐ νης τὴν σύνθεσιν· ἀλλὰ τῷ γε μὴ τῷ ῥήματι τῆς συνθή‐ κης καὶ τῆς συμπλοκῆς καὶ τῶν τοιούτων προσχρήσασ‐ | 47 in vol. 5 | |
35 | θαι οὐ δοκεῖ θορυβεῖν τὸν ἀκροατὴν οὐδὲ προσίστασθαι. Ἀλλ’ ἐν τούτοις μὲν αὐτῷ καὶ ὁ παρὼν ἀπαρτίζεται λόγος. Γράφει δὲ ὁ αὐτὸς ἱερὸς ἀνὴρ καὶ πρὸς Δομετια‐ νόν (Μελιτηνῆς δὲ οὗτος ἐπίσκοπος) οὐκ ἀπρόσφορον εἶναι παριστῶν τὸ μίαν λέγειν φύσιν τοῦ Θεοῦ Λόγου σε‐ | |
40 | σαρκωμένην. Ὁ μὲν γὰρ οὐκ ἀνεύθυνον ἐτίθει τὸν ἱερὸν Εὐλόγιον κεχρημένον τῷ ῥήματι. Ὁ δὲ οἷς πολλάκις ἐν τοῖς προλαβοῦσι λόγοις τὴν φωνὴν ἐπικουρήσας καὶ | |
Bibl.230281a | τοῖς ὀρθῶς αὐτὴν ἐκλαμβάνουσιν εὐσεβῶς ἔχουσαν παρασχών, καὶ ὡς οἱ λέγοντες μίαν φύσιν τοῦ Λόγου σε‐ σαρκωμένην οὐ μίαν φύσιν ἁπλῶς φασιν ἐξ ἀμφοτέρων γεγονέναι τῶν φύσεων, ὥστε καὶ συγχύσει τὰ συνελθόντα | |
5 | περιπεσεῖν, ἐκεῖνο δὲ μᾶλλον βούλεσθαι ὡς ὁ μονογενὴς τοῦ Πατρὸς Υἱὸς ἡνώθη σαρκὶ καθ’ ὑπόστασιν, ὁ αὐτὸς καὶ Θεὸς καὶ ἄνθρωπος ὤν, ὡς καὶ τῷ θεολόγῳ δοκεῖ· «Ὁ λόγος γάρ, φησί, σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν». Ταῦτα διὰ πλάτους εἰπὼν καὶ ἀπολογησάμενος | |
10 | οὕτω δοξάζειν καὶ Κύριλλον ἐπαγγέλλεται, ἐν οἷς μάλιστα λέγει· «Εἰ μὲν γὰρ μίαν εἰπόντες τοῦ Λόγου φύσιν σεσι‐ γήκαμεν, οὐκ ἐπενεγκόντες τὸ σεσαρκωμένην, ἀλλ’ οἷον ἔξω τιθέντες τὴν οἰκονομίαν, ἦν αὐτοῖς τάχα που καὶ οὐκ ἀπίθανος ὁ λόγος προσποιουμένοις ἐρωτᾶν ποῦ τὸ | |
15 | τέλειον ἐν ἀνθρωπότητι ἢ πῶς ὑφέστηκεν ἡ καθ’ ἡμᾶς οὐσία· ἐπειδὴ δὲ καὶ ἐν ἀνθρωπότητι τελειότης καὶ τῆς καθ’ ἡμᾶς οὐσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τοῦ λέγειν σεσαρκωμένην, παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυ‐ τοῖς ὑποστήσαντες». | |
19 | Οὐκοῦν τὰς δύο φύσεις ἡ παροῦσα | 48 in vol. 5 |
20 | φωνὴ τῷ ἀδιαιρέτῳ εἰσήνεγκεν ἐπισφίγγουσα, ὡς αὐτὸς ἐμβοᾶται ὁ Κύριλλος. Διὸ καὶ μίαν φύσιν τοῦ Λόγου σε‐ σαρκωμένην πολλάκις φαίνεται φάμενος, μίαν δὲ φύσιν Χριστοῦ ἁπλῶς εἰπὼν οὐκ ἂν ἁλοίη. Τί δ’ ἂν εἴη φύσις ἀνθρωπότητος ἤ, ὡς αὐτὸς πάλιν ἐν ἄλλοις ἐδίδαξε, | |
25 | σὰρξ ἐψυχωμένη νοερῶς; Ὡς καὶ διὰ τοῦτο πάλιν σῴ‐ ζεσθαι τῶν συνδραμόντων εἰς ἕνωσιν ἀδιαιρέτως ἑκά‐ τερον. Δῆλον οὖν ἐκ τῶν εἰρημένων ὡς οἱ ὀρθοδόξως λέγοντες καὶ κατὰ Κύριλλον μίαν φύσιν τοῦ Λόγου σε‐ σαρκωμένην οὐ πρὸς ἄλλον ἀφορῶσι σκοπόν, ἢ ὅστις | |
30 | αὐτοῖς τὴν τοιαύτης φωνὴν ἐπιδείκνυσι τὰς δύο φύ‐ σεις ἐπὶ τοῦ δεσπότου Χριστοῦ τῷ ἀδιαιρέτῳ πάντως συνεισάγουσαν. Ἐν τῷ γὰρ εἰπεῖν τὸν μακάριον Κύριλλον σῴζεσθαι δι’ αὐτῆς τῶν συνδραμόντων εἰς ἕνωσιν ἀδιαι‐ ρέτως ἑκάτερον, ποῖος ἂν ἄλλος παρεισαχθείη σκο‐ | |
35 | πὸς ἢ ὁ τὰς δύο φύσεις ἐπὶ τοῦ Σωτῆρος Χριστοῦ σῳ‐ ζομένας κηρύττων ἀδιαιρέτους καὶ ἀποδεχόμενος; Καὶ τοῦτο φανερώτερον καὶ ἐν τῇ πρὸς Σούκενσον ὁ αὐτὸς δευ‐ τέρᾳ ποιεῖται ἐπιστολῇ. Ἑρμηνεύων γὰρ ἐν αὐτῇ τί ποτέ ἐστιν αὐτῷ δηλοῦσα ἡ μία φύσις τοῦ Λόγου σεσαρκω‐ | |
40 | μένη, καὶ εἰπὼν ὡς ἔστιν Υἱὸς ὁ φύσει καὶ ἀληθῶς, εἰ καὶ κατὰ πρόσληψιν σαρκὸς οὐκ ἀψύχου ἀλλ’ ἐψυχω‐ μένης νοερῶς προῆλθεν ἄνθρωπος ἐκ γυναικός, καὶ ἐπε‐ | |
Bibl.230281b | νεγκὼν ὡς οὐ διὰ τοῦτο μερισθήσεται εἰς δύο πρό‐ σωπα ἢ υἱούς, ἀλλὰ καὶ οὕτω διαμένει εἷς, προστίθησι πῶς οὐκ ἄσαρκος οὐδὲ ἔξω σώματος, ἀλλ’ ἴδιον ἔχων αὐτὸ (δη‐ λονότι τὸ σῶμα) καθ’ ἕνωσιν ἀδιάσπαστον. | |
4 | Κἀν τῇ | |
5 | πρὸς .... δὲ ἐπιστολῇ καὶ ἐν ἄλλοις πολλοῖς τὰ αὐτὰ διδάσκων εὑρίσκεται. Ἀλλ’ οἱ περὶ Σεβῆρον τὴν δια‐ φορὰν τῶν συνελθόντων μετὰ τὴν ἕνωσιν ὁμολογεῖν οὐκ ἀνεχόμενοι, κακούργως τε καὶ δυσσεβῶς πρῶτον μὲν τάττουσι τὰς φωνὰς αἳ τὴν διαφορὰν δηλοῦσι τῶν φύ‐ | 49 in vol. 5 |
10 | σεων, ἔπειτα δέ, ὡς δῆθεν ἀνατρέποντες αὐτάς, τὴν μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην ἐπάγουσιν. Οὐχ οὕτω δὲ ποιεῖ ἡ εὐσέβεια, ἀλλὰ ταύτην προσθεῖσα τὴν φω‐ νήν, εὐθὺς ἐφεξῆς δείκνυσι καὶ διὰ ταύτης σῴζεσθαι πά‐ λιν τῶν συνελθόντων εἰς ἕνωσιν ἀδιαιρέτως ἑκάτερον, | |
15 | ἐλέγχουσα τοὺς δυσσεβεῖς ὡς ἡ μία τοῦ Λόγου φύσις σε‐ σαρκωμένη οὐδὲν ἕτερον ἢ τὴν ἀδιάσπαστον καὶ καθ’ ὑπόστασιν ἕνωσιν δηλοῖ, φυλαττομένων κατὰ πάντα καιρὸν ἐν τῷ ἀσυγχύτῳ τῶν φύσεων. Δύο γὰρ φύσεις ἀδιαιρέτους δοξάζει, ὡς τὸ διάφορον τῶν συνελθόντων | |
20 | κηρύττουσα, καὶ μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην, ὡς τὸν αὐτὸν τοῦ Πατρὸς προαιώνιον Λόγον ἐνανθρω‐ πῆσαι καὶ σαρκωθῆναι δογματίζουσα. Ταῦτα καὶ τοιαῦτα ὑπὲρ τῆς προκειμένης ἀπολο‐ γησάμενος φωνῆς, καὶ τὰ αὐτὰ τὴν ἐν Καλχηδόνι | |
25 | σύνοδον φρονοῦσάν τε καὶ κηρύττουσαν ἐπιδειξάμενος διά τε ἄλλων καὶ ἐξ ὧν τοῦ ἐν ἁγίοις Φλαβιανοῦ ἰδιό‐ χειρον πίστιν ἀναγνωσθεῖσαν ἡ σύνοδος ἐπεκύρωσεν, ἀπαλλάττει μὲν τὴν φωνὴν αἱρετικῆς ὑπολήψεως, ἀπαλλάττει δὲ καὶ ἑαυτὸν οὐκ εὐαγοῦς ὑπονοίας, ἣν περὶ | |
30 | αὐτοῦ ὁ Δομετιανὸς ὑπετόπαζε, νομίζων αὐτὸν οὐ κατὰ γνώμην ἐνδιάθετον τὴν τοιαύτην οἰκειοῦσθαι καὶ προάγειν φωνήν, ἐξ οἰκονομίας δέ, καὶ ὥστε δι’ αὐτῆς τοὺς ἀκροατὰς εὐμηχάνως ἄγειν πρὸς ἑνότητα, καὶ τὰς προφάσεις περικόπτειν τῶν τῆς καθολικῆς ἐκκλησίας | |
35 | διαστάσεων. | |
35 | Ταῦτα καὶ τοιαῦτα ἕτερα ἐπιστείλας, ἅπερ κἀν τοῖς προλαβοῦσι λόγοις διεξελήλυθε, καὶ θερμὸν ἑαυτὸν τῆς τε κατὰ Καλχηδόνα συνόδου πρόμαχον καὶ τῆς τοῦ ἐν ἁγίοις πάπα Λέοντος ἐπιστολῆς διὰ πολλῶν, ὧνπερ διαφόρως ἔγραψε, παραστησάμενος, | 50 in vol. 5 |
40 | πέρας τῷ γράμματι ἐπιτίθησι. Γράφει δὲ ὁ αὐτὸς θεσπέσιος ἀνὴρ καὶ πρὸς Χρι‐ στοφόρον τινὰ, ὃν αὐτὸς ὁσιώτατον ἐπιγράφει, γρα‐ | |
Bibl.230282a | φικῶν ἐρωτήσεων αἰτησάμενον λύσεις. Τὰ δὲ ἠρω‐ τημένα ἐστὶ πρῶτον μέν, πῶς δεῖ νοεῖν τὸ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν εἰρημένον· «Καὶ ἐπέσεισεν ὁ Θεὸς τὸν Δαβὶδ ἀριθμῆσαι τὸν λαόν» καὶ μετὰ ταῦτα, ὅτι | |
5 | ἠρίθμησεν, ἠγανάκτησε κατ’ αὐτοῦ; Καὶ ἐπιλύεται, ὅτι Θεὸν πολλάκις ἡ γραφὴ, ὥσπερ καὶ Κύριον, οὐ μόνον τὸν ἀληθινὸν ὀνομάζει Θεόν, ἀλλὰ καὶ αὐτὸν τὸν τῆς πονηρίας ἄρχοντα. Κατὰ τοῦτο γὰρ τὸ σημαινόμε‐ νον καὶ τὸν Παῦλον φάναι· «Ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος | |
10 | τούτου ἐτύφλωσε τὰς καρδίας τῶν ἀπίστων». Καὶ ὁ Σω‐ τήρ· «Οὐ δύνασθε δυσὶ κυρίοις δουλεύειν». Διὸ καὶ ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων ἀπαρακαλύπτως τὸν διά‐ βολον λέγει τὸν ἐπισείσαντα τὸν Δαβὶδ ἀριθμῆσαι τὸν λαόν. Πλὴν καὶ τὸ παρ’ ἡμῖν ἀντίγραφον οὐχ ὡς | |
15 | τὸ ἀποσταλὲν παρὰ σοῦ περιέχει. Ἔχει γὰρ· «Καὶ προσέ‐ θετο ὀργὴ Κυρίου ἐκκαῆναι ἐν Ἱερουσαλήν, καὶ ἐπέσεισε τὸν Δαβὶδ ἐν αὐτοῖς» καὶ ἑξῆς, ὡς δοκεῖν πως ὀργὴν ἐν‐ ταῦθα λέγεσθαι κυρίου τὸν εἰρημένον ἐν Παραλειπομέ‐ νοις διάβολον. Εἴτε δὲ οὕτως εἴτε ὡς γέγραφας ἔχει | |
20 | τὸ ῥητόν, οἶμαι φανερῶς τὴν λύσιν ἀναμφίβολον προελθεῖν. Ὅτι δὲ ὁμώνυμον καὶ τὸ Κύριος καὶ τὸ Θεός, καὶ (ὡς ἐρρήθη πολλάκις) καὶ ἐπὶ τοῦ ἀντικειμένου | |
παραλαμβάνεται τῇ ἱερᾷ γραφῇ, εἴρηται μέν, οὐδὲν δὲ κωλύει καὶ δι’ ἑτέρων πιστώσασθαι. Ἐν γὰρ τῇ νομοθε‐ | 51 in vol. 5 | |
25 | σίᾳ τῇ περὶ τοῦ Πάσχα, μετὰ τὸ χρίσαι τῷ αἵματι τὴν φλιὰν καὶ τοὺς σταθμούς· «Ἡμεῖς δὲ οὐκ ἐξελεύσεσθε, φη‐ σίν, ἕκαστος τὴν θύραν αὑτοῦ ἕως πρωί, καὶ παρελεύ‐ σεται Κύριος πατάξαι τοὺς Αἰγυπτίους, καὶ ὄψεται τὸ αἷμα ἐπὶ τῆς φλιᾶς καὶ ἐπ’ ἀμφοτέρων τῶν σταθμῶν, καὶ | |
30 | παρελεύσεται Κύριος τὴν θύραν, καὶ οὐκ ἀφήσει τὸν ὀλοθρεύοντα εἰσελθεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι». Δῆλον γὰρ ὡς ἄλλος κύριος ὃν λέγει παρελεύσεσθαι καὶ τοὺς Αἰγυπτίους πατάξαι, καὶ ἄλλος ὁ μὴ συγχωρῶν τὸν ὀλοθρεύοντα εἰσελθεῖν εἰς τὰς τῶν Ἰσραηλιτῶν | |
35 | οἰκίας καὶ πατάξαι αὐτούς. | |
35 | Τοιοῦτον δέ ἐστι καὶ τὸ περὶ τοῦ Βαλαὰμ εἰρημένον. Λέγει γὰρ ἡ γραφὴ ἐπιτρέψαι μὲν αὐτῷ τὸν Θεὸν ἀπελθεῖν πρὸς τοὺς καλοῦντας, ὀργισθῆναι δὲ θυμῷ τὸν Θεὸν ὅτι ἐπορεύετο πρὸς αὐτούς. Κἀνταῦθα γὰρ ἄλλον αἰνίττεσθαί φησι Θεὸν τὸν | |
40 | ἐπιτρέψαντα αὐτῷ καὶ ἄλλον τὸν ὀργισθέντα θυμῷ ἐπ’ αὐτόν· οὐ γὰρ ἂν ὁ ἐπιτρέψας ὠργίζετο τῷ πλη‐ ρώσαντι τὸ ἐπιτραπέν, ἀλλ’ ἢ ἐπιτρέψαντα οὐκ ἔδει | |
Bibl.230282b | θυμοῦσθαι, ἢ θυμοῦσθαι μέλλοντα ἀπελθεῖν οὐκ ἔδει ἐπιτρέπειν. | |
2 | Αὐτὸς μὲν οὕτω δοκεῖ πως διὰ τῆς ὁμω‐ νυμίας τὴν ἀμφιβολίαν ἐπιλύεσθαι· ἄμεινον δέ μοι δο‐ κεῖ Θεοδωρήτῳ τε καὶ τοῖς ἄλλοις ἱεροῖς ἀνδράσι | |
5 | πραγματευθῆναι τῆς προκειμένης ἀπορίας τὴν ἐπί‐ λυσιν. Λέγει δὲ καὶ τοῦ Δαβὶδ ἐν τῇ ἀριθμήσει ἁμαρ‐ τήσαντος τὸ πλῆθος ὑποσχεῖν τὴν τιμωρίαν οὐ διότι ἐκεῖνος ἠρίθμησεν, ἀλλ’ ὅτι τῷ πατραλοίᾳ Ἀβεσ‐ | |
σαλώμ, χεῖρα πολεμίαν ἐπανατείναντος τῷ πατρί, | 52 in vol. 5 | |
10 | συναντῆρέ τε ὁ λαὸς καὶ συνεστασίασε, προτιμήσας τὸν ἐξ αὐθαδείας ἁρπάσαντα τὴν ἀρχὴν τοῦ παρὰ Θεοῦ εἰς βασιλέα χρισθέντος. | |
12 | Τὴν οὖν πρώτην ἐπιλυσάμε‐ νος (ὡς ἔδοξεν) ἀπορίαν ἐπιλύεται καὶ τὴν δευτέραν ἔχουσαν οὕτω· πῶς δεῖ νοῆσαι πῇ μὲν λέγοντος τοῦ | |
15 | Ἀποστόλου ἐν ταῖς καρδίαις ἡμῶν κατοικεῖν τὸν Χρι‐ στόν, πῇ δέ· «Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε», μεγάλης οὔσης τῆς διαφορᾶς οἰκήσεώς τε καὶ ἐνδύσεως· ἡ μὲν γὰρ τὸ ἐπιπόλαιον, ἡ δὲ τὸ διὰ βά‐ θους παρίστησι. Λέγει δὲ τὸν νοῦν διακρίνων ὅτι καθάπερ | |
20 | αὐτὸς καὶ βασιλεὺς ὑπάρχει καὶ ποιμήν, καὶ βασιλεὺς μὲν τῶν λογικῶν ποιμὴν δὲ τῶν ἀλόγων, πρὸς τὴν διά‐ φορον χρείαν τῶν τὴν εὐεργεσίαν δεχομένων ὀνομαζό‐ μενος (οὔτε γάρ τις ἀλόγων βασιλεύειν εἰκότως λεχθείη οὔτε ποιμαίνειν τὰ λογικά), οὕτω δεῖ νοεῖν καὶ τὸ προ‐ | |
25 | κείμενον. Κατοικεῖ μὲν γάρ, ὡς αὐτὸς ὁ θεσπέσιος λέγει Παῦλος, ἡ τοῦ Θεοῦ σοφία ἐν οἷς πολιτεύεται καὶ οἳ κα‐ θεστήκασιν «ἐρριζωμένοι τε καὶ τεθεμελιωμένοι ἐν αὐτῷ». Ἐνδύεται δὲ τὸν Χριστὸν καὶ ὁ πάλιν αὐτὸν δυνάμενος ἀποδύσασθαι. Διό φαμεν ἐρριζωμένοις ἐν αὐτῷ δικαίως | |
30 | ἐγκατοικεῖ, τοῖς δὲ ἄλλοις διὰ τὴν ἄφατον φιλανθρω‐ πίαν ἔνδυμα γίνεται, παρέχων σκέπην, ἵνα μὴ ἀπὸ τοῦ βορρᾶ, τοῦ σκληροῦ καὶ ψυχροῦ ἀνέμου, τοῖς ἐπιστρέφουσι πρὸς αὐτὸν ἐπιτρίβοιτο ἄδικα καὶ ψυχοφθόρα ἐπι‐ πνέοντος· «Ἀπὸ προσώπου γὰρ βορρᾶ ἐκκαυθήσεται τὰ | |
35 | κακά». Τὰς οὖν δύο ταύτας ἀπορίας ἐπιλυσάμενος ἐν ταύτῃ τῇ ἐπιστολῇ εἰς ἐξαίτησιν προσευχῶν τελευτᾷ. Ἔτι δὲ ὁ αὐτὸς καθωμίλησεν ἐν τῷ θʹ σημείῳ, δι’ ὧν ἐγκώμιον μὲν διαπλέκεται τοῦ μονάδος βίου, καὶ | |
τί ποτέ ἐστιν ὁ μοναχός, ὑπογράφει· καὶ αὑτὸν δὲ τῆς | 53 in vol. 5 | |
40 | αὐτῆς πολιτείας ἀπαγγέλλει. Παραινεῖ δὲ τοὺς τῆς μο‐ νάδος πολιτείας ἐραστὰς κατὰ τὸ ἐπάγγελμα πολιτεύεσθαι, καὶ τῇ μονότητι καὶ τῇ ἑνότητι τῆς ἐκκλησίας συναρ‐ | |
Bibl.230283a | μόζεσθαι. Εἴησαν δέ, πρὸς οὓς ἀφεώρα ἡ παραί‐ νεσις, τῆς Σεβήρου διασπορᾶς καὶ κατατομῆς μερίδες οὐκ ἄσημοι· οἷς ὅπως μὲν μάχονται τῶν πατέρων αὐτῶν αἱ δό‐ ξαι πρὸς ἑαυτάς, ὅπως δὲ πρὸς ἀλλήλας, καὶ οὐδαμῇ τὸ | |
5 | στάσιμον οὐδὲ τὸ πάγιον ἔχουσιν, ἀπογυμνώσας τε καὶ ἀνακαλυψάμενος, ἐκ τῆς ἐκεῖθεν ἀτοπίας ὁρᾶν αὐτοὺς πρὸς τὴν ἕνωσιν τῆς ἐκκλησίας ὑποτίθεται. Τοὺς μὲν γὰρ παράγει λέγοντας σῴζεσθαι τὰς διαφορὰς μετὰ τὴν ἕνωσιν, ὥσπερ καὶ Σεβῆρον, τοὺς δὲ σῴζεσθαι μηδαμῶς, | |
10 | ὥσπερ καὶ Τιμόθεον ἐν ἄλλοις τε καὶ ἐν οἷς κατὰ τοῦ ἐν ἁγίοις ἀγωνίζεται Λέοντος. | |
11 | Οὐ μόνον δὲ αὐτὸς οὐκ ἀνέχεται φάναι σῴζεσθαι, ἀλλὰ καὶ ἀσεβείας ἐνόχους ἀπο‐ φαίνει τούς, εἴ τινες σῴζεσθαι τῶν φύσεων τὴν διαφορὰν μετὰ τὴν ἕνωσιν δογματίζουσιν. Ἀλλὰ καὶ Σεβῆρος πά‐ | |
15 | λιν σῴζεσθαι λέγων τὰς διαφοράς, τὰ πράγματα οἷς ἡ διαφορὰ ἐπιθεωρεῖται οὐ συνομολογεῖ σῴζεσθαι· καὶ οὐ πανταχοῦ δογματίζει τοῦτο· παλίντροπος γάρ ἐστι τὴν πίστιν καὶ πολύμορφος· καὶ γὰρ ἔν τισιν αὑτοῦ λόγοις καὶ αὐτὰ διομολογεῖ τὰ πράγματα σῴζεσθαι. | |
19 | Οὕτως οὐ πρὸς | |
20 | ἀλλήλους μόνον ἀλλὰ καὶ πρὸς ἑαυτοὺς τὸ ἀλλόφυλον τῆς εὐσεβείας στασιάζουσι σύνταγμα. Ἐκ τούτου παραινῶν τοὺς στασιάζοντας τῷ φρονήματι τῆς εὐσεβείας συνδρα‐ μεῖν, κατ’ ἐπιδρομὴν ἱστορεῖ Μαρκιανὸν μὲν συγκρο‐ | |
τῆσαι τὴν ἐν Καλχηδόνι σύνοδον, καὶ ὡς ἐκείνου τὸν | 54 in vol. 5 | |
25 | βίον λιπόντος, Λέων μὲν κατέστη τῶν πραγμάτων κύ‐ ριος, οἱ δὲ Αἰγύπτιοι τῆς ἱερᾶς ἐπαναστρέψαντες συν‐ όδου ταραχῆς ἐπλήρωσαν τὴν οἰκουμένην, δυσσεβῶς τε καὶ πεπλασμένως φημίσαντες ὡς ἡ σύνοδος Κύριλλον ἀπεβάλετο καὶ Νεστόριον ἀπεδέξατο. Ὧν τὸν ἄλογον ὁ | |
30 | Λέων καταστέλλων θόρυβον, τὰ ψηφισθέντα ἐν Καλ‐ χηδόνι καὶ τὰ πραχθέντα πανταχοῦ διαπέμψας τῆς οἰκουμένης μετ’ ἐγκυκλίων κελεύσεων ἕκαστον τῶν ἀρχιε‐ ρέων καὶ ἱερέων, ἀλλὰ καὶ τοὺς ὅσοι ἐν τῷ μοναδικῷ διέλαμπον βίῳ, τὸ φρόνημα αὐτῶν ἐγγράφως ἀνομο‐ | |
35 | λογῆσαι διετάξατο. Ὃ καὶ προθυμῶς πεπράχασι, τῶν ἀρχιερέων τοῦ ἀριθμοῦ εἰς ἑξακοσίους καὶ χιλίους συγκεφα‐ λαιωθέντος, μηδενὸς ἑτερογνωμονήσαντος πλὴν Ἀμ‐ φιλοχίου τοῦ Σίδης, ὃς μετ’ οὐ πολὺ καὶ αὐτὸς δι’ ὑπο‐ γραφῆς συνεφώνησε. Μεθ’ ὧν καὶ ὁ μέγας Συμεὼν, ὁ | |
40 | ἐν τῷ στύλῳ τὸν ἀγγελικὸν ἐκεῖνον βίον διανυσάμενος, καὶ Βαράδατος, καὶ ἄλλοι τὸν αὐτὸν βαθμὸν τῆς πολι‐ τείας φθάσαντες. Ταῦτα διαδραμὼν καὶ δικαίως Σεβῆρον | |
Bibl.230283b | τῷ ἀναθέματι παραπεμφθῆναι παραστησάμενος εἰς τέλος διέστειλε τὴν διάλεξιν. Καὶ ὁ ἐφεξῆς δὲ λόγος προδιαβάλλεται μὲν τὴν αὐ‐ τὴν ἐπιγραφήν, παραίνεσιν δὲ πρὸς τοὺς διεστῶτας τῆς | |
5 | ἐκκλησίας εἰσηγεῖται, ἐκ τῆς πρὸς ἀλλήλους τῶν αἱρε‐ τιζόντων κἀνταῦθα μάχης τε καὶ διαφορᾶς συνιδεῖν τὸ τῆς ἐκκλησίας ὀρθὸν φρόνημα παρακαλῶν. Λέγει δὲ καὶ ὅθεν κατετμήθη εἰς μυρίας διαιρέσεις καὶ τομὰς ἡ αἱρετικὴ δόξα. Ἐπερωτῶσα γὰρ τὰ τέκνα τῆς ἐκκλη‐ | |
10 | σίας εἰ καθάπερ δύο τὰς φύσεις λέγουσιν, οὕτω καὶ τὰς ὑποστάσεις λέγειν ἀνέχονται, καὶ ἐπεὶ μίαν λέγουσιν ἐπὶ | |
Χριστοῦ τὴν ὑπόστασιν, ἆρα καὶ μίαν φύσιν ἐπ’ αὐτοῦ δογματίζουσι, ταῦτα ἐπερωτῶσα ἡ αἵρεσις ὧν μὲν ἐζή‐ τησε τέως οὐδὲν ἀκούει, ἀντεπερωτᾶται δὲ παρὰ τῆς ἐκ‐ | 55 in vol. 5 | |
15 | κλησίας τί δήποτε ταῦτα ἐρωτᾷ· ἆρα γὰρ ταὐτὸν ἡγεῖται φύσιν καὶ ὑπόστασιν, καὶ διὰ τοῦτο τοὺς δύο λέγοντας φύσεις νομίζει δύο καὶ ὑποστάσεις δοξάζειν, ἢ ἀνάπαλιν τοὺς μίαν ὑπόστασιν λέγοντας καὶ μίαν φύσιν συνομο‐ λογεῖν νομίζει; Ἀρχὴν οὖν τοιαύτην τῆς κινήσεως λα‐ | |
20 | βούσης, καὶ ὁ πολὺς ἐκεῖνος καὶ ἄσπονδος τῶν αἱρε‐ τιζόντων ἐν ἑαυτοῖς συνερράγη πόλεμος, εἰ ταὐτὸν φύ‐ σις καὶ ὑπόστασις, ἐπεὶ μίαν φύσιν ἐπὶ τῆς Τριάδος φαμέν, καὶ μίαν ὁμολογεῖν ἀνάγκη τὴν ὑπόστασιν, ἢ ἐπεὶ τὰς ὑποστάσεις τρεῖς, καὶ ἡ φύσις εἰς τρεῖς διαι‐ | |
25 | ρείσθω. Κἀκεῖθεν ἄλλο μὲν σημαίνειν τὴν φύσιν, ἄλλο δὲ σημαίνειν τὴν οὐσίαν ἀνέπλασαν, καὶ τὴν φύσιν πά‐ λιν εἰς γενικὴν φύσιν καὶ ἰδικὰς φύσεις κατεμέρισαν. Καὶ πρὸς μὲν τὸν γραμματικὸν Σέργιον ὁ Σεβῆρος γρά‐ φων· «Μίαν οὐσίαν, φησίν, εἰπεῖν τὸν Χριστὸν ἐβουλό‐ | |
30 | μεθα, ἵνα τῶν συνελθόντων τὴν διαφορὰν μὴ ἀνέ‐ λωμεν. Μιᾶς γὰρ καθάπαξ γεγενημένης οὐσίας ἢ καὶ ποιό‐ τητος, πῶς ἔτι μεμένηκε τῶν φύσεων, ἐξ ὧν εἷς ὁ Χριστός, ἡ κατ’ οὐσίαν διαφορά; Εἰ γὰρ μία ποιότης καὶ οὐσία, τὰ τῆς διαφορᾶς λοιπὸν φροῦδα καθέστηκε». | |
34 | Καί‐ | |
35 | τοι γε ἐξ ὧν τὴν μίαν οὐσίαν εἰπεῖν ὁ Σεβῆρος παραι‐ τεῖται, ἐκ τῶν αὐτῶν καὶ τὸ μίαν λέγειν φύσιν ἐπὶ Χριστοῦ, κἂν μὴ βούλοιτο, παρῃτήσατο. Τινὲς δὲ τῶν ἀπηρυ‐ θριασμένως φύσιν καὶ ὑπόστασιν καὶ οὐσίαν ταὐτὸν εἰπεῖν ἐκδεξαμένων καὶ ἐπὶ τῆς ἁγίας Τριάδος τρεῖς οὐσίας | |
40 | λέγειν οὐκ ἔφριξαν, δι’ ὧν καὶ τὸ τρεῖς θεοὺς καὶ θεό‐ | |
τητας, εἰ καὶ μὴ τῇ φωνῇ, τοῖς γε νοήμασι δογμα‐ τίζουσι. Καὶ οἱ μὲν κατακρίνονται ὡς τρεῖς οὐσίας ἐπὶ τῆς | 56 in vol. 5 | |
Bibl.230284a | Τριάδος τερατευόμενοι, οἱ δὲ ὡς οὐ κυρίως Θεὸν τὸν Πατέρα ἢ τὸν Υἱὸν ἢ τὸ Πνεῦμα δοξάζοντες· οὗτοι δ’ ἂν εἶεν οἱ μόνα τὰ χαρακτηριστικὰ ἰδιώματα τὰς ὑπο‐ στάσεις εἶναι δογματίζοντες. | |
4 | Καὶ εἰς πολλὰ ἄλλα τοιαῦτα | |
5 | ὁ μερισμὸς αὐτοῖς καὶ ἡ κατατομὴ προελήλυθεν, ὥσπερ καὶ περὶ τῆς διαφορᾶς τῶν συνελθουσῶν ἐπὶ Χριστοῦ φύσεων. Τοῖς μὲν γὰρ μετὰ τὴν ἕνωσιν μὴ φυλάττεσθαι τὴν διαφορὰν ἐπῆλθε φαντάζεσθαι, τοῖς δὲ σῴζεσθαι τὴν διαφορὰν ἡ ὁμολογία γέγονε. Διχῇ δὲ καὶ οὗτοι διετμή‐ | |
10 | θησαν· οἱ μὲν γὰρ τὴν διαφορὰν ὁμολογοῦντες σῴζεσθαι τὰ ὧν ἡ διαφορὰ σῴζειν οὐ βούλονται· οἱ δὲ κἀκεῖνα ὑπὸ τῆς ἀναγκαζούσης ἀκολουθίας συγχωροῦντες πολλάκις (ἄλλος λῆρος τοῦτο καὶ ἄλλη παράνοια) δύο ταύτας λέγειν οὐμενοῦν οὐδ’ ὅλως ἀνέχονται· ἡ γὰρ δύο φωνή, φα‐ | |
15 | σίν, ἀνὰ μέρος καὶ καθ’ ἑαυτὰ τὰ διαφέροντα τίθησι. Ταῦτα καὶ τὰ τοιαῦτα διὰ βραχέων προθείς, καὶ τὴν παραί‐ νεσιν πλατυνάμενος, καὶ τὸν παρόντα καταπαύει λόγον. Γράφει δὲ λόγον ἕτερον κατὰ Ἀγνοητῶν. Μοναχοὺς δέ τινας τῶν ἐκ τῆς κατὰ τὰ Ἱεροσόλυμα ἐρήμου κινῆσαι | |
20 | λέγει τὸ δόγμα, οἳ ἄγνοιαν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ περιάπτειν ὑπήχθησαν ἐξ ὧν τε εἶπεν αὐτός· «Ποῦ τε‐ θείκατε Λάζαρον;» Καὶ· «Οὐδεὶς οἶδε τὴν ὥραν ἐκείνην ἢ τὴν ἡμέραν οὐδὲ ὁ Υἱός», καὶ ἐξ ἄλλων τοιουτο‐ τρόπων ῥημάτων. | |
24 | Ὁ δὲ ἱερὸς Εὐλόγιος οὗτος οὔτε κατὰ | |
25 | τὸ ἀνθρώπινον, πολλῷ δὲ μᾶλλον οὐδὲ κατὰ τὸ θεῖον ἀγνοεῖν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν οὔτε τὸν τάφον | |
τοῦ Λαζάρου οὔτε τὴν τέλειον ἡμέραν διατείνεται. Οὔτε γὰρ τὸ ἀνθρώπινον, εἰς μίαν ὑπόστασιν συνελθὸν τῇ ἀπροσί‐ τῳ καὶ οὐσιώδει σοφίᾳ, ἀγνοήσει ἄν τι, ὥσπερ οὐδὲν | 57 in vol. 5 | |
30 | τῶν παρόντων, οὕτω δὴ οὐδὲ τῶν μελλόντων· οὔτε δια‐ ψευσθῆναι δύναται τὸ εἰρημένον παρ’ αὐτοῦ· «Πάντα ὅσα ἔχει ὁ Πατήρ, ἐμά ἐστιν», εἰ μὴ ἄρα καὶ τὸν Πατέρα πρὸς τὴν ἄγνοιαν οἱ πάντα τολμῶντες παρελκύσωσι. Τὸ μέντοι γε φάναι τὸν Σωτῆρα· «Ποῦ τεθείκατε Λά‐ | |
35 | ζαρον», εἰς ἐπίστασιν καὶ μνήμην ἐνάγοντα τοὺς παρόντας τῶν Ἰουδαίων εἰπεῖν, καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ ἕτερά τινα διαπράξασθαι ὥσπερ τό· «Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν», ἵνα ἐξ ὧν τε κατὰ μέρος εἶδον καὶ ἐξ ὧν ἤκουσαν, πιστὸν μὲν τὸ ὁρᾶσθαι καὶ ἀναμφισβήτητον, ἀνεξ‐ | |
40 | άλειπτον δὲ παραδοθείη τῇ μνήμῃ. | |
40 | Λέγει δὲ ὅτι καὶ τὰ ἐπὶ Χριστοῦ λεγόμενα τὰ μὲν κατὰ ἀναφορὰν τὰ δὲ κατὰ ἀλήθειαν λέγεται, κατὰ ἀναφορὰν μὲν τὸ ἁμαρ‐ | |
Bibl.230284b | τίαν αὐτὸν καὶ κατάραν ὑπὲρ ἡμῶν γενέσθαι (οὐ γὰρ γέγονε ταῦτα, ἀλλ’ οἷα τῆς κεφαλῆς οἰκειουμένης τὰ τοῦ ἰδίου σώματος, αὐτὸς τὰ τοῦ σώματος ἀναδέχεται) κατὰ ἀλήθειαν δὲ λέγεται ἄνθρωπός τε γεγονέναι καὶ πει‐ | |
5 | νῆσαι καὶ διψῆσαι καὶ τὰ ὅμοια. Ὥστε εἴ τις ἐθέλοι λέ‐ γειν ἀγνοεῖν αὐτὸν κατὰ ἀναφοράν, ὡς οὐκ ἐκτὸς ἀγνοίας ὄντος αὐτοῦ τοῦ σώματος ἤτοι τῆς ἀνθρωπίνης φύσεως, ἧς ἐστιν αὐτὸς κεφαλή, οὐκ ἂν μὲν ἔξω τοῦ εἰκότος περιε‐ νεχθείη, οὐ μὴν ἀγνοοῦντα τὴν τοῦ Πατρὸς σοφίαν δοξά‐ | |
10 | σειεν. Ἀλλ’ εἰ τό· «Ποῦ τεθείκατε αὐτόν» ἄγνοιαν τοῦ Χριστοῦ κατηγορεῖν τοὺς ἀπαιδεύτους ἀνέπεισε, πῶς οὐχὶ καὶ τῷ Πατρὶ τὴν αὐτὴν ἄγνοιαν ἐπιρρίψουσι, διαπυν‐ θανομένῳ καὶ λέγοντι πρὸς τὸν Ἀδάμ· «Ποῦ εἶ;» καὶ πρὸς τὸν ἀδελφοκτόνον· «Ποῦ ἔστιν Ἄβελ ὁ ἀδελφός | |
15 | σου;» καὶ· «Κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται, | |
καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα· καταβὰς οὖν ὄψο‐ μαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῷ». Ἐρωτᾷ δὲ καὶ ὁ Ἰησοῦς τὸ δαιμόνιον· «Τί ὄνο‐ μά σοι;» Κἀκεῖνο ἀποκρίνεται· «Λεγεὼν ὄνομά μοι, ὅτι | 58 in vol. 5 | |
20 | πολλοί ἐσμεν». Ἀλλὰ καὶ τοῖς τυφλοῖς λέγει· «Τί θέλετε ποιήσω ὑμῖν;» | |
21 | Καὶ πῶς οὐκ ἔστι ταῦτα φανερὸν ὡς οὐκ ἀγνοίας ἦν, ἀλλὰ τὸ μὲν ἐπερωτᾷ ἀπ’ αὐτοῦ τοῦ δαιμονίου τὸ πλῆθος τῶν κατοικούντων τοῖς μαθηταῖς ἐπιδεῖξαι βουλόμενος, ὡς ἂν μάθοιεν ὡς καὶ τῶν πολ‐ | |
25 | λῶν ἤδη περιγέγονε, πίστιν αὐτοῖς καὶ θάρσος ἐντι‐ θεὶς τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Τοὺς τυφλοὺς δὲ ἐπερωτᾷ οἰκονομῶν ἐξ αὐτῶν προσαχθῆναι τὴν αἴτησιν· ὅσον γὰρ αἰτοῦντες τῆς ὠφελείας τυγχάνομεν, τοσοῦτον τὴν | |
30 | αἴσθησιν τῆς εὐεργεσίας δεχόμεθα. | |
30 | Τὸ δὲ περὶ τῆς ἐσχά‐ της ἡμέρας εἰρημένον, ὡς οὐδεὶς οἶδεν, οὐδὲ οἱ Ἄγγελοι, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ, τινὲς μὲν κατ’ οἰκονομίαν εἰρῆσθαί φασιν, ἵνα τῶν μαθητῶν κατὰ πᾶσαν ἡμέραν νομιζόντων ἐπελεύσεσθαι τὴν τελευταίαν ἡμέραν ἀεὶ | |
35 | γρηγοροῦντες διατελῶσιν· οὐδὲν δὲ κωλύει καὶ τοῦτο ἐκλαβεῖν ὡς κατὰ ἀναφορὰν εἰρημένον, καθάπερ καὶ τό· «Σὺ ἔγνως τὴν ἀφροσύνην μου» καὶ τό· «Θεέ μου, Θεέ μου ἵνα τί με ἐγκατέλιπες;» Ἔνιοι δέ φασιν αὐτὸν ἀγνοεῖν φάναι τὴν ἐσχάτην ἡμέραν τὸ ἰδίως προσὸν | |
40 | τῇ ἀνθρωπίνῃ φύσει γνώρισμα δεικνύοντά τε καὶ ἐμ‐ φανίζοντα, οὐχ ὡς αὐτοῦ ἀγνοοῦντος (ἄπαγε· οὔτε γὰρ κατὰ τὴν θεότητα οὔτε κατὰ τὴν ἀνθρωπότητα τὴν ἄγνοιαν | |
Bibl.230285a | λέγειν ἐπ’ αὐτοῦ θράσους ἐπισφαλοῦς ἠλευθέρω‐ ται), ἀλλ’ ἐπειδή, ὡς ὁ μακάριος Κύριλλός φησιν, ἐν ἰσχ‐ | |
ναῖς διαιροῦντες ἐννοίαις ἤτοι νοῦ φαντασίαις τῷ τρόπῳ τῆς θεωρίας ἑκατέρας φύσεως ὁρῶμεν ἴδια καὶ καθ’ ἑαυτὰ | 59 in vol. 5 | |
5 | γνωρίσματα, ἢ καὶ ὡς ὁ θεολόγος Γρηγορίος, ἡνίκα αἱ φύσεις διΐστανται ταῖς ἐπινοίαις, συνδιαιρεῖται καὶ τὰ ὀνόματα, ἴδιον δὲ γνώρισμα ψιλῆς ἀνθρωπότητος ἡ ἄγνοια, κατὰ τοῦτο ῥηθείη ἂν ἐπὶ τῆς κατὰ Χριστὸν ἀνθρωπότητος, ὡς ἁπλῶς ἀνθρωπότητος, θεωρεῖσθαι | |
10 | τὴν ἄγνοιαν. Καὶ τοῦτο καὶ ὁ θεολόγος ἐτράνωσεν, εἰ‐ πών· «Γινώσκει μὲν ὡς Θεός, ἀγνοεῖ δὲ ὡς ἄνθρωπος, ἄν τις τὸ φαινόμενον χωρίσῃ τοῦ νοουμένου». | |
12 | Ταῦτα εἰ‐ πὼν ἐπάγει ὡς εἰ καί τινες τῶν πατέρων τὴν ἄγνοιαν ἐπὶ τῆς κατὰ τὸν Σωτῆρα παρεδέξαντο ἀνθρωπότητος, | |
15 | οὐχ ὡς δόγμα τοῦτο προήνεγκαν, ἀλλὰ πρὸς τὴν τῶν Ἀρειανῶν μανίαν ἀντιφερόμενοι, οἳ καὶ τὰ ἀνθρώ‐ πινα πάντα ἐπὶ τὴν θεότητα τοῦ μονογενοῦς μετέφερον, ὡς ἂν κτίσμα τὸν ἄκτιστον Λόγον τοῦ Θεοῦ παραστήσωσιν, οἰκονομικώτερον ἐδοκίμασαν ἐπὶ τῆς ἀνθρωπότητος | |
20 | ταῦτα φέρειν ἢ παραχωρεῖν ἐκείνους μεθέλκειν ταῦτα κατὰ τῆς θεότητος. Εἰ δὲ κατὰ ἀναφορὰν κἀκείνους δοίη ταῦτά τις εἰπεῖν, τὸν εὐσεβέστερον λόγον ἀπο‐ δέξεται. Ταῦτα διελθὼν πέρατι περιβάλλει τὸν λόγον. Τελευταῖον δὲ περιεῖχε τὸ βιβλίον λόγον ἐπιγρα‐ | |
25 | φὴν φέροντα· «Ὅρος ἐκφωνηθεὶς τοῖς Σαμαρείταις». Ἡ δὲ ὑπόθεσις πρόκειται τοιαύτη. Τῶν Σαμαρειτῶν τὸ πλῆθος εἰς ἀντικειμένας μερίδας διαιρεθέντες καὶ στα‐ σιάσαντες πρὸς ἀλλήλους καὶ ἀλλοφύλοις ἑαυτοὺς ἀπο‐ διατειχίσαντες δόξαις, οἱ μὲν Ἰησοῦν τὸν Ναυῆ ἐδόξα‐ | |
30 | ζον εἶναι περὶ οὗ Μωσῆς εἶπε· «Προφήτην ὑμῖν ἀνα‐ στήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ», οἱ δὲ τοῦτον μὲν παρεγράφοντο, Δοσθὴν δέ τινα | |
τοὔνομα ἢ Δοσίθεον ἀνεκήρυττον, Σαμαρείτην μὲν καὶ αὐτὸν τὸ γένος, συνακμάσαντα δὲ κατά γε τοὺς χρόνους | 60 in vol. 5 | |
35 | Σίμωνι τῷ μάγῳ· καὶ τοῦτον εἶναι τὸν προφητευθέντα τερατευόμενοι ἐξ αὐτοῦ τὴν ἐπωνυμίαν ἔφερον, Δοσθη‐ νοὶ καλούμενοι. | |
37 | Οὗτος δὲ ὑβριστὴς μὲν γέγονε τῶν τοῦ Θεοῦ Προφητῶν, ὑβριστὴς δὲ μάλιστα τοῦ Ἰούδα τοῦ ἑνὸς τῶν δώδεκα Πατριαρχῶν, μηδὲ τοὺς περὶ αὐτοῦ μυ‐ | |
40 | ρίους ἐπαίνους παρὰ τῆς Μωσαϊκῆς γραφῆς αἰσχυνθείς. Τοὺς οὖν εἰρημένους πάντας πλύνων καὶ διαγελῶν, εἰς ἑαυτὸν πάντα καὶ τὴν προφητείαν καὶ τὴν ἄλλην πε‐ | |
Bibl.230285b | ριέσπα θειότητα. Μυρίαις δὲ καὶ ποικίλαις ἄλλαις νοθείαις τὴν Μωσαϊκὴν Ὀκτάτευχον κατακιβδηλεύσας, καὶ ἕτερά τινα συγγράμματα μωρά τε καὶ ἀλλοκότα καὶ ἀπεναντία πνευματικῆς νομοθεσίας συντεταχὼς | |
5 | τοῖς πειθομένοις κατέλιπεν. Ἀπεκήρυττε δὲ καὶ τὴν ἀνάστασιν. | |
6 | Αἱ μὲν οὖν μερίδες οὕτως εἰς ἀντιπάλους καὶ βλασφήμους δόξας διετέτμηντο. Ἐπιδιδόασι δὲ καὶ λι‐ βέλλους, ὑπέρ τε τοῦ οἰκείου φρονήματος καὶ κατὰ τοῦ ἀντικειμένου μερὶς ἑκατέρα τὸν παρ’ αὐτοῖς πρεσβευό‐ | |
10 | μενον προφήτην εἶναι προτιμῶσα. Καθίζει δὲ τούτων δικαστὴς ὁ ἱερὸς Εὐλόγιος μετὰ συνόδου ἀρχιερεῖς τε τῶν ἐπισήμων καὶ τοὺς λαμπροὺς τῶν ἐν ἀξιώμασι πλή‐ ρωμα ποιουμένης. Μαυρίκιος δὲ τηνικαῦτα, ὃς τοῖς Ῥωμαϊκοῖς ἐνίδρυτο σκήπτροις, ἕβδομον ἔτος ἤνυε | |
15 | τῆς βασιλείας. Γυμνάσας δὲ τὰ παρ’ ἑκατέρων λεγό‐ μενα ὁ ἱερὸς Εὐλόγιος, καὶ τῆς ἀληθείας ἑκατέρους διε‐ λέγξας μακρὰν ἀφισταμένους, τὸν μὲν προφητευόμενον γραφικοῖς παρέστησε ῥητοῖς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν Θεὸν εἶναι, τοὺς δὲ μακράν τε | |
20 | καὶ χαλεπωτάτην ἀποπλανηθῆναι πλάνην, τοὺς μὲν Ἰη‐ σοῦν τὸν τοῦ Ναυῆ τὸν προφητευόμενον εἶναι κενολο‐ γοῦντας, τοὺς δὲ Δόσθην ἢ Δοσίθεον τὸν δυσσεβῆ τε‐ ρατολογοῦντας. Καὶ οὕτω τὸν σύλλογον διαλύει, συν‐ τελευτώσης αὐτῷ καὶ τῆς ὑποθέσεως καὶ τῆς ἐκφωνή‐ | 61 in vol. 5 |
25 | σεως καὶ τοῦ περιελθόντος εἰς τὰς ἡμετέρας χεῖρας τρίτου τεύχους. Ἐν τούτῳ τῷ βιβλίῳ τὴν ἀνάστασιν ὁ συγγραφεὺς ἐκ τῶν μωσαϊκῶν μαρτυριῶν ἐπιδεικνύναι σπεύδων, τοιαῦτά φησιν. Εἰ μὴ πανάληθες ἦν τὸ τῆς ἀναστά‐ | |
30 | σεως χρῆμα πῶς ἔλεγε πρὸς Ἀβραὰμ ὁ Θεός· «Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης ταφεὶς ἐν γήρει καλῷ;» Πῶς γὰρ ἂν ἀπῄει καὶ πρὸς ποίους, εἰ μηδαμῶς μηκέτι μήτε οὗτος ἔμελλεν εἶναι μήτε πρὸς οὓς ἀπῄει; Πῶς δὲ πάλιν μετ’ ὀλίγα τὸ ἱερὸν | |
35 | λόγιόν φησι περὶ αὐτοῦ· «Καὶ ἐκλιπὼν ἀπέθανεν Ἀβρα‐ ὰμ ἐν γήρει καλῷ, πρεσβύτης καὶ πλήρης ἡμερῶν, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ;» Τίς γὰρ τοῦ μὴ ὄντος προσθήκη, καὶ πῶς προστίθεται τοῖς μὴ οὖσι τὸ ὄν; Τί δὲ λέγει καὶ περὶ τοῦ Ἰακὼβ ὅτι· «Συνήχθη‐ | |
40 | σαν πάντες οἱ υἱοὶ αὐτοῦ καὶ πᾶσαι αἱ θυγατέρες, καὶ ἤθελον παρακαλέσαι αὐτόν, καὶ οὐκ ἤθελε παρα‐ καλεῖσθαι, λέγων ὅτι καταβήσομαι πρὸς τὸν υἱόν μου | |
Bibl.230286a | πενθῶν εἰς Ἅιδην;» Πῶς γὰρ ἂν ἐπινοηθείη κάθο‐ δος τοῦ μὴ ὄντος; Πῶς δὲ κατέβαινε καὶ πρὸς τὸν υἱὸν τὸν μηδαμῇ μηδαμῶς κατὰ τὸν Δοσιθέου δύσφημον λῆρον δυνάμενον εἶναι; | |
4 | Πάλιν δὲ τοὺς υἱοὺς εὐλογήσας | |
5 | ὁ Ἰακώβ φησιν· «Ἐγὼ δὲ προστίθεμαι πρὸς τὸν λαόν μου». Εἰ γὰρ περατουμένην ᾔδει τὴν ὕπαρξιν αὐτοῦ τῷ | |
πέρατι τοῦ παρόντος βίου, πῶς ἔλεγε προστίθεσθαι μὴ ὢν αὐτὸς τῷ μηδαμῇ μηδαμῶς ὄντι αὐτοῦ λαῷ; Ὅρα δὲ καὶ αὐτὸς ὁ δεσπότης καὶ Θεὸς τῶν ὅλων τί λέγει | 62 in vol. 5 | |
10 | τῷ Μωσεῖ, ὅτε αὐτὸν εἰς τὸ ὄρος ἀναβιβάζει τὸ πέ‐ ραν Ναβαῦ, καὶ τὴν γῆν ἐπιδεικνύει ἣν ἔμελλε κα‐ τακληροδοτεῖν τῷ Ἰσραήλ; Ἐπάγει γάρ· «Καὶ ὄψει αὐ‐ τήν· εἶτα καὶ προστεθήσῃ πρὸς τὸν λαόν σου καὶ σύ, καθὰ προσετέθη Ἀαρὼν ὁ ἀδελφός σου». | |
14 | Ἐκεῖνο | |
15 | δὲ τίνας οὐκ ἂν δυσωπήσειεν, αὐτοῦ τοῦ Θεοῦ διακεκρα‐ γότος καὶ λέγοντος· «Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ»; Πῶς γὰρ ἂν εἴη Θεὸς ὁ ἀληθινὸς Θεὸς τῶν μηκέτι ἐσομένων ἀλλὰ ἀποφθα‐ ρέντων εἰς τὸ μὴ ὄν; Τί δὲ καὶ τὸν κατὰ ἀνατολὰς | |
20 | παράδεισον ἐφύτευσε τὸν ἐν Ἐδέμ, ἐν ᾧ τὸν ἄνθρω‐ πον ὃν ἔπλασεν ἔθετο, εἰ ἐκεῖνον μὲν εὐθὺς παραβή‐ σεσθαι ᾔδει καὶ τοῦ χωρίου γενησόμενον ὑπερόριον, μη‐ δένα δὲ τῶν μετὰ ταῦτα ἀνθρώπων μέλλοντα πάλιν οἰκήσειν αὐτόν; Εἰ γὰρ ἕκαστος καὶ τῶν εὐσεβῶς βεβιω‐ | |
25 | κότων καὶ τῶν δυσσεβῶς πολιτευσαμένων μετὰ τὸ στάδιον τοῦ παρόντος βίου πρὸς τὸ μὴ ὂν ἀναλύεται, καὶ οὐδεὶς οὐκέτι διαμένει ὥστε καὶ παράδεισον κληρονομεῖν καὶ τῆς ἐν αὐτῷ τρυφῆς ἀπολαύειν ἱερᾶς, πῶς οὐ μά‐ την αὐτὸν γεγενῆσθαι ἡ τοιαύτη ἀγνώμων καὶ δυσσε‐ | |
30 | βὴς ὑπόληψις ἀποφανεῖ, καὶ διὰ τῆς εἰς ἐκεῖνον ὕβρεως τὸν κοινὸν ἐξυβρίσει δημιουργόν, ἐκεῖνα πράττειν κα‐ τηγορῶν, ἃ μηδὲ μέτριος ἄν τις διαπράξοιτο ἀνήρ; Οὕτω τὸ δυσσεβὲς περὶ ἀναστάσεως διὰ τῶν ἱερο‐ λογιῶν Δοσιθέου κήρυγμα καταβαλών, καὶ ὅτι φθαρ‐ | |
35 | τὸς ὁ κόσμος (ἐκεῖνος γὰρ φθαρτὴν μὲν τὴν ψυχήν, ἄφθαρτον δὲ τοῦτον ἐτερατολόγει), καὶ ὅτι τῶν Ἀγγέ‐ | |
λων ἡ φύσις παρὰ Θεοῦ ὑπέστη (τῶν γὰρ μὴ ὄντων καὶ τούτων τὴν φύσιν ἐκεῖνος ὁ ληρώδης ἐνόμιζε), ναὶ δὴ καὶ ὅτι τὸ δαιμόνιον γέγονέ τε καὶ διαμένει φῦλον (οἱ | 63 in vol. 5 | |
40 | γὰρ Δοσθηνοὶ τὰ μὲν εἴδωλα δαίμονας ἔλεγον, ἄλλο δέ τι δαιμόνιον φῦλον οὐκ ἐγίνωσκον), εἰς πολλὴν αὐ‐ τὸν ἐλάσαι φρενοβλάβειαν διήλεγξεν. | |
Bibl.230286b | Ἐν τούτῳ τῷ βιβλίῳ ἀπορίαν προθείς, ὅτι πολ‐ λῶν ὄντων ζῴων ἃ τῆς τῶν καθαρῶν ἐτάχθη μερίδος, διὰ τί πέντε μόνα ἐθυσιάζοντο τοῖς παλαιοῖς καὶ ἱε‐ ρουργοῦντο, τράγος καὶ κριὸς καὶ βοῦς, τρυγὼν καὶ περισ‐ | |
5 | τερά; Καὶ ἐπιλύεται, τύπον μὲν εἶναι λέγων τὰ παλαιά, καὶ τὰ πλείω εἰς αἰνιγμάτων ἀναφέρεσθαι θεωρίαν, πέντε δὲ ἐκ τῶν καθαρῶν ἱερουργεῖσθαι, ἅτε δὴ καὶ τὰς ἡμετέρας αἰσθήσεις τὸν ἴσον ἀριθμὸν ὑποβαλλόμε‐ νος· ταύτας γὰρ ἡμᾶς κεκαθαρμένας προσάγειν τῷ | |
10 | Λόγῳ νομοθετεῖ τε καὶ βούλεται ὁ νομοθέτης. Ἀλλὰ τὰ μὲν τῆς ἐκλογῆς ἐν τούτοις. | |
Bibl.231286b(13) | Ἀνεγνώσθη Σωφρονίου Ἱεροσολύμων πατρι‐ άρχου συνοδική, ἣ ἀπεστάλη ἐν Ῥώμῃ Ὁνωρίῳ τῷ | |
15 | ταύτης ἐπάρχοντι. Αὕτη ἡ ἐπιστολὴ πλήρης μέν ἐστιν εὐσεβείας, ἐννεωτερίζει δὲ πολλαχοῦ τοῖς ῥήμασι, κα‐ θάπερ τις πῶλος ἐπιγαυρούμενος τοῖς σκιρτήμασι. Πλὴν τήν τε ὀρθόδοξον ὡς μάλιστα γνώμην ἐξακρι‐ βοῖ, καὶ τῶν ἱερῶν δογμάτων οὐ τὴν τυχοῦσαν μάθη‐ | |
20 | σιν ἐπιδείκνυται. | |
20 | Ἐν ταύτῃ τῇ ἐπιστολῇ εὑρήσεις καὶ Μάγνον σὺν Ἀπολιναρίῳ ἀναθεματιζόμενον, καὶ Θεο‐ δώρητον τῆς ἐκκλησίας οὐκ ἀποκηρυττόμενον, εἰ καὶ ἐν | |
οἷς Κυρίλλου κατεψηφίσατο τὸ ἀδόκιμον καὶ μεμπτὸν ἀπηνέγκατο. Ἀλλὰ καὶ ὡς ἄλλος μέν ἐστιν Ὠριγένης ὁ | 64 in vol. 5 | |
25 | παλαιός, ἕτερος δὲ ὁ μετ’ ἐκεῖνον, ἐπικληθεὶς Ἀδα‐ μάντιος· καὶ ὡς τοῖς ἄλλοις αἱρετικοῖς συναναθεματίζεται ὁ Σῦρος Ἰάκωβος, ἐξ οὗ τὴν ἐπωνυμίαν τὸ τῶν Ἀκεφά‐ λων αἱρετικῶν εἵλκυσε σύστημα. Αἰτεῖται δὲ ἡ ἐπιστολή, καὶ εἴ τι παρώφθη τῶν ὀφειλόντων ῥηθῆναι, τὸν Ῥώμης | |
30 | Ὁνώριον οἷα δὴ καὶ δυνάμενον ταύτης ποιήσασθαι καὶ τὴν διόρθωσιν καὶ τὴν ἀναπλήρωσιν· μεγάλην δ’ ἂν ὁμολογήσειν τὴν χάριν, εἰ μὴ διαμάρτοι τῆς αἰτή‐ σεως, καὶ μηδέποτε φανῆναι τῆς εὐεργεσίας ἀγνώ‐ μονα. Ἀλλὰ ταῦτα μὲν ἐν τῷ βιβλίῳ ἔλεγεν ἡ συνο‐ | |
35 | δικὴ Σωφρονίου τοῦ ἁγιωτάτου ἐπιστολή. Ἐν δὲ τῷ αὐτῷ περιείχοντο τεύχει χρήσεις ἁγίων καὶ διαφόρων πατέρων τῶν τε προγενεστέρων τῆς τε‐ τάρτης συνόδου καὶ τῶν κατ’ αὐτὴν ἀκμασάντων καὶ τῶν ἔτι μεταγενεστέρων. Αἱ δὲ χρήσεις τὴν διπλῆν ἐνέρ‐ | |
40 | γειαν ἐπὶ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀνεκήρυττον, ὧν πατέρες καὶ γεννήτορες ἦσαν Λέων τε ὁ τῆς πρεσβυτέρας Ῥώ‐ μης ἀρχιερεύς, καὶ αὐτὴ ἡ τετάρτη καὶ οἰκουμενικὴ | |
Bibl.231287a | ἁγία σύνοδος, Πέτρος τε ὁ Μύρων ὁσιώτατος ἐπίσ‐ κοπος, καὶ Γεννάδιος ὁ Κωνσταντινουπόλεως, καὶ ὁ τῆς Φωτικῆς ἐπίσκοπος ὄνομα Διάδοχος καὶ Ἐφραίμιος ὁ τῆς Ἀντιοχείας ἀρχιερεύς, ὃς καὶ κατὰ τῶν Ἀκε‐ | |
5 | φάλων ἐν πολλοῖς συντάγμασι γενναίως ἠνδρίσατο, καὶ Διονύσιος ὁ πολὺς μὲν τὴν γλῶσσαν πλείων δὲ τὴν θεωρίαν, ὁ μαθητὴς Παύλου καὶ τοῦ Χριστοῦ μάρτυς καὶ τῶν Ἀθηνῶν ἐπίσκοπος, καὶ Ἰουστῖνος ὁ μαρτυρικοῖς αἵμασι βεβαιώσας τὸ φιλόσοφον, καὶ ὁ πολύαθλος | |
10 | Ἀλεξανδρείας Ἀθανάσιος, Γρηγόριός τε ὁ τῆς θεο‐ λογίας μυσταγωγός, καὶ τῆς ἐκκλησίας ὁ κόσμος Βασί‐ | |
λειος, καὶ ὁ ποταμὸς τῶν λόγων ὁ Νύσσης Γρηγόριος, καὶ ὁ νικηφόρος Κύριλλος, καὶ ὁ τῆς ἐνθέου παρρη‐ σίας γνώμων ἀκίνητος καὶ τῆς εὐσεβείας, ὁ Μεδιο‐ | 65 in vol. 5 | |
15 | λάνων Ἀμβρόσιος, καὶ ὁ χρυσοῦς τὴν γλῶσσαν καὶ τὸ στόμα Ἰωάννης ὁ Κωνσταντινουπόλεως ἐπίσκοπος, καὶ Σεβηριανὸς ὁ Γαβάλων, καὶ ὁ ἐν ἁγίοις Θεόδοτος (Ἀγκύρας οὗτος ἐπεστάτησε), καὶ Ἰωάννης ὁ Κωσταν‐ τινουπόλεως, ὁ ἐκ Καππαδοκίας ἕλκων τὸ γένος καὶ τὸ | |
20 | ἐπώνυμον, ἀνὴρ ἀρετῆς οἰκητήριον, καὶ ὁ ἐν ἁγίοις Εὐλόγιος, ὁ τῆς Ἀλεξανδρείας ἀρχιεπίσκοπος, ὁ πολ‐ λοῖς λόγοις καταβαλὼν τὴν τῶν Ἀκεφάλων δυσσέ‐ βειαν, καὶ Ἰωάννης ὁ ἐν ἁγίοις ἐπίσκοπος Σκυθοπό‐ λεως, ὃς καὶ ὑπὲρ τῆς ἐν Καλχηδόνι συνόδου σοφῶς | |
25 | τε καὶ θεοφρόνως ἐσπούδασε, καὶ Ἡρακλειανὸς ὁ Καλχη‐ δόνος ἐπίσκοπος ὁ πολὺν κατὰ τῶν θεομάχων Μα‐ νιχαίων ἀγῶνα βαλλόμενος. Καὶ Λεόντιος ὁ τὴν ἐρη‐ μικὴν πολιτείαν καὶ τὸν μονάδα βίον ἑλόμενος, Ἀνα‐ στάσιός τε ὁ ἐν ἁγίοις Θεουπόλεως ἐπίσκοπος, καὶ Συ‐ | |
30 | μεώνιος μοναχὸς καὶ πρεσβύτερος (ἡ δὲ χρῆσις ἡ τὸν ὅσιον ἐπιγινώσκουσα ἐξ ἐπιστολῆς ἐστιν ἣν πρὸς τὸν Ἰουστινιανὸν βασιλέα διεπέμψατο, ἣ καὶ κατὰ Νεστοριανῶν τε καὶ Εὐτυχιανιστῶν τὸν ἀγῶνα ἔχει. Αὐτός τε Ἰουστι‐ νιανὸς ὁ εὐσεβὴς βασιλεύς, ἐν οἷς πρὸς Ζώϊλον ἔγραψε | |
35 | —πατριάρχης δ’ Ἀλεξανδρείας οὗτος ἦν—καὶ τὴν ἐπιστολὴν θησαυρὸν ἐπωνόμασε), ναὶ δὴ καὶ Κωνσταν‐ τῖνός τις τῶν κυαιστώρων φέρων τὸ ἀξίωμα· καὶ γὰρ οὗτος λόγον κατὰ Θεοδοσίου τοῦ δυσσεβοῦς ἐσπούδασεν, ἐξ οὗ χρήσεις περὶ τῶν δύο ἐνεργειῶν συναναγρά‐ | |
40 | φονται. Ἐπὶ πᾶσι καὶ Θεόφιλός τις τῶν θεοφιλῶν καὶ λογίων, ὃς κατὰ Σεβήρου πολὺν ἐν λόγοις ἀγῶνα διή‐ νεγκεν· ὃν καὶ δυσχεραίνων καὶ διαπληκτιζόμενος ὁ δυσ‐ | |
σεβής, καλλιγράφον ὁ κακογράφος, οἷα δὴ ἐνυβρίζων, | 66 in vol. 5 | |
Bibl.231287b | ὠνόμαζεν. Αἱ μὲν οὖν χρήσεις, ἃς ἡ βίβλος πε‐ ριεῖχε, τοὺς εἰρημένους ἱεροὺς ἄνδρας πατέρας ἐπεγρά‐ φοντο, χρήσιμοι δ’ ἂν εἶεν πρὸς ἔλεγχον τῶν φρονούντων ἐπὶ Χριστοῦ δυσσεβῶς μίαν ἐνέργειαν. Περιείχετο μέντοι | |
5 | ταῖς εἰρημέναις καὶ ἐξ ἀνεπιγράφου χρῆσις. τὸ δὲ σύν‐ ταγμα, ἐξ οὗ ἡ χρῆσις, Σεβῆρον ὑπεδείκνυ γενναίως τοῖς λόγοις καταβαλλόμενον. | |
Bibl.232287b(9) | Ἀνεγνώσθη βιβλίον Στεφάνου τινὸς τριθεΐτου, | |
10 | ᾧ ἐπίκλην ὁ Γόβαρος. Τὸ δὲ βιβλίον πόνων μὲν ἐδόκει μακρῶν, κέρδος δ’ ἔφερε τῆς πολλῆς οὐχ ὅμοιον σπου‐ δῆς· φιλοτιμίαν γὰρ μᾶλλον ἢ χρείαν ἐπεδείκνυτο πε‐ ριττήν. Ἀλλὰ γὰρ τὰ μὲν κεφάλαια περὶ ὧν ἡ σπουδή, καὶ ὅσα εἰς κοινὰς καὶ ἐκκλησιαστικὰς ἀνεφέρετο ζητή‐ | |
15 | σεις, μικροῦ βʹ καὶ νʹ ἦν μερικωτέρων τινῶν οὐ πολλῶν τούτοις παρεμβεβλημένων. Ταῦτα δὲ διτταὶ δόξαι κα‐ τεμερίζοντο, καὶ οὐ διτταὶ μόνον ἀλλὰ καὶ ἀντικείμεναι. Τὰς δὲ δόξας οὐ λογισμοί τινες οὐδὲ λόγια συνεκρότουν ἱερά, χρήσεις δὲ μόνον, ὡς ὁ γράφων ἐνόμιζε, δια‐ | |
20 | φόρων πατέρων, ὧν αἱ μὲν τὸ ἐκκλησιαστικὸν φρόνημα, αἱ δὲ συνεκρότουν τὸ ἀπόβλητον. Ἀλλὰ τὸ μὲν ἀπό‐ βλητον παλαιαί τε χρήσεις καὶ παλαιῶν ἀνδρῶν, οὐ πάντα πρὸς ἀκρίβειαν ἐξετασάντων, περιέθαλπον, ὧν ἐνίων μὲν οὐδ’ ἔθαλπον, ἐδόκουν δὲ θάλπειν ὅμως τῷ | |
25 | συλλέγοντι ταύταις· τὸ δὲ φρόνημα τὸ ἐκκλησιαστικὸν αἱ τῶν μάλιστα τὴν ἀλήθειαν ἐξακριβωσάντων ἱερῶν ἀνδρῶν ἐβεβαίουν μαρτυρίαι. Ἔστι δὲ τὰ κεφάλαια, περὶ ὧν ἡ διὰ τῶν χρήσεων διπλῆ καὶ ἀντικειμένη σπου‐ δάζει κατασκευὴ ταῦτα. | |
30 | Ὅτι τὸ ἰδίωμα καὶ ὁ χαρακτὴρ καὶ ἡ μορφὴ ὑπό‐ στασίς ἐστιν, ἀλλ’ οὐχὶ συμπλοκὴ τῆς οὐσίας καὶ τοῦ ἰδιώ‐ ματος, οὐδὲ τὸ αὐθυπόστατον. Τοῦτο μὲν αἱ χρήσεις κα‐ τασκευάζουσι πρότερον, εἶτα πάλιν ὕστερον τὸ ἐναντίον ἕτεραι, τουτέστι ὅτι τὸ ἰδίωμα καὶ ἡ μορφὴ καὶ ὁ χα‐ | 67 in vol. 5 |
35 | ρακτὴρ οὐκ ἔστιν ὑπόστασις ἀλλὰ τῆς ὑποστάσεως χα‐ ρακτήρ. Καὶ ἐπὶ τῶν ἄλλων κεφαλαίων, ἵνα μὴ τὰ αὐτὰ καθ’ ἕκαστον λέγειν συναναγκασθείημεν, τὴν ἀντίθεσιν αἱ διάφοροι χρήσεις ἀπολαμβάνουσαι δοκοῦσιν ἑκατέ‐ ρωθεν συνιστᾶν τὸ προτεινόμενον. | |
39 | Ὡς ὁ βαπτιστὴς | |
40 | Ἰωάννης ὀκτωβρίῳ μηνὶ συνελήφθη. Οὗ τὸ ἀντικεί‐ μενον, ὡς οὐκ ἐν τούτῳ ἀλλ’ ἐν τῷ νοεμβρίῳ. Ὡς ἡ θεοτόκος τὴν δεσποτικὴν σύλληψιν ἐν τῷ μηνὶ τῶν νέων εὐηγγελίσθη, οἷον ἀπριλλίῳ, ὃν Ἑβραῖοι Νισὰν | |
Bibl.232288a | καλοῦσι· τέτοκε δὲ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χρισ‐ τὸν μηνῶν συντελεσθέντων θʹ, τουτέσιν Ἰανουαρίου εʹ, κατὰ τὸ μέσον τῆς νυκτὸς ἥτις ἐστὶ πρὸ ὀκτὼ εἰδῶν ἰανουαρίων. Τὸ δὲ τούτου ἀντικείμενον, ὡς οὐκ ἐν τῷ εἰρημένῳ μηνί, | |
5 | ἀλλ’ ἐν πέμπτῃ καὶ εἰκάδι τοῦ μαρτίου εὐηγγελίσθη, ἐτέχθη δὲ ὁ Σωτὴρ ἡμῶν οὐκ Ἰανουαρίῳ πέμπτῃ ἀλλὰ πρὸ ὀκτὼ καλανδῶν Ἰανουαρίων. | |
7 | Ὅτι ἐν τῇ ἀνα‐ στάσει τὸ αὐτὸ σῶμα κατὰ πάντα, ὃ καὶ νῦν περικεί‐ μεθα, ἀποληψόμεθα, μηδεμίαν διαφορὰν ἐπὶ τὸ ἄφθαρ‐ | |
10 | τον προσειληφότες· καὶ τὸ ἀντικείμενον, ὡς οὐ τὸ αὐτὸ σῶμα τῷ νῦν ἀναληψόμεθα φθειρομένῳ. Ὅτι ἐν τῷ αὐτῷ σχήματι ἀναστησόμεθα· καὶ ὅτι οὐκ ἐν τῷ αὐτῷ ἀλλ’ ἐν ἑτέρῳ. Ὅτι καθ’ ἣν ἡλικίαν ἕκαστος τὸν βίον μετήλλαξε, κατὰ ταύτην καὶ ἀναστήσεται· τὸ δὲ ἀντι‐ | |
15 | κείμενον, ὅτι οὐχ οὕτως, ἀλλὰ καὶ τὰ παιδία ἐν τελείῳ σχήματι ἀναστήσονται, καὶ οὐκ ἀθρόον πάντες ἀλλὰ παρὰ μέρος. Ὅτι λεπτὸν καὶ ἀερῶδες καὶ αἰθέριον καὶ πνευματικὸν ἐν τῷ καιρῷ τῆς ἀναστάσεως ἀποληψό‐ μεθα τὸ σῶμα· καὶ ὅτι οὐ τοιοῦτον ἀλλὰ γηινὸν καὶ | 68 in vol. 5 |
20 | παχὺ καὶ ἀντίτυπον. | |
20 | Ὅτι τὸ θεῖον ἀνθρωπόμορφον καὶ ἔμψυχον, καὶ ὅτι τὸ κατ’ εἰκόνα τὸ σωματικὸν σχῆμα δηλοῖ, καθὸ καὶ ὁ ἄνθρωπος πρὸς μίμησιν τοῦ ἀρχετύπου διαπέπλασται, καὶ ὡς οἱ Ἄγγελοι σώματά τε ἔχουσιν ὁμοιόσχημα τῶν ἀνθρωπίνων σωμάτων, καὶ ὡς | |
25 | ἐκ τῆς θείας οὐσίας ἡ ἀνθρωπίνη προελήλυθε ψυχή· καὶ τὰ ἀντικείμενα τούτοις, ὡς οὔτε τὸ θεῖον ἀνθρωπό‐ μορφον οὔτε ὅλως ἐσχηματισμένον, ἀλλ’ οὔτε ἄλλο τι πέφυκεν εἶναι τῶν προειρημένων· ὡσαύτως δὲ οὐδὲ οἱ Ἄγγελοι σώματα, ἀλλ’ ἀσώματοι, καὶ ὡς ἡ τῶν ἀνθρώπων | |
30 | ψυχὴ οὐκ ἐκ τῆς θείας οὐσίας. | |
30 | Ὅτι ἄλλο ἦν τὸ πρὸ τῆς παραβάσεως τοῦ ἀνθρώπου σῶμα, ὅπερ καὶ αὐγοειδὲς καλοῦσι, καὶ ἄλλο τὸ μετὰ τὴν παράβασιν, ὃ νυνὶ περι‐ κείμεθα σάρκινον, καὶ τοῦτό ἐστιν οἱ δερμάτινοι χιτῶνες, ὅπερ καὶ ἀποτιθέμεθα ἐν τῇ ἀναστάσει· καὶ ἐκ τοῦ ἐναντίου, | |
35 | ὅτι οὐχ ἡ σὰρξ ἡμῶν οἱ δερμάτινοι χιτῶνες. | |
35 | Ὅτι πρότερον οἱ δίκαιοι ἀναστήσονται, καὶ σὺν αὐτοῖς πάντα τὰ ζῷα, καὶ ἐπὶ χίλια ἔτη τρυφήσουσιν ἐσθίοντες καὶ πίνοντες καὶ τεκνοῦντες, καὶ μετὰ τοῦτο ἡ καθολικὴ ἐπι‐ στήσεται ἀνάστασις· καὶ ἐκ τοῦ ἐναντίου, ὅτι τῶν δικαίων | |
40 | προανάστασις οὐκ ἔστιν, οὐδὲ ἡ χιλιονταετὴς τρυφὴ οὐδὲ ὁ γάμος. Ὅτι μετὰ τὴν ἀνάστασιν ἐν παραδείσῳ τῶν δικαίων ἔσται ἡ διατριβή, καὶ ὅτι οὐκ ἐν παραδείσῳ | |
Bibl.232288b | ἀλλ’ ἐν τοῖς οὐρανοῖς, καὶ ὡς ὁ παράδεισος οὔτε ἐν τῷ οὐρανῷ, οὔτε ἐπὶ τῆς γῆς ἀλλὰ τούτων μεταξύ. Ὡς ὁ παράδεισος ἡ ἄνω ἐστὶν Ἱερουσαλήμ, καὶ ἐν τῷ τρίτῳ ἐστὶν οὐρανῷ, καὶ τὰ ἐν αὐτῷ ξύλα νοερά τέ εἰσι καὶ | 69 in vol. 5 |
5 | σύνεσιν ἔχουσι καὶ λόγον, καὶ ὡς ὁ ἄνθρωπος μετὰ τὴν παράβασιν ἐκεῖθεν ἐπὶ τὴν γῆν κατηνέχθη. Εἶτα καὶ τὸ ἀντικείμενον, ὅτι ὁ παράδεισος οὐκ ἔστιν ἐν τῷ τρίτῳ οὐρανῷ ἀλλ’ ἐπὶ τῆς γῆς. | |
8 | Ὅτι τὰ ἡτοιμασμένα τοῖς δικαίοις ἀγαθὰ οὔτε ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκου‐ | |
10 | σεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Ἡγήσιππος μέν‐ τοι, ἀρχαῖός τε ἀνὴρ καὶ ἀποστολικός, ἐν τῷ πέμπτῳ τῶν ὑπομνημάτων, οὐκ οἶδ’ ὅ τι καὶ παθών, μάτην μὲν εἰρῆσθαι ταῦτα λέγει, καὶ καταψεύδεσθαι τοὺς ταῦτα φαμένους τῶν τε θειῶν γραφῶν καὶ τοῦ Κυρίου λέγον‐ | |
15 | τος· «Μακάριοι οἱ ὀφθαλμοὶ ὑμῶν οἱ βλέποντες καὶ τὰ ὦτα ὑμῶν τὰ ἀκούοντα» καὶ ἑξῆς. | |
16 | Ὅτι οἱ ἐν τῇ κολάσει παραδιδόμενοι τῶν ἁμαρτωλῶν καθαί‐ ρονται τῆς κακίας ἐν αὐτῇ, καὶ μετὰ τὴν κάθαρσιν ἀπο‐ λύονται τῆς κολάσεως. Εἶτα καὶ ὅτι οὐ πάντες οἱ παρα‐ | |
20 | δοθέντες τῇ κολάσει καθαίρονται καὶ ἀπολύονται, ἀλλά τινες· καὶ ὅτι, ὅπερ ἐστὶν ἀληθὲς τῆς ἐκκλησίας φρό‐ νημα, οὐδεὶς ἀπολύεται τῆς κολάσεως. | |
22 | Ὅτι τὸ καί‐ εσθαι καὶ μὴ κατακαίεσθαι φθοράν ἐστιν ἄφθαρτον φθεί‐ ρεσθαι. Τῖτος δὲ ὁ ἐπίσκοπος Βόστρων, κατὰ Μανιχαίων | |
25 | γράφων, ἐν τῷ πρώτῳ λόγῳ φησί· «Πῶς ἂν εἴη φθορὰ ἑαυτῆς ἡ φθορά; Πάντως γὰρ ἕτερόν τι φθείρει, οὐχ ἑαυ‐ τήν. Εἰ δὲ ἑαυτὴν ἔφθειρεν, οὐδὲ τὴν ἀρχὴν ἂν ὑπέστη· φθαρήσεται γὰρ ἑαυτὴν μᾶλλον φθείρουσα ἢ οὖσα· φθορὰν | |
γὰρ ἄφθαρτον ἀδύνατον κατά γε τὰς κοινὰς ἐννοίας ἐπι‐ | 70 in vol. 5 | |
30 | νοηθῆναί ποτε». Καὶ δῆλον ὅτι ὁ μὲν ἱερὸς οὗτος ἀνὴρ καθ’ ἑτέραν ἔννοιαν εἶπεν ἀδύνατον εἶναι τὴν φθορὰν ἄφθαρτον, ὁ δὲ θεσπέσιος Ἰωάννης καθ’ ἑτέ‐ ραν· ὁ μὲν γὰρ τὴν φθορὰν ἄφθαρτον εἶπεν ἀντὶ τοῦ διαιωνίζουσαν καὶ διὰ παντὸς γινομένην, ὁ δὲ τὴν | |
35 | φθορὰν ἄφθαρτον μὴ εἶναι, τουτέστι μὴ δύνασθαι τὴν φθορὰν ἀπάθειαν εἶναι καὶ ἀφθαρσίαν καὶ σωστικὴν τῶν ὑποκειμένων. Ἀλλ’ οὕτως ἐχούσης ἑκατέρας δια‐ νοίας, ὁ πατὴρ τῆς παρούσης σπουδῆς Γόβαρος τὴν διάφορον ἔννοιαν οὐ συνιεὶς ὡς ἀντικειμένας ἀλλή‐ | |
40 | λαις παρέθηκε τὰς φωνάς. Ὅτι ὁ μέλλων αἴων ὄγδοός ἐστι, καὶ τὸ ἀντικείμενον, ὡς οὐκ ὄγδοος ἀλλ’ ἐνάτος. | |
42 | Ὅτι τὸ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ | |
Bibl.232289a | σῶμα λεπτομερὲς μετὰ τὴν ἀνάστασιν γέγονε καὶ πνευματικὸν καὶ οὐράνιον καὶ κοῦφον καὶ μηδὲ ὑποπῖπτον ἁφῇ, καὶ διὰ τοῦτο καὶ τῶν θυρῶν εἰσῆλθε κεκλεισμένων. Καὶ ὡς τὸ ἁπτὸν καὶ παχυμερὲς σῶμα ἕτερόν ἐστι παρὰ | |
5 | τὸ λεπτομερές, καὶ ἀντίτυπον, καὶ οὐσίας διαφόρου. Καὶ τοῦ εἰρημένου τὸ ἀντικείμενον, ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς μετὰ τὴν ἀνάστασιν οὔτε ἀνέπαφον οὔτε λεπτομερὲς οὔτε πνευματικὸν εἶχε σῶμα, κατὰ θαυ‐ ματουργίαν δὲ καὶ οὐ τῇ τοῦ σώματος φύσει τῶν θυ‐ | |
10 | ρῶν εἰσῆλθε κεκλεισμένων. | |
10 | Ὅτι ὁ Χριστὸς οὐκ ἀπέ‐ θετο τὴν σάρκα μετὰ τὴν ἀνάστασιν, ἀλλὰ μετὰ τῆς σαρκὸς ἐν δεξιᾷ καθέζεται τοῦ Πατρός· καὶ ἐκ τοῦ ἀν‐ τικειμένου, ὡς ἐλεύσεται μὲν κρῖναι ζῶντας καὶ νεκρούς, οὐκέτι δὲ σάρκα ἔχων ἀλλὰ θεοειδέστερον σῶμα. Ὅτι | |
15 | οὐ μετὰ σαρκὸς ἀλλὰ γυμνῇ τῇ θεότητι κατὰ τὴν δευτέραν παρουσίαν ὁ Δεσπότης παραγίνεται. Τοῦτο δὲ θέμενος ὁ Γόβαρος εἰς κεφάλαιον, καὶ χρήσεις πα‐ ραγαγὼν Τίτου ἐπισκόπου Βόστρων, μυρίας ἔχων ἑτέ‐ ρας συναγαγεῖν αἳ κατασκευάζουσι τὸ μὴ γυμνῇ τῇ | 71 in vol. 5 |
20 | θεότητι παραγενέσθαι τὸν Δεσπότην Χριστόν, πάσας παρῆκε καὶ οὐδεμιᾶς ἐμνήσθη, πανταχοῦ προπηδῶσαν αὐτοῦ τῆς ψυχῆς ἐπιδεικνὺς τὴν ἀσέβειαν, ἥτις ἐν τῇ ἀπαρνήσει τῆς σαρκὸς μίαν φύσιν δογματίζειν ἀναιδεύεται. Ὅτι τὸ ἀπαθὲς καὶ ἄτρωτον καὶ ἀθάνα‐ | |
25 | τον σῶμα ἑτεροούσιόν ἐστι καὶ ἑτερογενὲς τῷ ἡμετέρῳ σώματι· καὶ ὅτι τὰ φθαρτὰ καὶ θνητὰ εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν μεταβάλλοντα τὴν κατ’ οὐσίαν τροπὴν ἐπιδέχεται. | |
28 | Ὅτι ἕκαστος ὅρος μένων ἐντελὴς τὴν τῶν ὁριστῶν διασῴζει φύσιν. Εἰ δέ τις τούτου ἀφέλοι τι ἢ | |
30 | προσθήσει, τὸ ὁριστὸν διαλύεται. Ταῦτα τοίνυν τὰ δύο κεφάλαια, ὥσπερ καὶ τὰ μικρῷ πρόσθεν εἰρημένα, μο‐ νομερῶς καὶ οὐκ ἐξ ἑκατέρου τῶν ἀντικειμένων τὰς χρή‐ σεις ἐδέξαντο. | |
33 | Ὅτι ὁ τοῦ Θεοῦ Λόγος ὅλος ἐστὶν ἐν τῷ παντὶ καὶ ὑπὲρ τὸ πᾶν, καὶ ὅλος ἐστὶν ἐν τῷ σώ‐ | |
35 | ματι ὃ καθ’ ὑπόστασιν ἥνωσεν ἑαυτῷ· καὶ ἁπλῶς ἡ τῆς θεότητος οὐσία καὶ φύσει καὶ τῇ δυνάμει καὶ τῇ ἐνερ‐ γείᾳ πάντα πληροῖ, καὶ δι’ ἑκάστου τῶν ὄντων δίεισι τῇ πρὸς τὸ πᾶν ἀνακράσει. Καὶ ὅτι οὐχ οὕτως, ἀλλ’ ὁ Θεὸς ἐκτός ἐστι τοῦ παντὸς κατ’ οὐσίαν, ἐν πᾶσι δέ ἐστι | |
40 | ταῖς ἑαυτοῦ δυνάμεσιν. | |
40 | Ὅτι πρὸ τῆς τοῦ κόσμου γενέ‐ σεως καὶ Ἀγγέλους ὁ Θεὸς ἔκτισε· καὶ ὅτι οὐχ οὕτως, | |
ἀλλ’ ἐν τῇ πρώτῃ τῆς κοσμογενείας ἡμέρᾳ. Ὅτι | 72 in vol. 5 | |
Bibl.232289b | οἱ Ἄγγελοι καὶ οἱ δαίμονες σώμασιν ἥνωνται, καὶ ὅτι οὐδέτεροι αὐτῶν σώμασιν ἥνωνται. Ὅτι οἱ Ἄγγελοι καὶ αἱ λογικαὶ ψυχαὶ καὶ πάντα τὰ νοερὰ κτίσματα φύσει καὶ κατὰ φύσιν εἰσὶν ἄφθαρτα· καὶ ἐκ τοῦ ἀντικειμένου, ὅτι οὐ | |
5 | φύσει ἀλλὰ χάριτί εἰσιν ἀθάνατοι, φύσει δὲ μόνος ὁ Θεός. Ὅτι οἱ Ἄγγελοι κατελθόντες ἐκ τῶν οὐρανῶν εἰς τὴν γῆν σάρκα τε ἔσχον καὶ παιδοποιὰ μόρια, καὶ ταῖς γυ‐ ναιξὶν ὁμιλήσαντες τοὺς γίγαντας ἐγέννησαν, καὶ ἐδίδαξαν αὐτοὺς τέχνας τε καὶ κακοτεχνίας· οἱ δὲ γίγαντες ἀλόγοις | |
10 | μιγέντες ἐγέννησαν τερατώδεις ἀνθρώπους καὶ δαιμόνια ἄρρενά τε καὶ θήλεα· κολάζονται δὲ οἱ Ἄγγελοι ἐκεῖνοι ἔνθα τῆς γῆς πῦρ ἀναδίδοται καὶ θερμὰ ὕδατα· καὶ ὅτι αἱ ψυχαὶ τῶν ἁμαρτωλῶν δαιμόνια γίνονται· καὶ τοὐ‐ ναντίον ὅτι ἄσαρκοι ὄντες οἱ ἀποστατήσαντες ἄγγελοι | |
15 | οὐ δι’ ἑαυτῶν ἀλλὰ διὰ μέσων ἀνθρώπων ἐμίγησαν ταῖς γυναιξί, μᾶλλον δὲ οὔτε δι’ ἑαυτῶν οὔτε διὰ μέσων ἀνθρώπων· καὶ ὅτι οὐ μεταβάλλουσιν αἱ τῶν ἀνθρώπων ψυχαὶ εἰς δαιμόνια. | |
18 | Ὅτι ὁ οὐρανὸς σφαιρικός ἐστι καὶ κύκλῳ κινεῖται· καὶ ὅτι οὔτε σφαιρικός ἐστιν οὔτε κύ‐ | |
20 | κλῳ κινεῖται. Ὅτι τὸ εἰρημένον· «Πνεῦμα Θεοῦ ἐπε‐ φέρετο ἐπάνω τοῦ ὕδατος» τὸ Πνεῦμα τὸ ἅγιον ἦν· καὶ ὅτι οὐ τὸ Πνεῦμα τὸ ἅγιον ἦν ἀλλὰ τὸ ἓν τῶν τεσ‐ σάρων στοιχείων. Ὅτι ἡ κυριακὴ ἡμέρα ἡ αὐτή ἐστιν ἡ ὀγδόη καὶ πρώτη καὶ ὅτι οὐχί. | |
24 | Ὅτι σώματά εἰσι | |
25 | νοερὰ αἱ τῶν ἀνθρώπων ψυχαί, καὶ διατετυπωμέναι κατὰ τὸ φαινόμενον ἔξωθεν τοῦ σώματος σχῆμα· καὶ ἐκ τοῦ ἀντικειμένου, ὅτι ἀσώματός ἐστιν ἡ ψυχὴ καὶ σωμα‐ τικοῖς οὐχ ὑπόκειται τύποις. Ὅτι αἱ ψυχαὶ πρὸ τῆς τοῦ κόσμου ὑπέστησαν καταβολῆς, καὶ ὅτι ἐκ τῶν οὐρανῶν | |
30 | εἰς τὰ σώματα κατέβησαν, ὥσπερ Μωσῆς καὶ οἱ Προ‐ φῆται καὶ Σωκράτης καὶ Πλάτων καὶ ὁ Βαπτιστὴς Ἰωάν‐ νης καὶ τῶν Ἀποστόλων αἱ ψυχαί, ἀλλὰ καὶ αὐτή γε ἡ τοῦ Κυρίου. Καὶ ἐκ τοῦ ἀντικειμένου, ὅτι πρὸ τῶν σω‐ μάτων οὐκ ἦσαν αἱ ψυχαὶ ἐν οὐρανῷ ἀλλ’ ἐν τῇ τοῦ | 73 in vol. 5 |
35 | σώματος γενέσει ὑπέστησαν, προϋπάρχει μέντοι τὸ σῶμα, εἶτα ἡ ψυχή· ἢ μᾶλλον, ὅτι οὔτε προϋπάρχου‐ σιν οὔτε μεθυπάρχουσιν ἀλλὰ συνυπάρχουσιν ἀλλή‐ λοις. | |
38 | Ὅτι τὸ σῶμα τοῦ Ἀδὰμ ἀπὸ γῆς ἔπλασεν ὁ Θεός· καὶ ὅτι οὐκ ἀπὸ γῆς ἀλλ’ ἐξ ὕδατος καὶ πνεύ‐ | |
40 | ματος. Ὅτι ἡ πνοή, ἣν ἐνεφύσησεν ὁ Θεὸς εἰς τὸ πρόσωπον τοῦ Ἀδάμ, πρόσκαιρος ἦν καὶ οὐχ ὡς τὸ πνεῦμα αἰώνιον· καὶ ὅτι οὐ πρόσκαιρος ἦν ἀλλὰ ψυχὴ | |
Bibl.232290a | ἀθάνατος. Ὅτι οὐ πρόσκαιρος ἦν οὔτε ψυχή, ἀλλὰ νοῦς, ὡς ἐκ τριῶν συγκεῖσθαι μερῶν τὸν ἄνθρωπον, νοῦ τε καὶ ψυχῆς καὶ σώματος. καὶ ὅτι οὐδὲν τῶν εἰρη‐ μένων ἦν ἡ ἐμφυσηθεῖσα πνοή, ἀλλὰ τὸ Πνεῦμα τὸ | |
5 | ἅγιον, καὶ οὐκ αὐτὸ ψυχὴ οὐδὲ νοῦς χρηματίσαν, ἀλλὰ δεδημιουργηκὸς τὴν ψυχήν. | |
6 | Ὅτι ἡ γῆ καὶ τὸ ὕδωρ καὶ τὰ λοιπὰ στοιχεῖα μεταβάλλει εἰς τοὺς καρποὺς καὶ τὰ φυτά, καὶ ἡ τροφὴ εἰς σάρκα καὶ νεῦρα καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος· καὶ ἐκ τοῦ ἀντικειμένου, ὅτι | |
10 | οὐ μεταβάλλει ἡ γῆ εἰς τὰ φυτὰ καὶ τοὺς καρπούς, οὔτε ἡ τροφὴ εἰς τὸ ἡμέτερον σῶμα. | |
11 | Ὅτι μετὰ θάνατον ἡ ψυχὴ οὔτε τοῦ σώματος οὔτε τοῦ τάφου χωρίζεται· καὶ ἐκ τοῦ ἀντικειμένου, ὅτι οὐ παραμένει τῷ σώματι ἡ ψυχὴ οὔτε τῷ τάφῳ. Ἐνταῦθα δὲ μυρίων εὐπορῶν ὁ Γόβαρος | |
15 | χρήσεων Σεβηριανοῦ μόνον τοῦ Γαβάλων καὶ Εἰρηναίου παρέθηκε χρήσεις. | |
16 | Ὅτι πᾶν γενητὸν φθαρτόν ἐστι καὶ θνητόν, βουλήσει δὲ Θεοῦ διαμένει ἄλυτον καὶ ἄφθαρ‐ τον· καὶ ἐκ τοῦ ἐναντίου, ὅτι τὸ φύσει φθαρτὸν οὐ δύναται ἄφθαρτον εἶναι βουλήσει Θεοῦ· ἐναντία γὰρ δοξάζει | 74 in vol. 5 |
20 | ἑαυτῷ ὁ τοῦτο λέγων, καὶ ἀδύνατα χαρίζεται τῷ δη‐ μιουργῷ. Ταύτης δὲ τῆς δόξης χρῆσιν μὲν παρέθηκεν ἐκ τοῦ μάρτυρος Ἰουστίνου· τῷ δὲ πρὸς τὴν ἑλληνικὴν μὲν δόξαν συνενήνεκτο μάχη, καὶ τοῦ Πλάτωνος ἔλεγ‐ χος κατεσκευάζετο εἰρηκότος· «Ἐπείπερ ἐγένεσθε, ἀθά‐ | |
25 | νατοι μὲν οὐκ ἔστε οὐδὲ ἄλυτοι πάμπαν, οὔτε γε μὴν λυθήσεσθε οὐδὲ τεύξεσθε θανάτου μοίρης, τῆς ἐμῆς βουλήσεως ἰσχυροτέρου δεσμοῦ λαχόντες». Καὶ ὁ μὲν μάρτυς, τὸ πλατωνικὸν διελέγχων σόφισμα, ἐπιδεί‐ κνυσι τὸν Πλάτωνα τόν τε δημιουργὸν εἰσάγοντα τἀ‐ | |
30 | ναντία λέγοντα ἑαυτῷ, καὶ εἱρμὸν ἀκολουθίας οὐδένα τοῖς εἰρημένοις ἁρμόζοντα· ἢ γὰρ ἀνάγκη πᾶσα τὸ γε‐ νητὸν φθαρτὸν εἶναι κατὰ τὸν πρότερον ὅρον, ἢ ψεύ‐ δεσθαι λέγοντα πᾶν τὸ γενόμενον φθαρτὸν εἶναι. Ὁ δὲ Γόβαρος τὸν ἑλληνικὸν ἔλεγχον εἰς ἀνατροπὴν ἐκ‐ | |
35 | βιάζεται χρῆσθαι τοῦ φρονήματος τοῦ ἐκκλησιαστικοῦ. Τὰ τοίνυν εἰρημένα κεφάλαια διπλαῖς καὶ ἀντι‐ κειμέναις χρήσεσιν, ὡς ἐνόμιζε, κατασκευάζων, ἐπὶ τὰ μονομερῆ πάλιν μεταβαίνει. Καὶ πρῶτον μέν φη‐ σιν, ὅπερ ἐστὶ τῆς ὅλης συντάξεως ηʹ καὶ λʹ κεφάλαιον, | |
40 | ὅπως ἐδόξασε περὶ τῆς τοῦ Κυρίου ἡμῶν ἐνανθρωπήσεως ὁ ἐν ἁγίοις Εὐστάθιος, ὁ τῆς Ἀντιοχείας ἀρχιερωσύ‐ νης προεδρεύσας, ἐφεξῆς δὲ ὅπως ὁ ἁγιώτατος Κύ‐ | |
Bibl.232290b | ριλλος, ὁ τῆς Ἀλεξανδρείας ἀρχιερεύς· καὶ ὅπως ἐνόησαν οἱ τῆς ἐκκλησίας διδάσκαλοι τό· «Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγ‐ γελοι, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ», καὶ ὅπως τοῦτο | |
5 | Σεβῆρος ἐνόησε. | |
Ταῦτα μονομερῶς διελθὼν τὰ κεφάλαια μεταβαί‐ νει πάλιν ἐπὶ τὴν διπλῆν προκομιδὴν τῶν χρήσεων, καὶ ποιεῖται κεφάλαιον βʹ καὶ μʹ ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐγαλακτοτροφήθη ἐκ τῆς θεοτόκου | 75 in vol. 5 | |
10 | Μαρίας, καὶ ὅτι οὐκ ἐγαλακτοτροφήθη. | |
10 | Ὅτι τό· «Ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων ἐστὶν Ἰωάννου τοῦ Βαπτιστοῦ» περὶ ἑαυτοῦ εἶπεν ὁ Σωτήρ· καὶ ὅτι οὐ περὶ ἑαυτοῦ ἀλλὰ περὶ Ἰωάννου τοῦ εὐ‐ αγγελιστοῦ. | |
14 | Ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς λʹ | |
15 | ἐνιαυτῶν ὑπάρχων ἐσταυρώθη· καὶ ὅτι οὐ λʹ ἀλλὰ γʹ καὶ λʹ· καὶ ὅτι οὐ γʹ καὶ λʹ ἀλλὰ μʹ· καὶ ὅτι οὔτε λʹ ἐτῶν οὔτε μʹ μόνον, ἀλλὰ καὶ πλέον, οὐ πόλυ τῶν νʹ ἀφεστηκώς. Ὅτι ἐν ᾧ καιρῷ παρέδωκε τοῖς μα‐ θηταῖς ὁ Κύριος τὸ τῆς καινῆς διαθήκης μυστήριον, | |
20 | τὸ νομικὸν ἔφαγε πάσχα· καὶ ὅτι οὐκ ἔφαγε τηνι‐ καῦτα τὸ νομικὸν πάσχα. | |
21 | Ὅτι ὁ χαλκοῦς ὄφις, ὃν ὕψωσεν ἐν τῇ ἐρήμῳ ὁ Μωσῆς, τύπος ἦν τοῦ Δεσπό‐ του· καὶ ὅτι οὐχὶ τύπος ἀλλὰ ἀντίτυπος. Ὅτι ὁ τὸ ὠτίον ἀποκόψας τοῦ δούλου τοῦ ἀχιερέως Θωμᾶς ἦν· | |
25 | καὶ ὅτι οὐχὶ Θωμᾶς ἦν ἀλλὰ Πέτρος. | |
25 | Ὅτι κατὰ τὸν καιρὸν τοῦ πάθους ἡ θεότης ἐχωρίσθη τοῦ σώμα‐ τος τοῦ Χριστοῦ· καὶ ὅτι οὔτε τῆς ψυχῆς οὔτε τοῦ σώ‐ ματος ἡ θεότης ἐχωρίσθη. Ὅτι λύτρον ἀντὶ τοῦ κατεχομένου ἀνθρώπου τῷ ἐχθρῷ τὸ οἰκεῖον ὁ Σωτὴρ | |
30 | ἔδωκεν αἷμα, τοῦ ἐχθροῦ τοῦτο αἱρησαμένου· καὶ τὸ ἀν‐ τικείμενον, ὡς οὐχὶ τῷ ἐχθρῷ ἀλλὰ τῷ Θεῷ καὶ Πατρὶ προσήνεγκε τοῦτο. | |
32 | Ὅτι κρεῖσσον καὶ θαυμασιώτερον τῆς ἐν τῷ ὄρει μεταμορφώσεως ἀνέστη ὁ Χριστός· καὶ ὅτι οὐ μετεστοιχείωσεν ἀναστὰς τὸ σῶμα πρὸς | 76 in vol. 5 |
35 | δόξαν τὴν αὐτῷ κεχρεωστημένην, ἀλλὰ τοιοῦτον ἔδειξεν οἷον ἦν καὶ πρὸ τοῦ θανάτου. Καὶ τοῦτο μὲν λέγει Κύριλ‐ λος, τὸ δὲ ἀντίθετον ὁ Ἀλεξανδρείας Διονύσιος. Ὅτι ἐν τῇ δωδεκάτῃ τοῦ πρώτου μηνὸς ἤλειψε τὸν Κύ‐ ριον ἡ Μαρία μύρῳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, ἐν | |
40 | δὲ τῇ γʹ τὸ μυστικὸν δεῖπνον ὁ Κύριος παραδίδωσι τοῖς μαθηταῖς, ἐν δὲ τῇ ιδʹ τὸ σωτήριον ὑπέστη πάθος, ἐν δὲ τῇ ιεʹ ἐκ νεκρῶν ἀνέστη καὶ τῇ ιϛʹ ἀνελήφθη· ἢ οὐχ | |
Bibl.232291a | οὕτως, ἀλλὰ τῇ μὲν ιδʹ τὸ μυστικὸν ἔφαγε δεῖπνον, τῇ δὲ ιεʹ ἐσταυρώθη, ἀνέστη δὲ τῇ ιϛʹ· ἢ ὅτι οὐδὲ τοῦτο, ἀλλ’ ὅτι τριήμερος μὲν καὶ ἐν τῇ κυριακῇ γέγονεν ἡ τοῦ Κυρίου ἀνάστασις, καὶ μετὰ μʹ ἡμέρας ἀνελήφθη. | |
5 | Ὅτι ἀπὸ τῆς ἑσπέρας τῆς εʹ, ὅτε τὸ μυστικὸν δεῖ‐ πνον ὁ Κύριος παρεδίδου τοῖς μαθηταῖς, τότε τὸ σῶ‐ μα αὐτοῦ ἐτέθυτο. Μέχρι μὲν οὖν τούτων περὶ τῶν κοινῶν τῆς ἐκκλη‐ σίας δογμάτων τε καὶ ζητημάτων μικροῦ διὰ πάντων | |
10 | τῶν κεφαλαίων ἐποιεῖτο τὸν λόγον, τὰ πλεῖστα μὲν δι’ ἀντικειμένων χρήσεων ἑκάτερον μέρος τῆς ἀντιθέσεως ἐπικουρῶν, ὀλίγα δὲ καὶ μονομερέσι μαρτυρίαις ἐπιβε‐ βαιῶν. Ἐντεῦθεν δὲ περί τινων ἰδικῶν κεφαλαίων τὸν ἀριθμὸν ὀκτωκαίδεκα διαλαμβάνει, οἷον τίνας εἶχεν | |
15 | ὑπολήψεις Σεβῆρος περὶ τῶν τῆς ἐκκλησίας ὁσίων μυ‐ σταγωγῶν, καὶ ὅπως διετέθη πρὸς τὰ εἰρημένα παρὰ Κυρίλλου καὶ Ἰωάννου ἐν τῇ πρὸς Θωμᾶν τὸν ἐπίσκοπον Γερμανικείας, καὶ ὅτι τῷ ἐν ἁγίοις Γρηγορίῳ, τῷ ἐπι‐ σκόπῳ Νύσσης, τὰ εἰρημένα περὶ ἀποκαταστάσεως οὐκ | |
20 | ἀποδέχεται, οὐ μὴν ἀλλ’ οὐδὲ Παπίαν τὸν Ἱεραπόλεως ἐπίσκοπον καὶ μάρτυρα, οὐδὲ Εἰρηναῖον τὸν ὅσιον ἐπί‐ σκοπον Λουγδούνων, ἐν οἷς λέγουσιν αἰσθητῶν τινῶν | |
βρωμάτων ἀπόλαυσιν εἶναι τὴν τῶν οὐρανῶν βασίλειαν. Ὅτι Βασίλειος ὁ ἐν ἁγίοις τὸν ἐν ἁγίοις Διονύσιον | 77 in vol. 5 | |
25 | Ἀλεξανδρείας οὐκ ἐν πολλοῖς ἀποδέχεται, μάλιστα δὲ ἐν οἷς τὸ Ἀρειανῶν ἔθνος ἐπερείδεται. Ἀπολογεῖται δὲ ὑπὲρ αὐτοῦ ὡς οὐκ ἀσεβεῖ γνώμῃ, μάχῃ δὲ τῇ πρὸς Σαβέλ‐ λιον εἰς τὴν ἀντίθετον κατὰ τοὺς λόγους περιτραπῆναι δυσφημίαν. Οὐ μὴν ἀλλὰ καὶ περὶ τοῦ Πνεύματος οὐκ | |
30 | εὐαγεῖς αὐτὸν ἀφεῖναι φωνάς. Ἀλλὰ καὶ ὁ μέγας Ἀθα‐ νάσιος τοῦ αὐτοῦ ἀνδρὸς Διονυσίου ὑπεραπολογεῖται· «Τὰ γὰρ Ἀρείου, φησί, Διονύσιος οὔτε ἐφρόνησέ ποτε, οὔτε ἠγνόησε τὴν ἀλήθειαν· οὔτε γὰρ ὑφ’ ἑτέρων ἐπισκόπων ἐπ’ ἀσεβείᾳ κατεγνώσθη οὔτε τὰς ἀρειανικὰς φωνὰς | |
35 | ἐφθέγγετο ὡς δογματίζων». Ἀλλὰ καὶ Θεοδώρητος τοὺς αὐτοὺς ὑπὲρ τοῦ εἰρημένου Διονυσίου λογισμοὺς ἀποδί‐ δωσιν. | |
37 | Ἔτι μὴν παρατίθησι μαρτυρίας καὶ ὅπως μὲν διετέθη Θεόφιλος καὶ ἡ σὺν αὐτῷ σύνοδος πρὸς τὸν ἐν ἁγίοις Ἰωάννην τὸν Χρυσόστομον· καὶ ποίας ἔσχε | |
40 | δόξας Ἀττικὸς καὶ Κύριλλος περὶ τοῦ αὐτοῦ ἁγιωτάτου Ἰωάννου Κωνσταντινουπόλεως· καὶ οἵας ἔσχεν ὑπολήψεις ὁ εὐλαβέστατος Ἰσίδωρος ὁ τοῦ Πηλουσίου περὶ Θεοφίλου καὶ Κυρίλλου τῶν Ἀλεξανδρείας ἱεραρχῶν καὶ περὶ τοῦ ἐν ἁγίοις Ἰωάννου τοῦ Χρυσοστόμου, ὡς τοὺς μὲν ἕνεκα | |
Bibl.232291b | τῆς πρὸς τὸν Χρυσόστομον ἀπεχθείας ἐκάκιζε, τὸν δὲ ἐπῄνει τε καὶ ἐθαύμαζεν. | |
2 | Ὅτι Σεβῆρος τὸν ἐν ἁγίοις Ἰσίδωρον μέμψασθαι μὲν ὁρμηθείς, οὐκ ἔχων δὲ ὅθεν, φήμην αὐτῷ περιπλάττει ὠριγενιασμοῦ, εἰ καὶ ταύτην | |
5 | αὐτὸς πάλιν ἀποσκευάζεται δι’ ἑαυτοῦ, ὑπὸ τῆς ἀληθείας νικώμενος. | |
6 | Ἔτι δὲ ποίας ὑπολήψεις ἔσχεν Ἱππό‐ λυτος καὶ Ἐπιφάνιος περὶ Νικολάου τοῦ ἑνὸς τῶν ζʹ | |
διακόνων, καὶ ὅτι ἰσχυρῶς αὐτοῦ καταγινώσκουσιν. Ἰγνά‐ τιος μέντοι ὁ θεοφόρος καὶ Κλήμης ὁ Στρωματεὺς καὶ | 78 in vol. 5 | |
10 | Εὐσέβιος ὁ Παμφίλου καὶ Θεοδώρητος ὁ Κύρου τὴν μὲν Νικολαϊτῶν καταγινώσκουσιν αἵρεσιν, τὸν δὲ Νικό‐ λαον μὴ τοιοῦτον εἶναι ἀποφαίνονται. Ὅτι Ἱππόλυτος καὶ Εἰρηναῖος τὴν πρὸς Ἑβραίους ἐπιστολὴν Παύλου οὐκ ἐκείνου εἶναί φασι, Κλήμης μέντοι καὶ Εὐσέβιος καὶ | |
15 | πολὺς ἄλλος τῶν θεοφόρων πατέρων ὅμιλος ταῖς ἄλλαις συναριθμοῦσι ταύτην ἐπιστολαῖς, καί φασιν αὐτὴν ἐκ τῆς Ἑβράϊδος μεταφράσαι τὸν εἰρημένον Κλήμεν‐ τα. | |
18 | Ὅτι Ὠριγένην καὶ Θεόγνωστον ὅ τε μέγας Ἀθα‐ νάσιος ὁ Ἀλεξανδρείας ἐν πολλοῖς ἀπεδέχετο λόγοις | |
20 | καὶ Τῖτος ὁ Βόστρων, καὶ ὁ θεολόγος Γρηγόριος ἐν ἐπιστολαῖς φιλόκαλον αὐτὸν λέγει, καὶ ὁ Νύσσης δὲ εὐ‐ φήμως εἰς μνήμην ἄγει. Ἀλλὰ καὶ Διονύσιος ὁ Ἀλε‐ ξανδρείας πρὸς αὐτὸν ἐκεῖνον γράφων, ἔτι δὲ καὶ μετὰ θάνατον ἐκείνου πρὸς Θεότεκνον τὸν τῆς Καισαρείας | |
25 | ἐπίσκοπον γράφων, δι’ ἐπαίνων τὸν Ὠριγένην ἄγει καὶ Ἀλέξανδρος ὁ Ἱεραπόλεων ἐπίσκοπος καὶ μάρτυς, πρὸς τὸν αὐτὸν Ὠριγένην γράφων, λίαν οἰκειοῦται τὸν ἄνδρα τοῖς λόγοις. Ὅτι Θεόφιλος μὲν καὶ Ἐπιφάνιος λίαν ἐκτρέπονται τὸν Ὠριγένην. Τίνας ὑπολήψεις εἶχεν ὁ | |
30 | ἁγιώτατος Ἱππόλυτος περὶ τῆς τῶν Μοντανιστῶν αἱρέ‐ σεως, καὶ τίνας ὁ ἐν ἁγίοις τῆς Νύσσης Γρηγόριος. Τὰ μὲν οὖν μερικώτερα τῶν κεφαλαίων ἐν τούτοις. Πάλιν δὲ ἐπί τι κοινότερον μεταβαίνει, καὶ παρατίθησι χρήσεις ὅτι παντὸς τεθνεῶτος ψυχὴ ὠφελεῖται μέγιστα | |
35 | διὰ τῶν ὑπὲρ αὐτοῦ ἐπιτελουμένων εὐχῶν καὶ προσ‐ φορῶν καὶ ἐλεημοσυνῶν, καὶ ἐκ τοῦ ἀντικειμένου, ὅτι οὐχ οὕτω. Τὸν μὲν οὖν Γόβαρον μέχρι τούτων τῶν κεφαλαίων | |
τὸν πόνον εὕρομεν ἀναδεξάμενον. | 79 in vol. 5 | |
Bibl.233291b(41) | Ἀνεγνώσθη βιβλίον τὸν ἐν ἁγίοις Γερμανὸν φέρον συγγραφέα, ὃς μετὰ τὸ Κυζικοῦ χειροτονηθῆναι Κωνσταντινουπόλεως ἐχρημάτισεν ἀρχιερεύς. Ἀνταποδο‐ τικὸς δὲ ἢ Ἀνόθευτος τὴν ἐπιγραφὴν ἔχει, ὃ ἴσον ἂν | |
Bibl.233292a | εἴη Περὶ τῆς ἀνοθεύτου τῶν βεβιωμένων ἀνθρώποις ἀνταποδόσεως. | |
2 | Τῆς μὲν οὖν ἐπιγραφῆς ἡ ἐπαγγελία τοιαύτη, ἀγωνίζεται δὲ ὁ λόγος τὸν ἐν ἁγίοις τῆς Νύσ‐ σης Γρηγόριον καὶ τὰ τούτου συγγράμματα τῆς ὠρι‐ | |
5 | γενείου παρασχεῖν ἐλεύθερα λώβης. Καὶ γὰρ οἷς τοῦ δαι‐ μονίου φύλου καὶ τῶν εἰς κόλασιν ἀτελεύτητον παρα‐ πεμπομένων ἀνθρώπων ἡ λῆρος ἀποκατάστασις φίλον, οὗτοι δή, ἅτε τὸν ἄνδρα ὑψηλόν τε τοῖς δόγμασι καὶ πολὺν τοῖς τῶν λόγων ῥεύμασιν εἰδότες, καὶ λαμπρὰν | |
10 | τῆς εὐσεβείας τὴν ὑπόληψιν εἰς πάντας ἀνθρώπους πε‐ ριηχηθεῖσαν ὁρῶντες, ἐπεβάλοντο παρενεῖραι τοῖς ἐκεί‐ νου φωτιστικοῖς καὶ σωτηρίοις λόγοις τὰ ζοφώδη καὶ ὀλέθρια τῆς Ὠριγένους ὀνειρώξεως ἀμβλωθρίδια, τῇ τοῦ ἀνδρὸς περιωνύμῳ ἀρετῇ τε καὶ γνώσει τὴν αἱρε‐ | |
15 | τικὴν ὑποβαλεῖν λαθραίως διανοηθέντες ἀπόνοιαν. Διὸ τοῦτο μὲν προσθήκαις νόθοις, τοῦτο δὲ καὶ δια‐ στροφῇ τῶν ὀρθῶν λογισμῶν βεβιασμένῃ, πολλὰ τῶν ἀμωμήτων ἐκείνου συνταγμάτων κατακιβδηλεύειν ἐπει‐ ράθησαν. Καθ’ ὧν Γερμανὸς ὁ τῆς εὐσεβείας συνή‐ | |
20 | γορος ὀξὺ τῆς ἀληθείας ἐπαφεὶς τὸ ξίφος, καὶ νεκροὺς τῇ πληγῇ λιπὼν τοὺς πολεμίους, νικηφόρον καὶ πρωτα‐ γωνιστὴν τὸν καθ’ οὗ τὰς ἐπιβουλὰς ἡ αἱρετικὴ φάλαγξ ἐρρᾳδιούργει καὶ κατεσκεύαζε παρεστήσατο. | |
23 | Ἔστι μὲν οὖν | |
ὁ ἀνὴρ ἐν τῷ παρόντι λόγῳ καθαρός τε καὶ διειδής, | 80 in vol. 5 | |
25 | καὶ τὰς ἐν ὀνόμασι τροπὰς εὐστόχως ὑποβαλλόμενος, καὶ τὴν μὲν φράσιν ἡδύνων, οὐχ ὑφελκόμενος δὲ πρὸς ψυχρότητα· γενναῖος μὲν ἐπιβαλεῖν τῇ προθέσει, ὅμοιος δὲ διελθεῖν τὰ ἀγωνίσματα, καὶ τοῦ μὲν ἀναγ‐ καίου μηδὲν ἔξωθεν παραπλέκων, οὐδὲν δὲ τῶν ὀφει‐ | |
30 | λόντων ῥηθῆναι παρορῶν, οὔτε ταῖς κατασκευαῖς οὔτε τοῖς ἐπιχειρήμασιν οὔτε τοῖς ἐνθυμήμασιν. Ἀλλ’ ἔστιν ὥσπερ τῶν εὐσεβῶν δογμάτων κανὼν ἀπαρέγκλιτος, οὕτω καὶ τῶν, εἴ τις ἐθέλει λόγους γράφειν δυνατοὺς καὶ σαφεῖς καὶ χαρίεντας καὶ πνευματικὴν διδασκαλίαν | |
35 | προτιμῶντας τῆς ἐπιδείξεως, καλὸν παράδειγμα καὶ ἀξιοζήλωτον. Ἐπιρραπίζει μὲν οὖν πρότερον τὸ αἱρετικὸν δόγμα, ὃ τῆς ἀποκαταστάσεως τῶν δαιμόνων εἰς τὸ ἀρχαῖον καὶ τῶν ἐν ἁμαρτίαις καταλυσάντων τὸν βίον μετά | |
40 | τινας ποινὰς ὡρισμένας εἰς τὸν χορὸν τῶν δικαίων μετελθεῖν τερατεύεται. Ἐλέγχει δὲ τὸ μυθῶδες τοῦτο δυσσέβημα πρῶτον μὲν ἐξ αὐτῶν τῶν δεσποτικῶν | |
Bibl.233292b | φωνῶν, δεύτερον ἐκ τῶν ἀποστολικῶν κηρυγμά‐ των, οἷς καὶ προφητικὰς ἐπισυνάπτει μαρτυρίας, τρανο‐ λογούσας ὥσπερ αἰώνιον τὴν τῶν δικαίων ἀνεκλάλη‐ τον ἀπόλαυσιν, οὕτω καὶ τὴν τῶν ἁμαρτωλῶν ἀτελεύ‐ | |
5 | τητόν τε καὶ ἀνυπόστατον κόλασιν. | |
5 | Οὐκ ἐκ τῶν εἰρη‐ μένων δὲ μόνον χρήσεων τὸ αἱρετικὸν καὶ ἀλλόφυ‐ λον καταβάλλει φρύαγμα, ἀλλὰ καὶ ἐξ ἄλλων ἱερῶν ἀνδρῶν, ναὶ δὴ (τὸ κραταιότερον) καὶ ἐκ λογίων αὐτοῦ ἐκείνου, ὃν κακομηχάνως ἡ αἵρεσις συνήγορον λαβεῖν | |
10 | ἠγωνίζετο. Διὰ δὴ τούτων ἁπασῶν τῶν ἱερολογιῶν τὸ μὲν παθοποιὸν καὶ ψυχοφθόρον πάσης ἐκκλησια‐ | |
στικῆς χοροστασίας ἀπελαύνων ἀνεδείχθη μυθολόγημα, τὸ δὲ τῆς εὐσεβείας μισοπόνηρον κρατύνων τε καὶ ἀνυψῶν φρόνημα. | 81 in vol. 5 | |
14 | Οὕτω δὲ προδιασκευάσας καὶ κρα‐ | |
15 | ταιωσάμενος τὸ τῆς ἀληθείας ὀχύρωμα, ἐξ οὗ κα‐ ταβαλεῖν ῥᾷον ἔμελλε τὸ πολέμιον, τὰ ῥητὰ λοιπὸν μετὰ ταῦτα τοῦ ἱεροῦ προάγει πατρός, οἷς οἱ κακοὶ καὶ πονηροὶ τῶν δογμάτων κάπηλοι τὸν οἶνον ὕδατι μι‐ γνύντες κιβδηλεύειν αὐτά, μᾶλλον δὲ τὰ τῆς ἐκκλη‐ | |
20 | σίας ἐμελέτησαν διδάγματα. | |
20 | Ταῦτα δὴ τὰ ἱερὰ ῥήματα προθείς, ἑαλωκότας ἐπ’ αὐτοφώρῳ τοὺς ὠριγενειαστὰς οἷς ἐκακούργουν ἐθριάμβευσε, τοῦτο μὲν ἀπηρυθρι‐ ασμέναις καὶ ἀναισχύντοις προσθήκαις ἐπινοθεύοντας διελέγχων τὰ ἀνόθευτα, τοῦτο δὲ καὶ τὸ συνεχὲς ὑφο‐ | |
25 | ρωμένους τῆς προσθήκης, ἐκ πολλῆς ἄλλης αὐθαδείας τε καὶ ἀπονοίας, πρὸς τὴν αἱρετικὴν αὐτῶν ἐπίνοιαν ἀποθρασυνθέντας ἐκβιάζεσθαι. Καὶ ὡς ἔπος εἰπεῖν, πά‐ σης τοὺς τοῦ ἀνδρὸς ἀπηλλαγμένους πόνους ἀποφαίνει αἱρετικῆς τε ἐπιβουλῆς καὶ συκοφαντίας ἀφορώσης | |
30 | εἰς ἀσέβειαν. Ἡ δ’ ἀπαλλαγὴ καὶ τῆς κακουργίας ὁ ἔλεγχος ἔκ τε τῶν προηγουμένων τοῦ κεκακουργημένου χωρίου καὶ τῶν ἑπομένων κατασκευάζεταί τε καὶ ἀνα‐ καλύπτεται, καὶ ἐξ ἄλλων δὲ τοῦ θεσπεσίου Γρηγορίου μυρίων λόγων, τὸ ὀρθὸν διασῳζόντων καὶ ἀνόθευ‐ | |
35 | τον. Καὶ ταῦτα καλῶς ἀγωνισάμενος, καὶ ὡς οὐκ ἄν τις ἄλλος ἄμεινον, εἰς σωτηρίους εὐχὰς καὶ δοξολογίας Θεοῦ ἀποπερατοῖ τὸ φιλοπόνημα. | |
37 | Οἱ δὲ λόγοι, οὓς ὑπελθεῖν ἐνέδραις τὸ ἀλλόφυλον ἐτεχνάσατο καὶ ὁ παρὰ τῆς ἀληθείας ταχθεὶς στρατηγὸς τῆς λῃστρικῆς | |
40 | ἐφόδου κακῶν ἀπαθεῖς διεσώσατο, ὅ τε Περὶ ψυχῆς ἐστι πρὸς τὴν ἀδελφὴν Μακρῖναν διάλογος, καὶ δὴ καὶ ὁ Κατηχη‐ τικὸς καὶ ὁ Περὶ τελείου βίου τὴν εἰσήγησιν ἀναδεξάμενος. | 82 in vol. 5 |
Bibl.234293a(2) | Ἀνεγνώσθη τοῦ ἁγίου Μεθοδίου ἐπισκόπου καὶ μάρτυρος, ἐκ τοῦ Περὶ ἀναστάσεως λόγου, οὗ ἡ ἐκ‐ λογὴ τὰ ὑποκείμενα λέγει. | |
5 | Ὅτι οὐ δεσμόν φησι τὸ σῶμα τῆς ψυχῆς εἶναι, ὡς Ὠριγένης ᾤετο, οὐδὲ δεσμωτίδας τὰς ψυχὰς παρὰ τοῦ προφήτου Ἱερεμίου καλεῖσθαι διὰ τὸ ἐν σώμασιν αὐ‐ τὰς τυγχάνειν. Οὐ γὰρ ἐμποδίζειν τὰς τῆς ψυχῆς ἐνερ‐ γείας τὸ σῶμα τίθεται, συμπεριάγεσθαι δὲ μᾶλλον τὸ | |
10 | σῶμα καὶ συνεργεῖν πρὸς ἃ ἡ ψυχὴ ἐπιτρέπει. Ἀλλὰ πῶς τὸ τοῦ θεολόγου Γρηγορίου νοητέον καὶ ἄλλων πολλῶν; Ὅτι Ὠριγένης δεσμὸν τὸ σῶμα ἔλεγε δεδόσθαι τῇ ψυχῇ μετὰ τὴν παράβασιν, πρὶν δὲ ἀσώματον αὐτὴν | |
15 | βιοτεύειν. Ἀλλὰ καὶ τοῦτο τὸ σῶμα, ὃ περικείμεθα, αἴτιον εἶναι τῶν ἁμαρτιῶν· διὰ τοῦτο καὶ δεσμὸν ἔλε‐ γεν, ὡς ἀπὸ τῶν ἀγαθῶν ἔργων κωλύειν δυνάμενον τὴν ψυχήν. Ὅτι εἰ δεσμὸς ἐδόθη τὸ σῶμα μετὰ τὴν παράβα‐ | |
20 | σιν, ἢ τῶν κακῶν ἢ τῶν ἀγαθῶν ἐδόθη τῇ ψυχῇ. Τῶν μὲν οὖν ἀγαθῶν ἀδύνατον· οὐδὲ γὰρ ἰατρὸς ἢ τε‐ χνιτῶν ἄλλος τῷ ἁμαρτήσαντι δίδωσι φάρμακον ὥστε πλέον ἐξαμαρτῆσαι, μὴ ὅτι γε Θεός. Λείπεται δὴ τῶν κακῶν. Ἀλλὰ μὴν ὁρῶμεν ὡς κατ’ ἀρχὰς ὁ μὲν Κάϊν | |
25 | περικείμενος τοῦτο τὸ σῶμα ἐφόνευσεν· οἱ δ’ ἐφεξῆς πρὸς ἃς ἀθεμιτουργίας ἐξώκειλαν δῆλον· οὐδὲ τῶν | |
κακῶν ἄρα δεσμὸς τὸ σῶμα. Οὐδ’ ὅλως ἄρα δεσμός, οὐδ’ ὕστερον αὐτὸ ἠμφιάσατο μετὰ τὴν παράβασιν ἡ ψυχή. | 83 in vol. 5 | |
30 | Ὅτι ἄνθρωπός φησι λέγεται ἀληθέστατα κατὰ φύσιν οὔτε ψυχὴ χωρὶς σώματος οὔτε αὖ πάλιν σῶμα χωρὶς ψυχῆς, ἀλλὰ τὸ ἐκ συστάσεως ψυχῆς καὶ σώματος εἰς μίαν τὴν τοῦ καλοῦ μορφὴν συντεθέν. Ὁ δὲ Ὠριγένης τὴν ψυχὴν μόνην ἔλεγεν ἄνθρωπον, ὡς ὁ Πλάτων. | |
35 | Ὅτι διαφορὰν ἀνθρώπου καὶ τῶν ἄλλων ζῴων φησί· καὶ τοῖς μὲν διάφορα σχήματα φύσεως δέδοται καὶ μορ‐ φαί, ὁπόσας ἡ στερέμνιος καὶ ὁρατὴ φύσις κελεύοντος ἐγέννησε Θεοῦ, τῷ δὲ τὸ θεοειδὲς καὶ θεοείκελον καὶ πάντα πρὸς ἐκείνην ἀπηκριβωμένον τὴν πρωτότυπον | |
40 | τοῦ Πατρὸς καὶ μονογενῆ εἰκόνα. Καὶ πῶς τοῦτο λέγει ὁ ἅγιος, ἐπισκεπτέον. | |
Bibl.234293b | Ὅτι φησὶ Φειδίαν τὸν ἀγαλματοποιὸν τὸ Πι‐ σαῖον εἴδωλον ποιήσαντα ἐξ ἐλέφαντος προστάξαι ἔλαιον ἔμπροσθεν τοῦ ἀγάλματος ἐκχέειν, ὥστε ἀθάνατον ἐς δύ‐ ναμιν αὐτὸ φυλάσσεσθαι. | |
5 | Ὅτι, φησίν, ὁ διάβολός ἐστι πνεῦμα περὶ τὴν ὕλην γενόμενον ὑπὸ τοῦ Θεοῦ καθάπερ καὶ Ἀθηναγόρᾳ ἐλέχθη, ὥσπερ δὴ καὶ οἱ λοιποὶ γεγόνασιν ὑπ’ αὐτοῦ Ἄγγελοι, καὶ τὴν ἐπὶ τῇ ὕλῃ καὶ τοῖς τῆς ὕλης εἴδεσι πεπιστευ‐ μένον διοίκησιν. Τοῦτο γὰρ ἡ τῶν Ἀγγέλων σύστασις | |
10 | τῷ Θεῷ ἐπὶ προνοίᾳ γεγονέναι τοῖς ὑπ’ αὐτοῦ διακε‐ κοσμημένοις, ἵνα τὴν μὲν παντελικὴν καὶ γενικὴν ὁ Θεὸς ἔχων τῶν ὅλων πρόνοιαν ᾗ τὸ κῦρος καὶ τὸ κράτος ἁπάντων αὐτὸς ἀνηρτημένος. Ἀλλ’ οἱ μὲν λοι‐ ποί, ἐφ’ ὧν αὐτοὺς ἐποίησε καὶ διετάξατο ὁ Θεός, ἔμει‐ | |
15 | ναν· αὐτὸς δὲ ἐνύβρισε καὶ πονηρὸς περὶ τὴν τῶν πε‐ | |
πιστευμένων ἐγένετο διοίκησιν, φθόνον ἐγκισσήσας καθ’ ἡμῶν, ὥσπερ καὶ οἱ μετὰ ταῦτα σαρκῶν ἐρασθέντες καὶ ταῖς τῶν ἀνθρώπων εἰς φιλοτησίαν ὁμιλήσαντες θυγατράσιν. Αὐθαίρετον γὰρ καὶ αὐτοῖς ἔχειν πρὸς ἑκά‐ | 84 in vol. 5 | |
20 | τερα διετάξατο βούλησιν ὁ Θεός, οἷα δὴ καὶ ἐπὶ τῶν ἀν‐ θρώπων. Καὶ πῶς τοῦτο ληπτέον; Ὅτι δερματίνους χιτῶνας τὸν θάνατόν φησι. Λέγει γὰρ περὶ τοῦ Ἀδάμ, ὃν ὁ Θεὸς ὁ Παντοκράτωρ ἀθάνα‐ τον κακὸν ἐξ ἐπιβουλῆς ἰδὼν γεγενημένον, καθάπερ | |
25 | καὶ ὁ πλανήσας αὐτὸν διάβολος ἦν, τοὺς δερματίνους χιτῶνας διὰ τοῦτο κατεσκεύασεν, οἱονεὶ νεκρότητι περι‐ βαλὼν αὐτόν, ὅπως διὰ τῆς λύσεως τοῦ σώματος πᾶν τὸ ἐν αὐτῷ γεννηθὲν κακὸν ἀποθάνῃ. Ὅτι δύο ἀποκαλύψεις φησὶ γεγονέναι τῷ ἁγίῳ Παύ‐ | |
30 | λῳ. Λέγει γάρ, ἀλλ’ οὐδὲ ὁ Ἀπόστολος ὑποτίθεται εἶναι τὸν παράδεισον ἐν τῷ τρίτῳ οὐρανῷ τοῖς λεπτῶν ἀκροᾶσθαι λόγων ἐπισταμένοις· «Οἶδα γὰρ τὸν τοιοῦτον ἁρπαγέντα ἕως τρίτου οὐρανοῦ» λέγων, «Καὶ οἶδα τὸν τοιοῦτον ἄν‐ θρωπον, εἴτε ἐν τῷ σώματι, εἴτε χωρὶς τοῦ σώματος, ὁ | |
35 | Θεὸς οἶδεν, ὅτι ἡρπάγη εἰς τὸν παράδεισον» δύο ἀπο‐ καλύψεις μεγάλας ἑωρακέναι μηνύει, δὶς ἀναληφθεὶς ἐναργῶς, ἅπαξ μὲν ἕως τρίτου οὐρανοῦ, ἅπαξ δὲ εἰς τὸν παράδεισον. Τὸ γάρ· «Οἶδα ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ» ἰδίως ἀποκάλυψιν αὐτῷ κατὰ τὸν τρί‐ | |
40 | τον οὐρανὸν πεφηνέναι συνίστησι· τὸ δέ· «Καὶ οἶδα» πά‐ λιν ἐπιφερόμενον «τὸν τοιοῦτον ἄνθρωπον, εἴτε ἐν σώ‐ | |
Bibl.234294a | ματι εἴτε ἐκτὸς σώματος, ὁ Θεὸς οἶδεν, ὅτι ἡρπάγη εἰς τὸν παράδεισον» ἑτέραν αὖθις αὐτῷ πεφανερῶσθαι κατὰ τὸν παράδεισον ἀποκάλυψιν δείκνυσι. Ταῦτα δὲ λέγει, ἐπεὶ οἱ δι’ ἐναντίας τὸν παράδεισον νοητὸν ἐτί‐ | |
5 | θεντο ἐκ τοῦ ἀποστολικοῦ ῥητοῦ, ὡς ὄντα ὑπὲρ τὸν οὐ‐ ρανὸν ἵνα τὸ ἀσωμάτως γενέσθαι τὴν ἐν τῷ παραδείσῳ διαγωγὴν συνάξωσιν. Ὅτι, φησί, τὸ μὲν πρᾶξαι ἢ μὴ πρᾶξαι τὰ κακὰ ἐφ’ ἡμῖν, ἐπεὶ οὐκ ἂν δίκας ἐδίδομεν τῶν κακῶς δρωμένων | 85 in vol. 5 |
10 | ἢ ἀμοιβὰς ἐλαμβάνομεν τῶν καλῶς· τὸ δ’ ἐνθυμη‐ θῆναι τὰ κακὰ ἢ μὴ οὐκ ἐφ’ ἡμῖν. Διὰ τοῦτο καὶ τὸν θεῖον Παῦλόν φησι λέγειν· «Οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω, ἀλλ’ ὃ οὐ θέλω τοῦτο ποιῶ», τουτέστιν οὐχ ὃ θέλω ἐννοεῖν τοῦτο ἐννοῶ, ἀλλ’ ὃ μὴ θέλω. Ἐκριζωθῆναι δέ φησι καὶ | |
15 | τὸ τὰ κακὰ ἐνθυμεῖσθαι διὰ τῆς τοῦ φυσικοῦ θανάτου παρουσίας, ἐπεὶ καὶ διὰ τοῦτο θάνατος ἐδόθη παρὰ Θεοῦ τῷ ἐξημαρτηκότι, ἵνα μὴ ἀθάνατον μείνῃ τὸ κακόν. Ἀλλὰ πῶς τοῦτο εἴρηται; Σημειωτέον ὅτι καὶ ἄλλοις ἡμῶν πατράσιν εἴρηται, εἴπερ ὁ θάνατος τοῖς τοῦτον μετερ‐ | |
20 | χομένοις κατὰ τὸν καιρὸν ἐκεῖνον οὔτε προσθήκη οὔτε ὕφεσις ἁμαρτημάτων γίνεται. Ἀνεγνώσθη τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου ἀποστολικῶν ῥητῶν ἑρμηνεία κατὰ σύνοψιν. Ἴδωμεν δὲ τί ἦν ὅπερ πρῶτον εἰς τὸν Ἀπόστολον | |
25 | προήχθημεν εἰπεῖν. Τὸ γάρ· «Ἐγὼ δὲ ἔζων» λεχθὲν αὐτῷ «χωρὶς νόμου ποτέ» ἄνω τὴν ἐν τῷ παραδείσῳ, κα‐ θάπερ ἐξ ἀρχῆς ὑπεθέμεθα, πρὸ τῆς ἐντολῆς, οὐκ ἐκτὸς σώματος ἀλλὰ μετὰ σώματος ἡμῶν ἐν τοῖς πρωτο‐ πλάστοις διαγωγὴν παρεγγυᾷ. Ἐκτὸς δ’ ἐπιθυμίας διή‐ | |
30 | γομεν, οὐ γινώσκοντες ὅλως ἐπιθυμίας προσβολάς. Τὸ γὰρ μὴ ἔχειν διορισμὸν καθ’ ὃν δεῖ πολιτεύεσθαι, μηδὲ ἐξουσίαν αὐτοδέσποτον λογίου ποίῳ δεῖ χρῆσθαι πολι‐ τεύματι, ἵνα δικαίως ἢ τιμηθῇ ἢ ψεχθῇ, ἀνυπεύθυνον παντὸς λέλεκται ὑπάρχειν τοῦτο ἐγκλήματος, ὅτι | |
35 | μὴ δύναται τούτων τις ἐπιθυμῆσαι, ὧν μὴ κεκώλυται. Κἂν ἐπιθυμήσῃ δέ, οὐκ αἰτιαθήσεται. Τὸ γὰρ ἐπιθυμῆσαι οὐκ ἐπὶ τῶν παρόντων καὶ ὑποκειμένων ἐν ἐξουσίᾳ πίπτει, ἀλλ’ ἐπὶ τῶν παρόντων μέν, μὴ ὄντων δὲ ἐν ἐξουσίᾳ· πῶς γάρ, οὗ μὴ κεκώλυταί τις μηδ’ ἐνδεής ἐστι, τούτου | 86 in vol. 5 |
40 | ἐρᾷ; Ὅθεν διὰ τοῦτο· «Τὴν ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν οὐκ ἐπιθυμήσεις». Ἀκούσαντες γάρ· «Ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγεσθε | |
Bibl.234294b | ἀπ’ αὐτοῦ· ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θα‐ νάτῳ ἀποθανεῖσθε», τότε τὸ ἐπιθυμῆσαι συνέλαβον καὶ ἐκίσσησαν. Διὸ δή· «Τὴν ἐπιθυμίαν καλῶς οὐκ ᾔδειν ἐλέχθη, εἰ μὴ ὁ νόμος ἔλεγεν· οὐκ ἐπιθυμήσεις» οὐδὲ ἐσθίειν, | |
5 | εἰ μὴ εἴρητο· «Οὐ φάγεσθε ἀπ’ αὐτοῦ». Ἐντεῦθεν γὰρ ἐκτή‐ σατο ἀφορμὴν εἰς τὸ διαπαῖξαί με ἡ ἁμαρτία· δο‐ θείσης γὰρ τῆς ἐντολῆς ἔσχε λαβὴν ὁ διάβολος κατερ‐ γάσασθαι ἐν ἐμοὶ τὴν ἐπιθυμίαν· «Χωρὶς γὰρ νόμου ἡ ἁμαρτία νεκρά», οἷον οὐ δοθείσης γὰρ τῆς ἐντολῆς | |
10 | ἄπρακτος ἦν ἡ ἁμαρτία. Ἐγὼ δὲ ἔζων πρὸ τῆς ἐν‐ τολῆς βίον ἄμεμπτον, οὐκ ἔχων ἐπιταγὴν καθ’ ἣν ἔδει πολιτεύεσθαι. «Ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον, καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὕτη εἰς θάνατον», ὅτι μετὰ τὸ νομο‐ | |
15 | θετῆσαι τὸν Θεόν, καὶ διαστείλασθαί μοι ἃ ποιητέον καὶ μὴ ποιητέον, κατειργάσατο ἐν ἐμοὶ τὴν ἐπιθυ‐ μίαν ὁ διάβολος. Ἡ γὰρ ἐπαγγελία τοῦ Θεοῦ ἡ δοθεῖσά μοι αὕτη εἰς ζωὴν καὶ ἀφθαρσίαν, ἵνα πειθόμενος αὐτῇ ἀεὶ θάλλοντα πρὸς ἀθανασίαν βίον ἔχω καὶ χα‐ | |
20 | ράν, ἀθετήσαντι αὐτὴν εἰς θάνατον ἀπέβη, ἐπειδὴ ὁ διάβολος, ὃν ἁμαρτίαν νῦν οὗτος ἐκάλεσε διὰ τὸ δη‐ μιουργὸν αὐτὸν ἁμαρτίας ὑπάρχειν, διὰ τῆς ἐντολῆς | |
ἀφορμὴν λαβὼν πρὸς παρακοὴν ἀπατῆσαί με, ἀπα‐ τήσας ἀπέκτεινε, τῷ· «Ἧι δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐ‐ | 87 in vol. 5 | |
25 | τοῦ, θανάτῳ ἀποθανεῖσθε» κατακρίματι ὑπεύθυνον γενέσθαι κατεργασάμενος. Ὥστε· «Ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ τοῦ Θεοῦ ἁγία καὶ δικαία καὶ ἀγαθή», ὅτι μὴ ἐπὶ τῷ βλάψαι ἀλλ’ ἐπὶ τῷ σῶσαι ἐδόθη· μὴ γὰρ οἰώ‐ μεθα ἀνωφελές τι ἢ βλαβερὸν ποιεῖν τὸν Θεόν. Τί | |
30 | οὖν; «Τὸ ἀγαθὸν ἐμοὶ ἐγένετο θάνατος», ὃ τοῦ με‐ γίστου μοι ὡς αἴτιον ἐσόμενον ἀγαθοῦ νομοθέτημα ἐδόθη; Μὴ γένοιτο, ὅτι μὴ ἡ ἐντολὴ τοῦ Θεοῦ εἰς τὸ καταδουλωθῆναί με ἐγένετο τῇ φθορᾷ αἰτία, ἀλλ’ ὁ διάβολος, ἵνα φανερωθῇ διὰ τοῦ ἀγαθοῦ τὸ κακὸν | |
35 | ἐμοὶ κατασκευάσας, ἵνα γένηται καὶ ἐλεγχθῇ καθ’ ὑπερ‐ βολὴν ὁ εὑρετὴς τῆς ἁμαρτίας ἁμαρτωλός. «Οἴδαμεν γὰρ ὅτι ὁ νόμος ἐστὶ πνευματικός», διὸ καὶ οὐδὲν αἴτιος βλάβης οὐδενί· πόρρω γὰρ ἐπιθυμίας ἀλόγου καὶ ἁμαρ‐ τίας ἐσκήνηνται τὰ πνευματικά. «Ἐγὼ δὲ σάρκινός εἰ‐ | |
40 | μι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν», οἷον ἐγὼ δὲ σάρ‐ κινος ὤν, καὶ ἐν μέσῳ τοῦ ἀγαθοῦ καὶ πονηροῦ κατα‐ σταθεὶς ὡς αὐτεξούσιος, ἵνα ἐπ’ ἐμοὶ ἑλέσθαι ὃ βού‐ | |
Bibl.234295a | λομαι ᾖ («Τέθεικα γάρ, φησί, πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον»), νεύσας πρὸς τὸ παρακοῦ‐ σαι μὲν τοῦ πνευματικοῦ νόμου, οἷον τῆς ἐντολῆς, ἐπακοῦσαι δὲ τοῦ ὑλικοῦ, οἷον τοῦ ὄφεως τῆς συμ‐ | |
5 | βουλίας· «Πέπραμαι» διὰ τὴν τοιαύτην αἵρεσιν, πε‐ σών «ὑπὸ τὴν ἁμαρτίαν», τῷ διαβόλῳ. | |
6 | Ὅθεν ἐντεῦθεν πολιορκῆσάν με τὸ κακὸν ἐνιζάνει, καὶ ἐμπολιτεύεται | |
εἰσοικῆσαν ἐν τῇ σαρκί μου, δίκης ἐπιτεθείσης μοι τὴν ἐντολὴν ἀθετήσαντι πραθῆναι τῷ κακῷ. Διὸ καὶ τό· | 88 in vol. 5 | |
10 | «Οὐ γινώσκω ὃ κατεργάζομαι» καὶ «ποιῶ ὃ μισῶ» λεγό‐ μενον οὐκ ἐπὶ τοῦ δρᾶσαι τὸ φαῦλον παραληπτέον, ἀλλ’ ἐπὶ τοῦ μόνον ἐνθυμηθῆναι. Οὐ γὰρ ἐφ’ ἡμῖν τὸ ἐνθυμεῖσθαι ἢ μὴ ἐνθυμεῖσθαι κεῖται τὰ ἄτοπα, ἀλλὰ τὸ χρῆσθαι ἢ μὴ χρῆσθαι τοῖς ἐνθυμήμασι. Κωλῦσαι μὲν γὰρ πίπτειν | |
15 | εἰς ἡμᾶς τοὺς λογισμοὺς οὐ δυνάμεθα, προσδεχομένων ἡμῶν ἔξωθεν εἰσπνεομένους· μὴ πεισθῆναι μέντοι ἢ μὴ χρῆσθαι δυνάμεθα. Διὸ τὸ μὲν θέλειν αὐτὰ μὴ ἐνθυ‐ μηθῆναι παρακεῖσθαι, τὸ δὲ κατεργάσασθαι εἰς τὸ ἀφα‐ νίσαι, ἵνα μὴ αὖθις περὶ τὸν λογισμὸν ἀνέλθωσιν οὔ, | |
20 | ὅτι μὴ κεῖται τοῦτο ἐφ’ ἡμῖν, ὡς ἔφην. Ὡς εἶναι τὸν νοῦν τοιοῦτον τοῦ ῥητοῦ· «Οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν». Θέλω γὰρ μὴ ἐνθυμεῖσθαι ἃ βλάπτει με, ἐπειδὴ τοῦτο τὸ ἀγαθὸν πανάμωμον. Καὶ τοῦτο μέν· «Ὃ θέλω ἀγαθόν, οὐ ποιῶ· ὃ δὲ μὴ θέλω, πράσσω κακόν», οὐ θέλων ἐν‐ | |
25 | νοεῖσθαι, καὶ ἐννοούμενος ἃ μὴ θέλω. | |
25 | Καὶ ἐπισκέψασθε εἰ μὴ διὰ ταῦτα αὐτὰ καὶ ὁ Δαβὶδ ἐνετύγχανε τῷ Θεῷ, δυσχεραίνων ἐπὶ τῷ λογίζεσθαι καὶ αὐτὸν ἃ μὴ ἤθελεν· «Ἀπὸ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλο‐ τρίων φεῖσαι τοῦ δούλου σου. Ἐὰν μή μου κατακυριεύσωσι, | |
30 | τότε ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρ‐ τίας μεγάλης». Καὶ αὐτὸς δὲ ὁ Ἀπόστολος ἐν ἑτέρῳ· «Λο‐ γισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ». | |
35 | Εἰ δέ τις ὁμόσε τῷ λόγῳ ἰέναι τολμῶν ἀποκρίνοιτο ὡς ἄρα διδάσκοι ὁ Ἀπόστολος ὡς οὐ μόνον ἐν τῷ λο‐ γίζεσθαι τὸ κακὸν μισοῦμεν καὶ ὃ οὐ θέλομεν πράσσομεν, | |
ἀλλὰ καὶ ἐν τῷ κατεργάζεσθαι αὐτό, διὰ τό· «Οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν» λελέχθαι, «ἀλλ’ ὃ οὐ θέλω κακὸν, | 89 in vol. 5 | |
40 | τοῦτο πράσσω», ἀξιώσομέν που, εἰ ἀληθῆ λέγει ὁ ταῦτα | |
Bibl.234295b | λέγων, διασαφῆσαι τί ἦν τὸ κακὸν ὃ ἐμίσει μὲν ὁ Ἀπόστολος καὶ οὐκ ἐβούλετο ποιεῖν, ἐποίει δέ, καὶ τὸ ἀγα‐ θὸν ὃ ἐβούλετο μὲν ποιεῖν οὐκ ἐποίει δέ, ἀλλ’ ἀντι‐ στρόφως, ὁσάκις μὲν ἤθελε ποιῆσαι τὸ ἀγαθόν, τοσαυ‐ | |
5 | τάκις οὐ τὸ ἀγαθόν, ὃ ἤθελεν, ἐποίει, ἀλλὰ τὸ πονη‐ ρόν, ὃ μὴ ἤθελεν, ἐποίει. Πῶς δὲ καὶ ἡμᾶς εἰς τὸ παν‐ τάπασιν ἀποτινάξασθαι τὸ ἁμαρτάνειν προτρεπόμενος· «Μιμηταί, ἀποφαίνεται, γίνεσθε, καθὼς κἀγὼ Χρισ‐ τοῦ»; Οὕτως οὐ τῷ ποιεῖν ἃ μὴ ἤθελεν ὑπέθετο τὰ | |
10 | προειρημένα, ἀλλὰ τῷ μόνον λογίζεσθαι· ἐπεὶ πῶς ἂν ἦν μιμητὴς Χριστοῦ ἀκριβής; Καλὸν μὲν οὖν, εἰ μὴ εἴχομεν, ἦν ἂν καὶ χαρμιώ‐ τατον, τοὺς ἀντιπράσσοντας ἡμῖν καὶ μαχομένους· ἐπεὶ δὲ τοῦτο ἀδύνατον καὶ ὃ θέλομεν οὐ δυνάμεθα (θέλομεν | |
15 | γὰρ μὴ ἔχειν τοὺς ἐξέλκοντας εἰς πάθη· ἦν γὰρ ἂν ἀνι‐ δρωτὶ σωθῆναι· καὶ ὃ θέλομεν τοῦτο οὐ γίνεται, ἀλλ’ ὃ οὐ θέλομεν· δεῖ γὰρ ἡμᾶς δοκιμάζεσθαι ὡς ἐχρῆν), μὴ ἐνδιδῶμεν, ὦ ψυχή, μὴ ἐνδιδῶμεν τῷ πονηρῷ, ἀλλ’· «Ἀναλαβόντες τὴν πανοπλίαν τοῦ Θεοῦ ὑπερασπίζουσαν | |
20 | ἡμῶν, ἐνδυσώμεθα «τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησώμεθα τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου, ἐπὶ πᾶσί τε ἀναλάβωμεν τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾗ δυνησόμεθα πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρω‐ μένα σβέσαι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου καὶ | |
25 | τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ», «πρὸς τὸ δύνασθαι στῆναι πρὸς τὴν μεθοδείαν τοῦ διαβόλου», | |
«λογισμούς τε καθελεῖν καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Χριστοῦ», «ὅτι μὴ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα». | 90 in vol. 5 | |
30 | «Οὐ γὰρ ὃ θέλω πράσσω, ἀλλ’ ὃ μισῶ, τοῦτο ποιῶ. Εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός· νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ’ ἡ ἐνοικοῦσα ἐν ἐμοὶ ἁμαρτία. Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν» ὀρθῶς λέγων. | |
35 | Μέμνησθε γὰρ ὡς ἐν τοῖς ἔμπροσθεν διωριζόμεθα, ἀφ’ οὗ τὸν ἄνθρωπον πλανηθέντα τὴν ἐντολὴν ἀθετῆσαι συνέβη, ἐντεῦθεν ἐκ τῆς παρακοῆς τὴν ἁμαρτίαν λα‐ βοῦσαν γένεσιν εἰς αὐτὸν εἰσῳκηκέναι. Οὕτω γὰρ στάσις ἐνέπεσε, σφαδᾳσμῶν τε καὶ λογισμῶν ἀνοικείων ἐπλη‐ | |
40 | ρώθημεν, κενωθέντες μὲν τοῦ ἐμφυσήματος τοῦ Θεοῦ, | |
Bibl.234296a | πληρωθέντες δὲ ἐπιθυμίας ὑλικῆς, ἣν ὁ πολύτρο‐ πος ἐνεφύσησεν εἰς ἡμᾶς ὄφις. | |
2 | Διὸ καὶ τὸν θάνατον ὁ Θεὸς πρὸς ἀναίρεσιν τῆς ἁμαρτίας ὑπὲρ ἡμῶν ἀνεύρατο, ἵνα μὴ ἐν ἀθανάτοις ἡμῖν ἀνατείλασα, ὡς ἔφην, ἀθάνατος | |
5 | ᾖ. Ὅθεν ὁ Ἀπόστολος· «Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, του‐ τέστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν» λέγων τὴν ἀπὸ τῆς παραβάσεως διὰ τῆς ἐπιθυμίας εἰσοικισθεῖσαν εἰς ἡμᾶς ἁμαρτίαν βούλεται μηνύειν, ἧς δὴ καθάπερ βλαστήματα νέα οἱ φιλήδονοι περὶ ἡμᾶς ἀεὶ λογισμοὶ συνίστανται. | |
10 | Δισσὰ γὰρ ἐν ἡμῖν λογισμῶν γένη, τὸ μὲν ἀπὸ τῆς ἐπι‐ θυμίας τῆς ἐμφωλευούσης ἐν τῷ σώματι συνιστάμενον, ἥτις ἐξ ἐπιπνοίας (ὡς ἔφην) συνέστη τοῦ ὑλικοῦ πνεύματος, τὸ δὲ ἀπὸ τοῦ νόμου τοῦ κατὰ τὴν ἐντολήν, ὃν ἔμφυτον ἐλάβομεν ἔχειν καὶ φυσικὸν νόμον, πρὸς τὸ καλὸν ἡμῶν | |
15 | ἐξεγείροντα τὸν λογισμόν. Ὅθεν· «Τῇ μὲν νομοθεσίᾳ τοῦ | |
Θεοῦ κατὰ τὸν νοῦν συνηδόμεθα» (τοῦτο γὰρ ὁ ἔσω ἄν‐ θρωπος), τῇ δὲ νομοθεσίᾳ τοῦ διαβόλου «κατὰ τὴν ἐνοικοῦσαν ἐπιθυμίαν ἐν τῇ σαρκί»· ὁ γὰρ ἀντιστρα‐ τευόμενος καὶ ἀντιπράσσων τῷ νόμῳ τοῦ Θεοῦ, οἷον | 91 in vol. 5 | |
20 | τῇ πρὸς τὸ ἀγαθὸν ὁρμῇ τοῦ νοός, αὐτός ἐστιν ὁ τοὺς ἐμπαθεῖς ἀναφύων ἀεὶ καὶ ὑλικοὺς πρὸς ἀνομίαν περισπασμούς. Τρεῖς γὰρ νόμους ὑποτιθέμενος ὁ Παῦ‐ λος ἀναφανδὸν ἐνταῦθά μοι καταφαίνεται, ἕνα μὲν τὸν κατὰ τὸ ἔμφυτον ἐν ἡμῖν ἀγαθόν, ὃν καὶ νό‐ | |
25 | μον σαφῶς ἐκάλεσε νοός, ἕνα δὲ τὸν ἐκ προσβο‐ λῆς συνιστάμενον νόμον τοῦ πονηροῦ καὶ εἰς τὰς ἐμ‐ παθεῖς ἐξέλκοντα πολλάκις φαντασίας τὴν ψυχήν, ὃν ἀντιστρατεύεσθαι τῷ νόμῳ τοῦ νοὸς ἔφη, καὶ τρίτον τὸν κατὰ τὴν ἁμαρτίαν ἐκ τῆς ἐπιθυμίας σκιρώ‐ | |
30 | σαντα ἐν τῇ σαρκί, ὃν ἁμαρτίας νόμον οἰκοῦντα ἐν τοῖς μέλεσιν ἐκάλεσεν, ᾧ ἐποχούμενος πολλάκις καθ’ ἡμῶν ἐγκελεύεται πρὸς ἀδικίαν καὶ πράξεις συνε‐ λαύνων κακάς. | |
33 | Φαίνεται γὰρ ὡς ἑαυτοῖς ἡμῖν τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον ὄν, καὶ ὅταν μέλλῃ τὸ βέλτιον | |
35 | φύσει τοῦ χείρονος ἐγκρατέστερον γενηθῆναι, φέρεται ὅλος πρὸς τὸ ἀγαθὸν ὁ νοῦς, ὅταν δὲ τὸ χεῖρον ἐπι‐ βρίσῃ πλεονάσαν, ἄγεται πάλιν ἀντιστρόφως πρὸς λο‐ γισμοὺς χείρους ὁ ἄνθρωπος· οὗ δὴ καὶ χάριν ὁ Ἀπόστολος εὔχεται ῥυσθῆναι, θάνατον αὐτὸ καὶ ὄλεθρον ἡγούμενος, | |
40 | ὥσπερ δὴ καὶ ὁ Προφήτης· «Ἀπὸ τῶν κρυφίων μου κα‐ θάρισόν με» λέγων. | |
41 | Αὐτὰ οὖν τὰ ῥήματα τοῦτο συνιστῶσι· «Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω» λέ‐ | |
Bibl.234296b | γοντος «ἄνθρωπον, βλέπω δ’ ἕτερον νόμον ἀντισ‐ τρατευόμενον τοῖς μέλεσί μου τῷ νόμῳ τοῦ νοός μου, καὶ | |
αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με | 92 in vol. 5 | |
5 | ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» οὐ τὸ σῶμα θάνατον ἀποφαινόμενος, ἀλλὰ τὸν νόμον τῆς ἁμαρτίας τὸν ἐν τοῖς μέλεσι διὰ τῆς παραβάσεως ἐν ἡμῖν ἐμφω‐ λεύοντα καὶ πρὸς θάνατον ἀεὶ τὸν τῆς ἀδικίας τὴν ψυχὴν ἐμφαντάζοντα. | |
9 | Ἐπιφέρει γοῦν εὐθέως ἀμέλει, | |
10 | διαλυόμενος ὁποίου θανάτου ἐγλίχετο ῥυσθῆναι καὶ τίς αὐτὸν ὁ ῥυόμενος ἦν· «Χάρις δὲ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ». Προσεκτέον δέ, εἰ τὸ σῶμα θάνατον τοῦτο, ὦ Ἀγλαοφῶν, ὡς ὑπειλήφατε, ἔλεγεν, οὐκ ἂν τὸν Χρι‐ στὸν ὡς ῥυόμενον αὐτὸν ὕστερον ἐκ τοῦ τοιούτου κακοῦ | |
15 | παρελάμβανεν, ἐπεὶ τί παράδοξον ἀπὸ τοῦ Χριστοῦ τῆς παρουσίας ἐσχήκαμεν; Τί δὲ καὶ ὁ Ἀπόστολος ὅλως, ὡς διὰ τῆς παρουσίας τοῦ Χριστοῦ δυναμούμενος τοῦ θανάτου ὑπὸ τοῦ Θεοῦ ἐλευθερωθῆναι, τοῦτο ἐφθέγγετο, ὁπότε πᾶσι καὶ πρὸ τοῦ τὸν Χριστὸν ἐλθεῖν εἰς τὸν κόσμον | |
20 | συνέβαινε θνῄσκειν; Ὥστε οὐ τὸ σῶμα τοῦτο, ὦ Ἀγλαο‐ φῶν, θάνατον, ἀλλὰ τὴν ἁμαρτίαν τὴν κατοικήσασαν διὰ τῆς ἐπιθυμίας ἐν τῷ σώματι λέγει, ἧς ὁ Θεὸς αὐ‐ τὸν διὰ τῆς παρουσίας τοῦ Χριστοῦ ἐρρύσατο. «Ὁ γὰρ νόμος τῆς ζωῆς τοῦ πνεύματος ἐν Χριστῷ | |
25 | Ἰησοῦ ἠλευθέρωσεν ἡμᾶς ἀπὸ τοῦ νόμου τῆς ἁμαρ‐ τίας καὶ τοῦ θανάτου». Ὅπως ὁ ἐγείρας Ἰησοῦν ἐκ νεκρῶν διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ὑμῖν ζωοποιήσῃ καὶ τὰ θνητὰ σώματα ἡμῶν, τῆς ἁμαρτίας τῆς ἐν τῷ σώματι κατακριθείσης πρὸς ἀναίρεσιν, «ἵνα τὸ δικαίω‐ | |
30 | μα τοῦ κατὰ τὴν ἐντολὴν πρὸς τὸ ἀγαθὸν ἡμᾶς ἐφελ‐ κομένου φυσικοῦ νόμου φανερωθῇ ἐξαφθέν». Τὸ γὰρ ἀδύ‐ νατον τοῦ ἐν ἡμῖν φυσικοῦ ἀγαθοῦ, «ἐν ᾧ ἠσθένει» ὑπὸ | |
τῆς ἐπιθυμίας ἡττώμενον τῆς ἐγκειμένης ἐν τῷ σώ‐ ματι, «ὁ Θεὸς» ἀνερρώσατο, «πέμψας τὸν Υἱὸν ἑαυτοῦ | 93 in vol. 5 | |
35 | τὴν ὁμοίαν τῆς σαρκὸς τῆς ἁμαρτίας σάρκα» ἀνειλη‐ φότα, ἵνα τῆς ἁμαρτίας κατακεκριμένης πρὸς ἀναί‐ ρεσιν, «εἰς τὸ μηκέτι καρποφορῆσαι» ἐν τῇ σαρκί, τὸ ἰδίωμα «τοῦ φυσικοῦ νόμου πληρωθῇ», πλεονάσαν τῇ ὑπακοῇ τοῖς μὴ κατὰ τὴν ἐπιθυμίαν τῆς σαρκὸς | |
40 | περιπατοῦσιν, ἀλλὰ κατὰ τὴν ἐπιθυμίαν τοῦ πνεύμα‐ τος καὶ τὴν ὑφήγησιν. «Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς», ὃ δή ἐστι τὸ εὐαγγέλιον, ἕτερος ὢν τῶν προει‐ | |
Bibl.234297a | ρημένων νόμων, διὰ τοῦ κηρύγματος πρὸς ὑπα‐ κοὴν τεθεὶς καὶ ἄφεσιν ἁμαρτημάτων, «ἠλευθέρωσεν ἡμᾶς ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου», νικήσας ἐκ παντὸς τὴν ἁμαρτίαν βασιλεύουσαν τῆς σαρκός. | |
5 | Ὅτι φησὶ μὴ τρέφεσθαι ἢ αὐξάνειν ἀπὸ τῆς γῆς τὰ φυτά. Λέγει γάρ, διαπορήσαι δ’ ἄν τις πῶς εἰς τὸν ὄγκον ἀναλαμβάνεσθαι δύναται τῶν δένδρων ἡ γῆ με‐ ταλλοιουμένη· ἐχρῆν γὰρ, ἅτε τῆς ὑποκειμένης γῆς ἀναρπαζομένης ἀεὶ διὰ τῶν ῥιζῶν εἰς ὅλην τὴν ἕξιν | |
10 | τοῦ ξύλου, τὸν τόπον, καθ’ ὃν τὸ δένδρον βεβλάστηκε, κοιλαίνεσθαι· ὥστε μάταιος αὐτῶν ὁ τοιοῦτος τῆς περὶ τὰ σώματα ῥύσεως ἀναλογισμός. Πῶς γὰρ ὅλως ἡ γῆ διὰ τῶν ῥιζῶν εἰς τοὺς κορμοὺς τῶν φυτῶν εἰσδυο‐ μένη, καὶ διὰ τῶν πόρων εἰς πάντας αὐτῶν κατακερ‐ | |
15 | ματιζομένη τοὺς κλάδους, εἰς φύλλα καὶ καρπὸν με‐ ταβάλλεται; Εὐμήκη μὲν οὖν δένδρα, κέδροι ἢ πίτυες ἢ ἐλάται, καὶ πολλὴν φέροντα κατ’ ἔτος κόμην καὶ καρ‐ πόν, ἰδεῖν ἔστιν ὡς οὐδὲν τῆς ὑποκειμένης γῆς εἰς τὸν ἑαυτῆς ὄγκον τῆς δρυάδος καταναλίσκουσιν. Ἐχρῆν γάρ, | |
20 | εἰ ἀληθὲς ἦν διὰ τῶν ῥιζῶν ἀνερχομένην ἀποξυλοῦσθαι τὴν γῆν, ἅπαντα τὸν περὶ αὐτὰ τόπον τῆς γῆς κοι‐ λαίνεσθαι, ὅτι μὴ ἐπιρρέειν πέφυκε τὸ ξηρόν, καθάπερ καὶ τὸ ὑγρόν, ἀεὶ πρὸς τὸ κινούμενον. Ἤδη δὲ καὶ συ‐ καῖ καὶ ἄλλα τοιαῦτα φυτὰ μνημείων ἐν οἰκοδομή‐ | 94 in vol. 5 |
25 | μασι πολλάκις βλαστήσαντα οὐδὲν εἰς ἑαυτὰ τῆς οἰ‐ κοδομῆς ὅλως ἱστοροῦνται καταναλωκέναι. Εἰ γοῦν ἐτῶν πολλῶν συλλογίσασθαί τις τὸν καρπὸν αὐτῶν καὶ τὰ φύλλα βουληθείη, κατίδοι ἂν πολλαπλασίονα τῆς ἐπὶ τῶν μνημείων γῆς τὸν ὄγκον αὐτῶν γεγενημένον. Ὅθεν | |
30 | ἀτοπώτατον ἡγεῖσθαι τὴν γῆν εἰς καρπῶν φορὰν με‐ ταβαλλομένην καὶ φύλλα καταναλίσκεσθαι, κἂν δι’ αὐ‐ τῆς ἅπαντα γίνωνται, ἕδρᾳ αὐτῇ χρώμενα καὶ τόπῳ. Οὐδὲ γὰρ ἄρτος δίχα μύλου καὶ τόπου καὶ χρόνου καὶ πυρὸς γίνεται, καὶ οὐδέν ἐστιν ἢ γίνεται τούτων ὁ ἄρτος. Καὶ ἐπὶ | |
35 | ἄλλων μυρίων ὡσαύτως. Ὅτι τό· «Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ» καὶ ἑξῆς οἱ ὠριγενιασταὶ εἰς ἀναίρεσιν τῆς τῶν σωμάτων ἀναστάσεως προβάλλον‐ ται, σκῆνος τὸ σῶμα καὶ ἀχειροποίητον ἐν οὐρανοῖς | |
40 | οἰκίαν τὰ παρ’ αὐτῶν πνευματικὰ ἐνδύματα λέγον‐ τες. Διό φησιν ὁ ἅγιος Μεθόδιος, ἐπίγειον οἰκίαν τὴν | |
Bibl.234297b | ἐνταῦθα βραχύβιον ζωὴν καταχρηστικῶς ληπτέον, καὶ οὐ τὸ σκῆνος τοῦτο. Εἰ γὰρ ἐπίγειον οἰκίαν καταλυο‐ μένην τὸ σῶμα τίθεσθαι αὐτὸν νομίζετε, φράσατε τὸ σκῆνος τί ἐστιν, οὗ ἡ οἰκία καταλύεται; Ἕτερον γὰρ τὸ | |
5 | σκῆνος, καὶ ἄλλο τοῦ σκήνους ἡ οἰκία, καὶ ἕτερον ἡμεῖς, ὧν ἐστι τὸ σκῆνος. «Ἐὰν γὰρ ἡ ἐπίγειος ἡμῶν οἰκία, φησί, τοῦ σκήνους καταλυθῇ», οἷον ἡμᾶς μὲν τὰς ψυ‐ χὰς εἶναι δηλώσας, σκῆνος δὲ τὸ σῶμα, οἰκίαν δὲ τοῦ | |
σκήνους τὴν κατὰ τὴν παροῦσαν ζωὴν ἀπόλαυσιν τῆς | 95 in vol. 5 | |
10 | σαρκὸς τροπικῶς. Ἐὰν οὖν ἡ νῦν δὴ αὕτη τοῦ σώ‐ ματος ζωὴ δίκην οἰκίας καταλυθῇ, ἕξομεν τὴν ἐν τοῖς οὐρανοῖς ἀχειροποίητον. | |
12 | Ἀχειροποίητόν φησι διὰ τὸ χειροποίητον ταύτην λέγεσθαι τὴν ζωὴν κατὰ ἀντιδια‐ στολήν, παρὰ τὸ πάντα ἡμῶν τὰ κοσμήματα καὶ σπου‐ | |
15 | δάσματα τοῦ βίου χερσὶν παλαμᾶσθαι ἀνθρώπων. Τὸ γὰρ σῶμα δημιούργημα ὑπάρχον Θεοῦ χειροποιητὸν οὐ λέ‐ γεται, ὅτι μὴ ἐπαλαμήθη τέχναις ἀνθρώπων. Εἰ δὲ διότι ὑπὸ Θεοῦ ἐδημιουργήθη χειροποίητον αὐτὸ λέ‐ ξουσι, χειροποίητοι ἄρα καὶ αἱ ψυχαὶ καὶ οἱ Ἄγγελοι | |
20 | καὶ τὰ ἐνδύματα αὐτὰ τὰ ἐν τοῖς οὐρανοῖς· Θεοῦ γὰρ αὐτουργήματα καὶ ταῦτα. | |
21 | Τίς οὖν ἐστιν ἡ χειροποίητος οἰκία; Ἡ βραχύβιος, ὡς ἔφην, αὕτη ζώη, ἡ ἀπ’ ἀν‐ θρωπίνων χειρῶν δραματουργουμένη· «Φαγῇ, γάρ φη‐ σιν, ἐν ἱδρῶτι τοῦ προσώπου σου τὸν ἄρτον σου». Ἧς | |
25 | καταλυθείσης ἐκείνην τὴν ἀχειροποίητον ζωὴν ἔχο‐ μεν. Καθάπερ καὶ ὁ Κύριος εἰπὼν ἐδήλωσε· «Ποιήσατε φίλους ἐκ τῆς ἀδικίας τοῦ Μαμωνᾶ, ἵνα ὅταν ἐκλίπωσι, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς». Ὁ γὰρ ἐκεῖ «σκη‐ νὰς» ὁ Κύριος ἐκάλεσε, τοῦτο ἐνταῦθα ὁ Ἀπόστολος «ἐν‐ | |
30 | δύματα»· ὃ δὲ ἐκεῖ «φίλους ἐκ τῆς ἀδικίας», ἐνταῦθα «καταλυομένας» ὁ Ἀπόστολος «οἰκίας». | |
31 | Καθάπερ γοῦν ἐὰν ἐκλείψωσιν ἡμῶν αἱ τῆς παρούσης ζωῆς ἡμέραι, τὰ πρὸς εὐποιίαν τὰς ψυχὰς ἡμῶν ὑποδέξονται ἀγαθοερ‐ γήματα, ἃ ἀπὸ τῆς ἐν τῇ ἀδικίᾳ ζωῆς ἐκτησάμεθα | |
35 | τῷ τὸν κόσμον «ἐν τῷ πονηρῷ» κεῖσθαι, οὕτω τῆς ζωῆς καταλυθείσης τῆς ὠκυμόρου τὴν πρὸ τῆς ἀναστάσεως | |
ἕξομεν οἴκησιν αἱ ψυχαὶ παρὰ τῷ Θεῷ, ἔστ’ ἂν ἀνα‐ καινοποιηθεῖσαν ἡμῖν ἄπτωτον ἀναλάβωμεν οἰκίαν. Ὅθεν καὶ στενάζομεν, μὴ θέλοντες τὸ σῶμα ἀπεκδύ‐ | 96 in vol. 5 | |
40 | σασθαι, ἀλλ’ «ἐπ’ αὐτῷ τὴν λοιπὴν» ἐπενδύσασθαι ζωήν. Τὸ γὰρ οἰκητήριον τὸ ἐξ οὐρανοῦ, ὃ ἐπιθυμοῦμεν ἐπενδύ‐ | |
Bibl.234298a | σασθαι, ἡ ἀθανασία ἐστίν. Ἣν ἐὰν ἐπενδυσώμεθα, καταποθήσεται πᾶν τὸ ἐν αὐτῇ ὁλοσχερῶς ἀσθενὲς ὑπὸ τῆς ἀχρόνου ζωῆς καταναλωθὲν καὶ θνητόν. «Διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους», του‐ | |
5 | τέστι διὰ πίστεως γὰρ ἐπιβαίνομεν ἔτι ἀτρανωτάτῳ λογισμῷ τὰ ἐκεῖ πράγματα κατοπτεύοντες, καὶ οὐ σαφῶς, ὥστε καὶ ὁρᾶν καὶ ἀπολαύειν καὶ ἐν αὐτοῖς εἶναι. «Τοῦτο δέ φημί, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα κλη‐ ρονομῆσαι βασιλείαν Θεοῦ οὐ δύνανται, οὐδὲ ἡ φθορὰ τὴν | |
10 | ἀφθαρσίαν κληρονομεῖ». Σάρκα, φησίν, οὐ τὴν σάρκα αὐτὴν ἐδήλωσεν, ἀλλὰ τὴν ἄλογον πρὸς τὰς μαχλώ‐ σας τῆς ψυχῆς ὁρμὴν ἡδονάς. Εἰπὼν οὖν· «Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται», ἐπα‐ πεφήνατο· «Οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ». | |
15 | Φθορὰ δὲ οὐκ αὐτό ἐστι τὸ φθειρόμενον, ἀλλὰ τὸ φθεῖ‐ ρον. Ἐπικρατήσαντος μὲν γὰρ τοῦ θανάτου κλίνεται τὸ σῶμα εἰς φθοράν· ἐπιμενούσης δὲ ἔμπαλιν τῆς ζωῆς ἐν αὐτῷ ἕστηκε μὴ καθαιρούμενον. Ἐπειδὴ μεθόριον τῆς ἀφθαρσίας ἐγενήθη καὶ τῆς φθορᾶς ἡ σάρξ, οὐκ | |
20 | οὖσα οὐδὲ φθορὰ οὐδὲ ἀφθαρσία, ἐκρατήθη τε διὰ τὴν ἡδονὴν ὑπὸ τῆς φθορᾶς, ποίημα τῆς ἀφθαρσίας καὶ κτῆμα ὑπάρχουσα, διὰ τοῦτο γεγένηται εἰς φθορὰν καὶ ἐπεὶ συνεκρατήθη ὑπὸ τῆς φθορᾶς καὶ θανάτῳ διὰ παιδείαν παρεδόθη, εἰς νῖκος αὐτὴν τῇ φθορᾷ καθάπερ | |
25 | κληρονομίαν οὐ κατέλιπεν, ἀλλὰ πάλιν διὰ τῆς ἀναστά‐ σεως νικήσας τὸν θάνατον ἀπέδωκε τῇ ἀφθαρσίᾳ, ἵνα μὴ κληρονομήσῃ ἡ φθορὰ τὴν ἀφθαρσίαν, ἀλλ’ ἡ ἀφθαρσία τὸ φθαρτόν. | 97 in vol. 5 |
28 | Ἐπαποκρίνεται γοῦν· «Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι τὴν ἀφθαρσίαν, καὶ τὸ θνη‐ | |
30 | τὸν τὴν ἀθανασίαν». Φθαρτὸν δὲ καὶ θνητὸν ἐνδυό‐ μενον ἀθανασίαν καὶ ἀφθαρσίαν τί δ’ ἂν ἕτερον εἴη παρὰ τὸ σπειρόμενον ἐν φθορᾷ καὶ ἀνιστάμενον ἐν ἀφθαρσίᾳ, ἵνα· «Καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέ‐ σωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου». Ἡ γὰρ εἰκὼν τοῦ | |
35 | χοϊκοῦ, ἣν ἐφορέσαμεν, τό· «Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ» ἐστίν, ἡ δὲ εἰκὼν τοῦ ἐπουρανίου ἡ ἐκ νεκρῶν ἀνάστασις καὶ ἡ ἀφθαρσία. | |
37 | Ἰουστῖνος δὲ ὁ Νεαπολίτης, ἀνὴρ οὔτε τῷ χρόνῳ πόρρω ὢν τῶν Ἀποστόλων οὔτε τῇ ἀρετῇ, κληρονομεῖσθαι μὲν τὸ ἀποθνῇσκον, κληρονομεῖν δὲ τὸ | |
40 | ζῶν λέγει, καὶ θνῄσκειν μὲν σάρκα, ζῆν δὲ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁπόταν δὴ σάρκα ὁ Παῦλος | |
Bibl.234298b | καὶ αἷμα μὴ δύνασθαι τὴν βασιλείαν τοῦ Θεοῦ κλη‐ ρονομῆσαι λέγῃ, οὐχ ὡς ἐκφαυλίζων, φησί, τῆς σαρκὸς τὴν παλιγγενεσίαν ἀποφαίνεται, ἀλλὰ διδάσκων οὐ κληρο‐ νομεῖσθαι βασιλείαν Θεοῦ, αἰώνιον ὑπάρχουσαν ζωήν, ὑπὸ | |
5 | τοῦ σώματος, ἀλλὰ τὸ σῶμα ὑπὸ τῆς ζωῆς. Εἰ γὰρ ἐκλη‐ ρονομεῖτο ἡ βασιλεία τοῦ Θεοῦ ὑπὸ τοῦ σώματος ζωὴ ὑπάρχουσα, συνέβαινεν ἂν τὴν ζωὴν ὑπὸ τῆς φθορᾶς καταπίνεσθαι. Νῦν δὲ τὸ τεθνηκὸς ἡ ζωὴ κληρονομεῖ, ἵνα «εἰς νῖκος καταποθῇ ὁ θάνατος» ὑπὸ τῆς ζωῆς καὶ | |
10 | τὸ φθαρτὸν τῆς ἀφθαρσίας κτῆμα ἀναφανῇ, ἐλεύ‐ θερον μὲν θανάτου καὶ ἁμαρτίας γεγενημένον, δοῦλον δὲ καὶ ὑπήκοον ἀθανασίας, ὅπως τῆς ἀφθαρσίας τὸ | |
σῶμα ᾖ καὶ μὴ τοῦ σώματος ἡ ἀφθαρσία. Ὅτι· «Καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, | 98 in vol. 5 | |
15 | ἔπειτα καὶ ἡμεῖς οἱ ζῶντες», ὁ ἅγιος Μεθόδιος οὕτω φησί· τουτέστιν αὐτὰ ἡμῶν ταῦτα τὰ σώματα· «Ἡμεῖς» γὰρ «οἱ ζῶντες» αἱ ψυχαί ἐσμεν, οἱ ἀπολαμβάνοντες ἐγερθέντας ἐκ τῆς γῆς τοὺς νεκρούς, ἵνα «εἰς ἀπάντησιν» ἅμα αὐτοῖς ἁρπασθέντες τοῦ Κυρίου ἐνδόξως ἑορτάσωμεν αὐτῷ τὴν | |
20 | φαιδρὰν τῆς ἀναστάσεως ἑορτήν, ἀνθ’ ὧν αἰωνίους ἡμῶν τὰς σκηνάς, οὐκέτι τεθνηξομένας ἢ λυθησομένας, ἀπειλήφαμεν. Ὅτι φησίν, ἐθεασάμην ἐν Ὀλύμπῳ ἐγώ (ὄρος δέ ἐστιν ὁ Ὄλυμπος τῆς Λυκίας) πῦρ αὐτομάτως κατὰ | |
25 | τὴν ἀκρώρειαν τοῦ ὄρους κάτωθεν ἐκ τῆς γῆς ἀναδι‐ δόμενον, περὶ ὃ πῦρ ἄγνος φυτόν ἐστιν, οὕτω μὲν εὐ‐ θαλὲς καὶ χλοερόν, οὕτω δὲ σύσκιον, ὡς ὑπὸ πηγῆς μᾶλλον αὐτὸ δοκεῖν βεβλαστηκέναι· δι’ ἥντινα οὖν αἰ‐ τίαν, εἰ φύσεις εἰσὶ φθαρτῶν καὶ ὑπὸ πυρὸς κατανα‐ | |
30 | λουμένων σωμάτων, οὐ μόνον οὐ καταφλέγεται τὸ φυτὸν τοῦτο, ἀλλὰ καὶ μᾶλλον ἀκμαιότερον ὑπάρχει, εἰ τῇ φύσει ἐστὶν εὔκαυστον, καὶ ταῦτα περὶ αὐτὰς αὐτοῦ τὰς ῥίζας τοῦ πυρὸς ἐντυφωμένου; Κλάδους γοῦν ἐγὼ δένδρων ἐκ τῆς παρακειμένης ὕλης ἐπέρριψα, καθ’ ὃν ἀνερεύ‐ | |
35 | γεται τὸ πῦρ τόπον, καὶ εὐθέως εἰς φλόγα ἀρθέντες ἐτεφρώθησαν. Τί οὖν βούλεται τὸ παράδοξον; Δεῖγμα τοῦτο τῆς μελλούσης ὁ Θεὸς ἡμέρας καὶ προοίμιον ἔθετο, ἵνα γινώσκωμεν ὅτι πάντων πυρὶ κατομβρουμένων τὰ ἐν ἁγνείᾳ σώματα διατρίψαντα καὶ δικαιοσύνῃ, κα‐ | |
40 | θάπερ ψυχρῷ ὕδατι, τῷ πυρὶ ἐπιβήσονται. Ὅτι φησίν, ἐπίστησον δὲ μήποτε καὶ ὁ μακάριος | |
Bibl.234299a | Ἰωάννης· «Ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν | |
αὐτῇ», λέγων, καὶ «Ὁ θάνατος καὶ ὁ Ἅιδης ἔδωκαν τοὺς νε‐ κροὺς τοὺς ἐν αὐτοῖς», τὰ ἀπὸ τῶν στοιχείων ἀναδι‐ δόμενα πρὸς ἀποκατάστασιν ἑκάστου μόρια ἐδήλωσε· τὴν | 99 in vol. 5 | |
5 | μὲν γὰρ θάλασσαν εἶναι τὴν ὑγρὰν οὐσίαν, Ἅιδην δὲ τὸν ἀέρα παρὰ τὸ ἀειδές, διὰ τὸ μὴ ὁρᾶσθαι καθάπερ ἐλέχθη καὶ Ὠριγένει, καὶ θάνατον τὴν γῆν παρὰ τὸ ἐν αὐτῇ κλίνεσθαι τὰ θνῄσκοντα, ὅθεν καὶ χοῦς ἐκλήθη θανάτου ἐν ψαλμοῖς, εἰς χοῦν θανάτου κατῆχθαι εἰρηκότος Χριστοῦ. | |
10 | Ὅτι φησί, πᾶν γὰρ τὸ ἐκ καθαροῦ ἀέρος καὶ καθαροῦ πυρὸς συνιστάμενον σύγκριμα, καὶ τοῖς ἀγγελικοῖς ὁμοού‐ σιον ὑπάρχον, οὐ δύναται γῆς ἔχειν ποιότητα καὶ ὕδατος, ἐπεὶ συμβήσεται ἔσεσθαι αὐτὸ γεῶδες. Τοιοῦτον καὶ ἐκ τού‐ των τὸ ἀναστῆναι μέλλον σῶμα ἀνθρώπου ὁ Ὠριγένης | |
15 | ἐφαντάζετο, ὃ καὶ πνευματικὸν ἔφη. Ὅτι φησί, ποδαπὸν ἄρα σοι καὶ σχῆμα τὸ ἀνιστά‐ μενον, εἰ ὅλως τὸ ἀνθρωποειδὲς τοῦτο, ὡς ἄχρηστον ὂν κατ’ αὐτόν, ἐξαφανίζεται· ὃ πάντων ἐστὶ τῶν εἰς ζῷα συγκεκριμένων σχημάτων ἐρασμιώτερον· ᾧ καὶ τὸ θεῖον | |
20 | χρῆται εἰκόνι, καθάπερ καὶ ὁ σοφώτατος Παῦλος δη‐ λοῖ· «Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κε‐ φαλήν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων». Εἰς ὃ καὶ τὰ νοερὰ τῶν Ἀγγέλων σώματα διεκοσμήθησαν. Ἆρα κυ‐ κλοτερὲς ἢ πολυγώνιον ἢ κυβικὸν ἢ πυραμοειδές; Πλεῖ‐ | |
25 | σται γὰρ τῶν σχημάτων αἱ παραλλαγαί. Ἀλλὰ τοῦτο ἀμή‐ χανον. Οὐκοῦν τίς ἡ ἀποκλήρωσις, τὸ μὲν θεοείκελον σχῆμα (ὁμολογεῖ γὰρ καὶ αὐτὸς ὁμοειδῆ εἶναι τὴν ψυχὴν τῷ σώματι) ἀπαγορεύεσθαι ὡς ἀκλεέστερον, ἄπουν δὲ καὶ ἄχειρον ἀνίστασθαι; | |
30 | Ὅτι φησίν, ὁ μετασχηματισμὸς ἡ εἰς τὸ ἀπαθὲς καὶ ἔνδοξόν ἐστιν ἀποκατάστασις· νῦν μὲν γὰρ σῶμα ἐπιθυ‐ μίας ἐστὶ καὶ ταπεινώσεως (διὸ καὶ Δανιὴλ ἀνὴρ ἐπι‐ | |
θυμιῶν ἤκουε), τότε δὲ μετασχηματισθήσεται εἰς σῶμα ἀπαθές, οὐ τῇ ἐξαλλαγῇ τῆς διακοσμήσεως τῶν μελῶν, | 100 in vol. 5 | |
35 | ἀλλὰ τῷ μὴ ἐπιθυμεῖν τῶν ὑλικῶν ἡδονῶν. Ὅτι φησὶν ἐξελέγχων τὸν Ὠριγένην, βούλεται τοίνυν ὁ Ὠριγένης τὴν μὲν αὐτὴν σάρκα μὴ ἀποκαθίστασθαι τῇ ψυχῇ, τὴν δὲ ποιὰν ἑκάστου μορφήν, κατὰ τὸ εἶδος τὸ τὴν σάρκα καὶ νῦν χαρακτηρίζον, ἐν ἑτέρῳ πνευμα‐ | |
40 | τικῷ ἐντετυπωμένην ἀναστήσεσθαι σώματι, ἵνα ἕκαστος πάλιν ὁ αὐτὸς φανῇ κατὰ τὴν μορφήν, καὶ τοῦτο εἶναι | |
Bibl.234299b | τὴν ἐπαγγελλομένην ἀνάστασιν. Ῥευστοῦ γάρ φη‐ σιν ὑπάρχοντος τοῦ ὑλικοῦ σώματος, καὶ μηδέποτε μένον‐ τος ἐφ’ ἑαυτῷ, ἀλλὰ ἀπογινομένου καὶ ἐπιγινομένου περὶ τὸ εἶδος τὸ χαρακτηρίζον τὴν μορφήν, ὑφ’ οὗ καὶ συγκρατεῖ‐ | |
5 | ται τὸ σχῆμα, ἀνάγκη δὴ τὴν ἀνάστασιν ἐπὶ μόνου εἴδους ἔσεσθαι. | |
6 | Εἶτα μετ’ ὀλίγον φησίν· οὐκοῦν, ὦ Ὠρίγενες, εἰ ἐπὶ τοῦ εἴδους μόνον προσδοκᾶσθαι διϊσχυρίζῃ τὴν ἀνά‐ στασιν ἐν πνευματικῷ μεταθησομένου σώματι, ἀπό‐ δειξίν τε δοκιμωτάτην τὴν κατὰ τὸν Ἠλίαν ἡμῖν ὀπτα‐ | |
10 | σίαν καὶ Μωσέα παρέχεις· «Ὥσπερ ἐκεῖνοι, φάμενος, μετὰ τὴν ἀπὸ τοῦ βίου ἔξοδον ὤφθησαν οὐχ ἕτερον παρ’ ὃ εἶχον εἶδος ἐξ ἀρχῆς διασῴζοντες, κατὰ τὰ αὐτὰ καὶ ἡ πάντων ἔσται ἀνάστασις», ὁ Μωσῆς δὲ καὶ ὁ Ἠλίας πρὸ τοῦ τὸν Χριστὸν παθεῖν καὶ ἀναστῆναι | |
15 | ἤδη τὸ εἶδος τοῦτο ὃ φῂς ἔχοντες ἀνέστησαν καὶ ὤφθη‐ σαν, πῶς δὴ ἔτι ὁ Χριστὸς πρωτότοκος εἶναι τῶν νε‐ κρῶν ὑπὸ τῶν Προφητῶν καὶ τῶν Ἀποστόλων ᾄδεται; Εἰ γὰρ πρωτότοκος τῶν νεκρῶν Χριστὸς εἶναι πεπίστευται, πρωτότοκος δέ ἐστι τῶν νεκρῶν ὁ πρὸ πάντων ἀναστάς, | |
20 | ὁ δὲ Μωσῆς ἤδη καὶ πρὸ τοῦ τὸν Χριστὸν παθεῖν ἔχων τὸ εἶδος τοῦτο ἐφάνη τοῖς ἀποστόλοις, περὶ ὃ πλη‐ | |
ροῦσθαι φῂς αὐτὸς τὴν ἀνάστασιν, οὐκ ἄρα τοῦ εἴδους χω‐ ρὶς τῆς σαρκός ἐστιν ἡ ἀνάστασις. Ἤτοι γὰρ τοῦ εἴδους ἐστὶν, ὥσπερ ἐγγυᾷ, μόνου ἡ ἀνάστασις, καὶ οὐ δύναται ἔτι | 101 in vol. 5 | |
25 | πρωτότοκος εἶναι ὁ Χριστὸς τῶν νεκρῶν τῷ πρὸ αὐτοῦ ἐχούσας τοῦτο μετὰ τὴν τελευτὴν τὸ εἶδος πεφηνέναι ψυχάς· ἢ πρωτότοκος ἀληθῶς, ὥσπερ ἐστί, καὶ ἀδύ‐ νατον ὅλως ἠξιῶσθαι πρὸ αὐτοῦ τινας τῆς εἰς τὸ μὴ αὖθις ἀποθανεῖν ἀναστάσεως. Εἰ δὲ ἀνέστη οὐδεὶς πρὸ | |
30 | αὐτοῦ, οἱ δὲ ἀμφὶ τὸν Μωσέα καὶ τὸν Ἠλίαν σάρκας μὲν ἔχοντες τοῖς Ἀποστόλοις οὐκ ὤφθησαν, μόνον δὲ τὸ εἶδος, ἡ ἄρα ἀνάστασις ἐπὶ τῆς σαρκὸς προφανῶς δη‐ λοῦται. Καὶ γὰρ ἀτοπώτατον ἐπὶ μόνου τοῦ εἴδους τὴν ἀνά‐ στασιν διορίζεσθαι, ὁπότε αἱ ψυχαὶ καὶ μετὰ τὴν | |
35 | σαρκὸς ἔξοδον οὐδέποτε φαίνονται τὸ εἶδος, ὅ φησιν ἀνίστασθαι ἀποτιθέμεναι. Εἰ δὲ συμπαρέσται αὐταῖς τοῦτο ἀναφαίρετον, καθάπερ καὶ ἐπὶ τῆς Μωϋσέως καὶ Ἠλίου ψυχῆς, καὶ οὔτε φθείρεται κατά σε οὔτε ἀπόλλυται, σὺν αὐταῖς πανταχοῦ συμπαρόν, οὐκ ἄρα τὸ εἶδος ἀνίσταται, | |
40 | ὃ μηδέποτε πέπτωκεν. | |
40 | Ἐὰν δέ τις δυσχεράνας καὶ πῶς δὴ, ἀποκριθῇ, εἰ μηδεὶς ἀνέστη πρὸ τοῦ κατελθεῖν εἰς | |
Bibl.234300a | τὸν Ἅιδην τὸν Χριστόν, ἀναστάντες ἤδη τινὲς ἱσ‐ τορήθησαν πρὸ αὐτοῦ ἐν οἷς τῆς Σαραφθίνης χήρας ὁ υἱὸς καὶ τῆς Σωμανίτιδος καὶ ὁ Λάζαρος; Λεκτέον· ἀλλ’ οὗτοι εἰς τὸ καὶ αὖθις ἀποθανεῖν ἀνέστησαν, ἡμεῖς | |
5 | δὲ περὶ τῶν μηκέτι μετὰ τὴν ἔγερσιν διοριζόμεθα τεθνηξομένων. | |
6 | Ἐὰν δὲ καὶ περὶ τῆς ψυχῆς διαπορήσας φράσῃ τοῦ Ἠλίου, ὡς τῶν μὲν γραφῶν ἀνειλῆφθαι αὐ‐ τὸν λεγουσῶν ἐν σαρκί, ἡμῶν δὲ ἀσύμπλοκον σαρκὸς | |
τοῖς Ἀποστόλοις ὦφθαι φασκόντων, λεκτέον ὅτι καὶ μὴν | 102 in vol. 5 | |
10 | μᾶλλον τὸ λέγειν αὐτὸν ὦφθαι τοῖς Ἀποστόλοις ἐν σαρκί, πρὸς ἡμῶν ἐστι. Δείκνυται γὰρ καὶ διὰ τοῦτο ἀφθαρσίας ἡμῶν ὑπάρχον τὸ σῶμα δεκτικόν, καθάπερ ἐδείχθη καὶ ἐπὶ τοῦ Ἐνὼχ μετατιθεμένου. Εἰ μὴ γὰρ ἀφθαρσίαν ἠδύνατο δέξασθαι, οὐκ ἂν οὐδὲ διέμεινεν ἐν ἀπαθείᾳ το‐ | |
15 | σούτῳ χρόνῳ. Εἰ τοίνυν ὤφθη μετὰ τοῦ σώματος, καὶ ἦν τελευτήσας μέν, ἀναστὰς δὲ ἤδη ἐκ νεκρῶν οὐδέπω. Καὶ ταῦτα ἵνα δὴ συγχωρήσωμεν τῷ Ὠριγένει, καθ’ ἑαυτὸ τὸ εἶδος λέγοντι μετὰ τὴν τελευτὴν ἀποζευγνύ‐ μενον ἀπὸ τοῦ σώματος τῇ ψυχῇ δίδοσθαι, ὅπερ ἐστὶν | |
20 | ἁπάντων ἀδύνατον τῷ προαπόλλυσθαι τὸ εἶδος τῶν σαρ‐ κῶν ἐν ταῖς ἀλλοιώσεσι, καθάπερ καὶ τὸ σχῆμα τοῦ συγχωνευομένου ἀνδριάντος πρὸ τῆς διαλύσεως τοῦ ὅλου, ὅτι μὴ δύναται χωρίζεσθαι καθ’ ὑπόστασιν ἀπὸ τῆς ὕλης ἡ ποιότης. Χωρίζεται μὲν γὰρ ἀπὸ τοῦ ἀνδριάντος χωνευ‐ | |
25 | θέντος ἡ περὶ τῷ χαλκῷ μορφὴ ἀφανιζομένη, οὐ μὴν ὑφεστῶσα ἔτι κατ’ οὐσίαν. Ἐπεὶ δὲ λέγεται ἐν τῷ θανάτῳ τὸ εἶδος χωρίζεσθαι ἀπὸ τῆς σαρκός, φέρε τὸ χωριζό‐ μενον ποσαχῶς λέγεται χωρίζεσθαι ἐπισκεψώμεθα. | |
28 | Λέγεται τοίνυν χωρίζεσθαί τι ἀπό τινος ἢ ἐνεργείᾳ καὶ ὑπο‐ | |
30 | στάσει, ἢ ἐπινοίᾳ, ἢ ἐνεργείᾳ μέν, οὐ μὴν καὶ ὑποστάσει. Ὡς εἰ πυρούς τις καὶ κριθὰς μεμιγμένα χωρίσειεν ἀπ’ ἀλλήλων· ᾗ μὲν γὰρ κατὰ κίνησιν χωρίζεται, ἐνεργείᾳ λέγεται, ᾗ δὲ χωρισθέντα ὑφέστηκεν, ὑποστάσει λέγεται κε‐ χωρίσθαι. Ἐπινοίᾳ δέ, ὅταν τὴν ὕλην ἀπὸ τῶν ποιοτήτων | |
35 | χωρίζωμεν καὶ τὰς ποιότητας ἀπὸ τῆς ὕλης. Ἐνεργείᾳ δέ, οὐ μὴν καὶ ὑποστάσει, ὅταν χωρισθέν τι ἀπό τινος μηκέτι ὑπάρχοι, ὑπόστασιν οὐσίας οὐκ ἔχον. Γνοίη δ’ ἄν τις καὶ ἐν τοῖς χειροτεχνήμασιν ὡς ἔχει, ἀνδριάντα | |
ἰδὼν ἢ ἵππον χαλκοῦν. Ταῦτα γὰρ λογιζόμενος ὄψεται τὴν | 103 in vol. 5 | |
40 | ἔμφυτον μορφὴν διαλλάττοντα, εἰς δὲ ἑτέραν ὄψιν μεθιστάμενα ὑφ’ ἧς τὸ ξυγγενόμενον εἶδος ἀφανίζεται· εἰ γάρ τις τὰ ἔργα τὰ σχηματιζόμενα εἰς εἶδος ἀνθρώπου | |
Bibl.234300b | ἢ ἵππου συντήκοι, εὑρήσει τὸ μὲν τοῦ σχήματος εἶδος ἀφανιζόμενον, αὐτὴν δὲ ὕλην μένουσαν. Ὥστε ἀσύ‐ στατον τὸ λέγειν τὸ μὲν εἶδος ἀνίστασθαι ἠμαυρωμένον μηδέν, τὸ δὲ σῶμα, ἐν ᾧ ἦν τὸ εἶδος ἐντετυπωμένον, | |
5 | διαφθείρεσθαι. | |
5 | Ἀλλὰ ναί φησιν, ἐν πνευματικῷ γὰρ μετα‐ τεθήσεται σώματι. Οὐκοῦν ἀνάγκη τὸ μὲν εἶδος ἰδίως ὁμολογεῖν αὐτὸ τὸ πρῶτον μὴ ἀνίστασθαι, τῷ συνηλ‐ λοιῶσθαι αὐτὸ συμφθῖνον τῇ σαρκί. Κἂν γὰρ ἐν πνευ‐ ματικῷ μεταπλασθῇ σώματι, αὐτὸ μὲν ἰδίως τὸ πρῶ‐ | |
10 | τον ὑποκείμενον ἐκεῖνο οὐχ, ὁμοιότης δέ τις ἐκείνου ἐν λεπτομερεῖ μεταπεπλασμένη σώματι. Εἰ δὲ μήτε τὸ εἶδος τὸ αὐτὸ μήτε τὸ σῶμα ἀνίσταται, ἀλλ’ ἕτερον ἀντὶ τοῦ προτέρου (τὸ γὰρ ὅμοιον ἕτερον τοῦ ἑαυτοῦ ὁμοίου ὄν), αὐτὸ ἐκεῖνο τὸ πρῶτον, πρὸς ὃ ἐγένετο, | |
15 | εἶναι οὐ δύναται. Ὅτι εἶδός φησιν εἶναι τὸ τὴν ταυτότητα τῶν με‐ λῶν ἐν τῷ χαρακτῆρι τῆς μορφῆς ἑκάστου ἐμφαῖνον. Ὅτι τὸ παρὰ τοῦ προφήτου Ἰεζεκιὴλ περὶ τῆς ἀνα‐ στάσεως τῶν νεκρῶν ῥητὸν εἰρημένον τοῦ Ὠριγένους ἀλλη‐ | |
20 | γοροῦντος, καὶ εἰς τὴν τῶν εἰς Βαβυλῶνα αἰχμαλω‐ τισθέντων Ἰσραηλιτῶν ἐπάνοδον ἐκβιαζομένου εἰρῆσθαι, ἐξελέγχων μετὰ πολλὰ ὁ ἅγιος καὶ τοῦτό φησιν. Οὐδὲ γὰρ οὐδὲ αὐτοὶ πρὸς ἐλευθερίαν ἀνέσφηλαν καθαράν, οὐδὲ τῶν ἐχθρῶν κατακρατήσαντες ἐξουσιαστικώτερον κατῴ‐ | |
25 | κησαν τὴν Ἱερουσαλήμ. Εἴργοντο γοῦν ὑπὸ τῶν ἄλλων ἐθνῶν πολλάκις οἰκοδομῆσαι θελήσαντες μᾶλλον· ὅθεν | |
καὶ ἐν μʹ αὐτὸν καὶ ϛʹ ἔτεσι μόλις ἠδυνήθησαν δεί‐ μασθαι, τοῦ Σολομῶνος ἐν ἑπταετεῖ χρόνῳ ἐκ θεμελίων αὐτὸν συμπληρώσαντος. | 104 in vol. 5 | |
29 | Καὶ τί χρὴ λέγειν; Ἀπὸ γὰρ δὴ | |
30 | Ναβουχοδονόσορ καὶ τῶν μετ’ αὐτὸν Βαβυλῶνος βα‐ σιλευσάντων ἄχρι τῆς Περσῶν ἐπὶ τοὺς Ἀσσυρίους κα‐ θόδου, τῆς τε Ἀλεξάνδρου ἡγεμονίας, καὶ τοῦ Ῥωμαίων τοῦ πρὸς τοὺς Ἰουδαίους συρραγέντος πολέμου, ἑξάκις κα‐ τεστράφησαν ὑπὸ τῶν πολεμίων τὰ Ἱεροσόλυμα. Καὶ | |
35 | τοῦτο Ἰώσηπος ἱστορεῖ λέγων· «Ἔτει δευτέρῳ τῆς Οὐε‐ σπασιανοῦ ἡγεμονίας, ἁλοῦσα δὲ καὶ πρότερον πεντάκις, τοῦτο δεύτερον ἠρημώθη. Ἀσωχαῖος μὲν γὰρ ὁ τῶν Αἰ‐ γυπτίων βασιλεύς, καὶ μετ’ αὐτὸν Ἀντίοχος, ἔπειτα Πομπήϊος, καὶ ἐπὶ τούτοις σὺν Ἡρώδῃ Σόσσιος ἑλόντες | |
40 | ἐνέπρησαν τὴν πόλιν· πρὸ δὲ τούτων ὁ τῶν Βαβυλω‐ νίων βασιλεὺς κρατήσας, ἠρήμωσεν αὐτήν». Ὅτι Ὠριγένης τάδε φησί· περὶ δὲ τοῦ Λαζάρου | |
Bibl.234301a | καὶ τοῦ πλουσίου ἀπορεῖσθαι δύναται, τῶν μὲν ἁπλουστέρων οἰομένων ταῦτα λελέχθαι, ὡς ἀμφοτέρων μετὰ τῶν σωμάτων λαμβανόντων τὰ ἄξια τῶν τῷ βίῳ πεπρα‐ γμένων, τῶν δὲ ἀκριβεστέρων, ἐπεὶ μετὰ τὴν ἀνάστασιν | |
5 | οὐδεὶς ἐν βίῳ καταλείπεται, οὐκ ἐν τῇ ἀναστάσει οἰομένων ταῦτα γεγονέναι (λέγει γὰρ ὁ πλούσιος ὅτι· «Πέντε ἀδελ‐ φοὺς ἔχω, καὶ ἵνα μὴ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου, πέμψον Λάζαρον ἀπαγγέλλοντα αὐτοῖς τὰ ἐνταῦθα»), καὶ διὰ τούτων ζητούντων τὴν γλῶσσαν | |
10 | καὶ τὸν δάκτυλον καὶ τοὺς κόλπους Ἀβραὰμ καὶ τὴν ἀνάκλησιν. Καὶ τάχα τὸ τῆς ψυχῆς ἅμα τῇ ἀπαλλαγῇ σχῆμα, ὁμοιοειδὲς ὂν τῷ παχεῖ καὶ τῷ γηΐνῳ σώματι, | |
δύναται οὕτω λαμβάνεσθαι. Εἴ ποτε γοῦν ἱστόρηταί τις τῶν κεκοιμημένων φαινόμενος, ὅμοιος ἑώραται τῷ ὅτε | 105 in vol. 5 | |
15 | τὴν σάρκα εἶχε σχήματι. Εἶτα ἀλλὰ καὶ ὁ Σαμουὴλ φαι‐ νόμενος, ὡς δῆλόν ἐστιν, ὁρατὸς ὢν παρίστησιν ὅτι σῶμα περιέκειτο, μάλιστα ἐὰν ἀναγκασθῶμεν ὑπὸ τῶν ἀποδείξεων τὴν οὐσίαν τῆς ψυχῆς ἀσώματον εἶναι καὶ ταύτην ἀποφήνασθαι. Ἀλλὰ καὶ ὁ κολαζόμενος πλού‐ | |
20 | σιος καὶ ὁ ἐν κόλποις Ἀβραὰμ πένης ἀναπαυόμενος, πρὸ τῆς παρουσίας τοῦ Σωτῆρος καὶ πρὸ τῆς συντε‐ λείας τοῦ αἰῶνος καὶ διὰ τοῦτο πρὸ τῆς ἀναστάσεως λεγόμενοι ὁ μὲν ἐν Ἅιδου κολάζεσθαι ὁ δὲ ἐν κόλποις Ἀβραὰμ ἀναπαύεσθαι, διδάσκουσιν ὅτι καὶ ἐν τῇ ἀπαλ‐ | |
25 | λαγῇ σώματι χρῆται ἡ ψυχή. | |
25 | Πρὸς ταῦτα ὁ ἅγιος τάδε φησί· σχῆμα ἄλλο ὁμοιοειδὲς τῷ αἰσθητῷ τούτῳ μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν ἔχειν ἐκτιθέμενος τὴν ψυχὴν ἀσώματον ὑπό τι πλατωνικῶς ἀποφαίνεται αὐτήν. Τὸ γὰρ καὶ μετὰ τὴν ἀπὸ τοῦ κόσμου ἀποφοίτη‐ | |
30 | σιν ὀχήματος αὐτὴν δέεσθαι καὶ περιβολῆς λέγειν, ὡς οὐ δυναμένην κατασχεθῆναι γυμνήν, πῶς οὐκ ἂν καθ’ ἑαυτὴν ἀσώματος εἴη; Ἀσώματος δὲ οὖσα πῶς οὐκ ἔσται καὶ ἀνεπίδεκτος παθῶν; Ἀκολουθεῖ γὰρ τῷ ἀσώ‐ ματον αὐτὴν ὑπάρχειν καὶ τὸ ἀπαθῆ εἶναι καὶ ἀπερί‐ | |
35 | σπαστον. Εἰ μὲν οὖν ὑπὸ ἀλόγου οὐ παρείλκετο ὅλως ἐπιθυμίας οὐδὲ συμμετεβάλλετο ἀλγοῦντι καὶ πάσχοντι τῷ σώματι (ἀσώματον γὰρ σώματι ἢ σῶμα ἀσωμάτῳ οὐκ ἄν ποτε συμπάθοι) ἦν ἂν ἀσώματον δόξαι αὐτὴν ἀκολούθως τοῖς εἰρημένοις. Εἰ δὲ συμπάσχοι τῷ σώματι, | |
40 | καθάπερ καὶ διὰ τῆς ἐπιμαρτυρήσεως τῶν φαινομένων | |
Bibl.234301b | ἀποδείκνυται, ἀσώματος εἶναι οὐ δύναται. | |
Ἡ γοῦν ἀγένητος καὶ ἀνενδεὴς καὶ ἀκάματος φύσις ὁ Θεὸς μόνος ᾄδεται, ἀσώματος ὤν· διὸ καὶ ἀόρατος· «Θεὸν γὰρ οὐδεὶς ἑώρακεν». Αἱ δὲ ψυχαὶ ἀπὸ τοῦ δημιουργοῦ | 106 in vol. 5 | |
5 | καὶ πατρὸς τῶν ὅλων, σώματα νοερὰ ὑπάρχουσαι, εἰς λόγῳ θεωρητὰ μέλη διακεκόσμηνται, ταύτην λα‐ βοῦσαι τὴν διατύπωσιν. Ὅθεν καὶ ἐν τῷ Ἅιδῃ, καθά‐ περ καὶ ἐπὶ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου, καὶ γλῶσ‐ σαν καὶ δάκτυλον καὶ τὰ ἄλλα μέλη ἱστοροῦνται ἔχειν, οὐχ | |
10 | ὡς σώματος ἑτέρου συνυπάρχοντος αὐταῖς ἀειδοῦς, ἀλλ’ ὅτι αὐταὶ φύσει αἱ ψυχαί, παντὸς ἀπογυμνωθεῖσαι περιβλήματος, τοιαῦται κατὰ τὴν οὐσίαν ὑπάρχουσιν. Ὅτι φησὶν ὁ ἅγιος ἐν τέλει· ὥστε τό· «Διὰ τοῦτο Χριστὸς ἀπέθανε» λεγόμενον «ἵνα ζώντων καὶ νεκρῶν | |
15 | κυριεύσῃ» ἐπὶ τῶν ψυχῶν καὶ ἐπὶ τῶν σωμάτων πα‐ ραληπτέον, ζώντων μὲν τῶν ψυχῶν, καθὸ ἀθάνατοι, νεκρῶν δὲ τῶν σωμάτων. Ὅτι εἰ τιμιώτερον σῶμα ἀνθρώπου τῶν ἄλλων ζῴων, ὅτι χερσί τε Θεοῦ λέγεται πεπλάσθαι καὶ ὅτι τιμιω‐ | |
20 | τέρου τῆς ψυχῆς τετύχηκεν ὄχημα, πῶς τοῦτο μὲν ὀλιγοχρόνιον, ἀλόγων δέ τινων πολλὰ πολυχρονιώ‐ τερα; Ἢ δῆλον ὡς ἡ τούτου πολυχρόνιος ὕπαρξις με‐ τὰ τὴν ἀνάστασιν ἔσται. | |
Bibl.235301b(25) | Ἀνεγνώσθη ἐκ τοῦ ἁγίου μάρτυρος Μεθοδίου καὶ ἐπισκόπου τοῦ περὶ τῶν γενητῶν ἐκλογὴ κατὰ σύνοψιν. Ὅτι τό· «Μὴ βάλητε τὸ ἅγιον τοῖς κυσὶ μηδὲ τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων» μαργαρί‐ | |
30 | τας μὲν τοῦ Ξενῶνος τὰ μυστικώτερα τῆς θεοσδότου θρησκείας ἐκλαμβάνοντος μαθήματα, χοίρους δὲ τοὺς ἔτι ἀσεβείᾳ καὶ ἡδοναῖς παντοίαις δίκην χοίρων ἐν βορβόρῳ κυλινδουμένους (τούτοις γὰρ εἰρῆσθαι παρὰ Χρι‐ στοῦ ἔλεγε μὴ παραβαλεῖν τὰ θεῖα μαθήματα, διὰ τὸ | 107 in vol. 5 |
35 | μὴ δύνασθαι αὐτὰ φέρειν ἅτε τῇ ἀσεβείᾳ καὶ ταῖς ἀγρίαις ἡδοναῖς προκατισχημένους), ὁ μέγας Μεθόδιός φησιν εἰ μαργαρίτας τὰ σεμνοπρεπῆ καὶ θεῖα μαθή‐ ματα δεῖ ἐξακούειν, χοίρους δὲ τοὺς ἀσεβείᾳ καὶ ἡδοναῖς συζῶντας, οἷς καὶ ἀπαράβλητα καὶ ἀπόκρυφα τὰ πρὸς | |
40 | εὐσέβειαν καὶ τὴν εἰς Χριστὸν πίστιν ἀποστολικὰ διεγεί‐ | |
Bibl.235302a | ροντα κηρύγματα δεῖ εἶναι, ὅρα ὡς οὐδένα λέγεις τῶν Χριστιανῶν τοῖς τῶν Ἀποστόλων κηρύγμασιν ἐξ ἀσε‐ βείας αὐτῶν τῆς προτέρας ἐπιστρέψαι· οὐδὲ γὰρ ἂν πάν‐ τως παρέβαλον τὰ κατὰ Χριστὸν μυστήρια τοῖς δι’ ἀπισ‐ | |
5 | τίαν χοίροις ἐοικόσιν. Ἢ οὖν πᾶσι τοῖς Ἕλλησι καὶ τοῖς ἄλλοις ἀπίστοις ταῦτα παρεβλήθη παρὰ τῶν τοῦ Χριστοῦ μαθητῶν καὶ ἐκηρύχθη, καὶ ἀπὸ τῆς ἀσεβείας μετέβαλεν αὐ‐ τοὺς εἰς τὴν εἰς Χριστὸν πίστιν, ὥσπερ οὖν καὶ πιστεύοντες ὁμολογοῦμεν, καὶ οὐκέτι δύναται νοεῖσθαι τό· «Μὴ βάλητε | |
10 | τοὺς μαργαρίτας ὑμῶν τῶν χοίρων ἔμπροσθεν» ὡς ἐρρήθη. Ἢ τούτου ὡς ἐλέχθη νοουμένου, ἀνάγκη ἡμᾶς λέγειν ὡς οὐδενὶ τῶν ἀπίστων, οὓς χοίροις ἀπεικάζομεν, ἐκ τῶν ἀποστολικῶν διδαγμάτων μαργαριτῶν δίκην τὰς ψυχὰς καταυγαζόντων, ἡ εἰς Χριστὸν πίστις καὶ ἡ τῆς ἀσε‐ | |
15 | βείας ἐλευθερία γεγένηται. Βλάσφημον δὲ τοῦτο· οὐκ ἄρα δεῖ μαργαρίτας μὲν τὰ μυστικώτερα τῶν μαθημάτων ἐκλαμβάνειν ἐνταῦθα, χοίρους δὲ τοὺς ἀσεβεῖς, οὐδὲ τό· «Μὴ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοί‐ | |
ρων» εἰς τὸ μὴ παραβάλητε τοῖς ἀσεβέσι καὶ ἀπίστοις | 108 in vol. 5 | |
20 | τὰ μυστικὰ καὶ τελειοποιὰ τῆς εἰς τὸν Χριστὸν πίστεως δι‐ δάγματα παραλαμβάνειν· ἀλλὰ μαργαρίτας μὲν τὰς ἀρετὰς ἐκδέχεσθαι χρή, αἷς ὥσπερ πολυτίμοις μαργα‐ ρίταις ἡ ψυχὴ καθωραΐζεται, μὴ παραβαλεῖν δὲ αὐτοὺς τοῖς χοίροις τουτέστι μὴ παραβαλεῖν αὐτὰς τὰς ἀρετάς, | |
25 | οἷον ἁγνείαν καὶ σωφροσύνην καὶ δικαιοσύνην καὶ ἀλή‐ θειαν, ταύτας δὴ μὴ παραβαλεῖν ταῖς μαχλώσαις ἡδο‐ ναῖς (χοίροις γὰρ ἐοίκασιν αὗται) ἵνα μὴ τὰς ἀρετὰς αὗται καταφαγοῦσαι χοιρώδη βίον καὶ πολυπαθῆ τὴν ψυχὴν βιοτεύειν παρασκευάσωσιν. | |
30 | Ὅτι ὁ Ὠριγένης, ὃν Κένταυρον καλεῖ, ἔλεγε συναΐ‐ διον εἶναι τῷ μόνῳ σόφῳ καὶ ἀπροσδεεῖ Θεῷ τὸ πᾶν. Ἔφασκε γάρ· εἰ οὐκ ἔστι δημιουργὸς ἄνευ δημιουργημά‐ των ἢ ποιητὴς ἄνευ ποιημάτων, οὐδὲ παντοκράτωρ ἄνευ τῶν κρατουμένων (τὸν γὰρ δημιουργὸν διὰ τὰ δημιουρ‐ | |
35 | γήματα ἀνάγκη καὶ τὸν ποιητὴν διὰ τὰ ποιήματα καὶ τὸν παντοκράτορα διὰ τὰ κρατούμενα λέγεσθαι), ἀνάγκη ἐξ ἀρχῆς αὐτὰ ὑπὸ τοῦ Θεοῦ γεγενῆσθαι, καὶ μὴ εἶναι χρόνον ὅτε οὐκ ἦν ταῦτα. Εἰ γὰρ ἦν χρόνος ὅτε οὐκ ἦν τὰ ποιήματα, ἐπεὶ τῶν ποιημάτων μὴ ὄντων οὐδὲ ποιη‐ | |
40 | τής ἐστιν, ὅρα οἷον ἀσεβὲς ἀκολουθεῖ. Ἀλλὰ καὶ ἀλλοιοῦσ‐ θαι καὶ μεταβάλλειν τὸν ἄτρεπτον καὶ ἀναλλοίωτον συμ‐ | |
Bibl.235302b | βήσεται Θεόν· εἰ γὰρ ὕστερον πεποίηκε τὸ πᾶν, δῆλον ὅτι ἀπὸ τοῦ μὴ ποιεῖν εἰς τὸ ποιεῖν μετέβαλε. Τοῦτο δὲ ἄτοπον μετὰ τῶν προειρημένων. Οὐκ ἄρα δυνατὸν λέγειν μὴ εἶναι ἄναρχον καὶ συναΐδιον τῷ Θεῷ τὸ πᾶν. | |
5 | Πρὸς ὅν φησι δι’ ἑτέρου προσώπου ὁ ἅγιος ἐρω‐ τῶν· «Ἆρά γε σοφίας καὶ δόξης καὶ συλλήβδην πάσης ἀρετῆς ἀρχὴν καὶ πηγὴν οὐσιωδῶς ἀλλὰ μὴ ἐπικτήτως | |
ἡγῇ τὸν Θεόν; — Ὁ δέ, Ναί. — Τί δὲ πρὸς τούτοις; Οὐχὶ τέ‐ λειος πάντῃ δι’ ἑαυτὸν καὶ ἀπροσδεής; — Ἀληθῆ. — Ἀμή‐ | 109 in vol. 5 | |
10 | χανον γὰρ τὸ ἀπροσδεὲς δι’ ἕτερον εἶναί τι ἀπροσδεές; — Ἀμήχανον. — Πᾶν γὰρ τὸ δι’ ἕτερον πλῆρες ὂν καὶ ἀτελὲς λεκτέον; — Ἀνάγκη. — Τὸ γὰρ αὐτὸ δι’ ἑαυτὸ ἑαυτοῦ πλή‐ ρωμα ὄν, καὶ αὐτὸ ἐν ἑαυτῷ μένον, τέλειον εἶναι τοῦ‐ το μόνον δοξαστέον; — Ἀληθέστατα λέγεις. — Τὸ δὲ μήτε | |
15 | αὐτὸ δι’ ἑαυτὸ μήτε αὐτὸ ἑαυτοῦ πλήρωμα ὂν φαίης ἂν ἀπροσδεές; — Οὐδαμῶς. — Οὐκ ἄρα ὁ Θεὸς τέλειος διά τι νομισθήσεται· ὃ γὰρ διά τι τέλειόν ἐστιν, αὐτὸ καθ’ ἑαυτὸ ἀτελὲς ἀνάγκη τυγχάνειν. — Ἀνάγκη. — Οὐκοῦν καὶ ὁ Θεὸς αὐτὸς δι’ ἑαυτὸν τέλειος, ἀλλ’ οὐ δι’ ἕτερον λο‐ | |
20 | γισθήσεται; — Ὀρθότατα. — Ἕτερον Θεὸς κόσμου, καὶ ἕτε‐ ρον κόσμος Θεοῦ; — Παντελῶς. — Οὐκ ἄρα τέλειον φατέον καὶ δημιουργὸν καὶ παντοκράτορα διὰ κόσμον τὸν Θεόν; — Οὔ. — Ὅπως δι’ ἑαυτόν, ἀλλὰ μὴ διὰ κόσμον, καὶ ταῦτα τρεπτόν, αὐτὸς καθ’ ἑαυτὸν τέλειος εὑρίσκοιτο. | |
25 | — Προσηκόντως. — Τί δέ; τὸν πλούσιον διὰ τὸν πλοῦτον λεκτέον πλούσιον; — Ὀρθῶς. — Καὶ τὸν σοφὸν κατὰ με‐ τοχὴν τῆς οὐσιώδους σοφίας, οὐκ αὐτὸν σοφίαν ὄντα, σοφὸν προσαγορευτέον; — Ναί. — Τί δέ; καὶ τὸν Θεόν, ἕτε‐ ρον ὄντα κόσμου, διὰ κόσμον ταύτῃ πλούσιον καὶ εὐ‐ | |
30 | εργέτην καὶ δημιουργὸν κλητέον; — Ἄπαγε, οὐδαμῶς. — Οὐκοῦν αὐτὸς ἑαυτοῦ πλοῦτος, καὶ δι’ αὑτὸν πλούσιος καὶ δυνατὸς τυγχάνει; — Ἔοικεν. — Ἦν ἄρα καὶ πρὸ κόσμου πάντῃ ἀπροσδεὴς ὢν καὶ πατὴρ καὶ παντοκράτωρ καὶ δημιουργός, ὅπως δι’ ἑαυτὸν ἀλλὰ μὴ δι’ ἕτερον | |
35 | ταῦτα ᾖ; — Ἀνάγκη. — Εἰ γὰρ διὰ κόσμον καὶ οὐχὶ δι’ ἑαυ‐ τόν, ἕτερος ὢν κόσμου, παντοκράτωρ γνωρίζοιτο, (συγ‐ | |
γνώμην ὁ Θεός, ἀναγκάζομαι γὰρ τοῦτο εἰπεῖν), αὐτὸς καθ’ ἑαυτὸν ἀτελὴς ἔσται καὶ προσδεὴς τούτων δι’ ἃ παν‐ τοκράτωρ καὶ δημιουργός ἐστιν. — Ὑπερφυῶς. — Οὐκ ἄρα | 110 in vol. 5 | |
40 | ἀποδεκτέον ταύτην τὴν ὀλέθριον ἁμαρτίαν περὶ Θεοῦ τῶν λεγόντων παντοκράτορα εἶναι καὶ δημιουργὸν διὰ τὰ | |
Bibl.235303a | κρατούμενα καὶ δημιουργούμενα τρεπτά, ἀλλ’ οὐ δι’ ἑαυτὸν εἶναι τὸν Θεόν. Ὅρα δὲ καὶ ὧδε. Εἰ ὕστερον, ἔφης, πεποίηται ὁ κόσμος μὴ πρότερον ὤν, μεταβάλλειν ἀνάγκη τὸν ἀπαθῆ καὶ | |
5 | ἀναλλοίωτον Θεόν· τὸν γὰρ ποιοῦντα πρότερον μηδέν, ὕστερον δέ, ἀπὸ τοῦ μὴ ποιεῖν εἰς τὸ ποιεῖν μεταβάλ‐ λειν καὶ ἀλλοιοῦσθαι ἀνάγκη. — Ἔλεγον γάρ. — Πέπαυται δὲ τοῦ ποιεῖν ποτε τὸν κόσμον ὁ Θεός, ἢ οὔ; — Πέπαυται. — Οὔπω γὰρ ἦν τετελειωμένος ἄν. — Ἀληθές. — Εἰ οὖν τὸ | |
10 | ποιεῖν ἐκ τοῦ μὴ ποιεῖν ἀλλοίωσιν τοῦ Θεοῦ καταψηφίζε‐ ται, οὐχὶ καὶ τὸ μὴ ποιεῖν ἐκ τοῦ ποιεῖν; — Ἀνάγκη. — Ἠλλοιῶσθαι δὲ αὐτὸν φαίης μὴ ποιοῦντα σήμερον παρ’ ὃ ἦν ὅτ’ ἐποίει; — Οὐδαμῶς. — Οὐδ’ ἄρα ὅτ’ ἐποίει τὸν κόσ‐ μον, ἠλλοιῶσθαι αὐτὸν ἀνάγκη παρ’ ὃ ἦν ὅτε οὐκ ἐποίει· | |
15 | καὶ οὔτε ἀνάγκη συνυπάρχειν αὐτῷ τὸ πᾶν δεῖν λέγειν διὰ τὸ μὴ ἀναγκάζεσθαι λέγειν ἠλλοιῶσθαι, οὔτε συναΐ‐ διον δι’ αὐτὸ τοῦτο. Καί μοι φάθι καὶ ὧδε· γενητὸν τὸ μὴ γενέσεως ἔχον ἀρχὴν φαίης ἄν; — Οὐ δῆτα· εἰ γὰρ μὴ ὑποπίπτει | |
20 | γενέσεως ἀρχῇ, ἐξ ἀνάγκης ἀγένητόν ἐστιν. — Εἰ δὲ γέ‐ γονεν, ὑπὸ αἰτίου τινὸς δίδως αὐτὸ γεγονέναι· πάντῃ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν; — Ἀδύνατον. | |
— Κόσμον δὴ οὖν, καὶ ὅσα ἐν αὐτῷ, ἄλλου τινὸς ἢ Θεοῦ δημιουργοῦντος φήσομεν γεγονέναι ὕστερον, πρότερον | 111 in vol. 5 | |
25 | οὐκ ὄντα; — Δῆλον ὅτι Θεοῦ. — Ἀδύνατον γὰρ τὸ γενέσεως ἀρχῇ περιορισθὲν συναπέραντον εἶναι τῷ ἀπεράντῳ; — Ἀδύνατον. Πάλιν δὴ οὖν, ὦ Κένταυρε, ἐξ ἀρχῆς διαλεγώμε‐ θα. Θείᾳ ἐπιστήμῃ τὰ ὄντα φατὲ γεγονέναι, ἢ οὔ; | |
30 | — Ὦ βάλῃ λέξουσιν, οὐδαμῶς. — Ἀλλ’ ἀπὸ τῶν στοιχείων ἢ ὕλης ἢ στηριγμάτων, ἢ ὅπως αὐτοὶ ταῦτα βούλεσθε ὀνομάζειν· οὐδὲν γὰρ διαφέρει. Τούτων ἀγενήτως προϋ‐ φεστηκότων καὶ πλημμελῶς φερομένων ὁ Θεὸς διακρί‐ νας ἐτεχνάσατο τὰ πάντα, ὥσπερ ἀγαθὸς ζωγράφος | |
35 | ἀπὸ πολλῶν χρωμάτων μίαν τεχνησάμενος ἰδέαν; — Οὐδὲ τοῦτο· πάντως γὰρ ἀποφεύξονται ὁμολογῆσαι καθ’ ἑαυτῶν, ἵνα μὴ τῆς μετακρίσεως καὶ τῆς μεταμορ‐ φώσεως τὴν ὕλην συγχωροῦντες ἀρχὴν ἐσχηκυῖαν, ἀναγ‐ κασθῶσι τῷ λόγῳ κατὰ πάντα τὸν Θεὸν ἦρχθαι τοῦ | |
Bibl.235303b | διοικεῖν λέγειν καὶ κατακοσμεῖν τὴν πρότερον ἄμορφον οὖσαν ὕλην. — Φέρε γάρ, ἐπειδή (σὺν Θεῷ φάναι) ἐνταῦθα τοῦ λόγου γεγόναμεν, εἴτω τις ἀνδριάς, ἑστὼς ἐπὶ βάσεως, | |
5 | καλός· οὗ θαυμάζοντες οἱ θεώμενοι τὴν εὔρυθμον καλ‐ λονὴν διαφερέσθωσαν πρὸς ἀλλήλους, πῇ μὲν γενητόν, πῇ δὲ καὶ ἀγένητον πειρώμενοι λέγειν. Ἐροίμην γὰρ σφᾶς δι’ ἣν αἰτίαν ἀγένητον αὐτόν φατε· πότερον διὰ τὸν τεχνίτην, ὅπως μηδαμῶς ἀργήσας τῆς δη‐ | |
10 | μιουργίας νομίζοιτο, ἢ δι’ ἑαυτόν; Ἂν μὲν γὰρ διὰ τὸν τεχνίτην, πῶς ἀγένητος ὢν πρὸς τοῦ τεχνίτου δημιουρ‐ | |
γεῖται; Εἰ γὰρ ὅλως ἐν ἐνδείᾳ τῆς τέχνης καθέστηκε χαλκουργούμενος πρὸς τὸ σχεῖν ὁποῖον ὁ δημιουργὸς ἐθέ‐ λοι χαρακτῆρα, ποίῳ τρόπῳ ἀγένητος ἔσται πάσχων | 112 in vol. 5 | |
15 | τε καὶ δρώμενος; Εἰ δὲ αὖ δι’ ἑαυτὸν τέλειος καὶ ἀγέ‐ νητος λέγοιτο μὴ δεῖσθαι τέχνης ὁ ἀνδριάς, κατὰ τὸ ὀλέθριον δόγμα, ἀνάγκη αὐτοματισμὸν ὁμολογεῖν. Ἢ οὐδὲ τοῦτον ἴσως ἐθελήσαντες προσήκασθαι τὸν λόγον πικρότερον ἀποκρινοῦνται, τὸ μὲν βρέτας ἀγένητον οὐκ | |
20 | εἶναι λέγοντες, γενητὸν δὲ εἶναι ἀεὶ γενέσεως ἀρχὴν οὐκ ἔχον, ὅπως ἀνάρχως λέγοιτο κρατεῖν τοῦ τεχνάσμα‐ τος ὁ τεχνίτης. | |
22 | Οὐκοῦν, ὦ οὗτοι, λέξομεν αὐτοῖς, εἰ μὴ χρόνος μήτε αἰὼν εὑρίσκοιτο ἐπάνω, ὅτε οὐκ ἦν τέ‐ λειος ὁ ἀνδριάς, τί παρέσχεν αὐτῷ ὁ τεχνίτης ἢ τί | |
25 | ἐνήργησεν εἰς αὐτόν, φάτε· εἰ γὰρ ὁ αὐτὸς ἀνενδεὴς ὢν καὶ οὐκ ἔχων ἀρχὴν γενέσεως τυγχάνει, ταύτῃ μᾶλ‐ λον καθ’ ὑμᾶς ὁ δημιουργὸς οὐδέποτε δημιουργήσας οὔτε δημιουργῶν εὑρεθήσεται. Καὶ πάλιν εἰς αὐτὸ ἔοικεν ὁ λόγος περιδεδραμηκέναι, αὐτοματισμὸν ὁμολογεῖν. | |
30 | Ἐὰν γὰρ κἂν τὸ ἀκαριαίτατον ἀνδριάντα κινήσας ὁ δη‐ μιουργὸς λεχθῇ, ἀρχῇ ὑποπεσεῖται, καθ’ ἣν πρότερον αὐτὸν ἄκοσμον καὶ ἀκίνητον ὄντα ἤρξατο κινεῖν καὶ κοσμεῖν. Οὐκοῦν καὶ ἦν καὶ ἔσται διηνεκῶς ὁ αὐτὸς ἀεὶ κόσμος· ἀπεικαστέον γὰρ τῷ μὲν Θεῷ τὸν τεχνίτην, τὸν | |
35 | δὲ ἀνδριάντα τῷ κόσμῳ. | |
35 | Πῇ δὴ οὖν, ὦ ἠλίθιοι, οἴεσθε τὴν κτίσιν συναπέραντον οὖσαν τῷ δημιουργῷ μὴ δεῖ‐ σθαι τοῦ δημιουργοῦ; Τὸ γὰρ συναπέραντον, μηδαμῶς ἀρ‐ χὴν γενέσεως ἔχον, καὶ συναγένητον καὶ ἰσοδύναμον ἀνάγκη τυγχάνειν. Τὸ δὲ ἀγένητον, αὐτοτελὲς καὶ ἄτρεπ‐ | |
Bibl.235304a | τον φανθέν, καὶ ἀπροσδεὲς καὶ ἄφθορον ἔσται. Καὶ εἰ τοῦτο οὕτως ἔχει, οὐκέτι ὁ κόσμος τρεπτὸς καθ’ ὑμᾶς. Ὅτι ἐκκλησία παρὰ τὸ ἐκκεκλικέναι τὰς ἡδονὰς λέγεσθαί φησιν. | 113 in vol. 5 |
5 | Ὅτι φησὶν ὁ ἅγιος, δύο δὲ δυνάμεις ἐν τοῖς προω‐ μολογημένοις ἔφαμεν εἶναι ποιητικῆς, τὴν ἐξ οὐκ ὄν‐ των γυμνῷ τῷ βουλήματι χωρὶς μελλησμοῦ ἅμα τῷ θελῆσαι αὐτουργοῦσαν ὃ βούλεται ποιεῖν· τυγχάνει δὲ ὁ Πατήρ· θατέραν δὲ κατακοσμοῦσαν καὶ ποικίλλουσαν | |
10 | κατὰ μίμησιν τῆς προτέρας τὰ ἤδη γεγονότα· ἔστι δὲ ὁ Υἱός, ἡ παντοδύναμος καὶ κραταιὰ χεὶρ τοῦ Πατρός, ἐν ᾗ μετὰ τὸ ποιῆσαι τὴν ὕλην ἐξ οὐκ ὄντων κατα‐ κοσμεῖ. Ὅτι τὸ Ἰὼβ βιβλίον Μωσέως εἶναι ὁ ἅγιος φησίν. | |
15 | Ὅτι περὶ τοῦ· «Ἐν ἀρχῇ ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν» φησιν, ἀρχὴν δὲ αὐτὴν τὴν σοφίαν λέγων τις οὐκ ἂν ἁμάρτοι. Λέγεται γὰρ παρά τινι τῶν ἐκ τοῦ θείου χοροῦ λέγουσα περὶ αὑτῆς τὸν τρόπον τοῦτον· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὑτοῦ, εἰς ἔργα αὑτοῦ πρὸ τοῦ | |
20 | αἰῶνος ἐθεμελίωσέ με». Ἦν γὰρ ἀκόλουθον καὶ πρεπω‐ δέστερον πάντα ἃ εἰς γένεσιν ἦλθον εἶναι ταύτης νεώ‐ τερα, ἐπεὶ καὶ δι’ αὐτῆς γεγόνασιν. Ἐπίστησον γάρ, εἰ μὴ καὶ τό· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν» κατὰ τὸν εὐαγγελιστήν· «Καὶ Θεὸς ἦν ὁ | |
25 | Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν», εἰ μὴ τούτοις ὁμαρτεῖ. Τὴν μὲν γὰρ ἀρχὴν, ἀφ’ ἧς ἀνεβλάστησεν ὁ ὀρθότατος Λόγος, τὸν Πατέρα καὶ ποιητὴν τῶν ὅλων φατέον, ἐν ᾧ ἦν· τὸ δέ· «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν» τὸ ἐξουσιαστικὸν τοῦ Λόγου, ὃ εἶχε παρὰ τῷ Πατρὶ | |
30 | καὶ πρὸ τοῦ τὸν κόσμον εἰς γένεσιν παρελθεῖν, ἔοικε σημαίνειν, τὴν ἐξουσίαν ἀρχὴν εἰπών. Οὐκοῦν ἀρχὴ μετὰ τὴν ἰδίαν ἄναρχον ἀρχὴν τὸν Πατέρα, αὐτὸς τῶν ἄλλων γίνεται, δι’ ἧς ἅπαντα δημιουργεῖται. Ὅτι Ὠριγένης μετὰ τὸ πολλὰ μυθήσασθαι περὶ τῆς | 114 in vol. 5 |
35 | τοῦ παντὸς ἀϊδιότητος ἐπάγει καὶ τοῦτο· οὔτε οὖν ἀπὸ Ἀδάμ, ὥς φασί τινες, πρότερον οὐκ ὢν ὁ ἄνθρωπος τότε πρώτως πλασθεὶς εἰς κόσμον παρῆλθεν, οὔτε αὖ κόσμος πρὸ ἓξ ἡμερῶν τῆς τοῦ Ἀδὰμ γενέσεως ἤρξατο δημιουργεῖσθαι. Εἰ δὲ φιλοφρονοῖτο διαφέρεσθαι πρὸς | |
40 | ταῦτά τις, πρότερον φρασάτω εἰ μὴ εὐαρίθμητος ἀπὸ τῆς τοῦ κόσμου γενέσεως κατὰ τὴν Μωσέως βίβλον | |
Bibl.235304b | τοῖς οὕτως αὐτὴν ἐκλαμβανομένοις ὁ χρόνος ἔσται τῆς προφητικῆς καὶ ἐνθάδε βοώσης φωνῆς· «Ἀπὸ τοῦ αἰ‐ ῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ· ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡμέρα ἡ χθές, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν | |
5 | νυκτί». Χιλίων γὰρ ἐτῶν περιοριζομένων εἰς μίαν ἡμέ‐ ραν ἐν ὀφθαλμοῖς Θεοῦ, ἀπὸ τῆς τοῦ κόσμου γενέσεως μέχρις ἡμῶν, ὡς οἱ περὶ τὴν ἀριθμητικὴν φάσκουσι δεινοί, ἓξ ἡμέραι συμπεραιοῦνται. Ἑξακισχιλιοστὸν ἄρ’ ἔτος φασὶν ἀπὸ Ἀδὰμ εἰς δεῦρο συντείνειν· τῇ γὰρ ἑβδο‐ | |
10 | μάδι τῷ ἑπτακισχιλιοστῷ ἔτει κρίσιν ἀφίξεσθαί φασιν. Οὐκοῦν αἱ πᾶσαι ἡμέραι δέκα καὶ τρεῖς ἀφ’ ἡμῶν ἕως εἰς τὴν ἐν ἀρχῇ, ἐν ᾗ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, μετροῦνται. Ὧν ὁ Θεὸς ἀνώτερον κατὰ τὴν σφῶν αὐτῶν ἄνοιαν οὐδὲν οὐδαμῶς δημιουργήσας ἐγε‐ | |
15 | γύμνωτο τοῦ πατὴρ καὶ παντοκράτωρ εἶναι. Εἰ δὲ τρεισκαίδεκά εἰσιν ἡμέραι ἐν ὀφθαλμοῖς Θεοῦ ἀπὸ γε‐ νέσεως κόσμου, πῶς φησιν ἡ ἐν τῷ Σιρὰχ σοφία· | |
«Ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶ‐ νος τίς ἐξαριθμήσει;» Ταῦτά φησιν ὁ Ὠριγένης σπου‐ | 115 in vol. 5 | |
20 | δάζων, καὶ ὅρα οἷα παίζει. | |
Bibl.236304b(22) | Ἀνεγνώσθη τοῦ αὐτοῦ ἐκ τοῦ Περὶ αὐτεξουσίου, τῆς ἴσης καὶ αὐτὸς τυχὼν συντομίας. Πόθεν τὰ κακὰ καὶ τίς ὁ τούτων ποιητής; Ὁ μὲν | |
25 | γὰρ Θεὸς οὐκ ἔστιν, ὅτι μηδὲ τούτοις ἥδεται, ἀλλὰ καὶ τοὺς δρῶντας αὐτὰ βδελύσσεται. Διόπερ ἔδοξέ μοι συνυπάρ‐ χειν τι αὐτῷ τοὔνομα ὕλη, ἐξ ἧς τὰ ὄντα ἐδημιούργη‐ σεν, ἐξ ἧς καὶ τὰ κακὰ εἶναί μοι δοκεῖ· ἀποίου τε γὰρ καὶ ἀσχηματίστου οὔσης αὐτῆς, πρὸς δὴ τούτοις καὶ ἀτάκτως | |
30 | φερομένης, οὐ διὰ παντὸς κατέλιπεν αὐτὴν οὕτω φέρεσθαι, ἀλλὰ δημιουργεῖν ἤρχετο, καὶ ἀπὸ τῶν χειρίστων αὐτῆς τὰ κάλλιστα διακρίνειν ἤθελε. Καὶ οὕτω γοῦν ἐδημιούργησεν ὅσα ἐξ αὐτῆς ἥρμοζε Θεῷ δημιουργεῖν. Τὰ δὲ ὅσα αὐτῆς ὡς ἔπος εἰπεῖν τρυγώδη ἐτύγχανε, ταῦτα ἀνάρμοστα | |
35 | ὄντα πρὸς δημιουργίαν ὡς εἶχε κατέλιπεν· ἐξ ὧν δοκεῖ μοι νῦν ἐπιρρεῖν τὰ κακά. | |
36 | Ταῦτα μὲν οὗτος· πρὸς αὐ‐ τὸν δέ φησιν, ὅτι μὲν οὖν ἀδύνατον ἀγένητα δύο ἅμα, οὐδέ σε ἀγνοεῖν νομίζω. Ἢ γὰρ ἡνῶσθαι ἢ κεχωρίσθαι αὐτὰ λέγειν ἀνάγκη. Εἰ μὲν οὖν ἡνῶσθαι λέξοι, ἓν τὸ ἀγένητον· | |
40 | ἕκαστον γὰρ τούτων μέρος ἔσται τοῦ πλησίον, ἀλλήλων δὲ μέρη τυγχάνοντα ἀγένητον ἀλλ’ οὐκ ἀγένητα ἔσται· οὐδὲ | |
Bibl.236305a | γὰρ τὸν ἄνθρωπον μέρη ἔχοντα κατακερματίζομεν εἰς πολλὰ γενητά. Εἰ δὲ κεχωρίσθαι φήσει τις, ἀνάγκη εἶναί τι τὸ ἀνὰ μέσον ἀμφοτέρων, ὅπερ καὶ τὸν χωρισμὸν | |
αὐτῶν δείκνυσι. Τοῦτο δὲ ἤτοι ταὐτὸν ὂν ἥνωται θατέρῳ | 116 in vol. 5 | |
5 | τῶν δύο, καὶ ἀνάγκη πάλιν ἢ ἕνωσιν ἢ χωρισμὸν πρὸς τὸ ἕτερον ζητεῖν. Ἕνωσιν μὲν ἀδύνατον ἰδεῖν, εἴπερ θα‐ τέρῳ ταὐτὸν εἶναι καὶ ἡνῶσθαι δέδοται. Ἡνοῦτο γὰρ ἂν οὕτω καὶ τὸ ἐξ ἀρχῆς, ᾧ ταὐτὸν εἶναι τοῦτο ἐδόθη. Εἰ δὲ κεχωρίσθαι ἀπαιτεῖ ὁ λόγος, πάλιν τὸ χωρίζον ἀπαιτη‐ | |
10 | τέον, ἕως ἂν ἀπείρων ἡμῖν ἀγενήτων ἐσμὸς ἀναφανῇ. Ἂν δ’ ἄρα τις καὶ τρίτον λέξει λόγον, τουτέστι τὸ μήτε κεχωρίσθαι τὸν Θεὸν τῆς ὕλης μὴ δ’ αὖ πάλιν ὡς ἐν μέρει ἡνῶσθαι, εἶναι δὲ ὡς ἐν τόπῳ καθάπερ τῇ ὕλῃ τὸν Θεὸν καὶ τὴν ὕλην ἐν τῷ Θεῷ, ἀκουέτω ὅτι ἐὰν | |
15 | τόπον τοῦ Θεοῦ τὴν ὕλην εἴπωμεν, ἐξ ἀνάγκης καὶ χω‐ ρητὸς ἔσται, τῇ ὕλῃ περιγραφόμενος, καὶ τῇ ὕλῃ ὁμοίως ἀτάκτως φερόμενος· τοῦ γὰρ ἐν ᾧ ἐστι πλημμελῶς κινου‐ μένου, ἀνάγκη καὶ τὸ ἐν αὐτῷ συγκινεῖσθαι. Πότερον δὲ ἐπλήρου τὴν ὕλην ὁ Θεός, ἢ ἐν μέρει αὐτῆς ἐτύγχανεν; | |
20 | Εἰ μὲν γὰρ ἐν μέρει, μικρότερος αὐτῆς ἅτε δὴ ἐν μέρει αὐτῆς χωρηθείς· εἰ δὲ ἐπλήρου, πῶς ταύτην ἐδημιούρ‐ γησεν; Ἀνάγκη γὰρ ἢ συστολήν τινα τοῦ Θεοῦ λέγειν, ἧς γενομένης ἐδημιούργησεν ἐκεῖνο ἀφ’ οὗ ὑπεχώρησεν, ἢ καὶ αὑτὸν τῇ ὕλῃ συνδημιουργεῖν, οὐκ ἔχοντα ὑποχω‐ | |
25 | ρήσεως τόπον. Εἰ δὲ τὴν ὕλην ἐν τῷ Θεῷ εἶναι λέγοι τις, ῥητέον πότερον ὡς διϊσταμένου αὐτοῦ ἀφ’ αὑτοῦ, καὶ ὥσπερ ἐν ἀέρι ζῴων ὑπάρχειν γένη, μεριζομένου αὐτοῦ εἰς ὑποδοχὴν τῶν γενομένων ἐν αὐτῷ, ἢ ὥσπερ ἐν γῇ ὕδωρ; Εἰ μὲν γὰρ ὡς ἐν ἀέρι, μεριστὸν ἀνάγκη | |
30 | λέγειν τὸν Θεόν· εἰ δὲ ὡς ὕδωρ ἐν τῇ γῇ, ἦν δὲ ἄτα‐ κτος καὶ ἄκοσμος ἡ ὕλη, πρὸς δὴ τούτοις ἔχουσα καὶ κακά, τὸν Θεὸν λέγειν ἀνάγκη τῶν ἀκοσμήτων καὶ κα‐ | |
κῶν τούτων αἴτιον. Καὶ ὅρα γὰρ ὡς ὕλην ὑποτιθέμενος, ἵνα μὴ τῶν κακῶν ποιητὴν εἴπῃς τὸν Θεὸν, δοχεῖον | 117 in vol. 5 | |
35 | αὐτὸν τῶν κακῶν εἶναι λέγεις. Λέγε δὲ καὶ ὧδε. Φῂς τοίνυν ἄποιον ὕλην συνυ‐ πάρχειν τῷ Θεῷ, ἐξ ἧς τὴν τοῦ κόσμου γένεσιν ἐδη‐ μιούργησεν; — Οὕτω μοι δοκεῖ. — Οὐκοῦν εἰ ἄποιος ἐτύγ‐ χανεν ἡ ὕλη, γέγονε δὲ κόσμος πρὸς τοῦ Θεοῦ, ἐν δὲ τῷ | |
40 | κόσμῳ αἱ ποιότητες, τῶν ποιοτήτων γέγονε ποιητὴς ὁ Θεός; — Οὕτως ἔχει. — Ἐπεὶ δέ σοι δοκεῖ καὶ ὡς ἀδύνατον ἐξ οὐκ | |
Bibl.236305b | ὄντων γίνεσθαί τι, πρὸς τὴν ἐρώτησιν ἀποκρίναι. Δοκεῖ σοι τὰς ποιότητας τοῦ κόσμου μὴ ἐξ ὑποκειμένων γε‐ γονέναι ποιοτήτων; — Δοκεῖ. — Ἕτερον δέ τι παρὰ τὰς οὐ‐ σίας ὑπάρχειν αὐτάς; — Οὕτως ἔχει. — Οὐκοῦν εἰ μήτε ἐξ | |
5 | ὑποκειμένων ποιοτήτων τὰς ποιότητας ἐδημιούργησεν ὁ Θεός, μήτε ἐκ τῶν οὐσιῶν ὑπάρχουσι τῷ μηδὲ οὐσίας αὐτὰς εἶναι, ἐκ μὴ ὄντων αὐτὰς ὑπὸ Θεοῦ γεγονέναι ἀνάγκη εἰπεῖν. Περιττὸν ἄρα τὸ δοξάζειν ὡς οὐδὲν ἐξ οὐκ ὄντων γίνεται πρὸς τοῦ Θεοῦ. | |
9 | Ἀλλ’ ὁ μὲν περὶ τούτου λόγος ὧδε | |
10 | ἐχέτω. Καὶ γὰρ παρ’ ἡμῖν ὁρῶμεν ἀνθρώπους ἐξ οὐκ ὄν‐ των ποιοῦντάς τινα, οἷον ἐπὶ τῶν ἀρχιτεκτονικῶν τὸ παράδειγμα λάβωμεν. Ἦ γὰρ οὗτοι ποιοῦσι πόλεις οὐκ ἐκ πόλεων καὶ ναοὺς οὐκ ἐκ ναῶν. Εἰ δ’ ὅτι τούτοις οὐσίαι ὑπόκεινται οἴει ἐξ ὄντων αὐτοὺς ταῦτα ποιεῖν, τῷ | |
15 | λόγῳ σφάλλῃ. Οὐδὲ γὰρ ἡ οὐσία ἐστὶν ἡ ποιοῦσα τὴν πόλιν ἢ τοὺς ναούς, ἀλλ’ ἡ περὶ τὴν οὐσίαν τέχνη, ἣ οὐκ ἐξ ὑπο‐ κειμένης τινὸς τέχνης ἐν ταῖς οὐσίαις γίνεται, ἀλλ’ ἐξ οὐκ οὔσης ἐν αὐταῖς γίνεται. | |
18 | Ἀπαντήσειν δέ μοι δοκεῖς οὕτω | |
τῷ λόγῳ, ὅτι τεχνίτης τῇ ἐν τῇ οὐσίᾳ τέχνῃ ποιεῖ. | 118 in vol. 5 | |
20 | Φημὶ δὲ πρὸς τοῦτο ὅτι οὐδὲ ἐν τῷ ἀνθρώπῳ ἔκ τινος ὑποκειμένης τέχνης προσγίνεται. Οὐδὲ γὰρ ἔνεστι τὴν ἐφ’ ἑαυτῆς οὐσίαν δοῦναι τὴν τέχνην· τῶν γὰρ συμβεβηκότων ἐστί, καὶ τῶν τότε τὸ εἶναι ἐχόντων, ὁπόταν ἐν οὐσίᾳ τινὶ γένηται. Ὁ μὲν γὰρ ἄνθρωπος καὶ χωρὶς τῆς τεκτο‐ | |
25 | νικῆς ἔσται. Ἡ δὲ οὐκ ἔσται ἐὰν μὴ πρότερον ἄνθρωπος ᾖ. Ὅθεν τὰς τέχνας ἐξ οὐκ ὄντων εἰς ἀνθρώπους πεφυ‐ κέναι γίνεσθαι λέγειν ἀναγκαῖον. Εἰ τοίνυν τοῦτο οὕτως ἔχειν ἐπ’ ἀνθρώπων ἐδείξαμεν, πῶς οὐχὶ προσῆκε τὸν Θεὸν μὴ μόνον ποιότητας ἐξ οὐκ ὄντων φάναι δύνασθαι | |
30 | ποιεῖν, ἀλλὰ καὶ οὐσίας; Τῷ γὰρ δυνατὸν φανῆναι, τὸ γίνε‐ σθαί τι ἐξ οὐκ ὄντων, καὶ τὰς οὐσίας οὕτως ἔχειν δείκνυται. Πάλιν δὲ διαληπτέον τῶν κακῶν πέρι. Τὰ κακὰ πότερον οὐσίαι σοι δοκοῦσιν εἶναι ἢ ποιότητες οὐσιῶν; — Ποιότητες. — Ἡ δὲ ὕλη ἄποιος ἦν καὶ ἀσχημάτιστος; — | |
35 | Οὕτω. — Πέπλεκται ἄρα τὰ ὀνόματα ταῦτα τῇ οὐσίᾳ ἐκ τῶν συμβεβηκότων αὐτῇ· οὔτε γάρ ἐστιν ὁ φόνος ἡ οὐσία οὔτε τι τῶν ἄλλων κακῶν, ἀλλ’ ἐκ τῶν ἐνεργειῶν παρο‐ νομάζεται. Οὔτε γὰρ φόνος ὁ ἄνθρωπος, ἀλλὰ τῷ ἐνηρ‐ γηκέναι τοῦτον παρωνύμως φονεὺς παρονομάζεται, μὴ | |
40 | ὢν φόνος αὐτός· οὔτε συλλήβδην εἰπεῖν τι τῶν ἄλλων κακῶν ἐστιν ἡ οὐσία, ἀλλὰ τῷ πρᾶξαί τι τῶν κακῶν | |
Bibl.236306a | κακὴ λέγεσθαι δύναται. | |
1 | Ὁμοίως ἐπινόησον, εἴ τι ἕτερον ἀναπλάττεις ἐν τῷ νῷ κακῶν τοῖς ἀνθρώποις αἴτιον, ὡς κἀκεῖνος κακὸν ἐν τῷ τούτοις ἐνεργεῖν καὶ ὑποβάλλειν ποιεῖν τὰ κακά. Ἔστι γὰρ καὶ αὐτὸς κακὸς ἐξ ὧν ποιεῖ· | |
5 | διὰ τοῦτο γὰρ κακὸς εἶναι λέγεται, ὅτι τῶν κακῶν ἐστι ποιητής. Ἃ δέ τις ποιεῖ, οὐκ ἔστιν αὐτὸς ἀλλ’ ἐνέργεια | |
αὐτοῦ, ἀφ’ ὧν τὴν προσηγορίαν τοῦ κακὸς λέγεσθαι λαμ‐ βάνει. Εἰ γὰρ αὐτὸν εἴποιμεν εἶναι ἃ ποιεῖ, ποιεῖ δὲ φό‐ νους καὶ μοιχείας καὶ ὅσα ὅμοια, αὐτὸς ἔσται ταῦτα· | 119 in vol. 5 | |
10 | εἰ δὲ αὐτός ἐστι ταῦτα, ὅτε γίνεται, τὴν σύστασιν ἔχει, οὐ γινόμενα δὲ καὶ τοῦ εἶναι παύεται, γίνεται δὲ ταῦτα πρὸς ἀνθρώπων. Ἔσονται ἄρα τούτων οἱ ἄνθρωποι ποιηταὶ καὶ τοῦ εἶναι καὶ τοῦ μηκέτι εἶναι αἴτιοι. Ἀλλ’ εἰ ἐξ ὧν ἐνεργεῖ ἕκαστος ὑπάρχει κακός, ἃ δὲ ἐνεργεῖ, ἀρχὴν τοῦ | |
15 | εἶναι λαμβάνει, ἤρξατο κἀκεῖνος εἶναι κακός, ἤρξατο δὲ καὶ ταῦτα τὰ κακά. Εἰ δ’ οὕτως ἔχει, οὐκ ἔστιν ἀνάρχως τις κακός, οὐδὲ ἀγένητα τὰ κακά. Ἀλλὰ τὸ μὲν πρὸς τὸν ἑταῖρον λόγον ἱκανῶς, ὦ φίλε, πεποιηκέναι μοι δοκεῖς. Ἐξ ὧν γὰρ προλαβὼν ἔδωκε τῷ | |
20 | λόγῳ, ἐκ τούτων συνάγειν ἔδοξας καλῶς. Ὡς ἀληθῶς γάρ, εἰ ἄποιος ἐτύγχανεν ἡ ὕλη τῶν δὲ ποιοτήτων δη‐ μιουργὸς ὁ Θεός, ποιότητες δὲ τὰ κακά, ποιητὴς τῶν κακῶν ὁ Θεός. Ἐμοὶ δὲ ψεῦδος δοκεῖ τὴν ὕλην ἄποιον λέγειν· οὐδὲ γὰρ ἔνεστιν εἰπεῖν περὶ τῆς τινος οὐσίας ὡς | |
25 | ἐστιν ἄποιος. Ἀλλὰ μὴν καὶ ἐν ᾧ ἄποιον εἶναι λέγει, τὴν ποιότητα αὐτῆς μηνύει, ὁποία ἐστὶν ἡ ὕλη διαγρα‐ φόμενος, ὅπερ ἐστὶ ποιότητος εἶδος. Ὅθεν, εἴ σοι φίλον ἐστίν, ἄνωθεν ἄρχου τοῦ λόγου. Ἐμοὶ γὰρ ἡ ὕλη ποιότητας ἀνάρχως ἔχειν δοκεῖ· οὕτω γὰρ καὶ τὰ κακὰ ἐκ τῆς ἀπορ‐ | |
30 | ροίας αὐτῆς εἶναι λέγω. — Ὦ φίλε, εἰ ἔμποιος ἦν ἀνάρ‐ χως ἡ ὕλη, τίνος ἔσται ποιητὴς ὁ Θεός; Εἴτε γὰρ οὐσίας ἐροῦμεν, προεῖναί φαμεν· εἴτε αὖ ποιότητας, καὶ αὐτὰς ὑπάρχειν λέγομεν. Οὐκοῦν οὐσίας τε οὔσης καὶ ποιοτήτων, περιττὸν εἶναι μοι δοκεῖ δημιουργὸν | |
35 | λέγειν τὸν Θεόν. | |
Ἀλλ’ ἀπόκριναι ἐρωτώμενος· τίνι τρόπῳ δημιουργὸν εἶναι φῂς τὸν Θεόν; Πότερον ὅτι τὰς οὐσίας ἔτρεψεν ἐκείνας εἰς τὸ μηκέτι ὑπάρχειν, αἵπερ ἦσάν ποτε, ἢ ὅτι τὰς μὲν οὐσίας ἐφύλαξε, τὰς δὲ ποιότητας αὐτῶν | 120 in vol. 5 | |
40 | ἔτρεψεν; — Οὔτι μοι δοκεῖ ἀλλαγὴν οὐσιῶν γεγονέναι, ἀλλὰ | |
Bibl.236306b | μόνων ποιοτήτων, καθ’ ἃς δημιουργὸν εἶναι λέγο‐ μεν τὸν Θεόν· καὶ ὥσπερ εἰ τύχοι λέγειν ἐκ λίθων οἰκίαν γεγονέναι, ἐφ’ ὧν οὐκ ἔνεστιν εἰπεῖν ὡς οὐκέτι λίθοι μέ‐ νουσι τῇ οὐσίᾳ οἰκία λεγόμενοι οἱ λίθοι (τῇ γὰρ ποιότητι | |
5 | τῆς συνθέσεως τὴν οἰκίαν γεγονέναι φημί), οὕτω μοι δοκεῖ καὶ τὸν Θεόν, ὑπομενούσης τῆς οὐσίας, τροπήν τινα τῶν ποιοτήτων αὐτῆς πεποιηκέναι, καθ’ ἣν τὴν τοῦδε τοῦ κόσμου γένεσιν πρὸς τοῦ Θεοῦ γεγονέναι φημί. — Πότερον καί σοι δοκεῖ τὰ κακὰ ποιότητες οὐσιῶν εἶναι; | |
10 | — Δοκεῖ. — Ἄνωθεν δὲ ἦσαν αἱ ποιότητες αὗται ἐν τῇ ὕλῃ, ἢ ἀρχὴν ἔσχον τοῦ εἶναι; — Συνεῖναί φημι ἀγενήτως τῇ ὕλῃ ταύτας, ἢ τὰς ποιότητας. — Οὐχὶ δὲ τὸν Θεὸν φῂς τροπήν τινα τῶν ποιοτήτων πεποιηκέναι; — Τοῦτό φημι. — Εἰς τὸ κρεῖττον; — Ἐμοὶ δοκεῖ. — Οὐκοῦν εἰ ποιότητες | |
15 | ὕλης τὰ κακά, τὰς δὲ ποιότητας αὐτῆς εἰς τὸ κρεῖττον ἔτρεψεν ὁ Θεός, πόθεν τὰ κακά, ζητεῖν ἀνάγκη. Ἢ γὰρ πᾶσαι κακαὶ οὖσαι ἐπὶ τὸ κρεῖττον ἐτράπησαν· ἢ αἱ μὲν οὖσαι κακαί, αἱ δὲ μή, αἱ μὲν κακαὶ οὐκ ἐτρά‐ πησαν ἐπὶ τὸ κρεῖττον, αἱ δὲ λοιπαί, ὅσαι διάφοροι | |
20 | ἐτύγχανον, τῆς διακοσμήσεως ἕνεκα πρὸς Θεοῦ ἐτρά‐ πησαν. — Οὕτως ἄνωθεν εἶχον ἐγώ. — Πῶς τοίνυν τὰς τῶν φαύλων ποιότητας ὡς εἶχον καταλελοιπέναι λέγεις; Πότερον δυνάμενον μὲν ἐκείνας ἀνελεῖν, ἢ βουληθέντα μὲν μὴ δυνάμενον δέ; Εἰ μὲν γὰρ δυνάμενον λέγεις μὴ | |
25 | βουληθέντα δέ, αὐτὸν τούτων ποιητὴν εἰπεῖν ἀνάγκη, ὅτι δυ‐ | |
νάμενος ποιῆσαι μὴ εἶναι κακὰ συνεχώρησεν αὐτὰ μένειν ὡς ἦν, καὶ μάλιστα ὅτε δημιουργεῖν τὴν ὕλην ἤρξατο. Εἰ γὰρ μηδὲ ὅλως ἔμελεν αὐτῷ τῆς ὕλης, οὐκ ἂν αἴτιος ἦν ὧν συνεχώρησε μένειν· ἐπεὶ δὲ μέρος μέν τι αὐ‐ | 121 in vol. 5 | |
30 | τῆς δημιουργεῖ, μέρος δέ τι αὐτῆς ἐᾷ, δυνάμενος κἀ‐ κεῖνο τρέπειν εἰς τὸ κρεῖττον, αἴτιός μοι τῶν κακῶν δοκεῖ, καταλιπὼν μέρος ὕλης πονηρὸν ἐπ’ ὀλέθρῳ οὗ ἐδημιούργησε μέρους. | |
33 | Ἀλλὰ μὴν καὶ τὰ μέγιστα κατὰ τοῦτο τὸ μέρος ἠδικῆσθαί μοι δοκεῖ, ὅπερ κατεσκεύασε | |
35 | τῆς ὕλης μέρος ἀντιλαμβανόμενον τὰ ἐκ τῶν κακῶν. Πρὶν γὰρ αὐτὴν διακριθῆναι, τὸ μηδὲ αἰσθέσθαι τῶν κα‐ κῶν παρῆν αὐτῇ· νῦν δὲ ἕκαστον τῶν μερῶν αὐτῆς αἴσθησιν λαμβάνει τῶν κακῶν. Καί μοι ἐπ’ ἀνθρώπου λαβὲ τὸ παράδειγμα. Πρὶν γὰρ ζῷον γένηται, ἀναίσθητον | |
40 | ἦν τῶν κακῶν· ἀφ’ οὗ δὲ εἰκονισθὲν ἄνθρωπος πρὸς | |
Bibl.236307a | Θεοῦ γίνεται, τότε καὶ τὴν αἴσθησιν τοῦ προσπε‐ λάζοντος κακοῦ προσλαμβάνει. Καὶ τοῦτο, ὅπερ ἐπ’ εὐερ‐ γεσίᾳ τῆς ὕλης πρὸς Θεοῦ γεγονέναι λέγεις, εὑρίσκεται μᾶλλον ἐπὶ τῷ χείρονι προσγενόμενον αὐτῇ. Εἰ δὲ μὴ | |
5 | δύνασθαι παῦσαι τὰ κακὰ τὸν Θεὸν φῄς, τὸ δὲ ἀδύ‐ νατον ἤτοι τῇ φύσει ἀσθενῆ ὑπάρχειν ἐστὶν ἢ τῷ νικᾶσθαι τῷ φόβῳ δεδουλωμένον πρός τινος κρείττονος, ὅρα ὁποῖον τούτων προσάπτειν ἐθέλοις τῷ παντοκράτορι καὶ ἀγαθῷ Θεῷ. | |
10 | Ἀλλὰ πάλιν περὶ τῆς ὕλης ἀπόκριναι, πότερον ἁπλῆ τίς ἐστιν ἡ ὕλη ἢ σύνθετος; Εἰ γὰρ ἁπλῆ τις ἐτύγχανεν ὕλη καὶ μονοειδής, σύνθετος δὲ ὁ κόσμος καὶ ἐκ δια‐ φόρων οὐσιῶν συνεστώς ἐστιν, ἀδύνατον τοῦτον ἐξ ὕλης | |
γεγονέναι λέγειν, τῷ τὰ σύνθετα μὴ οἷόν τε ἐξ ἑνὸς | 122 in vol. 5 | |
15 | ἁπλοῦ τὴν σύστασιν ἔχειν· τὸ γὰρ σύνθετον ἁπλῶν τινῶν μίξιν μηνύει. Εἰ δ’ αὖ πάλιν σύνθετον λέγεις τὴν ὕλην, πάντως ἐξ ἁπλῶν συνετέθη, καὶ ἦν ποτε καθ’ ἑαυτὰ ἁπλᾶ, ὧν συντεθέντων γέγονεν ἡ ὕλη· τὰ δὲ σύνθετα ἐξ ἁπλῶν τὴν σύστασιν ἔχει, ἦν ποτε καιρὸς ὅτε ἡ ὕλη | |
20 | οὐκ ἦν, τουτέστι πρὶν τὰ ἁπλᾶ συνελθεῖν. Εἰ δὲ ἦν ποτε καιρὸς ὅτε ἡ ὕλη οὐκ ἦν, οὐκ ἦν δέ ποτε καιρὸς ὅτε ἀγένητον οὐκ ἦν, οὐκ ἔσται ἀγένητος ἡ ὕλη· τὸ δ’ ἐντεῦθεν ἔσται πολλὰ τὰ ἀγένητα. Εἰ γὰρ ἦν ἀγέ‐ νητος ὁ Θεός, ἦν δὲ ἀγένητα καὶ τὰ ἁπλᾶ ἐξ ὧν ἡ | |
25 | ὕλη συνετέθη, οὐκ ἔσται δύο καὶ μόνα τὰ ἀγένη‐ τα, ἵνα παρήσω τὸ ἐπιζητῆσαι τί ὄντα ἐστὶν ἁπλᾶ, ὕλη ἢ εἶδος· πολλὰ γὰρ καὶ οὕτως ἄτοπα ἀκολουθήσειαν. Δοκεῖ δέ σοι μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντι‐ κεῖσθαι; — Δοκεῖ. — Ἀντίκειται δὲ τῷ πυρὶ τὸ ὕδωρ, καὶ τῷ | |
30 | φωτὶ τὸ σκότος, καὶ τῷ ψυχρῷ τὸ θερμὸν καὶ τῷ ξηρῷ τὸ ὑγρόν; — Οὕτως ἔχειν μοι δοκεῖ. — Οὐκοῦν εἰ μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντίκειται, ἀλλήλοις δὲ ταῦτα ἀν‐ τίκειται, οὐκ ἔσονται ὕλη μία, οὐδὲ μὴν ἐξ ὕλης μιᾶς. Πάλιν δὲ πυθέσθαι βούλομαι· δοκεῖ σοι τὰ μέρη μὴ | |
35 | ἀναιρετικὰ ἀλλήλων εἶναι; — Δοκεῖ. — Εἶναι δὲ τῆς ὕλης μέρος τό τε πῦρ καὶ τὸ ὕδωρ, ὡσαύτως δὲ καὶ τὰ λοι‐ πά; — Οὕτως ἔχω. — Τί δέ, οὐ δοκεῖ σοι ἀναιρετικὸν μὲν εἶναι τοῦ πυρὸς τὸ ὕδωρ, τοῦ δὲ σκότους τὸ φῶς, καὶ τὰ ἄλλα ὅσα τούτοις παραπλήσια; — Δοκεῖ. — Οὐκοῦν εἰ | |
40 | τὰ μέρη οὐκ ἔστιν ἀλλήλων ἀναιρετικά, ταῦτα δὲ ἀναιρε‐ τικὰ τυγχάνει, οὐκ ἔσται ἀλλήλων μέρη· εἰ δ’ οὐκ | |
Bibl.236307b | ἔσται ἀλλήλων μέρη, οὐκ ἔσονται ὕλης μιᾶς. | |
Ἀλλὰ μὴν οὐδ’ αὖ ἔσονται ὕλη, τῷ μηδέν τι τῶν ὄντων αὐτὸ ἑαυτοῦ ἀναιρετικὸν εἶναι. Οὕτως οὖν τῶν ἀντικειμέ‐ νων ἐχόντων τὸ μὴ εἶναι τὴν ὕλην δείκνυται. | 123 in vol. 5 | |
5 | Περὶ μὲν τῆς ὕλης αὐτάρκως ἔχει· ἐπὶ δὲ τὴν τῶν κακῶν ἐξέτασιν ἔρχεσθαι δεῖ, καὶ ἀναγκαίως ἀνα‐ ζητεῖν τὰ παρὰ ἀνθρώποις. Τὰ παρ’ ἀνθρώποις κακὰ πότερον εἴδη τυγχάνει κακοῦ ἢ μέρη; Εἰ γὰρ εἴδη, οὐκ ἔσται ἕτερον παρὰ ταῦτα τὸ κακὸν καθ’ αὑτό, | |
10 | τῷ τὰ γένη ἐν τοῖς εἴδεσιν ἐξετάζεσθαι καὶ ὑφεστάναι. Εἰ δὲ τοῦτο, γενητὸν ἔσται τὸ κακόν· τὰ γὰρ εἴδη γενητὰ δείκνυται, οἷον φόνος καὶ μοιχεία καὶ τὰ τούτοις παραπλήσια. Εἰ δὲ μέρη τινὸς κακοῦ ταῦτα εἶναι ἐθέλοις, ἔστι δὲ ταῦτα γενητά, ἀνάγκη κἀκεῖνο | |
15 | γενητὸν ὑπάρχειν. Ὧν γὰρ τὰ μέρη γενητά, ταῦτα ὁμοίως ἐξ ἀνάγκης ἐστὶ γενητά· τὸ γὰρ ὅλον ἐκ μερῶν συνέ‐ στηκε. Καὶ τὸ μὲν ὅλον οὐκ ἔσται μὴ ὄντων μερῶν, ἔσται δέ τινα τῶν μερῶν κἂν μὴ τὸ ὅλον παρῇ. Οὐδε‐ νὸς δὲ τῶν ὄντων μέρος μέν ἐστι γενητόν, μέρος δὲ | |
20 | ἀγένητον· εἰ δὲ καὶ τοῦτο συγχωρήσαιμι τῷ λόγῳ, ἦν ποτε τὸ κακὸν ὅτε ὁλόκληρον οὐκ ἦν, τουτέστι πρὶν δημιουργῆσαι τὴν ὕλην τὸν Θέον· τότε δὲ ὁλόκληρον γίνεται, ὅτε πρὸς τοῦ Θεοῦ γέγονεν ἄνθρωπος· τῶν γὰρ με‐ ρῶν τοῦ κακοῦ ἄνθρωπος ὑπάρχει ποιητής· καὶ τὸ ἐντεῦθεν | |
25 | ὁλόκληρον εἶναι τὸ κακὸν αἴτιος ἔσται δημιουργήσας ὁ Θεός, ὅπερ ἀσεβές. Εἰ δ’ οὐδ’ ὁπότερον τούτων λέ‐ γεις τὸ κακόν, πρᾶξιν δέ τινος κακοῦ εἶναι λέγεις, γενητὸν αὐτὸ ὑπάρχειν μηνύεις· ἡ γὰρ τοῦ τινὸς πρᾶξις ἀρχὴν τοῦ εἶναι λαμβάνει. Πρὸς δὴ τούτοις οὐδὲν ἕτε‐ | |
30 | ρον παρὰ ταῦτα τὸ κακὸν εἰπεῖν ἔχεις. Ποίαν γὰρ πρᾶ‐ | |
ξιν κακὴν ἑτέραν παρὰ τὸ ἐν ἀνθρώποις δεικνύειν ἔχεις; Ὅτι γὰρ ὁ ἐνεργῶν οὐ κατὰ τὸν τῆς οὐσίας λό‐ γον ὑπάρχει κακία, ἀλλὰ κατ’ αὐτὸ τὸ ἐνεργεῖν τὸ κακὸν ἤδη δέδεικται. | 124 in vol. 5 | |
35 | Ὅτι τῇ φύσει κακὸν οὐδέν ἐστιν, ἀλλὰ τῇ χρήσει γίνεται κακὰ τὰ κακά. Ὅτι αὐτεξούσιόν, φησι, γεγονέναι φημὶ τὸν ἄνθρω‐ πον οὐχ ὡς προϋποκειμένου τινὸς ἤδη κακοῦ, οὗ τὴν ἐξουσίαν τοῦ ἑλέσθαι, εἰ βούλοιτο, ἄνθρωπος ἐλάμβανεν· | |
40 | ἀλλὰ τὴν τοῦ ὑπακούειν τῷ Θεῷ καὶ μὴ ὑπακούειν αἴτιον μόνον ἦν. Τοῦτο γὰρ τὸ αὐτεξούσιον ἐβούλετο | |
Bibl.236308a | τότε. Καὶ γενόμενος ὁ ἄνθρωπος ἐντολὴν λαμβά‐ νει παρὰ τοῦ Θεοῦ, καὶ ἐντεῦθεν ἤδη τὸ κακὸν ἄρχεται· οὐ γὰρ πείθεται τῷ θείῳ προστάγματι. Καὶ τοῦτο καὶ μόνον ἦν τὸ κακόν, ἡ παρακοή, ἥτις τοῦ εἶναι ἤρξατο. | |
Bibl.237308a(6) | Ἀνεγνώσθη τοῦ αὐτοῦ ἐκ τοῦ Περὶ ἁγνείας ὃς καὶ ἐν ὁμοίῳ συνόψεως ἐξεδόθη τύπῳ. Ὅτι φησίν, ὁ γοῦν Ἀβραὰμ πρῶτος ἐν διαθήκῃ τὴν περιτομὴν λαβὼν οὐδὲν ἕτερον αἰνίττεσθαι δοκεῖ | |
10 | τὸ οἰκεῖον ἀποτεμνόμενος τῆς σαρκὸς αὐτοῦ μέλος ἢ τοῦτο, τὸ μηκέτι εἰς τὴν ἐκ τοῦ αὐτοῦ αἵματος σάρκα δημιουργηθεῖσαν παιδοσπορίαν ἐπιτελεῖν, ἀπὸ τῆς ἰδίας ἕκαστον διδάσκων ἀδελφῆς οἷα σαρκὸς ἀποτέ‐ μνειν τὴν κατὰ συνουσίαν ἡδονήν. | |
15 | Ὅτι φησίν, ἐγὼ γὰρ καθεωρακέναι μοι δοκῶ σαφῶς ἀπὸ τῶν γραφῶν, ὅτι παρθενίας ἐλθούσης ὁ Λόγος | |
οὐκ ἀνεῖλε πάντῃ τεκνογονίαν· οὐ γὰρ ἐπειδὴ τῶν ἄστρων ἡ σελήνη μείζων ἐστί, παρὰ τοῦτο τῶν ἄλλων ἀστέρων τὸ φῶς ἀναιρεῖται. Ἢ ἐπειδὴ τῶν ἄλλων ἐστὶ γλυκύτερον τὸ | 125 in vol. 5 | |
20 | μέλι καὶ ἡδύτερον, τὰ λοιπὰ πικρὰ καὶ ἀνήδονα νομιστέον. Ὅτι τό· «Τέκνα δὲ μοιχῶν ἀτελεσφόρητα» περὶ τῶν τὴν ἀλήθειαν μοιχωμένων φησὶν εἰρῆσθαι, οἵτι‐ νες κλεψίσοφοι, νοθεύοντες τὰς γραφάς, ἀτελεσφό‐ ρητον γεννῶσι σοφίαν, τῇ θεοσεβείᾳ συγκρίνοντες τὴν | |
25 | πλάνην. Ἄλλως γὰρ νοηθῆναι οὐκ ἐγχωρεῖ. Οὔτε γὰρ ἐπὶ τοῦ μὴ τίκτεσθαι τὰ ἐκ μοιχείας τέκνα καὶ εἰς φῶς αἰσθη‐ τὸν ἄγεσθαι δύναται νοεῖσθαι, ὅτι πολλοὶ οὐ μόνον ἐτέχθη‐ σαν ἀλλὰ καὶ τετόκασιν ἐκ μοιχείας τεχθέντες, οὔτε ἐπὶ τοῦ πνευματικῶς καὶ θείως τελεσφορηθῆναι. Πολ‐ | |
30 | λῶν γὰρ μοιχῶν τέκνα πλήρη ἐγένοντο ἁγίου πνεύματος. Ὅτι ἀπορεῖ λέγων, εἰ παρὰ Θεοῦ δίδονται αἱ ψυχαί, ἀλλ’ οὐ παρὰ τοῦ πατρὸς τοῖς τικτομένοις, πῶς δίδωσι καὶ τοῖς ἐκ μοιχείας τικτομένοις; Εἰ γὰρ δίδωσι, συν‐ εργεῖν ἂν δόξειε τοῖς μοιχευομένοις· εἰ γὰρ μὴ ἔδωκε | |
35 | τὴν ψυχήν, οὐκ ἂν ἐτίκτοντο. Λύει δὲ τὴν ἀπορίαν διὰ πλειόνων καὶ σαφῶν παραδειγμάτων. Ὅτι τὰ ἐν τῇ γενέσει φερόμενα οἷον τό· «Τοῦτο οὖν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῶν σαρκῶν μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὑτῆς ἐλήφθη· | |
40 | ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὑ‐ | |
Bibl.237308b | τοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν», ταῦτα οὖν οὐ κατὰ τὸ γράμμα φησὶ δεῖν μόνον νοεῖσθαι, ἀλλὰ καὶ πνευματικῶς εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. | |
Καί φησιν ὅτι καὶ ὁ θεῖος Παῦλος μετὰ τὴν τῶν ῥη‐ | 126 in vol. 5 | |
5 | τῶν τούτων ἔκθεσιν λέγει· «Τὸ μυστήριον τοῦτο μέγα ἐστί, λέγω δὲ ἐγὼ εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν». Ἀλλὰ καὶ τό· «Αὐξάνεσθε καὶ πληθύνεσθε» οὐκ ἐπὶ τῶν ἐκ σπέρματος καὶ μίξεως γεννωμένων ἀνθρώπων καὶ σιτίοις αὐξομένων φησὶν εἰρῆσθαι μόνον, ἀλλὰ καὶ | |
10 | περὶ τῶν κατὰ πνεῦμα τελειουμένων καὶ γεννωμένων, καθὼς καὶ Παῦλος βοᾷ, τέκνα καλῶν τοὺς οὕτω δι’ αὐ‐ τοῦ γεννηθέντας· «Τέκνα, γάρ φησιν, οὓς πάλιν ὠδί‐ νω, ἕως οὗ Χριστὸς ἐν ὑμῖν μορφωθῇ», καὶ πάλιν· «Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα». | |
15 | Ὅτι τὸ ἐν τοῖς εὐαγγελίοις εἰρημένον παραβολικῶς· «Τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος ὃς ἔχει ἑκατὸν πρόβατα καὶ ἀπώλεσεν ἓν ἐξ αὐτῶν» καὶ ἑξῆς, ἐνενηκονταεν‐ νέα μὲν πρόβατα τὰς οὐρανίους δυνάμεις φησὶν ἐκ‐ δέχεσθαι χρή, ἓν δὲ τὸ ἀπολωλὸς τὸν ἄνθρωπον ἤγουν | |
20 | τὴν ἀνθρωπείαν φύσιν, δι’ ἣν καὶ κατεληλυθέναι τὸν Λόγον τοῦ Πατρὸς ἐκ τῶν οὐρανῶν. Ὅτι τό· «Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος» καὶ ἑξῆς αἱ ψυχαί φησι λέγουσιν ὄργανα καλοῦσαι τὰ σκηνώματα ἑαυτῶν, ἃ ἐκρέμασαν ἀπὸ τῶν πεισμά‐ | |
25 | των τῆς ἁγνείας ἐξάψασαι τοῦ ξύλου, ἵνα μὴ δυνη‐ θῶσιν ἐξαρπασθεῖσαι πάλιν παρασυρῆναι τῷ ῥεύ‐ ματι τῆς ἀκρασίας. Βαβυλὼν γάρ, τάραχος ἢ σύγ‐ χυσις ἑρμηνευομένη, τὸν περίρρυτον βίον δείκνυσι τοῦ‐ τον, οὗ ἐν μέσῳ καθεσθέντες περικλυζόμεθα τῶν πο‐ | |
30 | ταμῶν τῆς κακίας ἐφορμώντων. Διὸ καὶ βοῶμεν μετὰ κλαυθμοῦ πρὸς τὸν Θεόν, ἵνα μὴ κατολισθήσωσιν ἡμῶν ἀπορρηχθέντα τοῖς κύμασι τῆς ἡδονῆς ἀπὸ τοῦ φυτοῦ τῆς ἁγνείας τὰ ὄργανα. Ἐν τύπῳ γὰρ τῆς παρ‐ | |
θενίας τὴν ἰτέαν πανταχοῦ παραλαμβάνουσιν αἱ γραφαί, | 127 in vol. 5 | |
35 | ἐπειδήπερ τὸ ἄνθος αὐτῆς εἰς ὕδωρ ἀποτριβὲν ἂν ποθῇ, πᾶν ὅσον εἰς ὀχείας ἀναζεῖ καὶ ἐρεθισμοὺς ἀποσβέννυσιν ἔστ’ ἂν εἰς ἄρδην ἀποστειρώσῃ τὴν ἐπὶ παιδοποιΐαν φοράν, ὥσπερ δὴ καὶ ὁ Ὅμηρος ἐμή‐ νυσε, διὰ τοῦτο καλέσας ὠλεσικάρπους τὰς ἰτέας. | |
40 | Ὅτι φησίν, ἀμέλει τὸ μὴ ἐπιλαθέσθαι νύμφην τὸν κόσμον, μηδὲ παρθένον τὴν στηθοδεσμίδα, λεγόμενον | |
Bibl.237309a | ἐν Ἱερεμίᾳ τὸ μὴ ἐνδοῦναι καὶ χαλάσαι τὸν δεσμὸν τῆς σωφροσύνης ἀπάταις δηλοῖ. Στήθη γὰρ αἱ φρένες εἰκότι λόγῳ καὶ ὁ νοῦς ἡμῶν εἶναι νομίζεται· ἡ δὲ στηθο‐ δεσμίς, ἡ συνδοῦσα ζωνὴ τὴν πρόθεσιν τῆς ψυχῆς εἰς | |
5 | ἁγνείαν, ἐστὶν ἡ πρὸς Χριστὸν ἀγάπη. Ὅτι τό· «Λαβέ μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριε‐ τίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περι‐ στεράν» αἰνίττεσθαί φησιν ὅτι προσένεγκέ μοι ἄζυγον καὶ ἀκάκωτόν σου τὴν ψυχὴν δαμάλεως δίκην, καὶ τὴν | |
10 | σάρκα καὶ τὸν λογισμόν, τὴν μὲν ὡς αἶγα, ἐπειδὴ τὰ μετέωρα καὶ κρημνώδη περιπολεῖ, τὸν δὲ ὡς κριόν, ἵνα μηδαμῶς ἀποσκιρτήσας ἐξολισθήσῃ τῆς ἀληθείας. Οὕτω γὰρ ἀνεπίληπτος ἔσῃ ὡς Ἀβραάμ, ἂν ἀναθῇς ἐμοὶ καὶ τὴν ψυχὴν καὶ τὴν αἴσθησιν καὶ τὸν νοῦν· ἃ συμβο‐ | |
15 | λικῶς δάμαλιν ἔφη καὶ αἶγα καὶ κριὸν τριετίζοντα, οἱονεὶ τὴν γνῶσιν ἀκακέμφατον τῆς Τριάδος ἐπανῃρημένα. Τάχα δὲ καὶ τὴν πρώτην καὶ τὴν μέσην καὶ τὴν τελευ‐ ταίαν τοῦ βίου τῆς ἡλικίας ἡμῶν αἰνίσσεται τρίβον, βου‐ λόμενος ὡς ὅτι μάλιστα καὶ τὸν τῶν παίδων καὶ τὸν | |
20 | τῶν ἀνδρῶν καὶ τὸν τῶν γεραιτέρων χρόνον σωφρόνως βιώσαντας αὐτῷ προσενέγκασθαι· καθ’ ὃν τρόπον καὶ | |
ἐν εὐαγγελίοις ὁ Κύριος νομοθετεῖ· «Διὰ τοῦτο καὶ ὑμεῖς ὅμοιοι γίνεσθε ἀνθρώποις προσδεχομένοις τὸν κύριον αὐτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων, ἵνα ἐλθόντι καὶ | 128 in vol. 5 | |
25 | κρούσαντι αὐτῷ εὐθέως ἀνοίξωσι. Μακάριοί ἐστε, ὅτι ἀνακλινεῖ ὑμᾶς καὶ παρελθὼν διακονήσει, κἂν τῇ δευ‐ τέρᾳ καὶ τῇ τρίτῃ μακάριοί ἐστε». Ἐπισκέψασθε γὰρ ὅτι τρεῖς ὑποθέμενος φυλακὰς νυκτός, ἑσπερινὴν καὶ δευ‐ τέραν καὶ τρίτην, καὶ τρεῖς ἡμῶν τὰς τῆς ἡλικίας ᾐνί‐ | |
30 | ξατο μεταβολάς, τὴν μειρακιώδη καὶ τὴν πρόσηβον καὶ τὴν πρεσβυτικήν, βουλόμενος ἵνα καὶ παῖδας ὄντας, ἐὰν ἔλθῃ παραληψόμενος τὸν κόσμον, ἑτοίμους κατα‐ λάβοι καὶ καθαρούς, καὶ τὴν δευτέραν ὁμοίως καὶ τὴν τρίτην. Ἑσπερινὴ γὰρ φυλακὴ ὁ καιρός ἐστι τῆς ἀκμῆς | |
35 | τοῦ ἀνθρώπου, καθ’ ἣν ἄρχεται ταράσσεσθαι τὸ ἡγεμονι‐ κὸν ἐπιθολούμενον τοῖς πάθεσι· δευτέρα δέ, ὁπηνίκα λοιπὸν «εἰς ἄνδρα τέλειον» ἐλάσας ἄρχεται βεβαιότητα τῶν θο‐ ρύβων ὁ νοῦς προσλαμβάνειν· τρίτη δέ, ὅτε αἱ πλεῖσται φαντασίαι τῶν ἐπιθυμιῶν φθίνουσιν, ἀπομαραινομένης | |
40 | ἤδη τῆς σαρκὸς καὶ εἰς γῆρας προκοπτούσης. Διὸ προσ‐ ῆκεν ἄσβεστον ἐν τῇ καρδίᾳ τῆς πίστεως ἐξάψαντας τὸν | |
Bibl.237309b | λύχνον, καὶ τὴν ὀσφῦν ἀναζωσαμένους τῇ σωφρο‐ σύνῃ ἐγρηγορέναι καὶ προσδοκᾶν τὸν Κύριον. Ὅτι σικερά φησι πᾶν τὸ μέθην φέρον μετὰ τὸν οἶνον τὸν ἐξ ἀμπέλων. | |
5 | Ὅτι δύο εἴδη ἀμπέλων παρὰ τῇ γραφῇ, λίαν ἀγαθὴ καὶ λίαν κακή. Καὶ γάρ φησιν ὁ Κύριος· «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, ὑμεῖς τὰ κλήματα». Ἡ δὲ κακὴ καὶ ἀγρία ἐστὶν ὁ διάβολος, λύσσαν ἀποστάζων, ὡς καὶ Μωσῆς διαγράφων περὶ αὐτοῦ φησιν· «Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπε‐ | |
10 | λος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας» καὶ ἑξῆς. | |
Ὅτι ὁ χρυσὸς ἰὸν οὐ παραδέχεται. Ὅτι φησί, τὸ γὰρ λεγόμενον ὡμοιῶσθαι τὴν βασιλείαν τῶν οὐρανῶν «δέκα παρθένοις» σημαίνειν βούλεται τὴν αὐτὴν ὁδὸν τοῦ ἐπιτηδεύματος πάσας ἐπανῃρημένας, διὰ | 129 in vol. 5 | |
15 | τὴν ἔμφασιν τοῦ ἰῶτα στοιχείου. Ἐστείλαντο μὲν γὰρ παρα‐ πλησίως ἑαυτὰς εἰς τοῦτο καθομολογήσασαι, καὶ ταύτῃ κικλήσκονται δέκα, οὐκέτι δὲ ὁμοίως ἐξῆλθον ὑπαντή‐ σουσαι τῷ νυμφίῳ· αἱ μὲν γὰρ τροφὴν ἄφθονον ἐπορί‐ σαντο ταῖς ἐλαιοθρέπτοις λαμπάσιν, αἱ δὲ κατερρα‐ | |
20 | θύμησαν. Διὸ δὴ καὶ ἰσάριθμοι πρὸς εʹ διαιροῦνται, ἐπειδήπερ τὰς πέντε αἰσθήσεις αἱ μὲν αὐτῶν ἐφυλάξαντο καθαράς, ἃς οἱ πλεῖστοι σοφίας πύλας προσηγόρευσαν, αἱ δὲ τοὐναντίον κατελωβήσαντο κακίᾳ. Ἐγκρατευσά‐ μεναι γὰρ καὶ ἁγνεύσασαι δικαιοσύνης μᾶλλον εὐφό‐ | |
25 | ρεσαν παραπτώμασιν· ἐξ οὗ καὶ συνέβη αὐτὰς ἀπαγο‐ ρευθῆναι. Εἴτε γὰρ κατορθοῦμεν, εἴτε πλημμελοῦμεν, διὰ τούτων ἑκάτερα καὶ τὰ ἀνδραγαθήματα κρατύνεται καὶ τὰ κακὰ πράγματα. Καὶ ὥσπερ ἡ Θάλλουσα καὶ ὀφθαλ‐ μῶν ἁγνείαν ἔφη καὶ ὤτων εἶναι καὶ γλώσσης καὶ τῶν | |
30 | λοιπῶν καθεξῆς αἰσθητηρίων, οὕτω δὴ καὶ τὰ ἐνταῦθα τὴν πίστιν ἄσυλον ἡ φυλαξαμένη τῶν πέντε διόδων τῆς ἀρετῆς, ὁράσεως, γεύσεως, ὀσφρήσεως, ἁφῆς τε καὶ ἀκοῆς, πέντε προσαγορεύεται παρθένοι, διὰ τὸ τὰς πέντε τῆς αἰσθήσεως ἁγνὰς ἀποκαταστῆσαι τῷ Χριστῷ | |
35 | φαντασίας, ἀφ’ ἑκάστης αὐτῆς οἷα λαμπάδα τὴν ὁσιό‐ τητα λάμπουσαν τρανῶς· ἡ γὰρ πεντάφωτος ἡμῶν ἀλη‐ θῶς λαμπὰς ἡ σάρξ ἐστιν, ἣν ἡ ψυχὴ βαστάζουσα δᾳδὸς δίκην τῷ νυμφίῳ παρίσταται Χριστῷ, τῇ ἡμέρᾳ τῆς ἀνα‐ στάσεως παραφαίνουσα, διὰ πασῶν τῶν αἰσθήσεων διεκ‐ | |
40 | θρώσκουσαν λαμπρὰν τὴν πίστιν, καθὼς αὐτὸς ἐδί‐ | |
δαξεν εἰπών· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἤθελον | 130 in vol. 5 | |
Bibl.237310a | εἰ ἤδη ἀνήφθη», γῆν ἡμῶν τὰ σκηνώματα φράσας, εἰς ἃ ἐβούλετο ταχέως ἀναφθῆναι τὴν ὀξυκίνητον τῆς διδασκαλίας αὐτοῦ καὶ διάπυρον πρᾶξιν (τὸ γὰρ ἔλαιον τῇ δικαιοσύνῃ καὶ τῇ σοφίᾳ παραβλητέον), χρονισμὸν | |
5 | δὲ τὸ πρὸ τῆς παρουσίας διάστημα τοῦ Χριστοῦ, νυσταγμὸν δὲ καὶ κοίμησιν τῆς παρθένου τὴν ἔξοδον τὴν ἀπὸ τοῦ βίου, μεσονύκτιον δὲ τὴν βασιλείαν τοῦ Ἀντιχρίστου, καθ’ ἣν ὁ ὀλοθρευτὴς Ἄγγελος ἐπιπορεύεται τὰς οἰκίας, κραυ‐ γὴν δὲ λέγουσαν· «Ἰδοὺ ὁ νυμφίος· ἔρχεσθε εἰς ἀπάντη‐ | |
10 | σιν» τὴν ἀπὸ τῶν οὐρανῶν φωνὴν καὶ σάλπιγγα, ὁπότε πάντες ἐξαναστάντων αὐτοῖς τῶν σωμάτων ἐπὶ νεφελῶν ὀχήσονται, εἰς τὴν ἀπάντησιν ἁρπασθέντες τοῦ Κυρίου. Ὅτι περὶ τῶν παρθένων καὶ ἁγνῶν ψυχῶν πλεῖστα εἰπών, ἐπιφέρει καὶ τοῦτο. Ἀμέλει ταύτας μόνον ἐκλεκτὴν | |
15 | νύμφην τὰς ψυχὰς ὁ Λόγος ἑαυτοῦ καλεῖ, τὰς λοιπὰς δὲ παλλακὰς καὶ νεάνιδας καὶ θυγατέρας λέγων ὧδε· «Ἑξήκοντά εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαί, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός. Μία ἐστὶ περιστερά μου, τελεία μου· μία ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτὴ | |
20 | τῇ τεκούσῃ αὐτήν. Εἴδοσαν αὐτὴν θυγατέρες, καὶ μακα‐ ριοῦσιν αὐτήν, βασίλισσαι καί γε παλλακαὶ αἰνέσουσιν αὐτήν». Πολλῶν γὰρ οὐσῶν δηλονότι τῆς ἐκκλησίας τῶν θυγατέρων, μία ἐστὶ μόνη ἡ ἐκλεκτὴ καὶ τιμιωτάτη ἐν ὀφθαλμοῖς αὐτῆς ὑπὲρ πάσας, τὸ τάγμα τῶν παρθέ‐ | |
25 | νων. Βασιλίσσας δὲ αἰνίττεσθαι ἡ προφητεία βούλεται ὅτι οὐχ ὑφ’ ἕνα ἤγοντο βασιλέα βασιλευόμεναι, ἀλλ’ ἑκάστη ὥσπερ αὐτοδέσποτος καὶ βασίλισσα ἦν, καὶ ὅτι τῶν μετὰ ταύτας ἀρχαὶ καὶ πρῶται ἦσαν, τὰς βασιλικὰς ἐκείνας, τὰς πρὸ τοῦ κατακλυσμοῦ ψυχὰς εὐαρέστους τῷ | |
30 | Θεῷ γεγενημένας, τουτέστι τὰς ἀμφὶ τὸν Ἄβελ καὶ τὸν | |
Σὴθ καὶ τὸν Ἐνώχ, παλλακὰς δὲ τὰς μετὰ τὸν κατα‐ κλυσμὸν τῶν Προφητῶν, αἷς πρὸ τοῦ τὴν ἐκκλησίαν ἁρμοσθῆναι τῷ Κυρίῳ παλλακίδων δίκην συγγινόμενος ἀληθεῖς ὑπέσπειρε λόγους ἐν ἀφθόνῳ καὶ καθαρᾷ φιλο‐ | 131 in vol. 5 | |
35 | σοφίᾳ, ἵνα γεννήσωσιν αὐτῷ συλλαβοῦσαι πίστιν σωτη‐ ρίας. Παλλακὰς δὲ προσηγόρευσε τὰς προφητικὰς ψυ‐ χὰς ὁ Λόγος, ὅτι μὴ φανερῶς αὐτάς, ὥσπερ δὴ καὶ τὴν ἐκκλησίαν ἐπηγάγετο, θύσας δι’ αὐτὴν «μόσχον τὸν σι‐ τευτόν». Ἑξήκοντα δὲ βασιλίσσας ἐντεῦθεν, ὡς οἶμαι | |
40 | δή, τοὺς ἀπὸ τοῦ πρωτοπλάστου μέχρι Νῶε κατὰ διαδοχὴν εὐαρεστήσαντας ἐκάλεσε τῷ Θεῷ, ἐπειδήπερ ἑτέρων οὗτοι παραγγελμάτων εἰς τὸ σωθήσεσθαι χρείαν οὐκ ἐσχή‐ | |
Bibl.237310b | κασιν, ἔτι δὲ προσφάτου τῆς κατὰ τὴν ἑξαήμερον οὔσης αὐτοῖς τοῦ κόσμου συστάσεως· ἐμέμνηντο γὰρ ὅτι ἐν ἓξ ἡμέραις ὁ Θεὸς ἐτεκτήνατο τὴν κτίσιν τά τε ἐν τῷ παραδείσῳ γεγονότα. | |
4 | Ἐντεῦθεν οὖν δὴ τὰς ἀπὸ τῆς | |
5 | συστάσεως εὐθέως τοῦ κόσμου κατὰ διαδοχὴν τὸν Θεὸν ποθεῖν ἑλομένας ψυχάς, καὶ σχεδόν (εἰ χρὴ φάναι) τὰς τοῦ πρώτου αἰῶνος οὔσας ἔγγονα καὶ γείτονας τῆς με‐ γάλης ἑξαημέρου, ἑξήκοντα βασιλίσσας ἔφη συμβολικῶς, διὰ τὸ μετὰ τὴν ἑξαήμερον ταύτας, ὡς ἔφην, γεγο‐ | |
10 | νέναι· μεγάλην γὰρ οὗτοι τιμὴν ἐσχήκασιν Ἀγγέλοις ὁμι‐ λήσαντες καὶ τὸν Θεὸν ὕπαρ, οὐκ ὄναρ, θεασάμενοι. Ἐπι‐ σκέψασθε γὰρ ὅσην ἔσχε παρρησίαν ὁ Σὴθ πρὸς τὸν Θεόν, ὅσην ὁ Ἄβελ, ὅσην ὁ Ἐνώχ, ὅσην ὁ Μαθουσάλα, ὅσην ὁ Νῶε, πρῶτοι δικαιοσύνης ὄντες ἐρασταί. | |
14 | Καὶ περὶ τού‐ | |
15 | των μὲν αὐτάρκως· περὶ δὲ τῶν παλλακῶν πάλιν λε‐ κτέον. Τοῖς μετὰ τὸν κατακλυσμὸν ἀπωτέρω λοιπὸν ἡ γνῶσις ἦν τοῦ Θεοῦ, καὶ ἔχρῃζον ἑτέρας διδαχῆς ἑρ‐ | |
πούσης ἤδη τῆς εἰδωλολατρείας. Ὁ οὖν Θεός, ἵνα μὴ πάντῃ τὸ γένος τῶν ἀνθρώπων ἀϊστωθῇ λήθῃ τῶν κα‐ | 132 in vol. 5 | |
20 | λῶν, τὸν ἴδιον παῖδα τοῖς Προφήταις ἐκέλευσεν ὑφη‐ χῆσαι τὴν ἐσομένην ἑαυτοῦ παρουσίαν διὰ σαρκὸς εἰς τὸν κόσμον, καθ’ ἣν ἡ τῆς πνευματικῆς ὀγδοάδος χαρὰ καὶ γνῶσις κηρυχθήσεται, ἀφέσεως ἁμαρτημάτων οὖσα καὶ ἀναστάσεως παρεκτική· περιτμηθήσεσθαι γὰρ δι’ αὐτῆς | |
25 | τὸν ἄνθρωπον τὰ πάθη καὶ τὴν φθοράν. Καὶ διὰ τοῦτο τὸν κατάλογον τῶν ἀπὸ τοῦ Ἀβραὰμ Προφητῶν, διὰ τὴν τῆς περιτομῆς πρεσβείαν τὸν ὀκτὼ περιεχούσης ἀριθμόν, ἧς ἐξήρτηται καὶ ὁ νόμος, παλλακὰς ἐκάλεσεν, ὅτι πρὸ τοῦ τὴν νύμφην, τὴν ἐκκλησίαν, κατεγγυηθῆναι | |
30 | τῷ λόγῳ, τὰ θεῖα προσλαβόντες σπέρματα, τῆς νοητῆς προεξήγγειλαν ὀγδοάδος τὴν περιτομήν. | |
31 | Νεάνιδας δὲ πάλιν εἰς ἀναρίθμητον συντελούσας ὅμιλον τὰ ὑπὸ τοῖς κρείττοσι δικαιοπραγήσαντα πλήθη, καὶ νεανικῶς καὶ γενναίως διαθλήσαντα πρὸς τὴν ἁμαρτίαν, καλεῖ. | |
35 | Ἀλλὰ τούτων οὔθ’ αἱ βασίλισσαι οὔθ’ αἱ παλλακαὶ συγκρίνονται τῇ ἐκκλησίᾳ· ἡ γὰρ τελεία καὶ ἐκλεκτὴ παρὰ πάσας ὀνομαζομένη ἡ ἐκ πάντων συνεστῶσά τε καὶ συν‐ ημμένη τῶν Ἀποστόλων ἐστὶν ἡ ὑπερβάλλουσα νύμφη τῷ κάλλει τῆς ἀκμῆς καὶ τῆς παρθενίας πάσας. Διὸ | |
40 | καὶ μακαρίζεται πρὸς τῶν ἄλλων, ὅτι αὕτη εἶδε καὶ ἤκου‐ σεν ἀφθόνως ἃ ἐκεῖναι ἐπεπόθησαν ἰδεῖν καὶ ἀκοῦσαι καὶ οὐκ εἶδον οὐδ’ ἤκουσαν· «Μακάριοι γὰρ οἱ ὀφθαλμοί, | |
Bibl.237311a | φησίν, ὑμῶν» ὁ Κύριος τοῖς μαθηταῖς, «οἱ βλέ‐ ποντες ἃ βλέπετε. Λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ Προφῆται ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ | |
ἀκούετε, καὶ οὐκ ἤκουσαν». Οὐκοῦν διὰ ταῦτα μακαρί‐ | 133 in vol. 5 | |
5 | ζουσιν αὐτὴν οἱ Προφῆται, ὅτι ὧν αὐτοὶ μὴ ἐπέτυχον ἡ ἐκκλησία μετείληφε καὶ ἠξιώθη. | |
6 | Δύναται δέ τις καὶ ἑτέρως τὴν νύμφην φάναι τὴν σάρκα τὴν ἀμόλυντον εἶναι τοῦ Κυρίου, ἧς χάριν καταλείψας τὸν Πατέρα κα‐ τῆλθεν ἐνταῦθα καὶ προσεκολλήθη αὐτῇ ἐνανθρω‐ | |
10 | πήσας. Διὸ δὴ καὶ περιστερὰν αὐτὴν ἔφη τροπικῶς ἐπειδὴ τιθασὸν τὸ ζῷον καὶ ὑπωρόφιον καὶ διαίτῃ τῇ ἀνθρώπων ἀσμενίζον. Καὶ ἐν τῷ μʹ καὶ δʹ ψαλμῷ ἐκ τῶν δεξιῶν παρισταμένη τοῦ Θεοῦ μερῶν βασίλισσα ἡ τῷ διαχρύσῳ τῆς ἀρετῆς κόσμῳ κατεστολισμένη, ἧς ἐπε‐ | |
15 | θύμησε τοῦ κάλλους ὁ βασιλεύς, ἡ σάρξ ἐστιν, ὡς ἔφην, ἡ ἄχραντος ἐκείνη καὶ μακαρία, ἣν αὐτὸς ἀνακομίσας ὁ Λόγος εἰς οὐρανοὺς ἐκ δεξιῶν παρέστησε τοῦ Πατρός, ἐν ἱματισμῷ διαχρύσῳ κεκοσμημένην, ὃ δή ἐστι συμ‐ βολικῶς τοῖς ἐπιτηδεύμασι τῆς ἀφθαρσίας. | |
20 | Ὅτι παρθεία ἡ παρθενία κατὰ μίαν ὑπαλλαγὴν καλεῖται στοιχείου, ὡς δὴ μόνη τὸν ἔχοντα αὐτῆς τὰς ἀφθόρους τελετὰς Θεῷ ἀπεικάζουσα οὗ μεῖζον ἀγαθὸν ἀδύνατον εὑρεῖν. Ὅτι φησὶν, ἡ ἀρετὴ ἤτοι δι’ ἑαυτὴν, εἴτε διὰ τὸ | |
25 | αἴρειν καὶ μετεωρίζειν πρὸς οὐρανὸν τὰς ψυχὰς ταύ‐ την ἔσχηκε τὴν ἐπωνυμίαν. Ὅτι φησίν, ἔοικε δὲ τοῖς εἰρημένοις καὶ τοῦτο μά‐ λιστα συμφωνεῖν τὸ χρησμῳδούμενον ἄνωθεν ἐξ αὐτοῦ τοῦ Πατρὸς τῷ Χριστῷ ἐν τῷ Ἰορδάνῃ· «Υἱός μου εἶ | |
30 | σύ, ἐγὼ σήμερον γεγέννηκά σε». Παρατηρητέον γὰρ ὅτι τὸ μὲν Υἱὸς αὐτοῦ εἶναι ἀορίστως ἀπεφήνατο καὶ ἀχρό‐ νως. Εἶ γὰρ Υἱὸς αὐτῷ ἔφη καὶ οὐ γέγονας ἐμφαίνων | |
μήτε πρόσφατον αὐτὸν τετυχηκέναι τῆς υἱοθεσίας, μήτε αὖ προὐπάρξαντα τέλος ἐσχηκέναι ἀλλὰ εἶναι | 134 in vol. 5 | |
35 | ἀεὶ τὸν αὐτόν. Τὸ δέ· «Ἐγὼ σήμερον γεγέννηκά σε» ὅτι προόντα ἤδη πρὸ τῶν αἰώνων λέγει ἐν τοῖς οὐρα‐ νοῖς ἐβουλήθην καὶ τῷ κόσμῳ γεννῆσαι, ὃ δή ἐστι πρόσθεν ἀγνοούμενον γνωρίσαι. Ἀμέλει τοῖς μηδέπω τῶν ἀνθρώπων συνῃσθημένοις τὴν πολυποίκιλον τοῦ | |
40 | Θεοῦ σοφίαν ὁ Χριστὸς οὐδέπω γεγέννηται, ὅπερ ἐστὶν οὐδέπω ἐγνώσθη, οὐδέπω πεφανέρωται. Ὅτι τὰ πλεῖστα τῆς τοῦ ἁγίου Ἰωάννου Ἀποκαλύψεως | |
Bibl.237311b | ῥητὰ εἰς τὴν ἐκκλησίαν καὶ τὰς παρθενευούσας ψυχὰς ἀνάγει. Ἀλλὰ σχεδὸν καὶ ὅσα ἂν ῥητὰ καὶ ἄλλοθεν ἔλαβεν, ἀλληγορικῶς αὐτὰ καὶ οὐ κατὰ τὸ γράμμα διη‐ γεῖται ἐν τῷδε τῷ διαλόγῳ. | |
5 | Ὅτι ἀναιρῶν τοὺς εἱμαρμένην δοξάζοντάς φησιν· εἰ τὰς τῶν θνητῶν συμφορὰς καὶ κακοφροσύνας τὰ ἄστρα τεκταίνεται, περὶ τὰς ἀσελγείας καὶ τροπὰς τοῦ βίου ἀσχολούμενα ἄρα ἀθλιώτερα τῶν ἀνθρώπων ἐστίν, ὅτι οὐ μόνον αὐτὰ τῶν κακῶν ἐρῶσιν, ἀλλὰ καὶ τοὺς ἀν‐ | |
10 | θρώπους ἀναγκάζουσι ταῦτα πράττειν. Ἔτι εἰ πᾶσα πρᾶξις χωρὶς ἐπιθυμίας οὐ γίνεται, οὐδὲ μὴν ἐπιθυμία χωρὶς ἐνδείας, ἀνενδεὲς δὲ τὸ θεῖον, ἀνεννόητον ἄρα πονηρίας. Ἡ δὲ τῶν ἄστρων φύσις ἐγγυτέρω τέτακται Θεοῦ, κρείσσων οὖσα τῆς τῶν κρεισσόνων ἀνθρώπων | |
15 | ἀρετῆς· ἀνεννόητα κακίας ἄρα καὶ ἀνενδεῆ ἐστι τὰ ἄστρα. | |
16 | Ἔτι εἰ τὸ ἀνελεῖν τινα γένεσις ἐργάζεται, τοῦτο δὲ νόμος κωλύει, κολάζων τοὺς ἀλάστορας καὶ δι’ ἀπειλῆς ἀπείργων τὰ τῆς γενέσεως δόγματα, ἐναντίον ἄρα νόμος γενέσει· ὅσα μὲν γὰρ νόμος κωλύει, ταῦτα γέ‐ | |
20 | νεσις ὥρισεν, ὅσα δὲ γένεσις ποιεῖν βιάζεται, ταῦτα | |
νόμος κωλύει. Πολέμιον ἄρα γενέσει νόμος. Εἰ δὲ πο‐ λέμιον, οὐκ ἄρα κατὰ γένεσιν οἱ νομοθέται νομοθέται· τὰ γὰρ ἐναντία δογματίζοντες γενέσει γένεσιν λύουσιν. Ἤτοι οὖν γένεσίς ἐστι, καὶ οὐ χρὴ εἶναι νόμους, ἢ εἰσὶ νό‐ | 135 in vol. 5 | |
25 | μοι, καὶ οὐκ εἰσὶ κατὰ γένεσιν. Ἀλλὰ ἀμήχανον χωρὶς γενέσεως φῦναί τινί τινα καὶ διαπράξασθαί τι· οὐδὲ γὰρ τὸν δάκτυλον ἐξεῖναί φασι χωρὶς εἱμαρμένης κινῆσαι. Κατὰ γένεσιν ἄρα καὶ Μίνως καὶ Ῥαδάμανθυς καὶ Δρά‐ κων καὶ Λυκοῦργος καὶ Σόλων καὶ Ζάλευκος νομοθέται | |
30 | φύντες διετάξαντο τοὺς νόμους, ἀπαγορεύοντας κλοπάς, φόνους καὶ τὰ ὅμοια, ἃ κατὰ γένεσιν ἐπισυμβαίνειν δογματίζουσιν, ὅπερ ἀδύνατον· αὐτὴ γὰρ ἂν ὑφ’ ἑαυτῆς ἀνῃρεῖτο ἡ γένεσις, αὐτὴ ἑαυτὴν ἀκυροῦσα, καὶ ἐνταῦθα μὲν ἀπαγορευτικοὺς μοιχείας καὶ τῶν ἄλλων νόμους τι‐ | |
35 | θεμένη, ἐνταῦθα δὲ τοὺς νόμους καὶ τὰς μοιχείας ἐργα‐ ζομένη· οὐδὲν γὰρ ἀλλοκότον αὐτὸ ἑαυτοῦ μαχόμενον καὶ αὐτὸ ἑαυτὸ καταλύειν σπεῦδον. Οὐκ ἄρα γένεσις. Ὅτι, φησίν, ἡ κατὰ σωφροσύνην ἀρετὴ κρείσσων ἐστὶ τῆς κατὰ ἀκρασίαν κακίας, μαθεῖν ἔστι καὶ ἀπὸ | |
40 | βασιλέων, ἀπὸ ἀρχόντων, ἀπὸ στρατηγῶν, ἀπὸ τέκνων, ἀπὸ πολιτῶν, ἀπὸ οἰκετῶν, ἀπὸ παιδαγωγῶν. Ἕκαστος γὰρ τούτων ἑαυτῷ καὶ τῷ κοινῷ ὠφέλιμος γίνεται | |
Bibl.237312a | σωφρονῶν, ἀκολασταίνων δὲ ἑαυτῷ καὶ τῷ κοινῷ βλαβερός. Ὅτι φησὶν ὁ μὲν νόμος τύπος ἐστὶ καὶ σκιὰ τῆς εἰκόνος, τουτέστι τοῦ εὐαγγελίου, ἡ δὲ εἰκὼν τὸ εὐαγγέλιον | |
5 | αὐτῆς τῆς ἀληθείας τῆς ἐσομένης ἐν τῇ δευτέρᾳ τοῦ Κυρίου παρουσίᾳ. Ὅτι τὸ ἐν τῷ Λευϊτικῷ περὶ τῆς σκηνοπηγίας λε‐ γόμενον εἰς τὴν ἐν τῇ βʹ τοῦ Κυρίου παρουσίᾳ ἐσομένην | |
τῶν ἀνθρώπων ἀνάστασιν ἐκδέχεται, σκηνὴν ἑκάστου τὸ | 136 in vol. 5 | |
10 | οἰκεῖον τιθεὶς σῶμα, τὰς δὲ ἑπτὰ ἡμέρας εἰς τύπον τῶν ἑπτὰ αἰώνων, καὶ τὰ ἄλλα ἀναλόγως. Ὅτι ἀναγωγικῶς ἐκδέχεται τὸ εἰς τοὺς Κριτὰς εἰρη‐ μένον· «Πορευόμενα ἐπορεύοντο τὰ ξύλα τοῦ χρῖσαι ἐφ’ ἑαυτῶν βασιλέα, καὶ εἶπαν τῇ ἐλαίᾳ βασίλευσον ἐφ’ | |
15 | ἡμῶν· καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία· ἀφεῖσα τὴν πιότητά μου, ἣν ἐδόξασεν ὁ Θεὸς καὶ οἱ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων; Καὶ εἶπαν τὰ ξύλα πάντα τῇ συκῇ· δεῦρο σὺ βασίλευσον ἐφ’ ἡμῶν· καὶ εἶπεν αὐτοῖς ἡ συκῆ· ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γέννημά μου τὸ ἀγα‐ | |
20 | θὸν πορευθῶ ἄρχειν τῶν ξύλων; Καὶ εἶπαν τὰ ξύλα τῇ ἀμπέλῳ καὶ εἶπαν τῇ ῥάμνῳ» καὶ ἑξῆς. | |
21 | Φησὶ γάρ, ταῦτα δὲ ὅτι μὴ περὶ ξύλων ἐλέχθη, σαφές ἐστιν· ἀλλὰ περὶ ψυχῶν ἱστορεῖται ταῦτα, αἳ πρὸ τῆς ἐνανθρω‐ πήσεως τοῦ Χριστοῦ καθυλομανήσασαι τοῖς παραπτώ‐ | |
25 | μασι, προσίασιν, οἶκτον αὐτῶν ἀξιοῦσαι λαβεῖν τὸν Θεὸν καὶ βασιλεῦσαι τὸν ἔλεον ἐπ’ αὐτὰς ἤδη καὶ τὴν εὐ‐ σπλαγχνίαν, ἣν ἐλαίας τύπῳ παρέλαβεν ἡ Γραφή. Καὶ ἐπισκέψασθε μήποτε τὰς ἐπὶ τοῦ πρωτοπλάστου μέχρι τοῦ Χριστοῦ καθεξῆς ἡ Γραφὴ νομοθεσίας δηλοῖ, ὧν ὁ διά‐ | |
30 | βολος ἀντιμίμοις ἐξηπάτησε πλάσμασι τὸ ἀνθρώπων γένος. Τὴν μὲν οὖν συκῆν ἀπεικάζουσα τῇ κατὰ τὸν πα‐ ράδεισον δοθείσῃ τῷ ἀνθρώπῳ ἐντολῇ, ἐπειδὴ τὴν γύμνωσιν ἀπατηθεὶς οὗτος πετάλοις ἐπεκάλυψε συκῆς· τὴν δὲ ἄμπελον τῇ ἐπὶ τοῦ κατακλυσμοῦ τῷ Νῶε, διὰ | |
35 | τὸ οἴνῳ χλευασθέντα κοιμηθῆναι· τὴν δὲ ἐλαίαν τῇ κατὰ τὴν ἔρημον τῷ Μωσεῖ, ἐπειδὴ τὸ χρίσμα τὸ προφητικόν, τὸ ἔλαιον τὸ ἅγιον, ἀνομησάντων αὐτῶν ἐκλελοίπει τῆς κληρονομίας· τὴν δὲ ῥάμνον τῇ ἐπὶ τῇ | |
σωτηρίᾳ τοῦ κόσμου τοῖς Ἀποστόλοις, ἐπειδήπερ δι’ | 137 in vol. 5 | |
40 | αὐτῶν ἐδιδάχθημεν ἁγνείαν, ἧς ἀπατηλὸν μόνης εἴ‐ δωλον ὁ διάβολος οὐκ ἴσχυσε σκευάσαι. Καὶ διὰ τοῦτο | |
Bibl.237312b | καὶ εὐαγγέλια τέσσαρα παραδέδοται, τετράκις εὐαγγελισαμένου τοῦ Θεοῦ τὴν ἀνθρωπότητα καὶ παιδαγω‐ γήσαντος τέτρασι νόμοις, ὧν οἱ καιροὶ σαφῶς ἀπὸ τῆς διαφορότητος δηλοῦνται τῶν καρπῶν. Ἡ μὲν γὰρ συκῆ | |
5 | διὰ τὴν γλυκασίαν καὶ τὴν τρυφὴν τὴν πρὸ τῆς παρα‐ βάσεως τοῦ ἀνθρώπου παρίστησι γεγενημένην· ἔστι γὰρ ὅτε τῆς συκῆς ὁ καρπὸς τῇ γραφῇ ἐπὶ τὸ κρεῖττον ἐκλαμ‐ βάνεται. Ἡ δὲ ἄμπελος διὰ τὴν ἱλαρότητα τὴν ἐκ τοῦ οἴνου καὶ τὴν εὐφροσύνην τῶν περισωθέντων τῆς ὀργῆς | |
10 | καὶ τοῦ κατακλυσμοῦ, τὴν ἀπὸ τοῦ φόβου καὶ τῆς φροντίδος τὴν εἰς τὴν χαρὰν αὐτῶν μεταβολὴν αἰνίσσεται. Ἡ δὲ ἐλαία διὰ τὸν καρπὸν τοῦ ἐλαίου τὴν εὐσπλαγχνίαν τοῦ Θεοῦ μηνύει, πάλιν ἀνεξικακήσαντος τοῦ Θεοῦ μετὰ τὸν κα‐ τακλυσμόν, τῶν ἀνθρώπων ἐκτραπέντων εἰς ἀθεότητα, | |
15 | δοῦναι νόμον καὶ ἐμφανισθῆναί τισιν. Ἡ δὲ ῥάμνος τὴν ἁγνείαν συνίστησι· τὸ γὰρ αὐτὸ δένδρον ῥάμνος καὶ ἄγνος ἐστί, καὶ τάχα διὰ τὸ συγγενὲς τὸ φυτὸν τοῦτο τῇ παρ‐ θενίᾳ ταύτῃ ῥάμνος καὶ ἄγνος προσηγορεύθη, ῥάμνος μὲν παρὰ τὸ στερέμνιον καὶ καρτερὸν πρὸς τὰς ἡδονάς, | |
20 | ἄγνος δὲ παρὰ τὸ διὰ παντὸς ἁγνεύειν. Ὅθεν καὶ τὸν Ἠλίαν, ἐκ προσώπου τῆς Ἰεζάβελ γυναικὸς φεύγον‐ τα, λόγος ὑπὸ ῥάμνον ἐλθεῖν πρῶτον, καὶ εἰσακουσθῆ‐ ναι καὶ λαβεῖν τροφήν, ὅτι τῶν φευγόντων τὸν οἶ‐ στρον καὶ τὴν γυναῖκα καὶ τὴν ἡδονὴν τὸ καταγώγιον | |
25 | καὶ ἡ σκέπη τὸ τῆς ἁγνείας ἐβλάστησε ξύλον, ἀπὸ τῆς παρουσίας τοῦ ἀρχιπαρθένου Χριστοῦ βασιλεῦσαν τῶν ἀνθρώπων. | |
27 | Ταύτην γὰρ μόνην τὴν τῆς ἁγνείας βασι‐ | |
λείαν ἀπὸ τῆς τοῦ Χριστοῦ παρουσίας ἀμεταμελητὶ προσήκαντο οἱ ἄνθρωποι, ἑκάστης τῶν προδεδομένων | 138 in vol. 5 | |
30 | αὐτοῖς ἐντολῶν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας κατὰ τά‐ χος βασιλείας ἑαυτοὺς ἀφηνιάζοντες, καὶ τῇ ἀντιμίμῳ μᾶλλον πειθαρχεῖν καὶ ὑπ’ αὐτῆς βασιλεύεσθαι προαι‐ ρούμενοι, εἰ καὶ μεταμελόμενοι πολλάκις ἐπεζήτουν πάλιν τὴν πρὸς Θεοῦ δεδομένην αὐτοῖς βασιλικωτά‐ | |
35 | την ἐντολὴν καὶ ἀνακαινισμὸν τῶν διαφθαρέντων αὐ‐ τῶν ἐκ κακίας ψυχικῶν κατορθωμάτων. Παραδιδό‐ μενοι γὰρ εἰς χεῖρας ἐχθρῶν καὶ πάθη ἀτιμίας, ἐπε‐ ζήτουν βασιλεύεσθαι τῇ ἐντολῇ καὶ τοῖς προστάγμασι τοῦ Θεοῦ, ἵνα γένηται αὐτοῖς λύσις τῶν πολυπλόκων | |
40 | συμφορῶν καὶ ἀπαλλαγὴ τῶν κακῶν. Αἱ δὲ διὰ τὸ προσόζειν αὐτῶν καὶ ἀνιάτως ἔχειν τοὺς τῆς ψυχῆς | |
Bibl.237313a | μώλωπας οὐκ ἐβούλοντο, βασιλεύειν αὐτῶν, μέ‐ χρις ὁ Θεὸς τέταρτον κατελεήσας τὸν ἄνθρωπον τὴν ἁγ‐ νείαν ἀπέστειλε βασιλεῦσαι, ἣν ῥάμνον ἀκολούθως ἐκάλε‐ σεν ἡ Γραφή· ἥτις καταναλώσασα τὰς ἡδονάς, καὶ ἀπει‐ | |
5 | λήσασα λοιπόν, εἰ μὴ αὐτῇ πείθοιντο πάντες καὶ ἐν ἀληθείᾳ προσέρχοιντο, πυρὶ καταδαπανῆσαι πάντας· οὐκέτι γὰρ μετὰ ταύτην ἔσεσθαι νόμον ἢ διδασκαλίαν ἑτέραν, ἀλλὰ καὶ κρίσιν καὶ πῦρ· καὶ διὰ τοῦτο λοιπὸν ἀπεντεῦθεν δικαιοπραγεῖν ὁ ἄνθρωπος ἤρξατο καὶ | |
10 | πιστεύειν βεβαίως τῷ Θεῷ καὶ ἀποσχίζεσθαι τοῦ διαβόλου. Ὅτι σημειωτέον ὡς οὗτος ὁ διάλογος ᾧ ἐπιγραφὴ Συμπόσιον ἢ Περὶ ἁγνείας παρὰ πολύ ἐστι νενοθευμέ‐ νος· εὑρήσεις γὰρ ἐν αὐτῷ παρεμβεβλημένας καὶ ἀρεια‐ νικὰς δοξοκοπίας καὶ ἑτέρων τινῶν κακοδοξούντων | |
15 | μυθολογήματα. Ὅτι σημειωτέον τί ποτέ ἐστι τὸ κατ’ εἰκόνα, ὃ μόνος | |
ἐσχηκέναι λέγεται ἄνθρωπος τῶν ὑπὸ Θεοῦ γεγενημένων. Οὐδὲ γὰρ ἂν εὕροι τις ἐπ’ ἀνθρώπου τι τῶν τιμίων, οὗ μὴ Ἀγγέλων μετέσχε φύσις· οὔτε γὰρ τὸ ἀθάνατον, καὶ γὰρ καὶ | 139 in vol. 5 | |
20 | Ἀγγέλοις, οὔτε τὸ αὐτεξούσιον· εἰ γὰρ ὅτι Ἀγγέλοις κατὰ τὸν θεολόγον ἐπὶ τὸ ἀγαθὸν μᾶλλον ἡ ῥοπή, κατὰ τοῦτο ὅρα ὅτι μηδ’ ὅλως δυνατὸν τὸ κατ’ εἰκόνα τοῦτο ἐννοεῖν. Εἰ δὲ τὸ ἀρχικὸν λέγεις (ἄρχειν γὰρ τῶν ἰχθύων καὶ τῶν ἄλλων ὁ ἄνθρωπος πρὸς Θεοῦ ἠξίωται ἐν τῇ | |
25 | τῆς κοσμογενείας ξυγγραφῇ), οὐδ’ οὕτως ἀλλοτριώσεις τὸν Ἄγγελον· ἄρχειν γὰρ τῶν Ἀγγέλων τοὺς πλείους ἔθνους καὶ φυλῆς παρὰ τῆς γραφῆς ἰδίως δεδιδάγμεθα. Εἰ δ’ ὅτι μὴ χειροήθεις αὑτοῖς τοὺς ἀρχομένους τελοῦσι τὴν διαφορὰν εἰσάγεις, καθάπερ ἐκεῖνοι τὰ πολλὰ τῶν | |
30 | ζῴων, οὐδὲν πρὸς τῷ γέλωτι κομπάζεις· οὐδὲ γὰρ οὗ εἰκόνα φέρειν ὁ ἄνθρωπος λέγεται, χειροήθεις τοὺς ἀρχομένους (ἄπαγε) δεικνύει. | |
32 | Τί οὖν ἐστι τὸ κατ’ εἰκόνα; Ὅσοι γὰρ τὴν τοῦ σωματικοῦ σχήματος εὐπρέπειαν ἐρραψῴδησαν, πρὸς τοῖς μυρίοις ἐλέγχοις, οὐδὲ τῆς πρὸς τὸν Ἄγγελον | |
35 | κοινωνίας κατὰ τοῦτο, ὅπερ ἐστὶ τὸ ζητούμενον, τὸν ἄν‐ θρωπον ἠλευθέρωσαν· ἀνθρωπόμορφον γὰρ αἱ θεῖαι Γραφαὶ τοὺς Ἀγγέλους ἡμῖν ἐνδεδύσθαι σχῆμα ὑπετύπω‐ σαν. Εἰ δὲ τὸ δημιουργικὸν καὶ πρακτικὸν εἰς ὕπαρξιν τὸ κατ’ εἰκόνα φυλάσσειν ἔχεις ἐπ’ ἀνθρώπου (δημιουργεῖ | |
40 | γὰρ Θεὸς τὸ πᾶν, ἀφράστως καὶ ἀνεπινοήτως προάγων τὰ μὴ ὄντα, ἀλλὰ καὶ ἄνθρωπος ἐνίοτε μὲν ἐκ τῆς | |
Bibl.237313b | ἰδίας οὐσίας καὶ φύσεως σπορᾶς καταβολῇ ὅμοιον ἄνθρωπον γεωργῶν, ἐνίοτε δὲ τέχνῃ πολλὰ τῶν τεχνη‐ τῶν δημιουργῶν, εἰ καὶ μὴ ἐκ τοῦ μηδαμῇ | |
ὄντος), ἀλλὰ καὶ τοῦτο τὸ πιθανὸν ἔχον ῥᾳδίως ἐλέγχεται. | 140 in vol. 5 | |
5 | Οἵ τε γὰρ μονάζοντες, καὶ διὰ τὸ δοκεῖν φυλάσσειν τὸ κατ’ εἰκόνα παντὸς ἀνθρωπίνου τεχνήματος ἢ τεχνάσματος ἀνωτέρω ἑαυτοὺς ἐργασάμενοι, ἄθλιοι ἂν φανεῖεν, τὸ κατ’ εἰκόνα δι’ αὐτὸ ἐκεῖνο ἀπολέσαντες. Τί οὖν τὸ κατ’ εἰκόνα; Ἡ τῶν ἀρετῶν δι’ ἐπιμελείας | |
10 | κτῆσις· Ἄγγελοι μὲν γὰρ ἔχειν ἀρετήν, ἀλλ’ οὐ τὴν δι’ ἐπιμελείας καὶ κόπου, ὅτι μὴ μεθέλκονται ὑπὸ κακίας, δοξάζονται. Ἀλλ’ εἰ καὶ τοῦτο συγχωρηθείη, ἄκοπον ἀρετῶν κτῆσιν τοῖς Ἀγγέλοις ἀποκεκληρῶσθαι, ἢ καὶ οὗτοι τὸ κατ’ εἰκόνα τῷ ἀκόπως ἔχειν Θεῷ μᾶλλον πλησιά‐ | |
15 | ζοντες ἕξουσιν, ἢ εἰ μὴ οὗτοι, πολλῷ μᾶλλον οὐδ’ ὁ ἄν‐ θρωπος, ὅτι μετὰ ταύτης ἢ πρὸ ταύτης τὴν κτῆσιν πολ‐ λῶν ταράχων καὶ πόνων ἐμπιμπλάμενος ταύτην ἐκδέχεται. | |
Bibl.238313b(19) | Ἀνεγνώσθη Ἰωσήπου ἡ ἀρχαιολογία· ἧς ἡ ἐκλο‐ | |
20 | γὴ ὅσα τε ἱστορεῖ περὶ Ἡρώδην καταλέγει, τήν τε ἀνοι‐ κοδομὴν τοῦ ναοῦ, ὅπως τε τὴν Ἰουδαϊκὴν ὑπεισῆλθε βα‐ σιλείαν, καὶ ὅπως αὐτοῦ τὴν ἀρχὴν οἱ ἐκ γένους διεδέ‐ ξαντο, ὅπως τε αὕτη εἰς ἀριστοκρατίαν καταλέλυται, τὴν προστασίαν τοῦ ἔθνους τῶν ἀρχιερέων ἀναδεξαμένων, καὶ | |
25 | ὅσα ἄλλα τούτοις συνδιαπλέκεται. Ὅτι Ἰώσηπος πρὸς τῷ τέλει τῆς ιεʹ κατὰ τὴν ἀρ‐ χαιολογίαν ἱστορίας, ὀκτωκαιδέκατον ἔτος τῆς βασιλείας Ἡρώδην ἀνύοντα τὸν ἐν Ἱεροσολύμοις νεών, ὃν ἔκτισε Σολομὼν ὁ βασιλεύς, καταστραφέντα δὲ πάλιν οἱ ἐκ | |
30 | Βαβυλῶνος ἀναχθέντες αἰχμάλωτοι Δαρείου τοῦ Περ‐ σῶν βασιλέως συναραμένου αὐτοῖς ἀνέστησαν ἐν ϛʹ ἔτεσι καὶ μʹ, τοῦτόν φησι τὸν περιώνυμον νεὼν μετὰ ἔτη ἑξα‐ | |
κόσια, ἀνελόντα μὲν τοὺς ἀρχαίους θεμελίους, ἑτέρους δὲ καταβαλόντα ἐπ’ αὐτῶν τὸν Ἡρώδην διπλάσιον τοῦ | 141 in vol. 5 | |
35 | προτέρου ἀναστῆσαι. Λείπεσθαι γὰρ τὸν ὑπὸ τῶν αἰχμα‐ λώτων τοῦ Σολομωντείου μέτροις κατὰ τὸ ὕψος τισίν. Εἶχε δὲ ὁ Ἡρώδου νεὼς μῆκος μὲν πήχεις ρʹ, ὕψος δὲ κʹ περιττοῖς, οὓς καὶ ὑπέβη τῷ χρόνῳ τῶν θεμελίων συνιζησάντων· ὃ καὶ κατὰ τοὺς Νέρωνος καιροὺς Ἰουδαῖοι | |
40 | ἐγνώκεισαν ἐπεγείρειν. Οἰκοδομηθῆναι δ’ Ἡρώδῃ τὸν ναὸν Ἰώσηπός φησιν ἐνιαυτῷ ἑνὶ καὶ μησὶν ἕξ, τὸν δὲ | |
Bibl.238314a | περὶ τὸν νεὼν οἶκον καὶ περίβολον ἔτεσιν ὅλοις ηʹ. Λίθους δ’, ἐξ ὧν ἠγείρετο ὁ νεώς, λευκοὺς μὲν εἶναι καὶ κραταιούς, ἔχειν δ’ ἕκαστον αὐτῶν μήκους μὲν πήχεις κʹ καὶ εʹ, ὕψους δὲ ηʹ καὶ εὔρους περὶ ιβʹ. Τελεσθῆναι | |
5 | δὲ τὸ ἔργον φησὶν ἐπινοίᾳ τοιαύτῃ. Ἡρώδῃ πολλή τις ἐγένετο περὶ τὸ ἔργον φιλοτιμία· ἀγείρει οὖν πρότερον ἅπασαν ὕλην, καὶ χίλιαι αὐτῷ ἅμαξαι λίθους ἄγειν εὐτρεπεῖς ἦσαν, ἐργάται δὲ ἄλλοι μὲν μύριοι, τῶν δὲ ἱερέων, οἳ τῶν ἀδύτων ἔργων ἔμελλον ἅπτεσθαι, χίλιοι· | |
10 | τοσούτους γὰρ οἰκοδομεῖν καὶ ξυλουργεῖν ἐξεπαίδευσεν, ἱερατικὰς αὐτοῖς ἅπασιν ὠνησάμενος στολάς. Καὶ ἥδε ἡ παρασκευὴ θᾶττον μὲν ἐλπίδος εἰς πέρας τὸ βούλημα ἤγαγε, μεγάλας δὲ καὶ πολλὰς ἀπὸ τοῦ πλήθους τὰς εὐχα‐ ριστίας ἐν τοῖς ἄλλοις ἅπασιν ἀχθομένου Ἡρώδῃ προὐξέ‐ | |
15 | νησε. Θύει δ’ Ἡρώδης ἅμα τοῦ συντελέσαι τὸν νεὼν βοῦς τριακοσίας· τῶν δ’ ἄλλων Ἰουδαίων ὅσα θύσειαν, οὐδ’ ἐγένετο λαβεῖν ἀριθμῷ. Οὗτος Ἡρώδης ἐστὶν ὁ Ἀντιπάτρου τοῦ Ἰδουμαίου καὶ τῆς Ἀραβίσσης (Κύπρις δ’ ὄνομα αὐτῇ) παῖς, ἐφ’ οὗ | |
20 | καὶ Χριστὸς ὁ Θεὸς ἡμῶν ἐπὶ σωτηρίᾳ τοῦ ἡμετέρου γέ‐ | |
νους παρθενικῆς ἀποτίκτεται μήτρας· καθ’ οὗ καὶ μανεὶς Ἡρώδης τοῦ μὲν δεσπότου διήμαρτε, φονεὺς δὲ πολ‐ λῶν νηπίων γίνεται. | 142 in vol. 5 | |
23 | Εἰς ὠμότητα δὲ καὶ μιαιφονίαν πάντας ὅσοι τύραννοι ὑπερβαλέσθαι ἱστόρηται. Καὶ γυναι‐ | |
25 | κὸς δὲ τῆς Μαριάμμης (θυγάτηρ δ’ ἦν αὕτη Ἀλε‐ ξάνδρας τῆς Ὑρκανοῦ τοῦ ἀρχιερέως παιδός, ὥρᾳ σώματος οὐδενὶ χρόνῳ λείπουσα δεῖξαι ταύτης ἐφά‐ μιλλον), ταύτης οὖν καὶ δύο τῶν ἐξ αὐτῆς αὐτῷ γεν‐ νηθέντων παίδων, Ἀριστοβούλου καὶ Ἀλεξάνδρου, οἳ | |
30 | κάλλει τε καὶ λόγων ἀσκήσει καὶ χειρῶν ἔργοις οὐδὲν ἧττον ἢ ὅτι βασιλέως ἦσαν παῖδες ἀνὰ πάντων ἐφέ‐ ροντο στόμασι, τούτων συμπάντων διαβολαῖς Ἀντι‐ πάτρου μανεὶς δήμιος γίνεται, πρῶτον μὲν τῆς γαμετῆς, εἶτα καὶ τῶν παίδων, καὶ τελευταῖον Ἀντιπάτρου καὶ | |
35 | αὐτοῦ, παιδὸς ἐκ προτέρας γυναικός. Νόσῳ δὲ πικρᾷ παραδοθείς (ἕλκωσις γὰρ ἐντέρων εἶχε τὸν δύστηνον ὄρθιόν τε ἆσθμα καὶ ποδῶν λευκοῦ φλέγματος οἴδημα, δειναί τε τοῦ κώλου ἀλγηδόνες, καὶ αἰδοίου σῆψις σκώ‐ ληκας ἐμποιοῦσα, καὶ μυρία ἄλλα) μετὰ πέμπτην δ’ | |
40 | ἡμέραν τῆς Ἀντιπάτρου σφαγῆς τοῦ παιδὸς καὶ αὐ‐ τὸς τὸν βίον κατέστρεψε, διαβιοὺς μὲν ἔτη σύμπαντα οʹ, | |
Bibl.238314b | βασιλεύσας δ’ ἐξ αὐτῶν ζʹ καὶ λʹ. Βασιλεύει δ’ οὗτος παρανόμως τε καὶ παρ’ ἐλπίδας καὶ αὐτοῦ ἐκεί‐ νου, σπουδῇ μὲν Ἀντωνίου τοῦ στρατηγοῦ Ῥωμαίων, χρήμασιν ὑπερητοῦντος, καὶ Αὐγούστου καταινέσει, | |
5 | ψήφῳ δὲ πρὸς ἀφοσίωσιν καὶ τῆς βουλῆς Ῥωμαίων. Ὅτι Ἡρώδου τοῦδε, τοῦ πρώτου ἐξ ἀλλοφύλων παρὰ τοὺς νόμους βασιλεύσαντος Ἰουδαίων, τούτου πατὴρ ἦν Ἰδουμαῖος γένος ἐξ Ἀσκάλωνος πόλεως, παῖς Ἀντίπα, Ἀντίπας καὶ αὐτὸς ἐπικαλούμενος πρότερον, Ἀντίπατρος | |
10 | δ’ ἔπειτα. Οὗτος πολλῶν μὲν χρημάτων εὐπορῶν, δρα‐ στήριος δὲ τὴν φύσιν ὢν καὶ στασιαστής, Ὑρκανῷ τῷ Ἰουδαίων ἀρχιερεῖ δι’ εὐνοίας ἐτύγχανεν, Ἀριστο‐ βούλῳ δὲ τἀδελφῷ Ὑρκανοῦ διάφορος· διὸ πείθει Ὑρ‐ κανόν, πολλάκις ἐνοχλήσας, τὴν βασιλείαν πάλιν ἀνα‐ | 143 in vol. 5 |
15 | ζητεῖν ἅπασι τρόποις, ἣν ἐκείνου συγχωρήσαντος ἀφε‐ λόμενος Ἀριστόβουλος εἶχεν ὁ ἀδελφός. | |
16 | Αὕτη τῶν ἀδελ‐ φῶν ἡ στάσις μεγάλη κακῶν αἰτία αὐτοῖς τε καὶ γέ‐ νει καὶ τῷ Ἰουδαίων ἔθνει κατέστη, καὶ τῆς εἰς ἀλλο‐ φύλους τῆς βασιλείας μεταπτώσεως. Ἐν τῇ στάσει ταύτῃ | |
20 | πολλὰ φαίνεται Ἀντίπατρος ὑπὲρ Ὑρκανοῦ κατ’ Ἀρι‐ στοβούλου πράξας. Τέλος δ’ Ἀριστόβουλος μὲν εἰς Ῥώ‐ μην ἅμα παισὶν αἰχμάλωτος ἄγεται, ἐκεῖθεν δὲ φυγὼν πάλιν εἰς τὰ περὶ τὴν Ἰουδαίαν παραγίνεται, πάλιν τε πολιορκηθεὶς ὑπὸ Ῥωμαίων ἅμα τῷ παιδὶ Ἀντιγόνῳ | |
25 | (οὗτος γὰρ ἔτυχεν ἐκ Ῥώμης τῷ πατρὶ συμφυγών), ἁλίσκεται καὶ εἰς Ῥώμην ἀναπέμπεται, καὶ δεθεὶς κα‐ τείχετο, βασιλεύσας μὲν καὶ ἀρχιερατεύσας ἔτη γʹ μῆνας ϛʹ, λαμπρὸς δὲ καὶ μεγαλόψυχος ἐν τῇ ἀρχῇ γεγονώς. | |
29 | Ὑρκανῷ δ’ ἡ μὲν ἀρχιερωσύνη δίδοται, | |
30 | οὐκέτι δ’ ἡ βασιλεία· ἀλλ’ ἦν τὸ ἔθνος αὐτονομού‐ μενον, ἐθνάρχης ὅμως δ’ ἀντὶ βασιλέως τῆς δεδο‐ μένης αὐτῷ ἐξουσίας εἶχεν ὄνομα. Ἀντιπάτρῳ δ’ Ὑρ‐ κανοῦ ἀρχιερατεύοντος ἐπὶ πλεῖστον τὰ τῆς δυναστείας ηὔξετο. Ῥωμαίων τε γὰρ τοῖς στρατηγοῖς κατὰ τῶν ἀν‐ | |
35 | θισταμένων συνεμάχει, καὶ τὸ Ἰουδαίων διὰ χειρός, τῇ ἀπραγμοσύνῃ καὶ τῷ συγκεχωρηκότι Ὑρκανῷ, αὐ‐ τὸς εἶχε πράγματα. Ἀριστόβουλον δὲ Ἰούλιος ὁ Καῖ‐ | |
σαρ, λύσας τῶν δεσμῶν, εἰς Συρίαν κατὰ τῶν Πομ‐ πηΐου πέμπειν ἐγνώκει. Ἀλλ’ αὐτὸν φθάσαντες οἱ τὰ | 144 in vol. 5 | |
40 | Πομπηΐου φρονοῦντες φαρμάκῳ φθείρουσι. Καὶ Σκιπίων δ’ ἐπιστείλαντος αὐτῷ Πομπηΐου τὸν Ἀριστοβούλου παῖδα | |
Bibl.238315a | Ἀλέξανδρον ἐπικαλοῦντος ἃ πρότερον εἰς Ῥω‐ μαίους ἁμάρτοι, πελέκει διεχρήσατο. Ἀποδείκνυται δὲ ὑπὸ Ἰουλίου Καίσαρος Ἀντίπατρος μετὰ τὴν κατὰ Πομπηΐου νίκην καὶ ἐπίτροπος Ἰου‐ | |
5 | δαίας. Ὃς ἐπὶ ταύτην παραγεγονὼς Φασαήλῳ μὲν τῷ παιδὶ Ἱεροσολυμιτῶν καὶ τῶν πέριξ τὴν στρατηγίδα ἀρχὴν δίδωσι, τὸν δὲ μετ’ αὐτὸν Ἡρώδην νέον ὄντα κομιδῇ (πεντεκαίδεκα γὰρ αὐτῷ ἀπὸ γενέσεως ἔτη ἦν) τῆς Γαλιλαίας ἀποφαίνει ἐπίτροπον, οὐδὲν ὑπὸ τῆς | |
10 | νεότητος τὸ μὴ οὐχὶ τὸ δεινὸν αὐτοῦ καὶ γενναῖον ἐκ‐ φῆναι κωλυόμενον. Καὶ ταῦτα πράττων Ἀντίπατρος, καὶ θαυμαζόμενος οὐδὲν ἧττον ὑπὸ τοῦ ἔθνους ἢ κατὰ βασιλέα, ὅμως τῆς πρὸς Ὑρκανὸν τὸν ἀρχιερέα εὐ‐ νοίας καὶ πίστεως οὐδὲν ὅλως ἡλλοίωσεν. Ἀναιρεῖται δ’ | |
15 | Ἀντίπατρος, εὔρουν καὶ λαμπρὸν διὰ παντὸς ἀνα‐ φαίνων βίον, ἐξ ἐπιβουλῆς φαρμάκῳ, Μαλίχου τὸν οἰνοχόον χρήμασι πείσαντος στάξαι τῷ πόματι τοῦ φαρμάκου· Μάλιχος δ’ οὗτος Ἰουδαῖος μὲν ἦν, δει‐ νὸς δὲ δόλον ῥάψαι καὶ δοθείσης ὑπονοίας ὅρκοις | |
20 | τὴν ὑπόνοιαν θεραπεῦσαι καὶ ὑποκρίσει φιλίας. Ἀλλ’ οὐδὲν ἧττον, ὡς ἔοικεν, Ἡρώδῃ τοιαῦτα μηχανᾶσθαι φύσιν λαχόντι ἢ καὶ δεινοτέρῳ περιτυχών, δίκην εἰσ‐ πραττομένῳ τοῦ πατρῴου φόνου, ξιφιδίοις κατακεντού‐ μενος κτίννυται. | |
25 | Ἀντίγονος δ’ ὁ Ἀριστοβούλου παῖς, Φαβίου χρήμασι θεραπευθέντος, καὶ Πτολεμαίου τοῦ Μεναίου διὰ τὸ | |
κήδευμα (ἀδελφὴ γὰρ αὐτοῦ ἐγεγάμητο) συλλαμβανο‐ μένου καὶ ἑτέρων τινῶν, ἐπεχείρησε κατάγεσθαι ἐπὶ Ἰου‐ δαίαν. Ἀλλ’ Ἡρώδης μάχῃ συμπλακεὶς νικᾷ καὶ τῆς | 145 in vol. 5 | |
30 | Ἰουδαίων γῆς ἀπελαύνει, καὶ ὑπὸ Ἱεροσολύμων καὶ αὐτοῦ Ὑρκανοῦ λαμπρῶς ἐπὶ τῇ νίκῃ ἐδέχθη παρα‐ γεγονώς. Καὶ Ἀντώνιος χρήμασιν, ὁ Ῥωμαίων στρατη‐ γός, Ἡρώδῃ καὶ τῷ ἀδελφῷ Φασαήλῳ τὰς τῶν Ἰου‐ δαίων τετραρχίας δίδωσιν, οὐδὲν πρὸς ταῦτα δυσχε‐ | |
35 | ραίνοντος Ὑρκανοῦ. Τοῦ δὲ πλήθους τῶν περὶ Ἡρώδην κατηγορούντων οὐδὲν πλέον πλὴν τοῦ τιμωρίαν ὑπέχειν ἀντὶ τοῦ λαβεῖν ὧν ἐπεκάλουν ἐγίνετο διὰ τὸ χρήμα‐ σιν Ἀντώνιον διεφθάρθαι καὶ Ὑρκανὸν τοῖς περὶ Ἡρώ‐ δην τίθεσθαι· ἤδη γὰρ καὶ τὴν τῆς θυγατρὸς αὐτοῦ παῖδα | |
40 | Μαριάμμην Ἡρώδης ἐγγεγύητο. Πτολεμαίου δὲ τοῦ Μεναίου τὸν βίον λιπόντος ὁ παῖς λαμβάνει τὴν ἀρχὴν Λυσανίας. Καὶ Πάκορος δὲ | |
Bibl.238315b | ὁ βασιλέως παῖς καὶ Βαζαφαρμάνης σατράπης Πάρθος κατέσχον τὴν Συρίαν. Λυσανίας δὲ τὸν σατρά‐ πην ἔχων σὺν αὑτῷ ποιεῖται πρὸς Ἀντίγονον τὸν Ἀριστοβούλου φιλίαν· καὶ Ἀντίγονος ὑπισχνεῖται Πάρ‐ | |
5 | θοις χίλια τάλαντα δώσειν καὶ πεντακοσίας γυναῖκας, εἰ τὴν πατρῴαν ἀρχὴν αὐτῷ δώσουσιν Ὑρκανὸν ἀφε‐ λόμενοι καὶ τοὺς περὶ Ἡρώδην ἀνέλοιεν. Διὸ Πάκορος καὶ Βαζαφαρμάνης κατάγουσιν Ἀντίγονον, καὶ πολέμου αὐτοῖς ὑπὸ τῶν περὶ Ἡρώδην συστάντος πολλοὶ ἀφ’ | |
10 | ἑκατέρων κτείνονται, εὐδοκιμοῦντος μάλιστα τοῖς πόνοις Ἡρώδου. Τέλος Ὑρκανὸς καὶ Φασάηλος δόλῳ συλ‐ λαμβάνεται ὑπὸ Πάρθων· καὶ ὁ μὲν Φασάηλος τῶν ἐχθρῶν προφθάσας τὴν σφαγήν, πέτρᾳ τὴν κεφαλὴν προσαράξας ἔξεισι τοῦ βίου, Ὑρκανὸς δὲ δέσμιος εἴ‐ | |
15 | χετο. Καὶ οἱ Παρθοὶ λοιπὸν τὰ Ἱεροσόλυμα λαβόν‐ τες, μόλις αὐτοὺς Ἡρώδου δεινότητι γνώμης καὶ τάχει τοῦ προμηθοῦς καὶ χειρῶν ἀρετῇ γενναίᾳ διαφυ‐ γόντος, τὰ τῶν Ἱεροσολυμιτῶν διήρπαζον χρήματα πλὴν τῶν Ὑρκανοῦ (πʹ δ’ ἦν τάλαντα) καὶ οὕτως εἰς | 146 in vol. 5 |
20 | τὴν πατρῴαν ἀρχὴν Ἀντίγονον ἐγκαθιστῶσιν. Ἀντί‐ γονος δ’ Ὑρκανοῦ τοῦ θείου ὑπὲρ τοῦ μὴ πάλιν ἀναλα‐ βεῖν τὴν ἱερωσύνην (τὸ γὰρ σεσινωμένον κατά τι τοῦ σώματος μέρος ἀπείρηται Ἰουδαίοις ἱερᾶσθαι) περιτέμνει τὰ ὦτα, καὶ Πάρθοις ἄγειν σὺν αὐτοῖς δίδωσιν. | |
25 | Ἡρώδης δ’ οὐδαμῶς ἠρέμει, ἀλλὰ πρῶτον μὲν εἰς Μάλιχον τὸν Ἀράβων ἀπῄει βασιλέα, ἐπικουρίαν κατὰ πατρῴαν φιλίαν ἐλπίδας ἔχων εὑρεῖν· ἀποτυχὼν δ’ ἐπὶ Βρεντήσιον πρὸς Ἀντώνιον τὸν Ῥωμαίων στρατη‐ γόν, κἀκεῖθεν εἰς Ῥώμην σὺν αὐτῷ ἀνάγεται, ἀπολο‐ | |
30 | φυράμενος τὰ συνενεχθέντα καὶ τὸν τἀδελφοῦ θάνα‐ τον. Ἐποιεῖτο δὲ γνώμην τῷ τῆς γαμετῆς ἀδελφῷ, Ὑρκανοῦ δὲ θυγατρὸς παιδί, εἴ πως δύναιτο, τὴν βασιλείαν καταπράξασθαι· αὐτῷ γὰρ ἀνέλπιστον ἦν παν‐ τάπασιν ταύτην περιελθεῖν ἀλλοφύλῳ ὄντι. Ἀλλ’ Ἀν‐ | |
35 | τώνιος καὶ Αὔγουστος, σύμψηφον λαβόντες τὴν βου‐ λήν, καὶ βασιλέα Ἰουδαίων ἀποφαίνουσι, καὶ κατὰ Ἀντι‐ γόνου πολλάκις αὐτῷ συμμαχήσαντες μετὰ πολλὰς σφα‐ γὰς καὶ πολέμους Ἀντίγονον μὲν αἰχμάλωτον ἄγουσι, Σοσ‐ σίου στρατηγοῦ Ῥωμαίων τέλος τοῦτο τοῖς πολέμοις ἐπιθε‐ | |
40 | μένου, αὐτῷ δὲ τὰ τῆς ἀρχῆς ἐπὶ μᾶλλον κρατύνουσιν. Ἀντώνιος δὲ ὁ στρατηγὸς λαβὼν αἰχμάλωτον τὸν Ἀν‐ τίγονον δέσμιον ἔγνω μέχρι τοῦ θριάμβου φυλάττειν· | |
Bibl.238316a | μαθὼν δὲ νεωτερίζειν τὸ Ἰουδαίων ἔθνος ἐκ τοῦ πρὸς Ἡρώδην μίσους, τοῦτον ἐν Ἀντιοχείᾳ ἐπελέκισεν. | |
Ὑρκανὸς δ’ ἐπεὶ Ἡρώδην βασιλεύειν ἤκουσεν, ἐδεήθη Φραάτου βασιλέως, καὶ συνδεηθέντος Ἡρώδου ἀφίε‐ | 147 in vol. 5 | |
5 | ται εἰς τὴν πατρίδα, πολλῶν ἐλπίσας παρὰ Ἡρώδῃ τυχεῖν. Ἡρώδης δὲ σχήματα μὲν εὐνοίας καὶ τιμῆς τῆς πρωτευούσης πολλὰ εἰς αὐτὸν ἐδείκνυ, ἐν ὑστέρῳ δὲ δια‐ βολὰς ἐπενεγκὼν δωροδοκίας καὶ τῆς πρὸς Ἄραβας προδοσίας ἀνεῖλεν ἄνδρα ὑπὲρ τὰ πʹ ἔτη ἐνιαυτῷ ἑνὶ | |
10 | μετὰ πολλῆς καὶ ἀφάτου τῆς ἐπιεικείας καὶ ἀπραγμο‐ σύνης βεβιωκότα. Καὶ Ἀριστόβουλον δὲ τὸν υἱωνὸν μὲν Ὑρκανοῦ, Μαριάμμης δὲ τῆς γαμετῆς ἀδελφόν, ἐνοχλη‐ σάσης Ἀλεξάνδρας τῆς τῶν παίδων μητρὸς καὶ αὐ‐ τῆς Μαριάμμης, ἀρχιερέα μὲν καθίστησιν ιζʹ ἔτος | |
15 | ἄγοντα, καὶ μετ’ ὀλίγον ἐν Ἱεριχοῦντι ταῖς ἐκεῖσε κολυμ‐ βήθραις ἐναποπνιγῆναι κατεπράξατο. Ἀλλ’ Ἡρώδης μὲν τοιοῦτος, καὶ οἷος εἶναι προείρηται. Ὅτι τελευτῶν Ἡρώδης Ἀρχέλαον τὸν υἱὸν διατί‐ θεται, Καίσαρος διδοῦντος, τῆς βασιλέας γενέσθαι διά‐ | |
20 | δοχον. Καῖσαρ δέ (ὁ Αὔγουστος δ’ ἦν) τῆς ἡμισείας Ἀρχέλαον ἀποφήνας κύριον, καὶ βασιλείᾳ τιμήσειν εἶ‐ πεν εἰ ἐπιεικῶς καὶ δικαίως τὴν ἀρχὴν μάθοι χειρί‐ ζοντα· τὴν δ’ ἄλλην μοῖραν διελὼν τετράρχας Φίλιπ‐ πον καὶ Ἀντίπατρον, καὶ αὐτοὺς Ἡρώδου παῖδας ὄντας, | |
25 | καθίστησιν. Ἀλλ’ Ἀρχέλαος ἐπεὶ ὠμῶς καὶ κατὰ τὸν πατέρα Ἰουδαίων ἦρχεν, Καίσαρος δεηθέντων τῶν τυ‐ ραννουμένων δεκάτῳ ἔτει τῆς βασιλείας ἐκπέπτωκε, καὶ Βίενναν οἰκεῖν τῆς Γαλλίας καταδικάζεται, καὶ μετα‐ πίπτει ἐντεῦθεν Ἰουδαία ἐκ βασιλείας εἰς ἐπαρχίαν. | |
30 | Ὅτι Ἡρώδης ὁ τετράρχης Γαλιλαίας καὶ Περαίας, παῖς Ἡρώδου τοῦ μεγάλου, ἠράσθη (ὡς Ἰώσηπός φησιν) ἀδελφοῦ Ἡρώδου γυναῖκα ὄνομα Ἡρωδιάδα· ἀπόγονος δ’ ἦν αὕτη τοῦ μεγάλου Ἡρώδου, Ἀριστοβούλῳ τῷ παιδί, | |
ὃν ἐκεῖνος ἀνεῖλε γεγενημένη· ἦν δ’ αὐτῇ καὶ ὁ ἀδελφὸς | 148 in vol. 5 | |
35 | Ἀγρίππας. Ταύτην Ἡρώδης τἀνδρὸς διαστήσας ἠγά‐ γετο γυναῖκα. Οὗτός ἐστιν ὁ τὸν μέγαν ἀνελὼν Ἰωάννην τὸν Πρόδρομον, δεδιώς (Ἰώσηπός φησι) μὴ τὸ ἔθνος αὐτοῦ διαστήσει· πάντες γὰρ δι’ ὑπερβολὴν ἀρετῆς τοῖς Ἰωάννου λόγοις εἵποντο. Κατὰ τοῦτον καὶ τὸ σωτήριον | |
40 | ἐγεγόνει πάθος. Ὅτι Ἀγρίππας ὁ Ἡρώδου μὲν ἀπόγονος τοῦ πρώτου, Ἀριστοβούλου δὲ τοῦ ἀνῃρημένου παῖς, ἀδελφὸς δ’ Ἡρω‐ | |
Bibl.238316b | διάδος, μυρίαις τυχαῖς καὶ μεταβολαῖς περιπεσὼν ὅμως ἐκ φυλακῆς καὶ δεσμῶν, οἷς αὐτὸν κατεχόμενον Τιβέ‐ ριος Καῖσαρ τελευτῶν ἀπολελοίπει, ἐκ τούτων ἀπαλ‐ λαγεὶς Γαίου Καίσαρος προνοίᾳ καὶ βασιλεὺς χειροτο‐ | |
5 | νεῖται τετραρχίας Φιλίππου (Ἡρώδου δ’ ἦν οὗτος ἀδελ‐ φὸς τοῦ πρώτου), προσλαμβάνει δὲ καὶ τὴν Λυσανίου τετραρχίαν, καὶ ἀποπλεῖ πρὸς τὴν Ἰουδαίαν, πάντων ἐν ἐκπλήξει καὶ θαύματι τὸ τῆς μεταβολῆς ἀθρόον ποιουμένων. Μεθ’ ὧν καὶ Ἡρωδιὰς ἐκπεπλεγμένη και‐ | |
10 | ρίαν δέχεται πληγὴν ἐκ φθόνου, καὶ οὐκ ἀνίει διενοχλοῦσα τὸν ἄνδρα, ἕως κατειργάσατο ἀνελθεῖν εἰς Ῥώμην καὶ βασιλείαν ἑαυτῷ σπουδὴν ποιεῖσθαι καταπράξασθαι. Ἀλλ’ ὁ μὲν ἀνῄει σὺν αὐτῇ, εἵπετο δ’ Ἀγρίππας καὶ κατα‐ λαμβάνει ἄρτι κατάραντας. Κατηγορήσας δ’ Ἡρώδην | |
15 | παρὰ Γαίῳ Καίσαρι ὡς δύσνους εἴη Ῥωμαίοις ἀεί (Τιβερίου μὲν γὰρ ἔτι περιόντος πρὸς Σηΐανον ἐχθρὸν ὄντα Ῥωμαίοις θέσθαι φιλίαν, καὶ νῦν δὲ πρὸς Ἀρτά‐ βανον τὸν Πάρθων βασιλέα τὰ αὐτὰ φρονεῖν κατὰ Ῥωμαίων) παρασκευάζει ἀντὶ τῆς ὀνειροποληθείσης | |
20 | βασιλείας τῆς τε οἰκείας ἐκπεσεῖν τετραρχίας καὶ εἰς Λουγδούνων ἀϊδίῳ φυγῇ ζημιωθέντα ἐλαθῆναι. Καὶ Ἡρωδιὰς δ’ ἑκοῦσα τῷ ἀνδρὶ συμφυγαδεύεται· τὴν δὲ τετραρχίαν αὐτοῦ Γαΐος Ἀγρίππᾳ προστίθησιν. | |
Τοῦτον τὸν Ἀγρίππαν πρὸς ἀντιδιαστολὴν τοῦ υἱοῦ | 149 in vol. 5 | |
25 | καὶ μέγαν Ἀγρίππαν καλοῦσι, καὶ εἰς τὸ μάλιστα κεχαρισμένον Ἰώσηπός φησιν Ἰουδαίων ἄρξαι. Οὗ‐ τος ἐκείνοις, ὡς ἔοικε, χαριζόμενος καὶ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ ἀνεῖλε, καὶ τὸν κορυ‐ φαῖον τῶν μαθητῶν Πέτρον ἐπεχείρησεν, εἰ καὶ διή‐ | |
30 | μαρτεν, ἀνελεῖν. Οὗτος ἐσθῆτα ἀργύρου πεποιημένην περιθέμενος καὶ τῷ πλήθει δημηγορήσας, ἐπεὶ φωνὰς παρ’ αὐτῶν μετὰ τὸ ὑπερβολὴν κολακείας ἔχειν καὶ ἀσεβείας εἰς ἔσχατον ἥκειν ἀκούων οὐκ ἐπετίμησε, πα‐ ραυτίκα δίκην δίδωσιν· ἀλγήματος γὰρ αὐτῷ κατὰ γα‐ | |
35 | στέρα σφοδροῦ γεγονότος δι’ ἡμερῶν εʹ τὸν βίον κατέ‐ στρεψεν, ἄγων ἀπὸ γενέσεως ἔτος δʹ καὶ νʹ, τῆς δὲ βα‐ σιλείας ζʹ, ὧν δʹ Γαΐου βασιλεύοντος ἦρξε, τὰ μὲν γʹ τὴν Φιλίππου ἔχων τετραρχίαν, τῷ δʹ δὲ προσλαβὼν καὶ τὴν Ἡρώδου, τὰ δὲ λοιπὰ γʹ ἐπὶ Κλαυδίου, ἐν οἷς | |
40 | Ἰουδαίαν τε καὶ Σαμαρείαν καὶ Καισάρειαν Καίσαρος δόν‐ τος προσεκτήσατο. | |
41 | Οὕτως Ἀγρίππας τελευτᾷ, τοῦ βου‐ βῶνος (τοῦ πτηνοῦ δὲ γένους παρὰ Ῥωμαίοις ἐστὶν οὕτω | |
Bibl.238317a | καλούμενον ζῷον) πρὸ πέντε τῆς τελευτῆς ἡμερῶν ὑπὲρ κεφαλῆς φανέντος, ᾧ καὶ τὴν βασιλείαν προσ‐ αγγεῖλαι νομίζει Ἰώσηπος. Τελευτᾷ δ’ οὖν παῖδας λιπὼν δʹ, ἄρρενα μὲν Ἀγρίππαν, ιζʹ ἔτος ἄγοντα, θηλείας | |
5 | δὲ γʹ, Βερενίκην, Μαριάμμην καὶ Δρουσίλαν. Ὧν ἡ μὲν ἔτος ἄγουσα ιϛʹ Ἡρώδῃ πατρὸς ἀδελφῷ ἐγεγάμητο, Μαριάμμη δ’ ἠνύετο δέκατον καὶ Δρουσίλα ἑκτόν, ἃς οἱ Σεβαστηνοὶ κατ’ οὐδεμίαν ἄλλην πρόφασιν πλὴν τοῦ μανῆναι ἁρπάσαντες ἀθρόον καὶ πορνείοις ἐγκαταστή‐ | |
10 | σαντες, πᾶσαν αὐταῖς ὕβριν ῥητὴν καὶ ἄρρητον ἐπε‐ δείξαντο. Οἷς χαλεπήνας Κλαύδιος ὅμως οὐδὲν ἄξιον | |
τῆς παρανομίας εἰσεπράξατο. Ὅτι Ἀγρίππας ὁ τοῦ Ἀγρίππου παῖς τελευτήσαντος αὐτῷ τοῦ πατρὸς εἰς Ῥώμην ἀπαίρει· Κλαύδιος δ’ | 150 in vol. 5 | |
15 | αὐτῷ τὴν πατρῴαν ἀρχὴν ἐγνώκει χειρίζειν, ἀνακοπεὶς δ’ ἐνίων βουλαῖς τὸ νέον τῆς ἡλικίας Ἀγρίππα αἰτια‐ σαμένων, Φάδον μὲν ἐπίτροπον ἐκπέμπει τῆς Ἰουδαίας, Ἀγρίππαν δὲ Χαλκίδος, Ἡρώδου τελευτήσαντος τοῦ ταύτης ἔχοντος τὴν βασιλείαν, εἰς βασιλέα καθίστησι. | |
20 | Μετὰ δὲ τέταρτον ἔτος δωρεῖται αὐτὸν τῇ τε Φιλίππου τετραρχίᾳ καὶ Βαταναίᾳ, προσθεὶς αὐτῷ καὶ τὴν Τρα‐ χωνῖτιν· Λυσανίου δ’ αὕτη τετραρχία ἐγεγόνει. Καὶ ταῦτα δοὺς ἀφαιρεῖται τὴν Χαλκίδα. | |
23 | Ἀγρίππας δὲ Δρουσίλαν τὴν ἀδελφὴν Ἀζιζῷ τῷ Ἐμέσων βασιλεῖ περιτμηθέντι | |
25 | δίδωσι γυναῖκα. Ἐπιφανὴς γὰρ Ἀντιόχου, καίτοι ὑπο‐ σχόμενος, οὐκ ἐδέχετο τὴν περιτομήν, ἐξ οὗ καὶ ἡ τῆς ἐγγυήσεως διάλυσις ἠκολούθει. Δρουσίλα δὲ καὶ Ἀζιζοῦ διαλύεται καὶ Φήλικι τῷ τῆς Ἰουδαίας ἐπιτρόπῳ, πολλὰ σπουδάσαντος ἐκείνου διὰ τὸ κάλλος, γαμεῖται. Καὶ Μα‐ | |
30 | ριάμμην δὲ δίδωσιν Ἀρχελάῳ παιδὶ τῷ Ἑλκιοῦ, ᾧ καὶ ζῶν ὁ πατὴρ ἡρμόσατο· ἐξ ὧν τίκτεται Βερενίκη. Κλαυδίου δὲ τελευτήσαντος Νέρων καταστὰς διάδοχος δωρεῖται Ἀγρίππαν μοίρᾳ τινὶ τῆς Γαλιλαίας, Τιβε‐ ριάδα καὶ Ταριχαίαν κελεύσας αὐτῷ ὑπακούειν, προσ‐ | |
35 | τίθησι δὲ καὶ Ἰουλιάδα πόλιν τῆς Περαίας, καὶ κώμας τὰς περὶ αὐτὴν δέκα. Οὗτός ἐστιν Ἀγρίππας, ἐφ’ οὗ ὁ θεῖος Παῦλος Φήστου συνεδριάζοντος ἐδημηγόρησεν. Ὅτι μετὰ Φάδον ἐπίτροπον Ἰουδαίας Κουμανὸς πέμ‐ πεται· μεθ’ ὃν εἰς Ῥώμην ἀναχθέντα ἐπ’ αἰτίαις Φήλιξ | |
40 | πέμπεται· μεθ’ ὃν Φῆστος, εἶτα Ἀλβῖνος, λοιπὸς Φλῶ‐ ρος. Οὗ δευτέρῳ ἔτει διὰ τὴν ὑπερβολὴν τῶν παρ’ αὐτῷ κακῶν ὁ πρὸς Ῥωμαίους Ἰουδαίων πόλεμος ἀρχὴν δέχεται, | |
Νέρωνος ἔτος δωδέκατον ἐν τῇ ἀρχῇ διανύοντος. | 151 in vol. 5 | |
Bibl.238317b | Ὅτι Ἄνανος ὁ Ἀνάνου παῖς τὴν ἀρχιερωσύνην παραλαβών, ἀφαιρεθέντος αὐτὴν Ἰωσήπου, θρασὺς ἦν καὶ τολμητὴς διαφερόντως· αἵρεσιν γὰρ τὴν Σαδδουκαίων μετῄει· οὗτοι γὰρ ὠμοί τε περὶ τὰς κρίσεις καὶ πρὸς | |
5 | πᾶσαν αὐθάδειαν ἕτοιμοι. Οὗτος οὖν ὁ Ἄνανος, Φήστου μὲν ἐν Ἰουδαίᾳ τελευτήσαντος, Ἀλβίνου δὲ οὔπω κατα‐ λαβόντος, αὐθεντήσας καθίζει συνέδριον, καὶ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου σὺν ἑτέροις, παρανομίαν αἰτια‐ σάμενος, λίθοις ἀναιρεθῆναι παρασκευάζει. Ἐφ’ ὧν τῶν | |
10 | Ἰουδαίων ὑπεραλγήσαντες οἱ ἐπιεικέστεροι, καὶ αὐτὸς Ἀγρίππας ὁ βασιλεύς, ἐκβάλλουσιν ἄρξαντα μηνὶ γʹ, Ἰησοῦν δ’ ἀντ’ αὐτοῦ τὸν Δάμνεον ἐγκατέστησαν. Ὅτι Ἀαρὼν τελευτήσαντος, Μωυσέως ἀδελφοῦ, οἱ παῖδες ἐκδέχονται τὴν ἀρχιερωσύνην, εἶτα ἑξῆς οἱ τού‐ | |
15 | των ἔκγονοι· νόμος γὰρ μηδένα ἢ τὸν ἐξ αἵματος Ἀαρὼν τὴν ἀρχιερωσύνην εἰσδέχεσθαι πάτριος ἐκράτει. Ἐγένοντο οὖν ἀπὸ Ἀαρῶνος μέχρι Φανάσου τοῦ κατὰ τὸν πόλεμον ὑπὸ τῶν στασιαστῶν ἀναδειχθέντος ἀρχιερέως πγʹ ἔτη. Ἐκ τούτων ἀπὸ τῆς ἐν τῇ ἐρήμῳ διαγωγῆς, ἐν ᾗ καὶ ἡ | |
20 | σκηνὴ ἐπήγνυτο, μέχρι τοῦ νεὼ ὃν ἤγειρεν ὁ βασιλεὺς Σολομών, ἀρχιεράτευσαν δεκατρεῖς, τὴν ἀρχιερωσύνην διὰ βίου κατασχόντες ἕκαστος. | |
22 | Ἐγένετο δὲ αὐτῶν ἀριστο‐ κρατορικὴ μὲν ἡ πρώτη πολιτεία, εἶτα μοναρχία, εἶτα βασιλέων ἡ τρίτη. Ἀπὸ γοῦν τῆς ἀπ’ Αἰγύπτου ἐξόδου | |
25 | ἕως τοῦ ἐν Ἱεροσολύμοις νεὼ τῆς οἰκοδομῆς ἔτη γί‐ νεται ιβʹ καὶ χʹ. Μετὰ δὲ τοὺς ιγʹ ἀρχιερεῖς καὶ τὴν οἰκοδομὴν τοῦ νεὼ ιʹ καὶ ηʹ τὴν ἀρχιερωσύνην ἔσχον ἀπὸ Σολομῶνος βασιλέως ἐν τῷ ναῷ ἱερούμενοι, ἕως Ναβουχοδονόσορ ὁ Βαβυλωνίων βασιλεὺς τὸν νεὼν | |
30 | ἐμπρήσας αἰχμαλώτους τὸ Ἰουδαίων ἔθνος εἰς Βαβυ‐ | |
λῶνα μετήνεγκεν ἅμα Ἰωσεδὲκ τοῦ ἀρχιερέως. Τούτων χρό‐ νος ἐστὶ τῆς ἀρχιερωσύνης τξϛʹ, μῆνες ϛʹ ἡμέραι ιʹ. Μετὰ δὲ τὴν ἅλωσιν ἐτῶν οʹ διελθόντων, Κῦρος ὁ Περ‐ σῶν βασιλεὺς τοὺς αἰχμαλώτους ἀπέλυσεν εἰς τὴν ἰδίαν | 152 in vol. 5 | |
35 | ἐλθεῖν πατρίδα. Εἷς οὖν τῶν ἀναχθέντων αἰχμαλώτων λαμβάνει τὴν ἀρχιερωσύνην, καὶ ἐκεῖθεν οἱ ἐξ αὐτοῦ ἔκγονοι ιεʹ μέχρις Ἀντιόχου τοῦ Εὐπάτορος, πολιτείας οὔσης ἐν αὐτοῖς δημοκρατορικῆς. Καὶ τούτων δὲ χρόνος ἔτη υιδʹ. | |
39 | Πρῶτος δ’ οὗτος Ἀντίοχος καὶ ὁ στρατηγὸς | |
40 | αὐτοῦ Λυσίας τὸν Ὀνίαν, ᾧ Μενέλαος ἐπίκλην, παύουσι τῆς ἀρχιερωσύνης, ἀνελόντες αὐτὸν ἐν Βεροίᾳ, καὶ ἀντι‐ καθιστῶσιν Ἰάκιμον, γένους μὲν τοῦ Ἀαρῶνος, οὐ τῆς αὐ‐ τῆς δ’ οἰκίας. Διὰ τοῦτο καὶ Ἀνανίας ὁ τοῦ τελευτή‐ | |
Bibl.238318a | σαντος Ὀνίου ἐξάδελφος, εἰς Αἴγυπτον ἀφικόμε‐ νος καὶ Πτολεμαίῳ τῷ Φιλομήτορι καὶ Κλεοπάτρᾳ τῇ γυ‐ ναικὶ διὰ φιλίας ἐλθών, πείθει τούτους κατὰ τὸν Ἡλιουπο‐ λίτην νομὸν δειμάμενος τῷ Θεῷ παραπλήσιον τοῦ ἐν | |
5 | Ἱεροσολύμοις αὐτὸν ἀρχιερέα καταστῆσαι. Ὁ μέντοι Ἰά‐ κιμος ἔτη γʹ ἀρχιερατεύσας τελευτᾷ· οὗ διάδοχος οὐδεὶς κατέστη ἐπὶ ἔτεσιν ἑπτά. | |
7 | Πάλιν δὲ οἱ τῶν Ἀσαμωναίου παίδων ἔκγονοι τὴν προστασίαν τοῦ ἔθνους πιστευθέντες, καὶ Μακεδόσι πολεμήσαντες, Ἰωάννην ἀρχιερέα καθι‐ | |
10 | στῶσιν, ὃς ἄρξας ἐνιαυτοὺς ἑπτὰ τελευτᾷ, Τρύφωνος ἐπιβουλαῖς διαμηχανηθείσης αὐτῷ τῆς τελευτῆς· οὗ διάδοχος Σίμων καθίσταται ὁ ἀδελφός. Καὶ τοῦτον δὲ δόλῳ παρὰ τὸ συμπόσιον διαφθαρέντα ὑπὸ τοῦ γαμ‐ βροῦ διαδέχεται παῖς Ὑρκανὸς ὄνομα· ὃς τελευτῶν Ἰούδᾳ | |
15 | τῷ καὶ Ἀριστοβούλῳ κληθέντι καταλείπει τὴν ἀρχήν. Κληρονομεῖ δὲ καὶ τοῦτον ἀδελφὸς Ἀλέξανδρος, ὑπὸ νόσου μὲν τελευτήσαντα, τὴν ἱερωσύνην δὲ κατασχόντα μετὰ τῆς βασιλείας (καὶ γὰρ διάδημα περιέθετο πρῶτος Ἰούδας) ἐνιαυτὸν ἕνα. | |
19 | Βασιλεύσας δ’ ὁ Ἀλέξανδρος καὶ | 153 in vol. 5 |
20 | ἱερατεύσας ἔτη κζʹ καταστρέφει τὸν βίον, Ἀλεξάνδρᾳ δὲ τῇ γυναικὶ καταστῆσαι τὸν ἀρχιερατευσόμενον ἐπι‐ τρέψας. Ἡ δὲ τὴν μὲν ἀρχιερωσύνην Ὑρκανῷ δίδωσι τῶν υἱῶν τῷ πρεσβυτέρῳ, αὐτὴ δὲ τὴν βασιλείαν ἔτη θʹ κατασχοῦσα τελευτᾷ· τὸν ἴσον δὲ χρόνον ἀρχιερατεύει | |
25 | καὶ Ὑρκανός. Μετὰ γὰρ τὸν ἐκείνης θάνατον ὁ νεώτερος παῖς πρὸς τὸν ἀδελφὸν πολεμήσας (Ἀριστόβουλος αὐτῷ ὄνομα) καὶ ἀφελὼν τὴν ἀρχιερωσύνην, ταύτην τε καὶ τὴν τῆς μητρὸς βασιλείαν αὐτὸς περιβάλλεται. Ἔτει δὲ τῆς ἀρχῆς τρίτῳ, καὶ πρὸς μησὶ τοῖς ἴσοις, Πομπήϊος | |
30 | ἐλθὼν καὶ τὴν πόλιν κατ’ ἄκρας ἑλών, αὐτὸν μὲν εἰς Ῥώμην μετὰ τῶν τέκνων δήσας ἔπεμψε, τῷ δ’ Ὑρ‐ κανῷ τὴν ἀρχιερωσύνην ἀποδοὺς τὴν μὲν τοῦ ἔθνους προστασίαν ἐπέτρεψε, διάδημα δὲ φορεῖν ἐκώλυσεν. Ἦρξε δὲ πρὸς τοῖς θʹ τοῖς πρώτοις ἔτη τέσσαρα καὶ εἴκοσι. | |
35 | Βαζαφαρμάνης δὲ καὶ Πάκορος, οἱ τῆς Παρθυηνῆς δυνάσται, πολεμήσαντες Ὑρκανῷ αὐτὸν μὲν ζωγρίαν ἔλα‐ βον, Ἀντίγονον δὲ τὸν Ἀριστοβούλου υἱὸν βασιλέα κατέ‐ στησαν. Γʹ δὲ ἔτη καὶ μῆνας γʹ ἄρξαντα τοῦτον Σόσσιος | |
Bibl.238318b | καὶ Ἡρώδης ἐξεπολιόρκησαν, Ἀντώνιος δὲ ἀναχ‐ θέντα ἐν Ἀντιοχείᾳ ἐπελέκισε. Τὴν δὲ βασιλείαν Ἡρώδης παρὰ Ῥωμαίων ἐγχειρισθεὶς οὐκέτι ἐκ τοῦ Ἀσαμωναίου γένους καθίστησιν ἀρχιερεῖς, ἀσήμους δέ τινας καὶ μόνον | |
5 | ἐξ ἱερέων ὄντας, πλὴν ἑνός· Ἀριστόβουλος δ’ ἦν οὗτος, υἱωνὸς δ’ ἦν οὗτος ἐκ θυγατρὸς Ὑρκανοῦ τοῦ ὑπὸ Πάρθων ληφθέντος, οὗ καὶ τῇ ἀδελφῇ συνῴκει Μα‐ ριάμμη. Τοῦτον δὲ τὸν Ἀριστόβουλον δεδιώς, ἅτε γένους ὄντα λαμπροῦ καὶ αὐτὸν καθ’ ἑαυτὸν περίβλεπτον, μὴ | |
10 | τὸ πλῆθος νεύσῃ πρὸς αὐτόν, ἐν Ἰεριχοῖ κολυμβῶντα πνιγῆναι διεμηχανήσατο. | |
11 | Περὶ δὲ τῆς τῶν ἱερέων κα‐ ταστάσεως ὅμοια διεπράξατο Ἀρχέλαός τε ὁ παῖς αὐτοῦ | |
καὶ μετ’ αὐτὸν οἱ τὴν ἀρχὴν παραλαβόντες Ῥωμαῖοι. Εἰσὶν οὖν ἀπὸ τῶν Ἡρώδου χρόνων ἀρχιερατεύσαντες | 154 in vol. 5 | |
15 | μέχρι τῆς ἡμέρας ᾗ τὸν ναὸν καὶ τὴν πόλιν ἑλὼν ἐπυρ‐ πόλησεν, κʹ καὶ ηʹ· χρόνος δ’ αὐτῶν ἔτη πρὸς τοῖς ρζʹ. Καί τινες μὲν ἐπολιτεύσαντο ἐπὶ τῇ Ἡρώδου δηλον‐ ότι καὶ Ἀρχελάου βασιλείᾳ· μετὰ δὲ τοῦτο ἀριστοκράτεια μὲν ἦν ἡ πολιτεία, τὴν δὲ προστασίαν τοῦ ἔθνους οἱ | |
20 | ἀρχιερεῖς ἐπιστεύοντο. | |
Bibl.239318b(22) | Ἀνεγνώσθη ἐκ τοῦ ἐπιγραφομένου βιβλίου Πρόκλου χρηστομαθείας γραμματικῆς ἐκλογαί. Ἔστι δὲ τὸ βιβλίον εἰς δʹ διῃρημένον λόγους. | |
24 | Λέγει μὲν ἐν τῷ αʹ ὡς αἱ αὐταί εἰσιν ἀρεταὶ | |
25 | τοῦ λόγου καὶ ποιήματος, παραλλάσσουσι δὲ ἐν τῷ μᾶλ‐ λον καὶ ἧττον. Καὶ ὅτι τοῦ πλάσματος τὸ μέν ἐστιν ἁδρόν, τὸ δὲ ἰσχνόν, τὸ δὲ μέσον. Καὶ τὸ μὲν ἁδρὸν ἐπληκ‐ τικώτατόν ἐστι καὶ κατεσκευασμένον μάλιστα καὶ ποιη‐ τικὸν ἐπιφαῖνον κάλλος· τὸ δὲ ἰσχνὸν τὴν τροπικὴν μὲν | |
30 | καὶ φιλοκατάσκευον σύνθεσιν μεταδιώκει, ἐξ ἀνειμένων δὲ μᾶλλον συνήρτηται, ὅθεν ὡς ἐπίπαν τοῖς γοεροῖς ἄριστά πως ἐφαρμόττει. Τὸ δὲ μέσον καὶ τοὔνομα μὲν δηλοῖ ὅτι μέσον ἐστὶν ἀμφοῖν. Ἀνθηρὸν δὲ κατ’ ἰδίαν | |
οὐκ ἔστι πλάσμα, ἀλλὰ συνεκφέρεται καὶ συμμέμικται | 155 in vol. 5 | |
35 | τοῖς εἰρημένοις, ἁρμόζει δὲ τοπογραφίαις καὶ λειμώνων ἢ ἀλσῶν ἐκφράσεσιν. | |
36 | Οἱ δὲ τῶν εἰρημένων ἀποσφα‐ λέντες ἰδεῶν ἀπὸ μὲν τοῦ ἁδροῦ εἰς τὸ σκληρὸν καὶ ἐπηρ‐ μένον ἐτράπησαν, ἀπὸ δὲ τοῦ ἰσχνοῦ εἰς τὸ ταπεινὸν, | |
Bibl.239319a | ἀπὸ δὲ τοῦ μέσου εἰς τὸ ἀργὸν καὶ ἐκλελυμένον. | |
1 | Διαλαμ‐ βάνει δὲ καὶ περὶ κρίσεως ποιήματος, ἐν ᾧ παραδί‐ δωσι τίς ἤθους καὶ πάθους διαφορά. Καὶ ὅτι τῆς ποιη‐ τικῆς τὸ μέν ἐστι διηγηματικόν, τὸ δὲ μιμητικόν. Καὶ τὸ | |
5 | μὲν διηγηματικὸν ἐκφέρεται δι’ ἔπους, ἰάμβου τε καὶ ἐλε‐ γείας καὶ μέλους, τὸ δὲ μιμητικὸν διὰ τραγῳδίας, σατύρων τε καὶ κωμῳδίας. Καὶ ὅτι τὸ ἔπος πρῶτον μὲν ἐφεῦρε Φημονόη ἡ Ἀπόλλωνος προφῆτις, ἑξαμέτροις χρησμοῖς χρησα‐ | |
10 | μένη· καὶ ἐπειδὴ τοῖς χρησμοῖς τὰ πράγματα εἵπετο καὶ σύμφωνα ἦν, ἔπος τὸ ἐκ τῶν μέτρων κληθῆναι. Οἱ δέ φασιν ὅτι διὰ τὴν κατασκευὴν καὶ τὴν ἄγαν ὑπεροχὴν τὴν ἐν τοῖς ἑξαμέτροις θεωρουμένην τὸ κοινὸν ὄνομα παντὸς τοῦ λόγου τὸ ἑξάμετρον ἰδιώ‐ | |
15 | σατο καὶ ἐκλήθη ἔπος καθάπερ καὶ Ὅμηρος τὸν ποιητὴν καὶ ὁ Δημοσθένης τὸν ῥήτορα ᾠκειώσατο, ἐπεὶ καὶ τὰ τρίμετρα ἔπη προσηγόρευον. | |
17 | Γεγόνασι δὲ τοῦ ἔπους ποιηταὶ κράτιστοι μὲν Ὅμηρος, Ἡσίοδος, Πεί‐ | |
σανδρος, Πανύασις, Ἀντίμαχος. Διέρχεται δὲ τούτων, ὡς | 156 in vol. 5 | |
20 | οἷόν τε, καὶ γένος καὶ πατρίδας καί τινας ἐπὶ μέρους πράξεις. | |
21 | Διαλαμβάνει δὲ καὶ περὶ τοῦ λεγομένου ἐπικοῦ κύκλου, ὃς ἄρχεται μὲν ἐκ τῆς Οὐρανοῦ καὶ Γῆς μυθο‐ λογουμένης μίξεως, ἐξ ἧς αὐτῷ καὶ τρεῖς παῖδας ἑκα‐ τοντάχειρας καὶ τρεῖς γεννῶσι Κύκλωπας. Διαπορεύεται | |
25 | δὲ τά τε ἄλλως περὶ θεῶν τοῖς Ἕλλησι μυθολογούμενα καὶ εἴ πού τι καὶ πρὸς ἱστορίαν ἐξαληθίζεται. Καὶ περα‐ τοῦται ὁ ἐπικὸς κύκλος ἐκ διαφόρων ποιητῶν συμπλη‐ ρούμενος, μέχρι τῆς ἀποβάσεως Ὀδυσσέως τῆς εἰς Ἰθά‐ κην, ἐν ᾗ ὑπὸ τοῦ παιδὸς Τηλεγόνου ἀγνοοῦντος | |
30 | κτείνεται. Λέγει δὲ ὡς τοῦ ἐπικοῦ κύκλου τὰ ποιήματα διασῴζεται καὶ σπουδάζεται τοῖς πολλοῖς οὐχ οὕτω διὰ τὴν ἀρετὴν ὡς διὰ τὴν ἀκολουθίαν τῶν ἐν αὐτῷ πραγμά‐ των. Λέγει δὲ καὶ τὰ ὀνόματα καὶ τὰς πατρίδας τῶν πραγ‐ ματευσαμένων τὸν ἐπικὸν κύκλον. | |
34 | Λέγει δὲ καὶ περί | |
35 | τινων Κυπρίων ποιημάτων, καὶ ὡς οἱ μὲν ταῦτα εἰς Στασῖνον ἀναφέρουσι Κύπριον, οἱ δὲ Ἡγησῖνον τὸν | |
Bibl.239319b | Σαλαμίνιον αὐτοῖς ἐπιγράφουσιν, οἱ δὲ Ὅμηρον γράψαι, δοῦναι δὲ ὑπὲρ τῆς θυγατρὸς Στασίνῳ καὶ διὰ τὴν αὐτοῦ πατρίδα Κύπρια τὸν πόνον ἐπικληθῆναι. Ἀλλ’ οὐ τίθεται ταύτῃ τῇ αἰτίᾳ· μηδὲ γὰρ Κύπρια προπαροξυτόνως | |
5 | ἐπιγράφεσθαι τὰ ποιήματα. | |
Τὴν δὲ ἐλεγείαν συγκεῖσθαι μὲν ἐξ ἡρῴου καὶ πεντα‐ μέτρου στίχου, ἁρμόζειν δὲ τοῖς κατοιχομένοις. Ὅθεν καὶ τοῦ ὀνόματος ἔτυχε· τὸ γὰρ θρῆνος ἔλεγον ἐκάλουν οἱ παλαιοὶ καὶ τοὺς τετελευτηκότας δι’ αὐτοῦ εὐλόγουν. Οἱ | 157 in vol. 5 | |
10 | μέντοι γε μεταγενέστεροι ἐλεγείᾳ πρὸς διαφόρους ὑποθέσεις ἀπεχρήσαντο. Λέγει δὲ καὶ ἀριστεῦσαι τῷ μέ‐ τρῳ Καλλῖνόν τε τὸν Ἐφέσιον καὶ Μίμνερμον τὸν Κολο‐ φώνιον, ἀλλὰ καὶ τὸν τοῦ Τηλέφου Φιλίταν τὸν Κῷον καὶ Καλλίμαχον τὸν Βάττου· Κυρηναῖος οὗτος δ’ ἦν. | |
15 | Ἀλλὰ γὰρ καὶ τὸν ἴαμβον τάττεσθαι μὲν ἐπὶ λοιδο‐ ρίας τὸ παλαιόν· καὶ γὰρ καὶ τὸ ἰαμβίζειν κατά τινα γλῶσσαν λοιδορεῖν ἔλεγον. Οἱ δὲ ἀπό τινος Ἰάμβης θεραπαινίδος, Θρᾴττης τὸ γένος· ταύτην φασίν, τῆς Δήμητρος ἀνιωμένης ἐπὶ τῇ τῆς θυγατρὸς ἁρπαγῇ, | |
20 | προσελθεῖν περὶ τὴν Ἐλευσῖνα ἐπὶ τῇ νῦν Ἀγελάστῳ καλουμένῃ πέτρᾳ καθημένην καὶ διά τινων χλευασμάτων εἰς γέλωτα προαγαγέσθαι τὴν θεόν. Ἔοικε δὲ ὁ ἴαμβος τὸ μὲν παλαιὸν ἐπὶ τῶν εἰς ψόγον καὶ ἔπαινον γρα‐ φομένων ὁμοίως λέγεσθαι· ἐπεὶ δέ τινες ἐπλεόνασαν ἐν | |
25 | ταῖς κακολογίαις τὸ μέτρον, ἐκεῖθεν τὸ ἰαμβίζειν εἰς τὸ ὑβρίζειν ὑπὸ τῆς συνηθείας ἐκπεσεῖν, ὥσπερ ἀπὸ τῶν κωμικῶν τὸ κωμῳδεῖσθαι. | |
27 | Ἰάμβων δὲ ποιηταὶ Ἀρχί‐ λοχός τε ὁ Πάριος ἄριστος καὶ Σιμωνίδης ὁ Ἀμόργιος ἤ, ὡς ἔνιοι, Σάμιος, καὶ Ἱππῶναξ ὁ Ἐφέσιος· ὧν ὁ μὲν | |
30 | πρῶτος ἐπὶ Γύγου, ὁ δὲ ἐπ’ Ἀμύντου τοῦ Μακεδόνος, Ἱππῶναξ δὲ κατὰ Δαρεῖον ἤκμαζε. | |
Περὶ δὲ μελικῆς ποιήσεώς φησιν ὡς πολυμερεστάτη τε καὶ διαφόρους ἔχει τομάς. Ἃ μὲν γὰρ αὐτῆς μεμέρισται θεοῖς, ἃ δὲ 〈ἀνθρώποις, ἃ δὲ θεοῖς καὶ〉 ἀνθρώποις, ἃ δὲ | 158 in vol. 5 | |
35 | εἰς τὰς προσπιπτούσας περιστάσεις. Καὶ εἰς θεοὺς μὲν ἀνα‐ φέρεσθαι ὕμνον, προσόδιον, παιᾶνα, διθύραμβον, νόμον, | |
Bibl.239320a | ἀδωνίδια, ἰόβακχον, ὑπορχήματα. | |
1 | Εἰς δὲ ἀνθρώπους ἐγκώμια, ἐπίνικον, σκό‐ λια, ἐρωτικά, ἐπιθαλάμια, ὑμεναίους, σίλλους, θρήνους, ἐπικήδεια. Εἰς θεοὺς δὲ καὶ ἀνθρώπους παρθένια, δα‐ φνηφορικά, τριποδηφορικά, ὠσχοφορικά, εὐκτικά· ταῦτα | |
5 | γὰρ εἰς θεοὺς γραφόμενα καὶ ἀνθρώπων περιείληφεν ἐπαί‐ νους. Τὰ δὲ εἰς τὰς προσπιπτούσας περιστάσεις οὐκ ἔστι μὲν εἴδη τῆς μελικῆς, ὑπ’ αὐτῶν δὲ τῶν ποιητῶν ἐπικεχείρη‐ ται· τούτων δέ ἐστι πραγματικά, ἐμπορικά, ἀποστολικά, γνωμολογικά, γεωργικά, ἐπισταλτικά. | |
9 | Καί φησι τὸν ὕμνον | |
10 | μὲν ὠνομάσθαι ἀπὸ τοῦ ὑπόμονόν τινα εἶναι καὶ οἷον εἰς μνήμην καὶ ὑπόμνησιν ἄγειν τὰς πράξεις τῶν ὑμνου‐ μένων· ἢ ἀπὸ τοῦ ὕδειν αὐτάς, ὅπερ ἐστὶ λέγειν. Ἐκά‐ λουν δὲ καθόλου πάντα τὰ εἰς τοὺς ὑπερόντας γραφόμενα ὕμνους· διὸ καὶ τὸ προσόδιον καὶ τὰ ἄλλα τὰ προειρη‐ | |
15 | μένα φαίνονται ἀντιδιαστέλλοντες τῷ ὕμνῳ ὡς εἴδη πρὸς γένος· καὶ γὰρ ἔστιν αὐτῶν ἀκούειν γραφόντων ὕμνος προσοδίου, ὕμνος ἐγκωμίου, ὕμνος παιᾶνος καὶ τὰ ὅμοια. | |
Ἐλέγετο δὲ τὸ προσόδιον ἐπειδὰν προσίωσι τοῖς βω‐ μοῖς ἢ ναοῖς, καὶ ἐν τῷ προσιέναι ᾔδετο πρὸς αὐλόν· ὁ | 159 in vol. 5 | |
20 | δὲ κυρίως ὕμνος πρὸς κιθάραν ᾔδετο ἑστώτων. | |
20 | Ὁ δὲ παιάν ἐστιν εἶδος ᾠδῆς εἰς πάντας νῦν γραφόμενος θεούς, τὸ δὲ παλαιὸν ἰδίως ἀπενέμετο τῷ Ἀπόλλωνι καὶ τῇ Ἀρτέμιδι ἐπὶ καταπαύσει λοιμῶν καὶ νόσων ᾀδό‐ μενος. Καταχρηστικῶς δὲ καὶ τὰ προσόδιά τινες παιᾶνας | |
25 | λέγουσιν. | |
25 | Ὁ δὲ διθύραμβος γράφεται μὲν εἰς Διό‐ νυσον, προσαγορεύεται δὲ ἐξ αὐτοῦ, ἤτοι διὰ τὸ κατὰ τὴν Νύσαν ἐν ἄντρῳ διθύρῳ τραφῆναι τὸν Διόνυσον ἢ διὰ τὸ λυθέντων τῶν ῥαμμάτων τοῦ Διὸς εὑρεθῆναι αὐτόν, ἢ διότι δὶς δοκεῖ γενέσθαι, ἅπαξ μὲν ἐκ τῆς Σε‐ | |
30 | μέλης, δεύτερον δὲ ἐκ τοῦ μηροῦ. Εὑρεθῆναι δὲ τὸν διθύ‐ ραμβον Πίνδαρος ἐν Κορίνθῳ λέγει· τὸν δὲ ἀρξάμε‐ νον τῆς ᾠδῆς Ἀριστοτέλης Ἀρίονά φησιν εἶναι, ὃς πρῶτος τὸν κύκλιον ἤγαγε χορόν. | |
33 | Ὁ μέντοι νόμος γρά‐ φεται μὲν εἰς Ἀπόλλωνα, ἔχει δὲ καὶ τὴν ἐπωνυμίαν | |
35 | ἀπ’ αὐτοῦ· Νόμιμος γὰρ ὁ Ἀπόλλων, Νόμιμος δὲ ἐκλήθη ὅτι τῶν ἀρχαίων χοροὺς ἱστάντων καὶ πρὸς αὐλὸν ἢ λύραν | |
Bibl.239320b | ᾀδόντων τὸν νόμον, Χρυσόθεμις ὁ Κρὴς πρῶτος στολῇ χρησάμενος ἐκπρεπεῖ καὶ κιθάραν ἀναλαβὼν εἰς μίμησιν τοῦ Ἀπόλλωνος μόνος ᾖσε νόμον, εὐδοκι‐ μήσαντος δὲ αὐτοῦ διαμένει ὁ τρόπος τοῦ ἀγωνίσματος· | |
5 | Δοκεῖ δὲ Τέρπανδρος μὲν πρῶτος τελειῶσαι τὸν νό‐ | |
μον, ἡρῴῳ μέτρῳ χρησάμενος, ἔπειτα Ἀρίων ὁ Μη‐ θυμναῖος οὐκ ὀλίγα συναυξῆσαι, αὐτὸς καὶ ποιητὴς καὶ κιθαρῳδὸς γενόμενος. Φρῦνις δὲ ὁ Μιτυληναῖος ἐκαι‐ νοτόμησεν αὐτόν· τό τε γὰρ ἑξάμετρον τῷ λελυμένῳ | 160 in vol. 5 | |
10 | συνῆψε καὶ χορδαῖς τῶν ζʹ πλείοσιν ἐχρήσατο. Τι‐ μόθεος δὲ ὕστερον εἰς τὴν νῦν αὐτὸν ἤγαγε τάξιν. Ἔστι δὲ ὁ μὲν διθύραμβος κεκινημένος καὶ πολὺ τὸ ἐνθουσιῶδες μετὰ χορείας ἐμφαίνων, εἰς πάθη κατα‐ σκευαζόμενος τὰ μάλιστα οἰκεῖα τῷ θεῷ καὶ σεσόβηται | |
15 | μὲν καὶ τοῖς ῥυθμοῖς καὶ ἁπλουστέρως κέχρηται ταῖς λέ‐ ξεσιν. Ὁ δὲ νόμος τοὐναντίον διὰ τὸν θεὸν ἀνεῖται τεταγμένως καὶ μεγαλοπρεπῶς καὶ τοῖς ῥυθμοῖς ἀνεῖται καὶ διπλασίοις ταῖς λέξεσι κέχρηται. Οὐ μὴν ἀλλὰ καὶ ταῖς ἁρμονίαις οἰκείαις ἑκάτερος χρῆται· ὁ μὲν γὰρ | |
20 | τὸν φρύγιον καὶ ὑποφρύγιον ἁρμόζεται, ὁ νόμος δὲ τῷ συστήματι τῷ τῶν κιθαρῳδῶν λυδίῳ. Ἔοικε δὲ ὁ μὲν διθύραμβος ἀπὸ τῆς κατὰ τοὺς ἀγροὺς παιδιᾶς καὶ τῆς ἐν τοῖς πότοις εὐφροσύνης εὑρεθῆναι· ὁ δὲ νόμος δοκεῖ μὲν ἀπὸ τοῦ παιᾶνος ῥυῆναι (ὁ μὲν γάρ ἐστι κοι‐ | |
25 | νότερος, εἰς κακῶν παραίτησιν γεγραμμένος, ὁ δὲ ἰδίως εἰς Ἀπόλλωνα)· ὅθεν τὸ μὲν ἐνθουσιῶδες οὐκ ἔχει, ὡς ὁ διθύραμβος. Ἐκεῖ μὲν γὰρ μέθαι καὶ παι‐ διαί, ἐνταῦθα δὲ ἱκετεῖαι καὶ πολλὴ τάξις· καὶ γὰρ αὐτὸς ὁ θεὸς ἐν τάξει καὶ συστήματι κατεσταλ‐ | |
30 | μένῳ περιέρχεται τὸν κρουσμόν. | |
30 | Ἀδωνίδια δὲ λέγεται τὰ εἰς Ἄδωνιν ἀναφερόμενα. Ἤιδετο δὲ ὁ ἰόβακχος | |
ἐν ἑορταῖς καὶ θυσίαις Διονύσου, βεβαπτισμένος πολλῷ φρυάγματι. Ὑπόρχημα δὲ τὸ μετ’ ὀρχήσεως ᾀδό‐ μενον μέλος ἐλέγετο· καὶ γὰρ οἱ παλαιοὶ τὴν ὑπό ἀντὶ | 161 in vol. 5 | |
35 | τῆς μετά πολλάκις ἐλάμβανον. Εὑρέτας δὲ τούτων λέγουσιν οἱ μὲν Κουρῆτας, οἱ δὲ Πύρρον τὸν Ἀχιλ‐ | |
Bibl.239321a | λέως· ὅθεν καὶ πυρρίχην εἶδός τι ὀρχήσεως λέγου‐ σιν. | |
2 | Ὁ δὲ ἐπίνικος ὑπ’ αὐτὸν τὸν καιρὸν τῆς νί‐ κης τοῖς προτεροῦσιν ἐν τοῖς ἀγῶσιν ἐγράφετο. Τὸ δὲ σκόλιον μέλος ᾔδετο παρὰ τοὺς πότους· διὸ καὶ πα‐ | |
5 | ροίνιον αὐτὸ ἔσθ’ ὅτε καλοῦσιν· ἀνειμένον δέ ἐστι τῇ κατασκευῇ καὶ ἁπλούστατον μάλιστα. Σκόλιον δὲ εἴρηται οὐχ, ὡς ἐνίοις ἔδοξε, κατὰ ἀντίφρασιν· τὰ γὰρ κατὰ ἀντίφρασιν ὡς ἐπίπαν τοῦ εὐφημισμοῦ στοχάζεται, οὐκ εἰς κακοφημίαν μεταβάλλει τὸ εὔφημον· ἀλλὰ διὰ τὸ | |
10 | προκατειλημμένων ἤδη τῶν αἰσθητηρίων καὶ παρειμέ‐ νων οἴνῳ τῶν ἀκροατῶν, τηνικαῦτα εἰσφέρεσθαι τὸ βάρβιτον εἰς τὰ συμπόσια καὶ διονυσιάζοντα ἕκαστον ἀκροσφαλῶς συγκόπτεσθαι περὶ τὴν προφορὰν τῆς ᾠδῆς. Ὅπερ οὖν ἔπασχον αὐτοὶ διὰ τὴν μέθην τοῦτο τρέψαν‐ | |
15 | τες εἰς τὸ μέλος, σκόλιον ἐκάλουν τὸ ἁπλούστατον. | |
15 | Τὰ δὲ ἐρωτικὰ δῆλον ὅτι γυναικῶν καὶ παίδων καὶ παρ‐ θένων ἐρωτικὰς ᾄδει περιστάσεις. Καὶ τὰ ἐπιθα‐ λάμια δὲ τοῖς ἄρτι θαλαμευομένοις ἅμα οἱ ἠΐθεοι καὶ αἱ παρθένοι ἐπὶ τῶν θαλάμων ᾖδον. Ὑμέναιον | |
20 | δὲ ἐν γάμοις ᾄδεσθαί φησι κατὰ πόθον καὶ ζήτησιν | |
Ὑμεναίου τοῦ Τερψιχόρας, ὅν φασι γήμαντα ἀφανῆ γενέσθαι, οἱ δὲ κατὰ τιμὴν τοῦ Ἀττικοῦ Ὑμεναίου· τοῦ‐ τον γάρ φησί ποτε διώξαντα ἀφελέσθαι κούρας Ἀττι‐ κὰς λῃστῶν. Ἐγὼ δὲ οἶμαι βίου τινὰ εὐτυχοῦς προανα‐ | 162 in vol. 5 | |
25 | φώνησιν ὑπάρχειν καὶ συνεύχεσθαι τοῖς συνιοῦσι πρὸς γάμου κοινωνίαν μετὰ φιλοστοργίας, αἰολικῇ παρα‐ πλέκοντας τὴν εὐχὴν διαλέκτῳ, οἷον ὑμεναίειν καὶ ὁμονοεῖν τούτους ἀεὶ ὁμόσε ναίοντας. | |
28 | Ὁ δὲ σίλλος λοιδορίας καὶ διασυρμοὺς πεφεισμένως ἀνθρώπων | |
30 | ἔχει. Διαφέρει δὲ τοῦ ἐπικηδείου ὁ θρῆνος, ὅτι τὸ μὲν ἐπικήδειον παρ’ αὐτὸ τὸ κῆδος, ἔτι τοῦ σώματος προκειμένου, λέγεται· ὁ δὲ θρῆνος οὐ περιγράφεται χρό‐ νῳ. | |
33 | Τὰ δὲ λεγόμενα παρθένια χοροῖς παρθένων ἐνεγράφετο. Οἷς καὶ τὰ δαφνηφορικὰ ὡς εἰς γένος | |
35 | πίπτει· δάφνας γὰρ ἐν Βοιωτίᾳ διὰ ἐννεαετηρίδος εἰς τὰ τοῦ Ἀπόλλωνος κομίζοντες ἱερεῖς ἐξύμνουν αὐ‐ τὸν διὰ χοροῦ παρθένων. Καὶ ἡ αἰτία· τῶν Αἰολέων | |
Bibl.239321b | ὅσοι κατῴκουν Ἄρνην καὶ τὰ ταύτῃ χωρία κατὰ χρησμὸν ἀναστάντες ἐκεῖθεν καὶ προκαθεζόμενοι Θήβας ἐπόρθουν προκατεχομένας ὑπὸ Πελασγῶν. Κοινῆς ἀμ‐ φοῖν ἑορτῆς Ἀπόλλωνος ἐνστάσης ἀνοχὰς ἔθεντο καὶ | |
5 | δάφνας τέμνοντες οἱ μὲν ἐξ Ἑλικῶνος, οἱ δὲ ἐγγὺς τοῦ Μέλανος ποταμοῦ ἐκόμιζον τῷ Ἀπόλλωνι. Πολεμά‐ τας δέ, ὁ τῶν Βοιωτῶν ἀφηγούμενος, ἔδοξεν ὄναρ νεα‐ | |
νίαν τινὰ πανοπλίαν αὐτῷ διδόναι καὶ εὐχὰς ποιεῖ‐ σθαι τῷ Ἀπόλλωνι δαφνηφοροῦντας διὰ ἐννεαετηρί‐ | 163 in vol. 5 | |
10 | δος προστάττειν. Μετὰ δὲ τρίτην ἡμέραν ἐπιθέμενος κρατεῖ τῶν πολεμίων καὶ αὐτός τε τὴν δαφνηφο‐ ρίαν ἐτέλει· καὶ τὸ ἔθος ἐκεῖθεν διατηρεῖται. Ἡ δὲ δαφνηφορία· ξύλον ἐλαίας καταστέφουσι δάφναις καὶ ποικίλοις ἄνθεσι καὶ ἐπ’ ἄκρου μὲν χαλκῆ ἐφαρμό‐ | |
15 | ζεται σφαῖρα, ἐκ δὲ ταύτης μικροτέρας ἐξαρτῶσιν· κατὰ δὲ τὸ μέσον τοῦ ξύλου περιθέντες ἐλάσσονα τῆς ἐπ’ ἄκρῳ σφαίρας καθάπτουσι πορφυρᾶ στέμματα· τὰ δὲ τελευταῖα τοῦ ξύλου περιστέλλουσι κροκωτῷ. Βούλεται δὲ αὐτοῖς ἡ μὲν ἀνωτάτω σφαῖρα τὸν ἥλιον (ᾧ καὶ τὸν | |
20 | Ἀπόλλωνα ἀναφέρουσιν), ἡ δὲ ὑποκειμένη τὴν σελήνην, τὰ δὲ προσηρτημένα τῶν σφαιρίων ἄστρα τε καὶ ἀστέρας, τὰ δέ γε στέμματα τὸν ἐνιαύσιον δρόμον· καὶ γὰρ καὶ τζε ποιοῦσιν αὐτά. Ἄρχει δὲ τῆς δαφνηφορίας παῖς ἀμφιθαλής, καὶ ὁ μάλιστα αὐτῷ οἰκεῖος βαστάζει τὸ | |
25 | κατεστεμμένον ξύλον ὃ κώπω καλοῦσιν. Αὐτὸς δὲ ὁ δα‐ φνηφόρος ἑπόμενος τῆς δάφνης ἐφάπτεται, τὰς μὲν κόμας καθειμένος, χρυσοῦν δὲ στέφανον φέρων καὶ λαμ‐ πρὰν ἐσθῆτα ποδήρη ἐστολισμένος ἐπικρατίδας τὲ ὑπο‐ δεδεμένος· ᾧ χορὸς παρθένων ἐπακολουθεῖ προτείνων | |
30 | κλῶνας πρὸς ἱκετηρίαν ὑμνῶν. Παρέπεμπον δὲ τὴν δαφνηφορίαν εἰς Ἀπόλλωνος Ἰσμηνίου καὶ Χαλα‐ ζίου. | |
32 | Τὸ δὲ τριποδηφορικὸν μέλος τρίποδος προη‐ γουμένου παρὰ τοῖς Βοιωτοῖς ᾔδετο. Ἔσχε δὲ καὶ τοῦτο | |
αἰτίαν τοιαύτην. Πελασγῶν τινες Πάνακτον τῆς Βοιω‐ | 164 in vol. 5 | |
35 | τίας ἐπόρθουν, Θηβαῖοι δὲ ἤμυνον· καὶ πέμψαντες εἰς Δωδώνην περὶ τῆς τοῦ πολέμου νίκης ἐχρῶντο. Χρησμὸς δὲ τοῖς Θηβαίοις ἐξέπεσεν ὡς, εἰ μέγιστον ἀσέβημα | |
Bibl.239322a | ἀσεβήσουσι, νικήσουσιν. Ἔδοξεν οὖν αὐτοῖς ἀσε‐ βημάτων εἶναι μέγιστον τὸ τὴν χρησμῳδήσασαν αὐτοῖς τὸν χρησμὸν ἀνελεῖν, καὶ ἀνεῖλον. Αἱ δὲ περὶ τὸ τέ‐ μενος συνιέρειαι δίκην λαβεῖν ἀπῄτουν τοῦ φόνου τοὺς | |
5 | Θηβαίους. Θηβαῖοι δὲ οὐκ ἐπιτρέπουσι γυναιξὶ μόναις τὴν περὶ αὐτῶν δίκην ἀξιοῦν· κοινῆς δὲ κρίσεως ἀνδρῶν καὶ γυναικῶν γεγενημένης καὶ τῶν ἀνδρῶν λευκὰς αὐτοῖς ἐπενεγκόντων ψήφους ἀπέφυγον Θηβαῖοι. Ὕστερον δὲ ἐπιγνόντες αὐτοῖς τὸ ὑπὸ τοῦ χρησμοῦ προστασσόμενον | |
10 | βαστάσαντες τῶν κατὰ τὴν Βοιωτίαν ἱερῶν τριπόδων ἕνα καὶ κατακαλύψαντες ὡς ἱερόσυλοι ἀνέπεμψαν εἰς Δωδώνην. Εὐπραγήσαντες δὲ ἐξ ἐκείνου τοῦ λοιποῦ τὴν πρᾶξιν ἑορτὴν ἐποίουν. | |
13 | Ὠσχοφορικὰ δὲ μέλη παρὰ Ἀθηναίοις ᾔδετο. Τοῦ χοροῦ δὲ δύο νεανίαι κατὰ γυ‐ | |
15 | ναῖκας ἐστολισμένοι κλῆμά τ’ ἀμπέλου κομίζοντες μεστὸν εὐθαλῶν βοτρύων (ἐκάλουν δὲ αὐτὸ ὤσχην, ἀφ’ οὗ καὶ τοῖς μέλεσιν ἡ ἐπωνυμία) τῆς ἑορτῆς καθηγοῦντο. Ἄρ‐ ξαι δέ φασι Θησέα πρῶτον τοῦ ἔργου· ἐπεὶ γὰρ ἑκούσιος ὑποστὰς τὸν εἰς Κρήτην πλοῦν ἀπήλλαξε τὴν πατρίδα | |
20 | τῆς κατὰ τὸν δασμὸν συμφορᾶς, χαριστήρια ἀποδιδοὺς Ἀθηνᾷ καὶ Διονύσῳ, οἳ αὐτῷ κατὰ τὴν νῆσον τὴν Δίαν ἐπεφάνησαν, ἔπραττε τοῦτο δυσὶ νεανίαις ἐσκια‐ τραφημένοις χρησάμενος πρὸς τὴν ἱερουργίαν ὑπηρέ‐ | |
ταις. Ἦν δὲ τοῖς Ἀθηναίοις ἡ παραπομπὴ ἐκ τοῦ Διο‐ | 165 in vol. 5 | |
25 | νυσιακοῦ ἱεροῦ εἰς τὸ τῆς Ἀθηνᾶς τῆς Σκιράδος τέ‐ μενος. Εἵπετο δὲ τοῖς νεανίαις ὁ χορὸς καὶ ᾖδε τὰ μέλη. Ἐξ ἑκάστης δὲ φύλης ἔφηβοι διημιλλῶντο πρὸς ἀλλήλους δρόμῳ· καὶ τούτων ὁ πρότερος ἐγεύετο ἐκ τῆς πενταπλῆς λεγομένης φιάλης, ἣ συνεκιρνᾶτο ἐλαίῳ | |
30 | καὶ οἴνῳ καὶ μέλιτι καὶ τυρῷ καὶ ἀλφίτοις. | |
30 | Εὐκτικὰ δὲ μέλη ἐγράφετο τοῖς αἰτουμένοις τι παρὰ θεοῦ γενέσθαι. Πραγματικὰ δὲ ἅ τινων περιεῖχε πράξεις. Ἐμπορικὰ δὲ ὅσα κατὰ τὰς ἀποδημίας καὶ ἐμπορίας ἐπιδεικνύ‐ μενά τισιν ἐγράφη. Καὶ ἀποστολικὰ δὲ ὅσα διαπεμπό‐ | |
35 | μενοι πρός τινας ἐποίουν. Τὰ δὲ γνωμολογικὰ δῆλον ὅτι παραίνεσιν ἠθῶν ἔχει. Καὶ τὰ γεωργικὰ δὲ χώρας καὶ φυτῶν καιροὺς καὶ ἐπιμελείας. Καὶ τὰ ἐπισταλτικὰ δὲ ὅσα κατ’ ἐντολὰς πρός τινας ποιοῦντες διέπεμπον. Οἱ μὲν δύο λόγοι τῆς Πρόκλου γραμματικῆς Χρησ‐ | |
40 | τομαθείας ἐν τούτοις. | |
Bibl.240322b(2) | Ἀνεγνώσθη ἐκ τῶν Ἰωάννου τοῦ Φιλο‐ πόνου εἰς τὴν ἑξαήμερον. Ὅτι τὸ σύγγραμμα Σεργίῳ τῷ Κωνσταντινουπόλεως | |
5 | προσφωνεῖ, ἐκείνου προτροπῇ τοῦτον ὑπελθεῖν τὸν πό‐ νον προοιμιαζόμενος. Τὸν δὲ σκοπὸν εἶναί φησι σύμ‐ φωνον δεῖξαι τοῖς φαινομένοις τὴν τοῦ θεσπεσίου Μω‐ σέως κοσμογένειαν. Ὅτι σκοπὸς ἦν τῷ Μωσεῖ οὔτε φυσιολογῆσαι οὔτε | |
10 | ἀστρονομῆσαι, ἀλλ’ εἰς θεογνωσίαν καὶ διὰ τῆς κοσμο‐ | |
γονίας ἀνθρώπους ἀγαγεῖν, καὶ παραστῆσαι ὅτι δὴ τὸ μέγα τοῦτο καὶ λαμπρὸν τοῦ κόσμου δημιούργημα ἔχει τὸν Θεὸν ποιητήν, καὶ οὔτε αὐτόματον ἔσχε τὴν ὕπαρξιν οὔτε ἀγένητον τὴν ὑπόστασιν καὶ τῷ Θεῷ συναΐδιον. Καὶ | 166 in vol. 5 | |
15 | Πλάτωνα δὲ τὸν παρ’ Ἕλλησι νομισθέντα σοφώτατον, καίτοι πολλαῖς ὕστερον γενεαῖς γεγονότα καὶ οὐ πλήθει τυχόντι τοὺς λόγους ποιούμενον ἀλλὰ τοῖς ἐπὶ φιλοσοφίᾳ τῶν ἄλλων προὔχουσιν, ὅμως Μωσέα δείκνυσιν ἐν τῇ τῆς κοσμογονίας αὐτοῦ διηγήσει ἐκμιμούμενον. Πολὺ | |
20 | μεγαλοπρεπέστερον Μωσέα Πλάτωνος τεθεολογηκέναι παρίστησιν. Ὅτι οὐδέν φησιν οὐδ’ ὅλως τῶν ἐν τῇ κοσμογονίᾳ τοῦ Προφήτου τῇ τοῦ παντὸς διατάξει ἀσύμφωνον· τοὐ‐ ναντίον δὲ καὶ πολλὰ τῶν ὕστερον αἰτιολογηθέντων ὑπὸ | |
25 | τῶν φυσικῶν ἐκ τῶν Μωσέως γραφέντων εἴληφε τὴν ἀρχήν. Ὅτι ἐν πολλοῖς ἀξίως τὸν μέγαν ἀποθειάζει Βασί‐ λειον, καὶ Θεόδωρον τὸν Μοψουεστίας, εἰ καὶ μὴ ἐν πᾶσιν οἷς ἐπαιτιᾶται, ἀλλ’ οὖν οὐκ ἐν ὀλίγοις ἐπιλαμβάνεται | |
30 | δικαίως. Ὅτι τῆς ἀρχῆς πολλαχῶς φησι λεγομένης τὸ ἐν ἀρχῇ νῦν τὴν κατὰ χρόνον ἀρχὴν δηλοῦν. Κατὰ χρόνον δὲ λέγειν φησὶν οὐχ οὗ τῆς γενέσεως προηγεῖται χρόνος, ὡς ἡμῶν ἑκάστου, ἀλλὰ τὸ πρῶτον τοῦ χρόνου νῦν, ἐν ᾧ | |
35 | τὸν οὐρανὸν καὶ τὴν γῆν παρήγαγεν ὁ Θεός, παντὸς χρονικοῦ χωρὶς διαστήματος. Πᾶσιν γὰρ ἀρχὴν ἑτέραν εἶναι πάντως φησί, οὗπερ λέγεται ἀρχή· καὶ τοῦτο διὰ παραδειγμάτων κατασκευάζει. Ὥστε ἐν ἀρχῇ τοῦ χρό‐ νου καὶ οὐκ ἐν χρόνῳ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐποίησεν | |
40 | ὁ Θεός. Ἀλλ’ ἓν τοῦτο σημαινόμενον τῆς ἐν ᾧ γέγονεν ἀρχῆς ὁ οὐρανὸς καὶ ἡ γῆ. Δεύτερον τὸ πρῶτον τοῦ κα‐ | |
Bibl.240323a | τασκευάσματος μόριον, ὡς ἀρχὴ ἡ τρόπις τοῦ πλοίου καὶ οἱ θεμέλιοι τῆς οἰκίας. Δῆλον δ’ ὅτι καὶ κατὰ | |
τοῦτό φησι τὸ σημαινόμενον τῆς ἀρχῆς δυνατὸν ἐννοῆσαι τὸν οὐρανὸν καὶ τὴν γῆν ἐν ἀρχῇ γεγενῆσθαι· οἷον γὰρ | 167 in vol. 5 | |
5 | θεμέλιον καὶ ἀρχὴν τῶν γεγονότων ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν προκατεβάλετο. Κατὰ δὲ τὰ ἄλλα τῆς ἀρχῆς σημαινόμενα οὐκέτι. Ὅτι ἀντὶ τοῦ ἐν ἀρχῇ ἐν κεφαλαίῳ εἰπὼν ὁ Ἀκύλας δίδωσιν ἐννοεῖν ἀντὶ τοῦ συνῃρημένως καὶ ὁμοῦ γενέσθαι | |
10 | τὸν οὐρανὸν σημαίνειν τὸ ἐν ἀρχῇ· οὐδὲ γὰρ τὸ μὲν αὐ‐ τῶν πρότερον, τὸ δὲ ὕστερον γέγονεν· εἰώθαμεν γὰρ κε‐ φάλαιον καλεῖν τὴν ἐν ἑνὶ πολλῶν ἅμα συναίρεσιν· καὶ πολλὴ ἡ χρῆσις. Ἐδήλωσε δὲ καὶ ἡ τῆς σύν προσθήκη, συνδυασμὸν ὡς τὰ πολλὰ δηλοῦσα. Καὶ γὰρ εἰπών· «Ἐν | |
15 | κεφαλαίῳ ἔκτισε σὺν τὸν οὐρανὸν, σὺν τὴν γῆν» ἐν‐ αργῆ παρέσχε τὴν δήλωσιν τοῦ ἅμα γενέσθαι τὰ δύο. Τι‐ νὲς τὸ ἐν κεφαλαίῳ οὐχ οὕτως, ἀλλ’ ἀπὸ τῆς ἀρχῆς τοῦ σώματος τῆς κεφαλῆς αὐτὸ λογιζόμενοι ἐσχηματίσθαι, εἰς τοιαύτην ἀρχὴν αὐτὸ μετειλήφασιν. | |
20 | Ὅτι, φησίν, οὐρανὸν καὶ γῆν εἰπὼν διὰ τῶν ἄκρων καὶ τὰ μέσα συμπαρείληφεν, ὡς καὶ πάντα φασίν. Ἄκρα δὲ εὐλόγως ταῦτα καλεῖται, ὅτι γῆ μὲν κέντρον τοῦ παν‐ τὸς ἐπέχουσα κάτωθεν πάντων ἐστὶν ἀρχή, πέρας δὲ ὁ πάντα περιέχων οὐρανός. Πάλιν ἄνωθεν ἀρχὴ μέν ἐστιν | |
25 | ὁ οὐρανός, πέρας δὲ ἡ γῆ, μέσα δὲ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ. Διό φησιν ἐφεξῆς· «Καὶ σκότος ἐπάνω τῆς ἀβύσσου», τὸ μὲν ὕδωρ ἄβυσσον εἰπών, τὸ δὲ σκότος τὸν ἀφώ‐ τιστον ἀέρα· καὶ γὰρ κυρίως σκότος ἐστὶν ἡ τοῦ φωτὸς ἀπουσία. Καὶ ἡ συνήθεια δὲ σκότος τὸν ἀφώτιστον λέγει | |
30 | ἀέρα, ἤτοι τὸ νυκτερινὸν τοῦ ἀέρος κατάστημα ἢ καὶ τὸ ἄλλως πως συμβαῖνον. Ὅτι τὸ ψηλαφητὸν σκότος τοῖς Αἰγυπτίοις σκότος ψηλαφητὸν εἰρῆσθαι διὰ δύο αἰτίας, ἢ ὅτι μηδεμία ἀκτὶς τῶν οὐρανίων εἰσεκρίνετο τῷ ἀέρι διὰ τὴν πολ‐ | |
35 | λὴν αὐτοῦ παχύτητα καὶ οἷον ψηλαφητὴν καὶ δυνα‐ μένην αἴσθησιν ἀντιτυπίας τοῖς ἐπαφωμένοις παρέχειν, ἢ ὅτι διὰ τὸ ψηλαφητὸν τὰ στερεμνιώτερα τῶν σω‐ μάτων δίκην τυφλῶν καὶ οὕτω τὰς μεταβάσεις ποιεῖσθαι, ἢ καὶ αὐτὸ τοῦτο γνωρίζειν οὕτω τὰ ψηλαφώμενα. | 168 in vol. 5 |
40 | Ὅτι ἄβυσσος παρὰ πᾶσι τὸ πολὺ καλεῖται ὕδωρ καὶ εἰς βάθος χωροῦν ἄληπτον ἡμῖν, παρὰ τὸ μηνύειν εἰς αὐτό· διὸ καὶ Μωσῆς ἄβυσσον ἐκεῖνο τὸ ὕδωρ κα‐ λεῖ. Πλὴν καὶ ὕδωρ αὐτὸ κατονομάζει· «Καὶ πνεῦμα» | |
Bibl.240323b | γάρ «Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος». Τοῖς ὕδασι γὰρ ὁ ἀὴρ ἐπινήχεται. Αὐτὸ δὲ τὸ τοῦ ἀέρος ὄνομα παρὰ τῇ Μωυσέως οὔκ ἔστι γραφῇ, ἢ μήπω ἐχούσης τότε τῆς Ἑβραΐδος διαλέκτου ἀφωρισμένον ὄνομα τῷ ἀέρι, | |
5 | ἢ ἀρκουμένου Μωυσέως διὰ τοῦ ὕδατος τῆς φωνῆς ἄμφω δηλοῦν· πολλὴ γὰρ ὕδατος καὶ ἀέρος ἡ κοινωνία, καὶ πολλάκις ἐν τοῖς ἑξῆς ἐπ’ ἀμφοῖν κέχρηται τῷ ὀνόματι. Ὅτι τοὺς Ἀγγέλους καὶ μηδαμοῦ τῆς προαγωγῆς αὐτῶν | |
10 | ἐμνήσθη Μωσῆς, ἅτε τῶν ἐγκοσμίων ἱστορίαν παρα‐ διδούς, ἀλλ’ οὖν οὐδὲ δεῖ λέγειν ὡς συνυπέστησαν, φησίν, ἢ καὶ ὕστερον γεγόνασιν οὐρανοῦ, πρότερον δέ. Καὶ τοῦτο πειρᾶται καὶ φυσικώτερον καὶ ἐκ τῶν θείων λογίων παριστά‐ νειν, ὡς δῆθεν πρὸς Θεόδωρον ἀπομαχόμενος, καὶ τὰς | |
15 | παρ’ αὐτοῦ κομιζομένας ἀποδείξεις ὅτι σὺν οὐρανῷ γε‐ γόνασιν ἀνασκευαζόμενος, καὶ σύμφωνον τὸν μέγαν ἐπι‐ κομιζόμενος Βασίλειον, ὑπὲρ οὗ καὶ δοκεῖ Θεοδώρῳ διαμάχεσθαι. Ἀνακεφαλαιούμενος οὖν τὰς ἀποδείξεις δι’ ὧν τοὺς Ἀγγέλους μὴ συνυποστῆναι τῷ κόσμῳ παριστά‐ | |
20 | νειν ἠγώνιστο, φησί· «Σκόπει τοίνυν ἐκ πόσων αὐτῶν ἡ ὑπερκόσμιος συνῆκται γένεσις, ἐκ τοῦ μήτε Μωσέα μήτ’ ἄλλην θεόπνευστον γραφὴν ἅμα τῷ κόσμῳ γε‐ γονέναι αὐτοὺς εἰπεῖν, ἐκ τοῦ μήτε σώματα εἶναι μήτε | |
συνδεδέσθαι σώμασιν ὀργανικοῖς ὥσπερ τὴν ἡμετέραν | 169 in vol. 5 | |
25 | ψυχήν, ἐκ τῆς ὑπερκοσμίου δυνάμεως αὐτῶν, ἐξ ὧν τὸ θεῖον διηνεκῶς θεωροῦσιν, ὧν οὐδὲν τῶν ἐγκοσμίων μετέχει· ἐκ τοῦ μηδὲ τὰς ἀλόγους ψυχὰς συγκαταβε‐ βλῆσθαι τοῖς σώμασι, καίτοι χωρὶς σωμάτων μὴ δυ‐ ναμένας εἶναι· ἐκ τοῦ μὴ τὴν ἀνθρωπίνην ψυχὴν μηδὲ | |
30 | τῷ ἰδίῳ συνυποστῆναι σώματι· τὸ μὲν γὰρ ἐκ γῆς, ἡ δὲ καθ’ ἑαυτὴν θειοτέρας ὑπὸ Θεοῦ μετέσχε γενέσεως». | |
Bibl.241323b(33) | Ἀνεγνώσθη ἐκ τοῦ εἰς τὸν Ἀπολλώνιον ἀπὸ φω‐ νῆς Φιλοστράτου. | |
35 | Ὅτι Βαβυλῶνά φησι τετειχίσθαι ὀγδοήκοντα καὶ τε‐ τρακόσια στάδια κύκλῳ· τεῖχος δὲ αὐτῆς τρία μὲν τὸ ὕψος ἡμίπλεθρα, πλέθρου δὲ μεῖον τὸ εὖρος. Ποτα‐ μῷ δὲ Εὐφράτῃ τέμνεται ξὺν ὁμοιότητι τοῦ εἴδους, ὃν ἀπόρρητος ὑποστείχει γέφυρα, τὰ βασίλεια τὰ ἐπὶ ταῖς | |
40 | ὄχθαις ἀφανῶς ξυνάπτουσα. Γυνὴ γὰρ λέγεται Μήδεια, τῶν ἐκείνῃ ποτὲ ἄρχουσα, τὸν ποταμὸν ὑποζεῦξαι τρό‐ πον ὃν μήπω τις ποταμῶν ἐζεύχθη. Λίθους γὰρ δὴ καὶ χαλκὸν καὶ ἄσφαλτον, καὶ ὁπόσα ἐς ἔφυδρον ξύνδε‐ | |
Bibl.241324a | σιν ἀνθρώποις εὕρηται, παρὰ τὰς ὄχθας τοῦ πο‐ ταμοῦ νήσασα, τὸ ῥεῦμα εἰς λίμνας ἔτρεψε, ξηρόν τε ἤδη τὸν ποταμὸν ὤρυγεν, ὀργυιὰς ἐς δύο σήραγγα ἐργα‐ ζομένη κοίλην, ἵνα ἐς τὰ βασίλεια τὰ περὶ ταῖς ὄχ‐ | |
5 | θαις ὥσπερ ἐκ γῆς ἀναφαίνοιτο, καὶ ἤρεψεν αὐτὴν ἴσως τῷ τοῦ ῥεύματος δαπέδῳ. Οἱ μὲν δὴ θεμέλιοι ἐβεβήκεσαν καὶ οἱ τοῖχοι τῆς σήραγγος· ἅτε δὲ τῆς | |
ἀσφάλτου δεομένης τοῦ ὕδατος ἐς τὸ λιθοῦσθαι καὶ πήγνυ‐ σθαι, ὁ Εὐφράτης ἐπαφείθη ὑγρῷ τῷ ὀρόφῳ, καὶ ὧδε | 170 in vol. 5 | |
10 | ἔστη τὸ ζεῦγμα. | |
10 | Τὰ δὲ βασίλεια χαλκῷ μὲν ἤρεπται καὶ ἀπ’ αὐτῶν ἀστράπτει· θάλαμοι δὲ καὶ ἀνδρῶνες καὶ στοαὶ τὰ μὲν ἀργύρῳ, τὰ δὲ χρυσοῖς ὑφάσμασιν, τὰ δὲ χρυ‐ σῷ αὐτῷ, καθάπερ γραφαῖς, ἠγλάϊσται· φασὶ δὲ φῆ‐ σαι τὸν Ἀπολλώνιον καὶ ἀνδρῶνι ἐντυχεῖν, οὗ τὸν | |
15 | ὄροφον εἰς θόλου ἀνῆχθαι σχῆμα, οὐρανῷ τινι εἰ‐ κασμένον· σαπφειρίνῃ δὲ αὐτὸν κατηρέφθαι λίθῳ. κυανωτάτη δὲ ἡ λίθος καὶ οὐρανία ἰδεῖν. Θεῶν τε ἀγάλματα οὓς νομίζουσιν, ἵδρυται ἄνω καὶ χρυσᾶ φαί‐ νεται καθάπερ ἐξ αἰθέρος. Δικάζει μὲν δὴ ὁ βασιλεύς, | |
20 | χρυσαῖ δὲ ἴυγγες ἀποκρέμανται τοῦ ὀρόφου τέτταρες τὴν ἀδράστειαν αὐτῷ παρεγγυῶσαι καὶ τὸ μὴ ὑπὲρ τοὺς ἀν‐ θρώπους αἴρεσθαι. Ταύτας οἱ μάγοι αὐτοί φασιν ἁρμότ‐ τεσθαι, φοιτῶντες εἰς τὰ βασίλεια· καλοῦσι δὲ αὐτὰς θεῶν γλώττας. | |
25 | Ὅτι φησὶν Ἀπολλώνιον καὶ τοὺς μετ’ αὐτὸν ἐξιόν‐ τας τῆς Περσῶν ἀρχῆς καὶ προσιόντας τῷ Καυκάσῳ εὐωδεστέρας τῆς γῆς αἰσθέσθαι. Τὸ δὲ ὄρος τοῦτο ἀρχὴν ποιούμεθα τοῦ Ταύρου τοῦ δι’ Ἀρμενίας τε καὶ Κιλίκων ἐπὶ Παμφύλους τε καὶ Μυκάλην στείχοντος, ἣ τελευ‐ | |
30 | τῶσα εἰς θάλασσαν ἣν Κᾶρες οἰκοῦσι, τέρμα τοῦ Καυ‐ κάσου νομίζοιτ’ ἄν, ἀλλ’ οὐχ, ὡς ἔνιοί φασιν, ἀρχή· τό τε γὰρ τῆς Μυκάλης ὕψος οὔπω μέγα, καὶ αἱ ὑπερβολαὶ τοῦ Καυκάσου τοσοῦτον ἀνεστᾶσιν ὡς σχίζεσθαι περὶ αὐτὸν τὸν ἥλιον. Περιβάλλει δὲ Ταύρῳ ἑτέρῳ καὶ τὴν ὅμορον | |
35 | τῇ Ἰνδικῇ Σκυθίαν πᾶσαν, κατὰ Μαιῶτίν τε καὶ ἀρι‐ | |
στερὸν Πόντον, σταδίων μάλιστα δισμυρίων μῆκος· το‐ σοῦτον γὰρ ἐπέχει μέτρον τῆς γῆς ὁ ἀγκὼν τοῦ Καυκάσου. Τὸ δὲ περὶ τοῦ ἐν τῇ ἡμεδαπῇ Ταύρου λεγόμενον, ὡς ὑπὲρ τὴν Ἀρμενίαν πορεύοιτο, χρόνῳ ἀπιστηθὲν πι‐ | 171 in vol. 5 | |
40 | στοῦνται λοιπὸν αἱ πορδάλεις ἃς οἶδα ἁλισκομένας ἐν τῇ Παμφύλων ἀρωματοφόρῳ· χαίρουσι γὰρ τοῖς ἀρώ‐ | |
Bibl.241324b | μασι, καὶ ἐκ πολλοῦ τὰς ὀσμὰς ἕλκουσαι φοιτῶσιν ἐξ Ἀρμενίας διὰ τῶν ὀρῶν πρὸς τὸ δάκρυον τοῦ στύρακος ἐπειδὰν οἵ τε ἄνεμοι ἀπ’ αὐτῶν πνεύσωσι καὶ τὰ δέν‐ δρα ὀπώδη γένηται. Καὶ ἁλῶναι ποτέ φασιν ἐν Παμ‐ | |
5 | φυλίᾳ πορδάλιον στρεπτῷ ἅμα ὃν περὶ τῇ δέρῃ ἔφερε· χρυσοῦν δὲ ἦν καὶ ἐπεγέγραπτο Ἀρμενίοις γράμμασι· «Βασιλεὺς Ἀρσάκης θεῷ Νυσίῳ». Βασιλεὺς μὲν δὴ Ἀρμενίας τότε ἦν Ἀρσάκης, καὶ αὐτὸς οἶμαι ἰδὼν τὴν πόρδαλιν ἀνῆκε τῷ Διονύσῳ διὰ μέγεθος τοῦ θη‐ | |
10 | ρίου· Νύσιος γὰρ ὁ Διόνυσος ἀπὸ τῆς ἐν Ἰνδοῖς Νύσσης Ἰνδοῖς τε ὀνομάζεται καὶ πᾶσι τοῖς πρὸς ἀκτῖνα ἔθνεσιν. Ἡ δὲ χρόνον μέν τινα ὑπεζεύχθη ἀνθρώπῳ, καὶ χεῖρα ἠνέσχετο ἐπαφωμένην τε καὶ καταψῶσαν· ἐπεὶ δὲ ἀνοί‐ στρησεν αὐτὴν ἔαρ, ἀνέθορεν ἐς τὰ ὄρη πόθῳ ἀρσένων | |
15 | ὡς εἶχε τοῦ κόσμου, καὶ ἥλω περὶ τὸν κάτω Ταῦρον ὑπὸ τοῦ ἀρώματος ἑλχθεῖσα. Ὁ δὲ Καύκασος ὁρίζει μὲν τὴν Ἰνδικὴν καὶ τὴν Μηδικήν, καθήκει δὲ ἐπὶ τὴν ἐρυ‐ θρὰν θάλασσαν ἑτέρῳ ἀγκῶνι. Ὅτι παραμείψαντας τὸν Καύκασον τετραπήχεις ἀν‐ | |
20 | θρώπους ἰδεῖν φασιν οὓς ἤδη μελαίνεσθαι, καὶ πεντα‐ πήχεις δὲ ἑτέρους, ὑπὲρ τὸν Ἰνδὸν ποταμὸν ἐλθόντας. Ὅτι ὑπερβάντας φησὶ τὸ ὄρος τὸν Καύκασον ἐντυ‐ χεῖν ἐπὶ ἐλεφάντων ἤδη ὀχουμένοις ἀνδράσιν. Εἰσὶ δ’ | |
οὗτοι μέσοι Καυκάσου καὶ ποταμοῦ Κώφηνος, ἄβιοί τε | 172 in vol. 5 | |
25 | καὶ ἱππόται τῆς ἀγέλης ταύτης. Καὶ κάμηλοι δὲ ἐνίους ἦγον, αἷς χρῶνται Ἰνδοὶ ἐς τὰ δρομικά· πορεύονται δὲ χίλια στάδια διὰ τῆς ἡμέρας, γόνυ οὐδαμοῦ κάμψασαι. Ὅτι Ἰνδὸν ἐπεραιώθησαν οἱ περὶ Ἀπολλώνιον στα‐ δίους μάλιστα μʹ· τὸ γὰρ πλωϊμὸν αὐτοῦ τοσοῦτον. Ἄρ‐ | |
30 | χεσθαι δὲ αὐτόν φασιν ἐκ τοῦ Καυκάσου μείζω αὐτόθεν ἢ οἱ κατὰ τὴν Ἀσίαν ποταμοὶ πάντες, προχωρεῖν δὲ πολ‐ λοὺς τῶν ναυσιπόρων ἑαυτοῦ ποιούμενον. Ὅτι φησί, πορευθέντας αὐτοὺς ὑπὲρ τὸν Ἰνδὸν πο‐ ταμὸν ἦγεν ὁ παρὰ τοῦ σατράπου ἡγεμὼν εὐθὺ τῶν | |
35 | Ταξίλων, οὗ τὰ βασίλεια ἦν τῷ Ἰνδῷ. Στολὴν δ’ εἶναι τοῖς μετὰ τὸν Ἰνδὸν λίνου φασὶν ἐγχωρίου καὶ ὑποδή‐ ματα βύβλου. Καὶ βύσσῳ δὲ τοὺς φανερωτέρους αὐτῶν ἐστάλθαι· τὴν δὲ βύσσον φύεσθαι δένδρου φασὶν ὁμοίου μὲν τῇ λεύκῃ τὴν βάσιν, παραπλήσιον δὲ τῇ ἰτέᾳ τὰ | |
40 | πέταλα. Καὶ ἡσθῆναί φησι τῇ βύσσῳ ὁ Ἀπολλώνιος, ἐπειδὴ ἔοικε φαιῷ τρίβωνι. Τὰ δὲ Τάξιλα μέγεθος μὲν | |
Bibl.241325a | εἶναι κατὰ τὴν Νῖνον, τετειχίσθαι δὲ συμμέτρως ὥσπερ αἱ Ἑλλάδες, βασίλεια δὲ εἶναι ἀνδρὸς τὴν Πώρου ποτὲ ἀρχὴν ἄρχοντος. Ὅτι αἱ πηγαὶ τοῦ Ὑφάσιος ποταμοῦ, ᾧ πλησιάσαι | |
5 | φησὶ τοὺς περὶ Ἀπολλώνιον τὸν Ὑδραώτην ὑπερβάν‐ τας καὶ πολλὰ διαμείψαντας ἔθνη, τούτου δὴ τοῦ πο‐ ταμοῦ αἱ πηγαὶ βλύζουσι μὲν ἐκ πεδίου ναυσίποροι αὐ‐ τόθεν, προϊοῦσαι δὲ καὶ ναυσὶν ἤδη ἄποροί εἰσιν· ἀκρω‐ νυχίαι γὰρ παραλλὰξ πετρῶν ὑπανίσχουσι τοῦ ὕδατος, | |
10 | περὶ ἃς ἀνάγκη τὸ ῥεῦμα ἐλίττεσθαι καὶ ποιεῖν τὸν πο‐ ταμὸν ἄπλουν. Εὖρος δὲ αὐτῷ κατὰ τὸν Ἴστρον· ποταμῶν δὲ οὗτος δοκεῖ μέγιστος, ὁπόσοι δι’ Εὐρώπης ῥέουσι. | |
12 | Δέν‐ | |
δρα δ’ ὁ Ὕφασις προσόμοια φύει περὶ τὰς ὄχθας, καί τι καὶ μύρον ἐκδίδοται τῶν δένδρων, ὃ ποιοῦνται Ἰνδοὶ | 173 in vol. 5 | |
15 | γαμικὸν χρίσμα. Καὶ τοὺς ἰχθῦς δὲ τοὺς ταὼς λεγομέ‐ νους μόνος οὗτος ποταμῶν τρέφει· πεποίηνται δὲ αὐτοὺς ὁμωνύμους τοῦ ὄρνιθος, ἐπεὶ κυάνεοι μὲν αὐτοῖς οἱ λόφοι, στικταὶ δὲ αἱ φολίδες, χρυσᾶ δὲ τὰ οὐραῖα, καὶ ὁπότε βούλοιντο, ἀνακλώμενα. | |
19 | Ἔστι δέ τι θηρίον ἐν τῷ ποταμῷ | |
20 | σκώληκι εἰκασμένον λευκῷ, τοῦτον δ’ οἱ τήκοντες ἔλαιον ποιοῦνται· πῦρ δὲ ἄρα τοῦ ἐλαίου τούτου ἐκδίδοται, καὶ στέγει αὐτὸ πλὴν ὑέλου οὐδέν. Ἁλίσκεται δὴ μόνῳ τῷ βα‐ σιλεῖ τὸ θηρίον τοῦτο πρὸς τειχῶν ἅλωσιν· ἐπειδὰν γὰρ θίγῃ τῶν ἐπάλξεων ἡ πιμελή, πῦρ ἐκκαλεῖται κρεῖττον σβεστη‐ | |
25 | ρίων ὁπόσα ἀνθρώποις πρὸς τὰ πυρφόρα εὕρηται. | |
25 | Καὶ τοὺς ὄνους δὲ τοὺς ἀγρίους ἐν τοῖς ἕλεσι τούτοις ἁλίσκε‐ σθαί φασιν. Εἶναι δὲ τοῖς θηρίοις τούτοις ἐπὶ μετώπου κέρας, ᾧ ταυρηδόν τε καὶ οὐκ ἀγεννῶς μάχονται. Καὶ ἀποφαίνειν τοὺς Ἰνδοὺς ἔκπωμα τὸ κέρας τοῦτο· οὐ γὰρ | |
30 | οὔτε νοσῆσαι τὴν ἡμέραν ἐκείνην ὁ ἀπ’ αὐτοῦ πιών, οὔτε ἂν τρωθεὶς ἀλγῆσαι, πυρός τε διεξελθεῖν ἄν, καὶ μηδ’ ἂν φαρμάκοις ἁλῶναι, ὁπόσα ἐπὶ κακῷ πίνεται. Βασι‐ λέων δὲ τὸ ἔκπωμα εἶναι, καὶ βασιλεῖ μόνῳ ἀνεῖσθαι τὴν θήραν. Μῦθον δὲ ἄρα δεικνύει ταῦτα τῶν ἐν Ἰνδοῖς | |
35 | βασιλέων καὶ νόσοι καὶ θάνατοι. Τὸ δὲ θηρίον, οἷον εἴρηται, τοιοῦτον ὁρᾶται. Ἐντεῦθεν ὑπερβαλεῖν τοῦ Καυκάσου τὸ κατατεῖνον ἐς τὴν ἐρυθρὰν θάλασσαν· εἶναι δὲ αὐτὸ συνηρεφὲς ἰδέαις ἀρωμάτων. Τοὺς μὲν δὴ πρῶνας τοῦ ὄρους τὸ | |
40 | κιννάμωμον φέρειν, προσεοικέναι δὲ αὐτὸ νέοις κλή‐ | |
μασι. Βάσανον δὲ τοῦ ἀρώματος τὴν αἶγα εἶναι· κιν‐ | 174 in vol. 5 | |
Bibl.241325b | ναμώμου γὰρ εἴ τις αἰγὶ ὀρέξειε, κνυζήσεται πρὸς τὴν χεῖρα καθάπερ κύων, ἀπιόντι τε ὁμαρτήσει τὴν ῥῖνα ἐς αὐτὸν ἐρείσασα, κἂν ὁ αἰπόλος ἀπάγῃ, θρηνήσει καθάπερ λωτοῦ ἀποσπωμένη. | |
4 | Ἐν δὲ τοῖς κρημνοῖς τοῦ | |
5 | ὄρους λίβανοί τε ὑψηλαὶ πεφύκασι καὶ πολλὰ εἴδη ἕτερα. Καὶ τὰ δένδρα δὲ αἱ πεπερίδες, ὧν οἱ γεωργοὶ πίθηκοι, εἴκασται μὲν τῷ παρ’ Ἕλλησιν ἄγνῳ τά τε ἄλλα καὶ τὸν κόρυμβον τοῦ καρποῦ, φύεται δὲ ἐν τοῖς ἀποτόμοις, οὐκ ἐφικτὸς τοῖς ἀνθρώποις, οὗ λέγεται πιθήκων οἰκεῖν δῆ‐ | |
10 | μος ἐν μυχοῖς καὶ ὅ τι αὐτοῦ κοῖλον. Οὓς πολλοῦ ἀξίους οἱ Ἰνδοὶ νομίζοντες, ἐπειδὴ τὸ πέπερι ἀποτρυγῶσιν, τοὺς λέοντας ἀπ’ αὐτῶν ἐρύκουσι κυσί τε καὶ ὅπλοις. Ἐπι‐ τίθεται δὲ πιθήκῳ λέων νοσῶν μὲν ὑπὲρ φαρμάκου (τὴν γὰρ νόσον αὐτῷ τὰ κρέα ἴσχει ταῦτα), γεγηρακὼς | |
15 | δὲ ὑπὲρ σίτου· τῆς γὰρ τῶν ἐλάφων καὶ συῶν θήρας ἔξωροι γεγονότες τοὺς πιθήκους λαφύσσουσιν, ἐς τοῦτο χρώμενοι τῇ λοιπῇ ῥώμῃ. | |
17 | Τὰ δὲ περὶ τὰς πεπερίδας πραττόμενα ὧδε ἔχει. Προσελθόντες οἱ Ἰνδοὶ τοῖς κάτω μέρεσι καὶ τὸν καρπὸν ἀποθερίσαντες ἅλως ποιοῦνται | |
20 | μικρὰς περὶ τὰ δένδρα, καὶ τὸ πέπερι περὶ αὐτὰς ξυμ‐ φέρουσιν, οἷον ῥιπτοῦντες ὡς ἄτιμόν τι καὶ μὴ ἐν σπουδῇ τοῖς ἀνθρώποις. Οἱ δὲ ἄνωθεν κἀκ τῶν ἀβάτων κα‐ θεωρακότες ταῦτα, νυκτὸς ὑποκρίνονται τὸ τῶν Ἰνδῶν ἔργον, καὶ τοὺς βοστρύχους τῶν δένδρων περισπῶντες, | |
25 | ῥίπτουσι φέροντες ἐς τὰς ἅλως· οἱ δὲ Ἰνδοὶ ἀπόνως συλλέγουσιν. | |
Ὑπεράραντες δὲ τοῦ ὄρους πεδίον φασὶν ἰδεῖν λεῖον κατατετμημένον εἰς τάφρους πλήρεις ὕδατος· εἶναι δὲ αὐτῶν τὰς μὲν ἐπικαρσίους, τὰς δὲ ὀρθὰς διηγμένας | 175 in vol. 5 | |
30 | ἐκ τοῦ ποταμοῦ τοῦ Γάγγου, τῆς τε χώρας ὅρια οὔσας, τοῖς τε πεδίοις ἐπαγομένας, ὁπότε ἡ γῆ διψῴη. Τὴν δὲ γῆν ταύτην ἀρίστην φασὶ τῆς Ἰνδικῆς εἶναι, καὶ με‐ γίστην τῶν ἐκεῖ λήξεων, πεντεκαίδεκα ἡμερῶν ὁδοῦ μῆ‐ κος ἐπὶ τὸν Γάγγην, ὀκτωκαίδεκα δὲ ἀπὸ θαλάσσης | |
35 | ἐπὶ τὸ τῶν πιθήκων ὄρος, ᾧ ξυμπαρατείνει πεδιάς. Μέλαινα πᾶσα ἡ χώρα καὶ πάντων εὔφορος· ἰδεῖν μὲν γὰρ στάχυας ἀνεστῶτας ὅσον οἱ δόνακες, ἰδεῖν δὲ κυάμους τριπλασίους τῶν Αἰγυπτίων τὸ μέγεθος, σήσαμόν τε καὶ κέγχρον, ὑπερφυᾶ πάντα, καὶ τὰ κάρυα φύεσθαί | |
40 | φασί. Τὰς δὲ ἀμπέλους φύεσθαι μικράς, καθάπερ Λυδῶν καὶ Μαιόνων, ποτίμους δὲ εἶναι καὶ ἀνθοσμίας ὁμοῦ | |
Bibl.241326a | τῷ ἀποτρυγᾶν. Ἐνταῦθα καὶ δένδρῳ φησὶν ἐντετυ‐ χηκέναι προσεοικότι τῇ δάφνῃ, φύεσθαι δὲ αὐτοῦ κάλυκα εἰκασμένην τῇ μεγίστῃ ῥοᾷ, καὶ μῆλον ἐγκεῖσθαι τῇ κά‐ λυκι κυάνεον μὲν ὥσπερ τῶν ὑακίνθων αἱ καλαί, πάν‐ | |
5 | των δὲ ἥδιστον ὁπόσα ἐξ ὡρῶν ἥκει. Καταβαίνοντες δὲ τὸ ὄρος δρακόντων θήρᾳ περι‐ τυχεῖν φασι· δρακόντων μὲν γὰρ δὴ ἀπείροις μήκεσι διέζωσται πᾶσα ἡ Ἰνδικὴ χώρα, καὶ μεστὰ μὲν αὐτῶν ἕλη, μεστὰ δὲ ὄρη, κενὸς δὲ οὐδεὶς λόφος. Οἱ μὲν δὴ | |
10 | ἕλειοι νωθροί τέ εἰσι καὶ τριακοντάπηχυ μῆκος ἔχουσι, καὶ κράνος αὐτοῖς οὐκ ἀνέστηκεν, ἀλλ’ εἰσὶ ταῖς δρα‐ καίναις ὅμοιοι, μέλανες δὲ ἱκανῶς τὸν νῶτον, καὶ ἧττον φολιδωτοὶ τῶν ἄλλων. Οἱ δὲ πεδινοὶ πλεονεκτοῦσι τῶν ἑλείων πάντα· καὶ γὰρ ἐς πλέον τοῦ μήκους ἐλαύνουσι, | |
15 | καὶ ταχύτεροι τῶν ὀξυτάτων ποταμῶν φέρονται, καὶ | |
διαφεύγει αὐτοὺς οὐδέν. Τούτοις καὶ λοφιὰ φύεται, νέοις μὲν ὑπανίσχουσα τὸ μέτριον, συναυξομένη δὲ τελεουμέ‐ νοις καὶ ἀνίσχουσα ἐς πολύ, ὅτε δὴ πυρσῖται καὶ πριό‐ νωτοι γίνονται. Οὗτοι καὶ γενειάσκουσι, καὶ τὸν αὐχένα | 176 in vol. 5 | |
20 | ὑψοῦ αἴρουσι, καὶ τὴν φολίδα στίλβουσι δίκην ἀργύρου· αἱ δὲ τῶν ὀφθαλμῶν κόραι λίθος ἐστὶ διάπυρος· ἰσχὺν δὲ αὐτῶν ἀμήχανον εἶναί φησιν ἐς πολλὰ τῶν ἀπο‐ θέτων. | |
23 | Γίνεται δὲ τοῖς θηρῶσιν ὁ πεδινὸς εὕρημα, ἐπειδὰν τῶν ἐλεφάντων τινὰ ἐπισπάσηται· τουτὶ γὰρ ἀπόλ‐ | |
25 | λυσιν ἄμφω τὰ θηρία. Καὶ κέρδος τοῖς ἑλοῦσι δράκον‐ τας ὀφθαλμοὶ καὶ δορὰ καὶ ὀδόντες· εἰσὶ δὲ τὰ μὲν ἄλλα ὅμοιοι τοῖς τῶν μεγίστων συῶν, λεπτότεροι δὲ καὶ διάστροφοι καὶ τὴν αἰχμὴν ἄτριπτοι, καθάπερ οἱ τῶν μεγάλων ἰχθύων. Οἱ δὲ ὄρειοι δράκοντες τὴν μὲν φο‐ | |
30 | λίδα χρυσοῖ φαίνονται, τὸ δὲ μῆκος ὑπὲρ τοὺς πεδινούς· γένεια δὲ αὐτοῖς βοστρυχώδη, χρυσᾶ κἀκεῖνα. Καὶ κα‐ τωφρύωνται μᾶλλον ἢ οἱ πεδινοί, ὄμματά τε ὑποκά‐ θηται τῇ ὀφρύϊ δεινὸν καὶ ἀναιδὲς δεδορκότα. Ὑπό‐ χαλκόν τε ἦχον φέρουσιν ἐπειδὰν τῇ γῇ ὑποκυμαίνω‐ | |
35 | σιν. Ἀπὸ δὲ τῶν λόφων πυρσῶν ὄντων πῦρ αὐτοῖς ἄτ‐ τει λαμπάδος πλέον. Οὗτοι καὶ τοὺς ἐλέφαντας αἴρουσιν. Αὐτοὶ δὲ ὑπὸ τῶν Ἰνδῶν οὕτως ἁλίσκονται· κοκκοβαφεῖ πέπλῳ χρυσᾶ ἐνείροντες γράμματα, τίθενται πρὸ τῆς χειᾶς ὕπνον ἐγγοητεύσαντες τοῖς γράμμασιν, ὑφ’ οὗ | |
Bibl.241326b | νικᾶται καὶ τοὺς ὀφθαλμοὺς ἀτρέπτους ὄντας ὁ δράκων, καὶ πολλὰ τῆς ἀπορρήτου σοφίας ἐπ’ αὐτὸν ᾄδου‐ | |
σιν, οἷς ἄγεταί τε καὶ τὸν αὐχένα ὑποβαλὼν τῆς χειᾶς ἐπι‐ καθεύδει τοῖς γράμμασι. Προσπεσόντες οὖν οἱ Ἰνδοὶ κει‐ | 177 in vol. 5 | |
5 | μένῳ πελέκεις ἐναράττουσι, καὶ τὴν κεφαλὴν ἀποτε‐ μόντες ληΐζονται τὰς ἐν αὐτῇ λίθους. Λίθοι δὲ τούτοις ἀπόκεινται τὸ μὲν εἶδος ἀνθηραὶ καὶ πάντα ἀπαυγά‐ ζουσαι χρώματα, τὴν δὲ ἰσχὺν ἄρρητοι κατὰ τὸν δακτύ‐ λιον ὃν γενέσθαι φασὶ τῷ Γύγῃ. Πολλάκις δὲ τὸν Ἰνδὸν | |
10 | αὐτῷ πελέκει καὶ αὐτῇ τέχνῃ συλλαβὼν ἐς τὴν αὐτοῦ χειὰν φέρων ᾤχετο, μόνον οὐ σείων τὸ ὄρος. Οὗτοι καὶ τὰ ὄρη τὰ περὶ τὴν ἐρυθρὰν οἰκεῖν λέγονται. Τὰ δ’ ἔτη τῶν θηρίων τούτων γνῶναί τε ἄπορον καὶ εἰπεῖν ἄπιστον. | |
15 | Προϊόντες δέ φησιν αὐλοῦ μὲν ἀκοῦσαι δόξαι νο‐ μέως δή τινος ἀγέλην τάττοντος, ἐλάφους δὲ ἄρα βου‐ κολεῖσθαι λευκάς· ἀμέλγουσι δὲ Ἰνδοὶ ταύτας, εὐτραφὲς ἡγούμενοι τὸ ἀπ’ αὐτῶν γάλα. Ἐντεῦθεν ἡμερῶν τεττάρων πορευόμενοι δι’ εὐδαί‐ | |
20 | μονος καὶ ἐνεργοῦ τῆς χώρας, προσελθεῖν φασι τῇ τῶν σοφῶν ἤτοι τῶν λεγομένων Βραχμάνων τύρσει, καὶ συγγενέσθαι αὐτοῖς ἐφ’ ἱκανόν· περὶ οὓς αὐτούς φασιν εἰρηκέναι τε καὶ ἰδεῖν καὶ ἀκοῦσαι ἃ οὐδεὶς τῶν νοῦν ἐχόντων πιστεύσειε. Τὸ δὲ τῆς μετεμψυχώσεως βδελυ‐ | |
25 | κτὸν δόγμα ἐκεῖθεν δι’ Αἰγυπτίων ἔφασαν καὶ Πυθα‐ γόρᾳ ἐνσκῆψαι. Κομῶσι δὲ οὗτοι οἱ Ἰνδοὶ ὥσπερ Λα‐ κεδαιμόνιοι πάλαι καὶ Θούριοι, μίτραν τε ἀναδοῦνται λευκὴν καὶ γυμνὸν αὐτοῖς βάδισμα. Καὶ τὴν ἐσθῆτα ἐσχηματίζοντο παραπλήσιον ταῖς ἐξωμίσιν. Ἡ δὲ ὕλη | |
30 | τῆς ἐσθῆτος, ἔριον αὐτοφυὲς ἡ γῆ φύει, λευκὸν μὲν ὥσπερ τὸ Παμφύλων, μαλακώτερον δέ. Τοῦτο ἱερὰν ἐσθῆτα ποιοῦνται, καὶ μόνοις αὐτοῖς ἀνασπᾶται τῆς | |
γῆς. Φοροῦσι δὲ καὶ δακτύλιον καὶ ῥάβδον. Ὅτι λίθον φησὶ, παντάρβην ὄνομα, γίνεσθαι τὴν με‐ | 178 in vol. 5 | |
35 | γίστην κατὰ ὄνυχα δακτύλου τοῦ ἀντίχειρος· κυΐσκεσθαι δὲ αὐτὴν ἐν γῇ κοίλῃ βάθος ὀργυαὶ τέσσαρες. Τοσοῦτον δὲ αὐτῇ περιεῖναι τοῦ πνεύματος, ὡς ὑποίδειν τὴν γῆν καὶ κατὰ πολλὰ ῥήγνυσθαι κυϊσκομένης ἐν αὐτῇ τῆς λίθου. Οὐ πᾶσι δὲ ἀνασπᾶσθαι, ἀλλὰ τοῖς τὰς ἐπ’ αὐτῇ τελετὰς | |
Bibl.241327a | ἐπισταμένοις. Αὕτη νύκτωρ μὲν ἡμέραν ἀναφαίνει καθάπερ τὸ πῦρ (ἔστι γὰρ πυρσὴ καὶ ἀκτινώδης) εἰ δὲ μεθ’ ἡμέραν ὁρῷτο, βάλλει τοὺς ὀφθαλμοὺς μαρμαρυ‐ γαῖς μυρίαις. Τὸ δὲ ἐν αὐτῇ φῶς πνεῦμά ἐστιν ἀρ‐ | |
5 | ρήτου ἰσχύος· λίθους γὰρ ὁπόσας βούλει καὶ σποράδην καὶ θαλάσσῃ διαρρίψας, καὶ ταύτην αὐταῖς καθιμήσας, ξυλλέγοις ἂν πάσας τῇ τοῦ πνεύματος διαδόσει· ὑπο‐ κείσονται γὰρ αὐτῇ βοτρυδὸν αἱ λίθοι, καθάπερ σμῆνος. Καί φησιν ὁ μυθογράφος οὗτος Φιλόστρατος ὡς ταῦτα | |
10 | εἰπὼν Ἰάρχας τῷ Ἀπολλωνίῳ ἔδειξε τὴν λίθον αὐτὴν καὶ ὁπόσα ἐργάζεται. Τοὺς δὲ Πυγμαίους φησὶν οἰκεῖν μὲν ὑπογείους, κεῖσθαι δὲ ὑπὲρ τὸν Γάγγην, ζῶντας τρόπον ὃς πᾶσιν εἴρηται. Σκιάποδας δὲ ἀνθρώπους ἢ Μακροκεφάλους ἢ ὁπόσα | |
15 | Σκύλακος ξυγγραφαὶ περὶ τούτων ᾄδουσιν, οὔτε ἄλλοσέ ποι βιοτεύειν τῆς γῆς οὔτε ἐν Ἰνδοῖς. Ὅτι φησίν, ὃν ὀρύττουσι χρυσὸν οἱ γρῦπες, πέτραι εἰσὶν οἱονεὶ σπινθῆρσιν ἐστιγμέναι ταῖς τοῦ χρυσοῦ ῥα‐ νίσιν, ἃς λιθοτομεῖν τὸ θηρίον τοῦτο τῇ τοῦ ῥάμφους | |
20 | ἰσχύϊ. Τὰ γὰρ θηρία ταῦτα εἶναί τε ἐν Ἰνδοῖς καὶ μέ‐ γεθος καὶ ἀλκὴν εἰκάσθαι αὐτοὺς τοῖς λέουσιν, ὑπὸ δὲ πλεονεξίας τῶν πτερῶν αὐτοῖς τε ἐκείνοις ἐπιτίθεσθαι καὶ τῶν ἐλεφάντων καὶ δρακόντων ὑπερτέρους εἶναι. | |
Πέτονται δὲ οὔπω μέγα, ἀλλ’ ὅσον οἱ βραχυπόροι ὄρ‐ | 179 in vol. 5 | |
25 | νιθες· μὴ γὰρ ἐπτιλῶσθαι σφᾶς ὡς ὄρνισι πάτριον, ἀλλ’ ὑμέσι τοὺς ταρσοὺς ὑφάνθαι πυρσοῖς. Τὴν τίγριν δὲ αὐτοῖς ἀνάλωτον εἶναι μόνην ἐπειδὴ τὸ τάχος αὐτὴν ἐσποιεῖ τοῖς ἀνέμοις. Ὅτι περὶ τοῦ φοίνικος τῆς ὄρνιθος τὰ αὐτὰ καὶ οὗτος | |
30 | τοῖς ἄλλοις ἅπασιν ἀναγράφει. Ὅτι δʹ μῆνας τοῖς Ἰνδοῖς τὸν Ἀπολλώνιον συνδια‐ τρίψαι φησίν. Ἐξ ἐκείνου δὲ ἐν δεξιᾷ μὲν τὸν Γάγγην ἔχοντα, ἐν ἀριστερᾷ δὲ τὸν Ὕφασιν κατιέναι ἐπὶ τὴν θάλατταν ἡμερῶν δέκα ὁδὸν ἀπὸ τοῦ ἱεροῦ ὄχθου. Κα‐ | |
35 | τιοῦσι δὲ αὐτοῖς πολλὰ μὲν καὶ ἄλλα φανῆναι, ἀτὰρ καὶ πιθήκων γένος ἕτερον παρὰ τοὺς ἐν ταῖς πεπέρισι· μέλανές τε γὰρ καὶ λάσιοι ἦσαν καὶ τὰ εἴδη κύνειοι καὶ μικροῖς ἀνθρώποις ἴσοι. Ἀφίκοντο δὲ ἐπὶ τὴν θάλατ‐ ταν τὴν ἐρυθράν. Ταύτην δ’ εἶναί φησιν οὗτος κυανωτά‐ | |
40 | την, λαχεῖν δὲ τὴν ἐπωνυμίαν ἀπὸ Ἐρύθρα βασιλέως. | |
Bibl.241327b | Ἐντεῦθεν ἐπιβάντες νεὼς ἐκομίζοντο λείῳ καὶ εὐφόρῳ πνεύματι, θαυμάζοντες τὸ στόμα τοῦ Ὑφάσιδος, ὡς φοβερῶς δι’ αὐτοῦ ἐκχεῖται· τελευτῶν γὰρ ἐς χω‐ ρία πετρώδη καὶ στενὰ καὶ κρημνοὺς ἐκπίπτει δι’ ὧν | |
5 | καταρρηγνὺς ἐς τὴν θάλασσαν ἑνὶ στόματι χαλεπὸς δοκεῖ τοῖς ἄγαν τῇ γῇ προσκειμένοις. Καὶ μὴν καὶ τὸ τοῦ Ἰνδοῦ στόμα ἰδεῖν φασι· πόλιν δ’ ἐπ’ αὐτοῦ κεῖσθαι Πάταλα περίρρυτον τῷ Ἰνδῷ, εἰς ἣν τὸ ναυτικὸν τοῦ Ἀλεξάνδρου ξυνελθεῖν, οὗ Νέαρχος ἐπεστάτει. Ἃ δὲ | |
10 | Ὀρθαγόρᾳ περὶ τῆς ἐρυθρᾶς εἴρηται, καὶ ὅτι μήτε ἡ ἄρκτος ἐν αὐτῇ φαίνοιτο, μήτε σημαίνοντο τὴν με‐ σημβρίαν οἱ πλέοντες, οἵ τε ἐπίδηλοι τῶν ἀστέρων ἐξαλλάττοιεν τῆς ἑαυτῶν τάξεως, ταῦτα δοκεῖ καὶ τούτοις. | |
15 | Ὅτι νῆσόν φησιν εἶναι μικράν, ὄνομα Βίβλον, ἐν | |
ᾗ τὸ τοῦ κογχυλίου μέγεθος καὶ οἱ μύες ὄστρεά τε καὶ τὰ τοιαῦτα δεκαπλάσια τῶν Ἑλληνικῶν τὸ μέγεθος ταῖς πέτραις προσπέφυκεν. Ἁλίσκεται δὲ ἐκεῖ καὶ λίθος μαργαρὶς ἐν ὀστράκῳ λευκῷ καρδίας τρόπον ἔχουσα | 180 in vol. 5 | |
20 | τῷ ὀστρέῳ. Κατασχεῖν δέ φασιν καὶ ἐς Πηγάδα τῆς Ὠρειτῶν χώρας. Οἱ δὲ Ὠρεῖται, χαλκαῖ μὲν αὐτοῖς αἱ πέτραι, χαλκῆ δὲ ἡ ψάμμος, χαλκοῦν δὲ ψῆγμα οἱ ποταμοὶ ἄγουσι. Χρυσῖτιν δ’ ἡγοῦνται τὴν γῆν διὰ τὴν εὐγένειαν | |
25 | τοῦ χαλκοῦ. Φασὶ δὲ καὶ τοῖς ἰχθυοφάγοις ἐντυχεῖν, οἷς πόλιν εἶναι Στόβηρα· διφθέρας δὲ τούτους ἐνῆφθαι μεγί‐ στων ἰχθύων. Καὶ τὰ πρόβατα ἐκείνῃ ἰχθυώδη εἶναι (ἐξ αὐτῶν γὰρ τρέφεται) καὶ φαγεῖν ἄτοπα. | |
30 | Καρμανοὶ δὲ Ἰνδοὶ, γένος ἥμερον, εὔϊχθυν οὕτω νέ‐ μονται θάλατταν ὡς μηδ’ ἀποθέτους ποιεῖσθαι τοὺς ἰχθῦς μηδὲ ταριχεύειν. εἶναι γὰρ αὐτοῖς ἐπὶ χεῖρας τοὺς ἰχθῦς διὰ παντὸς ὅσους βούλονται. Ὅτι προσπλεῦσαί φησιν αὐτοὺς καὶ Βαλάροις· ἐμ‐ | |
35 | πόριον δὲ τοῦτο εἶναι μεστὸν μυρίνων καὶ φοινίκων καὶ δαφνῶν καὶ κήπων παντοδαπὰ φερόντων. Προκεῖσθαι δὲ τοῦ χωρίου τούτου νῆσον ἱεράν, καὶ καλεῖσθαι Σέλιρα. Ταύτης τῆς νήσου τὰ τετραμμένα πρὸς τὸ πέλαγός ἐστι μὲν ἄπειρος πυθμὴν θαλάσσης, φέρει δ’ ὄστρεον | |
40 | ἐν ἐλύτρῳ λευκῷ μεστὸν πιμελῆς· οὐδὲ γὰρ λίθον φύει | |
Bibl.241328a | οὐδένα. Γαλήνην δὲ ἐπιφυλάξαντες, καὶ τὴν θά‐ λατταν αὐτοὶ τῇ ἐπιρροῇ τοῦ ἐλαίου λεάναντες, καταδύε‐ ταί τις ἐπὶ τὴν θήραν τοῦ ὀστρέου, τὰ μὲν ἄλλα κατα‐ σκευασάμενος ὥσπερ οἱ τὰς σπογγιὰς κείροντες, ἔστι | |
5 | δὲ αὐτῷ καὶ πλινθὶς σιδηρὰ καὶ ἀλάβαστρον μύρου. | |
Παριζήσας οὖν ὁ Ἰνδὸς τῷ ὀστρέῳ δέλεαρ αὐτοῦ τὸ μύρον ποιεῖται· τὸ δὲ ἀνοίγνυταί τε καὶ μεθύει ὑπ’ αὐτοῦ, κέντρῳ τε διελασθὲν ἀποπτύει τὸν ἰχῶρα· ὁ δὲ ἐνδέχεται αὐτὸν τῇ πλινθίδι τύπους ὀρωρυγμένῃ. Λι‐ | 181 in vol. 5 | |
10 | θοῦται δὲ τὸ ἐντεῦθεν καὶ ῥυθμίζεται καθάπερ ἡ φύ‐ σει μαργαρίς, αἷμα λευκὸν ἐξ ἐρυθρᾶς τῆς θαλάσ‐ σης. Τὸ δὲ ἐντεῦθεν θηριώδη μὲν τὴν θάλασσαν εἶ‐ ναι πᾶσαν, ἀγελάζεσθαι δὲ ἐν αὐτῇ τὰ κήτη, τὰς δὲ ναῦς ἔρυμα τούτου κωδωνοφορεῖν κατὰ πρύμναν τε | |
15 | καὶ πρώραν, τὴν δὲ ἠχὼ ἐκπλήττειν τὰ θηρία· κατα‐ πλεύσαντες δὲ εἰς τὰς ἐκβολὰς τοῦ Εὐφράτου φασὶν ἐς Βαβυλῶνα δι’ αὐτοῦ ἀναπλεῦσαι. Ὅτι ὁ δʹ λόγος οὐδὲν ἄλλ’ ἢ μῦθοι καὶ πλάσματα ἐς τὸ Ἀπολλωνίῳ κεχαρισμένον καὶ σὺν ἐπαίνῳ θαυ‐ | |
20 | μαζόμενον τῷ Φιλοστράτῳ συγγέγραπται. Ὅτι Εὐρώπης καὶ Λιβύης ἄκραι σταδίων ξʹ πορθμὸν ἐπέχουσαι τὸν Ὠκεανὸν ἐς τὰ ἔξω πελάγη φέρουσι· καὶ τὴν τῆς Λιβύης ἄκραν (ὄνομα δ’ αὐτῇ Ἄβιννα) λέοντες ὑπερνέμονται περὶ τὰς ὀφρῦς τῶν ὀρῶν, ἃ εἴσω | |
25 | ὑπερφαίνεται, συνάπτουσαν πρὸς Γαιτούλους τε καὶ Τίγγας, ἄμφω θηριώδη καὶ Λιβυκὰ ἔθνη. Παρατείνει δὲ ἐσπλέοντι τὸν Ὠκεανὸν μέχρι μὲν τῶν ἐκβολῶν τοῦ Σάληκος ἐννακόσια στάδια, τὸ δὲ ἐντεῦθεν οὐκ ἂν συμ‐ βάλλοι τις ὁπόσα· μετὰ γὰρ τὸν ποταμὸν τοῦτον ἄβιος ἡ | |
30 | Λιβύη καὶ οὐκέτι ἄνθρωποι. Τὸ δὲ Εὐρώπης ἀκρω‐ τήριον, ὃ καλεῖται Κάλπις, δεξιὰ μὲν ἐπέχει τοῦ ἔσπλου σταδίων ἑξακοσίων μῆκος, λήγει δὲ ἐς τὰ ἀρχαῖα Γά‐ δειρα. Τὰς δὲ τοῦ Ὠκεανοῦ τροπὰς καὶ αὐτὸς μὲν περὶ Κέλ‐ | |
35 | τους, φησίν, εἶδον ὁποῖαι λέγονται· τὴν δὲ αἰτίαν ἐπὶ | |
πολλὰ εἰκάζων, δι’ ἣν ἄπειρον οὕτω πέλαγος ἐπιχωρεῖ τε καὶ ἀνασπᾶται, δοκῶ μοὶ τὸν Ἀπολλώνιον ἐπεσκέ‐ φθαι τὸ ὄν· ἐν μιᾷ γὰρ τῶν πρὸς Ἰνδοὺς ἐπιστολῶν τὸν Ὠκεανόν φησιν ὑφύδροις ἐλαυνόμενον πνεύμασιν ἐκ | 182 in vol. 5 | |
40 | πολλῶν χασμάτων, ἃ ὑπ’ αὐτῷ τε καὶ περὶ αὐτὸν ἡ | |
Bibl.241328b | γῆ παρέχεται, χωρεῖν ἐς τὸ ἔξω, καὶ ἀναχωρεῖν πάλιν, ἐπειδὰν ὥσπερ ἆσθμα ὑπονοστήσῃ τὸ πνεῦμα. Πισ‐ τοῦται δὲ αὐτὸ κἀκ τῶν νοσούντων περὶ Γάδειρα· τὸν γὰρ χρόνον ὃν πλημμυρεῖ τὸ ὕδωρ, οὐκ ἀπολείπουσιν αἱ ψυχαὶ | |
5 | τοὺς ἀποθνῄσκοντας, ὅπερ οὐκ ἂν συμβαίνειν, εἰ μὴ καὶ πνεῦμα τῇ γῇ ἐπεχώρει. | |
6 | Ἃ δὲ περὶ τὴν σελήνην φασὶ φαίνεσθαι τικτομένην τε καὶ πληρουμένην καὶ φθίνουσαν, ταῦτα περὶ τὸν Ὠκεανὸν οἶδα· τὰ γὰρ ἐκείνης ἄνεισι μέ‐ τρα, ξυμμινύθων αὐτῇ καὶ ξυμπληρούμενος. Ἡμέρα δ’ | |
10 | ἐκδέχεται νύκτα καὶ νὺξ τὴν ἡμέραν περὶ Κέλτους μὲν κατ’ ὀλίγον ὑπαπιόντος τοῦ σκότους ἢ τοῦ φωτός, ὥσπερ ἐνταῦθα, περὶ Γάδειρα δὲ καὶ Στήλας ἀθρόως λέγονται τοῖς ὀφθαλμοῖς ἐμπίπτειν, ὥσπερ αἱ ἀστραπαί. Φασὶ καὶ τὰς μακάρων νήσους ὁρίζεσθαι τῷ Λιβυκῷ τέρματι, | |
15 | πρὸς τὸ ἀοίκητον ἀνεχούσας ἀκρωτήριον. Τὰ δὲ Γάδειρα κεῖται μὲν κατὰ τὸ Εὐρώπης τέρμα, περιττοὶ δέ εἰσι τὰ θεῖα. Γήρως οὖν βωμὸν ἵδρυνται, καὶ τὸν θάνατον μόνοι ἀνθρώπων παιωνίζονται. Βωμοὶ δὲ ἐκεῖ καὶ Πενίας καὶ Τέχνης καὶ Ἡρακλέους δὲ Αἰ‐ | |
20 | γυπτίου, καὶ ἕτεροι Θηβαίου· τὸν μὲν γὰρ ἐπὶ τὴν ἐγγὺς Ἐρύθειαν ἐλάσαι φασίν, ὅτε δὴ τὸν Γηρυόνην τε καὶ τὰς βοῦς ἑλεῖν, τὸν δὲ σοφίᾳ δόντα γῆν τε ἀναμετρή‐ σασθαι πᾶσαν ἐς τέρμα. Καὶ μὴν καὶ Ἑλληνικοὺς εἶναι φασι τὰ Γάδειρα, καὶ παιδεύεσθαι τὸν ἡμεδαπὸν τρό‐ | |
25 | πον. | |
25 | Καὶ δένδρα δέ φασιν ἐνταῦθα οἷα οὐχ ἑτέρωθι τῆς γῆς· Γηρυόνεια μὲν γὰρ καλεῖσθαι αὐτά, δύο δὲ εἶ‐ ναι, φύεσθαι δὲ τοῦ σήματος ὃ ἐπὶ τῷ Γηρυόνῃ ἕστηκε, παραλλάττοντα ἐκ πίτυός τε καὶ πεύκης ἐς εἶδος ἕτε‐ ρον, λείβεσθαι δὲ αἵματι καθάπερ τῷ χρυσῷ τὴν ἡλιάδα | 183 in vol. 5 |
30 | αἴγειρον. Ἡ δὲ νῆσος ἐν ᾗ τὸ ἱερόν, ἔστι μὲν ὁπόση ὁ νεώς, πετρῶδες δὲ αὐτῆς οὐδέν, ἀλλὰ βαλβῖδι ξεστῇ εἴκασται. Ἐν δὲ τῷ ἱερῷ τιμᾶσθαι μὲν ἄμφω τὼ Ἡρα‐ κλέε φασίν, ἀγάλματα δὲ αὐτοῖν οὐκ εἶναι, βωμοὺς δὲ τοῦ μὲν Αἰγυπτίου δύο, χαλκοῦς καὶ ἀσήμους, ἕνα δὲ τοῦ | |
35 | Θηβαίου. Τὰς δὲ ὕδρας τε καὶ τὰς Διομήδους ἵππους καὶ τὰ δώδεκα Ἡρακλέους ἔργα ἐκτετυπῶσθαι λίθου ὄντα. Ἡ Πυγμαλίωνος δὲ ἐλαία ἡ χρυσῆ (ἀνάκειται δὲ κἀκείνη ἐς τὸ Ἡράκλειον) ἀξία μέν, ὥς φασι, καὶ τοῦ θαλλοῦ θαυμά‐ ζειν ᾧ εἴκασται, θαυμάζεσθαι δ’ ἂν ἐπὶ τῷ καρπῷ μᾶλλον· | |
40 | βρύειν γὰρ αὐτὸν σμαράγδου λίθου. Καὶ Τεύκρου τοῦ | |
Bibl.241329a | Τελαμωνίου ζωστῆρα χρυσοῦν φασι δείκνυσθαι, πῶς δὲ ἐς τὸν Ὠκεανὸν πλεύσαντος ἢ ἐφ’ ὅ τι, οὔ φασιν εἰδέναι. Τὰς δὲ ἐν τῷ ἱερῷ στήλας χρυσοῦ μὲν πεποιῆσθαι καὶ ἀρ‐ γύρου, συντετηκότοιν εἰς ἓν χρῶμα, εἶναι δὲ αὐτὰς | |
5 | ὑπὲρ πῆχυν, τετραγώνου σχήματος, ὥσπερ οἱ ἄκμωνες, ἐπιγεγράφθαι δὲ τὰς κεφαλὰς οὔτε Αἰγυπτίοις οὔτε Ἰν‐ δικοῖς γράμμασιν οὔτε οἵοις ξυμβαλεῖν. Ὁ δὲ Ἀπολλώ‐ νιος, ὡς οὐδὲν οἱ ἱερεῖς ἔφραζον· «Οὐ συγχωρεῖ μοι, ἔφη, ὁ Ἡρακλῆς ὁ Αἰγύπτιος μὴ οὐ λέγειν ὁπόσα οἶδα· | |
10 | Γῆς καὶ Ὠκεανοῦ ξύνδεσμα αἵδε αἱ στῆλαί εἰσιν· ἐγρά‐ ψατο δὲ αὐτὰς ἐκεῖνος ἐν Μοιρῶν οἴκῳ, ὡς μήτε νεῖ‐ κος τοῖς στοιχείοις ἐγγένοιτο, μήτε ἀτιμάσειαν τὴν φι‐ λότητα ἣν ἀλλήλων ἴσχουσιν». Ὅτι τὸν Βαίτην τὸν ποταμὸν ἀναπλεῦσαί φασιν, ὃς | |
15 | δηλοῖ μάλιστα τὴν τοῦ Ὠκεανοῦ φύσιν· ἐπειδὰν γὰρ πλημ‐ μυρῇ τὸ πέλαγος, ἐπὶ τὰς πηγὰς ὁ ποταμὸς παλίρρους ἵεται, πνεύματος δήπου ἀπωθουμένου αὐτὸν τῆς θα‐ λάττης. Τὴν δὲ ἤπειρον τὴν Βαιτικήν, ἧς ὁ ποταμὸς οὗτος ὁμώνυμος, ἀρίστην ἠπείρων φασί· πόλεών τε γὰρ | 184 in vol. 5 |
20 | εὖ ἔχειν καὶ νόμων, καὶ διῆχθαι τὸν ποταμὸν ἐς τὰ ἄστη πάντα, γεωργίας τε ξυμπάσης μεστὴν εἶναι, καὶ ὡρῶν οἷαι τῆς Ἀττικῆς αἱ μετόπωροι καὶ μυστηριώτιδες. Ὅτι τοὺς περὶ τῆς Αἴτνης λόγους τῶν ποιητῶν ὡς μύθους παραιτεῖσθαί φησι τὸν Ἀπολλώνιον, ὧδε λέ‐ | |
25 | γοντα· «Ὁ γὰρ μῦθος, ὃν παραιτούμεθα, οὐ τῶν Αἰσώπου λόγων ἐστὶν ἀλλὰ τῶν δραματικωτέρων, καὶ ὧν οἱ ποιη‐ ταὶ θρυλοῦσιν. Ἐκεῖνοι μὲν γὰρ Τυφώ τινα ἢ Ἐγκέλαδον δεδέσθαι φασὶν ὑπὸ τῷ ὄρει, καὶ δυσθανατοῦντα ἀσθμαί‐ νειν τὸ πῦρ τοῦτο. Ἐγὼ δὲ γίγαντας μὲν γεγονέναι | |
30 | φημί, καὶ πολλαχοῦ τῆς γῆς ἀναδείκνυσθαι τοιαῦτα σώ‐ ματα ῥαγέντων τάφων, οὐ μὴν εἰς ἀγῶνα ἐλθεῖν τοῖς θεοῖς, ἀλλ’ ὑβρίσαι μὲν τάχα ἐς τοὺς νεὼς αὐτῶν καὶ τὰ ἕδη, οὐρανῷ δὲ ἐπιπηδῆσαι καὶ μὴ συγχωρεῖν τοὺς θεοὺς ἐπ’ αὐτοὺς εἶναι μανία μὲν λέγειν, μανία δὲ οἴεσθαι. | |
35 | Καὶ μηδὲ ἐκεῖνος ὁ λόγος, καίτοι δοκῶν εὐφημότερος εἶναι, τιμάσθω ὡς Ἡφαίστῳ μέλει τοῦ χαλκεύειν ἐν τῇ Αἴτνῃ καὶ κτυπεῖταί τις ἐνταῦθα ὑπ’ αὐτοῦ ἄκμων. Πολλὰ γὰρ καὶ ἄλλα ὄρη πολλαχοῦ τῆς γῆς ἔμπυρα, καὶ οὐκ ἂν φθάνοιμεν ἐπιφημίζοντες αὐτοῖς γίγαντας | |
40 | καὶ Ἡφαίστους. | |
40 | Τίς οὖν ἡ τῶν τοιούτων ὀρῶν αἰτία; Γῆ κρᾶσιν ἀσφάλτου καὶ θείου παρεχομένη τύφεται μὲν καὶ | |
Bibl.241329b | παρ’ ἑαυτῆς φύσει, πῦρ δὲ οὔπω ἐκδίδωσιν· εἰ δὲ σηραγγώδης τύχοι καὶ ὑποδράμοι αὐτὴν πνεῦμα, φρυ‐ | |
κτὸν ἤδη αἴρει· πλεονεκτήσασα δὲ ἡ φλόξ, ὥσπερ τὸ ὕδωρ, ἀπορρεῖ τῶν ὀρῶν καὶ ἐς τὰ πεδία προχεῖται, | 185 in vol. 5 | |
5 | χωρεῖ τε ἐπὶ θάλασσαν ἐκβολὰς ποιούμενον οἷαι τῶν ποταμῶν εἰσιν». Αἰθιοπία τῆς μὲν ὑπὸ ἡλίῳ πάσης ἐπέχει τὸ ἑσπέ‐ ριον κέρας, ὥσπερ Ἰνδοὶ τὸ πρὸς ἕω· κατὰ Μερόην δὲ Αἰγύπτῳ ξυνάπτουσα, καί τι καὶ τῆς ἀμαρτύρου Λι‐ | |
10 | βύης ἐπελθοῦσα, τελευτᾷ εἰς θάλασσαν, ἣν Ὠκεανὸν οἱ ποιηταὶ καλοῦσι τὸ περὶ γῆν ἅπαν ὧδε ἐπονομά‐ ζοντες. Ποταμὸν δὲ Νεῖλον Αἰγύπτῳ δίδωσιν, ὃς ἐκ Καταδούπων ἀρχόμενος, ἣν ἐπικλύζει πᾶσαν Αἴγυπτον ἀπ’ Αἰθιόπων ἄγει. | |
14 | Μέγεθος μὲν οὖν οὐκ ἀξία παρα‐ | |
15 | βεβλῆσθαι πρὸς Ἰνδοὺς ἥδε ἡ χώρα, ὅτι μηδ’ ἄλλη μη‐ δεμία, ὁπόσαι κατὰ ἀνθρώπους ὀνομασταὶ ἤπειροι. Εἰ δὲ καὶ πᾶσαν Αἴγυπτον Αἰθιοπίᾳ ξυμβάλλοιμεν, τουτὶ δὲ ἡγώμεθα καὶ τὸν ποταμὸν πράττειν, οὔπω ξύμμε‐ τροι πρὸς τὴν Ἰνδῶν ἄμφω ξυντεθεῖσαι. Ποταμοὶ δὲ | |
20 | ἀμφοῖν ὅμοιοι λογισαμένῳ τὰ Ἰνδοῦ τε καὶ Νείλου. Περαίνουσί τε γὰρ τὰς ἠπείρους ἐν ὥρᾳ ἔτους, ὁπότε ἡ γῆ ἐρᾷ τούτου, ποταμῶν τε παρέχονται μόνοι τὸν κρο‐ κόδειλον καὶ τὸν ἵππον. | |
23 | Τὴν δὲ ὁμοιότητα τῶν ἠπεί‐ ρων πιστούσθω μὲν καὶ τὰ ἐν αὐταῖς ἀρώματα, πιστούσθω‐ | |
25 | σαν δὲ καὶ οἱ λέοντες καὶ ὁ ἐλέφας ἐν ἑκατέρᾳ ἁλισκό‐ μενός τε καὶ δουλεύων. Βόσκουσι δὲ καὶ θηρία οἷα οὐχ ἑτέρωθι, καὶ ἀνθρώπους μέλανας, ὃ μὴ ἄλλαι ἤπειροι· Πυγμαίων τε ἐν αὐταῖς ἔθνη. Γρῦπες δὲ Ἰνδῶν καὶ μύρμηκες Αἰθιόπων, εἰ καὶ ἀνόμοιοι τὴν | |
30 | ἰδέαν εἰσίν, ἀλλ’ ὅμοιά γε, ὥς φασι, βούλονται· χρυσοῦ γὰρ φύλακες ἐν ἑκατέρᾳ ᾄδονται, τὸ χρυσόγεων τῶν ἠπείρων ἀσπαζόμενοι. Αἰθιόπων δὲ καὶ Αἰγυπτίων ὅρια τὸ καλούμενον Συκάμινον οὗ παραγεγονότα τὸν Ἀπολλώνιον χρυσῷ | 186 in vol. 5 |
35 | τε ἀσήμῳ φησὶν ἐντυχεῖν καὶ λίνῳ καὶ ἐλέφαντι καὶ ῥίζαις καὶ μύρῳ καὶ ἀρώμασι, κεῖσθαι δὲ πάντα ἀφύλακτα ἐν ὁδῷ σχιστῇ. Ἡ δὲ αἰτία αὕτη· ἀγορὰν Αἰθίοπες ἀπάγουσιν ὧν Αἰθιοπία δίδωσιν· οἱ δὲ ἀνελόμενοι πᾶσαν ξυμφέρουσιν εἰς τὸν αὐτὸν χῶρον ἀγορὰν Αἰ‐ | |
40 | γυπτίαν ἴσου ἀξίαν, ὠνούμενοι τῶν αὐτοῖς ὄντων τὰ οὐκ ὄντα. Οἱ δὲ τὰ ὅρια τῶν ἠπείρων οἰκοῦντες οὔπω | |
Bibl.241330a | μέλανες, ἀλλ’ ὁμόφυλοι τὸ χρῶμα· μελαίνονται γὰρ οἱ μὲν ἧττον Αἰθιόπων, οἱ δὲ μᾶλλον Αἰγυπτίων. Ἐντεῦθέν φησι τὸν Ἀπολλώνιον χωρεῖν ἐπὶ Μέμ‐ νονος, ἡγεῖσθαι δὲ αὐτοῖς μειράκιον Αἰγύπτιον, Τιμα‐ | |
5 | σίων ὄνομα. Κακῶς δέ φησι πεπραχέναι Ἀπολλώνιον ἀφικόμενον ἐς τοὺς τῶν Αἰθιόπων γυμνούς, καὶ οὐχ ὅμοια ὧν ἐξενίσθη παρὰ τοῖς τῶν Ἰνδῶν Βραχμᾶσι. Τὸ δὲ αἴτιον, φησίν, ὅτι Εὐφράτης τις φιλοσοφεῖν ἐπιτηδεύων καὶ εἰς διαφορὰν ἐλθὼν Ἀπολλωνίῳ, τὰς | |
10 | ἀκοὰς τῶν Γυμνῶν ταῖς κατὰ Ἀπολλωνίου προκατα‐ σχὼν διαβολαῖς, κακῶς αὐτοὺς πρὸς αὐτὸν διακεῖσθαι παρεσκεύασε. | |
12 | Πολλῷ δὲ κρείττους ἐπὶ σοφίᾳ τε καὶ τοῖς ἄλλοις τοὺς παρὰ Ἰνδοῖς Βραχμᾶνας τῶν παρὰ Αἰ‐ θίοψι Γυμνῶν ἀποφαίνεται. Οἰκεῖν δὲ τοὺς Γυμνοὺς | |
15 | ὑπαιθρίους φησὶ καὶ ὑπὸ τῷ οὐρανῷ αὐτῷ, ἐπί τι‐ νος δὲ γηλόφου ξυμμέτρου, μικρὸν ἀπὸ τῆς ὄχθης τοῦ Νείλου. Ἐποιήσατο δὲ τὴν πρὸς αὐτοὺς ὁδὸν | |
Ἀπολλώνιος ἀπὸ θαλάσσης καὶ διὰ τοῦ Νείλου. Συνδιατρίψας δὲ ἐπ’ ὀλίγον χρόνον τοῖς Γυμνοῖς | 187 in vol. 5 | |
20 | καὶ προσειπὼν ἅμα τοῖς σὺν αὑτῷ, ἐπορεύοντο τὴν ἐς τὰ ὄρη τείνουσαν ἀριστεροὶ τοῦ Νείλου, τάδε ὁρῶντες λόγου ἄξια. Οἱ Κατάδουποι γεώδη ὄρη, παραπλήσια τῷ Λυδῷ Τμώλῳ· κατάρρους δὲ ἀπ’ αὐτῶν φέρεται Νεῖλος, ἣν ἐπισπᾶται γῆν ποιῶν Αἴγυπτον. Ἡ δὲ ἠχὼ | |
25 | τοῦ ῥεύματος καταρρηγνυμένου τῶν ὀρῶν, καὶ ψόφῳ ἅμα ἐς τὸν Νεῖλον ἐκπίπτοντος, χαλεπὴ δοκεῖ καὶ οὐκ ἀνεκτὴ ἀκοῦσαι· καὶ πολλοὶ τῶν πρόσω τοῦ μετρίου προσελθόντες ἀνέζευξαν ἀποβαλόντες τὸ ἀκούειν. Προϊόντι δὲ τῷ Ἀπολλωνίῳ καὶ τοῖς ἀμφ’ αὐτὸν | |
30 | μαστοὶ ὀρῶν ἐφαίνοντο παρεχόμενοι δένδρα, ὧν Αἰ‐ θίοπες τὰ φύλλα καὶ τὸν φλοιὸν καὶ τὸ δάκρυον καρ‐ πὸν ἡγοῦνται. Ἑώρων δὲ καὶ λέοντας ἀγχοῦ τῆς ὁδοῦ καὶ πορδάλεις καὶ τοιαῦτα θηρία ἕτερα· ἐπῄει δὲ οὐδὲν αὐτοῖς, ἀλλ’ ἀπεπήδα σφῶν ὥσπερ ἐκπεπλη‐ | |
35 | γμένα τοὺς ἀνθρώπους. Ἔλαφοι δὲ καὶ δορκάδες καὶ στρου‐ θοὶ καὶ ὄνοι, πολλὰ μὲν καὶ ταῦτα ἑωρᾶτο, πλεῖστα δὲ οἱ βόαγροί τε καὶ οἱ βούτραγοι· σύγκειται δὲ τὰ θηρία ταῦτα, τὸ μὲν ἐλάφου τε καὶ τράγου, τὸ δὲ ἀφ’ οὗπερ τὴν ἐπωνυμίαν ᾕρηκε. Καὶ ὀστοῖς δὲ τούτων | |
40 | ἐνετύγχανον καὶ ἡμιβρώτοις σώμασιν· οἱ γὰρ λέοντες, ἐπειδὰν θερμῆς τῆς θήρας ἐμφορηθῶσιν, ἀτιμάζου‐ | |
Bibl.241330b | σιν αὐτῆς τὰ περιττά, πιστεύοντες οἶμαι τῷ καὶ αὖθις θηράσειν. Ἐνταῦθα νομάδες οἰκοῦσιν Αἰθίοπες ἐφ’ ἁμαξῶν πεπολισμένοι, καὶ πλησίον τούτων οἱ τοὺς ἐλέφαντας | |
5 | θηρῶντες· κατακόπτοντες δὲ αὐτοὺς ποιοῦνται ἀγοράν, | |
ὅθεν ἐπώνυμοί εἰσι τῆς τῶν ἐλεφάντων βρώσεως. Νασαμῶνες δὲ καὶ Ἀνδροφάγοι καὶ Πυγμαῖοι καὶ Σκιάπο‐ δες, ἔθνη μὲν Αἰθιόπων καὶ οἵδε, καθήκουσι δὲ ἐς τὸν Αἰθίοπα Ὠκεανόν, ὃν μόνον ἐσπλέουσιν ἀπε‐ | 188 in vol. 5 | |
10 | νεχθέντες ἄκοντες. Διαλεγομένους δὲ ὑπὲρ τῶν θηρίων τοὺς ἄνδρας καὶ φιλοσοφοῦντας ὑπὲρ τῆς φύσεως ἄλλο ἄλλως βοσκού‐ σης, ἠχὼ προσέβαλλεν οἷον βροντῆς οὔπω σκληρᾶς ἀλλὰ κοίλης ἔτι καὶ ἐν τῷ νέφει. Καὶ ὁ Τιμασίων· | |
15 | «Ἐγγύς, ἔφη, ὁ καταρράκτης ὁ πρῶτος μὲν ἀνιόν‐ των, ὕστατος δὲ κατιόντων. Τέσσαρες δ’ ἄρα οἱ κα‐ ταρράκται». Στάδια δὲ ἴσως προελθόντες δέκα ἰδεῖν φασι ποταμὸν ἐκδιδόμενον τοῦ ὄρους, μείω οὐδὲν ἢ ἐν πρώ‐ ταις συμβολαῖς ὁ Μαρσύας καὶ ὁ Μαίανδρος. Χωροῦν‐ | |
20 | τες δὲ πρόσω θηρία μὲν οὐκέτι ὁρᾶν (ψοφοδεᾶ γὰρ φύσει ὄντα προσοικεῖν τοῖς γαληνοῖς ὕδασι μᾶλλον ἢ τοῖς ῥαγδαίοις τε καὶ ἐνήχοις), ἑτέρου δὲ καταρ‐ ράκτου ἀκοῦσαι μετὰ πεντεκαίδεκά που στάδια, χαλε‐ ποῦ ἤδη καὶ οὐκ ἀνεκτοῦ ἀκοῦσαι· διπλάσιον μὲν γὰρ εἶναι | |
25 | αὐτὸν τοῦ προτέρου, ὀρῶν δὲ ὑψηλοτέρων ἐκπίπτειν. Ἑαυτὸν μὲν οὖν καί τινας τῶν ἑτέρων οὕτω τι ἐγκτυ‐ πηθῆναι τὰ ὦτά φησιν ὁ Δάμις, ὡς αὐτός γε ἀνα‐ ζεῦξαι τοῦ τε Ἀπολλωνίου δεῖσθαι μὴ πρόσω χωρεῖν. Τὸν δὲ ἐρρωμένως ξύν τε τῷ Τιμασίωνι καὶ ἑτέρῳ | |
30 | τινὶ τοὔνομα Νείλῳ τοῦ τρίτου καταρράκτου ἔχεσθαι περὶ οὗ τάδε ἀπαγγεῖλαι ἥκοντα. | |
31 | Ἐπικρεμᾶσθαι μὲν τῷ Νείλῳ κορυφὰς ἐκεῖ σταδίων μάλιστα ὀκτὼ ὕψος, τὴν δὲ ὄχθην τὴν ἀντικειμένην τοῖς ὄρεσιν, ὀφρὺν εἶναι λιθοτομίας ἀρρήτου, τὰς δὲ πηγὰς ἀποκρεμαννυμέ‐ | |
35 | νας τῶν ὀρῶν ὑπερπίπτειν εἰς τὴν πετρώδη ὄχθην, | |
ἀναχεῖσθαι δὲ ἐκεῖθεν ἐς τὸν Νεῖλον κυμαίνουσάς τε καὶ λευκάς, τὰ δὲ πάθη τὰ περὶ αὐτὰς ξυμβαίνοντα πολ‐ λαπλασίας ἢ αἱ πρότεραι οὔσας, καὶ τὴν πηδῶσαν ἐκ τούτων ἠχὼ ἐς τὰ ὄρη δυσήκοον ἐργάζεσθαι τὴν ἱστο‐ | 189 in vol. 5 | |
40 | ρίαν τοῦ ῥεύματος. Τὴν δὲ πρόσω ὁδὸν τὴν ἐπὶ τὰς πρώτας πηγὰς ἄγουσαν ἄπορον μὲν ἐλθεῖν φασιν, | |
Bibl.241331a | ἄπορον δὲ ἐνθυμηθῆναι· πολλὰ γὰρ καὶ περὶ δαι‐ μόνων ᾄδουσιν, οἷα καὶ Πινδάρῳ κατὰ σοφίαν ὕμνηται περὶ τοῦ δαίμονος, ὃν ταῖς πηγαῖς ταύταις ἐφίστησιν ὑπὲρ ξυμμετρίας τοῦ Νείλου. | |
5 | Ὅτι Δομετιανόν φησι τὸν βασιλέα νομοθετῆσαι εὐνούχους τε μὴ ποιεῖν καὶ ἀμπέλους μὴ φυτεύειν, ἀλλὰ καὶ τὰς οὔσας ἐκτέμνειν. Εἰπεῖν δὲ πρὸς ταῦτα τὸν Ἀπολλώνιον ὡς· «Ἐγὼ μὲν ἴσως οὔτε αἰδοίων δέο‐ μαι οὔτε οἴνου, λέληθε δὲ ὁ θαυμασιώτατος τῶν μὲν | |
10 | ἀνθρώπων φειδόμενος, τὴν δὲ γῆν εὐνουχίζων». Ὅτι ἐν τῷ ζʹ καὶ ηʹ λόγῳ ὁ Φιλόστρατος τὴν πρὸς τοὺς τυράννους καὶ μάλιστα πρὸς Δομετιανόν, τοῦ Ἀπολ‐ λωνίου παρρησίαν ἐξυμνήσας, καὶ εἰπὼν ὅπως τε ἐγράφη καὶ ὅπως αὐτόκλητος ἐπὶ τὴν δίκην ἧκεν, ὅπως τε | |
15 | γέγονεν ἀδέσμῳ φρουρᾷ, καὶ ὅπως ὕστερον ἐδέθη καὶ ἐλύθη καὶ ἀπελογήσατο καὶ τοῦ δικαστηρίου ἀπέστη, ταῦτα εἰπών, καὶ μαγικῆς οὐδ’ ὁπωστιοῦν μετασχεῖν, ἀλλὰ καὶ εἴ τις ἄλλος μυσάττεσθαι ταύτην ἀπισχυρισάμενος, καίτοι πολλὰ τερατώδη γράφων περὶ αὐτοῦ, τὸν θά‐ | |
20 | νατον ἄδηλον καὶ πολύφημον ἀναγράφει γενέσθαι, αὐτοῦ ἐκείνου τούτου καὶ ζῶντος ἐν μελέτῃ ποιουμένου. Φησὶ γὰρ αὐτὸν λέγειν ἀεί· «Λάθε βιώσας· εἰ δὲ μή, λάθε ἀπο‐ θανών». Ἀρεταῖς λέγει συνεζηκέναι τὸν ἄνδρα, καὶ τὴν Πυθαγόρου διὰ βίου σοφίαν ἐζηλωκέναι. | |
25 | Οὗτος δ’ ὁ Φιλόστρατος ἀπαγγελίᾳ μὲν κέχρηται | |
γλυκείᾳ καὶ ποικιλωτάτῃ καὶ λέξεσιν ἐμπρεπούσαις φρά‐ σει τοιαύτῃ, συντάξεσι μέντοι γε τοιαύταις οἵαις οὐκ ἄν τις ἄλλος ἐς τὸ συγγράφειν τεταγμένος· δοκοῦσι γάρ πως ἀσυνταξίαις μᾶλλον ἐοικέναι ἢ συντάξεως | 190 in vol. 5 | |
30 | ὁτιοῦν μετέχειν. Οὗτος δ’ ἴσμεν ὁ ἀνὴρ ὡς πολυμαθέ‐ στατος ὢν οὐκ ἂν διαμαρτίᾳ τοῦ ὀρθοῦ εἰς ταύτην ἐξη‐ νέχθη τὴν ἰδιότροπον τῶν συντάξεων καινοτομίαν, ἀλλ’ ἅ τισι τῶν ἀρχαιοτέρων σπανιάκις ἴσως εἴρηται, τούτοις οὗτος εἰς κόρον ἀπεχρήσατο, πεπαρρησιασμένην | |
35 | αὐτῶν τὴν χρῆσιν ἐπιδεικνύμενος, καὶ οὐδ’ εἰς μάτην, ἀλλὰ τοῦ ἡδέος χάριν· ἔχουσι γὰρ καὶ τὰ τοιαῦτα τῶν λόγων τὸ ἐπαγωγὸν καὶ ἐπαφρόδιτον. | |
37 | Ἐκ τοῦ αὐτοῦ βίου ὅσα παρεῖται κάλλει ῥημά‐ των καὶ συνθήκης διαλάμποντα. | |
Bibl.241331b | Καὶ Πυθαγόρας αὐτὸς καὶ Δημόκριτος ὁμιλή‐ σαντες μάγοις, καὶ πολλὰ δαιμόνια εἰπόντες, οὔπω ὑπή‐ χθησαν τῇ τέχνῃ. Καὶ τίς οὐκ οἶδε τὸν Ἀναξαγόραν Ὀλυμπιάσι μέν, ὁπότε ἥκιστα ὕοι, παρελθόντα ὑπὸ κω‐ | |
5 | δίῳ εἰς τὸ στάδιον ἐπὶ προρρήσει ὄμβρου; Ὑφ’ ᾧ ἔψαυσε τοῦ θεεῖς τε καὶ δαιμόνιος εἶναι. Τῇ μάγῳ τέχνῃ. Μετέχοντι δέ μοι τοῦ περὶ αὐτὴν κύκλου· καὶ γὰρ τοὺς ῥητορικοὺς πάντας λόγους ἐπῄνει καὶ ἠσπά‐ ζετο. Παρ’ ὧν ὑπάρχει μαθεῖν ὡς ὑποθειάζων τὴν | |
10 | φιλοσοφίαν ἐγένετο. Κύκνοι τοίνυν, οὓς ὁ λειμὼν ἔβοσκε, χορὸν στήσαντες περὶ τὴν Ἀπολλωνίου μητέρα καθεύδουσαν, καὶ τὰς πτέρυγας (ὥσπερ εἰώθασιν) ἄραν‐ τες, ἀθρόον ἤχησαν· καὶ γάρ τι καὶ ζεφύρου ἦν ἐν τῷ λειμῶνι. Ἡ δὲ ἐξέθορέ τε ὑπὸ τῆς ᾠδῆς καὶ ἀπέτε‐ | |
15 | κεν. Ἱκανὴ δὲ πᾶσα ἔκπληξις μαιεύσασθαι καὶ πρὸ τῆς ὥρας. Ὀφθαλμοὶ δὲ πάντες ἐς αὐτὸν ἐφέροντο. Σκωπτόλαι τε καὶ ὑβρισταὶ πάντες· καὶ δεδώκασι τῇ | |
ὀθόνῃ μᾶλλον πάντες ἢ σοφίᾳ Ἀθηναῖοι. Ἐν ᾧ κῆποι ἁπαλοὶ ἦσαν. Ὅ τε Κιλίκιος λόγος | 191 in vol. 5 | |
20 | «ποῖ τρέχεις; ἢ ἐπὶ τὸν ἔφηβον;» ἐπὶ Ἀπολλωνίῳ τε ἐλέγετο καὶ παροιμιώδη τιμὴν ἔσχε. Τὴν δὲ οὐσίαν λαμπρὰν οὖσαν διέλαχε πρὸς τὸν ἀδελφόν. Φιλο‐ σοφίας γὰρ πάσης ἠχὼ ἐν αὐτῷ ἦν. Ὅτι ἐρομένου τὸν Ἀπολλώνιον τοῦ Εὐξένου τί δῆτα οὐ ξυγγράφοι, | |
25 | καίτοι ἀπαγγελίᾳ χρώμενος δοκίμῳ τε καὶ διεγηγερ‐ μένῃ· «Ὅτι οὔπω, ἔφη, ἐσιώπησα». Καὶ λιμὸς ἦν, ὄροβοι δὲ ὤνιοι, καὶ τὰ εἰς βρῶσιν ἀναγκαῖα διέβοσκεν αὐ‐ τούς. Κελαρύζει τῶν πηγῶν οὐδεμία. Κυπαρίττου τι ἔρνος ἡ γῆ ἔδωκεν. Ὅτι ὁ Ἀπολλώνιος λό‐ | |
30 | γων ἰδέαν ἐπήσκησεν οὐ διθυραμβώδη καὶ φλεγμαίνου‐ σαν ποιητικοῖς ὀνόμασιν, οὐδ’ αὖ κατεγλωττισμένην καὶ ὑπεραττικίζουσαν· ἀηδὲς γὰρ τὸ ὑπὲρ τὴν μετρίαν Ἀτθίδα ἡγεῖτο. Καὶ αἱ δόξαι βραχεῖαι καὶ ἀδα‐ μάντινοι· κύριά τε ὀνόματα καὶ προσπεφυκότα τοῖς | |
35 | πράγμασι· καὶ τὰ λεγόμενα ἠχὼ εἶχεν ὥσπερ ἀπὸ σκήπ‐ τρου θεμιστευόμενα. Καὶ ἀφικνεῖται ἐς τὴν ἀρχαίαν Νῖνον, ἐν ᾗ ἄγαλμα ἵδρυται τρόπον βάρβαρον. Ἔστιν Ἰὼ ἡ Ἰνάχου, καὶ κέρατα τῶν κροτάφων ἐκκρούει μικρὰ καὶ οἷα μέλλοντα. Ὁ μὲν δὴ Δάμις ὥσπερ | |
Bibl.241332a | δαίμονα τὸν Ἀπολλώνιον ἔβλεπε, συνῆν τε αὐτῷ ἐπιδιδοὺς τὴν σοφίαν καὶ ὅτι μάθοι μνημονεύων. Φωνὴ δὲ ἦν τῷ Ἀσσυρίῳ συμμέτρως πράττουσα· τὸ γὰρ λο‐ γοειδὲς οὐκ εἶχεν. Οἰκοῦσι γὰρ Ἐρετριεῖς ἐν τῇ Μη‐ | |
5 | δικῇ, Βαβυλῶνος οὐ πολὺ ἀπέχοντες δρομικῷ ἀνδρί. Οἱ πρόσοικοι τῷ λόφῳ βάρβαροι σπειρόντων τῶν | |
Ἐρετριέων αὐτόν, ἐληΐζοντο τὰ φυόμενα περὶ τὸ θέρος ἥκοντες, καὶ πεινῆν ἔδει γεωργοῦντας ἑτέροις. Φασὶ δὲ καὶ ἀνδρῶνι ἐντυχεῖν, οὗ τὸν ὄροφον ἐς θόλου ἀνῆ‐ | 192 in vol. 5 | |
10 | χθαι σχῆμα, οὐρανῷ τινι εἰκασμένον. Σαπφειρίνῃ δὲ αὐτὸν κατηρέφθαι λίθῳ· κυανωτάτη δὲ ἡ λίθος καὶ οὐρανία ἰδεῖν. Ὁ δὲ βραχὺ ἐπισχών· «Αὔριον, ἔφη, ὦ Δάμι, μάθοις ἂν ὅτι καὶ εὐνοῦχοι ἐρῶσι, καὶ τὸ ἐπι‐ θυμητικόν, ὅπερ εἰσάγονται διὰ τῶν ὀφθαλμῶν, οὐκ | |
15 | ἀπομαραίνεται σφῶν, ἀλλ’ ἐμμένει θερμόν τε καὶ ζώ‐ πυρον. Εἰ δὲ καὶ τέχνη τις ἦν ἀνθρωπεία τύραννος καὶ δυνατὴ τὰ τοιαῦτα ἐξωθεῖν τῆς γνώμης. Ἔζων γε ὑπὸ τοῖς τῆς ἀρετῆς ὀφθαλμοῖς. Νῦν δὲ καὶ ξυγκατακείμενον εὑρηκέναι καὶ ἀνδριζόμενον ἐπὶ τὴν | |
20 | γυναῖκα». Ἀλλὰ τοξεύσειε τὸν ὄρνιν, ὃν ἔβοσκεν ὁ Προμηθεὺς τοῖς σπλάγχνοις. Ἐντυγχάνουσιν ἐπ’ ἐλε‐ φάντων ὀχουμένοις ἀνθρώποις· εἰσὶ δ’ οὗτοι μέσοι Καυ‐ κάσου καὶ ποταμοῦ Κωφῆνος, ἄβιοί τε καὶ ἱππόται τῆς ἀγέλης ταύτης. Ἐδέξαντο τὸν λόγον τοῦτον, καὶ | |
25 | ἠσπάσαντο εὐωχεῖσθαι. Καὶ τὴν Νύσσαν τῷ Διο‐ νύσῳ φησὶν ἐκφυτεῦσαι, ἀπάγοντα ἐκ Θηβῶν τὸ γόνυ τῆς ἀμπέλου. Ὁ δὲ Ἀλέξανδρος φιλότιμός τε ἦν καὶ ἀρχαιολογίας ἥττων. Ὅτι οἱ ἐλέφαντες ὑπὲρ τὰ τπʹ ἔτη βιοῦσιν, ὡς δείκνυσιν ἡ πείρα. Εἰ γὰρ | |
30 | φωράσειαν οἱ λέοντες τὰς λέαινας ἐκ τῶν πορδάλεων τεκεῖν, διασπῶνται τοὺς σκύμνους καὶ ξαίνουσι τὴν σπο‐ ρὰν ὡς νόθον. Ὡς μὴ προσδέξασθαι τριῶν ἡμερῶν σῖτον διὰ τὸν θάνατον τοῦ σκύμνου, καίτοι βορωτάτη θηρίων οὖσα. Οἱ δὲ ἐλάττους τῶν ἐλεφάντων προ‐ | |
35 | πορευόμενοι οὐδὲν ἂν βλάπτοιεν τὴν τῶν μειζόνων δια‐ | |
πορείαν ἧττον ἐμβοθρεύοντες. Ὅτι ὁ Ἀπολλώνιος ἀπαράδεκτον ἡγεῖται τὸν λόγον, ὃς λέγει τὰς ἐχίδνας τίκτεσθαι φθείρουσας τὴν μητρῷαν νηδύν. Μηδὲ γὰρ δυ‐ | 193 in vol. 5 | |
Bibl.241332b | νατὸν ὅλως τοῦτο ἐπί τινος ὁρᾶσθαι· καὶ ἥ τε φύ‐ σις ἀπαιτεῖ καὶ ἡ πεῖρα συνᾴδει. Ὅτι ὁ Ἰνδὸς τρέφει ὄφεις πηχῶν ἑβδομήκοντα. Καὶ τὸν κόσμον ἀγασθῆ‐ ναι μᾶλλον ἢ τὰ ἐν Βαβυλῶνι φλεγμαίνοντα. Οὔτε | |
5 | Ὁμήρου ἐπαινέτου ἔτυχεν, ὑφ’ οὗ πολλοὶ καὶ τῶν μὴ πάνυ σπουδαίων ἐς ὄνομα ἤχθησαν. Λέγειν ἤδη παρε‐ κελευσάμην, ὡς μηδὲν ἐλλείψων τοῦ πᾶς ἀνὴρ γενέσθαι σφίσιν. Ἐκ τούτου μὲν δὴ ξυνῆκεν ὁ Ἀπολλώνιος ὡς βασιλεὺς ἐκεῖνος οὐκ ὀλίγῳ μέρει, φιλοσοφίᾳ δὲ | |
10 | πάσῃ τοῦ Φραώτου λείποιτο. Ὅτι Ἀπολλώνιον ξυμ‐ φιλοσοφήσαντα τῷ Ἰάρχᾳ ξυγγράψαι μὲν ἐκεῖθεν περὶ μαντείας, ξυγγράψαι δὲ περὶ θυσιῶν. Πολυ‐ μαθέστατόν τε καὶ φιλομαθείας ἥττω. Ἰάρχας δὲ περὶ μαντικῆς πολλὰ μὲν ἀγαθὰ ἔλεγε τοὺς ἀνθρώπους εἰρ‐ | |
15 | γάσθαι, μέγιστον δὲ τὸ τῆς ἰατρικῆς δῶρον· οὐ γὰρ ἄν ποτε τοὺς σοφοὺς Ἀσκληπιάδας ἐς ἐπιστήμην τούτου προελ‐ θεῖν, εἰ μὴ παῖς Ἀπόλλωνος Ἀσκληπιὸς γενόμενος, καὶ κατὰ τὰς ἐκείνου φήμας τε καὶ μαντείας ξυνθεὶς τὰ πρόσ‐ φορα ταῖς νόσοις φάρμακα, παισί τε αὑτοῦ παρέδωκε καὶ | |
20 | τοὺς ξυνόντας ἐδιδάξατο, τίνας μὲν δεῖ προσάγειν πόας ὑγροῖς ἕλκεσι, τίνας δὲ αὐχμηροῖς καὶ ξηροῖς, ξυμμε‐ τρίας τε ποτίμων φαρμάκων, ἀφ’ ὧν ὕδεροι ἀποχε‐ τεύονται αἷμά τε ἴσχεται καὶ τὰ ἄλλα ἰάσεως τυγχά‐ νει. Ὅτι τοὺς ἐν Ἰνδοῖς γρῦπας μέγεθος μὲν καὶ | |
25 | ἀλκὴν εἰκάσθαι φησὶ τοῖς λέουσιν, ὑπὸ δὲ πλεονεξίας τῶν πτερῶν αὐτοῖς τε ἐκείνοις ἐπιτίθεσθαι καὶ τῶν ἐλεφάν‐ των δὲ καὶ δρακόντων ὑπερτέρους εἶναι. Πέτονται δὲ οὔπω μέγα, ἀλλ’ ὅσον οἱ βραχυπόροι ὄρνιθες· μὴ γὰρ ἐπτιλῶσθαι σφᾶς ὡς ὄρνισι πάτριον, ἀλλ’ ὑμέσι τοὺς | 194 in vol. 5 |
30 | ταρσοὺς ὑφάνθαι πυρσοῖς, ὡς πέτεσθαί τε καὶ ἐκ με‐ τεώρου μάχεσθαι. Τὴν τίγριν δὲ αὐτοῖς ἀνάλωτον εἶναι μόνην ἐπειδὴ τὸ τάχος αὐτὴν ἐσποιεῖ τοῖς ἀνέμοις. Ἀλλὰ ἀπαγγέλλεται ἥδιστος καὶ τῶν ἐν θαλαττουργίᾳ θαυμασιώτερος. Οὐχ ὥσπερ οἱ Σωκρατικοὶ τῶν μὲν | |
35 | ἄλλων ἀπάγων καὶ ἀποσπουδάζων, φιλοσοφίᾳ δὲ μόνῃ ξυμβουλεύων, ἀλλὰ καὶ ἑξῆς. Καὶ εἰ καλλίστη πόλεων ὁπόσαι ὑπὸ ἡλίῳ εἰσί, καὶ τὸ πέλαγος οἰκειοῦται, ζεφύρου τε πηγὰς ἔχει, ἀλλὰ ἀνδράσιν αὐτὴν ἐστεφανῶσθαι ἥδιον. | |
Bibl.241333a | Ὅτι Ἀπολλώνιος τὴν ὀρθῶς οἰκησομένην πόλιν ἔλεγεν ὁμονοίας δεῖσθαι στασιαζούσης. Τοῦτο δὲ τοιοῦτόν ἐστι. Στάσις ἡ μὲν ἐπὶ ξίφη καὶ τὸ καταλιθοῦν ἀλλήλους ἄγουσα ἀπέστω πόλεως, ᾗ παιδοτροφίας τε δεῖ καὶ νόμων | |
5 | καὶ ἀνδρῶν, ἐφ’ οἷς λόγοι καὶ ἔργα. Φιλοτιμία δὲ ἡ πρὸς ἀλλήλους ὑπὲρ τοῦ κοινοῦ, καὶ πῶς ἂν ὁ μὲν γνώμης εἴποι βελτίω γνώμην, ὁ δὲ ἑτέρου ἄμεινον ἀρχῆς προσταίη, ὁ δὲ πρεσβεύσειεν, ἔρις οἶμαι αὕτη ἀγαθὴ καὶ στάσις ὑπὲρ τοῦ κοινοῦ. Εἰ δὲ ἓν τούτων εἷς ἐλλείψει τι τῶν | |
10 | ἑαυτοῦ ἔργων ἢ ἀμαθῶς τῆς ναυτικῆς ἅψεται, πονηρὸν πλευσοῦνται καὶ ὁ χειμὼν αὐτοὶ δόξουσιν. Εἰ δὲ φιλο‐ τιμήσονται πρὸς ἑαυτοὺς καὶ στασιάσουσι μὴ κακίων ἕτερος ἑτέρου δόξαι, καλοὶ μὲν ὁρμοὶ τῇ νηῒ ταύτῃ, μετὰ δὲ εὐδίας τε καὶ εὐπλοίας πάντα, Ποσειδῶν δὲ | |
15 | Ἀσφάλειος ἡ περὶ αὐτῆς εὐβουλία δόξει. Καὶ γὰρ | |
ἱκέτευε καὶ πολλὰ ἐπὶ ἐλέῳ ἔλεγεν. Ὡς κολωνὸν λίθων περὶ αὐτὸν χώσασθαι. Εὐξυμβόλων ὀνειράτων τεύξονται. Καὶ γὰρ μετόπωρον ἐτύγχανε, καὶ ἡ θά‐ λαττα ἧττον βεβαία. Ἐπεὶ δὲ Ὀρφεὺς ἔχρα μόνος, | 195 in vol. 5 | |
20 | ἄρτι ἐκ Θρᾴκης ἥκουσα ἡ κεφαλή, ἐφίσταταί οἱ χρη‐ σμῳδοῦντι ὁ Ἀπόλλων, καί· «Πέπαυσο, ἔφη, τῶν ἐμῶν· καὶ γὰρ δὴ ᾄδοντά σε ἱκανῶς ἤνεγκα». Ξυνῆ‐ κεν ὁ Ἀπολλώνιος ὅτι λόγον ἕτερον ὁ Δάμις σπου‐ δάσαι βούλεται. Δεῖξον ἡμῖν, Ἀχιλλεῦ, τὸ σεαυτοῦ | |
25 | εἶδος· καὶ γὰρ ἂν ὄναιο ἄγαν τῶν ἐμῶν ὀφθαλμῶν, εἰ μάρτυσιν αὐτοῖς τοῦ εἶναι χρήσαιο. Μουσῶν δὲ θρήνων καὶ Νηρηΐδων, οὓς ἐπ’ ἐμοὶ γενέσθαι φασί, Μοῦ‐ σαι μὲν οὐδ’ ἀφίκοντό ποτε ἐνταῦθα, Νηρηΐδες δὲ ἔτι φοιτῶσιν. Ἔτι δὲ ἔφη ὁ Ἀχιλλεὺς ὡς οὐδὲ οἱ βάρ‐ | |
30 | βαροι πολὺ ἡμῶν ἐλείποντο· οὕτως ἡ γῆ πᾶσα ἀρετῆς ἤνθησε. Καὶ γὰρ δὴ καὶ ἀλεκτρύονες ἤδη ᾠδῆς ἥπτον‐ το. Τὸ δὲ μειράκιον ὥσπερ ἀφυπνίσαν τούς τε ὀφθαλμοὺς ἔτριψε, καὶ πρὸς τὰς αὐγὰς τοῦ ἡλίου εἶδεν, αἰδῶ τε ἠσπάσατο πάντων ἐς αὐτὸ ἐστραμμένων, ἀσελ‐ | |
35 | γής τε οὐκέτι ἐφαίνετο. Μεταβαλὼν δὲ τῶν χλανιδίων καὶ τῆς ἄλλης Συβαρίδος, εἰς ἔρωτα ἦλθεν αὐχμοῦ καὶ τρίβωνος, καὶ ἐς τὰ τοῦ Ἀπολλωνίου ἤθη ἀπεδύ‐ σατο. Εἰ μὲν γὰρ λακωνικὴ ἡ ὄρχησις, συνορχήσομαι, | |
Bibl.241333b | εἰ δὲ ἁπαλὴ καὶ ἐς τὸ θῆλυ σπεύδουσα, οὐκέτι. Γυναικομίμῳ (κατ’ Εὐριπίδην φάναι) μορφώματι. Λόγων τε κρατῆρες ἵσταντο, καὶ ἠρύοντο αὐτῶν οἱ διψῶντες. Πηνίκα οἱ γάμοι; θερμοί, ἔφη, καὶ ἴσως | |
5 | αὔριον. Σοφίαν δὲ αὐτοῦ κατεψεύδετο· καὶ χαλινὸς οὐκ ἦν ἐπὶ τῇ γλώττῃ. Ἦν δὲ ὁ Φιλόλαος τὴν μὲν γλῶτταν ξυγκείμενος, μαλακώτερος δὲ καρτερῆσαί τι. | |
Δείσας περὶ τοῖς νέοις. Περὶ μὲν γὰρ θηρίων οὐκ ἂν εἴποις ὅτι τὰς μητέρας αὑτῶν ἐδαίσαντο· Νέρων | 196 in vol. 5 | |
10 | δὲ ἐμπεφόρηται τῆς βορᾶς ταύτης ἐπ’ Ὀρέστῃ καὶ Ἀλκμαίωνι. Ἀλλ’ ἐκείνοις σχῆμα τοῦ ἔργου πατέρες ἦσαν, ὁ μὲν ἀποθανών, ὁ δὲ ὅρμου πραθείς. Οὗτος δὲ καὶ εἰσποιηθεὶς ὑπὸ τῆς μητρὸς γέροντι βασιλεῖ καὶ κλη‐ ρονομήσας τὸ ἄρχειν. Ἐπὶ κῶμον ἔρχεται, μεθύων | |
15 | ἄνθρωπος, οὐκ ἀγλύκως τῆς φωνῆς ἔχων. Περιήθρει πᾶσιν ὀφθαλμοῖς, ὁπόσοις ἡ ἀρχὴ βλέπει. Οἱ δὲ δὴ Αἰσώπου τί; Βάτραχοι, ἔφη, καὶ ὄνοι καὶ λῆροι γραυσὶν οἷοι μασᾶσθαι καὶ παιδίοις. Ἐκ παίδων γὰρ τοῖς λόγοις τούτοις ξυγγενόμενοι, καὶ ὑπ’ αὐτῶν ἐκνη‐ | |
20 | πιωθέντες, δόξας ἀναλαμβάνομεν περὶ ἑκάστου τῶν ζῴων, τὰ μὲν ὡς βασιλικὰ εἴη, τάδ’ ὡς εὐήθη. Καὶ τὰ ὦτα ἐπ’ Ἀπολλώνιον Αἰγυπτίοις ὀρθὰ ἦν. Ὅτι Κλαύδιος τηλικόσδε ὢν πολλὰ μειρακιώδη ἔπαθε, καὶ μηλόβοτον γυναίοις τὴν ἀρχὴν ἀνῆκε. Κίβδηλος | |
25 | γὰρ ὁ χρυσὸς καὶ μέλας ἦν ἐκ δακρύων ἥκων. Ἤικαλ‐ λε. Καὶ διῆλθε τὸν περὶ τῆς μητρυιᾶς λόγον ὑφει‐ μένῳ τῷ τόνῳ. Οὐδὲ ἀφροδισίων ἥττητο, οὐδὲ ἔρως ἐπ’ αὐτὸν οὐδεὶς ἐκώμασεν· ἀλλ’ ἦν τῆς ἀγροικοτέρας τε καὶ ἀτέγκτου μοίρας. Ἐδόκει καὶ γυμναστικῆς | |
30 | ἐπαφροδίτως ἅψασθαι. Ἀποχρῇ τῷ σοφῷ βρώσεώς τε καθαρῷ εἶναι ὁπόση ἔμπνους, ἱμέρου τε ὃς φοιτᾷ δι’ ὀμμάτων, φθόνου τε ὃς διδάσκαλος ἀδίκων ἐπὶ χεῖρα καὶ γνώμην ἥκει. Θαυμασιουργίας τε καὶ βιαίου τέχνης μὴ δεῖσθαι ἀλήθειαν. Ἡ μὲν κακία χρυσῷ τε | |
35 | κατεσκευασμένη καὶ ὅρμοις ἐσθῆτί τε ἁλιπορφύρῳ καὶ παρειᾶς ἄνθει καὶ χαίτης ἀναπλοκαῖς καὶ γραφαῖς ὀμ‐ μάτων· καὶ χρυσοῦν πέδιλον· γέγραπται γὰρ καὶ τούτῳ ἐνσοβοῦσα. Ἡ δ’ ἀρετὴ πεπονηκυίᾳ μὲν προσ‐ | 197 in vol. 5 |
Bibl.241334a | φερής, τραχὺ δὲ ὁρῶσα, τὸν αὐχμὸν πεποιημένη κόσμημα. Οὐδὲ ἔριον ὃ ἀπὸ ἐμψύχων ἐπέχθη. Καί μοι ἔδοξεν ἀνδρῶν εἶναι περιττῶν τὰ θεῖα ψυχήν τε ἄριστα ἐπεσκεμμένων, ἧς τὸ ἀθάνατόν τε καὶ ἀγέννη‐ | |
5 | τον πηγαὶ γενέσεως. Ὁ Ἀπολλώνιός φησι, ταῦτά με πρὸ ὑμῶν ἐπ’ Ἰνδοὺς ἔτρεψεν, ἐνθυμηθέντα ὡς λε‐ πτότεροι μὲν τὴν ξύνεσιν οἱ τοιοίδε ἄνθρωποι, καθα‐ ρωτέραις ὁμιλοῦντες ἀκτίσιν, ἀληθέστεροι δὲ τὰς περὶ φύσεως καὶ θεῶν δόξας, ἅτε ἀγχίθεοι καὶ πρὸς ἀρχαῖς | |
10 | τῆς ζωογόνου καὶ θερμῆς οὐσίας οἰκοῦντες. Ἀλλὰ τὴν ψάμμον εἰδέναι φησὶν ὁ Ἀπόλλων, ὁπόσα ἀριθμῆ‐ σαι αὐτήν, καὶ τὰ τῆς θαλάσσης μέτρα ξυνειληφέναι πάντα. Φαίνεσθαι δέ τινα καὶ περὶ τοὺς λοιποὺς ἔκπληξιν, ἐφ’ οἷς ἐρρωμένως τε καὶ σὺν εὐρροίᾳ διαλε‐ | |
15 | γομένου Ἀπολλωνίου ἤκουσαν. Διαπραΰνων δὲ αὐτὸν ὁ Θεσπεσίων. Λέγεται γὰρ καὶ τῶν Φραάτου λόγων ἀγάλματα ἀπὸ Ἰνδῶν ἄγειν. Τὸν γὰρ καιρὸν τοῦτον καὶ οἱ Ἰνδοὶ πρὸς ἱεροῖς γίνονται. Ἔοικας εὔσιτος εἶναι καὶ δεινὸς φαγεῖν. Εἰ γὰρ τὰ παλαιὰ νόμιμα, καὶ | |
20 | πολιώτερα ἢ γινώσκειν αὐτά, πικρῶς ἐξετάζοιμεν, πολλοὶ καὶ ἄτοποι λόγοι ἀναφύονται. Ἰσηλίκων. Ἐπεὶ δὲ Τῖτος ᾑρήκει τὰ Ἱεροσόλυμα καὶ νεκρῶν πλέα ἦν πάντα, τὰ ὅμορα ἔθνη ἐστεφάνουν αὐτόν. Ὁ δὲ οὐκ ἠξίου ἑαυτὸν τούτου· μὴ γὰρ αὐτὸς ταῦτα εἰργάσθαι, | |
25 | θεῷ δὲ ὀργὴν φήναντι ἐπιδεδωκέναι τὰς ἑαυτοῦ χεῖ‐ ρας. Τοὺς δὲ τοιούτους ὑποβλίττουσιν οἱ συκοφάνται, κέντρα ἐπ’ αὐτοὺς ἠρμένοι τὴν γλῶτταν. Εἰς διδα‐ σκάλων ἐβάδιζεν, ὑφ’ ὧν καὶ ἡ γνώμη αὐτῷ καὶ ἡ γλῶττα ἴσχυσε. Δεινὸν γάρ, ἔφη, χρηματιστὴν ὁρῶ. — | 198 in vol. 5 |
30 | Κακοδαίμονα μὲν οὖν, εἶπεν, ᾧ γε ἔστιν οὐδὲν πλὴν ὀλίγων, ἃ μὴ ἀπόχρη βόσκειν τὸν οἶκον. Πείθει τὸν ἄν‐ θρωπον ἀποδόσθαι οἱ δισμυρίων αὐτόν, εὕρημα ποιη‐ σάμενον τὰς πεντακισχιλίας. Ὁ μὲν δὴ τοῦ θησαυροῦ ἐρῶν οὔπω ξυνίει τοῦ δώρου, ἀλλ’ οὐδ’ ᾤετο ἴσα ἔχειν, το‐ | |
35 | σούτῳ δ’ ἐλάττω, ὅσῳ τὰς μὲν δισμυρίας ἐν ταῖς χερσὶν οὔσας ἐφ’ ἑαυτῷ εἶναι ἄν, τὸν δ’ ἀντ’ αὐ‐ τῶν ἀγρὸν ἐπὶ πάχναις κεῖσθαι καὶ χαλάζαις καὶ τοῖς ἄλλοις ἃ τοὺς καρποὺς φθείρει. Φιλοσο‐ | |
Bibl.241334b | φία δὲ οὕτω τι ἔπτηξεν, ὡς ἀποβαλόντες τὸ σχῆ‐ μα οἱ μὲν ἀποδρᾶναι σφῶν ἐς τὴν Κελτῶν ἑσπέ‐ ραν, οἱ δὲ ἐς τὰ ἔρημα Λιβύης τε καὶ Σκυθίας, ἔνιοι δὲ εἰς λόγους ἀπενεχθῆναι συμβούλους τῶν | |
5 | ἁμαρτημάτων. Ἱζησάντων δὲ ὑπὸ πλατάνῳ οἱ μὲν τέττιγες ἐν ᾠδαῖς ἦσαν ὑποψαλλούσης αὐτοῖς τῆς ὥρας. Ἡττηθεὶς δὲ ὁ Δάμις τῶν τοῦ Δημη‐ τρίου λόγων· «Ἀλλὰ σύ γε, ἔφη, φίλος ἀνδρὶ παρὼν γένοιο ἂν ἀγαθόν τι τούτῳ μέγα· ἐμοῦ γὰρ σμικρὸς λό‐ | |
10 | γος, εἰ συμβουλεύοιμι αὐτῷ μὴ κυβιστᾶν ἐπ’ ὀρθὰ ξίφη, μηδ’ ἀναρρίπτειν πρὸς τυραννίδα, ἧς οὔπω χαλεπω‐ τέρα». Ὅ τι μὲν γὰρ ψηφιεῖται ἐπί σοι, οὐκ οἶδα· διά‐ κειται δὲ ὥσπερ οἱ καταψηφίσασθαι μὲν ἐπιθυμοῦντες, αἰσχυνόμενοι δὲ τὸ μὴ ἐπ’ ἀληθέσι, καὶ πρόφασιν ἀπω‐ | |
15 | λείας ὑπάτων ἀνδρῶν ποιεῖταί σε. Βούλεται μὲν γὰρ ἃ μὴ δεῖ, πράττει δὲ αὐτὰ καταρρυθμίζων εἰς τὴν τοῦ δι‐ καίου δόξαν. Ἔλεγε δ’ αὐτὰ μασώμενός τε καὶ ξυγ‐ γελῶν. Ὁ δὲ οὐκ ἀκηκοότι ὅμοιος διελέγετο πρὸς τὸν Δάμιν ὑπὲρ τοῦ Δέλτα, περὶ ὅ φασι τὸν Νεῖλον σχί‐ | 199 in vol. 5 |
20 | ζεσθαι. Ἀλλ’ ὅμως, οὕτω μὲν χαρακώσαντες τὸν πλοῦτον, οὕτω δὲ ἀσφαλῶς τειχισάμενοι, κινδυνεύομεν περὶ αὐτῷ νῦν. Οἰκίας τε ἐπὶ τῶν ἁμαξῶν πέ‐ πανται. Ἴστροι τε γὰρ αὐτοὺς καὶ Τανάϊδες ὁρίζουσιν, οὐ ῥᾴδιοι ποταμοὶ ὑπερβῆναι. Ἑώρων μὲν δὴ ἐς | |
25 | τὸν Ἀπολλώνιον πάντες· αὐτοῦ τε γὰρ τοῦ σχήματος ἀπε‐ βλέπετο, καὶ θεία ἐδόκει ἡ περὶ τῷ εἴδει ἔκπληξις. Ὑπὲρ μὲν τῆς κουρᾶς· «Ἐλελήθειν, ὦ βασιλεῦ, ἔφη, περὶ ταῖς θριξὶ κινδυνεύων». Δεδεμένου τοῦ Ἀπολ‐ λωνίου ἀφικνεῖταί τις ἐς τὸ δεσμωτήριον τὸ προσ‐ | |
30 | ελθεῖν αὐτῷ ἐωνῆσθαι φάσκων, ξύμβουλος δὲ σωτηρίας ἥκειν. Ἦν μὲν δὴ Συρακούσιος οὗτος, Δομετιανοῦ δὲ νοῦς τε καὶ γλῶττα. Ἐγένετο Πύθων ὁ Βυζάντιος ἀγαθὸς ῥήτωρ τοῦ κακὰ πείθειν. Ἢ τὴν κόμην ἕτερόν τι παρ’ ὅ ἐστιν· ἔστι δέ, οἶμαι, ἡλιῶσά τε καὶ ὑποφαί‐ | |
35 | νουσα. Ἐγὼ δὲ οὐ μόνον οὐ προσῄειν ὑπὲρ χρημά‐ των, ἀλλὰ κακείνους ἐώθουν ὡς οὐχ ὑγιαίνοντας. Διεβε‐ βλήμην δὲ πρὸς χρήματα μειράκιον ἔτι ὤν. Τὰ γοῦν πατρῷα (λαμπρὰ δ’ ἦν οὐσία ταῦτα) μιᾶς μόνης ἰδὼν | |
Bibl.241335a | ἡμέρας ἀδελφοῖς τε τοῖς ἐμαυτοῦ ἀνῆκα καὶ φίλοις καὶ τῶν ξυγγενῶν τοῖς πένησι. Σοφοῦ δὲ ἀνδρὸς κό‐ μης φειδέσθω σίδηρος· οὐ γὰρ θεμιτὸν ἐπάγειν αὐτὸν οὗ πᾶσαι μὲν αἰσθητηρίων πηγαί, πᾶσαι δὲ ὀμφαὶ εὐ‐ | |
5 | χαί τε ἀναφαίνονται καὶ σοφίας ἑρμηνεὺς λόγος. Νε‐ ρούαν δὲ ἄξιον μὲν ἀρχῆς ἡγοῦμαι πάσης καὶ λόγου παν‐ τὸς εἰς εὐφημίαν ἥκοντος, ἀγωνιστὴν δὲ φροντίδων οὐ χρηστῶν ὁ Ἀπολλώνιός φησι. Τῷ γὰρ Εὐφράτῃ ἐκ τοῦ κολακεύειν τοὺς δυνατοὺς τί λέγω χρήματα; Πη‐ | 200 in vol. 5 |
10 | γαὶ μὲν οὖν εἰσι πλούτου κἀπὶ τῶν τραπεζῶν ἤδη δια‐ λέγεται, κάπηλος, ὑποκάπηλος, τελώνης, ὀβολοστάτης, πάντα γινόμενος τὰ πωλούμενά τε καὶ πωλοῦντα. Ἐντε‐ τύπωται δ’ ἀεὶ ταῖς τῶν δυνατῶν θύραις, καὶ προσ‐ έστηκεν αὐταῖς πλέον ἢ οἱ θυρωροί. Ἐπιτειχίζει δὲ τὸν | |
15 | ἑαυτοῦ πλοῦτον ἑτέροις τὸν Αἰγύπτιον τουτονὶ βόσκων χρήμασι, καὶ ὀξύνων ἐπ’ ἐμὲ γλῶτταν ἀξίαν ἐκτετμῆ‐ σθαι. Νεότης ἐγένετο θαυμάσαι ἄξιοι τοῦ πλήθους καὶ τῆς ἐς τὸ φιλοσοφεῖν ὁρμῆς. Καὶ ἐν οὐδεμιᾷ | |
τῶν πόλεων ἀηδὴς δοκῶν, ἀλλὰ καὶ ποθεῖσθαι ἄξιος. | 201 in vol. 5 | |
Bibl.242335a(21) | Ἀνεγνώσθη ἐκ τοῦ Ἰσιδώρου βίου τοῦ φιλοσόφου. Αἰγύπτιοι τοίνυν ὅτι μὲν παλαίτατοι ἀνθρώπων εἰσίν, ὧν ἀκοῇ γινώσκομεν, ὀλίγου τι πάντων, οὐδεὶς οὕτως ἐστὶν ὀψιμαθὴς ὃς οὐχὶ πολλῶν ἀκήκοε λεγόντων τε καὶ | |
25 | γραφόντων. Εἴσω δὲ ἡ τοιαύτη σοφία κρυπτομένη ἐν τῷ ἀδύτῳ τῆς μυθολόγου ταύτης ἀληθείας, οὕτως ἠρέμα παραγυμνοῦται κατὰ βραχὺ τῷ δυναμένῳ πρὸς θεὸν ἀνακλῖναι τὴν ἱερὰν αὐγὴν τῆς ψυχῆς. Ὅτι οἱ Αἰγύπτιοι ἔσεβον θεῶν μάλιστά φησιν Ὄσιρίν τε | |
30 | καὶ Ἶσιν, τὸν μὲν ἅπαντα δημιουργεῖν νομίζοντες, εἴ‐ δεσί τε καὶ ἀριθμοῖς τὴν ὕλην διακοσμοῦντα, τὴν δὲ κατάρδουσάν τε καὶ πιαίνουσαν τὴν τούτου δημιουργίαν ἀενάου ζωῆς ὀχετοῖς ἀμετρήτοις. Ἐκ τρίτων ἀντὶ τοῦ τρίτον. Καὶ τοῦτ’ ἂν εἴη θεοκρασία, μᾶλλον δὲ | |
35 | ἕνωσις παντελής, ἐπάνοδος τῶν ἡμετέρων ψυχῶν πρὸς τὸ θεῖον ἐπιστρεφομένων καὶ συναθροιζομένων ἀπὸ τοῦ πολλοῦ μερισμοῦ καὶ τί γὰρ οὐ λέγω σπαραγμοῦ διαρρήδην, ὃν ἐνταῦθα ῥυεῖσαι καὶ σῶμα γήϊνον λα‐ βοῦσαι διεσπάσθησαν αὐταὶ ἀφ’ ἑαυτῶν, καὶ πολλαχῇ | |
40 | διῳκίσθησαν ὑπὸ τῶν Τυφωνείων τῷ ὄντι καὶ ἄλλως | 8 in vol. 6 |
Bibl.242335b | γηγενῶν παθημάτων, ὄντων γε οὐ κατὰ τὸν Τυφῶνα μόνον, ἀλλ’ ἔτι οἶμαι καὶ τούτου πολυπλοκωτέρων. Ἀλλ’ οὗ δὴ ἕνεκα τὸν λόγον ἅπαντα τοῦτον ἠγεί‐ ραμεν, καιρὸς ἂν εἴη προσαποδοῦναι, καὶ ἅμα ἀνακα‐ | |
5 | λέσασθαι τὴν διήγησιν ἔξω φερομένην τῆς ὑποθέσεως. Καὶ ἔχεται αὕτη καταπτᾶσα τῆς οὐρανίας ἁψῖδος τοῦ χθονίου βίου. Ἀλλὰ τάχα ἄν τις ὑπολάβοι τὸ λε‐ γόμενον ᾄδειν μακαρίας. Ἕτοιμον γὰρ εἰς ἐρώτησιν· πόθεν, ὦ ἑταῖρε, δῆλον, εἴποι τις ἄν, ὅτι ὁ σὸς φιλό‐ | |
10 | σοφος ἀπὸ τοῦδε τοῦ ἔθνους ὥρμητο τῶν ψυχῶν; Ἐγὼ δὲ πρὸς ταῦτα ἀποκρινοῦμαι οὔτι γε μαχητικῶς ὥσπερ ἐν δικαστηρίῳ, ἀλλὰ πρᾳότερον, οὐδέ γε διὰ σπουδῆς οἵας ἐν διαλέκτῳ πρὸς τὸ ἀκριβέστατον ἁμιλλωμένης, ἀλλ’ οἷα μέτρα βιογραφίας, αὐτὰ μόνα, ἅπερ ἀληθῆ | |
15 | εἶναι πιστεύω καὶ τοῦ ἐμοῦ καθηγεμόνος ἀκήκοα, προφε‐ ρόμενος. Ἦν δ’ ὁ Σεβῆρος Ῥωμαῖος καὶ Ῥωμαίων πατὴρ κατὰ τὴν τοῦ νόμου ἀξίωσιν· ὃς ἔλεγε καὶ λίθον ἰδεῖν ἐν ᾧ σελήνης ἐγίνετο σχήματα μεταμορφουμένης παντοῖα μέν, ἄλλοτε δὲ ἄλλα, πρὸς ἥλιον αὐξομένης καὶ | |
20 | μειουμένης, ἐνόντα τῷ λίθῳ καὶ αὐτὸν τὸν ἥλιον. Ὁ γοῦν Ἰσίδωρος ἐῴκει μὲν τὸ ζητούμενον εἰδότι, λέγειν δ’ οὐκ ἠβούλετο. Καὶ τοῦτο δὲ μαθεῖν ἐξ ὀνείρου θαυ‐ μασίου τινὸς ἐναργέστατα διετείνετο. Καὶ γὰρ ἦν ὁ μέ‐ γας Ἰσίδωρος εἰς τοσοῦτον εὖ ἥκων φύσεώς τε καὶ τύχης | |
25 | ὀνειρωττούσης, ὥστε ἔμοιγε θαυμάζειν ἔπεισι πολλάκις, ἀποπειρωμένῳ τῶν ἔργων ἀποβαινόντων, τῆς τοιαύτης αὐτοῦ προρρήσεως. Εἰσὶ μὲν δὴ καὶ Ἀλεξανδρεῖς ὀλίγου πάντες εὐφυεῖς τε καὶ εὐτυχεῖς ὀνειροπολεῖσθαι· καὶ τοὺς | |
ὀνείρους ἐκεῖνοι διὰ τοῦτο καὶ νῦν χρησμοὺς ὀνομάζου‐ | 9 in vol. 6 | |
30 | σιν. Ἐγρηγορότι μὲν τῷ Ἰσιδώρῳ οὐ παρῆν ἡ ἄρρη‐ τος αὐτοψία· οὐ γὰρ οὕτω λαμπρὰν οὐδὲ βαθεῖαν παρεί‐ χετο τὴν μαρμαρυγήν, ὥστε καὶ ὑπὸ τῶν αἰσθητῶν ἐπὶ θάτερα ἀνταυγούντων ἐπηλυγαζομένην εἴσω ὅμως ἀνά‐ πτεσθαι καὶ διαλάμπειν. Ἀλλ’ ὅτε ἔξω τούτων καθίστατο | |
35 | ἡ ψυχή, μηκέτι τῆς αἰσθήσεως ἐνεργούσης, ἤδη δὲ πα‐ ρειμένης ὑπὸ τοῦ ὕπνου, τότε μονουμένη καθ’ ἑαυτὴν ἡ ἀεὶ ἔνδον ἑστῶσα τοῦ θείου ἀστραπή, καὶ ἀπαλλαττομένη τῶν ἐμποδίων, ἐπὶ μᾶλλον ἀνεζωπυρεῖτο καὶ ἐξεχεῖτο πρὸς τὸ ἐκτὸς ἐπὶ πλεῖστον, ἕως ἂν καὶ αὐτὴν κατα‐ | |
40 | στράψειεν ἐπ’ ἐσχάτῳ τὴν φαντασίαν. Ὅτι διττὸν ἔλε‐ | |
Bibl.242336a | γεν ἐκ τούτου τὸν τρόπον τῶν θείων αὐτοψιῶν, τὸν μὲν αἰσθητικὸν τῶν ἐγρηγορότων, φαντασιώδη δὲ τῶν καθευδόντων, ἀληθῆ δὲ ἑκάτερον. Ἀπαλλαγὴν ᾔτει τοῦ κατακλύζοντος ὀχετοῦ τῆς γενέσεως. Ἦν δὲ ἰδεῖν | |
5 | ὁ Ἰσίδωρος ἔμφρων καὶ πρεσβυτικός, ἔτι δ’ ἐμβριθὴς καὶ βεβαιότροπος. Τὸ μὲν πρόσωπον ὀλίγου τετράγωνον ἦν, Ἑρμοῦ λογίου τύπος ἱερός· οἱ δὲ ὀφθαλμοί, πῶς μὲν ἂν φράσαιμι τὴν ἐν αὐτοῖς ἱδρυμένην χαρίεσσαν ἀληθῶς Ἀφροδίτην, πῶς δ’ ἀπαγγείλαιμι τὴν ἐνοῦσαν | |
10 | αὐταῖς Ἀθηνᾶν σοφωτάτην; Οὐκ ἂν δὲ φθάνοιμι λέγων αὐτοὺς ἀπὸ τῶν ἐναντίων εἰς τὸ αὐτὸ συνηρμοσμένους ἓν εἶδος ἀμήχανον, ἑστῶτας ἅμα βεβαίους καὶ ἐπίτροχα κινουμένους πῶς φάναι τὸ πᾶν ἐν τῷ αὐτῷ καὶ περὶ τὸ αὐτὸ δινουμένους, ἅμα μὲν τὸ σεμνὸν ἅμα δὲ τὸ | |
15 | χαρίεν ἐπιφαίνοντας, βαθυτέρους τοὺς αὐτοὺς καὶ ἁπλου‐ στέρους εἶναι βουλομένους. Ἁπλῶς δ’ εἰπεῖν, ἀγάλματα ἦσαν ὀφθαλμοὶ ἐκεῖνοι τῆς ψυχῆς ἀκριβῆ, οὐ μόνης | |
γε, ἀλλὰ καὶ τῆς ἐνοικούσης αὐτῇ θείας ἀπορροῆς. Αἱ δέ γε αἰσθήσεις μετρίως αὐτῷ διέκειντο, πρὸς | 10 in vol. 6 | |
20 | μόνην ὑπηρετοῦσαι τὴν χρείαν. Καὶ οὐχὶ αἱ αἰσθήσεις μόναι, ἀλλὰ καὶ τὸ κήρινον ἐκμαγεῖον, ἡ φαντασία, οὔτε πρὸς μνήμην τι τῶν πολλῶν διαφέρουσα, καὶ τῆς λήθης οὐ τὸ παράπαν ἀπηλλαγμένη. Καὶ γὰρ ἠβουλήθη αὐτὸν ὁ θεός, ὡς ἔοικε, ψυχὴν μᾶλλον ὄντα ἐπιδεῖξαι | |
25 | ἢ τὸ συναμφότερον μετὰ τοῦ σώματος, καὶ τὴν φιλο‐ σοφίαν οὐ τῷ συναμφοτέρῳ ἐναποθεῖναι, ἀλλ’ αὐτῇ μόνῃ τῇ ψυχῇ ἐνιδρύσαι. Ὡς ἔγωγε ἐνίοις ἤδη περι‐ τετύχηκα τὰ μὲν ἔξω φιλοσοφοῦσι λαμπρῶς ἔν τε μνήμῃ βαθείᾳ πολλῶν δοξασμάτων καὶ ἐν ἀγχιστρό‐ | |
30 | φῳ δεινότητι συλλογισμῶν ἀπεράντων καὶ ἐν δυνάμει συχνῇ δαιμονίας αἰσθήσεως, εἴσω δὲ τὰ τῆς ψυχῆς ἀποροῦσι καὶ πενομένοις ἀληθοῦς ἐπιστήμης. Εἰ δέ που θυμούμενος ἑωρᾶτο καὶ ἀγανακτῶν, ἀλλὰ τοῦ λο‐ γισμοῦ ἡγουμένου καὶ ὁ θυμὸς δὴ κατόπιν εἵπετο. Οὐδὲ | |
35 | γὰρ οἷός τε ἦν γίνεσθαι πρᾷος οὐδὲ ἄθυμος ἐν τῷ ἐλέγχῳ τῶν ἀνθρωπίνων πονηρευμάτων. Ὢν γὰρ ἑτοιμότατος εἰς εὐεργεσίαν, ἔτι καὶ τούτου προχειρότερος ἦν εἰς ἐπιτίμησιν τῆς πονηρίας. Διὸ καὶ θαμὰ δὴ πολλοῖς προσέκρουεν, οὐκ ἀνεχόμενος αὐτῶν τὴν κακίαν ὑπο‐ | |
Bibl.242336b | κορίζεσθαι, οὐδὲ μελετῶν ἀντὶ τῆς ἀληθινῆς φιλίας τὴν πολυάρατον κολακείαν. Οὔτε φιλαιτίως οὔτε ἐθελέχθρως πρὸς οὐδένα διέκειτο. Τοιαῦτα ὁ ἡμέτερος ἐπεπόνθει φιλόσοφος ὑπ’ ἔρωτος μὲν τῆς | |
5 | περὶ τὰ ἀνθρώπινα πράγματα διορθώσεως, ἔχθρας δὲ καὶ μίσους ἀδιαλλάκτου τῶν κακοήθων ἐπιτηδευμά‐ | |
των. Ἀγχίνους δὲ ὢν καὶ ἐπιστρεφὴς ὅμως τι καὶ εὐπαράγωγον ἐπεδείκνυτο. Τῶν μὲν γὰρ ἐπιεικῶν εἶναι προσποιουμένων ῥᾳδίως ἄν τις αὐτὸν παρήγαγεν, ἅτε | 11 in vol. 6 | |
10 | οὐκ ἐπιφέροντα ἐπὶ τοῦτον ἀκριβῆ ἐξέτασιν διὰ τὸ τῆς ἐπιεικείας ἀνύποπτον· ὁ δὲ τῆς προλαμβανούσης ὑπο‐ ψίας ἄξιος οὐκ ἂν αὐτὸν ἔλαθεν ἐνεδρεύων οὐδὲ πλέ‐ κων δόλους. Τριῶν δὲ ὄντων μερῶν ἢ εἰδῶν τῆς ψυχῆς, ἢ ὅπως ἄν τις ἐθέλοι καλεῖν, τριττὴν ἔφασκε | |
15 | γίνεσθαι πολιτείαν, ἔχουσαν μὲν ἑκάστην τὰς τρεῖς, ἀλλὰ τῷ κρατοῦντι ἑνὶ τὸ πᾶν μορφουμένην· καὶ τὴν μὲν προϊέναι μάλιστα κατὰ λόγον, ἣν ἄν τις οἶμαι τὸν ἐπὶ Κρόνου βίον ἐπονομάσειεν ἢ τὴν χρυσῆν γενεὰν ἢ τὸ θεῶν ἀγχίσπορον γένος, οἷα ἐν σχήματι μύθου | |
20 | σεμνύνουσιν ἐν τῷ τρίποδι τῆς Μούσης καθήμενοι ποιηταί. Ὁ δὲ πρὸς τῇ ἀφελείᾳ οὕτω καὶ τὴν ἀψευ‐ δείαν ἠγάπα, ὥστε καὶ εὐθύγλωττος εἶναι πέρα τοῦ δέοντος ἐδοξάζετο, καὶ οὐδ’ ὁτιοῦν ἔχειν ἐν ἑαυτῷ προσποιούμενον. Πολλοῦ γε καὶ ἐδέησε τοῦτο πα‐ | |
25 | θεῖν. Οὐκ ἦν φιλοχρήματος ἀλλ’ οἰκονομικὸς κατὰ φύσιν· ἦν γὰρ καὶ τὰ ἄλλα πάντα σοφὸς οἴκου διαθέτης, καὶ πολύ τι τῆς ἡμέρας εἰς ταῦτα ἀνή‐ λισκε μέρος, τὰ μὲν αὐτουργῶν, τὰ δὲ διατάττων. Καὶ ὁ μὲν διαναστάς, ἐπειδὴ ἕως ἐγεγόνει, ἔτι τὴν | |
30 | ψυχὴν ὑπὸ τῆς ὀμφῆς κατεχόμενος διηγεῖτο τὸν ὄνειρον. Ἐγὼ δὲ οὐκ ὄναρ ἀντὶ ὀνείρατος, ἀντὶ δὲ ἀλη‐ θείας ἀλήθειαν, ἐγρηγορυῖαν ἀντὶ ὑπνωττούσης ἐπεδί‐ δουν, ἅπερ ἀκήκοα διεξιών. Ὑποπεσὼν δὲ συμφορᾷ δημευούσῃ τὰ ὄντα ὁ πρὶν τὴν παραθήκην ἀποστερή‐ | |
35 | σας, κἀκείνην καὶ τῶν αὑτοῦ ὅσα ἠδύνατο προλαβὼν | |
παρέθετο τῷ πιστοτάτῳ τῶν πολιτῶν. Ὡς δὲ παρε‐ δέξατο ὁ Ἐπιδαύριος μετὰ τῶν ἄλλων καὶ ἣν ἀπε‐ στέρητο παραθήκην, καὶ ἐπέγνω ταύτην, ἦσαν μὲν οἳ συνεβούλευον κατέχειν τὰ οἰκεῖα καὶ μὴ ἀποδοῦναι τῷ | 12 in vol. 6 | |
Bibl.242337a | κατ’ ἀρχὰς ἀπεστερηκότι, ὁ δὲ ἐν οἷς ἐπιστεύθη οὐκ ᾤετο δεῖν ἄπιστος γενέσθαι, οὐδὲ καταρρυπαίνειν τὴν πα‐ σῶν ἀρετῶν ὠφελιμωτάτην πιστότητα διὰ τῆς εὐλό‐ γου φαινομένης ἀπιστίας, οὐ δοκεῖν δὲ δίκαιος ἀλλ’ | |
5 | εἶναι ἤθελε, βαθεῖαν τῷ ὄντι καὶ αὐτὸς αὔλακα διὰ φρενῶν καρπούμενος. Ἐπιδείξει δὲ ὅσον οὐκ ἤδη τὸ τοιοῦτον ἡ τῶν καθ’ ἕκαστα τοῦ λόγου διέξοδος. Ἐφθέγγετο μὲν ἐλάχιστα, τὰ πολλὰ δὲ ἠκροᾶτο λό‐ γων γεγηρακότων. Ὁ μέγας ἀνὴρ οὐδένα μικρὸν ἀγῶ‐ | |
10 | να προσίεται, ἀλλ’ ὅπου φυγάδες οἱ ἄλλοι δι’ ἀνανδρίαν ἀποδιδράσκουσιν, ἐνταῦθα καταβαίνει παραβαλλόμε‐ νος, ἔνθα ἀρετὴ διαείδεται ἀνδρῶν κατὰ τὸν ποιητήν. Καὶ δὴ ἐδόκει τῷ ὄντι δίκαια μέμφεσθαι τῷ γε ἀκριβεῖ λογισμῷ. Τῷ δὲ συνήθει καὶ ἀνθρωπίνῳ πολλαχῇ τὸ μέ‐ | |
15 | τριον ἔδοξεν ἂν ὑπερβαίνειν. Καὶ ἐθαύμαζον ἐπὶ πολλοῖς οἱ ἐγκαλούμενοι, καὶ ὡς φιλαιτίου περὶ αὐτοῦ διέκειντο τὰς γνώμας. Ὁ δὲ παράδειγμα ἀληθινὸν ὁμονοίας ἀληθινῆς ἐν ἑαυτῷ περιφέρων πρὸς τοῦτο τοὺς ἄλλους ἔκρινε. Τρία πάντες ὁμολογοῦσι πρῶτα καὶ μέγιστα | |
20 | στοιχεῖα τῆς τῶν ὄντων φιλοθεάμονος ἱστορίας, ἔρωτα τῶν καλῶν καὶ ἀγαθῶν δεινότατον ἰχνευτήν, ὀξεῖαν καὶ ἀγχίνουν φύσεως δύναμιν, ἐπὶ πολλὰ δι’ ὀλίγου φέ‐ ρεσθαι δυναμένην, ἑτοιμοτάτην συνιέναι καὶ γνωρίζειν τὰ ἴχνη τῶν θηραμάτων, ὅσα τε ἀληθῆ καὶ ὅσα ψευδῆ | |
25 | ἐστι πρὸς τὴν ἄγραν· ἐκ δὲ αὖ τρίτων φιλοπονίαν ἄτρυ‐ | |
τον, οὐκ ἐῶσαν τὴν ψυχὴν ἠρεμεῖν ἕως ἂν ἐπὶ τέλος ἔλθῃ τοῦ κυνηγεσίου, ὅ ἐστι τῆς ἀληθείας ἡ εὕρεσις. Ὅτι ἀγχίνοιαν καὶ ὀξύτητα ὁ Ἰσίδωρος, φησίν, ἔλεγεν οὐ τὴν εὐκίνητον φαντασίαν, οὐδὲ τὴν δοξαστικὴν εὐ‐ | 13 in vol. 6 | |
30 | φυΐαν, οὐδὲ μόνην (ὡς ἄν τις οἰηθείη) διάνοιαν εὔτρο‐ χον καὶ γόνιμον ἀληθείας· οὐ γὰρ εἶναι ταύτας αἰτίας, ἀλλὰ τῇ αἰτίᾳ δουλεύειν εἰς νόησιν· τὴν δὲ εἶναι θείαν κατοκωχήν, ἠρέμα διανοίγουσαν καὶ ἀποκαθαίρουσαν τὰ τῆς ψυχῆς ὄμματα, καὶ τῷ νοερῷ φωτὶ καταλάμ‐ | |
35 | πουσαν, εἰς θέαν καὶ γνώρισιν τοῦ ἀληθοῦς καὶ τοῦ ψεύ‐ δους. Εὐμοιρίαν ταύτην ἐκεῖνος ὠνόμαζε καὶ ὡς οὐδὲν γένοιτ’ ἂν ὄφελος ἄνευ εὐμοιρίας, ὡς οὐδὲ ὀφθαλμῶν ὑγιαινόντων ὄφελος ἄνευ τοῦ οὐρανίου φωτός, διετεί‐ νετο. Τὸ ὑψηλόνουν καὶ τελεσιουργὸν εἶχεν οὐ περὶ | |
Bibl.242337b | τὰ κάτω στρεφόμενον, ἀλλ’ εὐθὺς ἀναθρῷσκον ἀπὸ μικρᾶς ἀφορμῆς ἐπὶ τὰ πρεσβύτατα τῶν θεαμάτων· αὐ‐ ταῖς γε ταῖς Πλάτωνος ἀκηράτοις ἐννοίαις οὐ κατὰ τὰς συνήθεις τῶν πολλῶν φιλοσόφων ἐπιβολὰς ἐνεφύετο, | |
5 | μετὰ δέ γε Πλάτωνα καὶ ταῖς θαυμασταῖς Ἰαμβλίχου περινοίαις. Ὅτι οὐκ ὀλίγους τῶν φιλοσοφούντων ὁρῶ‐ μεν καὶ ἀκούομεν τοὺς μὲν ἄβατον εἶναι τὸν Ἰάμβλιχον οἰομένους, τοὺς δὲ αὐθάδει μεγαληγορίᾳ λόγων τὸ πλέον ἢ ἀληθείᾳ πραγμάτων ἐπαιρόμενον. Ῥητορικῆς καὶ | |
10 | ποιητικῆς πολυμαθίας μικρὰ ἥψατο, εἰς δὲ τὴν θειο‐ τέραν φιλοσοφίαν ἐξώρμησε τὴν Ἀριστοτέλους. Ὁρῶν δὲ ταύτην τῷ ἀναγκαίῳ μᾶλλον ἢ τῷ οἰκείῳ νῷ πιστεύου‐ σαν, καὶ τεχνικὴν μὲν ἱκανῶς εἶναι σπουδάζουσαν, τὸ δὲ ἔνθεον ἢ νοερὸν οὐ πάνυ προβαλλομένην, ὀλίγον καὶ | |
15 | ταύτης ὁ Ἰσίδωρος ἐποιήσατο λόγον. Ὡς δὲ τῶν Πλά‐ τωνος ἐγεύσατο νοημάτων, οὐκέτι παπταίνειν ἠξίου πόρ‐ σιον, ὡς ἔφη Πίνδαρος, ἀλλὰ τέλος ἔχειν ἤλπιζεν, εἰ τῆς Πλάτωνος διανοίας εἴσω τῶν ἀδύτων δυνηθείη διαβαλεῖν, καὶ πρὸς τοῦτο ὁ πᾶς αὐτῷ δρόμος ἐτέτατο | 14 in vol. 6 |
20 | τῆς σπουδῆς. Ὅτι τῶν μὲν παλαίτατα φιλοσοφη‐ σάντων Πυθαγόραν καὶ Πλάτωνα θειάζει, καὶ τῶν ἐπτερωμένων ἐκείνων ψυχῶν εἶναι, αἳ εἰς τὸν ὑπερου‐ ράνιον τόπον, εἰς τὸ πεδίον τῆς ἀληθείας, εἰς τὸν λει‐ μῶνα τῶν θείων νέμονται εἰδῶν, τῶν νεωστὶ δὲ Πορ‐ | |
25 | φύριον καὶ Ἰάμβλιχον καὶ Συριανὸν καὶ Πρόκλον· καὶ ἄλλους δὲ ἐν μέσῳ τοῦ χρόνου πολὺν θησαυρὸν συλλέξαι λέγει ἐπιστήμης θεοπρεποῦς. Τοὺς μέντοι θνητὰ καὶ ἀν‐ θρώπινα φιλοπονουμένους ἢ συνιέντας ὀξέως ἢ φιλο‐ μαθεῖς εἶναι βουλομένους οὐδὲν μέγα ἀνύτειν εἰς τὴν | |
30 | θεοπρεπῆ καὶ μεγάλην σοφίαν. Τῶν γὰρ παλαιῶν Ἀρι‐ στοτέλη καὶ Χρύσιππον εὐφυεστάτους γενομένους, ἀλλὰ καὶ φιλομαθεστάτους γεγονότας, ἔτι δὲ καὶ φιλοπόνους, οὐκ ἀναβῆναι ὅμως τὴν ὅλην ἀνάβασιν. Τῶν δὲ νεω‐ τέρων Ἱεροκλέα τε καὶ εἴ τις ὅμοιος, οὐδὲν μὲν ἐλλεί‐ | |
35 | ποντας εἰς τὴν ἀνθρωπίνην παρασκευὴν, τῶν δὲ μα‐ καρίων νοημάτων πολλαχῇ πολλῶν ἐνδεεῖς γενομένους φησίν. Ὅτι καὶ τῶν βιβλίων τὸν ὁμαδὸν παρῃτεῖτο, πολυδοξίας μᾶλλον αἴτιον ὄντα ἢ πολυνοίας. Ἑνὶ δὲ μόνῳ τῷ διδασκάλῳ ἐπαναπαυόμενος, πρὸς μόνον ἐκεῖνον | |
Bibl.242338a | ἀπετύπου ἑαυτόν, τὰ παρ’ αὐτοῦ λεγόμενα ἀπογρα‐ φόμενος. Δῆλος δ’ ἦν οὐκ ἀγαπῶν τὰ παρόντα οὔτε τὰ ἀγάλματα προσκυνεῖν ἐθέλων, ἀλλ’ ἤδη ἐπ’ αὐτοὺς τοὺς θεοὺς ἱέμενος εἴσω κρυπτομένους, οὐκ ἐν ἀδύτοις | |
5 | ἀλλ’ ἐν αὐτῷ τῷ ἀπορρήτῳ, ὅτι ποτέ ἐστι, τῆς παν‐ | |
τελοῦς ἀγνωσίας. Πῶς οὖν ἐπ’ αὐτοὺς ἵετο τοιούτους ὄντας; Ἔρωτι δεινῷ, ἀπορρήτῳ καὶ τούτῳ. Καὶ τίς δὲ ἄλλος ἢ ἄγνωστος καὶ ὁ ἔρως; Καὶ τίνα τοῦτόν φαμεν, ἴσασιν οἱ πειραθέντες, εἰπεῖν δὲ ἀδύνατον, καὶ νοῆσαί γε οὐδὲν | 15 in vol. 6 | |
10 | μᾶλλον ῥᾴδιον. Εἶπεν ἄν τις οὐ λόγους αὐτὸν ἀλλὰ πραγμάτων φθέγγεσθαι οὐσίας. Ἦν δὲ καὶ εὑρετὴς ἑτοιμότατος ὧν τε αὐτὸς ἠπόρει πρὸς ἑτέρους καὶ ὧν ἕτεροι πρὸς αὐτόν, οὐ πολυμαθίᾳ καὶ ἀλλοτρίων δοξα‐ σμάτων ἱστορίᾳ καταχωννὺς μὲν τὴν ἀλήθειαν, ἐπιστο‐ | |
15 | μίζων δὲ τοὺς ἀποροῦντας· ἀλλὰ ῥώμῃ γενναίας φύσεως καὶ θεῶν ἀγχισπόρου, πόθῳ τε ἀμηχάνῳ τῆς περὶ τὸ θεῖον βακχείας, οἷον ἀπομαντευομένῳ ἐῴκει τὴν τῆς ἀληθείας εὕρεσιν. Ἦν δ’ ἱκανὸς διιδεῖν ὅπῃ τε σα‐ θρὸν φθέγγεται ὁ λόγος καὶ ὅπῃ ὑγιές. Μαρῖνος | |
20 | δὲ ὁ Πρόκλου διάδοχος, ὁ καὶ Ἰσιδώρου (μετὰ καὶ ἄλλων) τῶν Ἀριστοτέλους λόγων διδάσκαλος, ὑπόμνημα πολύ‐ στιχον εἰς Φίληβον συντάξας τοῦ Πλάτωνος, οὗτος τῷ Ἰσιδώρῳ ἐντυχεῖν τε τῷ ὑπομνήματι κελεύει, καὶ ἐπι‐ κρῖναι εἰ ἐξοιστέον. Ὁ δὲ ἀναγνοὺς οὐδὲν ἀπεκρύψατο τῶν | |
25 | αὐτῷ δοκούντων, οὐ μέντοι οὐδὲ ἄμουσον ἀφῆκε φω‐ νήν, τοσοῦτον δὲ μόνον ἔφη, ἱκανὰ εἶναι τὰ τοῦ δι‐ δασκάλου. Ὁ δὲ Μαρῖνος συνεὶς πυρὶ διέφθειρε τὸ βι‐ βλίον. Ἐξαίρετον δ’ ἦν αὐτῷ περὶ τοὺς ἄλλους καὶ τοῦτο φιλοσόφους, οὐκ ἠβούλετο συλλογισμοῖς ἀναγκάζειν | |
30 | μόνον οὔτε ἑαυτὸν οὔτε τοὺς συνόντας ἐπακολουθεῖν τῇ ἀληθείᾳ μὴ ὁρωμένῃ, κατὰ μίαν ὁδὸν πορεύεσθαι συνε‐ λαυνομένους ὑπὸ τοῦ λόγου, οἷον τυφλοὺς τὴν ὀρθὴν ἀγομένους πορείαν. Ἀλλὰ πείθειν ἐσπούδαζεν ἀεὶ καὶ ὄψιν ἐντιθέναι τῇ ψυχῇ, μᾶλλον δὲ ἐνοῦσαν διακαθαίρειν. | |
35 | Ὑπηρεσίαν ἐτέλει, ᾗ πρὸς τάχος ἐπετέτακτο γράφειν τὰ ὑπὸ τῶν ἀρχόντων προσταττόμενα. Περὶ οὗ ἐρῶ κατὰ τὸν ἱκνούμενον λόγον. Ὃ εἰδὼς οὐ λέγω, ὡς μηδὲ ἀκοῦσαι ὤφελον. Ὁ δὲ Λεόντιος ἄριστα βεβου‐ | 16 in vol. 6 |
Bibl.242338b | λεῦσθαι νομίζων οἴκαδε ἐπανῄει μετὰ παρρησίας ἀτυχοῦς καὶ κακοδαίμονος, οὐ πλουτήσας οὐδὲ σωθείς, ὡς ᾤετο, ἀλλὰ ζημιωθεὶς μὲν εὐσεβείας θεοφιλοῦς, πανω‐ λεθρίᾳ δὲ τὴν ψυχὴν διαφθαρείς. Ὁ μὲν οὖν οὕτω | |
5 | διήντλησε πάντα τὸν βίον ἐν συμφοραῖς. Οὐδεὶς δ’ οὕτως ἦν τὴν ψυχὴν ἀτεράμων καὶ βάρβαρος, ὃς οὐκ ἐπείθετο καὶ κατεκηλεῖτο τοῖς ἀπὸ τοῦ ἱεροῦ στόματος ἐκείνου ῥέουσι λόγοις· τοιάδε τις ἐπεκάθητο πειθὼ τοῖς χείλεσι τοῦ ἀνδρός, οὐκ ἀνθρώπειόν τι χρῆμα, ἀλλὰ | |
10 | θειότερον. Φύσιν ἀξιάγαστος, μέγας μὲν τὸ σῶμα καὶ εὐμήκης ἰδεῖν, καλὸς δὲ καὶ ἀγαθὸς τὴν ὄψιν, τῆς δ’ ἡλικίας ἐν τῷ φρονιμωτάτῳ τότε γεγονώς, εὐόμιλός τε καὶ ἡδύς, ἱκανὸς καὶ ὠφέλιμος τοῖς ἐντυγχάνουσι. Καὶ τὴν τροφὴν ἐκληρώσατο μετρίαν τινὰ καὶ ἄθρυπτον, | |
15 | οὔτε κακουργοῦσαν διὰ πενίαν, οὔτε διὰ πλοῦτον βλα‐ κεύουσαν, ἀλλὰ μέσην καὶ μουσικήν, τὸν δώριον τρό‐ πον τῆς τύχης ὡς ἀληθῶς ἡρμοσμένην. Μόνος δὲ ἀνθρώπων, ὧν ἀκοῇ ἴσμεν, τὴν παλαιὰν παροιμίαν ἔργῳ διήλεγξεν, οὐχ ἥλιξιν ἀλλὰ πρεσβύταις καὶ πρε‐ | |
20 | σβυτικοῖς λόγοις τερπόμενος. | |
20 | Εἴποις δ’ ἂν καὶ μόνος ἀνθρώπων οὓς ἀκοῇ ἔσχεν ἢ ἔγνω ἢ καὶ οὕτως, οἳ πρὸς ἀκοὴν ἦλθον, ἢ ὧν εἰς κατάληψιν ἀκοὴ ἧκεν, ἢ οὓς δι’ ἀκοῆς ἴσμεν, ἢ οὓς διασῴζει μνήμη, ἢ οὓς οὐκ ἔσβεσε λήθη, καὶ πολλὰ τοιαῦτα. | |
24 | ||
25 | Ὅτι φυλακεῖα οἱ Ἀλεξανδρεῖς ἐκάλουν τὰ ἐκμαγεῖα | |
τῶν γυναικείων μολυσμῶν. Οὐκ ἦν δὲ γνήσιος ὁ γάμος, εἰ μὴ ὁ ἱερεὺς ὁ τῆς θεοῦ ἐν τοῖς γαμικοῖς συμβολαίοις ὑπεσημήνατο χειρὶ τῇ ἑαυτοῦ. Ὅτι Ἱε‐ ροκλῆς, ὁ τὰς ἐν Ἀλεξανδρείᾳ διατριβὰς ὑψηλοφρο‐ | 17 in vol. 6 | |
30 | σύνῃ καὶ μεγαληγορίᾳ κοσμήσας, μετὰ τοῦ ἀτρέπτου καὶ μεγαλοπρεποῦς, εὔρους τε τὴν διάνοιαν εἰς ὑπερβολὴν ἦν καὶ διαφέρων εὐγλωττίᾳ καὶ εὐπορίᾳ τῶν καλλίστων ὀνομάτων καὶ ῥημάτων κατέπληττε πανταχῇ τοὺς ἀκροω‐ μένους, πρὸς τὴν Πλάτωνος ἁμιλλώμενος ἀεὶ καλλιρ‐ | |
35 | ρημοσύνην καὶ πολύνοιαν. Οὗτός ποτε τὸν Πλάτωνος Γοργίαν τοῖς ἑταίροις ἐξηγεῖτο· εἷς δέ τις τῶν ἀκροα‐ τῶν, Θεοσέβιος, ἀπεγράψατο τὴν ἐξήγησιν. Πάλιν δ’, οἷα εἰκός, ἐκ δευτέρου τοῦ Ἱεροκλέους εἰς τὸν Γοργίαν | |
Bibl.242339a | καταβαλλομένου μετά τινα χρόνον τὴν ἐξήγησιν ὁ αὐτὸς ταύτην ἀπεγράψατο, καὶ ἀντιπαραβαλὼν τὰ πρό‐ τερα καὶ τὰ ὕστερα εὗρεν οὐδὲν τῶν αὐτῶν ὡς ἔπος εἰπεῖν, ἑκάτερα δὲ ὅμως, ὃ καὶ παράλογον ἀκοῦσαι, | |
5 | τῆς Πλάτωνος ἐχόμενα καθ’ ὅσον οἷόν τε προαιρέ‐ σεως. Τούτῳ μὲν οὖν ἐπιδείκνυται τοῦ ἀνδρὸς ἡλίκον ἦν ἄρα τὸ τῶν φρενῶν πέλαγος. Γυναῖκα παιδο‐ ποιὸν ἄγεται. Ὡς δ’ οὐκ ἐπείθετο τὸ δαιμόνιον τῆς γυναικὸς ἐξελθεῖν λόγοις ἡμερωτέροις, ὅρκῳ αὐτὸ | |
10 | ἐπηνάγκαζεν ὁ Θεοσέβιος, καίτοι οὔτε μαγεύειν εἰδὼς οὔτε θεουργίασμά τι μελετήσας. Ὥρκιζε δὲ τὰς τοῦ ἡλίου προτείνων ἀκτῖνας καὶ τὸν Ἑβραίων Θεόν. Ὁ δὲ ἀπελήλατο ὁ δαίμων ἀνακραγὼν εὐλαβεῖσθαι μὲν τοὺς θεούς, αἰσχύνεσθαι δὲ καὶ αὐτόν. Πάντα οὖν κάλων | |
15 | ἐκίνει καὶ πάντα ἔπραττε καὶ ἔλεγε πείθων καὶ παρα‐ καλῶν, οἷος ἐκείνου θυμός, οὐδὲν ἄπρακτον ἀπολιπεῖν ἀνεχόμενος ἐφ’ ὅ τι ἂν ὁρμήσειεν. Ἔλεγε μὲν ὁ | |
Θεοσέβιος τὰ πολλὰ ἀπὸ τῶν Ἐπικτήτου σχολῶν, τὰ δὲ καὶ αὐτὸς ἐπετεχνᾶτο τῆς ἠθοποιοῦ διανοήματα | 18 in vol. 6 | |
20 | Μούσης. Ὁ δὲ πάντων σωφρονέστατος Θεοσέβιος καὶ τὴν πρὸς γυναῖκα παιδοποιὸν ὁμιλίαν ἐδέξατο. Ἐπεὶ δὲ παῖδας οὐκ ἐγεννάτην, κατασκευασάμενος ὁ Θεο‐ σέβιος τὸν τῆς σωφροσύνης δακτύλιον· «Ὦ γύναι, φησὶ τῇ γυναικί, πάλαι μέν σοι ἐπιδέδωκα δακτύλιον ἁρ‐ | |
25 | μοστὴν παιδουργοῦ συμβιώσεως· τὰ νῦν δὲ τοῦτον ἐπι‐ δίδωμί σοι σωφρονιστήν, ἐπικουρόν σοι παρεσόμενον ἀεὶ τῆς σώφρονος οἰκουρίας, εἰ μὲν οὖν δυνήσῃ τε καὶ θελήσεις ἐμοὶ συμβιῶναι τὸν καθαρώτερον τρόπον· εἰ δὲ μή, ἔξεστιν ἀπαλλάττεσθαι πρὸς ἕτερον εὐμενῶς καὶ | |
30 | πρᾴως ἐκδιδομένην παρὰ φίλου φίλην». Ἡ δὲ ἠσμένι‐ σεν. Ὁ δὲ Ἀμμωνιανὸς ἠγάπα τὴν ἐπὶ ποιητῶν ἐξηγήσει καὶ διορθώσει τῆς Ἑλληνικῆς λέξεως καθη‐ μένην τέχνην. Οὗτος ἦν Ἀμμωνιανὸς ᾧ συνέβη κεκτῆσθαι ὄνον, ὅν φασιν ἀκροώμενον τῶν ποιητικῶν μαθημά‐ | |
35 | των πολλάκις τροφῆς ἀμελεῖν, καίτοι καὶ ἐκ παρασκευῆς καὶ λιμώττειν ἠναγκασμένον· οὕτως ὤφθη φιλομαθίας ποιητικῆς ἁλοὺς ὁ ὄνος. Ὅτι φησὶ μετρίως μετέσχε τῶν ποιητικῶν ὁ Ἰσίδωρος, οὐ λίαν σπουδάσας περὶ | |
Bibl.242339b | αὐτά, ἅτε οὐχ ἁπτόμενα τῆς ψυχῆς, ἀλλὰ μέχρι φαντασίας καὶ γλώσσης ἱστάμενα, τὰ δὲ αὐτῶν καὶ μαχό‐ μενα ταῖς ὁμολογουμέναις ἐννοίαις· διὸ καὶ ἐνδεέστερος ἦν ἐν τούτοις. Ὅθεν καὶ ὕμνους ὅσους ἔγραψεν, εὕροι τις | |
5 | ἂν τὸ μὲν ὑψηλόνουν καὶ τελεσιουργὸν ἐπιφαίνοντας, τοῖς δ’ ἔπεσιν οὐ πάνυ συνηρμοσμένους. Ἦν δὲ ὁ Θέων οὐ μάλα ἀγχίνους οὐδὲ ὀξύς, φιλομαθὴς δὲ καὶ | |
φιλόπονος, εἴ τις ἄλλος. Διὸ καὶ ποιητῶν καὶ ῥητόρων ἐμπειρότατός τε καὶ μνημονικώτατος γέγονε καὶ τε‐ | 19 in vol. 6 | |
10 | χνικῆς ἀκριβείας ἑκατέρων εἰς ἄκρον ἥκειν ἐδόκει. Γράφειν δὲ μέτρα ἢ λόγους, καίτοι λίαν ἐρῶν, ἀδύ‐ νατος ἦν. Ὅτι μάχης πρὸ τοῦ Ῥώμης ἄστεως γε‐ γενημένης Ῥωμαίων πρὸς Σκύθας οὓς Ἀττίλας ἦγεν, Οὐαλεντινιανοῦ τοῦ μετὰ Ὁνώριον Ῥώμης βασιλεύον‐ | |
15 | τος, φόνος ἐρρύη ἑκατέρωθεν τοσοῦτος ὡς μηδένα τῶν συμπλακέντων τῇ μάχῃ μηδετέρου μέρους περι‐ σωθῆναι, πλὴν τῶν ἡγεμόνων καὶ τῶν περὶ αὐτοὺς ὀλίγων δορυφόρων. Τὸ δὲ παραλογώτατον, ὅτι φα‐ σίν, ἐπειδὴ πεπτώκασιν οἱ μαχόμενοι τοῖς σώμασιν | |
20 | ἀπειπόντες ἔτι ταῖς ψυχαῖς ἵσταντο πολεμοῦντες ἐπὶ τρεῖς ἡμέρας ὅλας καὶ νύκτας, οὐδὲν τῶν ζώντων εἰς ἀγῶνα ἀπολειπόμενοι, οὔτε κατὰ χεῖρας οὔτε κατὰ θυ‐ μόν. Ἑωρᾶτο γοῦν καὶ ἠκούετο τὰ εἴδωλα τῶν ψυχῶν ἀντιφερόμενα καὶ τοῖς ὅπλοις ἀντιπαταγοῦντα. Καὶ ἀρ‐ | |
25 | χαῖα δὲ ἄλλα τοιαῦτα φάσματα πολέμων μέχρι νῦν φαίνεσθαί φησι, πλὴν ὅτι ταῦτα τὰ μὲν ἄλλα, ὅσα ζῶντες ἄνθρωποι κατὰ πόλεμον δρῶσιν, οὐδὲν ὑστε‐ ρεῖν, φθέγγεσθαι δὲ οὐκ ἐπὶ μικρόν. Καὶ ἓν μὲν ἐπι‐ φαίνεσθαι ἐν τῷ περὶ Σόγδαν ποτὲ λίμνην οὖσαν πεδίῳ, | |
30 | φαίνεσθαι δ’ ὑπὸ τὴν ἕω τὸ φάσμα, φωτὸς ἤδη τὴν γῆν ὑπαυγάζοντος, δεύτερον δ’ ἐν Κούρβοις χωρίῳ τῆς Καρίας· ἐν τούτῳ γὰρ φαίνεσθαι οὐ καθ’ ἑκάστην ἡμέ‐ ραν, ἀλλ’ ἐνίοτε διαλείποντα ὀλίγας τινάς, οὐδὲ ὡρισμέ‐ νας γε ταύτας, περὶ ὄρθρον ἕως ἡλίου λαμπρᾶς ἀνα‐ | |
35 | τολῆς ἐν ἀέρι διαφοιτῶντα ψυχῶν ἄττα σκιοειδῆ | |
φαντάσματα πολεμοῦντα ἀλλήλοις. Καὶ ἐν τοῖς καθ’ ἡμᾶς δὲ χρόνοις πολλοὶ διηγήσαντο, οὐχ οἷοί τε ὄν‐ τες ψεύδεσθαι, κατὰ Σικελίαν ἐν τῷ λεγομένῳ πεδίῳ | 20 in vol. 6 | |
Bibl.242340a | τετραπυργίῳ καὶ ἐν ἄλλοις οὐκ ὀλίγοις αὐτῆς μέρε‐ σιν ὁρᾶσθαι ἱπποτῶν πολεμίων ἐπελαυνόντων φάσματα κα‐ τὰ τὸν τοῦ θέρους μάλιστα καιρόν, μεσημβρίας σταθη‐ ρᾶς ἱσταμένης. Ὅτι τὸν Σεβήρου ἵππον φησί (Ῥω‐ | |
5 | μαῖος δ’ ἦν οὗτος, καὶ Ἀνθεμίου παρασχόντος ἐλπί‐ δας ὡς ἡ Ῥώμη πεσοῦσα πάλιν δι’ αὐτοῦ ἀναστήσεται, ἐπὶ Ῥώμην, ταύτης προαναχωρήσας, ἐπανῆκε καὶ τιμῆς ὑπατικῆς ἔτυχε) τούτου τοίνυν ὁ ἵππος, ᾧ τὰ πολλὰ ἐχρῆτο, ψηχόμενος σπινθῆρας ἀπὸ τοῦ σώματος πολ‐ | |
10 | λούς τε καὶ μεγάλους ἠφίει, ἕως αὐτῷ τὸ τέρας εἰς τὴν ὑπα‐ τικὴν ἀρχὴν ἐν τῇ Ῥώμῃ κατηνύσθη. Ἀλλὰ καὶ Τιβερίῳ ὄνος, ὡς Πλούταρχος ὁ Χαιρωνεύς φησιν, ἔτι μειρακίῳ ὄντι καὶ ἐν Ῥόδῳ ἐπὶ λόγοις ῥητορικοῖς διατρίβοντι, τὴν βασιλείαν διὰ τοῦ αὐτοῦ παθήματος προεμήνυ‐ | |
15 | σεν. Ἀλλὰ καὶ τῶν περὶ Ἀττίλαν ἕνα ὄντα τὸν Βαλί‐ μεριν ἀπὸ τοῦ οἰκείου σώματος ἀποβάλλειν σπινθῆρας· ὁ δὲ ἦν ὁ Βαλίμερις Θευδερίχου πατήρ, ὃς νῦν τὸ μέγιστον ἔχει κράτος Ἰταλίας πάσης. Λέγει δὲ καὶ περὶ ἑαυτοῦ ὁ συγγραφεὺς ὡς· «Καὶ ἐμοὶ ἐνδυομένῳ τε καὶ | |
20 | ἐκδυομένῳ, εἰ καὶ σπάνιον τοῦτο συμβαίνει, συμβαίνει δ’ οὖν σπινθῆρας ἀποπηδᾶν ἐξαισίους, ἐσθ’ ὅτε καὶ κτύ‐ πον παρέχοντας, ἐνίοτε καὶ φλόγας ὅλας καταλάμ‐ πειν τὸ ἱμάτιον, μὴ μέντοι καίουσας». Καὶ τὸ τέρας ἀγνοεῖν εἰς ὃ τελευτήσει. Ἰδεῖν δὲ λέγει καὶ ἄνθρωπόν | |
25 | τινα ἀπὸ τῆς κεφαλῆς ἀφιέντα σπινθῆρας, ἀλλὰ καὶ φλόγα ἀνάπτοντα ὅτε βούλοιτο, ἱματίῳ τινὶ τραχεῖ παρατριβομένης. Ἤλαυνε τὸν ἵππον, ὅσον εἶχε τά‐ | |
χους· εἶχε δὲ τῶν ἄλλων ἐνδεέστερον. Τῶν πολιτι‐ κῶν πραγμάτων ἀποτυχὼν ἐπὶ τὸν ἡσύχιον καὶ ἀπράγ‐ | 21 in vol. 6 | |
30 | μονα βίον ἐτράπετο, μίσει τῶν ἐν τῇ πολιτείᾳ δυσχε‐ ρασμάτων. Ἧκον δὲ πρὸς τὸν Σεβῆρον καὶ Βραχ‐ μᾶνες κατὰ τὴν Ἀλεξανδρείαν, καὶ ἐδέξατο σφᾶς οἴκῳ ἰδίῳ καὶ θεραπείᾳ τῇ προσηκούσῃ· οἳ κατὰ χώραν ἐπ’ οἴκου μάλα σεμνῶς ἔμενον, οὔτε λουτρῶν δεόμενοι δημο‐ | |
35 | σίων οὔτε ἄλλης ἐπόψεως οὐδεμιᾶς τῶν κατὰ ἄστυ γινο‐ μένων, ἀλλὰ τὸ θυραῖον ἐξετρέποντο. Ἐσιτοῦντο δὲ φοίνικας καὶ ὄρυζαν, καὶ ἦν αὐτοῖς πόμα τὸ ὕδωρ. Ἦσαν δὲ οὗτοι οὔτε τῶν ἐν ὄρεσι διατριβόντων Βραχ‐ μάνων οὔτε τῶν ἐν πόλεσι κατῳκημένων Ἰνδῶν, ἀλλ’ | |
40 | ἀτεχνῶς ἀμφίβιοι τοῖς Βραχμάνοις ὑπηρετούμενοι τὰ | |
Bibl.242340b | πρὸς τὰς πόλεις εἴ που δεήσειεν, καὶ ταῖς πόλεσιν αὖ τὰ πρὸς τοὺς Βραχμᾶνας. Ἔλεγον δὲ καὶ οὗτοι περὶ τῶν ὀρείων Βραχμάνων ὅσα οἱ συγγραφεῖς περὶ αὐτῶν θρυλοῦσιν, ὄμβρους τε καὶ ἀνομβρίας εὐχαῖς καταπράτ‐ | |
5 | τειν καὶ λιμῶν καὶ λοιμῶν ἀποδιώξεις ἄλλων τε κακῶν ἀποτροπάς, ὅσα μὴ ἀνίατον ἔχει τὴν εἱμαρμέ‐ νην. Ἔλεγον δὲ οὗτοι καὶ μονόποδας ἀνθρώπους παρὰ σφίσιν ἱστορῆσαι, καὶ δράκοντας ἐξαισίους κατὰ μέγε‐ θος ἑπτακεφάλους, καὶ ἄλλα ἄττα πολὺ τὸ παράλογον | |
10 | ἔχοντα. Ὅτι ἔλεγεν ὁ Σεβῆρος τεθεᾶσθαι γοργονιάδα βοτάνην, ἧς εἶναι τὴν ῥίζαν ἄντικρυς ὁμοίαν παρθένῳ τὴν κεφαλὴν ἐχούσῃ κατηρεφῆ δρακοντείοις πλοκά‐ μοις. Ὅτι τὴν διὰ τῶν νεφῶν μαντικὴν οὐδαμῶς τοῖς παλαιοῖς οὐδ’ ἀκοῇ ἐγνωσμένην Ἄνθουσάν τινα | |
15 | γυναῖκα ἐξευρεῖν ἐν ταῖς ἡμέραις Λέοντος τοῦ Ῥω‐ μαίων βασιλέως· ἐξ Αἰγῶν δὲ κατήγετο τῶν Κιλικίων | |
ἡ γυνή, τὸ δὲ ἀνέκαθεν ἀπὸ τῶν ἐν Καππαδοκίᾳ κα‐ τῳκισθέντων ἐπὶ τὸν Κομανὸν τὸ ὄρος Ὀρεστιάδων· καὶ ἀνάγειν τὸ γένος εἰς Πέλοπα. Αὕτη φροντίζουσα περὶ | 22 in vol. 6 | |
20 | τἀνδρὸς ἐπιτετραμμένου στρατιωτικήν τινα ἀρχὴν καὶ ἐπὶ τὸν κατὰ Σικελίαν ἀπεσταλμένου μετὰ καὶ ἄλλων πόλεμον, εὔξατο προϊδεῖν ὀνείρῳ τὰ συμβησόμενα, εὔ‐ ξατο δὲ πρὸς ἥλιον ἀνίσχοντα. Ὁ δὲ πατὴρ ὄναρ αὐτῇ ἐπιστὰς ἐκέλευε καὶ πρὸς δυόμενον εὔξασθαι. Καὶ εὐχο‐ | |
25 | μένης ἐξ αἰθρίας τινὸς νέφος συστῆναι περὶ τὸν ἥλιον, ἐκεῖθεν δ’ αὐξηθῆναι καὶ εἰς ἄνθρωπον διατυπωθῆ‐ ναι· ἕτερον δ’ αὐτοῦ νέφος ἀποσπασθὲν ἐπεδίδου τε εἰς μέγεθος ἶσον καὶ εἰς λέοντα διεσχηματίζετο θηρίον· ὁ δὲ ἠγρίαινε, καὶ μέγα χάσμα πεποιημένος ὁ λέων | |
30 | καταπίνει τὸν ἄνθρωπον. Γότθῳ ἐῴκει τὸ ἀνθρώπειον καὶ νεφοποίητον εἴδωλον. Ἐπὶ δὲ τοῖς φάσμασιν ὀλίγον ἔπειτα τὸν ἡγεμόνα τῶν Γότθων Ἄσπερα βασιλεὺς Λέων ἐδολοφόνησεν αὐτὸν καὶ παῖδας. Ἐξ ἐκείνου οὖν τοῦ χρόνου διέμεινεν ἡ Ἄνθουσα ἄχρι δεῦρο ἀεὶ ἐπιτη‐ | |
35 | δεύουσα τὸν τρόπον τῆς διὰ τῶν νεφῶν μαντικῆς προ‐ γνώσεως. Ὅτι τὴν Σῶθιν Αἰγύπτιοι τὴν Ἶσιν εἶ‐ ναι θεολογοῦσιν, οἱ δὲ Ἕλληνες εἰς τὸν Σείριον ἀνά‐ γουσι τοῦτο τὸ ἄστρον, καὶ ὡς κύνα τὸν Σείριον, ὀπαδὸν τοῦ Ὀρίωνος ὄντα κυνηγετοῦντος, οὕτω διαζωγραφοῦσι, | |
40 | μᾶλλον δὲ ἐντετυπωμένον τῷ οὐρανῷ δεικνύουσιν. Τι‐ | |
Bibl.242341a | νὲς δὲ ἔλαθον τὸ ἱέρωμα κατάξαντες καὶ διαφθείραν‐ τες, καὶ ἀπορούμενοι τελεστικῆς βοηθείας οἱ ἐπιχώριοι ἀνθρωπίνῃ σπουδῇ καὶ τέχνῃ τὸν λιμένα μόλις ἑαυτοῖς περισῴζουσιν οἱ Αἰγύπτιοι. Οἱ δὲ ἐδίωκον, οἱ τῆς | |
5 | γυναικὸς θεράποντες, τὸν κύνα φεύγοντα, τῆς Λιβυ‐ | |
κῆς στρουθοῦ τὰ κρέα ἁρπάσαντα. Ὀρυττόντων δὲ ἀνακύπτει καὶ ἐκφαίνεται παλαιτάτου νεὼ ἀέτωμα. Ὅτι ὁ Ἑρμείας γένος μὲν ἦν Ἀλεξανδρεύς, πατὴρ δ’ Ἀμ‐ μωνίου καὶ Ἡλιοδώρου. Οὗτος ἐπιεικὴς ἦν τὴν φύσιν καὶ | 23 in vol. 6 | |
10 | ἁπλοῦς τὸ ἦθος, ἠκροάσατο δὲ καὶ Συριανοῦ σὺν Πρό‐ κλῳ. Φιλοπονίᾳ μὲν οὗτος οὐδενὸς ἦν δεύτερος, ἀγχί‐ νους δὲ οὔτι σφόδρα ἦν οὐδὲ λόγων εὑρετὴς ἀποδεικτι‐ κῶν, οὐδὲ γενναῖος ἄρα ζητητὴς ἀληθείας· οὔκουν οὐδ’ οἷός τε ἐγεγόνει πρὸς ἀποροῦντας κατὰ τὸ καρτερὸν | |
15 | ἀνταγωνίζεσθαι, καίτοι ἐμέμνητο ὡς εἰπεῖν πάντων ὧν τε ἀκηκόει τοῦ διδασκάλου ἐξηγουμένου καὶ τῶν ἐν βι‐ βλίοις ἀναγεγραμμένων. Ἀλλὰ τὸ αὐτοκίνητον οὐ προσ‐ ήνθει τῇ πολυμαθίᾳ. Τὰ δὲ πρὸς ἀρετὴν εὖ ἤσκητο, ὥστε μηδ’ ἂν τὸν Μῶμον αὐτὸν ἐπιμωμήσασθαι μηδὲ μι‐ | |
20 | σῆσαι τὸν Φθόνον. Οὗτος ἰδιώτου ποτὲ πωλοῦντος αὐτῷ βιβλίον, καὶ ἔλαττον ἤπερ ἦν ἄξιον αἰτοῦντος, ἐπηνώρ‐ θωσέ τε τὴν πλάνην καὶ πλείονος ἐωνήσατο. Καὶ οὐχ ἅπαξ τὴν δικαιοσύνην ταύτην, ἧς τοῖς ἄλλοις οὐδέ τις ἦν ἐπιστροφή, ἀλλὰ πολλάκις, ὁσάκις συνέβαινεν ἀγνοεῖν | |
25 | τὸν πιπράσκοντα τὸ δίκαιον τίμημα, ἐπεδείκνυτο, οὐ κατὰ τοὺς ἄλλους ἀγαπῶν τὸ ἕρμαιον, οὐδὲ οἰηθεὶς ἄρα μηδὲν ἀδικεῖν εἰ ἑκὼν παρὰ ἑκόντος ὁτιοῦν ἐωνήσατο. Καὶ γὰρ ἔνεδράν τινα ἐνεῖναι τῷ πράγματι καὶ ἀπάτην, οὐ λέγουσαν τὸ ψεῦδος ἀλλὰ σιωπῶσαν τὴν ἀλήθειαν, | |
30 | καὶ ἀδικίαν οὖσαν λανθάνειν τοὺς πολλούς, οὐ βίαιον ἀλλὰ κλοπιμαίαν, οὐδ’ ἐπικίνδυνόν τινα λῃστοῦ δίκην κλέπτου‐ σαν, ἀλλ’ ὑπὸ μὲν τοῦ νόμου ἀφειμένην, τὸ δὲ δίκαιον ἀνατρέπουσαν. Ὅτι ὁ ἀδελφὸς Ἑρμείου Γρηγόριος ἅπαν ἦν τοὐναντίον, ὀξύτατος μὲν εἰς ὑπερβολὴν καὶ | |
35 | εὐκίνητος ἐπὶ τὰς ζητήσεις καὶ τὰς μαθήσεις, ἄλλως | |
δὲ οὐχ ἡσύχιος οὐδὲ γαλήνην ἐν τοῖς ἤθεσι φέρων τινά, ἀλλά τι καὶ παρακεκινηκώς· ὕστερον δὲ καὶ τῇ νόσῳ ἑάλω ἐπὶ πλέον, ὥστε δύσχρηστον αὐτοῦ τοῖς λογισμοῖς | 24 in vol. 6 | |
Bibl.242341b | καὶ πολὺ παραλλάττον γενέσθαι τὸ ὄργανον. Ὅτι τῷ Ἑρμείᾳ ἐκ τῆς Αἰδεσίας πρεσβύτερον τῶν φιλοσόφων υἱέων τίκτεται παιδίον, καὶ ἡ Αἰδεσία τῷ υἱεῖ ἑπτὰ μῆ‐ νας ἀπὸ γενέσεως ἄγοντι προσέπαιζέ τε οἷα εἰκός, καὶ | |
5 | βάβιον ἢ καὶ παιδίον ἀνεκάλει, ὑποκορίζουσα τὴν φωνήν. Ὁ δὲ ἀκούσας ἠγανάκτησε καὶ ἐπετίμησε τὸν παιδικὸν τοῦτον ὑποκορισμόν, τορὰν καὶ διηρθρωμένην τὴν ἐπιτίμη‐ σιν ἐξενεγκών. Καὶ ἄλλα δὲ πολλὰ περὶ τοῦ παιδὸς τούτου τερατολογεῖ, καὶ ὅτι οὐκ ἀνεχόμενος τὴν ἐν σώματι ζωὴν | |
10 | ἑπτὰ ἐτῶν τοῦ βίου ἀπέστη· οὐ γὰρ ἐχώρει αὐτοῦ τὴν ψυχὴν ὁ περὶ γῆν ὅδε τόπος. Βάβια δὲ οἱ Σύροι, καὶ μάλιστα οἱ ἐν Δαμασκῷ, τὰ νεογνὰ καλοῦσι παιδία, ἤδη δὲ καὶ τὰ μειράκια ἀπὸ τῆς παρ’ αὐτοῖς νομιζομένης Βαβίας θεοῦ. Ἤδη γὰρ ἐνίοις τῶν τὰ ὦτα κατεα‐ | |
15 | γότων καὶ ἅμα διεφθαρμένων τὰς διανοίας εἰς κωμῳ‐ δίαν ἐτράπη καὶ γέλωτα πολὺν τὰ τῆς φιλοσοφίας ἀπόρ‐ ρητα. Ὅτι Πανικόν τι ζῷον διακομιζόμενον θεά‐ σασθαί φησιν ὁ Ἱέραξ ὁ Ἀλεξανδρεύς, ὁ συνακμάσας Ἀμμωνίῳ, ἐξ Αἰθιοπίας εἰς τὸ Βυζάντιον, ἐοικὸς ἀκρι‐ | |
20 | βῶς τοῖς γραφομένοις καὶ τυπουμένοις· ἀκηκοέναι τε αὐτοῦ τῆς φωνῆς διὰ τῆς Ἀλεξανδρείας φερομένου οἱονεὶ τριζούσης. Ὅτι ὁ Ἀμμώνιος φιλοπονώτατος γέγονε, καὶ πλείστους ὠφέλησε τῶν πώποτε γεγενημένων ἐξηγητῶν· μᾶλλον δὲ τὰ Ἀριστοτέλους ἐξήσκητο, ἔτι δὲ | |
25 | διήνεγκεν οὐ τῶν καθ’ ἑαυτὸν μόνον ἀλλὰ καὶ τῶν πρεσβυτέρων τοῦ Πρόκλου ἑταίρων, ὀλίγου δὲ ἀποδέω καὶ τῶν πώποτε γεγενημένων εἰπεῖν, τὰ ἀμφὶ γεωμετρίαν | |
τε καὶ ἀστρονομίαν. Καὶ ὁ Πρόκλος ἐθαύμαζε τὸ Ἰσιδώρου πρόσωπον, ὡς ἔνθεον ἦν καὶ πλῆρες εἴσω | 25 in vol. 6 | |
30 | φιλοσόφου ζωῆς· οἵ τε ὀφθαλμοὶ τὸ τῆς διανοίας εὔ‐ τροχον ἀποσαφοῦντες, καὶ ἅμα αὐτοῖς ἐπιθέουσα σεμνό‐ της ἡδεῖα καὶ ἄπλαστος αἰδὼς ἐπέστρεφε πρὸς αὐτὸν τὸν φιλόσοφον. Ὅτι Εὐνόϊος ὁ ῥήτωρ βραδύνους ἦν. Ἤδη νεανικοῦ φρονήματος ὑπόπλεως καὶ σοβῶν | |
35 | ἐν λόγοις. Ὅτι Σουπηριανὸς τριάκοντα ἐτῶν τῶν ῥητορικῶν ἀρξάμενος, καίτοι τὴν φύσιν ὑπονωθέστερος ὤν, ὅμως δι’ ὑπερβολὴν φιλοπονίας ὕστερον ἐν ταῖς λιπαραῖς καὶ ἀοιδίμοις Ἀθήναις ἀνηγορεύετο σοφιστής, | |
Bibl.242342a | οὐ πάνυ τῆς Λαχάρου δόξης ἀπολειπόμενος. Ὅτι καὶ Λαχάρης ἐξ ἐπιμελείας μᾶλλον ἢ φύσεως ἔδοξε κατὰ τὴν ῥητορικὴν εὐδοκιμῆσαι. Δηλοῖ δὲ αὐτοῦ τὸ τῆς φύσεως ἀγεννέστερον καὶ τὰ συγγράμματα αὐτοῦ. Ἄν‐ | |
5 | δρα ἱερὸν καὶ περὶ τὰ θεῖα βακχεύοντα μεγαλοπρεπῶς. Ὅτι Μητροφάνης ὁ σοφιστὴς ἔκγονος ἦν Λαχάρου. Ὅτι φησὶν ὁ συγγραφεὺς ἄγαλμα τῆς Ἀφροδίτης ἰδεῖν ἱδρυμένον Ἡρώδου τοῦ σοφιστοῦ ἀνάθημα. «Τοῦτο οὖν, φησί, θεασάμενος ἵδρωσα μὲν ὑπὸ θάμβους καὶ | |
10 | ἐκπλήξεως, οὕτω δὲ τὴν ψυχὴν διετέθην ὑπὸ τῆς εὐ‐ φροσύνης, ὥστε οὐχ οἷός τε ἦν οἴκαδε ἐπανιέναι, πολ‐ λάκις δὲ ἀπιὼν ἐπαναστρέφειν ἐπὶ τὸ θέαμα· τοσοῦτον αὐτῷ κάλλος ἐνεκέρασεν ὁ τεχνίτης, οὐ γλυκύ τι καὶ ἀφροδίσιον, ἀλλὰ βλοσυρόν τε καὶ ἀνδρικόν, ἔνοπλον | |
15 | μέν, οἷον δὲ ἀπὸ νίκης ἐπανηγμένης καὶ τὸ γεγηθὸς ἐπιφαινούσης». Ὅτι Ἱέριον τὸν Πλουτάρχου, ὑπὸ Πρό‐ κλῳ φιλοσοφοῦντα, ἐς τὴν Κυρίνου λεγομένην οἰκίαν θεάσασθαί φησι μικρὰν οὕτω κεφαλὴν μόνην ἀνθρώπου, | |
τό τε μέγεθος καὶ τὸ εἶδος οὐδὲν ἐρεβίνθου διαφέρου‐ | 26 in vol. 6 | |
20 | σαν· διὸ καὶ ἐρέβινθον αὐτὴν καλεῖσθαι· τὰ δ’ ἄλλα κεφαλὴν ἀνθρωπείαν εἶναι, ὀφθαλμούς τε ἔχειν καὶ πρόσωπον καὶ τρίχας ἄνω καὶ στόμα πᾶν, καὶ ἀπὸ τοῦ στόματος φωνὴν ἀφιέναι, ὅσον ἀνθρώπων χιλίων, το‐ σοῦτον μεγάλην. Τοῦτο τερατευσάμενος περὶ τοῦ ἐρε‐ | |
25 | βίνθου ὁ συγγραφεὺς τῆς κεφαλῆς, καὶ ἄλλα μυρία περὶ αὐτῆς ἄξια Δαμασκίῳ τῷ δυσσεβεῖ καὶ γράφειν καὶ πιστεύειν προστερατεύεται. | |
27 | Ὁ Σαλούστιος κυνί‐ ζων οὐ τὴν εἰθισμένην ὁδὸν ἐπορεύετο τῆς φιλοσο‐ φίας, ἀλλὰ τὴν κεχαραγμένην πρὸς ἔλεγχόν τε καὶ | |
30 | λοιδορίαν καὶ τὸν μάλιστα δὴ πόνον ὑπὲρ ἀρετῆς. Ὑπε‐ δέδετο δ’ οὗτος σπανιάκις, ἢ τὰς Ἀττικὰς ἰφικρατί‐ δας ἢ τὰ συνήθη σάνδαλα περιδεδεμένος. Ἐφαίνετο δὲ οὐδέποτε ἐπὶ πλεῖστον χρόνον οὔτε ἀρρωστῶν τὸ σῶ‐ μα οὔτε ταλαιπωρούμενος τὴν ψυχήν, ἀλλά (τὸ λεγό‐ | |
35 | μενον) εὐλόφῳ αὐχένι τὴν ἄσκησιν ὑπέμενε. Καλὰ καὶ ἀξιέπαινα πολιτεύματα, καὶ ὅσα τοιαῦτα φιλαν‐ θρωπεύματα. Ὁ Καρχηδονίων βασιλεὺς Γεζέρι‐ χος, ἀκούσας ὡς οἱ Ῥωμαῖοι τὸν σύμμαχον αὐτοῖς κατ’ αὐτοῦ Μαρκελλῖνον δόλῳ καὶ παρὰ τοὺς ὅρκους | |
Bibl.242342b | ἀνεῖλον, ἥσθη τε ἄγαν ἐπὶ ταῖς ἐλπίσι τῆς νίκης, καὶ ἔδοξεν εἰρηκέναι λόγον οὐ Καρχηδονίῳ προσήκοντα ἀλλὰ Ῥωμαίῳ βασιλεῖ· τοὺς γάρ τοι Ῥωμαίους ἔφατο τῇ ἀριστερᾷ χειρὶ ἀποκόψαι τὴν δεξιάν. Ὁ δὲ Μαρ‐ | |
5 | κελλῖνος τῆς Δαλμάτων ἦν χώρας αὐτοδέσποτος ἡγε‐ μών, Ἕλλην τὴν δόξαν. Ὅτι ὁ Σαλούστιος εἰς τοὺς τῶν ἐντυγχανόντων ὀφθαλμοὺς ἀφορῶν προέλεγεν ἑκάστοτε τὴν βίᾳ γενησομένην ἑκάστῳ τελευτήν. Τὴν δ’ | |
αἰτίαν τῆς προγνώσεως οὐδ’ αὐτὸς εἶχε φράζειν· καί‐ | 27 in vol. 6 | |
10 | τοι ἐπειρᾶτο ἐρωτώμενος τὸ σκοτεινὸν τῶν ὀφθαλ‐ μῶν αἰτιᾶσθαι καὶ ἀχλυῶδες καὶ νοτισμοῦ μεστόν, οἷον ἐπὶ πένθεσι ταῖς κόραις αὐταῖς ἐμφερόμενον. Καὶ Οὐρά‐ νιόν τινα ὄνομα, Ἀπαμείας τῆς ἐν Συρίᾳ πολίτην καὶ ἄρξαντα Καισαρείας τῆς ἐν Παλαιστίνῃ, ἀπὸ τῶν | |
15 | ὀφθαλμῶν γνωρίζειν τὸν ὅμοιον τρόπον τοὺς πολυα‐ ράτους γόητάς φησι. Καὶ Νόμον δέ τινα τοὔνομα, πο‐ λίτην ἴδιον, ὁ συγγραφεὺς λέγει ἀπὸ τῆς κατὰ τὰ ὄμματα τῶν ἐντυγχανόντων θέας τοὺς λανθάνοντας ἐπιγινώσκειν φονέας. Ὁ δὲ τὸν Αἰγαῖον διαπε‐ | |
20 | ραιωθείς, ὁ Ἰσίδωρος, καὶ αὐτὸς δὲ Ἀσκληπιάδης, ἔφασκεν ἑωρακέναι πλόκαμον ἐν τῷ Νείλῳ ποταμῷ δαιμόνιον τὸ μέγεθος καὶ τὸ κάλλος. Αὖθις δέ ποτε παρὰ τὸν Νεῖλον ἑστιωμένοις ἀμφοτέροις (παρῆν δὲ ἐκ τρίτων καὶ ὁ ἡμέτερος φιλόσοφος) ἀνέδραμεν ἀπὸ | |
25 | τοῦ ποταμοῦ πλόκαμος ὡς ἰδεῖν πεντάπηχυς. Καὶ πολλὰ τοιαῦτα φάσματα λέγει. Ὅτι κατὰ τὴν Ἡλιούπο‐ λιν τῆς Συρίας εἰς ὄρος τὸ τοῦ Λιβάνου τὸν Ἀσκλη‐ πιάδην ἀνελθεῖν φησι, καὶ ἰδεῖν πολλὰ τῶν λεγομέ‐ νων βαιτυλίων ἢ βαιτύλων, περὶ ὧν μυρία τερατο‐ | |
30 | λογεῖ ἄξια γλώσσης ἀσεβούσης. Λέγει δὲ καὶ ἑαυτὸν καὶ τὸν Ἰσίδωρον ταῦτα χρόνῳ ὕστερον θεάσασθαι. Ἡ δὲ ἱερὰ γενεὰ καθ’ ἑαυτὴν διέζη βίον θεοφιλῆ καὶ εὐ‐ δαίμονα, τόν τε φιλοσοφοῦντα καὶ τὸν τὰ θεῖα θε‐ ραπεύοντα. Ἀνέκαιον ὁσίῳ πυρὶ τοὺς βωμούς. | |
35 | Ὅτι ἡ πάρδαλις ἀεί, φησί, διψῇ, ὁ ἱέραξ οὐδέποτε· διὸ σπανιάκις ὁρᾶται πίνων. Ὁ ἱπποπόταμος ἄδι‐ κον ζῷον, ὅθεν καὶ ἐν τοῖς ἱερογλυφικοῖς γράμμασιν ἀδικίαν δηλοῖ· τὸν γὰρ πατέρα ἀποκτείνας βιάζεται | |
τὴν μητέρα. Ὁ σοῦχος δίκαιος· ὄνομα δὲ κροκο‐ | 28 in vol. 6 | |
Bibl.242343a | δείλου καὶ εἶδος ὁ σοῦχος. οὐ γὰρ ἀδικεῖ ζῷον οὐδέν. Τὰς δώδεκα ὥρας ἡ αἴλουρος διακρίνει, νύκτας καὶ ἡμέρας οὐροῦσα καθ’ ἑκάστην ἀεί, δίκην ὀργάνου τινὸς ὡρογνωμονοῦσα. Ἀλλὰ καὶ τῆς σελήνης, φησίν, ἀπα‐ | |
5 | ριθμεῖται τὰ φῶτα τοῖς οἰκείοις γεννήμασι. Καὶ γὰρ τὴν αἴλουρον ζʹ μὲν τὸν πρῶτον, ϛʹ δὲ τὸν δεύτερον τό‐ κον, τὸν τρίτον εʹ, καὶ δʹ τὸν τέταρτον, καὶ γʹ τὸν πέμπτον, ἐφ’ οἷς δύο τὸν ἕκτον καὶ ἕνα ἐπὶ πᾶσι τὸν ἕβδομον· καὶ εἶναι τοσαῦτα γεννήματα τῆς αἰ‐ | |
10 | λούρου, ὅσα καὶ τὰ τῆς σελήνης φῶτα. Ὁ κῆβος (ἔστι δὲ πιθήκου εἶδος) ἀποσπερμαίνει κατὰ τὴν σύν‐ οδον ἡλίου καὶ σελήνης. Ὁ ὄρυξ τὸ ζῷον πταρνύ‐ μενος ἀνατέλλειν διασημαίνει τὴν Σῶθιν. Ἕως οἱ ἡγεμόνες αὐτῶν διέστησαν εἰς ἔριν πολιτοφθόρον. | |
15 | Καὶ προέλεγε κατὰ τὴν ἀπόρρητον θέαν. Ὁ δ’ ἐν τῷ τοίχῳ τοῦ φωτὸς φανεὶς ὄγκος οἷον παγεὶς εἰς πρόσωπον διεμορφοῦτο, πρόσωπον ἀτεχνῶς θε‐ σπέσιον δή τι καὶ ὑπερφυές, οὐ γλυκείαις χάρισιν ἀλλὰ βλοσυραῖς ἀγαλλόμενον, κάλλιστον δὲ ὅμως ἰδεῖν | |
20 | καὶ οὐδὲν ἧττον ἐπὶ τῷ βλοσυρῷ τὸ ἤπιον ἐπιδεικνύ‐ μενον. Ὃν Ἀλεξανδρεῖς ἐτίμησαν Ὄσιριν ὄντα καὶ Ἄδωνιν κατὰ τὴν μυστικὴν θεοκρασίαν. Ὅτι ἐνῆν, φασί, τῇ τοῦ Ἡραΐσκου τοῦ φιλοσόφου φύσει καί τι τοὺς μολυσμοὺς τῆς γενέσεως ἀναινόμενον· εἰ γοῦν αἴσθοιτο | |
25 | φθεγγομένης ὅπως δὴ καὶ ὅθεν γυναικὸς ἀκαθάρτου τινός, ἤλγει παραχρῆμα τὴν κεφαλήν. Οὕτω μὲν ζῶντι συνῆν ἀεί τι θεοειδές· ἀποθανόντι δὲ ἐπειδὴ τὰ νομι‐ ζόμενα τοῖς ἱερεῦσιν ὁ Ἀσκληπιάδης ἀποδιδόναι πα‐ ρεσκευάζετο, τά τε ἄλλα καὶ τὰς Ὀσιριάδας ἐπὶ τῷ | |
30 | σώματι περιβολάς, αὐτίκα φωτὶ κατελάμπετο πανταχῇ τῶν σινδόνων ἀπόρρητα διαγράμματα, καὶ περὶ αὐτὰ καθεωρᾶτο φασμάτων εἴδη θεοπρεπῶν. Ἦν δὲ αὐτοῦ καὶ ἡ πρώτη γένεσις ἱερὰ καὶ μυστική. Λέγεται δὲ κα‐ τελθεῖν ἀπὸ τῆς μητρὸς εἰς τὸ φῶς ἐπὶ τοῖς χείλεσιν | 29 in vol. 6 |
35 | ἔχων τὸν κατασιγάζοντα δάκτυλον, οἷον Αἰγύπτιοι μυ‐ θολογοῦσι γενέσθαι τὸν Ὧρον, καὶ πρὸ τοῦ Ὥρου τὸν Ἥλιον. Καὶ ἐπεὶ συνεπεφύκει τοῖς χείλεσιν ὁ δάκτυλος, ἐδεήθη τομῆς, καὶ διέμεινεν ἀεὶ τὸ χεῖλος ὑποτετμη‐ | |
Bibl.242343b | μένον ἰδεῖν, φανεροῦν τὸ σημεῖον τῆς ἀπορρήτου γενέσεως. Λέγεται δὲ καὶ ὁ Πρόκλος ἑαυτοῦ ἀμείνονα τὸν Ἡραΐσκον ὁμολογεῖν· ἃ μὲν γὰρ αὐτὸς ᾔδει, καὶ ἐκεῖνον εἰ‐ δέναι, ἃ δὲ Ἡραΐσκος, οὐκέτι Πρόκλον. Ὅτι Ἀν‐ | |
5 | θέμιον οὗτος τὸν Ῥώμης βασιλεύσαντα ἑλληνόφρονα καὶ ὁμόφρονα Σεβήρου τοῦ εἰδώλοις προσανακειμένου λέγει, ὃν αὐτὸς ὕπατον χειροτονεῖ, καὶ ἀμφοῖν εἶναι κρυφίαν βουλὴν τὸ τῶν εἰδώλων μύσος ἀνανεώσα‐ σθαι. Ὅτι καὶ Ἴλλουν οὗτος καὶ Λεόντιον, ὃν ἐκεῖνος | |
10 | ἀντιχειροτονεῖ Ζήνωνι βασιλέα, τὰ αὐτὰ καὶ φρονεῖν καὶ βούλεσθαι πρὸς ἀσέβειαν, Παμπρεπίου πρὸς ταύτην αὐτοὺς ἑλκύσαντος, διατείνεται. Ὅτι περὶ Παμπρεπίου τὸ τερατολόγον καὶ ἀπιστότατον φίλοις, καὶ τὸν βίαιον θά‐ νατον ὁμοίως τοῖς ἄλλοις καὶ αὐτὸς ἱστορεῖ· ἦν δ’ | |
15 | Αἰγύπτιος γένος, τέχνην γραμματικὸς ὁ Παμπρέπιος. Οὐκ εἰμὶ πρόθυμος πρᾶγμα λέγειν καὶ ἄδηλον εἰς ἀλήθειαν καὶ πρόχειρον εἰς φιλαπεχθημοσύνην. Βού‐ λομαι δὲ καὶ ἀφεὶς ἤδη τὸν Πύθιον ἐπὶ τὸν Ἡραΐ‐ σκον ἐπανελθεῖν τὸν Εὐβοέα. Ἀνεβόα μέγιστον ὅσον. | |
20 | Τῆς κεφαλῆς αἱ κόμαι καθεῖντο μέχρι τῶν ὤμων. Ὅτι Φοίνικες καὶ Σύροι τὸν Κρόνον Ἢλ καὶ Βὴλ καὶ Βωλαθὴν ἐπονομάζουσιν. Ἐνέβησαν μὲν εἰς τὸ ῥεῖ‐ θρον τοῦ Μαιάνδρου διανήξασθαι ποταμοῦ αὐτός τε καὶ ὁ Ἀσκληπιόδοτος ὁ πάλαι γεγονὼς παιδαγωγὸς αὐτοῦ· | 30 in vol. 6 |
25 | ὁ δὲ σφᾶς ἐν μέσαις ταῖς δίναις ἀπολαβών, ὁ Μαίαν‐ δρος, ὑποβρυχίους ἐποίει, ἕως ὁ Ἀσκληπιόδοτος ἐπὶ μικρὸν ἀναδύς, ὅσον θεάσασθαι τὸν ἥλιον, «ἀποθνῄ‐ σκομεν» ἔφη, καί τι προσθεῖναι καὶ ἀπόρρητον ἠδυ‐ νήθη. Τότε δὲ ἐξαίφνης, ἀπ’ οὐδεμιᾶς φανερᾶς προ‐ | |
30 | μηθείας, ἐπὶ τῆς ὄχθης ἔκειντο τοῦ ποταμοῦ ἡμι‐ θνῆτες· εἶτα ἀνακτησάμενοι τὰς ψυχὰς ἀνεχώρησαν ἐξ αὐτῶν τῶν γε τοῦ Ἅιδου ῥευμάτων. Οὕτως ἔνθεον ἐκτή‐ σατο δύναμιν ὁ Ἀσκληπιόδοτος, καὶ ταῦτα μετὰ τοῦ σώματος ἔτι ὤν. Ἀπόλλωνος αὐλὰς τοῦτο δὴ τὸ | |
35 | χωρίον οἱ Κᾶρες καλοῦσιν. Ὁ Ἀσκληπιόδοτος τοίνυν ἀπὸ τῶν αὐλῶν εἰς Ἀφροδισιάδα οἴκαδε ἐπανερχόμε‐ νος, ἤδη μὲν ὁ ἥλιος ἐδεδύκει, ὁ δὲ παραχρῆμα ἀνα‐ τέλλουσαν ἐθεάσατο τὴν σελήνην οἷα πανσέληνον οὖσαν | |
Bibl.242344a | καίτοι οὐκ ἦν ἐν τῷ διαμετροῦντι ζῳδίῳ τὸν ἥλιον. Ἀλλὰ δὴ καὶ τοῦτο τὸ ἄγαλμα καθεῖλεν ἡ πάντα τὰ ἀρχαῖα καθελοῦσα ἀνάγκη. Ἀλεξανδρεὺς ἦν τὸ γένος, οὐκ ἐπιφανῶν γονέων τὰ ἀπὸ τῆς τύχης, ἐπιει‐ | |
5 | κῶν δὲ ἄλλως καὶ ἱερῶν. Ὅτι περὶ Ἰακώβου τοῦ ἰατροῦ, ὃς ἐγγὺς μὲν τὸ γένος Ἀλεξανδρεὺς ἦν, πορ‐ ρώτερον δ’ ἐκ Δαμασκοῦ, υἱὸς δ’ ἰατροῦ μʹ ἔτη τῇ πείρᾳ σχολάσαντος καὶ μικροῦ τὴν οἰκουμένην ἐπὶ γυ‐ μνασίᾳ καὶ κρίσει τῆς τέχνης ἐπελθόντος, ὃς καὶ τὸν | |
10 | Ἰάκωβον τὴν ἰατρικὴν τὸν παῖδα ἐπὶ ἔτη τὰ ἶσα ἐδι‐ δάξατο· περὶ τοίνυν τοῦδε τοῦ Ἰακώβου, ὥσπερ καὶ ἄλ‐ | |
λοι, πολλὰ παράδοξα λέγει, καὶ ὡς ἀκούσας γυναῖκα πταρεῖσαν ἀθροώτερον πάντας ἀποβαλεῖν τοὺς ὀδόν‐ τας, ἐκ τούτου μόνου τοῦ συμβεβηκότος ἀνειπεῖν τὰ | 31 in vol. 6 | |
15 | περὶ τῆς γυναικὸς ἅπαντα, εἶδός τε καὶ χρῶμα σώμα‐ τος καὶ μέγεθος καὶ τῆς ψυχῆς ὅσα φυσικώτερα τῶν ἠθῶν. Ὅτι ὁ τοῦ Ἰακώβου πατὴρ μετὰ τὴν πολλὴν τῆς οἰκουμένης πλάνην ἦλθε καὶ εἰς τὸ Βυζάντιον, φησί, καὶ τοὺς ἐνταῦθα κατέλαβεν ἰατροὺς οὐδὲν ἄρα | |
20 | τῆς τέχνης ἐπισταμένους ἀκριβὲς οὐδὲ αὐτόπειρον ἀλλ’ ἀπὸ τῶν ἀλλοτρίων δοξασμάτων οὐ θεραπεύοντας ἀλλὰ φλυαροῦντας. (Ἄμφω δέ, καὶ ὁ παῖς καὶ ὁ φύς, ἀσέβεε ἤστην). Ὅτι ἐχρῶντο κατὰ τῶν νόσων οὗτοι καθαρ‐ σίοις πολλοῖς καὶ βαλανείοις, χειρουργεῖν δὲ σιδήρῳ καὶ | |
25 | πυρὶ οὐ λίαν ἦσαν ἕτοιμοι, ἀλλὰ καὶ τὰ μοχθηρότερα τῶν ἑλκῶν διαίτῃ κατηγωνίζοντο· φλεβοτομίαν δ’ οὐ προσίετο. Ἔπειθεν ὁ Ἰάκωβος τοὺς πλουσίους ἰατρεύων βοηθεῖν τῇ νοσούσῃ πενίᾳ, καὶ αὐτὸς προῖκα ἰάτρευε, τῷ δημοσίῳ μόνῳ ἀρκούμενος σιτηρεσίῳ. Ὅτι φη‐ | |
30 | σὶν ὁ συγγραφεύς· «Εἶδον εἰκόνα τοῦ Ἰακώβου Ἀθήνῃσι, καί μοι ἔδοξεν ὁ ἀνὴρ εὐφυὴς μὲν οὐ πάνυ εἶναι, σε‐ μνὸς δὲ καὶ ἐμβριθής». Οὗτος δὲ ὁ Ἰάκωβος Πρό‐ κλῳ νοσοῦντι, ἐν Ἀθήναις διατρίβων καὶ θαυμαζό‐ μενος, προσέταξεν ἀπέχεσθαι μὲν κράμβης, ἐμφορεῖσθαι | |
35 | δὲ τῶν μαλαχῶν· ὁ δὲ κατὰ τὸν Πυθαγόρειον νόμον οὐκ ἠνέσχετο μαλάχης ἐσθίειν. Ἦν δὲ ὁ Ἀσκληπιό‐ δοτος οὐχ ὁλόκληρος τὴν εὐφυΐαν, ὡς τοῖς πλείστοις ἔδοξε τῶν ἀνθρώπων, ἀλλ’ ἀπορεῖν μὲν ὀξύτατος, συν‐ εῖναι δὲ οὐ λίαν ἀγχίνους οὐδὲ αὐτὸς ἑαυτῷ ὅμοιος, | |
40 | ἄλλως τε καὶ τὰ θειότερα τῶν πραγμάτων, ὅσα ἀφανῆ | |
Bibl.242344b | καὶ νοητὰ καὶ τῆς Πλάτωνος ἐξαίρετα διανοίας. | |
Πρὸς δὲ τὴν Ὀρφικήν τε καὶ Χαλδαϊκὴν τὴν ὑψηλοτέραν σοφίαν, καὶ τὸν κοινὸν φιλοσοφίας νοῦν ὑπεραίρουσαν, ἔτι μᾶλλον ἐλείπετο. Πρὸς δὲ φυσιολογίαν τῶν καθ’ | 32 in vol. 6 | |
5 | ἑαυτὸν πάντων ἦν ἐρρωμενέστατος· ὡσαύτως καὶ ἐν τοῖς μαθήμασιν, ἀφ’ ὧν καὶ ἐπὶ τὰ ἄλλα τὸ μέγα τῆς φύ‐ σεως ἀπηνέγκατο κλέος. Ἐν τοῖς περὶ ἠθῶν δὲ καὶ ἀρε‐ τῶν, ἀεί τι καινουργεῖν ἐπεχείρει, καὶ πρὸς τὰ κάτω καὶ τὰ φαινόμενα συστέλλειν τὴν θεωρίαν, οὐδὲν μὲν (ὡς | |
10 | ἔπος εἰπεῖν) τῶν ἀρχαίων νοημάτων ἀποικονομούμενος, πάντα δὲ συνωθῶν καὶ κατάγων εἰς τήνδε τὴν φύσιν τὴν περικόσμιον. Ὅτι εὐφυέστατος ὁ Ἀσκληπιόδο‐ τος περὶ μουσικὴν γεγονώς, τὸ ἐναρμόνιον γένος ἀπο‐ λωλὸς οὐχ οἷός τε ἐγένετο ἀνασώσασθαι, καίτοι ἄλλα δύο | |
15 | γένη κατατεμὼν καὶ ἀνακρουσάμενος, τό τε χρωματι‐ κὸν ὀνομαζόμενον καὶ τὸ διατονικόν. Τὸ δὲ ἐναρμό‐ νιον οὐχ εὗρε καίτοι μαγάδας, ὡς ἔλεγεν, ὑπαλλάξας καὶ μεταθεὶς οὐκ ἐλάττους εἴκοσι καὶ διακοσίων. Αἴτιον δὲ τῆς μὴ εὑρέσεως τὸ ἐλάχιστον μέτρον τῶν ἐναρμο‐ | |
20 | νίων διαστημάτων, ὅπερ δίεσιν ὀνομάζουσι. Τοῦτο δὴ ἀπολωλὸς ἐκ τῆς ἡμετέρας αἰσθήσεως καὶ τὸ ἄλλο γέ‐ νος τὸ ἐναρμόνιον προσαπώλεσεν. Ὅτι Ἰακώβῳ τὰ κατὰ τὴν ἰατρικὴν μαθητευθεὶς ὁ Ἀσκληπιόδοτος, καὶ κατ’ ἴχνη βαίνων ἐκείνου, ἔστιν οἷς καὶ ὑπερεβάλετο· καὶ | |
25 | γὰρ καὶ τοῦ λευκοῦ ἐλλεβόρου πάλαι τὴν χρῆσιν ἀπο‐ λωλυῖαν καὶ μηδ’ Ἰακώβῳ ἀνασωθεῖσαν αὐτὸς ἀνε‐ καίνισε, καὶ δι’ αὐτοῦ ἀνιάτους νόσους παραδόξως ἐξιά‐ σατο. Ὅτι ὁ Ἀσκληπιόδοτος τῶν μὲν νεωτέρων ἰα‐ τρῶν τὸν Ἰάκωβον μόνον ἀπεδέχετο, τῶν δὲ πρεσβυ‐ | |
30 | τέρων μετὰ τὸν Ἱπποκράτην Σωρανὸν τὸν Κίλικα τὸν Μαλλώτην. Τοιγάρτοι καὶ ἀπετέλεσεν ὁ Ἀσκλη‐ | |
πιόδοτος τὴν Δαμιανὴν αἰδημονεστάτην καὶ παράλογον οὖσαν, τὴν ἑαυτοῦ γαμετὴν ὑψηλόφρονα καὶ ἀνδρό‐ βουλον εἰς οἰκονομίαν, ὥσπερ σώφρονα καὶ ἄθρυπτον | 33 in vol. 6 | |
35 | εἰς συμβίωσιν. Ὅτι ἐν Ἱεραπόλει τῆς Φρυγίας ἱε‐ ρὸν ἦν Ἀπόλλωνος, ὑπὸ δὲ τὸν ναὸν καταβάσιον ὑπέ‐ κειτο θανασίμους ἀναπνοὰς παρεχόμενον. Τοῦτον τὸν βόθρον οὐδ’ ἄνωθέν ἐστιν ἀκίνδυνον οὐδὲ τοῖς πτη‐ νοῖς τῶν ζῴων διελθεῖν, ἀλλ’ ὅσα κατ’ αὐτὸν γίνεται, | |
40 | ἀπόλλυται. Τοῖς δὲ τετελεσμένοις, φησί, δυνατὸν ἦν | |
Bibl.242345a | κατιόντας καὶ εἰς αὐτὸν τὸν μυχὸν ἀβλαβῶς διάγειν. Λέγει δ’ ὁ συγγραφεὺς ὡς αὐτός τε καὶ Δῶρος ὁ φι‐ λόσοφος, ὑπὸ προθυμίας ἐκνικηθέντες, κατέβησάν τε καὶ ἀπαθεῖς κακῶν ἀνέβησαν. Λέγει δ’ ὁ συγγραφεὺς | |
5 | ὅτι «Τότε τῇ Ἱεραπόλει ἐγκαθευδήσας ἐδόκουν ὄναρ ὁ Ἄττης γενέσθαι, καί μοι ἐπιτελεῖσθαι παρὰ τῆς μητρὸς τῶν θεῶν τὴν τῶν Ἱλαρίων καλουμένων ἑορτήν· ὅπερ ἐδήλου τὴν ἐξ Ἅιδου γεγονυῖαν ἡμῶν σωτηρίαν. Διηγη‐ σάμην δὲ τῷ Ἀσκληπιοδότῳ, ἐπανελθὼν εἰς Ἀφρο‐ | |
10 | δισιάδα, τὴν τοῦ ὀνείρου ὄψιν. Ὁ δὲ ἐθαύμασέ τε τὸ συμβεβηκός, καὶ διηγήσατο οὐκ ὄναρ ἀντὶ ὀνείρατος, ἀλλὰ θαῦμα μεῖζον ἀντὶ ἐλάττονος. Νεώτερος γὰρ ἔλε‐ γεν εἰς τὸ χωρίον ἐλθεῖν τοῦτο καὶ ἀποπειραθῆναι αὐτοῦ τῆς φύσεως. Δὶς οὖν καὶ τρὶς ἐπιπτύξας τὸ ἱμάτιον | |
15 | περὶ τὰς ῥῖνας ἵνα, κἂν ἀναπνέῃ πολλάκις, μὴ τὸ διεφθαρμένον καὶ λυμαντικὸν ἀέρα ἀναπνῇ, ἀλλὰ τὸν ἀπαθῆ καὶ σωτήριον, ὃν ἔξωθεν εἰσήγαγε παραλαβὼν ἐν τῷ ἱματίῳ, οὕτω πράξας εἰσῄει τε ἐν τῇ καταδύσει, τῇ ἐκροῇ τῶν θερμῶν ὑδάτων ἐπακολουθῶν, ἐπὶ πλεῖστον | |
20 | τοῦ ἀβάτου μυχοῦ, οὐ μὴν εἰς τέλος ἀφίκετο τῆς κατα‐ βάσεως· ἡ γὰρ εἴσοδος ἀπερρώγει πρὸς βάθος ἤδη | |
πολὺ τῶν ὑδάτων, καὶ ἀνθρώπῳ γε οὐ διαβατὸν ἦν, ἀλλ’ ὁ καταιβάτης ἐνθουσιῶν ἐφέρετο μέχρι τοῦ πέρα‐ τος. Ὁ μέντοι Ἀσκληπιόδοτος ἐκεῖθεν ἀνῆλθε σοφίᾳ | 34 in vol. 6 | |
25 | τῇ αὑτοῦ κακῶν ἀπαθής· ἀλλὰ καὶ πνοὴν παραπλησίαν ὕστερον τῇ θανασίμῳ ἐκ διαφόρων εἰδῶν κατασκευα‐ σάμενος ἐμηχανήσατο». Χωρὶς τὰ φιλοσόφων καὶ τὰ τῶν ἱερέων ὁρίσματα, οὐδὲν ἧττον ἢ τὰ λεγόμενα Μυσῶν καὶ Φρυγῶν. Ἀλλ’ ὅμως ὁ Πατρίκιος ἐτόλ‐ | |
30 | μησε, παρὰ νόμον τὸν φιλοσοφίας, ἐπὶ ταῦτα ῥυείς. Ἡ δὲ ἔφη, ἐγὼ χωρῖτίς εἰμι καὶ ἄγροικος. Ἀλλὰ διαναστὰς ἀπὸ τοῦ ὕπνου καὶ διαγκωνισάμενος ἐπὶ τοῦ σκίμποδος ἔφη. Ἀστεῖός τε ἦν καὶ εὐόμιλος, οὐ μό‐ νον πρὸς τὴν σπουδάζουσαν, ἀλλὰ καὶ πρὸς τὴν παίζου‐ | |
35 | σαν ἐνίοτε συνουσίαν, ὥστε καὶ ἥδιστος εἶναι τοῖς πλη‐ σιάζουσι πρὸς τῷ ὠφελίμῳ. Τὸν θεὸν προὐκαλεῖτο ἐπὶ πάθει περιωδύνῳ τῆς τῶν ὀπισθίων ὀχετῶν ἀφέ‐ σεως. Ἐπίτεκα οὖσαν τὴν γαμετὴν συνεπῆγεν. Ἐπὶ τῆς κλίνης ἀνακειμένῳ ἐξαπίνης τὴν Δίκην | |
40 | ἰδεῖν συνέβη, λαμπρὰν κόρην, εὔζωνον, κολοβὸν χι‐ | |
Bibl.242345b | τῶνα μηλινόχρουν ἀνεζωσμένην, πορφυροῖς πλα‐ τέσι σημαδίοις κεκοσμημένον, ἀναδεδεμένην μὲν τὴν κε‐ φαλὴν ἀναδέσμῃ, γυμνὴν δὲ περιβολαίου, βλοσυρόν τι ὁρῶσαν καὶ συνωφρυωμένον, οὔτι γε πρὸς αὐτὸν | |
5 | ἀλλὰ πρὸς τὴν εἴσοδον. Ὅτι Ἀσκληπιόδοτος ὁ φι‐ λόσοφος, ὁ Πρόκλου μαθητής, ἐν σκότῳ βαθεῖ γράμ‐ ματά τε ἀνεγίνωσκε, φησίν, ἄνευ φωτὸς καὶ τοὺς πα‐ ρόντας τῶν ἀνθρώπων διεγίνωσκεν. Κεφαλὴν γοῦν ποτὲ δρακοντείαν ἐν Καρίᾳ εἰς ἀγρὸν πεσοῦσαν Πυ‐ | |
10 | θέου τοῦ Καρός, ἐνεχθεῖσαν δὲ αὐτῷ τῷ Πυθέᾳ, καὶ | |
αὐτὸς ἔφη θεάσασθαι μέγεθος οὖσαν ταύρου μεγίστου κατὰ κεφαλήν. Ἰδεῖν δὲ τὸν Ἀσκληπιόδοτον καὶ ζῶντα δρά‐ κοντα μετέωρον ἐν ἀέρι συννεφεῖ πεπηγότα καὶ συνει‐ λημμένον ὑπὸ τοῦ πνεύματος, ἐν τῇ πυκνότητι τῶν | 35 in vol. 6 | |
15 | νεφῶν ἀκίνητον ἑστῶτα, ὅσον δὴ κοντόν τινα μέγαν ἀποτεταμένον· ἰδεῖν τε τοῦτον, καὶ ἐπιδεῖξαι καὶ τοῖς παροῦσι, πυκνωθέντων δὲ ἐπὶ μᾶλλον τῶν νεφῶν ἀφα‐ νισθῆναι τὸ θήριον. Ὅτι ὁ διάδοχος Πρόκλου, φησίν, ὁ Μαρῖνος, γένος ἦν ἀπὸ τῆς ἐν Παλαιστίνῃ | |
20 | Νέας Πόλεως, πρὸς ὄρει κατῳκισμένης τῷ Ἀργαρίζῳ καλουμένῳ. Εἶτα, βλασφημῶν ὁ δυσσεβής φησιν ὁ συγγραφεύς· «Ἐν ᾧ Διὸς ὑψίστου ἁγιώτατον ἱερόν, ᾧ κα‐ θιέρωτο Ἄβραμος ὁ τῶν πάλαι Ἑβραίων πρόγονος, ὡς αὐτὸς ἔλεγεν ὁ Μαρῖνος». Σαμαρείτης οὖν τὸ ἀπ’ | |
25 | ἀρχῆς ὁ Μαρῖνος γεγονὼς ἀπετάξατο μὲν πρὸς τὴν ἐκείνων δόξαν, ἅτε εἰς καινοτομίαν ἀπὸ τῆς Ἀβρά‐ μου θρησκείας ἀπορρυεῖσαν, τὰ δὲ Ἑλλήνων ἠγάπη‐ σεν. Ὅμως φιλοπονίᾳ τε καὶ ἀτρύτοις πόνοις ἐγ‐ κείμενος εὐφυεστέρων ἤδη πολλῶν καὶ τῶν πρεσβυτέ‐ | |
30 | ρων κατέχωσε δόξας τῷ ἑαυτοῦ ὀνόματι ὁ Μαρῖνος. Οὐκ εἴα δὲ αὐτὸν ἐρωτᾶν ὁ Ἰσίδωρος ἀσθενείᾳ σώ‐ ματος ἐνοχλούμενον, εὐλαβείᾳ τοῦ ὀχλώδους. Πλὴν ὁ Μαρῖνος ἐξ ὧν τε διελέγετο καὶ ἐξ ὧν ἔγραψεν (ὀλίγα δὲ ταῦτά ἐστι) δῆλος ἦν οὐ βαθεῖαν αὔλακα | |
35 | τῶν νοημάτων καρπούμενος, ἐξ ὧν τὰ σοφὰ βλαστά‐ νει θεάματα τῆς τῶν ὄντων φύσεως. Ὁ ἄριστος ἡγεμὼν Πτολεμαῖος τῆς ἀστροθεάμονος ἐπιστήμης. Τὰ ἀρέσκοντα τοῖς ἐξηγηταῖς ἀπεγράφετο, εἰς τὸ τῆς λήθης γῆρας, ὡς ἔφη Πλάτων, ὑπομνήματα κα‐ | |
40 | ταλιπὼν ἑαυτῷ καὶ ἀποθησαυριζόμενος. Καὶ τὴν | |
Bibl.242346a | τοῦ σώματος ἀπορροὴν βλέπων ὁ Πρόκλος ἐδεδίει | |
περὶ τῷ νεανίσκῳ. Ὁ τοίνυν τεθνηκώς, ὁ εὐτυχὴς οὗ‐ τος νῦν, ἡ ψυχή φημι καὶ τὸ τῆς ψυχῆς εἴδωλον, παρέστη μοι ἀναφανδὸν ἐπὶ τοῦδε τοῦ σκίμποδος ἀνα‐ | 36 in vol. 6 | |
5 | κειμένῳ. Ἀπιστεῖν δὲ οὐ δίκαιον τῷ λόγῳ βεβαιου‐ μένῳ θέᾳ τε ἐναργεῖ τοῦ κορυφαίου σοφοῦ καὶ ἀκοῇ προσφάτῳ, τοῦ δευτέρου μετ’ ἐκεῖνον πρὸς ἀλήθειαν, καὶ ἔτι τῷ τρίτῳ βήματι καὶ εἰς ταύτην καταβεβη‐ κότι τὴν συγγραφὴν ὑπὸ τῇ φιλαλήθει πομπῇ τῆς | |
10 | ἐμῆς ἀγγελίας. Καὶ ὁ Πρόκλος ἐπεδίδου ταῖς εἰς αὐτὸν ὁρώσαις ἐλπίσι μηδὲ τὸ τοῦ Πλάτωνος ἀτιμά‐ ζειν ἀξίωμα, μηδὲ τὴν Ἰαμβλίχου κρίσιν μηδὲ τὴν Πλου‐ τάρχου κατανωτίζεσθαι, μηδ’ αὖ μεῖζον φρονεῖν τῆς κοι‐ νωφελοῦς προαιρέσεως. Ἀλλ’ ὅσῳ ηὔξετο τῆς διαδοχῆς | |
15 | τὸ μέγεθος ἐν τῷ λόγῳ, τοσούτῳ μᾶλλον ὁ Ἰσίδωρος πρὸς τὴν πειθὼ συνεστέλλετο μεῖζόν γε ὂν ἢ καθ’ ἑαυ‐ τὸν ἄρασθαι φορτίον. Δεδιὼς δ’ ὁ Πρόκλος περὶ τῇ Πλάτωνος χρυσῇ τῷ ὄντι σειρᾷ, μὴ ἡμῖν ἀπολίπῃ τὴν πόλιν τῆς Ἀθηνᾶς. Δεδιὼς δὲ ἐπὶ τῷ Μαρίνῳ διὰ | |
20 | τὴν τοῦ σώματος ἀσθένειαν. Ἀληθινὸς ἔρως ἐμφυ‐ τεύεται φιλοσοφίας· καὶ πάντα γηγενῆ δεσμὸν ἀπορρήξας, ἐλπίδας τε πάσας ὁμοῦ τιμῶν τε καὶ χρημάτων καταπατή‐ σας, ἀφικνεῖται Ἀθήναζε. Ἀλλά γε τοιοῦτος καὶ ὁ φι‐ λόσοφος ἱστορεῖται Ζηνόδοτος, παιδικὰ τοῦ Πρόκλου κα‐ | |
25 | λεῖσθαι μόνος ἀξιωθείς, ἐφ’ ᾧ δὴ καὶ τὰς μάλιστα ἐπεῖ‐ χεν ἐλπίδας. Καὶ οὐκ ἦν τις ἄρα πρὸς αὐτὸν ἀλα‐ ζὼν οὐδὲ σκαιὸς οὐδὲ σοβαρὸς τὴν ἔντευξιν. Τῇ τε ἐξ ἀρχῆς εὐγενείᾳ καὶ τῇ μεγαλειότητι τῶν τρόπων καὶ τῇ περὶ λόγους διαφανεῖ σπουδῇ τε καὶ ἐπιμελείᾳ. | |
30 | Πρὸς γάρ τοι τοὺς ἄλλους τοὺς εἰς βουλὴν τὴν μεγάλην | |
συγκαλουμένους οὐ μόνον τὰ ἄλλα διαφέρων ἄνθρωπος ἦν ὁ Θεαγένης, ἀλλ’ ἤδη τις καὶ φιλόσοφος. Ἡ τῶν δια‐ δόχων οὐσία οὐχ ὡς οἱ πολλοὶ νομίζουσι Πλάτωνος ἦν τὸ ἀνέκαθεν· πένης γὰρ ἦν ὁ Πλάτων, καὶ μόνον τὸν | 37 in vol. 6 | |
35 | ἐν Ἀκαδημίᾳ ἐκέκτητο κῆπον, οὗ ἡ πρόσοδος νομι‐ σμάτων τριῶν, ἡ δὲ τῆς οὐσίας ὅλης χιλίων ἢ καὶ ἔτι πλειόνων ὑπῆρχεν ἐπὶ Πρόκλου, πολλῶν τῶν ἀποθνῃ‐ σκόντων κτήματα τῇ σχολῇ καταλιμπανόντων. Ἤδη | |
Bibl.242346b | τοίνυν κρουώμεθα πρύμναν ἐπὶ τὸν λόγον ὃν ἀπελί‐ πομεν. Ὁ μὲν Ἀσκληπιόδοτος ἐκοσμεῖτο πᾶσι τοῖς τοῦ βίου λαμπροῖς, ὁ δὲ Ἰσίδωρος οὐδενὶ τούτων, οὐ προβε‐ βλημένος τὴν γαμικὴν προβολήν, ἀλλὰ μόνον ἦν τῷ ὄντι | |
5 | φιλόσοφος· ἐπ’ ἄκρον ἑκάτερος ἥκων, ὁ μὲν ἰθυβόλου φύσεως, ὁ δ’ ἐπὶ θυγατρὶ γαμβρὸς τοῦ μεγάλου Ἀσκλη‐ πιοδότου Ἀσκληπιόδοτος, ἣν ἤδη ἐμνήστευεν, ἐπι‐ μελοῦς ἀκριβείας. Πηγὴ ἀναδίδωσιν ὕδωρ ἱερόν τε καὶ εὔποτον. Ὥστε ποιητικὸς ἀνὴρ ἔφη ἂν | |
10 | τὸ στόμα αὐτοῦ καὶ τὸ ἄλλο πρόσωπον οἰκητή‐ ριον εἶναι αὐτῶν τῶν Χαρίτων. Εἴ ποτε γὰρ καὶ αὐ‐ τοί τινος ἠπορήθησαν, ᾔεσαν αὐτίκα παρ’ αὐτὸν φί‐ λοι παρὰ φίλον. Ὁ Ἰσίδωρος πολὺ διαφέρων ἦν τῆς Ὑπατίας, οὐ μόνον οἷα γυναικὸς ἀνήρ, ἀλλὰ καὶ | |
15 | οἷα γεωμετρικῆς τῷ ὄντι φιλόσοφος. Στερρὸς δὲ τὸ ἦθος ὁ Σεβηριανὸς ὤν, καὶ ἅπερ ἂν διανοηθείη, ταῦτα πράττειν ἐσπουδακώς, ἔφθανε τῷ πρακτικῷ τὸ βουλευτικόν, καὶ διὰ τοῦτο ὁ βίος αὐτῷ πολλαχῇ διε‐ σφάλη. Οὐ γὰρ ἐπιδιδόναι ῥᾳδίως, οὐδὲ ἦν αὔξεσθαι | |
20 | κατὰ πῆχυν, ὥσπερ Θεόδωρος ὁ Ἀσιναῖος ηὐξήθη ὑπὸ τῷ Πορφυρίῳ. Ὥστε εὐθὺς ἐξ ἀρχῆς τὰ ἀναγ‐ καῖα μόνα προσφέρειν τῷ σώματι, ἀφροδισίων δὲ ἄχραντον εἶναι διὰ βίου παντός. Ὁ Παμπρέπιος ἐν ὀλίγῳ χρόνῳ λογιμώτατος εἶναι ἔδοξε καὶ πολυμαθέ‐ | 38 in vol. 6 |
25 | στατος· οὕτω διεπονεῖτο περὶ τὴν ἄλλην προπαιδείαν, ὅσην ποιητική τε καὶ γραμματικὴ σοφίζει παιδεύουσα. Αἰγύπτιος δ’ ἦν, καὶ τὴν ποιητικὴν ἐν τῇ πατρίδι ἀσκήσας εἶτα Ἀθήναζε παρεγένετο. Οἱ δὲ Ἀθηναῖοι γραμματικὸν αὐτὸν ἐποιήσαντο, καὶ ἐπὶ νέοις διδά‐ | |
30 | σκαλον ἔστησαν. Δειλὸς δὲ ὢν ὁ Ζήνων φύσει καὶ τὸν Ἴλλουν ὁρῶν ἐν δίκῃ ἀγαπώμενον καὶ μέγα ἤδη δυνάμενον, εὐλαβεῖτο περὶ αὐτῷ, καὶ δι’ ἀπιστίαν οὐχ οἷός τε ἦν ἠρεμεῖν, ἀλλὰ πάσας ὁδοὺς διεξῄει καὶ πάσας ἔπλεκε μηχανὰς ὅπως ἂν ἐκποδὼν ποιήσοιτο τὸν Ἴλ‐ | |
35 | λουν ὁ Ζήνων. Ὁ δὲ τῶν κρατούντων τῆς πολιτείας ἡγεμὼν τὴν δόξαν ἐπισκοπεῖν εἰληχώς, ὄνομα Πέτρος, ἀνὴρ ἰταμὸς ὢν καὶ περιπόνηρος. Ἀλλ’ ἴσως καὶ ἐνταῦθα ἐκράτουν οἱ Παμπρεπίου χρησμοὶ βλακεύοντες | |
Bibl.242347a | ἀεὶ καὶ ἀναβάλλοντες εἰς χρόνους τὸν πόλεμον. Ὁ δὲ Παμπρέπιος κατὰ τὴν Αἴγυπτον παραγεγονὼς Ἰσιδώρῳ παρέσχεν ἐκ τῶν λόγων αἴσθησιν ὡς οὐχ ὑγιαίνοι πρὸς Ἴλλουν. Ἀλλ’ ἤδη προδωσείοντι ἔοικε, καὶ μέν‐ | |
5 | τοι καὶ περιορωμένῳ τὴν Ῥωμαίων βασιλείαν. Ἡ πέτρα αὕτη τὰ μὲν ἄνωθεν ἐκπεπετασμένη πολὺ εἰς εὖ‐ ρος, τὰ δὲ κάτωθεν ἀποστενουμένη τοσοῦτον ὅσον ὑπερεί‐ δειν τὴν ἐπικρεμαμένην εὐρύτητα μετέωρον, πολλαχῇ ὑπερέχουσαν τῆς ὑποκειμένης καὶ ἀνεχούσης κρηπῖδος | |
10 | ὀρείας· εἰκάσαις ἂν αὐτὴν αὐχένι μεγάλῳ, φέροντι κε‐ φαλὴν ὑπερμεγέθη τινὰ καὶ ἀξιοθέατον. Πάλιν δ’ ἐπὶ τὸν Ἰσίδωρον ἀνακαλεσώμεθα τὴν συγγραφήν. Οὐκ ἦν τετυφωμένος ὁ Ἰσίδωρος οὔτε δυσόμιλος οὐδὲ ἠγνόει τὴν στωϊκὴν συμπεριφορὰν λεγομένην. Καὶ | 39 in vol. 6 |
15 | ἦν τότε αὐτὸν θεάσασθαι φαιδρόν τε καὶ γεγηθότα, τό τε σῶμα ἀνθοῦντα, καὶ τὴν ψυχὴν ὑψοῦ διεγηγερμένον ἔτι, καὶ ταῦτα τῶν περὶ θανάτου φροντίδων ὑπολειπο‐ μένων. Πονηρὸν δὲ ἄνθρωπον καὶ τὸν βίον ἐπίρ‐ ρητον. Πρὸς τὸν ἐπισκοποῦντα τὸ τηνικαῦτα τὴν | |
20 | κρατοῦσαν δόξαν Ἀθανάσιον. Ἐνέβαλλον αὐτὰ τοῖς Ἰουλιανοῦ σκευαρίοις. Ὁ δὲ Ἰσίδωρος τό τε κιβώ‐ τιον καὶ τὰ ἄλλα σκευάρια διέθηκεν ἕτοιμα εἶναι καὶ πρόχειρα, ὡς ἀποπέμψων εἰς τὸ ἐμπόριον. Στῖφος ἀνδρῶν συγκεκροτημένον εἰς ἔφοδον. Ὁ δὲ καὶ ξύστρας | |
25 | ἤδη ἅπτεσθαι διεκελεύετο τοὺς ὑπηρέτας. Καὶ τοὺς φιλοσόφους εἰς τὸ δεσμωτήριον πάλιν ἐνέβαλεν ἐπὶ ψήφῳ δευτέρων ἐλέγχων. Ὁ δὲ Ἰουλιανὸς σιωπῇ ἐδέξατο καρτερῶν τὰς πολλὰς ἐπὶ τοῦ νώτου διὰ τῶν τυμπάνων πληγάς· καὶ γὰρ πολλαῖς ἐπαίετο βακτηρίαις, | |
30 | μηδὲν ὅλως φθεγξάμενος. Ἰδὼν τὰ σκευάρια συν‐ δούμενα πρὸς τὸν ἀπόπλουν «Τί τοῦτο, ἔφη, ποιεῖς ἄν‐ θρωπε; ἁλώσῃ δὲ ὑπὸ τῶν λιμενιτῶν φυλακτήρων». Ἀφίκετο τοίνυν οὐ πολλῷ ὕστερον, καὶ ἐν ἐμοῦ τῷ οἴκῳ διῃτᾶτο. Ἀφίκετο μὲν Ἀθήναζε τότε τῷ Πρόκλῳ | |
35 | ἐπὶ ταφῆς ὄντι τὴν θυμιατρίδα φέρων. Ἡ μὲν ἐσχάτη κακία καὶ ἀβοήθητος ἀξία τῆς παραυτίκα κολάσεως, ἡ δὲ ἐπ’ ὀλίγον παρατετραμμένη ἀξία καὶ αὐτὴ τῆς | |
ταχίστης ἐπαφῆς· πλείστοις δὲ τῶν μέσων ἀναβάλλεται ἡ δίκη τὰ τῶν παθῶν ἰατρεύματα, ἤτοι ὡς βοήθειαν | 40 in vol. 6 | |
40 | ἔχουσιν ἀπὸ τῆς ἀρετῆς, εἴ πως ἐκφύγοιεν μᾶλλον τὰς | |
Bibl.242347b | τομὰς καὶ τὰς καύσεις, ἢ ὡς ἀναξίοις τοῦ παραυτίκα φαρμάκου διὰ κακίας μέγεθος, ἢ ὀφείλεται ἐνίοις πρὸ τῆς τῶν κακῶν ἡ ἀμοιβὴ τῶν ἀγαθῶν. Ἡ τῶν φι‐ λοσόφων ὑπεροψία τῆς παρακλήσεως ἱκανὴ ἐκτραχύ‐ | |
5 | νειν ἄνδρα βάρβαρον· ἀλλ’ ὅμως οἱ φιλόσοφοι καρ‐ τερεῖν ᾤοντο δεῖν καὶ τὰ συμβαίνοντα φέρειν εὐ‐ λόφως. Καὶ γυναικὶ ἐνέτυχεν ἱερᾷ θεόμοιρον ἐχούσῃ φύσιν παραλογωτάτην. Ὑδὼρ γὰρ ἀκραιφνὲς ἐγχέασα ποτηρίῳ τινὶ τῶν ὑαλίνων, ἑώρα κατὰ τοῦ ὕδατος εἴσω | |
10 | τοῦ ποτηρίου τὰ φάσματα τῶν ἐσομένων πραγμάτων, καὶ προὔλεγεν ἀπὸ τῆς ὄψεως αὐτά, ἅπερ ἔμελλεν ἔσεσθαι πάντως. Ἡ δὲ πεῖρα τοῦ πράγματος οὐδὲ ἡμᾶς παρε‐ λήλυθε. Τὸν δὲ Ἰωάννην ὁ Ἀνατόλιος αἰκισά‐ μενός τε καὶ τῶν ὑπαρχόντων γυμνώσας. Αὐτίκα | |
15 | μέντοι καὶ οὗτος ἀπέρρηξε τὸν βίον. Ἐνέτυχον ἐξ ἀνάγκης τῷ Ἐμεσίωνι· οὐ γὰρ ἄν ποτε ἑκὼν ἠνεσχό‐ μην τῆς αὐτοῦ ὑηνείας, ἀλλ’ ἡ πρεσβεία με διηνάγκασε. Τῆς Ἀραβίας τὸ Στυγαῖον ὕδωρ κατειβόμε‐ νον. Ἀπεδήμησεν εἰς τὰ Βόστρα τῆς Ἀραβίας, πό‐ | |
20 | λιν μὲν οὐκ ἀρχαίαν (ὑπὸ γὰρ Σεβήρου τοῦ βασιλέως πολίζεται), φρούριον δὲ παλαιόν, ἐπιτετειχισμένον τοῖς πέλας Διονυσιεῦσιν ὑπὸ τῶν Ἀραβικῶν βασι‐ λέων. Ἀκούσας τὴν Ἰὼ θρυλουμένην καὶ τὸ ὄνομα τῆς πόλεως εἰς τὸν οἶστρον τῆς βοὸς ἀναλυόμενον, ἠγά‐ | |
25 | πησε τὴν συνέχειαν τῆς περὶ τὴν Ἰὼ πλάνης μυθευο‐ μένης. Ἔγνω δὲ ἐνταῦθα τὸν Θεανδρίτην, ἀρρε‐ νωπὸν ὄντα θεόν, καὶ τὸν ἄθηλυν βίον ἐμπνέοντα ταῖς | |
ψυχαῖς. Λέγεται δὲ καὶ τοῦτο τὸ ὕδωρ εἶναι Στύγιον. Τὸ δὲ χωρίον, ἐν ᾧ ἐστί, πεδίον τῆς Ἀραβίας, ἀνηπλω‐ | 41 in vol. 6 | |
30 | μένον ἀπὸ τῆς ἕω μέχρι Δίας τῆς ἐρήμου πόλεως. Εἶτα ἐξαίφνης ἀναρρήγνυται χάσμα εἰς ἄβυθον πέτραις παν‐ ταχόθεν συνηρεφὲς καί τισιν ἀγρίοις φυτοῖς τῶν πε‐ τρῶν ἀποφυομένοις· κάθοδος ἐξ ἀριστερᾶς κατιόντι στενὴ καὶ τραχεῖα (πρὸς γὰρ τῷ πετρώδει καὶ φυτοῖς ἀνημέ‐ | |
35 | ροις καὶ ἀτάκτοις δασύνεται), μακρὰ δὲ ὅσον ἐπὶ στα‐ δίους πεντεκαίδεκα· πλὴν καταβαίνουσιν αὐτὴν οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναικῶν αἱ εὐζωνότεραι. Κατελθόντι δὲ κῆποι καὶ γεωργίαι πολλαί εἰσιν ἐν τῷ διαδεχομένῳ αὐλῶνι. Τὸ δ’ οὖν ἄκρον αὐτοῦ καὶ στενώτατον ὑποδοχὴν | |
40 | ἔχει τῶν καταλειβομένων ἐν κύκλῳ Στυγίων ὑδάτων· καὶ | |
Bibl.242348a | διὰ τὴν ἀπὸ πολλοῦ ὕψους φορὰν εἰς ἀέρα σκεδαν‐ νυμένων, εἶτα αὖ πάλιν εἰς τὸ κάτω συμπηγνυμένων, θέαμα τοῦτο καὶ φύσεως ἔργον σεμνὸν καὶ φρικῶδες· οὐκ ἔστιν οὐδεὶς ἀνὴρ ὃς ἰδὼν οὐκ ἂν πληρωθείη σεβασμίου | |
5 | φόβου. Τῶν δὲ ῥιπτουμένων τῷ ὕδατι ἀναθημάτων τὰ μὲν καταδύεται εἰς ἄβυθον, κἂν ἐλαφρὰ ᾖ, οἷς εὐ‐ μενῶς ἔχει τὸ θεῖον· οἷς δὲ μή, ταῦτα δὲ ἄρα, κἂν βαρύτατα ᾖ, ἐπιπολάζει καὶ εἰς τὸ ἐκτὸς ἀποπτύεται θαυμαστόν τινα τρόπον. Τὸ δὲ ὅρκιον τοῦ τε χωρίου καὶ | |
10 | τῶν ὑδάτων πεφρίκασι διὰ πείρας οἱ ἐπιχώριοι, διὸ καὶ ἥκιστα ὀμνύουσιν. Εἰ δέ ποτέ τις ἐπιορκήσει, εἴσω ἐνιαυτοῦ ἀπόλλυται, φασί, φυσηθεὶς ὑδέρῳ τὸ σῶμα, καὶ οὐδεὶς τὴν δίκην διέφυγεν. Ὅτι Διόνυσος, φησί, Λυκοῦργον καὶ τοὺς ἑπομένους αὐτῷ Ἄραβας κατηγω‐ | |
15 | νίσατο οἴνῳ ἀπ’ ἀσκοῦ καταρράνας τὴν πολεμίαν στρα‐ | |
τιάν· ἐξ οὗ καὶ τὴν πόλιν ἐκάλεσε Δαμασκόν. Οἱ δὲ τὴν ἐπωνυμίαν διδόασι τῇ πόλει ἀπὸ γίγαντός τινος, ᾧ ὄνομα Ἀσκός, ὃν ὁ Ζεὺς ἐδάμασεν ἐνταῦθα. Ἄλλοι δὲ καὶ ἄλλας λέγουσι τῆς ἐπωνυμίας αἰτίας. Ὁ δὲ συγ‐ | 42 in vol. 6 | |
20 | γραφεὺς ἐκ ταύτης ὥρμητο τῆς πόλεως. Ὡς ἡ ἀσχολία τοῦ ῥητορεύειν δεινή, στρέφουσα μὲν περὶ στόμα καὶ γλῶτταν τὴν ὅλην μου σπουδήν, ἀποστρέφουσα δὲ τῆς ψυχῆς καὶ τῶν ἀποκαθαιρόντων αὐτὴν μακαρίων τε καὶ θεοφιλῶν ἀκουσμάτων. Ταῦτα δ’ ἐννοῶν, φησὶν | |
25 | ὁ συγγραφεύς, ἐνίοτε διεκοπτόμην τῶν ῥητορικῶν ἐξη‐ γήσεων. Ἔνατον ἔτος οὕτω μοι διεληλύθει. Συν‐ διήγομεν ἀλλήλοις ὅσαι τε ἡμέραι καὶ ὅσαι νύκτες, ἐπὶ μῆνας ηʹ. Εἶδον, φησί, τὸν βαίτυλον διὰ τοῦ ἀέρος κινούμενον, ποτὲ δ’ ἐν τοῖς ἱματίοις κρυπτόμενον, ἤδη | |
30 | δέ ποτε καὶ ἐν χερσὶ βασταζόμενον τοῦ θεραπεύοντος. Ὄνομα δ’ ἦν τῷ θεραπεύοντι τὸν βαίτυλον Εὐσέβιος, ὃς καὶ ἔλεγεν ἐπελθεῖν αὐτῷ ποτε ἀδόκητον ἐξαίφνης προθυμίαν ἀποπλανηθῆναι τοῦ ἄστεος Ἐμίσης ἐν νυκτὶ μεσούσῃ σχεδὸν ὡς πορρωτάτω πρὸς τὸ ὄρος αὐτό, ἐν | |
35 | ᾧ τῆς Ἀθηνᾶς ἵδρυται νεὼς ἀρχαιοπρεπής· ἀφικέσθαι δὲ τὴν ταχίστην εἰς τὴν ὑπωρείαν τοῦ ὄρους, καὶ αὐτόθι καθίσαντα ἀναπαύεσθαι ὥσπερ ἐξ ὁδοῦ· σφαῖραν δὲ πυ‐ ρὸς ὑψόθεν καταθοροῦσαν ἐξαίφνης ἰδεῖν, καὶ λέοντα μέγαν τῇ σφαίρᾳ παριστάμενον· τὸν μὲν δὴ παραχρῆμα | |
40 | ἀφανῆ γενέσθαι, αὐτὸν δὲ ἐπὶ τὴν σφαῖραν δραμεῖν ἤδη | |
Bibl.242348b | τοῦ πυρὸς ἀποσβεννυμένου καὶ καταλαβεῖν αὐτὴν οὖσαν τὸν βαίτυλον, καὶ ἀναλαβεῖν αὐτόν, καὶ διερωτῆσαι ὅσου θεῶν ἂν εἴη, φάναι δ’ ἐκεῖνον εἶναι τοῦ Γενναίου (τὸν δὲ Γενναῖον οἱ Ἡλιουπολῖται τιμῶσιν ἐν Διὸς ἱδρυσά‐ | |
5 | μενοι μορφήν τινα λέοντος), ἀπαγαγεῖν τε οἴκαδε τῆς αὐτῆς νυκτὸς οὐκ ἐλάττω σταδίων δέκα καὶ διακοσίων, | |
ὡς ἔφη, διηνυκώς. Οὐκ ἦν δὲ κύριος ὁ Εὐσέβιος τῆς τοῦ βαιτύλου κινήσεως, ὥσπερ ἄλλοι ἄλλων· ἀλλ’ ὁ μὲν ἐδεῖτο καὶ ηὔχετο, ὁ δὲ ὑπήκουε πρὸς τὰς χρησμῳδίας. | 43 in vol. 6 | |
10 | Ταῦτα ληρήσας καὶ πολλὰ τοιαῦτα, ὁ τῶν βαιτυλίων ὡς ἀληθῶς ἄξιος, τὸν λίθον διαγράφει καὶ τὸ εἶδος αὐτοῦ. Σφαῖρα μὲν γάρ φησιν ἀκριβὴς ἐτύγχανεν ὤν, ὑπόλευκος δὲ τὸ χρῶμα, σπιθαμιαία δὲ τὴν διάμετρον κατὰ μέγεθος· ἀλλ’ ἐνίοτε μείζων ἐγίνετο καὶ ἐλάττων. | |
15 | Καὶ πορφυροειδὴς ἄλλοτε. Καὶ γράμματα ἀνεδίδαξεν ἡμῖν ἐν τῷ λίθῳ γεγραμμένα, χρώματι τῷ καλουμένῳ τιγγα‐ βαρίνῳ κατακεχρωσμένα, καὶ ἐν τοίχῳ δὲ † ἐγκρούσας †· δι’ ὧν ἀπεδίδου τὸν ζητούμενον τῷ πυνθανομένῳ χρη‐ σμόν, καὶ φωνὴν ἀφίει λεπτοῦ συρίσματος ἣν ἡρμή‐ | |
20 | νευεν ὁ Εὐσέβιος. Τερατολογήσας οὖν τὰ εἰρημένα ὁ κενόφρων οὗτος καὶ μυρία ἄλλα παραλογώτερα περὶ τοῦ βαιτύλου, ἐπάγει· «Ἐγὼ μὲν ᾤμην θειότερον εἶναι τὸ χρῆμα τοῦ βαιτύλου, ὁ δὲ Ἰσίδωρος δαιμόνιον μᾶλ‐ λον ἔλεγεν· εἶναι γάρ τινα δαίμονα τὸν κινοῦντα αὐ‐ | |
25 | τόν, οὔτε τῶν βλαβερῶν, οὔτε τῶν ἄγαν προσύλων, οὐ μέντοι τῶν ἀνηγμένων εἰς τὸ ἄϋλον εἶδος οὐδὲ τῶν καθαρῶν παντάπασι». Τῶν δὲ βαιτύλων ἄλλον ἄλλῳ ἀνακεῖσθαι, ὡς ἐκεῖνος δυσφημῶν λέγει, θεῷ, Κρόνῳ, Διί, Ἡλίῳ, τοῖς ἄλλοις. Ὅτι Μαξιμῖνος, φησίν, | |
30 | (Ἕλλην δ’ οὗτος ἦν τὸ σέβας) τὰς βολὰς τῶν ὀμ‐ μάτων ἀφιεὶς οὕτω φοβερόν τι καὶ βλαβερὸν ἐνέβλεπεν ὥστε τῶν ὁρώντων ἀποστρέφειν τὰς ὄψεις· καὶ τοῦτο, φησίν, ἐκεῖνος συνειδὼς ἑαυτῷ τὰ πολλὰ κάτω καὶ οὐ | |
πρὸς τοὺς ἐντυγχάνοντας ἔβλεπεν. Ἀλλὰ καὶ πολλῶν | 44 in vol. 6 | |
35 | οὗτος φασμάτων ἐγίνετο θεατής, ἄλλοις οὐχ ὁρωμένων. Ἱκανὸς δὲ ἦν καὶ δαίμονας ἐπιπέμπειν φθοροεργούς, καὶ ἄλλοθεν ἐπιπεμπομένους ἀναστέλλειν. Πλὴν δυσσεβῶν ἁλοὺς κατὰ τὸ Βυζάντιον τὴν διὰ ξίφους οὐκ ἐξέφυγε δίκην. Οὔτε φιλόσοφον βίον ἐννοήσας. Εἴ τις ὢν τῶν | |
40 | πολλῶν ὑβρίζει ὕβρεις τὰς ἐξ ἀνθρώπων. Ἄπειρος ὢν | |
Bibl.242349a | τῶν πληκτικῶν τούτων καὶ ἀνιάτων πραγμάτων. Ἡ ἀναβολὴ μακροτέρα αὐτῷ γέγονε τῶν τε εἰς Κα‐ ρίαν καὶ τῶν Ἀθήναζε σπευδουσῶν ἐλπίδων. Καὶ πρὸς θεοῦ λιπαρήσεις ἔρχομαι. Τοῦ Κυλληνίου βλα‐ | |
5 | κεύοντος καὶ τὰ πράγματα ἀναβάλλοντος οὐδὲν ἤνυτεν ὁ Ἰσίδωρος. Οὐ φεισάμενος τοῦ πολυτελεστάτου τῷ ὄντι δαπανήματος, τοῦ χρόνου, κατὰ τὸν εἰπόντα σοφόν. Ὁρῶν δὲ ἐμαυτὸν τῷ θείῳ φωτὶ περιρρεόμενον, πῶς οἴει σφόδρα τὴν ψυχὴν ἐτανυσκόμην; Ἐκμανὴς | |
10 | γενόμενος, ἀνελὼν τὸν πέλεκυν, ἀποτέμνει τὴν αὐτὸς ἑαυτοῦ παιδοσπόρον φύσιν. Καὶ ἐγὼ ταῦτα ἀπήγ‐ γειλα τῷ Ἰσιδώρῳ σοφήν τε καὶ ἔνθεον ἀεὶ προτεί‐ νοντι πρὸς τοὺς μύθους τοὺς ἱεροὺς ἀκοήν. Οἰηθέντα περὶ τῷ σώματι κινδυνεύσειν. Ἀλλὰ τοῦτο μὲν τῆς | |
15 | ἰδιώτιδος ἄρα δεῖγμα προαιρέσεως. Ὀλίγα ἀντὶ πολλῶν ἀποδιδόντι χαρίσια. Ἐναυστολούμεθα πρὸς τὴν Σάμον. Τὸ σῶμα δὲ ἐφυσᾶτο, κάτωθεν ἀρξά‐ μενον ἀπὸ τῶν ποδῶν ἕως ἤδη τῶν βουβώνων καὶ τῆς αἰδοῦς. Κατεκοιμήθην ἐπὶ τῆς νεώς, καὶ πῶς ἀφρο‐ | |
20 | δισιάζομαι τοῖς ὀνείρασι. Κρήδεμνον, φωσσώνιον, ὀρά‐ ριον ῥωμαϊκῶς, προσώπου ἐκμαγεῖον, ἡμιτύβιον. Εἰς τοσοῦτον γὰρ ἀκηκόαμεν φιλοσοφίαν καταφρονηθεῖσαν | |
οὐδὲ πώποτε Ἀθήνῃσιν, ὅσον ἑωράκαμεν ἀτιμαζομένην ἐπὶ Ἡγίου. Ὁ δὲ Ἀρχιάδας τὸ μὲν ὅλον τοῦ πατρὸς | 45 in vol. 6 | |
25 | οὐκ ὀλίγῳ ἦν διαφέρων καὶ πολλῶν ἄλλων εἰς ἀρετήν, τὰ δὲ εἰς φιλοσοφίαν ἄγοντα παρειμένος, ἅτε πρὸς ταῦτα ἀνάγωγος ὢν διὰ τὴν οὐκ ἀκολάκευτον πατρῷαν οὐσίαν, ἱερὰν δὲ ζωὴν προβεβλημένος, εἴπερ τις ἕτερος. Ὁ μὲν οὖν Εὐπείθιος εὐφυέστερος μὲν ἐγένετο, τὰ δὲ | |
30 | ἤθη ἐπισεσυρμένος εἰς ἰδιωτισμόν, ἤδη δὲ καὶ ἀτοπώ‐ τερον ἔχων ἢ κατ’ ἰδιώτην. Ἀσθενῶν αὐτὸς τὸ σῶμα καὶ οὐ πόρρω τείνων θανάτου. Ὁ δὲ πρὸς μὲν τὸ παραυτίκα δυσχερῶς ἤκουσε τῆς ἀπολογίας, ἅτε μὴ κατ’ ἐλπίδας αὐτῷ πραττούσης τῆς ἀγαθοειδοῦς | |
35 | προαιρέσεως. Τοιαῦτα πολλὰ λέγων τε καὶ ἐπᾴδων ἔπεισε τὸν Ἰσίδωρον ὁ Μαρῖνος δέξασθαι τὸ ψήφισμα τῆς διαδοχῆς· καὶ ἐψηφίσθη διάδοχος ἐπ’ ἀξιώματι μᾶλ‐ λον ἢ πράγματι τῆς Πλατωνικῆς ἐξηγήσεως. Εἰ δὲ θειότερον χρῆμα, ὡς σὺ φῄς, ὦ Ἡγία, ἔλεγε πρὸς | |
Bibl.242349b | αὐτὸν ὁ Ἰσίδωρος, ἡ ἱερατικὴ πραγματεία, φημὶ μὲν τοῦτο κἀγώ· ἀλλὰ πρῶτον ἀνθρώπους γενέσθαι τοὺς ἐσομένους θεοὺς δεῖ. Διὰ τοῦτο καὶ ὁ Πλάτων ἔφη μὴ ἐλθεῖν εἰς ἀνθρώπους μεῖζον ἀγαθὸν φιλοσοφίας. Ἀλλὰ | |
5 | τοῦτο συμβέβηκε νῦν ἐπὶ ξυροῦ ἑστάναι οὐ τῆς ἀκμῆς, τοῦ δὲ ἐσχάτου γήρως ὡς ἀληθῶς. Ἐλάνθανε δὲ ἑαυτὸν ἀνίατα πράγματα καὶ πόρρω μοχθηρίας προβεβηκότα διορθώσασθαι ἐπιχειρῶν· ἤνυτε δὲ οὐδὲν ἐπὶ πλέον. Ἦρι δὲ ἀρχομένῳ, τοῦ Μαρίνου τὸ σῶμα ἀπολιπόντος, | |
10 | ἐβουλεύετο τὰς Ἀθήνας ἀπολιπεῖν ὁ Ἰσίδωρος. Πα‐ ρῄνει δὲ Συριανὸν καὶ Ἡγίαν ὁ Ἰσίδωρος ὡς χρεὼν εἴη φιλοσοφίαν ὑπορρέουσαν ἀνασώσασθαι. | |
12 | Ὅσα παρεῖται χρεὼν ταῖς ἐκλογαῖς συντετά‐ | |
χθαι καλλιέπειαν ἔχοντα. | 46 in vol. 6 | |
15 | Διὰ μηχανῆς τινὸς ἀπόρου καὶ ἀνθρωπίνης ἐλπίδος ἔξω καθεστηκυίας ἐν ἀπορρήτοις τὰ ἀπόρρητα διαμη‐ χανωμένους ὑπέρ τε σφῶν αὐτῶν τῆς οὐρανίας ἐλπίδος καὶ ὑπὲρ τῶν ἄλλων Αἰγυπτίων τῆς ὅλης εὐθημο‐ σύνης. Ἀλλ’ ἐντεῦθέν ποθεν ἀπὸ τῆς τρίτης καὶ | |
20 | περικοσμίου γενέσεως ἀναδήσασθαι τὰ πείσματα τῆς ἀνα‐ γώγου σωτηρίας. Καὶ δὴ Σεβῆρος, ἀνὴρ τῆς Ῥώμης πατρίκιος, ἄλλα τε διηγεῖτο ἐν Ἀλεξανδρείᾳ συνδιαι‐ τώμενος, καὶ ὅτι λίθον ἐθεάσατο ἐν ᾧ σελήνης ἐγί‐ νετο σχήματα μεταμορφουμένης παντοῖα μέν, ἄλλοτε δ’ | |
25 | ἄλλα πρὸς ἥλιον αὐξομένης καὶ μειουμένης ἐνόντα τῷ λίθῳ καὶ αὐτὸν τὸν ἥλιον· ὅθεν ἡ φήμη τοὺς τοιούτους λίθους καλεῖ συνοδίτας. Καὶ ἡλίτην δὲ λίθον ἔλεγεν ἑωρακέναι, οὐχ οἷον οἱ πολλοὶ ἑωράκαμεν, ἀκτῖνας δια‐ φαίνοντα ἀπὸ τοῦ βάθους χρυσίτιδας, ἀλλὰ δίσκον | |
30 | ἡλιοειδῆ κείμενον μέσον τοῦ λίθου, σφαῖραν αὐτόθεν πυρὸς ὡς ἰδεῖν· ἀπ’ αὐτῆς δὲ τὰς ἀκτῖνας ἐκθρώσκειν ἕως ἐπὶ τὴν ἴτυν· εἶναι γὰρ σφαιροειδῆ καὶ ὅλον τὸν λίθον. Ἰδεῖν δὲ καὶ σεληνίτην, οὐ τὸν ὕδατι τεγγόμενον, εἶτα ἐκφαίνοντα τὸν μηνίσκον, καὶ διὰ τοῦτο ὑδροσε‐ | |
35 | ληνίτην καλούμενον, ἀλλὰ κατὰ φύσιν τὴν ἑαυτοῦ τρε‐ πόμενον ὅτε καὶ ὅπως ἡ σελήνη τρέποιτο, θαυμάσιον χρῆμα τοῦτό γε φύσεως. Τυφλῆς δὲ καὶ ἀσαφοῦς τῆς φήμης περιπλανωμένης. Ὁ μὲν οὖν πλεῖστος λόγος ἀπολωλέναι τὸν Αἰγύπτιον, διεφέρετο δὲ ὅμως | |
Bibl.242350a | καὶ σωτηρίας τις ἄγγελος φήμη. Καὶ τάχα ἂν ἥδε ἡ πάθη ἀπροαίρετος ἂν εἴη, καὶ διὰ τοῦτο συμβαίνοι ἂν ἴσως καὶ ταῖς ἀκηράτοις. Τὰ βέλτιστα παραι‐ νῶν, καὶ παροξύνων τῷ λόγῳ τοὺς ἐν τῷ ἔργῳ βλα‐ | |
5 | κεύοντας. Ὅτι τριῶν ὄντων εἰδῶν τῆς ψυχῆς τριττὴ | |
καὶ ἡ πολιτεία, καὶ ἔχει μὲν ἑκάστη τὰς τρεῖς, ἀλλ’ ἑνὶ διαμορφοῦται καὶ ὀνομάζεται τῷ ἐπικρατοῦντι. Καὶ λό‐ γῳ μὲν ἰθύνεται, ὡς ὁ ἐπὶ Κρόνου βίος, ἡ λεγομένη χρυσῆ γενεά, ἢ τὸ θεῶν ἀγχίσπορον γένος, οἷα ἐν σχήματι | 47 in vol. 6 | |
10 | μύθου σεμνύνουσιν οἱ ἐν τῷ τρίποδι τῆς Μούσης κα‐ θήμενοι ποιηταί. Θυμῷ δὲ διανισταμένην πολιτείαν τὴν ἐπὶ πολέμους καὶ μάχας, καὶ ὡς ἐπίπαν φάναι, τὴν περὶ πρωτείων καὶ δόξης ἀγωνιζομένην, οἵαν γενέσθαι τὴν ἐπὶ τῆς ἱστορίας ἑκάστοτε θρυλουμένην ἀκούομεν. Ἐπιθυμίᾳ | |
15 | δὲ τὴν πανταχῇ διαρρέουσαν καὶ ὑπὸ τρυφῆς ἀκολά‐ στου διεφθαρμένην, ταπεινὰ καὶ γυναικεῖα φρονοῦσαν, δειλίᾳ σύνοικον καὶ ἐν πάσῃ ὑηνείᾳ καλινδουμένην, φιλοχρήμονα, μακροπρεπῆ, δουλεύειν ἀσφαλῶς ἐθέ‐ λουσαν, οἵα τῶν ἐν τῇ νῦν γενέσει πολιτευομένων ἡ | |
20 | ζωή. Προθυμότατος εἰς ἀποδημίαν οὐ τὴν μάταιον καὶ τρυφῶσαν, εἰς ἀνθρώπινα οἰκοδομήματα καὶ μεγέθη καὶ κάλλη πόλεων διαχαίνουσαν· ἀλλ’ εἴ πού τι θαυ‐ μαστὸν ἀκήκοεν ἢ ἱεροπρεπὲς ἢ ἀφανὲς ἢ φανόν, αὐ‐ τόπτης ἠβούλετο γενέσθαι τοῦ θαύματος. Αὐτὴν δὲ | |
25 | τὴν ψυχὴν ἐν ταῖς ἱεραῖς εὐχαῖς πρὸς ὅλον τὸ θεῖον πέλαγος ἔλεγε, τὰ μὲν πρῶτα συναγειρομένην ἀπὸ τοῦ σώματος εἰς ἑαυτήν, αὖθις δὲ ἐξισταμένην τῶν ἰδίων ἠθῶν καὶ ἀναχωροῦσαν ἀπὸ τῶν λογικῶν ἐν‐ νοιῶν ἐπὶ τὰς τῷ νῷ συγγενεῖς, ἐκ δ’ αὖ τρίτων ἐν‐ | |
30 | θουσιῶσαν καὶ παραλλάττουσαν εἰς ἀήθη τινὰ γαλήνην θεοπρεπῆ καὶ οὐκ ἀνθρωπίνην. Τοῦτον ἐπαινῶν Ἰσί‐ δωρος ὁ φιλόσοφος κατὰ στόμα εἶχε. Μετριωτέρα γὰρ πειθὼ καὶ παραίνεσις τῆς ἀπὸ τῶν ἄλλων λόγων τοῖς πολλοῖς ἡ ἀπὸ τῆς ἱστορίας, καὶ μᾶλλον τῆς πα‐ | |
35 | λαιοτέρας ἡ ἀπὸ τῆς νεωτέρας καὶ τοῖς ἀκροωμένοις φέρουσά τι γνωριμώτερον. Οἱ δὲ καὶ ἐν τοῖς Αἰ‐ γυπτίοις φιλοσοφήμασι τὸν Ἰσίδωρον συνεργὸν καὶ συγκυνηγέτην παρελάμβανον τῆς ἐν βυθῷ κεκρυμ‐ μένης ὡς ἀληθῶς ἱερᾶς ἀληθείας· καὶ πολλαχοῦ φῶς | 48 in vol. 6 |
40 | ἀνῆπτεν αὐτοῖς ἐν ταῖς ζητήσεσι τῆς ἀρχαιοτρόπου | |
Bibl.242350b | σοφίας. Τὸ δὲ σύμπαν αὐτῷ τῆς εὐπορίας οὐκ ἀπὸ βιβλίων καὶ δοξασμάτων ἐπορίζετο ἀλλοτρίων διὰ μνήμης, ἀλλ’ ἕξιν τινὰ βεβαίαν καὶ πάμφορον ἀλη‐ θείας τῆς γε τοιαύτης ἀπ’ ἀρχῆς ἐκτήσατο. Καὶ | |
5 | δύσεται τοῖς ἀνθρώποις, ἅτε οὐ δυναμένοις αὐτοῦ φέ‐ ρειν τὴν θείαν ἀνατολήν. Ἠναγκάζετο ἐπιμελεῖσθαι τῆς τῶν παίδων εὐαγωγίας. Καὶ μὴν καὶ ἐν ταῖς ἐξηγήσεσιν ἐνδεέστερος τῷ λόγῳ ἢ ὥστε ἑρμηνεύειν τὰ δοκοῦντα ἀποχρώντως. Οὐ μὴν οὐδὲ ἐνταῦθα ἀβοήθη‐ | |
10 | τος ἦν ὑπὸ τῆς φύσεως καὶ τῆς ἄλλης μελέτης, ἀλλὰ κατεβάλλετο μὲν σπουδὴν πρὸς τὴν σαφήνειαν, τὴν δὲ τῶν ὀνομάτων εὐρυθμίαν ἀφιεὶς ἑτέροις, πρὸς ἐπίδειξιν εἴχετο τῶν πραγμάτων, οὐ λόγους τὸ πλέον ἢ νοήσεις φθεγγόμενος, οὐδὲ νοήσεις μᾶλλον ἢ τὰς | |
15 | οὐσίας αὐτῶν τῶν πραγμάτων ἄγων εἰς φῶς. Τὴν περὶ τὸ θεῖον ἁγιστεύουσαν θέμιν. Εὐφραίνετο δὲ ὁρῶν τὸν Πρόκλον ὁ Ἰσίδωρος αἰδοῖόν τε ἅμα καὶ δεινὸν ἰδεῖν, αὐτὸ δοκῶν ἐκεῖ ὁρᾶν τὸ φιλοσοφίας τῷ ὄντι πρόσωπον. Ἐπεὶ καὶ ὁ Πρόκλος ἐθαύμαζε | |
20 | τοῦ Ἰσιδώρου τὸ εἶδος ὡς ἔνθεον καὶ πλῆρες εἴσω φι‐ λοσόφου ζωῆς. Ὁ δὲ Σαλούστιος οὐκέτι τῷ δικα‐ νικῷ ἀλλ’ ἤδη τῷ σοφιστικῷ βίῳ προσεῖχε τὸν νοῦν. | |
Ἐξέμαθε δὲ καὶ τοὺς δημοσίους ἅπαντας τοῦ Δημοσθέ‐ νους λόγους. Καὶ δὴ λέγειν ἦν ἱκανός, οὐ τοὺς νέους | 49 in vol. 6 | |
25 | μιμούμενος σοφιστάς, ἀλλὰ πρὸς τὸν ἀρχαῖον τόνον τῆς λογογραφίας ἁμιλλώμενος. Ἀμέλει καὶ ἔγραψε λόγους οὐ πολύ τι ἐκείνων λειπομένους. Ἀνυ‐ πόδετος περιιὼν τὴν οἰκουμένην, ὡς φάναι λόγον, ἅπασαν. Ὅτι τὰ ἕδη καὶ ἐπὶ αὐτῶν λαμβάνει τῶν | |
30 | τεμενῶν, τάττεται δὲ καὶ ἐπὶ τῶν ἀγαλμάτων· λέγεται δὲ ἕδος καὶ τὸ ἔδαφος τοῦ νεώ. Ὄναρ μὲν μυριάκις παρῆν ὡς φάναι τὸ ἔπος, ἅπαξ δὲ καὶ ὕπαρ ἐφάνη τὸ φάσμα. Περιορώμενον τὸν ἄνθρωπον ἀντὶ τοῦ ἐμβλέπον ἀκριβῶς, ἐπισκοποῦν, ἐναντίως τῆς τῶν πολ‐ | |
35 | λῶν χρήσεως. Ἀκώλυτοι διέμενον ὑπὸ τῶν εἰωθό‐ των κατὰ τὸ ἀνθρώπινον κωλυμάτων. Οὐδείς ἐστιν οὕτω τὸ θεῖον ἐκκεκωφημένος, ὃς οὐκ αἰσθάνεται αὐτοῦ τῆς ἐνεργείας πάσης μέν, οὐχ ἥκιστα δὲ τῆς κολαζούσης τοὺς ἁμαρτάνοντας. Οὐκ ἂν ἁμάρτοι Μούσης ἀλη‐ | |
40 | θοῦς, ἢ οὐκ ἂν ἁμάρτοι ἀληθείας ἱερᾶς. Οἱ τῆς | |
Bibl.242351a | ἀλλοφύλου δόξης ἑταῖροι καὶ συστασιῶται. Καὶ πρὸς φιλοσοφίαν ἔρρωντο, καίτοι ἀρχὴν ἀτυχοῦντες εὐαγωγίας φιλοσόφου. Καὶ τῇ εὐχῇ χρησάμενος εἰς τὴν συνήθη καὶ ἀνθρωπίνην αἴσθησιν ἀπὸ τῶν ἀλλοκότων | |
5 | ὄψεων ἐπανῆλθε. Καὶ δὴ ἐξέδωκεν ἱκνουμένῳ τῷ τοῦ γάμου καιρῷ. Ἀλλὰ καὶ τρίβωνα φιλοσοφίας περιβαλών, ὡς φιλόσοφον, τὴν νύμφην. Τῆς περὶ τὰ θεῖα διατριβούσης θρησκείας, ὅση τε ῥητὴ καὶ ὅση ἀπόρρητος. Οὐδ’ εἰς Ἀφροδισιάδα μετεχώρησε πα‐ | |
10 | ρακληθείς. Ἄπαιδα βίον τῇ γυναικὶ συμβεβίωκεν. | |
Ὁ δὲ Ἱλάριος φιλοσοφῶν μέν, ἐκδεδιῃτημένος δὲ τὰς ὑπογαστρίους ἡδονάς, οὐκ ἔτυχε Πρόκλου διδασκάλου. Πεπεῖσθαι ἔλεγε πολυχρονιώτερόν οἱ γενέσθαι τὸν μετὰ τοῦ σώματος βίον διὰ τὴν δεξιότητα τῆς γυναικός. Καὶ | 50 in vol. 6 | |
15 | ταῦτα ἔλεγεν οὐ χάριν ὁμολογῶν, ὡς ἄν τῳ δόξειεν, ἀλλὰ δυσχεραίνων πρὸς τὴν ἐν σώματι διατριβήν, καὶ εἰς ἐκείνην ἀναφέρων, ὅσα γε εἰς ἄνθρωπον, τὴν τοῦ θανάτου ἀναβολήν. Καὶ τῆς γυναικὸς ἐπῄνει τὴν εὐαγωγίαν καὶ συνήδετο. Κατελεήσας τοῦ γάμου τὰς | |
20 | πρώτας ἐλπίδας ὁ θεὸς ἐδίδου σύμβολον τῆς ἐσομένης γονῆς· καὶ τὴν γαμετὴν λοιπὸν ἑώρα ἐπίτεκα οὖσαν ὁ ἀνήρ. Καὶ οὐδὲν ἐμποδὼν πρὸς τὴν ἀνάγνωσιν τῷ Ἀσκληπιοδότῳ ὁ σκότος ἐγίνετο. Διηγεῖτο δὲ ἄλλα τε ὧν ἀκήκοε, καὶ δὴ καὶ τῆς αὐτοῦ ὄψεως οὐκ ὀλίγα | |
25 | θαύματος ἄξια. Ἡ δ’ ἄγνωστος φωνὴ ὅτου εἴη τὴν ναῦν ἀνακωχάζειν ἐκέλευε. Τοῦ ὀμμακοΐου τῆς αὐ‐ τοψίας καὶ ἀκοῆς ἅμα. Καὶ διετέλεσεν ἄχρι θα‐ νάτου ἀμιγὴς παντὸς σώματος. Οὐδ’ ἔστιν ὅστις ἐσυκο‐ φάντησεν αὐτὸν ἐπὶ τοιαύταις διαβολαῖς, οὐδὲ τῶν | |
30 | ἐχθίστων. Ὁ δὲ Μαρῖνος τῷ ἀτόνῳ τῆς φύσεως οὐδὲ τοῦ Παρμενίδου τὴν ὑπεραίρουσαν ἐξήγησιν τοῦ δι‐ δασκάλου ἤνεγκεν, ἐπὶ τὰ εἴδη δὲ τὴν θεωρίαν κατή‐ γαγεν ἀπὸ τῶν ὑπερουσίων ἑνάδων, ταῖς Φίρμου καὶ Γαληνοῦ τὸ πλέον ἐννοίαις ἐπισπώμενος ἢ ταῖς ἀκη‐ | |
35 | ράτοις ἐπιβολαῖς τῶν μακαρίων ἀνδρῶν. Ἐθερά‐ πευε τὰ δίκαια καὶ φιλοσοφίᾳ πρέποντα, ἀλλ’ οὐ τὸν θῶπα τρόπον καὶ βάναυσον. Διὰ τὴν στάσιν ὁ Μα‐ ρῖνος ἐξ Ἀθηνῶν εἰς Ἐπίδαυρον ἀνεχώρησε, τὰς ἄχρι τοῦ σώματος ἐκβαινούσας ἐπιβουλὰς ὑφορώμενος. Ὁ | |
40 | δὲ Μαρῖνος, καὶ αὐτὸς ὁ Πρόκλος, οὐ τῇ ἑτέρᾳ μόνον | |
Bibl.242351b | ἀλλ’ ἀμφοῖν τοῖν χεροῖν τοῦ Ἰσιδώρου περιείχοντο. Ὁ δὲ Πρόκλος ὁρῶν αὐτοῦ τὴν προθυμίαν ἄτρυτον οὖ‐ σαν καὶ τὴν φιλομάθειαν ἀκόρεστον, πηγὰς λόγων εἰς τὴν ἐκείνου ψυχὴν ἀφιεὶς ἱερῶν τε καὶ φιλοσόφων, γαννύ‐ | 51 in vol. 6 |
5 | μενος αὐτῷ διετέλει πλατεῖαν ὑπέχοντι καὶ ἀριήκοον τὴν τῆς διανοίας ὑποδοχήν. Εἶξε δεδιὼς τὴν ἑκα‐ τέρου ἐπιτίμησιν καὶ ἅμα λύπην ἀγανακτοῦσαν. Ἔσει‐ σεν ὑπερφυῆ τινα σεισμὸν καὶ οὐ φύσεως ἔκγονον. Ἦν ἄρα τις Ἀττικὴ γυνή, πολλὰς εἰδυῖα μηχανὰς εἰς πει‐ | |
10 | θώ, ὡς διέδειξεν. Οὐ μιᾷ χειρὶ δωρούμενος ἀλλ’ ἀμφοῖν, κατὰ τὴν παροιμίαν. Τοιοῦτος ἦν τό τε σῶμα καὶ τὴν ψυχήν, ὥστε καταπληγνύναι τῇ συννοίᾳ τοὺς ἐντυγχάνοντας, ἡνίκα καιρὸς ἦν σεμνότητος καὶ ἐμβριθεστέρων ἠθῶν τε καὶ λόγων· χαρίεις δ’ αὖ πρὸς | |
15 | τοὺς χαρίεντας. Ἀντὶ γὰρ φιλοσοφίας καὶ ἀπραγμο‐ σύνης εὐδαίμονος εἰς πολιτείαν ἑαυτὸν καὶ εἰς ἀρχὰς ἐξέωσε φέρων. Φύσει δὲ ὢν φιλόνεικος καὶ ἀήττητος ἐφ’ ὅ τι ἂν ὁρμήσειε, καὶ φιλόδοξος ὡς οὐκ οἶδ’ ἕτερος, ἐπὶ τιμίοις ἔργοις τε καὶ λόγοις καὶ τὴν ἀρετὴν | |
20 | εἰς τὸ ἔξω προάγουσι τῆς ψυχῆς, προσκρουστικὸς ἀεὶ καὶ ἁμιλλητικὸς πρὸς τοὺς ὑπερέχοντας ἦν. Ἠβούλετο δὲ μόνον ἀξιωθῆναι ὁ δεόμενος τῆς τὸν ἄρχοντα προσ‐ κυνούσης ἐντεύξεως. Οἱ δὲ πλεῖστοι ὠρθοῦντο πρὸς τὰ ἀρχαῖα ταῖς ἐλπίσιν. Ὄργανον ὁ Παμπρέπιος | |
25 | ἐπιτήδειον τῆς πρὸς τὸ κάλλιον ἀντιπνεούσης ἀνάγκης ἦν. Κατὰ τὸν ἱκνούμενον χρόνον, ἀντὶ τοῦ κατὰ τὸν ἐπιόντα. Ὅτι τοὺς κατὰ τῆς ἱερᾶς ἡμῶν καὶ ἀκα‐ ταλύτου πίστεως ἐπιλυττήσαντας ὁ Δαμάσκιος ἀριθμού‐ μενος καὶ ἄκων καὶ ὑπὸ τῆς κατὰ τὴν ἐνάρ‐ | |
30 | γειαν ἀληθείας βιαζόμενος τάδε ἀναγράφει· «Ἐπεχεί‐ ρησε μὲν γὰρ Ἰουλιανὸς ὁ βασιλεύς, ἀλλ’ ἐτέων οὐκ ἐπέβη πισύρων, ἐπεχείρησε δὲ χρόνοις ὕστερον καὶ Λού‐ κιος, ἀνὴρ ἐν Βυζαντίῳ τὴν στρατηγίδα ἀρχὴν ὑπὸ βα‐ σιλεῖ Θεοδοσίῳ κοσμῶν, ὃς πειραθεὶς τὸν βασιλέα ἀνε‐ | 52 in vol. 6 |
35 | λεῖν εἴσω τῶν βασιλείων παρῆλθε, καὶ τρὶς θελήσας ἐξελκύσαι τοῦ κολεοῦ τὸ ξίφος ἀπετρέπετο καταπεπληγ‐ μένος· ἑώρα γὰρ ἐξαίφνης γυναῖκα μεγάλην καὶ βλο‐ συρὰν περιπτυσσομένην κατὰ νώτων Θεοδόσιον. Μετὰ ταῦτα ὁ μέγας τῆς Ἕω στρατηλάτης ἐπεχείρησεν, | |
40 | ἀλλ’ ἐπεσχέθη βίαιον εὑράμενος θάνατον· ἀπὸ γὰρ τοῦ | |
Bibl.242352a | ἵππου πεσὼν καὶ τὸ σκέλος κακῶς διατεθεὶς ἐτελεύ‐ τησε τὸν βίον. Εἶτα Σεβηριανός, φησίν, ὁ πολίτης ἡμῶν ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις μετὰ καὶ ἄλλων συχνῶν· ἀλλ’ ὀλίγου δεῖν θανάτῳ ἐζημιώθη δι’ ἀπιστίαν τῶν συνει‐ | |
5 | δότων, ἄλλων τε ἴσως, καὶ Ἑρμενερίχου τοῦ Ἄσπερος παιδὸς ἐξειπόντος τὴν συνωμοσίαν τῷ Ζήνωνι. Πρὸς οἷς Μάρσος καὶ Ἴλλους· ὧν ὁ μὲν Μάρσος ἐν αὐτῇ τῇ ἐπαναστάσει νόσῳ τέθνηκεν, ὁ δὲ Ἴλλους συλληφθεὶς ξίφει τὸν βίον κατέστρεψεν». Ἀκοντίζει τὴν κεφαλὴν | |
10 | εἰς τὸ τῶν πολεμίων στρατόπεδον, ἄνωθεν ἀπὸ τῆς πέ‐ τρας ἀποδισκεύσας. Ὁ δὲ Ἀμμώνιος αἰσχροκερδὴς ὢν καὶ πάντα ὁρῶν εἰς χρηματισμὸν ὁντιναοῦν, ὁμο‐ λογίας τίθεται πρὸς τὸν ἐπισκοποῦντα τηνικαῦτα τὴν κρατοῦσαν δόξαν. Γρυμαία ἔκειτο παντοδαπῶν | |
15 | βιβλίων. Ὅταν ἀφροδισιάζῃ ἐπὶ παιδοποιίᾳ πολι‐ τικῇ. Λόγους, φησὶν ὁ συγγραφεύς, ἐπεδεικνύμην πρότερον, τὸν ἐπὶ ῥητορικῇ τρίβωνα περιθέμενος, ὥστε | |
ἦν καὶ τρίβων ῥητορικός, ὡς καὶ φιλόσοφος. Πεφύ‐ κασι δὲ ἄνθρωποι τῇ μισοπράγμονι ζωῇ τὴν ἀρετὴν | 53 in vol. 6 | |
20 | ἐπιφημίζειν, οὐχ οὕτως ἔχον κατά γε τὴν ἐμὴν κρίσιν. Ἡ γὰρ ἐν μέσῃ τῇ πολιτείᾳ διὰ τῶν πολιτικῶν ἔργων τε καὶ λόγων ἀναστρεφομένη ἀρετὴ γυμνάζει τε τὴν ψυ‐ χὴν πρὸς τὸ ἐρρωμενέστερον, καὶ βεβαιοῦται μᾶλλον ἐπὶ τῆς πείρας ὅσον αὐτῆς ὑγιές τε καὶ ὁλόκληρον· ὅσον | |
25 | δὲ κίβδηλον καὶ ἐπίπλαστον ἐμφωλεύει ταῖς ἀνθρωπί‐ ναις ζωαῖς, τοῦτο πᾶν διελέγχεται καὶ ἑτοιμότερον κα‐ θίσταται πρὸς διόρθωσιν. Τὸ δὲ ἀγαθοεργόν τε καὶ ὠφελητικὸν ὅσον ἐστὶν ἐν τοῖς πολιτεύμασι; Τὸ δὲ θαρ‐ ραλέον καὶ βέβαιον, ἡλίκον; Τοιγαροῦν οἱ ἐν γωνίᾳ κα‐ | |
30 | θήμενοι λόγιοι, καὶ πολλὰ φιλοσοφοῦντες εὖ μάλα σεμνῶς περὶ δικαίου καὶ σωφροσύνης, ἐκβαίνειν ἐπὶ τὰς πράξεις ἀναγκαζόμενοι δεινὰ ἀσχημονοῦσιν. Εἰς Ἀθήνας καὶ Πρόκλον ἀπαίρει ἔτι διακρατούμενον ἐν τῷ σώματι. Σεμνὸς ὢν ἅμα καὶ εὐόμιλος ὁ Ἀγά‐ | |
35 | πιος, τήν τε ἀρχαίαν γλῶτταν ὑπὲρ τὸν ἰδιώτην με‐ λετήσας, ἐπέστρεψεν εἰς ἑαυτὸν τοὺς ἐν Βυζαντίῳ ἀν‐ θρώπους, θαῦμα δὲ ἑαυτοῦ παρέσχετο καὶ ἐν Ἀλεξαν‐ δρείᾳ τοῖς λογιμωτέροις· ὥρμητο γὰρ ἀπὸ πάσης τῆς παιδείας, ζητητικός τε καὶ κριτικὸς ἠβούλετο εἶναι γραμ‐ | |
40 | ματικῶν | |
Bibl.242352b | τε καὶ ῥητορικῶν, καὶ συλλήβδην εἰπεῖν, ἐδόκει τετράγωνος εἶναι καὶ ἦν τὴν σοφίαν. Καὶ εἰς κλέος ὁ Γέσιος μέγα ἀνέβη, οὐ μόνον ἰατρικῆς εἵνεκα παρα‐ σκευῆς, τῆς τε διδασκαλικῆς καὶ τῆς ἐργάτιδος, ἀλλὰ | |
5 | καὶ τῆς ἄλλης πάσης παιδείας. Διαλεκτικαῖς συνου‐ σίαις ἀρδόμενος τὴν ψυχήν. Ὅτι ἀγαγομένῳ Ἰσι‐ δώρῳ Δόμναν γυναῖκα τίκτεται αὐτῷ παῖς ἐξ αὐτῆς· Πρόκλον τὸ παιδίον ἐπωνόμασε. Καὶ ἡ Δόμνα ἐπί γε | |
τῷ τόκῳ πέμπτῃ ὕστερον ἡμέρᾳ ἀποθνῄσκει, κακοῦ θη‐ | 54 in vol. 6 | |
10 | ρίου καὶ πικροῦ συνοικεσίου ἐλευθερώσασα τὸν φιλόσοφον ἑαυτῆς. Ὅτι ὁ ἐν Βηρυτῷ, φησίν, Ἀσκληπιὸς οὐκ ἔστιν Ἕλλην οὐδὲ Αἰγύπτιος, ἀλλά τις ἐπιχώριος Φοῖ‐ νιξ. Σαδύκῳ γὰρ ἐγένοντο παῖδες, οὓς Διοσκούρους ἑρ‐ μηνεύουσι καὶ Καβείρους. Ὄγδοος δὲ ἐγένετο ἐπὶ τού‐ | |
15 | τοις ὁ Ἔσμουνος, ὃν Ἀσκληπιὸν ἑρμηνεύουσιν. Οὗτος κάλλιστος ὢν θέαν καὶ νεανίας ἰδεῖν ἀξιάγαστος, ἐρώ‐ μενος γέγονεν, ὥς φησιν ὁ μῦθος, Ἀστρονόης θεοῦ Φοινίσσης, μητρὸς θεῶν. Εἰωθώς τε κυνηγετεῖν ἐν ταῖσδε ταῖς νάπαις, ἐπειδὴ ἐθεάσατο τὴν θεὸν αὐτὸν | |
20 | ἐκκυνηγετοῦσαν καὶ φεύγοντα ἐπιδιώκουσαν καὶ ἤδη κα‐ ταληψομένην, ἀποτέμνει πελέκει τὴν αὐτὸς αὑτοῦ παι‐ δοσπόρον φύσιν. Ἡ δὲ τῷ πάθει περιαλγήσασα, καὶ Παιᾶνα καλέσασα τὸν νεανίσκον, τῇ τε ζωογόνῳ θέρ‐ μῃ ἀναζωπυρήσασα θεὸν ἐποίησεν, Ἔσμουνον ὑπὸ | |
25 | Φοινίκων ὠνομασμένον ἐπὶ τῇ θέρμῃ τῆς ζωῆς. Οἱ δὲ τὸν Ἔσμουνον ὄγδοον ἀξιοῦσιν ἑρμηνεύειν ὅτι ὄγδοος ἦν τῷ Σαδύκῳ παῖς. Ἐν σκότῳ διωλυγίῳ πολὺ φῶς ἀνάψας. Τοῦτον ἀπεδέξαντο τοῦ νεανί‐ σκου τὸν λόγον καὶ ἠγάσθησαν οἱ ἀμφὶ τὸν Μαρῖνον, | |
30 | πῶς οἴει σφόδρα. Οὔπω ἐξερρώγει τὰ δύσκολα τῆς ὑποθέσεως. Ἐμὲ δὲ ἐπεσπάσατο ἡ ῥύμη τοῦ λόγου πρὸς τὰ μετὰ ταῦτα ἐκβεβηκότα ποιήσασθαι τὴν ἐκβολήν, ἐπακολουθήσαντα παριόντι τῷ βίῳ τῶν δια‐ δόχων, οὓς εἵλετο Πρόκλος. Ὃ δὲ καὶ παράδοξον | |
35 | ἀκοῦσαι, μετὰ σεμνότητος εὐγενοῦς καὶ βεβαίας ἐφαί‐ νετο τοῖς παροῦσι χαρίεις, τὰ μὲν πολλὰ σπουδάζων εἰς τὸ κοινὸν τοῖς ἀκούουσιν ὄφελος, ἀνιεὶς δὲ ἐνίοτε τῷ παίζοντι τὴν σπουδήν, καὶ σκώπτων εὐφυῶς τοὺς ἁμαρτάνοντας, ὥστε ἐπικαλύπτειν τῷ γελοίῳ τὸν ἔλεγ‐ | |
40 | χον. | |
Bibl.242353a | Εἰς ὕψος καὶ μῆκος οἷον θαυμάσιον. Ὥστε τὰ ἀρχαῖα καὶ πρὸς τὸ μυθῶδες ἐκνενικηκότα μηκέτι ἄπιστα εἶναι. Καὶ ᾔτει παρ’ ἐμοὶ ὑποδοχὴν λαν‐ θάνουσαν. Ὁ δὲ Θεοσέβιος τὸν τῆς σωφροσύνης | 55 in vol. 6 |
5 | δακτύλιον, ὃν ὁ Χαλδαῖος εἰσιὼν παραδίδωσι, τοῦ‐ τον οὗτος κατασκευασάμενος, προσελθὼν τῇ γυναικὶ ἔφη· «Πάλαι μέν σοι ἐπιδέδωκα δακτύλιον ἁρμοστὴν παιδουργοῦ συμβιώσεως· τὰ νῦν δὲ τοῦτον ἐπιδίδωμί σοι σωφρονιστήν, ἐπίκουρον παρεσόμενον τῆς σώφρο‐ | |
10 | νος οἰκουρίας». Ἡ δὲ ἀσμένως ἐδέξατο, καὶ συνέζησε τῷ ἀνδρὶ τὸν λοιπὸν χρόνον ἄνευ σωματικῆς κοινωνίας. Τῷ δὲ φυλακτηρίῳ τούτῳ τὸ δραστήριον οὐκ ἐπὶ τῇ γαμετῇ μόνον ἀλλὰ καὶ ἐφ’ ἑαυτοῦ πάλαι εἰώθει μαρ‐ τυρεῖν· καὶ γὰρ ὅτε νεώτερος ἦν, ὡμολόγει καὶ αὐτὸς | |
15 | ἀγωνιεῖσθαι τὸν παιδείας ἀγῶνα πρὸς τοὺς γενεσιουργοὺς πολεμίους, τούς τε ἔξωθεν ἐπιτιθεμένους καὶ τοὺς ἔνδον προδιδόντας. Καταβοῶν δὲ τῶν αἰσθήσεων πα‐ σῶν, μᾶλλον τῶν ἄλλων τῆς ἁπτικῆς κατεβόα· εἶναι γὰρ αὐτὴν τῷ ὄντι χθονίαν καὶ ἀντίτυπον καὶ κατασπῶ‐ | |
20 | σαν τὴν ψυχὴν εἰς τὸν τῆς γενέσεως ἀέναον ὀχετόν. | |
Bibl.243353a(22) | Ἀνεγνώσθη ἐκ τῶν Ἱμερίου τοῦ σοφιστοῦ διά‐ φοροι μελέται. Τοὺς ὡραιοτέρους δὲ τῶν αὐτοῦ λόγων ἡ ἐκλογὴ δρεπομένη τὴν τούτων ἔκδοσιν ἀποθησαυρίζει. | |
24 | ||
25 | Ἐκ τοῦ ὑπὲρ Δημοσθένους Ὑπερίδου· ἐκ τῆς θεωρίας. | |
26 | Ὕποπτος μὲν καὶ σφαλερὰ παντὶ δήμῳ τοιαύτη | |
συμβουλή, καὶ οὐ μικρὰ λυποῦσα πρὸς πειθὼ τὸν ἀκού‐ οντα. Ἀμφότεροι γὰρ δημοτικοὶ καὶ πρὸς τὸ βέλτιον | 56 in vol. 6 | |
30 | ὑπειλημμένοι τυγχάνουσιν. Οὐδὲ τοῖς γυμνοῖς χρῆ‐ σθαι τῶν ὀνομάτων, ἀλλὰ τοῖς δι’ ἐμφάσεως τὸ βού‐ λημα σημαίνουσιν. | |
32 | Ἐκ τῆς μελέτης αὐτὸ τὸ προοίμιον. | |
33 | Ὤιετο μέν, ὦ Ἀθηναῖοι, Φίλιππος δι’ ἑνὸς τούτου | |
35 | κηρύγματος οὐ Δημοσθένην μόνον ἀλλὰ καὶ πάντας ὑμῶν ἀφαιρήσεσθαι τοὺς δημαγωγούς, ὅσοι μετ’ ἐκείνου δόντες ἑαυτοὺς τῇ πολιτείᾳ, Φιλίππῳ μὲν ἄβατον τὴν Ἀττικήν, τῇ πόλει δὲ ἀκέραιον μέχρι νῦν τὴν ἐλευ‐ θερίαν διετηρήσαμεν. Δόξομεν γὰρ ἑκόντες ἤδη καὶ οὐκ | |
40 | ἄκοντες δυστυχεῖν τε καὶ ὑποβεβλῆσθαι Φιλίππῳ. Ὁ δὲ | |
Bibl.243353b | ἐπὶ τοὺς βαρβάρους ἐτράπετο πρότερον, καὶ τὴν ἐκεῖ κενώσας ἤπειρον ἐπὶ τὰ καίρια μέρη λοιπὸν τῆς πό‐ λεως καὶ τῶν Ἑλλήνων ἐφέρετο, πανταχόθεν ἡμᾶς περιστοιχιζόμενος κατὰ τοὺς δεινοὺς τῶν θηρατῶν, οἳ | |
5 | τοσοῦτον φείδονται τῶν θηρίων χρόνον, ὅσον ἔτι πα‐ ρασκευάζονται. Ἐκίνησε δὲ ἡμᾶς οὐδὲν οὐδὲ ἀντιλαβέσθαι τῶν πραγμάτων ἠνάγκασεν, οὐ διορυττομένη Πελο‐ πόννησος, οὐ τὸ πτῶμα τὸ Φωκικόν, οὐκ Εὔβοια μετὰ τῶν τροπαίων τῶν Μηδικῶν τυραννουμένη, οὐκ Ἀρ‐ | |
10 | καδία δουλεύουσα, οὐ τὰ Ἠλεῖα ἀτυχήματα· ἀλλὰ καὶ Χερρόνησον πειραζομένην ἐπείδομεν, καὶ τὸν Ἑλλήσ‐ ποντον ἀλλοτριούμενον ὁρῶντες ἐμέλλομεν. Τίς γὰρ λοιμὸς ἢ σεισμὸς τοσαύτας πόλεις ἐκένωσεν ἢ το‐ σαῦτα γένη ἀνθρώπων ἠφάνισε καὶ κατέδυσεν, ὅσα | |
15 | Φίλιππος καὶ ὁ Φιλίππου χρόνος; Οἶδε γὰρ ἀκριβῶς, | |
ὧν τε μηδέπω τυγχάνει, διὰ τοῦτον ἀποστερούμενος, καὶ ὧν ἔχει μηδὲν ἂν λαβών, εἰ συμβουλεύοντι Δημο‐ σθένει τις ἐπείθετο. Οὐδὲ κατὰ τῶν πόλεων μόνων δωροδοκεῖ ταῖς τῶν προδοτῶν ἐπηρμένος γνώμαις ὁ | 57 in vol. 6 | |
20 | Φίλιππος, οὐδὲ ἆθλα τῶν πατρίδων προτίθησιν, οὐδὲ κατὰ τῶν δήμων ὁπλίζει τοὺς ἀλάστορας· ἀλλ’ ἐπὶ τοὺς ῥήτορας, ἐπὶ τοὺς δημαγωγοὺς μετενήνοχε τὸ μηχάνημα. Ἀλλὰ καὶ τοὐναντίον ἑορτὴν εἶναι καὶ πανήγυριν ἐκείνην τὴν πρᾶξιν ἅπαντες ἐνομοθέτη‐ | |
25 | σαν. Τότε ἐκεῖνος παρανομεῖν οὐκ ἀπὸ ῥημάτων ἀλλ’ ἀπὸ τῆς φύσεως ἤρχετο. Ἐπετίθει γὰρ θαλάττῃ μὲν ἤπειρον, δι’ ὀρῶν δὲ μέσων ἐναυτίλλετο, θα‐ λάττῃ μὲν ὅσα γῇ, γῇ δὲ ὅσα θαλάττῃ χρώμενος. Καὶ τὰς τριήρεις ἀντὶ τῆς Ἀττικῆς μετοικήσασα, | |
30 | καὶ πάντα ὅσα ἐν ἀνακτόροις, ἐπὶ τῆς θαλάττης ἡ πόλις ἔπραττεν. Οὐ Μακεδόνες ἐπιπολάζουσι τοῖς πράγμασιν, οἱ πρόσθεν ἀγαπητῶς μετὰ τῶν φόρων σῳ‐ ζόμενοι; Παρωσάμενοι δὲ τῆς ἀρχῆς τὴν ἡμετέ‐ ραν πόλιν αὐτοὶ παρέδυσαν εἰς τὴν τάξιν ἐκείνην, ἐφ’ | |
35 | ἧς ἡμᾶς οἱ πρόγονοι κατέλιπον. Τίς νόμος κατή‐ γαγεν ἐπὶ θάλατταν Φίλιππον καὶ στοιχείου μηδὲν αὐτῷ διαφέροντος προσάψασθαι κατηνάγκασεν; Ὅταν μὲν γὰρ τὰ αὐτὰ κελεύωσιν ὅ τε νόμος καὶ ὁ τῶν πραγμάτων καιρός, ἀμφοτέροις διὰ τὸ συμφέρον πείθομαι· ὅταν | |
40 | δὲ ἕτερα μὲν ἡ χρεία ἕτερα δὲ οἱ νόμοι φράζωσι, παρεὶς | |
Bibl.243354a | ἀκούειν τῶν συλλαβῶν ἀκολουθῶ τῷ συμφέροντι. Καὶ τίς οὐκ οἶδεν ὡς ἐκεῖνοι πάλαι τοῖς παρ’ ἡμῖν νομοθέταις ἐρρῶσθαι φράσαντες, καὶ πολλὰ χαίρειν Σό‐ | |
λωνι καὶ Δράκοντι καὶ τοῖς ἄλλοις εἰπόντες ἅπασι, τὸ | 58 in vol. 6 | |
5 | Μακεδονικὸν χρυσίον καὶ τὴν Φιλίππου φιλίαν νόμους καὶ πατρίδα καὶ πολιτείαν καὶ πάντα τὰ τιμιώτατα νομίζουσι; Στηλίτην παρὰ τῷ θεῷ γινόμενον [ἀντὶ τοῦ ἐν στήλῃ θριαμβευόμενον ὧν ἐτόλμησεν.] Ὑφο‐ ρῶμαι Αἰσχίνην· ταράττει γάρ με τὸ δρᾶμα τὸ Φω‐ | |
10 | κικόν, ὅπερ οὐκ ἐπὶ σκηνῆς ἡμῖν ἀλλ’ ἐπὶ τῆς ἀληθείας αὐτῆς ὁ θαυμαστὸς οὗτος τριταγωνιστὴς ἐπεδείξατο. Ἀλλ’ ὅμως καὶ τούτων οὕτως ἐχόντων, εἰρωνεύονται τὸν ἄνθρωπον, καὶ τὸν Πεισίστρατον πολλάκις παραφέρουσι, καὶ οὐκ αἰσχύνονται νῦν μὲν εἰς δειλίαν καὶ μαλακίαν | |
15 | σκώπτοντες, νῦν δὲ μὴ τυραννήσῃ τῆς πόλεως δεδιό‐ τες· ἃ πλεῖστον ἀλλήλων κεχώρισται. Ὁ στόλοις ὅλοις ἐκ τοῦ Πειραιῶς ἐπὶ τοὺς τυράννους ἀναγόμενος. Φθεί‐ ρουσι μὲν τὰ περὶ αὐτὴν τὴν πόλιν, Φιλίππῳ δὲ ὁδο‐ ποιοῦσι τὰ πράγματα. | |
19 | ||
20 | Ἐκ τῆς μελέτης ᾗ Δημοσθένην εἰσάγει συμβου‐ λεύοντα κατάγειν Αἰσχίνην, φήμης ῥυείσης ὅτι Ἀλέξανδρος τοὺς φυγάδας κατάξει. | |
22 | Ὄντος γὰρ ἑκατέρου δεινοῦ, καὶ τοῦ λύειν ψῆφον ἑκόν‐ τας καὶ τοῦ ταῦτα ὑπομεῖναι παρὰ γνώμην ἐξ ἐπιτά‐ | |
25 | γματος, ἧττον ἑκόντας κακὸν τοῦ λύειν ἄκοντας ὑπεί‐ ληφα. Τὸ μὲν γὰρ ἐνδέχεταί ποτε καὶ φιλανθρωπίας δόξαν λαβεῖν· οἱ δὲ ἑτέροις ὑπακούοντες τὴν μὲν αἰ‐ σχύνην ἑαυτῶν ποιοῦσι, τῶν δὲ προσταξάντων τὴν εὔ‐ κλειαν. Κοινολογεῖται καὶ μετὰ βῆμα βασιλεῦσιν | |
30 | Αἰσχίνης, καὶ μετὰ Κτησιφῶντα καὶ τὴν φυγὴν τυ‐ ράννους ἔτι περιεργάζεται. Ἄνθρωπος τὴν Ἀσίαν ὅλην ὑπερπηδήσας τοῖς ὅπλοις, καὶ τῇ φύσει φιλονεικῶν λοιπὸν ὅτι πολεμίους μὴ κέκτηται. Δι’ οὓς ἤρθη το‐ | |
σοῦτος Φίλιππος, δι’ οὓς ἔπεσε τὰ τῶν Ἑλλήνων φρο‐ | 59 in vol. 6 | |
35 | νήματα· παρ’ ὧν σύμμαχοι, τόποι, καιροί, πᾶσα τῶν μεγάλων κατορθωμάτων ἡ πρόφασις. Ἀλλὰ τὸ μὲν Θηβῶν πάθος ὑπερεφώνει τοὺς Ἕλληνας· Ἀλέ‐ ξανδρος δὲ τὴν πόλιν καὶ μετὰ Θήβας ᾐσχύνετο. Καίτοι γε εἶχέ τι τότε τῇ πόλει καὶ μέμψασθαι· ἡμεῖς γὰρ Θη‐ | |
40 | βαίων πεσόντων τὴν τελετὴν ἀπεκλείσαμεν, ἵνα μὴ τοῖς Θηβαίων θρήνοις ἀντιβοῶμεν τὸν Ἴακχον. Ὥσπερ | |
Bibl.243354b | γὰρ ἀγαθοῦ φανέντος τοῦ κομιζομένου τὴν χάριν μεθέξειν ἡ πόλις τὸ μέρος τῆς δόξης ἤμελλεν, οὕτω τῆς αἰσχύνης, εἰ πονηρὸς ἐξηλέγχετο. Οὔτ’ ἂν ἑτέρου γράφον‐ τος καὶ παρανομοῦντος ἐσίγησα, ἀλλὰ προσδραμὼν ἂν τῷ | |
5 | βήματι, τὸν Σόλωνα κεκραγώς, τὴν πολιτείαν ἐπιβοώ‐ μενος· «Οὐ λύσω τοὺς νόμους, ἂν ἔφην, οὐδὲ δέχομαι φυ‐ γάδας ἐξ ἐπιτάγματος, οὐδὲ τῷ Φωκέων αὐθέντῃ κε‐ λεύοντος ἄλλου σπένδομαι· ἀλλ’ ἕως ἂν ἔχω λιμένας, ἕως ἡλικίαν ἀκμάζουσαν, ἕως ἀριθμῶ τὰ τρόπαια, ἕως μία | |
10 | γοῦν ἐκ Πειραιῶς ἔτι τριήρης ἀνάγεται, οὐ προίεμαι τοὺς νόμους, οὐδὲ τῆς πολιτείας ἀφίσταμαι, οὐδὲ ποιῶ τὴν φή‐ μην αὐτῆς τῆς πόλεως πόρθησιν, οὐδ’ ὑποπτεύων τὰ παρὰ τῆς τύχης ἀμφίβολα φθάνω τὴν δουλείαν αὐτὸς ἑκουσίως αἱρούμενος». Κατίτω τοίνυν Αἰσχίνης Δημο‐ | |
15 | σθένους ἀλλὰ μὴ Ἀλεξάνδρου κελεύοντος· παρανομοῦν‐ τος ῥήτορος, ἀλλὰ μὴ βασιλέως προστάττοντος· ὡς φυγὰς ἐλεούμενος, μὴ φοβερὸς ἡμῖν ἐκ προστάγμα‐ τος. Ἀθηναίων οἱ λόγοι, καὶ γνωρίζω τὴν πόλιν ἀπὸ τοῦ ῥήματος· ὑμεῖς γάρ ἐστε οἱ πᾶσαν μὲν γῆν | |
20 | πᾶσαν δὲ θάλασσαν τροπαίων ὑπὲρ τῶν νόμων καὶ τῆς ἐλευθερίας πληρώσαντες. Ἐπολέμει Ξέρξης, γῆν μεταποιῶν καὶ θάλατταν, ὅτι τοὺς τὴν βῶλον καὶ τὴν κύαθον αἰτήσαντας τὸ βάραθρον ἀντὶ τῆς ἐκκλη‐ | |
σίας ἐδέχετο. Ἀλλ’ ἡ πόλις ἔμεινε τῶν στοιχείων πλέον | 60 in vol. 6 | |
25 | ἀκίνητος. Ἐπεὶ κἀν τοῖς ἄλλοις, ὡς ἔπος εἰπεῖν, τῶν πραττομένων ἕκαστον, κἂν ταὐτὸν εἶναι τῇ φύσει δοκῇ, ἀλλὰ τῇ προφάσει μερίζεται. Οἷον τύπτει τις τὸν πλησίον. Ἂν μὲν ἐν ἄθλοις, ἔχει νικήσας τὸν στέφανον· ἂν δὲ τῆς ἀγωνίας ἐκτός, ὑπέχει τὸ τίμημα. Ἐθρη‐ | |
30 | νοῦμέν ποτε πορθουμένης ὑπὸ τῶν τυράννων τῆς πό‐ λεως· ἀλλ’ ἑκόντες αὐτὴν ὑπὲρ ἀνδραγαθίας τῷ πυρὶ τῶν Μήδων ἐδώκαμεν. Ὁ μὴ Φιλίππῳ σπεισάμε‐ νος, μηδὲ μετὰ τὴν μεστὴν τῆς πονηρᾶς τύχης Χαι‐ ρώνειαν. Ἦν ἡμῖν ποτε πάτριον ἡγεῖσθαι τῆς Ἑλλά‐ | |
35 | δος καὶ τοῖς τυράννοις ὑπὲρ τῆς ἐλευθερίας ἀνταγω‐ νίζεσθαι. Οὗτος ὁ νόμος ἤρξατο μὲν ἀπὸ Μιλτιάδου πρό‐ τερον, ἤκμασε δὲ ἐπὶ Θεμιστοκλέους, κατέβη δὲ εἰς Κί‐ μωνα, ἐφυλάχθη δὲ ὑπὸ Περικλέους, ἐθαυμάσθη δὲ ὑπὸ Ἀλκιβιάδου· ἐπ’ ἐμοῦ δὲ τῇ γνώμῃ μὲν ἐτηρήθη, | |
40 | τῇ τύχῃ δὲ καὶ τῇ κολακείᾳ τῶν προδιδόντων διέ‐ φθαρται. Ἀπέστημεν ἑτέροις τῆς ἡγεμονίας· οὐκ | |
Bibl.243355a | ἀντεῖπες. Παρεχωρήσαμεν τοῦ πατρίου σχήματος· οὐκ ἠγανάκτησας. Οὐκ εἶξε μετὰ Σικελίαν Λακεδαιμο‐ νίοις ἡ πόλις· ἀλλ’ ἡ μὲν νῆσος τὴν ἡλικίαν ὅλην ἐχώρη‐ σεν, ἡ πόλις δὲ ἔμεινε τῷ φρονήματι καὶ μετὰ τὴν | |
5 | ἑσπέραν ἀνάλωτος. Ἀλλὰ πονηρὸς Αἰσχίνης. Πρό‐ σθες, εἰ βούλει, καὶ Φωκέων ὄλεθρον καὶ προδοσίαν Θρᾴκης καὶ ἀναίρεσιν Κερσοβλέπτου καὶ πάνθ’ ὅσα πολλάκις Αἰσχίνης ἀδικῶν τὸν δῆμον ἐγκέκληται. Νό‐ σημα γάρ, ὦ Ἀθηναῖοι, κατὰ τῶν Ἑλλήνων τῇ φορᾷ | |
10 | τῶν Ἀθηναίων συνήκμασε. Πονηροὺς μὲν γὰρ ἡ πό‐ λις ἤδη που πολλάκις ἔσωσεν, οὐκ ἐπαινοῦσα τὴν γνώ‐ | |
μην, ἀλλὰ τὴν τύχην οἰκτείρουσα· ὑπήκουσε δὲ οὐδενὶ κατὰ τῶν νόμων, ἡνίκα ἐτήρει τὸ φρόνημα. Τί οὖν οὐκ ἤδη προαγγέλλω; Τί δὲ οὐκ ἔξειμι τοῦ βίου, πρὶν ἰδεῖν | 61 in vol. 6 | |
15 | τὴν πόλιν δουλεύουσαν; Ἐγὼ γοῦν καὶ αὐτὸς ἡγοῦμαι τὴν φήμην ἔχειν, οὐχ οὕτω δ’ ἔχειν ὡς τερατεύονταί τινες, σκοπῶν πρῶτον μέν, ὦ Ἀθηναῖοι, τὸν Ἀλεξάν‐ δρου τρόπον. Τίς δὲ οὗτός ἐστιν; Ὁμοῦ τε ἐγχειρεῖ καὶ πέπρακται, μᾶλλον δὲ φθάνει τοὺς μὲν λογισμοὺς ταῖς | |
20 | πράξεσιν, οἷς δὲ ἐγχειρεῖ, τοὺς διαγγέλλοντας· ἐπεὶ καὶ τὰ πολλὰ δὴ ταῦτα καὶ μεγάλα τῶν ἔργων, ἃ λογο‐ ποιοῦσιν οἱ κόλακες, τάχει μᾶλλον ἢ τῇ ῥώμῃ κρατῶν τού‐ τοις οἷς ἐπῄει κατώρθωσε, πρὶν ἀγγελθῆναι παρών, πρὶν ἀκουσθῆναι φαινόμενος, κατὰ τοὺς σκηπτοὺς ἢ τὰς | |
25 | βροντάς, αἳ πολλάκις φθάνουσι τὴν προσδοκίαν ἐγγί‐ σασαι. Οὕτω Σάρδεις εἷλεν, οὕτω Καρίαν ἐπόρθη‐ σεν, οὕτω Λυκίαν παρέσυρεν, οὕτω Παμφυλίαν ἐπέ‐ δραμεν, οὕτως ὤφθη Κίλιξιν, οὕτως ἐπέστη Πέρσαις, οὕτω Δαρεῖον ἐξέπληξεν· οἴμοι τῶν ἐγγὺς κακῶν, οὕτω | |
30 | καὶ Θήβας ἀνήρπασεν. Ἔπεσε πόλις ἐπὶ τῆς Ἑλλάδος μέσης, φθάσαντος τὴν φήμην τοῦ πτώματος. Κἀγὼ μὲν ἠγνόουν τὴν συμφοράν, τὴν δὲ πόλιν εἶχε τὸ πο‐ λυάνδριον· τοῦτο μὲν δὴ πρῶτον οὐκ ἐᾷ με προσέχειν· δεύτερον δὲ ὅτι οἶδεν Ἀλέξανδρος, κἂν εἰ σφόδρα τις | |
35 | αὐτὸν μεθύειν ὑπὸ τῆς εὐτυχίας ὑπείληφε, καὶ ἑξῆς. Τί οὖν οὐ καθαιρῶ τὰ τρόπαια; Τί δὲ οὐκ ἀνατρέπω τὰς στήλας; Τί δὲ οὐκ ἐξαλείφω τὰ ἐπιγράμματα; Πάντα γὰρ οἶμαι τὰ τῆς ἀρετῆς ὑπομνήματα, ὥσπερ τοῖς ἀγα‐ θοῖς κόσμος ἐστίν, οὕτως ἔλεγχος τοῖς καταισχύνουσι. | |
40 | Καλῶς ἐθαύμαζον τὴν ποικίλην οἱ Σαλαμῖνι κινδυνεύ‐ σαντες. | |
Bibl.243355b | Ἐδαπάνων γὰρ ἐπὶ τῆς θαλάσσης τὸ τῆς ἠπείρου λείψανον. Παρνασσὸς δὲ ἐς τὴν θάλασσαν ἐσφενδόνα τὰς κορυφάς, καὶ τοῖς ἑαυτοῦ μέρεσιν ἀντὶ βελῶν ὑπὲρ τοῦ γένους ὁπλίζεται. Μερίζονται δὲ τὰς | 62 in vol. 6 |
5 | μάχας Ἕλληνες καὶ νέμονται πρὸς ἀλλήλους μετὰ τῶν στοιχείων τὰ κατορθώματα· Λακεδαιμόνιοι τὴν ἤπει‐ ρον, ἡμεῖς τὴν θάλατταν. Ἐκεῖνοι τριακοσίοις τὰς Πύ‐ λας σώμασιν, ἡμεῖς τοσαύταις τριήρεσι τὰς τῆς Ἑλ‐ λάδος παρόδους κλείομεν. Νεανίσκου δὲ Μακεδόνος | |
10 | καθ’ ὅλης τῆς ὑφ’ ἡλίῳ κωμάζοντος, καὶ λυποῦντος μικροῦ καὶ αὐτὴν τὴν τύχην οἷς ἐνυβρίζει τοῖς εὐτυχή‐ μασιν, οὐκ ἔστιν ὃς διανίσταται. Ὅ τε βασιλεῖ τὰς ὑπο‐ σχέσεις διακρινούμενος οὐ πείσας ἀπῆλθεν, ἀλλὰ κερδάνας ὅτι μὴ πείσας ἐσῴζετο. Ὑμᾶς δὲ χειροήθεις ἀεὶ | |
15 | τοῖς τυραννοῦσι παρασκευάζουσιν, ἵν’ αὐτοῖς μὲν ὑπάρχῃ πλουτεῖν, τῇ πόλει δὲ τὸ τῶν οἰκείων στέρεσθαι. Ἀναγ‐ καῖος μὲν ὁ φόβος, ὀψὲ δὲ καὶ λίαν βραδέως ἄρτι τὸν τρόπον τὸν Αἰσχίνου φυλάττεσθε. Τὰς τριήρεις ἐμπρήσει τῆς πόλεως οὐκέτι δι’ Ἀντιφῶντος οὐδὲ δι’ | |
20 | ἀπορρήτων, ὡς πρότερον, ἀλλ’ αὐτοπρόσωπος τὴν Αἰ‐ θίαν ὑποκρινόμενος. Ὁ δῆμος ὁ τῶν Ἀθηναίων Αἰσχίνῃ γράφει τὴν κάθοδον, ὁ τὰς ἀπ’ Ἰνδῶν φήμας ὡς ὅπλα καὶ μάχας φοβούμενος. Ὤκνουν Ἀριστείδην κατάγειν, καὶ ταῦτα οὐ κακίαν ἀλλ’ ἀρετὴν τῆς φυγῆς | |
25 | ἔχοντα πρόφασιν. Ἵνα γὰρ πεισθῶσι τῷ Σόλωνι, οὐδ’ αὐτὸν ἔφευγον ἀδικεῖν δόξαι τὸν δίκαιον. Κεῖται Βα‐ βυλών, Δαρεῖος οἴχεται, Ἰνδοὺς ἀνῄρηκε, Πέρσαι δου‐ λεύουσι· μόναι λείπουσιν Ἀθῆναι τοῖς κατορθώμασιν ὧν Πέρσαι τοσαυτάκις ᾔσθοντο τῆς ἀρετῆς, ὁσάκις | |
30 | ἔδει μάχεσθαι. Ἐκ τῆς μελέτης ἧς ἡ ἐπιγραφή «Ἐπίκουρος, πρό‐ νοιαν οὐκ εἶναι λέγων, ἀσεβείας φεύγει γραφήν»· ἐκ τῆς θεωρίας. | 63 in vol. 6 |
33 | Οἶδε ῥητορικὴ καὶ φιλοσοφίας ὕλην ποιή‐ | |
35 | σασθαι· τύραννος γὰρ ἡ τοῦ λέγειν ἄνωθεν δύναμις. | |
35 | Ἐξ αὐτῆς τῆς μελέτης· τὸ προοίμιον. | |
36 | Νῦν μέν, εἰ καὶ μὴ πρότερον, εἴσεται σαφῶς Ἐπί‐ κουρος ὅτι πρόνοια διοικεῖ τὴν τῶν ὅλων φύσιν, οὐ δογματίζων, ἀλλὰ κρινόμενος· τὸ γὰρ τοὺς πονηροὺς κρί‐ | |
40 | νεσθαι καὶ κολάζεσθαι καὶ διδόναι δίκην οὐκ εἰκῇ φερο‐ μένης | |
Bibl.243356a | καὶ μάτην φύσεως, ἀλλὰ θεσμοῦ καὶ νόμου καὶ πολιτείας καὶ τὸ μέγιστον αὐτῆς τῆς προνοίας λαμ‐ πρὸν ὑπάρχει τεκμήριον. Ἤδη μὲν οὖν προὔργου τι τῆς γραφῆς, ἄνδρες Ἀθηναῖοι, γεγένηται. Στυγνάζων ἧκεν | |
5 | ἐπὶ τὴν κρίσιν Ἐπίκουρος, καὶ τὸ τῆς ἡδονῆς δόγμα τῇ κατηφείᾳ διέφθαρκε. Δι’ ἀμφότερα δὲ μισεῖσθαι δίκαιος, καὶ ὧν ἰδίᾳ παιδεύει καὶ ὧν δημοσίᾳ πλάτ‐ τεται. Ἐκεῖ μὲν γὰρ τὴν ἡδονὴν θρυλεῖ, ἵνα τὴν ὥραν τὴν τῶν χρωμένων καρπώσηται· ἐνταῦθα δὲ τὴν σεμνό‐ | |
10 | τητα καθυποκρίνεται, ἵν’ ὑφαρπάσῃ τὸ δικαστήριον. Ἡ μὲν κρίσις παράδοξος· ἀνὴρ πρὸς τὴν φύσιν τῶν ὅλων κρίνεται, καὶ πονηρὸς σοφιστὴς πρὸς τὴν πρόνοιαν δικάζεται. Οἴχεται μὲν ἀρετὴ πᾶσα τοῖς Ἐπικούρου λόγοις καὶ δόγμασιν, οἴχεται δὲ δικαστήρια καὶ κρίσεις, | |
15 | καὶ τῶν μὲν ἀγαθῶν αἱ τιμαί, τῶν δὲ ἐναντίων τὸ τί‐ μημα. Ἀναβαίνει δὲ καὶ εἰς οὐρανὸν ἄνω τοῖς ἀδική‐ μασι, καὶ τόπος οὐδεὶς τῆς θρασύτητος Ἐπικούρου καὶ τῶν τολμημάτων ἐξαίρετος. Τὸ δ’ αἴτιον, ᾐσχύνθη | |
τοῖς ἀρχαίοις ἐμμεῖναι φιλοσοφίας ὅροις Ἐπίκουρος, | 64 in vol. 6 | |
20 | καὶ τὴν αὐτὴν ὁδὸν ἐλθεῖν τοῖς πρότερον φιλοσοφή‐ σασιν ὤκνησε. Μᾶλλον δὲ μικροψυχίαν καταγνοὺς τῶν ὅσοι παρ’ ἡμῖν ἐπὶ πονηροῖς δόγμασι πλημμελοῦντες ἐκολάσθησαν, ἔγνω πάντας ἀθρόως ὑπερβαλέσθαι τοῖς ἀδικήμασιν. Ἢ πῶς οὐκ ἄξιος μέμψεως τοσαύτης | |
25 | καὶ τηλικαύτης ἐπωνυμίας ἐπιχειρῶν καταψεύδεσθαι; Ποῦ γὰρ ὁμολογεῖ ταῦτα; Ποῦ δὲ συμβαίνει καὶ μίγνυται ἡδονὴ πόνοις, καρτερία τρυφῇ, Ἀκαδημία καὶ πόρναι, φιλοσοφία καὶ πότος, σωφρονούντων βίος καὶ ἀκόλαστα μειράκια; Ὁ δὲ τί προῄρηται καὶ τί τετόλμηκε; πόλε‐ | |
30 | μον ἀπειλεῖ καὶ μάχην τοῖς νόμοις ὅλοις τῆς φύσεως. Ἐμάνη μανίαν καθ’ ἡλικίας ἁπάσης Ἐπίκουρος, καὶ δυσσεβεῖς ἔρωτας ἠράσθη πάντων ὅσοι τὴν ὥραν ὑπὲρ τοὺς ἄλλους θαυμάζονται. Πρότερον δὲ αὐτοῦ τὴν ἀπολογίαν σκεψώμεθα. — Δόγματος οὖν ἀπαιτεῖς δίκας; | |
35 | — Οὔκ, ἀλλ’ ἀσεβείας· δογματίζειν μὲν γὰρ ἐξόν, ἀσεβεῖν δὲ οὐκ ἐπιτέτραπται. Εἰ μὲν οὖν ἔχεις εἰπεῖν ὡς οὐκ ἀσε‐ βεῖς οἷς εἴρηκας, οὐ κρίνω τοὺς λόγους· εἰ δ’ ἀσέβεια τοῖς λόγοις πρόσεστιν, οὐ διὰ τοὺς λόγους κερδανεῖς τὴν δίκην, ἀλλὰ κολασθήσῃ πλέον οἷς ἐπὶ τὸ ἀδικεῖν τοῖς | |
40 | λόγοις κέχρησαι. Οὐ γὰρ εἴ τις, ἐξὸν χρῆσθαι πρὸς ἃ δεῖ, κἂν πρὸς ἃ μὴ δεῖ θέλει, δίκην οὐ δώσει κρινόμενος· | |
Bibl.243356b | τοὐναντίον δὲ ὑφέξει λόγον, ὅτι καλὸν πρᾶγμα πο‐ νηρᾷ γνώμῃ διέφθειρε. Καλοῦμεν ἐπὶ τὸ βῆμα τοὺς ῥή‐ τορας· κἂν ὄκνῃ τις, πολλάκις ἡ κοινὴ φωνὴ τῆς πό‐ λεως ἐπὶ τὸ λέγειν ἐγείρει καὶ τὸν οὐ λέγειν βουλόμε‐ | |
5 | νον. Παρέρχεταί τις εἰς τὸ σεμνὸν Ἐπικούρου φρον‐ τιστήριον νέος ἢ νέα· ἄγει ταύτην τὴν ἡλικίαν τὸ | |
λαμπρὸν τοῦτο συνέδριον. Ὑπὲρ τὸν Ἰξίονα τὸ θρά‐ σος ἄνθρωπος, ὑπὲρ τὸν Σαλμωνέα τὴν ὕβριν, τὴν τόλμαν ὑπὲρ τὸν Τάνταλον. Ἀλλ’ ἐκεῖνα μὲν μῦθοι | 65 in vol. 6 | |
10 | καὶ τῇ σκηνῇ μόλις τά γε τοιαῦτα πιστεύομεν. Ἐπί‐ κουρος δὲ οὐκ ἐν μύθοις ἀλλ’ ἐν δόγμασι καὶ πράξεσι νικῶν ἐκείνους εὑρίσκεται. Κἀκεῖνοι μὲν ἑτέρωθί που ταῦτα τολμῆσαι λέγονται, οἱ μὲν ἐν ὄρεσιν, οἱ δ’ ἐν νάπαις, οἱ δ’ ἐν βαρβάροις τισὶ καὶ ἀπερριμμένοις χωρίοις. | |
15 | Δίδωσι δέ πως συγγνώμην καὶ τόπου φύσις ἐγκλήμα‐ σιν. Ἐπίκουρος δὲ Ἀθήνῃσι ταῦτα φιλοσοφεῖ. Ἀθή‐ νῃσι δὲ ὅταν εἴπω, τὸ μέγιστον εἶπον τῆς εὐσεβείας κεφάλαιον. Οὐδὲν ὁ Σωκράτης σοι δοκεῖ πρὸς μί‐ μησιν; Καὶ τί, φησι, τῶν ὑπευθύνων ἠσέβησα; | |
20 | Αὐτό μοι λέγεις, Ἐπίκουρε, τὸ μεῖζον ἔγκλημα, ὅτι μὴ δυσσεβεῖς μόνον, ἀλλ’ ὅτι καὶ καινά· ὅθεν διχόθεν ὑπεύθυνος. Βωμοὺς οὐκ ἀνέτρεφας, ἀλλὰ μάτην ἑστῶτας ἔδειξας πρόνοιαν ἀνελών, δι’ ἣν βωμοὺς ἱδρυσάμεθα. Θυσίαν καινὴν οὐκ ἔθυσας, ἀλλὰ πάσας ἀθρόως ἀνῄ‐ | |
25 | ρηκας. Μηδὲ ῥυέσθω τῆς τιμωρίας Ἐπίκουρος, ὅτι μὴ κατὰ τοὺς πρότερον κατὰ θεῶν ἐθρασύνατο. Πάντας μὲν γὰρ ἀσεβῆσαι τρόπους ἑνὶ τῶν κατὰ τὴν πόλιν ἀδύνατον· εἰ δὲ ἕκαστος, ἀνθ’ ὧν ἔδρασε προβαλλό‐ μενος ἃ μὴ πεποίηκε, τὴν τιμωρίαν ἐκφεύξεται, τίς | |
30 | ὑφέξει τῶν ἀσεβῶν δίκην, οὐ πάντας ἀσεβεῖν ἐγχω‐ ροῦντος ἑκάστῳ, καὶ τοῖς κρινομένοις ἐξὸν ἀντὶ τῶν πε‐ πραγμένων τὰ μὴ πεπραγμένα προτείνεσθαι; Οὐ δὴ ταῦ‐ τά γε νοῦν ἐχόντων τὰς διαδύσεις προσίεσθαι. Οὐ γὰρ ὑπὲρ ὧν τις οὐκ εὐθύνεται, τὴν ἀπολογίαν προσῆκε | |
35 | ποιεῖσθαι, ἀλλ’ ἐφ’ οἷς οἵ τε κρίνοντες κατηγοροῦσιν | |
οἵ τε δικάζοντες κάθηνται. Οἱ δὲ ἀφέντες τὸ δικαιότα‐ τον ἐπὶ τὸ ῥᾷστον βαδίζουσι· τὸ μὲν γὰρ δικαιότατον λύειν τὸ ἔγκλημα δι’ ὃ κρίνεται, τὸ ῥᾷστον δὲ ἀπολο‐ γεῖσθαι περὶ τούτων ἐφ’ οἷς οὐ φεύγει τις δίκας. Εἴ‐ | 66 in vol. 6 | |
40 | περ οὖν ὅτι μή πω δέδωκας δίκην, οὐκ εἶναι νομίζεις πρόνοιαν, ὀρθῶς βεβούλευσαι· εἰ δὲ διὰ τὴν φύσιν τῶν | |
Bibl.243357a | ὅλων, ὁ λόγος μάταιος. Ἀλλὰ πόθεν, πρὸς τῶν ἀτόμων καὶ τοῦ κενοῦ τοῦ πολυθρυλήτου, ταύτην τὴν δόξαν ἐξεύρηκας; Ἄτακτός τις ἐνοχλεῖ τὴν τῶν ὅλων φύσιν φορὰ καὶ κίνησις; ἀλλ’ ἀρχαῖον τὸ χάος καὶ τῶν | |
5 | σῶν λόγων πρεσβύτερον. Ἀλλ’ οὐδὲ πείθεται τοῖς ὡρι‐ σμένοις νόμοις τῆς φύσεως· καὶ μὴν ἅπαντα καὶ τάξει χωρεῖ, καὶ τῆς προνοίας ταύτης μέγιστον οἶμαι τεκμή‐ ριον τὸ πάντα σῴζεσθαι· ἀταξία μὲν γὰρ φθοράν, τάξις δὲ σωτηρίαν ἐργάζεται. Τί συλᾷς ἐκ Δελφῶν, ὡς | |
10 | ἐξ οὐρανοῦ, τὴν πρόνοιαν; Ἀλλ’ ὅμως ἐκινεῖτο μὲν Παρνασσὸς καὶ κατὰ Περσῶν ἐκραδαίνετο, κορυφαὶ δὲ ὀρῶν ἀντὶ βελῶν ἐτοξεύοντο, Πέρσαι δὲ ἔπιπτον τά‐ φοις ταῖς πέτραις χρησάμενοι. Ἐπικούρου δὲ ταῦτα λέγειν κατὰ τῆς θεοῦ τολμήσαντος, οὐκ ὄρη σείεται, οὐχ | |
15 | Ὕμηττος συγκραδαίνεται, οὐ πρηστῆρες οὐδὲ σκηπτοὶ αὐτῇ τοῦτον Ἀκαδημίᾳ συναφανίζουσι. Συνίημι τὸ στρα‐ τήγημα τῶν θεῶν· ὑμετέραις ψήφοις τοῦτον ἐτήρησαν, ἵνα Ἀττικὸν δικαστήριον ἴσα Πυθίῳ βουλεύσηται. Εἰ μὲν οὖν γράψαι τοσοῦτον μόνον ἐτόλμησεν ὅσον κα‐ | |
20 | θαιρεῖν τὰ τῆς προνοίας ἀγάλματα, ἔδει διδόναι δί‐ κην ὡς ἀσεβήσαντα· εἰ δὲ εἰς αὐτὴν ἐκείνην ἀσεβεῖ, ἧς οὐρανὸς καὶ γῆ καὶ στοιχείων φύσεις ἀγάλματα, ὡς μέτριόν τι δρᾶσαι διανοηθέντος φεισόμεθα; Εὐ‐ | |
τυχοῦσι γάρ, φησίν, οἱ κακοί. Καὶ τί κακίας μεῖζον | 67 in vol. 6 | |
25 | δυστύχημα; Δυστυχοῦσι γὰρ οἱ σοφοί· εἶτα εὐτυχίαν ἄλ‐ λην ἀρετῆς ἡγῇ βελτίονα; Οὐχ εἷς βίος ἀνθρώπου γνώμης ὑπάρχει καὶ φύσεως, ἀλλὰ σχίζονται μὲν οἱ τῶν βιούντων σκοποί, συμμερίζονται δὲ πέρας ἑκάστῳ τὸ πρόσφορον. Οὐκ ἐρᾷ σοφὸς τὴν ἀρχὴν οὐδενὸς τῶν | |
30 | πάντων, ἐφ’ οἷς οἱ πλεῖστοι τοὺς κεκτημένους εὐδαιμο‐ νίζουσιν· οὔκουν οὐδὲ ζημίαν τὸ μὴ τυγχάνειν ὑπείληφε. Τί οὖν ἐκείνῳ τέλος, καὶ πρὸς τί βλέπων καὶ πόνους πο‐ νεῖ καὶ νύκτωρ ἀγρυπνεῖ καὶ μεθ’ ἡμέρας ἐσπούδακεν; Ἀρετῆς κτῆσις, ὦ τάν. Ταύτην δὲ πῶς αἱρεῖ, κἀκ τί‐ | |
35 | νος τρόπου τῆς θείας ἐκείνης θήρας ἐγκρατὴς γίνεται; Πλούτῳ καὶ χρήμασιν οὐκ ἔστιν ἀρετή. Ῥώμῃ τοῦ σώμα‐ τος; Ὑπὲρ ἅπαντα κότινον ὁ ταύτης στέφανος. Δυνά‐ μει τῇ κατὰ πόλεμον; Καὶ τίνα τρόπαια τῶν ἀπὸ κακίας μείζονα; Μήτ’ οὖν πενομένῳ τῷ σοφῷ πενίαν | |
40 | πρόφερε (οὐ γὰρ ἦν σκοπὸς τὰ χρήματα), μήτε νοσοῦντι τὴν ἀρρωστίαν ὀνείδιζε, εἴπερ ὑγιαίνει τὰ κρείττονα, | |
Bibl.243357b | μήτε ἡττωμένῳ τῶν δυναστευόντων ἐν πόλεσιν, εἴπερ κρατεῖ τοῖς ἀμείνοσι. Τοσοῦτον γὰρ ἂν δέοι σπουδαῖος ἀνὴρ μεταδιώκειν τὴν τῶν τοιούτων κτῆσιν ἢ δυστυ‐ χεῖν ὑπολαμβάνειν τῷ στέρεσθαι, ὥστε ἤδη τινὲς καὶ μάλα | |
5 | τῶν ὀνομαστῶν ἐπὶ σοφίᾳ καὶ ἀρετῇ οἳ τούτων ἑκόν‐ τες ἀπέστησαν, ἵνα πάσης ἑαυτοὺς τῆς ἔξωθεν ἀσχολίας ἐλευθερώσαντες τὸν ἀθάνατον τῆς ἀρετῆς πλοῦτον ἀλλάξωνται. Ἀναξαγόρας γῆν ἀνῆκε τὴν ἑαυτοῦ πᾶσαν μηλόβοτον, ἔργῳ νομοθετῶν τίς γεωργία τοῖς σοφω‐ | |
10 | τέροις ἁρμόττουσα. Ἑκὼν δὲ ἐνόσει σῶμα Δημό‐ κριτος, ἵνα ὑγιαίνῃ τὰ κρείττονα. Τί οὖν ἐγκαλεῖς προ‐ | |
νοίᾳ ὡς μὴ μεριζούσῃ κατ’ ἀξίαν τὸ δίκαιον; Εἰ γὰρ καὶ περιόντων ὑπερορῶσι τῶν ἐκτὸς ἁπάντων, πῶς ἢ ἄχ‐ θονται μὴ παρόντων, ἢ ὅπως ὑπάρχῃ σπουδάζουσι; Τίς | 68 in vol. 6 | |
15 | γὰρ πλουτῶν οὐκ ἀσχολίαν ἄγει μεγίστην αὐτὰ τὰ χρή‐ ματα; Θείων δὲ γνῶσις καὶ ἀνθρωπίνων πραγμάτων, καὶ τοσαύτης καὶ τηλικαύτης σοφίας μέγεθος, ἆρά σοι δοκεῖ πάρεργον μὲν εἶναι τοῦ χρηματιστοῦ, τοῦ δὲ περι‐ εργοῦντος ἐφόλκιον, τοῦ δὲ τὰς ἐν πόλει τιμὰς διώ‐ | |
20 | κοντος ἐπακολούθημα; Μὴ τοίνυν κακοδαίμονας κάλει τοὺς τὴν μεγίστην εὐδαιμονίαν εὐδαιμονήσαντας, μηδὲ δυστυχεῖς τοὺς ὁμοιουμένους τοῖς κρείττοσι, μηδὲ πένη‐ τας ὧν θησαυρὸς ἀθάνατος, μηδὲ ἀτίμους οὓς ἴσα θεοῖς θαυμάζομεν. Πολλοὶ γὰρ πολλάκις κακοὶ μὲν | |
25 | γνώμην τυγχάνουσιν, ἐπαινοῦνται δὲ πολλάκις παρ’ ἐνίων, τῆς χρείας ποιούσης ἀντὶ τῆς ἀληθείας τὸν ἔπαινον. Καίτοι γε ἡδέως ἂν ἐροίμην τοὺς ὀνειδίζειν τοῖς σο‐ φοῖς τὴν δυστυχίαν ἐθέλοντας, πότερον ἦσαν τοιοῦτοι πρὶν γενέσθαι σοφοί, ἢ μετὰ ταῦτα τῶν λεγομένων εὐ‐ | |
30 | τυχημάτων ἀφῄρηνται. Εἰ μὲν πρότερον, οὐ τῆς ἀρε‐ τῆς τὸ ἔγκλημα· εἰ δὲ ἐξ οὗ ταύτην εἰλήφασιν, οὐχ’ ὧν ἐπόθουν ἀλλ’ ὧν οὐκ ἐπόθουν ἐστέρηνται. | |
32 | Ὁ δὲ καὶ κατειρωνεύεται τὰς συμφορὰς καὶ παραγράφεται τὸν τρό‐ πον ἤδη τῆς κρίσεως. Οἷς γὰρ οὐδ’ ὁτιοῦν (οἶμαι) τῶν | |
35 | εἰωθότων ἠδίκηκε, τούτοις ὅτι μηδὲ τὴν ἀρχὴν ἠδίκηκε δείξειν ὑπείληφεν, ὥσπερ οὐ διὰ τοῦτο μείζονος ὀργῆς καὶ κατηγορίας ὑπάρχων ἄξιος, ὅτι τοιαῦτα καὶ τηλι‐ καῦτα πεποίηκεν ὧν οὐκ ἔστιν εὑρεῖν παραδείγματα. Εἰ δ’ οἱ τὰ μείζω τολμήσαντες, ὅτι τὰ μείζω δεδρά‐ | |
40 | κασι, τὴν τιμωρίαν οὐ δώσουσι, τίς ἔτι λόγος κολάζειν | |
ἐθέλειν τοὺς τὰ μικρότερα; Τί δέ, εἰ τοὺς μὴ τὰ συνήθη | 69 in vol. 6 | |
Bibl.243358a | παρανομοῦντας ἀφήσομεν, πῶς οὐκ ἐξουσία πᾶσα γενήσεται τοῖς θέλουσι πλημμελεῖν ἂ μὴ συνείθισται, ὅταν οἱ πρῶτοι ταῦτα τολμήσαντες ὡς οὐκ ἀδικοῦντες ἐκφύ‐ γοιεν; Χρὴ δὲ οὐκ ἀφέσεις τῶν κρίσεων τὰς ὑπερβολὰς | |
5 | τῶν ἀδικημάτων μᾶλλον ἢ τοὐναντίον αἰτίας γίγνεσθαι, ὅσῳ μετὰ τῶν ἔργων καὶ τὸ τῆς γνώμης μεμίσηται. Τὸ γὰρ οἷς ἀδικεῖ τις καὶ φύσιν ἀδικημάτων καινὴν προσ‐ άγειν βούλεσθαι διχόθεν ἂν εἴη τὴν μοχθηρίαν ἐλέγχον‐ τος, καὶ τῷ πλημμελεῖν ἃ μὴ δεῖ, καὶ τῷ ποιεῖν ἐθέ‐ | |
10 | λειν ἃ μή τις πρότερος δράσειεν. Οὐδέν σοι, φῄς, τῶν εἰωθότων τετόλμηται. Αὐτήν μοι λέγεις τὴν ὑπερβολὴν ὧν ἠτυχήκαμεν. Οἱ μὲν γὰρ ἠδικημένοι ταῦθ’ ἅπερ καὶ ἑτέρους ἠδικημένους ἐπίστανται, φέρουσι ῥᾷον τὰς συμ‐ φοράς, παραμυθίαν ὧν πεπόνθασι τὴν τῶν πέλας δυστυ‐ | |
15 | χίαν νομίζοντες· οἱ δὲ νεωτέρων ἀδικημάτων οὐκ ἔχον‐ τες παραδείγματα ἀφόρητον ἡγοῦνται τὴν συμφορὰν τῷ μὴ τῶν ὁμοίων εὐπορεῖν ἔχειν ἐφ’ οἷς ἠτύχησαν. Ἠδίκηταί τις εἰς παῖδα; Οὐχὶ καὶ γυνὴ προσηδί‐ κηται. Δι’ ἀμφοῖν ἡ βλάβη κεχώρηκεν· οὐ πρόσ‐ | |
20 | κειται φόνος τοῖς ἀδικήμασι. Σφαγῆς τις αἴτιος γέ‐ γονε; Τὸ λαθεῖν θεραπεύει τὴν συμφοράν. Μοιχείαν τολμᾷ, καὶ λαθραίοις μηχανήμασιν οἶκον διαλύει σώ‐ φρονα· οὐ μὴν τοσοῦτον κακὸν κακῷ μείζονι κατασκευά‐ ζει δεινότερον, παῖδα ἐπιβάλλων μητρί, καὶ τοῖς τῶν | |
25 | μοιχευόντων σώμασι κοῦφον ποιῶν καὶ αὐτὸ τὸ τῆς μοι‐ χείας δοκοῦν ἀδίκημα εἶναι. Ἀδιάφθορον τὴν ψυχὴν ἔσχηκεν, ἀλλ’ οὐχὶ καὶ τὴν ἑστίαν ἕξει δι’ ἡμᾶς ἀδιά‐ φθορον. Οὐκ ἐψεύσω τοῖς ἔργοις τὰς ἀπειλάς, ὦ | |
πλούσιε· ἑαλώκαμεν, νενικήμεθα, σιωπῶμεν, τῆς πολι‐ | 70 in vol. 6 | |
30 | τείας ἐπελαθόμεθα. Ἀπέτεμες ἡμῶν τὴν φωνὴν τοῖς φόνοις, καὶ τὸ στόμα τὸ λάλον ἀπέφραξας τοῖς τρα‐ γικοῖς τούτοις γνωρίσμασι. Μόλις τἀναγκαῖα λέγω καὶ φθέγγομαι· ῥήτωρ εἰμὶ λοιπὸν οὐκέτι τῆς πόλεως, ἀλλ’ ἤδη μόνης τῆς συμφορᾶς. Τίνος τὰ τηλικαῦτα | |
35 | μιάσματα; Οὐ σὰ πάντα; Οὐ τῇ μὲν δεξιᾷ τῇ ἐμῇ, τῇ σῇ δὲ γνώμῃ πάντες ἀνάλωνται; Οὔπω τὸ κεφάλαιον τῶν ἀδικημάτων εἶπον, τῆς λαμπρᾶς σου σκηνῆς τὰ κατὰ καιρὸν ἀναφανέντα γνωρίσματα. Ὦ κωμικὸν πέ‐ ρας τραγικαῖς τύχαις ἐπαγαγών, καὶ τούτοις αὐξήσας | |
40 | τὴν συμφοράν, οἷς ἐν κωμῳδίαις πάθη λύεται. Οὕτω τοίνυν πάντα τὰ καθ’ ἡμῶν διαπεπραγμένος περιιὼν | |
Bibl.243358b | λέγει· «Τί δ’ ἂν εἴποις περὶ τοῦ πένητος; Ὅσα μηδεὶς κωλύει νόμος, κατηγορεῖν ἐθέλει καὶ γράφεσθαι». Εἶτά με ἐρωτᾷ· «Οὐκ ἔξεστιν οὖν ἀνελέσθαι παιδίον;» Οὐκ ἔξεστιν οὖν [μηδὲν] ἀδικεῖν ἀναλαμβάνοντα. Εἰ δ’ ἑκάτερον | |
5 | τοῦ νόμου διδόντος καὶ τὸ ἐξὸν εἵλω καὶ τὸ μὴ ἐξὸν προσέ‐ θηκας, οὐ διὰ θάτερον ἀφεθήσῃ μᾶλλον ἢ δίκην ὑφέξεις οἷς τούτῳ προσάγεις καὶ ἃ μὴ ἔξεστιν; «Ἔξεστί μοι», φησί· πλουσίου λόγος, τυραννικῆς ὑπερηφανίας ἀπόκρισις. Ἐγὼ δέ σοι πρᾴως οὕτω καὶ δημοτικῶς ἀποκρίνομαι· | |
10 | δώσεις γὰρ δίκας τέως ἂν οὗτοι δικάζωσιν. Ἔγνωκάς τι ποιεῖν ἀνεύθυνον; Ἔχεις τὴν ἐξουσίαν. Εἰ δὲ τὴν ἐξου‐ σίαν εἰς παρανομίαν μετήνεγκας, κολάζω ταύτην ὅτι τῇ προφάσει τὴν φύσιν τοῦ μηκέτι ἐξεῖναι μετεί‐ ληφε. Τὸ κοινωνεῖν καλόν, ἀλλ’ ὅταν ἡ χάρις | |
15 | ἀνύποπτος. Ἂν δὲ διορύττῃ μὲν οἰκίας τις, ἐπιβου‐ λεύῃ δὲ γάμοις, λυμαίνηται δὲ γένη, διαφθείρῃ δὲ ἑστιάς, ὑποκρίνηται δὲ φιλανθρωπίαν ἀπανθρωπίας ἁπάσης | |
γέμουσαν, ἃ τὴν προσθήκην οὐκ ἔχοντα τέως τὴν ἀδι‐ κίαν μετ’ ἐξουσίας ἐπράττετο, ταῦτα ὅτι ταύτην προσ‐ | 71 in vol. 6 | |
20 | είληφε τῷ δοκεῖν ἀνεύθυνα φαίνεσθαι, προσθήκη τῶν ἀδικημάτων γίνεται. Ἀλλ’ εἰς θέσιν ἴσως ἐζήτεις παιδίον; Τί δὲ οὐ πρὸ τοῦ τόκου τὴν γνώμην σου κα‐ τεμήνυες, ἢ τὸ παιδίον μετὰ τὰς ὠδῖνας οὐκ ᾔτησας; Ἢ τυχὸν οὐδέτερον τούτων ἤθελες· ἀλλ’ οὖν ἐκ τῆς ἐρη‐ | |
25 | μίας ἀνελὼν εὐθύς, οὐκ ἐκοινολογήσω περὶ τοῦ πράγμα‐ τος; Οὐ κατὰ νόμους τὴν θέσιν ἔπραττες ... ταῦτα ἀφαι‐ ρήσεταί τις ἡμᾶς, ὡς παρὰ τοὺς νόμους οὐ πέπρακται; Ἐναγὴς μοιχεία διὰ σοφισμάτων τετόλμηται, καὶ παῖς δυστυχὴς κατὰ μητρὸς ἀθρόως ἐξ ἐναγοῦς κρατῆρος | |
30 | ἐμεθύσθη κακῶς, καὶ δεξιὰ πατρὸς ἐπὶ φόνους τῶν φιλτάτων ὑπὸ κακοήθους τέχνης ἐξώπλισται. Θρηνῶ νῦν οὓς ὡς πολεμίους ἐφόνευσα, καὶ σφαγαῖς παρα‐ κάθημαι δακρύων, ἃς ᾤμην μετὰ τῶν νόμων ἐργά‐ ζεσθαι. Καὶ ὃν πρὸ τῶν φόνων μοιχὸν ἐνόμιζον, τοῦτον | |
35 | παῖδα μετὰ τὴν σφαγὴν ἐγνώρισα. Νῦν ὄντως τιτρώσκῃ, νῦν τὴν καιρίαν λαμβάνεις, παιδίον. Κα‐ λέσω γάρ σε λοιπὸν οὐ τοῖς τῶν ἀδικημάτων ἀλλὰ τοῖς τοῦ γένους ὀνόμασιν· οὐ γὰρ σύ μοι τῶν ἀτυχημά‐ των ἀλλ’ ἕτερος αἴτιος. Ἠδέως δ’ ἂν ἐροίμην | |
40 | ἐκεῖνο δή που πρῶτον τὸν πλούσιον· χρηστὸς αὐτῷ τὸν τρόπον ὁ νεανίσκος ἐφαίνετο, ἢ τοὐναντίον παράνομος; | |
Bibl.243359a | Εἰ μὲν γὰρ χρηστός, τίνος αἱ πράξεις, οὐκ ἄδηλον· εἰ δὲ πονηρός, ἐχρῆν ἀποδιδόναι τῷ φύσαντι. Πρὸς δὲ τούτοις πότερον ἐλελήθει σε ταῦτα ποιῶν, ἢ προει‐ δὼς οὐκ ἐκώλυες; Εἰ μὲν γὰρ ἠγνόεις, πατρός γε ὄντως | |
5 | φυλακὴν λέγεις· εἰ δ’ οὐκ ἠγνόεις, ὥσπερ εἰκός, μέλ‐ | |
λοντα κωλύειν, οὐ πεποιηκότα ἐχρῆν. Τὸ μὲν γὰρ προ‐ νοίας, τὸ δ’ ἀδικίας τεκμήριον· καὶ τὸ μὲν τὸν εὔ‐ νουν, τὸ δὲ τὸν προσποιούμενον δείκνυσιν. Ὁ νεα‐ νίσκος ἁπάντων αἴτιος. Εἰ γὰρ οἷός τε ἦν ἀφεῖναι φω‐ | 72 in vol. 6 | |
10 | νήν. Εἰ γάρ τις αὐτὸν θεῶν, οἷα πολλὰ πολλάκις παρὰ τῶν ποιητῶν ἀκούομεν, πρὸς μικρὸν ἀνῆκεν, ὅσον παραγενέσθαι τῇ κρίσει. Οὐκ ἂν ἐκ μέσων τῶν πληγῶν καὶ τῶν τραυμάτων ἀνέκραγεν· «Ἔγωγε μοι‐ χός; Ἐγὼ παράνομος; Ἐχθρὲ καὶ πλούσιε· ὀψὲ γάρ με | |
15 | τὰς σεαυτῷ πρεπούσας ἐπωνυμίας ἐδίδαξας». Ἀλλ’ οἰκτείρας (φησί) τὸ πάθος ἐπέδειξα τὰ γνωρίσματα, τάφων πατρῴων ἀξιωθῆναι παρά σου τὸν νεανίσκον βουλόμενος. Εἰς καιρόν γε (οὐ γάρ;) τὰς διαλλαγὰς ἐτή‐ ρησας, καὶ τότε ἀνεμνήσθης συνάψαι τὸ γένος, ὅτε | |
20 | τὸν πόλεμον ἄσπονδον ἐν ξίφει καὶ μοιχείᾳ πεποίηκας. Εἰ λέγει καὶ γράφει καὶ τὴν πατρικὴν τοῦ βίου τάξιν εὑ‐ ρίσκεται, οὐ δεήσομαι γνωρισμάτων πλειόνων, γνωριῶ τὴν φύσιν ἀπὸ τοῦ βήματος. Δός μοι νόσῳ καὶ λοι‐ μῷ δαπανηθέντα κομίσασθαι. Θρηνήσω μὲν καὶ τότε τὴν | |
25 | συντυχίαν τῆς γνώσεως, ὅτι μου τὴν ἐπωνυμίαν τὴν τοῦ πατρὸς μόνῳ τῷ τάφῳ τετήρηκας· παραμυθήσεται δέ με τὸ πέμψαι τὸν παῖδα τοῖς κάτω θεοῖς νόσῳ λυθέντα, μὴ δράμασι. Νυνὶ δέ, ὢ τῆς τραγικῆς ὄντως, ὢ τῆς ἀώρου καὶ ἀπηνοῦς τῶν γνωρισμάτων καταμηνύσεως. | |
30 | Νῦν ἠνάγκασμαι γνωρίζειν τὸν παῖδα, ὅτε ἀγνοεῖν συνέφερε, καὶ τότε πατὴρ ἀναγορεύομαι, ὅτε καὶ παιδο‐ κτόνος εὑρίσκομαι. Ἔα με μόνην τὴν μοιχείαν θρη‐ νεῖν, ἑνί μοι παραχώρησον τὰ δυστυχήματα δράματι. Τί δέ με μερίζεις τοῖς ποιηταῖς; Τί δὲ καθ’ ἕκαστον τῶν | |
35 | ἐμῶν ἀτυχημάτων σκηνὴν ἐγείρεις καὶ θέατρα; Νυνὶ | |
δὲ παρηκολούθηκας ἀριθμῶν μου τὰ δυστυχήματα. Καὶ τότε μου πληρῶσαι τὸν τάφον θέλεις, ὅτε τὸν οἶκον ἐκένωσας. Θάψαι μου βούλει τὸν παῖδα; Καλῆς γε (οὐ γάρ;) μοι φιλοτησίας παρεχώρησας. Ἐμὲ δὲ ἄφες | 73 in vol. 6 | |
40 | στένειν τὰς συμφοράς. Σὺ καὶ θάψον, εἰ θέλεις, τὸν ἀνῃρημένον, καὶ δὸς αὐτῷ φέρειν ἀντὶ τῶν ἐνταφίων τὰ | |
Bibl.243359b | σπάργανα. Αἱ σαὶ χεῖρές εἰσι τοιαύτης ταφῆς ἐπά‐ ξιαι. Πόθεν δὲ καὶ τὴν ἐκφορὰν ποιήσομαι; Ἀπὸ τῆς ἑστίας; Καὶ ποῖον ὄρυγμα τῆς δυστυχοῦς ἐκείνης στυ‐ γνότερον; Περὶ αὐτὴν δυστυχῆ σώματα, καὶ φοβερὸν αἷμα | |
5 | κατὰ πᾶν μέρος ἐκκέχυται, καὶ πολὺς φόνος ἐν μέσῳ κατηφὲς θέαμα πρόκειται. Περικάθηται ταύτην ποινῶν καὶ δαιμόνων καὶ ἀλαστόρων στρατόπεδον. Νυνὶ δέ, ὢ τῆς ὑπερβολῆς, ὢ τῆς ὑπερηφανίας τῶν κακῶν· πα‐ τὴρ ὡπλίσθη κατὰ παιδός, μητὴρ εἰς μῖξιν ἀθέμιτον | |
10 | παιδὸς βεβίασται. Ἀλλ’ ὦ πολέμου καὶ λοιμοῦ καὶ τυ‐ ραννίδος ἐχθρὲ βαρύτερε, ἀλλ’ ὦ τῆς πατρίδος πλέον ἢ τῆς πολιτείας τῆς ἡμετέρας πολέμιε, οἵας ἀνθ’ οἵων ἐκτίνεις τῇ πόλει ταύτας τὰς χάριτας. Ἀντὶ προεδρίας, ἀντὶ τιμῶν, ἀνθ’ ὧν ἀνάξιον ὄντα σε τοσούτων πολ‐ | |
15 | λάκις καὶ τηλικούτων ἠξίωσεν, ἐκδέδωκας αὐτὴν τῇ σκηνῇ, καὶ τραγῳδῶν πεποίηκας τὴν πόλιν ἡμῶν ἀγώ‐ νισμα, καὶ ἡ μὲν ἐμὴ συμφορὰ τῷ βίῳ τῷ ἐμῷ περι‐ γραφήσεται, τὸ μίασμα δὲ καὶ ὁ σὸς τρόπος τῷ τῆς πόλεως βίῳ συνεκταθήσεται. Σὺ δὲ λέγε καὶ | |
20 | γράφε καὶ νομοθέτει καὶ πρέσβευε. Καὶ πρῶτον, εἰ θέ‐ λεις, τοῦτον τὸν νόμον εἰσένεγκε «μὴ λέγειν ἔτι τοῦ λοι‐ ποῦ πένητα· τολμήσαντι δὲ τίμημα ἐπικεῖσθαι τοῦ γένους γίνεσθαι δήμιον». Μᾶλλον δὲ (τί γάρ σοι δεῖ ῥημάτων ἔτι καὶ συλλαβῶν;) ἐναργέστερόν σοι διὰ τῆς ἐμῆς συμ‐ | |
25 | φορᾶς ὁ νόμος γέγραπται· ἀποτετείχισταί σοι λαμπρῶς τὸ βῆμα, καὶ πᾶσα πένητος ἐκκέκοπται γλῶττα τῷ πα‐ ραδείγματι. Λέγε μόνος, πολιτεύου μόνος· ἀντερεῖ δὲ οὐδείς. Τυχὸν δὲ ἴσως οὐδὲ μικρολογήσεις λοιπόν, οὐδὲ ὁριεῖς τὴν δυναστείαν ἄχρι τοῦ βήματος. Σκηνῆς ὑψη‐ | 74 in vol. 6 |
30 | λοτέρας τῶν ἐνταῦθα τάχα δεήσει σοι καὶ δραμάτων οὐκ ἐχόντων τὴν τραγῳδίαν ἀπόρρητον. Ἵνα δὲ πλέον φοβήσῃς ἅπαντας, μίμησαι καὶ γράφε τὸ πάθος, καὶ δὸς ἐν εἰκόνι τὴν συμφοράν. Χαλεπὸν εὑρεῖν τέχνην οἵαν τε οὖσαν ὑποκρίνασθαι πράγματος φύσιν οὕτως ἀλ‐ | |
35 | λόκοτον. Πλὴν ἀλλὰ τῷ πλουσίῳ τῶν πάντων οὐδὲν ἀτόλμητον. Ἔστω μὲν ἔκ τινος Ποινῆς λειμώνων καὶ Ἐρι‐ νύων τὰ φάρμακα· ὑποκείσθω δὲ ὁ πίναξ τῇ γραφῇ ἐξ ἐπαράτου ποθὲν καὶ ἐναγοῦς ὕλης γενόμενος· πῦρ δὲ ὑπηρετείσθω τῇ γραφῇ, οἷον ἀνάπτειν πεφύκασι τι‐ | |
40 | μωροὶ τοιούτων θανάτων δαίμονες. Ζήτησον δὲ καὶ ζω‐ γράφον τραγικὸν μὲν τὴν χεῖρα, τὴν δὲ ψυχὴν τραγικώτε‐ ρον. | |
Bibl.243360a | Κέλευε δὲ αὐτῷ τὴν τάξιν τῶν ἐμῶν ἀτυχη‐ μάτων τάξιν ποιεῖσθαι καὶ τῆς γραφῆς, μηδὲν δὲ γρά‐ φειν πρὸ τῆς ἐκθέσεως, μὴ λέγοντα, μὴ δημηγοροῦντα, μὴ στεφανούμενον, μή τι τῶν εὐτυχεστέρων ἕτερον· ὅλη | |
5 | γενέσθω μεστὴ τῆς σκυθρωποτέρας τύχης ἡ γραφή. Ὁ δυστυχὴς πρῶτος ἔστω πατήρ, φέρων εἰς τὴν ἐρημίαν ταῖς ἑαυτοῦ χερσὶ τὸ βρέφος, ὀδυρόμενος τὴν τύχην, θρηνῶν τὴν συμφοράν, ἐξιών, ἀναστρέφων, τιθείς, ἀναι‐ ρούμενος, εἴκων τῇ φύσει, τῆς ἀνάγκης πάλιν ἡττώ‐ | |
10 | μενος. Μιμησάσθω καὶ λόγους (εἰ δυνατόν) ἡ γραφὴ διὰ προσώπου στυγνάζοντος, καὶ πᾶς τις τῶν ῥημάτων ἀκουσάτω διὰ τοῦ σχήματος. Γράφε μετὰ τοῦτο τοὺς κα‐ | |
λοὺς ἔρωτας, μᾶλλον δὲ μὴ καταψεύσῃ μου κἀν τῇ γραφῇ τοῦ παιδός· ποίησον ὀκνοῦντα, μέλλοντα χω‐ | 75 in vol. 6 | |
15 | ροῦντα πρὸς τὴν πρᾶξιν, ἀναδυόμενον, ἰλιγγιῶντα μὲν τῇ ψυχῇ, τῷ φόβῳ δὲ βιαζόμενον, δεδιότα μὲν τὴν μοιχείαν, οὔπω δὲ συνιέντα ὅτι καὶ κατὰ μητρὸς ἀναγ‐ κάζεται. Ἔστω που καὶ δυστυχὴς πρεσβύτις, εἰ θέλεις· γρά‐ ψον αὐτὴν ἐρῶσαν, ἀλλὰ μετὰ τῆς ῥυτίδος, ἀλλὰ μετὰ | |
20 | τῆς κόμης τῆς πολιᾶς, ἵνα μᾶλλον ἐκπλήξῃς τῷ πα‐ ραλόγῳ τοῦ δράματος. Ἐλθὲ λοιπὸν ἐπὶ τὸ κεφάλαιον τῆς γραφῆς· ὅπλισον τὸν δυστυχῆ πένητα κατὰ τῶν φιλτάτων, καὶ τοσαῦτα μίμησαι πράγματα, ὁπόσα ἐμ‐ πλήσει τὴν σὴν ἀπανθρωπίαν πλαττόμενα. Πρόσθες | |
25 | ἤδη λοιπὸν τὸν κολοφῶνα τοῦ δράματος, σαυτὸν τοῖς φόνοις μετὰ τῶν γνωρισμάτων ἐπιφαινόμενον, μει‐ διῶντα, φαιδρόν, τοῖς κατωρθωμένοις γανύμενον. Τή‐ ρησον πρὸς θεῶν κἀμοί τι μέρος τοῦ πίνακος, ἵνα μή τις ἐπιζητήσῃ· «Ποῦ δὲ ὁ δυστυχὴς πένης; Πῶς ἔζη; Πῶς | |
30 | ἐβίω μετὰ τοιαύτας συμφοράς;» Ἀλλ’ οὐ πάντα χαιρήσῃ, πλούσιε. Δεῖ γενέσθαι καί σε μέρος τοῦ δράματος· οὐδεὶς οἶδεν ὑψηλὴν τραγῳδίαν, ὅπου μὴ πίπτουσι τύραννοι. | |
32 | Ἐκ τῆς ἐπιγραφομένης μελέτης «Μετὰ τὰ Μη‐ δικὰ ἐψηφίσαντο Ἀθηναῖοι πρὸς τοὺς βαρβά‐ | |
35 | ρους πόλεμον. Πυθόμενος ὁ βασιλεὺς ὑπέσχετο τὰ λελυμασμένα ἐπανορθώσασθαι, εἰ τὸν πό‐ λεμον καταλύσειαν. Βουλομένων αὐτῶν Θεμισ‐ τοκλῆς ἀντιλέγει». Αὐτὸ τὸ προοίμιον. | |
39 | ||
40 | Οὔπω τῆς πείρας, ὡς ἔοικεν, ὦ Ἀθηναῖοι, τῆς καθ’ ἡμῶν βασιλεὺς παύεται, καὶ ἀεὶ κρείττω τῆς ἑαυτοῦ | |
Bibl.243360b | τέχνης τὸν τρόπον εὑρίσκει τῆς πόλεως. Ἐγὼ δὲ οὐδὲν βασιλέα τοῖς αὐτοῖς αὖθις ἐπιχειρεῖν θαυμαστὸν οἴομαι· τοὺς γὰρ ἐν ἀπορίᾳ καθεστηκότας καὶ φόβοις οὐδὲν θαυμαστὸν μηδὲ ἀφ’ ὧν διορθώσονται τὰς συμφορὰς εὑ‐ | 76 in vol. 6 |
5 | ρίσκειν δύνασθαι. Καὶ τοῦτο μὲν οὐδαμῶς ἄτοπον· τοὺς δὲ ῥήτορας ἄν τις δικαίως μᾶλλον τοὺς παρ’ ἡμῖν θαυ‐ μάσειεν, εἰ καιρὸν αὑτοῖς ἔτι τῆς παρ’ ἡμῖν προδο‐ σίας νομίζουσιν, ὅτε μηδὲ βασιλεὺς ἀρνεῖσθαι τὸ κρείτ‐ τους εἶναι τῆς ἑαυτοῦ δυναστείας διέγνωκε· προσήκει δὲ | |
10 | καὶ ὑμᾶς μὴ χείρους ἐν κοινῷ τῆς ἑνὸς ἀνδρὸς γνώμης ἐλέγχεσθαι, ὡς ἔστιν ἄτοπον φιλοτιμεῖσθαι μὲν ἐπὶ τῷ τοὺς βαρβάρους τοῖς ὅπλοις νικᾶν, ἁλίσκεσθαι δὲ ἐλάττους ἐν τῷ βουλεύεσθαι. Ἤδη δὲ καὶ τὰς αὐτὰς ἠφίει φωνὰς ὑπὲρ τῶν ὅλων τοῖς θεοῖς, καὶ τὰ αὐτὰ τῷ Πυθίῳ | |
15 | περὶ τῶν τριήρων ἐδόξαζε. Τί πορθμοῖς ἐνοχλεῖς δι’ ἐμέ; Τί δὲ ὄρη τέμνεις εἰς θάλασσαν; Τί καλύπτεις ἠπείρῳ τὸ ῥόθιον; Ἔασον ἑστᾶναι τὸν Ἄθω, καὶ μὴ πέμπε μοι διὰ τῶν ὀρῶν ἀλλὰ διὰ τοῦ ῥοθίου τὸν στόλον. Ἀλλ’ εἰ καὶ τούτων ὀλίγον τινὰ ἐποιήσω λόγον, τῶν | |
20 | οὐρανίων ἀπέχου μοι, καὶ φεῖσαι τῆς ἄνω λήξεως· μή μοι νύκτα ποίει τὴν ἡμέραν τοῖς βέλεσι μηδ’ ὑπο‐ τρεχέτω τὸν ἥλιον νέφος ἐκ τῶν βελῶν τῆς σῆς στρα‐ τιᾶς συγκείμενον. Ἀλλ’ οὐδὲν ἐᾷς ἀκίνητον, ἵνα ἓν γέ‐ νηται τῶν Μηδικῶν διηγημάτων ἡ πόλις ἡ Ἀθη‐ | |
25 | ναίων. Φοβερώτερος δὲ τῆς φήμης ἐπὶ τῆς πείρας φαινόμενος, νῦν μὲν ἐπὶ τῆς ἠπείρου τὰ θαύματα, νῦν δὲ μεταφέρων τὴν μεγαλουργίαν ἐπὶ τὴν θάλατταν, καὶ νῦν μὲν ἐπαφιεὶς τοῖς ποταμοῖς τὸ στράτευμα, νῦν δὲ ἡλίῳ τὰ βέλη, νῦν δὲ τῷ ῥοθίῳ τὰς μάστιγας. Ὄρος | |
30 | ἐπλεῖτο χειμαζόμενον, καὶ πορθμὸς ὅλος γεφυρωθεὶς ἐπεζεύετο. Ἄθως διὰ μέσου τριήρεις ἔπεμπε, καὶ τὴν ἵππον ὑπὲρ τοῦ ῥοθίου θέουσαν τὴν Μηδικὴν Ἑλλή‐ σποντος. Εἰς τριακοσίους ἦν ὁπλίτας τὸ παρὰ Λα‐ κεδαιμονίοις ὄφελος, οἱ δὲ λοιποὶ τύχῃ τὸ γένος ἐμέ‐ | 77 in vol. 6 |
35 | ριζον. Οὐ λέληθας ἡμᾶς ἄλλον δεινότερον ἐπάγων τοῦ προτέρου πόλεμον. Οὐκέτι χιλίας καὶ διακοσίας τριή‐ ρεις πληροῖς κατὰ τῆς πόλεως, οὐδὲ ἀποκρύπτεις ἠπείρῳ τὸ ῥόθιον οὐδὲ στενοχωρεῖς στρατιώταις τὴν ἤπειρον, οὐδὲ τὰ στοιχεῖα πρὸς τὴν σαυτοῦ χρείαν καταναγκάζεις | |
40 | μετασκευάζεσθαι· οἶδας γὰρ ὡς πάντων ἐκείνων κρείττων ἐγενόμην μαχόμενος. Ἀπὸ Βαβυλῶνος προσβάλλεις τῇ | |
Bibl.243361a | πόλει, καὶ διὰ τῶν κηρύκων ἡμῖν ἐφίστης μηχανή‐ ματα, καὶ ταῖς πρεσβείαις διορύττεις τὴν ἐπὶ τῶν καλλίσ‐ των φιλοτιμίαν τῆς πόλεως, καὶ ταῦτα δωρεὰς ὀνομάζεις καὶ χάριτας. Μὴ πρὸς τροπαίων διὰ γῆς καὶ θαλάσσης | |
5 | ἐγηγερμένων ... Εἰ μὲν οὖν οἴεσθε δεῖν γράφειν μὲν ἃ χρὴ ποιεῖν, ἃ δ’ ἂν γράψητε μὴ ποιεῖν, καὶ λαμ‐ προὶ μὲν ἐπὶ τῶν ψηφισμάτων φαίνεσθαι, διὰ δὲ τῶν ἔργων οὐχ ὅμοιοι, καλῶς ἔχει. Ὁ μὲν γὰρ ἐν τῷ βου‐ λεύεσθαί τι λαμπρός, τῷ μήπω δῆλος εἶναι ὅτι καὶ | |
10 | πράξειεν, οὔπω καθαρῶς τὴν εὐφημίαν κομίζεται, ἀλλ’ ἔτι πρὸς τοὺς ἐπαίνους ἀμφίβολος· περιμένουσι γὰρ τὸ τέλος ἅπαντες, ἵνα τὴν γνώμην θαυμάσωσιν. Ὁ δ’ οἷς ἔγνω καλῶς καὶ τὴν ἀπὸ τῶν ἔργων πεῖραν ἑλόμενος, ἐπ’ ἀμφοτέροις θαυμάζεται, τὴν μὲν γνώμην, οἷς ἔκρινε, | |
15 | τὴν δὲ πρᾶξιν, οἷς οὐκ ἤλεγξε τὰ ψηφισθέντα τοῖς πράγ‐ μασιν. Ἡδέως δ’ ἂν ἐροίμην τοὺς ἀντιλέγοντας, | |
πότερον ἀντεῖπον ἡνίκα ἐκυροῦμεν τὸν πόλεμον, ἢ τὴν ἡσυχίαν ἄγοντες εἴκειν ἠξίουν τοῖς συμβουλεύουσιν; Εἰ μὲν γὰρ οὐκ ἀντεῖπον, οὐχ ἡμῖν μόνον ἀλλὰ καὶ σφίσιν | 78 in vol. 6 | |
20 | αὐτοῖς τἀναντία διαπράττοντες φαίνονται, τούτοις ἐγκαλεῖν σπουδάζοντες, οἷς ὡς κάλλιστα ἔχουσι σιωπὴν ἐπεφή‐ μιζον. Οὐ γάρ που δυσνοίᾳ γε φήσουσι τὸ συμφέρον ἑκόν‐ τες ἀποκρύψασθαι. Ἀλλὰ μὴν εἴ γε ἀντειπόντες ἡττή‐ θησαν, πῶς οὐκ ἀναιδείας ὑπεύθυνοι τὰ αὐτὰ λέγειν | |
25 | ἐπιχειροῦντες δεύτερον, ἃ πρόσθεν εἰπεῖν τολμήσαντες ἥττους εἶναι τῶν ἀντιλεγόντων ἠλέγχθησαν; Καὶ μὴν εἴ γε λύσομεν ἃ κεκυρώκαμεν, οὐκ ἄδηλον δήπουθεν ὡς εὐχερείας τε ὁμοῦ καὶ ἀβουλίας ὄνειδος ἕξομεν, ἀβουλίας μὲν ὡς ἐν ἀρχῇ δέον εὑρεῖν τὸ συμφέρον ἀδυνατή‐ | |
30 | σαντες, εὐχερείας δὲ ὡς ἀφ’ ὧν ἐκρίναμεν ταχέως αὖ‐ θις μεταβαλλόμενοι. Καὶ οὔπω λέγω τὸ μεῖζον ἔγκλημα, ὅτι καὶ χρείας ἡττημένοι δόξομεν ἐθέλειν ἡμῶν αὐτῶν καταψηφίζεσθαι· ὅπερ (οἶμαι) καὶ ἀπαραίτητον ποιεῖ τὸ ἔγκλημα. Ἃ γὰρ καὶ χωρὶς τοιαύτης αἰτίας οὐκ ἀνεκτὸν | |
35 | ἡμαρτηκότας ἐλέγχεσθαι, πῶς οὐχ ἅπαξ ἀσύγγνωστον, ὅταν καὶ λήμματος ἀλλάττεσθαι τὴν ἀδοξίαν φαινώμε‐ θα; Εἰ δέ τις τῶν συμμάχων τῆς πόλεως δωρεὰν παρὰ βασιλέως δεξάμενος λύειν ἐπεχείρει τὸ δόγμα τῆς πόλεως ἢ καταλύειν τὴν συμμαχίαν ἐτόλμησεν, | |
40 | ἆρ’ οὐκ ἂν ὠργίσθητε καὶ δίκην ἀπῃτήσατε παρὰ τῶν ἀναιρεῖν ἐπιχειρούντων ἃ κεκυρώκατε; Ἐγὼ μὲν ἀκριβῶς | |
Bibl.243361b | οἶμαι. Εἶθ’ ἑτέροις ἄν τι λῦσαι τῶν ὑμετέρων οὐ συγχωρήσαντες, αὐτοὶ τοῦτο ποιοῦντες ὀφθήσεσθε; Καὶ ἐφ’ οἷς ἄλλου πράξαντος οὐκ ἂν ἠνέσχεσθε τὸ μὴ καὶ δί‐ κας εἰσπράξασθαι, ταῦτα ἑκόντες αὐτοὶ πλημμελεῖν | |
5 | δόξετε; Καὶ μὴν ἅπαντα μὲν εὐλαβητέον ἐργάζεσθαι | |
τὰ καὶ ὄντα πονηρὰ καὶ νομιζόμενα, ἐκεῖνα δὲ πλεῖον, ὧν αὐτός τις φθάσας κατέγνωκεν. Ἐφ’ οἷς γάρ τις ἀγανακτῶν ὡς φαύλοις ἐπιδείκνυται, εἰ τὰ αὐτὰ πράτ‐ των ἁλίσκοιτο, φιλαπεχθήμων ὁμοῦ καὶ πονηρός· πο‐ | 79 in vol. 6 | |
10 | νηρὸς μέν, οἷς ἃ μὴ χρὴ πράττων ἐλέγχεται, φιλαπεχθή‐ μων δέ, ὅτι τούτων τοὺς πλησίον εἴργειν ζητεῖ, ἃ τῷ λόγῳ μισεῖν προσποιούμενος ἔργοις μεταδιώκων ἁλί‐ σκεται. Λέγε μοι τὰ τῶν νομοθετῶν, εἰ βούλει, ῥήματα· ἀρίθμει μοι μετὰ τούτων, εἰ θέλεις, καὶ τὰ τῆς πόλεως τρό‐ | |
15 | παια· νόμους γὰρ ἐγὼ πολεμικοὺς ὀνομάζω τὰ τῆς πόλεως κατορθώματα. Τί νῦν ἐν ἅπασι τούτοις διεσπούδασται; Μὴ σπένδεσθαι βαρβάροις, μισεῖν τὸ γένος ὡς ἀλιτήριον, ἀ‐ διάλλακτον ἡγεῖσθαι τὸν πρὸς ἀλλήλους πόλεμον. Καὶ μά‐ λα εἰκότως· οὓς γὰρ τῇ φύσει πολεμίους ἐνόμιζον, παρὰ | |
20 | τούτων ἀεί τι κακὸν προσδοκήσαντες νόμῳ τὸ μὴ παθεῖν ἐφυλάξαντο, μέγιστον εἶναι τῆς πόλεως φυλακτήριον τὴν ἀπιστίαν τὴν πρὸς αὐτοὺς ἡγησάμενοι. Εἰώθασι γὰρ οἱ πονηροὶ τῶν ἀνθρώπων καὶ πρὸς πλεονεξίαν τὰ πάντα βλέποντες πλείονα κερδαίνειν ἐπὶ φιλίας προσχήματι | |
25 | τῶν ὅτε φανερῶς ὡμολόγουν τὸν πόλεμον. Ψηφί‐ σματα γὰρ Ἀθηναίων ἐγὼ καλῶ τὰ τοῦ θείου Πυθίου μαν‐ τεύματα. Πολέμιος ὁ Πέρσης οὐ καθ’ ἕνα καιρὸν οὐδὲ χρόνον, οὐδὲ παρ’ αὐτὴν μόνην τὴν τοῦ πολέμου καταβολήν, ἀλλ’ εἰς πάντα τὸν βίον τῆς πόλεως. | |
30 | Εἰ γὰρ Πλαταιὰς μόνας κατέσκαψε, καὶ δῆμον εἰς τοὺς ὑπὲρ τῆς ἐλευθερίας πολέμους αὐτόκλητον ἐποίη‐ σεν ἄπολιν. Οὐ γὰρ ἃ πέπονθε βασιλεύς, ταῦτα διαλογιζομένους ἐκεῖνον ἀπαλλάττειν τῆς μέμψεως δεῖ, ἀλλ’ ἅπερ ἂν κρατήσας ἔδρασεν ἐν νῷ λαβόντας, | |
35 | πᾶσαν ἥττω νομίζειν δίκην τῆς ἀξίας κομίζεσθαι. Οὐδὲ | |
δίκαιον τὰ αὐτὰ μὴ δρᾶσαι κρατήσαντας, ἅπερ ἡτ‐ τηθέντες ὑπὸ τῶν κεκρατηκότων ἂν ἐπάθομεν. Ὁ γάρ, πρὶν ἀνενεγκεῖν αὖθις τοὺς ἐναντίους ἀφ’ ὧν ἐσφά‐ λησαν ἐπεξιὼν καὶ τιμωρούμενος, οὐδὲ ἐκείνοις καιρὸν | 80 in vol. 6 | |
40 | ἐπὶ τῆς ἀμύνης ἐνδίδωσι, καὶ πᾶσαν ἑαυτῷ προξενεῖ τοῦ μήτι παθεῖν ἀσφάλειαν, οἷς κατὰ καιρὸν ἐπέξεισι, | |
Bibl.243362a | τούτοις περιγράφων ἅπασαν τὴν ἐν ὑστέρῳ παρὰ τῶν πεπονθότων ἐπίδοσιν. Καί φασι· δωρεὰς τῷ δήμῳ βασιλεὺς πέπομφε. Κυρσίλου μοι λέγεις ῥήματα, καὶ πονηρᾶς εἶ δημηγορίας διάδοχος, καὶ ταῦτα λέγειν | |
5 | ἐν Ἀθήναις ἐπικεχείρηκας, ἐφ’ οἷς τῷ προειπόντι τά‐ φον ἐποιήσαμεν τὸν τόπον ἐφ’ οὗπερ εἱστήκει φθεγ‐ γόμενος. Ἀδήλου δὲ ὄντος τίνα τρόπον ἡ ναυμα‐ χία κριθήσεται, οὐ δὴ καλόν, ἀφ’ ὧν εὐδοκιμοῦντες φαινόμεθα καὶ μεθ’ ὧν ἐπιτηδευμάτων διαγεγόναμεν, | |
10 | ἄκυρα ποιεῖν ἐπὶ τοῦ παρόντος βουλεύεσθαι. Οἷς μὲν γὰρ ἐξ ἀρχῆς ὀλίγος τῆς ἀρετῆς λόγος, οὐ μέγας τού‐ τοις οὐδὲ σφαλεῖσιν ὁ κίνδυνος· οἷς δὲ τοσαῦτα καὶ τηλικαῦτα παραδείγματα τῆς ἀρετῆς ἕστηκε, τίς συγ‐ γνώμη παρὰ τοῖς ἔξωθεν, εἰ τοῖς τελευταίοις ἀφα‐ | |
15 | νίζοντες τὴν ἔμπροσθεν δόξαν ἐλέγχοιντο; Πᾶς γὰρ ἐμοὶ Ξέρξου πρὸς δωρεὰν καὶ χάριν ἐγγύτερος. Ἔτι τοίνυν, εἰ μὲν προῖκα παρεῖχε τὴν δωρεάν, ἦν ἄν τις λόγος ἴσως τοῖς βασιλεῖ συναγορεύουσι· καί‐ τοι γε οὐδὲ τοῦτο τῶν Ἀθηναίων ἄξιον. Εἰ δ’ ἀνταιτεῖ | |
20 | χάριν παρὰ τῆς πόλεως, εὔδηλον δήπουθεν ὡς οἷς παρ’ ἡμῶν ἀντ’ ἐκείνων τυχεῖν ἐσπούδασε, τούτοις ἐπιδείκνυσι μηδὲν αὐτὸς χαριζόμενος. Εἰ δὲ ἁπλῶς διδόντος λαβεῖν οὐκ εὔλογον, πῶς οὐ πλέον, ὅτε μηδὲ προῖκα τὴν δωρεὰν ἀλλ’ ἐπ’ ἀντιδόσει τοσαύτῃ, ᾗ καὶ αὐτὸς δῆ‐ | |
25 | λός ἐστιν ἃ δίδωσιν ὁμολογῶν ἀνταλλάξασθαι. Φέρε δὴ καὶ αὐτὰς τὰς ὑποσχέσεις σκεψώμεθα. Ἀντικατα‐ στήσω (φησίν) οἷς ἐλυμηνάμην κατὰ τὸν πόλεμον. Αὐ‐ τήν μοι λέγεις τοῦ πολέμου τὴν πρόφασιν, καὶ μάχης μᾶλλον ἢ διαλλαγῆς μοι ἀναγινώσκεις συνθήματα, καὶ | 81 in vol. 6 |
30 | λανθάνεις οἷς διαλλάξει βασιλεῖ τὴν πόλιν ἐσπούδα‐ κας, τούτοις ἡμᾶς ἐγείρων πλέον ἐπὶ τὸν πόλεμον. Ὢ τῶν ἀνομοίων ῥημάτων· λυμεῶνά μοι τὸν αὐτὸν προσ‐ αγορεύεις καὶ φίλον, αὐτόχειρα καὶ πάλιν ἔνσπονδον. Καὶ τὴν αὐτὴν ἀναγινώσκεις ἐπιστολὴν μεστὴν ἀδικημάτων | |
35 | καὶ δωρεῶν, μιγνὺς τὰ ἄμικτα· πάθη, [δωρεάς], χά‐ ριτας, συμφοράς, βαρβάρους, Ἕλληνας· καὶ τῷ μὲν δοκεῖν σπουδάζεις ὑπὲρ τῆς πόλεως, τὸ δ’ ἀληθές, βα‐ σιλεῖ ποιεῖς φιλοτιμίας ὑπόθεσιν τὸ πτῶμα τῆς πό‐ λεως. Τί οὖν οὐκ ἐπὶ τὰς τριήρεις ἴμεν, ἀλλ’ ἀνε‐ | |
40 | χόμεθα προφέροντος ἡμῖν βασιλέως τὴν πόρθησιν; Ἐπολυπραγμόνησέ μου Ξέρξης τὰ διηγήματα, ὥσπερ καὶ τοῖς ἐγκωμίοις πολεμῆσαι θέλων τῆς πόλεως. Εἰ μὲν | |
Bibl.243362b | οὖν παρ’ ἑτέρου μὲν ἦν τὸ ἀδίκημα, παρ’ ἑτέρου δὲ ἡ χάρις, τῷ μὲν ἐχρῆν ὡς πολεμίῳ χρῆσθαι, τὸν δὲ ὡς εὐεργέτην ἀμείβεσθαι. Εἰ δὲ ὁ αὐτὸς ἀμφότερα, τί μᾶλ‐ λον εἰδέναι χάριν ἀνθ’ ὧν ὑπισχνεῖται προσῆκεν ἢ τι‐ | |
5 | μωρίαν ἀπαιτεῖν ἐφ’ οἷς ἀδικῶν ἐλέγχεται; Τίνα δὲ καὶ τὰ λελυμασμένα καλεῖ; Ἀφοσιοῦται γὰρ καὶ διὰ τῶν γραμμάτων τὴν χάριν. Τὰς Ἀθήνας πάντως ἀνοικιεῖν ἐπαγγέλλεται· τοῦτο γὰρ ὑπαινίττεται δήπου, κἂν μὴ τολ‐ μᾷ φανερῶς ὀνομάζειν τῷ ῥήματι. «Ἀθήνας ἀνοικιῶ», φησί. | |
10 | Σὺ τὴν τῆς Ἀθηνᾶς πόλιν; Σὺ τὴν Θησέως καὶ Κέ‐ κροπος; Εἶτα σιωπηθήσονται Ἐριχθόνιοι καὶ Κέκρο‐ πες, ἔτι δὲ Θησεῖς καὶ Κόδροι; Πάντα δὲ ἔσται Ξέρξης | |
τῇ πόλει, οἰκιστής, ἀρχηγέτης, τῶν ἐπαίνων, τῶν ἐγκω‐ μίων ὑπόθεσις; Οἴμοι τῶν κακῶν· ἡττημένος μου | 82 in vol. 6 | |
15 | Ξέρξης λαμβάνει τὴν πόλιν. Τί δ’ ἂν καὶ ἡμᾶς αὐτοὺς κατὰ τῶν Ἑλλήνων συστρατεύεσθαι κελεύῃ; Οὐ γὰρ εἶναι δίκαιον τῷ τοσαύτην ἐνδεικνυμένῳ περὶ τὴν πό‐ λιν μεγαλοψυχίαν μὴ πάντα τρόπον συναγωνίζεσθαι. Καλάς γε (οὐ γάρ;) τότε καὶ τῶν τροπαίων ἀξίας τῶν | |
20 | ἐγηγερμένων τὰς παρατάξεις παραταξόμεθα, ὑπὸ Ξέρξῃ στρατηγῷ τοὺς κατὰ τῶν ὁμοφύλων πολέμους ἐκφέρον‐ τες. Δι’ οὓς ὤφθη Πέρσαις ἀντὶ νικηφόρου σχῆμα δραπέτου καὶ φυγάδος περικείμενος, τούτοις πόλιν οἰ‐ κίζειν, τούτους εὐεργετεῖν ἀνέξεται; Εἰ μὲν γὰρ εὐθὺς | |
25 | ἀναμάχεσθαι τοῖς ὅπλοις τὴν ἧτταν ἐπίστευεν, ἐστράτευ‐ σεν ἄν, οὐκ ἐπρεσβεύετο· ἐπεὶ δὲ ἀπογινώσκει τῶν δυ‐ νάμεων, τὴν ἀπάτην τέως ἀντὶ τῶν ὅπλων προβέ‐ βληται. Ἔτι τοίνυν καὶ διαβάλλειν πρὸς τοὺς Ἕλληνας τὴν πόλιν ἐσπούδασεν, ἵνα ἐρήμους τῆς παρ’ ἐκείνων | |
30 | συμμαχίας ἐργασάμενος πρὸς μόνους ἡμᾶς ὕστερον ἐξε‐ νέγκῃ τὸν πόλεμον. Καὶ μὴν ἐξ αὐτῶν τῶν ῥημά‐ των δῆλός ἐστι πρὸς τὴν δωρεὰν ἀφοσιούμενος. Τοῦ μὲν γὰρ ἀνοικίσαι τὴν πόλιν τὴν ἡμετέραν θέλοντος ἔρ‐ γον ἦν αὐτὸ τοῦτο σαφῶς ἐγγράψαι τοῖς γράμμασιν· | |
35 | ὁ δὲ τοῦτο μὲν οὐκ εἰπών, ἁπλῶς δὲ ἀντικαταστῆσαι φήσας οἷς ἐλυμήνατο κατὰ τὸν πόλεμον, τῇ τοῦ προσ‐ ρήματος ἀμφιβολίᾳ καλῶς ὃ κακουργεῖ διὰ τῶν γραμ‐ μάτων δεδήλωκε. Τί δὲ ἦν τῆς πόλεως τῆς ἡμε‐ τέρας τὸ ἐπίσημον; Σεμνότης οἰκοδομημάτων, παν‐ | |
40 | ταχοῦ τῆς ἀρχαίας ἀρετῆς ὑπομνήματα, ὁ παρὰ τῆς φύσεως κόσμος μεῖζον τοῦ παρὰ τῆς τέχνης προστιθεὶς τῇ πόλει τὸ κάλλος. Οἵα μὲν ἰδεῖν ἀκρόπολις, οἷον ἄλλο θεῶν | |
Bibl.243363a | μετ’ οὐρανὸν ἐνδιαίτημα. Οἷος δὲ ὁ τῆς Πολιάδος νεώς, καὶ τὸ πλησίον τὸ Ποσειδῶνος τέμενος. Συνή‐ ψαμεν γὰρ διὰ τῶν ἀνακτόρων τοὺς θεοὺς ἀλλήλοις μετὰ τὴν ἅμιλλαν. Οὐ λαμβάνω παρὰ ἀνδρὸς τὸν τελε‐ | 83 in vol. 6 |
5 | τῆς τόπον ὃν εἴργει τῆς τελετῆς τῆς ἡμετέρας τὸ κή‐ ρυγμα. Τίς ἀναστήσει τοὺς ἄνδρας, οὓς ἀπολώλεκε; Τίς τὰ σώματα τῶν πεσόντων, οἷς οὗτος κατὰ τοὺς πο‐ λέμους λελύμανται; Ἄνδρες γάρ (φησίν) αἱ πόλεις, οὐκ οἰκοδομήματα. Εἰ δὲ τὰ λελυμασμένα ἡμῖν ἀποδώσειν | |
10 | ἐπαγγέλλεται, τούτων δὲ τὰ μὲν οὐδ’ ὅλως ἐγχωρεῖ λαβεῖν, τὰ δὲ τοῖς διεφθαρμένοις οὐχ ὅμοια, πῶς οὐκ ἀδύνατος ἐλέγχεται τοῖς πᾶσιν ἡ περὶ τούτων ὑπόσχεσις; Οὐκ ἤνεγκαν οὐδὲ τριακοσίους ἐκεῖνοι Λακεδαιμονίων ἐν Πύ‐ λαις, ἀλλ’ ἐν ὀφθαλμοῖς βασιλέως ἔπιπτον αἱ τοσαῦται | |
15 | μυριάδες πρὸς ἕνα λόχον ὑπὸ μαστίγων παραταττο‐ μέναι. Αὐτὸς ἡμᾶς ἐπὶ τὴν Ἀσίαν καλεῖ βασιλεύς, οἷς παραιτεῖται τὰς μάχας, τούτοις ἀκίνδυνον εἶναι τὸν πρὸς αὐτὸν δεικνύων πόλεμον. Λόχος εἷς πρὸς ὅλην τὴν Ἀσίαν παραταττόμενος καὶ τριακόσιοι Σπαρτιᾶται | |
20 | κλείοντες πρότερον μὲν τοῖς ὅπλοις ὕστερον δὲ τῷ θα‐ νάτῳ τὰς Πύλας. Σεμνότερον ἠγείρατε τροπαίου τὸ πολυάνδριον. Ἐγὼ καὶ ὑπὲρ Θηβαίων ἀπαιτῆσαι δίκας ἐσπούδακα. Δῆμος Ἕλλην διὰ Πέρσας τοῦ κοινοῦ γένους προδοσίαν κατέγνωσται, καὶ πόλις ἐμὴ Περσικὸν | |
25 | ἐδέξατο κατὰ τῶν Ἑλλήνων στρατόπεδον. Κέρδος οὐκ Ἀθηναίων μόνον, ἀλλὰ καὶ κοινὸν τῶν Ἑλλήνων ἁπάντων, Πέρσαι νικώμενοι. Εἴθε καὶ εἰς Πύλας ἀπηντήσαμεν· τρόπαιον ἂν ἐδείκνυσαν νῦν ἀντὶ τοῦ τάφου Λακεδαιμόνιοι. Ἐπὶ Ξέρξην καλῶ, ἐπὶ Ξέρ‐ | |
30 | ξην, Ἄπολλον, τὸν μέχρι τῶν ἀδύτων στρατεύσαντα, τὸν τοῖς ἱεροῖς σου τρίποσι τὸ πῦρ προσάγειν φιλονει‐ κήσαντα, δι’ ὃν ἐκίνησας φάσματα. Δοῦναι θέλω καὶ τοῖς χωρίοις ἀπὸ τῶν ἐμῶν κατορθωμάτων ὀνό‐ ματα, καὶ τὰ πελάγη καὶ τοὺς ποταμοὺς ἀπὸ τῶν ἐμῶν | 84 in vol. 6 |
35 | τροπαίων μᾶλλον ἢ τῶν ἀρχαίων ὀνομάτων προσ‐ αγορεύεσθαι. Πότε οὖν ἢ πόθεν ἀνοικιοῦμεν τὴν πόλιν; ὑπέκρουσέ τις. Ποίαν γὰρ ἐπιζητεῖς ἔτι πόλιν, τὰς τριή‐ ρεις ἔχων, τῆς νέας πόλεως οἰκιστὴν ἔχων τὸν Πύθιον; Προβάλλεται δὲ αὑτῆς ἀντὶ μὲν τειχῶν τὴν θάλασσαν, | |
40 | ἀντὶ δὲ πύργων τὰς νήσους, ἀντὶ δὲ κόσμου τὰ τρόπαια. Εἰ δὲ καὶ τοὺς ὅρους αὐτῆς ἐπιζητεῖς μαθεῖν, περίελθε κύκλῳ τῷ λογισμῷ τὴν οἰκουμένην ἅπασαν, καὶ γῆν ὅση | |
Bibl.243363b | βατή, καὶ θάλασσαν ὁπόση πλόϊμος· οὗτοι τῶν Ἀθηνῶν τῶν ἐπὶ Θεμιστοκλέους οἱ ὅροι. Ἀπαιτήσω Ξέρξην ἀντὶ τοῦ θαλλοῦ τῆς Ἀθηνᾶς τὴν πλάτανον, ἵνα δύο βλέπηται τῆς θεοῦ κατὰ τὴν ἀκρόπολιν τρόπαια, | |
5 | κατὰ μὲν Ποσειδῶνος ὁ θαλλός, κατὰ δὲ τῶν βαρ‐ βάρων ἡ πλάτανος. | |
6 | Ἐκ τοῦ πολεμαρχικοῦ· τὸ προοίμιον. | |
8 | Οὐ τοῖς ψέγουσι τὸν νόμον τῶν ἐπὶ τοῦ μνήματος | |
10 | εἰωθότων λέγειν, ἀλλὰ τοῖς ἐπαινοῦσι συνθήσομαι. Καὶ γὰρ ἄτοπον τὴν τοῦ λέγειν ἐξουσίαν παρ’ αὐτοῦ λαβόντας, κατ’ αὐτοῦ τῇ παρὰ τοῦ λέγειν ἐξουσίᾳ χρῆσθαι. Τὸν γὰρ ἐκ τοῦ θανάτου φόβον ὁ νομοθέτης τῇ παρὰ τοῦ λόγου τιμῇ παραμυθούμενος, ἄοκνον πᾶσι τὴν τόλμαν | |
15 | τὴν ὑπὲρ τῶν κινδύνων καθίστησιν. Ἡ δὲ τῶν ἐγκω‐ | |
μίων ἀρχὴ τῷ μὲν δοκεῖν κοινὴ πρὸς ἅπαντας, τὸ δ’ ἀληθὲς τῶν ἀνδρῶν τούτων ἐξαίρετος. Οἱ μὲν γὰρ τοὺς ἄλλους ἐπαινεῖν σπουδάζοντες, ἵνα τὸ γένος ὑμνήσωσιν, εἰς προγόνων τινὰς εὐφημίας τὴν τοῦ λέγειν φύσιν ἀνα‐ | 85 in vol. 6 | |
20 | βιβάζουσιν, ἢ τὴν γῆν ὅθεν οἱ πρόγονοι τῶν ἐπαινου‐ μένων ἐγένοντο. Πάντες γὰρ ἐπιεικῶς οἱ πρόγονοι τῶν πανταχοῦ θαυμαζομένων ἐπήλυδες. Οὐ μὴν καὶ κατὰ τούτων ὁ νόμος οὗτος νενίκηκεν, ἀλλ’ ὁμοῦ τε Ἀθηναίους εἴρηκας, καὶ μετὰ τῆς ἐπωνυμίας δηλοῖς τοὺς αὐτό‐ | |
25 | χθονας. Ἄοπλος ἦν ὁ βίος· ὅπλα τῶν κινδυνευόν‐ των προὐβάλετο. Ἵππων χρῆσιν οὐκ ἠπίστατο· μερίζει πρώτη πρὸς ἄθλους καὶ πολέμου χρείαν τὴν ἵππων γέ‐ νεσιν. Κριθείσης δὲ τῆς ἁμίλλης θαλλῷ τε καὶ κύ‐ ματι, τῷ θαλλῷ τὴν ψῆφον τίθενται. Τῷ θαλλῷ δ’ ὅταν | |
30 | εἴπω, τῇ θεῷ λέγω· Ἀθηνᾶς γάρ (οἶμαι) τὸ γνώρισμα. Ἀλλὰ γὰρ οὐχ ὅτι τις τοιοῦτον εἴπῃ χαλεπὸν εὑρεῖν, ἀλλ’ ὅπως μὴ τούτοις ἑπόμενος πόρρω τῶν πρά‐ ξεων γένηται, ἃς τοῦτο μὲν ὑπὲρ τῆς πόλεως οἱ τῶν τῇδε κειμένων πρόγονοι, τοῦτο δὲ ὑπὲρ τῆς ὅλης Ἑλ‐ | |
35 | λάδος ἤραντο, παῖδες πατέρας μιμούμενοι, καὶ διὰ πά‐ σης ἡλικίας τε ὁμοῦ καὶ διαδοχῆς τοῦ γένους τὴν εὐψυ‐ χίαν καταβιβάζοντες. Ἡρακλείδας δὲ ὑποδεξάμε‐ νοι τὸν μὲν ὑβρίζοντα τῆς παρανομίας ἔπαυσαν, αὐ‐ τοὺς δὲ τὴν τύχην ἀμείψαντες βασιλέας Πελοποννήσου | |
40 | πάσης ἀντὶ φυγάδων εἰργάσαντο. Ἐκίνησε φθόνος ποτὲ κατὰ τῆς πόλεως Δωρικὸν ὁμοῦ καὶ Βοιώτιον καὶ προσέτι Χαλκιδέων τῶν ἀπ’ Εὐβοίας ἐκ τρίτων πόλεμον. | |
Bibl.243364a | Πῶς οὖν ἅπασι τούτοις ἡ πόλις ἀντέστη; Ἔπιπτον Βοιωτοί, Δωριεῖς ἠγάπων σῳζόμενοι, Χαλκιδεῖς ἅπαντες ἤγοντο, τρία δὲ εἱστήκει τρόπαια. Τῶν δὲ τροπαίων τὸ τάχος ἐστὶ λαμπρότερον· τὸ γὰρ κατ’ Εὐβοίας καὶ Βοιω‐ | 86 in vol. 6 |
5 | τῶν μιᾶς ἦν ἡμέρας τὸ συναμφότερον. Ἀλλὰ γὰρ ἔοικα, πᾶσι τὸ μέρος ἀποδιδόναι τῆς εὐφημίας βουλό‐ μενος τοῖς ἄνω χρόνοις ὑπὲρ τῆς πατρίδος καὶ παντὸς τοῦ γένους κατὰ τὰς μάχας πρωτεύσασιν, οὔτε τούτοις τὴν ἀξίαν τηρεῖν τῷ τὸ μέγεθος τῶν πράξεων ἐν τῷ | |
10 | τῶν λόγων τάχει συγκρύπτεσθαι, καὶ μήπω τούτων προσ‐ άπτεσθαι, ὧν ἡ τῶν ἀκροωμένων προσδοκία ζητοῦσα πάλαι τὸν ἔπαινον ἀσχάλλειν ἔοικεν ὅτι μήπω τῆς ἐπι‐ θυμίας ἐμπίπλαται. Οὐκοῦν ἐπὶ ταῦτα ἤδη ἰτέον τῷ λόγῳ. Τὸ δὲ ἐξ ἀνάγκης ἀπολείπεσθαι μέλλειν τῶν πράξεων, | |
15 | ὅτι κοινὸν ἁπάντων, οὐδενὸς ἂν εἴη δίκαιον ἔγκλημα. Πέρσαι κλῆρον ἕνα τὴν ὑφ’ ἡλίῳ πᾶσαν δεῖξαι τοῖς ὅπλοις βουλόμενοι, μικρῷ μέρει τῷ πρὸς ἑσπέραν πλη‐ ρῶσαι τὴν ἐπιθυμίαν ἀπείργοντο. Ὡς δ’ ἀφεθεὶς ἀπ’ Ἰωνίας ὁ στόλος, καὶ πάλιν ἀποκρύψας πλήθει νεῶν | |
20 | τὸ φαινόμενον, περὶ τὰς νήσους τὰς κατ’ Αἰγαῖον ἐσχί‐ ζετο, τὴν μὲν Ναξίων πόλιν πρὸς τὴν θάλατταν εὐ‐ θὺς μερίζεται, τῇ μὲν ἀφεὶς μετὰ τῆς ἐπωνυμίας τοὔ‐ δαφος, αὐτὸς δὲ τὸ γένος εἰς τὰς τριήρεις ἐνθέμενος· τὸν δὲ Ἐρετριέων δῆμον ὅπλων μὲν οὐκ ἠξίωσαν, ἐλάτ‐ | |
25 | τονα Περσικοῦ πολέμου τὴν τύχην αὐτῶν νομίσαντες, χειρὶ δὲ χεῖρα πάντες ἀλλήλων συνέχοντες σαγηνείας εἰκόνα τὴν Ἐρετριέων ἔδειξαν πόρθησιν. Ἐπεὶ δὲ καὶ Μαραθῶνος ἥψαντο, τὰ μὲν τῶν ἐλπίδων ἠφάνιστο, ἐγνώρισαν δὲ καλῶς διὰ τῆς πείρας μαθόντες ὅσον | |
30 | τὸ μέσον Ἐρετριέων καὶ τῆς ἡμετέρας πόλεως. Τότε | |
τις καὶ κατὰ τριήρους ὅλης ναυτικὸς στρατιώτης ἐτόλ‐ μησεν· ἐπιδραμὼν γὰρ τοῖς φεύγουσιν εἰς τὴν θάλασσαν, Φοινίσσης νεὼς λαμβάνεται, κρείττονα δεξιὰν ἔχειν τριή‐ ρους ὅλης οἰόμενος. Δείσαντες δὲ ὑπὲρ τῆς τριήρους | 87 in vol. 6 | |
35 | οἱ βάρβαροι, μὴ δεξιᾶς Ἀττικῆς γένηται λάφυρον, πε‐ λέκει τὴν χεῖρα μερίζουσιν. Ὁ δὲ πληγεὶς ἔκειτο τῆς μὲν χειρὸς ἀφαιρεθείσης, τῆς δὲ τριήρους ἐχόμενος. Ὦ πρῶτοι τὴν Περσῶν τύχην ἐλέγξαντες· ὦ κρείττους τῆς ἀνθρωπίνης φύσεως νίκας νικήσαντες· ὦ μετὰ | |
40 | διηγημάτων πεσόντες, ἃ μήτε πρὸ ὑμῶν μήτε μεθ’ ὑμᾶς ὁ χρόνος ἤνεγκεν· ὦ σεμνότερον τροπαίου τάφον | |
Bibl.243364b | κτησάμενοι· ὦ τὸ Μαραθῶνος ὄνομα τοῖς ἡλίου δρόμοις συναποτείνοντες· Μαραθὼν μὲν ἔχει τὰ σώ‐ ματα, τὰς δὲ ψυχὰς οἱ συστρατιῶται θεοί, γῆ δὲ τὸ κλέος καὶ θάλαττα. Θυμουμένου δὲ τοῦ Ξέρξου κατὰ | |
5 | τῆς πόλεως οὐδὲν τῶν πάντων ἡσύχαζεν, ἀλλὰ πᾶν αὐτῷ συνεκινεῖτο καὶ συνεσείετο, καθάπερ Ποσειδῶνος αὐτοῦ τινάσσοντος γῆν ὁμοῦ πᾶσαν καὶ θάλασσαν. Γῆ δὲ καὶ θάλαττα τὴν ἀλλήλων φύσιν ἠλλάττοντο. Τοῖς μὲν πορθμοῖς ἐπετίθει τὴν ἤπειρον, τὰς δὲ Φοινίσσας | |
10 | διὰ τῶν ἰσθμῶν ἔπεμπεν. Ὤφθη τότε πάσης ἐλπίδος κρείττονα θαύματα, ἵππος καθ’ Ἑλλησπόντου Μηδική, καὶ δι’ Ἄθω μέσου στόλος τριήρων πεμπόμενος. Ἀπεί‐ χετο δὲ Ξέρξης οὐδὲ οὐρανοῦ τοῖς τολμήμασιν, ἀλλὰ μετῄει καὶ μετεπήδα τοῖς θαύμασιν ἀπὸ θαλάσσης | |
15 | ἐπ’ ἤπειρον, ἀπὸ γῆς ἐπ’ οὐρανὸν ἐκεῖθεν καὶ ἐπὶ τὸν ἥλιον· τοῦ μὲν γὰρ τοξεύων τὸ φῶς ἀπέκρυπτε, τῆς δὲ πλέων τὴν φύσιν ἤμειβε, τῆς δὲ πεζεύων τὴν χρείαν ἤλεγχε. Καὶ σιωπῶ πελάγη ὑπὸ τριήρων κρυπτόμενα, στρα‐ | |
τόπεδα τῆς ἀριθμοῦ φύσεως κρείττονα, ἔθνη δὲ δείπνων | 88 in vol. 6 | |
20 | δαπάνης ἥττονα, βασιλέα δὲ πανταχοῦ μὲν ὄντα τῷ φόβῳ, οὗ δὲ γῆς εἴη, διὰ τὸ πλῆθος λανθάνοντα. Το‐ σούτου τοίνυν θορύβου γῆς διὰ πάσης ἠχήσαντος, καὶ κρι‐ νομένων ἐπὶ τῆς Ἑλλάδος τῶν ὅλων, οἱ μὲν ἄλλοι σύμ‐ παντες τοσοῦτον ἐν τοῖς δεινοῖς κερδαίνειν ᾤοντο ὅσον | |
25 | ἀπεῖναι Πέρσας τῶν πόλεων. Οὐ μὴν καὶ ἡ πόλις εἶξε βασιλεῖ τὰ πάντα σείοντι, οὐδὲ φόβῳ τῆς φήμης αἰσχρόν τι καὶ πρὸ τῆς πείρας ἐβούλευσεν, ἀλλ’ ἀπὸ τῆς πρε‐ σβείας πρώτης κρείττων βασιλέως ἐγίγνετο. Ὁ μὲν τὰ τῆς δουλείας ἀπῄτει σύμβολα, οἱ δὲ τὰ τῆς ἐλευθερίας | |
30 | ἀντέπεμπον· ἦν γὰρ θάνατος ἡ τῆς πρεσβείας ἀντίδο‐ σις. Ἐφόβει δὲ αὐτοὺς οὐδὲν τῶν ἁπάντων, οὐδὲ ἐποίει τῆς ἀρετῆς ἐπιλανθάνεσθαι, οὐ Λακεδαιμόνιοι πίπτον‐ τες καὶ τοσοῦτον συντελοῦντες τοῖς Ἕλλησιν ὅσον ἀν‐ δρείως ὑπὲρ θανάτου βουλεύσασθαι, οὐ μαστιζόμενα κύ‐ | |
35 | ματα καὶ κολαζόμενα πνεύματα καὶ τρυφῶν βάρβαρος κατὰ τῆς φύσεως. Ὦ μείζονα Ξέρξου τολμήσαντες· ὦ ψυχὰς στοιχείων βεβαιοτέρας ἐπιδειξάμενοι· ὦ τοῖς Περσῶν τοξεύμασιν οὐ καλυφθέντες τὸ φρόνημα· ὦ δύο τροπαίοις δεκαετῆ στόλον ἐλέγξαντες. Ὑμεῖς τὸν ἐπὶ | |
40 | πᾶσαν ἰόντα γῆν καὶ θάλασσαν ἀγαπητῶς κλέψαι τὴν σωτηρίαν κατηναγκάσατε. Ὦ μόνοι δείξαντες ἀνθρώ‐ ποις | |
Bibl.243365a | ἅπασιν ὅτι πᾶσα χεὶρ ὑπ’ ἀρετῆς ἐλέγχεται. Ἀλλὰ κἂν ταῦτα σιγῇ παρέλθωμεν, κἂν τῆς εἰρήνης πρὸς βασιλέα γεγενημένης μνημονεύσωμεν, ἣ παντὸς τροπαίου σεμνοτέραν ἔτι τὴν πόλιν ἐργάζεται. Καὶ μάλα | |
5 | εἰκότως. Αἱ μὲν γὰρ καὶ τύχης ἔργον πολλάκις· τὸ δὲ ἑκόντα συγχωρῆσαι βασιλέα τῇ πόλει ἵππου μὲν δρό‐ μον ἡμέρας θαλάττης ἀφέξειν ἄνω, εἴσω δὲ Χελιδο‐ νέων καὶ Κυανέων μὴ πέμψειν ὁλκάδα, πῶς οὐ κα‐ θαρὰν πανταχόθεν τῇ πόλει προξενεῖ τὴν εὔκλειαν; | 89 in vol. 6 |
10 | Ἀλλὰ γὰρ Ἀθηναίων τὰ μυρία τρόπαια καὶ ναυμα‐ χίας καὶ πεζομαχίας, καὶ ὡς πρὸς ἅπασαν μὲν τυραν‐ νίδα, πρὸς ἅπασαν δὲ δυναστείαν ἀντέστησαν, ἄλλοτε κατ’ ἄλλους χρόνους ὑπὲρ τοῦ γένους μυρίους ἀγῶνας ἀνα‐ δεξάμενοι, οὔτε ἐμοὶ διεξελθεῖν ῥᾴδιον οὔτε εἴ τις πρό‐ | |
15 | τερον ἐπικεχείρηκε. Διόπερ οἶμαι δεῖν, ὡς οἱ τοὺς ἐν τοῖς σταδίοις νικηφόρους ἀνακηρύττοντες, ἓν καὶ ταὐ‐ τὸν συνθεῖναι γνώρισμα, εἶθ’ οὕτω ταύτῃ καὶ πρὸς τὸν νόμον ἀφοσιώσασθαι. Ὦ πᾶσαν γῆν καὶ θάλασσαν, ὅση μὲν βατή, νίκης καὶ τροπαίων, ὅση δ’ ἄβατος, | |
20 | δόξης καὶ κλέους πληρώσαντες· ὦ μόνοι ταῖς μεγά‐ λαις πράξεσι χρόνον καὶ φθόνον νικήσαντες· ὦ τὴν οἰκουμένην ἅπασαν οὐ στήλαις ἀλλὰ τροπαίοις μετρή‐ σαντες; Εἴρηται κἀμοὶ τῆς μὲν ὑποθέσεως ἴσως ἔλαττον, τῶν δὲ πολλῶν οὐκ ἐλάττονα. Λείπεται δὲ εὐ‐ | |
25 | φήμῳ βοῇ προσηχήσαντας πανδημεὶ πάντας τῷ μνή‐ ματι, οὕτω τῆς τιμῆς ἀπαλλάττεσθαι. | |
26 | Ἐκ τοῦ Ἀρεοπαγιτικοῦ ἢ ἐλευθερωτικοῦ τοῦ υἱοῦ αὐτοῦ Ῥουφίνου. τὸ προοίμιον. | |
29 | ||
30 | Ἄνδρες οἱ καὶ θεοῖς ὑπὲρ νίκης πάλαι καὶ νῦν Ἀθηναίοις ὑπὲρ ἐλευθερίας δικάζοντες. Οὐκοῦν τῷ νόμῳ πειθόμενος τὰ τῆς χρείας μόνης φθέγξομαι ῥή‐ | |
ματα. Ἐγὼ καὶ σοφιστὴς ἐγενόμην παρ’ ὑμῖν καὶ πατήρ. Εἰ σοφιστὴς δεξιός, ὑμεῖς ἐπίστασθε· λέγω γὰρ | 90 in vol. 6 | |
35 | ἀεί, καὶ τὴν ἐμὴν πολιτείαν ἔχει τὰ θέατρα· εἰ πα‐ τὴρ Ἀττικός, ἡ παροῦσα δείκνυσι πρόφασις· οὐ γὰρ ἀνέχομαι τὸν Ἀθηναῖον παῖδα μὴ προσαγορεύειν ἐλεύ‐ θερον. Πιστεύω καὶ πρὸ ἥβης τὴν ἐλευθερίαν τῷ παιδί. Ἐμός ἐστιν, Ἀθηναῖός ἐστι, πόλεως καὶ πλέον τιμώσης | |
40 | τὸ κοινὸν γῆρας ἢ τὸ τῶν πατέρων ἕτεροι. Οὗτός ἐστιν ἐκ Πλουτάρχου, δι’ οὗ πάντας ὑμεῖς παιδεύετε. Οὗ‐ τος ἐκ Μινουκιανοῦ τοῦ διὰ τῆς ἑαυτοῦ φωνῆς πολ‐ | |
Bibl.243365b | λοὺς πολλάκις ἐλευθερώσαντος. Τὸν ἐκ Νικαγόρου προσήγαγον ὑμῖν, τὸν ἐξ ἐμαυτοῦ. Σοφιστῶν ὑμῖν καὶ φιλοσόφων λέγω κατάλογον, Ἀττικὴν ὄντως εὐγέ‐ νειαν. Ἀφῆκα πολλάκις τὰς τοῦ σοφιστοῦ φωνάς, νῦν | |
5 | τὰς τοῦ πατρὸς ἀφίημι. Ἐδώκατέ μοι παῖδα δι’ ἀττικοῦ γένους· λάβετε τοῦτον καὶ διὰ τῆς ψήφου τῆς ὑμετέρας ἐλεύθερον. Οὐκοῦν ἄφετέ μοι τῇ ψήφῳ τὸν παῖδα, καὶ φωνὴν ἐλευθέριον συνεπηχήσατε, ἵνα ὡς Ἀθηναῖος (ἶσον γὰρ εἰπεῖν ἐλεύθερος) καὶ λέγῃ | |
10 | καὶ γράφῃ παρ’ ὑμῖν, κἂν οἱ θεοὶ βούλωνται, καὶ πολι‐ τεύηται. | |
11 | Ἐκ τῆς μονῳδίας τῆς εἰς τὸν αὐτὸν υἱὸν Ῥουφῖνον· τὸ προοίμιον· | |
14 | ||
15 | Ἀδικῶ μὲν ὅλως φθεγγόμενος Ῥουφίνου κειμένου· πλὴν ἐπεὶ τῷ δαίμονι τετήρημαι πρὸς μόνην τὴν μο‐ νῳδίαν τοῦ δράματος, φθέγξομαί γε ὅμως· οὐ γάρ μοι θέμις μὴ καὶ λόγῳ θρηνῆσαι τὸν αὐτῶν τῶν λόγων ἔκγονον. Ἠγνόουν δὲ ἄρα ὁ δείλαιος ἀντὶ μὲν λου‐ | |
20 | τρῶν ἀνιστάς σοι τάφους, ἀντὶ δὲ οἰκιῶν τύμβους καὶ χώματα, ἀντὶ δὲ πλούτου καὶ χλιδῆς τραγικώτατα δῶρα τῶν ἐν ἀνθρώποις, ἐντάφια. Ἐδημαγώγεις ἄρτι τὰ πρῶτα φθεγγόμενος, ἀνήρτησο πᾶσαν τὴν ὑφ’ ἥλιον τοῖς ἀσήμοις ἔτι κνυζήμασιν. Ἔπειθε Περικλῆς, | 91 in vol. 6 |
25 | ἀλλὰ μετὰ Ἀναξαγόραν δημηγόρος· σὺ δὲ ἦσθα δη‐ μηγόρος ἐκ μέσων σπαργάνων. Εἷλεν Ἀλκιβιάδης ὅλον τὸ θέατρον, ἀλλ’ ἀκμάζων ἤδη τὴν ὥραν καὶ τὴν ἡλι‐ κίαν μειρακιούμενος· σὺ δὲ ἔτι τῷ μαστῷ καὶ τῷ γά‐ λακτι προσκείμενος. Ὦ πάθος τῆς Αἰσχύλου μεγαλο‐ | |
30 | φωνίας ἄξιον. Ἡρακλεῖ μὲν ἐδέησε πολλῆς περιόδου καὶ τῶν ἄθλων οἶμαι τῶν δώδεκα, ἵνα μάρτυρας τῆς ἀρετῆς τὴν ὑφ’ ἥλιον πᾶσαν κτήσαιτο· σὺ δὲ εἴσω τοῦ κύκλου μένων ὑπερέβης τὰς στήλας ἡμῖν τὰς Ἡρα‐ κλείους τοῖς θαύμασι. Τίς ἀπέκειρε δαίμων τῆς | |
35 | ἐμῆς ἑστίας τὸν χρυσοῦν βόστρυχον; Τίς τὸν πυρσὸν τῆς ἐμῆς δόξης ἔσβεσε; Τίς Ἐρινύων τὸ παρειῶν ἔρευθος καὶ τὸ προσηνὲς καὶ ἡδὺ μειδίαμα τῶν σῶν προσώπων ἐσύλησεν; Οἴμοι, Διόνυσε, πῶς ἤνεγκας ἐκ τοῦ σοῦ τεμένους παῖδα τὸν ἱερὸν ἁρπαζόμενον; Κοι‐ | |
40 | νὸν ἕστηκε κατὰ σοῦ καὶ τῆς ἐμῆς ἑστίας Ἐρινύσι τοῦτο τὸ τρόπαιον. Τί δὲ οὐχ ἡτοίμαζον αὐτῷ τὸν κάτω θάλαμον, ἐπειδὴ τὰς ἄνω παστάδας Ἐρινύων φθόνος | |
Bibl.243366a | ἐξήρπασεν; Οἵαις μονῳδίαις τετήρημαι; Πάσας ὑποθέσεις τολμήσας λόγων μόνους τοὺς θρήνους ἐξέκλινον. Ἐλάνθανον δὲ ἄρα τοῖς ἐμαυτοῦ θρήνοις τηρούμενος. Πόρρωθεν ἄρα ἐμελέτας τὴν ἐνθένδε ἀναχώ‐ | |
5 | ρησιν, πόρρωθεν ἐδίδως τοῖς δυναμένοις τεκμήρασθαι ὅτι κρείττων ἄρα ἦσθα τῆς τῇδε λήξεως. Ὦ πρότερον | |
τοὺς τῆς ἡλικίας ὅρους τῇ τῶν ἀρετῶν κτήσει, νῦν δὲ τῷ θανάτῳ προαρπασάμενος· ὦ φιλαδελφίᾳ νικήσας τὰ Διοσκούρων ἐγκώμια; Οἱ μὲν γὰρ ὑπὲρ Ἑλένης ἐστρά‐ | 92 in vol. 6 | |
10 | τευον, τὴν δὲ ἁρπαγὴν οὐκ ἐκώλυσαν· σὺ δὲ φύλαξ τῆς αὐταδέλφου ἦσθα παντὸς τείχους ὀχυρότερος. Σὺ δὲ πρὸς πάσας νόσους ἔστης ἀεὶ μόνῳ τῷ τῆς ψυχῆς παραστήματι· φιλονεικήσας σοι διὰ τοῦτο ἴσως ὁ πονηρὸς δαίμων καὶ ἄγριος, καὶ πολλὰς ἡττηθεὶς μάχας, ὀψέ | |
15 | ποτε λαθραίῳ καὶ δολερῷ κατέσεισε μηχανήματι. Εἶξας δὲ οὐδὲ ἄχρι τῶν ἐσχάτων, ὡς ἔστιν ἀκούειν, τῷ δαίμονι, ἀλλὰ παραχωρῶν τοῦ σώματος, τοῦ φρονήματος οὐ πα‐ ρεχώρησας. Ἀλλ’ ὁ μὲν ἦγχε καὶ ἐβιάζετο, σὺ δὲ ἐκ μέσου τοῦ βρόχου διετέλεις τὴν φίλην σοι τιθὴν ἀνα‐ | |
20 | φθεγγόμενος, ἕως πάσης σε συμμαχίας ποιήσας ἔρη‐ μον, οὕτω προσῆγε τὸν βρόχον. Ἤιδει γὰρ ὡς πολλάκις ἡττηθεὶς ἀπῆλθε τοῦ πατρὸς παρόντος καὶ συνασπί‐ ζοντος. Ἐνίκησας καὶ τοῦ δικαστηρίου τὸ στεγανόν τε καὶ ἄτρεπτον· ὤφθη τότε μειδιᾶσαν πρῶτον τὸ | |
25 | σύννουν ἀεὶ συνέδριον· εἰς πόθον ψυχὰς ἐκίνησας, ἃς οὐκ ἐκίνησαν οὐδὲ θεοὶ δικαζόμενοι. Ἀπέκλει‐ σάς μοι τῷ θανάτῳ τὰς τοῦ ἄστεως πύλας, ἀπέκλεισάς μοι τὴν Ἐλευσῖνα. Πῶς Ἀθηνᾷ θύσω, ἣ τὴν Γοργόνα κατὰ τοῦ δαίμονος ὑπὲρ σοῦ, παιδίον, οὐκ ἔσεισε; Πῶς | |
30 | τῷ πατρῴῳ προσεύξομαι, πατὴρ ἐπὶ παιδίῳ λυπού‐ μενος; Ὦ τολμηροὶ λόγοι· κεῖται Ῥουφῖνος, ὑμεῖς δὲ ἔτι νεανιεύεσθε. Ὦ δυστυχὴς γλῶττα, ὦ πρότερον μὲν ὄργανον Μουσῶν, νυνὶ δὲ ἀμούσου δαίμονος. Ὦ λάμψας ἑωσφόρου ταχύτερον; ὦ πασῶν μὲν δείξας | |
35 | ἐμοὶ φαιδροτέραν ἡμέραν, ὅτε σε εἶδε πρῶτον ὁ ἥλιος, πασῶν δὲ ἀφεγγεστάτην αὖ πάλιν, ἀφ’ ἧς τὴν δυστυχῆ καὶ τραγικὴν φήμην κεκόμισμαι. Οἵαν τύχην ἀνθ’ οἵων ἐλπίδων ὁ δαίμων μου κατεψήφισται. Θρηνῶ νῦν ὃν δεινότερον ἤλπισα Μινουκιανοῦ φθέγξασθαι, σεμνό‐ | 93 in vol. 6 |
40 | τερον δὲ Νικαγόρου, Πλουτάρχου δὲ εὐγλωττότερον, Μουσωνίου δὲ φιλοσοφώτερον, Σέξτου δὲ καρτερικώ‐ τερον, πάντων δ’ ὁμοῦ τῶν προγόνων λαμπρότερόν τε καὶ | |
Bibl.243366b | κρείττονα. Αὐτὸς μὲν γὰρ παρεχώρουν ἔτι κουρί‐ ζοντί σοι τὰ νικητήρια, καὶ τοὺς σοὺς λόγους τῶν ἐμαυτοῦ λόγων ἡγούμην κρείττονας. Προὔκρινον τῶν ἐμῶν σπουδασ‐ μάτων τὰ σὰ ψελλίσματα. Ἀλλὰ ταῦτα πάντα ὁμοῦ συλήσας | |
5 | ὁ δαίμων οἴχεται, ἐμοὶ δὲ ἀφῆκεν ἀντὶ σοῦ θρήνους καὶ δάκρυα. Κοσμήσω σε καὶ ἐπιταφίοις ἀγῶσι, καὶ παραδώσω τῷ χρόνῳ τὸ σὸν ὄνομα, καὶ γενήσομαι τοῦ δαίμονος κατὰ τοῦτο γοῦν τὸ μέρος φιλονεικότερος, ἵνα ἔχῃ μὲν ἐκεῖνος τὸ σῶμα, τὴν δὲ ψυχὴν ὁ οὐρανός, | |
10 | τὴν δὲ δόξαν ἅπαντες ἄνθρωποι. | |
10 | Ἐκ τοῦ εἰς Σεβῆρον ἐπιθαλαμίου· ἐκ τῆς προθεωρίας. | |
12 | Ἴσως μὲν ἄν τῳ περίεργον εἶναι δόξειε τὸ πρὸ τῶν ἐπιθαλαμίων τεχνολογεῖν· ὅπου γὰρ Ὑμέναιος καὶ χοροὶ | |
15 | καὶ ποιητικῆς αὐτονομίας ἄδεια, τίς ἐνταῦθα τέχνης καιρός; Ἐπεὶ δὲ χρὴ τὸν ἐπιστήμονα καὶ ἐν τοῖς τοιούτοις μηδὲν ἄνευ τέχνης ποιεῖν, βραχέα καὶ περὶ τούτων εἰ‐ πεῖν ἄξιον. Ἔστω τοίνυν ὁ ἄριστος ἐπιθαλαμίων κανὼν τὸ τὴν μὲν λέξιν πρὸς τοὺς ποιητὰς ὁρᾶν, τὰ πράγματα | |
20 | δὲ πρὸς τὴν χρείαν, τὸ δὲ μέτρον πρὸς τὴν ὑπόθεσιν. Ὧν εἰ πάντων ὁ λόγος ἐστόχασται, σαφέστερον δείξει τὸ σύγγραμμα. | 94 in vol. 6 |
22 | Τὸ προοίμιον τοῦ ἐπιθαλαμίου. | |
23 | Ἀπόλλωνά φασι μετὰ τὰς μεγάλας νίκας ἃς πλήτ‐ | |
25 | των τὴν λύραν ἤρατο, καὶ κατὰ παστάδων ἠχῆσαι μέλος γαμήλιον. Ἄγει καὶ Ἀφροδίτην ἐφ’ ἅρμα Χαρίτων, καὶ χορὸν Ἐρώτων συμπαίστορα. Καὶ τῆς μὲν ὑακίνθῳ τὰς κόμας σφίγξασα, πλὴν ὅσαι μετώπῳ μερίζονται, τὰς λοιπὰς ταῖς αὔραις ἀφῆκεν ὑποκυμαίνειν, εἰ πλήτ‐ | |
30 | τοιεν· τῶν δὲ τὰ πτερὰ καὶ τοὺς βοστρύχους χρυσῷ κοσμή‐ σασα πρὸ τοῦ δίφρου σπεύδει πομπεύοντας καὶ δᾷδα κινοῦντας μετάρσιον. Ἐπεὶ δὲ Πέλοπα οἱ τῆς Ἱππο‐ δαμείας πόθοι Ἔρωτι καὶ Ἀφροδίτῃ λατρεύειν ἔπει‐ σαν, τότε καὶ ὁ Ἀπόλλων τὸν τῶν Νηρηΐδων χορὸν | |
35 | ἀθροίσας ἵστησι μὲν αὐτῷ κατ’ ἄκρας ᾐόνος τὸν θά‐ λαμον· κῦμα δὲ ἦν (οἶμαι) ὁ θάλαμος πορφῦρόν τε καὶ μετάρσιον, ὑπὲρ τοῦ λέχους κυρτούμενον, ἵνα παστάδα μιμήσηται. Ἦν θεὸς καὶ φύσις· καὶ ὁ μὲν ἐδεῖτο γονῆς, ἡ δὲ τοῦ κυΐσκειν μέλλοντος. Ἵνα δὴ ταῦτα ἄρ‐ | |
40 | ξηται, θάλαμος τῷ παντὶ τὸ πᾶν ἐγίνετο. Ἐκ δὲ δὴ τῶν γάμων τούτων οὐρανὸς γεννᾶται καὶ ἥλιος, ἔτι δὲ ἄστρων χορός, σελήνης φέγγος, καὶ διπλοῖ πόλοι, περὶ οὓς | |
Bibl.243367a | ἡ πρώτη γένεσις τῶν πρώτων τοῦ θεοῦ γάμων ἐλίτ‐ τεται. Δευτέρους δὴ μετὰ τούτους γάμους Ὠκεανοῦ καὶ Τηθύος ἡ φύσις ἔδειξεν, ἀφ’ ὧν ἀνίσχουσι μὲν ποταμοὶ καὶ λίμναι, ἔτι δὲ κρῆναι καὶ πηγαὶ καὶ φρέατα καὶ | |
5 | ἡ πάντων μητὴρ ναμάτων θάλασσα· τίκτεται δὲ καὶ | |
φυτὰ καὶ ζῷα, καὶ γῆ οἰκεῖται, καὶ τὸ νηχόμενον λαμβάνει θάλασσα, καὶ ἀὴρ ἐφάνη πτεροπορεύσιμος. Τὸν δὲ θεωρὸν μὲν τῶν θείων, ἐργάτην δὲ τῶν ἐπὶ γῆς πραγμάτων ἄνθρωπον ὕστατον ὁ γάμος ἐγέννησε. | 95 in vol. 6 | |
10 | Τὸ γὰρ γῆς παῖδα γενέσθαι ἄνθρωπον, καὶ τὴν Ἀττικὴν ῥαγεῖσαν ὠδῖνα τοσοῦτον βλαστῆσαι βλάστημα, μῦθός ἐστιν Ἀττικῆς χάριτος παίγνιον. Οὗτος καὶ τὴν Ἀφροδίτην αὐτὴν κατὰ θάλασσαν λανθάνουσαν, ῥήξας τῷ τόκῳ τὰ κύματα, ἔδειξεν ἡλίῳ μαρμαίρουσαν. | |
15 | Τοὺς δὲ ποταμῶν ἔρωτας εἰ λέγειν ἐθέλοιμι, μυρίος ἂν ἐπιρρέοι ποταμῶν ὄχλος τῷ λόγῳ. Πάντες γάρ μοι δοκοῦσι θαλάττης ἐρᾶν, καὶ διὰ τοῦτο ἐπ’ αὐτὴν ἐκ πηγῶν πολλῷ τῷ τάχει κομίζεσθαι, ὥσπερ ἄλλος πρὸ ἄλλου τὴν ἐρωμένην θέλων ἀσπάσασθαι. Ὁ δὲ κυ‐ | |
20 | μαίνει καὶ τέρπεται πορφύρων τε καὶ εἰς παστάδα κυρ‐ τούμενος, ὥσπερ (οἶμαι) φρονῶν κατὰ ποταμῶν τῶν ἄλλων, ὅτι δὴ μόνος τοὺς Ποσειδῶνος πόθους πεπί‐ στευται. Οὕτω καὶ οὗτοι, φύντες ἴσως καὶ ἐκτραφέντες ὁμοίως, ἀπ’ ἴσων ἁπάντων τῆς κοινωνίας ἠράσθησαν. | |
25 | Λέγεταί ποτε καὶ Ὀλυμπιάδα τὴν ἐπὶ τοῖς Ἀλεξάν‐ δρου τόκοις εὐδαίμονα, ὀργιάζουσαν τὰ Καβείρων ἐν Σαμοθρᾴκῃ μυστήρια, ἰδεῖν κατὰ τὴν τελετὴν τὸν Φί‐ λιππον (ἦν δὲ ὑπηνήτης ἔτι), ἰδοῦσάν τε ἐρασθῆναι τοῦ νεανίσκου καὶ ὁμολογῆσαι τὸν γάμον, προτέλειά τε | |
30 | ποιησαμένην τοῦ γαμηλίου πυρὸς τὰ μυστήρια. Γένος δὲ τῇ νύμφῃ Θρᾳκῶν τὰ πρῶτα, αὐτόχθονες οἶμαι καὶ εἰς βασιλείους τύχας τὰς ἄνω ῥίζας ἀναβι‐ βάζοντες. Ἀκμάζουσι μὲν γὰρ ἐπ’ ἴσης ὥσπερ ἐαρι‐ | |
ναὶ κάλυκες ἀφ’ ἑνὸς λειμῶνος ἢ βότρυες, αἳ καθ’ ἕνα | 96 in vol. 6 | |
35 | καιρὸν καὶ βλαστάνουσιν ἅμα καὶ σχίζονται. Σώφρονες ἄμφω, δεξιοὶ τὸν τρόπον, μόνοις τοῖς ἔργοις τοῖς κατὰ φύσιν σχιζόμενοι. Ἡ μὲν γὰρ ταλασίαν τὴν Ἀθηνᾶς τέχ‐ νην, ὁ δὲ τοῖς πόνοις τὴν Ἑρμοῦ χάριν κεκάρπωται· καὶ τῇ μὲν κερκίς, τῷ δὲ λόγος μέλει. Ὁ μὲν ὑπη‐ | |
40 | νήτης ἔτι, πρωΐτερον τῆς ἡλικίας βλαστήσας ἴουλον· ἡ δὲ ἀκμάζει πρὸς γάμον. Ἔρωτες δὲ ῥόδων στε‐ | |
Bibl.243367b | φάνους πλεξάμενοι, οὓς ἐξ Ἀφροδίτης κήπων, ὅταν θέλωσι, δρέπονται, τὴν παστάδα πᾶσαν ἀνάπτουσι. Πειθὼ δὲ καὶ Πόθοι καὶ Ἵμερος τὸ σὸν κάλλος ἅπαν ἐνεί‐ μαντο, ὁ μὲν ἐφιζάνων τοῖς ὄμμασι, κἀκεῖθεν ἐκπυρ‐ | |
5 | σεύων ἀμήχανον· οἱ δὲ τὰς παρειὰς αἰδοῖ φοινίσσον‐ τες πλέον ἢ τὰς τῶν ῥόδων ἡ φύσις κάλυκας, ὅταν ἠριναῖς ὥραις ὑπὸ τῆς ἀκμῆς σχιζόμεναι πετάλοις ἄκροις ἐρεύθωνται. Πειθὼ δὲ κατὰ τῶν χειλέων σκηνώσασα τὴν ἑαυτῆς χάριν συναποστάζει τοῖς ῥήμασιν. Ἐπανθεῖ | |
10 | δὲ τῇ κεφαλῇ πολὺς ὁ βόστρυχος, πορφύρων τε καὶ κατὰ μέτωπον σχιζόμενος. Ἀλλ’ εἰ γὰρ ἐγὼ ποιητι‐ κὸς τὴν φύσιν, ὥστε ἀφεῖναι κατὰ τῆς νύμφης γλῶτ‐ ταν αὐτόνομον. Ἐγὼ δὲ στὰς παρ’ αὐτὸν τὸν θά‐ λαμον Τύχῃ καὶ Ἔρωσι καὶ γενεθλίοις προσεύξομαι, τοῖς | |
15 | μὲν τοξεύειν εἰς τέλος, τῇ δὲ διδόναι βίον, τοῖς δὲ παίδων γνησίων γένεσιν, ἵνα τῷ γαμηλίῳ κρατῆρι καὶ τὴν γενέθλιον σπονδὴν συνάψωμεν. | |
17 | Ἐκ τοῦ ἐπιγραφομένου λόγου «Διο‐ γένης ἢ προπεμπτικός»· | |
20 | ἐκ τῆς προθεωρίας. | |
20 | ||
Τὰς κοινότητας τῶν ὑποθέσεων ἰδίας αἱ μεταχει‐ ρίσεις ἐργάζονται· διὸ καὶ τοὺς προπεμπτικοὺς λόγους, κἂν νέοι τῷ νόμῳ τυγχάνωσιν, ἀλλ’ οὖν ἔξεστι τῇ τέχνῃ καὶ πρεσβυτέρους ἐργάσασθαι. Ὅπερ ἡμεῖς πεποιήκαμεν· | 97 in vol. 6 | |
25 | τὴν γὰρ παροῦσαν ὑπόθεσιν εἰς σχῆμα διαλόγου μετα‐ σκευάσαντες οὔτε τὴν χρείαν διεφθείραμεν οὔθ’ ὅσον σεμνὸν τοῖς διαλόγοις ὀφείλεται. Κατὰ Πλάτωνα δὲ καὶ ἡμεῖς, ἠθικοῦ τοῦ λόγου τυγχάνοντος, ὅμως φυσικῆς τε καὶ θεολογικῆς θεωρίας, ἐγκαταμιγνύντες ταύτας τοῖς | |
30 | ἠθικοῖς, ἐφαπτόμεθα. Καὶ μύθῳ δὲ τοὺς θειοτέρους τῶν λόγων τοῦ Πλάτωνος ἐναποκρύπτοντος, χρὴ σκο‐ πεῖν εἰ τὸν τοιοῦτον ζῆλον μετεδιώξαμεν. Τὰς δὲ ἄλλας ἀρετὰς τῶν διαλόγων, ἀναπαύλας λέγω καὶ διαθέσεις καὶ ἐπεισόδια, ἔτι δὲ χάριτας καὶ τὸ δι’ ὅλου δραμα‐ | |
35 | τικόν, ἄμεινον εἰ κατωρθώθη δείξει τὸ σύγγραμμα. Τῶν δὲ διαλόγων ἀρχομένων ἀπὸ τῆς ἰσχνοτέρας ἰδέας, ἵνα τὴν ἀφέλειαν ὁ τύπος προβάλλῃ τῆς λέξεως, ἐν δὲ τοῖς ἐφεξῆς συνεξαιρομένων ὁμοῦ τοῖς πράγμασιν, εἰ καὶ τοῦτο ἡμεῖς τετηρήκαμεν, πάρεστι κρίνειν οἷς | |
40 | τέχνη πρὸς ἀκρόασιν τὴν ἀκοὴν παρεσκεύασεν. | |
40 | ||
Bibl.243368a | Αὐτοῦ τοῦ διαλόγου τὸ προοίμιον. | |
1 | Σιωπῆς μὲν καιρός, οὐ λόγων, ὅταν οἱ λόγοι στυ‐ γνάζωσι, τοὺς ἑαυτῶν τροφίμους ἀπὸ τῆς ἑαυτῶν ἀγέ‐ λης ἐκπέμποντες. Ὅμως δέ (χρὴ γὰρ λέγειν ἐν πάσῃ | |
5 | τύχῃ τοὺς λόγους) φέρε καὶ αὐτός, ὃν ἡ φροντὶς ἡ προσ‐ πεσοῦσα λόγον ἐγέννησεν, εἰ φίλον ὑμῖν, καὶ πρὸς ὑμᾶς ἀφηγήσομαι. Ἑκάτερος τοσούτοις διαστήμασι τῆς ἀρχῆς ἀφεστηκότες ἀλλήλων, ὅσον Εὐρώπης τὰ μέσα | |
πρὸς τοὺς ἄνω μύχους Ἀσίας σχίζεται, εἰς τὸν τούτου πό‐ | 98 in vol. 6 | |
10 | θον συνέδραμον, ἑκάτερος προαρπάσαι τὰς πρώτας ὠδῖνας τῆς τούτου γλώττης βουλόμενος. Οὐ μιμη‐ σάμενος τὸν μυστικὸν νόμον, ὃς ἐπόπτῃ τε καὶ μύστῃ μερίζει τὸν χρόνον, ἀλλὰ τὸν αὐτὸν ἐν ταὐτῷ μύστην τε ὁμοῦ καὶ προφήτην τῆς ἱερᾶς τελετῆς τῶν ἐν σοὶ | |
15 | λόγων δεξάμενος, ἔδωκας ἀπλήστως τῶν ἐκεῖθεν να‐ μάτων ἐμπλήσασθαι. Ἢ οὐκ ἀκήκοας ὡς ὄντες ἄν‐ θρωποι τὸ παλαιὸν οὗτοι οἱ τέττιγες, εἶτα ἔρωτι Μου‐ σῶν ἐκ τοῦ ᾄδειν ἀεὶ λυθέντες εἰς μέλος, ἐκ μὲν ἀν‐ θρώπων εἰς ὄρνιθας, ἐκ δὲ ᾠδῆς εἰς ᾠδὴν ἄλλην | |
20 | μετέβαλον; Ἄκουε δὴ τὸν μῦθον. Ὅτε τοὺς ἀνθρώ‐ πους ὁ Ζεὺς ἐγέννησε, τὰ μὲν ἄλλα πάντα εἶχον ὡς νῦν κεκόσμηται, Ἔρως δὲ οὔπω ταῖς ψυχαῖς τῶν ἀν‐ θρώπων ἐγκατῳκίζετο, ἀλλ’ ἔχων ἔτι τὸ πτερὸν ὁ θεὸς οὗτος μετάρσιον οὐρανῷ τε ἐνωμίλει καὶ εἰς θεοὺς | |
25 | μόνους ἐτόξευε. Δείσας δὲ μὴ αὐτῷ ἀφανισθῇ τῶν ποιη‐ μάτων τὸ κάλλιστον, Ἔρωτα πέμπει τοῦ τῶν ἀνθρώ‐ πων γένους ἐσόμενον φύλακα. Ὁ δὲ ταύτην ἐκ Διὸς τὴν ἐπιτροπὴν λαβών, τὸ μὲν ἁπάσαις ψυχαῖς ἐγκατ‐ οικίζεσθαι ἢ πᾶν ἐπ’ ἴσης ἦθος νεοτελές τε καὶ βέβη‐ | |
30 | λον ἔχειν τέμενος οὐκ ἐδοκίμαζεν, ἀλλὰ τὰς μὲν πολ‐ λὰς καὶ ἀγελαίας ψυχὰς τοῖς πανδήμοις Ἔρωσι τοῖς τῶν Νυμφῶν παισὶ ποιμαίνειν ἀπένειμεν, αὐτὸς δὲ τὰς θείας καὶ οὐρανίας ψυχὰς ἐνῳκίσατο, καὶ ταύτας ἀναβακχεύων ἐπὶ μανίαν ἐρωτικὴν μυρία ἀγαθὰ τὸ | |
35 | τῶν ἀνθρώπων γένος εἰργάσατο. Ὅταν μὲν οὖν ἴδῃς τινὰ βραδύν τε τὴν φύσιν καὶ πρὸς φιλίαν δυσκίνη‐ τον, νόησον ὅτι τῶν Ἔρωτος ἐκείνου ξενίων οὐδαμῶς οὗτος ἠξίωται· ὅταν δὲ ὀξὺν καὶ θερμὸν τὴν γνώμην καὶ | |
φλογὸς δίκην ἐπ’ ἐρωτικὴν φιλίαν ἄττοντα, νόησον | 99 in vol. 6 | |
40 | τοῦτον εἶναι ἐκείνου ξένον τοῦ Ἔρωτος. Ἓν γάρ μοι λέγεις, ὦ φίλε Σώκρατες, ἐραστῶν ἄριστε, ἀρετῆς Κλεινίου μόριον, ἀνδρείαν ἐν φόβοις, ἣν καὶ μελέτη πολλάκις | |
Bibl.243368b | δίδωσιν, ἐξηγητὴν λόγον οὐκ ἀναμείνασα. Δί‐ δωσι δ’ αὐτῷ τὴν παρρησίαν, ὅπερ καὶ Περικλεῖ πρό‐ τερον, ὅτ’ ἐστρατήγει τῆς πόλεως. Τοῦτο δέ ἐστι τρόπος ἄδολος. Εἰ δὲ τοῦτον ἴδοις δικαστικῶν θρόνων εἰρ‐ | |
5 | γόμενον, στέναξον τὸν νόμον, ὅτι χρυσίου νενίκηται. Συνακμάσας γὰρ τῇ βασιλέως πόλει, περὶ ᾗ τὰ με‐ γάλα πελάγη σχίζεται, καὶ τὴν αὐτὴν ἐκείνῃ κρηπῖδα τῆς ἑαυτοῦ δόξης βαλόμενος, ἕως μὲν ἐν σπαργάνοις ἔτι τὸ σῶμα τῆς πόλεως ἐπλάττετο, ἑτέρας ἀρχὰς ἐκ | |
10 | βασιλέως κατηύθυνεν· ἐπεὶ δὲ ἔδει τῆς ἀκριβοῦς χει‐ ρὸς καθάπερ ἐν τύποις ἀγάλματος, ἐπ’ αὐτὴν ἐπάν‐ εισιν, ἵνα αὐτός τε ἀρχὴ καὶ τέλος γένοιτο τῷ παντὶ κόσμῳ τῆς πόλεως. Πόλεις ἐγειρομένας, δήμους ἀκμάζοντας, Ταρτησσοῦ βίον, Ἀμαλθείας κέρας, πᾶν | |
15 | ὅσον εὐδαιμονίας κεφάλαιον. Ἀλλὰ τίς τῆς περὶ τὸν νεανίσκον σπουδῆς αἰτία; Ψυχὴ πᾶσα, ἄρτι σχι‐ σθεῖσα τῆς ἄνω λήξεως ἔναυλον ἔτι φέρει τὴν θέαν τῶν ἀγαλμάτων ἐκείνων, ἃ τότε εἶδεν, ὅτε εὐδαίμονα χορείαν σὺν θεῶν δίφροις ἐχόρευεν. Ὅταν οὖν ἴδῃ καὶ | |
20 | τῇδε κάλλος, ὃ τότε πλάσματος ἄνευ ἱστόρησεν, εἴσω ψυχῆς θείας κρυπτόμενον, σπαργᾷ τε καὶ χαίρει τῇ θέᾳ, καὶ συμβιβάζειν ἑαυτῇ πρὸς τὸν ἐκεῖ τόπον ἐπείγεται, δόξῃ τε καὶ ἐπιστήμῃ κουφίσασα. Τοιοῦτόν τι πάθος καὶ αὐτὸς περὶ τὸν νέον ἔπαθον. Καθάπερ γὰρ | |
25 | ἐν κατόπτρῳ τῇ τοῦδε ψυχῇ εἴδωλόν τι τῆς ἐμαυτοῦ | |
γνώμης ἰδὼν φαινόμενον, ἥσθην τε αὐτῷ καὶ διὰ τοῦτο ἐπόθησα, καὶ καθάπερ ἄλλον ἐμαυτὸν τὴν τοῦδε ψυ‐ χὴν ἐξεζήτησα [ἢ ἐξήσκησα.] Δεινὸς μὲν οὖν καὶ μνήμῃ φυλάξαι πᾶν ὅπερ ἂν ὑφ’ ἡγεμόνι πονήσειε. | 100 in vol. 6 | |
30 | Φιλόσοφος μὲν τὴν γνώμην, τοὺς δὲ λόγους οὐ τούτους μόνον, ἀλλὰ καὶ πᾶν ὅ τι βούλει τῶν ὅσα Μουσῶν τε καὶ Ἀπόλλωνος λειμῶνες βρύουσιν. Ἀφ’ ὧν δρεψάμενος ἁπάσης παιδείας λωτόν, οἷόν τινα στέφανον ἠρινὸν τὴν ἑαυτοῦ ψυχὴν ἀπείργασται. Εἰ μὲν γὰρ λέγειν | |
35 | δεήσειεν, οὐκ ἔτ’ ἂν ζητήσαις ὅτου παῖς εἴη καὶ ὅτῳ προσῆκεν· οὕτω πάσης γραφῆς ἀκριβέστερον τὴν εἰκόνα τοῦ καθηγεμόνος μεμίμηται. Ἀγαθὸς μὲν συμπα‐ ραστάτης, εἴ που δέοι τῷ καθηγεμόνι συναγωνίζεσθαι, ἀγαθὸς δὲ καὶ αὐτοπροσώπως. Δικαίως ἄρα οἱ | |
40 | ποιηταί, καὶ μετ’ αὐτῶν γραφεῖς τε καὶ πλάσται, Ἔρωτος γῆρας ἀποσυλήσαντες νέον ποιοῦσι τὸν θεὸν τοῦτον καὶ ἔφηβον, τὰ τῆς ἀπιστίας αὐτοῦ τῷ νεαρῷ τῆς ἡλικίας | |
Bibl.243369a | ἐμφαίνοντες. Ὦ τοσοῦτον ἰσχύσας τοῖς λόγοις, ὅσον καὶ τὸν Θετταλὸν ἀκούω Κινέαν, ὃς σὺν βασιλεῖ Πύρρῳ γῆν ἐπιὼν πᾶσαν καὶ θάλασσαν πρὸ τῶν μη‐ χανημάτων τοῖς λόγοις τὰς πόλεις ἔκλινεν. Οὐ γὰρ | |
5 | αὐτός γε τούτου διδάσκαλος, οὐ μὰ τοὺς ὑμετέρους, ὦ λό‐ γοι, πόθους, δι’ οὓς ἐγὼ πατρικὸν ὄλβον ῥίψας εὐδαί‐ μονα παρ’ Ἰλισσοῦ μυστικαῖς ὄχθαις ἐσκήνημαι. Ἀλέ‐ ξανδρος ὁ τοῖς τροπαίοις ὅροις τοῖς ὅλων χρησάμε‐ νος. Τό τε γὰρ τῆς μεσημβρίας ὑπορρεῖ ζέον, αὔρα | |
10 | τε πραΰνει τὸν ἥλιον. Καὶ σχίσαι Ζεφύρῳ πορφύ‐ | |
ροντα περὶ τὴν πρώραν τὰ κύματα. Ἐκ τῆς πρὸς τοὺς ἑταίρους συντακτικῆς, ὅτε ἐξήει ἐπὶ Κόρινθον· τὸ προοίμιον. | 101 in vol. 6 | |
14 | ||
15 | Οἱ πάλαι τὴν λύραν κάμνοντες, εἴ ποτε γῆν ἐπ’ ἄλλην ἔσπευδον, οὐκ ἄφθογγον τὴν ἀποδημίαν ἐποίουν, ἀλλ’ ᾠδῇ καὶ μέλει τὸν χορὸν τὸν ἑαυτῶν ἀπησπάζοντο. | |
17 | Ἐκ τῶν ὑπολοίπων, διαφόρων ὄντων καὶ δια‐ φόρους ἐχόντων ὑποθέσεις. | |
19 | ||
20 | Τὰς βασιλέως αὐλὰς καὶ χρυσῆν τύχην ὑπόπτερον. Οὐ γὰρ ἀφῃρέθης τὴν ἀρχήν, ἀλλ’ ἑκὼν ἔρριψας, ὥσπερ τις ὑπερόπτης κατὰ παιδικῶν τρυφῆσαι βουλό‐ μενος. Τὴν χρυσῆν κόμην ῥόδων στεφάνῳ πορφύ‐ ροντι. Ἀλλὰ τίς τούτων ἡ χάρις; φυγὴ καὶ δρασμὸς | |
25 | καὶ τοσαύτης φιλίας ἄρνησις. Ἐνίκησα μὲν ὑπὸ σοὶ κριτῇ κατὰ τὴν θερινὴν ὥραν τὸν τέττιγα, ἠπείλησα δὲ καὶ ταῖς ἀηδόσι ταῖς Ἀττικαῖς εἴ ποτέ μοι καὶ Ἀτ‐ τικὸν πήξαιο θέατρον, μῦθον ὄντως τὰς ἐκείνων γλώτ‐ τας ταῖς ἐπὶ σοὶ φωναῖς ἀπεργάσασθαι. Ὦ καὶ τοῦ | |
30 | σαυτοῦ γένους ὄμμα φανότατον, καὶ ταὐτὸν τῷ γένει γενόμενος, ὅπερ καὶ σοὶ πολλάκις ὁ προπάτωρ ἥλιος. Τῆς γὰρ συνωρίδος ταύτης δὴ τῆς καλῆς ὁ μὲν κα‐ ταυγάζοντι τοὺς μεγάλους θρόνους ὥς τις ἑωσφόρος συν‐ ανέσχεν ὄρθριος, ταῖς αὑτοῦ βολαῖς τὰς σὰς ἀκτῖνας | |
35 | μιμούμενος· ὁ δὲ τῆς τῶν νέων ἀγέλης ἐκλάμπων, κα‐ θάπερ τις ταῦρος ἀγελάρχης ἀγέρωχος, ἐσκίρτησε μὲν κατὰ τοὺς Μουσῶν λειμῶνας ὥσπερ τις πῶλος ὑψαύχην | |
καὶ ἔνθεος, ἐμιμήσατο δὲ καὶ τὸν Ὁμηρικὸν νεανίσκον τὸν Θέτιδος, καὶ μύθων ῥητὴρ ἀγαθὸς καὶ πρηκτὴρ | 102 in vol. 6 | |
40 | ἔργων γενόμενος. Εἰ δέ μοι καὶ τῆς ποιητῶν ἐξου‐ σίας μετῆν, ἔδειξα ἄν σοι καὶ Ἰλισσὸν τοῦτον δακρύοντα, | |
Bibl.243369b | ἔχρωσα δ’ ἂν καὶ κατηφεῖ χρώματι τὰ καλὰ Καλλιρ‐ ρόης νάματα. Πέμποι μέν σε Πᾶν ἐνόδιος, πομ‐ παῖον καὶ γλυκὺ προσηχῶν μέλος τῇ σύριγγι. Ἀφρο‐ δίτη δὲ καὶ οἱ ταύτης παῖδες Ἔρωτες, πόθου κρατῆρα | |
5 | κεράσαντες, σοῦ τῆς ὁδοῦ προπομπεύοιεν. | |
5 | Προοίμιον προπεμπτηρίου λόγου. | |
6 | Ὁ τοῦ Διὸς παῖς Ἀλέξανδρος (συνάπτει γὰρ αὐτὸν οὐρανῷ καὶ Διὶ τὸ πολὺ κλέος καθ’ Ἕλληνας) ὅτε πλη‐ ρώσας τῆς ἑαυτοῦ δόξης τὴν Εὐρώπην ἅπασαν ἐπὶ τὴν | |
10 | Ἀσίαν ἐστέλλετο, συνάψαι τὰς ἠπείρους τῷ καθ’ ἑαυτὸν ἐθέλων θαύματι, τὸν Τιμοθέου παρακαλέσας αὐλόν (οὗτος γὰρ ἤχει μέγα καὶ τοσούτου βασιλέως ἄξιον) ὑπὸ τοῖς ἐκείνου μέλεσιν ἔλυε τοῦ στόλου τὰ πείσματα. Φέρε δὴ γράψω τῷ λόγῳ τὸν πίνακα· ἔχει γὰρ (οἶμαι) πρὸς | |
15 | μίμησιν οἰκεῖα καὶ λόγος φάρμακα. Ναῦς ἦν κατὰ τῆς γραφῆς καὶ θάλαττα. Ἡ δὲ θάλαττα (οἶμαι) Αἰγαῖος ἦν· αἱ γὰρ πολλαὶ νῆσοι αἱ κατ’ ἄλλο καὶ ἄλλο μέρος τῆς θαλάσσης σχιζόμεναι Αἰγαῖος ὑπ’ αὐτῶν ἐδείκνυτο εἶναι ἡ θάλασσα. Γέγραπτο δὲ οὐκ ἀπηνής τε καὶ ἄγριος, | |
20 | οὐδὲ εἰς αὐτὰς ἐγείρων νεφέλας τὰ κύματα, οἷα τὰ πολλὰ Αἰγαῖος κατὰ τῶν ἐκεῖ πλωτήρων θρασύνεται, ἀλλ’ ἐστόρεστο μὲν εἰς γαλήνην τὰ κύματα, τὸ δὲ ὕδωρ ὅλον ἐπόρφυρε πρὸς αὐταῖς ᾐόσιν, εἰς γλαυκὸν ἄνθος ἠρέμα μεθισταμένου τοῦ κύματος. Πρῶτοι γὰρ Φρύγες | |
25 | αἰτίαν ἔχουσιν αὐλῷ τε ἐμπνεῦσαι καὶ ταῖς τελεταῖς ἀναμῖξαι τὰ κύμβαλα. Τὸ δὲ ἐπὶ θάτερα τῆς νεὼς μέρος εἰς πρώραν ἤδη θλιβόμενον, χρυσοῦν τῇ ὕλῃ πεποίητο. Ἔνθα καὶ θαυμάσαι τῆς τέχνης ἄξιον· τὸ γὰρ περὶ τὴν πρώραν τῆς θαλάσσης ὕδωρ σχιζόμενον, | 103 in vol. 6 |
30 | ταῖς τοῦ χρυσοῦ βολαῖς ἐπαυγάζον, εἰς ὅμοιον ἄνθος ἀμείβειν ἐδόκει τὴν θάλασσαν. Οὐκοῦν δότε μοι τὴν Ζεύξιδος τέχνην, τὰ Παρρασίου σοφίσματα. Δελφοὶ δὲ ἄρα, ἱερὰ πόλις Ἀπόλλωνος, λατρεύουσι μὲν ἀεὶ τῷ θεῷ καὶ περιχορεύουσι μετὰ παιάνων τὸν τρίποδα. | |
35 | Καὶ μὴν καὶ Ἠλεῖοι δακρύουσι, τὸν ποταμὸν τὸν Πι‐ σαῖον ἐπὶ τὴν Σικελικὴν κρήνην προπέμποντες, ὥσπερ (οἶμαι) τοῦτο φοβούμενοι, μὴ μελετῶν τὴν ἀποδημίαν ὁ ποταμὸς ἄλλοις ἀνθρώποις χαρίσηται τὰ νάματα. Τάχα δέ σοι καὶ ἀηδόνες καὶ κύκνοι καὶ πάντα τὰ | |
40 | μέλη συναποπτήσεται. Αἱ μὲν γὰρ ἡμετέραι Μοῦσαι καὶ σκάφη ἤδη τολμῶσι πήγνυσθαι, καὶ ἀπειλοῦσι φυγὴν καὶ | |
Bibl.243370a | θάλατταν κἂν ἀγριαίνῃ τοῖς κύμασι. Ῥίψας ἐκ τῶν χειρῶν τὴν λύραν, σιωπὴν τῶν μελῶν καταψη‐ φίζεται. Ναῦς ἐν ὅρμοις στρατηγίς, ἱστίον ὑψηλόν, μετάρσιον, οἷον καὶ λαμπραῖς αὔραις καὶ πελαγίοις | |
5 | πετάννυσθαι. Μικροὶ μὲν εἰς χάριν Ἑσπερίδων λει‐ μῶνες, μικραὶ δὲ εἰς μέγεθος πυραμίδες Αἰγυπτίαι, καὶ εἴ τι Περσῶν καὶ Ἀσσυρίων χεῖρες πονήσασαι θαῦμα ἀφῆκαν τοῖς ὕστερον. Ἀλλ’ ἐπὶ τὰς φίλας Ἀθή‐ νας ὁ στόλος, αἵ σε τοῖς πόθοις οὕτως ἐξέκαυσαν ὡς | |
10 | καὶ ἐπ’ αὐτῆς περιφέρειν γλώττης τὸν ἔρωτα. Τί δὲ ὀκνεῖς τὴν ἀπόκρισιν τοῦ κοινοῦ πάντων ἀγάλματος μετασκηνοῦν παρ’ ἑτέρους μέλλοντος; Κιμμερίους | |
μὲν δή, δῆμον ἑσπέριον, ἀφείλετο μῦθος τὸν ἥλιον, εἶτα φοβηθεὶς τὸν ἔλεγχον ἀμφιβόλοις ῥήμασι κρύψαι | 104 in vol. 6 | |
15 | τὴν φήμην ἐσπούδασεν· ἡμᾶς δὲ οὐδεὶς ποιητὴς ψεύδεσθαι δόξειε μετὰ τὴν σὴν ἀποδημίαν ἀφελέσθαι θέλων τὸν ἥλιον. Ὦ φίλη πατρίς, νῦν σε ὄντως ἀδικήσας αἰσθάνομαι, τοὺς σοὺς ὑπεριδὼν ἔρωτας, ἐραστῇ θέλων ἀπίστῳ πάντα χαρίσασθαι. Ἀλλὰ μικροῦ τῷ νόμῳ τῷ | |
20 | περὶ τούτων ἑπόμενος, εἰς ἀκοσμίαν τὸν λόγον ἔτρεψα, καίτοι μοι τῶν θεῶν πληρούντων τὸν πόθον· πάλιν γὰρ σκῆπτρα, πάλιν τῆς δίκης οἱ θρόνοι. Τοῦτον Ἐφύρα μὲν ἤνεγκε, πόλις οὐ μόνον καλλωπιζομένη μύθοις πρὸς τὸ θαυμάζεσθαι, οἷα τῶν Ἑλληνίδων αἱ πλείονες, ἀλλ’ | |
25 | ὀφθαλμῷ κριτῇ τὴν εὐδαιμονίαν προβάλλουσα. Οὕτω καὶ τὸ τούτου γένος μυρίοις μὲν λόγοις, μυρίοις δὲ ἔργοις καὶ παραπλησίοις ἀγάλλεται. Μνηστέον ἤδη καὶ αὐτοῦ τοῦ γένους, οὔτι παντός· κάμοι γὰρ ἄν (οἶμαι) καὶ ἱστορία τοσοῦτον πλῆθος φροντίζουσα. Οἱ ἀπ’ ἐκείνων τῶν | |
30 | γάμων ἀποβλαστήσαντες εἰκώ τινα τῆς ἐκείνου σο‐ φίας τοῖς τῆς ψυχῆς ἔφερον ἀγάλμασι. Προσκλύζων κόλπος Ἰόνιος λεαίνει τὴν θῖνα τῷ κύματι. Κατὰ δὴ ταύτης τῆς ᾐόνος χορὸς Νηρηΐδων ἐχόρευε, λευκαὶ πᾶσαι, γάλα αὐτό, οἷον ἂν ἐκεῖνο γένοιτο τέχναις | |
35 | ποιμένων ἱστάμενον, γλαυκαὶ τὸ ὄμμα, κομῶσαι τῷ βρύῳ, ἔτι λευκὸν τὸν ἐκ τῆς θαλάττης ἄφρον ἐξ ἄκρων πλοκάμων στάζουσαι. Ἡ δὲ ἀντερᾷ τοῦ νυμφίου, καὶ δώρῳ πιστοῦται τὸν γάμον· ἀναδίδωσι γὰρ ἐκ μέσης θαλάττης πηγήν. Ἡ δέ, ὥσπερ ἐπισταμένη τοῦ χάριν | |
40 | ὑπὸ τῆς νύμφης ἐγένετο, κλέπτει μὲν τοῖς ἄλλοις πλωτῆρσι τὰ νάματα, μόνοις δὲ τηρεῖ τοῖς ἐκ τῆς | |
νύμφης τὴν πότιμον φιλοτησίαν ἀρύσασθαι. Ὅπερ καὶ | 105 in vol. 6 | |
Bibl.243370b | κατὰ τῆς Ἀρεθούσης ἀνύμνηται. Εὐμαθὴς ἔστω ψυχή, ταχεῖα σύνεσιν, μνήμῃ συμφυής, ἕτοιμος πρὸς λό‐ γους, δεινὴ μὲν κρύπτειν, κρείττων λανθάνειν (σοφώτερον δὲ τοῦτο καὶ ἅμα θεοῖς προσφιλέστερον), δεινοτέρα δὲ | |
5 | φωρᾶσαι τὸν ἐντυχόντα· κρείττων ἡδονῆς, ἥττων φι‐ λίας. Ἄκρος σοφίαν, δεινὸς εἰπεῖν, ἀνάλωτος φιλίᾳ, γενναῖος ἐν φόβοις, ὑψηλὸς ἰδιώτης, ἄρχων ἐπιεικής, τὸν μὲν ἰδιώτην ἀποσεμνύνων φρονήματι, λόγῳ δὲ πραΰνων τὸ τῆς ἐξουσίας αὐθέκαστον. Ἀλλὰ μὴν | |
10 | καὶ τὴν τύχην ἴδοις ἂν ὥσπερ ἐξ οὐρίας τὸν τοῦδε βίον συμπαραπέμπουσαν. Πρεσβύτης τις ἦν σεμνὸς ἰδεῖν, ἀρχαῖος τὸν βίον, τὸν λόγον ὅμοιος. Σοφὸς εἰπεῖν, ἀμείνων ἀκοῦσαι, τὰ πάντα γενναῖος. Πλή‐ ρης δὲ ὢν ἤδη τοῦ κλέους, καὶ πᾶσαν εἰς ἑαυτὸν ἐπι‐ | |
15 | στρέφων τὴν Ἑλλάδα, διαβαίνει καὶ εἰς βασιλέα τῷ θαύ‐ ματι πρὶν ὑπηνήτης γενέσθαι, πρὶν καθερπύσαι τὸν πρῶτον ἴουλον. Ποιητοῦ δὲ ἄρα ἦν ἐνταῦθα τοῦ λόγου ῥόδοις μὲν ἀναπλέξαι τὸν στέφανον, ἄγειν δὲ ἐξ Ἑλικῶνος τὰς Μούσας. Περὶ τὴν πόλιν ἐκείνην, ἣν | |
20 | ἀπὸ Γαδείρων Εὐρώπη λήγουσα πορθμῷ θαλάσσης πρὸς τὴν Ἀσίαν μερίζεται. Ἤλασεν οὗτος καὶ κατ’ Ἴστρου, καὶ ποταμὸν οὐκ ἔδεισε βάρβαρον κρυστάλλῳ πεδία μιμούμενον. Ἐπεὶ δὲ θεὸς πρὸς πᾶσαν αὐ‐ τὸν ἀρετὴν ἀκριβῶσαι βουλόμενος, καὶ ἀπ’ ἐναντίας | |
25 | ποτὲ τὸ πνεῦμα τῆς τύχης ἔστησεν, ἵν’ οἷος ἦν, τοιοῦτος τὴν γνώμην καὶ ἐν τρικυμίαις πραγμάτων καὶ χειμῶνι βίου δειχθείη τε πᾶσι καὶ κατ’ αὐτὸ τὸ μέρος εὐδο‐ κιμήσῃ, τίς ἐνταῦθα ποιητὴς ἢ λόγων συνθέτης φω‐ | |
νὴν ἀξίαν τοῖς ὑπὸ τούτου κατειργασμένοις συμβάλ‐ | 106 in vol. 6 | |
30 | λοιτο; Οὐδὲ Σικελικήν τινα Σκύλλαν καὶ Χάρυβδιν, ἀνδρῶν δὲ ἀτασθάλων ὑπὲρ τὸν ἄγριον ἐκεῖνον τὸν Σικελικόν, τὸν ποιμένα, τὸν Κύκλωπα, μυρίας ἐπ’ αὐτὸν κινηθείσας φάλαγγας, οὐκ ἀγχεμάχοις ὅπλοις οὐδὲ ξυστοῖς τε καὶ δόρασιν, ἀλλὰ φρονήσει καὶ λόγῳ | |
35 | κατὰ γῆς ἁπάσης ἐστόρεσεν. Ὁ δὲ δὴ τῶν Τελχί‐ νων τε ἡγεμὼν καὶ κορυφαῖος καλούμενος, πληγὴν και‐ ρίαν δεξάμενος, στένει δακρύων τὸν πόλεμον. Ἀσία πᾶσα, οὐχ ἣν νῦν οὕτω προσαγορεύομεν τὴν τῆς ὅλης ἐπωνυμίαν ἠπείρου τῷ μέρει μόνῳ τιθέμενοι, ἄρχεται | |
40 | μὲν ἀπ’ Ἰνδῶν ἄνω, πρὸς μὲν ἕω καὶ ἄρκτον Ἐρυθρῷ κόλπῳ καὶ Φάσιδι, πρὸς δὲ μεσημβρίαν καὶ ἀπιόντα ἥλιον Αἰγύπτῳ τε καὶ τῷ Ἰονίῳ πελάγει πρὸς τὰς ἄλλας | |
Bibl.243371a | ἠπείρους ἀποσχιζομένη καὶ λήγουσα, παρατείνει δὲ αὐτὴν ἐκ Προποντίδος εἰς Παμφυλίαν πλευρὰ παρή‐ κουσα, ἣν Αἰγαῖος προσκλύζει σύμπασαν, ἐκ μιᾶς καὶ αὐτὸς ἀρχῆς τῇ πλευρᾷ ταύτῃ τικτόμενος. Οἵ τε | |
5 | ἐνοικοῦντες τὰς πόλεις ἄνθρωποι οὐ τῷ τέττιγι καὶ τῷ χιτῶνι τοὺς προπάτορας, ἀλλ’ ἀρετῇ καὶ σοφίᾳ κα‐ θαρῶς δήπου δεικνύουσιν, ὅθεν (οἶμαι) καὶ τὸ ἀρχαῖον ἐγένοντο. Ὁ γὰρ δὴ Μέλης οὗτος (οὐ γὰρ δὴ θέμις σιωπῇ παρελθεῖν γλῶσσαν τοσαύτην γεννήσαντα) ἀνί‐ | |
10 | σχει μὲν ἐκ προαστείων τῆς Σμύρνης, τίκτουσι δ’ αὐτὸν μυρίαι πηγαὶ καὶ πλησίον ἀλλήλων βλαστάνουσαι, ἀφ’ ὧν πλημμύρων ὁ ποταμὸς πελαγίζει τε εὐθύς, ἐκ πηγῶν ἔκπλωτος καὶ ὁλκάσι καὶ κώπῃ γίνεται. Παρα‐ μείψας δὲ τὰς ἑκατέρωθεν ὄχθας κυπαρίττῳ κομώσας | |
15 | καὶ δόνακι, τῇ πλησίον θαλάττῃ κοινοῦται τὸ ῥεῦμα, εἰ ῥεῦμα θέμις ἐκεῖνο καλεῖν· οὐ γὰρ ἠχοῦντος ἀκούσῃ, οὐδὲ | |
δόξειεν ἄν σοι τὸ ὕδωρ φέρεσθαι, ἀλλ’ ὥσπερ τις ἐραστής, παιδικῶν συνουσίαν κλέψαι βουλόμενος λάθρᾳ τῇ θα‐ λάττῃ κιρνᾶται, λεαίνων τὸ κῦμα τῷ ῥεύματι. Νῦν | 107 in vol. 6 | |
20 | γὰρ ποιητικῶς ἐθέλων καλέσαι τὸν ἄνεμον, εἶτα οὐκ ἔχων ποιητικὴν ἀφεῖναι φωνήν, ἐκ τῆς Κείας Μούσης προσ‐ ειπεῖν ἐθέλω τὸν ἄνεμον. Ἁπαλὸς δ’ ὑπὲρ κυμά‐ των χεόμενος πορφυρᾶ σχίζει περὶ τὴν πρώραν τὰ κύ‐ ματα. Οὐ γὰρ ἀτασθάλους μαστεύων ἔρωτας τὴν σὴν πλεῦ‐ | |
25 | σαι σπουδάζει θάλασσαν, ἀλλὰ τελέσαι θέλων πάντας τοὺς Ἴωνας τὰ σεμνὰ σωφροσύνης μυστήρια. Ῥοδίους μὲν δὴ λόγος ὑσθῆναι χρυσῷ, χρυσῆν ἐπ’ αὐτοὺς τοῦ Διὸς νεφέλην ῥήξαντος· τὴν δ’ ὑμετέραν τύχην, ἣν διὰ τοῦδε καρπώσεσθε, οὐ μῦθος ἐρεῖ τις ἀμφίβολος, | |
30 | ἀλλ’ ἐν ὀφθαλμοῖς ἔσται τὰ θαύματα. Ἤμελλεν ἄρα τὸ καλὸν ἔαρ οὐκ ἀηδόνας ἄξειν ἡμῖν οὐδέ τινας κύ‐ κνους ἢ τέττιγας, ἀλλ’ αὐτὸν τὸν ταῖς χρυσαῖς ἀκτῖσι καταυγάζειν μέλλοντα τὴν Ἰωνίαν ἥλιον. Πρὸ δὲ τῶν ἄλλων ἁπάντων ὁ τῶν ἐμῶν πώλων ἔξαρχος πῶ‐ | |
35 | λος ἱερὸς καὶ ἀγέρωχος, οἵους Ἡλίῳ θεῷ Νισσαῖοι πώ‐ λους πωλεύουσι, τοῦτον ἐγὼ τὸν πῶλον ψαλίοις κοσμή‐ σας Μουσῶν καὶ ταῖς Χαρίτων μίτραις, ὅλον ποιήσας ἀνάδετον, ὥσπερ τινὶ θεῷ τῆς ἐμῆς ἀγέλης ἀπαρχὰς φέρων, ἀνέθηκα. Γλαυκοὶ δὲ ἀστέρες ἀνίσχοιεν φαι‐ | |
40 | δρῷ φωτὶ τὴν ἀναγωγὴν καταυγάζοντες. Οἱ δέ μου λόγοι καὶ προλαβεῖν μικροῦ τὸ μέλλον ὠδίνουσι, καὶ τοῖς | |
Bibl.243371b | ἐμβατηρίοις μέλεσι τὴν ᾠδὴν τὴν ἐπιβατήριον συ‐ νάψαι σπεύδουσιν, ἐν νῷ λαμβάνοντες τίνες (οἶμαι) τότε γενήσονται, ὅταν ἐπανελθόντα προσβλέψαντες αὐτῷ | |
πάλιν τὰ Μουσῶν χορεύειν μέλλωσιν. | 108 in vol. 6 | |
5 | Ἑτέρου προτρεπτικοῦ λόγου προοίμιον. | |
5 | Δεινὸς δὲ ἦν ἄρα οὐ χεῖρα μόνον ἀλλὰ καὶ γνώμην ὁ Λύσιππος. Οἷα γοῦν ἐκεῖνος διὰ τῆς ἑαυτοῦ γνώμης τετόλμηκεν. Ἐγγράφει τοῖς θεοῖς τὸν Καιρόν, καὶ μορ‐ φώσας ἀγάλματι τὴν φύσιν αὐτοῦ διὰ τῆς εἰκόνος ἐξη‐ | |
10 | γήσατο. Ἔχει δὲ ὧδέ πως, ὡς ἐμὲ μνημονεύειν, τὸ δαί‐ δαλμα. Ποιεῖ παῖδα τὸ εἶδος ἁβρόν, τὴν ἀκμὴν ἔφη‐ βον, κομῶντα μὲν τὸ ἐκ κροτάφων εἰς μέτωπον, γυ‐ μνὸν δὲ τὸ ὅσον ἐκεῖθεν ἐπὶ τὰ νῶτα μερίζεται, σιδήρῳ τὴν δεξιὰν ὡπλισμένον, ζυγῷ τὴν λαιὰν ἐπέχοντα, πτε‐ | |
15 | ρωτὸν τὰ σφυρά, οὐχ ὡς μετάρσιον ὑπὲρ γῆς ἄνω κου‐ φίζεσθαι, ἀλλ’ ἵνα δοκῶν ἐπιψαύειν τῆς γῆς λανθάνῃ κλέπτων τὸ μὴ κατὰ γῆς ἐπερείδεσθαι. Ὁ δὲ Γλαῦ‐ κος, ὥσπερ (οἶμαι) λοχῶν αὐτὸ τῆς ἀγωνίας τὸ καί‐ ριον, ἧκέ τε ἐπὶ τὸν στεφανίτην μόνος, καὶ πρῶτος εἶχε | |
20 | τὸν στέφανον. Πάντα γὰρ καλὰ ἐν καιρῷ, καὶ τοξότης ἐπίσκοπος, ὅστις οἶδε καίρια βάλλειν τοξεύματα ... Καὶ δὴ εἰς οὐρανὸν ἀηδόνες ἀπὸ γῆς ἵπτανται· τολμᾷ γὰρ ἀνάγειν ὑπὲρ ᾠδῆς εἰς αὐτὸν οὐρανὸν ὁ μῦθος ὄρνιθας. Ἧκον οὖν παρὰ τὸν κύκνον. Ὁ δ’ ἔτυχεν | |
25 | ἐπί τινος λειμῶνος ἠρινοῦ ἄρτι ζεφύρῳ πρὸς ᾠδὴν ἐκδιδόναι μέλλων τὰς πτέρυγας. | |
26 | Ἐκ τοῦ εἰς τὸν νέηλυν τὸν Αἰγύπτιον. | |
27 | Πήχεις οἱ Αἰγύπτιοι τὴν αὔξησιν τοῦ Νείλου προσ‐ αγορεύουσι, καὶ μετροῦσι τὰ νάματα, καὶ πανήγυρις αὐ‐ | |
30 | τοῖς ὁ πῆχυς γίνεται. Καὶ τοὺς γενναίους ὄψει τῶν στρα‐ τηγῶν ἀπ’ ἐλαττόνων τροπαίων τὰς μυρίας νίκας κη‐ | |
ρύττοντας. Μικρὸς ἦν ἐν Ἀρτεμισίῳ Θεμιστοκλῆς (κατὰ γὰρ τῶν προπόλων ἔτι τῶν βασιλέως ἠρίστευε), μεί‐ ζων ἐν Ψυτταλίᾳ, μέγας περὶ Σαλαμῖνα· ἐβάπτισε γὰρ | 109 in vol. 6 | |
35 | ὅλην ἐκεῖ τὴν Ἀσίαν μαχόμενος. | |
35 | Ἐκ προπεμπτικοῦ. | |
36 | Καὶ τοῦτο μὲν ἴσως καλῶς ποιεῖς· ἀνάγκη γὰρ δή‐ που τὸν ἐπαινεῖσθαι βουλόμενον καὶ τῶν πράξεων ἐκείνων ἐπιθυμεῖν ἀφ’ ὧν ὑπάρχει τὸ θαυμάζεσθαι· οὐ γὰρ | |
40 | ἀπέχρησε τοῖς παισὶ τὰ τοῦ Περικλέους σεμνολογήματα, ἀλλ’ ἀνάξιοι τῆς πατρῴας ἀρετῆς γενόμενοι μείζονος δή‐ που | |
Bibl.243372a | διαβολῆς αἰτίαν τὴν πατρῷαν δόξαν ἐκτή‐ σαντο. Καὶ πολλῶν δὲ ἄλλων ἀνδρῶν ἀρίστων γεγόνασι παῖδες, οἷς ἅπασιν οὐ πρὸς ἐγκωμίου πλέον, ἔλεγχος δὲ κα‐ κίας ἐγένετο τὰ τῶν πατέρων ὀνόματα. Τίς οὖν | |
5 | (ἴσως ἂν ἐρεῖς) ἡ θεραπεία τοῦ νοῦ; Ἀρετὴ καὶ λόγος, ἡ μὲν ἄρχουσα καὶ ἐπιστατοῦσα τῷ λόγῳ, ὁ δὲ καθά‐ περ τις δεξιὸς ἀγαθῆς βασιλίδος διάκονος, τὰ ἐκεί‐ νης ἐπιτελῶν σπουδῇ πάσῃ εἰς ἔργον τε ἄγων προσ‐ τάγματα. Ἔστι καὶ ἄλλος ἀρετῶν μυρίος χορός, ὃν | |
10 | ἅπαντα εὑρήσεις εἴσω παιδείας ἀνακτόρων γενόμε‐ νος. Ταύτας δὲ ὥσπερ τιθηνοὺς καὶ μητέρας ἐκείνων προξενῶ τέ σοι καί φημι δὴ δι’ ἐκείνων καὶ τῆς τῶν ἐχομένων θήρας ἐφίξεσθαι. Οἱ δὲ παῖδες ἀπολελυ‐ μένοι διδασκάλων τὴν πομπὴν ἐκείνην ἔπεμπον. Ὁ | |
15 | δὲ Φρὺξ ὁ Μίδας ἑλεῖν θελήσας τὸν Σάτυρον οἴνῳ φαρμάττει τὰ νάματα, καὶ δήσας ὕπνῳ καὶ κώματι | |
θήραν ἐποιεῖτο τὸν Σάτυρον. Ἐκ τοῦ ἐπὶ τῇ κατὰ τὴν διατριβὴν στάσει σχεδίου· | 110 in vol. 6 | |
20 | τὸ προοίμιον. | |
20 | Ἆρά τι καὶ ἐν τοῖς ἡμετέροις λόγοις ἐστίν, ὦ φί‐ λοι, φάρμακον ἔριν κομίσαι δυνάμενον; Καί τι βού‐ λεται τοιοῦτον καὶ ἡ παρ’ ἡμῖν τέχνη νεανιεύεσθαι, ὁποῖον Ὅμηρος διὰ τοῦ κρατῆρος τοῦ τῆς Ἑλένης αἰνίττεται, | |
25 | ὃν ἡ τοῦ Διὸς παῖς τοῖς ξένοις ἵστησιν ἐν Μενελάου δακρύουσιν; Ἢ καὶ τὸ τῆς Ἑλένης φάρμακον οὐ πόα τις ἦν, οὐδέ τις Αἰγυπτία τέχνη νηπενθὲς πόμα σκευάζου‐ σα, ἀλλά τις λόγος ἡδὺς καὶ πάνσοφος, φαρμάκου δίκην σβέσαι δυνάμενος θυμὸν ἐκ μέσης καρδίας | |
30 | ζέοντα; Ἀπάγει δὲ εἰς Αἴγυπτον τὸν μῦθον ἡ ποίη‐ σις, ἵνα τὴν μητέρα τῶν σοφῶν λόγων αἰνίξηται. Ἐφρόνει ποτὲ βασιλεὺς μικρότερον; Οὐκ εἴα τοῦτο Τιμόθεος, ἀλλὰ καὶ εἰς οὐρανὸν αὐτὸν ἀνῆγε τὴν γνώ‐ μην τοῦ βασιλέως τοῖς μέλεσι. Θυμὸς ἐπέζει τοῦ με‐ | |
35 | τρίου πλέον; Ἀφῄρει παρὼν ἐκεῖνος τὸ πλεονάζον τοῖς κρούσμασιν. Ἄθυμος ἦν; Μειδιῶντα εὐθὺς ἐδείκνυ. Ἡδο‐ ναῖς ἐνεδίδου; Εἶδες ἂν εὐθὺς σεμνὸν μετὰ τὴν μου‐ σικὴν Ἀλέξανδρον. Καὶ τὸ σύμπαν εἰπεῖν, τοιοῦτον ἐξῆν ὁρᾶν ἐκεῖνον, ὁποῖον αὐτὸν ἐποίει διὰ τῶν αὐλημά‐ | |
40 | των Τιμόθεος. Πραΰνει Ζέφυρος ταῖς αὔραις τὰ κύματα. Ἀττικὸς δὲ ῥήτωρ καὶ λόγος Ἕλλην οὐ λύσει | |
Bibl.243372b | στάσιν, εἰ μόνον φθέγξαιτο; Ὅ τε Ξενοφῶν ἐστρα‐ τεύετο· καὶ γὰρ καὶ δόρυ μετὰ Σωκράτην Ξενοφῶν ἤνεγκε. Τὸ γὰρ εὐφυὲς εὐάρμοστον. Ἁβρὸς ἦν Ἀλκιβιάδης, | |
ὁπηνίκα παρ’ Ἀθηναίοις εἶχε τὴν δίαιταν· σεμνὸς ἦν | 111 in vol. 6 | |
5 | ἐν Λακεδαίμονι· τὰ Περσῶν ἐς τρυφὴν μόνος ἐξή‐ λεγχεν. Εἰ δέ ποτε ἔδει καὶ λόγους φροντίσαι καὶ τὰ φιλοσοφίας γυμνάσασθαι, Λύκειον ἅπαντα καὶ Ἀκαδη‐ μίαν ταῖς αὑτοῦ συνουσίαις εἰργάζετο. Οἱ κάμνον‐ τες τὴν ἱστορίαν τὴν ἀμφὶ τούτους. | |
9 | ||
10 | Ἐκ τοῦ εἰς τὴν τῶν Κυπρίων ἐπιδημίαν· τὸ προοίμιον. | |
11 | Τὴν Κύπρον οἱ ποιηταὶ θεῶν Ἀφροδίτῃ χαρίζον‐ ται, ὥσπερ τὴν Δῆλον Ἀπόλλωνι. Ἡ γὰρ Κύπρος πό‐ λις μεγάλη· δῆμοι τὴν γλῶτταν ἀκριβῶς Ἕλληνες. | |
15 | Ὤδινεν ἐξ οὐρανοῦ τὴν Ἀφροδίτην ἡ θάλαττα· τὰς δὲ ὠδίνας ταύτας, αἵ τινές ποτέ εἰσιν, μυστικοὶ λόγοι κρύπτειν κελεύουσι. Καὶ ἔδει γὰρ λοιπὸν ἐκκυηθῆναι τὴν δαίμονα. Ἵσταται μὲν εὐθὺς καὶ ἄγει γαλήνην ἡ θάλατ‐ τα, ἁπαλοῖς κύμασι περὶ τὸν τόπον πορφύρουσα. | |
20 | Πανδήμῳ Ἀφροδίτῃ πρὸς τὴν Οὐρανίαν οὐδὲν κοι‐ νόν. Ἡ μὲν γὰρ βεβήλους καὶ οὐ καθαροὺς τὴν φύσιν γεν‐ νᾷ τοὺς ἔρωτας· τῇ δὲ χρυσοῖ μὲν οἱ παῖδες, χρυσᾶ δὲ τὰ τούτων καὶ βέλη, σκοποὶ δὲ αὐτοῖς ψυχαὶ νεο‐ τελεῖς καὶ ἀκήρατοι. | |
24 | ||
25 | Ἐκ τοῦ εἰς τὸν ἐκ Καππαδοκίας ῥηθέντος. | |
25 | Οὐδὲ ὑπὲρ Ἴστρον αὐτὸν καὶ Τάναϊν, ἀλλ’ ἐπὶ πᾶ‐ σαν γῆν καὶ θάλατταν ἦλθεν ὁ Σκύθης ὑπὲρ τοῦ βέ‐ λους ὀχούμενος. Λόγος δὲ ἄρα τὸ βέλος Ἀπόλλωνος. Καὶ ποταμὸς ἐκεῖ μῦθον ἔχων ἀκοῆς Ἑλλήνων ἄξιον. | |
30 | Ἦλθεν ἐπ’ Ἰνδοὺς ὁ Διόνυσος, γένος τὴν Διονύσου χάριν ἀρνούμενον. Ἦν δὲ ὁ μὲν στρατὸς Βάκχαι καὶ Σά‐ τυρος, τὰ δὲ ὅπλα νεβρῖδες καὶ θύρσοι. Οἱ δὲ ἄρα ὁμοῦ τε εἶδον τὸν θεὸν καὶ ᾕρηντο, καὶ τὰ ὅπλα ῥίψαν‐ τες χορὸν οἱ τέως μαχόμενοι τῷ Διονύσῳ καθίσταντο. | 112 in vol. 6 |
35 | Ἐπεὶ δὲ ἐν ὅροις Καππαδοκῶν ἦσαν ἀγόμενοι, σκηνοῦσι μὲν ἐπὶ τῷ χείλει τοῦ ποταμοῦ, ᾧ καὶ δώσειν τὴν ἐπω‐ νυμίαν ἤμελλον, δεῆσαν δὲ τοῖς νάμασι λούσασθαι· ἀμείβεται μὲν ὁ ποταμὸς καὶ τὸ ἀργυροῦν ὕδωρ Ἰν‐ δοῖς ὁμιλῆσαν μελαίνεται, οἱ δὲ ὅπερ ἦσαν αὐτοί, τοῦτο | |
40 | καὶ εἶναι καὶ καλεῖσθαι τὸν ποταμὸν ἀπεργάζονται. Ἐν‐ τεῦθεν ἄγει τὸν νεανίσκον ἡ φήμη. Ὁ δὲ ἡμέτερος | |
Bibl.243373a | πλοῦτος οὐ χρυσός τις Γυγάδας ἢ Λύδιος, ἀλλά τινες παῖδες ἡβῶντες μὲν τὴν ὥραν καὶ τὴν ἡλικίαν ἀκμάζοντες, σοβαροὶ μὲν ἰδεῖν καὶ ὑψαύχενες, ἅτε ἐκ μέσων Διὸς στέρνων γεινάμενοι. | |
4 | ||
5 | Ἐκ τοῦ ὅτε τὴν ἐπίδειξιν ἀξιούμενος ἀνε‐ βάλετο, εἶτα εἶπε· τὸ προοίμιον. | |
7 | Πέρσαι τόξα σπουδάζουσι, καὶ πᾶς ὁ βίος ἐκεί‐ νοις φαρέτρα καὶ βέλη. Ἐπαινῶ τὸν νόμον, δικαία | |
10 | φιλοπόνου γνώμης βάσανος· σπάνια γὰρ εἶναι καθήκει τὰ τίμια. Οἶδε τοῦτον πρὸ Περσῶν ἡ φύσις τὸν νόμον. Οὐδεὶς ἂν Ὠκεανὸν ἰδεῖν ἠξίωσεν, εἰ μὴ τὴν ἐν μέσῳ φυγὼν περιεχύθη τῆς γῆς τοῖς τέρμασι. Τίς δ’ ἂν εἴη πυραμίδων λόγος, εἰ μὴ πόρρω τοῦτο τὸ θέα‐ | |
15 | μα; Ἢ τοῦ κατ’ Αἰθίοπας λίθου τοῦ Μέμνονος, εἰ μὴ κἀκεῖνον ἄνω τῆς πολλῆς θέας ἡ μήτηρ ἔστησε; Ταῦτά | |
τοι καὶ ἀλήθειαν, ἀλλ’ οὐ μῦθον εἶναι τὸν περὶ αὐτοῦ λόγον πιστεύομεν, ὅτι λίθος ὁμιλήσας ἡλίῳ οἷον ἄν‐ θρωπος ἠχεῖ καὶ φθέγγεται. Μόλις καὶ ῥόδον ἡ φύ‐ | 113 in vol. 6 | |
20 | σις ἀνθρώποις χαρίζεται. Καὶ οὐδὲ τοῦτο ὁμοῦ τε φύει καὶ ἴσα πετάννυται, ἀλλ’ οἰκουρῆσαν τὸ πολὺ τῆς ἀκμῆς εἴσω τοῦ κάλυκος ὀψὲ προκύπτει καὶ σχίζεται. Ἀλλ’ οὐδ’ ὀπωρίζειν ἔξεστιν, ὅταν ἐθέλωσιν ἄνθρωποι· ἀλλὰ κἂν συκάζειν ἐθέλῃς, ἀναμένεις τὴν ὥραν τὴν τῆς ὀπώ‐ | |
25 | ρας ἐπώνυμον. Τὸ δὲ ἐν Δοδώνῃ χαλκεῖον ὅτι ἠχεῖ ἀεί, μισήσας ὁ χρόνος διέλυσεν εἰς μῦθον τὸ τέχνημα. Δεινὴ γὰρ ἡ συνήθεια κόρον τεκεῖν καὶ τὴν ἐξουσίαν ὕβρει λυμήνασθαι. Οἰκοῦντες γῆν ζητοῦμεν θάλατταν, καὶ πλέοντες πάλιν περισκοποῦμεν τὰ λήϊα. Ὁ πλωτὴρ μα‐ | |
30 | καρίζει γηπόνον, καὶ τὸν ναυτίλον ἀρότης ἡγεῖται πά‐ λιν εὐδαίμονα. Ταῦτα πάντα τοῦ κόρου παίγνια. Κόρον γεννᾷ ἡ συνήθεια. Φεύγωμεν τὸν κόρον, ὦ παῖδες· το‐ ξεύει πολλάκις δι’ ὕβριν οὗτος καὶ αὐτοῖς ἤδη τοῖς ἔρωσι. Τοῦτο γάρ ποτε τῆς παροιμίας ἤκουσα. | |
34 | ||
35 | Ἐκ τοῦ εἰς Μουσώνιον τὸν ἀνθύπατον Ἑλλάδος· τὸ προοίμιον. | |
37 | Ὀκνοῦντά με πάνυ τὰ θέατρα, καὶ τῶν πανδήμων συλλόγων ἀπάγειν τοὺς λόγους σπεύδοντα, λῦσαι τὸν | |
40 | νόμον ἠνάγκασας. Λύει καὶ κύκνος σιγήν, λύραν ὅταν Ἀπόλλωνος ἀκούσῃ πλήττοντος, καὶ τῶν ἄντρων ἐξάγει | |
Bibl.243373b | τὴν ἀηδόνα πρὸς ἥλιον λυρικὸν ἠχήσας ὁ Ζέφυρος. Τολμᾷ καὶ ναύτης τὰ κύματα, καὶ βακχεῖος ἀνὴρ θαρ‐ ρῶν ἐγείρει τὸ σκίρτημα, ὁ μὲν ἔαρ ὅταν κοιμίζῃ θά‐ | |
λατταν, ὁ δὲ ὅταν Διονύσου θύρσον δονοῦντος αἰσθά‐ | 114 in vol. 6 | |
5 | νηται. Σὲ μὲν ποιητής τις εὔτολμος οὐκ ἄν (οἶμαι) ὀκνήσειεν οὐδ’ αὐτῷ εἰκάσαι Ἀπόλλωνι. Τόξα δέ σοι καὶ βέλη τοσοῦτον φίλα ὅσον Ἀπόλλωνος φύσιν ἐν‐ δείξασθαι, ἀναίμακτα δὲ μένει ἀεί· σῆς γὰρ ἀκίδος φό‐ νον ἀνθρώπων οὐ θέμις ἅψασθαι, ἀλλά τις ἔφυγε διὰ | |
10 | σὴν ψῆφον καὶ δήμιον ἤδη τὸ ξίφος κατὰ τῆς σφα‐ γῆς ἀνατείνοντα. Οὕτω καὶ πῶλος καλῶς πωλεύεται καὶ σκύλαξ δεξιῶς σκυλακεύεται, ὅταν ἄνευ κέντρου καὶ μάστιγος ὁ μὲν πωλοδάμνης τὸν ἵππον ὁ δὲ σκυλα‐ κευτὴς τὸν κύνα χειρὶ τιθασσεύων ἐκτρέφειν βούλοιτο. | |
15 | Τί Κύρον ἐν Πέρσαις μέγαν ἐποίησεν; Ἥμερος τρό‐ πος καὶ μείλιχος. Εὐτύχησε γὰρ ἀεὶ κατὰ βαρβάρων ἡ πόλις. Ἀγγέλλει ποτὲ τὴν νίκην τῶν τις ἀριστέων τῷ δήμῳ· οἱ δὲ οὕτως αὐτὸν τῆς προθυμίας ἠγάσθη‐ σαν, ὥστε χαλκοῦς παρὰ Ἀθηναίοις ἀπὸ τῶν λόγων ἐκεί‐ | |
20 | νων ἕστηκεν. | |
20 | Ἐκ τοῦ εἰς Σεβῆρον νέηλυν· τὸ προοίμιον. | |
22 | Ἐμέμνητο δὲ ἄρα καὶ παρὰ τὰς μάχας Ἀχιλλεὺς τῆς λύρας· καὶ τὰ μὲν πεδία τοῖς ὅπλοις ἤστραπτεν, | |
25 | ὁ δὲ κατὰ τὴν σκηνὴν τὴν ἑαυτοῦ κιθάραν ἥρμοζεν. Ἡ δὲ τῆς ᾠδῆς ὑπόθεσις· ἤρα ἀρετῆς Ἀχιλλεύς, καὶ τὰ κλέα τῶν ἀνδρῶν νῦν μὲν πολεμῶν ἐμιμεῖτο, νῦν δὲ ᾠδὰς ἐργαζόμενος. Ἔρις ἦν ἀμφὶ τοῖς παιδι‐ κοῖς τῶν θεῶν· ἀλλ’ οὔτε Ἀθηνᾶ τὰ ὅπλα ἔχουσα τοῖς | |
30 | ὅπλοις ἤριζεν, οὔτε Ποσειδῶν φέρων τὴν τρίαιναν ταύ‐ την προβέβλητο, ἀλλ’ ἡ μὲν τὸν θαλλὸν ἀνέσειεν, ὁ | |
δὲ ἀντήχει τῷ κύματι. Καὶ λύει ψῆφος τὴν κρίσιν, καὶ Ἀθηνᾶ λαμβάνει τὰ νικητήρια. Καὶ ἡ μὲν ηὔλει ἡ δὲ κιθάραν εἶχεν, ἡ δὲ ἐνέπνει τῇ σύριγγι. | 115 in vol. 6 | |
34 | ||
35 | Ἐκ τῆς λαλιᾶς· τὸ προοίμιον. | |
36 | Ὅταν αἱ Μοῦσαι καθ’ Ἑλικῶνα χορεύωσι, πάντα μοι ἠχῆς ἐμπίπλαται. Ἠχεῖ μὲν τέττιξ, καὶ ἀναμιμνῄ‐ σκει τὸν μῦθον τῷ μέλει, ὅτι ἐγώ, φησίν, ὢν ἄν‐ | |
40 | θρωπος ᾖδον ἀεί, καὶ ἐπειδὴ τὴν φύσιν ἤμειψα, οὐ συναφῆκα τῷ βίῳ τὸν πόθον. Ἀηδόνων δὲ καὶ χελιδό‐ νων | |
Bibl.243374a | γένη, ἔτι δὲ κύκνων ἀγέλαι περὶ τὰς θεὰς χορεύουσιν. | |
2 | Ἐκ τοῦ εἰς τὸν κόμητα Οὐρσάκιον. | |
3 | Ὅσα γραφεῖς, καὶ λόγοι δύνανται· μᾶλλον δὲ μικρο‐ | |
5 | τέρα μίμησις πᾶσα πρὸς λόγους. Ἄβαριν τὸν σο‐ φὸν γένος μὲν Ὑπερβόρειον λέγουσιν, Ἕλληνα δὲ τὴν φωνὴν γεγενῆσθαι, καὶ Σκύθην μὲν ἄχρι στολῆς τε καὶ σχήματος, εἰ δέ που γλῶτταν κινήσειε, τοῦτο ἐκεῖνο ἐκ μέσης Ἀκαδημίας καὶ αὐτοῦ Λυκείου νομίζεσθαι. Τὸν | |
10 | Ἐλευσίνιον ἔφηβον ἀρθῆναι λόγος πρὸς Δήμητρος, ἵνα τὴν νομάδα τράπεζαν ἡμέροις ἀμείψῃ πυροῖς. Ἧκεν Ἄβαρις Ἀθήναζε τόξα ἔχων, φαρέτραν ἠμμέ‐ νος εἰς ὦμον, χλαμύδι σφιγγόμενος. Ζώνη ἦν κατ’ ἰξύων χρυσῆ, ἀναξυρίδες ἐκ ταρσῶν ἄκρων ἄχρι καὶ γλουτῶν | |
15 | ἀνατείνουσαι. Τοῦτον πανταχόθεν εὑρίσκομεν, κα‐ θάπερ ἐν ἁρμονίᾳ λύρας, σύμφωνον ἠχοῦντα τῇ γνώμῃ τὸν λόγον. Ἦν ἡδὺς ἐντυχεῖν, δεινὸς ἡσυχῇ μεγάλην | |
πρᾶξιν ἐργάσασθαι, ὀξὺς τὸ παρὸν ἰδεῖν, προμηθὴς τὸ μέλλον φυλάττεσθαι, σοφίας ἥττων, ἐραστὴς φιλίας, ὀλίγα | 116 in vol. 6 | |
20 | μὲν τύχῃ πιστεύων, γνώμῃ δὲ τὰ πάντα πιστούμενος. | |
20 | Ἐκ τοῦ εἰς Σεβῆρον ἑταῖρον. | |
21 | Τίς γὰρ ἐκείνου μᾶλλον ἢ σὺν τάχει τὴν τοῦ δικαίου φύσιν ἐθήρευεν, ἢ σὺν ὀρθότητι θηρεύσας ἐδημο‐ σίευε; Τίς μὲν οὕτως ὀξὺς πρᾶξαι, τίς δὲ βραδὺς | |
25 | κολάσαι τὸν κινδυνεύοντα; Τίς μὲν οὕτω κρείττων χρυσίου, τίς δὲ ἥττων φιλανθρωπίας καὶ τοῦ κατελεῆ‐ σαι τὸν δυστυχήσαντα; ἁδρὸς μὲν ἐν λόγοις, ἔργα δὲ καὶ πράξεις ἁδρότερος. | |
28 | Ἐκ τοῦ εἰς Σκυλάκιον τὸν ἀνθύπατον | |
30 | Ἑλλάδος. | |
30 | Χρυσῷ μὲν ἀσπὶς ἀστράπτουσα, καὶ τὴν Ἡφαίστου μηνύουσα χεῖρα τοῖς θαύμασιν, ὅτι μόνη διὰ σοφίαν ἠπίστατο τῇ τέχνῃ φύσιν μιμήσασθαι. Μαίανδρος ὁ Καρῶν ποταμός, ὅσον πλήθει τοῦ Νείλου λείπεται, το‐ | |
35 | σοῦτον φύσει περίεστι. Τοῦ μὲν γὰρ μῦθος ἡ γῆ ἣν Αἰ‐ γυπτίοις χαρίζεται· ὁ δὲ πλωτῆρας ἀποσυλήσας τὴν θάλατταν, γηπόνοις σχίζειν ἔδωκεν ἀρότροις ἀντὶ κυ‐ μάτων τοὺς αὔλακας. Ἴδοις ἂν πεδίον μὲν τὴν πρόσθεν θάλατταν, σκιρτῶντα δὲ ἀντὶ μὲν δελφίνων νεβρόν, | |
40 | ἀντὶ δὲ ναύτου κελεύοντος νομέως ἠχούσης ἀκούσῃ | |
σύριγγος. | 117 in vol. 6 | |
Bibl.243374b | Ἐκ τοῦ εἰς νεήλυδας ἐφεσίους· τὸ προοίμιον. | |
2 | Ὅτε τὸν μαντικὸν Ἀπόλλων ἱδρύσας τρίποδα τοῖς πανταχόθεν ἐθέσπιζε, πάντα γένη καὶ πᾶσαι πόλεις | |
5 | παρὰ τὸν θεὸν ἐστέλλοντο ὑπὸ τῆς φήμης δημαγω‐ γούμενοι. | |
6 | Ἐκ τοῦ εἰς τοὺς ἑταίρους πατρίδος· τὸ προοίμιον. | |
8 | Ἀλλὰ γὰρ ὥρα λοιπόν, ὦ παῖδες, καὶ τοῖς πολίταις | |
10 | τὴν λύραν τὴν ἡμετέραν ἁρμόσασθαι. Τί τὴν ἐνεγκοῦ‐ σαν πόλιν ποιήσομεν; Ἀλλ’ ἐπεὶ οὐκ ἐπὶ τῶν ἁρμάτων ἡμεῖς ὀχούμεθα οὐδὲ τὰ ποιητῶν σπουδάζομεν, φέρε ἀνδράσι καὶ λόγοις τὴν πόλιν τειχίσωμεν. Τὴν δὲ Ὁμήρου τὴν μεγάλην ἠχὼ τί τῶν ἁπάντων ἐξέμηνεν; | |
15 | Οὐκ ἀνδρῶν δόξα; Ἐγὼ δὲ ἀρετὴν ζητῶ, καὶ ἀπὸ ταύ‐ της ἐπαινεῖν τοὺς ἄνδρας βούλομαι. Τῆς δὲ ἀρχι‐ κῆς ἀρετῆς διπλᾶ τεκμήρια· βασιλέως τε αἱ ψῆφοι καὶ τῶν ἀρχομένων οἱ πόθοι. Μετὰ τῶν ἔργων τὴν φύσιν σκέπτεσθαι ἄξιον· καὶ ἴσον τις εὑρήσει τάς τε | |
20 | πράξεις ἠχούσας καὶ τὴν φύσιν ὅθεν κατώρθωνται. Τίνα δὴ τῆς φύσεως τοῦδε γνωρίσματα; Ὀξὺς φρό‐ νησιν, ὑψηλὸς γνώμην, εὖ ποιεῖν ἄοκνος, δημοτι‐ κὸς τὸν τρόπον· εἰ μὲν εἰπεῖν δέοι, τὸν Περικλέα νι‐ κῶν, εἰ δέ τι πρᾶξαι, τὸν Ἀλκιβιάδην μιμούμενος, | |
25 | μᾶλλον δὲ καὶ φιλόπολις [μᾶλλον δὲ] καὶ χρημάτων κρείττων, ὅπερ ἡ συγγραφὴ τὸν Περικλέα προσείρη‐ | |
κεν, ἐν δὲ τῷ πράττειν πολλῷ τοῦ Κλεινίου θερμότερος, ἁπάσης ἀτεχνῶς λύρας οὐ μεῖον πρὸς πᾶσαν πρᾶξιν εὐάρμοστος. Τοιοῦτόν τινα καὶ τὸν Πρωτέα γενέσθαι μῦθοι | 118 in vol. 6 | |
30 | δηλοῦσιν Αἰγύπτιοι, ὅταν αὐτὸν νῦν μὲν εἰς ὕδωρ ἀμείβωσι νῦν δὲ εἰς δένδρον καὶ φλόγα· τὸ εὔκολον γὰρ τῆς φύσεως διὰ τούτου σημῆναι βούλονται. | |
32 | Ἐκ τοῦ εἰς Πρίβατον Ῥωμαῖον· τὸ προοίμιον. | |
34 | ||
35 | Ἤγαγε δὲ ἄρα ὁ τοῦ πυρὸς τοῦ κατ’ Ἐλευσῖνα πόθος καὶ Ἀνάχαρσιν τὸν Σκύθην ἐπὶ μυστήρια. | |
36 | Ἐκ τοῦ ὅτε ἀπὸ τῆς Κορίνθου ἐπανῆλθεν. | |
37 | Εἰ δὲ ἄρα τύχη τις διασχίζοι τὰ σώματα, τῇ γοῦν ψυχῇ προβλέπειν καὶ μὴ τῷ πόθῳ τῶν παιδικῶν ἀπο‐ | |
40 | σχίζεσθαι. Γνωρίζω τὸ πάθος· ἐμὴν ἑρμηνεύει γνώ‐ μην ἡ ποίησις. | |
41 | ||
Bibl.243375a | Ἐκ τῆς εἰς Ἀμπέλιον προπεμπτικῆς· τὸ προοίμιον. | |
2 | Ἤμελλον ἄρα, ὦ παῖδες, ἤμελλον μόνος εὑρήσειν Ἑλλήνων τῆς τοῦδε φυγῆς τὰ θήρατρα. Χθὲς δρασμὸν | |
5 | ἠπείλει καὶ ἅρματα, τήμερον ὤφθη τοῖς ἐμοῖς δικτύοις ἁλώσιμος. Γενέσθαι μὲν καὶ Ἀλέξανδρον λόγος ταῖς πάλαι τέχναις ἀγώνισμα, ὥστε δὴ καὶ νειμάμενοι τὴν μορφὴν αὐτοῦ Λύσιππος καὶ Ἀπελλῆς, ὁ μὲν φαρμά‐ κοις ὁ δὲ χαλκῷ τὴν φύσιν τοῦ βασιλέως ἡρμήνευσαν. | |
10 | Ἐπεὶ δὲ ὁ λόγος ὑπερβὰς τὸ σῶμα ψυχῆς ὁμιλεῖ καὶ | |
κάλλει καὶ χάρισιν, εἴη ἂν καὶ οὗτος ἀψευδὴς ζωγρά‐ φος. Μὴ τὸν πρωράτην ἐπιστήμονα πάσῃ ναυτιλίᾳ κτησάμενος· τὸ γὰρ ἄπειρον ἐπὶ τῆς χρείας ταράττεται, τὸ δὲ μελετῆσαν θαρρεῖ τὴν τέχνην ἣν ἔμαθεν. Ἐκ | 119 in vol. 6 | |
15 | πυλῶν εἰς νύσσαν ἴσον τὸν δρόμον ἰθύνατε. Πρᾷος εἶ; Κοινὸν καὶ τοῦτο πλεονέκτημα. Κακίαν μισεῖς; Κακίᾳ συνεπεστράτευσεν. Ἀδίκων δώρων ἐξέκλινας ψαῦσιν; Ἀπέ‐ κλεισε καὶ οὗτος τὰς τῆς ψυχῆς πύλας ὑβριστῇ χρυσῷ καὶ δικαιοσύνην ἐλέγχοντι· ἔγνω γὰρ ὡς οὐ δικαιοσύνη | |
20 | σὺν ὀλίγοις ψόγος, ἀλλὰ σὺν ἀδικίᾳ πλοῦτος ἐχθρὸς ἀρετῆς καὶ τοῦ θαυμάζεσθαι. Αὕτη δὴ πρώτη τῶν ἐγκωμίων ἀρχή, ὅτι καὶ ἀρχὴ τῶν πράξεων. Τὸ δὲ μετὰ τοῦτο τί μὲν εἴποι τις, τί δὲ φυλάξαιτο; Καὶ γὰρ τὸ λέ‐ γειν ἄπορον, καὶ τὸ μὴ λέγειν ἀχάριστον. Ὥσπερ γὰρ οἱ | |
25 | τὰ κάλλη τῶν ἀγαλμάτων θεώμενοι ἔχονται μὲν τοὺς ὀφθαλμοὺς ὑπὸ τοῦ πρώτου προσπίπτοντος, μεταβιβά‐ ζοντες δὲ ἄλλοτε ἐπ’ ἄλλο τὴν θέαν ἀποροῦσιν ὅ τι πρῶ‐ τον θεάσωνται· μᾶλλον δέ (τί γάρ μοι δεῖ παλαιᾶς εἰ‐ κόνος;) ὥσπερ οἵ τι τῶν νέων δημιουργημάτων θεώ‐ | |
30 | μενοι προσβλέπειν μὲν ἅπασιν ἀθρόως ὑπὸ τοῦ περι‐ κεχυμένου τῷ πάντι κάλλους βιάζονται, ἐν μέρει δὲ ἄλλου ἄλλοθεν δημαγωγοῦντος τὸν πόθον σχίζονται τὴν θέαν τῷ θαύματι, οὕτω καὶ αἱ σαὶ πράξεις πᾶσαι παν‐ ταχόθεν προσπίπτουσαι ἱστορίαν ἄλλην ζητοῦσιν, ἀλλ’ | |
35 | οὐ τὸν παρόντα τῶν λόγων νόμον ἀνέχονται. Τὰς πράξεις εἴπῃ τις ἢ τὰς δίκας; ἢ τὴν ἐν μέρει σπου‐ δὴν ἢ τὰς ὑπὲρ τῶν ὅλων φροντίδας; Πενίας πρό‐ νοιαν ἢ τὸν σὺν πρᾳότητι τῶν δυναστευόντων σωφρο‐ | |
νισμόν; Ἀλλὰ διά σε καὶ Σπάρτη τρυφᾷ, ῥυπῶντα | 120 in vol. 6 | |
40 | πλόκαμον εἰς εὐανθῆ κόμην ἀμείψασα. Τὸν δὲ ἄπειρον τῶν οἰκοδομημάτων ὄχλον τίς ἂν κατ’ ἀξίαν δηλώσειε; Περικλεῖ μὲν Προπύλαια πρὸς φιλοτιμίαν ἤρκει | |
Bibl.243375b | καὶ Παρθενών, καὶ οἶκος Δαρείῳ βασίλειος, καὶ ἄμπελος Ἀρτοξέρξῃ χρυσῆ, Θεοδώρου Σαμίου ποίημα, ἄχρηστον ἔργον τρυφῶντος Μήδου κατὰ τῆς φύσεως. Σὺ δὲ ἐκ Πυλῶν ἀρξάμενος ἄχρι καὶ Πελοποννήσου | |
5 | μυχοῦ πάντα τὸν ἐν μέσῳ τόπον πόλεις ἀπέφηνας. Στενωπός τις ἦν Κολυτὸς οὕτω καλούμενος ἐν τῷ με‐ σαιτάτῳ τῆς πόλεως, δήμου μὲν ἔχων ἐπώνυμον, ἀγορᾶς δὲ χρείᾳ τιμώμενος. Κατὰ δὴ κλέος τὸ πάλαι ἔρχεται καὶ οὗτος ἐπὶ τὸν τόπον, ὑπὸ τῆς φήμης δημα‐ | |
10 | γωγούμενος· ἰδὼν δὲ τὴν μὲν φύσιν ἠγάσθη τοῦ τόπου, τῇ κατασκευῇ δὲ ᾐσχύνθη πλέον ὑπὲρ τῆς πόλεως, οὐ μὴν ἀφῆκε πλέον ἐρυθριᾶσαι τὴν πόλιν ἐπὶ τῷ πράγματι. Σὺ καὶ τοὺς μύθους πιστοὺς ἀπέδειξας, ὅτι στένει καὶ λίθος ἐρῶν καὶ λείβει δάκρυα ὥσπερ | |
15 | ἐραστὴς τῆς ἐρωμένης κλεπτόμενος· ὡς ἐγὼ δέδοικα μή τι καὶ πάθος ὁ περί σε πόθος ἐργάσηται, καί τινες τὴν φύσιν ἀμείψαντες εἶτα ξένον μῦθον γεννήσω‐ σιν, ἄνθος ἢ δένδρον γενόμενοι. | |
18 | Ἐκ τοῦ εἰς Ἀνατόλιον ὕπαρχον· | |
20 | τὸ προοίμιον. | |
20 | Ἀχιλλέα παρ’ Ὁμήρῳ φόνον ἑταίρου δακρύοντα Ζεὺς ἐξ οὐρανοῦ, δι’ Ἑρμοῦ πέμψας σύνθημα, ὅπλων ἐκέλευσεν ἅψασθαι. Φέρε οὖν καὶ ἡμεῖς ὥσπερ ἔκ τινος ἄνωθεν νεύματος εἰς πανήγυριν τὸ πάθος λύσαντες, | |
25 | τῷ Μουσηγέτῃ χορεύσωμεν. Θήρα γέγονε τῆς ἡμετέ‐ | |
ρας τέχνης ὁ μέγας ὕπαρχος. Οὐ μῦθος ταῦτα οὔτε Ἀττικὰ κομψεύματα, ξένος ἐκ Θηβῶν Διόνυσος, Ποσειδῶν ἐραστὴς ἀπὸ τοῦ κύματος, οἷα κατὰ τῆς πό‐ λεως Λάκωνες παίζουσιν, ἀλλ’ ἀληθὲς ἐντύχημα, ἀλλὰ | 121 in vol. 6 | |
30 | παιδεία καὶ νόμοι, ῥίζα τῶν ἀγαθῶν καὶ μητρόπολις. Αὐτός τε φυτεύει τῷ φυτῷ τούτῳ τὴν ἑαυτοῦ ψυχήν, Ἀττικὰ ἐπάρδων τὰ νάματα. Ἀεὶ δὲ τὰ καλὰ σπάνια, καὶ δόξαν ἀθάνατον τοῖς ἐπινοοῦσι προμνώ‐ μενα. Πρῶτος μὲν ὁ σοφὸς Ἀνάχαρσις ἐκ Σκυ‐ | |
35 | θῶν ἦλθεν εἰς Ἕλληνας, πρῶτος δὲ Πέλοψ ἐκ Λυδῶν, ἐπ’ ἀθανάτων ἵππων κατὰ γαλήνης ὀχούμενος. Καὶ μισθὸν τῆς καινοτομίας λαμβάνει δοῦναι τῇ χώρᾳ τὸ πρόσρημα. Καὶ ὁ μὲν ἔπαινος ἐν αἰγιαλοῖς ἔτι, πελαγίζει δὲ ὁ λόγος, οὐχ ὁρῶν ὅρμον φαινόμενον. | |
40 | Κράτιστον οὖν ἴσως εἰκόνι τὴν τοῦδε φύσιν θηράσαν‐ τα, τὸ τοῦ Φειδίου μιμήσασθαι. Οὐκ ἠγνόει Φειδίας ὅσος καὶ ἐν ὅσοις ὁ Ζεύς, ἅτε τὴν ψυχὴν τῆς χειρὸς σοφώτερος. | |
Bibl.243376a | Βουλόμενος οὖν ἑνὶ θηρᾶσαι τὴν Διὸς φύσιν ἀγάλματι, χρυσῷ κεράσας ἐλέφαντα, Ἠλείοις μὲν τὸν Ὀλύμπιον, τοῖς δὲ ἄλλοις ἀνθρώποις τὸν Δία εἰκόνι μιᾷ τοσοῦτον ὅσον ἐκτυπωσάμενος. Ἐθέλω δέ | |
5 | σοι θείων ἐκ φαρμάκων γράψαι τὸν πίνακα· ἔκπλυ‐ τα γὰρ ταχέως χρόνῳ τὰ γήϊνα. Δόγμα δὲ καὶ δόξαν εἴ τῳ φίλον καλεῖν τὸν πίνακα, οὐ διοίσομαι. Ἐπειδὰν κάμοι τὸ πολὺ σῶμα τοῦτο κακίας νόσῳ φθειρόμενον, ὃ γῆν μὲν ἡμεῖς καὶ κέντρον ἐκείνου τοῦ θείου | |
10 | κόσμου νομίζομεν, τότε Λαχέσεως ἄτρακτος οὐρανὸν σχίσας τοῖς νήμασιν ἐκ τῆς Διὸς ἑστίας ἄγει ψυχὴν ἀκραιφνῆ, τῶν θείων φασμάτων παρ’ ἡμᾶς τὴν οὐσίαν | |
διαπορθμεύουσαν. Αὕτη φέρει δικαιοσύνην, αὕτη ἀν‐ δρείαν παρ’ αὐτῆς· αὐτοφρόνησις καθαρῶς ἡ τοιαύτη | 122 in vol. 6 | |
15 | ψυχή. Ἕπεται δὲ αὐτῇ καὶ ἀρετῶν συμφύτων μυρίος θίασος, ὕψος ψυχῆς, μεγαλοπρέπεια γνώμης, ἐλευ‐ θέρα φωνή, χεῖρες ἄδωροι, φιλίας πόθος, ἀληθείας ἔρως, ἄτρεπτον φρόνημα. Οὐκ ἐκ φιλίας ἀρετὴν κρίνων, ἀλλ’ ἐξ ἀρετῆς τὰ τῆς φιλίας σταθμώμενος. | |
19 | ||
20 | Ἐκ τοῦ εἰς Φοῖβον τὸν τοῦ ἀνθυπάτου παῖδα· τὸ προοίμιον. | |
21 | Σοφιστοῦ δὲ θύραν ἐκ μικροτέρας γλώττης ἀμείψαν‐ τας σοφιστικοῖς εἰκὸς οἶμαι περιτυγχάνειν καὶ διηγή‐ μασιν. Ἰσοκράτης ὁ σοφιστής (γνώριμον δὲ πᾶσιν οἶμαι | |
25 | μετὰ τῶν λόγων καὶ τοὔνομα, ὅτι δι’ ἐκεῖνον σοφιστῶν γλῶττα τὰς ποιητικὰς ἀτιμάσασα οἰκεῖον νόμον ἠσπάσατο) λόγῳ μὲν ἀεὶ τοῖς λόγων ἐρῶσι τὰ βασίλεια τῶν ἑαυτοῦ μουσείων ἀνεπετάννυεν. | |
28 | Ἐκ τοῦ εἰς Ἀρκάδιον τὸν ἰατρὸν καὶ κόμητα. | |
29 | ||
30 | Παίζοντας γὰρ τοὺς νέους περὶ θάλαμον ἱστόρησε, καὶ ταῖς ἑαυτῶν ἴυγξι ποιεῖ τὴν χάριν ἐλέγχοντας. Νῦν δὲ ἕτερος ἆθλος, καὶ ἄλλο στάδιον, καὶ Μουσῶν τέμενος μύσταις ὁσίοις ἀνοιγόμενον. Περὶ τοῖς φιλτάτοις κυ‐ βεύουσι. Φασὶ δὲ καὶ Δημοκήδην τὸν Κροτωνιάτην | |
35 | ἐκεῖνον τὸν πρῶτον ἰατρικὴν Ἑλλάδα παρὰ βαρβάροις κομίσαντα. | |
36 | Ἐκ τοῦ προτρεπτικοῦ τοῦ εἰς τοὺς προσ‐ ελθόντας ἑταίρους. | |
38 | ||
Ὁ θυμοειδὴς τὴν ψυχήν, λόγῳ κεράσας τὸ πάθος, | 123 in vol. 6 | |
40 | ἀνδρεῖος ἤκουσεν. ὁ τὸν βίον ἁβρός, μέτρον ἐπιθεὶς τῇ | |
Bibl.243376b | φύσει, τὴν σωφροσύνην ἐλάμβανεν. Ἀμείβει τὴν φύσιν εἰς πολλὰς ἰδέας καὶ θάλαττα· πορφύρει μέν, ὅταν εἰς γαλήνην στορέσῃ τὰ κύματα, ζοφῶδες δὲ ἔχει τὸ πρόσ‐ ωπον ὅταν ἀγριαίνῃ ταρασσομένη τοῖς κύμασιν. | |
4 | ||
5 | Ἐκ τοῦ εἰς Φλαβιανὸν προπεμπτικοῦ· τὸ προοίμιον. | |
6 | Κρείττονά με λύραν, ὦ φίλε, κάμνοντα, ἵνα σε μετὰ Λιβύην ἀσπάσωμαι, φεύγων ἐξαίφνης εἰς στυγνὸν μέλος ἀπέρριψας. Οὔπω τὸ ἔαρ ὤφθη, καὶ χειμὼν Ἑλλησπόν‐ | |
10 | τιος προσβαλὼν τὴν ψυχὴν πήγνυσιν· οὔπω τὸν ἥλιον εἴδομεν, καὶ τὰς ἀκτῖνας ἑτέρωσε κλίνων ἀπειλεῖ νύκτα ποιήσειν τοῖς Ἕλλησι. Πρὶν μειδιᾶσαι στυγνάζομεν, πρὶν ἐπιδήμια θῦσαι θεοῖς ἐνοδίοις εὐχόμεθα. Λόγους δὲ χειρὸς ἀτολμοτέρους ἐλέγχεσθαι, ὀκνοῦντας ποιεῖν ἃ | |
15 | κηρός τε ἐθέλει καὶ σίδηρος. Διέπλει γὰρ ἀεὶ τὸ κλέος ἀπὸ Λιβύης εἰς Ἕλληνας. Τὴν μὲν Αὔραν ἐποίει καὶ τεθρυμμένην καὶ παίζουσαν, οἵας τὰς Λυ‐ δὰς ποιοῦσι ζωγράφοι κατὰ πινάκων τέχνῃ μεθύσαντες. Μικρὸν οὖν ἀναβιβάσαντες ἐκ μέσου τὸν λόγον, εἶτα | |
20 | ῥυῆναι κατὰ Λιβύης ἐάσομεν. Νικᾷ δὲ οὐδεὶς, ὅτι τὰ πάντα θαυμάζεται. Ἀλλ’ ὁ λόγος γὰρ ἀκολουθήσας τῷ πόθῳ ὥσπερ τινὶ βιαίῳ ῥεύματι, μικροῦ πρὸς ἑτέραν ὁδὸν μετωχετεύθη φερόμενος. Ἐπανακτέον οὖν ἐπὶ Λι‐ βύην τὸν λόγον. Ἠλέγχθη Περικλῆς εἰς πειθὼ δεύ‐ | |
25 | τερος, ἠλέγχθη δὲ Θεμιστοκλῆς εἰς γνώμης τάχος ἀμ‐ βλύτερος, καὶ Πλάτων εἰς φύσιν, καὶ Σόλων εἰς νό‐ | |
μους· καὶ πάντες ἴσασιν ὅτι οἷς ἕκαστος ὡς μόνοις [ὡς] πᾶσιν οὕτως ἀγάλλεται. Τί δράσω; Τί δὲ βουλεύσο‐ μαι; Ὕπαρχον πέμψω Ῥωμαίοις; Χλιδῶν δὲ δῆμος | 124 in vol. 6 | |
30 | σεμνὸν οὐκ οἶδεν ἡνίοχον. Δυσχεραίνει μοι τάχα Καρχηδών, πόλις ἐπὶ Λιβύῃ δι’ ἀρετήν ποτε κατὰ Ῥώμης φρονήσασα, πόλις Ἰταλίαν ὅλην τοῖς ἑαυτῆς κάλλεσι βόσκουσα, πόλις παρὰ τοσοῦτον οὐ πρώτη παρ’ ὅσον Ῥώμην αἰσχύνεται. Κινδυνεύει μοι πόλις μεγάλη, καὶ | |
35 | ἤπειρος ὅλη πονηροῖς κυβερνᾶται τοῖς οἴαξι. Πέμ‐ ψωμεν αὐτὸν τὸν μέγαν τῆς δίκης ἡνίοχον. Ἔγνω ταῦτα βασιλεύς, καὶ χρυσαῖ παραχρῆμα δέλτοι τὴν γνώμην ἔφθανον. Ἐνταῦθα τοῦ λόγου γενόμενος τί πρῶ‐ τον, τί ἔπειτα, τί δ’ ὑστάτιον καταλέξω; Κινοῦν‐ | |
40 | ται μὲν γὰρ πανταχόθεν αἱ πράξεις, ἴσα δὲ πάντα, | |
Bibl.243377a | καὶ τῷ μὴ λέγειν τὸ λέγειν ὁμοίως ἄπορον, ὅτι τὸ μὲν πλήθει τὸ δὲ μεγέθει κωλύεται. Λεκτέον οὖν οὐχ ὅσα ἔνεστιν, ἀλλ’ ὅσα ἔξεστιν. Ὁρῶντες δὲ αὐτὸν κατὰ τοῦ χειμῶνος ὡς κατὰ γαλήνης τὸν στόλον πέμποντα, | |
5 | καὶ κατὰ κυμάτων ὡς κατὰ λιμένων ἀθύροντα, οἱ μὲν ὡς δριμὺν ἐραστὴν ἐπόθουν, οἱ δὲ ἔφριττον ὡς πᾶσι φόβοις ἀήττητον. Κρείττονα πομπὴν τῆς Ἡφαίστου ἐπόμπευον. Ἀντήχει δὲ δῆμος κύμασι, καὶ ῥοθίῳ κρότος ἐκ πόλεως· καὶ ψόφον θαλάσσης βοὴ | |
10 | Καρχηδόνος ἐξέπληττε. Συγγνώμην δὲ ἅπας ἐχέτω καὶ γέρων καὶ νέος, εἰ ἔπη φθέγγομαι· οἶδε γὰρ, οἶδεν ἔρως καὶ λόγον ποιεῖν αὐτόνομον. Οὗτος νόσον ἐνό‐ σησε τῆς μὲν ἑαυτοῦ τύχης μείζονα, τῆς δὲ πονηρίας | |
οὐχ ἥττονα. Καὶ μὴ θαυμάσῃ τις εἰ ταῦτα ἐκεῖνος | 125 in vol. 6 | |
15 | κατὰ τοιοῦδε ἀνδρὸς ἐνόσησεν. Ἄνωθεν κατὰ τῶν ἀρίστων ἀρχόντων τοῖς ἐλάττοσι μῶμος ἐμφύεται. Ἐσυκοφάντει Περικλέα Κλέων, ἔφυγε Νικίας Ὑπέρβολον, Δημάδης δ’ ἔκρινε Δημοσθένην, Κλεόφων Ἀλκιβιάδην ἐγρά‐ φετο, ἀνὴρ ἐλοιδόρει Θεμιστοκλέα Σερίφιος. Τῷ γὰρ | |
20 | ὑπερβάλλοντι τῆς τύχης φθονοῦντες, τὸ ἐλαττούμενον τῆς ἀξίας ἀνισοῦν θράσει βιάζονται. Ἔνθα δὴ καὶ μάλιστα ἔδειξεν ὅσον τὸ μέσον ἀρετῆς τε καὶ πανούρ‐ γου τρόπου καθέστηκεν. | |
Bibl.244377a(25) | Ἀνεγνώσθη τῆς Διοδώρου βιβλιοθήκης ἄλλοι τε λόγοι καὶ ὁ λβʹ καὶ λδʹ, καὶ ὁ μʹ καὶ ὁ ληʹ, καὶ ὁ λαʹ καὶ ὁ βʹ καὶ δʹ, καὶ ϛʹ, καὶ ὁ λζʹ καὶ ὁ ληʹ. Ὧν ἐκλογὴν ἡ παροῦσα ἔκδοσις περιέχει. Ὅτι πολλοὶ μὲν καὶ ἄλλοι ἱστόρησαν ἀπὸ σχήματος | |
30 | γυναικείου καὶ ὑπολήψεως εἰς ἀνδρὸς καὶ σχῆμα καὶ φύσιν ἀναφανῆναι· ἀτὰρ καὶ Διόδωρος ἐν τῇ λβʹ τῶν ἱστοριῶν τοιαῦτα περὶ ταύτης τῆς περιπετείας ἱστορεῖ, τὰ περὶ Ἀλέξανδρον τὸν κοίλης Συρίας καὶ Ἀντιοχείας βασιλεύσαντα διεξιών. | |
34 | Φησὶν δέ· ὁ δὲ Ἀλέ‐ | |
35 | ξανδρος ἀπὸ μὲν τῆς μάχης μετὰ πεντακοσίων τὴν φυγὴν ἐποιήσατο τῆς Ἀραβίας εἰς τὰς καλουμένας Ἄβας πρὸς Διοκλέα τὸν δυνάστην, πρὸς ὃν ἦν καὶ τὸν υἱὸν Ἀντίοχον προεκτεθειμένος ὄντα νήπιον. Εἶτα οἱ μὲν | |
περὶ τὸν Ἡλιάδην ἡγεμόνες, οἳ συνῆσαν Ἀλεξάνδρῳ, | 126 in vol. 6 | |
Bibl.244377b | λάθρᾳ διεπρεσβεύσαντο περὶ τῆς ἰδίας ἀσφαλείας, ἐπαγγελλόμενοι δολοφονήσειν τὸν Ἀλέξανδρον· συγχω‐ ρήσαντος δὲ τοῦ Δημητρίου περὶ ὧν ἠξίουν, οὐ μόνον προδόται τοῦ βασιλέως ἀλλὰ καὶ φονεῖς ἐγενήθησαν. | |
5 | Οὐκ ἄξιον δὲ παρελθεῖν τὴν γενομένην περιπέτειαν πρὸ τῆς Ἀλεξάνδρου τελευτῆς, διὰ δὲ τὸ παράδοξον ἴσως ἀπιστηθησομένην. Ἀλεξάνδρου γὰρ τοῦ βασιλέως βραχὺ πρὸ τῶν ἐνεστώτων χρόνων χρηστηριαζομένου κατὰ τὴν Κιλικίαν, ἔνθα φασὶν Ἀπόλλωνος Σαρπηδονίου ἱερὸν | |
10 | εἶναι, ἀνελεῖν αὐτῷ λέγεται τὸν θεὸν φυλάξασθαι τὸν τό‐ πον τὸν ἐνεγκόντα τὸν δίμορφον. Καὶ τότε μὲν αἰνιγ‐ ματώδη τὸν χρησμὸν εἶναι δόξαι, ὕστερον μέντοι μετὰ τὴν τελευτὴν τοῦ βασιλέως ἐπιγνωσθῆναι τὸ λόγιον διὰ τοιαύτας τινὰς αἰτίας. | |
14 | Τῆς Ἀραβίας ἐν ταῖς καλουμέ‐ | |
15 | ναις Ἄβαις ᾤκει τις Διόφαντος ὄνομα, τὸ δὲ γένος Μακεδών. Οὗτος ἐγχώριον Ἀραβίαν γυναῖκα γήμας ἐγέννησεν υἱὸν μὲν ὁμώνυμον ἑαυτῷ, θυγατέρα δὲ τὴν προσαγορευθεῖσαν Ἡραΐδα. Τὸν μὲν οὖν υἱὸν πρὸ τῆς ἀκμῆς ἐπεῖδε τελευτήσαντα, τὴν δὲ θυγατέρα γάμου | |
20 | ἔχουσαν ὥραν προικίσας συγκατῴκισέ τινι ὄνομα Σα‐ μιάδῃ. Οὗτος μὲν οὖν συμβιώσας τῇ γαμηθείσῃ χρό‐ νον ἐνιαύσιον ἀπεδήμησε μακρὰν ἀποδημίαν. Τὴν δ’ Ἡραΐδα φασὶν ἀρρωστίᾳ περιπεσεῖν παραδόξῳ καὶ παν‐ τελῶς ἀπιστουμένῃ· φλεγμονὴν γὰρ ἰσχυρὰν γενέσθαι περὶ | |
25 | τὸ ἦτρον αὐτῆς. Ἐπὶ πλέον δὲ οἰδήσαντος τοῦ τόπου, ἔπειτα τῶν πυρετῶν μεγάλων συνεπιγινομένων, καταδοξάσαι τοὺς ἰατροὺς ἕλκωσιν γεγονέναι περὶ τὸν τράχηλον τῆς | |
μήτρας. Χρωμένων δὲ αὐτῶν θεραπείαις αἷς ὑπελάμ‐ βανον καταστελεῖν τὰς φλεγμονάς, ἑβδομαίας δ’ οὔσης, | 127 in vol. 6 | |
30 | ῥῆξιν ἐπιγενέσθαι τῆς ἐπιφανείας, καὶ προπεσεῖν ἐκ τῶν τῆς Ἡραΐδος γυναικείων αἰδοῖον ἀνδρεῖον, ἔχον διδύ‐ μους προσκειμένους. Τὴν δὲ ῥῆξιν τούτων καὶ τὸ πάθος γενέσθαι μήτε ἰατροῦ μήτ’ ἄλλων τῶν ἔξωθεν παρόντων, πλὴν μητρὸς καὶ δύο θεραπαινίδων. | |
34 | Τότε μὲν ἀχα‐ | |
35 | νεῖς γενομένας διὰ τὸ παράδοξον, τὴν ἐνδεχομένην ἐπι‐ μέλειαν ποιήσασθαι τῆς Ἡραΐδος, καὶ κατασιωπῆσαι τὸ γεγονός. Τὴν δὲ ἀπολυθεῖσαν τῆς νόσου τὴν ἐσθῆτα φορεῖν γυναικείαν, καὶ τὴν ἄλλην ἀγωγὴν οἰκουρὸν καὶ ὕπανδρον διαφυλάττειν· καταδοξάζεσθαι δὲ ὑπὸ τῶν συν‐ | |
40 | ειδότων | |
Bibl.244378a | τὴν περιπέτειαν ἑρμαφρόδιτον εἶναι, καὶ κατὰ τὴν γεγενημένην μετ’ ἀνδρὸς συμβίωσιν, τῆς κατὰ φύ‐ σιν ἐπιπλοκῆς ἀντιπραττούσης, δοκεῖν αὐτὴν ταῖς ἀρρε‐ νικαῖς συμπεριφοραῖς καθωμιλῆσθαι. | |
4 | Λανθανούσης δὲ | |
5 | τοὺς ἐκτὸς τῆς διαθέσεως ταύτης ἐπανελθεῖν τὸν Σα‐ μιάδην καί, καθάπερ ἦν ἐπιβάλλον, τὴν γαμηθεῖσαν ἐπιζητεῖν· οὐ τολμώσης δ’ ἐκείνης εἰς ὄψιν ἐλθεῖν διὰ τὴν αἰσχύνην, τὸν Σαμιάδην φασὶ βαρέως ἐνεγκεῖν. Ἐπι‐ κειμένου δὲ συνεχέστερον καὶ ἀπαιτοῦντος τὴν σύμβιον, | |
10 | καὶ τοῦ πατρὸς μὴ συγχωροῦντος μέν, αἰσχυνομένου δὲ τὴν αἰτίαν εἰπεῖν, εἰς μέγα ἠύξετο ἡ διαφορά. Ἐπε‐ νεγκεῖν τε διὰ τοῦτο δίκην τῷ πατρὶ περὶ τῆς ἰδίας γυναικός, τῆς τύχης ὥσπερ ἐν δράματι τὸ παράδοξον τῆς περιπετείας ἀγούσης εἰς ἔγκλημα. Συνεδρευσάντων | |
15 | δὲ τῶν κριτῶν καὶ λόγων ῥηθέντων, συμπαρεῖναι μὲν | |
τῇ κρίσει τὸ ἀμφισβητούμενον σῶμα, διαπορεῖν δὲ τοὺς δικαστὰς πότερον προσήκει τὸν ἄνδρα τῆς γυναικὸς ἢ τὸν πατέρα τῆς θυγατρὸς κυριεύειν. | 128 in vol. 6 | |
18 | Πέρας τῶν κρι‐ τῶν οἰομένων δεῖν ἀκολουθεῖν τἀνδρὶ τὴν γαμηθεῖσαν, | |
20 | τὴν ἀλήθειαν διασαφῆσαι τὸ τῆς φύσεως ἄρρεν, καὶ θυμῷ τετολμηκότι τὴν καθυποκρινομένην ἐσθῆτα λύ‐ σασαν δεῖξαι πᾶσι, ῥῆξαί τε φωνὴν δεινοπαθοῦσαν, εἴ τινες ἀναγκάζουσι συνοικεῖν ἀνδρὶ τὸν ἄνδρα. Πάν‐ των δὲ καταπλαγέντων καὶ φωνῇ θαυμαζούσῃ τὸ | |
25 | παράδοξον ἐπισημαινομένων, τὴν μὲν Ἡραΐδα φασὶν ἀποκαλυφθείσης τῆς αἰσχύνης μεταμφιάσασθαι τὸν γυ‐ ναικεῖον κόσμον εἰς νεανίσκου διάθεσιν, τοὺς δὲ ἰατροὺς ἐπιδειχθέντων αὐτοῖς τῶν φανέντων γνῶναι ὅτι κα‐ τεκέκρυπτο φύσις ἄρρενος ἐν ὁμοειδεῖ τόπῳ φύσεως | |
30 | θηλείας, καὶ δέρματος περιειληφότος παρὰ τὸ σύνη‐ θες τὴν φύσιν, σύντρησίς τις ἐγεγένητο, δι’ ὧν ἐξωδεύ‐ οντο τὰ περιττώματα· διόπερ τὸν προσεσυριγγωμέ‐ νον τόπον ἑλκώσαντας δεῖν κατουλῶσαι, τὴν δὲ ἀν‐ δρὸς φύσιν εὔκοσμον ποιήσαντας σὺν ἐνδεχομένῃ | |
35 | δόξαι κεχρῆσθαι θεραπείᾳ. Τὴν δ’ Ἡραΐδα μετονομα‐ σθεῖσαν Διόφαντον εἰς τοὺς ἱππεῖς καταλεχθῆναι, καὶ σὺν τῷ βασιλεῖ παραταξάμενον εἰς τὰς Ἄβας συνα‐ ναχωρῆσαι. Διὸ καὶ τὸν πρότερον ἀγνοούμενον χρη‐ σμὸν τότε γνωσθῆναι σφαγέντος τοῦ βασιλέως ἐν ταῖς | |
40 | Ἄβαις, καθ’ ὃν τόπον ὁ δίμορφος ἐγεγένητο. Τὸν δὲ Σαμιάδην λέγουσιν, ἔρωτι καὶ τῇ προγεγενημένῃ συνη‐ θείᾳ δεδουλωμένον, αἰσχύνῃ τε τοῦ παρὰ φύσιν γάμου | |
Bibl.244378b | συνεχόμενον, τῆς μὲν οὐσίας τὸν Διόφαντον ἀναδεῖ‐ ξαι διαθήκῃ κληρονόμον, ἑαυτὸν δὲ τοῦ ζῆν μεταστῆσαι, ὥστε τὴν μὲν γυναῖκα γεγεννημένην ἀνδρὸς ἀναλαβεῖν δόξαν καὶ τόλμαν, τὸν δ’ ἄνδρα γυναικείας ψυχῆς | 129 in vol. 6 |
5 | ἀσθενέστερον γενέσθαι. Παραπλησία δὲ ταύτῃ τῇ διαθέσει συνετελέσθη περιπετεία τριάκοντα ἔτεσιν ὕστερον ἐν τῇ πόλει τῶν Ἐπιδαυρίων. Ἦν γάρ τις Ἐπιδαυρία, κόρη μὲν εἶναι δοκοῦσα, γονέων δὲ ὀρφανή, Καλλὼ δ’ ὄνομα. Αὕτη | |
10 | τὸν ἐπὶ τῆς φύσεως ἀποδεδειγμένον ταῖς γυναιξὶ πό‐ ρον ἄτρητον εἶχε, παρὰ δὲ τὸν καλούμενον κτένα συριγγω‐ θέντος τόπου ἐκ γενετῆς τὰς περιττώσεις τῶν ὑγρῶν ἐξέ‐ κρινεν. Εἰς δὲ τὴν ἀκμὴν τῆς ἡλικίας παραγενομένη συνῳκίσθη τινὶ τῶν πολιτῶν. Διετῆ μὲν οὖν χρόνον | |
15 | συνεβίωσε τἀνδρί, τὴν μὲν γυναικείαν ἐπιπλοκὴν οὐκ ἐπιδεχομένη, τὴν δὲ παρὰ φύσιν ὁμιλίαν ὑπομένειν ἀναγκαζομένη. | |
17 | Μετὰ δὲ ταῦτα φλεγμονῆς αὐτῇ συμ‐ βάσης περὶ τὸν κτένα καὶ δεινῶν ἀλγηδόνων ἐπιγε‐ νομένων, συνεκλήθη πλῆθος ἰατρῶν. Καὶ τῶν μὲν ἄλ‐ | |
20 | λων οὐδεὶς ὑπισχνεῖτο θεραπεύσειν, φαρμακοπώλης δέ τις ἐπαγγελλόμενος ὑγιάσειν ἔτεμε τὸν ἐπηρμένον τό‐ πον, ἐξ οὗπερ ἐξέπεσεν ἀνδρὸς αἰδοῖα, δίδυμοι καὶ καυλὸς ἄτρητος. Πάντων δὲ τὸ παράδοξον καταπλα‐ γέντων ὁ φαρμακοπώλης ἐβοήθει τοῖς λειπομένοις | |
25 | μέρεσι τῆς πηρώσεως. | |
25 | Τὸ μὲν οὖν πρῶτον τὸ αἰδοῖον ἄκρον ἐπιτεμὼν συνέτρησεν εἰς τὸν οὐρητῆρα, καὶ κα‐ | |
θεὶς ἀργυροῦν καυλίσκον ταύτῃ τὰ περιττώματα τῶν ὑγρῶν ἐξεκόμιζε, τὸν δὲ σεσυριγγωμένον τόπον ἑλκώ‐ σας συνέφυσε. Καὶ τοῦτον τὸν τρόπον ὑγιοποιήσας διπλοῦν | 130 in vol. 6 | |
30 | ἀπῄτει τὸν μισθόν· ἔφη γὰρ αὐτὸν παρειληφέναι γυ‐ ναῖκα νοσοῦσαν, καθεστακέναι δὲ νεανίσκον ὑγιαίνοντα. Ἡ δὲ Καλλὼ τὰς μὲν ἐκ τῶν ἱστῶν κερκίδας καὶ τὴν ἄλλην τῶν γυναικῶν ταλασιουργίαν ἀπέθετο, μεταλα‐ βοῦσα δὲ ἀνδρὸς ἐσθῆτα καὶ τὴν ἄλλην διάθεσιν μετω‐ | |
35 | νομάσθη Κάλλων, ἑνὸς στοιχείου ἐπὶ τῷ τέλει τοῦ ν προστεθέντος. Λέγεται δ’ ὑπό τινων ὅτι πρὸ τοῦ με‐ ταλαβεῖν τὴν εἰς ἄνδρα μορφὴν ἱέρεια τῆς Δήμη‐ τρος ἐγεγένητο, καὶ τὰ τοῖς ἄρρεσιν ἀόρατα ἰδοῦσα κρί‐ σιν ἔσχεν ἀσεβείας. | |
40 | Ὁμοίως δ’ ἐν τῇ Νεαπόλει καὶ κατ’ ἄλλους τό‐ πους πλείονας ἱστοροῦνται γεγονέναι τοιαῦται περι‐ πέτειαι, οὐκ ἄρρενος καὶ θηλείας φύσεως εἰς δίμορφον | |
Bibl.244379a | τύπον δημιουργηθείσης (ἀδύνατον γὰρ τοῦτο), ἀλλὰ τῆς φύσεως διὰ τῶν τοῦ σώματος μερῶν ψευ‐ δογραφούσης εἰς ἔκπληξιν καὶ ἀπάτην τῶν ἀνθρώ‐ πων. Διόπερ ἡμεῖς τὰς περιπετείας ταύτας ἀνα‐ | |
5 | γραφῆς ἠξιώσαμεν, οὐ ψυχαγωγίας ἀλλ’ ὠφελείας ἕνεκα τῶν ἀναγινωσκόντων. Πολλοὶ γὰρ τέρατα τὰ τοιαῦτα νομίζοντες εἶναι δεισιδαιμονοῦσιν, οὐκ ἰδιῶται μόνον ἀλλὰ καὶ ἔθνη καὶ πόλεις. | |
8 | Κατ’ ἀρχὰς γοῦν τοῦ Μαρσικοῦ πολέμου πλησίον τῆς Ῥώμης οἰκοῦντά φησιν Ἰταλικὸν | |
10 | γεγαμηκότα παραπλήσιον τοῖς εἰρημένοις ἀνδρόγυνον προσαγγεῖλαι τῇ συγκλήτῳ, τὴν δὲ δεισιδαιμονήσασαν καὶ τοῖς ἀπὸ Τυρρηνίας ἱεροσκόποις πεισθεῖσαν ζῶντα | |
προστάξαι καῦσαι. Τοῦτον μὲν οὖν ὁμοίας κεκοινωνηκότα φύσεως, ἀλλ’ οὐ πρὸς ἀλήθειαν τέρας γεγενημένον, φα‐ | 131 in vol. 6 | |
15 | σίν, ἀγνοίᾳ τῆς νόσου παρὰ τὸ προσῆκον ἀπολωλέναι. Μετ’ ὀλίγον δὲ καὶ παρὰ Ἀθηναίοις τοῦ τοιούτου γενο‐ μένου, διὰ τὴν ἄγνοιαν τοῦ πάθους ζῶντά φασι κατα‐ καῆναι. | |
18 | Καὶ γὰρ τὰς λεγομένας ὕαινάς τινες μυθολογοῦσιν ἄρρενας ἅμα καὶ θηλείας ὑπάρχειν, καὶ παρ’ ἐνιαυτὸν | |
20 | ἀλλήλας ὀχεύειν, τῆς ἀληθείας οὐχ οὕτως ἐχούσης. Ἑκα‐ τέρου γὰρ τοῦ γένους ἁπλῆν ἔχοντος καὶ ἀνεπίμικτον τὴν φύσιν, προσώρισται τὸ ψευδογραφοῦν καὶ παρακρουόμενον τοὺς εἰκῆ θεωροῦντας· τῇ μὲν γὰρ θηλείᾳ πρόσκειταί τι κατὰ τὴν φύσιν παρεμφερὲς ἄρρενι μορίῳ, τῷ δὲ ἄρ‐ | |
25 | ρενι κατὰ τὸ ἐναντίον ἔμφασις θηλείας φύσεως. Ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ πάντων τῶν ζῴων, γινομένων μὲν πρὸς ἀλήθειαν πολλῶν καὶ παντοδαπῶν τεράτων, μὴ τρεφομένων δὲ καὶ εἰς τελείαν αὔξησιν ἐλθεῖν οὐ δυ‐ ναμένων. Ταῦτα μὲν εἰρήσθω πρὸς διόρθωσιν δεισι‐ | |
30 | δαιμονίας Ὁ μὲν οὖν Διόδωρος πρὸς τῷ τέλει που τοῦ λβʹ λόγου τῆς ἱστορικῆς αὐτοῦ πραγματείας τοσαῦτα διέξεισι· καὶ ἄλλοι δὲ πλεῖστοι τοιαύτας περιπετείας ἱστορήκασιν. | |
33 | Ἐκ τοῦ λδʹ. | |
34 | ||
35 | Ὡς Ἀντίοχος ὁ βασιλεύς, φησίν, ἐπολιόρκει τὰ Ἱε‐ ροσόλυμα, οἱ δὲ Ἰουδαῖοι μέχρι μέν τινος ἀντέσχον, ἐξα‐ ναλωθέντων δὲ τῶν ἐπιτηδείων ἁπάντων ἠναγκάσθη‐ σαν περὶ διαλύσεως διαπρεσβεύσασθαι. Οἱ δὲ πλείους | |
αὐτῷ τῶν φίλων συνεβούλευον κατὰ κράτος αἱρήσειν | 132 in vol. 6 | |
40 | τὴν πόλιν καὶ τὸ γένος ἄρδην ἀνελεῖν τῶν Ἰουδαίων. μόνους γὰρ ἁπάντων ἐθνῶν ἀκοινωνήτους εἶναι τῆς πρὸς | |
Bibl.244379b | ἄλλο ἔθνος ἐπιμιξίας καὶ πολεμίους ὑπολαμβάνειν πάντας. Ἀπεδείκνυον δὲ καὶ τοὺς προγόνους αὐτῶν ὡς ἀσε‐ βεῖς καὶ μισουμένους ὑπὸ τῶν θεῶν ἐξ ἁπάσης τῆς Αἰ‐ γύπτου πεφυγαδευμένους. Τοὺς γὰρ ἀλφοὺς ἢ λέπρας ἔχον‐ | |
5 | τας ἐν τοῖς σώμασι, καθαρμοῦ χάριν ὡς ἐναγεῖς συνα‐ θροισθέντας, ὑπερορίους ἐκβεβλῆσθαι· τοὺς δὲ ἐξορισθέν‐ τας καταλαβέσθαι μὲν τοὺς περὶ τὰ Ἱεροσόλυμα τόπους, συστησαμένους δὲ τὸ τῶν Ἰουδαίων ἔθνος παραδόσιμον ποιῆσαι τὸ μῖσος τὸ πρὸς τοὺς ἀνθρώπους· διὰ τοῦτο | |
10 | δὲ καὶ νόμιμα παντελῶς ἐξηλλαγμένα καταδεῖξαι, τὸ μηδενὶ ἄλλῳ ἔθνει τραπέζης κοινωνεῖν μηδ’ εὐνοεῖν τὸ παράπαν. Ὑπέμνησαν δὲ αὐτὸν καὶ περὶ τοῦ προγε‐ νομένου μίσους τοῖς προγόνοις πρὸς τοῦτο τὸ ἔθνος. Ἀντίοχος γὰρ ὁ προσαγορευθεὶς Ἐπιφανής, καταπολε‐ | |
15 | μήσας τοὺς Ἰουδαίους, εἰσῆλθεν εἰς τὸν ἄδυτον τοῦ θεοῦ σηκόν, οὗ νόμιμον εἰσιέναι μόνον τὸν ἱερέα· εὑρὼν δὲ ἐν αὐτῷ λίθινον ἄγαλμα ἀνδρὸς βαθυπώγωνος, καθή‐ μενον ἐπ’ ὄνου, μετὰ χεῖρας ἔχον βιβλίον, τοῦτο μὲν ὑπέλαβε Μωϋσέως εἶναι τοῦ κτίσαντος τὰ Ἱεροσόλυμα | |
20 | καὶ συστησαμένου τὸ ἔθνος, πρὸς δὲ τούτοις νομοθετή‐ σαντος τὰ μισάνθρωπα καὶ παράνομα ἔθη τοῖς Ἰου‐ δαίοις, αὐτὸς δὲ στυγήσας τὴν μισανθρωπίαν πάντων ἐθνῶν ἐφιλοτιμήθη καταλῦσαι τὰ νόμιμα. Διὸ τῷ ἀγάλματι τοῦ κτίστου καὶ τῷ ὑπαίθρῳ βωμῷ τοῦ θεοῦ | |
25 | μεγάλην ὗν θύσας τό τε αἷμα προσέχεεν αὐτοῖς καὶ | |
τὰ κρέα σκευάσας προσέταξε τῷ μὲν ἀπὸ τούτων ζωμῷ τὰς ἱερὰς αὐτοῦ βίβλους καὶ περιεχούσας τὰ μισόξενα νόμιμα καταρρᾶναι, τὸν δὲ ἀθάνατον λεγό‐ μενον παρ’ αὐτοῖς λύχνον καὶ καιόμενον ἀδιαλείπτως | 133 in vol. 6 | |
30 | ἐν τῷ ναῷ κατασβέσαι, τῶν τε κρεῶν ἀναγκάσαι προσ‐ ενεγκάσθαι τὸν ἀρχιερέα καὶ τοὺς ἄλλους Ἰουδαίους. | |
31 | Ταῦτα δὴ διεξιόντες οἱ φίλοι τὸν Ἀντίοχον παρεκάλουν μά‐ λιστα μὲν ἄρδην ἀνελεῖν τὸ ἔθνος, εἰ δὲ μή, καταλῦ‐ σαι τὰ νόμιμα καὶ συναναγκάσαι τὰς ἀγωγὰς μετα‐ | |
35 | θέσθαι. Ὁ δὲ βασιλεὺς μεγαλόψυχος ὢν καὶ τὸ ἦθος ἥμερος, λαβὼν ὁμήρους ἀπέλυσε τῶν ἐγκλημάτων τοὺς Ἰουδαίους, φόρους τε τοὺς ὀφειλομένους πραξάμενος, καὶ τὰ τείχη περιελὼν τῶν Ἱεροσολύμων. Ταῦτα Διόδωρος περὶ τῶν Μωσαϊκῶν ἐθῶν καὶ νο‐ | |
40 | μίμων, ἀλλὰ καὶ τοῦ τῶν Ἱεροσολύμων κτίστου κατα‐ ψευσάμενος καὶ αὐτῆς τῆς ἐξ Αἰγύπτου τῶν Ἰουδαίων | |
Bibl.244380a | ἐξόδου, καὶ πρὸς τὸν ἔλεγχον τοῦ ψεύδους ὥσπερ ἑαυτῷ τὸ μὴ αὐτὸς ἁλῶναι διοικονομούμενος, ἑτέροις περι‐ τίθησι προσώποις τὴν περὶ τῶν διεψευσμένων ἀφήγη‐ σιν, τὴν Ἀντιόχου φιλίαν τούτοις προσεπισυνάπτων. | |
5 | Γράφει δὲ καὶ ἐν τῷ μʹ λόγῳ τῆς αὐτῆς βιβλιοθήκης περὶ Ἰουδαίων ταῦτα. | |
6 | Ἐκ τοῦ μʹ λόγου περὶ τὸ μέσον. | |
7 | Ἡμεῖς δὲ μέλλοντες ἀναγράφειν τὸν πρὸς Ἰουδαίους πόλεμον, οἰκεῖον εἶναι διαλαμβάνομεν προδιελθεῖν ἐν | |
10 | κεφαλαίοις τήν τε τοῦ ἔθνους τούτου ἐξ ἀρχῆς κτίσιν καὶ τὰ παρ’ αὐτοῖς νόμιμα. | |
11 | Κατὰ τὴν Αἴγυπτον τὸ πα‐ | |
λαιὸν λοιμικῆς περιστάσεως γενομένης, ἀνέπεμπον οἱ πολλοὶ τὴν αἰτίαν τῶν κακῶν ἐπὶ τὸ δαιμόνιον· πολλῶν γὰρ καὶ παντοδαπῶν κατοικούντων ξένων, καὶ διηλλαγ‐ | 134 in vol. 6 | |
15 | μένοις ἔθεσι χρωμένων περὶ τὸ ἱερὸν καὶ τὰς θυσίας, καταλελύσθαι συνέβαινε παρ’ αὐτοῖς τὰς πατρίους τῶν θεῶν τιμάς. Διόπερ οἱ τῆς χώρας ἐγγενεῖς ὑπέλαβον, ἐὰν μὴ τοὺς ἀλλοφύλους μεταστήσωνται, λύσιν οὐκ ἔσεσθαι τῶν κακῶν. Εὐθὺς οὖν ξενηλατουμένων τῶν ἀλλοεθνῶν, | |
20 | οἱ μὲν ἐπιφανέστατοι καὶ δραστικώτατοι συστραφέντες ἐξερρίφησαν (ὥς τινές φασιν) εἰς τὴν Ἑλλάδα καί τι‐ νας ἑτέρους τόπους, ἔχοντες ἀξιολόγους ἡγεμόνας, ὧν ἡγοῦντο Δαναὸς καὶ Κάδμος τῶν ἄλλων ἐπιφανέστατοι· ὁ δὲ πολὺς λεὼς ἐξέπεσεν εἰς τὴν νῦν καλουμένην Ἰου‐ | |
25 | δαίαν, οὐ πόρρω μὲν κειμένην τῆς Αἰγύπτου, παντελῶς δὲ ἔρημον οὖσαν κατ’ ἐκείνους τοὺς χρόνους. | |
26 | Ἡγεῖτο δὲ τῆς ἀποικίας ὁ προσαγορευόμενος Μωσῆς, φρονήσει τε καὶ ἀνδρείᾳ πολὺ διαφέρων. Οὗτος δὲ καταλαβόμε‐ νος τὴν χώραν ἄλλας τε πόλεις ἔκτισε καὶ τὴν νῦν | |
30 | οὖσαν ἐπιφανεστάτην, ὀνομαζομένην Ἱεροσόλυμα. Ἰδρύ‐ σατο δὲ καὶ τὸ μάλιστα παρ’ αὐτοῖς τιμώμενον ἱερόν, καὶ τὰς τιμὰς καὶ ἁγιστείας τοῦ θείου κατέδειξε, καὶ τὰ κατὰ τὴν πολιτείαν ἐνομοθέτησέ τε καὶ διέταξε. Διεῖλε δὲ τὸ πλῆθος εἰς δώδεκα φυλάς, διὰ τὸ τὸν ἀριθμὸν | |
35 | τοῦτον τελειότατον νομίζεσθαι καὶ σύμφωνον εἶναι τῷ πλήθει τῶν μηνῶν τῶν τὸν ἐνιαυτὸν συμπληρούντων. Ἄγαλμα δὲ θεῶν τὸ σύνολον οὐ κατεσκεύασε, διὰ τὸ μὴ νομίζειν ἀνθρωπόμορφον εἶναι τὸν θεόν, ἀλλὰ τὸν περιέχοντα τὴν γῆν οὐρανὸν μόνον εἶναι θεὸν καὶ τῶν | |
40 | ὅλων κύριον. Τὰς δὲ θυσίας ἐξηλλαγμένας συνεστήσατο τῶν παρὰ τοῖς ἄλλοις ἔθνεσι, καὶ τὰς κατὰ τὸν βίον | 135 in vol. 6 |
Bibl.244380b | ἀγωγάς· διὰ γὰρ τὴν ἰδίαν ξενηλασίαν ἀπάνθρω‐ πόν τινα καὶ μισόξενον βίον εἰσηγήσατο. | |
2 | Ἐπιλέξας δὲ τῶν ἀνδρῶν τοὺς χαριεστάτους καὶ μάλιστα δυνησομένους τοῦ σύμπαντος ἔθνους προίστασθαι, τούτους ἱερεῖς ἀπέδειξε· | |
5 | τὴν δὲ διατριβὴν ἔταξεν αὐτῶν γίνεσθαι περὶ τὸ ἱερὸν καὶ τὰς τοῦ θεοῦ τιμάς τε καὶ θυσίας. Τοὺς αὐτοὺς δὲ καὶ δικαστὰς ἀπέδειξε τῶν μεγίστων κρίσεων, καὶ τὴν τῶν νόμων καὶ τῶν ἐθῶν φυλακὴν τούτοις ἐπέτρεψε· διὸ καὶ βασιλέα μὲν μηδέποτε τῶν Ἰουδαίων, τὴν δὲ τοῦ | |
10 | πλήθους προστασίαν δίδοσθαι διὰ παντὸς τῷ δοκοῦντι τῶν ἱερέων φρονήσει καὶ ἀρετῇ προέχειν. Τοῦτον δὲ προσ‐ αγορεύουσιν ἀρχιερέα, καὶ νομίζουσιν αὐτοῖς ἄγγελον γίνεσθαι τῶν τοῦ θεοῦ προσταγμάτων. Τοῦτον δὲ κατὰ τὰς ἐκκλησίας καὶ τὰς ἄλλας συνόδους φησὶν ἐκφέρειν τὰ | |
15 | παραγγελλόμενα· καὶ πρὸς τοῦτο τὸ μέρος οὕτως εὐπει‐ θεῖς γίνεσθαι τοὺς Ἰουδαίους ὥστε παραχρῆμα πίπτοντας ἐπὶ τὴν γῆν προσκυνεῖν τὸν τούτοις ἑρμηνεύοντα ἀρ‐ χιερέα. Προσγέγραπται δὲ καὶ τοῖς νόμοις ἐπὶ τε‐ λευτῆς ὅτι Μωσῆς ἀκούσας τοῦ θεοῦ τάδε λέγει τοῖς | |
20 | Ἰουδαίοις. | |
20 | Ἐποιήσατο δ’ ὁ νομοθέτης τῶν τε πολεμικῶν ἔργων πολλὴν πρόνοιαν, καὶ τοὺς νέους ἠνάγκαζεν ἀσκεῖν ἀνδρείαν τε καὶ καρτερίαν καὶ τὸ σύνολον ὑπομονὴν πάσης κακοπαθείας. Ἐποιεῖτο δὲ καὶ στρατείας εἰς τὰ πλησιόχωρα τῶν ἐθνῶν, καὶ πολλὴν κατακτησάμενος | |
25 | χώραν, κατεκληρούχησε, τοῖς μὲν ἰδιώταις ἴσους ποιή‐ | |
σας κλήρους, τοῖς δ’ ἱερεῦσι μείζονας, ἵνα λαμβάνοντες ἀξιολογωτέρας προσόδους ἀπερίσπαστοι συνεχῶς προσ‐ εδρεύωσι ταῖς τοῦ θεοῦ τιμαῖς. Οὐκ ἐξῆν δὲ τοῖς ἰδιώ‐ ταις τοὺς ἰδίους κλήρους πωλεῖν, ὅπως μή τινες διὰ πλεο‐ | 136 in vol. 6 | |
30 | νεξίαν ἀγοράζοντες τοὺς κλήρους ἐκθλίβωσι τοὺς ἀπο‐ ρωτέρους καὶ κατασκευάζωσιν ὀλιγανδρίαν. | |
31 | Τεκνοτρο‐ φεῖν τε ἠνάγκαζε τοὺς ἐπὶ τῆς χώρας· καὶ δι’ ὀλίγης δαπάνης ἐκτρεφομένων τῶν βρεφῶν, ἀεὶ τὸ γένος τῶν Ἰουδαίων ὑπῆρχε πολυάνθρωπον. Καὶ τὰ περὶ τοὺς γάμους | |
35 | δὲ καὶ τὰς τῶν τελευτώντων ταφὰς πολὺ τὸ παρηλ‐ λαγμένον ἔχειν ἐποίησε νόμιμα πρὸς τὰ τῶν ἄλλων ἀνθρώπων. Κατὰ δὲ τὰς ὕστερον γενομένας ἐπικρατείας ἐκ τῆς τῶν ἀλλοφύλων ἐπιμιξίας, ἐπί τε τῆς τῶν Περσῶν ἡγεμονίας καὶ τῶν ταύτην καταλυσάντων Μα‐ | |
40 | κεδόνων, πολλὰ τῶν πατρίων τοῖς Ἰουδαίοις νομίμων ἐκινήθη. | |
Bibl.244381a | Οὕτω μὲν κἀνταῦθά φησι περὶ τῶν παρὰ Ἰου‐ δαίοις ἐθῶν τε καὶ νομίμων, καὶ αὐτῶν ἐκείνων τῆς ἐξ Αἰ‐ γύπτου ἀπαλλαγῆς, καὶ τοῦ θείου Μωϋσέως, ψευδολογῶν τὰ πλεῖστα, καὶ διερχόμενος πρὸς τοὺς ἐλέγχους πάλιν | |
5 | ὧν κατεψεύσατο τῆς ἀληθείας, ἀναχώρησιν ἑαυτῷ με‐ θοδευσάμενος, εἰς ἕτερον καὶ νῦν ἀναφέρει τῶν εἰρη‐ μένων τὴν παριστορίαν· ἐπάγει γάρ· «Περὶ μὲν τῶν Ἰου‐ δαίων Ἑκαταῖος ὁ Ἀβδηρίτης ταῦτα ἱστόρηκεν». | |
8 | Ἐκ τοῦ ληʹ. | |
9 | ||
10 | Ὅτι ὃ λέγεται συνενεχθῆναι αἴτιον θανάτου παρά τινων Ἰοβιανῷ τῷ βασιλεῖ, τὸ κατακοιμηθῆναι ἐν οἴκῳ | |
νεωστὶ κεκονιαμένῳ, πυρὶ δὲ διὰ τὴν ψύξιν ὑποθερ‐ μαινομένῳ καὶ ἀτμοὺς ἀφιέντι τοὺς ἐκ τῆς νενοτισμέ‐ νης κονίας, τοῦτο ἑκόντα ὑπελθεῖν ἱστορεῖ Διόδωρος | 137 in vol. 6 | |
15 | Κάτλον κατὰ τοὺς πολλῷ παλαιοτέρους χρόνους. Φησὶ γὰρ ἐν ληʹ λόγῳ πρὸς τῇ ἀρχῇ ὅτι οἱ περὶ τὸν Κίνναν καὶ Μάριον συνεδρεύσαντες μετὰ τῶν ἐπιφανεστάτων ἡγεμόνων ἐβουλεύοντο ὅπως βεβαίως καταστήσωσι τὴν εἰρήνην. Τέλος ἔδοξεν αὐτοῖς τοὺς ἐπιφανεστάτους τῶν | |
20 | ἐχθρῶν καὶ δυναμένους ἀμφισβητῆσαι πραγμάτων πάν‐ τας ἀποκτεῖναι, ὅπως καθαρᾶς γενομένης τῆς ἰδίας αἱρέσεως καὶ μερίδος ἀδεῶς τὸ λοιπόν, καὶ ὡς ἂν βού‐ λωνται, μετὰ τῶν φίλων διοικῶσι τὰ κατὰ τὴν ἡγεμο‐ νίαν. | |
24 | Εὐθὺς οὖν τῶν μὲν γεγενημένων συνθέσεων καὶ | |
25 | πίστεων ἠμέλησαν, σφαγαὶ δὲ τῶν καταψηφισθέντων αὐτοῖς ἄκριτοι καὶ πανταχοῦ ἐγίνοντο. Κόϊντος δὲ Λου‐ τάτιος ὁ Κάτλος, τεθριαμβευκὼς μὲν ἐπισήμως ἀπὸ Κίμβρων, ἀγαπώμενος δὲ ὑπὸ τῶν πολιτῶν περιττό‐ τερον, ὑπό τινος δημάρχου κατηγορίας ἐτύγχανεν ἐν | |
30 | τῷ δήμῳ θανάτου. Φοβούμενος δὲ τὸν ἐκ τῆς συκοφαν‐ τίας κίνδυνον ἧκεν εἰς τὸν Μάριον, δεόμενος τυχεῖν βοηθείας. Ὁ δὲ τὸ μὲν ἔμπροσθεν ἐγεγόνει φίλος, τότε δ’ ἔκ τινος ὑποψίας ἀλλοτρίως ἔχων πρὸς αὐτὸν τοῦ‐ το μόνον ἀπεκρίθη· «Θανεῖν δεῖ». Καὶ ὁ Κάτλος ἀπο‐ | |
35 | γνοὺς μὲν τὰς τῆς σωτηρίας ἐλπίδας, σπεύδων δὲ χωρὶς ὕβρεως καταστρέψαι τὸν βίον, ἑαυτὸν τοῦ ζῆν μετέστη‐ σεν ἰδίῳ τινὶ καὶ παρηλλαγμένῳ τρόπῳ. Συγκλείσας ἑαυτὸν εἰς οἶκον νεόχριστον, καὶ τὴν ἐκ τῆς κονίας ἀνα‐ φορὰν πυρὶ καὶ καπνῷ συναυξήσας, τῇ τῆς ἀναπνοῆς | |
40 | φθορᾷ περιπνιγὴς γενόμενος μετήλλαξεν. Ἐκ τοῦ λαʹ. | 138 in vol. 6 |
41 | Ἅμα δὲ τούτοις πραττομένοις, εἰς Ῥώμην παρεγέ‐ νοντο | |
Bibl.244381b | πρεσβευταὶ Ῥοδίων, τὰς γεγενημένας διαβο‐ λὰς κατ’ αὐτῶν ἀπολύσασθαι. Ἐδόκουν γὰρ ἐν τῷ πρὸς Περσέα πολέμῳ ταῖς εὐνοίαις ἀποκεκλικέναι πρὸς τὸν βασι‐ λέα καὶ προδεδωκέναι τὴν πρὸς Ῥωμαίους φιλίαν. Μηδὲν | |
5 | δὲ ἀνύοντες ὧν ἐπρέσβευον, εἰς ἀθυμίαν ἐνέπιπτον, καὶ μετὰ δακρύων ἐποιοῦντο τὰς ἐντεύξεις. Εἰσαγαγόντος δὲ αὐτοὺς εἰς τὴν σύγκλητον ἑνὸς τῶν δημάρχων, Ἀν‐ τωνίου, πρῶτος μὲν ἐποιεῖτο τὸν ὑπὲρ τῆς πρεσβείας λόγον Φιλόφρων, μετὰ δὲ τοῦτον Ἀστυμήδης. Πολλὰ | |
10 | δὲ πρὸς δέησιν καὶ παραίτησιν εἰπόντες, καὶ τὸ τελευ‐ ταῖον, κατὰ τὴν παροιμίαν, τὸ κύκνειον ᾄσαντες, μόλις ἔλαβον ἀποκρίσεις, δι’ ὧν τοῦ μὲν ὁλοσχεροῦς φόβου παρ‐ ελύθησαν, περὶ δὲ τῶν ἐγκλημάτων πικρῶς ὠνειδί‐ σθησαν. | |
15 | Διόπερ ἰδεῖν ἔστι παρὰ Ῥωμαίοις τοὺς ἐπιφανεστά‐ τους ἄνδρας ὑπὲρ δόξης ἁμιλλωμένους, δι’ ὧν ἅπαν‐ τα σχεδὸν τὰ μέγιστα τῷ δήμῳ κατορθοῦνται. Ἐν μὲν γὰρ τοῖς ἄλλοις πολιτεύμασι ζηλοτυποῦσιν ἀλλήλους, Ῥωμαῖοι δὲ ἐπαινοῦσιν. Ἐξ οὗ συμβαίνει μάλιστα τοὺς | |
20 | μὲν πράσσειν τὰ κάλλιστα τῶν ἔργων, ἁμιλλωμένους αὔξειν τὸ κοινῇ συμφέρον, τοὺς δ’ ἄλλους ἀδικοδοξοῦν‐ τας καὶ τὰς ἀλλήλων ἐπιβολὰς λυμαινομένους βλάπτειν τὴν πατρίδα. Ὅτι Περσέα τὸν τελευταῖον Μακεδονίας βασιλέα, | |
25 | πολλάκις Ῥωμαίοις διὰ φιλίας ἰόντα, πολλάκις δὲ καὶ στρατιᾷ οὐκ ἀναξιολόγῳ πολεμήσαντα, τέλος Αἰμίλιος καταπολεμήσας εἷλε, καὶ λαμπρὸν θρίαμβον ἐπὶ τῇ | |
νίκῃ κατήγαγε. Περσεὺς δὲ τηλικαύταις περιπεσὼν συμφοραῖς ὥστε δοκεῖν ὅμοια μύθοις ἀγενήτοις εἶναι | 139 in vol. 6 | |
30 | τὰ πάθη τὰ περὶ αὐτόν, οὐδ’ ἀπολυθῆναι τοῦ ζῆν ἤθελε. Πρὶν γὰρ ἢ τὴν σύγκλητον ὑπὲρ αὐτοῦ διαλαβεῖν ὃ χρὴ παθεῖν, τῶν κατὰ πόλιν στρατηγῶν εἷς ἐνέβαλεν αὐτὸν εἰς τὸν ἐν Ἄλβαις κάρκαρον μετὰ τῶν τέκνων. Ἔστι δὲ ὁ κάρκαρος ὄρυγμα κατάγειον βαθύ, τὸ μὲν μέγεθος | |
35 | ἔχον οἴκου μάλιστά πως ἐννεακλίνου, σκότου δὲ πλῆρες καὶ δυσοσμίας διὰ τὸ πλῆθος τῶν παραδεδομένων εἰς τοῦ‐ τον τὸν τόπον ἀνδρῶν, τῶν ἐπὶ θανατικοῖς ἐγκλήμασι καταδικαζομένων, ὧν ἐν ἐκείνοις τοῖς χρόνοις οἱ πλείους ἐνταῦθα καθείργνυντο· ἐν οὕτω γὰρ στενωπῷ συγκεκλει‐ | |
40 | σμένων πολλῶν ἀνδρῶν ἀπεθηριοῦτο τὰ τῶν ἀτυχῶν σώματα, τῶν τε πρὸς τροφὴν καὶ τὴν ἄλλην πᾶσαν χρείαν ἀνηκόντων πάντων ἐν ταὐτῷ πεφυρμένων τοσαύτην | |
Bibl.244382a | προσπίπτειν δυσωδίαν συνέβαινεν, ὥστε μη‐ δένα τῶν προσιόντων ῥᾳδίως δύνασθαι καρτερῆσαι. | |
2 | Ἐφ’ ἡμέρας μὲν οὖν ἑπτὰ διετέλεσεν ἐνταῦθα κακουχούμενος, ὥστε καὶ παρὰ τῶν ἐσχάτων καὶ τακτὰ σιτουμένων ἐπι‐ | |
5 | κουρίας δεηθῆναι· συμπαθεῖς γὰρ οὗτοι γινόμενοι διὰ τὸ μέγεθος τῶν ἀκληρωμάτων ὧν μετελάμβανον, οὗτοι φιλαν‐ θρώπως τούτων ἐκείνῳ μετεδίδοσαν δακρύοντες. Ἔρριπτο δ’ οὖν αὐτῷ καὶ ξίφος πρὸς ἀναίρεσιν καὶ κάλως πρὸς ἀγχόνην, ἐξουσίας διδομένης ὡς βούλοιτο χρήσασθαι. Ἀλλ’ | |
10 | οὐδὲν οὕτω γλυκὺ φαίνεται τοῖς ἠτυχηκόσιν ὡς τὸ ζῆν, καίπερ αὐτῶν ἄξια θανάτου πασχόντων. | |
11 | Καὶ πέρας ἐν ταύταις ἂν ταῖς ἀνάγκαις κατέστρεψε τὸν βίον εἰ μὴ Μάρκος Αἰμίλιος προκαθήμενος τοῦ βουλευτηρίου, τη‐ ρῶν τό τε περὶ αὑτὸν ἀξίωμα καὶ τὸ τῆς πατρίδος | 140 in vol. 6 |
15 | ἐπιεικές, παρῄνεσε τῇ συγκλήτῳ σχετλιάζων, εἰ μὴ τὸν ἀνθρώπινον φόβον εὐλαβοῦνται, τήν γε τοὺς ὑπερηφάνως ταῖς ἐξουσίαις χρωμένους μετερχομένην Νέμεσιν αἰδεῖσθαι. Διόπερ εἰς ἐπιεικεστέραν δοθεὶς φυλακήν, καὶ κεναῖς ἐλ‐ πίσι προσανέχων, ὁμοίαν τοῖς προητυχημένοις ἔσχε τοῦ | |
20 | βίου τὴν καταστροφήν. Διετῆ γὰρ χρόνον φιλοψυχήσας, καὶ προσκόψας τοῖς φυλάττουσι βαρβάροις, κωλυόμε‐ νος ὑπ’ ἐκείνων ὕπνου τυχεῖν ἐτελεύτησεν. Ὅτι λέγουσιν ἑαυτοὺς οἱ τῆς Καππαδοκίας βασιλεῖς εἰς Κῦρον ἀναφέρειν τὸ γένος τὸν ἐν Πέρσαις, διαβε‐ | |
25 | βαιοῦνται δὲ καὶ τῶν ἑπτὰ Περσῶν τῶν τὸν μάγον ἐπα‐ νελομένων ἑνὸς ὑπάρχειν ἀπόγονοι. Καὶ τὴν μὲν ἀπὸ Κύρου συγγένειαν οὕτω καταριθμοῦνται. | |
27 | Καμβύσου τοῦ Κύρου πατρὸς ἀδελφὴν ὑπάρξαι γνησίαν Ἀτόσσαν· ταύτης δὲ καὶ Φαρνάκου τοῦ Καππαδοκίας βασιλέως | |
30 | γενέσθαι παῖδα Γάλλον, καὶ τούτου γενέσθαι Σμέρδιν, οὗ Ἀρτάμνην· τοῦ δὲ Ἀναφᾶν, ὃν καὶ διενεγκεῖν μὲν ἀν‐ δρείᾳ καὶ τόλμῃ, γενέσθαι δ’ ἕνα τῶν ἑπτὰ Περσῶν. | |
32 | Τὴν μὲν οὖν εἰς Κῦρον συγγένειαν οὕτω γενεαλογοῦσι καὶ τὴν εἰς Ἀναφᾶν, ᾧ φασι δι’ ἀνδρείαν συγχωρηθῆναι τὴν | |
35 | Καππαδοκίας δυναστείαν ὥστε μὴ τελεῖν φόρους Πέρ‐ σαις. Οὗ τελευτήσαντος ὁμώνυμος υἱὸς ἄρχει. Μετὰ δὲ τὴν τούτου τελευτὴν ἀπολειφθέντων δυοῖν υἱοῖν, Δα‐ τάμου καὶ Ἀριμναίου, διαδέξασθαι τὴν ἀρχὴν Δατάμην, | |
ἄνδρα καὶ κατὰ πόλεμον καὶ κατὰ ἄλλα μέρη τῆς βα‐ | 141 in vol. 6 | |
40 | σιλείας ἐπαινούμενον, ὃς Πέρσαις διὰ μάχης ἐλθὼν καὶ λαμπρῶς κατὰ τὴν μάχην ἀγωνισάμενος ἐν αὐτῇ | |
Bibl.244382b | τελευτᾷ. | |
1 | Διεδέξατο δὲ τὴν βασιλείαν ὁ υἱὸς Ἀριάμ‐ νης, οὗ γίνονται παῖδες Ἀριαράθης καὶ Ὁλοφέρνης· οὗτος δὲ ἔτη πεντήκοντα δυναστεύσας καὶ μηδὲν ἔργον ἄξιον μνήμης πράξας τελευτᾷ. Τὴν δὲ ἀρχὴν διεδέξατο ὁ | |
5 | πρεσβύτερος τῶν υἱῶν Ἀριαράθης, ὃς φιλοστοργῆσαι διαφερόντως λέγεται τὸν ἀδελφόν, καὶ προάγειν αὐτὸν εἰς τὰς ἐπιφανεστάτας τάξεις· ὃν καὶ Πέρσαις κατ’ Αἰγυπτίων ἀποσταλέντα συμμαχῆσαι μετὰ μεγάλων τιμῶν ἐπανελθεῖν ἃς Ὦχος ὁ Περσῶν βασιλεὺς ὑπὲρ | |
10 | ἀνδρείας ἐδίδου, καὶ τὸν βίον ἐν τῇ πατρίδι λιπεῖν, υἱοὺς ἐγκαταλιπόντα Ἀριαράθην καὶ Ἀρύσην. Ὁ δὲ ἀδελφὸς καὶ τῆς Καππαδοκίας ἔχων τὴν ἀρχήν (οὐ γὰρ ἦν αὐτῷ γονὴ γνησία) τὸν πρεσβύτερον τῶν παίδων τἀδελφοῦ Ἀριαράθην υἱοποεῖται. | |
14 | Κατὰ δὲ τούτους τοὺς | |
15 | χρόνους Ἀλέξανδρος ὁ Μακεδὼν καταπολεμεῖ μὲν Πέρσας, εἶτα καὶ τελευτᾷ, καὶ Περδίκκας ὁ τῶν ὅλων τότε ἡγούμενος Εὐμένη πέμπει Καππαδοκίας στρατη‐ γόν. Καὶ καταπολεμηθέντος Ἀριαράθου, πεσόντος τε ἐν τῇ μάχῃ, αὐτή τε ἡ Καππαδοκία καὶ τὰ πλησιό‐ | |
20 | χωρα αὐτῆς ἔπεσεν ὑπὸ Μακεδόνας. Ἀριαράθης δὲ ὁ τοῦ προβεβασιλευκότος υἱός, ἀπελπίσας κατὰ τὸ παρόν, ἀποχωρεῖ μετ’ ὀλίγων πρὸς τὴν Ἀρμενίαν. Μετ’ οὐ πολὺν δὲ χρόνον τῶν περὶ τὸν Εὐμένη καὶ Περδίκκαν τελευτησάντων, Ἀντιγόνου δὲ καὶ Σελεύκου | |
25 | περισπωμένων, λαβὼν δύναμιν παρὰ τοῦ βασιλέως τῶν Ἀρμενίων Ἀρδοάτου, τὸν μὲν τῶν Μακεδό‐ | |
νων στρατηγὸν Ἀμύνταν ἀπέκτεινεν, ἐξέβαλε δὲ καὶ Μακεδόνας ταχέως τῆς χώρας, καὶ τὴν οἰκείαν ἀρχὴν ἀνεκτήσατο. | 142 in vol. 6 | |
29 | Τούτῳ δὲ τριῶν παίδων γενομένων παρέ‐ | |
30 | λαβε τὴν βασιλείαν ὁ πρεσβύτατος Ἀριάμνης· ὃς ἐπιγαμίαν πρὸς Ἀντίοχον ποιησάμενος τὸν ἐπονο‐ μασθέντα θεόν, τὴν τούτου θυγατέρα Στρατονίκην συν‐ ῴκισε τῷ πρεσβυτέρῳ τῶν υἱῶν Ἀριαράθῃ. Ὑπάρ‐ χων δὲ φιλότεκνος διαφερόντως περιέθετο τῷ παιδὶ | |
35 | διάδημα, καὶ συνάρχειν πάντων τῶν τῆς βασιλείας προτερημάτων ἐπ’ ἴσης μεταδίδωσι. Τοῦ δὲ πατρὸς τελευτήσαντος, Ἀριαράθης βασιλεύει καθ’ ἑαυτόν, καὶ μεταλλάσσων τὸν βίον κατέλιπε τὴν βασιλείαν Ἀριαράθῃ τῷ υἱῷ νηπίῳ παντελῶς ὄντι τὴν ἡλικίαν. | |
40 | Οὗτος δὲ ἔγημε θυγατέρα τοῦ μεγάλου κληθέντος Ἀν‐ τιόχου, ὀνομαζομένην Ἀντιοχίδα, πανοῦργον μάλιστα. | |
Bibl.244383a | Ταύτην δέ, μὴ γινομένων τέκνων, ὑποβαλέσθαι δύο παῖδας ἀγνοοῦντος τοῦ ἀνδρός, Ἀριαράθην καὶ Ὁλοφέρ‐ νην. Μετὰ δέ τινα χρόνον τῆς φύσεως ἐπιδεξαμένης ἀνελπίστως τεκεῖν αὐτὴν δύο μὲν θυγατέρας, υἱὸν δὲ | |
5 | ἕνα τὸν ὀνομασθέντα Μιθριδάτην. Ἐξ οὗ τοὺς ὑποβο‐ λιμαίους ἀναδιδαξαμένην τἀνδρὶ τὸν μὲν πρεσβύτερον μετὰ συμμέτρου χορηγίας εἰς Ῥώμην ἀποσταλῆναι πα‐ ρασκευάσαι, τὸν δὲ νεώτερον εἰς τὴν Ἰωνίαν χάριν τοῦ μὴ διαμφισβητεῖν ὑπὲρ τῆς βασιλείας τῷ γνησίῳ. | |
10 | Τοῦτον δὲ ἀνδρωθέντα καὶ Ἀριαράθην φασὶ μετονο‐ μασθῆναι, παιδείας τε Ἑλληνικῆς μετασχεῖν, καὶ κατὰ τὴν ἄλλην ἐπαινεῖσθαι ἀρετήν. Καὶ ὁ μὲν πατὴρ φιλο‐ | |
πάτορι ὄντι τῷ υἱῷ ἔσπευδεν ἀποδοῦναι τὴν τοῦ φι‐ λοτέκνου σπουδήν, καὶ ἐπὶ τοσοῦτον αὐτοῖς προέβη τὰ | 143 in vol. 6 | |
15 | τῆς πρὸς ἀλλήλους εὐνοίας, ὥστε ὁ μὲν πατὴρ ἐξίστασθαι τῆς ὅλης ἀρχῆς ἠγωνίζετο τῷ παιδί, ὁ δὲ ἀδύνατον ἐδείκνυ δέξασθαι αὐτὸν παρὰ γονέων ἔτι ζώντων τὴν τοιαύτην χάριτα. | |
18 | Οὗτος τὸν πατέρα τοῦ πεπρωμένου καταλαβόντος διεδέξατο τὴν βασιλείαν, τήν τε ἄλλην | |
20 | ἀγωγὴν τοῦ βίου ἀξιολογωτάτην ἐνδεικνύμενος καὶ φι‐ λοσοφίᾳ προσανέχων, ἐξ οὗ καὶ ἡ παρὰ τοῖς Ἕλλησιν ἀγνοουμένη πάλαι Καππαδοκία τότε τοῖς πεπαιδευ‐ μένοις ἐμβιώτερον ὑπῆρχεν. Ἀνεσώσατο δ’ οὗτος καὶ τὴν πρὸς Ῥωμαίους φιλίαν τε καὶ συμμαχίαν. Ἀλλὰ | |
25 | τὰ μὲν περὶ τῆς εἰς Κῦρον ἀναφορᾶς τῶν μέχρι τοῦδε τῆς Καππαδοκίας βασιλευσάντων ἐν τούτοις. | |
26 | Ἐκ τοῦ αὐτοῦ. | |
27 | Ὅτι περὶ Λευκίου Αἰμιλίου, τοῦ Περσέα καταπολε‐ μήσαντος, τῆς ταφῆς διερχόμενος, καὶ λαμπρὰν αὐτὴν | |
30 | ἐς τὰ μάλιστα γενέσθαι λέγων, ἐπάγει· «Τῶν γὰρ Ῥω‐ μαίων οἱ ταῖς εὐγενείαις καὶ προγόνων δόξῃ διαφέροντες μετὰ τὴν τελευτὴν εἰδωλοποιοῦνται κατά τε τὴν τοῦ χαρακ‐ τῆρος ὁμοιότητα καὶ κατὰ τὴν ὅλην τοῦ σώματος περιγρα‐ φήν, μιμητὰς ἔχοντες ἐκ παντὸς τοῦ βίου παρατετηρηκότας | |
35 | τήν τε πορείαν καὶ τὰς κατὰ μέρος ἰδιότητας τῆς ἐμφά‐ σεως. Παραπλησίως δὲ καὶ τῶν προγόνων ἕκαστος προηγεῖ‐ ται τοιαύτην ἔχων διασκευὴν καὶ κόσμον, ὥστε τοὺς θεωμέ‐ νους διὰ τῆς ἐκ τούτων ἐμφάσεως γινώσκειν ἐφ’ ὅσον ἕκαστοι τιμῆς προήχθησαν καὶ μετέσχον τῶν ἐν τῇ πολι‐ | |
40 | τείᾳ καλῶν». | |
Ὅτι τοὺς Ἴβηρας καὶ Λυσιτανοὺς ὀνομάζει. Φησὶ γὰρ ὡς | 144 in vol. 6 | |
Bibl.244383b | Μέμμιος ἑξαπέλεκυς στρατηγὸς εἰς τὴν Ἰβηρίαν ἐξαπέσταλτο μετὰ δυνάμεως, οἱ δὲ Λυσιτανοὶ συστραφέν‐ τες πρὸς αὐτόν, καὶ λαβόντες ἀπαράσκευον ἐκ κατάπλου μάχῃ τε ἐνίκησαν καὶ τὸ πλεῖστον τοῦ στρατοῦ διέφθειραν. | |
5 | Περιβοήτου δὲ γενομένης τῆς τῶν Ἰβήρων εὐημερίας οἱ μὲν Ἀρουακοὶ νομίσαντες πολὺ κρείττους εἶναι τῶν Ἰβήρων, κατεφρόνησαν τῶν πολεμίων, καὶ τὸ πλῆθος τὸ κατὰ τὴν ἐκκλησίαν διὰ ταύτην μάλιστα τὴν αἰτίαν εἵλετο τὸν πρὸς Ῥωμαίους πόλεμον. | |
9 | ||
10 | Ἐκ τοῦ λβʹ. | |
10 | Ὅτι τὸ τεῖχος τῶν Καρχηδονίων τῆς πόλεώς φησιν ὕψος μὲν εἶναι πηχῶν τεσσαράκοντα, πλάτος δὲ εἰκο‐ σιδύο· ὅμως καὶ τοιούτων ὄντων αἱ Ῥωμαίων μηχαναὶ καὶ τὰ κατὰ πόλεμον ἀνδραγαθήματα κρείττους ὤφθη‐ | |
15 | σαν τῆς ἐκείνων ἀσφαλείας, καὶ ἑάλω ἡ πόλις καὶ κα‐ τερειπώθη. Ὅτι Μασανάσσης ὁ Λιβύων βεβασιλευκὼς καὶ τὴν πρὸς Ῥωμαίους φιλίαν τετηρηκὼς ἐνενήκοντα μὲν ἐβίω ἔτη ἐν δυνάμει, παῖδας δέκα ἐν τῷ ἀπαλλάττεσθαι κα‐ | |
20 | ταλιπών, οὓς καὶ Ῥωμαίοις ἐπιτροπεύεσθαι παρακατέθετο· ἦν δὲ καὶ κατὰ τὴν τοῦ σώματος εὐτονίαν διαφέρων, καὶ καρτερίᾳ καὶ πόνοις συνήθης ἐκ παιδός· ὅς γε στὰς ἐν τοῖς ἴχνεσιν ὅλην τὴν ἡμέραν ἀκίνητος ἔμενε, κα‐ θεζόμενος δὲ οὐκ ἠγείρετο μέχρι νυκτὸς ἐνημερεύων | |
25 | ταῖς τῶν πόνων μελέταις, ἐπὶ δὲ τῶν ἵππων ἐπιμένων συνεχῶς ἡμέραν καὶ νύκτα καὶ ταῖς ἱππασίαις χρώ‐ μενος οὐκ ἐξελύετο. Σημεῖον δὲ τῆς περὶ αὐτὸν εὐεξίας | |
τε καὶ δυνάμεως μέγιστον· ἐνενήκοντα γὰρ σχεδὸν ἔχων ἔτη υἱὸν εἶχε τετραετῆ, διαφέροντα τῇ τοῦ σώματος | 145 in vol. 6 | |
30 | ῥώμῃ. Ἐν δὲ ταῖς τῶν ἀγρῶν ἐπιμελείαις τοσοῦτον διήνεγκεν, ὡς ἑκάστῳ τῶν υἱῶν ἀπολιπεῖν ἀγρὸν μυριό‐ πλεθρον κεκοσμημένον πάσαις ταῖς κατασκευαῖς. Ἐβα‐ σίλευσε δ’ ἐπιφανῶς ἔτη ἑξήκοντα. Ὅτι Νικομήδης Προυσίαν τὸν ἑαυτοῦ πατέρα κατα‐ | |
35 | πολεμήσας, καὶ καταφυγόντα εἰς τὸ τοῦ Διὸς ἱερὸν ἀνελών, παρέλαβε τὴν βασιλείαν τῆς Βιθυνίας, ἀσε‐ βεστάτῳ φόνῳ κτησάμενος τὴν ἀρχήν. Ὅτι Λυσιτανοί, φησί, τὸ μὲν πρῶτον οὐκ ἔχοντες ἀξιόχρεων ἡγεμόνα εὐάλωτοι καθίσταντο Ῥωμαίοις πο‐ | |
40 | λεμοῦντες, ὕστερον δὲ Ὑριάτθου κυρήσαντες μεγάλα Ῥωμαίους ἔβλαψαν. Ἦν μὲν οὖν οὗτος τῶν παρὰ τὸν | |
Bibl.244384a | Ὠκεανὸν οἰκούντων Λυσιτανῶν, ποιμαίνων δ’ ἐκ παιδὸς ὀρείῳ βίῳ κατέστη συνήθης σύνεργον ἔχων καὶ τὴν τοῦ σώματος φύσιν· καὶ γὰρ ῥώμῃ καὶ τάχει καὶ τῇ τῶν λοιπῶν μερῶν εὐκινησίᾳ πολὺ διήνεγκε τῶν Ἰβήρων. | |
5 | Συνεθίσας δὲ αὑτὸν τροφῇ μὲν ὀλίγῃ γυμνασίοις δὲ πολλοῖς χρῆσθαι, καὶ ὕπνῳ μέχρι μόνου τοῦ ἀναγκαίου, καθόλου δὲ σιδηροφορῶν συνεχῶς καὶ θηρίοις καὶ λῃσταῖς εἰς ἀγῶνας καθιστάμενος, περιβόητος ἐγένετο παρὰ τοῖς πλήθεσι, καὶ ἡγεμὼν αὐτοῖς ᾑρέθη, καὶ ταχὺ σύστημα | |
10 | περὶ ἑαυτὸν λῃστῶν ἤθροισε. Καὶ προκόπτων ἐν τοῖς πολέμοις οὐ μόνον ἐθαυμαστώθη δι’ ἀλκήν, ἀλλὰ καὶ στρατηγεῖν ἔδοξε διαφερόντως. Ἦν δὲ καὶ δίκαιος ἐν ταῖς διανομαῖς τῶν λαφύρων, καὶ κατ’ ἀξίαν τοὺς ἀνδρα‐ γαθήσαντας ἐξῆρε τοῖς δώροις. | |
14 | Προϊὼν δὲ οὐκέτι λῃστὴν | 146 in vol. 6 |
15 | ἀλλὰ δυνάστην αὑτὸν ἀναδείξας ἐπολέμησε Ῥωμαίοις, καὶ πολλαῖς ἐκράτησε μάχαις, ὡς καὶ στρατηγὸν Ῥω‐ μαίων Οὐετίλιον αὐτῷ καταπολεμῆσαι στρατῷ καὶ αἰχμά‐ λωτον λαβεῖν καὶ ξίφει ἀνελεῖν, καὶ πολλὰ ἕτερα εὐημε‐ ρῆσαι κατὰ πόλεμον, ἕως Φάβιος στρατηγὸς τοῦ πρὸς | |
20 | αὐτὸν πολέμου κεχειροτόνητο. Ἐκεῖθεν δ’ ἐλαττοῦσθαι ἤρ‐ ξατο ἐπ’ οὐκ ὀλίγον. Εἶτα ἀναλαβὼν καὶ κατευδοκιμή‐ σας Φαβίου εἰς συνθήκας αὐτὸν ἐλθεῖν ἀναξίους Ῥω‐ μαίων ἠνάγκασεν. Ἀλλ’ ὅ γε Καιπίων στρατηγεῖν καθ’ Ὑριάτθου αἱρεθεὶς τάς τε συνθήκας ἠκύρωσε, καὶ πολ‐ | |
25 | λάκις Ὑρίατθον ἐλαττώσας, εἶτα εἰς ἔσχατον ἥττης συν‐ ελάσας ὥστε καὶ πρὸς σπονδὰς ὁρᾶν, διὰ τῶν οἰκείων ἐδολοφόνησε. Καὶ τὸν διαδεξάμενον αὐτοῦ τὴν στρατη‐ γίαν Ταύταμον καὶ τοὺς μετ’ αὐτοῦ καταπληξάμενος, καὶ σπονδὰς οἵας ἐβούλετο θέσθαι παρασκευασάμενος, | |
30 | ἔδωκε χώραν καὶ πόλιν εἰς κατοίκησιν. | |
30 | Ἐκ τοῦ λδʹ. | |
31 | Ὅτι μετὰ τὴν Καρχηδονίων κατάλυσιν ἐπὶ ξʹ ἔτεσι τῶν Σικελῶν εὐροούντων ἐν πᾶσιν, ὁ δουλικὸς αὐτοῖς ἐπανέστη πόλεμος ἐξ αἰτίας τοιαύτης. | |
34 | Ἐπὶ πολὺ τοῖς | |
35 | βίοις ἀναδραμόντες καὶ μεγάλους περιποιησάμενοι πλού‐ τους συνηγόραζον οἰκετῶν πλῆθος· οἷς ἐκ τῶν σωμα‐ τοτροφείων ἀγεληδὸν ἀπαχθεῖσιν εὐθὺς χαρακτῆρας ἐπέβαλλον καὶ στιγμὰς τοῖς σώμασιν. Ἐχρῶντο δ’ αὐτῶν τοῖς μὲν νέοις νομεῦσι, τοῖς δ’ ἄλλοις ὥς πῃ ἑκάστῳ | |
40 | ἡ χρεία ἐπέβαλλε. Βαρέως δ’ αὐτοῖς κατά τε τὰς ὑπη‐ ρεσίας ἐχρῶντο, καὶ ἐπεμελείας παντελῶς ὀλίγης ἠξίουν, | |
Bibl.244384b | ὅσα τε ἐντρέφεσθαι καὶ ὅσα ἐνδύσασθαι. Ἐξ ὧν οἱ πλείους ἀπὸ λῃστείας τὸ ζῆν ἐπορίζοντο, καὶ μεστὰ φόνων ἦν ἅπαντα, καθάπερ στρατευμάτων διεσπαρμένων τῶν λῃ‐ στῶν. Οἱ δὲ στρατηγοὶ κωλύειν μὲν ἐπεχείρουν, κολάζειν | 147 in vol. 6 |
5 | δὲ οὐ τολμῶντες διὰ τὴν ἰσχὺν καὶ τὸ βάρος τῶν κυ‐ ρίων οἳ ἐδέσποζον τῶν λῃστῶν, ἠναγκάζοντο περιορᾶν λῃστευομένην τὴν ἐπαρχίαν· οἱ πλεῖστοι γὰρ τῶν κτητό‐ ρων ἱππεῖς ὄντες τῶν Ῥωμαίων, καὶ κριταὶ τοῖς ἀπὸ τῶν ἐπαρχιῶν κατηγορουμένοις στρατηγοῖς γινόμενοι, φοβεροὶ | |
10 | τοῖς ἄρχουσιν ὑπῆρχον. | |
10 | Πιεζόμενοι δὲ οἱ δοῦλοι ταῖς ταλαιπωρίαις, καὶ πληγαῖς τὰ πολλὰ παραλόγως ὑβρι‐ ζόμενοι, οὐχ ὑπέμενον. Συνιόντες οὖν ἀλλήλοις κατὰ τὰς εὐκαιρίας συνελάλουν περὶ ἀποστάσεως, ἕως εἰς ἔργον τὴν βουλὴν ἤγαγον. | |
14 | Ἦν δέ τις οἰκέτης Σύρος Ἀντιγέ‐ | |
15 | νους Ἐνναίου τὸ γένος, ἐκ τῆς Ἀπαμείας, ἄνθρωπος μάγος καὶ τερατουργὸς τὸν τρόπον. Αὐτὸς προσεποιεῖτο θεῶν ἐπιτάγμασι καθ’ ὕπνον προλέγειν τὰ μέλλοντα, καὶ πολλοὺς διὰ τὴν εἰς τοῦτο τὸ μέρος εὐφυΐαν ἐξη‐ πάτα. Ἐντεῦθεν προϊὼν οὐ μόνον ἐξ ὀνείρων ἐμαντεύετο | |
20 | ἀλλὰ καὶ ἐγρηγορότως θεοὺς ὁρᾶν ὑπεκρίνετο καὶ ἐξ αὐτῶν ἀκούειν τὰ μέλλοντα. Πολλῶν δ’ ὑπ’ αὐτοῦ σχε‐ διαζομένων, ἀπὸ τύχης ἔνια πρὸς ἀλήθειαν ἐξέβαινε· καὶ τῶν μὲν μὴ γινομένων ὑπ’ οὐδενὸς ἐλεγχομένων, τῶν δὲ συντελουμένων ἐπισημασίας τυγχανόντων, προ‐ | |
25 | κοπὴν ἐλάμβανεν ἡ περὶ αὐτὸν δόξα. Τελευταῖον διά τινος μηχανῆς πῦρ μετά τινος ἐνθουσιασμοῦ καὶ φλόγα διὰ τοῦ στόματος ἠφίει, καὶ οὕτω τὰ μέλλοντα ἀπεφοί‐ | |
βαζεν. Εἰς γὰρ κάρυον ἤ τι τοιοῦτον τετρημένον ἐξ ἑκα‐ τέρου μέρους ἐνετίθει πῦρ καὶ τὴν συνέχειν αὐτὸ δυνα‐ | 148 in vol. 6 | |
30 | μένην ὕλην· εἶτα ἐντιθεὶς τῷ στόματι καὶ προσπνέων ποτὲ μὲν σπινθῆράς ποτε δὲ φλόγα ἐξέκαεν. | |
31 | Οὗτος πρὸ τῆς ἀποστάσεως ἔλεγε τὴν Συρίαν θεὸν ἐπιφαινο‐ μένην αὐτῷ λέγειν ὅτι βασιλεύσει· καὶ τοῦτο οὐ πρὸς ἄλλους μόνον ἀλλὰ καὶ πρὸς αὐτὸν τὸν κύριον αὐτοῦ | |
35 | διετέλει λέγων. Εἰς δὲ γέλωτα τρεπομένου τοῦ πράγμα‐ τος, ὁ μὲν Ἀντιγένης ψυχαγωγούμενος ἐπὶ τῇ τερα‐ τείᾳ παρῆγε τὸν Εὔνουν εἰς τὰ σύνδειπνα (τοῦτο γὰρ ὄνομα τῷ τερατίᾳ) καὶ διηρώτα περὶ τῆς βασιλείας, καὶ πῶς ἑκάστῳ χρήσεται τῶν παρόντων· τοῦ δὲ ἀτρέπτως | |
40 | πάντα διηγουμένου, καὶ ὡς μετρίως χρήσεται τοῖς κυρίοις, καὶ τὸ σύνολον ποικίλως τερατευομένου, γέλωτες ἐγίνοντο | |
Bibl.244385a | τοῖς παρακεκλημένοις, καί τινες αὐτῶν ἀπὸ τῆς τραπέζης ἀξιολόγους μερίδας αἴροντες ἐδωροῦντο, ἐπι‐ λέγοντες ὅπως, ὅταν γένηται βασιλεύς, τῆς χάριτος μνη‐ μονεύοι. Οὐ μὴν ἀλλ’ ἡ τερατεία προῆλθεν εἰς ἀλη‐ | |
5 | θινὸν ἀποτέλεσμα βασιλείας, καὶ τὴν ἀνταπόδοσιν τοῖς παρὰ τὰ δεῖπνα δεξιωσαμένοις ἐν γέλωτι οὐ χωρὶς σπου‐ δῆς ἐποιήσατο τῆς χάριτος. | |
7 | Ἀρχὴ δὲ τῆς ὅλης ἀπο‐ στάσεως ἐγένετο τοιαύτη. Δαμόφιλός τις ἦν Ἐνναῖος, τὴν δ’ οὐσίαν μεγαλόψυχος, ὑπερήφανος δὲ τὸν τρό‐ | |
10 | πον. Οὗτος κακῶς εἰς ὑπερβολὴν ἐκέχρητο τοῖς δού‐ λοις, καὶ ἡ γυνὴ δὲ Μεγαλλὶς ἀντεφιλονείκει τῷ ἀνδρὶ πρὸς τὴν τιμωρίαν καὶ τὴν ἄλλην ἀπανθρωπίαν τὴν περὶ τοὺς δούλους. Ἐξ ὧν ἀποθηριωθέντες οἱ προπηλα‐ κιζόμενοι συνέθεντο πρὸς ἀλλήλους ὑπὲρ ἀποστάσεως | |
15 | καὶ φόνου τῶν κυρίων. Καὶ πρὸς τὸν Εὔνουν ἐλθόντες | |
ἠρώτων εἰ συγχωρεῖται παρὰ τῶν θεῶν αὐτοῖς τὸ βεβουλευμένον. Ὁ δὲ μετὰ τερατείας, ὡς εἰώθει, συν‐ θέμενος ὅτι συγχωροῦσι, παραχρῆμα πείθει ἔχεσθαι τῆς ἐγχειρήσεως. Εὐθὺς οὖν τετρακοσίους τῶν ὁμοδούλων | 149 in vol. 6 | |
20 | συνήθροισαν, καὶ ὡς ἂν ὁ καιρὸς ἐδίδου καθοπλισθέν‐ τες, εἰς τὴν Ἔνναν τὴν πόλιν εἰσπίπτουσιν, ἀφηγου‐ μένου αὐτῶν καὶ τοῦ πυρὸς τὰς φλόγας τερατευομέ‐ νου τούτοις τοῦ Εὔνου. Ταῖς δ’ οἰκίαις ἐπεισελθόντες πλεῖστον φόνον εἰργάζοντο, μηδ’ αὐτῶν τῶν ὑπομα‐ | |
25 | ζίων φειδόμενοι, ἀλλὰ ταῦτα μὲν τῆς θηλῆς ἀπο‐ σπῶντες προσήρασσον τῇ γῇ· εἰς δὲ τὰς γυναῖκας οὐδ’ ἔστιν εἰπεῖν (καὶ τότε βλεπόντων τῶν ἀνδρῶν) ὅσα ἐνύβριζόν τε καὶ ἐνησέλγαινον, πολλοῦ αὐτοῖς πλή‐ θους τῶν ἀπὸ τῆς πόλεως δούλων προστεθέντος, οἳ καὶ | |
30 | κατὰ τῶν κυρίων πρότερον τὰ ἔσχατα ἐνδεικνύμενοι οὕτω πρὸς τὸν τῶν ἄλλων φόνον ἐτρέποντο. | |
31 | Οἱ δὲ περὶ τὸν Εὔνουν πυθόμενοι τὸν Δαμόφιλον ὅτι κατὰ τὸν πλησίον τῆς πόλεως περίκηπον διατρίβει μετὰ τῆς γυναικός, εἷλκον ἐκεῖθεν διά τινων ἐξ αὑτῶν | |
35 | σταλέντων αὐτόν τε καὶ τὴν γυναῖκα δεδεμένους ἐξαγκω‐ νίσαντες, πολλὰς κατὰ τὴν ὁδὸν ὕβρεις ὑποσχόντας. Μόνης δὲ τῆς θυγατρὸς αὐτῶν οἱ δοῦλοι ὤφθησαν εἰς πάντα φεισάμενοι διὰ τὸ φιλάνθρωπον αὐτῆς ἦθος καὶ περὶ τοὺς δούλους συμπαθὲς καὶ βοηθητικὸν κατὰ | |
40 | δύναμιν. Ἐξ ὧν ἐδείκνυτο τῶν δούλων οὐχὶ ὠμότης εἶναι φύσεως τὰ γινόμενα εἰς τοὺς ἄλλους, ἀλλὰ τῶν προϋπηργμένων εἰς αὐτοὺς ἀδικημάτων ἀνταπόδοσις. | |
Bibl.244385b | Τὸν δὲ Δαμόφιλον καὶ τὴν Μεγαλλίδα εἰς τὴν | |
πόλιν οἱ ἀπεσταλμένοι ἑλκύσαντες, ὥσπερ ἔφημεν, εἰς τὸ θέατρον εἰσήγαγον, συνεληλυθότος ἐνταῦθα τοῦ πλή‐ θους τῶν ἀποστατῶν. Καὶ τοῦ Δαμοφίλου τεχνάσασθαί | 150 in vol. 6 | |
5 | τι πρὸς τὴν σωτηρίαν ἐγχειρήσαντος, καὶ πολλοὺς τοῦ πλήθους τοῖς λόγοις ἐπαγομένου, Ἑρμείας καὶ Ζεῦξις πικρῶς πρὸς αὐτὸν διακείμενοι πλάνον τε ἀπεκάλουν καὶ οὐκ ἀναμείναντες τὴν ἀκριβῆ τοῦ δήμου κρίσιν ὁ μὲν διὰ τῶν πλευρῶν τὸ ξίφος ὠθεῖ, ὁ δὲ πελέκει | |
10 | τὸν τράχηλον ἔκοψεν. | |
10 | Ἐκεῖθεν αἱρεῖται βασιλεὺς ὁ Εὔ‐ νους, οὔτε δι’ ἀνδρείαν, οὔτε διὰ στρατηγίαν, διὰ δὲ μό‐ νην τερατείαν καὶ τὸ τῆς ἀποστάσεως ἄρξαι, ἅμα δὲ καὶ τῆς προσηγορίας οἱονεί τινα καλὸν οἰωνὸν ἐχού‐ σης πρὸς τὴν τῶν ὑποταττομένων εὔνοιαν. Τῶν ὅλων | |
15 | δὲ τοῖς ἀποστάταις καταστὰς κύριος καὶ συναγαγὼν ἐκκλησίαν, ἀνεῖλε μὲν τοὺς ἐζωγρημένους τῶν Ἐνναίων ὅσοις οὐκ ἦν ἡ τέχνη ὅπλα ἐργάζεσθαι, ἐκείνους δὲ δε‐ δεμένους τοῖς ἔργοις ὑπέβαλλεν. Ἔδωκε δὲ καὶ ταῖς θε‐ ραπαίναις τὴν Μεγαλλίδα χρήσασθαι ὡς ἂν βούλοιντο· | |
20 | καὶ αὗται κατεκρήμνισαν αἰκισαμέναι. Καὶ αὐτὸς δὲ τοὺς ἰδίους ἀνεῖλε κυρίους Ἀντιγένη καὶ Πύθωνα. Περι‐ θέμενος δὲ διάδημα καὶ πάντα τὰ ἄλλα τὰ περὶ αὑ‐ τὸν βασιλικῶς διακοσμήσας, τήν τε συμβιοῦσαν αὐτῷ, Σύραν καὶ συμπολῖτιν οὖσαν, βασίλισσαν ἀποδείξας, | |
25 | συνέδρους τε τοὺς συνέσει δοκοῦντας διαφέρειν ποιησά‐ μενος, ὧν ἦν Ἀχαιὸς καὶ τοὔνομα καὶ τὸ γένος, ἀνὴρ καὶ βουλῇ καὶ χειρὶ διαφέρων, καὶ ἐν τρισὶν ἡμέραις πλείους τῶν ἑξακισχιλίων τὸν δυνατὸν καθοπλίσας τρό‐ πον, καὶ ἑτέρους συνεπαγόμενος ἀξίναις καὶ πελέκεσι | |
30 | χρωμένους ἢ σφενδόναις ἢ δρεπάνοις ἢ ξύλοις πεπυ‐ ρακτωμένοις ἢ καὶ μαγείρων ὀβελοῖς, ἐπῄει πᾶσαν λεη‐ | |
λατῶν τὴν χώραν, καὶ πλῆθος ἄπειρον οἰκετῶν προσ‐ λαμβάνων, ἐθάρρησε καὶ στρατηγοῖς Ῥωμαίων πολε‐ μῆσαι, καὶ συμπλακείς, τῷ πλήθει πολλάκις ἐκράτη‐ | 151 in vol. 6 | |
35 | σεν ἔχων ἤδη στρατιώτας ὑπὲρ τοὺς μυρίους. | |
35 | Ἐν τούτῳ δὲ Κλέων τις Κίλιξ ἄλλων δούλων ἀποστάσεως ἦρξε. Καὶ πάντων ταῖς ἐλπίσι μετεωρισθέντων, ὡς ἀντιπολε‐ μήσει τὰ στασιάσαντα πρὸς ἀλλήλους καὶ αὐτοὶ ἑαυ‐ τοὺς οἱ ἀποστάται διαφθείροντες ἐλευθερώσουσι τὴν Σι‐ | |
40 | κελίαν τῆς στάσεως, παρὰ δόξαν ἀλλήλοις συνέβησαν, τοῦ Κλέωνος ὑποταγέντος ψιλῷ τοῦ Εὔνου προστάγματι καὶ τὴν τοῦ στρατηγοῦ οἷα δὴ βασιλεῖ χρείαν ἀποπληροῦντος, | |
Bibl.244386a | ἔχοντος οἰκεῖον πλῆθος στρατιωτῶν πεντακισχι‐ λίων. | |
2 | Ἡμέραι δ’ ἐγγὺς ἦσαν ἀπὸ τῆς ἀποστάσεως τριά‐ κοντα. Καὶ μετὰ βραχὺ ἐκ Ῥώμης ἥκοντι στρατηγῷ Λευ‐ κίῳ Ὑψαίῳ, ἔχοντι στρατιώτας ἐκ Σικελίας ὀκτακισχιλίους, | |
5 | εἰς πόλεμον καταστάντες οἱ ἀποστάται ἐνίκησαν, πλῆθος ὄντες δισμύριοι. Μετ’ οὐ πολὺ δὲ ἀθροίζεται τὸ σύστη‐ μα αὐτῶν εἰς μυριάδας εἴκοσι, καὶ πολλοῖς τοῖς πρὸς Ῥωμαίους πολέμοις ἐνευδοκιμήσαντες ἔλαττον αὐτοὶ ἔπταιον. Οὗ διαβοηθέντος κατά τε Ῥώμην δούλων ἀπό‐ | |
10 | στασις ἑκατὸν πεντήκοντα συνομοσάντων ἀνήπτετο, καὶ κατὰ τὴν Ἀττικὴν ὑπὲρ χιλίων, ἔν τε Δήλῳ καὶ κατ’ ἄλλους πολλοὺς τόπους· οὓς τάχει τε τῆς βοηθείας καὶ τῇ σφοδρᾷ κολάσει τῆς τιμωρίας οἱ καθ’ ἕκαστον ἐπιμε‐ ληταὶ τῶν κοινῶν θᾶττον ἠφάνισαν, σωφρονίσαντες | |
15 | καὶ τὸ ἄλλο, ὅσον ἦν ἐπὶ ἀποστάσει μετέωρον. | |
15 | Κατὰ δὲ Σικελίαν ηὔξετο τὸ κακόν, καὶ πόλεις ἡλίσκοντο αὔταν‐ | |
δροι καὶ πολλὰ στρατόπεδα ὑπὸ τῶν ἀποστατῶν κατε‐ κόπησαν, ἕως Ῥουπίλιος ὁ Ῥωμαίων στρατηγὸς τὸ Ταυ‐ ρομένιον ἀνεσώσατο Ῥωμαίοις, καρτερῶς μὲν αὐτὸ πο‐ | 152 in vol. 6 | |
20 | λιορκήσας, καὶ εἰς ἄφατον ἀνάγκην καὶ λιμὸν τοὺς ἀπο‐ στάτας συγκλείσας, ὥστε ἀρξαμένους ἐκ παίδων βορᾶς καὶ διελθόντας διὰ γυναικῶν μηδὲ τῆς αὑτῶν ἀλληλοφα‐ γίας μηδ’ ὅλως φείσασθαι· ὅτε καὶ Κομανὸν τὸν ἀδελφὸν Κλέωνος φεύγοντα ἐκ τῆς πολιορκουμένης πόλεως εἷλε. | |
25 | Καὶ τὸ τελευταῖον Σαραπίωνος Σύρου τὴν ἄκραν προ‐ δόντος, συμπάντων τῶν ἐν τῇ πόλει δραπετῶν ὁ στρα‐ τηγὸς ἐκυρίευσεν· οὓς καὶ αἰκισάμενος κατεκρήμνισεν. Ἐκεῖθεν ἐπὶ τὴν Ἔνναν ἐλθὼν παραπλησίως ἐπολιόρκει, εἰς ἐσχάτην ἀνάγκην συγκλείων τὰς τῶν ἀποστατῶν ἐλ‐ | |
30 | πίδας. Καὶ Κλέωνα τὸν στρατηγόν, ἐξελθόντα τῆς πό‐ λεως καὶ ἡρωϊκῶς ἀγωνισάμενον μετ’ ὀλίγων ὑπὸ τῶν τραυμάτων δείξας νεκρόν, εἷλε καὶ ταύτην προδοσίᾳ τὴν πόλιν, ἐπεὶ οὐδ’ ἦν ἁλώσιμος διὰ τὴν ὀχυρότητα βίᾳ χειρός. | |
34 | Ὁ δὲ Εὔνους ἀναλαβὼν τοὺς σωματοφύλα‐ | |
35 | κας ὄντας χιλίους, ἔφευγεν ἀνάνδρως εἴς τινας παρα‐ κρήμνους τόπους. Ἀλλ’ οἱ μὲν σὺν αὐτῷ ἄφυκτον τὸ περὶ αὑτοὺς δεινὸν ἐπιστάμενοι (ἤδη γὰρ καὶ ὁ στρατηγὸς Ῥουπίλιος ἐπ’ αὐτοὺς ἤλαυνεν) ἀλλήλους τοῖς ξίφεσιν ἔφθαζον ἀπαυχενίσαντες· ὁ δὲ τερατίας Εὔνους καὶ βα‐ | |
40 | σιλεύς, καταφυγὼν διὰ δειλίαν ἔν τισι κοιλάσιν, ἐξειλ‐ κύσθη ἅμα τεττάρων, μαγείρου καὶ ἀρτοποιοῦ καὶ τοῦ τρί‐ βοντος | |
Bibl.244386b | αὐτὸν ἐν τῷ λουτρῷ καὶ τετάρτου τοῦ παρὰ τοὺς πότους εἰωθότος ψυχαγωγεῖν αὐτόν. Καὶ παραδοθεὶς | |
εἰς φυλακήν, καὶ τοῦ σώματος αὐτοῦ διαλυθέντος εἰς φθει‐ ρῶν πλῆθος, οἰκείως τῆς περὶ αὐτὸν ῥᾳδιουργίας κατέστρε‐ | 153 in vol. 6 | |
5 | ψε τὸν βίον ἐν τῇ Μοργαντίνῃ. Ἐντεῦθεν Ῥουπίλιος ἐπι‐ τρέχων ὅλην τὴν Σικελίαν ἅμα λογάσιν ὀλίγοις, θᾶττον ἤπερ τις ἤλπισε παντὸς αὐτὴν ἠλευθέρωσε λῃστηρίου. Ὅτι ὁ τῶν ἀποστατῶν βασιλεὺς Εὔνους ἑαυτὸν μὲν Ἀντίοχον, Σύρους δὲ τῶν ἀποστατῶν τὸ πλῆθος ἐπω‐ | |
10 | νόμασεν. | |
10 | Ἐκ τοῦ λϛʹ. | |
11 | Ὅτι ὑπὸ τοὺς αὐτοὺς χρόνους ἐν Ῥώμῃ (καθ’ οὓς Μά‐ ριος μὲν τοὺς κατὰ Λιβύην βασιλεῖς Βόκχον καὶ Ἰουγούρ‐ θαν κατεπολέμησε μεγάλῃ παρατάξει, καὶ πολλὰς μὲν τῶν | |
15 | Λιβύων μυριάδας ἀνεῖλεν, ὕστερον δὲ καὶ αὐτὸν Ἰουγούρ‐ θαν συλληφθέντα ὑπὸ Βόκχου, ὥστε τυχεῖν συγγνώμης παρὰ Ῥωμαίων ὑπὲρ ὧν αὐτοῖς κατέστη πρὸς πόλεμον, λαβὼν ἐκεῖθεν αἰχμάλωτον εἶχε) μεγίστοις δὲ πταίσμασι τοῖς κατὰ Γαλατίαν τῶν Κίμβρων πολεμούντων Ῥω‐ | |
20 | μαῖοι περιπεσόντες ἠθύμουν, κατὰ τοὺς αὐτοὺς χρόνους ἧκόν τινες ἀπὸ Σικελίας ἀπόστασιν ἀγγέλλοντες οἰκετῶν εἰς πολλὰς ἀριθμουμένων μυριάδας. Οὗ προσαγγελθέν‐ τος ἐν πολλῇ περιστάσει τὸ Ῥωμαϊκὸν ἅπαν συνεχό‐ μενον διετέλει, ὡς ἂν στρατιωτῶν ἐπιλέκτων σχεδὸν | |
25 | ἑξακισμυρίων ἐν τῷ πρὸς Κίμβρους κατὰ Γαλατίαν πολέμῳ διολωλότων, καὶ ἀπόρων ὄντων εἰς ἀποστολὴν στρατιωτῶν λογάδων. Πρὸ δὲ τῆς κατὰ τὴν Σικελίαν τῶν δούλων ἐπα‐ ναστάσεως ἐγένοντο κατὰ τὴν Ἰταλίαν πλείους ἀποστά‐ | |
30 | σεις ὀλιγοχρόνιοι καὶ μικραί, καθάπερ τοῦ δαιμονίου προσημαίνοντος τὸ μέγεθος τῆς ἐσομένης κατὰ τὴν Σικελίαν ἐπαναστάσεως, πρώτη μὲν ἡ περὶ Νουκερίαν, | |
τριάκοντα οἰκετῶν συνωμοσίαν ποιησαμένων καὶ ταχὺ κολασθέντων, δευτέρα ἡ περὶ τὴν Καπύην, διακοσίων | 154 in vol. 6 | |
35 | οἰκετῶν ἐπαναστάντων καὶ ταχὺ καταλυθέντων. | |
35 | Τρίτη δὲ παράδοξος γέγονέ τις. Ἦν Τίτος Οὐέττιος, ἱπ‐ πεὺς μὲν Ῥωμαίων, μεγαλοπλούτου δὲ πατρὸς παῖς. Οὗτος ἠράσθη θεραπαινίδος ἀλλοτρίας, κάλλει δια‐ φερούσης. Συμπλακεὶς δ’ αὐτῇ καὶ εἰς ἔρωτα παρά‐ | |
40 | δοξον αὐτῆς ἐμπεσών, ἐξηγόρασεν αὐτήν, οὕτω τοῦ τε μανιώδους ἔρωτος βιαζομένου καὶ τοῦ κυρίου τῆς κόρης | |
Bibl.244387a | τὴν πρᾶσιν μόλις κατανεύσαντος, ταλάντων Ἀττι‐ κῶν ἑπτά, καὶ χρόνον ὥρισε καθ’ ὃν ἀποτίσει τὸ χρέος· ἐπιστεύετο δὲ διὰ τὴν πατρῴαν περιουσίαν. Ἐνστάντος δὲ τοῦ ὁρισθέντος, καὶ μὴ ἔχων ἀποδοῦναι, πάλιν ἔταξε | |
5 | λʹ ἡμερῶν προθεσμίαν. Ὡς δὲ καὶ ταύτης ἐπιστάσης οἱ μὲν ἀπῄτουν, ὁ δὲ οὐδὲν πλέον εἶχεν ἀνύειν, ὁ δ’ ἔρως ἤκμαζεν, ἐπεχείρησε πράξει παραλογωτάτῃ. | |
7 | Ἐπι‐ βουλεύει μὲν γὰρ τοὺς ἀπαιτοῦντας, ἑαυτῷ δὲ μοναρχι‐ κὴν ἐξουσίαν περιέθηκε. Συναγοράσας γὰρ πεντακοσίας | |
10 | πανοπλίας, καὶ χρόνον τῆς τιμῆς συντάξας καὶ πιστευ‐ θείς, λάθρᾳ πρὸς ἀγρόν τινα παρακομίσας τοὺς ἰδίους ἀνέσεισε πρὸς ἀπόστασιν οἰκέτας, τετρακοσίους ὄντας. Εἶτα ἀναλαβὼν διάδημα καὶ περιβόλαιον πορφυροῦν καὶ ῥαβδούχους καὶ τὰ ἄλλα σύσσημα τῆς ἀρχῆς, καὶ βα‐ | |
15 | σιλέα αὑτὸν συνεργίᾳ τῶν δούλων ἀναδείξας, τοὺς μὲν ἀπαιτοῦντας τὴν τιμὴν τῆς κόρης ῥαβδίσας ἐπελέ‐ κισεν, ἐξοπλίσας δὲ τοὺς οἰκέτας ἐπῄει τὰς σύνεγγυς ἐπαύλεις, καὶ τοὺς μὲν προθύμως συναφισταμένους κα‐ θώπλιζε, τοὺς δ’ ἀντιπράττοντας ἀνῄρει. Ταχὺ δὲ | |
20 | συναγαγὼν στρατιώτας πλείους τῶν ἑπτακοσίων, καὶ τού‐ τους εἰς ἑκατονταρχίας καταλέξας, ἐνεβάλλετο χάρακα καὶ τοὺς ἀφισταμένους ὑπεδέχετο. | 155 in vol. 6 |
22 | Τῆς δ’ ἀποστάσεως εἰς Ῥώμην ἀπαγγελθείσης, ἡ σύγκλητος ἐμφρόνως περὶ αὐτῆς ἐβουλεύσατο καὶ κατώρθωσε. Τῶν γὰρ κατὰ πόλιν | |
25 | στρατηγῶν ἀπέδειξεν ἕνα πρὸς τὴν τῶν δραπετῶν σύλ‐ ληψιν, Λεύκιον Λούκουλλον. Οὗτος δὲ αὐθήμερον ἐκ τῆς Ῥώμης ἐπιλέξας στρατιώτας ἑξακοσίους, εἰς τὴν Καπύην ἦλθε συναθροίσας πεζοὺς μὲν τετρακισχι‐ λίους, ἱππεῖς δὲ τετρακοσίους. | |
29 | Ὁ δὲ Οὐέττιος τὴν | |
30 | ὁρμὴν τοῦ Λουκούλλου πυθόμενος, κατελάβετο λό‐ φον καρτερόν, ἔχων τοὺς πάντας πλέον τῶν ͵γ καὶ φʹ. Καὶ τὸ μὲν πρῶτον συμβολῆς γενομένης ἐπλεονέκτη‐ σαν οἱ δραπέται, ἐκ τόπων ὑπερδεξίων μαχόμενοι· μετὰ δὲ ταῦτα τὸν μὲν στρατηγὸν τοῦ Οὐεττίου Ἀπολλώνιον | |
35 | διαφθείρας ὁ Λούκουλλος, καὶ τῇ δημοσίᾳ πίστει τὴν ἄφεσιν τῆς τιμωρίας βεβαιώσας, ἔπεισεν αὐτὸν προ‐ δότην γενέσθαι τῶν συναποστατῶν. Διὸ καὶ τούτου συνερ‐ γοῦντος τοῖς Ῥωμαίοις καὶ τὰς χεῖρας προσφέροντος τῷ Οὐεττίῳ, φοβηθεὶς τὴν ἐκ τῆς ἁλώσεως τιμωρίαν | |
40 | ἑαυτὸν ἀπέσφαξεν, αὐτίκα συναπολωλότων καὶ τῶν τῆς ἀποστάσεως κεκοινωνηκότων, πλὴν τοῦ προδόντος Ἀπολλωνίου. Καὶ ταῦτα μὲν πρὸ τῆς κατὰ Σικελίαν | |
Bibl.244387b | ὥσπερ προοιμιαζόμενα ταύτῃ μεγίστης ἀποστά‐ σεως ἥτις ἀρχὴν ἔλαβε τοιαύτην. Κατὰ τὴν ἐπὶ τοὺς Κίμβρους τοῦ Μαρίου στρατείαν ἔδωκεν ἡ σύγκλητος ἐξουσίαν τῷ Μαρίῳ ἐκ τῶν πέραν | |
5 | θαλαττῆς ἐθνῶν μεταπέμπεσθαι συμμαχίαν. Ὁ μὲν Μάριος ἐξέπεμψε πρὸς Νικομήδην τὸν τῆς Βιθυνίας | |
βασιλέα περὶ βοηθείας· ὁ δὲ ἀπόκρισιν ἔδωκε τοὺς πλείους τῶν Βιθυνῶν ὑπὸ τῶν δημοσιωνῶν διαρπα‐ γέντας δουλεύειν ἐν ταῖς ἐπαρχίαις. Τῆς δὲ συγκλήτου | 156 in vol. 6 | |
10 | ψηφισαμένης ὅπως μηδεὶς σύμμαχος ἐλεύθερος ἐν ἐπαρχίᾳ δουλεύῃ καὶ τῆς τούτων ἐλευθερώσεως οἱ στρα‐ τηγοὶ πρόνοιαν ποιῶνται, τότε κατὰ τὴν Σικελίαν ὢν στρατηγὸς Λικίνιος Νερούας ἀκολούθως τῷ δόγματι συχνοὺς τῶν δούλων ἠλευθέρωσε, κρίσεις προθείς, ὡς | |
15 | ἐν ὀλίγαις ἡμέραις πλείους τῶν ὀκτακοσίων τυχεῖν τῆς ἐλευθερίας. Καὶ ἦσαν πάντες οἱ κατὰ τὴν νῆσον δου‐ λεύοντες μετέωροι πρὸς τὴν ἐλευθερίαν. Οἱ δ’ ἐν ἀξιώ‐ μασι συνδραμόντες παρεκάλουν τὸν στρατηγὸν ἀποστῆναι ταύτης τῆς ἐπιβολῆς. Ὁ δ’ εἴτε χρήμασι πεισθεὶς εἴτε | |
20 | χάριτι δουλεύσας τῆς μὲν τῶν κριτηρίων τούτων σπου‐ δῆς ἀπέστη, καὶ τοὺς προσιόντας ἐπὶ τῷ τυχεῖν τῆς ἐλευ‐ θερίας ἐπιπλήττων εἰς τοὺς ἰδίους κυρίους προσέταττεν ἐπαναστρέφειν. Οἱ δὲ δοῦλοι συστραφέντες, καὶ τῶν Συρα‐ κουσῶν ἀπαλλαγέντες, καὶ καταφυγόντες εἰς τὸ τῶν | |
25 | Παλικῶν τέμενος, διελάλουν πρὸς ἀλλήλους ὑπὲρ ἀπο‐ στάσεως. Ἐκεῖθεν ἐν πολλοῖς τόποις τῆς τῶν οἰκετῶν τόλμης ἐκδήλου γινομένης, πρῶτοι τῆς ἐλευθερίας ἀν‐ τεποιήσαντο κατὰ τὴν Ἁλικυαίων χώραν ἀδελφῶν δυεῖν μεγαλοπλούτων οἰκέται τριάκοντα, ὧν ἡγεῖτο Ὀάριος | |
30 | ὄνομα· οἳ πρῶτον μὲν νυκτὸς κοιμωμένους τοὺς ἰδίους δεσπότας ἀπέσφαξαν, εἶτα ἐπὶ τὰς γειτνιώσας ἐπαύ‐ λεις παρελθόντες παρεκάλουν ἐπὶ τὴν ἐλευθερίαν τοὺς δούλους· καὶ ἐν αὐτῇ τῇ νυκτὶ συνέδραμον πλείους τῶν ρκʹ. Καὶ καταλαβόμενοι χωρίον φύσει ὀχυρόν, τοῦτο | |
35 | μᾶλλον ἐπωχύρωσαν, προσδεξάμενοι καὶ ἑτέρους δούλους ὡπλισμένους πʹ. | |
36 | Ὁ δὲ στρατηγὸς τῆς ἐπαρχίας Λικίνιος Νερούας κατὰ τάχος αὐτοῖς ἐπελθὼν καὶ πολιορκῶν ἄπρακτον ἔσχε τὴν σπουδήν. Ἐπεὶ δὲ βίᾳ ἀνάλωτον τὸ φρούριον ἑώρα, ἐπὶ τὴν προδοσίαν ὁρᾷ, καὶ σωτηρίας | 157 in vol. 6 |
40 | ὑποσχέσεσι Γάϊον Τιτίνιον ἐπικαλούμενον Γαδαῖον ἀνα‐ πείσας (ἦν δ’ οὗτος πρὸ δυεῖν ἐτῶν καταδικασθεὶς μὲν θανάτῳ, τὴν τιμωρίαν δ’ ἐκφυγὼν καὶ πολλοὺς τῶν κατὰ | |
Bibl.244388a | τὴν χώραν ἐλευθέρων κατὰ λῃστείαν ἀναιρῶν, οὐδένα δὲ τῶν οἰκετῶν παραλυπῶν) εἶχεν ὑπηρέτην τοῦ σκοποῦ. Οὗτος ἔχων αὑτῷ πιστοὺς οἰκέτας ἱκανοὺς πρόσ‐ εισι τῷ φρουρίῳ τῶν ἀποστατῶν ὡς δὴ συμμεθέξων | |
5 | τοῦ κατὰ Ῥωμαίων πολέμου· εὐμενῶς δὲ καὶ φιλοφρόνως προσδεχθεὶς ᾑρέθη διὰ τὴν ἀνδρείαν καὶ στρατηγός, καὶ προὔδωκε τὸ φρούριον. Τῶν δ’ ἀποστατῶν οἱ μὲν μαχό‐ μενοι κατεκόπησαν, οἱ δὲ τὴν ἀπὸ τῆς ἁλώσεως δε‐ διότες τιμωρίαν ἑαυτοὺς κατεκρήμνισαν. Ἡ μὲν οὖν πρώτη | |
10 | τῶν δραπετῶν στάσις κατελύθη τὸν εἰρημένον τρόπον. Τῶν δὲ στρατιωτῶν πρὸς τὰ οἰκεῖα ἤθη ἀπολυθέν‐ των, ἧκόν τινες ἀπαγγέλλοντες ὅτι Πόπλιον Κλόνιον, γενόμενον ἱππέα Ῥωμαίων, ἐπαναστάντες οἱ δοῦλοι κα‐ τέσφαξαν ὀγδοήκοντα ὄντες, καὶ ὅτι πλῆθος ἀγείρουσι. | |
15 | Καὶ ὁ μὲν στρατηγὸς ἑτέρων βουλαῖς παρακρουσθείς, ἤδη καὶ τῶν πλείστων στρατιωτῶν ἀπολελυμένων, καιρὸν πα‐ ρεῖχε διὰ τῆς ἀναβολῆς τοῖς ἀποστάταις βέλτιον αὑτοὺς ἀσφαλίσασθαι. Προῆγε δὲ μετὰ τῶν ἐνόντων στρατιωτῶν, καὶ διαβὰς τὸν Ἄλβαν ποταμὸν παρῆλθε τοὺς ἀπο‐ | |
20 | στάτας διατρίβοντας ἐν ὄρει καλουμένῳ Καπριανῷ, καὶ κατήντησεν εἰς πόλιν Ἡράκλειαν. Ἐκ γοῦν τοῦ μὴ προσ‐ βαλεῖν αὐτοῖς τὸν στρατηγὸν ἀτολμίαν αὐτοῦ διαφημί‐ | |
σαντες συχνοὺς ἀνέσειον τῶν οἰκετῶν. Καὶ πολλῶν συρ‐ ρεόντων καὶ τὸν δυνατὸν τρόπον εἰς μάχην παρα‐ | 158 in vol. 6 | |
25 | σκευαζομένων, ἐν ἑπτὰ ταῖς πρώταις ἡμέραις καθω‐ πλίσθησαν πλείους τῶν ὀκτακοσίων, ἐφεξῆς δ’ ἐγένοντο τῶν δισχιλίων οὐκ ἐλάττους· πυθόμενος δ’ ἐν Ἡρακλείᾳ τὴν αὔξησιν αὐτῶν ὁ στρατηγὸς ἡγεμόνα προεχειρίσατο Μάρκον Τιτίνιον, δοὺς αὐτῷ στρατιώτας τοὺς ἐκ τῆς | |
30 | Ἔννης φρουροὺς ἑξακοσίους. Οὗτος δὲ μάχῃ προσβαλὼν τοῖς ἀποστάταις, ἐπεὶ καὶ τῷ πλήθει καὶ ταῖς δυσχω‐ ρίαις ἐπλεονέκτουν ἐκεῖνοι, ἐτράπη σὺν τοῖς περὶ αὐ‐ τόν, πολλῶν μὲν ἀναιρεθέντων, τῶν δὲ λοιπῶν ῥιψάν‐ των τὰ ὅπλα καὶ φυγῇ μόλις διασωθέντων. Καὶ οἱ ἀπο‐ | |
35 | στάται ὅπλων τε εὐπορήσαντες τοσούτων ἀθρόον καὶ νίκης, θρασύτερον εἴχοντο τῶν ἔργων, καὶ πάντες τῶν δούλων ἐμετεωρίζοντο πρὸς ἀπόστασιν. Καὶ πολλῶν καθ’ ἡμέραν ἀφισταμένων σύντομον καὶ παράδοξον ἐλάμ‐ βανον αὔξησιν, ὡς ἐν ὀλίγαις ἡμέραις πλείους γενέσθαι | |
40 | τῶν ἑξακισχιλίων, ὅτε δὴ καὶ εἰς ἐκκλησίαν συνελθόντες καὶ βουλῆς προτεθείσης, πρῶτον μὲν εἵλαντο βασιλέα τὸν | |
Bibl.244388b | ὀνομαζόμενον Σαλούϊον δοκοῦντα τῆς ἱεροσκοπίας ἔμπειρον εἶναι καὶ ταῖς γυναικείαις θέαις αὐλομανοῦντα. Οὗτος βασιλεύσας τὰς μὲν πόλεις ἀργίας καὶ τρυφῆς νομίζων ἐξέκλινεν, εἰς τρία δὲ μερίσας τοὺς ἀποστάτας, | |
5 | καὶ ἴσους ἡγεμόνας ἐγκαταστήσας ταῖς μερίσι, προσ‐ έταξεν ἐπιέναι τὴν χώραν καὶ πρὸς ἕνα τόπον καὶ και‐ ρὸν ἅπαντας ἀπαντᾶν. Διὸ πολλῶν ἐκ τῆς ἐπελασίας ἄλλων τε ζῴων καὶ ἵππων εὐπορήσαντες, ἐν ὀλίγῳ χρόνῳ κατεσκευάσθησαν ἱππεῖς μὲν πλείους τῶν δι‐ | |
10 | σχιλίων, πεζοὶ δὲ οὐκ ἐλάττους τῶν δισμυρίων, ἠδὴ καὶ γυμνασίαις πολεμικαῖς ἐνδιαπρέποντες. Προσπεσόντες οὖν ἄφνω πόλει ὀχυρᾷ Μοργαντίνῃ προσβολὰς ἐνεργεῖς καὶ συνεχεῖς ἐποιοῦντο. | |
13 | Ὁ δὲ στρατηγὸς ὡς βοηθήσων τῇ πόλει ἐπελθών, νυκτοπορίᾳ χρησάμενος, ἔχων μεθ’ | 159 in vol. 6 |
15 | ἑαυτοῦ Ἰταλιώτας τε καὶ ἐκ Σικελίας σχεδὸν στρατιώ‐ τας μυρίους, κατέλαβε τοὺς ἀποστάτας ἀσχολουμένους πε‐ ρὶ τὴν πολιορκίαν, καὶ ἐπιθέμενος αὐτῶν τῇ παρεμβο‐ λῇ, καὶ εὑρὼν ὀλίγους μὲν τοὺς φυλάττοντας, πλῆθος δὲ γυναικῶν αἰχμαλώτων καὶ λείας ἄλλης παντοδαποῦς, | |
20 | ῥᾳδίως ἐξεῖλε τὴν στρατοπεδείαν. Καὶ ταύτην μὲν διήρ‐ πασεν, ἐπὶ δὲ τὴν Μοργαντίνην ἦγεν. Οἱ δ’ ἀποστά‐ ται ἐξαίφνης ἀντεπιθέμενοι καὶ ὑπερδέξιον τὴν τάξιν ἔχοντες, βιαίως τε ἐπιρράξαντες εὐθὺς ἐπὶ προτερή‐ ματος ἦσαν. Οἱ δὲ τοῦ στρατηγοῦ ἐτράπησαν πρὸς φυ‐ | |
25 | γήν. | |
25 | Τοῦ δὲ βασιλέως τῶν ἀποστατῶν κήρυγμα ποιη‐ σαμένου μηδένα κτείνειν τῶν τὰ ὅπλα ῥιπτόντων, οἱ πλεῖστοι ῥίπτοντες ἔφευγον. Καὶ τούτῳ τῷ τρόπῳ κα‐ ταστρατηγήσας τοὺς πολεμίους ὁ Σαλούϊος τήν τε πα‐ ρεμβολὴν ἀνεκτήσατο, καὶ περιβόητον νίκην ἀπενεγ‐ | |
30 | κάμενος πολλῶν ὅπλων ἐκυρίευσεν. Ἀπέθανον δὲ ἐν τῇ μάχῃ τῶν Ἰταλιωτῶν τε καὶ Σικελῶν οὐ πλείους ἑξα‐ κοσίων διὰ τὴν τοῦ κηρύγματος φιλανθρωπίαν, ἑάλω‐ σαν δὲ περὶ τετρακισχιλίους. | |
33 | Ὁ δὲ Σαλούϊος, πολλῶν πρὸς αὐτὸν ἀπὸ τοῦ κατορθώματος συρρεόντων, δι‐ | |
35 | πλασιάσας τὴν ἰδίαν δύναμιν, ἐκράτει τῶν ὑπαίθρων, καὶ πολιορκεῖν πάλιν ἐπεχείρει τὴν Μοργαντῖναν, κη‐ ρύγματι δοὺς τοῖς ἐν αὐτῇ δούλοις τὴν ἐλευθερίαν. Τῶν δὲ κυρίων ἀντιπροτεινόντων αὐτοῖς ταύτην, εἰ σφίσι | |
συναγωνίσαιντο, εἵλοντο μᾶλλον τὴν ἀπὸ τῶν κυρίων, | 160 in vol. 6 | |
40 | καὶ προθύμως ἀγωνισάμενοι ἀπετρίψαντο τὴν πο‐ λιορκίαν. Ὁ δὲ στρατηγὸς μετὰ ταῦτα τὴν ἐλευθερίαν | |
Bibl.244389a | ἀνατρέψας αὐτομολῆσαι τοὺς πλείστους παρε‐ σκεύασε τοῖς ἀποστάταις. Περὶ δὲ τὴν Αἰγεσταίων καὶ Λιλυβαϊτῶν χώραν, ἔτι δὲ τῶν ἄλλων τῶν πλησιοχώρων, ἐνόσει πρὸς ἀπό‐ | |
5 | στασιν τὰ πλήθη τῶν οἰκετῶν. Γίνεται δὲ τούτων ἀρχη‐ γὸς Ἀθηνίων ὄνομα, ἀνὴρ ἀνδρείᾳ διαφέρων, Κίλιξ τὸ γένος. Οὗτος οἰκονόμος ὢν δυοῖν ἀδελφῶν μεγαλο‐ πλούτων, καὶ τῆς ἀστρομαντικῆς πολλὴν ἔχων ἐμπειρίαν, ἔπεισε τῶν οἰκετῶν πρῶτον μὲν τοὺς ὑφ’ ἑαυτὸν τεταγ‐ | |
10 | μένους, περὶ διακοσίους ὄντας, ἔπειτα τοὺς γειτνιῶντας, ὥστε ἐν πέντε ἡμέραις συναχθῆναι πλείους τῶν χιλίων. Ὑπὸ δὲ τούτων αἱρεθεὶς βασιλεὺς καὶ διάδημα περιθέ‐ μενος, ἐναντίαν τοῖς ἄλλοις ἅπασιν ἀποστάταις τὴν διά‐ θεσιν ἐποιεῖτο. Οὐ γὰρ προσεδέχετο πάντας τοὺς ἀφιστα‐ | |
15 | μένους, ἀλλὰ τοὺς ἀρίστους ποιούμενος στρατιώτας, τοὺς ἄλλους ἠνάγκαζε μένοντας ἐπὶ τῶν προγεγενημένων ἐργα‐ σιῶν ἐπιμελεῖσθαι τῆς ἰδίας ἕκαστον οἰκονομίας καὶ τά‐ ξεως, ἐξ ὧν καὶ τροφὰς ἀφθόνους τῶν στρατιωτῶν ἐχο‐ ρηγεῖτο. Προσεποιεῖτο δὲ τοὺς θεοὺς αὐτῷ διὰ τῶν | |
20 | ἄστρων προσημαίνειν ὡς ἔσοιτο τῆς Σικελίας συμ‐ πάσης βασιλεύς· διὸ δεῖν αὐτῆς τε τῆς χώρας καὶ τῶν ἐν αὐτῇ ζῴων τε καὶ καρπῶν ὡς ἰδίων φείδεσθαι. Τέλος, ἀθροίσας ὑπὲρ τοὺς μυρίους ἐτόλμησε πόλιν ἀπόρθητον τὸ Λιλύβαιον πολιορκεῖν. Μηδὲν δὲ ἀνύων, | |
25 | μετανίστατο αὐτῆς, εἰπὼν αὐτῷ τοὺς θεοὺς τοῦτο ἐπι‐ τάττειν· ἐπιμένοντας γὰρ τῇ πολιορκίᾳ δυστυχήματος | |
πειραθῆναι. Παρασκευαζομένου δὲ αὐτοῦ τὴν ἀπὸ τῆς πόλεως ἀναχώρησιν κατέπλευσάν τινες ἐν ταῖς ναυσὶ κομίζοντες ἐπιλέκτους Μαυρουσίους, οἳ ἐπὶ βοήθειαν | 161 in vol. 6 | |
30 | ἦσαν ἀπεσταλμένοι τοῖς Λιλυβαΐταις, ἔχοντες ἡγού‐ μενον ὃς ὠνομάζετο Γόμων. Οὗτος σὺν τοῖς ἁμ’ αὐ‐ τῷ κατὰ νύκτα καὶ ἀνελπίστως ἐπιθέμενος τοὺς περὶ Ἀθηνίωνα ὁδοιποροῦντας, πολλοὺς καταβαλόντες, οὐκ ὀλίγους δὲ τραυματίσαντες εἰς τὴν πόλιν ἐπανῆλθον. | |
35 | Διόπερ οἱ ἀποστάται τὴν ἐκ τῆς ἀστρομαντείας πρόρρη‐ σιν ἐθαύμαζον. Εἶχε δὲ τὴν Σικελίαν πᾶσαν σύγχυσις καὶ κακῶν Ἰλιάς. Οὐ γὰρ οἱ δοῦλοι μόνον ἀλλὰ καὶ τῶν ἐλευθέρων οἱ ἄποροι πᾶσαν ἁρπαγὴν καὶ παρανομίαν ἐργαζό‐ | |
40 | μενοι, καὶ τοὺς περιτυγχάνοντας δούλους τε καὶ ἐλευθέ‐ ρους, ὅπως μηδεὶς ἀπαγγέλλοι τὴν περὶ αὐτοὺς ἀπόνοιαν, ἐφόνευον ἀναιδῶς. Διὸ καὶ πάντες οἱ κατὰ τὰς πόλεις | |
Bibl.244389b | ὑπελάμβανον τὰ μὲν ἐντὸς τειχῶν μόλις εἶναι ἴδια, τὰ δ’ ἐκτὸς ἀλλότρια καὶ δοῦλα τῆς παρανόμου χει‐ ροκρασίας· καὶ ἄλλα δὲ πολλὰ πολλοῖς ἄτοπα κατὰ τὴν Σικελίαν ἐτολμᾶτο. | |
5 | Ὁ δὲ τὴν Μοργαντίνην πολιορκήσας Σαλούϊος, ἐπι‐ δραμὼν τὴν χώραν μέχρι τοῦ Λεοντίνου πεδίου, ἤθροι‐ σεν αὑτοῦ τὸ σύμπαν στράτευμα, ἐπιλέκτους ἄνδρας οὐκ ἐλάττους τῶν τρισμυρίων, καὶ θύσας τοῖς Παλικοῖς ἥρωσι τούτοις μὲν ἀνέθηκε μίαν τῶν ἁλουργῶν περι‐ | |
10 | πορφύρων στολὴν χαριστήρια τῆς νίκης, αὐτὸς δὲ ἀνα‐ γορεύσας ἑαυτὸν βασιλέα, Τρύφων μὲν ὑπὸ τῶν ἀπο‐ στατῶν προσηγορεύετο, διανοούμενος δὲ τὰ Τριόκαλα | |
καταλαβέσθαι καὶ κατασκευάσαι βασίλεια, πέμπει καὶ πρὸς Ἀθηνίωνα, μεταπεμπόμενος αὐτὸν ὡς στρατη‐ | 162 in vol. 6 | |
15 | γὸν βασιλεύς. | |
15 | Πάντες μὲν οὖν ὑπελάμβανον τὸν Ἀθη‐ νίωνα τῶν πρωτείων ἀντιποιήσεσθαι, καὶ διὰ τὴν στάσιν τῶν ἀποστατῶν ῥᾳδίως καταλυθήσεσθαι τὸν πόλεμον· ἡ δὲ τύχη καθάπερ ἐπίτηδες αὔξουσα τὰς τῶν δρα‐ πετῶν δυνάμεις, ὁμονοῆσαι τοὺς τούτων ἡγεμόνας ἐποίη‐ | |
20 | σεν. Ἧκε μὲν γὰρ συντόμως μετὰ τῆς δυνάμεως ἐπὶ τὰ Τριόκαλα ὁ Τρύφων, ἧκε δὲ καὶ Ἀθηνίων μετὰ τρισχι‐ λίων, ὑπακούων ὡς στρατηγὸς βασιλεῖ τῷ Τρύφωνι, τὴν ἄλλην αὐτοῦ δύναμιν κατατρέχειν τὴν χώραν καὶ ἀνασείειν πρὸς ἀπόστασιν τοὺς οἰκέτας ἀπεσταλκώς. | |
25 | Μετὰ δὲ ταῦτα ὑπονοήσας ὁ Τρύφων τὸν Ἀθηνίωνα ἐπιθήσεσθαι ἐν καιρῷ παρέδωκεν εἰς φυλακήν. Τὸ δὲ φρούριον ὀχυρώτατον ὂν κατεσκεύαζε πολυτελέσι κα‐ τασκευαῖς καὶ ἐπὶ μᾶλλον ὠχύρου. Τριόκαλα δὲ αὐτό φησιν ὠνομάσθαι διὰ τὸ τρία καλὰ ἔχειν, πρῶτον μὲν | |
30 | ναματιαίων ὑδάτων πλῆθος, διαφόρων τῇ γλυκύτητι, δεύτερον παρακειμένην χώραν ἀμπελόφυτόν τε καὶ ἐλαιόφυτον καὶ γεωργεῖσθαι δυναμένην θαυμαστῶς, τρί‐ τον ὑπερβάλλουσαν ὀχυρότητα, ὡς ἂν οὔσης μεγάλης πέτρας ἀναλώτου· ἣν καὶ περιβόλῳ πόλεως σταδίων ὀκ‐ | |
35 | τὼ προσπεριβαλὼν καὶ ταφρεύσας βαθείᾳ τάφρῳ, βασιλείοις ἐχρῆτο, πάσῃ ἀφθονίᾳ τῶν κατὰ τὸν βίον ἁπάντων πεπληρωμένην. Κατεσκεύασε δὲ καὶ βασιλικὴν οἰκίαν καὶ ἀγορὰν δυναμένην δέξασθαι πλῆθος ἀνθρώ‐ πων. Ἐξελέξατο δὲ καὶ τῶν φρονήσει διαφερόντων ἀν‐ | |
40 | δρῶν τοὺς ἱκανούς, οὓς ἀποδείξας συμβούλους ἐχρῆτο συν‐ έδροις αὐτοῖς· τήβεννάν τε περιπόρφυρον περιεβάλλετο καὶ πλατύσημον ἔδυ χιτῶνα κατὰ τοὺς χρηματισμούς, καὶ | |
Bibl.244390a | ῥαβδούχους εἶχε μετὰ πελέκεων τοὺς προηγουμέ‐ νους, καὶ τἄλλα πάντα ὅσα ποιοῦσί τε καὶ ἐπικοσμοῦσιν ἐπετήδευε βασιλείαν. Προχειρίζεται δὲ κατὰ τῶν ἀποστατῶν ἡ σύγκλητος | 163 in vol. 6 |
5 | τῶν Ῥωμαίων Λεύκιον Λικίνιον Λούκουλλον, ἔχοντα στρατιώτας μυρίους μὲν καὶ τετρακισχιλίους Ῥωμαίους καὶ Ἰταλούς, Βιθυνοὺς δὲ καὶ Θετταλοὺς καὶ Ἀκαρνᾶνας ὀκτα‐ κοσίους, ἐκ δὲ τῆς Λευκανίας ἑξακοσίους ὧν ἡγεῖτο Κλέ‐ πτιος, ἀνὴρ στρατηγικὸς καὶ ἐν ἀνδρείᾳ περιβόητος, ἔτι | |
10 | δὲ καὶ ἑτέρους ἑξακοσίους, ὡς γενέσθαι σύμπαντας ἑξα‐ κισχιλίους καὶ μυρίους, οὓς ἔχων κατέλαβε τὴν Σικελίαν. Ὁ δὲ Τρύφων ἀπολύσας Ἀθηνίωνα τῆς αἰτίας ἐβου‐ λεύετο περὶ τοῦ πρὸς Ῥωμαίους πολέμου. Καὶ τῷ μὲν ἤρεσκεν ἐν τοῖς Τριοκάλοις ἀγωνίζεσθαι, Ἀθηνίων δὲ | |
15 | συνεβούλευε μὴ συγκλείειν ἑαυτοὺς εἰς πολιορκίαν, ἀλλ’ ἐν ὑπαίθρῳ διαγωνίζεσθαι. Κρατησάσης δὲ ταύτης τῆς βουλῆς κατεστρατοπέδευσαν πλησίον Σκιρθαίας, ὄντες οὐκ ἐλάττους τῶν τετρακισμυρίων· ἀπεῖχε δ’ αὐτῶν ἡ Ῥωμαίων παρεμβολὴ στάδια δώδεκα. | |
19 | Τὸ μὲν οὖν | |
20 | πρῶτον ἐγίνοντο συνεχεῖς ἀκροβολισμοί· εἶτα παρα‐ ταξαμένων ἑκατέρων, καὶ τῆς μάχης ὧδε κἀκεῖσε ῥεπού‐ σης, καὶ πολλῶν ἑκατέρωθεν πιπτόντων, ὁ μὲν Ἀθη‐ νίων ἔχων συναγωνιζομένους διακοσίους ἱππεῖς ἐπικρατῶν πάντα τὸν περὶ αὑτὸν τόπον νεκρῶν ἐπλήρωσε, τρω‐ | |
25 | θεὶς δὲ εἰς ἀμφότερα τὰ γόνατα καὶ τρίτην λαβὼν ἄχρηστος ἐγένετο πρὸς τὴν μάχην, ἐξ οὗ οἱ δραπέται ταῖς ψυχαῖς πεσόντες πρὸς φυγὴν ἐτράπησαν. Ὁ δὲ Ἀθη‐ νίων ὡς νεκρὸς ὢν ἔλαθε, καὶ προσποιηθεὶς τετελευ‐ | |
τηκέναι τῆς νυκτὸς ἐπιλαβούσης διεσώθη. Ἐπεκράτησαν | 164 in vol. 6 | |
30 | δὲ λαμπρῶς οἱ Ῥωμαῖοι, φυγόντων καὶ τῶν μετὰ Τρύ‐ φωνος καὶ αὐτοῦ ἐκείνου· καὶ πολλῶν κατὰ τὴν φυγὴν κοπέντων τέλος οὐκ ἐλάττους τῶν δισμυρίων ἀνῃρέθη‐ σαν. Οἱ δὲ λοιποὶ τῆς νυκτὸς συνεργούσης διέφυγον εἰς τὰ Τριόκαλα. | |
34 | Καίτοι ῥᾷον ἦν ἐπιδιώξαντι τῷ στρατηγῷ | |
35 | καὶ τούτους ἀνελεῖν. Ἐπὶ τοσοῦτον δ’ ἐτεταπείνωτο τὸ οἰκε‐ τικόν, ὥστε καὶ ἐβουλεύσαντο ἐπὶ τοὺς κυρίους ἐπαναδρα‐ μεῖν καὶ σφᾶς αὐτοῖς ἐγχειρίσαι· πλὴν ἐπεκράτησεν ἡ γνώμη τῶν μέχρι τελευτῆς ὑποθεμένων ἀγωνίσασθαι καὶ μὴ τοῖς ἐχθροῖς ἑαυτοὺς καταπροδοῦναι. Μετὰ δ’ ἐνά‐ | |
40 | την ἡμέραν ὁ στρατηγὸς ἧκε πολιορκήσων τὰ Τριό‐ καλα καὶ τὰ μὲν ἀναιρῶν τὰ δὲ ἀναιρούμενος, ἔλαττον ἔχων ἀπηλλάγη, καὶ οἱ ἀποστάται αὖθις ἐφρονηματίζοντο. | |
Bibl.244390b | Ἤνυε δὲ τῶν δεόντων ὁ στρατηγός, εἴτε διὰ ῥᾳστώ‐ νην εἴτε διὰ δωροδοκίαν οὐδὲν, ἀνθ’ ὧν καὶ δίκην ὕστερον κριθεὶς Ῥωμαίοις ἔδωκε. Γάϊος δὲ Σερουΐλιος καταπεμφθεὶς στρατηγὸς διά‐ | |
5 | δοχος Λουκούλλου οὐδ’ αὐτός τι ἄξιον μνήμης ἔπραξε· διὸ καὶ ὁμοίως Λουκούλλῳ ὕστερον φυγῇ κατεδικάσθη. Τελευτήσαντος δὲ Τρύφωνος διάδοχος τῆς ἀρχῆς ὁ Ἀθηνίων καθίσταται, καὶ τοῦτο μὲν πόλεις ἐπολιόρκει, τοῦτο δὲ πᾶσαν τὴν χώραν ἀδεῶς κατέτρεχε, καὶ πολλῶν | |
10 | ἐκυρίευσε, τοῦ Σερουϊλίου μηδὲν ἀντιπράττοντος. Τοῦ δ’ ἐνιαυσίου χρόνου διελθόντος ὕπατος ἐν Ῥώμῃ Γάϊος Μάριος ᾑρέθη τὸ πέμπτον καὶ Γάϊος Ἀκύλ‐ λιος· ὧν ὁ Ἀκύλλιος στρατηγὸς κατὰ τῶν ἀποστατῶν στα‐ λείς, διὰ τῆς ἰδίας ἀνδρείας ἐπιφανεῖ μάχῃ τοὺς ἀπο‐ | |
15 | στάτας ἐνίκησε. Καὶ πρὸς αὐτὸν δὲ τὸν βασιλέα τῶν ἀποστατῶν Ἀθηνίωνα συμβαλὼν ἡρωϊκὸν ἀγῶνα συν‐ | |
εστήσατο. Καὶ τοῦτον μὲν ἀνεῖλεν, αὐτὸς δὲ εἰς τὴν κε‐ φαλὴν τρωθεὶς ἐθεραπεύθη. Καὶ στρατεύει ἐπὶ τοὺς ὑπο‐ λειπομένους τῶν ἀποστατῶν ὄντας μυρίους. | 165 in vol. 6 | |
19 | Οὐχ ὑπομει‐ | |
20 | νάντων δὲ τὴν ἔφοδον ἀλλ’ εἰς τὰ ὀχυρώματα κατα‐ φυγόντων, ὅμως Ἀκύλλιος οὐκ ἐνεδίδου πάντα πράττων, ἕως αὐτοὺς ἐκπολιορκήσας ἐχειρώσατο. Ἔτι δ’ ὑπολει‐ πομένων χιλίων, καὶ στρατηγὸν ἐχόντων τὸν Σάτυρον, τὸ μὲν πρῶτον ἐπεβάλετο διὰ τῶν ὅπλων αὐτοὺς χει‐ | |
25 | ρώσασθαι, μετὰ δὲ ταῦτα διαπρεσβευόντων καὶ παρα‐ δόντων ἑαυτούς, τῆς μὲν παραυτίκα τιμωρίας ἀπέλυσεν, ἀπαγαγὼν δὲ εἰς τὴν Ῥώμην θηριομάχας αὐτοὺς ἐποίησε. Τοὺς δέ φασί τινες ἐπιφανεστάτην ποιήσασθαι τοῦ βίου καταστροφήν· τῆς μὲν γὰρ πρὸς τὰ θήρια μάχης ἀπο‐ | |
30 | στῆναι, ἀλλήλους δὲ ἐπὶ τῶν δημοσίων βωμῶν κατα‐ σφάξαι, καὶ τὸν τελευταῖον αὐτὸν τὸν Σάτυρον ἀνε‐ λόντα, τοῦτον δ’ ἐπὶ πᾶσιν αὐτοχειρίᾳ ἡρωϊκῶς κα‐ ταστρέψαι. Ὁ μὲν οὖν κατὰ Σικελίαν τῶν οἰκετῶν πό‐ λεμος, διαμείνας ἔτη σχεδόν που τέτταρα, τραγικὴν ἔσχε | |
35 | τὴν καταστροφήν. Ὅτι Βαττάκης τις ὄνομα ἧκε, φησίν, ἐκ Πισινοῦν‐ τος τῆς Φρυγίας, ἱερεὺς ὑπάρχων τῆς μεγάλης τῶν θεῶν μητρός. Οὗτος κατὰ πρόσταγμα τῆς θεοῦ παρεῖναι φήσας τοῖς ἄρχουσιν ἐνέτυχε καὶ τῇ συγκλήτῳ, λέγων | |
40 | τὸ ἱερὸν τῆς θεοῦ μεμιάνθαι καὶ δεῖν αὐτῇ δημοσίᾳ καθαρμοὺς ἐπὶ τῆς Ῥώμης συντελεσθῆναι. | |
41 | Ἐφόρει δὲ ἐσθῆτα καὶ τὴν περὶ τὸ σῶμα ἄλλην κατασκευὴν ἐξηλ‐ λαγμένην | |
Bibl.244391a | καὶ ὑπὸ τῶν Ῥωμαίων ἐθῶν οὐκ ἐπιχω‐ ρουμένην· χρυσοῦν τε γὰρ στέφανον εἶχεν ὑπερμεγέθη καὶ | |
στολὴν ἀνθίνην διάχρυσον, βασιλικὴν ἀξίαν ἐπιφαίνουσαν. Ποιησάμενος δὲ λόγους ἐπὶ τῶν ἐμβόλων ἐν τῷ δήμῳ, | 166 in vol. 6 | |
5 | καὶ τὸ πλῆθος εἰς δεισιδαιμονίαν ἐμβαλών, καταλύ‐ ματος μὲν δημοσίου καὶ ξενίων ἠξιώθη, τὸν δὲ στέφανον ἐκωλύθη φορεῖν ὑφ’ ἑνὸς τῶν δημάρχων Αὔλου Πομ‐ πηΐου. Διά τινος δ’ ἑτέρου δημάρχου προαχθεὶς ἐπὶ τὰ ἔμβολα, καὶ περὶ τῆς εἰς τὸ ἱερὸν ἁγνείας ἐπερωτώ‐ | |
10 | μενος, ἀποκρίσεις ἐποιεῖτο δεισιδαιμονίαν περιεχούσας. Καταστασιασθεὶς δὲ ὑπὸ τοῦ Πομπηΐου, καὶ μεθ’ ὕβρεως ἀπαλλαγεὶς ἐπὶ τὴν κατάλυσιν, οὐκέτι προεπορεύετο, λέγων μὴ μόνον ἑαυτὸν ἀσεβῶς προπεπηλακίσθαι, ἀλλὰ καὶ τὴν θεόν. Ὁ δὲ Πομπήϊος παραχρῆμα μὲν λάβρῳ | |
15 | πυρετῷ συνεσχέθη, μετὰ δὲ ταῦτα ἄφωνος γενόμενος καὶ καταληφθεὶς κυναγχικῷ πάθει τριταῖος κατέστρεψε τὸν βίον, παρὰ τοῖς πολλοῖς ὑποληφθεὶς θείᾳ τινὶ προ‐ νοίᾳ, ἀνθ’ ὧν εἰς τὸν ἱερέα καὶ τὴν θεὸν ἐπλημμέ‐ λησε, τοῦ ζῆν ἐστερῆσθαι· σφόδρα γὰρ Ῥωμαῖοι δεισιδαι‐ | |
20 | μονοῦσι. Διόπερ ὁ Βαττάκης λαβὼν τὴν συγχώρησιν τῆς κατὰ τὴν ἱερὰν στολὴν κατασκευῆς, καὶ τιμηθεὶς ἀξιολόγοις ξενίοις ὑπὸ πολλῶν, ἀνδρῶν τε καὶ γυναικῶν, προεπέμφθη τὴν ἐκ τῆς Ῥώμης ἐπάνοδον ποιούμενος. Ὅτι ἔθος ἦν τοῖς Ῥωμαίων στρατιώταις, ἡνίκα ὁ στρα‐ | |
25 | τηγὸς αὐτῶν σὺν αὐτοῖς μάχῃ πρός τινας τῶν πολε‐ μίων συμπλακεὶς ὑπὲρ τοὺς ἑξακισχιλίους τῶν ἐχθρῶν ἐφαίνετο ἀνελών, ἰμπεράτορα αὐτὸν ἀναγορεύειν καὶ ἀπο‐ καλεῖν, ὅ ἐστι βασιλέα. | |
28 | Ἐκ τοῦ λζʹ καὶ ηʹ καὶ τῶν ἐφεξῆς. | |
29 | ||
30 | Ὅτι τὸν Μαρσικὸν ὀνομασθέντα πόλεμον ἐπὶ τῆς | |
αὑτοῦ ἡλικίας Διόδωρος μείζονα πάντων τῶν προγε‐ γονότων ἀποφαίνεται. Ὠνομάσθαι δέ φησι Μαρσικὸν ἐκ τῶν ἀρξάντων τῆς ἀποστάσεως, ἐπεὶ σύμπαντές γε Ἰτα‐ λοὶ κατὰ Ῥωμαίων τοῦτον ἐξήνεγκαν τὸν πόλεμον. Αἰ‐ | 167 in vol. 6 | |
35 | τίαν δὲ πρώτην γενέσθαι τοῦ πολέμου τὸ μεταπεσεῖν τοὺς Ῥωμαίους ἀπὸ τῆς εὐτάκτου καὶ λιτῆς ἀγωγῆς καὶ ἐγκρα‐ τοῦς, δι’ ἧς ἐπὶ τοσοῦτον ηὐξήθησαν, εἰς ὀλέθριον ζῆλον τρυφῆς καὶ ἀκολασίας. Ἐκ γὰρ τῆς διαφθορᾶς ταύτης στασιασάντος τοῦ δημοτικοῦ πρὸς τὴν σύγκλητον, εἶτα | |
40 | ἐκείνης ἐπικαλεσαμένης τοὺς ἐκ τῆς Ἰταλίας ἐπικουρῆ‐ σαι, καὶ ὑποσχομένης τῆς πολυεράστου Ῥωμαϊκῆς πολι‐ τείας | |
Bibl.244391b | μεταδοῦναι καὶ νόμῳ κυρῶσαι, ἐπεὶ οὐδὲν τῶν ὑπεσχημένων τοῖς Ἰταλιώταις ἐγένετο, ὁ ἐξ αὐτῶν πόλεμος πρὸς Ῥωμαίους ἐξεκαύθη, ὑπατευόντων ἐν τῇ Ῥώμῃ Λευκίου Μαρκίου Φιλίππου καὶ Σέξτου Ἰουλίου· Ὀλυμπιὰς | |
5 | δ’ ἤχθη δευτέρα πρὸς ταῖς ἑκατὸν ἑβδομήκοντα. | |
5 | Ἐν τούτῳ τῷ πολέμῳ ποικίλα καὶ πολύτροπα πάθη καὶ πόλεων ἁλώ‐ σεις ἑκατέρῳ μέρει τῶν διαπολεμησάντων συνέβη, τα‐ λαντευομένης ὥσπερ ἐπίτηδες παρὰ μέρος τῆς νίκης καὶ μηδετέροις ἐν βεβαίῳ διαμενούσης· ὅμως ἀπείρου | |
10 | πλήθους ἑκατέρωθεν πεσόντος, ὀψὲ καὶ μόλις Ῥωμαίοις ἐξενίκησε βεβαιωθῆναι τὸ κράτος. Ἐπολέμουν δὲ Ῥω‐ μαίοις Σαυνῖται, Ἀσκολανοί, Λευκανοί, Πικεντῖνοι, Νω‐ λανοὶ καὶ ἕτεραι πόλεις καὶ ἔθνη· ἐν οἷς ἐπισημοτάτη καὶ μεγίστη καὶ κοινὴ πόλις ἄρτι συντετελεσμένη τοῖς | |
15 | Ἰταλιώταις τὸ Κορφίνιον ἦν ἐν ᾗ τά τε ἄλλα ὅσα μεγάλην πόλιν καὶ ἀρχὴν κρατύνουσι συνεστήσαντο καὶ ἀγορὰν εὐμεγέθη καὶ βουλευτήριον, καὶ τὰ ἄλλα τὰ | |
πρὸς πόλεμον ἀφθόνως ἅπαντα, καὶ χρημάτων πλῆθος, καὶ τροφῆς δαψιλῆ χορηγίαν. Συνεστήσαντο δὲ καὶ σύγκλη‐ | 168 in vol. 6 | |
20 | τον κοινὴν πεντακοσίων ἀνδρῶν, ἐξ ὧν οἵ τε τῆς πα‐ τρίδος ἄρχειν ἄξιοι προαχθήσεσθαι ἔμελλον καὶ οἱ προ‐ βουλεύεσθαι δυνάμενοι περὶ τῆς κοινῆς σωτηρίας. Καὶ τού‐ τοις ἐπέτρεψαν τὰ κατὰ τὸν πόλεμον διοικεῖν, αὐτο‐ κράτορας ποιήσαντες τοὺς συνέδρους. Οὗτοι δὲ ἐνομοθέ‐ | |
25 | τησαν δύο μὲν ὑπάτους κατ’ ἐνιαυτὸν αἱρεῖσθαι, δώδεκα δὲ στρατηγούς. Καὶ κατεστάθησαν ὕπατοι μὲν Κόϊντος Πομπαΐδιος Σίλων, Μάρσος μὲν τὸ γένος, πρωτεύων δὲ τῶν ὁμοεθνῶν, καὶ δεύτερος ἐκ τοῦ Σαυνιτῶν γένους Γάϊος Ἀπώνιος Μότυλος, καὶ αὐτὸς δόξῃ καὶ πράξεσι | |
30 | τοῦ ἔθνους προέχων. Τὴν δ’ ὅλην Ἰταλίαν εἰς δύο μέρη διελόντες ὑπατικὰς ἐπαρχίας ταύτας καὶ μερίδας ἀπέ‐ δειξαν, καὶ τῷ μὲν Πομπαϊδίῳ προσώρισαν χώραν ἀπὸ τῶν Κερκώλων καλουμένων μέχρι τῆς Ἀδριατικῆς θα‐ λάσσης, τὰ πρὸς δυσμὰς καὶ τὴν ἄρκτον νεύοντα μέρη, | |
35 | καὶ στρατηγοὺς ἔταξαν αὐτῷ ἕξ· τὸ δὲ λοιπὸν τῆς Ἰτα‐ λίας, τὴν πρὸς ἕω καὶ μεσημβρίαν νεύουσαν, προσώρι‐ σαν Γαΐῳ Μοτύλῳ, στρατηγοὺς ὁμοίως συζεύξαντες ἕξ. Οὕτω πάντα δεξιῶς καὶ κατὰ μίμησιν, τὸ σύνολον φάναι, τῆς Ῥωμαϊκῆς καὶ ἐκ παλαιοῦ τάξεως τὴν ἑαυτῶν ἀρχὴν | |
40 | διαθέμενοι, κατὰ τὸ σφοδρότερον λοιπὸν εἴχοντο καὶ τοῦ ἐφεξῆς πολέμου, τὴν κοινὴν πόλιν Ἰταλίαν ἐπονο‐ μάσαντες· | |
Bibl.244392a | καὶ διεπολέμησαν Ῥωμαίοις τὰ πλεῖστα κατὰ τὸ ἐπικρατέστερον, ἕως Γναῖος Πομπήϊος ὕπατος αἱρε‐ θεὶς καὶ στρατηγὸς τοῦ πολέμου, καὶ Σύλλας στρατηγὸς ὑπὸ τῷ ἑτέρῳ ὑπάτῳ Κάτωνι, ἐπιφανεστάταις μάχαις | |
5 | τοὺς Ἰταλιώτας οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις νικήσαντες, τὰ πράγματα αὐτῶν εἰς τὸ συντρίβεσθαι περιέστησαν. | |
Ἐπολέμησαν δ’ οὖν καὶ ἔτι· ἀλλὰ Γαίου Κοσκονίου στα‐ λέντος εἰς Ἰαπυγίαν στρατηγοῦ πολλάκις ἡττήθησαν. Εἶτα ἐλαττωθέντες καὶ ἐκ πολλῶν ὀλίγοι καταλειφθέν‐ | 169 in vol. 6 | |
10 | τες κοινῇ γνώμῃ τὴν κοινὴν ἐκλείπουσι πόλιν, τὸ Κορ‐ φίνιον, διὰ τὸ τοὺς Μάρσους καὶ πάντα τὰ γειτνιῶντα τῶν ἐθνῶν προσκεχωρηκέναι τοῖς Ῥωμαίοις. Εἰς δὲ τὴν ἐν Σαυνίταις Αἰσερνίαν καθιδρύθησαν πέντε στρατη‐ γοὺς αὑτοῖς ἐπιστήσαντες, ὧν ἑνὶ μάλιστα Κοΐντῳ Πομ‐ | |
15 | παϊδίῳ Σίλωνι τὴν πάντων ἡγεμονίαν ἐπίστευσαν διὰ τὴν περὶ αὐτὸν ἐν τῷ στρατηγεῖν ἀρετήν τε καὶ δόξαν. Οὗτος δὲ μετὰ τῆς κοινῆς τῶν στρατηγῶν γνώμης κατε‐ σκεύασε μεγάλην δύναμιν, ὡς τοὺς σύμπαντας μετὰ τῶν προὐπαρχόντων περὶ τρισμυρίους γενέσθαι. Χωρὶς | |
20 | δὲ τούτων τοὺς δούλους ἐλευθερώσας καὶ ὡς ὁ καιρὸς ἐδίδου καθοπλίσας, συνῆγεν οὐ πολὺ λείποντας τῶν δισμυρίων, ἱππεῖς δὲ χιλίους. Συμβαλὼν δὲ Ῥωμαίοις Μαμέρκου στρατηγοῦντος αὐτῶν, Ῥωμαίους μὲν ἀναιρεῖ ὀλίγους, τῶν δ’ οἰκείων ὑπὲρ ἑξακισχιλίους ἀποβάλλει. | |
25 | Καὶ Μέτελλος κατὰ τὴν Ἀπουλίαν τὴν Οὐενουσίαν πό‐ λιν ἀξιόλογον καὶ στρατιώτας πολλοὺς ἔχουσαν ἐξε‐ πολιόρκησε κατὰ καιρὸν τὸν αὐτόν, καὶ πλείους τῶν τρισχιλίων αἰχμαλώτους εἷλεν. Ἐπικρατούντων δ’ ἐπὶ μᾶλλον καὶ μᾶλλον τῶν Ῥωμαίων, πέμπουσιν οἱ Ἰταλοὶ | |
30 | πρὸς Μιθριδάτην τὸν βασιλέα Πόντου, ἀκμάζοντα τότε πολεμικῇ χειρὶ καὶ παρασκευῇ, ἀξιοῦντες ἐπὶ τὴν Ἰταλίαν κατὰ Ῥωμαίων ἄγειν τὰς δυνάμεις· οὕτω γὰρ ῥᾳδίως ἂν συναφθέντων τὸ Ῥωμαϊκὸν καταβλη‐ θήσεσθαι κράτος. Ὁ δὲ Μιθριδάτης ἀπόκρισιν δίδωσιν | |
35 | ἄξειν τὰς δυνάμεις εἰς τὴν Ἰταλίαν, ἐπειδὰν αὑτῷ | |
καταστήσῃ τὴν Ἀσίαν· τοῦτο γὰρ καὶ ἔπραττε. Διὸ παν‐ τελῶς οἱ ἀποστάται τεταπεινωμένοι ἀπεγίνωσκον· λοι‐ ποὶ γὰρ ὑπῆρχον Σαυνιτῶν ὀλίγοι καὶ Σάβελλοι δια‐ τρίβοντες ἐν τῇ Νώλᾳ καὶ πρός γε τούτοις οἱ περὶ Λαμ‐ | 170 in vol. 6 | |
40 | πώνιον καὶ Κλεπίτιον ἔχοντες λείψανα τῶν Λευκανῶν. Διὸ καὶ τοῦ Μαρσικοῦ πολέμου σχεδὸν ἤδη διαλυομένου | |
Bibl.244392b | πάλιν αἱ προγεγενημέναι στάσεις ἐμφύλιοι κατὰ τὴν Ῥώμην κινήσεις ἐλάμβανον, ἀντιποιουμένων πολλῶν ἐνδόξων τὸ τυχεῖν τῆς κατὰ Μιθριδάτου στρατηγίας διὰ τὸ μέγεθος τῶν ἐπάθλων· Γάϊός τε γὰρ Ἰούλιος καὶ | |
5 | Γάϊος Μάριος ὁ ἑξάκις ὑπατεύσας ἀντεφιλονείκουν, καὶ τὸ πλῆθος ἦν ἑκατέροις συμμεριζόμενον ταῖς γνώ‐ μαις. | |
7 | Συνέβησαν δὲ καὶ ἕτεραι ταραχαί. Ὁ μέντοι Σύλ‐ λας ὕπατος ὤν, χωρισθεὶς τῆς Ῥώμης πρὸς τὰς περὶ Νῶλαν ἠθροισμένας παρεγένετο δυνάμεις, καὶ πολ‐ | |
10 | λοὺς τῶν πλησιοχώρων καταπληξάμενος ἠνάγκασε παραδοῦναι σφᾶς αὐτοὺς καὶ τὰς πόλεις. Τοῦ δὲ Σύλλα στρατεύσαντος μὲν ἐπὶ τὴν Ἀσίαν κατὰ Μιθριδάτου, τῆς δὲ Ῥώμης μεγάλαις ταραχαῖς καὶ φόνοις ἐμφυ‐ λίοις περισπωμένης, Μάρκος Ἀπώνιος καὶ Τιβέριος | |
15 | Κλεπίτιος, ἔτι δὲ Πομπήϊος, οἱ τῶν ὑπολοίπων Ἰτα‐ λιωτῶν στρατηγοί, διατρίβοντες ἐν τῇ Βρεττίᾳ, Ἰσίας μὲν πόλιν ὀχυρὰν ἐπὶ πολὺν χρόνον πολιορκήσαντες οὐκ ἴσχυσαν ἑλεῖν, μέρος δὲ ἐπὶ τῆς πολιορκίας τοῦ στρατεύματος καταλιπόντες, τῇ λοιπῇ τὸ Ῥήγιον ἰσχυ‐ | |
20 | ρῶς ἐπολιόρκουν, ἐλπίζοντες, εἰ ταύτης κρατήσαιεν, ῥᾳδίως εἰς τὴν Σικελίαν διαβιβάσειν τὰς δυνάμεις καὶ κρατήσειν τῆς εὐδαιμονεστάτης τῶν ὑπὸ τὸν ἥλιον | |
νήσων. Ἀλλ’ ὁ ταύτης στρατηγὸς Γάϊος Νορβανός, πολλῇ δυνάμει καὶ παρασκευῇ καὶ προθυμίᾳ χρησάμε‐ | 171 in vol. 6 | |
25 | νος, καὶ καταπληξάμενος τοὺς Ἰταλιώτας τῷ μεγέθει τῆς παρασκευῆς, ἐξήρπασε τοὺς Ῥηγίνους. Εἶτα τῆς περὶ Σύλλαν καὶ Μάριον ἐμφυλίου στάσεως ἀναρριπισθείσης Ῥωμαίοις, οἱ μὲν Σύλλᾳ, οἱ δὲ Μαρίῳ συνεμάχησαν. Καὶ τὸ μὲν πλέον αὐτῶν ἔπεσε τοῖς πολέμοις, τὸ δ’ | |
30 | ὑπόλοιπον ἐπικρατήσαντι Σύλλᾳ προσεχώρησε. Καὶ οὕτω τέλεον τῇ ἐμφυλίῳ συναπέσβη στάσει μέγιστος γεγονὼς καὶ ὁ Μαρσικὸς ἐπικληθεὶς πόλεμος. Ὅτι μεγάλη στάσις ἐμφύλιος ἤδη διαλυομένου τοῦ Μαρσικοῦ γέγονε πολέμου, ἧς ἡγοῦντο Σύλλας καὶ Γάϊος | |
35 | Μάριος, νέος ὤν, ὁ Μαρίου τοῦ πολλάκις ὑπατευκό‐ τος (ἑπτάκις γὰρ ὑπάτευσε) παῖς. Ἐν δὲ τῇ στάσει πολ‐ λαὶ μυριάδες ἀνθρώπων ἀνῃρέθησαν. Ἐκράτησε δ’ ὁ Σύλλας, καὶ δικτάτωρ γεγονὼς Ἐπαφρόδιτόν τε ὀνο‐ μάσας ἑαυτόν, οὐκ ἐψεύσθη τῆς ἀλαζονείας· κρατῶν | |
40 | γὰρ τοῖς πολέμοις ἰδίῳ ἀπεβίω θανάτῳ· ὁ δὲ Μάριος μάχῃ τῇ πρὸς Σύλλαν γενναίως ἀγωνισάμενος, ὅμως | |
Bibl.244393a | ἡττηθεὶς κατέφυγεν εἰς Πραίνεστον ἅμα μυρίοις πεντακισχιλίοις. Συγκλεισθεὶς δ’ ἐν αὐτῇ καὶ χρόνον οὐκ ὀλίγον πολιορκηθεὶς ἠναγκάσθη, πάντων αὐτὸν ἐγκα‐ ταλειπόντων, καὶ μηδεμίαν σωτηρίας ὁδὸν καθορῶν, | |
5 | τὴν ἑνὸς οἰκέτου τῶν πιστῶν χεῖρα εἰς λύσιν τῶν δει‐ νῶν παρακαλέσαι. Καὶ ὅ γε πεισθείς, καὶ μιᾷ πληγῇ τοῦ βίου τὸν δεσπότην ἀπαλλάξας, ἑαυτὸν ἐπικατέ‐ σφαξε. Καὶ παύεται μὲν αὕτη ἡ στάσις, λείψανα μέντοι τοῦ πολέμου ὑπολειφθέντα τῆς Μαρίου μοίρας ἐπὶ χρό‐ | |
10 | νον Σύλλᾳ διεμαχέσαντο, ἕως καὶ αὐτὰ συνδιέφθορε τοῖς ἄλλοις. | |
11 | Μετὰ μέντοι τὴν τούτων ἀπαλλαγὴν Πομ‐ | |
πηΐῳ τῷ ἐπικληθέντι Μάγνῳ διὰ τὰς πράξεις ἃς κα‐ τώρθωσε Σύλλᾳ τε πράττων καὶ καθ’ ἑαυτὸν Ῥω‐ μαίοις, τούτῳ δὴ καὶ Ἰουλίῳ Καίσαρι ἔρις ἐκκαεῖσα εἰς | 172 in vol. 6 | |
15 | ἐμφυλίους σφαγὰς τοὺς Ῥωμαίους πάλιν ἠνάγκασε συσ‐ τραφῆναι. Πομπηΐου δὲ λαμπρῶς τοῖς ὅλοις ἡττηθέντος καὶ κατὰ τὴν Ἀλεξάνδρειαν ἀναιρεθέντος, συστέλλεται μὲν ἡ τῶν ὑπάτων ἀρχὴ εἰς μοναρχίαν Καίσαρι τῷ Ἰουλίῳ, παύει δὲ τέλεον καὶ ἡ στάσις. | |
19 | Ἐκείνου δὲ ἀνῃρη‐ | |
20 | μένου, κατὰ Βρούτου καὶ Κασσίου τῶν ἀνελόντων πόλε‐ μος ἐμφύλιος κινεῖται, χειριζομένων Λεπίδου τε καὶ Ἀντωνίου καὶ Ὀκταβιανοῦ τοῦ Αὐγούστου τὴν ὕπατον ἀρχὴν ἐχόντων. Οὐ βραδέως δὲ τοῦ πολέμου κρίσιν τοῖς ὅπλοις λαβόντος, καὶ νικηθέντων καὶ ἀναιρεθέν‐ | |
25 | των τῶν περὶ Κάσσιον καὶ Βροῦτον, μετ’ οὐ πολὺ ῥή‐ γνυται εἰς τὸ φανερὸν ἡ ἐνδομυχοῦσα Αὐγούστου καὶ Ἀντωνίου ὑπὲρ τῆς φιλοπρωτείας ἅμιλλα. Καὶ πολλῶν συγγενῶν αἱμάτων ἑκατέρωθεν ῥυέντων, τὸ κράτος Αὐγούστῳ βεβαιοῦται καὶ τῶν ὅλων ἡ ἐξουσία αὐτῷ | |
30 | παραμένει διὰ βίου, τῆς τῶν ὑπάτων λοιπὸν ἀρχῆς τὴν ἰδίαν τάξιν καὶ δυναστείαν ἀποβεβληκυίας. Ὅτι τὸ τῶν ἰλλουστρίων ἀξίωμα τρίτην ἀπὸ τῶν πατρικίων τάξιν ἐπέχειν οὗτός φησιν. Ὅτι πρὸ τῆς τοῦ Αὐγούστου μοναρχίας ταῦτα ἐγί‐ | |
35 | νωσκον Ῥωμαῖοι ἀρχικοῦ κράτους ὀνόματα· πατρι‐ κίους, οἳ καὶ βουλὴ καὶ σύγκλητος ἐκαλοῦντο, δημάρχους τοὺς προεστῶτας τοῦ δήμου, ἀγορανόμους, ὑπάτους τοὺς ἔχοντας ὑπεύθυνον τὸ κατὰ πάντων κράτος, δικτά‐ τορα ἔχοντα καὶ αὐτὸν ἀλλ’ ἀνυπεύθυνον καὶ μεῖζον | |
Bibl.244393b | τὸ κατὰ πάντων κράτος, στρατηγοὺς ὑπάρχους αὐ‐ τοκράτορας στρατηγούς, ἀνθυπάτους, καὶ ἕτερα τοιαῦτα. Σύμβολα μὲν οὖν τῆς τοῦ ἀνθυπάτου ἀρχῆς πελέκεις δώδεκα καὶ τήβεννα περιπόρφυρος, τοῦ δὲ δικτάτω‐ | 173 in vol. 6 |
5 | ρος πελέκεις μὲν ... | |
Bibl.245393b(7) | Ἀνεγνώσθη ἐκ τῶν Πλουτάρχου παραλ‐ λήλων διάφοροι λόγοι, ὧν ἡ ἔκδοσις κατὰ σύνοψιν ἐκλέγεται διάφορον χρηστομαθίαν. | |
9 | ||
10 | Ἐκ τοῦ Δίωνος. | |
10 | Ἀλλὰ Τίμαιος οὐκ ἄδικον λαβὼν πρόφασιν τὴν ὑπὲρ τῆς τυραννίδος τοῦ Φιλίστου σπουδὴν καὶ πίστιν, ἐμπίπλαται τῶν κατ’ αὐτοῦ βλασφημιῶν. Ὃ τοὺς μὲν ἀδι‐ κηθέντας σύγγνωστόν ἐστιν ἴσως ἄχρι τῆς εἰς ἀναίσθη‐ | |
15 | τον ὀργῆς χαλεποὺς γενέσθαι· τοὺς δ’ ὕστερον συγγράφον‐ τας τὰ πεπραγμένα, καὶ τῷ μὲν βίῳ μὴ λυπηθέντας αὐτοῦ, τῷ δὲ λόγῳ χρωμένους, ἡ δόξα παραιτεῖται μὴ μεθ’ ὕβρεως μηδὲ μετὰ βωμολοχίας ὀνειδίζειν τὰς συμφοράς, ὧν οὐδὲν ἐπέχει καὶ τὸν ἄριστον ἀνδρῶν ἐκ | |
20 | τύχης μετασχεῖν. | |
20 | Οὐ μὴν οὐδ’ Ἔφορος ὑγιαίνει τὸν Φί‐ λιστον ἐγκωμιάζων· ὃς καίπερ ὢν δεινότατος ἀδίκοις πράγμασι καὶ πονηροῖς ἤθεσιν εὐσχημόνας αἰτίας πε‐ ριβάλλειν καὶ λόγους ἔχοντας κόσμον ἐξευρεῖν, αὐτὸς ἑαυτὸν οὐ δύναται πάντα μηχανώμενος ἐξελέσθαι τῆς | |
25 | γραφῆς ὡς οὐ φιλοτυραννότατος ἀνθρώπων γένοιτο καὶ μάλιστα πάντων ἀεὶ ζηλώσας καὶ θαυμάσας τρυ‐ φὴν καὶ δύναμιν καὶ πλούτους καὶ γάμους τοὺς τῶν τυράν‐ νων. Ἀλλὰ γὰρ Φιλίστου μὲν ὁ μήτε τὰς πράξεις ἐπαι‐ νῶν μήτε τὰς τύχας ὀνειδίζων ἐμμελέστατος. | 174 in vol. 6 |
29 | ||
30 | Ἐκ τοῦ Βρούτου. | |
30 | Ἐν μὲν οὖν ταῖς πρώταις ἐπιστολαῖς τοιοῦτος ὁ Βροῦ‐ τος· ἤδη δὲ τῶν μὲν ὡς Καίσαρα τῶν δὲ ὡς Ἀντώ‐ νιον διϊσταμένων, ὠνίων δὲ τῶν στρατοπέδων ὥσπερ ὑπὸ κήρυκι προστιθεμένων τῷ πλεῖον διδόντι, παν‐ | |
35 | τάπασιν ἀπογνοὺς τῶν πραγμάτων ἔγνω καταλιπεῖν Ἰταλίαν, καὶ πεζῇ διὰ Λευκανίας εἰς Ἐλαίαν ἐπὶ θά‐ λασσαν ἧκεν. Ὅθεν ἡ Πορκία μέλλουσα πάλιν εἰς Ῥώ‐ μην ἀποτρέπεσθαι, λανθάνειν μὲν ἐπειρᾶτο περιπαθῶς ἔχουσα, γραφὴ δέ τις αὐτὴν προὔδωκε, τἆλλα γενναίαν | |
Bibl.245394a | οὖσαν. Ἦν γὰρ ἐκ τῶν Ἑλληνικῶν διάθεσις Ἕκτωρ ὑπὸ Ἀνδρομάχης προπεμπόμενος, κομιζομένης παρ’ αὐ‐ τοῦ τὸ παιδίον, ἐκείνῳ δὲ προσβλεπούσης. Ταῦτα θεωμέ‐ νην τὴν Πορκίαν ἡ τοῦ πάθους εἰκὼν ἐξέτηξεν εἰς | |
5 | δάκρυα, καὶ πολλάκις φοιτῶσα τῆς ἡμέρας ἔκλαιεν. | |
5 | Ἐκ τοῦ Αἰμιλίου. | |
6 | Ἐν ᾧ παθῶν τε παντοδαπῶν καὶ νοσημάτων ἐνόν‐ των ἐπρώτευεν ἡ φιλαργυρία. (Περὶ τοῦ Περσέως τῶν Μακεδόνων βασιλέως ὁ Πλούταρχος λέγει). | |
9 | ||
10 | Ἐκ τοῦ Δημοσθένους. | |
10 | ||
Ὅτι τῶν πρέσβεων ἐξ Ἀθηνῶν πρὸς Φίλιππον πα‐ ραγεγονότων ἤκουσε μὲν ἁπάντων ὁ Φίλιππος, ἀν‐ τεῖπε δὲ μετὰ πλείστης ἐπιμελείας πρὸς τὸν Δημοσθέ‐ νους λόγον· οὐ μὴν ταῖς ἄλλαις τιμαῖς καὶ φιλοφροσύναις | 175 in vol. 6 | |
15 | ὅμοιον αὑτὸν τῷ Δημοσθένει παρεῖχεν, ἀλλὰ καὶ προσή‐ γετο τοὺς περὶ Αἰσχίνην καὶ Φιλοκράτην μᾶλλον. Ὅθεν ἐπαινούντων ἐκείνων τὸν Φίλιππον ὡς λέγειν δυνατώτατον καὶ κάλλιστον ὀφθῆναι καὶ, νὴ Δία, συμ‐ πιεῖν ἱκανώτατον, ἠναγκάζετο βασκαίνων ἐπισκώπτειν | |
20 | ὡς τὸ μὲν σοφιστοῦ, τὸ δὲ γυναικός, τὸ δὲ σπογγιᾶς εἴη, βασιλέως δὲ οὐδὲν ἐγκώμιον. Ὅτι τῆς θυγατρὸς τοῦ Δημοσθένους ἀποθανούσης, γνοὺς αὐτὸς κρύφα τὴν τοῦ Φιλίππου τελευτήν, προῆλθε φαιδρὸς εἰς τὴν βουλήν, ἐπιθαρρύνων τοὺς Ἀθηναίους | |
25 | πρὸς τὰ μέλλοντα, καὶ ὄναρ ἑωρακέναι ἔλεγεν ἀφ’ οὗ τι μέγα προσδοκᾶν Ἀθηναίοις ἀγαθόν· καὶ μετ’ οὐ πολὺ παρῆσαν οἱ τὸν Φιλίππου θάνατον ἀπαγγέλλον‐ τες, καὶ παρῆλθεν ὁ Δημοσθένης ἐστεφανωμένος, ἔχων καὶ λαμπρὸν ἱμάτιον, ἑβδόμην ἡμέραν τῆς θυγατρὸς | |
30 | αὐτοῦ τεθνηκυΐας, ὡς Αἰσχίνης φησὶ λοιδορῶν αὐτὸν ἐπὶ τούτῳ καὶ κατηγορῶν αὐτοῦ μισοτεκνίαν, αὐτὸς ὢν ἀγεννὴς καὶ μαλακός, εἰ τὸ ταπεινὸν καὶ τοὺς ὀδυρμοὺς ἡμέρου καὶ φιλοστόργου ψυχῆς ποιεῖται σημεῖα, τὸ δὲ ἀλύ‐ πως καὶ πρᾴως ταῦτα φέρειν ἀπεδοκίμαζεν. | |
34 | Ἐγὼ δὲ | |
35 | ὡς μὲν ἐπὶ θανάτῳ βασιλέως ἡμέρως οὕτω καὶ φιλαν‐ θρώπως ἐν οἷς ηὐτύχησε χρησαμένου πταίσασιν αὐ‐ τοῖς στεφανηφορεῖν καλῶς εἶχε καὶ θύειν, οὐκ ἂν εἴποιμι· πρὸς γὰρ τῷ νεμεσητῷ καὶ ἀγεννὲς ζῶντα μὲν τιμᾶν | |
καὶ ποιεῖσθαι πολίτην, πεσόντος δὲ ὑφ’ ἑτέρου μὴ φέρειν | 176 in vol. 6 | |
Bibl.245394b | τὴν χαρὰν μετρίως, ἀλλ’ ἐπισκιρτᾶν τῷ νεκρῷ. Ὅτι μέντοι τὰς οἴκοι τύχας καὶ δάκρυα καὶ ὀδυρμοὺς ἀπο‐ λιπὼν ταῖς γυναιξὶν ὁ Δημοσθένης ἃ τῇ πόλει συμ‐ φέρειν ᾤετο, ταῦτα ἔπραττεν, ἐπαινῶ καὶ τίθεμαι πολι‐ | |
5 | τικῆς καὶ ἀνδρώδους ψυχῆς, ἀεὶ πρὸς τὸ κοινὸν ἐνιστά‐ μενον καὶ τὰ οἰκεῖα πράγματα καὶ πάθη τοῖς δημο‐ σίοις ἐπανέχοντα, τηρεῖν τὸ ἀξίωμα πολὺ μᾶλλον ἢ τοὺς ὑποκριτὰς τῶν βασιλικῶν καὶ τυραννικῶν προσ‐ ώπων, οὓς ὁρῶμεν οὔτε κλαίοντας οὔτε γελῶντας ἐν τοῖς | |
10 | θεάτροις ὡς αὐτοὶ θέλουσιν, ἀλλ’ ὡς ὁ ἀγὼν ἀπαιτεῖ πρὸς τὴν ὑπόθεσιν. | |
11 | Χωρὶς δὲ τούτων ἔδει τὸν ἀτυχή‐ σαντα μὴ περιορᾶν ἀπαρηγόρητον ἐν τῷ πάσχειν κεί‐ μενον, ἀλλὰ καὶ λόγοις χρῆσθαι κουφίζουσι καὶ πρὸς ἡδίω πράγματα τρέπειν τὴν διάνοιαν, ὥσπερ τοὺς ὀφθαλ‐ | |
15 | μιῶντας ἀπὸ τῶν λαμπρῶν καὶ ἀντιτύπων ἐπὶ τὰ μα‐ λακὰ καὶ χλωρὰ χρώματα τὴν ὄψιν ἀπάγειν κελεύον‐ τες. Πόθεν ἄν τις ἐπάγοιτο βελτίω παρηγορίαν, ἢ πα‐ τρίδος εὐτυχούσης ἐκ τῶν κοινῶν παθῶν ἐπὶ τὰ οἰκεῖα σύγκρασιν ποριζόμενος καὶ τοῖς βελτίοσιν ἐναφανί‐ | |
20 | ζουσαν τὰ χείρω; Ὅτι Δημοσθένης, φησί, πληγεὶς ὑπὸ τῆς δωροδο‐ κίας Ἁρπάλου ὥσπερ δεδεγμένος φρουράν, προσεκεχω‐ ρήκει αὐτῷ. Καὶ ἀθροισθείσης ἐκκλησίας ἣ ἔμελλε τὰ περὶ Ἅρπαλον ἐπισκέψασθαι, (ἀντέλεγε γὰρ τοῖς βουλο‐ | |
25 | μένοις σῴζειν αὐτὸν καὶ δέχεσθαι πρὸ τοῦ τὴν χεῖρα τῷ χρυσίῳ ὑποσχεῖν) εὖ καὶ καλῶς ἐρίοις καὶ ταινίαις κατὰ τοῦ τραχήλου κατελιξάμενος εἰς τὴν ἐκκλησίαν προῆλθε, | |
καὶ κελευόντων ἀνίστασθαι καὶ λέγειν διένευεν ὡς ἀπο‐ κεκομμένης αὐτῷ τῆς φωνῆς. Οἱ δὲ εὐφυεῖς χλευάζον‐ | 177 in vol. 6 | |
30 | τες οὐχ ὑπὸ συνάγχης ἔφραζον ἀλλ’ ἀργυράγχης εἰλῆ‐ φθαι νύκτωρ τὸν δημαγωγόν. Ὅτι μετὰ τὸ φυγαδευθῆναι διὰ τὰ Ἁρπάλεια χρή‐ ματα Δημοσθένης τοὺς προσιόντας αὐτῷ καὶ συνδια‐ τρίβοντας νεανίσκους ἀπέτρεπε τῆς πολιτείας, λέγων ὡς | |
35 | εἰ δυεῖν αὐτῷ προκειμένων ἀπ’ ἀρχῆς ὁδῶν, τῆς μὲν ἐπὶ τὸ βῆμα καὶ τὴν ἐκκλησίαν, τῆς δὲ ἄντικρυς εἰς τὸν ὄλεθρον, ἐτύγχανεν εἰδὼς τὰ κατὰ τὴν πολιτείαν κακά, φόβους καὶ φθόνους καὶ διαβολὰς καὶ ἀγωνίας, ἐπὶ ταύτην ἂν ὁρμῆσαι τὴν εὐθὺ τοῦ θανάτου τείνουσαν. | |
39 | ||
Bibl.245395a | Ἐκ τοῦ Κικέρωνος. | |
1 | Ὅτι οὐ μικρά (φησίν) ἐκ τοῦ ὑποκρίνεσθαι ῥοπὴ προσῆν εἰς τὸ πείθειν τῷ Κικέρωνι· καὶ τοὺς τῷ μεγάλα βοᾶν χρω‐ μένους ῥήτορας ἐπισκώπτων ἔλεγε δι’ ἀσθένειαν ἐπὶ τὴν | |
5 | κραυγὴν ὥσπερ τοὺς χωλοὺς ἐφ’ ἵππον πηδᾶν. Ὅτι τὸ μὲν πρὸς ἐχθροὺς ἢ πρὸς ἀντιδίκους σκώμμασι χρῆσθαι πικροτέροις δοκεῖ ῥητορικὸν εἶναι· τὸ δὲ οἷς ἔτυχε προσ‐ κρούειν ἕνεκα τοῦ γελοίου πολὺ συνήγαγε μῖσος τῷ Κικέ‐ ρωνι, καὶ ἐκ τούτου πολλοῖς γέγονεν ἐπαχθής, καὶ οἱ μετὰ | |
10 | Κλωδίου συνέστησαν ἐπ’ αὐτὸν ἀρχὴν τοιαύτην λαβόν‐ τες. Ὅτι τὸ λεπτότατον τοῦ χαλκοῦ νόμισμα κουα‐ δράντην Ῥωμαῖοι καλοῦσιν. Ὅτι λέγεται, φησί, τὰς πρώτας ἡμέρας διαγωνισάμενος ὑπὲρ τοῦ Κικέρωνος ὁ Καῖσαρ ἐνδοῦναι τῇ τρίτῃ καὶ προέσθαι τὸν φίλον. Τὰ | |
15 | δὲ τῆς ἀντιδόσεως οὕτως εἶχεν· ἔδει Κικέρωνος μὲν ἐκστῆναι Καίσαρα, Παύλου δὲ τἀδελφοῦ Λέπιδον, Λευ‐ κίου δὲ Καίσαρος Ἀντώνιον, ὃς ἦν θεῖος αὐτῷ πρὸς | |
μητρός. Οὕτως ἐξέπεσον ὑπὸ θυμοῦ καὶ λύσσης τῶν ἀν‐ θρωπίνων λογισμῶν, μᾶλλον δὲ ἀπέδειξαν ὡς οὐδὲν | 178 in vol. 6 | |
20 | θηρίον ἀνθρώπου ἐστὶν ἀγριώτερον, ἐξουσίαν πάθει προσλαβόντος. | |
21 | Ἐκ τοῦ Φωκίωνος. | |
22 | Ὅτι, φησίν, ὁ Φωκίων τραχὺς ἦν καὶ κατηφής· διὸ καὶ Ἀριστογείτονος τοῦ συκοφάντου πολεμικοῦ ὄντος ἐν | |
25 | ταῖς ἐκκλησίαις καὶ παροξύνοντος ἐπὶ τὰς πράξεις τὸν δῆμον, ἐν δὲ τῷ καταλόγῳ προσελθόντος ἐπὶ βακτηρίᾳ τὼ σκέλη καταδεδεμένω, πόρρωθεν αὐτὸν ἀπὸ τοῦ βή‐ ματος ἰδὼν ὁ Φωκίων ἀνέκραγε· «Γράφε καὶ Ἀριστο‐ γείτονα χωλὸν καὶ πονηρόν». Ὥστε θαυμάζειν ὅπως καὶ | |
30 | ὁπόθεν τραχὺς οὕτως ἀνὴρ καὶ σκυθρωπὸς ἐκτήσατο τὴν τοῦ χρηστοῦ προσηγορίαν. Ἔστι δέ, οἶμαι, χαλεπόν, οὐ μὴν ἀδύνατον, ὥσπερ οἶνον, καὶ ἄνθρωπον τὸν αὐ‐ τὸν ἡδὺν ἅμα καὶ αὐστηρὸν εἶναι, καθάπερ ἕτεροι πάλιν φαινόμενοι γλυκεῖς ἀηδέστατοι τοῖς χρωμένοις εἰσὶ καὶ | |
35 | βλαβερώτατοι. Καίτοι φασὶν Ὑπερείδην ποτὲ εἰπεῖν πρὸς τὸν δῆμον· «Ἄνδρες Ἀθηναῖοι, μὴ σκοπεῖτε μόνον εἰ πικρός εἰμι, ἀλλ’ εἰ προῖκά εἰμι πικρός». | |
37 | Φωκίων τοίνυν ἔχθρᾳ μὲν τῶν πολιτῶν κακῶς οὐδένα ἐποίησεν, οὐδὲ ἐνόμιζεν ἐχθρόν· ἀλλ’ ὅσον ἔδει μόνῳ τῷ ἐνιστα‐ | |
40 | μένῳ οἷς ἔπραττεν ὑπὲρ τῆς πατρίδος κατεξαναστῆναι, τραχὺς ὢν καὶ δυσεκβίαστος καὶ ἀπαραίτητος, εἰς | |
Bibl.245395b | τὸν ἄλλον βίον εὐμενῆ πᾶσι καὶ κοινὸν καὶ φιλάν‐ θρωπον ἑαυτὸν παρεῖχεν, ὥστε καὶ πταίσασι βοηθεῖν καὶ κινδυνεύουσι συνεξετάζεσθαι τοῖς διαφόροις. Ὅτι Ἀντίπατρον τὸν Μακεδονίας στρατηγὸν λέγεται | |
5 | εἰπεῖν ὡς δυεῖν αὐτῷ φίλων Ἀθήνῃσιν ὄντων, Φω‐ κίωνος καὶ Δημάδου, τὸν μὲν λαβεῖν οὐ πέπεικε, τὸν δὲ διδοὺς οὐκ ἐμπέπληκεν. | 179 in vol. 6 |
7 | Ἐκ τοῦ Κάτωνος. | |
8 | Ὡς οὖν εἰς τὸ μανθάνειν ἧκεν ὁ Κάτων, νωθρὸς ἦν | |
10 | ἀναλαβεῖν καὶ βραδύς, ἀναλαβὼν δὲ κάτοχος καὶ μνη‐ μονικός. Ὃ δὴ καὶ πέφυκεν ἄλλως τοὺς μὲν εὐφυεστάτους ἀναμνηστικοὺς μᾶλλον εἶναι, μνημονικοὺς δὲ τοὺς μετὰ πόνου καὶ πραγματείας παραδεχομένους· γίνεται γὰρ οἷον ἔγκαυμα τῆς ψυχῆς τῶν μαθημάτων ἕκαστον. | |
14 | ||
15 | Ἐκ τοῦ Ἀλεξάνδρου. | |
15 | Ὅτι, φησί, λευκὸς ἦν ὁ Ἀλέξανδρος, ἡ δὲ λευκότης ἐπεφοίνισσεν αὐτοῦ μάλιστα περὶ τὸ στῆθος καὶ τὸ πρόσ‐ ωπον. Ὅτι δὲ τοῦ χρωτὸς ἥδιστον ἀπέπνει καὶ τὸ στόμα κατεῖχεν εὐωδία καὶ τὴν σάρκα πᾶσαν ὥστε πληροῦσθαι | |
20 | καὶ τοὺς χιτωνίσκους πολλοὶ γεγράφασιν. Αἰτία δὲ ἴσως ἡ τοῦ σώματος κρᾶσις, πολύθερμος οὖσα καὶ πυρώδης· ἡ γὰρ εὐωδία γίνεται πέψει τῶν ὑγρῶν ὑπὸ θερμότητος, ὡς οἴεται Θεόφραστος. Ὅθεν οἱ ξηροὶ καὶ διάπυροι τόποι τῆς οἰκουμένης τὰ πλεῖστα καὶ κάλλιστα τῶν ἀρωμάτων | |
25 | φέρουσιν· ἐξαίρει γὰρ ὁ ἥλιος τὸ ὑγρὸν ὥσπερ ὕλην ση‐ πεδόνος ἐπιπολάζον τοῖς σώμασι. Ἀλέξανδρον δέ, ὡς ἔοικεν, ἡ θερμότης καὶ ποτικὸν καὶ θυμοειδῆ παρεῖχεν. Ὅτι τὸν Βουκέφαλον προσαχθέντα ὤνιον ταλάντων δέκα καὶ τριῶν παρὰ Φιλονείκου τοῦ Θετταλοῦ ὁ μὲν Φί‐ | |
30 | λιππος ἀπεπέμπετο ὡς τὸν ἀναβάτην οὐ δεχόμενον οὐδὲ | |
φωνήν τινος τῶν περὶ τὸν Φίλιππον ὑπομένοντα· ὁ δὲ Ἀλέξανδρος μεμψάμενος τὴν ἀποπομπὴν τοῦ ἵππου ᾐτήσατο παρὰ τοῦ πατρὸς λαβεῖν αὐτόν, καὶ λαβὼν τὸν δοκοῦντα ἵππον ἄγριον εἶναι πρὸς πάντας οἳ προσ‐ | 180 in vol. 6 | |
35 | ῄεσαν αὐτῷ, καὶ ἀκόλαστον, προσδραμὼν τῷ ἵππῳ καὶ παραλαβὼν τὴν ἡνίαν ὁ Ἀλέξανδρος ἐπέστρεψε πρὸς τὸν ἥλιον, ὡς ἔοικεν ἐννοήσας ὅτι τὴν σκιὰν προσ‐ πίπτουσαν καὶ σαλευομένην ὁρῶν πρὸ αὑτοῦ διατα‐ ράττοιτο. Μικρὰ δὲ οὕτω παρακαλπάσας καὶ καταψήσας, | |
40 | ὡς ἑώρα θυμοῦ πληρούμενον ὁμοῦ καὶ πνεύματος, ἀπορ‐ ρίψας ἡσυχῇ τὴν χλαμύδα καὶ μετεωρίσας ἑαυτὸν ἀσφαλῶς | |
Bibl.245396a | περιέβη, καὶ ἤλαυνεν ἀνὰ κράτος τὸν ἵππον. | |
1 | Καὶ τοῖς μὲν δέος καὶ ἀγὼν ἐνέπιπτε, μή τι τὸ μειράκιον πάθῃ, τοῖς δὲ κρότος ἦν χειρῶν καὶ τερπνὸν θέαμα. Πάντας δ’ ὁμοίως εἶχεν ἔκπληξις. Ὡς δὲ κάμψας ὑπέ‐ | |
5 | στρεψεν ὀρθῶς σοβαρὸς καὶ γεγηθώς, ἅπαντες μὲν χαί‐ ροντες ἀνηλάλαξαν, ὁ δὲ πατὴρ καὶ δακρύσαι λέγεται πρὸς τὴν χαράν, καταβάντος δὲ αὐτοῦ τὴν κεφαλὴν φιλήσας· «Ὦ παῖ, φάναι, ζήτει σεαυτῷ βασιλείαν ἴσην· Μακεδονία γάρ σε οὐ χωρεῖ». | |
9 | Ὅτι Ἀλέξαν‐ | |
10 | δρος (φησί) τοῦ νικᾶν τοὺς πολεμίους τὸ κρατεῖν ἑαυτοῦ βασιλικώτερον ἡγούμενος, οὔτε τινὸς τῶν Δαρείου θυγα‐ τέρων, κάλλει διαπρεπεστάτων οὐσῶν, οὐδεμιᾶς ἔθιγεν, οὔτε ἄλλην ἔγνω γυναῖκα πρὸ γάμου πλὴν Βαρσίνης ἀνδρὸς οὔσης κεχηρωμένης. | |
14 | Ὅτι προβάτου (φησί) | |
15 | τεκόντος ἄρνα περὶ τὴν κεφαλὴν σχῆμα καὶ χρῶμα ἔχοντα τιάρας καὶ διδύμους ἑκατέρωθεν αὐτοῦ, βδελυ‐ χθεὶς τὸ σημεῖον ἐκαθάρθη μὲν ὑπὸ τῶν Βαβυλωνίων | |
ὁ Ἀλέξανδρος οὓς ἐξ ἔθους ἐπήγετο πρὸς τὰ τοιαῦτα, διειλέχθη δὲ πρὸς τοὺς φίλους ὡς οὐ δι’ αὑτὸν ἀλλὰ δι’ | 181 in vol. 6 | |
20 | ἐκείνους ταράττοιτο, μὴ τὸ κράτος εἰς ἀγεννῆ καὶ ἄναλ‐ κιν ἄνθρωπον ἐκλιπόντος αὐτοῦ περιστήσῃ τὸ δαιμό‐ νιον. Οὐ μὴν ἀλλὰ βέλτιόν τι σημεῖον γενόμενον τὴν ἀθυμίαν ἔλυσεν. Ὁ γὰρ ἐπὶ τῶν στρωματοφυλάκων τεταγ‐ μένος, ὄνομα Πρόξενος, χώραν ὀρύττων τῇ βασιλικῇ σκηνῇ | |
25 | παρὰ τὸν Ὄξον ποταμόν, ἀπεκάλυψε πηγὴν ὑγροῦ λι‐ παροῦ καὶ πιμελώδους, ἀπαντλουμένου δὲ τοῦ πρώτου, κα‐ θαρὸν ἀνέβλυζεν ἤδη καὶ διαυγὲς ἔλαιον, οὔτε ὀσμῇ δο‐ κοῦν οὔτε γεύσει ἐλαίου διαφέρειν, στιλβότητα δὲ καὶ λαμ‐ πρότητα παντάπασιν ἀπαράλλακτον, καὶ ταῦτα τῆς χώρας | |
30 | μηδὲ ἐλαίας φερούσης. Λέγεται μὲν οὖν καὶ τὸν Ὄξον αὐτὸν μαλακώτατον ὕδωρ, ὥστε τὸ δέρμα τοὺς λουομένους ἐπι‐ λιπαίνειν. Οὐ μὴν ἀλλὰ καὶ θαυμαστῶς Ἀλέξανδρος τῷ σημείῳ ἥσθη. | |
33 | Ὅτι Ἀριδαῖος μὲν γέγονε τῷ Φι‐ λίππῳ ἐξ ἀδόξου γυναικὸς καὶ κοινῆς, Φιλίνης, ἀτελὴς | |
35 | δὲ τῷ φρονεῖν διὰ σώματος ἐγεγόνει νόσον, οὐ μὴν φύσει, ἀλλὰ καὶ πάνυ φασὶν αὐτοῦ παιδὸς ὄντος δια‐ φαίνεσθαι χάριεν ἦθος καὶ οὐκ ἀγεννές, εἶτα μέντοι φαρ‐ μάκοις ὑπὸ Ὀλυμπιάδος κακωθέντα διαφθαρῆναι τὴν διάνοιαν. | |
39 | ||
40 | Ἐκ τοῦ Καίσαρος. | |
40 | Ὅτι Καῖσαρ λέγεται τῇ προτέρᾳ νυκτὶ τῆς ἐπ’ Ἀρίμι‐ νον | |
Bibl.245396b | διαβάσεως (πόλις δέ ἐστιν αὕτη τῆς Κελτικῆς μεγάλη, ἣν καὶ ἀθρόον ἐπελθὼν ἔσχεν) ὄναρ ἰδεῖν ἔκθε‐ σμον· ἐδόκει γὰρ αὐτὸς τῇ ἑαυτοῦ μητρὶ μίγνυσθαι τὴν | |
ἄρρητον μίξιν. | 182 in vol. 6 | |
5 | Ἐκ τοῦ Εὐμένους. | |
5 | Τὸ μὲν εὐτυχεῖν καὶ τοὺς φύσει μικροὺς συνεπικου‐ φίζει τοῖς φρονήμασιν, ὥστε φαίνεσθαί τι μέγεθος περὶ αὐτοὺς καὶ ὄγκον ἐκ πραγμάτων ὑπερεχόντων ἀποβλε‐ πομένους. Ὁ δέ γε ἀληθῶς μεγαλόφρων καὶ βέβαιος ἐν | |
10 | τοῖς σφάλμασι μᾶλλον καὶ ταῖς δυσημερίαις ἀναφέρων γίνεται κατάδηλος, ὥσπερ ὁ Εὐμένης κακοπραγήσας. Μᾶλλον γὰρ αὐτοῦ τῆς ψυχῆς τὸ γενναῖον διεφάνη καὶ ἐξέλαμψε καὶ τὸ ἀπτόητον τοῦ φρονήματος καὶ ταῖς συμφοραῖς ἀταπείνωτον. | |
14 | Ὅτι αἰσθόμενος (φησί) | |
15 | τοὺς ὑπ’ αὐτὸν ἀλλήλων μὲν καταφρονοῦντας, αὐτὸν δὲ φοβουμένους καὶ παραφυλάττοντας ἀνελεῖν, εἰ γένοιτο καιρός, ἐσκήψατο χρημάτων δεῖσθαι, καὶ συνεδανείσατο τάλαντα πολλὰ παρὰ τῶν μάλιστα μισούντων, ἵνα καὶ πιστεύωσι καὶ ἀπέχωνται περὶ τὸ δάνειον ἀγωνιῶντες. | |
20 | Ὥστε συνέβη τὸν ἀλλότριον πλοῦτον φύλακα τοῦ σώματος ἔχειν, καὶ τῶν ἄλλων ἐπὶ σωτηρίᾳ διδόντων μόνον ἐκ τοῦ λαβεῖν κτήσασθαι τὴν ἀσφάλειαν. | |
22 | Ὅτι φιλοπό‐ λεμος μέν ἐστι (φησίν) ὁ τῆς ἀσφαλείας τὴν πλεονε‐ ξίαν προτιμῶν, πολεμικὸς δὲ ὁ τῷ πολέμῳ κτώμενος | |
25 | τὴν ἀσφάλειαν. | |
25 | Ἐκ τοῦ Σερτωρίου. | |
26 | Ὅτι διατρίβοντι (φησί) Σερτωρίῳ περὶ Ἰβηρίαν ναῦταί τινες ἐντυγχάνουσιν αὐτῷ ἐκ τῶν Ἀτλαντικῶν νήσων ἀναπεπλευκότες, αἳ δύο μέν εἰσι λεπτῷ παντά‐ | |
30 | πασι πορθμῷ διαιρούμεναι, μυρίους δὲ ἀπέχουσι Λιβύης | |
σταδίους, καὶ ὀνομάζονται Μακάρων. Ὄμβροις δὲ χρώμεναι μετρίοις σπανίως, τὰ πλεῖστα πνεύμασι μαλακοῖς καὶ δροσοβόλοις οὐ μόνον ἀροῦν καὶ φυτεύειν παρέχουσιν ἀγαθὴν καὶ πίονα χώραν, ἀλλὰ καὶ καρπὸν | 183 in vol. 6 | |
35 | αὐτοφυῆ φέρουσιν, ἀποχρῶντα πλήθει καὶ γλυκύτητι βόσκειν ἄνευ πόνων καὶ πραγματείας σχολάζοντα δῆμον. Ἀὴρ δὲ ἄλυπος ὡρῶν τε κράσει καὶ μεταβολῆς μετριό‐ τητι κατέχει τὰς νήσους. Οἱ γὰρ ἐνθένδε τῆς γῆς ἀπο‐ πνέοντες ἔξω Βορέαι καὶ Ἀπηλιῶται διὰ μῆκος ἐκπε‐ | |
40 | σόντες εἰς τόπον ἀχανῆ διασπείρονται καὶ προαπολεί‐ πουσι· πελάγιοι δὲ περιρρέοντες Ἀργέσται καὶ Ζέφυροι | |
Bibl.245397a | βληχροὺς μὲν ὑετοὺς καὶ σποράδας ἐκ θαλάττης ἐπάγοντες, τὰ δὲ πολλὰ νοτεραῖς αἰθρίαις ἐπιψύχοντες, ἡσυχῇ τρέφουσιν. Ὥστε μέχρι τῶν βαρβάρων διῆχθαι πίστιν ἰσχυρὰν αὐτόθι τὸ Ἠλύσιον εἶναι πεδίον καὶ τὴν | |
5 | τῶν εὐδαιμόνων οἴκησιν, ἣν Ὅμηρος ὕμνησε. | |
5 | Ταῦτα ὁ Σερτώριος ἀκούσας ἔρωτα θαυμαστὸν ἔσχεν οἰκῆσαι τὰς νήσους καὶ ζῆν ἐν ἡσυχίᾳ, τυραννίδος ἀπαλλαγεὶς καὶ πολέμων ἀπαύστων. Ἀλλὰ διεμάραναν αὐτοῦ καὶ περιέ‐ σπασαν τὸν ἔρωτα ἥ τε κίνησις τῶν μετ’ αὐτοῦ Κι‐ | |
10 | λίκων ἐκταραχθεῖσα καὶ νεωτέρων φροντὶς πολεμίων. Ὅτι λέγεται (φησίν) ὁ Σερτώριος οὔτε ὑφ’ ἡδονῆς οὔτε ὑπὸ δέους εὐάλωτος γενέσθαι, φύσει δὲ ἀνέκπληκτος παρὰ τὰ δεινὰ καὶ μέτριος ἐνεγκεῖν εὐτυχίαν· οὐδενὸς μέντοι οὐδὲ πρὸς εὐθυμαχίαν ἀτολμότερος τῶν καθ’ ἑαυτὸν | |
15 | ἡγεμόνων, ὅσα δὲ κλοπείας ἐν πολέμοις ἔργα καὶ πλεο‐ νεξίας περὶ τόπους ὀχυροὺς καὶ διαβάσεις τάχους δεομέ‐ νας, ἀπάτης τε καὶ ψευδῶν ἐν δέοντι, σοφιστὴς δεινό‐ | |
τατος. Ἐν δὲ ταῖς τιμαῖς τῶν ἀνδραγαθημάτων δα‐ ψιλὴς φαινόμενος, περὶ τὰς τιμωρίας ἐμετρίαζε τῶν | 184 in vol. 6 | |
20 | ἁμαρτημάτων· καίτοι δοκεῖ περὶ τὸν ἔσχατον αὐτοῦ βίον ὠμότητός τε καὶ βαρύτητος τὸ περὶ τοὺς ὁμήρους προα‐ χθὲν ἔργον ἐπιδεῖξαι τὴν φύσιν οὐκ οὖσαν ἥμερον, ἀλλ’ ἐπεχομένην λογισμῷ διὰ τὴν ἀνάγκην. Ἐμοὶ δ’ ἀρετὴν μὲν εἰλικρινῆ καὶ κατὰ λόγον συνεστῶσαν οὐκ ἄν ποτε | |
25 | δοκεῖ τύχη τις ἐκστῆσαι πρὸς τοὐναντίον· ἄλλως δὲ προαιρέσεις καὶ φύσεις χρηστὰς ὑπὸ συμφορῶν μεγάλων παρ’ ἀξίαν κακωθείσας οὐκ ἀδύνατον τῷ δαίμονι συμ‐ μεταβαλεῖν τὸ ἦθος· ὃ καὶ Σερτώριον οἶμαι παθεῖν, ἤδη τῆς τύχης αὐτὸν ἐπιλιπούσης ἐκτραχυνόμενον | |
30 | ὑπὸ τῶν πραγμάτων καὶ γινόμενον πονηρὸν πρὸς τοὺς ἀδικοῦντας. | |
31 | Ἐκ τοῦ Δημητρίου. | |
32 | Ὅτι Δημήτριος (φησί) μεγέθει μὲν ἦν τοῦ πατρὸς ἐλάττων, καίπερ ὢν μέγας, ἰδέᾳ δὲ καὶ κάλλει προσώπου | |
35 | θαυμαστὸς καὶ περιττός, ὥστε τῶν πλαττόντων καὶ γρα‐ φόντων μηδένα τῆς ὁμοιότητος ἐφικέσθαι. Τὸ γὰρ αὐτὸ χάριν καὶ βάρος καὶ φόβον καὶ ὥραν εἶχε, καὶ συνε‐ κέκρατο τῷ νεαρῷ καὶ ἰταμῷ δυσμίμητος ἡρωϊκή τις ἐπιφάνεια καὶ βασιλικὴ σεμνότης. Οὕτω δέ πως καὶ τὸ | |
40 | ἦθος ἐπεφύκει πρὸς ἔκπληξιν ἀνθρώπων ἅμα καὶ χάριν. Ὅτι τὸ ὑπερφυέστατον ἐνθύμημα τοῦ Στρατοκλέους | |
Bibl.245397b | φησίν—οὗτος γὰρ ἦν ὁ τῶν σοφῶν τούτων καὶ πε‐ ριττῶν καινουργὸς ἀρεσκευμάτων—ἔγραψεν ὅπως οἱ πεμ‐ πόμενοι κατὰ ψήφισμα δημοσίᾳ πρὸς Ἀντίγονον ἢ Δημή‐ | |
τριον ἀντὶ πρεσβευτῶν θεωροὶ λέγοιντο, καθάπερ οἱ | 185 in vol. 6 | |
5 | Πυθοῖ καὶ Ὀλυμπίαζε τὰς πατρίους θυσίας ἀπάγοντες ἐν ταῖς Ἑλληνικαῖς ἑορταῖς. | |
6 | Οὕτω δὲ καταμωκώμενοι τοῦ Δημητρίου προσδιέφθειραν αὐτὸν οὐδὲ ἄλλως ὑγιαί‐ νοντα τὴν διάνοιαν. | |
8 | Ὅτι Ἀθηναῖοι, πολιορκοῦντος αὐτοὺς Φιλίππου, γραμματοφόρους ἑλόντες, τὰς μὲν ἄλλας | |
10 | ἀνέγνωσαν ἐπιστολάς, μόνην δὲ τὴν Ὀλυμπιάδος οὐκ ἔλυσαν, ἀλλ’ ὥσπερ ἦν, κατασεσημασμένην πρὸς ἐκεῖνον ἀπέλυσαν. | |
12 | Ὅτι οὐδέν φησιν οὕτω βασιλεῖ προσήκειν ὡς τὸ τῆς δίκης ἔργον. Ἄρης μὲν τύραννος, ὥς φησι Τιμόθεος, νόμος δὲ πάντων βασιλεὺς κατὰ Πίν‐ | |
15 | δαρόν ἐστιν. | |
15 | Ὅτι μέχρι Δημητρίου τοῦ Ἀντιγόνου παιδός, ὃς καὶ Πολιορκητὴς ἐπωνομάζετο, οὐδεὶς εἶδεν ἀνθρώπων οὔτε πεντεκαιδεκήρη ναῦν πρότερον οὔτε ἑκκαιδεκήρη· ὕστερον δὲ καὶ τεσσαρακοντήρη Πτολεμαῖος ὁ Φιλοπάτωρ ἐναυπηγήσατο, μῆκος διακοσίων ὀγδοή‐ | |
20 | κοντα πηχῶν, ὕψος δὲ ἕως ἀκροστολίου πεντήκοντα δυεῖν δεόντων, ναύταις δὲ χωρὶς ἐρετῶν ἐξηρτυμένην τετρακοσίοις, ἐρέταις δὲ τετρακισχιλίοις, χωρὶς δὲ τού‐ των ὁπλίτας δεχομένην ἐπί τε τῶν παρόδων καὶ τοῦ καταστρώματος ὀλίγῳ τρισχιλίων ἀποδέοντας. Ἀλλὰ | |
25 | [ναῦται υʹ, ἐρέται ͵δ, ὁπλῖται παρὰ μικρὸν ͵γ, ὁμοῦ ͵ζυʹ] θέαν μόνην ἐκείνη παρέσχε, καὶ μικρὸν ὅσον διαφέρουσα τῶν μονίμων οἰκοδομημάτων φανῆναι πρὸς ἐπίδειξιν, | |
οὐ χρείαν, ἐπισφαλῶς καὶ δυσέργως ἐκινήθη. Ἐκ τοῦ Ἀντωνίου. | 186 in vol. 6 | |
29 | ||
30 | Ὅτι Ἀντώνιος (φησίν) ἠγνόει πολλὰ τῶν ὑπ’ αὐτῷ γινομένων, οὐχ οὕτω ῥᾴθυμος ὢν ὡς δι’ ἁπλότητα πιστεύων τοῖς περὶ αὑτόν· ἐνῆν γὰρ ἁπλότης τῷ ἤθει, καὶ βραδεῖα μὲν αἴσθησις, αἰσθανομένῳ δὲ τῶν ἁμαρ‐ τανομένων ἰσχυρὰ μετάνοια καὶ πρὸς αὐτοὺς ἐξομολόγη‐ | |
35 | σις τοὺς ἀγνωμονηθέντας, μέγεθος δὲ καὶ περὶ τὰς ἀμοι‐ βὰς καὶ περὶ τὰς τιμωρίας· μᾶλλόν γε μὴν ἐδόκει χαρι‐ ζόμενος ἢ κολάζων ὑπερβάλλειν τὸ μέτριον. Ἡ δὲ περὶ τὰς παιδιὰς καὶ τὰς σκώψεις ὕβρις ἐν αὑτῇ τὸ φάρμα‐ κον εἶχεν· ἀντισκῶψαι γὰρ ἐξῆν καὶ ἀνθυβρίσαι, καὶ γελώ‐ | |
40 | μενος ἢ γελῶν ἔχαιρε. Καὶ τοῦτο διελυμήνατο τὰ πολλὰ τῶν πραγμάτων· τοὺς γὰρ ἐν τῷ παίζειν παρρησιαζομένους | |
Bibl.245398a | οὐκ ἂν οἰηθεὶς σπουδάζοντας κολακεύειν αὐτόν, ἡλίσκετο ῥᾳδίως ὑπὸ τῶν ἐπαίνων, ἀγνοῶν ὅτι τὴν παρρη‐ σίαν τινὲς ὡς ὑπόστυφον ἥδυσμα τῇ κολακείᾳ παραμιγνύν‐ τες ἀφῄρουν τὸ πλήσμιον, τῇ παρὰ τὴν κύλικα θρασύτητι | |
5 | καὶ λαλιᾷ διαμηχανώμενοι τὴν τῶν πραγμάτων ὕφεσιν καὶ συγκατάθεσιν, ὡς μὴ πρὸς χάριν ὁμιλεῖν, ἀλλὰ τῷ φρονεῖν ἡττωμένων φαίνεσθαι. | |
7 | Ἐκ τοῦ Πύρρου. | |
8 | Ὅτι Πύρρος (φησί) τῇ μὲν ἰδέᾳ τοῦ προσώπου φο‐ | |
10 | βερώτερος ἦν ἔχων ἦθος σεμνότερον καὶ βασιλικόν, πολ‐ λοὺς δὲ ὀδόντας οὐκ εἶχεν, ἀλλ’ ἓν ὀστοῦν συνεχὲς ἦν, ἄνωθεν οἷον λεπταῖς ἀμυχαῖς τὰς διαφυὰς ὑπογεγραμ‐ μένον τῶν ὀδόντων. Τοῖς δὲ σπληνιῶσιν ἐδόκει βοηθεῖν | |
ἀλεκτρυόνα θύων λευκόν, ὑπτίων τε κατακειμένων τῷ | 187 in vol. 6 | |
15 | δεξιῷ ποδὶ πιέζων ἀτρέμα τὸ σπλαγχνόν. Οὐδεὶς δ’ ἦν πένης οὔτε ἄδοξος οὕτως ὥστε μὴ τυχεῖν τῆς ἰατρείας δεηθείς. Ἐλάμβανε δὲ καὶ τὸν ἀλεκτρυόνα θύσας, καὶ τὸ γέρας τοῦτο ἥδιστον ἦν αὐτῷ. Λέγεται δὲ τοῦ ποδὸς ἐκείνου τὸν μείζονα δάκτυλον ἔχειν δύναμιν ἰδίαν, ὥστε | |
20 | μετὰ τὴν τελευτὴν τοῦ λοιποῦ σώματος κατακαέντος, ἀπαθῆ καὶ ἄθικτον ὑπὸ τοῦ πυρὸς εὑρεθῆναι. | |
21 | Ἐκ τοῦ Μαρίου. | |
22 | Ὅτι τῷ Μαρίῳ (φησί) καὶ σωφροσύνην καὶ καρτερίαν μαρτυροῦσιν· ἧς δεῖγμα καὶ τὸ περὶ τὴν χειρουργίαν | |
25 | ἐστίν. Ἰξῶν γὰρ ἀνάπλεως ἄμφω τὰ σκέλη γεγονὼς καὶ τὴν ἀμορφίαν δυσχεραίνων, ἔγνω παρασχεῖν ἑαυτόν. Καὶ παρέσχεν ἄδετος θάτερον σκέλος οὐδὲ κινηθείς, οὐδὲ στε‐ νάξας, ἀλλὰ καθεστῶτι τῷ προσώπῳ καὶ μετὰ σιωπῆς ὑπερβολάς τινας ἀλγηδόνων ἐπὶ ταῖς τομαῖς ἀνασχό‐ | |
30 | μενος. Τοῦ δὲ ἰατροῦ μετιόντος ἐπὶ θάτερον οὐκέτι παρέσχε, φήσας ὁρᾶν τὸ ἐπανόρθωμα τῆς ἀλγηδόνος οὐκ ἄξιον. Ὅτι Μάριος ἐκ Λιβύης μετὰ τοῦ στρατεύματος ἀνα‐ κομισθεὶς τήν τε ὑπατείαν ἀνέλαβε καὶ τὸν θρίαμβον εἰσήλασεν, ἄπιστον ἐπιδειξάμενος θέαμα Ῥωμαίοις, Ἰου‐ | |
35 | γούρθαν αἰχμάλωτον, οὗ ζῶντος οὐδ’ ἂν εἷς ἤλπισε πο‐ λεμίων κρατήσειν· οὗτος ἦν ποικίλος ἀνὴρ τύχαις ὁμι‐ λῆσαι, καὶ πανουργίᾳ πολλῇ μεμιγμένον ἔχων τὸ θυ‐ μοειδές. Ἐν δὲ τῷ θριάμβῳ κομισθῆναι λέγουσι χρυσίου μὲν ἑπτὰ καὶ τρισχιλίας λίτρας, ἀργύρου δὲ ἀσήμου ͵ε | |
40 | ψοεʹ, νομίσματος δὲ δραχμὰς ͵ζ ἐπὶ μυριάσιν ηʹ καὶ κʹ. Ὅτι τοὺς φιλοπόνους καὶ σιωπῇ μετ’ εὐκολίας τὰ προσ‐ τασσόμενα | |
Bibl.245398b | πράττοντας (ἄτρυτος γὰρ ἦν ὁ Μάριος καὶ αὐτουργεῖν τὰ πολλά, καὶ μιμεῖσθαι διδάσκειν αὐτὸν | |
καὶ ἐξομοιοῦσθαι τοὺς στρατιώτας) ἡμιόνους Μαριανοὺς ὠνόμαζον. Οἱ δέ, ὅτι Μάριος, φησίν, ὑπὸ Σκιπίωνι πάλαι | 188 in vol. 6 | |
5 | στρατευόμενος, καὶ πολυπραγμονοῦντι περί τε τῶν ὅπλων καὶ τῶν ὑποζυγίων τὸν στρατιώτην προσήγαγεν ἵππον τε κάλλιστα τεθραμμένον καὶ ἡμίονον εὐεξίᾳ καὶ πρᾳό‐ τητι καὶ ῥώμῃ διαφέροντα πολὺ τῶν ἄλλων. Ἡσθέντος δὲ τοῦ στρατηγοῦ τοῖς τοῦ Μαρίου θρέμμασι καὶ πολλάκις | |
10 | αὐτῶν μνησθέντος, οὕτως ἄρα τοὺς σκώπτοντας ἐν ἐπαίνῳ τὸν ἐνδελεχῆ καὶ τλήμονα καὶ φιλόπονον Μα‐ ριανὸν ἡμίονον προσαγορεύειν. Ὅτι Τεύτονας Μαρίου καταπολεμήσαντος, μυριάδας δέκα, Μασσαλιῶται τοῖς ὀστέοις λέγονται περιθριγκῶσαι | |
15 | τοὺς ἀμπελῶνας· τὴν δὲ γῆν, τῶν νεκρῶν καταναλω‐ θέντων ἐν αὐτῇ καὶ διὰ χειμῶνος ὄμβρων ἐπιπεσόν‐ των, οὕτως ἐκλιπανθῆναι καὶ γενέσθαι διὰ βάθους ἀνάπλεω τῆς σηπεδόνος ἐνδύσης, ὥστε καρπῶν ὑπερβάλλον εἰς ὥρας πλῆθος ἐξενεγκεῖν, καὶ μαρτυρῆσαι τῷ Ἀρχι‐ | |
20 | λόχῳ λέγοντι πιαίνεσθαι πρὸς τοῦ τοιούτου τὰς ἀρούρας. Ἐπιεικῶς δὲ ταῖς μεγάλαις μάχαις ἐξαισίους ὑετοὺς ἐπι‐ καταρρήγνυσθαι λέγουσιν, εἴτε δαιμονίου τινὸς τοῖς κα‐ θαροῖς καὶ διιπέτεσιν ἁγνίζοντος ὕδασι καὶ κατακλύζον‐ τος, εἴτε τοῦ φόνου καὶ τῆς σηπεδόνος ἐξανιείσης ὑγρὰν | |
25 | καὶ βαρεῖαν ἀναθυμίασιν, ἣ τὸν ἀέρα συνίστησιν, εὔ‐ τρεπτον ὄντα καὶ ῥᾳδίως μεταβάλλειν ἐπὶ πλεῖστον ἀπὸ σμικροτάτης ἀρχῆς. | |
27 | Ὅτι ἄξιον θαυμάσαι τοὺς Κουρ‐ νούτου θεράποντας. Πολλῶν γὰρ ἐν στασιαζούσῃ τῇ πόλει θανάτῳ καὶ τῶν ἀναιτίων καταψηφισαμένων, καὶ | |
30 | μυρίων σφαγῶν καὶ ποικίλων προελθόντων, οὗτοι τὸν δεσπότην ἀποκρύψαντες, νεκρὸν δέ τινα τῶν πολλῶν | |
ἀναρτήσαντες ἐκ τοῦ τραχήλου καὶ περιθέντες αὐτῷ χρυσοῦν δακτύλιον ἐπεδείκνυον τοῖς Μαρίου δορυ‐ φόροις, καὶ κοσμήσαντες ὡς ἐκεῖνον αὐτὸν ἔθαπτον. | 189 in vol. 6 | |
35 | Ὑπενόησε δὲ οὐδείς, ἀλλ’ οὕτω λαθὼν ὁ Κουρνοῦτος ὑπὸ τῶν οἰκετῶν εἰς Γαλατίαν διεκομίσθη. | |
36 | Ἐκ τοῦ Ἀράτου. | |
37 | Ὅτι ὁ Ἄρατος (φησί) λαμπρῶς κατὰ Ἀριστίππου τοῦ τυράννου καὶ κατὰ τῶν σὺν αὐτῷ ἀριστεύσας, πε‐ | |
40 | σόντος καὶ αὐτοῦ τοῦ τυράννου ὑπὸ Κρητός τινος Τρα‐ γίσκου τοὔνομα, καὶ τοῦ πλήθους τῶν ἄλλων ὄντων αφʹ | |
Bibl.245399a | τῶν ἀναιρεθέντων, καὶ μηδένα τῶν αὑτοῦ στρα‐ τιωτῶν ἀποβαλών, ὅμως οὐκ ἔλαβε τὸ Ἄργος οὐδὲ ἠλευθέρωσε τοὺς ἐν αὐτῷ τῶν περὶ Ἄγιν καὶ τὸν νεώ‐ τερον Ἀριστόμαχον μετὰ δυνάμεως βασιλικῆς παρεισ‐ | |
5 | πεσόντων καὶ κατασχόντων τὰ πράγματα. | |
5 | Τὸ μὲν οὖν πολὺ τῆς διαβολῆς καὶ λόγους καὶ σκώμματα καὶ βωμο‐ λοχίας παρείλετο τῶν κολακευόντων τοὺς τυράννους, καὶ διεξιόντων, ἐκείνοις χαριζομένων, ὡς τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν ἐκταράττοιτο μὲν ἡ κοιλία παρὰ τὰς μάχας, | |
10 | κάρος δὲ καὶ ἴλιγγος προσπίπτοι ἅμα τῷ παραστῆναι τὸν σαλπιγκτήν, ἐκτάξας δὲ τὴν δύναμιν καὶ τὸ σύν‐ θημα παρεγγυήσας, καὶ πυθόμενος τῶν ὑποστρατή‐ γων μή τις αὐτοῦ χρεία παρόντος, βεβλῆσθαι γὰρ τοὺς ἀστραγάλους, ἀπέρχοιτο καραδοκήσων πόρρωθεν τὸ | |
15 | συμβησόμενον. Ταῦτα γὰρ οὕτως ἴσχυσεν ὥστε καὶ τοὺς φι‐ λοσόφους ἐν ταῖς σχολαῖς ζητεῖν εἰ τὸ πάλλεσθαι τὴν καρδίαν καὶ τὸ χρῶμα τρέπεσθαι καὶ τὴν κοιλίαν ἐξυγραί‐ | |
νεσθαι παρὰ τὰ φαινόμενα δεινὰ δειλίας ἐστὶν ἢ δυσ‐ κρασίας τινὸς περὶ τὸ σῶμα καὶ ψυχρότητος· τὸν γὰρ | 190 in vol. 6 | |
20 | Ἄρατον ἀεὶ μὲν ἀγαθὸν ἡγεῖσθαι στρατηγόν, ἀεὶ δὲ ταῦτα πάσχοντα παρὰ τοὺς ἀγῶνας. | |
21 | Ὅτι νόμου, φησίν, ὄντος ἀρχαίου μηδένα θάπτεσθαι τειχῶν ἐντός, ἰσχυρᾶς τε τῷ νόμῳ δεισιδαιμονίας προσούσης, ἔπεμ‐ ψαν εἰς Δελφοὺς ὑπὲρ τούτων ἐρησόμενοι τὴν Πυ‐ | |
25 | θίαν· ἡ δὲ ἐπέτρεπε. Καὶ οἵ τε Ἀχαιοὶ ἅπαντες ἥσθη‐ σαν, καὶ διαφερόντως οἱ Σικυώνιοι, μεταβάλλοντες εἰς ἑορτὴν τὸ πένθος, εὐθὺς ἐκ τοῦ Αἰγίου τὸν νεκρὸν Ἀράτου ἐστεφανωμένοι καὶ λευχειμονοῦντες ὑπὸ παιάνων καὶ χορῶν εἰς τὴν πόλιν ἀνῆγον, καὶ τόπον ἐξελόμενοι | |
30 | περίοπτον, ὥσπερ οἰκιστὴν καὶ σωτῆρα τῆς πόλεως ἐκή‐ δευσαν· καὶ καλεῖται μέχρι νῦν Ἀράτειον. | |
31 | Ἡ δὲ τε‐ λευτὴ αὐτῷ ἐν φιλοφροσύνης σχήματι φαρμάκῳ καὶ δόλῳ γέγονε, Ταυρίωνος μὲν τοῦ στρατηγοῦ ὑπηρετη‐ σαμένου τῷ φόνῳ, Φιλίππου δὲ τοῦ Πελοποννησίου | |
35 | τυράννου, ὡς ἄδειαν ἔχοι πράττειν ἃ βούλοιτο τῶν ἐκ‐ θέσμων, προστάξαντος. | |
36 | Ἐκ τοῦ Ἀρτοξέρξου. | |
37 | Ὅτι ἡ τοῦ Ἀρτοξέρξου μητὴρ Παρύσατις θυμόσο‐ φος ἦν γυνὴ καὶ δεινή, φησί, κυβεύειν. Ὅτι ἡ | |
40 | δειλία, φησί, φονικώτατόν ἐστιν ἐν ταῖς τυραννίσιν. | |
40 | ||
Bibl.245399b | Ἐκ τοῦ Ἄγιδος. | |
1 | Ὅτι Ἀντίγονος, φησίν, ὁ Μακεδονίας βασιλεύς, | |
ἐπικαλεσαμένων αὐτὸν ἐπὶ βοήθειαν κατὰ Κλεομέ‐ νους Ἀχαιῶν, μάχῃ ἐνίκησεν, καὶ ἐξ ἐφόδου φυγόν‐ | 191 in vol. 6 | |
5 | τος Κλεομένους τὴν πόλιν παραλαβών, καὶ τοῖς Λακε‐ δαιμονίοις φιλανθρώπως χρησάμενος, καὶ τὸ ἀξίωμα τῆς Σπάρτης οὐ προπηλακίσας οὐδὲ ἐνυβρίσας, ἀλλὰ καὶ νόμους καὶ πολιτείαν ἀποδούς, ἀνεχώρησεν εἰς Μα‐ κεδονίαν ἡμέρᾳ τρίτῃ, πολέμων αὐτῷ φυέντων ἐκεῖσε | |
10 | καὶ παρεῖναι βιαζομένων. Ἤδη δὲ καὶ τὸ νόσημα κα‐ τεῖχεν αὐτόν, εἰς φθίσιν ἐκβεβηκὸς ἰσχυρὰν καὶ κατάρ‐ ρουν συντεῖνον. Οὐ μὴν ἀπεῖπεν, ἀλλ’ ἀντήρκεσε πρὸς τοὺς οἰκείους ἀγῶνας, ὅσον ἐπὶ νίκῃ μεγίστῃ καὶ φόνῳ πλείστῳ τῶν βαρβάρων εὐκλεέστερος ἀποθανεῖν, ὡς | |
15 | μὲν εἰκός ἐστι καὶ λέγουσιν οἱ περὶ Φύλαρχον, αὐτῇ τῇ περὶ τὸν ἀγῶνα κραυγῇ τὸ σῶμα προσαναρρήξας· ἐν δὲ ταῖς σχολαῖς ἦν ἀκούειν ὅτι βοῶν μετὰ τὴν νίκην ὑπὸ χαρᾶς· «Ὢ καλῆς ἡμέρας», πλῆθος αἵματος ἀνή‐ γαγε καὶ πυρέξας συντόνως ἐτελεύτησεν. | |
20 | Ὅτι Κλεομένους Αἰγύπτῳ προσπεφευγότος μετὰ τὴν ὑπ’ Ἀντιγόνου ἧτταν, τὰ μὲν πρῶτα ὁ βασιλεὺς Αἰγύπτου ἐν τιμῇ καὶ δεξιώσεσι περιεῖπε τὸν ἄνδρα, μετ’ οὐ πολὺ δὲ μηδὲν ἀδικοῦντα, ἐξ ὑποψιῶν ἀλόγων καὶ συκοφαντιῶν κακούργων ὑπορρυϊσκόμενος τῆς περὶ | |
25 | αὐτὸν διαθέσεως, ἐν φρουρᾷ κατεῖχεν ἀδέσμῳ, μελετῶν κατ’ αὐτοῦ θάνατον. Ὁ δὲ μετά τινων ἑκκαίδεκα τῶν αὑτοῦ ἑταίρων ἐκπηδήσας μετὰ ξιφῶν τοῦ οἰκήματος ἔθει μὲν διὰ τῆς ἀγορᾶς, καὶ τοὺς πολίτας καὶ τοὺς ἄλλους εἰς ἐλευθερίαν ἐκάλει· οἱ δὲ ἐπῄνουν μὲν τὴν γνώμην | |
30 | καὶ ἐθαύμαζον τὸ γενναῖον, οὐδεὶς μέντοι διὰ τὸν ἐκ τῆς τυραννίδος φόβον ἐτόλμα συνεπιλαβέσθαι. Ἀνελόντες δ’ οὖν τοὺς εἰς χεῖρας ἐλθόντας καὶ δύο τῶν ἐχθίστων, | |
πολλοῦ συρρυέντος ἐπ’ αὐτοὺς πλήθους, καὶ πολλοὺς ἀνε‐ λόντες, καὶ αὐτοὶ κατεκόπησαν, εἶτα ἀνεσταυρώθησαν. | 192 in vol. 6 | |
35 | Ὀλίγαις δὲ ὕστερον ἡμέραις οἱ τὸ σῶμα τοῦ Κλεομένους ἀνεσταυρωμένον παραφυλάττοντες εἶδον εὐμεγέθη δρά‐ κοντα τῇ κεφαλῇ περιπεπλεγμένον καὶ ἀποκρύπτοντα τὸ πρόσωπον, ὥστε μηδὲν ὄρνεον ἐφίπτασθαι σαρκοφά‐ γον. Ἐκ δὲ τούτου δεισιδαιμονία προσέπεσε τῷ βασιλεῖ | |
40 | καὶ φόβος, ὡς ἀνδρὸς ἀνῃρημένου θεοφιλοῦς καὶ κρείττο‐ νος | |
Bibl.245400a | τὴν φύσιν. Οἱ δὲ Ἀλεξανδρεῖς καὶ προσετρέ‐ ποντο φοιτῶντες, ἥρωα τὸν Κλεομένην καὶ θεῶν παῖδα προσ‐ αγορεύοντες, ἄχρις οὗ κατέπαυσαν αὐτοὺς οἱ σοφώτεροι διδόντες λόγον ὡς μελίττας μὲν βόες, σφῆκας δὲ ἵπποι | |
5 | ἀποσαπέντες ἐξανθοῦσι, κάνθαροι δὲ τὸ αὐτὸ παθόντων ὄνων ζῳογονοῦνται, τὰ δὲ ἀνθρώπινα σώματα περὶ τὸν μυελὸν ἰχώρων συρροήν τινα καὶ σύστασιν ἐν ἑαυτοῖς λαβόντων ὄφεις ἀναδίδωσι. Καὶ τοῦτο κατιδόντες οἱ παλαιοὶ μάλιστα τῶν ζῴων τὸν δράκοντα τοῖς ἥρωσι | |
10 | συνῳκείωσαν. | |
10 | Ἐκ τοῦ Τίτου. | |
11 | Ὅτι Ἰσθμίων ἀγομένων πλῆθος μὲν ἀνθρώπων ἐν τῷ σταδίῳ καθῆστο τὸν γυμνικὸν ἀγῶνα θεωμένων, ἅτε διὰ χρόνων πεπαυμένης μὲν πολέμων τῆς Ἑλλάδος | |
15 | ἐν ἐλευθερίᾳ δὲ σαφεῖ καὶ εἰρήνῃ πανηγυριζούσης· τῇ σάλπιγγι δὲ σιωπῆς εἰς ἅπαντας διαδοθείσης, προελθὼν εἰς μέσον ὁ κῆρυξ ἀνεῖπεν ὅτι Ῥωμαίων ἡ σύγκλητος καὶ Τῖτος Κόϊντος στρατηγὸς ὕπατος, καταπολεμήσαντες βασιλέα Φίλιππον καὶ Μακεδόνας, ἀφιᾶσιν ἀφρουρήτους | |
20 | καὶ ἐλευθέρους καὶ ἀφορολογήτους τοὺς Ἕλληνας, νόμοις | |
χρωμένους τοῖς πατρίοις, Κορινθίους, Λοκρούς, Εὐβοέας, Φωκεῖς, Ἀχαιούς, Φθιώτας, Μάγνητας, Θετταλούς, Περρεβούς. | 193 in vol. 6 | |
23 | Τὸ μὲν οὖν πρῶτον οὐ πάντες οὐδὲ σαφῶς ἤκουσαν, ἀλλ’ ἀνώμαλος καὶ θορυβώδης κίνησις ἦν ἐν | |
25 | τῷ σταδίῳ θαυμαζόντων καὶ διαπυνθανομένων καὶ πάλιν ἀνειπεῖν κελευόντων. Ὡς δ’ ἅπαξ ἡσυχίας γενομένης ἀναγαγὼν ὁ κῆρυξ τὴν φωνὴν προθυμότερον εἰς ἅπαν‐ τας ἐγεγώνησε καὶ διῆλθε τὸ κήρυγμα, κραυγὴ μὲν ἄπιστος τὸ μέγεθος διὰ χαρὰν ἐχώρει μέχρι θαλάσσης, | |
30 | ὀρθὸν δὲ ἀνειστήκει τὸ θέατρον, οὐδεὶς δὲ λόγος ἦν τῶν ἀγωνιζομένων, ἔσπευδον δὲ πάντες ἀναπηδῆσαι καὶ δε‐ ξιώσασθαι καὶ προσειπεῖν τὸν σωτῆρα τῆς Ἑλλάδος καὶ πρόμαχον. Τὸ δὲ πολλάκις λεγόμενον εἰς ὑπερβολὴν καὶ μέγεθος τῆς φωνῆς ὤφθη τότε· κόρακες γὰρ περι‐ | |
35 | πετόμενοι κατὰ τύχην ἔπεσον εἰς τὸ στάδιον. Αἰτία δὲ ἡ τοῦ ἀέρος ῥῆξις· ὅταν γὰρ ἡ φωνὴ πολλὴ καὶ μεγάλη φέρηται, διασπώμενος ὑπ’ αὐτῆς οὐκ ἀντερείδει τοῖς πε‐ τομένοις, ἀλλ’ ὀλίσθημα ποιεῖ καθάπερ κενεμβατοῦσιν, εἰ μὴ νὴ Δία πληγῇ τινι μᾶλλον ὡς ὑπὸ βέλους διε‐ | |
40 | λαυνόμενα πίπτει καὶ ἀποθνῄσκει. Δύναται δὲ καὶ περι‐ δίνησις εἶναι ἀέρος οἷον ἑλιγμὸν ἐν πελάγει καὶ παλιρ‐ ρύμην | |
Bibl.245400b | διὰ μέγεθος λαβόντος. Ὁ δ’ οὖν Τῖτος εἰ μὴ τάχιστα τῆς θέας διαλυθείσης ὑπειδόμενος τὴν φορὰν τοῦ πλήθους καὶ τὸν δρόμον ἐξέκλινεν, οὐκ ἂν ἐδόκει περιγενέσθαι τοσούτων αὐτῷ περιχεομένων. | |
5 | Ὅτι Πλούταρχος, ὡς αὐτὸς κἀν τῷ παρόντι παραλ‐ | |
λήλῳ καὶ ἐν ἄλλοις φησίν, ἐπὶ Νέρωνος ἦν. | 194 in vol. 6 | |
Bibl.246400b(8) | Ἀνεγνώσθη Ἀριστείδου ὁ Παναθηναϊκός, ἐκλο‐ γὴν ὑπέχων ῥημάτων τε καὶ ὀνομάτων καὶ περιόδων, ἀλλὰ | |
10 | καὶ νοημάτων εἰς δεινότητα καὶ κάλλος διεσκευασμένων. Ἔρρωτο μὲν ἡ γῆ πρὸς ἁπάσας γονάς. Λαβόν‐ τες δὲ οὕτω τὰς παρὰ [τῶν] θεῶν δωρεάς, οὕτως εὖ τοὺς δόντας ἐμιμήσαντο, ὥστε αὐτοὶ τοῖς ἄλλοις ἀν‐ θρώποις ἀντὶ τῶν θεῶν κατέστησαν. Καὶ πεῖραν ταύτην | |
15 | πρώτην ἔδοσαν τοῦ κατ’ ἀξίαν τυχεῖν, τὸ χρήσασθαι τοῖς ὑπάρχουσιν ὡς προσῆκεν. Οὐ γὰρ ἠξίωσαν αὐτὸ δὴ τοῦτο γῇ κρύψαντες ἐξαρκεῖν, ἀλλὰ τοσοῦτον ἀπέσχον τοῦ φο‐ βηθῆναι μὴ ἄρα τοὺς ἄλλους ἐξ ἴσου σφίσι ποιήσωσιν, ὥστε οὐκ εἶναι κάλλιον ᾠήθησαν ὅσῳ τῶν ἄλλων προέ‐ | |
20 | χουσιν ἐνδείξασθαι, ἢ εἰ πάντας εὖ ποιοῦντες ὀφθήσονται. Ἀλλ’ ὁ λόγος γὰρ ὥσπερ ῥεῦμα φέρων ὑπήνεγκε βίᾳ· ἀναχωρεῖν οὖν ὅθεν ἐξέβην καιρός. Πέμπουσι δὴ θείᾳ πομπῇ γῆν ἐπὶ πᾶσαν ἀφορμὰς τοῦ βίου, καθάπερ θεω‐ ρικοῦ τινος διάδοσιν. Εὖ γὰρ ποιοῦντες ἔφθανον τὴν | |
25 | ἐπιθυμίαν τῶν εὖ παθεῖν δεομένων. Οὐ γὰρ ἔστι γένος οὐδὲν τῆς Ἑλλάδος, ὡς ἔπος εἰπεῖν, ὃ τῆσδε τῆς πό‐ λεως ἀπείρατόν ἐστιν. Ὧν ἁπάντων μὲν ἀμήχανον | |
καὶ μνημονεῦσαι πρῶτον καὶ τῆς μνήμης τοὺς λόγους συμμέτρους ἀποδοῦναι. Ἃ δέ ἐστι τῶν παλαιῶν ἐντιμό‐ | 8 in vol. 7 | |
30 | τατα καὶ ὥσπερ ἀρχὴ τοῖς πολλοῖς διηγεῖσθαι· Ἡρα‐ κλέους ἐξ ἀνθρώπων ἀπελθόντος ἡ μὲν πόλις καὶ νεὼς καὶ βωμοὺς ἱδρύεται πρώτη. | |
32 | κατὰ ἔλλειψιν ἡ προκειμένη φράσις, ἔχουσά τι ἐπαγωγόν· πολλαχοῦ δὲ αὐτῇ κέχρηται. | |
34 | ||
35 | Καὶ νῦν εἰσὶ Μεσσήνιοι διὰ τὴν πόλιν· Μόνη γάρ, ὡς εἰπεῖν, διαγέγονε πρὸς τὴν ἁπάντων τύχην ἁ‐ μιλλωμένη καὶ πειρωμένη περιτρέπειν πᾶσι τὰς συμ‐ φορὰς ἐπὶ θάτερα. Καὶ τὴν παροιμίαν ἐνήλλαξεν· οὐ γὰρ ἐκποδὼν εἶναι κατέδειξε φίλου κακῶς πράσσοντος, | |
40 | ἀλλὰ πολλοὺς καὶ τῶν πρόσθεν διαφόρων ἐπὶ τοῖς ἀτυ‐ χήμασι φίλους πεποίηται. Οὐδ’ εὖ μὲν πράττουσι κέχρηται, | |
Bibl.246401a | κακῶς δ’ ἀπαλλάξαντας ἠτίμακε, τῇ τύχῃ μετροῦσα τὴν φιλανθρωπίαν. Ἀλλὰ τοὺς τοῦ δυστυχεῖν καιροὺς τοῦ πράττειν εὖ πεποιήκει, τοῖς πολλοῖς τὰ παρ’ αὑτῆς ἀγαθὰ προσθεῖσα, καὶ ποιησαμένη κοινωνοὺς ὧν ὅτε | |
5 | κάλλιστα ἔπραττον οὐδὲ ἐλπὶς ἦν αὐτοῖς. | |
5 | Καὶ νῦν ἐπ’ ἀμφοτέροις τοῖς πέρασι τῆς γῆς ἡμετέρων παίδων παῖδες οἰκοῦσι, οἱ μὲν ἄχρι Γαδείρων ἀπὸ Μασσα‐ λίας παρήκοντες, οἱ δὲ ἐπὶ τῷ Τανάϊδι καὶ τῇ λίμνῃ μεμερισμένοι. Ἐκδέχεται ἡ πάλαι τοῦ λόγου προσ‐ | |
10 | δοκωμένη μοῖρα, ὡς ἐμοὶ δοκεῖ, [καὶ ὑπὲρ πολλῶν], αἱ μετὰ τῶν κινδύνων πράξεις· ἃς ἐγὼ δέδοικα μὴ τῷ | |
λέγοντι κίνδυνον ἔχωσιν εἰπεῖν μᾶλλον ἢ τῇ πόλει τῶν ἔργων ὅτε ἐπραγματεύετο. Οὐ μὴν ἀλλ’ ἀναγκαῖον ἅψασθαι καὶ τούτων ἤδη. Καὶ μὴν αὐτὸ τοῦτο πρῶτον, τὸ | 9 in vol. 7 | |
15 | πάντας τοὺς ἐν χρείᾳ βοηθείας καταφεύγειν ἐπὶ τὴν πόλιν ὥσπερ ἐκ δυοῖν ποδοῖν ὡς ἀληθῶς καὶ μηδεμίαν τῶν ἄλλων πόλεων ὁρᾶν, μέγα καὶ φανερὸν σύμβολόν ἐστι καὶ στήλης ἄμεινον, τοῦ προέχειν εὐθὺς ἐξ ἀρχῆς οὐχ ὅσον λανθάνειν καὶ μαρτύριόν [γε] δυεῖν τοῖν καλ‐ | |
20 | λίστοιν, ἀνδρείας καὶ φιλανθρωπίας, εἰ δὲ βούλει λέγω δικαιοσύνης ἀντὶ τῆς φιλανθρωπίας. Ὥσπερ γὰρ κήρυκες ἅπαντες οὗτοι περὶ αὐτῆς γεγόνασι, καὶ τὴν ἀνάρρησιν ἀπ’ αὐτῶν τῶν ἔργων πεποίηνται μήτε μέλειν τισὶ τοῦ δικαίου μᾶλλον τῶν Ἀθηναίων, μήτε ἀμείνους εἶναι | |
25 | κωλύειν ὅσα ἂν ἔξω τοῦ καλοῦ γίγνηται, ἀλλ’ εἶναι τὰς μὲν ἄλλας πόλεις τῶν Ἀθηναίων δεομένας, αὐτὰς δ’ ἐφ’ ἑαυτῶν ἀριθμὸν πληρούσας τῇ Ἑλλάδι, τὴν δὲ ὡς ἀληθῶς ὥσπερ πόλιν ἐν χωρίοις ἀνέχουσαν ὁμοίαν τῇ κατασκευῇ καὶ τοῖς λογισμοῖς, τῶν μὲν τὰ δίκαια | |
30 | τιμώντων ὀχυρωτέραν, τῶν δὲ τὰς δυνάμεις ἐχόντων ἐπιεικεστέραν, μᾶλλον δὲ τῶν μὲν τὰ δίκαια τιμώντων ἀκριβεστέραν εἰς αὐτὸν τὸν τοῦ δικαίου λόγον, τῶν δὲ ἐπὶ τοῦ βιάζεσθαι δυνατωτέραν εἰς τέλος, ὥστε ἄμφω τὼ γένη δι’ ἀμφοῖν νικᾶν. [Ταυτὶ μὲν οὖν κοινὰ δείγματα.] | |
34 | ||
35 | τὸ προκείμενον τοῦ λόγου σχῆμα διαφόροις ὀνόμασι κέ‐ κληται· καὶ γὰρ στρεπτόλυτον καλεῖται καὶ διάλληλον, ἐναγώ‐ νιον, διαγώνιον, χῖ, χιαστόν, πλεκτὸν καὶ λυτόν, παρακειμένου κακοῦ ἀναίρεσις· στρεπτόλυτον μὲν παρὰ τὸ ἐκ τῶν ἀντιστρό‐ | |
φων λύειν τὰ λεγόμενα, ἐναγώνιον δὲ διὰ τὸ δοκεῖν ἔχειν | 10 in vol. 7 | |
Bibl.246401b | ἀγῶνα τῇ ἐπαγωγῇ τῶν νοημάτων, χῖ δὲ καὶ χιαστόν, διότι δύο προτάσεων οὐσῶν τοῦ δικαίου καὶ τοῦ δυνατοῦ, ὃ μὲν ἔδει τῷ δικαίῳ δοῦναι, τοῦτο ἀπένειμε τῷ δυνατῷ, ὃ δὲ ἔδει τῷ δυνατῷ ἀνέθηκε τῷ δικαίῳ πάλιν, ἐναλλάξας τὰς ἐννοίας. Πα‐ | |
5 | ρακειμένου δὲ κακοῦ ἀναίρεσις λέγεται, ἐπειδὴ παράκειται ὡς δίκαιοις τὸ εὐχερῶς πάσχειν καὶ ἀδικεῖσθαι, ὡς δὲ ἀνδρείοις τὸ ἀδικεῖν, ἀνεῖλε τὴν ἑκατέρου κακίαν, οἷον δικαία οὖσα καὶ οὐ πάσχουσα, καὶ ἀνδρεία οὖσα καὶ οὐκ ἀδικοῦσα. Εἰ γὰρ καὶ ἐν τέλει ἔθηκε τὸ συγκριτικὸν τοῦ ὀνόματος, ἀλλ’ οὐκ ἔστι τὸ | |
10 | σχῆμα συγκριτικόν, ἀλλ’ ὡς εἴρηται παρακειμένου κακοῦ με‐ θοδεύει ἀναίρεσιν. | |
11 | Ἀμαζόσι μὲν γάρ, αἳ παρῆλθον τοῖς ἔργοις τὴν φύσιν, ἱππομαχίᾳ συνάψαντες πανωλεθρίᾳ διέφθει‐ ραν, οὐδενὸς ἀνταίροντος [τῶν] μέχρι τῆς Ἀττικῆς· ἀλλ’ | |
15 | ἐξισώκεσαν ἤδη τὰς ἠπείρους ὥσπερ ἀπὸ σημείου τοῦ Θερμώδοντος [ὁρμώμεναι]. Ἐντεῦθεν δέ, ὥσπερ κάλω ῥαγέντος, ἐχώρησεν ὀπίσω· καὶ διελέλυτο Ἀμαζόσιν ἥ τε ἀρχὴ καὶ ὁ δρόμος, [καὶ ἡ πόλις] κἀνταῦθα ἐβοή‐ θησε τῇ κοινῇ φύσει, καὶ νῦν εἰς ἄπιστον περιέστηκεν | |
20 | εἴ ποτε ἐγένοντο. Νῦν δ’ ἐξ ἴσου καθεστῶτος τοῦ τε εὑρεῖν ἃ χρὴ παραλιπεῖν καὶ τοῦ ὡς ἀξίαν εἰπεῖν τὰ νικήσαντα, καὶ οὐδενὸς μὲν οὐδ’ ἐν ἁπλῇ διηγήσει πάν‐ τα πω διελθόντος, πλεῖστα δὲ ὑπὲρ μιᾶς πόλεως ταύ‐ της ἁπάντων εἰρηκότων, μᾶλλον δὲ ὑπὲρ μόνης πλείω | |
25 | σχεδὸν ἢ τῶν ἄλλων ἁπασῶν, οὐκ ἐνδέχεται διεξιέναι καθ’ ἕκαστον ἀκριβῶς, ἀλλ’ ἀνάγκη τὰ πλεῖστα παρα‐ | |
λιπεῖν, ἵνα δὴ τοῖς μεγίστοις χρησώμεθα. Ἐπεὶ τίς οὐκ ἂν ἄσμενος καὶ ταῦτα εἰς μέσον ἤνεγκεν; Ὅτε γὰρ τοῖς Ἕλλησι καὶ βαρβάροις τὰ πράγματα ἐκρίνετο καὶ | 11 in vol. 7 | |
30 | μικρὸν πρὸς πολὺ μέρος τῆς γῆς ἠγωνίζετο, ὁ δὲ ἀγὼν ἦν ὑπὲρ σωτηρίας ἅμα καὶ ἀρετῆς, τότε ἐνίκησεν ἡ πόλις ἄμφω τὼ γένη κάλλιον εὐχῆς, ὡς τὸ μὲν προσ‐ θήκην αὐτῆς μικρὰν ἀποφανθῆναι, τὸ δὲ πλεῖον χεῖ‐ ρον ἢ ὅσῳ πλεῖον ἐδόκει. | |
34 | Ἐν ἐκείνοις μέντοι τοῖς | |
35 | καιροῖς ἔργα λόγων ἡττήθη, —λέγω δὲ τὰ τῶν ἄλλων ἔργα λόγων τῶν παρ’ ἡμῖν· καὶ ψήφισμα τροπαίου κρεῖττον εἰς μνήμην ἐνίκησεν, ἅμα λόγῳ καὶ ἔργῳ νι‐ κῆσαν. Εὐθὺς γὰρ ἐν χεροῖν κύριον ἦν, οὐ τῇ χειροτονίᾳ μόνον ὡς νόμος, ἀλλὰ καὶ τῷ διαφθεῖραι τοὺς ἀγγέλους. | |
Bibl.246402a | Τῷ δὲ ἑρμηνεύσαντι τὰ γράμματα διαχειροτονίαν μὲν ἀπέδοσαν, ἵνα ἐπειδήπερ Ἕλλην ἦν, ἔχοι πλέον τὴν τῆς κρίσεως εἰκόνα, ἀπέκτειναν δὲ καὶ τοῦτον ὡς οὐδ’ ἄχρι φωνῆς διακονῆσαι προσῆκον τοῖς βαρβάροις, καὶ | |
5 | τὸ ἰσχυρὸν περιῆλθεν αὐτῷ. Τὸν γὰρ τῆς πόλεως ἄποικον οὐκ ἠξίουν κατὰ τῆς πόλεως καὶ τῶν Ἑλλήνων ἑρμηνέα τῷ φύσει πολεμίῳ γίνεσθαι. Καὶ οὕτω δὴ ῥίπτουσιν εἰς τὸ βάραθρον, ὥστε ἄλλους ἀναγγεῖλαι τῷ βασιλεῖ τὰς ἀποκρίσεις. | |
9 | ||
10 | Ὁ ἑρμηνεὺς ὁ ἀναιρεθεὶς Σάμιος μὲν ἦν τὸ γένος, τοὔνομα δὲ Μῦς. | |
11 | Ἡ δὲ πόλις πομπὴν ἀγούσῃ προσεῴκει μᾶλλον ἢ πρὸς ἀγῶνα κοσμουμένῃ· ἱερά τε γὰρ πάντα ἀνέωγε, καὶ | |
τὰ τῶν ἱερέων γένη συνῆγε, καὶ διεπρεσβεύετο πρὸς | 12 in vol. 7 | |
15 | τοὺς θεοὺς τὸν ἀρχαῖον τρόπον. Καὶ πρῶτον μὲν τοὺς ἐν τοῖς στεφανίταις δρόμους ἀπέκρυψαν, ὅσῳ περὶ καλ‐ λιόνων [τῶν] ἄθλων ἠγωνίζετο τοσούτῳ θαυμαστότερον τὴν προθυμίαν ἐπιδειξάμενοι. Τοσαύτη δ’ ἦν ὑπε‐ ρηφανία τῆς παρασκευῆς καὶ τῶν ποιουμένων, ὥστε ἐξαρ‐ | |
20 | κεῖν ἐδόκει τοῖς βαρβάροις ὀφθῆναι μόνον· ᾤοντο γὰρ ὥσπερ ἐν ἄθλοις ἅπαντας εὐθὺς ἀπογνώσεσθαι καὶ δώ‐ σειν ἑαυτοὺς ἀκονιτί. Αὕτη πρώτη δημοτελὴς κρίσις ἐν τῷ μέσῳ κατὰ ἀνθρώπους ἐγένετο ἀρετῆς πρὸς πλοῦ‐ τον καὶ φρονήματος Ἑλληνικοῦ πρὸς βαρβάρων πλῆθος | |
25 | καὶ κατασκευήν, οὐ λόγων εὐφημίᾳ κριθεῖσα, ἀλλ’ ἔργων ἀποδείξει καὶ τῷ καλοῦντι τοῦ καιροῦ. Οὐ γὰρ εἰς φόβον τὴν θέαν ἔτρεψαν οὐδ’ ἐξεπλάγησαν τῶν ὁρω‐ μένων τὴν ἀήθειαν, ἀλλ’ ἥσθησαν ὁρῶντες ὅσων κρείτ‐ τους γενήσονται, καὶ νομίσαντες ὥσπερ ἀφορμὴν εἰλη‐ | |
30 | φέναι παρὰ τῆς τύχης ὑπερβάλεσθαι πάντας ἀνθρώ‐ πους ἀνδραγαθίᾳ, καὶ τοῦτ’ εἶναι πλέον τῆς τοσαύτης στρατιᾶς, ἔχειν ὥσπερ χρήμασιν ἀφθόνως χρήσασθαι, καὶ διανοηθέντες ὅτι νῦν ὥσπερ ἑστιάσονται λαμπρῶς ὑπὸ τῶν βαρβάρων καὶ τῆς ἀρετῆς ἀξίως τῆς ἑαυ‐ | |
35 | τῶν. Καὶ γὰρ ἵπποι καὶ βέλη καὶ νῆες καὶ ψέλλια καὶ στρεπτοὶ καὶ κύνες καὶ πάντα χρήματα δῶρα τῆς τύχης ἐστὶ προκείμενα τοῖς κρείττοσι. | |
37 | Ταῦτα καὶ στρατηγοὶ πρὸς ἑαυτοὺς εἰπόντες, καὶ πρὸς αὑτοὺς ἕκαστοι διαλεχθέν‐ τες, ἐκ θεῶν ἀρξάμενοι καὶ τοῦ φίλου παιῶνος ἐχώ‐ | |
40 | ρουν δρόμῳ καθάπερ διὰ ψιλοῦ τοῦ πεδίου θέοντες, | |
Bibl.246402b | καὶ τοῖς βαρβάροις οὐκ ἔδωκαν ἰδεῖν ὅ τι ἔστι τὰ γινόμενα, ἀλλ’ ἅμα τάξεις ἐρρώγεσαν καὶ ἄνδρες ἐκτεί‐ νοντο καὶ ἵπποι συνελαμβάνοντο καὶ νῆες εἵλκοντο καὶ χρήματα ἤγετο καὶ χορεία Πανὸς ἦν τὰ ποιού‐ | 13 in vol. 7 |
5 | μενα. | |
5 | [Ἤδη δέ τις καὶ τελευτήσας εἱστήκει περιτοξευθεὶς ὑπὸ τῶν βαρβάρων, φοβῶν τοὺς λοιποὺς ὥσπερ ἀθάνατος ὤν.] | |
7 | Ἀλλὰ τότε ὡς ἀληθῶς ὄχλος ὄντες ᾐσθάνοντο, καὶ μέγιστον ἐναντίωμα ἑαυτοῖς, καὶ τοῖς πλείοσιν ἥττους ἐγένοντο ἢ ὅσοις ἄν τις ἐξ ἀρχῆς ἐθάρρησεν ἀντιστῆ‐ | |
10 | ναι. Ὥστ’ εἰκότως εἰπεῖν εἶναι τὴν μὲν πόλιν τὸν ἐλευθέριον Δία τιμᾶν ἐπὶ τοῖς πραχθεῖσι προσήκειν, τοῖς δ’ ἄλλοις Ἕλλησι τὴν πόλιν, καὶ νομίζειν τὸν Ἀθηναίων δῆμον ὥσπερ ἐλευθέριον τοῖς ἄλλοις εἶ‐ ναι. Ὥστε εἰ τὸ μὴ ἔχειν ἐξ ἴσου γενέσθαι τῶν ἡττό‐ | |
15 | νων ἐστίν, ἅπαντας ἀνθρώπους νενικήκασιν. Ὁ δὲ πάντας βασιλέας παρενεγκὼν ταῖς ἐπινοίαις, καὶ μηδὲν καταλιπὼν ἄτοπον νομίσαι, Ξέρξης ὁ Δαρείου κατα‐ γνοὺς μὲν τοῦ πατρὸς ὡς ἐνδεῶς ἐπιχειρήσαντος, ὑπερ‐ ιδὼν δὲ τῆς πόλεως καὶ τῶν Ἑλλήνων ὡς οὐδαμοῦ | |
20 | φανησομένων, ἀγῶνα διπλοῦν ἀγωνίζεται τὸν μὲν ὑπερ‐ βαλέσθαι, τὴν δὲ τιμωρήσασθαι μετὰ πολλοῦ τοῦ κρείτ‐ τονος. Δοκεῖ δέ μοι καὶ πρὸς τὰς διοσημείας τότε Ξέρξης ἁμιλλήσασθαι, καὶ πρὸς ἅπασαν ὄψιν τε καὶ ἀκοὴν ἀνθρώποις ἀνέλπιστον, ὥσπερ ἐνδείξασθαι βουλόμενος ὅτι | |
25 | αὐτοῦ βεβαίως ἐστὶν ἡ γῆ. | |
25 | ||
Ὅτι Ἰσοκράτης ἀνθηρότερον εἶπεν, οὕτω τὴν πρᾶξιν ἀπαγ‐ γείλας· «Καθάπερ πρὸς τὸν Δία τὰ ὄντα διανειμάμενος, καὶ τῷ μὲν Διὶ παραχωρήσας τοῦ οὐρανοῦ, ἑαυτῷ δὲ τὴν γῆν». | 14 in vol. 7 | |
28 | Ποίους φόβους ἐγγείους ἢ θαλαττίους οὐχὶ συνέστειλε | |
30 | τοῖς παρ’ αὐτοῦ; Οὗ τὰς ἀπειλὰς πρῶτον οὐκ ἦν ἑστῶσι τοῖς ὠσὶν ἀκοῦσαι. Ἀλλ’ ἀπῆγον εἰς ἔσχατα γῆς, καὶ προὔ‐ λεγεν ἃ μηδενὸς ἦν εὑρεῖν πλὴν ἐκείνου [μόνου]. Ἔτι δὲ Ἀτλαντικοῦ πελάγους κληρουχίας ἀτίμους ἠπείλει, καὶ γῆς ποίησιν ἔξω τῆς οἰκουμένης, ἣν ἀναγκάσειν ἠκρωτηρια‐ | |
35 | σμένους προσχοῦν εἰς τὸ πέλαγος, [ὕδωρ μὲν ἀντλοῦντας πέτρας δὲ ὀρύττοντας], τοσαῦτα ἔχοντας τοῦ σώματος, ὅσα τοῖς ἔργοις ἀρκέσει. Καὶ οὐκ ἠπείλει μὲν οὕτως ἀήθη καὶ ὑπερόρια καὶ φόβου μείζονα, ἐτελεύτησε δ’ ἐνταῦθα· ἀλλ’ ἀπέκρυψε τοῖς ἔργοις τὰς ἀπειλάς, ἄνευ τοῦ τι | |
40 | δυνηθῆναι λέγω δὴ χρήσασθαι τῇ πόλει. Καὶ ὁ Ἄθως | |
Bibl.246403a | ἀντὶ στήλης τῷ ἔργῳ λέλειπται. | |
1 | Κάμηλοι δὲ χρυσοῦ καὶ ἀργύρου κατέλαμπον, ὅσον μήκιστον ἀνύσαι, τοσοῦτον ὑπέχουσαι, εἰ δ’ ἐπιθυμήσειε σκιᾶς, δένδρον ἦν αὐτῷ χρυσοῦν ἡ σκιά. Ὥστε νύκτωρ μὲν ἤστραπτεν ἀργύρῳ καὶ | |
5 | χρυσῷ, μεθ’ ἡμέραν δὲ νύκτα ἐπῆγεν ὁσαχοῦ τοξεῦσαι κελεύσειεν. Ἀλλὰ τούς [τε] Ἕλληνας συνεκάλει πρὸς τὸν ἀγῶνα τὸν κοινόν, αἰσχυνομένη, δοκεῖ μοι, μόνη φανῆναι τῷ βαρβάρῳ καθάπερ πρότερον Μαραθῶνι. Οὐ γὰρ αὐτή γε ἐν ἄλλοις εἶχε τὰς ἐλπίδας τῆς σω‐ | |
10 | τηρίας, ἀλλὰ πάντες εἶχον ἐν αὐτῇ τὰς ὑπὲρ αὑτῶν. [Καίτοι] τίς προθυμία λαμπροτέρα, τίς εὐψυχία φα‐ νερωτέρα τίνων Ἑλλήνων ἢ καθάπαξ εἰπεῖν ἀνθρώπων | |
ἐξετάζοντι φανήσεται; Οἳ τῆς γῆς ἐξέστησαν ὑπὲρ τοῦ μήτε ἐν γῇ μήτε ἐν θαλάσσῃ δουλεῦσαι, τὸ μὲν τηρεῖν | 15 in vol. 7 | |
15 | τὰ ὑπάρχοντα δουλείας ἀρχὴν νομίσαντες εἶναι, τὴν δὲ τῶν ὄντων στέρησιν ἀφορμὴν τῶν μελλόντων ἀγαθῶν ποιησάμενοι, καὶ τοὺς ἔχοντας τὰ ἑαυτῶν ἔσωζον ἀφ’ ὧν αὐτοὶ πρόοιντο τὴν ἑαυτῶν. | |
18 | [Πρὸς ταῦτα αἱ‐ ρεῖσθε ὁπότερα] ἆρ’ ἢ τῷ δικαίῳ λόγους οὐχὶ συμβαί‐ | |
20 | νοντας ἢ ταῖς παρούσαις ἀνάγκαις οἵους ἐγχωρεῖ πα‐ ριδεῖν, εἶπον ἄν, εἰ τούτοις ἐχρῶντο; Ἀλλ’ εἰ κοινὰ μὲν πάντα ἦν, μηδεὶς δὲ ὑπερεῖχε μηδενός, πάντες δ’ ἐξ ἴσου συνετέλουν, οἱ δὲ ναύαρχοι παραπλησίως εἶχον τὰς φύσεις [ἀλλήλοις], ἔρανος δ’ ἦν, ἔδει δ’ ἐκ τῶν | |
25 | ὑπαρχόντων σκεψαμένους τοὺς ἡγησομένους καταστῆσαι, πῶς οὐκ ἐκεῖνοι διὰ πάντων ἐξέλαμπον ὥσπερ ἄστερες; Οὐ μὴν ὥσπερ τοῖς ψηφίσμασι καὶ τῷ κέρᾳ τῆς παρατάξεως, οὕτω κἀν ταῖς πράξεσι τὴν ἡγεμονίαν ἑτέ‐ ροις παρεῖσαν, πόθεν; Ἀλλ’ οἱ μὲν ὄνομα ἡγεμόνων, | |
30 | οἱ δὲ ἔργα παρείχοντο. Καὶ τοσούτῳ κάλλιον αὐτοῖς τὸ σχῆμα καθίστατο, ὅσῳ τῶν ἡγεμόνων αὐτῶν εἶχον τὴν ἡγεμονίαν. Ὅ τι γὰρ Ἀθηναίων μὴ δόξειεν ἑνί, πάντ’ ἦν τῶν ἄλλων Ἑλλήνων ἄκυρα, [ὥσθ’ ὁ μὲν Λακεδαι‐ μονίων ναύαρχος τῶν ἀφ’ ἑκάστων ἀρχόντων ἦρχεν, ὁ | |
35 | δὲ τῶν Ἀθηναίων ἄρχοντος ἀρχόντων]. | |
35 | Ἀλλὰ γὰρ ἡ περὶ τὰς ἀποδείξεις σπουδὴ καὶ λόγῳ λόγος παρα‐ | |
διδοὺς ἡμᾶς παρήνεγκε περαιτέρω. Εἶμι δὲ ἐπ’ αὐτὰς πάλιν τὰς πράξεις, ἐπειδὴ περὶ ὧν ἐβουλόμην ἐν τῷ | 16 in vol. 7 | |
Bibl.246403b | μέσῳ διέλαβον. Τίνες οὖν ἀρετῆς ἀγωνισταὶ καλ‐ λίους; ἢ τίνες τῶν πώποτε διαρκέστερον τὴν ἐπίδειξιν αὐτῆς ἐποιήσαντο; Οἳ καὶ χρυσῷ καὶ ἀργύρῳ καὶ σι‐ δήρῳ καὶ τοῖς πᾶσιν ἀήττητοι διεγένοντο, καὶ πάντα | |
5 | ἀπέφηναν ὁμοίως ἄχρηστα τῷ βασιλεῖ, ὥσπερ ἂν εἰ ἐκρύπτετο ὑπὸ γῆς ἔτι, πενίαν μὲν ἀντὶ πλούτου τιμή‐ σαντες, κινδύνους δὲ ἀντ’ ἀσφαλείας ἑλόμενοι, δικαιο‐ σύνην δὲ ἀντὶ τῆς βασιλέως τοσαύτης φιλανθρωπίας. Ἀλλ’ ἵνα μὴ πλέον τῶν ἀναγκαίων παραιτούμενος | |
10 | αὐτῷ τούτῳ μηκύνω, πρὸς τοὺς ἑξῆς τῶν λόγων καὶ συν‐ εχεῖς καὶ δὴ τρέψομαι. Ἀλλὰ γὰρ ἐνταῦθα μὲν ὥσπερ ἄκων ἐνέπεσον, καὶ καθ’ ὁδὸν τοῦ λόγου [μᾶλλον] ἢ προ‐ ειδόμενος· οὐ γὰρ εἰς τοῦτο ὁρῶν ἠπειγόμην. | |
13 | Τὸ καθ’ ὁδὸν ἢ κατ’ ἀξίαν λέγει, ὥσπερ ἐστὶν εὐθεῖα ἡ | |
15 | ὁδός, ἢ ὥσπερ συμβαίνει ἐν ὁδῷ γενέσθαι· πολλάκις γάρ τις ἀπερχόμενος τήνδε τὴν ὁδόν, ἄλλην ἕλκοντος αὐτὸν βαδίζει φίλου. | |
17 | Ὁμοῦ δὲ πρὸς πᾶσαν τὴν τῶν Περσῶν ἀρχὴν δια‐ κινδυνεύοντες [ἐν τῇ γῇ] ἀντ’ ἀριθμοῦ σωμάτων ἐθνῶν | |
20 | ἀριθμοὺς διαφθείροντές τε καὶ λαμβάνοντες. Ἤδη δὲ καὶ δύο τρόπαια εἰς μίαν ἡμέραν ἦλθε, καὶ ναυμαχία πε‐ ζομαχίᾳ παρισώθη. Μόνοι δ’ ἀνθρώπων τῶν εἰς κοινὸν πολιτευσαμένων τὴν μὲν οἰκείαν ὥσπερ ἀλλο‐ τρίαν ἐνόμισαν, τὴν δ’ ἀλλοτρίαν οὐχ αὑτῶν ἀλλοτρίαν | |
25 | ἀλλὰ τῶν σὺν κακίᾳ νεμομένων. Φυλάκων δ’ ἐβίωσαν | |
βίον, οὐδὲ τούτων ἱδρυμένων, οὐδέ γε ἑνὸς τόπου τινὸς περιπόλων. Ἀλλὰ τοῦ διὰ πάσης γῆς Ἑλληνικοῦ περι‐ πόλους ἐκείνους χρὴ καλεῖν. Ἕως ἔγνω βασιλεὺς ἀν‐ ταίρων τῇ πόλει παραπλήσιον ποιῶν ὥσπερ ἂν εἰ | 17 in vol. 7 | |
30 | πρὸς φλόγα πολλὴν ἐπιοῦσαν ὕλην ἐπηρμένος ἠγω‐ νίζετο. Οὐδὲν γὰρ [ἦν] ὅ τι οὐκ ἔπασχεν, ἀλλ’ ἀνηλίσκετο αὐτὸς ἐξ αὑτοῦ, καὶ τὴν χώραν ἐπιτείχισμα τῆς ἑαυ‐ τοῦ σωτηρίας ἔχων ᾔσθετο. | |
33 | Τὴν ἰδίαν χώραν καθ’ ἑαυτοῦ· ἐξ αὐτῆς γὰρ οἱ Ἀθηναῖοι | |
35 | ἤτοι τῆς Ἀσίας ὡς ἐξ ὁρμητηρίου ἀφορμῶντες ἔβλαπτον αὐτόν. | |
35 | Εἶχε μέν [γε] πρὸ τοῦ τὸν μέχρι Πηνειοῦ τόπον. Καί‐ τοι τὸ θαυμαστὸν ἀφεῖλον, ὡς ἤδη τι θαυμαστὸν λέ‐ γων. Εἶχε πάντα τὸν μέχρι τῆς Ἀττικῆς, ἕως ἐνέτυχε | |
Bibl.246404a | τοῖς ἐκ τῆς Ἀττικῆς ἐν τῇ θαλάττῃ· τοσοῦτον πα‐ ρελήλυθε τὸν ὀμφαλὸν τῆς γῆς τε καὶ τῆς Ἑλλάδος τοὺς Δελφούς. Ἐκ δὲ τῶν τῆς πόλεως ἀγώνων καὶ ἀποστόλων τοσοῦτον κατῆλθεν, ὥστε ὡμολόγησε δυοῖν μὲν ὅροιν | |
5 | εἴσω μηκέτι πλευσεῖσθαι, πρὸς μεσημβρίαν μὲν Χελιδο‐ νέας, πρὸς δὲ ἄρκτον Κυανέας θέμενος, θαλάσσης δ’ ἀφέξειν ἴσον πανταχῇ σταδίους πεντακοσίους· ὥστ’ εἶναι τὸν κύκλον τοῦτον ἀντ’ ἄλλου τινὸς στεφάνου τοῖς Ἕλλη‐ σιν ὑπὲρ κεφαλῆς, καὶ τὴν φρουρὰν ἐξ αὐτῆς τῆς χώρας | |
10 | τοῦ βασιλέως. | |
10 | Καίτοι τί κάλλιον εἴποι τις εἰρήνης ἢ πολέμου κεφάλαιον, ἢ πρὸς Ἕλληνας ἢ πρὸς βαρ‐ βάρους, ᾧ κατέκλεισε τότε τὰς πράξεις ἡ πόλις, καὶ | |
ταῦτα μέντοι τοσαῦτα καὶ τοιαῦτα διῆλθε σὺν πολ‐ λοῖς ὅμως ἐναντιώμασι τῶν Ἑλλήνων, καὶ πάντων ὥσπερ | 18 in vol. 7 | |
15 | ἀνθελκόντων. Τὸ γὰρ ἐν πολέμῳ καὶ φιλονεικίᾳ τῶν Ἑλλήνων πρὸς αὐτὴν καθεστηκότων τῆς ὑπὲρ τῶν Ἑλ‐ λήνων προνοίας μηδὲν μᾶλλον ἀφεῖσθαι, ἀλλ’ ὑπὲρ τῶν κοινῇ συμφερόντων βασιλεῖ πολεμεῖν διὰ γῆς ἁπάσης καὶ θαλάττης, ποσῇ τινι [χρὴ] τῇ μεγαλοψυχίᾳ προσ‐ | |
20 | θεῖναι; Χωρὶς τοῦ τοσαῦτα μερισθῆναι, καὶ πάν‐ των ὡς μόνων ἑκάστων ἐφικέσθαι, τῆς μὲν γνώμης τὴν ἀνδρείαν, τῆς δὲ παρασκευῆς τὴν ὑπερβολὴν παρέχειν θαυμάσαι; Τά τε γὰρ πρὸς τοὺς βαρβάρους ὡς πᾶσαν ἄγουσα ἀπὸ πάντων σχολήν, οὕτω διῳκήσατο, καὶ τοῖς | |
25 | ἐνοχλοῦσι τῶν Ἑλλήνων οὐδὲν μᾶλλον ὑπῆρχε χρήσασθαι τῷ καιρῷ, ἀλλὰ καὶ τούτοις οὕτως ἀπήντησεν, ὥστε σὺν πέντε καὶ σὺν πλείω ταῦτ’ ἔχειν ἀριθμεῖν, ὥσπερ ἄλλα ἄττα συλλήβδην ἀριθμούμενα. Ἐνίκων μέν [γε] ναυμαχίᾳ Πελοποννησίους ἐπὶ Κεκρυφαλίᾳ, ἐνίκων δ’ Αἰγινῆτας | |
30 | πρὸς Αἰγίνῃ, καὶ Πελοποννησίους αὖθις. Μεγαρεῦσι δ’ ἔστησαν τεῖχος μέχρι θαλάσσης, καὶ τὴν ἐλευθερίαν ἅμα καὶ [τὴν] χώραν διεφύλαξαν. Ἐνίκων δὲ Κορινθίους πρὸ Μεγαρέων· καὶ πρὶν δώδεκα ἐξήκειν ἡμέρας ἐνί‐ κων αὖθις ἑτέραν, οὐ καλῶς τὸ τρόπαιον ὑφαρπάζον‐ | |
35 | τας. | |
35 | Καὶ οὔπω ταῦτα μεγάλα· ἀλλ’ εἰρήσεται γάρ, κἂν ἐπείγωμαι· ἡ γὰρ προσθήκη δείξει τὸ πᾶν. Ἀπῆσαν μὲν γὰρ αἱ δυνάμεις τῇ πόλει, ἡ μὲν [κατὰ τὴν τῶν] Αἰγυπ‐ τίων χρείαν, [νῆες πλείους ἢ τοτ’ ἦσαν ἐν τοῖς Ἕλλη‐ σιν αἱ σύμπασαι σχεδόν], ἡ δ’ Αἰγίνη προσεκάθητο, | |
40 | ὅπερ καὶ τοὺς ἐναντίους μᾶλλον ἐπῆρεν ὁρμῆσαι πρὸς | 19 in vol. 7 |
Bibl.246404b | τὰ Μέγαρα· ᾤοντο γὰρ εἶναι σχολὴν Ἀθηναίων εἰς τὸ ἔργον ἑαυτοῖς. Εἰ δ’ ἄρα καὶ τὰ δεύτερα νικῴη, ἀλλ’ ἑτέραν πολιορκίαν λύσειν τῆς Αἰγίνης· οὐ γὰρ ἄλλοθέν γε λοιπὸν ἥξειν αὐτούς. Οἱ δὲ τοσοῦτον κατεγέλασαν τοῦ | |
5 | σοφίσματος, ὥστε οὐδὲν μᾶλλον οἱ πρὸς Αἰγίνῃ τότε ἐκινήθησαν τῶν ἐν Αἰγύπτῳ καὶ μηδὲν πεπυσμένων. Ἀλλὰ μὴν μόνη μὲν ἁπασῶν πόλεων ἰδίοις κινδύ‐ νοις κοινὴν ἅπαντι τῷ γένει τὴν ὠφέλειαν ἐπορίσατο, μόνη δὲ ἐκ τῶν κοινῶν εὐεργεσιῶν τὴν ἡγεμονίαν ἐκτή‐ | |
10 | σατο, καὶ μετέθηκε τὸν θεσμόν· οὐ γὰρ ἐξ ὧν κατεδου‐ λώσατο τὰς πόλεις ἔσχε τὴν ἀρχήν, ἀλλ’ ἐξ ὧν ἐποίη‐ σεν ἐλευθέρας. Ὥστε συμβῆναι τοὺς αὐτοὺς χρόνους τοῖς μὲν Ἕλλησι τὸ τῆς ἐλευθερίας, τῇ δὲ πόλει τὸ τῆς ἀρχῆς κέρδος ἐνεγκεῖν. Μόνοι γὰρ ἑκόντων ἦρξαν, καὶ μό‐ | |
15 | νος οὗτος δήμων ὥσπερ εἷς ἄρχων αἱρετὸς ἐξ ἁπάντων ἐνίκησε, τοὺς μὲν βαρβάρους τοῖς ὅπλοις βιασάμενος, τοὺς δ’ ὁμοφύλους οὐ πείσας ἀλλ’ ὑπ’ αὐτῶν ἄρχειν πεισθείς, σύμβολον δικαιοσύνης ἔχων τὴν ἀρχήν, ἀλλ’ οὐκ ἀδικίας. Εἰ δὲ δεῖ διελόντα εἰπεῖν, μόνη πόλεων | |
20 | τῶν μὲν βαρβάρων ἀκόντων, τῶν δὲ Ἑλλήνων ἑ‐ κόντων ἔσχε τὴν ἀρχήν. | |
21 | Ποίᾳ ταῦτ’ ἔστι ψυχῇ πα‐ ραβάλλειν ἀνθρωπίνῃ, καὶ τίνος οὐκ εὐτυχίας μᾶλλον θαυ‐ μάσαι; Γενομένου δὲ τοῦ μεγάλου πάθους· οὐ γὰρ [οὖν] σιωπήσομαι, ἀλλὰ καὶ τοῦτο ἔτι μείζω μοι δοκεῖ δει‐ | |
25 | κνύναι τὴν πόλιν. Οὕτω γὰρ τοῖς ὑπολοίποις προσηνέχθη πράγμασιν, ὥσπερ ἂν εἰ πᾶσαν εἰλήφει τὴν Σικελίαν. | |
Οὐ γὰρ ἐστερημένῃ δυνάμεως ἐῴκει, ἀλλ’ ἄρτι προσκε‐ κομμένῃ. Καὶ τὴν μὲν τῶν τρόπων εὐκολίαν καὶ σω‐ φροσύνην καὶ τάξιν διαίτης, ἣν ὑπὲρ τοῦ μηδὲν αἰσχρὸν | 20 in vol. 7 | |
30 | συγχωρῆσαι προείλοντο, οὐδ’ ἂν εἷς ἀξίως εἴποι. | |
30 | Περι‐ στάτων δ’ αὐτοὺς τῶν Ἑλλήνων ἁπάντων, καὶ τῶν μὲν ὑπαρχόντων πολεμίων τότε πρῶτον λαβόντων ἐλπί‐ δας καὶ παροξυνθέντων ὑπὸ τῆς τύχης, ἐπελθόντων δὲ τῶν ἐκ Σικελίας, μεταστάσης δὲ τῆς συμμαχίας | |
35 | ὀλίγου δεῖν ἁπάσης, καὶ νήσων καὶ ἠπείρου καὶ πάντων ὡς εἰπεῖν πολεμίων καταστάντων, καὶ πανταχόθεν κεκυκλωμένοι, ἔτι δ’ ἀγνωμοσύνης ἀπροσδοκήτου συμβάσης ὥστε καὶ βασιλέα κληθῆναι κατὰ τῆς πόλεως ὑπὸ τῶν ἀπ’ ἐκείνου σωθέντων ταῖς ἀπὸ τῆς πόλεως | |
40 | πράξεσιν, προσγενομένου δὲ [κἀκείνου] μάλα ἀσμένως, καὶ | |
Bibl.246405a | συμπολεμοῦντος καὶ σώμασι καὶ ναυσὶ καὶ χρυσῷ, καὶ τίνα γῆς ἢ θαλάττης οὐ παρέχοντος ἀφορμὴν τῷ πολέμῳ; | |
3 | Ἦν μὲν οὖν οὐδεὶς ὅστις οὐκ ἂν ἤλπισεν, ἔξωθεν οὑτωσὶ σκοπῶν, ἀναρπασθήσεσθαι νῦν ἤδη τὴν πόλιν | |
5 | [οὕτω κοινῷ πολέμῳ βαρβάρων τε καὶ Ἑλλήνων συν‐ εχομένην]· οἱ δὲ οὕτω μετέστησαν τὰ πράγματα, ὥσπερ ἁπάντων τούτων ὑπὲρ αὐτῶν ἀλλ’ οὐ κατ’ αὐτῶν γινο‐ μένων, ἢ στρατηγούντων σφίσι τῶν πολεμίων. Διέλα‐ βον δὲ τροπαίοις τὸν Ἑλλήσποντον ἄλλους ἄλλοσε κα‐ | |
10 | ταδιώκοντες, ὥσπερ μελέτας μᾶλλον ἐν σφίσιν αὐτοῖς ἢ ναυμαχίας πρὸς τοὺς ἐντυγχάνοντας ἀεὶ ποιούμενοι. Εἴρηταί τε, καὶ ἐνεθυμήθην ὡς ἑτέρῳ προείρηται. Τέλος | |
δ’ ἐπὶ Κυζίκῳ συμπεσόντες ὁμοῦ Λακεδαιμονίοις καὶ τοῖς ἀπὸ τῆς Ἑλλάδος καὶ τοῖς ἀπὸ τῆς Ἀσίας βαρ‐ | 21 in vol. 7 | |
15 | βάροις καὶ Φαρναβάζῳ λαμβάνουσι τὰς ναῦς παρὰ τοσοῦτον οὐ πάσας, παρ’ ὅσας διέφθειραν. Ὥστε ἡ μὲν τοσοῦτον ὑπερβληθεῖσα ὑπὸ τῆς συστάσεως πόλις οὐδ’ ὄνομα εἰρήνης ἐπ’ ἐκείνων τῶν χρόνων ἐνενόη‐ σεν, οἱ δ’ ἀπὸ τοσούτων καὶ τηλικούτων πλεονεκτημά‐ | |
20 | των ὁρμώμενοι πληγέντες κατέφευγον εὐθὺς ἐπὶ τὴν εἰρήνην. | |
21 | Ἔτι δὲ αὕτη μὲν πρὸς ἅπαντας ὁμοῦ πο‐ λεμεῖν ἠνάγκασται τοὺς ἐπιόντας ἢ κινοῦντας, τῶν δ’ ἐναντίων οἱ πλεῖστοι πρὸς μέρος αὐτῆς ἀντήρκασιν, ἀθρόας δὲ τῆς δυνάμεως ἤ τις ἢ οὐδεὶς ἐπειράθη. | |
25 | Ὥστε ἡ τῶν Ἀθηναίων πόλις νενίκηκε μὲν πολλὰ δὴ πολλάκις, αὐτὴ δ’ ἴσα καὶ ἀήττητός ἐστι. Τὸ δὲ πάν‐ των μέγιστον, ὅτι αὐτῆς μὲν οὐδεὶς ἐκράτησεν (οὐδεὶς γὰρ αὐτῆς τὴν γνώμην παρεστήσατο, ἀλλὰ στρατιᾶς γέ‐ γονε πάντα τὰ τοιαῦτα ἀτυχήματα), αὕτη δὲ τὰς | |
30 | γνώμας [τῶν ἐναντίων] ἅμα τοῖς ἔργοις δεδούλωται, Ξέρξην μὲν φεύγειν ἀπὸ τῶν πραγμάτων ποιήσασα ἐν εὐχῆς μέρει, Λακεδαιμονίους δὲ ἀνακλίνασα οὐχ ἧττον τοὺς ἀκούοντας ἢ τοὺς ἐν ταῖς μάχαις παρόν‐ τας καὶ πταίσαντας αὐτῶν. | |
34 | ||
35 | Εἰς τί ἀνέκλινεν; Ἢ εἰς τὸ ἐπιθυμῆσαι εἰρήνης; | |
35 | Εἰρήνην γὰρ Λακεδαιμόνιοι ἀπηξίωσαν ποιήσασθαι πρὸς Θηβαίους, μόνῃ τῇ τῶν Ἀθηναίων πόλει νο‐ μίζοντες εἴκειν εὐπρεπῆ συμφορὰν εἶναι. Ἀναμιχθέν‐ τες δὲ τοῖς ἄλλοις πολεμίοις οὐ μᾶλλον σῴζειν ἑτέ‐ | |
Bibl.246405b | ρους εἶχον, ἢ τῶν ἄλλων ἐδέοντο σῴζειν σφᾶς. [Οἵ γε ὀλίγων μὲν πλείους ὄντες ἢ πεντήκοντα οἱ πρῶτοι] ταῦτα δὲ βουλεύσαντες ὁμοῦ πρός τε τὴν Λα‐ κεδαιμονίαν ἀρχὴν γῆς καὶ θαλάττης οὖσαν, καὶ πρὸς | 22 in vol. 7 |
5 | τοὺς ἐν αὐτῇ τῇ πόλει κινδυνεύειν ὑπέστησαν, οἰό‐ μενοι δεῖν ἢ ζῆν ἐν ἐλευθερίᾳ ἢ μὴ προσορᾶν τὸν ἥλιον κακίας μάρτυρα ἑαυτοῖς γενόμενον. Ἐνόσησε μὲν γὰρ τῇ τῶν πάντων ἀνθρώπων φύσει, ἰάθη δὲ τῇ ἑαυτῆς, ὥστε καὶ τοῦτο ζῆλον αὐτῇ μᾶλλον ἐνήνοχεν ἢ | |
10 | συμφοράν. Κρατήσαντες δὲ εὐψυχίᾳ τοὺς ἐχθρούς, ἐπιεικείᾳ τοὺς οἰκείους ἐνίκησαν. Χρησάμενοι δὲ ἀμ‐ φοτέροις, καὶ τῇ παρὰ τοὺς ἀγῶνας ἀνδρείᾳ καὶ τῷ μετὰ τὰς πράξεις ἃ δεῖ βουλεύσασθαι, οὕτως ἀνεκτή‐ σαντο τὴν πόλιν. Ὥστ’ εἴ τις βούλοιτο μὴ πάντα | |
15 | διηγεῖσθαι, ἐνεῖναι κλέψαι τὴν σύμπασαν ἐπὶ τοῦ πολέμου συμφοράν· οὕτως ἀκολούθως ταῖς ἄνω πράξεσι τὰς ἐφεξῆς καὶ προείλοντο καὶ κατώρθωσαν. [Πόσῃ τινὶ τῇ περιουσίᾳ χρὴ νομίζειν ταύτην ὑπερ‐ αίρειν]; Ὁ δὲ οὐδενὸς ἧττον τῶν ὑπ’ ἐκείνων πρα‐ | |
20 | χθέντων ἄξιον εἰπεῖν τε καὶ τιμῆσαι· Λακεδαιμονίων γὰρ ἃ τοῖς Τριάκοντα ἐδάνεισαν ἐπὶ τὸν δῆμον ἀπαι‐ τούντων, ἐπειδὴ συνέβησαν, συνέτισεν ὁ δῆμος, ἵν’ ἔργῳ τὰς συνθήκας βεβαιώσηται. Παράδειγμα δὲ ἀνθρώποις τῶν ἐν τοῖς δεινοῖς ἐλπίδων ἐγένοντο. Ὁ | |
25 | δῆμος ἤδη συνειλεγμένοι ἅμα τε εἰς χεῖρας παρῆσαν καὶ σχεδὸν εἰς λόγους, ὥσπερ ὑπὲρ ἀλλήλων, οὐχ ὑπὲρ ἑαυτῶν πολεμήσαντες ἑκάτεροι· ὥστε μὴ εἶναι διελέσθαι, | |
πότερον τῶν ἐναντίων ἦν καταρᾶσθαι τὴν στάσιν, ἢ τῶν εὔνων συνεύξασθαι τῇ πόλει τοῦτόν γε λυθεῖσαν τὸν τρό‐ | 23 in vol. 7 | |
30 | πον. Ἐπεὶ δὲ τῆς εἰρήνης ἐμνήσθην, πάλιν ἐνταῦ‐ θα ἐπανελθεῖν βούλομαι βραχύ τι. | |
31 | Ὥστε καὶ πρώτη τοὺς βαρβάρους καὶ μόνη ἐνίκησε· καὶ σὺν ἄλλοις γενο‐ μένη οὐκ ἔλαττον τοὺς συμπαρόντας ἢ τοὺς ἀντιπάλους ἐνίκα. Ὥσπερ οἱ θηρᾶν ἀδύνατοι τὸ ληφθὲν ἀπροσ‐ | |
35 | δοκήτως οὐ μεθιᾶσιν, οὐδ’ ἂν ἀποδόσθαι τις ἀξιώσῃ, τῆς ἀξίας τιμήσαιντ’ ἄν, ἀλλὰ τὴν αὑτῶν ἀδυναμίαν προστιθέντες πλεονάζουσιν. Ἡ δέ, οἶμαι, συνειδυῖα ἑαυτῇ κρείττων οὖσα τοῖς ὅλοις, οὐδὲ πώποτε ἐμικρο‐ λογήσατο, ἐξ ἴσου τοῖς παροῦσι τὰ ἀπόντα ἐλπίζουσα. | |
Bibl.246406a | Διὸ πάντα ῥᾷον τοῖς πολεμίοις ἀπέδωκεν ἢ ἐκεῖνοι τὰ σφέτερα αὐτῶν ἀπῄτησαν. | |
2 | Ἴσως μὲν οὖν κἀγώ τι‐ σιν ἄτοπον ποιεῖν δοκῶ, μεμφόμενος μὲν τοὺς συγκρί‐ νοντας Ἀθηναίοις Λακεδαιμονίους, αὐτὸς δὲ εἰς τοὺς | |
5 | ὁμοίους λόγους προεληλυθώς, καὶ δι’ αὐτά γε ταῦτα εἰρηκὼς αὐτούς, δι’ ἅ φημι δεῖν μὴ λέγειν. Οὐ μὴν ἀλλ’ ἐξ αὐτῶν γε τούτων καὶ μάλιστα ἄν τις κατίδοι ὡς οὔτε ἡ χάρις θαυμαστή, ἣν οἴονται τῇ πόλει κατατίθεσθαι, οὔτε ἐξεπίτηδες τά γε τοιαῦτα ἀγωνιστέον, ἀλλὰ κατὰ | |
10 | τὸ πάρεργον οἷον ὥσπερ νῦν ἐγώ. Ὥστε εἴ τις ἀξιοῖ καὶ ἡμῖν ἄρρητα ταῦτα εἶναι, σχεδὸν τούτου χάριν εἴρηται. Καὶ Λακεδαιμόνιοι τῶν Ἑλλήνων προέχοντες καὶ [προκινδυνεύοντες ἐν ταῖς χρείαις] παῖδες τῇ πόλει | |
παραβάλλειν εἰσίν. Ὥστε ἐβουλόμην ἂν καὶ τὰ τρό‐ | 24 in vol. 7 | |
15 | παια ἃ μέλλω λέγειν ἀπ’ ἄλλων ὑπάρχειν ἀνακείμενα τῇ πόλει, καὶ μὴ ἀναγκαῖον εἶναι προστιθέναι τοῖς πολλοῖς ὅτι ἀπὸ Λακεδαιμονίων. Νῦν δὲ αὐτὰ τὰ πράγματα ταύτην ἄγει, ὥστε οὐ τοῦ παρεξετάσαι χάριν εἰρήσεται, ἀλλὰ τοῦ μὴ παντάπασιν τὰς πράξεις παρελ‐ | |
20 | θεῖν· καὶ γάρ εἰσιν ἃς παρεξέλιπον. Δεῖ δέ, ὡς ἔοικεν, οὐ τοῦ τυχόντος δρόμου. Καὶ οὐχ ἓν εἶδος εὐεργεσίας ἐπεδείξαντο, ἀλλ’ οὐδὲν εἶδος εὐεργεσίας ἀπέλιπον. Περιΐσταται δέ με παντοδαπὰ ὥσπερ ἐν συγγραφῇ τῶν αὐτῶν χρόνων, ἃ μὴ ὅτι πάντα διεξελθεῖν εὔπορον, | |
25 | ἀλλ’ οὐδενὸς στρατηγοῦ πάντα ἑξῆς. Ὧν τί παρεὶς τίνος μνησθῶ; Ὃ δὲ δεῖ μάλιστα τῆς ἐκείνων φύσεως ἀγασθῆναι καὶ κρεῖττον ἢ κατὰ ἄνθρωπον ἡγήσασθαι· ἑξὸν γὰρ ἑαυτοῖς ἀκολουθοῦντας ἔχειν Λακεδαιμονίους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἢ περιϊδεῖν ἐπὶ κεφα‐ | |
30 | λὴν ὠσθέντας, συμμάχων, περιοίκων, οἰκετῶν [ἁπάντων] ἐπανεστηκότων, ἐπὶ τοῖς ἴσοις ἐδέξαντο. Καὶ πο‐ ρευομένης ὥσπερ φλογὸς τῆς Θηβαίων δυνάμεως ἐπὶ τὴν πόλιν τὴν Λακεδαιμονίων καὶ τὰ λοιπὰ τῆς Πε‐ λοποννήσου, μόνοι καὶ Ἑλλήνων καὶ βαρβάρων προστάν‐ | |
35 | τες ἐκώλυσαν. Ἐξ ὧν οὕτως ὑπὸ πάντων ἑωρῶντο ὥστε καταστῆναι τὴν πόλιν συνέδριον τῆς συμμαχίας ἁπά‐ σης. Ἔτι τοίνυν πότερον τῆς πόλεως ἢ τῶν συμ‐ βάντων κατηγοροῦσιν; Εἰ μὲν γὰρ τῆς πόλεως, οὐδέν, ὡς ἔοικε, τῶν μεγίστων ἐπίστανται, ἀλλ’ ἐκπέφευγεν αὐ‐ | |
Bibl.246406b | τοὺς ἀφ’ ὧν ἡ πόλις γνωρίζεται. Εἰ δὲ τὰ συμβάντα μέμφονται, οὐχ ὅμοια τοῖς ἄλλοις, ὡς ἔοικεν, οἷς προ‐ | |
είληπτο ἡ πόλις νομίζοντες, οὕτω μέμφονται· ὥστε ἐξ ὧν τὸ πρᾶγμα κακίζουσι, τὴν πόλιν ἐγκωμιάζουσι. Τότε γὰρ | 25 in vol. 7 | |
5 | κακία καὶ πόλεως καὶ ἰδιώτου δείκνυται, ὅταν ἢ μόνα τῳ προσῇ τὰ ὑπαίτια, ἢ πλείω τὰ φαῦλα τῶν ἐπιεικῶν ἐλέγχῃ τις ἢ μείζω· προσκείσθω γάρ. Ὅταν δ’ ἐξετά‐ ζων διὰ πάντων ἑνὸς ἢ δυεῖν λαμβάνῃ, λέληθας ἐπαινῶν οἷς ἀφίης, ἄλλως τε εἰ μὴ δι’ ἰδιώτου ποιῇ | |
10 | τὴν κρίσιν, ἀλλὰ πόλεως, [καὶ ταύτης] πρεσβυτάτης τῶν Ἑλληνίδων καὶ ᾗ πλεῖστα ὑπάρχει τὰ δέοντα συμ‐ βάντα. Ἅπασα γὰρ δήπουθεν ἀρχὴ τῶν κρειττόνων ἐστὶ καὶ παρ’ αὐτὸν τὸν τῆς ἰσότητος νόμον. Εἰ δὲ μή, πῶς ἴσον ἢ ποῦ δίκαιον ἢ φόρους ἐκλέγειν ἀπὸ τῆς ἀλ‐ | |
15 | λοτρίας, ἢ νόμους τιθέναι τοῖς οὐδὲν δεομένοις, ἢ κρί‐ νειν τὰ ἐκείνων, ἢ προστάττειν, ἢ πολεμεῖν, ἢ κτᾶσθαι τὰ μὴ προσήκοντα; Ὅλως γὰρ οὐδὲν τούτων ἀπὸ τοῦ ἴσου γίνεται. Ὥστ’ εἴ τις ἀκριβολογεῖται περὶ τῶν δικαίων, καὶ σοφιστὴς εἶναι μᾶλλον βούλεται ἢ τῇ τῶν πραγμά‐ | |
20 | των φύσει συγχωρεῖν, οὐκ ἂν φθάνοι διαγράφων πά‐ σας ἀρχὰς καὶ δυνάμεις ἁπλῶς, ὡς ἅπαντά γε ταῦτά ἐστιν ἐν τῷ θεσμῷ τοῦ κρείττονος. Εἶτα ὑπὸ σοφίας ἄνεισι μέχρι τῶν θεῶν ἐλέγχων, καὶ λέγων ὡς οὐδὲ οὗ‐ τοι τοῖς ἀνθρώποις ἐξ ἴσου προσομιλοῦσιν, ἄλλ’ ᾕρηνται | |
25 | κρείττους εἶναι. | |
25 | Ἀλλ’ οἶμαι ταῦτ’ ἐστὶ γωνίας ἀξίων ἀνθρώπων, καὶ τὸν ἤλιον οὐχ ἑωρακότων, ὃς ἀφαιρεῖται τοὺς ἄλλους ἀστέρας τὸ φαίνεσθαι. Εἰ δὲ ἀναγκαῖον τὸ πάσῃ δυναστείᾳ καὶ πάσῃ περιουσίᾳ τὰ τοιαῦτα προσ‐ εῖναι, καὶ οὗτός ἐστιν ἀρχῆς θεσμός, μὴ ἀπὸ τοῦ ἴσου | |
30 | πρὸς τοὺς ὑπηκόους κρίνεσθαι, τότε νικῶν ἀπίτω τις ὅταν δείξῃ τῶν ἄλλων εἴτε Ἑλληνικῶν δυνάμεων εἴτε καὶ βαρ‐ βαρικῶν βασιλειῶν ἡντιναοῦν ἐλάττονι τῷ τῆς πλεο‐ νεξίας γιγνομένῳ χρησαμένην, ἢ τὸν τῶν Ἀθηναίων δῆμον ἔστιν εὑρεῖν. Φανήσεται γάρ, ἃ μὲν διαφερόντως | 26 in vol. 7 |
35 | ἐβουλεύσατο, ἑνὸς ἀνδρὸς ἤθει κεχρημένος τοῦ βελτίστου, ἃ δὲ ἐγκαλοῦσί τινες, οὐ τῇ κοινῇ φύσει τῶν ἀνθρώπων ἐξαμαρτών, ἀλλὰ τῇ τῆς ἀρχῆς ἀκολουθήσας ἀνάγκῃ, καὶ δυνάμει μὲν ἄρχων καταστὰς τὸ ἐξ ἀρχῆς, φιλαν‐ θρωπίᾳ δὲ τὸ τῆς ἀρχῆς δεδοικὸς ἑκὼν μεθείς, καὶ σχε‐ | |
Bibl.246407a | δὸν τῶν ἐγκλημάτων αἴτιος αὑτῷ γεγονώς. Πλείστῳ γὰρ τῷ κοινῷ καὶ μετρίῳ πρὸς ἅπαντα χρησάμενος, καὶ τρόπον τινὰ τῆς πολιτείας μᾶλλον κοινωνοὺς ποιησά‐ μενος ἢ δυναστείας νόμῳ κατέχων, ταὐτὸν τοῖς χρηστοῖς | |
5 | ἔπαθε τῶν δεσποτῶν· οὐ γὰρ διὰ τὴν ἄλλην ἐπιείκειαν χάριτος παρ’ ἐνίων ἔτυχεν, ἀλλ’ εἴ τι προσηνάγκασεν, ἐπιφανῶς ἔδοξε βιάζεσθαι. | |
7 | Καὶ μὴν εἰ μὲν ἔχοντας τὸ τῶν ὑπηκόων σχῆμα ταῦτα εἰργασμένος φαίνεται, δῶμεν τοῖς ἐθέλουσι βλασφημεῖν· εἰ δὲ τοὺς μὲν ἀποστάντας | |
10 | καὶ παρ’ ἀξίαν ὑβρίσαντας εἰς αὐτόν, τοὺς δὲ ἐκ τοῦ φανεροῦ πολεμίους ὄντας, ποτέροις ἄξιον ἐγκαλεῖν; Οἶ‐ μαί [γε] τοῖς τὴν ἀνάγκην παρασχοῦσιν. Ἐπεὶ κἀκεῖνοί μοι δοκοῦσιν ὥσπερ ἐνέχυρον αὐτὸ τοῦτο ἔχοντες ἐπαρθῆναι, καὶ τούτῳ μάλιστα πιστεύσαντες ἁμαρτεῖν, οὐ τῷ διὰ | |
15 | τέλους κρατήσειν τῆς πόλεως, ἀλλὰ τῷ μηδ’ ἂν ληφθῶσι μηδὲν δεινὸν πείσεσθαι, ὡς Ἀθηναίους γε πεφυκότας σῴ‐ | |
ζειν. Δῆλον δέ· ἃ γὰρ περὶ Μιτυληναίων μετέγνωσαν, τίς ἔχει νικῆσαι πόλις οἷς ἐξ ἀρχῆς ἐβουλεύσατο; Ἐκεῖνοι γὰρ ἃ μὲν τῇ προτεραίᾳ διέγνωσαν, τῆς κρίσεως ἦν καὶ | 27 in vol. 7 | |
20 | ὧν ἠδίκηντο· ἃ δὲ τῇ ὑστεραίᾳ μετέγνωσαν, τῆς πόλεως ἦν μόνης. Καὶ ἡ τριήρης τὴν τριήρη κατειλήφει. Θαυ‐ μάζω δὲ εἰ τῶν [μὲν] ἰδιωτῶν τὴν ἔργῳ πάντες ἀπο‐ λογίαν τιμῶσι, τῆς πόλεως δὲ οὐχ ὁρῶσιν οἱ σεμνοί [τὰ ἔργα] δι’ οἵων καὶ ὅσων ἀπολογεῖται περὶ τούτων. Καὶ | |
25 | ἡλίου μὲν καὶ σελήνης οὐχ ὅσα βλάπτουσι κατηγοροῦμεν, ἀλλ’ ὅσων ἀγαθῶν αἴτιοι γίνονται θαυμάζομεν· τὴν πό‐ λιν δ’ ἐξ ὧν ἐνίοις προσέκρουσεν, ἀλλ’ οὐκ ἐξ ὧν ἅπασιν ὡμίλησεν οὐδὲ ἐκ τῆς ὅλης φύσεως κρινοῦμεν; Οὐκ οἴομαί γε· ὥσπερ καὶ τῶν θεῶν εἴ τις ἂν κατηγοροίη τοὺς σκη‐ | |
30 | πτοὺς καὶ τὰς βροντὰς, [κἂν εἴ τι σεισθῇ] τὰς ὅλας καὶ κοινὰς αὐτῶν εὐεργεσίας ἀμελήσας σκοπεῖν. | |
31 | Ἔχων δὲ πολλὰ καὶ τῶν ὕστερον εἰπεῖν, καὶ μάχας ἀτόπους καὶ τολμήματα θαυμαστὰ καὶ καρτερίας ὑπερφυεῖς, οὐκέθ’ ὁρῶ τὸν καιρὸν ἀρκοῦντα. Τοσοῦτον δ’ ἔτι προσθεὶς τοῖς | |
35 | περὶ τούτων λόγοις ἀπαλλάττομαι. | |
35 | Ὥσπερ γὰρ προ‐ ειδυῖα ἐξ ἀρχῆς ἡ φύσις περὶ τῆς πόλεως, ὅσον τοῖς ἔργοις προέξει τῶν ἄλλων, κατεσκευάσατο αὐτῇ πρὸς ἀξίαν τοὺς λόγους, ἵνα αὐτή τε κοσμοῖτο ὑπὸ τῶν ἑαυ‐ τῆς ἀγαθῶν, κἄν τισι τῶν ἄλλων δέῃ, καὶ τοῦτ’ ἔχῃ | |
Bibl.246407b | μετὰ τῶν ἄλλων χαρίζεσθαι. Πρότερον μὲν οὖν τοὺς | |
καταφεύγοντας ἐφ’ ὑμᾶς τῶν Ἑλλήνων διεσώζετε· νυνὶ δ’ ἀτεχνῶς πάντας ἀνθρώπους καὶ πάντα γένη τῇ καλ‐ λίστῃ τῶν εὐεργεσιῶν ἀνέχετε, ἡγεμόνες παιδείας καὶ σο‐ | 28 in vol. 7 | |
5 | φίας ἁπάσης γινόμενοι. | |
5 | Ἀλλὰ μὴν πέντε μέν ἐστι μνήμη βασιλειῶν· μὴ γένοιτο δὲ πλειόνων. Τούτων δ’ ἐπὶ μὲν τῶν Ἀσσυρίων τῆς πρεσβυτάτης αἱ πρῶται τῆς πόλεώς εἰσι πράξεις, καὶ ὅσα τῶν θείων εἰς τοῦτον ἐμπίπτει τὸν χρόνον· ἐπὶ δὲ τῆς δευτέρας ᾔρετο ἡ πό‐ | |
10 | λις· τὴν δὲ τρίτην διὰ τέλους ἐνίκησεν· ἐν δὲ τῇ τε‐ τάρτῃ μόνη μὲν ἀντέσχεν, ἄριστα δ’ ἀπήλλαξε τῶν ἄλ‐ λων· ἐπὶ δὲ τῆς πάντα ἀρίστης καὶ μεγίστης, τῆς νυνὶ καθεστηκυίας, τὰ πρεσβεῖα παντὸς ἔχει τοῦ Ἑλληνικοῦ, καὶ πέπραγεν οὕτως ὥστε μὴ ῥᾳδίως ἄν τινα αὐτῇ τὰ | |
15 | ἀρχαῖα ἀντὶ τῶν παρόντων συνεύξασθαι. | |
15 | Γνοίη δ’ ἄν τις ὅσον τῇ πόλει περίεστιν ἐκ τοῦ παντὸς αἰῶνος εἰ τὰ ὑπάρχοντα αὐτῇ, πάντα μὲν οὐκ ἴσως δυνατόν, μᾶλ‐ λον δὲ σαφῶς ἀδύνατον, ἀλλ’ ὅσα γε ἐγχωρεῖ, μερίσας, ἄλλο ἄλλῃ πόλει καὶ χώρᾳ προσθείς, εἶτα ἀγῶνα τῷ | |
20 | λόγῳ ποιήσειε καθάπερ ποιητῶν ἢ χορῶν· οὐ γάρ μοι δοκεῖ τὴν νικῶσαν εὑρεῖν [ἂν] ῥᾳδίως. Οἷον εἰ φιλοτι‐ μοῖτο ἡ μὲν ὡς πρώτη τεκοῦσα τὸ τῶν ἀνθρώπων γένος, ἡ δὲ ὡς πρώτη δείξασα τοὺς καρπούς, ἡ δὲ ὡς πλείστοις μεταδοῦσα, ἡ δέ τις ὡς νόμους καταδείξασα, | |
25 | ἡ δὲ πανηγύρεις, ἡ δὲ ὡς ἐν καλλίστοις κεῖται γῆς ἅμα καὶ θαλάσσης, ἡ δὲ τοῖς τῆς σοφίας ἀγαθοῖς ἀγάλ‐ | |
λοιτο, ἡ δὲ τὰς ἐν τοῖς πολέμοις πράξεις καταλέγοι, ἄλλη δὲ ὅσους ὑπεδέξατο τῶν Ἑλλήνων, ἡ δὲ τὰς ἀποι‐ κίας ἃς ἀπέστειλεν, ἡ δὲ ὅτι καὶ δοίη τις αὐτῇ τῶν | 29 in vol. 7 | |
30 | ὑπαρχόντων τῇ πόλει, φήμ’ ἔγωγε μάλιστ’ ἂν οὕτω γε‐ νέσθαι καταφανὲς ὁπόσοις τισὶ τοῖς κρείττοσιν ἡ πόλις ἡμῖν τὰς ἄλλας παρελήλυθεν. Ἃ γὰρ ἐξαρκεῖ νειμαμένη τῇ Ἑλλάδι, ταῦτα μόνη συλλήβδην ἔχει. | |
33 | Καὶ μὴν τῶν γε δωρεῶν [ὡσαύτως] τὴν μεγίστην οὐ ῥᾴδιον εὑρεῖν, | |
35 | ἁμιλλάσθω δὲ καὶ περὶ τούτων ἄλλη πρὸς ἄλλην πόλις, ἡ μὲν τοὺς Δήμητρος καρποὺς κομίζουσα, ἡ δὲ τοὺς τοῦ Διονύσου, καὶ τούτους οὐ μόνον τοὺς ἀπὸ τῆς ἀμπέλου, ἀλλὰ καὶ τῶν ἄλλων ἡμέρων· ἡ δὲ τρίτη λεγέτω τὴν τῆς Ἀθηνᾶς δωρεάν, καὶ ταύτην διπλῆν. Ἆρ’ οὐ πολ‐ | |
Bibl.246408a | λαῖς πόλεσι μεριζόμενα ἐξαρκεῖ τὰ ἐκ τῶν θεῶν ἑκάστῃ φιλοτιμεῖσθαι ὡς ἐχούσῃ τὸ κάλλιστον; [Εἶεν· ἀλλὰ ταῦτα μὲν τοιαῦτα]. Τὰ δ’ αὖ τοῦ μεγέθους καὶ τῆς ἄλλης κατασκευῆς τίς ἂν οὐκ ἄξια τῆς ὅλης τύχης εἴποι | |
5 | καὶ τοῦ μεγάλου τῶν Ἀθηναίων ὀνόματος; Τοῦτο μὲν αὐτὸν τὸν κύκλον τοῦ ἄστεως, μέγιστον μὲν τῶν Ἑλλη‐ νικῶν, κάλλιστον δὲ τῶν πανταχοῦ. Καὶ σιωπῶ τείχη κα‐ θήκοντά ποτε ἐπὶ τὴν θάλατταν, [ἡμερησίας ὁδοῦ μῆ‐ κος τὰ σύμπαντα], καὶ πρὸς τῇ θαλάττῃ κύκλους ἑτέρους | |
10 | ἀντιστρόφους τῶν περὶ τὴν πόλιν. Ἀλλὰ τοὺς δήμους πά‐ ρεστι δήπου θεωρεῖν, ὧν ἔνιοι λαμπρότερον τῶν ἀλλαχοῦ πόλεων κατεσκευασμένοι εἰσί, καὶ πάντα δὴ τὸν κόσμον καὶ τὸν παρὰ τῆς φύσεως καὶ τὸν παρὰ τῆς τέχνης | |
ἐφάμιλλον κἀν τῇ πόλει κἀν τῇ χώρᾳ. Τῶν μὲν αὐ‐ | 30 in vol. 7 | |
15 | τοφυῶν ἀήρ τε οὗτος ἐξαίρετος τοῦ πολλοῦ, καὶ λιμένες τοσοῦτοι, ὧν εἷς ἕκαστος ἀντάξιος πολλῶν, ἔτι δὲ αὐτῆς τῆς ἀκροπόλεως ἡ θέσις, καὶ τὸ ὥσπερ αὔρας εὔχαρι προσβάλλον πανταχοῦ. Ὃ δὲ καὶ ἐν αὐτοῖς τούτοις ἄξιον ἐπισημήνασθαι. Ταῖς μὲν [γὰρ] ἄλλαις πόλεσιν, ὅπως ἂν | |
20 | ἔχωσι τοῦ οὐρανοῦ, τῆς γε αὑτῶν χώρας ἐπιεικῶς ἡττᾶσθαι συμβέβηκε. Τοῦ δὲ πάσης Ἀττικῆς ἀέρος οὕτως ἔχοντος, ἄριστος καὶ καθαρώτατός ἐστιν ὁ τῆς πόλεως ὑπερέχων. [Γνοίης δ’ ἂν αὐτὴν ἐπὶ τῇ πόρρωθεν ὥσπερ αὐγῇ τῷ ὑπὲρ κεφαλῆς ἀέρι.] Καὶ τὰ μὲν [παρὰ] τῆς φύ‐ | |
25 | σεως τοιαῦτα, πολλὰ τῶν ὄντων ἀφελόντι· τῶν δ’ αὖ τῆς τέχνης τί [χρὴ] πρῶτον εἰπεῖν ἢ μέγιστον θεῖναι; Νεῴ τε γὰρ [ἐνταῦθα] οἱ αὐτοὶ μέγιστοι καὶ κάλλιστοι τῶν πανταχοῦ, καὶ ἀγάλματα, ἄνευ τῶν οὐρανίων, τῆς πρώ‐ της τέχνης τὰ πρῶτα, καὶ παλαιὰ καὶ καινά. Πρὸς δὲ | |
30 | τούτοις βιβλίων ταμιεῖα οἷα οὐχ ἑτέρωθι γῆς φανερᾶς, καὶ μάλα τῶν Ἀθηναίων κόσμος οἰκεῖος, καὶ οἷα δὴ τῆς παρούσης ἐξουσίας [τε] καὶ διαίτης, λουτρά τε σεμνότητι καὶ τρυφῇ νικῶντα καὶ δρόμοι καὶ γυμνάσια. Ὥστε εἴ τις περιέλοι τῆς πόλεως τοὺς Ἐριχθονίους, τοὺς Κέκροπας, | |
35 | τὰ μυθώδη, τὰ τῶν καρπῶν, τὰ τρόπαια, τὰ ἐν τῇ γῇ καὶ τῇ θαλάττῃ, τοὺς λόγους, τοὺς ἄνδρας, πάντα δι’ ὧν τὸν αἰῶνα διεξελήλυθε, σκοποῖτο δ’ αὐτὴν ὥσπερ τὰς νῦν φρονούσας ἐφ’ ἑαυταῖς, ἐξαρκεῖν αὐτὴν τοῖς | |
Bibl.246408b | ὁρωμένοις νικᾶν. [Ἀλλὰ] μόνη δὴ πόλεων τὰ μὲν | |
παλαιὰ τοῖς παλαιοῖς νικᾷ, τὰ δὲ καινὰ τοῖς καινοῖς· εἰ δὲ βούλει, τὰ μὲν παλαιὰ τοῖς καινοῖς, τὰ δὲ καινὰ τοῖς παλαιοῖς, τοῖς ἑαυτῆς λέγω τὰ τῶν ἄλλων. | 31 in vol. 7 | |
4 | ||
5 | Ὅτι πολλάκις σχηματίζεται· σχηματίσαις δ’ ἂν τὸ χωρίον μεταλαμβάνων καὶ οὕτω. Τὰ μὲν παλαιὰ τοῖς παλαιοῖς νικᾷ, τὰ δὲ καινὰ τοῖς παλαιοῖς. Μᾶλλον δὲ ἀντὶ τοῦ· «εἰ βούλει» καὶ ἑξῆς, καὶ ἔτι τὰ μὲν παλαιὰ τοῖς παλαιοῖς νικᾷ, τὰ δὲ καινὰ τοῖς καινοῖς. Εἶτα, πῶς εἶπον; Ἀλλὰ καὶ τὰ παλαιὰ τοῖς | |
10 | καινοῖς καὶ τὰ καινὰ τοῖς παλαιοῖς. Ἔτι δὲ εἴποι ἄν τις ἄμεινον, ἢ διέλοι δ’ ἄν τις οἰκειότερον λέγων, ἢ οὐκ ἂν δια‐ μάρτοις, καὶ πολλαχῶς ἄλλως. | |
12 | Ὡς δ’ εἰπεῖν, ἅπαντα ἢ παρ’ ὑμῖν ἐστι μόνοις ἢ καὶ παρ’ ὑμῶν. Καὶ τριῶν ἕν γέ τι συμβέβηκε· τὰ μὲν γὰρ | |
15 | παρ’ ὑμῶν ἤρξατο, τὰ δὲ ὡς κάλλιστα παρ’ ὑμῖν ἐστι, τὰ δ’ ὡς πλεῖστα. Εἰσὶ τοίνυν οἳ μηδὲν ἔχοντες φανερὸν δεῖξαι μηδὲ εἰπεῖν ἔργον ἑαυτῶν, μηδὲ ἐφ’ ὅτῳ ἂν δι‐ καίως φρονοῖεν, ἐπὶ τοὺς τρωϊκοὺς καταφεύγουσι χρό‐ νους καὶ φιλοτιμίας ἀμφισβητοῦσιν οὐδ’ οὕτω λέγοντες | |
20 | οὐδὲν κοινὸν ἑαυτῶν, ἀλλ’ ἑνὸς ἀνδρὸς δόξης ἐξαρτώ‐ μενοι, ὥσπερ τινὲς γεωπεῖναι δι’ ἑνὸς τῶν πλουσίων ἑαυτοὺς ποιούμενοι. Ἡ πόλις δὲ πρὸς τῷ μηδὲν δεῖσθαι τοιαύτης κατασκευῆς, οὐδὲ τούτου στέρεται τοῦ ἡδύσματος, ἀλλ’ ὁ κοινὸς τῶν Ἑλλήνων ποιητὴς ἐν τῷ καταλόγῳ | |
25 | τῶν νεῶν τε καὶ πόλεων τῶν Ἀθηναίων στρατηγὸν εἰς ἄκρον ἔφησεν ἐλθεῖν κοσμῆσαι ἵππους [τε] καὶ ἀνέρας ἀσπιδιώτας. | |
27 | Εἰς Μενεσθέα Ἀλέξανδρον ἀποτείνεται. | |
28 | Εἰ γὰρ δεῖ τῶν ἄλλων ἀποστάντα ὑπὲρ τῆς δημοκρα‐ | |
30 | τίας μόνον εἰπεῖν, φανήσονται τοῖς μὲν βουλήμασι καὶ ταῖς ἐπιθυμίαις πολλῷ προπετέστεροι καὶ ὑβριστότεροι πάντες οἱ τοῦ σχήματος τούτου μετασχόντες, τῷ δ’ ἀξιώ‐ ματι καὶ τῇ λαμπρότητι μηδὲ τοῖς ἀπὸ τῆς πόλεως γεγενημένοι. Καὶ μὴν ἐκεῖνό γε ἡ πόλις πρώτη κατέ‐ | 32 in vol. 7 |
35 | δειξε, μὴ τίθεσθαι πλούτῳ μηδὲ θαυμάζειν. Οὔτε γὰρ τοὺς ὑπερέχοντας ταῖς οὐσίαις οὐδὲ πώποτε ἐπῆρεν, ἀλλ’ ὅσον μὴ ἀδικεῖσθαι διὰ τοῦτο, τοσοῦτον αὐτοῖς [ἠξίου] παρ’ αὐ‐ τῆς ὀφείλεσθαι· οὔτε τοῖς ἀρετῇ μὲν ὑπερφέρουσι χρή‐ μασι δ’ ἡττημένοις οὐδαμοῦ πώποτε τὸ ἔλαττον ἔνειμεν, | |
Bibl.246409a | αἰσχρὸν οἶμαι νομίζουσα τῶν μὲν οἰκετῶν οὐ τοὺς εὐπορωτάτους ἀλλὰ τοὺς πιστοτάτους βελτίστους νομίζειν, τῶν δὲ ἐλευθέρων φασκόντων εἶναι τὴν ἀξίαν ὡρίσθαι χρή‐ μασιν, ἀλλὰ μὴ ὁποῖός τις ἂν αὐτὸς ἕκαστος ᾖ, τοι‐ | |
5 | οῦτον καὶ νομίζεσθαι. Ἐμοὶ μὲν οὐδὲ πένταθλοι δο‐ κοῦσιν οἱ πάντα νικῶντες τοσοῦτον τοῖς πᾶσι κρατεῖν. | |
6 | [Πράγματα εἶπεν ἀντὶ προσώπου· δέον γὰρ εἰπεῖν οἱ τοὺς πεντάθλους νικῶντες, ὁ δὲ εἶπεν οἱ πένταθλοι.] Ἀντὶ τοῦ ἆθλος ἔχων πέντε ἀγωνίσματα, πάλην, δρόμον, ἀκόντιον, δίσκον, | |
10 | παγκράτιον, ἢ ἀντὶ τοῦ οἱ πέντε ἀγωνιζόμενοι. Ἢ οἱ ἐν τοῖς πέντε ἀγωνίσμασι νικῶντες. Οὐχ ὅτι δὲ οἱ πένταθλοι πάντα νικῶ‐ σιν· ἀρκεῖ γὰρ αὐτοῖς τρία τῶν πέντε πρὸς νίκην. Λέγεται δὲ Πηλεύς, ὅτε ἦν μετὰ τῶν Ἀργωναυτῶν, τοῦτον θεῖναι τὸν ἀγῶνα πρῶτος· τὰ δὲ πέντε ἆθλα ἦν ἃ προείρηται· οἱ δὲ | |
15 | ἀντὶ τοῦ παγκρατίου τὸ ἅλμα συναριθμοῦσι. | |
15 | Καὶ τίς δήμων αὐτὸς ὀξύτερος καὶ πραότερος; Ἢ | |
τίνες δημαγωγοὶ μᾶλλον ἄξιοι θαυμάσαι; Ἀετόν τε ἐν νεφέλαις αὐτὴν ὁ θεὸς καλεῖ πρὸς τὰ ἄλλα πολί‐ σματα. Μόνη δ’, ὡς ἔοικε, ταύτῃ πόλεων δύο τἀναντία | 33 in vol. 7 | |
20 | συμβέβηκε· πλεῖστά τε γὰρ καὶ κάλλιστα [ἀνθρώποις] εἴ‐ ρηται περὶ ταύτης, καὶ οὐκ ἔστιν ἥτις ἐλαττόνων τετύχηκε. Πρὸ μὲν γὰρ τῶν ἄλλων τεθαύμασται, ἄξιον δ’ αὑτῆς οὐδὲν ἤκουσε. | |
23 | Πρότερον μὲν οὖν ἠγάμην τὸ τῆς σοφίας ἀκούων πρυτανεῖον καὶ τὴν τῆς Ἑλλάδος ἑστίαν καὶ | |
25 | τὸ ἔρεισμα, καὶ ὅσα τοιαῦτα εἰς τὴν πόλιν ᾔδετο· νῦν δέ μοι δοκεῖ ταῦτα πάντα εἴσω πίπτειν. Ἀλλ’ εἴ τινα χρὴ πόλιν θεῶν ὕπαρχον ἢ συγγενῆ προσειπεῖν, ἢ τῆς φύ‐ σεως τῆς ἀνθρωπείας εἰκόνα καὶ ὅρον, ἥδ’ ἄν μοι δοκεῖ δικαίως κληθῆναι. Ἀνθ’ ὧν, ὦ ἄνδρες Ἕλληνες, οὔτε | |
30 | φθόνον εἰκὸς ἔχειν τῇ πόλει οὔθ’ ὑποχωροῦντας αἰσχύ‐ νεσθαι, ἀλλὰ συναύξειν ἐκ τῶν ἐνόντων καὶ φιλοτιμεῖσθαι. Τῶν γὰρ Ἀθηναίων νικώντων παρ’ ὑμῖν ἐστι τὸ νικᾶν. Πάντας μὲν γὰρ πάντων ἂν εἶναι ἀρίστους ἀδύνατον· ὥσπερ δὲ ὅταν στρατηγὸς προέχῃ, μετέχει τῆς δόξης | |
35 | ἡ πόλις, οὕτω τῆς ἡγουμένης πόλεως τὰ εἰκότα τιμω‐ μένης ἅπασι μέτεστι τῆς φιλοτιμίας. Οἶμαι δ’ οὐδ’ αὐ‐ τοῖς Ἀθηναίοις φέρειν αἰσχύνην, ἄν τις αὐτοῖς πρε‐ σβεύῃ τὴν ἀκρόπολιν. | |
38 | ||
Bibl.246409b | Ἀντὶ τοῦ τιμιωτέραν καὶ ἐνδοξοτέραν τῆς πάσης Ἀττι‐ κῆς εἴ τις λέγοι τὴν ἀκρόπολιν. | |
2 | [Χρὴ τοίνυν καὶ ὑμᾶς ὥσπερ ἀκρόπολίν τινα ἢ κο‐ ρυφὴν νομίσαντας τῆς Ἑλλάδος καὶ τῶν ὁμοφύλων τὴν | |
5 | πόλιν, καὶ ἔργῳ καὶ λόγῳ κοσμεῖν, καὶ μετέχειν τῆς δόξης ἀλλ’ οὐκ ἀποστερεῖσθαι νομίζοντας. Εἴργασται καὶ ἡμῖν ὁ λόγος ἀντὶ τοῦ πέπλου κόσμος Παναθηναίων τῇ θεωρίᾳ· δοῦναι δὲ χάριν τῆς αὐτῆς θεοῦ, ἧσπερ καὶ ὁ λόγος καὶ ἡ πόλις]. | 34 in vol. 7 |
Bibl.247409b(11) | Ἀνεγνώσθη ἐκ τῶν Ἀριστείδου πρὸς Πλάτωνα ὑπὲρ ῥητορικῆς λόγοι τέσσαρες, τὴν αὐτὴν τῷ προειρημένῳ παρεχόμενοι χρείαν. Οἶμαι δεῖν, ὅστις μέλλει τὰ δέοντα ἐρεῖν ἢ ψήφου | |
15 | κύριος [ὀρθῶς ἔσεσθαι], μὴ τοῦτο σκοπεῖν μηδὲ βασκαί‐ νειν, εἴ τινι τῶν πρότερον καὶ δόξαν ἐχόντων ἑτέρως εἰρῆσθαι περὶ τῶν αὐτῶν συμβέβηκεν, ἀλλ’ οὗ πανταχοῦ πλεῖστον εἰκός ἐστι λόγον εἶναι, τοῦτο κἀν τῷ παρόντι ζητεῖν ὁποτέρωθι τἀληθές, καὶ τοῦτο συμβούλεσθαι | |
20 | νικᾶν. Ἄτοπον γὰρ ἐν μὲν ταῖς ἐκκλησίαις μὴ τὸν πρῶ‐ τον εἰπόντα πιστεύεσθαι, μηδὲ ἐν τοῖς δικαστηρίοις, ἀλλὰ τοῦτό γε εὖ εἰδέναι πάντας, ὅτι εἰ ταύτῃ ταῦτα κρι‐ θήσεται, τῶν φευγόντων οὐδεὶς ἀποφεύξεται· πάντες γὰρ δήπουθεν ὕστεροι τοῦ διώκοντος λέγουσιν· ἐν δὲ τοῖς λό‐ | |
25 | γοις αὐτοῖς καὶ τῇ περὶ τούτων κρίσει τοὺς τῷ χρόνῳ προ‐ λαβόντας κρατεῖν, ἀλλὰ μὴ τοὺς ἀποδείξοντας περὶ ὧν ἀγωνίζονται. Καίτοι πῶς οὐκ ἀλογία πολλὴ τοὺς μὲν ἃ τῆς τοῦ σώματος τύχης ἔχεται μελετῶντας ἢ τιμῶντας οὕτω σφόδρα καὶ πρότερον τὸ τοῦ λόγου καλὸν | |
30 | καὶ δίκαιον τετιμηκέναι, [ἤτοι τῆς εὐταξίας, ἐπειδὴ πᾶν τὸ εὔτακτον κατὰ λόγον | |
γίνεται, τὸ δὲ ἄτακτον ἀλόγως], τοὺς δὲ ἐπὶ τῶν λόγων ἀνέχοντας, καὶ χωρὶς τῆς ἐν τούτοις διατριβῆς οὐδ’ ἂν ζῆν δεξαμένους | 35 in vol. 7 | |
35 | οὕτως ἀργῶς, μᾶλλον δὲ ἀδίκως ἔχειν, ὥστε ἑνὶ πιστῷ χρῆσθαι περὶ πάντων, ἄν τις φθάσῃ γενόμενος, καὶ τὰ ὀνόματα ἀντὶ τῆς ἀληθείας θαυμάζειν ᾑρῆσθαι, ὥσπερ νομίσαι δέον, οὐχ εὑρεῖν τὸ βέλτιον, καὶ τοὺς μὲν νόμους | |
Bibl.247410a | αὐτοὺς ἂν συμφέρῃ κινεῖν, τοὺς δὲ περὶ τῶν ἀεὶ με‐ νόντων τῇ φύσει λόγους ἐπὶ τοῖς πρώτοις μὴ δέχεσθαι, ἀλλ’ ὥσπερ ὅρους ἢ στήλας τοὺς προκατεσχηκότας πρε‐ σβεύειν, καὶ ταῦτα οὐ λύειν ὥσπερ ἐν τοῖς νόμοις τοὺς | |
5 | προτέρους διὰ τῶν ἐναντίων δέον, ἀλλὰ τῆς αὐτῆς χώ‐ ρας καὶ ἑτέρους ἀξιοῦν αὐτοῖς, καὶ τοῖς μὲν ὅρκοις τοῖς κοινοῖς προσπαραγράφειν ἐξεῖναι ἀνελεῖν καὶ προσθεῖναι ὅ τι ἂν σκοπουμένοις ὕστερον συνδοκῇ, οὓς δὲ ἀπὸ τῆς αὐτῆς ἐξουσίας ἀεὶ καὶ διὰ παντὸς ἐξετάζειν δεῖ λόγους, | |
10 | τῷ παρελθόντι χρόνῳ μόνῳ προσθεῖναι, ὥσπερ ἂν εἴ τις καὶ ὑγιαίνειν φάσκοι χρῆναι μόνους τοὺς πρώτους γενομένους, καὶ μηδὲ ἐκεῖνο ὁρᾷ, ὅτι ἡ τοιαύτη κρίσις καὶ ὁ λογισμὸς ὁ τοιοῦτος αὐτοῖς πρώτοις οὓς τιμῶσιν οὐ λυσιτελεῖ. | |
14 | Εἰ γὰρ τῷ χρόνῳ δεῖ συγχωρεῖν καὶ τὴν | |
15 | ἀξίαν ἀπὸ τούτου μετρεῖν οὐκέτ’ ἔχει τόπον ἡ [νῦν] παρὰ πάντων εἰς ἐκείνους αἰδώς. Ἴασος γὰρ [ἂν] οὕτω νικῴη [περὶ λόγους], καὶ Κρίασος καὶ Κρότωπος [καὶ Φορωνεύς], καὶ εἴ τις Ἀργεῖος ἐκ μύθου, [καὶ Δευκαλίων ἀντὶ τῶν νῦν βεβοημένων]. Ἐὰν οὕτω κρίνωμεν, ὡς οὐ Κόδρῳ γε με‐ | |
20 | τέσται τῆς φιλοτιμίας, ἀλλὰ καὶ οὗτος παῖς οἷς εἶπον συμβαλεῖν καὶ οὐκ ἀρχαῖος· καὶ κατὰ μικρὸν οὕτω ζητή‐ σομεν εἴ τις ἦν πρὶν σελήνην εἶναι. Ὁμήρου δὲ καὶ Ἡσιόδου καὶ τῶν εἰς ἡμᾶς νενικηκότων, Πλάτωνος, εἰ βούλει, καὶ Δημοσθένους καὶ τῶν ὀλίγον πρὸ τούτων οὐδ’ | 36 in vol. 7 |
25 | εἰς πολλοστὸν χρόνον ἐλπὶς ὁμοίαν ἐγγενέσθαι δόξαν, συμ‐ προιόντος ἴσου τοῦ πρὸ αὐτῶν ἐκείνοις ἀεί. | |
26 | Εἰ δὲ τοῦτο εὔδηλον ἅπασιν, ὅτι καὶ οὗτοι φύσει καὶ δυνάμει διε‐ νεγκόντες τοὺς πρὸ αὑτῶν ἀπέκρυψαν οὐδὲ τοὺς ὕστερον παντάπασιν ἅπαντας ἀπείργειν εἰκός, οὐδ’ ἀπιστεῖν, εἴ | |
30 | τις καὶ τοῦ νυνὶ χρόνου μετεσχηκὼς ἔχει συμβαλέσθαι γνώ‐ μην περὶ ὧν πρόκειται λόγος, [ἀλλὰ παρ’ αὐτῶν, ὡς ἔοικεν, ὧν τιμῶμεν ὑπάρχειν εἰδότας τὸ προσιέσθαι καὶ προσέχειν ὁπόσον διαφέρει]. Ἅπαντας μὲν οὖν τοὺς παλαιοὺς αἰδεῖσθαι μὲν ἴσως δίκαιον, φρίττειν δὲ οὐκ ἄξιον, | |
35 | εἴπερ μὴ τοὺς ἐπὶ τοῖς λόγοις ὀνομασθέντας μᾶλλον ἢ τοὺς λόγους αὐτοὺς δεῖ δοκεῖν τιμᾶν· [ὅτι δ’ εἰ πρὸς ἄλλον τινά, χρὴ γνώμης οὕτως ἔχειν καὶ πρὸς Πλά‐ τωνα, οὐκ ἄλλου δέομαι μάρτυρος, ἀλλ’ αὐτὸς ἐξαρκεῖ οὐ μόνον οἷς ἁπανταχοῦ βοᾷ καὶ παρακελεύεται μηδὲν | |
Bibl.247410b | πρότερον ποιεῖσθαι τῆς ἀληθείας, ἀλλὰ καὶ ὀλίγῳ τῷ παραδείγματι]. | |
2 | Εἰ γὰρ ἐκεῖνος Ὁμήρῳ τῷ τοσοῦτον πρὸ αὐτοῦ περὶ πολλῶν ἐπιτιμῶν οὐκ ἀπεστέρηται λόγου, ἀλλ’ ἔχει πρὸς τοὺς ἀγανακτοῦντας ὅ τι εἴπῃ, κατ’ αὐτόν, ὡς | |
5 | ἔοικε, Πλάτωνα καὶ τοὺς ἐκεῖνον ἐπαινοῦντας καὶ πάσης | |
αἰτίας ἀφιέντας ἔστι, κἂν ἄλλος τις ἐκείνῳ δοκῇ τι λέ‐ γειν ὑπεναντίον, τολμᾶν ἀκροᾶσθαι μήπω τοῦτο ἔγκλη‐ μα ποιουμένους, ἀλλ’ ἐὰν τοῖς περὶ τῶν πραγμάτων λό‐ γοις ἀπολειφθῇ. | 37 in vol. 7 | |
9 | Καὶ γὰρ ἂν εἴη δεινόν, εἰ ἐκεῖνος | |
10 | μὲν ὑποστὰς κατηγορεῖν ἐκ προφανοῦς οὐκ ἀπεστέρησε τρόπον γέ τινα αὐτὴν τῶν ὑπὲρ ἑαυτῆς λόγων, ἀλλ’ ἀπέδωκε δυσὶ καὶ τρισὶν ἀντειπεῖν ὡς γοῦν ἐν σχήματι διαλόγων, ἡμεῖς δὲ οἱ τὸ ὅλον βοηθεῖν ἔχοντες καὶ προῃ‐ ρημένοι μὴ τολμήσομεν, ὥσπερ τοσαῦτ’ ἀντιλέγειν | |
15 | Πλάτωνι δέον, ὁπόσα ἂν αὐτὸς πρὸς αὑτὸν βουληθείη. Ἄτοπον δέ μοι δοκεῖ, εἰ Πλάτων μὲν οὐκ ᾐδέσθη ψέ‐ γων ῥητορικήν, ἧς ἴσως γε καὶ αὐτῷ μετῆν, ἡμεῖς δ’ αἰσχυνόμεθα ὑπὲρ ῥητορικῆς λέγοντες, μή τις δι’ ἐκεῖ‐ νον ἀχθεσθείη. | |
19 | Χωρὶς δὲ τούτων, εἰ μὲν μηδὲν ἀντει‐ | |
20 | πεῖν δεῖ ἀλλ’ ἐρήμην ἑαλωκέναι καθάπερ ἐν δικαστηρίῳ, καὶ ταῦτα λόγων τέχνην οὖσαν, ἄλλο τι τοῦτ’ ἂν εἴη τὸ ἐπίταγμα. Εἰ δ’ ἔστιν ὅντινα δεῖ, σχεδὸν ἡμῖν ἂν πρέ‐ ποι, ἵνα καὶ τὸ δίκαιον εὐθὺς ἐν αὐτῷ τούτῳ πρώτῳ δείξωμεν, οὗ προεστήκαμεν· ὡς ἔστιν οὐ λόγον σῷζον, παρ’ | |
25 | ἧς τὸ τοῖς ἄλλοις συναγορεύειν ἔστι, ταύτῃ τῶν παρ’ αὐτῆς μὴ μεταδοῦναι, ἀλλὰ δυεῖν θάτερον, ἢ τοιοῦτον εἶναι δοκεῖν αὐτὴν οἷον Πλάτων βεβούληται, ἢ τοιοῦτον εἶναι δοκεῖν ποιῆσαι. Οὐ γάρ ἐστιν ἓν τοῦτο ὃ πανταχοῦ, ὅτι τὰς αἰτίας ἡ σιωπὴ βεβαιοῖ· ἀλλ’ ἅμα τῶν τε δι‐ | |
30 | καίων οὐ τεύξεται, καὶ τὸ σεμνὸν αὐτῆς ἐπ’ αὐτῆς ἐξε‐ | |
λήλεκται· δόξει γὰρ οὐχ οἵα τε εἶναι σῴζειν τὰ δίκαια. Ἐνταῦθα ἀπόδειξις μὲν οὐδ’ ἡτισοῦν ἐστιν, οὐδ’ ἔλεγχος ἀνάγκῃ προεληλυθώς· ὑπόκειται δὲ ἁπλῶς ὥσπερ ἐξόν, οὗ πολὺς ἱδρὼς πρότερον, οὐδὲν διαφερόντως ἢ εἰ | 38 in vol. 7 | |
35 | χάριν ᾔτει τοὺς ἀκούοντας ταῦτα συγχωρῆσαι. Καίτοι εἰ τὰ ζητούμενα ὡς ὁμολογούμενα ὑποτίθεσθαι γέλως, πῶς εἰκός, ἅ γε ζητεῖν γέλως ταῦτα ἐξ ἀρχῆς ὑποτίθεσθαι; Πῶς γὰρ οὐ γέλως, εἰ τῆς αὐτῆς φύσεως ῥητορικὴ καὶ ὀψοποιητική, ζητεῖν; Ὁ δὲ ὥσπερ ὁμολογούμενον εἴ‐ | |
Bibl.247411a | ληφεν αὐτό. | |
1 | Γνοίη δ’ ἄν τις ἐκείνως, εἰ τὸ τῆς ῥητο‐ ρικῆς ὄνομα ἐξελὼν τὸ τῆς φιλοσοφίας ἀντ’ ἐκείνου ὄνομα μεταλάβοι καὶ ἐπὶ τούτῳ πᾶσι τοῖς αὐτοῖς χρή‐ σαιτο. Καὶ μηδεὶς μήτ’ ἀγροικίαν μήτε ψυχρότητα κα‐ | |
5 | ταγνῶ τοῦ λόγου. Μάλιστα μὲν γὰρ οὐ δήπου δυοῖν ἐπιστή‐ μαιν ἢ δυνάμεοιν τοῖς μὲν τὴν ἑτέραν προϊσταμένοις οὐδ’ ἂν ὁτιοῦν βλασφημῶσιν εἰς τοὺς ἑτέρους, οὐδὲν ἄγροικον ὑπεῖναι φήσομεν, τοῖς δ’ οὐδὲ τοῖς αὐτοῖς ἀμύνεσθαι δώ‐ σομεν· ἔπειτ’ οὐ τοῦ φορτικοῦ χάριν εἰρήσεται, ἀλλὰ τῆς | |
10 | ἀποδείξεως, ἣν οὐδαμοῦ τούτοις εἶναί φαμεν. [Πολλῷ μέντ’ ἂν πλέον ἐκείνων ἐλλείποιμεν τοῦ σωφρονεῖν.] Οὐκοῦν παρὰ πάντων ὡς εἰπεῖν τῶν θεῶν μαρτυρία καὶ ψῆ‐ φος ἐπῆκται τοῦ μηδενὸς ἄξιον εἶναι τὸν τοιοῦτον λόγον, ὅστις ἢ τὴν τέχνην ζητεῖ ἢ φαυλίζει τὸ μὴ σὺν ταύτῃ | |
15 | πανταχοῦ. | |
15 | Εἶτ’ οὖν, ὦ πρὸς Διός, ἐν μέτρῳ μὲν εἰ‐ πεῖν μουσοληπτούμενον ἄνευ τέχνης οὐ δεινόν, ἀλλὰ καὶ | |
θεῖον πολλάκις, [ὥσπερ οἱ ῥήτορες], οὑτωσὶ δὲ εἰπεῖν τὰ βέλτιστα δεινόν, ἐὰν μὴ σὺν τέχνῃ; Ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ τὴν ἀνάγκην. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ ὁ μὲν ποιητὴς | 39 in vol. 7 | |
20 | ἄνευ τέχνης ποιῶν ὀρθῶς τὸν ῥήτορα μιμήσεται καὶ τὰ βέλτιστα ἐρεῖ, ὁ ῥήτωρ δ’ αὐτὸς οὐκ ἐρεῖ τὰ βέλτιστα, ἐὰν μὴ [σὺν] τέχνῃ; Εἰ τοίνυν, ὦ Ζεῦ καὶ θεοί, μα‐ νία τίς ἐστιν ἀμείνων σωφροσύνης καὶ παρὰ θεῶν ἀνθρώποις γινομένη, πῶς ἄξιόν γε πᾶν τὸ μὴ τέχνῃ | |
25 | γινόμενον ψέγειν, ἢ πῶς ῥητορικὴν [ἁπλῶς] αἰσχρὸν ἡγεῖσθαι; | |
26 | Ὅτι Πλάτων αὐτὴν οὐ τέχνην νομίζει. Καίτοι αὐτὸς Πλάτων [ἤδη] διορίζεται τὸ μὴ δεῖν ἐπὶ τῶν μεγίστων τέχνην ζη‐ τεῖν. Καὶ μὴν εἰ μὲν ἀξιόπιστος Πλάτων, αὐτός | |
30 | ἐστιν ὁ μὴ διδοὺς τῇ τέχνῃ τὰ πρεσβεῖα. Εἰ δὲ [τὸ ἀξιό‐ πιστον ἦν ἂν] οὐδὲ τοῦτό τις συγχωρεῖ, πῶς ῥητορικὴ διὰ τοὺς ἐκείνου λόγους αἰσχρόν; Ἐγὼ δὲ ἀξιόπιστον μὲν τοῖς ὅλοις οὐδενὸς ἧττον τῶν Ἑλλήνων ἡγοῦμαι, ἡδέως δ’ ἂν ἐροίμην τοὺς πρὸς ἐκείνου πότερον αὐτῷ μᾶλλον | |
35 | πιστεύειν ἄξιον ταῦτα ἢ κεῖνα. Καὶ μὴν εἰ τὰ μάλιστα σεμνός ἐστι, φαίνεται μαρτυρῶν ἡμῖν, ὥστε ὑπὲρ ἡμῶν σεμνός ἐστιν. Ὅταν γὰρ ἡμεῖς μὲν καὶ ἡμῖν αὐτοῖς ταὐτὰ λέγωμεν κἀκείνῳ, ἐκεῖνος δὲ μήθ’ αὑτῷ μηδὲ ἡμῖν, οὐκ | |
Bibl.247411b | ἀντιλέγει μᾶλλον ἢ μαρτυρεῖ κατ’ αὐτὸ τοῦτο μὴ τἀληθῆ λέγειν. | |
2 | Περὶ δέ γε τούτου τοῦ μέρους οὐκέτι ἐκ λόγου πρὸς Πλάτωνα ἀγωνιοῦμαι ὡς ἄρα πολλοὶ διὰ θείας μοίρας ἐσώθησαν. Οὐδέ μοι νεμεσήσει δήπουθεν | 40 in vol. 7 |
5 | οὔτε Αἰσχίνης ὁ Λυσανίου οὔτε ἄλλος οὐδείς, εἰ φαίην αὐ‐ τὸς ἔχειν μαρτυρῆσαι μᾶλλον τοῖς ῥήμασιν ἢ τῆς παρ’ ἐκείνου πρὸς δὴ ταῦτα προσδεῖσθαι μαρτυρίας. Ἀλλ’ ὡς ἀληθῶς ὥσπερ οἱ θεομάντεις οἱ τοῖς τῶν πραγμάτων ἐπωνύμοις τετελεσμένοι, παρ’ αὐτῶν τῶν θεῶν ἔχω τὸ | |
10 | μάθημα· ὑφ’ ὧν ἃ μηδεὶς ἰατρῶν μήτε οἶδεν ὅτι χρὴ προσειπεῖν, μὴ ὅτι ἰάσασθαι, μήτε εἶδεν [ἐν] ἀνθρώπου φύσει συμβάντα, ἄλλοτε ἄλλαις παραμυθίαις τε καὶ συμ‐ βουλαῖς, ἐκ τοῦ θεοῦ διαφεύγω ζῶν παρὰ πᾶν τὸ ἐκ τῶν παρόντων εἰκός. | |
14 | Καίτοι τέχνης μὲν ἡμῶν οὐδ’ ὁτιοῦν | |
15 | εἰς ταῦτα μέτεστιν οὐδενὶ δήπουθεν τῶν ἰωμένων, ἀλλὰ καὶ τοῦ καταφυγεῖν ἐπὶ τοὺς θεοὺς σχεδὸν ἀρχὴ τὸ τῆς τέχνης ὑπεριδεῖν ἐστιν. Ὅμως δὲ σὺν αὐτοῖς εἰπεῖν, οὔθ’ οἱ θεοὶ τὸν τοιοῦτον ἡμῶν λογισμὸν ἀτιμάζουσιν, οὔτε πολλοὶ μετέγνωσαν τῶν πρὸ τῆς τέχνης τὴν παρὰ τῶν | |
20 | θεῶν τύχην ἑλομένων. Ὥστε καὶ τοὺς ἰατροὺς οὐδὲν κωλύει φρίττειν, ἐπειδὰν ἀκούσωσι πολλὰ τῶν ἔργων. Πότερ’ οὖν τὰ ὀνείρατα ποιεῖ θεοῖς ἀνακεῖσθαι τὰ ἀν‐ θρώπινα; Ἢ τὸ θεοὺς ἀνθρώπων κήδεσθαι ποιεῖ καὶ δι’ ὀνειράτων ἀνθρώπους σῴζεσθαι; Ἐγὼ μὲν οἶμαι τοῦτο. | |
25 | Τί οὖν, ὦ μεγίστη σὺ γλῶττα τῶν Ἑλληνίδων, [ἔφη Κρα‐ τῖνος ποιῶν; [Ἀλλ’ οὕτω σφόδρα ταῦτ’ οἰκεῖα τῷ Σωκράτους ἤθει καὶ προσήκοντα ἐκρίθη, ὥστε καὶ ταύτῃ | |
τῇ δόξῃ γενέσθαι χώραν]. Δοκεῖ δέ μοι καὶ Σωκράτης αὐτός, εἰ καὶ μηδεὶς λόγος αὐτοῦ γραφῇ σῴζεται, οὐχ | 41 in vol. 7 | |
30 | ἧττον οὔτε Πλάτωνος τοῦ σεμνοῦ οὔτε Αἰσχίνου τοῦ κομψοῦ μαρτυρεῖν, ἀλλ’ ἔτι κάλλιον καὶ ὡς ἀληθῶς εἰς τὸ μέσον. Ὁμολογεῖται μὲν γὰρ λέγειν αὐτὸν ὡς ἄρα οὐδὲν ἐπίσταιτο, καὶ πάντες τοῦτό φασιν οἱ συγγενόμενοι· ὁμο‐ λογεῖται δὲ αὖ καὶ τοῦτο, σοφώτατον [εἶναι] εἰρηκέναι τὴν | |
35 | Πυθίαν Σωκράτη. Πῶς οὖν ταῦτ’ ἔχει; Οὐ γὰρ ἂν τόν γε τοῦ παντὸς ἐσφαλμένον ὡς ἀνέλοι σοφώτατον ἀνθρώ‐ πων πιστεῦσαι θεμιτὸν περὶ τοῦ θεοῦ. Τέχνην δέ, ὡς ἔοικεν, οὐκ ἔφασκεν ἀσκεῖν, ἀληθῆ λέγων· ᾧ γοῦν συν‐ | |
Bibl.247412a | εγένετο Ἀναξαγόρᾳ οὐ τἀκείνου τιμήσας φαίνεται. Ἔτι δὲ εἰ μηδὲν ἐπίστασθαι τῶν δεόντων ἀμήχανον, ᾧ [γε] παρηκολούθει τὸ δαιμόνιον. Ὅτι δὲ οὐδὲν ἐπίσταιτο, αὐτὸς ἔλεγε. Λέγων δὲ οὐκ ἐψεύδετο, εἴπερ γε μηδ’ ὁ | |
5 | θεὸς σοφώτατον αὐτὸν εἰρηκώς. Λοιπὸν οὖν, τί ποτέ ἐστι τὸ φάσκειν αὐτὸν οὐκ εἰδέναι; Οἶμαί γε τὸ μὴ τέχνῃ [τί ποτε ἐπίστασθαι]. Ἀλλὰ [μὴν εἰ] μηδετέρως γ’ ἂν σοφώτατος ἦν ἔτι μήτε ψευδόμενος περὶ αὑτοῦ, εἴπερ ἕν τι τῶν αἰσχρῶν τὸ ψεύδεσθαι, μήτε ἀληθῆ λέγων, εἰ τὸ | |
10 | μὴ χρῆσθαι τέχνῃ τῶν ἁπλῶς αἰσχρῶν ἦν, ἅμα Σωκρά‐ της [τε] δι’ ἀμφοτέρων μαρτυρεῖ τῷ λόγῳ καὶ ὧν ἔξαρ‐ νος ἦν καὶ ὧν ὡμολόγει, καὶ διὰ τοῦ Σωκράτους ὁ θεὸς | |
μεμαρτύρηκε περὶ ἀμφοῖν, χρήσας ἐκεῖνον σοφώτατον εἶναι, ὥστε διπλῆν οὖσαν τὴν τοῦ Σωκράτους μαρτυρίαν | 42 in vol. 7 | |
15 | ἑτέρᾳ κυρίᾳ τῇ παρ’ αὑτοῦ βεβαιοῖ. | |
15 | Τὸ μὲν παρὸν ἐπιχείρημα διλήμματόν ἐστι, νοῦν δὲ τοιοῦτον δηλοῖ. Εἶπε (φησίν) ὁ Σωκράτης μηδὲν ἐπίστασθαι. Εἰ μὲν ἀληθῆ δῶμεν λέγειν αὐτόν, οὐ σοφὸς Σωκράτης, εἰ δὲ ψευδῆ, πάλιν οὐ σοφός· αἰσχρὸν γὰρ τὸ ψεύδεσθαι. Εἰ τοίνυν κατ’ | |
20 | ἀμφότερα οὐ σοφός, καὶ κατ’ ἀμφότερα σοφός, καὶ δι’ ὧν ἀρνεῖταί τι εἰδέναι (οὐ γὰρ ᾔδει τέχνῃ, καὶ ἠλήθευε λέγων μὴ εἰδέναι) καὶ δι’ ὧν ὁμολογεῖ τὸ δαιμόνιον αὑτῷ λέγειν. Καὶ διπλῆ δὲ μαρτυρεῖ Σωκράτης, μιᾷ μὲν ὅτι τὸ δαιμόνιον αὑτῷ προλέγειν φάσκει, δευτέρᾳ δὲ ὅτι λέγοι μὴ εἰδέναι. Καὶ | |
25 | ἑκατέραν μαρτυρίαν ἐπισφραγίζεται ὁ Ἀπόλλων, σοφώτατον εἶναι λέγων, τουτέστι μήτε ψευδόμενον, μήτ’ αἰσχρὸν εἶναι τὸ μὴ εἰδέναι τέχνῃ. | |
27 | Εἰ δὲ δεῖ καὶ ποιητῶν παρασχέσθαι μαρτυρίας, ἔστι μὲν ἔργον ἢ τὰς ἁπάντων ἢ τὰς τῶν προκριθέντων διὰ | |
30 | πάντων παρασχέσθαι, ὅμως δέ, ὡς ἄν τις ἔχοι τῶν γνω‐ ριμωτάτων ἐκλέξας εἰπεῖν, ῥᾳθυμία παραλιπεῖν. Κοινῇ μὲν οὖν πάντες ποιηταὶ μαρτυροῦσι τὴν ἔργῳ μαρτυ‐ ρίαν, εἴπερ εἰσὶ ποιηταὶ τῷ κρατοῦντι [τῷ ὑπὲρ τὴν τέχνην] λόγῳ τῆς τέχνης. Ἀλλ’ οὐ ταύτης δέομαι τὰ | |
35 | νῦν (ἔστι γὰρ ἐν τοῖς εἰρημένοις) ἀλλὰ τῆς κατὰ ῥῆμα. Οὐδὲ τοῦτο πάρεργον προσθεὶς οὐδὲ εἰκῇ οὐδὲ ἐφόλκιον [ἄλλως ἐπὶ τοῖς ἄνω, ἀλλ’ ἐνδεικνύμενος καὶ πρὸς ἓν | |
Bibl.247412b | σημαινόμενος ὅτι τοῦτο τὸ ἐν κόσμῳ καὶ λαμπρῶς οὐκ ἐκ τέχνης ἀλλ’ ἐπινοίᾳ θεῶν παραγίνεται]. | |
2 | Εὑρεῖν | |
οὖν, φησίν, ὦ Πλάτων κρεῖττον ἢ μαθεῖν; Καὶ τέχνη φύσεως δεύτερον, εἰκότως ὁ Ἡσίοδος καὶ φρονῶν οὕτω | 43 in vol. 7 | |
5 | καὶ λέγων, καὶ τῆς δάφνης οὐκ ἀμνημονῶν, ἣν ἅμα τῷ λαβεῖν ποιητὴς ἦν [γεγονὼς] ἐκ ποιμένος· ἐπεὶ καὶ τὰς τέχνας αὐτὰς καὶ τὰ ἐπιτηδεύματα φύσει δήπου διενεγ‐ κόντες ἄνθρωποι καὶ νικήσαντες ἀνεῦρον τὸ ἐξ ἀρχῆς. [Οὐ γὰρ αἱ τέχναι τὰς φύσεις ἐποίησαν, ἀλλ’ αἱ κράτισται | |
10 | φύσεις τὰς βελτίστας τῶν τεχνῶν εὗρον. Ὥστε καὶ τῇ τάξει καὶ τῇ δυνάμει παρὰ τῇ φύσει τὰ πρεσβεῖα εἶναι.] Εἰ δὲ [δὴ] μηδ’ ἁπλῶς ἀνθρώποις τὴν εὕρεσιν προσ‐ τίθεμεν [τῶν τεχνῶν], ἀλλὰ θεοὺς ἡγήσασθαί φαμεν αὐ‐ τοῖς καὶ καταδεῖξαι, πῶς οὐκ εὔδηλον ὅτι πολλῷ τινος | |
15 | εἶναι νικῶντος δεῖ προσθήκην τὴν τέχνην; Καὶ μὴν εἰ τοῦτο δῆλον ἅπασι, καὶ πάντες ἂν συμφαῖεν μὴ θεοὺς παρ’ ἀνθρώπων λαβεῖν τὰς ἐπιστήμας [ἀλλ’ ἀνθρώπους παρὰ θεῶν], καὶ διδασκάλων μὲν ἐκείνους μαθητῶν δ’ ἡμᾶς τάξιν ἔχειν, τοσούτῳ κρεῖττον, ὡς ἔοικεν, εὑρεῖν | |
20 | ἢ μαθεῖν, ὅσῳ κρείττων ἀνθρώπου θεός. Οἱ μὲν γὰρ εὑρή‐ κασιν ἅμα πάντα, ἡμεῖς δέ, οἶμαι, λαβόντες χρώ‐ μεθα. Ὀρθῶς ἄρα καὶ δικαίως ὁ τοῦ Ἑλικῶνος πρόσ‐ οικος, [καὶ ὡς εἰκὸς ἦν τὸν αὐτὸν ἐκ θεῶν ἐπινοίας λέγειν εἰληφότα, τὸν μὲν τοιοῦτον ἄνδρα ὡς θεὸν καὶ | |
25 | θεῷ ἐγγὺς πρῶτον καὶ] κράτιστον μὲν ἔφη, ὃς αὐτὸς πάντα νοήσει, τὸν δ’ ἀκούσαντα καὶ μαθόντα δεύτερον. Εἰ γὰρ ἦν τὸ μαθεῖν ἄριστον καὶ πρῶτον, οὐδ’ [ἂν] αὐτὸ | |
[πρῶτον] τὸ μαθεῖν ἦν. Ἐχρῆν μὲν γὰρ [δήπου] μαθεῖν παρ’ ἑτέρου, ὥστε οὐκ ἂν ἦν ὁ διδάσκων πρῶτος, εἰ τὸ μαθεῖν | 44 in vol. 7 | |
30 | κρεῖττον καὶ πρῶτον ἦν. Παρὰ τοῦ γάρ, ὦ καὶ σὺ τὴν ποικίλην στοὰν κοσμήσας, ἀκούσῃ, τίσι πεισθῇ, εἰ κρείτ‐ των ὁ μαθών ἐστι τοῦ [τὸ] πρῶτον εὑρόντος, καὶ μὴ ἀνάγκῃ δεύτερος, εἴπερ τι μέλλοι μαθήσεσθαι; Πᾶς γὰρ ὁ μανθάνων ὡμολόγηκε δήπουθεν εἶναι χείρων αὐτῷ | |
35 | γε τῷ δεῖσθαι μαθεῖν. [Ὡς εἴγε μὴ πείσειεν αὑτὸν δεῖσθαι πρότερον, πῶς ἂν μάθοι; Ἢ πῶς ἄλλῳ γ’ ἂν εἰπόντι πεισθείη]; Οὐκοῦν ἄτοπον τόν [γε αὐτὸν] ὡμολογηκότα | |
Bibl.247413a | εἶναι χείρω, τοῦτον ἀμείνω καλεῖν, καὶ ταῦτα δι’ αὐτὸ τοῦτ’ ἐπαινούμενον, ὅτι ὡμολόγηκεν οἷς ἐζήτησε μα‐ θεῖν χείρων εἶναι. | |
3 | Ἄτοπον δὲ [καὶ] μηδ’ ἐκεῖνο ὁρᾶν, ὅτι οὐ μόνον ἐξ ἀρχῆς αἱ φύσεις τὰς τέχνας συνεστήσαντο | |
5 | ἀλλὰ καὶ περὶ αὐτὰς τὰς τέχνας οἱ τῇ φύσει νικήσαν‐ τες διενηνόχασιν. Ἕνεκα μὲν γὰρ τῆς τέχνης πάντας ἔδει παραπλησίους τοὺς τὰ αὐτὰ μαθόντας εἶναι οἶμαι δὲ καὶ χείρους τοὺς δευτέρους ἀεὶ τῶν προτέρων, ἕως εἰς τὸ λυ‐ θῆναι τὴν τέχνην ἀφίκετο· οὐ γὰρ ἂν ἦν πάντα λαβεῖν | |
10 | ἀκριβῶς παρ’ ἑτέρου λαμβάνοντα, ἀλλ’ ἔδει διαφυγεῖν ἀεί τι. Ῥώμῃ δέ, οἶμαι, φύσεως καὶ περιουσίᾳ τὴν δόξαν οἱ κρατήσαντες εἰλήφασι· καὶ οὐδεὶς τὸν Δαίδαλον οὐδὲ τοὺς ἄνω θαυμάζει παρὰ τὸν Φειδίαν, ἀλλὰ τοὐναντίον ἐκ μικρῶν καὶ φαύλων τὸ κατ’ ἀρχὰς εἰς τὸ μεῖζον καὶ | |
15 | τελειότερον αἱ τέχναι κατέστησαν. | |
15 | Αὐταῖς τοίνυν, ὡς ἔοικε, ταῖς τέχναις οὐ λυσιτελοῦν φαίνεται τὴν τέχνην πρὸ τῆς φύσεως τετιμῆσθαι. Οὔκουν προελθεῖν γ’ ἂν αὐ‐ ταῖς ἦν οὐδὲ τυχεῖν τοῦ νῦν σχήματος οὐδὲ σεμνύνεσθαι. Ἀλλ’ οἶμαι οὐχ αἱ τέχναι τοὺς ἄνδρας ἦραν μεγάλους, | 45 in vol. 7 |
20 | ἀλλ’ οἱ τῇ δυνάμει πρωτεύσαντες ἐντίμους τὰς τέχνας ἐποίησαν, οὐ μείναντες ἐφ’ ὧν παρέλαβον. Εἰ δὲ τοῦθ’ ἅπασιν εὔδηλον, εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν γε εἰ‐ ρημένον, οἱ μέγιστοι τῶν ἐν ταῖς τέχναις οὐχ ᾧ μετεσχή‐ κασι τῆς τέχνης μέγιστοι γεγόνασιν, ἀλλ’ ᾧ τὴν τέχνην | |
25 | παρεληλύθασιν. | |
25 | [Ἀλλ’ ἐνδιδόντες τῇ φύσει τῶν λό‐ γων], οἱ δὲ τῶν πραγμάτων, παῖδας τοὺς πρὸ αὑτῶν δυνάμει φύσεως ἀπέδειξαν. Ἀλλὰ πάσας τὰς τέχνας, ὅπερ εἶπον, ἡ φύσις εὗρεν. Εἰ γὰρ αἱ τέχναι τὰς τέχνας ἔμελλον εὑρήσειν, οὐκ ἂν ἦν λαβεῖν τὴν ἀρχήν. | |
30 | Οὐ γάρ πω τεχνῶν οὐσῶν οὐκ ἂν ἦν τέχνην εὑρεῖν· τῇ γὰρ μὴ οὔσῃ πῶς ἐνῆν εὑρεῖν; Οὐκοῦν καὶ κατὰ τοὺς εὑρόντας τὰς τέχνας ἐξ ἀρχῆς καὶ κατὰ τοὺς ὑπερέχον‐ τας ἐν αὐταῖς ἡ φύσις νικᾷ. Φαίνεται τοίνυν [καὶ κατὰ τοῦτον τὸν λόγον] ἡ μὲν φύσις ἄρχοντος λόγον | |
35 | ἔχουσα, ἡ δὲ ἐκ τοῦ μαθεῖν τέχνη διακόνου καὶ πειθο‐ μένου τῷ κρείττονι. | |
36 | Ἃ μὲν οὖν, εἰ καὶ μὴ τέχνην εἶ‐ ναι δοίημεν τὴν ῥητορικήν, ἔχοι τις ἂν λέγειν ὑπὲρ | |
Bibl.247413b | αὐτῆς, πολλὰ ἀφελόντι τῶν ἐπιόντων τοσαῦτα καὶ | |
τοιαῦτά [ἐστιν]. Ἴσως δέ τις οἰήσεται, τούτων οὕτως ἀποδε‐ δειγμένων, τὸ φαυλότερον σπεύδειν ἡμᾶς λοιπόν, ἐὰν ὅτι καὶ τέχνῃ διδάσκειν πειρώμεθα. Ἐγὼ δὲ οὔτε τῶν | 46 in vol. 7 | |
5 | εἰρημένων οὐδὲν μετατίθεμαι, οὔτε Πλάτωνι συγχωρῶ τὸ μηδὲν μετεῖναι ῥητορικῇ τέχνης, ἀλλ’ ὅσον αὐτῇ τέχνης [χρήσομαι γὰρ τοῖς τοῦ Πλάτωνος αὐτοῦ ῥήμα‐ σι], τοῦτ’ ἐπέξειμι. | |
8 | Καίτοι πῶς οὐχ ὑπεναντίον φάσκειν μὲν στοχάζεσθαι τὴν ῥητορικήν, λέγειν δὲ ὡς οὐ | |
10 | χρῆται λόγῳ δι’ αὐτὸ τοῦτο; Πάντες γὰρ οἱ στοχαζόμενοι δήπου τῷ λόγῳ προσάγοντες ἑαυτούς, οὕτω στοχάζονται. Οὐ γὰρ ἔστι μὴ λόγῳ χρώμενον στοχάζεσθαι, ἀλλ’ ὁ τοῦ πράγματος λόγος οὗτός ἐστιν ὁ ποιῶν στοχάζεσθαι. Ἔστι δὲ στοχάζεσθαι τὸ τυχεῖν τοῦ πράγματος, ὡς οἵ γε ἀπο‐ | |
15 | τυγχάνοντες ἀρχὴν οὐδὲ στοχάζονται. Οὐκοῦν οὐχ ᾧ στο‐ χάζεται ἁμαρτάνει τις, ἀλλ’ ᾧ διήμαρτεν οὐκ ἐστοχάσατο. Εἰκότως· οὐδεὶς γὰρ ἁμαρτάνει λόγῳ χρώμενος, ἀλλ’ ἅμα ἐσφάλη καὶ τὸν λόγον οὐ διεσώσατο. [Τὸ μέλλον ἑκάστῳ συνοίσειν ἐκλέγοντες]. Καὶ ταῦτα, ὦ Πλάτων, ταῖς σαῖς | |
20 | ἀδαμαντίναις ἀνάγκαις ἀποδείκνυται. | |
20 | [Τί δὲ περὶ ῥητορικῆς, εἰ στοχάζεται, θαυμάζεις]; Φαίνεται δ’ ἡ ῥητο‐ ρικὴ ὁμοίως διακειμένη τῇ μαντικῇ, πλὴν ὅσον μαν‐ τικὴ μὲν ἀπήλλακται στοχασαμένη, ῥητορικὴ δὲ οὐ στοχά‐ ζεται μόνον τῶν πραγμάτων, ἀλλὰ καὶ πράττει διὰ | |
25 | τῶν ὑπηρετῶν ἅττα ἂν εὑρίσκῃ βέλτιστα. Ὥστε καὶ τὸν τῆς μαντικῆς ἐπέχει λόγον καὶ τὸν τῆς στρατηγικῆς, | |
ἣν μηδὲν προσήκειν τῇ πολιτικῇ Πλάτων οὐκ ἐρεῖ. Πῶς οὖν ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον, εἰ μὴ οὕτως; Ἀλλὰ μὴν οὕτω γε οὐκ εἴδωλον. | 47 in vol. 7 | |
29 | ||
30 | Κατ’ εἰρωνείαν τὸ οὕτως, οἷον εἰ μὴ κατὰ τὸ ἐοικέναι τῇ στρατηγικῇ, καὶ λοιπὸν ἐξ ἐπικρίσεως, ὅτι οὔτε κατὰ τοῦτο δύναιτ’ ἂν εἴδωλον εἶναι. | |
32 | Ὅτι τοίνυν [ὅλως] ἐστὶ σόφισμα τὸ φάσκειν τὰ δο‐ κοῦντα τοῖς πλήθεσι, ταῦτα συμβουλεύειν τοὺς ῥήτορας | |
35 | καὶ τούτου μόνου στοχάζεσθαι, εἰ καὶ μὴ παῖς ἐλέγξειεν, ἄλλ’ ὅστις γε εὖ φρονεῖ. Ἐμοὶ μὲν γὰρ τοὐναντίον πᾶν φαί‐ νεται, μήτε ἐν τῇ τῆς ῥητορικῆς φύσει πλεῖον εἶναι μηδὲν | |
Bibl.247414a | ἢ τὸ μὴ τὰ δοκοῦντα τοῖς πλήθεσιν [εὐθὺς] ἐᾶν γίνεσθαι, μήτε τοὺς ῥήτορας ἄλλο [τι μᾶλλον] σκοπεῖν ἢ τὰ βέλτιστα, μήτε τοὺς δήμους αὐτοὺς τοῦτό γε ἐκφυ‐ γεῖν, ὡς οὐκ ἀμείνους σφῶν οἱ ῥήτορες λογίσασθαι περὶ | |
5 | τῶν πραγμάτων καὶ πᾶσαν ὅλως τὴν τοῦ βίου σχέσιν καὶ τὴν τύχην, καὶ τοῦτο ἐξ αὐτῶν τῶν τιμῶν εἶναι δῆλον ὧν αὐτοῖς ἀπονέμουσιν. | |
7 | Εἰ δὲ τοὺς ῥήτορας τοῖς πλήθεσιν ὑπείκειν φῂς καὶ ποιεῖν τὰ κελευόμενα ἀλλ’ οὐ κελεύειν, τὴν θεράπαιναν εἴληφας ἀντὶ τῆς δεσποί‐ | |
10 | νης, καὶ τοὺς δημοσίους ψέγων ἀδικεῖς τοὺς ῥήτορας. Ἀλλ’ οὔθ’ οἱ δημόσιοι μέγα φρονοῦσιν ἐφ’ ἑαυτοῖς, ὅτι δου‐ λεύουσι τοῖς τῆς πόλεως βουλήμασι, καὶ τοῖς ῥήτορσι τοῦ φρονεῖν αὐτὸ τοῦτο αἴτιόν ἐστι τὸ μὴ τὰ δοκοῦντα | |
τοῖς δήμοις λέγειν, ἀλλ’ ἃ δοκοῦσιν αὐτοὶ βέλτιστα εἶ‐ | 48 in vol. 7 | |
15 | ναι. [Εἰ δὲ ἦσαν διάκονοι τῆς τῶν πολλῶν ἐπιθυμίας καὶ τὰ δοκοῦντα τοῖς καθημένοις ἐδημηγόρουν, οὐδ’ ἂν παρρησιάσασθαί ποτ’ αὐτοῖς ἐξῆν, οὐχ ὅπως ὑπὲρ τοὺς ἄλλους φρονεῖν.] Ἀλλ’ οἶμαι συνίσασιν ἑαυτοῖς οὐ τὰς ἡδονὰς θεραπεύουσιν, ἀλλὰ τῶν δήμων τὰς ἐπιθυμίας | |
20 | σωφρονίζουσιν· [οὐδὲ ὁρῶσιν εἰς τοὺς πολλοὺς, ἀλλὰ πολ‐ λοὶ ὁρῶσιν εἰς τούτους]· οὐδ’ ἀρχομένοις ὑπὸ τῶν ἰδιωτῶν ἀλλ’ ἄρχουσιν αὐτοῖς τῶν πολλῶν. Καὶ τὴν ἐπωνυμίαν διὰ τοῦτο εἰλήφασι παρ’ αὐτῶν ἀντ’ ἄλλου συμβόλου μαρτύριον τῆς ἐξουσίας, λέγω τὴν τῶν δημα‐ | |
25 | γωγῶν, οὐκ ἐπειδήπερ ὑπὸ τῶν δήμων ἄγονται, ὦ πάντα ἄνω καὶ κάτω ποιῶν, ἀλλ’ ὅτι τοὺς δήμους ἄγουσιν, ὥσπερ [γε] δὴ καὶ τοὺς παιδαγωγοὺς οἶμαι καλοῦμεν οὐκ ἐπειδή περ ὑποπεπτώκασι τοῖς παισίν, ἀλλ’ ὅτι αὐτοῖς ἡγοῦνται. Ὅ τι γὰρ ἂν φαίης, ἁρμόττει τὸ τοιοῦτον [ἀκοῦσαι] τῷ | |
30 | ῥήτορι, ἄρχων, προστάτης, διδάσκαλος. Πάντα ἐστὶ τοῦ ῥήτορος τὰ ὀνόματα. | |
31 | Πάντες μὲν οὖν ἄρχοντες ἐν ἑκάστῃ πράξει κρείττους φύσει τῶν ὑφ’ ἑαυτοῖς· εἰ δέ τις μετ’ ἐξουσίας καὶ χαρίζεται πείθων, οὐκ ἀναγκάζων, καὶ πρὸς τὸ σῴζειν τὴν ἑαυτοῦ τάξιν στοχάζεται καὶ τῆς | |
35 | ἐπιθυμίας τῆς τῶν ὑφ’ ἑαυτῷ, οὗτος ἐκεῖνός ἐστιν ὁ τῷ ὄντι πολιτικός. Μὴ δὴ τοῦτο λέγε ὡς ὄνειδος κατὰ τῶν ῥητόρων, εἰ χαρίζονται, ἀλλ’ εἰ μετὰ τοῦ βελτίστου | |
καὶ τῆς χάριτος στοχάζονται. Καὶ κατὰ τοῦτο ἀπόδος τῇ ῥητορικῇ τὴν πρέπουσαν εὐφημίαν, [ἵνα τοῖς ὁμοίοις | 49 in vol. 7 | |
Bibl.247414b | αὐτὴν ἀμειβόμενος φανείης]. Πῶς δέ τις καὶ δια‐ κονήσεται μυρίαις γνώμαις δήμου καὶ ἀλλήλαις μαχο‐ μέναις [ταῖς ἐπιθυμίαις; Ὅταν γὰρ δέῃ μὲν διακονεῖν πολλοῖς, οὗτοι δ’ ὡς μὴ κατὰ ταὐτὰ γινώσκοντες, πᾶσι | |
5 | δὲ] ἀμήχανον τοῖς τοιούτοις ἐκ τῶν αὐτῶν τὰ αὐτὰ χαρίζεσθαι, πῶς οὖν ὁ ῥήτωρ χαριεῖται ταῖς ἐπιθυ‐ μίαις αὐτῶν; Ἅμα γὰρ χαριεῖται τοῖς ἑτέροις καὶ τοὺς ἑτέ‐ ρους ἀνιάσει, ὥστε οὐ μᾶλλον πρὸς ἡδονὴν ἢ πρὸς ἀηδίαν ἐρεῖ. | |
9 | Οὐκοῦν εἰ μὲν ἡ ῥητορικὴ πειθοῦς δημιουργὸς | |
10 | καὶ τὸ πείθειν τῶν ῥητόρων, οὐ κολακεύουσιν οἱ ῥήτορες· οὐ γὰρ διακονοῦσι τοῖς πολλοῖς, ἀλλὰ πείθουσιν· εἰ δ’ οἱ ῥήτορες τὰ δοκοῦντα λέγουσι τοῖς πολλοῖς, οὐ δημιουργὸς ἡ ῥητορικὴ πειθοῦς· πειθομένους γὰρ τοῖς πολλοῖς, ἀλλ’ οὐ πείθοντας παρέχεται. Πρὸς ταῦτα ἑλοῦ ὁποτέρωθι τὸ | |
15 | ψεῦδος. Πλάτων γὰρ ἡμῖν ἐλέγχει Πλάτωνα, καὶ τὸ κάλ‐ λιστον, οὐ πόρρωθεν, ἀλλ’ ἐκ τῶν αὐτῶν λόγων καὶ τοῖς αὐ‐ τοῖς τούτοις λόγοις ἀναμίξ. [Οὐδὲ μεθ’ ὧν ἀρτίως διεξῄειν τεχνῶν εἶναι τῶν πολλῶν ἀλλὰ καὶ] ὅτι τοίνυν πλεῖστον λόγου μετέχον ἡ ῥητορική, μᾶλλον δ’ αὖ πᾶν ἐν | |
20 | λόγοις, καὶ μέγιστον καὶ πρῶτον τῶν ἐν ἀνθρώποις καὶ τελεώτατον καὶ πέρας, εἰ οἷόν τ’ εἰπεῖν, εὐχῆς, ἄξιον δεῖξαι. | |
22 | Οἶμαι τοίνυν ἅπαντας τοὺς ἀνθρώπους οἷς δυνατόν, συμφῆσαι τὸ μὴ κατ’ αὐτὰ φῦναι τοὺς ἀνθρώπους, ἀλλὰ δυοῖν μερίδοιν τὴν μὲν οἵαν βιάζεσθαι [καὶ πλεονεκτεῖν | 50 in vol. 7 |
25 | εἶναι, ἣν τῶν κρειττόνων τις ἂν εἴποι, λέγω δ’ οὐκ ἀρετῇ βελτιόνων, ἀλλ’ ἰσχυροτέρων], τὴν δὲ οἵαν ἐλατ‐ τοῦσθαι [καὶ παρὰ γνώμην συγχωρεῖν ἀπειρίᾳ τοῦ κωλύειν, ἣν τῶν ἀσθενεστέρων οὖσαν γινώσκομεν]. Τοῦτο οὖν ἦν αἴτιον τὸ ποιῆσαν ἀνθρώπους εὑρεῖν τι τοιοῦτον ὑπὲρ | |
30 | αὑτῶν ἢ θεούς γε ὑπὲρ [τῶν] ἀνθρώπων, ὃ τὴν μὲν ἰσχὺν ἐπισχήσει, τοῦ δὲ ἴσου καὶ δικαίου πᾶσιν ὥσπερ ἐνέχυρον γενήσεται, ταὐτὸν τοῖς τε πολλοῖς συμφέρον καὶ τοῖς πρὸς τὸ βιάζεσθαι πεφυκόσιν αὐτοῖς. Οὐδὲ γὰρ ἐκεῖνοι ἔμελλον ἐκφεύξεσθαι τῶν ἀδίκων καὶ κακῶν ἔργων | |
35 | τὰ ἐπίχειρα, ἀλλὰ τῶν ἀσθενεστάτων πρώτων ἀναιρεθέν‐ των ἄλλων ὑπ’ ἄλλων, κατὰ μικρὸν οὕτως ἀεὶ τῶν λοι‐ πῶν ὑπεξαιρουμένων, ἔμελλε τελευτῶντας αὐτοὺς ἐφ’ ἑαυτοὺς ἐλθεῖν, ὥσπερ φασὶ τοὺς Σπαρτούς, εἰ ἄρα καὶ ὁ μῦθος τοῦτο αἰνίττεται. | |
39 | Ἔδει δὴ κοινόν τι φάρ‐ | |
Bibl.247415a | μακον εὑρεθῆναι τῷ γένει, ταὐτὸν ἅπασι συμφέρον, τοῖς ἰσχυροῖς, τοῖς ἥττοσι, τοῖς ἐπιεικέσιν, ὡς τοὺς μὲν [ἢ] κωλῦσαι πρὸ τῶν ἀδικημάτων ἢ παρ’ αὐτὰ τιμω‐ ρήσασθαι, τοῖς δὲ ἄδειαν τοῦ βίου παρασκευάσαι, τοῖς | |
5 | δὲ χάριν τὴν πρέπουσαν, ὅσοι τὸ δίκαιον ἐτίμων ἑκόν‐ τες. Εὑρέθη τοίνυν ἐκ τούτων ῥητορική, καὶ παρῆλθε | |
φυλακτήριον δικαιοσύνης καὶ σύνδεσμος τοῦ βίου τοῖς ἀνθρώποις, ὅπως μὴ ταῖς χερσὶ μηδὲ τοῖς ὅπλοις [μηδὲ τῷ προλαβεῖν μηδὲ πλήθει καὶ μεγέθει], μηδ’ | 51 in vol. 7 | |
10 | ἄλλῳ τινὶ τῶν ἀνίσων κρίνοιτο τὰ πράγματα, ἀλλ’ ὁ λόγος τὸ δίκαιον ἐφ’ ἡσυχίας διαιροῖ. Ἀρχὴ μὲν [οὖν] αὕτη καὶ φύσις ῥητορικῆς, καὶ βούλημα τοῦτο, σῶσαι πάντας ἀνθρώπους καὶ τὴν βίαν διὰ τῆς πειθοῦς ἀπώ‐ σασθαι. | |
14 | Φαίνεται τοίνυν ἡ ῥητορικὴ τῇ νομοθετικῇ | |
15 | τῆς αὐτῆς μετειληφυῖα φύσεως, [εἴπερ τό γε ἀκριβὲς ἐπ’ ἀμφοτέρων δεῖ θεωρεῖν], μᾶλλον δὲ μέρος οὖσα [τῆς ῥητορικῆς] ἡ νομοθετική, καὶ τοῖς πᾶσι δευτέρα. Πῶς; πρῶτον μὲν ὅτε καὶ περὶ αὐτῶν ἔδει τῶν νόμων λόγου τοῦ πείθοντος. [Εἰ γάρ ἐστιν εὔδηλον ὅτι οἱ νόμοι | |
20 | μὲν ὑπὲρ τοῦ πάντας τὸ προσῆκον ἔχειν ἔμελλον τε‐ θήσεσθαι, τοῦτο δὲ οἱ τῇ χειρὶ κρείττους ἔμελλον συμ‐ βουλήσεσθαι, πῶς οὐκ ἀναγκαίως ἔδει λόγου τοῦ πείθοντος ἤδη]; Οὐ γὰρ βιάσασθαι ἐνῆν τοὺς τὴν ἐκείνων ἰσότητα μὴ αἱρουμένους, οὐδ’ ἦν αὕτη νόμων ἀρχή· ὑπὲρ γὰρ αὐ‐ | |
25 | τοῦ τοῦ μὴ βιάζεσθαι τοὺς νόμους ἔδει θέσθαι. Οὔκουν ἦν τιθέναι βιασάμενον, ἀλλὰ τοῦτ’ ἦν πρῶτον παρὰ τοὺς νόμους. | |
27 | Φαίνεται τοίνυν [κἀνταῦθα] ἡ ῥητορικὴ βουλομένη μὲν ταὐτὰ τῇ δικαστικῇ, τοσοῦτον δὲ νικῶσα ὅσον ἀμφοτέρας [τὴν νομοθετικὴν καὶ δικαστικὴν] συν‐ | |
30 | έχει μόνη βεβαίως. Βουλομένη γὰρ ἡ δικαστικὴ καθάπερ ἐν μάχῃ τῇ νομοθετικῇ βοηθῆσαι, ταὐτὸν ἔπαθεν τῇ νομοθετικῇ. Ἐκείνη τε γὰρ πρότερον ῥητο‐ ρικῆς ἐδέησεν, ὥστε ταύτῃ ἔχειν πάροδον τοὺς νόμους· ἥ τε δικαστικὴ σχῆμα ἐπικούρου λαβοῦσα τοῖς νόμοις· | 52 in vol. 7 |
35 | αὕτη πρότερον ἐδεήθη τῆς παρὰ τῆς ῥητορικῆς βοηθείας. Ἔδει γὰρ δυνηθῆναι βοηθῆσαι, τοῦτο δ’ οὐκ ἦν ἄνευ ῥητορικῆς. | |
37 | Πότερον οὖν πολιτικῆς μορίου εἴδωλον ἡ ῥητορική, ἢ τὰ τῆς πολιτικῆς, ὡς σὺ φῄς, | |
Bibl.247415b | μόρια ὑπὸ τῆς ῥητορικῆς συνέχεται; Ἐμοὶ μὲν γὰρ ὡς ἀληθῶς οὐ ῥητορικὴν ἐν τούτοις κακίζειν φαίνεται, οὐδὲ πολιτικῆς μορίου εἴδωλον δεικνύναι, ἀλλ’ οὕτως ὥσπερ εἴδωλον ἀπολαβὼν ῥητορικῆς ἐπὶ τούτῳ σπουδάζειν, | |
5 | αὐτῆς δὲ οὐδ’ ἅπτεσθαι, ὥσπερ οἱ Στησιχόρου Τρῶες οἱ τὸ τῆς Ἑλένης εἴδωλον ἔχοντες ὡς αὐτήν. Δια‐ φέροι δ’ ἂν τοσοῦτον, ὅτι οὐδὲν ὅμοιον τὸ εἴδωλον τῇ ῥητορικῇ. | |
8 | Οὐκοῦν ὁπότε μήτ’ ἀδικεῖν μήτ’ ἀδι‐ κεῖσθαί φησι βούλεσθαι, δῆλον ὅτι ἀδικεῖσθαι κακὸν | |
10 | ἡγεῖται ἄμεινον δ’ ὅμως τοῦ ἀδικεῖν οὐ μὴν τοῦ μήτ’ ἀδικεῖν μήτ’ ἀδικεῖσθαι, [ὀρθῶς οἶμαι καὶ γινώσκων καὶ λέγων]. | |
Εἰ τοίνυν ἡ ῥητορικὴ ἀδικεῖσθαι μὲν ἐκώλυεν, ἀδι‐ κεῖν δὲ προσηνάγκαζεν, οὐδ’ οὕτω μὲν [ἴσως ἂν] καθά‐ | 53 in vol. 7 | |
15 | παξ πονηρὸν ἦν, πονηρόν γε ὂν κωλύουσα τὸ ἀδικεῖ‐ σθαι, χεῖρον δ’ ἂν ἴσως βελτίονος, [ὅπερ ἀδικεῖσθαι κρεῖττον ἢ ἀδικεῖν]. Εἰ δ’ οὔτ’ ἐκεῖνο ἐπαναγκάζει καὶ τοῦτο κωλύει, κατ’ ἐκεῖνο μὲν οὔτε ἀγαθὸν οὔτε κακόν πω (δῶμεν γὰρ ὡς ἐν τῷ παρόντι), κατὰ τοῦτο δὲ κυ‐ | |
20 | ρίως ἀγαθόν. | |
20 | Καὶ μὴν ὁ μὲν μὴ ἀδικεῖν ἐγνωκὼς οὐχ ἅμα αὐτός τε τοῦ κακουργεῖν ἀπέχεται καὶ τὸ ἀδικεῖσ‐ θαι πέφευγεν· αὐτὸ γὰρ τοῦτο ἦν ἀδικεῖν, τὸ κακῶς ὃν οὐ προσῆκε ποιεῖν. Ὥσθ’ ἕως ἂν ἐν ἀνθρώποις ᾖ τὸ κα‐ κουργεῖν, ἀδικήσεται. Ὁ δὲ τὴν τοῦ μὴ ἀδικεῖσθαι φυλα‐ | |
25 | κὴν ἔχων ἅμα καὶ τὸ ἀδικεῖν που κωλύει· ὥσπερ γὰρ ἅμα ἠδίκηκε καὶ ἠδίκηται ἕτερος, οὕτως ὁ τὴν τοῦ μὴ ἀδικεῖσθαι δύναμιν ἔχων τὴν αὐτὴν τοῦ μὴ ἐᾶν ἀδικεῖν ἔχει. Ὥστε εἰ τὸ μὲν μὴ ἀδικεῖσθαι τῆς ῥητορι‐ κῆς τίθησι, τὸ δὲ μὴ ἀδικεῖν τῆς φιλοσοφίας, τοσού‐ | |
30 | τῳ χείρων φιλοσοφίας ῥητορική, ὅσῳ τοῦ ἀδικεῖσθαι τὸ ἀδικεῖν. Ὁπότε δ’ αὖ πρὸ τούτου τίθησι τὸ μήτε ἀδι‐ κεῖν μήτε ἀδικεῖσθαι, τούτῳ βελτίων αὖ γίνεται ῥητορικὴ φιλοσοφίας, ἐπειδή [γε] ὁμοῦ τὸ ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν ἀναιρεῖ, ἐπεὶ καὶ οἱ νόμοι κωλύοντες ἀδικεῖσθαι ἅμα τε | |
35 | ἀδικεῖν δήπου κωλύουσιν. | |
35 | Ταῦτα πιθανῶς μᾶλλον ἢ ἀναγκαίως λέγει Ἀριστείδης. Ἃ γὰρ περὶ τοῦ μὴ ἀδικεῖσθαι καὶ τῆς ῥητορικῆς στωμυλεύεται, | |
κρείττω δεικνύναι φιλοσοφίας φιλοτιμούμενος τὴν ῥητορικήν, | 54 in vol. 7 | |
Bibl.247416a | ταῦτα περὶ τοῦ μὴ ἀδικεῖν καὶ τῆς φιλοσοφίας ἀπαραλ‐ λάκτως μεταλαβὼν τὴν φιλοσοφίαν ἀμείνω τῆς ῥητορικῆς ἐπιδεί‐ | |
2 | ξειέ τις. | |
2 | Εἰ δὲ [δὴ καὶ ὅλως βοηθείας ἕνεκα τῷ δικαίῳ τὴν ῥητορικὴν δείκνυμεν εὑρεθεῖσαν], καὶ τὴν [αὐ‐ | |
5 | τὴν καθαρῶς] τάξιν [ἔχουσαν] τοῖς νόμοις, ὡς δέ‐ δεικται, ἔχει τὴν αὐτὴν οὐ μόνον, ὡς ἔοικεν, ὁ ῥήτωρ· οὐ τὸ μὲν ἀδικεῖσθαι φεύξεται, τὸ δ’ ἀδικεῖν βεβαιώσει, ἀλλ’ οὐδὲν οὕτως ὡς τὸ ἀδικεῖν κωλύσει. Οὐ γὰρ μόνον τῶν εἰς αὑτὸν σχήσει προνοίαν, ἀλλ’ ὅπως μηδ’ ἄλλος | |
10 | πείσεται κακῶς, εἴπερ ὧν τοὺς νόμους χάριν, τούτων καὶ τὴν ῥητορικὴν εὑρέσθαι νενίκηκεν. Ἀλλὰ μὴν ὅ γε ἑτέρους τὰ δίκαια πράττειν ἐπαναγκάζων πολύ που πρότερον αὐτός [γε] παρασκευάσεται. Οὐ γὰρ ἐγχωρεῖ βοηθεῖν μὲν τῷ δικαίῳ, τοῦ δὲ καταλύειν τὸ δίκαιον αὐτὸν πρῶτον | |
15 | ὑπάρχειν. | |
15 | [Οὐ μὴν] ἀλλ’ εἰ τοῦτο Πλάτων διϊσχυρίζεται ὡς οὐ πολλήν τινα [οὐδ’ ἀξίαν σπουδῆς οὐδὲ λόγου] χρείαν ἡ ῥητορικὴ παρέχεται, ὅτι οὐ τηλικοῦτόν ἐστι τὸ ἀδικεῖσθαι κακὸν ἡλίκον τὸ ἀδικεῖν, τί κωλύει καὶ τοὺς νόμους αὐ‐ τὸν ἅπαντας τοῖς αὐτοῖς τούτοις διαγράφειν λόγοις; | |
20 | [Ἀλλ’ ὥσπερ ἑταιρείας καταγνωσθείσης, μετὰ καὶ τῶν | |
ταῦτα συμβουλομένων νόμων ἐξελαθήσεται.] Καὶ τότε ῥη‐ τορικὴν ἐκπέμψομεν καὶ προπηλακιοῦμεν, ὅταν καὶ τοὺς νόμους [συνεκπέμψαι καλῶς ὑμῖν ἔχῃ] ἐκβάλλωμεν τῆς πόλεως καὶ τοῦ βίου. Ἀλλ’ ὦ δαιμόνιε καὶ πάντα σὺ | 55 in vol. 7 | |
25 | θαυμαστὰ εὑρίσκων, εἰ μηδέν [ἐστι] πρᾶγμα τὸ ἀδικεῖσθαι, μηδ’ ἡ τοῦτο κωλύουσα δύναμις [μηδενὸς ἀξία λόγου, μηδ’ ὁπόσα ἐστὶ καὶ γίνεται μὴ δι’ αὐτῆς μηδὲν χρηστόν, ἀλλ’ οὕτως ἄτιμον καὶ ἀνελεύθερον ὥστ’ εἶναι μόριον κολακείας καὶ σκιᾶς], τοῦ χάριν ταύτην οἰκίζων τὴν ἐν | |
30 | τῇ βίβλῳ πόλιν καθίστης αὐτῇ πολιτείαν, ἀφ’ ἧς μηδ’ ὁτιοῦν πείσεται καὶ τὸ μάχιμον χωρὶς τῶν ἄλλων ἱδρῦσθαι κελεύεις, τιμὴν τὴν πρώτην ἀποδούς, ἵνα μή τι πάθῃ μηδ’ ὑπό τινων ἀδικηθῇ πολεμίων; Εἰ γὰρ ἐξαρκεῖ μὴ ἀδικεῖν, τί δέδοικας, [εἰ πρὸς τοῦτό τ’ αὐτὴν παρεσκεύ‐ | |
35 | ασας]; Εἰ δὲ δὴ καὶ χεῖρον τοῖς ἀδικοῦσιν, ὅταν μὴ δί‐ δωσι δίκην, καὶ χρὴ κατά σε καὶ αὐτὸν ἑαυτοῦ κα‐ τήγορον, ὅταν ἀδικήσῃ, γίνεσθαι καὶ παίδων καὶ πατρὸς αὐτοῦ, τοὺς δ’ ἐχθροὺς ἐᾶν, τί οὐ συνεύχῃ τοῖς πολεμίοις | |
Bibl.247416b | ἐπελθεῖν καὶ λαβεῖν τὴν πόλιν, καὶ νὴ Δία τοὺς μὲν ἐν ἡλικίᾳ πάντας κατακόψαι, καὶ ταῦτα πρὸς τοῖς βω‐ μοῖς, παῖδας δὲ καὶ γυναῖκας ἐξανδραποδίσασθαι καὶ ἱερὰ πάντα καὶ τάφους συλῆσαι καὶ κατασκάψαι | |
5 | [πάντα, μὴ λιπεῖν δὲ μηδὲ τοὺς τάφους ἀθώους τῆς ἑαυ‐ | |
τῶν πλεονεξίας], ἵν’ ἀδικήσαντες τὰ μέγιστα ἐν τοῖς με‐ γίστοις δὴ κακοῖς ὦσι, μὴ δόντες δίκην. Ἀλλὰ τοσοῦτον ἀπέχεις τοῦ ταῦτα συμπράττειν, ὥστε κωλύεις καὶ βίον ἐν τοῖς ὅπλοις εὕρηκας, ἵνα μὴ τοιοῦτόν τι γένοιτο· κἄν | 56 in vol. 7 | |
10 | τις ἐγγένηται προδότης, τοῦτον οὐ στεφανοῦν κελεύεις, [οὐδὲ κηρύττειν] ἀλλὰ ταὐτὰ τοῖς ἄλλοις περὶ τούτων νομίζεις. | |
12 | Εἰπέ, πρὸς Διὸς τεραστίου, τί χρὴ περὶ τούτων νομίζειν ἡμᾶς; [Εἶεν, ὦ γενναῖε, νόμους δὲ δὴ τοῦ χάριν ἡμῖν ἐτίθης]; Εἰ γάρ, ὦ τᾶν, τὸ δίκην | |
15 | λαμβάνειν καὶ τὸ μὴ ἐᾶν ἀδικεῖν οὐχ ἕν τι τῶν σπου‐ δαίων ἦν, τοῦ χάριν νόμους εἰσφέρεις, καὶ σκοπεῖς ὅπως μηδείς που τῶν ἐν τῇ πόλει ἀδικήσεται; Καὶ μὴν ἐν μὲν οἷς ἡμεῖς λέγομεν, καὶ τοῖς ἄλλοις συν‐ δοκοῦν ἐστι καὶ τῷ Πλάτωνι πρόσεστιν· ἃ δ’ οὗτος ἐνταῦθα | |
20 | εἴρηκεν, οὐ μόνον τοῖς τῶν πραγμάτων λόγοις ἀλλὰ καὶ τοῖς αὐτοῦ Πλάτωνος ἐξελέγχεται καὶ λόγοις καὶ βουλή‐ μασιν. Ἐκείνων μὲν ὀρθῶς ἔχειν συγχωρουμένων, καὶ ἡ παρὰ τῶν ἄλλων μαρτυρεῖ δόξα καὶ ψῆφος ὀρθή· ταῦτα δὲ εἰ δοίημεν κρατεῖν, ἄπεστι τὸ ὁτῳοῦν συνδο‐ | |
25 | κεῖν τῶν ἄλλων. Ἰσχυρότερον δὲ τὸ καὶ ἅπασι καὶ Πλά‐ τωνι τοῦ μηδενὶ καὶ μηδὲ Πλάτωνι συνδοκεῖν, [ὡς οὗτος ἀλλαχοῦ. Οὐκοῦν οὐ τὴν παρὰ τούτου μαρτυρίαν διὰ τὴν παρὰ τῶν ἄλλων φευξόμεθα, ἀλλὰ τῇ τῶν ἄλλων τὴν παρὰ τούτου προσθήσομαι]. Ἡγοῦμαι μὲν τοίνυν κἀν | |
30 | τούτοις τὴν ἔργῳ μαρτυρίαν παρέχεσθαι. Τὸ γὰρ δὴ λόγοις | |
πρὸς λόγους ἀγωνιζόμενον λόγοις ἑτέροις σπουδαίοις μαρτυροῦντα ἀποφαίνειν τὸν ἀντίπαλον τὴν ἔργῳ μαρτυ‐ ρίαν παρέχεσθαί ἐστιν. Οὐ μὴν ἀλλ’ ἔτι καὶ προσωτέρω προελθεῖν βούλομαι, ἵνα, ἐπειδὴ τιμᾷ τὸ ἕνα ἐπιψη‐ | 57 in vol. 7 | |
35 | φίζειν καὶ αὐτὸν πρὸς ὃν ἂν οἱ λόγοι γίγνωνται, καὶ λόγῳ καὶ ἔργῳ σύμψηφον ὄντα αὐτόν μοι δείξω. | |
36 | Σὺ μὲν ξένου χάριν Συρακουσίου, κοινοῦ τῆς πατρίδος ἐχθροῦ, ἔπλεις οὐχ ἅπαξ ἀλλὰ καὶ δὶς καὶ τρὶς ἐν γήρᾳ, πέλα‐ | |
Bibl.247417a | γος τοσοῦτον, καὶ τῷ τυράννῳ συνεῖναι δοκεῖν οὐκ ἔφυγες, ὡς ἔχων παραμυθίαν τὸ σχῆμα τῆς διατριβῆς, ὃ Δίωνα μένειν οἴκοι καὶ τῆς οὐσίας κρατεῖν ἦν. Τὴν δ’ αὑτοῦ τις οἰκῶν καὶ τοῖς αὑτοῦ πολίταις καὶ γονεῦσι καὶ ἀδελφοῖς | |
5 | εἰ τὴν ὅπως μὴ ἀδικήσωνται φυλακὴν ἔχοι, καὶ σῴζοι καὶ τούτους καὶ ἑαυτόν, καὶ νὴ Δία γε εἰ τοῦτ’ αὐτὸ τύραννον ἔσεσθαί τινα μέλλοντα καὶ Διονυσίῳ προσ‐ όμοιον οἷός τε εἴη κωλῦσαι καὶ παρελέσθαι λόγῳ τὰς πράξεις, καὶ τὴν ἐκ τῶν νόμων ἄδειαν πᾶσι βεβαιῶ‐ | |
10 | σαι, ἔπειτ’ οὐδὲν σπουδαῖον τοῦτ’ εἶναι φήσομεν, οὐδ’ ἐπαινεῖν χρὴ τὴν τοιαύτην εἴτε τέχνην εἴτε μηδὲ τέχνην [εἰπεῖν] δεῖ; Ὅτι νὴ Δία ἓν μέγα [τοῦτ’ ἦν] κακὸν τὸ ἀδικεῖν, τὸ δὲ ἀδικεῖσθαι πρᾶγμα οὐδέν. | |
13 | Ἐγὼ γὰρ οὔτ’ αὐτὸς ἐπέγκλημα [δήπου] τοῦτο ποιοῦμαι, εἴ ποι καὶ | |
15 | ὁπωσοῦν ᾠήθη δεῖν εἰς Σικελίαν Πλάτων ἐλθεῖν ἡστι‐ | |
νοσοῦν ἕνεκα αἰτίας, οὔθ’ ὅστις ἄλλος προφέρει τι τοιοῦ‐ τον εὖ φρονεῖν ἡγοῦμαι, οὔθ’ ὅλως ἔξω τῶν εἰς τὸν λόγον ἡκόντων οὐδὲν περιεργάζομαι· μὴ τοσούτου μηδὲν ἄξιον ἔστω νικητήριον. Ἀλλ’ ἃ αὐτὸς ἔπραξε καὶ | 58 in vol. 7 | |
20 | ἅ τινων ἔπραξε χάριν αὐτὸς καθαρῶς εἴρηκε, ταῦτα συμβαίνειν φημὶ τοῖς ὑπὲρ τῆς ῥητορικῆς λόγοις. Καὶ μὴν ὅσῳ κάλλιον φρόνησις ἀνδρείας, τοσούτῳ ῥητο‐ ρικὴ τῆς κατὰ πόλεμον εὐψυχίας. Εἰ γὰρ δεῖ συνελόντα εἰπεῖν, οὐδέν ἐστιν ἄλλο ῥητορικὴ ἢ φρόνησις λόγων | |
25 | δύναμιν προσειληφυῖα, [ὡς μὴ μόνον αὐτὸς ἔρδειν τὰ βέλτιστα ἀλλὰ καὶ ἑτέρους πείθειν ἔχοι]. Ἡγοῦμαι μὲν οὖν καὶ ταῦτα πίστεις ἱκανὰς ἔχειν τῆς ἀληθείας, εἰ μὴ καὶ πλείους ἄρα τῶν ἱκανῶν· εἶμι δ’ ἐπ’ αὐτὸν ἤδη τὸν κολοφῶνα [τοῦ] Πλάτωνος, ὡς ἄν τις εἴποι, ῥήματι. | |
30 | Οὐ γὰρ μόνον ἐξ ὧν ἐλέγχεται βούλομαι φανῆναι μαρτυ‐ ροῦντα αὐτόν, ἀλλὰ καὶ ὥσπερ ἂν εἰ καὶ παραστὰς αὐ‐ τὸς ἐμαρτύρει τῇ ἑαυτοῦ φωνῇ. Οὐκοῦν [ὅτ’ ἀδικεῖν μὲν οὐκ ἐπηνάγκαζεν, ἀδικεῖσθαι δ’ οὐκ ἐᾷ, ὡς δ’] ἐκ τοῦ λόγου συνέβαινε τὴν ῥητορικὴν μήτ’ ἀδικεῖν μήτ’ | |
35 | ἀδικεῖσθαι ἐᾶν, εἰ μὲν καὶ τῆς φιλοσοφίας ὁ αὐτός ἐστιν ὅρος, φιλοσοφία τις οὖσα ἡ ῥητορικὴ φαίνεται· εἰ δὲ ἐξαρ‐ κεῖ τῇ φιλοσοφίᾳ μηδ’ ἀδικεῖν, ἡ ῥητορικὴ τελεώτερον. | |
Bibl.247417b | Τίς δ’ οὐκ οἶδεν ὅτι ῥητορικὴ καὶ τυραννὶς τοσοῦ‐ τον ἀλλήλων κεχώρισται, ὅσον τοῦ πείθειν τὸ βιάζεσθαι; [Ἀλλὰ μὴν ταῦτά γε οὐδεὶς ἔστιν ὃς ἂν τὴν ἐναντίαν φύσιν | |
εἰπὼν ἔχειν αἰσχυνθείη]. Πῶς δ’ ὁμοῦ μὲν κολα‐ | 59 in vol. 7 | |
5 | κεύουσιν οἱ ῥήτορες, ὁμοῦ δ’ ἐν τοῖς δυνασταῖς εἰσίν; Καίτοι τοσοῦτον ἀπέχουσιν οἱ τύραννοι τοῦ κολακεύειν ὥστε βίᾳ πάντας ὠθοῦσι, καὶ οὐδενός ἐστι παρ’ αὐτῶν τυχεῖν οὐδὲ τῶν μετρίων, μή τι γε δὴ τῆς ὑπὲρ τὸ προσῆκον θεραπείας· [ὥσθ’ ὁ τύραννος μικροῦ δεῖν καὶ | |
10 | τὸ τοῦ δεσπότου μέτρον παρελήλυθε]. Καὶ κόλακος μὲν οὐδέν ἐστι δήπου ταπεινότερον, [οὐδ’ ὅ τι μᾶλλον ᾑρῆσθαι δουλεύειν], τυράννου δὲ οὐδὲν ἂν εἴποις ἀγριώ‐ τερον, οὐδ’ ὅ τι μᾶλλον πρὸς τὸ δεσπόζειν ἐθέλειν ἐστίν. Ὥστε εἰ [μὲν] κολακεία ἡ ῥητορική, τὰ τῶν τυράν‐ | |
15 | νων ἐγκλήματα οὐ πρὸς αὐτήν. Εἰ δ’ ὁμοῦ τῇ τυ‐ ραννίδι τὴν κολακείαν μεγάλοις τοῖς ὁρίοις παρελή‐ λυθεν, οὐκοῦν τά γε ἕτερα ψευδῆ. Το‐ σοῦτον δ’ ἡ ῥητορικὴ κεχώρισται δυναστείας ὅσον, εἰ καὶ τοῦτ’ εἰπεῖν δεῖ, Πλάτων Διονυσίου. Φαίνεται δ’ ὅπου | |
20 | ῥητορικὴ σῴζεται οὐδαμοῦ τύραννος ἐγγενόμενος, [μέχρις ἂν σῴζεται λόγῳ] οὔτ’ αὖ ἐν οἷς τυραννὶς κρατεῖ, ῥητο‐ ρικὴ περιοῦσα· ἀλλ’ ὅ τε ῥήτωρ πάντα πράττων ὥστε μηδεὶς τύραννος ἐγγενήσεται, [τό τε αὑτοῦ καὶ τὸ κοινὸν ὁμοῦ προορῶν, ὅπως μηδεὶς αὐτὸν τῷ λόγῳ πείθειν | |
25 | παρελόμενος αὐτὸς ἄγῃ κατ’ ἀρχὴν τὰ πράγματα], οἵ τε τύραννοι σκοποῦντες καὶ φοβούμενοι τῶν πάντων οὐδὲν μᾶλλον ἢ μή τις ἐγγένηται λέγειν καὶ πείθειν δυνατός, ὅστις συναγαγὼν τὰ πλήθη καὶ σύμβουλος καὶ μηνυτὴς τοῦ προσήκοντος γινόμενος ὁμοῦ τῆς ἀρχῆς καὶ τῆς | 60 in vol. 7 |
30 | ἐξουσίας ἀκύρους αὐτοὺς καταστήσῃ. Διόπερ τὴν ἔχθραν ἀναγκαίως ἀλλήλοις ἔχουσιν· ἡ γὰρ τῶν ἑτέρων σωτηρία καὶ δύναμις μὴ εἶναι τοὺς ἑτέρους ἐστὶ τὴν ἀρχήν. Πῶς οὖν τἀναντία, φησίν, ἀλλήλοις οἱ ῥήτορες λέ‐ γουσιν; Ἔστι μὲν [οὐκέτι τοῦτ’ ἐν τοῖς εἰρημένοις ὑπὸ Πλά‐ | |
35 | τωνος· ὅμως δὲ ὑπὲρ τοῦ πανταχῇ διακαθᾶραι τὸν λόγον μηδὲ τοῦθ’ ἡμῖν ἀνεξέταστον ἀφείσθω. Καὶ τοῦτ’] οὖν ἰσχυ‐ ρότατον πάντων, ὡς ἐν ψεύδεσιν [ὂν σχεδόν], ὧν ὁ Πλάτων | |
Bibl.247418a | εἴρηκεν, [ὅτι οἶμαι καὶ ἡμῖν αὐτοῖς ἀπαντῶμεν ἐν τῷ λόγῳ αὐτὸ τοῦτο κἀγὼ νῦν πεποίηκα]. Ἀλλ’ οὐδὲν μᾶλλον ὅ γε ἐξ ἀρχῆς λόγος διαφθείρεται, ἐπεὶ καὶ οἱ φιλοσοφεῖν οὕτω λεγόμενοι οὐ τοῖς αὐτοῖς λόγοις ἅπαν‐ | |
5 | τες δήπου χρῶνται, ἀλλὰ καὶ τοῖς ἐναντίοις ἀλλή‐ λοις· ἀλλ’ οὐδὲν κωλύει κατὰ τοὺς τυγχάνοντας τῆς ἀλη‐ θείας φιλοσοφίαν εἶναι καλόν. Οὐ δή που διπλοῦν ἐστιν οὐδ’ ἐναντίον αὐτὸ ἑαυτῷ. Πῶς οὖν, ἂν φαίη τις; ἢ φιλο‐ σοφεῖν ἀμφοτέρους φήσομεν τἀναντία λέγοντας, ἢ τὸ | |
10 | φιλοσοφεῖν εἶναι καλόν; οὕτως ὡς ἔφην. Ἴδοις δ’ ἂν | |
καὶ κυβερνήτας ἀλλήλοις ἐναντία ναυμαχοῦντας· ἀλλ’ ὅμως τῆς κυβερνητικῆς ἐστι σῴζειν τὴν ναῦν. Οὕτω τοίνυν καὶ ὅταν οἱ ῥήτορες ἀλλήλοις ἐναντία, ὡς ἄν τις φαίη, λέγωσιν, οὐ κωλύεται τὸ ἐξ ἀρχῆς κεφά‐ | 61 in vol. 7 | |
15 | λαιον τῆς ῥητορικῆς, ἀλλὰ τὸ συμβαῖνον τῷ λόγῳ χρὴ σκοπεῖν, μεμνημένους ὧν ἕνεκα εὑρέθη. Εὑρέθη δὲ τὸ λέγειν ὑπὲρ τῶν δικαίων. [Ὁ μὲν οὖν ὑπὲρ ῥητορικῆς λόγος οὗτος.] [Ὁ μὲν αʹ λόγος ὑπὲρ ῥητορικῆς μόνον ἦν· οὗτος δὲ | |
20 | καὶ ὑπὲρ ῥητορικῆς καὶ ὑπὲρ ῥητόρων.] | |
20 | Ἐκ τῶν Ἀριστείδου πρὸς Πλάτωνα ὑπὲρ ῥητορικῆς. Τὸ προοίμιον τοῦ δευτέρου λόγου. | |
23 | Ἐπεὶ δὲ καὶ Μιλτιάδου καὶ Θεμιστοκλέους καθήψατο | |
25 | καὶ Κίμωνος καὶ Περικλέους, οὐ πρὸς τὸ βέλτιστον φάσκων προστῆναι τῆς πόλεως, ἔστι μὲν οὖν ἴσως οὐδὲν κατεπεῖγον περὶ τούτων νῦν διαφέρεσθαι. Οὗτοι μὲν γάρ, εἰ δίκαια Πλάτων αὐτῶν κατηγόρηκε, δικαίως ἂν φαῦλοι νομί‐ ζοιντο· ῥητορικὴ δέ, εἰ καὶ πάντων μοχθηροτάτους τού‐ | |
30 | τους θείημεν, οὐδὲν μᾶλλον ἐλέγχεται. Συγχωρούντων μὲν οὖν ἡμῶν, ὅ γε ὑπὲρ ῥητορικῆς οὐκ ἀπόλωλε λόγος. Εἰ δὲ δὴ καὶ περὶ τούτων ἐλέγχοιτο, οὐ παντάπασιν εὐγνω‐ μόνως τῷ λόγῳ κεχρημένος, πανταχῇ δειχθήσεται φι‐ λονεικῶν. Τοῦτ’ ἐστὶ προύργου τὸ καὶ περὶ τούτων εἰπεῖν. | |
35 | Αὐτοὶ παράδειγμα τοῖς ἄλλοις γινόμενοι τοῦ πῶς δεῖ καρτερεῖν, ἐν αὐτοῖς τοῖς δεινοῖς καὶ ταῖς ἀκμαῖς τῶν κινδύνων τὴν ἡμετέραν αὐτῶν, εἰ συγχωρεῖς εἰπεῖν, | |
ἀρετὴν ἐπιδεικνύμενοι. Τί οὖν ἡμῖν προφέρεις κολακείαν καὶ διακονίαν καὶ τοὺς ἰδίᾳ τροφεῖα μὴ ἐκτίνοντας φαύ‐ | 62 in vol. 7 | |
40 | λους ἂν εἶναι συμφήσας αὐτὸς ἡμῖν οὐ καλὴν χάριν | |
Bibl.247418b | ἐκτίνεις τῆς κοινῆς τῶν Ἑλλήνων σωτηρίας καὶ τρο‐ φῆς, ἣν σύ τε καὶ οἱ ἄλλοι δι’ ἡμᾶς ἐν ἐλευθερίᾳ τέτραφθε. Εἰ ταῦτα λέγοιεν οἱ ἄνδρες, ποίους λαβυρίνθους σοφίας ἀνελίττων ἢ τί λέγων τῶν πάντων οἷός τε γένοιτ’ ἂν | |
5 | ἀντειπεῖν; Πᾶσι τοίνυν προτέροις ἐστὶ λόγος [πρὸς ταῦτα] ἢ Πλάτωνι. Διὰ τί; Διότι ἐν αὐτοῖς τούτοις ἃ πρὸς τοὺς Δίωνος ἔγραψεν ἑταίρους καὶ ἐν οἷς ὁ Δίων αὐτῷ τετελευτηκὼς ὑπόκειται λέγων ὡς ἔμπνους, ἔνεστι ταυτί. Τὸ δὲ πάντων ἀτοπώτατον, ὅτι χρῆται μὲν τούτοις ἐν | |
10 | ἐλέγχῳ τοῦ κολακείαν εἶναι τὴν ῥητορικήν, ὡς δὴ τού‐ τους ὄντας ῥήτορας, πάλιν δ’ αὐτὸς αὐτοὺς ἀφίησι τῆς κολακείας, οὔκουν φησί γε αὐτοὺς ταύτῃ χρῆσθαι, ἐν οἷς περὶ ὧν ἔπαθον λέγει. Κἀν τούτοις οὖν ἀνάγκη θά‐ τερα ἐψεῦσθαι. Εἰ μὲν γὰρ ἡ ῥητορικὴ κολακεία, πάντως | |
15 | δεῖ κόλακας τούτους εἶναι, ῥήτοράς γε ὄντας, ὥς φησιν. Εἰ δὲ οὐδὲν οὗτοι κολακείᾳ προσήκουσι, πῶς ῥητορικὴ κολακεία διὰ τούτους, ἢ τί τούτων ἔδει τῶν παραδειγμάτων; Ὤιμην δὲ οὐδὲ τοῦτο τῶν δικαίων εἶ‐ ναι, τὰς προαιρέσεις τὰς ἐκείνων ἐξετάζοντας τὰς συμ‐ | |
20 | φορὰς αἷς ἐχρήσαντο ὑπολογίζεσθαι. Οὐ γὰρ εἰ μὴ κατὰ νοῦν ἀπήλλαξαν, φαῦλοι γεγόνασιν, ἀλλ’ εἰ μὴ τὰ βέλ‐ | |
τιστα ἐβουλεύσαντο τοῖς πράγμασιν. Ἐκεῖνο μὲν γάρ ἐστι τῆς τύχης κατηγορεῖν, τοῦτο δὲ τὴν γνώμην ἐλέγχειν. Ἐνθυμοῦμαι δὲ ἔγωγε πῶς ἀνέχεσθαι χρή, ὅταν Ἀλ‐ | 63 in vol. 7 | |
25 | κιβιάδην μὲν καὶ Κριτίαν Σωκράτει συγγενομένους, οἳ τοσαύτας καὶ τηλικαύτας αἰτίας ἐσχήκασι [καὶ ὑπὸ τῶν πολλῶν καὶ ὑπὸ τῶν ἐπιεικῶν, ὥστε Κριτίου γε οὐδ’ ἐπι‐ νοῆσαι ῥᾴδιον ἐξωλέστερον, ὃς ἐν τριάκοντα τοῖς πονη‐ ροτάτοις τῶν Ἑλλήνων πρῶτος ἦν], τοὺς μὲν οὔ φασι | |
30 | δεῖν ἐν τεκμηρίῳ ποιεῖσθαι ὅτι Σωκράτης τοὺς νεοὺς διέ‐ φθειρεν, [οὐδ’ εἶναι τὰ ἐκείνων ἁμαρτήματα οὐδ’ ὁτιοῦν πρὸς Σωκράτην τὸν οὐδὲ αὐτὸν ἔξαρνον ὄντα τὸ μὴ οὐ διαλέγεσθαι τοῖς νέοις]. Εἰ δ’ Ἀθηναίων δῆμος ἐν πολ‐ λοῖς καὶ μεγάλοις οἷς καὶ ὑπὲρ αὑτοῦ καὶ ὑπὲρ τῶν | |
35 | Ἑλλήνων διεχείρισεν, ἔσθ’ ἃ μὲν ὀρθῶς [καὶ προστηκόντως] ἐβουλεύσατο, ἔστι δὲ ἃ καὶ ἐξήμαρτεν εἰς τοὺς προεστη‐ κότας, ταῦτ’ ἀξιοῦσιν αὐτοῖς τοῖς προστάταις λογίζεσθαι. Ὥσπερ εἴ τις καὶ τοῦ θείου κατηγοροίη [τοῖς αὐτοῖς λόγοις] ὅτι χρῆν αὐτοῦ τὴν πρόνοιαν εἶναι τοιαύ‐ | |
40 | την ὥστ’ ἀδικίαν καὶ ἀγνωμοσύνην ἀνελεῖν παντάπασιν | |
Bibl.247419a | ἐξ ἀνθρώπων [καὶ μηδὲν ἁμαρτάνειν μηδένας ἀν‐ θρώπων μηδαμῇ. Νῦν δὲ πῶς, εἰ προνοιεῖν αὐτοὺς χρὴ νομί‐ ζειν, ὅταν μὴ παύωνται] πλημμελοῦντες [ὧν ἄρχουσι μὴ δικαίως] ὑπ’ ἐνίων ἀμελεῖσθαι; Καὶ ὁ μὲν ἡνίοχος | |
5 | παραλαβὼν λακτίζοντας τοὺς ἵππους πραΰνει καὶ τιθασ‐ σεύει, [καὶ τελευτῶν ἐπ’ αὐτῶν ἀσφαλῶς κατὰ πολλὴν | |
ῥᾳστώνην εἶσιν ὅποι βούλεται]· οἱ θεοὶ δὲ οὔπω καὶ νῦν ἐξῃρήκασιν ἀδικίαν ἐξ ἀνθρώπων ἐκ τοσούτου, καὶ ταῦτα ἐκ τοῦ αἰῶνος παντὸς πολιτευσάμενοι, [καὶ προσέτι εἰς | 64 in vol. 7 | |
10 | ἑαυτοὺς ἁμαρτάνοντας ὁρῶντες ἔστιν οὓς αὐτῶν]. Ἀλλὰ μὴν εἰ ταῦτα οὐδ’ ἂν εἷς ὑγιαίνων εἴποι σπουδῇ, πλὴν ὡς ἡμεῖς μὲν νῦν εἰς ἔλεγχον λόγου, πῶς οὐ κομιδῇ Πλάτων συκοφαντεῖ; Εἰ γὰρ ἃ μηδ’ οἱ θεοὶ πώποτε πεποιήκασι, μηδὲ παρ’ αὐτῆς τῆς Ἀθηνᾶς τῆς πολιάδος εἶχεν ἀπαι‐ | |
15 | τῆσαι, ταῦτα παρὰ Θεμιστοκλέους καὶ Περικλέους ἀπαιτεῖ, αὐτὸν ἐρωτῶ πῶς οὐ συκοφαντεῖ; | |
16 | Ἀλλ’ οἶμαι τὴν μὲν τοῦ δήμου φύσιν οὐκ ἠδυνήθησαν μεταποιῆσαι· ἔστι δ’ αὕτη μηδέποτε γενέσθαι πάντα χρηστὸν μηδ’ ἀναμάρτητον· ὅσα δὲ κινδυνεύοντας ἔδει προνοήσασθαι, | |
20 | ἐν οἷς ἅμα καὶ τῶν πολλῶν καὶ τῶν ἐπιεικῶν [ἦν] εὐερ‐ γέτας εἶναι, ἢ κατ’ ἐξουσίαν πράττοντας ἀπάγειν ἀπὸ τῶν δυσχερεστάτων ἀεὶ καὶ εἰς ἐλάχιστον τρέπειν τὰ τῆς φύσεως ἁμαρτήματα, ταῦτα οὐκ ἔστιν ὅπως οὐ παρὰ τούτοις ὄντα φανήσεται, καὶ ταῦτα πρὸς τῷ λόγῳ τῷ | |
25 | παρ’ ἡμῶν καὶ ταῖς ἀποδείξεσι Πλάτων αὐτὸς ἐπισφρα‐ γίζεται, καὶ ἔστιν ἡμῖν κἀνταῦθα μάρτυς ὑπὸ τῆς αὐτῆς δεξιότητος, ἧσπερ κἀν τοῖς ἄνω κατὰ τὴν χρείαν ἀεί. Καίτοι πῶς οὐκ ἄτοπον [ἦν] τὰ ἔργα κοσμεῖν ὧν τὴν πολιτείαν φαυλίζειν ἔστι· καὶ ἃ τῆς τῶν πεισθέν‐ | |
30 | των ἀρετῆς τίθεταί τις δείγματα, ταῦτα μὴ τῆς τῶν πεισάντων πρῶτον ἡγεῖσθαι; | |
31 | Ἔγκειται μὲν [γάρ που] ταῦτα μεταξὺ τοῦ μύθου [χωρίς τινος προφά‐ σεως] οὐκ ἀσκέπτως ἐμοὶ δοκεῖν [οὐδὲ φαύλως] οὐδ’ ὡς ἐξέπεσεν, ἀλλ’ ὅπως συγκρυφθείη τε ὡς δυνατὸν | 65 in vol. 7 |
35 | μάλιστα, καὶ εἴ τις εὑρὼν χρῷτο, μηδ’ αὐτὸς δοκῇ παρελθεῖν [ἀλλ’ ἐκείνη]· οὕτω μέσην τινὰ εὗρε τάξιν, καὶ ἅμα πρὸς τῇ τελεύτῃ τοῦ λόγου τοῦ παντός, ἃ θεὶς ἐν ἀρχῇ, τοῖς ἐφεξῆς οὐκ ἔμελλεν ἕξειν οἶμαι χρῆσθαι. | |
Bibl.247419b | Οὐ γὰρ εἰ ῥᾴδιον ἢ μὴ τῷ ὄντι γενέσθαι ῥήτορα προὔκειτο σκοπεῖν, ἐπεὶ τοῦτό γε καὶ ἡμεῖς, εἰ βούλει, μαρ‐ τυροῦμεν, κἂν εἰ τὴν Στέντορος φωνὴν κτησαίμεθα, φθεγξαίμεθ’ ἂν ὡς οὐ ῥᾴδιον, κἂν ὁ Νεῖλος, ὦ μα‐ | |
5 | κάριε, τοῖς ἑπτὰ στόμασιν εἰ λάβοι φωνήν, ὥσπερ ὁ Σκάμανδρος καθ’ Ὅμηρον. Ἀλλ’ εἰ δυνατὸν ἢ μή, καὶ φύσιν ἔστ’ ἔχον συμβῆναι, τοῦτ’ ἦν ἐκ τοῦ λόγου. Φανήσεται δ’ οὐχ ἁπλῶς, οὐδ’ ὡς νῦν μόνον [δείκνυμεν] εἰς τοὺς ἐναντίους ἐληλυθὼς αὐτὸς ἑαυτῷ, ἀλ‐ | |
10 | λὰ καὶ ἐξ ὧν ἐκείνους ᾐτιᾶται Ἀριστείδην ὃν ἐπῄ‐ νεσεν ἐπαινεῖν οὐκ ἔχων, ἢ εἴπερ ὀρθῶς ἐπαινεῖ τοῦτον, διὰ τὸ αὐτὸ τοῦτο οὐδ’ ἐκείνους ἔχων αἰτιάσασθαι. Πῶς; Ὅτι σύμβολον οἶμαι ποιεῖ τοῦ κακῶς Ἀθηναίων ἐκείνους προστῆναι τὸ παθεῖν αὐτοὺς ὑπ’ Ἀθηναίων | |
15 | κακῶς, ὡς οὐκ ἂν τούς [γε] βελτίους ὑπ’ αὐτῶν γενο‐ μένους ἁμαρτόντας εἰς τούτους, ὑφ’ ὧν μηδ’ εἰς τοὺς ἄλλους ἁμαρτάνειν ἐπαιδεύθησαν. | |
17 | Ταῦτα δὲ οὕτω θείς, καὶ ἡνιόχους καὶ τὰ τοιαῦτα ἐπεισαγαγὼν ἐνταυθοῖ, τόν [γε] Ἀριστείδην οὐ μόνον οὐδὲν φαῦλον εἴρηκεν, ἀλλὰ | 66 in vol. 7 |
20 | καὶ σαφῶς ἐξαίρετον τῶν ἄλλων πεποίηκε. Καίτοι εἰ τὸ παθεῖν κακῶς ὑπ’ Ἀθηναίων ἦν τι δεῖγμα τοῦ μὴ καλῶς Ἀθηναίων προστῆναι, οὐδ’ Ἀριστείδης προὔστη καλῶς· οὐδὲ γὰρ οὗτος ἀθῶος δήπου διέφυγεν, ἀλλ’ ἐξέπεσε. Προσθήσω δὲ ὅτι οὗτός γε οὐδ’ ἐν δικαστηρίῳ | |
25 | δυστυχήσας ὥσπερ Μιλτιάδης καὶ Περικλῆς, οὐδ’ ὑπὸ τούτων οἷς προσέκρουσεν ὑπὲρ τῶν πολλῶν, ἀλλ’ ἐξο‐ στρακισθεὶς ὑπ’ αὐτοῦ τοῦ δήμου. | |
27 | Ἔστι δὲ καὶ κυβερνήτῃ καὶ παντὶ συνιδεῖν ὅτι κυβερνήτης μὲν ὅστις πλείστους ἀθρόως ἔσωσεν [ὑπὲρ] χιλίους, τὸ δὲ τοῦ ῥήτορος πλή‐ | |
30 | ρωμα ὃ σῴζει οὐ κατὰ ναῦν ἐστιν αἰγυπτίαν, οὐδέ γε ὅλως μετρεῖται στόλῳ, ἀλλὰ καὶ λιμένες [αὐτοὶ] καὶ πόλεις οὐ μυρίανδροι μόνον ἀντὶ τῶν μυριοφόρων, ἀλλὰ καὶ μετρῆσαι χαλεπαί, τῇ τῆς ῥητορικῆς ὑποπίπτουσι τύχῃ τε καὶ προστασίᾳ. Καὶ ὁ μέν [γε] κυβερνήτης κατά‐ | |
35 | ρας οὐκ ἔχει τί χρήσεται τῇ τέχνῃ· τοῦ δὲ ῥήτορος οὐδέν ἐστι χωρίον ἐξαίρετον. Ἀλλ’ ἵνα μὴ λόγος ἡμῖν λόγον ἐκδέξηται, ἀγαπητὸν ὂν εἰ καὶ τοῖς ἐπικαί‐ ροις ἐξαρκέσαιμεν, ἐῶ τὸ νῦν εἶναι τὴν ὑπὲρ τούτου | |
Bibl.247420a | διαφοράν. | |
1 | Ὅτι ἡ ῥητορικὴ διὰ πάντων τῶν τῆς ἀρετῆς μορίων διήκει, φρονήσει μὲν εὑρεθεῖσα, εὑρε‐ | |
θεῖσα δὲ ὑπὲρ δικαιοσύνης, σωφροσύνῃ δὲ καὶ ἀνδρείᾳ φυλαττομένη. Τοῦτο δὲ καὶ κατὰ τούτους τοὺς λόγους [οὓς | 67 in vol. 7 | |
5 | μέλλω εἰπεῖν αὐτῆς] ἰδεῖν ἔστιν. Ἔστι μὲν γὰρ [δήπου] ῥητορεύειν τὸ τὰ δέοντα εὑρεῖν καὶ τάξαι καὶ τὰ πρέ‐ ποντα ἀποδοῦναι μετὰ κόσμου καὶ δυνάμεως. Φαίνεται δὲ ἡ μὲν εὕρεσις κατὰ τὴν φρόνησιν ἔχουσα, [εἴπερ ἀμήχανον φρονήσεως ἀπολειπόμενον τῶν χρησίμων | |
10 | εὑρεῖν ὁτιοῦν], ἡ δὲ σωφροσύνη κατὰ τὴν διαχείρισιν οὖσα καὶ τὴν τῶν ἡγουμένων τε καὶ εἰκότων συμφωνίαν· [ἀντὶ δ’ αὐτῆς δικαιοσύνης τὸ πρέπον τιθεῖ]. Τοῦτο δέ ἐστιν ὁποῖα ἄττα ἢ ὁπόσα προσήκει ἑκάστῳ σῶσαι τῷ πράγματι. Ἀλλὰ μὴν ἀνδρείας ἐκ τοῦ εὐθέος οὐδ’ | |
15 | οὕτω μετέχειν ὡς ὁ λόγος βούλεται· τὸ γὰρ ταπεινὸν καὶ ἀγεννὲς οὐδὲν οὕτως, ὡς ὁ λόγος, ἐξορίζει καὶ ὑπεφρο‐ νεῖ. [Εἶεν. Οὗτος ὁ νουθετῶν ἀνύτει, οὗτος ὁ κατη‐ γορῶν πιστεύεται.] | |
18 | Καὶ μὴν ὅστις γε ἃ προσῆκε λέγειν οἶδεν, οἶδεν ἃ πράττειν προσήκει. Οὐδεὶς γάρ ἐστιν ὅστις | |
20 | ἃ προσήκει πράττειν εἰπεῖν εἰδώς, ἃ προσήκει πράτ‐ τειν ἀγνοεῖ, οὐδ’ ὅστις ἀγνοῶν ἃ προσήκει πράττειν, εἰπεῖν ἔχει. Ὅσῳ δ’ ἄρχειν βέλτιον ἢ διακονεῖν, τοσούτῳ λέγειν τὰ δέοντα βέλτιον ἢ πράττειν. Ὁ μὲν γάρ, οἶμαι, πολλοῖς σύμβουλος γίνεται, ὁ δὲ ἀνθ’ ἑνὸς | |
25 | ἄλλου τινὸς γίνεται. Ὥσπερ οὖν τοὺς ἀρχιτέκτονας τῶν τεκτόνων ἀνάγκη προέχειν, ὄντας ὅμως περὶ ταὐτὰ | |
ἃ [καὶ] τῆς τῶν τεκτόνων ἐστὶν ἐμπειρίας, οὕτω καὶ τοὺς ἐν ταῖς ἀγοραῖς καὶ τοῖς λόγοις προέχοντας τῶν τούτοις ὑπηρετούντων βελτίους ὁ ποιητὴς ἔθηκε καὶ προσεῖπεν | 68 in vol. 7 | |
30 | ἀριπρεπεῖς μάλα ὀρθῶς προσειπών. | |
30 | Εἰ δὲ δεῖ καὶ μῦθον λέγειν, δέδοικα μὲν ἐγὼ μὴ καὶ ταῖς γραυσὶν ἡμᾶς ἐξούλης ὀφλεῖν ἐπισκώπτων φῇ τις ἀνὴρ κωμι‐ κός, ἐρῶ δὲ οὐ μῦθον ἄλλως αὐτὸν εἰς αὑτὸν τελευ‐ τῶντα, ἀλλὰ καὶ ἐνταῦθα ἡ παρὰ τῶν πραγμάτων | |
35 | πρόσεστι πίστις. Ὁ μὲν οὖν Προμηθεὺς καθ’ ἕκαστον ἅπασι τάς τε αἰσθήσεις καὶ τὰ μέλη τοῦ σώ‐ ματος πεπλακὼς ἦν [πρότερον]· τὸν δὲ Ἑρμῆν οὐχ οὕτως ἐκέλευσεν ὁ Ζεὺς ὥσπερ θεωρικοῦ διάδοσιν διε‐ | |
Bibl.247420b | λεῖν, ἵνα πάντες ῥητορικῆς ἐφεξῆς μετέχοιεν ὥσπερ ὀφθαλμῶν καὶ χειρῶν καὶ ποδῶν, ἀλλ’ ἐπιλεξάμενον τοὺς ἀρίστους καὶ γενναιοτάτους καὶ τὰς φύσεις ἐρρωμε‐ νεστάτους, τούτοις ἐγχειρίσαι τὸ δῶρον ἵνα ὁμοῦ σφᾶς | |
5 | τε αὐτοὺς καὶ τοὺς ἄλλους σῴζειν ἔχοιεν. Ἀφικομένης δὲ ῥητορικῆς ἐκ θεῶν οὕτως εἰς ἀνθρώπους, ἠδυνήθησαν [μὲν] ἄνθρωποι τὴν μετὰ τῶν θηρίων δίαιταν χαλε‐ πὴν ἐκφυγεῖν, ἐπαύσαντο δὲ ἐχθροὶ πάντες ὄντες ἀλλήλοις ἐν κύκλῳ, κοινωνίας δὲ εὗρον ἀρχήν. Κα‐ | |
10 | ταβάντες δὲ ἐκ τῶν ὀρῶν ἄλλοι κατ’ ἄλλα μέρη τῆς οἰκουμένης ἐπλησιάσαντό γε πρῶτον ὕπαιθροι, μετὰ δὲ τοῦτο ἤδη λόγου νικήσαντος πόλιν τε κατεσκευά‐ | |
σαντο [καὶ διεκρίθησαν, οὐχ ὥσπερ πρότερον, ὡς ἔτυχε], καὶ εἰς τὸ νῦν σχῆμα καὶ ἀξίωμα χρόνῳ τε καὶ κατὰ | 69 in vol. 7 | |
15 | μικρὸν ἀνήχθησαν. | |
15 | Καὶ ὁ μῦθος μὲν ἡμῖν ταύτην ἐχέτω τὴν τελευτήν, οἶμαι, κεφαλὴν οὐδὲ ἄτιμον εἰλη‐ φώς. Ὅτι δὲ οὐκ ἄλλως μῦθος [ταῦτα] οὐδ’ ὄναρ, ἀλλ’ ὕπαρ καὶ ὁ τῶν πραγμάτων αὐτῶν ἐστι λόγος, δῆλον ἐξ αὐτῶν. Ἐὰν τοίνυν ἔτι τούτων ἐγγυτέρω προσαγάγω | |
20 | τὸν λόγον, ἦ που τρυφή τις ἂν εἴη τῆς ἀποδείξεως, καὶ οὔτε ἔννοιαν οὔτε ἐλπίδ’ ἐλέγχων ἰσχυροτέρων οὐδ’ ἂν εἷς ἔτι δή που λάβοι. Οὐ γὰρ μόνον αὐτὸς Πλάτων, ὡς πολ‐ λάκις ἐδείξαμεν πρότερον, ἀλλὰ καὶ ἐν αὐτοῖς τούτοις τοῖς λόγοις τῷ παραδόξῳ δὴ συγγράμματι διαρρή‐ | |
25 | δην ὁμολογεῖ [τῇ ῥητορικῇ] τὰ κάλλιστα εἶναι πράττειν. Τὰ μὲν οὖν ἄλλα ἢ ψυχαγωγίαν ἢ χρείαν, ὡς ἐπὶ τὸ πλεῖστον εἰπεῖν, ἔχει, μόνον δὲ τὸ τῆς ῥητορικῆς μάλιστά γε ἄμφω πληροῖ, καὶ μετὰ τῶν ὠφελειῶν τὴν χάριν θαυμαστὴν ἔχει, ὥστε καὶ ὅταν εἰς πολέμους ἀλλήλοις | |
30 | ἔλθωσιν ἄνθρωποι, τοὺς παρὰ τῶν αὐτοχείρων πρέσβεις ἀφικνουμένους δέχονται καὶ ἀποπέμπουσιν, ἐνθυμούμενοι τὸ τῶν ῥητόρων φῦλον, ὑπεξαιρούμενοι τὴν τοῦ λόγου φύ‐ σιν, αἰδούμενοι ὅτι ἐξ ἀρχῆς ἐπὶ σωτηρίᾳ καὶ κοινῇ χρείᾳ τοῦ γένους εἰσῆλθεν. | |
34 | Εἰ δέ τις ἡμῖν περὶ | |
35 | Πλάτωνος ὑπολάβοι ὅτι οὐ ταύτην κακῶς εἴρηκε [τὴν ῥητορικὴν] ὑπὲρ ἧς νῦν ἡμεῖς τοὺς λόγους ποιούμεθα, ἀλλὰ δύο οὐσῶν τὴν ἑτέραν κακίζει, πρῶτον μὲν οὐδὲν | |
μᾶλλον τά γε ἡμῖν εἰρημένα φαύλως ἔχοντα ἐλέγχονται, | 70 in vol. 7 | |
Bibl.247421a | [ἀλλὰ κατ’ αὐτὸ τοῦτο καλῶς καὶ προσηκόντως ἅπαντα ταῦτα ἠνύσθαι μαρτυρεῖ]· ὥσπερ γὰρ ἐκεῖνος τὴν φαύλην δικαίως ψέγει, τί κωλύει τήν γε ἐναντίαν ἡμᾶς ἐπαι‐ νοῦντας ὀρθῶς ποιεῖν; Ἔπειτα οὐκ ἀναιρεῖ τοὺς παρ’ | |
5 | ἡμῶν ἐλέγχους ἡ παραίτησις αὕτη, ἀλλὰ καὶ οὕτως ἐναν‐ τία φαίνοιτ’ ἂν εἰρηκὼς αὐτὸς ἑαυτῷ εἰ διττὴν εἶναι τὴν ῥητορικὴν ἀξιῶν εἶθ’ ὡς μιᾶς καὶ ἁπλῆς τινος οὔσης τὴν κατηγορίαν πεποίηται. Δῆλον γὰρ ὅτι εἰ τοῦτ’ ἐστὶν ἀληθές, τὴν μὲν φαυλίζειν τὴν δ’ ἐπαινεῖν προσ‐ | |
10 | ῆκεν αὐτῷ διελομένῳ, ὥσπερ ἐν τοῖς περὶ ἔρωτος λό‐ γοις φαίνεται πεποιηκώς, καὶ πολύ γε μειζόνων εὐφημιῶν τὸν χρηστὸν ἠξιωκὼς ἢ οἵων τὸν ἕτερον βλασφημιῶν. Ὁ δ’ οὖν [αὐτὸς] λόγος καὶ περὶ πάσης φιλοσοφίας καὶ περί γε τῶν τῆς ἀρετῆς, εἴ τις βούλοιτο διαιρούμενος | |
15 | πρῶτον μὲν σοφίας δύο προσαγορεύειν, τὴν μὲν ᾗ τὰ βέλτιστα συνίεμεν, τὴν δὲ ἑτέραν ᾗ κακουργοῦσιν, ἔπειτα σωφροσύνην διπλῆν, τὴν μὲν σπουδῆς ἀξίαν καὶ πολι‐ τικήν, τὴν δὲ νωθράν τε καὶ ὑπτίαν, καὶ δικαιο‐ σύνην διπλῆν καὶ ἀνδρείαν ὁμοίως, | |
20 | τὴν μὲν σὺν νῷ καὶ φρεσί, τὴν δὲ ἀπόνοιαν καὶ μα‐ νίαν οὖσαν. Ἀλλ’, οἶμαι, πάντα ταῦτα τῶν φυρόντων ἐστὶ τὰ ὀνόματα, [καὶ διῄρηται σοφία καὶ κακουργία, σω‐ φροσύνη καὶ βλακεία, δικαιοσύνη τε καὶ εὐήθεια, ἀν‐ δρεία καὶ θρασύτης· οὐδέτερον δέ γε οὔτε καλὸν χαλεπὸν | |
25 | οὔτε προσῆκον]. Πολλῷ γὰρ ταῦτα ἀπ’ ἀλλήλων διῄρηται, καὶ οὐ δεῖ κακίας ὑποκορίζεσθαι τοῖς τῆς ἀρετῆς ὀνό‐ μασιν οὐδὲ τὰς ἀρετὰς φαυλίζειν τὰ τῆς κακίας ἑκάστῃ παρατίθεντας. | 71 in vol. 7 |
28 | Εἰ δ’ ὅτι μάλιστα οὕτω Πλάτων διε‐ νοεῖτο, ὥσπερ ἔγωγε οὐκ ἀντιλέγω, ἀλλ’ ὑπεξῄρηται τὴν | |
30 | καθαρὰν καὶ τῷ ὄντι ῥητορικήν, ἄξιον μὴ παρακρου‐ σθῆναι, μηδ’ ἀγνοῆσαι τοῦτο [αὐτὸ] τοὺς πολλούς, μήδ’ ὡς ψήφῳ καθαρᾷ προσέχοντας θᾶττον ἢ συμφέρει βουλεύσασθαι περὶ [τῶν] τηλικούτων. Πανταχῇ δὴ καὶ διὰ πάντων ἐκπίπτουσιν ἡμῖν αἱ ψῆφοι. Πρῶτος δὲ | |
35 | Πλάτων αὐτὸς ψηφίζεται καὶ μέσος [φασὶ] καὶ τελευ‐ ταῖος. Καὶ κινδυνεύω δοκῶν ἀντιλέγειν Πλάτωνι παν‐ τὸς μᾶλλον συναγορεύειν. Εἰ δὲ δεῖ τι καὶ παῖξαι, δοκῶ | |
Bibl.247421b | μοι κατὰ τοὺς κωμῳδοποιοὺς ὥσπερ ἀποδιδράσ‐ κοντα αὐτὸν ἕλξειν εἰς τοὺς ῥήτορας, ὅτι μαθὼν καλλωπί‐ | |
2 | ζεται. | |
2 | Ἀριστείδου ἐκ τοῦ ἐπιγραφομένου λόγου Πλατωνικὸς τρίτος πρὸς Καπίτωνα | |
5 | τὸ προοίμιον. | |
5 | Νῦν σε καὶ μᾶλλον φιλοῦμεν, οὕτως ἐρωτικῶς τοῦ Πλάτωνος ἔχοντα, ὃν ἐγὼ φαίην [ἂν τιμῶν] καθ’ Ὅμη‐ ρον ἴσον ἐμῇ κεφαλῇ. Εἰ γάρ [τοι] καὶ πάντες φαῦλοι πρὸς ἐκεῖνον, ἀλλ’ ἕκαστος τιμιώτατος αὐτὸς ἑαυτῷ, | |
10 | φασί. Καίτοι, τί λέγω; Οὐκ οἶδα μὲν γὰρ εἰ πιστεύεις, ἀλη‐ θὲς δ’ ἐρῶ. Εἰ δὲ μὴ ἐγγὺς ἐκεῖνον ἔφησας ἡμῶν εἶ‐ ναι, οὐκ ἂν οὕτω με ηὔφρανας, ὡς ὅτι προκατείληψαι δείξας· οὕτως ἐμοὶ φίλος ἀνὴρ καὶ φίλων ἐπέκεινα. [Συν‐ έβη δέ μοι καὶ περὶ Δημοσθένην τοιοῦτον ἕτερον· φράσω | 72 in vol. 7 |
15 | δὲ καὶ πρός σε.] Ἀνὴρ τῶν ἐκ τῆς γερουσίας τῆς Ῥω‐ μαίων, Λίβυς τὰ ἀρχαῖα, Μάξιμος τοὔνομα, ἄξιος ὅτου βούλει [(φασὶ δὲ οἱ ταῦτα δεινοὶ καὶ ῥήτορα αὐτὸν ἐν πρώτοις εἶναι Ῥωμαίων), οὗτος] τοῖς τε Δημοσθένους λόγοις προσέκειτο ὑπερφυῶς, καὶ οὐκ οἶδ’ ὅντινα τρό‐ | |
20 | πον καὶ τοῖς ἡμετέροις ἑάλω τούτοις. | |
20 | Ἔτυχε δέ μοι λόγος τις πεποιημένος ἐκ τρίτων πρὸς Λεπτίνην [ἐξ ἀρχῆς τοιᾶσδε]. Εἶχον μὲν γὰρ ἐν χερσὶ τὸν τοῦ Δημο‐ σθένους λόγον, καὶ ὡς ἐγενόμην ἐπὶ τῶν κεφαλαίων ἃ τοῦ Λεπτίνου μέλλοντος ἐρεῖν ὑποτέμνεται, ἀποστήσας | |
25 | ἐμαυτὸν τοῦ Δημοσθένους ὑπ’ ἐμαυτοῦ τι συνεώρων. Ὡς δὲ εὗρον καὶ δύο καὶ τρία τῶν χρησίμων, ἐνταῦθα πά‐ λιν αὖ ἐπ’ ἄλλο τι ἐχώρουν. Καί μοι πειρωμένῳ τὸ αὐτὸ ἀεὶ συνέβαινε. Καὶ οὕτω δὴ ἀπὸ τοῦ κρασπέδου θοἰμά‐ τιον, εἰ δὲ βούλει, τὸν λέοντα ἀπὸ τοῦ ὄνυχος ἀπειργα‐ | |
30 | σάμην. Τοῦτον αὐτῷ τὸν λόγον δεῖξαι ἐπεχείρησα· καὶ [μέλλων δείξειν], προεῖπον [ὅτι πρὸς Λεπτίνην ἐφευρη‐ μένα σὺν τῷ πρὸς Λεπτίνην ἐφευρήσει]. Ἆρα μὴ ἀδι‐ κῶ [σε; ἔφην ἐγώ]. Καὶ ὃς μὰ Δία εὐγενῶς τε καὶ ὡς ἂν | |
πᾶς ἠράσθη τε καὶ ἠγάσθη ὅστις φιλόλογος, οἶσθα, ἔφη, | 73 in vol. 7 | |
35 | ὅτι κάθημαι πρὸς τοῖς Δημοσθένους; Κἀγώ· τὸν αὐτὸν ἄρα, ἔφην, μοι βουκολεῖς, ὥστε εἰ νικῴη μ’, οὐκ ἐχθρὸς ὁ στεφανούμενος, ἀλλ’ ᾧ σύ γε κἀγὼ συσπεύδομεν. Ὡς | |
Bibl.247422a | δὲ ἐκέλευσε τὰ βιβλία ἐν μέρει δεικνύναι καὶ τὸ πρᾶγμα πανταχῇ σπουδὴ ἦν, οὑτωσί τοι, ἔφην ἐγώ, σοι ταὐτὰ γινώσκω περὶ Δημοσθένους, καὶ ἡγοῦμαι μηδὲν εἶναι ὃ ῥᾴδιον παρελθεῖν ἐκεῖνον τὸν ἄνδρα. Καὶ | |
5 | ὃς ἥσθη τε ἀκούσας, ὥσπερ ἐγὼ ἐκείνου ἀκούσας ἥσθην ὅτι τῷ Δημοσθένει συνεστήκοι, [καὶ ἔδωκεν ἄδειαν δεῖξαι τὸν λόγον]. Ὡς δ’ ὁ λόγος ἐδείχθη, ὅπως διετέθη τὰ ἐπὶ τούτοις, αὐτὸς ἂν εἰδείη. Πάρεστι δέ σοι γνῶναι [ὅτι] καὶ ἡμῖν τι προσήκει Πλάτωνος, εἰ καὶ | |
10 | μὴ τοσοῦτον ὅσον τοῖς σοφοῖς, ἀλλ’ ὅσον ἐπίστασθαι χαί‐ ρειν τῷ ἀνδρί. | |
11 | Φέρε δὴ [σαφέστερον] κατίδωμεν, τί ποτε ἦν ὅ σοι προέστη τῶν λόγων, οὓς δὴ πρὸς αὐτὸν ἡμῖν φασί τινες πεποιῆσθαι. Ἐγὼ μὲν γὰρ ἐπειρώμην αὐ‐ τὸν πανταχοῦ σύμψηφον [ὄντα] ἐμαυτῷ δεικνύναι, εἴτε | |
15 | γάρ τι ἡμῖν λελήρηται, οὐδὲν δεῖ τῆς Στησιχόρου παλιν‐ ῳδίας, ἀλλὰ σπογγιὰ ἰάσεται, εἴτε τι κρεῖττον ἐν τοῖς λόγοις ἔνεστιν ἢ ὡς τοῦτο τὸ ἆθλον πρέπειν αὐ‐ τοῖς. Σὺ δὲ ἐπαίνει μέν, εἴ σοι μὴ δοκεῖ, μηδὲν μᾶλ‐ λον, συγγίνωσκε δὲ ὅμως· εἰ καὶ μὴ τιμῆς ἀξιοῖς, ἀλλὰ | |
20 | τούτου γε ἂν ἀξιοῖς. Ἔφησθα δυσχεραίνειν, ὡς ἐγὼ πυν‐ θάνομαι, ὅτι ἦν ἐν τοῖς λόγοις μνήμη τῆς εἰς Σικελίαν ἀποδημίας αὐτοῦ, καὶ ὅτι δὴ τοῦ βίου τοῦ Πλάτωνος ἐν τούτοις ἐδοκοῦμεν καθάπτεσθαι· ἐχρῆν δὲ ἄρα τοῦτο μὲν χωρίς που εἶναι, τὸν λόγον δὲ ἐλέγχειν. Καὶ ταῦτά [γε] | 74 in vol. 7 |
25 | οὐκ ἐραστοῦ μόνον ὄντα ἐγκλήματα, ἀλλὰ καὶ σωφρο‐ νοῦντος περὶ λόγους. Ὅρα δὲ μὴ ἀναίτιόν με αἰτιᾷ. Ἐγὼ γὰρ οὐκ ἔλεγον δὴ Πλάτωνα κακῶς, ὥσπερ ἐν δικαστηρίῳ τινὶ κρίνων, οὐδ’ ᾐτιώμην τὰς ἀποδημίας, ἵνα χείρων νομίζοιτο, ἀλλὰ κἀν τούτοις μαρτυρεῖν ἔφα‐ | |
30 | σκον ἐμαυτῷ τε καὶ ῥητορικῇ. [Ἀλλὰ μή πω περὶ τούτων.] Ἀλλὰ τί με χρῆν, ὦ πρὸς Διὸς, ποιεῖν; Πότερον μὴ μνησθῆναι τὸ παράπαν τῆς ἐς Σικελίαν [ἀποδημίας] ὥσπερ τι τῶν ἀπορρήτων μέλλοντα ἐρεῖν; Ἀλλ’ οὔτε ψήφισμα συνῄδειν ἀπαγορεῦον καὶ τῷ λόγῳ συνέφερε, | |
35 | καὶ ἅμα ἀληθὲς ἦν· καὶ γὰρ ἔπλευσεν οὐχ ἅπαξ καὶ ὑπὲρ τοῦ Δίωνι γενέσθαι τὰ δίκαια. | |
36 | Ἀλλὰ νὴ Δία ἀνιαρὸν τοῦτο τοῖς Πλάτωνος ἑταίροις. Ἕτερος λόγος οὗτος, οὐ πρὸς ἐμέ, ἀλλὰ πρὸς ὁντιναδήποτε. Ἢ καὶ τοῦτο ἀδικῶ | |
Bibl.247422b | ὅτι τὰ ἐκ τῶν νόμων αὐτοῦ παρεγραψάμην; Καὶ ὅπως γε [κἀκεῖνο] ἐπιδείξουσιν, ἐπεὶ καὶ δυσχεραίνουσιν, ὡς οὐ τοῖς αὐτὸς ἑαυτοῦ περιπίπτει λόγοις, ἐπειδάν τι λέγῃ | |
«Τοῖς δὲ εὐδαιμόνως ζῶσιν ὑπάρχειν ἀνάγκη πρῶτον | 75 in vol. 7 | |
5 | τὸ μὴ ἀδικεῖν ἄλλους, μήτε αὐτοὺς ὑφ’ ἑτέρων ἀδι‐ κεῖσθαι» καὶ ἑξῆς. [Ἢ καὶ] τοῦτο ἀδικοῦμεν καὶ περιερ‐ γαζόμεθα, ὅτι προσηγάγομεν εἰς μέσον ταῦτα, καὶ οὐ προσκυνοῦμεν ὥσπερ οἱ κύστιν ἀπόρρητα φέρου‐ σαν; Ἐγὼ δὲ οὐ τοῦτο ᾤμην [εἶναι] τὸ τὰ ἀπόρρητα | |
10 | ἐκφέρειν καὶ ἄλλα ἄττα τοιαῦτα. Διὰ ταῦτα ἠξίουν ἀκροᾶσθαι διὰ τέλους, ὅστις μέλλει τὸ ἀγώ‐ νισμα πᾶν ὄψεσθαι καὶ ψῆφον ὀρθὴν καὶ δικαίαν ἐποίσειν. | |
13 | Ὅτι ὁ Ἀριστείδης τὴν ἀνακεφαλαίωσιν τῶν προειρημένων | |
15 | ἐπάνοδόν φησιν. Ἐρεῖς δ’ ἂν καὶ συγκεφαλαίωσιν καὶ ἐπίλο‐ γον καὶ σύνοψιν καὶ ἀνάμνησιν, καὶ συλλογίσασθαι τὰ εἰρη‐ μένα, ὡς ὁ Δημοσθένης, καὶ συναγαγεῖν καὶ συντόμως εἰπεῖν καὶ ἀριθμῆσαι καὶ ἀπαριθμήσασθαι, καὶ ἄλλ’ ἄττα τοιαῦτα, καὶ ἐπαναλαβεῖν καὶ ἀνακεφαλαιῶσαι. | |
19 | ||
20 | Οὕτω πᾶσαν [αἰδῶ καὶ] τιμὴν ἀπεδώκαμεν αὐτῷ, ὥστε εἰ αὐτὸς πρὸς ἑαυτὸν ἔμελλεν ἀντερεῖν, οὐκ ἄν μοι δο‐ κεῖν μᾶλλον ἑαυτοῦ φείσασθαι. Ἀτάρ, ὦ ἄριστε Κα‐ πίτων, ἐνεθυμήθην καὶ τοῦτο μεταξὺ τῶν λόγων, ὅτι πάντα εἴδωλά ἐστι τῷ ἀνδρί, καὶ τοῦτο μὲν οἱ ποιηταὶ | |
25 | μιμηταὶ εἰδώλων ἀρετῆς, τοῦτο δὲ ἡ ῥητορικὴ πολι‐ τικῆς μορίου εἴδωλον. [«Εἰδώλων δὲ πλέον πρόθυρον» φαίη ἂν εἰς αὐτὸν Ὅμηρος]. Πότερον ταῦτα θρασύ‐ τερα καὶ προπετέστερα ἢ τἀμά; Ἐν οἷς φημὶ Πλάτωνα ἀποδημῆσαι [ὑπὲρ αὐτῶν], καί φημι ταῦτα λέγειν οὐ | |
30 | τὴν ἀποδημίαν κακίζων ἀλλὰ τῇ ἀποδημίᾳ τὸν λόγον πιστούμενος. Ναί, ἀλλ’ ἀπεστερήκαμεν αὐτὸν δόξης φιλο‐ σοφίας, ὥσπερ ἐκεῖνος τοὺς μὲν τῆς τραγῳδίας ποιητὰς οὐδὲ ἐν ὀλίγῳ τίθησιν, Ὅμηρον δὲ τραγῳδοποιὸν προσ‐ είρηκεν οὐ τοῦτον τούτῳ κοσμῶν, ἀλλὰ τούτους μὲν διὰ | 76 in vol. 7 |
35 | τούτων κολούων, τοῦτον δὲ ᾧ τιμᾷ καθαιρῶν. Οὐκοῦν δει‐ νόν, εἰ οὗτος μὲν καὶ τραγῳδοποιοὺς καὶ κωμῳδοποιοὺς καὶ πολιτείαν καὶ πόλιν [καὶ νόμους] ἑαυτῷ καθίστησιν, ἡμῖν δὲ μηδὲ λόγου [τινὸς] ἐξέσται πρὸς αὐτὸς ἀμφισβη‐ | |
Bibl.247423a | τῆσαι, καὶ ταῦτα οὐ μύρῳ ἐπαλείφουσιν αὐτόν, ἀλλὰ λόγοις τοῖς εὐφημοτάτοις καὶ ὧν οὐδ’ ἂν αὐτὸς ἠξίωσε μείζους ἀκούειν ὑπὲρ ἑαυτοῦ. | |
Bibl.248423a(5) | Ἀνεγνώσθη τοῦ αὐτοῦ ὑπὲρ τῆς κοινῆς ἀπολογίας τὸν ὅμοιον διὰ τῆς ἐκλογῆς περιηνθισμένος τρόπον. [ὑπὲρ Περικλέως]. | |
7 | Ἐκ τοῦ Ἀριστείδου πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων | |
10 | τὸ προοίμιον. | |
10 | Παραιτεῖσθαι μὲν οὖν οὐκ οἶδ’ ὅτι δεῖ περὶ τῶν αὐτῶν πολλάκις, ἄλλως τε καὶ οὐ πρὸς ἄνδρας μέλλοντα ἐρεῖν μᾶλλον ἢ ὑπὲρ ἀνδρῶν καλῶν καὶ ἀγαθῶν, καὶ τούτων οὐκ ὀλίγων, οὐδὲ ἧττον παλαιῶν ἢ Πλάτων, ὅτι μὴ καὶ | |
15 | πρεσβυτέρων ἐκείνου, εἴ τῳ καὶ τοῦτο αἰδοῦς ἄξιον εἶναι δοκεῖ. Ὥστε ὅταν ὡμολόγητο καὶ συγκεχώρητο ὑπὲρ οὗ πᾶς ἤνυστο ὁ λόγος καὶ πρὸς ὃ πάντα ταῦτ’ εἶχε τὴν ἀναφοράν, τίς ἦν ζημία τῶν ἀνδρῶν μὴ προσκαθά‐ πτεσθαι; Νῦν δ’ ὥσπερ ὠδίνων, καὶ περιβαλλόμενος κύ‐ | 77 in vol. 7 |
20 | κλῳ τὴν ἐπ’ ἐκείνους ὁδόν, οὕτως ἐπιβούλως ἐλθὼν ἐπὶ τοὺς [κατ’ ἐκείνων τοὺς] λόγους φαίνεται. Καὶ μὴν τὸ μὲν διάφορον οὐχὶ μικρόν· ἐκεῖνο μὲν γὰρ ἦν ὑπὲρ αὐτῆς τῆς ἀληθείας ἀγωνίζεσθαι, τοῦτο δὲ ἐγὼ μὲν οὐδέποτε ἂν φήσαιμι, ἄλλος δ’ ἄν τις εἴποι διαβάλλων οὐ πόρρω | |
25 | κακοηθείας εἶναι. | |
25 | Περικλῆς τοίνυν τά τε ἄλλα τὸν βίον ἦν ἄριστος, καὶ οὐδὲ γελῶν πώποτε ὑπό τινος ὤφθη. Καὶ τῇ μὲν τῆς πολιτείας φυλακῇ, καὶ τῷ τὸ ἴσον τοῖς ἄλλοις ἔχων ἀνέχεσθαι, κοινός (εἴπερ τις ἀνθρώπων) ἐσπούδαζεν εἶναι, τῷ δὲ ἀξιώματι τῆς γνώμης καὶ τῷ | |
30 | μὴ τῶν αὐτῶν ἡττᾶσθαι τοῖς πολλοῖς, ὀλίγοις καταλι‐ πεῖν ἐγγὺς ἐλθεῖν ἑαυτοῦ. | |
31 | Ὃ δέ φασιν ὑπάρξαι σο‐ φιστῶν Σωκράτει διαφερόντως, τοῦτ’ ἐκείνῳ δημαγωγῶν· ἐπαρθέντα μὲν γὰρ τὸν δῆμον καὶ μείζονα φρονήσαντα δεινότατον εἶναι συστεῖλαι καὶ καθελεῖν, ἀθυμήσαντα | |
35 | δὲ καὶ ταπεινωθέντα ἀναγαγεῖν αὖ τοῖς λόγοις καὶ μεστὸν ἐλπίδων ποιῆσαι, ὅπερ ἐκεῖνος εἰώθει περὶ τοὺς νέους ποιεῖν. Συνελόντι δ’ εἰπεῖν, σχῆμα τῆς πό‐ λεως ἦν Περικλῆς, οὐ δουλεύων ταῖς τῶν πολλῶν ἐπι‐ | |
θυμίαις, ἀλλ’ αὐτὸς ἄρχων τῶν πολλῶν, οὐδ’ ὅ τι | 78 in vol. 7 | |
40 | δόξειεν ἐκείνοις τοῦτο λέγειν ἀξιῶν, ἀλλ’ ὅ τι δόξειεν | |
Bibl.248423b | αὐτῷ τοῦτ’ ἐκείνους πράττειν ἐπαναγκάζων, [οὐδ’ ἐν κόλακος μοίρᾳ προσκείμενος, ἀλλ’ οὐδαμοῦ τοῖς κό‐ λαξι πάροδον τὸ καθ’ αὑτὸν διδούς], τῇ μὲν χρηστό‐ τητι καὶ ἐπιεικείᾳ ἐν πατρὸς ὢν τάξει τῷ δή‐ | |
5 | μῳ, τῷ δὲ κατείργειν ἅπαντας καὶ πάνθ’ ὑφ’ ἑαυτὸν ἔχειν πλέον ἢ τύραννος. Ἐξ ὧν, ὡς ἔοικεν, ἔξεστι σα‐ φῶς ἰδεῖν ὅτι, εἴ τις ἄλλος, καὶ Περικλῆς ἑκὼν δίκαιος. Οὐδαμοῦ γὰρ τὴν πλεονεξίαν ἀντὶ τῶν νόμων ἠγάπη‐ σεν, οὐδ’ ὅπως ἔσται μείζων τῆς τάξεως προὐνοήθη, | |
10 | παρὸν αὐτῷ μᾶλλον παντὸς Πεισιστράτου· ἀλλ’ ἦν παραπλήσιος κατέχοντι τὴν ἀκρόπολιν ἐπὶ τῷ σῴζειν τοὺς νόμους καὶ τῷ πάντας εὖ ποιεῖν ἐκ μέσου [τοῦ δημοσίου]. | |
13 | Οἷον ἴσως· τὸ γὰρ ἐκ μέσου φερόμενον ἴσον ἐπὶ πάν‐ | |
15 | τας ὥσπερ ἐπὶ κύκλου φέρεται. Ἢ ὅτι ἡ ἀκρόπολις μέση κεῖ‐ ται τῆς πόλεως. | |
16 | Ἐπειδὴ δὲ ἐτελεύτησεν ἐκεῖνος, ὠνειροπόλουν μὲν Σικελίαν, ἐφίεντο δὲ Ἰταλίας, ὠρέγοντο δὲ Καρχη‐ δόνος καὶ Λιβύης, πάντας δ’ ἀνθρώπους περιεσκό‐ | |
20 | πουν, ἤρκει δ’ αὐτοῖς οὐδέν, [μακροτέραν δὲ τοῦ πολέμου τὴν παρενθήκην ἐποιήσαντο]. Ὁ δὲ ταῦτα πείθων ἦν, ὦ Πλάτων τε καὶ Σώκρατες, ὁ ὑμέτε‐ ρος κοινωνὸς μὲν οὐκ ἔστιν εἰπεῖν, ἑταῖρος δὲ καὶ αὐτὸς ἂν φαίης, μᾶλλον δ’ εἴρηκας. Πῶς οὖν ἄν | |
25 | τις [ταῦτα] δικαίως κατηγοροίη Περικλέους, ἢ πῶς | |
οὐκ ἀναγκαίως Ἀλκιβιάδου, ὅστις παραλαβὼν τὴν πόλιν εἰδυῖαν ἀκούειν συμβούλων, εἶθ’ οὕτως ἐξέ‐ μηνεν; | 79 in vol. 7 | |
28 | Οὐκοῦν τῷ μὲν ἅπαντος κέρδους κρείττω παρέχειν ἑαυτὸν δικαιοσύνην ἀσκῶν δῆλος ἦν, τῷ δὲ | |
30 | τὸν ἐν τάξει βίον προῃρῆσθαι τοῦ πρὸς ἡδονὴν σω‐ φροσύνης πίστιν παρείχετο ἐμφανῆ. Καὶ μὴν ἀνδρείας γε ἐν οἷς οὐ πρὸς χάριν οὐδ’ ὑποπεπτωκώς, ἀλλ’ ὡς οἷόν τε μάλιστα ἐλευθέρως ὡμίλει τῷ δήμῳ. Μόνος τοί‐ νυν καὶ τὰ μέλλοντα ἔσεσθαι προειδὼς καὶ τοῖς παροῦσι | |
35 | χρῆσθαι δυνηθεὶς, πῶς οὐκ ἂν σοφίας δικαίως δόξαν φέροιτο τῆς γέ που χρησιμωτάτης, εἴ τις ἀνθρωπίνως ἐθέλοι λογίζεσθαι; Εἶθ’ ὃν ἐξ ἁπάντων τῶν τῆς ἀρετῆς μορίων ὑπάρχει προσειπεῖν ἀνδρεῖον, δίκαιον, φρόνι‐ μον, σώφρονα, τοῦτον Πλάτων μετὰ τῶν κολάκων ἠρί‐ | |
40 | θμησε; [Λάλους γάρ, φησίν, Ἀθηναίους ἐποίησε καὶ ἀργοὺς | |
Bibl.248424a | καὶ δειλοὺς καὶ φιλαργύρους, εἰς μισθοφορὰν κα‐ ταστήσας]. Περὶ μὲν δὴ λάλων, ὦ Πλάτων, καὶ ἀργῶν καὶ δειλῶν αὐτόθεν κατάβαλε, μή πού τις καὶ Τρῶας ἐγείρῃσι | |
3 | θεός. | |
3 | Κατάβαλε κατάθου, πέπαυσο, σίγα. | |
4 | ||
5 | Σὺ δὲ Μαντινικὴν μὲν ξένην καὶ Μιλησίαν ἐπίστασαι κοσμεῖν, [καὶ οὕστινας ἄν σοι δοκῇ, πάνυ ῥᾳδίως με‐ γάλων ἠξίωσας]· τῶν δὲ Ἑλλήνων τοὺς ἄκρους καὶ παρὰ | |
πᾶσι βεβοημένους ἐν φαύλῳ καθαιρεῖς; Αἴτιον δ’ οὐ τὸ ἀγνοεῖν τὴν ἀξίαν, ἀλλὰ πῶς ἂν εἴποιμι εὐπρεπῶς; | 80 in vol. 7 | |
10 | Σφόδρα τῶν λόγων γίνῃ. | |
10 | Ἀντὶ τοῦ λέσχης γίνῃ καὶ οὐ τῆς τῶν πραγμάτων ἀληθείας. | |
11 | Πῶς ἂν εἴη λάλους πεποιηκὼς Ἀθηναίους Περικλῆς, ὅς γε κἀν τοῖς λόγοις αὐτοῖς τὸ μηδὲν φαύλως μηδ’ εἰκῆ τιμήσας φαίνεται; Τοὐναντίον γὰρ ἔμοιγε πᾶν αὐτοὺς | |
15 | ἐθίσαι δοκεῖ, μήτε λέγειν ὅπως ἔτυχε μηδὲν μήτε ποιεῖν ἀπὸ τοῦ πρώτου παραστάντος. Ἔτι δ’ ἄλλου μέν τινος πράγματος σκήπτεσθαι μάρτυρι κωμῳδοδιδασκάλῳ τάχα ἂν οὐκ ἰσχυρὸν ἦν· εἰς δὲ λόγων κρίσιν μήποτε οὕτω σεμνὸς γενοίμην ὥσθ’ ὑπεριδεῖν τῶν ἀνδρῶν τού‐ | |
20 | των ὡς οὐδενὸς ἀξίων. γίστην ὁ μὲν αὐτοῦ τὴν γλῶτταν εἶπε, λέγων μὲν ἴσον τι καὶ φωνήν, ἀναμίξας δέ τι τῆς παρὰ τῆς τέχνης πικρίας τοῖς ἀπὸ τῆς ἀληθείας. Ὅμως δ’ οὐκ ἐξέφυγε τὸ μὴ οὐ τὰ πρῶτα δοῦναι τῷ ἀνδρὶ μηδ’ ἐν‐ | |
25 | δείξασθαι τὴν μεγαλοπρέπειαν τὴν περὶ τοὺς λόγους αὐτοῦ. Ὁ δὲ ἀστράπτειν καὶ βροντᾶν αὐτὸν καὶ μυκᾶν φησι δημηγοροῦντα. Μὴ γάρ μοι τοῦτο, εἴ τι μέμφεται αὐτοῦ· ἀλλ’ ὅσον εἰς τὸν παρόντα προσήκει λόγον τῆς μαρτυρίας λάβωμεν. | |
29 | Ἆρ’ οὐ πολλῇ τινι | |
30 | τῇ περιουσίᾳ χρώμενος οὕτω διεγίνετο, πόρρω μὲν αὐ‐ τὸς ὢν τοῦ ληρεῖν, πλεῖστον δὲ τοὺς ἄλλους ἐθίζειν ἀπέ‐ | |
χων. Πῶς οὖν ὁ τοσοῦτον ὑπερέχων καὶ μόνος πᾶσι τοῖς κριταῖς νικῶν τὴν τοῦ φλυαρεῖν εἰκῇ καὶ παρὰ και‐ ρὸν Ἀθηναίους ἀνεῖναι φέροιτ’ ἂν δόξαν; Ἐγὼ μὲν γὰρ | 81 in vol. 7 | |
35 | τοὐναντίον ἡγοῦμαι, σιωπῆς [αἴτιον] αὐτὸν πλείονος ἢ προπετείας καταστῆναι. Ἴσμεν γοῦν ὅτι κἀν ταῖς ἄλλαις δήπου δυνάμεσιν, οὗ μὲν πολλοὶ παραπλήσιοι καὶ ἐφά‐ μιλλοι πρὸς ἀλλήλους, πολλὰ τὰ πράγματα καὶ πλείων ἡ ἔρις, ἐπειδὰν δέ τις [εἷς] ὑπερσχῇ λαμπρῶς, ἅπαντες | |
Bibl.248424b | ἤδη συγκεχωρήκασιν. Οὕτω δὴ καὶ λέγειν ἐπειδάν τις ἄκρος ἐγγένηται, στέργειν ἀνάγκη τοὺς πλείους καὶ μὴ πολυπραγμονεῖν, ἀλλ’ ὡς οἷόν τε μάλιστα εὐλαβεῖς καὶ κοσμίους εἶναι περὶ τοὺς λόγους. Οὐ γὰρ ἂν ᾧ γέ τίς ἐστι | |
5 | βέλτιστος, τούτῳ χείρους ἀπεργάζοιτο, ἄλλως τε καὶ πρὸς αὐτὰ ταῦτα ἃ βέλτιστός ἐστιν. | |
6 | Ἀλλὰ μὴν ὡς αὐτό γε οὐκ ἄτιμον τὸ δύνασθαι λέγειν, οὐδ’ εἰς ὄνειδος φέρον, οὐδέ [γε] κατηγορίας ἄξιον οὐδὲ συγγνώμης ἀλλά τινος κρείτ‐ τονος, αἰσχυνοίμην ἂν τοὺς λογίους θεοὺς εἰ ζητοίην ἀπο‐ | |
10 | δεικνύναι. Πλήν γε τοσοῦτ’ ἂν εἴποιμι—[ἐμοὶ γὰρ εἴη, εἴ τις ἄλλος δυσχεραίνει, καὶ τρέπει τὸ ἅπαν εἰς ἐμέ· καὶ οὐ μέμψομαι τῷ δαίμονι—ὡς ἐγὼ δεξαίμην ἂν δύνασθαι λέγειν μετὰ χρηστοῦ βίου καὶ σώφρονος, εἰς ὅσον οἷόν τε, κάλλιστα ἀνθρώπων μᾶλλον ἢ μυριάκις Δαρεῖος ὁ | |
15 | Ὑστάσπου γενέσθαι· καὶ μικρά μοι πάνθ’ ὡς ἀληθῶς πρὸς τοῦτο ἤδη φαίνεται]. Οἶδα δὲ καὶ τὰ Πλάτωνος πράγματα, εἰ μὴ τετυφώμεθα, οὐδὲν ἄλλο σχεδὸν ὄντα ἢ λόγους, καὶ συγχαίρω τῆς λέξεως αὐτῷ· κἄν με προσπαίζων οὑτωσὶ | |
πείθῃ μὴ πάνυ τούτου φροντίζειν, οὐ πάνυ πείσομαι, | 82 in vol. 7 | |
20 | ἀλλ’ εἴσομαι σφόδρα σπουδάζοντα, καὶ τηνικαῦτα μά‐ λιστα, ἡνίκα ἂν ὡς παίζων λέγῃ. Ὥστε τὸν οἴκοι θησαυ‐ ρὸν διαβάλλοιμεν ἄν, εἰ ταῦτα διασύροιμεν. | |
22 | Παροιμία. Τάττεται δὲ ἐπὶ τῶν τὰ οἴκοι διαβαλλόντων. | |
23 | Ἀλλ’ ὑπὲρ τούτων οὐδὲ λέγειν ἄξιον, ἀλλὰ τοσού‐ | |
25 | τῳ ἧττον, ὅσῳ περ ἂν ᾖ κρεῖττον τὸ δύνασθαι λέ‐ γειν. [Εἶεν]. Εἶτα τὸν οὕτως ὀξὺν καὶ ἄγρυπνον καὶ ἥδιστα ἂν εἶπον ὑπόπτερον, τοῦτον ἢ ἀργεῖν αὐτὸν ἢ ἑτέρους ἐθίζειν [ἐγὼ] πεισθῶ; Οὐκ ἄρα ἐπίστασθαι δόξω τῶν πραγμάτων οὐδέν· ὅστις γε μὴ ὅτι Ἀθηναίοις ἀλλ’ οὐδὲ | |
30 | τοῖς πολεμίοις ἀργεῖν ἐπέτρεπεν, ἀλλὰ κἀκείνους ἐποίησε μεταβαλεῖν τοὺς τρόπους· τοσαύτας ἀνάγκας αὐτοῖς περϊίστη [τοῦ κινεῖσθαι] καὶ τὸ δικαίως προσῆν ἔφη Δημοσθένης. Ἀλλ’ ὅμως Πλάτων ᾐτιάσατο αὐτὸν ἀργοὺς καὶ δειλοὺς πεποιηκέναι. Ὁ Κρὴς [δὴ] τὸν | |
35 | πόντον, φήσει τις. | |
35 | Παροιμία ἐπὶ τῶν προσποιουμένων ἀγνοεῖν· οἱ γὰρ Κρῆ‐ τες ἐμπειροθάλασσοι. Λέγεται δὲ καὶ ὁ νησιώτης ἀγνοεῖν τὴν θάλασσαν, καὶ ὁ Σικελὸς τὴν θάλασσαν. | |
38 | Ὥσθ’ οἱ μὲν ἄλλοι τοῖς παροῦσι τούτοις ἠθύμουν, ὁ δὲ καὶ | |
Bibl.248425a | τοῦτ’ αὐτὸ προσειλήφει μεῖζον, τὸ τοὺς πολίτας οὕ‐ τως ἔχοντας ὁρᾶν ὥστε ἀπόρους εἶναι χρῆσθαι, καὶ ταῦτα οὐχ ὅσον τοῖς πολεμίοις ὑποπεπτωκέναι ἀλλὰ κἀκείνῳ δυσ‐ | |
μεναίνειν ὡς τῶν παρόντων πραγμάτων αἰτίῳ. Πρὸς δυοῖν | 83 in vol. 7 | |
5 | τοῖν ἀπὸ τῆς τύχης [τῷ πολέμῳ καὶ τῇ νήσῳ] δύο ταῦτα προσειληφότας ὁρῶν αὐτούς, λύπην καὶ παροξυσμὸν εἰς αὐτόν, ἐν μέσοις τοῖς δεινοῖς ἐμβεβηκὼς καὶ πανταχόθεν μεμονωμένος ὡς εἰπεῖν οὐκ ἔδεισεν, οὐδ’ ὑπεχώρη‐ σεν, οὐδ’ ὥσπερ χροιὰν τὴν γνώμην μετέβαλε, τοῖς | |
10 | τε πολίταις καὶ τοῖς πολεμίοις ὁμοῦ ἀντιτεταγμένος. Ἀλλ’ ὥσπερ ἂν ἄλλο τι μάθημα διδάσκων αὐτούς, κατὰ ταὐτὰ ἃ καὶ πρότερον διεξῄει, καὶ οὐ διέφθειρε τὰ δόγματα ἐπὶ τῶν κινδύνων, οὐδὲ ἐπὶ τῆς ἐξουσίας ἐφιλοσόφησε μόνον, ἀλλ’ ὥσπερ ἀριθμὸν ἢ μέτρον | |
15 | ἐρωτηθεὶς ταὐτὸν ἀπεκρίνατο ἂν καὶ ὕστερον καὶ πρό‐ τερον, οὕτω καὶ τότε τὰς αὐτὰς ἠφίει φωνὰς ὑπὲρ τῶν ὅλων πραγμάτων, οὔτε τοῖς δεινοῖς εἴκειν ἀξιῶν οὔτε ἑαυτῷ μέμφεσθαι, αἰσχύνεσθαί τε ὑπὲρ αὑτῶν ἅμα καὶ τοῖς καιροῖς ἑτέρων γεγονότων. | |
19 | Μὴ δὴ τοῦτο λέγω‐ | |
20 | μεν, ὡς οὐκ ἐξῆγεν· ἀλλ’ εἰ προσῆκον ἐξάγειν καὶ μά‐ χεσθαι παρεώρα, τοῦτο σκοποῦμεν, ἐπεὶ καὶ Λακεδαι‐ μονίους ἀκούομεν δήπου προσκειμένων αὐτοῖς ποτε Θηβαίων, καὶ κελευόντων ἐξιέναι καὶ μάχεσθαι ἢ χείρους ὁμολογεῖν εἶναι σφῶν, ἀποκρίνασθαι περὶ | |
25 | μὲν τοῦ πότεροι βελτίους τὰς πράξεις κρίνειν τὰς ὑπὲρ τῶν Ἑλλήνων ἑκατέροις πεπραγμένας, μαχεῖσθαι δὲ οὐκ ἐν τῷ τῶν πολεμίων καιρῷ οὐδ’ ὅτε ἐκεῖνοι κε‐ | |
λεύουσιν, ἀλλ’ ἡνίκα ἂν αὐτοῖς δοκῇ, καὶ οὐ χρήσασθαι περὶ τούτου συμβούλοις Θηβαίοις. | 84 in vol. 7 | |
29 | Ἐγὼ μὲν οὖν, ὅπερ | |
30 | λέγω περὶ τούτων, οὕτω καὶ χαίρω τῇ μεγαλοπρεπείᾳ παντὸς μᾶλλον, ὥς γε ἐμαυτὸν πείθω. Ὁρῶ δὲ ὅτι πολλὰ τῶν πόλεών ἐστιν ὥσπερ ἐφόλκια, οἷς ἀνάγκη συγχωρεῖν ὥσπερ ἐν σώματι. Καὶ γὰρ τὰ σώματα, καὶ τὰ χείριστα καὶ τὰ κάλλιστα, ἀκούω ἐκ τῶν αὐτῶν κεκρᾶσ‐ | |
35 | θαι· τῷ δὲ ἢ πλείονος ἢ ἐλάττονος τούτων [ἑκάστου] μετέχειν, τούτῳ κρίνεσθαι τό τε χεῖρον καὶ τὸ βέλτιον. Οὕτω δὴ καὶ τὰς πόλεις ἀνάγκη τῆς φύσεως τῆς ἀν‐ θρωπείας ἀπολαύειν, κἂν ὡς βέλτιστα οἰκεῖσθαι δοκῶ‐ σιν. Ἐπεὶ κἀν τῷδε τῷ παντὶ τοσούτων καλῶν καὶ το‐ | |
Bibl.248425b | σαύτης [ἀγαθῆς] τύχης μετειληφότι καὶ οὐδὲν ἔξω δήπουθεν αὑτοῦ λελοιπότι τῶν καλῶν, πολλὰ ἂν εὕροις, οἷς ἥκιστα ἂν ἡσθείης. Ἀλλ’ οὐ κατηγορεῖς διὰ ταῦτα τοῦ παντὸς οὐδὲ τοῦ ποιήσαντος, οὐδὲ νομίζεις ἄλλον | |
5 | τινὰ δήπου [βελτίω] γενέσθαι ποτὲ ἂν αὖθις δημιουργὸν τῶν ὅλων· ἀλλὰ δίδως τῇ φύσει ταῦτα ἐφελκύσθαι, καὶ οὐ πολυπραγμονεῖς. | |
7 | Τί δὴ θαυμαστόν, εἰ καὶ Ἀθήνῃσί τι τῶν πάντων οὕτως ἔσχεν ὥσπερ ἴσως [ἄν που] καὶ ἄλλοθι, καὶ συνεχώρησαν οἱ προεστῶτες ἅμα μὲν τὴν | |
10 | τῶν πολλῶν πενίαν καὶ χρείαν ἐπανορθούμενοι, δι’ ἣν οὐκ ἐλάχιστα τῶν ἁμαρτημάτων συμβαίνει, ἃ κωλύ‐ ειν μᾶλλον οὕτως ἡγοῦντο, ἅμα δὲ εὐλαβούμενοι μή τι καὶ χεῖρον ἐξεργάσαιντο τῷ κατείργειν παντελῶς [αὐτούς]. Τί γὰρ οὐκ ἦν προσδοκῆσαι ποιήσειν ἀνθρώπους τοσού‐ | |
15 | τους τὸ πλῆθος καὶ οὕτως ὀξεῖς, καὶ χρημάτων τοσού‐ των παρόντων, εἰ μηδεὶς αὐτοῖς μετεδίδου τὰ μέτρια; Ἆρ’ οὐ πάντ’ ἂν αὐτοῖς ἐπιχειρῆσαι λαβεῖν; Οὐκ ἔστι ταῦτα, ὦ Πλάτων, ἀλλὰ δυοῖν θάτερον· ἢ οὐκ ἦσαν Ἀθηναῖοι τοιοῦτοι οἵους σὺ κατῃτιάσω, ἢ πάν‐ | 85 in vol. 7 |
20 | τες μᾶλλον ἢ Περικλῆς αἴτιος, εἴπερ γε μήτε φαύ‐ λως ἐδείκνυ τὰ παλαίσματα, μήτε ἀσαφεῖς τινας ἢ κιβδήλους ἢ σκολιὰς παρεῖχε τὰς γραμμάς. | |
22 | Ἐκ τῶν περὶ Κίμωνος. Ὅτι ὁ Κίμων Μιλτιάδου μὲν ἔφυ πατρός, εὐήθης δὲ τὰ | |
25 | πρῶτα δόξας ὕστερον ἐν πολλοῖς καὶ στρατηγῶν εὐδοκίμησεν. Ἐξοστρακισθεὶς δὲ κατῆλθε, καὶ στρατηγήσας ἐνίκησεν ἐπ’ Εὐ‐ ρυμέδοντι [ποταμῷ] καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. Τέθ‐ νηκε δὲ τὸ Κίτιον τῆς Κύπρου πολιορκῶν. | |
28 | Ἐβουλόμην δ’ ἂν καὶ πρὸς ἄλλον τινά μοι τὸν | |
30 | ἀγῶνα τυγχάνειν ὄντα καὶ μὴ πρὸς Πλάτωνα, καὶ περὶ τούτου λέγω καὶ περὶ τῶν ἄλλων, ἵνα πᾶσιν οἷς εἶχον ἐχρώμην θαρρούντως, καὶ μὴ συνέβαινέ μοι πα‐ ραπλήσιον ὥσπερ ἂν εἰ πλέων, καὶ παρὸν ἐξ οὐρίας κομίζεσθαι, εἶτα ὑφιέμην ὑπὸ δειλίας, ἢ καὶ ἵπποις ἀγω‐ | |
35 | νιζόμενος, ἐξὸν καὶ ταχὺ καὶ τοσοῦτον ὅσον βούλομαι πα‐ ρενεγκεῖν, εἶτ’ ἀνεῖχον ἐξεπίτηδες φειδοῖ τοῦ προειλη‐ φότος· οὕτω πολὺ πλέον ποιοῦμαι [λόγον] μηδὲν ἀπη‐ χὲς εἰς Πλάτωνα τυχεῖν εἰπὼν μηδ’ ὡσπερεὶ θρα‐ σύνεσθαι δοκεῖν ἢ ἐκείνων ἕκαστον ἐπαινέσαι, εἰκότως· | |
Bibl.248426a | οὐδὲ γὰρ ἐλάττονος ἄξια χάριτός μοι τὰ πρὸς τοῦ‐ τον. Οὐ μὴν ἀλλ’ εἴ γε ἄμφω συμβήσεται καὶ τὰς κατ’ ἐκεί‐ νων αἰτίας ἀπολύσασθαι καὶ Πλάτωνι πᾶν ὅσον αἰδοῦς καὶ | |
τιμῆς ἔξεστι σεσωκέναι, καὶ προσέσται τὸ δίκαιον ἀμφο‐ | 86 in vol. 7 | |
5 | τέροις μετρίως ἂν ἔχοι τὸ δίκαιον πανταχῇ. | |
5 | Εἰ γὰρ τἀναντία τοῖς ἐναντίοις ὁριούμεθα, πῶς ἕκαστον ἔθ’ ἡμῖν σώσει τὴν ἑαυτοῦ φύσιν; Εἰ γὰρ ἡ ἀρχὴ δουλεία, σχολῇ γ’ ἂν ἄλλο τι δουλείαν ἐκφύγοι. Κἂν εἴ γε τὴν ἀρχὴν δουλείαν εἶναι τιθείημεν, τί κωλύει καὶ τὴν δου‐ | |
10 | λείαν ἀρχὴν τοῖς αὐτοῖς τούτοις τιθέναι λόγοις; Κἀκ τούτου περίεισιν ἡμῖν ἡ θέσις καὶ οὐδέποτε ἐν τῷ αὐτῷ μένει, ἀλλ’ ἡ μὲν ἀρχὴ δουλεία πρότερον γενομένη δι’ ἐκείνης πάλιν ἀρχὴ γίνεται, ἡ δ’ αὖ δουλεία πρότερον ἀρχὴ νομισθεῖσα ὑπ’ αὐτῆς τῆς ἀρχῆς ἐπάνεισι δουλεία | |
15 | πάλιν εἶναι. [Καὶ οὕτω πλανήσεται] καὶ μεταχωρήσει τὰ ὀνόματα ταῦτα, τῶν ἐναντίων πραγμάτων ὄντα, εἰ δὲ βούλει, τὰ ἐναντία τοῦ πράγματος. | |
17 | Τοῦ πράγματος εἶπε, δεινῶς ἐπειδὴ ἓν καὶ ταὐτὸν εἶναι τὴν ἀρχὴν καὶ τὴν δουλείαν κατεσυλλογίσατο. | |
19 | ||
20 | Τοιούτους ἐπικούρους, ὦ Πλάτων, τοῖς Ἕλλησι παρέ‐ σχετο, ὥστε ἕως ἔζη Κίμων, τεθνάναι περιῆν τοῖς βαρ‐ βάροις τῷ φόβῳ τοὺς Ἕλληνας. | |
22 | Δημοσθενικὸν τὸ σχῆμα· ἔφη γὰρ· «τεθνᾶσι τῷ δέει τοὺς ἀποστόλους». Τῷ δὲ φόβῳ τοὺς Ἕλληνας ἀντὶ τῷ φόβῳ τῶν | |
25 | Ἑλλήνων, ἢ ὅτι κατέπτηξαν τοὺς Ἕλληνας οὕτως ὡς ἐγγὺς τοῦ τεθνάναι γενέσθαι. | |
26 | Νὴ Δί’, ἀλλ’ ἐξωστράκισαν αὐτόν, ὅπως αὐτοῦ [δέκα ἐτῶν] τὴν φωνὴν μὴ ἀκούσειαν. Καὶ πάλιν γε κατήγαγον, πρὶν τὰ δέκα ἐξήκειν ἔτη, ἵνα αὐτοῦ τὴν φωνὴν ἀκού‐ | |
30 | σειαν· οὕτως ἐπόθησαν. Σὺ δὲ ὡς μὲν κατέγνωσαν, λοι‐ δορῇ, ὡς δὲ μετέγνωσαν, οὐκ ἐνθυμῇ. Καὶ ἃ μὲν οὐ δι‐ καίως ἐψηφίσαντο κατ’ ἀμφοτέρων λέγεις, ἃ δὲ ὀρθῶς ἐβουλεύσαντο, οὐχ ἡγῇ τοῖς μὲν προαχθεῖσι παραίτησιν τῷ δὲ ἀφεθέντι μεγάλην πίστιν τῆς ἀρετῆς ἔχειν. Καὶ | 87 in vol. 7 |
35 | ὡς ἔοικεν, οἱ μὲν καταγνόντες αὐτοὶ μετέγνωσαν καὶ οὐκ ἔμειναν ἐφ’ ὧν ἔγνωσαν ἐξ ἀρχῆς, σὺ δὲ ὥσπερ τι κύριον ἐγκέκληκας, καὶ οὐκ ἠξίωσας ταύτῃ μιμήσασθαι τοὺς Ἀθηναίους, ἀφεὶς τὸν ἄνδρα τῆς αἰτίας, ἀλλ’ ὃ μὲν ἦν χαλεπώτερον αὐτῶν ἐμιμήσω, τὸ δὲ λοιπὸν | |
40 | εἴασας. | |
40 | Καὶ μὴν πολὺ μεῖζον καὶ κάλλιον εἰς ἀρετῆς | |
Bibl.248426b | λόγον ἐκπεσόντα κατελθεῖν ἢ μὴ φυγεῖν ὅλως. Τὸ μὲν γὰρ καὶ τοῖς τυχοῦσιν ὑπάρχει δήπου, τοῦτο δὲ οὐ κατὰ τοὺς πολλοὺς ἄνδρας ἦν· κἀκεῖνο μὲν ἂν τῇ τύχῃ τις εἶχε λογίζεσθαι, τοῦτο δὲ τῷ κρείττονα ἢ κατὰ τοὺς ἄλ‐ | |
5 | λους ὄντα γινώσκεσθαι. Τοῦ μὲν γὰρ ἐκπεσεῖν καὶ φεύγειν φθόνος αἴτιος καὶ τάχα ἄν τι καὶ ἄλλο [τοιοῦτο] φανείη, τῆς δὲ πρὸ τοῦ χρόνου κλήσεως καὶ παρακλήσεως οὐδὲν ἔσθ’ ἕτερον πλὴν τῆς ἀρετῆς αἰτιᾶσθαι, δι’ ἣν καὶ ἀπόντα ᾐσχύνοντο καὶ παρεῖναι λυσιτελεῖν αὐτοῖς ὑπε‐ | |
10 | λάμβανον, καὶ τὸ μέγιστον σφῶν αὐτῶν καταγινώσκειν μᾶλλον ἠξίουν ἢ ἐκείνου. Ὥστε εἰ μὲν αὐτὸν ἐφ’ ἑαυτοῦ δεῖ σκοπεῖν, τί δεῖ λέγειν, εἴ τις εἰς ἐκεῖνον ἐξήμαρ‐ τεν; Εἰ δὲ ἀπὸ τῶν ἄλλων αὐτὸν δεῖ θεωρῆσαι, δια‐ φερόντως οὗτος τιμηθεὶς φαίνεται. [Ἀλλὰ μή πω ταῦτα, | |
15 | αὐτίκα γὰρ μᾶλλον ἴσως ἁρμόσει.] | |
15 | [ἤγουν ἐν τῇ κοινῇ ἀπολογίᾳ]. | |
Μιλτιάδης, τὸ προοίμιον. Περιήκει δ’ ἡμῖν ὁ λόγος εἰς αὐτὸν Μιλτιά‐ δην, ὃν ἐγὼ μᾶλλον αἰσχυνοίμην ἐπαινῶν ἢ ψέγων· | 88 in vol. 7 | |
20 | οὕτω μοι δοκῶ πάντα ἂν ἔλαττον εἰπεῖν ἢ βούλομαι. Μιλτιάδης δὲ πάλαι πεπεικὼς ἦν Ἀθηναίους μη‐ δένα δεσπότην πλὴν τῶν νόμων ἡγεῖσθαι, μηδὲ τοῦ καλοῦ καὶ δικαίου μηδένα κρείττω νομίσαι φόβον, μηδ’ οὕτως ἀνάγκην ἰσχυρὰν δι’ ἣν προσήκειν γε‐ | |
25 | νέσθαι χείροσι. Διὰ ταῦτα εἶχεν ὅ τι χρῷτο αὐτοῖς. Ἀλλ’ ὥσπερ οἱ γεωργοὶ πολλοστῷ μηνὶ τῶν σπερ‐ μάτων τὴν ἐπικαρπίαν κομίζονται, καὶ οὐχ ἅμα τῷ καταβαλεῖν, οὕτω καὶ ἐκείνους Μιλτιάδης παλαιαῖς ὁμο‐ λογίαις κατειληφὼς εἶχεν ἐν καιρῷ χρησίμους οὐκ ἐπὶ | |
30 | τῆς χρείας λαμβάνοντας τὰ μαθήματα [αἰσχρῶς γὰρ ἂν οὕτω γε χορὸς ἠγωνίσατο αὐτῷ] ἀλλ’ ἐπὶ τῆς ἐξουσίας εἰς τὴν χρείαν ἠσκημένους. | |
32 | Οἵου τοίνυν καὶ Μιλτιάδου προεστῶτος τοὺς μὲν ὡς πλεῖστον τῆς ἐκείνου δυνάμεως ἀπολαῦσαι, τοὺς δὲ μέσως· κἀν τῷ μέσῳ τὸ παραλλὰξ | |
35 | [αὖ] τίθει. Γένοιτο δ’ ἄν τις ἐν πλήθει καὶ περὶ ὦτα ἀτυχέστερος· οὔ τοι πάντας οὐδ’ ὁ ἥλιος οἷός τέ ἐστι θερ‐ μαίνειν, ἀλλ’ ἤδη τις ἐν καθαρῷ τῆς μεσημβρίας ἐρρί‐ γωσε, τῆς καταβολῆς ἐπελθούσης. | |
38 | Ἀλλ’ ἐκεῖνος ὁ καιρὸς ὥσπερ κῆρυξ ἐκάλει τῶν Ἑλλήνων τὸν ἀνδρειότατον | |
40 | καὶ τὸν ἐκ πλείστου τοῖς ἀρίστοις λογισμοῖς ὡμιληκότα, | |
Bibl.248427a | καὶ ὅστις οἶδεν ὅπως δεῖ σῴζειν τε καὶ σῴζεσθαι. Εἰ δ’ ἀπ’ αὐτῶν τῶν κηρύκων ἀρξάμενοι καὶ τῆς ἀποκρίσεως προηγόρευον Ἀθηναίοις ὅτι δεῖ μελετᾶν τὸν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγῶνα καὶ μὴ | |
5 | λιπεῖν τὴν τοῦ φρονήματος τάξιν καὶ οὐ τὰ ὅπλα ῥίψαν‐ τας οὐδὲ τοῖς φόβοις εἴξαντας, ἀλλ’ ἀναλαβόντας τὰ ὅπλα καὶ τῶν φόβων κρείττους γενομένους, μᾶλλον δὲ ἕνα τοῦτον φόβον καὶ δεινὸν καὶ ἀφόρητον νομίσαντας, εἶξαι τοῖς χείροσι καὶ παραχωρῆσαι τοῦ πατρίου σχή‐ | 89 in vol. 7 |
10 | ματος, εἰ ταῦτα λέγοντας καὶ οὕτω παρεσκευασμένους ἠξίουν ἀπαντᾶν ἐπὶ τὴν κρίσιν τὴν περὶ τῶν ὅλων καὶ δέχεσθαι τὸ ἐκβησόμενον ὡς ἐπ’ ἀμφότερα ὁμοίως κερδανοῦντας, οὐχ ὁρῶ τίνα ταῦτ’ ἔχει διακονίαν ἀγεννῆ, ἢ πῶς ἔοικε τοῖς τοῦ κυβερνήτου λογισμοῖς. | |
15 | Ὁρᾷς ὅσῳ τὸν κυβερνήτην παρελήλυθε. Καὶ γάρ τοι ὅσοι μὲν τοῦτ’ ἐπείσθησαν αὐτῷ, σεμνοὶ σεμνῶς κεῖνται, κάλλιστα δὴ πάντων Ἑλλήνων καταλύσαντες τὸν αἰῶνα, μνημεῖον τῆς ἀρετῆς τὸν τάφον κεκτημένοι, καὶ ὑπὸ γῆς ὄντες τὴν γῆν φυλάττοντες αὐτήν, ἀλλ’ οὐχ ὑπ’ | |
20 | αὐτῆς ἐχόμενοι, τῆς Ἡσιόδου προσρήσεως ἐγγύτατα ἥκοντες μετέχειν, ἣν ἐκεῖνος εἰς τὴν τοῦ χρυσοῦ γένους τελευτὴν ἐποίησεν εἰπών· οἱ μὲν δαίμονες ἁγνοὶ ὑποχθόνιοι καλέονται, ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων. | |
25 | Κἀκείνους πλὴν ὅσον οὐ δαίμονας ἀλλὰ δαιμονίους κα‐ λῶν, θαρρούντως ἂν ἔχοις [λέγειν] ὑποχθονίους τινὰς φύ‐ λακας καὶ σωτῆρας τῶν Ἑλλήνων ἀλεξικάκους καὶ πάντα ἀγαθούς, καὶ ῥύεσθαί γε τὴν χώραν οὐ χεῖρον ἢ τὸν ἐν Κολωνῷ κείμενον Οἰδίπουν, ἢ εἴ τις ἄλλοθι που | |
30 | χώρας ἐν καιρῷ τοῖς ζῶσι κεῖσθαι πεπίστευται. | |
30 | Καὶ μὴν τεχνικόν γε εἶναι περὶ λόγους Πᾶνα τὸν Ἑρμοῦ Πλά‐ τωνος ἡ φωνή. Σκέψαι δὴ καὶ τοῦτο, ὁπόσον τι | |
τῆς ἐκείνου σωφροσύνης τεκμήριον, καὶ ὅτι, εἰ χρυσῆν ἐτύγχανεν ἔχων τὴν ψυχήν, οὐκ ἂν αὐτῇ καλλίω βά‐ | 90 in vol. 7 | |
35 | σανον προσήνεγκεν. Οἶμαι δὲ κἂν ἐν θεῶν δικα‐ στηρίῳ κρινόμενον Μιλτιάδην ἁπάσας ἀποφυγεῖν, οὐχ ὥσπερ τὸν Ὀρέστην φασὶ τὰς ἡμισείας μεταλαβόντα. Εἰκότως· ὁ μὲν γὰρ τὴν μητέρα ἀπέκτεινε δικαίως, ὁ δὲ τὴν Ἑλλάδα ἔσωσε δικαίως, καὶ τὰ τροφεῖα κάλ‐ | |
40 | λιστα ἀνθρώπων ἐξέτισεν οὐ μόνον τῇ πατρίδι ἀλλὰ καὶ τῇ κοινῇ φύσει τοῦ γένους τοῦ Ἑλληνικοῦ. [Καὶ γάρ | |
Bibl.248427b | τοι κατὰ πόλεις μὲν ἄλλους ἄλλοι νομίζουσιν ἀρχη‐ γέτας, κοινὸν δὲ τῆς Ἑλλάδος ἀρχηγέτην ἐκεῖνον δικαίως ἄν τις ἡγοῖτο.] | |
3 | Νομίζω δ’ ἔγωγε καὶ τὴν αἰτίαν, ἣν ὕστερον ἔσχεν, εἰ δεῖ τι καὶ περὶ ταύτης εἰπεῖν, ἤδη μέγιστον | |
5 | σύμβολον εἶναι τοῦ πολλῷ τινι τῶν ἄλλων ἐκεῖνον διε‐ νεγκεῖν. Ἅπαντας γὰρ ἠξίουν ἡττᾶσθαι τῆς ἀρετῆς τῆς ἐκείνου, καὶ μηδὲν ἀήττητον εἶναι μήδ’ ἀνάλωτον ὅπου Μιλτιάδης παρείη. Εἶτ’ ἐγὼ τὸν οὕτως ἀνδρεῖον καὶ φρόνιμον καὶ σώφρονα, τὸν διὰ βίου μελετήσαντα ἀρε‐ | |
10 | τήν, τοῦτον κολακείας μορίῳ σχολάσαι δοκῶ; Τὸν οὐδ’ ὅτε ἐκρίνετο, οὐδὲν πλέον τοῖς δικασταῖς δείξαντα τοῦ τραύματος, οὐ δακρύσαντα, οὐ παιδία ἀναβιβασάμενον, ὄντος αὐτῷ Κίμωνος, τοῦτον ἐγὼ κόλακα [οὑτωσὶ] προσ‐ είπω [μεγαλοπρεπῶς; Καὶ τοῦτ’ ἦν τὸ κεφάλαιον τῶν | |
15 | ἐκείνῳ πεπολιτευμένων καὶ βεβιωμένων, κολακεία;] Καὶ πῶς οὐ δικαίως ἄν τις ἡμᾶς αἰτιῷτο αὐτοὺς κολα‐ | |
κεύειν, καὶ διακόνων ἔργον οὐκ ἐλευθέρων ποιεῖν, εἰ τὴν ἑτέρου χάριν διώκοντες τἀληθὲς ἑκόντες διαφθείροιμεν; | 91 in vol. 7 | |
18 | Θεμιστοκλῆς | |
20 | τὸ προοίμιον. | |
20 | Λοιπὸς τοίνυν Θεμιστοκλῆς, ἥκιστα δὴ πάντων ἄξιος ἐκ δευτερείων τὰ πρωτεῖα ἔχειν, εἰ τὰ μάλιστα καὶ τοῦτο [αὐτὸ] ἐκείνῳ μόνῳ τῶν πάντων ὑπάρξαν φαίνεται. Ἀλλὰ μᾶλλον ὅστις ἐκείνου δεύτερος, τοῦτο ἴσως ἔργον εὑρεῖν. | |
25 | Τοσούτῳ γὰρ ἡμῖν τὸν Μαραθῶνα, τὸν πάνυ, τὸν ὡς βούλει λέγε, τοσούτῳ δ’ οὖν ἐκεῖνον ὑπερεβάλλετο πᾶσι τοῖς εἰς αὐτὸν ἐλθοῦσι πῶς ἂν εἴποιμι ὁμολογουμένως, ὅσῳ Ξέρξης Δαρεῖον ταῖς παρασκευαῖς ἅπασι δῆλός ἐστιν ὑπερβαλλόμενος. Καὶ μὴν ὁ μὲν τοὺς ὑπάρχους | |
30 | τοῦ βασιλέως, ὁ δὲ αὐτὸν ἐνίκα βασιλέα. Καὶ μετὰ μέν [γε] τὴν Μαραθῶνι μάχην αὖθις ἐπεστράτευσε, μετὰ δὲ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν φεύγων ᾤχετο. Πρὸς μὲν γὰρ ἐκείνην [τὴν ἧτταν] παρωξύνθη, πρὸς δὲ ταύ‐ την ἀπεῖπεν, ὡς ἱκανὸν κέρδος ἡγεῖτο, ἂν σωθῇ. | |
35 | Ἤιδει γὰρ τότε μὲν πολλοστὸν μέρος τῆς πάσης ἐλθὸν δυνάμεως, νῦν δὲ σχεδὸν μετὰ πάντων ἀνθρώπων ἡτ‐ τώμενος. | |
37 | Μιλτιάδῃ μὲν οὖν εἰς ἓν κεφάλαιον ἡ τῆς ἀνδρείας ἀπόδειξις ἧκεν, εἰ καὶ τὰ μάλιστα ἐχρῆτο αὐτῇ παρὰ πᾶσαν τὴν πολιτείαν· Θεμιστοκλέα δὲ ἀεὶ | |
40 | τὰ δεύτερα τῶν προτέρων μείζονα ἐξεδέχετο, καὶ τὸ τῆς παροιμίας αὐτῷ περιειστήκει· τὸ μὲν γὰρ ἔλειπεν αὐ‐ | |
Bibl.248428a | τὸν κῦμα, τὸ δὲ ἐγκατελάμβανεν, ἕως διεξῆλθε διὰ τῶν τρικυμιῶν νικῶν. Τί οὖν κωλύει δεῖξαι διὰ βραχέων ἐν ποίοις τισὶ πράγμασι ποῖός τις ἦν ὁ Θε‐ μιστοκλῆς; Καίτοι [τοῦτό] γε οὐδὲν ἴσως προὔργου. Ἃ γὰρ | 92 in vol. 7 |
5 | οὐκ ἔστιν ἐνδείξασθαι τῷ λόγῳ, πῶς ἄν τις ἐκ τούτων ἐκεῖνον θεωρήσειε; Πλὴν εἰ τοῦτό γε αὐτὸ ἐνθυμηθείς, ὅτι ὑπὲρ ὧν οὐδ’ εἰπεῖν ὡς βούλεταί τις ἐγχωρεῖ, ταῦτ’ ἐκεῖνος μετεχειρίζετο ὡς ἐβούλετο. Δέκα μὲν γὰρ ἑξῆς ἔτη ὤδινεν ἅπασα ἤπειρος, φιλονεικοῦντες ἅπαντες ἄνθρω‐ | |
10 | ποι δίκην τῆς Μαραθῶνι μάχης λαβεῖν· ἡτοιμάζετο δὲ ἐκ πάσης γῆς καὶ θαλάττης πάντα. Αἰγύπτου δὲ ἀποστάσης ἐν τῷ διὰ μέσου βασιλεὺς οὐδὲν σπουδάσας αὖθις ἦν ἐν τοῖς αὐτοῖς· οὕτω ῥᾳδίως ἐκείνην παρε‐ στήσατο. Δεκάτῳ δὲ ἔτει συνῆλθον ἐσχατιαὶ πᾶσαι καὶ | |
15 | γένη πάντα, ὥσπερ μετανισταμένης ἑτέρωσε τῆς οἰκου‐ μένης, καὶ βασιλεὺς ἀπῄει δεδοικὼς μὴ οὐ δέξαιτο τὸ πλῆθος ἡ Ἑλλάς, ὥσπερ ἀρχὴ γῆς [πάσης] τοῦ στρατοπέδου γινόμενος, καθὸ βούλοιτο, ἀεί. | |
18 | Καὶ οὐ το‐ σοῦτόν [γ’ ἂν] αὐτοὺς ἡ τοῦ ἡλίου συμβᾶσα ἔκλειψις ἐξέ‐ | |
20 | πληξεν ὅσον ἡ τῆς γῆς καὶ θαλάττης ἔκλειψις γινο‐ μένη πρὸς τὴν τοῦ βασιλέως, ἐμοὶ δοκεῖν, ἐπιθυμίαν μᾶλλον ἢ χρείαν. Πρὸς δὲ τούτοις τείχη μὲν ᾠκο‐ δομεῖτο, ὅπως ἀριθμοίη κατὰ μυρίους, ὁ δὲ ἥλιος συνεκρύπτετο τοῖς τοξεύμασιν, ἦν δὲ πλήρης ἡ μὲν | |
25 | θάλαττα νεῶν, ἡ δὲ γῆ πεζῶν, ὁ δὲ ἀὴρ βελῶν. Πα‐ ρεῖναι δὲ καὶ μέλλειν ἴσον ἦν ὥστε ἔχεσθαι πάντας· πάντα δὲ ὥσπερ τοῦ Ποσειδῶνος κατιόντος ἐσείετο. | |
27 | Πάντα δὲ τὰ ἐπιόντα Θεμιστοκλῆς εἰς ἑαυτὸν ἀναδεξάμενος, καὶ τὴν αὑτοῦ γνώμην ὑποθεὶς ἀντ’ ἄλλου του φυλακτη‐ | 93 in vol. 7 |
30 | ρίου, καὶ μόνος ὀρθοῖς τοῖς ὀφθαλμοῖς ἀντισχὼν ἅπασι καὶ τοῖς παροῦσι καὶ τοῖς ἐπιοῦσι πράγμασιν, οὐκ ἀποστραφεὶς ὥσπερ οἱ πρὸς τὸν ἥλιον βλέποντες, ὃ πᾶσι μικροῦ δεῖν συνέβη τοῖς τότε, οὐκ ἂν εἴποιμι ὡς οὐκ ἔψευσε τῆς ἐλπίδος τοὺς Ἕλληνας, ἀλλὰ καὶ πολὺ | |
35 | τὴν προσδοκίαν ἐνήλλαξεν αὐτοῖς. Οὐδὲν γὰρ τῶν ἐσχά‐ των ὅ τι οὐ πείσονται τῶν πολλῶν νομιζόντων, [καὶ βλε‐ πόντων εἰς αἰσχρὰς μηχανὰς καὶ ἀπόρους καταφυγάς,] τοσοῦτον μετέστησε τὰ πράγματα ὥστε, εἴ τις ὕστερον αὐτοὺς ἀπελθόντων τῶν βαρβάρων ἤρετο εἰ βούλοιντ’ | |
40 | ἂν μήτ’ ἐκείνους ἐπιστρατεῦσαι μήτε σφίσι ταῦτα πε‐ πράχθαι μήτε τοὺς κινδύνους σφίσι μηδὲ τὰς πράξεις | |
Bibl.248428b | γεγενῆσθαι, τεθνάναι πάντας ἂν εἰπεῖν [ἐθέλειν] μᾶλλον ἢ ταῦτα ἄπρακτα αὐτοῖς εἶναι. | |
2 | Μικροῦ δεῖν, παρ’ ὀλίγον, σχεδόν, ἐγγὺς ἧκεν, οὐ πόρρω ἦν, οὐ πόρρω εἰπεῖν, ὡς εἰπεῖν, ὡς ἔπος φάναι, ὡς τὸ ἔπος | |
5 | φάναι, ὀλίγου δεῖν, ὀλίγου δέω φάναι, μονονουχί. | |
5 | Οὕτως οὐ μόνον τὰς ἐλπίδας, ὅσοι γε [καὶ] τὰ μή‐ κιστα ἤλπισαν αὐτῶν, ἀλλὰ καὶ τὰς εὐχὰς τῶν πλεί‐ στων ὑπερεβάλλετο. | |
8 | Εἰπὲ γάρ, ὦ πρὸς θεῶν, εἰ δὲ μή, ἄλλος τις κληρονομείτω τοῦ λόγου, λεγέτω, | |
10 | δεικνύτω, τί χρῆν πράττειν τὸν Θεμιστοκλέα τότε καὶ | |
πῶς χρήσασθαι τοῖς παροῦσι· πότερον εἰς τὴν Πνύκα συλλέξαντα Ἀθηναίους περὶ τῶν ἰδεῶν αὐτοῖς διαλέ‐ γεσθαι, καὶ διδάσκειν τί αὐτοδίκαιον καὶ τί αὐτόκαλον, καὶ τί τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον; Ταχέως | 94 in vol. 7 | |
15 | μέντ’ ἂν αὐτοὺς καὶ γένεσις καὶ τὸ εἶναι καὶ πάντα ἐπέλι‐ πεν. Ἀλλ’ ὅθεν ἀνδρεία ἐκλήθη [τὸ πρῶτον] καὶ ὅθεν δειλία ζητεῖν, καὶ πότερον ῥεῖ τὰ πάντα ἢ οὔ; Ἔγνωσαν μέντ’ ἂν κακῶς ῥέοντα τὰ πάντα αὐτοῖς. Ἀλλὰ τί μὴν ὅλως ἔδει λέγειν ἢ ποιεῖν; Τρίτον γὰρ ἤδη αὐτὸ | |
20 | τὸ ἐρώτημα ὥσπερ σύνθημα περιήκει. Πόθεν ἐξετά‐ σομεν τὸν Θεμιστοκλέα; [Πότε σύμβουλος τῷ ὄντι καὶ προστάτης καὶ ἡγεμὼν ἦν, ἢ τί καὶ ἄλλο πρέπον ἀκοῦ‐ σαι]; Καὶ μὴν δυοῖν γε θάτερον, ἢ τὰ πραχθέντα ὑπ’ αὐτοῦ μέμψασθαι τίνα ἔχει, ἢ δεῖξαι τί δέον πρᾶξαι | |
25 | παρέλιπε, τὸ ῥᾷον [καὶ] ἥδιον ἀντὶ τοῦ καλοῦ προελόμε‐ νος. Καίτοι τήν γε ὕστερον τῶν πραγμάτων σοφίαν καὶ τοὺς ἐπὶ τῆς ἀδείας ἐλέγχους οὐδὲν ἔχειν λαμπρόν φασιν οὐδ’ ὑπερήφανον. Ἐγὼ δ’ οὖν καὶ τοῦτο συγχωρῶ, κἄν τις ἀμείνω τινὰ πρᾶξιν ἢ λόγους βελτίους ἢ προ‐ | |
30 | αίρεσιν δικαιοτέραν ἢ τοῖς πᾶσι βελτίω δείξῃ τότε ἐγχωροῦσαν, παρ’ ἣν ἐκεῖνος ἐνεστήσατο, ἕτοιμος αὐ‐ τὸς τῆς αἰτίας κληρονομεῖν. | |
32 | Ἢ οὕτως ἐρεῖς, οὐδέν φασι λαμπρὸν οὐδ’ ὑπερήφανον· πολλὰ γὰρ ἃ κατὰ μελέτην ἔδοξεν ἄριστα βεβουλεῦσθαι, ἐπὶ | |
35 | τῶν καιρῶν ἐδείχθη τῶν ἀτυχημάτων αἴτια φανέντα. Ἢ καὶ οὕτω, πολλὰ γὰρ ἐν ταῖς βουλαῖς τὴν κρίσιν τοῦ νικᾶν λα‐ βόντα, ἐπὶ τῆς χρείας τὴν αἰτίαν ἀπηνέγκατο τῆς ἀτυχίας. Καὶ οὐκ ὀλίγα ἄλλα τοιαῦτα. Ἀλλὰ μήποτε τὰ τοιαῦτα καὶ | |
τὰ περιφανῶς οὐκ εὖ πεπραγμένα οὐδὲ βεβουλευμένα τοῖς αἰ‐ | 95 in vol. 7 | |
40 | τιωμένοις οὐ πολλὴν παρέχοι τὴν παρρησίαν. Ἢ οὕτω τοῖς αἰτιωμένοις δόξειεν ἂν εἰς οὐκ εὔλογον ποιεῖν ἀποβλέπειν | |
Bibl.248429a | αἰτιολογίαν· ἀλλὰ γάρ πως ἀπαντήσει ταῦτα τοῖς μὴ ὀρθῶς προελθοῦσιν, ὥσπερ τοῖς οὐ φαύλως. Ἐν ἐκείνοις μὲν γὰρ ἐνῆν τὸ δέον, ἐξ οὗ προήγετο τὸ ἐνθύμημα· ἐν τούτοις δὲ τὸ μὴ δέον προφαινόμενον καὶ αὐτὴν ἐπέχει τὴν γένεσιν τοῦ | |
5 | ἐπιχειρήματος. | |
5 | Συνιδὼν ἐκεῖνος ὁ πάντα ἄριστος ὡς εἰ τὸ δίκαιον ἀκριβῶς ἐξετάζοι καὶ στάσις ἐγγένοιτο ὑπὲρ τῆς ἡγε‐ μονίας, ἅπαντα ἀπολεῖται κακῶς καὶ οὐχ ἕξουσιν ὅ τι χρήσονται, πείθει τοὺς Ἀθηναίους ὑφίεσθαι καὶ συγχωρῆ‐ | |
10 | σαι τοῖς Λακεδαιμονίοις ἐν τῷ τότε τὴν ἡγεμονίαν ὑποσχόμενος παρ’ ἑκόντων αὐτοῖς τῶν Ἑλλήνων ταύτην ἀνακτήσασθαι· καὶ οὐκ ἐψεύσατο. Σχεδὸν δέ τι καὶ τοὔνομα τῆς ἡγεμονίας, ἀλλ’ οὐκ αὐτὴν ἔπεισε παρεῖ‐ ναι ἐπεί, τό γε ἀληθὲς εἰπεῖν, αὑτοῖς μὲν τὴν ἡγεμο‐ | |
15 | νίαν ἐκείνοις δὲ τὴν ἐπωνυμίαν ἀνέθεσαν, καὶ περιε‐ γένετο αὐτοῖς, ἄνευ τῆς σωτηρίας τῆς κοινῆς καὶ τοῦ τῶν μὲν πολεμίων ἀνδρείᾳ τῶν δὲ συμμάχων πραότητι κρατῆσαι, καὶ τὸ σχῆμα τῷ παντὶ κάλλιον καὶ σεμνό‐ τερον· ἡγεμόνων γὰρ ἡγεμόνες κατέστησαν. Τοῦτο τὸ | |
20 | ψήφισμα οὐ κόλαξ (ἐμοὶ δοκεῖν) ἄνθρωπος, οὐδὲ κάτω βλέπων, οὐδ’ ὑποπεπτωκὼς τοῖς ἀκούουσιν, ἀλλὰ θεῶν τις διὰ τῆς Θεμιστοκλέους γλώσσης ἐφθέγξατο. | |
22 | Ὥστε ὁρῶν μὲν αὐτοὺς δακρύοντας, ἀκούων δὲ παίδων καὶ γυ‐ ναικῶν ποτνιωμένων, ἔτι δὲ ὑπολειπομένων τινῶν ἀναγ‐ | |
25 | καίως, παραπλησίου δὲ μάλιστά πως ὄντος ὥσπερ ἂν εἰ ἑαλωκυίας τῆς πόλεως κατὰ κράτος, εἰκότως (τὸ μὲν γὰρ μέλλον ἦν ἅπασιν ἐν ἀφανεῖ, λεπτὴν καὶ ἄπιστον ἔχον τὴν ἐλπίδα, τὰ δὲ παρόντα στέρησις πόλεως καὶ κτημάτων καὶ διαίτης ἁπάσης τῆς πρότερον), [καὶ παραλαβὼν αὐτοὺς | 96 in vol. 7 |
30 | ὥσπερ παῖδας], ἀτρεμιζούσῃ τούτους ἐξῆγε τῇ ψυχῇ καὶ τοῖς λογισμοῖς ἑστῶσιν, οὐ μόνον τοῖς ὀφθαλμοῖς. Οὐκοῦν δεινόν, ὦ γῆ καὶ θεοὶ καὶ λόγων καὶ ἔργων ἡγε‐ μόνες (ἐξάγομαι γὰρ εἰπεῖν) Σωκράτη μὲν καὶ τῆς φυ‐ γῆς ἐπαινεῖν, καὶ φάσκειν ἐκεῖνον ἀναχωρεῖν κάλλιον | |
35 | Λάχητος, Θεμιστοκλέα δέ, ὃς διώκων, οὐ φεύγων τοὺς πολεμίους τὴν ἀνδρείαν ἐπεδείκνυτο, καὶ οὗ τῆς ἀρετῆς ἀπέλαυσεν ἅπασα ἡ Ἑλλάς, ἃ τῆς δειλίας καὶ τῆς ἀναν‐ δρίας ἐστὶν ὀνόματα, τούτοις καλοῦντα μὴ φροντίζειν; Ὃς καὶ ὅτ’ ἀπ’ Εὐβοίας ἀνεχώρει νενικηκώς, τοιαῦτα | |
40 | τἀν μέσῳ διεπράττετο, οἷα ἂν οὐδείς πω τῶν ἐπειγο‐ μένων [ὁπωσοῦν ἀπελθεῖν]. Εἶτα λέγεις ὡς οὐ πολλοῦ τινος | |
Bibl.248429b | ἡ σωτηρία ἄξιον. Τί οὖν κωλύει καὶ τοῖς σωτῆρσι θεοῖς, οἳ καὶ καθ’ ἕνα ἡμᾶς σῴζουσι καὶ τότε ἐκεῖνα κατερ‐ γάσασθαι τοῖς Ἕλλησι παρέσχον. Ἀλλ’ ἐγὼ μὲν ἐάσω τὸ βλάσφημον· ὑπονοεῖν δέ ἐστι τό γε ἐκ τοῦ λόγου συμ‐ | |
5 | βαῖνον. Ἦ που σφόδρα ἄν τι δόξειε λέγειν. | |
5 | Ἀντὶ τοῦ οὐδαμῶς μὲν παραλαμβάνεται τὸ ἦ που· ἐνταῦθα δὲ ὁ Ἀριστείδης ἀντὶ τοῦ πολλῷ πλέον ἔλαβεν. Εἰρωνικῶς δὲ τὸ πολλῷ πλέον εἶπεν, οἷον οὐδ’ ὅλως. Καὶ πολλάκις οὗτος τῷ ἦ που ἀντὶ τοῦ πολλῷ πλέον χρῆται, μᾶλλον δὲ σχεδὸν ἀεί. | |
9 | ||
10 | Καὶ μὴν οὐχ ὅμοιον ἐν μέσῃ τῇ θαλάττῃ περὶ τῶν | |
ἐν τῷ πλοίῳ λέγειν καὶ τὴν εὐψυχίαν [τὴν] αὑτοῦ δει‐ κνύναι, καὶ καθήμενον ἔξω τῆς ζάλης ὑπὸ τειχίῳ· [ἃ Πλάτων παντὸς μᾶλλον καλῶς εἰδὼς ἑκὼν ὑπερ‐ βαίνει, καὶ κατηγορεῖ Θεμιστοκλέους ἐμβιβάσαντος Ἀθη‐ | 97 in vol. 7 | |
15 | ναίους εἰς τὰς τριήρεις]. | |
15 | Παροιμία· τάττεται δὲ ἐπὶ τῶν ἄλλα ἀντ’ ἄλλων ποιούντων ἢ ἐωμένων. Παρῆκται δὲ ἀπὸ τοῦ τὸν Πρίαμον καὶ τὴν Ἑλέ‐ νην ἐκ τοῦ τείχους θεωροῦντας τοὺς Ἕλληνας περὶ αὐτῶν διαλέγεσθαι. | |
19 | ||
20 | Ἐγὼ δ’ εἰ μὲν ἦν ἕτερον τρόπον νικῆσαι ἢ καὶ σω‐ θῆναι τὸ πρῶτον, τάχ’ ἄν τι τούτους ᾤμην τοὺς λό‐ γους εἶναι. Ὅτε δ’ ἦν αἵρεσις ἢ ναυμαχοῦντας κρατεῖν ἢ κατὰ γῆν ἀπολωλέναι, πῶς ἦν ἴσον, ἢ τίς ἡ θαυ‐ μαστὴ φιλοσοφία τεθνάναι μάτην, ἐξὸν μετὰ τῆς με‐ | |
25 | γίστης εὐδοξίας σωθῆναι; Ἀρχὴν δ’ ἔγωγε οὐκ ἐπινοῶ ποῦ διακέκριται κατὰ γῆν μὲν νικῆσαι καλὸν εἶναι, ἐν θαλάττῃ δ’ αἰσχρόν, ἢ τὴν μὲν κρανίαν καὶ τὴν βύρσαν πολλοῦ τινος ἀξίαν εἶναι, τὰ δὲ νήϊα καὶ τοὺς κωπέας τοῦ μηδενός. | |
29 | ||
30 | Λείπει τὸ δεῖ νομίζειν. Κρανίαν τὴν περικεφαλαίαν λέγει, βύρσαν δὲ τὸ ὅπλον παρὰ τὸ ἔχειν βύρσαν περὶ αὐτὸ, νήϊα δὲ τὰ σχοινία, κωπέας δὲ τὰ ξύλα τὰ πρὸς κώπας ἐπιτήδεια. | |
32 | Εἰ δ’ ἅπασα μὲν ἡ γῆ κατείληπτο, ἐπέρρει δὲ ὥσπερ θαλάττης ἐπίκλυσις ἡ στρατιά, πάντα δὲ ἄρδην ἀνηρ‐ | |
35 | πάζετο, ἀναβλέπειν δὲ οὐκ ἦν, ἀλλ’ ἐν τοῖς στενοῖς οὐ τῆς Πελοποννήσου μόνον ἀλλὰ καὶ τῶν ἐλπίδων ἐκά‐ θηντο, ἀπέκειτο δὲ μήτε γῆς μήτε θαλάττης εἶναι μηδαμοῦ, τί ταῦτα τοὺς Ἀχαιοὺς ἀπὸ τοῦ πύργου κρίνομεν; | |
38 | ||
Παροιμία· [ὥσπερ ὁ Πρίαμος ἐκ τοῦ τείχους καὶ Ἑλένη]. | 98 in vol. 7 | |
40 | Μόνος δέ μοι δοκεῖ πάντων ἀνθρώπων ἢ κομιδῇ [γε] ἐν ὀλίγοις δεῖξαι Θεμιστοκλῆς ἀληθῆ τὸν λόγον | |
Bibl.248430a | ὄντα, ὃν πάλαι μὲν Ἀλκαῖος ὁ ποιητὴς εἶπεν, ὕστε‐ ρον δὲ οἱ πολλοὶ παραλαβόντες ἐχρήσαντο, ὡς ἄρα οὐ λίθοι οὐδὲ ξύλα οὐδὲ τέχνη τεκτόνων αἱ πόλεις εἶεν, ἀλλ’ ὅπου ποτ’ ἂν ὦσιν ἄνδρες αὑτοὺς σῴζειν εἰδότες, ἐνταῦθα | |
5 | καὶ τείχη καὶ πόλεις. Εἰ μὲν οὖν αὑτοῦ γνώμῃ [μόνον] περὶ τούτων ἐκέχρητο Θεμιστοκλῆς, ἐκείνου τις ἂν εἶπεν αὐτὸν τὴν κατηγορίαν πεποιῆσθαι· ἐπεὶ δὲ καὶ θεὸς ταῦτα ἀνελὼν φαίνεται, ἐγὼ μὲν ὀκνῶ λέγειν, πᾶς δ’ ἄν τις συνίῃ τὸ λοιπόν, ὁ δ’ οὖν Θεμιστοκλῆς λαμπρῶς ἀπο‐ | |
10 | φεύγει τὴν αἰτίαν. Τουτὶ γὰρ ἐμοὶ τῆς ἀπορίας διαλύ‐ σαντες, σταθήτωσαν παρὰ τὸν τρίποδα τὸν ἐν Δελφοῖς | |
11 | [ἕως ἐχέτωσαν τιμὰς τὰς αὐτὰς τῷ Ἀπόλλωνι]. | |
12 | ὃν οἱ Ἕλληνες ἀπὸ τῶν βαρβάρων ἀνέστησαν | |
13 | [ἕως ἐκ τοῦ τοὺς βαρβάρους καταπολεμῆσαι καὶ τὰ ἐκείνων λαβεῖν]. | |
14 | ||
15 | Ὁ μὲν τοίνυν θεὸς θείαν προσεῖπε τὴν Σαλα‐ μῖνα, ὡς ἐν αὐτῇ μελλόντων ἔργων ἔσεσθαι κρειτ‐ τόνων ἢ κατὰ πάντα τἀνθρώπινα. Πλάτων δὲ τὸν ταῦτα κατειργασμένον καὶ τὸν κομίσαντα αὐτοὺς εἰς τὴν Σαλαμῖνα λυμήνασθαί φησι τοῖς πράγμασι καὶ | |
20 | τῶν πρὸς ἡδονὴν ὑπηρετούντων οὐδὲν γενέσθαι βελτίω. Καὶ γάρ τοι μετὰ τὴν ναυμαχίαν συλλεγέντων εἰς τὸν ἰσθμὸν ἁπάντων, καὶ φερόντων τὴν ψῆφον ἀπὸ | |
τοῦ βωμοῦ τοῦ Ποσειδῶνος περὶ τῶν ἀριστείων, ἔξεστι μέν τι καὶ ἄγνωμον [ἐνταῦθα] κατηγορῆσαι τῶν Ἑλλή‐ | 99 in vol. 7 | |
25 | νων, ἔξεστι δὲ τὸ λοιπὸν τῆς εὐγνωμοσύνης ἐπαινέσαι καὶ λαβεῖν ὑπὲρ Θεμιστοκλέους. Ἕκαστος γὰρ ἑαυτὸν πρῶ‐ τον φέρων, δεύτερον συνεξέπιπτον ἅπαντες φέροντες Θεμιστοκλέα. Ἡ μὲν οὖν τοῦ πρωτείου ψῆφος, οἶμαι, τοῦ πᾶσι φύσει συμβεβηκότος ἀνθρώποις ἦν· τοῦτο δέ ἐστι | |
30 | μηδένα ἑαυτοῦ μᾶλλον φιλεῖν· ὥστε οὔτε ἰσχυρὸν εἶχεν οὐδὲν οὔτε συγγνώμης ἀπήλλακτο. Ἡ δὲ ὑπὲρ τῶν δευ‐ τέρων σαφῶς ἤδη σύμβολον ἦν τῆς ἀληθείας, καὶ ὅτι οὐκ εἶχον ἑτέρως θέσθαι. Ὥστε εἰ προσείρητο ἐξ ἀρχῆς μηδένα ἑαυτὸν φέρειν ἀλλ’ ἕτερον, Θεμιστοκλέα πάντες | |
35 | οἴσειν ἔμελλον, ὅν γε καὶ παντὸς [ἄλλου] πᾶς τις προὔ‐ κρινεν αὐτῶν, καὶ ὁμοίως ἂν τότε πρῶτος ἐγίγνετο ὥσπερ τότε δεύτερος. Οὕτω καὶ νῦν δεύτερον εἶναι ψηφισά‐ μενοι, προσόμοιον ἐποίουν ὥσπερ ἂν εἰ πρῶτον ἐψη‐ φίσαντο. Οὐ μὴν οὐδ’ οὕτως ἔλαττον ἔχων ἀπῆλθεν, ἀλλ’ | |
Bibl.248430b | ἀμφοτέροις ἐνίκησε. Τὰ μὲν γὰρ πρῶτα καὶ παρὰ τῆς ἀληθείας καὶ παρ’ αὑτοῦ λαβὼν εἶχε (τὸ γὰρ αὐτὸ τοῖς ἄλλοις ἐποίησε μόνος τῶν ἄλλων δικαίως) τὰ δὲ δεύ‐ τερα ἤδη συνεκεχώρητο ὥστε ἐξ ἁπάντων πρῶτος ἦν. | |
5 | Ἔχων δὲ λέγειν πολλὰ καὶ περὶ τῶν ὕστερον αὐτοῦ συμ‐ φορῶν, καὶ ὅπως ἂν ἅπαν τὸ πρᾶγμα συνεσκευάσθη, καὶ ὁποῖόν τινα κἀν τούτοις παρέσχεν ἑαυτόν, ἐβουλόμην ἂν ἐν τούτῳ χρείας εἶναι τὸν λόγον ὥστε καὶ περὶ τού‐ των ἐπείγειν εἶναι διελθεῖν· οἶμαι γὰρ [οὐδὲ φαυλότερα | |
10 | οὐδ’] ἐλάττω τῶν εἰρημένων ἤδη εἰπεῖν ἂν περὶ αὐτοῦ. Ἐπεὶ δὲ ἅμα τε ἔξω τῆς ὑποθέσεώς ἐστι καὶ μῆκος ἐπεισέρχεται τοῖς λόγοις, παραλείψω ταῦτα, τοσοῦτον ἐπιφθεγξάμενος καὶ περὶ τούτου τοῦ μέρους, ὅτι ἐπεὶ ἔδει στρατεύειν ἐπὶ τὴν Ἑλλάδα, προὔκρινε τελευτᾶν, | 100 in vol. 7 |
15 | ἔργῳ μὲν λύσας πᾶσαν αἰτίαν, δείξας δὲ ὁπόσου τιμᾶται τὰς πρότερον πράξεις καὶ τὰ πολιτεύματα, καὶ ὅτι οὐδέ‐ ποτε ἑκὼν εἶναι τοῦ καλοῦ καὶ τοῦ προσήκοντος οὐδὲν πρό‐ τερον ποιήσεται, [οὐ πλοῦτον], οὐ παῖδας, οὐκ ἐλπίδας, οὐ τὴν σωτηρίαν αὐτήν. | |
19 | Ἐγὼ μὲν οἶμαι καὶ ἱερέας καὶ | |
20 | ἱερείας, καὶ ὅστις ἄλλος Ἀθήνῃσιν εὔχεται δημοσίᾳ τοῦτ’ ἂν εἰκότως πρὸς ἅπασι τοῖς ἄλλοις προσεύχεσθαι, κατ’ ἔτος ἕκαστον, κατὰ γοῦν ἐκείνους τοὺς χρόνους, καὶ ἕως ἐξῆν, φῦναί τινα αὐτοῖς ἄνδρα ὅμοιον Θεμιστοκλεῖ, καὶ μετὰ τῆς ἄλλης φορᾶς καὶ τοῦτ’ ἐνεγκεῖν τὴν γῆν τἀ‐ | |
25 | γαθόν. [Οὔκουν ἐλάττω γ’ ἂν ὄνασθαί μοι δοκοῦσιν ἢ εἰ πάντα εἰς ἑκατὸν καὶ ἔτι πλείω τῆς χώρας αὐτῆς ἐξε‐ νεγκούσης]. Ἄλλως μὲν τοίνυν ᾐσχυνόμην ἔγωγε ἐπὶ το‐ σούτοις καὶ τοιούτοις τοῖς εἰρημένοις μάρτυσι προσχρώ‐ μενος. Ἔστι δέ τι προὔργου μιᾶς μαρτυρίας, ἣν δεῖ παρα‐ | |
30 | σχέσθαι. Σκεψώμεθα δὴ ποῖα ἄττα λέγει περὶ Θεμιστο‐ κλέους ἡμῖν [Αἰσχίνης] ὁ Σωκράτους μὲν ἑταῖρος, Πλά‐ τωνος δὲ συμφοιτητής· «Ἐπειδὴ τοίνυν τοῦ Θεμιστο‐ κλέους βίου ἐπιλαμβάνεσθαι ἐτόλμησας, σκέψαι οἵῳ ἀνδρὶ ἐπιτιμᾶν ἐτόλμησας· ἐνθυμήθητι δὴ ὁπόθεν ὁ ἥλιος ἀνί‐ | |
35 | σχει [καὶ ὅπου δύεται]. Ἀλλ’ οὐδέν, ἔφη, [χαλεπόν], ὦ Σώκρατες, τὰ τοιαῦτα εἰδέναι». | |
36 | ||
Καὶ μετὰ πολλὰ ἄλλα ἐγκώμια ἐπάγει καὶ ταῦτα· »[Τοσοῦτον αὐτοῦ ἐκεῖνος τῷ φρονεῖν περιεγένετο]. Τοιγάρτοι φυγάδι ποτὲ αὐτῷ τῆς πόλεως γενομένῳ ὡς | 101 in vol. 7 | |
Bibl.248431a | σεσωσμένος ὑπ’ αὐτοῦ χάριν ἀπέδωκε, καὶ ἄλλα τε δῶρα πολλὰ ἐδωρήσατο καὶ Μαγνησίας ὅλης ἀρχὴν ἔδω‐ κεν, ὥστε [καὶ] φεύγοντος αὐτοῦ τὰ πράγματα μείζω ἦν ἢ πολλῶν Ἀθηναίων, καὶ καλῶν καὶ ἀγαθῶν εἶναι δο‐ | |
5 | κούντων, οἴκοι μενόντων. Τίς οὖν ἐν ἐκείνῳ τῷ χρόνῳ δικαίως ἂν αἰτίαν ἔχοι μέγιστον δύνασθαι ἄλλος ἢ Θεμι‐ στοκλῆς, ὃς τὸν [τῶν] ἀφ’ ἡλίου ἀνίσχοντος μέχρι ἡλίου δυομένου βασιλεύοντα, στρατηγήσας τῶν Ἑλλήνων, κα‐ τεστρέψατο; Ἐνθυμοῦ οὖν, ἔφην ἐγώ, ὦ Ἀλκιβιάδη, ὅτι | |
10 | ἐκείνῳ τοιούτῳ ὄντι οὐχ ἱκανὴ ἡ ἐπιστήμη τοιαύτη οὖσα ἐγένετο ὥστε φυλάξασθαι μὴ ἐκπεσεῖν μηδὲ ἀτίμῳ ὑπὸ τῆς πόλεως γενέσθαι, ἀλλ’ ἐνεδέησε». | |
12 | Καὶ μὴν ἐξ ἴσου ἔγωγε οὐδέποτ’ ἂν θείην Αἰσχίνην Πλάτωνι, μήποτε οὕτω φιλονεικήσαιμι, ἀλλ’ ἀφείσθω τοῖς ἀτό‐ | |
15 | ποις τῶν σοφιστῶν ἡ κρίσις αὕτη. Φημὶ δὲ ὅσῳ μείζων καὶ τελεώτερος Πλάτων εἰς λόγους, τοσούτῳ μᾶλλον ὑπέρ γε Θεμιστοκλέους ἐκεῖνα προσήκει δέχεσθαι. Τὸν μὲν γὰρ ἃ ἤκουσεν εἰκὸς λέγειν, ἢ ὅτι ἐγγυτάτω ἐκείνων· ὁ δὲ τῆς φύσεως οἶμαι κέχρηται τῇ περιουσίᾳ, ὥσπερ καὶ ἄλλα | |
20 | δή που μυρία διεξέρχεται ἐπὶ τῷ Σωκράτους ὀνόματι, περὶ ὧν ὁμολογεῖται μηδὲν ἐκεῖνον πραγματεύσασθαι, [δί‐ καια μὲν οἶμαι ποιῶν κατ’ αὐτό γε τοῦτο, καὶ ἀνδρὸς ἀρίστου τὸ τὸν διδάσκαλον ἀξιοῦν κοσμεῖν, πλήν γε ὅτι καὶ τὸ μηδ’ ἄλλους τῶν οὐκ ἀξίων καταισχύνειν ἐθέλειν | |
25 | προσεῖναι προσήκει.] Ἐκ τῆς κοινῆς ἀπολογίας τὸ προοίμιον. | 102 in vol. 7 |
27 | Ἃ μὲν οὖν περὶ τῶν ἀνδρῶν εἰκὸς ἦν εἰπεῖν μήτε τῶν ἀναγκαίων εἰρῆσθαι μηδὲν παριέντας, μήτε | |
30 | πάντα ἐφεξῆς οἰομένους δεῖν λέγειν, ὡς ἂν μή τῳ δο‐ κοίημεν ἀπειροκάλως ἔχειν, ταῦτά ἐστιν. Ἰσχυρίζεται δ’ οἷς προσέπταισαν πρὸς τὸ δημόσιον, ὥσπερ εἴ τινες χεῖρον ἔγνωσαν περὶ αὐτῶν, [αὐτοὺς] χείρους ἡγεῖσθαι προσ‐ ῆκον, ἢ τῷ καὶ ἄλλους τινὰς εἰς αὐτοὺς ἐξαμαρτεῖν, οὐδ’ | |
35 | ἡμᾶς τοῦ προπηλακίζειν ἀπέχεσθαι δέον. | |
35 | Ἀλλὰ μὴν ὅπου γε καὶ τοῖς ἁμαρτάνουσιν [αὐτοῖς] εἰκὸς εἶναι συγ‐ γνώμην, ἤ που τοῖς γε ἄγουσιν αὐτοὺς πρὸς τὸ βέλτιον, καὶ οἷς ὅθ’ ἡμάρτανον οὐκ ἐπείθοντο, δεινὸν εἰ μὴ φή‐ σομεν. Πλάτων τοίνυν ὡς μὲν ἐκείνοις χρώμενοι κα‐ | |
Bibl.248431b | τώρθουν, οὐκ ἐᾷ σκοπεῖν· ἃ δ’ εἰς αὐτοὺς ἐκείνους ἐξήμαρτον, τοσοῦτον ἀπεῖχον τοῦ δοκοῦντά γε ἐκείνοις ποιεῖν, ὡς ταῦτα κατηγορεῖν. Καὶ ἃ μὲν τῆς παιδείας αὐτῶν ἀπέλαυσαν ὑπερβαίνει· ἃ δὲ οὐχ ὧν ἐπαιδεύθησαν ἦν, | |
5 | ἀλλὰ τῆς ἀνθρωπείας φύσεως ἐμμεμενηκότα, ταῦτ’ ἐπ’ ἐκείνους ἄγει τοὺς ὅπως μηδὲν ἁμαρτήσονται πᾶν ὅσον ἦν ἐν αὑτοῖς πράττοντας, ὥσπερ ἂν εἴ τις τοὺς γραμματιστάς, τοὺς παραδείξαντας τοῖς παισὶ τὰ γράμ‐ | |
ματα καὶ δείξαντας γράφειν ἐκ τῶν δυνατῶν, αἰτίους | 103 in vol. 7 | |
10 | εἶναι φάσκοι τῶν περὶ αὐτὰ ἁμαρτημάτων, εἴ τι μὴ καλῶς ὕστερον μηδὲ ὡς χρὴ γράφοιεν ἐφ’ ἑαυτῶν. | |
11 | Εἰ δὲ μὴ πάντας ἐπαίδευσαν, μηδὲ ὡς οἷόν τε ἀκριβέ‐ στατα, μηδ’ ὡς μάλιστα ἐβουλήθησαν, τί τό γε ἐκπε‐ φευγὸς τῆς ἐκείνων προστασίας ἄν τις τιθείη; Οὐ γὰρ | |
15 | τῆς ἐκείνων ὁμιλίας τοῦτο ἀπώναντο, ἀλλ’ οὐκ ἀπώ‐ ναντο ἐκείνων ἔτι τι τοῦτό γε. Οὔκουν ἐξ ὧν προσεῖχον αὐτοῖς, ἐκ τούτων ἥμαρτον, ἀλλ’ ἐξ ὧν οὐ προσεῖχον, ἐπλημμέλησαν. Οὕτως ἅ γε ἐπείθοντο σαφῶς ἄρ’ οἱ πείθοντες ἔπειθον καλῶς. | |
19 | Τὴν δὲ πολιτικὴν εἰ μὴ | |
20 | πάντας ἐπαίδευσαν Ἀθηναίους Θεμιστοκλῆς καὶ Περι‐ κλῆς καὶ Μιλτιάδης καὶ Κίμων, μηδ’ ἅπαντας ἐφεξῆς βελτίους ἐποίησαν κατὰ φυλὰς καὶ κατ’ ἄνδρα ὥσπερ θεωρικὸν τὴν ἐπιστήμην διανέμοντες, εἶθ’ ὑπερφυές τι φήσομεν κατ’ αὐτῶν εὑρηκέναι, ὡς οὐδ’ αὐτοὶ βελτίους | |
25 | ἦσαν οὐδενὸς εἰς ταῦτα; Καὶ οὐκ ἀγαπᾷς τὸ τοῦ σοῦ Πρωταγόρου, εἰ [καὶ] καθ’ ὁσονοῦν προὐβίβασαν τοὺς πολλοὺς εἰς τὸ βέλτιον, ἀλλ’ εἰ μὴ πάντα ὁ δῆμος ἀνεγκλήτως καὶ ὥσπερ εἷς ἀνὴρ μετεχείρισε, τοῦτ’ ἤδη κατὰ τῶν προστατῶν ἔστι σοι. | |
29 | Τί οὖν θαυμαστόν, εἰ | |
30 | κἀκεῖνοι πολλὰ καὶ χρηστὰ συμβουλεύσαντες Ἀθηναίοις, καὶ πολλὰ τῶν δυσχερῶν κωλύσαντες, μὴ διὰ τέλους αὐτοὺς ἐδυνήθησαν κατασχεῖν μήδ’ ἀθάνατα ἰάσαντο, ἀλλ’ ἡττήθησαν τῆς δήμου φύσεως, εἴτε καὶ τῆς κοι‐ | |
νῆς τῶν ἀνθρώπων δεῖ λέγειν, καὶ μὴ ἐδυνήθησαν | 104 in vol. 7 | |
35 | ἐκ τῆς πόλεως ἐξελεῖν ἀδικίαν, ὥσπερ γεωργοὶ τὰ λυ‐ μαινόμενα τῇ χώρᾳ καθ’ ἕκαστον ἐνιαυτὸν ἐκκόπτοντες, εἶτ’ οὐκ ἐφικνούμενοι διὰ παντὸς τοῦ [λυμαινομένου τὴν χώραν] σπέρματος. Εἰ τοῦτον τὸν τρόπον κἀκείνους ἐθέλοντας καθαίρειν τὴν πόλιν ἐξέφυγε καὶ ἐνέμεινε | |
Bibl.248432a | σπέρμα ἀναγκαῖον ἀδικίας καὶ ἀγνωμοσύνης, καὶ οὐ πάντα ὑπήκουσεν αὐτοῖς, ἀλλ’ ἔστιν ἃ καὶ καθ’ αὑτὸν ὁ δῆμος ἐβουλεύσατο, τίνα τοῦτο τοῖς ἀνδράσιν ἔχει φαυλό‐ τητα; Ἢ τί δεῖ τὰ ἐκείνων ἑτέροις λογίζεσθαι, ὥσπερ [ἂν] εἰ | |
5 | καὶ στάσεως οὔσης ἐν τῇ πόλει, καὶ τούτων τῆς ἑτέρας ἡγουμένων τῆς τῶν ἐπιεικῶν, εἶτα τὰ τῶν ἑτέρων ἁμαρ‐ τήματα καὶ τῶν εἰς τούτους πλημμελούντων αὐτοῖς τούτοις τις προσετίθη. Καὶ τίνα ἔχει φύσιν, οἳ μήτε ἔδρων ταῦτα καὶ προσέτι κωλύειν ἠξίουν; | |
9 | Ἀλλὰ | |
10 | μὴν εἴ [γε] μηδὲ κακῶς ἀκούσασι καλῶς ἔχειν οἰήσεταί τις ταῖς αὐταῖς χρήσασθαι λαβαῖς, καὶ ταύταις μὴ ἐπὶ τῷ κακῶς ἀντειπεῖν ἀλλ’ ἐπὶ τῷ διὰ τῶν ἐκείνου τὰ ἑαυτῶν ἀπολύσασθαι, πῶς εἰρηκέναι αὐτὸν πρότερον κακῶς, ἃ μηδεὶς ἐπηνάγκαζε καὶ δι’ ὧν χείρους ᾤετο | |
15 | ἐκείνους ἀποφῆναι, δεξιόν τι νομίζειν κελεύσει; Ἐλε‐ λήθεις ἄρα σαυτὸν ἁπάσαις ταῖς παροιμίαις ἐνεχό‐ μενος, εἰς πῦρ ξαίνων καὶ λίθον ἕψων καὶ σπείρων τὰς πέτρας. Τί γὰρ τῶν σῶν νουθεσιῶν καὶ λόγων ἀπήλαυ‐ | |
σαν ἐκεῖνοι; Τί τῶν θείων ἢ τῶν ἀνθρωπίνων ἄμεινον | 105 in vol. 7 | |
20 | μετεχειρίσαντο Διονύσιος ἢ Δίων μετ’ ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ σοι τὰ ὦτα ὑπέσχον; | |
21 | Τοσοῦτον ἡμεῖς ἀμείνους τοὺς ἡμῖν χρωμένους, ὦ Πλάτων, ἀπεδείξαμεν ἢ σὺ τοὺς σοί. Εἰ δ’ ἐρεῖς ὅτι βελτίους οὗτοι τὴν φύ‐ σιν, καὶ ταύτῃ φρονιμωτέρους ἡμᾶς ἀποδεικνύεις, εἴ | |
25 | τινας ἐν τούτοις ἔχομεν ἐλπίδας, οὐχ ὥσπερ σὺ τοῦ παντὸς διήμαρτες, ἐκείνοις διαλέγεσθαι προὔργου τι δό‐ ξας εἶναι. Ἔπειτα [ὥσπερ] ἐν οἷς βελτίους ἑτέρων γεγό‐ νασι τὴν φύσιν αἰτιᾷ, οὕτως εἴ τι καὶ προπετέστερον εἰργάσθαι [σοι] δοκοῦσιν, τῆς φύσεως αὐτὸ θὲς τῆς ἑαυ‐ | |
30 | τῶν, καὶ μὴ λάμβανε ἐφ’ ἡμᾶς, μήδ’ ἃ μὲν [ἡμῶν] ἡγου‐ μένων κατέπραξαν, ἀποστέρει τοὺς συμβουλεύσαντας καὶ τοὺς συγκατεργασαμένους [ἡμᾶς] τῷ δοκεῖν τὰ βέλτιστα παραινέσαι, ἃ δὲ ἐπὶ σφῶν αὐτῶν ἐξήμαρτον εἰς ἡμᾶς, ταῦτα ὡς ἡμεῖς ἀδικοῦμεν λέγε· ἐκείνων [μὲν] γὰρ καὶ | |
35 | ἡμεῖς αἴτιοι τὸ μέρος, τούτων δὲ οὐδὲ μικρόν. Καὶ ὁ Πόλλις [αὖ πάλιν] παραλαβὼν Πλάτωνα, Διονύ‐ σιον μὲν καὶ ἀπὼν ᾐσχύνετο καὶ ὧν ἐπέσκηψεν ἐμέ‐ μνητο, σὲ δὲ ὁρῶν καὶ συνὼν παρ’ οὐδὲν ἐποιεῖτο, καὶ ἡ θαυμαστή [σου] δύναμις καὶ πειθὼ κατὰ τοὺς λόγους | |
Bibl.248432b | ἡττᾶτο τῶν ἐντολῶν τοῦ Διονυσίου· καὶ Πόλλις ἐκείνῳ μὲν συνεβάλλετο, καὶ ταῦτα τοιαῦτα ἐπιτάξαντι, σοὶ δὲ οὐδέν. Προσθῶμεν δὲ ὅτι καὶ Σπαρτιάτης ὤν, καὶ | |
τεθραμμένος ἐν νόμοις καὶ πολιτείᾳ δεύτερα [τῶν | 106 in vol. 7 | |
5 | πασῶν] λαχούσῃ παρά σοι κριτῇ, μᾶλλον δὲ πρῶτα τῶν οὐσῶν· καί σοι μάτην, ὡς ἔοικε, τὰ πολλὰ [ἐκεῖνα] εἰς τὴν τῶν Λακεδαιμονίων πόλιν ὕμνηται. [Ὁ γοῦν τῶν Λακεδαιμονίων ποτὲ ναύαρχος τοσοῦτον διήμαρτε τῆς σῆς ἀξίας, ὅσον οὐδ’ ἂν εἷς Περσῶν ἢ Σκυθῶν | |
10 | οἷς οὐκ ἦν συνεῖναι τῆς σῆς φωνῆς τὸ παράπαν.] Καί‐ τοι γε εἰ μὲν ἠξίους τὸν ναύαρχον τῶν Πελο‐ ποννησίων Πόλλιν ἀμείνονα γενέσθαι Διονυσίου περί σε καὶ βουλεύσασθαί τι βέλτιον, ὁ δὲ οὐ προσεῖχέ σοι τὸν νοῦν, ἀλλὰ μὴ τοῦ παρόντος ἦν καὶ τοῦ τὰ αἴσχιστα ἐν‐ | |
15 | τειλαμένου, πῶς οὐχ ἥττω πάμπολυ τοῦ τυράννου; Καὶ ποῦ δίκαιος εἶ προφέρειν, εἴ τινά τις πείθειν ἐπιχει‐ ρῶν ἀπέτυχεν; Εἰ δὲ σὺ μὲν στέργειν ἠξίους τοῖς πα‐ ροῦσιν, ὁ δὲ οὐκ ᾐδεῖτό σου τὴν σιωπήν, οὐδ’ ἁπάντων λόγων ἡγεῖτο ἱκανωτέραν εἶναι τοὺς προσήκοντας αὐ‐ | |
20 | τῷ λογισμοὺς περὶ σοῦ παραστῆσαι, πῶς τῶν εἰκότων ἐτύγχανες, ἢ πῶς τὰ πρέποντα ἀπέλαβες τῆς φύσεως τῆς σεαυτοῦ; Νὴ Δί’ ἀλλ’ οὐδὲν σὺ χείρων, εἰ παρέ‐ παιε Πόλλις καὶ Διονύσιος. Οὐδέ γε ἡμεῖς, ὦ μακάριε, εἴ τις πρὸς ἡμᾶς Ἀθηναίων φαῦλος ἐγένετο. | |
24 | Καὶ | |
25 | πωλοῦντος Πόλλιδος Ἑλλήνων μὲν οὐδεὶς ὠνεῖτό σε τὴν ἱερὰν κεφαλήν (οὕτω πάντες κατείχοντο ὑπὸ τῶν σῶν λόγων), Λίβυς δὲ ἄνθρωπος Ἀννίκερις ὄνομα, | |
ὃν οὐδ’ ἠπίστατο ἀνθρώπων οὐδείς, εἰ μὴ ταῖς σαῖς συμφοραῖς ἀπεχρήσατο. Νῦν δὲ οὐ Πλάτωνα ἐπρίατο, | 107 in vol. 7 | |
30 | ἀλλὰ δόξαν ἑαυτῷ καὶ τὸ γινώσκεσθαι. Μὴ τοίνυν νο‐ μίσῃς ἡμᾶς ἀγνοεῖν τοὺς σοὺς λόγους ἢ μὴ συγχωρεῖν ἀληθεῖς εἶναι, ὡς οὐ θέμις ἀνδρὶ βελτίονι ὑπὸ χεί‐ ρονος οὔθ’ ὑβρίζεσθαι οὔτε βλάπτεσθαι. Σύνισμεν ταῦτα, καὶ μαρτυροῦμεν ὡς ἀληθῆ λέγεις. Ὅμως δέ [γε] ὁ θαυ‐ | |
35 | μαστὸς ἐκεῖνος ἐραστής σου οὐδ’ ὁτιοῦν ὕβρεως καὶ ἀσελ‐ γείας ἀπέλιπε. Καὶ σὺ μὲν οὐδὲν ὑβρίσθης ἴσως· ὁ δέ [γε] οἷς ἡγεῖτο ὑβρίζειν, πλείω ταῦτα ἔπραττεν ἢ δι’ ὧν ᾔδει τιμήσων. | |
38 | Ἀλλ’, ὦ [πάντων] θαυμάσιε Πλάτων, μὴ δι’ ἀμφοῖν ὤθει, καὶ ταῦτα οὐ διὰ τῶν φίλων ἑνὸς | |
Bibl.248433a | [καὶ τῶν ἐχθρῶν] ἀλλὰ διὰ σαυτοῦ [τε] καὶ τούτων οὓς μᾶλλον φίλους ἦν εἰκὸς ἡγεῖσθαι. Εἰ δὲ μή, σκόπει μὴ ὅ τι ἐγκαλέσεις, ἀλλ’ ὅ τι ἀπολογήσῃ πρότερον· το‐ σαῦτά ἐστι καὶ τὰ σά. Εἰ δ’ αὐτὴν ἐφ’ ἑαυτῆς δεῖ | |
5 | τὴν προαίρεσιν ἐξετάζειν, ἀναίτιον μὲν τὸ σὸν εἰκό‐ τως, ἀναίτιον δὲ ἐκ τῶν αὐτῶν καὶ τὸ ἡμέτερον. Καὶ πρόσεστι καὶ τὸ κρατῆσαι τῶν πραγμάτων, καὶ τὸ μείζω ταῦτα εἶναι τῶν τε ὑπό σου σπουδαζομένων ὧν τε αὐ‐ τοὶ προσεκρούσαμεν. Σὺ μὲν τοίνυν ἐλέγχειν ἡμᾶς ἀξιῶν | |
10 | κατὰ σαυτοῦ λέγεις, ἡμεῖς δὲ ὑπὲρ ἡμῶν αὐτῶν λέγοντες καὶ τὸ σὸν θεραπεύομεν. Μᾶλλον δὲ τῆς μὲν σῆς ἀπολογίας καὶ ἡμεῖς μετέσχομεν, σοὶ δ’ οὐχ ὅσον ἡμῖν ὑπάρχει. Ὥστε εἰ μὲν ἡμῶν τις φείσεται, ἄδηλον εἰ | |
καὶ σοῦ· εἰ δὲ σοῦ τις καταγνοίη, τάχα ἂν ἡμῖν γε συγ‐ | 108 in vol. 7 | |
15 | γνοίη· εἰ δ’ αὖ μὴ ἡμῶν [φείσεται], σχολῇ γ’ ἂν σοῦ. Οὕτω τὸ νικᾶν ἡμᾶς ὑπὲρ σοῦ γίνεται. Πρὸς ταῦτα σκόπει μὴ τοὐμὸν ἀλλὰ καὶ τὸ σόν, Τεῦκρος ἔφη τινί· | |
17 | τῷ Ἀγαμέμνονι ὀνειδίσαντι τὸ γένος ὅτι νόθον. | |
18 | Καὶ μὴ βούλου πάντα ἀκριβῶς ἐξετάζειν, μηδὲ τριῶν ὄν‐ | |
20 | των εἰς ἅ τις ἂν βλέψειε, τῆς γνώμης, τῶν ἔργων, τῆς τύχης, ἀφεὶς τὼ δύω τοῦ τρίτου λαμβάνου καὶ ταῦτα καὶ τούτου τοῦ πλείστου μέρους μεθ’ ἡμῶν ὄντος. Εἰ γὰρ ἡμᾶς ἔδει ταῦτα προειδότας ἐξ ἀρχῆς ἐξεπίτηδες ὑπὲρ τῆς Ἑλ‐ λάδος ἡμᾶς αὐτοὺς ἐπιδοῦναι, οὐκ ἂν ὠκνήσαμεν, οὐδ’ | |
25 | ἡττήθημεν τοῦ Κόδρου τοσοῦτον· καὶ σύ γ’ ἂν οἶμαι ταῦτα συνεβούλευσας. Ἐπεί, φέρε πρὸς Φιλίου, πότερ’ ἂν μᾶλλον ἐβουλήθης, μήτε τὰ πραχθέντα δι’ ἡμῶν πεπράχθαι τῇ πόλει, μήτε εἰς ἡμᾶς μηδένα τῶν πολι‐ τῶν ἐξαμαρτεῖν; Οὐκοῦν ἕτεροι καὶ εἰς ἡμᾶς καὶ εἰς ἐκεί‐ | |
30 | νους ἔμελλον· ἢ ἐκείνων γε ἕνεκα ὥστε πραχθῆναι, καὶ ταῦτα εἰ δέοι συμβῆναι; Ἐγὼ μὲν οἶμαι ταῦτα. Οὐκοῦν ὅτε ἀμφότερ’ ἂν φαίης ἐθέλειν μᾶλλον ἢ μηδέτερα, ὁμολογεῖς καὶ τοῖς πεπολιτευμένοις ἡμῖν ἅπαντα ἃ προσ‐ ήκει προσεῖναι, καὶ μειζόνως [τὰ πρὸς εὐδοξίαν] τῇ πό‐ | |
35 | λει τῆς αἰτίας εἶναι. Πῶς οὖν οὐ δίκαιος ἦσθα μᾶλλον ἐπαινεῖν ἢ ψέγειν; [Ὡς δ’ ἁπλῶς εἰπεῖν], ποῦ δίκαιον καὶ μόνους ἀπαιτεῖν εὐθύνας τοὺς οὐ μόνους τῶν πραγμά‐ των αἰτίους; Οὔκουν τούς γε ἡνιόχους αἰτιώμεθα τοὺς ἐξ ἀρχῆς, ἂν ἕτερος τοὺς αὐτοὺς ἵππους παραλαβὼν κακίους | |
Bibl.248433b | ἀποδείξῃ· ἀλλὰ καὶ ἡνίοχοι καὶ πωλοδάμναι καὶ διδάσκαλοι μειζόνως εὐδοκιμοῦσιν, ὅταν τῶν αὐτῶν ἕτεροι κύριοι καθεστῶτες μὴ τῶν ἴσων ἄξιοι γένωνται, καὶ νὴ Δία γε καὶ κατὰ τοὺς αὐτοὺς χρόνους. | 109 in vol. 7 |
4 | Φέρε δὴ καὶ περὶ | |
5 | τῶν συμβεβηκότων αὐτῶν τοῖς ἀνδράσι σκεψώμεθα καὶ διέλθωμεν. Οὐ γὰρ ἁπάντων ὁ δῆμος οὑτωσὶ κατε‐ ψηφίσατο, οὐκ ἀπὸ κοινοῦ δόγματος ταῦτα ἔπαθον, ἀρ‐ χὴν δὲ οὐδὲ ταῦτα πάντες· πόθεν; Ἀλλὰ καὶ Θεμιστοκλῆς μὲν καὶ Κίμων ἐξωστρακίσθησαν· τοῦτο δ’ ἦν οὐ μῖσος | |
10 | [οὔτ’ ἀλλοτρίωσις] τοῦ δήμου πρὸς αὐτούς, ἀλλ’ ἦν νόμος αὐτοῖς περὶ ταῦτα, ἔχων μὲν ὁπωσδήποτε (ἐῶ γὰρ, εἰ μὴ σφόδρα ἄν τις ἐπαινέσαι τὸν νόμον), τὸ δ’ οὖν ἁμάρτημα οὐκ ἀπαραίτητον αὐτῶν ἀλλ’ ἔχον ὡς ἐν τούτοις εὐπρέπειαν· νόμῳ γὰρ, ὥσπερ εἶπον, ἐγίνετο. | |
15 | Ἦν δὲ οὗτος ὁ νόμος· ἐκόλουον τοὺς ὑπερέχοντας μεθι‐ στάντες ἔτη δέκα, ἄλλο δὲ οὐδὲν ἔγκλημα προσῆν, [οὐδ’ ὡς ἐπὶ ἐλέγχῳ πραγμάτων ὀργή]. Καίτοι πῶς οὐ δει‐ νόν, εἰ οὓς οὐδ’ αὐτοὶ οἱ μεθιστάντες εἶχον αἰτιάσασθαι, τούτους αἰτιασόμεθα ἡμεῖς διὰ τοὺς μεταστήσαντας; | |
20 | [Ὥσπερ οἱ βέβαιον μὲν οὐδ’ ὁτιοῦν ἐπιστάμενοι, ἀκοὴν δέ τινα κατηγοροῦντες, καὶ ταῦτ’ οὐδ’ αὐτὴν σαφῆ τὴν ἀκοήν. Ἀλλ’ ἐκεῖσε ἐπάνειμι]. | |
22 | Ὑπὲρ δὲ [τοῦ] τὰ φρονή‐ ματα ἐπισχεῖν τοῦτο τὸ εἶδος τῆς φυγῆς ἐνόμισαν. Οὐκοῦν τούτῳ μεγίστῳ δῆλόν ἐστιν ὅσον κολακείας οἱ ἄνδρες | |
25 | ἀπεῖχον, οὕς γε ὅπως ὑφεῖντο τοῦ φρονήματος διὰ τοῦτο | |
μεθίστασαν, οὐδενὸς ἄλλου τῶν πάντων ἕνεκα. Ὥστε τοῦτό γε οὐ κατ’ αὐτῶν ἀλλ’ ὑπὲρ αὐτῶν ἔλαθες εἰρηκώς, ὡς δεινὸς σὺ τηρεῖν τὰ λεγόμενα καὶ τοὺς ἄλλους ἐλέγχειν. Δοκοῦσι γάρ μοι τὰς συμφορὰς [ἐνθυμούμενοι] τὰς ἐπὶ | 110 in vol. 7 | |
30 | τῶν Πεισιστρατιδῶν γενομένας [ἑαυτοῖς] μηδένα βούλεσθαι μεῖζον [ἐᾶν] τῶν πολλῶν φρονεῖν, ἀλλ’ ἐξ ἴσου εἰς δύ‐ ναμιν εἶναι. Δίκαια ἄρα ἐποίουν ἐλαύνοντες Κίμωνα καὶ Θεμιστοκλέα; Οὐ λέγω ταῦτα, ἀλλ’ οὐδ’ ἀναίσχυντά γε παντελῶς, ἀλλὰ καὶ αὐτοῖς ἔχοντα παραίτησιν κἀκεί‐ | |
35 | νοις οὐκ ἀσχήμονα τὴν συμφοράν. | |
35 | Περικλῆς δέ, ἕως μὲν εἰρήνην ἡ πόλις ἦγεν, οὐδεμίαν οὔτε μείζω οὔτε ἐλάττω παρ’ αὐτοῖς αἰτίαν ἔσχεν, ἀλλ’ ἐξ ἴσου τοῖς θεοῖς ἐθαυμάζετο. [Καὶ ἔτι πρότερον στρατιὰς πολλὰς ἐξα‐ γαγὼν Ἀθηναίων ἐπὶ τοὺς οὐκ ἐθέλοντας τοῖς δικαίοις | |
Bibl.248434a | ἐμμένειν, οὐκ ἄμεμπτος μόνον ἀλλὰ καὶ πολλῷ τινι πρῶτος ἦν]. Ἐπεὶ δ’ ἅμα τῆς τε χώρας ἠναγκάζετο στέ‐ ρεσθαι, καὶ ὁ λοιμὸς ἅπαντα φθείρων ἐπέκειτο, καὶ κα‐ κῶν ἀνάπαυσις οὐκ ἦν, οὕτω δὴ τῶν συμφορῶν ἡττη‐ | |
5 | θέντες ἐτραχύνθησαν πρὸς αὐτόν. Καί μοι τοῦ παρα‐ δείγματος ἐνταῦθ’ ἀναμνήσθητι τοῦ τῶν ἡνιόχων· τάχα ἂν γὰρ ἁλοίης τοῖς ἅρμασι τοῖς σαυτοῦ, καὶ οὐ τοῖς πτε‐ ροῖς. | |
8 | Ἀλλ’ οὐδ’ εἶχεν [οὔθ’ ὁ Νέστωρ] ὅ τι χρήσαιτο μὴ ὅτι ἐκείνῳ τῷ τὴν πληγὴν λαβόντι, ἀλλ’ οὐδὲ τοῖς | |
10 | ἄλλοις ἵπποις τεταραγμένοις ὑπὸ τοῦ πάθους. Ἀλλ’ οὐδ’ ἀπολῦσαι τὸν ῥυτῆρα ἐν τῷ θορύβῳ ῥᾳδίως ἐδύνατο, ἀλλ’ ὥσπερ ἐπὶ χαλκοῦ ζεύγους εἰστήκει [μένων] ὅσα μὴ | |
ἀπῆν τό γε ἀτρεμεῖν. Οἴκοι πονηρῶς ἐπεπράγεσαν (ἀντὶ τοῦ ἀτυχῶς). Ἀπεσείσαντο μὲν τὸν ἡνίοχον, | 111 in vol. 7 | |
15 | ἀποσεισάμενοι δὲ οὕτως εὖ καὶ καλῶς ἤχθησαν ὑπ’ αὐτοῦ τὸν ἄνω χρόνον, ὥστε ἔγνωσάν τε ὃ ἔδρασαν, καὶ μετέγνωσαν, καὶ ὑποκύψαντες ἐξ ἀρχῆς παρεῖσαν ἄρχειν καὶ ἄγειν ὅποι βούλοιτο ἑαυτούς. | |
18 | Ἀλλὰ μὴν ὅτε καὶ τὸν ἔμπροσθεν χρόνον εὐδοκίμει πολλὰ ἑξῆς ἔτη καὶ μετὰ | |
20 | τὴν καταδίκην μέγιστος πάλιν ἦν τῶν πολιτῶν, πῶς οὐκ ἀμφοτέρων ἕνεκα ζηλωτός ἐστι, καὶ τῆς ἀρχῆς καὶ τοῦ τέλους; Οὐ γὰρ τὸ προσκροῦσαι τοῖς ἔμπροσθεν ἐπεσκό‐ τησεν, ἀλλὰ τὸ τιμᾶσθαι μετὰ τοῦτο πᾶσαν παρεγρά‐ ψατο τὴν συμφοράν. Οὐ γὰρ τὸ μέσον κύριόν ἐστιν ἑκα‐ | |
25 | τέρων τῶν καιρῶν, ἀλλὰ κρατεῖ τὸ συναμφότερον τοῦ μέσου. Εἴτε γὰρ τοῖς πρώτοις δεῖ διδόναι τὴν ψῆφον, ἐτιμᾶτο ἀπ’ ἀρχῆς· εἴτε τοῖς ὕστερον, οὐκ ἐν οἷς κατέ‐ γνωσαν ἔστησαν, ἀλλὰ προσεῖχον πάλιν ὡς αὐτῶν βελ‐ τίονι. Καὶ μὴν οὐχ ὅσον δύο ἀνθ’ ἑνός ἐστιν, ἀλλ’ ὅτι | |
30 | καὶ τὸ πλῆθος ἑκάστου χρόνου οὐκ ἴσον οὐδὲ ἐγγύς. Καὶ μὴν οὐδὲ τοὺς λαχόντας ἅπαντας οἴεσθαι χρὴ καταγνῶ‐ ναι τὴν γραφὴν αὐτοῦ, ἀλλ’ εἶναί τινας οἳ καὶ τῷ Περι‐ κλεῖ καλῶς ποιοῦντες ἔθεντο. Οὐκοῦν τούτους βελτίους τε καὶ βελτίστους ἦν πεποιηκώς; | |
34 | Καίτοι τί φήσομεν, | |
35 | ὦ τῶν Ἑλλήνων ἄριστε, πότερον δικαίως εἰς σὲ τότε ἐκείνους ταῦτα τολμᾶν, ἢ σὲ τῆς ἐκείνων μανίας ὑπεύ‐ θυνον εἶναι; Ἐγὼ μὲν γὰρ οὐδέτερον ἂν φαίην. Καὶ μὴν | |
ἔχοι γ’ ἄν τις τοὺς σοὺς λόγους ἀμυνόμενος διπλᾶ στρέ‐ φειν κατὰ σοῦ καὶ κατὰ Σωκράτους, ὡς εἰ καὶ τὰ μάλιστα | 112 in vol. 7 | |
Bibl.248434b | ἀδίκως ὑμῖν ταῦτα συνέβαινε, τρόπον γέ τινα τὰ προσήκοντα ἐπάσχετε, εἴπερ γε τοιούτους ἀπεδείκνυτε οὓς ἐπαιδεύετε. Οὐκοῦν εἰ μὲν τὰ τῶν ὁμιλητῶν ἁμαρτήματα τῶν προεστηκότων ἐστὶ κατηγορήματα, σαυτοῦ καὶ τοῦ ἑτέ‐ | |
5 | ρου μᾶλλον κατηγόρηκας ἢ Περικλέους [τε] καὶ ὧν οἴει. Καὶ νὴ Δί’, εἰ βούλει, τὸ μᾶλλον ἀφίημί [σοι]. Ὅτι δὲ οὐχ ἧττον, ἀρκεῖ. Εἰ δ’ ὑμεῖς ἀθῷοι, κἀκείνους ἐκ τῶν αὐ‐ τῶν εἰκός ἐστιν εἶναι, εἴπερ [γε] τοῦ ἴσου μέμνησαι καὶ μὴ ὑπερβαίνεις τὴν γεωμετρίαν ἑκών. | |
9 | Εἶθ’ ὃν αὐτὸς | |
10 | ἀφῆκες ἂν τῆς αἰτίας, τοῦτον διαβάλλεις ἐκ τῆς αὐ‐ τῆς ταύτης αἰτίας. Καὶ πῶς οὐκ ἄτοπον ἄλλῳ μὲν [ἂν] λέγοντι μὴ πιστεύειν, αὐτὸν δὲ κατηγορεῖν; Καὶ δι’ ἃ τὸν λέγοντα ἡγοῦ χείρω, διὰ ταῦτα Περικλέα ἀξιοῦν φαῦλον νομίζεσθαι; Καὶ τοὺς καταψηφισαμένους αἰτιώ‐ | |
15 | μενον ἡμᾶς πείθειν συγκαταγινώσκειν, ὥσπερ χρηστοῦ τινος πράγματος μεθέξειν μέλλοντας, ἀλλ’ οὐχ ὃ μηδ’ ἐκείνοις καλῶς εἶχε ποιῆσαι; Κἀκεῖνοι μὲν αὐτοὶ τὴν ἑαυτῶν καταδίκην οὐχ ὑπελογίσαντο, ἀλλ’ ἐτίμων πά‐ λιν ὡς χρηστὸν καὶ δίκαιον· ἡμεῖς δὲ οὗ μηδὲν ἄλλο | |
20 | κατηγορεῖν ἔχομεν, τοῦτον ἀτιμάσομεν διὰ τὴν δίκην; Καὶ τῶν αὐτῶν ἀνδρῶν ὃ μὲν ἥμαρτον, ἰσχυρὸν ποιη‐ σόμεθα, ἃ δὲ εὖ φρονοῦντες ἔπραττον ἐν οὐδενὸς μοίρᾳ | |
θήσομεν, καὶ ταῦτα ὁμολογοῦντες ὡς ἥμαρτον, μᾶλ‐ λον δὲ κατηγοροῦντες; Καὶ τίνα τοῦτ’ εἶχε λόγον; Ἐγὼ | 113 in vol. 7 | |
25 | μὲν οὐκ ἐπινοῶ. | |
25 | Πλάτων δὲ τὴν συμφορὰν ὡς ἀδίκημα κατηγόρηκε, τὴν μὲν τύχην ἀντὶ γνώμης ἐξε‐ τάζων, τὴν δ’ ἑτέρων ἁμαρτίαν ὡς ἐκείνων οὖσαν τι‐ θείς. Εἰ δὲ τοὺς καταψηφιζομένους τοῖς ἵπποις ἀπει‐ κάζων τοῖς λακτίζουσιν ἰσχυρόν τι λέγειν καθ’ ὧν ἡ | |
30 | ψῆφος οἴεται, ταχύ γ’ ἂν εἰ τοῖς δώδεκα θεοῖς ἔσχεν εἰκάσαι τοὺς καταγνόντας, ἀπέσχετ’ ἂν τῶν ἁλόντων τὸ μὴ οὐ κακῶς εἰπεῖν. | |
32 | Εἰ δ’ ἐπ’ ἀμφότερα Πλά‐ των αἰτιάσεται τοὺς ἄνδρας, ὥσπερ σοφοῦ τινος ἐπειλημ‐ μένος, τί κωλύει τινὰ τὰς ὁμοίας ἀνταποδιδόντα ἐπ’ | |
35 | ἀμφότερα [αὖ] φιλονείκως ὑπολαμβάνοντα διαλύειν ὡδὶ τὸν λόγον, ὅτι εἰ καλῶς καὶ τὰ δίκαια αὐτῶν Ἀθη‐ ναῖοι κατέγνωσαν, οὐκ ἦσαν ὑπ’ αὐτῶν διεφθαρμένοι· τὰ γὰρ δίκαια ἐποίουν. Οὐκοῦν οὐδὲ ἐκεῖνοι διεφθάρκεσαν· ὥστε εἰ δικαίως ἑάλωσαν, οὐδὲν ταύτῃ γε χείρους ἦσαν. | |
Bibl.248435a | Εἰ δὲ ἀδίκως αὐτῶν ἐκεῖνοι κατεψηφίσαντο, ἀδικεῖ‐ σθαι τοῖς ἀνδράσι περίεστιν, ἀδικεῖν δὲ οὐδαμῶς· τοῖς δ’ ἀδικηθεῖσι βοηθεῖν, οὐκ ἐγκαλεῖν εἰκός ἐστιν. Εἰ δέ τοι καὶ μὴ δυνατὸν βοηθεῖν, ἀλλ’ οὐχὶ καὶ δίκαιον ἐγκα‐ | |
5 | λεῖν. Ἐγὼ δὲ ταῦτα μὲν τοῖς κομψοτέροις παρίημι· αὐ‐ τὸς δὲ τί φημι καὶ πῶς δέχομαι λόγον; Οὐκ ἔστι | |
δίκαιον ἅμα ἀμφοῖν κατηγορεῖν, καὶ τοῦ δήμου κἀκεί‐ νων· ἢ σαφῶς τοὺς ἑτέρους συκοφαντήσομεν. Εἰ μὲν γὰρ ὀρθῶς ἐκεῖνα κατεγνώσθη, ἠδίκουν μέν (ὡς ἔοικεν) | 114 in vol. 7 | |
10 | ἐκεῖνοι, τῷ δήμῳ δ’ ἃ προσήκει πέπρακται, ὥστε οὐχὶ δήπου ταῦτά γε δίκαιον κατηγορεῖν αὐτοῦ. [Πῶς οὖν τοῖς ἀγριαίνουσι τῶν ζῴων αὐτὸν ἀπεικάζοντες ὀρθῶς φή‐ σομεν ποιεῖν;] Εἰ δ’ ἥμαρτεν ὁ δῆμος, ἅμα τε ἐκείνῳ ἡμάρτηται καὶ τοῖς ἀνδράσι τοὔνειδος λέλυται. [Αὐτὸ γὰρ | |
15 | τοῦτό φαμεν δήπουθεν ἁμαρτεῖν Ἀθηναίους, τιμήσαν‐ τας ἐκείνοις φυγῆς ἢ χρημάτων ἢ ὁτουδήποτε ἐτίμη‐ σαν ἑκάστῳ. Οὗτος δὲ ὁ λόγος τί λέγει; Μηδενὸς τούτων ἐκείνους ἀξίους εἶναι. Καὶ μὴν εἴ γε ἠδίκουν, ἄξιοι τούτων ἦσαν· ὅτε δὲ οὐ τούτων ἄξιοι, σαφῶς οὐκ ἠδίκουν. Τοὺς δ’ | |
20 | οὐκ ἀδικοῦντας κακῶς λέγειν καὶ συκοφαντεῖν οὐχὶ δίκαια ποιεῖν ἐστιν]. Ἡμεῖς τοίνυν ἀντὶ τοῦ κατηγορεῖν ἀμφο‐ τέρων ὑπὲρ ἀμφοτέρων τὰ πρέποντα ἀπολογούμεθα, οὔτε τοῦ δήμου τὴν αἰτίαν πάντως εἶναι φάσκοντες, οὔτε ἐκείνους προσήκειν, εἰ ὅτι προσέπταισαν, χείρους νο‐ | |
25 | μίζεσθαι. | |
25 | Καὶ οὐκ ἐπὶ μὲν τῶν ἀθλητῶν οὕτω συμ‐ βαίνει, τὰ δὲ τῆς μουσικῆς ἑστηκυίαν ἔχει τὴν νίκην τοῖς κρείττοσιν, ἀλλὰ κἀνταῦθα τὸ τοῦ Πινδάρου κρα‐ τεῖ· πάνυ γὰρ μετ’ ἀληθείας τοῦτ’ ἐκεῖνος ὕμνησεν· «ἐν ἔργμασι νικᾷ τύχα οὐ σθένος». | |
30 | Ὥστε ἰδὼν τὸν Εὔμηλον Ἀχιλλεὺς τοῦ ἅρματος ἐκ‐ πεσόντα ᾤκτειρέ τε καὶ λέγει· «Λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους». Ἆρ’ οὖν οὐ παράδοξον ἑξῆς οὕτω θεῖναι παράλληλα, καὶ | |
τὸν αὐτὸν λοῖσθόν τε καὶ ἄριστον προσειπεῖν; Ἀλλ’ ὅμως | 115 in vol. 7 | |
35 | τοιαῦτα, φησί, τὰ ἀνθρώπεια (τοῦτο γάρ μοι δοκεῖ τῶν ῥημάτων τὸ βούλημα εἶναι) ὁ αὐτὸς ἀνὴρ ἄριστός τε καὶ ἔσχατος. Ὅπερ περὶ τοῦ δακτύλου φασί ποτ’ εἰπεῖν Ὀρόντην τὸν Πέρσην, ὡς ὁ αὐτὸς ὢν τῇ θέσει ποτὲ μὲν τὰ μυρία σημαίνει, ποτὲ δ’ οὐ πλέον ἢ ἕν. Ὥστε | |
40 | μοι μὲν ἀντικρὺς [εἰς τὸ Πλάτωνος παράδειγμα] ὁ Εὔ‐ | |
Bibl.248435b | μηλος τείνειν δοκεῖ, κατά τε ἄλλα, καὶ οὐχ ὅσον τῆς νίκης ἐστερήθη, ἀλλὰ καὶ ἀγκῶνάς τε περιεδρύφθη στόμα τε ῥῖνάς τε ὑπὸ τῶν ἵππων τῶν ἀρίστων καὶ ὑφ’ ὧν οὐδέποτε ἐσφάλη. | |
4 | ||
5 | Ὀρόντης ὁ Περσὴς ἐκπεσὼν τῆς ἀρχῆς. «Καὶ ὁ δάκτυλος» ἔφη «ποτὲ μὲν ἕν ποτε δὲ μυρία σημαίνει». | |
6 | Εἰ φίλοις ἰσχύεις, εἰ χρήμασιν, εἰ δόξαν ἔχεις ἐν τῇ πόλει, μηδενὶ τούτων ἐπαρθῇς, μηδὲ μεῖζον φρονήσῃς τῇ ἐξουσίᾳ. Εἰ πάντων κρατήσεις ἡττήσῃ τῆς τύχης. | |
10 | Ταῦτ’ ἐστιν ὁ ἀγὼν οὗτος, ταῦθ’ Ὅμηρος λέγει. Οὐδὲν τῶν ἀνθρωπίνων ἀσφαλὲς οὐδ’ ὁμαλὸν οὐδ’ αὐταρκές. Ἀλλ’ ἡττήσεται μὲν ὁ ἰσχυρὸς τοῦ ἀσθενοῦς ὅταν καιρὸς ᾖ τούτου, ἁλώσεται δὲ Βαβυλὼν αὐτοῖς τείχεσι, πάλιν δὲ τοὺς Πέρσας πορθήσουσιν ἕτεροι· πάντα ταῦτα ἐναλλὰξ | |
15 | περιέρχεται. | |
15 | Εἰ δὲ ἔσωζον μὲν οἱ κυβερνῆται πάντες ἅπαντας τοὺς ἐμπλέοντας, ἔσωζον δ’ οἱ ἰατροὶ ἅπαντες ἅπαντας τοὺς κάμνοντας, ἐνίκων δὲ οἱ κρείττονες, ἐνί‐ | |
κων δὲ οἱ μείζονες, τὸ δ’ ἀεὶ τούτοις πᾶσι προσῆν, μηδεὶς δ’ ἐσφάλλετο τῶν ἀρξαμένων κατορθοῦν, εὐχὴ | 116 in vol. 7 | |
20 | δὲ καὶ δύναμις μηδὲν διέφερεν, ἀθάνατα πάντ’ ἂν ἦν τὰ τῶν ἀνθρώπων πράγματα, καὶ οὐδὲν ἂν ἴσως εὐχῆς προσέδει, οὐδ’ ἂν κατέκλυζεν ἡμᾶς τῶν πίθων ἅτερος ὥσπερ νῦν. | |
23 | Μὴ τοίνυν θαυμάσῃς εἰ Περικλῆς ἔχων ἐπιστήμην καὶ τέχνην τοῦ θεοῦ καὶ τῆς τύχης ἡττᾶτο. | |
25 | Μηδ’ ἀμνημόνει τῶν καιρῶν, οὓς αὐτὸς φῂς οὐκ ὀλίγον δύνασθαι, οἷς οὐ πρᾳοτάτοις ἐκεῖνος τότε χρησάμενος φαίνεται. Πολλὰ καὶ παράδοξα κατ’ ἀνθρώπους καὶ γέγονε καὶ γενήσεται· ὧν ἔστι καὶ τὰ τούτοις τοῖς ἀνδράσι συμ‐ βάντα. Τίς δ’ οὐκ ἂν φαίη; Ἀλλ’ οὔπω ταῦτά ἐστιν ἔλεγχος | |
30 | κατ’ αὐτῶν ὡς οὔτε ἠπίσταντο χρηστὸν οὐδέν, οὔτε ἐδύ‐ ναντο βελτίους [ποιεῖν]. Ἀλλ’ ἐξῆν αὐτοῖς τήν γε τέχνην δήπουθεν ἔχειν καὶ τὸ χρηστοὺς εἶναι, εἰ καὶ τῶν μει‐ ζόνων ἐπικουριῶν ἔν γε τῷ τότε ἐστέρηντο. | |
33 | Ἡδέως δ’ ἂν ἐροίμην, ὅστις βούλοιτο δέξασθαι τὸ ἐρώτημα ὑπὲρ | |
35 | Πλάτωνος, αὐτὸς [δὲ] δὴ τί μαθὼν ἡμῖν ὁ Πλάτων οὐκ ἐπολιτεύσατο; Ἆρ’ οὖν ἄλλο τι φήσειεν ἂν ὁστισοῦν ἢ τὸ αὐτὸ τοῦτο, ὅπερ καὶ Σωκράτης λέγων ἐκείνῳ φαίνεται; Τί μὴν ἕτερον; Εἶθ’ ἃ φοβηθεὶς μὴ πάθῃς οὐκ ἐδη‐ μηγόρεις; ταῦτ’ εἴ τις ἐκείνων πέπονθεν, ὡς οὐ τὰ βέλ‐ | |
40 | τιστα συνεβούλευεν ἰσχυρίζῃ; Καὶ μὴν εἰ μὲν οὐδεὶς ἐπῆν | |
Bibl.248436a | κίνδυνος, τοῦ χάριν οὐδὲν ὤνησας τὴν πατρίδα; Εἰ δ’ ἕτοιμον ἦν ἀπολωλέναι, τί θαυμάζεις εἴ τις ἐκείνων | |
ἐχρήσατο συμφορᾷ, καὶ τῷ τὰ βέλτιστα λέγειν τιθεὶς αὐτὸς ἕπεσθαι τὸ κινδυνεύειν, ἐκείνους ἐξ ὧν ἠτύχησαν | 117 in vol. 7 | |
5 | ἀποστερεῖς τὸ λέγειν τὰ βέλτιστα; | |
5 | Οὐκοῦν ὅτ’ ἐκεῖνοι φαίνονται μηδὲν τῶν μελλόντων αὐτοῖς ἔσεσθαι δυσχερῶν ὑπολογισάμενοι πρὸς τὸ δίκαιον, ἀλλ’ ἀφειδῶς καὶ ἁπλῶς δόντες αὑτοὺς ὑπὲρ τοῦ κοινῇ βελτίστου, τῷ Σω‐ κράτους κέχρηνται λόγῳ. Ὥστε ἢ δεικτέον ἐστὶν ὡς οὔτε δί‐ | |
10 | καια οὔτε ἀγαθῶν ἀνδρῶν ἦν ἔργα ἃ προείλοντο καὶ οἷς ἐνεχείρησαν, ἢ συγχωρητέον χρηστοὺς εἶναι τοὺς ἄνδρας, εἰ καὶ ὁτιοῦν ἀπήντησε καὶ τοσούτῳ μᾶλλον καὶ μειζόνως ὅσῳ τὴν δυσκολίαν τοῦ πράγματος οὐκ ἔδεισαν· φαῦλοι γὰρ ἂν τῷ γε Σωκράτους λόγῳ εἶεν. | |
15 | Ἔπειτα τοσούτου ἐδέησε τῆς ὑπαρχούσης δόξης ἐκείνοις ἀφελεῖν ἐπιχειρεῖν, ἵνα δὴ μείζων αὐτὸς φανείη, ὥστε τὴν αὑτοῦ πολιτείαν εἰς τὴν ἐκείνων ἀνενήνοχεν. Ἔπειθ’ ὅτι οὐδὲ τὰ τῶν ἀντιπάλων παραπλήσια, ἀλλὰ πρὸς ἄνδρας ὀξεῖς καὶ δεινοὺς ἦν τὸν Δημοσθένην παρα‐ | |
20 | τάττεσθαι, καὶ συγκεκροτημένους καὶ τοῖς Ἀθηναίοις ὁμό‐ ρους καὶ προσοικοῦντας, καὶ ἅμα τῷ κηρυκείῳ καὶ τῷ σιδήρῳ χρωμένους, καὶ τὰ πλεῖστα τῶν πραγμάτων ἐξ ἀφανοῦς ἀφαιρουμένους. | |
23 | Διὰ γὰρ τῶν προδοτῶν τὰ πολλὰ Φίλιππος ἴσχυεν. Ὥσπερ | |
25 | ἐπεισόδιον χρηστὸν ἐπεισήγαγε, καὶ τοῦ τε Περικλέους αὐτοὺς ὑπεμίμνῃσκε καὶ ἄλλων. | |
26 | Πότερος [καὶ] τὴν ὅλην γνώμην φιλανθρωπότερος, | |
καὶ περὶ αὐτοὺς τοὺς λόγους δεξιώτερος κατὰ τοῦτο τὸ μέρος, πότερ’ ὅστις, αὐτῷ μηδεμιᾶς ἀνάγκης ὑπαρχού‐ | 118 in vol. 7 | |
30 | σης, κακῶς λέγειν εἵλετο τοὺς ἄνδρας, ἢ ὅστις, ὄντος μὲν τοῦ παροξύνοντος, οὐ προήχθη οὐδ’ ἠξίωσεν ἑαυτὸν σεμνύνειν ἐν οἷς ἑτέρους ἔμελλε κακῶς ἐρεῖν; Ἔχε δὴ πρὸς θεῶν. Πῶς ἄν τις μᾶλλον ἁλοίη τἀναντία λέ‐ γων αὐτὸς ἑαυτῷ; Ὅστις λέγων μὲν ὡς ἦσαν κόλακες, | |
35 | καὶ τοῦτ’ ἀγωνιζόμενος, εἶτ’ αὐτὸς αὖ φησιν ὡς οὐκ ἐχρῶντο τῇ κολακικῇ· πάλιν δὲ ὧν ἀφῆκεν αὐτοὺς ταῦτα κατηγορεῖ. Καὶ δι’ ὧν μὲν ἐλέγχειν προὐθυμεῖτο, διὰ τούτων ἀφεῖναι ἠναγκάσθη· διὰ δ’ ὧν ἀφῆκαν οὓς ᾐτιάσατο τῆς κολακείας, διὰ τούτων ῥητορικὴν ὡς κο‐ | |
40 | λακείαν ἐλέγξειν ἀξιοῖ. | |
40 | Καὶ μὴν εἰ μὲν ἔμελλε (τοῦτο | |
Bibl.248436b | γάρ ἐστιν ἤδη τὸ ἰσχυρότατον) κόλακας τρόπον τινὰ αὐτοὺς ἐκ τῶν αἰτιῶν δόξειν ἀποφαίνειν, κἀνταῦθα στή‐ σεσθαι τοῦ λόγου, τάχα ἄν, εἰ καὶ τὰ μὴ ὄντα μὴ ὄντα κατη‐ γόρησεν, ἀλλ’ οὖν ἐδόκει γ’ ἄν τι προὔργου τῶν λόγων | |
5 | εἶναι. Ὅτε δὲ εἰπὼν ἅπανθ’ ὅσα εἶχε κατ’ αὐ‐ τῶν, εἶτα ὥσπερ δικαστὴς ἑτέρου λέγοντος ἀκηκοὼς ἀφῆκε τῆς αἰτίας αὐτούς, τίς ἔσθ’ ἡ χρεία τῶν λόγων; Ἢ πῶς οὐχ ἅμα τε ψευδῆ καὶ μάτην ἅπαντα εἴρηται; Φέρε δὴ τί αὖ φησιν ἐνταῦθα; Προστάτης γὰρ πόλεως οὐδ’ | |
10 | ἂν εἷς ποτε ἀδίκως ἀπόλοιτο ὑπ’ αὐτῆς ταύτης τῆς πόλεως ἧς προστατεῖ. Ταῦτ’, ὦ πρὸς Διός, πῶς τις εἶναι φῇ τῆς αὐτῆς γνώμης ἢ πρὸς τὸ αὐτὸ τελευτᾶν; Ἅμα μὲν τὸν τῷ δικαίῳ βοηθοῦντα ἀναγκαίως ἔχειν | |
ἀπολέσθαι ὑπὸ τῆς πόλεως ἧς προστατεῖ, ἅμα δ’ ἂν ἀπό‐ | 119 in vol. 7 | |
15 | ληται, οὐκ ἄν ποτε τοῦτ’ ἀδίκως παθεῖν ὑπὸ τῆς πόλεως ἧς προστατεῖ. Ποῦ ταῦτ’ ἐστιν ἐοικότα, ἢ πῶς εἰς ταὐ‐ τὸν τελεῖ; | |
17 | Σκοπῷ δὲ κἀκεῖνο, ὡς εἰ μέν ἐστιν ἡ ῥητορικὴ κολακεία, καθάπαξ δεῖ τῇ κολακείᾳ χρω‐ μένους αὐτοὺς φαίνεσθαι, ἐπειδή γε ἦσαν ῥήτορες ὥστε | |
20 | πῶς ἢ ἐκείνους ἀπολύει τῆς αἰτίας, ἢ ῥητορικὴν προσ‐ είρηκέ τινα ἀληθινήν; Εἰ δ’ αὖ χρηστὸν ἢ σπουδαῖον ἡ ῥητορική, δεῖ τοῦ βελτίστου δοκεῖν μέλειν αὐτοῖς· ὥστε πῶς ἢ ἐκείνους μὴ πρὸς τὸ βέλτιστον λέγειν αἰτιᾶται, ἢ τὴν ῥητορικὴν κολακείαν καλεῖ; Εἰ δ’ αὖ διπλοῦν τι | |
25 | τὸ τῆς ῥητορικῆς [ἐστι], καὶ τὸ μὲν αὐτοῦ κολακεία [τε καὶ αἰσχρὰ δημηγορία] τὸ δ’ ἕτερον προστασία τοῦ δικαίου, ἀναγκαῖον ἐκείνοις τοῦ [γ’] ἑτέρου μετεῖναι σαφῶς γε οὑτωσί. Πῶς οὖν ἀμφοτέρων ἀποστερεῖς αὐτούς; Καὶ μὴν εἴ γε καὶ δικαίως ἀποστερεῖς ἀμφοτέρων, τρίτη τις | |
30 | ἂν εἴη παρ’ ἀμφοτέρας ταύτας ῥητορικὴ πάλιν. Ὥστε οὔτε διπλοῦν ἔτι τούτῳ τῷ λόγῳ τὸ τῆς ῥητορικῆς· οὐδὲ ἔδειξε δήπου Πλάτων ἥτις ἐστὶν ἡ τρίτη. | |
32 | Εἰ μὲν γὰρ ἄλλως ταῦτ’ ἐστι λόγου χάρις [τε] καὶ ἡδονή, τί τῆς ῥητορικῆς ταῦτα κατηγορεῖ; Καὶ τί τῶν κολάκων εἷς | |
35 | γίνεται, λέγων τὰ ἡδίω πρὸ τῶν ἀληθῶν, καὶ ταῦτα μη‐ δεμιᾶς ἀνάγκης ἐπούσης; Εἰ δὲ ἐφ’ ἅπασι δικαίοις καὶ μετὰ τῆς ἀληθείας εἴρηται, τίνι χρὴ μείζονι λῦσαι τὰς βλασφημίας; Ἢ τίνα καλλίω ποιήσασθαι μαρτυρίαν αὐτοῦ Πλάτωνος, ὅταν ἐνταῦθα μὲν καὶ παραχρῆμα | |
40 | ἀφιεὶς φαίνηται τῆς αἰτίας αὐτούς, ἑτέρωθι δὲ καὶ καθά‐ | 120 in vol. 7 |
Bibl.248437a | παξ ἐγκωμιάζων, καὶ τὸν Στησίχορον μιμούμενος τῇ παλινῳδίᾳ; | |
2 | Ἀλλὰ γὰρ ὡς μὲν οὐκ ἄριστος τῶν Ἑλ‐ λήνων Πλάτων, κάκιστος ἂν εἴη καὶ Ἑλλήνων καὶ βαρ‐ βάρων ὅστις οὐκ ἐθέλει λέγειν. Ἔοικε δέ τι καὶ τῆς φύ‐ | |
5 | σεως ἀπολαύειν, ὥσπερ οἱ βασιλεῖς τῆς ἐξουσίας, οἷον καὶ περὶ αὐτὴν τὴν λέξιν ἔστιν οὗ φανήσεται ποιῶν, ἀδείᾳ λόγων πλείονι χρώμενος, καὶ περί γε αὐτὰς τὰς ὑποθέσεις. | |
8 | Ὅτι ὀνοματοποιεῖ, καὶ ὅτι καὶ ἀποβεβιωκότας ὡς ἔτι πα‐ | |
10 | ρόντας εἰσάγει τοῖς ἐπαΐσουσι διαλεγομένους. | |
10 | Οὐδέ γε Εὐριπίδου φήσομεν τὸ ἰαμβεῖον εἶναι τὸ σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ, [οὐδ’ εἴ τις οὕτω τῶν σοφῶν εἴρηκεν]· ἔστι γὰρ ἐξ Αἴαντος Σοφοκλέους, Αἴαντος τοῦ Λοκροῦ. Ἀλλ’ ἔστι ταῦτα ἀπὸ | |
15 | τῆς τῶν διαλόγων ἐξουσίας καὶ συνηθείας ὡρμημένα. Τῷ γὰρ ἅπαντας αὐτοὺς εἶναι ἐπιεικῶς πλάσματα, καὶ πλέκειν ἐξεῖναι δι’ ὧν ἄν τις βούληται, ἔνεστί τι κἀν τοῖς λόγοις αὐτοῖς οὐ σφόδρα τηροῦν τὴν ἀλήθειαν· καὶ ἅμα ἐμοὶ δοκεῖν ἐφέλκεταί [τι] τῆς ἐλευθερίας καὶ τῆς μεγα‐ | |
20 | λοπρεπείας, καὶ οὐ παντάπασιν ἀκριβολογεῖται, ἀλλ’, ὥσπερ ἔφην, συγχωρεῖ τῇ φύσει. Ἔπειτα ταῦθ’ ἡμεῖς ἁπλῶς οὕτω παραδεξόμεθα; Οὐκ ἄρα εἰδέναι τὰ ἐκείνου δόξομεν. | |
23 | Τὸ ἀμέλει Ἀριστείδης πολλάκις ὡς παρέλκον λαμβάνει. | |
24 | ||
25 | Οὔτοι φιλαθηναίου γέ ἐστι τὴν Ἀκαδημίαν μόνην θαυ‐ | |
μάζειν τῆς Ἀττικῆς, τὴν δ’ ἄλλην ἅπασαν ὥσπερ ἐχθρὰν κρίνειν καὶ πολεμίαν. Οὐδὲ γὰρ καταγελάστους ἀποφήναντα τοὺς ἄλλους ἅπαντας, οὕτω καὶ τότε χρὴ Πλάτωνα θαυμάζειν ἀναμεῖναι. Τοῦτο γὰρ οὐ Πλάτωνος | 121 in vol. 7 | |
30 | ἂν εἴη τιμή, ἀλλ’ ἀτιμία τῶν ἄλλων μᾶλλον, σχεδὸν δέ τι καὶ αὐτοῦ Πλάτωνος. Τὸ γὰρ ἡγεῖσθαι χρηστοῦ τινος ἄλλου κριθέντος μὴ εἶναι τούτῳ πλείονος ἀξίῳ δόξαι, πῶς οὐ τοιοῦτόν ἐστιν; Οὐ δεῖ τὴν πρὸς τοὺς ἑτέρους ἀπέχθειαν νομίζειν ἀφορμὴν τῆς πρὸς τοὺς ἑτέρους | |
35 | πίστεως εἶναι. Εἰ γὰρ τοῦ Πλάτωνα κακόν τι λέγειν ἀφέ‐ μενοι τοῖς ἀνδράσι τὰ πρέποντα ἀπεδώκαμεν, οὐκ ἀδι‐ κοῦμεν, οἶμαι. Ταῦτα γὰρ [καὶ πολιτικὰ] καὶ ἀνθρώπινα καὶ θεοῖς ἀρέσκοντα ἐκ τοῦ παντὸς χρόνου. | |
38 | Ἀλλ’ εἴ τοί γε φαῦλόν γε ἡ τραγῳδία καὶ φαύλων ἀνθρώπων, | |
40 | πῶς σε φῶμεν τραγῳδίαν ποιεῖν; Οὐ γὰρ τό γε ὅλως | |
Bibl.248437b | αἰσχρὸν οὐδαμῶς ἔνι δή που ποιῆσαι καλῶς. Καὶ λέγεις μὲν ὡς οὐ χρὴ μιμεῖσθαι τοὺς φαύλους, [οὐδ’ ἀφο‐ μοιοῦν τοῖς χείροσιν], αὐτὸς δ’ οὐ πάνυ χρῇ τούτῳ διὰ τέλους, ἀλλὰ μιμῇ σοφιστάς, μιμῇ συκοφάντας, μιμῇ | |
5 | Θρασύμαχον τὸν οὐδέποτε ἐρυ‐ θριάσαντα, θυρωρούς, παιδία, μυρίους. Ἀλλ’ οἶμαι τὸ τῆς φύσεως Ἑλληνικὸν καὶ εὔκολον καὶ εὔχαρι καὶ ποι‐ κίλον καὶ θεῖον, ἐφ’ ἅπαντα ταῦτα ἄγον σε, ποιεῖ μαρ‐ τυρεῖν ὅτι καὶ τούτων ἑκάστου χρῆσίς ἐστι καιρὸν ἔχουσα | |
10 | καὶ χάριν ἐμμελῆ. | |
10 | Εἶτα λέγεις ὅτι πάντες οὗτοι [τοῦ] πρὸς ἡδονὴν ἐξήρτηνται. Πότερον οὖν σε φῶμεν ἔλαττον τοῦ δέοντος λέγειν ἢ πλέον; Ὅτι μὲν γὰρ καὶ τοῦ πρὸς ἡδονὴν φροντίζουσιν οἱ ποιηταί, ὁμολογεῖται· ὥσθ’ ὅσον προσθεῖναι προσῆκε, τοῦτ’ ἀφελὼν ἔλαττον παρὰ τοῦ‐ | 122 in vol. 7 |
15 | το εἴρηκας. Ὅτι δὲ αὐτοῖς κολακείαν ἐπενηνόχεις ἐκ τούτου, πῶς οὐκ ἔξω τοῦ δέοντος εἴρηκας, ἢ πῶς οὐ ταύτῃ πλέον αὖ τοῦ δέοντός ἐστιν ἔχων ὁ λόγος; | |
17 | Ἐξῆν γάρ, ὦ γενναῖε, καὶ τοὺς νέους δικαίους εἶναι προτρέπειν καὶ τοῖς πρεσβυτέροις τὰ πρέποντα ἀποδοῦναι. Καὶ γὰρ εἰ μηδὲν | |
20 | εἴχομεν ἐπαινεῖν αὐτούς, ἀλλ’ ἐξῆν γε δήπου σιωπῇ παρελθεῖν, καὶ οὐκ ἔμελλες ὀφλήσειν ἀλογίου. Ἀλλὰ γὰρ οὐχὶ Πλάτων ὁ τῶν Ἑλλήνων τοσοῦτον ὑπερφέρων καὶ δικαίως μέγιστον ἐφ’ ἑαυτῷ φρονῶν κατηγορῆσαί τινων ἠξίωσε μεγέθει τινὶ καὶ ἐξουσίᾳ φύσεως, τοῦτο καὶ | |
25 | μάλιστ’ ἄν τις ἀγανακτήσειεν, ἀλλ’ ὅτι καὶ τῶν κομιδῇ τινες οὐδενὸς ἀξίων ἀφορμῇ ταύτῃ χρώμενοι μελέτην ἤδη τὸ πρᾶγμα πεποίηνται, καὶ τολμῶσι καὶ περὶ Δη‐ μοσθένους (ὃν ἐγὼ φαίην ἂν Ἑρμοῦ τινος λογίου τύπον εἰς ἀνθρώπους κατελθεῖν) ὅ τι ἂν τύχωσι βλασφημεῖν. | |
30 | Καίτοι τίς ἂν εἰς ζῶντας τελῶν τούτων ἀνάσχοιτο; Οἳ πλείω μὲν σολοικίζουσιν ἢ φθέγγονται, ὑπερορῶσι δὲ τῶν ἄλλων ὅσον αὐτοῖς ὑπερορᾶσθαι προσήκει. [Καὶ τοὺς μὲν ἄλλους ἐξετάζουσιν, αὑτοὺς δὲ οὐ πώποτε ἠξίωσαν]. Καὶ σεμνύνουσι μὲν τὴν ἀρετήν, ἀσκοῦσι δ’ οὔ, περιέρχονται | |
35 | δὲ ἄλλως βροτῶν εἴδωλα καμνόντων, Ἡσιόδου κηφῆνες, Ἀρχιλόχου πίθηκοι, δύο μορφὰς ἔχοντες ἀντὶ τριῶν τῆς τραγικῆς βοός. Οἳ τοῦ μὲν Διὸς οὐδὲν χείρους φα‐ σὶν εἶναι, τοῦ δὲ ὀβολοῦ τοσοῦτον ἡττῶνται. Ὀνειδίζουσι δὲ τοῖς ἄλλοις, οὐ τῶν πραγμάτων κατεγνωκότες, ἀλλὰ | 123 in vol. 7 |
40 | φθονοῦντες ὅτι αὐτοὶ ταῦτα πράττειν οὐ δύνανται. Εἰ δέ | |
Bibl.248438a | τις αὐτῶν περὶ τῆς ἐγκρατείας διαλεγομένων ἀν‐ τικρὺ σταίη ἔχων ἔνθρυπτα καὶ στρεπτούς, ἐκβάλλουσι τὴν γλῶτταν ὥσπερ ὁ Μενέλεως τὸ ξίφος. Αὐτὴν μὲν γὰρ ἐὰν ἴδωσι τὴν Ἑλένην, Ἑλένην λέγω; Θεράπαιναν | |
5 | μὲν οὖν ὁποίαν ἐποίησε Μένανδρος τὴν Φρυγίαν, τῷ ὄντι παιδιὰν ἀποφαίνουσι τοὺς σατύρους τοῦ Σοφοκλέους. Οἳ τῷ μὲν ἀποστερεῖν κοινωνεῖν ὄνομα τίθενται, τῷ δὲ φθονεῖν φιλοσοφεῖν, τῷ δ’ ἀπορεῖν ὑπερορᾶν χρη‐ μάτων. Ἐπαγγελλόμενοι δὲ φιλανθρωπίαν ὤνησαν μὲν | |
10 | οὐδένα πώποτε, ἐπηρεάζουσι δὲ τοῖς χρωμένοις. Καὶ τοὺς μὲν ἄλλους οὐδ’ ἀπαντῶντας ὁρῶσι, τῶν δὲ πλουσίων ἕνεκα εἰς τὴν ὑπερορίαν ἀπαίρουσιν, ὥσπερ οἱ Φρύγες οἱ τῶν ἐλαιῶν ἕνεκα τῆς συλλογῆς, [οἳ καὶ προσιόντων εὐθὺς ὤσφροντο]. Οὗτοι [γάρ] εἰσιν οἱ τὴν [μὲν] ἀναι‐ | |
15 | σχυντίαν ἐλευθερίαν νομίζοντες, τὸ δ’ ἀπεχθάνεσθαι παρ‐ ρησιάζεσθαι, τὸ δὲ λαμβάνειν φιλανθρωπεύεσθαι. Εἰς τοῦθ’ ἥκουσι [τῆς] σοφίας, ὥστε ἀργύριον μὲν οὐ πράττονται, ἀργυρίου δ’ ἀξίως λαμβάνειν ἐπίστανται. Κἂν μέν γε τύχῃ τις ἔλαττον πέμψας, ἐνέμειναν τῷ δόγματι· ἂν δὲ ἁδρό‐ | |
20 | τερον τὸ σακκίον [αὐτοῖς] φανῇ, Γοργόνα Περσεὺς ἐχει‐ | |
ρώσατο. | 124 in vol. 7 | |
21 | [Τοῖς ἐν Παλαιστίνῃ δυσσεβέσι παραπλή‐ σια τοὺς τρόπους. Καὶ γὰρ ἐκείνοις τοῦτ’ ἐστι σύμβολον τῆς δυσσεβείας, ὅτι τοὺς κρείττους οὐ νομίζουσι. Καὶ οὗτοι τρό‐ πον τινὰ ἀφεστᾶσι τῶν Ἑλλήνων, μᾶλλον δὲ καὶ πάν‐ | |
25 | των τῶν κρειττόνων], τὰ μὲν ἄλλα ἀφωνότεροι τῆς σκιᾶς τῆς ἑαυτῶν, ἐπειδὰν δέ τινας εἰπεῖν κακῶς δέῃ καὶ διαβαλεῖν, τῷ Δωδωναίῳ μὲν οὐκ ἂν εἰκάσαις αὐ‐ τοὺς χαλκείῳ· μὴ γάρ, ὦ Ζεῦ, ταῖς δὲ ἐμπίσι ταῖς ἐν τῷ σκότῳ βομβούσαις. Συγκαταπρᾶξαι μέν τι τῶν | |
30 | δεόντων [ἁπάντων] ἀχρηστότατοι, διορύξαι δὲ οἰκίαν καὶ ταράξαι, καὶ συγκροῦσαι τοὺς ἔνδον πρὸς ἀλλήλους, καὶ φῆσαι πάντ’ αὐτοὺς διοικήσειν, πάντων δεινότατοι. Καταδύντες δὲ εἰς τοὺς χηραμοὺς ἐκεῖ τὰ θαυμαστὰ σοφίζονται, σκιᾷ τινι λόγους ἀνασπῶντες, ἔφη Σο‐ | |
35 | φοκλῆς, τὸν ἀνθέρικα θερίζοντες, τὸ ἐκ τῆς ἄμμου σχοινίον πλέκοντες, οὐκ οἶδ’ ὅντινα ἱστὸν ἀναλύοντες· ὅσον γὰρ ἂν προκόψωσι τῆς σοφίας, τοσοῦτον ἀνταφαι‐ ροῦσι μεγάλα φρονοῦντες, ἐὰν ῥητορικὴν εἴπωσι κακῶς, ὥσπερ οὖν καὶ τοὺς δούλους τοῖς δεσπόταις [ὑπ’ ὀδόντα] | |
Bibl.248438b | πολλάκις καταρωμένους, καὶ μάλιστα τοὺς μαστι‐ γίας αὐτῶν. Ἤδη δέ τις καὶ Σάτυρος τῶν ἐπὶ σκηνῆς κατη‐ ράσατο τῷ Ἡρακλεῖ, εἶτά γ’ ἔκυψε προσιόντος κάτω. Εἰκότως δὲ κακῶς ἅπαντας λέγουσι· πολὺ γὰρ | |
5 | αὐτοῖς τοῦ πράγματος περίεστι, οἵ γε κἂν μηδενὸς ἀν‐ θρώπων μεμνήσωνται, λέγουσι δ’ ἃ λέγουσι κακῶς. Ὥστε ἀφ’ ὧν ἔχουσι χαρίζονται. Εἶτα τὸ κάλλιστον τῶν ὀνομά‐ των αὑτοῖς τέθεινται, φιλοσοφίαν, ὥσπερ θέαν προκα‐ τειληφότες. | 125 in vol. 7 |
9 | Ἐγὼ μὲν οὖν καὶ Πλάτωνι τὴν προσ‐ | |
10 | ήκουσαν τιμὴν ἀπένειμα, καὶ τοῖς ἀνδράσι τὰ πρέποντα ἐβοήθησα, καὶ οὐχὶ προηκάμην. Εἰ δέ τις ἀντειπεῖν ἔχει τούτοις, φυλάττων ἐμοὶ τὴν ἴσην εὐφημίαν ὅσην περ ἐγὼ Πλάτωνι, τοῦτον ἐγὼ καὶ νῦν καὶ ὕστερον φίλον, οὐκ ἐχθρὸν κρίνω. | |
Bibl.249438b(16) | Ἀνεγνώσθη Πυθαγόρου βίος. Ὅτι ἔνατος ἀπὸ Πυθαγόρου διάδοχος γέγονε, φησι, Πλάτων, Ἀρχύτου τοῦ πρεσβυτέρου μαθητὴς γενόμενος, δέκατος δὲ Ἀριστοτέλης. Τῶν δὲ Πυθαγόρου οἱ μὲν ἦσαν | |
20 | περὶ τὴν θεωρίαν καταγινόμενοι, οἵπερ ἐκαλοῦντο σε‐ βαστικοί, οἱ δὲ περὶ τὰ ἀνθρώπινα, οἵπερ ἐκαλοῦντο πολιτικοί, οἱ δὲ περὶ τὰ μαθήματα, γεωμετρικὰ καὶ ἀστρονομικά, οἵπερ ἐκαλοῦντο μαθηματικοί. Καὶ οἱ μὲν αὐτῷ τῷ Πυθαγόρᾳ συγγενόμενοι ἐκαλοῦντο Πυθαγο‐ | |
25 | ρικοί, οἱ δὲ τούτων μαθηταὶ Πυθαγόρειοι, οἱ δὲ ἄλλως ἔξωθεν ζηλωταὶ Πυθαγορισταί. Ἀπείχοντο δὲ ἐμψύχων, καὶ κατὰ καιρὸν μόνον θυσιῶν ἐγεύοντο. | |
27 | Ὅτι ἑκατὸν καὶ τεσσάρων λέγεται ἐτῶν ἐζηκέναι τὸν Πυθαγόραν. Καὶ ὁ μὲν Μνήσαρχος εἷς τῶν υἱῶν αὐτοῦ λέγεται νεώτερος τε‐ | |
30 | λευτῆσαι, Τηλαυγὴς δὲ ὁ ἕτερος διεδέξατο, καὶ Αἰσάρα καὶ Μυῖα αἱ θυγατέρες. Καὶ ἡ Θεανὼ δὲ λέγεται οὐ μαθητρία | |
μόνον ἀλλὰ καὶ μία τῶν θυγατέρων αὐτοῦ εἶναι. Ὅτι διαφέρειν ἔλεγον οἱ ἀπὸ Πυθαγόρου μονάδα καὶ ἕν. Μονὰς μὲν γὰρ παρ’ αὐτοῖς ἐνομίζετο ἡ ἐν τοῖς νοητοῖς | 126 in vol. 7 | |
35 | οὖσα, ἓν δὲ τὸ ἐν τοῖς ἀριθμοῖς· ὁμοίως δὲ καὶ δύο τὸ ἐν τοῖς ἀριθμητοῖς· ἔλεγον δὲ τὴν δυάδα ἀόριστον, ὅτι ἡ μὲν μονὰς κατὰ τὴν ἰσότητα καὶ τὸ μέτρον λαμβάνεται, ἡ δὲ δυὰς καθ’ ὑπερβολὴν καὶ ἔλλειψιν· μεσότης μὲν οὖν καὶ μέτρον οὐ δύναται μᾶλλον καὶ ἧττον | |
Bibl.249439a | γενέσθαι· ἡ δὲ ὑπερβολὴ καὶ ἔλλειψις ἐπειδὴ ἐπ’ ἄπειρον προχωρεῖ, διὰ τοῦτο ἀόριστον αὐτὴν ἔλεγον δυάδα. Καὶ ἐπειδὴ πάντα εἰς τοὺς ἀριθμοὺς ἀνῆγον ἔκ τε τῆς μο‐ νάδος καὶ τῆς δυάδος, καὶ τὰ ὄντα πάντα ἀριθμοὺς | |
5 | προσηγόρευον, ὁ δὲ ἀριθμὸς συμπληροῦται τοῖς δέκα, ὁ δὲ δέκα σύνθεσις τῶν τεσσάρων κατὰ τὸ ἑξῆς ἀριθμούντων ἡμῶν, καὶ διὰ τοῦτο τὸν ἀριθμὸν πάντα τετρακτὺν ἔλεγον. | |
8 | Ἔλεγον δὲ τὸν ἄνθρωπον αὐτὸν ἑαυτοῦ βελτίω κατὰ τρεῖς τρόπους γίνεσθαι, πρῶτον μὲν | |
10 | τῇ ὁμιλίᾳ τῇ πρὸς τοὺς θεούς (ἀνάγκη γὰρ προσιόντας αὐτοῖς κατ’ ἐκεῖνο καιροῦ χωρίζεσθαι αὐτοὺς πάσης κα‐ κίας, εἰς δύναμιν ὁμοιοῦντας ἑαυτοὺς τῷ θεῷ), δεύ‐ τερον ἐν τῷ εὖ ποιεῖν (θεοῦ γὰρ τοῦτο καὶ θείας μιμή‐ σεως), τρίτον ἐν τῷ ἀποθνῄσκειν· εἰ γὰρ κατὰ ποσόν | |
15 | τι ἡ ψυχὴ τοῦ σώματος ἐν τῷ ζῆν τὸ ζῷον χωριζο‐ μένη βελτίω γίνεται ἑαυτῆς, ἔν τε τοῖς ὕπνοις κατὰ τοὺς ὀνείρους καὶ ἐν ταῖς ἐκστάσεσι τῶν νόσων μαντικὴ γίνεται, πολλῷ μᾶλλον βελτιοῦται, ὅταν τέλεον χωρι‐ σθῇ ἀπὸ τοῦ σώματος. | |
19 | Ὅτι τὴν μονάδα πάντων | |
20 | ἀρχὴν ἔλεγον οἱ Πυθαγόρειοι, ἐπεὶ τὸ μὲν σημεῖον ἀρ‐ χὴν ἔλεγον γραμμῆς, τὴν δὲ ἐπιπέδου, τὸ δὲ τοῦ τριχῇ | |
διαστατοῦ ἤτοι σώματος. Τοῦ δὲ σημείου προεπινοεῖται ἡ μονάς, ὥστε ἀρχὴ τῶν σωμάτων ἡ μονάς· ὥστε τὰ σώματα πάντα ἐκ τῆς μονάδος γεγένηται. | 127 in vol. 7 | |
24 | Ὅτι οἱ | |
25 | Πυθαγόρειοι τῶν ἐμψύχων ἀπείχοντο, τὴν μετεμψύ‐ χωσιν ἀφρόνως ὡς ἀληθῆ ὑπολαμβάνοντες, καὶ ὅτι τὰ τοιαῦτα τῶν βρωμάτων παχύνει τὸν νοῦν, τροφι‐ μώτερα ὄντα καὶ πολλὴν ἀνάδοσιν ποιοῦντα. Διὰ τοῦτο καὶ τοῦ κυάμου ἀπείχοντο, ὅτι φυσώδης καὶ τροφιμώτα‐ | |
30 | τος. Καὶ ἄλλας δέ τινας αἰτίας πλείους ἀποδιδόασιν αἳ αὐτοὺς ἐνῆγον ἀπέχεσθαι τῶν κυάμων. | |
31 | Ὅτι τὸν Πυθαγόραν πολλά φησι προειπεῖν, καὶ πάντα ἐκβῆ‐ ναι. | |
33 | Ὅτι τὴν μὲν θεωρητικὴν καὶ φυσικὴν Πλάτωνά φασι παρὰ τῶν ἐν Ἰταλίᾳ Πυθαγορείων ἐκμαθεῖν, | |
35 | τὴν δὲ ἠθικὴν μάλιστα παρὰ Σωκράτους. Τῆς δὲ λο‐ γικῆς σπέρματα καταβαλεῖν αὐτῷ Ζήνωνα καὶ Παρμε‐ νίδην τοὺς Ἐλεάτας· καὶ οὗτοι δὲ τῆς Πυθαγορείου ἦσαν διατριβῆς. | |
38 | Ὅτι ἡ ὄψις, κατὰ Πυθαγόραν καὶ Πλά‐ τωνα καὶ Ἀριστοτέλην, τῶν δώδεκα χρωμάτων ἐστὶ κρι‐ | |
Bibl.249439b | τική, λευκοῦ καὶ μέλανος καὶ τῶν μεταξύ, ξανθοῦ, φαιοῦ, ὠχροῦ, ἐρυθροῦ, κυανοῦ, ἁλουργοῦ, λαμπροῦ, ὀρφνί‐ νου· ἡ δὲ ἀκοὴ κριτική ἐστιν ὀξέος καὶ βαρέος φθόγγου· ἡ δὲ ὄσφρησις κριτικὴ εὐωδῶν καὶ δυσωδῶν ὀσμῶν καὶ τῶν | |
5 | μεταξὺ ἐκ σηπομένων τε καὶ βρεχομένων ἢ τηκομένων ἢ θυμιαζομένων· ἡ δὲ γεῦσις κριτική ἐστι γλυκέων τε καὶ πικρῶν χυμῶν καὶ τῶν μεταξὺ πέντε· ἑπτὰ γάρ εἰσιν οἱ χυμοὶ πάντες, γλυκύς, πικρός, ὀξύς, δριμύς, σομφός, ἁλυκός, στρυφνός. Ἡ δὲ ἁφὴ πλειόνων ἐστὶ | |
10 | κριτική, οἷον βαρέων, κούφων καὶ τῶν μεταξύ, θερ‐ μῶν τε καὶ ψυχρῶν καὶ τῶν μεταξύ, τραχέων καὶ λείων καὶ τῶν μεταξύ, ξηρῶν καὶ ὑγρῶν καὶ τῶν μεταξύ. Καὶ αἱ μὲν δʹ αἰσθήσεις ἔν τε τῇ κεφαλῇ εἰσι καὶ ἰδιάζουσι περικλείονται ὀργάνοις· ἡ δὲ ἁφὴ καὶ διὰ τῆς κεφαλῆς | 128 in vol. 7 |
15 | καὶ δι’ ὅλου τοῦ σώματος κεχώρηκε, καὶ ἔστι κοινὴ πάσης αἰσθήσεως, μᾶλλον δὲ κατὰ τὰς χεῖρας δηλοτέραν παρέχεται τὴν κρίσιν. | |
17 | Ὅτι δώδεκα τάξεις φησὶν εἶ‐ ναι ἐν τῷ οὐρανῷ, πρώτην καὶ ἐξωτάτω τὴν ἀπλανῆ σφαῖραν, ἐν ᾗ ἐστιν ὅ τε πρῶτος θεὸς καὶ οἱ νοητοὶ | |
20 | θεοί, ὡς Ἀριστοτέλει δοκεῖ, κατὰ δὲ Πλάτωνα αἱ ἰδέαι· μετὰ δὲ τὴν ἀπλανῆ ὁ τοῦ Κρόνου τέτακται ἀστὴρ καὶ οἱ ἐφεξῆς πλάνητες ἕξ, ὁ τοῦ Διός φημι, ὁ τοῦ Ἄρεος, ὁ τῆς Ἀφροδίτης, ὁ τοῦ Ἑρμοῦ, ὁ τοῦ ἡλίου, ὁ τῆς σελήνης, εἶτα ἡ τοῦ πυρὸς σφαῖρα, ἑξῆς ἡ τοῦ ἀέρος, | |
25 | μετ’ αὐτὸν ἡ τοῦ ὕδατος, Λοιπὴ καὶ ἐπὶ πᾶσιν ἡ γῆ. Δώδεκα δὲ τάξεων οὐσῶν ἐν τῇ ἀπλανεῖ τὸ πρῶτον αἴτιόν ἐστι· καὶ ὅ τι ἂν ᾖ ἐγγὺς αὐτοῦ, τοῦτό φασι τε‐ τάχθαι βεβαίως καὶ ἀρίστως, τὰ δὲ πόρρωθεν ἧττον· τὴν δὲ τάξιν μέχρι σελήνης σῴζεσθαι, τὰ δὲ ὑπὸ σελήνην | |
30 | οὐκέτι ὁμοίως. Ἐξ ἀνάγκης δέ ἐστι καὶ ἡ κακία εἰς τὸν περὶ γῆν τόπον ἅτε δὴ πυθμένος λόγον ἐπεχούσης τῆς γῆς πρὸς πάντα τὸν κόσμον, καὶ πρὸς ὑποδοχὴν ὑπο‐ στάθμης οὔσης ἐπιτηδείας. Καὶ πάντα μὲν τὰ ἄλλα μέρη κατὰ τὴν πρόνοιαν καὶ τὴν βεβαίαν τάξιν καὶ | |
35 | τὴν εἱμαρμένην τοῦ θεοῦ ἑπομένην αὐτῷ φασι διοι‐ κεῖσθαι, τὰ δὲ μετὰ τὴν σελήνην τέσσαρσιν αἰτίαις, κατὰ θεόν, καθ’ εἱμαρμένην, κατὰ προαίρεσιν ἡμετέραν, κατὰ τύχην· οἷον τὸ μὲν εἰσελθεῖν εἰς τὴν ναῦν ἢ μὴ εἰσ‐ | |
ελθεῖν ἐφ’ ἡμῖν ἐστι, τὸ μέντοι ἐν εὐδίᾳ χειμῶνα καὶ | 129 in vol. 7 | |
Bibl.249440a | ζάλην ἐξαίφνης ἐπιγενέσθαι ἐκ τύχης, τὸ μέντοι βαπτιζομένην τὴν ναῦν παρ’ ἐλπίδα σωθῆναι προνοίας θεοῦ. Τῆς δ’ εἱμαρμένης πολλοί εἰσι τρόποι καὶ διαφοραί, διαφέρει δὲ τῆς τύχης, ὅτι ἡ μὲν εἱρμὸν ἔχει καὶ τάξιν | |
5 | καὶ ἀκολουθίαν, ἡ δὲ τύχη τὸ αὐτόματον καὶ τὸ ὡς ἔτυχεν· οἷον τὸ ἐκ παιδὸς εἰς μειράκιον ἐλθεῖν καὶ τὰς καθεξῆς ἡλικίας οἰκείως διελθεῖν, τοῦτο ἑνὸς τρόπου τῆς εἱμαρμένης. | |
8 | Ὅτι ὁ ζῳδιακὸς λοξῶς κινεῖται, ὡς ζητήσας εὑρεῖν ἔδοξεν Ἀριστοτέλης, ἕνεκεν τῆς γενέσεως | |
10 | τῶν περὶ γῆν τόπων πρὸς ἀναπλήρωσιν τοῦ παντός. Εἰ γὰρ καταπαραλλήλως ἐκινεῖτο, ἀεὶ ἂν μία ὥρα ἦν τοῦ ἔτους, ἤτοι θέρος ἢ χειμὼν ἢ ἄλλη τις. Νῦν δὲ ἐκ τοῦ τὸν ἥλιον καὶ τοὺς ἄλλους πλάνητας μεταβαίνειν ἀπὸ ζῳδίου ἐπὶ ζῴδιον, γίνονται αἱ μεταβολαὶ τῶν ὡρῶν τέσ‐ | |
15 | σαρες, καὶ ἐκ τῆς τούτων εἰς ἄλληλα μεταβολῆς οἵ τε καρποὶ φύονται καὶ αἱ ἄλλαι γενέσεις τῶν ζῴων γίνονται. Ὅτι ὁ μὲν ἥλιος, ὡς οὗτος οἰκείαν ἀποφαίνεται δόξαν, ἣν καὶ ἀληθῆ λέγει, ἑκατονταπλασίων ἐστὶ τῆς γῆς. Οἱ δὲ πολλοὶ οὐκ ἐλάττονα τοῦ τριακονταπλασίονα αὐ‐ | |
20 | τῆς φασιν. | |
20 | Ὅτι μέγαν ἐνιαυτὸν καὶ τὴν τοῦ Κρόνου περίοδόν φασιν ὅτι τῶν λοιπῶν ἓξ πλανωμένων ἐν ἐλάττονι χρόνῳ οὗτος ἐν τριάκοντα τὸν οἰκεῖον δρόμον ἀπαρτίζει. Καὶ γὰρ ὁ μὲν τοῦ Διὸς ἐν ιβʹ ἔτεσι τὸν ἴδιον διαπεραίνει κύκλον, ἐν δυσὶ δὲ ὁ Ἄρης, ὁ δ’ ἥλιος | |
25 | ἐνιαυτῷ· Ἑρμῆς δὲ καὶ Ἀφροδίτη ἰσοταχεῖς τῷ ἡλίῳ, σελήνη δὲ προσγειοτάτη καὶ ἐλάχιστον κύκλον περιιοῦσα ἐν μηνί. | |
27 | Ὅτι πρῶτος Πυθαγόρας τὸν οὐρανὸν κό‐ σμον προσηγόρευσε διὰ τὸ τέλειον εἶναι καὶ πᾶσι κε‐ κοσμῆσθαι τοῖς τε ζῴοις καὶ τοῖς καλοῖς. | 130 in vol. 7 |
29 | Ὅτι καὶ | |
30 | Πλάτων, φησι, καὶ Ἀριστοτέλης ἀθάνατον ὁμοίως λέ‐ γουσι τὴν ψυχήν, κἄν τινες εἰς τὸν Ἀριστοτέλους νοῦν οὐκ ἐμβαίνοντες θνητὴν αὐτὴν νομίζουσιν αὐτὸν λέγειν. Ὅτι ὁ ἄνθρωπος μικρὸς κόσμος λέγεται οὐχ ὅτι ἐκ τῶν τεσσάρων στοιχείων σύγκειται (τοῦτο γὰρ καὶ ἕκαστον τῶν | |
35 | ζῴων καὶ τῶν εὐτελεστάτων), ἀλλ’ ὅτι πάσας ἔχει τὰς τοῦ κόσμου δυνάμεις. Ἐν γὰρ τῷ κόσμῳ εἰσὶ θεοί, ἔστι καὶ τὰ τέσσαρα στοιχεῖα, ἔστι καὶ τὰ ἄλογα ζῷα, ἔστι καὶ φυτά· πάσας δὲ ταύτας τὰς δυνάμεις ἔχει ὁ ἄνθρωπος. Ἔχει γὰρ θείαν μὲν δύναμιν τὴν λογικήν, | |
40 | ἔχει τὴν τῶν στοιχείων φύσιν, τὴν θρεπτικὴν καὶ αὐ‐ | |
Bibl.249440b | ξητικὴν καὶ τοῦ ὁμοίου γεννητικήν. Ἐν ἑκάστῃ δὲ τούτων λείπεται, καὶ ὥσπερ ὁ πένταθλος πάσας ἔχων τὰς δυνάμεις τῶν ἀθλημάτων ἐν ἑκάστῃ ἥττων ἐστὶ τοῦ ἕν τι ἐπιτηδεύοντος, οὕτω καὶ ὁ ἄνθρωπος πάσας ἔχων τὰς | |
5 | δυνάμεις ἐν ἑκάστῃ λείπεται. Ἧττον μὲν γὰρ ἔχομεν τὴν λογικὴν δύναμιν ἤπερ οἱ θεοί, καὶ τὰ τῶν στοιχείων ὁμοίως ἧττον ἢ ἐκεῖνα, καὶ τὸν θυμὸν καὶ ἐπιθυμίαν ἐνδεέστερα τῶν ἐν τοῖς ἀλόγοις, καὶ τὴν θρεπτικὴν καὶ αὐξητικὴν δύναμιν ἐλαττουμένας τῶν ἐν τοῖς φυτοῖς. | |
10 | Ὅθεν ἐκ ποικίλων δυνάμεων συνεστῶτες δύσχρηστον τὸν βίον ἔχομεν. Ἕκαστον γὰρ τῶν ἄλλων ὑπὸ μιᾶς φύσεως οἰακίζεται, ἡμεῖς δὲ ὑπὸ τῶν διαφόρων δυνάμεων ἀν‐ τισπώμεθα, οἷον ποτὲ μὲν ὑπὸ τοῦ θείου ἀναγόμεθα ἐπὶ τὰ κρείττω, ποτὲ δὲ τοῦ θηριώδους ἐπικρατήσαντος | |
15 | ἐπὶ τὰ χείρω· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων δυνάμεων. Ἐὰν οὖν τις θεραπεύσῃ τὸ ἐν ἡμῖν θεῖον, ὥσπερ ἡνίο‐ χον ἐγρηγορότα καὶ ἐπιστήμονα ἐπιστήσας, δυνήσεται ἑκάστῃ τῶν ἄλλων δυνάμεων εἰς δέον χρήσασθαι, τῇ τε κράσει φημὶ τῶν στοιχείων καὶ τῷ θυμῷ καὶ τῇ ἐπιθυμίᾳ | 131 in vol. 7 |
20 | καὶ τῇ ὀρέξει. | |
20 | Τὸ γοῦν γνῶθι σαυτόν, δοκοῦν ῥᾷστον εἶ‐ ναι, πάντων ἐστὶ χαλεπώτατον· ὃ καί φασι τοῦ Πυθίου εἶναι Ἀπόλλωνος, εἰ καὶ εἰς Χίλωνα τῶν ἑπτὰ σοφῶν ἕνα τὸ ἀπόφθεγμα ἀναφέρουσι. Παραινεῖ δ’ ἡμῖν γνῶ‐ ναι τὴν ἑαυτῶν δύναμιν. Τὸ δὲ γνῶναι ἑαυτὸν οὐδὲν | |
25 | ἄλλο ἐστὶν ἢ τὴν τοῦ σύμπαντος κόσμου φύσιν γνῶναι. Τοῦτο δὲ ἀδύνατον ἄνευ τοῦ φιλοσοφεῖν· ὅπερ ἡμῖν ὁ θεὸς παραινεῖ. | |
27 | Ὅτι γνώσεως ὀκτώ φασιν ὄργανα, αἴσθησιν, φαντασίαν, τέχνην, δόξαν, φρόνησιν, ἐπιστή‐ μην, σοφίαν, νοῦν. Τούτων κοινὰ μέν ἐστιν ἡμῖν πρὸς τὰ | |
30 | θεῖα τέχνη καὶ φρόνησις καὶ ἐπιστήμη καὶ νοῦς, πρὸς δὲ τὰ ἄλογα αἴσθησις καὶ φαντασία· ἴδιον δὲ ἡμῶν μόνον ἡ δόξα. Ἔστι δὲ αἴσθησις μὲν γνῶσις ψευδὴς διὰ σώματος, φαντασία δὲ κίνησις ἐν ψυχῇ, τέχνη δὲ ἕξις ποιητικὴ μετὰ λόγου (τὸ δὲ μετὰ λόγου πρόσκειται, ὅτι | |
35 | καὶ ὁ ἀράχνης ποιεῖ, ἀλλ’ οὐ μετὰ λόγου), φρόνησις δὲ ἕξις προαιρετικὴ τῆς ἐν τοῖς πρακτοῖς ὀρθότητος, ἐπι‐ στήμη δὲ ἕξις τῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόν‐ των, σοφία δὲ ἐπιστήμη τῶν πρώτων αἰτιῶν, νοῦς δὲ ἀρχὴ καὶ πηγὴ πάντων τῶν καλῶν. | |
39 | Ὅτι τρία μέρη | |
40 | εὐμαθίας, ἀγχίνοια, μνήμη, ὀξύτης. Μνήμη μὲν οὖν | |
Bibl.249441a | ἐστι τήρησις ὧν ἔμαθέ τις, ὀξύτης δὲ ἡ ταχύτης τῆς διανοίας, ἀγχίνοια δέ, ἐξ ὧν ἔμαθέ τις, ἃ μὴ ἔμαθε | |
θηρεύων. | 132 in vol. 7 | |
3 | Ὅτι ὁ οὐρανὸς τριχῶς λέγεται, ἓν μὲν αὐτὴ ἡ ἀπλανὴς σφαῖρα, δεύτερον τὸ ἀπὸ τῆς ἀπλανοῦς | |
5 | σφαίρας μέχρι τῆς σελήνης διάστημα, τρίτον ὁ σύμπας κόσμος, ὁ οὐρανός φημι καὶ ἡ γῆ ἅμα. | |
6 | Ὅτι πέφυκέ φησι τὰ τελεώτατα καὶ τὰ χείριστα ἀεὶ ἐνεργεῖν. Ταῦτα δέ ἐστι θεὸς καὶ φυτά. Ὅ τε γὰρ θεὸς κατὰ τὸν νοῦν καὶ τὸν λόγον ἀεὶ ἐνεργεῖ, καὶ τὰ πλησίον αὐτοῦ ὄντα, καὶ | |
10 | πάλιν τὰ φυτὰ ἀεὶ ἐνεργεῖ· τρέφεται γὰρ νύκτωρ τε καὶ μεθ’ ἡμέραν. Ὁ δὲ ἄνθρωπος οὐκ ἀεὶ ἐνεργεῖ, οὐδὲ τὰ ἄλογα ζῷα, ἀλλὰ σχεδὸν τὸν ἡμίση χρόνον καθεύδει τε καὶ ἡσυχάζει. | |
13 | Ὅτι οἱ Ἕλληνες ἀεὶ ἀμείνους τὰ ἤθη τῶν βαρβάρων, ὡς τὴν εὔκρατον οἰκοῦντες. Σκύθαι δὲ | |
15 | καὶ Αἰθίοπες, οἱ μὲν ὑπὸ κρύους ἐνοχλούμενοι, οἱ δὲ ὑπὸ θάλπους πυκνουμένης τῆς ἐπιφανείας τοῦ σώματος, καὶ ἀπολαμβανομένου ἐντὸς τοῦ θερμοῦ πολλοῦ καὶ τοῦ ὑγροῦ, τὸ δύσκρατον ἐκληρώσαντο· συμβαίνει οὖν ἰτη‐ τικοὺς καὶ θρασεῖς εἶναι τοὺς οἰκοῦντας ἐν ἐκείνοις τοῖς | |
20 | τόποις. Ἀναλόγως δὲ καὶ οἱ τοῦ μέσου καὶ τῶν ἄκρων ἐγγυτέρω ὄντες τῆς κράσεως τῶν παρακειμένων αὐ‐ τοῖς μετέχουσι. Διὸ καί, ὡς ὁ Πλάτων φησίν, ὅ τι ἂν καὶ παρὰ βαρβάρων μάθημα λάβωσιν οἱ Ἕλληνες, τοῦτο ἄμεινον ἐκφέρουσι, μάλιστα δὲ τῶν ἄλλων Ἑλλήνων οἱ | |
25 | Ἀθηναῖοι. Διόπερ καὶ στρατηγικοὶ γεγένηνται ἀρχῆθεν καὶ γραφικῆς εὑρετικοὶ καὶ πάσης τέχνης βαναύσου τε καὶ πολεμικῆς, ἔτι δὲ καὶ λόγων καὶ μαθημάτων. Διὸ καὶ οὐδ’ ἐπείσακτός ἐστιν, ὡς εἰπεῖν, ἡ παιδεία ἐν ταῖς Ἀθήναις, ἀλλ’ ἐκ φύσεως ὑπάρχουσα, τοῦ τοιούτου ἀέρος | |
30 | ἰσχνοτάτου ὄντος καὶ καθαρωτάτου, ὡς μὴ μόνον τὴν | |
γῆν λεπτύνειν (δι’ ἣν αἰτίαν καὶ λεπτόγεως ἡ Ἀττική) ἀλλὰ καὶ τὰς ψυχὰς τῶν ἀνθρώπων· συμβαίνει γὰρ τὸν λεπτὸν ἀέρα τὴν μὲν γῆν βλάπτειν, τὰς δὲ ψυχὰς ὠφελεῖν. | 133 in vol. 7 | |
34 | Ὅτι οἱ ἐτήσιαι πνέουσι κατὰ τὸν καιρὸν | |
35 | τοῦ ἀκμαιοτάτου θέρους δι’ αἰτίαν τοιαύτην. Ὁ ἥλιος με‐ τεωρότερος καὶ ἀπὸ τῶν μεσημβρινῶν τόπων ἀρκτι‐ κώτερος γινόμενος λύει τὰ ὑγρὰ τὰ ἐν ταῖς ἄρκτοις· λυόμενα δὲ ταῦτα ἐξαεροῦται, ἐξαερούμενα δὲ πνευματοῦ‐ ται, καὶ ἐκ τούτων γίνονται οἱ ἐτήσιαι ἄνεμοι, ἐκ τῶν πνευ‐ | |
40 | μάτων τῶν ἀπὸ τῆς λύσεως τῶν ἀρκτικῶν ὑγρῶν γινομέ‐ | |
Bibl.249441b | νων. Φέρονται γοῦν ἐπὶ τοὺς ἐναντίους τόπους, τοὺς μεσημβρινούς. Ἐκεῖ δὴ ταῦτα ἐκφερόμενα προσπίπτει τοῖς ὑψηλοτάτοις ὄρεσι τῆς Αἰθιοπίας, καὶ πολλὰ καὶ ἀθρόα γινόμενα ἀπεργάζεται ὑετούς· καὶ ἐκ τῶν ὑετῶν | |
5 | τούτων ὁ Νεῖλος πλημμυρεῖ τοῦ θέρους, ἀπὸ τῶν μεσημ‐ βρινῶν καὶ ξηρῶν τόπων ῥέων. Καὶ τοῦτο Ἀριστοτέλης ἐπραγματεύσατο· αὐτὸς γὰρ ἀπὸ τῆς φύσεως ἔργῳ κα‐ τενόησεν, ἀξιώσας πέμψαι Ἀλέξανδρον τὸν Μα‐ κεδόνα εἰς ἐκείνους τοὺς τόπους καὶ ὄψει τὴν αἰτίαν τῆς | |
10 | τοῦ Νείλου αὐξήσεως παραλαβεῖν. Διό φησιν ὡς τοῦτο οὐκέτι πρόβλημά ἐστιν· ὤφθη γὰρ φανερῶς ὅτι ἐξ ὑετῶν αὔξει. Καὶ τὸ παράδοξον, ἐν τοῖς ξηροτάτοις τό‐ ποις τῆς Αἰθιοπίας, ἐν οἷς οὔτε χειμὼν οὔτε ὕδωρ ἐστί, ξυμβαίνει τοῦ θέρους πλείστους ὑετοὺς γίνεσθαι. | |
Bibl.250441b(16) | Ἀνεγνώσθη Ἀγαθαρχίδου λόγοι δύο, ὁ | |
πρῶτος καὶ ὁ πέμπτος περὶ τῆς ἐρυθρᾶς θαλάσσης καὶ ἑτέρων παραδόξων ἔργων ἐν κεφαλαίῳ διαλαμ‐ βάνοντες. | 134 in vol. 7 | |
19 | ||
20 | Ἐκ τοῦ αʹ λόγου τοῦ περὶ τῆς ἐρυθρᾶς θαλάσσης. | |
20 | Ὅτι Πτολεμαῖόν φησι τὸν μετὰ τὸν Λάγου πρῶτον ἐλεφάντων θήραν συστήσασθαι ἀλλὰ γὰρ καὶ τῶν ὁμοιο‐ τρόπων· καὶ τὰ τῇ φύσει κεχωρισμένα τῇ προνοίᾳ συν‐ αγαγεῖν ὑπὸ μίαν οἴκησιν. Σκεπτέον δὲ τί φησιν ἐν‐ | |
25 | ταῦθα ὁ ἱστορικός. Καὶ γὰρ καὶ πρὸ τῶν Πτολεμαίων ἐλέ‐ φασι πολλοὶ χειροήθεσι καὶ ἐν πολέμῳ ἐχρῶντο, ὡς Πῶρός τε ὁ Ἰνδὸς ὁ πρὸς Ἀλέξανδρον πολεμήσας καὶ ἄλλοι οὐκ ὀλίγοι. Ἢ ὅτι Πτολεμαῖος οὗτος πολὺς πρῶ‐ τος περὶ ταύτην ὤφθη τὴν σπουδήν, ἢ πρῶτος τῶν | |
30 | μετὰ Ἀλέξανδρον, ἢ τῶν Αἰγύπτου βασιλέων πρῶτος. Ὅτι τὴν ἐρυθρὰν θάλατταν τὸ ὄνομα ἑλκύσαι φη‐ σὶν οὔτε ὅτι τοῦ Ἀραβίου καλουμένου κόλπου τὰ μὲν πρὸς ἑσπέραν ὄρη, δριμείας καὶ διαπύρου τῆς ἡλιακῆς ἀκτῖ‐ νος βαλλούσης, ἄνθρακος φαντασίαν ἀποδίδωσι, τὰ δὲ | |
35 | πρὸς ἀνατολὰς θῖνες ἄμμου γεώδεις ὑπέρυθροι παρὰ πολλὰ στάδια τῆς αὐτόθι παραλίας ἐκκέχυνται. Οὐμενοῦν οὐκ ἐκ τούτου ἐρυθρὰ κέκληται. Εἰ γὰρ καὶ ὁ παράπλους μέν ἐστι στενός, τῶν δὲ λόφων καὶ θινῶν ἐφ’ ἑκάτερα τοῦ κόλπου παντὸς ὑπερκειμένων ἡ πίπτουσα παρ’ ἀμ‐ | |
40 | φοτέρων εἰς τὸν πόρον τῶν ἠπείρων αὐγὴ τῇ χέρσῳ πα‐ | |
Bibl.250442a | ρεγγυᾷ τὴν θάλατταν ὁμοίαν, τῆς μὲν ἰδέας πᾶσιν ὁρωμένης τοῦ δὲ πάθους οὐ πᾶσι γινωσκομένου, ἀλλ’ οὖν οὐ διὰ τοῦτό φησι τὴν κλῆσιν λαβεῖν τὴν θάλατταν, εἰ καὶ τῶν πρὸ αὐτοῦ τοῦτο πολλοῖς ἔδοξεν. | |
4 | Οὕτω μὲν οὖν | |
5 | ὁ πρῶτος εἰ καὶ μὴ ἀληθὴς τῆς αἰτίας λόγος. | 135 in vol. 7 |
5 | Δεύ‐ τερος δέ, ὁμοίως ἔχων, τὸν ἥλιον ἐκεῖσέ φησιν ἐπι‐ τέλλοντα οὐχ ὡς παρ’ ἡμῖν λαμπραῖς ταῖς ἀκτῖσιν εἰς τὸν πόρον βάλλειν, ἀλλὰ παρομοίαις αἵματι, ἐξ ὧν τοῖς ὁρῶσιν ὕφαιμον παρασκευάζειν τὸ πάθος τὴν τῆς | |
10 | θαλάττης ἔμφασιν, κἀκεῖθεν ἐρυθρὰν κατονομάζεσθαι. Τρίτος δέ ἐστιν ὁ Ἀργολικὸς λόγος, ὅς ἐστί, φησι, τῇ μὲν τόλμῃ μέγας, τῇ δὲ δόξῃ κενός. Οἱ γὰρ περὶ Δεινίαν ἱστορικοί φασιν, ἀπὸ τῆς ποιητικῆς ἐξουσίας καὶ αὐτοὶ ἄδειαν λαβόντες, ἐξ Ἄργους εἰς Αἰθιοπίαν | |
15 | (ἐκαλεῖτο δὲ τότε Κηφηνία) παραγεγονότα ἐπὶ λύσει τῆς Κηφέως θυγατρὸς τὸν Περσέα, ἐκεῖθεν δὲ εἰς Πέρσας μεταστάντα, Πέρσαις μὲν ἀπό τινος τῶν ἐγ‐ γόνων τῆς κλήσεως μεταδοῦναι, Ἐρύθραν δὲ γεννῆσαι υἱόν, καὶ ἐξ ἐκείνου τῇ θαλάττῃ τὴν κλῆσιν παρασχεῖν. | |
20 | Τοιοῦτος μὲν καὶ ὁ Ἀργολικὸς περὶ τῆς ἐρυθρᾶς θα‐ λάσσης σχεδιασμός. | |
21 | Τέταρτος δὲ καὶ ἀληθής ἐστιν, ὃν αὐτὸς μεμάθηκε παρὰ Πέρσου· Βόξος δ’ ἦν τούτῳ ὄνομα, φησίν· ὃν καὶ ἑλληνίσαι γλῶσσαν καὶ γνώμην, καὶ ταῖς Ἀθήναις λιπόντα τὴν πατρίδα ἐμβιῶναι. Ἔλεγε | |
25 | δὲ ὁ τοῦ Πέρσου λόγος ταῦτα. Γίνεταί τις κατ’ εὐτολ‐ μίαν καὶ πλοῦτον εὐδοκιμῶν Ἐρύθρας ὄνομα, γένος μὲν Πέρσης, υἱὸς δὲ Μυοζαίου, κατοικῶν δὲ θαλάττης μὲν οὐ πόρρω, κατεναντίον δὲ νήσων ἐρήμων οὐσῶν οὐ νῦν, ἀλλ’ ἐπὶ τῆς Μήδων ἡγεμονίας· τότε γὰρ καὶ ὁ Ἐρύ‐ | |
30 | θρας ἐγνωρίζετο, ὃς τοῦ μὲν χειμῶνος ἐν Πασαργάδαις | |
ἐποιεῖτο τὴν οἴκησιν, ἔαρος δὲ μετέβαινεν ἐπὶ τὴν ἰδίαν κτῆσιν τῆς τε ἄλλης ἕνεκα χρείας καὶ χάριν τινὰ τῷ βίῳ διὰ τῆς τοιαύτης μεταβολῆς ἀπονέμων, τούτου φορ‐ βάδων ἀγέλῃ μείζονι λέοντες ἐπορούσαντές τινας μὲν | 136 in vol. 7 | |
35 | αὐτῶν ἀπέκτειναν· αἱ δὲ περισωθεῖσαι, τῷ δέει τῆς ὄψεως οἶστρον λαβοῦσαι, ἐπὶ τὴν θάλατταν ἠλαύνοντο, καὶ (ἦν γὰρ αὔρα κατὰ τύχην ἀπόγαιος εὐμεγέθης) ἐμπε‐ σοῦσαι τοῖς ῥείθροις μετὰ πτοήσεως τὰ μὲν πρῶτα παρὰ τὴν γῆν ἐνήχοντο, τοῦ δὲ δείματος οὐ λήγοντος | |
40 | ἐξεκυμάνθησαν καὶ μόλις ἐπὶ τὸ τῆς ἀντικρὺ νήσου πέρας | |
Bibl.250442b | διεσώθησαν, ἑνὸς τῶν αἰπόλων νεανίου καὶ τόλμῃ διαφέροντος συμπεραιωθέντος, ἄλλοτε ἄλλης τῶν ὤμων ἀντεχομένου. | |
3 | Ὁ οὖν Ἐρύθρας ζητῶν τὰς οὐ φαινομένας φορβάδας πρῶτος τῶν ἐκεῖσε σχεδίαν ἐπήξατο, μεγέθει | |
5 | μὲν σύμμετρον, τῇ δυνάμει δὲ στερίφην, καὶ λαβὼν στά‐ σιν οὐρίου καὶ συμμέτρου πνεύματος ἀφῆκεν εἰς τὸν πό‐ ρον· ταχὺ δὲ τοῦ κύματος αὐτὸν προώσαντος εὗρε μὲν τοὺς ἵππους, εὗρε δὲ τὸν νομέα. Θαυμάσας δὲ τὴν νῆσον καὶ πόλισμα ἐπὶ λιμένος εὐκαίρου ἱδρύσατο, καὶ ἐκ τῆς | |
10 | ἀντιπέραν τοὺς ἀποροῦντας βίου μετενεγκὼν ἐπόλισεν, ἐκεῖθέν τε καὶ τὰς ἄλλας νήσους ἐρήμους οὔσας ἀνθρώ‐ πων οἰκήσεσιν ἐξημέρωσε· καὶ τηλικαύτην δόξαν ἐκ τῶν πραχθέντων πολλοῖς ἐνεποίησεν, ὥστε τὴν ἐκεῖσε θάλατταν, οὖσαν ἄπειρον μεγέθει, πάντας ἔτι καὶ καθ’ | |
15 | ἡμᾶς ἐπονομάζειν ἐρυθράν. Τὰ μὲν οὖν αἴτια τῆς κλή‐ σεως ἔχοντα διαφοράν (μέγα γὰρ τὸ παραλλάττον Ἐρύ‐ θρα θάλατταν εἰπεῖν ἢ θάλατταν ἐρυθράν· τὸ μὲν γὰρ τὸν κυριεύσαντα σημαίνει τῆς θαλάττης ἄνδρα, τὸ δὲ τὴν πυρρότητα δηλοῖ τῆς ῥηθείσης φύσεως) ἐν τού‐ | |
20 | τοις. Ἔστι δέ, φησί, τὸ μὲν ἀπὸ τοῦ χρώματος τὴν κλῆ‐ σιν κατασκευάζον ψεῦδος (οὐ γάρ ἐστιν ἐρυθρά), τὸ δ’ ἀπὸ τοῦ δυναστεύσαντος ἀληθές, ὡς ὁ πέρσης λόγος ἐπιστώσατο. Ὅτι οὐδὲ ἀπό τινος τῶν τοῦ Περσέως ἐγγόνων ἀξιοῖ | 137 in vol. 7 |
25 | οὗτος, καίτοι πολλῶν λεγόντων, τὴν κλῆσιν τοὺς Πέρσας κληρώσασθαι· μηδὲ γὰρ ἐκείνους σφᾶς αὐτοὺς Πέρσας πα‐ ροξυτόνως ὀνομάζειν, ἀλλὰ Περσᾶς, ἐπὶ τέλους τῆς περισπωμένης τιθεμένης. Ὅτι τὰ κατὰ τὸν Περσέα εἰς ψεῦδος καὶ δι’ ἄλλων | |
30 | πολλῶν ἀπάγειν σπουδάζων, προστίθησι καὶ ταῦτα. Πλὴν εἰ μὲν τραγικῶς ὁ Περσεὺς ἐστράτευται τὸ πρόσ‐ ωπον περιθέμενος καὶ τὴν ἅρπην λαβών, καὶ περὶ τῶν ἑξῆς ἐπιτρέψαις ἂν ὑποκριτῇ καὶ χορῷ διαλύεσθαι καὶ τὰ τῆς ἀντιλογίας εἰς μῦθον, ὡς οἱ πολλοὶ συγκεχωρήκα‐ | |
35 | σιν. Ἐπιδράμωμεν τῶν τοιούτων τὰ κεφάλαια διὰ βρα‐ χέων. Κένταυρον γεγονέναι, Γηρυόνην, Κύκλωπα, Χρύ‐ σην, Κίρκην, Καλυψώ, Μινώταυρον, Σκύλλαν, Χί‐ μαιραν, Πήγασον, Λαιστρυγόνας, Κέρβερον, Γλαῦκον θαλάττιον, Ἄτλαντα, Πρωτέα, Νηρέα, Νηρεΐδας, τοὺς | |
40 | παῖδας τοὺς Ἀλωέως, ἐννεοργυίους μὲν αὐξηθέντας μῆκος, | |
Bibl.250443a | ἐννεαπήχεις δ’ εὖρος. Ἔτι δὲ γένος μὲν ἀναφῦναι καθ’ Ἡσίοδον πρῶτον μὲν χρυσοῦν, ἔπειτα ἀργυροῦν, εἶτα χαλκοῦν. Πάλιν ἵππους μὲν γενέσθαι περὶ τῶν μελ‐ λόντων συλλαλοῦντας Ἀχιλλεῖ, Σφίγγα δὲ τῶν Θη‐ | |
5 | βαίων παισὶν αἴνιγμα προβάλλουσαν, Σειρῆνας δὲ ἐπ’ ὀλέθρῳ τῶν ἀκροωμένων ᾄδουσας, Νιόβην δὲ καὶ Πο‐ λυδέκτην διὰ φόβον ἀπολιθουμένους. Ἐπὶ δὲ τούτοις τοὺς Ὀδυσσεῖ συμπλεύσαντας ἐκ μὲν ἀνθρώπων εἰς σῦς, | |
ἐκ συῶν δὲ εἰς ἀνθρώπων μεταβληθῆναι διάθεσιν. Ἔτι | 138 in vol. 7 | |
10 | Τάνταλον τιμᾶσθαι μὲν διὰ σωφροσύνην, συνέστιον ὄντα θεοῖς, τιμωρεῖσθαι δὲ δι’ ἀκολασίαν, ἐν ἀέρι φερόμενον. Ἑτέρους εἰς Ἅιδου καταβαίνοντας διὰ προαίρεσιν, τοὺς μὲν ὅπως ὑπὲρ τῶν ζώντων τοῖς νεκροῖς μάντεσι χρή‐ σαιντο, τοὺς δὲ ἵνα τὴν Περσεφόνην ὡς ἔρημον ὑπάρ‐ | |
15 | χουσαν βίᾳ νυμφεύσωσι. Καὶ κῳδίον ἐπὶ προβάτου γενέσθαι χρυσόμαλλον, μηλέας ἐν τῇ Λιβύῃ πεφυκέναι μῆλα φέρουσας χρυσᾶ, σῶμα ἔμψυχον πάντα τὸν βίον δια‐ καρτερεῖν ἄγρυπνον, Βορέαν καὶ Νότον μετὰ τῶν ἄλλων ἀνέμων ἐν ἀσκῷ πνίγεσθαι συγκεκλεισμένους. | |
19 | Πρὸς τού‐ | |
20 | τοις Πασιφάην μὲν ταύρῳ, Τυρὼ δὲ ποταμῷ μίγνυσθαι, πρὸς οὐδὲν γένος τὴν εὐνὴν ἐχούσας ἀλλόφυλον· καὶ Φι‐ λομήλαν μὲν ἀηδόνος ἐξαλλάξαι μορφήν, Τηρέα δὲ ἔποπος, Ἑκάβην δὲ εἰς κυνὸς οἰκουροῦ καταστρέψαι φύ‐ σιν. Ἐπὶ τούτοις τὴν Ἰὼ γεγονέναι μὲν ποταμοῦ θυγα‐ | |
25 | τέρα, ταυροκέρῳ δὲ μορφῇ διαπτῆναι βοὸς οἰστρώσης τὸ Ποντικὸν πέλαγος· ἀφ’ ἧς καὶ τὸν Βόσπορον εἰ‐ ληφέναι τὴν κλῆσιν. Ἔτι Καινέα τὸν Λαπίθην τὸ μὲν ἀπ’ ἀρχῆς γενέσθαι παρθένον καὶ γυναῖκα, ἡβήσαντα δὲ εἰς ἄνδρα μεταστῆναι, τὸ δ’ ὕστατον εἰς τὴν γῆν ὑπὸ | |
30 | τῶν Κενταύρων καταδῦναι, ταῖς ἐλάταις τυπτόμε‐ νον, ὀρθόν τε καὶ ζῶντα. Καὶ Λήδαν μὲν ἀντὶ τῆς κα‐ θηκούσης γυναικὶ τεκνώσεως ὠοῦ τεκεῖν φύσιν, ἐξ οὗ τὸ περιμάχητον εἶδος, τὴν Ἑλένην λέγω, τυπωθῆναι· τὴν δὲ Ἕλλην καὶ Φρίξον ἐπὶ κριοῦ τοῖς ποσὶ πετο‐ | |
35 | μένου, τὸν πόρον κατανύσαντας, τὴν ἐφ’ ἑκάτερα θάλατταν Ἑλλήσποντον ἀφ’ ἑαυτῶν προσαγορεῦσαι. Τὸν δ’ Ἡρακλέα καὶ τὰ πελάγη μέν, οὗ μέγιστοι χειμῶ‐ νες, ἐν λέβητι διαπλεῖν, τὴν δὲ Λιβύην ἄσπορον, | |
ἄνυδρον, ἀπόρευτον ὑπάρχουσαν μόνον διεξέρχεσθαι, τῷ | 139 in vol. 7 | |
40 | δὲ Ἄτλαντι τὸν τηλικοῦτον διαδέξασθαι κόσμον, πρόσ‐ ταγμα μὲν οὐκ ἔχοντα, χάριν δὲ τιθέμενον. | |
41 | Καὶ τῷ μὲν | |
Bibl.250443b | Ὀρφεῖ κιθαρίζοντι διὰ φιλομουσίαν τὰ ὄρη καὶ τὰς πέτρας ἀκολουθεῖν, κρέα δὲ ὀπτώμενα τῶν Ἡλίου βοῶν φωνὴν προϊέσθαι ἀνθρώποις συνετήν. Τῶν δὲ με‐ τηλλαχότων τὸν βίον ἐπὶ σχολῆς πρὸς Ὀδυσσέα διεξέρ‐ | |
5 | χεσθαι παντοδαπῆ ἀδολεσχίαν, ἐκ τῆς ἀμόρφου σκιᾶς τὸ τῆς ὄψεως γινώσκοντα ἰδίωμα, καὶ τοὺς μὲν αὐτῶν ἀπὸ τοῦ πίνειν, οὐ κοιλίας, οὐ βρόγχους ἔχοντας, ἑτέρους δὲ φοβεῖσθαι τὸν σίδηρον οὐκέτι δυναμένους τρωθῆναι, τινὰς δὲ πέτρον κυλίειν τῶν σωμάτων πάλαι κατα‐ | |
10 | κεκαυμένων, ἄλλους δὲ δικάζειν ἑτέροις τεθνηκόσιν ἀδικήματος οὐδενὸς ὑπάρχοντος· τὸ δ’ ἔσχατον, τῶν οὐκέτι ὄντων τοὺς τύπους ἐν πορθμίδι διαπλεῖν, ἔχοντας Χάρωνα ναύκληρον καὶ κυβερνήτην, ἵνα μὴ καταστρα‐ φέντες ἐκφορᾶς ἐπιδέωνται πάλιν. | |
14 | Καὶ τὴν μὲν Ἄλ‐ | |
15 | κηστιν καὶ Πρωτεσίλαον καὶ Γλαῦκον τετελευτηκότας πάλιν ἀναστῆναι, τὴν μὲν ὑφ’ Ἡρακλέους ἀναχθεῖσαν, τὸν δὲ διὰ τὸν τῆς γυναικὸς ἔρωτα, τὸν δὲ ὑπὸ τοῦ μάντεως τοῦ συγκατορυχθέντος· τοῦ δὲ Ἀμφιαράου ζῶντος τὸ σῶμα καταδέξασθαι μετὰ τῶν ἵππων καὶ τοῦ | |
20 | δίφρου τὴν γῆν. | |
20 | Ἔτι τοίνυν ὀδόντας ἐκ Κάδμου σπαρῆ‐ ναι δράκοντος, ἐκ δὲ τούτων ὁπλίτας ἀνατεῖλαι μαχο‐ μένους ἀλλήλοις. Τὸν δὲ Τάλων τὸν φύλακα τοῦ Μίνω τρὶς μὲν ἐν ἡμέρᾳ πᾶσαν περιπολεῖν τὴν Κρήτην, | |
τηλικαύτην οὖσαν, τὴν δὲ ζωὴν μόνον τῶν ἐμψύχων | 140 in vol. 7 | |
25 | τοῦτον ἐν τῷ σφυρῷ κεκτῆσθαι. Καὶ τοῦ Μίνω δὲ ἀμή‐ χανον εἶναι παραλῦσαι τὸν βίον, εἰ μή τις αὐτῷ ζέον ὕδωρ καταχέαι. | |
27 | Πρὸς τούτοις ὑπὸ μὲν τῆς Μηδείας γέροντα κριὸν ἐπῳδαῖς μεταπεσόντα νέον γενέσθαι πά‐ λιν, ὑπὸ δὲ τῶν Πελιάδων καθεψηθῆναι τὸν πατέρα | |
30 | Πελίαν, ἵνα γένηται νέος. Τὰς δὲ Φορκίδας τρεῖς μὲν οὔσας γραίας, ἑνὶ δὲ χρωμένας ὀφθαλμῷ, διεξάγειν τὸν βίον ἄλυτον παρ’ ἀλλήλων κατὰ μέρος ἀμειβο‐ μένας πίστιν. Ἔτι δὲ τοὺς τὴν Ἀρκαδίαν οἰκοῦντας καὶ τὴν Ἀττικὴν γηγενεῖς τε εἶναι καὶ παρὰ φύσιν γεγονέ‐ | |
35 | ναι. Καὶ τὴν μὲν ἐν Αὐλίδι σφαγεῖσαν ἐν Ταύροις ἀναφανῆναι ζῶσαν, τὴν δ’ ἐν Πελοποννήσῳ κατα‐ ποντισθεῖσαν ὑπὸ τοῦ πατρὸς Ἀκρισίου τῇ παραλίᾳ τῇ Σεριφίων ἀβλαβῆ μετὰ τοῦ βρέφους προσπεσεῖν. Τὸν δ’ ὑπὸ Μενελάου κατὰ τὴν μονομαχίαν ἤδη χειρού‐ | |
40 | μενον, ἐξαίφνης ἁρπαγέντα, ἐν τῷ θαλάμῳ γενέσθαι πρὸς συνουσίαν ἕτοιμον ὄντα, τῶν δεινῶν ἁπάντων | |
Bibl.250444a | ἐπιλελησμένον. Τοῦ δὲ δουρείου τὸ κύτος οὐκ ἐφ’ ἁλώσει συμπαγῆναι πόλεως, ἀλλ’ ἐπὶ προδοσίᾳ τῶν περὶ τὸν Ὀδυσσέα καὶ τὸν Νεοπτόλεμον· τοιαύτην ὁ τρό‐ πος ὑπογράφει τὴν εὐήθειαν καὶ τοῦ κατασκευάσαν‐ | |
5 | τος τεχνίτου καὶ τῶν ἐμβάντων ἀριστέων καὶ τῶν ὑπο‐ δεξαμένων εἰς τὴν ἰδίαν πόλιν. | |
6 | Ἐπὶ τούτοις, ὅτι τὸν τηλικοῦτον οὐρανὸν μετὰ τῶν ἐν αὐτῷ διατριβόντων θεῶν τοῖς ἰδίοις ὁ Ἄτλας ὤμοις ὑπειληφώς, ὅμως τὰς καλουμένας Ἀτλαντίδας ἐτεκνοποιήσατο· ὅπερ ἀμή‐ | |
10 | χανον. Ὅτι τὴν ἅπασαν οἰκουμένην Ὠκεανὸς περι‐ κυκλοῖ φρουρῶν καὶ συνέχων τοῖς ἑαυτοῦ ῥεύμασιν· | |
οὗ φησι πέραν οἰκεῖν τὰς Γοργόνας Ἡσίοδος. Ὅτι τῶν ἡρώων τινὲς ἀπαθῆ τὴν διαμονὴν τῶν σωμάτων δια‐ φυλάττουσι πάντα τὸν χρόνον ἐν ταῖς μακάρων νήσοις, | 141 in vol. 7 | |
15 | ἃς οὐδεὶς κυρίως ἱστόρηκε. Καὶ ταῦτα μὲν εἰς ἄπορον καταστρέφοντα δόξαν πολλαῖς καὶ τῶν γυναικῶν εὔ‐ λογον παραδίδωσι χλευασμόν. | |
17 | Τῶν δ’ αὖ θεῶν πῶς παραδεξώμεθα τὸν μὲν ἐν μηρῷ καταρραφέντα τρα‐ φῆναι, τὴν δὲ τῇ τοῦ Διὸς κεφαλῇ κοιλίᾳ χρήσασθαι, | |
20 | τὸν δὲ ἄνευ τοῦ πατρὸς τελειωθῆναι (λέγω δὴ τὸν Ἥφαιστον), τὸν δὲ ἥλιον διὰ τὰς Ἀτρέως εἰς Θυέστην πράξεις τὴν μὲν δύσιν ἀνατολὴν ποιῆσαι, τὴν δὲ ἀνα‐ τολὴν δύσιν; | |
23 | Πρὸς δὲ τούτοις Ἀπόλλωνα μὲν καὶ Πο‐ σειδῶνα ἐν Τροίᾳ θητεύσαντας ἐνιαυτὸν οἰκοδομίας | |
25 | ἀποστερηθῆναι μισθὸν καὶ βουτροφίας, ταῖς δεινοτάταις ὑπὸ Λαομέδοντος περιπεσόντας ἀπειλαῖς, Διόνυσον δὲ ὑπὸ Λυκούργου διὰ φόβου καταδιωχθέντα εἰς τὴν θά‐ λατταν πρὸς Θέτιν καταφυγεῖν. Πρὸς δὲ τούτοις ἔριν ὑπὲρ κάλλους καταστῆναι θεαῖς, ὧν ἑκάστη μὲν ἐδέκαζε | |
30 | τὸν κριτὴν τοῖς παρ’ ἑαυτῇ δώροις, ἵνα παρίδῃ τὸ δίκαιον, οὐδεμιᾷ δὲ παρηκολούθει τὸ συμπεσούμενον ἐκ τῆς κρίσεως τέλος. | |
32 | Ἔτι τὸ μὲν Ἀθηνᾶς μέγεθος εἰς χελι‐ δόνος συγκαταβαίνειν ὄγκον, τὸ δὲ τοῦ Διὸς ἀξίωμα εἰς κύκνου κατασταλῆναι τάξιν, τὸ δὲ τῆς Δημήτρας κάλ‐ | |
35 | λος εἰς τὴν αἰσχίστην μετασταθῆναι διάθεσιν. Τὸν δὲ νο‐ μιζόμενον μέγιστον Δία ἐπιβουλευθῆναι μὲν ὑπὸ τοῦ ἀναγκαιοτάτου τῆς γυναικὸς ἀδελφοῦ, σωθῆναι δὲ ὑπὸ | |
τῶν ἐχθίστων, λέγω δὴ τῶν Τιτάνων· οὓς ἀναβάντας ἐκ τῶν δεσμῶν καὶ τοῦ σκότους καὶ τῆς ἐκεῖσε φυλακῆς, | 142 in vol. 7 | |
40 | ἐπεὶ τὴν χρείαν παρέσχοντο φοβήσαντες τοὺς περὶ τὸν Ποσειδῶνα, καταβῆναι πάλιν ἑκουσίως εἰς τὸν Ἀχέροντα | |
Bibl.250444b | καὶ τὸν Ἅιδου τόπον. | |
1 | Ἔτι τὴν μὲν Ἀφροδίτην τιτρωσκομένην ὑπὸ θνητῆς δυνάμεως, τὸν δ’ Ἄρην δεσμούμενον ὑπ’ Ὤτου καὶ Ἐφιάλτου, τὸν δὲ Ἅιδην, ἐν ᾧ τόπῳ τὴν βασιλείαν εἶχεν, ἐκεῖσε ὑφ’ Ἡρακλέους το‐ | |
5 | ξευθέντα ταῖς μεγίσταις ἀλγηδόσι περιπεσεῖν· τὸν δὲ Ἥφαιστον, ἀπὸ τοῦ κατὰ τὸν οὐρανὸν ἀπορριφέντα ὕψους, εἰς Λῆμνον ἐνεχθῆναι διακείμενον ἐσχάτως· τῆς δ’ Ἥρας ὑπὸ τοῦ Διὸς κρεμαμένης ἐκ τῶν ποδῶν ἐκδε‐ θῆναι παμμεγέθεις ἄκμονας. | |
9 | Καθόλου δὲ θεοὺς μοι‐ | |
10 | χεύοντας, κεραυνουμένους, κυλλόποδας, κλέπτειν εἰθισμέ‐ νους, ἀνθρώπων ἀσθενεστέρους, προχείρως λοιδοροῦντας, ἀδικοῦντας, μεμψιμοιροῦντας, πέρας οὐθενὸς πάθους ἐκτὸς καθεστῶτας, ὑφ’ ὧν ἡμεῖς ὀχλούμενοι τοὺς θεοὺς ἐπικα‐ λούμεθα. Οἱ οὖν τὰ τοιαῦτα τερατευόμενοι, πόρρω τῆς | |
15 | ἀληθείας ἱστάμενοι, οὐκ ἂν ἑτέροις ταύτην εἰσηγεῖσθαι κριθεῖεν ἂν ἀξιόλογοι. Διὰ τοιούτων καὶ τοσούτων Ἀγα‐ θαρχίδης τὰ περὶ τὸν Περσέα εἰς ὁμοίους ἀπάγων μύ‐ θους, οὐδὲ τὴν ἐρυθρὰν ἐκ τοῦ παιδὸς αὐτοῦ κλη‐ θῆναι δίδωσιν. | |
20 | Ὅτι αὐτός, φησίν, ἑαυτῷ αἴτιος καθίσταται ἐλέγχων ὁ τὴν τῶν μυθοποιῶν ἐξουσίαν εἰς πραγματικὴν με‐ τάγων ἐνάργειαν· ἧς ἄν τις ἀφέλῃ τὸν ἔλεγχον, οὐθὲν εὐτελέστερον καταλείψει γένος τῆς πίστεως ἠρμένης. Ἐπεὶ διὰ τίνα αἰτίαν Ὅμηρον οὐκ εὐθύνω, Διὸς καὶ Ποσει‐ | |
25 | δῶνος φράζοντα διαφοράν, ἀδύνατον ἀνθρώπῳ πίστιν παραδοῦναι· οὐδ’ Ἡσιόδῳ μέμφομαι δηλοῦν τολμῶντι θεῶν γένεσιν· οὐδ’ Αἰσχύλον ἐπιπλήττω πολλοῖς διε‐ ψευσμένον καὶ πολλὰ συγγράφοντα τῶν ἀσυγχωρή‐ των· οὐδ’ Εὐριπίδου κατηγορῶ τῷ μὲν Ἀρχελάῳ περι‐ | 143 in vol. 7 |
30 | τεθεικότος τὰς Τημένου πράξεις, τὸν δὲ Τειρεσίαν βεβιωκότα παρεισάγοντος πέντε γενεῶν πλέον· οὐδὲ τοὺς ἄλλους εἰς ἐπιτίμησιν ἄγω διασκευαῖς ἐν τοῖς δρά‐ μασι χρωμένους ἀδυνάτοις; Ὅτι πᾶς ποιητὴς ψυχα‐ γωγίας μᾶλλον ἢ ἀληθείας ἐστὶ στοχαστής. | |
35 | Ὅτι καὶ τὴν Ἰνδικὴν χώραν ἐλέφαντας τρέφειν φησί, καὶ τὴν Αἰθιοπίαν, ἣ τοῖς Θηβαίων ὁρίοις ἐστὶν ὅμο‐ ρος, καὶ δὴ καὶ τὴν Λιβύην. Ὅτι τέτταρες τόποι τὴν Αἴγυπτον περιειλήφασιν, ἀπὸ μὲν τῆς ἄρκτου τὸ πέλαγος, ἀπ’ ἀνατολῆς δὲ καὶ | |
40 | δύσεως ἐρημίαι, ἀπὸ δὲ τῆς μεσημβρίας Αἰθίοπες. Αὐστηρὸς ὁ λόγος, ἀλλὰ σωτήριος. Δηλοῦται γὰρ οὐ | |
Bibl.250445a | λύπης, ἀλλὰ φυλακῆς ἕνεκεν, καὶ τὴν ἡδονὴν ἐκ τῶν λόγων ἦρκεν, ὅπως τῆς ἐκ τῶν πραγμάτων χάριτος ἀπολαύοντες μηδέποτε ἀντὶ τοῦ βελτίονος τὸ χεῖρον αἱρώμεθα, ἢ πρὸς Διὸς καὶ θεῶν, ἵνα μηδὲ τῶν ἐν | |
5 | μέσῳ κειμένων ἔνια παρίωμεν. Ἰδιώτου μὲν οὐσίαν μικρῷ βαθυτέραν ἀπραγμόνως χαλεπὸν διασῶσαι· σὺ δὲ τοσούτων καὶ τηλικούτων κλη‐ ρονομίαν ἀγαθῶν καθέξειν χωρὶς ἀγωνίας ἐλπίζεις; καὶ ταῦτα γινώσκων ὅτι κἀκεῖνα μὲν ὁ νόμος τῷ κτησα‐ | |
10 | μένῳ διαφυλάττει, ταῦτα δὲ ὁ σίδηρος ἀφαιρεῖται τῶν ἀσθενεστέρων. Ὅτι φησίν, ἐκ πολλοῦ χρόνου προειληφότες ἐσμὲν ὅτι τὰς τῶν δυναστῶν φιλίας ὁ καιρὸς σφραγίζεται καὶ | |
λύει, καὶ τὴν σὴν ἀσχολίαν ἄλλῳ δίδωσιν ἀφορμήν, αὔ‐ | 144 in vol. 7 | |
15 | ξων καὶ φθίνων τὰ πράγματα ἐξ ἀλλήλων. Ὁ μὲν τῷ λόγῳ συνεχῶς χαριζόμενος, τὸ ἐκ τῶν ἔργων δυ‐ νατὸν ὑπερβαίνων, πολλὰ διαψεύδεται· ὁ δὲ προσλαμ‐ βάνων τοὺς αὑτοῦ φίλους βουλῆς κοινωνοὺς ἐν καιροῖς τη‐ λικούτοις οὐ τοῦ τὴν ὁρμὴν ἐπώσοντος δεῖται. Τίς γὰρ οὕ‐ | |
20 | τως ἄβουλος, ὃς τὸ δοκοῦν αὐτῷ παρ’ ἑτέρου βούλεται μα‐ θεῖν, καὶ ποιεῖν τὸν σύμβουλον τῶν ἀπορουμένων συνήγορον τῆς ἐπιθυμίας; | |
22 | Εἰ γὰρ ὁ κύριος τῶν τοσούτων ἀγα‐ θῶν κρείττων ἐστὶ τῆς ἐπιθυμίας τῆς τῶν βιαζομένων, μακαρίσαι μὲν ἔχω τοῦ ταῦτα κεκτημένου τὴν ἐξουσίαν, | |
25 | ἀφελέσθαι δὲ τοῖς ὅπλοις βιασάμενος τὰς χορηγίας οὐ δύναμαι. Τί οὖν ἀμήχανον πρᾶξιν εἰς κενὴν ἐπαγγελίαν ἄγειν, καὶ τὰς ἀδήλους ἐλπίδας τῶν προδήλων κινδύ‐ νων πλέον εὐλαβεῖσθαι; Ἀλλὰ καταπλήξονται τοὺς Ἕλληνας οἱ Αἰθίοπες. Τίνι; Τῇ μελανίᾳ καὶ τῇ πα‐ | |
30 | ραλλαγῇ τῆς μορφῆς; Οὐχ ὑπερβαίνει τὴν τοῦ παιδὸς ἡλικίαν παρ’ ἡμῖν ὁ τοιοῦτος φόβος. Ἐν δὲ τοῖς πολέ‐ μοις καὶ ταῖς μείζοσι διαφοραῖς οὐκ ὄψει καὶ χρώματι, τόλμῃ δὲ καὶ στρατηγίᾳ τὰ πράγματα κρίνεται. | |
33 | Ἐγὼ δ’ ἀφ’ ἧς ἡμέρας ἡ τύχη με κατέστησεν ἐπίτροπον τοῦ | |
35 | σώματος τοῦ σοῦ, νέου παντελῶς ὄντος, καὶ τῆς ὅλης βα‐ σιλείας, ἀπ’ ἐκείνης εὐθὺς μέγαν ἐμαυτῷ πόνον ἐπέ‐ βαλον. Τίνα τοῦτον; Τοῖς πρὸς ἡδονὴν ὁμιλοῦσιν ἐναν‐ τιοῦσθαι καὶ δυσχεραίνειν, σοῦ πρῶτον αὐτοῦ περιαιρούμε‐ νος οὐ τὴν ἐξουσίαν ἀλλὰ τὴν ἄγνοιαν, ἵνα τῶν τοσούτων | |
40 | ἀγαθῶν φρονῶν ἀπολαύσῃς, μὴ διαμαρτάνων. Τοῦτο γὰρ ἐζήτουν πατρὸς ἔχων εὔνοιαν χρόνου στοχαζομένην, οὐ κόλακος εἰρωνείαν καιρῷ προσομιλοῦσαν. Οἶδα γάρ, πρεσ‐ | |
Bibl.250445b | βύτερος ὢν καὶ πολλῶν ἔμπειρος γεγονὼς πραγμά‐ των, διὰ τοὺς θωπεύειν ἐπιβεβλημένους τοὺς ἐν ταῖς ὑπεροχαῖς καὶ τὰς μεγίστας βασιλείας ἄρδην ἀνῃρημέ‐ νας, τὴν Κασάνδρου, τὴν Λυσιμάχου, τὴν Ἀλεξάνδρου | 145 in vol. 7 |
5 | τηλικαύτην οὖσαν, τὴν Μήδων, τὴν Σύρων, τὴν Περ‐ σῶν, ὥστε μηδὲ σπέρμα καταλελεῖφθαι τοῦ γένους. Οὐκ ἀλόγως· νέου γὰρ πολλὰ μὲν ἀγνοοῦντος διὰ τὴν ἡλικίαν, εὐλογουμένου δὲ ἐπὶ τοῖς ἁμαρτήμασιν οὐδὲν σφαλερώ‐ τερον οὐδὲ ἐπικινδυνότερον. Ὁ γοῦν Ἀλέξανδρος, ἀήτ‐ | |
10 | τητος ὢν ἐν τοῖς ὅπλοις, ἀσθενέστατος ἦν ἐν ταῖς ὁμι‐ λίαις· ἡλίσκετο γὰρ ὑπὸ τῶν ἐπαίνων, καὶ Ζεὺς καλού‐ μενος οὐ χλευάζεσθαι ἐνόμιζεν ἀλλὰ τιμᾶσθαι, τῶν μὲν ἀδυνάτων ἐπιθυμῶν, τῆς δὲ φύσεως ἐπιλελησμένος. Ὅταν ὁ δημαγωγὸς τοῖς πολλοῖς διαλέγηται, μὴ τὴν | |
15 | τοῦ φίλου τάξιν ὑποστησάμενος ἀλλὰ τὴν τοῦ κόλακος, ἡ τῶν ὄχλων ὁρμὴ βεβαιωτὴν λαβοῦσα τῆς ἁμαρτίας τὸν σύμβουλον ἀνέτρεψε τὴν πόλιν. Ἐνσκήπτει γὰρ ὁ μῶ‐ μος οὐ κατὰ τῶν ὑπαιτίων μόνον, ἀλλὰ καὶ οἷς ἂν ὁ φθόνος αὐτῷ τὴν ἔφοδον προοδοποιήσαιτο. Ἢ κρατεῖ | |
20 | γὰρ ὁ μῶμος οὐ τῶν ὑπαιτίων μόνον ἀλλ’ ἔσθ’ ὅτε καὶ τῶν ἐπικρατεστέρων αἰτίας, ἐπειδὰν ὁ φθόνος πικρὸν τὸ βέλος ἀφεὶς προκατειργάσατο τὸν οὐκ ἄξιον τοῦτο πείσεσθαι. Χρῶνται δὲ ἐπὶ τῶν κινδύνων τῶν πολεμικῶν Αἰθίο‐ | |
25 | πες τοῖς μὲν τόξοις μεγάλοις, βραχέσι δὲ τοῖς οἰστοῖς· ἐπὶ δὲ τῆς ἄκρας τοῦ καλάμου κερκίδος ἀντὶ τοῦ σιδήρου παραμήκης τῷ τύπῳ λίθος ἀνεστήρικται, νεύροις ἐσφι‐ γμένος, ὀξὺς μὲν ὑπερβολῇ, φαρμάκοις δὲ θανασίμοις βεβαμμένος. | |
30 | Ὅτι Πτολεμαῖος, φησίν, εἰς τὸν κατὰ Αἰθιόπων πό‐ λεμον ἀπὸ τῆς Ἑλλάδος πεντακοσίους συνέλεξεν ἱππεῖς, | |
ὧν τοῖς προκινδυνεύειν μέλλουσι καὶ καθηγουμένοις, τὸ πλῆθος οὖσιν ἑκατόν, ὁπλισμοῦ περιέθηκε τρόπον· στολὰς γὰρ αὐτοῖς τε καὶ τοῖς ἵπποις ἀνέδωκε πιλητάς, ἃς οἱ | 146 in vol. 7 | |
35 | κατὰ τὴν χώραν ἐκείνην προσαγορεύουσι κάσας, ὥστε πᾶν κρύπτειν τὸ σῶμα πλὴν τῶν ὀφθαλμῶν. | |
36 | Ἐκ τῆς εʹ Ἀγαθαρχίδου ἱστορίας τῆς περὶ τὴν ἐρυθρὰν θάλασσαν. | |
38 | Ὅτι πολλοί, φησί, καὶ τῶν πολιτικῶν ἀνδρῶν καὶ | |
40 | τῶν ποίημα γεγραφότων διηπορήκασι πῶς τὰς ὑπερ‐ βάλλουσας ἐνίοις ἀκληρίας τὸν ἐκτὸς τῶν κινδύνων κεί‐ μενον πρεπόντως ἐξαγγελτέον· ὧν ὁ τρόπος οὐ λίαν | |
Bibl.250446a | γένοιτ’ ἂν ἐμφανής, εἰ μή τις ὑποτάξαιτ’ ἂν ἀκόλου‐ θον αἰτίαν τοῖς ἐμφανιζομένοις. | |
2 | Ὄλυνθον καὶ Θήβας δύο πόλεις ἐνδόξους Ἀλέξανδρος καὶ Φίλιππος διαρπάσαντες καθεῖλον εἰς ἔδαφος. Τὸ δὲ δεινὸν τοῦ συντελεσθέντος | |
5 | παρ’ ἐλπίδα προσπεσὸν καὶ τῶν Ἑλλήνων πολλοῖς ἀγω‐ νίαν περὶ τῶν ὅλων μεγάλην ἐπέστησε, καὶ τῶν ῥητό‐ ρων οὐκ ὀλίγοις λόγου παρέσχεν ἀφορμὴν εἰς τὸ δηλῶ‐ σαι τὰ πεπραγμένα τοῦ πάθους οἰκείως. Εἰρήκασιν οὖν περὶ τούτου τοῦ πράγματος ἄλλοι μὲν ἀλληγορικῶς τῷ | |
10 | τρόπῳ καὶ ταῖς διαλέκτοις, ὡς δοκοῦσι, περιττῶς, οἱ δ’ ἐμβριθέστερον, τὰ συνήθη καὶ τὰς κυριολογίας ἐν τοῖς δεινοῖς οὐ πεφευγότες. Ἑκατέρου δέ σοι προοισό‐ μεθα παραδείγματα γένους, ἵνα τοὺς χαρακτῆρας ἐκ παραβολῆς ἐπιδὼν τοὺς ἄμεινον καὶ τοὐναντίον εἰπόντας | |
15 | ἐπ’ αὐταῖς εὕρῃς ταῖς δοκιμασίαις. Ἡγησίας μὲν οὖν πολλάκις τῆς ἀπωλείας μεμνη‐ μένος τῶν πόλεων εὐτελής ἐστιν. Ὁ γὰρ μὴ θέλων τοῖς | |
καιροῖς οἰκείως διαλέγεσθαι, ζητῶν δὲ ἐξ ἀνάγκης ἐν αὐστηρῷ πράγματι κομψότητα διαφαίνειν, τοῦ μὲν ἰδίου | 147 in vol. 7 | |
20 | ζηλώματος ἐπὶ ποσὸν τυγχάνει, τῆς δὲ τῶν ὑποκειμέ‐ νων ἀξίας οὐ στοχάζεται· ὥσπερ οὗτος ἐν τοῖς αὐτοῦ φω‐ ρᾶται λόγοις. Οἷον· «Ὄνομα κατελάβομεν, πόλιν καταλι‐ πόντες». Σκόπει τοίνυν. Τοῦτο πάθος μὲν οὐδαμῶς ποιεῖ, ἀλλὰ συνάγει πρὸς τὴν ἔμφασιν καὶ ποιεῖ ζητεῖν τί | |
25 | λέγει. Οὗ γὰρ ἄν τις τῇ γνώμῃ δισταγμὸν ἐνεργάσηται, ἐκεῖσε ἀπὸ τοῦ λόγου τὸ δεινὸν ἀφῆκε. Διὰ τί; Ὅτι τὸ ῥη‐ θὲν ἐν τῷ σαφῶς γνῶναι καὶ τὴν συμπάθειαν ἔστι λαβεῖν· ὁ δ’ ὑστερήσας τοῦ σαφοῦς ἀπολέλειπται καὶ τῆς ἐνεργείας. Εἶτα ὅμοιον περὶ Θηβαίων φησί· «Τὸν γὰρ μέγιστα φωνή‐ | |
30 | σαντα τόπον ἄφωνον ἡ συμφορὰ πεποίηκε». Πάλιν ἐπ’ Ὀλυνθίων· «Ἐκ μυριάνδρου πόλεως ἐξῆλθον, ἐπιστραφεὶς δ’ οὐκέτ’ εἶδον». Ἐζήτεις δὲ τί; Τὸ μὲν γὰρ ῥηθέν, ὑπὸ τοιαύτην ἔμφασιν πεπτωκός, πεπλάνηκεν ἡμῶν ἀπὸ τοῦ προκειμένου τὴν γνώμην. Δεῖ δὲ τὸν οἰκτιζόμενον | |
35 | ἀφέντα τοὺς ἀστεϊσμούς, τὸ πρᾶγμα σημαίνειν ᾧ οἰκείωται τὸ πάθος, εἰ μέλλοι μὴ τῇ λέξει διακοσμεῖν, ἀλλὰ τῷ τῆς συμφορᾶς αἰτίῳ προσεδρεύειν. | |
37 | Ἀλλ’ ἐφ’ ἕτερον ἰτέον· «Ἀλέξανδρε, καὶ τὸν Ἐπαμινώνδαν νόμισον, ὁρῶντα τὰ λείψανα τῆς πόλεως, παρόντα μοι συνι‐ | |
40 | κετεύειν». Αἴτημα μὲν μειρακιῶδες καὶ μεταφορὰ σκληρά, | |
Bibl.250446b | τὸ δὲ σκυθρωπὸν τῆς πράξεως, ἄρρητον. Ἄλλο· «Βασιλικῇ μανίᾳ προσπταίσασα πόλις τραγῳδίας ἐλεεινοτέρα γέγονε». Πρὸς πᾶν μᾶλλον ἢ τὸ καθῆκον σοφιστῇ ἡτοιμάσθαι φαίνεται, ὅθεν οὐ λίαν ἅπτεται τοῦ | |
5 | προκειμένου· χαλεπὸν γὰρ οἶμαι χαλεποῖς πράγμασι μω‐ | |
κωμένην διάλεκτον ἐφορᾶσθαι. Ἄλλο· «Τί δεῖ λέγειν Ὀλυνθίους καὶ Θηβαίους, οἷα κατὰ πόλεις ἀποθανόν‐ τες πεπόνθασιν;» Ἕτερον παραπλήσιον κολακείας οὐκ εὐσχήμονος καὶ εὐηθείας ἐχόμενον· «Ὅμοιον πεποίηκας, | 148 in vol. 7 | |
10 | Ἀλέξανδρε, Θήβας κατασκάψας, ὡς ἂν εἰ ὁ Ζεὺς ἐκ τῆς κατ’ οὐρανὸν μερίδος ἐκβάλοι τὴν σελήνην. Ὑπο‐ λείπομαι γὰρ τὸν ἥλιον ταῖς Ἀθήναις. Δύο γὰρ αὗται πόλεις τῆς Ἑλλάδος ἦσαν ὄψεις. Διὸ καὶ περὶ τῆς ἑτέρας ἀγωνιῶ νῦν. Ὁ μὲν γὰρ εἷς αὐτῶν ὀφθαλμὸς ἡ | |
15 | Θηβαίων ἐκκέκοπται πόλις». Ἐμοὶ μὲν οὖν σκώπτειν ὁ σοφιστὴς δοκεῖ διὰ τούτων, οὐκ ὀλοφύρεσθαι τῶν πό‐ λεων τὴν τύχην, καὶ σκοπεῖν πῶς ἂν τάχιστα συγκό‐ ψαιτο τὸν λόγον, οὐ πῶς τὸ πάθος ὑπὸ τὴν ὄψιν ἀγάγοι διὰ τῆς ἐναργείας. | |
19 | Ἕτερον ὅμοιον· «Αἱ δὲ πό‐ | |
20 | λεις αἱ πλησίον ἔκλαιον τὴν πόλιν, ὁρῶσαι τὴν πρό‐ τερον οὖσαν οὐκέτι οὖσαν». Εἰ τις οὖν τοῖς Θηβαίοις καὶ τοῖς Ὀλυνθίοις παρ’ αὐτὴν τὴν ἅλωσιν τὰς περιόδους ταύτας συναχθόμενος ἔλεγε, δοκοῦσιν ἄν μοι γελάσαι τὸν γράψαντα καὶ τρόπον τινὰ αὑτῶν ὑπολαβεῖν ἀθλιώ‐ | |
25 | τερον. | |
25 | Ἄλλου γένους ἁψώμεθα, τὸν αὐτὸν ἡγούμενοι σο‐ φιστήν· «Δεινὸν τὴν χώραν ἄσπορον εἶναι τὴν τοὺς Σπαρ‐ τοὺς τεκοῦσαν». Ἀλλ’ οὐχ οὕτως ὁ Δημοσθένης οὗ τὴν γνώμην οὗτος ἐπὶ τὸ χεῖρον μετέθηκε· γράφει δὲ δεινὸν μηλόβοτον γενέσθαι τὴν Ἀττικήν, ἣ πρώτη τοῖς ἄλλοις | |
30 | ἐξήνεγκε τὸν ἥμερον καρπόν. Ὁ δὲ φήσας δεινὸν εἶναι τὴν γῆν ἄσπορον γενέσθαι τὴν τοὺς Σπαρτοὺς τεκοῦσαν, ἐκ τῶν ὀνομάτων τὴν ἐναντίωσιν εἴληφεν, οὐκ ἐκ τοῦ | |
πράγματος. Διὸ καὶ ψυχρότητα ἐσχάτην ἐμφαίνει, ὥσπερ καὶ Ἑρμησιάναξ ὁ τὴν Ἀθηνᾶν ἐγκωμιάσας | 149 in vol. 7 | |
35 | οὕτως· «Ἐκ γὰρ τῆς τοῦ Διὸς γεγενημένη κεφαλῆς εἰκό‐ τως ἔχει τῆς εὐδαιμονίας τὸ κεφάλαιον». Τοιοῦτον καὶ τό· «Τίς δ’ ἂν δύναιτο ποιῆσαι τὴν Κύρου δόσιν ἄκυρον;» Καὶ τόδε δὲ ὅμοιον· «Τόπος δὲ πῶς γένοιτ’ ἂν ἄβατος βάτου περικειμένου;» Πάντα, φησὶν ὁ Ἀγαθαρχίδης, τὰ | |
40 | τοιαῦτα ἀδόκιμα· ἀλλ’ εἰ μὲν πρὸς ἐλεεινολογίαν λέγοι, | |
Bibl.250447a | ἐγγὺς τοῦ πρέποντος ἵσταται, εἰ δὲ πρὸς πᾶσαν ἰδέαν λόγου, οὐκ ὀρθῶς τῇ κρίσει ἐπέβαλε. | |
2 | Πλὴν προστίθησι καὶ ἕτερα τῶν εἰρημένων ὅμοια, ὑπὸ τὴν αὐτὴν καὶ ταῦτα φέρων διαβολήν, οἷον· «Θηβαῖοι ἐν τῇ μάχῃ τῇ | |
5 | πρὸς Μακεδόνας ὑπὲρ τοὺς μυρίους ἀνετράπησαν». Ὦ καλῆς ἐμφάσεως, ἄνθρωποι τοσοῦτοι παραλόγως ἀνα‐ τετραμμένοι. Καὶ πάλιν· «Τῆς μὲν πόλεως κατασκαφεί‐ σης οἱ μὲν ἄνδρες παίδων συμφορὰς ὑπομένουσιν, αἱ δὲ γυναῖκες μετήχθησαν εἰς Μακεδονίαν, τὴν πόλιν | |
10 | θάψασαί τινα τρόπον». Ἕτερον ὅμοιον· «Ἡ δὲ φάλαγξ τῶν Μακεδόνων εἰσβιασαμένη τοῖς ὅπλοις ἐντὸς τεί‐ χους τὴν πόλιν ἀπέκτεινεν». Ἐκεῖ μὲν ταφὴ πόλεως, ἐν‐ ταῦθα δὲ θάνατος. Λοιπὸν ἐκφορὰν δεῖ προσθέντας ἐπιγράμματι χρήσασθαι, καὶ παντελὴς ἡ πρᾶξις. Πλὴν | |
15 | τῆς μὲν τούτου κομψότητος, ἵνα μὴ μανίας εἰπὼν πικρότερος φανῶ, διεληλύθαμεν, φησί, τὰ πλεῖστα. Εἰσάγει δὲ μετὰ σαφηνείας καὶ τῆς πρεπούσης λόγῳ κοσμιότητος εἰς τὸν ὅμοιον εἰπόντας τόπον Στρατο‐ κλέα μὲν οὕτως· «Ἀροῦται καὶ σπείρεται τὸ Θηβαίων ἄστυ, | |
20 | τῶν συναγωνισαμένων ὑμῖν τὸν πρὸς Φίλιππον πόλεμον». | |
Ἅμα, φησί, τὸ πάθος τῆς πόλεως εὐσήμως ἐξέθηκε, καὶ τῆς τῶν ἠτυχηκότων φιλίας ὑπεμνήσθη· τὸ δεινὸν γὰρ εὐνοίᾳ παρατεθὲν ἐμβριθεστέρους εἴωθε τοὺς οἴκτους ποιεῖν. Μετὰ Στρατοκλέα ὁμοίως Αἰσχίνην εἰσάγει λέ‐ | 150 in vol. 7 | |
25 | γοντα· «Πόλις ἀστυγείτων ἐκ μέσης τῆς Ἑλλάδος ἠφά‐ νισται». Ἄριστα, φησί, τῆς μὲν ἀπωλείας τὸ τάχος τῇ μεταφορᾷ σημήνας, τοὺς κινδύνους δὲ ἐφιστὰς ἐκ τοῦ τὸν πεπονθότα τοῖς ἀκούουσι δεικνύειν ὅμορον ὑπάρχοντα. Ἀλλὰ γὰρ ὁ Δημοσθένης, φησί, μετενέγκας τοὺς λόγους | |
30 | ἐπὶ τὸν Ἀλέξανδρον οὕτω δεδήλωκε· «Τὴν μὲν πόλιν ἐξώρυξεν ἐκ τῶν θεμελίων, ὥστε μηδὲ ἐπὶ ταῖς ἑστίαις καταλιπεῖν τὴν τέφραν, παῖδας δὲ καὶ γυναῖκας τῶν ἡγησαμένων τῆς Ἑλλάδος ἐπὶ τὰς σκηνὰς τῶν βαρ‐ βάρων διένειμε». Πικρῶς καὶ σαφῶς καὶ βραχέως ἀφ’ | |
35 | ἑκάστου τῶν εἰδῶν εἰληφὼς τὴν ὑπερβολήν, ὅμως τῆς διδασκούσης τὸ πρᾶγμα ἐναργείας οὐκ ἐπελάθετο. | |
36 | Πά‐ λιν ἐπ’ Ὀλυνθίων ὁ αὐτὸς ῥήτωρ· «Ὄλυνθον δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πό‐ λεις τῶν ἐπὶ Θρᾴκης, ἃς πάσας οὕτως ὠμῶς ἀνῄρη‐ | |
40 | κεν, ὥστε εἰ μηδὲ πώποτε ᾠκίσθησαν ῥᾴδιον εἶναι προσ‐ ελθόντας εἰπεῖν». Ἐμφανίσας τὸ πλῆθος τῶν πόλεων, τῶν | |
Bibl.250447b | ἀνδρῶν τὴν συμφορὰν ἐπέβαλεν, ὅπως ὁ πλεῖστος οἶκτος τοῦ παραδόξου τεθέντος μᾶλλον τῶν ἀκροωμέ‐ νων ἐκκαλέσηται τὸ πάθος. Ταῦτα καὶ τοιαῦθ’ ἕτερα καὶ ἑτέρων εἰπὼν συγγραφέων τὰ μὲν ἀποδέχεται, τοὺς δὲ | |
5 | περὶ Ἡγησίαν καὶ τὰ παρ’ ἐκείνων παραγράφεται. Ὅτι ἀπὸ τοῦ Μεμφιτῶν ἄστεος εἰς τὴν Θηβαΐδα πέντε εἰσὶ μεταξὺ νομοὶ ἐθνῶν, ἔχοντες πολυάνθρωπον τά‐ ξιν, πρῶτος μὲν ὁ Ἡρακλεοπολίτης, δεύτερος ὁ Λυ‐ | |
κοπολίτης, τρίτος ὁ Ὀξυρυγχίτης, τέταρτος ὁ Ἑρμου‐ | 151 in vol. 7 | |
10 | πολίτης, πέμπτος ὃν οἱ μὲν Φυλακὴν οἱ δὲ Σχεδίαν κα‐ λοῦσιν· ἐν ταύτῃ τῶν ἄνωθεν καταγομένων εἰσπράτ‐ τονται καὶ τιθέασι τὸ τέλος. Τοὺς δὲ εἰρημένους ὑπερ‐ βάλλοντι τόπους ἀρχὴ τῆς Θηβαΐδος ἡ Λύκων πόλις, εἶτα Ἀφροδίτης ἄλλη, πρὸς δὲ τούτοις Πανών, ἔπειτα | |
15 | Θοινίς, μετὰ ταύτην Βοπός, ὑφ’ ἣν Διὸς πόλις ἣν καλοῦσι μικράν, μετὰ δὲ τὸν προσηγορευμένον Τεντυ‐ ρίτην νομὸν Ἀπόλλωνος ὀνομάζεται πόλις, ἧς ἐπάνω μὲν Κοπτός, ἔπειτα Ἐλεφαντίνη, εἶτα Αἰθιόπων χώρα, Κορτία πρώτη. Τὰ μὲν οὖν ἀπὸ Μέμφεως ἕως Αἰθιο‐ | |
20 | πίας εἴρηται. Ὅτι πλησίον τῆς ἐρυθρᾶς θαλάσσης, καθ’ ὃν ὁ Νεῖλος πολλὰς ἐκτροπὰς καὶ παραφορὰς ποιούμενος ὅμως ἐκεῖσε ἀποκάμπτει περιφανῶς, καὶ ποιεῖται κατὰ τὴν δεξιὰν ῥύσιν τῶν ἀγκώνων τὴν μεγάλην κλίσιν | |
25 | ἔκ τε τοῦ πελάγους κόλπος εἰς τὴν ἤπειρον ἀνατείνεται πολύς, ὥστε τὴν μεταξὺ διάμετρον τῶν ὑδάτων, τοῦ τε ἁλμυροῦ καὶ ποτίμου, παραπλήσιον πηλῷ πολλῷ τὴν συστολὴν λαμβάνειν. Κατὰ γοῦν τὴν εἰρημένην θάλατταν πλησίον ἐστί τινα τῶν καλουμένων γνησίων πλῆθος | |
30 | ἔχοντα μετάλλων, τῇ χρόᾳ μὲν ὄντα καθ’ ὑπερβολὴν μέλανα, μαρμάρου δὲ ποιοῦντα τοιαύτας ἐν αὑτοῖς ἐκφύ‐ σεις ὥστε πᾶν λείπεσθαι τὸ διαμιλλώμενον, τῆς λευκό‐ τητος κρίσιν οὐκ ἐχούσης. Ὅτι οὓς ἔσχατον, φησί, κατέχει ἀκλήρημα, τούτους ἡ | |
35 | τυραννὶς εἰς τὴν τῶν χρυσωρυχίων ἀπάγει πικροτάτην δουλείαν, τοὺς μὲν ἅμα γυναιξὶ καὶ παισὶ ταλαιπωρου‐ μένους, τοὺς δὲ καὶ χωρὶς τῶν εἰρημένων. Ὑπερβολὴν | |
οὖν οὐδενὶ τὸ πάθος δυστυχήματι καταλιπεῖν ἐκτραγῳ‐ δήσας, τὸν τρόπον ἀπαγγέλλει τῆς περὶ τὸ χρυσίον | 152 in vol. 7 | |
40 | ἐργασίας. Τῶν ὀρῶν, φησίν, ἐν οἷς ὁ χρυσὸς εὑρίσκεται, τὰ μὲν ἀπότομα καὶ τελέως σκληρὰν ἔχοντα φύσιν | |
Bibl.250448a | ἐκπρήσαντες ὕλῃ καὶ χαῦνα τῷ πυρὶ ποιήσαντες, οὕτως αὐτοῖς προσάγουσι τὴν πεῖραν, τὰ δ’ ἀνειμένα τῇ πέ‐ τρᾳ σιδήρῳ λατομικῷ κερματίζονται. Καθηγεῖται δὲ τῶν ἄλλων τεχνίτης τὸν λίθον διαιρῶν. Ὅταν δὲ οὗτος | |
5 | τοῖς μεταλλεῦσι τὰς ὁδοὺς ὑποδείξῃ, τὸ πᾶν ἔργον καταμερίζεται τῇ τῶν ἀτυχούντων ἀνάγκῃ τοῦτον τὸν τρόπον. | |
7 | Οἱ μὲν εὔρωστοι καὶ νέοι τυπίσι σιδηραῖς κόπτου‐ σι τὴν χώραν τὴν μαρμαρίζουσαν, οὐ τέχνῃ τὴν πλη‐ γὴν ἀλλὰ βίᾳ, καὶ τέμνουσι διὰ τῆς πέτρας ὑπονόμους | |
10 | πλείονας οὐκ εὐθεῖς, ἄλλοτε μὲν ἄνω τῆς χρυσιτίδος ἀπονευούσης λίθου, ποτὲ δὲ κατωτέρω, πάλιν δὲ εἰς τὴν εὐώνυμον κλίσιν, ἐνίοτε δὲ σκολιὰν καὶ διεστραμ‐ μένην καὶ παραπλησίαν ταῖς τῶν δένδρων ῥίζαις. Οὗ‐ τοι μὲν οὖν λύχνους προσδεδεμένους τοῖς μετώποις | |
15 | ἔχοντες λατομοῦσιν, ἀκολουθοῦντες οἷον φλεβὶ τῷ λευ‐ κανθίζοντι· καὶ πολλαχῶς κατασχηματίσαντες τῶν σω‐ μάτων τὰς θέσεις, καταβάλλουσι τὰ θραύσματα εἰς ἔδαφος, οὐ πρὸς τὴν ἰδίαν ἕξιν τε καὶ δύναμιν, ἀλλὰ πρὸς ὀφθαλμὸν ἐπιστάτου, πληγῆς τὴν ἐπιτίμησιν οὐδέ‐ | |
20 | ποτε χωρίζοντος, οἱ δὲ ἄνηβοι παῖδες εἰς τοὺς ὑπὸ τούτων ὀρυχθέντας ὑπονόμους εἰσδυόμενοι, καὶ τὴν χά‐ λικα τῶν ῥιπτουμένων ἐπιπόνως συλλέγοντες, ἐκτὸς | |
τῶν στομίων κομίζουσι. Παρὰ δὲ τούτων οἵ τε πρεσβύ‐ τεροι καὶ τῶν ἀσθενῶν οἱ πολλοὶ τὸν λίθον μεταφέρουσι· | 153 in vol. 7 | |
25 | μετακομίζουσι δὲ οὗτοι τοῖς καλουμένοις ἐπωπεῦσιν. Οἱ γὰρ ἐντὸς τῶν τριάκοντα ἐτῶν καὶ τοῖς εἴδεσι καρ‐ τεροὶ ὅλμους λιθίνους παρειληφότες ὑπέρῳ σιδηρῷ πτίσσουσιν ἐπιστρεφῶς, καὶ ποιήσαντες τὸ μέγιστον τρύ‐ φος ὀρόβῳ παραπλήσιον πρὸς τὴν αὐτὴν ὥραν ἀπο‐ | |
30 | μετροῦσιν ἑτέροις. Οὗτος δέ ἐστιν ὁ πόνος τῶν γυναι‐ κῶν τῶν εἰς τὰς φυλακὰς συναπηγμένων ἀνδράσιν ἢ γονεῦσι. Μύλοι γὰρ ἑξῆς πλείους βεβήκασιν, ἐφ’ οὓς τὸν ἐπτισμένον ἐπιβάλλουσι λίθον· καὶ παραστᾶσαι τρεῖς ἑκατέρωθεν πρὸς τὴν μίαν κώπην, οὕτως ἐζωσ‐ | |
35 | μέναι δυσπροσόπτως ὥστε μόνον τὴν αἰσχύνην τοῦ σώματος κρύπτειν, ἀλήθουσιν· ἀλήθουσι δὲ ἕως ὑπὸ τὸν τῆς σεμιδάλεως τόπον ἀχθῇ τὸ παραδοθὲν μέτρον. Οὗτοι πάντες οἱ τὸν εἰρημένον τῆς τύχης κλῆρον ὑπελ‐ θόντες ποθεινότερον ἔχουσι τοῦ βίου τὸν θάνατον. | |
39 | Παρὰ | |
40 | δὲ τοῦ θήλεος γένους διαδέχονται μὲν τὸ κατειργασμένον οἱ | |
Bibl.250448b | καλούμενοι σηλαγγεῖς· εἰσὶ δ’ οὗτοι τεχνῖται πρὸς τὸ πέρας ἄγειν δυνάμενοι τὴν βασιλικὴν χρείαν. Ἡ δὲ ἐρ‐ γασία τοιαύτη. Καταβάλλουσι τὴν ἀληλεσμένην μάρ‐ μαρον ἐπὶ σανίδος πλατείας μὲν καὶ κατεξυσμένης εἰς | |
5 | εὐθείαν τομήν, οὐκ ἐν ὀρθῇ δὲ χώρᾳ βεβηκυίας, ἀλλὰ μικρὰν ἐχούσης ἐπίκλισιν. Εἶτα καταχέοντες ὕδωρ τρί‐ βουσι ταῖς χερσί, τὰ πρῶτα μὲν κούφως, ἔπειτα μᾶλλον· ὅθεν, οἶμαι, τὸ μὲν γεῶδες ἐκτηκόμενον συναπορρεῖ κατὰ τὴν ἐπίνοιαν τοῦ σανιδώματος, τὸ δ’ ἰσχύον καὶ | |
10 | δυνατὸν ἐπὶ τοῦ ξύλου μένει ἀκίνητον. Πολλάκις δὲ τοῖς ὕδασιν ἀποπλύνας ὁ καλούμενος σηλαγγεὺς μεταλαμ‐ βάνει σπόγγους μαλακοὺς καὶ πυκνούς, οἷς ἐφαπτόμενος τῆς μαρμάρου κούφως καὶ θλίβων ἐπὶ ποσὸν τὸ μὲν ἐλαφρὸν καὶ χαῦνον ἐμπλεκόμενον τοῖς ἀραιώμασιν ἀπὸ | 154 in vol. 7 |
15 | τῆς σήραγγος ἀναφέρει καὶ ἐκρίπτει, τὸ δὲ ἐμβριθὲς καὶ στίλβον ἐπὶ τῆς σανίδος ἀποκεκριμένον ἀπολείπει, δυσκινήτου διὰ βάρος τῆς τοιαύτης φύσεως ὑπο‐ κειμένης. Οὕτως οὖν οὗτος ὁ σηλαγγεὺς περικαθάρας τὰ ψήγματα τοῦ χρυσοῦ παραδίδωσι τοῖς ἑψηταῖς. | |
19 | Οἱ δὲ | |
20 | λαβόντες μέτρῳ τε καὶ σταθμῷ τὸ συνηγμένον εἰς ἄγ‐ γος κεραμεοῦν ἐνέβαλον, καὶ μίξαντες κατὰ λόγον τοῦ πλήθους μολίβδου βῶλον καὶ χόνδρους ἁλῶν καὶ κασ‐ σιτέρου βραχὺ καὶ κρίθινον πίτυρον, κἄπειτα ἐπιθέντες ἐπίθεμα καλῶς ἡρμοσμένον καὶ πάντοθεν χρίσαντες, | |
25 | ἕψουσιν ἐν καμίνῳ πέντε ἡμέρας καὶ τὰς ἴσας νύκτας, οὐθὲν διαλείποντες. Τῇ δ’ ἐχομένῃ σύμμετρον τῇ πε‐ πυρωμένῃ προσάγοντες ψύξιν εἰς ἀγγεῖον κατήρασαν, ἄλλο μὲν τῶν συνεμβεβλημένων οὐθὲν εὑρίσκοντες, αὐτὸ δὲ τοῦ χρυσίου τὸ χύμα, βραχεῖαν εἰληφὸς ἀπουσίαν ἀπὸ | |
30 | τοῦ ψήγματος. | |
30 | Ἡ μὲν οὖν πρὸς τοῖς μετάλλοις ἀπώλεια τῶν πολλῶν σωμάτων πρὸς τὸ ῥηθὲν τέλος κομίζεται τὴν διέξοδον, σχεδὸν αὐτῆς τῆς φύσεως δεικνυούσης ὅτι τοῦ χρυσίου συμβέβηκεν ὑπάρχειν καὶ τὴν γένεσιν ἐπί‐ πονον καὶ τὴν φυλακὴν σφαλερὰν καὶ τὴν σπουδὴν με‐ | |
35 | γίστην καὶ τὴν χρῆσιν ἡδονῆς καὶ λύπης ἀνὰ μέσον κει‐ μένην, τήν τ’ ἐργασίαν τρόπον τινὰ τοῦ γένους ἀρχαιο‐ τάτην. | |
37 | Εὕρηται μὲν γὰρ ὑπὸ τῶν πρώτων τοῦ τόπου βα‐ | |
σιλέων τῶν μετάλλων ἡ φύσις, διέλιπε δὲ ἐνεργοῦσά ποτε μὲν Αἰθιόπων ἐπὶ τὴν Αἴγυπτον πλήθους συν‐ | 155 in vol. 7 | |
40 | ελθόντος καὶ πολλὰ τὰς πόλεις ἔτη φρουρήσαντος (ὑφ’ | |
Bibl.250449a | ὧν καὶ τὰ Μεμνόνεια συντετελέσθαι φασί), ποτε δὲ Μήδων καὶ Περσῶν ἐπικρατησάντων. | |
2 | Εὑρίσκονται δὲ ἔτι καὶ καθ’ ἡμᾶς ἐν τοῖς χρυσείοις τοῖς ὑπ’ ἐκείνων κατα‐ σκευασθεῖσι λατομίδες μὲν χαλκαῖ, διὰ τὸ μήπω τὴν | |
5 | τοῦ σιδήρου κατ’ ἐκεῖνον τὸν χρόνον ἐγνωρίσθαι χρείαν, ὀστᾶ δὲ ἀνθρώπων ἄπιστα τῷ πλήθει, πτωμάτων (ὅπερ εἰκὸς γίνεσθαι) οὐκ ὀλίγων ἐν τοῖς χαύνοις καὶ πλακώ‐ δεσιν ὑπονόμοις γενομένων, τηλικαῦτα δὲ ὀρυγμάτων μεγέθη, καὶ διατείνοντα βάθεσιν ἐπικαρσίοις ἐπ’ αὐ‐ | |
10 | τὴν τὴν θάλασσαν. Ὅτι παρὰ τὴν νότιον τῆς Αἰγύπτου κλίσιν τέσσαρά ἐστι φῦλα τὰ μέγιστα, τὸ μὲν τοῖς ποταμοῖς παρεζευγμέ‐ νον, ὃ σπείρει σήσαμον καὶ κέγχρον, τὸ δὲ περὶ τὰς λίμνας οἰκοῦν, ὃ τοῦ καλάμου καὶ τῆς ὕλης ἅπτεται τῆς | |
15 | ἁπαλῆς, τὸ δὲ εἰκῇ πλανώμενον, ὃ σαρκὶ καὶ γάλακτι παραπέμπει τὸν βίον, τὸ δὲ ἐκ τῆς παραλίας ὁρμώ‐ μενον, τοὺς ἰχθύας ἀγρεῦον. | |
17 | Τοῦτο δὲ τὸ γένος ἔχει μὲν οὔτε πόλεις οὔτε χώρας οὔτ’ ἄλλης ἐντέχνου κατασκευῆς ὑπογραφὴν οὐδεμίαν, ἐστὶ δὲ τῶν ὑπολοίπων, ὡς ἔνιοί | |
20 | φασι, μέγιστον· ἀπὸ γὰρ Αὐταίων, οἳ τὸν ἔσχατον μυχὸν κατοικοῦσιν, ὃν τῇ μεγάλῃ συμβέβηκε συγκλείεσθαι θα‐ λάττῃ, μέχρι τῆς Ἰνδικῆς καὶ Γεδρωσίας, ἔτι δὲ Καρ‐ μανίας καὶ Περσῶν καὶ τῶν τοῖς εἰρημένοις γένεσιν | |
ὑποκειμένων νήσων, ἰχθυοφάγοι πάντῃ κατοικοῦσι, | 156 in vol. 7 | |
25 | γυμνοὶ μὲν ὄντες αὐτοί, γυμνὰς δὲ ἔχοντες τὰς γυναῖ‐ κας, κοινὴν δὲ τέκνων γένεσιν, ἔτι δὲ ἡδονῆς μὲν καὶ πόνου φυσικὴν ἔχοντες γνῶσιν, αἰσχρῶν δὲ καὶ καλῶν οὐδὲ τὴν ἐλαχίστην εἰσφερόμενοι ἔννοιαν. | |
28 | Τούτοις δὲ τὰ μὲν ἀγχιβαθῆ πάντ’ ἐστὶ πρὸς τὸν βίον ἀλλότρια, παρα‐ | |
30 | πλησίως δὲ τὰ παρακείμενα μακραῖς ᾐόσι· θήραν γὰρ οὔτε ἰχθύος οὔτ’ ἄλλου γένους ὁμοιοπαθοῦς ἁδροτέραν παραδίδωσιν ἡ τοιάδε χέρσος. Αἱ δὲ οἰκήσεις πᾶσιν ἔκκεινται τοῖς εἰρημένοις παρὰ τὰς ῥαχίας, αἳ καὶ κοι‐ λάδας βαθείας ἔχουσι καὶ φάραγγας ἀνωμάλους καὶ | |
35 | στεγνοὺς αὐλῶνας καὶ σκολιὰς ἐκτροπάς. Ὧν πρὸς τὴν χρείαν ὑποκειμένων οἰκείως, ἀναθέμενοι πέτρους αὐτο‐ παγεῖς ἐπὶ τῆς κοιλίας οἱονεί τινας ἀραιούς. | |
37 | Ὅταν οὖν ἐκ πελάγους ἡ πλημμυρὶς ἐπὶ τὴν χέρσον φέροιτο (ὃ ποιεῖ δὶς ἑκάστης ἡμέρας, πρὸς ὥραν ἐνάτην τε καὶ | |
Bibl.250449b | τρίτην), ἡ μὲν θάλαττα πᾶσαν τὴν ῥαχίαν ἐπικα‐ λύπτει, συναπάγουσα ἐκ τοῦ πόρου πρὸς τὴν ᾐόνα βίᾳ καὶ τῶν ἰχθύων οὐκ ὀλίγους, οἳ τέως μὲν ἐν τῇ παραλίᾳ μένουσι, νομῆς χάριν πλανώμενοι περὶ τὰς ὑποδύσεις. | |
5 | Ἐπὰν δὲ αὖθις ἀναδύῃ τὸ τῆς ἀμπώτεως, τὸ μὲν ὑγρὸν διὰ τῶν λίθων καὶ τῶν φαράγγων ἀπορρεῖ εἰς τὸν ἐπι‐ φερῆ καὶ κατεπείγοντα τόπον, οἱ δ’ ἰχθύες ἐν τοῖς κοι‐ λώμασιν ὑπολειπόμενοι ἕτοιμον θήραμα καὶ τροφὴ γί‐ νεται τοῖς ἰχθυοφάγοις. Ἀλλ’ οἱ μὲν ἄλλοι ἰχθύες (ὡς | |
10 | ἔφημεν) εὐπετῶς καταγωνίζονται. Ἐπὰν δὲ πέσωσι κύ‐ | |
νες τε καὶ φῶκαι μείζους καὶ σκορπίοι σμύραιναί τε καὶ πᾶν τὸ τοιοῦτον γένος, μετὰ κινδύνων ἡ συμπλοκὴ γί‐ νεται· ὅταν δὲ θηρεύσωσιν ὅσους δή ποτ’ οὖν, μετενεγ‐ κάντες ἐπὶ τὰς πέτρας τὰς κειμένας πρὸς μεσημβρίαν, | 157 in vol. 7 | |
15 | οὔσας διαπύρους, ταύταις δὲ ἐπέρριψαν. Χρόνον δὲ οὐ πολὺν ἐάσαντες στρέφουσιν ἐπὶ τοὔμπαλιν ἅπαντας. Εἶθ’ ὅταν λάβωνται τῆς οὐρᾶς καὶ τὸν ὅλον ὄγκον σείσωσιν ἐκ ταύτης, ὁ μὲν σαρκώδης τόπος ἅπας ἐκπίπτει θρυ‐ πτόμενος διὰ τὴν εἰρημένην θερμασίαν, τὴν δ’ ἄκαν‐ | |
20 | θαν σωρεύουσιν αὐτοί, ἀφ’ ἧς ἐκ πλείονος τόπου κο‐ λωνοὶ παμμεγέθεις ὁρῶνται. Τὴν δὲ σάρκα τῶν ἰχθύων εἰς λεωπετρίαν συναγαγόντες πατοῦσιν ἐκτενῶς ἐπὶ χρόνον οὐκ ὀλίγον, καὶ μίξαντες τὸν καρπὸν τοῦ πα‐ λιούρου. Τούτου γὰρ συμμιγέντος κολλῶδες μὲν τὸ πᾶν | |
25 | πολὺ μᾶλλον γίνεται, δοκεῖ δ’ οἷον ἡδύσματος ἢ πα‐ ρεμπλοκῆς τάξιν ἔχειν. Ἐπὰν δὲ ἱκανὸν χρόνον τοῖς ποσὶ δεψήσωσι, πλινθίδας παραμήκεις διαπλάσαντες πάλιν εἰς τὸν ἥλιον τιθέασιν· ὧν ξηρασίαν λαβουσῶν κα‐ θίσαντες εὐωχοῦνται πάντες, οὐ πρὸς μέτρον καὶ σταθμόν, | |
30 | ἀλλὰ πρὸς τὴν ἑκάστου βούλησιν καὶ χάριν. Ὅτι πρὸς τοὺς αἰφνιδίους χειμῶνας, οἳ τὴν ἀπὸ τῶν ἰχθύων αὐτοὺς θήραν ἀφαιροῦνται, τοιόνδε τι μηχανῶνται. Πλανώμενοι παρὰ πᾶσαν τὴν πλησίον παραλίαν κόγχους συνάγουσι (μέγιστοι δὲ τυγχάνουσιν, ὥστε τοῖς μὴ ἰδοῦσιν | |
35 | ἄπιστον αὐτοῖς τοῦ μεγέθους τὴν ὑπερβολὴν εἶναι), ὧν τὸ κρέας ὠμὸν τῆς ἐνδείας ἀναπλήρωσιν κατ’ ἐκεῖνο καιροῦ ἔχουσι. Τῆς δὲ χρείας τῆς ἀπὸ τῶν ἰχθύων ἔτι τού‐ τοις παραμενούσης, τοὺς εἰρημένους κόγχους συλλέγουσι, καὶ τούτους φύκει τε προσφάτῳ καὶ ἰχθύων τῶν ἐλασσόνων | |
Bibl.250450a | κεφαλαῖς ἐν ὀρύγμασι καταθέντες διατρέφουσι· τῆς δὲ ἐνδείας αὐτοὺς κατασχούσης ταῦτα (ὡς εἴρηται) ποιοῦνται σίτησιν. Εἰ δέ ποτε ἑκατέρα αὐτοὺς σίτησις ἐπι‐ λείψει, ἀπὸ παντὸς τοῦ τῶν ἀκάνθεν σωροῦ τὰς ἐγχύ‐ | 158 in vol. 7 |
5 | μους αὐτῶν καὶ προσφάτους ἐπιλέγοντες ἀφαιροῦσι κατ’ ἄρθρον, κἄπειτα τὰς μὲν κόπτοντες ἐπὶ πετρώδους τόπου, ἃς δὲ κατεργαζόμενοι διὰ τῶν ὀδόντων, τοῖς φωλεύουσι τῶν θηρίων τὴν αὐτὴν διάθεσιν λαμβάνουσι. Ποτῷ δὲ πολὺ θαυμασιωτέρῳ χρῶνται. Ἐπὶ μὲν γὰρ τέτ‐ | |
10 | ταρας ἡμέρας πρὸς ταῖς θήραις γίνονται καὶ πρὸς ᾠδαῖς ἀνάρθροις καὶ πρὸς ταῖς συνουσίαις ταῖς παιδιᾶς χάριν γινομέναις, ὑπ’ οὐδενὸς περισπώμενοι, διὰ τὴν εὐκοπίαν τῆς τροφῆς· τῆς δὲ πέμπτης ἐπιλαβούσης ἐξορμῶσιν εἰς τὴν ὑπώρειαν ποτοῦ χάριν, εἰς τὰς συρρύσεις τῶν | |
15 | νομάδων, πρὸς αἷς τὰ κτήνη ποτίζουσιν. Ἑσπέριος δὲ ἡ πορεία γίνεται. Κατανύσαντες δὲ εἰς τὰς ποτίστρας τῶν νομάδων τοῦ κοιλώματος κύκλῳ περιέστησαν, εἶτ’ ἀπερεισάμενοι τὰς χεῖρας εἰς τὴν γῆν καὶ θέντες τὰ γόνατα βοηδὸν πίνουσιν, οὐ μίαν πρὸς ἀναπνοῆς ὁρμήν, | |
20 | ἀλλὰ πολλάκις αὑτοὺς ἀναπαύοντες. Πληρώσαντες δὲ τὰς κοιλίας τῶν ὑγρῶν καθάπερ ἀγγεῖα, πρὸς θάλατταν μόλις ἀποχωροῦσιν. Εἶτα ἐπανελθόντες, ἐκείνην μὲν τὴν ἡμέραν ἕκαστος οὔτε ἰχθύος οὔτε ἄλλου τινὸς γεύεται, κεῖται δὲ ὑπεργέμων καὶ δύσπνους, ὥστε εἶναι τρόπον | |
25 | τινὰ τῷ μεθύοντι παραπλήσιον τὸ βάρος· ἀπὸ δὲ τῆς ἐχομένης ἐπὶ τὴν εἰρημένην δίαιταν ἐπανάγει. Καὶ τοῦτο κύκλῳ διὰ βίου γίνεται, πρὸς ἀσχολίαν καὶ μέριμναν οὐ‐ δενὸς ἀποβλεπόντων αὐτῶν πράγματος. Καὶ νοσήμασι | |
μὲν διὰ τὴν ἁπλότητα τῆς διαίτης σπανίοις περι‐ | 159 in vol. 7 | |
30 | πίπτουσι, τοσούτῳ δ’ ἀφαιροῦσιν ἀπὸ τοῦ χρόνου τῶν ἐτῶν, ὅσῳ περ ἀπονωτέραν τῶν λοιπῶν ἔχουσι τὴν ἀναστροφήν. Ἀλλ’ οἱ μὲν ἐντὸς τῶν στενῶν τὰς οἰκήσεις ἔχοντες ἰχθυοφάγοι οὕτω καταγίνονται. Οἱ δὲ τὴν ἐκτὸς παρα‐ | |
35 | λίαν κεκτημένοι ἄγρας μὲν ἐνδελεχῶς τοιαύτης εὐ‐ ποροῦσιν, ὑγροῦ δὲ ἁπλῶς οὐ δέονται· προσενεγκάμενοι δὲ τὸν ἰχθῦν ἔγχυλον, ὥστε μικρὰν εἶναι τῶν ὠμῶν τὴν παραλλαγήν, οὐχ οἷον ποτὸν ἐπιζητοῦσιν, ἀλλ’ οὐδὲ ἔννοιαν ἔχουσι τοῦ γένους. Φέρουσι δὲ ἀλύπως ἅπερ αὐ‐ | |
40 | τοῖς ἀπ’ ἀρχῆς ἡ τύχη παραδέδωκεν. Ὅτι τοὺς ἐν τοῖς εἰρημένοις τόποις οἰκοῦντάς φησι πρὸς τοῖς εἰρημένοις ἔτι μηδὲ πρὸς τὰ μέγιστα τῶν παρ’ | |
Bibl.250450b | ἡμῖν δεινῶν ὁμοίαν ἡμῖν ἔχειν τὴν ἔννοιαν. Οὔτε γὰρ σίδηρον κατ’ αὐτῶν ἐπαιρόμενον φεύγειν, οὔτε προ‐ πηλακισμῷ ἐρεθίζεσθαι, οὔτε τοὺς μὴ πάσχοντας τοῖς πά‐ σχουσι συναγανακτεῖν· ἀλλ’ εἴ τι γένοιτο περὶ αὐτοὺς | |
5 | ἐξ ἀλλοφύλων τοιοῦτον, βλέπουσι μὲν οὗτοι ἀτενῶς εἰς τὸ γινόμενον καὶ τὰς κεφαλὰς πυκνὰ διανεύουσι, τῶν δὲ εἰθισμένων ἀνθρώπῳ πρὸς ἄνθρωπον οὐδὲ τὴν ἐλαχίστην διδόασιν ἔννοιαν. Ὅθεν (φησὶν ὁ συγγρα‐ φεύς) ἔγωγε νομίζω μηδὲ χαρακτῆρα εὔγνωστον ἔχειν | |
10 | αὐτούς, ἐθισμῷ δὲ καὶ νεύματι, ἤχοις τε καὶ μιμητικῇ δηλώσει διοικεῖν πάντα τὰ πρὸς τὸν βίον. Ὅτι φησί, πλησίον τῶν ἀδίψων ἰχθυοφάγων οἱ κατοικοῦντες, ὥσπερ ἀπαραβάτων σπονδῶν μεταξὺ τε‐ θεισῶν αὐτῶν τε καὶ τῶν φωκῶν, οὔτε αὐτοὶ τὰς φώ‐ | |
15 | κας σίνονται, οὐδ’ ὑπ’ ἐκείνων οὗτοι βλάπτονται, ἀλλὰ | |
καὶ ἀλλήλων θήρας ἀνεπιβουλεύτως τῷ θηράσαντι ἑκά‐ τερον γένος συντηρεῖ, καὶ συναναστρέφονται οὕτως ἀλλή‐ λοις ὡς μόλις ἂν εὑρεθεῖεν πρὸς ἀνθρώπους συμ‐ βιοῦντες ἄνθρωποι. | 160 in vol. 7 | |
20 | Ὅτι τῶν ἰχθυοφάγων, φησίν, οἱ μὲν σκηνώμασι τοῖς σπηλαίοις, οὐ τετραμμένοις πρὸς μεσημβρίαν διὰ τὸ πνιγῶδες, ἀλλὰ τοῖς ἀπεστραμμένοις αὐτήν, χρῶν‐ ται· οἱ δὲ ὑπὸ ταῖς τῶν ἰχθύων πλευραῖς, φυκία ἐπιβάλλοντες αὐτοῖς· οἱ δὲ τὰς τῶν ἐλαιῶν κορυφὰς | |
25 | ἀλλήλαις συνάπτοντες εἶτα χρῶνται σκηνώμασι. Τὴν δὲ τοιαύτην ἐλαίαν καρπὸν φέρειν φησὶ κασταναϊκῷ καρύῳ προσεμφερῆ. | |
27 | Τὸ δὲ τέταρτον τῶν ἰχθυοφάγων γένος τὴν οἴκησιν ἔχει τοιαύτην. Ἄμμου φόρτος ἄπλε‐ τος ἐκ τοῦ παντὸς αἰῶνος ὄρει παραπλήσιος σεσώ‐ | |
30 | ρευται, καὶ πᾶς οὗτος ὑπὸ τοῦ προσβάλλοντος ἀεὶ κύ‐ ματος σκληρῶς πεπιλημένος, ὥστε ὁμογενοῦς ὄγκου καὶ μίαν φύσιν ἔχοντος διὰ τὴν μῖξιν καὶ συμπλοκὴν τῆς ἄμμου μηδὲν παραλλάσσειν. Εἶτα ὑπονόμους αὑτοῖς ἀν‐ δρομήκεις ὀρύττουσι, τὸν μὲν κατὰ κορυφὴν ὄγκον | |
35 | ἐῶντες ὠχυρῶσθαι καὶ στέγειν διὰ τῆς εἰρημένης συνδέ‐ σεως, ἐκ δὲ τοῦ κάτωθεν ἐδάφους παραμήκεις αὐλῶνας κατασκευαζόμενοι, πρὸς ἀλλήλους παντόθεν συντετρη‐ μένους, ἐν οἷς τέως μέν τινος τὰ πρὸς τὸν ἄνεμον φω‐ τίσαντες ἄγουσιν ἡσυχίαν, ἐπὰν δὲ πλημμυρὶς ἐπέλθῃ, | |
40 | τὰ πρὸς τὴν ἄγραν, ὡς καὶ προείρηται, παρασκευάζον‐ ται. | |
41 | Τοὺς μέντοι γε τελευτῶντας αὐτῶν οὐδεμιᾶς ἀξιοῦσι προνοίας, ἀπαθῆ πρὸς τὸν ἐκ δόξης ἔλεον κεκτημένοι τὴν | |
Bibl.250451a | γνώμην· διὸ καὶ κεῖσθαι ἐρριμμένους ἐῶσιν, ἕως ἂν ἄμπωτις ἐπιγενομένη τροφὴν εἰς τὴν θάλασσαν κο‐ | |
μίσῃ τούτους τοῖς ἰχθύσιν. Ὅτι φησὶν ἐνίους τῶν ἀπὸ τῆς θαλάττης σιτουμέ‐ | 161 in vol. 7 | |
5 | νων μετὰ τῶν ἄλλων καὶ τοῦτο ἔχειν παραδοξότερον καὶ εἰς λογικὴν καταχωρῆσαι πίστιν οὐ ῥᾴδιον. Οὔτε γὰρ πόθεν εἰς τὸν χῶρον, ἐν ᾧ οἰκοῦσιν, ἀφίκοντο, ἔστιν ἐπιγνῶναι, οὔτε ὅπως λισσῆς μὲν πέτρας ἄνωθεν ἐπε‐ ζευγμένης, ἐκ πλαγίου δὲ κρημνῶν ἀφαιρουμένων | |
10 | τὰς παρόδους, τὴν δὲ ἀπέναντι πᾶσαν ὁρίζοντος, ὃ καὶ πεζῇ μὲν ἐλθεῖν παντελῶς (ὡς εἶπον) ἀδύνα‐ τον, σχεδίαις δὲ ὁμοίως ἀπορίᾳ τῶν παρ’ ἡμῖν ἐξ ἴσου ἄπορον. Τούτων δὲ ὑφεστώτων, φησί, λοιπὸν εἰπεῖν ὡς αὐθιγενεῖς εἰσι, μνήμην τοῦ πρώτου σπέρματος οὐ λα‐ | |
15 | βόντες, ἀεὶ δὲ ὑπάρχοντες, ὃν τρόπον ἔνιοι τῶν κα‐ λουμένων ὡρίσαντο φυσικῶν. Ὅτι τῶν στενῶν ἐπέκεινα, φησί, τῶν συγκλειόντων τήν τε Ἀραβίαν καὶ τὴν ἀπέναντι χώραν, νῆσοι κεῖνται σποράδες, ταπειναὶ πᾶσαι, μικραὶ τῷ μεγέθει, τὸ πλῆ‐ | |
20 | θος ἀμύθητοι, καρπὸν οὐθένα γεννῶσαι πρὸς τὸν βίον, οὔτε ἥμερον οὔτε ἄγριον, ἀπέχουσαι μὲν τῆς εἰρημένης ἠπείρου σταδίους ὡς ἑβδομήκοντα, τετραμμέναι δὲ πρὸς τὸ δοκοῦν πέλαγος παρεκτείνειν τὴν Ἰνδικὴν καὶ Γεδρω‐ σίαν. Ἐνταῦθα κῦμα μὲν οὐ γίνεται, ἀλλὰ ἄλλη μὲν | |
25 | ἄλλης προκαθημένη τὸν κλύδωνα τοῖς ἀκρωτηρίοις λαμβάνει· ἀέρων δὲ τὸν ἄριστον δοκοῦσιν ἔχειν. | |
26 | Ταύτας ἄνθρωποι κατανέμονται ἀριθμῷ μὲν σύμμετροι, ζῶντες δὲ βίον τοιοῦτον. Ἐν τῷ παρήκοντι πελάγει, τραχεῖ καὶ χειμερίῳ ὑπάρχοντι τελέως, γίνεται τῷ πλάτει | |
30 | καὶ τῷ μεγέθει πλῆθος ἄπιστον χελωνῶν, ἃς θαλατ‐ | |
τίας πάντες νομίζομεν. Αὗται νυκτὸς μὲν ἐν τῷ βυθῷ νέμονται, ἡμέρας δὲ εἰς τὴν ἐν ταῖς νήσοις ἡσυχίαν καὶ γαλήνην ἀφικόμεναι κοιμῶνται, καὶ τοῦτο ποιοῦσι πρὸς τὸν ἥλιον μετέωροι, ταῖς κατεσκευασμέναις πορθμίσιν | 162 in vol. 7 | |
35 | ὁμοιοπαθεῖς. Ταύτας κατ’ ἐκεῖνο καιροῦ οἱ ἐπιχώριοι τέχνῃ καὶ σπουδῇ καὶ μερμίθαις εἰς τὴν χερσὸν ἐκβα‐ λόντες τὰ μὲν ἐντὸς ἅπαντα σιτοῦνται, βραχὺν παροπτή‐ σαντες ἐν τῷ καύματι χρόνον, τοῖς δὲ κύτεσι χρῶνται τὰς σκηνώσεις καθιστῶντες, οἱονεὶ καλύβας ἐφ’ ὑψηλοῖς | |
40 | τόποις πρηνεῖς καθιστῶντες, καὶ πρὸς τοὺς διάπλους δὲ καὶ ὑδρείας ἕνεκα κέχρηνται αὐτοῖς· ὥστε εἶναι τὸ αὐτὸ ναῦν, | |
Bibl.250451b | οἰκίαν, ἀγγεῖον, τροφὴν τοῖς εἰρημένοις ἀνθρώποις. Ὅτι οὐ πολὺ διεστῶτες τοῦ εἰρημένου γένους σύμμε‐ τροι τῷ ἀριθμῷ βίον ἔχουσι τοιοῦτον. Ἐκ τῶν ἐκριπτουμένων εἰς τὴν χέρσον κητῶν ἀποζῶσι. Σπανιζούσης δὲ αὐτοῖς | |
5 | τῆς τοιαύτης σιτήσεως (γίνεται δὲ πολλάκις) ἐκ τῶν ὀστῶν τούς τε χόνδρους καὶ τὰ ἄκρα τῶν πλευρῶν κα‐ τεργαζόμενοι τὴν ἔνδειαν, εἰ καὶ χαλεπῶς, ὅμως παρα‐ μυθοῦνται. Τὰ μὲν οὖν τῶν ἰχθυοφάγων γένη, φησίν, ἃ κατειλήφαμεν, μυρίων ὄντων ἃ τὴν ἡμῶν διέφυγε γνῶ‐ | |
10 | σιν, τοσαῦτα. Ὅτι τῆς ζωῆς ἡμῶν ἡμῖν ἐφεστώσης ἔν τε τοῖς πε‐ ριττοῖς καὶ τοῖς ἀναγκαίοις, τὰ εἰρημένα γένη τῶν ἰχθυοφάγων τὰ μὲν ἄχρηστα περιγεγράφασιν ἅπαντα, φησί, τῶν δὲ καθηκόντων οὐδὲν ἐλλείπουσι, τῇ θείᾳ | |
15 | πρὸς τὸ ζῆν ὁδῷ βραβευόμενοι πάντες, οὐ τῇ παρα‐ σοφιζομένῃ ταῖς δόξαις τὴν φύσιν. Οὐ γὰρ ἀρχῆς ἱμει‐ ρόμενοι τυχεῖν ἀγωνίᾳ φιλονείκῳ καὶ δυστυχεῖ συνέχονται· οὐδὲ πλεονεξίας ἐρῶντες πολλὰ μὲν ἄλλους δρῶσι, πολλὰ | |
δὲ πάσχουσι τῶν οὐκ ἀναγκαίων· οὐδὲ ἔχθρας ἐνιστάμενοι | 163 in vol. 7 | |
20 | μείζους ἐπὶ βλάβῃ σώματος πολεμίου σφάλλονται ἐν ἀτυχίαις οἰκείων· οὐδὲ ναυτιλλόμενοι, κέρδους ἕνεκα τὸ ζῆν ὑπερτείναντες, προσπταίσμασι τοῦ βίου μετροῦσι τὴν λύπην· ἀλλὰ μικρῶν δεόμενοι μικρὰ καὶ πενθοῦσι, τὸ μὲν ἀρκοῦν κτώμενοι, τὸ δὲ πλέον οὐ ζητοῦντες. Ἐνο‐ | |
25 | χλεῖ δ’ ἕκαστον οὐ τὸ ἀγνοούμενον, εἰ μὴ πάρεστιν, ἀλλὰ τὸ βουλητόν, ὅταν ὑστερίζῃ τοῦ καιροῦ τῆς ἐπιθυμίας σπευδούσης. Οὐκοῦν ἐκεῖνος, πάντ’ ἔχων ἃ θέλει, εὐτυ‐ χήσει κατὰ τὸν τῆς φύσεως λογισμόν, οὐ κατὰ τὸν τῆς δόξης. Νόμοις δὲ οὐ δικαιοῦνται· τί γὰρ δεῖ προστάγματι | |
30 | δουλεύειν τὸν χωρὶς γράμματος εὐγνωμονεῖν δυνάμενον; Ὅτι μετὰ τοὺς ἰχθυοφάγους παρὰ τὸν Ἀσταβάραν ποταμόν, ὃς φέρεται μὲν διὰ τῆς Αἰθιοπίας καὶ τῆς Λιβύης, ἔστι δὲ τοῦ Νείλου πολλῷ ταπεινότερος, συμ‐ βάλλων δὲ τὴν οἰκείαν ὁρμὴν τῷ μείζονι ῥείθρῳ νῆ‐ | |
35 | σον ποιεῖ τῇ περιρρύσει τὴν Μερόην, παρὰ γοῦν τὸν εἰρημένον ποταμὸν ἐπ’ ἀμφοτέροις κατοικεῖ τοῖς χείλεσιν ὄχλος οὐ πολὺς μέν, τῷ δὲ βίῳ τοιοῦτος. Ἐκ τοῦ παρήκοντος ἕλους τὰς ῥίζας τῶν καλάμων ὀρύττει, κἄπειτα πλύνας καθαρῶς ἐκκόπτει λίθοις πρὸς μέρος, | |
40 | ποιήσας δὲ λεῖον καὶ κολλῶδες ἀνέπλασεν ἐκ μαγίδος, εἰ καὶ οὐ χειροπλήθεις, ὄγκους, εἶτα ἐν τῷ καύματι πα‐ | |
Bibl.250452a | ροπτῶν ταύτην ἔχει προσφοράν. Ἔχουσι δὲ οὗτοι κακὸν ἄφυκτον τοὺς ἐν τοῖς ἕλεσι λέοντας ἐπιτιθεμένους αὐτοῖς. Ὑπὸ δὲ τὴν ἐπιτολὴν τοῦ κυνὸς γίνεταί τι κω‐ νώπων πλῆθος ἄπλετον, τηλικαύτην ἔχον δύναμιν ὥστε | |
5 | τὸν λάον εἰς τὰς λιμνώδεις ὑγρασίας ἀπελθόντα ἐκεῖ μένειν ἀφανῆ. Ὑφ’ ὧν καὶ οἱ λέοντες ἐκτοπίζονται, οὐχ οὕτως ὑπὸ τοῦ δηγμοῦ δηλούμενοι, καίπερ ὄντος ἐπαχθοῦς, | |
ὡς τὸν ἀπὸ τῆς φωνῆς ἦχον ἀλλόφυλον ἀδυνατοῦντες φέρειν. Ἀλλὰ ταῦτα μὲν ἀπηγγέλθω τοῦ παραδόξου χά‐ | 164 in vol. 7 | |
10 | ριν· τί γὰρ ἰδιώτερον ἢ λέοντας μὲν ἐκχωρεῖν κώνωψιν, ἀνθρώπους δὲ σῴζεσθαι ὑπὸ τοιούτου κινδύνου; Ὅτι τοῖς εἰρημένοις, φησί, τὸ τῶν ὑλοφάγων καὶ τῶν τὰ σπέρματα σιτουμένων ἐγγίζει γένος, βραχεῖαν ἔχον τὴν παραλλαγήν. Οἱ μὲν γὰρ τὸν πίπτοντα καρ‐ | |
15 | πὸν ἀπὸ τῶν δένδρων σιτοῦνται ὑπὸ τὴν θερείαν, τὸ δὲ λοιπὸν τῆς πόας ἅπτονται τῆς ἐν τοῖς σκιεροῖς ἄγκεσι γινομένης στερεᾶς τε τὴν φύσιν καὶ καυλὸν ἐκ‐ τρεφούσης παρόμοιον ταῖς καλουμέναις βουνιάσιν· οἱ δὲ τῆς ὕλης τὴν ἁπαλὴν σιτοῦνται. | |
19 | Οὗτοι τὰς μὲν νύκτας | |
20 | κοιμῶνται τόπον ἀπὸ τῶν ἐκεῖ θηρίων πρὸς ὀχύρωσιν ἐξειλεγμένοι καὶ φυλακήν, ἅμα δὲ ἡλίῳ μετὰ τέκνων καὶ γυναικῶν ἐπὶ τὰ δένδρα πάντες ἀναβαίνουσι, σπου‐ δῇ καταλαβεῖν ζητοῦντες τοὺς ἄκρους κλῶνας· κἀκεῖθεν τὴν ἁπαλωτάτην ὕλην ἀμέλγοντες εὐμαρῶς σιτοῦνται. | |
25 | Τοιαύτην δὲ ἐκ τοῦ παντὸς βίου πεποίηνται τὴν ἕξιν, ὥστε καὶ τὰ τῆς ἀναδρομῆς ἄπιστον ἔχειν τὴν θέαν καὶ τὴν συντονίαν οὐ χειρῶν μόνον καὶ δακτύλων καὶ ποδῶν, ἀλλὰ καὶ τῶν μερῶν τῶν ὑπολοίπων ἁπλῶς. Μετα‐ πηδῶσι γὰρ εὐπόρως ἀπ’ ἄλλου πρὸς ἕτερον ἀκρέμονα, καὶ | |
30 | τοὺς κλάδους ἀλλήλων πολλάκις ἐν τοῖς ἐπισφαλεστάτοις τόποις ἀφαιροῦνται, καὶ τοιαῦτα ἐνδείκνυνται ὥστε τὸν ἰδόντα αὐτὸν μὲν ἐκπλήττεσθαι, μὴ μέντοι θαρρεῖν εἰς τοὺς ἀπείρους ἐξαγγέλλειν. Καὶ πάντα δὲ κλάδον τοῖς ὀδοῦσιν ἔγχυλον κατεργάζονται καὶ ταῖς κοιλίαις εὐπόρως πέτ‐ | |
35 | τουσι· καὶ τὸ σφαλὲν ἄνωθεν σῶμα διὰ τὴν ἰσχνότητα οὐ βαρείας τυγχάνει τῆς πληγῆς. Οὗτοι δὲ γυμνοὶ μέν εἰσι πάντες, χρῶνται δὲ κοινοῖς καὶ τέκνοις καὶ γυναιξί, πο‐ | |
λεμοῦσι δὲ περὶ τῶν τόπων ἀλλήλοις, μεταλλάττουσι δὲ οἱ πλεῖστοι λιμῷ πιεζόμενοι, γλαυκωμάτων περὶ τὰ πεν‐ | 165 in vol. 7 | |
40 | τήκοντα ἔτη τοῖς ὄμμασιν ἐπιτρεχόντων. Ὅτι μετὰ τοὺς εἰρημένους εἰσὶν οἱ παρὰ τοῖς ἐγχωρίοις λεγόμενοι κυνηγέται. Οὗτοι διὰ τὴν τῶν θηρίων | |
Bibl.250452b | φοράν, ἣν ὁ τόπος ἄπλετον φέρει, ἐν τοῖς δέν‐ δρεσι μὲν σκηνοῦσιν, ἐξ ἐνέδρας δὲ ἀγρεύοντες τὰ θηρία τροφὴν ἑαυτοῖς ταῦτα ποιοῦνται. Εἰσὶ καὶ τοξείας ἐπι‐ στημόνες. Ἐπὰν δὲ θήρας ἀπορῶσι, τοῖς δέρμασι τῶν | |
5 | προτεθηραμένων τὴν ἔνδειαν ἀναπληροῦσι, βρέξαντες τὰς βύρσας καὶ ἐπ’ ἀνθρακιὰν κούφην ἐπιβαλόντες, εἶτα σποδίσαντες καὶ εἰς διαίρεσιν ἀγαγόντες. Ὅτι μετὰ τοὺς εἰρημένους, πολὺ τούτων ἀφεστῶτες καὶ πρὸς ἑσπέραν μᾶλλον ἀνατείνοντες, εἰσὶν οἳ ἐκ τῆς τῶν | |
10 | ἐλεφάντων θήρας τὸν βίον ποιοῦνται. Οἱ μὲν ἀπὸ δένδρου, ἐφ’ ᾧ κάθηνται, σκοποῦντες τὰς παρόδους τῶν θηρίων, ταῖς μὲν χερσὶ τῆς οὐρᾶς λαβόμενοι, τοῖς ποσὶ δὲ πρὸς τὸν μηρὸν τὸν ἀριστερὸν ἐπιβαίνουσιν· εἶτα πελέκει, ὃν ἐπιτήδειον καὶ ἕτοιμον ἔχουσι, τὴν δεξιὰν ἰγνύν, πυκναῖς | |
15 | ταῖς πληγαῖς χρώμενοι, νευροκοποῦσιν, οὕτω δὲ ἐκτενῶς τῇ μὲν καταφέροντες τῇ δὲ τῆς οὐρᾶς κρατοῦντες, ὡς ἄθλου προκειμένου τῆς ψυχῆς· ἢ γὰρ ἀποκτεῖναι χρὴ ἢ τελευτᾶν, ἄλλην τοῦ καιροῦ διέξοδον οὐκ ἔχοντος. | |
18 | Ἐπὰν δὲ τὸ ζῷον ἐκ τῆς πληγῆς καὶ τῆς αἱμορραγίας πέσῃ, | |
20 | οἱ συνθηραταὶ παραγίνονται ἐπὶ τὸ πτῶμα, καὶ τοῦ θηρίου ζῶντος ἔτι παρατέμνοντες ἐκ τῶν ὀπισθίων τὰς σάρκας εὐωχοῦνται, τὸν ἔσχατον τοῦ καταπονηθέντος οὕτως ὑπομένοντες θάνατον. Ἀλλ’ οἱ μὲν μετὰ τοῦ | |
ἐσχάτου κινδύνου ἐλεφαντοθῆραι τοιοῦτοι. | 166 in vol. 7 | |
24 | Ἕτεροι δὲ | |
25 | θηρῶσιν αὐτοὺς οὕτω. Τρεῖς ἄνδρες ἓν μὲν ἔχοντες τόξον, ὀϊστοὺς δὲ πλείους κεχρισμένους τῇ χολῇ τῶν ὄφεων, ἑστᾶσιν ἐν δρυμῷ παρὰ τὰς τῶν θηρίων διεξόδους. Ἐπὰν οὖν προσάγῃ τὸ ζῷον, ὁ μὲν εἷς κατέχει τὸ τόξον τῷ ποδὶ προσβεβηκώς, οἱ δὲ δύο τὴν νευρὰν ἑλκύ‐ | |
30 | σαντες ἐκ τῆς ἁπάσης βίας ἀφῆκαν τὸ βέλος, ἕνα σκοπὸν ἔχοντες ἐπὶ μέσην τὴν πλευράν, ὥστε διανύσαι τῆς περιοχῆς ἐντὸς καὶ τοὺς κυρτοὺς τεμεῖν καὶ τρῶσαι τόπους· ἐκεῖθεν τὸ τηλικοῦτον θηρίον ἐλαυνόμενόν τε καὶ σπαραττόμενον διαλύεται καὶ πίπτει. | |
34 | Τρίτον δέ ἐστι | |
35 | γένος ἐλεφαντοφάγων, οἳ ἐπειδὰν οἱ ἐλέφαντες τῆς νομῆς ἐμφορηθέντες πρὸς ὕπνον τραπέσθαι ζητῶσιν, οὐκ ἐπὶ γῆς δὲ ἀναπεσόντες ὑπνοῦσιν, ἀλλὰ τοῖς παχυ‐ τάτοις καὶ μεγίστοις δένδρεσι προσανακλίνοντες ἑαυ‐ τούς, ὥστε τοὺς μὲν δύο πόδας τοὺς πλησίον τοῦ στελέχους | |
40 | πρὸς τὴν γῆν ἐλαφρῶς ὑπερείδεσθαι, τὴν δὲ πλευρὰν τὸ πᾶν σῶμα ἐκδεχομένην ὀχεῖσθαι πρὸς τῇ φύσει τοῦ ξύλου, καὶ τοῦτον τὸν τρόπον τῆς καταφορᾶς τυγχά‐ | |
Bibl.250453a | νειν οὐκ εἰλικρινοῦς ἀλλὰ παρεψευσμένης, διὰ τὸ προσκεῖσθαι τοῖς βάθεσιν ὕπνοις ἀγωνίαν ἰσχυράν, φθορᾶς ὑποκειμένης παραχρῆμα τῷ σφαλέντι διὰ τὴν ἔκλυ‐ σιν τὴν φυσικήν. | |
4 | Οἱ οὖν ἀπὸ τῆς τούτων θήρας τὸν | |
5 | βίον ποιούμενοι, τοὺς δρυμοὺς περιπλανώμενοι καὶ τὴν τοῦ θηρίου κοίτην ἐπισημηνάμενοι, ἐκ τῶν ὄπισθεν τοῦ δένδρου τόπων πρίουσιν, ἕως ἂν μήτε κλίνῃ τὸ πᾶν | |
μήτε ἰσχῦον ἄγαν καὶ ἰσχυρὸν ἀπολείποιτο, μένῃ δὲ ἑστηκὸς ἐπὶ βραχείας ῥοπῆς. Τὸ δὲ ζῷον ἀπὸ τῆς νο‐ | 167 in vol. 7 | |
10 | μῆς ἐπὶ τὸν συνήθη τῆς κοίτης τόπον ἀνακλινόμε‐ νον αἰφνίδιόν τε πίπτει τοῦ ξύλου κλασθέντος, καὶ πρό‐ κειται τοῖς θηράσασι δεῖπνον ἕτοιμον· τὰς γὰρ ὀπισθίας κόψαντες οὗτοι σάρκας καὶ ποιήσαντες ἔξαιμον τὸ ζῷον, εἶτα νεκρόν, πρὸς τὴν ἑαυτοῦ χρείαν ἕκαστος τὰ | |
15 | μέλη διαιροῦσιν. Ὅτι τούτους τοὺς κυνηγοὺς Πτολεμαῖος ὁ Αἰγύπτου βασιλεὺς ἀποσχέσθαι τοῦ φόνου τῶν ἐλεφάντων παραι‐ νῶν, ἵν’ ἔχοι αὐτὸς ζῶντας, καὶ πολλὰ καὶ θαυμαστὰ αὐτοῖς ὑπισχνούμενος, οὐ μόνον οὐκ ἔπεισεν, ἀλλ’ οὐδ’ ἂν | |
20 | τὴν ὅλην ἀλλάξασθαι βασιλείαν πρὸς τὸν ἐνεστῶτα βίον εἰπόντων ἀπόκρισιν ἤκουσεν. Ὅτι τῶν κυνηγῶν τούτων, οὓς οἱ νομάδες ἀκαθάρ‐ τους καλεῖν εἰώθασι, τὸ μὲν πρὸς ἑσπέραν ἀπόσπασμα Αἰθιόπων νέμεται οὓς καλοῦσι σιμούς, τὰ δὲ πρὸς με‐ | |
25 | σημβρίαν οὐ μέγα ἔθνος, οἱ καλούμενοι στρουθοφάγοι, οἳ ταύτας τέχνῃ καὶ δόλῳ καὶ ῥοπάλοις θηρεύοντες ἐκ τούτων βιοῦσιν, σιτούμενοι μὲν τὰς σάρκας, ἐνδύσει δὲ καὶ στρωμνῇ τοῖς αὐτῶν χρώμενοι δέρμασι. Πολε‐ μούμενοι δὲ ὑπὸ τῶν σιμῶν οὗτοι τοῖς τῶν ὀρύγων | |
30 | κέρασιν ὅπλοις χρῶνται μεγάλοις καὶ τμητικοῖς οὖσι· τρέφει δὲ ἡ χώρα πολυπληθὲς τὸ ζῷον τοῦτο. Ὅτι τῶν εἰρημένων οὐ πολὺ διεστῶτές εἰσιν οἱ ἀκρι‐ δοφάγοι· τὸ δὲ ἔθνος βραχύτεροι μὲν τῶν λοιπῶν, ἰσχνοὶ δὲ τοῖς εἴδεσι, μέλανες δὲ ἐξαισίως. Ὑπὸ δὲ τὴν | |
35 | ἐαρινὴν ἰσημερίαν, ὅτε λίβες παρ’ αὐτοῖς καὶ ζέφυροι πνέουσι, παμμεγεθῶν ἀκρίδων πλῆθος ἀμύθητον ἐκ τῆς ἀνιστορήτου μετὰ τῶν ἀνέμων παραγίνεται χώ‐ | |
ρας, τῇ μὲν δυνάμει τῆς πτήσεως τῶν ὀρνίθων μι‐ κρὸν παραλλάττον, μακρὸν δὲ τῷ σώματι. Ἀπὸ τούτου | 168 in vol. 7 | |
40 | τοῦ ζῴου τρέφονται πάντα τὸν χρόνον, ἄλλως τε τούτοις καὶ τεταριχευμένοις χρώμενοι. Καπνῷ δὲ ταύτας θηρῶσιν, | |
Bibl.250453b | ἐκ τοῦ ἀέρος ἐπὶ γῆν καταφέροντες. | |
1 | Οὗτοι κοῦ‐ φοι μὲν εἶναι λέγονται καὶ τοῖς ποσὶν ὀξύτεροι, ζῶσι δὲ οὐ πλεῖον τεσσαράκοντα ἐτῶν, ξηρᾶς κοινωνοῦντες τε‐ λείως τροφῆς. Τελευτῶσι δὲ τοῦ ζῆν ἀθλιώτερον· ἅμα | |
5 | γὰρ τῷ πλησιάζειν τὸ γῆρας ἐγγίνεται τοῖς σώμασιν αὐτῶν πτερωτὰ γένη φθειρῶν, ὅμοια μὲν τῷ τύπῳ τοῖς κρότωσι, βραχεῖ δὲ ἐλάττω τῶν ἐν τοῖς κυσὶ φαινο‐ μένων, ἀρχόμενα μὲν ἀπὸ τοῦ στήθους καὶ τῆς κοιλίας, ἐπινεμόμενα δὲ συντόμως μετὰ τοῦ παντὸς προσώπου | |
10 | τὴν ἐπιφάνειαν. Οἳ τὰ μὲν πρῶτα τοῖς ὑπὸ ψώρας ἠρεθισμένοις ὁμοίως διάκεινται, ὕστερον δ’ ἐπιπόνως ἑαυτοὺς σπαράττουσιν· εἶτα τοῦ πάθους εἰς ἀκμὴν ἑλ‐ κομένου, καὶ μετὰ τῆς τῶν θηρίων ἐκφύσεως καὶ λεπτῶν ἀναχεομένων ἰχώρων, ἀκαρτερήτους ὑφίστασθαι τοὺς | |
15 | ἀθλίους τὰς δριμύτητας συμβαίνει. Οὗτοι μὲν εἴτε τοὺς χυμούς, εἴτε τὴν τροφήν, εἴτε τὸν ἀέρα τῆς κακίας ἔχοντες αἴτιον, οὕτως ἀπόλλυνται. Ὅτι τῶν ἀκριδοφάγων, φησίν, ἀστυγείτων χώρα πολλὴ καὶ νομὰς ἔχουσα ποικιλίᾳ διαφέρουσας, ἔρημος | |
20 | δὲ τελέως καὶ πᾶσι τοῖς περιοίκοις ἄβατος, οὐκ ἀπ’ ἀρχῆς σπανίσασα ἀνθρωπίνου γένους, ἀλλ’ ὑπὸ πλήθους ἀπίστου σκορπίων καὶ φαλαγγίων, ἃς τετραγνάθους ὀνο‐ μάζουσιν ἔνιοι. Τοῦτο γὰρ τὸ φῦλον ἔκ τινος ἐπομβρίας λέγουσιν ἐπιπολάσαι, καὶ τῶν ἐνοικούντων πρὸς τὸ κα‐ | |
25 | κὸν ἀντισχεῖν οὐ δυναμένων, ἀλλὰ φυγῇ τῶν ἐκπεσόντων τοῦ ὀλέθρου τὴν σωτηρίαν ἀντὶ τῆς πατρίδος ἑλομένων, ἔρημον ἐξ ἐκείνου γένους ἀνθρώπων τὴν χώραν ὑπο‐ λειφθῆναι. Καὶ μυῶν δὲ πλῆθος ἀρουραίων, ὡς τοῖς περὶ Ἰταλίαν, καὶ στρουθοὶ τὰ σπέρματα κατεσθίοντες, | 169 in vol. 7 |
30 | ὡς περὶ Μηδίαν, καὶ βάτραχοι, ὃ γέγονε περὶ τοὺς Αὐ‐ ταριάτας καὶ ὑπὸ λεόντων ἐπιπολασάντων πόλεις μετα‐ νέστησαν, ὡς ἐπὶ Λιβύης· καὶ πολλὰ ἄλλα ἀνέλπιστα πάθη καταλαβόντα πολλὰς χώρας τῶν οἰκητόρων ἐξηρήμωσαν. | |
35 | Ὅτι ὕστατοι, φησί, τῶν πρὸς μεσημβρίαν οἰκούντων εἰσὶν οὓς Ἕλληνες μὲν κυναμολγοὺς καλοῦσιν, οἱ δ’ ἀστυ‐ γείτονες, ὡς ἄν τις εἴποι, ἀγρίους βαρβάρους. Οὗτοι κο‐ μῆται μέν εἰσι καὶ πώγωνας φέρουσιν ἐξαισίους, κύνας δὲ τρέφουσι πολλοὺς καὶ μεγάλους, ὁμοίως τοῖς ὑρκανοῖς, | |
40 | καὶ τοὺς ἐπιφοιτῶντας αὐτῶν τὴν χώραν ἰνδικοὺς βόας δι’ αὐτῶν θηρῶσι, πλῆθος ἐπιφαινομένους ἀμύθητον | |
Bibl.250454a | ἀπὸ τροπῶν θερινῶν ἕως μέσου χειμῶνος· εἶτα καὶ τὰς τῶν κυνῶν θηλείας ἀμέλγοντες τῷ γάλακτι τρέ‐ φονται, καὶ ἐξ ἄλλων δὲ θήρας ζῴων. Καὶ τὰ μὲν τε‐ λευταῖα τῶν πρὸς μεσημβρίαν τοιαῦτα. | |
5 | Τὰ δὲ κατὰ τοὺς Τρωγλοδύτας τοιαῦτα. Τὸ μὲν γέ‐ νος τῆς συστάσεως τυραννίς, αἱ δὲ γυναῖκες κοιναὶ καὶ οἱ παῖδες· μόνῃ δὲ οὐκ ἔξεστι πλησιάσαι τῇ τοῦ τυράννου· τῷ δὲ τολμήσαντι πρόβατον καταθέσθαι τὸ ἐπιτίμιον δίδοται. Ἡ δὲ ἀναστροφὴ αὐτῶν· τὸν μὲν παρ’ αὐτοῖς | |
10 | χειμῶνα (ἔστι δ’ οὗτος ὑπὸ τοὺς ἐτησίας) πᾶσαν αὐ‐ τῶν τοῦ θεοῦ τὴν χώραν ὕδασι λάβροις ἐπέχοντος, ἀφ’ αἵματος καὶ γάλακτος ζῶσιν, εἰς ταὐτὸ μίξαντες καὶ κυλίσαντες ἐν ἀγγείοις εἰκῇ πεπυρωμένοις. Ἐπὰν δὲ | |
ἐπιστῇ τὸ θέρος, ἐν τοῖς τελματώδεσιν ἀναστρέφονται | 170 in vol. 7 | |
15 | χωρίοις, μαχόμενοι πρὸς ἀλλήλους περὶ τοῦ χιλώματος. Καὶ τὰ πρεσβύτερα τῶν βοσκημάτων καὶ νοσοῦντα δα‐ πανῶσι, διὰ τῶν μαγείρων ταῦτα κτείνοντες, οὓς κα‐ λοῦσιν ἀκαθάρτους. | |
18 | Οὗτοι ἀνθρώπων μὲν οὐδενὶ περιτι‐ θέασι τὴν τῶν γονέων κλῆσιν, ταύρῳ δὲ καὶ βοῒ, τὸν | |
20 | μὲν πατέρα καλοῦντες, τὴν δὲ μητέρα, ὡσαύτως κριῷ τε καὶ προβάτῳ, διὰ τὸ λαμβάνειν τὴν τροφὴν τὴν καθ’ ἡμέραν οὐ παρὰ τῶν τοκέων ἀλλὰ παρ’ ἐκείνων. Οὗτοι καὶ ποτῷ, ὁ μὲν πολὺς ὄχλος ἀποβρέγματι πα‐ λιούρου χρῶται· οἱ δὲ τύραννοι ἀπό τινος ἄνθους σκευα‐ | |
25 | σθέντος πίνουσι, παραπλησίου μοχθηρῷ γλυκεῖ. Γυμνοὶ δὲ τὸ ἄλλο σῶμα τυγχάνοντες τὰ ἰσχία δέρμασίν εἰσι διεζωσμένοι. Τὰ δὲ αἰδοῖα τοῖς μὲν ἄλλοις Τρωγλοδύ‐ ταις ἐστὶν εἰθισμένον περιτέμνεσθαι, καθάπερ Αἰγυπτίους πάντας· τοὺς δ’ ὑπὸ τῶν Ἑλλήνων καλουμένους Κολο‐ | |
30 | βοὺς πᾶν τὸ τοῖς λοιποῖς μέρος περιτομῆς τυγχάνον ξυροῖς ἀφαιρεῖν ἐστιν ἔθος νηπίων ὄντων, ἐξ οὗ καὶ τὴν εἰρημένην κλῆσιν ἑαυτοῖς πεποίηνται. Ὅτι κέχρηται ὁ συγγραφεύς, ἀττικιστὴς καίτοι ὤν, τῇ τῆς καμάρας λέξει. | |
35 | Ὅτι οἱ Τρωγλοδῦται περὶ τοὺς μετηλλαχότας, φησίν, οὕτω πράττουσι. Ταῖς ἐκ τῶν παλιούρων λύγοις τὸν αὐ‐ χένα πρὸς τὰ σκέλη συνέδησαν, εἶτα ἐπ’ ὄχθον ἐπι‐ θέντες βάλλουσι χειροπληθέσι λίθοις, τωθασμῷ χρώ‐ μενοι καὶ γέλωτι, ἕως ἀποκρύψωσι τοῦ τετελευτηκότος | |
40 | τὴν μορφήν· κἄπειτα ἄνωθεν ἐπιθέντες κέρας αἰγὸς ἀπαθεῖς ἀπολύονται καὶ παντελῶς ἱλαροί. Οὕτω, φησί, ταῖς | |
Bibl.250454b | κηδείαις καταχρῶνται νουνεχῶς, εἴπερ μὴ λυπεῖν ἑαυτοὺς ἐπὶ τοῖς ἀλυπήτοις συνέσεως σημεῖον. Τὰς δ’ | |
ὑπὲρ τῆς ἀναφυομένης αἰφνιδίως νομῆς ἔχθρας τε καὶ μάχας καὶ πολέμους αὐτῶν πρὸς ἀλλήλους (οὐδὲ γὰρ ὑπὲρ | 171 in vol. 7 | |
5 | ἄλλου τινὸς μάχονται) ἀλλ’ οὖν ταύτας αἱ πρεσβύτεραι γυναῖκες προπηδῶσαι διαλύουσι, κατὰ τὸ μέσον ἐλθοῦ‐ σαι, καὶ τοῖς πραΰνουσι λόγοις τοὺς θυμοὺς ἀνηρεθι‐ σμένους καταστέλλουσαι. | |
8 | Ὕπνῳ δέ, φησίν, οὐ κατὰ τοὺς ἄλλους τῶν ἀνθρώπων χρῶνται, ἀλλὰ θρεμμάτων μὲν | |
10 | πλῆθος ἑαυτοῖς ἔχουσι συνεπόμενον, κώδωνας δὲ ἐξέ‐ δησαν ἐκ τῶν κεράτων τῶν ἀρρένων πάντων, ὅπως ὁ ἀπ’ αὐτῶν ψόφος διώκῃ τὰ θηρία· ἐπὰν δὲ νὺξ ἐπῇ, εἰς μάνδρας μὲν συνάγουσι τὴν λείαν, ἄνωθεν δὲ ἐπι‐ βάλλουσι ῥιποὺς ἐκ φοινίκων. Καὶ αἱ μὲν γυναῖκες μετὰ | |
15 | τῶν νηπίων τούτοις ἐπιβαίνουσιν· οἱ δὲ ἄνδρες πυρὰ κύκλῳ καίουσιν, ᾄδοντες πατρίους τινὰς μύθους, καὶ τὸν ὕπνον οὕτω παρωθοῦνται, ἐν πολλοῖς τῆς μελέτης διὰ τἀναγκαῖον τὴν φύσιν νικώσης. | |
18 | Ἐπὰν δέ τινες τοῦ πᾶ‐ σιν ὀφειλομένου γήρους βαρύνοντος μηκέτι δύνωνται ταῖς | |
20 | ποίμναις ἐπακολουθεῖν, περιθέντες βοὸς οὐρὰν περὶ τὸν αὐχένα τὸν αὐτῶν, καὶ τὸν ὀπίσω τοῦ τραχήλου δεσμὸν εὖ μάλα περισφίγξαντες, ἀπολύουσι τοῦ βίου. Εἰ δέ τις αὐτῶν τὴν τελευτὴν ὑπερβάλλοι, παραστὰς ὁ θέλων ἄφνω, ὡς ἐπ’ εὐνοίᾳ τὸν ὄκνον ἀφαιρούμενος, νουθετῶν | |
25 | ἅμα τῷ λόγῳ τῆς ἀναστροφῆς, διὰ τῆς αὐτῆς ὁδοῦ παρέλυσεν. Οὐ τοὺς γηράσκοντας δὲ μόνον οὕτω τοῦ ζῆν ὑπεξάγουσιν, ἀλλὰ καὶ οὓς ἢ νόσος ἐπίμονος ἢ μελῶν τινος πήρωσις ἀχρήστους εἰς τὸ ταῖς ἀγέλαις παρα‐ σκευάσει συνέπεσθαι. | |
30 | Ὅτι, φησί, τῆς ὅλης οἰκουμένης ἐν τέτταρσι κυκλι‐ ζομένης μέρεσιν, ἀνατολῆς λέγω, δύσεως, ἄρκτου καὶ | |
μεσημβρίας, τὰ μὲν πρὸς ἑσπέραν ἐξείργασται Λύκος τε καὶ Τιμαῖος, τὰ δὲ πρὸς ἀνατολὰς Ἑκαταῖος τε καὶ Βασιλίς, τὰ δὲ πρὸς τὰς ἄρκτους Διόφαντος καὶ Δη‐ | 172 in vol. 7 | |
35 | μήτριος, τὰ δὲ πρὸς μεσημβρίαν, φορτικόν, φησί, τὸ ἀληθές, ἡμεῖς. Ὅτι τοὺς τῶν ἀνθρώπων διαφορωτάτους βίους οὐ πο‐ λὺς διαμετρεῖ καὶ διορίζει τόπος. Ἐκ γὰρ τῆς Μαιώτι‐ δος λίμνης πολλοὶ τῶν φορτιζομένων ἐν φορτηγοῖς | |
40 | ἀκάτοις δεκαταῖοι κατῆραν εἰς τὸν Ῥοδίων λιμένα, ἀφ’ ὧν ὑπὸ τὸν αὐτὸν καιρὸν τεταρταῖοι μὲν ἀφίκοντο εἰς τὴν | |
Bibl.250455a | Ἀλεξανδρείαν, ἐκ δὲ ταύτης ἐναντίῳ τῷ ῥεύματι πλέοντες ἀνὰ τὸν ποταμὸν ἐν ἄλλαις δέκα παραγένοιντ’ ἂν οὐ χαλεπῶς εἰς Αἰθιοπίαν· ὥστε ἀπὸ τῆς ὑπερβολῆς τοῦ ψύχους εἰς ἄκραν τοῦ καύματος τὴν ἀκμὴν μὴ πλείους | |
5 | εἴκοσι γίνεσθαι καὶ πέντε τοῖς κομιζομένοις ἐνδελεχῶς ἡμέρας. Ἀλλ’ ὅμως, τοσαύτης οὔσης τῆς τοπικῆς δια‐ στάσεως, ἀνυπέρβλητον ἔχουσι πρὸς ἀλλήλους οἱ ἄν‐ θρωποι τῶν τε βίων καὶ τῶν ἐθῶν καὶ τοῦ ἀέρος τὴν διαφοράν, ὥστε μηδὲ πιστεύεσθαι παρ’ ἑτέροις τὰ παρ’ | |
10 | ἄλλοις συνήθη τε καὶ ὁμολογούμενα, μηδὲ στέγειν ὅλως δύνασθαι ὧν χωρὶς ἕτεροι οὐδὲ ζῆν ἂν ἕλοιντο. Οὕτως ἔχει τι φίλτρον μέγα πᾶσα συνήθεια, καὶ νικᾷ τὴν ἀπὸ τοῦ περιέχοντος δυσχέρειαν ὁ χρόνος ὁ τὴν πρώτην δεξάμενος εἰς τὸν βίον ἡλικίαν. | |
15 | Ὅτι οἱ κατὰ τὴν Ἀραβίαν λέοντες, φησί, ψιλότεροι μέν εἰσι καὶ θρασύτεροι, τῷ χρώματι δὲ ὁμαλοὶ κα‐ θάπερ οἱ γινόμενοι περὶ τὴν Βαβυλωνίαν, οὕτω δὲ τοῖς τριχώμασι στίλβοντες ὥστε ἀπὸ τῶν αὐχένων ξανθό‐ | |
τητα ἀπολάμπειν χρυσῷ παραπλησίαν. | 173 in vol. 7 | |
20 | Τῶν δὲ καλουμένων μυρμήκων οἱ μὲν πλεῖστοι κατὰ τὴν ἰδέαν τῶν λοιπῶν οὐδὲν παραλλάττουσι, τὴν δὲ τῶν αἰδοίων φύσιν ἀπεστραμμένην ἔχουσιν ἐναντίαν τοῖς ἄλλοις. Ὅτι αἱ παρδάλεις οὐκ εἰσὶ καθάπερ ἐν τοῖς τόποις | |
25 | τοῖς περὶ Καρίαν καὶ Λυκίαν, μακραὶ δὲ τῷ σώματι, καὶ κακοπαθεῖν ἐν τραύμασι καὶ πόνοις δυνάμεναι πολὺ μᾶλλον· τῇ δὲ ἀλκῇ τοσοῦτον διαφέρουσι τῶν ἄλλων ὅσον ἄγριον ἡμέρου. Ὅτι ὁ ῥινοκέρως ἐλέφαντος μὲν οὐ λείπεται, τῷ δὲ | |
30 | ὕψει καταδεέστερος ὑπάρχει. Χρῶμα δὲ ἔχει πύξῳ παρ‐ εμφερὲς εὐτελεῖ καὶ τὴν ἁφὴν τοῦ δέρματος. Σιμὸν δὲ ἐπ’ ἄκρων φορεῖ τῶν μυκτήρων κέρας, σιδήρῳ τὴν βίαν παραπλήσιον· ᾧ τὸν μὲν ἄλλον χρόνον, πρὸς ἣν ἂν πέτραν παραγένηται, ῥήσσει προσβαλὼν τὰ στέρνα, | |
35 | συμπεσὼν δὲ ἐλέφαντι (τούτῳ γὰρ τὸν πάντα περὶ τῆς νομῆς διαμιλλᾶται βίον) ὑποδὺς τὴν κοιλίαν καὶ τῷ κέ‐ ρατι τὸ κύκλωμα τῆς σαρκὸς ἀναρρήξας ἔξαιμον εὐ‐ θὺς ποιεῖ· καὶ πλείστους ἔστιν ἐλέφαντας ἰδεῖν οὕτω τε‐ τελευτηκότας. Ἂν μέντοι συμβῇ τῷ ῥινοκέρωτι τῆς κοι‐ | |
40 | λίας μὴ ἅψασθαι, τοὐναντίον αὐτὸς ὑπὸ τῆς προβοσκί‐ δος καὶ τῶν ὀδόντων τυπτόμενος πολλαχῶς ἐξαδυνατεῖ | |
Bibl.250455b | καὶ παραλύεται, μεγάλης ὑπαρχούσης κατὰ τὴν ἰσχὺν καὶ βίαν τῆς παραλλαγῆς. Ὅτι παρὰ τοῖς Τρωγλοδύταις ἐστὶ καὶ ἡ λεγομένη παρ’ Ἕλλησι καμηλοπάρδαλις, σύνθετον τρόπον τινὰ κατὰ | |
5 | τὴν πλῆσιν καὶ τὴν φύσιν λαχοῦσα. Τὴν μὲν γὰρ ποικι‐ λίαν ἔχει παρδάλεως, τὸ μέγεθος δὲ καμήλου, τὸ πάχος δὲ ὑπερφυές, τὸν δὲ αὐχένα τοιοῦτον ὥστε ἀπ’ ἄκρων | |
ἀμέλγεσθαι τῶν δένδρων τὴν τροφήν. Ὅτι αἱ σφίγγες, φησί, καὶ οἱ κυνοκέφαλοι καὶ κῆποι | 174 in vol. 7 | |
10 | παραπέμπονται εἰς τὴν Ἀλεξάνδρειαν ἐκ τῆς Τρωγλοδυ‐ τικῆς καὶ τῆς Αἰθιοπίας. | |
11 | Εἰσὶ δὲ αἱ μὲν σφίγγες ταῖς γραφομέναις παρόμοιαι, πλὴν ὅτι πᾶσαι δασεῖαι καὶ ταῖς ψυχαῖς ἥμεροι καὶ πρᾷοι· καὶ πανουργίας κοι‐ νωνοῦσι πλείστης, διδασκαλίας τε μεθοδευτικῆς ἐπὶ ποσὸν | |
15 | ἅπτονται, ὥστε τὴν εὐρυθμίαν ἐν πᾶσι θαυμάζειν. | |
15 | Ὁ δὲ κυνοκέφαλος τὸ μὲν σῶμα ἀνθρώπου δυσειδοῦς ὑπο‐ γράφει, τὸ πρόσωπον δὲ κυνός· φωνὴν δὲ ἀφίησι μυ‐ γμῷ παραπλησίαν· ἄγριον δὲ ὑπερβολῇ καὶ τελείως ἀτιθάσευτον, καὶ τὴν ὄψιν ἐμφαῖνον ἀπό τε τῶν ὀφρύων | |
20 | καὶ τῶν ὀμμάτων αὐστηράν. Περὶ μὲν τὸν ἄρρενα ταῦτα. Τῷ δὲ θήλει πρόσκειται καὶ τὸ τὴν μήτραν ἔξω τοῦ σώ‐ ματος φορεῖν καὶ οὕτω διάγεσθαι πάντα τὸν βίον. | |
22 | Ὁ δὲ κῆπος ἔχει τὸ μὲν πρόσωπον λέοντι παραπλήσιον τὸ δὲ σῶμα πάνθηρι, τὸ δὲ μέγεθος δορκάδι, κατὰ | |
25 | τὴν ποικιλίαν καὶ τὴν προσηγορίαν λαβών. | |
25 | Πάντων δὲ τῶν εἰρημένων ἀγριώτατον καὶ δυσκατεργαστότατον τὸ τῶν ταύρων τῶν σαρκοφάγων γένος, ὃ τῷ μεγέθει μὲν ὑπάρχει τῶν ἡμέρων ἁδρότερον, τάχει δὲ ὑπερβάλλον, πυρρὸν δὲ ἐξαισίως. Καὶ τὸ μὲν στόμα μέχρι τῶν ὤτων | |
30 | αὐτῷ διέστηκεν, ὄμμα δὲ ὑποφαίνει γλαυκότερον λέοντος. Τὰ δὲ κέρατα τὸν μὲν ἄλλον χρόνον τοῖς ὠσὶ παρα‐ πλησίως κινεῖ, μάχῃ δὲ χρώμενον ἵστησιν ἀραρότως. Τὴν δ’ ἐπαγωγὴν τῆς τριχὸς ἐναντίαν ἔχει τοῖς ἄλ‐ | |
λοις. Τοῦτο δὲ τοῖς τε ἀλκιμωτάτοις ἐπιτίθεται καὶ κυ‐ | 175 in vol. 7 | |
35 | νηγεῖ τὰ λοιπὰ τῶν ζῴων, καὶ τὰς ποίμνας τῶν ἐπι‐ χωρίων μάλιστα κακοποιεῖ, καὶ μόνον ἐστὶν ἄτρωτον λόγχῃ καὶ τόξῳ. Διὸ καὶ ποιῆσαι μὲν ὑποχείριον οὐδεὶς πολ‐ λῶν ἐπιβεβλημένων κατίσχυσε, τὸ δ’ εἰς ὄρυγμα ἐμπεσὸν ἤ τινα δόλον τούτῳ παραπλήσιον ὑπὸ τοῦ θυμοῦ συντό‐ | |
40 | μως γίνεται περιπνιγές. Καὶ τὸ μὲν θηρίον εἰκότως κρίνεται παρὰ Τρωγλοδύταις ἀλκὴν μὲν ἔχειν λέοντος, | |
Bibl.250456a | τάχος δὲ ἵππου, ῥώμην δὲ ταύρου, σιδήρῳ δὲ οὐχ ὑπεῖκον. Ὅτι ὁ κατὰ τὴν Αἰθιοπίαν ὀνομαζόμενος κροκότ‐ τας ἐστὶ μὲν ὡς ἐκ λύκου καὶ κυνὸς σύνθετον, ἀμφοῖν | |
5 | δὲ ἀγριώτερον καὶ πολλῷ βαρύτερον ἀπό τε τοῦ προ‐ σώπου καὶ τῶν ἄκρων ποδῶν, ἀλκῇ δὲ θαυμαστόν, ὀδοῦσι δὲ καὶ κοιλίᾳ δυνατώτατον τῶν ἄλλων. Καὶ γὰρ κατά‐ γνυσιν εὐπόρως πᾶν ὀστοῦ γένος, καὶ τὸ διαιρεθὲν εὐ‐ θέως δεδαπάνηται, καὶ περὶ τὰς πέψεις ἀδιήγητον. Τοῦτο | |
10 | δὲ καὶ μιμεῖσθαί τινες τὴν ἀνθρωπίνην διάλεκτον διη‐ γούμενοι ἡμᾶς μὲν οὐ πείθουσιν· ἐκεῖνοι δὲ καὶ τοῦτο προσ‐ τιθέασιν, ὡς καὶ ἐξ ὀνόματος κατὰ τὰς νύκτας καλοῦν‐ τες, τοὺς δὲ ὡς ἐπ’ ἀνθρώπου φωνῇ προσιόντας, οἱ δὲ ἀθρόον ἐπεισπίπτοντες κατεσθίουσιν. | |
15 | Ὅτι ὄφεων, φησί, λέγεται μεγέθη παράδοξα ἐν τοῖς τόποις εἶναι καὶ γένει θαυμαστά, καὶ πάντα ἀπὸ κυνη‐ γίας ἔχοντα τὸν βίον. Τῶν μέντοι ὑπὸ τὴν ἡμετέραν, φησίν, ὄψιν πεπτωκότων ὁ μέγιστος πέφηνε πηχῶν τριά‐ κοντα. Γίνεται δὲ πᾶς, φησίν, ὄφις, καὶ ὁ μέγιστος, χει‐ | |
20 | ροήθης ἐνδείᾳ τῶν ἀναγκαίων πιεζόμενός τε καὶ κακου‐ | |
χούμενος. Καὶ γὰρ καὶ ὃν ἰδεῖν ἐκεῖνός φησιν, ὅτι ὅτε τῆς τροφῆς ἀπορίᾳ προκειμένης συνεχῶς ἅμα τὸν θυ‐ μὸν ἐταπείνου καὶ τροφῆς ὄρεξιν ἐνεποίει σφοδροτέραν, τηνικαῦτα ἐντὸς τοῦ πλέγματος περιβαλόντες ἱερεῖα, | 176 in vol. 7 | |
25 | πρὸς τὴν ἐπιθυμίαν οὕτω παρεσκεύασαν χειροήθη καὶ πρᾷον τὸν ἄγριον, ὥστε μηθὲν τῶν ἄλλων νομίζειν μήτε ἡμερώτερον μήτε φοβερώτερον, εἰκότως, οἶμαι, τοῖς ὑποχειρίοις τῶν ζῴων τούτου συναντῶντος. Τὸ μὲν γὰρ ἀντιβαῖνον κακουχεῖται, τὸ δὲ συγχωροῦν τρέφεται. | |
30 | Πᾶν δὲ θηρίον διδάσκεται σωφρονεῖν οὐ λόγῳ τὴν ἐκδοχὴν τοῦ κρείττονος μανθάνον, παραπεπλεγμένης δὲ ἐναλλὰξ τῷ πάθει τῆς μνήμης. Ὅτι φησί, πολλῶν ὑπαρχόντων θαυμασίων καὶ πόρρω κειμένων ἀπὸ τῆς συνηθείας, αὐτοὺς ἐπελεύσομαι τῶν | |
35 | τόπων τοὺς μνήμης ἀξίους. | |
35 | Πρῶτον μὲν ἀπ’ Ἀρσινόης παραθέοντι τὴν δεξιὰν ἤπειρον θερμὰ πλείοσιν αὐ‐ λοῖς ἐκ πέτρας ὑψηλῆς εἰς θάλατταν διηθεῖται, στενοὺς ἔχοντα πόρους, οὐ γλυκέος ὕδατος ἀλλὰ πικρᾶς ἁλμυ‐ ρίδος τε καὶ πηγῆς φύσιν ἐχούσης τοιαύτην. Εἶτα ἀπὸ | |
40 | τῆς λίμνης συμβέβληκεν ὁ Νεῖλος, ὀχετοῦ διά τινων ἀραιωμάτων εἰς τὸν κοιλότατον ὑπερθέοντος τόπον. | |
Bibl.250456b | Πλησίον δὲ τῆς λίμνης εὐμεγέθει πεδίῳ βεβη‐ κὸς ὄρος ἀναφαίνεται μιλτῶδες, ἄλλην μὲν οὐδεμίαν ὑπο‐ δεικνύον ἰδιότητα, χροιὰν δὲ τοιαύτην ἀπὸ τῆς κορυφῆς σημαῖνον τῆς ἄκρας ὥστε τῶν ἀτενιζόντων τὰς ὄψεις ἐπὶ | |
5 | πλέον βλάπτεσθαι. | |
5 | Ἐφεξῆς δὲ λιμὴν μέγας ἐκδέχεται, ὃς πρότερον μὲν μυὸς ἐκαλεῖτο ὅρμος, ἔπειτα δὲ Ἀφρο‐ | |
δίτης ὠνομάσθη. Ἐν οἷς καὶ νῆσοι τρεῖς εἰσι προκεί‐ μεναι, ὧν αἱ μὲν ἐλαίαις πεπύκνωνται, μία δὲ ἧττον μὲν δασεῖα, τῶν δὲ καλουμένων μελεαγρίδων ἐκτρέ‐ | 177 in vol. 7 | |
10 | φουσα πλῆθος. Τούτοις δ’ ἐγγίζει κόλπος, ὃν καλοῦσιν ἀκάθαρτον. Ὃν παραπλεύσαντι νῆσος ἔκκειται τῇ μὲν θέσει πελαγία, μῆκος δ’ ἔχουσα σταδίων ὡς ὀγδοή‐ κοντα, ἣν καλοῦσιν ὀφιώδη, πρότερον μὲν γέμουσαν | |
14 | παντοίων ἑρπετῶν, ἐφ’ ἡμῶν δὲ ἐλευθέραν τούτων. | |
15 | Ἐν δὲ ταύτῃ γίνεται τῇ νήσῳ, φησί, καὶ τὸ καλούμενον τοπάζιον· ἔστι δὲ τοῦτο λίθος διαφαινόμενος, ὑάλῳ προσεμφερής, ἡδεῖαν ἔγχρυσον θεωρίαν ἀποδιδούς. Τοῦτον τὸν λίθον οἱ τὴν νῆσον οἰκοῦντες καὶ τὴν λίθον βασιλικῷ φυλάσσοντες καὶ συλλέγοντες προστάγματι | |
20 | οὕτω λαμβάνουσιν. | |
20 | Ἐν τῇ νυκτὶ πρὸς μέρος περιπο‐ λοῦσιν, ἔχοντες παντοίας τοῖς μεγέθεσι σκαφίδας. Ὁ δὲ ἐν ταῖς πέτραις λίθος τὴν μὲν ἡμέραν ὑπὸ τοῦ φέγ‐ γους κρατούμενος διὰ τὸ πνῖγος οὐ γίνεται σύνδηλος· σκότου δὲ ἐπιστάντος, ἐν ᾧ ποτ’ ἂν ᾖ πεφυκώς, δια‐ | |
25 | λάμπει πάντοθεν. Ὁ δὲ συνιδὼν φύλαξ τηλικοῦτον πε‐ ριέθηκεν ἄγγος σημείου χάριν περὶ τὸ διαστίλβον, ἡλί‐ κον ἂν ᾖ τοῦ θεωρουμένου φαντάσματος τὸ μέγεθος· εἶτα τὴν ἡμέραν ἐπερχόμενος, ἰσοπληθῆ τῇ προειρη‐ μένῃ περιτεμὼν πέτραν, τοῖς ἐκλεαίνειν δυναμένοις | |
30 | τεχνίταις παραδίδωσιν. Μετὰ δὲ ταῦτα τὸ πέλαγος οὕτως ἐστὶ ταπεινὸν ὥστε μήτε πλεῖον δυεῖν ὀργυιῶν ἀναμετρεῖσθαι, καὶ χλω‐ ρὸν πάντοθεν, οὐ τῇ φύσει τῶν ὑγρῶν ἀλλ’ ὑπὸ τοῦ διαφαίνοντος μνίου τε καὶ φύκους· ὅθεν καὶ κυνῶν ἔχει | |
35 | θαλαττίων ἀναρίθμητον πλῆθος. Δι’ ἣν αἰτίαν ὁ ῥη‐ θεὶς πόρος νηὶ μὲν μακρᾷ καὶ τοῖς ἐπήρεσι πλοίοις γίνεται εὐάρμοστος· ἀκύμων τε γάρ ἐστιν, οὐκ ἐκ πολλοῦ κυλίων τὸν κλύδωνα, καὶ θήραν ἰχθύων παραδίδωσιν ἄπιστον. Τὸ δὲ περὶ τὰς ἐλεφαντηγοὺς κακὸν πολὺν | 178 in vol. 7 |
40 | ἔλεον τοῖς πάσχουσιν ἀπὸ τῶν ὁρώντων ἐκκαλεῖται. Τὰ γὰρ πλοῖα τὸ κῦμα ἐξαίφνης ἢ πέτρᾳ περιέθηκεν ἢ | |
Bibl.250457a | πρὸς ἀμμώδη συνήλασε περιοχήν, καὶ ἄπορον τὴν σωτηρίαν παρέσχε τοῖς ἐμπλέουσι. Διὸ τὰ μὲν πρῶτα ὀδυρμὸς τοὺς ἐπιπλέοντας συνέχει πολὺς μέν, οὐκ ἀπο‐ γινώσκων δὲ τὴν ἀμείνω προσδοκίαν· ἤδη γάρ τινας | |
5 | οὕτως ἀπενεχθέντας σέσωκε πλημμυρὶς ὑπολαβοῦσα τοῖς ἀνοιδοῦσιν ἀφνιδίως ἐκ τῆς θαλάττης ὄγκοις· ἐπὰν δὲ λήγῃ τὰ τῆς τροφῆς, μυρία μὲν ἀναδέχονται πάθη, τέλος ἀναλίσκονται πάντες ἢ λιμῷ ἢ (τοῦ λιμοῦ τὸ μακροχρόνιον οὐ φέροντες) ξίφει, ἢ αὐτῇ | |
10 | θαλάσσῃ σφᾶς αὐτοὺς ἐπιρρίπτοντες. Ὅτι φησί, τὰ μὲν ἕως τῶν Ταύρων καὶ Πτολεμαΐ‐ δος ἡρμήνευται, τὰ δὲ ἀνωτέρω τούτων οὐ τὴν τυχοῦσαν λαμβάνει μετάβασιν. Κεῖται γὰρ οὐκέτι τὰ ἐπέκεινα πρὸς μεσημβρίαν τῆς χώρας, ἀεὶ δὲ παρὰ τὴν ἀνατολὴν | |
15 | ἀναστρέφει μᾶλλον, καὶ τὰς σκιὰς βάλλει τέως δυεῖν ὡρῶν εἰς τὸν ἀντικείμενον τόπον τῆς ἄρκτου. Ἔτι δὲ ποταμοῖς καταρρεῖται τὰς πηγὰς ἀναφαίνουσιν ἀπὸ τῶν Ψεβαιῶν καλουμένων ὀρῶν. Τῆς δὲ χώρας ἡ μὲν εἰς τὴν μεσόγειον ἀνατείνουσα πλήρης ἐλεφάντων καὶ | |
20 | ῥινοκέρων καὶ ταύρων καὶ ὑῶν, τὰ δὲ εἰς τὸν πόρον καθήκοντα νήσοις ἅπαντα πυκνοῦται τῇ φύσει μὲν ἀκάρποις, γεμούσαις δὲ ἀνιστορήτους ὀρνέων ἰδέας ἐχόν‐ | |
των. | 179 in vol. 7 | |
23 | Τὸ δὲ ἀπὸ τοῦδε ἡ μὲν θάλαττα βαθεῖά τε καὶ πλώϊμος, κήτη δὲ ἔχει τηλικαῦτα ὥστε ἀγωνιᾶν τὸν | |
25 | ἰδόντα· οὐ μέντοι διαπεφώνηκεν οὐδείς, πλὴν τῶν πε‐ ριπεπτωκότων ἀκουσίως ταῖς λοφίαις διὰ τὴν τῶν εἰ‐ ρημένων ἄγνοιαν· καὶ γὰρ οὐδὲ διώκειν δύναται θρασύ‐ τερον τοὺς πλέοντας, τῶν ὀμμάτων τοῖς θηρίοις ἀμαυ‐ ρουμένων, ὅταν ἐκ τῆς θαλάττης τὰ πρόσωπα ἀνα‐ | |
30 | φήνωσιν. Ὅτι τοῦ Φοινικῶνος τὰ μὲν ἄνωθεν ὁρώμενα πέτραις ὕψεσι ποικίλαις κατέχεται, τοῖς δὲ πρὸς θάλασσαν διή‐ κουσιν ᾐὼν ὑπόκειται στενή τε καὶ μακρά. | |
33 | Τῇ δὲ εἰρημένῃ παραλίᾳ συνάπτει μὲν τόπος, ὃν προσηγόρευσαν Νῆσ‐ | |
35 | σαν ἀπὸ τῆς τοῦ ζῴου πολυπληθίας. Αὕτη δὲ ἡ Νῆσσα κεῖται μὲν ἐγγὺς ἀκρωτηρίου καθ’ ὑπερβολὴν ὑλώδους, διατείνει δὲ ἐπ’ εὐθείας θεωρουμένη πρός τε τὴν Πέ‐ τραν καλουμένην καὶ τὴν Παλαιστίνην, εἰς ἣν Γερραῖοι καὶ Μιναῖοι καὶ πάντες οἱ πλησίον ἔχοντες τὰς οἰκή‐ | |
40 | σεις Ἄραβες τόν τε λιβανωτόν, ὡς λόγος, καὶ τὰ φορτία | |
Bibl.250457b | τὰ πρὸς εὐωδίαν ἀνήκοντα ἀπὸ τῆς χώρας τῆς ἄνω κατάγουσιν. Ὅτι μετὰ τὸν καλούμενον Λαιανίτην κόλπον, ὃν Ἄραβες περιοικοῦσιν, ἡ Βυθημανέων ἐστὶ γῆ, πολλή | |
5 | τε καὶ πεδιάς, καὶ πᾶσα κατάρρυτος καὶ βαθεῖα, ἀγρώ‐ στει δὲ μόνον καὶ μηδικῇ καὶ λωτῷ βάθος ἀνδρόμηκες ἔχοντι· πᾶς ὁ καρπὸς αὐτῇ περιγράφεται, ἕτερον δὲ γεωργεῖ οὐδέν. Διὸ πολλαὶ μὲν ἐν αὐτῇ ἀγρίαι κά‐ μηλοι, πολλαὶ δὲ ἐλάφων καὶ δορκάδων ἀγέλαι, συχναὶ | |
10 | δὲ ποίμναι προβάτων καὶ ἀμύθητος ἀριθμὸς ἡμιόνων | |
καὶ βοῶν. Τούτοις δὲ τοῖς εὐκληρήμασιν ἀντικείμενον παραπέπλεκται κακόν· λεόντων γὰρ καὶ λύκων καὶ παρδά‐ λεων συναναφέρει πλῆθος ἡ γῆ, ὡς εἶναι τὸ τῆς χώ‐ ρας ἐπίτευγμα τοῖς οἰκηταῖς αἴτιον ἀκληρίας. | 180 in vol. 7 | |
15 | Ἀπὸ δὲ τῶν ἐφεξῆς αἰγιαλῶν κόλπος ἐστὶ νενευκὼς μὲν εἰς τὸν μυχὸν τῆς χώρας, οὐκ ἔλαττον δὲ σταδίων πεντακοσίων ὑποδείκνυσι τὸ βάθος. Οἱ δὲ τὴν ἐντὸς τοῦ κόλπου κατοικοῦντες καλοῦνται μὲν Βατμιζομανεῖς, εἰσὶ δὲ κυνηγοὶ τῶν χερσαίων ζῴων. | |
19 | Τὴν δ’ εἰρημένην χώ‐ | |
20 | ραν νῆσοι τρεῖς ἐκδέχονται, λιμένας ποιοῦσαι πλείους· ὧν τὴν πρώτην Ἴσιδος ἱερὰν ὠνόμασαν, τὴν δὲ δευτέραν Σουκαβύαν, τὴν δὲ τρίτην Σαλυδώ, ἐρήμους δὲ πάσας καὶ συσκίους ἐλαίαις οὐ ταῖς παρ’ ἡμῖν ἀλλὰ ταῖς ἐν ἐκείνοις τοῖς τόποις φυομέναις. | |
25 | Μετὰ δὲ τὰς νήσους τὰς ἐκκειμένας ἔστιν ἰδεῖν αἰ‐ γιαλὸν λιθώδη καὶ μακρόν· ἡ δὲ χώρα Θαμουδηνῶν Ἀράβων. Ὁ δὲ πρὸς ταύτην παράπλους ἐπὶ σταδίους τῶν χιλίων πλείους πάντων χαλεπώτατος· οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐ λιμὴν εὔορμος, οὐ σάλος ἐπ’ ἀγκύρας, οὐ κόλπος | |
30 | ἐπὶ σκέπης, οὐ χηλῆς ἐντύπωμα, ἀναγκαία καταφυγὴ τὸν ναυτίλον δεχόμενον. Μετὰ ταῦτα δὲ οὐκ εὐθὺς ἐφεξῆς, ἀλλὰ μεθ’ ἕτερά τινα, ἔστιν αἰγιαλὸς εἰς ὑπερβολὴν κάθυδρος ἐκτεινό‐ μενος, καὶ τὸ προσηγορευμένον Λαιμὸν ὄρος, ἀμύθητον | |
34 | μὲν ἀναφαῖνον τῆς περιμέτρου τὸ μέγεθος, παντοίας | |
35 | δὲ ὕλης δρυμοῖς διεζωσμένον. Ὅτι τὴν ἀστυγείτονα τῆς ὀρεινῆς χέρσου Δεβαὶ κα‐ τοικοῦσιν, οἱ μὲν νομάδες, οἱ δὲ γεοῦχοι. Ὧν κατὰ μέσην τὴν χώραν ποταμὸς διαφέρεται τριμερὴς μὲν τῇ φύσει, | |
ψῆγμα δὲ χρυσοῦ κατάγων οὕτω σύνδηλον τὴν δαψίλειαν | 181 in vol. 7 | |
40 | ἔχων ὥστε τὴν ἰλὺν τὴν πρὸς ταῖς ἐκβολαῖς συνηγμένην | |
Bibl.250458a | πόρρωθεν ἀποστίλβειν. Οἱ δὲ τὸν τόπον οἰκοῦν‐ τες τῆς μὲν ἐργασίας εἰσὶ τῆς τοιαύτης ἄπειροι. Φιλό‐ ξενοι δὲ εἰς ὑπερβολὴν οὐ πᾶσιν ἀνθρώποις, ἀλλὰ τοῖς ἀπὸ Πελοποννήσου διεκβάλλουσι καὶ Βοιωτίας διά τινα | |
5 | μυθικὴν ἀφ’ Ἡρακλέους ἱστορίαν. Τούτων ἀστυγείτονές εἰσιν Ἀλιλαῖοι καὶ Κασανδρεῖς, κέκτηνται δὲ γῆν οὐδαμῶς ἐοικυῖαν ταῖς προειρημέναις. Οὔτε γὰρ ἐψυγμένος ὁ ἀὴρ οὔτε ζηρὸς οὔτε ἔμπυρος, μα‐ λακὴν δὲ καὶ δασεῖαν νεφέλην ὑποδεικνύων, ἀφ’ ἧς | |
10 | ὑετοὶ καὶ χειμῶνες γίνονται καὶ θέρους εὔκαιροι. Τῆς τε χώρας ἡ πλείστη πάμφορος μέν ἐστιν, οὐ πᾶσα δὲ τυγχά‐ νει θεραπείας, τῶν λαῶν ἀπειροτέρων ὄντων. Τὸν μέντοι χρυσὸν ὀρύσσοντες ἐν τοῖς πλακώδεσι τῆς χώ‐ ρας ὑπονόμοις εὑρίσκουσι πολύν, οὐ τὸν συντηκόμενον | |
15 | μετ’ ἐπιστήμης καὶ τέχνης ἐκ τοῦ ψήγματος, ἀλλὰ τὸν αὐτόματον, καλούμενον δὲ διὰ τὸ συμβαῖνον παρ’ Ἕλ‐ λησιν ἄπυρον· οὗ τὸ μὲν ἐλάχιστον ἔχει μέγεθος πυρῆ‐ νος, τὸ δὲ μέσον μεσπίλου, τὸ δὲ μέγιστον ὥστε βασιλι‐ κοῖς παραβάλλεσθαι καρύοις. Ὃν τρήσαντες ἐναλλὰξ δια‐ | |
20 | φανέσι λίθοις περί τε τοὺς καρποὺς φοροῦσι τῶν χειρῶν καὶ περὶ τοὺς αὐχένας, πρός τε τοὺς ἀστυγείτονας μετά‐ γοντες πωλοῦσιν εὐτελῶς· τὸν μὲν γὰρ χαλκὸν πρὸς τὸν χρυσὸν τρίσταθμον ἀλλάττονται, τὸν δὲ σίδηρον πρὸς διπλοῦν χρυσίον. Ὁ δὲ ἄργυρος τοῦ χρυσοῦ δέκα δύναται | |
25 | μοίρας, τῇ δαψιλείᾳ καὶ σπάνει τῆς ἀξίας παραμετρου‐ μένης, ἐν οἷς ἀποβλέπει πᾶς ὁ βίος οὐ πρὸς τὴν φύσιν ἀλλὰ πρὸς τὴν χρείαν. | |
27 | Τούτων δὲ τῶν ἀνδρῶν συν‐ εχεῖς Κάρβαι κατέχουσι τὴν ἤπειρον ἐκδεχομένου λιμένος | |
ἀγχιβαθοῦς, ἐν ᾧ κρῆναι πλείους ἀναβάλλουσιν. | 182 in vol. 7 | |
30 | Ἐφεξῆς δὲ τὸ τῶν Σαβαίων ἐπισυνάπτει γένος, μέ‐ γιστον τῶν κατὰ τὴν Ἀραβίαν καὶ παντοίας κύριον εὐ‐ δαιμονίας. Καὶ γὰρ ἡ γῆ πάντα φέρει τὰ παρ’ ἡμῖν γι‐ νόμενα πρὸς βίον, καὶ τὰ σώματά ἐστι τῶν κατοικούν‐ των ἀξιολογώτερα. Βοσκημάτων κεχορήγηνται πλήθεσιν | |
35 | ἀμυθήτοις. Ὀσμή τε πᾶσαν ἐπέχει τὴν παραλίαν, θέας τε καὶ λόγου κρείττω τέρψιν τοῖς ἀφικνουμένοις κατα‐ σκευάζουσα. Παρὰ μὲν γὰρ αὐτὴν πέφυκε τὴν θάλατταν τό τε βάλσαμον πολὺ καὶ κασσία καὶ πόα τις ἄλλη πρόσ‐ φατος μὲν ἡδίστην δὲ ἔχουσα τῶν ὀμμάτων τέρψιν, ἐν δὲ | |
40 | τῷ χρονίζειν γινομένη συντόμως ἐξίτηλος, ὥστε πρότερον ἀπαμαυροῦσθαι τοῦ φυτοῦ τὴν χρείαν ἢ πρὸς ἡμᾶς παρα‐ | |
Bibl.250458b | πέμπεσθαι τοῦ γένους τὴν δύναμιν. | |
1 | Ἐπὶ δὲ τῆς μεσογείου δρυμοὶ συνεχεῖς στείχουσι καὶ μεγάλοι· δένδρα γὰρ ἠλί‐ βατα σμύρνης τε καὶ λιβανωτοῦ, πρὸς δὲ καὶ κιννα‐ μώμου φοίνικός τε καὶ καλάμου καὶ τῶν ἄλλων ἀνεῖται | |
5 | τῶν τοιούτων, ὥστε εἶναι μηδενὶ λόγῳ τὸ πρᾶγμα δη‐ λωτόν, ὃ συμβαίνει τοῖς περὶ τὰς αἰσθήσεις εἰληχόσι τοῦ γένους τὴν δοκιμασίαν. Οὐ γὰρ τὴν τεθησαυρισμένην καὶ παλαιὰν ἔχει τῶν ἀρωμάτων ἀπόλαυσιν, οὐδὲ τὴν ἀπὸ τοῦ γεννῶντος καὶ τρέφοντος ὄγκου διακεχωρισμέ‐ | |
10 | νην, ἀλλὰ τὴν ἀνθοῦσαν ἀπὸ τῆς θείας ἀκμῆς καὶ τὴν ἀπὸ τῶν οἰκείων καὶ φυσικῶν τὸ θαυμαζόμενον ἀπο‐ πέμπουσαν· ὥστε πολλοὺς εἰς λήθην ἀφικομένους τῶν θνητῶν εὐτυχημάτων τῆς ἀμβροσίας ὑπονοῖεν ἀπο‐ λαμβάνειν, ὄνομα τοῦ πράγματος ἐπιζητοῦντος οἰκεῖον | |
15 | τῆς ὑπερβολῆς. | |
15 | Περὶ δὲ τοὺς δρυμοὺς τῶν εὐωδῶν | |
γένος ἐστὶν ὄφεων ἰδιώτατον πάντων, οἱονεὶ φθονούσης τοῖς ἁδροῖς ἐπιτεύγμασι τῆς τύχης καὶ παραπλεκούσης τἀγαθῷ τὸ βλαβερόν, ὅπως μηδεὶς εἰς τέλος ἐξυβρίζων τιτανῶδες καὶ κατεγνωκὸς τοῦ θείου τὸ φρόνημα λαμ‐ | 183 in vol. 7 | |
20 | βάνῃ τῶν ἀγαθῶν εὐτυχούντων, παιδεύηται δὲ τῇ παρα‐ θέσει καὶ μνήμῃ τῶν ἐναντίων. Τὸ δὲ γένος τῶν ὄφεων χρῶμα μὲν ἔχει φοινικοῦν, μῆκος δὲ ὅσον σπιθαμῆς, δῆγμα δὲ ἀνίατον, ἂν τῆς λαγόνος ἀνώτερον αἱμάξῃ· τὴν δὲ πληγὴν δίδωσι παλλόμενον εἰς ὕψος. | |
24 | Παρ’ | |
25 | αὐτοῖς δὲ τοῖς Σαβαίοις ἡ μὲν ὀσμὴ τῶν εὐωδῶν ἀκροτάτη, ἡ δὲ χάρις ἐλλιπής· τὸ γὰρ ἐνδελεχὲς ἐκ νη‐ πίου κινεῖ μὲν τὴν αἴσθησιν ἧττον, ἀμβλυτέραν δὲ κα‐ τασκευάζει, μεταβολῆς τοῖς βίοις οὐχ ὑποκειμένης. Οὐ μὴν ἀλλὰ κἀπειδὰν οὐ δύνωνται τὴν ζωὴν παιδαγωγεῖν | |
30 | παραπλησίως εὐσταθῆ, διαπνεομένου τοῦ σώματος ὑπ’ ἀκράτου καὶ τμητικῆς δυνάμεως καὶ τὴν σύμμετρον πύκνωσιν ἐπὶ πλεῖον ἀγούσης ὥστε ἄγειν εἰς ἔκλυσιν ἐσχάτην, τότε δὴ ἀσφάλτου παραθυμιῶντες βραχὺ καὶ τράγου πώγωνα τοῖς τοιούτοις ἀφαιροῦνται τὴν ἄγαν | |
35 | εὐώδη τῆς ἐπιφορᾶς ὑπερβολήν, καὶ τῇ μίξει τοῦ δο‐ κοῦντος λυπεῖν τὸ τῆς ἡδονῆς βλαβερὸν ὑποκαταστέλ‐ λουσιν. Οὕτως ἅπαν ἐπίτευγμα μεσότητι μὲν καὶ τάξει κυβερνώμενον παραπέμπει τὸν βίον, συμμετρίας δὲ καὶ καιροῦ στερηθὲν οὐκ ἔχει τὴν κτῆσιν ὀνησιφόρον. | |
39 | Τὸ | |
40 | δὲ τῶν Σαβαίων ἄστυ τοῦ παντὸς ἔθνους προσηγορίαν δηλοῦν, ἐπ’ ὄρους ἐστὶν οὐ μεγάλου, πολὺ κάλλιστον τῶν | |
Bibl.250459a | κατὰ τὴν Ἀραβίαν, ὃ καλεῖται Σάβας. Ὁ δὲ βασι‐ λεύων τοῦ παντὸς ἔθνους προεδρίαν ἔχει παρὰ τοῦ λαοῦ τῇ | |
μὲν ἔντιμον τῇ δὲ ἀκληροτάτην, ἔντιμον μὲν ὅτι πολλοῖς ἐπιτάττει, κατὰ κρίσιν ἀνυπεύθυνον ὃ βούλεται πράτ‐ | 184 in vol. 7 | |
5 | των, ἄκληρον δὲ ὅτι παραλαβὼν τὴν ἐπιμέλειαν οὐ δύναται πάλιν ἐκ τῶν βασιλείων ἐξελθεῖν, εἰ δὲ μή, λι‐ θόλευστος ὑπὸ πάντων γίνεται κατὰ χρησμὸν ἀρχαῖον, ὥστε εἶναι τὴν ὑπεροχὴν βλαβεράν. | |
8 | Τῶν δὲ ἀνδρῶν οἱ μὲν καταγινόμενοι πρὸς τὸ οἴκοι ἐνδιατρίβειν βραχύ | |
10 | τι τοῦ θήλεος γένους ἀλκιμώτερον ἄγουσιν, ὑπὸ τῆς συν‐ εχοῦς ἀπογυναικούμενοι ῥᾳστώνης· οἱ δὲ ἄλλοι πάντες πρὸς πόλεμον μελετῶσι καὶ τὴν χώραν ἅπασαν ἐργάζονται καὶ στέλλουσιν ἀπ’ οἰκίας ταῖς μείζοσι χρώμενοι σχεδίαις. Κομίζουσι δὲ ἄλλα τε καὶ μάλιστα τὸν εὐώδη καρπὸν | |
15 | τὸν ἐν τῷ πέραν φυόμενον (ἀραβιστὶ λέγεται λάρι‐ μναν), μεγίστην ἔχοντα τῶν ἄλλων θυμιαμάτων εὐω‐ δίαν· ὧν κρατεῖν λέγεται γένος ἀρρωστίας ὡς ἐπὶ τὸ πολὺ σωματικῆς. | |
18 | Οὐδεμίαν δὲ τῆς γῆς ἄλλην ὕλην φερούσης, ἀναγκάζονται πρὸς τὰ καθ’ ἡμέραν τὸ κιννάμωμον καὶ | |
20 | τὴν κασσίαν καίειν, καὶ πρὸς τὰς ὑπολοίπους ἐν τῷ βίῳ χρείας· οὕτως ἀνίσως τὰ αὑτῆς ἡ τύχη μεμέρικε, τοῖς μὲν σπάνιν τῶν σπουδαίων τοῖς δὲ πλῆθος δι‐ δοῦσα. Τῶν δὲ Σαβαίων χρῶνται καὶ τοῖς δερματίνοις οὐκ ὀλίγοι πορείοις, διδασκούσης τὴν χρείαν τῆς ἀνα‐ | |
25 | πώτιδος καίπερ ἐν τρυφῇ καταγινομένους. | |
25 | Οὐδὲν γὰρ εὐ‐ πορώτερον Σαβαίων καὶ Γερραίων εἶναι δοκεῖ γένος, ἐκτεταμιευμένων πᾶν τὸ πῖπτον εἰς διαφορᾶς λόγον ἀπὸ τῆς Ἀσίας καὶ τῆς Εὐρώπης. Οὗτοι πολύχρυσον | |
τὴν Πτολεμαίου Συρίαν πεποιήκασιν, οὗτοι τῇ Φοινίκων | 185 in vol. 7 | |
30 | φιλεργίᾳ κατεσκευάκασι λυσιτελεῖς ἐμπορίας, καὶ μυρία ἄλλα. Ἔστι δὲ πολυτέλεια παρ’ αὐτοῖς οὐ μόνον ἐν το‐ ρεύμασι θαυμαστοῖς καὶ ποτηρίων ποικιλίαις, ἔτι δὲ κλινῶν καὶ τριπόδων μεγέθεσι, καὶ τῶν ἄλλων τῶν κατ’ οἰκίαν παρ’ ἡμῖν ἐκτεινομένων λαμβάνει τὴν ὑπερ‐ | |
35 | βολήν, πολλῶν, ὡς ἔοικε, κεκτημένων χορηγίαν βασι‐ λικήν. Κίονάς τε πολλοὺς αὐτοῖς φησι κατεσκευάσθαι ἐπι‐ χρύσους τε καὶ ἀργυροῦς, πρὸς δὲ καὶ τὰς ὀροφὰς καὶ θύρας φιάλαις λιθοκολλήτοις ἐξειλῆφθαι πυκναῖς, ὡσαύτως καὶ τὰ μεσοστύλια θέαν ἔχειν εὐπρεπῆ, καὶ | |
40 | καθόλου τοὺς παρὰ τῶν ἄλλων πλούτους ἐκκεῖσθαι τὴν δια‐ φορὰν μεγάλην. Ἀλλὰ ταῦτα μὲν ἕως τοῦ καθ’ ἡμᾶς παρ’ | |
Bibl.250459b | αὐτοῖς ἐπαγγέλλεται βίου. Εἰ δὲ μὴ πόρρω διεστη‐ κυῖαν τὴν οἴκησιν κατεῖχον τῶν ἐπὶ πάντα τόπον τὰς δυνάμεις στρεφόντων, οἰκονόμοι τῶν ἀλλοτρίων ἂν ὑπῆρχον οἱ κύριοι τῶν ἰδίων ἄθλων, τῆς ῥᾳθυμίας | |
5 | ἀδυνατούσης τὸ ἐλεύθερον πλείω χρόνον διατηρεῖν. Παρὰ δὲ τὴν χώραν ταύτην ἡ μὲν θάλαττα λευκὴ φαίνεται, ποταμῷ ἐμφερής, ὥστε παραπλήττεσθαι τοῦ γι‐ νομένου τὴν αἰτίαν, νῆσοι δὲ εὐδαίμονες παράκεινται, ἐν αἷς βοσκήματα λευκὰ μέν ἐστι πάντα, οὐδενὶ δὲ τῶν | |
10 | θηλειῶν ἐπιφύεται κέρας. Ἐν ταύταις ταῖς νήσοις ἰδεῖν ἔστιν ὁρμούσας ἐμπορικὰς τῶν προσχώρων σχεδίας, πλεί‐ στας μὲν ἐκεῖθεν οὗ κατεστήσατο παρὰ τὸν Ἰνδὸν πο‐ ταμὸν ὁ Ἀλέξανδρος ναύσταθμον, οὐκ ὀλίγας δὲ ἀπὸ τῆς Περσίδος καὶ Καρμανίας καὶ τῆς σύνεγγυς πάσης. | |
15 | Ἔστι δὲ αὐτοῖς καὶ τὰ κατὰ τὸν οὐρανὸν θαυμασίως ἔχοντα· ὧν ἐστι καὶ τὸ περὶ τὴν ἄρκτον συμβαῖνον. Ἀπὸ γὰρ μαιμακτηριῶνος, ὃς ἄγεται παρὰ τοῖς Ἀθηναίοις, | |
οὐδεὶς ἀστὴρ τῶν ἑπτὰ φαίνεται μέχρι φυλακῆς πρώτης, ἐν δὲ ποσειδεῶνι μέχρι δευτέρας, ἐν δὲ τοῖς ἑξῆς τῶν | 186 in vol. 7 | |
20 | μηνῶν κατὰ λόγον. Τῶν δ’ ἄλλων ἀστέρων οἱ μὲν πλά‐ νητες ἀόρατοι, τινὲς δὲ τοῖς ὄγκοις μείζονες, οἱ δὲ οὐδὲ κατὰ τοὺς ὑφεστῶτας καιροὺς τὰς δύσεις ποιούμενοι καὶ τὰς ἐπιτολάς. | |
23 | Τοῦ δὲ ἡλίου τὴν ἔκφασιν ἐν τοῖς ἐπέ‐ κεινα Πτολεμαΐδος ἰδίαν λέγουσι καὶ παρηλλαγμένην. | |
25 | Πρῶτον μὲν γὰρ οὐ καθάπερ παρ’ ἡμῖν φῶς ἀνήλιον ἕωθεν ὁρῶμεν ἐπὶ χρόνον οὐκ ὀλίγον, εἶτα τὴν ἀνα‐ τολήν· ἀλλὰ νυκτὸς σκοτίας ὑπαρχούσης ἐξαίφνης ἀνέ‐ λαμψεν ἥλιος, ἡμέρα δὲ οὐδέποτε γίνεται ἐκεῖσε πρὶν τὸν ἥλιον ἰδεῖν. Δεύτερον ὁ ἥλιος ἀναφερόμενος φαί‐ | |
30 | νεται ἐκ μέσου τοῦ πελάγους. Τρίτον, ποιεῖ δὲ τοῦτο ἄν‐ θρακι μὲν ὢν τῶν πυρωδεστάτων παρόμοιος, σπινθῆρας δὲ μεγάλους ἀπορρίπτων, τοὺς μὲν εἰς τὸν κύκλῳ τόπον τοῦ φωτίζοντος, τοὺς δὲ εἰς τὸν ἀπωτέρω. Τέταρτον καὶ τὸ σχῆμα δὲ οὐ δισκοειδὲς ἔχειν τὸν ἥλιόν φασιν, | |
35 | ἀλλὰ κίονι παχεῖ τά γε πρῶτα ἐμφερῆ, μικρὸν ἐμβρι‐ θέστερον ἔχοντι τὴν ἀπὸ τῶν ἄκρων φαντασίαν, οἱονεὶ κεφαλήν. Πέμπτον ἔτι τοίνυν οὔτε αὐγὴν οὔτε ἀκτῖνα ἀπολάμπειν οὐδεμίαν, οὔτε ἐπὶ τὴν γῆν οὔτε ἐπὶ τὴν θά‐ λατταν, ἕως πρώτης ὥρας, ἀλλ’ ἐπὶ σκότει πῦρ ἀλαμ‐ | |
40 | πές· δευτέρας δ’ ἐνισταμένης τὸ ὅλον ἄστρον ἀναβαῖνον, ἀσπιδοειδὲς καθιστάμενον, τοῦ σχήματος τὸν τύπον καὶ | |
Bibl.250460a | τὸ φῶς ἐπί τε τὴν γῆν καὶ τὸ πέλαγος βάλλει οὕτως ἄτοπον καὶ πυρῶδες, ὥστε ἀμφοῖν νομίζεσθαι παμμε‐ γέθεις τὰς ὑπερβολάς. Ἕκτον εἰς δὲ τὴν ἑσπέραν ἐναν‐ τίον τὸ περὶ τὸν ἥλιον πάθος φασὶν ὁρᾶσθαι· ὑποδεί‐ | |
5 | ξαντα γὰρ ὅτι δέδυκε κατὰ τῆς γῆς, οὐκ ἐλάττω χρόνον ὡρῶν τριῶν μετὰ ταῦτα φωτίζειν, ὃν καὶ νομίζουσι παρ’ αὑτοῖς καιρὸν εἶναι τῆς ἡμέρας τὸν ἥδιστον. Ὅτι εἰπὼν περὶ ἀμπώτεων ὁ συγγραφεὺς διαφόρους αἰτίας, καὶ πάσας ὡς οὐδὲν ἐχούσας ἀληθὲς ἀποδοκι‐ | 187 in vol. 7 |
10 | μάσας, ἐπάγει· ὅτι δὲ ταῦτα πάντα λαλιὰν μὲν ἔχει σιγᾶν αἰσχυνομένην, πράγματος δὲ οὐδενὸς ἀντείληπται βοήθειαν δυναμένου τοῖς εἰρημένοις παρασχεῖν, εὐχερές ἐστι μαθεῖν. Εἶτα προσθεὶς καὶ ἕτερα τῆς αὐτῆς ἐννοίας ἐχόμενα, πάλιν ἐπιφέρει· διὸ περὶ μὲν ἀμπώτιδος καὶ | |
15 | σεισμοῦ καὶ πνευμάτων καὶ κεραυνῶν καὶ τῶν τοιούτων ἁπάντων τὰς μὲν αἰτίας, δι’ ἃς γίνεται, παραχωροῦμεν τοῖς ἑτοιμότερον ἔχουσι πρὸς εὐκολίαν ἡμῶν· τὰ δὲ πάθη τὰ γεννῶντα τὰς προφανεῖς συμφορὰς δεδηλώ‐ καμεν, μαθόντες παρὰ τῶν εἰδότων. Εὑρίσκειν δὲ πιθα‐ | |
20 | νώτερα τούτων εἰς μὲν ὑπόθεσιν παράδοξον φιλοτι‐ μούμεθα, ἱστορίαν δὲ ἀπαγγέλλοντες ἀληθινὴν οὐκ ἂν ὑπομείναιμεν. Ὅτι ἐν τῷ προειρημένῳ πόρῳ, φησί, περὶ τὰς ἐλαίας τοιοῦτόν τι ξένον συμβαίνει. Πλημμυρίδος ὑπαρχούσης | |
25 | πᾶσαι καλύπτονται, τῆς δ’ ἀμπώτεως γινομένης ἐν τῇ θαλάσσῃ πάντα τὸν χρόνον θάλλουσιν. Ἔστι δέ τι φυό‐ μενον αὐτόθι κατὰ βάθος ἐν ταῖς ῥαχίαις, μελαίνῃ σχοίνῳ παραπλήσιον, ὅ φασιν οἱ ἐκεῖσε κατοικοῦντες Ἴσιδος εἶναι τρίχωμα, μυθώδει πλάσματι πίστιν εὐήθη | |
30 | περιτιθέναι ζητοῦντες. Συμβέβηκε δ’ αὐτῷ τυπτομένῳ μὲν ὑπὸ τοῦ κύματος κάμπτεσθαι πολλαχῶς, ἁπαλῆς οὔσης τῆς ὅλης περιοχῆς καὶ τοῖς ἄλλοις παραπλησίας φυ‐ τοῖς· ἂν δέ τις ἀποκόψας εἰς τὸν ὕπαιθρον ἀναφήνῃ τόπον, σιδήρου παραχρῆμα γίνεται τὸ διῃρημένον | |
35 | σκληρότερον. Ὅτι καὶ ἄλλοι μὲν πολλοί, φησιν, ἰχθύες περὶ τοὺς προειρημένους τίκτονται τόπους, παρηλλαγμένην ἔχοντες τὴν φύσιν, γίνεται δέ τις ἰχθὺς ὑπερβαλλόντως μέλας, ἀνδρὸς ἔχων μέγεθος, ὃν καλοῦσιν Αἰθίοπα διὰ τὸ καὶ | 188 in vol. 7 |
40 | τοῦ προσώπου σιμὸν ἔχειν τὸν τύπον. Τοῦτον κατ’ ἀρχὰς μὲν οἱ θηρεύσαντες διὰ τὴν ὁμοιότητα οὔτε πωλεῖν ἠξίουν | |
Bibl.250460b | οὔτε καταναλίσκειν, τοῦ δὲ χρόνου προϊόντος ἀμ‐ φότερα πράττοντες οὐδὲν ἁμαρτάνουσι. Τὰ μὲν οὖν ὑπὲρ τῶν ἐθνῶν τῶν ἐκκειμένων πρὸς μεσημβρίαν, ὡς ἦν ἐφ’ ἡμῖν, ἐν πέντε βιβλίοις ἐπιμελῶς | |
5 | ἱστορήκαμεν· ὑπὲρ δὲ τῶν ἐν τῷ πελάγει νήσων ὕστερον τεθεωρημένων, καὶ τῶν ἑξῆς ἐθνῶν, καὶ τῶν εὐωδῶν ὅσα φέρειν συμβαίνει τὴν Τρωγλοδῦτιν χώραν, ἡμεῖς μὲν παραιτησάμενοι τὴν ἐξήγησιν ἄρδην ἀπολελοίπα‐ μεν, οὔτε τὸν πόνον τῆς ἡλικίας ὁμοίως ὑποφέρειν δυ‐ | |
10 | ναμένης, πολλῶν ἡμῖν ὑπέρ τε τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ἀναγεγραμμένων, οὔτε τῶν ὑπομνημάτων διὰ τὰς κατ’ Αἴγυπτον ἀποστάσεις ἀκριβῆ παραδιδόντων σκέψιν· ὁ δὲ καὶ τοῖς κατὰ μέρος πράγμασιν ἐντε‐ τευχώς, καὶ λόγοις κατεσκευασμένος ἱστορίας ἀξίοις, καὶ | |
15 | προαίρεσιν ἔχων δυναμένην δόξαν πόνῳ θηρεύειν, οὐκ ἀφέξεται. Ὅτι Ἀρριανὸς περὶ κομητῶν φύσεώς τε καὶ συστά‐ σεως καὶ φασμάτων βιβλιδαρίον γράψας, πολλοῖς ἀγω‐ νίσμασι πειρᾶται δεικνύναι ὅτι μηδὲν μήτε τῶν ἀγαθῶν | |
20 | μήτε τῶν φαύλων τὰ τοιαῦτα φάσματα ἀποσημαίνουσιν. | |
Bibl.251460b(22) | Ἀνεγνώσθη Ἱεροκλέους ὁ περὶ προνοίας. | |
Καὶ τί, φησί, καταλέγω σοι τούτους, ὅπου γε καὶ τῶν Πλατωνικῶν τινες οὐκ ὀρθὴν τὴν περὶ τοῦ δημιουργοῦ | 189 in vol. 7 | |
25 | θεοῦ διασῴζουσιν ἔννοιαν; Οὐ γὰρ ἱκανὸν αὐτὸν εἶναι ᾠή‐ θησαν αὐτοτελῶς ὑποστῆσαι δύνασθαι κόσμον οἰκείᾳ δυ‐ νάμει καὶ σοφίᾳ ἐξ ἀϊδίου ἐνεργοῦντα, ἀλλ’ ἀγενήτου ὕλης συνεργίᾳ καὶ τῇ μὴ παρ’ αὐτοῦ ὑποστάσῃ φύσει καταχρώμενον μόνως δημιουργεῖν δύνασθαι, πάντων μὲν | |
30 | δυνάμει προϋποκειμένων ἐν τῇ λεγομένῃ ὕλῃ, αὐτοῦ δὲ οἱονεὶ διαζωγραφοῦντος αὐτὰ καὶ τάττοντος μόνον καὶ διακρίνοντος ἐκ τοῦ ὑλικοῦ σχήματος. Ὃ περιεργία μᾶλ‐ λον ἂν εἴη ἢ ἀγαθότης θεοῦ. Τί γὰρ δὴ μαθὼν ἃ μὴ ὑπέστησε διατάττειν πειρᾶται, πάντως που τῆς εὐταξίας | |
35 | αὐτοῖς ἐν τῇ ἀγενησίᾳ τῆς ἑαυτῶν φύσεως κειμένης; Τὸ γὰρ ἀγενήτως καθ’ ἑαυτὸ ὑφεστὸς εἴ τι προσλάβοι, παρὰ φύσιν προσλήψεται· τὸ δὲ παρὰ φύσιν διατεθῆ‐ ναι κακὸν τῷ μετατρεπομένῳ· ὥστε οὐκ ἀγαθὸν τῇ λεγο‐ μένῃ ὕλῃ τὸ κοσμεῖσθαι, εἴπερ ἀγένητος εἴη μὴ ἀπὸ | |
40 | χρόνου μόνον, ἀλλὰ καὶ ἀπὸ αἰτίου, καθὸ σημαινόμε‐ νον καὶ τὸν θεὸν ἀγένητον λέγομεν. | |
41 | Ἀλλ’ οὐδὲ ὁ θεὸς αὐτὸς | |
Bibl.251461a | κακῶν ἀναίτιος ἔσται, τὴν ἀρχὴν τῆς δημιουργίας ἀπό τινος κακοποϊίας ἐνστησάμενος τῷ παρὰ φύσιν δια‐ τιθέναι τὴν ἐπ’ ἴσης αὐτῷ ἀγένητον οὐσίαν πειρᾶσθαι, καὶ τὴν ἀδελφήν, ἣν τὸ αὐτόματον αὐτῷ συνήγαγε, | |
5 | μὴ ἐᾶν μένειν ἐπὶ τῆς ἀγενήτου τάξεως. Πρὸς τῷ μηδὲ δυνατὸν εἶναι κατισχῦσαι πράγματος ἰσοτίμως ἀγενή‐ του τυγχάνοντος, εἴτε ἐξ ἀϊδίου ποιεῖσθαι τὴν τοιαύτην ἐπικράτειαν εἴτε ἀπὸ χρόνου ἐπιχειροίη. Καὶ μᾶλλον ἂν εἴη τῆς ἀληθείας ἀφεστώς, εἰ πρὸς τῷ ἐνδεεῖ τῆς ὑλι‐ | |
10 | κῆς ἐνεργείας καὶ ἀπὸ χρόνου τινὸς κοσμεῖν ἤρξατο, ὅπερ οὐκ ἐᾷ μένειν αὐτὸν ἐν τῷ αὑτοῦ ἤθει. Εἰ γὰρ ἄμεινον μὴ ποιεῖν, πῶς εἰς τὸ ποιεῖν μεταβέβηκεν; Εἰ δὲ τὸ ποιεῖν, τί μὴ ἐξ ἀϊδίου ἔπραττεν, εἴγ’ ἀδιά‐ φορον αὐτῷ καὶ τὸ ἐξ ἀϊδίου ποιῆσαι ἐφάνη; Εἰ μὴ | 190 in vol. 7 |
15 | ἄρα φύσεως αὐτὸν εἴποι τις ἀνὰ μέρος ποιεῖν τε καὶ φθείρειν δυναμένης, αἰώνια δὲ δημιουργεῖν ἀσθενούσης, διότι ἡ τῆς ὕλης κακία, ᾗ προσχρῆται, τὴν ἐπίθετον καὶ ἐπεισοδιώδη τάξιν ἀποσείεται, συνεχῶς εἰς τὴν ἀγέ‐ νητον αὑτῆς (ὡς ἂν εἴποιεν) ἀταξίαν ἀνατρέχουσα, καὶ | |
20 | οὕτως ἀνὰ μέρος τοῖς χρόνοις κόσμον καὶ ἀκοσμίαν ἐπικρατεῖν, ἤ (ἀληθέστερον εἰπεῖν) ἀεὶ ἀκοσμίαν, ἐπεὶ καὶ ἡ κόσμησις, παρὰ φύσιν οὖσα διάθεσις, ἀκοσμία τῷ ὀρθῶς λογιζομένῳ φανήσεται. Ὅτι πολλοὶ τῶν ἀπὸ Πλάτωνος καὶ τῶν ἀπὸ Ἀρι‐ | |
25 | στοτέλους συγκρούειν ἀλλήλοις τοὺς σφῶν διδασκάλους κατὰ τὰ καίριά φασι τῶν δογμάτων σπουδὴν καὶ μελέτην εἰσενηνοχότες, μέχρι τούτου φιλονεικίας καὶ τόλ‐ μης ἤλασαν ὡς καὶ τὰ συγγράμματα τῶν οἰκείων νο‐ θεῦσαι διδασκάλων, εἰς τὸ μᾶλλον ἐπιδεῖξαι τοὺς ἄν‐ | |
30 | δρας ἀλλήλοις μαχομένους. Καὶ διέμεινε τοῦτο τὸ πά‐ θος ταῖς φιλοσόφοις διατριβαῖς ἐνσκῆψαν ἕως Ἀμ‐ μωνίου τοῦ Ἀλεξανδρέως τοῦ θεοδιδάκτου. | |
32 | Οὗτος γὰρ πρῶτος ἐνθουσιάσας πρὸς τὸ τῆς φιλοσοφίας ἀληθι‐ νόν, καὶ τὰς τῶν πολλῶν δόξας ὑπεριδὼν τὰς ὄνειδος | |
35 | φιλοσοφίᾳ προστριβομένας, εἶδε καλῶς τὰ ἑκατέρου καὶ συνήγαγεν εἰς ἕνα καὶ τὸν αὐτὸν νοῦν, καὶ ἀστα‐ σίαστον τὴν φιλοσοφίαν παραδέδωκε πᾶσι τοῖς αὐτοῦ | |
γνωρίμοις, μάλιστα δὲ τοῖς ἀρίστοις τῶν αὐτῷ συγγε‐ γονότων, Πλωτίνῳ καὶ Ὠριγένει καὶ τοῖς ἑξῆς ἀπὸ τούτων. | 191 in vol. 7 | |
Bibl.251461b | Ὅτι Πλάτωνά φησι τὰς ἀνθρωπίνας μόνας ψυχὰς μετενσωματοῦσθαι, καὶ ταύτας οὐχ ἁπλῶς ἐξ ἀνθρώπων δὲ μόνον εἰς ἀνθρώπους. Ἐξ ἀλόγων δὲ ζῴων εἰς ἀν‐ θρώπους μετάβασιν ἢ εἰς ἄλογα ἐξ ἀνθρώπων οὐδα‐ | |
5 | μῶς αὐτόν φησι δοξάζειν. Ὅτι δημιουργὸν θεόν, φησί, προϋφίστησιν ὁ Πλάτων ἐφεστῶτα πάσης ἐμφανοῦς τε καὶ ἀφανοῦς διακοσμή‐ σεως, ἐκ μηδενὸς προϋποκειμένου γεγενημένης· ἀρκεῖν γὰρ τὸ ἐκείνου βούλημα εἰς ὑπόστασιν τῶν ὄντων. Τῆς | |
10 | δὲ σωματικῆς φύσεως συντεταγμένης τῇ ἀσωμάτῳ δημιουργίᾳ κόσμον ἐξ ἀμφοῖν συνίστασθαι τελεώτατον, διπλοῦν ἅμα καὶ ἕνα· ἐν ᾧ ἄκρα εἶναι καὶ μέσα καὶ τε‐ λευταῖα, ὧν τὰ μὲν πρῶτα οὐράνια καλεῖ καὶ θεούς, τὰ δὲ μέσα λογικά, αἰθέρια καὶ δαίμονας ἀγαθούς, | |
15 | ἑρμηνέας τε καὶ ἀγγέλους τῶν συμφερόντων ἀνθρώποις γινομένους, τὰ δὲ τελευταῖα λογικὰ καὶ περίγεια καὶ ἀνθρωπίνας ψυχὰς ἢ ἀθανάτους ἀνθρώπους. | |
17 | Καὶ τῶν μὲν ὑποβεβηκότων τὰ προηγούμενα ἀεὶ ἡγεῖσθαι, πάν‐ των δὲ βασιλεύειν τὸν ποιητὴν αὐτῶν θεὸν καὶ πατέ‐ | |
20 | ρα, καὶ ταύτην τὴν πατρονομικὴν βασιλείαν αὐτοῦ πρόνοιαν εἶναι τὴν ἑκάστῳ γένει τὰ προσήκοντα νο‐ μοθετοῦσαν, τὴν δὲ ταύτῃ ἑπομένην δίκην εἱμαρμέ‐ νην καλεῖσθαι· οὐ γὰρ τὴν τῶν γενεθλιαλόγων ἀνεπιλό‐ γιστον ἀνάγκην, οὐδὲ τὴν στωϊκὴν βίαν, οὐδ’ ἣν Ἀλέ‐ | |
25 | ξανδρος ὁ Ἀφροδισιεὺς οἴεται, εἰς ταὐτὸν τῇ πλατω‐ νικῇ τῶν σωμάτων φύσει ταύτην περιάγων, οὐδὲ τὴν ἐπῳδαῖς καὶ θυσίαις παρατρεπομένην γένεσιν, ὡς | |
οἴονταί τινες, ἀλλὰ τὴν τῶν ἐκβαινόντων κατὰ τὸν τῆς προνοίας θεσμὸν δικαστικὴν τοῦ θεοῦ ἐνέργειαν, | 192 in vol. 7 | |
30 | τάξει καὶ εἱρμῷ πρὸς τὰς προαιρετικὰς ὑποθέσεις τῶν αὐτεξουσίων ἔργων ἐπανορθουμένην τὰ καθ’ ἡμᾶς. Ὅτι κοινῶς μὲν ἡ πρόνοια καὶ τάξις ἀπὸ τοῦ δημιουρ‐ γοῦ θεοῦ διήκει ἐπὶ πάντα τὰ ἀθάνατα γένη, μάλιστα δὲ καὶ προσφυέστερον ἐπὶ τὰ πρῶτα καὶ προσεχῶς ἀπ’ | |
35 | αὐτοῦ τὴν γένεσιν ἔχοντα καὶ ἑξῆς ὄντα ἐκείνῳ, καὶ τῆς τῶν νοητῶν ἀγαθῶν ἀρίστης μετουσίας ἀπολαύοντα. Τριῶν γὰρ ὄντων τῶν ἐγκοσμίων νοερῶν γενῶν τὸ μὲν ἀκρότατον καὶ πρῶτον τῶν τοῦ δημιουργοῦ γεννημάτων ἀτρέπτως καὶ ἀμεταβλήτως τῆς πρὸς αὐτὸν ὁμοιώσεως | |
Bibl.251462a | τυγχάνον ἐν πάσῃ ἐστὶ θεοειδεῖ εὐταξίᾳ, οἷον τὸ τῶν οὐρανίων ἔφαμεν γένος. Τὸ δὲ δεύτερον, δευ‐ τέρως καὶ ὑφειμένως τὴν θείαν τάξιν παραδεχόμε‐ νον, οὐκ ἀτρέπτως μὲν οὐδ’ ἀμερίστως τῆς δημιουργικῆς | |
5 | ὁμοιώσεως μεταλαγχάνει, ἀναμαρτήτως δὲ καὶ ἀκα‐ κύντως τῶν πατρικῶν ἐπιστρέφεται νόμων, ὃ τοῖς αἰ‐ θερίοις ἀποδεδώκαμεν. Τὸ δὲ τρίτον, ὡς ἔσχατον τῶν θείων γενῶν, οὐ μόνον τῷ ὁπωσοῦν τρέπεσθαι τῆς ὑπερ‐ οχῆς τῶν οὐρανίων ὑπέβη, ἀλλὰ καὶ τῷ ποτε κακύνεσθαι | |
10 | τῆς τῶν αἰθερίων ἀξίας ὑπέστη. Τὸ μὲν γὰρ ἀεὶ νοεῖν τὸν θεὸν καὶ ἡνωμένως αὐτοῦ τὴν γνῶσιν ἔχειν τοῖς οὐρανίοις πρόσεστι· τὸ δὲ ἀεὶ μὲν διεξοδικῶς δὲ τοῖς αἰθερίοις κατ’ οὐσίαν ὑπάρχει· τὸ δὲ μήτε ἀεὶ νοεῖν καὶ ἐν αὐτῷ τῷ νοεῖν μεμερισμένως νοεῖν ταῖς ἀνθρω‐ | |
15 | πίναις ψυχαῖς ὡς ἴδιον ἀποδέδοται, ἀπολειπομέναις κατὰ φύσιν τῆς τε ἀμερίστου νοήσεως τῶν οὐρανίων καὶ τῆς ἐν τάξει πληθυομένης γνώσεως τῶν αἰθερίων, ἐπεὶ μήτε ἑνιαίως μήτε ἀϊδίως νοοῦσιν αὗται, ἀλλὰ καὶ | |
ὅταν πρὸς τὴν τοῦ νοεῖν ἀξίαν ἀνάγωνται, τὴν αἰθε‐ | 193 in vol. 7 | |
20 | ρίαν μιμοῦνται γνῶσιν, καὶ ταύτῃ συνεπόμεναι τῶν νοη‐ τῶν καρποῦνται τὴν θεάν. Μετὰ δὲ τὸ τρίτον νοερὸν γένος, τό ποτε μὲν νοοῦν, ποτὲ δὲ μὴ νοοῦν, εἴη ἂν τὸ μηδέποτε νοοῦν κατὰ τὸν τῆς τελείας διαιρέσεως λό‐ γον· ὃ δὴ φύσει ἐστὶν ἀνόητον, ἀληθείας τε καὶ ἀρετῆς | |
25 | οὐδαμῇ μετέχειν δυνάμενον. Διὸ καὶ τὸ εἶναι γέννημα ἐκείνου ἐκβάλλεται. Πῶς γὰρ εἰκὼν τοῦ νοητοῦ θεοῦ τὸ ἄλο‐ γον καὶ ἀνόητον; Πᾶσα γὰρ ἐκείνου εἰκὼν ἔννους καὶ λο‐ γική, καὶ γινώσκειν ἑαυτὴν καὶ τὸν ποιήσαντα πέφυκεν. Ὅτι τῶν ἐνθάδε πραττομένων ἡμῖν λόγον ἡμᾶς | |
30 | ἕπεται, φησιν, ὑπέχειν τοῖς τὴν μέσην λῆξιν λαχοῦσιν, ἅτε δὴ φύλαξι καὶ ἐφόροις οὖσιν ἡμῶν. Πᾶσαν δὲ τὴν περὶ ἡμᾶς αὐτῶν ἐνέργειαν εἱμαρμένην καλεῖσθαι, δί‐ κης νόμοις τὰ ἡμέτερα διατάττουσαν. Εἰ δὲ φύλακές εἰσι, φησί, τοῦ πρὸς τὴν ἀξίαν ἀφοριζομένου βίου, δῆ‐ | |
35 | λον ὅτι καὶ τοῦ χρόνου εἶεν ἂν ἀποπληρωταί, ὃν ἕκαστος βίος ἐκληρώσατο· οὐ γὰρ ἔστι τὸν βίον τηρεῖν τοῦ χρόνου τὸ ἀόριστον ἔχοντος. Ὥστε δεῖ τὸν μὲν χρόνον ὡρίσθαι διὰ τὸ σῴζεσθαι τὸν εἱμαρμένον βίον, τὸν δὲ τρόπον τῆς τελευτῆς συνδιωρίσθαι τῷ χρόνῳ ὡς μέρος ὄντα τὸ | |
40 | ἔσχατον τοῦ πρὸς τὴν ἀξίαν ἀπονεμηθέντος βίου. Καὶ γὰρ τῆς γενέσεως ὡρισμένης, ἀνάγκη καὶ τὸν θάνατον ὡρίσθαι. | |
Bibl.251462b | Τὴν δὲ ἀρχὴν τῆς γενέσεως ὁρίζει ἡ τῆς ἐκεῖθεν ἐκπομπῆς εἱμαρμένη, θεία βούλησις οὖσα καὶ νόμος τῆς τοῦ θεοῦ δίκης. Ὥστε καὶ τὸν θάνατον ὡρισμένον τηρήσει ἡ τῆς ἐνθένδε ἐκεῖσε μεταστάσεως εἱμαρμένη. Διὸ ὥρισται καὶ τὸ | |
5 | διὰ τῶνδε μὲν παρελθεῖν εἰς τὸν βίον, διὰ δὲ τῶνδε | |
ἐκ τοῦ βίου ἀπελθεῖν. Εἰ γὰρ ἀόριστα ταῦτα, καὶ ὁ βίος ἅπας ἀόριστος καὶ τῆς κρείττονος ἐπιστασίας ἄμοιρος. Ποῦ γὰρ ἔτι ἢ ἐν τίσι τῆς θείας κρίσεως καὶ τῆς πρὸς ἀξίαν διανομῆς ἔσται ἡ ἐπιμέλεια, τῶν περὶ τὸ σῶμα | 194 in vol. 7 | |
10 | καὶ τὰ ἐκτὸς εἰκῇ καὶ ὡς ἔτυχεν ἡμῖν συμπιπτόντων; Οὐ γὰρ ταῦτα μὲν ἄτακτα καταλείψομεν, τὰς δὲ τῆς ψυ‐ χῆς προαιρέσεις καὶ κρίσεις καὶ ὁρμὰς ἀπὸ κρείττονος ἀνάγκης ἐγγίνεσθαι φήσομεν· οὕτω γὰρ ἀρετῆς καὶ κακίας οὐχ ἡμᾶς αὐτοὺς ἀλλ’ ἐκείνην αἰτιασαίμεθα. | |
14 | Οὐδὲ μὴν | |
15 | πάντα τῇ παρ’ ἐκείνων ἀνάγκῃ εὔλογον ἀνατιθέναι, τὰ τῆς ψυχῆς λέγω καὶ σώματος καὶ τῶν ἐκτός· ἀλλ’ οὐδὲ πάντα ἀνεῖσθαι ταῖς ἀλόγοις καὶ ἀνεπικρίτοις φο‐ ραῖς, νοῦ τῶν πάντων ἡγουμένου καὶ θεοῦ τῶν ὅλων ὄντος αἰτίου. Ἀναγκαῖον δὴ τὸ λειπόμενον, τὰς μὲν προαιρέ‐ | |
20 | σεις ἐφ’ ἡμῖν εἶναι, τὰς δ’ ἐπὶ ταῖς προαιρέσεσι δι‐ καίας ἀμοιβὰς ἐπὶ τοῖς αἰθερίοις κεῖσθαι ὡς ὑπὸ θεοῦ τεταγμένοις δικασταῖς καὶ πεφυκόσιν ἡμῶν ἐπιμελεῖσθαι. Τριττῶν γὰρ ὄντων τῶν καθ’ ἡμᾶς, καὶ τὸ πάντα ἠναγ‐ κάσθαι καὶ τὸ μηδὲν καὶ τὸ ἐπηλλαγμένως ἢ ὡς δεῖ | |
25 | τὴν ἴσην ἀτοπίαν ἔχει, καὶ προνοίας πάσης ἐπ’ ἴσης ἐστὶν ἀναιρετικά. Ἥ τε γὰρ τοῦ πρὸς ἀξίαν ὑπόθεσις πάν‐ τως συνεισάγει τὴν πρόνοιαν καὶ τὴν ἀπ’ αὐτῆς εἱμαρ‐ μένην· καὶ ἡ προνοητικὴ κρίσις, δίκῃ καὶ νόμῳ τὰ ἀν‐ θρώπινα τάττουσα, τῆς αὐτεξουσίου ἡμῶν καὶ προαιρε‐ | |
30 | τικῆς ἀρχῆς δεῖται. Ὥστε μέρος ἐστὶ τῆς ὅλης προνοίας ἡ εἱμαρμένη τὸ πρὸς τὰς ἀνθρωπίνας ψυχὰς δικαστικῶς ἁρμοζόμενον. | |
32 | Ἀνθρωπίνων δὲ ψυχῶν ἐνέργεια ἡ αὐτο‐ κίνητος προαίρεσις καὶ τὸ λεγόμενον ἐφ’ ἡμῖν, ὃ δὴ τοῖς θείοις δικασταῖς ὑπόθεσις εὔλογος γίνεται τῆς ἀνίσου | |
35 | διανομῆς· τὸ δὲ τυχαῖον ὅλον τοῖς θνητοῖς καὶ ἀλό‐ γοις ἀποδέδοται γένεσιν. Οὐ γὰρ καθ’ ἕκαστον τεταγμένως, οὐδὲ κατά τινα λελογισμένην ἀξίαν, ἐκ μὲν τοῦδε τοῦ πυρὸς σβεννυμένου ἀὴρ γίνεται, ἐκ δὲ τοῦ ἀέρος παχυ‐ νομένου ὕδωρ, οὐδὲ ἐκ τῶνδε μὲν τῶν σιτίων ἵππου σῶμα | 195 in vol. 7 |
40 | ἢ κυνός, ἐκ τῶνδε δὲ ἄλλο τι· ἀλλὰ πάντα ἐκ πάντων ταῖς προσπιπτούσαις μεταβολαῖς δύναται γίνεσθαι διὰ τὸ | |
Bibl.251463a | κοινὸν τῆς ὕλης καὶ πρὸς πάντα εὐάγωγον, τοσοῦ‐ τον τάξεως μετέχοντα καὶ θείας ἀνάγκης, ὥστε κατὰ γένος ἕκαστα διασῴζεσθαι καὶ συμπαραθεῖν πρὸς τὸ ἀΐδιον τῇ διαδοχῇ τοῖς ὑποστήσασιν αὐτὰ αἰτίοις. | |
4 | Ἐν δὲ τοῖς κατὰ | |
5 | μέρος ζῴοις τε καὶ φυτοῖς, καὶ αὐτοῖς τοῖς ἀψύχοις, οὐδὲν διώρισται οὐδὲ τέτακται ὡς πρὸς ἀξίαν ἀποδιδόμε‐ νον πάθος, τῷ μήτε ἐκ προβιοτῆς ἀμοιβάς τινας αὐ‐ τοῖς ἐποφείλεσθαι μήτ’ ἐπὶ τοῖς νῦν δρωμένοις προσ‐ δοκᾶσθαι εὐθύνας. Οὐ γὰρ ἐπεισῆλθέ τι ἐκείνοις ἐκ τοῦ | |
10 | αἰθερίου τόπου τὴν ὑπόβασιν ποιησάμενον, ἵνα καὶ τῇ θείᾳ κρίσει παιδαγωγηθῇ πρὸς ἐπάνοδον, ὡς ἐν τοῖς καθ’ ἕκαστα ἀνθρώποις τὰς λογικὰς καὶ ἀθανάτους ψυ‐ χὰς ἐκεῖθεν κατιούσας ἀνάγκη πλείστης ἐπιστροφῆς καὶ κηδεμονίας τυγχάνειν παρὰ τῶν συγγενῶν πρὸς ἐπα‐ | |
15 | νόρθωσιν τῆς εἰς κακίαν ὑποφορᾶς. Διὸ πάσχουσί τε καὶ αἱροῦνται ἐν αὐτοῖς τοῖς πάθεσι· καὶ πάλιν αἱροῦνται καὶ πάσχουσι πρὸς τὴν ἀξίαν τῶν αἱρεθέντων. | |
17 | Διὰ τοῦτο οὖν πολὺ τὸ ὡς ἔτυχεν ἐν τοῖς ἀλόγοις καὶ τὸ θείας κρί‐ σεως ἄμοιρον. Ἐν δὲ τοῖς καθ’ ἡμᾶς καὶ τὸ δοκοῦν | |
20 | εἶναι τυχαῖον εἰς τὴν τῆς προνοητικῆς εἱμαρμένης ὑπη‐ ρεσίαν τελεῖ, ὥστε δοκεῖν μὲν ἀπὸ ταὐτομάτου πάσχειν | |
ἡμᾶς καὶ ὁμοίως τοῖς ἀλόγοις ζῴοις, τοῦτο δὲ πάσχειν περί τε σῶμα καὶ τὰ ἐκτὸς, ὃ ἡ ἔφορος κρίσις ὥρισε. Τῇ γὰρ τῶν περὶ ἡμᾶς ἐπιτάσει τε καὶ ἀνέσει καὶ ταῖς | 196 in vol. 7 | |
25 | παντοίαις τούτων μεταβολαῖς τὸ αὐτεξούσιον τῆς ψυχῆς παιδαγωγεῖται πρὸς εὐεξίαν, θᾶττον μὲν ἐὰν εὐγνω‐ μόνως ὑποδέχηται τὰ περὶ ταῦτα συμβαίνοντα πάθη, ἐν πολλαῖς δὲ καὶ μακραῖς χρόνου περιόδοις, ὅταν ἰτα‐ μῶς καὶ ἀνοήτως πρὸς αὐτὰ διατεθῇ. Τότε γὰρ δίκας | |
30 | μὲν ὑπέχει τῆς ἀγνωμοσύνης, οὐδὲν δὲ ἧττον δι’ ὧν πάσχει φέρεται πρὸς τὸ δέον. Ὅτι ἡ ψυχή, φησιν, οὐκ ἀνεύθυνον ἔχουσα τῆς ὁποιασ‐ οῦν αἱρέσεως τὴν ὁρμήν, καὶ ὑπὸ τοῦ προσεχοῦς κρείτ‐ τονος γένους ἐπιστασίας ἀξιοῦται, δίκης καὶ καθάρσεως καὶ | |
35 | τιμωρίας τυγχάνουσα ἀεὶ πρὸς τὴν ἀξίαν τῶν ἑαυτῆς διαθέσεων. Καὶ τὸ μὲν ἑλέσθαι ἐπ’ αὐτῇ κεῖται, τὰ δὲ ἐπισυμβαίνοντα ταῖς αἱρέσεσι τῇ τῆς προνοίας κρίσει ὥρισται, πρὸς ἀξίαν ἀμειβομένη τὰς ψυχικὰς διαθέ‐ σεις. Καὶ οὕτως αἱρεῖσθαί τε ἅμα καὶ κληροῦσθαι τὸν αὐ‐ | |
40 | τὸν βίον λεγόμεθα. Ἡ γὰρ ἐπὶ τοῖς εἰργασμένοις ἡμῖν τεταγμένη ἀμοιβὴ καὶ τὴν αὐτεξούσιον κίνησιν καὶ τὴν θείαν ἐπιστασίαν ἐκφαίνει, ὥστε ἀπ’ ἀρχῆς εἰς τέλος αὐτε‐ | |
Bibl.251463b | ξουσίους μὲν ἔχειν ἡμᾶς τὰς κινήσεις, εἰ καὶ ἄλλοι ἄλλων μᾶλλον καὶ ἧττον· καὶ αὐτοὶ δὲ οὐχ ὁμοίως ἀεὶ τὸ ἐφ’ ἡμῖν διασῴζομεν, οὐκ ἀδεσπότους δὲ τὰς πρὸς τὴν ἀξίαν ἀντιδόσεις. Καὶ τοῦτο εἶναι τὴν ἄγουσαν ἡμᾶς | |
5 | πρὸς τὰ τῇδε καὶ πάλιν ἐντεῦθεν ἀπάγουσαν εἱμαρ‐ μένην, πλέγμα οὖσαν καὶ συνδρομὴν ἀνθρωπίνης προαι‐ ρέσεως καὶ θείας κρίσεως, ὥστε ἑλομένους ἡμᾶς ἃ βου‐ λόμεθα διὰ τὸ τῆς προαιρέσεως ἀδούλωτον, πάσχειν | |
πολλάκις ἃ μὴ βουλόμεθα διὰ τὸ τῆς κρίσεως ἀδιά‐ | 197 in vol. 7 | |
10 | πταιστον. Ἐν ὅλῳ δὴ τῷ ἀφοριζομένῳ βίῳ τά τε ἄλλα κεῖται, ὅσα συνεκτικὰ τῆς ἀνθρωπίνης ζωῆς, καὶ ὁ καιρὸς καὶ ὁ τρόπος τοῦ θανάτου τῷ τῆς εἱμαρμένης ψηφί‐ σματι συνδιατέτακται. Ὅτι φησίν, ἐπιστῆσαι ἄξιον ὡς ἡ ψυχὴ οὔτε ἐν τῇ | |
15 | πρὸς νοῦν στροφῇ τὴν τοῦ ποτε ἀνοηταίνειν ἀσθένειαν ἀφῄρηται, οὔτε ἐν τῇ ἐσχάτῃ κακίᾳ τὴν τοῦ αὖθις νοεῖν δύναμιν καὶ ὀρθῶς μετανοεῖν. Φύσει γὰρ ἡ ἀνθρωπίνη ψυχὴ τοιαύτη δημιουργηθεῖσα καὶ πρὸς τὴν θείαν εὐ‐ ζωΐαν καὶ πρὸς τὴν θνητὴν γένεσιν ἐπιτηδείως ἔχει, | |
20 | ἀνὰ μέρος ἑκατέραν προβάλλουσα δύναμιν, ἐπεὶ καὶ κατὰ πρόνοιαν θεοῦ πρὸς ἄμφω γεγένηται. Οὕτω γὰρ τὸ μὲν δύνασθαι αὐτὴν πολιτεύεσθαι κατ’ οὐσίαν κέκτηται· τὸ δὲ πλείονα χρόνον ἄνω διάγειν ἢ κάτω πρὸς τὴν αὐτο‐ κίνητον αὐτῆς συμβαίνει διάθεσιν. Διὸ αἱ μὲν μυριε‐ | |
25 | τεῖς αἱ δὲ τρισχιλιετεῖς περιόδους λέγονται ποιεῖσθαι, τῆς ἀρετῆς ἐπιτεμνομένης τὴν πλάνην, καὶ τοῦ συντόνου τῶν ἀγαθῶν ἔρωτος ὑφαιρουμένου τῆς περιγείου λειτουργίας τὸ πολυχρόνιον. | |
28 | Ἐκ τοῦ βʹ λόγου. | |
29 | ||
30 | Ὅτι φησί, κατ’ οὐσίαν ἐκεῖνα λέγεται ποιεῖν ὅσα μέ‐ νοντα ἀτρέπτως ἐν τῇ αὑτῶν οὐσίᾳ καὶ ἐνεργείᾳ, καὶ μηδὲν ἑαυτῶν ἀπομερίζοντα μηδὲ κινοῦντα πρὸς τὴν τῶν γεννωμένων ὑπόστασιν, κατ’ αὐτὸ μόνον τὸ εἶναι ὅ ἐστι παράγει τὴν τῶν δευτέρων γένεσιν. Οἷς ἕπεται μήτε | |
35 | ὕλῃ προσχρῆσθαι μήτε ἀπὸ χρόνου ποιεῖν μήτε εἰς χρό‐ νον παύεσθαι μήτε ἔξω τῆς τοῦ ποιοῦντος ἐνεργείας κεῖσθαι τὸ γινόμενον· ταῦτα γὰρ πάντα τῇ κατὰ συμβεβηκὸς ἐνεργείᾳ παρέπεται ἐπὶ τοῦ οἰκοδόμου καὶ τῶν ὁμοίων. Ὅτι φησί, ὁ Πλάτων ἐν Φαίδρῳ λέγων· «Τὸν δὲ | |
40 | ὑπερουράνιον τόπον οὔτε τις ὕμνησέ πω τῶν τῇδε ποιη‐ τὴς οὔτε ποτὲ ὑμνήσει κατ’ ἀξίαν», τόπον νῦν οὐ τὸν κυρίως φησίν (οὗτος γὰρ σωμάτων ἐστὶ περιεκτικός), τό‐ | 198 in vol. 7 |
Bibl.251464a | πον δὲ νῦν ἀντὶ τοῦ οὐσίαν τοιάνδε καὶ γένος τοιόν‐ δε, λέγει, οἷον ὑπερκόσμιον καὶ νοητόν, ὥσπερ εἰώθαμεν περὶ πραγμάτων τινῶν διηγούμενοι λέγειν ὅτι κατ’ ἐκεῖ‐ νον τὸν τόπον τοῦ λόγου γενόμενοι ἐροῦμεν, τὸ κεφά‐ | |
5 | λαιον ἐκεῖνο καὶ τὸ εἶδος τῶν πραγμάτων τόπον κα‐ λοῦντες. Ὅτι ἐν τοῖς νόμοις Πλάτων, φησί, τὸ διαφέρον τῆς περὶ ἡμᾶς τοῦ θεοῦ προνοίας ἐνδείκνυται, λέγων ὡς θεὸς μὲν πάντα, καὶ μετὰ θεοῦ τύχη καὶ καιρὸς τὰ ἀνθρώ‐ | |
10 | πινα διακυβερνῶσι ξύμπαντα. Ἐξ ὧν δῆλός ἐστι τοῖς μὲν ἀπαθέσι καὶ ἀεὶ τελείοις καὶ διὰ τοῦτο ἀναμαρ‐ τήτοις τὴν καθαρὰν καὶ μονοειδῆ τοῦ θεοῦ ἐπιστήσας πρόνοιαν, τοῖς δὲ καὶ εἰς ἄνοιάν ποτε ὑποφερομένοις λογικοῖς καὶ διὰ τοῦτο κακίας ἀναπιμπλαμένοις τὴν | |
15 | συμμιγῆ καιροῖς καὶ τύχαις πρόνοιαν ἀποδιδούς. | |
15 | Ἔστι γὰρ ἡ μὲν τῶν ἀγαθῶν προηγουμένη δόσις καὶ ἡ τῶν κατὰ φύσιν προσόντων τήρησις ἴδιον ἔργον τῆς καθαρᾶς προνοίας, ἡ δὲ τῶν παρὰ φύσιν διατεθέντων διόρθω‐ σις καὶ αἱ τῶν ἁμαρτημάτων εὐθῦναι τῆς ἐνύλου καὶ | |
20 | τύχῃ καὶ καιρῷ προσχρωμένης. Οὐ γὰρ κατὰ τὸν προη‐ γούμενον λόγον ἡ θεία κρίσις τοῖσδε μὲν ἡμῶν ἐμφέρει τὰ δεινά, τοῖσδε δὲ τὰς εὐπαθείας ἀποδίδωσιν, ἀλλ’ ἐξ ὑποθέσεως τῆς τῶν προβεβιωμένων ἀξίας, ἐπεὶ καὶ ἔοικεν ἡ κρίσις τῶν ἐφεστώτων ἡμῖν δικαστῶν τῇ ἰατρικῇ | |
25 | τέχνῃ, ἣ παραλαβοῦσα τοὺς ἀφ’ ἑαυτῶν νοσήσαντας πάντα πρὸς τὸ δέον αὐτοῖς συντάττει κατὰ καιρόν, ὃ ἂν αὐτοῖς τοῖς θεραπευομένοις εἴη λυσιτελές. Καὶ | |
διὰ τοῦτο ἡ μὲν ἀξία τῶν κρινομένων ἄλλοτε ἄλλη τυγχάνουσα, καὶ ταῖς αὐτεξουσίοις κινήσεσιν ἐναλλατ‐ | 199 in vol. 7 | |
30 | τομένη, τύχην τῇ περὶ ἡμᾶς προνοίᾳ συμμίγνυσιν· ἡ δὲ προσήκουσα ἑκάστοις τάξις τὸν τῆς τιμωρίας καὶ τῆς καθάρσεως καιρὸν συνεισάγει. Τύχης δὲ καὶ καιροῦ τῇ θείᾳ προνοίᾳ συνταττομένων τὸ ὅλον πλέγμα γίνεται εἱμαρμένη, ἐκ μὲν τῆς ἀνθρωπίνης προαιρέσεως τὴν | |
35 | τύχην προσλαβοῦσα, ἐκ δὲ τῆς θείας κρίσεως ἐκφέ‐ ρουσα τὸν καιρόν. Καὶ γὰρ τῆς τέχνης ἔστιν ἀφορίσαι τὰ μέτρα τῆς θεραπείας, τοῦ δὲ ἀνθρώπου διατεθῆναι οὕτως ὥστε τομῆς δεηθῆναι ἢ καύσεως ἢ ἄλλης τινὸς ἀλγει‐ νῆς θεραπείας. Πολλαχοῦ δέ, φησι, καὶ ἄλλοθι ὁ Πλάτων | |
40 | τὰ τοιαῦτα φιλοσοφεῖ περὶ τῆς ἀνθρωπίνης οὐσίας καὶ τῆς ἀπευθυνούσης ἡμᾶς προνοητικῆς εἱμαρμένης. | |
Bibl.251464b | Ὅτι ἀποδιδούς, φησίν, ὁ Πλάτων φιλοσόφου καὶ ἐρωτικοῦ διαφοράν, καὶ πῶς ἰσοτίμως ἀνάγεσθαι λέγονται, φιλοσοφῆσαι μὲν ἀδόλως λέγει τὸν θεωρίαν ἄνευ πρά‐ ξεως πολιτικῆς ἀγαπήσαντα, καὶ πάντα τὰ ἄλλα παρ’ | |
5 | οὐδὲν θέμενον, καὶ ταῖς καθαρτικαῖς ἀρεταῖς ἑαυτὸν παραδόντα τῇ πρὸς μόνην τὴν ἱερὰν τελείωσιν ἀνα‐ γωγῇ, ὡς ἐν Θεαιτήτῳ διέξεισιν. Ἀλλ’ ὁ μὲν ἀδόλως φιλόσοφος κατὰ Πλάτωνα τοιοῦτος. | |
8 | Ὁ δὲ ἐρωτικὸς λέ‐ γεται παρ’ αὐτῷ, ὃς καὶ παιδεραστῆσαι μετὰ φιλοσοφίας, | |
10 | ὁ ταῖς πρακτικαῖς ἀρεταῖς διὰ τὸ θεῖον καὶ τὸ αὐτό‐ καλον ἐνασκηθείς, καὶ τῶν νοητῶν ἀγαθῶν τὴν μετά‐ δοσιν ἐπιτηδεύσας, πολιτικὸν τῷ ὄντι καὶ παιδευτικὸν τρόπον τοῦ βίου μεταχειριζόμενος. Καὶ τοῦτο ἐν Πολιτείᾳ παραδίδωσι, τοὺς φιλοσόφους λέγων ἄρχοντας ταῖς πό‐ | |
15 | λεσιν ἐφεστάναι, ἵνα λήξωσί ποτε τῶν κακῶν, καὶ ὡς οὐκ ἄν ποτε εὐδαιμονήσειε πόλις, εἰ μὴ αὐτὴν δια‐ γράψειαν οἱ τῷ θείῳ παραδείγματι χρώμενοι. | 200 in vol. 7 |
17 | Τίς δ’ ὁ τρόπος τῆς διαγραφῆς; Ὅτι λαβόντες, ὥσπερ πί‐ νακα, πόλιν τε καὶ ἤθη ἀνθρώπων πρῶτον μὲν κα‐ | |
20 | θαρὰν ποιήσειαν, καὶ μετὰ τοῦτο ὑπογράψαιντο ἂν τὸ σχῆμα τῆς πολιτείας, ἔπειτα, οἶμαι, ἀπεργαζόμενοι αὐ‐ τὴν πυκνὰ ἂν ἑκατέρωσε ἀποβλέποιεν, πρός τε τὸ φύ‐ σει δίκαιον καὶ καλὸν καὶ σῶφρον καὶ πάντα τὰ τοιαῦτα, καὶ ὡς ἐκεῖνο αὖ ὃ τοῖς ἀνθρώποις ἐμποιεῖ, ὡς καὶ | |
25 | Ὅμηρος ἔφη, τὸ θεοειδές τε καὶ θεοείκελον, καὶ τὸ μὲν ἐξαλείφοιεν, τὸ δὲ πάλιν ἐγγράφοιεν ἐς ὅ τι μά‐ λιστα τὰ ἀνθρώπινα ἤθη θεοφιλῆ ποιήσειαν. | |
27 | Τοιοῦτός ἐστι πολιτειῶν ζωγράφος ὁ παιδεραστῶν μετὰ φιλοσο‐ φίας, τουτέστιν ὁ μετὰ θεωρητικοῦ νοῦ πολιτευόμενος. | |
30 | Παῖδα γὰρ εἶναι τὴν αἴσθησιν καὶ τὸ ἐν αἰσθήσει καλόν, ὡς πρὸς πρεσβυτὴν καὶ παιδαγωγὸν τῆς αἰσθήσεως τὸν νοῦν. Διὸ τὸν νῷ μόνῳ χρώμενον ἐν ὑπεροψίᾳ τῶν τῇδε σώφρονι ἀδόλως φιλοσοφεῖν ἀποφαίνεται, τουτέστιν ἀπε‐ ριεργάστως καὶ ἀΰλως καὶ ἀγοητεύτως· γοητεύειν γάρ | |
35 | πως ἡ αἴσθησις ἐθέλει συνοῦσα, καὶ ἀναπείθειν τὸν λογισμὸν τῶν ἐνύλων τι ἀγαθὸν ὑπολαμβάνειν οἰκεῖον. Τὸν δὲ τὴν αἴσθησιν κατὰ νοῦν διατάττοντα παιδερα‐ στεῖν λέγει μετὰ φιλοσοφίας, φυλακτήριον ἔχοντα μέ‐ γιστον τοῦ ἀνεξαπατήτως κατὰ τὴν αἴσθησιν ἐνεργεῖν | |
40 | τὸν θεωρητικὸν νοῦν, οὐκ εἰκόνας ἰδίᾳ καὶ δημοσίᾳ γρά‐ φειν ἐρᾷ, τὰ τῶν ἀνθρώπων ἐπανορθούμενος ἤθη, ἕως εἰς | |
Bibl.251465a | ὅσον ἐνδέχεται θεοφιλῆ ποιήσειεν. Ἃ γὰρ ἐκεῖ ὁρᾷ, ἐγγράφειν ἐν ἄλλοις πειρᾶται ὁ τῷ θείῳ χρώμενος παρα‐ δείγματι ζωγράφος, οὐδὲν μὲν τοῦ πρώτου κατὰ νοῦν ἀπο‐ λειπόμενος, φιλανθρωπίᾳ δὲ αὐτοῦ δοκῶν διαφέρειν, | 201 in vol. 7 |
5 | ὥσπερ αὖ ἐκεῖνος τούτου τῇ ἰδιοπραγίᾳ κρατεῖ. Τοιαύτας δὲ πρὸς ἀλλήλους ἔχοντες διαφοράς, ὁ μὲν τὸ ἀδόλως, τουτέστιν ἀνενδεῶς καὶ ἀνεπιστρόφως τῶν ἀνθρωπίνων πραγμάτων, ὁ δὲ τὸ ἐρωτικῶς, ὃ ταὐτόν ἐστι τῷ φι‐ λανθρώπως καὶ κοσμητικῶς τῶν συγγενῶν, ὅμως διὰ | |
10 | τὸ μίαν αὐτοὺς καὶ τὴν αὐτὴν φιλοσοφίαν κεκτῆσθαι τῆς ἀποκαταστάσεως ἰσοτίμως τυγχάνειν λέγονται, ἰσο‐ χρονίως πτερούμενοι καὶ τῆς αὐτῆς ἀναγωγῆς ἀξιούμενοι. | |
12 | Ἐκ τοῦ τρίτου λόγου, κεφαλαίου δεκάτου. | |
13 | Οὐ μάτην οὖν, φησί, νόμοι κείσονται τοῖς ἀνθρώποις, | |
15 | οὐδὲ λογισμὸς εἰκῇ δέδοται, οὐδὲ τὸ βουλεύεσθαι παρέλκει, οὐδὲ τὸ εὔχεσθαι περιττόν, εἰ πρόνοια τῶν ἀνθρωπί‐ νων πραγμάτων ἡγοῖτο, νόμῳ καὶ δίκῃ τὰς ἀμοιβὰς τῶν προαιρέσεων τάττουσα. Οὐδὲ μήν, εἰ ταῦτα ἀναγ‐ καῖα καὶ καλὰ καὶ σωτήρια, ἡ τῆς προνοητικῆς εἱμαρ‐ | |
20 | μένης τάξις ἀνῄρηται, ἡ τὸ ἐφ’ ἡμῖν τοῖς οὐκ ἐφ’ ἡμῖν παιδεύουσα πάθεσι. Δι’ ἀλλήλων δὲ ταῦτα βεβαιοῦται μᾶλλον ἢ διὰ θατέρου θάτερον ἀναιρεῖται. Προνοίας γὰρ οὔσης ἀνάγκη καὶ νόμους καὶ λογισμοὺς καὶ εὐχὰς πλείστας ἡμᾶς ὠφελεῖν, μὴ οὔσης δὲ οὐ μόνον ἀνόητα παν‐ | |
25 | τελῶς ταῦτα, ἀλλ’ οὐδὲ τὴν ἀρχὴν ὑποστῆναι δυνάμε‐ να. Διὸ καὶ τὸ ἐφ’ ἡμῖν τὴν πρόνοιαν συνεισάγει, καὶ ἡ πρόνοια τὸ ἐφ’ ἡμῖν. Ἡ γὰρ ἡμετέρα προαίρεσις τὴν δικαίαν εἱμαρμένην κρατύνει, καὶ αὐτὴ τὴν αὐτεξούσιον | |
ἡμῶν κίνησιν βεβαιοῦται. Ἣν εἰ μὲν καθαρὰν καὶ λελο‐ | 202 in vol. 7 | |
30 | γισμένην προσάγοιμεν τῷ θεῷ, νόμοις ἐμμένοντες καὶ εὐχαῖς χρώμενοι καὶ εὐβουλίαν τιμῶντες καὶ διὰ πάν‐ των ἐπιμέλειαν ἑαυτῶν ποιούμενοι, τῶν μεγίστων ἀγα‐ θῶν τευξόμεθα· εἰ δὲ τἀναντία, πάντως που τῶν ἐπὶ τούτοις τεταγμένων δικῶν τὰς ἰατρικὰς οἴσομεν ἀλ‐ | |
35 | γηδόνας, πείρᾳ τὸ δέον μεταμανθάνοντες. Πρὸς αὐτὸ δὲ τὸ εὖ καὶ καλῶς ἡμᾶς διατεθῆναι, τῆς χείρονος καθαρεύσαντας προαιρέσεως, πλείστην φέρει συντέλειαν εὐχὴ καὶ νόμος καὶ συμβουλὴ καὶ τὰ τοιαῦτα, εἰς τάξιν ἄγοντα καὶ συμφωνίαν θεοπειθῆ τὴν ἡμετέραν διάνοιαν. | |
40 | Ὅτι οὐ τοιοῦτόν ἐστι, φησί, τὸ ἡμέτερον αὐτεξούσιον, ὡς ταῖς ἑαυτοῦ προαιρετικαῖς κινήσεσι πάντα μετα‐ τιθέναι δύνασθαι τὰ ὄντα καὶ τὰ γινόμενα. Οὕτω γὰρ ἂν οὐ | |
Bibl.251465b | μόνον καθ’ ἕνα ἕκαστον ἄνθρωπον κόσμος ἄλλος ἐγένετο καὶ ἄλλη βίου κατασκευή, μὴ τὰ αὐτὰ βουλο‐ μένων ἁπάντων ἡμῶν, ἀλλὰ καὶ ταῖς ἑκάστου διαθέ‐ σεσιν, εἴπερ δραστήριοι ἦσαν καὶ οὐσιοποιοί, συμμετέ‐ | |
5 | βαλλε τὰ πάντα ταῖς ὀξυρρόποις μεταβολαῖς τῶν ἀνθρωπίνων προαιρέσεων συναλλοιούμενα. Διὸ εὐλό‐ γως ἡ δύναμις τοῦ ἀνθρωπίνου αὐτεξουσίου, εὐκινήτου ὄντος καὶ ἐφημέρου, ἀδρανής ἐστι παντελῶς ὡς ὑπόστα‐ σίν τινος ἢ μετάθεσιν, μὴ συνεργουμένη ἔξωθεν· ἀλλὰ | |
10 | δὴ τὰ ὄντα, φησί, μὴ μετατιθέτω ἡ ἀνθρωπίνη προ‐ αίρεσις, ἐπειδὴ θεῖος νόμος αὐτὰ φρουρεῖ, μηδὲ τῶν γινομένων ὅσα εἰς κοσμικὰς ἐνεργείας συντελεῖ. Ὅτι οὐδενός ἐστι κυρία πλὴν ἑαυτῆς καὶ τοῦ ἑαυτὴν ἀμείνονα ἢ χείρονα ταῖς διαθέσεσιν ἀπεργάζεσθαι, κρι‐ | |
15 | τικὴ μόνον οὖσα τῶν ὄντων καὶ ἀποδεκτικὴ τῶν γι‐ νομένων, καὶ οὕτως ἀρετὴν ἢ κακίαν κτωμένη τῷ εὖ ἢ κακῶς ἐν ταῖς οἰκείαις ἐνεργείαις διατεθῆναι. Τὸ | |
γὰρ αὐτεξούσιον τοῦτο μόνον ἐφ’ ἡμῖν εἶναι δηλοῖ τὴν μετάθεσιν ἡμῶν αὐτῶν πρὸς τὸ δοκοῦν ἡμῖν, τοῦ περι‐ | 203 in vol. 7 | |
20 | κειμένου σώματος καὶ τῶν ἐκτὸς οὐ συναριθμουμένων τῷ αὐτεξουσίῳ. Εἰ γὰρ τὸ λεγόμενον ἐφ’ ἡμῖν, παρελθὸν τὴν οὐσίαν ἐν ᾗ ἵδρυται, καὶ ὥσπερ ἐν ἀλλοτρίᾳ χώρᾳ γενόμενον, ἄλλα ἐπ’ αὐτῷ εἶναι βουληθῇ, οἷον τὸ σῶμα ἢ τὴν κτῆσιν, μυρίων ἐναντιωμάτων πειράσεται, μὴ | |
25 | κατὰ σκοπὸν προβαινόντων αὐτῷ τῶν πραγμάτων, καὶ μυρίων δεήσεται τῶν συνεργούντων εἰ μέλλοι τι τούτων κατὰ νοῦν αὐτῷ γενήσεσθαι. Τὸ δὲ τὰ ἐναντιού‐ μενα μὴ συμβῆναι καὶ τὰ συνεργοῦντα συμβῆναι οὐκ ἦν ἐφ’ ἡμῖν, ἀλλ’ ἄλλης τινὸς καὶ μακρᾶς ὑποθέσεως καὶ | |
30 | τῆς ἑπομένης ταύτῃ τάξεως, ἣν ἡ εἰμαρμένη ἐπιτε‐ λεῖν λέγεται, κρίσις θεία οὖσα ἐν τοῖς οὐκ ἐφ’ ἡμῖν, πρὸς τὴν ἀξίαν ἀμοιβὴν τῶν ἐφ’ ἡμῖν. Οὐ γὰρ ἀναιρεῖται τὸ αὐτεξούσιον τῆς ἀνθρωπίνης ψυχῆς, εἰ τὰ ἐκτὸς αὐ‐ τῆς ἐπὶ τῷ θεῷ εἴη διανέμειν καὶ ἀποδιδόναι ἑκάστῳ | |
35 | πρὸς τὴν ἀξίαν τῶν διαθέσεων. Μάλιστα γὰρ τῆς πρὸς ἀρετὴν καὶ κακίαν αὐτοκινησίας ἡμῶν ἡ προνοητικὴ εἱμαρμένη δεῖται· οὐ γὰρ ἄλλως ἔσται δικαία ἡ ἄνισος διανομή, μὴ ὑπόθεσιν λαβοῦσα τὸ ἡμέτερον αὐτεξούσιον. Ὅτι ἐν τῷ τέλει τοῦ Τιμαίου ὁ Πλάτων, φησί, περὶ | |
40 | σωματικῶν παθῶν διαλεγόμενος καὶ τῆς τούτων θερα‐ πείας, καθάρσεσι φαρμακευτικαῖς ἀπαγορεύει χρῆσθαι προχείρως, διὰ τὸ δεῖν περιμένειν τὴν κατὰ φύσιν τῶν | |
Bibl.251466a | νοσημάτων πέπανσιν καὶ μὴ ταῖς βιαίοις ἐκτο‐ μαῖς πολλαπλάσια ταῦτα ἀπεργάζεσθαι· καὶ οὕτως ἔκ τι‐ νος ἀκολουθίας προιὼν ἑκάστῃ νόσῳ χρόνον τινὰ φύ‐ σει τεταγμένον ἀποφαίνεται τῇ τῶν ζῴων συστάσει ἀνά‐ | |
5 | λογον, ὧν ἡ σύνοδος γεννᾶται τεταγμένους, ὥς φησιν, | |
ἔχουσα τοῦ βίου τοὺς χρόνους καὶ κατὰ γένος, οἷον ἵππος μὲν τοσάδε ἔτη ζήσειε τὸ μήκιστον, βοῦς δὲ τοσάδε, καὶ καθ’ ἕκαστον, οἷον ὅδε ὁ βοῦς συσταίη ἔτη δέκα, εἰ μὴ θηρίον ἢ ἄλλη τις ἔξωθεν συμπεσοῦσα περίστασις αὐ‐ | 204 in vol. 7 | |
10 | τὸν προανέλῃ. Εἶναι γὰρ ἐκ φύσεως ἀφωρισμένον χρό‐ νον τινὰ ἑκάστῳ, μέχρις οὗ δυνατόν ἐστιν ἐξαρκεῖν τὴν σύστασιν, καὶ οὗ εἰς τὸ πέραν οὐκ ἂν ἔτι βιῴη. | |
12 | Μὴ πάν‐ τως δὲ πάντας πρὸς τὸν δυνατὸν τῆς συστάσεως ἀφικνεῖσθαι χρόνον διὰ τὰς ἔξωθεν βιαίους ἐπιφοράς, | |
15 | ἃς ἐφ’ ἡμῶν μὲν τὴν πρόνοιαν διατάττειν ἔφαμεν, ἐπὶ δὲ τῶν ἀλόγων ζῴων ὡς ἔτυχεν ἐπισυμβαίνειν. Μὴ γὰρ ἀνάγκην εἶναι, ὡς ἐπ’ ἀνθρώπων, οὕτω καὶ ἐπὶ τῶν ἀλόγων ζῴων ἢ τῶν φυτῶν, τὴν τάξιν τοῦ θα‐ νάτου φυλάττεσθαι πρὸς τὴν ἀξίαν τῆς ψυχῆς ἀποδι‐ | |
20 | δομένην, ἐπεὶ μηδὲ ὁμοίως ἡμῖν ἐκεῖνα εἰς τὸν βίον παρέρχεται. Ἡμεῖς μὲν γὰρ κρίσει δικαστῶν δαιμόνων πρὸς τὴν τῶν βεβιωμένων ἡμῖν ἀξίαν λαγχάνομεν ἕκα‐ στος βίον, ἐν ᾧ πάντα συνείληπται, ἔθνος, πόλις, πα‐ τήρ, μήτηρ, καιρὸς ἀποκυήσεως, σῶμα τοιόνδε, ἀνα‐ | |
25 | στροφαὶ καὶ τύχαι παντοῖαι τῷ βίῳ προσήκουσαι, τρό‐ πος τελευτῆς καὶ καιρὸς ἀποτεταγμένος· καὶ τούτων ἁπάντων φύλαξ καὶ ἀποπληρωτὴς ὁ εἰληχὼς δαίμων ἕστηκεν. Ὧν οὐδὲν ἐπ’ ἐκείνων θεωρεῖσθαι πέφυκε. Τὰ γὰρ τῇ λογικῇ οὐσίᾳ ὡς λογικῇ προσήκοντα τῆς ἀλόγου | |
30 | φύσεως παντελῶς ἐστιν ἀλλότρια. | |
30 | Οὐ δίκαιον οὖν ἐστι τῆς αὐτῆς ἀξιοῦσθαι προνοίας λογικὰ καὶ ἄλογα, ἀλλ’ ἐκεῖνα μὲν τῷ κατ’ εἶδος σῴζεσθαι τὴν ἀρκοῦσαν ἔχει πρόνοιαν (τοῦτο γὰρ μόνον ἀθάνατον καὶ ἀεὶ τὸ αὐτὸ διαμένον)· ἡμεῖς δὲ εἰ μὴ καθ’ ἕνα ἕκαστον προ‐ | |
35 | νοηθησόμεθα, ὥστε μηδὲν ἀλογίστευτον εἶναι τῇ προ‐ | |
νοίᾳ τῶν καθ’ ἡμᾶς, τῆς προσηκούσης οὔπω τευξόμε‐ θα κηδεμονίας. Πρέπει δὲ τοὺς πρὸς ἀριθμὸν ὡρισμέ‐ νον ὑποστάντας ὑπὸ τοῦ δημιουργοῦ, ἑπομένους τῇ ἀπ’ ἐκείνου γενέσει καὶ καθ’ ἕνα ἕκαστον τῆς προνοίας αὐτοῦ | 205 in vol. 7 | |
40 | μεταλαγχάνειν. Οὐ γὰρ δὴ μίαν εἰργάσατο ψυχήν, ἕκαστος δὲ ἡμῶν ὡς ἔτυχεν ἀπὸ ταύτης ἀπομερίζεται καὶ πάλιν | |
Bibl.251466b | εἰς ταύτην ἀνακιρνᾶται, ἀλλ’ ἑκάστην ἀνθρωπίνην ψυχὴν ἰδίοις ὅροις περιγεγραμμένην ὑπέστησε. Διὸ καὶ ἑκάστης ἐστὶ πρόνοια καὶ κρίσις καὶ δίκη καὶ κάθαρσις καὶ εἰς γένεσιν ἔκπεμψις καὶ βίου λῆξις προσήκου‐ | |
5 | σα, καὶ τελευτὴ οὐκ ἀπὸ ταὐτομάτου συμβαίνουσα, καὶ μετὰ τὴν τελευτὴν εἰς Ἅιδου πορεία μετὰ ἡγεμό‐ νος τοῦ τὴν ζωὴν ἡμῶν εἰληχότος δαίμονος. | |
7 | Ἐπὶ μὲν οὖν τῶν ἄλλων ζῴων καὶ φυτῶν καὶ προαιρέσεις ἡμέ‐ τεραι καὶ ἀλληλοφαγίας ἀναγκαῖαι χρεῖαι, παντοῖαι καὶ | |
10 | τυχηραὶ περιπτώσεις, ἐκβιάζονται ἕκαστα πρὸ τῆς κατὰ φύσιν διαλύσεως ἀτάκτως καὶ ἀορίστως φθείρεσθαι ὡς μήτε προβεβιωμένων αὐτοῖς δίκης ἐφεστώσης, μήτε ἐφ’ οἷς νυνὶ ποιοῦσιν ἢ πάσχουσι κρίσεως προσδοκωμένης. Ἐπὶ δὲ ἀνθρώπων θεσμοὶ προνοίας καὶ δαιμόνων κρί‐ | |
15 | σεις καὶ βίων κλῆροι καὶ παλαιῶν ἁμαρτημάτων ἀμοι‐ βαὶ τά τε ἄλλα καὶ τοὺς καιροὺς καὶ τοὺς τρόπους τῆς τελευτῆς ἀφορίζουσιν· ὥστε καὶ τὰ ἀπὸ προαιρέσεως ἐνερ‐ γούμενα καὶ τὰ ὡς ἔτυχε δοκοῦντα συμπίπτειν πρὸς τὴν ἑκάστου ἡμῶν εἱμαρμένην συνείρεσθαι καὶ τὴν τῆς ἀξίας | |
20 | ἀποπληροῦν δίκην, ἀεὶ τῶν παρεληλυθότων τοῖς ἐφεξῆς τὴν αἰτίαν τῆς συμβάσεως παρεχομένων, καὶ τοῦ ἐφ’ ἡμῖν τὰς τῶν οὐκ ἐφ’ ἡμῖν περιστάσεις ἐφελκομένου, τῷ τὰς ἀνθρωπίνας προαιρέσεις τοῖς εἱμαρμένοις ἀπευ‐ | |
θύνεσθαι νόμοις, οὓς ὁ δημιουργὸς ἔταξε ταῖς ψυχαῖς. | 206 in vol. 7 | |
Bibl.252466b(26) | Ἀνεγνώσθη ἐκλογαὶ τοῦ θεαρέστου βίου Γρηγορίου, ὃς ἱεροπρεπῶς ἀρχιερατεύσας τῆς Ῥωμαίων ἐκκλη‐ σίας τοὺς βιωφελεστάτους τέσσαρας διαλόγους ἐφιλο‐ πονήσατο. | |
30 | Οὗτος ὁ θεῖος Γρηγόριος μητρὸς μὲν προῆλθεν ὄνομα Σιλβίας, οἴκου περὶ τὴν Ῥώμην λαμπροῦ, μονάζει δ’ ἐν τῇ μονῇ τοῦ ἁγίου Ἀνδρέου τοῦ ἀποστόλου, ᾗ ἐπώνυμον Κλειοσκαύριν, καὶ ὕστερον καθηγήσατο τῶν ἐν αὐτῇ, τἄλλα μὲν πράττων ἃ πράττειν ἔδει θεο‐ | |
35 | φιλῆ, ἔργον δὲ διδοὺς τῇ χειρὶ καὶ τὸ γράφειν. Ἀρεταῖς δὲ τὸν βίον ἰθύνων ἐλεημοσύναις προέλαμπε. Μετὰ γὰρ πολλῶν ἄλλων, δι’ ὧν αὐτοῦ τὸ πρὸς τοὺς δεομένους ἔλεος καὶ ἡ συμπάθεια ἐγνωρίζετο, καὶ τοῦτο ἂν μάλιστα χαρα‐ κτηρίσειε τῆς φιλανθρωπίας αὐτοῦ καὶ ἐλεημοσύνης τὸ | |
40 | θαυμάσιον. | |
40 | Ἧκέ τις αἰτῶν ποτέ, καὶ τὴν τοῦ αἰτεῖν ἀνάγκην εἰς ναυάγιον ἀνῆπτεν· ὁ δὲ προθύμως δίδωσι χρυ‐ | |
Bibl.252467a | σοῦ νομίσματα ἕξ. Ὁ δ’ αὐτὸς ἐκ δευτέρου κατὰ τὴν αὐτὴν ἡμέραν ἐπελθὼν οὐκ ἐξαρκεῖν ἔλεγε πρὸς τὸ μέγεθος τῆς συμφορᾶς τὸ δοθέν, καὶ ᾔτει λαβεῖν. Ὁ δὲ πάλιν καὶ γνώμῃ καὶ δώροις τοῖς ἴσοις αὐτὸν ἐδε‐ | |
5 | ξιοῦτο. Καὶ τρίτον ἐφίσταται, τὰ ὅμοια τοῖς δευτέροις καὶ λέγων καὶ αἰτῶν· ὁ δὲ οὐδὲ τὸ τρίτον ἀλλοιότερος τῷ αἰτοῦντι κατέστη, ἀλλὰ κελεύει πάλιν διὰ τοῦ καὶ τὰ πρό‐ τερον διακονησαμένου ἴσην αὐτῷ καὶ ὁμοίαν τὴν ἐπί‐ | |
δοσιν παρασχεῖν. Ἐπεὶ δὲ τῶν μὲν νομισμάτων οὐδὲν ὑπε‐ | 207 in vol. 7 | |
10 | λείπετο, ἔμαθε δὲ ζητῶν ἐπιμελῶς ὅθεν τῷ δεομένῳ ἐπικουρήσειεν, ὡς ὁ ἐξ ἀργύρου πινακίσκος, ἐν ᾧ ἡ μή‐ τηρ εἰώθει ὀσπρίων τινὰ διάβροχα πέμπειν τῷ παιδί, οὔπω ἀπεδόθη, τοῦτον ἐπιδοθῆναι τῷ αἰτοῦντι προστάτ‐ τει. | |
14 | Ἀλλὰ ταῦτα μὲν τότε. Χρόνῳ δ’ ὕστερον κρίσει μὲν | |
15 | θείᾳ ψήφῳ δὲ τῶν ἱερῶν ταγμάτων τὸν ἀρχιερατικὸν λαχὼν ἰθύνειν θρόνον, δώδεκά τινας τῶν πενήτων, ὡς ἔθος πράττειν τοῖς πατριάρχαις, συνεστιαθῆναι κε‐ λεύει, καὶ συγκαλέσασθαι τούτους τὸν οἰκεῖον σακελλάριον ἐπιτρέπει. Ὡς δὲ τὸ πρόσταγμα τέλος ἔλαβε καὶ τὴν | |
20 | τράπεζαν οἱ δαιτυμόνες ἐπλήρωσαν, συνεωρᾶτο δὲ τῷ ἀρχιερεῖ καὶ τρισκαιδέκατος συνεστιώμενος, ᾐτιᾶτο τὸν καλέσαντα ἑνὸς προσθήκῃ τὸν ἀριθμὸν τῶν δώδεκα χυδαιώσαντα· ὁ δὲ ἀπηρνεῖτο τὸν ἐπείσακτον, καὶ ἀπη‐ ρίθμει τοὺς συνεστιωμένους, δεικνὺς ἐν τῷ ἀπερίττῳ τοὺς | |
25 | δώδεκα. Ἐπεὶ δὲ ὁ ἱερὸς Γρηγόριος καὶ τρισκαιδέκατον ἔβλεπε, καὶ ἡ μορφὴ τούτου οὐ τῶν ἄλλων μόνον ἀλλὰ καὶ ἑαυτῆς πολλάκις ἐπὶ τὸ ξενίζον παρήλλατε, συνῆκε μὲν μὴ τῶν πολλῶν ἕνα τοῦτον εἶναι, ἀναστὰς δὲ τῆς τραπέζης καὶ τοῦτον ἰδίᾳ μετακαλεσάμενος ὅρκοις ἐδέσμει | |
30 | φρικτοῖς, ὅστις ποτὲ εἴη, δῆλον ποιῆσαι. Ὁ δὲ αὐτὸν ἐκεῖνον ἔφη εἶναι τὸν πάλαι ποτὲ τρὶς τῆς αὐτῆς ἡμέ‐ ρας τὴν αἴτησιν προσενεγκεῖν ἀξιώσαντα καὶ τοσαυ‐ τάκις μὴ διαμαρτόντα τῆς αἰτήσεως· καὶ ἡ πρᾶξις ἐκείνη οὕτω τὸ θεῖον ἐξεθεράπευσεν ὡς ἐξ ἐκείνου μέχρι | |
35 | νῦν κρίσιν ἄνωθεν λαβεῖν σοὶ συμπαρεῖναι φύλακά τε τῆς ζωῆς καὶ ὁδηγὸν τῶν πρακτέων, ἄγγελον δὲ τὴν φύσιν Θεοῦ χρηματίζειν. Καὶ ὁ μέν, ἀκούσας ταῦτα, πεσὼν προσεκύνησε καὶ τῷ Θεῷ ηὐχαρίστησεν· ὁ δὲ ᾤχετό τε | |
καὶ οὐχ ὁρώμενος τὸν εὐεργέτην διεφύλαττεν. | 208 in vol. 7 | |
40 | Οὗτος ὁ θαυμάσιος Γρηγόριος πολλὰς μὲν καὶ ἄλλας ψυ‐ | |
Bibl.252467b | χωφελεῖς τῇ Ῥωμαίων συνετάξατο βίβλους, ὁμιλίας τε τὰ εὐαγγέλια ἀναπτύσσων προσωμίλησεν· ἀτὰρ δὴ καὶ βίους τῶν κατὰ τὴν Ἰταλίαν ἀξιολόγους, καὶ διη‐ γήματα σωτηρίαν ἐκπαιδεύοντα συγκαταμίξας τούτοις, | |
5 | ἐν τέσσαρσι διαλόγοις ἐφιλοπονήσατο. Ἀλλὰ γὰρ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη οἱ τὴν Ῥωμαίων φωνὴν ἀφιέντες τῆς ἐκ τῶν πόνων αὐτοῦ ὠφελείας μόνοι ἀπή‐ λαυον. Ζαχαρίας δέ, ὃς τοῦ ἀποστολικοῦ ἀνδρὸς ἐκείνου χρόνοις ὕστερον τοῖς εἰρημένοις κατέστη διάδοχος, τὴν | |
10 | ἐν τῇ Ῥωμαϊκῇ μόνῃ συγκλειομένην γνῶσιν καὶ ὠφέ‐ λειαν εἰς τὴν Ἑλλάδα γλῶσσαν ἐξαπλώσας κοινὸν τὸ κέρδος τῇ οἰκουμένῃ πάσῃ φιλανθρώπως ἐποιήσατο. Οὐ τοὺς διαλόγους δὲ καλουμένους μόνους, ἀλλὰ καὶ ἄλ‐ λους αὐτοῦ ἀξιολόγους πόνους ἐξελληνίσαι ἔργον ἔθετο. | |
Bibl.253467b(16) | Ἀνεγνώσθη ἐκ τοῦ μαρτυρίου τῶν ἁγίων ἑπτὰ παί‐ δων· ἐξ οὗ κεφαλαιώδης διετυπώθη χρεία. Ὅτι τὸ μαρτύριον τῶν ἁγίων ἑπτὰ παίδων Μαξι‐ μιανόν, Ἰάμβλιχον, Μάρτιμον, Διονύσιον, Ἐξακουστου‐ | |
20 | διανόν, Ἀντωνῖνον καὶ Ἰωάννην, τούτους τοὺς ἑπτὰ τῶν εὐπατριδῶν ὄντας καὶ τὰ τῆς εὐσεβείας φρονεῖν καὶ κρα‐ τύνειν ἐπιγνωσθέντας, ἀχθῆναι μὲν ἐπὶ Δεκίου ἀνα‐ γράφει τοῦ τὴν Ῥωμαίων ἀρχὴν Θεοῦ παροράσει εἰς τυ‐ ραννίδα διαφθείραντος, ἀχθέντας δὲ τὴν καλὴν ὁμο‐ | |
25 | λογίαν ὁμολογῆσαι, σχολῆς δέ τινος ἄλλης τὸν τύραν‐ νον μεθελκούσης ἄδειαν εὑρόντας καταφυγεῖν ἐπί τι | |
σπήλαιον ἐν ὄρει πλησιάζοντι τῇ Ἐφεσίων διακείμενον μητροπόλει· καὶ διακονεῖσθαι αὐτοὺς ἐν ὅσοις ἡ σωμα‐ τικὴ ἐβιάζετο χρεία ὑφ’ ἑνὸς αὐτῶν, ὃν προεῖπεν Ἰάμ‐ | 209 in vol. 7 | |
30 | βλιχον ὁ λόγος· μετὰ δέ τινα βραχὺν χρόνον μαθόντα καὶ τὴν φυγὴν καὶ τὸ χωρίον τῆς διατριβῆς καὶ τὴν δίαιταν, καὶ ὀργῆς ἐμπλέω γεγονότα, ἀναφραγῆναι τὸ τοῦ σπηλαίου στόμα προστάξαι, ὡς ἂν λιμῷ διαφθαρεῖεν οἱ μάρτυρες. | |
34 | Εἶτα μετὰ ἔτη δύο καὶ ἑβδομήκοντα καὶ | |
35 | τριακόσια, Θεοδοσίου μὲν τοῦ ἐκ τριγονίας τὴν βασί‐ λειον ἀρχὴν διαδεξαμένου καὶ διέποντος, Μάρου δὲ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας τὰς ἱερὰς φροντίδας ἐγκεχειρι‐ σμένου, τὸ παράδοξον τοῦτο καὶ ὑπερφυέστατον θέαμα, ἐφάνησαν οἱ τοῦ Χριστοῦ καλλίνικοι μάρτυρες ἀναβεβιω‐ | |
40 | κότες. Οἷς προσελθόντες ὅ τε βασιλεὺς καὶ ὁ ἐπίσκο‐ | |
Bibl.253468a | πος (ἐκάλει γὰρ καὶ τὸν βασιλέα καὶ πόρρωθεν δια‐ τρίβοντα τὸ τοῦ θαύματος ὑπερθαύμαστον) μεθ’ ὧν καὶ ἄλλοι πολλοὶ προσέπεσάν τε τοῖς ποσὶν αὐτῶν, καὶ τῆς παρ’ αὐτῶν εὐχῆς ἠξιώθησαν καὶ εὐλογίας. | |
4 | Συνεκά‐ | |
5 | θισέ τε αὐτοῖς ὅ τε βασιλεὺς καὶ ὁ ἀρχιεπίσκοπος, καί τινος ὁμιλίας προελθούσης, δι’ ἧς καὶ τὰ κατὰ τοὺς ἁγίους ἐπὶ μᾶλλον ἐβεβαιοῦτο καὶ τὸ ἀδίστακτον προσ‐ ελάμβανε, κατενώπιον αὐτοῦ τε τοῦ βασιλέως καὶ τῶν παρόντων, ἐν αὐτῷ πάλιν τῷ σπηλαίῳ ἐν ᾧ καὶ | |
10 | κατέκειντο, ἀνεπαύσαντο ἅμα, τῆς ἀδιαιρέτου τελευτῆς αὐτῶν ὑπ’ ὄψιν πάντων γεγενημένης ἐπιμαρτυρούσης αὐτῶν καὶ τὴν οὐχ ὁραθεῖσαν πρότερον τῆς παρούσης ζωῆς κοινὴν ἀναχώρησιν. | |
13 | Ὄγδοον δὲ καὶ τριάκοστον τη‐ | |
νικαῦτα Θεοδόσιος τῆς βασιλείας ἤνυεν ἔτος, ἡνίκα | 210 in vol. 7 | |
15 | τὸ τῶν θαυμάτων ὑπερθαύμαστον τῇ οἰκουμένῃ ἀνα‐ δειχθῆναι τὸ θεῖον ᾠκονομήσατο. Ἐζήτει δὲ ἄρα καὶ ὁ τότε καιρὸς τοιοῦτον τεράστιον. Θεόδωρός τις, ὡς εἴθε μὴ ὤφελε, τῆς Αἰγέων πόλεως ἐπεσκόπει. Οὗτος οὐκ οἶδ’ ὅθεν τοῦ τῆς ἀπιστίας σπάσας βορβόρου φωνὰς | |
20 | δυσωδίας ἀπηρεύγετο, τῆς τῶν νεκρῶν ἀναστάσεως κα‐ ταψηφιζόμενος, καὶ πολλοὺς ἅμα τῶν σὺν αὐτῷ πρὸς τὴν οἰκείαν μεθέλκων ἀπόνοιαν, τοῦ δὲ θαύματος λαμ‐ πρὰς τὰς τῆς ἀναστάσεως ἀκτῖνας καθ’ ὅλην ἀφιέντος τὴν ὑφ’ ἡλίῳ, αὐτοί τε καὶ ὅσον Ἑλληνικὸν ὑπελεί‐ | |
25 | πετο, οἱ μὲν εἰς ἀμήχανον αἰσχύνην καὶ ἀφωνίαν κα‐ τεδύοντο, οἱ δὲ εἰς ἀμετάθετον ἐλπίδα τῆς ἀναστάσεως μετετίθεντο. Τίς δ’ ὁ τρόπος τῆς τοῦ σπηλαίου ἀνοίξεως, Ἀδό‐ λιος ὁ τοῦ ὄρους τότε κύριος, ἐν ᾧ τὸ σπήλαιον λελα‐ | |
30 | τόμητο, μάνδραν θρεμμάτων οἰκοδομῆσαι κελεύει τοὺς παῖδας· καὶ τὸ προσταχθὲν ἐπὶ ἡμέρας δύο διεπράτ‐ τετο. Ἡ δ’ οἰκοδομὴ αὐτοῖς ἐτελεῖτο μετακομιζομένων τῶν λίθων οἳ τὸ τοῦ σπηλαίου στόμα ἀπέφραττόν τε καὶ ἀπετείχιζον. Καὶ οὕτω μὲν ἠνεώχθη τὸ σπήλαιον, οἱ δ’ | |
35 | ἐγκατακείμενοι αὐτῷ μάρτυρες τηνικαῦτα παραδόξῳ Θεοῦ κρίσει ἀναβεβιωκότες ἀποστέλλουσι τὸν συνήθως αὐ‐ τοῖς πάλαι ὑπηρετησάμενον Ἰάμβλιχον τροφὰς ὠνή‐ σασθαι καὶ κομίσαι· ὃς τὴν Ἐφεσίων καταλαβὼν πόλιν συλλαμβάνεται δι’ ἃ ἐκόμιζε νομίσματα, ὡς θησαυρῶν | |
40 | ἀρχαίων εὑρετής. Κἀκεῖθεν τὸ κατὰ τοὺς μάρτυρας θαῦμα εἰς ἀκοὰς πάντων περιηχούμενον διηπλοῦτο καὶ | |
εἰς θέαμα προὔκειτο. | 211 in vol. 7 | |
Bibl.254468b(2) | Ἀνεγνώσθη ἐκ τῆς μαρτυρικῆς Τιμοθέου τοῦ ἀπο‐ στόλου συγγραφῆς. Ὅτι πρῶτον Τιμόθεον ἡ παροῦσα συγγραφή φησιν | |
5 | Ἐφέσου ἐπισκοπῆσαι, ῥοπάλοις δ’ ἀναιρεθῆναι, διότι τοὺς Ἐφεσίους διεκώλυε τὰς μυσαρὰς καὶ μιαιφόνους τῶν Ἑλλήνων ἐπιτελεῖν τελετάς, ὧν μία ἦν καὶ ἡ καλου‐ μένη Καταγώγιον, καθ’ ἣν οὗτος, καὶ ὅτι ταύτην ἐξε‐ κήρυττε, τοῦ μαρτυρικοῦ τέλους ἠξίωται. Δομετιανὸς δὲ | |
10 | τηνικαῦτα τῆς Ῥωμαϊκῆς ἀρχῆς καθειστήκει τύραννος. Τοῦ δὲ ἱεροῦ Τιμοθέου τρόπῳ τῷ εἰρημένῳ τὸν βίον λι‐ πόντος, καὶ Δομετιανοῦ ἐξ ἀνθρώπων ἀποφθαρέντος, Νέρβα δὲ τοῦ Ῥωμαϊκοῦ κράτους τὸ σκῆπτρον ἀναδε‐ δεγμένου, ὁ θεολόγος Ἰωάννης τῆς ὑπερορίου φυγῆς ἀφε‐ | |
15 | θεὶς κατάγεται πρὸς τὴν Ἔφεσον, ἧς καὶ πρότερον ὑπὸ Δομετιανοῦ πεφυγάδευτο. Καὶ γὰρ ἐν ταύτῃ διέτριβε ναυαγήσας μὲν περὶ τὸν αἰγιαλόν, ἐκβρασθεὶς δὲ τῆς θαλάσσης ἐμπνέων ἔτι, ἡνίκα Νέρων ὁ ἐμμανὴς τὸν κατὰ τῶν Χριστιανῶν ἔπνει διωγμόν· ὅτε καὶ τοὺς τό‐ | |
20 | μους, οἳ ἀνέγραφον διαφόροις γλώσσαις τὰ σωτήρια τοῦ δεσπότου πάθη τε καὶ θαύματα καὶ διδάγματα, τούτους παρὰ τῶν κομιζόντων δεξάμενος διέταξέ τε καὶ διήρθρωσε, καὶ ἑνὶ ἑκάστῳ τῶν τριῶν εὐαγγελιστῶν τὸ ὄνομα ἐνηρμόσατο. Ἀλλὰ γάρ, ὅπερ εἶπον, ψηφίσματι | |
25 | Νέρβα τῆς ὑπερορίας ἀνακληθεὶς τῇ Ἐφεσίων ἐπέστη μητροπόλει, καὶ αὐτὸς δι’ ἑαυτοῦ, ἑπτὰ συμπαρόντων ἐπισκόπων, τῆς Ἐφεσίων ἀντιλαμβάνεται μητροπόλεως, καὶ διήρκεσε τὸν τῆς εὐσεβείας κηρύσσων λόγον ἄχρι τῆς βασιλείας Τραιανοῦ. Ταῦτα δὴ καὶ τοιαῦθ’ ἕτερα | |
30 | διηγεῖται τὸ μαρτύριον ἁπλουστέρᾳ φράσει τοῦ ἁγίου | |
Τιμοθέου. Ὅτι ὁ ἀπόστολος Τιμόθεος ὑπὸ τοῦ μεγάλου Παύλου καὶ χειροτονεῖται τῆς Ἐφεσίων μητροπόλεως ἐπίσκοπος καὶ ἐνθρονίζεται. | 212 in vol. 7 | |
35 | Ὅτι ἡ παρὰ τοῖς Ἐφεσίοις δαιμονιώδης καὶ βδελυκτὴ ἑορτή, ἡ λεγομένη καταγώγιον, τόνδε τὸν τρόπον ἐτε‐ λεῖτο· προσχήματα μὲν ἑαυτοῖς ἀπρεπῆ περιετίθεσαν, πρὸς δὲ τὸ μὴ ἐπιγινώσκεσθαι προσωπείοις κατακαλύ‐ πτοντες τὰ ἑαυτῶν πρόσωπα, πολλά τε καὶ εἴδωλα ἐπι‐ | |
40 | φερόμενοι καί τινα ᾄδοντες ᾄσματα, ἐπῄεσάν τε ἀν‐ δράσι καὶ σεμναῖς γυναιξὶ κατὰ λῃστρικὴν ἔφοδον, καὶ φόνους εἰργάζοντο κατὰ τοὺς ἐπισήμους τόπους τῆς πό‐ | |
Bibl.254469a | λεως, καὶ ἔπραττον προθύμως τὰ ἄθεσμα, ὡς ἐνθέ‐ σμοις ἔργοις τοῖς ἀθεμίτοις καλλωπιζόμενοι. | |
Bibl.255469a(4) | Ἀνεγνώσθη ἐκ τοῦ μαρτυρίου τοῦ ἁγίου μεγαλομάρ‐ | |
5 | τυρος Δημητρίου, εἰς τὸν αὐτὸν τρόπον ἐκδεδομένον. Οὗτος ὁ τοῦ Χριστοῦ μάρτυς Δημήτριος, κῆρυξ ὢν καὶ διδάσκαλος τῆς εὐσεβείας, τοὺς ἀποστολικοὺς δρόμους καὶ τοὺς ἀγῶνας ἐμιμεῖτο, καὶ τὴν Θεσσαλονικέων πόλιν τῷ φωτὶ τῶν αὑτοῦ κηρυγμάτων τοῦ τῆς πλάνης σκό‐ | |
10 | τους ἀπάγων Χριστῷ προσῆγεν· ἦν δ’ αὐτῷ καὶ ὁ βίος συνεξαστράπτων τοῖς δόγμασι. | |
11 | Μαξιμιανὸς δὲ τότε ὁ θεόμαχος ἐβασίλευε, καὶ τῇ τῆς Θεσσαλονικῆς πόλει ἐπεχωρίαζεν, ἐπορεύετο δὲ ἐπὶ θέαν μονομάχων, καὶ ὁ μάρτυς αὐτῷ δεδεμένος, πλησίον που γενομένῳ τοῦ στα‐ | |
15 | δίου, ὑπὸ τῶν τῆς ἀσεβείας ὑπηρετῶν ὡς τὰ χριστια‐ νῶν καὶ φρονῶν καὶ κηρύσσων προσάγεται. Ὁ δὲ πρὸς τὴν θέαν σπεύδων τὸν ἅγιον κελεύει (παρὰ τὸ στάδιον γὰρ λουτρὸν δημόσιον ἐγειτόνευεν) ἔν τινι τούτου φρου‐ ρεῖσθαι καμάρᾳ. | 213 in vol. 7 |
19 | Ἦν δὲ τῶν μονομάχων ὁ μάλιστα τῷ τυ‐ | |
20 | ράννῳ καὶ φιλούμενος καὶ δοκῶν κατὰ πάντων ἀριστεύειν Λυαῖος ὄνομα. Ὁ δὲ μέλλων κατ’ ἐκείνην τὴν ἡμέραν ἀνταγωνίζεσθαι αὐτῷ εἷς μὲν ἦν τοῦ δήμου, νέος δὲ τὴν ἡλικίαν, καὶ τὴν κλῆσιν Νέστωρ. Ὁ δὲ τύραννος ἔδοξεν αὐτοῦ τῆς ἡλικίας, καίτοι μιαιφονίαν κατὰ πάντων | |
25 | πνέων, φείδεσθαι· καὶ χρήματα μέν, ὧν ἐρῶντα πρὸς τὴν τοῦ τηλικούτου ἀνταγωνιστοῦ μονομαχίαν ἐπιρρίπτειν ἑαυτὸν ἐνόμιζε, δώσειν ὑπισχνεῖτο, ἀποστῆναι δὲ τοῦ ἀγῶνος ὡς ὀλεθρίου αὐτῷ ἐσομένου παρῄνει. Ὁ δὲ Νέστωρ οὐκ ἔφη χρημάτων, δόξης δ’ ἐρᾶν τῆς δι’ ὧν | |
30 | ἀναιρεθείη Λυαῖος τῷ ἀνελόντι φυομένης. Καὶ τοῦτο εἰπὼν συμπλέκεται τῷ παρὰ πάντων ὑμνουμένῳ ἀριστεῖ, θᾶττον δὲ καταβάλλει καὶ ἀναιρεῖ. Καὶ τυγ‐ χάνει μὲν τῶν ἀποκειμένων τοῖς κρατοῦσι βραβείων οὐδενός, πληροῖ δὲ τὸν τύραννον ἀφορήτου λύπης καὶ | |
35 | ὀργῆς. Καὶ ἀνίσταται τῆς καθέδρας θυμομαχῶν ὁ δυσ‐ σεβής, καὶ οἴκαδε ἐπανῄει. Ἐπεὶ δὲ αὐτῷ τινες λόγους ἔφερον περὶ τοῦ μάρτυρος Δημητρίου, ἅτε δὴ μεθύων καὶ τῷ θυμῷ καὶ τῇ ἀσεβείᾳ, καὶ ἅμα νομίσας ὡς οἰωνὸς αὐτῷ γέγονεν οὐκ ἀγαθὸς ἡ κατὰ τὸ στάδιον | |
40 | ἀπιόντι τοῦ ἁγίου συνάντησις, λόγχαις ἐν οἷς καθεῖρκτο τόποις κελεύει τοῦτον ἀναιρεθῆναι. | |
41 | Τὸ δὲ σῶμα τοῦ μάρτυρος οἱ τότε τῶν εὐσεβούντων λάθρᾳ καὶ νυκτός, | |
καθ’ ὅσον αὐτοῖς ὁ τῶν δυσσεβούντων φόβος συνεχώ‐ | 214 in vol. 7 | |
Bibl.255469b | ρει, ἐν αὐτοῖς τοῖς ἐρειπίοις ἐν οἷς τὴν σφαγὴν ὑπέστη, τὴν γῆν ἀνορύξαντες θάπτουσι. Καὶ χρόνον οὕτως ἔμει‐ νεν ἐφ’ ἱκανόν, ἐν ὕβρει μὴ ὑβριζόμενος· τῶν γὰρ θαυ‐ μάτων ἡ χάρις καὶ τῶν ἰάσεων ἡ εὐφημία τὴν ὕβριν | |
5 | ἀπήλαυνε. Λεόντιος δέ τις ἀνὴρ θεοφιλέστατος χρό‐ νοις ὕστερον τῆς ἐπαρχότητος, ἣ διεῖπε τὸ Ἰλλυρικόν, τὸν θρόνον λαχών, περικαθάρας τὸ χωρίον ἐν ᾧ τὸ τοῦ μάρτυρος ἀπέκειτο λείψανον, καὶ εὐρύνας ἀνεγεί‐ ρει τὸν περιώνυμον οἶκον τῷ μάρτυρι, κοινὸν ἱλαστή‐ | |
10 | ριον καὶ προσφύγιον οὐ τῇ Θεσσαλονικέων μόνῃ πόλει ἀλλὰ καὶ πᾶσι τοῖς πέρασιν. | |
Bibl.256469b(13) | Ἀνεγνώσθη ἐκ τοῦ λόγου ὃς ἐπιγέγραπται Πολιτεία τῶν ἁγίων πατέρων ἡμῶν Μητροφάνους καὶ Ἀλεξάν‐ | |
15 | δρου, ἐν ᾧ καὶ ὁ βίος Κωνσταντίνου τοῦ βασιλέως, τὴν αὐτὴν διὰ τῆς ἐκδόσεως παρεχόμενος χρείαν. Ἐννεακαιδεκάτῳ ἔτει τῆς Διοκλητιανοῦ βασιλείας, τῆς δὲ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας πέμ‐ πτου καὶ τριακοστοῦ ἔτους, πάλιν ὁ καθ’ ἡμῶν ἐκρατύνθη | |
20 | διωγμός· ἐν ᾧ χρόνῳ Κωνσταντῖνος ἔφηβος ἦν, ὁ παῖς Κωνσταντίου. Τὸν Κωνσταντῖνον δέ, οὐκ οἶδ’ ὅθεν ὁ συγ‐ γραφεὺς μαθών, καὶ τὰ ἱερὰ γράμματα παρὰ τοῦ πα‐ τρὸς μαθεῖν, ἀλλὰ καὶ Καίσαρα παρ’ αὐτοῦ χειροτο‐ νηθῆναι ἀναγράφει· καταστῆναι δὲ καὶ εἰς θέαν Κων‐ | |
25 | σταντίνου ἐν τοῖς ἐφήβοις τελοῦντος ἐν Παλαιστίνῃ, ἡνί‐ κα συνῆν Διοκλητιανῷ κατὰ τῆς Αἰγύπτου στρατεύοντι· ἐπανάστασις δέ τις ἐκίνει τὸν πόλεμον. Ὅτι φησὶ τὸν Μαξιμιανὸν ἐνεδρεύοντα τὸν Κων‐ | |
σταντῖνον ἀνελεῖν μὴ λαθεῖν· διὸ καὶ πρὸς τὸν πατέρα | 215 in vol. 7 | |
30 | φεύγει. Καὶ τελευτῶντα καταλαβὼν χειροτονεῖται παρ’ αὐτοῦ τῆς βασιλείας διάδοχος. Τότε καί φασιν εἰπεῖν τὸν εὐσεβῆ Κωνστάντιον· «Νῦν ὁ θάνατός μοι τῆς ζωῆς ἡδύτερος, μέγιστον ἐντάφιον λαβόντι τὴν σὴν ἡγεμο‐ νίαν, υἱέ μου. Τὸ γὰρ καταλιπεῖν ἐπὶ γῆς βασιλέα τὰ | |
35 | χριστιανῶν δάκρυα περιμάξαι δυνάμενον καὶ στῆσαι τὸν ἄδικον φόνον, ὃν Μαξιμιανὸς οὐ λήγει κατὰ τῶν χρι‐ στιανῶν παλαμώμενος, ἤδη μοι τὴν μακαρίαν δίδωσι λῆξιν». Τρίτον δ’ ἤδη τότε ἦν ἔτος τοῦ καθ’ ἡμῶν διωγμοῦ, ἐν ᾧ καὶ Κωνστάντιος πρὸς τὴν ἄφθαρτον βα‐ | |
40 | σιλείαν τὴν ἐπίκηρον ἤμειψε, καὶ τὸν υἱὸν ἀνακηρύξας βασιλέα κήρυκα τῆς εὐσεβείας καὶ τῶν χριστιανῶν ὑπέρμαχον καταλέλοιπεν. Ὅτι φησί, Σεβήρου νόσῳ τελευτήσαντος Λικίννιος | |
Bibl.256470a | ὁ ἐπ’ ἀδελφῇ γαμβρὸς Κωνσταντίνου βασιλεύει, τὴν δὲ λοιπὴν τῆς ἑῴας μοῖραν Μαξιμιανὸς ἐπεῖχε. Μαξέντιος δὲ τῆς κατὰ Ῥώμην ἦρχεν, ἀδελφιδοῦς ὢν Μαξιμιανοῦ· καὶ γὰρ ὁ μὲν ἦν Μαξιμιανοῦ τοῦ προτέρου, | |
5 | ὁ δὲ Διοκλητιανοῦ. Ὅτι Κωνσταντῖνος ὁ εὐσεβὴς βασιλεύς, τοὺς μιαιφό‐ νους φόνους καὶ τὰς διαφθορὰς τῶν παρθένων καὶ τὰς ἁρπαγὰς τῶν ἀλλοτρίων γυναικῶν καὶ τὰς βίας, αἷς ὁ ἐξάγιστος ἐνετρύφα Μαξέντιος, ἀκοῇ μαθών, καὶ τῶν | |
10 | ἐν Ῥώμῃ διαπρεσβευσαμένων σφίσιν αὐτοῖς σωτῆρα καὶ λυτρωτὴν γενέσθαι, παραινεῖ μὲν διὰ γραμμάτων τὸν τύραννον ἀποσχέσθαι τῶν ἐκθέσμων ἔργων, οὐ πεί‐ θων δὲ λόγοις ἅπτεται πολέμου. Καὶ συμπλακεὶς μάχῃ τὰ πρῶτα μὲν ἐγγὺς γίνεται τοῦ λαβεῖν τὸ ἧττον· φα‐ | |
15 | νέντος δ’ αὐτῷ κατὰ τὸν οὐρανὸν τοῦ τύπου τοῦ σταυροῦ, φωτὶ ἀΰλῳ ἐγκεχαραγμένου καὶ γράμμασι τῆς αὐτῆς | |
ὕλης εὐαγγελιζομένου τὴν νίκην (ἔλεγε γὰρ τὸ γράμμα «Ἐν τούτῳ νίκα»), συμβαλὼν τοῖς πολεμίοις καὶ τοῦ πο‐ λέμου καὶ τοῦ τυράννου σκυλεύει τὸ κράτος. Πρὸ δὲ τῆς | 216 in vol. 7 | |
20 | συμπλοκῆς τὴν θείαν ὄψιν εἰς τροπαίου σχῆμα μορ‐ φώσας καὶ χρυσοκολλήτοις λίθοις ἁρμόσας ἐδίδου φέρειν τοῖς προιππεύουσι. | |
22 | Καὶ γίνεται μὲν Μαξέντιος αὐτοῦ θήραμα· οἷς γὰρ ἐνήδρευε Κωνσταντῖνον θηρά‐ τροις, αὐτὸς ἐθηράθη. Ἐπήγνυ μὲν γὰρ πρὸ τῆς Ῥώ‐ | |
25 | μης περὶ τὴν Μουλίαν γέφυραν δόλου γέφυραν ἄλλην, δι’ ἧς ἤλπιζε τὸν Κωνσταντῖνον ἐπελαύνοντα διαφθα‐ ρῆναι· τῆς τροπῆς δὲ τῶν ἀπὸ Ῥώμης ὀξείας καὶ σὺν ταράχῳ πολλῷ γεγενημένης, αὐτὸς ὁ τοῦ δόλου τεχνί‐ της σὺν τοῖς ἑπομένοις, διαρραγείσης αὐτοῖς τῆς σε‐ | |
30 | σοφισμένης γεφύρας, κατέδυ τε εἰς τὸν ποταμὸν καὶ ἐξέπιε τὸν θάνατον. | |
31 | Ἀλλ’ οὕτω μὲν καὶ Μαξέντιος διεφθάρη καὶ εἰς Κωνσταντῖνον ἡ ἐκείνου μερὶς περϊίστα‐ ται· καὶ τὸ ὑπήκοον οὐ μόνον ἀνέπνευσε τῶν ἀνηκέ‐ στων κακῶν, ἀλλὰ καὶ ἐν εὐδίᾳ πάσῃ ἑώρταζε. Λι‐ | |
35 | κίννιος δὲ τὴν Ἕλληνα δόξαν συγκροτῶν ἐξεμαίνετο κατὰ τῶν εὐσεβῶν, τὰ πρῶτα μὲν λάθρᾳ φόβῳ τοῦ κηδεστοῦ, ὕστερον δὲ καὶ κατὰ τὸ ἐμφανές· χρονίζον γὰρ καὶ ὑποστρεφόμενον ἔνδον τὸ δεινὸν ὡς τὰ πολλὰ συγ‐ κεκλεισμένον μένειν οὐ δύναται, ἀλλὰ διὰ τῶν ἐκτὸς | |
40 | θριαμβεύει καὶ τὸ πάλαι μελετώμενον. | |
40 | Ὁ τοίνυν κατὰ τῶν χριστιανῶν ἀδιήγητος διωγμὸς κινεῖ τὸν εὐσεβῆ βασιλέα κατὰ τοῦ δυσσεβεστάτου γαμβροῦ εἰς μῖσος δί‐ καιον, καὶ τὸ μῖσος τὸν πόλεμον ἔτικτε. Πολλῆς δὲ καὶ | |
Bibl.256470b | παντοδαποῦς συγκροτουμένης μάχης κατά τε γῆν | |
καὶ κατὰ θάλασσαν ἡττᾶται Λικίννιος, καὶ τῇ τοῦ βασι‐ λέως φιλανθρωπίᾳ πεποιθὼς ἑαυτὸν ἐκδίδωσι. Καὶ μάτην θαρρεῖν οὐκ ἠλέγχετο· ἀφίεται μὲν γάρ, πολλῶν | 217 in vol. 7 | |
5 | ὑπεύθυνος ὢν τιμωριῶν, ἀτιμώρητος, καὶ ἡ Θεσσαλο‐ νίκη αὐτῷ σὺν ἀδείᾳ ζῆν ἁπάσῃ διατριβὴ ἀφορίζεται. Ὁ δὲ τὸ φιλάνθρωπον εἰς τὸ τὴν ἧτταν ἀναμάχε‐ σθαι ἀπονοίας ποιησάμενος ὅπλον, τὴν ἐπανάστασιν ἐγχειρίζεται, ἥτις αὐτὸν καὶ τοῦ βίου τῷ δικαίῳ ξίφει | |
10 | διέτεμεν. Ὅτι τελευτᾷ μὲν ὁ ἱερομάρτυς Πέτρος, καὶ Ἀχιλλᾶς τὸν Ἀλεξανδρείας θρόνον καὶ τὸν ἅγιον διαδέχεται, τοῦ‐ τον δὲ Ἀλέξανδρος. Τῆς ἐκκλησίας δὲ τῶν διωγμῶν ἤδη λοιπὸν ἠλευθερωμένης καὶ τοῖς τῶν μαρτύρων | |
15 | ἄθλοις σεμνυνομένης, τὸ ἐγκόλπιον κακὸν καὶ τῆς οἰκουμένης ὁ τάραχος Ἄρειος τὴν εὐφροσύνην τῆς ἐκ‐ κλησίας εἰς κατήφειαν πάλιν συνέστελλεν· ἐν κτίσμασι γὰρ κατῆγε τὸν τοῦ Θεοῦ υἱὸν καὶ Θεόν, οὗ χειρὸς ἔργον ἡ σύμπασα κτίσις. Ἐπεὶ δ’ ὁ Ἀλεξανδρείας Ἀλέξανδρος | |
20 | καὶ νουθετῶν καὶ παρακαλῶν ἀπεῖπεν (ἐνίκα γὰρ τῶν ζιζανίων τὸ βάθος τὸν σπόρον τοῦ λόγου), ἐκτέμνει τοῦτον καθαιρετικῇ μαχαίρᾳ τῆς ἐκκλησίας. Ὅτι Εὐσέβιος ὁ τὴν Βηρυτὸν μὲν ὑπεριδών, τὴν δὲ Νικομηδέων ἐκκλησίαν ἐποφθαλμίσας, ἐπεὶ μὴ δίκην | |
25 | ἔδωκε τῆς ἁρπαγῆς ἐπαρθείς, Ἄρειόν τε καὶ τοὺς τῆς αἱρέσεως συνεραστὰς διὰ προνοίας τῆς πρώτης ἦγεν· ὧν ἐπίσκοποι μέν ποτε γεγονότες Σεκοῦνδος ὑπῆρχε καὶ Θεωνᾶς, ἐν δὲ διακόνοις καὶ πρεσβυτέροις Ἄρειός τε ἡ τῆς αἱρέσεως ἀρχὴ καὶ Ἀχιλλᾶς καὶ ἄλλος Ἄρειος | |
30 | καί τινες ἕτεροι τῆς αὐτῆς καὶ τιμῆς καὶ φατρίας, ἀριθμὸν ἀπαρτίζοντες τὸν ἐννέα. Οὓς καὶ καθεῖλε σύν‐ οδος ἐγγὺς ἑκατὸν ἐπισκόπων, οἳ ἐξ Αἰγύπτου καὶ Λιβύης | |
συνεληλύθεσαν, ὑπαγαγόντες καὶ τῷ ἀναθέματι. Ὧν τὴν ἀκοὴν Κωνσταντῖνος οὐκ ἀναλγήτως ἐνεγκών, ἀπο‐ | 218 in vol. 7 | |
35 | στέλλει πρὸς τὴν Ἀλεξάνδρειαν Ὅσιον μὲν τοὔνομα ὅσιον δὲ τὸν βίον (πόλις δ’ αὐτὸν ηὔχει μία τῶν Ἱσπανίων, ἡ Κουδρούβη), ἐγχειρίζει δ’ αὐτῷ καὶ γράμματα πρός τε τὸν ἀρχιερέα Θεοῦ Ἀλέξανδρον καὶ πρὸς Ἄρειον τὸν τῆς ἀσεβείας διαγεγραμμένα γεννήτορα, ὧν τὰ μὲν | |
40 | ᾔτει φιλανθρωπευθῆναι πρὸς Ἄρειον, τὰ δὲ προσέτατ‐ τεν ἀποστῆναί τε τῆς λύσσης καὶ τὸ φρόνημα τῆς ἐκ‐ κλησίας ἀνθελέσθαι, παρῄνει δὲ καὶ τῆς πρὸς ἀλλήλους ἔριδος καὶ ἀντιλογίας ἀναχωρεῖν ὡς πολλῶν κακῶν αἰ‐ | |
Bibl.256471a | τίας ταύτης ἐν πολλοῖς γινομένης. | |
1 | Ἐπεὶ δὲ τὸ τοῦ Ἀρείου νόσημα οὔτε τῇ τοῦ περιβοήτου Ὁσίου παρουσίᾳ καὶ διδασκαλίᾳ, οὔτε τῇ τοῦ βασιλέως νουθεσίᾳ προσεδέ‐ χετο τὴν θεραπείαν, σύνοδον ἀρχιερέων ἐν τῇ κατὰ | |
5 | Βιθυνίαν Νικαίᾳ ὁ βασιλεὺς συγκροτεῖ· ἧς τῶν ἐπι‐ σκόπων συνεδριαζόντων αὐτὸς εἰς τὸ μέσον στὰς οὐκ ἄλλως ἠνέσχετο καθεσθῆναι ἢ τοῦ ἱεροῦ χοροῦ ἐπινεύ‐ σαντος αὐτῷ. Καὶ τῆς μὲν Ἀρείου αἱρέσεως Εὐσέβιός τε ὁ Νικομηδείας καὶ Θεογόνιος ὁ Νικαίας καὶ Μάρης | |
10 | ὑπερήσπιζον ὁ Καλχηδόνος, τῆς δ’ εὐσεβείας Ἀλέξαν‐ δρος ὁ Κωνσταντινουπόλεως πρεσβύτερος, καὶ τὸ πρόσ‐ ωπον τοῦ ταύτης ἀρχιερέως ἐπέχων (Μητροφάνης γὰρ ὁ ὅσιος διά τε βαθὺ γῆρας καὶ νόσον οὐ παρῆν)· μεθ’ ὧν Ἀθανάσιός τε ὁ τῆς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας | |
15 | ἀρχιδιάκονος, καὶ ὁ ταύτης ἀρχιερεὺς Ἀλέξανδρος. Παρῆσαν δὲ τῇ συνόδῳ καί τινες ἱερατικὴν μὲν χάριν οὐκ ἔχοντες, ἀλλ’ οὐδὲ τὰ χριστιανῶν τετελεσμένοι, ἐπὶ δὲ διαλεκτικῇ δυνάμει μέγα ὄνομα φέροντες· οὓς ἐν τῷ | |
ἀπλάστῳ καὶ ἀκατασκεύῳ τῆς τοῦ Θεοῦ σοφίας λόγῳ τι‐ | 219 in vol. 7 | |
20 | νὲς τῶν ἱερῶν γερόντων καὶ τῇ ἐνοικούσῃ θείᾳ χάριτι ἐζώγρησάν τε, καὶ τῆς πλάνης ἐκκαθάραντες τῆς τε ἑλληνικῆς καὶ τῆς Ἀρείου, ἧς ὑπερηγωνίζοντο μάλιστα, τῆς Χριστοῦ ποίμνης γενέσθαι παρεσκεύασαν. Ἐν τῇ συνόδῳ δὲ παρῆν καὶ Παφνούτιος ὁ θαυμά‐ | |
25 | σιος, Αἰγύπτιος μὲν τὸ γένος, ὁμολογητὴς δὲ τοὺς ἄθλους, οὗ καὶ Μαξιμιανὸς ὁ μισόχριστος τόν τε δεξιὸν ἐξώρυξεν ὀφθαλμὸν καὶ τὴν λαίαν ἐνευροκόπησεν ἀγκύ‐ λην καὶ μεταλλείαις ἐκακούχησεν, ἀνὴρ ὑπερφυῶν ἔργων πολλῶν καὶ δυνάμεων δημιουργός· ὃν καὶ ὁ φιλοθεώ‐ | |
30 | τατος βασιλεὺς διὰ πάσης τε ἦγε τιμῆς, καὶ κόρον οὐκ ἐλάμβανε καταφιλῶν τὸν διωρυγμένον αὐτοῦ ὀφθαλμόν. Ἀλλὰ καὶ Σπυρίδων ὁ σεβάσμιος συνῆν, περὶ οὗ βραχέα τινὰ ἐκ μυρίων ὁ λόγος ἐρεῖ. Ἐποίμαινεν αὐ‐ τός ποτε τὰ πρόβατα αὑτοῦ ἐν τῷ τῆς ἐπισκοπῆς | |
35 | τελῶν ἀξιώματι· λῃσταὶ δ’ ἐπῄεσαν τῇ ποιμνῇ καὶ δεσμοῖς ἀοράτοις ἐπεπέδηντο. Καὶ καταλαβὼν δεδεμέ‐ νους οὓς αὐτὸς εὐχαῖς ἐδέσμησε, λύει μὲν τῶν δεσμῶν σοφίᾳ τῇ ἴσῃ, ἐπιδίδωσι δὲ καὶ κριόν, μισθὸν αὐτοῖς ἐσόμενον εἰπὼν τῆς νυκτερινῆς ταλαιπωρίας. Παρθένον | |
40 | δὲ θυγατέρα σύνοικον εἶχε, καὶ αὕτη τινὸς παραθήκην λαβοῦσα μετήλλαξε τὸν βίον· καὶ ὁ παραθέμενος τὸ χρυσίον (ἔσταλτο γὰρ εἰς ἀποδημίαν) ἐπανελθὼν ἐζήτει τὸ χρυσίον. Συνεξηρεύνα οὖν καὶ ὁ Σπυρίδων, καὶ οὐχ εὑ‐ | |
Bibl.256471b | ρίσκετο. Διὸ ἐφίσταται τῷ τῆς θυγατρὸς τάφῳ καὶ· «Ὢ τέκνον Εἰρήνη, φησί (τοῦτο γὰρ ὄνομα τῇ παρθένῳ) ποῦ ἡ παραθήκη;» Ἡ δὲ ἀποκρίνεται τοῦ τάφου, καὶ τὸ χωρίον ἀναδιδάσκουσα καὶ τῆς εὑρέσεως τὸν τρόπον. | |
5 | Καὶ ἀνευρὼν ῥᾳδίως τὴν παραθήκην ἀποκαθίστησι τῷ παραθεμένῳ. Ἀλλὰ τούτοις μὲν ὡς ἐξ ὀνύχων δηλοῦμεν | |
τὸν λέοντα. Οὗτοι οὖν οἱ τρισόσιοι καὶ τὸ ἄλλο τῶν τοῦ Θεοῦ ἀρχιερέ‐ ων σύνταγμα καταδιδάσκουσιν αὐτῇ δυσσεβείᾳ τόν τε | 220 in vol. 7 | |
10 | Ἄρειον καὶ τοὺς σὺν αὐτῷ, καὶ ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱὸν ἀνεκήρυξαν, ὁμοφώνους τὰς ψήφους θέμενοι. Τινὲς δέ, εἰς ἑπτακαίδεκα τὸν ἀριθμὸν συμπληρούμενοι, εἰς τὴν Ἀρείου λύσσαν ἀποκλίνειν ἔδοξαν. Ἀλλὰ τούτων ὑπερορίας βασιλικῇ ψήφῳ κυρωθείσης, ἓξ μόνοι τῇ | |
15 | δυσσεβείᾳ διέμειναν, τῶν ἄλλων παλινῳδίαν ἐνδειξα‐ μένων καὶ τῷ τῆς εὐσεβείας φρονήματι, εἰ καὶ μὴ ἐξ εἰλικρινείας, ἀλλ’ ὑφάλῳ γνώμῃ συνδεδραμηκότων, ὧν ἦν κορυφαῖος ὁ Νικομηδείας Εὐσέβιος. | |
18 | Ἐντεῦθεν αἱ ἁπανταχοῦ ἐκκλησίαι τῶν πολλῶν θορύβων καὶ στάσεων | |
20 | πρὸς εἰρήνην ἀνέπνευσαν. Καὶ Ὅσιος μὲν ὁ Κουδρούβης, ἅμα τῶν οἱ συνεπομένων, τὰς συνοδικὰς φέρων πρά‐ ξεις τοῖς ἑσπερίοις τὴν εἰρήνην ἐβράβευε, τοῖς δὲ κατ’ Αἴγυπτον καὶ Λιβύην ὁ θερμὸς Ἀθανάσιος. Ἀλέ‐ ξανδρος δὲ καίτοι πρὸς γῆρας ἐλαύνων (ἑβδομηκον‐ | |
25 | τούτης γὰρ ἦν) τοῖς κατὰ τὴν Θρᾴκην ὅμως καὶ τὸ Ἰλλυ‐ ρικὸν τὸ τῆς ὁμονοίας καὶ εἰρήνης τῶν ἐκκλησιῶν πό‐ νους ὑφίστατο διακομίζειν εὐαγγέλιον, συνέκδημον ἔχων τὸν πανόλβιον Παῦλον, ἀναγνωστῶν τηνικαῦτα καὶ ὑπο‐ γραφέων τῆς κατὰ Κωνσταντινούπολιν ἐκκλησίας πλη‐ | |
30 | ροῦντα βαθμόν· ὃς καὶ κατὰ τὴν σύνοδον δωδέκατον ἔτος ἐκ γενέσεως ἄγων τῷ Ἀλεξάνδρῳ συνδιέτριβεν. Ἀλλὰ ταῦτα μετ’ ὀλίγον· πρότερον δὲ εἰς θέαν ἧκε τοῦ πανοσίου Μητροφάνους, καὶ τοῖς μὲν εὐαγγελίοις καὶ τῇ παρουσίᾳ εὐφράνας, οὐκ εὐφράνας δ’ οἷς ἀποδημεῖν | |
35 | ἔμελλε, μετ’ εὐχῶν πρὸς τὴν καταπεπιστευμένην αὐτῷ | |
διακονίαν ἐστέλλετο. Διελθόντες δὲ Θρᾴκην τε καὶ Μα‐ κεδονίαν καὶ Θεσσαλίαν καὶ Ἀχαΐαν πᾶσαν καὶ Ἑλλάδα καὶ τὰς ἠπείρους οὐδὲ τῶν νήσων ὠλιγώρησαν, ἀλλ’ ἐπι‐ πλεύσαντες ἅπαν ἀνέσπων ἐκ ῥιζῶν αὐτῶν ζιζάνιον, | 221 in vol. 7 | |
40 | τὸν εὐγενῆ δὲ σπόρον τῶν εὐαγγελικῶν δογμάτων καὶ συνοδικῶν κηρυγμάτων διέσπειρον. Ὅτι τῆς συνόδου τέλος διὰ τριῶν ἥμισυ λαβούσης ἐτῶν (καὶ γὰρ ἤρξατο μηνὸς ἀπριλλίου πεντεκαιδεκάτην | |
Bibl.256472a | ἀνύοντος, ἐπερατώθη δὲ τῆς τριετίας πάλιν τὸν ἀπρίλλιον καταλαβούσης καὶ μέχρι σεπτεμβρίου διαδρα‐ μούσης· οὕτω γὰρ ὁ σοφὸς Ἀλέξανδρος τὰ πεπραγμένα γράφων τότε τῆς συνόδου ἐπεσημήνατο) τελεσθείσης οὖν | |
5 | τῆς ἁγίας συνόδου, στὰς ὁ βασιλεὺς μέσος τοῦ χοροῦ τῶν ἀρχιερέων ᾔτει χάριν αὐτῷ μίαν παρ’ αὐτῶν δοθῆναι· οἱ δὲ προθύμως κατένευον, ἡ δὲ χάρις συνεισελθεῖν αὐτῷ ἐν τῇ πόλει ἐφ’ ᾧ θεάσασθαί τε τὸν ἀρχιερέα, ὃν πατέρα ὁ βασιλεὺς ἑαυτοῦ ἀνωμολόγει, καὶ ὥστε τῇ πόλει, ἣν | |
10 | αὐτὸς ἀνέστησε, διὰ τῆς αὐτῶν παρουσίας καὶ εὐχῆς τὸ τοῦ κτίσαντος ὄνομα ἐγκαινισθῆσαι. | |
11 | Ἐπισκεπτομένων δὲ τῶν ἀρχιερέων τὸν διορατικώτατον Μητροφάνην ἡμέρας κυριακῆς ἐνισταμένης καὶ τοῦ βασιλέως συμπαρόντος, ἄλλοι τέ τινες προῆλθον λόγοι καί· «Ὁρῶ σέ, φησιν | |
15 | ὑπολαβὼν ὁ βασιλεύς, ὦ πατέρων ἐμοὶ τιμιώτατε, καὶ γήρᾳ καὶ νόσῳ κάμνοντα, καὶ δυσωπῶ ἀνειπεῖν τε καὶ ἀναδεῖξαι ἡμῖν τὸν μετὰ σὲ τοῦ ποιμνίου ἡγησόμενον». Ὁ δὲ πρὸς τὸν βασιλέα εὐθυμοῦντι προσώπῳ· «Πέ‐ πεισμαι, φησίν, ἐν Κυρίῳ ὅτι νῦν τὸ Πανάγιον Πνεῦ‐ | |
20 | μα διὰ γλώσσης, ὦ τέκνον, εἶπε τῆς σῆς. Φροντί‐ ζοντι γάρ μοι περὶ τούτου ἐφανέρωσεν ὁ Κύριος πρὸ τῶν ἑπτὰ τούτων ἡμερῶν, καὶ ὅτι μετὰ δεκάτην ἡμέ‐ | |
ραν μεταλλάξω τὸν βίον, καὶ ὃς τὸ ἱερὸν ἀξίωμα ἀνα‐ δέξοιτο, καὶ ἔστιν οὗτος ὁ συμπρεσβύτερός μου Ἀλέ‐ | 222 in vol. 7 | |
25 | ξανδρος, ἄξιος ὡς ἀληθῶς τῆς ἐκλογῆς ὑπάρχων καὶ τῆς τοῦ Ἁγίου προρρήσεως Πνεύματος· ἔτι δὲ καὶ τοῦτον ὡς τὸ παιδίον Παῦλος ὁ ἀναγνώστης διαδέξεται». Ἀπο‐ βλέψας δὲ καὶ πρὸς τὸν Ἀλεξανδρείας θεῖον Ἀλέξαν‐ δρον· «Καὶ σύ, φησίν, ὦ ἀδελφέ, καλὸν σεαυτοῦ διά‐ | |
30 | δοχον καταλείψεις». Καὶ τῆς χειρὸς Ἀθανασίου τοῦ ἀρχιδιακόνου λαβόμενος· «Ἴδε ὁ γενναῖος, ἔφη, στρα‐ τιώτης τοῦ Χριστοῦ οὗτός σε διαδέξεται· ὃς οὐ μόνον νῦν Ἀλεξάνδρῳ κατὰ τῆς δυσσεβείας Ἀρείου τῷ ἐμῷ συν‐ ηγωνίσατο ἀδελφῷ, ἀλλ’ ἔτι σὺν αὐτῷ μεγάλους ἄθ‐ | |
35 | λους καὶ πολλοὺς ἀγωνιεῖται· οὐ μόνον δὲ δεύτεροι αὐ‐ τὸν ἐκδέξονται ἀγῶνες, ἀλλὰ καὶ τρίτους σὺν τῷ γεν‐ ναίῳ ὑποστήσεται Παύλῳ». | |
37 | Ταῦτα εἶπε, καὶ ὥσπερ ἀνα‐ ζωπυρήσας τῷ πνεύματι κάτεισι σὺν τοῖς ἐπισκόποις εἰς τὴν ἐκκλησίαν, καὶ μετὰ τὴν τοῦ εὐαγγελίου ἀνάγνω‐ | |
40 | σιν ὀλίγα προσομιλήσας τῷ πλήθει καὶ συνταξάμε‐ νος, ἀνακηρύττει καὶ μὴ παρόντα τὸν πρεσβύτερον Ἀλέξανδρον ἀρχιερέα καὶ τοῦ θρόνου διάδοχον. Καὶ ὁ λαὸς μιᾷ φωνῇ σὺν αὐτῷ βασιλεῖ ἐπὶ πλείους ὥρας ἐβόα | |
Bibl.256472b | τὸ ἄξιος. Εἶτα τὸ ὠμοφόριον τῇ ἁγίᾳ ἐναποτί‐ θησι τραπέζῃ, ἐντειλάμενος αὐτὸ φυλάττεσθαι τῷ δια‐ δόχῳ· ἥξειν δ’ αὐτὸν προεῖπεν οὐκ εἰς μακράν, μετὰ δ’ ἑβδόμην ἡμέραν τῆς αὐτοῦ πρὸς Χριστὸν ἀναλύ‐ | |
5 | σεως. Γίνεται οὖν ὡς προέφη καὶ ἐνετείλατο, ἅπαντα· ἐτῶν δ’ ἀνεπαύσατο ἑπτακαίδεκα καὶ ἑκατόν, ἰουνίου μηνὸς τετάρτην ἄγοντος. Ὅτι Κωνσταντία ἡ τοῦ εὐσεβοῦς Κωνσταντίνου ἀδελφή, γυνὴ δὲ τοῦ δυσσεβοῦς χρηματίσασα Λικιννίου, μέλ‐ | |
10 | λουσα τελευτᾶν τῷ ἀδελφῷ· «Μίαν, φησί, καὶ τελευ‐ | |
ταίαν αἰτῶ σε χάριν, τῆς ὑπερορίας Ἄρειον ἀνακλη‐ θῆναι, συσκευὴν ἄδικον ὑποστάντα· σύμφρων γάρ ἐστι τῆς συνόδου». Ἦν γάρ τις παρ’ αὐτῇ τῶν τῆς Ἀρείου σπουδαστῶν αἱρέσεως πρεσβύτερος, ὃς ἑαυτὸν πρότε‐ | 223 in vol. 7 | |
15 | ρον τοῖς τῆς Κωνσταντίας εὐνούχοις οἰκειώσας δι’ αὐ‐ τῶν καὶ πρὸς αὐτὴν διέδυ, καὶ λόγοις ἔπειθεν ἐπαγω‐ γοῖς καὶ πολὺν προφαίνουσι τὸν θῶπα ὡς Ἄρειος φθόνῳ ἐβλήθη· τὸ γὰρ ὀρθὸν τῆς ἐκκλησίας δόγμα πρεσβεύει. Οἷς κἀκείνη, πρὸς τὸν βασιλέα τοιαῦτα | |
20 | εἰποῦσα, διέσεισε· καὶ αὐτίκα γράφει τῆς ὑπερορίας ἀνεθῆναι τὸν Ἄρειον. Παρατίθεται δὲ τἀδελφῷ καὶ τὸν οὐδὲν ἧττον τῆς αἱρέσεως ἢ τῆς κολακείας πρεσ‐ βύτερον· καὶ τοῖς ἐπικλόποις ἤθεσι καὶ λόγοις οὐκ εἰς μακρὰν παρρησίαν πρὸς τὸν εὐσεβῆ λαμβάνει | |
25 | βασιλέα, καὶ κινεῖ περὶ Ἀρείου λόγους ὀρθόδοξον ποι‐ οῦντας αὐτόν. Καὶ ὁ βασιλεύς· «Εἰ Ἄρειος, φησί, τὰ τῆς συνόδου φρονεῖ, ὄψομαί τε αὐτὸν εὐμενῶς, καὶ σὺν τιμῇ τῇ τῶν Ἀλεξανδρέων ἐγκαταστήσω ἐκκλησίᾳ». Ταῦτα ἔλεγε καὶ πρὸς ἑαυτὸν μετεπέμπετο γράφων. | |
30 | Καὶ ὁ Ἄρειος ἅμα τῷ συγκαθῃρημένῳ Εὐζωΐῳ πρὸς τὴν πόλιν Κωνσταντίνου παραγίνεται· καὶ δέχεται αὐτοὺς φιλανθρώπως ὁ βασιλεύς. Καὶ τὸ φρόνημα ἐπερω‐ τῶν ἀκούει λεγόντων μὴ ἄλλο τι φρονεῖν παρὰ τὴν ἔκθεσιν τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων πατέρων. | |
35 | Ἀλλὰ καὶ ὅρκον οἱ δείλαιοι τῇ πεπλασμένῃ ἐπετίθεσαν ὁμολογίᾳ. Ὁ δὲ βασιλεὺς ἔγγραφον αὐτοὺς ἐπιδοῦναι τὸ φρόνημα κελεύει. Οἱ δὲ προθύμως γράφουσι τὰ ψευδῆ· πιστεύειν γὰρ αὐτούς τε καὶ τοὺς σὺν αὐτοῖς τῷ γράμματι ἔλεγον, ὅσα καὶ τῇ γλώττῃ ἐπλάττοντο. Ἐξί‐ | |
40 | στατο τοίνυν ὁ βασιλεὺς οἷς διωμολόγουν τὴν εὐσέ‐ βειαν, καὶ παραχρῆμα πρὸς τὴν Ἀλεξάνδρειαν αὐτόν | |
τε καὶ τοὺς σὺν αὐτῷ μετὰ τιμῆς ἐκπέμπει. | 224 in vol. 7 | |
42 | Ὁ δὲ τῆς Ἀλεξανδρείας ἀρχιερεὺς Ἀλέξανδρος, συμπνέοντος αὐτῷ | |
Bibl.256473a | Ἀθανασίου, τὸν ἀποστάτην οὐ δέχεται· καὶ αὖθις Ἄρειος τὴν αἵρεσιν ἀνεκάλυπτε, καὶ τὰ τῆς Αἰγύπτου ἐταράττετο. Καὶ ὁ βασιλεὺς μετάπεμπτον ποιεῖται τὸν Ἄρειον, καὶ ἀναπυνθάνεται εἰ διαμένοι οἷς αὐτῷ συνω‐ | |
5 | μολόγησε κατὰ πρόσωπον· ὁ δὲ πάλιν ἑτοίμως τοῖς αὐτοῖς ἐμμένειν συγκατετίθετο, καὶ ὅρκον τοῖς λόγοις ἐπέβαλλεν. Ἦν δὲ σκηνὴ ταῦτα πάντα, καὶ σκηνῆς δραματικώτερα. Φασὶ δ’ ὡς ἐν μυστηρίῳ γράψας Ἄρειος βιβλίον καὶ ὑπὸ μάλης φέρων (τὸ δὲ βιβλίον | |
10 | ἀναιδῶς ἐλάλει τὴν δυσσέβειαν) ὤμνυεν οὕτω φρονεῖν, τὸν τῆς εὐσεβείας εἰς τὸ ἐμφανὲς προτείνων χάρτην, ὡς καὶ ὑπογράψειε. Μετὰ δὲ βραχὺν χρόνον ὁ βασιλεὺς τὸν ἐπίκηρον εἰς τὸν ἀκήρατον μεταλλάττει βίον, ἕνα μὲν ἐνιαυ‐ | |
15 | τὸν καὶ τριάκοντα βασιλεύσας, πέντε δὲ καὶ ἑξήκοντα τὸν ὅλον διαπερανάμενος βίον. Τελευτῶν δὲ τῷ τῆς αἱρέσεως πρεσβυτέρῳ τὴν διαθήκην παρατίθησιν, ἐντειλάμενος ἐγχειρίσαι Κωνσταντίνῳ ταύτην τῷ παι‐ δί, ὃν καὶ ἡ διαθήκη τῆς πατρῴας μοίρας καὶ ἀρχῆς | |
20 | διάδοχον καὶ βασιλέα ἔγραφεν. Ὁ δὲ καὶ πρὸς Θεὸν καὶ πρὸς ἀνθρώπους τὸ πιστὸν οὐκ ἔχων πρεσβύτερος ἐπι‐ δίδωσιν ἐν κρυφῇ τὴν διαθήκην Κωνσταντίῳ, προδό‐ της φανεὶς ἅμα πατρός τε διαθήκης καὶ παιδὸς κλη‐ ρονομίας. Συνέτρεχον δὲ τῇ προδοσίᾳ Εὐσέβιός τε ὁ | |
25 | δυσσεβὴς πραιπόσιτος καὶ ἄλλοι τινὲς καὶ τῆς δυσ‐ σεβείας καὶ τῆς ἀνδρογύνου φύσεως συνθιασῶται. | |
26 | Ἀλλὰ γὰρ προδίδωσι μὲν τὰ πιστευθέντα Κωνσταντίῳ, τῆς δὲ πρὸς ἀνθρώπους αὐτοῦ ἀπιστίας αἰτεῖ μισθαποδοσίαν | |
Κωνστάντιον τῆς ὀρθῆς αὐτοῦ πίστεως προδοσίαν. Καὶ | 225 in vol. 7 | |
30 | συνεταιρίζεται τὸν Νικομηδείας Εὐσέβιον, καὶ διαμη‐ χανῶνται τὸν Ἄρειον μὴ ἐν Ἀλεξανδρείᾳ ἀλλ’ ἐν Κων‐ σταντινουπόλει ἀκουσθῆναι, ῥᾷστα οἰόμενοι Ἀθανασίου περιέσεσθαι μὴ παρόντος, καὶ ἅμα τὴν τοῦ βασιλέως αὐθεντίαν μεθ’ ἑαυτῶν φέροντες. Πολλὰ δὲ τῷ Κων‐ | |
35 | σταντινουπόλεως Ἀλεξάνδρῳ διαλεχθέντες περὶ συμ‐ βάσεως τὰ τῆς εὐσεβείας περικειρούσης δόγματα, ὡς οὐκ ἔπειθον προτείνουσι δῆθεν βασιλικὸν πρόσταγμα ἢ μετὰ τοῦ φρονήματος δέχεσθαι Ἄρειον ἢ τοῦ θρόνου ὑποχωρεῖν· εἰ δὲ μηδέτερον ἕλοιτο, γινώσκειν αὐτὸν | |
40 | εἰς ὑπερορίαν ἐκπέμπεσθαι. | |
40 | Ἔπειθον δὲ καὶ Κωνστάντιον τὸ ἀνδράποδον ἐν τοῖς ὁμοίοις λόγοις μεταπεμψάμενον τὸν ἱερὸν Ἀλέξανδρον ἀπειλαῖς τε ὑποβαλεῖν καὶ μνησι‐ | |
Bibl.256473b | κακίας ἀλλ’ οὐκ εὐσεβείας λόγῳ τὴν πρὸς Ἄρειον στέργειν ἀπέχθειαν. Ὁ δὲ τῇ τοῦ Χριστοῦ δυνάμει καὶ τῷ ἀνεπιλήπτῳ καὶ τοῦ βίου καὶ τῆς συνειδήσεως θαρρῶν ἀμείβεται τῷ βασιλεῖ· «Τῶν μὲν αἰτιαθέντων τὴν ἀλή‐ | |
5 | θειαν ἡ ἐκεῖθεν ἡμέρα δηλώσει, ἐγὼ δὲ τὸν ἐπὶ το‐ σαύτῃ δυσσεβείᾳ ἁλόντα καὶ παρὰ τοσούτων ἀρχιερέων κατακριθέντα οὐχ οἷός τέ εἰμι τῶν φρικτῶν μυστηρίων λαβεῖν κοινωνόν». Ὁ δὲ Κωνστάντιος· «Ὅρα, φησίν, ὦ ἐπίσκοπε (καὶ γὰρ σύνοδος ἐπισκόπων ἀθροίζεται) | |
10 | μὴ καὶ ἄκων δέξῃ αὐτόν». | |
10 | Ἐφ’ οἷς ὁ ἀρχιερεὺς ἀναστὰς ἐξῆλθε, καὶ πρὸς τὴν τοῦ Θεοῦ παραγεγονὼς ἐκκλησίαν στεναγμοῖς καὶ δακρύοις ἐβόα πρὸς τὸν Θεὸν μὴ διὰ τὴν παρείσδυσιν Ἀρείου ἀνασχέσθαι διασκεδασθῆναι τὴν ποίμνην αὐτοῦ· καὶ ἡ εὐχὴ παννύχιος ὑπὸ τὸ θυσια‐ | |
15 | στήριον κειμένου τοῦ ἀρχιερέως ἐπετελεῖτο. | 226 in vol. 7 |
15 | Ὁ δὲ Εὐσέ‐ βιος, οἷα τῆς ἀσεβείας θερμὸς ἐραστής, παραγίνεται μετὰ τῆς αἱρετικῆς φάλαγγος πρὸς τὸν Ἄρειον, καὶ προϊέναι κελεύει πρὸς τὴν σύνοδον, ἥτις αὐτῷ καὶ ἄκον‐ τος Ἀλεξάνδρου ἀποδώσει τὸ παρὰ δίκην ἀφῃρημένον | |
20 | τῆς ἱερωσύνης ἀξίωμα. Ἐπεῖχεν οὖν θόρυβος καὶ ταραχὴ ἐπὶ τοῖς κινουμένοις πᾶσαν τὴν πόλιν, τῶν μὲν ὑπὲρ Ἀρείου σπουδαζόντων, τῶν δὲ τῆς εὐσεβείας τὴν προ‐ δοσίαν οὐκ ἀνεχομένων. | |
23 | Ἤθροιστο δ’ οὖν ἐν τῇ ἐκκλησίᾳ ὁ σύλλογος. Καὶ τοῖς ὁμοδόξοις συμπροϊὼν ὁ Ἄρειος, | |
25 | ἀποβὰς τοῦ ἵππου, ἔν τινι ἀφεδρῶσι δημοσίῳ, ὃς ὄπισθεν κατεσκεύαστο τοῦ Κωνσταντίνου φόρου, εἴσεισι, καὶ ἐν τῷ ἀποπατεῖν τοῖς σκυβάλοις μὲν τὰ ἔντερα, τοῖς ἐντέ‐ ροις δὲ τὴν ψυχὴν ὁ δείλαιος συναποβάλλει. Ἐπεὶ δὲ ἐβράδυνε καὶ τὸ πραχθὲν ἐκάλυπτεν ἄγνοια, ἐπεισπη‐ | |
30 | δῆσαι λόγος τὸν Εὐσέβιον καὶ ἐξονειδίζειν μὲν τῆς βρα‐ δυτῆτος, ἐξονειδίζειν δὲ τῆς εἰς αὐτοὺς ὕβρεως· ἐν ἀν‐ δραπόδων γὰρ μοίρᾳ τὸ ἄλογον αὐτοὺς ἐκπέμπειν βρά‐ δος. Ὁ δὲ τῷ ἀφώνῳ μᾶλλον αὐτοὺς ἢ τῷ βραδεῖ κα‐ ταισχύνων τέως διελάνθανεν. Ἀλλ’ ὁ Εὐσέβιος μετα‐ | |
35 | βαλλόμενος ἀναστῆναι παρεκάλει θαρροῦντα, προσδό‐ κιμον γὰρ εἶναι ἐπὶ ἀθωώσει πάσῃ τῇ συνόδῳ. | |
36 | Ὁ δὲ τὴν ἐσχάτην ἐσίγα σιγήν. Καὶ μόλις ὁ κακοδαίμων Εὐσέ‐ βιος συνῆκεν ὅτι τέθνηκεν ὁ σπουδαζόμενος. Διαλύεται τοίνυν ἡ σύνοδος, καὶ οἱ τὸν Ἀλέξανδρον ὑπερορίᾳ κα‐ | |
40 | ταδικάζοντες, ῥίψαντες τὰς ἀνοσίους ψήφους, τὸν τῆς αἱρέσεως αὐτῶν ἀρχιστράτηγον ζῶντα εἰς Ἅιδην βλέπον‐ | |
τες καταβεβηκότα πένθει μεγάλῳ συνέχονται. Ἐπ’ ὀλίγον | 227 in vol. 7 | |
Bibl.256474a | δὲ τῇ θεηλάτῳ πληγῇ αἰσχυνθέντες πάλιν εἰς φα‐ τρίας συνετάττοντο, καὶ τὴν κατὰ Ἀρείου θεομηνίαν εἰς τὸν κοινὸν ἐφιλονείκουν ἀναφέρειν θάνατον· καίτοι καὶ ὁ κοινὸς αὐτοῖς κατ’ ἐκεῖνο καιροῦ συνενεχθείς, | |
5 | ὅτε τῆς ἐκκλησίας ἐπιβαίνειν αὐτὸν διεσπούδαζον, εἰς τὸν καινὸν καὶ θεήλατον μεταβάλλεται θάνατον. Ὅμως Κωνστάντιον τὸ ἀνδράποδον ἔπειθον ὡς τὸ τῆς φύ‐ σεως χρέος ἀπέδωκεν ἀλλ’ οὐ θείας ὀργῆς δίκην ἀπέ‐ τισεν Ἄρειος. Ἀλλ’ ὁ μὲν ἄθλιος ἐκεῖνος ταῖς Ἀλε‐ | |
10 | ξάνδρου προσευχαῖς ἐλεεινῶς οὕτω τὸν βίον κατέστρεψεν· ὁ δὲ θεῖος Ἀλέξανδρος ὁσιοπρεπῶς τε καὶ ἁγίως μετ’ ὀλίγον ἀντὶ τῆς ἐπιγείου τὰς οὐρανίους σκηνὰς ἐκληρώ‐ σατο, τρία μὲν καὶ εἴκοσιν ἐν τῇ ἐπισκοπῇ διατελέσας ἔτη, βιοὺς δὲ ὀκτὼ καὶ ἐνενήκοντα. | |
15 | Ὅτι ἡ συγγραφὴ, ἐξ ἧς ἡ παροῦσα προῆλθεν ἐκλογή, οὔτε παντελῶς εἰς τὸ διηκριβωμένον καὶ σοφὸν τῆς φράσεως καὶ τῆς διανοίας ἐκμεμόρφωται, οὔτε πρὸς τὸ χυδαῖον καὶ ἠμελημένον διαπέπτωκεν. Εἰ δέ τινα παρὰ τοὺς ἄλλους ἱστορεῖ, τοῦτο διαίτης καὶ κρίσεως ἄλλης, ἀλλ’ | |
20 | οὐκ ἐκλογῆς οὐδὲ συντομίας. | 228 in vol. 7 |
Bibl.257474a(22) | Ἀνεγνώσθη ἐκ τοῦ ἐπιγραφομένου λόγου «Βίος ἢ ἄθλη‐ σις τοῦ ὁσίου πατρὸς ἡμῶν Παύλου τοῦ Κωνσταντινουπό‐ λεως ἐπισκόπου τοῦ ὁμολογητοῦ» ἐφ’ ὁμοίᾳ συστελ‐ | |
25 | λόμενος ἐκδόσει. Κωνστάντιος τὴν Ῥωμαϊκὴν ἀρχήν, ἣ τὰ τῆς ἀνα‐ τολῆς ἐχειρίζετο σκῆπτρα, προδοσίᾳ τοῦ τῆς αἱρέσεως πρεσβυτέρου καὶ συνδρομῇ τῶν εὐνούχων ὑποτρέχει, καὶ οἱ ἐξ Ἀρείου διωγμὸν κατὰ τῶν εὐσεβούντων πάλιν κι‐ | |
30 | νοῦσι, καὶ Ἀθανάσιον αὖθις δέχεται ἡ ἑσπέρα. Ὁ δὲ θεῖος Ἀλέξανδρος τῷ τοῦ βίου πλησιάσας τέλει οὐδένα μὲν τῆς Κωνσταντινουπόλεως διάδοχον αὑτοῦ χειροτονεῖ, λογάδας δὲ τῶν ἄλλων δύο ποιεῖται, γνώμην τοιαύτην εἰς αἵρεσιν τῷ πλήθει διδούς, ὡς εἰ μὲν βούλοιντο δι‐ | |
35 | δασκαλικόν τε ἅμα καὶ ταῖς ἀρεταῖς ἀστράπτοντα, Παῦ‐ λον αἱρήσονται, ὃν αὐτὸς ἐχειροτόνησε πρεσβύτερον, εἰ δ’ ἐν τῷ σχήματι σεμνὸν καὶ κόσμιον τῇ ἔξωθεν περι‐ βολῇ, Μακεδόνιον, πάλαι χειροτονηθέντα διάκονον καὶ πρὸς γῆρας ἀποκλίνοντα. Ταῦτα εἰσηγησάμενος εἰς τὴν | |
40 | ἀμείνω λῆξιν μεταβαίνει, ἀρχιερατεύσας μὲν τρία καὶ εἴκοσιν ἔτη, βιοὺς δὲ τὸν πάντα βίον ὀκτὼ καὶ ἐνενή‐ κοντα. | |
42 | Γίνεται δὲ φιλονεικία περὶ τὴν αἵρεσιν τῶν προειρη‐ | 8 in vol. 8 |
Bibl.257474b | μένων ἀνδρῶν· οἱ μὲν γὰρ ἐξ Ἀρείου πρὸς Μακεδό‐ νιον ἔβλεπον, τὸ δὲ ὀρθόδοξον τὸν Παῦλον προὐτίθε‐ σαν. Κρατεῖ δ’ οὖν ἡ τῶν ὀρθοδόξων ψῆφος, καὶ χει‐ ροτονεῖται ὁ Παῦλος ἐπίσκοπος ἐν τῇ τῆς ἁγίας Εἰρήνης | |
5 | ἐπωνύμῳ ἐκκλησίᾳ, ἣν ὁ χρόνος ἀντιδιαστέλλων τῆς νέας ἔδωκε καλεῖσθαι παλαιάν. | |
6 | Κωνστάντιος δὲ οὐ μετὰ πολὺ ἐκ τῆς Ἀντιοχέων πόλεως ἐν τῇ Κωνσταντίνου γεγονὼς δι’ ὀργῆς εἶχε τὸν χειροτονηθέντα, ὅτι μὴ συγγνώμῃ τῇ αὐτοῦ προῆλθεν ἡ χειροτονία. Καὶ Ἀρειανῶν καθίσας | |
10 | συνέδριον τὸν μὲν Παῦλον σχολάζειν κατεψηφίσατο, Εὐσέβιον δὲ τρίτον θρόνον ἀμείβοντα ἐκ Νικομηδείας τῆς βασιλίδος ἐπίσκοπον ἀναδείκνυσιν. Ἀλλ’ ὁ μὲν δυσ‐ σεβῶς ταῦτα πράξας ὑποστρέφει πρὸς Ἀντιόχειαν, Εὐ‐ σέβιος δὲ πάντα λίθον ἐκίνει ὡς ἂν περιέλοι τοῦ ἱεροῦ | |
15 | συμβόλου τὸ ὁμοούσιον. | |
15 | Ἄγεται δὴ τὰ ἐγκαίνια τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας, ἣν Κωνσταντῖνος μὲν ὁ εὐσεβὴς ἐκ βάθρων ἤγειρεν, ὁ δὲ Κωνστάντιος καθιερωθῆναι γνώμην ἔθετο· καὶ τῇ τῶν ἐγκαινίων προφάσει ἐπί‐ σκοποι συλλέγονται ἐνενήκοντα. Μάξιμος δὲ ὁ τῶν Ἱερο‐ | |
20 | σολύμων ἔφορος, ἀνὴρ εὐσεβής, οὐ παρῆν, ἀλλ’ οὐδ’ ὁ Ῥώμης Ἰούλιος, οὔτ’ αὐτοπροσώπως οὔτε διά τινος τῶν ὑποτελῶν. Συγκροτεῖται μὲν ἡ σύνοδος παρόντος καὶ Κων‐ σταντίου, οἱ δὲ περὶ Εὐσέβιον σπουδὴν ἄγουσι πρὸ τῶν ἄλλων ἀποσκευάσασθαι Ἀθανάσιον. Ἐπάγουσιν οὖν πρώ‐ | |
25 | την αὐτῷ αἰτίαν τὸ παρὰ κανόνα πράξαι, κανόνα λέ‐ γοντες ὃν αὐτοὶ τηνικαῦτα ἐξέθεσαν (ἐπανελθὼν γάρ, ἔφασκον, τῆς ὑπερορίας οὐχὶ τῇ τοῦ κοινοῦ γνώμῃ ἀλλ’ | |
αὐτὸς ἑαυτῷ τὴν ἀρχιερωσύνην ἐπέτρεψε), δευτέραν ὅτι κατὰ τὴν εἴσοδον αὐτῷ στάσεως συρραγείσης, πολ‐ | 9 in vol. 8 | |
30 | λοὶ ἀπέθανον, καὶ τρίτην τὰ ἐν Τύρῳ πεπραγμένα· ἐξ ὧν καὶ καταψηφισάμενοι τοῦ τῆς εὐσεβείας ἀθλητοῦ, Γρηγόριον ἀντικαθιστῶσι τὸν ὁμόφρονα. Καὶ τολμή‐ σαντες ταῦτα ἐπιτολμῶσι καὶ τὸν μεταπλασμὸν τῆς πίστεως, οὐδὲν μὲν κατὰ φωνὴν τῶν ἐν Νικαίᾳ μεμψά‐ | |
35 | μενοι, τῷ δὲ ὑφάλῳ καὶ κακομηχάνῳ τῆς διανοίας σπέρ‐ ματα προκαταβάλλοντες πρὸς τὴν τοῦ ὁμοουσίου καθαί‐ ρεσιν. | |
37 | Καὶ ἡ μὲν κατὰ Ἀντιόχειαν σύνοδος ταῦτα καὶ τοιαῦθ’ ἕτερα τολμήσασα, καί τινα κανονίσασα, δια‐ λέλυται. Εὐσέβιος δὲ πρὸς τὸν Ῥώμης Ἰούλιον διαπρε‐ | |
40 | σβεύεται, τὴν κατὰ Ἀθανασίου ψῆφον κυρωθῆναι τεχνα‐ ζόμενος· ἀλλ’ οὐδὲν ὧν ἤλπιζεν ἤνυσε. Παῦλος δ’ ὁ ἀρχιερεὺς τὴν Ῥώμην καταλαβών, καὶ ἕτεροι δὲ οὐκ ὀλίγοι | |
Bibl.257475a | ἐπίσκοποι κατὰ συσκευὴν ἐκδιωχθέντες Εὐσε‐ βίου, ἀλλὰ καὶ Ἀθανάσιος, ὁμοῦ διῆγον ἐν τῇ Ῥώμῃ. Ὁ δὲ ἱερὸς Ἰούλιος συκοφαντίαν εἶναι μαθὼν τὰ περὶ τῶν ἀρχιερέων πεπραγμένα, γράμμασιν αὐτοὺς ὀχυρώ‐ | |
5 | σας ἐπὶ τὴν ἀνατολὴν ἀποστέλλει, τὸν οἰκεῖον ἑκάστῳ θρόνον ἀποδιδοὺς καὶ σὺν δίκῃ αἰτιώμενος τοὺς καθε‐ λόντας. | |
7 | Καὶ τὰς μὲν οἰκείας ἐκκλησίας ἀναλαμβάνουσιν, ἀλλὰ καὶ τὰς ἐπιστολὰς οἷς ἐγράφησαν διαπέμπονται. Καὶ Εὐσεβίου μὲν ἀποφθαρέντος Παῦλος εἰς τὸν οἰκεῖον | |
10 | θρόνον ἀποκαθίσταται, οἱ δ’ Ἀρειανίζοντες ἐν τῇ νῦν λεγομένῃ ἐπὶ Παῦλον ἐκκλησίᾳ χειροτονοῦσι τὸν Μα‐ κεδόνιον, ὃς τὸν Υἱὸν μὲν τῷ Πατρὶ ἀνόμοιον ἐβλα‐ σφήμει, παραγραφόμενος τὸ ὁμοούσιον, τὸ δὲ πανάγιον Πνεῦμα παντελῶς ἀλλότριον τῆς θεότητος. | |
14 | Ἀθανασίου | |
15 | δὲ τὴν ἰδίαν ἀναλαβόντος ἐκκλησίαν οἱ ἐν Ἀντιοχείᾳ πάλιν συνεδρεύοντες (καὶ γὰρ συνῄεσαν ἀντεγκαλεῖν ἐπι‐ χειροῦντες Ἰουλίῳ τῷ Ῥώμης) τὸν δυσσεβῆ Γρηγόριον διὰ τάχους, ὃν αὐτοὶ παρανόμως ἐχειροτόνησαν, εἰς τὴν Ἀλεξάνδρου ἀποστέλλουσι· καὶ κατῆγεν αὐτὸν ὁ τῆς Ἀλε‐ | 10 in vol. 8 |
20 | ξανδρείας στρατηγός, ἑπτακισχιλίους στρατὸν ἐπαγόμενος. Ὃ μαθὼν Ἀθανάσιος εἰς τὴν Ῥώμην πάλιν ἀπέπλευ‐ σεν. Ὁ δὲ τῶν Ἀλεξανδρέων λαὸς οὐκ ἐνεγκὼν τὸ ἔκθε‐ σμον, τὴν καλουμένην Διονυσίου ἐκκλησίαν, οὐκ ὀρθῶς ποιοῦντες (τί γάρ, εἰ μεμήνασιν ἄνθρωποι κατὰ τοῦ | |
25 | μηδὲν ἠδικηκότος, δεῖ τὴν ἄμυναν φέρειν;) ἐνέπρη‐ σαν. | |
26 | Μανθάνει δ’ ὁ Κωνστάντιος ἐν Ἀντιοχείᾳ διάγων ὡς Παῦλος ὁ τῆς ἀληθείας κῆρυξ εἰς τὸν ἴδιον ἀπο‐ κατέστη θρόνον, καὶ Ἑρμογένει τῷ στρατηλάτῃ ἐντέλ‐ λεται ἐπὶ τὰ τῆς Θρᾴκης ἐκπεμπομένῳ μέρη, ἐξωθῆ‐ | |
30 | σαι τὸν ὅσιον τῆς ἐκκλησίας. Καὶ ὁ μὲν τὴν Κωνσταν‐ τίνου φθάσας πόλιν ἐσπούδαζεν, ᾗ προσετέτακτο πράτ‐ τειν τὸ ἔκθεσμον· τὸ δὲ πλῆθος οὐκ ἠνείχετο, ἀλλὰ καὶ τὴν οἰκίαν αὐτοῦ κατακαίουσι καὶ αὐτὸν σύροντες δια‐ φθείρουσι. Μαθὼν δὲ τοῦτο Κωνστάντιος αὐτὸς κατα‐ | |
35 | λαμβάνει τὴν πόλιν, καὶ τὸν μὲν ὅσιον Παῦλον ταύ‐ της ἀπελαύνει, ζημιοῖ δὲ καὶ τὴν πόλιν, τὸ σιτηρέσιον ἀφελὼν αὐτῆς τὸ ἥμισυ τῆς δωρεᾶς, ἣν ὁ φιλάνθρωπος Κωνσταντῖνος αὐτῇ ἐδωρήσατο· ἦν δὲ τὸ ὅλον τῆς δω‐ ρεᾶς ἡμερήσιοι ἄρτοι μυριάδες ὀκτώ. Ὠργίζετο δὲ καὶ | |
40 | κατὰ Μακεδονίου, οὐ μόνον ὅτι παρὰ γνώμην αὐτοῦ κε‐ χειροτόνητο, ἀλλὰ καὶ διὰ τοὺς φόνους, ὧν αὐτὸς στα‐ σιάζων γέγονεν αἴτιος· ὅμως οὖν ἐάσας αὐτὸν ἐν ᾗ ἐκ‐ κλησίᾳ τὴν χειροτονίαν ὑπέδυ, εἰς τὴν Ἀντιόχου ἐξώρ‐ | |
Bibl.257475b | μησεν. | |
1 | Ὁ μέντοι θεσπέσιος Παῦλος πάλιν τὸ δεύτερον | |
καταλαμβάνει τὴν Ῥώμην, καὶ Ἀθανασίῳ συνῆν. Ἀνα‐ φέρει γοῦν ἃ πεπόνθοι τῷ Ῥώμης, καὶ αὖθις τοῖς παρ’ αὐτοῦ, ἔτι δὲ καὶ τοῖς Κώνσταντος τοῦ βασιλέως κατο‐ | 11 in vol. 8 | |
5 | χυρωθεὶς γράμμασι, παραυτίκα τε ἐπάνεισι καὶ τῷ οἰ‐ κείῳ θρόνῳ, μετὰ πολλῆς αὐτὸν θυμηδίας τῆς πόλεως ὑποδεξαμένης, ἐγκαθιδρύεται. Καὶ πάλιν περιοργὴς ὁ Κωνστάντιος, καὶ πάλιν πρόσταγμα εἰς ὑπερορίαν ἄγον τὸν ἀοίδιμον. Καὶ γὰρ τοῦτο δεξάμενος ὁ ὕπαρχος Φί‐ | |
10 | λιππος ἐξορίζει μὲν τὸν ὅσιον, ἀντικαθίστησι δὲ τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ τὸν πνευματομάχον Μακεδόνιον. Τὸ δὲ τῆς ὑπερορίας οὐκ ἐκ τοῦ ἐμφανοῦς ἀλλ’ ἐξ ἐνέ‐ δρας προῆλθεν· ὁ γὰρ τοῦ Ὀρέστου φθόρος σοφώτερον κακουργῆσαι τὸν Φίλιππον ἀπειργάσατο. Καὶ καλεῖ μὲν | |
15 | σὺν τιμῇ τὸν τοῦ Θεοῦ ἀρχιερέα εἰς τὸ λουτρόν, ᾧ ἐπώ‐ νυμον ὁ Ζεύξιππος, ὡς ἐπὶ κοινωφέλει δῆθεν καὶ μυστικοῖς βουλεύμασι· κἀκεῖθεν εἰς τὰς βασιλείους ἐκ‐ πέμπει αὐλάς, καὶ δι’ αὐτῶν ἐν τῇ Θεσσαλονίκῃ, ἣν καὶ οἱ αὐτοῦ πρόγονοι πατρίδα εἶχον. Καὶ τοῖς μὲν τῆς | |
20 | ἀνατολῆς ἐπιβαίνειν μέρεσιν ἐκεκώλυτο, ταῖς δὲ πλη‐ σιαζούσαις πόλεσιν οὐκέτι. | |
21 | Καὶ ὁ δυσσεβὴς Μακεδόνιος στρατιωτικῆς χειρὸς ὑπηρετούσης, καὶ συνεποχούμενος τῷ ὑπάρχῳ, εἰς τὴν τοῦ Θεοῦ ἐκκλησίαν παρεισδύεται· καὶ φόνος γίνεται πολύς, τῆς διαφθορᾶς εἰς πεντήκοντα | |
25 | καὶ τρισχιλίους παραταθείσης, καὶ ταῖς τῶν Χριστιανῶν σφαγαῖς ὁ τρισαλιτήριος ἐνθρονίζεται· καθ’ ὃν δὴ και‐ ρὸν καὶ ὁ Κωνστάντιος τὴν μεγάλην ἐκκλησίαν (ἐπώ‐ νυμον δ’ αὐτῇ ἡ τοῦ Θεοῦ σοφία) νεουργεῖ. | |
28 | Καὶ Παῦλος τὸ τρίτον ὁ θεσπέσιος μετ’ ὀλίγον εἰς τὴν Ἰταλίαν | |
30 | παραγίνεται· καὶ Ἀθανάσιον τὸν σύναθλον λαβών, ἀνα‐ | |
διδάσκουσιν ἃ πεπόνθασι Κώνσταντα τὸν τῆς ἑσπέρας βασιλεύοντα. Ὁ δὲ τὰ ἔκθεσμα ὧν ὑπέστησαν ἀκρι‐ βέστερον ἐκμαθών, γράφει τἀδελφῷ τρεῖς παρ’ αὐτὸν ἀπὸ τῆς ἀνατολῆς ἐπισκόπους, οἳ λόγον δώσουσι τῶν | 12 in vol. 8 | |
35 | τε περὶ Ἀθανάσιον καὶ Παῦλον τολμημάτων καὶ τὴν τῆς πίστεως ἔγγραφον ἔκθεσιν, παραγενέσθαι. Ἐκπέμπον‐ ται δὴ τέσσαρες, Νάρκισσος ὁ Κίλιξ, Θεόδωρος ὁ Θρᾷξ, Μάρης ὁ Χαλκηδόνος καὶ Μαρᾶς ὁ Σύρος. Οὗτοι τοῖς περὶ Ἀθανάσιον καὶ Παῦλον εἰς λόγους ἐλθεῖν | |
40 | οὐκ ἐθάρρησαν· τὴν δ’ ὑπ’ αὐτῶν ἐν τῇ Ἀντιόχου ἐκ‐ τεθεῖσαν πίστιν ἀποκρύψαντες, ἑτέραν δὲ συνθέντες τὸ μὲν ἐμφανὲς τῆς βλασφημίας φεύγουσαν, τὸ δ’ ὁμοού‐ σιον οὐ πρεσβεύουσαν, ἐπιδιδόασι τῷ βασιλεῖ, καὶ πλέον | |
Bibl.257476a | οὐδὲν οὔτε δράσαντες οὔτε παθόντες ἀνεχώρησαν. Τριετίας δὲ διαδραμούσης πάλιν οἱ τῆς ἀνατολῆς συν‐ αθροίζονται, καὶ πίστιν ἄλλην συντάττουσι καὶ τοῖς ἐν Ἰταλίᾳ ἐκπέμπουσι. Διάκονοι δ’ ἦσαν τοῦ συντάγμα‐ | |
5 | τος Εὐδόξιος ὁ τηνικαῦτα Γερμανικείας ἐπίσκοπος καὶ Μαρτύριος ὅ τε Μοψουεστίας Μακεδόνιος. Ἡ δὲ τῆς πίστεως αὐτῶν ἔκθεσις ἡ αὐτὴ μὲν ἦν τὰ ἄλλα τῇ προεκτεθείσῃ, προσθήκαις δέ τισι ταῖς κατὰ τὸ τέλος ἀλλοκότοις εἰς τὸ μακρότερον ἐξετείνετο. Ὁ δὲ κατὰ | |
10 | τὴν Ῥώμην τῶν ἀρχιερέων σύλλογος ταύτην οὐ προσε‐ δέξαντο, ἀρκεῖσθαι φάμενοι τῷ συμβόλῳ τῆς πίστεως ὃ ἡ ἐν Νικαίᾳ ὑπηγόρευσε σύνοδος. Οὕτω δὲ πάντα ταραχῆς κατεχούσης καὶ ἀδιακρίτου ἔριδος κηρύσσεται σύνοδος οἰκουμενικὴ γνώμῃ τῶν δύο | |
15 | βασιλέων, μετὰ ἑνδέκατον ἔτος τῆς τοῦ εὐσεβεστάτου Κωνσταντίνου τελευτῆς. Συνῆλθον οὖν ἐν Σαρδικῇ ἐκ μὲν ἑσπέρας ὑπὲρ τοὺς τριακοσίους ἐπισκόπους, ἐκ δὲ τῆς ἀνατολῆς ἓξ μόνοι καὶ ἑβδομήκοντα. Καὶ οἱ τῆς ἑῴας τοῖς ἐκ δύσεως εἰς ὁμιλίαν συνελθεῖν οὐκ ἐπέ‐ | |
20 | νευον· καὶ τὸ αἴτιον, ὅτι Παῦλος αὐτοῖς καὶ Ἀθανά‐ σιος, οἱ τῆς εὐσεβείας ἀθληταί, συνεδρίαζον. Ὡς δ’ οὔτε οἱ τῆς εὐσεβείας τοὺς περὶ Ἀθανάσιον ἀπεσκευά‐ ζοντο οὔτε οἱ τῆς αἱρέσεως τῆς πρὸς τοὺς ἀθλητὰς ἔχ‐ θρας ὑπέληγον, διασχίζονται ἀπ’ ἀλλήλων. Καὶ τὴν ἐν Μα‐ | 13 in vol. 8 |
25 | κεδονίᾳ Φιλίππου οἱ ἐξ ἀνατολῆς καταλαβόντες συνα‐ θροίζονται, καὶ τηνικαῦτα εἰς τὸ ἐμφανὲς ἀναθεματίζουσι τὸ ὁμοούσιον. | |
27 | Οἱ δὲ ἐν Σαρδικῇ τούτους μὲν ἐρήμῃ δίκῃ καταδικάζουσι, τοὺς δὲ κατηγόρους Ἀθανασίου ὡς συκοφάντας καθελόντες τήν τε ἐν Νικαίᾳ κυρω‐ | |
30 | θεῖσαν πίστιν ἐπικρατύνουσι καὶ τὸ ἀνόμοιον ἀναθε‐ ματίζουσιν. Ὧν τὴν γνῶσιν ὁ τῶν ἑσπερίων βασιλεὺς Κώνστας λαβὼν ἀναδιδάσκει τε διὰ γραμμάτων τὸν ἀδελφὸν Κωνστάντιον, καὶ παραινεῖ εὐμενῶς διακεῖσθαι πρὸς Παῦλον καὶ Ἀθανάσιον, καὶ μηδαμῶς αὐτοῖς ἐμπο‐ | |
35 | δὼν ἵστασθαι πρὸς τὴν τῶν οἰκείων ἀποκατάστασιν θρόνων, προστιθεὶς ὡς εἰ μὴ ἑκὼν τοῖς δικαίοις κατανεύσοι, αὐτὸς δὴ παραγεγονὼς καὶ ἄκοντος τὸ δίκαιον τοῖς ἠδι‐ κημένοις ἀποδοίη. Δείσας οὖν τὴν τοῦ ἀδελφοῦ ἀπειλὴν ὁ Κωνστάντιος τὸν μὲν ὅσιον Παῦλον τῇ ἰδίᾳ ἐπισκοπῇ | |
40 | οὐκ ἐπέσχεν ἐνιδρύεσθαι, τὸν δὲ σύναθλον Ἀθανάσιον δια‐ φόροις ἐπιστολαῖς καλεῖ παρ’ αὑτὸν καὶ εὐμενῶς ἐλ‐ θόντα προσδέχεται καὶ τῷ οἰκείῳ θρόνῳ ἀποκαθίστησιν. Οὕτω μὲν ὁ πολὺς τάραχος ἐγαληνία, καὶ ἡ ἐκκλησία τοὺς τῆς εὐσεβείας ἔχαιρεν ἔχουσα προμάχους. | |
Bibl.257476b | Μαγνεντίου δὲ τυραννίδι ἐπιθεμένου καὶ Κών‐ σταντα τὸν τῆς ἑσπέρας βασιλεύοντα ἀνελόντος, πάλιν ἡ τῆς Ἀρείου λύσσης καταιγὶς τὰς τῆς οἰκουμένης ἐκκλησίας ἐτάραττε. Καὶ φεύγει μὲν πάλιν Ἀθανάσιος, ἁρπάζει | |
5 | δὲ τὸν αὐτοῦ θρόνον Γρηγόριος. Καὶ ὑπερορίζεται Παῦ‐ | |
λος ἐν Κουκουσῷ τῆς Ἀρμενίας, ὁ τῆς εὐσεβείας ὑπέρ‐ μαχος, καὶ τῷ δι’ ἀγχόνης, τῶν δυσσεβῶν νύκτωρ ἐπεισπεσόντων, τελειοῦται μαρτυρίῳ· καὶ ἀντεισάγεται τῇ Κωνσταντινουπόλει ὁ δυσσεβὴς Μακεδόνιος. Καὶ ἐξω‐ | 14 in vol. 8 | |
10 | θοῦνται μὲν καὶ τῶν ἄλλων ἐκκλησιῶν οἱ ποιμένες, ἐπεισ‐ πηδῶσι δὲ οἱ λύκοι. Καὶ τὴν κατὰ τῶν Χριστιανῶν Ἑλλήνων ὠμότητα ἡ Μακεδονίου μανία ἐφιλονείκει ἀποκρύψασθαι. | |
13 | Καὶ πᾶσα μὲν ἡ ἀνατολὴ τοῖς δεινοῖς διεφθείρετο, ἡ πόλις δὲ Κωνσταντίνου κατὰ τὸ ἐξαίρε‐ | |
15 | τον, ὅτε καὶ Ἀγέλιος ὁ τῶν Ναυατιανῶν ἐπίσκοπος, οἷα δὴ καὶ αὐτὸς τὸ ὁμοούσιον πρεσβεύων, ὑπερορί‐ ζεται. Καὶ ἦν ἀδιήγητον τὸ κακόν· ὅπερ οὐ μέχρις ἀρχιε‐ ρέων καὶ ἱερέων ἐκέχυτο, ἀλλὰ καὶ γυναῖκας καὶ παῖδας, ὅσοι τὴν Μακεδονίου κοινωνίαν ἀπετρέποντο, ἐπενέ‐ | |
20 | μετο. Μασθοὶ γυναικῶν, ὦ τῆς μανίας, κιβωτῶν κα‐ λύμασιν ἐμβαλλόμενοί τε καὶ συμπιεζόμενοι ἀπεπρί‐ ζοντο, οἱ δὲ σιδήρῳ· τοὺς δὲ καὶ ᾠοῖς πεπυρακτωμέ‐ νοις, ταινίαις αὐτὰ τοῖς μορίοις ἐνελίττοντες κατέ‐ καιον· ἧκε γὰρ τοῖς δυσσεβέσιν ἐπὶ νοῦν καὶ ἃ τοὺς ἀθέους | |
25 | Ἕλληνας κατὰ τῆς φύσεως ἐπινοεῖν αἰδὼς ἀνθρωπίνη ἀνεχαίτιζεν. | |
26 | Ἐκτείνει δὲ τὴν λύσσαν Μακεδόνιος καὶ ἐπὶ τὴν τῶν Παφλαγόνων χώραν· πολλοὺς γὰρ ἠκηκόει καὶ τῶν ὀρθοδόξων καὶ τῶν ἀπὸ Ναυάτου ἐν αὐτῇ δια‐ τρίβειν· καὶ τέσσαρας φάλαγγας στρατιωτῶν ἐνόπλων | |
30 | παρασκευάζει σταλῆναι κατ’ αὐτῶν καὶ τοῖς ὅπλοις βιά‐ ζεσθαι πρὸς τὴν ἀσέβειαν. Οἱ δὲ κατὰ τὸ Μαντιναῖον οἰκοῦντες εἰς πλῆθος συστάντες, καὶ ζήλῳ τῆς εὐσεβείας δρέπανα καὶ ἀξίνας καὶ τὸ παρατυχὸν ὅπλα ποιησά‐ μενοι, ἀντιπαρατάττονται τοῖς στρατιώταις, καὶ συμβολῆς | |
35 | γενομένης πολλοὶ μὲν διαφθείρονται τῶν Παφλαγόνων, | |
τῶν δὲ στρατιωτῶν πλὴν ὀλίγων ἅπαντες. | 15 in vol. 8 | |
36 | Αὕτη τοίνυν ἡ μιαίφονος καὶ ἀναίσχυντος πρᾶξις οὐ παρὰ τῶν ἠδι‐ κημένων μόνον ἀλλὰ καὶ παρὰ τῶν οἰκείως δοκούντων ἔχειν Μακεδονίῳ μῖσος ἀνήγειρε δίκαιον, ἀλλὰ καὶ αὐ‐ | |
40 | τὸν τὸν βασιλέα διέσεισε πρὸς ἀπέχθειαν. Οὐ τοῦτο δὲ μόνον, ἀλλ’ ὅτι καὶ τὸ σῶμα Κωνσταντίνου τοῦ βασιλέων εὐσεβεστάτου (ἐδόκει γὰρ ὁ ναός, ἐν ᾧ κατέκειτο, ἐγγὺς εἶναι τοῦ καταπεσεῖν) λαβὼν ἄνευ γνώμης αὐτοῦ εἰς τὸν τοῦ ἁγίου Ἀκακίου νεὼν μετεκόμισε, καὶ ἐπειδὴ πᾶσιν | |
Bibl.257477a | ἡ μετάθεσις οὐ συνεδόκει, ἀλλὰ πολλοῖς ἀνόσιον ἐνομίζετο τὰ τῶν ἀποιχομένων ἀνορύττεσθαι σώματα, καὶ τότε βασιλέως εὐσεβείᾳ διαλάμψαντος, φόνος ἐρρύη πολύς. Καὶ τῶν πολλῶν καὶ ἀνηκέστων κακῶν, ὧν ἐτόλμα | |
5 | Μακεδόνιος, μικράν τινα δίκην ἀπέτισε τὴν καθαί‐ ρεσιν τοῦ ἀξιώματος. Ἐκράτει δ’ οὖν ὅμως τὰ Ἀρείου δι’ ὅλης τε τῆς Κωνσταντίου βασιλείας, καὶ ἔτι μᾶλλον κατὰ τοὺς Οὐά‐ λεντος τοῦ δυσσεβεστάτου χρόνους, ἕως ἂν ἐκεῖνον μὲν ἡ | |
10 | θεία μετῆλθε δίκη, Θεοδόσιον δὲ τὸν ἐξ Ἱσπανίας ψήφῳ δικαίᾳ Γρατιανοῦ τοῦ τὰ ἑσπέρια περιέποντος εἰς τὸν βασίλειον τῆς ἀνατολῆς θρόνον ἀνεβίβασε, καὶ τῇ ὀρθοδοξίᾳ δι’ αὐτοῦ τὸ κράτος ἐβράβευσεν. Ἀλλ’ οὕτω μὲν ἡ Ἀρείου αἵρεσις τὰς ἐκκλησίας ἐπὶ τεσσαρά‐ | |
15 | κοντα ἔτη κατανεμηθεῖσα τῇ Θεοδοσίου εὐσεβείᾳ ἐξω‐ στράκισται, καὶ τὸ ὀρθόδοξον τοῖς οἰκείοις ἐνεκαλλωπί‐ ζετο δικαιώμασι. | |
17 | Συγκροτεῖ γοῦν ὁ αὐτὸς θεοφιλέστατος βασιλεὺς σύνοδον, μελέτην ἔχων καὶ τοὺς ἀπὸ Μακε‐ δονίου πρὸς ἕνωσιν συναγαγεῖν τοῖς ὀρθοδοξοῦσι καὶ πρε‐ | |
20 | σβεύουσι τὸ ὁμοούσιον· διὸ καλεῖ καὶ τοὺς προεστῶτας | |
αὐτῶν τῆς αἱρέσεως. Καὶ συνῆλθον τῶν ὀρθοδοξούντων ἀπὸ μὲν Ἀλεξανδρείας Τιμόθεος, ἐξ Ἱεροσολύμων δὲ Κύριλλος, Μελέτιος δ’ ἐξ Ἀντιοχείας, Γρηγόριός τε παρῆν ὁ θεολόγος καὶ Ἀχόλιος ὁ Θεσσαλονίκης καὶ | 16 in vol. 8 | |
25 | ὁ Νύσσης Γρηγόριος καὶ ἄλλοι πολλοί· πεντήκοντα καὶ ἑκατὸν ἦσαν αὐτῶν ὁ πᾶς σύλλογος. Τοῦ δ’ αἱρετικοῦ στίφους ἡγεῖτο μὲν ὁ Κυζίκου Ἐλεύσιος καὶ Μαρκιανὸς ὁ Λαμψάκου καὶ ὁ Ἐφέσου Εὐήθιος καὶ ἄλλοι τινές, εἰς τὸν ἓξ καὶ τριάκοντα συγκεφαλαιούμενοι ἀριθμόν. | |
30 | Παρῄνουν δὴ βασιλεύς τε αὐτός, καὶ ὅσον ὀρθόδοξον, τοὺς τῆς αἱρετικῆς μοίρας συνελθεῖν εἰς ὁμοφροσύνην καὶ ἀσπάσασθαι τὸ ὁμοούσιον, ὡς καὶ χωρὶς παραινέ‐ σεως διαπρεσβευσαμένους αὐτοὺς οἴκοθεν πρὸς Λιβέ‐ ριον πρότερον καὶ ἀνομολογεῖν ὑποσχομένους τὸ ὁμοού‐ | |
35 | σιον, ὑπομιμνῄσκοντες ὡς καὶ τὴν τῶν ὀρθοδόξων κοι‐ νωνίαν αὐτεπάγγελτοι προσεδέχοντο. Τὸ δ’ αἱρετικόν, τῶν δικαίων ἐλέγχων καὶ φιλανθρώπων παραινέσεων οὐδένα ποιήσαντες λόγον, τῆς οἰκείας δυσσεβείας οὐ μεθίεντο. Ἐκβάλλονται οὖν διὰ τοῦτο καὶ τοῦ συνεδρίου καὶ | |
40 | τῆς πόλεως· καὶ ἡ σύνοδος χειροτονεῖ τὸν Νεκτάριον, συγκλητικοῦ μὲν αἵματος ὄντα, τὴν τοῦ πραίτωρος δὲ χειρίζοντα ἀρχήν, τὸν τρόπον δὲ ἐπιεικέστατον, δι’ ὃν καὶ μάλιστα ἐθαυμάζετο. | |
43 | Βεβαιοῖ δ’ ἡ ἁγία σύνοδος αὕτη καὶ ἣν ἡ ἐν Νικαίᾳ διετυπώσατο πίστεως ἔκθεσιν. | |
Bibl.257477b | Καὶ σύμψηφος πᾶσιν ὁ βασιλεὺς γίνεται, καὶ ἀνα‐ κομίζει μετὰ πολλοῦ τοῦ σεβάσματος καὶ Παύλου τοῦ ὁμολογητοῦ τὸ λείψανον. Καὶ ἀπαντῶσι τῶν ἐπισκόπων σὺν αὐτῷ Νεκταρίῳ πρὸ πολλοῦ τῆς Χαλκηδόνος ὅσοι | |
5 | παρῆσαν, καὶ μετὰ πολλῆς ὑμνολογίας καὶ τῆς ἄλλης | |
δορυφορίας ὑποδέχονται, καὶ διὰ μέσης τῆς πόλεως τὸ σῶμα κομίζοντες εἰς τὴν ἐκκλησίαν τῆς ἁγίας Εἰρήνης τῆς ἀρχαίας καλουμένης, ἣν Κωνσταντῖνος ὁ βασιλεὺς εἰς πλάτος καὶ μέγεθος ἐκ βραχυτέρας ἀνήγειρεν, ἧς | 17 in vol. 8 | |
10 | καὶ προήδρευε, πρὸς ὀλίγον ἀπέθεντο· καὶ παννύχιον ὑμνῳδίαν τελεσάμενοι, ὄρθρου πάλιν ἡ πόλις πᾶσα μετὰ τῆς ἴσης καὶ ὁμοίας τιμῆς καὶ δόξης εἰς τὴν νῦν ἐπώνυμον αὐτοῦ ἐκκλησίαν, πάντων τε τῶν ἀρχιερέων καὶ τοῦ κλήρου καὶ αὐτοῦ συμπαρόντος τοῦ βασιλέως, τῷ | |
15 | ἁγιοδόχῳ τάφῳ κατατίθενται. Ὅτι καὶ ἡ παροῦσα συγγραφή, ἐξ ἧς ἡ προκειμένη προῆλθεν ἐκλογή, τῆς αὐτῆς ἐστι κατὶ τὴν φράσιν καὶ τέχνης καὶ δυνάμεως, βραχύ τι πρὸς τὸ ἄμεινον ἀνα‐ τρέχουσα. | |
Bibl.258477b(21) | Ἀνεγνώσθη ἐκ τοῦ λόγου ὃς ἐπιγράφεται «Βίος ἤτοι ἄθλησις τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν ἐπισκόπου Ἀλε‐ ξανδρείας τοῦ μεγάλου Ἀθανασίου», τὸν ἴσον διατυ‐ πούμενος τρόπον. | |
25 | Ὁ τῆς ἑορτῆς καιρὸς τοῦ ἀρχιερέως Θεοῦ καὶ μάρ‐ τυρος ἐνειστήκει Πέτρου, καὶ ἡ Ἀλεξάνδρεια πᾶσα τὴν μνήμην ἐγέραιρε, καὶ ὁ τούτου διάδοχος ὁ ἱερὸς Ἀλέ‐ ξανδρος μετὰ τὰς θείας τελετὰς καὶ τραπέζῃ τοὺς ἐν τῷ κλήρῳ λογάδας ἐδεξιοῦτο. Ἐν ᾧ δὲ ταῦτα ηὐτρε‐ | |
30 | πίζετο, ὁρᾷ τινος ἐξ ἀπόπτου παρὰ τὰς ὄχθας τῆς θα‐ λάσσης παῖδας ἀπλάστῳ γνώμῃ παίζοντας· καὶ τὸ παί‐ γνιον μίμησις ἦν ἱερατικῶν καὶ φρικτῶν μυστηρίων, οὐκ εἰς ὕβριν αὐτὰ περιτρέπουσα, τῷ πόθῳ δὲ τοῦ θεά‐ ματος τολμῶσα καὶ τὰ ἀτόλμητα. Ἀλλὰ γὰρ τὸν μὲν | |
35 | Ἀθανάσιον ἐπίσκοπον ἐποίει ἡ μίμησις, τὸ δὲ λοιπὸν | |
πλῆθος εἴς τε κατηχουμένους καὶ βαπτιζομένους καὶ δὴ καὶ εἰς πρεσβυτέρους καὶ διακόνους ἐσχημάτιζεν. | 18 in vol. 8 | |
37 | Ἐκπλαγεὶς οὖν τοῖς τελουμένοις ὁ Ἀλέξανδρος ἄγει πρὸς ἑαυτὸν τοὺς παῖδας, καὶ γνοὺς οὐ χλεύῃ ταῦτα γινόμενα, ἀλλ’ | |
40 | ὡς ἄν τις ἐκ τῶν ἐκβεβηκότων φαίη, ἐπινοίᾳ τινὶ καὶ ψυχῆς ἁπλότητι εἰς ἔρωτα διανισταμένης τοῦ κρείτ‐ τονος, ὅσοι μὲν αὐτῶν ἐβαπτίσαντο, τούτους ἐπιχρίσας διὰ τῆς ἐν Χριστῷ σφραγῖδος ἐτελείωσεν, Ἀθανάσιον δὲ τοῖς τοκεῦσι παρατίθησιν ἐντολὰς δεδωκὼς παι‐ | |
Bibl.258478a | δεύειν μὲν τοῖς μαθήμασιν, ἡβῶντα δὲ ἀποδοῦναι αὐτῷ, μᾶλλον δὲ τῇ ἐκκλησίᾳ, ὡς ἄλλον τινὰ Σαμουὴλ παρ’ αὐτῶν Θεῷ προσαγόμενον. Πράττουσιν οὖν οἱ γονεῖς ὡς αὐτοῖς τὸ ἀρχιερατικὸν ἐκέλευε πρόσταγμα, καὶ τοῦ και‐ | |
5 | ροῦ καλοῦντος τὸν παῖδα προσφέρουσιν. Ὁ δὲ δέχεται, καὶ ὁμωρόφιον εἶχε καὶ κοινωνὸν βουλῆς καὶ τῆς εὐσεβείας συλλήπτορα. Τῆς δὲ Ἀρείου λύσσης μικροῦ τὴν οἰκουμένην λυμαι‐ νομένης πολλοὺς ἀγῶνας, ἀρχομένης μὲν σὺν Ἀλεξάν‐ | |
10 | δρῳ τῷ θεσπεσίῳ, ὕστερον δὲ καὶ καθ’ ἑαυτὸν ὑπὲρ τῆς εὐσεβείας διήθλησε. Καὶ γὰρ Ἄρειον μετὰ τὴν καθαί‐ ρεσιν καὶ τὸ ἀνάθεμα ὑποκρινόμενον μὲν τὰ τῆς εὐ‐ σεβείας, κρατύνειν δὲ τῇ πρὸς ὀλίγον ὑποκρίσει μηχα‐ νώμενον τὰ τῆς ἀσεβείας, ἐφώρασέ τε ὁ σοφὸς Ἀθα‐ | |
15 | νάσιος, καὶ ἀποσταλέντα πρὸς Ἀλέξανδρον τὸν Ἀλε‐ ξανδρείας παρὰ τοῦ εὐσεβοῦς βασιλέως Κωνσταντίνου (οἶδε γὰρ πολλάκις μεμηχανημένος δόλος καὶ τοὺς συν‐ ετοὺς ἐκκλέπτειν) μὴ παραδέξασθαι συνηγωνίσατο. Εἶτα δὲ τοῦ ἐν ἁγίοις τελευτήσαντος Ἀλεξάνδρου αὐτὸς κατα‐ | |
20 | στὰς διάδοχος πρὸς πολλῷ μείζους ἀγῶνας ἐναπε‐ | |
δύετο. Διὸ καὶ ἅπαν τὸ αἱρετικὸν σύνταγμα σκοπὸν αὐτὸν τῆς ἰδίας προὐτίθεσαν γλωσσαλγίας τε καὶ συ‐ κοφαντίας. | 19 in vol. 8 | |
23 | Συμφράττονται δὴ μάλιστα κατ’ αὐτοῦ οἱ περὶ Εὐσέβιον τὸν Νικομηδείας, καὶ μισθοῦνταί τινας τῆς | |
25 | Μελετίου αἱρέσεως, καὶ δι’ αὐτῶν κατηγορίας συρρά‐ πτουσιν, ὧν ἡ μὲν πρώτη λινῆν ἐσθῆτα τοὺς Αἰγυπτίους τελεῖν τῇ Ἀλεξανδρέων ἐκ τῆς Ἀθανασίου πλεονεξίας συνέπλαττεν, ἡ δευτέρα δὲ ὡς τοῖς βασιλέων ἐνεδρεύει πράγμασι (Φιλουμένῳ γάρ τινι, ἐπιθέσθαι τυραννίδι φή‐ | |
30 | μην λαβόντι, χρυσίου πλῆρες ἐξαποστεῖλαι γλωσσόκο‐ μον) ὑπετίθετο. Καὶ ἡ τρίτη Ἰσχύραν καὶ τὴν ἀνα‐ τραπεῖσαν τράπεζαν καὶ τὸ κατεαγὸς μυστικὸν ποτή‐ ριον καὶ τὸν Μαρεώτην καὶ Μακάριον τὸν πρεσβύ‐ τερον καὶ τὴν λῃστρικὴν αὐτοῦ ἔφοδον καὶ τὸ ἀνὰ πᾶσαν | |
35 | τὴν οἰκουμένην θεατρισθὲν δρᾶμα σκηνοποιεῖ. Ταῦτα καὶ τοιαῦθ’ ἕτερα οἱ περὶ Εὐσέβιον δραματουργήσαντες εἰς ἀκοὰς ἐνηχοῦσι τὰς βασιλικάς, καὶ κινοῦσιν εἰς ὀργήν, αἰτιασάμενοι ὅτι καὶ Ἄρειον βασιλικοῖς καὶ γράμμασι καὶ προστάγμασι πεποιθότα οὐκ ἠνέσχετο δέ‐ | |
40 | ξασθαι. Κατ’ ἐκεῖνο δὲ καιροῦ καὶ ἐπὶ τὰ τῶν Ἱεροσολύμων ἐγκαίνια σχεδὸν πάντες συνῄεσαν οἱ ἐπίσκοποι· καὶ γρά‐ φει Κωνσταντῖνος ὁ εὐσεβὴς βασιλεὺς πάλιν συλλεγῆ‐ | |
Bibl.258478b | ναι σύνοδον ἐποψομένην ἃ διέβαλλέ τε Ἀθανάσιον καὶ ἃ συνίστη τὸν Ἄρειον· καὶ εἰ μὲν φθόνος ὀρθο‐ δοξοῦντα τὸν Ἄρειον τῆς ἐκκλησίας διέστησεν, εἰς εἰ‐ ρήνην συμβιβάσαι τὴν διάστασιν, εἰ δ’ αὐτὸς ἀπάτῃ | |
5 | κέχρηται, εἰς Ἀλεξάνδρειάν τε διαπεμφθῆναι κἀκεῖ σὺν ἀκριβείᾳ ὑπ’ ἐξέτασιν ἄγεσθαι· τὴν δὲ διάσκεψιν τὴν περὶ Ἀθανάσιον καὶ Ἄρειον πορευομένους ἐπὶ τὰ Ἱερο‐ | |
σόλυμα ὁδοῦ πάρεργον ἐν Τύρῳ ποιήσασθαι. | 20 in vol. 8 | |
8 | Τριακοστὸν δὲ τότε ἠνύετο ἔτος τῆς Κωνσταντίνου βασιλείας· ἑξή‐ | |
10 | κοντα δὲ ἐπίσκοποι τὴν ἐν Τύρῳ σύνοδον ἐπλήρουν, Διονυσίου τοῦ ὑπατικοῦ συνάγοντος αὐτοὺς, μεθ’ οὗ καὶ ὁ τῆς ἐπαρχίας ἄρχων καί τινες τῶν ἐν τέλει τῇ συνόδῳ συνήδρευον. Παρῆν δὲ καὶ Ἀθανάσιος, ἀλλὰ καὶ Μα‐ κάριος ὁ πρεσβύτερος, στρατιωτικῆς χειρὸς ἀπὸ Ἀλε‐ | |
15 | ξανδρείας σιδηροδέσμιον αὐτὸν ἀγαγούσης. | |
15 | Πρώτην οὖν κατηγορίαν τὴν περὶ τῆς λινῆς ἐσθῆτος προβάλλονται. Ἀλλὰ ταύτην τὴν διαβολήν, οὐκ ἐν Τύρῳ μόνον κινηθεῖσαν ἀλλὰ καὶ πρότερον ἐν Νικομηδείᾳ ταῖς τοῦ βασιλέως ἐνηνεχθεῖσαν ἀκοαῖς, Ἄπις τε καὶ | |
20 | Μακάριος οἱ τῆς Ἀλεξανδρείας πρεσβύτεροι ἐκεῖσε παρατυχόντες, ῥᾳδίως διήλεγξαν. Διὸ τῶν μὲν συκο‐ φαντῶν ὁ βασιλεὺς καθήψατο γράμμασιν, Ἀθανά‐ σιον δὲ πρὸς ἑαυτὸν ἐλθεῖν προετρέψατο. Καὶ τὰ γράμμα‐ τα ἧκε πρὸς τὴν ἐν Τύρῳ σύνοδον, καὶ εἰς κατή‐ | |
25 | φειαν τὴν περὶ τὸν Εὐσέβιον φατρίαν συνέστελλεν ἤδη πολλὴν ῥέουσαν κατὰ Ἀθανασίου, ὅτι τε αὐτοὺς ὁ βα‐ σιλεὺς ᾐτιάσατο, καὶ ὅτι ἡ κατὰ τὴν λινῆν ἐσθῆτα συ‐ κοφαντία προέφθασε δοῦναι τὸν ἔλεγχον. | |
28 | Τῆς δὲ δια‐ βολῆς ταύτης ἐκπεσόντες τὰ περὶ Ἰσχύραν καὶ Μακά‐ | |
30 | ριον τὸν πρεσβύτερον προτείνουσιν. Ὁ δὲ σοφὸς Ἀθα‐ νάσιος παρεγράφετο μὲν κατὰ νόμους πράττων τοὺς προφανεῖς ἐχθρούς, Εὐσέβιόν φημι καὶ τοὺς ὁμόφρονας, ἠξίου δὲ πρὸ πάντων Ἰσχύραν ἐπιδειχθῆναι πρεσβύτερον, οὗ λειτουργοῦντος ἐπεισπεσεῖν ἔπλαττεν ἡ κατηγορία τὸν | |
35 | Μακάριον κατὰ λῃστρικὴν ἔφοδον ἐξ ἀποστολῆς Ἀθα‐ νασίου, καὶ ἀνατρέψαι τὴν ἱερὰν τράπεζαν, καὶ τὸ μυστικὸν κατεάξαι ποτήριον καὶ τὰ τῆς θείας γραφῆς ἡμῶν βιβλία πυρὶ παραδοῦναι. Ἀλλ’ ὁ μὲν τὰ δύο ταῦτα νόμῳ κοινῷ ἀντιπαρετίθει καὶ ἀντιπροὐβάλλετο· οἱ δὲ | 21 in vol. 8 |
40 | κριταὶ οὐχὶ κρίνειν, εἰς δὲ τὸ κρατύνειν τὴν συκοφαν‐ τίαν ὅλον ἔτεινον τὸν λογισμόν. Διὸ λόγον μὲν τῶν δι‐ καίως λεγομένων οὐδένα εἶχον, εἰσάγεται δὲ ἡ περὶ τὸν Μακάριον καὶ Ἰσχύραν κατηγορία. Καὶ τὸ μὲν πρόθυμον ἦν | |
Bibl.258479a | τῶν συκοφαντῶν ἀφόρητον, τὸ δὲ τῆς ἀποδείξεως ἄπορον τὴν προθυμίαν ἐδείκνυ δυσσεβείας καὶ φθόνου κακούργημα. | |
3 | Ὑπερθέσει δὲ καὶ τέχνῃ τὴν τῆς ἀποτυ‐ χίας αἰσχύνην συσκιάζοντες πρὸς τὸν Μαρεώτην τῆς | |
5 | αὑτῶν συμμορίας ἀποστέλλουσιν, ἐκεῖσε τὴν ἔτασιν, ἐν ᾧ ἡ πρᾶξις προῆλθε, δέον γενέσθαι προφασισάμενοι. Ὡς δ’ εἶδεν ὁ Ἀθανάσιος οὓς παρεγράψατο κριτὰς στελλομένους (Θεογόνιος γὰρ ἦν καὶ Μάρης καὶ Θεόδωρος καὶ Μακεδόνιος καὶ Οὐρσάκιος), διεμαρτύρατο πᾶσι | |
10 | τὸ περιφανέστατον τοῦ ἀδικήματος, καὶ ὅτι Μακάριος μὲν ὁ πρῶτος τὴν γραφὴν ὑφιστάμενος ἐν σιδήροις ἦν, Ἰσχύρας δ’ ὁ κατήγορος τοῖς ἐκθέσμοις κριταῖς συν‐ ετέτακτο. Ὡς δ’ οὐ προσεῖχον ἡ σύνοδος οἷς ᾐτιᾶτο καὶ διεμαρτύρετο, διαλαθὼν πρὸς βασιλέα, ἅτε δὴ καὶ μετα‐ | |
15 | κληθείς, ἀνεχώρησεν. Οἱ δὲ τοῦ Μαρεώτου κριταὶ ἐκ μονομερείας, ὡς αὐτοῖς τὸ ψεῦδος καὶ ὁ φθόνος ἐπέ‐ ταττεν, ὑπομνήματα συνταξάμενοι πρὸς τὴν σύνοδον ἐπανῄεσαν. Αὐτὴ δέ, πρὶν ἢ παραγενέσθαι τούτους, ἐρή‐ | |
μην Ἀθανασίου κατεδιῄτησε· παραγεγονότων δὲ τήν | 22 in vol. 8 | |
20 | τε καθαίρεσιν ἐπεκύρωσαν καὶ λοιδορίαις ἐπηύξησαν. Καὶ παραυτίκα πρὸς τὴν καθιέρωσιν τῆς ἐν Ἱερο‐ σολύμοις ἐκκλησίας οἱ τὸ ἱερουργικὸν ἐξ ὧν ἔπραξαν ἀνοσιουργήσαντες σπουδῇ παραγίνονται. Καὶ τὸν Ἄρειον ἐπιστάντα οἱ μὲν περὶ Εὐσέβιον ἀσμένως προσδέχονται, | |
25 | οἱ δὲ τῆς ὀρθῆς ἀπεστράφησαν πίστεως, ὁρίσαντες ἐν Ἀλεξανδρείᾳ τὸν λόγον ὑπέχειν ὧν ἐν αἰτίᾳ καθίσταται. Ἐν ᾗ καὶ παραγεγονὼς ἑάλω. Ἐν τούτοις δὲ τῶν πρατ‐ τομένων κινουμένων φθάνει γράμματα τοῦ βασιλέως, καὶ Ἀθανάσιον πρὸς αὐτὸν ἀπαγγέλλοντα ἥκειν καὶ | |
30 | αὐτοὺς ἐπὶ τὴν βασιλίδα παραγενέσθαι. Καὶ εἰς ἀγωνίαν ἐμβάλλει τὴν σύνοδον. Διὸ οἱ πλείους μὲν αὐτῶν εἰς τὰ οἰκεῖα ἐπανῄεσαν, οἱ δὲ περὶ Εὐσέβιον καὶ Θεογό‐ νιον τέως αὐτόθι χρονίζειν ἐγίνωσκον, τῇ παρολκῇ τοῦ καιροῦ τὴν ἀγωνίαν λύειν μηχανώμενοι. | |
35 | Ἐν δὲ τῷ μεταξὺ καὶ τὸ ἕτερον τῶν ἐγκλημάτων, ὃ τῷ Φιλουμένῳ χρυσίον ἔλεγεν Ἀθανάσιον διαπέμψαι κατὰ πρόσωπον διαλύεται τοῦ βασιλέως ἐν προαστείῳ τῆς Νικομηδείας Ψαμαθίᾳ καλουμένῳ διατρίβοντος. Καὶ ἀποστέλλεται εἰς Ἀλεξάνδρειαν μετὰ τιμῆς Ἀθανά‐ | |
40 | σιος, γραμμάτων βασιλικῶν τὴν ἀθώωσιν αὐτοῦ πρὸς τοὺς ἐκεῖσε ἀνακηρυττόντων. | |
41 | Παρῆν δὲ καὶ Ἄρειος ἀπο‐ σταλείς (ὥς μοι προείρηται) ὑπὸ τῶν ἐν Ἱεροσολύμοις· | |
Bibl.258479b | καὶ τάραχον ἡ Αἴγυπτος δέχεται πάλιν. Καὶ γράφει ταῦτα τῷ βασιλεῖ Ἀθανάσιος, καὶ μετάπεμπτον βα‐ σιλεὺς ἄγει τὸν Ἄρειον. Ὁ δὲ τοῖς περὶ Εὐσέβιον κατὰ τὴν ὁδὸν ἐν Καισαρείᾳ συμβάλλει, καὶ ἄλλα πάλιν | |
5 | κατὰ Ἀθανασίου συκοφαντήματα ῥάπτεται. Ὡς δ’ ὀψὲ καὶ μόλις οἱ περὶ Εὐσέβιον τῇ βασι‐ | |
λίδι παρεγίνοντο, τὰ μὲν ἄλλα τῶν ἐγκλημάτων ἔλε‐ γον ὑπ’ ἐξέτασιν μὴ ἀγαγεῖν, τὰ δὲ περὶ Ἰσχύραν καὶ ἐτάσαι καὶ σαφῶς εἰδέναι ὑπ’ Ἀθανασίου τετολμῆσθαι. | 23 in vol. 8 | |
10 | Ὡσαύτως καὶ ὡς τὴν σιτοπομπίαν τὴν ἐξ ἔθους δι’ Ἀλε‐ ξανδρείας τῇ Κωνσταντινουπόλει φερομένην κωλύσειεν. Ἐν οἷς καὶ φωραθεὶς ἔνοχος Ἀθανάσιος, λαθραίως ἀναχωρήσας, τὴν δίκην ἔφυγε. Συναρπαγεὶς οὖν τοῖς πλάσμασιν ὁ βασιλεὺς εἰς τὰς Γαλλίας οἰκεῖν ἐν | |
15 | Τριβεριάδι ὑπερόριον ἐκπέμπει τὸν πολύαθλον Ἀθα‐ νάσιον. Θορύβου δὲ καὶ ζάλης τὴν Αἴγυπτον ἐκκυμαινόν‐ των, καὶ λοιμοῦ δίκην τῆς αἱρέσεως τὰ τῶν ἐκκλη‐ σιῶν λυμαινομένης, ὁ βασιλεὺς Κωνσταντῖνος κατά τι | |
20 | προάστειον τῆς Νικομηδείας, ἓν καὶ τριακοστὸν ἐν τῇ βασιλείᾳ διανύσας ἔτος, μεθίσταται τῶν ἐνταῦθα, ἄγων ἀπὸ γενέσεως πέμπτον καὶ ἑξηκοστόν. Καταλείπει δὲ τὴν διαθήκην πρεσβυτέρῳ τινὶ τὴν Ἀρείου λύσσαν νοσοῦντι, προστάξας τῷ ὁμωνύμῳ ταύτην ἐγχειρίσαι | |
25 | Κωνσταντίνῳ· διὰ ταύτης γὰρ αὐτῷ καὶ ἡ τοῦ πατρὸς βασίλειος ἀρχὴ εἰς κλῆρον ἀντὶ τῆς ἑσπερίας ἀφω‐ ρίζετο. Ἀλλ’ ὁ δείλαιος, πολλῶν πυνθανομένων εἰ βα‐ σιλέως διαθήκη προελήλυθε, μὴ γενέσθαι διετείνετο, συνεργοὺς ἔχων τοῦ ψεύδους τοὺς ἀνδρογύνους εὐνούχους. | |
30 | Μετ’ ὀλίγον δὲ πρὸ τῶν ἄλλων παραγεγονότι Κων‐ σταντίῳ τὴν τοῦ βασιλέως ἐγχειρίζει διαθήκην λάθρᾳ, καὶ χάριν ἀντὶ τῆς προδοσίας αἰτεῖ τῆς πατρικῆς αὐτοῦ καὶ ὀρθῆς πίστεως τὴν προδοσίαν. Οἱ δὲ περὶ Εὐσέβιον παρείσδυσιν διὰ τοῦ πρεσβυτέρου πρὸς Κων‐ | |
35 | στάντιον λαβόντες, Εὐσέβιόν τε τὸν πραιπόσιτον καὶ δι’ αὐτοῦ τοὺς ἄλλους εὐνούχους καὶ δὴ καὶ τὴν βασιλίδα | |
τῆς αἱρέσεως παρασκευάζουσιν ἐραστάς· | 24 in vol. 8 | |
37 | καὶ τὰ Ἀρείου πάλιν ἐκρατύνετο. Τῶν δ’ ἀρχιερατικῶν θρόνων κατ’ ἐκεῖνο καιροῦ Μάξιμος μὲν τῶν Ἱεροσολύμων εἶχε τὴν | |
40 | ἐφορίαν, Ἀλέξανδρος δὲ τῆς βασιλίδος, Ἀθανάσιος δ’ ἦν ὑπερόριος. Ἄρειος δὲ παραγεγονὼς ἐν Κωνσταν‐ τινουπόλει τὴν τοῦ Θεοῦ διαφθείρειν ἐφρυάττετο ἐκκλησίαν. | |
Bibl.258480a | Ἀλλ’ ἡ φιλάνθρωπος οὐκ ἐμακροθύμησε δίκη, ταῖς δὲ τοῦ ἱεροῦ Ἀλεξάνδρου παροξυνθεῖσα προσευ‐ χαῖς αὐτῇ αἱρέσει ἐκκόπτει τὸν Ἄρειον, καὶ τῶν σπλάγχνων αὐτοῦ ἀθρόον διαπεσόντων κάτωθεν τῆς | |
5 | ζωῆς ἀπελαύνεται. Μικρὸν δὲ τῶν ἐξ Ἀρείου ἐφησυχασάντων, αὖθις ἅπαντα κινοῦσι, τὸ ὑπερόριον Ἀθανασίου μέγα ὅπλον αὑτοῖς εἰς τὸ καταπράξασθαι ἃ διενοοῦντο νομίζοντες. Ἀλλ’ ἡ θεία πρόνοια τὴν αὐτῶν σπουδὴν προφθάνου‐ | |
10 | σα Ἀθανάσιον ἐπανάγει τῆς ὑπερορίας, γράμμασιν ὠχυρωμένον βασιλικοῖς, οἷς αὐτὸν ὁ τῆς δύσεως ἔχων τὸ σκῆπτρον Κώνστας ἐφοδιάζων εἰς Ἀλεξάνδρειαν ἐξαπέστειλε. Καὶ ἥδιστα μὲν τὸν ποιμένα, ὅσοι τῆς ὀρ‐ θοδοξίας ἦσαν, ἐδέχοντο· τὸ δ’ αἱρετίζον στάσεις ἀνε‐ | |
15 | κίνει, καὶ τοῖς περὶ Εὐσέβιον ἀφορμὰς παρεῖχον ἐν‐ διαβάλλειν πάλιν τὸν Ἀθανάσιον πρὸς Κωνστάντιον. Καὶ τοσοῦτον ταῖς διαβολαῖς εἰς ὀργὴν τὸν εὐρίπιστον ἀνερρίπισαν, ὡς αὐτίκα πάλιν ὑπερορίαν κατὰ τοῦ ἁγίου ψηφίσασθαι. Οὗτοι καὶ νεκροῦ τινος χεῖρα εἰς ὅπλον | |
20 | συκοφαντίας κατὰ τοῦ ὁσίου ἐκκόψαντες καθωπλίσαντο· Ἀρσενίου δὲ ταύτην ἐφήμιζον, καὶ ὑπὸ Ἀθανασίου μὲν ἐκκεκόφθαι, εἶναι δὲ αὐτῷ ταύτην μαγικῆς τέχνης ὄργανον. | |
Καὶ ἡ μὲν τῆς ὑπερορίας ψῆφος οὐ λύεται, συνέ‐ | 25 in vol. 8 | |
25 | δριον δ’ ἐν Τύρῳ βασιλέως προστάττοντος συνα‐ θροίζεται, καὶ προχειρίζεται τὸ βασιλικὸν βούλημα ἄνδρα συνέστιον καὶ ὁμόφρονα, Ἀρχέλαον ὄνομα, καὶ σὺν αὐ‐ τῷ τὸν Φοινίκης ἄρχοντα, συνεδριάσαι τε τοῖς περὶ Εὐσέβιον, καὶ συνδιασκέψασθαι ἃ κατὰ τοῦ Ἀθανασίου | |
30 | συνεσκεύαστο. Ἐχρόνιζον οὖν οἱ ἐν Τύρῳ, ὡς μὲν οἱ δυσσεβεῖς ἐπλάττοντο, τοὺς ἀπὸ Ἀλεξανδρείας κατη‐ γόρους ἀναμένοντες, οὓς καὶ τοῦ μύσους αὐτόπτας καὶ τὸν Ἀρσένιον καλῶς ἐπιγινώσκειν διήγγελλον, ὡς δὲ τὸ ἐκβεβηκὸς ἔδειξε, κατὰ θείαν πρόνοιαν. Ἦν μὲν γὰρ ὁ | |
35 | Ἀρσένιος τῆς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας ἀναγνώστης, καί ποτε δίκην αἰσχρᾶς αἰτίας μέλλων ὑπέχειν ἐξαρ‐ πάζεται μὲν ὑπὸ Ἀθανασίου, δρασμῷ δὲ τὴν σωτηρίαν καρποῦται, καὶ τὸ ἀφανὲς τοῦ φυγάδος θαρρεῖν τῷ πλάσματι τῆς δυσσεβείας ὑπετίθετο. Ἀλλ’ οἶκτον λα‐ | |
40 | βὼν τοῦ σωτῆρος Ἀρσένιος (ἐν γὰρ τῷ βραδύνειν τὸ συνέδριον ἡ τῆς συκοφαντίας φήμη πανταχοῦ διέδραμε) πρὸς τὴν Τύρον παραγίνεται κρεῖσσον | |
Bibl.258480b | λογιζόμενος, εἰ δέοι, αὐτὸν καὶ τεθνάναι, ἢ δι’ αὐ‐ τὸν τὴν οἰκουμένην περὶ τηλικούτου ἀνδρὸς σκαν‐ δαλίζεσθαι. Ἐμφανίζεται δὴ κατὰ μυστικὴν ὁμιλίαν τῷ σε‐ βασμίῳ Ἀθανασίῳ, καὶ δέχεται βουλὴν λανθάνειν πάν‐ | |
5 | τας πρὸ τῆς δίκης, ἵνα μή τι κακὸν αὐτὸς παρὰ τῶν συκοφαντῶν πάθῃ, ἢ τὸν ἔλεγχον ἄφυκτον τοῦ πλάσ‐ ματος οἱ δραματουργοὶ συνιδόντες εἰς ὑπέρθεσιν τὸ ἔγκλημα διαλύσωσιν. Ἀθροίζουσιν οὖν τὸ συνέδριον καὶ πρώτη συκοφαντία, γύναιον αὐτῷ ἐπαφιᾶσι μοιχείαν | |
10 | ἀνακαλούμενον. Ἐβόα δὲ τὸ ἀναιδὲς ἐκεῖνο καὶ μεμι‐ σθωμένον γύναιον νύκτωρ ἄκουσα φθορὰν ὑποστῆναι | |
ἐπιπεσόντος αὐτῇ Ἀθανασίου. Συνῆν τῷ τῆς παρθε‐ νίας ἐραστῇ καὶ Τιμόθεος ὁ αὐτοῦ πρεσβύτερος, καὶ βουλὴν σοφίας, μᾶλλον δὲ θείας ἐπιπνοίας βουλεύονται, | 26 in vol. 8 | |
15 | δι’ ἧς τὸ κακομήχανον τῶν δυσσεβῶν ῥᾳδίως ἔμελλεν ἀπαιτεῖσθαι τὸν ἔλεγχον. Ἐπεὶ γὰρ εἰς πρόσωπον ἤχθησαν τοῦ γυναίου, ὁ μὲν κατηγορούμενος ἡσυχῇ Θεὸν ἐδυσώ‐ πει, Τιμόθεος δ’ ἀναιδευομένης τῆς μαινάδος καὶ τὸν Ἀθανάσιον (ὡς ἐδιδάχθη) φθορέα καλούσης, ὁ πρε‐ | |
20 | σβύτερος ὡς δῆθεν Ἀθανάσιος· «Εἰπέ, ὦ γύναι, φησίν, ἐγὼ παρά σοι ἔμεινα; Ἢ σύ με ἐν οἴκῳ τῷ σῷ ὑπεδέξω; Ἢ νύκτωρ σε ἐβιασάμην;» Ἡ δὲ οἷα γύ‐ ναιον ἐκ δημοσίου τέγους, ἀναιδεῖ προσώπῳ καὶ ἀτε‐ νέσιν ὀφθαλμοῖς πρὸς τὸν Τιμόθεον ἀποβλέψασα· «Σὺ | |
25 | εἶ ὁ τὴν βίαν μοι ἐπενεγκὼν καὶ τὴν φθορὰν νύκτωρ» ἀνεβόα, καὶ πρὸς τοὺς κριτὰς ἐπιστραφεῖσα τοὺς φρικτο‐ τάτους ὅρκους ταῖς διαβολαῖς συνῆπτεν, ὡς· «Οὗτος», τὸν Τιμόθεον πάλιν δακτυλοδεικτοῦσα καὶ ἕλκουσα, «οὗτός ἐστι καὶ οὐκ ἄλλος ὁ ἐμὸς φθορεύς». Οἱ δὲ κριταὶ σὺν | |
30 | τοῖς δορυφόροις τῆς μαχλάδος μὲν κατεγέλων, Ἀθα‐ νάσιον δὲ τῆς συνέσεως ἐθαύμαζον ὅπως σιγῶν τὸ κατ’ αὐτοῦ ἔγκλημα εἰς τοὺς κατηγόρους περιτρέψας ἀναιδε‐ στάτους συκοφάντας ἀπέδειζεν· αὐτοὶ δὲ ἑαυτῶν οὐδὲν ἀμείνους εἰς τὸ φροντίσαι τοῦ δικαίου γεγόνασιν. | |
34 | Οἱ δὲ | |
35 | κατήγοροι, δέον στένειν καὶ χάριν εἰδέναι εἴ τις αὐτοὺς μὴ ἀπαιτοίη τὴν τῆς συκοφαντίας δίκην, οἱ δὲ καὶ πρὸς τὴν Ἀρσενίου δεξιὰν τὴν γλῶσσαν ὁπλίζουσι, καὶ φόνον ἅμα καὶ γοητείαν τῷ τῆς εὐσεβείας ἀγωνιστῇ περιά‐ πτουσιν. Ἀλλ’ ἐκεῖνος ἐν τῷ ἀταράχῳ καὶ τῆς φωνῆς | |
40 | καὶ τῆς γνώμης· «Καὶ τίς γάρ ἐστιν ἐξ ὑμῶν, φησίν, ὁ γινώσκων τὸν Ἀρσένιον ἢ τὴν αὐτοῦ δεξιάν;» Φαμέ‐ νων δ’ οὐκ ὀλίγων, οὓς εἶχε τὸ συνέδριον σὺν τοῖς κατη‐ | |
Bibl.258481a | γόροις, ὡς σαφῶς εἰδεῖεν τὸν Ἀρσένιον· «Καὶ ἐπεὶ βεβαίως καὶ ἀκριβῶς, ὁ Ἀθανάσιος ἔφησε, γινώσκειν οὗτοι συνωμολόγησαν τὸν Ἀρσένιον, ὁ δὲ πάρεστιν, ἐσίτω». Εἰσελθόντος δέ, πάλιν ἐπηρώτα εἰ τὸν εἰσα‐ | 27 in vol. 8 |
5 | χθέντα ἴσασιν ὡς εἴη Ἀρσένιος. Τῶν δὲ οὐκ ἐχόντων ἀρνήσασθαι, ἕλκει τε αὐτὸν μᾶλλον τοῦ βήματος ἐγγύ‐ τερον, καὶ πρῶτον τὴν δεξιὰν ἀνατεῖναι κελεύσας χεῖρα, εἶτα καὶ τὴν ἀριστεράν, ἀνέκραγεν· «Ἰδοὺ Ἀρσένιος, ἄν‐ δρες πολῖται· ἰδοὺ αἱ δύο τούτου χεῖρες, ὦ θαυμάσιοι | |
10 | δικασταί. Εἰπάτωσαν οὖν οἱ κατήγοροι τίνος τέ ἐστιν ἡ χεὶρ καὶ τίνος αὐτὴν ἐξέκοψαν. Ἐφ’ ᾧ γὰρ ταύτῃ ἐχρήσαντο, οὐκέτι λοιπὸν οὐδενὶ ἀμφισβήτησις· ἐχειροκόπησαν γὰρ ἄνθρωπον, ὡς ἂν ἡμᾶς θανατώσωσιν». | |
13 | Ἀλλ’ ὁ μὲν οὕτω τὰ τῶν ἀντιπάλων πάντα διέλυε μηχανήματα· οἱ | |
15 | δὲ κριταὶ τυφλοὶ καὶ κωφοὶ ἔκ τε τοῦ ζητεῖν ἀρέσκειν Κωνσταντίῳ γεγονότες καὶ ἐξ ὧν ἀπέκλινον τοῖς αἱρε‐ τίζουσιν, ἀπέλιπόν τε τὸ βῆμα, καὶ σιγῇ διδόναι τὰ ἐληλεγμένα ἐτεχνάζοντο. Ὑποχωρησάντων δὲ τούτων κίνησις οὐκέτι συκοφαντιῶν ἀλλ’ ἀναιδῶς μιαιφονίας | |
20 | κατὰ τοῦ τρισαριστέως ἀναρρήγνυται, καὶ οἱ μὲν λόγοις οἱ δὲ καὶ χερσὶ τὸν νικητὴν προὐπηλάκιζον, οἱ δὲ καὶ τὸν ἐκ τοῦ βασιλέως ἐπέσειον θάνατον. Ὁ δὲ Ἀρχέλαος μέλλοντα διασπᾶσθαι τὸν ὅσιον ὑπὸ τῶν δυσσεβῶν, μό‐ λις τῆς οἰκίας καταβάς (εἰ γὰρ πρὸς τὴν κρίσιν οὐχ | |
25 | ἑώρα, ἀλλ’ οὖν εἶχέ τινα τῆς φύσεως αἰδῶ) μετὰ καὶ τῶν δορυφόρων ἐξαρπάζει, καὶ δρασμὸν κρύφιον αὐτῷ παρα‐ σκευάζει καὶ ὑποτίθεται. Τὸ δὲ δυσσεβὲς συνεδριάσαντες αὖθις γράφουσί τε τὸν ἀναίτιον αἰτίαις ἀτόποις, ἃς αὐ‐ τοὶ συνέπλασαν, ἁλῶναι, καὶ διαφόροις βιβλιδίοις ἐγκα‐ | |
30 | ταθέμενοι τὰ τοῦ ψευδοῦς τῷ τε Κωνσταντίῳ καὶ πάσῃ | |
διαπέμπονται τῇ οἰκουμένῃ· καὶ γίνεται τῷ πολυάθλῳ πᾶσα χωρὰ φυγὴ σφόδρα ζητουμένῳ. Καὶ ἡ ζήτησις τοῖς μὲν συνειδόσι καὶ μὴ καταμηνύουσι ζωῆς ἀφαίρεσις ἐπέ‐ βαλλε τὴν ζημίαν· τοῖς δὲ κομίζουσιν ἢ ζῶντα ἢ τὴν | 28 in vol. 8 | |
35 | αὐτοῦ κεφαλὴν δωρεαὶ προὐτείνοντο μεγάλαι. Ἃ συνιδὼν ὁ τῆς ὑπομονῆς ἀδάμας ἐν λάκκῳ ὕδωρ μὴ ἔχοντι ἐπὶ ἓξ ἔτεσι λαθὼν ἐκαρτέρει. Ὡς δὲ καὶ τὸ χωρίον ἐκεῖνο προδίδοσθαι ἔμελλε, θείας ὄψεως τὴν προδοσίαν τῷ θεράποντι πρὸ μιᾶς ἡμέρας μηνυσάσης | |
40 | κἀκεῖθεν ἀποδιδράσκει καὶ πρὸς τὴν δύσιν ἀπαιρεῖ, τοῦ Κώνσταντος ἤδη τὴν ἀρχὴν ἔχοντος, οὐ τὴν ἑαυτοῦ μό‐ νον ἀλλὰ καὶ τὴν τοῦ ἀδελφοῦ Κωνσταντίνου· καὶ γὰρ αὐ‐ τὸν τὸ στρατιωτικὸν τυραννίδι ἐπιθέμενοι ἀνεῖλον. Δι‐ | |
Bibl.258481b | δάσκει τοιγαροῦν διὰ συνδρομῆς Ἰουλίου τοῦ Ῥώ‐ μης τὸν βασιλέα Κώνσταντα τὰς συσκευὰς ἃς ὑπὸ τῶν Ἀρειανῶν ὑπέστη, καὶ τὴν σύνοδον τὴν ἐν Ἀντιοχείᾳ ἐπὶ διαστροφῇ τῆς πίστεως συγκροτηθεῖσαν, καὶ ὡς Γεώργιον | |
5 | εἰς τὸν αὐτοῦ θρόνον ἐκθέσμως χειροτονήσαντες ἐγκα‐ θίδρυσαν, καὶ οὐκ ἐκεῖνον μόνον ἀλλὰ καὶ πρὸ ἐκείνου Γρηγόριον. | |
7 | Εὐσέβιος μέντοι διαπραξάμενος ἃ ἐσπού‐ δαζε, διαπρεσβεύεται πρὸς τὸν ὅσιον Ἰούλιον, κοινωνὸν λαβεῖν τῆς Ἀθανασίου κατακρίσεως μηχανώμενος. Ὁ | |
10 | δέ, ἐξ ὧν ἐκεῖνος ἔγραφεν, οὐ κατάκρισιν, ἀθώωσιν δὲ μᾶλλον Ἀθανασίου συνορῶν, γράμμασι τὸν ἠδικημένον ἐπιρρώσας εἰς Ἀλεξάνδρειαν ἀποστέλλει, ἐν οἷς καὶ τοὺς αὐτὸν καθελόντας δικαία καὶ οὐ μικρὰ μέμψις μετήρχετο. Ἀλλ’ οἱ τῆς Ἀρείου λύσσης ὑποφθείραντες ἐπὶ | |
15 | πλέον τὸν Κωνστάντιον, ὃν αὐτοὶ κεχειροτονήκασι Γρη‐ γόριον ἐπὶ τὴν Ἀλεξάνδρειαν στρατιωτικῇ χειρὶ ἐκπεμ‐ | |
φθῆναι καταπράττονται. Συριανὸς ἦν στρατηγὸς τῆς τοιαύτης καταπράξεως, καὶ ὁ στρατὸς εἰς πέντε χιλιάδας ἀπηρτίζετο. | 29 in vol. 8 | |
19 | Διαφεύγει δ’ οὖν ὁ σοφὸς Ἀθανάσιος τόν | |
20 | τε στρατηγὸν καὶ τοὺς στρατιώτας πνέοντας κατ’ αὐτοῦ τὸν φόνον, καὶ τὸ δεύτερον ἐπὶ τὴν Ῥώμην ἀνατρέχει. Ὁ δὲ δυσσεβὴς Γρηγόριος τῆς Ἀλεξανδρέων ἐκράτησε· καὶ ἡ πόλις τὸ συνενεχθὲν οὐκ ἐν τῷ ἀνεκτῷ θεμένη τὴν καλουμένην Διονυσίου ἐκκλησίαν ἐνέπρησαν. | |
24 | Συνῆ‐ | |
25 | σαν οὖν ἀλλήλοις φυγάδες ὄντες ὅ τε σεβάσμιος Ἀθα‐ νάσιος καὶ Παῦλος, τοῖς ἴσοις ἀριστείοις κοσμούμενοι. Γράφει δὲ Κώνστας τῷ ἀδελφῷ Κωνσταντίῳ, συμπαρορ‐ μῶντος αὐτὸν καὶ τοῦ ἀρχιερέως Ἰουλίου, ὥστε τὰς ἰδίας ἐπισκοπὰς ἀναλαβεῖν τοὺς ἠδικημένους. Ὡς δὲ οὐδὲν ἤνυεν, | |
30 | ἀξιοῦσιν αὐτὸν οἱ περὶ Ἀθανάσιον οἰκουμενικῇ συνόδῳ τὰ περὶ αὐτούς τε καὶ τῆς συνεπηρεαζομένης πίστεως ἐπικριθῆναι. Καὶ κηρύσσεται γνώμῃ τῶν δύο βασιλέων κατὰ Σαρδικὴν οἰκουμενικὴ σύνοδος· ἑνδέκατον δ’ ἦν ἔτος ἀπὸ τῆς τελευτῆς Κωνσταντίνου τοῦ πατρὸς τῶν | |
35 | βασιλέων. | |
35 | Ἐκ μὲν δὴ τῆς ἑσπερίας ὑπὲρ τοὺς τριακο‐ σίους συνῆλθον ἐπίσκοποι, ἐκ δὲ τῆς ἀνατολῆς ἓξ μό‐ νοι καὶ ἑβδομήκοντα, ἐν οἷς καὶ ὁ Μαρεώτου Ἰσχύρας ἠριθμεῖτο ὡς ἐπίσκοπος. Ὡς οὖν ἐν τῇ Σαρδικῇ συν‐ ῄεσαν ἅπαντες, οἱ τῆς ἀνατολῆς εἰς ὄψιν τῶν ἑσπε‐ | |
40 | ρίων ἐλθεῖν ἀπηρέσκοντο, εἰ μὴ πρότερον τοὺς περὶ Ἀθανάσιον καὶ Παῦλον τοῦ συλλόγου ἀπελάσωσι. Πρω‐ τογένης δὲ ὁ Σαρδικῆς ἐπίσκοπος καὶ Ὅσιος ὁ Κου‐ δρούβης καὶ οἱ λοιποὶ ἑπόμενοι οὐδ’ εἰς ἀκοὴν τὴν ἔκθεσ‐ | |
Bibl.258482a | μον αὐτῶν ἀξίωσιν παρεδέξαντο, ἄνδρας οὓς συν‐ | |
ῆλθον κρῖναι, ἀκρίτως κατακρῖναι καὶ ἀπελάσαι. Ἐξ ὧν οἱ μὲν τῆς ἀνατολῆς σχισθέντες τῶν ἐν Σαρδικῇ ἐν τῇ Φιλίππου πόλει συναθροίζονται, καὶ τὸ ὁμοούσιον οὐκέτι | 30 in vol. 8 | |
5 | γνώμῃ ὑφάλῳ ἀλλ’ ἐμφανεστάτῃ καὶ γλώσσης θρασύ‐ τητι ἀναθεματίζουσι, καὶ τὸ ἀνόμοιον δογματίζουσι, καὶ τὰ δυσσεβῆ ψηφίσματα πανταχοῦ διαπέμπονται. Οἱ δὲ ἐν Σαρδικῇ πρῶτον μὲν τῶν ἀποσχισάντων ἐρήμην κα‐ τεψηφίσαντο, εἶτα τοὺς Ἀθανασίου κατηγόρους συκο‐ | |
10 | φαντίας ἁλόντας καθαιροῦσι τοῦ ἀξιώματος, καὶ τρίτον τῆς ἐν Νικαίᾳ συνόδου τὸν ὅρον κρατύνουσι καὶ ἀπο‐ κηρύττουσι τὸ ἀνόμοιον, ἐπὶ πᾶσι δὲ τὸ ὁμοούσιον ἀνα‐ κηρύττουσι· καὶ γράμματα πρὸς πάσας τὰς τῆς οἰκου‐ μένης ἐκκλησίας διαπέμπονται. | |
15 | Γνοὺς δ’ ὁ τῶν ἑσπερίων βασιλεὺς τὰ κατὰ τὴν Σαρδικὴν συνενεχθέντα διδάσκει μὲν παραυτίκα τὸν ἀδελφόν, ἀποδοθῆναι δὲ Παύλῳ καὶ Ἀθανασίῳ καὶ τοῖς περὶ αὐτοὺς τοὺς οἰκείους θρόνους ἅμα μὲν παρῄνει ἅμα δὲ καὶ παρεκελεύετο. Καὶ Ἀθανάσιος μὲν ὑπεστέλ‐ | |
20 | λετο τὰς τῶν Ἀρειανῶν ἐπιβουλάς, καὶ τῇ Ῥώμῃ προσή‐ δρευεν· ὁ δὲ τῆς δύσεως βασιλεὺς πάλιν γράφει τἀ‐ δελφῷ ὡς εἰ μὲν προθύμως δέχοιτο τὸν ἄνδρα καὶ τὸν ἀχιερατικὸν ἀποδίδωσι θρόνον, ἕτοιμός ἐστιν ἐκ‐ πέμπειν τὸν Ἀθανάσιον, εἰ δὲ μὴ βούλοιτο, αὐτὸς δι’ | |
25 | ἑαυτοῦ τοῦ δικαίου γενήσοιτο τιμωρός. | |
25 | Καθίσταται δὴ ὁ Κωνστάντιος εἰς δέος, καὶ διὰ γραμμάτων, οὐχ ἅπαξ ἀλλὰ καὶ δὶς καὶ τρὶς σταλέντων, ἐπαγωγῶν τε καὶ θελκτηρίων καλεῖ πρὸς ἑαυτὸν τὸν πολύαθλον Ἀθα‐ νάσιον. Καὶ μετὰ πολλῆς δορυφορίας ἀποστέλλει τοῦ‐ | |
30 | τον ὁ τῆς ἑσπέρας βασιλεύς, καὶ Ἰουλίου τοῦ ἀρχιερέως γράμμασιν αὐτὸν διαφόροις ἐφοδιάζοντος. Κωνστάν‐ | |
τιος δὲ παραγεγονότα εἰς τὸν οἰκεῖον θρόνον ἀποκα‐ θίστησιν, ὑφειμένῳ πρότερον ὀνειδισμῷ καθυποβαλών· «Ἀποδρὰς γάρ, ἔλεγε, μεγάλην ἐμοῦ λοιδορίαν ἐξέχεας | 31 in vol. 8 | |
35 | καίτοι γε περί σου φιλάνθρωπα μελετῶντος· πλὴν ἀλ‐ λά γε νῦν μίαν μοι δίδου χάριν». Ὁ δὲ τὴν κατὰ δύ‐ ναμιν ἕτοιμος εἶναι διωμολόγει χαρίζεσθαι· καὶ ὁ Κων‐ στάντιος μίαν ἐκκλησίαν τῶν ἐν Ἀλεξανδρίᾳ ἐπιζη‐ τεῖ τοῖς Ἀρειανοῖς δοθῆναι συνακτήριον. Ὁ δὲ οὐκ | |
40 | ἀπεῖπε, συνάπτει δὲ τῇ καταθέσει, εἰ καὶ Κωνστάν‐ τιος ἐν Κωνσταντινουπόλει μίαν τοῖς ὁμοδόξοις, ἣν οὔπω εἶχον, ἐγχειρήσειε. Κωνστάντιος δὲ προθύμως τε καὶ | |
Bibl.258482b | σὺν ἡδονῇ ἐπηγγείλατο· ἠγνόει δὲ ἄρα λυπῶν τὰ μέγιστα τοὺς ὁμόφρονας. Πλὴν καταπλαγεὶς τὴν τοῦ Ἀθανασίου σύνεσίν τε καὶ ἀγχίνοιαν, ὡς προείρηται, μετὰ πάσης δόξης καὶ τιμῆς ἐκπέμπει, γράφων καὶ πρὸς | |
5 | τὸν Αὐγουστάλιον τά τε ἄλλα διὰ σεβασμιότητος ἄγειν αὐτόν, καὶ πάντα, οἷς αὐτός τε καὶ οἱ σὺν αὐτῷ κατεψηφίσαντο, τὸ ἄκυρον καὶ ἀνενέργητον ἔχειν, ἀλλά γε δὴ καὶ τὸν ὑπ’ αὐτῷ κλῆρον τὴν προτέραν τιμὴν καὶ πάσης δημοσίου ὑπηρεσίας ἀναλαβεῖν τὴν ἐλευ‐ | |
10 | θερίαν. Καταλαβὼν οὖν ὁ Ἀθανάσιος τὰ Ἱεροσόλυμα, καὶ Μαξίμῳ τῷ ἀρχιερεῖ τοῦ Θεοῦ καὶ ὁμολογητῇ συνελ‐ θὼν εἰς ὄψιν τε καὶ ὁμιλίαν, τά τε ἐν Σαρδικῇ δια‐ πεπραγμένα καὶ ὡς πρὸς αὐτὸν Κωνστάντιος διετέθη | |
15 | ἀναδιδαξάμενος, σύνοδον ἀθροῖσαι τὸν ὁμολογητὴν καταπράττεται. Καὶ ἡ σύνοδος τῷ θαυμαστῷ Ἀθανα‐ σίῳ καὶ τὴν κοινωνίαν καὶ τὸ ἀρχιερατικὸν ἀξίωμα ἐπιψηφίζεται, καὶ γράφει τοῖς ἐν Ἀλεξανδρείᾳ καὶ πάσῃ τῇ τε Αἰγύπτῳ καὶ Λιβύῃ ἃ περὶ Ἀθανασίου ἔγνω | |
20 | τε καὶ διεπράξατο. Ὁ δὲ γενναῖος οὗτος ἀθλητὴς τῇ Ἀλεξανδρείᾳ ἐπιστὰς καθίζει καὶ αὐτὸς ἀρχιερέων ἐξ Αἰγύπτου τε καὶ Λιβύης σύλλογον· καὶ αὕτη τὰς ὁμοίας καὶ ἀπα‐ ραλλάκτους ψήφους ταῖς ἐν Σαρδικῇ καὶ ἐν Ἱεροσολύμοις | 32 in vol. 8 |
25 | συνόδοις ψηφίζεται. Ἀλλὰ γὰρ Μαγνεντίου τυραννίδι ἐπι‐ θεμένου καὶ τὸν βασιλεύοντα τῆς δύσεως διαφθείραν‐ τος, οἱ ἐξ Ἀρείου πάλιν τὸν κονιορτὸν Κωνστάντιον κατὰ τοῦ πολυάθλου ἀναρριπίζουσι· καὶ πάλιν τὰ τῆς ἀσεβείας ψηφίσματα, καὶ πάλιν φυγή, καὶ πάλιν ἔρευνα, | |
30 | καὶ πάλιν ἀναζήτησις. | |
30 | Ναὶ δὴ καὶ Γεώργιος ὁ τῆς Ἀλεξανδρέων πόλεως ἁρπάσας τὸν θρόνον, ἅμα τοῖς περὶ Ἀκάκιον καὶ Πατρόφιλον, οἱ τῆς Ἀρείου φατρίας, ἐξωθήσαντες Ἱεροσολύμων τὸν ὁμολογητὴν Μάξιμον ἀντεισάγουσι Κύριλλον. Ὁ δὲ δυσσεβὴς Γεώργιος τοσού‐ | |
35 | των τὴν Ἀλεξανδρέων ἐνέπλησε κακῶν, ὡς τὰ τοῖς Ἕλλησι κατὰ Χριστιανῶν τολμηθέντα φιλανθρωπίαν νομίζεσθαι. Αἰκισμοί τε γὰρ σωμάτων καιναῖς ἐπινοίαις ἀφορήτους φέροντες τὰς ἀλγηδόνας κατέξαινον, καὶ πῦρ γυμναῖς ταῖς παρθένοις προσεφέρετο, καὶ θάνατος | |
40 | πολλοὺς ἄλλους καὶ τοῦ ζῆν καὶ τῆς τιμωρίας ἅμα ἐξήρ‐ παζε· γεγόνασι καὶ ὑπερορίαι τῶν κατὰ τὴν Αἴγυπτον ἱερέων τε καὶ ἀρχιερέων δύο καὶ τριάκοντα. | |
Bibl.258483a | Ὁ δὲ Κωνστάντιος προσλαβὼν καὶ τὴν τἀδελφοῦ ἀρχήν, καὶ τοὺς ἑσπερίους ἐπισκόπους μεθέλκειν εἴς τε τὴν Ἀθανασίου κατάκρισιν καὶ εἰς τὴν ἰδίαν ἐσπούδα‐ ζεν αἵρεσιν· διὸ καὶ σύνοδον διὰ ταῦτα κατὰ Με‐ | |
5 | διόλανον πόλιν τῆς Ἰταλίας ἀθροίζει. Καί τινας μὲν πρὸς τὸ οἰκεῖον διαστρέφει βούλημα· Διονύσιος δὲ καὶ Εὐσέβιος καὶ Ῥοδανός, Παυλῖνός τε καὶ Λουκίφερ τὸ | |
οἰκεῖον καὶ τῆς εὐσεβείας μὴ καθυβρίσαντες φρόνη‐ μα, καὶ οὐδ’ Ἀθανασίου καταγνῶναι ἀνασχόμενοι (ᾔδε‐ | 33 in vol. 8 | |
10 | σαν γὰρ τὴν Ἀθανασίου κατάκρισιν τὴν τῆς πίστεως προοιμιάζεσθαι καθαίρεσιν) ἐν Ἀριμήνῳ ὑπερορίζονται. Γνοὺς δ’ ὁ τοῦ Θεοῦ θεράπων Ἀθανάσιος ὡς πά‐ λιν κατ’ αὐτοῦ πικρότερόν τε καὶ φονικώτερον τὸ αἱρε‐ τικὸν παροξύνεται στῖφος, λαθὼν ἅπαντας τοὺς ἐν τῇ | |
15 | πόλει παρθένῳ τινὶ καταφεύγει, τῷ ἀνυπόπτῳ τῆς κόρης κλέπτων τὴν εὕρεσιν. Ἦν γὰρ ἡ νεᾶνις καὶ τὴν ὄψιν ὡραία, καὶ συνοικεῖν αὐτῇ μηδὲ τὸν τυχόντα ἄν‐ δρα, μήτι γε ἀρχιερέα, πολλὴν καὶ βεβαίαν τὴν πλη‐ ροφορίαν πᾶσι παρέχουσα· ἔτος δὲ τῆς ἡλικίας εἰκο‐ | |
20 | στὸν ἦγεν ἀπὸ γενέσεως. Ἀνατίθησιν οὖν αὐτῇ ὁ τῆς παρθενίας καὶ διδάσκαλος καὶ φύλαξ τὰ καθ’ ἑαυτόν, ὅτι πρὸς μιαιφονίαν αὐτοῦ ἐξοπλίζοιτο τὸ αἱρετικόν, καὶ ὡς πάντα τὰ ἔξω τῆς πόλεως προκατείληπται ἐρεύ‐ ναις, καὶ ὡς ἐκ θείας ὄψεως τὴν σωτηρίαν αὐτῷ πρυ‐ | |
25 | τανευούσης πρὸς αὐτὴν ἥκοι. Ἡ δὲ μετὰ χαρᾶς ἀνεκλα‐ λήτου καὶ ὑποδέχεται καὶ ἐπὶ ἓξ ἔτη κατακρύπτει· καὶ ἡ Κωνσταντίου τελευτὴ λύσις γίνεται τῆς ἀποκρυβῆς. Ἐν πᾶσι δὲ προθύμως καὶ σεβασμίως ἡ παρθένος ἐξυ‐ πηρέτει τὸν ὅσιον, πάντας τοὺς ἐν τῇ πόλει μικρούς τε | |
30 | καὶ μεγάλους, καὶ τοὺς φιλοῦντας καὶ τοὺς διώκτας, διαλανθάνουσα. Προστάττει δ’ οὖν ὁ Κωνστάντιος τοὺς μὴ βουλο‐ μένους τῶν κατὰ τὴν Ἰταλίαν ἀρχιερέων τῇ Ἀρείου κα‐ θυπογράφειν ἐξωθεῖσθαι τῶν ἐκκλησιῶν καὶ ἀντ’ ἐκεί‐ | |
35 | νων τοὺς δυσσεβεῖς ἐγκαθίστασθαι. Ὑπερωρίζετο καὶ Λι‐ βέριος τότε ὁ μετὰ Ἰούλιον τὸν θρόνον Ῥώμης ἰθύνων, καὶ ἀντιχειροτονεῖται Φῆλιξ ὃς παραχρῆμα μὲν ποινῇ θεηλάτῳ τῇ τῶν ὀφθαλμῶν πηρώσει ὑποβάλλεται, | |
ὕστερον δὲ καὶ λοιμικῇ νόσῳ κατασχεθεὶς διαφθείρεται. | 34 in vol. 8 | |
40 | Τὰ αὐτὰ δὲ καὶ Μελέτιος ὁ Ἀντιοχείας ὑφίσταται. Καὶ ἀντικαθιστᾷ ἡ αἵρεσις τὸν Εὐζώϊον, ἐν Κωνσταντινου‐ πόλει δὲ τὸν Εὐδόξιον, ἄνδρας δυσσεβεῖς καὶ τὸν βίον ἐπαξίους τῆς αἱρέσεως. | |
Bibl.258483b | Κατ’ ἐκεῖνο καιροῦ καὶ Ἰουλιανὸν ὁ Κωνστάντιος ἀναγορεύει Καίσαρα, καὶ πρὸς τὰς Γαλλίας ἐκπέμπει. Ἐγκαινίζει δὲ καὶ τὴν ἐν Κωνσταντινουπόλει παρ’ αὑτοῦ νεουργηθεῖσαν ἐκκλησίαν ἐπώνυμον αὐτῇ ἡ τοῦ Θεοῦ | |
5 | Σοφία. Καὶ ὁ δυσσεβὴς Εὐδόξιος, κατὰ τὰ ἐγκαίνια ἐνθρονισθείς, πρώτην ἐκείνην τὴν τολμηρὰν καὶ ἀφρο‐ νεστάτην ἀφῆκε φωνήν· «Ὁ Πατὴρ ἀσεβής, ὁ Υἱὸς εὐ‐ σεβής». Θορύβου δὲ δικαίου τὸ πλῆθος περιλαβόντος κακῷ τὸ κακὸν ἐπενόει κατευνάζειν, καί· «Μηδὲν ὑμᾶς, | |
10 | φησί, ταραττέτω· ὁ μὲν γὰρ Πατὴρ ἀσεβής, ὅτι οὐδένα σέβει, ὁ δὲ Υἱὸς εὐσεβὴς ὅτι σέβει τὸν Πατέρα». Ταῦτα τοῦ δυσσεβοῦς εἰπεῖν ἐπιμανέντος, ὁ θόρυβος εἰς χλεύην καὶ μυκτηρισμὸν ἐκλυθεὶς τοὺς πολλοὺς τῶν συνειλεγ‐ μένων διεσκέδασε τῆς ἐκκλησίας. | |
15 | Ὁ μέντοι γε Ἰουλιανὸς κατὰ τὰς Γαλλίας διατρίβων, καὶ νίκας ἀναδησάμενος κατὰ βαρβάρων, ὑπὸ τῶν στρα‐ τιωτῶν ἀνακηρύττεται βασιλεύς· καὶ Κωνστάντιος μαθὼν τὴν ἀνάρρησιν βαπτίζεται μὲν τῇ θεομάχῳ χειρὶ Εὐ‐ ζωΐου, ἐξοπλίζεται δὲ κατὰ τοῦ ἐπαναστάντος. Γενόμενος | |
20 | δὲ ἐν Μοψουκρήνῃ (πολίχνιον δὲ τοῦτο τῆς Κιλικίας) ὑπὸ φροντίδων, αἷς αὐτὸν ὁ πόλεμος συνεῖχεν, ἀπο‐ πληξίᾳ ληφθεὶς τελευτᾷ, ἔτος μὲν ἄγων ἀπὸ γενέσεως πέμπτον καὶ τεσσαρακοστόν, βασιλεύσας δὲ μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἔτη πέντε καὶ εἴκοσι. | |
25 | Γεώργιος δ’ ὁ ἐν Ἀλεξανδρείᾳ ναὸν Ἑλληνικὸν ἤδη κατηρειπωμένον, ἐν ᾧ τὸ παλαιὸν οἱ Ἕλληνες τε‐ λετὰς ἐτέλουν τῷ Μίθρᾳ, θύοντές τε ἄνδρας καὶ παῖ‐ δας καὶ γυναῖκας καὶ τοῖς σπλάγχνοις αὐτῶν μαντευό‐ μενοι, τοῦτον ἀνακαθαίρειν ἐπεμελεῖτο ἐπὶ τῷ ἀνοικο‐ | 35 in vol. 8 |
30 | δομῆσαι εὐκτήριον. Ἀνακαθαιρομένου δὲ εὕρηται πολλὰ κρανία τῶν ἀνῃρημένων, καὶ τῶν Χριστιανῶν οἱ ζηλωταὶ ἐκπομπεύοντες τὰ τῶν Ἑλλήνων μυστήρια εἰς γέλωτα τῷ δήμῳ καὶ χλεύην τὰ κρανία προάγουσι. Τὸ δ’ Ἑλλη‐ νικὸν τὴν ὕβριν οὐκ ἐνεγκόντες, ὀργῆς αὐτοῖς ἀθέου | |
35 | στρατηγούσης, ὁρμῶσι κατὰ τῶν Χριστιανῶν, καὶ τοὺς μὲν ξίφεσι, τοὺς δὲ ῥοπάλοις, τινὰς δὲ λίθοις, ἄλλους δὲ τοῖς παρατυχοῦσιν ἀπέκτειναν, ἐνίους δ’ αὐτῶν καὶ ἀνεσταύρωσαν· τὸν δὲ Γεώργιον τῆς ἐκκλησίας ἐξελκύ‐ σαντες καμήλῳ τε προσέδησαν, καὶ διασπαραχθέντα | |
40 | σὺν αὐτῇ πυρὶ παρέδοσαν. Ἰουλιανός γε μὴν τὸ τῆς βασιλείας κράτος λαβὼν τὰ μὲν Ἑλλήνων ἐσπούδαζεν, ἃ δὲ Κωνσταντίῳ κατὰ τῶν τοῦ Θεοῦ ἀρχιερέων πεπαρώνητο, στέργειν οὐ προῃρεῖτο· | |
Bibl.258484a | διὸ τοὺς ἐν ὑπερορίαις πάντας φωναῖς φιλαν‐ θρώποις ἀνεκαλέσατο. Ἐξ οὗ καὶ Ἀθανάσιος θαρρήσας ἔξεισι μὲν τῆς οἰκίας ἐν ᾗ κατεκρύπτετο τῆς παρθένου, κατὰ νύκτα δὲ ἔνδον ὤφθη τῆς ἐκκλησίας. Καὶ ὁ Ἀλε‐ | |
5 | ξανδρέων δῆμος ἀσμένως αὐτὸν καὶ ὡς ἐκ νεκρῶν ζῶντα κατὰ ἑορτῆς φαιδρότητα ὑπεδέξαντο· ὅσον δὲ ἀρεια‐ νίζον ἐν τῇ πόλει ὑπελείπετο εἰς τὸν Γεωργίου τόπον Λούκιον προχειρίζονται. Ἰουλιανὸς δὲ πανταχοῦ ἔσεβε τὰ Ἑλλήνων, ἔθυε | |
10 | δὲ καὶ κατὰ τὴν Κωνσταντινούπολιν δημοσίᾳ τῷ τῆς Τύχης ἀγάλματι, ἡνίκα καὶ Μάρης ὁ Καλχηδόνιος χειραγω‐ γούμενος (ἦν γὰρ ὑπὸ τοῦ γήρως ὑπόχυσιν ἔχων ἐν τοῖς | |
ὀφθαλμοῖς) πολλὰ τὸν ἀποστάτην ἐκάκιζεν. Ὁ δὲ τυ‐ φλὸν καὶ πονηρὸν ἀντελοιδορεῖτο, καὶ ὡς ὁ Γαλιλαῖος | 36 in vol. 8 | |
15 | αὐτοῦ Θεὸς οὐκ ἐκθεραπεύσειεν αὐτὸν ἐπωνείδιζεν. Ὁ δὲ Μάρης· «Τοῦτό με πρὸς τὴν μεγίστην εὐχαριστίαν κινεῖ τοῦ Θεοῦ, ὅτι με τυφλὸν ἔθετο, ἵνα τὸ σὸν ἀναιδὲς οὕτω δι’ ἀσεβείας ἀμαυρωθὲν μὴ θεάσωμαι πρόσωπον». Τότε δὴ τότε καὶ Ἰωβιανὸς καὶ Οὐλεντινιανός, οἱ μετὰ | |
20 | ταῦτα κατὰ διαδοχὴν βασιλεύσαντες, λύσαντες αὑτῶν τὰς ζώνας τῷ τυράννῳ προσέρριψαν· «Ἔχε, λέγοντες, καὶ τὰς ζώνας καὶ τὰς τιμάς· εἰ βούλει δὲ καὶ κολάζειν, προθύμως σοι παρέχομεν καὶ τὰ σώματα». | |
25 | Ὁ μέντοι ἀποστάτης σὺν τοῖς ὁμοφρόσι βουλὴν βου‐ λεύεται Ἀθανάσιον ἐκποδὼν ποιῆσαι, ἐννοούμενος ὡς, εἴπερ ἡ Ἀλεξάνδρου πόλις ἐκείνου ἀπαλλαγείη, ῥᾳδίως τοὺς ἐν αὐτῇ Χριστιανοὺς εἰς τὸ οἰκεῖον μεθελκύσει δυσ‐ σέβημα. Διὸ πάλιν συκοφάνται, καὶ πάλιν στρατηγός, καὶ | |
30 | πάλιν στρατός, καὶ πάλιν Ἀθανάσιος ἐκζητούμενος, καὶ πάλιν φυγή. Καὶ τῆς ἐκκλησίας λάθρᾳ διαδρὰς ὁλκά‐ δος ἐπιβαίνει καὶ ἐπὶ τὴν Θηβαΐδα ἰθύνεται. Καὶ ὁ σα‐ τράπης ὄπιθεν καταδιώκει· καὶ μηνύεται τοῦτο ὁ διω‐ κόμενος, καὶ ὄψις αὐτὸν θεία παρακελεύεται ἀντιστρέψαι | |
35 | τὸ πλοῖον καὶ τὴν ἐναντίαν πλοΐζεσθαι. Τῶν δὲ συνόν‐ των κωλυόντων οὐ λόγοις μόνον ἀλλὰ καὶ δάκρυσι, μηδ’ εἰς ὄλεθρον οὕτω προφανῆ ἑαυτὸν κἀκείνους ἐκδοῦναι, ἐθάρρυνέ τε μηδὲν δεδιέναι, καὶ ἀνεδίδασκεν ὡς τὸ Θεῖον αὐτοῖς εἴη σύμμαχον. Ἐξ ὑποστροφῆς οὖν πρὸς | |
40 | τὴν Ἀλεξάνδρειαν ἀναγομένοις συναντῶσιν οἱ διώκον‐ | |
τες, καὶ ἐπερωτῶσιν εἴ που ἴδοιεν Ἀθανάσιον φεύγοντα· | 37 in vol. 8 | |
Bibl.258484b | οἱ δὲ ἠμείβοντο καὶ ἰδεῖν αὐτόν, καὶ ὡς εἰ ἐπι‐ ταχύνειαν τοῦτον καταλήψεσθαι. Καὶ τούτους μὲν πλανω‐ μένους ἀπέπεμπον, αὐτοὶ δὲ θᾶττον εἰς τὴν Ἀλεξάνδρου κατήχθησαν. Καὶ βραχὺν χρόνον ἀποκρυβεὶς ὁ θεσπέ‐ | |
5 | σιος, Ἰουλιανοῦ τοῦ ἀποστάτου τὴν δίκην ἐν Πέρσαις ἀπαι‐ τηθέντος ἐπαρρησιάσατό τε καὶ τὴν τοῦ σεσωκότος πίστιν ἐδογμάτιζέ τε καὶ ἀνεκήρυττεν. Ἀλλὰ γὰρ Ἰουλιανὸς μὲν ἐν Περσίδι ἀνῃρέθη, τῶν μὲν εἰς Πέρσην τινὰ τῶν αὐτομόλων τὴν ἀναίρεσιν | |
10 | ἀναφερόντων, τῶν δὲ εἴς τινα τῶν ὑποτελῶν στρατιω‐ τῶν· ὁ δὲ πολὺς καὶ τῆς ἀληθείας ἐγγύτερος λόγος θεήλατον αὐτὸν ὑποστῆναι τὴν σφαγὴν ἐκδιδάσκει. Κα‐ ταστρέφει δ’ οὖν τὸν βίον ἓν καὶ τριακοστὸν διαβιοὺς ἔτος, ἐν δὲ τῇ βασιλείᾳ μῆνας εἴκοσι. Καὶ διαδέχεται | |
15 | τὴν Ῥωμαϊκὴν βασιλείαν ψήφῳ τοῦ παντὸς στρατεύ‐ ματος Ἰωβιανός, οὗ καὶ μνήμην ὁ λόγος ἔσχεν ἔμπροσθεν. Ἀλλ’ οὗτος ὀκτὼ μῆνας μόνους ἐν τῇ βασιλείᾳ διαρκέ‐ σας κατὰ Βιθυνίαν ἀπολείπει τὰ ἀνθρώπινα. Μετ’ ἐκεῖ‐ νον δὲ Οὐαλεντινιανός, ἀνὴρ ὥσπερ ὁ πρὸ αὐτοῦ τῆς | |
20 | εὐσεβείας ὑπέρμαχος· καὶ λαμβάνει κοινωνὸν (ὡς εἴθε μὴ ὤφελε) τῶν Ῥωμαϊκῶν σκήπτρων Οὐάλεντα τὸν ἀδελφόν, καὶ μῆνα ἡμερῶν ἐν Κωνσταντινουπόλει δια‐ τρίψας ἀφορίζει μὲν Οὐάλεντι τὴν ἀνατολήν, αὑτῷ δὲ λείπει τῆς δύσεως τὴν ἀρχήν. | |
25 | Ἐπεὶ δὲ οὗτος εἰς δύσιν ἀπῆρεν, ὁ ἀδελφὸς μὲν ταῖς μητρικαῖς ὠδῖσιν, οὐκ ἀδελφὸς δὲ ἀλλὰ καὶ ἀντίπαλος τὴν πίστιν, πόλεμον ἄσπονδον κατὰ τῆς ὀρθοδοξίας κινεῖ. Καὶ πρῶτον μὲν τὸν θαυμαστὸν Μελέτιον ὑπὸ Ἰουλιανοῦ ἀνακληθέντα καὶ τὸν οἰκεῖον ἀπειληφότα θρό‐ | |
30 | νον ὑπερορίζει μετὰ καὶ πολλῶν ἄλλων ἀρχιερέων τε καὶ τῶν ἐν κλήρῳ λογάδων, ἔπειτα δὲ καὶ τὴν Αἴγυ‐ πτον καταράσσει καὶ στάσεις καὶ θόρυβοι χαλεπώτεροι τῶν φθασάντων διέσειον τὴν Ἀλεξανδρέων πόλιν. Δε‐ διὼς δὲ ὁ θεόληπτος μὴ ἄρα τῆς ἐν τῷ πλήθει στά‐ | 38 in vol. 8 |
35 | σεως αὐτὸς τὴν αἰτίαν λάβοι, τέσσαρας ὅλους μῆνας ἑαυτὸν ἐν πατρῴῳ τάφῳ κατακρύπτει. Ὁ δὲ τοὺς κατὰ τὴν Αἴγυπτον φόνους παλαμώμενος Τατιανὸς ἦν ὁ ταύτης ἐπάρχων, ὃν ἡ θεία δίκη καὶ τῆς μιαιφονίας καὶ τῆς δυσσεβείας θᾶττον μετῆλθε· τοῦ τε γὰρ ἀξιώ‐ | |
40 | ματος καὶ τῶν πολλῶν ἐκπίπτει χρημάτων, καὶ τῆς τρο‐ φῆς αὐτῆς ἐπαίτης ἦν· ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς ἀποβα‐ | |
Bibl.258485a | λὼν τὸν βίον ἀλγεινῶς τε καὶ αἰσχρῶς καταστρέφει. Ἐν τούτοις δὲ κυμαινομένων τῶν ὅλων σεισμὸς ἐπισκή‐ πτει τῶν πώποτε γεγενημένων ὁ μέγιστος, καὶ πολλὰς ἐδαφίζει τῶν πόλεων, ἀτὰρ δὴ καὶ τῆς Κρήτης τὰς | |
5 | δέκα πόλεις κατηρείπωσε· καὶ ἡ θάλασσα τῶν ἰδίων ὅρων ὑπερχυθεῖσα πολλὴν μὲν τῆς ἠπείρου ἀποτεμο‐ μένη θάλασσαν νέαν ἔδειξε, πολλὴν δὲ τῆς ὑποβρυχίου ἀρότρῳ ὑπέθηκεν. Ἀλλ’ οὐδὲν τούτων ἐσωφρόνισε τὸν Οὐάλεντα. Ἐπεὶ δὲ ὁ Ἀλεξανδρέων δῆμος πόθῳ καὶ | |
10 | πίστει τοῦ ποιμένος ἐστασίαζέ τε καὶ πάντα πράξειν ἠπείλει καὶ τά τε σιτηγὰ τῶν πλοίων καὶ αὐτοὺς τοὺς δημο‐ σίους σιτοβολῶνας, εἰ μὴ τὸν διδάσκαλον ἀπολήψοιντο, πυρὶ δοῦναι διετείνοντο, γνοὺς ταῦτα ὁ δυσσεβὴς Οὐά‐ λης διὰ γραμμάτων δίδωσιν Ἀθανασίῳ πᾶσαν ἄδειαν | |
15 | τὰς ἐκκλησίας ἰθύνειν. Ἐξορμᾶν δὲ μέλλων εἰς Ἀντιόχειαν, ἐπεὶ Εὐδό‐ ξιος ὁ μισόχριστος ὁ δέκα καὶ ἔννεα ἔτη κατὰ τῶν εὐ‐ σεβῶν ἄσπονδον πόλεμον ἀναλαβὼν ἀπεφθάρη, τῆς | |
ὁδοιπορίας κατὰ τὴν Νικομήδειαν ἐπεσχέθη. Καὶ οἱ μὲν | 39 in vol. 8 | |
20 | ἐξ Ἀρείου Δημόφιλον χειροτονοῦσιν, οἱ δὲ τὸ ὁμοούσιον πρεσβεύοντες Εὐάγριόν τινα, τοῦ μακαρίου Εὐσταθίου τὴν τελεσιουργίαν χειρισαμένου, ὃς πρὸ Μελετίου τὴν Ἀντιοχέων ἐκκλησίαν ποιμαίνειν ὑπὸ τῶν Ἀρειανῶν συνεσκευάσθη, καὶ τῆς ὑπερορίας ψηφίσματι τοῦ εὐσε‐ | |
25 | βοῦς Ἰωβιανοῦ ἀνακληθεὶς ἐν Κωνσταντινουπόλει διέτρι‐ βεν. | |
26 | Ὁ δὲ δυσσεβὴς Οὐάλης μαθὼν τὰ πραχθέντα, οἷς μὲν οἱ ἐξ Ἀρείου ἔπραξαν, συνήσθη τε καὶ ἠγά‐ πησε, τῶν δὲ κηρύκων τῆς εὐσεβείας Εὐστάθιον μὲν τὸν χειροτονήσαντα διὰ στρατιωτικῆς χειρὸς ἐν Βιζύῃ | |
30 | πόλει τῆς Θρᾴκης περιορίζει, Εὐάγριον δὲ τὸν χειρο‐ τονηθέντα ἄλλη συνεῖχεν ὑπερορία. Καὶ ταῦτα πράξας ὁ δυσσεβὴς ἐπὶ τὴν Ἀντιόχου ἀφικνεῖται, τὰ αὐτὰ κατὰ τῶν εὐσεβούντων καὶ πράττων καὶ διανοούμενος, μᾶλλον δὲ πολλῷ χείρονα. Καὶ γὰρ διαφόροις θανάτοις τοὺς | |
35 | εὐσεβοῦντας ὑπῆγε· μάλιστα δὲ τῶν φόνων αὐτῷ τὸ προχειρότατον ἦν ποταμὸς ὁ Ὀρόντης. Τῆς συγχύσεως οὖν καὶ ταραχῆς ταύτης τὴν οἰκου‐ μένην ἀνατρεπούσης, μετὰ τοὺς πολλοὺς καὶ μακροὺς ὑπὲρ τῆς εὐσεβείας ἄθλους καὶ καμάτους εἰς τὸν κοι‐ | |
40 | νὸν δεσπότην ὃν ἐφίλει καὶ ὑπὲρ οὗ ἔπασχε, χαίρων ὁ ἀθλητής, ἵνα τύχῃ τῶν ἐπάθλων, ἀπεδήμησεν, ἔτη | |
Bibl.258485b | διαρκέσας ἐν τῇ ἀρχιερατικῇ τελετῇ, μᾶλλον δ’ ἐν τοῖς ὑπὲρ αὐτῆς ἀγωνίσμασι, τεσσαράκοντα. Ὅτι ἡ συγγραφὴ ἐξ ἧς ἡ προκειμένη προῆλθεν ἐκλογή, μᾶλλον ἐπὶ τὸ ἠμελημένον ἢ τὸ διηκριβω‐ | |
5 | μένον ἔχει τὴν ῥοπήν, μάλιστα δ’ ἐν τῇ τῶν νοημά‐ των οἰκονομίᾳ. Ἐν πολλοῖς δὲ κεφαλαίοις καὶ καινό‐ | |
τερα παρὰ τοὺς ἄλλους ἱστορεῖ. | 40 in vol. 8 | |
Bibl.259485b(9) | Ἀνεγνώσθη Ἀντιφῶντος λόγοι διάφοροι. | |
10 | Εἰσὶ δ’ αὐτοῦ οἱ λόγοι τὸ ἀκριβὲς καὶ πιθανὸν καὶ περὶ τὴν εὕρεσιν δεινὸν οἰκειούμενοι. Ἔστι δὲ ὁ ἀνὴρ καὶ ἐν τοῖς ἀπόροις τεχνικός, καὶ τὰς ἐπιχειρήσεις ἐξ ἀδήλου ποιούμενος, καὶ ἐπὶ τοὺς νόμους καὶ τὰ πάθη τρέπων τοὺς λόγους, τοῦ εὐπρεποῦς μάλιστα στοχαζόμενος. | |
14 | Ὁ μέν‐ | |
15 | τοι Σικελιώτης Καικίλιος μὴ κεχρῆσθαί φησι τὸν ῥήτορα τοῖς κατὰ διάνοιαν σχήμασιν, ἀλλὰ κατευθὺ αὐτῷ καὶ ἀπλάστους τὰς νοήσεις ἐκφέρεσθαι, τροπὴν δὲ ἐκ τοῦ πανούργου καὶ ἀνάλλαξιν οὔτε ζητῆσαι τὸν ἄνδρα οὔτε χρήσασθαι, ἀλλὰ δι’ αὐτῶν δὴ τῶν νοημάτων καὶ | |
20 | τῆς φυσικῆς αὐτῶν ἀκολουθίας ἄγειν τὸν ἀκροατὴν πρὸς τὸ βούλημα. Οἱ γὰρ πάλαι ῥήτορες ἱκανὸν αὑτοῖς ἐνόμιζον εὑρεῖν τε τὰ ἐνθυμήματα καὶ τῇ φράσει πε‐ ριττῶς ἀπαγγεῖλαι. Ἐσπούδαζον γὰρ τὸ ὅλον περὶ τὴν λέξιν καὶ τὸν ταύτης κόσμον, πρῶτον μὲν ὅπως εἴη | |
25 | σημαντικὴ καὶ εὐπρεπής, εἶτα δὲ καὶ ἐναρμόνιος ἡ τού‐ των σύνθεσις. Ἐν τούτῳ γὰρ αὐτοῖς καὶ τὴν πρὸς τοὺς ἰδιώτας διαφορὰν ἐπὶ τὸ κρεῖττον περιγίνεσθαι. Εἶτα εἰπὼν ὡς ἀσχημάτιστος εἴη κατὰ διάνοιαν ὁ τοῦ Ἀντι‐ φῶντος λόγος, ὥσπερ ἐπιδιορθούμενος ἑαυτόν· «Οὐ τοῦτο | |
30 | λέγω, φησίν, ὡς οὐδὲν εὑρίσκεται διανοίας παρὰ Ἀν‐ τιφῶντι σχῆμα· καὶ γὰρ ἐρώτησίς που καὶ παράλειψις καὶ ἕτερα τοιαῦτα ἔνεισιν αὐτοῦ τοῖς λόγοις· ἀλλὰ τί φημι; Ὅτι μὴ κατ’ ἐπιτήδευσιν μήτε συνεχῶς ἐχρήσατο τού‐ τοις, ἀλλ’ ἔνθα ἂν ἡ φύσις αὐτὴ μεθοδείας τινὸς | |
35 | χωρὶς ἀπῆγεν· ὃ δὴ καὶ περὶ τοὺς τυχόντας τῶν ἰδιω‐ τῶν ἔστιν ὁρᾶν. Διὰ τοῦτο καὶ ὅταν τις ἀσχηματίστους εἶναι λέγῃ λόγους, οὐ καθάπαξ οἰητέον τῶν σχημάτων αὐτοὺς ἀπεστερημένους εἶναι (τοῦτο γὰρ ἀδύνατον) ἀλλ’ ὅτι τὸ ἐμμέθοδον καὶ συνεχὲς καὶ ἐρρωμένον τῶν σχημά‐ | 41 in vol. 8 |
40 | των οὐκ ἔστιν ὁρώμενον ἐν αὐτοῖς». | |
40 | Φέρονται δὲ αὐτοῦ λόγοι ξʹ, ὧν ὁ Καικίλιος κεʹ φησιν αὐτοῦ κατα‐ | |
Bibl.259486a | ψεύδεσθαι, ὡς εἶναι τοὺς διαφυγόντας τὸ νόθον εʹ καὶ λʹ. Οὗτος τῷ οἰκείῳ πατρὶ Σοφίλῳ σοφιστεύοντι μα‐ θητεῦσαι λέγεται· Καικίλιος δὲ Θουκυδίδου τοῦ συγγρα‐ | |
5 | φέως μαθητὴν γεγονέναι φησὶ τὸν ῥήτορα. Διενεχθῆ‐ ναι δέ φασιν αὐτὸν καὶ Σωκράτει τῷ φιλοσόφῳ, οὐ πρὸς φιλονεικίαν ἀλλὰ πρὸς ἔλεγχον ὁρῶντα. Συντάξαι δὲ αὐτὸν καὶ πρῶτόν φασι τοὺς ἐν τοῖς δικαστηρίοις ἀγω‐ νιστικοὺς λόγους· τῶν γὰρ πρὸ αὐτοῦ οὐδεὶς φαίνεται κα‐ | |
10 | θεὶς ἑαυτὸν εἰς τοῦτον τὸν ἀγῶνα, οὐδ’ ἔστι λαβεῖν δικανικὸν λόγον τῶν Ἀντιφῶντι πρότερον γεγραμμένων. | |
11 | Πρῶτον δὲ αὐτὸν καὶ ῥητορικὰς συντάξασθαί φασι τέχνας, ἀγχί‐ νουν γεγονότα· διὰ τοῦτο λαβεῖν ἐπώνυμον καὶ τὸν Νέ‐ στορα. Κωμῳδεῖ δὲ αὐτὸν εἰς φιλαργυρίαν Πλάτων ἐν | |
15 | Πεισάνδρῳ. Λόγος δὲ αὐτὸν καὶ τραγῳδίας συνθεῖναι, ἰδίᾳ τε καὶ Διονυσίῳ συνδιατρίβοντα τῷ τυράννῳ. Σχο‐ λάζοντα δὲ πρότερον τῇ ποιήσει τέχνην φασὶν αὐτὸν ἐξευρεῖν ἀλυπίας, καὶ κατὰ τὴν ἀγορὰν ἐν Κορίνθῳ οἰκημάτιόν τι οἰκοδομησάμενον ἐπιγράψαι δύνασθαι | |
20 | αὐτὸν τοὺς λυπουμένους διὰ λόγων θεραπεύειν· καὶ δὴ καὶ πυνθανόμενος τὰς αἰτίας τῆς λύπης τοὺς ἀνιωμέ‐ νους παρεμυθεῖτο. Τοῦτο δὲ τὸ ἐπιτήδευμα ἧττον εἶναι νομίσας τῆς ἑαυτοῦ μεγαλονοίας ἐπὶ ῥητορικὴν ἐτράπη. Συνεγράψατο δὲ καὶ κατὰ Ἱπποκράτους τοῦ ἰατροῦ λό‐ | 42 in vol. 8 |
25 | γον, καὶ εἷλεν αὐτὸν ἐξ ἐρήμου. Ὁ δὲ χρόνος ἦν, καθ’ ὃν ἤκμαζεν, ἐν ᾧ διαπέπρακται τὰ Περσικά, ὀλίγῳ πρό‐ τερον Γοργίου τοῦ σοφιστοῦ γεγονώς· παρέτεινε δὲ τὸν βίον ἕως τῆς ὑπὸ τῶν υʹ γεγενημένης καταλύσεως τῆς δημοκρατίας, ἧς καὶ αὐτὸν αἰτίαν μετεσχηκέναι φασὶ | |
30 | παρασχεῖν· διὸ καὶ μετὰ τὴν κατάλυσιν τῶν υʹ εἰσαγ‐ γελθεὶς ἑάλω, καὶ τοῖς τῶν προδοτῶν ἐπιτιμίοις ὑπο‐ βληθεὶς ἄταφος ἐρρίφη, καὶ γέγονεν ἄτιμος, οὐκ αὐτὸς μόνον ἀλλὰ καὶ οἱ ἐξ αὐτοῦ φύντες. Λυσίας δὲ τοὐ‐ ναντίον ἱστορεῖ· φησὶ γὰρ μᾶλλον αὐτὸν ὑπὸ τῶν υʹ ἀνῃ‐ | |
35 | ρῆσθαι. Οἱ δέ φασιν αὐτὸν πρεσβευτὴν πρὸς Διονύσιον τὸν τύραννον παραγεγονότα, καὶ ζητήσεώς τινος παρα‐ πεσούσης τίς ἄριστός ἐστι χαλκός, αὐτὸν ἄριστον εἶναι φά‐ ναι ἐξ οὗ στῆλαι Ἁρμοδίῳ πεποίηνται καὶ Ἀριστογείτονι· ἀκούσαντα δὲ τὸν Διονύσιον, καὶ εἰς αὑτὸν ὑπονοή‐ | |
40 | σαντα τὸν λόγον ἀπερρίφθαι καὶ προτροπὴν εἶναι τῆς αὑτοῦ καταλύσεως, τὴν ἐπὶ θανάτῳ τὸν ῥήτορα κατα‐ | |
Bibl.259486b | δικάσαι. Οἱ δὲ διότι, φασί, τὰς τραγῳδίας αὐτοῦ διασύρων ἐπαρρησιάζετο. | |
Bibl.260486b(4) | Ἀνεγνώσθησαν Ἰσοκράτους λόγοι διάφοροι. | |
5 | Φέρονται δὲ αὐτοῦ τὸν ἀριθμὸν ξʹ, ὧν ἐκρίθησαν γνή‐ σιοι κατὰ μὲν Διονύσιον ἐπὶ τοῖς εκʹ, κατὰ δὲ Και‐ κίλιον ηʹ καὶ κʹ. Γεγραφέναι δὲ αὐτὸν καὶ τέχνην ῥητο‐ | |
ρικὴν λέγουσιν, ἣν καὶ ἡμεῖς ἴσμεν τοῦ ἀνδρὸς ἐπιγρα‐ φομένην τῷ ὀνόματι· οἱ δὲ συνασκήσει μᾶλλον ἢ τέχνῃ | 43 in vol. 8 | |
10 | χρήσασθαι κατὰ τοὺς λόγους τὸν ἄνδρα φασί. Γέγονε δὲ κατὰ τὴν πʹ καὶ ϛʹ Ὀλυμπιάδα, νεώτερος μὲν Λυσίου ἐπὶ δυσὶν ἔτεσι καὶ κʹ, Πλάτωνος δὲ πρε‐ σβύτερος ιʹ δεόντων τριῶν. Ἦν δὲ παῖς Θεοδώρου Ἐρ‐ χιέως, ἑνὸς τῶν μετρίων πολιτῶν. | |
14 | Ἐν παισὶ μὲν οὖν | |
15 | τελῶν, ἠκροάσατο Προδίκου τε τοῦ Κείου καὶ Γοργίου τοῦ Λεοντίνου καὶ Τισίου τοῦ Συρακουσίου καὶ τοῦ ῥήτορος Θηραμένους. Εἰς ἄνδρας δὲ τελέσας πραγμάτων μὲν ἀναχωρεῖ τῶν πολιτικῶν, ὅτι τε τὴν φωνὴν ἰσχνὸς ἦν καὶ τὸν τρόπον εὐλαβής· τὰ πατρῷα μέντοι ἀποβε‐ | |
20 | βληκὼς ἐν τῷ πρὸς Λακεδαιμονίους πολέμῳ, ἕνα μό‐ νον τὸν τῆς ἀντιδόσεως λόγον εἰπὼν ἀπέστη τῆς τοιαύ‐ της προαιρέσεως, ἰδίαν δὲ διατριβὴν ὑποστησάμενος ἐπὶ τὸ φιλοσοφεῖν καὶ γράφειν ὥρμησε, καὶ ὅ τε πανη‐ γυρικὸς αὐτῷ λόγος συνετάγη καί τινες ἄλλοι τῶν συμ‐ | |
25 | βουλευτικῶν ἡγουμένῳ ταῖς παραινέσεσι τοὺς Ἕλληνας φρονεῖν ἐκδιδάξαι τὰ συμφέροντα. Ἀποτυχὼν δὲ τῆς γνώμης τούτου μὲν ἀπέστη τοῦ ἐπιτηδεύματος, σχολῆς δὲ σοφιστικῆς ἡγεῖτο, ὡς μέν τινές φασι τὰ πρῶτα ἐπὶ Χίου, μαθητὰς ἔχων ἐννέα, ἡνίκα καὶ τὸν μισθὸν ἰδὼν | |
30 | τῆς διδασκαλίας ἀριθμούμενον φάναι δακρύσαντα ὡς· «Νῦν ἐμαυτὸν ἔγνων τούτοις πεπραμένον». | |
31 | Ἠκροάσαντο δὲ αὐτοῦ ἄλλοι τε πολλοί, ὡς καὶ εἰς ἑκατὸν συντελέ‐ σαι, καὶ δὴ καὶ Τιμόθεος ὁ Κόνωνος, μεθ’ οὗ καὶ πολλὰς ἐπιὼν πόλεις τὰς πρὸς Ἀθηναίους ἐπιστολὰς συνετίθει, | |
35 | αἳ τὸν Τιμόθεον ἐπεγράφοντο· ὅθεν ἐκεῖνος ταλάντῳ αὐτὸν ἐδωρήσατο. Γεγόνασι δὲ αὐτοῦ ἀκροαταὶ καὶ Ξε‐ νοφῶν ὁ Γρύλλου καὶ Θεόπομπος ὁ Χῖος καὶ Ἔφορος | |
ὁ Κυμαῖος, οἷς καὶ ταῖς ἱστορικαῖς συγγραφαῖς προὐ‐ τρέψατο χρήσασθαι, πρὸς τὴν ἑκάστου φύσιν ἀναλόγως καὶ | 44 in vol. 8 | |
40 | τὰς ὑποθέσεις τῆς ἱστορίας αὐτοῖς διανειμάμενος· ἐπὶ τούτοις καὶ Ἀσκληπιάδης, ὃς τὰ τραγῳδούμενα μὲν συν‐ | |
Bibl.260487a | εγράψατο, Θεοδέκτης δὲ ὁ Φασηλίτης, καὶ αὐτὸς ὕστερον τραγῳδίας συνταξάμενος· ἀλλὰ καὶ Λαοδάμας ὁ Ἀθηναῖος καὶ Λάκριτος ὁ νομοθετήσας Ἀθηναίοις, ὡς δέ φασιν ἄλλοι, καὶ Ὑπερείδης καὶ Ἰσαῖος. Δημοσθέ‐ | |
5 | νης δὲ προσῆλθε μὲν αὐτῷ μετὰ σπουδῆς, καὶ χιλίας μέν, ἃς εἰσεπράττετο, οὐκ ἔχειν ἔφη παρασχεῖν, διακο‐ σίας δὲ ἐφ’ ᾧ τὸ πέμπτον μέρος ἐκμαθεῖν δώσειν· πρὸς δὲ ταῦτα τὸν Ἰσοκράτην ἀποκρίνασθαι ὡς· «Οὐ τεμαχίζομεν τὴν πραγματείαν, ἀλλ’ εἰ βούλοιο, ὁλό‐ | |
10 | κληρόν σοι ἀποδώσομαι τὴν τέχνην». Τὸν μὲν οὖν περὶ τῆς ἀντιδόσεως καὶ τὸν πανη‐ γυρικὸν καί τινας τῶν συμβουλευτικῶν εἴρηταί μοι ὅπως τε καὶ ὅτε συνέταξε. Συνέθηκε μέντοι τὸν πανη‐ γυρικὸν οἱ μὲν ἔτεσί φασι ιʹ, οἱ δὲ ἐπὶ τούτοις ἕτερα εʹ. | |
15 | Καίτοι Γοργίου τοῦ Λεοντίνου καὶ Λυσίου τῶν ἐνθυμη‐ μάτων καὶ ἐπιχειρημάτων μικροῦ μεταβολὴ καθέστηκε καὶ μετάθεσις ὁ πανηγυρικὸς Ἰσοκράτους λόγος. | |
17 | Δια‐ τρῖψαι δ’ ἄν τις οἰηθείη μακρὸν οὕτω χρόνον τοῦ πανηγυρικοῦ προσεδρεύοντα τὸν ῥήτορα τῇ συνθήκῃ | |
20 | διὰ τὸ τῆς λέξεως κατεσκευασμένον καὶ περιττόν, καὶ διὰ τὴν εἰς ἀκρίβειαν τῶν ὀνομάτων ἐκλογήν, καὶ δὴ καὶ τῆς πρὸς ἄλληλα τούτων συνθήκης. Ἀλλὰ καὶ ἡ τῶν κώλων καὶ περιόδων ἐπὶ τοσοῦτον ἀκρίβεια ἱκανὴ κα‐ ταναλῶσαι χρόνον. Μάλιστα δὲ αὐτῷ ἡ τῶν πραγμά‐ | |
25 | των εὕρεσις καὶ διοίκησις τὴν τοσαύτην ἀσχολίαν ἐνε‐ ποίησε· τὰ γὰρ κεφάλαια καὶ τὰ ἐπιχειρήματα, οἷς ὁ λόγος οἰκονομούμενος ἀπαρτίζεται, εἴ τις ἐπιμελῶς καὶ καθ’ ἕκαστον μέρος ἐπισκέψοιτο, εὑρήσει συντελεσθῆ‐ ναι πολλοῦ δεόμενα χρόνου. Διὸ καὶ πολλοῖς πολλὰς | 45 in vol. 8 |
30 | παρέσχε τῶν κριτικῶν διατριβὰς μὲν καθ’ ἑαυτούς, διαφωνίας δὲ πρὸς ἀλλήλους, τῶν μὲν ἐμβαθυνομέ‐ νων τῇ μελέτῃ καὶ διασκέψει τοῦ λόγου, τῶν δὲ κατὰ τὸ ἐπιπόλαιον τὴν ἀνάγνωσιν ποιουμένων· ἔστι δ’ εἰπεῖν καὶ διότι τοῖς μὲν ἔνεστι φύσις εὖ ἔχουσα πρὸς τὰς | |
35 | κρίσεις, τοὺς δὲ ὁ ἐλαττούμενος ἐπιγινώσκει λόγος. | |
35 | Τὸν δὲ λεγόμενον Παναθηναϊκὸν πρὸ ἐνιαυτοῦ τῆς τελευ‐ τῆς αὑτοῦ ἔγραψεν, ἢ ὥς τινές φασι, πρὸ τεσσάρων· καὶ τοὺς πρὸς Φίλιππον δὲ ὀλίγῳ πρότερον τοῦ θανάτου. Ἐβίω δέ, ὡς μέν τινές φασιν, ἔτη ρʹ, ὡς δὲ ἕτε‐ | |
40 | ροι, δυοῖν δεόντων μόνον. Ἐτελεύτησε δὲ ἀπαγγελθέντος | |
Bibl.260487b | αὐτῷ τοῦ περὶ Χαιρώνειαν πάθους, ἐξαγαγὼν ἑαυ‐ τὸν τοῦ βίου τέτρασιν ἡμέραις ἀσιτήσας, ἅτε δὴ μὴ ὑπομείνας ἰδεῖν τετράκις δουλουμένην τὴν Ἑλλάδα. Εὐ‐ πόρησε δὲ ἀργύριον ἱκανόν, οὐ τοὺς γνωρίμους εἰσπράτ‐ | |
5 | των μόνον, ἀλλὰ καὶ παρὰ Νικοκλέους, ὃς ἐβασίλευε τῶν Κυπρίων (Εὐαγόρου δὲ ἦν οὗτος υἱός), ὑπὲρ τοῦ πρὸς αὐτὸν γραφέντος συμβουλευτικοῦ λόγου τάλαντα λαβὼν εἴκοσιν. Ἐφ’ οἷς φθόνον ἐφελκύσας τριηραρ‐ χεῖν προεβλήθη, καὶ δὶς μὲν ἀσθένειαν σκηψάμενος διὰ | |
10 | τοῦ παιδὸς παρῃτήσατο, τὸ δὲ τρίτον ἀναστὰς ἀνήλω‐ σεν οὐκ ὀλίγα. Οὗτος πρὸς τὸν πυνθανόμενον διὰ τί μὴ δυνατὸς | |
ὢν δημηγορεῖν ἄλλους ποιεῖ δημηγόρους, ὅτι καὶ αἱ ἀκόναι, ἔφη, αὐταὶ μὲν τέμνειν οὐ δύνανται, τὸν δὲ σίδηρον τμη‐ | 46 in vol. 8 | |
15 | τικὸν ποιοῦσι. Καὶ πρὸς τὸν εἰπόντα δὲ πατέρα ὡς οὐδὲν ἄλλο ἢ ἀνδράποδον συνέπεμψε τῷ οἰκείῳ παιδί· «Τοιγαρ‐ οῦν ἄπιθι, ἔφη, δύο γὰρ ἀνθ’ ἑνὸς ἕξεις ἀνδράποδα». Ἐπὶ δὲ τῷ Σωκράτους θανάτῳ λίαν ἐλυπήθη, καὶ μελανει‐ μονῶν προῆλθε τῇ ὑστεραίᾳ. | |
19 | Δύο δὲ ἐν ἅπαντι τῷ βίῳ | |
20 | συνέστησαν αὐτῷ ἀγῶνες, πρότερος μὲν εἰς ἀντίδοσιν προκαλεσαμένου αὐτὸν Μεγακλείδου, πρὸς ὃν οὐκ ἀπήντη‐ σε διὰ νόσον, τὸν δὲ θετὸν υἱὸν ἀνθ’ αὑτοῦ προβαλλό‐ μενος Ἀφαρέα ἐνίκησε· δεύτερος δὲ Λυσιμάχου προ‐ καλεσαμένου αὐτὸν περὶ τριηραρχίας εἰς ἀντίδοσιν, ἐν | |
25 | ᾧ καὶ ἡττηθεὶς τὴν τριηραρχίαν ὑπέστη. Τῶν δὲ λόγων αὐτοῦ τὸ εὐκρινὲς καὶ σαφὲς καὶ μεμε‐ λετημένον πᾶσι δῆλον, καὶ ὡς ἐπανθεῖ αὐτοῖς οὐ μόνον ἔμφυτον ἀλλὰ καὶ κομμωτικὸν κάλλος. Οὐ μέντοι γε πολυσχήμων ὁ ἀνήρ, οὐδὲ ταῖς κατὰ τὸ σχῆμα τροπαῖς | |
30 | ποικιλλόμενος· διὸ καὶ δι’ ἔνδειαν τῆς ἐν τούτοις μετα‐ βολῆς οὐδ’ ἐναγώνιος. Ἰσοκρατικὴ δὲ καὶ τῶν ἐν τοῖς λόγοις ὑποστάσεων ἡ συνέχεια. Τάχα δ’ ἄν τις αὐτὸν αἰτιάσαιτο κλοπῆς, ἐξ ὧν ἐν τῷ πανηγυρικῷ λόγῳ αὐτοῦ πολλὰ τῶν κατὰ τοὺς ἐπιταφίους λόγους εἰρημένων Ἀρ‐ | |
35 | χίνῳ τε καὶ Θουκυδίδῃ καὶ Λυσίᾳ ὑπεβάλετο. Ἀλλ’ οὐδὲν κωλύει παραπλησίων ἀνακυπτόντων πραγμάτων ταῖς ὁμοίαις ἐξεργασίαις κεχρῆσθαι καὶ τοῖς ἐνθυμήμασιν, οὐχ ὑποβαλλόμενον τὰ ἀλλότρια, ἀλλὰ τῆς τῶν πραγμάτων ἀναβλαστανούσης φύσεως τοιαῦτα οἷα καὶ τοῖς προ‐ | |
40 | λαβοῦσι προβαλλομένη ἐπιδείκνυται. | |
Bibl.260488a | Ἐτάφη δὲ τελευτήσας λαμπρῶς ἅμα πατρὶ καὶ | |
μητρὶ καὶ ἀδελφῇ καὶ τῇ ἄλλῃ συγγενείᾳ. Ἀνάκειται δὲ αὐ‐ τοῦ καὶ ἐν Ἐλευσινίῳ εἰκὼν χαλκῆ, ἐπιγραφὴν ἔχουσα Τιμόθεος φιλίας τε χάριν σύνεσίν τε προτιμῶν | 47 in vol. 8 | |
5 | Ἰσοκράτους εἰκὼ τήνδ’ ἀνέθηκε θεῷ Κλεοχάρους ἔργον, καὶ ἑτέραν δὲ εἰκόνα ἔστησεν αὐτοῦ πρὸς τῷ Ὀλυμπιείῳ ἐπὶ κίονος χαλκῆν ὁ θετὸς παῖς αὐτοῦ Ἀφαρεύς, υἱὸς γε‐ γονὼς Λαγίσκης ἑταίρας τινός, ἣν ἔχουσαν τρεῖς παῖ‐ | |
10 | δας ὕστερον Ἰσοκράτης ἠγάγετο, ὧν εἷς ἦν καὶ ὁ Ἀφα‐ ρεὺς ὁ τὴν εἰκόνα στησάμενος καὶ ἐπιγράψας Ἰσοκράτους Ἀφαρεὺς πατρὸς εἰκόνα τήνδ’ ἀνέθηκε Ζηνὶ θεούς τε σέβων καὶ γονέων ἀρετήν. | |
Bibl.261488a(15) | Ἀνεγνώσθησαν Ἀνδοκίδου λόγοι δʹ, οὓς τέως εἴδομεν, ὁ περὶ τῶν μυστηρίων, ὁ περὶ τῆς ἑαυτοῦ κα‐ θόδου, ὁ περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης, καὶ τέ‐ ταρτος ὁ κατὰ Ἀλκιβιάδου. | |
18 | Ἔστι δὲ ἐν τούτοις ὁ ἀνὴρ ἁπλοῦς τε καὶ ἀκατάσκευος, ἀφελείας τε φίλος καὶ τῷ | |
20 | ἀσχηματίστῳ σχηματιζόμενος. Συνακμάσαι δὲ Σωκράτει τῷ φιλοσόφῳ λέγεται, καὶ ἀρχὴν αὐτῷ τῆς γενέσεως γενέσθαι ηʹ καὶ οʹ Ὀλυμπιάδα. Παῖς δὲ ἐχρημάτιζε Λεω‐ γόρου, ἐξ εὖ γεγονότων καταγόμενος· Ἑλλανικὸς δέ φησι καὶ τοὺς πόρρω τῆς γενέσεως ὀχετοὺς ἥκειν εἰς | |
25 | αὐτὸν ἐξ Ἑρμοῦ. | |
25 | Αἰτίαν δὲ λαβὼν τοῦ ἀσεβεῖν ἐπὶ τῇ τῶν Ἑρμῶν περικοπῇ καὶ τῇ τῶν μυστηρίων τῆς Δήμη‐ τρος ὕβρει, ἀπέφυγε κριθεὶς ἐπὶ τῷ μηνύσειν τοὺς ἀδι‐ κοῦντας. Σπουδὴν δὲ πᾶσαν εἰσενεγκάμενος εὗρε τοὺς εἰς | |
τὰ ἱερὰ ἁμαρτήσαντας, οἷς καὶ τὸν ἑαυτοῦ πατέρα συγ‐ | 48 in vol. 8 | |
30 | κατεμήνυσεν. Ἀλλὰ γὰρ τοὺς μὲν ἄλλους πάντας ἐλέγχοις φωράσας ἀπολέσθαι κατεπράξατο, τὸν δὲ πατέρα, καί‐ τοι δεδεμένον ἤδη, ἐξείλετο ὑποσχόμενος ἐν πολλοῖς αὐ‐ τὸν λυσιτελῆ γενέσθαι τῇ πόλει. Καὶ οὐκ ἐψεύσατο· ὁ γὰρ Λεωγόρας πολλοὺς διήλεγξε χρήματα δημόσια νοσφι‐ | |
35 | σαμένους καὶ ἕτερα τοιαῦτα παρανομοῦντας. | |
35 | Οὐκ εὐδοκιμῶν δὲ ἐπὶ τοῖς πολιτεύμασιν ὁ Ἀνδοκίδης ἐπέθετο ναυ‐ κληρίαν, καὶ τοῖς τε Κυπρίων βασιλεῦσι ξένος ἐγένετο καὶ πολλοῖς ἄλλοις δοκίμοις, ἡνίκα καὶ θυγατέρα μὲν Ἀριστείδου ἀνεψιὰν δὲ αὑτοῦ τῶν οἰκείων ὑπεκκλέψας | |
40 | δῶρον ἔπεμψε τῷ Κυπρίων βασιλεῖ. Μέλλων δὲ εἰς δι‐ καστήριον ἐπὶ τῇ κακουργίᾳ εἰσάγεσθαι πάλιν αὐτὴν ἀπὸ | |
Bibl.261488b | Κύπρου κλέπτει, καὶ ἁλοὺς ὑπὸ τοῦ Κυπρίων βασι‐ λέως δεσμοῖς παρεδόθη. Κἀκεῖθεν δὲ διαδρὰς ἐπεδήμησε τῇ πόλει κατ’ ἐκεῖνο καιροῦ, ἡνίκα τοῖς υʹ τὰ πολιτικὰ μετεχειρίζετο πράγματα· δεθεὶς δὲ καὶ ὑπὸ τούτων πά‐ | |
5 | λιν διέφυγεν. Ἡνίκα δὲ ἡ ὀλιγαρχία κατελύθη, ἐφυγα‐ δεύθη τῆς πόλεως, καὶ ἐν Ἤλιδι τὸν τῆς φυγῆς χρό‐ νον διατρίψας τῶν περὶ Θρασυβούλου κατεληλυθότων καὶ αὐτὸς συγκατελήλυθεν. Αἱρεθεὶς δὲ περὶ τῆς εἰρή‐ νης εἰς Λακεδαίμονα πρεσβεύειν καὶ ἀδικεῖν δόξας | |
10 | ἔφυγε. Τούτου δέ ἐστιν ἐπώνυμος καὶ Ἑρμῆς, ἀνάθημα μὲν φυλῆς Αἰγήϊδος, ἐπικληθεὶς δὲ Ἀνδοκίδου, διότι πλησίον αὐτοῦ Ἀνδοκίδης ᾤκει. | |
Bibl.262488b(14) | Ἀνεγνώσθη Λυσίου λόγοι, διάφοροι· φέρονται | |
15 | δὲ αὐτοῦ κεʹ καὶ υʹ, ὧν τοῖς γνησίοις γʹ καὶ λʹ καὶ διακο‐ σίους ἐγκρίνουσιν, ἐν οἷς δὶς μόνον τὸ ἔλαττον ἐνεγκεῖν τῇ λέξει πρὸς τοὺς ἀνταγωνιστὰς πολλάκις ἀγωνισά‐ μενος λέγεται. | 49 in vol. 8 |
18 | Ἔστι δὲ τοῖς λόγοις βραχύτατός τε καὶ πιθα‐ νώτατος, καὶ τῷ δοκεῖν μὴ δεινῶς λέγειν, εἴπερ τις | |
20 | ἄλλος δεινότατος· ἀλλὰ γὰρ καὶ εὔκολος εἶναι δοκῶν οὐδὲν ἔλαττον δυσμίμητος ἐπιδείκνυται. Τοὺς μέντοι γε τῶν λόγων πλείους ἰδιώταις ἐκδεδωκέναι λέγεται. Συγκε‐ φαλαιοῦσι δὲ τοὺς λόγους αὐτοῦ δημηγορίαι, ἐπιστολαί, ἐγκώμια, ἐπιτάφιοι, ἐρωτικοὶ καὶ Σωκράτους ἀπολογία. | |
25 | Ἔστι μὲν ἐν οὐκ ὀλίγοις αὐτοῦ λόγοις ἠθικός, γίνεται δὲ κατὰ διάνοιαν ὁ ἠθικός, ὅταν χρηστὴν ἔχῃ προ‐ αίρεσιν καὶ πρὸς τὰ βελτίω ῥέπουσαν. Ὅθεν οὐ χρὴ ψιλῶς τὰ πραχθέντα λέγειν, ἀλλὰ καὶ τὴν γνώμην συνάπτειν μεθ’ ἧς ἐπράττετο ἕκαστον, οἷον ἂν μὲν | |
30 | χαλεπὰ ᾖ καὶ πρὸς φίλους ἢ ἄλλως μετρίους τὴν ἀνάγ‐ κην αἰτιᾶσθαι, ἂν δὲ ἀμείνω, τὴν προαίρεσιν. Αὕτη δὲ μάλιστα πιθανὴ γίνεται, εἰ τὴν αἰτίαν προσλάβοι. Τὰς μέντοι αἰτίας οὐ χρὴ τοῦ λυσιτελοῦς ἕνεκα παραλαμ‐ βάνειν· φρονίμου γὰρ μᾶλλον ἢ χρηστοῦ καὶ εὐγνώμονος | |
35 | τὰ τοιαῦτα. Χαλεπὸς δὲ ὁ τρόπος φυλάξαι· διὸ καὶ Λυσίας ἐν αὐτῷ φαίνεται πολλάκις διαμαρτάνων. | |
36 | Θαυ‐ μάζονται μέντοι γε αὐτοῦ ἄλλοι τε πολλοὶ λόγοι καὶ δὴ καὶ ὁ πρὸς Διογείτονα ἐπιτροπῆς· πιθανήν τε γὰρ καὶ καθαρὰν τὴν διήγησιν ποιεῖται, ἀλλ’ οὐκ εὐθὺς ἐπὶ | |
40 | τὰς αὐξήσεις καὶ τὰς δεινώσεις, ὅπερ πολλοὶ πάσχου‐ σιν, ὑπάγεται. Καὶ γὰρ οὐδ’ ἔστιν οἰκεῖα τὰ τοιαῦτα τῆς | |
Bibl.262489a | πρώτης διδασκαλίας τοῦ πράγματος, ἀλλ’ ἐν τοῖς μετὰ ταῦτα χώραν ἔχει καταλέγεσθαι. Καὶ πολλὴν | |
δὲ τὴν καθαρότητα καὶ σαφήνειαν ἔν τε τοῖς πράγμασι καὶ ταῖς λέξεσιν ἀπ’ αὐτῆς τῆς τοῦ λόγου προβάλ‐ | 50 in vol. 8 | |
5 | λεται ἀρχῆς, ὥσπερ καὶ τὸ σχῆμα τὸ κατ’ εὐθεῖαν ἁρμό‐ ζον ἀφηγήσει, καὶ τὸ μηδέν τι ἔξωθεν συνεφέλκεσθαι. Τὸ δὲ τῆς ἁρμονίας αὐτοῦ κάλλος οὐ παντός ἐστιν αἰ‐ σθάνεσθαι· καὶ γὰρ δοκεῖ μὲν ἁπλῶς καὶ ὡς ἔτυχε συγκεῖ‐ σθαι, εἰς ὑπερβολὴν δὲ κόσμου κατεσκεύασται. Καὶ ἁπλῶς | |
10 | ὅλος ὁ λόγος ἄξιος θαυμάσαι κατά τε τὰ σχήματα καὶ τὰ νοήματα καὶ τὰ ὀνόματα καὶ τὴν ἐναρμόνιον τούτων συνθήκην καὶ τὴν εὕρεσιν καὶ τάξιν τῶν ἐνθυμημάτων τε καὶ ἐπιχειρημάτων. Ἀμφιβάλλεται μὲν παρ’ ἐνίοις ὁ περὶ τοῦ σηκοῦ λό‐ | |
15 | γος· ὁ σηκὸς δὲ νῦν εἶδός ἐστιν ἱερᾶς ἐλαίας. Ἀλλ’ ὅτι μὲν γνήσιος Λυσίου, ἔκ τε τῶν κεφαλαίων δῆλον καὶ ἐκ τῶν περὶ αὐτοῦ ἐπιχειρημάτων καὶ ἐξ αὐτοῦ γε τοῦ προοι‐ μίου τῆς τε διηγήσεως καὶ τοῦ ἐπιλόγου (πάνυ γὰρ δαι‐ μονίως καὶ κατὰ τὴν εἰθισμένην τῷ ἀνδρὶ ἐν τῇ ἁπλό‐ | |
20 | τητι δεινότητά ἐστιν ἐξειργασμένα ταῦτα). Καὶ μὴν καὶ τὸ κατ’ ἐνθύμημα ἀλλὰ μὴ κατ’ ἐπιχείρημα πράττειν τὰς ἀποδείξεις τοῦ Λυσίου μάλιστα τὸ ἰδίωμα ἀπαγγέλ‐ λει. Ἀλλὰ καὶ τὸ μὴ καθ’ ἓν διατρίβοντα μηκύνειν τὸν λόγον τῆς τοῦ Λυσίου ἐστὶν ἀκριβείας, καὶ τὸ εὐπαγὲς | |
25 | τῶν λόγων, καὶ τὸ διὰ βραχύτητος πολλὴν παρέχειν ἡδονήν, ὃ μετά γε Δημοσθένην οὗτος μόνος τῶν ἄλλων ῥητόρων φαίνεται κατορθώσας, καὶ τὸ κάλλος δὲ τῆς διατυπώσεως, ἐν ᾧ μήτε Πλάτωνος μήτε Δημοσθέ‐ νους μήτε Αἰσχίνου τὸ ἔλαττόν ἐστιν ἀπενηνεγμένος. | |
30 | Ἰδίωμα δὲ Λυσίου καὶ τὸ τὰς ἀντιθέσεις προάγειν μη‐ δαμῶς μὲν ἐμφαινούσας τὸ ἐπιβεβουλευμένον, τὸ δὲ ὑπ’ αὐτῶν τῶν πραγμάτων ἐπεσπασμένον δεικνύειν. Τεκμήριον δὲ τῆς λυσιακῆς δυνάμεως καὶ τὸ ἐν πάσῃ | |
τῇ περιόδῳ τῶν κώλων εὐάρμοστον καὶ μετὰ καθα‐ | 51 in vol. 8 | |
35 | ρότητος εὐανθές. Παῦλος δέ γε ὁ ἐκ Μυσίας τόν τε περὶ τοῦ σηκοῦ λόγον, οὐδὲν τῶν εἰρημένων συνιείς, τῆς τε γνησιότητος τῶν λυσιακῶν ἐκβάλλει λόγων, καὶ πολλοὺς καὶ καλοὺς ἄλλους εἰς νόθους ἀπορριψάμενος πολλῆς καὶ μεγάλης τοὺς ἀνθρώπους ὠφελείας ἀπεστέρη‐ | |
40 | σεν, οὐχ’ εὑρισκομένων ἔτι τῶν ὑπὸ διαβολὴν πεσόντων· ἅπαξ γὰρ ἀποκριθέντες παρεωράθησαν, ἐπικρατεστέρας | |
Bibl.262489b | τῆς διαβολῆς, ὥσπερ καὶ ἐπ’ ἄλλων πολλῶν, ἢ τῆς ἀληθείας γεγενημένης. Ἔστι δὲ ὁ Λυσίας δεινὸς μὲν παθήνασθαι, ἐπιτή‐ δειος δὲ τοὺς πρὸς αὔξησιν διαθεῖναι λόγους. Τινὲς μὲν | |
5 | οὖν τῶν περὶ τοὺς ῥητορικοὺς διατριβόντων λόγους οὐκ ὀρθῶς ὑπήχθησαν εἰπεῖν περὶ Λυσίου ὡς ἀποδεῖξαι μὲν τὰ ἐγκλήματα παρ’ ὁντιναοῦν τῶν παλαιῶν ἀν‐ δρῶν τὸ προκεκριμένον ἔχει, αὐξῆσαι δὲ ταῦτα πολ‐ λῶν ἐνδεής. Καὶ γὰρ ἐλέγχονται φανερῶς ὑπὸ τῶν αὐτοῦ | |
10 | λόγων πολὺ τῆς ἐπ’ αὐτῷ διασφαλλόμενοι κρίσεως. Καὶ μάλιστά γε τούτους ὁ κατὰ Μνησιπτολέμου διελέγ‐ χει· θαυμαστῶς γὰρ τὴν κατηγορίαν πρὸς μέγεθος οὗ‐ τος ηὔξησε. Καικίλιος δὲ ἁμαρτάνει εὑρετικὸν μὲν τὸν ἄνδρα, εἴπερ ἄλλον τινά, συνομολογῶν, οἰκο‐ | |
15 | νομῆσαι δὲ τὰ εὑρεθέντα οὐχ οὕτως ἱκανόν· καὶ γὰρ κἀν τούτῳ τῷ μέρει τῆς ἀρετῆς τοῦ λόγου οὐδενὸς ὁρᾶται φαυλότερος. Εἶδε δὲ Δημοσθένην μειράκιον ὄντα. Παῖς δὲ γέγονεν ὁ Λυσίας Κεφάλου τοῦ Λυσανίου τοῦ Κεφάλου, γένος μὲν Συρακούσιος, μεταναστὴς δὲ γε‐ | |
20 | γονὼς εἰς Ἀθήνας πόθῳ τε τῆς πόλεως καὶ τῆς Πε‐ ρικλέους τοῦ Ξανθίππου φήμης. Ἐν ᾗ τὰ μὲν πρῶτα | |
συνεπαιδεύετο τοῖς ἐπιφανεστάτοις τῶν Ἀθηναίων, ὕστερον δὲ τὴν εἰς Σύβαριν ἀποικίαν στελλούσης τῆς πόλεως, ᾤχετο καὶ αὐτὸς σὺν τῷ πρεσβυτάτῳ τῶν | 52 in vol. 8 | |
25 | ἀδελφῶν Πολεμάρχῳ, ἐφ’ ᾧ τοῦ πατρῴου μετασχεῖν κλήρου· ἔτος δὲ ἑξκαιδέκατον ἦγε. Καὶ διέτριβεν ἀκροώμενος Τισίου τε καὶ Νικία τῶν Συρακουσίων. Οἰ‐ κίαν δὲ κατασκευασάμενος καὶ κλήρου τυχὼν ἐπολι‐ τεύετο τῶν πολλῶν οὐκ ἐνδεέστερον ἕως Κλεάρχου | |
30 | τοῦ Ἀθήνῃσιν ἄρχοντος· τῷ δὲ ἑξῆς ἐνιαυτῷ ἀττι‐ κίζειν αἰτιαθεὶς μεθ’ ἑτέρων τριῶν ἐξέπεσε τῆς πα‐ τρίδος. Ἀθήνῃσι δὲ παραγεγονὼς τῶν υʹ τὴν πόλιν ἐχόντων, διέμεινεν αὐτόθι· τῶν λʹ δὲ τὴν πόλιν ἀν‐ τικατασχόντων ζʹ μὲν ἔτη διέμεινεν, ἀφαιρεθεὶς δὲ τὴν | |
35 | οὐσίαν καὶ τὸν ἀδελφὸν Πολέμαρχον ἀποβαλών, αὐ‐ τὸς μόλις διαδρὰς τὸν ἐπικρεμαμένον ὄλεθρον, διῆ‐ γεν ἐν Μεγάροις, τῶν δ’ ἀπὸ Φυλῆς ἐπιθεμένων τῇ καθόδῳ χρησιμώτατος ἁπάντων γέγονε τῇ πράξει· χρήματά τε γὰρ αὐτὸς παρέσχε δραχμὰς δισχιλίας καὶ | |
40 | ἀσπίδας ςʹ, σταλεὶς δὲ σὺν Ἕρμονι ἐπικούρους τε ἐμι‐ σθώσατο τʹ, καὶ Θρασύδαιον τὸν Ἠλεῖον ἔπεισε ξένον | |
Bibl.262490a | ὄντα αὐτῷ βʹ τάλαντα παρασχεῖν. Ἐφ’ οἷς γράφει μὲν μετὰ τὴν κάθοδον ὁ Θρασύβουλος πολιτείαν αὐτῷ, ὁ δὲ δῆμος ἐκύρωσε τὴν δωρεάν. Ἀρχῖνος δέ, διὰ τὸ ἀπροβούλευτον εἰσαχθῆναι τὸ ψήφισμα, γράφεται | |
5 | [γραφὴν] παρανόμων τὴν δωρεάν. Καὶ ἐπεὶ κατεγνώ‐ σθη τὸ ψήφισμα, τῆς μὲν πολιτείας ὁ Λυσίας ἀπε‐ λαύνεται, τὸν λοιπὸν δὲ χρόνον κατεβίω ἰσοτελὴς ὤν. Καὶ τελευτᾷ αὐτόθι, γʹ καὶ πʹ ἔτη γεγονώς· οἱ δὲ ἀφαι‐ | |
ροῦσιν αὐτοῦ ζʹ. | 53 in vol. 8 | |
Bibl.263490a(11) | Ἀνεγνώσθη Ἰσαίου διάφοροι λόγοι. Οὗτοι δὲ ἁπλῶς εἰπεῖν εἰς δʹ καὶ ξʹ συναριθμοῦνται. Τούτων δὲ οἱ τὸ γνήσιον μαρτυρηθέντες νʹ καταλείπονται μόνοι. Λυσίου δὲ γέγονε μιμητής, οὗ καὶ μαθητὴς ἐχρημά‐ | |
15 | τισε. Τὴν μίμησιν δὲ αὐτῷ προσάπτει τῶν τε ὀνο‐ μάτων ἡ ἁρμονία καὶ ἡ ἐν τοῖς πράγμασι δεινότης· οὕτω γὰρ αὐτοῦ οἱ λόγοι πρὸς ἐκείνους τὴν ὁμοιότητα φέρουσιν ὡς, εἰ μή τις πολλὴν αὐτῶν ποιήσαιτο τὴν διάσκεψιν καὶ μελέτην, οὐκ ἂν ἑκατέρων λόγων τοῦ | |
20 | χαρακτῆρος τὴν διαφορὰν διαγνοίη, πλὴν κατά γε τοὺς σχηματισμούς. Καὶ γὰρ πρῶτος Ἰσαῖος σχηματίζειν ἤρξατο καὶ τρέπειν ἐπὶ τὸ πολιτικὸν τὴν διάνοιαν, ὃ μάλιστα καὶ Δημοσθένης, μαθητὴς αὐτοῦ γεγονώς, ἐμι‐ μήσατο. | |
25 | Χαλκιδεὺς δὲ γέγονε τὸ γένος ὁ Ἰσαῖος, εἰς Ἀθή‐ νας δὲ μετελθὼν ἐσχόλασεν (ὡς προείρηται) Λυσίᾳ· ἤκμασε δὲ μετὰ τὸν πελοποννησιακὸν πόλεμον, καὶ μέχρι τῆς Φιλίππου διήρκεσεν ἀρχῆς. Ἀποστὰς δέ ποτε τῆς σχολῆς ἐπὶ δραχμαῖς μυρίαις καθηγήσατο Δη‐ | |
30 | μοσθένους· διὸ καὶ μάλιστα γέγονεν ἐπιφανής. Φασὶ δὲ αὐτὸν καὶ τοὺς ἐπιτροπικοὺς λόγους Δημοσθένει συντάξαι. | |
Bibl.264490a(33) | Ἀνεγνώσθη Αἰσχίνου λόγοι, ὧν τὸ πλῆ‐ θος ὁ τρεῖς ἀριθμὸς περιορίζει, καὶ ἐπιστολαὶ θʹ. Ὁ δὲ | |
35 | Δηλιακὸς ἐπιγραφόμενος οὐκ ἔστιν Αἰσχίνου. Ἔστι δὲ τοῖς | |
λόγοις αὑτοῦ γλυκύς τε καὶ καθαρὸς καὶ εὐκρινὴς καὶ τῇ τῶν ἐνθυμημάτων σαφηνείᾳ σεμνυνόμενος. Ὁ μέντοι κατὰ Τιμάρχου λόγος ἑταιρήσεως τὸν Τί‐ μαρχον γράφεται· καὶ ὁ Τίμαρχος καταπλαγεὶς καὶ λιπὼν | 54 in vol. 8 | |
40 | τὸν ἀγῶνα ἑαυτὸν ἀνήρτησεν. Ἐπήγγειλε δὲ καὶ τὴν ἐν Ταμύναις νίκην πρῶτος Ἀθηναίοις τὸ δεύτερον· διὸ καὶ ἐστεφανώθη. Φασὶ δὲ | |
Bibl.264490b | τὰ μὲν πρῶτα εἰπεῖν αὐτὸν ἐν τῷ δήμῳ κατὰ Φι‐ λίππου, ἐνευδοκιμήσαντα δὲ τῷ λόγῳ πρεσβευτὴν πρὸς Ἀρκάδας χειροτονηθῆναι, εἰς οὓς παραγεγονὼς συνε‐ στήσατο τοὺς μυρίους ἐπὶ Φίλιππον. | |
5 | Οὗτος ὁ Αἰσχίνης παῖς γέγονεν Ἀτρομήτου, φυγόν‐ τος μὲν ἐπὶ τῶν λʹ, συγκαταγαγόντος δὲ τὸν δῆμον. Τούτου δὴ καὶ Γλαυκοθέας γίνεται υἱός, Κοθωκίδης μὲν τὸν δῆμον, οὔτε δὲ τῶν ἐπὶ γένει περιφανῶν, οὔτε δὲ τῶν ἐπὶ χρήμασι λαμπρῶν. Ἐν δὲ τῷ νέῳ τῆς ἡλικίας τὸ | |
10 | σῶμα φέρων ἐρρωμένον τὰ γυμνάσια ἐπονεῖτο, λαμ‐ πρόφωνος δὲ πεφυκὼς τραγῳδίαν ἤσκησε μετὰ ταῦτα, ὡς δὲ λέγει Δημοσθένης, ὑπογραμματεύων καὶ τριτα‐ γωνιστῶν Ἀριστοδήμῳ ἐν τοῖς κατὰ δήμους Διονυσίοις. Καὶ παῖς μὲν ὢν ἐδίδασκε σὺν τῷ πατρὶ γράμματα, | |
15 | εἰς τὸ μειράκιον δὲ προελθὼν ἐστρατεύετο. Ἠκροάσατο δέ, οἱ μέν φασιν Ἰσοκράτους καὶ Πλάτωνος, Καικίλιος δὲ Λεωδάμαντος λέγει. Πολιτευόμενος μέντοι γε οὐκ ἀφανῶς ἐκ τῆς ἐναντίας μερίδος, συνεπρέσβευε τοῖς περὶ Δημοσθένην ἄλλας τε πρεσβείας πολλὰς καὶ πρὸς | |
20 | Φίλιππον ὑπὲρ τῆς εἰρήνης, ἐφ’ ᾗ καὶ παρὰ Δημο‐ σθένους κατηγορήθη, ἔτι δὲ ὡς πόλεμον ἐξάψειε πυ‐ λαγόρας αἱρεθεὶς πρὸς Ἀμφισσεῖς Ἀμφικτύοσι, καὶ τὸν λιμένα ἐργαζομένοις· ἐξ ἧς πράξεως συνέβη Φιλίππῳ προσφυγεῖν Ἀμφικτύονας, τὸν δὲ ὑπὸ τοῦ Αἰσχίνου συν‐ | |
25 | εργούμενον ἐπιθέσθαι τοῖς πράγμασι καὶ τὴν Φωκίδα λα‐ | |
βεῖν. Συνειπόντος μέντοι γε αὐτῷ Εὐβούλου τοῦ Σπιν‐ θάρου Προβαλεισίου δημαγωγοῦντος, ψήφοις μόναις λʹ ἀπέφυγε. | 55 in vol. 8 | |
28 | Χρόνῳ δὲ ὕστερον Φιλίππου μὲν τετελευτηκό‐ τος, Ἀλεξάνδρου δὲ διαβαίνοντος εἰς τὴν Ἀσίαν, ἐπὶ | |
30 | ταῖς Δημοσθένους τιμαῖς Κτησιφῶντα παρανόμων ἐγρά‐ ψατο. Οὐ μεταλαβὼν δὲ τὸ πέμπτον μέρος τῶν ψήφων εἰς Ῥόδον ἔφυγε, δραχμὰς χιλίας οὐ βουληθεὶς ὑπὲρ τῆς ἥττης καταβαλεῖν. Ἐν δὲ τῇ Ῥόδῳ σχολὴν καταστησά‐ μενος ἐδίδασκεν· ἐν ᾧ τοῖς Ῥοδίοις τὸν κατὰ Κτησι‐ | |
35 | φῶντος ἐπεδείξατο λόγον, θαυμαζόντων δὲ εἰ ταῦτα δημηγορήσας ἡττήθη· «Οὐκ ἄν, εἶπε, θαῦμα κατεῖχεν ὑμᾶς, ὦ Ῥόδιοι, εἰ Δημοσθένους ἀντιδημηγοροῦντος ἠκούσατε». Ἐκεῖθεν δὲ πλεύσας εἰς Σάμον, καὶ διατρίψας ἐπὶ τῆς νήσου, ὀλίγον ὕστερον ἐτελεύτησεν. | |
Bibl.265490b(41) | Ἀνεγνώσθη Δημοσθένους λόγοι μικροῦ σύμπαντες· φέρονται δὲ αὐτοῦ οἱ γνήσιοι εʹ καὶ ξʹ, ὧν οἱ | |
Bibl.265491a | δημόσιοι μᾶλλον εἰς τὸ ἄριστον κατασκευάσθαι τοῖς πλείοσι κρίνονται. | |
2 | Τινὲς μὲν οὖν τὸν περὶ Ἁλοννήσου λό‐ γον (ὃς καὶ κατὰ Φιλίππου ἐπιγράφεται δεύτερος· καὶ γὰρ πρὸς τὴν ἐπιστολὴν ὁ ῥήτωρ ἀνταγωνίζεται τοῦ Φιλίππου) | |
5 | τοῦτον οὔ φασιν εἶναι γνήσιον Δημοσθένους, καὶ τεκμη‐ ριοῦσθαι τὴν δόξαν αὑτῶν ἐπιχειροῦσι τοῖς ῥήμασί τε καὶ ὀνόμασι καὶ τῇ τῆς συνθέσεως ἁρμονίᾳ· πολὺ γὰρ ταῦτα λείπεσθαι τοῦ δημοσθενικοῦ τύπου, ἀνειμένην τε γὰρ εἶναι ταύτην καὶ λελυμένην, καὶ τῆς τοῦ ῥήτορος περὶ ταῦτα δυ‐ | |
10 | νάμεως ἐλαττουμένην τὴν φράσιν. Καὶ οἵ γε αὐτὸν ἀφαιρούμενοι τοῦ Δημοσθένους εἰς Ἡγήσιππον ἀνα‐ φέρουσιν. Ἐγὼ δὲ εἰδὼς πολλάκις καὶ λόγους διαφόρων γεννητόρων πολλὴν ἔχοντας τὴν ὁμοιότητα καὶ διάφορον ἐργασίαν λόγων τὸν αὐτὸν ἐγνωκότων γεννήτορα (οὐ | 56 in vol. 8 |
15 | γὰρ ἀεὶ καθέστηκεν ἄτρεπτος καὶ ἀναλλοίωτος κατὰ πάντα, ὥσπερ οὐδὲ ἐν τοῖς ἄλλοις, οὕτως οὐδὲ κατὰ τοὺς λόγους ἡ ἀνθρωπίνη δύναμις), ἄλλως τε δὲ οὐδὲ ἐν τοῖς και‐ ριωτάτοις τῶν ἰδιωμάτων τοῦ ῥήτορος, ἀλλὰ καὶ ταύτην ἐπ’ ὀλίγον ὁρῶν τὴν διαφοράν, οὐκ ἔχω θαρρεῖν ἀπο‐ | |
20 | φήνασθαι εἴτε Ἡγησίππου πόνος ὁ περὶ Ἁλοννήσου λόγος εἴτε τῆς Δημοσθενικῆς ἐλάττωμα καθέστηκε φύσεως. Ὡσαύτως δὲ καὶ τὸν λόγον, ὃς ἐπιγράφεται περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν, Ὑπερείδῃ μᾶλλον ἢ Δη‐ μοσθένει προσνέμουσιν, ὅτιπερ πολλοῖς τε ἄλλοις ὁ | |
25 | Δημοσθένης πλεονεκτῶν τῶν λοιπῶν ῥητόρων καὶ τῇ τῶν ὀνομάτων ἐκλογῇ ἐπὶ τὸ ἄμεινον διενήνοχεν, ὁ δὲ νῦν λόγος ἔχει τι καὶ τῶν οὐ λογάδων φωνῶν, ὥσπερ τὸ νεόπλουτος καὶ τὸ βδελυρεύεσθαι καὶ ἕτερά τινα τοιαῦτα. Εἰσὶ δὲ οἳ καὶ τοὺς δύο κατὰ Ἀριστογείτονος ὡς | |
30 | νόθους παραγράφονται. Ἀλλ’ οὗτοι καὶ ὀρφανοὺς αὐτοὺς ἀφιᾶσιν, οὐκ ἔχοντες εἰπεῖν τοὺς τεκόντας. Ὧν εἷς γέγονε καὶ Διονύσιος ὁ Ἁλικαρνασσεύς, οὐδὲν μέγα τεκμήριον τῆς ἰδίας ὑπολήψεως παρεχόμενος, οὐδὲ ἐκεῖνο συνιδεῖν ἐθελήσας, ὡς πολλῷ μείζων ἐστὶν ἤπερ ἡ ἐκείνου ἀπό‐ | |
35 | φασις αὐτὸς ὁ Ἀριστογείτων ἀνομολογῶν Δημοσθένην κατ’ αὐτοῦ γεγραφέναι· καὶ γὰρ ἀπολογούμενος οὐκ ἐν τῷ παρέργῳ λέγων ἀλλ’ ἐπιμελῶς ἀνταγωνιζόμενος ἐν τῷ λόγῳ δείκνυται, ὃς ἐπιγέγραπται ἀπολογία πρὸς τὴν ἔν‐ δειξιν Λυκούργου καὶ Δημοσθένους. | |
40 | Καὶ ὁ κατὰ Μειδίου δὲ καὶ κατ’ Αἰσχίνου λόγος αἰ‐ τίαν ἔσχε τοῦ μὴ τὴν αὐτὴν κατὰ πάντα ἀρετὴν τῷ δη‐ | |
μοσθενικῷ συνδιασώσασθαι χαρακτῆρι· καὶ γὰρ ἐν τοῖς | 57 in vol. 8 | |
Bibl.265491b | δυσὶ τούτοις λόγοις ἐκ διαλειμμάτων τινῶν ταῖς αὐ‐ ταῖς ἐννοίαις ἐπιβάλλων ἁμιλλᾶσθαι δοκεῖ πρὸς ἑαυτόν, ὥσπερ ἀσκούμενος ἀλλ’ οὐκ ἐπ’ αὐτοῖς ἀγωνιζόμενος τοῖς ἔργοις. Διὸ καί τινες ἔφησαν ἑκάτερον λόγον ἐν | |
5 | τύποις καταλειφθῆναι, ἀλλὰ μὴ πρὸς ἔκδοσιν διακε‐ καθάρται· καίτοι καὶ τοῦτο εὐλαβέστερον οἱ ῥηθέντες λόγοι ποιοῦσιν. | |
7 | Ἀλλ’ οἵ γε τούτους αἰτιώμενοι, τί ἂν φαῖεν περὶ Ἀριστείδου, ὃς καὶ κατακόρως τῷ ἰδιώματι τούτῳ φαίνεται κεχρημένος, ὥσπερ καὶ τῷ προιέναι κατὰ τὰς | |
10 | ἐργασίας πέρα τοῦ μετρίου, καὶ τῷ περίττῳ μᾶλλον ἢ τῷ μέτρῳ τῆς χρείας συμπαρεκτείνεσθαι; Μάλιστα δὲ ὁ κατ’ Αἰσχίνου λόγος παρέσχεν αἰτίαν ἐν ὑπομνήμασι καταλελεῖφθαι οὔπω τὴν ἐργασίαν ἀπειληφὼς τελείαν, διότι καὶ ἃ πρὸς τὴν κατηγορίαν πολλὴν ἔσχε τὴν ἀμυ‐ | |
15 | δρότητα καὶ κουφότητα, ἐπὶ τῇ τελευτῇ τοῦ λόγου παρ‐ έθετο· ὅπερ οὐκ ἂν περιεῖδεν ὁ ῥήτωρ, εἰς ἐξέτασιν ἀκριβεστέραν τῶν ἰδίων λόγων καταστάς. Ἀλλὰ γὰρ οὐχ οὕτω πρόεισιν ὁ Λυσίου κατὰ Μνησιπτολέμου λόγος, ἐν πᾶσι δὲ τοῖς δεομένοις μέρεσι τὸ παθητικὸν φυλάξας | |
20 | οὐδὲ παυόμενος τῆς ἐπιφορᾶς ἀπέστη, ἐπέτεινε δὲ μᾶλ‐ λον, οὐδὲ κατὰ τὸ τέλος τοὺς ἀκροατὰς ἀποστὰς παρο‐ ξύνειν. Καὶ μέντοι καὶ τὸν παραπρεσβείας τινὲς ἐν ὑπο‐ μνήμασί φασι καταλειφθῆναι, ἀλλ’ οὐ πρὸς ἔκδοσιν οὐδὲ πρὸς τὸ τῆς ἐργασίας ἀπηρτισμένον γεγράφθαι. | |
25 | Διὰ τί; διότι μετὰ τὰ ἐπιλογικά, πολλά τε ὄντα καὶ σχεδὸν τὸ πλεῖστον μέρος ἐπέχοντα, πολλὰς πρὸ αὐτῶν ἀντιθέσεις εἰπών, πάλιν ἐπὶ ἀντιθέσεις ἐτράπετο· ὅπερ ἀνοικονόμητόν τέ ἐστι καὶ διερριμμένον. Καὶ τὸν ὑπὲρ Σατύρου δὲ λόγον τῆς ἐπιτροπῆς πρὸς | |
30 | Χαρίδημον οἱ μὲν πρὸς τὴν κρίσιν ἔχοντες τὸ ἀσφαλὲς Δημοσθένους λέγουσιν εἶναι, ὁ δὲ Καλλίμαχος, οὐδ’ ἱκα‐ νὸς ὢν κρίνειν, Δεινάρχου νομίζει. Τινὲς δὲ αὐτὸν ὑπε‐ βάλοντο Λυσίᾳ, καίτοι καὶ τὸν χρόνον ἔχοντες αὑτοῖς διαμαχόμενον καὶ τὸν τύπον ἅπαντα τῆς ἐργασίας καὶ | 58 in vol. 8 |
35 | τὰ πράγματα καὶ τὴν ἑρμηνείαν. Μαρτυρία δὲ τοῦ δη‐ μοσθενικὸν εἶναι τὸν λόγον καὶ ὁ πλαγιασμὸς καὶ ἡ συνέχεια τῶν περιόδων καὶ ἡ εὐτονία· ἐξ αὐτοῦ γὰρ τοῦ προοιμίου τούτοις ὁ λόγος διαποικίλλεται. Καὶ μὴν καὶ ἡ περὶ τῶν ὀνομάτων ἐκλογὴ εἰς τὸ ἄριστον ἀνηνέχθαι | |
40 | καὶ ἡ σύνθεσις εὖ ἔχειν πεφιλοτίμηται. Μαρτυρεῖ δὲ καὶ τὰ σχήματα· ἔστι γὰρ συνεστραμμένα μετὰ γοργότητος καὶ ποικιλίαν τῷ λόγῳ παρεχόμενα· καὶ γὰρ ἐρωτήσεις προ‐ | |
Bibl.265492a | βάλλεται καὶ ὑποστροφὰς καὶ τὸ ἀσύνδετον, οἷς μάλιστα Δημοσθένης χαίρει χρώμενος. Ἀλλὰ καὶ ἡ σύνθε‐ σις ἐπιμελὴς καὶ τὴν ἐνάργειαν τῷ κόσμῳ οὐ διαφθείρουσα, αἵ τε περίοδοι τῷ ἀπηρτισμένῳ συναγόμεναι καὶ τὸ | |
5 | πρέπον πανταχοῦ διασῴζουσι. | |
5 | Τὸ μὲν οὖν μηδενὸς φεί‐ δεσθαι συνθέσεως ἀλλὰ πάντα διειλῆφθαι περιόδοις ἔστι μὲν Ἰσοκράτους καὶ Λυσίου πρὸς Δημοσθένην κοινόν· ἡ δὲ κατὰ τὰς περιόδους ἐν τοῖς μεγέθεσι ποικιλία συμπληροῦσα τὰ κῶλα λαμβανομένη τὴν πρὸς ἐκείνους | |
10 | διαφορὰν ἀπεργάζεται, τοῦ μὲν Ἰσοκράτους ὡς τὰ πολλὰ μηκύνοντος τὴν ἐργασίαν αὐτῶν, τοῦ δὲ Λυσίου συν‐ τέμνοντος. Ἐξ ἑκατέρου δὲ τούτων τῷ Δημοσθένει τὸ πρέπον διασῴζεται. Ὁ δὲ περὶ τῆς εἰρήνης λόγος καὶ ἄλλοις μέν, μά‐ | |
15 | λιστα δὲ Λιβανίῳ τῷ σοφιστῇ παρεσκευάσθαι μέν, οὐ μὴν εἰρῆσθαι δοκεῖ. Κατηγορῶν γὰρ ὁ ῥήτωρ Αἰσχίνου οὐδὲν | |
ἔλαττον αὐτὸν καὶ ἐπὶ τούτῳ αἰτιᾶται, ὅτι συνεβούλευσεν Ἀθηναίοις Ἀμφικτύονα εἶναι ψηφίσασθαι Φίλιππον. Ἐν ᾧ οὖν ἐκεῖνον πικρῶς διέβαλλε, πῶς ἂν αὐτὸς ἐθάρ‐ | 59 in vol. 8 | |
20 | ρησε γενέσθαι σύμβουλος; Καὶ γὰρ ὁ περὶ τῆς εἰρήνης λόγος δῆλον ὅτι τὸν Φίλιππον Ἀμφικτύονα εἶναι συμβουλεύει. Καὶ τὸν κατὰ Νεαίρας δὲ λόγον ὑπτιότητός τινες αἰτιώμενοι τῶν Δημοσθενικῶν ἀποκρίνουσι λόγων, ὥσπερ | |
25 | καὶ τὸν περὶ ἔρωτος αὐτῷ γεγραμμένον καὶ τὸν ἐπι‐ τάφιον. Φασὶ δὲ τὸν Δημοσθένην δʹ καὶ κʹ ἔτη γεγονότα τὸν περὶ τῶν ἀτελείων ἤτοι τὸν πρὸς Λεπτίνην φιλο‐ πονήσασθαι λόγον, οὗ τὸ προοίμιον Λογγῖνος μὲν ὁ κρι‐ | |
30 | τικὸς ἀγωνιστικὸν νομίζει· ἐπὶ Κλαυδίου δὲ οὗτος ἤκμαζε, καὶ τὰ πολλὰ συνηγωνίζετο Ζηνοβίᾳ τῇ τῶν Ὀσροη‐ νῶν βασιλίδι, τὴν ἀρχὴν κατεχούσῃ Ὀδενάθου τοῦ ἀν‐ δρὸς αὐτῆς τετελευτηκότος, ἣν καὶ μεταβαλεῖν εἰς τὰ Ἰουδαίων ἔθη ἀπὸ τῆς Ἑλληνικῆς δεισιδαιμονίας πα‐ | |
35 | λαιὸς ἀναγράφει λόγος· ἀλλὰ γὰρ ὁ μὲν Λογγῖνος τοι‐ αύτην περὶ τοῦ προειρημένου προοιμίου ψῆρον ἐξά‐ γει. Ἕτεροι δὲ οὐκ ὀρθῶς ἔφασαν τὸ προοίμιον ἠθι‐ κὸν εἶναι. Καὶ πολλοῖς οὗτος ὁ λόγος παρέσχεν ἀγῶνα κρίνεσθαι προτεθείς, ὥσπερ καὶ Ἀσπασίῳ τῷ ῥήτορι, ἅτε | |
40 | μηδ’ ἀφιγμένῳ τῆς τοῦ λόγου θεωρίας εἰς ἀκρίβειαν. Ὡσαύτως δὲ καὶ ὁ κατὰ Μειδίου· καὶ γὰρ καὶ οὗτος οὐκ ὀλίγοις γέγονεν ἐν σπουδῇ, καὶ τῆς πρὸς ἀλλήλους ἀμφισ‐ | |
Bibl.265492b | βητήσεως ἀφορμὰς παρέσχε. Καὶ οἱ μὲν τοῦ παθη‐ τικοῦ χαρακτῆρος εἰναί φασιν αὐτόν, μετὰ δεινώσεως ἐπεξειργασμένον, οἱ δὲ τοῦ πραγματικοῦ· καὶ ἁπλῶς τῶν τε ῥημάτων αὐτοῦ τὸ σφοδρὸν καὶ κατὰ τὴν σύνθε‐ | |
5 | σιν ἐναρμόνιον, καὶ ὡς τοῖς παθητικοῖς μὲν τῶν ἐπι‐ | |
χειρημάτων καὶ ἐνθυμημάτων παθητικὴν καὶ τὴν ἀπαγ‐ γελίαν περιάπτει, τοῖς πραγματικοῖς δέ, ὅσα τούτοις ἐναρμόττει. Ἔχεται μὲν οὖν καὶ τοῦ ἤθους οὐκ ἐν τούτῳ μό‐ νον τῷ λόγῳ, ἀλλὰ καὶ ἐν πολλοῖς ἄλλοις. Ἀλλά γε | 60 in vol. 8 | |
10 | χαλεπώτατόν ἐστι λόγων ἀγωνιστικῶν ἐργάτῃ διὰ τέ‐ λους φυλάξαι πρὸς τὸν ἀνταγωνιστὴν τὸ ἦθος, μά‐ λιστα δὲ τοῖς ὅσοι φύσεως ἔτυχον πικροτέρας τε καὶ παθητικωτέρας, ἧς οὐχ ἥκιστα Δημοσθένης τε καὶ Ἀρι‐ στείδης μετέχει. Διόπερ πολλάκις ἐξάγονται τῆς προθέ‐ | |
15 | σεως ἐλαττουμένης ὑπὸ τῆς φύσεως· οὐδὲ γὰρ οὐδ’ ἔστιν ἱκανὴ τέχνη κατορθῶσαι τὸ βούλημα, μὴ σύνεργον ἔχουσα καὶ τὴν τῆς φύσεως ἰδιότητα. Ἐτῶν μέντοι γεγονὼς ὁ ῥήτωρ ηʹ καὶ λʹ, ἔπεισε δη‐ μηγορήσας τὸν δῆμον βοήθειαν Ὀλυνθίοις ἀποστεῖλαι | |
20 | πρεσβευσαμένοις κατὰ Φιλίππου. Οὗτος ὁ Δημοσθένης υἱὸς μὲν γέγονεν ἐκ Κλεο‐ βούλης Δημοσθένους, τὸν δῆμον Παιανιεύς. Καταλει‐ φθεὶς δὲ ὑπὸ τοῦ πατρὸς ἐτῶν ζʹ σὺν ἀδελφῇ μετα‐ γενεστέρᾳ δυσὶν ἔτεσι, τὸν μὲν χρόνον τῆς ὀρφανίας | |
25 | παρὰ τῇ μητρὶ διῆγεν, Ἰσοκράτει σχολάζων τῷ ῥή‐ τορι, ὡς δὲ οἱ πλείους λέγουσιν, Ἰσαίῳ τῷ Χαλκιδεῖ ἐν Ἀθήναις σοφιστεύοντι. Ὁ δὲ Ἰσαῖος Ἰσοκράτους γέ‐ γονε μαθητής, Θουκυδίδην ζηλῶν καὶ Πλάτωνα τὸν φιλόσοφον. Ἄλλοι δὲ ἄλλα περί τε τῆς παιδεύσεως Δη‐ | |
30 | μοσθένους καὶ τῶν αὐτοῦ διδασκάλων ἱστοροῦσιν. Εἰς ἡλι‐ κίαν δὲ καταστάς, καὶ ἐλάττω τὴν οὐσίαν παρὰ τῶν ἐπιτρόπων λαβών, ἐγράψατο αὐτοὺς ἐπιτροπῆς γʹ ὄν‐ τας, Ἄφοβον, Θηριππίδην καὶ Δημοφῶντα (οἱ δὲ ἀντὶ Δημοφῶντος Δημέαν εἰσάγουσι), τίμημα ιʹ ταλάντων | |
35 | ἑκάστῃ δίκῃ ἐπιγραψάμενος. Τῆς μέντοι καταδίκης οὐδὲν αὐτοὺς εἰσεπράξατο, τοὺς μὲν ἀφεὶς ἀργυρίου, τοὺς | |
δὲ καὶ χάριτος. Αἱρεθεὶς δὲ χορηγός, Μειδίαν τε τὸν Ἀναγυράσιον, πλήξαντα αὐτὸν ἐν τῷ θεάτρῳ χορη‐ γοῦντα, γραψάμενος εἰς κρίσιν κατέστησε, τρισχιλίας δὲ | 61 in vol. 8 | |
40 | λαβὼν παρ’ αὐτοῦ τῆς δίκης ἀπέλυσε. Λέγουσι δὲ αὐτὸν πολλὰ τῆς φύσεως ἐλαττώματα μελέτῃ διορθώσασθαι. Καὶ νέος μὲν ὢν εἰς σπήλαιον ἑαυ‐ | |
Bibl.265493a | τὸν ἐναπέκλεισε, κἀκεῖ διῆγε φιλοσοφῶν, τῆς κε‐ φαλῆς ξυράμενος τὸ ἥμισυ, ἵνα μὴ αὐτῷ ἐξῇ τῆς ἀσχημοσύνης κωλυούσης ποιεῖσθαι μηδὲ βουλομένῳ τὴν πρόοδον. Δεύτερον δὲ ἐπὶ στενῆς αὐτόν φασι κλίνης | |
5 | κοιμᾶσθαι, ὡς ἔχειν διὰ ταχέων ἀνίστασθαι. Τῶν τε στοι‐ χείων τὸ ῥῶ τῇ γλώττῃ μὴ πεφυκότα λέγειν πόνῳ προσλαβεῖν τὸ δύνασθαι. Ἀλλὰ καὶ τὸν ὦμον ἐν τῷ μελετᾶν ἀπρεπῶς κινοῦντα, ὀβελὸν ἐκ τῆς ὀροφῆς ἀπαρτήσαντα ἐν χρῷ τοῦ σώματος ἢ (ὡς ἔνιοι) ξι‐ | |
10 | φίδιον, ὡς ἂν φόβῳ τοῦ παθεῖν τὴν ἠρεμίαν ἄγοι, ἀπαλλαγῆναι τοῦ συμπτώματος. | |
11 | Πρὸς δὲ τοὺς τοῦ δή‐ μου θορύβους ταραττόμενος, ἵνα μὴ τοῦτο πάσχοι, ἐπὶ τὸ Φαληρικὸν κατιὼν πρὸς τοὺς τῶν κυμάτων ἤχους τὰς μελετὰς ἐποιεῖτο, τῷ ἔθει τὴν φύσιν ἐπανορθού‐ | |
15 | μενος. Ἀλλὰ καὶ κάτοπτρον ἑαυτῷ κατεσκευάσατο, ἴσον αὐτοῦ τῷ μεγέθει, εἰς ὃ τὰς σκέψεις ἀφορῶν ἐποιεῖτο, ἵνα εἴ τι εἴη παρημελημένον ἐν τῷ σχήματι λέγοντος, τοῦτο μανθάνων ἐπανάγοιτο πρὸς τὸ εὔ‐ σχημον. | |
19 | Ἐνδεῶς δὲ τοῦ πνεύματος ἔχοντος αὐτῷ ὥστε | |
20 | μηδὲ δύνασθαι τὰς μακροτέρας τῶν περιόδων ἀπνευστὶ λέγειν, Νεοπτολέμῳ τῷ ὑποκριτῇ μυρίας ἔδωκεν, ἵνα αὐτῷ συνασκήσῃ τὸν τόνον τοῦ πνεύματος. Καὶ τῶν | |
λεπτῶν δὲ τρημάτων δι’ ὧν ἀναπνέοντες τὸν ἀέρα διὰ τῆς ὑπερώας ἀναψύχομεν καὶ ὥσπερ αὔραις τισὶ | 62 in vol. 8 | |
25 | τὸν θώρακα διαθερμαίνομεν, καὶ τὸ λιγνῶδες ἐκεῖθεν ἐκφέρομεν, στενωτέρων αὐτῷ παρὰ τὴν χρείαν κατε‐ σκευασμένων, ἐπεὶ καὶ τοῦτο μέγα μέρος ἐστὶ τῆς λαμ‐ προφωνίας, εἰς τὸ εὐρύτερόν τε καὶ κατὰ φύσιν ἐπα‐ νήγαγεν, ἔλαιον μὲν ἐμβάλλων τῷ στόματι, ἀνατρέχων | |
30 | δὲ πρὸς τὰ τῶν χωρίων ἀνάντη· δι’ ὧν τὸ ἔλαιον τῇ βίᾳ τῆς κινήσεως πρὸς τοὺς μυκτῆρας ἀναρροιβδούμε‐ νον τὴν παρὰ φύσιν τῶν πόρων συνίζησιν εἰς τὴν κατὰ φύσιν ἀποκατέστησε χρείαν. Ἐπιδοὺς δὲ αὑτὸν εἰς τὸ πολιτεύεσθαι, ἐπεὶ τοὺς μὲν | |
35 | ἑώρα τῶν πολιτῶν φιλιππίζοντας, τοὺς δὲ πρὸς τὴν τῆς πόλεως ἐλευθερίαν δημηγοροῦντας, τῆς ἀμείνονος μοίρας γίνεται, καὶ συνεπολιτεύετο Ὑπερείδῃ καὶ Ναυ‐ σικλεῖ καὶ Πολυεύκτῳ καὶ Διοτίμῳ. Διὸ Θηβαίους μὲν Ἀθηναίοις συμμάχους κατέστησεν, ἀλλὰ καὶ Εὐβοεῖς καὶ | |
40 | Κερκυραίους καὶ Κορινθίους καὶ Βοιωτίους καὶ πολλοὺς ἄλλους. | |
41 | Ἐπεὶ δέ ποτε δημηγορῶν ἐξέπεσε τοῦ θεάτρου καὶ | |
Bibl.265493b | ἀθυμῶν οἴκαδε ἀπῄει, Εὔνομος μὲν αὐτῷ ὁ Θριάσιος ἤδη πρεσβύτερος ὢν κατὰ τὴν ὁδὸν συνεκύρησε, καὶ μα‐ θὼν τῆς ἀθυμίας τὸ αἴτιον θαρρεῖν τε προὐτρέψατο καὶ ἀνεκτήσατο· καὶ τούτου πλέον Ἀνδρόνικος ὁ ὑπο‐ | |
5 | κριτής, τοὺς μὲν λόγους εὖ ἔχειν καὶ ὡς ἄριστα φάμενος, ἐνδεῖν δὲ αὐτοῖς τὰ τῆς ὑποκρίσεως. Ὁ δὲ παραδίδωσί τε ἑαυτὸν τῷ Ἀνδρονίκῳ, καὶ τὴν τῆς ὑποκρίσεως τέ‐ | |
χνην ἐκεῖθεν ἐξήσκησε. Διόπερ ἐρομένου ποτέ τινος αὐτὸν τί πρῶτον ἐν ῥητορικῇ, ἀνεῖπεν ὑπόκρισις· καὶ | 63 in vol. 8 | |
10 | τί δεύτερον; ὑπόκρισις· τί δὲ τρίτον; ὑπόκρισις· δη‐ λῶν μέγα μέρος εἶναι τῆς ἐν τῷ δήμῳ πειθοῦς τὴν ὑπόκρισιν. Ὤμνυ δέ, ὡς ὁ Φαληρεύς φησι, «Μὰ γῆν, μὰ κρήνας, μὰ ποταμούς, μὰ νάματα». Καὶ δὴ καί ποτε ὀμόσας τοὺς ὅρκους τούτους τῷ δήμῳ θόρυβον ἐνεποίη‐ | |
15 | σεν, ὥσπερ καὶ ἐπὶ τῷ ὀμνύναι τὸν Ἀσκληπιόν, χρώ‐ μενος τῇ φωνῇ προπαροξυτόνως. Ὅμως οὖν σχολάσας τῷ Μιλησίῳ Εὐβουλίδῃ, ὃς τῶν διαλεκτικῶν οὐδενὸς τὰ δεύτερα ἔφερεν, ἐπανωρθώσατο πάντα ὅσα παρεῖχεν αἰτίαν ἁμαρτήματος. | |
20 | Φασὶ δὲ τὸν Μακεδόνα Φίλιππον, ἐπεὶ τὰς κατ’ αὐτοῦ δημηγορίας τοῦ Δημοσθένους ἐδέξατο καὶ ἀνέγνω, μέγα θαυμάσαντα εἰπεῖν ὡς «Καὶ αὐτὸς ἄν, εἴπερ ἤκουσα κατ’ ἐμοῦ δημηγοροῦντος Δημοσθένους, ἐχειροτόνησα ἂν τὸν ἄνδρα πρὸς τὸν κατ’ ἐμοῦ πόλεμον». Ἐρομένου δὲ | |
25 | αὐτόν τινος τῶν συνήθων τίνες ἂν εἶεν πιθανώτεροι καὶ δυνατώτεροι λόγοι, Δημοσθένους ἢ Ἰσοκράτους, ἔφη ὡς οἱ μὲν Δημοσθένους στρατιώταις ἐοίκασι, πο‐ λεμικὴ γὰρ αὐτῶν καὶ σφόδρα ἡ δύναμις, οἱ δὲ Ἰσο‐ κράτους τοῖς ἀθληταῖς· θεατρικὴν γὰρ αὐτοὺς παρέχειν | |
30 | τέρψιν. Ἐπεὶ δὲ ἡ καταδίκη φυγὴν τῆς πατρίδος ἐπέβαλε τῷ Αἰσχίνῃ ἔφιππος καταδιώξας αὐτὸν τά τε ἄλλα παρεμυθήσατο, καὶ τάλαντον ἀργυρίου δέδωκε τἀναντία προσδοκῶντι Αἰσχίνῃ. Καὶ γὰρ θεασάμενος αὐτὸν ὁ Αἰσχί‐ | |
35 | νης ἐπελαύνοντα, καὶ συλλαβεῖν αὐτὸν ἐπὶ κακῷ νομί‐ σας, προσέπεσέ τε καὶ συγκαλυψάμενος ἐδεῖτο σωτη‐ ρίας· ὁ δέ, καθάπερ ἔφημεν, οὐ ῥήτορι μᾶλλον ἀλλ’ ἀνδρὶ πρέπον φιλοσόφῳ ἔργον εἰς αὐτὸν ἐπεδείξατο. | |
Φέρειν δὲ γενναίως Δημοσθένους ὑποτιθεμένου αὐτῷ | 64 in vol. 8 | |
40 | τὴν φυγήν· «Καὶ πῶς ἂν δυναίμην, Αἰσχίνης ἔφη, τοι‐ αύτης ἀποστερούμενος πόλεως, ἐν ᾗ καὶ τοὺς δοκοῦντας | |
Bibl.265494a | ἐχθροὺς εἶναι τῶν ἀλλαχόθι φίλων χρηστότητι καὶ καλοκἀγαθίᾳ εὑρεῖν ἔστι διαφέροντας;» Σιτώνης μέντοι γε καταστὰς ὁ Δημοσθένης καὶ κλο‐ πῆς αἰτιαθεὶς ἀπελύθη. Φιλίππου μέντοι τὴν Ἐλάτειαν | |
5 | καταλαμβάνοντος, τοῖς ἐν Χαιρωνείᾳ καὶ αὐτὸς συν‐ εστρατεύσατο μαχεσαμένοις· ἐν ᾗ καὶ λιπὼν ἐφάνη τὴν τάξιν. Ἐπεὶ δὲ φεύγοντος αὐτοῦ τὸ φυτὸν ὁ βάτος ἐπε‐ λάβετο τῆς χλαμύδος, ἐπιστραφέντα λοιδορεῖται εἰπεῖν· «Ζώγρει». Ἡ δὲ ἀσπὶς αὐτοῦ ἐπίσημον ἔφερε τὴν Τύ‐ | |
10 | χην. | |
10 | Τοὺς πεπτωκότας δὲ ἐν τῇ μάχῃ ἐκόσμησεν ἐπι‐ ταφίῳ, τῆς μὲν συμβάσης τύχης ἴσως οὐδὲν ἐνδεέστερον, τῆς δ’ ἄλλης αὐτοῦ περὶ λόγους δυνάμεως οὐκ ὀλίγῳ ἐνδεέστερον. Εἶτα τὰ τῆς πόλεως ἐπεσκεύασε τείχη· ἐπι‐ μελετὴς δὲ τούτων καταστὰς ἀπὸ τῆς ἰδίας οὐσίας κα‐ | |
15 | τεβάλετο τὸ ἀνάλωμα, ἀργυρίου μνᾶς ἑκατόν. Καὶ θεω‐ ροῖς δὲ μυρίας ἐπέδωκεν. Ἀλλὰ καὶ τριήρους ἐπιβάς, τοὺς συμμάχους ἀργυρολογῶν περιέπλευσεν. Ἐφ’ οἷς καὶ χρυσῷ πολλάκις ἐστεφανώθη στεφάνῳ, τὰ πρῶτα μὲν ὑπὸ Δημοτελοῦς καὶ Ἀριστονίκου καὶ Ὑπερείδου, τελευ‐ | |
20 | ταῖον δὲ ὑπὸ Κτησιφῶντος· γραφέντος δὲ τοῦ ὑστέρου ψηφίσματος παρανόμων ὑπὸ Διοδότου καὶ Αἰσχίνου, εἰς ἀπολογίαν καταστὰς ἐνίκησε. Χρόνῳ δὲ ὕστερον ἐπὶ τὴν Ἀσίαν Ἀλεξάνδρου δια‐ βεβηκότος, καὶ φυγόντος Ἀθήναζε μετὰ χρημάτων | |
25 | Ἁρπάλου, τὰ μὲν πρῶτα δημηγορῶν οὐκ εἴα τὸν ἄν‐ δρα παραδέχεσθαι, ἐπεὶ δὲ εἰσέπλευσε, δαρεικοὺς χιλίους, ὥς φασι, λαβὼν πρὸς τοὺς ὑπὲρ αὐτοῦ λέγοντας με‐ | |
τετάξατο, καὶ βουλομένων Ἀθηναίων Ἀντιπάτρῳ προ‐ δοῦναι τὸν ἄνθρωπον ἀντεῖπε, τά τε ἁρπάλεια χρή‐ | 65 in vol. 8 | |
30 | ματα εἰς ἀκρόπολιν ἔγραψεν ἀποθέσθαι, μηδὲ τῷ δή‐ μῳ τὸν ἀριθμὸν αὐτῶν ἐπισημηνάμενος. Λέγοντος δὲ Ἁρπάλου ψʹ συγκατακομίσαι τάλαντα, τὰ ἀνενεχ‐ θέντα εἰς τὴν ἀκρόπολιν ηʹ καὶ τʹ ἢ ὀλίγῳ πλείονα εὑρέθη. Φυγόντος δὲ ἐκ τοῦ δεσμωτηρίου Ἁρπάλου, οἱ | |
35 | μὲν εἰς Κρήτην φασίν, οἱ δὲ εἰς Ταίναρον τῆς Λα‐ κωνικῆς, δωροδοκίας αἰτίαν παρέσχεν ὁ Δημοσθένης. Ἐπὶ ταύτῃ δὲ καταστὰς εἰς κρίσιν ὑπὸ Ὑπερείδου, Πυ‐ θέου, Μενεσαίχμου, Ἱμεραίου καὶ Προκλέους, οἳ καὶ τὴν ἐξ Ἀρείου πάγου βουλὴν κατεσκεύασαν αὐτοῦ καταγνῶναι, | |
40 | ἑάλω, καὶ ἁλοὺς ἔφυγε, μὴ δυνάμενος ἀποτίσαι πεν‐ ταπλάσια· ᾐτιῶντο δὲ αὐτὸν δωροδοκίας τάλαντα λʹ. Ἔστι δὲ καὶ ἄλλος λόγος ὃς οὐδὲ τὴν κρίσιν αὐτὸν ὑπο‐ | |
Bibl.265494b | μεῖναι λέγει, ἀλλὰ φυγεῖν τῶν μελλόντων κρίνειν αὐτὸν παρασκευαζομένων. | |
2 | Χρόνῳ δὲ ὕστερον ὀλίγῳ Πο‐ λύευκτον ἔπεμψαν Ἀθηναῖοι πρὸς τὸ κοινὸν πρεσβεύ‐ σασθαι τῶν Ἀρκάδων, ἐφ’ ᾧ αὐτοὺς ἀποστῆναι τῆς τῶν | |
5 | Μακεδόνων συμμαχίας. Μηδὲν δὲ ἀνύοντος τοῦ Πο‐ λυεύκτου ἐπιφανεὶς Δημοσθένης καὶ συνειπὼν ἔπεισε. Διὸ καὶ θαυμασθέντα τῇ πράξει παρὰ τῶν Ἀθηναίων καθόδου τυχεῖν αὐτόν, ψηφίσματός τε γραφέντος καὶ τριήρους ἀποσταλείσης. Ἐψηφίσαντο δὲ καὶ ἀντὶ τῶν λʹ | |
10 | ταλάντων, ἃ ὤφειλε, τὸν τοῦ Διὸς βωμὸν τὸν ἐν Πειραιεῖ ἐπισκευάσασθαι. Καὶ ἦν πάλιν κατὰ τὸ πρότερον πολι‐ τευόμενος. Ἐπεὶ δὲ Ἀντίπατρος Φάρσαλον μὲν ἀνεῖλεν, ἠπεί‐ | |
λει δὲ πολιορκήσειν τοὺς Ἀθηναίους, εἰ μὴ παραδοῖεν | 66 in vol. 8 | |
15 | αὐτῷ τοὺς ῥήτορας, καταλιπὼν ὁ ῥήτωρ τὴν μηδ’ ἑαυ‐ τὴν δυναμένην σῶσαι πόλιν ἔφυγε. Καὶ πρῶτον μὲν Αἰγίνῃ ἐπέστη, εἶτα κἀκεῖ τὴν ὀργὴν Φιλίππου δεδιὼς εἰς Καλαβρίαν μετέστη. Ψῆφον δὲ θεμένων Ἀθηναίων ἐκδοῦναι τοὺς ῥήτορας, ἱκέτης ἐν τῷ τοῦ Ποσειδῶνος | |
20 | προσήδρευεν ἱερῷ. Ἀρχίου δὲ τοῦ ἐπίκλην φυγαδοθήρα προσελθόντος αὐτῷ, καὶ πείθειν ἐπιχειροῦντος ἀνίστασθαί τε τοῦ ἱεροῦ καὶ χρηστὰς ἐλπίδας ἔχειν ἐπ’ Ἀντιπάτρῳ, «Ἀλλ’, ὦ βέλτιστε, εἶπεν, οὔτε τραγῳδῶν ἔπεισάς με, οὔτε νῦν συμβουλεύων πείσεις». Ἐπιχειροῦτος δὲ αὐτὸν | |
25 | βιάζεσθαι, οἱ τῆς πόλεως αὐτὸν ἐπέσχον. Καὶ ὁ Δημο‐ σθένης μάλα γενναίως καὶ φαιδρῶς ἔφη· «Οὐ σωτηρίας δεόμενος κατέφυγον εἰς Καλαβρίαν, ἀλλ’ ἐλέγξαι Μα‐ κεδόνας βουλόμενος ὡς καὶ τὰ τῶν θεῶν εἰσι βιάσασθαι παλαμναῖοι». Καὶ γραμματεῖον αἰτήσας γράψαι λέγεται | |
30 | τὸ ἐπὶ τῆς εἰκόνος αὐτοῦ ἐλεγεῖον, ὅπερ ὕστερον ὑπὸ τῶν Ἀθηναίων ἐνεκολάφθη· Εἴπερ ἴσην ῥώμην γνώμῃ Δημόσθενες εἶχες, οὔποτ’ ἂν Ἑλλήνων ἦρξεν Ἄρης Μακεδών. Ἀλλὰ τοῦτο μὲν Δημήτριος ὁ Μάγνης λέγει· εἰσὶ | |
35 | δὲ οἵ φασι τὸ γραμματεῖον εὑρεθῆναι γράφον ἕτερον οὐδὲν πλὴν ὅτι Δημοσθένης Ἀντιπάτρῳ χαίρειν. Ἀπο‐ θανεῖν δὲ τὸν ῥήτορά φασιν οἱ μὲν φάρμακον ἐκπι‐ όντα, οἱ δὲ γευσάμενον τοῦ ἐν τῷ καλάμῳ φαρμάκου· (καὶ γὰρ παρεσκεύαστο) δι’ οὗ τὴν ἐπιστολὴν ἔγραφεν. Ἄλ‐ | |
40 | λοι δὲ κρίκον αὐτοῦ τῷ βραχίονι περιάπτουσιν, ἐν ᾧ τὸ φάρ‐ μακον ἐναπέκειτο. Καὶ συσχόντα δ’ ἑαυτοῦ τὸ πνεῦμα | |
ἄλλος λόγος ἀποθανεῖν λέγει, ὥσπερ ἄλλος διὰ τοῦ | 67 in vol. 8 | |
Bibl.265495a | φαρμάκου ὃ τῇ σφενδόνῃ τοῦ δακτυλίου ἐναπετεθη‐ σαύριστο. | |
2 | Ἐβίω δέ, ὡς μὲν οἱ τὰ πλείω λέγουσιν, ἔτη οʹ, ὡς δ’ οἱ τὰ ἐλάττω, ζʹ καὶ ξʹ. Ἐπολιτεύσατο δὲ βʹ καὶ κʹ ἔτη. Κατέλιπε δὲ δύο παῖδας ἐκ μιᾶς γυναικὸς τῶν | |
5 | ἐπιφανῶν. Ἔστι δὲ αὐτοῦ εἰκὼν ἐν τῷ πρυτανείῳ περιε‐ ζωσμένη ξίφος· οὕτω γὰρ αὐτὸν σκευασάμενον δημηγο‐ ρῆσαι λέγεται κατὰ Ἀντιπάτρου, ὅτε τοὺς ῥήτορας λαβεῖν ἐξ Ἀθηνῶν ἐβιάζετο. Χρόνῳ μέντοι ὕστερον σίτησιν ἡ πόλις ἐν τῷ πρυτανείῳ τοῖς τοῦ ῥήτορος συγγένεσιν | |
10 | ἐδωρήσατο, καὶ ἄλλαις τιμαῖς ἐτίμησαν τελευτήσαντα, καὶ τὴν εἰκόνα ἀνέθεσαν ἐν τῇ ἀγορᾷ. Φέρονται δὲ αὐτοῦ ἀποφθέγματα πλεῖστα καὶ γνωμο‐ λογίαι, ἅπερ αὐτὸς μὲν ἑκάστοτε πρὸς τὴν ἀνακύπτου‐ σαν χρείαν ἁρμοττόμενος ἔλεγεν, οἱ δὲ ἀκούοντες μνήμῃ | |
15 | τε καὶ γραφῇ διεσώσαντο. | |
15 | Οὗτός ποτε κωλυόμενος ὑπ’ Ἀθηναίων ἐν ἐκκλησίᾳ λέγειν βραχύ τι προσδιαλε‐ χθῆναι αὐτοῖς ἔφη βούλεσθαι. Τῶν δὲ δεξαμένων· «Νεανίας τις, ἔφησεν, ὥρᾳ θέρους ἐξ ἄστεος ὄνον ἐμισθώ‐ σατο Μεγαράδε. Τῆς δὲ φλογὸς κατὰ τὸ μέσον τῆς | |
20 | ἡμέρας ἐπὶ πλέον ἀναπτομένης, ἑκάτερος αὐτῶν ἔσπευ‐ δεν ὑπὸ τὴν ὄνου γενέσθαι σκιάν, ὁ μὲν λέγων μεμι‐ σθωκέναι τὸν ὄνον ἀλλ’ οὐκ ἐν σκιᾷ, ὁ δὲ μεμισθωμέ‐ νος, ἕως ἂν αὐτὸν κύριον τοῦ σώματος ἀποφαίνῃ τὸ μίσθωμα, καὶ τὴν ἄλλην ἔχειν ἐξουσίαν τῶν συμβαι‐ | |
25 | νόντων διὰ τοῦ σώματος». Καὶ ταῦτα εἰπὼν ἀπῄει, ὀργώσας αὐτῶν τὰς ἀκοὰς πρὸς τὴν τῶν λοιπῶν διή‐ γησιν ἀπολιπών. Ἐπισχόντων δὲ αὐτὸν Ἀθηναίων καὶ πέρας ἐπιθεῖναι τῷ λόγῳ δεομένων, ὑπολαβών· «Εἶτα, | |
ἔφη, ὑπὲρ μὲν ὄνου σκιᾶς βούλεσθε ἀκούειν, ὑπὲρ δὲ σπου‐ | 68 in vol. 8 | |
30 | δαίων πραγμάτων καὶ συμφερόντων τῇ πόλει οὐ βούλεσθε;» Βάταλον δὲ ὀνομασθῆναι οἱ μὲν αὐτόν φασι, διότι νέος ὢν καὶ κωμάζων γυναικείοις ἐσθήμασιν ἀπεκέχρητο· οἱ δὲ ὑποκοριστικῶς αὐτὸν ἐπικληθῆναι τοῦτο ἀπὸ τοῦ ὀνόματος τῆς τροφοῦ λέγουσι λοιδορούμενοι. Ἕτεροι δέ | |
35 | φασιν (οἷς καὶ Λιβάνιος ὁ σοφιστὴς ἠκολούθησεν) ὡς νέος ὢν ἀσθενῶς διέκειτο τῷ σώματι καὶ νοσώδης ἦν· διὸ μηδὲ φοιτᾶν εἰς παλαίστραν, ὡς πάντες οἱ τῶν Ἀθηναίων παῖδες εἰώθεσαν· διὰ τοῦτο καὶ ἀνδρωθεὶς εἰς μαλακίαν ὑπὸ τῶν ἐχθρῶν ἐσκώπτετο καὶ Βάταλος | |
40 | ἐπωνομάζετο. Ἱστόρηται γάρ τις Ἐφέσιος Βάταλος αὐλη‐ τὴς γενέσθαι, ὃς πρῶτος ὑποδήμασι γυναικείοις ἐπὶ τῆς σκηνῆς ἐχρήσατο καὶ μέλεσι κατεαγόσι, καὶ ὅλως τὴν τέχνην ἐμαλάκισεν· ἀφ’ οὗ τοὺς ἐκλύτους καὶ ἀνάνδρους Βατάλους ἐπονομάζουσιν. | |
Bibl.266495b(2) | Ἀνεγνώσθη Ὑπερείδου λόγοι διάφοροι. Τού‐ των οἱ μὲν εἰς τὸ τοῦ ῥήτορος ἀναφερόμενοι γνήσιον βʹ καὶ νʹ εἰσίν, οἱ δὲ παρασχόντες ἀμφισβήτησιν εʹ καὶ κʹ· | |
5 | τὸ γὰρ ὅλον αὐτῶν πλήρωμα εἰς ζʹ συντείνει καὶ οʹ. | |
5 | Ἄριστος δὲ γέγονεν ἐν ταῖς τῶν λόγων ἐργασίαις, ὥς τισι μὲν ἀμφισβήτησιν παρασχεῖν πότερον ὁ Δημοσθένης κατὰ τοὺς λόγους ἐκείνου προέχει, ἢ Δημοσθένους ὁ Ὑπερείδης· εἰσὶ δὲ οἳ καὶ τὴν νικῶσαν ἔθεντο ψῆφον Ὑπερείδῃ. | |
10 | Ἀλλὰ καὶ τὸ ἐπίγραμμα ὅ τινες ἐγγράφουσι τῇ τοῦ Δη‐ μοσθένους στήλῃ, εἰς ἐκεῖνον μεταφέρουσι, τὸ ὄνομα μό‐ | |
νον ἀμειψάμενοι· γράφουσι γάρ· Εἴπερ ἴσην γνώμῃ ῥώμην Ὑπερείδης εἶχεν, οὔποτ’ ἂν Ἑλλήνων ἦρξεν Ἄρης Μακεδών. | 69 in vol. 8 | |
15 | Οὗτος δὲ ὁ Ὑπερείδης παῖς μὲν γέγονε Γλαυκίππου τοῦ Διονυσίου, Κολλυτεὺς δὲ τὸν δῆμον. Ἔσχε δὲ καὶ ὁμώ‐ νυμον υἱὸν τῷ πατρὶ Γλαύκιππον ῥήτορα, ὃς καὶ λό‐ γους συνεγράψατο. Πλάτωνος δὲ τοῦ φιλοσόφου ἠκροά‐ σατο, καὶ δὴ καὶ Ἰσοκράτους. Ἐπολιτεύσατο δὲ Ἀθή‐ | |
20 | νῃσιν, ὅτε Ἀλέξανδρος ὁ Μακεδὼν τῶν ἑλληνικῶν ἥπτετο πραγμάτων, καὶ δείκνυται ἀντειπὼν αὐτοῦ τῇ αἰ‐ τήσει, ἥτις τοὺς στρατηγοὺς τῶν Ἀθηναίων καὶ τὰς τριή‐ ρεις ἀπῄτει. Συνεβούλευσε δὲ τοῖς Ἀθηναίοις καὶ τὸ ἐπὶ Ταίναρον ξενικὸν διαλῦσαι. Ἔγραψε δὲ καὶ Δημοσθένει | |
25 | τιμάς, καὶ γραφέντος ὑπὸ Διοδότου παρανόμων τοῦ ψηφίσματος ἀπέφυγε. Φίλος δὲ τοῖς περὶ Δημοσθένην καὶ Λυσικλέα καὶ Λυκοῦργον γεγονὼς οὐ μέχρι τέλους τὴν φιλίαν συνετήρησεν, ἀλλ’ ἐπεὶ Λυσικλέα μὲν καὶ Λυκοῦργον ὁ βίος ἀπέλιπε, Δημοσθένης δὲ εἰς κρίσιν | |
30 | ἤγετο ὡς παρὰ Ἁρπάλου δωροδοκήσας, ἐξ ἁπάντων αὐτὸς κατήγορος προεχειρίσθη τοῦ ῥήτορος. Κριθεὶς δὲ παρανόμων ὑπὸ τοῦ Ἀριστογείτονος, διότι μετὰ τὴν Χαιρώνειαν τοὺς μετοίκους πολίτας ἔγραψε ποιήσασθαι, ἐλευθέρους δὲ τοὺς δούλους, ἱερὰ δὲ καὶ παῖδας καὶ γυναῖ‐ | |
35 | κας εἰς τὸν Πειραιᾶ παραθέσθαι, κἀνταῦθα κρείττων τοῦ δοῦναι δίκην ἐγένετο. Αἰτιωμένων δὲ αὐτὸν οὐκ ὀλί‐ γων ὡς πολλοὺς τῶν νόμων ἐν τῷ ψηφίσματι παρι‐ δόντα· «Ἐπεσκότει γάρ μοι τὰ Μακεδόνων, ἔλεγεν, ὅπλα· καὶ οὐκ ἐγὼ μᾶλλον τὸ ψήφισμα, ἀλλ’ ἡ ἐν | |
40 | Χαιρωνείᾳ μάχη ἔγραψε». | |
40 | Πρότερον δὲ μήπω δημή‐ | |
γορος αἱρεθεὶς Ἀθηναίοις μισθοῦ δίκας ἔλεγε. Δόξας δὲ τῶν Περσικῶν μετεσχηκέναι χρημάτων Ἐφιάλτῃ, εἶτα τριήραρχος αἱρεθείς, ὅτε Φίλιππος ἐπολιόρκει Βυζάντιον, καὶ βοηθήσας προθύμως Βυζαντίοις, ὑπέστη | 70 in vol. 8 | |
Bibl.266496a | χορηγῆσαι κατὰ τὸν ἐνιαυτὸν τοῦτον τῶν ἄλλων ἁπάσης λειτουργίας ἀφειμένων. Ἐψηφίσατο δ’ οὗτος πολι‐ τευόμενος καὶ τιμὰς Ἰόλᾳ, ὃς Ἀλεξάνδρῳ τὸ δηλη‐ τήριον ἐκεράσατο φάρμακον. Ἐκοινώνησε δὲ καὶ τοῦ | |
5 | λαμιακοῦ πολέμου τῷ Δημοσθένει, καὶ ἐπὶ τοῖς ἐν τῇ μάχῃ πεσοῦσιν ἐπιτάφιον εἶπε, πολλῶν ἐπὶ τούτῳ θαῦ‐ μα καὶ ἔπαινον καρπωσάμενος. | |
7 | Φιλίππου δὲ πλεῖν ἐπ’ Εὐ‐ βοίας παρασκευασαμένου, καὶ τῶν Ἀθηναίων εὐλαβῶς διακειμένων, τριήρεις ἤθροισεν οὗτος μʹ ἐξ ἐπιδόσεως, | |
10 | καὶ πρὸ τῶν ἄλλων αὐτὸς ὑπέρ τε αὑτοῦ καὶ τοῦ παιδὸς δύο τριήρεις ἐπέδωκε. Συστάντος δὲ τοῦ πρὸς Δηλίους ἀμ‐ φισβητήματος, ποτέρους δεῖ προΐστασθαι τοῦ ἱεροῦ, ἡρέθη μὲν Αἰσχίνης συνειπεῖν, ἡ δὲ ἐξ Ἀρείου πάγου βουλὴ Ὑπερείδην προεστήσατο· καὶ ἔστιν ὁ λόγος τὴν ἐπιγραφὴν | |
15 | Δηλιακὸς ἐπιφερόμενος. Ἡκόντων δὲ καὶ παρὰ Ἀντι‐ πάτρου πρέσβεων, καὶ δι’ ἐπαίνου τὸν Ἀντίπατρον ποιου‐ μένων καὶ πολλὴν ἐπιμαρτυρομένων χρηστότητα· «Οἶδα μέν, εἶπεν, ὡς χρηστὸς ὁ Ἀντίπατρος, ἀλλ’ ἡμεῖς γε οὐ δεόμεθα χρηστοῦ δεσπότου». Γραψάμενος μέντοι γε | |
20 | τὴν Φωκίωνος δωρεάν, ἣν εἶπε Μειδίας Μειδίου Ἀνα‐ γυράσιος, κατὰ τοῦτον τὸν ἀγῶνα τὸ ἔλαττον ἤνεγκε. Συμβάντος δὲ τοῦ περὶ Κράνωνα πάθους ἐξαιτηθεὶς ὑπὸ Ἀντιπάτρου, ἐπεὶ ἔμελλεν αὐτὸν ὁ δῆμος ἐκδι‐ δόναι, τῆς Ἀθηναίων πόλεως εἰς Αἴγιναν ἀποφεύγει. | |
25 | Καὶ συγγεγονὼς Δημοσθένει, καὶ ἀπολογησάμενος ὑπὲρ ὧν πρὸς αὐτὸν διηνέχθη, ἀπαλλαγεὶς ἐκεῖθεν ὑπ’ Ἀρ‐ χίου τοῦ ἐπονομασθέντος φυγαδοθήρα ἐν αὐτῷ τῷ τοῦ Ποσειδῶνος ἱερῷ συνελήφθη, καίτοι τοῦ ἀγάλμα‐ τος ἐχόμενος. Ἐντεῦθεν πρὸς Ἀντίπατρον ἀχθεὶς ἐν | 71 in vol. 8 |
30 | Κορίνθῳ διατρίβοντα, καὶ βασανιζόμενος ἐφ’ ᾧ τὰ ἀπόρρητα τῆς πόλεως ἐξειπεῖν, ἐπὶ τοσοῦτον ἠνδρίσατο μηδὲν κατὰ τῆς πατρίδος εἰπεῖν, ὥστε καὶ τὴν γλῶσ‐ σαν διαφαγών, ἵνα μὴ ἄκων τι παραφθέγξηται, μετήλ‐ λαξε τὸν βίον. Εἰσὶ δὲ οἵ φασιν αὐτὸν εἰς Μακεδονίαν | |
35 | ἀχθέντα τήν τε τῆς γλώσσης ἐκτομὴν ὑποστῆναι καὶ μετὰ θάνατον ἄταφον ῥιφῆναι· πλὴν οἵ γε προσήκον‐ τες αὐτῷ, παρὰ τὸ δόγμα τῶν Μακεδόνων, καύσαν‐ τες τὰ ὀστᾶ εἰς Ἀθήνας μετεκόμισαν. | |
Bibl.267496a(40) | Ἀνεγνώσθη Δεινάρχου λόγοι διάφοροι. Φέ‐ ρονται δὲ αὐτοῦ δʹ καὶ ξʹ, οὓς οἱ πλεῖστοι τῶν κριτικῶν γνη‐ | |
Bibl.267496b | σίους τιθέασιν· εἰσὶ δὲ οἵ τινας ἐξ αὐτῶν εἰς Ἀριστο‐ γείτονα Ὑπερείδῃ συνακμάσαντα μεταφέρουσιν. Οἱ δὲ λόγοι αὐτοῦ τοῖς μὲν τοῦ Ὑπερείδου ἰδιώμασιν ἔσθ’ ὅτε διαμορφοῦνται, μᾶλλον δὲ πρὸς Δημοσθένην ἀποκεκλι‐ | |
5 | κότες φαίνονται, ἐν οἷς τὸ παθητικὸν αὐτοῦ καὶ σφο‐ δρὸν καὶ τῶν σχημάτων τὸν τύπον καὶ τὴν ποικιλίαν σπουδὴν ἔσχον ἐκμιμήσασθαι. Οὗτος υἱὸς μὲν ἦν Σωκράτους ἢ Σωστράτου, Ἀθη‐ ναῖος τὴν πατρίδα, ὡς δ’ ἄλλοις ἐρρήθη, Κορίνθιος. | |
10 | Ἀφικόμενος δὲ εἰς Ἀθήνας ἔτι νέος ὢν Θεοφράστου ἠκροάσατο· Ἀλέξανδρος δὲ τηνικαῦτα ἐπὶ τὴν Ἀσίαν διέβαινεν. Ὁμιλητὴς δὲ καθέστηκε Δημητρίου τοῦ Φα‐ | |
ληρέως. Μετὰ δὲ τὴν Ἀντιπάτρου τελευτήν, ἐπεὶ τῶν ῥητόρων οἱ μὲν ἔφυγον οἱ δὲ ἀνῃρέθησαν, αὐτὸς | 72 in vol. 8 | |
15 | ἐδείχθη πολιτευόμενος. Εἰς φιλίαν δὲ Κασάνδρῳ τῷ Μακεδόνων ἡγεμόνι συνάψας, καὶ χρήματα τῶν λό‐ γων εἰσπραττόμενος οὓς τοῖς δεομένοις συνέταττεν, ἐπὶ πλεῖστον εὐδαιμονίας ἀφίκετο. | |
18 | Ἀντετάττετο δὲ πρὸς τοὺς ῥήτορας οὐκ εἰς τὸν δῆμον αὐτὸς παριών (οὐ γὰρ | |
20 | οἷός τε ἦν), τοῖς ἐναντιουμένοις δὲ τοὺς λόγους παρε‐ χόμενος. Διὸ καὶ Ἁρπάλου διαφυγόντος ἐξ Ἀθηνῶν πλείστους λόγους τοῖς κατηγόροις ἐξέδωκε κατὰ τῶν δω‐ ροδοκῆσαι λαβόντων αἰτίαν. Χρόνῳ δὲ ὕστερον ἐμπε‐ σὼν εἰς αἰτίαν ὡς Κασάνδρῳ κοινολογεῖται κατὰ τῆς | |
25 | πόλεως, τὰ πλεῖστα τῆς περιουσίας εἰς ἀργύριον μετα‐ βαλὼν ἔφυγεν εἰς Χαλκίδα. Ἐπὶ δὲ τῆς φυγῆς δια‐ μείνας ἐγγὺς ἔτη δέκα πέντε, καὶ πολλὴν οὐσίαν περι‐ βαλόμενος, πραξάντων αὐτῷ τὴν κάθοδον τῶν περὶ Θεόφραστον συγκατῆλθεν ἅμα τοῖς ἄλλοις φυγάσι. | |
30 | Παρὰ δὲ Προξένῳ τῷ αὑτοῦ καταλύσας ἑταίρῳ καὶ τὸ χρυσίον ἀπολωλεκώς, ἤδη γηραιὸς ὢν καὶ τὰς ὁρά‐ σεις ἀσθενὴς λαγχάνει τῷ Προξένῳ δίκην, καὶ τότε πρῶτον ὤφθη λέγων ἐν δικαστηρίῳ. Φέρεται δὲ αὐτοῦ καὶ ὁ κατὰ Προξένου λόγος. | |
35 | Τῶν μὲν οὖν θʹ ῥητόρων οἱ λόγοι, ὧν ἐποιησάμεθα τὴν ἀνάγνωσιν, ἐν τούτοις περιγράφεται ἡ μνήμη. | |
Bibl.268496b(38) | Λυκούργου δὲ οὐδενὸς τῶν ἄλλων, ὅσα γε τελεῖν εἰς ῥήτορας καὶ δημαγωγούς, τὸ ἔλαττον φερο‐ | |
40 | μένου οὔπω παρέσχεν ἡμῖν ὁ χρόνος λόγους ἀναγνῶναι, φέρεσθαι δὲ αὐτοῦ ἐξ ἱστορίας ιεʹ μεμαθήκαμεν. | 73 in vol. 8 |
41 | Οὗτος δὲ | |
Bibl.268497a | υἱὸς μὲν ἦν Λυκόφρονος τοῦ Λυκούργου, ὃν ἡ τῶν λʹ τυραννὶς ἀνεῖλε, τὸν δῆμον Ἐτεοβουτάδης· ἠκροάσατο δὲ τὰ μὲν πρῶτα (ὡς ἡ ἱστορία λέγει) Πλάτωνος τοῦ φιλοσόφου, ἔπειτα δὲ καὶ τοῦ ῥήτορος Ἰσοκράτους. Ἐπο‐ | |
5 | λιτεύσατο δὲ καὶ λέγων καὶ πράττων ἐπιφανῶς, καὶ τὰ τῆς πόλεως χρήματα διοικεῖν καταπιστευθεὶς ἐπὶ γʹ πενταετηρίδας κατὰ τὸ ἄριστον ταῦτα καὶ φιλοπονώτα‐ τον, ταλάντων μυρίων ὄντα καὶ τετρακισχιλίων, διῳ‐ κήσατο. Χειροτονηθεὶς δὲ ἐπὶ τὴν τοῦ πολέμου παρα‐ | |
10 | σκευὴν ἄλλα τε πολλὰ τῆς πόλεως κατερρυηκότα ἐπανέλαβε, καὶ τριήρεις τῷ δήμῳ υʹ παρεσκεύασε. Πολλὰ δὲ καὶ τῶν ἔργων ἡμιτελῆ παρειληφὼς εἰς τέ‐ λος παρήνεγκε, νεώς τε οἴκους ἐδείματο, καὶ τὴν σκευ‐ οθήκην ἐπεσκευάσατο, καὶ τῷ παναθηναϊκῷ σταδίῳ | |
15 | τὴν κρηπῖδα ὑπεβάλετο. | |
15 | Ἐπιστεύθη δὲ καὶ τοῦ ἄστεος τὴν ἐπιμέλειαν, καὶ μὴν καὶ τῶν κακούργων τὴν ἀνεύ‐ ρεσίν τε καὶ σύλληψιν· καὶ οὕτως ἐκάθηρε τὴν πόλιν τῶν κακούργων ἐξελάσας ἅπαντας, ὡς καὶ παρ’ ἐνίοις τῶν σοφιστῶν λέγεσθαι ὅτι μὴ μέλανι Λυκοῦργος ἀλλὰ | |
20 | τῷ θανάτῳ χρίων τὸν κάλαμον τὰ κατὰ τῶν πονη‐ ρῶν ψηφίσματα ἔγραψε. | |
21 | Τοσοῦτον δὲ πόθον αὑτοῦ καὶ αἰδῶ τοῖς Ἀθηναίοις ἐνεποίησε πολιτευόμενος, ὡς αἰτήσαντος αὐτὸν Ἀλεξάνδρου τοῦ βασιλέως, ὥσπερ καὶ τοὺς ἄλλους, ὁ δῆμος οὐ προήκατο. Ἐπρέσβευσε δὲ καὶ | |
25 | πρὸς διαφόρους πόλεις καὶ μετὰ Δημοσθένους εἰς Πελο‐ πόννησον. Καὶ ἐτέλεσε τὸν τοῦ βίου χρόνον εὐδο‐ κιμῶν καὶ δίκαιος εἶναι παρὰ Ἀθηναίοις νομιζόμενος· διὸ καὶ τὸ λόγον τινὰ προενεγκεῖν ἐν τοῖς δικαστη‐ ρίοις ὑπὲρ ὁτουοῦν μεγάλη τῷ συναγορευθέντι βοή‐ | 74 in vol. 8 |
30 | θεια ἐγίνετο. Ἐποιήσατο δὲ καὶ νόμων εἰσφορὰς δια‐ φόρων ὧν ἐστι πέμπτος, ὃς οὐκ ἐᾷ τὰς γυναῖκας Ἐλευ‐ σίναδε ἐπὶ ζεύγους ὀχουμένας ἀφικνεῖσθαι, ὡς ἂν αἱ δη‐ μοτικαὶ μὴ ὦσιν ὑπὸ τῶν πλουσίων ἐλαττούμεναι. Ξενοκράτει δέ ποτε τῷ φιλοσόφῳ τὰς χεῖρας ἐπι‐ | |
35 | βαλόντος τελώνου, καὶ πρὸς τὸ μετοίκιον αὐτὸν ἄγον‐ τος, συναντήσας τὸν μὲν φιλόσοφον ἀπέλυσε, τὴν δὲ κεφαλὴν τοῦ τελώνου ῥάβδῳ παίσας, ἅτε δὴ κατὰ τοῦ πρέποντος ἀποθρασυνομένου, δεσμωτήριον οἰκεῖν πα‐ ραδέδωκε, καὶ πολλῶν ἐπαίνων ἐπὶ ταύτῃ τῇ πράξει | |
40 | τετύχηκε. Διὸ καὶ μεθ’ ἡμέρας τινὰς τοῖς παισὶ τοῦ Λυκούργου Ξενοκράτης συντυχών· «Ταχύ γε, ἔφη, τῷ πατρὶ ὑμῶν, ὦ παῖδες, ἀποδέδωκα τὴν χάριν· ἐπαι‐ | |
Bibl.268497b | νεῖται γὰρ ὑπὸ τῶν πλειόνων, ὅτι μοι γέγονε βοηθὸς προπηλακιζομένῳ». Ἓν δὲ ἱμάτιον περιεβάλλετο θέρους τε καὶ χειμῶ‐ νος, καίτοι τῶν τῆς πόλεως εὐπόρων οὐδενὸς ἐλαττού‐ | |
5 | μενος. Ἀλλὰ καὶ ἀνυπόδετος τὰ πολλὰ διῆγεν, εἰ μὴ τὸ πρέπον αὐτὸν ἐβιάζετο πρὸς τὴν ὑποδημάτων κατελθεῖν χρείαν. Οὐκ εὖ δὲ πεφυκὼς πρὸς τὰ αὐτο‐ σχέδια νυκτὸς καὶ ἡμέρας ἐμελέτα, τὸ ἐνδέον τῇ φύ‐ σει ἀναπληρῶν τοῖς πόνοις. Καὶ τὸ κλινίδιον δὲ αὐ‐ | |
10 | τῷ, ἐφ’ ᾧ ἐκάθευδε, κωδίῳ μόνῳ καὶ προσκεφαλαίῳ ἐστρώννυτο, ὡς ἂν ῥᾳδίως ἀνιστάμενος τοῦ ὕπνου μελε‐ τῴη. | |
12 | Καὶ παρρησιαστὴς δὲ διὰ τὴν εὐγένειαν ὑπῆρχε· διὸ καὶ Ἀθηναίων ποτὲ δημηγοροῦντος αὐτοῦ μὴ ἀνεχο‐ μένων εἰς ἐπήκοον ἀνέκραγε πάντων· «Ὦ Κερκυραία | 75 in vol. 8 |
15 | μάστιξ, ὡς πολλῶν ταλάντων εἶ ἀξία;» Μέλλων δὲ τε‐ λευτᾶν εἰς τὸ μητρῷον καὶ τὸ βουλευτήριον προστάξας ἐκομίσθη, εὐθύνας δοῦναι τῶν πολιτευμάτων βουλόμε‐ νος. Οὐδενὸς δὲ κατηγορήσαντος πλὴν Μενεσαίχμου, τῶν διαβολῶν ὑπέρτερος φανεὶς εἰς τὴν οἰκίαν ἀπε‐ | |
20 | κομίσθη καὶ ἐτελεύτησεν. Οὐκ ἐν τούτῳ δὲ μόνον τῷ ἀγῶνι τὴν νικῶσαν ἔσχεν, ἀλλὰ καὶ πολλάκις κατηγο‐ ρηθεὶς καὶ τὰς αἰτίας εὖ μάλα διαλυσάμενος ἐκρά‐ τησε τῶν ἀνταγωνιστῶν· πολλάκις δὲ καὶ στεφάνων ἠξιώθη παρὰ τοῦ δήμου. | |
25 | Κατέλιπε δὲ καὶ παῖδας ἐκ Καλλιστοῦς Ἅβρωνα, Λυκοῦργον, Λυκόφρονα· οὓς καὶ τελευτήσαντος Λυκούρ‐ γου οἱ ἀγνώμονες Ἀθηναῖοι τοῖς ἕνδεκα παρέδωκαν, Μενεσαίχμου μὲν κατηγορήσαντος, γραψαμένου δὲ Θρα‐ συκλέους. Ὕστερον μέντοι τούτους ἠθώωσαν, Δημοσθένους | |
30 | ἐπιστείλαντος ἀπὸ τῆς φυγῆς τοῖς Ἀθηναίοις ὡς πολ‐ λὴν αὑτῶν κατεσκέδασαν διαβολήν, τηλικούτου παῖδας ἀνδρὸς δεσμωτήριον οἰκεῖν παραδεδωκότες ἀνθ’ ὧν ὁ πατὴρ ἐπολιτεύσατο, ὃν καὶ αὐτοὶ ζῶντα δι’ αἰδοῦς τε ἦγον καὶ ἐθαύμαζον. | |
Bibl.269497b(36) | Ἀνεγνώσθησαν διαφόρων ἱερῶν ἀνδρῶν λόγοι καʹ, διαφόρους ὑποθέσεις μετερχόμενοι, ὧν ἡ παροῦσα ἐκλο‐ γὴ τῆς τῶν ῥημάτων καλλονῆς καὶ ὡραιότητος ἔρωτα | |
λαβοῦσα, πρὸς ἐκείνας ὡς ἐπίπαν καὶ τὸν πλεῖστον σκο‐ | 76 in vol. 8 | |
40 | πὸν τῆς ἐκδόσεως ἀναφερόμενον ἔχει, εἰ καὶ ἕτερα τινα ταύταις συνεισάγεται. | |
Bibl.269498a | Ἀνεγνώσθη Ἡσυχίου πρεσβυτέρου Ἱεροσο‐ λύμων ἐκ τοῦ εἰς τὸν ἅγιον Ἀνδρέαν ἐγκωμίου. Σάλπιγξ ἡμᾶς ἱερατικὴ πρὸς πανήγυριν ἤθροισεν Ἀνδρέας ὁ τοῦ χοροῦ τῶν ἀποστόλων πρωτότοκος, ὁ | |
5 | πρωτοπαγὴς τῆς ἐκκλησίας στύλος, ὁ πρὸ Πέτρου Πέ‐ τρος, ὁ τοῦ θεμελίου θεμέλιος, ἡ τῆς ἀρχῆς ἀρχή, ὁ πρὶν κληθῆναι καλῶν, ὁ πρὶν προσαχθῆναι προσά‐ γων. Εὐαγγέλιον κηρύττει ὃ μήπω πεπίστευται· πρὶν μαθεῖν τῷ ἀδελφῷ ἀποκαλύπτει τὴν ζωήν· τοσοῦτον | |
10 | αὐτῷ πλοῦτον ἡ τοῦ «Ποῦ μένεις;» ἐρώτησις ἐχαρίσατο. Καίτοι τί μέγα εἶχεν ἡ ἀπόκρισις, οἷον Ἀνδρέας ἐμ‐ βαθύνων τὸν νοῦν ἐθεώρησεν· «Ἔρχου, γάρ, φησι, καὶ ἰδέ». Πῶς γέγονας προφήτης; Πόθεν θεοφόρος ἀθρόον; Τί θορυβεῖς τοῦ Πέτρου τὰς ἀκοάς; Τί φθάσαι σπεύ‐ | |
15 | δεις, ὃν οὐ δύνῃ φθάσαι; Ὁ πανταχοῦ παρὼν πῶς εὑ‐ ρεθῆναι δύναται; | |
16 | Ἀλλὰ γὰρ οἶδεν ὁ Ἀνδρέας ὃ λέγει. Εὑ‐ ρήκαμεν ὃν ἀπώλεσεν ὁ Ἀδάμ, ὃν ἐζημιώθη ἡ Εὖα, ὃν ἡ νεφέλη τῆς ἁμαρτίας ἀπὸ τῶν ὀφθαλμῶν τῶν ἡμετέρων ἔκρυψεν, ὃν ἐχώρισεν ἡμῶν ἡ παρακοή, ὃν | |
20 | ἐζήτει Δαβίδ· «Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξε‐ ζήτησα». Καί· «Ζητήσατε τὸν Κύριον, Σοφονίας βοᾷ, πάντες ταπεινοὶ γῆς». | |
22 | Πέπαικεν ἡμᾶς ὁ Θεός, ἡνίκα τοῦ Ἀδὰμ κατεδίκασε θάνατον καὶ βίον ἐπίπο‐ νον· ἰάσατο δὲ καὶ πατάξας ἐμότωσεν, ὅτε σταυρωθεὶς | |
25 | ὑπὲρ τοῦ γένους τῷ μώλωπι αὑτοῦ κατὰ τὸν Ἠσαΐαν | |
καὶ τῇ ἀναστάσει πάντας ἰάσατο. | 77 in vol. 8 | |
26 | Γυμνὸς ἐπὶ τοῦ σταυροῦ ὁ Χριστὸς ἀνήγετο· ἁμαρτίαν γὰρ οὐκ ἔχων ἱμα‐ τίων οὐκ ἔχρῃζεν. Ἄμωμος ἦν καὶ λανθάνειν οὐκ ὤφιρ‐ λεν. Οὐδὲν ἦν ἄσχημον αὐτῷ· αὐτὸς γὰρ ἡμῶν τὰ ἀσχή‐ | |
30 | μονα εὐσχήμονα δείκνυσιν. | |
30 | Εὗρον αἱ μυροφόροι, ὅπερ διὰ τῆς Εὔας ἀπώλεσαν· εὗρε τὸ κέρδος ἡ πα‐ ρασχοῦσα τῆς ζημίας τὴν ὑπόθεσιν. | |
32 | «Ἥξει ἡμῖν ὡς ὑετὸς πρώϊμος καὶ ὄψιμος τῇ γῇ». Ὅρα τοίνυν τὸν Κύριον μετὰ τὴν ἀνάστασιν πρώϊμον ταῖς γυναιξίν, | |
35 | ὄψιμον τοῖς ἀποστόλοις φαινόμενον. Πρωῒ μὲν γὰρ ταῖς γυναιξὶ χαίρετε, ὀψὲ δὲ ἐν τῇ Σιὼν εἰρήνην τοῖς μα‐ θηταῖς προσεφώνησε, ταῖς μὲν ἵνα λύσῃ τὴν ἀπό‐ φασιν τῆς λύπης, τοῖς δέ, ἵνα καταλύσῃ τὴν ἔχθραν, ἣν ὁ δράκων ἐκακούργησε. | |
39 | «Σὺ κληθήσῃ Κηφᾶς». | |
40 | Πρὸ τῆς ὁμολογίας ὁ μισθός· πρὶν ἐργάσῃ τὸν ἀμπε‐ λῶνα, τὸ δηνάριον ἔλαβες· πρὶν ἀνάψῃς τὸν βωμόν, τὴν | |
Bibl.269498b | θυσίαν προσδέδεξαι· πρὶν κηρύξεις, ἐστεφανώθης. Πτωχοὺς καὶ ἀγραμμάτους ὁ Χριστὸς ἐξελέξατο. Ἡ σο‐ φία γὰρ οὐ χρῄζει συνηγόρων ἀλλ’ ὑπηρετῶν· οὐδεὶς γὰρ οὐδὲν αὐτῇ παρέχει, παρ’ αὐτῆς δὲ πάντες καὶ πάντα | |
5 | λαμβάνομεν. | |
Bibl.270498b(7) | Ἀνεγνώσθη τοῦ Χρυσοστόμου ἐκ τοῦ εἰς τὸν ἅγιον Παῦλον. | |
Ἦλθεν εἰς τὴν Ἀντιόχου πόλιν ὁ Παῦλος καὶ το‐ | 78 in vol. 8 | |
10 | σοῦτον πλῆθος πιστῶν ἐγεώργησεν ὡς προσηγορίαν τὴν τῶν Χριστιανῶν τότε πρῶτον ἐν αὐτῇ ἀνθῆσαι. Ταύτην τοίνυν ἐκ τῆς ἐπιγραφῆς τοῦ βωμοῦ τὴν ἀφορ‐ μὴν λαβὼν ὁ πνευματικὸς ἡμῶν ῥήτωρ τὴν οἰκείαν παρεισάγει διδασκαλίαν, ἐκ τῶν τοῦ διαβόλου γραμμά‐ | |
15 | των πιστούμενος τὴν ἀλήθειαν. «Βωμὸν ἀνεστήσατε διὰ τῆς ἐπιγραφῆς ὡς ἔστι θεὸς ἕτερος ἀγνοούμενος· τοῦ‐ τον ἥκω κηρύττων ἐγώ». | |
17 | Ὦ παραδόξων πραγμάτων; Τὸν βωμὸν τοῦ διαβόλου συνήγορον πεποίηκε τοῦ Χρι‐ στοῦ· τὸ τῆς πλάνης ἐπίγραμμα ὑπὲρ τῆς ἀληθείας | |
20 | ἐφθέγγετο· ἡ στήλη τῆς ἀπάτης ἐστηλίτευσε τὴν ἀπά‐ την. Ἐπειδὴ τὰ τῶν προφητῶν Ἀθηναίοις ἦν δυσ‐ παράδεκτα, ὁ βωμὸς καὶ τὰ γράμματα τῶν δαιμόνων τῇ σοφίᾳ Παύλου ἐκήρυσσε τὴν εὐσέβειαν. Εἱστήκει θρηνῶν ὁ διάβολος, ὁρῶν αὑτοῦ τὰ σοφίσματα ὑπὲρ | |
25 | Χριστοῦ ῥητορεύοντα. Ἐπένθει βλέπων τὸν αὑτοῦ ἀριστέα Παῦλον κατ’ αὐτοῦ στρατηγοῦντα, καὶ τοῖς οἰκείοις ὅπλοις αὐτὸν καταβάλλοντα. | |
Bibl.271498b(29) | Ἀνεγνώσθη ἐκ τοῦ μακαρίου Ἀστερίου ἐπισκόπου | |
30 | Ἀμασείας Προτρεπτικοῦ εἰς μετάνοιαν. Ὁ τοίνυν Λουκᾶς, ὁ πλέον τῶν ψυχῶν ἢ τῶν σω‐ μάτων ἰατρός, αὐτὸν ἡμῶν τὸν Θεὸν καὶ Σωτῆρα ἀνα‐ γράφει συγγνωμονικῶς τοῖς κατεγνωσμένοις συνα‐ ναστρεφόμενον. Οὐχ ἵνα τι προσλάβῃ τῆς ἐκείνων κακίας, | |
35 | ἀλλ’ ἵνα μεταδῷ τῆς οἰκείας δικαιοσύνης. Καὶ γὰρ καὶ | |
ὁ ἥλιος, ὅσον ἀπὸ τοῦ κτίσματος τοῦ κτίστου παραστῆσαι τὴν πρόνοιαν, οὐ τὰς ἡπλωμένας μόνον ἐπιλάμπει χώ‐ ρας, ἀλλὰ καὶ ὅσαι κοιλότεραι καὶ τῆς ἀντρώδους ἔλα‐ χον θέσεως. | 79 in vol. 8 | |
39 | Ὁ τῆς θεραπείας ἀπελπίσας δοῦλος | |
40 | γίνεται καθάπαξ τῆς νόσου. Εἴ τινες κατὰ παθῶν νικηφόροι ἀνεδείχθησαν καὶ ὡς ἀληθῶς ἐπάνω ὄφεων καὶ | |
Bibl.271499a | σκορπίων τὰ ἴχνη ἔθεντο, οὐδὲ τούτους χρὴ πρὸς τὴν οἰκείαν ἀνδρείαν καὶ τῶν ἄλλων κανονίζειν τὸν βίον, ἀλλὰ τῆς μὲν ἰδίας εὐδοκιμήσεως τῷ δεδωκότι Θεῷ τὴν χάριν ὁμολογεῖν, τοῖς δ’ ἀσθενεστέροις οὐκ ἐπεμ‐ | |
5 | βαίνειν ἀλλὰ φιλάδελφον ὀρέγειν δεξιάν. Ζηλώσατε τοῦ Χριστοῦ τὴν ἀγάπην. Μέλλων γὰρ ἀνθρώποις ἐπιφαί‐ νεσθαι δι’ ἀνθρώπου, προκαθῆκε τὸν Ἰωάννην μετα‐ νοίας κήρυκα. | |
8 | Πέτρον ἐρώτησον, ὅπως μετανοή‐ σας ἐκαθάρθη, καὶ οὐκ ἀνέλυσεν εἰς τὸν Σίμωνα, ἀλ‐ | |
10 | λὰ διέμεινεν ὁ ἀπόστολος. Ἐγὼ δὲ νομίζω ὅτι καὶ Ἰούδας ὁ προδότης, εἰ μὴ ταχέως αὐτὸς ἑαυτοῦ ἐγένετο δή‐ μιος, προσπεσὼν δὲ τὸν ἔλεον ᾔτησεν, οὐκ ἂν τῶν οἰκτιρμῶν τῶν πάσης ὑπερχεομένων τῆς οἰκουμένης ἠστόχησε. Τεκμήριον δὲ οἱ μετανοήσαντες ἐκ τῶν σταυ‐ | |
15 | ρωσάντων καὶ τῆς σωτηρίας διὰ τῆς μετανοίας ἀπο‐ λαύσαντες. | |
16 | Ἐδέσμει ποτὲ καὶ Παῦλος Χριστιανούς, ἀλλὰ βαστάσας ὕστερον ἁλύσεις ὑπὲρ Χριστοῦ ἔλυσε τὰ ἐγκλή‐ ματα. Ἐλίθαζε Στέφανον, ἀλλὰ λιθασθεὶς ἐξήλειψε τὸ πλημμέλημα. Ταῦτα καὶ Μωσῆς εἰδώς (ἄνθρωπος γὰρ | |
20 | ἦν καὶ τὴν φύσιν ἐγνώριζε) τὸν μόσχον ὑπὲρ τοῦ ἱερέως ἱερουργεῖσθαι διέταξεν, ἡμαρτηκότος πάντως καὶ καθαρ‐ σίων δεομένου· ὅπερ δὲ ἦν τότε ὁ ἐν σαρκὶ μόσχος, τοῦτο νῦν ἐστιν ἡ ἀσώματος μεταμέλεια καὶ ἡ ἀναίμα‐ | |
κτος δέησις. Ἐπὶ τοσοῦτον δὲ προσῆκε τὸν ἱερέα τὴν | 80 in vol. 8 | |
25 | φιλανθρωπίαν ἀσκεῖν, ὥστε κἂν ὁ Δεσπότης ἐκκόπτειν κελεύσῃ τινὰ ὡς φυτὸν ἄχρηστον, αὐτὸν ὡς φυτοκό‐ μον αἰτεῖν δεῖ τὴν φειδὼ καὶ ὑπέρθεσιν. Τοῦτον γὰρ ἡμῖν παρίστησι τὸν νοῦν τῆς ἀκάρπου συκῆς ὁ ἐν τῷ εὐαγγελίῳ λόγος. | |
29 | Σκόπησον τὴν ἁμαρτωλὸν γυ‐ | |
30 | ναῖκα. Οὐ τὸ πλῆθος τῶν ἑστιωμένων ἠρυθρίασεν, οὐ τὸν καιρὸν τῆς εὐωχίας ὡς ἄκαιρον τῆς ἐξομολογή‐ σεως ἔφυγεν, ἀλλὰ σφοδρὸν ἔχουσα τὸ πένθος οὐδὲ τὸ βραχύτατον ἠφίει τὸν τῶν ἁμαρτιῶν ἰατρόν. Οὐ μὴν οὐδὲ κατ’ ὄψιν ἐρχομένη ἱκέτευεν· ἀλλὰ τὸ ἀνάξιον | |
35 | αὑτῆς διὰ τοῦ σχήματος ἑρμηνεύουσα, τὴν κατὰ νῶτα χώραν καταλαβοῦσα, καὶ τῶν ποδῶν λαβομένη, καὶ λύ‐ σασα τὰς κόμας, καὶ δημοσιεύουσα πᾶσιν οἷς ἔπραττε τὴν πενθοῦσαν ψυχήν, καὶ τοὺς πόδας τοῦ Σωτῆρος τοῖς δάκρυσιν ἐπιρραίνουσα μετὰ πολλῆς τῆς συμπαθείας | |
40 | ᾔτει τὸν ἔλεον. | |
40 | Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸν πρωτομάρτυρα Στέφανον. | |
41 | Εἱστήκει δὲ μόνος τῷ δήμῳ τῶν φονώντων κεκυκλω‐ | |
Bibl.271499b | μένος, οὐδεὶς δὲ κατ’ ἐκείνην τὴν ὥραν ἐγγύς, οὐ φίλος, οὐκ οἰκεῖος, οὐ συγγενής· φέρει γάρ πως παρα‐ μυθίαν τοῖς κινδυνεύουσι τὸ βλέπειν παρόντα τινὰ γνώριμον. | |
4 | Προσετίθει τῇ δεήσει καὶ τὴν ὑπὲρ | |
5 | τῶν λιθαζόντων εὐχήν· εὐηργέτουν γὰρ καὶ λιθάζοντες ἄκοντες. Καὶ ἡ εὐχὴ τίνα φέρει σκοπόν; Οὐκ ἀνεύθυνον | |
γενέσθαι τῶν ἐχθρῶν αἰτεῖται τὸ ἁμάρτημα· τοῦτο γὰρ φανερῶς τῇ τοῦ Θεοῦ διατυπώσει ἀνθίσταται, ἣ τοῖς ἀν‐ δροφόνοις τὴν δικαίαν κρίσιν ὥρισεν· ἀλλὰ τί φησι; | 81 in vol. 8 | |
10 | «Μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν», τουτέστι δὸς φόβον κατανύξεως, ἄγαγε πρὸς μετάνοιαν τῶν νῦν τετολμημένων. Καὶ ἦν ὑπηρέτης ὁ φυλάττων Παῦ‐ λος τὰ ἱμάτια τῶν ἀναιρούντων δήμου δημίου. | |
13 | Διά τε οὖν ἄλλα καὶ διὰ τὸν Λίβυν Σαβέλλιον, προανα‐ | |
15 | κόπτων αὐτοῦ τῶν ἐκκλησιῶν τὴν βλάβην δείκνυσι μὲν ἑαυτὸν ἐν ἰδίᾳ καὶ αὐτοτελεῖ δόξῃ, δείκνυσι δὲ καὶ τὸν Υἱὸν ἐν ἀπηρτισμένῳ προσώπῳ. Ἵστησι δὲ ἐκ δεξιῶν αὑτοῦ ἵνα τῇ διευκρινήσει τῶν προσώπων ἑρ‐ μηνεύσῃ τὰς ὑποστάσεις. Καὶ τὸ Πνεῦμα τὸ ἅγιον συν‐ | |
20 | τέτακται· καὶ γὰρ προεῖπε· «Καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι, ᾧ ἐλάλει». Ἰδοὺ τοίνυν, καὶ τὸ τοῦ Πνεύματος ἡμῖν πρόσωπον εὐκρινῶς ὁ Λόγος ὑπέ‐ στησεν. Εἰ δὲ τὸ Πνεῦμα πρότερον γέγραπται, ἔπειτα δὲ ὁ Πατὴρ καὶ ὁ Υἱός, οὐδὲν τῆς τάξεως ἡ ἐναλλαγὴ τῇ | |
25 | πίστει λυμαίνεται. Σύνηθες γὰρ τοῦτο τῇ γραφῇ· ποτὲ μὲν ὀνομάζει τὸν Υἱὸν μόνον, ποτὲ δὲ τὸ Πνεῦμα σὺν τῷ Υἱῷ· ἄλλοτε δὲ ἄρχεται μὲν τοῦ Πατρός, καταλήγει δὲ εἰς τὸ Πνεῦμα, καὶ τὸ ἀνάπαλιν ἀρχὴν μὲν ποιεῖται τὸ Πνεῦμα, ὁδεύει δὲ διὰ τοῦ Υἱοῦ ἐπὶ τὸν Πατέρα. Καὶ | |
30 | τὸ ἰδίωμα τοῦτο μάλιστα τῷ θείῳ συντηρεῖται Παύλῳ. | |
30 | Τοῦ αὐτοῦ εἰς τὸ «Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ». | |
32 | Τί τοίνυν ὁ Χριστὸς πρὸς τὸν πειράζοντα νομικόν φησιν; «Ἐν τῷ νόμῳ τί γέγραπται;» ὑπομιμνῄσκων | |
35 | αὐτὸν τῆς πρὸς Θεὸν καὶ πρὸς τοὺς πλησίον ἀγά‐ πης, μόνον οὐχὶ λέγων ὡς εἰ μὲν Θεὸς ἐγώ σοι δοκῶ, ὀφείλεις μοι τὴν ἀγάπην· εἰ δ’ ἀπιστεῖς καὶ ὅμοιόν σοι νομίζεις ἐμὲ ψιλὸν ἄνθρωπον, καὶ οὕτω τὸ ἀγα‐ πᾶν χρεωστεῖς κατὰ τὸν νόμον. | 82 in vol. 8 |
39 | Ἀδελφοὺς καλοῦμεν | |
40 | ἐκείνους οἳ ἐξ ἑνὸς ἔφυσαν σπέρματος καὶ μιᾶς γαστρός. Οἱ δὲ τὸν αὐτὸν ἔχοντες ποιητὴν καὶ μίαν μητέρα τὴν γῆν, ἀφ’ ἧς διεπλάσθημεν, καὶ ψυχῆς ἀξίωμα παρα‐ | |
Bibl.271500a | πλήσιον, εὐσεβείας δὲ καὶ πολιτείας ἕνα θεσμόν, καὶ τὴν ἐλπίδα τοῦ μέλλοντος τὴν αὐτὴν, πῶς οὐ πάσης ἀδελφότητος καὶ συγγενείας ἐσμὲν ἀλλήλων ἐγγύτε‐ ροι; Καὶ ὅταν ἄνθρωπον ἴδῃς, σαυτὸν ὁρᾷς ἐν ἐκείνῳ. | |
5 | Δεῖ οὖν καὶ τὰ ἐκείνου θεωροῦντα πάθη, λιμόν, δίψαν, γυμνότητα, τὴν ἄλλην ἔνδειαν καὶ τὰς νόσους καὶ τοὺς ἄλλους πειρασμοὺς ὡς οἰκεῖα πάθη καὶ συμφορὰς οἰκτεί‐ ρειν. | |
8 | Πολλοὺς ἔγνωμεν ἐπὶ μὲν τῶν λόγων ὁμολο‐ γήσαντας προκινδυνεύειν, ἐπὶ δὲ τῆς πείρας ψευ‐ | |
10 | σαμένους τὴν εὔνοιαν. | |
10 | Ὁ μὲν Σωτὴρ ἡμῶν οὕτως ἠγάπησε τὸ ἴδιον ποίημα, οὐχ ὡς ἑαυτόν, ἀλλ’ ὑπὲρ ἑαυτόν· ἡμῖν δὲ τὸ ἔλαττον ἐγκελεύεται, ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτόν, τὴν ὑπερβολὴν ἀφελών, ἵνα μὴ βαρείαν ποιήσῃ καὶ δυσήνυτον τὴν ἐντολήν. | |
14 | Ἵνα | |
15 | διὰ τῶν ἔργων σαφέστερον ἐπιδείξῃ τὸν τῆς ἀγάπης ὁ Δεσπότης νόμον, πρᾶγμα γέμον ἐλέου συμβὰν δὲ πάντως κατὰ τὸν χρόνον ἐκεῖνον ὑπ’ ὄψιν ἄγει τῷ λόγῳ ἐκπαιδεύων τὸν νομικὸν ὅτι πλησίον ἡμῶν ἐκεῖνός ἐστιν, ὃς ἂν τὴν ἐμπαθῆ ταύτην περικείμενος | |
20 | σάρκα χρῄζῃ βοηθείας καὶ οἰκτιρμῶν. | |
20 | Τὸ δὲ πάθος· | |
ὁδοιπόρος ἐξ Ἱερουσαλὴμ κατέβαινεν εἰς Ἱεριχώ, καὶ λῃστῶν ἐπιδραμόντων ἀφῃρέθη μὲν ἃ ἔφερεν, ἐγυμνώ‐ θη καὶ τῶν ἱματίων, καὶ τραύμασι τοῖς ἀπὸ τῶν λῃστῶν θανάτῳ προσομιλῶν ἥπλωτο κατὰ τὴν λεω‐ | 83 in vol. 8 | |
25 | φόρον ψυχορραγῶν. Πρᾶγμα λίαν οἰκτρὸν ὀφθαλ‐ μοῖς ἔχουσιν ἔλεον ἢ εἰδόσιν ἔλεον. | |
26 | Ὁ Κύριος τοῖς Ἑβραίοις διαλεγόμενος, καὶ διδάσκων ὡς ἄφρονας καὶ μάτην ἀναστρεφομένους ἐν ταύτῃ τῇ τοῦ κλαυθμῶνος κοιλάδι, οὕτω πώς φησιν· «Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, | |
30 | ἐγὼ ἐκ τῶν ἄνω εἰμί», ἐκ τῶν ὀνομάτων μόνον τοῦ ἄνω καὶ κάτω τοῦ καλοῦ καὶ τοῦ χείρονος ποιούμενος τὴν διάκρισιν. Καὶ νῦν δὲ καταβαίνοντα εἰπὼν κατὰ τὴν αὐτὴν ἔννοιαν ἔφη. Ἦν δ’ ἂν οὗτος ὁ Ἀδάμ, ἀποκυ‐ λιόμενος τῆς μακαρίας ἐκείνης καὶ ὑψηλῆς διαγωγῆς | |
35 | εἰς τὸν βάραθρον καὶ χαμαίζηλον βίον. | |
35 | Τίς ὁ ἱερεύς; Τίς ὁ λευΐτης; Εἴησαν δ’ ἂν κατὰ θεωρίαν Μωσῆς καὶ Ἰωάννης, ἄμφω τοῖς παραπετάσμασι τῆς παρα‐ βολῆς ἔνδον κρυπτόμενοι καὶ τὴν τῶν πολλῶν ὄψιν λανθάνοντες. Οὗτοι γὰρ καταλαβόντες τὸν ἄνθρωπον | |
40 | (τουτέστι τὸ γένος ὅλον) γυμνὸν εὐσεβείας καὶ ἀρετῆς καὶ τοῖς ἐναντίοις τετραυματισμένον, ἐθεάσαντο μέν, οὐ μὴν ἐπήρκεσαν θεραπεῦσαι. Ἀλλ’ ὁ Σαμαρείτης κα‐ | |
Bibl.271500b | ταλαβών, ἐν ὀνόματι καθυβρισμένῳ θησαυρὸν ἀγα‐ θῶν φέρων, παρέσχε τὴν ἴασιν· ὅς ἐστιν ἡμῶν ὁ Σω‐ τήρ, τῇ δυσφήμῳ προσηγορίᾳ τοῦ Σαμαρείτου καλυ‐ πτόμενος καὶ τὰ τῆς σωτηρίας τῷ κειμένῳ πηγὰς ἀνα‐ | |
5 | βλύζων. Σαμαρείτην δὲ τὸν Σωτῆρα ὁ λόγος ὀνομά‐ ζει, αἰσχύνων κἀνταῦθα τὴν τῶν οὕτως αὐτὸν καλε‐ σάντων παράνοιαν Ἰουδαίων, ὅτι τὸν ὑπὲρ τοὺς λευΐ‐ | |
τας καὶ ἱερέας σπλαγχνιζόμενον καὶ θεραπεύοντα τὸν τετραυματισμένον Σαμαρείτην ἐξύβριζον. | 84 in vol. 8 | |
9 | Τί δὲ | |
10 | τυγχάνει τὸ κτῆνος, ἐφ’ οὗ τὸν ψυχορραγοῦντα κατα‐ θέμενος εἰς τὸ πανδοχεῖον ἤγαγεν ὁ Σωτήρ; Ἢ δῆλον ὅτι ὄχημα τοῦ Θεοῦ Λόγου καὶ (ὡς ἄν τις εἴποι) ὑπο‐ ζύγιον τὸ ὁμόφυλον ἡμῖν, ὅπερ ἠμπίσχετο, τυγχάνει σῶμα, ἐφ’ οὗ καὶ δι’ οὗ πάντας ἀνέχων καὶ διαβαστάζων | |
15 | ἄγει πρὸς τὴν ἀπαλλαγὴν τῆς νόσου καὶ τὴν ἐκκλησίαν· καὶ γὰρ τῶν τραυμάτων αὕτη ἐστὶν ἡ τελεία θεραπεία καὶ ἀπαλλαγή. | |
17 | Τοῦ αὐτοῦ εἰς τὸ «Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι». | |
19 | ||
20 | Τὸν περὶ τῆς προσευχῆς λόγον ἐν δυσὶ παραβο‐ λαῖς κατέκλεισε, τὸ μὲν εὐτόνως προσεύχεσθαι διὰ τοῦ κριτοῦ καὶ τῆς χήρας διδάξας ἡμᾶς, τὸ δὲ μετ’ εὐλα‐ βοῦς γνώμης διὰ τοῦ Φαρισαίου καὶ τοῦ τελώνου. | |
23 | Ὅτι ἄριστόν ἐστι τὸ συνεχῶς ἐννοεῖν ποιήματα μὲν ἡμᾶς καὶ | |
25 | ζῷα ἐπίκηρα, δημιουργὸν δὲ τὸν Θεὸν καὶ ἄριστον τῆς ἡμετέρας ζωῆς οἰκονόμον. Τοῦτο δὲ πρὸ πάντων ἡ προσευχὴ κατορθοῖ. Οὐκ ἂν γάρ τις προσεύξαιτο τὰ συμφέροντα, μὴ πληροφορίαν πρότερον λαβὼν ὅτι Θεός ἐστιν ὁ τῆς ἱκετηρίας ἐπήκοος καὶ δυνατὸς παρα‐ | |
30 | σχεῖν ἃ αἰτεῖται. Εὐχὴ τῆς ζωῆς ἡμῶν βοήθεια, ὁμιλία πρὸς Θεόν, λήθη τῶν γηΐνων, ἄνοδος πρὸς οὐρανόν. | |
32 | Καὶ τὸ ὄρθιον δὲ τῆς προσευχῆς, ἐκτε‐ ταμένας προβαλλόμενον τὰς χεῖρας, τὸ τοῦ Σταυροῦ πά‐ | |
θος ἐν τῷ σχήματι ἐξεικονίζει. Εἰ δ’ ὡς ἀληθῶς προσ‐ | 85 in vol. 8 | |
35 | εύχοιτο καὶ θεαρέστως ὁ προσευχόμενος, οὐκ ἐν τῷ σχήματι μόνον τὸν Σταυρὸν διατυποῖ, ἀλλὰ καὶ κατὰ τὴν διάθεσιν. Ὡς γὰρ ὁ τῷ Σταυρῷ προσηλωθείς, οὕτω νεκροποιεῖ πᾶσαν μὲν ἐπιθυμίαν σαρκὸς τῆς μνήμης ἀποτιναξάμενος, παντὸς δὲ πλούτου καὶ δόξης καὶ γένους | |
40 | προσπάθειαν. | |
40 | Οὐδὲν δὲ οὕτω πρᾶγμα ἐπιθυμητὸν αὐτῷ καὶ ἐπέραστον ὡς εὑρίσκειν καιρὸν ἢ σχολὴν ἐμ‐ πεσεῖν τῇ γνώμῃ. Ἀλλὰ πρὸς δύο ταῦτα συντέτακται | |
Bibl.271501a | πᾶς ὁ σκοπὸς αὐτῷ, φυγεῖν τὴν κόλασιν καὶ θᾶτ‐ τον ἀπελθεῖν τοῦ βίου. Καὶ οὐδὲν ἕτερον παρὰ ταῦτα ἐπὶ τῆς διανοίας εὑρίσκεται ἢ ἀναστρέφεται τοῦ ἐσταυρωμένου τῇ προσευχῇ. Εὐχὴ καὶ τὸν Ἐζεκίαν τῶν πυλῶν τοῦ | |
5 | Ἅδου ἀνέσπασε, καὶ τὸν ἥλιον πρότερον (ἵνα τὰ ἄλλα αὐτῆς ἔργα ἐάσω) ἔδειξεν ὅτι δοῦλός ἐστι, καὶ δοῦλος χρείαις ὁμοδούλων ὑπηρετούμενος. Ἔστι καὶ πράττειν τι τῇ φύσει καλὸν καὶ μὴ ποιοῦντα καλῶς ἀφανίζειν τοὺς πόνους, ὡς ὁ φαρισαῖος ἐν ταῖς προσευχαῖς με‐ | |
10 | γαλορρημονῶν, καὶ εἴ τις ἄλλος τὴν ἐλεημοσύνην ἐπι‐ δεικνύμενος, καὶ ἐπὶ τῶν ὁμοίων. | |
11 | Μετριώτερον ἂν ὁ Φαρισαῖος ἡμάρτανεν, εἰ τὸν τελώνην ἀφῆκε τῆς παροινίας ἐλεύθερον· νῦν δὲ ἑνὶ λόγῳ καὶ τῶν ἀπόν‐ των κατεξανίσταται καὶ τοῦ παρεστῶτος ἐπιξαίνει τὰ τραύ‐ | |
15 | ματα. Διὸ ὁ μὲν φαρισαῖος ἀπὸ δόξης εἰς τὸ τῆς ἀτιμίας κατέπεσε βάραθρον, ὁ δὲ τελώνης ἀπὸ τῆς ἐπονειδίστου ζωῆς εἰς τὴν μακαρίαν ἐπανῆλθε κατάστα‐ σιν· καὶ ὁ μὲν πολλῷ τῷ μέσῳ τῆς πρὸς Θεὸν ἐγγύ‐ τητος ἐκεχώριστο, ὁ δὲ πρὸς τὴν τῆς παρρησίας χώ‐ | |
20 | ραν ἀνείλκυστο. Τοῦ αὐτοῦ εἰς τὸν Ζαγχαῖον. | 86 in vol. 8 |
21 | Ἱεριχὼ πόλις ἦν τῶν Χαναναίων μητρόπολις, ἥν ποτε μὲν Ἰησοῦς ὁ τοῦ Ναυῆ πολεμῶν καὶ ὀλοθρεύων κατέλαβε, νῦν δὲ ὁ ἀληθινὸς Ἰησοῦς θεραπεῦσαι πα‐ | |
25 | ραγεγονὼς κατηξίωσε. Καὶ ὁ μὲν τυφλὸς ἐφωτί‐ σθη, ὁ δὲ δῆμος ἐπιστώθη, πᾶσα δὲ γλῶσσα τὸν Ἰη‐ σοῦν ἐλάλει, καὶ τὸν τυφλὸν ὀφθαλμὸς ἅπας εἶχεν ἀνα‐ βλέψαντα τοῦ θαύματος καὶ τῆς σωτηρίας διδάσκα‐ λον αὐτοσχέδιον, οὐ λόγοις ἀλλ’ ἔργοις ἐκπαιδεύοντα | |
30 | τοὺς μαθητὰς τὴν ἀλήθειαν. | |
30 | Πᾶσα μὲν ἀδικία κακὸν καὶ μίσους ἄξιον, ὁ δὲ τελώνης ἀνυπέρβλητον· οὐδὲ γὰρ οὐδὲ πρόφασιν ἔχει τῆς ἁμαρτίας εὐπρόσωπον. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων εὑρίσκεταί τις ἀνάγκη τοῦ κα‐ κοῦ καὶ ῥίζα, ἐξ ὧν φύεται τὸ ἀδίκημα· ὁ δὲ τελώνης | |
35 | θηρίον ἐστίν, ἀποφράσιστος λοιμός, ταῖς λεωφόροις ἐπικαθήμενος. Ἐνόσει ταύτην ὁ Ζακχαῖος τὴν νόσον, πρὶν ἐγγὺς ἔλθῃ τοῦ Ἰησοῦ, μακρῷ τῆς ἀρρωστίας τοῦ Ἱεριχουντίου τυφλοῦ ὑπάρχουσαν χείρονα, εἴ γε ὁ μὲν σώματος ὁ δὲ ψυχῆς αὐτῆς ἐνόσει τὴν πήρωσιν. | |
40 | Μὴ δῷς ἄλλοις τὰ ἀλλότρια, ἀλλὰ τοῖς ἠδικημέ‐ νοις τὰ οἰκεῖα ἀποκατάστησον· οὐ γὰρ προσδέχεται Θεὸς ἐλεημοσύνην ἐξ ἁρπαγῆς. Καλὸς ὁ τελώνης τῶν καθ’ | |
Bibl.271501b | ἑαυτὸν κριτὴς καὶ οἰκονόμος. «Καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν», φησίν, οὐκ ἄλ‐ λοις (ἄμισθον γὰρ τοῦτο καὶ ἀπρόσδεκτον Θεῷ) ἀλλ’ αὐτοῖς τοῖς συκοφανθεῖσι. | |
4 | «Σήμερον σωτηρία | |
5 | τῷ οἴκῳ τούτῳ καθότι καὶ οὗτος υἱὸς Ἀβραάμ ἐστι». Πῶς οὖν ἐκ τοῦ Ἀβραὰμ ὁ ἐξ Ἱεριχὼ τῆς Χανα‐ νίτιδος; Τί κοινὸν Ἀβραὰμ εἰς γένος καὶ Χαναναίοις; | |
Ἢ δῆλον ὡς εἰ καὶ μὴ τῇ σαρκὶ υἱὸς ἦν Ἀβραάμ, ἀλλὰ τοῖς ἤθεσι καὶ τοῖς ἔργοις ἅμα τῷ πλησιάσαι | 87 in vol. 8 | |
10 | τῷ Χριστῷ τῶν ἐκ σπλάγχνων προελθόντων τοῦ πα‐ τριάρχου μακρῷ γνησιώτερος παῖς καὶ γέγονε καὶ ἐπεγνώ‐ σθη. Οὕτω καὶ ὁ ἀπόστολος υἱὸν ἐκάλεσε τὸν Ἐλύμαν τοῦ διαβόλου, καὶ ὁ Κύριος «Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ δια‐ βόλου ἐστέ» τοὺς Ἰουδαίους ἀνεῖπε. Καὶ ὁ Ζακχαῖος οὖν, | |
15 | ἐπειδὴ τὴν Ἀβραὰμ ἐμιμήσατο πίστιν· ὡς γὰρ ἐκεῖνος κληθεὶς ἀφῆκε τὴν πατρίδα, οὕτω καὶ οὗτος τὸ τελω‐ νεῖον καὶ τὸν ἐκεῖθεν κατέλιπε πλοῦτον. Διὸ καὶ Χριστὸς ἡ ἀλήθεια εἰκότως αὐτὸν υἱὸν Ἀβραὰμ ἀνεκήρυξε. | |
18 | Τοῦ αὐτοῦ εἰς τοὺς δύο υἱοὺς τοὺς παρὰ τῷ Λουκᾷ. | |
19 | ||
20 | Πατέρα μὲν ἡ παραβολὴ τὸν Θεὸν καὶ Ποιητὴν τοῦδε τοῦ παντὸς ὀνομάζει, τὸν δὲ πρεσβύτερον υἱὸν καὶ νεώ‐ τερον ἀνθρώπους δύο, τὸν μὲν παραμείναντα τῇ δο‐ θείσῃ χάριτι καὶ τῷ ἐπιβάλλοντι αὐτῷ τῆς κληρονο‐ μίας, καὶ οὐδαμοῦ τῆς ἐκκλησίας οὐδὲ τῆς τῶν ἀχράν‐ | |
25 | των μυστηρίων κοινωνίας διὰ τῆς τοῦ βίου ἀσωτίας ἀφηνιάσαντα, τὸν δὲ κατὰ πάντων τῶν εἰρημένων νεωτερίσαντα, καὶ διὰ τοῦτο καὶ τοῦ ἀληθινοῦ χωρισθέντα πατρὸς καὶ σπαθήσαντα καὶ διαφθείραντα τὰς παρ’ αὐ‐ τοῦ δοθείσας δωρεάς, ὡς εἰώθεσαν πράττειν οἱ ἄσω‐ | |
30 | τοι. | |
30 | Ἔστι καὶ τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας, ὃ παρὰ τοῦ πατρὸς ὁ νεώτερος υἱὸς ἐπιζητεῖ, τὸ βάπτισμα καὶ ἡ μετοχὴ τοῦ ἀχράντου σώματος· καὶ γὰρ πολλοὶ καὶ τῶν νεωτέρων καὶ ζητοῦσι ταῦτα καὶ λαμβάνουσιν· ἀλλ’ οἱ πρεσβυτικὸν ἔχοντες φρόνημα, ἐκεῖνοι καὶ τὸ δῶρον | |
35 | ἐν ἀκριβείᾳ φυλάττουσιν. Ἴσον μὲν οὖν ἐστι τὸ ἐπιβάλ‐ | |
λον ἑκάστῳ· ἡ δὲ τῶν λαμβανόντων κατὰ τὴν σπου‐ δὴν ἑκάστου διαφορὰ ἐκείνη καὶ μεῖζον καὶ ἔλαττον αὐτὸ ποιεῖ ἢ καὶ ὅλως σπαθίζει ἐκδαπανῶν, ὥσπερ ὁ ἄσω‐ τος. Τὸ μὲν ἐπιβάλλον τοῦτ’ ἂν αἰνίττοιτο ἡ παρα‐ | 88 in vol. 8 | |
40 | βολή, τὸ δὲ μακρὰν ἀποδημίαν στείλασθαι τὸ μακρυν‐ θῆναι καὶ τῶν δωρεῶν καὶ τῶν ἐντολῶν τοῦ Θεοῦ. Ἐσπάθησε καὶ ὁ Ἀδὰμ τὴν οὐσίαν, καὶ πάσης τῆς πατρι‐ | |
Bibl.271502a | κῆς εὐπορίας ἐξέπεσε, καὶ ὑπερωρίσθη χωρίου, ἀφθονίαν βρύοντος ἀγαθῶν. | |
2 | Χαλεπὸν μὲν υἱῷ νεωτέ‐ ρῳ χωρισθῆναι πατρός. Δαπάνην γὰρ ἄσωτον καὶ ἀκο‐ λασίαν καὶ ὁμιλίας ἤθη φθειρούσας ὁ τοῦ πατρὸς ἐλαύ‐ | |
5 | νει καὶ ἀποδιώκει ὀφθαλμός. Ὅταν δὲ ἐφ’ ἑαυτῆς γέ‐ νηται νεότης, καὶ μήτε φόβος πάρεστι μήτε αἰδώς, δύο φύλακες ἰσχυροὶ ταραττομένης νεότητος, τότε δὴ τότε οἴχεται πάντα καὶ ἀνατέτραπται. | |
8 | Ἔστι δὲ καὶ ὁ πο‐ λίτης τῆς μακρὰν ἀπῳκισμένης Θεοῦ χώρας ἐκείνης | |
10 | ὁ διάβολος. Καὶ γὰρ τῆς ἁμαρτίας ἡ πόλις πρῶτον πολίτην ἔχει καὶ πολιστὴν τὸν διάβολον, πανταχόθεν πάντας συνάγοντα τοὺς ἀσώτους καὶ συμπολίτας ποιού‐ μενον καὶ εἰς ἀτίμους καὶ συώδεις παραπέμποντα πρά‐ ξεις. Καὶ γὰρ καὶ χοιροβίων ἐστὶν ἀγελάρχης, ἀλλ’ οὐχὶ | |
15 | ποιμὴν λογικῶν προβάτων, ὥσπερ ὁ Δεσπότης ὁ τι‐ θεὶς ὑπὲρ τοῦ ποιμνίου τὴν ψυχὴν αὐτοῦ. Ἀποστέλλει οὖν ὁ ἀρχισυβώτης τὸν ἄθλιον νεανίσκον βόσκειν χοίρους, καὶ ἦν ποτε εὐδαίμων ὁμοδίαιτος τῶν χοίρων, ἐσθίων κεράτια. Τοιοῦτον γὰρ καὶ ἡ ἁμαρτία, πρὸς ὀλίγον μὲν | |
20 | ἡδεῖα, οὐδὲν δὲ τρόφιμον οὐδὲ χρήσιμον φέρουσα. | |
Εἰς ἑαυτὸν δὲ ἐλθών· καὶ γὰρ οὐκ ἦν ἑαυτοῦ, ἔκδοτος γεγονὼς καὶ πεπραμένος τοῖς πάθεσι καὶ τῶν ἐμφύ‐ των φρενῶν ἐξεστηκώς. | 89 in vol. 8 | |
23 | Μισθωτὸν δὲ μετὰ τὴν ἐπιστροφὴν καὶ μετάνοιαν ὁ ἄσωτος ἑαυτὸν ὀνομάζει, | |
25 | καὶ πάντα τὰ τῆς ἀτιμίας ὀνόματα, ἵν’ ἡμῖν ὑπο‐ γράψῃ ὁ λόγος ὅπως χρὴ μετανοοῦντας ταπεινοῦσθαι καὶ τὴν καρδίαν διὰ τῶν ῥημάτων συντρίβεσθαι. Ὅτι μὴ δεῖ τὸν μετανοοῦντα καὶ ἐξιλεούμενον τὸν Θεὸν οὐδὲ ἀτενὲς βλέπειν εἰς τὸν οὐρανόν, ἡ παραβολὴ διδάσκει, | |
30 | ἀλλὰ τῷ ἐρυθριῶντι βλέμματι τὸ τῆς ψυχῆς κατη‐ φὲς καὶ ἀπαρρησίαστον μηνύειν. | |
31 | Ὅρα δὲ πῶς τὴν τοῦ Θεοῦ διαγράφει ἀγαθότητα. Ἐρχόμενον γὰρ τὸν ἄσω‐ τον οὐ μόνον οὐκ ἀποπέμπεται οὐδὲ παρορᾷ, ἀλλὰ καὶ προσυπαντᾷ, καὶ τρέχων, ἵνα θᾶττον ἀπολάβῃ τὸν | |
35 | πλανηθέντα. Καὶ περιχεῖται τῷ τραχήλῳ, καὶ περιπλέ‐ κεται, καὶ ἐπιρρεῖ δάκρυον, καὶ ἀσπάζεται, τῆς καταλλα‐ γῆς διδοὺς τὸ σύμβολον καὶ τῆς ἀμνηστίας τῶν προλα‐ βόντων τὸ ἐνέχυρον. | |
38 | Στολὴ δ’ ἂν ἡ πρώτη εἴη οὐκ αὐτὸ τὸ βάπτισμα (οὐ γὰρ οἷόν τε τυχεῖν δευτέρου βα‐ | |
40 | πτίσματος), ἀλλ’ ἡ πρώτη στολὴ καὶ χάρις, ἣν ἀπ’ ἀρχῆς ἕκαστος τῶν πιστῶν ἐνδύεται διὰ τοῦ βαπτίσμα‐ τος. Ἀντὶ γὰρ τῆς διὰ τοῦ λουτροῦ παλιγγενεσίας ἡ διὰ με‐ | |
Bibl.271502b | τανοίας ἡμῖν παρὰ Θεοῦ ἐχαρίσθη ἀναγέννησις, ἥτις τὰ μολύσματα ἡμῶν τῷ δακρύῳ πλύνουσα πάλιν κα‐ θαροὺς ἀποφαίνει. Δίδοται δὲ τῷ ἀσώτῳ μετὰ τὴν στο‐ λὴν καὶ δακτύλιος, σύμβολον τῆς νοητῆς σφραγῖδος | |
5 | τοῦ Πνεύματος. Ὡς γὰρ ἐν τῇ διὰ τοῦ βαπτίσματος πα‐ λιγγενεσίᾳ καὶ στολὴ καὶ σφραγὶς δωρεᾶς Πνεύματος | |
ἁγίου, οὕτω καὶ ἐν τῇ διὰ τῆς μετανοίας ἀναγεννήσει. Προσφέρεται δὲ καὶ ὑποδήματα, ἵνα θαρρεῖν ἔχῃ τὴν τοῦ ὄφεως καταπατεῖν κεφαλήν. «Σὺ γάρ, φησι, τηρήσεις | 90 in vol. 8 | |
10 | αὐτοῦ κεφαλήν, κἀκεῖνος τηρήσει σου πτέρναν». Πρὸς ἑκάτερον οὖν χρήσιμον τὰ ὑποδήματα, καὶ εἰς τὸ κα‐ ταπατεῖν τὴν τοῦ ὄφεως κεφαλὴν καὶ εἰς τὸ τὴν ἐκεῖ‐ θεν βλάβην τὴν πτέρναν διαφυγεῖν. | |
13 | Μὴ λυπείτω σε ἡ τοῦ πατρὸς ἀγαθότης, εἰ περιέχεται τοῦ δυσπρα‐ | |
15 | γήσαντος παιδός. Ὁ ἐλεῶν οὐ δικάζει μετὰ ἀκριβείας, ἀλλὰ φιλανθρώπως χαρίζεται, καὶ ταῦτα ὅταν ὑπάρχῃ πατήρ, ὥσπερ τινὶ βίᾳ πρὸς τὸν οἶκτον ἑλκόμενος. | |
17 | Τοῦ αὐτοῦ εἰς τὸν δοῦλον τοῦ ἑκατοντάρχου ὃν ὁ Κύριος ἐθεράπευσεν. | |
19 | ||
20 | Ὅτι ἐν τῷ παρόντι λόγῳ ὑπόθεσιν τὸν δοῦλον λα‐ βών, εἰς παραίνεσιν δούλων καὶ δεσποτῶν τὸ πλεῖστον τῆς σπουδῆς ἀποτείνει, τοὺς μὲν νουθετῶν εὐπειθῶς καὶ ἀδόλως ὑπηρετεῖν τοῖς δεσπόταις, τοὺς δὲ φιλανθρώ‐ πως καὶ ἡμέρως καὶ ὡς ὁμοφύλοις καὶ ἀδελφοῖς προσιέ‐ | |
25 | ναι. Ὁ αὐτὸς γὰρ πηλὸς ἀμφοῖν καὶ ἡ αὐτὴ τοῦ Πλάστου χείρ, καὶ τὰ αὐτὰ ἔργα τε φυσικὰ καὶ πάθη καὶ τὸ τῆς κατασκευῆς σχῆμα καὶ ἡ μορφὴ θεωρεῖται. Δι’ ἃ προσῆ‐ κεν, εἰ μή τις ἄλλος ἦν μηδὲ νόμος θεῖος μήδ’ ἔμ‐ φυτος πρὸς τὸ συγγενὲς ἔλεος καὶ ἀγάπη, ἐχρῆν ἀδελ‐ | |
30 | φικῶς αὐτοῖς καὶ πατρικῶς προσφέρεσθαι· καὶ τοῖς ἰα‐ τροῖς δὲ παραίνεσιν φιλανθρωπίας ποιεῖται. Ὅτι Σκύθην, φησί, θᾶττόν τε τὴν Ἑλληνίδα μα‐ θόντα εἶδον, εἰς μειρακίων ἡλικίαν ἄρτι παρελθόντα· | |
εἶτα τοῦ ὠνησαμένου δεσπότου μαθήμασιν ἐλευθερίοις | 91 in vol. 8 | |
35 | αὐτὸν ἐκδεδωκότος, τοσοῦτον ἐπιδοῦναι τούτοις καὶ γε‐ νέσθαι κατὰ πολλὰ τῶν μαθημάτων περιδέξιον, ὡς καὶ παρ’ Ἕλλησι καὶ παρὰ Ῥωμαίοις λαμπρὸν γενέσθαι καὶ περιβόητον, ἐπειδὴ καὶ νόμων ὤφθη διδάσκαλος. Ὁ δ’ ὠνησάμενος Σύρος ἦν, Ἀντιοχείας πολίτης καὶ γραμ‐ | |
40 | ματικῆς παίδων διδάσκαλος. Γενέσθαι δὲ καὶ μαθητὴν ἑαυτόν φησιν ὁ φιλάρετος οὗτος Ἀστέριος τοῦ ἀργυρω‐ νήτου τούτου Σκύθου· ποῦ δὲ διατρίβοντος ἢ τίνος | |
Bibl.271503a | μαθήματος, οὐ λέγει. | |
1 | Σὺ καὶ τὸν Μωσέα τὸν φυ‐ γάδα ἄρχοντα λαῶν καὶ δήμων ἐποίησας, οὐκέτι κατὰ τὸν Νῶε ἐπ’ ὀχήματος περαιούμενον πελαγισθέντα τὸν κόσμον, ἀλλὰ δεσποτικῶς ἤδη τὴν θάλασσαν τέμ‐ | |
5 | νοντα καὶ πεζεύοντα τὸν βυθόν. Σὸς παῖς καὶ ὁ Ἠλίου μαθητὴς Ἐλισσαῖος, ὁ καὶ ζῶντα ἀποδοὺς τὸν παῖδα τῇ Σωμανίτιδι, καὶ μετὰ θάνατον τοῖς λειψάνοις τὸν παρατεθέντα νεκρὸν ζωώσας· ἔτι γὰρ ἡ τῆς πίστεως χά‐ ρις, ὥσπερ ἀρώματος πνοή, παραμείνασα ἐδόξαζε τοῦ | |
10 | πιστοῦ καὶ τὸν τάφον. | |
10 | Τοῦ αὐτοῦ εἰς τὴν παρείσβασιν τῶν νηστειῶν. | |
11 | Οὐδεὶς εὐωχίαις σχολάζων ἀρετῆς μαθητής. Μία μέθη καὶ τὸν πατέρα τῆς εὐπρεποῦς σκέπης καὶ τὸν υἱὸν ἐλευθερίας ἐγύμνωσεν. Ἐβλάβη διὰ γαστέρα καὶ ὁ πρεσ‐ | |
15 | βύτερος παῖς τοῦ Ἰσαάκ· περιχανὼν γὰρ διὰ κατασχοῦσαν πεῖναν τῷ φακῷ ἀπέδοτο μὲν τὰ πρωτοτόκια τῷ ἀδελ‐ φῷ, ἐκεῖθεν δὲ λοιπὸν καὶ τὴν πατρικὴν εὐλογίαν ἐκλά‐ πη. | |
18 | Μὴ νόθευε τὴν νηστείαν, ἵνα μὴ πάθῃς τὰ τῶν καπήλων. Εἰ γὰρ ἐκεῖνοι τῷ οἴνῳ παραμιγνύντες ὕδωρ | |
20 | κολάζονται, πῶς οἱ τῷ αὐστηρῷ τῆς νηστείας τὰς σεσο‐ φισμένας ἀπολαύσεις ἐπεισάγοντες τὸ ἀτιμώρητον ἕξουσιν; Φεύγωμεν τὴν φιληδονίαν· ἀμήχανον γὰρ τὸν αὐτὸν εἶναι φιλήδονον καὶ φιλόθεον. | 92 in vol. 8 |
23 | Ὁ βασι‐ λεύς ποτε τῶν Ἀσσυρίων ἐκεῖνος ὁ πάντα τῇ γαστρὶ | |
25 | ζῶν καὶ τῷ τρυφῶντι βίῳ, ὡς φάτνῃ βοῦς, προσδε‐ δεμένος. Ἦν δὲ τοῖς τρισὶν ἱεροῖς παισὶ καὶ ὁ οἶνος φευκτὸς διὰ τὴν σπονδὴν καὶ κρέας ἅπαν διὰ τὰς θυ‐ σίας. Καὶ ἦν αὐτοῖς καὶ τοῦ ὑπὲρ τοὺς τρυφῶντας κάλ‐ λους ὁ Θεὸς ἐπιμελητὴς καὶ ἡ νηστεία κομμωτρία. | |
30 | Δὸς τὴν ἀκοὴν τῇ μαθήσει τῶν κεκρυμμένων καὶ ἀναμνημονήσεις τροφῆς, ὡς ὁ δῆμος ὁ τῷ Ἰησοῦ ἑπό‐ μενος λόγῳ καὶ ἔργῳ παιδεύοντι. Καταλιπὼν τὴν συναγωγὴν τῶν πονηρευομένων πρόσελθε τῇ ἐκκλη‐ σίᾳ. Εἰ δ’ ἔτι τοῖς Ἰουδαϊκοῖς προσδέδεσαι, τί σοι βού‐ | |
35 | λεται ἡ νηστεία ἢ τοὺς νειλῴους κροκοδείλους μιμεῖσθαι, οὕς φασι ταῖς κεφαλαῖς ἐπιθρηνεῖν τῶν ἀνθρώπων ὧν ἔφαγον καὶ δακρύειν ἐπὶ τοῖς λειψάνοις τῶν φό‐ νων, οὐ μετάνοιαν τῶν γεγενημένων λαμβάνοντας, ἀλλὰ τὸ ἄσαρκον τῆς κεφαλῆς (ἐμοὶ δοκεῖν) ὀδυρο‐ | |
40 | μένους ὡς εἰς βρῶσιν οὐκ ἐπιτήδειον. Νηστεία μὲν πυκνώσεώς ἐστι καὶ κοσμίας καταστολῆς ἐπιδείκνυται παιδαγωγός· χορεία δὲ τὸ διακεχυμένον ἑρμηνεύει τῆς ψυ‐ | |
Bibl.271503b | χῆς. Καὶ ἑκάστου πράγματος ἐξαίρετά ἐστι καὶ τὰ σχήματα, ἐκ τῆς αἰσθητῆς ἐπιφανείας τὴν ἀόρατον τῆς ψυχῆς δηλοῦντα κατάστασιν. | |
3 | Ἐπειδὴ γὰρ ὁ νόμον λαμβάνων εἰς κανόνα βίου καὶ εὔτακτον πολιτείαν ὀφεί‐ | |
5 | λει δεδοικέναι καὶ τὴν ἐκ τῆς παρακοῆς τιμωρίαν, διὰ τοῦτο ὁ Θεὸς τὰ τῆς ζωῆς ἡμῶν παραγγέλματα ἔγγρα‐ | |
φα τοῖς ἀνθρώποις ἐκπέμπων εὐθὺς προσέθηκε καὶ τὴν φωνὴν τῆς σάλπιγγος, σύμβολον τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἵνα οἱ μαθηταὶ τῶν πραγμάτων διὰ | 93 in vol. 8 | |
10 | τῆς ἀναστάσεως τὴν κρίσιν προβλέποντες φυλάξωσιν ἀπαράβατα τῆς θείας νομοθεσίας τὰ δόγματα. | |
11 | Τοῦ αὐτοῦ εἰς τὸν ἐκ κοιλίας τυφλόν. | |
12 | (Ἡ ἐνταῦθα τοῦ ὀφθαλμοῦ ἔκφρασις καὶ ἡ τῆς εἰκό‐ νος, ἣ τῆς ἁγίας Εὐφημίας εἰκονίζει τὴν μορφήν, πολ‐ | |
15 | λὴν εἰς κάλλος τὴν συγγένειαν φέρει, ὡς μὴ ἕτερον καὶ ἕτερον ἀλλ’ αὐτὸν εἶναι δημιουργὸν ἑκατέρας ἐκ‐ φράσεως. Εὐσεβεῖ δὲ φανερῶς ἐνταῦθα, ἰσότιμον τῷ Πατρὶ καὶ προαιώνιον τὸν Υἱὸν θεολογῶν, ὥστε οὐκ ἂν εἴη ὁ Ἀρειανὸς ὁ τὴν ἔκφρασιν τῆς εἰκόνος εὐ‐ | |
20 | φυΐᾳ λόγων ὑποβαλών). | |
20 | Ἐπειδὴ λόγῳ καταγγέλλων τοῖς Ἰουδαίοις τὴν ἀλήθειαν ὁ Σωτὴρ οὐκ ἔπειθεν εὐ‐ σεβεῖν, παρεστὼς ἀπεκρύβη καὶ φαινόμενος οὐκ ἐβλέπετο, ἵνα ἐκ τῆς τοιαύτης αὐτοῦ θαυματουργίας ἑλκύσῃ πρὸς συγκατάθεσιν τοῦ ὅτι καὶ Θεὸς ἐτύγχανεν ὁ μὴ βλε‐ | |
25 | πόμενος, καὶ οὐκ ἄλλος ἀλλ’ ὁ πρὸς Μωϋσῆν λαλῶν καὶ μὴ φαινόμενος. Ἑωρᾶτο γὰρ καὶ τότε πῦρ καὶ βάτος, ἀμφότερα ἄφωνα· ἀλλ’ ὅμως καὶ φωνὴ ἠκούετο καὶ λόγος ἐπαίδευε καὶ ἀσφαλῶς τὸ μέλλον προηγορεύετο. Καὶ χρὴ τοὺς νοῦν ἔχοντας ἐκ τῆς συγγενείας τῶν πρα‐ | |
30 | γμάτων γνωρίσαι τὸ πρόσωπον. | |
30 | Θεασάμενος δὲ τὸν τυφλὸν ὁ Σωτὴρ ἔστη, καὶ πρὸς τὴν θεραπείαν ἕτοι‐ μος ἦν, θεραπείαν ἀνθρωπίνης σοφίας καὶ τέχνης κρείτ‐ τονα. Ἰατρικὴ μὲν γὰρ καὶ ὁ κατ’ αὐτὴν λόγος ἐκείνοις τῶν νοσημάτων ἐπιβάλλει τὴν θεωρίαν, ὅσα τῆς φύ‐ | |
35 | σεως ἀπαρτισάσης τὸ ζῷον καὶ εἰς φῶς προαγαγούσης χρόνοις ὕστερον κατά τινας περιστάσεις ἐπισυμβαίνει, τῆς δὲ συντεχθείσης τῷ σώματι λώβης οὐκ ἐπαγγέλ‐ λεται θεραπείαν, ἀλλ’ οὐδὲ πάντων παθῶν τῶν εἰς ὕστερον συμβαινόντων· οὔτε γὰρ ἠκρωτηριασμένοις μέλη | 94 in vol. 8 |
40 | ἀνεσώσατο, οὔτ’ ἄλλο τι παραπλήσιον θεραπεύειν ἀνα‐ δέχεται. | |
41 | Διόπερ οἱ μαθηταὶ τὸ πάθος κατελεήσαν‐ τες, καὶ βλέποντες ἄνθρωπον τῆς καλλίστης ἡδονῆς τοῦ φω‐ | |
Bibl.271504a | τὸς μὴ γευσάμενον, τὴν αἰτίαν ἐπυνθάνοντο. Ἀλλ’ οὐκ ἐπιστημόνως προσῆγον τὴν ἐρώτησιν· οὔτε γὰρ ἂν ὑπὲρ τῶν πατέρων, οὐδενὸς ὢν ἔνοχος, ὁ παῖς κατεγνώ‐ σθη οὔτε μὴν ἰδίων πλημμελημάτων ὁ μήπω προελ‐ | |
5 | θὼν εἰς τὸν βίον ἀπέτισε δίκας. | |
5 | Τὸ πάθος, φησὶν ὁ Χριστός, τοῦ τυφλοῦ οὐχ ἁμαρτημάτων ἐστὶν ἀντίδο‐ σις, ἀλλ’ ἑτοιμασία μελλούσης οἰκονομίας ἄλλα τε διαπραττούσης, καὶ ὅπως ὁ Κτίστης τῶν ὅλων μετὰ τὴν πρώτην ποίησιν εὕρῃ καὶ νῦν τοῦ δημιουργεῖν ἀφορ‐ | |
10 | μάς, ἐκ δὲ τῶν μερικῶν καὶ τὰ καθόλου πιστώσηται. Ἀν‐ θρώπου μέρος, καὶ μέρος τὸ κάλλιστον, οὐκ ἂν ἐποίη‐ σεν ἄλλος, εἰ μή γε ὁ τῆς πρώτης ἀρχῆς τοῦ γένους τὴν δημιουργίαν ἐπιδεδειγμένος. | |
13 | Ἐν δὴ τῷ ὀφθαλ‐ μῷ μικρᾷ μορίου καὶ μέλους περιγραφῇ τὴν παντοδύ‐ | |
15 | ναμον καὶ ποικίλην τοῦ Θεοῦ σοφίαν ἔστι κατόψεσθαι, το‐ σαύτην ἐπιδειξαμένου τὴν φιλοτιμίαν τῆς τέχνης. Πρῶ‐ τον μὲν γὰρ αὐτῷ χάρις τις ἐπικέχυται, καί ἐστιν ἁπαλώ‐ τατός τε καὶ ἄσαρκος, ὡς ἂν εἴποι τις, ἐν τῷ τρυφερῷ τὸ στερεὸν ἔχων καὶ ἐν τῷ μαλακῷ τὸ διατεταμένον· | |
20 | καὶ ποικίλαις διήνθισται ταῖς χρόαις. Τὸ γοῦν μέσον αὐτοῦ τὴν περιγραφὴν ἔχει τοῦ μέλανος, καὶ ταύτην | |
οὐ διόλου μονοειδῆ ἀλλὰ ποικίλοις τισὶ κύκλοις συν‐ δεδεμένην, τοῦ κέντρου μὲν αὐτοῦ καὶ μέσου τὸ βαθύτερον ἔχοντος, τῆς δὲ ἐξωτέρω περιφερείας πρὸς τὴν ξαν‐ | 95 in vol. 8 | |
25 | θοτέραν κατὰ μέρος ἀποληγούσης βαφήν. Ταύτην ἔξω‐ θεν τὸ λευκὸν περιβέβληται στιλπνὸν καὶ διαυγές, οὐκ ἄκρατον ἔχον τὴν λευκότητα, ἀλλ’ ἐν κρυσταλλοειδεῖ τινι καὶ διαυγαζούσῃ πεποιημένον τῇ μορφῇ τὸ ἐρυ‐ θρὸν κεῖται περὶ τὴν κόρην, ἵνα τῷ λευκῷ καὶ τῷ | |
30 | μέλανι κεράσῃ τὴν χάριν. Ἐπὶ τούτοις οὕτως ἐστι διαυ‐ γὴς καὶ λεῖος ἐν τῇ πυκνότητι, ὥστε καὶ τὰς τῶν ἐγγι‐ ζόντων εἰδωλοποιεῖν μορφὰς καὶ οἱονεὶ κάτοπτρον ἀκριβὲς ἐντυποῦσθαι τοὺς χαρακτῆρας. Καὶ τὸ μέσον τοῦ κύκλου διὰ τοῦτο προσηγόρευται κόρη, ὡς ἀεὶ τὴν μορ‐ | |
35 | φὴν τῷ κατ’ ἀντικρὺ βλέποντι παραδεικνύον ἀνθρω‐ πίνην· εἰς ἀλλήλους γοῦν οἱ ἄνθρωποι βλέποντες ἀλ‐ λήλων γίνονται κατόπτρα. Θαύματος οὖν ἄξιος ἐν τοῖς κτίσμασιν ὁ ὀφθαλμός. Οὗτος καὶ Θεόν μοι διερμη‐ νεύει, πᾶσαν καταμανθάνων τὴν κτίσιν, καὶ δι’ αὐτῆς | |
40 | τὸν τεχνίτην ἐπιδεικνὺς καὶ ἐκ τῶν ὁρωμένων ἑρμη‐ νεύων τῇ ψυχῇ τὰ ἀόρατα. Διὰ τοῦτον ἄλλα τε τῆς κτίσεως ἔμαθον, καὶ χρωμάτων ποικίλην βαφὴν σκό‐ | |
Bibl.271504b | τους τε κατήφειαν καὶ φωτὸς λαμπηδόνα. Ὡς εἴ γε ὀφθαλμὸς μὴ ὑπῆρχεν, ἀμάρτυρος ἂν ἡ κτίσις ἐγή‐ ρασεν, οὐδενὸς καθορῶντος τὴν ἐν αὐτῇ σῳζομένην τοῦ Θεοῦ σοφίαν καὶ δύναμιν. Διὰ ταύτην τοίνυν τὴν θαυ‐ | |
5 | μαστὴν τῶν ὄψεων κατασκευὴν ὀφθαλμοὶ καὶ νῦν ἐκτί‐ σθησαν αὐτοσχέδιοι, ἵνα τὰς μικροπρεπεῖς ἐννοίας τὰς ἐκ τῆς σαρκὸς ἐγγινομένας ἡμῖν περὶ τοῦ Μονογενοῦς ἀποθώμεθα, καὶ τῇ μεγαλουργίᾳ τῶν γινομένων τῆς ψυχῆς πᾶσαν ἐκβάλλοντες ταπεινὴν ὑπόληψιν καὶ χα‐ | |
10 | μαίζηλον γνωρίσωμεν ὅτι τὸ μακάριον φῶς καὶ κάλλος τῆς θεότητος ὀστράκινον σκεῦος ἐδέξατο, διακονοῦν ἡμῖν κατὰ τοὺς λύχνους τὴν λαμπηδόνα. | 96 in vol. 8 |
12 | Αὐτουργεῖ δὲ τὴν θεραπείαν ὁ Κύριος νῦν οὐ λόγῳ μόνῳ, ὥσπερ ἀλλαχοῦ πολλαχοῦ, ἀλλὰ καὶ στόματι καὶ χειρὶ καὶ ἄλλῃ | |
15 | προνοίᾳ, ἵνα διὰ πολλῶν πραγμάτων τὴν πίστιν τοῖς ἀπίστοις ἐνεργάσηται. Πτύει δὲ καὶ πηλὸν ποιεῖ τῇ μὲν γῇ συγχρώμενος, ἵν’ ὅθεν τὸ ὅλον κατ’ ἀρχὰς ἐπλά‐ σθη ζῷον, καὶ τὸ μέρος δείξῃ πλαττόμενον, σιάλῳ δὲ παριστῶν ὡς τῇ δυνάμει τοῦ στόματος αὐτοῦ ὁ Λόγος | |
20 | πάντα κατώρθωσε· «Τῷ λόγῳ γὰρ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν» καὶ ἑξῆς. Εἰ δὲ καὶ τοῦτο συνιδεῖν ἐθέ‐ λοις, ἵν’ εὐλαβεῖσθαι παρασκευάσῃ τοὺς μέλλοντας μι‐ κρὸν ὕστερον τοῖς πτύσμασιν αὐτὸν ὑβρίζειν, εἰ καὶ τὸ τῶν μαινομένων θράσος μεῖζον ἦν καὶ προνοίας πά‐ | |
25 | σης καὶ διορθώσεως. Ὁ δὲ Σιλωὰμ τὴν δι’ ὕδατος ἡμῖν σωτηρίαν προοιμιάζεται, ἣν πᾶσιν ὁ ἀπεσταλμέ‐ νος Σιλωὰμ ἐχαρίσατο· τότε γὰρ ἀληθῶς βλέπο‐ μεν, ὅταν τῷ μυστικῷ καθαρθῶμεν ὕδατι. | |
28 | Οὐδὲν τοὺς ἀγνωμόνας καὶ ἀχαρίστους Ἰουδαίους ἦγεν εἰς συν‐ | |
30 | αίσθησιν, οὐ λόγος, οὐ πρᾶξις, οὐ θαυματουργήματα. Ἀλλὰ καὶ αὐτὰ ταῦτα τὰ πρὸς σωτηρίαν παρακα‐ λοῦντα αὐτοὺς πᾶσιν ἐπεχείρουν τρόποις ἀφανίζειν, εἰ καὶ πρὸς τοὐναντίον αὐτοῖς περιετράπετο ἡ κακουργία· ὅσῳ γὰρ ἠπίστουν καὶ προσερωτῶντες ἀνατρέπειν ἐσπού‐ | |
35 | δαζον, τοσούτῳ πλέον ἐβεβαιοῦτο ἡ ἀλήθεια. Πρώτη αὐτοῖς πολυπραγμοσύνη, εἰ αὐτὸς οὗτός ἐστιν ὁ τυ‐ | |
φλός, δευτέρα, εἰ ἐκ γενετῆς ἦν τυφλός. Καὶ ὁ ἰαθεὶς τὸν Σωτῆρα ἐβόα, καὶ τῇ ὁμολογίᾳ τὴν χάριν ἀντε‐ δίδου τῆς ἰάσεως. | 97 in vol. 8 | |
39 | Ἀπίστων πατέρων ὅμοιοι παῖδες. | |
40 | Καὶ γὰρ καὶ οἱ τεκόντες ἐκ πολέμων ἐσῴζοντο παρ’ ἐλ‐ πίδας, καὶ τῷ διδόντι τὴν σωτηρίαν ἠπίστουν. Ἐτρέφοντο τροφαῖς ὑπερβαινούσαις τὴν φύσιν καὶ τῶν λιμωττόν‐ | |
Bibl.271505a | των πλέον ἦσαν ἀχάριστοι. Ὄντως κληρονόμοι καὶ ὑμεῖς τῆς τῶν πατέρων ἀγνωμοσύνης, οὐ ῥάβδου κα‐ ρυΐνης ἐπιστασίαν ἀλλὰ σιδηρᾶς χρῄζοντες. | |
3 | Τοῦ αὐτοῦ εἰς τὸν Ἰάειρον καὶ τὴν αἱμορροῦσαν. | |
4 | ||
5 | Δυσάγωγον τὸ τῶν ἀνθρώπων γένος εἰς ἀρετήν, ὡς ἔοικε, καὶ μικρὰ φροντίζον τῆς ἐκ λόγων διδασκα‐ λίας. Διὰ τοῦτο καὶ ὁ Σωτὴρ συγκαταβὰς τοῖς ἀνθρώ‐ ποις μέχρι τῆς θνητῆς καὶ ἐπικήρου σαρκός, ὡς εἶδε τοὺς Ἰουδαίους πρὸς τοὺς λόγους κωφεύοντας, μετετάξατο | |
10 | πρὸς τὰ πράγματα, καὶ θεραπείαν συνάπτει θεραπείᾳ καὶ θαῦμα θαύματι, καὶ τὴν ἀπιστουμένην θεότητα, τῇ πείρᾳ τῶν εὐεργεσιῶν ἐπεχείρει βεβαίαν παριστᾶν. Εἰς δεινὸν δὲ τῷ ἀνθρώπῳ περιειστήκει τὸ πρᾶγμα, θυγάτηρ, καὶ μόνη, τῆς οἰκίας ἔρεισμα, τοῦ γένους | |
15 | διαδοχή, μέλλουσα φέρεσθαι πρὸ τῶν θαλάμων εἰς ἐκ‐ φοράν, πρὸ τῆς παστάδος εἰς τάφον. | |
16 | Γυνή τις ἀσθενοῦσα χαλεπῶς διὰ φλεβῶν ἀταξίαν, καὶ πᾶσαν τὴν ζωτικὴν ὕλην κενώσασα, καὶ δαπανηθεῖσα λοι‐ πὸν ἐκ μὲν τῆς τηκεδόνος τὸ σῶμα, τοῖς ἰατροῖς δὲ | |
20 | τὴν εὐπορίαν, μίαν εἶδεν ἐν ἀπόροις ἐλπίδα, προσπε‐ σεῖν τῷ Κυρίῳ. Ὁ δὲ Κύριος τῶν ἀφώνων ἤκουσε τῆς γυναικὸς λογισμῶν, καὶ σιωπῶν σιωπῶσαν ἰάσατο, | |
ἐπειδὴ τοῦ κρασπέδου προσήψατο. Καὶ ἡ μὲν ἐνόμιζε κεκλοφέναι τὴν δωρεάν, ὁ δὲ ἐκλάπη τὴν χάριν. Καὶ | 98 in vol. 8 | |
25 | τέως μὲν οὐκ ἐκλαλεῖ τὴν θεραπείαν, ὕστερον δὲ δη‐ μοσιεύει, οὐ φιλοδοξῶν (ἄπαγε· ποῦ γὰρ θαυματουργίας πρόεισι φιλοδοξία;) ἀλλὰ καὶ τῆς γυναικὸς τὴν τῆς πίστεως πᾶσιν ἐπιδεικνὺς εὐκαρπίαν, καὶ τῶν παρόν‐ των τοὺς μὲν εἰς θεογνωσίαν ἐπιστρέφων, τῶν δὲ τὴν | |
30 | ἀπόνοιαν καὶ διὰ τῶν ἔργων καὶ διὰ τῶν λόγων στηλι‐ τεύων. | |
31 | Εἶδον, φησί, τὴν ὄπισθεν ἁψαμένην· οὐ γάρ μοι μόνος ὁ ταῖς ὀφρύσιν ὀφθαλμὸς ὑποκαθήμενος καὶ τοῖς βλεφάροις σκεπτόμενος, ἀλλὰ καὶ ἕτερος ὁ γῆν ὁμοῦ καὶ θάλατταν ἐποπτεύων καὶ κτίσιν τὴν σύμ‐ | |
35 | πασαν. Σιγῇ δὲ πρόσεισιν ἡ γυνὴ δι’ εὐλάβειαν, καὶ οὐ λανθάνει. Ἀναγιγνώσκει γὰρ ὁ Θεὸς καὶ σιγώντων ἡμῶν τὸν ἑκάστου νοῦν, ὡς ἡμεῖς βιβλίον περιεχόμενοι. Διὸ καὶ τῆς Μωσέως σιωπώσης γλώσσης τὸ τῆς καρ‐ δίας ἠκούετο βούλημα. Εἰ τὴν χάριν ὁ δοὺς ἐσιώ‐ | |
40 | πησε, τάχα ἂν οὐδ’ αὐτὴ τὴν χάριν λαβοῦσα ὠφε‐ λήθη, εἰς συντυχίαν τὸ δῶρον αἰχμαλωτίζουσα. Τοῦτο τὸ θαῦμα εἶδον μὲν ἄπειρον πλῆθος, τὸ Πνεῦμα δὲ τὸ ἅγιον πρὸ πολλῶν γενεῶν διὰ Μαλαχίου προε‐ | |
Bibl.271505b | θέσπισεν· «Ἀνατελεῖ γὰρ ὑμῖν, φησι, τοῖς φοβου‐ μένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ», ἥλιον μὲν δικαιοσύνης τὸν Κύ‐ ριον καλῶν, πτέρυγας δὲ τὰ τοῦ ἱματίου κράσπεδα. | |
5 | Καταμάθωμεν τῆς ἰαθείσης γυναικὸς τὸ εὐχάριστον. Τῆς γὰρ Πενεάδος οὖσα πολιτείας (πολίχνη δὲ αὕτη τῆς Παλαιστίνης) ἀγάλματι χαλκῷ τὸν εὐεργέτην ἐτίμησε, τοῦτο γέρας οὐκ ἀνάξιον οἰηθεῖσα τῆς χάριτος. Καὶ χρό‐ | |
νος πολὺς ἐτήρει τὸ ξόανον, εἰς ἔλεγχον ἀκριβῆ τῶν | 99 in vol. 8 | |
10 | τὸ ψεῦδος τολμώντων ἐπιφημίζειν τοῖς εὐαγγελισταῖς, καὶ οὐδὲν ἐκώλυε σῴζεσθαι τὸν ἀνδριάντα μέχρι νῦν καὶ δεικνύειν ἀμφότερα, καὶ τοῦ Θεοῦ τὸ θαυμάσιον καὶ τῆς εὐπαθούσης τὸ χαριστήριον, εἰ μὴ Μαξιμῖνος, ἐκεῖνος ὁ πρὸ τοῦ Κωνσταντίνου τῆς Ῥωμαίων ἄρξας βασιλείας, | |
15 | ἀνὴρ εἰδωλολάτρης καὶ δυσσεβὴς ἦν, καὶ ζηλοτυπῶν ἐν τῷ ἀγάλματι τὸν Χριστὸν ἀνείλετο τῆς πολίχνης τὸν χαλκόν, εἰ καὶ μὴ τὴν μνήμην τῶν γενομένων· ἰδοὺ γὰρ ὁ μὲν ἀνδριὰς οὐ φαίνεται, τὸ δὲ εὐαγγέλιον τὸ θαῦμα πανταχοῦ βοᾷ καὶ κηρύσσει, καὶ ἡ αἱμόρρους | |
20 | ἀπ’ ἀνίσχοντος ἡλίου μέχρι καὶ δυομένου λαλεῖται, καὶ συνέβη μάταιος πόνος τῷ δυσσεβεῖ ἡ τῆς αἰσθητῆς ὕλης κλοπή. Ὁ μὲν γὰρ χαλκὸς καὶ ἑστὼς καὶ φαινόμενος ἐσιώπα, ἄψυχον τῶν θαυμασίων ὑπόμνημα· ἡ δὲ φήμη μετὰ τοῦ λόγου παραλαβοῦσα τὸ ἔργον καθ’ ἡμέ‐ | |
25 | ραν διατρέχει πόλεις καὶ κώμας, τὸν εὐεργέτην κη‐ ρύττουσα. | |
Bibl.272505b(28) | Ἀνεγνώσθη τοῦ μακαρίου Λεοντίου, ἐπισκό‐ που Ἀραβισσοῦ, ἐκ τοῦ εἰς τὴν κτίσιν λόγου καὶ εἰς τὸν | |
30 | Λάζαρον. Τὸ παρὰ καιρὸν σιωπᾶν τὸ περὶ τοὺς λόγους μιμεῖ‐ ται θρασύ· καὶ ὃν ἔχει ψόγον ὁ τοῖς χείλεσιν ἄστε‐ γος, τοῦτον ἀποφέρεται καὶ ὁ δι’ ὄκνου σιγῶν. Στρατη‐ γῶν ἔστιν ἀρίστων διὰ τῶν ἡττηθέντων ἐγείρειν τὸ κατὰ | |
35 | τοῦ ἀντιπάλου τρόπαιον, καὶ οἷς ἐκέχρητο βέλεσιν ὁ πο‐ λέμιος, τούτοις ἀναιρεῖν ἐκεῖνον. Ἵνα οὖν μὴ τὸ σιγᾶν ἁμαρτεῖν λογισθῇ, καὶ κινδυνεύσῃ τῆς ἑορτῆς τὸ κάλ‐ | |
λος ἐν σαπρίᾳ σιωπῆς κἂν τολμηρὸν χείλεσιν ἀκα‐ θάρτοις δεσποτικὰ προϊέναι μυστήρια, πρὸς τὸ παρὸν | 100 in vol. 8 | |
40 | βλέπων καταθαρρήσω τὸν ὕμνον, τὸ λεῖπον εἰς ἀξίαν καταπιστεύων τῷ θαύματι· ὁ γὰρ τῆς τοῦ θανόντος ἀνασχόμενος δυσωδίας, ἵνα τῆς οἰκείας φιλανθρωπίας ἐπιδείξηται τὸ εὐῶδες, καὶ τὸ ἐμὸν στόμα τῷ τάφῳ συ‐ | |
Bibl.272506a | νεξανοίξει Λαζάρου, περικαθαίρων τὴν τοῦ βίου κη‐ λῖδα ὡς ἐκείνου τὴν νέκρωσιν. | |
2 | Ἐζωογόνει τὰ ὕδατα ἡ φωνή, ἔτικτεν ἡ ξηρά, καὶ συνουσίας ἄνευ ὁ τοκε‐ τὸς ἐπληθύνετο. Τί λέγεις, αἱρετικέ; Βλέπεις ἀντὶ κα‐ | |
5 | ταβολῆς σπέρματος τὸ τοῦ Λόγου γινόμενον πρόσταγμα, καὶ πῶς ἀμφίβολον λέγεις τῆς παρθενικῆς γεννήσεως τὸ μυστήριον; Ἃ γὰρ νῦν σπέρματος ἄνευ οὐ τίκτεται, τούτοις ἡ φωνὴ τότε συνέτρεχε τοῦ καλοῦντος πρὸς γέν‐ νησιν, καὶ συλλήψεως τρόπον ὁ τῆς κελεύσεως ἐμι‐ | |
10 | μεῖτο νόμος, καὶ διὰ μιᾶς φωνῆς ἐσαρκοῦτο τὰ πάντα. Καὶ ὁ τότε σαρκώσας τὴν κτίσιν καὶ σπόρον ἀσπό‐ ρως χορηγήσας τοῖς πᾶσιν αὐτὸς ἀπὸ λογικῆς σαρ‐ κωθεὶς γῆς προῆλθεν ἀσπόρως, τὴν δὲ διὰ σαρκὸς φυ‐ τευθεῖσαν τοῦ θανάτου ῥίζαν τῇ δρεπάνῃ τῆς παρθε‐ | |
15 | νικῆς ἐκκόπτων γεννήσεως. | |
15 | Ἐν παραδείσῳ θέμε‐ νος ὁ πλάσας τὸν ἄνθρωπον ἐργάζεσθαι καὶ φυλάττειν προσέταξεν, ἵνα μὴ τῇ ῥᾳθυμίᾳ δεδωκὼς τῆς ἐξου‐ σίας τὸ ἕτοιμον ἀφύλακτος γένηται πρὸς ἐπιβουλήν, φθόνου πρόσοδον τοῦ Θεοῦ ποιούμενος τὰ χα‐ | |
20 | ρίσματα. Ταῦτα ἰδὼν ὁ τοῖς ἡμετέροις βασκαίνων ἀεὶ καλοῖς ἀπροφάσιστον καθ’ ἡμῶν ἔχθραν ἀνελάμ‐ βανε. Φιλεῖ γὰρ τῶν βασκάνων ἡ φύσις πολεμεῖν ἀναι‐ | |
τίως, ἐξ ἑαυτῆς σπερματίζουσα τῆς κακίας τὴν ὕλην, καὶ τὴν κατὰ πρόφασιν μάχην ὡς ἐφύβριστον παραι‐ | 101 in vol. 8 | |
25 | τεῖται, ἀσθενείας ταύτην λογιζομένη ὑπάρχειν ἔλεγχον. Ῥιφεὶς δὲ τῶν ἄνω ὁ ἐχθρὸς ἐπολέμει τοῖς κάτω, βασιλείαν ἐκδικῶν μετὰ πτῶσιν, ἣν ἔχειν ἑστὼς οὐκ ἠδύνατο. Καὶ κατὰ τῆς Εὔας ἐστρατοπέδευε, βέλεσιν αὐτὴν κατατοξεύων ἀπάτης, καὶ ἔπληττεν ἀνωδύνως, | |
30 | ὡς ξίφει χρώμενος τῇ ἐκείνης προθέσει, κἀκείνην λαμβάνων τῆς οἰκείας ἀναιρέσεως ὑπουργόν. Ὅθεν, ἐπειδὴ τὴν σφαγὴν ἀναίμακτον ἐπετέλει, οὐδὲ φονευ‐ τὴς ἐνομίζετο, ἀλλ’ ὡς ἀγαθὸς σύμβουλος ἐπιστεύετο, τῇ ἁπαλότητι τῆς μαχαίρας μαλακύνων τὰ τραύματα | |
35 | καὶ γλυκείαν δεικνὺς τῆς ἀλγηδόνος τὴν αἴσθησιν. Ἡ δὲ διὰ χειρὸς ἀπειθοῦς ἀποστασίας γράφουσα νόμον, ἐτρύγα καρπὸν ὡραϊζόμενον παραβάσει καὶ τῇ ἀκμῇ πεπαινόμενον τοῦ θανάτου. Τῆς Εὔας προπετῶς γευσαμένης τοῦ ξύλου, αὐτὸς τὸν ἐκείνης ὀρεγόμενος | |
40 | ὄλεθρον ἄπεπτον εἶχε τῆς κακίας τὴν βρῶσιν, καὶ λιμῷ τῆς τηκομένης τρεφόμενος καὶ τὴν ἐκείνης ἐν‐ δυόμενος γύμνωσιν, πορφυρίδα βασιλικὴν τὰ τῆς | |
Bibl.272506b | συκῆς ἐλογίζετο φύλλα. Εἶδεν ἄνωθεν τὴν ἀδικίαν ὁ Θεός, καὶ παριδεῖν οὐκ ἠνέσχετο, τὴν ὕβριν τοῦ πρώ‐ του πλάσματος ἑαυτοῦ λογιζόμενος. Καὶ κάτεισι δικά‐ σων, κἂν πρὸς τὴν δίκην οὐκ ἐθάρρουν ἐλθεῖν οἱ ὑπεύ‐ | |
5 | θυνοι, φυγάδες γινόμενοι καὶ τοῖς φθασάσι προστι‐ θέντες καὶ ἄλλο πλημμέλημα. Τοπικὴν ἐλογίζοντο τοῦ Θεοῦ τὴν ἐπίσκεψιν. «Ἀδὰμ ποῦ εἶ;» οὐκ ὀργι‐ ζομένου ἀλλ’ ἐλεοῦντος ἡ φωνή· οὐκ ἀποστρεφομένου ἀλλ’ ἐλεοῦντος ἡ κλῆσις. Παρηλλαγμένον βλέπω τῆς | |
10 | βασιλείας τὸ σχῆμα, ἐνηλλαγμένην τῆς ἀξίας τὴν τάξιν. | |
«Ποῦ εἰ; — Τῆς φωνῆς σου ἤκουσα περιπατοῦντος, καὶ ἐκρύβην. Ἤρκεσέ μοι πρὸς δειλίαν τῶν ποδῶν ἡ φω‐ νή»· τοιούτου γὰρ δικαστοῦ ὅλα φωνὴν ἔχει τὰ μέλη, ὅταν πρὸς ὑπεύθυνον ἔχῃ τοιοῦτον. Οὐκ ἔχω παρρησίαν | 102 in vol. 8 | |
15 | φωνῆς. Δέξαι τὸν φόβον καὶ τὸ ἐμὸν βεβαιοῦντα πλημ‐ μέλημα καὶ τῆς σῆς γινόμενον δικαιοκρισίας συνή‐ γορον. Νικῶσαν ἔδειξα δραπετεύσας τὴν ψῆφον· ἀπε‐ γύμνωσα τῇ φυγῇ τὰ ἐγκλήματα, ἀσυνηγόρητα δεί‐ ξας τὰ πταίσματα. | |
19 | «Ἡ γυνὴ ἣν ἔδωκάς μοι, αὐτή | |
20 | μοι ἔδωκε, καὶ ἔφαγον». Ἔσχε φιλάνθρωπον δικαστήν, καὶ εὗρε πρόφασιν συμπαθῆ. Ἐπὶ τὸ ἀσθενὲς καταφεύγει τῆς Εὔας, ὑπεκλύων τοῦ δικαστοῦ τὴν ἐπίτασιν. Ὦ μα‐ κροθύμου δικαστοῦ; Ἀφῆκεν ὅλον εἰς τὸν ὄφιν συναχθῆ‐ ναι τὸ αἴτιον, ἵνα κουφότερον καταστήσῃ τοῖς ἐπιβουλευ‐ | |
25 | θεῖσι τὸ ἔγκλημα. | |
25 | «Ἐπικατάρατος σὺ ἀπὸ πάν‐ των τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς» ὡς κατὰ πάσης ἐκζέσας τὴν ἀδικίαν τῆς κτίσεως. Οὐ‐ ρανοὺς ἐνυβρίσας, τῷ ἰῷ ῥυπώσας τοῦ φθόνου. Ἀγγέ‐ λους ἐλύπησας τῇ ἀποστασίᾳ, νομίζων ἐλαττοῦν τῶν | |
30 | ὑμνολόγων τὸ μέτρον, οὐκ εἰδὼς ὅτι τῷ χωρισμῷ τοῦ χείρονος πλεονάζει τὸ κρεῖττον. | |
31 | «Πληθύνων πλη‐ θυνῶ τὰς λύπας σου» καὶ ἑξῆς. Βαβαὶ τῆς δεσποτι‐ κῆς συμπαθείας, ἀγανάκτησις φιλανθρωπίαν ὑπερ‐ βαίνουσα νόμου λύπας ὁρίζει καὶ στεναγμούς, ἵνα ταύταις | |
35 | ἐγκαρτεροῦσα τὸν ἐκ τῆς τέρψεως ἀποδύσηται θάνατον. Πλατύτητα γένους ἀπειλῶν εὐαγγελίζεται· προσθήκην διαδοχῆς ὑπισχνεῖται λυπούμενος· μητέρα κοσμοῦ χει‐ ροτονεῖ ὀργιζόμενος εἰς προκοπὴν ἄγων τὴν πταίσα‐ σαν. | |
39 | «Ἐν λύπαις τέξῃ τέκνα». Διὰ γαστρὸς παι‐ | 103 in vol. 8 |
40 | δεύει, δι’ ἧς προῆλθεν εἰς ὄλισθον. Ἡ τὸν κεκωλυ‐ μένον ὑποδεξαμένη καρπὸν αὐτὴ μαστιζέσθω τοῖς τοῦ τόκου πόνοις, καὶ τῆς προπετοῦς ἐπιθυμίας τὴν βλάβην | |
Bibl.272507a | συστέλλουσα, καὶ τὴν πλατύτητα τοῦ γένους ἀντι‐ τιθεῖσα τῷ ὄφει, καὶ διὰ πολλῶν καταβάλλουσα τὸν δι’ ἑνὸς καυχησάμενον. Λυπουμένη τίκτε σωφρόνως, ἐπειδὴ χαίρουσα τέτοκας ἀσυμφόρως. «Καὶ πρὸς τὸν ἄν‐ | |
5 | δρα σου ἡ ἀποστροφή σου». Ὑπεξούσιον τὴν Εὔαν ποιεῖ τῷ ἀνδρί· τὸ γὰρ ἄναρχον ἀνώφελες τοῖς ἐξ ἑαυτῶν σωφρονεῖν οὐκ εἰδόσι. «Καὶ αὐτός σου κυριεύσει». Δέχου τὸν ἄνδρα κύριον καὶ μὴ τὸν ὄφιν δεσπότην, ἐκεῖ‐ θεν ὁδηγουμένη πρὸς κρείττονα βίον, ὅθεν ληφθεῖσα | |
10 | προῆλθες εἰς γένεσιν. | |
10 | «Καὶ τῷ Ἀδὰμ εἶπε» καὶ ἑξῆς. Ἄλλη φιλανθρωπίας ἀπόδειξις, τῆς προτέρας νικῶσα τὸν ἔπαινον· θυμὸς πατρικῆς γέμων στοργῆς, ἀπειλὴ μιμουμένη παράκλησιν. Ἔδει μέν σε, φησίν, ἐμοὶ πει‐ θαρχοῦντα μὴ δέξασθαι γυναικὸς συμβουλήν, μηδὲ τὸν | |
15 | ὑπὸ τῆς ἐμῆς χειρὸς γραφέντα νόμον δακτύλοις ἀπα‐ λεῖψαι τῆς Εὔας· ἐπεὶ δὲ σχέσει γυναίου ἄσχετον ἔσχες τοῦ κακοῦ τὴν ὁρμήν, δέχου νόμον τοῖς σοῖς ἁρμόζοντα πταίσμασιν. | |
18 | «Ἐπικατάρατος ἡ γῆ». Ὁ Ἀδὰμ ἥμαρ‐ τε, καὶ ἡ γῆ τὴν δίκην εἰσπράττεται. Ἐκεῖθεν ἀρχὴν | |
20 | δέχεται ἡ παιδεία, ὅθεν ἐβλάστησε τῆς ἀπάτης τὸ αἴ‐ τιον. Ἐπειδὴ τοῖς φυτοῖς ἐφαλλόμενος τῶν ἐμῶν ἀπε‐ σκίρτησας ἐντολῶν, ἀκάνθαις ἔσο συνεχόμενος καὶ τρι‐ βόλοις. Σοφῶν ἔστιν ἰατρῶν τῆς νόσου τὴν ὕλην εἰς φάρμακον μετασκευάζειν ὑγείας, καὶ τὰ νομιζόμενα | |
25 | βλάπτειν ἐπωφελῆ δεικνύειν τοῖς κάμνουσι. | |
25 | Πολυ‐ | |
σχιδὴς ἡ τοῦ ὄφεως γλῶσσα, ἀκάνθας καὶ τριβόλους μιμουμένη, ἀπὸ μιᾶς φυῆς εἰς τρία διαιρουμένη κέντρα. Ταύτην ἔλαβεν εἰς συμμαχίαν ὁ βάσκανος ὡς πρὸς αὐτὴν μαχόμενος τὴν Τριάδα, καὶ διὰ μιᾶς τοῦ Ἀδὰμ | 104 in vol. 8 | |
30 | εἰκόνος ὅλον τῆς θεότητος ἐνυβρίζων τὸ πλήρωμα. Ὅθεν, ἐπειδὴ ταύτῃ πεισθεὶς ἠπείθει Θεῷ, διὰ τῶν ὁμοίων δέχεται τὴν παιδείαν, ἵνα ταύτῃ λυπούμενος χαλεπαίνῃ τῷ ὄφει, ἀκατόρθωτον ἔχων τὴν πρὸς ἐκεῖ‐ νον φιλίαν. | |
34 | Ἔβλεπε νοσοῦσαν τὴν κτίσιν ἀνίατα, | |
35 | ἑνὶ κρατουμένην ἀσεβείας συνθήματι, καὶ τρόπον οὐκ εἶναι διορθώσεως ἕτερον, εἰ μὴ φθάσας ὁ φύσεις καὶ γνώμας θεραπεύων τὴν ἰατρείαν παράσχοι τοῖς κάμνου‐ σι, τότε θεραπεύειν εἰδώς, ὅταν ὅλην λάβῃ τὴν ὑγείαν ἡ νόσος. Διὸ ἔλεγε· «Κύριε, κλῖνον οὐρανοὺς καὶ κατά‐ | |
40 | βηθι» καὶ πολλὰ τοιαῦτα. | |
40 | Ἐμιμήσατο Ἰωάννην ὁ Λάζαρος· ἐκεῖνος ἐν τῇ κοιλίᾳ τῆς τεκούσης ἐσκίρτα, τῆς πλάνης ἀγαλλόμενος τὴν κατάλυσιν, καὶ οὗτος ὡς ἐν μήτρᾳ τῷ τάφῳ τῶν πλανηθέντων ἐχόρευε τὴν ἀνάκλη‐ | |
Bibl.272507b | σιν. Καὶ διπλῆν εἶχε τάξιν τὸ θαῦμα, καὶ τὴν δεσποτικὴν μεγαλύνουσαν χεῖρα, καὶ τὴν τῶν Ἑβραίων ἀμβλύνουσαν γλῶσσαν. Ὁ νεκρὸς ἐπειθάρχει, καὶ οἱ ζῶντες ἠπείθουν. Ἐβλασφήμουν τὸν Ἅιδην ὡς | |
5 | προδεδωκότα τὸν Λάζαρον, ἐλοιδόρουν τὸν Χριστὸν ὡς καινοτομοῦντα τὴν ἔγερσιν. Θεολογίαν εἶχεν ὁ τῶν παίδων ὕμνος· προφητείαν ἐλάλουν· ἕνα καὶ τὸν αὐτὸν ὡμολόγουν τῶν ἄνω καὶ τῶν κάτω, καὶ χωρισμὸν οὐκ εἶχεν ὁ τόπος. Βάϊα φοινίκων ἐκράτουν, οὐ φοί‐ | |
10 | νικας· οὔπω γὰρ τὴν ἀκαρπίαν παρελθόντες τοῦ νόμου | |
τῶν τῆς χάριτος ἀπεγεύσαντο γλυκασμάτων, ἐπειδὴ Χριστὸς οὔπω τὴν πικρὰν τοῦ ὄφεως ἀναρριζώσας φυτείαν τὸν τῆς ἀφθαρσίας ἐγεώργησε γλυκασμόν. | 105 in vol. 8 | |
Bibl.273507b(15) | Ἀνεγνώσθη ἐκ τῶν τοῦ μακαρίου Θεοδωρήτου λόγων, οὓς εἰς τὸν ἐν ἁγίοις Ἰωάννην τὸν Χρυσόστο‐ μον συνετάξατο· ὧν ἡμεῖς πέντε τέως εἴδομεν, ἐξ ὧν καί τινας ἐκλογὰς τὰς ὑποτεταγμένας παρεγραψάμεθα. Ὅτι τῶν πέντε λόγων ὁ πρῶτος ἄλλον πρὸ αὑτοῦ | |
20 | δοκεῖ διαδέχεσθαι ἢ μέρος αὐτοῦ εἶναι. Πλὴν διαλαμ‐ βάνει ὅθεν τε μετάκλητος εἰς Κωνσταντινούπολιν ἧκε, καὶ ὅπως αὐτῆς ἀρχιερεὺς κατέστη, καὶ ὡς τὴν ἱερω‐ σύνην καὶ ἀρχιερωσύνην εἰς τὸν ἀρχαῖον κόσμον ἐπα‐ νάγειν ἐπειρᾶτο σπουδῇ πάσῃ· καὶ ὅσα πρὸς Γαϊνᾶν | |
25 | τοῦτο μὲν ὁ γενναῖος ἐπιστομίζων Ἰωάννης, τοῦτο δὲ ὑπὲρ τῶν κοινῶν τῆς πολιτείας διαπρεσβευόμενος πραγμάτων διεπράξατο· καὶ ὡς φθόνος αὐτῷ τὴν ὑπερορίαν ἐψηφίσατο· καί τινα τῶν μέχρι τέλους ἱστο‐ ρῶν τῷ θεσπεσίῳ ἀνδρὶ διηνυσμένων, τὰ πολλὰ, μᾶλ‐ | |
30 | λον δὲ τὰ πλεῖστα παρατρέχει. | |
30 | Ὁ δὲ ἐφεξῆς λόγος ἐπαίνους τινὰς ὀλιγοστίχους, καὶ αὐτὸς ὀλιγόστιχος ὤν, διαπεραίνει, ἀρχόμενος ὧδε· «Πάλιν ἡμῖν τὸ Ἰωάννου μνημόσυνον». Ὁ δὲ μετὰ τοῦτον ἐγκωμίων μὲν καὶ αὐ‐ τὸς ὑπέρχεται νόμους, διαφέρει δὲ τῶν πρὸ αὐτοῦ τῇ | |
35 | καλλονῇ τῶν τε ῥημάτων καὶ τῶν νοημάτων. Προοι‐ μιάζεται δὲ οὕτω· «Πολυστόμου τὴν παροῦσαν ὑπόθεσιν σάλπιγγος δεομένην ἐν παιδικῇ νῦν ὁρῶ κινδυνεύου‐ | |
σαν γλώττῃ, καὶ κάλλος ἀθλητοῦ μυρίαις συγγραφό‐ μενον τέχναις ἀσθενεῖ νῦν εἰς γραφὴν ἐμοὶ τεχνίτῃ | 106 in vol. 8 | |
40 | προκείμενον». Τὸ μὲν προοίμιον τοιοῦτον. Ἄλλος αὐτὸν ἕλκει βοηθὸν ἁρπαζόμενος, ἄλλος καλεῖ δικαζόμενος σύνδικον· ἄλλος πεινῶν ὑπὲρ τρο‐ φῆς ἱκετεύει, γυμνὸς ὑπὲρ ἐνδύματος· ἄλλος αὐτὸν ἀπο‐ | |
Bibl.273508a | δύει· ἄλλος πενθῶν εἰς παράκλησιν δεῖται· δεσμῶν ἕτερος ἀπολυθῆναι βοᾷ. Ἕλκει τις αὐτὸν ἄλλος πρὸς νόσων ἐπίσκεψιν· ξένος αἰτεῖ καταγώγιον· ἕτερος πα‐ ραστὰς χρέος ὀδύρεται· ἄλλος ἐπόπτην καὶ διαλλάκτην | |
5 | τῶν κατ’ οἶκον μεταπέμπεται στάσεων. Οὐδὲ δοῦλος πρὸς ἄλλον καταφεύγει, δεσπότου πικρὰν ὀλοφυρόμενος ἀγανάκτησιν. Χήρα βοᾷ τὸ ἐλέησον· ἄλλη τὴν ὀρφα‐ νίαν ὀδύρεται. Μυρίαι τῷ πατρὶ καθ’ ἑκάστην πρὸς ἑκά‐ στους ὑπὲρ ἑκάστου τροπαί. Ἁρπάζεταί τις καὶ συνήγο‐ | |
10 | ρος ὁ πατήρ· λιμὸς ἐνοχλεῖ, καὶ τροφεὺς ἐκ συνη‐ γόρου γίνεται· νοσεῖ τις, καὶ εἰς ἰατρὸν ὁ τροφεὺς μετα‐ βάλλεται· πένθει τις περιπέπτωκε, καὶ ὁ νοσοκόμος εὑ‐ ρίσκεται παραμύθιον· ξένων ἐπέστη φροντίς, καὶ ξενοδό‐ χος ὁ πάντα γεγονὼς ἀναδείκνυται. Καὶ τί χρὴ καθ’ | |
15 | ἕκαστον λέγειν, ὅσα χρόνου μέρη τὸν ἐκείνου βίον διε‐ μέτρησεν, ἵνα μὴ τὴν ἀρχιερωσύνην μόνην λέγω, το‐ σαύτη τοὺς ἀνθρώπους ἔργων σωτηρίων ποικιλία προϊ‐ οῦσα, οὐ διέλιπεν. | |
18 | Ὦ στρατιώτου καὶ μετὰ τελευτὴν ἀριστέως; ὦ λυπηροῦ τοῖς ἐχθροῖς καὶ μετὰ τάφον ὁπλί‐ | |
20 | του; ὦ παναρμονίου λύρας, τελευτῇ λελυμένης; ὦ δι‐ καστηρίων τηλικοῦτον ῥυθμιστὴν ἐζημιωμένων; ὦ σω‐ τηρίου τοῖς ἀνθρώποις εἰς οὐρανὸν ἀναρπασθείσης σα‐ γήνης; ὦ δένδρου πρὸς οὐρανὸν καὶ γῆς μερισθέντος, καὶ τῇ μὲν τὸ σῶμα τῷ δὲ τὴν ψυχὴν παρασχόντος; | |
25 | Ἐν τάφῳ τὸ τῆς ἐκκλησίας συγκέκλεισται στόμα. Οἷος εὐσεβείας ἐξ ἀνθρώπων ὀφθαλμὸς ἀνηρπάσθη; Οὐ τέθνηκας, ὦ μακάριε πάτερ, ἀλλ’ ὡς ἥλιος ἔδυς. Οὐχ ὡς ἀποθανόντος ἀλγοῦμεν, ἀλλ’ ὡς ἡμῖν κεκρυμ‐ μένου· οὐχ ὡς τεθνεῶτα ζητοῦμεν, ἀλλ’ ὡς εἰς οὐρανοὺς | 107 in vol. 8 |
30 | μεταστάντα. Ἀλλὰ τοιαῦτα μὲν καὶ ὁ τρίτος λόγος. Ἐγκωμιαστικοῦ δὲ τύπον καὶ ὁ τέταρτος διασῴζει, ἐκ τοῦ δεῖν τιμᾶν πατέρας τῶν ἐπαίνων ἀπαρχόμενος· οὗ ἐστι καὶ ταῦτα. | |
33 | Τούτων τῶν ποιμένων εἷς καὶ ὁ Ἰω‐ άννης, ἡ ἄκακος σύνεσις, ὁ πολυόμματος νοῦς, τῆς | |
35 | εὐαγγελικῆς ἐμπειρίας ἡ βίβλος, ὁ κηροῦ πρὸς διαλ‐ λαγὰς εὐπλαστότερος, τὸ πρὸς χαρίσματα πέλαγος, ὁ πρὸς δόλους πολεμούντων ἀκέραιος, τῆς ἐκκλησίας ὁ περίβολος. Οὐδεὶς ὑποκρίσεως αὐτὸν διελάνθανεν ὄφις. Πόθεν σοι βούλει δείξωμεν τὸν Ἰωάννην πο‐ | |
40 | λύτιμον; Ἐκ φιλοξενίας; Καὶ τίς Ἰωάννου φιλοξενώ‐ τερος; Ἐκ τῆς ἐν προστασίαις στερρότητος; Καὶ τίς αὐ‐ τὸν δυναστεία κατῄδεσεν; Ἐκ τῆς περὶ τὴν ἐκκλησίαν σπου‐ | |
Bibl.273508b | δῆς; Καὶ τίνος ἡ τῆς ψαλμῳδίας τῶν δημοτικῶν ταγμάτων μέχρι νῦν εὐρυθμία; Ἀλλὰ τοιαῦτα μὲν καὶ οὗτος ὁ λόγος. Ὁ δ’ ἐφεξῆς τοὺς αὐτοὺς μὲν τῶν ἐγκωμίων πλέκει | |
5 | στεφάνους, λαμπρότερον δέ πως τὴν τῶν νοημάτων ἰσχὺν ἀπαγγέλλει. Ἐοίκασι δ’ οὗτοι πάντες οἱ πέντε λό‐ γοι μετὰ τὴν ἀπὸ τῆς ὑπερορίας ἀνακομιδὴν συντε‐ τάχθαι. Τοῦ δὲ νῦν λόγου μέρος εἰσὶν αἱ περικοπαὶ τῶν ὑποκειμένων ῥημάτων. | |
10 | Χρῆσον ἡμῖν, ὦ πάτερ, τὴν λύραν τὴν σήν· τὸ σὸν εἰς τὴν σὴν εὐφημίαν δάνεισον πλῆκτρον. Εἰ γὰρ | |
καὶ αἱ χεῖρες ἐλύθησαν τῷ νόμῳ τῆς φύσεως, ἀλλ’ ἡ λύρα διὰ πάσης τῆς οἰκουμένης ἠχεῖ τῷ δώρῳ τῆς χάριτος. Ἐκείνης ἡμῖν τῆς ἀθανάτου γλώττης μετά‐ | 108 in vol. 8 | |
15 | δος· μόνη γὰρ ἡ σὴ γλῶττα τῶν σῶν κατορθωμάτων ἀξία. Διὰ ταῦτα Ἰωάννης Ἰωάννην ἀπείληφεν, ὁ πεπαρρησιασμένος τὸν ζηλωτὴν, ὁ μετὰ θάνατον ἐλέγχων τὸν κηρύττοντα μετὰ θάνατον, ὁ τῆς ἐρήμου πολίτης τὸν πάσης πόλεως σωφρονιστήν. | |
19 | Ἔχεις καὶ | |
20 | ἄλλην πρὸς τοὺς ἀποστόλους συγγένειαν. Πρῶτος παρὰ τοῖς ἁμαξοβίοις Σκύθαις θυσιαστήρια ἔπηξας· καὶ μό‐ λις τῶν ἵππων ἀποπηδήσας ὁ βάρβαρος ἔμαθε γόνυ κάμπτειν καὶ εἰς ἔδαφος ἐξαπλοῦσθαι. Καὶ ὁ τοῖς τῶν αἰχμαλώτων δάκρυσι μὴ καμπτόμενος ἔμαθεν ὑπὲρ | |
25 | ἁμαρτημάτων δακρύειν. Ναὶ μὴν καὶ τὸν τοξότην Πέρ‐ σην ἀντετόξευσας τῷ κηρύγματι, καὶ σιδηροφοροῦντες προσκυνοῦσιν ἐκεῖνοι τὸν σταυρωθέντα· ἐνίκησεν ἡ σὴ γλῶττα Χαλδαίων καὶ μάγων μαγγανευτήρια, καὶ ἡ κεχερσωμένη Περσὶς εὐκτηρίους οἴκους ἐβλάστησεν. Οὐ‐ | |
30 | κέτι τῆς εὐσεβοῦς θρησκείας τὰ Βαβυλῶνος ἀλλότρια. Ταῦτα σε τοῖς ἀποστόλοις συνέταξεν. | |
31 | Ἔτι παρ’ ἡμῖν τὰ σπέρματα τῆς σῆς γλώττης ἀνθεῖ· κἂν Ἰωάννην τις ὀνομάσῃ, πολὺς ὁ ἦχος ἐκκρούεται. Ἡ γὰρ ἐκκλησια‐ στικὴ λύρα τὸ ἀρχαῖον πλῆκτρον ἐπιγινώσκει, καὶ ἀντὶ | |
35 | δακτύλων ἀρκοῦσιν αἱ τοῦ σοῦ ὀνόματος συλλαβαί. Ἔβλεπεν ἡ βασιλὶς πόλις τὰ ἐκ Σηρῶν ὑφάσματα, καὶ διέπτυεν· ἐθεώρει τοὺς ἐξ Ἰνδῶν λίθους, καὶ κατεφρό‐ νει· οὐδὲ τῆς Τύρου τὸ ἁλουργὲς αὐτὴν ἔτερπεν ἄνθος. Πηλίνην ἐπόθει γλῶτταν, ἀθάνατα διδασκαλίας προ‐ | |
40 | χέουσαν νάματα. Εἶδέ σε καὶ Ἔφεσος ἡ ἀρχαία, καὶ νέον Ἰωάννην προσεῖπεν. Εἶδε, καὶ εὐαγγελικῆς ὑπεμνή‐ σθη βροντῆς. Ἐντεῦθεν, ἀγαπητοί, τὸ ῥεῦμα τοῦ | 109 in vol. 8 |
Bibl.273509a | λόγου τραχύνεται· ἀλλὰ μὴ φύγωμεν τὴν τραχύ‐ τητα, τῆς εἰρήνης λοιπὸν ὁδοποιούσης τῷ ῥεύματι. | |
2 | Εἰ γάρ τι πρὸς τοὺς σοὺς ναύτας, ὦ πάτερ, ἀγανακτεῖς, εἴ τι πρὸς τοὺς συμπεπλευκότας λυπῇ, ἐννόησον ὅτι | |
5 | χειμὼν καὶ κλύδων καὶ θάλασσα βρασσομένη ἠνάγκα‐ σεν αὐτοὺς καὶ ἄκοντας τὸν Ἰωνᾶν προσρῖψαι τοῖς κύ‐ μασιν. Οὐκ ἐκείνων μῖσος ἀλλὰ σὸν γυμνάσιον τὸ συμ‐ βάν· οὐκ ἐκείνων πόλεμος ἀλλὰ σὸς ἀγὼν τὰ γενό‐ μενα. Οὐκ ἐκεῖνοι τῆς ἀδελφικῆς ἀπηνέχθησαν ψήφου, | |
10 | ἀλλ’ ἔδει καὶ σὲ τὸν δίαυλον τῶν μαρτύρων δραμεῖν. Ἀπόρρητός τις οἰκονομία σκάμμα σοι καὶ δίαυλον ηὐτρέπισε. Πάντως ἐρρέθη καὶ περὶ σοῦ πρὸς τὸν κοι‐ νὸν ἀντίπαλον τῆς ἀνθρωπότητος «Προσέσχες τῇ δια‐ νοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰωάννου;» καὶ ἑξῆς. | |
15 | Ἐχρεωστεῖτο τῷ λαμπρῷ βίῳ καὶ ἡ λαμπρὰ τελευτή. Ἐπάλαιε μὲν τῷ Ἰὼβ ὁ διάβολος, ἐδόκουν δὲ προσ‐ κρούειν οἱ φίλοι· διὰ τοῦτο ὕστερον ὁ Θεὸς ἐξιᾶται τοὺς φίλους, καὶ τοῖς φίλοις φίλον τὸν Ἰὼβ ἀποδίδωσι. Τοῦτο καὶ νῦν ὥσπερ αἰσθάνομαι γεγονός, ὦ πάτερ· | |
20 | καὶ τὰς δεξιὰς τῶν πατέρων ἀλλήλαις συνεφαπτομέ‐ νας φαντάζομαι. Ἀπέλαβεν Ἰὼβ πολυπλασιασθέντα τὰ κτήματα· ἀπέλαβες καὶ σὺ μετὰ προσθήκης τὴν παρὰ πάντων τιμήν. | |
23 | Τοῦτον τὸν ἔσχατον λόγον ἡ ἐπιγραφὴ ἐν τῷ ἀποστολείῳ εἰρῆσθαι λέγει· τὸ δὲ προ‐ | |
25 | οίμιον αἰνίττεται ὡς ἄλλων προειπόντων ὁ συγγρα‐ φεὺς μετ’ ἐκείνους δημηγορεῖ. Ἔχει γὰρ οὕτως· «Ἐπειδὴ | |
κἀμὲ πρὸς τὸ λέγειν ὁ κύκλος ἀνίστησιν, ἐπειδὴ τὸ σύνθημα πρὸς τὴν κοινὴν χορείαν ἐγείρει, ἐπειδὴ δεῖ κἀμὲ πρὸς εὐφημίαν πατρικὴν ἀνακρούσασθαι μέλος, | 110 in vol. 8 | |
30 | καὶ πολλοὶ μὲν οἱ τὸ ὄφλημα τὸ ἀπαραίτητον ἀπαι‐ τοῦντες, παρ’ ἡμῖν δὲ οὐδὲν τῆς πατρικῆς ἐφάμιλλον ἀρετῆς, χρῆσον ἡμῖν, ὦ πάτερ Ἰωάννη, τὴν λύραν τὴν σήν». | |
Bibl.274509a(35) | Ἀνεγνώσθη Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τοῦ ἐγκωμίου εἰς τοὺς ἁγίους μʹ μάρτυρας. Ἐγκωμιάζονται μάρτυρες οὐχ ἵνα αὐτοὶ τὸν ἔπαινον λάβωσιν, ἀλλ’ ἵνα ἡμεῖς διὰ τῶν ἐπαίνων διαναστῶ‐ μεν πρὸς τὴν μίμησιν. Ἐθλίβησαν καὶ δίκαιοι καὶ | |
40 | ἄδικοι, ἀλλ’ οἱ μὲν εἰς γυμνάσιον δικαιοσύνης, οἱ δὲ εἰς ἔλεγχον ἁμαρτίας. Διὰ τοῦτο τὰ μὲν τῶν δικαίων πάθη θλίψεις ἡ γραφὴ καλεῖ, τὰ δὲ τῶν ἁμαρτω‐ | |
Bibl.274509b | λῶν μάστιγας. | |
1 | «Μακάριοι οἱ ὀφθαλμοὶ ὑμῶν ὅτι βλέπουσι», ἀντὶ τοῦ ὅτι καταμανθάνουσιν. Εἰ γὰρ ἀπὸ τοῦ ὁρᾶν ἦν ὁ μακαρισμός, καὶ οἱ Ἰουδαῖοι τὸν Σωτῆρα ὀφθαλμοῖς ἰδόντες ἐμακαρίζοντο ἄν. Καὶ γὰρ τὸ βλέ‐ | |
5 | πειν παρὰ τῇ γραφῇ τὸ τῷ νοερῷ τῆς ψυχῆς ὄμ‐ ματι καταλαμβάνεσθαι δηλοῖ, καὶ τὸ τὰ βάθη καθο‐ ρᾶν τῆς ἀληθείας. Διὰ τοῦτο καὶ ἐν τοῖς ἀρχαίοις τοὺς προφήτας βλέποντας ἐκάλουν. Μακαρίζει τοίνυν ὁ Σω‐ τὴρ τὰ ὄργανα τῆς ἀρετῆς, κἂν τοῦ σώματος ᾖ, ὀφ‐ | |
10 | θαλμοὺς καλῶς βλέποντας καὶ ὦτα διακριτικῶς ἀκού‐ οντα. Δεῖ γὰρ ἀκούσαντα νοῆσαι καὶ νοήσαντα ὑπακοῦ‐ σαι κατὰ τὸ γεγραμμένον «Ἄκουσον, θύγατερ, καὶ ἴδε, | |
καὶ κλῖνον τὸ οὖς σου» ἀντὶ τοῦ ὑπάκουσον, νόησον. Ὥσπερ δεξαμενὴ σωλῆνι προσκέκλιται ῥέοντι, οὕτως ἡ | 111 in vol. 8 | |
15 | ἀκοὴ τοῦ δικαίου προσκέκλιται τοῦ θείου νόμου τοῖς νά‐ μασι. «Κλινῶ γὰρ εἰς παραβολὴν τὸ οὖς μου». Διὰ τί κλινῶ; Ἐπειδὴ πᾶσα ὑδρία δεχομένη ὕδωρ κεκλι‐ μένῳ τῷ σχήματι δέχεται, διὰ τοῦτο καὶ πᾶσα ἀκοή, δεχομένη τοῦ θείου λόγου τὰ ῥεύματα, προσκεκλίσθαι τού‐ | |
20 | τοις λέγεται. | |
20 | Μακαρίζω τὰς τῶν μαρτύρων πλευ‐ ράς, αἳ τὴν τῆς εὐσεβείας πλευρὰν ἀήττητον ξεόμε‐ ναι ἔδειξαν, τὴν εὐσεβείαν μὴ ἀποσμήξασαι· καὶ γὰρ ἐπλήττοντο ὡς ἐπίπαν τὰς πλευράς, ἐπειδὴ ἀπὸ πλευ‐ ρᾶς ἡ ἁμαρτία ἐβλάστησεν. Ἁμαρτία δὲ οὐχ ἡ γυνή· | |
25 | Θεοῦ γὰρ πλάσμα καὶ αὐτή· ἀλλ’ ὅτι δι’ ἐκείνης ὁδὸν εὗρεν ἡ παράβασις. Ξέονται οὖν οἱ μάρτυρες τὰς πλευ‐ ράς, ἐξ ὧν ἐπήγασεν ἡ ἁμαρτία. Καὶ ὁ Σωτὴρ δὲ διὰ τοῦτο κατὰ τὰς πλευρὰς ἐδέξατο τὴν λόγχην, καὶ ἐξῆλ‐ θεν ὕδωρ καὶ αἷμα, τοῦ κόσμου καθάρσιον καὶ τῆς | |
30 | παλαιᾶς ἐκείνης πληγῆς ἀλεξιτήριον. | |
30 | Ὥσπερ δὲ μέλη δικαίων ἐγκωμιάζονται κατὰ μέρος, οὕτω καὶ μέλη ἀσεβῶν στηλιτεύονται καὶ ταλανίζονται κατὰ μέρος. «Μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρτω‐ λοῦ μὴ σαλεύσῃ με». Ποὺς ὑπερηφανίας ἡ ὁδὸς τῆς | |
35 | ὑπερηφανίας, χεὶρ δ’ ἡ πρᾶξις, οἷον μήτε πρᾶξις ἁμαρτίας μήτε τρίβος προσέλθῃ μοι, μηδὲ προκοπή. Διὸ καὶ Μωϋσῆς οὖς τὸ δεξιὸν τοῦ ἱερέως αἵματι τοῦ ἀμνοῦ χρίει, καὶ τὸ ἄκρον τῆς δεξιᾶς χειρὸς καὶ τοῦ δεξιοῦ ποδός, τὸ μὲν ὡς δοχεῖον τοῦ θείου λόγου μέλ‐ | |
40 | λον ἔσεσθαι, τὴν δὲ ὡς πράξεως δηλωτικήν, τὸν πόδα δὲ ὡς προκοπῆς τῆς ἐπ’ ἀρετὴν καὶ τελειώσεως σύμ‐ | |
βολον. | 112 in vol. 8 | |
42 | Δύο ἐργάζεται ἡ πηγὴ τοῦ εὐαγγελίου, καθαί‐ | |
Bibl.274510a | ρει καὶ ποτίζει, ποτίζει μὲν τὰς διψώσας, καθαίρει δὲ τὰς ῥυπώσας ψυχάς. «Ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς» ἐν τοῖς εὐαγγελίοις ἅπαξ εἴρηται, ὡς ἐνταῦθα, ἡ πολὺς φωνή, καὶ ἐν τῇ παλαιᾷ ἅπαξ | |
5 | πρὸς τὸν Ἀβραάμ, μετὰ τὴν κοπὴν τῶν βασιλέων καὶ τὴν ἀνάρρυσιν τῶν αἰχμαλώτων, καὶ μετὰ τὸ μὴ κα‐ ταδέξασθαι μισθὸν λαβεῖν τῶν πόνων καὶ τῆς κατὰ τῶν αἰχμαλωτισάντων νίκης. Τότε γάρ φησι πρὸς αὐτὸν ὁ Θεός· «Μὴ φοβοῦ, Ἀβραάμ, ὁ μισθός σου πολὺς ἔσται | |
10 | σφόδρα». Κατὰ λέξιν δὲ ἅπαξ καὶ ἅπαξ τὸ πολὺς εἴ‐ ρηται, κατὰ δὲ τὸ σημαινόμενον καὶ πολλάκις. Καὶ γὰρ ὁ Δαβίδ φησιν· «Ἀνταπόδοσις πολλή» ἀντὶ τοῦ μισθὸς πολύς, καὶ ἀλλαχοῦ. Ὅταν δὲ Θεὸς εἴπη «Πολὺς ὁ μισ‐ θός», ἐννοήσας τὸν ἀπαγγελλόμενον ἐννόει καὶ τὸν | |
15 | ἄφατον λόγον τοῦ πολύς. Ἄλλο γάρ ἐστιν εἰπεῖν ἀγρότῃ πολύν, καὶ ἄλλο πολίτῃ· μεῖζον δ’ ἀμφοῖν τοῦ στρα‐ τηγοῦ τὸ πολύ· τὸ δὲ παρὰ τῷ βασιλεῖ πολὺ μυριο‐ πλάσιον τῶν παρ’ ἄλλοις· τὸ δὲ παρὰ Θεῷ πολὺ πο‐ σαπλάσιον ἂν συμπάντων εἴη, οὐδ’ ἐστὶ ῥητόν. Πολὺς | |
20 | οὖν ὁ μισθὸς τῶν μαρτύρων, τῶν ἀδίκως διωκομένων, τῶν συκοφαντουμένων ἕνεκα Θεοῦ, τῶν θλιβομένων, καὶ τῶν ἀνθρωπίνης δόξης ὥσπερ ὁ Ἀβραὰμ καταπα‐ τούντων. Καὶ γὰρ ἐκεῖνος τὴν ἵππον πᾶσαν διδόντων τῶν τῆς Γομόρρας καὶ τῶν Σοδόμων βασιλέων, καὶ τούτοις | |
25 | τιμώντων ἀνθ’ ὧν αὐτοῖς ἀνεσώσατο τῶν γυναικῶν καὶ παίδων τὴν αἰχμαλωσίαν, παρῃτήσατο τὴν παρ’ αὐτῶν δόξαν, μὴ θελήσας τῶν ἰδίων καμάτων παρὰ ἀνθρώπων λαβεῖν τοὺς μισθούς. Διὸ καὶ ἠξιώθη παρὰ | |
Θεοῦ ἀκοῦσαι ὅτι ὁ μισθός σου πολύς. | 113 in vol. 8 | |
30 | Σφαιρωτήρ φησι τὸ παρὰ τοῖς πολλοῖς λεγόμε‐ νον λώριον. Σφαιρωτῆρα δὲ λέγεσθαι διὰ τὸ πολλάκις κυκλοειδὲς ἀπεργάζεσθαι τὸ δέρμα τὸν τεχνίτην, καὶ οὕτω τέμνειν. Τινὲς δέ φασι τὴν κλῆσιν λαβεῖν ἀπὸ τοῦ σφυρὰ τηρεῖν. | |
35 | «Κρινοῦσιν οἱ δώδεκα τὰς δώδεκα φύλας τοῦ Ἰσραήλ». Κρινεῖ καὶ Παῦλος τὴν οἰκουμένην, ὁ κῆρυξ τῆς οἰκουμένης. Οὐ Παῦλος δὲ μόνος, ἀλλὰ καὶ οἱ τὰ ἐκείνου φρονοῦντες. Ἄκουε γὰρ αὐτοῦ λέγοντος ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι· καὶ εἰ ἐν ὑμῖν κρί‐ | |
40 | νεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων. Ἄλλο ἐθνῶν ἐκδίκησις, καὶ ἄλλο λαῶν ἔλεγξις. Ἡ μὲν γὰρ ἐκδίκησις ἐν τοῖς ἀπιστήσασι παντελῶς· λαοὺς δὲ | |
Bibl.274510b | τοὺς μὴ θελήσαντας εἰς ἐπίγνωσιν ἐλθεῖν, ὧν καὶ οἱ ἐλεγμοί· ἀφ’ ὧν ἐκδίκησιν οὐκ εἰσπράττει (ἡ γὰρ εἴσπραξις τῶν ἐχθρῶν), ἀλλ’ ἐλέγχει ὡς δεσπότης, τὰ ἁμαρτήματα ἀνακρίνων. | |
5 | Ὅταν ἐξέλθῃ ψυχὴ δικαίου ἐντεῦθεν, παραπέμπεται διὰ χειρῶν ἀγγέλων, καὶ παριστῶσιν αὐτὴν ἐν τῇ βα‐ σιλίδι πόλει, ἥτις ἐστὶν ἡ ἄνω Ἱερουσαλήμ. | |
7 | Εἰς τὴν ἀποτομὴν Ἰωάννου τοῦ βαπτιστοῦ. | |
8 | Ἐπιγράφεται μὲν Χρυσοστόμου, οὐκ ἐμοὶ δοκεῖ δέ· | |
10 | τοῖς τε γὰρ ἐνθυμήμασι καὶ τῇ πείρᾳ τῆς γραφῆς πολὺ τὸ ἐνδεὲς τῶν ἄλλων αὐτοῦ λόγων ἀποφέρεται. Πλήν τινα καὶ ἐξ αὐτοῦ παρεξεβλήθη. Ἔστι δὲ αὐτοῦ καὶ ἡ λέξις χυδαία καὶ τῆς ἐκείνου παραλλάττουσα. Ὦ πράγματος ἀλλοκότου; Ἰωάννης τὴν δεδεμένην | |
15 | αὐτοῦ ψυχὴν τῇ σειρᾷ τῆς ἁμαρτίας διὰ τοῦ ἐλέ‐ γχου λύειν ἐβούλετο, κἀκεῖνος τὸν λύοντα ἐδέσμει. | 114 in vol. 8 |
16 | Τοῦ αὐτοῦ ἐπιγράφεται λόγος εἰς τὴν αὐτὴν ὑπόθεσιν, καὶ ἔστι κατὰ πάντα ὁμοίως ἔχων τῷ πρὸ αὐτοῦ. | |
18 | Ἰουδαίοις ἐπιτέτραπται γυναῖκα μετὰ θάνατον καὶ | |
20 | ἄπαιδα τοῦ ἀδελφοῦ ἄγεσθαι, τὴν πρὸς τὰ ἔθνη κωλύων ἐπιγαμίαν, ἔθος ἔχουσαν τοῖς εἰδώλοις προστρέχειν. Ὡς κουφότερον οὖν τῆς εἰδωλολατρείας ὁ τοιοῦτος γάμος τοῖς Ἰουδαίοις συγκεχώρητο. | |
23 | Ὠρχήσατο ἡ θυ‐ γατὴρ Ἡρωδιάδος. Ἀξία τῆς ἑορτῆς ἡ τιμή, ἡ | |
25 | τέρψις τῆς πανηγύρεως. Μεθ’ ὅρκου ὡμολόγησεν αὐτῇ ὅ τι ἂν αἰτήσηται· καὶ τοῦτο προσθήκη τῶν αἰσχρῶν βαρυτέρα, ὅρκος ἀδιόριστος, καὶ οὗτος δι’ ὄρχησιν. Τὴν βασιλικὴν αὐθεντίαν τοῖς ποσὶ τῆς κόρης ὁ μάταιος ὑπέταξεν· ἔδωκε τὴν τῆς βασιλείας ἀξίαν πατηθῆναι· | |
30 | ὑφ’ ἧς ὅρκῳ γέγονε δέσμιος ὁ τῆς ἐπιθυμίας αἰχμάλωτος. Ἄκων λοιπὸν τῷ τῆς κόρης δεδούλωται νεύματι, μᾶλλον δὲ τῷ τῆς Εὔας πάλιν ὁ ἄνθρωπος ὑποπίπτει δελεάσματι. Δεινὸν τὸ τῆς αἰτήσεως τόλ‐ μημα, κεφαλὴν δικαίου λαβεῖν ἐπὶ πίνακι, καὶ τέρψει | |
35 | ἀνταλλάξασθαι πένθος, καὶ τάφον καταστῆσαι τὴν τρά‐ πεζαν. Ἔκθεσμον, ἄθλιε, δοῦναι φόνον μισθὸν ἔδει τῇ ὀρχήσει, καὶ θάνατον μέθῃ τέρψιν χαρίσασθαι; Ὅρκος σε κατέχει· ἀλλὰ φόνος κωλύει. Ὑπόσχεσιν ἀπαιτεῖ· ἀλλ’ ἴσην ὀρχήσει οὐχ ἧς ἀντάξιος οὐδ’ ὁ κόσμος. | |
40 | Ξένον τοῦ Ἡρώδου τὸ δικαστήριον· τράπεζα καὶ μέθη καὶ ὄρχησις ἐδίκαζεν. Ὦ δικαιοσύνης τολμώσης παράνο‐ μα; εὐορκεῖν ὑποκρίνεται, καὶ φονεύειν οὐκ αἰσχύνεται. | |
Bibl.274511a | Εἴθε καλῶς ἐπιώρκησας καὶ μὴ παρανόμως εὐώρκη‐ σας. Ὦ συμπόσιον δικαίου κιρνῶν θάνατον; ὦ συμ‐ πόσιον νομοφύλακος οἰνοχοούμενον αἵματι; | 115 in vol. 8 |
3 | Τοῦ αὐτοῦ εἰς τὴν αὐτὴν ὑπόθεσιν. | |
4 | ||
5 | Ἔοικε δ’ οὗτος ὁ λόγος συγγενὴς εἶναι τῶν τοῦ Χρυσοστόμου λόγων, οὐκ ἔστι δέ, οὐδὲ συνεχῆ τὸν νοῦν ἐκείνοις ἐνδεικνύμενος, ὥσπερ οἱ δύο ἐκεῖνοι τὴν πρὸς ἀλλήλους σχέσιν καὶ ἀλληλουχίαν διασῴζουσιν, ἀλλ’ ἀπ’ ἀρχῆς ἰδίας προέρχεται. | |
10 | Ἰωάννην ἀνευφημήσω, καὶ τὴν ἐκείνου σοφίαν πᾶ‐ σιν ὑμῖν γνώριμον καταστήσω. Ἰωάννην τὸν μερισά‐ μενον μετὰ τοῦ Πατρὸς τὸ τοῦ Μονογενοῦς κήρυγμα. Καὶ γὰρ ὁ μὲν «οὗτός ἐστιν (ἄνωθεν ἐμαρτύρει) ὁ Υἱός μου ὁ ἀγαπητός», ὁ δὲ κάτωθεν «Ἰδὲ ὁ ἄμνος τοῦ Θεοῦ, ὁ αἴ‐ | |
15 | ρων τὴν ἁμαρτίαν τοῦ κόσμου». Καὶ ὁ μὲν Πατὴρ διὰ τῆς περιστερᾶς τὸν ἀγαπητὸν ὑπεδείκνυεν, ὁ δὲ τῇ χειρὶ τὸν τῆς οἰκουμένης λυτρωτὴν ἐνεφάνιζεν. Ἐχρῆν φωνῆς γεννηθείσης τὸν λόγον λυθῆναι τοῦ πατρός. Ἐπειδὴ γὰρ οὐκ ἐπίστευσεν ὁ Ζαχαρίας ὅτι λύεται τῆς | |
20 | Ἐλισάβετ ἡ στείρωσις, ἐδέθη τὸ ὄργανον τῆς γλώσ‐ σης, ἵνα μὴ προέλθῃ λόγος ἐξ ἀπίστου στόματος· ἐπεὶ δ’ ἐλύετο ἡ στείρα καὶ προῆλθεν ἡ φωνή, ἐλύθη καὶ ἡ τοῦ Ζαχαρίου γλῶσσα καὶ προήρχετο ὁ λόγος. Ὦ φωνῆς ἀεννάου καὶ μετὰ θάνατον τὴν οἰκουμένην περιηχούσης; | |
Bibl.275511a(26) | Ἀνεγνώσθη Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύ‐ μων, εἰς Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου καὶ Δαβὶδ τὸν θεοπάτορα. | |
Εἰ μὴ ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὁ Σωτὴρ ἡμῶν | 116 in vol. 8 | |
30 | ὑπήκοος μέχρι θανάτου οὐκ ἂν οἰκέται συγγενεῖς ἐχρη‐ μάτιζον, οὐκ ἂν ὁ πηλὸς πατὴρ τοῦ κεραμέως ἐλέ‐ γετο. Ἐν τῇ Σιὼν τὴν Βηθλεὲμ ὡς παροῦσαν ἀσπά‐ ζομαι, ἐν τῇ θυγατρὶ τὴν μητέρα βλέπω. Ἐν σοὶ δᾳ‐ δοῦχος ἀστὴρ εἷς ἀνήφθη, ἐν ταύτῃ δὲ πολλοί. Ἐκεῖ‐ | |
35 | νος τοὺς μάγους ὡδήγησεν, αὕτη Πάρθους καὶ Μήδους καὶ Ἐλαμίτας καὶ τοὺς ἐξ ἐθνῶν πάντων τῷ φωτὶ τῆς ἀστραπῆς ἐδᾳδούχησε. Σὺ γάλα ἕλκεις ἐκ μασθῶν παρ‐ θενικῶν, αὕτη Πνεῦμα ἐκ κόλπων κατάγει πατρικῶν. Σὺ τὸν ἄρτον ἐζύμωσας, ἀλλ’ ἡ Σιὼν δεῖπνον ἀνέ‐ | |
40 | δειξε· σὺ τὸν μόσχον ἐπὶ τῆς φάτνης ἔθρεψας, ἀλλ’ ἡ Σιὼν εἰς τὸν βωμὸν ἀνήγαγε· σὺ τὸν Ἰησοῦν ἐν τοῖς σπαργάνοις ἔκρυψας, αὕτη δὲ τῷ Θωμᾷ τὴν πλευρὰν | |
Bibl.275511b | βουληθέντι ψηλαφῆσαι ἐγύμνωσε· σὺ παρθένον ἔχεις τίκτουσαν κεκλεισμένων τῶν ὀργάνων τῆς φύ‐ σεως, αὕτη παστάδα κεκλεισμένων τῶν θυρῶν ἔνδον τὸν νυμφίον δεχομένην καὶ ἔχουσαν. | |
4 | Πῶς ἐγκωμιάσω | |
5 | τὸν τοῦ Χριστοῦ δοῦλον καὶ ἀδελφόν, τὸν τῆς νέας Ἱε‐ ρουσαλὴμ ἀρχιστράτηγον, τὸν τῶν ἱερέων ἡγεμόνα, τῶν ἀποστόλων τὸν ἔξαρχον, τὸν ἐν κεφαλαῖς κορυφήν, τὸν ἐν λύχνοις ὑπερλάμποντα, τὸν ἐν ἄστροις ὑπερφαί‐ νοντα; | |
9 | Πέτρος δημηγορεῖ, ἀλλ’ Ἰάκωβος νομο‐ | |
10 | θετεῖ καὶ ὀλίγαι λέξεις τὸ τοῦ ζητήματος συνέστειλαν μέγεθος. «Ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν» καὶ ἑξῆς. Ἐγὼ κρίνω, οὗ τὴν κρίσιν ἀθετεῖν οὐ θέμις οὐδὲ φαυλίζειν τὸ ψήφισμα· ἐν ἐμοὶ γὰρ ὁ πάντων κριτὴς καὶ νεκρῶν καὶ ζώντων φθέγγεται. Ἐμὸν | |
15 | τὸ ὄργανον, ἀλλ’ ὁ τεχνίτης ὑπὲρ ἐμέ. Ἐγὼ τὴν γλῶσ‐ | |
σαν παρέχω, ἀλλ’ ὁ Δημιουργὸς Λόγος τὸν λόγον χο‐ ρηγεῖ. Μὴ τῷ καλάμῳ, τῷ δὲ γράφοντι πρόσεχε. Τὴν ἀκοὴν ὑπακοὴ διαδεχέσθω. | 117 in vol. 8 | |
18 | Μοδέστου ἀρχιεπισκόπου Ἱεροσολύμων εἰς | |
20 | τὰς μυροφόρους. | |
20 | Τὸν ἕβδομον ἀριθμὸν καὶ ἐπὶ τῆς ἀρετῆς καὶ ἐπὶ τῆς κακίας εὑρίσκομεν τὴν γραφὴν παραλαμβάνουσαν. Εἰκότως οὖν τὴν Μαρίαν ἐκλέγεται τὴν Μαγδαληνὴν ὁ Σωτήρ, ἀφ’ ἧς ἐκβεβλήκει δαιμόνια ἑπτά, ἵνα τὸν ἄρ‐ | |
25 | χοντα τῆς κακίας δι’ αὐτῆς ἀπελάσῃ τῆς ἀνθρωπί‐ νης φύσεως. | |
26 | Ὅτι φησίν, αἱ ἱστορίαι τὴν Μαγδα‐ ληνὴν ταύτην διὰ βίου παρθένον διδάσκουσι. Καὶ μαρ‐ τύριον δὲ αὐτῆς φέρεται, ἐν ᾧ λέγεται διὰ τὴν ἄκραν αὐτῆς παρθενίαν καὶ καθαρότητα ὡς ὕαλον αὐτὴν κα‐ | |
30 | θαρὸν τοῖς βασανισταῖς φαίνεσθαι. Ὅτι φησί, μετὰ τὴν κοίμησιν τῆς Δεσποίνης ἡμῶν Θεοτόκου πορευ‐ θεῖσα εἰς Ἔφεσον πρὸς τὸν ἠγαπημένον μαθητήν, ἐκεῖσε τὸν δρόμον τὸν ἀποστολικὸν διὰ τοῦ μαρτυρίου ἡ μυροφόρος Μαρία ἐτελείωσε, μὴ θελήσασα μέχρι | |
35 | τῆς τελευτῆς χωρισθῆναι τοῦ παρθένου καὶ εὐαγγελιστοῦ Ἰωάννου. | |
36 | Ὥσπερ, φησίν, ἡ ἀπαρχὴ τῶν ἀποστόλων Πέτρος ὠνομάσθη διὰ τὴν ἀσάλευτον πίστιν ἣν εἶχεν ἐπὶ Χριστὸν τὴν πέτραν, οὕτω καὶ αὕτη ἀρχηγὸς τῶν μαθητριῶν γενομένη διὰ τὴν καθαρότητα αὐτῆς καὶ | |
40 | τὸν πόθον ὃν εἶχεν εἰς αὐτὸν Μαρία ὁμωνύμως τῇ Μητρὶ παρὰ τοῦ Σωτῆρος προσηγόρευται. | |
41 | Ὥσπερ τῷ Δεσπότῃ τῶν μαθητῶν ἠκολούθει ὁ χορός, οὕτω τῇ Δεσ‐ | |
Bibl.275512a | ποίνῃ καὶ Μητρὶ τοῦ Κυρίου τῶν μαθητευομένων γυναικῶν ὁ χορός. Ἐθαύμαζον γάρ, φησί, ποτε οἱ μα‐ θηταὶ ὅτι μετὰ γυναικὸς ἐλάλει, δῆλον ὡς οὐκ οὔσης τοιαύτης συνηθείας τῷ Κυρίῳ, ἀλλὰ τὸν εὐαγγελικὸν | 118 in vol. 8 |
5 | δρόμον τῆς Μητρὸς τοῦ Δεσπότου συνεξανυούσης τῷ Υἱῷ καὶ Δημιουργῷ. Καὶ αὗται συνακολουθοῦσαι αὐτῇ τῷ κοινῷ Δεσπότῃ ἐκ τῶν ὑπαρχόντων ἐν τοῖς ἀναγκαίοις καὶ τοῖς μαθηταῖς διηκόνουν. | |
8 | Ἀνεγνώσθη τοῦ αὐτοῦ ἐπιγραφὴν ἔχων «Ἐγκώμιον | |
10 | εἰς τὴν κοίμησιν τῆς παναγίας Θεοτόκου». Πολύστιχος μὲν ὁ λόγος, οὐδὲν δ’ ἀναγκαῖον οὐδὲ τοῦ προγεγραμ‐ μένου λόγου οἰκεῖον καὶ συγγενὲς ἐπιδεδειγμένος. | |
12 | Μοδέστου ἀρχιεπισκόπου Ἱεροσολύμων ἐκ τοῦ εἰς τὴν ὑπαπαντήν. | |
14 | ||
15 | Καὶ ἡ τὸν ἑβδομήκοντα χρόνον σαββατίσασα μετὰ ἀνδρὸς Ἄννα, προσευχαῖς καὶ νηστείαις προσκαρτεροῦσα, ὀγδοήκοντα καὶ τεσσάρων ἐτῶν ὑπάρχουσα, τὴν ἐκ τῶν τεσσάρων στοιχείων νικήσασα σάρκα, καὶ τὸν νοῦν κα‐ θάρασα πρὸς ὑποδοχὴν Πνεύματος ἁγίου, καὶ ταῖς | |
20 | γενικαῖς ἑαυτὴν ἀρεταῖς κατακοσμήσασα, τὸν τῆς ὀγδοηκοντάδος παρέδραμε καιρόν, καὶ εὗρεν ἐν τῷ ναῷ τὸν Σωτῆρα τοῦ μέλλοντος αἰῶνος ἐν ἀγκάλαις βασταζόμενον. | |
23 | Εἰκότως ὡς αἰτίας τῆς ἐναμαρτήτου ἡδονῆς τὰς θυγατέρας τῆς Εὔας προσφέρειν ὁ νόμος | |
25 | προσέταξεν ὑπὲρ τοῦ καθαρισμοῦ αὐτῶν τὴν θυσίαν τῶν δύο τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν, δηλοῦν‐ τος τοῦ νόμου ὅτι δεῖ τὸν προσερχόμενον Θεῷ καθα‐ ρεύειν καὶ ψυχῇ καὶ σώματι καὶ ἀκακίας ἔχεσθαι. | |
Ὁ Χριστὸς πληρωτής ἐστιν, οὐκ ὀφειλέτης νόμου. Εἰς | 119 in vol. 8 | |
30 | πτῶσιν δὲ καὶ ἀνάστασιν κεῖται, πτῶσιν μὲν τῆς ἁμαρ‐ τίας, ἀνέγερσιν δὲ τῆς δικαιοσύνης, καὶ εἰς σημεῖον ἀντιλεγόμενον τοῖς κυριοκτόνοις Ἰουδαίοις τοῖς λέγου‐ σιν· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύομέν σοι» καὶ «Σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διε‐ | |
35 | λεύσεται ῥομφαία, ὅπως ἀποκαλυφθῶσιν ἐκ πολ‐ λῶν καρδιῶν διαλογισμοί», ὅτι μήτηρ εἶ κατὰ ἀλή‐ θειαν πάσχουσα τὰ μητρὸς ὑπὲρ τοῦ τέκνου καὶ Θεοῦ, τοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκί. | |
Bibl.276512a(40) | Ἀνεγνώσθη τοῦ μακαρίου Νείλου ἐκ τοῦ εἰς τὸ Πάσχα λόγου πρώτου· οὗ ἡ ἀρχή· «Ἀναστάσεως λόγοις τὴν τῆς ἀναστάσεως ἡμέραν τιμήσωμεν». | |
Bibl.276512b | Ψυχή τίς ἐστι δευτέρα τοῖς ἀνθρώποις ἡ ἀνάστα‐ σις, πρὸς τὰς τῆς ἀρετῆς διεγείρουσα πράξεις. Κἂν ταύτην τῶν ἀνθρώπων ἀνέλῃς, νεκρὸν πρὸς πράξεις ἀρετῆς ἀπειργάσω τὸ σῶμα. Ὡς οὖν ὑπὲρ βλάβης κοι‐ | |
5 | νῆς πρὸς τὸν ὑπὲρ τῆς ἀναστάσεως ὁπλισώμεθα πό‐ λεμον, ὅλην λαβόντες ἡμῖν συνοπλιζομένην τὴν κτί‐ σιν. Ἐπιστρατεύει γὰρ οὐρανὸς μεθ’ ἡμῶν τοῖς ἀπίστοις· ὃν γὰρ ἐξ ἀναστάσεως Δεσπότην ἐδέξατο, τῇ τῆς ἀνα‐ στάσεως βλέπει συναθετούμενον δόξῃ. Κοινωνήσει προ‐ | |
10 | θύμως ἡμῖν τοῦ πολέμου καὶ γῆ· συκοφαντουμένην γὰρ τὴν ἀνάστασιν οἶδεν, ἀφ’ ὧν πολλάκις νεκροὺς ὑπ’ αὐ‐ τῆς ἀφῃρέθη. Διὰ τοῦτο καὶ Παῦλος τὸν τῆς ἀναστά‐ σεως τῇ κτίσει περιτίθησιν ἔρωτα· «Ἡ γὰρ ἀποκαρα‐ δοκία τῆς κτίσεως, φησί, τὴν ἀποκάλυψιν τῶν υἱῶν | |
15 | τοῦ Θεοῦ ἀπεκδέχεται». Καθάπερ γὰρ πόλις βασιλικῆς | |
ἐπιδημίας δεξαμένη προδρόμους πρὸς τὴν ἐκείνης ὅλη παρουσίαν ἐπτέρωται, οὕτω καὶ τῆς ἀναστάσεως ὥσπερ τινὸς βασιλίδος τῇ κτίσει προκηρυχθείσης ὅλη πρὸς τὴν ἐκείνης παρουσίαν συντέτακται. Καὶ μὴ θαυμάσῃς | 120 in vol. 8 | |
20 | τὸν τῆς ἀναστάσεως ἐγκείμενον τῇ κτίσει διδασκόμε‐ νος πόθον· τροφὸς γάρ τις τῶν ἀνθρώπων ὑπάρ‐ χουσα σπεύδει τὴν ἐπαγγελθεῖσαν ἰδεῖν βασιλείαν. Καὶ τὸ βραδὺ τῶν μελλόντων οὐκ ἐκλύει τῇ τροφῷ τὰς ἐλπίδας· ἔχει γὰρ ἀεὶ συνόντα αὐτῇ τὰ τῆς ἀνα‐ | |
25 | στάσεως σπέρματα, ὧν τοὺς κόκκους ἀναδείκνυσι ζῶν‐ τας, τῆς τῶν νεκρῶν σωμάτων ἐγέρσεως ἐν μικροῖς ἡμῖν βεβαιοῦντας τὰς ἐλπίδας. Θάπτονται μὲν γὰρ ἐν αὐτῇ, ὡς ὁρῶμεν, τῶν σπερμάτων οἱ κόκκοι, τῶν αὐ‐ λάκων ἀντὶ τάφων γινομένων τοῖς σπαρεῖσιν· ἡ δὲ | |
30 | λαβοῦσα τὰ σπέρματα μιμεῖται τὰ μνήματα, καὶ σήπει τὸν κόκκον ὡς τάφος τὸ σῶμα, καὶ δεξαμένη ζῶντα καταφθείρει νεκρότητι, μέσην τε σαφῶς τὴν τοῦ κόκ‐ κου διασήψασα καρδίαν ἄχρηστον καὶ μύρμηξιν εἰς τροφὴν ἀπεργάζεται. Ὥσπερ δέ τινα σύλληψιν τὴν φθο‐ | |
35 | ρὰν κτησαμένη, κυοφορεῖ νεκρωθέντα τῇ σήψει τῶν σπερμάτων τὰ ἔμβρυα· καὶ γίνεται μήτηρ ζωῆς τοῖς κόκκοις ἡ νέκρωσις, καὶ θάνατος τόκου πατὴρ ἀνα‐ δείκνυται. | |
38 | Καινὸς οὗτος τῇ γῇ τῶν ὠδίνων ὁ νόμος· ἂν μὴ γένηται νεκρὸν τὸ βρέφος, οὐ πλάττεται· ἂν ζῇ, οὐ | |
40 | μορφοῦται. Ταύτῃ ἄρα καὶ μύρμηκες τετμημένους τοὺς κόκκους εἰς γῆν ἀποτίθενται, τῇ τομῇ τὴν ἀπὸ τῆς νε‐ κρώσεως βλάστησιν κωλύοντες· ἔδει γὰρ καὶ μυρμήκων | |
Bibl.276513a | φύσιν μαρτυρῆσαι τῇ γῇ μετὰ φθορὰν γεννώσῃ τὰ σπέρματα. Καὶ σκόπει μοι τῆς ὠδῖνος τὸ θαῦμα. Λα‐ βοῦσα μόνον τὸν κόκκον φθορᾷ παραδίδωσι, φθαρέν‐ τα δὲ πολλοστὸν ἀναθάλλει πρὸς ποικίλα τὸν κόκκον | |
5 | σχηματίζουσα μέλη. Τὴν καλάμην τοῖς στάχυσιν ἀντ’ ὀστέων ἐντίθησι, καὶ λεπτὸν ἔξωθεν οἷον ἀντὶ δέρμα‐ τος καθυφαίνει χιτῶνα· δεσμοῖς κάτω τὴν ῥίζαν ὡς νεύροις τισὶ καὶ φλεψὶ περισφίγγει, ἀντ’ ὀνύχων τοῖς κόκκοις ἐμπηγνῦσα τὰς μαχομένας τοῖς πτηνοῖς τῶν | 121 in vol. 8 |
10 | ἀσταχύων ἀκίδας. | |
10 | Πῶς ἅπασι τούτοις ἐξ ἑνὸς κόκκου φθαρέντος ἡ γέννησις; Τοῦτο τῆς ἀναστάσεως θαυμα‐ στότερον. Τότε μὲν γὰρ οὓς ἔλαβεν ἡ κτίσις νεκροὺς ἀνα‐ δίδωσι, νῦν δὲ πολλοὺς ἀνθ’ ἑνὸς νεκρωθέντος εἰς ἀνα‐ γέννησιν κόκκους προβάλλεται. Ὦ τῆς Ἑλλήνων ἀνιάτου | |
15 | φρενοβλαβείας; Βλέπουσι τὴν γῆν γεωργῷ διδοῦσαν ἃ μὴ παρέλαβε· τῷ Κτίστῃ δὲ ταύτην ἀποδώσειν οὓς αὐ‐ τῇ παρακατέθετο οὐκ ἐλπίζουσι. Διὰ τοῦτο καὶ Παῦλος τῷ τῶν σπερμάτων παραδείγματι χρῆται, καίτοι γε λαμπρότερον ἔχων παράδειγμα τὴν ἐκ μήτρας τῶν | |
20 | ἀνθρώπων πρόοδον. Πλάττεται μὲν γὰρ ὡς ἐν τάφῳ τῇ μήτρᾳ οὐχ ὑπάρχον τὸ βρέφος, τοῖς παρὰ τῆς φύσεως δὲ ἐνειλημένον σπαργάνοις προσέοικε νεκρῷ δεδεμένῳ κειρίαις. Κέκλεισται μὲν γὰρ τὸ βλέμμα νεκρῶν ἀκρι‐ βέστερον, ἄπρακτον ἐν τῇ νηδύϊ τὸ στόμα, χεῖρες καὶ πό‐ | |
25 | δες ὡς ἐν σορῷ τῇ γαστρὶ συνεκτέτανται. Τάφος ἀκρι‐ βὴς τοῖς ἐμβρύοις ἡ μήτρα, τάφος οὐδὲ τῆς τῶν μνη‐ μάτων δυσωδίας ἐλεύθερος. Τηλικούτῳ δὴ τὸ βρέφος ἐμμορφούμενον μνήματι, τῷ τοῦ μορφοῦντος ἕπεται κα‐ λούμενον νεύματι. Τί δὴ τοσοῦτον ὁ μακάριος Παῦλος | |
30 | κεκτημένος παράδειγμα σιγᾷ μὲν τὴν ἐν τῷ τάφῳ τῆς μήτρας εἰς ζωὴν πλαστουργίαν, σπερμάτων δὲ τύ‐ ποις βεβαιοῖ τὴν ἀνάστασιν; Ἤιδει ζῶσαν τῇ νηδύϊ τὴν τὰ βρέφη σπορὰν διαπλάττουσαν, ἐζήτει δὲ νεκρῶν τι‐ νῶν ὁρατῶς ἀναζώντων εἰκόνα, καὶ διὰ τοῦτο ἀπέβλεψε | |
35 | πρὸς τὰ σπέρματα. Οἱ γὰρ κόκκοι μετὰ τὴν ἐκ σήψεως νέκρωσιν καὶ φθορὰν καὶ ἀναζῶσι, καὶ γίνονται τῆς τῶν νεκρῶν ἀναβιώσεως ἐναργέστατον σύμβολον. | 122 in vol. 8 |
37 | Ἀδι‐ κεῖς τὴν ψυχὴν συνηγορίας προσχήματι, καὶ τῇ πρὸς τὸ σῶμα μάχῃ κατ’ ἐκείνης ὁπλίζῃ. Τὰς γὰρ τῶν πρατ‐ | |
40 | τομένων ἀμοιβὰς μὴ μερίζων τῇ ψυχῇ καὶ τὴν τῆς σαρκὸς ὡς μόνῃ πλημμελούσῃ τιμωρίαν συνεισάγεις. Εἰ γὰρ ψυχῆς μόνης αἱ τῶν πόνων καὶ ἀνδραγαθημά‐ | |
Bibl.276513b | των ἀμοιβαί, δῆλον ὅτι καὶ ὧν ἥμαρτεν ὁ ἄνθρωπος αἱ τιμωρίαι. Ἀλλ’ ὅρα μὴ σώματι καὶ ψυχῇ καθίζῃς κατ’ ἀλλήλων κριτήριον. Σῶμα μὲν γὰρ εἰκότως κατα‐ βοήσεται ψυχῆς, τῶν κατορθωμάτων αὐτοῦ τὰς τιμὰς | |
5 | ἁρπαζούσης, ψυχὴ δ’ αὖ σώματος, τὰς ὀφειλομένας πληγὰς ἐκείνῳ μόνη εἰσπραττομένη. Μᾶλλον δ’ ἑκά‐ τερον αὐτῶν παροξύνεις κατὰ τοῦ κριτοῦ, τὸ μέν, οἷς δέον ἔχειν ἀμοιβὰς ὧν ἐστέρηται, τὴν δέ, ὧν οὐχ ὑπαί‐ τιος, δέον μηδ’ εὐθύνεσθαι οἷς εἰσπράττεται. Σώματί με | |
10 | συνῆψας ὦ Δέσποτα, τὴν ἀσώματον, καὶ μόνῃ τὰς ἐπὶ γῆς οὐκ ἐπίστευσας πράξεις, καὶ παρὰ μόνης ἀπαιτεῖς τὰς εὐθύνας. Καὶ δίδωμι δίκας ὧν αἱ πράξεις τοῦ σώματος, μέθης, πορνείας, γαστριμαργίας. Ποῦ γὰρ ταῦτα ψυχῆς, ὥσπερ φθόνος τυχὸν ἢ δόξης ἀσέβεια; | |
15 | Ὥσπερ γὰρ οὐ σώματος ταῦτα, οὕτως οὐδ’ ἐκεῖνα ψυ‐ χῆς, εἰ καὶ χωρὶς θατέρου θάτερον ἀργὸν πρὸς ἑκά‐ τερα. Τὸ σῶμα δ’ ἂν ἄλλα τε φαίη δίκαια, καὶ ὡς ἐγὼ τὴν ὑπέρ σου τελευτήν, ἀλλ’ οὐχ ἡ ψυχὴ δέχεται. Οὐδὲ γὰρ πέφυκεν. Ἐμὸν τὸ πονεῖν διὰ τοὺς σοὺς νόμους, | |
20 | νηστείαις, ἀγρυπνίαις· διὰ τῶν ἐμῶν μελῶν ἡ παρθε‐ νία. Πῶς οὖν οὐκ ἄδικον, ἐμῶν τῶν ἄθλων ὄντων, τὴν | |
ψυχὴν χωρὶς ἐμοῦ λαμβάνειν τὰ ἔπαθλα; Τίς λύσις αὐτῶν καὶ δίκης; Κοινὸς ὁ μισθός, κοιναὶ αἱ ποιναί, ὅτι κοιναὶ αὐτῶν αἱ πράξεις, κἂν ἐπ’ ἐνίων τὸ ἕτε‐ | 123 in vol. 8 | |
25 | ρον τοῦ συγκρίματος πλεονεκτῇ τοῦ ἑτέρου, καὶ τὴν συ‐ ζευχθεῖσαν ἀπ’ ἀρχῆς εἰς κοινοὺς πόνους δυάδα δεῖ ὁμολογεῖν καὶ εἰδέναι κοινῶν καὶ τῶν στεφάνων ἀπολαύειν ἐφ’ οἷς νενίκηκε, καὶ εἰς κοινὰς ἀπάγεσθαι τιμωρίας ὧν ἐπλημμέλησε. | |
29 | ||
30 | Τοῦ αὐτοῦ, ἐκ τοῦ εἰς τὸ Πάσχα λόγου δευτέρου. | |
30 | Ἀνάστασις τῆς τοῦ Κυρίου προνοίας τὸ κεφάλαιον· τοῦ κεφαλαίου δὲ ψυχὴ μνημονεύουσα, καὶ τῇ περὶ τὸν εὐεργέτην εὐχαριστίᾳ συζῶσα, ταῖς τοῦ ἐχθροῦ δυσάλω‐ τος γίνεται πάγαις. Ἀνάβηθι πρὸς τὴν τῶν ἀνθρώ‐ | |
35 | πων ἀρχαιογονίαν, καὶ τὴν τῆς ἀναστάσεως σκιαγρα‐ φίαν εὑρήσεις. Ἡ μὲν γὰρ τῶν ἀλόγων φύσις ἔμψυχος δεδημιούργηται, τῷ σώματι τῆς ψυχῆς συγκατασκευα‐ σθείσης· ἄψυχος δὲ ὁ Ἀδὰμ πηλοῦ διαπλασθέντος με‐ μόρφωται, εἶτα ἡ ψυχὴ τῷ ἐμφυσήματι μεμόρφωται, | |
40 | μᾶλλον δὲ ἀληθῶς εἰπεῖν, ἐπεισάγεται, καὶ τὴν ἐκ νε‐ κρῶν εὐθέως ὁ Πλάστης προοιμιάζεται ἔγερσιν. Καὶ οὐδ’ ἐκ στερεᾶς τὸν πρωτόπλαστον συντίθησιν ὕλης, ἀλλὰ τῆς | |
Bibl.276514a | γῆς τὸ χνοῶδες χαλκεύει πρὸς μόρφωσιν, πείθων ἐκ προοιμίων τὸν ἄπιστον ὅτι, κἂν χοῦς ᾖ νεκρὸς καὶ ἀκίνητος, ῥᾷον ἡ ψυχὴ πρὸς ἀνάστασιν ἄγει καὶ τὸ μηδ’ ἴχνη μήτε λαβὸν μήτε φέρον ζωώσεως κοινωνὸν ποι‐ | |
5 | εῖται ζωηφόρου συμβιώσεως. Οὐ γὰρ φθορᾶς τὸ σῶμα διέπλασε παρανάλωμα, ἀλλὰ χρόνῳ τινὶ λύσει παρα‐ δίδωσι, τὴν ἐκ τῆς ἁμαρτίας τοῦ σκεύους καθαίρων τε καὶ ἐξιώμενος κάκωσιν· καὶ τῇ παρὰ τῆς ἁμαρ‐ | |
τίας εὑρὼν σεσαθρωμένον θνητότητι, τῷ τοῦ θανάτου | 124 in vol. 8 | |
10 | διαλύει χωνευτηρίῳ, καὶ λύσας πρὸς νεόπλαστον σκεῦος τὸ σαθρωθὲν ἀναπλάττει. Καὶ μὴ θαυμάσῃς ὡς λο‐ γισμῶν ἀνωτέραν τὴν τῶν νεκρῶν ἀναχάλκευσιν. Το‐ σαύτη γὰρ πρὸς ἀγαλματοποΐαν ἡ τέχνη τοῦ Πλάστου, ὡς καὶ φύσιν ὕδατος εἰς ἀνδριάντας ἐν γαστρὶ δια‐ | |
15 | πλάττειν. | |
15 | Τοῦτο μοι παραδοξότερον τοῦ περὶ τὴν ἀνά‐ στασιν θαύματος. Ἐκεῖ μὲν γὰρ ἐκ χοὸς νεκρὸς πηλουρ‐ γεῖται, καὶ τὸ σκεῦος ὁ κεραμεὺς ἐκ τῆς γῆς ἀνα‐ πλάττει, σύμφωνά πως ταῖς παρ’ ἡμῖν ἐνδεικνύμε‐ νος τέχναις· ἐνταῦθα δὲ γυμνή τις σταγὼν τῶν πλατ‐ | |
20 | τομένων γίνεται πηλός, καὶ λογικὸν ἐκ σταγόνος συντί‐ θεται ζῴδιον. Ὦ τέχνης ἐξ ὕδατος γλυφούσης ἀγάλ‐ ματα; Καὶ οὐ τοῦτο μόνον παρέχεται τὸ παράδοξον, ὅτι γλύφει τὸ ὕδωρ εἰς ἔμψυχον ξόανον, ἀλλ’ ὅτι καὶ κυματουμένην τὴν γονὴν ἔνδον τεκτονεύει. Αἱμάτων γὰρ | |
25 | πάντοθεν περιβράσσοντες χείμαρροι περιρρεπὲς ποι‐ οῦσι τὸ σπαρὲν καὶ δυστήρικτον· καὶ τῇ τοσαύτῃ ναυα‐ γούμενον τρικυμίᾳ καὶ ζάλῃ πρὸς ἔμψυχον ὅμως ἀπαρ‐ τίζεται ἀνδρίαντα. Ὦ γραφέως ἐπὶ σαλευομένης σινδό‐ νος ἀσφαλῶς ζωγραφοῦντος; Τὸ γὰρ αἷμα οἷον σινδών | |
30 | τις ὑπόκειται τῇ μορφουμένῃ γονῇ. | |
30 | Τοῦτο καὶ Σολομὼν ἐκπληττόμενος ἔλεγεν· «Ἐν κοιλίᾳ μητρὸς ἐγλύφην σάρξ, δεκαμηνιαίῳ χρόνῳ παγεὶς ἐν αἵματι». Πρόκειται μὲν ὥσπερ ζωγραφεῖόν τι τὸ θῆλυ, τῶν χρωμάτων δὲ τὴν ὕλην τὸ ἄρρεν ἐπιβάλλει. Κάθηται δέ τις ἐν τῇ | |
35 | μήτρᾳ ζωγράφος, ἐξ ἑνὸς χρώματος πολυσύνθετον καταποικίλλων εἰκόνα. Πῶς ἐξ ἰλυώδους γονῆς ὀφθαλ‐ μοῖς ἐνηγλάϊσε κόρην; Πῶς ἐκ ῥοώδους οὐσίας ὀστῶν | |
συνεπήξατο φύσιν; Πῶς ἐκ λελυμένης σπορᾶς νεύρων ἐστερέωσε τόνον; Πῶς αἱμάτων σωλῆνας διέγλυψε τὰς | 125 in vol. 8 | |
40 | φλέβας; Πῶς τὰς τῶν ὀστέων ἐν ἐγκεφάλῳ περιήρμοσε θήκας; Πῶς ἐν ἀφεγγεῖ τὸ βρέφος γραφόμενον ζωγρα‐ φείῳ ἀσυγχύτους τὰς τῶν μελῶν ἀπείληφε τοποθε‐ σίας; | |
43 | Ἀλλ’ ὥσπερ ἀκτῖνός τινος τὴν νηδὺν ἐναυγαζού‐ | |
Bibl.276514b | σης, τὴν οἰκείαν ἑκάστῳ τῶν μελῶν ὁ γραφεὺς ἀπο‐ δίδωσι χώραν· ὁ γὰρ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον κρυφαῖος γίνεται τῶν ἐμβρύων ζωγράφος. Ὃν καὶ Δαβὶδ δημοσιεύων ἐβόα· «Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ | |
5 | ἐποίησας ἐν κρυφῇ». Ταύτην τὴν ἐκ σταγόνος λογιζό‐ μενος πλαστικὴν πρὸς τὴν ἐκ γῆς ἀγαλματοποιΐαν οὐ διαφέρομαι. Ὅταν γὰρ ἴδω τεχνίτην ἐξ ὕδατος πηγνύ‐ μενον ξόανον ὀξύτερον αὐτὸν τοὺς ἐκ γῆς ἀναπλάττειν ἀνδριάντας πιστεύω. Ὥσπερ γὰρ εἴ τις ἐφ’ ὕδατος γρά‐ | |
10 | φει γράμματα καὶ γραμμὰς ἐγκολάπτει, οὗτος τὰς εἰς κηρὸν εὐχερέστερον ἐγχαράττει, οὕτως ὁ τῇ ῥοώδει γο‐ νῇ καταγράφων καὶ διαγλύφων τὰ μέλη ῥᾷον εἰς χοῦν τοὺς τῶν μελῶν ἐγκαταγράψει τε καὶ διαμορφώσει χαρακτῆρας. Καὶ ὁ πρὸ τῆς ἀρετῆς οὕτω τοῦ σώματος | |
15 | φροντίσας ἐν νηδύϊ, μετὰ τὴν ἐργασίαν τῆς ἀρετῆς πῶς ἂν εἰς γῆν διαρρυὲν ἄτιμον καταλείψῃ; | |
16 | Ἄνελε τὸ σῶμα, καὶ τὴν κτίσιν ἐνέκρωσας. Οὐκ ἔσται πλοῖον χειρῶν οὐκ οὐσῶν, οὐ πλωτὸν πέλαγος σώματος οἰχο‐ μένου· τὰ μυρία γένη τῶν ζῴων μάτην, οὔτε τροφῆς | |
20 | ἐξ αὐτῶν οὔτε θεραπείας ἄλλης τῷ σώματι χορηγου‐ μένης. Τέχναι δὲ ποῦ, σώματος οὐκ ὄντος; Ὧραι δὲ καὶ καιρῶν εὔτακτοι μεταβολαὶ καὶ οὐρανίας κινήσεως ἄρ‐ | |
ρητος σοφία τίνα ἂν παράσχοι χρείαν, τῆς σωματικῆς φύσεως οὐ παρούσης; Καὶ πόσα ἄν τις ἕτερα θεωρή‐ | 126 in vol. 8 | |
25 | σοι; Πόθεν οὖν εὕρω τὸ σῶμα τῶν μελλόντων δωρεῶν ἀνάξιον, ᾧ τοσαύτην ὁρῶ διὰ πάντων δεδωρημένην τιμήν; | |
27 | Ἀλλ’ ἆρα ὑμεῖς ἰχθυόβρωτον ὑποπτεύετε σῶμα τὸν Θεὸν ζητοῦντα μὴ εὑρήσειν; Καὶ πῶς ὁ μυ‐ ρίους ἐν ψυχῇ λογισμοὺς στρεφομένους τῷ τῆς γνώσεως | |
30 | ἔχων ἀμιγεῖς καὶ ἀσυγχύτους ταμιείῳ τὴν τῶν σωμά‐ των μιγεῖσαν οὐκ ἀναλήψεται διακρίνας φύσιν; Ἀσθε‐ νέστερον τὸ θεῖον τῆς παρ’ ἡμῖν ἀναπλάττετε τέχνης. Καὶ γὰρ ἡμεῖς ἐκ γεώδους ψάμμου καὶ ὕελον καὶ χρυσὸν (εἰ τύχοι) καὶ χαλκὸν καὶ ἄργυρον πυρὶ δόντες, τὰ λι‐ | |
35 | θίδια διακρίνομέν τε καὶ ἀποθλίβομεν, μηδὲν αὐτῶν καθορώμενον ἐν τῇ τοῦ λίθου φύσει· καὶ οἶνον ὕδατι κραθέντα πάλιν διακρίνοντες εἰς τὴν ἰδίαν φύσιν ἀπο‐ καθιστῶμεν ἑκάτερον. Ἀλλὰ γὰρ ἡ τοῦ Θεοῦ δύναμις καὶ σοφία ἀνεπινοήτοις μέτροις τῆς ἀνθρωπίνης καὶ τέχνης | |
40 | καὶ συνέσεως ὑπερέχουσα, καὶ τὴν τῶν ὅλων οὐσίαν ἐν ἑαυτῇ συλλαβοῦσα καὶ περιέχουσα, καὶ τὴν πολύτροπον τῶν σωμάτων σύγκρισιν καὶ μῖξιν ἐν τοῖς τῆς φύσεως εὐκρινῆ συντηρεῖ ταμιείοις. Οὐ γὰρ ἔξω τῆς ἐν τῇ κτίσει φύ‐ | |
Bibl.276515a | σεως ἡ τοῦ σώματος φύσις, κἂν διὰ μυρίων ῥέῃ λυομένη θανάτων. Διὸ πρὸς τὴν οἰκείαν εὐκόλως ἐπα‐ νάγεται μορφήν, καὶ κοινωνεῖ τῶν τιμῶν, ὧν αὐτῇ με‐ τασχεῖν ἔδει συνδιενεγκούσῃ καὶ τοὺς ἄθλους. | |
4 | ||
5 | Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὴν ἀνάληψιν αʹ λόγου. Τὸ προοίμιον. | |
6 | Εἰς οὐρανὸν μὲν καὶ γῆν ἡ τῆς κτίσεως διαμεμέ‐ | |
ρισται φύσις, οὐκ ἐᾷ δέ με τὴν διαίρεσιν βλέπειν ἡ συνάψασα σήμερον τὴν κτίσιν χάρις. Τίς γὰρ ἂν εἴποι | 127 in vol. 8 | |
10 | λοιπὸν οὐρανὸν καὶ γῆν διῃρῆσθαι, καὶ κάτω τῆς φύσεως τῆς ἐμῆς καὶ ἄνω τῆς ἐμῆς βασιλευούσης; Ἀλλὰ κάτω μὲν ἐπὶ τῇ φθορᾷ τυραννούμεθα· ὅταν δὲ εἰς οὐρανὸν ἀναβλέψωμεν, τὴν φθορὰν ἡ φύσις ἀποτίθεται. Βλέπει γὰρ ἄνω τὴν τῶν κάτω νεκρῶν ἀναστάσιμον ῥίζαν. Ὦ | |
15 | κέρδους ζημίας προελθόντος; Κατενεχθέντες ἤρθημεν εἰς ὕφος; ὠσθέντες εἰς οὐρανὸν ἀνηνέχθημεν· ἔσω τοῦ παραδείσου πληγέντες ἔξω τὴν θεραπείαν εὑρήκαμεν. Ποῦ σοί, καταποντιστά, τὸ κακούργημα; Ὃν ἔπηξας τῷ κυβερνήτῃ Σταυρόν, γέγονε τῇ ναυαγούσῃ φύσει πηδά‐ | |
20 | λιον, καὶ πρὸς οὐρανίους οἰακίζει λιμένας κυμαινομένους ἡμᾶς καὶ ἀποκαθίστησιν. | |
21 | Ὥσπερ αἱ τῶν μαθητῶν ἐκ τῆς γῆς πρὸς οὐρανὸν ἀνηρτήθησαν ὄψεις, τῆς σαρκὸς κατὰ μικρὸν ὑψουμένης, οὕτω καὶ τῶν ἐν οὐρανοῖς ἀσω‐ μάτων ὁ δῆμος ἐξ οὐρανοῦ πρὸς οὐρανὸν ἐκεχήνει, τῆς | |
25 | τοῦ σώματος φύσεως ἐπέκεινα καὶ αὐτῶν ἀνιούσης, ἕως ἐν κόλποις τοῦ Πατρὸς ὑπεδέχθη. Ἀσφαλεῖς αἱ τοῦ γένους ἐλπίδες, ἐν οὐρανῷ βασιλέα συγγενῆ κεκτημέναι, ὃς καὶ πάλιν μετὰ τῆς αὐτῆς σαρκὸς πᾶσιν ὀφθήσεται. | |
28 | Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὴν αὐτὴν ἑορτὴν βʹ λόγου. | |
29 | ||
30 | Ὦ βασιλέων πάντων βασιλικωτέρας θρησκείας; Ἃ γὰρ ὅπλοις βασιλεῖς συνεκρότουν, αὐτὴ χωρὶς ὅπλων ἐδείκνυτο καταλύουσα· ἃ σφάττοντες διεκώλυον, αὐτὴ σφαττομένη συνεκρότει καὶ ταῖς σφαγαῖς κατὰ τῶν σφαττόντων ἀνίστη τὰ τρόπαια. Τὰ τῆς ἐκκλησίας κα‐ | |
35 | τεκόπτετο κλήματα, καὶ ὁ τῆς πίστεως ἐπεδίδου μᾶλλον καρπὸς καὶ τὸ ἄνθος ἀμάραντον ἔφερε. Ῥίζης γὰρ ἐκπε‐ | |
φύκει τὰ κλήματα τῆς ἀψευδῶς εἰπούσης· «Ἐγὼ τὸν κόσμον νενίκηκα· ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλή‐ ματα». Στέφανος ἐκλαδεύετο, καὶ ἄλλο κλῆμα μαρ‐ | 128 in vol. 8 | |
40 | τύρων ἐβλάστανεν. Ἰάκωβος ἀπετέμνετο, καὶ Πέτρος ἄλλος πάλιν μάρτυς ἀνεφύετο. Οὗτος ἐξεκόπτετο, καὶ Παῦλον ἄλλο κλῆμα πολύκαρπον ἡ ῥίζα προὐβάλλετο. | |
Bibl.276515b | Ἐτετρύγητο Παῦλος, καὶ βότρυς ἄλλος μαρτυρίου περκάζων ὁ Θωμᾶς ἀνεφαίνετο. Καὶ πανταχόθεν ἡ ῥίζα τρυγωμένη τῶν τρυγώντων ἔφερε τὴν φορὰν ἀπληστό‐ τερον καὶ μονιμωτέραν τὴν βλάστησιν. Καὶ οἱ μὲν κόπτον‐ | |
5 | τες κατὰ μικρὸν ἠφανίσθησαν μαραινόμενοι, ἡ δὲ τῷ καρπῷ διὰ παντὸς βρίθουσα τὰ πέρατα τῆς γῆς περιέ‐ λαβε τοῖς βλαστήμασι. | |
7 | Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὴν αὐτὴν ἑορτὴν γʹ λόγου Τὸ προοίμιον. | |
9 | ||
10 | Ὁ θεῖος τῆς ἀγαθότητος ὄμβρος ἀρξάμενος εἰς ἀνθρώπους ἐκχεῖσθαι πρὸς ἀμήχανον σήμερον δωρεῶν ὑπερήρθη πλημμύραν, καὶ τὰ μεγάλα κατέκυψε μεί‐ ζοσιν. Ἦν μὲν γὰρ καὶ τὰ πρὸ τῆς παρούσης εὐεργεσίας λαμπρά, καὶ τῆς ἄκρας φιλοτιμίας ἀπόδειξις, Ἀδὰμ | |
15 | ἐκ παρθενικῶν αἱμάτων καινουργούμενος, σωμάτων αἱ νόσοι φυγαδευόμεναι καὶ ψυχῶν ἐλαυνόμενα τὰ δαι‐ μόνια, λῃσταὶ τὸν ἀρχιλῃστὴν νικῶντες καὶ θριαμβεύον‐ τες, θάνατος λαμβάνων διάδοχον τὴν ἀνάστασιν. Ἀλλ’ ἕως μὲν νῦν ταῦτα γέμει φιλοτιμίας καὶ λαμπρό‐ | |
20 | τητος· τὸ δὲ νῦν ἑορταζόμενον δῶρον οὐκ ἀνέχεται συγ‐ κρίσεως ἐξέτασιν ἐπιδέξασθαι, καὶ νικᾷ μὲν ἑαυτὴν ἡ περὶ ἡμᾶς τοῦ πλάστου φιλοτιμία, συγκαλλωπίζεται δὲ τῇ νίκῃ καὶ ἃ τὴν πρὸς ἐκείνην ἧτταν ἤνεγκεν, οὐδὲν ἔλατ‐ τον ἢ εἴπερ τούτων ἕκαστον τὸν τῆς νίκης ἀνεδήσατο | |
25 | στέφανον. Ἡ γηγενὴς φύσις τὴν γῆν ἀφεῖσα, μᾶλλον δὲ φέρουσα, εἰς οὐρανοὺς μετοικίζεται. Καὶ τὸ «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν» τῆς ἀναπλάσεως μᾶλλον ἔργον ἢ τῆς πλάσεως ἐπι‐ δείκνυται. | 129 in vol. 8 |
29 | Ἀρχέτυπον τῆς ἀθανασίας ἡ σήμερον | |
30 | ἀναληφθεῖσα μορφή, σκιαγραφία δὲ καὶ προτύπωσις τούτου ἡ πρὸς τὴν θείαν εἰκόνα τῆς ἐμῆς δημιουργίας καταβολή. Ἔμελλεν ὄνος λαλεῖν· ἵνα μηδεὶς ἀπιστῇ, προε‐ λάλησεν ὄφις. Παρθένος τίκτει· ἵνα μή σοι ξένον δειχθῇ, τίκτει προφθάσασα στεῖρα. Ἔμελλεν Ἀδὰμ θανάτου τί‐ | |
35 | κτεσθαι κρείττων· ἵνα μὴ κάμῃς ἐπιζητῶν πιστεῦσαι, ὁ πρῶτος Ἀδὰμ τὰς ἐπ’ ἀθανασίᾳ δέχεται ψήφους. Καὶ τὸν Ἐνὼχ ἔχεις, ναὶ δὴ καὶ τὸν Ἠλίαν, τὸ τῆς ἀθανασίας σκιαγραφοῦντας μυστήριον· κατέχει γὰρ τούτους ὁ Πλάσ‐ της ἐν σώματι, ψυχαγωγῶν τὴν ἐξόριστον φύσιν, ὡς καὶ μετὰ | |
40 | τὴν ὑπερόριον φυγὴν πάλιν εἰς τὴν ἀθάνατον ἐπα‐ ναγάγοι πολιτείαν. Ἡ διὰ πταίσαντος πατρὸς ἐπεισελ‐ θοῦσα θνητότης ἀναμαρτήτου παιδὸς εἰς διάλυσιν ἐδεῖτο | |
Bibl.276516a | τῆς τιμωρίας, ὃν ἀναμένειν ἡ φύσις διά τε Ἐνὼχ καὶ Ἠλίου διδασκομένη προειθίζετο. | |
2 | Ὅτι σοῦ βουληθέν‐ τος οὐκ ἀποθνῄσκει θνητός, Ἐνώχ με καὶ Ἠλίας δι‐ δάσκουσι, καὶ γένοιτ’ ἂν δι’ αὐτῶν ἀθανασίας ἐλπὶς | |
5 | τοῖς οὔπω θανάτῳ προσομιλήσασι· νεκροῖς δὲ τίνα ἂν παράσχοιεν οἱ μήπω θανόντες προσδοκίαν ἀναβιώσεως; Ἀλλ’ ἐάν τις ἐκ νεκρῶν ἀναστὰς ἐν οὐρανῷ βασιλεύῃ, οὗτος τῷ ἐμῷ παντὶ γένει τὸ τῆς ἀθανασίας ἀναμφί‐ βολον δῶρον παρέχεται. Διὰ τοῦτο πλάττει τῇ φύσει | |
10 | Θεὸς ἀθανασίας ἐκ τῆς φύσεως πρόσωπον, καὶ δείκ‐ νυσιν ὑπὲρ φύσιν ἐκ τῆς φύσεως προστάτην τῆς φύ‐ σεως. Ὁ θανάτου γευσάμενος ἐν οὐρανοῖς ἐκ νεκρῶν ἐν‐ | |
θρονίζεται, ὡς ἂν κάτωθεν ἡ φύσις πρὸς τὸν ἐν οὐρα‐ νοῖς ἀτενίζουσα μηδὲν ἐπιδιστάζῃ τῇ ἀθανασίᾳ, τὸν ἐξ | 130 in vol. 8 | |
15 | αὐτῆς ἀϊδίως ἐν οὐρανοῖς βλέπουσα βασιλεύοντα. «Τίς λαλήσει τὰς δυναστείας Κυρίου;» Συμβασιλεύει θεότητι φύσις ἡ πρὶν ἐν παραδείσῳ μηδὲ τῆς θείας φωνῆς τὴν ἀκοὴν στέγουσα, ἀλλὰ τῷ φόβῳ δραπετεύουσα καὶ κρυπτομένη. Ὦ τῆς περὶ ἐμὲ χρηστότητος; Οὐ μνημο‐ | |
20 | νεύει τῆς παραβάσεως, οὐ μνησικακεῖ τοῦ πρὸς τὸν ὄφιν συνθήματος, τοῦ γένους τὴν ἀγνωμοσύνην οὐ λογίζεται, τὴν πτῶσιν οὐκ ἐπῃσχύνθη τῆς φύσεως· ἀλλ’ ἐν αὐτοῖς τοῖς τοῦ θανάτου κειμένης βαράθροις, ἐν αὐτοῖς τοῖς τῆς ἀσεβείας ἀδύτοις περιδράττεται ταύτης ἀρρήτῳ | |
25 | φιλανθρωπίας πλούτῳ, καὶ τῶν μυχῶν ταύτην ἀνα‐ σπάσας τοῦ Ἅιδου καὶ συνανυψώσας αὐτοῦ τῇ θεότητι ὁ πλαστουργὸς τὸ πλαστούργημα, τοῖς πατρικοῖς κόλποις ἐνίδρυσε. Διὰ τοῦτο καὶ Παῦλος ἐβόα· «Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις». | |
Bibl.277516a(31) | Ἀνεγνώσθη τοῦ Χρυσοστόμου ἐκ τῆς περὶ τοῦ ἁγίου Πνεύματος πρώτης ὁμιλίας, ἧς ἡ ἀρχή· Χθὲς ἡμῖν, ὦ φιλόχριστοι, οἱ ψευδόχριστοι ἀφ’ ἑαυτῶν ἐλά‐ λουν, οὐκ ἐκ νόμου, οὐκ ἐκ προφητῶν, ἀλλ’ ἀπὸ τῆς ἰδίας | |
35 | γνώμης καὶ ὁρμῆς. Ὁ δὲ Σωτὴρ οὐκ ἀπέστη νόμου, οὐκ ἐγκαταλέλοιπε προφήτας, ἀλλ’ ἔλεγε νῦν μὲν «Καλῶς εἶπεν Ἠσαΐας,» νῦν δέ «οὐ γέγραπται ἐν τῷ νόμῳ ὑμῶν;» καὶ μυρία τοιαῦτα. Ἐπεὶ οὖν οἱ ἐλθόντες πρὸ Χριστοῦ, καὶ τὸ ἐκείνου περιθέντες ἑαυτοῖς κακούργως ὄνομα, οὐκ | |
40 | ἀπὸ τῶν ἱερῶν γραφῶν ἀλλ’ ἐκ τῆς ἰδίας ἀπονοίας τὰ | |
τῆς πλάνης προὐβάλλοντο, λέγει ὁ Σωτήρ· «Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ», ὥσπερ ἐκεῖνοι· τὸ γὰρ ἀφ’ ἑαυτοῦ λα‐ | 131 in vol. 8 | |
Bibl.277516b | λεῖν τὸ ἔξω τῶν ἱερῶν γραφῶν ἐστι λαλεῖν. Ὅτι δὲ τὸ ἀφ’ ἑαυτοῦ λαλεῖν ψευδοχρίστων ἐστὶ καὶ ψευδοπροφη‐ τῶν, λέγει διὰ τοῦ προφήτου Ἰεζεκιὲλ ὁ Θεός· «Οὐκ ἀπέ‐ στειλα αὐτούς, ἀφ’ ἑαυτῶν ἐλάλησαν, ἐκ τῆς καρδίας | |
5 | αὑτῶν φθέγγονται». | |
5 | Ἐπεὶ οὖν οἱ ψευδοπροφῆται ἀφ’ ἑαυ‐ τῶν ἐκήρυττον, ταύτην ἀποδυόμενος τὴν ὑπόνοιαν (καὶ γὰρ ἐδυσφήμει τὸ ἀχάριστον τῶν Ἰουδαίων ἔθνος πλά‐ νον αὐτὸν καὶ πλανᾶν τὸν κόσμον) διὰ τοῦτο ἔλεγεν· «Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ», ἀλλ’ ἀπὸ νόμου, ἀπὸ τῶν | |
10 | προφητῶν ὅσα ἤκουσα παρὰ τοῦ Πατρὸς ἐν νόμῳ, ἐν προφήταις (ἐκ προσώπου δὲ τῆς σαρκὸς ταῦτα λέγει, καὶ εἰς διάλυσιν τῆς δυσσεβούσης ὑπονοίας), ὑμεῖς δέ, ὅσα ἠκούσατε παρὰ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου. Τὰ γὰρ τοῦ πατρὸς κλῆρος γίνεται τοῖς παισί, καὶ διὰ τοῦτο | |
15 | τὰ ἐκείνου γίνεται τῶν κληρονόμων, ὡς ἴσον ἐνταῦθα καθορᾶσθαι καὶ εἰς ταὐτὸν συνιέναι τὸ ἐξ ἑαυτῶν λαλεῖν καὶ τὸ ἐκ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου λαλεῖν. | |
17 | Ὥσπερ ὁ Χριστὸς ἐλθὼν ἐγένετο πλήρωμα νόμου καὶ προφητῶν, οὕτω καὶ τὸ Πνεῦμα πλήρωμα τοῦ εὐαγγελίου. Χριστὸς | |
20 | ἐλθὼν ἐβεβαίωσε τὰ παρὰ τοῦ Πατρὸς ἐν τῷ νόμῳ εἰρημένα καὶ προφήταις· διὸ καὶ λέγει Παῦλος «Πλή‐ ρωμα νόμου Χριστός». Τὸ Πνεῦμα τὸ ἅγιον ἐπελθὸν ἐπλήρωσε τὰ τοῦ εὐαγγελίου· ὅσα ἐστὶν ἐν τῇ Χριστοῦ διδασκαλίᾳ, τὸ Πνεῦμα πληροῖ, ὅσα ἐν τῇ τοῦ νόμου, | |
25 | ὁ Χριστός, οὐχ ὡς ἀτελοῦς ὄντος τοῦ Πατρός, ἀλλ’ ὡς ἑρμηνευτὴς τῶν τοῦ Πατρὸς καὶ τελειώτης. Οὕτω δὲ καὶ | |
τὸ Πνεῦμα διασαφεῖ καὶ διατρανοῖ τὰ τοῦ Υἱοῦ· καὶ γάρ φησι «Πολλὰ ἔχω ὑμῖν λαλεῖν, ἀλλ’ οὐ δύνασθε βαστά‐ ζειν ἄρτι. Ὅταν δὲ ἔλθῃ τὸ Πνεῦμα τὸ ἅγιον, ὁδηγή‐ | 132 in vol. 8 | |
30 | σει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν» καὶ ἑξῆς. Ὅτι ἀφ’ ἑαυτοῦ οὐ λαλεῖ· οὐ γὰρ ἀντιφθέγγεται τῷ Υἱῷ, ἀλλ’ ἀναπληροῖ τὰ τοῦ Υἱοῦ, καθ’ ὃν τρόπον ὁ Υἱὸς τὰ τοῦ Πατρός. | |
33 | Ὅτι ἐν τούτῳ τῷ λόγῳ εὑρήσεις πρὸς τῷ τέλει, δεικνύντος τοῦ Χρυσοστόμου ὅτι ἡ ἀποστολὴ οὔτε | |
35 | τὸν Υἱὸν οὔτε τὸ Πνεῦμα ἐλάττω ποιεῖ τοῦ Πατρός, ὅτι καὶ αὐτὸς ὁ Πατὴρ ἀποστέλλεται παρὰ τοῦ Πνεύματος καὶ παρὰ τοῦ Υἱοῦ. Λέγει αὐταῖς λέξεσιν· «Ἐάν σοι δείξω τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς ἀποστελλόμενον παρὰ τοῦ Πνεύ‐ ματος καὶ παρὰ τοῦ Υἱοῦ, τί ποιεῖς; Ἢ ἄρνησαι τὸν | |
40 | Χριστὸν καὶ ἀπάλειψον τὰς γραφάς, ἢ δοῦλος ὢν τῶν γραφῶν ὑποτάττου ταῖς γραφαῖς». Καὶ ποῦ, φησίν, εἴ‐ ρηται τοῦτο; Ἄκουε τοῦ Θεοῦ διὰ τοῦ προφήτου λέγοντος | |
Bibl.277517a | Ἠσαΐου· «Ἄκουέ μου Ἰσραήλ, ὃν ἐγὼ καλῶ». Καὶ ὅλην τὴν περικοπὴν ἐκτιθεὶς τοῦ χωρίου μέχρι τοῦ· «Καὶ νῦν Κύριος ἀπέστειλέ με καὶ τὸ Πνεῦμα αὐτοῦ», διϊσχυρίζε‐ ται τὸν Πατέρα ταῦτα εἰπεῖν ἐκ τῶν προτεταγμένων βε‐ | |
5 | βαιῶν τὸν λόγον, καὶ καθιστῶν δῆλον ὡς ὁ Πατὴρ εἴη νῦν ὁ λέγων καὶ ἀποστελλόμενος παρά τε τοῦ Πνεύματος καὶ τοῦ Υἱοῦ. | |
7 | Τοῦ αὐτοῦ ὅτι Χριστὸς ἀνατολή, καὶ εἰς τὸ ἀνέβη καὶ κατέβη, καὶ ὅτι τὸ Πνεῦμα τὸ ἅγιον παντοκράτωρ ἐστίν. | |
9 | ||
10 | Ὅτι ὁ Θεὸς Λόγος, φησὶν Ἰωάννης, τὸν βραχίονα εἰς τὴν οἰκονομίαν ἐκλαμβάνων τοῦ Σωτῆρος καὶ τὴν αὐτοῦ θεότητα. Πολλά, φησί, σημεῖα ποιήσαντος τοῦ Ἰησοῦ οὐκ ἐπίστευσαν εἰς αὐτὸν οἱ Ἰουδαῖοι, ἵνα πλη‐ | |
ρωθῇ τὸ ῥηθὲν ὑπὸ Ἠσαΐου· «Κύριε, τίς ἐπίστευσε τῇ | 133 in vol. 8 | |
15 | ἀκοῇ ἡμῶν; Καὶ ὁ βραχίων Κυρίου, τίνι ἀπεκαλύφθη;» Αὐτὸς τοίνυν καὶ δικαιοσύνη· ἐγγίζει γὰρ ἡ δικαιοσύνη μου παραγενέσθαι. Αὐτὸς καὶ Σωτήρ, αὐτὸς καὶ βραχίων. Διὰ τοῦτο καὶ ὁ Παῦλος περιλαβὼν ἅπαντα εἰς ἓν ἀναφέρει, λέγων· «Ὃς ἐγενήθη ὑμῖν ἀπὸ Θεοῦ σοφία καὶ | |
20 | ἁγιασμὸς καὶ ἀπολύτρωσις». Οὗτος ἡμῖν ἀνέτειλεν ἀνα‐ τολὴν δικαίαν· ἰδοὺ γάρ φησιν ἀνατελῶ τῷ οἴκῳ Δα‐ βὶδ ἀνατολὴν δικαίαν. Καὶ βασιλεὺς δίκαιος. Μία μὲν οὖν ἡ ἀνατολή, πολλαὶ δὲ αὐτῆς αἱ ἀκτῖνες, ἀκτῖνες φιλαν‐ θρωπίας, ἰάσεως, εἰρήνης, δικαιοσύνης ἀκτῖνες καὶ | |
25 | μυρίων ἄλλων. Διὸ καὶ ὁ Δαβὶδ προθεσπίζων ᾖδεν· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆ‐ θος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη». Αὕτη γοῦν ἡ ἀνατολὴ ἐξ ὕψους ἀνέτειλε καὶ ἀπὸ τῆς γῆς, ἐξ ὕψους μὲν κατὰ τὴν θεότητα, ἀπὸ γῆς δὲ κατὰ τὴν οἰκονομίαν. | |
29 | ||
30 | Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὴν ἐνανθρώπησιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ ὅτι ἑκάστῳ κλίματι ἐφεστήκασιν ἄγγελοι. | |
31 | Ἐδούλευσεν ἡ κτίσις τῷ ἀνθρώπῳ [οὐχ ὡς ἀξίῳ], ἥλιος καὶ σελήνη καὶ ἄστρα καὶ θάλασσα καὶ γῇ καὶ τὰ ἐν αὐτοῖς, οὐχ ὡς ἀξίῳ δέ (καὶ γὰρ παραβάτης ἦν καὶ | |
35 | ὑπόδικος) ἀλλὰ τοῦ Θεοῦ δουλεύειν προστάξαντος, ὡς ἂν μὴ ἐξυβρισθῇ διὰ πάντων ἡ εἰκών, εἰ καὶ παρέβη. Πάσης τοίνυν τῆς κτίσεως στασιαζούσης ὁ Θεὸς κελεύει τῇ κτίσει μὴ ἀφηνιᾶν, ἀλλὰ παρέχειν μὲν τὸν ἥλιον τὴν ἑαυτοῦ ἀκτῖνα, τὴν γῆν τοὺς καρπούς, τὴν θά‐ | |
40 | λασσαν ἰχθύας καὶ τὰς ἐμπορίας, καὶ ἕκαστον τῶν κτισμάτων τὴν ἐξ ἑαυτῶν χρείαν καὶ ὠφέλειαν τοῖς ἀνθρώποις. Ταύτην ἀπογυμνῶν ὁ ἀπόστολος τὴν ἔννοιαν | |
Bibl.277517b | φάσκει· «Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν | |
ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Τῇ γὰρ μα‐ ταιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ’ ἐλπίδι ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευ‐ | 134 in vol. 8 | |
5 | θερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ». | |
6 | Οἷον τί λέγω; Ὡς εἶδεν ὁ Θεὸς τὸν ἄνθρωπον ἐκπεσόντα καὶ τὴν κτίσιν ἀνανεύουσαν πρὸς ὑπηρεσίαν τοῦ ἡμαρτη‐ κότος, ἐχαλίνωσεν αὐτὴν καὶ μὴ θέλουσαν, καὶ ἐκέλευ‐ | |
10 | σεν ὑπηρετεῖν ὡς πρότερον, ἡνίκα τὸ βασιλικὸν ἑαυ‐ τῷ καὶ ἀρχικὸν τὴν ἐντολὴν φυλάττων συνδιέσωζεν. Ἠισχύνετο γὰρ ἡ κτίσις τὸν αἰχμάλωτον τῇ παραβάσει κύριον ἐπιγράφεσθαι καὶ ἐξυπηρετεῖν αὐτῷ, τῆς ἁμαρ‐ τίας αὐτὸν ὁρῶσα δοῦλον γενόμενον· ἀλλ’ ἐκέλευσεν | |
15 | ὁ Κτίστης μὴ ἐξαρνεῖσθαι τὸν παραβάτην, ἀλλ’ ἐπι‐ δεικνύναι τοῦ κοινοῦ Δεσπότου τὴν ἄφθονον χάριν καὶ τὸ τῆς εὐεργεσίας ἀμετάθετον, ἐπαγγειλάμενος καὶ τῇ κτίσει ὅτι περ ἀνακαινιζομένου καὶ ἐλευθερωμένου τοῦ φθαρέντος καὶ αἰχμαλωτισθέντος ἀνθρώπου ἀνακαινι‐ | |
20 | σθήσεται καὶ αὐτή, ὡς ἂν εἰ ἔλεγεν· ἔπεσεν ἡ εἰκὼν καὶ ὠλίσθησε διὰ τὴν παράβασιν καὶ φθείρεται διὰ τὴν παρακοήν. Ἀνάσχου δουλεῦσαι τῇ τοῦ φθαρέντος φθορᾷ, ἵνα ὅταν αὐτὸν ἀνακαινίζω, τὴν ἐμὴν εἰκόνα, τὸν φθαρέντα ἄνθρωπον, σὺν αὐτῷ καί σε τὴν κτίσιν ἀνα‐ | |
25 | καινίσω καὶ σύνθρονον αὐτοῦ τῆς δόξης ποιήσω· συγκα‐ τεσπάσθης αὐτοῦ τῇ ταλαιπωρίᾳ, συναναστήσῃ τῇ δόξῃ. Τί δέ ἐστι τὸ τὴν κτίσιν φεύγειν τὴν τοῦ ἀν‐ θρώπου δεσποτείαν; Λέγει γάρ· «Τῇ ματαιότητι ἡ κτίσις οὐχ ἑκοῦσα ὑπετάγη». Ποίᾳ ματαιότητι; Ἀφ’ οὗ ἂν ἐκ‐ | |
30 | τραπῇ ὁ ἄνθρωπος τοῦ Θεοῦ, ματαιότης καλεῖται. Ἄκου‐ σον ψάλλοντος Δαβίδ· «Πλὴν τὰ σύμπαντα μα‐ | |
ταιότης πᾶς ἄνθρωπος ζῶν». Πᾶς ἄνθρωπος μάταιός ἐστιν ὁ τὸν Θεὸν καταλιμπάνων καὶ μάταια μετα‐ διώκων. | 135 in vol. 8 | |
35 | Ἔστησεν ὁ Θεὸς ἀγγέλους κατὰ τὰ κλίματα τῆς οἰ‐ κουμένης ἕνα ἕκαστον ἐπιτροπεύειν, ὡς καὶ Μωϋσῆς λέ‐ γει, ἑνὸς ἑκάστου ἔθνους· ἔστησε δέ, ἵνα τὴν ἄψυχον κτί‐ σιν χαλινώσωσιν, ἥλιον καὶ σελήνην καὶ θάλασσαν καὶ γῆν καὶ τὰ ἐν αὐτοῖς, ὑπηρετεῖν τῇ τοῦ ἀνθρώπου | |
40 | ἀπολαύσει. Πάλιν οἱ ἄγγελοι ἐτρύχοντο ὑπηρετούμε‐ νοι ἀναξίοις καὶ δίκης ἐνόχοις ἀνθρώποις, μάλιστα ὁρῶν‐ τες αὐτοὺς τὴν δεσποτικὴν ἀξίαν τοῖς εἰδώλοις ἀνάπτον‐ | |
Bibl.277518a | τας καὶ ἀνιεροῦντας. Ἔφερεν ἡ γῆ τὸν οἶνον, καὶ οἱ βωμοὶ τὰς σπονδὰς ἐδέχοντο, τοὺς ἄλλους καρπούς, καὶ τοῖς εἰδώλοις ἀνετίθεντο. Διὰ τοῦτο ἐδυσφόρουν οἱ ἄγγελοι, τὰ μὴ ὄντα ὁρῶντες ἀντὶ τοῦ ὄντος τι‐ | |
5 | μώμενα. | |
5 | Ἐντεῦθεν λέγεται καὶ τὸ ἕτερον ζήτημα, τὸ εἰς τὸν προφήτην ἀναφερόμενον· «Ἦλθε πρὸς αὐτόν, φησίν, ὁ ἄγγελος Γαβριήλ, καὶ λέγει αὐτῷ· Δανιήλ, ὁ δοῦ‐ λος τοῦ Θεοῦ, ἀφ’ ἧς ἡμέρας προέθου κακῶσαι τὴν ψυ‐ χήν σου ἔναντι Κυρίου, εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἀπε‐ | |
10 | στάλην ἀπαγγεῖλαί σοι τὰ ῥήματα ταῦτα. Ἀλλ’ ὁ ἄρχων τῆς βασιλείας Περσῶν ἀντέστη μοι, εἰ μὴ Μιχαήλ, ὁ ἄρχων τοῦ ἔθνους ὑμῶν, ἦλθεν εἰς βοήθειαν». Ἀπορή‐ σειε γὰρ ἄν τις, εἰ ὁ τῆς Περσίδος ἐπιτροπεύων ἄγ‐ γελος παρὰ Θεοῦ ἐπιτροπεύειν τέτακται, ὡσαύτως καὶ | |
15 | ὁ Γαβριὴλ ἀνακομίσαι τὸν Ἰσραὴλ τῆς αἰχμαλωσίας παρὰ Θεοῦ ἀπέσταλται, πῶς αὐτῷ τῶν Περσῶν ὁ ἄρ‐ χων ἀνθίστατο; Λυθείη δ’ ἂν τὸ διαπορούμενον ὧδε· ὁ κόσμος εἰδωλολατρείας ἐπεπλήρωτο, οἱ δὲ ἄγγε‐ | |
λοι οἱ ἐφεστῶτες τῶν ἐθνῶν ἠγανάκτουν καὶ ἐθλί‐ | 136 in vol. 8 | |
20 | βοντο. Αἰχμάλωτος δὲ Δανιὴλ εἰς Βαβυλῶνα μετὰ τῶν ὁμοφύλων ἀπαχθεὶς τὴν θεογνωσίαν ἐκήρυττεν· ὡσαύτως καὶ οἱ τρεῖς παῖδες, οὓς τὸ πῦρ εἰς ἱλαρὰς αὔρας τὴν καυστικὴν δύναμιν ἀμεῖψαν ἀνέψυχε. Διὸ καὶ πολλοὺς τῆς εἰδωλικῆς μεταστήσαντες πλάνης θεοσεβεῖν | |
25 | παρεσκεύασαν. | |
25 | Ὁ οὖν τῆς ἀρχῆς τῶν Περσῶν ἐφεστη‐ κὼς ἄγγελος ἔχαιρεν ὁρῶν ἐν τοῖς αὐτοῦ μέρεσι τὸν Θεὸν ἀντὶ τῶν εἰδώλων λατρευόμενον. Τὸν Ναβουχο‐ δονόσορ ἑώρα, ἀντὶ τοῦ καταναγκάζειν θύειν εἰδώλοις καὶ ἐσχάταις τοὺς μὴ πειθομένους ὑποβάλλειν τιμωρίαις, | |
30 | λαμπρῶς θεολογοῦντα καὶ λέγοντα· «Σιδράχ, Μισάχ, Ἀβδεναγὼ οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου» καὶ πολλὰ τοιαῦτα. Ἐπεὶ οὖν ὁ μακάριος Δανιὴλ ἐδεῖτο τοῦ Θεοῦ, πληρωθέντων τῶν ἑβδομήκοντα ἐτῶν τῶν ἐπὶ τῇ αἰχ‐ μαλωσίᾳ διορισθέντων, ἀναγαγεῖν τῆς αἰχμαλωσίας | |
35 | τὸν Ἰσραήλ, ἀπεστάλη δὲ Γαβριὴλ μηνῦσαι αὐτῷ τὴν ἀνάρρυσιν, ἀνθίσταται τῷ Γαβριὴλ ὁ τῆς Περσικῆς ἀρ‐ χῆς ἐπιστάτης, λυπούμενος ὅτι πάλιν ἡ γῆ ἧς ἐπεστάτει, τῶν διδασκάλων τῆς εὐσεβείας ἐκεῖθεν ἀνακομισθέν‐ των, εἰς τὴν προτέραν ἐπαναστρέψει ἀσέβειαν καὶ πλά‐ | |
40 | νην. | |
40 | Ἀνθίστατο δὲ οὐ μαχόμενος ἀλλὰ δικαιολογούμενος· τίς ἡ σπουδὴ, λέγων, τῆς ἀνόδου; Τὴν οἰκείαν οἰκῶν πατρίδα ὁ Ἰσραὴλ καὶ εὐπαθῶν εἰς εἰδωλολατρείαν πολ‐ | |
Bibl.277518b | λάκις ἐξώλισθε· νῦν δὲ καθαρῶς εὐσεβεῖ, τὴν ἀλ‐ λοτρίαν παροικῶν, καὶ οὐκ εὐσεβεῖ μόνον, ἀλλὰ καὶ ὑπερ‐ αθλεῖ τῆς εὐσεβείας, καὶ πολλοὺς τῶν πεπλανημένων πρὸς τὸν ἀληθινὸν ἐπιστρέφουσι Θεόν. Ὅτε οὖν καὶ τοῖς τὴν χά‐ | |
5 | ριν δεχομένοις οὐδὲν κατὰ ψυχὴν λυσιτελέστερον ἐπα‐ | |
κολουθεῖ, καὶ τοὺς εὐσεβεῖν δι’ αὐτοὺς ἀρξαμένους τὸ ἔσχατον κακὸν ἡ δυσσέβεια πάλιν ὑποχειρίους ποιεῖ, πόσον ἦν ἄμεινον καὶ τὸν Ἰσραὴλ τέως τῆς αἰχμα‐ λωσίας μὴ ἀναγαγεῖν, καὶ τοὺς ἄρτι πρὸς τὸ φῶς ἀνα‐ | 137 in vol. 8 | |
10 | βλέψαντας τῆς θεογνωσίας ἐν τῇ αὐτῇ συντηρεῖν εὐ‐ σεβείᾳ; Ἀπεστάλην, φῄς, τὸν λαὸν ἀποκαταστῆσαι τῇ πατρίδι. Ποίᾳ πατρίδι; Ἣν οἰκοῦντες ἐμίαινον κνίσαις, δαίμοσι θύοντες, καὶ εἰδωλομανίαις. Οὐ ταῦτα κατη‐ γορεῖ λέγων Ἱερεμίας· «Κατὰ ἀριθμὸν τῶν πόλεών | |
15 | σου ἦσαν οἱ θεοί σου, Ἰούδα· καὶ κατὰ τὰ ἄμφοδα Ἱερου‐ σαλὴμ ἔθυες τῷ Βάαλ». Μυρίοις τότε παρὰ Θεοῦ περιεκλύζοντο ἀγαθοῖς, καὶ τῆς κακίας καὶ ἀσεβείας οὐκ ἀνεχώρουν· μυρία νῦν ὑπομένουσι κακά, καὶ τοῦ Θεοῦ οὐκ ἀφίστανται. Τί ποτ’ οὖν ἔσται τὸ τῆς ἐπανόδου κέρδος; | |
20 | Ἦν τοίνυν ἡ ἀντίστασις οὐ κακοῦ πρὸς ἀγαθόν· οὐ γὰρ εἶπεν ἐμάχετο, ἀλλ’ ἀνθίστατο. Καὶ γάρ ἐστι πολλάκις ἀν‐ τίστασις δικαίου πρὸς ἀγαθόν, ὡς ἀνθίσταται πολλάκις νόμῳ φιλανθρωπία καὶ φιλανθρωπίᾳ νόμος. Ὁ νόμος τὸν ἁμαρτήσαντα κολάζει· φιλανθρωπία πολλάκις βα‐ | |
25 | σιλέως τὸν ἁμαρτήσαντα ἐλεεῖ καὶ ἐξαρπάζει τῆς τι‐ μωρίας. Ὧδε οὖν ἡ μάχη οὐκ ἐναντίου πρὸς ἐναντίον, ἀλλὰ συγγενοῦς πρὸς συγγενές· οὔτε γὰρ τὸ δίκαιον ἔξω ἀγαθότητος, οὔτε τὸ ἀγαθὸν ἔξω δικαιοσύνης εὑρί‐ σκεται. | |
29 | Ὅτι τῆς κτίσεως, φησίν, ὡς προείρηται δια‐ | |
30 | κειμένης, καὶ ἀγανακτούσης ἐφ’ ᾧ καὶ ἄκουσα τῷ παρα‐ βάτῃ παρεῖχε τὴν χρείαν καὶ ἐξυπηρέτει, καὶ ἀγγέλων ἀχθομένων ἐπὶ τῇ τοῦ εὐεργετουμένου ἀγνωμοσύνῃ, καὶ ὅλου κακωθέντος τοῦ κόσμου διὰ τὰς παρανομίας (καὶ γάρ· «Εἶδε, φησίν, ὁ Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρ‐ | |
35 | μένη, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτῆς»), | |
οὐκ ἦν ἡ κτίσις οἵαν ὑπέστησεν αὐτὴν ὁ Θεὸς ἀπ’ ἀρ‐ χῆς· οὐκ ἦν τοῖς ἄστροις ὁ οὐρανός, ὡς τὸ πρίν, ἄνευ τινὸς μιάσματος καταλαμπόμενος· οὐκ ἦν ἡ γῆ τοὺς καρποὺς ἀμολύντους, ὡς τὸ πρίν, ἀναδιδοῦσα· οὐ θά‐ | 138 in vol. 8 | |
40 | λασσα, οὐκ ἄλλο τι τῶν ἐν τῇ κτίσει. Ὁ γὰρ παραβάτης εἰσελθὼν ἐν αὐτῇ κατεμίαινε καὶ ἀνεθόλωσεν ἅπαντα ταῖς βλασφημίαις· ταῖς θεομάχοις καὶ αἰσχραῖς φω‐ | |
Bibl.277519a | ναῖς, ταῖς μιαιφονίαις· τοῖς πειραταῖς καὶ λῃσταῖς τὴν θάλατταν· τὰς πηγὰς καὶ ποταμοὺς ταῖς εἰδωλολα‐ τρείαις, νύμφαις καὶ δαίμοσιν ἀνάπτοντες αὐτά. Πᾶσα τοῖς ἀνθρώποις ἡ κτίσις εἰς θεοὺς ἀνεπλάττετο· οὐδὲν | |
5 | δὲ κτίσιν οὕτω μιαίνει καὶ κιβδηλεύει ὡς τὸ θεοποιεῖσθαι αὐτήν. Διὰ ταῦτα εἰσῆλθεν ὁ Σωτὴρ τοῦ κόσμου διὰ σαρκὸς ἐν αὐτῇ, καὶ ταύτην τῶν μυρίων τούτων ἀπαλ‐ λάξας μιασμάτων ἀνεκαίνισε, πολὺ χαλεπωτέρων ἢ σωματικῆς διαφθορᾶς ἐλευθερώσας αὐτὴν κακώσεων | |
10 | καὶ παθῶν. | |
10 | Ἀνακαινίζει διὰ τῆς πρώτης παρουσίας τὴν κτίσιν, ἵνα μάθῃς ὅτι αὐτός ἐστιν ὁ καὶ ἀπ’ ἀρχῆς αὐτὴν δημιουργήσας· οὐ γὰρ ἄλλου μὲν κτίζειν, ἄλλου δὲ διαφθαρεῖσαν ἀνακαινίζειν, ἀλλὰ τῆς αὐτῆς ἑκάτερον σοφίας καὶ τέχνης. Ἀνακαινίζει τὴν κτίσιν κατὰ τὴν | |
15 | πρώτην ἐπιδημίαν, ἵνα μηδεμία σοι χώρα καταλειφθῇ ἀπιστίας ὡς κατὰ τὴν δευτέραν παρουσίαν οὐ καινισθή‐ σεται, καὶ σὺ πρὸ αὐτῆς εἰς ἀφθαρσίαν, εἰς ἀπάθειαν, εἰς ἄφατον καλλονήν. Εἰ γὰρ, ὅτε ἦν ἑκὼν ἐν ἀσθενείᾳ σαρκός, ἐν ἱδρῶσιν, ἐν πάθεσιν ὁ Χριστός, ὅτε πλάνος | |
20 | καὶ Σαμαρείτης ἐσυκοφαντεῖτο, τὴν κτίσιν ἐκάθαρε τῶν τοσούτων καὶ τηλικούτων καὶ πολυχρονιωτάτων πα‐ θῶν καὶ μιασμάτων, ὅταν ὡς κριτὴς ζώντων παρα‐ γένηται καὶ νεκρῶν, ὅταν μυριάσιν ἀγγέλων δορυφορού‐ μενος τάγμασιν, ὅταν πάντων δεσπόζων καὶ κύριος, | |
25 | ὅταν πάντα φρίσσῃ καὶ τρέμῃ, πῶς ἡ ἐκ φθορᾶς εἰς ἀφθαρσίαν μεταβολὴ οὐ τὸ ῥᾷστον ἔχουσα καθορᾶται καὶ τὸ ἀκόλουθον καὶ θεοπρεπές; Ὅτι παραγίνεται ὁ Σωτὴρ προκηρυττόντων τῶν προ‐ φητῶν, ἵνα μή τις νομίσῃ ὅτι καθ’ ὃν τρόπον ἄν‐ | 139 in vol. 8 |
30 | θρωπος τῆς προτέρας διαμαρτὼν ἐπιβολῆς καὶ βοη‐ θείας ἐπὶ δευτέραν ἔρχεται, οὕτω καὶ ὁ Θεός. Ἵνα οὖν μή τις ὑπονοήσῃ τοῦτο, ἄνωθεν προέλεγον οἱ προφῆται τὴν παρουσίαν αὐτοῦ, ἵνα δείξωσιν ὅτι Θεὸς οὐ σκεπτόμενος εὑρίσκει τὸ συμφέρον, ἀλλ’ ἀπ’ ἀρχῆς προεῖδεν ἅπαντα. | |
35 | Ἡμεῖς μὲν γὰρ οἱ ἄνθρωποι σκεπτόμεθα, καὶ ἐὰν ἀπο‐ τύχωμεν τῆς πρώτης πείρας, ἐφ’ ἑτέραν μεταβαίνο‐ μεν· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλ’ ἔδωκε νόμον, προφή‐ τας, καὶ μετὰ ταῦτα τὸ εὐαγγέλιον, οὐ χρόνῳ τὸ συμ‐ φέρον μεταμαθών, ἀπ’ ἀρχῆς δὲ εἰδὼς ὡς οὐχ οἷόν | |
40 | τε ἄλλως ἦν τὴν κτίσιν καὶ τὸν ἐν αὐτῇ ἄνθρωπον οὔτε γενέσθαι οὔτε παιδαγωγηθῆναι, οὔτε τὸ τῆς ἀφθαρ‐ σίας ἀξίωμα ἀναλαβεῖν, εἰ μὴ καθ’ ὃν τρόπον ἡ ἄφατος πρόνοια καὶ φιλανθρωπία ᾠκονόμησεν. | |
Bibl.277519b | Ὅτι φασίν, εἰ προῄδει ἁμαρτῆσαι τὸν Ἀδὰμ ὁ Θεός, τί καὶ προήγαγεν αὐτόν; Καὶ πολλαὶ μέν εἰσι καὶ πάγ‐ καλοι τοῦδε τοῦ ἀπορήματος ἐπιλύσεις, λέγει δ’ οὖν καὶ ὁ θεόσοφος Ἰωάννης ὁ Χρυσόστομος ὅτι οὐ τοῦτο μόνον | |
5 | φημὶ ὅτι προῄδει, ἀλλ’ ὅτι καὶ πεσόντα ἀναστήσει αὐ‐ τὸν διὰ τῆς οἰκονομίας. Καὶ οὐ πρῶτον εἶδε τὴν πτῶσιν, εἰ μὴ προεπενόησε τὴν ἀνάστασιν. Ἤιδει ὅτι πεσεῖται, ἀλλὰ προαπέθετο τὸ τῆς ἀναστάσεως φάρμακον· καὶ συνεχώ‐ ρησεν εἰς πεῖραν ἐλθεῖν θανάτου τὸν ἄνθρωπον, | |
10 | ἵνα μάθῃ τίνος μὲν ἀπολαύει δι’ ἑαυτόν, τίνος δὲ τῇ τοῦ πλάσαντος χάριτι. Ἤιδει πεσούμενον τὸν Ἀδάμ, | |
ἀλλ’ ἔβλεπεν ἐξ αὐτοῦ προελευσόμενον τὸν Ἀβέλ, τὸν Ἐνώς, τὸν Ἐνώχ, τὸν Νῶε, τὸν Ἠλίαν, τοὺς προφή‐ τας, τοὺς θαυμαστοὺς ἀποστόλους, τὴν εὐγένειαν τῆς φύ‐ | 140 in vol. 8 | |
15 | σεως, τὰ θεοκίνητα τῶν μαρτύρων καὶ στάζοντα τὴν εὐσέβειαν νέφη. Ἔβλεπε ταῦτα, καὶ ποῦ ἦν καλόν, ποῦ δὲ δίκαιον, ποῦ δὲ θεοπρεπές, [ἵνα] διότι ἔμελλεν εἷς ἄνθρωπος ἁμαρτάνειν, τοῦτον μὴ ἀγαγεῖν ἐκ μὴ ὄντων, καὶ τοσούτων ἀνδρῶν, ὧν οὐδὲ καθ’ ἕνα ἄξιος ὁ κόσμος, | |
20 | φορὰν ἀνακόψαι, καὶ θερίσαι πρόρριζον τὴν τοσαύτην τοῦ γένους βλάστησιν καὶ καλλονήν, καὶ κατ’ αὐτῆς ἐπα‐ φιέναι τὴν ἐκτομὴν καὶ ὀργήν, καὶ τότε τοῦ τὴν ἁμαρ‐ τίαν ὕστερον ἑλομένου οὔτε ἁμαρτόντος οὔτε ἁμαρτεῖν με‐ μελετηκότος, ἅτε μήπω μηδὲ ὑφεστῶτος; Εἰ γὰρ σωφρό‐ | |
25 | νων ἐστὶν ἀνδρῶν τὸ μελετήσαντα μὲν ἁμαρτῆσαι μὴ ἁμαρτήσαντα δὲ μὴ εἰσπράττειν εὐθύνας ἁμαρτη‐ μάτων, ἦ πού γε ἂν εἴη Θεοῦ τὸν μηδὲ μελετήσαντα ἐξαμαρτῆσαι τὰς τῶν ἡμαρτηκότων ἀπαιτεῖν δίκας, καὶ τότε χαλεποῦ μὲν ὄντος τοῦ ἁμαρτήματος (πῶς γὰρ οὐ | |
30 | χαλεπὸν ἀθέτησις δεσποτικῆς ἐντολῆς;) οὐκ ἀνιάτου δὲ ἐσομένου, τῇ ἀφάτῳ φιλανθρωπίᾳ τοῦ πλάσαντος καὶ τοῦ πρωτοπλάστου εἰς τὴν ἀρχαίαν ἐπανάγεσθαι μέλλοντος εὐγένειαν. Ὥστε εἰ μὴ προῆκτο, διότι ἔμελλεν ἁμαρ‐ τεῖν ὁ ἀρχέγονος, ἐδείκνυτο ἂν τὸ θεῖον τὸν μήπω | |
35 | ἁμαρτήσαντα κολάζον, καὶ τῆς ὕστερον ἀνακλήσεως καὶ σωτηρίας ἀποστεροῦν, καὶ τοσούτων ἀνδρῶν καλῶν τε καὶ ἀγαθῶν ἔρημον τὴν κτίσιν ἀποφαῖνον. Ὅτι τοῦ θείου Παύλου εἰπόντος «πρωτότοκος πάσης κτίσεως» οἱ αἱρετικοί, φησί, μὴ νοήσαντες περὶ ποίας | |
40 | κτίσεως λέγει, εἰς κτίσμα τὸν Υἱὸν οἱ ἀνόητοι κατα‐ βιβάζουσι. Διττὴ δὲ ἡ κτίσις· ἡ μὲν γάρ ἐστιν ἡ γεγε‐ νημένη, ἡ δὲ ἀνακαινιζομένη· αὐτὸς γὰρ πάλιν Παῦ‐ | |
λος βοᾷ· «Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις». Ἵνα δὲ λαμπρῶς | 141 in vol. 8 | |
Bibl.277520a | ἐπιδείξῃ ὅτι τῆς ἀνακαινισθείσης κτίσεως λέγει πρω‐ τότοκον τὸν Χριστόν, ἐπάγει «Πρωτότοκος ἐκ νεκρῶν», ἵνα γένηται ἐν πᾶσι πρωτεύων, πρωτεύων τῶν ἀνακαι‐ νιζομένων, τῶν εἰς ἀφθαρσίαν καλουμένων, τῶν ἐκ | |
5 | νεκρῶν ἐγειρομένων, πρωτεύων οὐ κατὰ τὴν θεότητα (ἄπαγε· ὕβρις γὰρ Θεῷ τὸ καλεῖσθαι πρῶτον τῶν κτισμά‐ των, ὃς ἀρρήτῳ λόγῳ καὶ ἀνεπινοήτῳ ὑπεροχῇ πάσης ὑπερήρτηται καὶ ὑπερίδρυται φύσεως), ἀλλὰ πρωτεύει κα‐ τά γε τὴν ἀνθρωπότητα, ἀρχηγὸς ἡμῶν γεγονὼς τῆς | |
10 | ἀναστάσεως καὶ τῆς ἐκ φθορᾶς εἰς ἀφθαρσίαν μετα‐ στοιχειώσεως· εἰ γὰρ Ἠλίας τὸν υἱὸν τῆς χήρας ἤγειρε καὶ Ἐλισσαῖος τὸν τῆς Σωμανίτιδος, καὶ αὐτὸς ὁ Σωτὴρ τεταρταῖον τὸν Λάζαρον ἐξανέστησεν, ἀλλ’ οὐδεὶς αὐτῶν εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν ἐξανέστη· | |
15 | πάλιν γὰρ αὐτῶν ὁ θάνατος ἐκυρίευσε. Χριστὸς δὲ ἀνα‐ στὰς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ἀλλ’ οὐδὲ ἐκείνων, οὓς κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν ἀναστήσει. Ὦ κακῆς καὶ ἄφρονος ἡμῶν γνώμης; Ἦλθεν ὁ Χριστὸς πρὸς ἡμᾶς, ἔδωκεν ἡμῖν τὸ | |
20 | αὑτοῦ Πνεῦμα, καὶ ἀνέλαβε τὸ ἡμέτερον σῶμα, καὶ τὸ συνάλλαγμα προῆλθε, καὶ λαβὼν ἡμῶν τὸ φύραμα ἀνύψωσεν αὐτὸ καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρός· καὶ ἡ ἀγνωμοσύνη τὴν εὐεργεσίαν ὑβρίζει. Ἔλαβε παρ’ ἡμῶν τὸ πλάσμα καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Πατρός· | |
25 | ἐλάβομεν ἐξ αὐτοῦ τὸ Πνεῦμα, καὶ ὑβρίζομεν, ἐν κτίσμασι καὶ δούλοις αὐτὸ καταλέγοντες. Ὅτι φησί, δέησις μὲν λέγεται, ὅταν τις τὸν Θεὸν ἀξιοῖ εἰς πρᾶγμα, προσευχὴ δέ, ὅταν ὑμνῇ τὸν Θεόν, εὐχαριστία δέ, ὅταν τις ὑπὲρ ὧν ἔπαθε χάριν ἀνθο‐ | |
30 | μολογῇ τῷ Θεῷ, ἐντυχία δέ, ὅταν τις κατὰ τῶν ἀδι‐ | |
κούντων ἐντυγχάνῃ τῷ Θεῷ, προσκαλούμενος αὐτὸν εἰς ἐκδίκησιν. Ὅτι δὲ τὸ ἐντυγχάνειν οὐκ ἔστι, φησιν, ἱκε‐ τεύειν ἀλλ’ ἐρωτᾶν καὶ ἀπόκρισιν δέχεσθαι, λέγει ὁ Θεὸς πρὸς τὸν Ἠλίαν· «Τί σὺ ἐνταῦθα, Ἠλίας;» ἀποκρίνεται | 142 in vol. 8 | |
35 | ἐρωτηθεὶς ὁ προφήτης· «Ζηλῶν ἐζήλωκα Κυρίῳ παν‐ τοκράτορι, ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ἰσραὴλ» καὶ ἑξῆς. Καὶ οὐκ ἔστιν ἐνταῦθα δέησις, ἀλλ’ ἐρώτησις καὶ ἀπόκρισις· καὶ γέγονε τὸ ἐξ ἀμφοῖν ἔντευξις. Καὶ πό‐ θεν δῆλον; Παύλου λέγοντος ἄκουσον· «Οὐκ ἀνέγνωτε | |
40 | ἐν Ἠλίᾳ τῷ προφήτῃ τί λέγει ἡ γραφή; Ὡς ἐντυγχά‐ νει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ». Οὐκοῦν ἡ ἐντυχία οὐκ ἔστι δέησις. | |
42 | Ἀλλὰ ταῦτα μὲν ὁ Χρυσόστομος. Δεῖ δ’ οὖν ἔτι λεπτομερέστερον τὰς διαφορὰς τῶν εἰρημένων ὀνομά‐ | |
Bibl.277520b | των διασκέψασθαι καὶ ἐπιθεωρῆσαι, ὥστε μὴ τῷ πλήθει μόνον ἱκανὰ εἶναι λέγεσθαι, ἀλλὰ καὶ τοῖς δεινό‐ τερον διακωδωνίζειν ταῦτα βουλομένοις ἀνάλωτα καὶ ἀνεπηρέαστα διαμένειν. | |
4 | ||
5 | Ἐκ τοῦ λόγου, ὅτι παλαιᾶς καὶ καινῆς διαθήκης εἷς ὁ νομοθέτης· καὶ εἰς τὸ ἔνδυμα τοῦ ἱερέως· καὶ περὶ μετανοίας. | |
7 | Ὅτι φησὶν ὁ Παῦλος· «Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγ‐ γέλιον· δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται». | |
10 | Πῶς οὖν δικαιοσύνη Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται; Πῶς; Ἐπειδὴ ὁ πρῶτος νόμος Ἰουδαίοις μόνοις ἐδέδοτο, καὶ τῶν ἄλλων ἀνθρώπων τῆς αὐτῆς ὑπαρχόντων δη‐ μιουργίας καὶ φύσεως, τὸ δὲ εὐαγγέλιον πᾶσιν ὁμο‐ τίμως τοῖς ὁμοφύεσιν, εἰκότως ἐν αὐτῷ δικαιοσύνη | |
15 | Θεοῦ ἀποκαλύπτεται, καὶ καλεῖται δικαιοσύνης εὐαγγέ‐ λιον. Ἐν τοίνυν τῇ παλαιᾷ διαθήκῃ οὐκ ἦν ἡ κλῆσις δικαία· οὐ γὰρ ὁμοίως πάντας ἐκάλει καὶ ἐφώτιζε, τοὺς | |
Ἰουδαίους δὲ μόνους. Οὐκ ἦν δικαία ἀλλ’ οἰκονομική, προπαρασκευάζουσα ὁδὸν τῇ δικαιοσύνῃ. Οὐ λέγω ταύ‐ | 143 in vol. 8 | |
20 | την δικαίαν κἀκείνην ἄδικον, ἀλλ’ ἐκείνην ὁδὸν ταύ‐ της καὶ προκατασκευὴν ταύτης. Ὑπελάμβανον οἱ Ἰου‐ δαῖοι ὅτι καὶ τὸ εὐαγγέλιον αὐτοῖς δοθήσεται μόνοις, ὥσπερ καὶ ὁ νόμος· ἐξέβη δὲ παρ’ ἐλπίδας ἡ προσδο‐ κία. Διὸ καὶ Δαβὶδ λέγει· «Ὑπελάβομεν, ὁ Θεός, τὸ ἔλεός | |
25 | σου ἐν μέσῳ τοῦ λαοῦ σου», εἶτα «Κατὰ τὸ ὄνομά σου, ὁ Θεός, οὕτω καὶ ἡ αἴνεσίς σου», οὐχὶ ἐν μέσῳ τοῦ λαοῦ σου μόνον, ἀλλ’ «ἐπὶ τὰ πέρατα τῆς γῆς». Καὶ ἵνα δείξῃ ὅτι τὸ ἐλεῆσαι τὰ πέρατα τῆς γῆς δικαιοσύνη ἐστίν, ἐπάγει· «Δικαιοσύνης πλήρης ἡ δεξιά σου». | |
30 | «Ὁ Κύριος, φησίν, ἐβασίλευσε». Πῶς ὁ Κύριος ἐβα‐ σίλευσεν; Ἆρ’ ὡς πρόσφατον λαβὼν τὸ τῆς βασιλείας ἀξίωμα; Εἰ μὲν γὰρ εἶπεν· «Ὁ Κύριος βασιλεύει,» τὴν ἀΐδιον αὐτοῦ ἡρμήνευεν ἐξουσίαν· εἰπὼν δέ «ἐβασί‐ λευσε», τὴν διὰ σαρκὸς αὐτοῦ οἰκονομίαν λέγει, δι’ ἧς | |
35 | ἡ φύσις ἡμῶν τὴν ἐπικράτειαν τοῦ διαβόλου, τῆς ἁμαρ‐ τίας, τοῦ θανάτου ἀποσεισαμένη, ἐπέγνω πλάστην τὸν ὡς ἀληθῶς βασιλέα, τὸν χορηγὸν τῆς ἀφθαρσίας, τῆς ἀναστάσεως. Εὐαγγελίζεται τοίνυν ὁ Δαβὶδ τοῖς ὑπὸ τῆς ἁμαρτίας, ὑπὸ τοῦ θανάτου, ὑπὸ τοῦ διαβόλου πάλαι βα‐ | |
40 | σιλευομένοις, ὅτι ὁ ζυγὸς ἐκεῖνος συντέτριπται, τὸ κρά‐ τος λέλυται, καὶ βασιλεύει πάντων ὁ Κύριος. Ὡς καὶ αὐτὸς μετὰ τὴν ἀνάστασιν ἔφη· «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς». | |
43 | Πρὶν δὲ ἐβασίλευεν ἡμῶν ὁ θάνατος | |
Bibl.277521a | καὶ ἡ ἁμαρτία· «Ἐβασίλευσε γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως» καὶ ἑξῆς, καὶ ὁ Σωτὴρ περὶ τοῦ δια‐ βόλου· «Καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, ἐμε‐ ρίσθη ἡ βασιλεία αὐτοῦ». Ὥστε ἐβασίλευε πρὸ τῆς ἐπι‐ | |
5 | δημίας τοῦ Χριστοῦ τοῦ γένους ἡμῶν ὁ Σατανᾶς, ἀλλὰ καὶ ἡ ἁμαρτία. Λέγει γὰρ πάλιν ὁ Παῦλος· «Ὥσπερ γὰρ ἐβα‐ σίλευσεν ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι, οὕτω καὶ ἡ χάρις βασιλεύει διὰ Χριστοῦ». Ὁ Κύριος ἐβασί‐ λευσε· πέπαυται τῆς ἁμαρτίας τὸ κράτος, τοῦ θανάτου, | 144 in vol. 8 |
10 | τοῦ διαβόλου. Οὐκοῦν «ἀγαλλιάσθω ἡ γῆ», ἡ φύσις ἡ γη‐ γενής, ἥ ποτε πλανωμένη, νῦν δὲ δοξαζομένη, ἥ ποτε ἐν τάφοις, νῦν ἐν θρόνοις. Ὅτι φησίν, οἰκονομίας ἦν τὰ πλεῖστα τῶν ἐν τῇ πα‐ λαιᾷ, ἀλλ’ οὐκ ἀρεσκείας Θεοῦ καὶ προηγουμένης εὐδο‐ | |
15 | κίας, καὶ τύποι τῶν μελλόντων καὶ σκιαί, ἀλλ’ οὐκ αὐτὰ τὰ πράγματα. Καὶ ἔστιν ἰδεῖν ἐπ’ αὐτῶν ἀλλὰ μὲν τὰ σχήματα, ἄλλα δὲ τὰ νοήματα. Οἷον οὐ πάντως Θεὸς ἀναπαύεται ὑακίνθῳ καὶ πορφύρᾳ καὶ κόκκῳ καὶ βάσσῳ (Θεὸς γὰρ ψυχῶν ἀπαιτεῖ καθαρότητα, οὐ σωμάτων | |
20 | ἄνθη καὶ λαμπρότητα), ἀλλ’ ἐν ταῖς σωματικαῖς φαι‐ δρότησι τὴν εἰκόνα τῶν ἀρετῶν διαγράφει. Εἰ γὰρ ταῖς στολαῖς ἐκείναις ὡς ἀληθῶς ἀνεπαύετο, πῶς τὸν Μωϋ‐ σῆν πρὸ τοῦ Ἀαρὼν οὐκ ἐνέδυσεν, ἀλλ’ ἣν ἐκεῖνος οὐκ ἐνεδύσατο, ταύτην τοὺς ἱερέας ἠμφίεσε; Καὶ Μωϋσῆς | |
25 | μὲν οὐκ ἐλούσθη ὕδατι, καὶ ἔλουε. Διὰ τί; Ἵνα μάθῃς ὅτι οὐκ ἦν ταῦτα προηγούμενα τῷ Θεῷ, ὅτι τῷ τελείῳ πρὸς κόσμον ἀρκεῖ ἡ ἀρετή, καὶ ὅτι ταῦτα τύπος ἦν τῆς ἀρετῆς, ἀλλ’ οὐκ ἀρετή. Ὅτι ἐπὶ τῆς κεφαλῆς, φησίν, ἔφερεν ὁ ἀρχιερεὺς | |
30 | τιάραν, διότι τὸν προχειριζόμενον ἁπάντων κεφαλὴν κατὰ τῆς κεφαλῆς ἔχειν τὴν ἐξουσίαν ἔδει, καὶ εἰδέναι ὅτι κεφαλὴ τῶν ἄλλων προβαλλόμενος καὶ αὐτὸς ὑπὸ κεφαλήν ἐστι τὸν κοινὸν ἁπάντων Δεσπότην καὶ ἐξου‐ σιαστήν· ἀπολελυμένη γὰρ αὐθεντεία καὶ αὐτόνομος ἀφό‐ | |
35 | ρητός ἐστι καὶ χαλεπή. Διὰ τοῦτο καὶ ἐν τῇ χάριτι οἱ | |
ἀρχιερατεύειν τελούμενοι τὸ εὐαγγέλιον ἐπὶ κεφαλῆς δέχονται, ἵνα μάθῃ ὁ χειροτονούμενος ὅτι τὴν ἀληθινὴν τοῦ εὐαγγελίου τιάραν λαμβάνει, καὶ ὅτι εἰ καὶ τῶν ἄλλων ἱερουργεῖται κεφαλή, ἀλλ’ οὖν καὶ αὐτὸς ὑπὸ τούτους τελεῖ | 145 in vol. 8 | |
40 | τοὺς νόμους, καὶ τῶν ἄλλων κρατῶν, τῷ νόμῳ κρατεῖται. Ἀλλ’ ἡ μὲν τιάρα τὴν ἐξουσίαν ἐτύπου, ἥν τε αὐτὸς εἶχε τοῦ λαοῦ καὶ ὑφ’ ἣν αὐτὸς ἀνεφέρετο τοῦ Θεοῦ. | |
42 | Τὸ δὲ πέ‐ ταλον τὸ χρυσοῦν, ἐν ᾧ τὸ ὄνομα ἐκεκόλαπτο τοῦ Θεοῦ, ἐπέ‐ | |
Bibl.277521b | κειτο μὲν τῷ στήθει, φυλακῆς δ’ ἐπεῖχε τύπον τῶν ἐν καρδίᾳ κινημάτων, καὶ ὡς δεῖ ταῦτα καταρρυθμί‐ ζειν τῇ πρὸς τὸ θεῖον νεύσει καὶ ἀναφορᾷ. Ἐπὶ δὲ τῶν ὤμων σμαράγδου λίθοι δύο, ἔχοντες τὰς ἓξ φύλας ἐν‐ | |
5 | τεῦθεν καὶ τὰς ἓξ ἐντεῦθεν. Οὗτοι δὲ σύμβολον ἦσαν τῆς ὄψεως τῆς ἀρχιερατικῆς. Ἔχει γὰρ ἡ τοῦ σμαράγδου ψῆφος καὶ χλωρότητα εὐπρεπῆ καὶ καθαρότητα διαυγῆ, κατόπτρου δύναμιν ὑποφαίνουσα· καὶ γὰρ δεῖ τὸν ἱερέα καὶ ἀσκήσει νήφειν καὶ τὸν βίον τοῖς ὑπ’ αὐτὸν ὥσπερ | |
10 | κάτοπτρον παρέχειν. Ἐπὶ τῶν ὤμων δὲ ἡ σμάραγδος, ἐπειδὴ πράξεώς ἐστι σημεῖον· ἡ γὰρ πρακτικὴ δύναμις τῶν ὤμων ἤρτηται. Διὸ καὶ ὁ Θεὸς πρὸς τὴν Ἱερου‐ σαλὴμ λέγει· «Θὲς τὴν καρδίαν σου ἐπὶ τῶν ὤμων σου, θύγατερ ἠτιμωμένη, ὅτι Κύριος κτίζει σε εἰς σωτηρίαν». | |
15 | Τὰς χεῖρας καὶ τοὺς ὤμους εἰς πράξεις ἡ γραφὴ λαμβάνει, ὡς ὅταν λέγῃ περὶ τοῦ Δαβίδ· «Καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς». | |
17 | Ἐνῆσαν δὲ τῷ λογείῳ τῷ ἐπὶ τοῦ στήθους καὶ οἱ δώδεκα λίθοι ἐνηρμοσμένοι, τὰς δώδεκα φύλας ὑποδηλοῦντες. Καὶ ὅρα | |
20 | ἄνω μὲν καὶ ἐπὶ τῶν ὤμων μία ἦν φύσις τῶν λίθων ὁ σμάραγδος, κάτω δὲ καὶ ἐπὶ τοῦ στήθους οἱ δώδεκα, | |
αἰνιττομένου τοῦ λόγου ὅτι ἄνωθεν ἅπαντες ἐκ μιᾶς προήλθομεν φύσεως, προιόντος δὲ τοῦ χρόνου διαφό‐ ροις γνώμαις ἐμερίσθημεν· καὶ τὸ μὲν δίδωσι τῇ γνώμῃ, | 146 in vol. 8 | |
25 | τὸ δὲ τῇ φύσει. | |
25 | Ὑπὸ δὲ τὸ κράσπεδον τοῦ ἱερέως, τὸ λεγόμενον λῶμα, ἄνθη ῥόαι καὶ ῥοΐσκοι χρυσοῖ καὶ κώδωνες ἀπῃώρηντο. Καὶ πῶς ἂν εἴη Θεῷ ταῦτα κατὰ πρῶτον λόγον ἀρέσκοντα; Ἀλλ’ ἐν τῷ σχήματι τοῦ ἱερέως ἐφῆκεν ἐξεικονίζεσθαι τὰς ἀρετάς. Κάτω ἄνθη καὶ καρποὶ | |
30 | τὰ τῶν ἀρετῶν κατορθώματα, ἅτινά ἐστιν ἐλεημο‐ σύνη καὶ δικαιοσύνη καὶ φιλανθρωπία καὶ τῶν ἄλλων ὁ σύστοιχος χορός. Ὅτι φησί, μὴ μετάβαλλε ῥήματα Θεοῦ ζῶντος. Εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ἐβαπτίσθης· τί ἀναι‐ | |
35 | ρεῖς τὰ ὀνόματα τὰ ζῶντα, καὶ εἰσάγεις ὀνόματα λο‐ γισμῶν, γέννημα λέγων καὶ ἀγέννητον καὶ γεννητόν, ὂν ἀεὶ καὶ μὴ ὂν ἀεί. Τούτων ἀνέχεται Θεὸς τῶν ματαίων ῥημάτων; Ἓν ῥῆμα ἵνα μεταβάλῃ, προφήτης ποτὲ ἐκιν‐ δύνευσεν ἀπολέσθαι. Καὶ βλέπε ῥήματος μικροῦ ἀκριβο‐ | |
40 | λογίαν. Τὰ ῥήματα τῶν προφητῶν τινες ἐκάλουν ὑπὸ ἀπειρίας λῆμμα Κυρίου. Λέγει ὁ Θεὸς διὰ Ἠσαΐου· «Ἐὰν ἐρωτήσῃ σε ὁ λαὸς ἢ ὁ ἱερεὺς ἢ ὁ προφήτης, καὶ εἴπῃ σοι τί τὸ λῆμμα, εἰπὲ αὐτοῖς ὅτι τὸ λῆμμα Κυρίου ὑμεῖς | |
Bibl.277522a | ἐστέ. Λήψομαι γὰρ ὑμᾶς καὶ ῥάξω ὑμᾶς, ἵνα μὴ λέγητε λῆμμα». Ἓν ῥῆμα ἵνα μὴ μεταποιηθῇ, ἀπειλεῖ ὁ Θεός· καὶ σὺ ὁλόκληρον δογμάτων ἀκριβείαν διαστρέφων νομίζεις διαφυγεῖν τὰς τοῦ Θεοῦ χεῖρας; | |
4 | ||
5 | Ἐκ τοῦ εἰς τό «Ἀρκεῖοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται». | |
6 | ||
Ὅτι ἦλθε, φησὶ, παρὰ τοῦ Πατρὸς ὁ Χριστὸς πρὸς τοὺς ἀνθρώπους πρεσβευτής· ἐσφάγη ὁ πρεσβευτής· καὶ τότε γέγονεν ἡ εἰρήνη, ἀλλ’ οἱ πρέσβεις ἐρχόμενοι καὶ | 147 in vol. 8 | |
10 | δῶρα φέρουσι καὶ δῶρα λαμβάνουσι. Ποῖον οὖν ἧκε φέ‐ ρων δῶρον, καὶ ποῖον ἀντέλαβε; Παράδοξον τὸ δῶρον, ὡς καὶ ὁ πρεσβευτὴς παράδοξος. Τὸ αἷμα αὑτοῦ φέρων ἦλθε δῶρον, τὸ σῶμα αὑτοῦ ἦλθε φέρων δῶρον· καὶ τί παρ’ ἐμοῦ ἔλαβε δῶρον; Πίστιν. Καὶ τί ἀντ’ αὐτῆς μοι | |
15 | παρέσχε; Χάριν. Ἐπίστευσα ἐγώ, ἐχαρίσατο ἐκεῖνος, ἐλύθη ἡ ἔχθρα. Ὁ πρεσβευτὴς ὅταν ἔλθῃ πρὸς ἔθνος, οὐκ ἀξιοῖ τινι τῶν ἀγοραίων ἢ πενήτων διαλεχθῆναι, ἀλλ’ εὐθὺς τῷ βασιλεῖ πρόσεισιν. Οὗτος δὲ ὁ πρεσβευτὴς ἦλθε, καὶ εὐθέως πόρνῃ καὶ λῃστῇ καὶ τελώνῃ καὶ μάγοις | |
20 | διειλέχθη. Εἶδες πρεσβευτοῦ φιλανθρωπίαν; Οὐ γὰρ πρὸς ἕνα καὶ δεύτερον ἦλθεν, ἀλλὰ πρὸς τὴν κοινὴν φύσιν· καὶ ἦλθε τὸ ἐμὸν περιβεβλημένος ἱμάτιον, ἵνα μὴ γυμνῇ τῇ θεότητι παραγενόμενος φοβήσῃ τὴν θήραν. | |
23 | Ἐκ τοῦ εἰς τὸ ῥητὸν τοῦ ἀποστόλου «Εἴ τις ἐν Χριστῷ, καινὴ | |
25 | κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα». | |
25 | Ὅτι φασὶν οἱ Ἑλληνισταὶ καὶ τὸ Ἰουδαΐζον, τί κομπάζει Παῦλος λέγων· «Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα· εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις»; Ἐγὼ γάρ, φησί, καινὸν οὐδὲν βλέπω. Οὐ γὰρ ἔχεις ὀφθαλμοὺς | |
30 | ἵνα ἴδῃς ταῦτα. Δεῦρο, καὶ ποιήσω σοι ὀφθαλμούς, καὶ ὁρᾷς, καὶ σὺ ποιεῖς ὀφθαλμούς; Ναί. Καὶ δημιουργὸς εἶ; Καὶ πάνυ. Σὺ ἀπονενόησαι; Οὐχί. Οὐκοῦν ποίησον ὀφθαλμοὺς τοῦ σώματος; Οὔ, ἀλλὰ τὸ μεῖζον, τῆς δια‐ νοίας. Καὶ ποιεῖς μοι ὀφθαλμούς; Μάλιστα. Οὐ γὰρ ἔχω; | |
35 | Οὐχί. Σὺ δὲ ἔχεις; Ναί. Πῶς, εἰπέ μοι; Ὅταν ἀπέλθῃς εἰς ναόν, καὶ ἴδῃς ἐκεῖ ξόανον γυμνόν, λίθον ἄφωνον, | |
καὶ εἴπῃς οὗτος ὁ Θεός ἐστιν, ἆρα ὀφθαλμοὺς ἔχεις; Μὴ γὰρ ὄφελός τι τῶν ἔξωθεν ὀφθαλμῶν, τῶν ἔνδον πε‐ πηρωμένων; Ὁρᾷς ὅτι χρείαν ἔχεις ἵνα ποιήσω σοι | 148 in vol. 8 | |
40 | ὀφθαλμούς, ὥστε τὸν λίθον σε ἰδεῖν λίθον καὶ τὸ ξύλον ξύλον. Ὀφθαλμοὺς ἔχεις, ὅταν ἴδῃς ξύλον καὶ προσκυ‐ νήσης; Ὅταν λαβὼν αὐτὸ ἐγὼ καύσω, ἆρα ἔχεις ὀφθαλ‐ | |
Bibl.277522b | μοὺς τὸ καιόμενον Θεὸν ὀνομάζων; Ὅταν τὰ πάθη θεοποιῇς, ὀφθαλμοὺς ἔχεις; Μεθύει ὁ ἄνθρωπος καὶ περι‐ φέρεται καὶ καταγελᾶται καὶ γίνεται ἀντὶ ἀνθρώπου ἄλο‐ γος· σὺ δὲ λέγεις ἡ μέθη θεὸς ὁ Διόνυσος, ἡ κλοπὴ θεὸς | |
5 | ὁ Ἑρμῆς. Ὁρᾷς ὅτι χρεία σοι ὀφθαλμῶν; Ὁ νόμος τὰ πάθη κολάζει, καὶ σὺ ταῦτα θεοποιῶν οὐκ αἰσθάνῃ. | |
6 | Εἰ βούλει δέ, πρόσχες, ὅπως γέγονε πάντα καινά. Κτίσις ἐν τῇ γραφῇ λέγεται οὐ μόνον ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγή, ἀλλὰ καὶ ἡ ἐκ τοῦ ὄντος ἐπὶ τὸ βέλτιον | |
10 | μεταβολή. Ἔκτισεν ὁ Θεὸς τὸν οὐρανόν, ἔστιν ἐκ τοῦ μὴ ὄντος ἐργάσασθαι· κτίζει καὶ ὅταν τὸν πονηρὸν ἄν‐ θρωπον καλὸν ἀπεργάσηται· ἐνταῦθα τὸ κτίζειν πρα‐ γμάτων ἐστὶν ἐπὶ τὸ βέλτιον μεταβολή. Καὶ ἄκουσον τοῦ Δαβὶδ λέγοντος. Ἐπειδὴ γὰρ ἦν αὐτὸς καὶ ἡ καρδία αὐτοῦ | |
15 | ἐκτισμένη, ἐρρυπώθη δὲ τῇ μοιχείᾳ καὶ τῷ φόνῳ καὶ πρὸς φθορὰν κατεφέρετο, παρακαλεῖ τὸν Θεὸν καὶ λέγει· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς», οὐχ ὅτι πρότερον οὐκ εἶχε καρδίαν, οὐδὲ περὶ τῆς οὐσίας τῆς καρδίας λέγει, ἀλλὰ περὶ τῆς κοσμούσης αὐτὴν ἀρίστης | |
20 | πολιτείας. | |
20 | Ἰδοὺ τοίνυν κτίσις λέγεται οὐ μόνον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγή, ἀλλὰ καὶ ἡ τῆς οὐσίας διαφθαρείσης εἰς τὸ βέλτιον μεταβολή. Οὕτω κτίζεται | |
σώφρων ἡ πόρνη, οὕτως ἐλεήμων ὁ ἅρπαξ· οὕτω μετα‐ βάλλεται εἰς πρόβατον ὁ λύκος καὶ ὁ ἱέραξ εἰς περι‐ | 149 in vol. 8 | |
25 | στεράν. Δύο κτίσεις· διὰ τοῦτο καὶ τὸ λουτρὸν κτίσμα λέ‐ γεται, τὸ λουτρὸν λέγω τῆς παλιγγενεσίας· «Ἀποδυσά‐ μενοι, γάρ φησι, τὸν παλαιὸν ἄνθρωπον, ἐνδυσά‐ μενοι τὸν νέον, τὸν ἀναγεννώμενον κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν». | |
29 | Ὁρᾷς οὖν ὅ τι ἐστὶ καινὴ κτίσις. Τί | |
30 | γάρ μοι ὄφελος, ἐὰν γένηται οὐρανὸς καινὸς καὶ γῆ καινή, ἐγὼ δὲ ταῖς ἁμαρτίαις πεπαλαίωμαι; Ὁ οὐρανὸς οἶκός ἐστιν, ἐγὼ δὲ ὁ διαιτώμενος ἐν αὐτῷ καὶ νοσῶν. Ἐὰν ἰα‐ τρὸς εἰς τὴν οἰκίαν τοῦ ἀρρωστοῦντος εἰσέλθοι, καὶ τοῦ μὲν οὐδεμίαν πρόνοιαν λάβοι, λευκαίνῃ δὲ τοὺς τοίχους | |
35 | καὶ χρυσογραφῇ τὸν ὄροφον, οὐκ ἂν εἶπες αὐτῷ· «Ἄν‐ θρωπε, ἀνάστησον τὸν νοσοῦντα· τί τὴν οἰκίαν καλλω‐ πίζεις; βοήθησον τῷ κειμένῳ». Καὶ ὁ Χριστὸς εἰσῆλθεν εἰς τὸν κόσμον τοῦτον ἐν ᾧ κατακειμένην εὗρε τὴν φύσιν μου νοσοῦσαν· καὶ πρὸς τὴν θεραπείαν αὐτῆς | |
40 | ἅπαντα δέχεται τὸν ἀγῶνα καὶ ἀνακαινίζει καὶ ἀνορ‐ θοῖ τὴν φύσιν. Τί οὖν τὸν ἰατρὸν μέμφῃ ὅτι μὴ ταῦτα ποιεῖ, τὸν Χριστὸν δὲ πάλιν ὑπὸ μῶμον ποιεῖς ὅτι ταῦτα | |
Bibl.277523a | ποιεῖ; Οὕτω παρῆλθε τὰ ἀρχαῖα, οὕτω γέγονε τὰ πάντα καινά, οὕτω καὶ ἡ κτίσις. Καὶ μυρία ἄν τις τοι‐ αῦτα ἐπισυνάψῃ. | |
3 | Ἐκ τοῦ μετὰ τὰς καλάνδας καὶ ἑξῆς· καὶ κατὰ μεθυόντων. | |
4 | ||
5 | Ὁ τοίνυν Χριστὸς τὰ ἄπειρα πλήθη ἑστιάσας ἐπὶ τῆς ἐρήμου, οὐκ ἐπὶ σκηνὴν καὶ ὕπνον αὐτοὺς ἔπεμψεν, ἀλλ’ ἐπὶ θείων ἀκρόασιν ἐκάλεσε λογίων. Οὕτω καὶ ἡμεῖς ποιῶμεν καὶ τοσοῦτον ἐθίσωμεν ἑαυτοὺς ἐσθίειν, ὅσον πρὸς τὸ ζῆν μόνον, οὐχ ὅσον διασπᾶσθαι καὶ βαρύνεσθαι. Οὐ γὰρ | |
10 | διὰ τοῦτο ἐγενόμεθα καὶ ζῶμεν, ἵνα φάγωμεν καὶ πίωμεν, ἀλλὰ διὰ τοῦτο ἐσθίομεν, ἵνα ζῶμεν. Οὐ τὸ ζῆν διὰ τὸ φαγεῖν, ἀλλὰ διὰ τὸ ζῆν τὸ φαγεῖν γέγονεν ἐξ ἀρχῆς. Ἡμεῖς δὲ ὡς διὰ τοῦτο ἐλθόντες εἰς τὸν κόσμον, οὕτως ἅπαντα εἰς τοῦτο καταναλίσκομεν. | 150 in vol. 8 |
14 | ||
15 | Ἐκ τοῦ εἰς τὸ ῥητὸν τοῦ ἀποστόλου· «Περὶ δὲ τῶν κεκοιμη‐ μένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοιποί» καὶ ἑξῆς. | |
17 | Τί δή ποτε, ὅταν μὲν περὶ τοῦ Χριστοῦ διαλέγηται Παῦ‐ λος, θάνατον καλεῖ τὸν ἐκείνου θάνατον, ὅταν δὲ περὶ | |
20 | τῆς ἡμετέρας τελευτῆς, κοίμησιν αὐτὴν καὶ οὐ θάνατον ὀνομάζει; Καὶ γὰρ ἐν τῷ αὐτῷ λόγῳ τρίτον μνησθεὶς τῆς τελευτῆς τῶν ἀνθρώπων οὐδαμοῦ θάνατον λέγει, ἀλλὰ κοίμησιν τὴν ἀναχώρησιν ὀνομάζει. Οὐ γὰρ παρ‐ έργως ταύτῃ κέχρηται τῶν λέξεων τῇ παρατηρήσει, | |
25 | ἀλλὰ σοφόν τι καὶ μέγα κατασκευάζει. Ἐπὶ μὲν οὖν τοῦ Χριστοῦ θάνατον καλεῖ, ἵνα τὸ πάθος πιστώσηται, ἐπὶ δὲ ἡμῶν κοίμησιν, ἵνα τὴν ὀδύνην παραμυθήσηται. Ἔνθα μὲν γὰρ προεχώρησεν ἡ ἀνάστασις, θαρρῶν καλεῖ θά‐ νατον· ἔνθα δὲ ἐν ἐλπίσιν ἔτι μένει, κοίμησιν καλεῖ, | |
30 | καὶ διὰ ταύτης παραμυθούμενος ἡμᾶς τῆς προσηγο‐ ρίας, καὶ χρηστὰς ἐλπίδας ὑποτείνων ἡμῖν. Ὁ γὰρ κοι‐ μώμενος ἀναστήσεται πάντως, ἐπεὶ καὶ θάνατος οὐδὲν ἕτερόν ἐστιν ἢ μακροχρόνιος ὕπνος. | |
33 | Ἀνεγνώσθη ἐκ τοῦ περὶ μετανοίας τοῦ αὐτοῦ | |
34 | Χρυσοστόμου. | |
34 | ||
35 | Μάννα ἤσθιον οἱ Ἰουδαῖοι, καὶ τὰ ἐν Αἰγύπτῳ κρόμ‐ μυα ἐπεζήτουν· οὕτως αἰσχρὸν ἡ συνήθεια πρᾶγμα καὶ κάκιστον. | |
37 | Κἂν εἰς δέκα ἡμέρας κατορθώσῃς, κἂν εἰς εἴκοσι, κἂν εἰς τριάκοντα, οὐκ ἀγαπῶ, οὐ χάριν ἔχω, οὐ περιπτύσσομαί σε; Μόνον μὴ ἀποκάμῃς, ἀλλ’ αἰσχύνου | 151 in vol. 8 |
40 | καὶ καταγίγνωσκε. | |
40 | Πάλιν διελέχθην περὶ ἀγάπης· ἤκου‐ σας, ἀπῆλθες, καὶ ἥρπασας· οὐκ ἐπεδείξω διὰ τῶν ἔργων | |
Bibl.277523b | τὸν λόγον. Μὴ αἰσχυνθῇς πάλιν εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν. Αἰσχύνου ἁμαρτάνων, μὴ αἰσχύνου μετανοῶν. Δύο ταῦτα ἐστιν, ἁμαρτία καὶ μετάνοια, τραῦμα μὲν ἡ ἁμαρτία, φάρμακον δ’ ἡ μετάνοια. Ἐν τῷ τραύματι | |
5 | σηπεδών, ἐν τῷ φαρμάκῳ τῆς σηπεδόνος καθαρισμός. Ἐν τῇ ἁμαρτίᾳ ὄνειδος, γέλως· ἐν τῇ μετανοίᾳ παρρη‐ σία, ἔπαινος, ἐλευθερία. Ἀλλ’ ἀντιστρέφει τὴν τάξιν ὁ Σατανᾶς, καὶ δίδωσι τοῖς πειθομένοις αὐτῷ ἐν μὲν τῇ ἁμαρτίᾳ τὴν παρρησίαν, ἐν δὲ τῇ μετανοίᾳ τὴν | |
10 | αἰσχύνην. Σὺ δὲ μὴ πεισθῇς αὐτῷ, ἀλλ’ ἑκατέρᾳ πράξει τὸ οἰκεῖον ἀπονέμεσθαι σπούδασον. | |
11 | Ὅρασις ἣν εἶδεν Ἠσαΐας κατὰ Ἰουδαίας καὶ κατὰ Ἱερουσαλήμ. | |
12 | Εἰπὲ τὴν ὅρασιν ἣν εἶδες. Ὁ δὲ λέγει· «Ἄκουε οὐρα‐ νέ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν». Ἄλλα | |
15 | ἐπηγγείλω καὶ ἄλλα λέγεις. Ἀρχόμενος εἶπες «ὅρασις κατὰ Ἰουδαίας καὶ κατὰ Ἱερουσαλήμ», καὶ ἀφεὶς τὴν διήγησιν οὐρανῷ καὶ γῇ διαλέγῃ. Ἀφῆκας τοὺς ἀν‐ θρώπους, καὶ τοῖς ἀλόγοις στοιχείοις προσδιαλέγῃ. Ναί φησιν, ἐπειδὴ τῶν ἀλόγων ἀλογώτεροι γεγόνασιν οἱ | |
20 | λογικοί. Καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ διότι μέλλων ὁ Μωϋσῆς εἰσάγειν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ προορῶν τὰ μέλλοντα ἔσεσθαι, οὕτω πώς φησιν· «Ἄκουε οὐρανέ, καὶ λαλήσω· προσεχέτω γῆ ῥήματα ἐκ στό‐ ματός μου». | |
24 | Διαμαρτύρομαι ὑμῖν, φησιν, Ἰουδαῖοι, τὸν | 152 in vol. 8 |
25 | οὐρανὸν καὶ τὴν γῆν, ὁ Μωϋσῆς, ὅτι ἐὰν εἰσέλθητε εἰς τὴν γῆν τῆς ἐπαγγελίας καὶ ἐγκαταλίπητε Κύριον τὸν Θεόν, διασκεδασθήσεσθε εἰς πάντα τὰ ἔθνη. Ἦλθε τοί‐ νυν Ἠσαΐας· ἔμελλεν ἡ ἀπειλὴ περατοῦσθαι. Οὐκ ἐδύνατο καλεῖν Μωϋσέα τὸν ἤδη τεθνηκότα οὐδὲ τοὺς τότε ἀκη‐ | |
30 | κοότας· λοιπὸν τὰ στοιχεῖα καλεῖ, ἅπερ διαμαρτυρό‐ μενος αὐτοῖς ἐκάλει καὶ ὁ Μωϋσῆς. Καίτοι γε ἐκεῖνος καὶ τὸν Ἀαρὼν ἐδύνατο καλεῖν εἰς μαρτυρίαν καὶ πολ‐ λοὺς ἄλλους· ἀλλὰ διὰ τοῦτο, φαίη ἄν, οὐκ ἐκάλεσα τούτους, ἐπειδήπερ ἔμελλον ἐκεῖνοι τελευτᾶν καὶ μὴ πα‐ | |
35 | ρεῖναι μάρτυρες, ἐπειδὰν εἰς παρανομίαν ἐξέκλινεν ὁ Ἰσραήλ. Διὸ τὰ μένοντα στοιχεῖα εἰκότως εἰς μαρ‐ τυρίαν καλῶ. Οὕτω καὶ Ἠσαΐας ποιεῖ, οὐ διὰ τὰ εἰρη‐ μένα μόνον, ἀλλὰ καὶ ἐπειδὴ διαλεχθεὶς τοῖς Ἰουδαίοις εὗρε μὴ ἀκούοντας αὐτοῦ, ἐπὶ τὰ στοιχεῖα στρέ‐ | |
40 | φεται καὶ μάρτυρας παραλαμβάνει αὐτοῦ. «Ἄκουε, οὐ‐ ρανέ», σὺ γὰρ τὸ μάννα ἤνεγκας· «Ἐνωτίζου, γῆ», σὺ γὰρ | |
Bibl.277524a | τὴν ὀρτυγομήτραν ἔδωκας». «Ἄκουε, οὐρανέ», τὰ γὰρ ὑπὲρ φύσιν αὐτοῖς ἐχορήγησας· ἄνω καθ’ ὃν τρόπον ἐστερεώθης ἔμενες, καὶ μίμησιν οὐχ ὑπερεῖδες ἅλωνος. «Ἐνωτίζου, γῆ», σὺ γὰρ κάτω ἦς, καὶ τράπεζαν αὐτοῖς | |
5 | παρετίθεις αὐτοσχέδιον. | |
5 | Διὰ τοῦτο καὶ ἕτερος προφή‐ της ὁρῶν τὸν βασιλέα μαινόμενον, τὸ εἴδωλον λα‐ τρευόμενον, τὸν Θεὸν ὑβριζόμενον, τοὺς ἄλλους ἐπτη‐ χότας, πρὸς οὐδένα τούτων ποιεῖται τὸν λόγον, ἀλλ’ ἀποστραφείς· «Ἄκουσον, φησί, θυσιαστήριον, ἄκουσόν | |
10 | μου». Τί οὖν λίθῳ διαλέγῃ; — Ναί φησιν, ἐπειδὴ λίθου ἀναισθητότερος ὁ βασιλεύς. «Ἄκουσον θυσιαστήριον, | |
τάδε λέγει Κύριος». Καὶ εὐθέως ἐσχίσθη τὸ θυσιαστή‐ ριον καὶ ἐρράγη καὶ ἐξέχεε τὴν θυσίαν. Ὁ δὲ ἄνθρω‐ πος οὐκ ἤκουσεν, ἀλλ’ ἐκτείνει τὴν χεῖρα ὁ βασιλεὺς | 153 in vol. 8 | |
15 | τὸν προφήτην ἁρπάσαι βουλόμενος· ὁ δὲ Θεός, τί ποιεῖ; Ἐξήρανεν αὐτοῦ τὴν χεῖρα. Οὐ ξηραίνει δὲ αὐτοῦ ἐξ ἀρχῆς τὴν χεῖρα ἵνα τῷ τοῦ λίθου πάθει σωφρονέστε‐ ρος γένηται. Ἐβούλετο γὰρ αὐτὸν ἄνευ τῆς εἰς αὐτὸν κολάσεως σωφρονισθῆναι· ἀλλ’ ἐπειδή, φησιν, ὁ λίθος | |
20 | ἐσχίσθη καὶ σὺ οὐ διωρθώθης, ἐπί σε τὴν δικαίαν ὀργὴν ἐπιστρέφω. | |
21 | Ἐκ τοῦ εἰς τὸν ἄσωτον, καὶ εἰς μετάνοιαν, καὶ εἰς τὸ ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ, καὶ εἰς τὸν λῃστήν. | |
23 | Ὅτι τὸ τάγμα τῶν δικαίων οὐ βούλεται εἰς ἑαυτὸ ἁρ‐ | |
25 | πάσαι τὴν ἐξουσίαν τῶν κτισμάτων, ἀλλ’ ὑπὸ τὴν τοῦ Πατρὸς πρόνοιαν θέλει κεῖσθαι τὰ τῆς οἰκονομίας. Διὸ καὶ ἡ παραβολὴ τὸν νεώτερον εἰσάγει, λαβόντα τὴν πατρικὴν οὐσίαν, εἰς χῶραν ἀποδημῆσαι μακράν. Τὸ δὲ μῆκος οὐ σταδίοις διετείνετο, ἀλλὰ τρόποις ἐξετο‐ | |
30 | πίζετο· καὶ γὰρ ὁ ἁμαρτάνων μακρὰν γίνεται Θεοῦ οὐ τόπῳ ἀλλὰ τρόπῳ. Λαβὼν δὲ τὴν οὐσίαν τὴν πατρι‐ κὴν ἀπώλεσεν αὐτήν, ἀσώτως ζῶν. Ἔλαβεν ἥλιον εἰς ἀπόλαυσιν, καὶ τὸ δῶρον ὡς Θεὸν προσεκύνησεν. Ἔλαβε πηγὰς εἰς τρυφήν, καὶ τὸ δῶρον ἐθεοποίησεν. Ἠγνόησε | |
35 | τὸν χαρισάμενον, καὶ τὸ χάρισμα ὑπερεδόξασεν. | |
35 | Ἡ αὐτὴ κτίσις, ἀλλ’ οὐ πᾶσιν ὁμοίως ὁρωμένη. Πατρικὴ ἡ οὐσία· ἀλλ’ ὁ μὲν καλῶς αὐτῇ, ὁ δὲ κακῶς ἀπεχρή‐ σατο. Τάγμα τοῦτο κἀκεῖνο, εἰ καὶ διάφορον. Ὁ εὐσεβὴς τὸ κάλλος ὁρᾷ τοῦ οὐρανοῦ, καὶ ἀπὸ τοῦ κάλλους τὸν δη‐ | |
40 | μιουργὸν ἀνυμνεῖ· «Ὄψομαι, γάρ φησι, τοὺς οὐρανοὺς | |
ἔργα τῶν δακτύλων σου». Εἶδεν ὁ ἀσεβής, καὶ πρὸς μὲν τὸν κτίστην τὴν διάνοιαν οὐ διεβίβασεν, ἐναπομείνας | 154 in vol. 8 | |
Bibl.277524b | δὲ τῷ κάλλει τοῦ οὐρανοῦ Θεὸν ἐφαντάσθη τὸ δημιούργημα. Ὁ εὐσεβὴς οὐχ ὑβρίζει τὴν κτίσιν, ἀλλὰ τῷ Δεσπότῃ τὴν προσκύνησιν ταμιεύεται. Τιμᾷ τὴν κτίσιν, ἀλλ’ ὡς ὁμόδουλον, οὐκ ἀφαιρῶν δὲ τὸ σέβας | |
5 | τοῦ κτίσαντος περιάπτει τῷ κτίσματι. Ἐπαινεῖ τὸ φι‐ λοτέχνημα, ἀλλ’ οὐχὶ τὴν τοῦ τεχνίτου δόξαν εἰς ἐκεῖνο περιίστησιν. Ὁ δὲ δυσσεβὴς κακῶς μὲν εἶδεν, κακῶς δὲ προσεκύνησε καὶ πᾶσαν τὴν τάξιν ἀνέτρεψεν. Ὅτι δράκοντα πολλάκις ἡ γραφὴ καλεῖ τὸν διά‐ | |
10 | βολον, καὶ ὄφιν σκολιόν· διὸ καὶ ὁ Σωτήρ φησιν· «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων». Καὶ ἵνα μὴ τὰ ἕρποντα ὑπολάβῃς, ἐπή‐ γαγε· «Καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ». Δρά‐ κων καὶ ὄφις ὁ διάβολος οὐχ ὡς ῥίζα κακίας, ὥς φα‐ | |
15 | σιν οἱ Μανιχαῖοι, ἀλλ’ ὡς κατάρχων τῶν δαιμονίων καὶ ἀρχηγὸς αὐτοῖς τῆς ἐκπτώσεως γεγονώς. | |
16 | Ἐκ τοῦ παραινετικοῦ λόγου περὶ μετανοίας. | |
17 | Τοῦ εἰπόντος· «Καθελῶ μου τὰς ἀποθήκας, καὶ μεί‐ ζονας οἰκοδομήσω», τούτου τὴν ἐκ Θεοῦ ἐπενεχθεῖσαν | |
20 | ἀπόφασιν εἰς μνήμην, ἄνθρωποι, λαβόντες ἀνοίξατε τοὺς θησαυροὺς ὑμῶν, καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς θησαυρὸν ἀνέκλειπτον ἐν τῷ οὐρανῷ, καθὼς προστάσσει ὁ Κύριος· οἱ τὸν ἐμπαίκτην πλοῦτον ἐκ τόκου καὶ ἐξ ἀδικίας συλλέξαντες, «ποιήσατε ἑαυτοῖς | |
25 | φίλους ἐκ τοῦ μαμωνᾶ», καθὼς ὁ Δεσπότης παρακαλεύε‐ ται, «ἵν’ ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους | |
σκηνάς». Ἐκ τοῦ εἰς τὸν σεισμὸν καὶ εἰς τὸν Λάζαρον καὶ εἰς τὸν πλούσιον. | 155 in vol. 8 | |
29 | ||
30 | Οὐ παύσομαι λέγων ἐγώ, κἂν μηδεὶς ὁ ἀκούων ᾖ. Ἰατρός εἰμι, τὰ φάρμακα ἐπιτίθημι· διδάσκαλός εἰμι, παραινεῖν ἐκελεύσθην. Οὐδένα διορθοῦμαι; Καὶ τί τοῦτο; Ἀλλ’ ἐγὼ τὸν μισθὸν ἔχω. Καὶ τοῦτο καθ’ ὑπερβολὴν εἶπον· ἀμήχανον γὰρ ἐν τοσούτῳ πλήθει μὴ διορθω‐ | |
35 | θῆναί τινα. Ἀκούω, φησι, καθ’ ἡμέραν, καὶ οὐ ποιῶ. Ἄκουε κἂν μὴ ποιῇς· ἐκ γὰρ τοῦ ἀκούειν καὶ τὸ πράττειν περιγίνε‐ ται. Κἂν μὴ ποιῇς, αἰσχύνῃ ἐπὶ τῇ ἁμαρτίᾳ· κἂν μὴ ποιῇς, μεταβάλλῃ τὴν γνώμην· κἂν μὴ ποιῇς κατα‐ | |
40 | δικάζεις ἑαυτὸν ὅτι οὐ ποιεῖς. Τὸ δὲ κατηγορεῖν ἑαυτοῦ ἀρχὴ διορθώσεως. Ὅταν εἴπῃς· «Οἴμοι, ἤκουσα καὶ οὐ ποιῶ» τὸ οἴμοι προοίμιόν ἐστι τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς. | |
Bibl.277525a | «Πέμψον Λάζαρον» καὶ ἑξῆς. Καὶ ποῦ νῦν οἱ οἰ‐ νοχόοι σου, οἱ τάπητες, οἱ παράσιτοι, οἱ κόλακες; Ποῦ ὁ τύφος, ποῦ ἡ φαντασία; Φύλλα ἦν, καὶ χειμὼν κατέ‐ λαβε, καὶ πάντα ἀπώλετο. Ὄναρ ἦν, καὶ ἡμέρα γέγονε, | |
5 | καὶ τὸ ὄναρ διαλέλυται. Διὰ τί δὲ οὐ τὸν Νῶε ἢ τὸν Ἰακὼβ ἢ τὸν Ἰσαάκ, ἀλλὰ τὸν Ἀβραὰμ ὁ πλούσιος ὁρᾷ; Διὰ τί; Ἐπειδὴ φιλόξενος ἦν ὁ Ἀβραάμ, καὶ τῆς ἀπανθρωπίας τούτου μείζων γίνεται κατηγορία ἡ ἐκείνου φιλοξενία. | |
9 | ||
10 | Ἐκ τοῦ εἰς τὸ μὴ οὕτω σφοδρῶς θρηνεῖν τοὺς τελευτῶντας. | |
10 | Θάνατος μεριμνῶν λύσις. Εἰ μὴ θάνατος ἦν, ἑαυ‐ τοὺς ἂν κατησθίομεν· εἰ μὴ κόλασιν ἐξεδεχόμεθα, οὐδα‐ | |
μῶς τῶν κακῶν ἐπαυόμεθα. Εἶδες Δεσπότου φιλανθρω‐ πίαν; Τὸ ἐκ παραβάσεως ἐπιτίμιον ἀφορμὴν σωτηρίας | 156 in vol. 8 | |
15 | ἀπειργάσατο. Εἰ μὲν οὖν δίκαιός ἐστιν ὁ ἀποθανών, χαῖρε, διότι θαρρῶν πρὸς τὸν Δεσπότην πορεύεται· εἰ δὲ ἁμαρτωλός, μὴ λυποῦ· ἐκέρδησεν οἷς τὴν προσθή‐ κην τῶν ἁμαρτημάτων ἀφῄρηται. Ὅτι ἐν τῇ πρὸς τὸν ἐπίσκοπον Κυριακὸν ἐπιστολῇ, | |
20 | ἣν ἀπὸ τῆς δευτέρας ἐξέπεμψεν ἐξορίας, καθάπτεται μὲν τοῦ Ἀρσακίου, λῆρον αὐτὸν καὶ μοιχὸν καλῶν, ἐπαι‐ νεῖ δὲ τοὺς ἀποστρεφομένους τὴν αὐτοῦ κοινωνίαν, ὡς διὰ Θεὸν καὶ τὸ εἰς τὸν ἀρχιερέα αὐτῶν ἀδίκημα τὴν ἀποστροφὴν αὐτῶν ποιουμένους. Καίτοι γε ἐν ἄλλοις φαί‐ | |
25 | νεται παραινῶν μὴ ἀφίστασθαι ἀπὸ τῆς ἐκκλησίας. Εἰς τοῦτο δὲ ὕστερον (ὡς ἔοικε) μετέστη, ἐπειδὴ καὶ οἱ τοῦτον ἀδίκως ἐκβαλόντες οὐχ οἷς ἔπραξαν ἔστερξαν, ἀλλὰ καὶ καταδρομὰς καὶ ἐπιβουλὰς κατὰ τῶν αὐτῷ προσανα‐ κειμένων καὶ ὑπερορίας ἐπαλαμήσαντο. | |
Bibl.278525a(31) | Ἀνεγνώσθη ἐκ τῶν Θεοφράστου περὶ τῶν με‐ ταβαλλόντων τὰς χροάς. Ὅτι τὰς χροὰς μεταβαλλόμενοι καὶ ἐξομοιούμενοι φυτοῖς καὶ τόποις καὶ λίθοις, οἷς ἂν πλησιάσωσι, πο‐ | |
35 | λύπους ἐστὶ καὶ χαμαιλέων καὶ τὸ θηρίον ὁ τάρανδος ὃ ἐν Σκύθαις φασὶν ἢ Σαρμάταις γενέσθαι. | |
36 | Μεταβάλλει δ’ ὁ χαιμαιλέων εἰς πάντα τὰ χρώματα, πλὴν τὴν εἰς τὸ λευκὸν καὶ τὸ ἐρυθρὸν οὐ δέχεται μεταβολήν· καὶ οὐ πρὸς τὰ παρακείμενα μόνον χρώματα μεταβάλλει, ἀλλὰ | |
40 | καὶ αὐτὸς καθ’ ἑαυτόν, ἐάν τις μόνον ἅψηται αὐτοῦ, | |
Bibl.278525b | τὸ χρῶμα μεταβάλλει. | |
1 | Ὁ δὲ τάρανδος τὸ μὲν μέγεθός ἐστι κατὰ βοῦν, τὸ πρόσωπον δὲ ὅμοιος ἐλάφῳ, πλὴν πλατύτερος, ὡσανεὶ ἐκ δύο συγκείμενος ἐλαφείων προσ‐ ώπων. Δίχηλον δέ ἐστι καὶ κερασφόρον. Ἔχει δὲ τὸ κέ‐ | 157 in vol. 8 |
5 | ρας ἀποφυάδας ὥσπερ τὸ ἐλάφου, καὶ τριχωτόν ἐστι δι’ ὅλου· περὶ γὰρ τὸ ὀστοῦν δέρματός ἐστι περίτασις, ὅθεν ἡ ἔκφυσις. Τὸ δὲ δέρμα τῷ πάχει δακτυλιαῖόν ἐστιν, ἰσχυρὸν δὲ σφόδρα· διὸ καὶ τοὺς θώρακας ἐξαυάζοντες αὐτὸ ποιοῦνται. Σπάνιον δὲ τὸ ζῷον καὶ ὀλιγάκις φαι‐ | |
10 | νόμενον. Θαυμαστὴ δ’ ἡ μεταβολὴ καὶ ἐγγὺς ἀπιστίας. Τοῖς μὲν γὰρ ἄλλοις ἐν τῷ δέρματι γίνεται ἡ μεταβολή, ἀλλοιουμένης τῆς ἐντὸς ὑγρότητος, εἴτε αἱματώδους ἢ καί τινος ἄλλης τοιαύτης οὔσης, ὥστε φανερὰν εἶναι τὴν συμπάθειαν· ἡ δὲ τῶν τριχῶν μεταβολή, ξηρῶν τε | |
15 | οὐσῶν καὶ ἀπηρτημένων καὶ ἀθρόον οὐ πεφυκυιῶν ἀλλοιοῦ‐ σθαι, παράδοξος ἀληθῶς καὶ ἀπίθανος, μάλιστα πρὸς πολλὰ ποικιλλομένη. | |
17 | Ὁ δὲ χαμαιλέων δοκεῖ τῷ πνεύματι ποι‐ εῖν τὰς μεταβολάς· πνευματικὸν γὰρ φύσει. Σημεῖον δὲ τὸ τοῦ πνεύματος μέγεθος· σχεδὸν γὰρ δι’ ὅλου τοῦ σώμα‐ | |
20 | τος τέταται. Ἅμα δὲ καὶ ἐξαιρόμενος αὐτὸς καὶ φυσώμενος δῆλός ἐστιν. | |
21 | Ἐκ τοῦ περὶ παραλύσεως Θεοφράστου. | |
22 | Ὅτι ὑπὸ καταψύξεώς φησιν, ὡς κοινῷ λόγῳ φάναι, τὴν παράλυσιν γίνεσθαι καὶ ταύτην οἱ μὲν ὑπὸ πνεύ‐ | |
25 | ματος (πνευματικὸν γὰρ τὸ πάθος), οἱ δὲ ἐκλείψει καὶ στερήσει τοῦ πνεύματος· τοῦτο γὰρ εἶναι τὸ τὴν θερμό‐ τητα καὶ τὴν κίνησιν ὅλως ποιοῦν. Ἀκινησίας δὲ γινο‐ | |
μένης κατάψυξις γίνεται τοῦ αἵματος, ἢ ἁπλῶς εἰπεῖν τῆς ὑγρότητος. Διὰ τοῦτο γὰρ καὶ ἡ νάρκη γίνεται ἐν τοῖς | 158 in vol. 8 | |
30 | ποσὶν ἢ καὶ ἐν τοῖς ἄνω μέρεσιν, ὅταν ἀποπιεσθῶσιν ἀπὸ καθέδρας ἢ ἄλλου τινὸς τρόπου. Τότε γὰρ διαλαμ‐ βάνει τῇ πιέσει τὸ πνεῦμα, καὶ οὐ δυναμένην τὴν οἰ‐ κείαν κίνησιν κινεῖσθαι ἵστησι καὶ ἀποψύχει τὸ αἷμα. | |
33 | Ἐκ τοῦ περὶ λειποψυχίας. | |
34 | ||
35 | Ὅτι ἡ λειποψυχία στέρησις ἢ κατάψυξις τοῦ θερμοῦ περὶ τὸν ἀναπνευστικὸν τόπον. Τοῦτο δὲ συμβαίνει ἢ ὑπὸ τοῦ ψυχροῦ ἢ καὶ ὑπ’ αὐτοῦ τοῦ θερμοῦ· τὸ γὰρ πλέον πῦρ ἀναιρεῖ τὸ ἔλαττον. Μαρτυρεῖ δὲ καὶ ἡ πεῖρα. Ὑπὸ γὰρ πνίγους ἢ ἄλλης θέρμης, καὶ μάλιστα πολλῆς, ἀθρόον | |
40 | τούτων προσπεσόντων ἡμῖν, ἐκλυόμεθα καὶ λειποθυμοῦ‐ | |
Bibl.278526a | μεν· καταμαραίνεται γὰρ τὸ ἐν ἡμῖν κατάψυξιν οὐ λαμβάνον. Τάχα δὲ καὶ τὴν ἀναπνοὴν ὅλως τὸ πνῖγος κω‐ λύει· ὅθεν καὶ πνῖγος ὠνομάσθη· πνίγεται γὰρ ἢ καὶ πνι‐ γομένῳ ὅμοιός ἐστιν ὁ μὴ δυνάμενος ἀναπνεῖν. Μαρ‐ | |
5 | τυρεῖ δὲ καὶ ἡ διὰ τῶν λουτρῶν καὶ τῶν πυριάσεων ἔκλυσις· δῆλον γὰρ ὡς αἱ τοιαῦται ἐκλύσεις τῷ θερμῷ καὶ διὰ τὸ θερμὸν γίνονται, μαραίνοντος τοῦ ἔξωθεν θερμοῦ τὸ ἐν ἡμῖν σύμφυτον. Γίνεται δὲ λειποψυχία καὶ τῶν ἐν οἷς πέφυκεν ἡ θερμότης ἐκλιπόντων, οἷον αἵματος ἢ | |
10 | τῆς φυσικῆς ἁπλῶς ὑγρότητος, ὥσπερ ἐν ταῖς αἱμορ‐ ραγίαις καὶ ἐν ταῖς τῆς γαστρὸς φοραῖς ὁρῶμεν λει‐ ποψυχοῦντας. Καὶ διὰ πόνους δὲ γίνονται ἐκλύσεις. Ὅτι τὸ πλέον θερμὸν λειποψυχίαν ποιεῖ καὶ ὡς μαραῖνον τὸ ἔλαττον, καὶ ὡς κωλῦον τὴν ἀναπνοήν, καὶ ἔτι ὡς | |
15 | μὴ παραχωροῦν τῇ καταψύξει εἴσοδον. | |
15 | Ὅτι διὰ τοῦτο | |
ὡς ἐπὶ τὸ πολὺ λουόμενοι μὲν οὐ λειποψυχοῦσι, παυσά‐ μενοι δὲ μᾶλλον, διότι τὴν ὑγρότητα τὴν γινομένην ἐκ τῆς συντήξεως λουομένων μὲν θερμὴν εἶναι συμ‐ βαίνει, λουσαμένων δὲ ψύχεσθαι· ψυχρὰ δὲ οὖσα καὶ ἐμπί‐ | 159 in vol. 8 | |
20 | πτουσα κυρίοις τόποις ποιεῖ λειποψυχίαν. Εἰ μὴ ἄρα καὶ ἡ ἄνεσις αὐτὴ τοῦ πνεύματος προεκλύει. Διότι καὶ κα‐ τέχειν κελεύουσιν ἐν ταῖς λειποψυχίαις τὸ πνεῦμα· κω‐ λύει γὰρ ὁ κατέχων ἐξιέναι τὸ θερμὸν, ὁ δ’ ἀνιεὶς ἐν‐ δίδωσιν. Ὅτι ὁ ῥαίνων ὕδατι τοὺς λειποψυχοῦντας, | |
25 | συμφράττων καὶ πυκνῶν τοὺς πόρους καὶ συναθροίζων ἐντὸς τὸ θερμόν (ἀντιπεριίσταται γάρ) ὠφελεῖ. Ὅτι ἡδοναὶ καὶ λύπαι ποιοῦσι λειποψυχίαν. Καὶ γὰρ ἀμφό‐ τεραι πλῆθος ὑγρότητος ἐπάγουσιν, ἡ μὲν ἡδονὴ τῷ συντήκειν καὶ διαχεῖν, ἡ λύπη δὲ τῷ πηγνύειν. Ὅταν | |
30 | οὖν ἡ ὑγρότης ῥυῇ πρὸς τὸν πνευματικὸν τόπον, ποιεῖ λειποψυχεῖν. | |
31 | Ἐκ τοῦ περὶ ἰλίγγων. | |
32 | Ὅτι οἱ ἴλιγγοι γίνονται ὅταν πνεῦμα ἀλλότριον εἰς τὴν κεφαλὴν ἔλθῃ ἢ ὑγρότης περιττωματική, ἢ ἀπό | |
35 | τινος τροφῆς, ὡς ἀπὸ τοῦ οἴνου, ἢ ἀπό τινος ἄλλου χυμοῦ· ἔτι δὲ καὶ ὅταν τις κινῇ τὴν κεφαλὴν κύκλῳ. Ὁ γὰρ τόπος ὁ περὶ τὸν ἐγκέφαλον ὑγρὸς ὤν, ὅταν δέ‐ ξηταί τι πλέον ἀλλότριον, τὸ δὲ βιάζηται διαδυόμε‐ νον πρὸς τὰς φλέβας, ὠθεῖ κύκλῳ τὸ προϋπάρχον | |
40 | ὑγρόν. Οὔσης δὲ οἷον δίνης τῆς φορᾶς, καὶ τοῦ ὑγροῦ | |
Bibl.278526b | μὴ συνεχοῦς, ἀλλ’ ἐν τῇ κινήσει τοῦ μὲν προλαμ‐ βάνοντος, τοῦ δὲ ὑστεροῦντος διὰ τὸ μὴ ἰσορροπεῖν ὁμοίως, τὸν ἴλιγγον ποιεῖ καὶ καταβάλλει πολλάκις. | |
3 | Ὅτι | |
τὰ ὠμὰ ὠὰ διὰ τοῦτο οὐ δινεῖται ὥσπερ τὰ ἑφθὰ, διότι | 160 in vol. 8 | |
5 | τὰ μὲν ὑπὸ τῆς ὑγρότητος ἀνωμάλου καὶ οὐκ ἰσορρόπου οὔσης σφάλλεται, τὰ δέ, διὰ τὸ μὴ ἔχειν τὸ σφάλλον ὑφιστάμενον ἑνὸς ὄντος καὶ συνεχοῦς τοῦ ἐντός. Ἐκ δὲ τῆς αὐτῆς θεωρίας ἐπιλύεται καὶ τὸ διὰ τί κύκλῳ περι‐ πατοῦντες ἰλιγγιῶσι, καὶ ὅτι μᾶλλον ἐὰν ἐν ἐλάττονι | |
10 | κύκλῳ, καὶ ἔτι ἐὰν θᾶττον θέωσι, καὶ ὅτι, εἰ μετὰ πολλῶν, μᾶλλον ἢ μόνοι, καὶ διὰ τί ἐπ’ ἀριστερᾶς θέον‐ τες μᾶλλον ἢ ἐπὶ δεξιά. Πάντων γὰρ τούτων καὶ τῶν ὁμοίων προείρηται ἡ αἰτία. Εἰ γὰρ ὁ ἴλιγγος γίνεται, ἐάν τις ἐν τῷ αὐτῷ στρέφῃ τὴν κεφαλήν, δῆλον ὡς εἴ τις | |
15 | ἐγγὺς τούτου στρέφοιτο, τάχιστα καὶ μάλιστα τῶν ἄλλων ἰλιγγιῴη. Ἐγγυτάτω δὲ ὁ ἐν ἐλάττονι κύκλῳ στρέφων τὴν κεφαλήν, καὶ ὅσον ἂν θᾶττον, μᾶλλον· διόπερ καὶ οἱ θέοντες τῶν περιπατούντων μᾶλλον ἰλιγγιῶσι, καὶ οἱ τα‐ χέως τῶν βραδέως· θέουσι γὰρ ἐγκεκλικότες πρὸς τὸ κέν‐ | |
20 | τρον [μᾶλλον ἰλιγγιῶσι]. | |
20 | Οἱ δὲ ἐπ’ ἀριστερᾷ θέοντες τῶν ἐπὶ τὰ δεξιὰ μᾶλλον, διότι ὀξυτέραν γωνίαν ποιοῦσι πρὸς τὸν κύκλον· ἐμβριθέστερα γὰρ ὄντα τὰ δεξιὰ προσ‐ βιάζεται μᾶλλον ἐντὸς διὰ τὴν ἀσθένειαν τῶν ἀριστερῶν. Καὶ εἰ μετὰ πολλῶν θέουσι, μᾶλλον ἢ μόνοι, διότι πρὸς | |
25 | τῇ κύκλῳ περιφορᾷ καὶ ἡ ὄψις προσβάλλουσα τοῖς θέουσι, μὴ συνεχὴς οὖσα, ποιεῖ τινα κίνησιν ἐν τῷ ἐγκε‐ φάλῳ καὶ ταραχήν· διὸ ἰλιγγιῶσι μᾶλλον διὰ τὸ δι‐ πλῆν τὸν ἐγκέφαλον ὑφίστασθαι κίνησιν, τήν τε ἀπὸ τῆς περιδινήσεως, καὶ ἣν ἡ ὄψις παθοῦσα τῷ ἐγκεφάλῳ | |
30 | παρέπεμψεν. Ὅτι δὲ διὰ τὴν τῆς ὄψεως κίνησιν ἰλιγ‐ γιῶσι πολλάκις, φανερὸν ἐκ πολλῶν. Οἵ τε γὰρ πλέον‐ τες θᾶττον καὶ μᾶλλον ἰλιγγιῶσιν, ἐπειδὰν τοῖς κύ‐ μασιν ἐμβλέψωσι, καὶ οἱ τὰς αἰώρας καὶ οἱ τοὺς τρο‐ | |
χοὺς θεωροῦντες ταχὺ σκοτοῦνται. | 161 in vol. 8 | |
34 | Ἰλιγγιῶσι δὲ καὶ οἱ πρὸς | |
35 | τὰ ὑψηλὰ καὶ μεγάλα καὶ ἀπότομα ἀποβλέποντες, διὰ τὸ συμβαίνειν μακρὰν τεινομένην σείεσθαι καὶ κραδαίνεσθαι τὴν ὄψιν· σειομένη δὲ καὶ κραδαινομένη ταράττει καὶ κινεῖ τὰ ἐντός. Τοῖς δ’ ἄνω βλέπουσιν οὐ συμβαίνει τὸ πάθος διὰ τὸ μὴ ἀποτείνειν μακρὰν ἀλλ’ ὑποτέμνεσθαι | |
40 | τῷ φωτί. Γίνονται ἴλιγγοι καὶ ὅταν βλέπωσι συνεχῶς καὶ | |
Bibl.278527a | ἐνατενίζωσιν. | |
1 | Ὃ καὶ διαπορεῖται, τί δή ποτε κύκλῳ κι‐ νουμένης τῆς ὄψεως καὶ ἠρεμούσης τὸ αὐτὸ πάθος συμ‐ βαίνει. Τὸ δ’ αἴτιον τῆς μὲν κύκλῳ φορᾶς εἴρηται· διὰ τί δὲ ἐν τῇ ἐπιστάσει καὶ τῷ ἀτενισμῷ τὸ αὐτὸ | |
5 | συμβαίνει πάθος; Διότι τὰ ἐν τῇ κινήσει σῳζόμενα ἡ στάσις διίστησι. Στάσης οὖν τῆς ὄψεως, καὶ τὰ ἄλλα συνεχῆ τὰ ἐν τῷ ἐγκεφάλῳ ἵσταται. Ἱστάμενα δέ, καὶ συν‐ διΐσταται καὶ χωρίζεται τὰ βαρέα, καὶ καταβαρύνει, καὶ ποιεῖ τὸν ἴλιγγον. Καὶ ἡ κύκλῳ φορὰ δὲ διΐστησι τὰ | |
10 | βαρέα καὶ τὰ κοῦφα. | |
10 | Ποιεῖ δὲ καὶ τὸ κύπτειν ἰλίγγους· καὶ γὰρ ἐν τῷ κύπτειν χωρίζεται τὰ βαρέα καὶ τὰ ἐλα‐ φρά, τὰ μὲν ἄνω, τὰ δὲ κάτω· δεῖ δὲ ἅμα εἶναι, καθάπερ ἐλέχθη. Ποιεῖ δὲ τὸ πάθος καὶ πλησμονὴ καὶ ἔνδεια, ἡ μὲν ἔνδεια σύντηξιν, ἡ δὲ πλησμονὴ περίττωσιν | |
15 | ποιοῦσα, ὥστε πλήρεις γενέσθαι τοὺς πόρους. Ἀνιοῦσα γὰρ παρ’ αὐτὰ καταβαίνει, καὶ διΐστησι τὰς περιόδους· ὅπερ ἐστὶν ἴλιγγος. Ὅτι καὶ αἱ μέθαι καὶ αἱ φαρμα‐ κεῖαι καὶ τὰ παραπλήσια ποιοῦσιν ἰλίγγους· ἡ γὰρ ὑγρό‐ της ἡ ἀλλοτρία ἐμπίπτουσα ποιεῖ τὴν ταραχήν. | |
20 | Ὅτι ἀνιστάμενοι μᾶλλον ἢ καθίζοντες ἰλιγγιῶσι, διότι | |
ἠρεμούντων μὲν συνίσταται τὸ ὑγρὸν ἐν τῇ κεφαλῇ πλέον, ὅταν δὲ κινῶνται, διΐσταται καὶ εἰς ἓν μόριον ἐμπῖπτον ποιεῖ τὸν ἴλιγγον. | 162 in vol. 8 | |
23 | Ἐκ τοῦ περὶ κόπων. | |
24 | ||
25 | Ὅτι καταβαίνοντες μὲν τόπον κατάντη τοὺς μηροὺς μάλιστα πονοῦσιν, ἀναβαίνοντες δὲ τὰς κνήμας, διότι κατὰ μὲν τὴν ἀνάβασιν ὁ πόνος τοῦ αἴρειν φορτίον τὸ σῶμα γίνεται· ᾧ οὖν ἐπίκειται τὸ βάρος καὶ ᾧ αἴρεται, τούτων μάλιστα ὁ πόνος. Ἐν δὲ τῷ καταβαίνειν ὁ πόνος | |
30 | ἐν τῷ ἐμπίπτειν γίνεται τὸ σῶμα καὶ παρωθεῖν παρὰ φύσιν· ὥστε οὖν ᾧ μάλιστα ἐμπίπτει καὶ σαλεύει, τούτῳ μάλιστα καὶ τὸν πόνον ἐμποιεῖ. Ὡς οὖν ἡ κνήμη μᾶλλον ἐν τῷ ἀναβαίνειν κακοπαθεῖ, οὕτως ὁ μηρὸς ἐν τῷ καταβαίνειν. Διότι δὲ τὰ βάρη κάτω φέρεται, χαλεπώ‐ | |
35 | τερον ἀναβαίνειν τοῦ καταβαίνειν. | |
35 | Ὅτι κοπια‐ ρώτερον τῷ βραχίονι διὰ κενῆς ῥίπτειν ἢ λίθον ἢ ἄλλο τι βάρος, διότι σπασματωδέστερον· οὐ γὰρ ἀπερεί‐ δεται καθάπερ ὁ βάλλων πρὸς τὸν ἐν τῇ χειρὶ ὄγκον. Ὅτι οἱ ὁμαλεῖς περίπατοι τῶν ἀνωμάλων κοπιαρώ‐ | |
40 | τεροι, διότι ἡ πολλὴ κίνησις ποιεῖ κόπον· πολλὴ δ’ ἡ | |
Bibl.278527b | συνεχὴς καὶ μία. Αἱ δ’ ἀνώμαλοι κατὰ τὰς μεταβο‐ λὰς ποιοῦσιν ἀνάπαυσιν. Ἐν δὲ τοῖς ὁμαλέσιν ἡ ὁμοιό‐ της τοῦ σχήματος ἀπεργάζεται συνεχῆ τὴν κίνησιν. Ὅτι ἐξονειρωτικοὶ οἱ κοπιῶντες, διότι θερμὰ καὶ κά‐ | |
5 | θυγρα τὰ σώματα γίνεται διὰ τὴν σύντηξιν. Ἡ δὲ τοι‐ αύτη διάθεσις σπερματική. Ὅτι καὶ ὕπτιοι κατά‐ κεινται διὰ τὴν ἔκλυσιν. Συνεργεῖ δὲ τὸ σχῆμα τοῦτο καὶ | |
πρὸς τοὺς ἐξονειρωγμούς. Ὅτι τὰ ὑγρὰ σώματα κοπιαρώτερα τῶν σκληρῶν, διότι ἀσθενέστερα, εἰ καὶ | 163 in vol. 8 | |
10 | ἄλλον τρόπον τὰ σκληρὰ εὐθραυστότερα. | |
10 | Ἐκ τοῦ περὶ τῶν ἀθρόως φαινομένων ζῴων. | |
11 | Ὅτι τῶν ἀθρόον φαινομένων ζῴων οὐχ ἡ αὐτὴ πάντων αἰτία, ἀλλὰ τῶν μὲν καὶ ἡ γένεσις εὐθὺς φα‐ νερά, ὥσπερ τῶν μυιῶν αἳ ἐν τοῖς στρατοπέδοις καὶ ἐν | |
15 | ταῖς πανηγύρεσι καὶ μετὰ τὸ παρελθεῖν αὐτὰ ἔτι μᾶλ‐ λον γίνονται· τούτων γὰρ ἥ τε κόπρος αἰτία καὶ ἡ τῶν ἄλ‐ λων σῆψις. Ἄλλα δὲ προϋπάρχει μέν, ἐκφαίνεται δὲ διὰ τοὺς ὑετούς, ὥσπερ οἵ τε κοχλίαι καὶ οἱ μικροὶ βά‐ τραχοι· οὐ γὰρ ὕονται, ὥς τινες ᾠήθησαν, ἀλλὰ προ‐ | |
20 | φαίνονται μόνον κατὰ γῆς ὄντα πρότερον, διὰ τὸ εἰσρεῖν τὸ ὕδωρ εἰς τὰς θαλάμας αὐτῶν. Ἄλλο δὲ γένος ἐστὶ τοῦτο βατράχων παρὰ τὸ ἐν ταῖς λίμναις καὶ τοῖς τέλμασι. Τὸ δὲ πλῆθος καὶ τοῦτο καὶ τῶν ἄλλων, ὅταν εὐθηνήσωσιν. | |
24 | Ὅτι μᾶλλον μετὰ τὰς διαλύ‐ | |
25 | σεις καὶ τῶν πανηγύρεων καὶ τῶν στρατοπέδων, ἢ ἔτι συνισταμένων αἱ μυῖαι γίνονται. Συμβαίνει γὰρ παρόν‐ των μὲν διὰ τὰς καθημερινὰς χρείας καὶ κινήσεις φθείρεσθαι τὰς γενέσεις αὐτῶν, κινήσεως ἀεὶ καὶ με‐ ταβολῆς γινομένης, ὡς καὶ ἐν τοῖς ἄλλοις, καὶ ἐν αὐτοῖς | |
30 | τοῖς καθάρμασιν ἐκβαλλομένοις αὐτῶν· ὅταν δὲ δια‐ λυθῶσιν, ἡσυχίας γινομένης ταχὺ συντελεῖται διὰ τὸ μὴ ὑπ’ οὐδενὸς κωλύεσθαι, μέχρις οὗ ἂν ξηρανθῇ τὸ ἐν τοῖς καθάρμασιν ὑγρόν. | |
33 | Ἡ μὲν οὖν τῶν μυιῶν γένεσις τα‐ χεῖαν καὶ πολλήν, ὡς εἴρηται, τὴν γένεσιν λαμβάνει· οἱ | |
35 | δὲ ἀττέλεβοι καὶ αἱ ἀκρῖδες πανταχοῦ μέν εἰσιν, ὡς εἰ‐ πεῖν, πλήθεται δὲ ταῦτα τῷ τε τόπους οἰκείους λαμ‐ βάνειν καὶ τῷ μὴ διαφθείρεσθαι αὐτῶν τὰ ὠά, ὃ συμ‐ βαίνει διὰ τὴν ἀργίαν τῆς χώρας· ἐν γὰρ τῇ γεωργου‐ μένῃ ἀπόλλυνται. Διὸ καὶ ἐκ τῆς ἐρήμου καὶ ἀργούσης | 164 in vol. 8 |
40 | καταφέρονται πρὸς τὴν οἰκουμένην καὶ ἐργάσιμον. Ἐγχρο‐ | |
Bibl.278528a | νίζουσι δὲ ἢ διὰ τὸ περιέχεσθαι τὸ χωρίον ὄρεσιν ὑψηλοῖς καὶ ὑπερᾶραι ταῦτα μὴ δύνασθαι, ἢ διὰ τὸ ἐπι‐ τήδειον τῆς χώρας· τοιαύτη ἥ τε μαλακὴ καὶ νοτίδα ἔχουσα καὶ δροσοβόλος. | |
4 | Χαλεπαὶ μὲν οὖν καὶ αἱ ἀκρί‐ | |
5 | δες, χαλεπώτεροι δὲ οἱ ἀττέλεβοι, καὶ τούτων μάλιστα οὓς καλοῦσι βρούκους. Ἡ δὲ γένεσις αὐτῶν ἐξ ἀλλήλων. Τινὲς δὲ οἴονται οὐκ ἀκριβεῖ σημείῳ, τῷ χρώματι παρα‐ πλήσιά τινας αὐτῶν ἔχειν τοῖς ἐν τῇ χώρᾳ, ὅτι καὶ αὐτόματος· δῆλον γὰρ ὅτι τὸ τοιοῦτον ἀπὸ τῆς τροφῆς, | |
10 | ἀλλ’ οὐκ ἀπὸ τῆς γενέσεως λαμβάνουσιν. Ἡ δὲ φθορὰ τούτων ἡ μέν ἐστιν οἷον φυσική τις καὶ λοιμώδης (ὑπὸ κύνα γὰρ οἰστρᾷ, καὶ ἐγγίνεταί τι σκωλήκιον ἐν τῇ κεφαλῇ, καὶ φθείρεται), ἡ δὲ ἐν τῇ μετακινήσει καὶ τῇ πτήσει· ὅταν γὰρ ἀρθῶσιν, ὑπὸ τῶν ἀνέμων καταφέ‐ | |
15 | ρονται εἰς τὴν θάλασσαν καὶ φθείρονται. Φθείρονται δὲ καὶ διὰ χειμῶνα καὶ ψύχος καὶ αὐτὰ καὶ τὰ ὠὰ αὐτῶν. Φθείρονται δὲ καὶ ἐκ μηχανῆς ἀνθρώπων· τάφρους γὰρ ποιοῦντες συνελαύνουσιν εἰς αὐτάς, καὶ καταχων‐ νύντες διαφθείρουσιν. | |
19 | Ὅτι τῶν ὄφεων δύο τινὰ τῆς | |
20 | γενέσεως αἴτιά ἐστιν· ἢ γὰρ ἀὴρ ἔπομβρος, ἢ πόλεμοι καὶ χύσεις αἱμάτων, ὃ σχεδὸν καὶ τῶν ἄλλων θηρίων τῆς γενέσεως αἴτιον. Ἐξ οὗ ποτε καὶ περὶ Θετταλίαν πλῆθος ὄφεων ἱστοροῦσι γενέσθαι. | |
23 | Ὅτι καὶ οἱ μύες ἐν ταῖς ἀρού‐ ραις ἀθρόον γίνονται, καὶ ἐν τοῖς αὐχμοῖς μᾶλλον ἢ ἐν | 165 in vol. 8 |
25 | ταῖς ἐπομβρίαις· πολέμιον γὰρ αὐτοῖς τὰ ὕδατα. Πολύ‐ γονον δὲ τὸ ζῷον. Ἀπόλλυται δὲ τῇ μὲν ἐμφανεῖ καὶ ἔξω‐ θεν φθορᾷ διὰ πλῆθος ὑδάτων· τοῦτο γὰρ ἔξω χει‐ μάζει καὶ εἰς τὰς μυωπίας παρεισρεῖ. Φθείρουσι δ’ αὐ‐ τοὺς καὶ αἱ ἄγριαι γαλαῖ. Ἔστι δέ τις αὐτῶν καὶ ἀφανὴς | |
30 | καὶ ἀθρόα φθορὰ καθάπερ τις ἐπισυμβαίνουσα λοιμώ‐ δης· τίκτεται γὰρ καὶ τούτοις ἐν τῇ κεφαλῇ σκώληξ, καὶ φθείρονται. Ὃ καὶ οἱ ἔμπειροι ἐπισκοποῦντες, ἐπὰν ἴδωσι, τὴν φθορὰν αὐτῶν προνοοῦσι καὶ προαγγέλλουσιν. Ὅτι οἱ μῦες ἱστοροῦνται καὶ σίδηρον κατεσθίειν καὶ χρυσίον· | |
35 | διὸ καὶ ἀνατέμνοντες αὐτοὺς οἱ ἐν τοῖς χρυσείοις τὸν χρυσὸν ἀνιμῶνται. | |
36 | Ὅτι ἐν Αἰγύπτῳ δίποδάς φασι μῦας γίνεσθαι καὶ μεγάλους. Ἔχουσι δὲ οὗτοι καὶ τοὺς ἐμ‐ προσθίους πόδας, ἀλλ’ οὐ βαδίζουσιν ἐπ’ αὐτοῖς, χρῶνται δὲ αὐτοῖς οἷα χερσίν. Ὅταν δὲ φεύγωσι, πηδῶσιν. | |
39 | ||
40 | Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ τῶν λεγομένων ζῴων φθονεῖν. | |
40 | Ὅτι ὁ γαλεώτης, φασί, φθονῶν τῆς ὠφελείας τοῖς ἀνθρώ‐ | |
Bibl.278528b | ποις, καταπίνει τὸ δέρμα ὅταν ἐκδύηται· ἔστι γὰρ βοήθημα ἐπιλήπτῳ. Καὶ ὁ ἔλαφος τὸ δεξιὸν κατορύττει κέρας, πρός τε τὰ τῆς φρύνης φάρμακα καὶ πρὸς ἄλλα πολλὰ χρήσιμον. Καὶ ἡ ἵππος ἀπεσθίει τῶν πώλων τὸ | |
5 | ἱππομανές· καὶ γὰρ καὶ τοῦτο πρὸς ἔνια χρήσιμον. Καὶ ἡ φώκη ὅταν μέλλῃ ἁλίσκεσθαι, ἐξεμεῖ τὴν πιτύαν, χρη‐ σιμεύουσαν καὶ ταύτην τοῖς ἐπιλήπτοις. Καὶ ὁ χερσαῖος ἐχῖνος ἐνουρεῖ τῷ δέρματι καὶ διαφθείρει. Καὶ ἡ λὺγξ κατακρύπτει τὸ οὖρον, ὅτι πρὸς τὰς σφραγῖδας καὶ πρὸς | |
10 | ἄλλας χρείας ἐπιτήδειον. | |
10 | Ἀλλ’ ὅτι μὲν οὐ διὰ φθόνον ταῦτα ποιεῖ τὰ ζῷα, ἀλλ’ οἱ ἄνθρωποι ἐκ τῆς ἰδίας ὑπολήψεως ταύτην αὐτοῖς περιῆψαν τὴν αἰτίαν, παντὶ | |
δῆλον. Πόθεν γὰρ τοῖς ἀλόγοις ἡ τοσαύτη σοφία, ἣν καὶ οἱ λογικοὶ μετὰ συχνῆς μελέτης μανθάνουσιν; Ἀλλ’ | 166 in vol. 8 | |
15 | ἡ μὲν φώκη διὰ τὸν φόβον ἴσως ταραττομένη ἐμεῖ τὴν πιτύαν, καὶ ὁ γαλεώτης καταπίνει τὸ δέρμα φυ‐ σικόν τι ποιῶν πάθος, καθάπερ αἱ κύνες καὶ αἱ ὕες καὶ σχεδὸν τὰ τετράποδα πάντα· κατεσθίει γὰρ τὰ χόρια μετὰ τοὺς τόκους. Καὶ ὁ ἐχῖνος δὲ διὰ φόβον ἢ δι’ ἄλλο | |
20 | τι πάθος φυσικὸν ἐνουρεῖ, ἀλλ’ οὐχ ἵνα φθείρῃ τὸ δέρμα. Πολλὰ δὲ καὶ ἄλλα πράττεται τοῖς ἀλόγοις, ὧν οὐκ ἔχομεν λόγον ἀποδοῦναι, οἷον διὰ τί ἡ ὄρνις ὅταν τέκῃ περιρρίπτει τὰ κάρφη; Διὰ τί οἱ κύνες ἐπαίρον‐ τες τὰ σκέλη προσουροῦσι; Διὰ τί ἡ αἴξ, ὅταν λάβῃ τὸ | |
25 | ἠρυγγίον εἰς τὸ στόμα, μένει καὶ τὰς ἄλλας ἵστασθαι ποιεῖ; Καὶ τὸ τῆς λυγκὸς οὖν καὶ τὸ τῆς ἐλάφου ὁ αὐτὸς κα‐ τάλογος περιέξει. | |
27 | Τοῦ αὐτοῦ περὶ ἱδρώτων. | |
28 | Ὅτι ἁλμυρὸς γίνεται ὁ ἱδρώς, διότι τὸ ἀλλότριον ἐκ‐ | |
30 | κρίνεται, τῇ προσφύσει τῆς σαρκὸς ἐξανηλωμένου τοῦ γλυκυτάτου καὶ κουφοτάτου. Τὸ γὰρ τοιοῦτον περίττωμα ἐν μὲν τῇ κατὰ τὴν κύστιν ὑποστήσει οὖρον, ἐν δὲ τῇ σαρκὶ ἱδρῶς καλεῖται. Ἐκκρίνεται δὲ ὁ ἱδρὼς διὰ κίνησιν ἢ πό‐ νον ἢ διὰ τὴν τοῦ θερμοῦ καὶ τοῦ πνεύματος δύναμιν. | |
35 | Ὅτι ὁ ἱδρὼς ἁλμυρὸς ὢν προσλαμβάνει ὀξύτητα ἢ πικρότητα ἢ δυσωδίαν ἢ εὐωδίαν διὰ πολλὰς καὶ δια‐ φόρους αἰτίας. Ὅτι οἱ παῖδες τῶν ἀνδρῶν μᾶλλον δυσίδρωτες, καὶ μάλιστα τὰ παιδία, καίτοι τὴν φύσιν ὄντα θερμὰ καὶ ὑγρά, ἐξ ὧν ἡ τῶν ἱδρώτων γένεσις, διότι | |
40 | πυκνότατοι τῶν παίδων οἱ χρῶτες καὶ ὥσπερ συγ‐ κεκλεισμένοι. Ἔτι δὲ ἡ θερμότης ἐπικρατοῦσα πέττει διὰ | |
Bibl.278529a | τὴν αὔξησιν. Ἐὰν δέ τι καὶ γένηται περίττωμα, τοῦ‐ το ἐκκρίνεται κατὰ κοιλίαν· εὔρους γὰρ ὡς ἐπίπαν ἡ τῶν παίδων. Οἱ δὲ γέροντες μανόχροες μέν, ἀλλὰ ξηροί· δεῖ δὲ τῷ ἱδρῶτι καθάπερ ὕλην ὑπάρχειν τὸ ὑγρόν. Ἄλ‐ | 167 in vol. 8 |
5 | λως τε δὲ καὶ αὐτὸ τὸ εὔπνουν καὶ μανὸν ἱκανὴν τὴν ἔκ‐ κρισιν ποιεῖ, καὶ τῷ συνεχῶς γίνεσθαι καὶ τῷ μὴ πολλὰ ἐνυπάρχειν τὰ ὑγρά. Διὰ τοῦτο καὶ ὧν αἱ κοιλίαι ὑγραὶ καὶ εἰς κύστιν ἡ ἐπιρροὴ τοῦ περιττώματος, οὐκ εὐΐδρω‐ τες γίνονται, διότι πᾶν τὸ ὑγρὸν ἐνταῦθα ὥρμησεν. | |
10 | Ὅτι οἱ μὴ πέψαντες τὰ σιτία καὶ οἱ ἀγρυπνήσαντες εὐΐδρωτες διότι ἡ πέψις διαμερίζει τὴν ὑγρότητα καὶ ὁ ὕπνος πέττει. | |
12 | Ὅτι οἱ γυμναζόμενοι καὶ εὖ ἔχοντες εὐΐδρωτες μᾶλλον τῶν ἀγυμνάστων. Ὅτι καὶ οἱ πε‐ πεμμένην καὶ οἱ ἄπεπτον ἔχοντες τὴν τροφὴν εὐΐδρω‐ | |
15 | τες· καίτοι δόξει ἄτοπον εἶναι, οὐκ ἔστι δέ. Οἱ μὲν γὰρ γεγυμνασμένοι τῷ μανὰ τὰ σώματα ἔχειν καὶ ἀνεῳ‐ γμένους τοὺς πόρους, καὶ τῷ συνήθεις εἶναι πρὸς τοὺς ἱδρῶτας, εὐΐδρωτες· τῶν δὲ μεμύκασιν οἱ πόροι διὰ τὸ μὴ χρῆσθαι. Οἱ δὲ μὴ πεπεμμένην ἔχοντες τὴν τρο‐ | |
20 | φὴν τῷ πλήθει τῆς ὑγρότητος εὐΐδρωτες· οἱ δὲ πεπεμ‐ μένην τῷ τὴν ὑγρότητα διακεκρίσθαι τῇ πέψει τοῦ ἄλλου χυλοῦ ῥᾳδίαν ἔχουσι τὴν ἐξόρμησιν. | |
22 | Ὅτι οὐ πονοῦν‐ τες, ἀλλ’ ὅταν παύωνται μᾶλλον ἱδροῦσιν, οὐδὲ συντεί‐ νοντες οὐδὲ κατέχοντες τὸ πνεῦμα, ἀλλ’ ὅταν ἀνῶσι, | |
25 | διότι πονούντων μὲν ὑπὸ τοῦ πνεύματος αἱ φλέβες ἐμφυσώμεναι συμμύειν ποιοῦσι τοὺς πόρους, ὥστε δι’ εὐ‐ ρυτέρων μᾶλλον ἐξέρχεται τὸ ὑγρόν. Καὶ ἡ κάθεξις δὲ τοῦ πνεύματος πληροῖ τὰς φλέβας, ὥστε κωλύει διιέναι. | |
Ὅτι μετὰ τοὺς πόνους καὶ τοὺς δρόμους οἱ ἐν σκιᾷ μᾶλ‐ | 168 in vol. 8 | |
30 | λον καθεζόμενοι ἱδροῦσιν ἤπερ οἱ ἐν τῷ ἡλίῳ, διότι ὁ ἥλιος ἀναξηραίνει καὶ πυκνοῖ τοὺς πόρους. Ὅτι τοὺς πόδας οἱ τῷ ὕδατι ἐμβάλλοντες οὐχ ἱδροῦσι, διότι τὸ ὕδωρ κωλύει τὴν τῆξιν. Ὁ δὲ ἱδρὼς τῆξίς ἐστι τῶν κα‐ κῶς προσῳκοδομημένων ταῖς σαρξίν, ὅταν ἐκκρίνηται | |
35 | διὰ τὸ θερμόν. | |
35 | Ὅτι τὸ γυμνάσιον, ἐὰν γίνοιτο συν‐ εχῶς, ἀναξηραίνει καθάπερ ὁ ἥλιος· διὸ ἧττον ἱδροῦ‐ σιν. Ὅτι τὸ μέτωπον πρῶτον καὶ μάλιστα ἱδροῦσι διὰ τὸ ὑπὸ τὸν ἐγκέφαλον εἶναι ὑγρὸν ὄντα. Καὶ ἡ κε‐ φαλὴ δὲ μάλιστα ἱδροῖ διὰ τὸ μανόν (σημεῖον δὲ αἱ | |
40 | τρίχες) καὶ διότι τοῦ πνεύματος ἡ κάθεξις διατείνεταί πως εἰς τὴν κεφαλήν. | |
41 | Ὅτι οἱ ἀγωνιῶντες τοὺς πό‐ | |
Bibl.278529b | δας ἱδροῦσι, τὸ δὲ πρόσωπον οὔ, διότι ἡ ἀγωνία οὐ μετάστασις θερμότητος ἀλλ’ αὔξησις, καθάπερ ὁ θυ‐ μός· διὸ τὸ μὲν πρόσωπον ἐξέρυθροι γίνονται καὶ οὐχ ἱδροῦσι διὰ τὸ μᾶλλον ἐκθερμαίνεσθαι (ξηραίνει γὰρ ἡ | |
5 | θερμότης ἐπιπολάζουσα) τὸ δ’ ἐν τοῖς ποσὶ συντήκει διὰ τὸ ἔλαττον εἶναι ὥστε ξηρᾶναι, πλείω δὲ τῆς ἐμ‐ φύτου καὶ προϋπαρχούσης. Ὅτι ἐν τοῖς ὕπνοις μᾶλ‐ λον οἱ ἱδρῶτες ἢ κατὰ τὴν ἐγρήγορσιν, διότι καὶ τὰ ὑγρὰ καὶ τὰ θερμὰ μᾶλλον διὰ τὴν ἀντιπερίστασιν· ἐξ | |
10 | ἀμφοῖν δὲ τούτων οἱ ἵδρωτες. | |
10 | Ἐκ τοῦ περὶ μελίτων. | |
11 | Ὅτι αἱ τοῦ μέλιτος γενέσεις τριτταί· ἢ ἀπὸ τῶν ἀν‐ θῶν καὶ ἐν οἷς ἄλλοις ἐστὶν ἡ γλυκύτης, ἄλλη δὲ ἐκ τοῦ | |
ἀέρος, ὅταν ἀναχυθὲν ὑγρὸν ὑπὸ τοῦ ἡλίου συνεψηθὲν | 169 in vol. 8 | |
15 | πέσῃ (γίνεται δὲ τοῦτο μάλιστα ὑπὸ πυραμητόν) ἄλλη δὲ ἐν τοῖς καλάμοις. Πίπτει δὲ τὸ ἐκ τοῦ ἀέρος μέλι καὶ ἐπὶ τὴν γῆν καὶ ἐπὶ τὰ προστυχόντα τῶν φυτῶν, εὑ‐ ρίσκεται δὲ μάλιστα ἐπί τε τοῖς φύλλοις τῆς δρυὸς καὶ ἐπὶ τῆς φιλύρας, διότι πυκνότητα ἔχει ταῦτα καὶ ἔνικμά | |
20 | ἐστι. Δεῖ δὲ μήτε τελείως εἶναι ξηρά, ἵνα μὴ εἰς αὑτὰ ἕλκῃ, μήτε μανά, ἵνα μὴ διίῃ· ταῦτα δὲ καὶ ἔνικμα καὶ πυκνότητα ἔχει, τὸ δὲ τῆς φιλύρας καὶ γλυκύτητα. Ἔχει δέ πως ἡ μέλισσα οἰκείωσίν τινα πρὸς τὴν δρῦν. | |
Bibl.279529b(25) | Ἀνεγνώσθη ἐκ τῆς Ἑλλαδίου Βησαντινόου ἐπιγ‐ ραφομένης πραγματείας χρηστομαθειῶν αʹ βʹ γʹ δʹ. Ὅτι φλυαρεῖ καὶ οὗτος τὸν Μωϋσῆν ἄλφα καλεῖσθαι διότι ἀλφοῖς τὸ σῶμα κατάστικτος ἦν· καὶ καλεῖ τοῦ ψεύδους τὸν Φίλωνα μάρτυρα. Ὅτι Διονύσιός φησι | |
30 | μὴ λέγειν τοὺς Ἀττικιστὰς ὠνησάμην, ἀλλ’ ἀντ’ αὐτοῦ τὸ ἐπριάμην, καίτοι καὶ ὠνεῖσθαι καὶ ὠνήσατο καὶ ὠνού‐ μενος καὶ τὰ ἄλλα λέγοντας. Ὅτι καλὸς καὶ ἀγαθὸς οἱ Ἀττικοὶ λέγοντες ἀγαθὸς καὶ καλὸς οὐ λέγουσι· καίτοι λέγοντες ἀγαθὴ τύχη λέγουσι καὶ τύχη ἀγαθή. Ὅτι | |
35 | ὑπὸ μάλης λέγουσι συντιθέντες, αὐτὴν δὲ καθ’ ἑαυτὴν μάλην οὐ λέγουσι. Καὶ κιθάραν λέγοντες λέγουσι καὶ κιθα‐ ριστήν, λύραν δὲ λέγοντες λυριστὴν οὐ λέγουσιν. | |
37 | Ὅτι οὗτος μέν φησιν οὐχὶ Μαγνῆτιν ἀλλ’ Ἡράκλειαν καλεῖσθαι τὴν λίθον ἥτις ἕλκει τὰ σιδήρια· πολλοὶ δὲ ἄλλοι τὴν | |
40 | αὐτὴν καλεῖσθαι καὶ Μαγνῆτιν καὶ Ἡράκλειαν λέγουσιν, | |
ἀποδιδόντες καὶ τὰς αἰτίας τῆς διαφόρου ὀνομασίας. | 170 in vol. 8 | |
Bibl.279530a | Λέγει δὲ καὶ ὡς ὁ Γαληνὸς τὴν ἤλεκτρόν φησιν ἕλκειν τὰ κηρύβια. Ὅτι τοῦ μὲν ἀνδρὸς τὸν ἀδελφὸν αἱ γυναῖκες δαέρα καλοῦσι, τὴν δὲ ἀδελφὴν οὐκέτι δάει‐ ραν ἀλλὰ γάλον, καθὼς καὶ Ὅμηρός φησιν· «Εἰδομένη | |
5 | γαλόῳ Ἀντηνορίδαο δάμαρτι». Καὶ θεῖον μὲν ὀνομά‐ ζουσι τὸν τοῦ πατρὸς ἀδελφόν, οὐκέτι δὲ θείαν τὸ θῆ‐ λυ ἀλλὰ τηθίδα. Καὶ πάππον μέν φασι τὸν πατέρα τοῦ πατρός, μάμμην δ’ οὐκέτι τὴν τοῦ πατρὸς μητέρα ἀλλὰ τιθήν. Μάμμας δὲ οἱ παλαιοὶ τὰς αὑτῶν μη‐ | |
10 | τέρας καλεῖν εἰώθεσαν. | |
10 | Ὅτι Δίδυμος περὶ παροι‐ μιῶν δεκατρία βιβλία συντέταχε, πρὸς τοὺς περὶ πα‐ ροιμιῶν συντεταχότας ἐπιγράψας αὐτά. Ὅτι τὰς νῦν λεγομένας κουρίδας οἱ Ἀττικοὶ κομμωτρίας ἐκά‐ λουν. Εὕρηται δὲ παρὰ Μενάνδρῳ καὶ τὸ κουρίδα. | |
15 | Ὅτι ὁ στίχος ὁ καὶ παροιμιαζόμενος· «Ὅρκους ἐγὼ γυ‐ ναικὸς ἐς ὕδωρ γράφω» ἐστι μὲν Σοφοκλέους, τοῦτον δὲ παρῳδήσας ὁ Φιλωνίδης ἔφη· «Ὅρκους δὲ μοιχῶν εἰς τέφραν ἐγὼ γράφω». Οἱ δὲ τὰς γυναῖκας σκώπτοντές φασιν· «Ὅρκους ἐγὼ γυναικῶν εἰς οἶνον γράφω». | |
20 | Ὅτι τῶν εἴκοσι τεσσάρων στοιχείων τὸ μυ καὶ τὸ νυ καὶ τὸ ἐκτεταμένον ἔχουσι τὸ δίχρονον καὶ περισπῶνται, καὶ τὰ ἄλλα δὲ τὰ εἰς ι μονοσύλλαβα καὶ δίφθογ‐ γον ἔχει τὴν συλλαβὴν καὶ περισπᾶται, οἷον εῖ, φεῖ, χεῖ, ψεῖ. Τὸ δὲ ω δῆλον ὅτι περισπᾶται. Τῶν δὲ δισυλ‐ | |
25 | λάβων ὅσα μὲν ἔχει τὴν παραλήγουσαν μακράν, φύ‐ σει περισπᾶται, οἷον βῆτα, θῆτα, ἦτα, ὅσα δὲ μή, παροξύνεται· ἄλφα, κάππα, δέλτα. | |
27 | Ὅτι ὄνομα θε‐ ραπαίνης Πηλούσιον ἦν, δι’ ἧς ὁ Μολοσσὸς Πύρρος | |
ἀνεῖλε φαρμάκῳ τὴν μητέρα. Ὅτι ἀνθρακεὺς ὁ | 171 in vol. 8 | |
30 | ἐν τῇ συνηθείᾳ καλούμενος καρβωνάριος. Ὅτι ὀνη‐ λάτου μὲν υἱὸς Διονύσιος ἦν ὁ τῆς Σικελίας ἄρξας ἔτη τεσσαράκοντα δυοῖν ἀποδέοντα, Ἀγαθοκλῆς δὲ κεραμέως, καὶ αὐτὸς συχνὸν χρόνον Σικελίας ἄρξας. Τῆς δ’ Ἀταρνέως (πόλις δ’ αὕτη Θρᾳκίας) ἐκτομίας | |
35 | ὢν καὶ δοῦλος ἦρξεν Ἑρμείας. Πῶρος δ’ ὁ βασιλεὺς Ἰνδῶν κουρέως ἦν υἱός· Βραδύλλις δέ τις Ἰλλυριῶν ἐστρατήγησεν ἀνθρακεὺς γεγονώς, καὶ Ὀρθαγόρας Σι‐ κύωνος ἐτυράννησιν ὁ μάγειρος. | |
38 | Ὅτι τὸ μόγις ἀναλογώτερον διὰ τοῦ γ, φησί, γράφεται, ἐπὶ τῶν μετὰ | |
40 | πόνου γινομένων ταττόμενον· οἱ δὲ Ἴωνες καὶ Αἰολεῖς | |
Bibl.279530b | παραλόγως διὰ τοῦ λ, μόλις λέγοντες, ἐκφέρουσι καὶ γράφουσιν. | |
2 | Ὅτι τὸ ὦ τάν δύο μέρη φησὶν εἶναι, τὸ μὲν ὦ καθ’ αὑτό, τὸ δὲ τὰν κατὰ ἀποβολὴν τοῦ ε. Τὸ γὰρ πλῆρες ἐτάν ἐστι, καὶ συναλιφέντος τοῦ ω γέγονεν | |
5 | ὦ τάν. Ἐτὰν γὰρ ὁ ἀληθὴς φίλος· καὶ γὰρ ἐτεὸν τὸ ἀληθές. Ὅτι νεκρὸς λέγεται κατὰ στέρησιν τῆς κηρός, νήκηρός τις ὢν καὶ νέκηρος, καὶ κατὰ συγκοπήν, νεκρός· τὸ γὰρ νη στερητικὸν καὶ νε φασί· διὸ καὶ νεβρὸς ὁ μήπω δυνάμενος νομῆς καὶ βορᾶς μετασχεῖν, γάλακτι δὲ | |
10 | μόνῳ τρεφόμενος. Καὶ νέκταρ, οὗ μή ἐστι δυνατὸν τοῖς θνητοῖς, τουτέστι τοῖς κτεινομένοις μετασχεῖν· ἔστι γὰρ κτὰρ ῥηματικὸν ὄνομα, ἀπὸ τοῦ ῥήματος πα‐ ρηγμένον τοῦ κτῶ τοῦ δηλοῦντος τὸ κτείνω. | |
13 | Ὅτι τὸ ὦ οἱ ἄρθρον κλητικὸν ὑπειληφότες πλανῶνται· τὰ | |
15 | γὰρ ἄρθρα οὐ χρῄζουσι κλητικῆς· καὶ γὰρ αὐτὰ μὲν τῶν μὴ παρόντων τὴν ἀναφορὰν δηλοῖ, τὸ δὲ ὦ κατ’ ἐνέρ‐ γειαν μόνον τῆς δείξεως τῇ κλητικῇ προσῆλθεν. Ὅτι δὲ ἁμαρτάνουσιν οἱ νομίζοντες αὐτὸ κλητικήν, καὶ ὁ χρόνος καὶ ὁ τόνος δηλοῖ καὶ τὸ πνεῦμα. Καὶ γὰρ ψι‐ | |
20 | λοῦται, τῶν ἄλλων ἄρθρων, ὅσα πνεῦμα δέχεται, δασυ‐ νομένων· καὶ τὰ μὲν ὀξύνεται, τὸ δὲ περισπᾶται· καὶ τὰ μὲν βραχύνεται, τὸ δὲ μακρόν ἐστι φύσει. Ὅτι δὲ οὐκ ἔστι τῆς ο εὐθείας τὸ ὦ κλητικόν, κἀντεῦθέν ἐστι καταφα‐ νές· ἡ κλητικὴ τῇ ἰδίᾳ εὐθείᾳ ἰσοχρονεῖ ἢ τὸν ἐλάττω | 172 in vol. 8 |
25 | ἀναδέχεται χρόνον, οἷον Ἀγαμέμνων καὶ ὦ Ἀγάμεμνον· ἐνταῦθα δὲ τοὐναντίον. Οὐκ ἔστιν οὖν ἄρθρον ἀλλ’ ἐπίρ‐ ρημα. Συντάττεται δ’ ὅμως τῇ κλητικῇ, ἐπίρρημα ὄν, ὥσπερ καὶ ἄλλα τῶν ἐπιρρημάτων γενικῇ συντάττεται, ὡς παρὰ τῷ ποιητῇ ἐν τῇ ω τῆς Ὀδυσσείας, καὶ αἰ‐ | |
30 | τιατικῇ τὸ νή καὶ τὸ μά· καὶ γὰρ ὀμνύντες αἰτιατικῇ συνάπτουσι τὰ ἐπιρρήματα ταῦτα. | |
31 | Ὅτι τὸ κνέφας οἱ μέν φασιν ἀπὸ τοῦ κενέφας γενέσθαι (κενὸν γάρ ἐστι φάους), οἱ δὲ κατὰ πλεονασμὸν τοῦ κ· νέφος γὰρ εἶναι καὶ νέφας τὸ αὐτοτελές, διὰ τοῦ νε στερητικοῦ τὸ ἐστερη‐ | |
35 | μένον τοῦ φωτὸς ὑποσημαῖνον. Ὥσπερ καὶ τὸ κτύπος γέγονε κατὰ πλεονασμὸν τοῦ κ· τύπος γάρ ἐστιν ὁ κτύ‐ πος, ῥηματικὸν ὄνομα παρὰ τὸ τύπω. Καὶ τὸ καί‐ νυτο, αἴνυτο ὄν, περισσὸν ἔχει τὸ κ. Καὶ τὸ καῦρος· αὖρος γάρ ἐστιν, οἷον ὁ κατὰ νοῦν ἐλαφρός. | |
39 | Ὅτι | |
40 | τὴν Μοῦσαν οἱ μὲν ἐτυμολογοῦσιν ἀπὸ τοῦ μυοῦσάν τινα | |
Bibl.279531a | εἶναι· ἡ γὰρ μουσικὴ παίδευσις οὐδὲν μυστηρίων διαφέρει. Οἱ δὲ παρὰ μαάσαι· τὸ γὰρ ζητεῖν Δωριεῖς λέγου‐ σι μῶ, καὶ μῶται τὸ τρίτον πρόσωπον παρ’ Ἐπιχάρμῳ, καὶ μῶνται παρὰ Εὐφορίωνι, καὶ μώμεναι ἡ μετοχή, παρὰ | |
5 | Σοφοκλεῖ. Εὐλογώτερον οὖν τὴν Μοῦσαν ἐντεῦθεν εἰ‐ ρῆσθαι, παντὸς νομιζομένην εὑρέτιν μαθήματος. Μαίεσθαι δὲ καὶ Ὅμηρος οἶδε τὸ ζητεῖν, καὶ μαῖάν φαμεν τὴν ζη‐ | |
τοῦσαν ἰατρὸν τὸ κρυπτόμενον. Ὅτι ἡ μάκαρ, φησί, μονήρης ἐστὶ λέξις, καὶ ἐν τοῖς θηλυκοῖς τὸ δάμαρ. Τὸ | 173 in vol. 8 | |
10 | δὲ μάκαρ ἐκ τοῦ μακάριος ἀποκέκοπται, ὥσπερ καὶ τὸ ὑμέναιε γέγονεν ἀποκοπὲν ὑμέν. Ὅτι τὸ μακκοᾶν ἀρχαικῶς ἐστι τὸ μὴ ἀκούειν, καὶ τὸ μὴ κοεῖν, ὅπερ τὸ νοεῖν ἐδήλου. Καλλίμαχος δ’ ἐν Ἑκάλῃ, ἐκόησέ φησιν ἀντὶ τοῦ ἐνόησεν. Ὅτι τὸ μακάριός τινες ἐτυμολο‐ | |
15 | γοῦσιν ἐκ τοῦ μηκήριος, οἷον ἐκ τοῦ μὴ κηρὶ ὑποκεῖσθαι τὸν ἀθάνατον· ἢ ἐκ τοῦ ἀκήριος κατὰ πλεονασμὸν τοῦ μ μακάριος. Ὅτι τὸ ἄλευρον κατὰ πλεονασμὸν τοῦ μ ἔστιν εὑρεῖν μάλευρον. Καὶ τὸ μία δέ, ἐκ τοῦ ἴα γε‐ γονὸς, κατὰ πλεονασμὸν ἔχει τὸ μ. | |
19 | Ὅτι περὶ τῆς | |
20 | ἀηδόνος μυθολογεῖται ὡς Ζήτης ὁ Βορέου παῖς ἔλα‐ βεν Ἀηδόνα τοῦ Δουλιχιέως Πανδάρεω τὴν θυγατέρα, Ἄκτυλος δ’ αὐτοῖς υἱὸς γίνεται. Ἡ οὖν Ἀηδὼν ὑπονοή‐ σασα τὸν ἄνδρα νύμφης ἁμαδρυάδος ἐρᾶν τινος, ζη‐ λοτυπήσασα, ἐπεὶ αὐτῇ ἐδόκει ὁ υἱὸς Ἄκτυλος τὴν | |
25 | κλοπὴν τῆς μίξεως συνειδέναι καὶ συνεργῆσαι, ἀνεῖ‐ λεν ἀπὸ θήρας ἐρχόμενον τὸν παῖδα. Ὤκτειρε δ’ αὐ‐ τὴν ἡ Ἀφροδίτη τοῦ πάθους, καὶ εἰς ὄρνεον μετέβαλε τὴν Ἀηδόνα. Μεταγνοῦσα δὲ ἡ πάλαι μὲν γυνὴ νῦν δ’ ὄρνις θρηνεῖ τὸν παῖδα, λύσιν οὐχ εὑρίσκουσα τοῦ τολ‐ | |
30 | μήματος. | |
30 | Ὅτι τὸ τέττα, ὃ παρ’ Ὁμήρῳ κεῖται εἰρη‐ μένον ὡς ἀπὸ Διομήδους πρὸς Σθένελον, γραφικῆς ἐστι πλάνης. Τί ποτε γὰρ δηλοῖ τὸ τέττα, μέχρι νῦν οὔπω συνομολογεῖται· ἀλλ’ οἱ μὲν σεπτικὴν αὐτὸ φωνὴν εἶναι φίλου πρὸς ἑταῖρόν φασιν, οἱ δέ «Κώτιλλε ὦ οὗτος», | |
35 | ἄλλοι δὲ πάλιν «Σὲ λέγω». Οἱ πλείους δὲ τῶν γραμ‐ ματικῶν νεωτέρου φασὶν εἶναι προσφώνησιν εἰς πρεσ‐ | |
βύτερον· καίτοι γε οὐδ’ ἔχουσι δεῖξαι Διομήδην Σθενέλου νεώτερον. Οὐ μὴν ἀλλ’ οὐδὲ φαίνεται Ὅμηρος ἀλλαχοῦ χρησάμενος τῇ φωνῇ, ἵν’ ἐκ τῆς ἀλλαχόθι φανερᾶς | 174 in vol. 8 | |
40 | διανοίας καὶ τὸ ἐνταῦθα τῆς λέξεως ἀνακαθαρθείη ἀμφίβο‐ | |
Bibl.279531b | λον, ὥσπερ ἐπὶ τοῦ ἔλλου ἐποίησε· καὶ γὰρ εἰπὼν ἐκεῖ πρότερον «Πόδεσιν ἔλλον εἷλε ποικίλον κύων», τὸ ἄδηλον τῆς λέξεως διεσάφησεν ὑποκατιών, νεβρὸν τὸν ἔλλον ὀνομάσας. Ὡσαύτως τὸ λάε ἐκ τῆς ἐτυμο‐ | |
5 | λογίας σαφῆ παρίστησι τὴν φωνήν, ἐπεὶ ἀλαός ἐστιν ὁ μὴ βλέπων τὸ φῶς· ἢ ὅτι τὸ λάειν τὸ ἀπολαυστικῶς ἔχειν ἐστίν, ὅπερ δείκνυσιν ἐμφατικωτέραν διάθεσιν. Καὶ ἄλλα δέ ἐστι ξενίζοντα ἐν τοῖς Ὁμήρου, μεθ’ Ὅμηρον δὲ τοῖς νεωτέροις σαφῆ τῇ χρήσει γεγονότα καὶ τὴν | |
10 | λύσιν τῆς ἀπορίας ἐπιδεξάμενα. Τὸ δὲ τέττα οὐδὲν τοι‐ οῦτον τῆς ἀγνωσίας καὶ τοῦ μὴ διαμαρτῆσθαι ἐξείλετο. Οὐ τοίνυν τέττα δεῖ γράφειν, ἀλλὰ τέτλα τῆς ἐπὶ τέλους συλλαβῆς ἀποκοπείσης τοῦ τέτλαθι. Καὶ γὰρ ἔστιν εὑρεῖν τὸ τέτλα λεγόμενον παρὰ διαφόροις, ὡς καὶ Ἄρατός | |
15 | φησιν ἐν Χαρίτων πρώτῃ τέτλα. Διὸ καὶ τὸν παρ’ Ὁμήρῳ στίχον τινὲς οὐ τέττα ἀλλὰ τέτλα προήνεγκαν ἀναγινώ‐ σκοντες, καὶ ἐπισημηνάμενοι ὡς ἡ ἀπάτη γέγονεν ἐκ τοῦ τινας τὸ δεύτερον τ ἀντὶ τοῦ λ λαβεῖν, τῆς βρα‐ χυτέρας γραμμῆς τοῦ λ φαντασίαν αὐτοῖς τῆς ὀρθῆς | |
20 | κεραίας τοῦ τ παρασχομένης, τῆς δὲ μείζονος τῆς ἐπικειμένης ἐγκαρσίας. | |
21 | Ὅτι φησί, τοῦ βασιλέως Κορίνθου ἡ μήτηρ, γυνὴ δὲ Ἀμφίονος, κολοβωτέρῳ σκάζουσα τῷ ἑτέρῳ ποδὶ, Λάβδα ἐκαλεῖτο. Ὅτι ἀναλογώτερον ἡ χροιά, κατὰ πάθος δὲ ἐλλειπτικὸν ἡ | |
25 | χρόα· καὶ ἡ βοτάνη ποιὰ μᾶλλον ἡ πόα λεγομένη. | |
Ὅτι τὸ ἄττα φησὶ ψιλοῦσθαι· οἱ δὲ ἄλλοι ἀκριβέστερον εἰς τὰ σημαινόμενα διαιροῦντες οἰκειότερον καὶ περὶ τῶν πνευμάτων διείλοντο. | 175 in vol. 8 | |
28 | Ὅτι τὸ ἐλαύνω παρά‐ λογόν ἐστί φησι· πρὸ τέλους γὰρ ῥῆμα σύμφωνον ἔχον | |
30 | καὶ παραλήγουσαν τὴν αυ οὐδέποτε βαρύνεται. Δυοῖν γὰρ θάτερον, ἢ καθαρεῦον βαρύτονόν ἐστιν, ἢ σύμφωνον ἔχον περισπᾶται. Τοῦ μὲν ψαύω, φαύω, ἐξ οὗ καὶ τὸ ἔφαυσε· τοῦ δευτέρου δὲ ἀμαυρῶ καὶ τὰ ὅμοια. Τὸ δὲ χαύνω παραλόγως βαρύνεται. Τεχνολογοῦσι δὲ τὸ ἐλαύ‐ | |
35 | νω οἱ μὲν ἀπὸ τοῦ ἐλῶ ἐλαύνω· τινὲς δὲ ὥσπερ ἀπὸ τοῦ βῶ βαίνω, οὕτω φασὶ καὶ ἀπὸ τοῦ ἐλῶ γέγονεν ἐλαύ‐ νω, καὶ μεταθέσει τοῦ διχρόνου ἐλαύνω· πλὴν μονῆρές ἐστι τὸ ἐλαύνω, καὶ διὰ τοῦτο οὐδὲ κλίσιν βεβαίαν ἔχει. Ἑτερόκλιτος οὖν ἐστιν ὁ παρακείμενος· ἀπὸ γὰρ τοῦ ἐλά‐ | |
40 | ζω γίνεται τὸ ἐλήλακα. | |
40 | Ὅτι ὁ τε συμπλεκτικὸς | |
Bibl.279532a | ἐγκλίνεται μόνος, ἴσως διότι τοῖς παραπληρω‐ ματικοῖς κατὰ φωνὴν συνεμπίπτει. Οἱ δὲ Αἰολεῖς ἂν μὲν ὡς συμπλεκτικὸν αὐτὸν παραλάβωσιν, ὁμοίως ἡμῖν ἐκφωνοῦσι τὸν τε· ἂν δὲ παραπληρωματικῶς εἰς | |
5 | ο τρέπουσι τὴν συλλαβήν, καὶ το λέγουσιν ἀντὶ τοῦ τε. Ὅτι τὸ γλωσσοκομεῖον κυρίως μέν ἐστι τὸ ἀγγεῖον ὃ τὰς αὐλητικὰς ὑποδέχεται γλώσσας· οἱ δὲ νῦν κατα‐ χρώμενοι καὶ ἐπὶ τῶν ἕτερά τινα δεχομένων τιθέασι τὴν λέξιν. Καὶ τοῦτο μὲν ἀνεκτόν, οἱ δὲ προσδιαστρέ‐ | |
10 | φουσι καὶ τὸν τόνον καὶ τὸν χρόνον· δέον γὰρ προπερι‐ σπᾶν τὴν παραλήγουσαν μακράν, οὗτοι καὶ συστέλλουσι καὶ προπαροξύνουσιν. Ὅτι μάζης μὲν εἶδος οἱ πα‐ λαιοὶ θριδακίνην καλοῦσι, τὴν δὲ βοτάνην θρίδακα. Οἱ δὲ ἰατροὶ θρίδακα μὲν τὸ ἥμερον λάχανον, θριδακίνην | |
15 | δὲ τὸ ἄγριον καλοῦσιν. Ὅτι ὥσπερ τὰ νυ φαμεν καὶ | |
τὰ μυ, πληθυντικῶς ἐκφωνεῖν ἐθέλοντες τὰ στοιχεῖα, οὕτω καὶ τὰ σῖγμα δεῖ λέγειν, ἀλλ’ οὐχὶ τὰ σίγματα· καὶ γὰρ ἄκλιτα τῶν στοιχείων τὰ ὀνόματα. Διὸ καὶ τὸ παρὰ τῷ Ξενοφῶντι ἐν τοῖς Ἑλληνικοῖς εἰρημένον οὐχ ὑφ’ ἓν | 176 in vol. 8 | |
20 | «τὰ σίγματα τῶν ἀσπίδων» ἀναγνωστέον, ἀλλὰ δισυλ‐ λάβως μὲν «τὰ σῖγμα» καὶ ἀπ’ ἄλλης ἀρχῆς «τὰ τῶν ἀσπίδων» κατὰ διάστασιν. | |
22 | Ὅτι τὸ ἀρχέτυπον, φασιν, οὐδενὶ τῶν ἀρχαίων συγγραφέων οὐδὲ ῥητόρων οὐδὲ τῶν Μούσαις κατόχων εἴρηται, ὡς Διονύσιος ὁ Ἁλικαρνασ‐ | |
25 | σεὺς ἱστορεῖ. Ὅτι κρήγυον τὸ ἀληθὲς εἴρηται, καρέγ‐ γυόν τι ὄν· οἱ γὰρ ἀληθῶς τι πράττειν μέλλοντες ἐγ‐ γυῶνται τοῦτο τῇ κεφαλῇ κατανεύοντες. Οἱ δὲ κρήγυον οὐ τὸ ἀληθὲς ἀλλὰ τὸ ἀγαθὸν σημαίνειν φασί, καρή‐ γυον ἐτυμολογοῦντες, οἷον ἡδῦνον τὸ κῆρ, τουτέστι τὴν | |
30 | ψυχήν· ἡδύνειν γὰρ πέφυκε τὴν ψυχὴν τὸ ἀγαθόν. Ὅτι ὀργιζομένου ἐστὶ τὸ τὰ αὐτὰ πολλάκις λέγειν· καὶ γὰρ τὸ τῆς ὀργῆς πάθος ἄγονον. Διὸ καὶ ὁ Ἀγαμέμνων ὀργι‐ ζόμενος τῷ Κάλχαντι ἐν τοῖς αὐτοῖς ῥήμασι τὴν βλα‐ σφημίαν περιφέρει, μάντι, λέγων, κακῶν, καὶ αἰεί σοι | |
35 | φίλον τὰ κακὰ μαντεύεσθαι, καὶ ἐσθλὸν οὐδὲ πώποτε εἶ‐ πες. | |
36 | Ὅτι τὸ ἐπιτὰξ παρὰ Καλλιμάχῳ καὶ Ἀράτῳ κείμενον ἀπὸ τοῦ ὁριστικοῦ μέλλοντος γέγονε κατὰ ἀπο‐ βολὴν τῆς ἐπὶ τέλει μακρᾶς συλλαβῆς, ὥσπερ καὶ τὸ χωρὶς τοῦ χωρίσω καὶ τὸ πέλας τοῦ πελάσω καὶ τὸ μὶξ | |
40 | ἀπὸ τοῦ μίξω, ὅθεν καὶ τὸ ἐπιμὶξ παρ’ Ὁμήρῳ, καὶ τὸ δὰξ ἀπὸ τοῦ δάξω· καὶ γὰρ οἱ Ἴωνες ἀπὸ τοῦ δάκνω τὸ δάξω | |
Bibl.279532b | ἐκφέρουσιν· ἐκ δὲ τοῦ δὰξ τὸ ὀδάξ· καὶ ἀπὸ τοῦ πτύξω δὲ πτύξ, καὶ ἀποβολῇ τοῦ τ πύξ. Οὕτως οὖν καὶ ἀπὸ τοῦ οὐδίσω οὐδίς καὶ ἀμφουδίς· ἀμύξω ἀμὺξ παρὰ Νικάνδρῳ, καὶ πλήξω πλὴξ καὶ ἀμφιπλήξ, καὶ ἀγκάσω | |
5 | ἀγκάς, καὶ τύψω τύψ καὶ προτύψ. Ὡσαύτως καὶ ὀκλάσω | |
ὀκλὰς καὶ ὀκλάξ, πρίσω πρίς, πρὶξ καὶ ἀπρίξ. Οὕτως οὖν καὶ ἐκ τοῦ ἐπιτάξω ἐπιτάξ, ὃ κατ’ ἐπίταγμα καὶ κέλευ‐ σιν πράττεται. | 177 in vol. 8 | |
8 | Ὅτι τὸ κύρβεις οἱ μὲν Ἀττικοὶ ἀρ‐ ρενικῶς ἐκφωνοῦσι, Καλλίμαχος δὲ οὐδετέρως. Καὶ τὸ | |
10 | φοιτάζειν δὲ Καλλίμαχος παραλόγως εἶπε φοιτίζειν, φάμενος ἀγαθοὶ πολλάκις ἠΐθεοι. Ὅτι χλιδὴ μὲν ἡ τρυ‐ φὴ καὶ τὸ βρενθύνεται δὲ σημαίνει τὸ ἀλαζονεύεται. Γέγονε δὲ ἀπὸ τοῦ βρένθιον, ὅ ἐστι μύρον· οἱ γὰρ ἀλαζονευόμενοι καὶ βρενθυνόμενοι μύρῳ χρῆσθαι εἰώθεσαν. Ὅτι μύρων | |
15 | εἴδη, φησί, βακκάριος, ναρκίτανος, στάκτη, πλαγγό‐ νιον, ὅπερ εὗρε γυνὴ Ἠλεία καλουμένη Πλάγγων, με‐ ταλεῖον, ὅπερ εὗρε Μέταλος Συρακούσιος. | |
17 | Ὅτι παρὰ Εὐφορίωνι τῷ φύσει μὲν Χαλκιδεῖ, θέσει δὲ Ἀθηναίῳ, κακοζήλους ἐστὶν εὑρεῖν λέξεις. Καὶ γὰρ τὸν | |
20 | Ἰάσονα ναυαγὸν εἶπεν, ὅπερ οὐ νεναυαγηκότα μᾶλλον, τὸν δὲ ναῦν ἄγοντα δηλοῖ· καὶ τὸν τὰ χρυσᾶ μῆλα τῶν Ἑσπερίδων φρουροῦντα ὄφιν κηπουρὸν ὠνόμασε. Παρεζήλωσε δὲ τὸν πρῶτον Διονύσιον τὸν Σικελίας τύραννον, ὃς ὑπὸ τῆς ἐξουσίας καὶ τῶν κολάκων καὶ | |
25 | τῆς τρυφῆς διαφθειρόμενος ἐπεχείρησε καὶ τραγῳδίας γράφειν, ἐν αἷς καὶ τοιαῦτα συνεφόρησε ῥήματα, τὸ μὲν ἀκόντιον καλῶν βαλάντιον, τὸν δὲ κάδον ἑλκύ‐ δριον, σκέπαρνον δὲ τὸ ἔριον, τὴν δὲ χλαίναν ἐριό‐ λην οἷον ὄλεθρον οὖσαν τῶν ἐρίων, καὶ πολλὰ τοιαῦτα | |
30 | καταγελαστά. | |
30 | Ὅτι ὁ τῆς θυΐας τριβεὺς δοῖδυξ μὲν παρὰ τοῖς Ἀττικοῖς ὀνομάζεται, ἀλετρίβανος δὲ παρὰ τῇ συνηθείᾳ, καὶ οὐδὲν ἧττον παρὰ Ἀθηναίοις· Διο‐ νύσιος δὲ ὁ προειρημένος τύραννος θυέστην τὸν δοί‐ | |
δυκα ἐκάλει. Εἰκότως ἄρα τῆς τῶν τοιούτων ἀκροά‐ | 178 in vol. 8 | |
35 | σεως τὰς λατομίας μᾶλλον ᾐρεῖτο Φιλόξενος. Ὅτι οἱ κωμικοὶ τοὺς οἰκέτας τὸ μὲν πλέον ἀπὸ τοῦ γένους ἐκάλουν, οἷον Σῦρον, Καρίωνα, Μίδαν, Γέταν καὶ τὰ ὅμοια, ἐκάλουν δὲ καὶ ἐξ ἐπιθέτων, ὡς ἀπὸ τοῦ χρώματος, μὲν Πυρρίαν καὶ Ξανθίαν, ἀπὸ τοῦ τρόπου | |
40 | δὲ Παρμένωνα καὶ Πιστὸν καὶ Δρόμωνα. Ἐκάλουν δὲ καὶ ἀπὸ τῆς ἡμέρας ἐν ᾗ ὠνήσαντο τὸν οἰκέτην, ἐξ οὗ καὶ | |
Bibl.279533a | τῆς νουμηνίας ὠνόμαζον. | |
1 | Ὅτι τρεῖς ἱστοροῦνται φθει‐ ριάσει τεθνάναι· ἔστι δὲ τὸ νόσημα μὲν τῶν σπανίων, γίνεται δὲ ὅταν εἰς φθεῖρας ἀναλυθῇ ἅπαν τὸ σῶμα. Ἀλλὰ τῶν ἐκ τῆς νόσου ταύτης τεθνεώτων τῶν μὲν | |
5 | ἡρώων Ἄκαστός ἐστιν ὁ Πελίου, δεύτερος ὁ Σύρος Φε‐ ρεκύδης, ὁ τὴν γενεαλογίαν συγγράψας, ὃν καὶ λέγουσι γενικῶς τὴν συμφορὰν ἐνεγκεῖν· τρίτος ὁ Ῥωμαίων πολλάκις ὑπατεύσας Σύλλας, ἤδη σφόδρα γηραιὸς ὤν, ὃς καὶ Ἐπαφρόδιτος διὰ τὴν τύχην ἐπωνομάζετο. | |
10 | Ὅτι ἀναλογώτερον ἀντὶ μὲν τῆς εἰς προθέσεως τὸ ἐς λέγειν, ἀντὶ δὲ τῆς ἐξ τὸ ἐκ· πᾶσα γὰρ πρόθεσις βραχυκαταληκτεῖν θέλει. Ἀλλ’ ἕτερος πάλιν λόγος τὴν ἐκ ξενίας διώκει· οὐδεμία γὰρ παρὰ Ἀττικοῖς λέξις εἰς κ καταλήγει. Ὅτι τὸ Κυθνώλης διὰ τοῦ λ γρά‐ | |
15 | φουσιν, ἀλλ’ οὐ διὰ τοῦ δ. Ἄργους γὰρ ἦν χωρίον τι καλούμενον Κύθνιον, οὗ τοὺς ἄνδρας ποτὲ Ἀμφιτρύων ἀνεῖλε πάντας, πλὴν ὀλίγων πάνυ. | |
17 | Ὅτι ὁ παρ’ ἄλ‐ λοις μισθοῦ δουλεύων θὴς καλεῖται, ἢ παρὰ τὸ θεῖναι, ὃ δηλοῖ χερσὶν ἐργάζεσθαι καὶ ποιεῖν (καὶ γὰρ τοῖς πα‐ | |
20 | λαιοῖς λέγειν ἔθος ἔθηκεν ἐπὶ τοῦ τι δρᾶν, καὶ ὡς δραστικώτατος ἥρως διὰ τοῦτο κέκληται Θησεύς) ἢ κατὰ μετάθεσιν τοῦ τ εἰς τὸ θ· τὸ γὰρ πένεσθαι καὶ τητᾶσθαι βίου, οἷον στέρεσθαι, ἀναγκάζει πολλοὺς τὰ δούλων πράτ‐ τειν. Ὅτι παρὰ γράμμα, φησί, μυρία ἐστὶν ἡμαρ‐ | |
25 | τημένα, ὥσπερ ἀντὶ τοῦ ὁ σίκυος ἁμαρτάνοντες λέ‐ γουσιν ὁ σίκυς, καὶ ἀντὶ τοῦ ἀνδράχλη διὰ τοῦ λ (οὕτω γάρ φασιν οἱ Ἀττικοί) λέγουσιν ἀνδράχνη. Καὶ τὸ εἴσω δὲ ἀναλογώτερον τοῦ ἔσω. Καὶ τὴν ὤμιλλαν | 179 in vol. 8 |
28bis | οἱ Ἀττικοὶ διὰ τοῦ ο προ‐ | |
29 | φέρουσιν, ἡ δὲ συνήθεια διὰ τοῦ α. | |
29 | Ὅτι ὁ Εὐφο‐ | |
30 | ρίων, φησίν, ἱστορεῖ τινα ἐνύπνια μηδέποτε ἑωρακέ‐ ναι. Ὅτι τὴν ἡμίονον, ἐφ’ ἧς ὀχούμεθά, φησιν, ἀζύγου οὔσης, Ἀθηναῖοι καλοῦσιν ἀστράβην· ἔνθεν λέγεται καὶ ὁ ἀστραβηλάτης. Λέγεται μέντοι ἀστράβη καὶ τὸ κατασκεύ‐ ασμα, ὡς Δημοσθένης ἐν τῷ κατὰ Μειδίου λόγῳ· «Ἐπ’ | |
35 | ἀστράβης ὀχούμενος ἀργυρᾶς». Ὅτι ἄρτος ἐκ τοῦ αἴρειν εἴρηταί, φησιν, ὃ δηλοῖ τὸ προσφέρεσθαι· καὶ γὰρ καθ’ ἑκάστην τοῦτον προσφερόμεθα. Καὶ ἄρμα δὲ ἡ τροφὴ παρὰ Ἱπποκράτει καὶ πολλοῖς ἄλλοις. Ὅτι τὸ τάριχος ὡς ἐπὶ τὸ πολὺ μὲν λέγουσιν οὐδετέρως οἱ Ἀττικοί, ἐπ’ ἔλαττον | |
40 | δὲ καὶ ἀρσενικῶς· οἱ δὲ γραμματικοὶ τεχνολογοῦντες ἀναλογώτερόν φασι τὸν τάριχον λέγεσθαι. | |
41 | Ὅτι τὸ | |
Bibl.279533b | ἄριστος κυρίως μὲν ἐπὶ τῶν κατὰ πόλεμον εὐδοκι‐ μούντων ἂν ῥηθείη, διότι καὶ ἀριστέας τούτους καλοῦμεν καὶ τὸν Ἄρην ἔφορον τῶν πολεμικῶν ἔργων νομίζουσιν· ἐν καταχρήσει δὲ καὶ ἐπὶ τῶν ἄλλο τι κατορθούντων λέγεται. | |
5 | Ὅτι τὸ μακτρὰν καλεῖν, ἐν αἷς τὰς μάζας μάττουσιν, Ἀττικόν, καὶ οὐχ (ὡς ἔνιοι δοκοῦσιν) ἰδιωτικόν. Ἀλλὰ καὶ τῆς βελόνης ἡ ῥαφὶς παλαιότερον, καὶ ξύστρα τῆς στλεγγίδος, καὶ τοῦ ὀχετοῦ ἡ ὑδρορρόη, καὶ ὁ ἀλέτων δὲ τοῦ μύλου· τὸν γὰρ ἄνω τοῦ μύλου λίθον οὕτως ἐπονομά‐ | |
10 | ζομεν, ὄνον δὲ τὴν κάτω μύλην. Καὶ ἡ μαγὶς δὲ ἀντὶ τῆς τραπέζης Αἰγύπτιον δόξει καὶ παντελῶς ἔκθεσμον. | |
Ἐπίχαρμος δὲ ὁ Δωριεὺς καὶ Κερκίδας ὁ μελοποιὸς ἐπὶ τῆς αὐτῆς διανοίας ἐχρήσαντο τῇ λέξει, καὶ μὴν καὶ ὁ Ἀττικὸς Σοφοκλῆς. | 180 in vol. 8 | |
14 | Ὅτι, φησὶν οὗτος, Ἀριστοτέ‐ | |
15 | λης ὁ τοῦ περιπάτου προστάτης ὑπὸ Πλάτωνος ἵππος ἐπωνομάζετο, ἐναντιοῦσθαι δοκῶν τῷ διδασκάλῳ· καὶ γὰρ ὁ ἵππος τὸν ἑαυτοῦ φιλεῖ πατέρα δάκνειν. Ὅτι παρ‐ οιμίαν εἶναί φησι τὸν δεξιὸν ὑποδεῖσθαι πόδα, τὸν δ’ ἀριστερὸν νίζειν· φησι γὰρ ὁ Πολέμων, ὡς μαρτυρεῖ Δί‐ | |
20 | δυμος, δεξιὸν εἰς ὑπόδημα, ἀριστερὸν εἰς ποδάνιπτρα. Ὅτι δήμιον μέν φησι καλεῖσθαι τὸν τῶν ἐπὶ θανάτῳ καταδικασθέντων φονέα, δημόκοινον δὲ τὸν βασανιστήν. Ὅτι ἱππεῖς μὲν καὶ νομεῖς δεῖ γράφειν καὶ λέγειν τὴν εὐθείαν τῶν πληθυντικῶν, οὐκέτι δὲ καὶ τὰς αἰτιατικάς, | |
25 | ἀλλ’ ἱππέας καὶ νομέας. Εἰ δὲ καὶ Ξενοφῶν εἴρηκε τοὺς νομεῖς, οὐδὲν θαυμαστόν, ἀνὴρ ἐν στρατείαις σχολάζων καὶ ξένων συνουσίαις εἴ τινα παρακόπτει τῆς πατρίου φω‐ νῆς· διὸ νομοθέτην αὐτὸν οὐκ ἄν τις ἀττικισμοῦ παρα‐ λάβοι. | |
29 | Ὅτι πρῶτα μὲν τὰ Παναθήναια συνέστη· | |
30 | εἶτα τὰ Ἐλευσίνια ἐπὶ Πελίᾳ τεθνηκότι προὔθηκαν ἆθλα Θετταλοί· εἶτα τὰ Ἴσθμια ἐπὶ Μελικέρτῃ· ἔπειτα ὁ τῶν Ὀλυμπίων ἀγὼν ἀρχὴν λαμβάνει ὑφ’ Ἡρακλέος, εἶτα τὰ Νέμεα ἐπ’ Ἀρχεμόρῳ τεθέντα, εἶτα μετὰ τὸ τὴν Κίρραν πεσεῖν τὰ Πύθια. | |
34 | Ὅτι τὸ ποτνιᾶσθαι | |
35 | κυριώτερον ἐπὶ γυναικὸς τάττεταί, φησιν, ὅταν κακόν τι πάσχῃ καὶ θηλείαν ἱκετεύῃ θεόν· ποτνιώμενον δὲ ἄν‐ δρα ἄν τις εἴπῃ, ἁμαρτάνει. Ὅτι τὸ μόνος ἐπίτα‐ σίν φασι μὴ λαμβάνειν οἱ γραμματικοί· διὸ τὸ μονώ‐ τατος σόλοικον ἡγοῦνται. Ἀριστοφάνης δὲ ὅμως κέχρηται | |
40 | τῇ φωνῇ. Ὅτι τὸ ἐν Θετταλίᾳ ἱερὸν Ἀφροδίτης | |
ὀνομάζεται ἀνοσίας, διότι τὴν ἑταίραν τὴν Λαΐδα πα‐ | 181 in vol. 8 | |
Bibl.279534a | ραγενομένην αὐτόθι ἐζηλοτύπησαν ἐκτόπως αἱ γυ‐ ναῖκες, καὶ ξυλίναις αὐτὴν ἀπώλεσαν χελώναις. Ὅτι ἔθος ἦν ἐν Ἀθήναις φαρμάκους ἄγειν δύο, τὸν μὲν ὑπὲρ ἀνδρῶν, τὸν δὲ ὑπὲρ γυναικῶν, πρὸς τὸν κα‐ | |
5 | θαρμὸν ἀγομένους. Καὶ ὁ μὲν τῶν ἀνδρῶν μελαίνας ἰσχάδας περὶ τὸν τράχηλον εἶχε, λευκὰς δ’ ἅτερος. Συ‐ βάκχοι δέ φησιν ὠνομάζοντο. Τὸ δὲ καθάρσιον τοῦτο λοιμικῶν νόσων ἀποτροπιασμὸς ἦν, λαβὸν τὴν ἀρχὴν ἀπὸ Ἀνδρόγεω τοῦ Κρητός, οὗ τεθνηκότος ἐν ταῖς | |
10 | Ἀθήναις παρανόμως τὴν λοιμικὴν ἐνόσησαν οἱ Ἀθη‐ ναῖοι νόσον, καὶ ἐκράτει τὸ ἔθος ἀεὶ καθαίρειν τὴν πό‐ λιν τοῖς φαρμάκοις. | |
12 | Ὅτι ὀργὰς μὲν κοινῶς, φησί, πᾶσα ἡ γῆ, ὅση ἐπιτηδεία πρὸς καρπῶν γονάς· ὀργάδα δὲ ἰδίως ἐκάλουν οἱ Ἀθηναῖοι τὴν ταῖν θεαῖν ἀνειμέ‐ | |
15 | νην τῆς Ἀττικῆς μεταξὺ καὶ Μεγαρίδος. Ὥσπερ καὶ Ἴδην μὲν κοινῶς ἕκαστον ὄρος, ἐξ οὗ ῥᾴδιόν ἐστιν ἰδεῖν τὰ κάτω, ἰδίως δὲ Κρήτης τε καὶ Τροίας ὄρη. Καὶ ῥίον μέν, φησι, λέγομεν ἅπαν ὄρους ἀκρωτήριον, ἰδίως δὲ τὸ Μολύκριον. Καὶ ἰσθμὸς μὲν κοινῶς ἅπαν | |
20 | τὸ ὑπὸ δυοῖν πελαγῶν περιεχόμενον, ἰδίως δὲ τὸ χω‐ ρίον ὅπερ Ἰσθμὸν Κορίνθιοι λέγουσιν. Ὡσαύτως καὶ χερ‐ ρόνησος κοινῶς μὲν πᾶν τὸ ὑπὸ θαλάσσης ἐπὶ πλεῖ‐ στον περιεχόμενον, καθ’ ἓν δὲ μέρος τῇ γῇ συναπτό‐ μενον· καὶ ἴδιον δὲ ὄνομα Θρᾳκίου τόπου. Καὶ αἰγιαλὸν | |
25 | μὲν καὶ ἀκτὴν ἁπλῶς τὰ παραθαλάττια πάντα λέγομεν, ἰδικώτερον δὲ τὴν Ἀττικὴν Ἀκτὴν λέγουσιν. Ὡσαύτως καὶ Αἰγιαλὸν ἐξῃρημένως φασὶ τὸ περὶ τὴν Ἑλικὴν παράλιον μέρος· ἔστι δὲ τῆς Ἀχαΐας, ἀφ’ οὗ καὶ τοὺς Ἀχαιοὺς Αἰγιαλεῖς τινες εἰώθασι καλεῖν. Καὶ μὴν καὶ | |
30 | ἤπειρος πᾶσα ἡ γῆ, Ἤπειρος δὲ ἰδίως καὶ ἡ Θεσ‐ πρωτιάς. Ὅτι τὴν Ἀντίκυραν, ἐν ᾗ φασι γίνεσθαι τὸν λευκὸν ἐλλέβορον οὐδενὸς χείρω τῶν ἀλλαχόθι γι‐ νομένων, Φωκικὴν εἶναι πόλιν λέγει. | 182 in vol. 8 |
33 | Ὅτι ἐν τοῖς ἐφεξῆς τοῦ τετάρτου λόγου, ἀποφθέγματά τινα λέγει καὶ | |
35 | σύμβολα τῆς Ἀθηναίων φιλανθρωπίας τε καὶ συμ‐ παθείας καὶ τῆς προνοίας καὶ ἐπιμελείας τοῦ πρέποντος καὶ τῆς ἄλλης ὁσιότητος· ὧν ἐστὶ καὶ ταῦτα. Ἱέρακα φεύ‐ γων στρουθὸς ἐν Ἀρείῳ πάγῳ τῶν Ἀρεοπαγιτῶν ἑνὸς κατέπεσεν εἰς τὸν κόλπον· ὁ δὲ τὸν πρόσφυγα, δέον σῴ‐ | |
Bibl.279534b | ζειν, ἀνεῖλε· τὸ δὲ συνέδριον ἀπεκήρυξεν ὡς οὐχ ὅσια δράσαντα τοῦτον. Ἔδωκε τοίνυν οὐχὶ στρουθοῦ χάριν δίκην, τῆς δ’ ἰταμότητος τῶν τροπῶν. | |
3 | Φιλανθρωπίας δὲ καὶ συμπαθείας παράδειγμα· τὸν Δημοσθένην, φη‐ | |
5 | σίν, ἐπὶ τοῖς Ἁρπαλείοις χρήμασιν αἰτίαν λαβόντα καὶ φεύγειν μέλλοντα συνέσχον μὲν οἱ Ἀθηναῖοι καὶ περι‐ στάντες εἶχον ὀρρωδοῦντα, ἕκαστος δ’ ὑπὸ μάλης ἔχων τι εἰς ἐφόδιον ἐπεδίδου, ὁ μὲν ἀργύριον, ὁ δὲ χρυσίον, καὶ προὔπεμπον αὐτὸν εὐμενῶς, καὶ θαρρεῖν ἐκέλευον | |
10 | καὶ φέρειν τὴν συμφορὰν γενναίως· ὁ δὲ ἀναστενάξας· «Πῶς, ἔφη, φέρειν δυνήσομαι, τοιαύτην ἀπολιμπά‐ νων πόλιν, ἐν ᾗ τοιοῦτοι τυγχάνουσιν ἐχθροί, οἵους οὐκ ἄν τις ἀλλαχόθι φίλους εὑρήσει;» Οἱ δὲ τοῦτο τὸ ἀπό‐ φθεγμα Αἰσχίνην λέγουσιν εἰπεῖν, ἡνίκα φεύγοντα κα‐ | |
15 | ταλαβὼν Δημοσθένης καὶ φιλοφρονησάμενος παρηγγύα φέρειν τὸ συμβεβηκὸς γενναίως. Καὶ Καλλικλέα δὲ ἐπὶ τῇ αὐτῇ τῶν Ἁρπαλείων χρημάτων αἰτίᾳ ὑπόνοιαν παρασχόντα ἐπείπερ ἄγειν ἐκέλευσαν οἱ Ἀρεοπαγῖται, τὴν οἰκίαν καταλαβόντες οἱ ἀπεσταλμένοι καὶ τὰ πρό‐ | |
20 | θυρα ἰδόντες ἐστεφανωμένα καὶ γνόντες ὡς εἴη τεθυκὼς | |
νυνὶ γάμους, ἀφέντες τὴν ζήτησιν ἀνεχώρησαν· οὐ γὰρ ᾠήθησαν εὖ ἔχειν ἐπεισελθεῖν γυναικὶ νεογάμῳ. | 183 in vol. 8 | |
22 | Καὶ τοῦ πρὸς Φίλιππον δὲ τοῖς Ἀθηναίοις ἔτι συνεστῶτος πο‐ λέμου, ἐπεὶ γράμματα αὐτοῦ πρὸς διαφόρους συνελή‐ | |
25 | φθησαν, τὰ μὲν ἄλλα ἐν τῇ ἐκκλησίᾳ ἀνεγινώσκετο, ἐπιγραφὴν δέ τινος γραμματίου ἔχοντος· «Ὀλυμπιάδι Φίλιππος», ὁ δῆμος ἅμα ἐβόησε ταῦτα μήτε λύειν μήτε ἀναγινώσκειν· πρὸς γὰρ γαμετὴν γυναῖκα τὴν διὰ γραμ‐ μάτων ὁμιλίαν ἀπόρρητον ἀνδρὸς οὐκ ἐνόμισαν δημο‐ | |
30 | σιεύειν εὐπρεπὲς εἶναι. Καίτοι συνέφερεν αὐτοῖς μηδὲν λανθάνειν· ἀλλ’ ὡς Ἀθηναῖοι τὸ πρὸς εὔκλειαν φέ‐ ρον τοῦ λυσιτελοῦντος οὐκ ἔθεντο δεύτερον. | |
32 | Τῆς δὲ πολ‐ λῆς εὐλαβείας τεκμήριον, ὅτι στάσεως ἐν Ἄργει γενο‐ μένης σφοδρᾶς, ἣν καὶ σκυταλισμὸν ἐκάλεσαν, διότι παί‐ | |
35 | οντες ἀλλήλους ἀνεῖλον χιλίους πεντακοσίους, τοῦτο ἀπαγ‐ γελθὲν εἰς τὰς Ἀθήνας, ἕνεκα τῆς ἀκοῆς μόνης ἐψη‐ φίσαντο, καταπλαγέντες τὸ ξένον, ὅλην καθάραι τὴν πόλιν παραυτίκα. Καὶ Πραξιτέλης δέ τις ὄνομα κριὸν ἐξέδειρε ζῶντα· ἀλλὰ καὶ τοῦτον ὀργισθέντες ἀπετυμπά‐ | |
Bibl.279535a | νισαν, οὐχὶ τοῦ προβάτου τιμωρίαν λαβεῖν ἐθέλον‐ τες, ἀλλὰ καὶ τὸν ἄνδρα μισήσαντες ὡς τυραννικὸν ἔχοντα φρόνημα καὶ καινὸν τρόπον οὕτω παρανόμων ἐπινοοῦντα κολάσεων. | |
4 | Ὅτι τὸ μὴ λέγειν δύσφημα πᾶσι τοῖς | |
5 | παλαιοῖς μὲν φροντὶς ἦν, μάλιστα δὲ τοῖς Ἀθηναίοις. Διὸ καὶ τὸ δεσμωτήριον οἴκημα ἐκάλουν, καὶ τὸν δήμιον κοινόν, τὰς δὲ Ἐρινύας Εὐμενίδας ἢ σεμνὰς θεάς, τὸ δὲ μύσος ἄγος, τὸ δὲ ὄξος μέλι καὶ τὴν χολὴν γλυ‐ κεῖαν, τὸν δὲ βόρβορον ὀχετόν. Οἱ δὲ γραμματικοὶ τὰ | |
10 | τοιαῦτα κατὰ ἀντίφρασιν ὀνομάζουσιν. Οἶδα δέ τινάς, φησι, τῶν φιλολόγων καὶ τὸν πίθηκον ὀνομάζοντας | |
Καλλίαν. | 184 in vol. 8 | |
12 | Ὅτι τὸ νὺξ μὲν ἀπὸ τοῦ νύξω γέγονε, κατὰ ἀποκοπήν· νυττόμεθα γὰρ ἐν τῷ σκότει προσ‐ πταίοντες καὶ οὐχ ὁρῶντες, ἐξ ὧν νυγμοί τε καὶ πληγαί. | |
15 | Πέντε δέ εἰσι μονοσύλλαβα εἰς υξ λήγοντα θηλυκά, τρύξ, στύξ, νύξ, πτύξ καὶ πνύξ. Τούτων διὰ μὲν τοῦ γ κλίνεται τὸ τρύξ καὶ τὸ στύξ, διὰ δὲ τοῦ χ τὸ πτύξ καὶ τὸ νύξ. Πτὺξ γὰρ πτυχὸς καὶ νὺξ νυχός, ἐξ οὗ καὶ πάννυχος καὶ παννυχὶς καὶ παννύχιον, καὶ κατὰ ἀντιστοιχίαν νυκός, | |
20 | καὶ ἐπενθέσει τοῦ τ νυκτός· φιλεῖ γὰρ πλεονάζειν ἐν ταῖς γενικαῖς τὸ τ, ὥσπερ ἐπὶ τοῦ ἄνακτος καὶ γάλακτος. Τὸ δὲ πνύξ μόνον διὰ τοῦ κ κλίνεται. | |
22 | Ὅτι ἐν ταῖς Ἀθή‐ ναις καὶ οὗτος τέσσαρα δικαστήρια φονικὰ εἶναι λέγει, αʹ τὸ ἐν Ἀρείῳ πάγῳ, ὃ δικάζει τοὺς ἐκ προνοίας τὸν | |
25 | φόνον δεδρακότας, βʹ τὸ ἐπὶ Παλλαδίῳ, ὅπερ ἐτάζει τοὺς ἀκουσίους, γʹ τὸ δὲ ἐπὶ Δελφινίῳ, ὃ συνίσταται ἐπὶ τῶν λεγόντων δικαίως τὴν ἀναίρεσιν πεποιηκέναι, καὶ τέταρτον τὸ ἐν Φρεατοῖ, ὃ δικάζει τὸν χρόνον μέν τινα φεύγοντα ῥητόν, αἰτίαν δὲ πρότερον ἔχοντα φό‐ | |
30 | νου· ὃς καὶ κρινόμενος ἐπὶ νηὸς ἔξωθεν τοῦ Πειραιῶς ἀπολογούμενος ἄγκυραν καθίει, διότι ὁ νόμος αὐτὸν οὐκ ἐδίδου τῆς γῆς ἐπιβῆναι. Ἀρεοπαγῖται μὲν οὖν ἐκα‐ λοῦντο οἱ τὸν ἑκούσιον φόνον κρίνοντες, οἱ δὲ ἐν τοῖς ἄλλοις δικαστηρίοις κοινῶς ἐφέται. | |
34 | Ὅτι μυθολογεῖ | |
35 | ἄνδρα τινὰ ὠνομασμένον Ὤην τῆς ἐρυθρᾶς θαλάσσης ἀνελθεῖν, τἆλλα μὲν τῶν μελῶν ἰχθύος ἔχοντα, κε‐ φαλὴν δὲ καὶ πόδας καὶ χεῖρας ἀνδρός, καὶ καταδεῖξαι τήν τε ἀστρονομίαν καὶ τὰ γράμματα. Οἱ δὲ αὐτὸν ἐκ τοῦ πρωτογόνου πεφηνέναι λέγουσιν ὠοῦ, καὶ μαρτυρεῖν | |
40 | τοὔνομα· ἄνθρωπον δὲ ὄντα τὰ πάντα ἰχθῦν δόξαι, | |
διότι περ ἠμφίεστο κητώδη δοράν. | 185 in vol. 8 | |
41 | Ὅτι τὸ μὲν αὖ‐ τις ἰωνικόν, τὸ δὲ αὖθις ἀττικόν. Ὡσαύτως δὲ καὶ τὸ μέχρι | |
Bibl.279535b | καὶ ἄχρι χώρις μὲν τοῦ ς ἀττικόν, μετὰ δὲ τοῦ ς ἰωνικόν. Ὅτι οἱ Ἀττικοὶ κατά τι πάτριον ἔθος οὐ χρῶνται τῇ ει διφθόγγῳ ἐν τῷ λέγειν ἐς κόρακας ἢ ἐς μακαρίαν, ἀλλ’ ἄνευ διχρόνου ἐκφωνοῦσι τὴν πρό‐ | |
5 | θεσιν· ἐπὶ δὲ τῶν ἄλλων ἁπάντων καὶ τοῦ διχρόνου καὶ χωρὶς τοῦ διχρόνου τὴν πρόθεσιν λέγουσιν. | |
6 | Ὅτι κατ’ εὐφημισμὸν οἱ Ἀττικοὶ τὸν κλέπτην φιλητὴν λέ‐ γουσιν, οἱονεὶ μισητόν· ἢ καὶ φιλητὴς ὁ κλέπτης, διότι φιλεῖ λαμβάνειν τὰ ἀλλότρια. Ὅτι τὸ αἰσυμνήτης | |
10 | ἢ ὁ τὸ καθῆκον ὑμνῶν καὶ σέβων (καὶ γὰρ τὸ καθῆκον αἶσάν φασιν) ἢ ὁ μένων ἐν τῇ αἴσᾳ, τουτέστι τῷ καθή‐ κοντι· τοῦτο δὲ ῥηματικὸν ὂν παραλόγως βαρύνεται. Τι‐ νὲς δὲ οὐκ ἀπὸ τοῦ μένειν ἐν τῇ αἴσᾳ ἀλλ’ ἀπὸ τοῦ νέ‐ μειν τὸν αἰσυμνήτην φασὶ γεγονέναι. Ὅτι τὸ ἔαρ | |
15 | παρὰ τὸ εὔαρ εἶναι εἴρηται· ἡδίστη γὰρ ἡ τότε τοῦ ἀέρος κρᾶσις. Ὅτι ἡ μέλιττα ἢ ἀπὸ τοῦ μέλειν εἴρηται (οἰ‐ κονομικὸν γὰρ τὸ ζῷον), ἢ μήλιζαν αὐτὴν λεκτέον ὡς ἐφιζάνουσαν πᾶσι τοῖς καρποῖς· τὸ γὰρ μῆλον κατὰ πάν‐ των ληπτέον τῶν καρπίμων. Τὸ δὲ τῶν μελισσῶν σμῆ‐ | |
20 | νος ἐσμὸς κυρίως λέγοιτο, παρὰ τὸ τὴν ἔσιν ὁμοῦ ποιεῖσθαι καὶ μὴ διεστώσας ἀπ’ ἀλλήλων. Διὸ καλῶς ὁ ποιητὴς ἀδινὰς αὐτὰς ἔφη, ἄδην καὶ ἀθρόως πετομέ‐ νας· ἀγελαστικὸν γάρ ἐστι τὸ γένος. | |
23 | Ὅτι τὸν ὄνειρον ἐτυμολογοῦσί, φησι, διότι τὸ ὂν εἴρει, τουτέστι λέγει· ὥστε | |
25 | ἐπὶ τῶν ἀληθῶν ὀνείρων τακτέον τὴν φωνήν· τὰ γὰρ ἄλλως ἔχοντα μᾶλλον ἐνύπνια. Ὅτι, φησὶ, τούτου χάριν κόπτουσι παρὰ τοῖς κωμικοῖς οἱ ἐξιόντες τὰς θύ‐ | |
ρας, διότι οὐχ ὡς παρ’ ἡμῖν νυνὶ τὸ παλαιὸν ἀνεῴ‐ γνυντο αἱ θύραι, ἀλλ’ ἐναντίῳ τρόπῳ. Ἔξωθεν γὰρ αὐ‐ | 186 in vol. 8 | |
30 | τὰς ἀνατρέποντες ἔνδοθεν ἐξῄεσαν. Πρότερον δὲ τῇ χειρὶ ψόφον ἐποίουν κρούοντες ἐπὶ τῷ γνῶναι τοὺς ἐπὶ τῶν θυρῶν καὶ φυλάξασθαι μὴ πληγεὶς ἑστὼς λάθῃ τῶν θυρῶν ὠθουμένων ἄφνω. Τὸν Λοξίαν γὰρ προσεκύνουν, ὃν πρὸ τῶν θυρῶν ἕκαστος ἱδρύοντο, καὶ πάλιν βωμὸν | |
35 | παρ’ αὐτῷ στογγύλον ποιοῦντες, καὶ μυρρίναις στέφοντες ἵσταντο οἱ παριόντες. Τὸν δὲ βωμὸν ἐκεῖνον ἀγυιὰν Λο‐ ξίαν ἐκάλουν, τὴν τοῦ παρ’ αὐτοῖς θεοῦ προσηγορίαν νέ‐ μοντες τῷ βωμῷ. Τὸ δὲ κνισᾶν ἀγυιὰς παρὰ Ἡσιόδῳ τοῖς θεοῖς θύειν λέγει. | |
39 | Ὅτι οὗτος ὁ συγγραφεύς, | |
40 | ὁ ταῦτα συνταξάμενος, γένος μὲν Αἰγύπτιος ἦν, πό‐ λεως δὲ τῆς Ἀντινόου ἢ (ὡς αὐτὸς ἐπιγράφει) Βη‐ σαντινόου, ἰαμβικῷ δὲ μέτρῳ διεξῆλθε τὰ προκείμενα. Γέ‐ | |
Bibl.279536a | γονε δὲ κατὰ τοὺς χρόνους Λικιννίου καὶ Μαξιμια‐ νοῦ, Ἕλλην ἐξ ὧν γράφει τὴν θρησκείαν. Ἔγραψε δὲ τῷ αὐτῷ μέτρῳ καὶ ἑτέρους λόγους, ὧν ὁ μὲν ἐπιγράφεται Ἀθῆναι, ὁ δὲ Νεῖλος, ὁ δὲ Αἰγύπτιος, ὁ δὲ Προτρε‐ | |
5 | πτικός, ὁ δὲ Ῥώμη, ὁ δὲ Φήμη, ὁ δὲ Νίκη, ὁ δὲ Πόλις Ἀντινόου· δῆλον δὲ ὅτι ἑκάστη ἐπιγραφὴ ὑπόθεσίς ἐστι τοῦ ἐπιγραφομένου λόγου. Ἐν δὲ τῷ αὐτῷ τεύχει τῷ αὐτῷ περιείχετο μέτρῳ καὶ Ἑρμείου Ἑρμουπολίτου πάτριά τε τῆς Ἑρμουπό‐ | |
10 | λεως καὶ ἕτερά τινα, καὶ μὴν καὶ Σερήνου γραμ‐ ματικοῦ ἐν διαφόροις μέτροις δράματα διάφορα, καὶ Ἀνδρονίκου πολιτευομένου, καὶ αὐτοῦ Ἑρμοπο‐ λίτου, πρὸς τὸν κόμητα Φοιβάμμωνα τὸν κοινοπολιστήν· καὶ οὗτος δὲ δραμάτων ἐστὶ ποιητής, διαφόροις μέτροις | |
15 | τοὺς λόγους ἐντείνων. Ἔτι δὲ καὶ Ὡραπόλλωνος γραμματικοῦ περὶ τῶν πατρίων Ἀλεξανδρείας· συν‐ | |
τίθησι δὲ καὶ αὐτὸς δράματα τῷ ὁμοίῳ τύπῳ. Ἀλλὰ καὶ Κύρου Ἀντιοπολίτου εἰς Μαυρίκιον δοῦκα καὶ τὸν ἡγε‐ μόνα παρόντα τῇ ἀκροάσει· ἐν ἰαμβικῷ δὲ μέτρῳ καὶ | 187 in vol. 8 | |
20 | οὗτος τὸν αὑτοῦ συντίθησι πόνον. Εἰσὶ δὲ αὐτοῦ καὶ ἐπι‐ στολαὶ διάφοροι πρὸς διαφόρους, γραφαῖς ποικιλλόμε‐ ναι διαφόροις, καὶ ἑτεροί τινες ἐγκωμιαστικοὶ λόγοι. | |
Bibl.280536a(24) | Ἀνεγνώσθη Εὐλογίου ἀρχιεπισκόπου Ἀλεξανδρείας | |
25 | σύνταγμα εἰς λόγους ἀπαρτιζόμενον ἕξ. Ῥητῶν δὲ γραφι‐ κῶν διάνοιαν ἀναπτύσσει, οἷς συναπαρτίζεσθαί σοι φίλτατε ἀδελφῶν, ἴσθι καὶ τὴν ποθουμένην ἐξαίτησιν. | |
28 | ||
28 | Ἐκ τοῦ πρώτου λόγου. | |
28 | Ὅτι ματαίως, φησίν, οἱ Ναυατιανοί, εἰ καὶ καθαροὶ | |
30 | ἦσαν καὶ ἐξῃρημένοι τὸν βίον, ὅπερ οὐκ εἰσί, τὸ μετὰ τῶν ἄλλων συνάγεσθαι καὶ τὰς εὐχὰς καὶ ψαλμῳδίας ποιεῖσθαι παραιτοῦνται. Ἀβὲλ γὰρ τῷ Κάϊν πλεῖστον ἐν πᾶσι διενηνοχὼς συνεθυσίαζε, καὶ τοῦ μὲν ὁ Θεὸς τὴν θυ‐ σίαν ἐδέχετο τοῦ δὲ ἀπεπέμπετο, καὶ οὐδὲν γέγονεν ἐμπο‐ | |
35 | δὼν ὁ βέβηλος τῷ θεοσεβεῖ εἰς τὸ μὴ προσδεχθῆναι αὐτοῦ τὰ δῶρα. Καὶ Νῶε, φησί, τὰ καθαρὰ τῶν ζῴων καὶ ἀκάθαρτα ἅμα προσετάττετο ἐν τῇ κιβωτῷ παραδέ‐ χεσθαι. Καὶ τὸν φαρισαῖον τῷ τελώνῃ ἅμα προσεύχεσθαι ἡ δεσποτικὴ παραβολὴ δεικνύει. Καὶ τῷ προφήτῃ Ἠλίᾳ | |
Bibl.280536b | κόραξ τὴν τροφὴν τὸ ἀκάθαρτον διηκόνει ζῷον. Καὶ τὸ ἐγγύτερον, οὐ γεγόνασιν ἐμπόδιον οἱ τῶν δαιμόνων ἱερεῖς παρόντες αὐτοῦ τῇ θυσίᾳ, οὐδ’ αὐτὸς ἐμολύνετο ἐφεστηκὼς αὐτοῖς θυομένοις, ὅτε καὶ τὸν πίονα βοῦν | 188 in vol. 8 |
5 | ἐκείνοις θύειν, καὶ πρότερον ἀνῆκε. Καὶ Λὼτ δὲ Σοδο‐ μίταις συνοικῶν οὐκ ἀπήλαυσεν αὐτῶν τοῦ ὀλέθρου, ὅτι κἂν τὴν πόλιν συνῴκει, τοῖς ἔργοις διεστήκει· σῴζει δὲ μᾶλλον δι’ αὑτοῦ καὶ τὴν Σηγὼρ πόλιν, ἐν αὐτῇ κα‐ ταφυγών, μίαν τῶν περὶ Σόδομα οὖσαν. Οἶδε γὰρ ὁ δί‐ | |
10 | καιος σῴζειν τοὺς ἀσεβεῖς, οὐκ ἐκείνοις συναπόλλυσθαι. Καὶ ὁ ἀπόστολός φησιν ὁμοθυμαδὸν ἐπεύχεσθαι πάντας καὶ ἐν ἑνὶ στόματι δοξάζειν τὸν Θεόν. Καὶ πολλὰ ἄλλα. Ὥστε δυσσεβοῦσιν οἱ Ναυατιανοί, φησιν, οὐκ ἀνεχόμενοι τοῖς ἄλλοις συνεύχεσθαι ἀνθρώποις. | |
14 | Ὅτι καὶ αὐτὸς | |
15 | τὰ ἐπὶ τῆς δεσποτικῆς παραβολῆς εἰρημένα, ἥτις τὸν ἀπὸ Ἱεριχὼ κατιόντα καὶ τραυματισθέντα ὑποβάλλει, ὁμοίως τῷ Χρυσοστόμῳ ἀναπτύσσει, πανδοχεῖον μὲν τὴν ἐκκλησίαν ἐκλαμβάνων, δύο δὲ δηνάρια τὴν πα‐ λαιὰν καὶ καινὴν διαθήκην, πανδοχέα δὲ τὸν τῆς ἐκ‐ | |
20 | κλησίας προεστῶτα, ἐμπεπτωκότα δὲ εἰς τοὺς λῃστὰς τὸν ἡμαρτηκότα. Ὅτι ἐπὶ τοῦ «Μακάριοι ὧν ἀφείθησαν αἱ ἀνομίαι» καὶ ἑξῆς, τὸ μὲν ἀφείθησάν, φησιν, ἐπὶ τοῦ βαπτίσματος, τὸ δὲ ἐπεκαλύφθησαν ἐπὶ τῆς μετα‐ νοίας τάσσεται. Καὶ τὸ «Μακάριος ὁ ἀνὴρ ᾧ οὐ μὴ λογίση‐ | |
25 | ται Κύριος ἁμαρτίαν» ἐπεξήγησιν τοῦ ἐπεκαλύφθησάν φη‐ σιν· ἡ γὰρ ὀρθὴ μετάνοια ἐπιπαλύπτει τὰς ἁμαρτίας, καὶ οὐ λογίζεται ταύτας ὁ Κύριος. | |
27 | Ὅτι ὁ μακάριος Παῦλος λέγων· «Ἰησοῦς Χριστὸς ἦλθεν εἰς τὸν κόσμον | |
ἁμαρτωλοὺς σῶσαι» διὰ τοῦτο οὐκ εἶπεν· «Ὧν πρῶτος | 189 in vol. 8 | |
30 | ἐγενόμην ἐγώ» ἀλλ’ «εἰμὶ ἐγώ» ἵνα μὴ νομίσῃς ταῦτα λέγειν αὐτὸν περὶ τῶν πρὸ τῆς κλήσεως, ἀλλὰ περὶ τοῦ μετὰ τὴν κλῆσιν βίου καὶ ἐν ᾧ ταῦτα ἔλεγε. Τοῦτο δὲ ἔλεγέ, φησιν, ἅμα μὲν ταπεινῶν ἑαυτόν, ἅμα δὲ ὑπο‐ γραμμὸν ἡμῖν ταπεινοῦ φρονήματος εἰσηγούμενος. | |
35 | Ὅτι ἐν τῷ εὐαγγελίῳ σὺν τῷ φαρισαίῳ προσευ‐ χόμενος ἐν τῷ ἱερῷ ὁ τελώνης διὰ τοῦτο ἔτυπτε τὸ στῆ‐ θος, διότι δοχεῖον τοῦτο τῶν ἁμαρτημάτων ἐκέκτητό, φησιν· «ἐκ γὰρ τῆς καρδίας ἐξέρχονταί, φησιν ὁ Σωτήρ, διαλογισμοὶ πονηροί,» καὶ ἑξῆς. Ὅθεν τύπτει τὴν πηγὴν | |
Bibl.280537a | τῶν κακῶν τῇ συνειδήσει πληττόμενος, ἵνα ξηράνῃ τῶν ἁμαρτημάτων τὰ ῥεύματα. | |
2 | Ὅτι διάβολός, φη‐ σιν, ἐκ τοῦ διαβάλλειν τὸν Πλάστην τοῖς πλάσμασιν εἴρηται. Ἔφη γὰρ πρὸς αὐτοὺς ὡς εἰδὼς ὁ Θεὸς ὅτι δια‐ | |
5 | νοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ καὶ ἔσεσθε ὡς θεοί, διὰ τοῦτο τῆς τοῦ ξύλου ἐκύρωσε βρώσεως. Ὅτι ἐν τῷ ἀποστολικῷ ῥητῷ τῷ «Ὁ θεὸς τοῦ αἰῶνος τούτου» καὶ οὗτος τὸν διάβολον ἐκλαμβάνει. | |
8 | Ὅτι τὸ «Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις» καὶ τὰ ἑξῆς | |
10 | ἁπλούστερον οὗτος ἐκλαμβάνεται καὶ κατὰ τὸ γράμμα· φησὶ γὰρ τὰ μὲν ἄλλα τῶν ἁμαρτημάτων μετανοούντων τῶν ἡμαρτηκότων ἀφίεσθαι, τοῖς δὲ εἰς τὴν θεότητα ἐξυ‐ βρικόσιν οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι ἀφιέσθαι, οὐδὲ παρ’ αὐτοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Καίτοι | |
15 | τούτων ἐναντία φανερῶς φρονεῖ· Κορνηλίου γὰρ ὑπεραγω‐ νίζεται, οὗ Ναυάτος ἀπέρρωγεν, ὅτι τοὺς ἀρνησαμένους τὸν Χριστόν, ἐν ᾧ δηλονότι ἡ θεότης συνεξύβριστο, με‐ τανοοῦντας ἐδέξατο. Ὅμως οὖν οὕτω τὸ ῥητόν, τάχα πρὸς | |
Ναυάτον ἀγωνιζόμενος, ἐδέξατο. | 190 in vol. 8 | |
20 | Ἐκ τοῦ βʹ λόγου. | |
20 | Ὅτι διὰ τοῦτο, φησίν, οὔτε πρὸς Ἰωάννην οὔτε πρὸς ἕτερόν τινα τῶν μαθητῶν ἔφη ὁ Σωτὴρ τὸ «καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν» καὶ τὰ ἑξῆς, ἀλλ’ ἢ πρὸς Πέτρον, ὃς ἔμελλε τῷ τῆς ἀρνήσεως περι‐ | |
25 | πίπτειν ὀλισθήματι καὶ διὰ δακρύων καὶ μετανοίας ἀπο‐ νίπτειν τὸ ἁμάρτημα, ἵνα τῷ καθ’ ἑαυτὸν ὑποδεί‐ γματι πρὸς τοὺς ἐξαμαρτάνοντας φιλανθρωπότερον δια‐ τίθοιτο· οἱ γὰρ ἄλλοι ἀπείραστοι μεμενηκότες τάχα ἂν ἀποτομώτερον αὐτοῖς διεκέχρηντο. Τοῦτο μέν φησιν ὁ | |
30 | Εὐλόγιος, πιθανώτερον μᾶλλον ἢ ἀληθέστερον λέγων. Εἰ γὰρ καὶ πρὸς Πέτρον εἴρητο, ἀλλ’ οὖν ἐν προσώπῳ τοῦ κορυφαίου καὶ τοῖς λοιποῖς τῶν μαθητῶν ἡ τοιαύτη ἐξου‐ σία ἐδέδοτο, ὅπου γε καὶ τοῖς ἀπ’ ἐκείνων τὸ ἀρχιερα‐ τικὸν κατὰ διαδοχὴν περιβεβλημένοις ἀξίωμα τὴν αὐ‐ | |
35 | τὴν προσεῖναι τοῦ δεσμεῖν καὶ λύειν ἐξουσίαν πιστεύομεν. Εἶτα, ὡς οὖν λαβών, φησιν, ὁ Πέτρος τὴν ἐξουσίαν τοῦ δεσμεῖν καὶ λύειν, ἐρωτᾷ καὶ τὸ μέτρον τῆς ἀφέ‐ σεως «ποσάκις», λέγων, «ἐὰν ἁμάρτῃ εἰς ἐμὲ ὁ ἀδελ‐ φός μου, ἀφήσω αὐτῷ; ἕως ἑπτάκις;» Τὸ ἕως ἑπ‐ | |
40 | τάκις εἰπὼν, τὴν ἐπὶ τοῦ Κάϊν κατάκρισιν λῦσαι σπου‐ δάζων ἐν τῷ ἀφιέναι τοσαυτάκις τοῖς ἁμαρτάνουσιν. Ὁ δὲ Σωτὴρ οὐ ταύτην μόνον λύων, ἀλλὰ καὶ τὴν ἐπὶ τοῦ | |
Bibl.280537b | Λάμεχ ἐξενηνεγμένην, ἐπήνεγκεν· «Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ’ ὡς ἑβδομηκοντάκις ἑπτά». | |
2 | Τὸ δὲ διήγημα τὸ περὶ τοῦ Λάμεχ τοιοῦτόν φησιν. Ἕβδομος ἦν ἀπὸ Κάϊν, καὶ τελευταῖος τῶν ἀπογόνων· τοῦτον | |
5 | γὰρ ὁ κατακλυσμὸς φθάσας ἐξήλειψε τὸ τοῦ Κάϊν γέ‐ νος. Καὶ τοσοῦτον ὑπερέβαλε τὸ τοῦ Λάμεχ, φησίν, ὡς εἶναι τῶν τοῦ Κάϊν ἁμαρτημάτων πολλαπλάσια κατὰ | |
τὸ ἑβδομηκοντάκις ἑπτά, ὡς καὶ αὐτὸς Λάμεχ ταῖς γυ‐ ναιξὶν ἀπαγγέλλων τὰ ἡμαρτημένα ἐδήλωσεν, αὔταν‐ | 191 in vol. 8 | |
10 | δρον ὄλεθρον κατὰ τῆς γενεᾶς αὑτοῦ διηγούμενος. Ἐπὶ τοσοῦτον γὰρ τῶν τότε ἀνδρῶν ηὐξήθη τὰ ἁμαρτήματα, οἷς καὶ ὁ Λάμεχ συνήκμασεν, ὡς εἰς πανωλεθρίαν αὐ‐ τῶν τὴν φιλανθρωπίαν τοῦ Θεοῦ παροξῦναι, κατα‐ κλυσμῷ τὴν δίκην αὐτοῖς ἐπιτιθεῖσαν. Καὶ σάρκα | |
15 | δὲ τὴν τότε γενεὰν ἐκάλεσεν ὁ Θεός, «οὐ μὴ μείνῃ τὸ Πνεῦμά μου ἐν αὐτοῖς, λέγων, διὰ τὸ εἶναι αὐτοὺς σάρκα», ἐπεὶ ὅλοι τῆς σαρκὸς καὶ τῶν ἐμπαθῶν λο‐ γισμῶν γεγονότες καὶ πάσης ἄλλης ἁμαρτίας ὄντως, ὅπερ ἐδέξαντο Πνεῦμα κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν | |
20 | Θεοῦ, εἰς σάρκα μετέβαλον. Οὕτω μέν, ἐξ ὧν φησιν ὁ ἀρχιερεὺς Εὐλόγιος, τὸν Λάμεχ ἀπολωλέναι φησίν οἱ δὲ πλεῖστοι τῶν πατέρων διὰ τῆς ἐπαγγελίας καὶ μετανοίας συγγνώμην εὑρεῖν τοῦ ἁμαρτηθέντος αὐ‐ τὸν ἀπαγγέλλουσιν. | |
24 | Ὅτι φησίν, ἐπειδὰν Πέτρου τοῦ | |
25 | κορυφαίου τὴν ἄρνησιν καὶ μετάνοιαν εἰς ἔλεγχον τῆς Ναυατιανῆς ἀπονοίας προβαλλώμεθα, ἀνταποκρίνεσθαι πειρῶνται ὅτι ὁ Πέτρος τὸ ἀτελὲς τότε βάπτισμα ἦν βεβαπτισμένος· τὸ γὰρ Ἰωάννου μόνον ἐβεβάπτιστο, τὸ δὲ ἅγιον Πνεῦμα οὔπω ἦν δεδεγμένος· μετὰ γὰρ τὴν | |
30 | ἀνάστασιν τοῦτο, πεντήκοντα ἡμερῶν διαγεγονυιῶν, ἐδέξατο. Ἀλλ’ ἔστιν εἰπεῖν πρὸς αὐτοὺς ὅτι καὶ τὸ Ἰωάν‐ νου τότε τέλειον ἦν, ὕστερον δ’ ἀπέβη τοῖς χρωμέ‐ νοις ἀτελὲς, μεθ’ ὃ τὸν τρόπον τοῦ βαπτίσματος ὁ Σωτὴρ τοῖς μαθηταῖς παραδιδοὺς ἔλεγε· «Πορευθέντες | |
35 | μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύ‐ | |
ματος». | 192 in vol. 8 | |
37 | Ὅτε οὖν τὸ μυστικὸν τοῦτο βάπτισμα παρεδόθη, τότε τὸ Ἰωάννου βάπτισμα ἤργησε, καὶ οἱ βαπτίζον‐ τες αὐτὸ λοιπὸν ἀτελῶς ἐβάπτιζον, τὴν δεσποτικὴν | |
40 | παρορῶντες παράδοσιν· πρὶν δὲ τέλειον ἦν. Ὅτι δὲ τέλειον ἦν, δῆλον, φησί, καὶ ἐξ ὧν οὐδαμοῦ φαίνεται τοὺς μαθητὰς τὸ παρὰ Ἰωάννου δεδεγμένους βάπτισμα ἀναβαπ‐ | |
Bibl.280538a | τίσας. Ἰησοῦς γάρ, φησίν, οὐδένα ἐβάπτιζεν, ἀλλ’ οἱ μαθηταὶ αὐτοῦ. Ἐξ ὧν πάλιν δῆλον ὅτι τέλειον ὑπῆρχε. Καὶ ὁ Σωτὴρ δὲ οὐκ ἀπαξιώσας αὐτὸ βαπτισ‐ θῆναι, ὅτι τέλειον ἦν ἔδειξεν, οὐκ αὐτός, ὡς δῆλον, | |
5 | καθάρσεως δεόμενος, ἀλλὰ καθάρσιον τῶν ὑδάτων γενόμενος καὶ τοῖς τότε βαπτιζομένοις ἁγιασμὸς καὶ τε‐ λείωσις. Εἴσοδον δὲ τῆς εἰς Χριστὸν γνώσεως οἱ βαπτιζό‐ μενοι τὸ βάπτισμα παρεδέχοντο. Ἐπεὶ γὰρ τοῦτο εἰς τὸν ἐρχόμενον ἐβαπτίζοντο, ἐζήτουν λοιπὸν τίς ὁ ἐρχόμενος, | |
10 | καὶ ζητοῦντες εὕρισκόν τε καὶ ἐμαθητεύοντο, καὶ προσιόν‐ τες τῷ Σωτῆρι οὐχ ἕτερον βάπτισμα προσελάμβανον, μόνον δὲ τὰς ἐντολὰς προσεδέχοντο. Ἕως μὲν οὖν οὐ‐ δέπω διὰ τοῦ σταυροῦ ἐδοξάσθη ὁ Ἰησοῦς, τέλειον ἦν τὸ Ἰωάννου βάπτισμα· μετὰ ταῦτα δὲ οὐκέτι. Διὸ καὶ | |
15 | τὸν Ἀπολλὼ βαπτισθέντα ὑπὸ Ἰωάννου κατὰ τὸν ἁρ‐ μόζοντα καιρὸν οὐδεὶς ἀνεβάπτισεν, ἀλλὰ Πρισκίλλα καὶ Ἀκύλας κατὰ τὴν Ἔφεσον παραγεγονότα ἐξ Ἀλε‐ ξανδρείας τῆς πατρίδος προσελάβοντο μὲν αὐτὸν, καὶ ἀκριβέστερον ἀνεδίδαξαν τὰ περὶ τοῦ Κυρίου Ἰησοῦ Χρισ‐ | |
20 | τοῦ βαπτίσαι δὲ οὐκ ἐτόλμησαν. Τοὺς μέντοι γε ὑπ’ αὐτοῦ βαπτισθέντας, ἐπεὶ μετὰ τὴν τοῦ Κυρίου εἰς οὐρανοὺς ἄνοδον τὸ Ἰωάννου βάπτισμα ἐβαπτίσθησαν, ὅτε οὐκέ‐ | |
τι ἦν ἐρχόμενος ὁ Χριστὸς ἀλλ’ ἐληλυθὼς ἤδη καὶ πᾶσαν πεπληρωκὼς οἰκονομίαν καὶ βάπτισμα παραδε‐ | 193 in vol. 8 | |
25 | δωκὼς οἰκεῖον, εἰκότως τούτους εὑρὼν ὁ Παῦλος, καὶ ὅτι οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν ᾔδεισαν, τῷ δεσποτικῷ βαπτίσματι παρεσκεύασεν ἀναβαπτισθῆναι. Πολλαχό‐ θεν δέ, φησι, καὶ ἀλλαχόθεν ἐστὶ λαβεῖν ὡς τέλειον ἦν τὸ Ἰωάννου βάπτισμα πρὸ τῆς παραδόσεως τοῦ | |
30 | δεσποτικοῦ. | |
30 | Καὶ γάρ, φησιν, ὁ Σωτὴρ τῷ Ἰωάννου βα‐ πτίσματι Πέτρον καὶ τοὺς ἄλλους μαθητὰς βεβαπτισμέ‐ νους κατὰ τὸν καιρὸν τοῦ πάθους τῶν φρικτῶν μυστη‐ ρίων ἠξίωσεν, οὐκ ἂν μεταδοὺς τοῦ ἀχράντου σώματος αὐτοῖς καὶ τοῦ αἵματος, εἰ μὴ τὸ τέλειον αὐτοῖς τὸ | |
35 | Ἰωάννου ἐκεχάριστο βάπτισμα. Ἀλλὰ καὶ ὅτε Πέτρος νίψασθαι τοὺς πόδας παρῃτεῖτο, ἀκούει παρὰ τοῦ Σωτῆ‐ ρος· «Ὁ λελουμένος οὐ χρείαν ἔχει πάλιν λούσασθαι, ἀλλ’ ἔστι καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε». Διὸ καὶ | |
Bibl.280538b | οὐ δεῖται δευτέρου βαπτίσματος ὁ τὸ Ἰωάννου ἐν καιρῷ βαπτισθεὶς ἐπιδείκνυται, καὶ ὅτι δύνα‐ μιν εἶχε καθαροὺς ἀποφαίνειν τοὺς βεβαπτισμένους αὐ‐ τό. Ἀλλ’ οὕτω μὲν ὁ Εὐλόγιος, τῶν πλείστων πατέρων | |
5 | ἀτελὲς δι’ ὅλου τὸ Ἰωάννου βάπτισμα δεικνύντων. Ὅτι τὸ ἐν ταῖς Πράξεσιν εἰρημένον περὶ τῶν ἐχόν‐ των τὸ Ἰωάννου βάπτισμα, ὅτι «Ἀκούσαντες δὲ ἐβα‐ πτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ», τοιοῦτόν ἐστί, φησιν, ὅτι ἐβαπτίσθησαν κατὰ τὴν παράδοσιν καὶ | |
10 | διδασκαλίαν τοῦ Κυρίου Ἰησοῦ, ὥστε καὶ ἀλλαχοῦ, ὅταν | |
λέγῃ ὅτι εἰς Χριστὸν ἢ εἰς τὸν θάνατον Χριστοῦ ἐβα‐ πτίσθησαν, τὴν αὐτὴν ἔννοιαν ὀφείλομεν ἐννοεῖν δη‐ λοῦσθαι, τουτέστιν ὅτι εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐβαπτίσθησαν. Οὕτω γὰρ | 194 in vol. 8 | |
15 | ἐδίδαξε καὶ παρέδωκε βαπτίζειν ὁ Κύριος ἡμῶν Ἰησοῦς | |
15 | Χριστός. Ὅτι φησίν, ὁ ἀπόστολος πλέον τι τῆς συμπαθείας ἐνδεικνύμενος περὶ τοὺς μήπω πεπιστευκότας Ἰσραηλί‐ τας φησίν· «Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι» καὶ ἑξῆς, ἀντὶ τοῦ ἤθελον, φησίν, ἐγὼ ἐν κατακρί‐ | |
20 | σει γενέσθαι, μόνον ἵνα ἐπέστρεψαν οἱ υἱοὶ Ἰσραὴλ ἐπὶ τὸν Κύριον. | |
21 | Ὅτι Παῦλος, φησί, δεδοικὼς τὴν Γα‐ λάτων ἔκπτωσιν «Φοβοῦμαι μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς» φησίν· εἶτα ἐπάγει· «Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς». Ὦ συμπάθεια ἀποστόλου, τοσοῦτον | |
25 | συγκαταβαίνουσα ὅσον οἱ ἁμαρτήσαντες καταπεπτώ‐ κασιν, ἵνα τῇ συγκαταβάσει τοὺς πεσόντας εἰς τὸ οἰ‐ κεῖον μέτρον ἐπαναγάγῃ. Ὅτι τεκνία, φησίν, ὁ ἀπόστολος τοὺς παραπεσόντας λέγει, οὓς καὶ ὠδίνειν πά‐ λιν φησίν, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν αὐτοῖς. Τοὺς | |
30 | τοιούτους καὶ ὁ Ἰωάννης τεκνία καλεῖ, «Γράφω ὑμῖν, λέγων, τεκνία, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ». Ὅταν δὲ λοιπὸν διὰ τῆς ἐπιστροφῆς τελειωθῶσιν, οὐκέτι τούτους καλεῖ τεκνία ἀλλὰ πατέρας καὶ ἀδελφούς· ἐπιφέρει γάρ· «Ἔγραψα ὑμῖν, πατέρες, ὅτι | |
35 | ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς· ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε τὸν πονηρόν». | |
36 | Ὅτι προφέρουσι, φησίν, οἱ ἀπὸ Ναυάτου τὸ ἀποστολικὸν ῥητὸν τὸ φάσκον· «Ἀδύ‐ | |
νατον τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς | 195 in vol. 8 | |
Bibl.280539a | τῆς ἐπουρανίου καὶ μετόχους γεγονότας Πνεύματος ἁγίου καὶ καλὸν γευσαμένους ῥῆμα Θεοῦ καὶ παραπεσόν‐ τας πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν» καὶ ἑξῆς. Τοῦτο δέ, φησίν, ὅτι μὲν πρὸς Ἑβραίους γράφει πεπιστευκότας | |
5 | δῆλον ἐξ αὐτῶν τῶν τῆς ἐπιστολῆς ῥητῶν· πλὴν οἵ γε πλεῖστοι τῶν τότε πεπιστευκότων Ἰουδαίων καὶ τῷ Χριστῷ προσῄεσαν καὶ τὰς νομικὰς καὶ Ἰουδαϊκὰς παρατηρήσεις τὰς πλείους ἐφύλαττον, διὸ καὶ διαφόροις ἐχρῶντο βα‐ πτίσμασι. Πρὸς γοῦν ἐκείνους ἀποτεινόμενος, φησίν, ὁ | |
10 | θεσπέσιος Παῦλος, καὶ τῶν ἄλλων παρὰ τὸ ἓν βάπτι‐ σμα τούτους ἀπάγων, ἔφησε τὸ ῥητόν, οὐχὶ δέ (μὴ γέ‐ νοιτο) τὴν μετάνοιαν, ὁ πολλαχοῦ ταύτην καὶ πολλάκις κηρύξας, ἀναιρῶν. Ὃ γοῦν λέγει διὰ τοῦ ῥητοῦ, τοι‐ οῦτόν ἐστιν· ἀδύνατον, φησί, τοὺς ἅπαξ φωτισθέντας | |
15 | πάλιν δεύτερον βάπτισμα προσδοκᾶν. Ἅπαξ γὰρ ὁ Χρισ‐ τὸς ἐπὶ συντελείᾳ τῶν αἰώνων ἔπαθεν· ὅθεν καὶ εἰς τὸν θάνατον αὐτοῦ βαπτιζόμεθα. «Συνετάφημεν οὖν αὐτῷ τῷ βαπτισμῷ καὶ συνηγέρθημεν». Ὁ γοῦν ζητῶν φυλάττειν τὰ νομικὰ βαπτίσματα ἀνασταυροῖ τὸν Υἱὸν τοῦ Θεοῦ | |
20 | καὶ παραδειγματίζει τὸν ἅπαξ σταυρωθέντα. | |
20 | Εἰ δ’ ἦν πλείω βαπτίσματα, ἔδει καὶ τὸν Χριστὸν πολλάκις πα‐ θεῖν. Νυνὶ δὲ ἅπαξ πεπονθὼς οὐκ εἰς χειροποίητα ἅγια εἰσῆλθεν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆ‐ ναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. Ἀδύνατον οὖν | |
25 | τοὺς ἅπαξ εἰς τὸν θάνατον αὐτοῦ φωτισθέντας ἐκ δευ‐ τέρου ἢ καὶ πλεονάκις βαπτίζεσθαι καὶ ἀνασταυροῦν πειρᾶσ‐ θαι τὸν Υἱὸν τοῦ Θεοῦ. Ἐγκαλεῖ γοῦν τοῖς Ἰουδαίοις τοῦτο τολμῶσι καὶ ἐπὶ τὰ νομικὰ ἐπανιοῦσι βαπτίσματα, ἃ οὐ δύ‐ ναται ψυχὴν καθαρίσαι. Διὸ καί φησιν· «Ὀφείλοντες εἶ‐ | |
30 | ναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ» καὶ ἑξῆς. Στοιχεῖα δὲ τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ ἡ εἰς αὐτὸν ἐπίγνωσις. Οἷον τοὺς προσιόντας Χριστῷ δεῖ πρῶτον ἀποστῆναι τῶν ἁμαρτημάτων οἷς | 196 in vol. 8 |
35 | ἐνείχοντο, τουτέστιν ἀναχωρεῖν τῶν νεκρῶν ἔργων, δεύ‐ τερον τὴν ἀπολύτρωσιν τῶν προτέρων ἁμαρτημάτων διὰ τοῦ βαπτίσματος δέξασθαι, καὶ δεξαμένους ἐν πίστει τοῦτο βαπτισμῶν διαφορᾶς διδαχὴν μανθάνειν, τοῦτο μὲν τίνα ἦν τὰ Ἰουδαϊκά, τί δὲ τὸ σωτήριον, εἶτα | |
40 | κατὰ προκοπὴν ἰόντας ἀξιοῦσθαι τῆς τοῦ παναγίου Πνεύ‐ ματος ἐπιφοιτήσεως, ἥτις διὰ τῆς ἐπιθέσεως τῶν χει‐ ρῶν τῶν ἀποστόλων ἐγίνετο, διδάσκεσθαί τε τὴν τῶν | |
Bibl.280539b | νεκρῶν ἀνάστασιν καὶ τὸ μέλλον κριτήριον. | |
1 | Αὕτη τοίνυν ἡ διδασκαλία ἀπαρχὴ τῆς τῶν πιστευόντων μαθήσεως γίνεται. Ἣν οἱ ἐξ Ἰουδαίων δεξάμενοι, καὶ τῷ πολλῷ χρόνῳ διδάσκαλοι ἑτέρων ὀφείλοντες εἶναι καὶ τελειοῦν ἄλλους, | |
5 | αὐτοὶ μαθήσεως πάλιν δέονται. Ἀλλ’ ὅμως, φησίν, εἰ καὶ αὐτοὶ γεγόνατε ὥστε πάλιν δεῖσθαι μαθεῖν τίνα τὰ στοι‐ χεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Χριστοῦ, ἀλλ’ ἡμεῖς οὐ τὴν ἀρχὴν πάλιν τῆς πίστεως ὑμᾶς ἐκδιδάξομεν. Φησὶ γάρ· «Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ | |
10 | τὴν τελειότητα φερώμεθα». Οὐ χρὴ γὰρ ἡμᾶς πάλιν εἰς τὰ στοιχεῖα τῆς ἀρχῆς ἀνάγειν ὑμᾶς ἵνα μὴ δόξωμεν πάλιν ἕτερον θεμέλιον καταβάλλεσθαι· καὶ γάρ φησι· «Μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων καὶ πίστεως ἐπὶ Θεόν, βαπτισμῶν διδαχῆς, | |
15 | ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν καὶ κρίμα‐ | |
τος αἰωνίου». | 197 in vol. 8 | |
16 | Τοῦτο τοιγαροῦν δηλοῖ τό· «Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Θεοῦ λόγον» καὶ ἑξῆς. Τὸ δέ· «Καὶ τοῦτο ποιήσομεν ἐὰν ἐπιτρέπῃ ὁ Κύριος» εἰς τὸν αὐτὸν συν‐ τρέχει νοῦν, τὸ μηκέτι, φησίν, ἀπάρχεσθαι τῆς στοιχειώ‐ | |
20 | δους διδασκαλίας ὑμῖν, ἥνπερ κατ’ ἀρχὰς οἱ τῷ βαπτί‐ σματι προσιόντες ἐδιδάσκοντο· ἀλλ’ ἐπὶ τὴν τελειό‐ τητα ἀναγώμεθα. Εἰ γὰρ καὶ ὠλισθήσατε, ἀλλ’ οὐ δύ‐ νασθε θεμέλιον πίστεως πάλιν δέχεσθαι οὐδὲ βάπτισμα δεύτερον οὐδὲ χειρῶν ἐπιθέσεις. Οὕτως οὖν ἀφίησι ταύ‐ | |
25 | την τὴν στοιχειώδη διδασκαλίαν ὁ Παῦλος, καὶ ἐπὶ τὴν τελειότητα ἔρχεται, τὴν ἱερωσύνην τοῦ Σωτῆρος διηγού‐ μενος, καὶ ταύτην κατὰ μέρος διέξεισι, καὶ ὅπως κατὰ τὴν τάξιν Μελχισεδὲκ τυγχάνει ὁ Κύριος ἀρχιερεύς. Τὸ τοίνυν βούλημα τοῦ ἀποστολικοῦ ῥητοῦ, ὡς πολλάκις | |
30 | εἴρηται, οὐδέν (κἂν αὐτὸ προφέρωσι) τοῖς Ναυατιανοῖς συμφωνεῖ, ἀλλὰ θεσπίζει τὸν ἅπαξ φωτισθέντα μὴ περιεργάζεσθαι ἕτερον βάπτισμα· «Ὁ λελουμένος γάρ, ὡς καὶ ὁ Κύριός φησιν, οὐκ ἔχει χρείαν ἀλλ’ ἢ τοὺς πόδας νίψασθαι», τουτέστιν οὐ πάλιν βάπτισμα | |
35 | χρείαν ἔχει μετὰ τὸ ἁμαρτῆσαι δέξασθαι, ἀλλ’ ἢ διὰ δα‐ κρύων ἀποκαθαρθῆναι τοὺς πόδας ἤτοι τὰ σαρκικὰ διαβή‐ ματα. | |
37 | Ὅτι, φησίν, ἡ κυριακὴ ἐντολὴ ἡ λέγουσα· «Εἰς ἣν δ’ ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, πάντα τὰ παρατιθέμενα ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες», | |
40 | αὕτη σύνδρομός ἐστι τῷ ἀποστολικῷ ῥητῷ, ἐν ᾧ φησιν· «Εἰ δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ βούλεσθε πορεύεσ‐ θαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνον‐ | |
Bibl.280540a | τες». | |
1 | Ὅτι φησίν, ἀντιπίπτοντες οἱ ἀπὸ Ναυάτου τῇ ἀναπτύξει τοῦ προειρημένου ῥητοῦ περὶ τῶν δεύτερον ἐπιζητούντων βάπτισμά φασιν οὐ περὶ δευτέρου βαπτί‐ σματος τοῦτο εἰρῆσθαι· εἰς μετάνοιαν γάρ, φασίν, ἔφη‐ | 198 in vol. 8 |
5 | σεν ἀνακαινίζεσθαι τοὺς ἅπαξ φωτισθέντας καὶ παραπε‐ σόντας ἀδύνατον εἶναι, οὐχὶ εἰς βάπτισμα· βάπτισμα δὲ καὶ μετάνοια πάντῃ διέστηκε· τὸ μὲν γὰρ δωρεὰ καὶ χάρις ἐστὶ καὶ ἄφεσις ἀταλαίπωρος τῶν ἡμαρτημένων, ἡ δὲ μετάνοια καμάτῳ καὶ δάκρυσι καὶ ἐλέῳ τὸ οἰκεῖον | |
10 | ἔργον περαίνει. Οὕτω μὲν ἐκεῖνοί φασι, καὶ ὅτι οὐδαμοῦ τὸ βάπτισμα καλούμενον εὕρομεν μετάνοιαν· ὁ δέ φη‐ σιν ὡς εἰ καὶ πολλὴ διαφορὰ μεταξὺ βαπτίσματος καὶ μετανοίας, ἀλλ’ οὖν δείκνυται ὅτι καὶ πρὸ τοῦ βαπτίσμα‐ τος καὶ μετὰ τὸ βάπτισμα τὸ τῆς μετανοίας ὄνομα | |
15 | παραλαμβάνεται. Εἰ γάρ τις μὴ ἀποτάξηται τῷ προτέρῳ βίῳ, καὶ πολιτείαν ἁρμόζουσαν τῷ πιστῷ πρὸ ὀφθαλμῶν θείη, καὶ οὕτω τῷ βαπτίσματι προσέλθοι, μάτην προσ‐ έρχεται, ἀμετανοήτως ἔχων ἐπὶ τοῖς πρῴην αὐτῷ πεπο‐ νηρευμένοις, καὶ πρὸς ἐπιστροφὴν ἀμείνονος βίου οὐδένα | |
20 | ποιούμενος λόγον. Οὕτως οὖν εἰ καὶ διάφορος ἡ μετά‐ νοια, ἀλλ’ οὖν καὶ πρὸ τοῦ βαπτίσματος ἔχει χώραν ἐν‐ νοεῖσθαι καὶ μετὰ τὸ βάπτισμα. | |
22 | Τὴν γοῦν μετάνοιαν τὴν πρὸ τοῦ βαπτίσματος ἀδύνατον ἐκ δευτέρου φησὶ κατ‐ εργασθῆναι, ὅτι μηδὲ τὸ βάπτισμα δυνατόν ἐστι δεύ‐ | |
25 | τερόν τινα δέξασθαι. Οὕτω καὶ Ἰωάννης βαπτίζων, ὅτε καὶ τοὺς τοῦ Κυρίου μαθητὰς ἐβάπτισε, λέγει· «Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν», καὶ πάλιν τοῖς ὄχλοις· «Ποιήσατε ὑμῖν καρποὺς ἀξίους τῆς μετανοίας», | |
δηλονότι τῆς κατ’ αὐτό, φησί, τὸ βάπτισμα γινομένης μετα‐ | 199 in vol. 8 | |
30 | νοίας. Καὶ ὁ κορυφαῖος, φησί, τοῖς Ἰουδαίοις διαλεγόμενος περὶ τῶν εἰς Χριστὸν αὐτοῖς παρανομηθέντων, ὅτε κατα‐ νυγέντες τῇ διδασκαλίᾳ εἶπον· «Τί ποιήσομεν ἄνδρες ἀδελφοί;» ἔφη αὐτοῖς· «Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ» καὶ ἑξῆς. Καὶ | |
35 | μυρία ἄλλα. Ὥστε ἡ τῆς μετανοίας λέξις οὐδὲν ὧν ἐβού‐ λοντο δίδωσι τοῖς Ναυατιανοῖς. | |
36 | Ὅτι τὸ παρὰ Σίμωνος τοῦ μάγου εἰρημένον τῷ κορυφαίῳ Πέτρῳ· «Δεή‐ θητε οὖν ὑμεῖς ὑπὲρ ἐμοῦ, ὅπως μηδὲν ἐπέλθῃ μοι ὧν εἰρήκατε», οὐκ ἦν μετανοίας, φησίν, οὐδὲ ἐκ διαθέσεως· | |
40 | ἢ γὰρ ἂν καὶ ἐδεήθησαν καὶ συγγνώμης μετέδωκαν. Εἰδὼς δὲ μᾶλλον ἐξ ἁγίου Πνεύματος τὰ τῆς αὐτοῦ διανοίας ὁ Πέτρος, ὡς χλεύης καὶ ἀπάτης τὰ ἐκείνου παρέδραμε | |
Bibl.280540b | ῥήματα. | |
1 | Ὅτι τοῦ· «Ἢ ἀγνοεῖτε ὅτι, ὅσοι ἐβαπτίσθη‐ μεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτί‐ σθημεν;» τὸ μὲν εἰς Χριστὸν Ἰησοῦν βαπτισθῆναι ση‐ μαίνοι ἂν τὸ κατὰ τὴν ἐντολὴν καὶ παράδοσιν τοῦ Χριστοῦ | |
5 | Ἰησοῦ βαπτισθῆναι, τουτέστιν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, τὸ δὲ εἰς τὸν θάνατον αὐτοῦ, τουτέστι τυποῦντες ἐν τῷ βαπτίσματι τὸν θάνατον αὐτοῦ. | |
7 | Ὅτι προτεινόμενον παρὰ τοῖς Ναυατιανοῖς τό· «Ἑκουσίως γὰρ ἡμῶν ἁμαρτανόντων μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν | |
10 | τῆς μετανοίας καὶ ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ὑπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως» καὶ τὰ ἑξῆς, τοῦτο οὖν τὸ ῥητὸν εἰς ἀναίρεσιν τῆς μετα‐ νοίας προβαλλόμενον ἐπιλύεται, καί φησιν ὅτι ἐνταῦθα | |
οὐχ ἁπλῶς θυσίαν ἀποτρέπει, ἀλλὰ νομικὴν θυσίαν, | 200 in vol. 8 | |
15 | καὶ οὐχ ἁπλῶς ἀπαγορεύει, ἀλλὰ καὶ κρίσιν ἐσχάτην ἀπει‐ λεῖ τοῖς μετὰ τὴν ἐπίγνωσιν τῆς ἀληθείας καὶ τῆς μυ‐ στικῆς θυσίας τὴν ἀπόλαυσιν εἰς ἐκείνην τὴν νομικήν, τὴν διὰ μόσχων καὶ ταύρων τελουμένην, ἐπανιοῦσι. Τοῦτο λέγειν φησὶ τὸν ἀπόστολον ἀφιστᾶν σπεύδοντα τοὺς Ἰου‐ | |
20 | δαίους ἤδη Χριστῷ προσεληλυθότας ἀπὸ τῆς νομικῆς παρατηρήσεως. | |
21 | Ὥσπερ οὖν τὰ νομικὰ βαπτίσματα κω‐ λύει τούτους ἐπιτελεῖν, οὕτω καὶ τὰς ἐναίμους θυσίας. Καὶ γὰρ τὸ Ἑβραίων γένος ἁμαρτάνοντες πρότερον μὲν ἡγνί‐ ζοντο, εἶτα βαπτίσμασιν ἀπελούοντο, καὶ λοιπὸν ἤδη τὰς | |
25 | ὑπὲρ τῶν ἡμαρτημένων θυσίας προσέφερον. Ὧν αὐ‐ τοὺς ἀπάγων ὁ ἀπόστολος καὶ τὴν ἀπειλὴν φοβερὰν ἐπή‐ νεγκε. Καὶ γὰρ ἔδει τῆς ἀληθινῆς θυσίας, ἅπαξ ἐπὶ συν‐ τελείᾳ τοῦ αἰῶνος ὑπὲρ ἁμαρτιῶν προσενεχθείσης, ἤτοι τοῦ ἀμνοῦ τοῦ Θεοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου | |
30 | σφαγιασθέντος, μηκέτι ὑπολελεῖφθαι ἀλλ’ ὅλως πε‐ παῦσθαι τὰς πολλὰς καὶ τυπικὰς θυσίας ὑπὲρ ἁμαρ‐ τιῶν προσφερομένας. Ἀδύνατον γάρ, ὡς αὐτὸς ὁ ἀπό‐ στολός φησι, πάλιν αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας, ἅπαξ τοῦ ἀμνοῦ τοῦ Θεοῦ προσενεχθέντος· μιᾷ | |
35 | γὰρ προσφορᾷ τετελείωκε, φησίν, εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους. Ὃν οὖν τρόπον εἴρηκεν ἀδύνατον αἷμα ταύ‐ ρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας, τὸν αὐτὸν καὶ τὸ ἐπαγόμενον ἔφη, ὅτι «ἑκουσίως ἡμῶν ἁμαρτανόντων μετὰ τὴν ἐπίγνωσιν τῆς ἀληθείας οὐκέτι περὶ ἁμαρτιῶν ὑπο‐ | |
40 | λείπεται θυσία», καὶ τὰ ἑξῆς. Καὶ γὰρ καὶ ἡ παρ’ ἡμῶν ἐπι‐ τελουμένη τοῦ σώματος τοῦ Κυρίου φρικτὴ τελετὴ οὐ θυ‐ σιῶν ἐστι διαφόρων προσαγωγή, ἀλλὰ τῆς ἅπαξ προσενη‐ | |
Bibl.280541a | νεγμένης θυσίας ἀνάμνησις· «Τοῦτο, γάρ φησι, ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», καί «ὁσάκις γὰρ τοῦτο | |
ποιοῦμεν, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλομεν». Ταῦτα μὲν ὁ ἐξ Ἀλεξανδρείας Εὐλόγιος ἐπ’ ἀνατροπῇ τῆς | 201 in vol. 8 | |
5 | Ναυατιανῆς δόξης ἀντέφησεν. | |
5 | Ἐκ τοῦ γʹ λόγου. | |
6 | Ὅτι ἀπαγορεύει, φησίν, ὁ Κύριος ἐν παρόντι βίῳ διαχωρίζεσθαι τοὺς ἁμαρτωλοὺς ἀπὸ τῶν δικαίων· καὶ τοῦτο δῆλον, φησίν, ἐκ τῆς παραβολῆς ἥτις λέγει· «Ὡμοιώθη | |
10 | ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα» καὶ τὰ ἑξῆς ἕως τοῦ· «Θέλεις ἀπελθόντες συλλέξωμεν αὐτά;» Ὁ δέ φησιν· «Οὔ, μή ποτε συλλέγον‐ τες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον. Ἄφετε συναυξάνεσθαι αὐτὰ ἕως τοῦ θερισμοῦ» καὶ τὰ ἑξῆς. Αὕτη | |
15 | οὖν ἡ παραβολή, φησίν, ἀπαγορεύει πρὸ τῆς τοῦ αἰῶ‐ νος συντελείας διαχωρίζειν τοὺς ἁμαρτωλοὺς ἀπὸ τῶν δικαίων, κἂν οἱ τὰ Ναυάτου νοσοῦντες τοῦτο λέγωσιν, ὡς καθαροὺς ἑαυτοὺς κρίνοντες τῶν ἄλλων ἀνθρώπων. Εἰς τὸ αὐτὸ δὲ ἀφορᾷ καὶ τὸ παρὰ τοῦ βαπτισμοῦ εἰρη‐ | |
20 | μένον· «Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὸν ἅλωνα αὐτοῦ» καὶ τὰ ἑξῆς, καὶ μυρία ἄλλα. | |
21 | Ὅτι τό «Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ Μαμωνᾶ τῆς ἀδι‐ κίας» τοιοῦτόν ἐστι· φίλους, φησί, ποιήσατε τοὺς ἐν τῷ κόσμῳ τούτῳ πενομένους πλουσίους δὲ κατὰ Θεόν. Ἀλλ’ | |
25 | ἄμεινον μὲν αὐτοὺς κτᾶσθαι φίλους ἐξ ἰδίων κόπων. «Τίμα γὰρ τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων»· εἰ δὲ μὴ πρόσεστι τὰ ἐκ δικαίων πόνων, κἂν γοῦν ἃ ἐξ ἀδικίας συνελέξαμεν, δι’ ἐκείνων αὐτοὺς φίλους ποιησώμεθα. Μαμωνᾶν γὰρ ἀδικίας τὴν πλεονεξίαν καλεῖ. Δέχεται δὲ | |
30 | καὶ ταῦτα διὰ τῶν πενομένων ὁ Θεός, ἂν μόνον τοῦ λοιποῦ τὸ ἁμαρτάνειν διαφυλαξαίμεθα. Καλὸν γὰρ κἂν | |
διὰ τῶν τῆς πλεονεξίας χρημάτων φίλους κτᾶσθαι, ἵνα ὅταν ἐκλίπωμεν, μηδὲν ἕτερον ἔχοντες ζωτικὸν δι‐ καίωμα, δι’ ὧν αὐτοὺς εὖ ἐποιήσαμεν, εἰς τὰς ἑαυτῶν | 202 in vol. 8 | |
35 | ἡμᾶς σκηνὰς οἱ ἐλεημένοι ὑποδέξωνται. Εἰ δὲ μηδ’ ἐκ τοῦ Μαμωνᾶ τῆς ἀδικίας ἤτοι τῆς πλεονεξίας εὖ ποιεῖν ἐθελήσομεν, πῶς ἂν πιστευθείημεν ὅτι εἰ προσῆσαν ἐξ οἰκείων κόπων ἡμῖν χρήματα, τούτοις ἂν τοὺς ἐνδεεῖς ἠλεήσαμεν; Εἰ γὰρ ἃ χωρὶς μόχθου τινὸς καὶ πόνων δι‐ | |
40 | καίων, ἐκ τοῦ ῥᾴστου δὲ καὶ πλεονεκτικῆς χειρὸς ἡμῖν προσεγένετο, τούτων οὕτω ῥᾳδίως κτηθέντων καὶ ἀλλο‐ τρίων ὄντων κυρίως οὐδενὶ τῶν ἐνδεῶν μεταδιδόαμεν, ἃ καὶ οἰκεῖα δοκεῖ εἶναι καὶ πόνων καρποί, πῶς ἄν τινι | |
Bibl.280541b | τούτων μεταδοῦναι πιστευθείημεν; | |
1 | Ὅτι ὁ προφήτης, φησί, λέγων· «Ὃν τρόπον ὁ ποιμὴν ἐκσπάσει ἐκ τοῦ στό‐ ματος τοῦ λέοντος σκέλος ἢ λοβὸν ὠτίου», αἰνίττεται διὰ τούτων ὡς οὐ χρὴ παντελῶς ὑπερορᾶν οὐδὲ τὸν ἐμπε‐ | |
5 | σόντα εἰς αὐτὸ τὸ στόμα τοῦ διαβόλου, ἀλλὰ τὴν σφρα‐ γῖδα, ἣν ὁ ἄνθρωπος ἐν τῷ βαπτίσματι ἐδέξατο, ἐκ‐ σπᾶν προσήκει ἀπὸ τοῦ διαβόλου, ἵνα μὴ τὴν παντελῆ ἀπώλειαν τοῦ λογικοῦ προβάτου ζημιωθῶμεν. Τῶν γὰρ ἀλόγων ἔνια μὲν ἐπὶ τοῦ ὠτός, ἄλλα δὲ ἐπὶ τοῦ σκέλους | |
10 | σφραγίζονται· διὸ ἀνάγκην ἔχει ὁ ποιμὴν ἢ τὸ οὖς ἢ τὸ σκέλος ἐν τῇ ἀπαριθμήσει παρασχεῖν καὶ παραστῆσαι τῷ δεσπότῃ. Ὁ δὲ τῶν λογικῶν προβάτων ποιμήν, ἐπεὶ τὰ πρόβατα ὧν ἐστι ποιμήν, τὴν σφραγῖδα διὰ τοῦ βαπτίσματος καὶ τῆς ὁμολογίας τῆς πίστεως ἐπὶ τῆς ψυ‐ | |
15 | χῆς ἐδέξατο, κἀκεῖ τὸ σημεῖον τὸ δεσποτικὸν φέρει, εἰκότως ταύτην ἀποσπᾶν τοῦ διαβόλου πολλὴν σπουδὴν ὀφείλει ποιεῖσθαι, ἵνα, εἰ καὶ ταῖς ἄλλαις πράξεσι κατά‐ βρωμα γένηται τὸ πρόβατον τοῦ πονηροῦ, ἀλλ’ οὖν κἂν γοῦν τὴν σφραγῖδα τῆς πίστεως, ἣν ἐνεσημάνθημεν διὰ | |
20 | τοῦ βαπτίσματος τῇ ψυχῇ, δυνηθῇ ἐκεῖθεν ἀποσπάσας | |
ἐν καιρῷ ἐπισκοπῆς ἐπιδεῖξαι τῷ δεσπότῃ, μέγα σύμ‐ βολον ἐπιφέρων τοῦ μὴ ἐξ ἰδίας ῥᾳθυμίας καὶ ἀπω‐ λείας παραπολωλέναι τὰ πρόβατα. | 203 in vol. 8 | |
23 | Ὅτι ἐρωτῶν ὁ Κύριος τὸν Πέτρον· «Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλέον | |
25 | τούτων;» οὐκ αὐτὸς ὁ πάντα εἰδὼς θέλων μαθεῖν ἐπη‐ ρώτα· ἀλλ’ ἐπεὶ ἔμελλεν αὐτῷ τὸ ποίμνιον καταπι‐ στεύειν, ἵνα δείξῃ ὅσην ἔχει πρόνοιαν τοῦ ποιμνίου, τοῦτο ποιεῖ. Ὁ γὰρ τὸν φίλτρῳ πολλῷ πρὸς τὸν δεσπότην ἀνα‐ πτόμενον ἐφιστῶν τῷ ποιμνίῳ, τὴν ὅσην περὶ τὰ πρό‐ | |
30 | βατα διάθεσιν παρίστησιν ἀναμφιβόλως. Διὰ τὴν αὐ‐ τὴν αἰτίαν καὶ τρίτον ἐρωτᾷ, τὴν πολλὴν περὶ τὰ λο‐ γικὰ πρόβατα ἐπιμέλειαν ἐνδεικνύμενος. Ἅμα δὲ καὶ βαθμόν τινα τῶν ποιμαινομένων διέξεισιν, ἀρνία πρό‐ τερον ποιμαίνειν ἐγκελευόμενος, εἶτα προβάτια, ἃ πρό‐ | |
35 | βατα ὄντα, διά τινα πταίσματα κατασμικρυνθέντα τῆς ἀρετῆς καὶ τῆς τελειότητος, εἰς προβάτια ἀνθυπέ‐ τρεψε· καὶ λοιπὸν τὸ τρίτον τὰ τέλεια ἐπιφέρει πρό‐ βατα. Ἀρνίοις γοῦν εἰκάζονται οἱ ἔτι γάλακτος καὶ στοι‐ χειώδους διδασκαλίας δεόμενοι, προβατίοις δὲ οἱ διά | |
40 | τινα παραπτώματα κατασμικρυνθέντες τῆς τελειότη‐ τος, προβάτοις δὲ οἱ εἰς τὸ τέλειον ἀναβεβηκότες καὶ τῆς πίστεως καὶ τῶν πράξεων. Καὶ σκόπει ὅπως προτάττει τὰ ἀτελῆ τῶν τελείων· προηγούμενος γὰρ τῷ Δεσπότῃ σκο‐ | |
Bibl.280542a | πὸς ἡ τῶν ἁμαρτωλῶν σωτηρία· «Οὐ γὰρ ἦλθον, φησί, καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν». | |
2 | Ἐκ τοῦ δʹ λόγου. | |
3 | Ὅτι μέγα μέν, φησίν, ἄνθρωπος, καθ’ ὃ εἰκὼν Θεοῦ | |
5 | καὶ χερσὶ θείαις ἐπλάσθη· τίμιον δὲ ἀνὴρ ἐλεήμων διὰ τῶν δεσποτικῶν ἐντολῶν γίνεται, τὴν τιμὴν ἑαυτῷ δι’ ὧν πράττει κατασκευαζόμενος. Ὅτι ὁ μακάριός, φησι, Παῦλος λέγων· «Ἐγὼ οὐ λογίζομαι ἐμαυτὸν κα‐ τειληφέναι· ἓν δέ, τῶν μὲν ὀπίσω ἐπιλανθανόμενος, | |
10 | τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος» καὶ τὰ ἑξῆς, εἶτα ἐπάγων· «Πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ κανόνι στοι‐ χεῖν», κανόνα λέγει τοῦ κατὰ Θεὸν δρόμου τὸν προα‐ ποδεδομένον. Ποῖον τοῦτον; Τὸ λήθην μὲν ποιεῖσθαι τῶν προκατωρθωμένων, ἐνακμάζειν δὲ καὶ ἐπεκτείνεσθαι τοῖς | 204 in vol. 8 |
15 | ἔμπροσθεν, ὡς ἄρτι τῶν ἀγαθῶν πράξεων ἀπαρξαμέ‐ νους, πάντοτε τὸ σήμερον καὶ ἐννοοῦντας καὶ λέγοντας ἑαυ‐ τοῖς, ἄχρις οὗ τὸ τέλος τῆς ζωῆς ἡμῖν ἐπιστῇ. Δεῖ γὰρ μέχρι τότε τὸν κατὰ Θεὸν τρέχειν ἡμᾶς δρόμον καὶ πρὸς τὸν ἀντίπαλον ἀνταγωνίζεσθαι. | |
19 | Ὅτι εἰπών, φη‐ | |
20 | σίν, ὁ ἀπόστολος· «Κρεῖσσον γαμῆσαι ἢ πυροῦσθαι», πύ‐ ρωσιν τὴν εἰς ἀσέλγειαν ἄγουσαν εἶπε, βέλτιον λέγων ἐννόμῳ γάμῳ τὸ ἀσθενὲς ψυχαγωγῆσαι τῆς φύσεως ἢ τοῦτον ἐκκλίνοντα διὰ τῆς πυρώσεως ἀναφλεγῆναι πρὸς ἀσέλγειαν. Ὅτι τὸ «Μηδεὶς πειραζόμενος λε‐ | |
25 | γέτω ὅτι ἀπὸ Θεοῦ πειράζομαι» καὶ τὰ ἑξῆς ἰδίως οὗτος ἐπὶ τοῦ κατὰ τὴν πορνείαν ἐκλαμβάμει πειρασμοῦ. Ἕκασ‐ τος γάρ, φησί, διὰ τῆς θέας τὴν ἐπιθυμίαν δεξάμενος ἑαυτῷ τὸν πειρασμὸν προξενεῖ, οὐκ ἔξωθεν μόνον ἔχων προπαλαίοντα, ἀλλὰ καὶ ἔνδοθεν ὑφ’ ἑαυτοῦ ἀναπτό‐ | |
30 | μενον. Ἐγκειμένης γὰρ τῆς ἐπιθυμίας πρὸς τὴν ὄψιν τῆς θεαθείσης καὶ εἰδωλοποιούσης αὐτὴν ἐν τῇ ψυχῇ ὁ πειρασμὸς αὔξει καὶ αἴρεται, ὃν αὐτοὶ ἑαυτοῖς διὰ τῆς θέας ἀνήψαμεν. Λοιπὸν δὴ τοῦτο τὸ ἔμβρυον τῶν ἐμπαθῶν λογισμῶν τῷ χρόνῳ τρέφουσα καὶ διαπλάτ‐ | |
35 | τουσα ἡ δεξαμένη καρδία κυοφορεῖ τε καὶ ἀπογεννᾷ τὴν ἁμαρτίαν, ἧς ἐστιν ὁ θάνατος ἀποτέλεσμα. | |
36 | Ὅτι τὸ «Εἰ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε» καὶ τὰ ἑξῆς ἀναπτύσσων, ὀφθαλμούς φησιν ἐνταῦθα τὸν Σω‐ τῆρα τοὺς τῆς καρδίας αἰνίττεσθαι λογισμούς· ὃν ἐκκό‐ | |
40 | πτεσθαι κελεύει, ὅταν εἰς ἁμαρτίαν ἀπάγῃ, ἐκκόπτεσθαι δὲ διὰ τοῦ ἐπιλογισμοῦ καταστέλλομεν καὶ ἀπορριπτού‐ μενον τῆς ψυχῆς. Χεῖρα δὲ τὴν πρᾶξιν δηλοῦν, ἣν ἐπειδὰν εἰς ἁμαρτίαν τρέπηται, ἐκκόπτειν αὐτίκα χρὴ τῇ τῆς | 205 in vol. 8 |
Bibl.280542b | ἀρετῆς ὀξείᾳ καὶ ταχείᾳ ἐπαγωγῇ· καὶ ὁ ποὺς δὲ τῶν ἐν τῷ βίῳ διαβημάτων καὶ τῆς πολιτείας τὴν κίνησιν ὑποδηλοῖ· ἣν ὥσπερ καὶ τὴν χεῖρα καὶ τὸν ὀφθαλμόν, ἐκκόπτειν προσήκει, ἀγαθῇ κινήσει τὴν πονηρὰν δια‐ | |
5 | κόπτοντα. Οὕτω μὲν οὗτος παρὰ τοὺς ἄλλους ἀναπτύσ‐ σειν ἔγνω τὸ ῥητόν, ἴσως συντελούσης αὐτῷ τῆς τοι‐ αύτης ἀναπτύξεως εἰς τὴν κατὰ τῶν Ναυατιανῶν μά‐ χην, οἳ ῥᾳδίως ἀφ’ ἑαυτῶν τοὺς καὶ μικρόν τι παρα‐ σφαλέντας καὶ ἀπὸ τῆς ἐκκλησίας ἐκκόπτεσθαι βούλονται. | |
10 | Δεῖ οὖν, φησίν, ἀφελομένους τὸν τὰ ἐναντία βλέποντα ὀφθαλμὸν καὶ τὴν μεριζομένην πρᾶξιν καὶ κίνησιν εἰς τὸ πονηρόν, μονοτρόπως ὁρῶντας καὶ πράττοντας τὸ ἀγα‐ θὸν καὶ πρὸς αὐτὸ κινουμένους μόνον, οἷον μονόχειράς τε καὶ μονόποδας καὶ μονοφθάλμους εἰς τὴν τῶν οὐρανῶν | |
15 | ἐπείγεσθαι εἰσελθεῖν βασιλείαν. | |
15 | Ὅτι τὸ παρὰ τῷ Ἰὼβ εἰρημένον· «Μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βο‐ ράν» τὸν διάβολόν φησιν αἰνιγματίζειν. Ὡς λέων μὲν προέρχεται ὠρυόμενος καὶ τίνα καταπίῃ ζητῶν· ἡττηθεὶς δέ, οὐκέτι ὡς λέων ἀλλ’ εἰς μύρμηκα συσταλείς, κατῃ‐ | |
20 | σχυμμένος ἀφίσταται καὶ διόλλυται, βορὰν ἐν ἀνθρώποις μὴ εὑρίσκων. Βορὰ δὲ καὶ ἰσχὺς τοῦ διαβόλου ἡ ἐν ἀνθρώ‐ ποις εὑρισκομένη ἁμαρτία· ἧς ἀπούσης ἐκεῖνος ὄλλυται. Ὅτι φησίν, αὐτὸς ὁ διάβολος τὸν ἄνθρωπον καὶ ἐπὶ τὰ ἁμαρτήματα προκαλεῖται, καὶ πάλιν αὐτὸς κατὰ | |
25 | τοῦ πεισθέντος αὐτῷ ἔκδικος γίνεται τοῦ Θεοῦ, ἐχθρὸς καὶ ἐκδικητὴς παρὰ τῆς γραφῆς ὀνομαζόμενος, ἐχθρὸς μέν, καθότι ταῖς θείαις ἐντολαῖς ἀντινομοθετῶν πεί‐ θει τοὺς ἀνθρώπους ἀντὶ τῶν κρειττόνων τὰ χείρονα αἱρεῖσθαι, ἐκδικητὴς δέ, καθότι πάλιν αὐτὸς ἀναγκά‐ | |
30 | ζεται τὸν ἁμαρτήσαντα κολάζειν· «Παράδοτε γάρ φησι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου». | 206 in vol. 8 |
32 | Καὶ ὅρα λοι‐ πὸν φιλανθρωπίαν Θεοῦ καὶ κακίαν τοῦ διαβόλου. Ὁ μὲν Θεὸς τὸν ἁμαρτήσαντα θέλων καθᾶραι παραδίδωσι | |
35 | διὰ τῆς ἀποστολικῆς φωνῆς ὡς δημίῳ τῷ διαβόλῳ· ὁ δὲ ἕστηκε βουλόμενος ὡς λέων καταπιεῖν ὃν αὐτὸς ἔπεισεν ἐξαμαρτεῖν, καὶ οὐκ ἔγνω ὅτι τὸ σῶμα παρε‐ δόθη αὐτῷ οὐχὶ εἰς πανωλεθρίαν ἀλλ’ εἰς σωφρο‐ νισμόν, ἵνα τὸ πνεῦμα σωθῇ. Τῆς γὰρ ψυχῆς οὐδεμίαν | |
40 | ἐγχειρίζεται ἐξουσίαν, ὡς δέδεικται καὶ ἐπὶ τοῦ γενναίου Ἰώβ. Καὶ γὰρ καὶ ἐπ’ ἐκείνου λαβὼν τῶν ἄλλων τὴν ἐξου‐ σίαν, ἐπιτάττεται μὴ τολμῆσαι ἅψασθαι τῆς ψυχῆς, τουτέστι φρενῶν ἔκστασιν μὴ ἐπενεγκεῖν. Καὶ σημείωσαι ὅτι καὶ ἐπὶ | |
Bibl.280543a | τοῦ δικαίου Ἰὼβ καὶ ἐπὶ τοῦ ἡμαρτηκότος ἐν Κορίν‐ θῳ οὐ δέχεται τὴν τῆς ψυχῆς ἐξουσίαν ὁ πονηρός, μᾶλ‐ λον μὲν οὖν ὑπερορίζεται αὐτῆς. Παραδίδοται γὰρ αὐτῷ καὶ ὁ ἐν Κορίνθῳ, ἵνα, φησί, τὸ πνεῦμα σωθῇ. Ἐμπεσὼν | |
5 | γὰρ ὁ ἡμαρτηκὼς τῷ πειρασμῷ εἰς ὄλεθρον τῆς σαρ‐ κός, καὶ ταῖς ἀλγηδόσι τοῦ σώματος κατατρυχόμενος, ἐπιγνούς τε ἐκ ποίας ῥίζης αὐτῷ βλαστάνει τὰ ἀλγεινά, ἀναγκάζεται καὶ μὴ θέλων μισῆσαι τὴν ἁμαρτίαν καὶ πρὸς τὴν ἐπιστροφὴν δραμεῖν συνδιασώσασθαί τε τῷ | |
10 | σώματι τὴν ψυχήν. Πῶς δὲ ἔλαβεν ὁ Σατανᾶς τὴν ἐξουσίαν κατὰ τοῦ ἡμαρτηκότος; Ἀφορισθέντος αὐτοῦ ἀπὸ πάντων, ἀπό τε τῆς ἐκκλησίας καὶ τῆς τῶν φρι‐ κτῶν μυστηρίων κοινωνίας. Διὸ ἀξίως ἐπιτιμηθέντι καὶ πληγέντι καὶ ἐπιστραφέντι πάλιν χαρισθῆναι αὐτῷ, ὧν | |
15 | ἐκεκώλυτο, γράφει. Ὧν ἀξιωθέντος οὐκέτι οὐδὲ τὴν ἐξου‐ σίαν εἶχεν ὁ Σατανᾶς, ἥνπερ εἰλήφει κατὰ τοῦ σώ‐ ματος αὐτοῦ. | |
17 | Ὅτι φησί, τοὺς μὲν ἀφ’ ἑαυτῶν ἐπι‐ στρέφοντας εἰς μετάνοιαν ἐναγκαλαζόμενος ὁ Κύριος | |
ἀποδέχεται, τοὺς δὲ μὴ οἴκοθεν μετανοοῦντας σωφρο‐ | 207 in vol. 8 | |
20 | νίζων ἀνακαλεῖται. Καὶ ταύτην δὲ ἀναπτύσσων τὴν ἔννοιαν ὁ ἀπόστολος λέγει· «Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου παι‐ δευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν». Τὸ δέ «ἵνα μὴ σὺν τῷ κόσμῳ» οὐχὶ τῷ ποιήματι λέγει | |
25 | (καλὸν γὰρ τὸ Θεοῦ ποίημα), ἀλλὰ κόσμον νυνὶ τὴν ἐν τῷ κόσμῳ λέγει πονηρίαν, τὰ σκάνδαλα τοῦ πονη‐ ροῦ. Διὸ καὶ ὁ Κύριός φησιν· «Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων αὐτοῦ». | |
28 | Ὅτι τὸ «Ἐπισκοποῦντες μή τις ὑστερῶν τῆς χάριτος τοῦ Θεοῦ, μή τις ῥίζα κακίας | |
30 | ἐνοχλῇ» καὶ τὰ ἑξῆς περὶ τῶν λογισμῶν εἰρῆσθαι τῷ ἀποστόλῳ φησί, τουτέστι μή τις ᾖ λογισμὸς ἐν ὑμῖν προσκείμενος ἔτι τῷ διαβόλῳ καὶ ὑστερούμενος τῆς χά‐ ριτος τοῦ Θεοῦ. Ὅταν γάρ τις λογισμὸς ὥσπερ τις ῥίζα πονηρίας ἐγκεχωσμένος ἐν ἡμῖν ᾖ, κἂν τοὺς πλείους δι’ | |
35 | ἐπιστροφῆς ἐξερριζώσαμεν, ἀλλ’ οὖν ἐκεῖνος ὑπολει‐ φθεὶς κατὰ μέρος αὐξανόμενος καὶ εἰς ἐπιφάνειαν προ‐ ελθὼν ἐπικρατέστερος γίνεται, καὶ μιαίνει τοὺς ἄλλους τοὺς τὸ ἀγαθὸν μετιόντας λογισμούς. Ἐκκόπτειν οὖν παραινεῖ πάσης ἁμαρτίας ῥίζαν, ἵνα διὰ πάντων ὁ ἄνθρωπος | |
40 | τὰς ἐντολὰς Κυρίου ἀνενοχλήτως καρποφορῇ. | |
40 | Ὅτι καὶ διὰ τῶν κυνῶν, φησίν, ἡ παραβολὴ ἀπηνέστερον ἐλέγ‐ χει τὸν πλούσιον ἐκεῖνον, οὗ πρὸ τοῦ πυλῶνος ὁ Λάζαρος ἔρριπτο. Οἱ μὲν γὰρ κύνες οἰκτείροντες αὐτοῦ τὴν πολλὴν | |
Bibl.280543b | ταλαιπωρίαν, ὅπερ ἠδύναντο ποιεῖν, ἔπραττον περιλείχοντες καὶ οἷον ἀποσμήχοντες αὐτοῦ τὸ ἕλκος ταῖς γλώσσαις· ὁ δὲ καὶ τῶν κυνῶν περὶ τὸ ὁμόφυλον | |
ἀπηνέστερος καὶ δι’ αὐτῶν ἠλέγχετο τῶν κυνῶν. Διὰ | 208 in vol. 8 | |
5 | τοῦτο κἀκεῖνον τὸ πῦρ ἀδυσωπήτως μετέρχεται. | |
5 | Ὅτι τὴν παραβολὴν τὴν περὶ τὸν γάμον καὶ τοὺς καλοῦν‐ τας καὶ τοὺς καλουμένους καὶ μὴ ὑπακούοντας καὶ τὰ ἄλλα τὰ περὶ αὐτὴν οὕτως ἀναπτύσσει, γάμον μὲν τὴν βασιλείαν τοῦ Θεοῦ, καλοῦντας δὲ τέως τοὺς προ‐ | |
10 | φήτας, καλουμένους δὲ πρῶτον τοὺς ἐξ Ἰσραήλ, οἳ οὐδὲ ἠθέλησαν εἰσελθεῖν. Ὅθεν ἀποστείλας ὁ βασιλεὺς τὰ στρατεύματα αὑτοῦ, ἤτοι τὴν Ῥωμαϊκὴν ἀρχήν, πάντας τοὺς μὴ ὑπακούσαντας ἐπὶ τὸ πιστεῦσαι τῷ κηρυττομένῳ Χριστῷ καὶ Σωτῆρι ἡμῶν ἀπέσφαξε, καὶ τὴν πόλιν ἤτοι | |
15 | τὰ Ἱεροσόλυμα ἐνεπύρισε πυρί. Καὶ λοιπὸν πέμπει δού‐ λους ἑτέρους ἤτοι τοὺς ἀποστόλους, καὶ ἐξελθόντες εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς ... τουτέστι τοὺς εὐτελεῖς καὶ τῆς πό‐ λεως τοῦ Θεοῦ ἀναξίους, ἤτοι τοὺς ἔτι διερριμμένους καὶ ποι‐ κίλῃ πλάνῃ Θεοῦ διαπεφραγμένους, τούτους καλοῦσι. Καὶ | |
20 | ........ ἢ οἱ δοκοῦντες οἰκεῖοι τῇ κλήσει ὑπακούουσι. Καὶ μαθητεύουσιν ἀπόστολοι πονηρούς τε καὶ ἀγαθούς. Ἐν δὲ τῇ συντελείᾳ (τότε γὰρ ὁ γάμος πληροῦται τῶν ἀνακει‐ μένων, τότε καὶ τοὺς κεκλημένους ὁ βασιλεὺς φιλοινεῖ) καὶ οὐδένα ἐξωθεῖ πλὴν τοὺς οὐκ ἐνδεδυμένους ἔνδυμα γάμου, | |
25 | ἤτοι ὅσοι τὸ τῆς ἀφθαρσίας ἔνδυμα οὐκ ἐνεδύσαντο διὰ τοῦ βαπτίσματος. Ὅσοι δὲ εἶχον τὸ ἔνδυμα καὶ ἢ κα‐ θαρὸν αὐτὸ ἀμφιέννυντο ἢ καὶ ῥυπώσαντες ἐλεημο‐ σύνης καὶ τῆς μετανοίας ἀπεπλύναντο, καὶ εἰς τὸν νυμφῶνα εἰσάγει καὶ φιλοφροσύνης τοῦ νυμφίου μετό‐ | |
30 | χους ἀποφαίνει. | |
30 | Ἐκ τοῦ εʹ λόγου. | |
31 | ||
Ὅτι «Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λα‐ λοῦντα κατὰ τοῦ δικαίου», ᾄδει ὁ Δαβίδ· ταὐτὸν πράτ‐ τειν φησὶ καὶ τοὺς ἐν τῇ Ἀλεξανδρείᾳ Ναυατιανούς, | 209 in vol. 8 | |
35 | κατὰ τῶν μαρτύρων τοῦ Χριστοῦ κενολογοῦντας παριστῶν· φησὶν ὅτι κατὰ τὴν μέλλουσαν ἡμέραν οὐκ ἂν ἕξουσιν ἀπολογίαν, οὐδὲ διᾶραι στόμα καὶ κινῆσαι χείλη δυνή‐ σονται, ἐν τῷ παρόντι κατὰ τῶν Χριστοῦ μαρτύρων τὴν γλῶσσαν ἠκόνησαν. | |
39 | Ὅτι τὸ περὶ τοῦ Ἀλεξάνδρου | |
40 | τοῦ χαλκέως εἰρημένον παρὰ τοῦ ἀποστόλου· «Ἀλέξαν‐ δρος χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδώσει αὐτῷ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ», οἱ μὲν ἄλλοι τῶν πατέρων οὐκ ἀρὰν εἶναί φασι τὸν λόγον, ἀλλὰ μόνον ἀπόφασιν ὧν | |
Bibl.280544a | ἔμελλεν Ἀλέξανδρος πείσεσθαι ὑπὸ Κυρίου. Οὗτος δὲ ἀρὰν ἄντικρυς εἶναί φησι, καὶ ἐπενηνέχθαι Ἀλεξάν‐ δρῳ διὰ τὸ ἀμεταμέλητον καὶ ἀνεπίστροφον τῆς αὐτοῦ μοχθηρίας. | |
4 | Ὅτι ὁ Δαβίδ, φησί, περὶ τῶν διὰ θλί‐ | |
5 | ψεως δικαιωθέντων λέγων· «Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται» δείκνυ‐ σιν ὅτι ζωτικὴν ...... ἔχουσι, καὶ παρέχειν ἐστὶν ἱκανὰ τοῖς προσιοῦσιν ἰάματα. Διὰ γὰρ τὰ αὐτὰ τὰ νῦν ὑπὸ τοῦ Κυρίου φυλασσόμενα ὀστᾶ, ἑνωθέντα ἀλλήλοις, ἀπο‐ | |
10 | λαμβάνει τε τὴν οἰκείαν ψυχήν, καὶ κοινωνεῖ τῶν ἐπάθλων, ἃ ἐν τοῖς ἄθλοις ... καὶ πολλὰ μέν ἐστι καὶ ἄλλα λαβεῖν εἰς ἀπόδειξιν, ἐνεῖναι δύναμίν τινα τοῖς τῶν ἁγίων ὀστέοις, δηλοῖ δὲ καὶ ὁ νεκρὸς ὃν οἱ κομί‐ ζοντες κατά τινα τῶν ἐχθρῶν ἐπιδρομήν, μὴ δυνηθέντες | |
15 | τῷ εὐτρεπισθέντι τάφῳ παραδοῦναι τῆς περιστάσεως αὐτοὺς ἐκβιαζομένης, τῷ τάφῳ ἔνθα τὰ ὀστᾶ τοῦ ἀν‐ θρώπου ἐτέθαπτο ... Θεοῦ συγκατέθαψαν. Καὶ γὰρ ὁ νε‐ κρὸς πελάσας τοῖς τοῦ προφήτου λειψάνοις ... θᾶττον λό‐ | |
γου τοῦ τάφου ἀνίσταται, καὶ δρόμῳ τὸν οἶκον καταλαβὼν | 210 in vol. 8 | |
20 | ... ἐξετάζεται ἔμψυχος στήλη καὶ ἀπόδειξις τοῖς τῶν ἁγίων προτεθειμένος ... καὶ πολλὰ ἄλλα. | |
21 | Ὅτι τὸ μὲν ἀφε‐ θῆναί φασι τὰς ἁμαρτίας διὰ τοῦ βαπτίσματος τῶν μὲν ἄλλων μακαρίζων τοὺς τοιούτους, τοῖς δὲ περιγίνεται καὶ ἀφεθῆναι δι’ ἐξομολογήσεως καὶ μετανοίας. Εἰσὶ δ’ | |
25 | ἄλλοι τῶν πατέρων οἳ ἄλλως τὴν τοῦ ῥητοῦ ποιοῦνται ἀνάπτυξιν. Ὅτι φησίν, οὔ μοι δοκῶ ἀκριβῶς λέ‐ γειν ὅτι τρία τάγματα τῶν ἀνθρώπων ὁ ἀπόστολος μηνύει, ἓν μὲν τῶν μαρτύρων καὶ δικαίων οὓς οὐ κρίνεσθαι δεομένους ἀλλὰ κριτὰς αὐτοὺς ἀποφαίνει κατὰ τὸ εἰρη‐ | |
30 | μένον φησίν· «Οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρί‐ νουσιν;» Δεύτερον δὲ μὴ κρινομένων τῶν ἀσεβῶν τυγχά‐ νει, τῶν μὴ λελατρευκότων Θεῶ· ἀναστήσονται μὲν γὰρ καὶ οὗτοι, εἰς κρίσιν δὲ οὐκ ἀχθήσονται ἀλλ’ εἰς κατάκρισιν· καὶ γάρ φησι καὶ ὁ Δαβίδ· «Διὰ τοῦτο οὐκ ἀναστήσονται | |
35 | ἀσεβεῖς ἐν κρίσει μετὰ κρινομένων». Τρίτον δ’ εἶναι τάγμα ὃ θεοσεβεῖν μὲν ᾐρετίσατο, πταίσμασι δὲ πολλοῖς καὶ ἑτέ‐ ροις ἐνέχεται ὧν καὶ ἡ κρίσις ἔσται πρὸς ἀπολογίαν ἐκκα‐ λουμένη ὧν ...σαμεν. | |
38 | Οὕτω μὲν ὁ Εὐλόγιος. Ἀλλ’ οὔτε τὸ κριτὰς συγκαθεσθῆναι τῷ Χριστῷ ἀκριβὴς λό‐ | |
40 | γος δίδωσιν, οὔτε τὸ μὴ πάντας παραστῆναι τῷ βήματι· ἀεὶ γὰρ καὶ οἱ ἀσεβεῖς αὐτοκατάκριτοι. Ἀλλ’ οὖν λόγον ἀπαιτούμενοι τὴν κρίσιν ...σι. Καὶ τὸ ἀποστολικὸν δὲ ῥη‐ | |
Bibl.280544b | τὸν οὐ συγκαθίζει Χριστῷ τοὺς ἁγίους, ἀλλὰ κριτὰς ἔλεγχον τοῦ κόσμου καὶ κατάκρισιν τῶν ὅσοι μὴ κατ’ ἐκείνους ἐπολιτεύσαντο παρίστησιν ἔσεσθαι, ὥσπερ λέγεται | |
καὶ ἐν τοῖς εὐαγγελίοις Νινευίτας καὶ βασίλισσαν νότου | 211 in vol. 8 | |
5 | τὴν τότε κατακρίνειν ἀπίστως ἔχουσαν τῷ Χριστῷ γενεάν. Ὅτι ὁ Δαβὶδ τὰ τρία προσαγορεύει τάγματα διὰ τού‐ των τῶν ῥημάτων· «Διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει». Ἰδοὺ τὸ ἔσχατον τάγμα· «Οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων». Ἰδοὺ τὸ ἐχόμενον· «Ὅτι γινώσκει Κύ‐ | |
10 | ριος ὁδὸν δικαίων». Ἰδού, φησί, καὶ τὸ ἄριστον τάγμα. Καὶ τούτων ἕκαστον ἰδίαν ἔσχεν ἐκνενεμημένην αὐτῷ δι’ ὧν ἔπραξε χώραν. | |
12 | Ἐκ τοῦ ϛʹ λόγου. | |
13 | Ὅτι ἐν τῷ ἕκτῳ λόγῳ ἐλέγχει τὸ φερόμενον Ναυ‐ | |
15 | άτου ψευδομαρτύριον, ὃ καὶ εἰς Ναυάτον μὲν λέγει ἕνα ὄντα τῶν ὑπὸ Μακεδόνιον ἐπίσκοπον Ῥώμης τεταγμέ‐ νων ὀκτὼ πρεσβυτέρων μόνον τὸ μαρτύριον τῆς εἰς Χριστὸν ὁμολογίας διενεγκεῖν, τοὺς δὲ ἑπτὰ ἅμα Μα‐ κεδονίῳ ἐπιθῦσαι τοῖς εἰδώλοις· μεμαρτυρηκέναι δὲ | |
20 | σὺν αὐτῷ μόνους ἐκ πάντων σχεδὸν τῶν τῆς δύσεως χριστιανῶν Μάρκελλον καὶ Ἀλέξανδρον ἐπισκόπους Ἀκυ‐ ληΐας καὶ Ἀγαμέμνονα ἐπίσκοπον Τιβέρεως, οὓς ἅμα Ναυάτῳ μετὰ τὸ μαρτύριον ἰδίᾳ συνοικοῦτας καὶ συν‐ άγοντας μὴ ἀνέχεσθαι τοῖς ἐπιτεθυκόσι συνιερᾶσθαι. Ἐπι‐ | |
25 | θεῖναι τε τούτους αὐτῷ τοὺς ἐπισκόπους τὰς χεῖρας, τὴν τῆς Ῥώμης ἀρχιερατικὴν ἀξίαν τελεσιουργούσας. Γενέσθαι δὲ τὸ μαρτύριον Δεκίου μὲν καὶ Οὐαλλερίου Ῥωμαίων βασιλευόντων, Περεννίου δὲ δουκηναρίου τὴν κατὰ τῶν Χριστιανῶν ἀπόνοιαν καὶ τιμωρίαν ἐγκεχειρισμένου. Καὶ | |
30 | μαρτύριον ἐκεῖνο τὸ γράμμα τὴν ἐπιγραφὴν ἔχει, οὔτε δὲ μάστιγας οὔτε ποινὴν ἢ βάσανον τὸν Ναυάτον διε‐ νεγκεῖν ἀναγράφει. Καίτοι τῶν πώποτε ὠμότατον κατὰ | |
Χριστιανῶν γεγονότα Περέννιον ἀναγράφει, εἰς δια‐ λέξεις ... ἀλλοκότους Ναυάτου τὴν μαρτυ‐ | 212 in vol. 8 | |
35 | ρίαν περικλείσας, οὕτως αὐτὸν ἐξάγει τοῦ ζῆν, ὀνείρων ἄνθεσιν ἐστεφανωμένον. Τοῦτο δὲ τὸ κακόπλαστόν τε καὶ ἀδιάστατον γραμματίδιον ἐν τῷ ἕκτῳ αὐτοῦ διελέγχει λόγῳ. Λέγει δὲ αὐτὸς τὸν Ναυάτον ἀρχιερατεύοντος Κορνηλίου Ῥώμης τὸν πρῶτον βαθμὸν τῶν διακόνων | |
40 | ἔχειν λαβόντα παρὰ Κορνηλίου, εἶναι δὲ τότε θεσμὸν τῇ ἐκκλησίᾳ Ῥωμαίων τὸν ἀρχιδιάκονον τελευτῶντος τοῦ ἐπισκόπου εἰς τὸν τῆς ἐπισκοπῆς ἀντιχειροτονεῖσθαι | |
Bibl.280545a | θρόνον· τὸν δὲ Κορνήλιον θείᾳ ἐμπνεύσει τὸ φίλαρ‐ χον καὶ νεωτεροποιὸν ἀνάξιον τοῦ τηλικούτου ἀξιώματος διορῶντα, εἰς πρεσβυτέρους χειροτονήσαντα μετατάξαι, τὴν πάροδον αὐτῷ τὴν εἰς τὸν ἀρχιερατικὸν θρόνον | |
5 | Ῥώμης παντελῶς ἀποκλείσαντα. Τὸν δὲ καιροφυλα‐ κήσαντα τὴν νομισθεῖσαν διατελεῖν. Κορνήλιος ἄλλα τε τῶν ἡμαρτηκότων εἰλικρινῶς μετανοοῦντας, καὶ τοὺς ὅσοι προσεκύνησαν εἰδώλοις, σπλάγχνοις πατρικοῖς ὀδυρόμενος προσεδέχετο, τοῦτο ἐκεῖνος πρόφασιν θέ‐ | |
10 | μενος, ἐρράγη τε τῆς ἐκκλησίας καὶ Κορνηλίου κατηυ‐ θαδίσατο, καθαροὺς μὲν τοὺς ὅσοι αὐτῷ ἐπλήρουν τὸ κατὰ τῆς ἐκκλησίας ὀνομάσας σύνταγμα Κορνηλιανοὺς δὲ | |
Bibl.280545b | τοὺς τὴν αὐτοῦ βδελυξαμένους φιλαρχίαν καὶ κατὰ τῶν μετανοούντων ἀπόνοιαν. Κορνήλιον μέντοι τὸν τῆς Ῥώμης ἐπίσκοπον μετὰ ταῦτα καὶ καλλινίκῳ μαρτυρίου τέλει τὸν βίον ἀναλῦσαι ὁ ἀρχιερεὺς Ἀλε‐ | |
5 | ξανδρείας Εὐλόγιος ἀναγράφει. Ἔστι δὲ τὴν φράσιν ὁ ἀνὴρ οὐ τῶν ἐπὶ παιδείᾳ δυ‐ ναμένων ἢ συγγραφῇ ὄνομα ἔχειν· ὅς γε οὐδ’ αὐτὸ τὸ σόλοικα καὶ ὑποβάρβαρα γράφειν ἐνίοτε παραι‐ τεῖται. Ἐν μέντοι τοῖς γραφικοῖς νοήμασι πολλαχοῦ | |
10 | οὐδὲ τῶν ἀρίστων ἀπολείπεται. Τὸ πιθανὸν δὲ καὶ ἡδύ, ὡς ἐν τοιαύτῃ φράσει, οὐκ ἀδύνατός ἐστιν ἐνεργά‐ σασθαι. | 213 in vol. 8 |
12 | ||
Bibl.280.545 | Ἃ μὲν οὖν φιλολογουμένοις ἡμῖν καθ’ ἑαυτοὺς εἰς ἀ‐ νάμνησιν ἐλθεῖν συνηνέχθη, χωρὶς ὧν ἡ σπουδὴ καὶ με‐ λέτη τέχνας φιλεῖ καὶ ἐπιστήμας ἐργάζεσθαι, ἀφ’ οὗπερ τις αἴσθησις ἡμῖν ἀμηγέπῃ καὶ κρίσις λόγων ἐνεφύη μέ‐ | |
5 | χρι τῆς παρούσης τῶν ἀνεγνωσμένων ὡς ἐν τύπῳ συν‐ εκδόσεως, εἰς τοσοῦτον, οἶμαι, συνάγεται πλῆθος, τριακο‐ σιοστῷ καὶ πεντεκαιδεκάτῳ μέρει προελθεῖν ἄχρι τῶν τριακιοσίων κωλυόμενον. | |
8 | Σὺ δ’ ὦ τῶν ἐμοὶ κεκοινωνη‐ κότων μητρικῶν ὠδίνων ἐρασμιώτατε, εἰ μὲν ταύτην | |
10 | τὴν πρεσβείαν διανοοῦντα τὸ κοινὸν καὶ ἀνθρώπινον κα‐ ταλάβοι τέλος, ἔχεις τὴν αἴτησιν τῆς ἐλπίδος οὐ διαμαρ‐ τοῦσαν, φιλίας τε ἅμα καὶ παραμυθίας ὑπόθεσιν καὶ ἀνάμνησιν, καὶ δὴ καὶ ἀπαρχὴν καὶ τελευτὴν ἀφοσιουμέ‐ νην τῶν σῶν κατὰ λογικὴν θεωρίαν αἰτήσεων τὴν ἐκπλή‐ | |
15 | ρωσιν. | |
15 | Εἰ δ’ ἐκεῖθεν ἡμᾶς ἀνασωσάμενον τὸ θεῖόν τε καὶ φιλάνθρωπον νεῦμα εἰς τὴν ἀλλήλων θέαν καὶ προτέραν ἀπόλαυσιν ἀποκαταστήσει, τάχα ἂν ἑτέρων ἐκδόσεων οὐκ ἐλαττόνων ἀρχὴ ταῦτα εἴη παραπλησίῳ τύπῳ παρε‐ χομένων σοι τὴν ὠφέλειαν. | |
19 | ||
20 | Τέλος καὶ τῷ Θεῷ τῷ πανοικτίρμονι δόξα εἰς | |
αἰῶνας αἰώνων. Ἀμήν. | 214 in vol. 8 |