TLG 4039 001 :: PAULUS Silentiarius :: Descriptio Sanctae Sophiae

PAULUS Silentiarius Poeta, Silentiarius
(A.D. 6)

Descriptio Sanctae Sophiae

Source: Veh, O. (ed.), Prokop. Werke, vol. 5 [Die Bauten]. Munich: Heimeran, 1977: 306–358.

Citation: (Line)

t1ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ
t2ΕΚΦΡΑΣΙΣ ΤΟΥ ΝΑΟΥ ΤΗΣ ΑΓΙΑΣ ΣΟΦΙΑΣ
t3Ἴαμβοι πρὸς τὸν βασιλέα Ἰουστινιανόν
1Ἄρ’ ἔστιν εὑρεῖν μείζονα τῆς νῦν ἡμέρας, ἐν ἧι θεός τε καὶ βασιλεὺς σεμνύνεται; οὐκ ἔστιν εἰπεῖν. Χριστὸν ἴσμεν δεσπότην, ἴσμεν δὲ πάντως· τοῦτο γὰρ τοῖς σοῖς λόγοις
5ποιεῖς, κράτιστε, γνώριμον καὶ βαρβάροις· ὅθεν συνεργὸν αὐτὸν ἐν ταῖς πράξεσιν ἔχεις παρόντα, νομοθετῶν, κτίζων πόλεις, νεὼς ἐγείρων, ὅπλα κινῶν εἰ δέοι, σπονδάς τε τάττων καὶ καταστέλλων μάχας,
10ὅθεν τὸ νικᾶν συμφυὲς τοῖς σοῖς πόνοις ὥσπερ ἐπίσημον· (οὐχὶ πρὸς τὴν ἑσπέραν ὅρος μὲν ἡμῖν ὠκεανὸς τοῦ σοῦ κράτους τὴν γῆν διεκδραμοῦσι; πρὸς δὲ τὴν ἕω οὐ πάντας ἤδη τοὺς μὲν ἐτρέψω μάχαις,
15τοὺς δὲ πρὶν ἐλθεῖν ἐς τόδε προσλαμβάνεις; Λίβυν δὲ πάντα δοῦλον οὐκ ἔχεις πάλαι;) ὅθεν νόσους μὲν διαδιδράσκεις εὐκόλως, οὐκ ἐλπίσαντος οὐδενός· ὅθεν εἰκότως τοὺς ἐν ἀφανεῖ, κράτιστε, κινδύνους ἀεὶ
20μαθὼν παρῆλθες, οὐ δόρασιν, οὐκ ἀσπίσιν, αὐτῆι δὲ χειρὶ τοῦ θεοῦ φρουρούμενος. Ἄγαμαί σε, παγκράτιστε, τῆς εὐψυχίας, ἄγαμαί σε τῆς γνώμης τε καὶ τῆς πίστεως. ὁ λόχος συνέστη, καὶ παρεσκευασμένον
25τὸ ξίφος ὑπῆρχε, καὶ παρῆν ἡ κυρία, καὶ τῶν βασιλείων ἐντὸς οἱ ξυνωμόται ἤδη παρῆλθον, τῆς πύλης τε τῆς ἔσω, μεθ’ ἣν ἔμελλον προσβαλεῖν τοῖς σοῖς θρόνοις, ἥπτοντο. ταῦτα γνοὺς δὲ καὶ μαθὼν πάλαι
30ἐκαρτέρησας καὶ πεπίστευκας μόνωι τῶι σου προασπίζοντι, τὸν θεὸν λέγω, ὧι πάντα νικᾶις· τοῦ σκοποῦ δ’ οὐκ ἐσφάλης. τί γὰρ ἐπὶ τούτοις; ἔπεσεν αὐτοχειρίαι
ὁ τὸν λόχον ἄγων· οὐ γὰρ ἤθελεν ἡ Δίκη306
35αὐτὸν διασώζειν. ἐμφανῶς δ’ ἠπίστατο ἐκ τῶν τυράννων τῶν παθόντων πολλάκις, ὡς, εἴπερ αὐτοῦ ζῶντος ἐγκρατὴς ἔσηι, εἰς οἶκτον εὐθύς, εἰς ἔλεον πάντως τρέπηι κἀνταῦθα νικῶν πᾶσαν ἀνθρώπου φύσιν.
40ταῖς τοῦ βίου γὰρ συμπαθῶν ἁμαρτάσιν ἐπεστέναξας πολλάκις τοῖς πταίσμασιν ἡμῶν, ἄριστε· πολλάκις δὲ δακρύοις τὸ πρᾶον ὄμμα βασιλικῶς ὑποβρέχεις ἀλγῶν ἐφ’ ἡμῖν· πρὸς δὲ τὴν ἀκρασίαν
45βλέπων μάλιστα, τὴν σύνοικον τῶι βίωι, λύεις ἅπαντας τῶν κακῶν ὀφλημάτων ὥσπερ τὸ θεῖον, πρὸς δὲ συγγνώμην τρέχεις. αἰτεῖς δὲ σαυτόν, ἡνίκα τῶν δεήσεων τὸ μέγεθος οὐ δίδωσι τῶν δεήσεων

(50)

ἑτέρους κατάρχειν· καὶ γὰρ οὐκ ἐᾶις ποτὲ ἄλλου γενέσθαι τὸν ἔλεόν σου τὸν πάνυ. ἐξ ὧν δὲ δρῶμεν οὐχ ὁσίων τολμημάτων ἔχεις ἀφορμὰς τῆς ἄνω παρρησίας. Οὐχὶ πρὸς αὐτὸν τὸν θεὸν ἐξοπλίζεται
55ὁ τὸν βασιλέα τοῦτον οὐ θέλων κρατεῖν, τὸν ἥμερον, τὸν ἡδύν, ἐν τῶι μετρίωι εὐεργετοῦντα καὶ φίλους καὶ μὴ φίλους; σώζει σε ταῦτα· ταῦτα τὴν ψυχὴν ποεῖ τῆς βασιλίδος, κράτιστε, τῆς εὐδαίμονος,
60τῆς πανταρίστης, τῆς καλῆς καὶ πανσόφου, ἔχειν ὑπὲρ σοῦ πρὸς θεὸν παρρησίαν, ἣν ζῶσαν εἶχες εὐσεβῆ συνεργάτιν, ἐπεὶ δὲ μετῆλθε, παρέσχε τοῖς ὑπηκόοις ὅρκον βοηθόν, ὅρκον ἀρραγέστατον,
65ὃν οὐ παρῆλθες οὐδ’ ἑκὼν παραδράμοις. Καὶ ταῦτα μὲν δὴ ταῦτα· πρὸς δὲ τὸν νεὼν ἤδη βαδίζειν βουλομένοις θαρρεῖν δίδου. ἔστω δὲ τῶν σῶν καὶ τὸ δήπου θαυμάτων, λόγους φανῆναι πρᾶγμα τολμῶντας φράσαι
70τὸ πάντα νικῶν θαυμάτων ὑπερβολῆι. ἔστιν δὲ δεῖγμα τῶν ἄγαν σου θαυμάτων ὁ τοσοῦτος ἔρως, ὃν ἡ πόλις πᾶσα τρέφει ἐπὶ σοί, βασιλεῦ κράτιστε, καὶ τῶι σῶι νεώι. ἐπεὶ γὰρ ἦγες τὴν ἑορτὴν ὡς ἔδει,
75ἅπας ὁ δῆμος εὐθύς, ἡ γερουσία,
οἱ τὸν μέσον ζηλοῦντες ἀσφαλῆ βίον τὰς τῆς ἑορτῆς ἡμέρας ἐπεξάγειν ἤιτουν· παρεῖχες· ἐξέδραμον· ἤιτουν πάλιν· πάλιν παρεῖχες. τοῦτο δὲ δρῶν πολλάκις308
80ἐπεξέτεινας τὴν ἑορτὴν πλουσίως.
p80t1Τούτων λεχθέντων ἐν τῶι παλατίωι διηιρέθη ἡ ἀκρόασις, καὶ
p80t2ἐλέχθη τὰ λοιπὰ ἐν τῶι ἐπισκοπείωι, ἐπὶ Εὐτυχίου τοῦ ἁγιωτάτου
p80t3πατριάρχου, προλεχθέντων τῶν ὑποκειμένων ἰάμβων.
81 Ἥκομεν ἐς ὑμᾶς, ἄνδρες, ἐκ τῆς ἑστίας τῆς τοῦ βασιλέως ἐς βασιλέως ἐστίαν τοῦ παμμεγίστου, τοῦ ποητοῦ τῶν ὅλων, δι’ ὃν τὸ νικᾶν συμφυὲς τῶι δεσπότηι.
85ἐκεῖ μὲν ἡμῖν τῶν γερῶν ὁ προστάτης καθεὶς ἑαυτὸν εἰς θέατρον ἐκ λόγων τὸν νοῦν παρέσχεν εὐμενῶς, ἐνταῦθα δὲ ὁρᾶν πάρεστι τῶν ἱερῶν τὸν προστάτην· ἔστω δὲ καὐτὸς εὐμενής. τούτων γε μὲν
90μηδεὶς ἀκούσας λοιδορείσθω τοῖς λόγοις· εἴποι γὰρ εἰκὸς ἄν τις “ὦ τάν, ὡς πάνυ ληρεῖς περιττά. τοῦτον αἰτεῖς εὐμενῆ λόγοις γενέσθαι, τῶν ἀγαθῶν τὴν οἰκίαν, τὸν πᾶσαν εὐμένειαν ἠμφιεσμένον;
95τουτὶ πέπονθας ὅπερ ἂν εἰκότως πάθοι, εἴ τις δέοιτο λιπαρῶς ἐγκείμενος τὸν ἥλιον μὲν ἀνατέλλειν ἐν ἡμέραι, τὸ φῶς δὲ λάμπειν, τοὺς λόγους δ’ εἶναι λόγους.” ἐγὼ δὲ ταῦτα τοῦτον εἶναι τὸν τρόπον

(100)

οὐκ ἂν ἀποφαίην· πρὸς δὲ τὸν σκοπὸν βλέπων, ὃς παμμέγιστος οὐκ ἔχων θ’ ὑπερβολήν, δέδοικα τὴν ἀγωνίαν. θαρρεῖν δ’ ὅμως ἐξ ὧν ἐδεδίειν πρότερον αὖθις ἄρχομαι. εἰ μὲν γὰρ ἐλπὶς ἦν τις εὐσθενεῖ λόγωι
105συνεξισοῦσθαι τῶι νεὼι τῶι παγκάλωι, σφαλερὸν ὑπῆρχεν ἐπαποδύεσθαι πάλαις, ἐν αἷς τὸ νικᾶν παρακεκινδυνευμένον. ἐπεὶ δὲ πάντες ἴσμεν, ὡς οὐκ ἄν ποτε λόγος φανείη συντρέχων ταῖς πράξεσιν
110ταῖς τοῦ βασιλέως, ἔστι δ’ αὖ τῶν πράξεων τὸ παμμέγιστον ἡ κτίσις τούτου νεώ,
οὐ χρὴ δεδοικότας ἐπὶ προδιεγνωσμένοις μένειν ἀτόλμους, ἀλλὰ τὴν προθυμίαν κινεῖν ἅπασαν, ὡς ἔχει τις ἰσχύος.310
115ἔχει τι χρηστὸν ἀνδρὸς ἡ παρρησία. εἰ μὴ γὰρ εὐτόλμως τε καὶ φρονῶν μέγα ἐδημιούργει τὸν νεὼν ὁ δεσπότης πάσης ὑπερβὰς ἐλπίδος θεωρίαν, οὐκ ἂν προῆλθεν εἰς τοσαύτην ἡ πόλις
120εὐθυμίαν τε καὶ τρυφὴν εὐδαίμονα. τί οὖν ἀπεικὸς πρόσφορον παρρησίαν τὰ νῦν φανῆναι καὶ λόγων ἀζημίαν; ἃ γὰρ ἂν παραδράμωσιν ἠσθενηκότες, ἔξεστι ταῦτα προσλαβεῖν τοῖς ὄμμασιν.
125κρίνει δὲ τούτους οὐ κυαμοτρὼξ Ἀττικός, ἀλλ’ ἄνδρες εὐσεβεῖς τε καὶ συγγνώμονες, οἶς καὶ τὸ θεῖον καὶ βασιλεὺς ἐφήδεται, οἱ τὰς πόλεις τάττοντες, οἱ τὰς ἡνίας ὅλων ἔχοντες καὶ λόγων καὶ πραγμάτων.
130ἆρ’ οὖν ἐπ’ αὐτοὺς χρὴ βαδίζειν τοὺς στίχους ἐκδημαγωγηθέντας εἰς παρρησίαν; χρὴ τοῦτο πράττειν, αὐτὸς ἀντιφθέγξομαι ὥσπερ τις ἠχὼ τῶν ἐμῶν φανεὶς λόγων. οὐκοῦν ἐπάνειμι πρὸς βασιλέα τὸν μέγαν.
p134t1Παύλου Σιλεντιαρίου, υἱοῦ Κύρου, ἔκφρασις τῆς μεγάλης
p134t2ἐκκλησίας.
135 Σήμερον οὐ σακέων με φέρει κτύπος, οὐδ’ ἐπὶ νίκην ἕσπερον ἠὲ Λίβυσσαν ἐπείγομαι, οὐδὲ τροπαίοις ἀμφὶ τυραννοφόνοις καναχήποδα ῥυθμὸν ἀράσσω· Μηδοφόνων ἀβόητα μένοι κλέα σήμερον ἔργων. Εἰρήνη πολύολβε, τιθηνήτειρα πολήων,
140ἣν πλέον εὐπήληκος ἄναξ ἠγκάσσατο Νίκης, δεῦρο· πολισσούχοισιν ἐπαυχήσαντες ἀέθλοις παντὸς ὑπερκύδαντος ὑπέρτερον οἶκον ἀγῶνος εὐιέροις ὕμνοισιν ἀείσομεν, ὧι ὑπὸ μούνωι πᾶν κλέος ὑψορόφοιο κατώκλασε θέσκελον ἔργου.
145Ἀλλὰ σύ μοι βασιλῆα φερέσβιον, ὄμπνια Ῥώμη,
στέψον ἀκηρασίοισι χύδην καταειμένον ὕμνοις, οὐχ ὅτι σὸν ζυγόδεσμον ἐφήρμοσεν ἔθνεσι γαίης, οὐχ ὅτι σῶν ἐτάνυσσεν ὑπέρβια μέτρα θοώκων τέλσα παρ’ ἐσχατόωντα κατ’ ὠκεανιτίδας ἀκτάς,312

(150)

ἀλλ’ ὅτι σὸν περὶ πῆχυν ἀπείρονα νηὸν ἐγείρας Θυμβριάδος ποίησε φαεινοτέρην σε τεκούσης. εἴξατέ μοι, Ῥώμης Καπετωλίδες, εἴξατε, φῆμαι· τόσσον ἐμὸς βασιλεὺς ὑπερήλατο θάμβος ἐκεῖνο, ὁππόσον εἰδώλοιο θεὸς μέγας ἐστὶν ἀρείων.
155ἔνθεν ἐγὼν ἐθέλω σε μελιφθόγγοισι χορείαις, χρυσοχίτων Ἀνθοῦσα, τεὸν σκηπτοῦχον ἀείδειν. καὶ γὰρ ἄναξ οὐ μοῦνον ἐν ἔντεσι χεῖρα κορύσσων ῥινοτόρωι δούλωσεν ἀπείρονα βάρβαρον αἰχμῆι, ὄφρα τεοῖς ἀδμῆτα λόφον κλίνειε λεπάδνοις
160καὶ θέμιδος πτήξειε τεῆς ζυγόν· ἀλλὰ καὶ αὐτὸς τετριγὼς ὑπέροπλα μέλας Φθόνος ὤκλασε τόξωι ἀστυόχου βασιλῆος, ἐπασσυτέροις δὲ βελέμνοις ῥωγαλέος δούπησε, πεσὼν δ’ ἐβάθυνε κονίην. καὶ σὺ δὲ πρεσβυγένεθλε Λατινιὰς ἔρχεο Ῥώμη,
165σύνθροον ἀείδουσα μέλος νεοθηλέϊ Ῥώμηι· ἔρχεο καγχαλόωσα, τεὴν ὅτι παῖδα δοκεύεις μητρὸς ὑπερτέλλουσαν, ἐπεὶ χάρις ἥδε τοκήων. Ἀνέρες, οἷσι μέμηλε θεουδέα θεσμὰ γεραίρειν, δεῦρό μοι ἀχλυόεσσαν ἀπορρίψαντες ἀνίην
170χιονέους ἕσσασθε γεγηθότες ἅψεσι πέπλους. δάκρυ δὲ πενταέτηρον ἀποψήσαντες ὀπωπῆς μέλψομεν εὐφήμοις ὑπὸ χείλεσιν εὔποδας ὕμνους. οὐρανίων ὤϊξεν ἐπὶ χθονὶ κλῆιθρα πυλάων Αὐσονίων σκηπτοῦχος, ὅλαις δ’ ἐπέτασσεν ἑορταῖς
175εὐφροσύνην εὐρεῖαν, ὅλας ἤμβλυνε μερίμνας. ἐξότε γὰρ δούπησεν ἐρισθενὲς ἔργον ἀνάκτων, κῆδος ἔην ἀλίαστον ἀνὰ πτόλιν. ἵλαθι μύθωι, ἵλαθι τολμήεντι, μεγασθενὲς ἤρανε γαίης, ἱλήκοις ἐπέεσσι, καὶ εἰ τεὸν οὖας ὀρίνω
180βαιὸν ὅσον· μεγάλων γὰρ ἐπερχομένη χάρις ἔργων Ληθαίοις ἐκάλυψε κατηφέα κέντρα ῥεέθροις. καὶ φάος ἠελίοιο φαάντερόν ἐστιν ὁδίτηι χειμερίην μετὰ νύκτα, καὶ ἱμερόεσσα γαλήνη ἄνδρας ἁλιπλάγκτους μετὰ κύματα μᾶλλον ἰαίνει.
185ἵλαθι τολμήεντι, μεγασθενές, ἵλαθι μύθωι. Ἤδη μὲν σθεναροῖσιν ἐπεμβεβαυῖα θεμείλοις σφαίρης ἡμιτόμοιο κατήριπε θέσκελος ἄντυξ· μυστιπόλου δ’ ἐτίναξεν ἐδέθλια πάντα μελάθρου, πάντα δ’ ὑπεσκίρτησεν ἐν ἄστεϊ βάθρα θεμείλων,314
190γαῖα δ’ ὑπεστενάχιζεν ἐπὶ χρόνον, ἠερίαις δὲ μισγομένη νεφέληισιν ὁμιχλήεσσα κονίη οὐρανίης ἀμάρυγμα μεσημβρινὸν ἔσκεπεν αἴθρης. Χριστὲ μάκαρ, σὺ δὲ σεῖο κατ’ ἔνδια χεῖρα τανύσσας αἵμασιν οὐ μεθέηκας ὑπ’ ἀνδροφόνοισι μιῆναι
195σὴν χθόνα Τελχῖνας κακοεργέας· οὐδὲ γὰρ ἔτλης ὄμματος ἀχράντοιο βολῆι πανδερκέϊ λεύσσειν αἷμα χυθὲν τεμένεσσιν ἀναιμάκτοιο θυηλῆς. οὐδὲ μὲν εὐρύστερνος ὑπώκλασε μέχρι θεμείλων νηός, ἀριστώδινος ἐελμένος ἅμμασι τέχνης·

(200)

ἀλλὰ μιῆς ἁψῖδος ἀπωλίσθησε κεραίη ἀντολική, σφαίρης τε λάχος κονίηισιν ἐμίχθη. ἦν δὲ τὸ μὲν δαπέδοισι, τὸ δ’ εἰσέτι (θάμβος ἰδέσθαι) οἷάπερ ἀστήρικτον ὁμίλεεν ἐκκρεμὲς αὔραις. πᾶς δὲ κατηφείηι βεβολημένος ἔστενεν ἀνήρ.
205μή τις ἐμὴν σειρῆνα βάλοι νεμεσήμονι μύθωι ἀτραπὸν ἀμνήστοιο διαστείχουσαν ἀνίης· ἡδύτερος μετὰ δάκρυ γέλως, μετὰ νοῦσον ὑγείη. οὐχ οὕτως ἀκάχησεν ἀπ’ αἰθέρος ἐκχυμένη φλὸξ ἀνέρας, ὁππότε νῶτα κατέφλεγεν ἄχλοα γαίης,
210μυρία καρφομένων ὅτε χεύματα σίζεν ἀναύρων, οὐδ’ ὅτε καρποτόκοιο κατὰ χθονὸς οὐρανὸς αἴθων εὐρὺ χανὼν ὤϊξε πύλας δηλήμονος ὄμβρου καὶ τραφερὸν ξύνωσε πέδον ῥοθίοισι θαλάσσης. Αὐτὰρ ἐμὸς σκηπτοῦχος ἀπότροπον ἄλγος ἀκούσας
215οὐκ ἐπὶ δὴν ἐκάλυψε νόου σέλας, οὐδὲ κατηφὴς ἠρεμέειν τέτληκεν ἀεργέος ἅμμασιν ὄκνου, ἀλλὰ μινυνθαδίης ἀπεσείσατο κέντρον ἀνίης, πρὸς δὲ πόνους ἤϊξε παλινδωμήτορας οἴκου. τῶι δὲ παρεστηκυῖα σακέσπαλος ἔννεπε Ῥώμη·
220“παγκρατές, ὀλβιόμοιρε Δίκης ἕδος, ἕρμα πολήων, ἥρπασε βασκανίη με, χάρις δέ τίς ἐστι Μεγαίρης, ὅττι σέθεν ζώοντος ἐπέχραε κάλλεϊ Ῥώμης. στήθεσιν ἡμετέροισι περιρραγὲς ἕλκος ἀνίσχει·
ἀλλά, μάκαρ, (δύνασαι γὰρ ἐφ’ ἕλκεϊ φάρμακα πάσσειν)316
225χεῖρα τεὴν προτίταινε, ῥυηφενέος τροφὸν ὄλβου. πάντα κυβερνητῆρι τεῶι διέπουσα χαλινῶι ὑμετέροις ὑπέθηκα τροπαιοφόροισι θριάμβοις. ἠρεμέει καὶ Μῆδος ἄναξ καὶ Κελτὶς ὁμοκλή, καὶ ξίφος ὑμετέροις φιλοτήσιον ὤπασε θώκοις
230Ἰνδὸς ἀνήρ, ἐλέφαντας ἄγων καὶ μάργαρα πόντου· Καρχηδὼν γόνυ δοῦλον ἐμοῖς ἔκλινε τροπαίοις. εἰς ἐμὲ φορτὶς ἅπασα φερέσβιον ἐλπίδα τείνει, κύκλιον εἰσορόωσα δρόμον διδυμάονος ἄρκτου, ὥς κεν ἐμοῖς τεκέεσσιν ἐπίρρυτον ὄλβον ὀρέξω·
235ἐμπορίην δ’ ἀνάγοντες ἐπιπνείουσιν ἀῆται. ταῦτα τεοῖς καμάτοισιν ἐφέσπεται· ἀλλ’ ἐπὶ πάσης ἀγλαΐης θημῶνι πεσεῖν ὑπὸ χεύματα Λήθης μήποτέ μοι, σκηπτοῦχε, τὸ θέσκελον ἔργον ἐάσηις. οὐ γάρ, ἄναξ, εἰ καί σε καταπτήσσουσι κλιθέντα
240Αὐσονίοις θεσμοῖσιν ἀπείρονος ἔθνεα γαίης, εἰ καὶ πᾶσαν ἔδειμας ἐμοὶ πόλιν, οὔποτε δήεις σύμβολον ὑμετέροιο φαάντερον ἄλλο θοώκου.” ὣς φαμένη χαρίεντα λιλαίετο χείλεα πῆξαι ποσσὶν ἀνακτορέοισιν. ὁ δ’ ἵλαον ἠθάδι Ῥώμηι
245δεξιτερὴν ὤρεξεν ὑποκλάζουσαν ἐγείρων. ἦκα δὲ μειδήσας, ἵνα μυρίον ἄλγος ἐλάσσηι, εὐφροσύνης πλήθοντας ἀκηδέος ἔκφατο μύθους· “ῥῖψον ἄχος, βασίλεια πόλις, μὴ θυμὸν ὀρίνηις· ὡς βέλος οὐ νίκησε τεὸν σάκος οὐδέ τις ἄλλη

(250)

ἄκλονον ἐστυφέλιξε τεὴν φρένα βάρβαρος αἰχμή, μηδὲ βαρυτλήτοισιν ὑποκλάζοιο μερίμναις. τέτλαθι, παμβασίλεια πόλις, μὴ θυμὸν ἀμύξηις· καὶ γὰρ ἐμοῖς καμάτοισιν ἀοιδοτέρην σε τελέσσω αὖτις ἀναστήσας κορυφὴν εὐάντυγα νηοῦ.”
255 Ὣς φάμενος τεμένεσσιν ἐπείγετο, καὶ τάχα μύθου γείτονος ἔργον ἔην ταχινώτερον· ὀρνύμενος γὰρ ὡς θέμις οὐκ ἀνέμιμνε συνέμπορον ἀσπιδιώτην χρύσεον ἀγνάμπτοιο κατ’ αὐχένος ὅρμον ἑλόντα, οὐ χρυσέην τινὰ ῥάβδον ἀεὶ προκέλευθον ἀνάκτων,
260οὐ στρατὸν ἠνορέηισι κεκασμένον εὔποδος ἥβης,
σύνδρομον εὐόπλοιο μελαγκρήπιδα κελεύθου. ἐξαπίνης δ’ ἑκάτερθε συνέρρεον ἄλλοθεν ἄλλοι προφθαμένου βασιλῆος· ἐπεκτύπεον δὲ βοεῖαι ἀνδρῶν στεινομένων κανάχιζε δὲ συμμιγὲς ἠχώ.318
265ἀλλ’ ὅτε δὴ κατὰ νηὸν ἐδύσατο καὶ βάσιν ἔγνω δώματος ἀστυφέλικτον, ὅλην ἔτρεψε μενοινὴν ἐς κορυφὴν περίμετρον, ἐπευφήμησε δὲ τέχνην καὶ νόον Ἀνθεμίοιο κεκασμένον ἔμφρονι βουλῆι. κεῖνος ἀνὴρ τὰ πρῶτα θεμείλια πήξατο νηοῦ
270εὐκαμάτων βουλῆισιν ὑποδρήσσων βασιλήων, δεινὸς ἀνὴρ καὶ κέντρον ἑλεῖν καὶ σχῆμα χαράξαι, ὃς τοίχοις ἐνέηκε τόσον σθένος ὅσσον ἐρίζειν δαίμονος ἀντιβίοιο βαρυτλήτοισιν ἐρωαῖς. οὐ γὰρ ἀποτμηγέντος ἐρικνήμοιο καρήνου
275ὤκλασεν, ἀλλ’ ἀδόνητον ἐϋκρήπιδι θεμείλωι ἴχνος ἐπεστήριξεν· ἐπὶ προτέροισι δὲ τοίχοις ἰθυντὴρ μεγάλοιο παρ’ Αὐσονίοισι θοώκου αὖτις ἀμωμήτοιο χάριν δωμήσατο κόρσης. Ἀλλὰ τίς ἂν μέλψειεν ὅπως ὑψαύχενι κόσμωι
280νηὸν ἀνεζώγρησε; τίς ἄρκιός ἐστι χαράξαι μῆτιν ἀριστώδινα πολυσκήπτρου βασιλῆος; κεῖνα μέν, ὦ σκηπτοῦχε, μεμηλότα τέκτονι τέχνηι λείψομεν, εὐκαμάτων δὲ τεῶν ἐπὶ τέρματα μόχθων ἵξομαι, ἀρτιτέλεστον ἰδὼν σέβας, ὧι ἔπι πάσης
285θεῖος ἔρως ἀκτῖνας ἀνεπτοίησεν ὀπωπῆς. πᾶς βροτὸς ἀγλαόμορφον ἐς οὐρανὸν ὄμμα τανύσσας οὐκ ἐπὶ δὴν τέτληκεν ἀναγναμφθέντι τραχήλωι κύκλιον ἀστροχίτωνος ἰδεῖν λειμῶνα χορείης, ἀλλὰ καὶ ἐς χλοάουσαν ἀπήγαγεν ὄμμα κολώνην,
290καὶ ῥόον ἀνθεμόεντος ἰδεῖν ἐπόθησεν ἀναύρου καὶ στάχυν ἡβώοντα καὶ εὐδένδρου σκέπας ὕλης πώεά τε σκαίροντα καὶ ἀμφιέλικτον ἐλαίην, ἄμπελον εὐθαλέεσσιν ἐπικλινθεῖσαν ὀράμνοις καὶ χαροποῦ γλαυκῶπιν ὑπὲρ πόντοιο γαλήνην
295ξαινομένην πλωτῆρος ἁλιβρέκτοισιν ἐρετμοῖς. εἰ δέ τις ἐν τεμένεσσι θεουδέσιν ἴχνος ἐρείσει, οὐκ ἐθέλει παλίνορσον ἄγειν πόδα, θελγομένοις δὲ
ὄμμασιν ἔνθα καὶ ἔνθα πολύστροφον αὐχένα πάλλειν· πᾶς κόρος εὐπήληκος ἐλήλαται ἔκτοθεν οἴκου.320

(300)

τοῖον ἀειφρούρητος ἀμεμφέα νηὸν ἐγείρει κοίρανος ἀθανάτοιο θεοῦ χραισμήτορι βουλῆι. σοῖς γάρ, ἄναξ, καμάτοισιν ἐφέλκεαι ἵλαον εἶναι Χριστὸν ὑπερκύδαντα διαμπερές. οὐ γὰρ ἐρεῖσαι Ὄσσαν ἐρικνήμιδα κατ’ Οὐλύμποιο καρήνων
305ἤθελες, οὐκ Ὄσσης ὑπὲρ αὐχένα Πήλιον ἕλκειν, ἀμβατὸν ἀνδρομέοισιν ὑπ’ ἴχνεσιν αἰθέρα τεύχων· ἀλλ’ ὁσίοις μόχθοισιν ὑπέρτερον ἐλπίδος ἔργον ἐξανύσας ὀρέων μὲν ἐπεμβάδος οὔτι χατίζεις, ὥς κεν ἀναΐξειας ἐς οὐρανόν, εὐσεβίης δὲ
310ἰθυπόροις πτερύγεσσι πρὸς αἰθέρα δῖον ἐλαύνεις. Ἀλλὰ τί δηθύνω λαθικηδέος ἦμαρ ἑορτῆς ὑμνῆσαι; τί δὲ μῦθον ἑλίσσομεν ἔκτοθι νηοῦ; ἴομεν ἐν τεμένεσσι, θεὸν δ’ ὑμνήσατε μύσται ἱκέσιον καλέοντες ἐμῶν χραισμήτορα μύθων.
315 Ἄρτι μὲν ἀμβλυνθεῖσα γένυν μετὰ βότρυας ἅρπη ἐσσομένης ἀνέμιμνε θερειγενὲς ἔργον ἀμάλλης, ἠέλιος δὲ νότοιο παρὰ πτερὸν ἡνία πάλλων αἰγὸς ἐς ἰχθυόεντος ἀθαλπέας ἤλαε μοίρας, ἄρτι κατηφήσαντα λιπὼν ἀφετῆρα βελέμνων.
320ἤλυθε δ’ ἠριγένεια σεβάσμιος, οἰγομένη δὲ ἄμβροτος ἀρτιδόμοιο πύλη μυκήσατο νηοῦ, λαὸν ἔσω καλέουσα καὶ ἤρανον. εὖτε κελαινὴ νὺξ μινύθει καὶ πᾶσιν ἀέξεται ἠμάτιον φῶς, ὣς ἐτεὸν μινύθει μεγάλου νηοῖο φανέντος
325νὺξ ἀχέων καὶ πάντας ἐπέδραμε χάρματος αἴγλη. ἔπρεπέ σοι, σκηπτοῦχε μεγασθενές, ἔπρεπε Ῥώμηι, ἔπρεπεν ἀμβροσίοιο θεοῦ προκέλευθον ἑορτῆς ὑμετέροις λαοῖσι θύρην νηοῖο πετάσσαι· ἔπρεπεν ἑξείης μετὰ θέσκελον ἦμαρ ἐκεῖνο
330ζωοτόκου Χριστοῖο γενέθλιον ἦμαρ ἱκέσθαι. καὶ δὴ νὺξ τετέλεστο προηγέτις εὔποδος ἠοῦς εὐφροσύνην καλέουσα, θεοῦ δ’ ὑπεδέξατο κῆρυξ ἄμβροτος ἀγρύπνοιο Πλάτων κελάδημα χορείης θεσπεσίοις τεμένεσσιν ἑοῖς, ὅθι μυστίδι φωνῆι
335παννυχίους Χριστοῖο βιαρκέος ἀνέρες ὕμνους ἀσπασίως ἐβόησαν ἀσιγήτοισιν ἀοιδαῖς.
ἀλλ’ ὅτε δὴ σκιόεσσαν ἀναστείλασα καλύπτρην οὐρανίας ῥοδόπηχυς ὑπέδραμεν ἄντυγας αἴγλη, δὴ τότε λαὸς ἅπας συναγείρετο, πᾶς τε θοώκων322
340ἀρχός, ὑποδρήσσων σθεναροῦ βασιλῆος ἐφετμαῖς καὶ Χριστῶι βασιλῆϊ χαρίσια δῶρα κομίζων, ἱκεσίοις στομάτεσσι θεουδέας ἤπυεν ὕμνους, ἄργυφον εὐκαμάτοις ὑπὸ χείρεσι κηρὸν ἀνάπτων. ἕσπετο δ’ ἀρητήρ, ἱερῆς δ’ ἐξῆρχε χορείης,
345ἀρητὴρ πολύυμνος, ὃν ἄξιον εὕρετο νηοῦ Αὐσονίων σκηπτοῦχος· ὅλης δ’ ἐστείνετο Ῥώμης ἀτραπὸς εὐρυάγυια. μολὼν δ’ ἐπὶ θέσπιδας αὐλὰς δῆμος ἅπας ἐπέβωσε χαρίσιον, οὐρανίας δὲ ἀχράντους ἐδόκησεν ἐς ἄντυγας ἴχνια θέσθαι.

(350)

Οἴξατέ μοι κληῗδα θεουδέες, οἴξατε, μύσται, οἴξατε δ’ ἡμετέροισιν ἀνάκτορα θέσκελα μύθοις, εὐχωλὴν δ’ ἐπέεσσι κομίσσατε· καὶ γὰρ ἀνάγκη ἁπτομένους βαλβῖδος ἐς ὑμέας ὄμμα τανύσσαι. Τρισσὰ μὲν ἀντολικῶν ἀναπέπταται ἔνδια κύκλων
355ἡμιτόμων· ὑψοῦ δὲ μετ’ ὄρθιον αὐχένα τοίχων σφαίρης τετρατόμοιο λάχος τὸ τέταρτον ἀνέρπει, οἷον ὑπὲρ τριλόφοιο καρήατος, ὑψόθι νώτων, σχῆμα πολυγλήνοισι ταὼς πτερύγεσσιν ἐγείρει. κόγχας ταῦτα κάρηνα σοφοὶ τεχνήμονι μύθωι
360ἀνέρες ηὐδάξαντο· τὸ δ’ ἀτρεκές, εἴτ’ ἀπὸ κόγχου εἰναλίου καλέουσι δαήμονες εἴτ’ ἀπὸ τέχνης, αὐτοί που δεδάασι. μέση δ’ ἐζώσατο θώκους μυστιπόλους καὶ βάθρα περίδρομα. καὶ τὸ μὲν αὐτῶν ὑστατίην ὑπὸ πέζαν ἀολλίζουσα συνέλκει
365ἐγγύτερον περὶ κέντρον ἐπὶ χθονός· ὅσσα δ’ ἀνίσχει ὑψόθεν, εὐρύνουσι διάστασιν ἄχρι θοώκων ἀργυρέων κατὰ βαιόν, ἀεξομένοισι δὲ κύκλοις αἰὲν ἐπεμβαίνουσαν ἐπειλίσσουσι κεραίην. Τὴν δὲ μετεκδέχεται κρατεροῖς ἀραρυῖα θεμείλοις
370ἐς βάσιν εὐθύγραμμος ὕπερθε δὲ κύκλιος ἄντυξ, σχήμασιν οὐ σφαίρης ἐναλίγκιος, ἀλλὰ κυλίνδρου ἄνδιχα τεμνομένοιο. δύω δ’ εὐκίονας ἄλλας κόγχας ἀμφοτέρωθι προβάλλεται ἐς δύσιν ἕρπειν, οἷάπερ ἐκτανύουσα περιγναμφθέντας ἀγοστούς,
375λαὸν ὅπως πολύυμνον ἑοῖς ἀγκάσσεται οἴκοις. καὶ τὰς μὲν χρυσέοισιν ἐλαφρίζουσι καρήνοις στικτοὶ πορφυρέοισιν ἀποστίλβοντες ἀώτοις κίονες, ἡμιτμῆγι περισταδὸν ἄντυγι κύκλου, ἄχθος ἀερτάζοντες ὑπέρβιον, οὕς ποτε Θήβης324
380Νειλώιης ἐλόχευσαν ἐϋκνήμιδες ἐρίπναι. κίοσι μὲν δοιοῖσιν ἀείρεται ἔνθα καὶ ἔνθα ἀμφοτέρης ἁψῖδος ἐδέθλια· τριχθαδίας δὲ ἡμιτελεῖς ἁψῖδας ὀλίζονας ἴχνεσι κόγχης ἄνδρες ὑπειλίξαντο δαήμονες, ὧν ὑπὸ πέζαν
385κίονες ἱδρύσαντο καρήατα δέσμια χαλκῶι, γλυπτά, χρυσεότευκτα, παραπλάζοντα μερίμνας. εἰσὶ δὲ πορφυρέαις ἐπὶ κίοσι κίονες ἄλλαι, ἀγλαὰ Θεσσαλικῆς χλοερώπιδος ἄνθεα πέτρης· ἔνθα [σὺ] θηλυτέρων ὑπερώϊα καλὰ νοήσεις.
390σχῆ[μα δ’ ὅ]λον φορέουσιν, ὃ νειόθεν ἔστιν ἰδέσθαι· ἓξ δ’ [ὑπὸ Θ]εσσαλικοῖσι καὶ οὐ δύο κίοσι λάμπει. ἔστι δὲ θαμβῆσαι νόον ἀνέρος, ὅς ποτε δοιαῖς πήξατο θαρσαλέως ἐπὶ κίοσι τρισσάκι δοιάς, οὐδὲ βάσιν κενεοῖο κατ’ ἠέρος ἔτρεσε πῆξαι.
395πάντα δὲ Θεσσαλικοῖο μεταίχμια κίονος ἀνὴρ λαϊνέοις ἔφραξεν ἐρείσμασιν, ἔνθα κλιθεῖσαι ἐργοπόνους ἀγκῶνας ἐπηρείσαντο γυναῖκες. Οὕτως ἀντολικὰς μὲν ἐπ’ ἄντυγας ὄμμα τανύσσας θάμβος ἀειδίνητον ἐσόψεαι. ἀλλ’ ἐπὶ πάσαις

(400)

ἐκφύεται πολύκυκλον ὑπὲρ σκέπας οἷά τις ἄλλη ἁψὶς ἠερόφοιτος, ἀνευρύνουσα κεραίην ἠέρι κολπωθεῖσαν, ἀίσσει δ’ ἄχρι καρήνου ἄχρι βαθυκνήμοιο καὶ ἄντυγος, ἧς κατὰ νῶτον πυθμένας ἐρρίζωσε μέσου κόρυς ἄμβροτος οἴκου.
405ὣς ἡ μὲν βαθύκολπος ἀνέσσυται ἠέρι κόγχη, ὑψόθεν ἀντέλλουσα μία, τρισσοῖσι δὲ κόλποις νέρθεν ἐπεμβεβαυῖα· διατμηγεῖσα δὲ νώτοις πένταχα μοιρηθέντα δοχήϊα φωτὸς ἀνοίγει, λεπταλέαις ὑάλοις κεκαλυμμένα, τῶν διὰ μέσσης
410φαιδρὸν ἀπαστράπτουσα ῥοδόσφυρος ἔρχται ἠώς.
p410t1Διαιρεθείσης πάλιν τῆς ἀκροάσεως προελέχθησαν οἱ ὑποκείμενοι
p410t2στίχοι.
411Εἰ μὲν πρὸς ἄλλο θέατρον ὑμᾶς συγκαλεῖν
συχνῶς ἐπεχείρουν, ὄχλον ἄν τις εἰκότως ἡγήσατο τοῦτο· νῦν γε μὴν εὖ οἶδ’ ὅτι πρὸς τὸν νεὼν δραμόντες αὖθις τὸν μέγαν326
415ἐρᾶτε πάντες τῆς ἀκοῆς ὡς τῆς θέας. οὐκοῦν τὸ λοιπὸν προσκαταθήσω τοῦ χρέους. Πάντα καὶ ἑσπερίην τις ἐπὶ κλίσιν ἶσα νοήσει σχήμασιν ἠώιοις, ὀλίγων ἄτερ. οὐ γὰρ ἐν αὐτῆι μεσσάτιον κατὰ χῶρον ἕλιξ περιδέδρ[ομεν] ἄντυξ
420οἷάπερ ἀντολικοῖς ἐπὶ τέρμασιν, ἧ[χι θυ]ηλῆς ἴδμονες ἀρητῆρες ἐνιδρύσαντο θοώκους ἀργυρέοις στίλβοντας ἀπειρεσίοισι [μετάλ]λ[οι]ς. ἀλλὰ δύσις πυλεῶνα μέγαν πολυ[δαίδ]αλ[ον ἴσχ]ει, οὐχ ἕνα· τριχθαδίους γὰρ ἔχει κατὰ τέ[λσα μελ]άθρου.
425μηκεδανὸς δ’ ἐπὶ τοῖσι πύλαις παραπέπ[ταται] αὐλών, δεχνύμενος προσιόντας ὑπ’ εὐρ[υπ]όροισι θυρέτροις, μῆκος ἔχων ὅσον εὖρος ἀνάκτορα θέσκελα νηοῦ. χῶρος ὅδε Γραικοῖσι φατίζεται ἀνδράσι νάρθηξ. ἔνθα δέ τις κατὰ νύκτα διαμπερὲς ἦχος ἀνέρπων
430εὐκέλαδος Χριστοῖο βιαρκέος οὔατα θέλγει, ὁππόθι τιμήεντα θεουδέος ὄργια Δαυὶδ ἀντιπόροις ἰαχῆισιν ἀείδεται ἀνδράσι μύστηις, Δαυὶδ πρηϋνόοιο, τὸν ἤινεσε θέσκελος ὀμφή, φωτὸς ἀγακλήεντος, ὅθεν πολύυμνος ἀπορρὼξ
435γαστέρι δεξαμένη τὸν ἀμήτορα παῖδα θεοῖο Χριστὸν ἀνεβλάστησεν ἀπειρογάμοισι λοχείαις, μητρώιοις δ’ ὑπέθηκε τὸν ἄσπορον υἱέα θεσμοῖς. ἑπτὰ δ’ ἀνευρύνας ἱεροὺς πυλεῶνας ἀνοίγει, λαὸν ἔσω καλέοντας ὁμιλαδόν· ἀλλ’ ὁ μὲν αὐτῶν
440ἐνστρέφεται νάρθηκος ἐπὶ στεινοῖο μετώπου ἐς νότον, ὃς δὲ βορῆος ἐπὶ πτερά· τῶν γε μὲν ἄλλων νηοκόρος παλάμηισι μεμυκότα θαιρὸν ἀνοίγει ἑσπέριον περὶ τοῖχον, ὃς ὕστατός ἐστι μελάθρου. Πῆι φέρομαι; τίς μῦθον ἀνήρπασε πλαγκτὸν ἀήτης
445οἷάπερ ἐν πελάγεσσι; μέσον παραδέδρομε νηοῦ χῶρον ὑπερκύδαντα. παλιννόστησον, ἀοιδή, θάμβος ὅπηι πανάπιστον ἰδεῖν, πανάπιστον ἀκοῦσαι. εἰσὶ γὰρ ἀντολικούς τε καὶ ἑσπερίους μετὰ κύκλους, κύκλους ἡμιτελεῖς, μετὰ κίονα δίζυγα Θήβης,

(450)

εὐπαγέες τοῖχοι πίσυρες, γυμνοὶ μὲν ὁρᾶσθαι πρό[σθεν,] ἐπὶ πλευρὰς δὲ καὶ ἀρραγέας περὶ νώτους ἀντ[ιπόρο]ις σφιγχθέντες ἐρείσμασιν· εὐκαμάτοις δὲ τέτρ[αχα μο]ιρηθέντες ἐφεδρήσσουσι θεμείλοις,
πέτρ[αις] ἀρραγέεσσιν ἀρηρότες, ὧν διὰ μέσσου328
455ψῆγμα πυριφλέκτοιο λίθου προχοῆισι κεράσσας ἁρμονίην ξύνωσεν ἀνὴρ δωμήτορι τέχνηι. τοῖς ἔπι μυριόμετρος ἐπιγναμφθεῖσα κεραίη, οἷάπερ εὐκύκλοιο πολύχροος ἴριδος ἄντυξ, ἡ μὲν ἐπὶ ζεφύρου τρέπεται πτερόν, ἡ δὲ βορῆος
460ἐς κλίσιν, ἡ δὲ νότοιο, καὶ ὄρθιος ἔγρεται ἄλλη εὖρον ἐπὶ φλογόεντα. βάσιν δ’ ἀτίνακτον ἑκάστη γείτοσιν ἀμφοτέρωθεν ὁμοῦ συνέμιξε κεραίαις, ξυνοῦ πηγνυμένην ἐπὶ τέρμονος· ὀρνυμένη δὲ ἠερίαις κατὰ βαιὸν ἐϋγνάμπτοισι κελεύθοις
465τῆς πρὶν ὁμογνήτοιο διίσταται. ἀλλὰ καὶ αὐτῶν ἁψίδων τὸ μεταξὺ καλοῖς ἀναπίμπλαται ἔργοις. ἔνθα γὰρ ἀλλήλων ἀπονεύμεναι ἤθεσι τέχνης ἠέρα γυμνὸν ἔδειξαν, ἀνέσσυται ἶσα τριγώνωι τοῖχος ἐπικλινθεὶς ὅσον ἄρκιον, ἄχρι συνάψηι
470πήχεας ἀμφοτέρωθεν ὁμόζυγος ἄντυγι κύκλου. τέτραχα δ’ ἑρπύζων ἀνατείνεται, ὄφρα φανείη ἓν, στε[φάνοι]ς κύκλοιο περίδρομος ὑψόθι νώτου. μέσσα μὲν ἁψ[ίδω]ν, ὅσα κύκλιον ἄντυγα τεύχει, ὀπταλέαις πλίνθοισιν ἀρηρότα δήσατο τέχνη,
475ἄκρα δὲ πετραίοισι κεράατα πῆξε δομαίοις. ἁρμονίαις δ’ ἐνέηκε πλάκας μαλακοῖο μολύβδου, ὄφρα κε μὴ λάιγγες ἐπ’ ἀλλήληισι δεθεῖσαι καὶ στυφελὰ στυφελοῖσιν ἐπ’ ἄχθεσιν ἄχθεα θεῖσαι νῶτα διαθρύψωσι· μεσοδμήτωι δὲ μολύβδωι
480ἠρέμα πιληθεῖσα βάσις μαλθάσσετο πέτρου. Λαϊνέη δ’ ὅλα νῶτα κατεσφήκωσέ τις ἄντυξ, πάντοθεν εὐδίνητος, ὅπηι καὶ ῥίζα καθέρπει σφαίρης ἡμιτόμοιο καὶ ἄντυγές εἰσιν ἑλιγμῶι τοῦ πυμάτου κύκλοιο, τὸν ἁψίδων κατὰ νῶτα
485ἀνέρες ἐστεφάνωσαν. ἐπὶ προβλῆτι δὲ κόσμωι ἐκκρεμέες λάϊγγες ἐτορνώσαντο πορείην στεινήν, τερμιόεσσαν· ὅπηι καὶ φωσφόρος ἀνὴρ ἄτρομος ἀμφιθέων ἱεροὺς λαμπτῆρας ἀνάπτει. ἐγρομένη δ’ ἐφύπερθεν ἐς ἄπλετον ἠέρα πήληξ
490πάντοθι μὲν σφαιρηδὸν ἑλίσσεται, οἷα δὲ φαιδρὸς οὐρανὸς ἀμφιβέβηκε δόμου σκέπας· ἀκροτάτης δὲ σταυρὸν ὑπὲρ κορυφῆς ἐρυσίπτολιν ἔγραφε τέχνη. ἔστι δ’ ἰδεῖν μέγα θάμβος, ὅπως κατὰ βαιὸν ἰοῦσα
εὐρυτέρη μὲν ἔνερθεν, ὕπερθε δὲ μεῖον ἀνέρπει·330
495οὐ μὴν ὀξυκάρηνος ἀνέσσυται, ἀλλ’ ἄρα μᾶλλον ὡς πόλος ἠερόφοιτος. ἐπ’ εὐκαμάτοισι δὲ νώτοις ἁψίδων ἐπέπηξε βάσιν [ πάντοθι δινηθεῖσαν. ἀνερπ[ ]ουσ[ ]ας λαοδόμων παλάμηισιν ἀμοιβαδὸν ἔξεσεν οἴμους.

(500)

εἰσορόων φαίης κτένα [γύρ]ιον, ὧι φύσις [ ἀγλαΐην ἐχάραξε[ οὐκέτι δ’ ἀλλήλη[σιν ὁ]μ[ιλ]αδὸν εἰ[ς ἓν] ἰοῦσα[ι ἀτραπιτοὶ συνέκυρσαν ἐριχρύσοιο κ[αρή]νου· ἀλλὰ μέση στεφανηδὸν ἄνω[ ]ἄντυξ
505ἀσκαφέος χώροιο, τὸν οὐκ ἐ[ τέ]χνη. ]τύπος σταυροῖο μεσόμ[φα]λος ἔνδοθι κύκλου λεπταλέηι ψηφῖδι χαράσσεται, ὄφρα σαώσηι νηὸν ἀειφρούρητον ὅλου κόσμοιο σαωτήρ. σφαίρης δ’ ἡμιτόμου περὶ πυθμένα πεντάκις ὀκτὼ
510εὐφαέων ἁψῖδας ἐτεχνήσαντο θυρέτρων, ὁππόθεν ἁβροκόμοιο σέλας πορθμεύεται ἠοῦς. Θάμβος ἔχω, τίνα μῆτιν ἐπήραρεν εὐρέϊ νηῶι ἡμέτερος σκηπτοῦχος, ὅπως δωμήτορι μόχθωι ἀνέρες, εὐτέχνοισιν ὑποδρήσσοντες ἐδέθλοις,
515πλίνθοις ὀπταλέηισιν ἀνεστήσαντο δεθείσας ἄντυγας ἀψίδων τε καὶ εὐρυπόρου σκέπας οἴκου. καὶ γὰρ ἀνὴρ πολύμητις, ἀνειμένος ἴδμονι τέχνηι, ἄξυλον εὐρόφοιο τέγος τεχνήσατο νηοῦ. οὐδὲ γὰρ οὐ Φοίνισσαν ὑπὲρ Λιβάνοιο κολώνην
520οὐδὲ μὲν Ἀλπείων σκοπέλων ἀνὰ δάσκιον ὕλην Ἀσσύριος δρυτόμος τις ἀνὴρ ἢ Κελτὸς ἀράσσων δενδροκόμοις βουπλῆγας ἐν ἄλσεσιν, οὔ τινα πεύκην, οὐκ ἐλάτην ἐνόησεν ἐπαρκέας οἶκον ἐρέψαι· οὐδὲ μὲν οὐ κυπάρισσον Ὀροντίδος ἄλσεα Δάφνης,
525οὐ Πατάρων εὔδενδρος ἀνηέξησεν ἐρίπνη, ἥτις ἀπειρεσίοιο τέγος νηοῖο πυκάσσηι. καὶ γὰρ ἄναξ πολύυμνος, ἃ μὴ φύσις εὗρε καλύψαι δένδρεσι μηκεδανοῖσι, λίθων ἐκαλύψατο κύκλοις. οὕτω τετραπόροισιν ἐφ’ ἁψίδεσσι καλύπτρη
530εὐπήληξ βαθύκολπος ἀείρεται. ἦ τάχα φαίης οὐρανὸν ἐς πολύκυκλον ἀλώμενον ὄμμα τιταίνειν.
Ἀλλ’ ἐπὶ [μὲν φαέθοντ]α καὶ ἕσπερον οὔτι νοήσεις ἁψίδων ὑπένερθεν, ὅλος δ’ ἀναπέπτ[αται ἀ]ήρ· ἐς δὲ νότον κελάδοντα καὶ εἰς κλίσιν ἄβροχον ἄρκτων332
535τοῖχος ἐρισθενέτης ἀνατείνεται ἄχρι γενείου ἄντυγος εὐτροχάλοιο, λέλαμπε δὲ τετράκι δοιαῖς πλησιφαὴς θυρίδεσσιν. ἐρήρεισται δ’ ὅγε τοῖχος νειόθι λαϊνέοισιν ὑπ’ ἴχνεσιν· ἓξ γὰρ ὑπ’ αὐτῶι κίονες Αἱ[μ]ο[νι]ῆες ἴσοι χλοάοντι μαράγδωι
540ἀκαμάτων ξυνοχῆας ἀνεστήσαντο τενόντων, ἔνθα γυναικείων ἀναφαίνεται ἔνδια θώκων. τοὺς δὲ χαμαιπαγέες πίσυρες μεγάλοισι [κα]ρήνοις κίονες ὀχλίζουσιν ὑπ’ ἀστυφέλικτον ἀνάγκην χρυσόκομοι χαρίτεσσι κατήορο[ι, ]ται
545Θεσσαλίδος πέτρης ἀμαρύγματα· μέσσα δὲ νηοῦ ἔνδια καλλιχόροιο διακρίνουσιν ἐδέθλων γείτονος αἰθούσης περιμήκεος. οὔ ποτε τοίους κίονας ἐτμήξαντο Μολοσσίδος ἔνδοθι γαίης, ὑψιλόφους, χαρίεντας, ἐύχλοας ἄλσεσι[

(550)

ἄνθεσι δαιδαλέοισι τεθηλότας. —Ἀλλὰ καὶ αὐτῆς αἰθούσης κατὰ μέσσον ἐρείσατο τέσσαρας ἄλλους κίονας Ἀνθέμιος πολυμήχανος ἠδὲ σὺν αὐτῶι πάνσοφον Ἰσιόδωρος ἔχων νόον· ἀμφότεροι γὰρ καλλιπόνων βουλῆισιν ὑποδρήσσοντες ἀνάκτων
555νηὸν ἐδωμήσαντο πελώριον· ἀλλ’ ἐνὶ μέτροις μήκεος ἐγγυτέρων μὲν ὀλίζονες, ἐκ δὲ τιθήνης τῆς αὐτῆς χλοεροῖσιν ἀποστίλβουσιν ἀώτοις. ἀλλὰ γὰρ οὐ στοιχηδὸν ἐπισχερὼ εὔποδας οὗτοι πυθμένας ἐρρίζωσαν, ἐφεδρήσσουσι δὲ γαίηι
560ἀντίοι ἀλλήλοισι δύω δυσίν· ὧν κατὰ κόρσης τετραπόροις σειρῆισιν ἐπειλιχθεῖσα κεραίη νῶτον ὑπεστήριξε γυναικείοισιν ἐδέθλοις. ἐγγύθι δ’ ἔστι πύλη βορεώτιδος ἐς κλίσιν αὔρης, λαὸν ἀπιθύνουσα πρὸς ἀχράαντα λοετρά,
565ἀνδρομέου βιότοιο καθάρσια, τῶν ἄπο λυγρὴ σμῶδιξ ὠλεσίθυμος ἐλαύνεται ἀμπλακιάων. Τέτρασι δ’ ἐξείης ἐπὶ κίοσιν, ἔνθα καὶ ἔνθα, ἁβροῖς, Θεσσαλικοῖσι, πρὸς ἀμφιλύκην τε καὶ ἠῶ αἰθούσης κατὰ μῆκος ἑλίσσεται ἔργα κυλίνδρων
570ἡμιτόμοις ἀτάλαντα διοδμήτους παρὰ τοίχους, τρητά, διαστείχουσιν ἀνειμένα· πρὸς μὲν ἀήτην ἀρκτῶιον ξυνοχῆας ἀνακλίνουσι θυρέτρων διζυγέων· νότιον δὲ ποτὶ πτερόν, ἄντα πυλάων,
εὐτύκτους κενεῶνας ἐειδομένους τινὶ παστῶι·334
575πρὸς δὲ φάος καὶ νύκτα πάλιν δύο κίονας ἄλλους Αἱμονίους δοιούς τε περικλύστου Προκονήσου, στήμονας, ὑψιλόφους, πυλέων ἄγχιστα παγέντας. ἀλλ’ ἐπὶ μὲν φαέθοντα πύλη μία, πρὸς δὲ κελαινῆς νυκτὸς ἕδος δισσὴν ἐπὶ δικλίδα λαὸς ὁδεύει.
580 Δήεις καὶ νοτίην βορεώτιδι πᾶσαν ὁμοίην μηκεδανὴν αἴθουσαν, ἔχει δέ τι καὶ πλέον ἥδε· τείχει γάρ τινι χῶρον ἀποκρινθέντα φυλάσσει Αὐσονίων βασιλῆϊ θεοστέπτοις ἐν ἑορταῖς. ἔνθα δ’ ἐμὸς σκηπτοῦχος ἐφήμενος ἠθάδι θώκωι
585μυστιπόλοις βίβλοισιν ἑὴν ἐπέτασσεν ἀκουήν. Ἶσα δὲ τοῖς ὑπένερθε καὶ ὑψόθι πάντα νοήσει θηλυτέρην αἴθουσαν ἐς ἀμφοτέρας τις ἀνελθών· ἡ γὰρ ὑπερτέλλουσα πρὸς ἕσπερον οὐκέτι δοιαῖς ἴση ταῖς ἑτέρηισιν, ὑπὲρ νάρηκος ἰοῦσα.
590 Ἀλλὰ καὶ ἀμβροσίοιο πρὸς ἐσπέριον πόδα νηοῦ τέτρασιν αἰθούσηισι περίδρομον ὄψεαι αὐλήν, ὧν μία μὲν νάρθηκι συνάπτεται, αἵ γε μὲν ἄλλαι πεπταμέναι τελέθουσι πολυσχιδέεσσι κελεύθοις. μηκεδανῆς δ’ ἐρίτιμον ἐς ὀμφαλὸν ἵσταται αὐλῆς
595εὐρυτάτη φιάλη τις, Ἰασσίδος ἔκτομος ἄκρης, ἔνθα ῥόος κελαδῶν ἀναπάλλεται ἠέρι πέμπειν ὁλκὸν ἀναθρώσκοντα βίηι χαλκήρεος αὐλοῦ, ὁλκὸν ὅλων παθέων ἐλατήριον, ὁππότε λαὸς μηνὶ χρυσοχίτωνι, θεοῦ κατὰ μύστιν ἑορτήν,

(600)

ἐννυχίοις ἄχραντον ἀφύσσεται ἄγγεσιν ὕδωρ· ὁλκὸν ἀπαγγέλλοντα θεοῦ μένος· οὐ γὰρ ἐκείνοις οὔποτε πυθομένοισιν ἐπέχραεν ὕδασιν εὐρώς, εἰ καὶ πουλυέτηρον ἐπὶ χρόνον ἔκτοθι πηγῆς κάλπιδος ἐν γυάλοισιν ἐελμένα δώμασι μίμνοι.
605λαότορον δ’ ἀνὰ τοῖχον ἐΰγραφα δαίδαλα τέχνης πάντοθεν ἀστράπτουσιν. ἁλιστεφέος Προκονήσου ταῦτα φάραγξ ἐλόχευσε. πολυτμήτων δὲ μετάλλων ἁρμονίη γραφίδεσσιν ἰσάζεται· ἐν γὰρ ἐκείνηι τετρατόμοις λάεσσι καὶ ὀκτατόμοισι νοήσεις
610ζευγνυμένας κατὰ κόσμον ὁμοῦ φλέβας· ἀγλαΐην δὲ ζωοτύπων λάϊγγες ἐμιμήσαντο δεθεῖσαι. Πολλὰς δ’ ἔνθα καὶ ἔνθα περὶ πλευράς τε καὶ ἄκρας ἄντυγας ἀμβροσίοιο κατόψεαι ἔκτοθι νηοῦ
αὐλὰς ἀσκεπέας· τόδε γὰρ τεχνήμονι κόσμωι336
615ἠνύσθη περὶ σεμνὸν ἀνάκτορον, ὄφρα φανείη φέγγεσιν εὐγλήνοισι περίρρυτον ἠριγενείης. Καὶ τίς ἐριγδούποισι χανὼν στομάτεσσιν Ὁμήρου μαρμαρέους λειμῶνας ἀολλισθέντας ἀείσει ἠλιβάτου νηοῖο κραταιπαγέας περὶ τοίχους
620καὶ πέδον εὐρυθέμειλον; ἐπεὶ καὶ χλωρὰ Καρύστου νῶτα μεταλλευτῆρι χάλυψ ἐχάραξεν ὀδόντι καὶ Φρύγα δαιδαλέοιο διέθρισεν αὐχένα πέτρου, τὸν μὲν ἰδεῖν ῥοδόεντα, μεμιγμένον ἠέρι λευκῶι, τὸν δ’ ἅμα πορφυρέοισι καὶ ἀργυφέοισιν ἀώτοις
625ἁβρὸν ἀπαστράπτοντα. πολὺς δ’ εὐπήχεϊ Νείλωι φορτίδα πιλήσας ποταμίτιδα λᾶας ἀνίσχων πορφύρεος λεπτοῖσι πεπασμένος ἀστράσι λάμπει. καὶ χλοερὸν λάϊγγος ἴδοις ἀμάρυγμα Λακαίνης μάρμαρά τε στράπτοντα πολυπλάγκτοισιν ἑλιγμοῖς,
630ὅσσα φάραγξ βαθύκολπος Ἰασσίδος εὗρε κολώνης, αἱμαλέωι λευκῶι τε πελιδνωθέντι κελεύθους λοξοτενεῖς φαίνουσα, καὶ ὁππόσα Λύδιος ἀγκὼν ὠχρὸν ἐρευθήεντι μεμιγμένον ἄνθος ἑλίσσων· ὅσσα Λίβυς φαέθων, χρυσέωι σελαγίσματι θάλπων,
635χρυσοφανῆ κροκόεντα λίθων ἀμαρύγματα τεύχει ἀμφὶ βαθυπρήωνα ῥάχιν Μαυρουσίδος ἄκρης· ὅσσα τε Κελτὶς ἀνεῖχε βαθυκρύσταλλος ἐρίπνη χρωτὶ μέλαν στίλβοντι πολὺ γλάγος ἀμφιβαλοῦσα ἔκχυτον, ἧι κε τύχηισιν, ἀλώμενον ἔνθα καὶ ἔνθα·
640ὅσσα τ’ Ὄνυξ ἀνέηκε διαυγάζοντι μετάλλωι ὠχριόων ἐρίτιμα, καὶ Ἀτρακὶς ὁππόσα λευροῖς χθὼν πεδίοις ἐλόχευσε καὶ οὐχ ὑψαύχενι βήσσηι, πῆι μὲν ἅλις χλοάοντα καὶ οὐ μάλα τῆλε μαράγδου, πῆι δὲ βαθυνομένου χλοεροῦ κυανώπιδι μορφῆι·
645ἦν δέ τι καὶ χιόνεσσιν ἀλίγκιον ἄγχι μελαίνης μαρμαρυγῆς, μικτὴ δὲ χάρις συνεγείρετο πέτρου. Πρὶν δὲ πολυτμήτοιο σέλας ψηφῖδος ἱκέσθαι, λεπτὰς λαοτόρος παλάμηι λάϊγγας ὑφαίνων μαρμαρέας ἔγραψε μετὰ πλάκας ἐς μέσα τοίχων

(650)

σύνδετον εὐκάρποισι κέρας βεβριθὸς ὀπώραις καὶ ταλάρους καὶ φύλλα, κατ’ ἀκρεμόνων δὲ χαράσσει ἑζομένην ὄρνιθα. μετ’ εὐκεράους δὲ κελεύθους
κλήμασι χρυσοκόμοισι περίδρομος ἄμπελος ἕρπει, δεσμὸν ἑλιξοπόρον σκολιοῖς πλέξασα κορύμβοις·338
655ἠρέμα δὲ προνένευκεν, ὅσον καὶ γείτονα πέτρην βαιὸν ἐπισκιάειν ἑλικώδεϊ πλέγματι χαίτης. αἰθούσης τάδε πάντα καλοὺς περινείσσεται οἴκους. ἀλλὰ καὶ ὑψιλόφοις ἐπὶ κίοσιν, ἔνθοδι πέζης λαϊνέης προβλῆτος, ἕλιξ πολύκεστος ἀκάνθης
660ὑγρὰ διερπύζων ἀνελίσσετο, δεσμὸς ἀλήτης, χρύσεος, ἱμερόεις, ἀκίδα τρηχεῖαν ἑλίσσων· μάρμαρα δ’ ὀμφαλόεντα περιστέφει εἴκελα δίσκοις πορφυρέοις, στίλβοντα χάριν θελξίφρονα πέτρης. πᾶν δὲ πέδον στορέσασα Προκοννήσοιο κολώνη
665ἀσπασίως ὑπέθηκε βιαρκέϊ νῶτον ἀνάσσηι· ἠρέμα δὲ φρίσσουσα διέπρεπε Βοσπορὶς αἴγλη ἀκροκελαινιόωντος ἐπ’ ἀργεννοῖο μετάλλου. Χρυσεοκολλήτους δὲ τέγος ψηφῖδας ἐέργει, ὧν ἄπο μαρμαίρουσα χύδην χρυσόρρυτος ἀκτὶς
670ἀνδρομέοις ἄτλητος ἐπεσκίρτησε προσώποις. φαίη τις Φαέθοντα μεσημβρινὸν εἴαρος ὥρηι εἰσοράαν, ὅτε πᾶσαν ἐπεχρύσωσεν ἐρίπνην. καὶ γὰρ ἐμὸς σκηπτοῦχος, ὅλης χθονὸς εἰς ἓν ἰούσης, βάρβαρον Αὐσόνιόν τε πολύτροπον ὄλβον ἀγείρας,
675λάϊνον οὐκ ἔκρινεν ἐπαρκέα κόσμον ἐδέθλοις ἀμβροσίου νηοῖο θεουδέος, ὧι ἔνι πάσης ἐλπίδος εὐφροσύνην ὑπεραυχέα θήκατο Ῥώμη· ἀλλὰ καὶ ἀργυρέοιο χύδην οὐ φείσατο κόσμου. ἐνθάδε Παγγαίοιο ῥάχις καὶ Σουνιὰς ἄκρη
680ἀργυρέας ὤϊξαν ὅλας φλέβας· ἐνθάδε πολλοὶ ἡμετέρων θημῶνες ἀνωΐχθησαν ἀνάκτων. καὶ γὰρ ὅσον μεγάλοιο πρὸς ὄρθιον ἄντυγα νηοῦ χῶρον ἀναιμάκτοισιν ἀπεκρίναντο θυηλαῖς, οὐκ ἐλέφας, οὐ τμῆμα λίθων ἢ χαλκὸς ὁρίζει,
685ἀλλ’ ὅλον ἐθρίγκωσεν ὑπ’ ἀργυρέοισι μετάλλοις. οὐδὲ μὲν οὐ μούνοις ἐπὶ τείχεσιν, ὁππόσα μύστην ἄνδρα πολυγλώσσοιο διακρίνουσιν ὁμίλου, γυμνὰς ἀργυρέας ἔβαλε πλάκας, ἀλλὰ καὶ αὐτοὺς κίονας ἀργυρέοισιν ὅλους ἐκάλυψε μετάλλοις,
690τηλεβόλοις σελάεσσι λελαμπότας, ἑξάκι δοιούς· οἷς ἔπι, καλλιπόνοιο χερὸς τεχνήμονι ῥυθμῶι, ὀξυτέρους κύκλοιο χάλυψ κοιλήνατο δίσκους,
ὧν μέσον ἀχράντοιο θεοῦ δείκηλα χαράξας ἄσπορα δυσαμένου βροτέης ἰνδάλματα μορφῆς,340
695πῆι μὲν ἐϋπτερύγων στρατὸν ἔξεσεν ἀγγελιάων αὐχενίων ξυνοχῆα κατακλίνοντα τενόντων (οὐ γὰρ ἰδεῖν τέτληκε θεοῦ σέβας οὐδὲ καλύπτρηι ἀνδρομέηι κρυφθέντος, ἐπεὶ θεός ἐστιν ὁμοίως ἑσσάμενος καὶ σάρκα λυτήριον ἀμπλακιάων),

(700)

πῆι δὲ θεοῦ κήρυκας ὀδοὺς ἤσκησε σιδήρου τοὺς προτέρους, πρὶν σάρκα λαβεῖν θεόν, ὧν ἀπὸ φωνῆς ἐσσομένου Χριστοῖο διέπτατο θέσπις ἀοιδή. οὐδὲ μὲν οὐδ’ αὐτῶν παραδέδρομεν εἴδεα τέχνη, οἷς κύρτος νεπόδων τε τὸ δίκτυον, οἵτε χαμηλὰ
705ἔργα βίου προλιπόντες ἀλιτρονόους τε μερίμνας οὐρανίου βασιλῆος ἐφωμάρτησαν ἐφετμῆι, ἀνέρας ἀγρεύοντες, ἀπ’ ἰχθυβόλοιό τε τέχνης ζωῆς ἀθανάτοιο καλὴν τανύσαντο σαγήνην. ἄλλοθι δὲ Χριστοῖο κατέγραφε μητέρα τέχνη,
710φέγγεος ἀενάοιο δοχήϊον, ἧς ποτε γαστὴρ γαστέρος ἐργατίνην ἁγίοις ἐθρέψατο κόλποις. ἐς δὲ μέσας ἱεροῦ πλάκας ἕρκεος, αἳ περὶ φῶτας εὐιέρους τεύχουσι μεταίχμια, γράμμα χαράσσει ἡ γλυφὶς ἓν πολύμυθον· ἀολλίζει γὰρ ἀνάσσης
715οὔνομα καὶ βασιλῆος· ἴσον γε μὲν ὀμφαλοέσσηι ἀσπίδι μεσσατίοισι τύπον κοιλήνατο χώροις σταυρὸν ἀπαγγέλλουσα. διὰ τρισσῶν δὲ θυρέτρων ἕρκος ὅλον μύστηισιν ἀνοίγεται· ἐν γὰρ ἑκάστηι πλευρῆι βαιὰ θύρετρα διέτμαγεν ἐργοπόνος χείρ.
720 Χρυσείης δ’ ἐφύπερθε παναχράντοιο τραπέζης ἄσπετος εὐρυκέλευθον ἐς ἠέρα πύργος ἀνέστη, τετραπόροις ἁψῖσιν ἐπ’ ἀργυρέηισι βεβηκώς. κίοσι δ’ ἀργυρέηισιν ἀείρεται, ὧν ἐπὶ κόρσης ἀργυρέους ἵδρυσε πόδας τετράζυγος ἁψίς.
725ὑψόθι θ’ ἀψίδων ἀνατείνεται οἷά τε κώνου εἴκελον, ἀλλ’ οὐ πάμπαν ὁμοίιον· οὐ γὰρ ἑλίσσει νειόθεν εὐκύκλοιο περίτροχον ἄντυγα πέζης, ἀλλά τις ὀκτάπλευρος ἔφυ βάσις, ἐκ δὲ κελεύθου εὐρυτέρης κατὰ βαιὸν ἐς ὀξυκόρυμβον ἀνέρπει,
730ὀκτὼ δ’ ἀργυρέας τανύει πλάκας· ἁρμονίης δὲ ζευγνυμένης δολιχὴ ῥάχις ἵσταται· αἱ δὲ τριγώνοις εἰδόμεναι μίσγουσι πόρους ὀκτάζυγος οἴμου εἰς ἓν ἀγειρομένους κορυφῆς σημήϊον ἄκρης· ὁππόθι καὶ κρητῆρος ὑπήραρεν εἰκόνα τέχνη
735χείλεά τε κρητῆρος ὑποκλασθέντα πετήλων εἶδος ἐμορφώσαντο. μέσωι δ’ ἐνεθήκατο χώρωι ἀργύρεον στίλβοντα πόλου τύπον· ὑψόθι δ’ αὐτοῦ σταυρὸς ὑπερτέλλων ἀναφαίνεται· ἵλαος εἴη. ἁψίδων δ’ ἐφύπερθεν ἕλιξ πολύκεστος ἀκάνθης342
740πέζα διερπύζει νέατον περὶ πυθμένα κώνου. ὀρθοτενεῖς ἀκτῖνας, ἴσας εὐώδεϊ καρπῶι ὄγχνης καλλικόμοιο, διακριδὸν ὑψόθι φαίνει λαμπομένας σελάεσσιν, ὑπερτέλλουσι δὲ πέζης. ὁππόθι δ’ ἀλλήλοισιν ἀρηρότα πείρατα πέζης
745ἁρμονίην τεύχουσιν, ἐνιδρύσαντο παγέντας ἀργυρέους κρητῆρας. ἐπὶ κρητῆρι δ’ ἑκάστωι πυρσοφόρους στήσαντο, λιπαυγέα δείκελα κηροῦ, κόσμον ἀπαγγέλλοντα καὶ οὐ φάος· ἀργυρέοις γὰρ πάντοθι τορνωθέντα περιστίλβουσι μετάλλοις

(750)

φαιδρὰ λεαινομένοισιν· ἀπυρσεύτωι δ’ ἀμαρυγῆι ἀργυρέην ἀκτῖνα καὶ οὐ φλόγα κηρὸς ἰάλλει. κίοσι δὲ χρυσέαις ἱερῆς πάγχρυσα τραπέζης νῶτα κατηρείσαντο, κατὰ χρυσέων δὲ θεμείλων ἵσταται, ἀφνειῶν δὲ λίθων ποικίλλεται αἴγληι.
755 Πῆι φέρομαι; πῆι μῦθος ἰὼν ἀχάλινος ὁδεύει; ἴσχεο τολμήεσσα μεμυκότι χείλεϊ φωνή, μηδ’ ἔτι γυμνώσειας ἃ μὴ θέμις ὄμμασι λεύσσειν. μυστιπόλοι δ’ ὑπὸ χερσίν, ὅσοις τόδε θεσμὰ κελεύει, Σιδονίης φοίνικι βεβαμμένον ἄνθεϊ κόχλου
760φᾶρος ἐφαπλώσαντες ἐρέψατε νῶτα τραπέζης, τέτρασι δ’ ἀργυρέηισιν ἐπὶ πλευρῆισι καλύπτρας ὀρθοτενεῖς πετάσαντες ἀπείρονι δείξατε δήμωι χρυσὸν ἅλις καὶ φαιδρὰ σοφῆς δαιδάλματα τέχνης. ὧν μία μὲν ποίκιλλε σέβας Χριστοῖο προσώπου·
765τοῦτο δὲ καλλιπόνοιο φυτεύσατο χείρεσι τέχνης οὐ γλυφίς, οὐ ῥαφίδων τις ἐλαυνομένης διὰ πέπλων, ἀλλὰ μεταλλάσσουσα πολύχροα νήματα πήνη, νήματα ποικιλόμορφα, τὰ βάρβαρος ἤροσε μύρμηξ. χρυσοφαὲς δ’ ἀμάρυγμα βολαῖς ῥοδοπήχεος ἠοῦς
770ἁπλοῒς ἀντήστραψε θεοκράντων ἐπὶ γυίων, καὶ Τυρίηι πόρφυρε χιτὼν ἁλιανθέϊ κόχλωι, δεξιὸν εὐτύκτοις ὑπὸ νήμασιν ὦμον ἐρέπτων· κεῖθι γὰρ ἀμπεχόνης μὲν ἀπωλίσθησε καλύπτρη, καλὰ δ’ ἀνερπύζουσα διὰ πλευρῆς ὑπὲρ ὤμου
775ἀγκέχυται λαιοῖο· γεγύμνωται δὲ καλύπτρης πῆχυς καὶ θέναρ ἄκρον. ἔοικε δὲ δάκτυλα τείνειν
δεξιτερῆς, ἅτε μῦθον ἀειζώοντα πιφαύσκων, λαιῆι βίβλον ἔχων ζαθέων ἐπιίστορα μύθων, βίβλον ἀπαγγέλλουσαν, ὅσα χραισμήτορι βουλῆι344
780αὐτὸς ἄναξ ἐτέλεσσεν ἐπὶ χθονὶ ταρσὸν ἐρείδων. πᾶσα δ’ ἀπαστράπτει χρυσέη στολίς· ἐν γὰρ ἐκείνηι τρητὸς λεπταλέος περὶ νήματα χρυσὸς ἑλιχθείς, σχήμασιν ἢ σωλῆνος ὁμοίιος ἤ τινος αὐλοῦ, δέσμιος ἱμερόεντος ἐρείδεται ὑψόθι πέπλου,
785ὀξυτέραις ῥαφίδεσσι δεθεὶς καὶ νήμασι Σηρῶν. ἱστάμενοι δ’ ἑκάτερθε δύω κήρυκε θεοῖο, Παῦλος, ὅλης σοφίης θεοδέγμονος ἔμπλεος ἀνήρ, καὶ σθεναρὸς κληιδοῦχος ἐπουρανίων πυλεώνων, αἰθερίοις δεσμοῖσιν ἐπιχθονίοις τε κελεύων·
790ὃς μὲν ἐλαφρίζει καθαρῆς ἐγκύμονα ῥήτρης βίβλον, ὁ δὲ σταυροῖο τύπον χρυσέης ἐπὶ ῥάβδου. ἄμφω δὲ στολίδεσσιν ὑπ’ ἀργυφέηισι πυκάζει πήνη ποικιλόεργος· ἐπ’ ἀμβροσίων δὲ καρήνων νηὸς ἐκολπώθη χρύσεος, τριέλικτον ἐγείρων
795ἀγλαΐην ἁψῖδος· ἐφεδρήσσει δὲ βεβηκὼς τέτρασι χρυσείοις ἐπὶ κίοσι. χείλεσι δ’ ἄκροις χρυσοδέτου πέπλοιο κατέγραφεν ἄσπετα τέχνη ἔργα πολισσούχων ἐριούνια παμβασιλήων· πῆι μὲν νουσαλέων τις ἀκέστορας ὄψεται οἴκους,

(800)

πῆι δὲ δόμους ἱερούς. ἑτέρωθι δὲ θαύματα λάμπει οὐρανίου Χριστοῖο· χάρις δ’ ἐπιλείβεται ἔργοις. ἐν δ’ ἑτέροις πέπλοισι συναπτομένους βασιλῆας ἄλλοθι μὲν παλάμαις Μαρίης θεοκύμονος εὕροις, ἄλλοθι δὲ Χριστοῖο θεοῦ χερί· πάντα δὲ πήνης
805νήμασι χρυσοπόρων τε μίτων ποικίλλεται αἴγληι. Πάντα μὲν ἀγλαΐηι καταειμένα, πάντα νοήσεις ὄμμασι θάμβος ἄγοντα· φαεσφορίην δὲ λιγαίνειν ἑσπερίην οὐ μῦθος ἐπάρκιος. ἦ τάχα φαίης ἐννύχιον Φαέθοντα καταυγάζειν σέβας οἴκου.
810καὶ γὰρ ἐμῶν πολύμητις ἐπιφροσύνη βασιλήων ἀντιπόροις ἑλίκεσσι πολυγνάμπτοισι δεθείσας πλεκτὰς χαλκελάτους δολιχὰς ἐτανύσσατο σειρὰς λαϊνέης προβλῆτος ἀπ’ ἄντυγος, ἧς ἐπὶ νώτωι νηὸς ἀερσικάρηνος ἐρείσατο ταρσὰ καλύπτρης.
815αἱ δὲ κατειβόμεναι περιμήκεος ἔκποθεν οἴμου ἀθρόαι ἀΐσσουσι κατὰ χθόνα· πρὶν δ’ ἀφικέσθαι ἐς πέδον, ὑψικέλευθον ἀνεκρούσαντο πορείην. καὶ χορὸν ἐκτελέουσιν ὁμόγνιον. ἐκ δέ νυ σειρῆς
ἀργυρέους στεφανηδὸν ἀπ’ ἠέρος ἥψατο δίσκους346
820ἐκκρεμέας περὶ τέλσα μέσου τροχάοντα μελάθρου. οἱ δὲ καθερπύζοντες ἀφ’ ὑψιπόροιο κελεύθου ἀνδρομέων κυκληδὸν ὑπερτέλλουσι καρήνων. τοὺς μὲν ἀνὴρ πολύϊδρις ὅλους ἐτόρησε σιδήρωι, ὄφρα κεν ἐξ ὑάλοιο πυρικμήτοιο ταθέντας
825οὐριάχους δέξαιντο καὶ ἐκκρεμὲς ἀνδράσιν εἴη φέγγεος ἐννυχίοιο δοχήϊον. οὐδ’ ἐνὶ δίσκοις μούνοις φέγγος ἔλαμπε φιλέννυχον· ἀλλ’ ἐνὶ κύκλωι καὶ μεγάλου σταυροῖο τύπον πολύωπα νοήσεις, γείτονα μὲν δίσκοιο, πολυτρήτοισι δὲ νώτοις
830ἄγγος ἐλαφρίζοντα σελασφόρον. εὐσελάων δὲ κύκλιος ἐκ φαέων χορὸς ἵσταται. ἦ τάχα φαίης ἐγγύθεν ἀρκτούροιο δρακοντείων τε γενείων οὐρανίου στεφάνοιο λελαμπότα τείρεα λεύσσειν. Οὕτω μὲν κατὰ νηὸν ἑλίσσεται ἑσπερίη φλόξ,
835φαιδρὸν ἀπαστράπτουσα· μέσωι δ’ ἐνὶ μείονι κύκλωι δευτατίου στεφάνοιο σελασφόρον ἄντυγα δήεις. μεσσοπαγὲς δ’ ἐπὶ κέντρον ἀπ’ ἠέρος ἄλλος ὀρούσας δίσκος ἐὺς σελάγιζε· φυγὰς δ’ ἀπελαύνεται ὄρφνη. Ἐγγύθι δ’ αἰθούσης παρὰ κίονας ἔνθα καὶ ἔνθα
840μουνοφανῆ λαμπτῆρα διακριδὸν ἄλλον ἀπ’ ἄλλου ἑξείης ἀνέθηκαν· ὅλον δ’ ἐπὶ μῆκος ὁδεύει τηλεπόρου νηοῖο· κύτος δ’ ὑπέθηκαν ἑκάστωι ἀργύρεον, πλάστιγγι πανείκελον, ὧι ἐνὶ μέσσωι εὐφαέος κρητῆρες ἐφεδρήσσουσιν ἐλαίου.
845οὐ μὴν ἰσοτενής τις ὅλοις μία πέζα καθέρπει, πολλὰ δ’ ἄναντα κάταντα σὺν ἀγλαΐηισι νοήσεις νήδυμα κυμαίνοντα· πολυστρέπτου δ’ ἀπὸ σειρῆς ἠερίαις βαθμηδὸν ἐπαστράπτουσι κελεύθοις. οὕτω καὶ δικόρυμβον Ὑὰς σελάγισμα φαείνει,

(850)

ἡμιτόμου ταύροιο καταγραφθεῖσα μετώποις. ἀλλὰ καὶ ἀργυρέας τις ἴδοι νέας· ἐμπορίης δὲ φόρτον ἀερτάζουσι φαεσφόρον· ἐκκρεμέες δὲ εὐφαέος πλώουσι κατ’ ἠέρος ἀντὶ θαλάσσης οὐδὲ νότον τρομέουσι καὶ ὀψεδύοντα Βοώτην.
855ἐς δὲ βαθὺ κρηπῖδος ἐδέθλιον ἁβρὰ νοήσεις δούρατα δικραίροιο μέσον τροχάοντα σιδήρου, ὧν ἔπι νηοπόλοιο φάλαγξ διανείσσεται αἴγλης ἰθυπόροις κανόνεσσιν ἐρευθομένοισι δεθεῖσα.
ἀλλὰ τὰ μὲν περὶ πέζαν, ὅπηι καὶ πυθμένας ἁβραὶ348
860κίονες ἱδρύσαντο, τὰ δ’ ὑψόθεν εἰσὶ καρήνων τοίχων μηκεδανῆισι παραστείχοντα κελεύθοις. Ναὶ μὴν οὐδ’ ἀσέλαστα μάτην ἐλέλειπτο καρήνου ταρσὰ βαθυστέρνοιο· περὶ προβλῆτι δὲ πέτρωι ἄζυγας εὐδίνητον ἐς ἄντυγα λαμπάδας ἅψας
865χαλκείοις σταλίκεσσιν ἀνὴρ ἐνεδήσατο μύστης. ὡς δ’ ὅτε παρθενικήν τις ἑὴν βασιληΐδα κούρην ἀμφιέπων χαρίεντα κατ’ αὐχένος ὅρμον ἑλίξηι χρυσοδέτου στράπτοντα πυραυγέϊ λυχνίδος αἴγληι, οὕτω ἐμὸς σκηπτοῦχος ἐπήραρεν ἄντυγι πάσηι
870φάεα κυκλοφόρητα, συνέμπορα πάντοθι πέζης. Ἔστι καὶ ἀργυρέαις ἐπὶ κίοσιν, ὑψόθι κόρσης, στεινὴ πυρσοφόροισιν ἐπίδρομος οἶμος ὁδίταις, πλησιφαής, φαιδροῖσιν ἀποστίλβουσα κορύμβοις· κεῖνα γὰρ ἢ κώνοισιν ὀριτρεφέεσσιν ὁμοῖα
875δένδρεά τις καλέσειεν ἢ ἁβροκόμοις κυπαρίσσοις. εἰσὶ μὲν ὀξυκάρηνα, περιτροχάουσι δὲ κύκλοι εὐρύτεροι κατὰ βαιόν, ἕως ἐπὶ λοίσθιον ἔλθηις ἄντυγος, ἣ περὶ πρέμνον ἑλίσσεται· ἐν δέ νυ κείνοις ἄνθος ἀνεβλάστησε πυρισπόρον. ἀντὶ δὲ ῥίζης
880ἀργυρέους κρητῆρας ἴδοις ὑπένερθε παγέντας δένδρεσι πυρσοκόμοισι. μέσον γε μὲν ἄλσεος ἁβροῦ ἀμβροσίου σταυροῖο τύπος φαεσίμβροτον αἴθει φέγγος, ἐϋγλήνοισι πεπαρμένον ἅμμασιν ἥλων. Μυρία δ’ αἰολόμορφον ἀνάκτορον ἐντὸς ἐέργει
885ἄλλα πολυγνάμπτοισι μετάρσια φάεα σειραῖς· καὶ τὰ μὲν αἰθούσηισιν ἀναίθεται, ἄλλα δὲ μέσσωι, ἄλλα δὲ πρὸς φαέθοντα καὶ ἕσπερον, ἄλλα καρήνοις, ἔκχυτον ἀστράπτοντα πυρὸς φλόγα· νὺξ δὲ φαεινὴ ἠμάτιον γελόωσα ῥοδόσφυρός ἐστι καὶ αὐτή.
890καί τις ἀνὴρ στεφάνοιο χοροστασίης τε δοκεύων δένδρεα φεγγήεντα λιπαλγέα θυμὸν ἰαίνει, ὃς δὲ πυρισπείρητον ἐπακτρίδα, θέλγεται ἄλλος εἰσορόων λαμπτῆρα μονάμπυκα, σύμβολον ἄλλος οὐρανίου Χριστοῖο νόον λαθικηδέα τέρπει.
895ὡς δ’ ὅταν ἀννεφέλοιο δι’ ἠέρος ἄνδρες ὁδῖται ἀστέρας ἄλλοθεν ἄλλον ἀναθρώσκοντας ἰδόντες ὃς μὲν ἀποσκοπέει γλυκὺν Ἕσπερον, ὃς δ’ ἐπὶ Ταύρωι θυμὸν ἀποπλάζει, γάνυται δέ τις ἀμφὶ Βοώτην,
ἄλλος ἐπ’ Ὠρίωνα καὶ ἄβροχον ὁλκὸν Ἁμάξης350

(900)

ὄμμα φέρει· πολλοῖς δὲ πεπασμένος ἀστράσιν αἰθὴρ ἀτραπιτοὺς ὤϊξεν, ἔπεισε δὲ νύκτα γελάσσαι· οὕτω καλλιχόροιο κατ’ ἔνδια θέλγεται οἴκου ἀγλαΐης ἀκτῖνι φεραυγέος ἄλλος ἐπ’ ἄλληι. πᾶσι μὲν εὐφροσύνης ἀναπέπταται εὔδιος αἴθρη
905ψυχαίην ἐλάσασα μελαγκρήδεμνον ὁμίχλην· πάντας ἐπαυγάζει σέλας ἱερόν, εὖτε καὶ αὐτὸς ναυτίλος οἰήκεσσι θαλασσοπόροισι κελεύων (εἴτε λιπὼν ἄξεινα μεμηνότος οἴδματα Πόντου πλαγκτοὺς ἀντιπόρων σκοπιῶν ἀγκῶνας ἑλίσσει,
910ἐννύχιον μέγα τάρβος ἔχων γναμπτῆισι κελεύθοις, εἴτε μετ’ Αἰγαίωνα παρ’ Ἑλλησπόντιον ὕδωρ νῆα κατιθύνηισι ῥοώδεος ἀντία δίνης, δεχνύμενος προτόνοισι Λιβυστίδος ὄγκον ἀέλλης,) οὐχ Ἐλίκην, οὐχ ἡδὺ φάος Κυνοσουρίδος ἄρκτου
915εἰσορόων οἴηκι φερέσβιον ὁλκάδα πάλλει, ἀλλὰ τεοῦ νηοῖο θεουδέα λαμπάδα λεύσσων, φορτίδος εὐτόλμοιο προηγέτιν, οὐχ ὑπὸ μούνοις φέγγεσιν ἐννυχίοισι (τὸ γὰρ καὶ Πρωτέος ἀκταὶ ἐν Φαρίηι τεύχουσι Λιβυστίδος ἐς πόδα γαίης)
920ἀλλὰ καὶ εὐδώροισι θεοῦ ζώοντος ἀρωγαῖς. Μίμνε μοι, ὦ σκηπτοῦχε, πολυχρονίους ἐπὶ κύκλους ἐς φάος ἑσπέριόν τε καὶ ὄρθριον· εἰς σὲ γὰρ ἠὼς ἀμπαύειν, πολύυμνε, καὶ ἕσπερος οἶδε μερίμνας. σοὶ λιμένες γλαυκῶπιν ἀποκρίνουσι γαλήνην
925πᾶσαν ἐς ἀγχιάλοιο πόλιν χθονός· ἐκχύμενον δὲ κῦμα περιστέλλοντες ὑπ’ εὐκόλποισιν ἀγοστοῖς Νηρέος ἀφριόωσαν ὑποσσαίνουσιν ὁμοκλήν. καὶ ποταμῶν ὑπόειξε ῥόωι βρυχώμενον ὕδωρ, οὐκέτι δ’ ἁρπακτῆρα μιαίνεται ὁλκὸν ὁδίτης·
930τὸν πρὶν ἀνικήτοισιν ἀγηνορέοντα ῥεέλντα ῥεέθροις Μυγδόνα Σαγγάριόν τις ἰδὼν Βιθυνίδι γαίηι, νῶτα λιθοτμήτοισι διαζωσθέντα γεφύραις, κρήγυον ἡμετέρων ἐπέων οὐ ῥυθμὸν ἐλέγξει. Ταῦτά σοι, ὀλβιόμοιρε, μάκαρ, δηναιὸν ἀέξει
935ζωοφόρου λυκάβαντος ἐπεμβάδα· ταῦτα θριάμβοις ἑσπερίοις Λιβυκοῖς τε καὶ ἠώιοισι γεραίρει σὸν κράτος ὠκεανοῖο παρ’ ἄντυγα· ταῦτα τυράννων πολλάκις αὐτοφόνοιο χερὸς δηλήμονι τόλμηι αὐχένας ἐπρήνιξε, πρὶν ἔντεσι χεῖρας ἑλίξηις,352
940τῶν δὲ κατηλοίησε καρήατα πρίν σε πυθέσθαι φῆμιν ἀπαγγέλλουσαν ἃ μὴ θέμις. εἴποτε γάρ σοι βαιὸν ἐλινύσασα Δίκη παρὰ ποσσὶ κομίσσηι ἀντιβίων τινὰ φῶτα, κατευνάζεις μὲν ἀέλλας εὐθὺς ἀναγκαίοιο χόλου, στρεπτὴν δὲ γαλήνην
945εὐθὺς ἄγεις, καὶ δεσμὸς ὁ χάλκεος, ὁ πρὶν ἐέργων ἀνέρα ποιναίοισιν ἐν ἅμμασιν, εὐθὺς ἀνοίγει αὐχενίην κληῗδα· σὺ δ’ ἵλαον ὄμμα τανύσσας τὸν πρὶν ἐριδμαίνοντα, σέθεν ζυγόδεσμον ἀράξας, ἀντὶ φόνου ζωστῆρας ἐς αἰγλήεντας ἀέξεις.

(950)

κερδαίνεις δ’ ὅσα τύμβος ἀμείλιχος εἶχε καλύψαι γυῖα τεοῦ θεράποντος· ἀφ’ ὑμετέρης δὲ γαλήνης νικηθείς, τρισέβαστε, πολὺ πλέον ἠὲ σιδήρωι εἰς σὲ μεταστρεφθεῖσαν ὅλην φρένα δέσμιος ἕλκει, ἐκ δὲ φόβου πρὸς ἔρωτα τεὸν καὶ πίστιν ἀΐξας
955ὑμετέροις ἐθέλοντα λόφον δούλωσε λεπάδνοις· οἶσθα γὰρ ὅσσον ἔρως κρατερώτερός ἐστιν ἀνάγκης, οἶσθα καὶ ὡς νομίοισιν ἐν ἄνθεσι πολλάκι ταῦρος πειθόμενος σύριγγι καλαύροπος ἦχον ἀλύσκει. Ἔνθεν ἀεὶ καμάτοιο τεοῦ προκέλευθος ἀνέστη
960Χριστὸς ἄναξ, βουλὰς δὲ κυβερνητῆρι χαλινῶι σεῖο κατιθύνει κρατερόφρονας, εἴτ’ ἐπὶ χάρμην φάσγανα γυμνῶσαι τελέθει χρέος εἴτε καλύψαι· ὅς σε καὶ ἀρητῆρα θεουδέα δῶκεν ἑλέσθαι ῥηϊδίως κραναὴν ἀρετῆς τετράζυγος οἶμον
965πᾶσαν ἐπιτροχάοντα, τὸν ἠγαθέοισι θοώκοις Ῥώμης οὐρανίη τις ἐφήρμοσεν ἔνθεος ὀμφή. Ἀλλὰ τροπαιοφόρων τε καὶ εὐπτολέμων σέθεν ὕμνων βαιὸν ἀποκλίναντες ἐπιτρέψωμεν ἀοιδὴν σεμνὸν ἐς ἀρητῆρα· τεὸς δέ τίς ἐστι καὶ αὐτὸς
970ὕμνος, ἄναξ. νίκη γὰρ ἀμοιβαδὸν ἄλλοθεν ἄλλη εὐπτολέμοις καμάτοισι καὶ ἀστυόχοις ἐπὶ μόχθοις ὑμετέροις στέφος ἁβρὸν ἐπεστήριξε καρήνοις. καὶ γὰρ ὅτε, σκηπτοῦχε, νόου βιοδώτορι βουλῆι
ὑμετέροις τεμένεσσι μέγαν κληρώσαο μύστην,354
975εὐθὺς ἀλιτρονόοιο κατήριπε δαίμονος ὁρμή, εὐθὺς ὅλων παθέων χαλεπὴν ἐτρέψαο χάρμην, εὐθὺς ἐπ’ ἀστυόχοις καμάτοις ἀνεδήσαο νίκην. Ἀλλά μοι ἱμερόεσσαν ὑποστήριξον ἀκουὴν καὶ σὺ πάτερ πολύυμνε, θεουδέος ἡγέτα νηοῦ.
980σῆι μὲν ὑπὸ σφρηγῖδι φυλάσσεται εὖχος ἀνάκτων, σεῖο δ’ ὑπ’ εὐχωλῆισι κατάπτερος ἔθνεα Νίκη κοιρανίης ὑπέθηκε πολισσούχοισι λεπάδνοις. καὶ τὰ μὲν ἀντιτύποισιν ἐπαυχήσαντα βοείαις ἔγχος ἄγει βασιλῆος ὑπ’ ἴχνεσιν, ἄλλα δὲ Ῥώμηι
985μυρία βαρβαρόφωνα συνήλυθον ἔθνεα γαίης ὑμετέρης ἀΐοντα σέβας, τρίλλιστε, γαλήνης. χθιζὰ μελαγγυίοισιν ὑπ’ ἀνδράσιν ἔνθεον αὐλὴν στεινομένην ἐνόησα· τεῆς δ’ ἀπὸ θέσπιδος αὐδῆς θελγόμενοι ψυχήν τε καὶ αὐχένα πρόφρονι βουλῆι
990οὐρανίοις ἔκλιναν ἐπιχθονίοις τε θοώκοις. τλήμονες. οἳ μὴ χεῖρα τεὴν δέξαντο καρήνοις, χεῖρα δυσαντήτων ἐλατήριον ἀμπλακιάων, χεῖρα λιποκτεάνοισιν ἐπαρκέα, χεῖρα τιθήνην ὀρφανικῶν, πάσης τε κατευνήτειραν ἀνάγκης.
995καὶ γὰρ ἀπ’ ὠδίνων σε σαοφροσύνη τε καὶ αἰδώς ἐλπίδος οὐρανίης ἱεραῖς ξύνωσε πορείαις. λιτὰ δέ σοι καὶ δόρπα καὶ ὀμφήεσσα μενοινή, λιτὰ δέ σοι βλεφάρων ἀμαρύγματα, λιτὰ δὲ ταρσῶν ἴχνια σῶν, καὶ λιτὸν ἔπος σέο χείλεα πάλλει.

(1000)

οὐ μὲν ἐπισκυνίοιο κατηφιόωσαν ὁμίχλην ἀμφιέπεις, Χριστῶι δὲ γεγηθότα θυμὸν ἀέξεις, ἤπιον εὐάντητον ἄγων σέλας· ἐν δὲ προσώποις μειλίχιον μείδημα παρήϊα σεμνὰ χαράσσει. ταῦτα δὲ πρηϋνόοιο φέρεις σημήϊα θυμοῦ·
1005ἐσσὶ γὰρ εὐθίκτοισιν ἀνέμβατος ἴχνεσιν ὀργῆς, ἑδρήσσων ἀτίνακτος ἐπ’ ἀφλοίσβοιο γαλήνης. πάντα μὲν ὑλαίων ἀπεσείσαο πήματα μόχθων, εὐσεβίης δ’ ὀχετηγὸν ἐνηέα θυμὸν ἀνοίγων συμπαθὲς ἀνδρομέοισιν ἐπ’ ἄλγεσιν ὄμμα τιταίνεις.
1010οὐδὲ λιπερνήτης πελέθει βροτὸς ὃν σὺ νοήσηις· αὐτίκα γὰρ καθαροῖο νόου θημῶνα πετάσσας Λυδὸν ἐριχρύσοιο παρέδραμες ὄλβον ἀναύρου, ἔκχυτον ἐκ παλάμης ποταμήρρυτον ὄλβον ὀπάζων.
πάντα μὲν ὠγυγίων τε καὶ ὁπλοτέρων κλέα μόχθων356
1015ἐξεδάης, πᾶσαν δὲ ποσὶν καθαροῖσιν ὁδεύεις ἀτραπιτὸν λειμῶνι θεουδέϊ· σὰς δὲ μερίμνας ἰθυνόωι πλάστιγγι κανὼν σταθμήσατο μύστης. ἔνθεν ὑπ’ ἀχράντοισι νόον μελεδήμασι θέλγων ὤνιον οὐ τέτληκας ἰδεῖν σέβας, οὐδὲ καρήνοις
1020ἐμπορίην ἱεροῖσιν ἐφήρμοσας, οὐδὲ βεβήλοις ἀνδράσιν οἶμον ἔδειξας ἀνέμβατον. εἰ δέ σε δώροις πρηῢς ὑποσσαίνων τις ὀΐσσεται εἰς χάριν ἕλκειν, βριθὺς ὁμοκλητῆρι χαλέψαο τόν γε χαλινῶι, ὅσσον ἀποσμῆξαι κραδίης νέφος, ὅσσον ἐλέγξαι
1025χρυσὸν ἀτιμηθέντα, καὶ ἀφραίνοντα διδάξαι ὡς καθαρὸν καθαροῖσι θέμις τεμένεσσι θαμίζειν. Ἀλλὰ μένοις καὶ σκῆπτρον ἐμοῦ βασιλῆος ἀέξων σαῖς, μάκαρ, εὐχωλῆισι· μένοις δ’ ἁλιγείτονι Ῥώμηι
πᾶσαν ἁμαρτινόου βιότου σμώδιγγα καθαίρων.358