TLG 4038 001 :: PAMPREPIUS :: Fragmenta (P. Vindob. 29788 A–C) PAMPREPIUS Epic. Fragmenta (P. Vindob. 29788 A–C)
Citation: Fragment — (line) | ||
1v | []β̣ασι[λ..].[.......]α̣ς []ν ἀδερκέ̣ος ἐ̣λ[π]ί̣δι φήμης []ρ̣τεν, ἔδεκτο δὲ θέσπιν ἀνωγήν [ἀ]ν̣ιχνεύειν βασιλήων | |
5 | []ο· λέων δ’ ἀλάπαξε καλιάς [τρι]τάτῃ μόνος ἴχνια θήρης []των ἐγκύμονας ἄνδρας ἐλάσσας []σαν ὑπὸ σπήλυγγα μελάθρων []ς ἐδίδα̣[σκ]εν ὀιζύας· [ο]ἱ̣ δὲ πεσόντες | |
---|---|---|
10 | [πο]ι̣νήτει̣[ρα]ν ἀναστενάχοντες ἀνά[γ]κ[η]ν̣ []α̣ πατρῴ[ω]ν κτεάνων ῥίψα[ντες] αρ̣[] [γ]ὰρ γεγά[ασι]ν ἑλώριον αλλ̣α̣[..]θεον[] []υδ̣ρ̣.[.........]ο̣σ̣[...]οι.[..]τρον̣ ἐ[λ]έγξας []ρεῃσιν ἀκουαῖς | |
15 | [] ἀπελύσαο δεσμῶν []ο̣ι̣[..]ε̣ς ἔργον ἀνάπτων [ὑπέ]ρτερα μᾶλλον ἀείσω []η̣καο πᾶσιν ἀρήγων []ν̣ ἔσω βασιληίδος αὐλῆς | |
20 | []σι σὺν ἀνδράσιν Αὐσονιή[ω]ν [π]ολλοὶ δέ τε παῖδες ἀοιδῶν [τε]ῆς ἥπτ̣ο̣ντο τραπέζης | |
[φ]ερέσβιος ἦσθα πορείη []χης πάντεσσι τιταίνων | 109 | |
25 | []υ̣κες εὖχ[ο]ς ἀοιδαῖς [].τ̣ι̣[.........ε]λ̣θών []ος | |
1r | [.]οιο[] [.]όσσα [] [...].[] [ἀρ]γ̣υ̣ρέη̣[] | |
5 | σο̣ὶ̣ γὰρ [] αὐτοκασ[ιγνητ] διογενὴ[ς] ἐς πυμάτη̣ν πι̣π̣[τ............] Αἴ̣γ̣υ[πτον] πᾶσι μὲν εὐνομίης ἀν[ύ]σας ἔαρ ε[] | |
10 | [...]α̣κιης θρέπτειραν ἀτάσθαλο[] [..........] θ̣αλάμ̣οιο κατέθλασε[] ἔνθα μὲν εὐνήσας ὑπερήνορα [] ἔνθα δὲ χρυσοχίτωνος ὑπόπτερ[ον] αὐχένα γα[ῦ]ρον Ἄρηος Ἀχαιμεν[ίδ] | |
15 | τοῖος ἐὼν βασιλεύς τ’ ἀγαθὸς κρατε̣[ρὸς] [σ]ῇσι σαοφροσύνῃσι τεὴν παρακάτθ̣[εο] [..................]ε̣ων ἐπιδευέα κηδεμονή[ων] τοῖς [............. ἐπι]δήμιον ἴχνος ἐ̣ρ〈ε〉ίσας ημ[...............]. ὁ μὴ κάμε δῖος Ὀδυσσεύς | |
20 | []σας εἰ̣ κ̣α̣ὶ̣ ε̣ρ...ς̣.ν̣.οισ[.....].[] χθιζὸν γὰρ πτολίεθρον αμ[] ἵμερος ὠλεσίπατρις ἐρύ̣κ[ακε] πᾶσα δὲ λωβητῆρι περιζωσ[] | |
25 | ἐλπωρὴ δεδόνητο γαληναιω̣[] καί τις ἀγηνορέων αἰζήιος ε[] θαρ̣σ̣α̣λ̣έ̣[ως] σ̣ώζων· φονίῃ δ’ οἰσ̣τ̣ρ̣[] ἐμφύ̣λ̣[ο]υ στονόεσσαν ἐδύσατο λ[] | |
εἰρήνης ἀδίδακτον ὁμήλικα λαε[] | 110 | |
30 | οὐ μὲν λᾶας ἔπαλλεν ἐθήμον[ας] δή̣μ̣ου ξεῖνον ἄθυρμα φονοσ̣[] μ̣[..]σ̣[..]ρ̣α[.]ν ἀμάθυνεν ἀχε̣ι̣ρ̣[] [.................]χατ̣[] [.......].ς̣.[] | |
2 | []ε δίκης κοσμήτορι [] [–⏑⏑ –⏑⏑ –⏑ σ]αόφρονι Κωστα̣[ντίνῳ] []τόσσον φίλος ὅσσο̣[ν] []ὅσσον Διὶ Φοῖβος̣ [Ἀπόλλων] | |
5 | []ω̣σι τα̣ν̣..ερο[] []ν̣ε̣[..]νω[] | |
6 | (septem fere versus desunt) αμ[] παν̣[] ε̣ι̣σ̣[] | |
3 | Χ[......]θ̣[.........]ε̣ι̣ν̣ [μ]ελωδια ὅπου γὰρ̣ [....]ν̣ συντρέχουσιν οἱ λόγο[ι,] τὸν ποικίλον νοῦν τῶν ποιητῶν σωφρόνως ἕλκουσιν, ἐκφέρουσιν εἰς εὐτολμίαν | |
5 | ὥρας μελίζειν καὶ λέγειν τὰ πράγματα, ὡς ἂν παραστ̣ή̣σωσιν αἱ μεληδόνες. Σήμερον ἀμφ’ ἐμὲ κῶμος ἀείδεται, οὐχ ὅσον αὐλῶν, οὐχ [ὅσ]ον ἑπτατόνοιο λύρης ἀναβάλλεται ἠχώ ἡδὺν ἀμειβομέ[ν]η μελέων θρόον, οὐθ’ ὃν ἀείδε[ι] | |
10 | οὔρεος ὀμφήεν[το]ς ὑπὸ κλέτας ἠχέτα κύ[κ]νος | |
γηραλέης σει[ρ]ῆν[ο]ς ἀκήρατον ἄχθος ἀμείβων, ἀκροκ[όμ]οις πτερύγεσσιν ὅτ’ ἐ〈μ〉πνείουσιν [ἀ]ῆτα[ι·] ἀλλ’ ὅσο̣ν̣ [ἐκ Θ]ρῄκης̣ νιφετώδεος ἔμπνοος [α]ὔρη χειμερίοις πελάγεσσιν ἐ[π]ι[σ]κα[ίρ]ουσα θαλάσσης | 111 | |
15 | ὄρθριον ἀείδει ῥοθίων̣ [μέλ]ος· ἡδὺ δὲ μέλπει χιονέην Φαέθοντος ε[] χεύμασιν ὄμβρον [] καὶ κυνὸς ἀστραίοιο πυρ[] ὑγροπόροις νιφάδεσσι κατασβ̣ε̣[] | |
20 | χεύματι γὰρ χλο〈ά〉ουσι καὶ ἀστέρες, οὐ̣[κέτι] σύνδρομον Ἠελίῳ κυανώπιδα πό[τναν] ψυχομένῳ νεφέεσσι κα[λ]υπτόμενο[] οὐκέτι νυκτὸς ἔρευθος ἴτυν περιβάλλ̣[......].. Ἄρτι μὲν ἀντολίης χιονώδεες ἔπρ[ε]π̣[ον] | |
25 | αἰθερίων γονόεσσαν ἀμεργόμεν[α]ι [χύσι]ν ὄμβρων, [Π]ληιάδ[α]ς δ’ ἔκρυψε παλίνσ[τροφος ὄρθι]ος ἄξων, οὐκέτι κα[...............]ν̣.[. αἰθ]έ̣[ρ]ος αἴγλη ἀντι[πόροις μερόπ]εσσι φαείνεται, υ̣[] ἑσπ̣[ερίην ἐπὶ] πέζαν ἀτέρμον[ος ὠκεανοῖο] | |
30 | αστ[ ]ουσα Λακωνίδος ἔρ̣ν̣[εα Λήδης] οσσ[⏑⏑ –⏑⏑ –]α̣ παλίννοστ̣ο̣ι̣ [] καὶ [ ]ρ̣ε̣[.]α̣ν̣α̣ς̣.δ[.]ι̣ξ[] [...........]..[.....] δρακο̣[ντ] | |
33 | (decem fere versus desunt) [..]φ̣ι̣δ̣[] | |
35 | εἰς α[..]............ο̣ι̣τ̣ρ̣ι̣α̣[] ὠδίνων λυκάβαντας αμε[] | |
χειμερίων ἐφύτευσε φιλα[ν]θ̣ρ̣[ωπ.]..[...]λων. ἔνθα τις ὑετίων νυμφήιος ὄμβρος ἐρώτων ἕδνα τελεσσιγόνοιο χέων ἐπὶ δέμνια γαίης | 112 | |
40 | ἐλπίσιν εὐαρότοισι φερέσβιον ὄγ[μ]ον ἀφάσσει· καί τις ὀρεσσινόμων ἀγεληκόμο[ς] ἄγχι βοαύλων ἐκ νεφέων πρηστῆρα χαλαζήεντα [δο]κεύων, [α]ἴ̣σιον ὀμβροτόκοιο προάγγελον Εἰλ〈ε〉ιθυΐης, [π]όρτιας ἀρτιτόκοισιν ὑπ’ ὠδίνεσσι φ̣ανείσας | |
45 | [ἤ]λασεν ὑψίκρημνον ἐς ἄβροχον ἄ[ντρο]ν ἐρίπνης, [κ]ύκλα δὲ 〈λα〉χνήεντα βοοκραίροιο χ[ιτῶ]νος [ζ]ωσάμενος περὶ νῶτον ἐδύσατο δειράδα πέτρης [συρί]ζων ἀγέλῃσι· μόγις δ’ ἀνεβάλλετο [σ]ῦρι[γξ] [ἄσθμ]ασι λεπταλέοισιν ὑπωροφίης μέλος ἠχοῦς, | |
49a | 〈...〉 | |
3(50) | [ῥοιζή]σας δεδόνητο κα[τ’ ἠέρ]α, νῶτα δὲ ταύρων [.............]σα [χιὼν ἐπάλ]υ̣νε [π]εσοῦσα [............................]τ̣ι νύμφαι [....................φθι]νύθουσιν ὀπῶραι [....................]...το φυταλιάων | |
55 | [.................]ν ἀθήλεα πῆχυν ἀεῖσαι [................]ν ἀνεδρέψαντο χαλάζης [...............].ν̣ον ἀεξιφύτοιο λοχείης. ἡ μὲν ἀ̣ν̣[ειλίσσου]σ̣α πολύπλοκον ὄζον ἐθείρης πάντοθι γ̣η̣[ραλέ]ης ἀπεσείσατο φυλλάδα χαίτης, | |
60 | ἡ δὲ νιφοβλ[ήτ]οιο παρὰ πρηῶνα κολώνης ἀπτόρθοις παλάμῃσιν ἀρύετο κ̣άρπιμ̣[ο]ν ὕδωρ. πυκνὰ χαλαζοβόλων ..ο̣τ̣ο̣υ̣.εν[..].[........]δ̣ων καὶ χρόα δενδ[ρήεντα ..................]ρω [................]α̣π̣ο̣μ̣[] | |
65 | [................] χιὼν ἐ[π]ιδέδρομε νύμ[φ]ῃ [......... ῥοθίο]ισ[ι] πολυψηφῖδο[ς] ἐέρσης. | |
ἀλ[λ’ ο]ὐ φόρ[τον ἔ]φ̣ευ[γ]ε λιθώδεα, γηθομένη δέ δέξατο χιονόπεπλον ἀναγκαίην [τρ]οφὸν ὕλης. οὐκ ἄρα δηρὸν ἔμ[ε]λλεν ἀερτάζε[ιν ῥ]ό̣θον ὄμβρων, | 113 | |
70 | οὐδ’ ἔτι χιονέης ὑδατώδεα δεσμ[ὰ] κ[α]λ[ύ]πτ[ρ]ης. ἤδη γὰρ νεφέων ἀνεφαίνετο μεσσόθι κύκ[λος] ἄκρον ἐρευ[θιόων], λεπτὴ δ’ ἀνεθήλεεν αἴ[γλη] βοσκομένη τινὰ χῶρον ὅσον νέφος ἐκτὸς ἐρύκει〈ν〉, [αἰθ]ερίην δ’ [ὤι]ξε[ν] ἀνήλυσιν· ἠελίου δέ | |
75 | [αὐγὴ πρῶτο]ν ἔλ[α]μψε βοώπιδος οἷα σελήνης, [........] δ’ ἤστραψεν ὀιστεύουσα κολώνας ακ[.........]εουσα· μόγις δ’ ἐκέδασσεν ὀμίχλην ὕψοθε̣[ν ἀμφι]έλικτον, ἀλαμπέα μητέρα πάχνης· πᾶσα [δὲ γαῖα γ]έλασσε, πάλ[ιν] μείδησε γαλήνη, | |
80 | ἠέρ[α .................]ος ἔμπλεον αἴ[γ]λης θερμο[............. πάλ]ιν δ’ ἀνεπάλλετο δελφίς ἡμιφανὴς ῥο[θ]ί̣οι[σ]ι̣ καὶ ἠέρι πόντον ἐρέσσων. στέρνα δὲ ν[υ]μφάων ἐζώσατο παντρόφον αἴγλην μαρναμένην χιόνεσσι, φύσις δ’ ἤμειπτο χαλάζης | |
85 | εἰς ῥόον ὀμβρήεντα, χιὼν δ’ ἐτινάσσετο γαίῃ φέγγεϊ νικ[η]θεῖσα, βιαζομένη δὲ γαλήνῃ ἔρρεε ποικιλόδ[α]κ[ρ]υς ἀνηναμένη μ[ό]θο[ν] αἴγλης. πηγάων δὲ τένοντες ἐμυκήσαντο ῥ[εέ]θροις στεινόμενοι νιφάδεσσι διιπετέων προχοάων, | |
90 | μαζοὶ δ’ ἐσφ〈ρ〉ιγόω[ν]το ῥοώδεες· ἐκ δὲ χαράδρης ὦρτο ῥόος παλ[ίνο]ρσος, ὅπῃ πιτυώ[δε]ος ὕλης νείοθεν ἐρρίζωντο συνήλικες ἔρνεσι νύμφαι. τοῖα δ’ Ἁ[μα]δρυάδων τις ὑπερκύπτουσα πετήλων ἔννεπ[ε π]ηγαίῃ ῥοδοπ[ήχ]εϊ γείτονι νύμφῃ· | |
95 | χαῖρε μοι, ἀρχεγόνοιο φίλον τέκος Ὠκεανοῖο, φυταλιῆς βασίλεια· τί μ[οι χρέος] ἐστὶ ῥοάων | |
βριθομένῃ γεράεσσι με[λανστέρνω]ν νεφελάων; οὐχ ὁράᾳς ὅσος ὄμβρο[ς ἐμὴν ἐβιήσατο] λόχμην ἡμετέρης ἔντοσθεν ἀποστ̣[άζων πλο]καμῖδος; | 114 | |
3(100) | ἔνθεν ἔχεις τόσον οἶδμα, τάλ̣α̣ν̣. τ̣[......]ι̣ν ἐγείρω; θυμοδακὴς ὅτι μῦθος, ἔπειτα δὲ μῆτι[ς ἀμείνων.] ἐγγύθι γὰρ χρόνος οὗτος, ὅταν ποτὲ Σε[ίριος αἴθῃ·] ἔνθα τεῶν γεράων τιμήορος ἔσσετ[αι ὥρη.] ναὶ τότε, πότνα, τίταινε φυτοσπόρον [ὄμβρον ἀρούραις] | |
105 | ε[ἰ]σέ[τ]ι διψαλέῃσιν, ὅπως χάρις εὔχαρ[ις εἴη.] ἡ μὲν ἔφη γελόωσα, χάρις δ’ ἀπελάμπετο π[ολλή,] [εἰ]ς ἔριν ὀρν[υμέν]η φιλομειδέα· πὰρ δὲ ῥε[έθροις] στέρνοθε[ν ἀντέλλουσ]α παρήορος ὕδασι [νύμφη] ἤθελεν Ἀδ[ρυάδεσσιν ἐριδμ]α̣ί̣νειν ἐνὶ μύ̣[θοις,] | |
110 | [ἀλλὰ ...] [.....] [...]ομένων [ζ]είδωρ[ο]ν̣ ἐ̣ς̣ ὄ̣ρ̣θ̣[ριον ἔργον ⏑–⏑,] [τλ]ησιπόνοις δὲ βόεσσιν ἐφήρμοσαν [........]ς. [ἔν]θα μετ’ αἰθερίων χιονώδεα κῶμο[ν ἐρ]ώτων | |
115 | [Ἄ]ρει γειοπόνῳ νυ[μ]φεύεται ὄμπνια Δηώ. [π]άντες δ’ εὐχε[τόω]ντο, θύος δὲ μέμηλεν ἑκάστῳ [β]ωμὸν ἀ̣ν[.....]α̣[..]ι̣ Δηώι̣ο̣ν̣· ἐς δὲ θυηλάς [πλαζόμενο]ς σκοπέλοισι καλαύ[ροπι πείθετ]ο ταῦρος. [....].[...] δὲ φάλαγγες ἐπερρώοντο βοτῆρι | |
120 | [ἁψ]αμένῳ θυόεσσαν Ἐλευσινίης φλόγα πεύκης. [ἀγρο]νόμοι δ’ ἀγέροντο, περιστέψαντο δ[ὲ β]ω̣μόν [ἀζαλ]έον τινὰ κόσμον ἀμαλλήεντα τιθέντ[ες] [αἴσιον] ἐσσομένης σταχυώδ[ε]ος ἄγγελον ὥρη[ς.] [ὕμνησα]ν δὲ γέροντες, ἐπωρχήσαντο δὲ κοῦ[ροι] | |
125 | ἁ[ζόμε]νοι μεγάλοιο φιλοξενίην Κ[ε]λ[ε]οῖ[ο.] | |
Ῥα[ριά]δος μέλποντο φιλοφροσύνην [βασιλείης,] ἧς χάριν ἠσπάζ̣ο̣[ν]τ[ο] β̣ρο̣τ̣[οὶ] ἀνδράσιν εὐάντητος ἐφ[] Τριπτολέμῳ ζεύξασα δρακον[τείων ζυγ]ὰ δί̣φ̣ρ̣ω̣ν, | 115 | |
130 | θεσμοφόρον δ’ ἐτέλεσσεν ἀγήνορα δῆμον Ἀθήνης. καὶ τὰ μὲν ἐν θυέεσσι· βόες δ’ ἀροτῆρι σιδ[ή]ρῳ νειὸν [ἐ]πε̣σπ̣έρχοντο μεταλλεύοντες ἀρούρης, μαστίζων δ’ ἑκάτερθε συνωρίδος ἰσχία ταύρων γηπόνος ἡνιόχε[υ]εν ἐπ’ ἰξύος ἡνία τείνων | |
135 | ῥινὸς εὐτρήτ[οιο] περισφίγγοντα κελεύθους; —οὕτω πανδαμάτειρα φύσις πειθή[μο]νι τέχνῃ ἐξ ὀρέων ἐς ἄροτρα βοῶν ἐβιήσατο [φύ]τλην [ὠμ]οβόρῳ τίκτου[σα]ν ἐοικότα τέκνα [λοχ]είῃ· — [ἐκ]τ̣αδίην δ’ ἐχάραξε τανυπλεύρου πτύχα γαίης | |
140 | [σ]τοιχάδα δινεύων ἐριβώλακα, βαιὰ δὲ βαίνω[ν] [χ]ε[ι]ρῶν ἄχθος ἔρειδεν ἐς αὔλακα, μή ποτ’ ἀρότρῳ [τρη]χὺς ὑπαντιόων κρύφιος λίθος ἔργον ἐρύκῃ. [........]β̣ωτοισιν ἀνα̣[.....] ἀρδμ̣ὸ̣ν̣ ὁδεύων [ἀνδρ]ομέης ἔσπειρ[εν ἀγρὸν θρε]π̣τῆρα [γ]ενέθλης | |
145 | [ῥ]αίνων ἔνθα κα[ὶ ἔνθα φυτοσπ]ό̣ρα δῶρα θεαίνης. [τέ]μνε δὲ πυρο[φόρον πέδο]ν ἕρκεσι, μίμνε δὲ βάκτρῳ [πυρ]οβόρων γ̣ε̣[ράνω]ν πολεμήιον ἑσμὸν ἐρύκων [ἰλ]α̣δ̣[ὸν ἱπταμ]ένων, τόσσην δ’ ἀνεβάλλετο μολπήν [.............] θαλύσιον ὕμνον ἀείδων· | |
3(150) | [............]π̣ω̣ν ἱερὸν γένος· ὡς γὰρ ὀίω, [............]υκε, τάχ’ ἂν μακάρεσσιν ἐρίζοι· [.........].ήσαιτο, τίς ἂν στάχυν ἁγνὸν ἀέξοι; [.........]. μεγάλῃσιν ἐπ’ ἐλπίσιν ἵλαος εἴης [....... πολ]ύολβε, σύ δ’ οὐ μάθες ὄργια̣ δ̣ε̣ι̣ν̣ά | |
155 | [......... δ]εδαήκε....[...........]ει̣ψαι [............] βασίλεια πολύλ[λι]τε, νεῦσον ἰδέσθαι | |
[............]ρ̣οισι νεμον̣τ̣...κ̣.λ̣.ς κὲν ἀέξοις εισ̣ι̣δ̣[......]π̣α καὶ ὥριον [ἔρ]γον ἀμάλλης. τοῖα γέρων μ[έλπ]εσκε· μέλος δ’ ἀπαμείβετο νύμφη | 116 | |
160 | ἐγγύθι βουκολέουσα, λάθεν 〈δ’〉 ἄρα θῆλυς ἐοῦσα ἀνέρος εἷμα φέρουσα καὶ ἄ[ρσ]ενα δ̣[εσ]μὰ πεδίλων. πᾶσα μὲν ἐσφήκωτο καλυψαμ[έν]η χρό[α] π[έπ]λοις, ποιμενίῳ ζωστῆρι περίπλοκος· ἐκ δὲ καρήνου χαίτην ἀμφιέλισσαν ἀποθλίψασα κομάων | |
165 | [.....]ιην ἐδίηνεν ὅλην ῥάχιν, οὐδέ μιν αἴγλη [ἑσ]π̣ερίη τ[έρ]σ̣αινεν ἀποστάζουσαν ἐέρσην. [ἡ μὲν ἀλυσκ]άζουσα πάτον κρυμνώδεος ὕλης [γήλοφον αἰ]γλήεντα μετήλυθεν, ἠελίῳ δέ κύ[κλα νι]φοβλήτοιο περιστείλασα χιτῶνος | |
170 | ἀκρ[οτάτ]ων γύμνωσεν ἐς εὐφυέων πτύχα μη[ρῶν.] οὐδ’ [ἀγέλης ἀ]μέλησεν· ἀλωομένην δὲ τιθήνη[ν] κλα[.....]π̣τ̣ευουσαν εὐ̣π[τόρθων παλι]ούρων κα̣λ̣λ̣[ωπιζ]ο̣μένην κερ̣[εαλκε............]α γλακ[τ]ο[φά]γω[ν] βρεφέων [............, θηλυ]τέρης δέ | |
175 | ἦκα π̣ε̣ρ̣[ισ]φίγξασα πολύρρυτον ἄντυγα μαζῶν εἷλκε ῥόον γλαγόεντα καὶ ὤπασε Πανὶ θυηλήν. ἤδη μὲν Φαέθοντος ἐφ’ ἑσπερίης πόμα λίμνης αἰθερίην κροτέοντες ὑπ’ ἴχνεσιν ἀτραπὸν ἵπποι ἄντυγα μυδαλέην λιποφεγγέος ἕλκον ἀπήνης. | |
180 | ἠέρι δ’ ἠγερέθοντο πάλιν νεφελώδεες ἀτμοί ἐκ χθονὸς ἀντέλλοντες, ἀπεκρύπτοντο δὲ πάντα τείρεα πουλυθέμεθλα καὶ οὐκέτι φαίνετο μήνη. ὑψιπέτης δ’ ὅ̣ρ̣[μαι]νε μέ[γ]α̣ς βρονταῖος ἀήτης λάβρος ἐπαιγίζων, νεφέων δ’ ἐξέσσυτο δαλός | |
185 | ῥηγν[υμ]ένων ἑκάτερθε καὶ ἀλλήλοισι χυθέντων. παῖδα δὲ νηπιάχοντα πατὴρ ἐπὶ κόλπον ἀείρας οὔασι χεῖρας ἔβαλλεν, ὅπως μὴ δοῦπον ἀκούσῃ ὕψοθεν ἀλλήλῃσιν ἀρασσομένων νεφελάων. | |
αἰθὴρ δ’ ἐσμαράγησεν, [ὀ]ρινομένη δὲ καὶ αὐτ[ή] | 117 | |
190 | παρθένος ἑλκεσίπεπλος ἑὴν ἐκάλεσσε τιθήν[ην.] γαῖα δὲ καρποτόκων λαγόνων ὠδῖνας ἀνέσχ[εν] αἰθέρι καὶ νεφέεσσιν ἐπιτρέψ̣α̣σ̣α̣ γ̣[ενέ]θ̣λ̣η̣[ν.] Ἀλλά μοι εὐμενέοιτε καὶ ἐξ ελ[] πέμπετέ με σπείσαντες ἐφισταμεν̣[] | |
195 | Κυρήνη καλέει με, βιαζόμενος δ̣[έ με Φοῖβος] ἕλκει θηροφόνοιο φίλης ἐπὶ γούνατ̣α̣ [νύμ]φης. δ[εῦτε], φίλοι, πρὸς ἔδεθλον ἀρειμανέος Πτ̣[λο]εμαί̣ου, [ἔν]θα μ̣ε [κικ]λ̣ή[σ]κουσι Λιβυστίδες εἰσέτι [Μο]ῦσαι. | |
4(t) | [......ο]υ̣ εἰς τὸν πατρίκ[ιον Θ]εαγένη ι̣χθ̣[] | |
1 | [Ἑλλ]άδος ἁγνὸν ἄγαλμα, Θεάγενες, [ὧ ἔνι πάντων] [ἔ]μ̣πεδον Ἑλλήνων θαλέθει πανδή̣[μιος ὄ]λ̣β̣ο̣ς, [εὔ]διον ὑμνοπόλου γενεῆς σκέπας, ᾧ [ἔν]ι πάσας ὕβρεϊ γηράσκων Ἑλικὼν ἀνεθήκατο Μούσας, | |
5 | ἄλσος ἀκηράσι[ον] ξε̣ν̣[ί]ου Διὸς, ᾧ ἔνι πάντων [π]ᾶσα πολυπλάγκτων μερόπων ἀμπαύεται ὁρμή· [αἰ]ετὸς αἰγιόχοιο [Διὸ]ς βασιλήιος ὄρνις [αἴ]θριον ἠελίοιο βολὴν χρυσάμπυκος αἴγλης [ἧ]ς εὐηγενίης ἐπιμάρτυρον οἶδε καλέσσαι, | |
10 | [Γερ]μανοὶ δ’ ἐφέπουσι θεμιστοπόλου ποταμοῖο [μάρ]τ̣[υ]ν̣ ἀμωμήτοιο δικασπόλον οἶδμα γε[νέθλης·] [σῆς δ’ εὐ]ηγενίης ἐπιμάρτυρα πᾶσι φυλάσσ[εις] [Ζῆν]α γιγαντοφόνοιο κυβερνητῆρα χορείη[ς.] [Ζῆνα γ]ὰρ αὐτὸν ἄνακτα καὶ Αἰακὸν ἀμφιπολ[εύεις] | |
15 | [φύτλης] ὑμετέρης ἡ̣γ̣ή̣τ̣ο̣ρας, ἧς ἀπὸ πᾶσα πάσα[ις ἐν πολίεσσιν Ἀ]χαιϊάς ἐστι γεν[έθλη.] ποῖον σ[...............]ος, ποίην δὲ τ̣[....]ων | |
ἑπτάμιτον φόρμιγγα τε̣ὰς ἀκτῖνας [ἀ]είσω; πατρίδα σὴν πρώτην παρελεύσομαι· εὐεπίης μέν | 118 | |
20 | χε[ύμ]ατα φωνήεντα τεαὶ νικῶσιν Ἀθῆναι. ἔνθα γὰρ αἰγλήεις ἀνεθήκατο μάντις Ἀπόλλων καὶ κιθάρην καὶ τόξα καὶ ἔρνεα θέσκελα δάφνης. ἀλλά οἱ εὐρύτ[ε]ρόν τι μέλος μετὰ τοῦτο φυλάσσω σὸν πόθον εὐκελάδοιο φέρων ἡγήτορα μολπῆς. | |
25 | ἐκ δὲ τεὸν μέλπειν φέ[ρο]μαι γένος· ἀλλὰ λιγαίνειν δειμαίνω, γενεῇ γὰρ ἐμ[ὴ]ν σειρῆν[α] καλύπτεις. εἰ μὲν εὐφθόγγοισιν ἀνύμνεον ἄλλον ἀοιδαῖς ἀνέρα τιμήεντα βοώμενον, ἦ τάχα κέν μ[ι]ν [ἠ]γαθέοις ἤειδον ἀριστήεσσιν ἐίσκων | |
30 | [Ἑλ]λάδος εὐκαμάτοιο· σὲ δ’ Ἑλλάδα πᾶσαν ἀείδων [ἀγν]ώσσω τίνα τοῦτον ἐν [ἡ]ρώεσσι καλέσσω. [Αἰακ]ὸ̣ν αὐδήσω; Τελαμώ[νι]ον αἷμ[α] κ̣ο̣μ̣ίζεις. [Κέκρο]πα κικλήσκω καὶ Ἐρεχθέα δῖον ἐνίψω; [γνήσι]ον ἀμφοτέρων γένος ἔπλεο. Νέστορα λέξω; | |
35 | [Νέστο]ρο[ς αἷμ]α φέ[ρε]ι[ς]. Λαπίθην δέ σε Καινέα φαίην; [Καινέος ἐκβλάστ]η̣σας. ἀπ’ Ἀρκαδίης σε βοήσω; [Ἀρκάδος ἀρχ]εγόνοιο Λυκάονος ἐς γένος ἕρπεις. [..........]εντα καὶ Ἡρακλῆα καλέσσω; γνήσι[ος ἀντ]έλλεις Πελοπήιος. ἄλλον ἀείσω | |
40 | Μιλτιάδ[η]ν; καὶ τόνδε φέρεις ἡγήτορα φύτλ[η]ς. αὐδήσω [σ]ε Πλάτωνα; Πλατωνίδος ἐσσὶ γενέθλ[ης.] ἔν σοι π[ά]ντα〈σ〉 ἔχεις, πάντων [μέρος αὐτὸ]ς ἐτύχθ[ης,] [σῆς ε]ὐηγενίης προτερηγενὲς εὖχος ἀέξων. εἰ [δ’ ἐθ]έλεις, δε〈ί〉ξοιμι τεῆς κρήδεμ[να] γενέθλης· | |
45 | Ἀζειόν ποτε κοῦρον ἐγείνατο κυσαμένη Χθών Τιτήνων μεγάλοισι συνηβήσαντα κυδοιμοῖς. Ἀζειὸς δὲ Λύκωνα γίγας τεκνώ[σα]το νύμφης ἀντήσας ἐς ἔρωτα, Λύκων δ’ [εὐ]ώ̣πιδα κούρην ἥρως Δηιάνειραν. ἀεξομ[ένη]ς δὲ [Πε]λασγός | |
4(50) | εἰς λέχος εὐ[ποίητον ἐπήλυθε Δ]ηιαν[εί]ρης, | |
Ζηνὸς ἐλευ[θερίοι]ο φίλος [γό]νος, ἧς ἀπὸ λέκτρων Ἀ[ρ]καδίης ἐ̣[φύτευσ]ε Λυκάονα ποιμένα γαίης. [...]αροκ̣[..........] δέμνιον εὐπατερείης [....]ω̣ν̣[...........]ν· ἀπ’ ἠυτόκοιο δὲ νύμφ[ης] | 119 | |
55 | [.................]ος κικλήσκετο Βοῦν̣ος α̣σ̣ι̣[..............]ον ἀρηίφιλος δὲ Κροτω̣π̣[] | |
ὕια φ̣[.......... βεβ]οημέν̣[ο]ν Ἑλλάδι γαίης | 120 |