TLG 4037 008 :: ANONYMI PARADOXOGRAPHI :: De transformationibus

ANONYMI PARADOXOGRAPHI
(Varia)

De transformationibus

Source: Westermann, A. (ed.), Scriptores rerum mirabilium Graeci. Braunschweig: Westermann, 1839 (repr. Amsterdam: Hakkert, 1963): 222–223.

Citation: Page — (line)

Λυκάων ὁ βασιλεὺς μετεμορφώθη εἰς λύκον διὰ τὸ τῷ Διὶ παραθεῖναι ἐπὶ τῆς τραπέζης κρέα ἀνθρώπινα
5παρ’ αὐτῷ ξενουμένῳ. Ἄργος ὁ πανόπτης Ἰοῦς φύλαξ ἀναιρεθεὶς ὑφ’ Ἑρ‐ μοῦ εἰς ὄρνεον ταὼν μετέβαλε κατ’ ἔλεον Ἥρας, οὗ διὰ τῶν πτερῶν ἡ πολυπληθία τῶν ὀμμάτων φαίνεται. Σύριγξ νύμφη διωκομένη ὑπὸ Πανὸς εἰς τὸν Λά‐
10δωνα ποταμὸν αὑτὴν ἔρριψε, καλάμων δὲ φυέντων Πᾶν τεμὼν καὶ ὄργανόν τι κατασκευάσας σύριγγα προσηγό‐ ρευσεν εἰς τιμὴν τῆς προειρημένης νύμφης. Κύκνος Σθενέλου υἱὸς διὰ τὸ Φαέθοντος πένθος εἰς ὁμώνυμον ὄρνεον [μετέβαλεν].
15 Κορώνη Κορωνέως θυγάτηρ τοῦ Φωκέων δυνάστου φεύγουσα τὸν Ποσειδῶνος ἔρωτα εἰς τὸ ὁμώνυμον μετέ‐ βαλεν ὄρνεον κατ’ ἔλεον Ἀθηνᾶς. Νυκτιμένη Κλυμένου θυγάτηρ φεύγουσα τὸν τοῦ πατρὸς ἔρωτα κατ’ ἔλεον Ἀθηνᾶς εἰς γλαῦκα μετεμορ‐
20φώθη. Ἥλιος Λευκοθόῃ τῇ Ὀρχομένου μιγῆναι θελήσας εἰς τὴν μητέρα τῆς προειρημένης μετεμορφώθη. ταύτην ὁ πατὴρ ζῶσαν κατώρυξεν, Ἥλιος δὲ εἰς δένδρον λιβα‐ νοφόρον μετεμόρφωσε, ποιήσας ἐκ τοῦ τάφου αὐτῆς
25φῦναι, τὴν δ’ ἀδελφὴν αὐτῆς εἰς πόαν ἡλιοτρόπιον διὰ
τὸ κατηγορῆσαι αὐτῆς.222

223

Λευκώνη Κυανίππου γυνή, φιλοκυνήγου τοῦ ἀν‐ δρὸς ὑπάρχοντος ζηλοτυποῦσα καὶ ὑποπτεύουσα πρὸς ἑτέραν αὐτὸν πορεύεσθαι γυναῖκα αὐτῆς ἀμελοῦντα, νυ‐ κτὸς ἀκολουθήσασα καὶ λάθρα εἰς τὴν ὕλην ἐγκρυβεῖσα
5ὑπὸ τῶν τοῦ ἀνδρὸς κυνῶν διεσπάσθη. Πολύυμνος Ἀργεῖος Διονύσου ἐρασθεὶς ὑπέσχετο ζητοῦντι τὴν εἰς ἅδου κάθοδον μηνύσειν, ἐὰν αὐτῷ τῆς ὥρας ἀποχαρίσεται. ἐπαγγειλαμένου δὲ τοῦ θεοῦ ἐμήνυσε διὰ τῆς Λέρνης οὔσης ἀβύσσου. ἀναγαγὼν δὲ τὴν Σεμέ‐
10λην εὗρε τὸν Πολύυμνον τετελευτηκότα, θέλων δὲ εὐορ‐ κεῖν ἐλθὼν ἐπὶ τὸν τάφον τοῦ ἐραστοῦ συκίνῳ φάλλητι περιεκυλίσατο. διὰ τοῦτο ἔνιοί φασι ἵστασθαι τῷ θεῷ φάλ‐
λους ὑπομνήματα τῆς εὐορκίας.223