TLG 4037 007 :: ANONYMI PARADOXOGRAPHI :: De impiis

ANONYMI PARADOXOGRAPHI
(Varia)

De impiis

Source: Westermann, A. (ed.), Scriptores rerum mirabilium Graeci. Braunschweig: Westermann, 1839 (repr. Amsterdam: Hakkert, 1963): 220–222.

Citation: Page — (line)

220

(6)

Λιτυέρσης Μίδου υἱὸς νόθος, ὃν ὁ Ἡρακλῆς ἀνεῖ‐ λεν ὄντα κακόξενον. ἠνάγκαζε γὰρ τοὺς ξένους συνθερί‐ ζειν αὐτῷ, εἶτα εὐωχῶν ἀπεκεφάλιζε, τὰ δὲ σώματα ἐκό‐ μιζεν ἐν τοῖς δράγμασιν ὡς παραλελογισμένων. ἱστορεῖ
10ταῦτα κατὰ μέρος Σωσίθεος ἐν Δαφνίδι λέγων οὕτως· αἵδ’ αἱ Κελαιναί, πατρίς, ἀρχαία πόλις, Μίδου γέροντος, ὅστις ὦτ’ ἔχων ὄνου ἤνασσε καὶ νοῦν φωτὸς εὐήθους ἄγαν. οὗτος δ’ ἐκείνου παῖς, πατρὶ πλαστὸς νόθος,
15μητρὸς δ’ ὁποίας ἡ τεκοῦς’ ἐπίσταται, ἔσθει μὲν ἄρτου τρεῖς ὄνους κανθηλίους τρὶς τῆς βραχείας ἡμέρας, πίνει θ’ ἅμα καλῶν μετρητὴν τὸν δεκάμφορον πίθον. ἐργάζεται δ’ ἐλαφρὰ πρὸς τὰ σιτία,
20ὄγμους θερίζων· τῇ μιᾷ δ’ ἐν ἡμέρᾳ Διόνυσον ὄμπνῃ συντίθησιν εἰς τέλος.
χὤταν τις ἔλθῃ ξεῖνος ἢ παρεξίῃ,220

221

φαγεῖν τ’ ἔδωκεν, εἶτα κἀπεχόρτασεν, καὶ τοῦ ποτοῦ προὔτεινεν, ὡς ἂν ἐν θέρει, πλέον· φθονεῖν γὰρ τοῖς θανουμένοις ὀκνεῖ. ἐπισκοπῶν δὲ πεδία Μαιάνδρου ῥοαῖς
5κηπευμάτων ἀρδευτὰ δαψιλεῖ πότῳ, τὸν ἀνδρομήκη πυρὸν ἠκονημένῃ ἅρπῃ θερίζει· τὸν ξένον δὲ δράγματι αὐτῷ κυλίσας κρατὸς ὀρφανὸν φέρει γελῶν θεριστὴν ὡς ἄνουν ἠρίστισεν.
10ὅτι δ’ ἀπέθανεν ὑφ’ Ἡρακλέους φησὶ λέγων· (Α.) θανὼν μὲν εἰς Μαίανδρον ἐρρίφη ποδός, ὥσπερ σόλος τις. ἦν δ’ ὁ δισκεύσας ἀνὴρ— (Β.) τίς δή; (Α.) πύθοι’ ἄν. τίς γὰρ ἀνθ’ Ἡρακλέους; Φιλάνθρωπος ὁ τύραννος τὸ ἐν Ὀλυμπίᾳ ἱερὸν
15ἐμπρήσας ἐπὶ τῷ μὴ κατὰ γνώμην αὐτοῦ τὰς εὐχὰς τε‐ λεῖσθαι, ὑποστρέφων εἰς Ἦλιν οὐ μόνον αὐτὸς ἐκεραυ‐ νώθη, ἀλλὰ καὶ οἱ σὺν αὐτῷ ὄντες τριακόσιοι. Ἀλφαιὸς ὁ Σαγγαρίου τοῦ ποταμοῦ υἱὸς Ἀθηνᾶν αὐλητικὴν διδάξας καὶ βιαζόμενος τὴν θεὸν ὑπὸ Διὸς
20ἐκεραυνώθη. Ἄρδυς Ἱπποκόωντος υἱὸς Ἥραν εἰς Ἄργος πορευο‐ μένην βιαζόμενος ὑπὸ Διὸς ἐκεραυνώθη. Φόρβας Θεσπρωτὸς Δημητρὸς ἐρασθεὶς καὶ βιαζό‐ μενος τὴν θεὸν ὑπὸ Διὸς ἐκεραυνώθη.
25Οὐαλέριος Οὐηστῖνος ἐτυφλώθη ὑπὸ Λευκίου Οὐμ‐
βρίου διὰ τὸν τοῦ υἱοῦ Ῥουστίκου θάνατον, ὃν παρα‐221

222

καταθήκην παρὰ Οὐμβρίου λαβὼν ἀνεῖλε διὰ τὰ μετ’ αὐ‐
τοῦ χρήματα.222