TLG 4037 002 :: ANONYMI PARADOXOGRAPHI :: Tractatus de mulieribus

ANONYMI PARADOXOGRAPHI
(Varia)

Tractatus de mulieribus

Source: Westermann, A. (ed.), Scriptores rerum mirabilium Graeci. Braunschweig: Westermann, 1839 (repr. Amsterdam: Hakkert, 1963): 213–218.

Citation: Section — (line)

t

ΓΥΝΑΙΚΕΣ ΕΝ ΠΟΛΕΜΙΚΟΙΣ ΣΥΝΕΤΑΙ ΚΑΙ ΑΝΔΡΕΙΑΙ.

1

Σεμίραμις. Θυγατὴρ μὲν, ὥς φησι Κτησίας, Δερκετοῦς τῆς Συρίας θεοῦ καὶ Σύρου τινός, ἥτις ἐτράφη ὑπὸ Σιμόεντος, ὑπηρέτου τοῦ βασιλέως Νίνου. γαμηθεῖσα δὲ Ὀννέῳ, ὑπάρχῳ τινὶ βασιλικῷ, εἶχεν υἱούς.
5ἑλοῦσα δὲ Βάκτρα μετὰ τοῦ ἀνδρός *, ἐπιγνοὺς Νίνος ἤδη γηραιὸς ὢν ἐγάμησεν. ἡ δὲ ἐτέκνωσεν ἐξ αὐτοῦ Νίνυαν παῖδα. μετὰ δὲ τὸν Νίνου θάνατον ἐτείχισε τὴν Βαβυλῶνα ὀπτῇ πλίνθῳ καὶ ἀσφάλτῳ καὶ τὸ τοῦ Βήλου ἱερὸν κατεσκεύασεν. ἐπιβουλευθεῖσα δὲ ὑπὸ τοῦ υἱοῦ
10Νινύου ἐτελεύτησεν, ἔτη βιώσασα ξʹ, βασιλεύσασα ἔτη μβʹ.

2

Ζαριναία. Αὕτη τελευτήσαντος τοῦ προτέρου ἀνδρὸς αὐτῆς καὶ ἀδελφοῦ Κυδραίου, Σακῶν βασιλέως, ἐγαμήθη Μερμέρῳ τῆς Παρθυαίων χώρας δυνάστῃ. τοῦ δὲ Περσῶν βασιλέως ἐπιστρατεύσαντος πολεμοῦσα καὶ
5τρωθεῖσα ἔφυγε, διωχθεῖσα δὲ ὑπὸ Στρυαγγαίου ἱκετεύ‐ σασα διεσώθη. μετ’ οὐ πολὺ δὲ ὑποχείριον αὐτὸν ὁ ἀνὴρ αὐτῆς λαβὼν ἐβούλετο ἀνελεῖν, ἡ δὲ δεομένη σώ‐ ζειν καὶ μὴ πείθουσα, λύσασά τινας τῶν ἑαλωκότων σὺν αὐτοῖς τὸν Μέρμερον ἀνεῖλε, καὶ παραδοῦσα τῷ Πέρσῃ213
10τὴν χώραν φιλίαν ἐποιήσατο πρὸς αὐτόν, ὡς ἱστορεῖ Κτησίας.

3

Νίτωκρις, Αἰγύπτου βασιλίσσα, περὶ ἧς Ἡρό‐ δοτος ἱστορεῖ, τοῦ ἀδελφοῦ αὐτῆς ὑπ’ Αἰγυπτίων ἀναιρεθέντος τοὺς μάλιστα αἰτίους συγκαλέσασα καὶ ἔν τινι ἐπιμήκει οἴκῳ ἑστιῶσα διά τινος αὐλῶνος τὸν ποτα‐
5μὸν αὐτοῖς ἐπεισήγαγεν, ἑαυτὴν δὲ εἰς οἴκημά τι σποδοῦ πληρὲς ἐνέβαλεν.

4

Νίτωκρις Βαβυλωνία. Ταύτην φησὶν Ἡρό‐ δοτος φρονιμωτέραν Σεμιράμιδος γενέσθαι βασιλίσσαν. τόν τε γὰρ ποταμὸν γεφυρῶσαι ἐν τῇ πόλει, τήν τε λί‐ μνην ὀρύξαι καὶ κρηπιδῶσαι κρηπίδι λιθίνῃ, τό τε ῥεῦμα
5τοῦ ποταμοῦ εἰς αὐτὴν ἐπιστρέψαι πρὸς τὸ βραδυτέραν τὴν τῶν πολεμίων ἔφοδον εἶναι. καὶ τὸν τάφον δὲ τὸν ἐπὶ τῇ πύλῃ τὸν ἴδιον ταύτην φησὶ ποιῆσαι, τὸν ἐξαπα‐ τήσαντα Δαρεῖον, ὃς ὑπονοῶν ἀργύρια εὑρεῖν καὶ ἀνοίξας τὸν τάφον ταῦτα μὲν οὐχ εὗρε, γράμματα δὲ ἀπληστίαν
10πολλὴν καὶ αἰσχροκέρδειαν αὐτῷ ὀνειδίζοντα.

5

Ἀργεία, τὸ μὲν γένος ἔχουσα ἀπὸ Πολυνεί‐ κους *. ταύτην φησὶν Ἡρόδοτος τεκεῖν διδύμους παῖδας, καὶ μετὰ τὴν τελευτὴν τοῦ ἀνδρὸς Ἀριστοδήμου Λακε‐ δαιμονίων βασιλέως μὴ θελῆσαι εἰπεῖν τὸν πρεσβύτερον
5τῶν βρεφῶν, ἀμφοτέροιν ἐξ ἴσου τὴν βασιλείαν περι‐ θεῖναι θέλουσαν· ἐφόδῳ μέντοι γενέσθαι φανερὸν τῷ πρῶτον ὑπ’ αὐτῆς καὶ λούεσθαι καὶ τρέφεσθαι τὸν πρεσ‐ βύτερον.214

6

Θειοσσώ. Ταύτην φησὶ Τίμαιος κατὰ μὲν τὴν Φοινίκων γλώσσαν Ἐλίσσαν καλεῖσθαι, ἀδελφὴν δὲ εἶναι Πυγμαλίωνος τοῦ Τυρίων βασιλέως, ὑφ’ ἧς φησι τὴν Καρχηδόνα τὴν ἐν Λιβύῃ κτισθῆναι. τοῦ γὰρ ἀνδρὸς
5αὐτῆς ὑπὸ τοῦ Πυγμαλίωνος ἀναιρεθέντος ἐνθεμένη τὰ χρήματα εἰς σκάφας μετά τινων πολιτῶν ἔφευγε, καὶ πολλὰ κακοπαθήσασα τῇ Λιβύῃ προσηνέχθη, καὶ ὑπὸ τῶν Λιβύων διὰ τὴν πολλὴν αὐτῆς πλάνην Δειδὼ προση‐ γορεύθη ἐπιχωρίως. κτίσασα δὲ τὴν προειρημένην πόλιν,
10τοῦ τῶν Λιβύων βασιλέως θέλοντος αὐτὴν γῆμαι αὐτὴ μὲν ἀντέλεγεν, ὑπὸ δὲ τῶν πολιτῶν συναναγκαζομένη, σκηψαμένη τελετήν τινα πρὸς ἀνάλυσιν ὅρκων ἐπιτελέ‐ σειν, πύραν μεγίστην ἔγγυς τοῦ οἴκου κατασκευάσασα καὶ ἅψασα ἀπὸ τοῦ δώματος αὑτὴν εἰς τὴν πύραν ἔρριψεν.

7

Ἄτοσσα. Ταύτην φησὶν Ἑλλάνικος ὑπὸ τοῦ πατρὸς Ἀριάσπου ὡς ἄρρενα τραφεῖσαν διαδέξασθαι τὴν βασιλείαν. κρυβοῦσαν δὲ τὴν τῶν γυναίων ἐπίνοιαν τιά‐ ραν πρώτην φορέσαι, πρώτην δὲ καὶ ἀναξυρίδας καὶ τὴν
5τῶν εὐνούχων ὑπουργίαν εὑρεῖν καὶ διὰ βίβλων τὰς ἀπο‐ κρίσεις ποιεῖσθαι. πολλὰ δὲ ὑποτάξασα ἔθνη πολεμικω‐ τάτη καὶ ἀνδρειοτάτη ἐν παντὶ ἔργῳ ἐγένετο.

8

Ῥοδογύνη, ἡ Περσῶν βασιλίσσα, ὥς φησιν Αἰσχίνης ὁ φιλόσοφος, μεγίστην ἐποίησε τὴν Περσῶν
βασιλείαν. οὕτως γάρ φησιν ἀνδρείαν αὐτὴν ἐν τοῖς ἔρ‐ γοις καὶ φοβερὰν γενέσθαι, ὥστε ποτὲ περὶ τὴν ἄσκησιν215
5τῶν τριχῶν οὖσαν, ἀκούσασαν ἀποστάντα τινὰ τῶν ἐθνῶν, ἀφιέναι μὲν ἡμιτέλεστον τὴν πλοκήν, μὴ πρότερον δὲ ἀναπλέξασθαι πρὶν καταλαβοῦσαν ὑποτάξαι τὰ προει‐ ρημένα ἔθνη. διὸ καὶ εἰκὼν αὐτῆς ἀνετέθη χρυσεία, τὰς μὲν ἡμισεῖς ἔχουσα τριχὰς ἐπὶ τῆς κεφαλῆς ἀναπεπλεγ‐
10μένας, τὰς δὲ ἡμισεῖς καθειμένας.

9

Λύδη. Ταύτην φησὶν Ξενόφιλος, ὁ τὰς Λυδικὰς ἱστορίας γράψας, γυναῖκά τε καὶ ἀδελφὴν εἶναι Ἀλυατέω τοῦ Κροίσου προπάτορος. ταύτης υἱὸς Ἀλυάτης διαδεξά‐ μενος τὴν τοῦ πατρὸς βασιλείαν ἐγένετο δεινῶς ὑβριστής,
5ὡς καὶ τὰ ἱμάτια ἀξιολόγων ἀνδρῶν περισχίσαι καὶ προσ‐ πτύειν πολλοῖς. αὐτὴ δὲ τὸν υἱὸν ὅσον ἐδύνατο κατέστελ‐ λεν, τοὺς δὲ ὑβριζομένους καὶ λόγοις χρηστοῖς καὶ ἔργοις ἠμείβετο. πᾶσαν δὲ τῷ υἱῷ φιλοφροσύνην προσφέρουσα εἰς στοργὴν ἑαυτῆς πολλὴν αὐτὸν περιέτρεψε. νομίσασα
10δὲ αὐταρκῶς ἀγαπᾶσθαι, σκηψαμένη ἀσθένειαν σίτου καὶ τῶν λοιπῶν ἀπέσχετο, τὸν δὲ παρεδρεύοντα καὶ ὁμοίως ἀσιτοῦντα κατασταλῆναι καὶ εἰς τοῦτο μεταβάλλεσθαι, ὥστε, φησίν, ὀρθώτατον καὶ δικαιότατον αὐτὸν γενέ‐ σθαι.

10

Φερετίμη, γυνὴ Βάττου. Αὕτη τελευτήσαντος αὐτῆς τοῦ παιδὸς δόλῳ αὐτὴ τὴν ἀρχὴν τῆς Κυρήνης κατέσχε, καὶ τὸν υἱδοῦν βασιλέα καταστήσασα τοὺς ἀν‐ τιταξαμένους τῷ υἱῷ αὐτῆς Ἀρκεσίλᾳ κατὰ θάλατταν
5εἰς Αἴγυπτον ἀπέστειλεν. ἐπιπαραγενομένη δὲ αὐτὴ πάν‐ τας ἀνεῖλε, συμπείσασα τὸν ἔχοντα τὴν Αἰγύπτου ἀρχὴν τότε Ἀρυάνδην. λαβοῦσα δὲ δύναμιν παρὰ τοῦ βασι‐
λέως τοὺς Κυρηναίους πικρῶς ἐχειρώσατο, καὶ ἀναχωρή‐ σασα εἰς Αἴγυπτον ἐτελεύτησε, καθὼς ἱστορεῖ Μενεκλῆς,216
10ὁ τὰς Λιβυκὰς ἱστορίας γράψας.

11

Θαργηλία Μιλησία. Ταύτην φασὶν Ἀντιόχου βασι‐ λεύοντος τῶν Θετταλῶν ἀφικομένην εἰς Θετταλίαν γήμασθαι Ἀντιόχῳ καὶ ἀποθανόντος ἐκείνου βασιλεῦσαι Θετταλίας ἔτη λʹ, καὶ τὸν Περσῶν βασιλέα, ὅτε ἐπὶ τὴν Ἑλλάδα
5ἐστρατεύετο, δέξασθαι καὶ ἀποπέμψαι μηδὲν ἐλαττωθεῖσαν.

12

Τώμυρις, Μασσαγετῶν βασιλίσσα. Αὕτη, κα‐ θὼς ἱστορεῖ Ἡρόδοτος, ἄσπονδον αὐτῇ πόλεμον Κύρου καταγγείλαντος, ἔχουσα καὶ υἱόν, τὸ μὲν πρῶτον συνε‐ βούλευε τῷ Κύρῳ ἐν τοῖς ἰδίοις μένοντι ἡσυχάζειν, εἰ δ’
5ἄρα ἐπιθυμοίη πολεμεῖν, ἀναχωρήσαντα τῆς χώρας τριῶν ἡμερῶν διάστημα δέξασθαι αὐτὴν μετὰ τοῦ στρατεύματος ἢ εἰς τὴν αὐτῆς ὁμοίως εἰσιέναι. τοῦ δὲ πρὸς αὐτὴν χω‐ ρήσαντος καὶ μάχῃ νικήσαντος καὶ τὸν υἱὸν ζῶντα αὐτῆς λαβόντος, πέμψασα πάλιν συνεβούλευεν, ἀρκεσθέντα τῇ
10νίκῃ ἀποδόντα τὸν υἱὸν αὐτῇ ὑποστρέφειν εἰς τὴν ἰδίαν. ἀπειθοῦντος δὲ, ἐπεὶ ἔγνω τὸν παῖδα αὐτοχειρὶ διαφθα‐ ρῆναι, σύμπαντι τῷ στρατεύματι ἐπελθοῦσα οὐ μόνον ἐνίκησεν, ἀλλὰ καὶ αὐτὸν πεσόντα ἀναζητήσασα ἀντὶ τοῦ παιδὸς νεκροῦ ᾐκίσατο.

13

Ἀρτεμισία, Ἁλικαρνασσίς, θυγάτηρ Λυγδάμιος, ὥς φησιν Ἡρόδοτος. Αὕτη διὰ τὴν ἰδίαν ἀνδρείαν ἐπεστρά‐ τευσε τῷ Πέρσῃ, ἄρχουσα Ἁλικαρνασσέων, Κώων, Νισυ‐ ρίων. ταύτης, φησί, τὰ ἔργα καὶ τὰς γνώμας ὁ Πέρσης
5θαυμάζων ἀνέκραγεν, ὡς αἱ γυναῖκες μὲν αὐτῷ ἄνδρες, οἱ δὲ ἄνδρες γυναῖκες αὐτῷ γεγόνασιν. ὅθεν καὶ μετὰ τὴν ναυμαχίαν τῇ μὲν Ἀρτεμισίᾳ πανοπλίαν ἔπεμψε, τοῖς
δὲ τῶν Φοινίκων στρατηγοῖς ἠλακάτας καὶ ἀτράκτους, τῆς μὲν τιμῶν τὴν ἀρετὴν τοῖς τῆς ἀνδρίας ἐπισήμοις, τῶν217
10δὲ ἐξελέγχων τὴν μαλακίαν τοῖς τῶν γυναικῶν ἐπιτηδεύ‐ μασιν.

14

Ὀνόμαρις, μία τῶν ἐν ἀξιώματι Γαλατῶν, καταπονουμένων ὑπ’ ἀφορίας τῶν ὁμοφύλων καὶ ζη‐ τούντων φυγεῖν ἐκ τῆς χώρας, παραδιδόντων δὲ αὐτοὺς ἐν ὑποταγῇ τῷ θέλοντι ἀφηγεῖσθαι, μηδενὸς τῶν ἀνδρῶν
5θέλοντος τήν τε οὐσίαν πᾶσαν εἰς μέσον ἔθηκε καὶ τῆς ἀποικίας ἀφηγήσατο, πολλῶν ὄντων ὡς εἰς * διαβᾶσά τε τὸν Ἰστρὸν καὶ τοὺς ἐπιχωρίους μάχῃ νικήσασα τῆς χώ‐
ρας ἐβασίλευσεν.218