TLG 4036 017 :: PROCLUS :: Epigrammata

PROCLUS Phil., Diadochus
(Atheniensis: A.D. 5)

Epigrammata

Source: Vogt, E. (ed.), Procli hymni. Wiesbaden: Harrassowitz, 1957: 34.

Epigr. 1: Dup. 4036 003

Citation: Epigram — (line)

1

Πρόκλος ἐγὼ γενόμην Λύκιος γένος, ὃν Συριανὸς ἐνθάδ’ ἀμοιβὸν ἑῆς θρέψε διδασκαλίης. ξυνὸς δ’ ἀμφοτέρων ὅδε σώματα δέξατο τύμβος· αἴθε δὲ καὶ ψυχὰς χῶρος ἕεις λελάχοι.

2

Ῥηγίνου μελάθροισι τὸν εὐαστὴν Διόνυσον δέρκεο, δεξιτερῇ χειρὶ κυπελλοφόρον, ξανθὴν μὲν σφίγγοντα καρήατος αἴθοπι κισσῷ χαίτην καὶ λαιῇ θυρσοφόρον παλάμῃ,
5βαπτὰ δὲ πέπλα φέροντα κατὰ χροὸς αἵματι κόχλου καὶ στικτὴν νεβρίδων ἀμφικρεμῆ χλαμύδα. αὐτὸν Βάκχον ἄνακτα δόμων ἔντοσθε δέδορκας
εὐξείνων, εὐχαῖς ἵλαον ἑσταότα.34