TLG 4036 015 :: PROCLUS :: Hymni 1–7

PROCLUS Phil., Diadochus
(Atheniensis: A.D. 5)

Hymni 1–7

Source: Vogt, E. (ed.), Procli hymni. Wiesbaden: Harrassowitz, 1957: 27–33.

Citation: Hymn — (line)

H
.

1

(t)

ΕΙΣ ΗΛΙΟΝ.
1Κλῦθι, πυρὸς νοεροῦ βασιλεῦ, χρυσήνιε Τιτάν, κλῦθι, φάους ταμία, ζωαρκέος, ὦ ἄνα, πηγῆς αὐτὸς ἔχων κληῖδα καὶ ὑλαίοις ἐνὶ κόσμοις ὑψόθεν ἁρμονίης ῥύμα πλούσιον ἐξοχετεύων.
5κέκλυθι· μεσσατίην γὰρ ἐὼν ὑπὲρ αἰθέρος ἕδρην καὶ κόσμου κραδιαῖον ἔχων ἐριφεγγέα κύκλον πάντα τεῆς ἔπλησας ἐγερσινόοιο προνοίης. ζωσάμενοι δὲ πλάνητες ἀειθαλέας σέο πυρσοὺς αἰὲν ὑπ’ ἀλλήκτοισι καὶ ἀκαμάτοισι χορείαις
10ζῳογόνους πέμπουσιν ἐπιχθονίοις ῥαθάμιγγας. πᾶσα δ’ ὑφ’ ὑμετέρῃσι παλιννόστοισι διφρείαις Ὡράων κατὰ θεσμὸν ἀνεβλάστησε γενέθλη. στοιχείων δ’ ὀρυμαγδὸς ἐπ’ ἀλλήλοισιν ἰόντων παύσατο σεῖο φανέντος ἀπ’ ἀρρήτου γενετῆρος.
15σοὶ δ’ ὑπὸ Μοιράων χορὸς εἴκαθεν ἀστυφέλικτος· ἂψ δὲ μεταστρωφῶσιν ἀναγκαίης λίνον αἴσης, εὖτε θέλεις· περὶ γὰρ κρατέεις, περὶ δ’ ἶφι ἀνάσσεις. σειρῆς δ’ ὑμετέρης βασιλεὺς θεοπειθέος οἴμης ἐξέθορεν Φοῖβος· κιθάρῃ δ’ ὑπὸ θέσκελα μέλπων
20εὐνάζει μέγα κῦμα βαρυφλοίσβοιο γενέθλης. σῆς δ’ ἀπὸ μειλιχόδωρος ἀλεξικάκου θιασείης Παιήων βλάστησεν, ἑὴν δ’ ἐπέτασσεν ὑγείην, πλήσας ἁρμονίης παναπήμονος εὐρέα κόσμον. σὲ κλυτὸν ὑμνείουσι Διωνύσοιο τοκῆα·
25ὕλης δ’ αὖ νεάτοις ἐνὶ βένθεσιν εὔιον Ἄττην, ἄλλοι δ’ ἁβρὸν Ἄδωνιν ἐπευφήμησαν ἀοιδαῖς. δειμαίνουσι δὲ σεῖο θοῆς μάστιγος ἀπειλὴν δαίμονες ἀνθρώπων δηλήμονες, ἀγριόθυμοι, ψυχαῖς ἡμετέραις δυεραῖς κακὰ πορσύνοντες,
30ὄφρ’ αἰεὶ κατὰ λαῖτμα βαρυσμαράγου βιότοιο σώματος ὀτλεύωσιν ὑπὸ ζυγόδεσμα πεσοῦσαι, ὑψιτενοῦς δὲ λάθοιντο πατρὸς πολυφεγγέος αὐλῆς. ἀλλά, θεῶν ὤριστε, πυριστεφές, ὄλβιε δαῖμον, εἰκὼν παγγενέταο θεοῦ, ψυχῶν ἀναγωγεῦ,27
35κέκλυθι καί με κάθηρον ἁμαρτάδος αἰὲν ἁπάσης· δέχνυσο δ’ ἱκεσίην πολυδάκρυον, ἐκ δέ με λυγρῶν ῥύεο κηλίδων, Ποινῶν δ’ ἀπάνευθε φυλάσσοις πρηΰνων θοὸν ὄμμα Δίκης, ἣ πάντα δέδορκεν. αἰεὶ δ’ ὑμετέραισιν ἀλεξικάκοισιν ἀρωγαῖς
40ψυχῇ μὲν φάος ἁγνὸν ἐμῇ πολύολβον ὀπάζοις ἀχλὺν ἀποσκεδάσας ὀλεσίμβροτον, ἰολόχευτον, σώματι δ’ ἀρτεμίην τε καὶ ἀγλαόδωρον ὑγείην, εὐκλείης τ’ ἐπίβησον ἐμέ, προγόνων τ’ ἐνὶ θεσμοῖς Μουσάων ἐρασιπλοκάμων δώροισι μελοίμην.
45ὄλβον δ’ ἀστυφέλικτον ἀπ’ εὐσεβίης ἐρατεινῆς, εἴ κε θέλοις, δός, ἄναξ· δύνασαι δ’ ἑὰ πάντα τελέσσαι ῥηιδίως· κρατερὴν γὰρ ἔχεις καὶ ἀπείριτον ἀλκήν. εἰ δέ τι μοιριδίοισιν, ἑλιξοπόροισιν ἀτράκτοις, ἀστεροδινήτοις ὑπὸ νήμασιν οὐλοὸν ἄμμιν
H
.

1

(50)

ἔρχεται, αὐτὸς ἔρυκε τεῇ μεγάλῃ τόδε ῥιπῇ.
H
.

2

(t)

ΕΙΣ ΑΦΡΟΔΙΤΗΝ.
1Ὑμνέομεν σειρὴν πολυώνυμον Ἀφρογενείης καὶ πηγὴν μεγάλην βασιλήιον, ἧς ἄπο πάντες ἀθάνατοι πτερόεντες ἀνεβλάστησαν Ἔρωτες, ὧν οἱ μὲν νοεροῖσιν ὀιστεύουσι βελέμνοις
5ψυχάς, ὄφρα πόθων ἀναγώγια κέντρα λαβοῦσαι μητέρος ἰσχανόωσιν ἰδεῖν πυριφεγγέας αὐλάς· οἱ δὲ πατρὸς βουλῇσιν ἀλεξικάκοις τε προνοίαις ἱέμενοι γενεῇσιν ἀπείρονα κόσμον ἀέξειν
ψυχαῖς ἵμερον ὦρσαν ἐπιχθονίου βιότοιο.28
10ἄλλοι δὲ γαμίων ὀάρων πολυειδέας οἴμους αἰὲν ἐποπτεύουσιν, ὅπως θνητῆς ἀπὸ φύτλης ἀθάνατον τεύξωσι δυηπαθέων γένος ἀνδρῶν· πᾶσιν δ’ ἔργα μέμηλεν ἐρωτοτόκου Κυθερείης. ἀλλά, θεά, πάντῃ γὰρ ἔχεις ἀριήκοον οὖας,
15εἴτε περισφίγγεις μέγαν οὐρανόν, ἔνθα σέ φασι ψυχὴν ἀενάοιο πέλειν κόσμοιο θεείην, εἴτε καὶ ἑπτὰ κύκλων ὑπὲρ ἄντυγας αἰθέρι ναίεις σειραῖς ὑμετέραις δυνάμεις προχέους’ ἀδαμάστους, κέκλυθι, καὶ πολύμοχθον ἐμὴν βιότοιο πορείην
20ἰθύνοις σέο, πότνα, δικαιοτάτοισι βελέμνοις οὐχ ὁσίων παύουσα πόθων κρυόεσσαν ἐρωήν.
H
.

3

(t)

ΕΙΣ ΜΟΥΣΑΣ.
1Ὑμνέομεν, μερόπων ἀναγώγιον ὑμνέομεν φῶς, ἐννέα θυγατέρας μεγάλου Διὸς ἀγλαοφώνους, αἳ ψυχὰς κατὰ βένθος ἀλωομένας βιότοιο ἀχράντοις τελετῇσιν ἐγερσινόων ἀπὸ βίβλων
5γηγενέων ῥύσαντο δυσαντήτων ὀδυνάων καὶ σπεύδειν ἐδίδαξαν ὑπὲρ βαθυχεύμονα λήθην ἴχνος ἔχειν, καθαρὰς δὲ μολεῖν ποτὶ σύννομον ἄστρον, ἔνθεν ἀπεπλάγχθησαν, ὅτ’ ἐς γενεθλήιον ἀκτὴν κάππεσον, ὑλοτραφέσσι περὶ κλήροισι μανεῖσαι.
10ἀλλά, θεαί, καὶ ἐμεῖο πολυπτοίητον ἐρωὴν παύσατε καὶ νοεροῖς με σοφῶν βακχεύσατε μύθοις· μηδέ μ’ ἀποπλάγξειεν ἀδεισιθέων γένος ἀνδρῶν ἀτραπιτοῦ ζαθέης, ἐριφεγγέος, ἀγλαοκάρπου, αἰεὶ δ’ ἐξ ὁμάδοιο πολυπλάγκτοιο γενέθλης
15ἕλκετ’ ἐμὴν ψυχὴν παναλήμονα πρὸς φάος ἁγνόν, ὑμετέρων βρίθουσαν ἀεξινόων ἀπὸ σίμβλων
καὶ κλέος εὐεπίης φρενοθελγέος αἰὲν ἔχουσαν.29
H
.

4

(t)

ΥΜΝΟΣ ΚΟΙΝΟΣ ΕΙΣ ΘΕΟΥΣ.
1Κλῦτε, θεοί, σοφίης ἱερῆς οἴηκας ἔχοντες, οἳ ψυχὰς μερόπων ἀναγώγιον ἁψάμενοι πῦρ ἕλκετ’ ἐς ἀθανάτους, σκότιον κευθμῶνα λιπούσας ὕμνων ἀρρήτοισι καθηραμένας τελετῇσι.
5κλῦτε, σαωτῆρες μεγάλοι, ζαθέων δ’ ἀπὸ βίβλων νεύσατ’ ἐμοὶ φάος ἁγνὸν ἀποσκεδάσαντες ὁμίχλην, ὄφρα κεν εὖ γνοίην θεὸν ἄμβροτον ἠδὲ καὶ ἄνδρα· μηδέ με ληθαίοις ὑπὸ χεύμασιν οὐλοὰ ῥέζων δαίμων αἰὲν ἔχοι μακάρων ἀπάνευθεν ἐόντα,
10μὴ κρυερῆς γενέθλης ἐνὶ κύμασι πεπτωκυῖαν ψυχὴν οὐκ ἐθέλουσαν ἐμὴν ἐπὶ δηρὸν ἀλᾶσθαι Ποινή τις κρυόεσσα βίου δεσμοῖσι πεδήσῃ. ἀλλά, θεοί, σοφίης ἐριλαμπέος ἡγεμονῆες, κέκλυτ’, ἐπειγομένῳ δὲ πρὸς ὑψιφόρητον ἀταρπὸν
15ὄργια καὶ τελετὰς ἱερῶν ἀναφαίνετε μύθων.
H
.

5

(t)

ΕΙΣ ΛΥΚΙΗΝ ΑΦΡΟΔΙΤΗΝ.
1Ὑμνέομεν Λυκίων βασιληίδα, Κουραφροδίτην, ἧς ποτ’ ἀλεξικάκοιο περιπλήθοντες ἀρωγῆς πατρίδος ἡμετέρης θεοφράδμονες ἡγεμονῆες ἱερὸν ἱδρύσαντο κατὰ πτολίεθρον ἄγαλμα,
5σύμβολ’ ἔχον νοεροῖο γάμου, νοερῶν ὑμεναίων Ἡφαίστου πυρόεντος ἰδ’ οὐρανίης Ἀφροδίτης· καί ἑ θεὴν ὀνόμηναν Ὀλύμπιον, ἧς διὰ κάρτος πολλάκι μὲν θανάτοιο βροτοφθόρον ἔκφυγον ἰόν, ἐς δ’ ἀρετὴν ἔχον ὄμμα· τελεσσιγόνων δ’ ἀπὸ λέκτρων
10ἔμπεδος ἀγλαόμητις ἀνασταχύεσκε γενέθλη, πάντῃ δ’ ἠπιόδωρος ἔην βιότοιο γαλήνη. ἀλλὰ καὶ ἡμετέρην ὑποδέχνυσο, πότνα, θυηλὴν εὐεπίης· Λυκίων γὰρ ἀφ’ αἵματός εἰμι καὶ αὐτός. ψυχὴν δ’ ἂψ ἀνάειρον ἀπ’ αἴσχεος ἐς πολὺ κάλλος,
15γηγενέος προφυγοῦσαν ὀλοίιον οἶστρον ἐρωῆς.30
H
.

6

(t)

ΥΜΝΟΣ ΚΟΙΝΟΣ ΕΚΑΤΗΣ ΚΑΙ ΙΑΝΟΥ.
1Χαῖρε, θεῶν μῆτερ, πολυώνυμε, καλλιγένεθλε· χαῖρ’, Ἑκάτη προθύραιε, μεγασθενές. ἀλλὰ καὶ αὐτὸς χαῖρ’, Ἴανε προπάτορ, Ζεῦ ἄφθιτε· χαῖρ’, ὕπατε Ζεῦ. τεύχετε δ’ αἰγλήεσσαν ἐμοῦ βιότοιο πορείην
5βριθομένην ἀγαθοῖσι, κακὰς δ’ ἀπελαύνετε νούσους ἐκ ῥεθέων, ψυχὴν δὲ περὶ χθονὶ μαργαίνουσαν ἕλκετ’ ἐγερσινόοισι καθηραμένην τελετῇσι. ναί, λίτομαι, δότε χεῖρα, θεοφραδέας τε κελεύθους δείξατέ μοι χατέοντι. φάος δ’ ἐρίτιμον ἀθρήσω,
10κυανέης ὅθεν ἔστι φυγεῖν κακότητα γενέθλης. ναί, λίτομαι, δότε χεῖρα, καὶ ὑμετέροισιν ἀήταις ὅρμον ἐς εὐσεβίης με πελάσσατε κεκμηῶτα. χαῖρε, θεῶν μῆτερ, πολυώνυμε, καλλιγένεθλε· χαῖρ’, Ἑκάτη προθύραιε, μεγασθενές. ἀλλὰ καὶ αὐτὸς
15χαῖρ’, Ἴανε προπάτορ, Ζεῦ ἄφθιτε· χαῖρ’, ὕπατε Ζεῦ.
H
.

7

(t)

ΕΙΣ ΑΘΗΝΑΝ ΠΟΛΥΜΗΤΙΝ.
1Κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, ἡ γενετῆρος πηγῆς ἐκπροθοροῦσα καὶ ἀκροτάτης ἀπὸ σειρῆς· ἀρσενόθυμε, φέρασπι, μεγασθενές, ὀβριμοπάτρη, Παλλάς, Τριτογένεια, δορυσσόε, χρυσεοπήληξ,
5κέκλυθι· δέχνυσο δ’ ὕμνον ἐύφρονι, πότνια, θυμῷ, μηδ’ αὔτως ἀνέμοισιν ἐμόν ποτε μῦθον ἐάσῃς, ἡ σοφίης πετάσασα θεοστιβέας πυλεῶνας καὶ χθονίων δαμάσασα θεημάχα φῦλα Γιγάντων· ἣ πόθον Ἡφαίστοιο λιλαιομένοιο φυγοῦσα
10παρθενίης ἐφύλαξας ἑῆς ἀδάμαντα χαλινόν· ἣ κραδίην ἐσάωσας ἀμιστύλλευτον ἄνακτος αἰθέρος ἐν γυάλοισι μεριζομένου ποτὲ Βάκχου Τιτήνων ὑπὸ χερσί, πόρες δέ ἑ πατρὶ φέρουσα, ὄφρα νέος βουλῇσιν ὑπ’ ἀρρήτοισι τοκῆος31
15ἐκ Σεμέλης περὶ κόσμον ἀνηβήσῃ Διόνυσος· ἧς πέλεκυς, θήρεια ταμὼν προθέλυμνα κάρηνα, πανδερκοῦς Ἑκάτης παθέων ηὔνησε γενέθλην· ἣ κράτος ἤραο σεμνὸν ἐγερσιβρότων ἀρετάων· ἣ βίοτον κόσμησας ὅλον πολυειδέσι τέχναις
20δημιοεργείην νοερὴν ψυχαῖσι βαλοῦσα· ἣ λάχες ἀκροπόληα καθ’ ὑψιλόφοιο κολώνης, σύμβολον ἀκροτάτης μεγάλης σέο, πότνια, σειρῆς· ἣ χθόνα βωτιάνειραν ἐφίλαο, μητέρα βίβλων, πατροκασιγνήτοιο βιησαμένη πόθον ἱρόν,
25οὔνομα δ’ ἄστεϊ δῶκας ἔχειν σέο καὶ φρένας ἐσθλάς· ἔνθα μάχης ἀρίδηλον ὑπὸ σφυρὸν οὔρεος ἄκρον σῆμα καὶ ὀψιγόνοισιν ἀνεβλάστησας ἐλαίην, εὖτ’ ἐπὶ Κεκροπίδῃσι Ποσειδάωνος ἀρωγῇ μυρίον ἐκ πόντοιο κυκώμενον ἤλυθε κῦμα,
30πάντα πολυφλοίσβοισιν ἑοῖς ῥεέθροισιν ἱμάσσον. κλῦθί μευ, ἡ φάος ἁγνὸν ἀπαστράπτουσα προσώπου· δὸς δέ μοι ὄλβιον ὅρμον ἀλωομένῳ περὶ γαῖαν, δὸς ψυχῇ φάος ἁγνὸν ἀπ’ εὐιέρων σέο μύθων καὶ σοφίην καὶ ἔρωτα· μένος δ’ ἔμπνευσον ἔρωτι
35τοσσάτιον καὶ τοῖον, ὅσον χθονίων ἀπὸ κόλπων αὖ ἐρύσῃ πρὸς Ὄλυμπον ἐς ἤθεα πατρὸς ἐῆος. εἰ δέ τις ἀμπλακίη με κακὴ βιότοιο δαμάζει— οἶδα γάρ, ὡς πολλοῖσιν ἐρίχθομαι ἄλλοθεν ἄλλαις πρήξεσιν οὐχ ὁσίαις, τὰς ἤλιτον ἄφρονι θυμῷ—,
40ἵλαθι, μειλιχόβουλε, σαόμβροτε, μηδέ μ’ ἐάσῃς ῥιγεδαναῖς Ποιναῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι κείμενον ἐν δαπέδοισιν, ὅτι τεὸς εὔχομαι εἶναι. δὸς γυίοις μελέων σταθερὴν καὶ ἀπήμον’ ὑγείην,
σαρκοτακῶν δ’ ἀπέλαυνε πικρῶν ἀγελάσματα νούσων,32
45ναί, λίτομαι, βασίλεια, καὶ ἀμβροσίῃ σέο χειρὶ παῦσον ὅλην κακότητα μελαινάων ὀδυνάων. δὸς βιότῳ πλώοντι γαληνιόωντας ἀήτας, τέκνα, λέχος, κλέος, ὄλβον, ἐυφροσύνην ἐρατεινήν, πειθώ, στωμυλίην φιλίης, νόον ἀγκυλομήτην,
H
.

7

(50)

κάρτος ἐπ’ ἀντιβίοισι, προεδρίην ἐνὶ λαοῖς. κέκλυθι, κέκλυθ’, ἄνασσα· πολύλλιστος δέ ς’ ἱκάνω
χρειοῖ ἀναγκαίῃ· σὺ δὲ μείλιχον οὖας ὑπόσχες.33