TLG 4036 014 :: PROCLUS :: De malorum subsistentia PROCLUS Phil., Diadochus De malorum subsistentia Source: Boese, H. (ed.), Procli Diadochi tria opuscula. Berlin: De Gruyter, 1960: 173–191, 211–265. Citation: Section — (line) | ||
t | ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΚΑΚΩΝ ὙΠΟΣΤΑΣΕΩΣ ΜΟΝΟΒΙΒΛΟΣ | |
1 | Τὴν τοῦ κακοῦ φύσιν, ἥτις τέ ἐστι καὶ ὅθεν ἔχει τὴν γένεσιν, ἐζήτησαν μὲν καὶ τῶν πρὸ ἡμῶν τινες, ———αὐτὸ καθ’ αὑτὸ τὸ κακὸν σκοπήσαντες, εἴτε ἔστιν εἴτε καὶ μή, καὶ εἰ ἔστι, πῶς ἐστὶ καὶ πόθεν εἰς τὸ εἶναι καὶ τὴν ὑπόστασιν ἥκει· ... ἡμεῖς δὲ ... ἀναγράψαντες, | |
5 | ἃ ... τῷ θείῳ Πλάτωνι περὶ τῆς τοῦ κακοῦ φύσεως τεθεώρηται· ——— καὶ τῆς τῶν ζητουμένων καταλήψεως ἐγγυτέρω πάντως ἐσόμεθα, τὴν τοῦ Πλάτωνος εὑρόντες ἔννοιαν, κἀκεῖθεν οἷον φῶς ταῖς ἡμῶν ζητήσεσιν ἀνάψαντες. Εἴτε οὖν ἐστὶ τὸ κακόν, εἴτε μή, πρῶτον σκοπητέον· καὶ εἰ ἔστι, | |
---|---|---|
10 | πότερον ἐν τοῖς νοητοῖς ἐστὶ ἢ οὔ· καὶ εἰ ἐν τοῖς αἰσθητοῖς, πότερον κατ’ αἰτίαν προηγουμένην ὑφέστηκεν ἢ οὔ· καὶ εἰ μή, πότερον οὐσίαν αὐτῷ τινὰ δοτέον, ἢ παντάπασιν ἀνούσιον αὐτοῦ τὸ εἶναι θετέον· καὶ εἰ ἔστι τοῦτο, πῶς ὑπέστη, τῆς ἀρχῆς ἑτέρας οὔσης, καὶ πόθεν ἄρχεται καὶ μέχρι τίνος πρόεισι· καὶ ἔτι πῶς καὶ πόθεν, προνοίας οὔσης, ἐστὶ τὸ | |
15 | κακόν; ———ἐφ’ ἅπασι δὲ———ἢ μηδὲν πεπραγματεῦσθαι οἰόμεθα, | |
εἰ διαπέσοιμεν τῆς θεωρίας ἐκείνου. | 173 | |
2 | Ἀρχὴ οὖν τῆς περὶ αὐτῶν θεωρίας κατὰ φύσιν 〈ἔστω〉, πότερον τὸ κακὸν τῶν ὄντων ἐστὶν ἢ οὔ· καὶ πῶς γὰρ δυνατὸν εἶναι τοῦτο, ὃ τῆς τῶν ὄντων ἀρχῆς πάντῃ ἐστὶν ἄμοιρον; οὐδὲ γὰρ φωτὸς σκότος, οὔτε ἀρετῆς κακίαν μετασχεῖν δυνατόν, οὔτε τἀγαθοῦ τὸ κακόν. ——— | |
8 | 〈οὕτωσ〉 ———οὐδαμοῦ τῶν ὄντων εἶναι δεῖ τὸ κακόν· εἴτε γὰρ ἐκ τοῦ ἀγαθοῦ καὶ τοῦτο, πῶς ἔτι καλῶν ἁπάντων ἐκεῖνο καὶ ἀγαθῶν | |
10 | αἴτιον, ὃ τὴν τοῦ κακοῦ παρήγαγεν φύσιν; 〈εἴτε οὐκ ἐκεῖθεν〉· οὐκ 〈ἄρα ἦν〉 πάντων τῶν ὄντων τὸ ἀγαθὸν αἴτιον, οὐδ’ ἀρχή, εἴπερ 〈τὸ κακὸν〉 ἐν τοῖς οὖσι τεταγμένον διαφεύγει τὴν ἐξ ἐκείνου πάροδον. ὅλως δέ, εἰ πᾶν τὸ ὁπωσοῦν ὑφιστάμενον τοῦ εἶναι μετασχὸν ὑπέστη, τὸ δὲ τοῦ εἶναι μετασχὸν ἀνάγκη καὶ τοῦ ἑνὸς μετέχειν———, οὔτε δὲ ἦν | |
15 | οὔτε ἔσται θέμις ἄλλως ποιεῖν τὰ δεύτερα ἃ ποιοῦσιν ἢ μετὰ τῶν ὑπερ‐ κειμένων—τὸν μὲν νοῦν μετὰ τῆς ζωῆς, τὴν δὲ ζωὴν μετὰ τοῦ εἶναι, πάντα δὲ μετὰ τοῦ ἑνός—δεῖ δήπου καὶ τὸ κακὸν αὖ δυοῖν πεπονθέναι θάτερον· ἢ μηδὲ τοῦ εἶναι μετειληχέναι τὸ παράπαν, ἢ ὁπωσοῦν τοῦ εἶναι μετασχὸν ἅμα καὶ τῆς ἐπέκεινα μετέχειν αἰτίας———. ἢ μηδὲ | |
20 | εἶναι τὴν ἀρχήν, 〈ἢ〉 μηδὲ γεγονέναι μηδὲ εἶναι τὸ κακόν. ———ἀμ‐ φοτέρωθεν δὲ ἀναγκαῖον φάναι οὐδαμοῦ τὸ κακόν. εἰ δὲ ... τἀγαθὸν ἐπέκεινα 〈τοῦ ὄντος καὶ πηγὴν〉 τῶν ὄντων———. πῶς 〈ἐστι〉 τὸ κακὸν 〈ἕν τι τῶν ὄντων, εἰ〉 ἔσται τῆς τοιαύτης ὀρέξεως παρῃρημένον; | |
——— | 175 | |
3 | ——— | |
7 | (τὸ κακόν) ... μᾶλλον καὶ αὐτοῦ τοῦ μὴ ὄντος ἀπέχον τοῦ ἀγαθοῦ· ———τὸ τούτου δὲ πορρώτερον τοῦ ἐγγὺς μᾶλλον ἀνουσιώτερον. τὸ μηδαμῶς ἄρα ὂν μᾶλλον ἐστὶν ἤπερ τὸ λεγόμενον κακόν. ——— | |
11 | εἰ δὲ καὶ, 〈ὡς ὁ Πλάτωνος λόγοσ〉, οὐ μόνον ὑφίστησι τὴν τῶν ἀγαθῶν φύσιν ὁ τοῦ κόσμου τούτου πατήρ, ἀλλὰ καὶ βούλεται μηδὲν εἶναι μηδα‐ μοῦ κακόν, τίς ἔστι μηχανὴ ὑφεστάναι πρὸς ὑπόστασιν τὸ κακὸν ἀβούλη‐ τον τῷ δημιουργῷ; οὐ γὰρ ἄλλα μὲν αὐτὸν βούλεσθαι, ἄλλα δὲ ποιεῖν | |
15 | θεμιτόν, ἀλλ’ ἡ βούλησις ἅμα καὶ ποίησις 〈ἦν〉 ἐπὶ τῶν θείων 〈οὐσιῶν〉· ὥστε οὐ μόνον ἀβούλητον αὐτῷ τὸ κακόν, ἀλλὰ καὶ ἀνυπόστατον, οὐχ ὡς ἐκείνου μὴ ποιοῦντος—τοῦτο γὰρ οὐδὲ νοεῖν θέμις—, ἀλλ’ ὡς μηδ’ εἶναι ποιοῦντος· καὶ γὰρ ἦν ἡ βούλησις οὐ τοῦ μὴ ποιεῖσθαι παρ’ αὐτοῦ τὸ κακόν, ἀλλ’ ὅλως μὴ εἶναι· τί οὖν ἔτι τὸ ποιῆσον εἶναι, | |
20 | τοῦ προσάγοντος αὐτὸ πρὸς τὸ μὴ εἶναι ὑποστάτου πάντων ὄντος καὶ πατρός; τί γὰρ ἐναντίον αὐτῷ καὶ πόθεν; οὔτε γὰρ ἐξ αὐτοῦ τὸ κακοποιόν—οὐ γὰρ θέμις αὐτῷ· καὶ εἰ ἀλλαχόθεν, ἄτοπον· πάντα γὰρ τὰ ἐν τῷ κόσμῳ ἐκ τοῦ πατρός, τὰ μὲν αὐτόθεν, ὡς εἴρηται, τὰ δ’ οἷον ἐνεργούντων ἄλλων. | |
4 | Ὁ μὲν οὖν τὸ κακὸν ἐξορίζων τοῦ εἶναι λόγος τοιοῦτος ἄν τις εἴη, καὶ τοιαῦτα ἂν ἡμῖν προφέροιτο πιθανῶς λέγων. ὁ δὲ τὴν ἐναντίαν | |
τούτῳ φωνὴν ἀφείς——— | 177 | |
9 | δυοῖν τὰ ἕτερα δήπου λέγειν ἀναγκαῖον· ἢ μὴ εἶναι τὴν ἀρετὴν ἐναν‐ | |
10 | τίαν τῇ κακίᾳ, τὴν πᾶσαν τῇ ὅλῃ καὶ τὰς ἐν μέρει ταῖς ἀναλόγοις, ἢ τὸ τῷ ἀγαθῷ μαχόμενον μὴ πάντως εἶναι κακόν. καίτοι τί τούτων ἑκατέρου γένοιτ’ ἂν 〈παραδοξότερον ἢ〉 πρὸς τὴν φύσιν τῶν πραγμάτων ἀναρ‐ μοστότερον; αἱ γὰρ κακίαι μάχονται ταῖς ἀρεταῖς· καὶ δῆλον ὡς μάχονται ἐκ τε τῆς ἄλλης ἀνθρωπίνης ζωῆς, καθ’ ἣν οἱ μὲν ἄδικοι τοῖς δικαίοις, | |
15 | οἱ δ’ ἀκόλαστοι τοῖς σώφροσιν ἠναντίωνται, κἀκ τῆς ἐν αὐταῖς, εἰ βούλει, ταῖς ψυχαῖς διαστάσεως· οἷον ὅταν ἐν τοῖς ἀτελέσιν ἄγῃ μὲν ὁ λόγος ἑτέραν, βιάζηται δὲ τὸ πάθος, μαχομένων δὲ ἀμφοῖν ἡττᾶται μὲν τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος· τί γὰρ ἄλλο ἐν τούτοις ἐστὶν ἢ τὸ σῶφρον τῆς ψυχῆς στασιάζον πρὸς τὸ ἀκόλαστον ἦθος; ——— 〈τί δὲ ἐν〉 | |
20 | τοῖς ἄλλοις κακοῖς, ἐν οἷς στασιαζούσης τῆς ψυχῆς αἰσθανόμεθα; 〈ὅλωσ〉 γὰρ αἱ φαινόμεναι τῶν κακῶν πρὸς τοὺς ἀγαθοὺς ἐναντιώσεις πολλῷ πρό‐ τερον ἐν αὐταῖς εἰσὶν ἀφανῶς ταῖς ψυχαῖς· καὶ αὕτη τῆς ψυχῆς ἀμαθία ἐσχά‐ τη καὶ νόσος, ὅταν τὸ ἐν ἡμῖν κρεῖττον 〈καὶ οἱ ἐν αὐτῷ λόγοι ἀγαθοὶ ἐνυπάρ‐ χοντεσ〉 κρατῶνται ὑπὸ τῶν γηγενῶν καὶ ἀτίμων παθῶν. ——— | |
25 | εἰ δ’ ἐναντίαι μέν, ὥσπερ εἴπομεν, ταῖς ἀρεταῖς αἱ κακίαι, τῷ δ’ ἀγαθῷ ἐναντίον 〈πάντῃ〉 τὸ κακόν—οὐ γὰρ αὐτὴ πρὸς ἑαυτὴν ἡ φύσις τοῦ ἀγαθοῦ πέφυκε στασιάζειν, ἀλλ’ ὡς ἀπὸ μιᾶς ἑνάδος καὶ ἑνὸς αἰτίου ἔκγονος 〈οὖσα〉, ὁμοιότητί τε καὶ ἑνότητι καὶ φιλίᾳ ἔχεται 〈πρὸς αὐτήν〉, τά τε μείζω τῶν ἀγαθῶν σωστικὰ τῶν ἐλαττόνων εἰσί, καὶ τὰ ἐλάττω κοσμεῖται παρὰ τῶν | |
30 | τελειοτέρων· ἀνάγκη δήπου τὰς κακίας οὐ λόγῳ μόνον εἶναι κακίας, ἀλλ’ ὄντως κακὸν 〈ἑκάστην〉· καὶ οὐκ ἔλαττον ἀγαθόν· οὐδαμοῦ γὰρ ἐναντίον τῷ μείζονι ἀγαθῷ τὸ ἔλαττον, ὥσπερ οὐδὲ τῷ μείζονι θερμῷ τὸ ἧττον, οὐδὲ τῷ μᾶλλον ψυχρῷ τὸ ἔλαττον. εἰ δὲ αἱ ψυχῆς κακίαι τῆς τοῦ κακοῦ φύσεως ὁμολογοῖντο, δεδειγμένον ἂν εἴη τὸ κακὸν εἰς τὰ ὄντα τελοῦν. | |
5 | 〈Καὶ οὐ ταύτῃ μόνον, ἀλλὰ καὶ〉 ὅτι τὸ κακόν ἐστι τὸ ἑκάστου φθαρ‐ τικόν· ———καὶ τὸ ἑκάστου ἀγαθὸν τὸ ἑκάστου ἐστὶ σωστικόν, | |
〈διὸ καὶ〉 τοῦ ἀγαθοῦ πᾶσιν ἡ ἔφεσις· τὸ γὰρ εἶναι καὶ σώζεσθαι πᾶσιν 〈ἐκεῖθεν, ὥσπερ αὖ〉 τὸ μὴ εἶναι καὶ φθείρεσθαι διὰ τὴν τοῦ κακοῦ φύσιν. | 179 | |
5 | ἀνάγκη οὖν ἢ τὸ κακὸν εἶναι, ἢ μηδὲν εἶναι μηδενὸς φθαρτικόν· ——— | |
8 | φθαρτικῶν γὰρ μὴ ὄντων, μηδὲ φθορὰν εἶναι δυνατόν· φθορᾶς δὲ μὴ οὔσης, οὐδὲ γένεσιν, ἐπειδὴ πᾶσα γένεσις δι’ ἄλλου γίνεται φθορᾶς· | |
10 | γενέσεως δὲ οὐκ οὔσης, ἀτελὴς ὁ σύμπας ἔσται κόσμος· θνητὰ γὰρ ἐν αὑτῷ γένη ζώων οὐχ ἕξει, δεῖ δέ, εἰ μέλλει τέλεος ἱκανῶς εἶναι, 〈φησὶν ὁ Τίμαιοσ〉 [Pl. Tim. 41b/c]. 〈εἰ ἄρα δεῖ τὸν κόσμον εὐδαίμονα θεὸν [ib. 34b 8] εἶναι, δεῖ τὴν ὁμοιότητα τὴν πρὸς τὸ παντελὲς ζῶον [cf. ib. 31b 1] αὐτὸν τελείως σῴζειν· εἰ τοῦτο, δεῖ καὶ τὰ θνητὰ γένη [ib. | |
15 | 41b 7] συμπληροῦν τὸ πᾶν· εἰ τοῦτο〉, δεῖ καὶ γένεσιν εἶναι 〈καὶ φθοράν〉· εἰ δὲ τοῦτο, δεῖ καὶ τὰ φθαρτικὰ τῶν ὄντων εἶναι καὶ τὰ γεννητικά, τὰ μὲν ἄλλων, τὰ δὲ ἄλλων· οὔτε γὰρ ἡ γένεσις οὔτε ἡ φθορὰ πᾶσιν ἐκ τῶν αὐτῶν. φθαρτικῶν δὲ ὄντων, ἃ ἐγγενόμενα τοῖς λαχοῦσι γένεσιν φθείρει τὴν ἐκείνων δύναμιν, δεῖ εἶναι καὶ τὸ κακόν. τοῦτο γὰρ ἦν τὸ κακόν, | |
20 | τὸ φθαρτικὸν ἑκάστου τῶν γεννητῶν, ἐν ᾧ πρώτως ἐστὶ καθ’ αὑτό. καὶ γὰρ ψυχῆς μὲν ἄλλα φθαρτικά, σώματος δὲ ἄλλα, καὶ τὸ φθειρόμενον ἄλλο· καὶ οὐχ ὁ αὐτὸς τρόπος τῆς φθορᾶς, ἀλλ’ οὗ μὲν οὐσιώδης, οὗ δὲ ζωτικός; καὶ οὗ μὲν τῆς οὐσίας ἀγομένης εἴς τε τὸ μὴ εἶναι καὶ τὴν φθοράν, οὗ δὲ τῆς ζωῆς ἀπὸ τοῦ ὄντος ὅλως φευγούσης ἐπ’ ἄλλο μὴ ὄν. | |
25 | ὁ αὐτὸς ἄρα λόγος τόν τε σύμπαντα κόσμον τέλειον ἡμῖν διασώσεται, καὶ τὸ κακὸν ἐν τοῖς οὖσι θήσεται· ὥστε οὐ μόνον τὸ κακὸν ἔσται διὰ τὸ ἀγαθόν, ἀλλὰ καὶ ἀγαθὸν ἔσται αὐτῷ τῷ εἶναι. τοῦτο δὴ τὸ παρα‐ δοξότατον, ὃ καὶ ἀπὸ τῶν ἑξῆς ἔσται γνωριμώτερον. | |
6 | ——— | |
3 | πᾶν τὸ ἀγαθὸν ὅσον ἐπιδέχεται τὴν τοῦ μᾶλλον καὶ ἧττον διαφοράν, κατὰ μὲν τὸ μᾶλλον τελεώτερον ἐστὶ καὶ τῆς ἑαυτοῦ πηγῆς ἐγγυτέρω | |
5 | καθίσταται, κατὰ δὲ αὖ τὸ ἧττον ἀμυδρούμενόν τε καὶ ἀτελέστερον διὰ τὴν ἔλλειψιν γινόμενον, ἀφίσταται πρὸς τὸ κάτω τῆς 〈αὑτοῦ ἑνάδοσ〉. ——— | 181 |
11 | ἆρ’ οὖν οὐχὶ καὶ τὴν ἀδικίαν αὐτὴν καὶ τὴν ἀκολασίαν μᾶλλον καὶ ἧττον λέγομεν, ἢ τὸν ἶσον τρόπον ἀκόλαστοι καὶ ἄδικοι πάντες; οὐδαμῶς φήσομεν. τί δέ; οὐ καθὸ μᾶλλον καὶ ἧττον ἐστὶν ἡ ἀδικία, ὅσῳ μὲν ἧττον ἐστὶν ἀδικία, τοσούτῳ τῆς τοῦ ἀγαθοῦ φύσεως ἧττον ἀφέστηκεν, ὅσῳ | |
15 | δ’ αὖ μᾶλλον μειζόνως ἔχει τὸ τῆς ἀδικίας πάθος, τοσούτῳ τοῦ ἀγαθοῦ μειζόνως ἐστὶν ἄμοιρος; ἀνάγκη δήπου συγχωρεῖν. ἀλλὰ τὸ μὲν ἀγαθὸν πᾶν, τό τε ἔλαττον καὶ τὸ μεῖζον, αὐξόμενον ἐγγυτέρω τοῦ πρωτίστου τῶν ἀγαθῶν ἐλέγομεν γίνεσθαι, καὶ τὸ τελέως ἀγαθὸν ταὐτὸν τῷ μάλιστα ἀγαθῷ. ἡ δὲ τῆς ἀδικίας αὔξησις τοῦ ἀγαθοῦ πάντως ἔλλειψις ἦν· οὐκ | |
20 | ἄρα ἀγαθὸν ἔτι τὴν ἀδικίαν προσήκει καλεῖν, οὔτε μεῖζον οὔτε ἔλαττον, ἀλλὰ πάντως κακόν. τὸ μὲν γὰρ ἔλαττον ἀγαθὸν αὐξόμενον γίνεται μειζόνως ἀγαθόν, 〈καὶ γὰρ τὸ ἔλαττον θερμὸν καὶ τὸ ἔλαττον ψυχρὸν μᾶλλον ἑκάτερον〉· τὸ δὲ ἄδικον αὐξόμενον οὐ γίνεται μεῖζον ἀγαθόν. ἐναντίως οὖν ἔχον πρὸς τὸ ἀγαθόν, πῶς οὐκ ἂν εἴη τῶν κακῶν; ταῦτα | |
25 | μὲν δὴ καὶ οὗτος ὁ λόγος ἐρεῖ καὶ παρρησιάσεται περὶ τῆς τῶν κακῶν | |
ὑποστάσεως. ——— | 183 | |
7 | ——— | |
22 | Εἰ τοίνυν καὶ ταῦτα ἀναγκαίως ἐστὶ διὰ τὴν παντοδύναμον καὶ πανάγα‐ θον 〈τῶν πρωτίστων αἰτιῶν〉 ἐνέργειαν, οὔτ’ ἂν τὸ ἀγαθὸν ἀεὶ ἐν πᾶσι τοῖς οὖσιν ὡσαύτως εἴη, οὔτ’ ἂν ἡ τοῦ κακοῦ γένεσις ἐξελαύνοιτο | |
25 | τῶν ὄντων. εἰ γάρ ἐστι τὸ ποτὲ μὲν τοῦ ἀγαθοῦ μετέχειν δυνάμενον, ποτὲ δὲ αὖ τῆς ἐκείνου μετουσίας στερούμενον, στέρησις μὲν ἐξ ἀνάγκης ἔσται τῆς τοῦ ἀγαθοῦ μεταλήψεως· ἡ δὲ στέρησις αὐτὴ καθ’ ἑαυτὴν εἶναι μὴ δυναμένη μηδὲ ἀπολελυμένη πάντῃ τῆς φύσεως, ἧς ἐστι στέρησις, τρόπον τινὰ δυναμουμένη παρ’ αὐτῆς, διὰ τὴν πρὸς αὐτὴν ἐπιπλοκὴν | |
30 | εἰς τὴν τῶν ἐναντίων πρὸς τὸ ἀγαθὸν καθίσταται τάξιν· ———τὸ | |
δ’ ἄρα ἀγαθὸν ... καὶ τὴν ἑαυτοῦ στέρησιν δυναμοῖ. ὡς γὰρ τὸ ἀγαθὸν ἐν πᾶσι τοῖς οὖσι τὴν πρωτίστην ἀπεγέννησε δύναμιν, οὕτω δὴ καὶ τὸ ἑκασταχοῦ πάντως ἀγαθὸν ἐν ἑκάστῳ τῶν ὄντων γεννᾷ τὴν ἑαυτοῦ δύναμιν, ᾗτινι ἡ τοῦ ἀγαθοῦ, ὡς εἴρηται, στέρησις συμπλεκομένη καὶ | 185 | |
35 | τὸ ἑαυτῆς ἀμενηνὸν τῇ ἐκείνου ῥώσασα δυνάμει, γίνεται μὲν ὑπεναντία τῷ ἀγαθῷ, ῥωσθεῖσα τῇ πρὸς αὐτὸ μίξει καὶ λαβοῦσα δύναμιν εἰς τὸ μάχεσθαι πρὸς τὸ ἐγγύς· ——— | |
42 | οὐ γάρ ἐστι μοχθηρὸν εἶδος ζωῆς, ὡς πάντῃ ἀπεσβηκέναι τὴν τοῦ λόγου δύναμιν· μένει γὰρ ὁ λόγος ἔνδον, ἀμυδρὸν φθεγγόμενος, καίπερ παντοδαπῶν αὐτὸν περικεχυμένων παθῶν καὶ σύνεσις τὴν ἄνω οὐκ | |
45 | ἀπολείπει ψυχήν. ——— | |
8 | ——— | |
12 | 〈καί που μὲν〉 ἀμιγῶς πρὸς τὴν στέρησιν, 〈ποὺ δὲ ἤδη〉 μετὰ τῆς τοιαύτης μίξεως. τὸ γὰρ ποτὲ μετέχον τοῦ πρώτως ἀγαθοῦ, ἀναπίμπλαται τῆς | |
παρεμπλοκῆς τοῦ μὴ ἀγαθοῦ· ἐπεὶ καὶ τὸ αὐτοεῖναι 〈καὶ ἡ τοῦ ὄντος | 187 | |
15 | φύσις ἄνω μὲν〉 ὄντως ὂν καὶ ὄν ἐστι μόνον, ἐν δὲ τοῖς τελευταίοις 〈τῶν ὄντων〉 συγκέκραταί πως τῷ μὴ ὄντι· τὸ γὰρ πῇ μὲν ὄν, πῇ δὲ μὴ ὄν, καὶ ποτὲ μὲν ὄν, ἀπειράκις δὲ οὐκ ὄν, καὶ τὸ τοῦτο μὲν ὄν, τὰ δ’ ἄλλα πάντα μὴ ὄν· τὶ ἂν λέγοι τις εἶναι μᾶλλον ἢ μὴ εἶναι πάντῃ τοῦ μὴ ὄντος πεπλησμένον· καὶ αὐτὸ δὲ τὸ μὴ ὄν, τὸ μὲν μηδαμῶς ὄν, ἀλλὰ καὶ αὐτῆς | |
20 | τῆς ἐσχάτης φύσεως, ἥτις κατὰ συμβεβηκός ἐστιν, ἀπολειπόμενον, μήτε καθ’ αὑτὸ μήτε κατὰ συμβεβηκὸς εἶναι δυνάμενον—οὐ γὰρ πῇ μὲν ἔστι, πῇ δὲ οὐκ ἔστι τὸ μηδαμῶς ὄν· τὸ δὲ ὁμοῦ τῷ ὄντι μὴ ὄν, εἴτε στέ‐ ρησιν τοῦ ὄντος εἴτε ἑτεροιότητα [Pl. Parm. 160d] καλεῖν 〈αὐτὸ θέμισ〉· καὶ τὸ μὲν πάντῃ μὴ ὄν, τὸ δὲ ἄνω μὲν οὐδὲν ἧττον τοῦ | |
25 | ὄντος ἐστίν, 〈ὥς φησιν ὁ Ἐλεάτης ξένοσ〉 [Pl. soph. 258b 1—2], ἐν δὲ τοῖς ποτὲ μὲν οὖσι, ποτὲ δὲ μὴ οὖσι, 〈ἀμυδρότερον μὲν τοῦ ὄντοσ〉, τῷ δὲ εἶναι τρόπον τινὰ κρατούμενον καὶ αὐτό. | |
9 | Ὥσπερ οὖν, εἰ τὸ μὴ ὂν ἤρετό τις, πότερον ἐστὶν ἢ οὐκ ἔστι, τὸ μὲν πάντῃ μὴ ὂν οὐδαμόθεν τοῦ εἶναι μετειληχός, ἐλέγομεν οὐδαμῶς ὄν· τὸ δὲ αὖ τρόπον τινὰ μὴ ὂν ἐν τοῖς οὖσι καταλέγειν συνεχωροῦμεν τῷ ταῦτα ἐρομένῳ. κατὰ τὰ αὐτὰ δὴ καὶ τὸ κακόν—ἐπεὶ καὶ τοῦτο | |
5 | διττόν, τὸ μὲν μόνως κακόν, τὸ δὲ οὐκ ἀμιγὲς πρὸς τὸ ἀγαθόν—τὸ μὲν τοῦ 〈μηδαμῶσ〉 ὄντος 〈ἐπέκεινα θήσομεν〉 ..., τὸ δὲ ἐν τοῖς οὖσι τάξομεν· 〈μήτε γὰρ τοῦ εἶναι διὰ τὴν τοῦ ἀγαθοῦ μεσιτείαν〉, μήτε τοῦ ἀγαθοῦ διὰ τὸ εἶναι ἔρη‐ μον ἔτι μένειν δυνάμενον· ἅμα γὰρ ὄν ἐστι καὶ ἀγαθόν ἐστι. καὶ τὸ μὲν πάντῃ κακὸν τοῦ πρωτίστου τῶν ἀγαθῶν ἀπόπτωσις ὂν καὶ οἷον ἔκβα‐ | |
10 | σις, εἰκότως καὶ τοῦ ὄντος ἐστέρηται· τί γὰρ ἂν τοῦ ἀγαθοῦ μετασχεῖν μὴ δυνάμενον εἰς τὰ ὄντα πάροδον ἔχοι; τὸ δὲ οὐ πάντῃ κακόν, ὑπεναν‐ τίον [Pl. Theaet. 176a] μὲν ὂν ἀγαθῷ τινὶ καὶ οὐ παντί, τάττεται δὲ καὶ ἀγαθύνεται διὰ τὴν τῶν ὅλων ἀγαθῶν ὑπερβολήν· καὶ τοῖς μέν ἐστι κακὸν οἷς ἠναντίωται, τῶν δὲ ὡς ἀγαθῶν ἐξήρτηται· μάχεσθαι γὰρ | |
15 | ἐκείνοις οὐ δεῖ, ἀλλ’ ἕπεσθαι πάντα κατὰ δίκην ἢ μηδὲ εἶναι τὸ παράπαν. | |
10 | 〈Ὀρθῶς ἄρα〉 Πλάτων ἐν μὲν τῷ Τιμαίῳ κατὰ τὴν δημιουργικὴν βούλησιν ἀγαθὰ μὲν πάντα, φαῦλον δὲ μηδὲν εἶναι φησίν [Tim. | |
30a 2—3]· ἐν δὲ τοῖς πρὸς τὸν γεωμέτρην λόγοις οὔτ’ ἀπολέσθαι φησὶν τὰ κακά, ἀλλ’ ἐξ ἀνάγκης [Theaet. 176a] 〈ἐν τοῖς οὖσι γεγονέναι | 189 | |
5 | προτείνει. τὰ γὰρ πάντα ἀγαθύνεται τῇ βουλήσει τοῦ πατρὸσ〉 καὶ οὐδὲν πρὸς τὴν ἐκείνου δημιουργίαν κακόν, οὔτε τῶν ὄντων οὔτε τῶν γινο‐ μένων. ——— ἐπεὶ καὶ τὸ σκότος τὸ μὲν ἀμιγὲς πάντῃ ... καὶ φωτὸς ἄμοιρον οὐκ ἔστι, τὸ δὲ ἐν τῷ φωτὶ γενόμενον καὶ ὑπ’ αὐτοῦ ὁριζόμενον 〈πανταχοῦ〉 τῶν | |
10 | ὄντων ἐστίν. ——— | |
12 | πάντα οὖν ἀγαθὰ τῷ πάντων πατρί, καὶ ἔστι τὸ κακὸν ἐν τοῖς μὴ πάντῃ κατὰ τὸ ἀγαθὸν ἑστάναι δυναμένοις. ——— | |
15 | Πῶς μὲν οὖν ἐστι καὶ πῶς οὐκ ἔστι τὸ κακὸν ἐκ τούτων δῆλον. πάντες γὰρ οἵ τε πάντα λέγοντες ἀγαθὰ καὶ οἱ μή, πῇ μὲν ὀρθῶς λέγουσι, πῇ δὲ οὐκ ὀρθῶς. καὶ γὰρ ὅτι πάντα τὰ ὄντα ἐστίν, ἀληθές· ἀλλὰ καὶ τὸ μὴ ὂν ἔστι τῷ ὄντι συμπεπλεγμένον. πάντα οὖν ἀγαθὰ τῷ μηδὲν εἶναι κακὸν ἀκόσμητον καὶ ἀμιγές· καὶ τὸ κακόν ἐστιν, οἷς δὴ καὶ ἔστι κακόν· | |
20 | ἔστι δὲ ὧν ἡ φύσις ἀμιγῶς ἐν τῷ ἀγαθῷ μένειν οὐ πέφυκεν. | |
11 | Ἐν τίσι δὲ τῶν ὄντων τὸ κακὸν καὶ ὅπως ὑπέστη καὶ πόθεν, ἑπόμενον ἂν εἴη μετὰ ταῦτα θεωρῆσαι, διότι τῶν ὄντων ἡμῖν ἐφάνη καὶ ἡ τούτου φύσις. ἄνωθεν οὖν ἀρκτέον καὶ θεατέον, εἴ πως δυνάμεθα, ποῦ | |
τὸ κακόν. | 191 | |
30 | ——— | |
3 | ῥητέον καὶ περὶ τῆς ὕλης, εἴτε ἔστι κακόν, εἴτε καὶ μή. συμβεβηκέναι μὲν γὰρ αὐτῇ τὸ κακὸν οὐδαμῶς δυνατόν, ὅτι καθ’ ἑαυτὴν ἄποιός ἐστι | |
5 | καὶ ἀνείδεος καὶ ὑποκείμενον, ἀλλ’ οὐκ ἐν ὑποκειμένῳ, καὶ ἁπλοῦν, ἀλλ’ οὐκ ἄλλο ἐν ἄλλῳ. εἰ δὲ ἔστιν ὅλως κακόν, ὥς τινές φασι, κατ’ οὐσίαν ἐστὶ κακόν, ᾗ καὶ λέγουσιν ἐκεῖνοι, τὴν ὕλην τὸ πρώτως κακὸν καὶ 〈ὃ στυγέουσι θεοί περ [Hom. Y 65] ποιοῦντες〉. τί γὰρ ἄλλο ἐστὶ τὸ κακὸν ἢ ἀμετρία καὶ ἀοριστία καὶ πάντα ὅσα τοῦ ἀγαθοῦ στερήσεις; | |
10 | τὸ γὰρ ἀγαθὸν μέτρον ἐστὶ πάντων καὶ ὅρος καὶ πέρας καὶ τελειότης· ὥστε τὸ κακὸν ἀμετρία καὶ αὐτοάπειρον καὶ ἀτελὲς καὶ ἀόριστον. ταῦτα δὲ πάντα ἐν ὕλῃ καὶ πρώτως, οὐκ ἄλλα ὄντα παρ’ ἐκείνην, ἀλλ’ ἐκείνη καὶ ὅ ἐστιν αὐτῆς τὸ εἶναι. τὸ ἄρα πρώτως κακὸν καὶ ἡ τοῦ κακοῦ φύσις καὶ τὸ πάντων ἔσχατον ἡ ὕλη. εἰ δὲ καὶ ἀγαθὸν διττόν ἐστι, τὸ μὲν | |
15 | αὐτοαγαθὸν καὶ οὐδὲν ἄλλο ἢ ἀγαθόν, 〈τὸ δὲ ἐν ἄλλῳ καὶ ἀγαθόν τι καὶ οὐ πρώτως ἀγαθόν, ἔσται καὶ τὸ κακὸν διττόν, τὸ μὲν οἷον αὐτὸ καὶ πρώτως κακὸν καὶ οὐδὲν ἄλλο ἢ〉 κακόν, τὸ δὲ ἐν ἄλλῳ καὶ κακόν τι καὶ δι’ ἐκεῖνο κακὸν καὶ ἐκείνου μεταλήψει ἢ ὁμοιώσει κακόν. καὶ ὥσπερ τὸ αὐτοαγαθὸν πρῶτον, οὕτω καὶ τὸ αὐτοκακὸν ἔσχατον τῶν ὄντων· οὔτε γὰρ τοῦ ἀγα‐ | |
20 | θοῦ κρεῖττον οὔτε τοῦ κακοῦ χεῖρον εἶναι δυνατὸν οὐδέν· καὶ γὰρ τὰ ἄλλα πάντα διὰ ταῦτα κρείττω τὶ καὶ χείρω φαμέν. τὸ δὲ τῶν ὄντων ἔσχατον, ὕλη· πάντα γὰρ τὰ ἄλλα ποιεῖν ἢ πάσχειν πέφυκεν· ἡ δὲ οὐδέτερον, τῆς ἀμφοῖν ἐστερημένη δυνάμεως. τὸ ἄρα αὐτοκακὸν καὶ τὸ πρώτως κακὸν ἡ ὕλη. | |
31 | Εἰ δὲ καὶ ἐν σώμασι τὸ παρὰ φύσιν ὕλης κρατούσης, ὡς εἴρηται, καὶ ἐν ψυχαῖς τὸ κακὸν καὶ ἡ ἀσθένεια ... τῷ μεθυσθῆναι τῆς περὶ αὐτὴν ἀοριστίας ὁμοιουμέναις πρὸς αὐτήν, τί ταύτην ἀφέντες αἰτιᾶσθαι ἄλλην ἐπιζητοῦμεν ἀρχὴν τῶν κακῶν καὶ πηγὴν τῆς τούτων ὑποστάσεως; | |
5 | 〈ἀλλ’ εἰ〉 κακὸν ἡ ὕλη ..., δυοῖν θάτερον ἀνάγκη, ἢ τὸ ἀγαθὸν τοῦ κακοῦ ποιεῖν αἴτιον, ἢ δύο τῶν ὄντων ἀρχάς. ἀνάγκη μὲν γὰρ πᾶν τὸ | |
ὁπωσοῦν ὑφεστὼς ἢ ἀρχὴν εἶναι τῶν ὅλων ἢ ἐξ ἀρχῆς· τὴν δὲ ὕλην ἐξ ἀρχῆς μὲν οὖσαν, ἀπὸ τοῦ ἀγαθοῦ καὶ αὐτὴν ἔχειν τὴν εἰς τὸ εἶναι πάρ‐ οδον, ἀρχὴν δὲ οὖσαν, δύο τῶν ὄντων ἡμῖν ὑποβάλλειν ἀρχὰς μαχο‐ | 211 | |
10 | μένας ἀλλήλαις, τό τε πρώτως ἀγαθὸν καὶ τὸ πρώτως κακόν· ἀλλ’ ἀδύνατον· οὔτε γὰρ δύο τὰ πρῶτα· πόθεν γὰρ ὅλως, μονάδος οὐκ οὔσης; εἰ γὰρ ἑκάτερον τοῖν δυοῖν ἕν, δεῖ πρὸ ἀμφοῖν εἶναι τὸ ἕν, ᾧ ταῦτα ἓν ἄμφω, καὶ μίαν ἀρχήν. οὔτ’ ἐκ τοῦ ἀγαθοῦ τὸ κακόν· ὡς γὰρ τὸ τῶν ἀγαθῶν αἴτιον μειζόνως ἀγαθόν, οὕτω δὴ καὶ τὸ τοῦ κακοῦ γεννητικὸν | |
15 | μειζόνως ἂν εἴη κακόν· καὶ οὐδὲ τὸ ἀγαθὸν ἔτι τὴν ἑαυτοῦ φύσιν ἕξει, τὴν τοῦ κακοῦ παράγον ἀρχήν. ——— 〈ὥστε〉 τὸ μὲν ἀγαθὸν ἔσται κακὸν ὡς τοῦ κακοῦ αἴτιον, τὸ δὲ κακὸν ἀγαθὸν ὡς ἐκ τοῦ ἀγαθοῦ παρηγμένον. | |
32 | Εἰ δὲ ἀναγκαῖον ἡ ὕλη πρὸς τὸ πᾶν καὶ οὐκ ἂν ἦν ὁ κόσμος ὁ πάμμεγας οὗτος καὶ εὐδαίμων θεός [Pl. Tim. 34 b 8] ὕλης ἀπούσης, πῶς ἔτι τὴν τοῦ κακοῦ φύσιν ἐπὶ ταύτην ἀνακτέον; ἄλλο γὰρ τὸ κακὸν καὶ ἄλλο τὸ ἀναγκαῖον, καὶ τὸ μέν ἐστι τοιοῦτον οὗ χωρὶς εἶναι ἀδύνατον, | |
5 | τὸ δὲ τοῦ εἶναι στέρησις. εἰ τοίνυν καὶ πρὸς τὴν δημιουργίαν τοῦ σύμ‐ παντος κόσμου τὴν ἑαυτῆς παρέχεται χρείαν καὶ παρῆκται πρώτως ὑποδοχὴ τῆς γενέσεως ἐσομένη καὶ οἷον τιθήνη [Pl. Tim. 49a 6] καὶ μήτηρ [ib. 50d 3, 51a 4], πῶς ἂν ἔτι λέγοιτο κακὸν καὶ τὸ πρώτως κακόν; εἰ δὲ καὶ τὴν ἀμετρίαν καὶ τὸ ἀόριστον καὶ τὸ ἄπειρον καὶ ἕκαστον | |
10 | τῶν τοιούτων πολλαχῶς λέγομεν—καὶ γὰρ ὡς μαχόμενα μέτρῳ καὶ 〈ὡς ἀπουσίαν〉 αὐτοῦ καὶ ἀφαίρεσιν καὶ ὡς ὑποκειμένην αὐτῷ καὶ ἐνδεᾶ μέτρου καὶ ὅρου—, ἡ δὲ ὕλη μάχεσθαι μὲν οὐ πέφυκεν οὐδὲ ποιεῖν ὅλως οὐδέν, ᾗτινι μηδὲ τὸ πάσχειν ἐστὶ κατὰ φύσιν δι’ ἔλλειψιν τῆς τοῦ πάσχειν δυνάμεως, ἄρσις δὲ πάλιν οὐκ ἔστι μέτρου καὶ πέρατος ὅτι μὴ | |
15 | ἔστι στερήσει ταὐτόν· ἡ μὲν γὰρ στέρησις παρόντων ἐκείνων οὐκ ἔστιν, ἡ δὲ ὕλη καὶ ἐστὶ καὶ δέχεται τὴν αὐτῶν ἔμφασιν—ἀνάγκη δήπου τὸ ἄπειρον αὐτῆς καὶ ἄμετρον ἐνδεὲς εἶναι μέτρου καὶ πέρατος. τὸ δὲ ἐνδεὲς τούτων πῶς αὐτοῖς ἐναντίον εἴη; πῶς δὲ ἔτι κακὸν τὸ τοῦ ἀγαθοῦ δεό‐ μενον; φεύγει γὰρ τὴν τοῦ ἀγαθοῦ φύσιν τὸ κακόν, καὶ ὅλως ἅπαν τὸ | |
20 | ἐναντίον τὴν ἐναντίαν ἕξιν. εἰ δὲ ... καὶ κυΐσκει τὴν γένεσιν, καὶ— 〈ὥς φησιν αὐτόσ〉—τρέφει, κακὸν δὲ οὐδὲν παρ’ αὐτῆς μητρὸς οὔσης τοῖς | |
ἐξ αὐτῆς, μᾶλλον δὲ ἐν αὐτῇ γεννωμένοις. | 213 | |
33 | ——— | |
16 | Καὶ γὰρ τί ἂν δράσειεν εἰς ἄλλα τὸ ποιεῖν μὴ δυνάμενον; πῶς δὲ αὖ τὸ ποιεῖν ἕξει τὸ ἄποιον καθ’ ἑαυτό; πότερον δὲ ἄγει πρὸς ἑαυτὴν ἡ ὕλη τὰς ψυχὰς ἢ παρ’ ἑαυτῶν ἐκεῖναι ἄγονται 〈καὶ χωρισταὶ γίνονται〉 δυνάμει καὶ ἀδυναμίᾳ τῇ ἑαυτῶν; εἰ μὲν γὰρ παρ’ ἑαυτῶν ἄγονται, τοῦτο ἦν | |
20 | αὐταῖς τὸ κακόν, ἡ πρὸς τὸ χεῖρον ὁρμὴ καὶ ἡ ὄρεξις, ἀλλ’ οὐχὶ ἡ ὕλη· παντὶ γὰρ ἡ φυγὴ τοῦ κρείττονος κακόν, καὶ πολλῷ μᾶλλον ἡ πρὸς τὸ χεῖρον· καὶ δι’ ἀσθένειαν πάσχουσιν ἃ πάσχειν τὰς τοιαύτας δεῖ κακῶς ἑλομένας. εἰ δὲ παρὰ τῆς ὕλης ἄγονται, ποῦ τὸ αὐτοκίνητόν ἐστι καὶ αἱ τῆς ψυχῆς αἱρέσεις; ——— | |
27 | εἰ πάσας ἄγει πρὸς ἑαυτὴν ἡ ὕλη καὶ ἐνοχλεῖ καὶ βιάζεται——— | 215 |
34(2) | ———Ἐν μὲν γὰρ τῷ Τιμαίῳ μητέρα [51a 4] καὶ τιθήνην αὐτὴν τῆς γενέσεως [52d 4—5] καλῶν καὶ συναιτίαν [46c 7] τῆς τοῦ κόσμου δημιουργίας——— | |
6 | ἐν δὲ τοῖς τοῦ Ἐλεάτου ξένου λόγοις αἰτίαν τῆς τοῦ παντὸς ἀταξίας 〈εἰς ὑποκειμένην φύσιν ἀνίησι, παρὰ μὲν τοῦ συνθέντος πάντα καλὰ κεκτῆσθαι τὸν κόσμον λέγων, παρὰ δὲ τῆς ἔμπροσθεν ἕξεως τὰ ἐναντία τούτων ἐν αὐτῷ γένεσιν ἔχειν [Pl. pol. 273bc]〉. ἐν δὲ τῷ Φι‐ | |
10 | λήβῳ καὶ αὐτὴν τὴν ὕλην καὶ πᾶσαν τὴν τοῦ ἀπείρου φύσιν ἐκ τοῦ ἑνὸς παράγων καὶ ὅλως πρὸ τῆς τοῦ πέρατος καὶ ἀπείρου διαστάσεως τὴν θείαν αἰτίαν 〈τιθείσ〉, ἔνθεον αὐτὴν καὶ ἀγαθὸν διὰ τὴν τοῦ θεοῦ μετάληψιν καὶ τὴν ἀπὸ τοῦ θεοῦ γένεσιν εἶναι συγχωρεῖ καὶ οὐδαμῶς κακόν. τῶν κακῶν ἄλλ’ ἄττα 〈φησὶ〉 χρῆναι ζητεῖν τὰ αἴτια, | |
15 | καὶ οὐ θεόν, 〈ὡς ἐν ἄλλοις [resp. II 379c 6—7] εἴρηται〉. οὐκοῦν ἡ ἀταξία καὶ τὸ κακὸν οὐ διὰ τὴν ὕλην, ἀλλὰ διὰ τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον [Pl. Tim. 30a 4—5]· τοῦτο γάρ ἐστι τὸ σωμα‐ τοειδές, 〈ὅ φησιν ὁ Ἐλεάτης ξένοσ〉 τῆς ἀταξίας αἴτιον [Pl. pol. 273b 4] ... καὶ οὐχὶ τὴν ὕλην εἶναι δυναμένην, ———τῆς ὕλης ἀκινήτου | |
20 | οὔσης καθ’ ἑαυτήν. ——— | |
23 | τὰ γὰρ ἴχνη τῶν διαφόρων εἰδῶν ἐπ’ ἄλλην καὶ ἄλλην ἄγοντα φοράν, πλημμελῆ τὴν ὅλην ἀποφαίνει κίνησιν. 〈τοῦτο οὖν ἐστι ἡ ἔμπροσθεν | |
25 | ἕξις· οὐ γὰρ〉 δυναμένη κρατεῖσθαι τοῖς εἴδεσιν, ἀκόσμητον ἑαυτὴν δείκνυσι καὶ ἀκαλλῆ. ——— | |
35(2) | ———Ὅτι δὲ οὐκ ἐκ τῆς ὕλης τὸ κακὸν οὐδ’ ἐν τοῖς σώμασιν, ἐκ τούτων δῆλον· οὐ γάρ ἐστιν ἥ τε ὕλη καὶ τὸ πλημμελῶς κινούμενον | |
ταὐτόν. ὅτι δὲ καὶ τὴν ὕλην οὐ τὸ πρώτως κακὸν 〈θετέον, ἱκανῶς, | 217 | |
5 | οἶμαι, ἔδειξεν ὁ ἐν Φιλήβῳ Σωκράτησ〉, ἐκ τοῦ θεοῦ τὴν ἀπειρίαν 〈γεννῶν〉 [Pl. Phileb. 23c 9]. εἰ δὲ καὶ αὐτόθεν τὸ ἄπειρον τὴν ὕλην ῥητέον, ἐκ τοῦ θεοῦ ἡ ὕλη, εἴ γε τὸ πρώτως ἄπειρον τὴν οὐσιώδη πᾶσαν ἀπειρίαν μιᾶς αἰτίας ἠρτημένην θεόθεν 〈ἐκγεννᾶσθαι ῥητέον, καὶ μάλιστα〉 τὴν μετὰ τοῦ πέρατος ποιεῖν τὸ μίγμα μὴ δυναμένην, ὡς τοῦ θεοῦ ὄντος | |
10 | αἰτίου τῆς ὑποστάσεως αὐτῶν καὶ τῆς μίξεως. τοῦτο μὲν οὖν καὶ τὴν τοῦ σώματος ᾗ σῶμα φύσιν εἰς μίαν αἰτίαν ἄγει, τὸν θεόν· αὐτὸς γάρ ἐστιν ὁ τὸ μικτὸν γεννήσας. οὔτε ἄρα τὸ σῶμα κακὸν οὔτε ἡ ὕλη· ταῦτα γάρ ἐστι θεοῦ γεννήματα, τὸ μὲν ὡς μίγμα, τὸ δὲ ὡς ἄπειρον. ——— | |
15 | 〈καὶ αὐτὸς λέγων ἐν ἐκείνοισ〉· οὐκοῦν τὰ μὲν γινόμενα καὶ ἐξ ὧν γίνεται πάντα τὰ τρία παρέσχετο ἡμῖν γένη [Pl. Phileb. 27a 11—12]; τὸ ἄρα σῶμα, ἓν καὶ τοῦτο τῶν πάντων ὄν, ἐπειδὴ μικτόν, καὶ τὸ μὲν ἐν αὐτῷ πέρας καὶ λόγος, τὸ δὲ ἄπειρον, διχῶς ἐκεῖθεν ἔσται, κατά τε τὸ ὅλον καὶ κατὰ τὰ μέρη. τί γὰρ ἄλλο ἐν αὐτῷ τὸ ἄπειρον ἢ ἡ | |
20 | ὕλη; τί δὲ τὸ πέρας ἢ τὸ εἶδος; τί δὲ τὸ ἐκ τούτων ἢ τὸ σύνολον; εἰ τοίνυν καὶ αὐτὰ τὰ γινόμενα πάντα καὶ ἐξ ὧν γίνεται, μικτόν ἐστι καὶ πέρας καὶ ἄπειρον· τὸ δὲ δὴ πάντα ταῦτα δημιουργοῦν ἄλλο καὶ τέταρτον, 〈ὥς φησιν αὐτόσ〉 [Phileb. 27 a/b]· οὔτ’ ἂν τὴν ὕλην οὔτ’ ἂν τὸ εἶδος οὔτ’ ἂν τὸ μικτὸν ἀλλαχόθεν ἢ ἐκ τοῦ θεοῦ 〈μικτὸν〉 | |
25 | παράγεσθαι φήσαιμεν. τί δ’ ἂν ἐκεῖθεν γενόμενον εἴη κακόν; οὔτε γὰρ θερμότητος τὸ ψύχειν οὔτε ἀγαθοῦ τὸ κακὰ παράγειν· οὔτε ἄρα τὴν ὕλην οὔτε τὸ σῶμα κακὸν προσρητέον. | |
36 | ——— | |
4 | μήτε ἀγαθὸν εἶναι τὴν ὕλην μήτε κακόν. εἴτε γὰρ ἀγαθόν, τέλος ἔσται καὶ | |
5 | οὐκ ἔσχατον τῶν πάντων, καὶ οὗ ἕνεκα καὶ ἐφετόν· πᾶν γὰρ τὸ ἀγαθὸν τοιοῦτον, ἐπεὶ τὸ πρώτως ἀγαθὸν τέλος καὶ οὗ ἕνεκα πάντα καὶ ἐφετὸν πᾶσι τοῖς οὖσιν. εἴτε αὖ κακόν, θεὸς ἔσται καὶ ἀρχὴ τῶν ὄντων ἄλλη καὶ στασιάζουσα πρὸς τὴν τῶν ἀγαθῶν αἰτίαν, καὶ ἔσονται δύο πηγαὶ μεθειμέναι ῥεῖν [Pl. leg. I 636d 7—8] ἐξ ἐναντίας, ἀγαθῶν μὲν ἄλλη, | 219 |
10 | κακῶν δὲ ἄλλη, καὶ οὐδὲ αὐτοῖς ἔσται τοῖς θεοῖς βίος ἀπήμων οὐδὲ ἔξω τῆς θνητῆς δυσχερείας, οἷς ἐστί τι δυσμενὲς καὶ ἀλλότριον καὶ οἷον ἐνο‐ χλοῦν. εἰ δὲ μὴ ἔστιν ἑκάτερον, τί ἂν εἴη καθ’ ἑαυτήν; ἢ τοῦτο ὃ πολλάκις εἴρηται τὸ ἀναγκαῖον ἐπ’ αὐτῆς ῥητέον; ἔστι γὰρ ἄλλη μὲν ἡ τοῦ ἀγαθοῦ φύσις, ἄλλη δὲ ἡ τοῦ κακοῦ, καὶ ταῦτα μὲν ἀλλήλοις ἐναντία· τρίτη | |
15 | δὲ ἄλλη, μήτε ἀγαθὸν ἁπλῶς οὖσα, μήτε κακόν, 〈ἀλλ’ ἀναγκαῖον. τὸ μὲν γὰρ κακὸν〉 ἀπάγει τοῦ ἀγαθοῦ καὶ φεύγει τὴν ἐκείνου φύσιν· τὸ δὲ ἀναγκαῖον 〈τοῦ ἀγαθοῦ ἕνεκα〉 πᾶν ἐστὶν ὅ ἐστι καὶ ἐπ’ αὐτὸ τὴν ἀνα‐ φορὰν ἔχει καὶ δι’ ἐκεῖνο τὴν οἱάνποτε γένεσιν ἔσχεν· εἰ δὲ γενέσεως ἕνεκά του 〈...〉, ἄλλο δὲ αὐτῆς ἕνεκα μηδέν, ἵνα ἂν καὶ τέλος αὐτὴν καὶ | |
20 | ἀγαθὸν ἐλέγομεν· ἀναγκαῖον δήπου πρὸς τὴν γένεσιν αὐτὴν καὶ οὐ κακὸν προσρητέον, καὶ γεγονέναι θεόθεν ὡς ἀναγκαῖον καὶ εἶναι τοῖς ἐφ’ ἑαυτῶν ἱδρῦσθαι μὴ δυναμένοις εἴδεσιν ἀναγκαῖον. οὐ γὰρ μόνον τὰ ἀγαθὰ καὶ παρ’ ἑαυτῶν τοιαῦτα παράγειν ἔδει τὴν τῶν ἀγαθῶν ἁπάντων αἰτίαν, ἀλλὰ καὶ τὴν φύσιν ἐκείνην, ἣ μὴ ἔστι μὲν ἁπλῶς | |
25 | καὶ παρ’ αὐτῆς ἀγαθόν, ὀρέγεται δὲ ἀγαθοῦ, οὗ καὶ ὀρεγομένη δίδωσιν ἄλλοις γένεσιν εἰς τὸ εἶναι καὶ ὁπωσοῦν ἐπ’ αὐτῆς. τὸ γὰρ ἐνδεὲς αὐτῆς τῶν ἀγαθῶν συντελεῖ πρὸς τὴν τῶν αἰσθητῶν δημιουργίαν, ἐπεὶ καὶ τὸ ὂν οὐ τὰ ὄντα μόνον ὑφίστησιν, ἀλλὰ καὶ τὰ ἐφιέμενα τῆς τοῦ εἶναι μετουσίας, οἷς τὸ εἶναι κατὰ τὴν τοῦ ὄντος ἔφεσιν. ἄλλο γοῦν τὸ πρώτως | |
30 | ἐφετόν, ἄλλο τὸ ἐφιέμενον ἐκείνου καὶ ἐν τούτῳ τὸ ἀγαθὸν ἔχον· ἄλλο τὸ μεταξὺ πᾶν, ὃ τοῖς μὲν ἐφετόν ἐστι, τῶν δὲ ἐφίεται, δηλαδὴ τῶν πρὸ αὐτοῦ καὶ ὧν ἕνεκά ἐστι. | |
37 | Τὴν μὲν οὖν ὕλην τὴν αὐτὴν ἔκ γε τοῦ λόγου τοῦδε σκοποῦντες ἂν εὕροιμεν, ὡς οὔτε ἀγαθὸν οὔτε κακόν, ἀλλὰ ἀναγκαῖον μόνον· καὶ | |
ὡς μὲν γενομένη ἕνεκα ἀγαθοῦ, ἀγαθόν, ἁπλῶς δὲ οὐκ ἀγαθόν· καὶ ὡς μὲν ἔσχατον τῶν ὄντων κακόν, εἴπερ τὸ πλεῖστον ἀφεστὼς τοῦ ἀγαθοῦ | 221 | |
5 | κακόν, ἁπλῶς δὲ οὐ κακόν, ἀλλ’—ὥσπερ εἴρηται—ἀναγκαῖον. ὅλως δὲ τὸ κακὸν αὐτὸ καθ’ αὑτό που εἶναι οὐκ ἀληθές· οὐ γάρ ἐστι τὸ ἀμιγὲς οὐδὲ τὸ πρώτως κακόν. εἰ μὲν γὰρ τῷ ἀγαθῷ παντὶ τὸ κακὸν ὑπεναντίον ἦν, ἔδει, τοῦ ἀγαθοῦ πρὸ τοῦ ἐν ἄλλῳ καθ’ ἑαυτὸ καὶ πρώτως ὄντος, καὶ τὸ κακὸν εἶναι διττόν, τὸ μὲν αὐτό, τὸ δὲ ἐν ἄλλῳ. εἰ δὲ ἐκείνοις | |
10 | ἐστὶ τῶν ἀγαθῶν ἐναντίον τὸ κακόν, οἷς τὸ εἶναι ἐν ἄλλῳ, πολλῷ δήπου μᾶλλον καὶ τὸ κακὸν ἐν ἄλλῳ, καθ’ ἑαυτὸ δὲ οὐκ ἔστιν· οὐδὲ γὰρ τὸ ἀγαθόν, ᾧ τὸ κακὸν ὑπεναντίον, ἀλλὰ ἐν ἄλλῳ καὶ οὐ χωρίς. καὶ τί γὰρ ἂν εἴη τῷ πρώτως ἀγαθῷ μὴ ὅτι κακόν, ἀλλὰ καὶ ἄλλ’ ὁτιοῦν τῶν ὄντων ἐναντίον; πάντα γὰρ τὰ ὄντα δι’ ἐκεῖνο καὶ ἐκείνου ἕνεκά ἐστι. | |
15 | τὸ δὲ ἐναντίον εἶναι διὰ τὴν ἐναντίαν φύσιν ἀδύνατον, ἀλλ’ αὐτὸ τοὐν‐ αντίον μὴ εἶναι· φθείρεται γὰρ ὑπ’ ἀλλήλων τὰ ἐναντία, καὶ ὅλως πάντα τὰ ἐναντία μιᾶς ἐξῆπται κορυφῆς καὶ γένους· τοῦ δὲ πρώτως ἀγαθοῦ γένος τί ἂν εἴη; τί γὰρ ἐπέκεινα τῆς τοῦ ἀγαθοῦ φύσεως; τί δ’ ἂν ἐκείνῳ γένοιτο τῶν ὄντων ὁμογενές; δέοι γὰρ ἂν ἕτερον εἶναί τι πρὸ ἀμφοῖν, | |
20 | οὗ μέρος ἂν ὑπάρχοι ἐκεῖνα· καὶ οὐκ ἂν ἔτι τὸ ἀγαθὸν ἀρχὴ τῶν ὄντων, ἀλλ’ ἐκεῖνο ἂν εἴη τὸ κοινὸν ἀμφοῖν. οὐδὲν ἄρα τὸ ἐναντίον τῷ πρώτως ἀγαθῷ, ἀλλ’ οὐδὲ τοῖς μετεχομένοις πᾶσιν, ἀλλ’ οἷς μὴ ὡσαύτως ἡ | |
μέθεξις. | 223 | |
38 | ——— | |
14 | 〈ἐπεὶ καὶ〉 στερήσεως παρούσης οὔπω κακόν, παντελοῦς δὲ γενομένης | |
15 | καὶ ἡ τοῦ κακοῦ φύσις ἀπελήλυθε—λέγω δὲ οἷον ἀταξίας μὲν παρούσης, ἀλλ’ οὐ πάσης, νόσος ἐν σώματι· ἡ πάσης γὰρ τῆς τάξεως στέρησις ἅμα τό τε ὑποκείμενον ἀνεῖλε καὶ τὸ ἐν αὐτῷ κακόν. καὶ μήπω μὲν γενόμενον στέρησις μέν ἐστι, κακὸν δὲ οὐκ ἔστιν· ———τούτων δὲ οὐδέν πω κακόν. ὅλως δὲ τὴν ἀταξίαν καὶ τὸ ἄμετρον, ὥσπερ εἴρηται, | |
20 | ληπτέον ἄλλως μὲν τὴν ἀπουσίαν 〈ἐκείνων〉, τοῦ τε μέτρου 〈λέγω〉 καὶ τῆς τάξεως, ἄλλως δὲ τὴν ἐναντίαν πρὸς αὐτὰ φύσιν· ἡ μὲν γὰρ μάχεται τῷ μέτρῳ καὶ τῇ τάξει, ἡ δὲ μόνον ἀφαίρεσίς ἐστιν ἐκείνων καὶ οὐδὲν ἄλλ’ ἢ ἀπόφασις, μᾶλλον δὲ ἐκεῖνα παρόντα μὲν ἐστὶν ἅ ἐστιν, ἀπόντα δὲ τὰς ἑαυτῶν καταλείπει στερήσεις. εἰ τοίνυν τὸ μὲν | |
25 | κακὸν ἐναντίον τῷ ἀγαθῷ καὶ στασιάζει πρὸς αὐτό, στέρησις δὲ οὔτε μάχεται τῇ ἑαυτῆς ἕξει οὔτε δρᾶν τι πέφυκεν, ἧς καὶ τὸ εἶναι τοιοῦτον ἀμυδρὸν πάντῃ καὶ ἀμενηνόν, ὡς ὁ ἐκείνων λόγος· πῶς ἂν ἔτι τὸ κακο‐ ποιὸν ἐπὶ ταύτην ἀνάγοιμεν, ἧς πᾶν ἀφῄρηται τὸ ποιεῖν; εἴδους γάρ ἐστι τοῦτο καὶ δυνάμεως· ——— | |
30 | Ἐν τίσι μὲν οὖν τῶν ὄντων τὸ κακὸν ἔστι τὲ καὶ οὐκ ἔστι, ἀπὸ τούτων δῆλον. | |
39 | Ἐπεὶ δὲ ἄλλως μέν ἐστιν ἐν ψυχαῖς, ἄλλως δὲ ἐν σώμασι———· | |
πότερον τὸ ἐν ψυχαῖς κακὸν μεῖζον τοῦ ἐν σώμασι ...; ——— | 225 | |
23 | 〈μείζονι δὲ ἀγαθῷ τὸ μεῖζον κακὸν ἐναντίον· ὥστε〉 μεῖζον τὸ ἐν ψυχαῖς ἢ ἐν σώμασι κακόν, οὐ πάσαις, ἀλλ’ ὅσαις ἡ δύναμις πάσχειν πέφυκε· | |
25 | ὅσαις δὲ ἡ ἐνέργεια μόνον, ἐξίτηλον τὸ κακὸν καὶ ἀπουσία τῆς ὅλης τελειότητος καὶ ὕφεσις μόνον· τὸ μὲν γὰρ ἀρετῇ ἐναντίον, τὸ δὲ τοῖς σώματος ἀγαθοῖς, καὶ τὸ μὲν τῷ κατὰ νοῦν, τὸ δὲ τῷ κατὰ φύσιν. ὅσῳ δὴ οὖν φύσεως ὁ νοῦς καὶ τὸ κατὰ νοῦν τοῦ κατὰ φύσιν κρεῖττον, τοσούτῳ δήπου καὶ τὸ παρὰ νοῦν τοῦ παρὰ φύσιν ἐπέκεινα 〈πρὸς τὸ κακόν〉. εἰ δὲ τὸ | |
30 | μὲν οὐσίας ἐστὶ φθαρτικόν, τὸ δὲ δυνάμεως μόνον, τί θαυμαστόν; ὅταν γὰρ τοῦ αὐτοῦ τὸ μὲν τὴν οὐσίαν, τὸ δὲ τὴν δύναμιν φθείρῃ, τότε μει‐ ζόνως κακὸν τὸ τῆς οὐσίας φθαρτικόν· ὅταν δὲ ἄλλου οὐσίαν καὶ ἄλλου δύναμιν, οὐκ ἄτοπον τὸ τῆς δυνάμεως φθαρτικὸν ... ὑπερβάλλειν τῷ | |
κακῷ, 〈οἷον〉 εἰ τῆς τοῦδε οὐσίας ἡ ἄλλου δύναμις κρείττων, ὡς ... αἱ | 227 | |
35 | ψυχῆς δυνάμεις 〈λέγονται〉 τὴν σωματικὴν οὐσίαν 〈καὶ γεννᾶν καὶ〉 σώζειν. 〈τοῦτο ἄρα καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτησ〉 πάνδεινον κακὸν 〈ὀνομάζει〉 καὶ οὐ τοιοῦτον 〈εἶναί φησιν〉, εἰ θανάσιμον ἦν [Pl. resp. X 6iod 5—6]· ταχέως γὰρ ἂν εἰς τὸ μὴ εἶναι περιῆγε τὰς ἐχούσας αὐτὸ ψυχάς. κρεῖττον δὲ τὸ μὴ εἶναι τοῦ κακῶς εἶναι· 〈τὸ μὲν γάρ ἐστι〉 τοῦ | |
40 | ὄντος, 〈τὸ δὲ〉 τοῦ ἀγαθοῦ στέρησις· ὃ καὶ τὸ σωματικὸν κακὸν οὐκ ἀργαλεώτερον ἀποφαίνει τῆς ἐν ψυχαῖς πονηρίας· τὸ μὲν γὰρ ἐπιτεινό‐ μενον εἰς τὸ μὴ εἶναι τελευτᾷ, τὸ δὲ εἰς τὸ κακῶς εἶναι. ——— | |
40(2) | Ἑπόμενον δ’ ἂν εἴη θεωρῆσαι——— 〈τὰ τῶν κακῶν αἴτια〉 εἴτε καὶ τούτων ἕν τι καὶ ταὐτόν ἐστι πάντων αἴτιον, εἴτε μή. καὶ γὰρ ———οἱ μὲν πηγὴν τῶν κακῶν εἰπόντες, ἀπ’ αὐτῆς παράγουσιν | |
5 | πᾶν τὸ ὁπωσοῦν κακόν. ——— | 229 |
41 | Πρὸς μὲν οὖν τοὺς λέγοντας μίαν πηγὴν τῶν κακῶν ἐξαρκεῖ τὰ εἰρημένα. θεοὶ γὰρ 〈πάντες καὶ〉 πηγαὶ πάντων τῶν ἀγαθῶν αἰτίαι, κακοῦ δὲ οὐδενὸς οὔτε εἰσὶν οὔτε μὴ γένοιντό ποτε. εἰ γάρ, 〈ὡς εἴρηται πρότερον καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης βούλεται, πᾶν〉 τὸ θεῖον καλόν, | |
5 | σοφόν, ἀγαθόν [Pl. Phaedr. 246d/e], ἢ παρὰ τὴν αὐτοῦ φύσιν ποιήσει τὴν τῶν κακῶν γένεσιν μηχανώμενον, ἢ πᾶν τὸ ἐκεῖθεν ὑποστὰν ἀγα‐ θοειδὲς ἔσται καὶ ἔκγονον τῆς ἐν αὐτῷ μενούσης ἀγαθότητος. ἀλλ’ οὔτε πυρός 〈φασι〉 τὸ ψύχειν, οὔτε ἀγαθοῦ τὸ κακὸν ἀφ’ ἑαυτοῦ παράγειν. δυοῖν οὖν θάτερον· ἢ μὴ εἶναι κακὸν 〈ῥητέον〉 τὸ κακόν, εἰ θεόθεν, ἢ | |
10 | 〈καὶ εἶναι καὶ〉 μὴ θεόθεν εἶναι· δέδεικται δὲ ἔμπροσθεν ὡς ἔστιν. ἄλλα ἄρα τὰ κακῶν αἴτια, καὶ οὐ θεός, 〈ὥς που καὶ Πλάτων διδάσκει [resp. II 379c]〉, τοῖς μὲν ἀγαθοῖς πᾶσιν ἐκ μιᾶς αἰτίας τὴν πάροδον 〈ὑποτιθείσ〉, τῶν δὲ κακῶν τὴν γένεσιν ἐπ’ ἄλλα πολλὰ αἴτια καὶ οὐ τὸ θεῖον ἀνάγων· πᾶν γὰρ τὸ ἐκεῖθεν ὑποστὰν ἀγαθόν. ——— | |
16 | οὗτοι δὲ μακάριοι 〈καὶ ὄντως εὐδαίμονεσ〉 οἱ ἀπὸ θεῶν καὶ τὰ κακὰ κοσ‐ μεῖσθαι λέγοντες καὶ τὸ ἄπειρον αὐτῶν μετρεῖσθαι καὶ τὸ σκοτεινὸν ὁρίζεσθαι, καθ’ ὃ δὴ καὶ ταῦτα μοῖραν τοῦ ἀγαθοῦ δέχεται καὶ λαγχάνει δύναμιν πρὸς τὸ εἶναι· καὶ τὴν ταῦτα κοσμοῦσαν καὶ τάττουσαν αἰτίαν | |
20 | πηγὴν προσειρήκασι κακῶν, καὶ οὐχ ὡς 〈μητέρα〉 γεννητικὴν αὐτῶν —οὐ γὰρ ἦν θέμις τὰς πρωτίστας τῶν ὄντων αἰτίας τῆς τῶν κακῶν ἐξάρχειν γενέσεως—, ἀλλ’ ὡς τὸ πέρας αὐτοῖς καὶ τὸν ὅρον ἐπιβάλλουσαν καὶ τὸ ἀφεγγὲς αὐτῶν καταλάμπουσαν ταῖς ἑαυτῆς λαμπηδόσι. καὶ γὰρ τοῖς κακοῖς τὸ μὲν ἄπειρον ἐκ τῶν μερικῶν ὑπάρχει αἰτίων, τὸ δὲ | |
25 | πέρας ἐκ τῶν ὅλων. διὸ τοῖς μέν ἐστι κακὸν 〈ὅ ἐστιν〉, αὐτοῖς δὲ τοῖς καθόλου οὐκ ἔστι κακόν. οὐ γὰρ κατὰ τὴν δύναμιν ὑπάρχει αὐτοῖς τὸ ἄπειρον, ἵνα ἂν καὶ κατὰ τὸ ἑαυτῶν ἄπειρον μετεῖχεν τοῦ ἀγαθοῦ, ἀλλὰ δι’ ἔλλειψιν δυνάμεως· ῥώννυται δέ πως τῷ ἀγαθῷ τῇ τοῦ πέρατος μεθέξει. | 231 |
42 | 〈Ἐκεῖνοι μὲν οὖν〉 ... οὐδὲ τῶν κακῶν τὴν γένεσιν ἄτακτον 〈εἶναι πεπεισμένοι〉 καὶ τῆς τούτων τάξεως τὸν θεὸν αἴτιον 〈πεποιήκασιν〉. ——— | |
4 | ἐν θεοῖς πάντων τὴν γνῶσιν 〈ἀπολείποντεσ〉 ἀγαθῶν τε καὶ κακῶν, καὶ | |
5 | τοῖς μὲν ἀγαθοῖς αὐτόθεν ἐκ θεῶν 〈διδόναι〉 τὴν γένεσιν, τοῖς δὲ κακοῖς καθ’ ὅσον ἀγαθοῦ μοῖραν ἔλαχε καὶ ταῦτα καὶ δύναμιν εἰς τὸ εἶναι καὶ πέρας. οὐ γὰρ ἀμιγὲς κακὸν τὸ κακόν, ὥσπερ εἴρηται πολλάκις, ἀλλ’ ὡδὶ μὲν κακόν, ὡδὶ δὲ ἀγαθόν· καὶ ὡς μὲν ἀγαθὸν ἐκ θεῶν, ὡς δὲ κακὸν ἐξ 〈ἄλλης αἰτίασ〉 ἀσθενοῦς· πᾶν γὰρ κακὸν δι’ ἀσθένειαν γεννᾶται | |
10 | καὶ ἔλλειψιν, ἐπεὶ καὶ τὸ ἀγαθὸν ἐκ δυνάμεως καὶ ἐν δυνάμει ...· αὐτοῦ γὰρ ἡ δύναμις καὶ ἐν αὐτῷ. καὶ γὰρ εἰ μὲν ἄκρατον ἦν κακὸν τὸ κακὸν καὶ μόνον κακόν, ἄγνωστον ἦν ἂν θεοῖς, ἀγαθοῖς οὖσι καὶ πάντα ἀγαθύ‐ νειν δυναμένοις, ὅσοις τὸ εἶναι παρ’ αὐτῶν, τοῦτο δέ ἐστιν ὅσων ἔχουσι τὴν γνῶσιν, ἐπείπερ αἱ γνώσεις αὐτῶν δραστήριοι δυνάμεις εἰσὶ καὶ | |
15 | ὑποστατικαὶ πάντων, ὧν δὴ καὶ εἶναι λέγονται γνώσεις. ἐπεὶ δὲ ἅμα τὲ κακὸν καὶ ἄλλως ἀγαθόν, καὶ οὐ πῇ μὲν ἀγαθόν, πῇ δὲ κακόν, ἀλλὰ πᾶν ὅ ἐστιν ἀγαθὸν καὶ μᾶλλον ἀγαθὸν ὅτι τῷ παντὶ τοιοῦτον, οὔτε τὴν ἐν θεοῖς γνῶσιν ἀναιρετέον οὔτε τὴν ἐκεῖθεν αὐτοῦ γένεσιν, ἀλλὰ γινώσκουσι οἱ θεοὶ τὸ κακὸν ᾗ ἀγαθὸν καὶ ποιοῦσι. ... καὶ παρ’ | |
20 | αὐτοῖς αἱ αἰτίαι τῶν κακῶν δυνάμεις εἰσὶν ἀγαθοποιοί——— | |
43 | Ἀλλά γε ὅτι πρὸς τὰ εἴδη καὶ τὴν τῶν εἰδῶν τάξιν ὁ λόγος μετα‐ βέβηκε, μήποτε γὰρ καὶ τούτοις τὰ κακὰ καὶ αἱ τῶν κακῶν γενέσεις; ἢ πόθεν καὶ τούτοις τὸ ἀνέκλειπτον; πᾶν γὰρ τὸ ἀεὶ ὂν ἐξ ἀκινήτου τινὸς πρόεισιν αἰτίας καὶ ὡρισμένης. καὶ εἰ τὸ κακὸν ἀΐδιον τὴν θνητὴν | |
5 | φύσιν περιπολοῦν [Pl. Theaet. 176a], τί τὸ ἀΐδιον αὐτοῦ καὶ πόθεν; οὐ γὰρ ἐξ ἄλλης αἰτίας εἴπωμεν ἢ τῆς ἀεὶ ὡσαύτως ἐχούσης καὶ ἀκινήτου | |
φύσεως· 〈ἀλλ’ αὕτη ἡ τῶν εἰδῶν φύσις, καὶ τὸ ἀεὶ ὂν〉 ἀγαθόν. καὶ τί γὰρ ἂν ἐν τῷ νῷ γίνοιτο μὴ ἀγαθόν; εἰ οὖν ἀγαθὸν 〈αὐτό〉, ἕκαστον τὸ πρὸς αὐτὰ γινόμενον ἀγαθόν—τὸ γὰρ τῷ ἀγαθῷ ὁμοιούμενον ἀγαθόν· τὸ δὲ κακὸν | 233 | |
10 | ᾗ κακὸν ὁμοιοῦσθαι τοῖς ἀγαθοῖς οὐ πέφυκε—· καὶ τὸν μὲν ὁμοιούμενον τοῖς νοητοῖς εἴδεσι τέλειον 〈καὶ εὐδαίμονα〉 εἶναι φαμέν, τὸν δὲ κακὸν 〈πᾶν τοὐναντίον〉 προσονομάζομεν ἄθλιον ...· οὐκ ἄρα ὁ κακὸς ᾗ κακὸς ὁμοιοῦται τῷ νῷ ... 〈οὔτ’ ἂν〉 ἐν τῷ νῷ παραδείγματα 〈εἴη τῶν κακῶν· πᾶσα〉 γὰρ εἰκὼν παραδείγματός ἐστιν εἰκών. 〈εἰ δὲ καὶ Πλάτων τὰ μὲν | |
15 | εἴδη ‘θειότατα‘ καλεῖ τῶν ὄντων—τὸ γὰρ ὡσαύτως ἔχειν ἀεὶ τοῖς πάντων θειοτάτοις προσήκει μόνοις ὁ Ἐλεάτης ξένος φησί [Pl. pol. 269d 5—6]—〉, τὸ δὲ τῶν κακῶν ἄθεον [Theaet. 176e] καὶ σκο‐ τεινὸν παράδειγμα, 〈ὥσπερ εἴρηται〉· τίς μηχανὴ 〈τὴν τοιαύτην φύσιν〉 ἐν ἐκείνοις ὑποτιθέντας κἀκεῖθεν παράγειν τὸ κακόν; εἰ δὲ καὶ ὁ δημιουργὸς | |
20 | τοῦ παντός, παρ’ ᾧ τὰ εἴδη πάντα καὶ ὁ τῶν εἰδῶν ἀριθμός, βούλοιτο μὴ εἶναι τὸ κακὸν ἐν τῷ παντὶ καὶ πάντα μὲν ὅμοια αὐτῷ γεννᾶν ἐθέλοι, κακὸν δὲ μηδέν, πῶς ἂν ἔτι παράδειγμα ἔχοι καὶ τῶν κακῶν, πάντα μὲν ἀγαθύνων, φλαῦρον δὲ μηδὲν εἶναι [Pl. Tim. 30a] συγχωρῶν; οὐ γὰρ τοῖς μὲν αὐτῶν δημιουργεῖ 〈καὶ γεννᾷ〉, τοῖς δὲ 〈ἄγονος καὶ〉 | |
25 | ἀδρανής ἐστιν, ἀλλ’ αὐτῷ τῷ εἶναι παράγων τὰ πάντα ἀμερίστως ἐνεργεῖ. καὶ 〈τὸ τοῦ κακοῦ εἶδοσ〉 παραγάγοι ἂν τὰ κακὰ καὶ οὐδὲ μόνον ἃ βούλεται ποιήσει ἐκεῖνος οὐδὲ ἡ βούλησις ἔσται αὐτῷ κατὰ φύσιν· ὡς εἰ καὶ τὸ πῦρ θερμαῖνον 〈ἄλλα〉 καὶ ξηραῖνον, τὸ μὲν ἐθέλοι, τὸ δὲ μή. δυοῖν οὖν ἀνάγκη θάτερον· ἢ καὶ βούλεσθαι τὰ κακὰ τὸν θεῖον | |
30 | νοῦν καὶ εἶναι καὶ γίνεσθαι, εἰ καὶ τούτων ἐστὶν 〈κατ’ οὐσίαν〉 πατήρ, ἢ μὴ βουλόμενον μηδὲ γεννᾶν αὐτὰ μηδὲ παράγειν μηδὲ τοὺς λόγους ἔχειν αὐτῶν, οἷς ἕκαστα τῶν ἐγκοσμίων ὑφίστησιν. | |
44 | Ἀλλ’ οὗτος μὲν ὁ λόγος οὐδ’ αὐτός ἐστιν ἱκανὸς πείθειν ἑαυτὸν ὡς ἔστιν ἀληθής, πολλάκις ἐπὶ τἀναντία μεταβαλλόμενος. εἰ δὲ λέγοντες ἀΐδιον τὸ κακὸν καὶ ἀκινήτους τῶν ἀϊδίως ὄντων τὰς αἰτίας ..., τῆς τοιαύτης ἀρχῆς παρῃρῆσθαι τὸ κακὸν λέγομεν, οὐ θαυμαστόν. 〈τὸ γὰρ | |
5 | ἀΐδιον ἐκεῖνο λέγομεν ὃ〉 κατὰ φύσιν ἔχει τὴν εἰς τὸ εἶναι πάροδον, ἀλλ’ οὐ τὸ ὁπωσοῦν γενόμενον. ἐπεὶ καὶ τὸ τοῖς κακοῖς τοῦτο περιπολεῖν ῥητέον ὑπάρχειν αὐτό, οὐ καθ’ ὅσον ἐστὶ κακὸν ἕκαστον, ἀλλ’ ὅτι καὶ | |
ταῦτα κοσμεῖ τοῦ παντὸς ἡ τάξις ..., διδοῦσα τοῖς μὲν γενητοῖς ἀϊδιό‐ τητος μετουσίαν, τοῖς δὲ εὐθυπορουμένοις περιόδων κυκλικῶν, τοῖς δὲ | 235 | |
10 | ἀτάκτοις τάξεως, τοῖς δὲ ἀορίστοις ὅρου, τοῖς δὲ κακοῖς ἀγαθότητος —πᾶν οὖν κατὰ φύσιν ὂν καὶ ἀεὶ ὂν ἐξ αἰτίας ὡρισμένης γεννᾶται, τὸ δὲ κακὸν οὐ κατὰ φύσιν· οὐδὲ γὰρ χωλείας ἐν τῇ φύσει λόγος ὡς οὐδὲ ἀτεχνίας ἐν τῇ τέχνῃ. πῶς οὖν κἀνταῦθα τὴν ἀκίνητον ἀρχὴν ζητητέον, καὶ τίς ὁ ἐν τοῖς εἴδεσι τῶν κακῶν λόγος, πάντων μὲν ὅσα κατ’ ἐκεῖνα | |
15 | γέγονεν ὄντων εἰδῶν καὶ περάτων, τῆς δὲ τῶν κακῶν φύσεως οὔσης καθ’ ἑαυτὴν ἀπείρου καὶ ἀορίστου; | |
45 | 〈Τρίτον οὖν〉 τὴν ψυχὴν θεωρητέον, εἰ καὶ ταύτην πάντων τῶν κακῶν αἰτιασόμεθα, 〈ἣν κακεργέτιν ὀνομάζομεν〉· πότερον γὰρ τὸ εἶναι αὐτῆς καὶ ὥσπερ πυρὸς τὸ θερμαίνειν καὶ μηδὲν ψύχειν, καὶ ἄλλων ἄλλο ἔργον, οὕτω δὴ καὶ ταύτης τὰ κακὰ γεννᾶν καὶ πάντα οἷς ἂν γειτνιάσῃ | |
5 | κακίας ἀναπιμπλάναι; ——— | |
11 | εἰ δέ, ὥσπερ ἔνιοι φασί, τῇ οὐσίᾳ καὶ τῷ εἶναι, πόθεν τὸ εἶναι τοῦτο αὐτῆς ὑπολάβοιμεν; ἆρα ἀλλαχόθεν ἢ ἐκ τῆς δημιουργικῆς αἰτίας; ——— ἀλλ’ εἰ ἐκ τούτων, πῶς κατ’ οὐσίαν κακόν; ἀγαθὰ γὰρ πάντα τὰ τούτων | |
15 | ἔκγονα· καὶ ὅλως πᾶν τὸ κακὸν ἔξω τῆς οὐσίας καὶ οὐκ οὐσία· 〈τῇ μὲν γὰρ οὐσίᾳ ἐναντίον οὐδέν, τῷ δὲ κακῷ ἐναντίωται τἀγαθόν〉· ἡ μὲν οὐσία τοῦ ὄντος ἐστὶν εἰκών, τὸ δὲ ὂν ἵδρυται ἐν τῷ ἀγαθῷ καὶ 〈γεννᾷ〉 πάντα κατὰ | |
τὸ ἀγαθόν, καὶ οὐδὲν ἐκεῖθεν κακόν. ——— | 237 | |
47 | Ἀλλ’ εἰ μὴ αὗται τῶν κακῶν αἰτίαι, τί ποτε ἂν αὐτοὶ τῆς τῶν κακῶν αἰτιασαίμεθα γενέσεως; ἓν μὲν δὴ καθ’ ἑαυτὸ τῶν κακῶν αἴτιον οὐδαμῶς θετέον. εἰ γὰρ τῶν ἀγαθῶν τὸ αἴτιον ἕν, τῶν κακῶν τὰ αἴτια πολλὰ 〈καὶ οὐχ ἕν〉. ——— | |
8 | τὰ γὰρ ἐκ μιᾶς αἰτίας πάντα φίλα τε καὶ συμπαθῆ καὶ προσήγορα ἀλλήλοις, τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττον, ——— | |
13 | ἄλλα δ’ ἄττα δεῖ ζητεῖν τῶν κακῶν τὰ αἴτια [Pl. resp. II 379c] ———. ποία γὰρ μονὰς ἢ ποῖος ὅρος ἢ τίς ἀΐδιος λόγος τῶν κακῶν, | |
15 | οἷς τὸ εἶναι φύσει ἐστὶ δι’ ἀνομοιότητος καὶ ἀοριστίας μέχρι τῶν ἀτόμων; τὸ δὲ ὅλον πανταχοῦ κακίας ἄμοιρον. | |
48(2) | Ποιητικὰ μὲν οὖν τῶν κακῶν αἴτια——— 〈τὰ μὲν γὰρ〉 αὐτὰς ἄγει εἰς τὸ κακόν, τὰ δὲ ἀλλήλοις μαχόμενα δίδωσι τῷ παρὰ φύσιν χώραν εἰς τὴν γένεσιν· τὸ γὰρ ἄλλῳ κατὰ φύσιν, ἄλλῳ παρὰ φύσιν. | |
5 | παράδειγμα δέ, εἰ βούλει, καὶ τούτων ἔστω σοι αὐτὸ τὸ ἄθεον καὶ σκοτεινὸν 〈ὃ καὶ ὁ ἐν Θεαιτήτῳ [176e] Σωκράτης ἔδειξε〉 τῆς κακίας εἶδος, τὴν θνητὴν φύσιν ἐξ ἀνάγκης περιπολοῦν [ib. 176a]. ὁμοιούμεναι γὰρ αἱ ψυχαὶ 〈τοῖς οὖσι κακοῖσ〉 ἀνταλλάττονται τὴν τούτων ζωὴν τῆς πρὸς τὸ κρεῖττον ὁμοιώσεως. καὶ γὰρ τῶν μὲν ἀγαθῶν τὰ παραδείγ‐ | |
10 | ματα βλέπει ἡ ψυχὴ στραφεῖσα πρὸς ἑαυτὴν καὶ τὰ ἑαυτῆς κρείττω, παρ’ οἷς τὰ πρώτως 〈ἀγαθὰ καὶ αἱ τῶν ὄντων ἀκρότητεσ〉 ἐν ἁγνῷ βά‐ θρῳ [Pl. Phaedr. 254 b] καὶ αὐτὰ χωριστῶς ἱδρυμένα. τῶν δ’ αὖ κακῶν ἀποβλέπουσα εἰς τὰ ἔξω ἑαυτῆς καὶ τὰ μεθ’ ἑαυτήν, ὅσα καθέκαστα καὶ ἔξω ἑαυτῶν, ἄτακτα ὄντα καὶ ἀόριστα καὶ πλημμελῆ τῇ ἑαυτῶν | 239 |
15 | φύσει, ἃ καὶ ἀνεπαίσθητα τῶν ἀγαθῶν, οἷς τρέφεται τὸ τῆς ψυχῆς ὄμμα καὶ ἄρδεται [Pl. Phaedr. 246e2] καὶ ζῇ τὴν ἑαυτοῦ ζωήν. οὔτ’ οὖν τὰ ποιητικὰ τῶν κακῶν λόγοι καὶ δυνάμεις, ἀλλ’ ἀδυναμία καὶ ἀσθένεια καὶ τῶν ὁμοίων ἀσύμμετρος κοινωνία καὶ μίξις, οὔτε αὖ τὰ παραδείγματα ἀκίνητα ἄττα καὶ ἀεὶ ὡσαύτως ἔχοντα, ἀλλ’ ἄπειρα | |
20 | καὶ ἀόριστα καὶ ἐν ἄλλοις φερόμενα, καὶ τούτοις ἀπείροις. | |
49 | Τὸ δὲ οὗ ἕνεκα πάντα οὐδαμῶς θετέον ἐν τούτοις· οὐ γὰρ ἂν πρέπῃ τέλος εἶναι τῶν κακῶν τὸ ἀγαθόν. ἀλλ’ ἐπείπερ αἱ ψυχαὶ τὸ πανταχῇ ἀγαθὸν θηρώμεναι καὶ τούτου ἕνεκα πάντα ποιοῦσαι καὶ τὰ κακὰ πράττουσι, ταύτῃ τὶς ἂν ἴσως οἰηθείη καὶ τῶν κακῶν τέλος εἶναι | |
5 | τὸ ἀγαθόν. τοῦ γὰρ ἀγαθοῦ ἕνεκα πάντα, καὶ ὅσα ἀγαθὰ καὶ ὅσα ἐναντία· καὶ γὰρ ταῦτα ἀγνοίᾳ τῆς ἑαυτῶν φύσεως πράττομεν τὸ ἀγαθὸν ποθοῦντες. καὶ ἴσως εὖ ἂν ἔχοι μήτε τὸ ποιοῦν προηγούμενον τίθεσθαι τῶν κακῶν μήτε τὸ παράδειγμα κατὰ φύσιν μήτε τὸ οὗ ἕνεκα καθ’ αὑτό· καὶ γὰρ τὸ εἶδος καὶ ἡ φύσις αὐτῶν ἔλλειψίς ἐστι καὶ ἀοριστία | |
10 | καὶ στέρησις, καὶ ὁ τῆς ὑποστάσεως αὐτῶν τρόπος———. ὅθεν δὴ καὶ ἀκούσιον εἶναι τὸ κακὸν πολλάκις εἴρηται. καὶ πῶς γὰρ ἂν ἑκούσιον εἴη τοῦ ἀγαθοῦ μὲν γενόμενον ἕνεκα, καθ’ αὑτὸ δὲ ὅ ἐστι μήτε ἐφετὸν μήτε βουλητὸν μηδενὶ τῶν ὄντων ὑπάρχον; ἀλλὰ ταῦτα μὲν ἐν ἄλλοις. ὅτι δὲ τὸ κακὸν ἐν ψυχαῖς μὲν δι’ ἀσθένειαν φύεται καὶ τὴν τοῦ χείρονος | |
15 | ἀλκήν—βρίθει γὰρ ὁ τῆς κάκης ἵππος μετέχων, 〈φησὶν αὐτόσ〉, ἐπὶ τὴν γῆν ῥέπων τε καὶ βαρύνων [Pl. Phaedr. 247 b] —, ἐν δὲ σώ‐ μασι διὰ τὴν τῶν ἀνομοίων σύμμιξιν, 〈τοῦ εἴδους λέγω καὶ τοῦ ἀνειδέου〉, καὶ αὖ τῶν ἐναντίων λόγων, διὰ τούτων δῆλον. | |
50 | Τίς δὲ ὁ τρόπος καὶ πῶς ὑπέστη τὸ κακὸν ἐκ τούτων——— ἐφεξῆς ἡμῖν ῥητέον τὴν λεγομένην παρυπόστασιν ἐνταῦθα τιθεμένοις· | |
οὐ γάρ ἐστιν 〈ἄλλωσ〉 ὑφεστάναι τὸ μήτε ἐκ προηγουμένης αἰτίας κἂν ὁπωσοῦν γεγονὸς μήτε εἰς ὡρισμένον τέλος καὶ τὸ οὗ ἕνεκα τὴν ἀνα‐ | 241 | |
5 | φορὰν ἔχον μήτε καθ’ αὑτὸ τὴν εἰς τὸ εἶναι πάροδον λαχόν, δέον πᾶν τὸ ὁτιοῦν καὶ κυρίως ὑποστὰν ἔκ τε αἰτίας γεγονέναι κατὰ φύσιν· παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν καὶ πρός τι τέλος τὴν τάξιν τῆς ἑαυτοῦ γενέσεως ἀναφέρειν. θετέον οὖν τὸ κακὸν ἓν τούτων εἶναι οἷς τὸ εἶναι κατὰ συμβεβηκὸς καὶ δι’ ἄλλο καὶ οὐκ ἐξ ἀρχῆς οἰκείας; | |
10 | ——— | |
17 | ἄλλο 〈ἄρα〉 τὸ ἐφετὸν ἡμῖν καὶ ἄλλο τὸ γινόμενον καὶ οὗ ἡ τεῦξις. ——— | |
23 | τὸ μὲν ὑφίστασθαι τῶν ἐξ ἀρχῆς εἰς τέλος πορευομένων ἦν, τὸ δὲ παρ‐ υφίστασθαι τῶν μήτε ἐκ τῆς ἀρχῆς κατὰ φύσιν ἐκφαινομένων μήτε εἰς | |
25 | ὡρισμένον τέλος τελευτώντων. αἱ δὲ τῶν κακῶν γενέσεις οὔτε προη‐ γουμένην ἔλαχον τὴν τοῦ ποιεῖν αὐτὰ λεγομένην αἰτίαν—οὔτε γὰρ 〈ἡ φύσις τοῦ παρὰ φύσιν οὔτε〉 ὁ λόγος τῶν παρὰ λόγον γινομένων αἴτιος—οὔτε ἀφικνοῦνται εἰς τέλος τὸ οὗ ἕνεκεν πᾶν τὸ γινόμενον πέφυκε. παρυπόστασιν ἄρα τὴν τοιαύτην γένεσιν ῥητέον 〈ἀτελῆ καὶ〉 | |
30 | ἄσκοπον καὶ ἀναίτιόν πως οὖσαν καὶ ἀόριστον. οὔτε γὰρ τὸ αἴτιον 〈αὐτῆς ἕν, οὐθ’ ὃ καὶ αἴτιόν ἐστι καθ’ αὑτὸ καὶ κυρίως αἴτιον〉 εἰς τὸ κακὸν αὐτὸ 〈καὶ τὴν τοῦ κακοῦ φύσιν〉 βλέπων ποιεῖ, οὐθ’ ὃ μήτε καθ’ αὑτὸ μήτε κυρίως αἴτιον· πᾶν δὲ τοὐναντίον· ἀγαθοῦ γὰρ ἕνεκα πᾶν τὸ | |
γινόμενον γίνεται, τὸ δὲ κακὸν ἔξωθεν καὶ ἐπεισοδιῶδες, ἀτευξία τοῦ | 243 | |
35 | προσήκοντος ἑκάστῳ τέλους. ἡ δὲ ἀτευξία διὰ τὴν τοῦ ποιοῦντος ἀσθέ‐ νειαν· τοῦτο δέ, ὅτι ἔλαχε φύσιν 〈τοιαύτην〉, ἧς τὸ μὲν χεῖρον, τὸ δὲ κάλλιον, ——— | |
39 | ὅπου γὰρ τὸ ἕν, ἅμα καὶ τὸ ἀγαθόν· 〈τὸ δὲ κακὸν〉 ———· ἀσυμμετρία | |
40 | γὰρ καὶ ἀναρμοστία καὶ ἐναντιότης ἐν τῷ πλήθει, ἐκ δὲ τούτων ἥ τε ἀσθένεια καὶ τὸ ἐνδεές. ——— | |
44 | καὶ τὸ πλῆθος ... καὶ ἡ τῶν δυνάμεων διαφορότης, ἄλλων πρὸς ἄλλα | |
45 | τὴν ὁλκὴν ποιουμένων· ———ὅπου δὲ τὸ πλῆθος καὶ ἡ ἑτερότης ἐξέλαμψε διὰ τὴν τῆς ἑνώσεως ὕφεσιν, ἐνταῦθα ἥ τε ἔνδεια τῆς δυνάμεως— πᾶσα γὰρ δύναμις τῷ ἑνὶ καὶ ἐξ ἑνός ἐστιν ὅ ἐστι—καὶ ἡ ἀναρμοστία καὶ ἡ στάσις ἄλλου πρὸς ἄλλο φερομένου ταῖς ὀρέξεσι. Πῶς μὲν οὖν ἔχουσι τῶν κακῶν αἱ γενέσεις καὶ τίς ἡ λεγομένη παρυ‐ | |
50(50) | πόστασις καὶ πόθεν, εἴρηται. | |
51 | Αὐτὸ δὲ τὸ κακὸν ὃ τί ποτέ ἐστιν ἤδη λεκτέον. δόξειε δ’ ἂν πάντων εἶναι χαλεπώτατον τὸ γνῶναι καθ’ ἑαυτὴν τὴν τοῦ κακοῦ φύσιν καὶ τὸ εἶδος, εἴπερ πᾶσα γνῶσις εἴδους ἐστὶν ἐπαφή, τὸ δὲ κακὸν ἀνείδεον καὶ οἷον στέρησις. τάχα δ’ ἂν γένοιτο καὶ τοῦτο φανερόν, εἰ πρὸς τὸ ἀγαθὸν | |
5 | αὐτὸ ... βλέποντες, οὕτω δὴ καὶ τὸ κακὸν ὃ τί ποτέ ἐστι θεωρήσαιμεν. ὡς γὰρ τὸ πρώτως ἀγαθὸν ἐπέκεινα πάντων, οὕτω τὸ αὐτοκακὸν πάντων ἄμοιρον ἀγαθῶν, λέγω δὲ ᾗ κακόν, καὶ ἔλλειψις ἐκείνων καὶ στέρησις. ——— | |
10 | τὸ δὲ κακόν, εἰ ἐστὶ παντὸς τοῦ ἀγαθοῦ ᾗ κακὸν στέρησις, ἄμοιρόν ἐστιν ὡς μὲν κακὸν τῆς τῶν ἀγαθῶν πηγῆς, ὡς δὲ ἄπειρον τοῦ πάντων πέρατος, ὡς δὲ ἀσθένεια τῆς ἐν αὐτῷ δυνάμεως, ὡς δὲ ἀσυμμετρία καὶ ψεῦδος καὶ αἰσχρότης τοῦ τε κάλλους καὶ τῆς ἀληθείας καὶ τοῦ μέτρου, ———· ὡς δὲ ἀνίδρυτον τῇ ἑαυτοῦ φύσει καὶ ἄστατον τοῦ μένοντος αἰῶνος | |
15 | ἐν τῷ ἑνὶ καὶ τῆς ἐκείνου δυνάμεως—ἀδυναμίας γὰρ τὸ μὴ ὡσαύτως· ὡς δὲ στέρησις καὶ ἀζωΐα τῆς πρώτης τῶν εἰδῶν μονάδος καὶ τῆς ἐκεῖ ζωῆς· ὡς δὲ φθαρτικὸν καὶ διαιρετικὸν οἷς ἂν παρῇ καὶ ἀτελὲς τῆς τελεσιουργοῦ τῶν ὅλων ἀγαθότητος· τὸ γὰρ φθοροποιὸν μὲν ἀπὸ τοῦ ὄντος ἄγει πρὸς τὸ μὴ ὄν, τὸ δὲ διαιρετικὸν ἀναιρεῖ τὴν τοῦ ὄντος | 245 |
20 | συνέχειάν τε καὶ τὴν ἕνωσιν, τὸ δὲ ἀτελὲς παραιρεῖται τῆς τε οἰκείας τελειότητος καὶ τῆς ἑκάστου κατὰ φύσιν διαθέσεως. 〈ἔτι τοίνυν〉 τὸ μὲν ἀόριστον ... ἔλλειψίς ἐστι καὶ ἁμαρτία τῆς ἑνιαίας ἀκρότητος, τὸ δὲ ἄγονον τῆς γονίμου, τὸ δὲ ἀργὸν τῆς δημιουργικῆς· παραίρεσις γὰρ καὶ ἀσθένεια καὶ ἀοριστία 〈τῶν ἀγαθῶν τούτων〉 στερήσεις εἰσί, τῆς τε μονα‐ | |
25 | δικῆς 〈λέγω〉 αἰτίας καὶ τῆς γεννητικῆς δυνάμεως καὶ τῆς δραστηρίου ποιήσεως. εἰ δὲ καὶ ἀνομοιότητός 〈ἐστι〉 καὶ μερισμοῦ καὶ ἀταξίας αἴτιον, 〈δῆλον ὅτι καὶ οὕτω〉 τῶν τε ἀφομοιωτικῶν ἀγαθῶν 〈ἐλλείπειν αὐτὸ〉 καὶ τῆς ἀμερίστου τῶν μεριστῶν προνοίας καὶ τῆς ἐν τοῖς μερισθεῖσι τάξεως 〈ἀναγκαῖον〉. ——— | |
32 | ἀδρανὲς 〈ἂν εἴη τὸ κακὸν〉 καὶ σκοτεινὸν καὶ ἔνυλον· ἢ πόθεν αὐτῷ τούτων τὲ καὶ τῶν τοιούτων ἕκαστον, εἰ μὴ ταῖς τῶν ἀγαθῶν ἐκείνων στερήσεσιν; ἐκεῖ γὰρ τὰ ἀγαθὰ πρώτως, ὧν μοῖρα καὶ εἰκών ἐστι καὶ τὸ | |
35 | ἐν ἡμῖν ἀγαθόν, οὗ ἡ στέρησις τὸ κακόν· ὥστε καὶ ἐκείνων, οἷς τὸ ἀγαθὸν ἐοικέναι φαμέν. καὶ τί δεῖ λέγειν, ὅπου καὶ τὸ ἐν σώμασι κακὸν οὐ τοῦ ἐν αὐτοῖς μόνον ἀγαθοῦ στέρησίς ἐστιν, ἀλλὰ καὶ πρὸ τούτου τοῦ ἐν ψυχαῖς; καὶ γὰρ τὸ ἐν σώμασιν ἀγαθὸν εἰκὼν τυγχάνον τοῦ ἐν ψυχαῖς. ——— | |
42 | ἀλλ’ ὅτι μὲν τὸ πάντῃ κακὸν στέρησις τῶν ἀγαθῶν καὶ ἔλλειψις, εἴρηται. | |
52 | Ὄντι δὲ κατὰ τὴν ἑαυτοῦ φύσιν τοιούτῳ 〈ὥσπερ εἴπομεν〉, πόθεν αὐτῷ ἡ πρὸς τὸ ἀγαθὸν ἐναντιότης λέγωμεν. ἔστι γὰρ καὶ τοῦτο στέ‐ ρησις, ἀλλ’ οὐ παντελής· συνοῦσα γὰρ τῇ τοῦ ἀγαθοῦ ἕξει ἡ ταύτης στέρησις αὐτῇ μὲν τῇ ἑαυτῆς παρουσίᾳ ἀσθενῆ ἐκείνην ποιεῖ, αὐτὸ δὲ | |
5 | ἀπ’ ἐκείνης δύναμιν προσλαμβάνει καὶ εἶδος. ἔνθεν τοι τῶν στερήσεων αἱ μὲν τῶν εἰδῶν, παντελεῖς οὖσαι στερήσεις, ἀπουσίαι μόνον εἰσὶ τῶν ἕξεων, οὐ μαχόμεναι πρὸς αὐτάς· αἱ δὲ τῶν ἀγαθῶν μάχονται πρὸς τὰς ἕξεις αὐτῶν καὶ ἐναντίαι πως ἐκείναις εἰσίν· οὐ γὰρ ἀδύναμοι πάντῃ καὶ ἀδρανεῖς εἰσὶ ταῖς ἐκείνων συνοῦσαι δυνάμεσι καὶ οἷον εἰς εἶδος καὶ ἐνέρ‐ | 247 |
10 | γειαν παρ’ ἐκείνων ἀγόμεναι. ὃ καὶ 〈Πλάτων εἰδὼσ〉 τὴν ἀδικίαν αὐτὴν καθ’ ἑαυτὴν ἀσθενῆ τε εἶναί 〈φησι〉 καὶ ἄπρακτον, δικαιοσύνης δὲ παρ‐ ουσίᾳ καὶ δύναμιν ἔχειν καὶ εἰς τὸ ἐνεργεῖν ἄγεσθαι, μὴ μένουσαν ἐν τῇ ἑαυτῆς φύσει——— | |
16 | ἐν ἀλλοτρίᾳ δὲ γεγονὸς δυνάμει τὸ κακὸν 〈ἐναντίον ἐστὶ τῷ ἀγαθῷ〉, τῇ 〈ἐκείνου〉 δυνάμει πρὸς τὸ μάχεσθαι χρώμενον· καὶ μᾶλλον μὲν δυνάμεως ἐνούσης μείζους αἱ ἐνέργειαι καὶ τὰ ἔργα τοῦ κακοῦ, ἧττον δὲ ἥττους. εἴ γε δὴ καὶ ἐν σώμασι ταῖς τῆς φύσεως δυνάμεσιν ἅμα καὶ ἡ ἐν αὐτοῖς | |
20 | ἀπολήγει παρὰ φύσιν ἐνέργεια, καίτοι τοῦ παρὰ φύσιν τότε μᾶλλον ὄντος λυομένης πάντῃ τῆς τάξεως· ὥστε καὶ ἐν ψυχαῖς μείζονα μὲν ἔργα ἀπὸ τῆς ἐλάττονος κακίας, ἐλάττονα δὲ ἀπὸ τῆς μείζονος· μονουμένη γὰρ τοῦ ἐναντίου, κατὰ μὲν τὸ αἰσχρὸν αὐτῆς καὶ τὸ ἀνείδεον αὔξεται, κατὰ δὲ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν ἐλαττουμένη ἀσθενὴς ἅμα καὶ | |
25 | ἀδρανής ἐστιν· οὐ γὰρ παρ’ αὐτῆς ἡ δύναμις, ἵνα ἂν αὐξανομένης αὐτῆς καὶ ἡ δύναμις πρὸς τὸ μεῖζον αὔξῃ, ἀλλ’ ἐκ τῆς παρουσίας τοῦ ἐναντίου ——— τῇ δὲ ὑφέσει τῆς δυνάμεως ἀσθενέστερον ὂν πρὸς τὸ ποιεῖν, ἔστι μὲν κακὸν μεῖζον, ἐνεργεῖ δὲ ἧττον. | |
53 | Εἰ δὲ ταῦτα ὀρθῶς λέγομεν, οὔτε ἐνεργεῖν τὸ κακὸν οὔτε δύνασθαι ῥητέον, ἀλλὰ τὸ ἐνεργεῖν αὐτῷ καὶ τὸ δύνασθαι παρὰ τοῦ ἐναντίου. καὶ γὰρ τὸ ἀγαθὸν ἀσθενὲς καὶ ἀδρανὲς γίνεται διὰ τὴν τοῦ κακοῦ μίξιν, καὶ τὸ κακὸν δυνάμεως καὶ ἐνεργείας μεταλαγχάνει διὰ τὴν τοῦ ἀγαθοῦ | |
5 | παρουσίαν· ἐν ἑνὶ γὰρ ἄμφω. καὶ ὥσπερ ἐν τοῖς σώμασιν ὕλη γίνεται τῷ ἐναντίῳ τὸ ἐναντίον, ὡς τοῦ μὲν κατὰ φύσιν δυναμοῦντος τὸ παρὰ φύσιν, ——— | |
9 | τοῦ δὲ παρὰ φύσιν ἀσθενὲς ποιοῦντος τὸ κατὰ φύσιν, ———κωλυο‐ | 249 |
10 | μένης τῆς τάξεως, ἐν ᾗ τὸ τῆς φύσεως εὖ· οὕτω δὴ καὶ ἐν ψυχαῖς τό τε κακὸν τοῦ ἀγαθοῦ κρατῆσαν χρῆται τῇ ἐκείνου δυνάμει πρὸς τὸ οἰκεῖον, τῇ τοῦ λόγου δυνάμει καὶ ταῖς εὑρέσεσιν κατὰ τῶν ἐπιθυμιῶν· καὶ μεταδίδωσιν ἀλλήλοις τῆς ἑαυτῶν φύσεως, τὸ μὲν δυνάμεως, τὸ δὲ ἀσθε‐ νείας, ἐπεὶ καὶ τὸ κακὸν καθ’ ἑαυτὸ οὔτε ἐνεργεῖν πέφυκεν οὔτε δύ‐ | |
15 | νασθαι. πᾶσα γὰρ δύναμις ἀγαθόν, καὶ πᾶσα ἐνέργεια δυνάμεως ἐστὶν ἔκτασις. καὶ πῶς γὰρ ἂν ἔτι δύναμις εἴη, κακὸν οὖσα τοῖς ἔχουσιν αὐτήν, εἴπερ πάσης δυνάμεως ἔργον σώζειν τὸ ἔχον αὐτὴν καὶ ἐν ᾧ ἐστι, τὸ δὲ κακὸν διόλλυσιν ἕκαστον οὗ ἐστι κακόν; | |
54 | Ἔστιν ἄρα τὸ κακὸν ἀδρανὲς καὶ ἀδύναμον καθ’ αὑτό. εἰ δὲ καὶ ἀκούσιόν ἐστιν, 〈ὥς φησιν αὐτόσ〉, καὶ ἀβούλητον, εἴη ἂν καὶ κατ’ αὐτὸ στέρησις τῆς πρωτίστης τοῦ ἀγαθοῦ τριάδος, βουλήσεως, δυνάμεως, ἐνεργείας. τὸ μὲν γὰρ ἀγαθὸν καὶ βουλητόν ἐστι καὶ εὐδύναμον καὶ | |
5 | δραστήριον κατὰ τὴν ἑαυτοῦ φύσιν· τὸ δὲ κακὸν ἀβούλητον καὶ ἀσθενὲς καὶ ἀδρανές· οὔτε γὰρ βουλητόν τινι τὸ ἑκάστου φθαρτικόν, οὔτε δυνά‐ μεως φθείρειν τὸ ἔχον αὐτήν, οὔτε ἐνεργείας τὸ μὴ κατὰ δύναμιν ἔχειν τὴν ὑπόστασιν αὐτῆς. ἀλλ’ ὥσπερ τῶν κακῶν ὀρέγονται φαινομένων αὐτοῖς ἀγαθῶν, καὶ ἔστι τὸ κακὸν τούτοις φαινόμενον βουλητόν—διὰ τὴν | |
10 | τοῦ ἀγαθοῦ μίξιν τοιοῦτον φαμέν—, οὕτω δὴ καὶ δύναμις ἐν τῷ κακῷ καὶ ποίησις φαινομένως ἐστί, ὅτι τὸ μὴ καθ’ αὑτὸ μηδὲ ᾗ κακόν——— | |
15 | οὔτε γὰρ στέρησις τὸ ποιεῖν τι δυνάμενον ἢ ὅλως δυνάμενον, οὔτε ἐναντίον τὸ καθ’ αὑτὸ μήτε δύναμιν μήτε ἐνέργειαν ἔχον· ἀλλ’ οὑτωσί πως ὑπ‐ εναντίον [Pl. Theaet. 176a] αὐτὸ 〈ὀνομάζειν〉, ὃ καθ’ ἑαυτὸ μέν ἐστι στέρησις· ὅτι δὲ οὐ παντελής ἐστι στέρησις, ἀλλ’ ὁμοῦ τῇ ἕξει μεταλαμ‐ βάνον δυνάμεως ἐκεῖθεν καὶ τοῦ ἐνεργεῖν, εἰς τὴν τῆς ἐναντιώσεως μοῖραν | |
20 | καθίσταται, καὶ οὔτε στέρησις ἐστὶ παντελὴς οὔτε ἐναντίον, ἀλλ’ ὑπεναν‐ τίον τῷ ἀγαθῷ, ——— Τί μὲν οὖν ἐστὶ τὸ κακὸν καὶ ἥντινα ἔλαχε φύσιν καὶ πῶς ἐστὶ καὶ | |
πόθεν, διὰ τούτων δῆλον. | 251 | |
55 | Πόσαι δὲ αὐτοῦ διαφοραὶ καὶ τίνες, 〈μετὰ ταῦτα〉 λεκτέον. εἴρηται μὲν οὖν καὶ πρότερον ὅτι κακὸν ἄλλο μέν ἐστιν ἐν ψυχαῖς. 〈ἄλλο δὲ ἐν σώμασι〉———. λεγέσθω δὲ καὶ νῦν ὅτι τρία ταῦτα ἐστὶν ἐν οἷς τὸ κακόν, ψυχὴ 〈μερικὴ καὶ ψυχῆς εἴδωλον〉 καὶ σῶμα .... εἴπερ οὖν τῇ μὲν | |
5 | ἄνω ψυχῇ τὸ ἀγαθὸν κατὰ νοῦν ..., τῇ δὲ 〈ἀλόγῳ〉 κατὰ λόγον ..., τῷ δὲ αὖ σώματι κατὰ φύσιν—αὕτη γὰρ αὐτῷ ἀρχὴ κινήσεως καὶ ἠρεμίας—. ἀνάγκη δήπου τὸ κακὸν τῇ μὲν παρὰ νοῦν εἶναι ὡς τῷ κατὰ νοῦν ὑπεναντίον, τῇ δὲ παρὰ λόγον, ᾗ τὸ εὖ κατὰ λόγον, τῷ δὲ παρὰ φύσιν 〈...〉· καὶ τρία ταῦτα τῶν κακῶν εἴδη τρισὶν ἐγγινόμενα | |
10 | φύσεσιν ἀσθενεῖν δυναμέναις διὰ τὴν εἰς τὸ μερικὸν τῆς οὐσίας ὕφεσιν. τὰ μὲν γὰρ ὅλα, καθάπερ εἴρηται πολλάκις, τὸ αὐτῶν ἀγαθὸν ἔχει ἀεί· τὸ δὲ κακὸν ἐνταῦθα, λέγω δὲ ἐν τοῖς καθέκαστα καὶ τοῖς ἀτόμοις, ἐν οἷς δὴ καὶ ἡ τῆς δυνάμεως ἔλλειψις διὰ τὴν τοῦ εἶναι ὕφεσιν καὶ ἡ τῆς διαιρέ‐ σεως ἐπίδοσις, ἀμυδρουμένης τῆς ἑνώσεως. | |
56 | Ὅλως δὲ τὸ κακὸν ἄλλο μὲν τὸ ἐν ψυχαῖς, ἄλλο δὲ τὸ ἐν σώμασι, καὶ τούτων 〈τὸ ἐν ψυχαῖσ〉 διττόν, τὸ μὲν νόσος, τὸ δὲ αἶσχος, 〈ὡς πού φησιν ὁ Ἐλεάτης ξένοσ〉 [Pl. soph. 228]. ἔστι δὲ αἶσχος μὲν ἄγνοια καὶ τοῦ νοῦ στέρησις, νόσος δ’ ἐν ψυχῇ στάσις καὶ ἔλλειψις τῆς κατὰ | |
5 | λόγον ζωῆς. ———, ἀλλὰ καὶ τούτων ἕκαστον αὖθις διττόν· καὶ γὰρ τὸ αἶσχος ἄλλως μέν ἐστι περὶ διάνοιαν, ἄλλως δὲ περὶ τὴν δόξαν, ἐπεὶ καὶ ἡ γνῶσις ἑτέρα, καί που μὲν ἐπιστήμης, ποὺ δὲ τέχνης ἔνδεια. πρὸς | |
δὲ καὶ νόσος ἄλλως μὲν 〈ἐν ταῖς γνώσεσιν, ἄλλως δὲ〉 ἐν ταῖς ὁρμαῖς——— | 253 | |
57 | Τοσαυταχῶς οὖν τὸ κακὸν διαιρετέον, ἐπεὶ καὶ τὰ μέτρα τῶν ὄντων ἐν τρισὶ ταύταις ἐστὶν ἀρχαῖς, φύσει καὶ ψυχῇ καὶ νῷ· καὶ τὸ ἄμετρον ἢ τῶν ἐν φύσει λόγων ἐστὶ στέρησις ἢ τῶν ἐν ψυχῇ ἢ τῶν ἐν νῷ .... καὶ γὰρ τὸ κοσμοῦν ἕκαστα κρεῖττον ἐστὶ τῶν κοσμουμένων——— | |
58 | Ἀπορήσειεν δ’ ἄν τις πῶς καὶ πόθεν ὅλως ἐστὶ τὰ κακά, προνοίας οὔσης. εἴτε γάρ ἐστι τὸ κακόν, πῶς τῷ προνοοῦντι πρὸς τὸ ἀγαθὸν οὐκ ἐνστήσεται; εἴτε προνοίας πλῆρες τὸ πᾶν, πῶς ἐν τοῖς οὖσι τὸ κακόν; ἔνιοι μὲν οὖν θατέρῳ τῶν λόγων ἐνέδοσαν, τῷ μὲν μὴ πάντα ἐκ προ‐ | |
5 | νοίας——— | |
8 | καὶ πρῶτον αὐτὸ καθ’ αὑτὸ τὸ ἐν ψυχαῖς κακόν, εἰ ἀμιγὲς ἦν πρὸς τὸ ἐναντίον, ἄμοιρον τούτου παντάπασιν ὂν καὶ ἀφεγγέστατον καὶ οὐδὲν | |
10 | ἄλλο ἢ σκότος, τάχα ἂν τοῖς τῆς προνοίας ἔργοις ἐμπόδιον ἦν, παρ’ | |
ἧς πάντα ἀγαθά, φλαῦρον δὲ οὐδέν [Pl. Tim. 30a]· εἰ δέ, 〈ὥσπερ εἴρηται πολλάκισ〉, τοῦτο τὸ κακὸν καὶ ἀγαθόν ἐστι καὶ οὐκ ἀκράτως κακὸν οὐδὲ αὐτοκακόν, ἀλλὰ τωδὶ μὲν κακόν, ἁπλῶς δὲ οὐ κακόν, οὐκ ἀναιρετέον οὔτε διὰ τὴν τοῦ ἀγαθοῦ μέθεξιν τὸ εἶναι αὐτὸ κακὸν παν‐ | 255 | |
15 | τελῶς, οὔτε διὰ τὴν ἐν αὐτῷ κάκην τὸ καὶ μέχρι τούτου πάντα ἀγαθὰ | |
καὶ εἶναι καὶ γίνεσθαι. ——— | 257 | |
59 | ——— | |
8 | 〈τοῦτο δὲ〉 τῷ παθόντι σωτηρίας ἀρχή. πολλοῖς γὰρ τὸ κακὸν μελετώ‐ μενον μὲν καὶ εἴσω ψυχῆς μένον κέκρυπται———, πεπραγμένον δὲ | |
10 | ... κατάδηλον γίνεται· δηλοῦσιν δὲ ... καὶ αἱ τῆς ψυχῆς συνέσεις οἷον αὐτῆς ὀνειδιζούσης ἑαυτῇ τὸ πραχθέν· ἐπεὶ καὶ ἰατρῶν τέχναι ταῖς τῶν ἑλκῶν ἀναστομώσεσιν εἰς τοὐμφανὲς ἄγουσαι τό τε πάθος καὶ τὴν εἴσω κρυπτομένην νοσοποιὸν αἰτίαν, εἰκόνα παρέχονται τῶν ἔργων τῆς προ‐ νοίας ἐφιείσης ψυχὰς πάθεσί τε καὶ ποιήσεσιν αἰσχραῖς, ἵνα τῆς ἐν αὐταῖς | |
15 | ὠδῖνος καὶ ὑπούλου ... ἕξεως ἀπαλλαγεῖσαι λάβωσιν ἀρχὴν περιόδου καὶ ζωῆς κρείττονος. ὅσα δὲ ἔνδον καὶ τούτων ἐστὶ πάθη ἑαυτὰς κακυνουσῶν ἔχει τὸ ἀγαθόν, καθὸ ἀεὶ πρὸς τὸ οἰκεῖον ἄγει τὴν ψυχήν· οὐ γάρ ἐστι τὰ χείρονα ἑλομένην μένειν ἐν τοῖς κρείττοσιν, ἀλλ’ εὐθὺς ἐπὶ τὸ σκοτεινὸν καὶ αἰσχρὸν φέρεται· καὶ οὐχ αἱ πράξεις μόνον, ἀλλὰ καὶ τούτων χωρὶς | |
20 | αἱ τῆς ψυχῆς αἱρέσεις ἔχουσιν ἐν αὐταῖς τὴν δίκην· πᾶσα γὰρ αἵρεσις πρὸς τὸ ὅμοιον ἄγει αὐτήν. εἰ οὖν τὸ χεῖρον καὶ αἰσχρὸν καὶ ἄθεον ἐν τῇ ψυχῇ γένος ἐπὶ τὸ συγγενὲς μεθίστησιν αὐτήν, ἔχει εὐθὺς ἐν αὐτῇ ἀγαθὸν τὴν ἐκ προνοίας ἀξίαν, καὶ οὗτος ὁ ἐν ταῖς ψυχαῖς νόμος ἄγων ἑκάστην πρὸς τὸ οἰκεῖον. ἡ μὲν γὰρ προβάλλει τὴν ζωήν, ἡ δὲ συνάπτει | |
25 | ἑαυτὴν τοῖς ὁμοίοις· τὸ δὲ τῷ κατ’ ἀξίαν εἶναι ταὐτόν, τὸ δὲ τῷ κατὰ δίκην, τὸ δὲ τῷ ἐκ προνοίας, τὸ δὲ τῷ ἀγαθῷ. εἰ μὲν γὰρ καὶ ἐξυβριζού‐ σαις αὐταῖς ἦν 〈ἐπάνω〉 μένειν ..., οὐδαμῶς ἂν εἶχεν αὐταῖς ἡ αἵρεσις τὸ εὖ· μόνως δὲ οὖσα κακόν, ἦν ἂν ἄθεος πάντῃ καὶ ἄδικος. εἰ δ’ εὐθὺς τὴν ἑλομένην ἀφίστησι τῶν κρειττόνων, ἔχει τὸ ἀγαθὸν ἐντεῦθεν συμ‐ | |
30 | μιγὲς τῷ κακῷ· πᾶσα γὰρ ψυχὴ τοῦ ἄνω ὀρέγεταί πως κατὰ φύσιν. πεσούσαις οὖν αὐταῖς τὸ αἰσχρὸν φαίνεται τῆς ἐν αὐταῖς ζωῆς· πίπτειν δὲ ἀνάγκη πᾶσαν, ᾗ τὸ ἐνεργεῖν μὴ κατὰ τὸν νοῦν, καὶ ταῖς μὲν μᾶλλον, ταῖς δὲ ἧττον πτῶσις, ἐπεὶ καὶ ἡ αἵρεσις ἄλλως ἄλλαις. | |
60 | Ἀλλὰ πῶς τὸ ἐν σώμασι κακὸν ἅμα καὶ ἀγαθόν ἐστιν, ἢ ὡς ὑπάρχον τῷ μὲν ὅλῳ κατὰ φύσιν, τῷ δὲ μέρει παρὰ φύσιν, μᾶλλον δὲ 〈καὶ τούτῳ〉 | |
καθ’ ὅσον μὲν εἰς τὸ πᾶν τελεῖ κατὰ φύσιν, καθ’ ὅσον δὲ μεμέρισται ἐκεῖθεν παρὰ φύσιν; ἐπεὶ δὲ καὶ τὸ ἐν σώμασι κακὸν διττόν, τὸ μὲν ὡς αἶσχος, | 259 | |
5 | τὸ δὲ ὡς νόσος [Pl. soph. 228 e]—καλῶ δὲ αἴσχη πάντα ὅσα παρὰ φύσιν ὄντα μὴ ἐστὶ νόσοι· καὶ γὰρ τὰ τέρατα φύσεως ἐστὶν αἴσχη· 〈καὶ τούτων τὸ μὲν αἰσχρὸν〉 κατὰ φύσιν τὴν ὅλην ..., παρὰ φύσιν δὲ τὴν μερικήν· ἐν μὲν γὰρ τῇ μερικῇ φύσει εἷς ἐστι λόγος καὶ τὸ παρὰ τοῦτον αὐτῇ παρὰ φύσιν· ἐν δὲ τῇ ὅλῃ πάντες οἱ λόγοι καὶ πάντα τὰ εἴδη | |
10 | φυσικῶς· καὶ ποτὲ μὲν ἐξ ἑνὸς εἴδους ἓν τὸ γινόμενον, κυριώτερον εἰπεῖν· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ· ποτὲ δὲ ἐξ ἑνὸς πολλά· καὶ γὰρ ὁ τοῦ σχήματος λόγος εἷς, ἀλλὰ τὰ κατ’ αὐτὸν πολλά· ποτὲ δὲ ἐκ πολλῶν ἕν, ὡς αἱ περὶ τὴν ὕλην τῶν εἰδῶν μίξεις, αἳ καὶ τέρατα δοκοῦσιν εἶναι πρὸς τὴν ἄτομον φύσιν ἑνὶ φιλοῦσαν κρατεῖσθαι εἴδει καὶ καθ’ ἓν ὑφιστα‐ | |
15 | μένην· ποτὲ δὲ ἐκ πολλῶν πολλά—καὶ γὰρ ἰσότης καὶ ἀνισότης ἐν πολλοῖς. πάντα γοῦν τὰ εἴδη τά τε ἄμικτα καὶ ὅσα μεμειγμένα κατὰ φύσιν τὲ καὶ ἐκ τῶν ἐν φύσει λόγων, ὄντων πάντων ἐκεῖ. ἡ δὲ νόσος ἄλλῳ τρόπῳ κατὰ φύσιν, ὅτι τούτων ἕκαστον γέγονε ... καὶ ἐν τῇ μερικῇ φύσει καὶ ἐν τῇ ὅλῃ· φθαρτικὴ δὲ κατὰ φύσιν μὲν τὴν ὅλην, παρὰ φύσιν δὲ τὴν | |
20 | μερικήν· τὸ γὰρ εἰς ὃ μεταβάλλει τὸ φθειρόμενον εἶδος ἔχει καὶ λόγον ἐκ τῆς ὅλης φύσεως, ἐναντίον τῇ τούτου φύσει καὶ οὐ παρ’ ἐκείνης ἔχοντα τὸ εἶδος .... ᾗ μὲν οὖν ἐκεῖθεν ἡ μεταβολή, κατὰ φύσιν ..., τὰ μὲν φθείρει, τοῖς δὲ παρέχεται γένεσιν· ᾗ δὲ εἷς λόγος ἐν τῷ μεταβάλλοντι, παρὰ φύσιν· ὡς μὲν γὰρ ὅλῳ, παρὰ φύσιν— 〈ὅλον γὰρ ἕκαστον κατὰ τὸν ἐν | |
25 | αὐτῷ λόγον〉 —, ὡς δὲ τοῦ ὅλου μέρει, κατὰ φύσιν· τούτῳ γὰρ καὶ γέ‐ γονεν ἐξ ἄλλου φθαρέντος καὶ φθείρεται πάλιν εἰς ἄλλου γένεσιν. | |
61 | Οὐκ ἄρα τὸ ἐν σώμασι κακὸν ἀμιγῶς ὑπάρχει κακόν, ἀλλ’ ὡδὶ | |
μὲν κακὸν καὶ καθ’ ὅσον οὐκ ἐκεῖθεν, ὡδὶ δὲ ἀγαθὸν καὶ καθ’ ὅσον ἐκ προ‐ νοίας φυσικῆς. ὅλως δέ, οἷς καὶ ἡ γένεσις διὰ τὸ ἀγαθόν, πῶς ἄν τις φαίη ταῦτα πάντῃ ἀγαθοῦ παρῃρῆσθαι καὶ τῆς τοῦ ἀγαθοῦ φύσεως | 261 | |
5 | ἄμοιρα μένειν; οὐδὲ γὰρ εἶναι τὸ κακὸν ἐστὶ δυνατὸν μὴ τοὐναντίον φανταζόμενον ὡς ἀγαθόν, ὅτι τοῦ ἀγαθοῦ ἕνεκα πάντα, καὶ αὐτὸ τὸ κακόν. ἀλλὰ πάντα τε ἕνεκα τοῦ ἀγαθοῦ, καὶ τὸ θεῖον ἀναίτιον τῶν κακῶν· οὐδαμοῦ γὰρ τὸ κακὸν ᾗ κακὸν ἐκεῖθεν, ἀλλ’ ἐξ ἄλλων αἰτίων καὶ οἷς τὸ γεννᾶν οὐ κατὰ δύναμιν, ἀλλὰ δι’ ἀσθένειαν ὑπάρχειν εἴρηται. | |
10 | διό μοι δοκεῖ καὶ ὁ Πλάτων περὶ τὸν πάντων βασιλέα τὰ πάντα θέμενος καὶ ἐκείνου ἕνεκα πάντα [ep. II 312e 1—2], καὶ ὅσα μὴ ἀγαθά, φανταζόμενα γὰρ ὡς ἀγαθὰ καὶ ταῦτα τῶν ὄντων ἐστίν. 〈ὁμοίως〉 καλῶν ἁπάντων αἴτιον ἐκεῖνο [Pl. ib. 312e 2—3] προσειπεῖν καὶ οὐχ ἅπαξ πάντων· οὐδὲ γὰρ τῶν κακῶν· ἀλλὰ καὶ τούτων ἀναίτιον | |
15 | καὶ παντὸς τοῦ ὄντος αἴτιον· καὶ γὰρ καὶ τούτων ὡς ὄντων καὶ ᾗ ἀγαθόν ἐστιν ἕκαστον. εἰ δὲ ταῦτα ὀρθῶς φαμέν, καὶ πάντα ἂν ἐκ προνοίας εἴη, καὶ τὸ κακὸν ἔχει χώραν ἐν τοῖς οὖσιν. ὥστε καὶ ποιοῦσιν οἱ θεοὶ τὸ κακόν, ἀλλ’ ὡς ἀγαθόν, καὶ γινώσκουσιν ὡς πάντων ἑνιαίαν ἔχοντες τὴν γνῶσιν, ἀμερίστως μὲν τῶν μεριστῶν, ἀγαθοειδῶς δὲ τῶν κακῶν, | |
20 | ἑνιαίως δὲ τοῦ πλήθους. ἄλλη γὰρ τῆς ψυχῆς γνῶσις καὶ ἄλλη τῆς νοερᾶς 〈φύσεωσ〉, ἄλλη 〈αὐτῶν〉 τῶν θεῶν· ———αὐτῷ τῷ ἑνὶ τὰ | |
πάντα καὶ γινώσκουσα καὶ παράγουσα. | 263 |