TLG 4036 012 :: PROCLUS :: De decem dubitationibus circa providentiam

PROCLUS Phil., Diadochus
(Atheniensis: A.D. 5)

De decem dubitationibus circa providentiam

Source: Boese, H. (ed.), Procli Diadochi tria opuscula. Berlin: De Gruyter, 1960: 5–108.

Citation: Section — (line)

2

———εἰ ἔστι πρόνοια πάντων, τῶν ὅλων, τῶν μερῶν, καὶ μέχρι τῶν ἀτομωτάτων, τῶν οὐρανίων, τῶν ὑπὸ τῶν οὐρανῶν, τῶν ἀϊδίων, τῶν φθαρτῶν· δεῖ δὲ τὴν πρόνοιαν γινώσκειν τῶν προνοου‐ μένων τὴν ἀξίαν———
5πῶς γινώσκει πάντα, τά τε ὅλα καὶ τὰ μέρη, τὰ ἀΐδια καὶ τὰ φθαρτά; καὶ τίς ὁ τρόπος τῆς γνώσεως; ———

3

Τοῦτο δ’ οὖν πρῶτον ἡμῖν αὐτοῖς προτείναντες ... λέγωμεν.5

4

(16)

———τοῦτο δὲ ταὐτὸν τῷ μηδὲν μᾶλλον εἶναι τῶν ὅλων ἢ τῶν μερῶν, τῶν τε κατὰ φύσιν ἢ τῶν παρὰ φύσιν, τῶν τε εἰδῶν ἢ τῶν ἀνειδέων. καὶ γὰρ ὥσπερ αἰσθητῶν πάντων εἶναι δεῖ ἀμερές τι
κριτήριον, καὶ τῶν πρὸ αὐτῶν εἰδῶν ἄλλο 〈καὶ ταῦτα〉 διακρίνον———7
22οὕτως εἶναί τι δεῖ πρὸ τῶν εἰδῶν, τὸ μίαν ἔχον γνῶσιν τῶν τε καθόλου καὶ τῶν ἀτόμων· ἢ πῶς τάξει τὰ μὲν ὡς μετεχόμενα, τὰ δὲ ὡς μετέχοντα; κοινὸν δ’ ἄλλο τούτοις οὐδὲν ἢ τὸ ἕν. ἔστιν ἄρα πρὸ τοῦ τὰ εἴδη
25γινώσκοντος τὸ πάντα γινῶσκον ᾗ ἕν. ———
28πανταχοῦ μὲν γὰρ καὶ ἐν πᾶσι τούτοις τὸ ἕν· καὶ καθόλου μὲν οὐ πᾶν τὸ ὁπωσοῦν ὄν, εἴπερ ἄλλο τὸ καθόλου καὶ ἄλλο τὸ κατὰ μέρος· οὐδ’
30εἶδος 〈πᾶν〉, ἔστι γάρ τι καὶ τὸ μὴ εἶδος· καὶ κατὰ φύσιν 〈οὐ πᾶν〉 ὄντος καὶ τοῦ παρὰ φύσιν. ἓν δὲ ἕκαστον, ὅπερ ἂν νοῆσαι δυνηθῇς, ἐστίν, ὡς ἂν ἐπὶ πάντα τοῦ ἑνὸς ὄντος. Εἰ δέ τι μὴ μετέχει τοῦ ἑνός, οὐδ’ ὂν ἂν εἴη τὸ παράπαν, οὐδ’ ἂν προνοίας δύναιτο μετέχειν. εἰ οὖν μηδὲν διαφεύγει τὸ ἕν, εἴ τι γνώσεται πάντα αὐτόθεν, ἑνιαίως γνώσεται·
35ἢ γὰρ τῷ ἑνί, ἢ τῷ οὐχ ἑνί· ἀλλὰ τοῦτο χειρόνως ἐστὶ γινώσκειν καὶ ἀλλοτρίως τοῦ ἑνός. τῷ ἑνὶ ἄρα γνώσεται πᾶν τὸ ὁπωσοῦν ἕν, ——— ὃ πᾶσιν ἐστὶ κοινόν, τοῖς τε οὖσι καὶ τοῖς μὴ οὖσι.

5

Τῆς δὴ οὖν προνοίας, ὡς εἴρηται, κατὰ τὸ ἓν καὶ τὸ ἀγαθὸν ἀφωρισ‐ μένης, καὶ τοῦ ἀγαθοῦ πρὸ τοῦ νοῦ ὄντος—νοῦς γὰρ ὀρέγεται τοῦ ἀγαθοῦ (καὶ γὰρ τὰ ὄντα πάντα), καὶ οὐχὶ τοῦ νοῦ τὸ ἀγαθόν—ἀνάγκη καὶ τὴν προνοητικὴν γνῶσιν ὑπὲρ τὴν νοερὰν εἶναι· καὶ οὕτω δὴ πάντα
5τὴν πρόνοιαν γινώσκειν τῷ ἑνὶ τῷ ἑαυτῆς, καθὸ καὶ ἀγαθύνει πάντα, τὰ νοοῦντα καὶ τὰ μὴ νοοῦντα, καὶ τὰ ζῶντα καὶ τὰ μὴ ζῶντα, καὶ τὰ ὄντα καὶ τὰ μὴ ὄντα, πᾶσιν ἐπιβάλλουσα τὸ ἕν, ἔμφασιν τοῦ ἑαυτῆς ἑνός. οὐ γάρ ἐστι τὸ ἓν αὐτῆς οἷον τὸ ἄτομον ἕν· τοῦτο γὰρ πάντων τῶν ὄντων ἔσχατον ὄν, χεῖρον ἐστὶ καὶ τοῦ καθόλου———
11καὶ γὰρ ἐκεῖνο τὶ ἕν ἐστιν, 〈ἀλλ’ αὐτοὲν οὐκ ἔστι〉· πολλὰ γάρ ἐστι καὶ οὐχ ἓν μόνον, ὡς καὶ τὰς διαφορὰς ἔχον ὧν περιέχει. 〈ἀλλ’〉 οὐδὲ τοιοῦτόν ἐστιν ἐκεῖνο τὸ ἕν, καθ’ ὃ τῆς προνοίας ἡ ὕπαρξις, οἷον τὸ ὅλον ... ὡς ἀληθῶς ἓν ὑπάρχον, ὡς ἀληθῶς ἐστιν ἀμερές. Συλλήβδην οὖν λέγοντες
15πάντων παρακτικὸν ἐκεῖνο τὸ ἓν πάντων σωστικὸν εἶναί φαμεν, πάσης οὐσίας ὕπαρξιν ἔχον ἀληθεστέραν καὶ πάσης γνώσεως τρανεστέραν, οὐ μεριζόμενον τοῖς γνωστοῖς οὐδὲ κινούμενον περὶ αὐτά· τούτων μὲν γὰρ ἡ ψυχικὴ καὶ νοερὰ γνῶσις ἔχει τὰς ἰδιότητας· καὶ γὰρ νοῦς πᾶς εἷς, πολὺς καὶ τῷ εἶναι καὶ τῷ νοεῖν, καὶ ψυχὴ πᾶσα κίνησις οὖσα, καὶ9
20νοεῖ μετὰ κινήσεως. ἐκεῖνο δὲ ἐν τῷ ἑνὶ μένον ἀμετάβατον ἅμα καὶ ἀδιαί‐ ρετον, καὶ γινώσκει πάντα τὸν αὐτὸν τρόπον, καὶ οὐκ ἄνθρωπον μόνον καὶ ἥλιον καὶ πᾶν ὅτι τοιοῦτον, ἀλλὰ καὶ ἕκαστον τῶν καθ’ ἕκαστον· οὐδὲν γὰρ ἐκφεύγει τὸ ἓν ἐκεῖνο, κἂν τῷ εἶναι λέγῃς, κἂν τῷ γινώσκεσθαι. καὶ λέγεται μέν, καὶ ὀρθῶς λέγεται, 〈καὶ〉 ἐν τῷ κέντρῳ εἶναι πᾶς ὁ κύκλος
25κεντρικῶς, εἴπερ αἰτία τὸ κέντρον, αἰτιατὸν δὲ ὁ κύκλος· καὶ ἐν τῇ μονάδι πᾶς ἀριθμὸς μοναδικῶς διὰ τὸν αὐτὸν λόγον. ἐν τῷ τῆς προνοίας ἑνὶ καὶ μειζόνως τὰ πάντα ἐστίν, εἴπερ καὶ ἓν μειζόνως ἐκεῖνο τοῦ κέντρου καὶ τῆς μονάδος· ὡς οὖν, εἰ τοῦ κύκλου γνῶσιν ἔχει τὸ κέντρον, κεντρικὴν ἂν εἶχεν αὐτὴν ὥσπερ καὶ τὴν ὑπόστασιν, καὶ οὐκ ἂν ἐμέριζεν ἑαυτὴν
30τοῖς τοῦ κύκλου μέρεσιν· οὕτως καὶ ἡ τῆς προνοίας ἑνιαία γνῶσις ἐν τῷ αὐτῷ ἀμερεῖ πάντων ἐστὶ τῶν μεριζομένων γνῶσις καὶ τῶν ἀτομωτάτων ἑκάστου καὶ τῶν ὁλικωτάτων· καὶ ὡς ὑπέστησεν ἕκαστον κατὰ τὸ ἕν, οὕτως καὶ γινώσκει ἕκαστον κατὰ τὸ ἕν. καὶ οὔτε ἡ γνῶσις διῄρηται τοῖς γινωσκομένοις, οὔτε τὰ γινωσκόμενα συγκέχυται διὰ τὴν μίαν τῆς
35γνώσεως ἕνωσιν· μία δὲ οὖσα, πᾶσαν μὲν ἀπειρίαν τῶν γνωστῶν περιέχει, πάσης δὲ τῆς ἐν αὐτοῖς ἑνώσεως ὑπερήνωται. Τοῦτο μὲν οὖν πρῶτον ἡμῖν ἀπορηθὲν τοιαύτην ἐχέτω ἀπόκρισιν.

6

Δεύτερον δὲ ἕτερον, 〈εἰ βούλει〉, προχειρισάμενοι σκοπῶμεν——— τῶν πάλαι τὸ βάθος ταύτης τῆς ἀπορίας ἱκανῶς παραστησάντων· 〈διὰ τοῦτο γὰρ〉 οἱ μὲν ... τὴν τοῦ ἐνδεχομένου φύσιν τῶν ὄντων ἐξέκο‐ ψαν· οἱ δὲ πρὸς τὴν ἐνάργειαν τῆς τοῦ ἐνδεχομένου ὑποστάσεως μη‐
5δαμῶς ἀντειπεῖν ἔχοντες, τὴν πρόνοιαν μέχρι τούτου διήκειν———11
8καὶ προνοοῦσαν αὐτὴν ἀνάγκη γινώσκειν τὰ προνοούμενα καὶ γινώ‐ σκουσαν οὐκ ἀμφιβόλως γινώσκειν 〈διὰ〉 τὴν ἀμφίβολον τοῦ ἐνδεχομένου
10φύσιν. ———

7

(2)

———καὶ πᾶσαν 〈λέγω〉 γνῶσιν ἀεὶ μέσον οὖσαν γνωστικοῦ τε καὶ γνωστοῦ τινός, τοῦ μὲν ἀφ’ οὗ, τοῦ δὲ πρὸς ὅ, καὶ συνάπτουσαν ἄμφω, ἀνάγκη δυοῖν θάτερον·
5ἢ τῷ γινώσκοντι συναλλοιοῦσθαι καὶ εἶναι τοιαύτην ὁποῖον τὸ γινῶσκον, ἢ τῷ γνωστῷ ὁμόχρουν εἶναι· ἢ τούτων οὐδέτερον, μηδὲν προσήκουσαν θατέρῳ τοῦ λοιποῦ μᾶλλον. ἀλλ’ εἰ μὲν ἦν ἐν τῷ γνωστῷ τὴν ὑπόστασιν ἔχουσα, κατὰ τὸ γνωστὸν ἔδει μόνως αὐτὴν ἀφορίζεσθαι· εἰ δ’ ἐν ἀμφοῖν ἢ χωρὶς ἀμφοῖν, μηδὲν μᾶλλον εἶναι θατέρου τῶν ἄκρων. ἐπειδὴ δὲ ἐν
10τῷ γινώσκοντι οὖσα πρὸς τὸ γνωστὸν ἐπείγεται, δῆλον ὅτι τοῦ μὲν οὖσα τελειότης, τοῦ δὲ ὀρεγομένη, κατὰ τὴν τοῦ γινώσκοντος ἂν εἰκότως ἀφορίζοιτο φύσιν, τοσοῦτον μόνον ἔχουσα τοῦ γνωστοῦ, ὅσον ἂν τελείως διίστησιν αὐτὴν τῶν γνώσεων τῶν ἄλλων γνωστῶν· δεῖ γὰρ τὴν γνῶσιν ἔχειν τὶ καὶ τοῦ γνωστοῦ, τέλους ὄντος. Τούτου
15δὲ δειχθέντος, 〈λέγω δὴ ὅτι〉 ἡ γνῶσις ὑφεστηκυῖα ἐν τῷ γινώσκοντι χαρακτηρίζεται κατὰ τὸ ἑαυτῆς εἶναι ἀπὸ τῆς τούτου ὑπάρξεως, φανερὸν ἤδη, ὅτι τῶν μὲν ἀμεταβόλων καὶ αἱ γνώσεις κατὰ πάντα τοιαῦται, τῶν δὲ μεταβλητῶν ἐναντίαι· καὶ ὧν μὲν ἄλογος ἡ οὐσία, καὶ ἡ γνῶσις ἄλογος· ὧν δὲ λόγος καὶ νοῦς, τούτων καὶ ἡ γνῶσις λόγος τις καὶ νοῦς· ὧν δὲ
20κρείττων ἡ ὕπαρξις, κρείττων καὶ ἡ γνῶσις. ὥστ’ εἰ μὲν ἡ τῆς προνοίας ὑπόστασις καὶ ὁπωσοῦν ἦν ἐξειμένη τοῦ ἑνός, ἀναγκαῖον ἦν καὶ τὴν γνῶσιν αὐτῆς οἷον φεύγειν τὸ ἕν· εἰ δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ ἕν, καὶ γινώ‐
σκουσα μένοι ἂν ἐν τῷ ἑνί, καὶ μένουσα κατὰ τὴν ἑαυτῆς ἰδιότητα γινώσκοι πάντα. καὶ ὡς γινώσκει ἑνοειδῶς τὰ γνωστά, κἂν ᾗ πεπλη‐13
25θυσμένα, οὕτω καὶ ἀναγκαίως, κἂν ᾖ ἐνδεχόμενα ...· καὶ ὅλως πάντα κατὰ τὴν ἑαυτῆς ὕπαρξιν καὶ οὐ τὴν τῶν γινωσκομένων. Οὐδὲν οὖν τῶν γνωστῶν πρὸς αὐτήν, οὐ τὸ μεριστόν, οὐ τὸ κατὰ χρόνον γεννητόν, οὐ τὸ σωματικόν, οὐ τὸ ἄστατον· ἀλλ’ εἷς ὅρος εἰδοποιεῖ αὐτὴν κατὰ τὴν ἐκείνων γνῶσιν ἀσώματος, ἄχρονος, ἀδιαίρετος, ἐξῃρημένος τῶν
30ἀντικειμένων πάντων, εἴπερ, ὡς δέδεικται, ἡ μὲν γνῶσις κατὰ τὴν τοῦ γινώσκοντος ἀφώρισται ἰδιότητα, τὸ δὲ γινῶσκον ἑνιαῖον, ἀμετάβολον, καθ’ ἓν πέρας ἱδρυμένον.

8

Εἰ οὖν τις ἐπιζητοίη, πῶς ἡ πρόνοια τὰ ἐνδεχόμενα γινώσκει, πρὸς τὸν τοῦτο ζητοῦντα φήσομεν· οὐχ ὡς ἐστὶ τὰ ἐνδεχόμενα—τοῦτο γὰρ ἦν τὸ θρᾶττον ἡμᾶς—, ἀλλ’ ὡς ἔστιν ἡ πρόνοια· τοῦτο δέ ἐστι κρειττόνως ἢ τὰ ἐνδεχόμενά ἐστιν. οὐ γὰρ εἰς ταῦτα βλέπουσαν γινώσκειν
5αὐτά 〈φαμεν〉, ἵνα συμπάσχῃ τοῖς ἀστάτοις· ἀλλ’ ἔξω τούτων οὖσαν καὶ πρὸ χρόνου παντὸς τῶν κατὰ χρόνον μεταβαλλόντων εἰληχέναι τὴν γνῶσιν, ἐπεὶ καὶ τὸ γινώσκειν ἀπ’ αἰτίας ἕκαστον τιμιώτερον τοῦ ἀπ’ αὐτοῦ, καὶ τὸ κρειττόνως τοῦ συστοίχως. Τὸ ἀόριστον οὖν ὡρισμένως γινώσκουσα, γινώσκει καὶ ὅτι ἀόριστον ἐκεῖνο, καὶ ὅτι παρ’ αὐτῇ
10ὥρισται· οὔτε γὰρ μόνον ὅτι παρ’ αὐτῇ ὥρισται—τοῦτο γὰρ οὐκ ἦν ἐκεῖνο γινώσκειν· οὔτε μόνον ὅτι ἀόριστον ἐκεῖνο—τοῦτο γὰρ οὐκ ἦν κατὰ τὴν ἑαυτῆς ὕπαρξιν γινώσκειν. ἄμφω δὴ οὖν ἡ γνῶσις ἔχει, καὶ τὸ ὡρισμένον διὰ τὸ γινῶσκον, καὶ τὸ ἀορίστου εἶναι διὰ τὴν ἐκείνου φύσιν. καὶ τὸ ὅλον τοῦτο γινώσκει, γνῶσιν ὡρισμένην ἔχουσα
15τοῦ ἀορίστου, τῆς μὲν ἀοριστίας ἐσομένης, ἀλλ’ οὐκ οὔσης· τῆς δὲ γνώσεως τὴν αἰτίαν τοῦ ἀορίστου προλαβούσης. οἶδε γὰρ ὅτι καὶ ἀόριστόν τι ὑποστήσει, καὶ τούτου τὴν αἰτίαν ὁρῶσα γινώσκει κἀκεῖνο· καὶ ὡς ὑφίστησιν, οὕτω καὶ γινώσκει τὸ ἀόριστον· 〈οὐκ ἀορίστως δέ,
ἀλλ’〉 ὡρισμένως τὸ ἀόριστον ὑφίστησιν· ὥστε καὶ γινώσκει τὸ ἀόριστον15
20ὡρισμένως, ὡς ἀσωμάτως καὶ ἀδιαστάτως τὸ μετ’ αὐτὴν καὶ διαστὰν καὶ σωματωθέν. ὥσπερ ἂν εἰ καὶ ὁ ἐν τῷ σπέρματι λόγος, εἷς ὢν καὶ ὅλος ἐν ἑκάστῳ μέρει τοῦ σπέρματος καὶ ἔχων τὴν αἰτίαν τοῦ ἔσεσθαι τὸν ἀπ’ αὐτοῦ λοιπὸν μεμερισμένον, ἐγίνωσκεν τῷ μὲν μετ’ αὐτὸν αἴτιον μεριστοῦ, ἑαυτὸν δὲ ἀμέριστον ὄντα, καὶ τὸ ὅλον τοῦτο ἔλεγεν· ἔχω
25ἀμερίστως τὸ μεριστόν, μηδ’ ἑτέρου μὲν χωρὶς ὤν, ἐν δὲ τῷ κρείττονι τὸ χεῖρον περιέχων, ἵνα καὶ ὁ μερισμὸς μήτε ἀναίτιος ᾖ μήτε ἐν τῇ αἰτίᾳ προθέων· ἀλλ’ ὢν κατ’ αἰτίαν μὲν ἐκεῖ, καθ’ ὕπαρξιν δὲ ἐν τοῖς δεδεγ‐ μένοις αὐτόν· καὶ εἴπερ ἐζήτει ἐκεῖνος τὴν ἐν ἑαυτῷ αἰτίαν τοῦ μερισμοῦ, εὗρεν ἄν, ὅτι καὶ αὐτός, εἰ καὶ ἀμέριστος ἦν, ἀλλ’ ἐν ἄλλῳ κεῖται ὑποκει‐
30μένῳ· καὶ τὸ αὐτὸν ἐν ἄλλῳ εἶναι καὶ μὴ ἐν ἑαυτῷ δέδωκεν ἐκείνοις τὸ μερισθῆναι καὶ ἄλλοις γίνεσθαι καὶ μὴ πανταχοῦ ἕκαστον εἶναι. τοῦτον οὖν τὸν τρόπον καὶ τὴν πρόνοιαν φαμὲν αἰτίαν οὖσαν ὧν γινώσκει πάντων, καὶ γινώσκειν ὧν ἐστὶν αἰτία, καὶ ὡρισμένων καὶ ἀορίστων ὡρισμένως, καὶ τὴν τῶν ἀορίστων γένεσιν ὡς ἐσομένην, καὶ τὴν αἰτίαν
35τοῦ ὅπως ὡρισμένη δώσει τοῖς ἀορίστοις τὴν εἰς τὸ εἶναι πάροδον· καὶ οὐδὲν συμβαίνειν ἀδύνατον διὰ ταῦτα, τῆς ἀοριστίας ἐν τοῖς μετ’ αὐτὴν οὔσης, εἰ καὶ ἀπ’ αὐτῆς ἐστι τῆς γνώσεως προειλημμένης, καθὸ προσήκει τοῖς αἰτίοις.

9

Τρίτον δὲ ἑπόμενον τούτῳ καὶ πολλῆς ἐπιστασίας δεόμενον σκοπεῖν ἄξιον· εἰ καὶ τῶν ὡρισμένων καὶ τῶν ἀορίστων ἐστὶν αἰτία ἡ πρόνοια, πότερον κατὰ τὸ αὐτὸ ἀμφοῖν ἢ καθ’ ἕτερον; εἰ μὲν γὰρ κατὰ τὸ αὐτό, πῶς ἐν τῇ γνώσει διέκρινε τὸ μὲν τῶν ἀπ’ αὐτῆς ὡρισμένον ἔσεσθαι,
5τὸ δὲ ἀόριστον; εἰ δὲ καθ’ ἕτερον, πῶς ἐν τῇ ὑπάρξει αὐτῆς ἔτι μένει τὸ ἕν, εἰ τὸ μὲν αὐτῆς ἄλλο, τὸ δὲ ἄλλο;

10

Θεὸν οὖν κἀνταῦθα τελειοῦντα τῆς ψυχῆς τὴν ὠδῖνα, ἣν περὶ τούτων ἔχομεν, συνεφάψασθαι τοῦ λόγου ἡμῖν παρακαλέσαντες εἴπωμεν
... τὴν πρόνοιαν ἱδρῦσθαι ἐν τῷ ἑνί ...· πᾶν γὰρ τὸ προνοοῦν ἢ ὄντως ἀγαθοῦ ἢ φαινομένου μεταδιδόναι τοῖς προνοουμένοις αἱ κοιναί φασιν17
5ἔννοιαι, καὶ οὐδὲ εἶναι τὸ προνοεῖν ἕτερόν τι τοῦ εὖ ποιεῖν, καθ’ ὧν ἂν λέγηται· ——— διότι καὶ τὸ ἓν ἀγαθόν, καὶ τὸ ἀγαθὸν ἕν.
10 Τῷ μὲν οὖν ἑνί, ταὐτὸν δὲ εἰπεῖν τῷ ἀγαθῷ, τὴν πρόνοιάν 〈φαμεν〉 χαρακτηρίζεσθαι· 〈ἀλλ’ εἶναι〉 τὸ ἓν αὐτῆς ... οὔτε ὡς τὸ ὑλικὸν ἕν· τοῦτο γὰρ ἀδρανὲς ..., ἐκεῖνο δὲ δραστικώτατον ...· οὔτε ὡς τὸ ἄτομον ἕν· τοῦτο γὰρ εἰς τὸν ἔσχατον κατήντησε μερισμὸν καὶ οὕτως ἕν ἐστιν ὡς τῶν ἄλλων μηδέν· ἐκεῖνο δὲ ὡς πάντα περιέχον καὶ πᾶσι παρὸν ὧν
15ἐστιν αἴτιον καὶ πάντων σωστικόν. οὔτε ... ὡς τὸ καθόλου τινές φασιν ἕν· τοῦτο μὲν γὰρ εἰ καὶ περιέχει τὰ ὑπ’ αὐτὸ καὶ δίδωσι τὴν οὐσίαν ἑκάστοις, ἀλλὰ τὰς διαφορὰς ὧν περιέχει προείληφε καὶ ἔστιν ἓν πολλὰ κατ’ οὐσίαν· ἐκεῖνο δὲ ἐξῄρηται τῶν πάντων ὧν ἐστιν παρακτικὸν ... καὶ πάσης ἐστὶ ποικιλίας ἄδεκτον. Οὐδὲν οὖν τούτων ὑπάρχον, ἀλλ’
20ὑπὲρ πᾶσαν τὴν εἰδικὴν οὐσίαν ἱδρυμένον, γεννῶν δὲ ὅμως πάντα κατὰ τὴν ἕνωσιν τὴν μίαν ἔχει δύναμιν ἀπερίγραφον καὶ ἀπερίληπτον τοῖς πᾶσιν, ὥστε τῶν ἀπ’ αὐτῆς ὑποστάντων μήτε ἕν τι μήτε πάντα ἢ καθ’ ἕκαστον ἢ ὁμοῦ δυνατὸν εἶναι τὴν ἐν ἐκείνῃ προϋπάρχουσαν δύναμιν ἀνελίξαι 〈μήτε〉 εἰς ἑαυτά τε χωρῆσαι καὶ ἐγκολπώσασθαι καὶ
25παραλαβεῖν· τὰς δὲ πάντων δυνάμεις ὑπ’ ἐκείνης οἷον καταπινομένας μετέχειν πως αὐτῆς, καθ’ ὅσον ἑκάστη πέφυκεν ἀγαπᾶν.

11

Τὸ μὲν οὖν ἓν τῆς προνοίας πάσης ἑνώσεως ἀσωμάτου καὶ σω‐ ματικῆς ἐστιν ἑνικώτερον, τὸ δὲ ἀπειροδύναμον πάσης δυνάμεως ἀπείρου
καὶ πεπερασμένης ἀπειρότερον. οὐδὲν γὰρ θαυμαστὸν ἐν ταῖς ἀπείροις δυνάμεσιν ἄλλο ἄλλου εἶναι ἀπειρότερον· οὐ γὰρ τὴν κατὰ τὸ ποσὸν19
5ἀπειρίαν ἐκεῖ τις ἀποθήσεται, παρ’ ᾗ τὸ ἄπειρον ἀπειρότερον οὐκ ἔχει. πᾶν δ’ ὅμως τὸ ἄπειρον———
8τοῖς δὲ πρὸ αὐτοῦ πεπερασμένον, ὁριζόμενον ὑπ’ αὐτῶν· ἢ μὴ περιλη‐ φθέν, οὐδὲ κρατεῖσθαι δύναιτ’ ἂν ὑπὸ τῶν κρειττόνων, οὐδὲ συνέχεσθαι
10μὴ κρατούμενον 〈ὄν〉· εἰ οὖν συνέχεται, κἂν ἄπειρον ᾖ, κρατεῖται· καὶ εἰ κρατεῖται, καὶ περιείληπται, οὐκ ἄπειρον ἐκείνοις. ἀλλὰ μὴν οὐδὲ ἑαυτῷ ἄπειρον· τὸ γὰρ ἑαυτῷ ἄπειρον, ἑαυτῷ ἀπερίληπτόν ἐστιν, ὥστε οὐκ ἂν ἑαυτὸ συνέχειν δύναιτο καὶ σώζειν· ἕκαστον δὲ τῶν ὄντων ἑαυτοῦ σωστικόν ἐστι κατὰ δύναμιν. λείπεται ἄρα τῶν ἀπείρων ἕκαστον
15τοῖς μετ’ αὐτὸ εἶναι μόνοις ἄπειρον. Τὴν τοίνυν ἄπειρον τῆς προνοίας δύναμιν περιληπτικὴν οὖσαν πασῶν δυνάμεων, ὧν ἔχει πάντα τὰ προνοούμενα, πάσας κατὰ μίαν ἕνωσιν παράγειν τὲ καὶ διακρατεῖν ἑκάστην ἐν τῷ ἑαυτῆς ἀπείρῳ νοήσομεν, ὥσπερ καὶ πᾶσιν ἐντιθέναι τὴν πρὸς τὴν ἑκάστων οὐσίαν σύμμετρον
20ἕνωσιν· οὐ γάρ ἐστιν οὐδὲ τὸ ἓν πανταχοῦ ταυτὸν οἷον ἐν ἀσωμάτοις καὶ σώμασιν, οὐδ’ ἐν σώμασι πολυχρονίοις καὶ ὀλιγοχρονίοις· μείζων γὰρ ἡ τῶν πολυχρονίων ἕνωσις· ἢ πῶς τὰ μὲν ἀσκέδαστα μένει, τῶν δὲ τὸ ἓν ἀπόλλυται; ἔτι δὲ τὸ μὲν ἀσώματον ἐγγυτέρω τοῦ ἑνός, τὸ δὲ σῶμα καὶ διὰ τὸν ἐπ’ ἄπειρον μερισμὸν ἀποδεῖ πάμπολυ τοῦ ἑνός· καὶ
25οὐκ ἀπορητέον, εἰ ἑνὸς μᾶλλον ἐστὶν ἕν, ὁρῶντας ἕκαστον τῶν πάντων δι’ ὑφέσεως ἀεὶ γινόμενον ἄλλο παρὰ τὸ πρὸ αὐτοῦ, μέχρις ἂν εἰς τὸ ἔσχατον ἀφίκηται τῆς ἑαυτοῦ σειρᾶς.

12

Τῆς δ’ οὖν προνοίας καὶ ἑνοειδοῦς οὔσης καὶ ἀπειροδυνάμου, τὰ μὲν τῶν ὑπ’ αὐτῆς παρηγμένων καὶ προνοουμένων, εἰ καὶ πάντα ἀμ‐ φοτέρων μετείληχε, κατὰ τὸ ἓν ὑφέστηκεν, οἷς τὸ ὡρισμένον σύμφυτον, τὰ δὲ κατὰ τὸ ἄπειρον, οἷς τὸ ἀόριστον. μιμήματα γὰρ τοῦ μὲν ἐκεῖ ἀπείρου
5τὰ τῇδε διὰ τοῦ ἀορίστου, τοῦ δὲ ἑνὸς διὰ τοῦ ὡρισμένου. διὸ καὶ τὰ μὲν πρῶτα τῶν ἐν τῷδε τῷ παντὶ καθ’ ἕνα ἀνεξάλλακτον ὅρον ἐστὶν ἅ ἐστι· τὰ δὲ ἐφεξῆς ἐκείνοις ἀορισταίνει, δευτέραν ἔχοντα τάξιν. ὑφεστη‐ κυίας δὲ πάσης τε ἀπειρίας κατὰ τὴν προνοητικὴν ἀπειρίαν, καὶ παντὸς τοῦ ὡρισμένου κατὰ τὴν ἕνωσιν, κακεῖ τῆς ἀπειρίας τῷ ἑνὶ κρατουμένης21
10καὶ τοῦ ἑνὸς οὔσης, καὶ ἐνταῦθα τὰ μὲν ἀόριστα τῇ φύσει δουλεύει τοῖς ὡρισμένοις, τὰ δ’ ὡρισμένα τάττει τὴν τῶν ἀοριστῶς φερομένων παντοίαν μεταβολήν, καὶ ὡς ἔχει τὰ πρωτουργὰ τούτων αἴτια κατὰ τὴν πρὸς ἄλληλα τάξιν, οὕτω καὶ αὐτὰ τὴν ἀνάλογον ἐκείνοις καταδεξάμενα σχέσιν συμπληροῖ τὸν κόσμον, ἠρτημένων τῶν χειρόνων ἀπὸ τῶν κρειττόνων.

13

(2)

———καὶ ὁ νοῦς παράγει μὲν ἃ παράγει διττά, σῶμα λέγω καὶ ἀσώματον, ἑκάτερον δὲ ἀσωμάτως καὶ γινώσκει καὶ παράγει 〈κατὰ τὴν ἑαυτοῦ φύσιν· καὶ〉 ὡς ὁ μὲν τοῦ ἀσωμάτου λόγος ἐν αὐτῷ καὶ ἀσώματος
5καὶ ἀσωμάτων αἴτιος, ὁ δὲ τοῦ σώματος, 〈κἂν〉 ἀσώματος 〈ᾖ〉, σωμάτων αἴτιος, ὁ μὲν 〈καὶ〉 τὰ παραγόμενα πρὸς ἑαυτὸν ἐξομοιῶν, ὁ δὲ ... ἀλλοιότερα παράγων πρὸς τὸ ἀσώματον εἶδος· καὶ ψυχὴ γεννᾷ λόγους τινὰς μὲν ἐν ἄλλαις ψυχαῖς ζῶντας καὶ κινουμένους, τινὰς δὲ εἰς ὕλην ἐκπίπτοντας, ἐπιστημονικοὺς μὲν ἐκείνους, τεχνικοὺς δὲ τούτους, καὶ
10πάντας μὲν ζωτικῶς· ἀλλὰ τοὺς μὲν διὰ ζωῆς εἰς ζωὴν προιόντας, τοὺς δὲ διὰ ζωῆς εἰς ἄζωον. καὶ ὡς συνελόντι φάναι, πᾶν τὸ ἅμα γεννῶν καὶ ἃ γεννᾷ γινῶσκον διαφερούσαις αἰτίαις γεννᾷ μὲν αὐτά, καὶ γινώσκει κατὰ τὴν κρείττονα· γεννᾶται δὲ ἀπ’ αὐτῆς τὰ μὲν κατ’ αὐτήν, τὰ δὲ κατὰ τὴν ὑφειμένην. ὥστε τὸν αὐτὸν τρόπον 〈εἰ〉 καὶ τὴν πρόνοιαν
15〈λέγοισ〉 ἔχουσαν τῷ μὲν ἑνὶ τὴν τῶν ὡρισμένων αἰτίαν, τῇ δὲ ἀπειρίᾳ τὴν τῶν ἀορίστων, ἀμφότερα μὲν ὡρισμένως καὶ γινώσκειν καὶ παρά‐
γειν κατ’ ἀμφότερα, ———23
21τῶν δὲ ὑπ’ αὐτῆς παρηγμένων τὰ μὲν ὁρίζεσθαι διὰ τὸ ἕν, τὰ δὲ ἀορι‐ σταίνειν διὰ τὴν ἀπειρίαν, ...· μήτε τῶν ἀναγκαίων ἀμοίρων ὄντων τῆς ἀπειρίας, μήτε τῶν ἐνδεχομένων τοῦ πέρατος· 〈καὶ γὰρ ταῦτα πάντωσ〉 εἰς τὸν τοῦ ἀναγκαίου ὅρον τελευτᾶν 〈καὶ ἐκεῖνα〉 διὰ τὴν ἀναγκαίαν
25φύσιν ἀΐδια ὄντα μετέχειν τῆς ἀπείρου δυνάμεως—ἢ πόθεν αὐτοῖς τὸ ἀεὶ ὡσαύτως ἔχειν ...; κρατοῦντος δὲ οὗ μὲν τοῦ ἑνὸς καὶ διὰ τοῦτο τὸ κατ’ αὐτὸ γενόμενον ποιοῦντος ἀναγκαῖον οἷον συνδήσαντος τῷ πέρατι τὸ ἄπειρον, οὗ δὲ τοῦ ἀπείρου καὶ τὸ ἓν τῷ ὑπεκφεύγειν ἐπιθέον καὶ καταλαμβάνον αὐτὸ ἐξίτηλον ποιοῦντος· ἄμφω δὲ τῆς
30προνοίας γινωσκούσης, εἰ καὶ κατὰ τὸ κρεῖττον, ὡς εἴρηται, καὶ προλαβούσης ἐν τῇ γνώσει τήν τε ἑκατέρου κατὰ τὸ γεννᾶν ἰδιότητα, καὶ ὡς τὸ μὲν περατοποιόν, 〈εἰ βούλει, εἰπεῖν〉, τὸ δὲ ἀπειροποιόν.

14

Πᾶν οὖν πέρας ἐκεῖθεν καὶ πᾶν ἄπειρον ἐκεῖθεν ἐστίν, εἴτ’ ἐν ἀσω‐ μάτοις, εἴτ’ ἐν σώμασι· καὶ τὸ ἐξ ἀμφοῖν ὁμοίως ἐκεῖθεν· καὶ διὰ ταῦτα καὶ τῶν ἁπλῶν ἡ γνῶσις 〈ἐκεῖ〉 καὶ τῶν συνθέτων 〈ὡσ〉 καὶ ... αἱ γενέσεις ἐκεῖθεν. διότι μὲν γὰρ τό τε ἓν ἦν ἐκεῖ καὶ ἡ ἄπειρος τοῦ ἑνὸς δύναμις,
5ἐκεῖθεν καὶ τὰ πέρατα χωρὶς καὶ πᾶν τὸ ὁπωσοῦν ἄπειρον· διότι δὲ καὶ θατέρου θάτερον ἦν ἡ ἄπειρος δύναμις τοῦ ἑνός, κἀνταῦθα συνδιαθέντα τὰ ἀπ’ αὐτῶν ἓν ποιεῖ τὸ σύνολον· 〈καὶ ἢ〉 παγέντος τοῦ ἑνός, ἀναγκαῖον 〈τὸ γινόμενον· ἢ〉 προδραμούσης τῆς ἀπειρίας, ἐνδεχόμενον. ἐπεὶ δὲ οὐδ’ ἐνταῦθα θέμις ἦν στερηθῆναι τοῦ ἑνὸς τὸ ἄπειρον, καὶ τὸ ἐνδεχόμενον
10εἰς τὴν τοῦ ἀναγκαίου φύσιν τελευτᾷ, ὡς εἴρηται, καὶ 〈τοῦτο〉 ἢ μᾶλλον τῷ ἑνὶ κρατεῖται καὶ πρὸ πλείονος χρόνου τῆς ἐκβάσεως εἰς τὸ ἀναγκαῖον μεταπεσὸν ὡρίσθη, ἢ διὰ τὸ μετέχειν τοῦ ἑνὸς ἀμυδρότερον πρὸ ἐλάτ‐ τονος 〈μέν〉, ταὐτὸν 〈δ’ ὅμωσ〉 παθὸν καὶ ὁρισθὲν ἔστη τε ἀπὸ τῆς ὀλισθαι‐ νούσης φύσεως καὶ γέγονεν οἷον τὸ πρότερον, καὶ μεμίμηται τὴν τοῦ
15ἑνὸς οὖσαν ἄπειρον δύναμιν, ἀλλ’ οὐχ ἑαυτῆς· καὶ γὰρ πᾶσα δύναμις ἄλλου ἐστὶ τοῦ ἔχοντος αὐτὴν, ἀλλ’ οὐχ ἑαυτῆς. ὅτι μὲν οὖν πᾶν καὶ τὸ ὁπωσοῦν ἀόριστον ἐν τῷ μήπω εἶναι τὸ ἀόριστον ἔχει καὶ τοῦτο
ὅ φασιν ἐνδέχεσθαι, τελευτᾷ δὲ εἰς τὸ ἐξ ἀνάγκης ἢ εἶναι ἢ μὴ εἶναι, καὶ ἢ πρὸ πλείονος χρόνου ἢ πρὸ ἐλάττονος, καὶ οἱ στοχασμοὶ δηλοῦσιν·25
20ἀληθεύουσι γὰρ πρὸ τοῦ ἐλάττονος χρόνου μᾶλλον τῶν ἐκβησομένων ἢ πρὸ τοῦ πλείονος, ὡς ἂν ἤδη τοῦ ἀορίστου μεταπεσόντος.

15

Ὅτι δὲ εἶναι δεῖ καὶ τοῦ ἀορίστου γνῶσιν ἐν τοῖς κρείττοσι ἡμῶν, εἰ μέλλει καὶ τοῦτο τάξεως μεταλαγχάνειν καὶ μὴ εἶναι οἷον ἐπεισοδιῶδες τῷ παντί, κεῖται μὲν καλῶς ἀλλαχοῦ δεδειγμένον, ἐζητεῖτο δὲ μόνον, πῶς· γινέσθω δὲ καὶ τοῦτο δῆλον. Οὐ γὰρ ἓν ἔσται τὸ πᾶν οὐδὲ διοίκησις
5κατὰ νοῦν, εἰ μὴ καὶ τούτου πρὸς τὰ ὡρισμένα καὶ ὧν ἡ τάξις ἡ αὐτὴ γίνοιτό τις εἱρμός· ταύτην δὲ τὴν γνῶσιν ἀναγκαῖον 〈ἢ〉 δαίμοσι 〈μόνοισ〉 ἀποδιδόναι———
9〈ἢ καὶ〉 πρὸ τούτων τοῖς θεοῖς, μερίσασι καὶ τοῖς δαίμοσι τὴν πρόνοιαν,
10ἄλλων ἄλλοις, ὧν πάντων αὐτοί εἰσιν ἐγκρατεῖς. ἀλλ’ εἰ μόνοις δαίμοσι ἀπολείψομεν τὴν τῶν ἀορίστων γνῶσίν τε καὶ πρόνοιαν, ἢ παρὰ μέρος αὐτοὺς ὥσπερ ἡμᾶς γινώσκειν τά τε προνοούμενα καὶ τὰ πρὸ αὐτῶν φήσομεν, ἢ ἅμα ἄμφω. καὶ εἰ μὲν παρὰ μέρος, τί διοίσουσι τῶν ἡμετέρων ψυχῶν; καὶ γὰρ αὗται προνοεῖν ἅμα καὶ ἑαυτῶν εἶναι καὶ εἰς τὰ
15ἄνω βλέπειν ἀσθενοῦσι· πῶς δὲ κατατείνοντες ἑαυτοὺς εἰς τὰ ἔξω οὐχὶ καὶ ἐπακολουθεῖν τοῖς γινομένοις ὁμολογήσομεν, ἀορισταίνοντας περὶ τὸ ἀόριστον; εἰ δὲ ἅμα, ἀναγκαῖον πάλιν ἢ κατὰ λογισμὸν δι‐ δόναι αὐτοῖς τὴν γνῶσιν ὧν διοικοῦσι καὶ ἀπολείπειν ἐν αὐτοῖς λόγους καὶ παραδείγματα τῶν ἀορίστων—τούτων γὰρ διάνοια ἐστὶ γνῶσις·
20ἢ πρὸ λογισμοῦ ταύτην καὶ ἐνθέως ἐνεργούντων ἑστάναι λέγοντας, πολλῷ μᾶλλον αὐτὴν ἀναπέμπειν εἰς θεούς, παρ’ ὧν καὶ τοῖς δαίμοσι ὑπάρξει τὸ ἐνθεάζειν καὶ τὸ ὡρισμένως δύνασθαι καὶ τὸ ἀόριστον προ‐ γινώσκειν. καὶ γὰρ εἰ μὲν ἀορίστως τῶν μὴ ὡρισμένων ἀντιλαμβάνονται, ἀποστερήσομεν αὐτοὺς τῆς προσηκούσης τοῖς ἀτρέπτοις τάγμασι
25ἀπαθείας· δεῖ γὰρ καὶ φαντασίας τῷ τοιούτῳ παντὶ καὶ αἰσθήσεως,
ἵνα τῶν μὴ παρόντων μνημονεῦον συνείρῃ τὴν εἰκασίαν τῶν ἐσομένων τοῖς τε παροῦσι καὶ τοῖς γεγονόσιν. εἰ δὲ ὡρισμένως, τί δήποτε τοῖς δαίμοσι τοῦτο δόντες, οὐχὶ καὶ αὐτοῖς τοῖς θεοῖς μειζόνως ἀποδίδωμεν, ὡς ἀχρόνως τὰ κατὰ χρόνον, οὕτω καὶ ὡρισμένως τὰ ἀόριστα γινώσκειν,27
30καὶ προνοεῖν τῶν ἀορίστων κατὰ τὸν τῆς γνώσεως τρόπον; εἰ μὲν γὰρ μὴ δύνανται τὰ ἀόριστα ὡρισμένως γινώσκειν, ἄτοπον, δαιμόνων τοῦτο δυναμένων, ἀφαιρεῖσθαι τοὺς θεοὺς δι’ ἀδυναμίαν τῆς τοιαύτης γνώ‐ σεως· εἰ δὲ μὴ βούλονται, τοῦτο τοῦ μὴ δύνασθαι μειζόνως ἄτοπον, ὑποστάτας ὄντας καὶ τούτων μὴ βούλεσθαι προνοεῖν ὧν ὑπέστησαν·
35ἢ οὐχὶ καὶ τὰ θνητὰ πάντα καὶ τὰ καθ’ ἕκαστα δημιουργήματα ἐστὶ θεῶν καὶ πάνθ’ ὅσα περιείληφεν ὁ κόσμος; ———
41θέμις δὲ οὔτ’ ἦν οὔτ’ ἔστι, θεοὺς 〈ὄντασ〉 ἀμελεῖν ὧν παράγουσιν ἢ ἀμέσως ἢ διὰ μέσων ἄλλων.

16

Εἰ δὲ δὴ καὶ βούλονται προνοεῖν ὡρισμένως τῶν ἀορίστων καὶ δύνανται, πάντως δήπου καὶ προνοοῦσι καὶ προνοοῦντες γινώσκουσι τῶν προνοουμένων τὴν ἀξίαν· καὶ θεοὶ μὲν ἐξῃρημένως καὶ ἐπὶ πάντα τὴν ἑαυτῶν πρόνοιαν διατείνοντες· δαίμονες δὲ μεριζόμενοι τὴν ἐκείνων
5ἐπιστασίαν, οἱ μὲν ἄλλων ἀγελαιοκομικὴν [Pl. pol. 275e, 276a] ἀνεδήσαντο, οἱ δὲ ἄλλων, 〈ὥς φησιν αὐτόσ〉, εἰς τὸν ἔσχατον τελευ‐ τῶντες μερισμόν [Pl. leg. X 903 b], ὡς τοὺς μὲν ἀνθρώπων, τοὺς δὲ λεόντων, τοὺς δὲ ἄλλων ... εἶναι προστάτας, ———
10πάντα δὲ εἶναι πλήρη θεῶν [Pl. leg. X 899 b], τῶν μὲν 〈καὶ τούτων〉 ἀμέσως προνοούντων, τῶν δὲ διὰ μέσων δαιμόνων, ὡς εἴρηται· οὐ πᾶσιν ἐκείνων ἀμέσως παρεῖναι μὴ δυναμένων, ἀλλὰ τῶν ἐσχάτων αὐτόθεν μετέχειν τῶν πρώτων ἀσθενούντων. δηλοῦται δὲ ταῦτα τῶν μετεχόντων τοῦ μὲν ἀνεπιτηδείου εἰς τὸ θεῶν ἀπολαύειν ἔστιν ὅτε τῆς
15γε ἐκ τῶν δαιμόνων συναισθανομένου προνοίας· τοῦ δὲ ἐπιτηδείου γενομένου εὐθὺς παρόντας ἔχοντος τοὺς θεοὺς καὶ τότε γινώσκοντος, ὅτι γινώσκεται παρ’ αὐτῶν, καὶ δεχομένου τὴν εἰς αὐτὸν καθήκουσαν πρόνοιαν, ἧς τυγχάνον ἐλάνθανεν ἑαυτὸν καὶ ὅτι μετεῖχεν ἀφανῶς. ὡσεί τις καθεύδων ἐν ἡλίῳ καὶ φωτιζόμενος ἀγνοοίη τῷ καθεύδειν,
20ἐξεγειρόμενος δὲ ἑαυτὸν ἴδοι περιεχόμενον ὑπὸ τοῦ φωτός, καὶ τότε τὸ φῶς ὑπολάβοι παρεῖναι καὶ πρῶτον ἑαυτῷ παρόν, εἰ καὶ αὐτὸς διὰ
τὴν ἄγνοιαν τῷ φωτὶ μὴ παρῆν. τότε τοίνυν καὶ τὸ ἀόριστον ὁρίζεται, ἐπιστέψαν εἰς τὸ θεῖον, παρ’ ᾧ καὶ τὸ ἀόριστον ὡρισμένως ἦν· καὶ μετασχὸν ἐκεῖθεν ὅρου διὰ τὴν μέθεξιν ὑφίστησιν, ὅτι καὶ πρὸ τῆς ἐπιστρο‐29
25φῆς ἑαυτῷ μὲν ἀόριστον ἦν, ἐκείνῳ δὲ οὐχ οἷον ἐστὶ τοιοῦτον ὑπῆρχεν, ἀλλ’ ὡς τῷ θείῳ προσῆκον, ἦν μὲν ὡρισμένως, ἐγινώσκετο δὲ ἐκπεσὸν ἐκείνου διὰ τὴν ἑαυτοῦ ἀοριστίαν· οὐχ οὕτως ἐκπεσὸν ὡς πάντῃ τὸν ὅρον φυγεῖν—ἔλαθε γὰρ ἂν εἰς τὴν τοῦ μὴ ὄντος ἀχάνειαν ἐξολισθῆσαν· ἀλλ’ οὕτως ὡς μήτε ἄμοιρον εἶναι τοῦ ὅρου, μήτε ἐν αὐτῷ τελέως
30ἡδρᾶσθαι. μετὰ δὲ τὴν ἐπιστροφὴν ἑδρασθὲν εἶδεν ἐκεῖ καὶ τῆς οἰκείας ἀοριστίας τὴν γνῶσιν καὶ τὸν κοσμοῦντα τὴν ἀοριστίαν ὅρον προϋπάρ‐ χοντα.

17

Καὶ μὴν καὶ εἰ πᾶσι τὸ ἀγαθὸν οὐκ ἀλλαχόθεν ἢ ἐκ τῆς προνοίας ἐφήκειν συγχωροῦμεν, ὡς ἐκ τοῦ νοῦ τὴν νόησιν καὶ ἐκ τῆς ψυχῆς τὸ ζῆν καὶ τὸ κινεῖσθαι ἐν τῷ ζῆν—πᾶν δὲ τὸ ὁπωσοῦν ζῶν διὰ τὴν ψυχὴν ζῇ, καὶ τὸ νοοῦν διὰ τὸν νοῦν νοεῖ—δῆλον δήπουθεν, ὅτι καὶ
5τὸ ἀγαθοῦ μετέχον διὰ τὴν τῆς προνοίας αἰτίαν τὸ ἀγαθὸν ἔχει, κἂν τῶν μερικῶν ᾖ καὶ τῶν ποτὲ μετεχόντων· δεῖ γὰρ ἕκαστον εἰς τὴν οἰκείαν ἄγειν πηγήν, ἀφ’ ἧς εἰς πᾶσαν ἥκει τὴν σειρὰν ἡ ὕπαρξις. εἴ τι οὖν ἀγαθύνεται τῶν ἐν τῷ κόσμῳ, δι’ ἐκείνην ἀγαθύνεται· καὶ οὐ τῶν ἀϊδίων μόνον, ἀλλὰ καὶ τῶν φθαρτῶν ἕκαστον, οὐδὲ τῶν ὡρισμένων μόνον,
10ἀλλὰ καὶ τῶν ἀορίστων ἕκαστον, κἂν αὐτόθεν ἐκ τῆς προνοίας ὑποδέχη‐ ται τὸ σφέτερον ἀγαθόν, κἂν διὰ μέσων τῶν πρώτων παρ’ ἐκείνης ἀγα‐ θυνομένων. αἱ γὰρ τῶν ὄντων μεσότητες οὐ τὰς πρὸ αὐτῶν αἰτίας τῆς εἰς τὰ μετὰ ταῦτα ποιήσεως ἀφαιρούμεναι εἰσὶ μεσότητες, ἀλλὰ τοῖς μετὰ ταῦτα συμμέτρους ποιοῦσαι τὰς τῶν πρὸ αὐτῶν δόσεις, ὧν αὐταὶ
15μὲν συμφυῶς μετέχουσιν, ἐκεῖνα δὲ ἀσθενοῦντα δι’ ὕφεσιν οἷον προσά‐ γουσι καὶ ἐπιτήδεια πρὸς τὴν μέθεξιν ἀποτελοῦσι, δυναμώσασαι ταῖς ἑαυτῶν προδρόμοις ἐλλάμψεσι. Τὸ μὲν οὖν τὰ ἐγγυτέρω τῆς προνοίας ἀπολαύειν μᾶλλον αὐτῆς καὶ κοσμεῖσθαι τῇ γειτονήσει μᾶλλον—καθάπερ εἰ τοῦ ἡλίου καὶ τῆς ψυχῆς
20καὶ τοῦ νοῦ τὰ προσεχέστερα, τὰ μὲν φωτίζοιτο μᾶλλον ἢ τὰ πορρώτερα,
τὰ δὲ εἴη ζωτικώτερα μᾶλλον, τὰ δὲ ἐν τῷ νοεῖν ὑπάρχοι τελεώτερα—, καὶ ἡμεῖς ἂν συγχωρήσαιμεν καὶ ταῖς κοιναῖς ἐννοίαις συνδοκεῖ. καὶ γὰρ αὐτὸ τοῦτο τὸ ἐγγὺς διὰ τὴν τῆς οὐσίας εἶναι φαῖεν ἂν πρὸς ἐκεῖνα συγγένειαν, ὧν ἐστὶν ἐγγύς, καὶ τὸ πόρρω διὰ τὴν κατὰ τὸ εἶναι πάντως31
25ἀπόστασιν. ὥστε τοῖς διδόναι δυναμένοις ἃ δὴ καὶ δίδωσιν ὄντα συγ‐ γενέστερα, μᾶλλον αὐτῶν δύναται μετέχειν· ὥστε καὶ μετέχει μᾶλλον.

18

Τῆς οὖν προνοίας οὐδὲν ἄλλ’ ἢ ἀγαθύνειν τὰ πάντα ἐπειγομένης τὰ μετέχοντα μᾶλλον, ἀγαθύνεται μᾶλλον καὶ κοσμεῖται. δεῖ δὲ ἄρα καὶ ὅσα μὴ ἐγγὺς εἰς ἐκείνην ἀνηρτῆσθαι, καὶ εἰ διὰ μέσων ἀνήρτηται, καὶ ταῦτα τῶν ἐγγύς· ὃ καὶ ποιεῖ τὰ μὲν αὐτόθεν ἀπολαύειν, τὰ δὲ οἷον
5συνδέσμων ἄλλων δεόμενα πρὸς αὐτήν. εἴτε γὰρ μὴ πρὸς ἓν πάντων ἡ σύνταξις ἦν, οὐκ ἂν οὐδὲ κόσμος ἦν εἷς· εἴτε πάντα τὸν αὐτὸν μετεῖχε τρόπον τοῦ κοσμοῦντος, οὐκ ἂν ἦν τῶν κοσμουμένων τάξις. 〈εἰ οὖν ἐστιν ἑκάτερα, καὶ τάξισ〉 καὶ σύνταξις, ἡ μὲν διορίζουσα τὰ πάντα καὶ ἄλλα ποιοῦσα πρὸ ἄλλων καὶ ἄλλα ἐπ’ ἄλλοις, ἡ δὲ τὰ διαιρεθέντα
10πρὸς ἓν ἐπιστρέφουσα τὸ ἀγαθόν· πάντων τὲ ἀνάγκη πρόνοιαν εἶναι, καὶ οὐ πάντων τὴν αὐτήν· εἶναι μὲν διὰ τὴν σύνταξιν, μὴ τὴν αὐτὴν δὲ διὰ τὴν τάξιν. ἐπεὶ καὶ τῶν πρώτων 〈μὲν〉 οὖσαν, ἀνάγκη καὶ τῶν δευτέρων εἶναι καὶ ἐφεξῆς ἐκείνοις· δύναμις γὰρ πᾶσα τῶν μειζόνων οὖσα κινητική, ὡς 〈καὶ Πλάτων καὶ ὁ〉 ἀληθὴς λόγος φησί, καὶ τῶν ἐλατ‐
15τόνων ἐστὶ πολλῷ μᾶλλον, καὶ κρατητικὴ τῶν δυνατωτέρων οὖσα, καὶ τῶν ἀσθενεστέρων ἂν κρατοίη μᾶλλον. τῆς δὲ βουλήσεως ἐκεῖ πρὸς τὴν δύναμιν συμβαινούσης, ἀνάγκη καὶ τῶν ἐλαττόνων εἶναι πρόνοιαν· οὐ γὰρ δύνανται μὲν, οὐ βούλονται δὲ ὅσα δύνανται, καὶ τῶν ἀγαθῶν τῶν παρ’ ἡμῖν ὅσα δύνανται, τοσαῦτα βούλεσθαι πεπιστευμένων·
20μήτε ἀβουλήτου δυνάμεως χώρας ἐν ἐκείνοις οὔσης, οὔτε ἀδυνάτου βουλήσεως—τὸ μὲν γὰρ τὴν ὄρεξιν ποιεῖ κενήν, τὸ δὲ τὴν δύναμιν ἀτελῆ.

19

Τῶν δὲ δευτέρων οὖσαν, ἔτι μειζόνως ἀνάγκη τῶν πρώτων εἶναι πρόνοιαν. οὐ γὰρ προνοίας τὸ τῶν χειρόνων προμηθεῖσθαι κἀκεῖνα κοσμεῖν, τὰ δὲ κρείττονα ἀφεῖναι ἄμοιρα ἑαυτῆς· καὶ γὰρ εἰ μηδενός
ἐστιν ἐνδεῆ, αὐτὸ τοῦτο τὸ μηδενὸς δεῖσθαι ... παρ’ ἐκείνης ἔχει τὸ33
5αὔταρκες δούσης πρώτοις οὖσι. πάντων οὖν τῶν ἀγαθῶν ἐκείνην αἰτίαν λέγοντας, ὡς καὶ πρότερον εἴρηται τὰς κοινὰς ἡμῶν ἐννοίας βοᾶν, ἀνάγκη καὶ τὴν αὐτάρκειαν ὁμολογεῖν ἐκεῖθεν ὑπάρχειν, οἷς ἂν ὑπάρχῃ, καὶ δι’ ἐκείνην. εἴτε οὖν δεῖται, παρ’ ἐκείνης τυγχάνει τοῦ πληροῦσθαι καὶ τυγχάνει πρὸ τῶν ἄλλων διὰ τὴν ἐγγύτητα τῆς ὑποστάσεως· εἴτε μὴ
10δεῖται, πεπλήρωται ἀεὶ καὶ ἔχει τὸ αὔταρκες διὰ τὴν παράγουσαν αὖ τὰ τοιαῦτα πρὸ τῶν ἀεὶ μὲν δεομένων, ἀεὶ δὲ ἐπισκευαστὴν τὴν πλήρωσιν δεχομένων.

20

Πάντα μὲν οὖν, ὡς ἔφην, μετὰ τῆς προνοίας ἐστὶ κατὰ τὴν αὐτῶν τάξιν, καὶ ὅσα γίνεται καὶ ἔστιν οὐκ ἀεί, τῶν μὲν 〈αὐτόθεν〉 ἀπ’ ἐκείνης ὄντων καὶ ἀεὶ 〈ὄντων〉, τῶν δὲ διὰ τῶν ἀεὶ ὄντων δεχομένων τὴν γένεσιν· οὐ τῆς προνοίας εἰς τὸ ταῦτα 〈παράγειν καὶ〉 τελειοῦν δεομένης τῶν
5μετ’ αὐτὴν μὲν ὄντων, πρὸ δὲ ἐκείνων ὑποστάντων, ἀλλὰ τούτων τῶν πολλοστῶν ἀπ’ αὐτῆς δεομένων εἰς τὸ μετέχειν ἐκείνης τῶν προσεχῶς ἀπὸ τῆς προνοίας παρηγμένων. εἰ δὲ πανταχοῦ καὶ ἐν πᾶσι ταύτης παρούσης, οὐ ταυτόν ἐστιν ἐν πᾶσι τὸ ἀγαθόν, οὐ δεῖ θαυμάζειν· καὶ γὰρ τοῦτο προνοίας τῆς ἀρίστης ἔργον, πᾶσι μὲν ἀγαθοῦ μετουσίαν
10εἶναι, μετρεῖσθαι δὲ τῇ τῶν δεχομένων ἀξίᾳ τὴν τούτου μετουσίαν, καὶ τοσοῦτον ἕκαστον χωρεῖν, ὅσον δύναται λαβεῖν· εἴτε τῆς οὐσίας ποιούσης ὡς ἐν ψυχαῖς καὶ σώμασι τὴν διαφοράν—οὐ ταυτὸν γὰρ ἑκατέρων τὸ ἀγαθόν, ὅτι καὶ τὸ εἶναι μὴ ταυτόν· εἴτε μόνης τῆς ἐνερ‐ γείας ..., ὡς αἱ διαφόρως ἐνεργοῦσαι ψυχαί———
18τῶν μὲν εὐπαθούντων ..., τῶν δὲ μετὰ δυσκολίας, αἷς οὐκ ἦν ἄνευ ταύτης ἐπιστρέψαι πρὸς ἐκείνην.
20 Τοῦτο μὲν οὖν ταῦτα διορίσαντες, ἀπαλλαττόμεθα. καὶ γὰρ ὅτι καὶ τῶν καθέκαστα δεῖ τὴν ἀληθεστάτην εἶναι πρόνοιαν λάβοιμεν, ἀποβλέ‐ ποντες εἴς τε τὸ καὶ ταῦτα πάντα γίνεσθαι συντελοῦντα τὶ τῷ ὅλῳ καὶ μηδὲν ἐπεισόδιον εἶναι πάντων τῶν ἐν αὐτῷ γινομένων, κἂν ἡμεῖς τὰς αἰτίας μὴ πανταχοῦ δυνώμεθα συνορᾶν· καὶ εἰς τὸ ἐπί τινων καὶ τοῖς λίθοις
25εἶναι δῆλον ἐκ προνοίας εἶναι τὰ γινόμενα· γελοῖον δὲ εἶναι, τὸ μὲν οὕτως
ἔχειν, τὰ δ’ οὔ, πάντων ὁμοίων ὄντων. περὶ μὲν 〈οὖν〉 τούτων ἱκανῶς.35

21

———Τέταρτον σκοπῶμεν ... πῶς τὰς τῶν θεῶν μεθέξεις γίνεσθαι λέγομεν———
4εἴτε 〈γὰρ〉 ἀεὶ τῶν θεῶν ἐνεργούντων μὴ ἀεὶ τὰ τῇδε μετέχει· 〈πῶς οὐκ〉
5ἄτοπον; εἰς τί γὰρ ἡ ἐνέργεια, τοῦ μετέχοντος οὐκ ὄντος; εἴτε μὴ ἀεὶ ἔχειν αὐτοὺς τὴν ἐνέργειαν ἀποδώσομεν, 〈ἔτι μᾶλλον ἄτοπον〉 ———
8πᾶν γὰρ ὅπερ ἂν ὑπάρχῃ τοῖς θεοῖς ἀεὶ ὑπάρχει καὶ πρὸ χρόνου παντός, οὐ τοῦδε μόνον τοῦ καιρικοῦ, ἀλλὰ καὶ τοῦ ἀπείρου. ———

22

Ἵνα οὖν καὶ ταῦτα μετρίας τύχῃ ἐξετάσεως, ... εἰσαγέτω πρῶτον, ὅτι πᾶσα μέθεξις, ἄν τε τῶν ἀϊδίων, ἄν τε τῶν φθαρτῶν οὖσα τυγχάνῃ, μέσην ἀεὶ τῶν τε μετεχόντων καὶ τῶν μετεχομένων ἔλαχε τάξιν· καὶ ὡς προσήκει ἁπάσαις μεσότησι τῆς πρὸς ἄκρα κοινωνίας ἀντέχεσθαι,
5ἀνάγκη καὶ ταύτην ἔχειν τὸ μὲν πρὸς τὸ μετέχον, τὸ δὲ πρὸς τὸ μετε‐ χόμενον· θατέρου γὰρ οὖσα μόνον, οὐκ ἂν συνῆπτεν ἄμφω πρὸς ἄλληλα. μέση δὲ καθ’ ὃν εἴρηται τρόπον οὖσα, ὅμως ἐν τοῖς μετέχουσιν ὑφίσταται, προϊοῦσα μὲν ἐκ τῶν μετεχομένων, ἐναποστηριζομένη δὲ τοῖς δεχομένοις τὴν ἐνέργειαν ἐκείνων, ὡς τὴν γνῶσιν 〈εἴπομεν〉 ἐν τοῖς γινώσκουσιν
10εἶναι καὶ οὐκ ἐν τοῖς γινωσκομένοις· καὶ γὰρ τὰ γινώσκοντα πρὸς τὰ γινωσκόμενα τὴν τῶν μετεχόντων ἔλαχεν ἀξίαν· μετέχειν γὰρ ἐθέλει τοῦ γινωσκομένου ἅπαν τὸ γινῶσκον. τῆς δ’ οὖν μεθέξεως ταύτην τὴν τάξιν ἐχούσης, καὶ τῆς προνοίας πρώτως ὑπὸ πάντων μετεχομένης, ἐμψύχων, ἀψύχων, λογικῶν, ἀλόγων, ἀϊδίων, φθαρτῶν, κατὰ τὴν
15αὐτῶν ἑκάστων δύναμιν—πάντα γὰρ ἐκείνης ὄργανα, τὰ μὲν ἐγγύτερον ἐκπυρούμενα, τὰ δὲ πορρώτερον—ἀνάγκη τὴν μετουσίαν μὴ μόνον
τὴν τῆς προνοίας ἐπιφαίνειν αἰτίαν, ἀφ’ ἧς πρόεισιν, ἀλλὰ καὶ τὴν τοῦ μετέχοντος αὐτῆς προσειληφέναι ἐπιτηδειότητα, νοερῶς μὲν ἐν τοῖς νοεροῖς οὖσαν, λογικῶς δὲ ἐν τοῖς λογικοῖς, φανταστικῶς δὲ ἢ αἰσθητι‐37
20κῶς ἐν τοῖς κατὰ φαντασίαν ἢ κατὰ μόνην αἴσθησιν ζῶσιν, οὐσιωδῶς δὲ καὶ τῷ εἶναι μόνον ἐν τοῖς ἄνευ ζωῆς τὸ εἶναι κεκτημένοις. ὀργάνων δὲ ὄντων πάντων, καὶ χρωμένης πᾶσι τῆς προνοίας, ἕκαστον ἀνάγκη συντελεῖν εἰς τὸ οἰκεῖον ἔργον τῇ χρωμένῃ δυνάμει, μήτε τὴν ἐκείνης ἀφανίζον ἰδίαν ὕπαρξιν μήτε τὴν ἑαυτοῦ φύσιν ἐν τῇ ἐνεργείᾳ δεικνύν,
25〈ὂν〉 δὲ ἀπ’ ἀμφοῖν ἓν τὸ ἀποτελούμενον· ὥσπερ φασὶ καὶ ἡλίου δια‐ πέμποντος εἰς σελήνην τὸ φῶς, χωρεῖν μὲν ἀπὸ ταύτης εἰς ἡμᾶς, οὔτε γὰρ οἷον τὸ ἡλιακὸν φῶς θερμὸν καὶ ξηρόν, οὔτε οἷον τὸ τῆς σελήνης παχὺ καὶ ζοφῶδες, ἀλλὰ μιχθὲν ἔκ τε τῆς τοῦ μετεχομένου δυνάμεως καὶ τοῦ μετέχοντος καὶ χρόαν μεταβαλεῖν καὶ ἐνέργειαν ἣν εἶχε· καὶ ἐπ’
30ἄλλων ἂν ἴδοις τοῦτο πολλῶν.

23

Καὶ τῆς προνοίας οὖν ὑπὲρ πάντα τὰ ὄντα κατ’ αὐτὴν τὴν θείαν ἕνωσιν ἱδρυμένης καὶ μίαν ἐνεργούσης ἐνέργειαν καὶ τῷ ἑνὶ προσήκουσαν, πᾶν τὸ προσιὸν οὕτως μετέχει ὡς πέφυκε· τὸ μὲν εἰς τὸ εἶναι μόνον, τὸ δὲ εἰς τὸ ζῆν, τὸ δὲ εἰς τὸ γινώσκειν, τὸ δὲ εἰς πάντα τυγχάνον ἐκείνης
5καὶ ᾗ πέφυκε τελειούμενον· καὶ τὸ μὲν ἀεὶ μετέχον διὰ τὴν ἑαυτοῦ δύναμιν, καὶ ἀνέκλειπτον ἔχον τὴν μέθεξιν διά τε τὴν τοῦ διδόντος ἄπειρον ἐνέρ‐ γειαν καὶ τὴν οἰκείαν πρὸς ἐκεῖνο μόνιμον καὶ ἑδραίαν σχέσιν· τὸ δὲ ποτὲ μεταλαγχάνον διὰ τὴν ἀνέδραστον ἐν αὐτῷ φύσιν, καὶ τοῦτο δὴ τὸ ποτὲ ἐκ τῆς οἰκείας ἀσθενείας δεδωκὸς τῇ μεθέξει, ἵνα τὸ μὲν εὖ ἀπὸ
10τῆς προνοίας ἔχῃ, τὸ δὲ μὴ ἀεὶ παρὰ τοῦ δεχομένου· τοῦτο γὰρ ἦν τὸ ὑπεξαιροῦν ἑαυτό, τῆς προνοίας ἀεὶ δυναμένης διδόναι καὶ διδούσης οἷς ἐστι δύναμις τοῦ ἀεὶ παρ’ ἐκείνης λαμβάνειν ἃ δίδωσιν. ὥστε οὐκ ἐκείνη τὸ ποτὲ προστίθησιν, ἀλλ’ ἑαυτοῦ μόνον ἀφαιρεῖ τὸ ἀεί. καθάπερ ἡλίου φωτίζοντος ἀεὶ τὸ μὴ ἀεὶ δυνάμενον βλέπειν, καὶ ποτὲ βλέπον οὐ
15τῷ ἐκείνου φωτὶ τὸ ποτὲ δίδωσιν, ἀλλ’ ἑαυτοῦ ἀφεῖλε τὸ ἀεὶ βλέπειν
τὸ φῶς ἀποστρεφόμενον. ———39

24

Ἀεὶ τῆς προνοίας οὖν ἐνεργούσης, ἐάν τί ποτε μετέχῃ, μόνην ἐλαττοῖ τὴν ἑαυτοῦ μέθεξιν, οὐκ ἀποστεροῦν τοῦ ἀεὶ τὴν ἐκείνου ἐνέρ‐ γειαν, τῆς ἐνεργείας δὲ τοῦ θεοῦ μενούσης ἀεὶ τῆς αὐτῆς· οἱονεὶ προσώ‐ που τινὸς ἑστῶτος τὸ ὂν μὲν ἐπιτήδειον καὶ ἐπιστραφὲν εἰς ἐκεῖνο κοσμεῖ‐
5ται, ὡς ἂν εἰ κάτοπτρον ἀπ’ ἐναντίας τεθὲν τῷ προσώπῳ δέξαιτό τινα ἀπ’ αὐτοῦ ἔμφασιν, λεῖον ὂν καὶ λαμπρόν· τὸ δὲ ὂν ἢ πόρρωθεν δι’ ἀσθένειαν ἢ καὶ ἀπόστροφον ἀμυδροῖ τὴν ἐκεῖθεν δόσιν, ἀνώμαλον καὶ σκοτῶδες 〈ὑπάρχον〉· γίνεται δὲ τοιοῦτον ὕλης ἀπολαῦσαν. ———
22Οὐδὲ γὰρ σελήνης ἐκλειπούσης τὸν ἥλιον αἰτιώμεθα, ἀλλὰ τὴν αὐτῆς εἰς τὸν κῶνον ἔμπτωσιν· οὐδ’ ὅλως τῶν προνοουμένων ποτὲ τὸ ποτὲ τῇ προνοίᾳ προσθετέον, ἀλλ’ ἐν αὐτοῖς τούτοις ἐν οἷς ἦν ἡ μέθεξις οἰητέον
25ἔχειν τὴν αἰτίαν, καὶ οὐκ ἐν ἐκείνῳ παρ’ οὗ καὶ τούτοις ἡ μέθεξις καὶ τοῖς ἀεὶ μετέχουσιν.

25

Τῆς δὲ προνοίας κατὰ τὴν ἑαυτῆς ὁμοῦ ἑνιαίαν καὶ ἄπειρον ἐνέρ‐ γειαν πᾶσι παρούσης, καὶ τῶν αὐτῆς ἄλλοτε ἄλλως μετεχόντων, ἀπερί‐ ληπτον ποικιλίαν ἐχόντων, πείθομαι καὶ αὐτὸς εἶναι τινὰς ἀμφοτέρων συνδέσμους, τό τε ἐκείνης ἓν καὶ τὸ τούτων πλῆθος, καὶ τὸ ἐκείνης μόνιμον
5καὶ τὸ τούτων ἄστατον συνάπτοντας· δι’ ὧν—τῶν μὲν ἐγγύτερον τῆς προνοίας ὑπαρχόντων 〈οἷον ἀγγέλων τινῶν〉, τῶν δὲ——— 〈οἷον τῶν καλουμένων ἡρώων,〉 τῶν δὲ τὴν μεσότητα πληρούντων τῆς τῶν ἄκρων πρός τε τὸ πρώτως 〈μετεχόμενον〉 καὶ τὸ ἐσχάτως μετέχον συν‐ δέσεως 〈οἷον ... δαιμόνων〉—ἡ συναφὴ γίνεται τῶν τῶν τε ἀστάτων πρὸς41
10τὸ μένον ἀεὶ τῆς προνοίας εἶδος, καὶ τῶν πεπληθυσμένων πρὸς τὸ ἓν ἅμα καὶ ἄπειρον. καὶ ποτὲ μὲν αἱ ἐλλάμψεις ἀπὸ τούτων εἰσὶ πρὸς τὰ μετ’ αὐτούς, ποτὲ δὲ διὰ τούτων. ———
16τῶν μὲν δι’ ὕφεσιν τῆς ἐν αὐτοῖς ἐπιτηδειότητος μόλις τῶν ὑπὲρ αὐτὰ προσεχῶς τεταγμένων μετεχόντων· τῶν δὲ δι’ ἐπίτασιν ἀνατεινομένων καὶ εἰς τὰς τῶν ὑπερτέρων μεθέξεις, ἐφ’ ὧν ἡ ἀπὸ τῶν προσεχῶν ἔλλαμ‐ ψις οἷον ὕλης ἐπέχει λόγον πρὸς τὴν ἄνωθεν δόσιν. ———
28εἰ οὖν οὕτω, καὶ ἐπὶ τῶν κρειττόνων ἡμῶν ἄλλο μέν ἐστι δήπου τὸ διὰ τῶν μετὰ θεοὺς ἐλλάμπεσθαι γενῶν, ἄλλο δὲ τὸ ἀπ’ αὐτῶν· καὶ τοῦτο
30μὲν εἰς τοὺς ὀπαδούς, ἐκεῖνο δὲ εἰς τοὺς ἡγεμόνας ἀναφέρει τὴν αἰτίαν· πλὴν ὅτι, κἂν ἀπὸ τούτων ὦσιν αἱ ἐλλάμψεις, μᾶλλον δέ τινες ἐλλάμ‐ ψεις, τρόπον ἕτερον ἐκ τῆς προνοίας εἰσὶ καὶ αὗται, παρ’ ἧς καὶ τούτοις ἡ τοῦ ἐλλάμπειν εἰς ἄλλα δύναμις. καὶ γὰρ παρ’ ἐκείνης τούτοις τὸ προνοεῖν, μιμουμένοις τὸ ἐκείνης ἀγαθοειδὲς κατὰ τὴν αὐτῶν τάξιν·
35ἐπεὶ καὶ ἀνάγκη, ὡς πολλάκις ὑπέμνησται, τὰ μὲν ἀμέσως μετέχειν, τὰ δὲ διὰ μέσων τῶν πρώτων· καὶ διὰ μέσων, ἢ ὡς ... ἐκεῖθεν 〈ἔχει, ἢ ὡσ〉 οἷς ἔχει πρὸς ἐκεῖνα, παρ’ ὧν ἔχει τὰς δυνάμεις, καὶ τὰ ἐφεξῆς ἀνα‐ γόντων. Τοιαῦτα μοι καὶ πρὸς ταύτην ἀποκεκρίσθω τὴν ζήτησιν, τοὺς εὖ
40πεφυκότας ἀναπέμπειν εἰς τὴν τελείαν τῆς προνοίας δυνάμενα θεωρίαν.43

26

Μετὰ δὲ τοῦτο πέμπτον ... σκοπήσωμεν 〈ἄλλο〉· ... τί δήποτε, προνοίας οὔσης, τὸ κακὸν χώραν ὅλως εἰς τὰ ὄντα ἔσχεν; ὃ καὶ πολλοὺς ἀνέπεισεν ἢ τὸ κακὸν διὰ τὴν ἐνάργειαν παραδεξαμένους πρὸς τὴν διὰ πάντων ἥκουσαν πρόνοιαν ἀντειπεῖν, ἢ τὴν πρόνοιαν κοσμεῖν τὰ πάντα
5ὁμολογοῦντας τὸ κακὸν ἐκποδὼν ποιῆσαι καὶ μόνως ἀγαθὰ τὰ πάντα φάναι, κἂν τὰ ἀγαθὰ τὰ πορρωτάτω τῶν πρώτων κακά τινες ὀνομάζειν ἐθέλωσιν· οὐ γάρ τι εἶναι κακόν, ὅπερ ἐστὶν ἔλαττον ἀγαθόν.

27

Εἰ μὲν οὖν καὶ ἡμᾶς τούτοις συμφήσομεν, οὐδὲν ἔτι δεῖ ζητεῖν ὃ δὴ προυθέμεθα σκοπεῖν· οὐδὲν γὰρ ἔσται κακὸν ὃ δὴ τὴν πρόνοιαν ἐνοχλήσει, καθάπερ εἴπομεν. εἰ δέ τι καὶ ὁπωσοῦν εἶναι φαμὲν κακόν, πόθεν ἥκει τοῦτο ...; εἴτε γὰρ ἐκ τῆς προνοίας, ἄτοπον, παρ’ ἧς ἐστι
5πᾶν ὅπερ ἐστὶν ἀγαθόν· εἴτε ἐξ ἄλλης αἰτίας, εἰ μὲν τῶν ἀπ’ αὐτῆς, κινδυνεύει πάλιν ὁ λόγος τὴν αἰτίαν ἐπ’ αὐτὴν ἀναφέρειν· τὰ γὰρ ἐκ τῶν ἀπ’ αὐτῆς, καὶ ἀπ’ αὐτῆς· εἰ δ’ ἐκ μηδ’ ὅλως αὐτῇ κοινω‐ νούσης, δύο ποιήσομεν ἀρχάς, ἄλλην μὲν ἀγαθῶν, κακῶν δὲ ἄλλην· καὶ οὐδὲ τὴν πρόνοιαν ἀπράγμονα φυλάξομεν, ἔχουσαν τὶ ἐναντίον.
10 Δόντες τοίνυν εἶναι τὸ κακόν, ὅπως ἐστὶν κατίδωμεν οὐκ ἐνοχλοῦν τὴν τῆς προνοίας βασιλείαν. καὶ πρῶτον—ἐπειδὴ διττὸν τοῦτο, καὶ τὸ μὲν ἐν σώμασι καὶ παρὰ φύσιν, τὸ δὲ ἐν ψυχαῖς καὶ παρὰ λόγον, ... — σκοπήσωμεν πῶς ... ἐν σώμασι τὸ παρὰ φύσιν κατὰ τὸν τῆς προ‐ νοίας λόγον.

28

(8)

———Εἰ οὖν ἐστὶ τὸ κακὸν ἵνα τὸ φθαρτὸν ᾖ· τοῦτο δέ, ἵνα
μὴ μόνον ᾖ τὸ ἀΐδιον· τοῦτο δέ, ἵνα τέλειον ᾖ τὸ πᾶν· τοῦτο δὲ διὰ τὴν εἰς45
10τὸν κόσμον πρόνοιαν· σαφέστατα δήπου δείκνυται διὰ τὴν πρόνοιαν εἶναι τὸ κακόν, ἵνα τελείως ᾖ πρόνοια, τέλειον ἀποφήνασα τὸν κόσμον. ———

29

Οὔτε γὰρ πάντῃ κακὸν ὃ τοῦ ἀγαθοῦ ἕνεκά ἐστιν, οὔτ’ ἄκρατον πρὸς τὸ ἀγαθόν· ἀλλὰ τινὶ κακὸν ὄν, δηλαδὴ τῷ φθειρομένῳ, τινί ἐστιν ἀγαθόν, τῷ διὰ τὴν ἐκείνου φθορὰν γινομένῳ. ———
10〈Δι’ ἃ ἤδη〉 ἐναργὲς ἡμῖν γέγονεν, ὡς ἄρα δι’ ἀρίστην πρόνοιαν ... καὶ τὸ παρὰ φύσιν εἰς τὰ ὄντα παρῆλθε———
20Ἀλλὰ τοῦτο μὲν οὐ πολλοῦ τινος λόγου δεόμενον ἐχέτω τέλος.

30

Εἰς δὲ τὸ παρὰ λόγον καὶ ἐν ψυχαῖς κακὸν μεταβάντες, ὅπως καὶ τοῦτο κατὰ πρόνοιαν ἐστί, νοήσωμεν. οὐκοῦν ἐναντίων κἀνταῦθα σύνοδος τινῶν, ... χώραν τῷ παρὰ λόγον δίδωσιν; ὅταν γὰρ τοῦ 〈ἐν ἡμῖν θείου τὸ θνητὸν〉 κρατήσῃ, τηνικαῦτα τῆς ἐν ἡμῖν κακίας ἐστὶ γένεσις, 〈οἷον〉
5τοῦ θυμοῦ 〈κρατήσαντοσ〉 ἢ τῆς ἐπιθυμίας· ἐν μὲν γὰρ τούτοις αὐτοῖς τὸ πάσχειν, ἃ δὴ καὶ πάσχουσι, κατὰ φύσιν, τῷ μὲν τὸ θυμοῦσθαι, τῇ δὲ τὸ ἐπιθυμεῖν· ὃ γὰρ πέφυκεν ἑκάτερον πάσχειν, τοῦτο καὶ πάσχει. διὰ δὲ τὴν τοῦ 〈θείου〉 πρὸς τὰ 〈θνητὰ〉 πάθη κατ’ οὐσίαν ἀλλοτριότητα ———47
13γίνεται παρὰ φύσιν. καὶ ἔσχεν ... ὄνομα παρὰ λόγον ἀντὶ τοῦ παρὰ φύσιν· καθάπερ δὴ καὶ τοῦ λόγου νικήσαντος, ἀγαθοῦ τέ ἐστιν ὑπόστα‐
15σις ἐν ψυχαῖς καὶ ὄνομα τῷ ἀγαθῷ ἀντὶ τοῦ κατὰ φύσιν τὸ κατὰ λόγον. ἑκατέρου δὲ ὅμως δι’ ἔφεσιν τοῦ κατὰ φύσιν ἐνεργεῖν ἐπειγομένου, καὶ ζῆν τοῦ μὲν παθητικῶς, τοῦ δὲ ἀπαθῶς, καὶ τοῦ μὲν λογικῶς, τοῦ δὲ ἀλόγως· ἐν τῇ ἀμφοτέρων δὲ μίξει καὶ τῇ πρὸς ἄλληλα σχέσει λαμβά‐ νοντος τοῦ κακοῦ τὴν οὐδ’ ἐνταῦθα προηγουμένην, προσαγορευομένην
20δὲ εἰκότως παρυπόστασιν· παντί που δῆλον, ὡς τὸ λεγόμενον παρὰ λόγον, καὶ οὐ παρὰ ἄλογον, οὐ μόνον κακόν ἐστιν, ἀλλὰ καὶ οὐ κακόν· ᾧ μὲν γάρ ἐστι παρὰ λόγον, κακόν· ᾧ δὲ κατὰ φύσιν, οὐ κακόν. δῆλον δὲ ὅτι, ὅπου λόγος οὐκ ἔστι ὡς ἐν ἀλόγοις ζώοις, οὐδὲν τῶν τοιούτων κακόν. καὶ οὐκ, ἐπειδὴ τῷ πάθει τὸ παθαίνεσθαι ἐστὶ κατὰ φύσιν, τὸ
25κρατεῖσθαι λόγῳ ἐστὶ παρὰ φύσιν· καὶ τοῦτο γὰρ κατὰ φύσιν μειζόνως τοῦ παρὰ τῆς οἰκείας αὐτῶν φύσεως ὑπάρχοντος. τῶν γὰρ ἀντικει‐ μένων ὅπου τὸ μὲν κρεῖττον ἐστί, τὸ δὲ χεῖρον, 〈τὸ χεῖρον〉, κἂν ἐνερ‐ γοῦν ὡς πέφυκε τὰ ἑαυτοῦ πάσχῃ, τῷ κρείττονι δουλεῦον μεθίσταται πρὸς τὸ ἄνω τῆς ἑαυτοῦ φύσεως. ἐπεὶ καὶ ὁ λόγος ἐνεργῶν ὡς λόγος
30τὸ ἐν ἡμῖν 〈θεῖον〉 αὐτοῦ κρεῖττον 〈ἐξελαύνει〉, καίτοι γε τὸ κατὰ φύσιν ὑπάρχον αὐτῷ τῆς ἐνεργείας εἶδος ἐνεργεῖ· ἐκείνου δὲ ὅμως κρατήσαντος, μειζόνως ὁ λόγος ἔχει τὸ ἀγαθόν—ἕκαστον γὰρ τῶν ὄντων τὸ μὲν σύστοιχον ἔχει ἑαυτῷ τὸ ἀγαθόν, τὸ δὲ μεῖζον ἀπὸ τοῦ κρείττονος· ὡς νοῦς τὸ θείως ἐνεργεῖν, ὡς ψυχὴ τὸ νοερῶς, ὡς σῶμα τὸ αὐτοκινήτως· καὶ
35τὸ ἄλογον οὖν, ὡς μὲν τοιοῦτον ὄν, κατὰ φύσιν κινεῖται, καὶ θυμούμενον καὶ ἐπιθυμοῦν, καὶ τοσοῦτον μᾶλλον, ὅσον μᾶλλον ἑκάτερον· παντὶ
γὰρ τὴν κατὰ φύσιν κίνησιν τὸ κατὰ φύσιν ἐπιτείνει. ὡς δὲ τῷ ἐν ἡμῖν θείῳ συνὸν καὶ εἰς τὸ τὰ αὐτοῦ πράττειν ἐμποδὼν ἐκείνου γινόμενον καὶ παρ’ ἐκείνου δυνάμενον ἄλλου μετέχειν ἀγαθοῦ μείζονος, οὗ στέρεται49
40μέχρις ἂν τὴν ἑαυτοῦ κινεῖσθαι θέλῃ κίνησιν, δίδωσι τῷ λεγομένῳ παρὰ λόγον κακῷ τὴν εἰς τὰς 〈μερικὰσ〉 ψυχὰς παρείσδυσιν.

31

Εἰ δὲ ταῦτα ἀληθῆ λέγομεν, ἀνάγκη τοὺς μὴ κατὰ πρόνοιαν εἶναι ταῦτα 〈δοξάζοντασ〉 ———αἰτιᾶσθαι———
4ἀμφότερα γὰρ διδόντας γίνεσθαι κατὰ πρόνοιαν πάντως ἀνάγκη καὶ
5τὴν τοῦ παρὰ λόγον γένεσιν εἰς ἀγαθὸν ἀναπέμπειν ἐπάξιον τῆς εἰς τὸν κόσμον διηκούσης προνοίας. ———
23Τούτων γὰρ μηδὲν ἐνεργοῦσα, μᾶλλον δὲ πάσχουσα, ἔφθειρεν ἂν αὐτίκα μάλα τὸ σῶμα, καὶ μάτην ἂν ἦν ἡ 〈κάθοδοσ〉, οὐκ ἔτι ..., ἀλλὰ φθειρο‐
25μένων. Οὔτε γάρ τι τῶν ἔξωθεν φθειρόντων γνῶναι δυνατὸν ἄνευ
αἰσθήσεως τῆς τὰ καθέκαστα γινωσκούσης, οὔτε ὀρέγεσθαι ποτῶν ἢ ἐδεσμάτων ἄνευ ἐπιθυμίας, οὔτε διοικεῖν τὸ θνητὸν ἄνευ μνήμης τῶν ὠφελεῖν ἢ βλάπτειν αὐτὸ δυναμένων. ὅσῳ δὴ οὖν κρεῖττον τοῦ αὐτὴν εἶναι τὴν παθαινομένην τὸ ἄλλου πάσχοντος ὑπ’ ἐκείνου τυχὸν ἐνο‐51
30χλεῖσθαι, καὶ τοῦτο ποτὲ καὶ οὐ τὸν ἀεὶ χρόνον, τοσούτῳ δήπου τῇ ψυχῇ μεῖζον ἦν ἀγαθὸν ἀνέχεσθαι τῆς ἀλογίας ἢ αὐτὴν ἄλογον θεῖναι τὰ ἐκείνης ὑπομένουσαν. Εἰ οὖν καὶ ... 〈κατιέναι〉 ἔδει τὴν ἀθάνατον ψυχὴν καὶ δι’ αὐτὴν ὑποστῆναι 〈τὴν θνητήν, καὶ ἄμφω〉 κατὰ πρόνοιαν· καὶ τοῦτο δὴ τὸ
35παρὰ λόγον ἀναφέρεσθαι εἰς τὸν αὐτὸν τῆς προνοίας ὅρον· καὶ ὡς ἐπὶ τῶν σωμάτων τὸ παρὰ φύσιν ἕνεκα τοῦ κατὰ φύσιν, οὕτως ἐπὶ τῶν ψυχῶν εἶναι τὸ παρὰ λόγον ἕνεκα τοῦ κατὰ λόγον, ὑποστάντος τοῦ ἐνεργοῦντος παρὰ λόγον ἕνεκα τοῦ τὸν ἐν ἡμῖν λόγον κατὰ λόγον ἐνερ‐ γεῖν. ἀλλὰ περὶ μὲν τούτου τοῦ προβλήματος ... εἴρηται ὡς πρὸς τὸ
40παρὸν ἱκανῶς.

32

Ἐφεξῆς δὲ τούτῳ θεωρήσομεν ἕκτον· εἰ πρόνοιά ἐστι—καὶ προνοίας οὔσης, ἀνάγκη τὸ κατ’ ἀξίαν εἶναι—πῶς ἡ ἐν τῷ παντὶ τῶν ἀνθρωπίνων βίων τοσαύτη ἀνισότης; τῶν μὲν πονηρῶν τυραν‐ νούντων, τῶν δὲ ἀγαθῶν δουλευόντων· καὶ τῶν μὲν εὐπαθούντων ἐν
5εὐεξίᾳ σωμάτων, ἐν ταῖς χορηγίαις 〈τῆς τύχησ〉, ἐν ἅπασι τοῖς ὁμοίοις· τῶν δὲ πᾶν τοὐναντίον, ἐν ἀμείνοσι ζωαῖς περιστάσεσι χείροσι περιε‐ στοιχισμένων. πάντα γὰρ τὰ τοιαῦτα πιέζειν φαίνεται τὸν τῆς προ‐ νοίας λόγον, οὐκ ἴσων μόνον ἐνταῦθα τοῖς ἀνίσοις διανεμομένων—ὃ δὴ καὶ αὐτὸ παρὰ λόγον ἐστίν—, ἀλλ’ ἀνάπαλιν ἀνίσων τοῖς μὲν
10ἀμείνοσι χειρόνων, τοῖς δὲ χείροσιν ἀμεινόνων. ———53

33

Πρῶτον οὖν λέγωμεν ὅτι, τῆς προνοίας ἑκάστοις ... τὰ προσή‐ κοντα νεμούσης, καὶ τὰ τέλη συμβαίνοντα ταῖς ἕξεσιν χορηγούσης, οὐδὲν θαυμαστόν, 〈αὐτὴν〉 τοῖς μὲν ἀγαθοῖς ὅσα συναύξει τὴν ἀρετὴν διδόναι, τοῖς δὲ μὴ ἀγαθοῖς ταῦτα, περὶ ἃ σπουδάζουσι τὴν ἀρετὴν
5ἀφέντες· ὑγίειαν μὲν σωμασκίᾳ ἐπιτηδεύουσι· χρήματα δὲ καὶ δυναστείας περὶ αὐτὰ τετραμμένοις, ὧν φροντίζουσιν οὐδὲν οἱ ἀγαθοί. ὥσπερ οὖν οἱ τῶν φαινομένων ἀγαθῶν μόνως ἀνατεινόμενοι οὐκ ἀποδυσπετοῦσιν, ὅτι μὴ σώφρονές εἰσιν, ὅτι μὴ θεαταὶ τῶν ὄντων, ὅτι μὴ ἀλώβητοι τὰς ψυχάς· οὕτως οὐδ’ οἱ ἀγαθοὶ δυσχεραίνουσιν ὅτι μὴ πλουτοῦσιν ἢ μὴ
10δυναστεύουσι, μηδὲν εἰς ταῦτα πραγματευόμενοι, μόνης δὲ ὄντες ἀσκηταὶ ἀρετῆς ἣν ἔχουσιν. οὐδὲ γὰρ οἱ γεωργοὶ ἀγανακτοῦσι μὴ τυγχάνοντες ὧν οἱ πλέοντες, ..., ἀλλ’ ἑκάτεροι τῶν οἰκείων ἀντεχόμενοι τελῶν, ἂν τούτων τύχωσιν, ἀπολαύειν εἰς ταῦτα τῆς προνοίας ἥγηνται. μὴ τοίνυν λέγωμεν ὅτι ... προνοίας ἡ δόσις, ἀλλὰ πάντων μάλιστα ...,
15πᾶσιν ἀγαθῶν χορηγὸς ..., ὧν σπουδάζουσι καὶ ὧν ἀξίους ἑαυτοὺς ἀπέφηναν, ἢ ἀληθινῶν ἢ φαινομένων. δῆλον γὰρ καὶ τοῦτο, ὡς ὁ μὲν τὴν ἀρετὴν διώκων ἀεὶ τυγχάνει τοῦ ἐφετοῦ καὶ ζῇ κατ’ ἀρετήν· ὁ δὲ τοῦ ἐκτὸς ὀρεγόμενος οὐκ ἀεὶ τῶν πρὸς τὴν ὄρεξιν αὐτῷ συνεζευγμένων ἐπιτυχής, τῆς προνοίας κἀνταῦθα τὰ προσήκοντα ταῖς ἕξεσιν ἀποδι‐
20δούσης, ταῖς μὲν τὸ μόνιμον καὶ τὸ αὔταρκες, ταῖς δὲ τὸ ἀμφίβολον καὶ ἐνδείας ἀνάπλεων.

34

〈Πρῶτον μὲν οὖν〉 τοῦτο ῥητέον ... ὅτι καὶ ἡ τῶν φαινομένων ἀγαθῶν ἔλλειψις συντελεῖ τοῖς σπουδαίοις πρὸς ἀρετήν, τῶν μὲν θήγουσα τὰς ψυχὰς εἰς τὴν τούτων ὑπεροψίαν, γυμνάζουσα περιστάσεσιν, ἐθί‐ ζουσα σωμάτων καταφρονεῖν, ἀπάγουσα τῆς περὶ τὰ φαινόμενα πτοίας·
5τῶν δὲ μειζόνως ἐπιδεικνύουσα τὸ τῆς ἀρετῆς μέγεθος, οἷον ἄρα ἐστί· γυμνώσασα μὲν τῶν παρὰ τοῖς πολλοῖς πεπιστευμένων ἀγαθῶν, αὐτὸ δὲ καθ’ αὑτὸ τὸ ἀληθινὸν κάλλος παρέχουσα θεωρεῖν τοῖς ὁρᾶν δυνα‐ μένοις, σεμνὸν καὶ ὑπερέχον ἐκείνων δι’ ὧν οἱ πολλοὶ θαυμάζονται. οὐδὲ γὰρ κυβερνητικὴν τέχνην ἐν ἀταραξίᾳ θαλάσσης καὶ ἀέρος θαυμά‐
10ζομεν, ἀλλ’ ἐν ζάλῃ καὶ τρικυμίαις· οὐδὲ τὴν ἀρετὴν ἐν εὐροίᾳ τῶν ἀν‐
θρωπίνων, ἀλλ’ ἐν ταῖς ἀπὸ τῆς τύχης πληγαῖς ἄπληκτον μένουσαν.55

35

〈Τρίτον οὖν〉 ἐν ταῖς τοιαύταις διανομαῖς παιδευτικὴν καὶ τῶν μὴ κατὰ πρόνοιαν ζώντων εἶναι τὴν πρόνοιαν λέγοντες, οὐκ ἄν που πόρρω τοῦ ἀληθοῦς βάλοιμεν. εἰ μὲν γὰρ ἦν τοῖς ἀγαθοῖς ἀεὶ διδοῦσα πλούτους καὶ κάλλη σωμάτων καὶ δυνάμεις, τοῖς δὲ κακοῖς αἴσχη καὶ
5ἀδοξίας καὶ πενίας καὶ πᾶν εἴ τι τοιοῦτον, ἔδοξεν ἂν ὄντως ... ἔχειν ἡ μὲν ἀρετὴ τὸ τίμιον, ἡ δὲ πονηρία τὸ φευκτόν. νυνὶ δὲ καὶ καθ’ ἑαυτὴν μόνην δεικνῦσα τὴν ἀρετήν, καὶ μετὰ τῶν ἐκτὸς πλεονεκτημάτων τὴν κακίαν, καὶ μειζόνως τὴν μὲν κἀν ταῖς δυστυχίαις θαυμαζομένην, τὴν δὲ κἀν ταῖς εὐτυχίαις καταγινωσκομένην, πρός τε τὸν τῆς ἀρετῆς ἔρωτα
10ἀνεγείρει τοὺς 〈εὖ πεφυκότασ〉 καὶ τὴν τῆς κακίας φυγήν, ὁρῶντας τὴν μὲν παντοίαν εὐτυχίαν δι’ ἑαυτὴν καταισχύνουσαν, τὴν δὲ παντοίαν ὡς ἀληθῶς κοσμοῦσαν περίστασιν· καὶ τὴν μὲν οἰκείῳ κόσμῳ χρωμένην, τὴν δὲ ... τὸν ἀλλότριον ... ἀκοσμίας πληροῦσαν· ἢ οὐ καταισχύνει πλοῦτον μὲν ἀδικία, ὑγίειαν δὲ ἀκολασία, δύναμιν δὲ ψυχῆς μικρο‐
15πρέπεια; καὶ κοσμεῖ πενίαν μὲν μεγαλοψυχία, νόσον δὲ ἀνδρεία, ἀδυνα‐ μίαν δὲ μεγαλοφροσύνη; Ταῦτα οὖν οὕτω διανεμόμενα παιδεύματα τῆς προνοίας εἰπόντες, οὐκ ἂν ἁμάρτοιμεν τῆς ἀληθείας.

36

Καὶ μὴν καὶ τοῦτο 〈ἡμῖν〉 ῥητέον ... ὅτι ψυχὴ μὲν ὁ ἄνθρωπος ..., ἀλλὰ ψυχὴ χρωμένη σώματι καὶ εἴδει ζωῆς θνητοειδεῖ· καὶ ταῦτα πολλάκις ἀντιβαίνει ταῖς τῆς 〈ἀθανάτου〉 ψυχῆς ἐρωτικαῖς περὶ τὸ ὄντως ἀγαθὸν ἐνεργείαις, καὶ δεῖται τῶν κωλύειν αὐτὰ δυναμένων· οἷον νόσου
5μέν, ἵνα μὴ σφριγῶν τὸ σῶμα περισπᾷ τὸν ἐν ἡμῖν νοῦν· πενίας δέ, ἵνα μὴ δύνηται τὸ τῆς ζωῆς ἀκόλαστον εἶδος πληροῦσθαι διὰ τῶν χρημάτων· ἀδυναμίας δέ, ἵνα μὴ ᾖ φιλότιμον. δι’ ἃ καὶ πολλοὶ τῶν σπουδαίων οἱ μὲν——— 〈οἰκεῖν〉 εἵλοντο, τὸ φλεγμαῖνον τοῦ σώματος κολάζοντες καὶ αἱρούμενοι νοσοῦν ὄργανον περιφέρειν ἢ διὰ ῥώμην τοῦ χρωμένου
10καταφρονοῦν· οἱ δὲ καὶ πλοῦτον ὃν εἶχον ἀπέρριψαν, ἐλευθέραν ἔχειν
τὴν ψυχὴν ἐθέλοντες ἀπὸ τῶν δι’ αὐτὸν ἀναβλαστανόντων παθῶν. ———57

37

Εἰ οὖν ταῦτα δίδωσιν ἡ πρόνοια τοῖς ἀγαθοῖς, ὅσα καὶ αὐτοὶ χωρὶς ἐκείνης ἑαυτοῖς ἐπικλώθουσι διὰ τὸν ἔρωτα τῆς ἀρετῆς, πῶς ἄν τις ἐκείνην μέμψαιτο τῆς εἰς τοὺς ἀγαθοὺς χορηγίας; πῶς δ’ ἂν οὐχὶ κολάσεις τις μᾶλλον προσείποι τὰς τῶν τοιούτων εἰς τοὺς κακοὺς δόσεις,
5ἐλεγχούσας μὲν αὐτῶν διὰ τῆς τῶν ὀργάνων ὑποβολῆς τὴν μοχθηρίαν, ἣν ἔλαθον ἂν ἴσως ἔχοντες, μείζω δὲ ἐπαρτώσας τὴν δίκην ὧν πράττουσι χρώμενοι κακῶς τοῖς ὀργάνοις; καὶ οὐδὲ τούτους ποιεῖ χείρους ἡ πρόνοια τῇ τῶν ὀργάνων χορηγίᾳ· πολλαὶ γὰρ τῶν ἕξεων, ἀνενέργητοι τέως οὖσαι, ἀνίατοι μένουσιν, 〈δεῖ〉 δέ τινος ... τυγχάνειν θεραπείας. πρὸς
10δὲ αὖ τούτοις καὶ τὴν ἀρετήν, οὐ μίαν οὖσαν καὶ ταύτην ἄτομον, ἀλλὰ πολυειδῆ, ποτὲ μὲν εἰς ἄλλας, ποτὲ δὲ εἰς ἄλλας προβολὰς λόγων ἀνε‐ γείρειν οἰητέον τὴν πρόνοιαν, ἵνα κατὰ πᾶσαν ἐνεργῶν ὁ τὴν ἀρετὴν ἔχων ἀποφανθῇ γνήσιος αὐτῆς ἀθλητὴς τοῖς ἀθλοθέταις τῶν κατ’ αὐτὴν ἀγώνων. Διὸ καὶ τοὺς πρακτικοὺς εἰς ἡσυχίαν πολλάκις μεθίστησι,
15τὸν ἐν αὐτοῖς νοῦν ἐπιστρέφουσα πρὸς ἑαυτόν· καὶ τοὺς εἴσω μόνον ὁρῶντας εἰς πράξεις κινεῖ, τὸ τῆς ἀρετῆς εἶδος οἷον ἄρα ἦν καὶ ὡς ἀμ‐ φίστομον διδάσκουσα. πρὸς ταῦτα δὴ οὖν καὶ δίδωσιν ὄργανα καὶ ὧν δέδωκεν ἀφαιρεῖται, καὶ ποικίλλουσα τοὺς βίους προκαλεῖται τὴν τῶν ἀγαθῶν ἕξιν εἰς πᾶσαν ἐνέργειαν, μελέτην οὖσαν τῆς μετὰ θεῶν
20διοικήσεως τοῦδε τοῦ παντός. διὸ ἄλλον μὲν καὶ πατρίδος ἀπελαύνει καὶ πατέρων καὶ φίλων, ἵνα πανταχοῦ καὶ ἐν πᾶσι γενόμενος καὶ μένων ἀεὶ ὁ αὐτὸς μικρὸν βλέπῃ τὴν γῆν· καὶ ἄλλον δὲ ἐν τοῖς οἰκείοις φυλάττει ὑπηρέτην ... θεοῖς ἀπερίσπαστον καὶ συνεργὸν πρὸς τὴν τῶν ὁμογενῶν
〈πρόνοιαν〉· ὥστε εἴποι ἂν ὁ σπουδαῖος ... κινῶ τῇ δοθείσῃ μοι δυνάμει59
25πᾶσαν περίστασιν· δύναμις γὰρ ὡς ἀληθῶς ἡ ἀρετὴ πρὸς οὐδὲν ἀπο‐ ροῦσα τῶν περιεστώτων· καὶ ὅτι γυμνάσια ταῦτα τῶν ἐν ἐμοὶ λόγων ἡ πρόνοια δίδωσιν, οἷς δεῖ χρώμενον ὡς γεννάδαν πρὸς μηδὲν κάμπτεσθαι τῶν συμπιπτόντων· οὐδὲ γὰρ τοῦ τυχόντος ἐστὶν ἐνεγκεῖν ἢ τὴν ἄκραν εὐτυχίαν σωφρόνως ἢ τὴν ἐσχάτην δυστυχίαν μεγαλοφρόνως.

38

Πάλιν τοίνυν λέγωμεν κατ’ ἄλλον τρόπον, ὅτι τῆς προνοίας ἔργον οὐκ εἰς ἕνα μόνον κατακλείειν τὰς τῶν 〈παντοίων ἀγαθῶν〉 δόσεις, ———ἀλλὰ διανέμειν τοῖς μὲν ἄλλα, τοῖς δὲ ἄλλα. ———
7δεῖ τινα πεῖραν καὶ τῶν ἐνταῦθα κακῶν ἐνεῖναι αὐταῖς, ὑφ’ ὧν νυττο‐ μένας 〈ποιήσει〉 ὀρέγεσθαι ... τὸν ἔξω τῶν κακῶν τόπον. τοῖς μὲν οὖν ἀγαθοῖς ... ἡ τῶν φαινομένων ἀλγεινῶν δόσις εἰς τοῦτο μεμηχάνηται
10τῇ προνοίᾳ· τοῖς δὲ κακοῖς———
12αἱ δὲ ἐκ τῆς δίκης κολάσεις ὁδηγοῦσι καὶ τούτους εἰς τὴν ἐντεῦθεν φυγήν.

39

Καὶ μὴν καὶ ὧν ἔχομεν πάντων τὰ μὲν διὰ τὸ αὐτεξούσιον ἔχομεν τῆς ἡμετέρας ψυχῆς· τὰ δὲ διὰ τὸ πάσχειν ὑπ’ ἄλλων· τὰ δὲ διὰ μόνην τὴν τοῦ παντὸς αἰτίαν. ὧν μὲν οὖν ἡμεῖς ἐσμὲν κύριοι, δρῶντες εἰς ἑαυτούς, τούτων ἡμᾶς αὐτοὺς αἰτιατέον· ἡ αἰτία γάρ, 〈φασι〉, τοῦ
5ἑλομένου [Pl. resp. X 617e 4], κἂν νοσῇ τις δι’ ἑαυτὸν κἂν πένηται, καὶ οὐ τῆς προνοίας· οὐ γὰρ ἐπ’ ἀναιρέσει τοῦ αὐτεξουσίου λέγομεν κρατεῖν τὴν παράγουσαν τοῦτο δὴ τὸ αὐτεξούσιον ἐν τῷ παντί, ἀλλὰ σώζουσαν τὸ γενόμενον. ὧν δὲ παρ’ ἄλλων πάσχομεν, κἂν ἀδίκως πάσχωμεν, 〈...〉 ἀλλ’ ὁ τοῦ παντὸς νόμος δίδωσι μὲν τοῖς μέρεσιν εἰς
10ἄλληλα δρᾶν κατὰ τὴν αὐτῶν ὁρμήν· τοιαῦτα γὰρ πάντα τὰ εἰς ἓν συντελοῦντα, τὰ μὲν φυσικῶς ποιοῦντα καὶ πάσχοντα, τὰ δὲ προαιρετι‐ κῶς· ἕπεται δὲ δίκη πᾶσι καὶ τοῖς εὖ δρῶσι καὶ τοῖς κακῶς, καὶ τῷ πα‐ θόντι κατ’ ἀξίαν ὑπάρχει τὸ παθεῖν, καὶ τὸ ποιῆσαν οὐκ ἀμελεῖται παρὰ τοῦ νόμου. καὶ γὰρ ὥσπερ ἐν τοῖς φυσικῶς ποιοῦσιν οὐ τὸ τυχὸν 〈εἰς61
15τὸ τυχόν〉 φασι ποιεῖν οὐδὲ πάσχειν ὑπὸ τοῦ τυχόντος τὸ τυχόν, οὑτωσὶ κἀν τοῖς προαιρετικῶς ἐνεργοῦσιν οὐκ ἔοικε πάσχειν ὁ τυχὼν ὑπὸ τοῦ τυχόντος, ἀλλ’ ὑπὸ τοῦ ταχθέντος ἐν τῷ παντὶ πρὸς τὴν τοῦδε χρείαν· ἀλλ’ οὐδὲ τὸ ποιῆσαν ἀφεῖται τοῦ αὐτοκινήσεως τυχεῖν, εἰ καὶ ὄρ‐ γανον γέγονε τοῦ παντός· τὸ γὰρ ποιὸν τῆς ὁρμῆς εἰς δίκην ἄγει τὸ
20δρᾶσαν· οὐ γὰρ ὡς ἄψυχον ὄργανον ἦν, ἀλλ’ ὡς ἑαυτὸ τῷ χρωμένῳ συνάπτον. ὧν δὲ ἐκ μόνου τοῦ παντὸς πάσχομεν, εἴτε βελτιόνων εἴτε χειρόνων, τὴν ἡμετέραν ἀξίαν αἰτιατέον· καὶ ταύτην ἢ πρὸς τὸν παρόντα βίον ἀνενεκτέον—οἷον εἰ δεόμεθα χαλινοῦ τινος· πολλοὶ γὰρ καὶ διὰ περιστάσεις ἀμείνους γεγόνασι—· ἢ εἰς τὸν παρελθόντα—οὐ γὰρ
25ἐξ ἀρχῆς ἐγένοντο σπουδαῖοι, καὶ δεῖ καθάρσεως τῶν πρὸ τῆς ἀρετῆς ἐπιτηδευμάτων· ἢ εἰς τὸν μέλλοντα, τῆς προνοίας ἀπαγούσης ἡμᾶς τῶν ἀνθρωπίνων, ἵνα μόνην ἔχοντας τὴν ἀρετὴν τέλεον τὸν αὐτῆς ἔρωτα ἐν ἡμῖν προστησώμεθα, μόνην ἀγαθὸν εἶναι πεισθέντες.

40

Ἔτι δέ, εἴ τις ὡσαύτως ζητοίη, τί δήποτε καὶ τοῖς ἀνίσοις ἶσα παρὰ τῆς προνοίας ὑπάρχει 〈κατὰ τὴν ἀριθμητικὴν ἰσότητα〉—τοῦτο γὰρ ὑπόλοιπον—οἷον πόλεις ὅλας ἀπολέσθαι καὶ μίαν εἶναι ἐν αὐτῇ τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν τὴν φθοράν, ἀνομοίων ἐν ταῖς ἕξεσιν
5ὁμοίαν, ὥς γε δοκεῖ, περίστασιν· λέγοι ἄν τις, οἶμαι, καὶ πρὸς τὸν ταῦτα ζητοῦντα πρῶτον μέν, ὅτι μὴ καθ’ ὅσον ἀνόμοιοι τυγχάνουσιν ὄντες ταύτῃ τὸ ὅμοιον πεπόνθασιν, ἀλλὰ καθ’ ὅσον ὅμοιοι πόλιν εἰ τύχῃ τὴν αὐτὴν οἰκεῖν ἑλόμενοι καὶ νεὼς ἐπιβῆναι τῆς αὐτῆς καὶ συστρατεύε‐ σθαι μετ’ ἀλλήλων καὶ εἴ τι ἄλλο τῆς αὐτῆς τούτοις ἰδέας· καὶ διὰ τοῦτο
10κατὰ τὴν τοῦ αὐτοῦ πρᾶξιν ταὐτόν τι πεπόνθασι· καθὸ δὲ ἀμείνους τε καὶ χείρους διάφορον τὴν τοῦ κοινοῦ πάθους ἔχουσι πῆσιν, εἴπερ οἱ μὲν οἰμώζοντες, οἱ δὲ πραέως φέροντες ἀπολώλασι, καὶ μετὰ τὴν ἀπαλ‐ λαγὴν τοὺς μὲν ὁ τῶν ἀμεινόνων, τοὺς δὲ ὁ τῶν χειρόνων δέχεται τόπος. δεύτερον δέ, ὅτι καὶ τὰς τοιαύτας συντάξεις τῶν ὁμοῦ σωζομένων ἢ
15ἀπολλυμένων ἔστι τὶς ἐν τῷ παντὶ συνδέουσα τάξις καὶ εἱμαρμένης κοινὴ περίοδος ἀπὸ διαφόρων ἀρχῶν εἰς ταὐτὸ καταντῶσα τέλος καὶ
συνδρομὴ δρόμων τῶν πάντας ἢ σωζόντων ἢ ἀπολλύντων· καὶ δεῖ τὰ μέρη τοῖς ὅλοις ἑπόμενα τὰ μὲν μετ’ ἄλλων τὶ ποιεῖν ἢ πάσχειν, τὰ δὲ μετ’ ἄλλων. ἐπεὶ κἀν τοῖς τῇδε διατεθείσης καρδίας, εἰ τύχοι, ποτὲ63
20μὲν ἕν τι συμπάσχει μέρος, ποτὲ δὲ πλείω, καὶ ἐν τῷ παντὶ τούτῳ τὰ ἀκυρότερα μέρη τὰ μὲν ἰδίᾳ πάσχει, τὰ δὲ κοινῇ παρὰ τῶν κυριωτέρων· τὰ δὲ οὐ θαυμαστὸν μηδὲν πεπονθέναι, ὑφ’ ὧν ἄλλα πέπονθεν. ὥστε εἰ μὲν αἱ κινήσεις τούτων κατὰ πρόνοιαν, καὶ αἱ ἀπὸ τούτων ἐξ ἀνάγκης ἀκολουθοῦσαι πήσεις· εἰ δὲ μή τις λόγος ἐπιτρέπει εἶναι———

41

Προσκείσθω δὲ τοῖς εἰρημένοις ἡμῖν τοῖς μὲν αἰτιωμένοις τὴν ἐν τοῖς ἀνίσοις ἰσότητα, ὅτι λέληθεν αὐτοὺς ἡ τῶν ψυχῶν ἰσότης, οὖσα κατὰ πολλὰς αἰτίας διαφέρουσα ἐν ἄλλαις καὶ ἄλλαις. καὶ γὰρ κἂν ὑπὸ τὸν αὐτὸν πᾶσαι τελῶσι θεὸν 〈οἷον ἥλιον καὶ σελήνην〉, μᾶλλον ἄλλαι ἄλλων
5πρὸς ἀλλήλας ὡμοίωνται· καὶ ὡς ἐν προτέροις περιόδοις τὰ αὐτὰ μετ’ ἀλλήλων ἐξειργασμέναι, 〈καὶ οὐδὲν θαυμαστὸν〉 τὰ αὐτὰ καὶ νῦν πάσχειν, ἀμοιβὴν ἐκτιννῦσαι τοῖς κοινοῖς παθήμασιν ὧν κοινῇ ἔπραξαν; καὶ ὅσῳ πλείων ἡ κοινωνία πρὸς ἄλλας ἄλλων, τοσούτῳ καὶ ἡ τῶν συμ‐ πιπτόντων αὐταῖς ὁμοιότης συμβαίνειν φιλεῖ.

42

Πρὸς δὲ τοὺς κατηγόρους τῆς πρὸς τὰς ἕξεις ἀνισότητος τῶν ἐκ τῆς προνοίας ἐπιφορῶν, ὅτι χωρὶς τοῦ ὑπερφέρειν τοῖς μὲν ἀληθινοῖς ἀγαθοῖς τοὺς ἀμείνους, 〈τοῖς δὲ φαινομένοις τοὺς χείρονασ〉, ὃ δὴ τῆς κατ’ ἀξίαν ἦν διανομῆς, καὶ τῶν φαινομένων ἀγαθῶν τὰ μέγιστα τοῖς ἀγαθοῖς
5ἡ πρόνοια καὶ μηδὲν πραγματευομένοις ὀρέγει διαφερόντως· ἢ οὐχὶ τὴν εὔκλειαν ἡδονῆς καὶ πλούτου καὶ σώματος ὑγιείας προθήσομεν, ἧς μόνοις μέτεστι τοῖς ἀγαθοῖς, ὥσπερ δυσκλεεῖς οἱ κακοὶ πάντες καὶ ἄτιμοι; κἂν γὰρ μύριοι περιρρέωσιν αὐτοῖς κόλακες, ἀποθανόντας οὖν σκώπτουσιν οἱ ζῶντες τεθηπότες· τοὺς δὲ ἀγαθοὺς μειζόνως καὶ οἱ
10ζώντων καταφρονοῦντες θαυμάζουσιν. εἰ τοίνυν καὶ τῶν ἔξω κειμένων ἀγαθῶν τὸ μέγιστον ὑπάρχει τοῖς ἀμείνοσι, πῶς οὐχὶ τὴν πρόνοιαν κἀν τούτοις τοῦ κατ’ ἀξίαν στοχάζεσθαι φήσομεν, τοῖς μὲν τὰ μέχρι τοῦ τῇδε βίου χορηγοῦσαν ὥσπερ τισὶ βοσκήμασι πιαίνεσθαι καὶ κυρίττειν ἐφιεμένοις· τοῖς δὲ ὅσα καὶ εἰς τὸν μετὰ ταῦτα παραπέμπεσθαι
15δύναται βίον; καὶ γὰρ οἱ μὲν ζῶσι κατὰ τὸ θνητὸν τῆς ψυχῆς, οἱ δὲ κατὰ τὸ ἀθάνατον. προσήκει δὴ οὖν τοῖς μὲν τῶν ἔνδον τὸ θνητὸν φιλο‐ φρονουμένοις καὶ τῶν ἔξω τὰ μᾶλλον θνητά· τοῖς δὲ τὸ ἀθάνατον αὔξουσι τὰ μᾶλλον ἀθάνατα. καὶ σώζεται τὸ κατ’ ἀξίαν ἀμφοτέροις ἐν τῇ τῶν διδομένων ὁμοιότητι πρὸς τὴν τῶν δεχομένων ζωήν. εἰ δὲ καὶ τῷ μὲν65
20ἔχοντι τὴν ἀρετὴν τὸ ἵλεων ἀεὶ πάρεστιν, 〈ὃ δὴ〉 καὶ τοῖς θεοῖς 〈ὑπάρχει〉, τῷ δὲ μοχθηρῷ πᾶς ὁ βίος ἐν ἀσχολίαις καὶ ταραχαῖς καὶ ἡδομένῳ τὰς θηρίων ἡδονὰς καὶ ἀγριαίνοντι τὰς τῶν ἰοβόλων πικράνσεις, καὶ παῦλα τούτων οὐδεμία, τῶν κακῶν ἀνηνύτων ὄντων· πῶς οὐχὶ παντὶ δῆλον ὅπως ἡ πρόνοια τὸν μὲν ἀποφαίνει παρισωμένον τοῖς κρείττοσι, τὸν
25δὲ συναριθμεῖ τοῖς τῆς ἀνθρώπου φύσεως χείροσι δι’ ὧν κεχορήγηται, ἐμπιπλάντα τὰ πάθη;

43

Ἄγε δὴ οὖν, ἀφέντες τὰς περὶ τοῦδε τοῦ σκέμματος ἐπιβολάς, ——— ἕβδομον τοῦτο τὸ πρόβλημα θεωρήσομεν· τῆς προνοίας καὶ εἰς ἐκεῖνα διαβαινούσης, τίς ἡ ἐν ἐκείνοις ἀνισότης, 〈οἷον〉 τῶν μὲν εὐπαθούντων,
5τῶν δὲ 〈μή〉; ———
8〈τίς δ’ αὖ καὶ ἐν τούτοις ἡ ἰσότησ〉, ἀνομοίων ὄντων; ... καὶ τὰς κοινὰς
τούτων ... φθοράς———καὶ τὴν ἀλλήλων ἐδωδήν———67
17〈ἢ γάρ ἐστι〉 τὶ καὶ ἐν τούτοις ἴνδαλμα ζωῆς αὐτοκινήτου ..., 〈ἢ μηδέν, ἀλλὰ〉 πᾶν τὸ ἐν αὐτοῖς εἶδος τῆς ψυχῆς τῷ σώματι συνκατασβέννυται καὶ ταῖς ποιότησι καὶ τῷ ἐμφύτῳ θερμῷ ἔοικεν. ———

44

(10)

(τὴν πρόνοιαν) ———τὰς ἀλληλοφαγίας αὐτοῖς ἐφιεῖσαν, ὡς καὶ 〈ἐν〉 ἡμῖν τὰς κατ’ ἀλλήλων ὁρμὰς κατὰ τὸν αὐτὸν τῆς δίκης ὅρον, 〈πλὴν ὅτι τὸν τῶν θηρίων τρόπον〉 εἰς τὴν ἀλλήλων τροφὴν ἡ δι’ ἀλλήλων τιμωρία τελευτᾷ, χρημάτων καὶ κτημάτων οὐκ ὄντων παρ’ αὐτοῖς εἰς πλεονεξίας ἀφορμήν· μόνης δὲ τῆς κατὰ τῶν σωμάτων ἐπιθέσεως λει‐
15πομένης, 〈οὐδέν ἐστι〉 τοῖς σώμασι——— 〈ἔργον〉 τῆς προνοίας 〈καὶ ἐν τούτοισ〉 χρῆσθαι τῷ τε αἰσχρῷ ὡς ὀργάνῳ πρὸς τὴν τοῦ ὁμοίου κάθαρσιν καὶ τῷ ἀδίκως μὲν τῷ ποιοῦντι, 〈δικαίως δὲ τῷ πάσχοντι〉, ὃ 〈δὴ〉 καὶ αὐτὸ δηλοῖ ἕτερόν τι εἶναι τὸ
χρώμενον, 〈καὶ διὰ τοῦτο γίνεσθαι〉 τὴν πῆσιν δικαίαν———69
30καὶ τὰς συντάξεις καὶ τὰς κοινὰς φθορὰς ἢ σωτηρίας δυνατὸν ἀνάγειν ἢ εἰς τὴν κατ’ οὐσίαν κοινωνίαν ... ἢ εἰς περίοδον πάντων μίαν ἑαυτῇ σύμφωνον———διὰ τὰς συμφώνους αὐτῶν πρὸς ἄλληλα ... γενέ‐ σεις———
40χαιρόντων τῶν μὲν ταῖς τοιαύταις φθοραῖς, τῶν δὲ ταῖς τοιαύταις ἀνέσεσιν 〈καὶ τῶν μὲν ἄλλαις, τῶν δὲ ἄλλαισ〉· ἢ κατ’ οὐσίαν τῶν μὲν ἀλλήλοις σύνεγγυς ὄντων, τῶν δὲ ἀλλοτρίων· καὶ διὰ ταῦτα τῶν μὲν ἐν τοῖς ὁμοίοις γινομένων πάθεσι, τῶν δὲ ἐν τοῖς ἐναντίοις, ἢ καὶ συν‐ τρεχόντων τούτων πάντων ἀλλήλοις καθ’ ἕνα τὸν τῆς προνοίας ὅρον,
45καθ’ ὃν καὶ τὰ 〈εἱμαρτὰ〉 τοῖς ἐφ’ ἡμῖν συγκλώθονται καὶ τὰ τῶν ἡγου‐ μένων τοῖς ἑπομένοις, καὶ πλέγμα ἓν συμβαίνει ἐκ πάντων καὶ τῶν ἀπηρ‐ τῆσθαι δοκούντων. πόθεν γὰρ ἡ σύνταξις αὕτη καὶ τὸ ἕν, ἢ ἐκ τοῦ ἑνός, ὃ δὴ μάλιστα τὴν πρόνοιαν ἀφορίζειν ἐλέγομεν, καὶ ὃ τὸ γινόμενον ἀγαθὸν ἀποφαίνει, τοῦ ἀγαθοῦ συμβαίνοντος τῷ ἑνί;

45

Εἰ δὲ πᾶν τὸ τῆς ζωῆς εἶδος ἐν τοῖς ἀλόγοις εἴη θνητόν, ἐν θνητῷ σώματι κείμενον, ὡς ἂν τὸ σῶμα καὶ οὐδὲν ἑαυτοῦ ἔχον, ἀλλ’ ἐκείνου ὂν ἐν ᾧ ἐστι, πάντως δήπου καὶ ὁ τῆς προνοίας λόγος ἔσται ἐν τούτοις ὅμοιος καὶ κοινὸς ὥσπερ καὶ ἐπὶ τῶν φυτῶν, οἷς μόνη ἀφάνταστος ἔγ‐
5κειται φύσις, χωριστὸν οὐδὲν ἔχουσα τῆς ῥίζης. τίς οὖν τῆς προνοίας λόγος ἐπί τε τούτων καὶ τῶν μόνα πάσχειν ἢ πεπονθέναι δυναμένων τὰ ἐκ τῆς αἰσθήσεως, καὶ τῶν μὴ μόνον αἰσθανομένων, ἀλλὰ καὶ φαντα‐ ζομένων; ἢ ἐπειδὴ πάντων τῶν ἐν τῷδε τῷ κόσμῳ εἷς μέν ἐστιν ὁ ἐκ
πάντων λόγος, μέρη δὲ ἄλλα μὲν κυριώτερα, καρδίᾳ καὶ τοῖς ἐν ἡμῖν71
10ἀρχικωτέροις ἀνάλογα· ἄλλα δὲ τούτων μὲν ἀκυρότερα, οὐ μέντοι καὶ εἰς τὴν ἐσχάτην ἀπερριμμένα τάξιν ...· ἄλλα δὲ πολλοστὰ ἀπὸ τῶν ἀρχῶν, ὅμοια τοῖς ὄνυξι καὶ τοῖς ἀμυδρὸν ἐν ἡμῖν ἀπήχημα ζωῆς ἔχουσιν· δεῖν 〈δὴ ἐροῦμεν〉 τὸν ὅλον κόσμον ἀμφοῖν ἀπολαύειν κατὰ πάντα τὰ μέρη, προνοίας λέγω καὶ εἱμαρμένης—ὡς καὶ τὸ ἡμέτερον σῶμα πᾶν τε
15καὶ τὰ ἐν αὐτῷ μέρη, φύσεως καὶ λογικῆς ψυχῆς προνοούσης—, ἀλλ’ ὅσα μὲν ἀρχικώτερα προνοίας μᾶλλον, ὅσα δὲ ἔσχατα εἱμαρμένης μᾶλλον, ὅσα δὲ ἀνὰ μέσον οὐδὲν μᾶλλον τῆς ἑτέρας ἢ τῆς λοιπῆς.

46

Τὰ μὲν οὖν πρῶτα καὶ ἡγεμονοῦντα τοῦ παντὸς πολλὴν ἐνάργειαν ἔχει τῶν τῆς προνοίας δώρων, ἐν τάξει ἀεὶ κινούμενα καὶ νοῦν μιμούμενα καὶ ἀγαθοειδῆ πάντα καὶ εὖ ποιητικὰ τῶν ἄλλων ὄντα μερῶν ... καὶ πᾶσαν ἀρετὴν ἔχοντα πρόχειρον.
5 Τὰ δὲ μέσα, τοιαῦτα δέ ἐστιν ὅσα προαιρέσει χρώμενα τὴν ἐπ’ ἄμφω τὰ ἄκρα μετοκλάζουσαν ἀναδέχονται ζωήν, οὐ παρ’ ἔλαττον ἐκ τῆς ἑτέρας ἢ τῆς λοιπῆς διοικούμενα φαίνεται. καὶ γὰρ προνοίας μὲν ἐναργοῦς ἄνθρωποι πεῖραν ἴσχουσιν ὡς καὶ μέχρι τοῦ φθέγξασθαι τῶν ἀπ’ αὐτῆς συναισθάνεσθαι καὶ πρόχειρον εἶναι πᾶσι τὴν ἐπὶ κουφολογίᾳ τῆς Νεμέ‐
10σεως διορθωτικὴν ἐνέργειαν· τῆς δὲ εἱμαρμένης ὡς πολλὰ καὶ τῶν ἐπ’ αὐτοῖς κειμένων ἐπ’ ἐκείνην ἀναπέμπειν αὐτοὺς διὰ τὴν ἐνάργειαν τῶν ἀπ’ αὐτῆς συμπιπτόντων. καὶ γὰρ ἀμφοτέρων ἔχουσι τὰς δόσεις, πλητ‐ τούσας αὐτῶν τὴν ἐπίστασιν, τῆς μὲν 〈ἐν χρηστηρίοισ〉, ἐν θεοφανείαις, ἐν δαιμονοφανείαις, ἐν ταῖς δι’ ὀνείρων θεραπείαις, καὶ ἐν ἅπασι τοῖς
15τοιούτοις· τῆς δὲ ἐν ἀνάγκαις γινόμενοι παντοίαις· καὶ οὕτως συναι‐ σθανόμενοι τῆς μέχρις ἡμῶν καταβαινούσης 〈ἀμφοῖν〉 ποιήσεως, ὡς καὶ ἐθνῶν εἶναι διαφόρους δόξας, τῶν μὲν εἱμαρμένην πάντων κυρίαν εἶναι διαμαρτυρομένων, τῶν δὲ μάλιστα τὴν πρόνοιαν ἐπιστατεῖν τοῖς ἀν‐
θρωπίνοις πεπεισμένων. τὸ γὰρ ἑκατέρας ἐναργὲς ἐν τοῖς ἡμετέροις ...73
20διὰ μὲν τὴν αὐτοῦ ἐνέργειαν πλήττων, διὰ δὲ τὴν ἀτελῆ τοῦ πληττο‐ μένου νόησιν μόνον εἶναι ...· πλήττεται δὲ ὑπ’ ἀμφοῖν ὁ τὸ συγγενὲς τῷ πλήττοντι πρόχειρον ἔχων· συγγενὲς δὲ προνοίᾳ μὲν ὁ ἐν ἡμῖν νοῦς, εἱμαρμένῃ δὲ ἡ ἐν ἡμῖν ἀνάγκη· ζῶμεν δὲ ἢ κατὰ τὸν ἐν ἡμῖν πάντως νοῦν, ἢ κατὰ τὴν ἐν ἡμῖν ἀνάγκην.

47

Τὰ δὲ δὴ τρίτα τῶν ἐν τῷ κόσμῳ καὶ οὐδὲν ἀπόλυτον ἔχοντα, κἂν ἀμφοτέρων καὶ ταῦτα μετέχῃ, καθ’ εἱμαρμένην σχεδὸν ζῇ μόνον, ἅτε πλαττόμενα ἐκεῖθεν καὶ ὅλα ὑπ’ αὐτῆς καθ’ ὅλα ἑαυτὰ διοικούμενα· τῶν γὰρ σωμάτων ἡ εἱμαρμένη καὶ τῶν σώμασιν ἐγκατῳκισμένων κατὰ
5μόνην ἢ οὐσίαν ἢ ἐνέργειαν διοικητική. πᾶν οὖν ὅπερ ἂν ἐκ τῆς προ‐ νοίας ὑπάρχῃ τοῖς τοῦτον ζῶσι τὸν τρόπον, τοῖς τῆς εἱμαρμένης ἀποτε‐ λέσμασι συμπλέκεται καὶ οἷον εἱμαρμένον γίνεται συναλλοιούμενον ἐκείνοις. καὶ διὰ ταῦτα, τῆς εἱμαρμένης ἀρχὴν γενέσεως τούτοις παρα‐ σχούσης καὶ μορφούσης τὸ εἶναι αὐτῶν ..., καὶ τὸ εὖ εἶναι κατ’ ἐκείνην
10ἕπεται τὴν ἀρχήν· ὃ δὴ τῆς περὶ αὐτὰ προνοίας ἐστὶ τελευταῖον ἴχνος, ὥστ’ εἰ μὲν ἡ πρώτη τούτων σύστασις ἔχοι τοιάνδε τὴν ἐν τῷ παντὶ μοῖραν, εἶναι αὐτοῖς καὶ βίον τοιόνδε καὶ φθορὰν ἑπομένην τῇ πρώτῃ συστάσει· εἰ δὲ ἀλλοιοτέραν λάβοι τι γένεσιν, ἀλλοιοτέρων τυγχάνειν καὶ τῶν ἐκεῖθεν εἰς αὐτὸ κατιόντων. κἂν ἄλληλα τοίνυν φθείρῃ, κἂν
15ἀπ’ ἄλλων τοῦτο πάσχῃ, κἂν κοινῇ μετ’ ἀλλήλων, κἂν χωρίς, κἂν ἥδηται, κἂν ἀλγύνηται· πάντα ταῦτα κινήσεσιν ἐπακολουθεῖ προτέραις, αἷς τὰ ἀκυρότερα μέρη πάντως ἑπόμενα ἀνάγκη μηδὲν οἰκεῖον ἔχειν, ἀλλὰ ταὐτὸν τῇ σκιᾷ πάσχειν παντοίως μετασχηματιζομένῃ κατὰ τὴν τοῦ σώματος, οὗ ἐστι σκιά, κίνησιν· καὶ τὸ κατ’ ἀξίαν ἐπ’ αὐτῶν
20τοιοῦτόν ἐστι, ὅτι τοιόνδε πλασθὲν τοιάνδε δεῖ τὴν ζωὴν ἔχειν, ἐπεὶ καὶ ἐπὶ τῶν αὐτοκινήτων τὸ ποιὸν ἑκάστου τὴν αὐτοῦ ἀξίαν ἀφορίζειν φαμέν· 〈ἀλλὰ τοῦτο δὴ τὸ ποιὸν〉 ἐκείνοις μὲν παρ’ ἑαυτῶν ἐστι, τοῖς δὲ μὴ αὐτοκινήτοις παρ’ ἄλλων.

48

Καὶ οὐ ζητητέον πάλιν διὰ τί τοῦτο μὲν ἐν τῇδε τῇ τάξει γέγονε τοῦ παντός, τοῦτο δὲ ἐν ἄλλῃ, καὶ τὸ μὲν ἥδεται, τὸ δὲ λυπεῖται διὰ
τὴν τῆς ἑαυτοῦ συστάσεως ἀρχήν, ἢ τὸ παρὰ φύσιν ἢ τὸ κατὰ φύσιν ἐπάγουσαν τῷ κατ’ αὐτὴν συστάντι· τὸ γὰρ τοῦτο ζητεῖν, ἀρχήν75
5ἐστι ἀρχῆς ζητεῖν. ἀρχὴ γὰρ μόνως τῶν τοιούτων ἡ τοῦ παντὸς τάξις, ἧς οὐ δεῖ προτέραν ζητεῖν ἐπὶ τῶν οὐκ ἐχόντων τὶ πρότερον οὐδ’ ὅλως ὄντων, οἰστικὴν δὲ ἀεί τινος οὖσαν, τοτὲ μὲν ἄλλου, τοτὲ δὲ ἄλλου, πλάττειν τὸ γινόμενον κατὰ μόνην τὴν ἑαυτῆς ποίησιν. εἰ δέ τι καὶ πρὸ τῆς τάξεως ὂν ἀλλαχόθεν ἥκει εἰς τὴν τάξιν, ἐπὶ τούτου ἀναγκαῖον
10ζητεῖν τό τε κατ’ ἀξίαν καὶ τὸ πρὸς τὴν τάξιν σύμφωνον καὶ τὸ συμ‐ πλέκον ἄμφω, μὴ μάτην ἄλλῃ 〈ἄλλο〉 συμπλέκειν. πᾶν δὲ ὅπερ ἂν οὐκ εἰς τὴν τάξιν εἰσβαίνῃ, ἀλλ’ ἀπὸ τῆς τάξεως γίνηται, συνωδεῖ τῇ τάξει, κἂν μηδὲν ᾖ τὸ συνάγον· καὶ τοῦτο αὐτῷ τὸ κατ’ ἀξίαν, τὸ τῇ τάξει συνωδεῖν, ἀφ’ ἧς γέγονε· τοῦ δὲ γεγονέναι τὴν ἀξίαν οὐκ ἐπιδέχεται·
15πᾶν γὰρ τὸ κατ’ ἀξίαν προϋπάρχοντι ἀποδίδοται. τοῦτο δὲ οὐκ ἦν ὅλως πρὸ τῆς γενέσεως, ἵνα ἂν καὶ τὴν κατ’ ἀξίαν ἐζητοῦμεν γένεσιν. Ὥστε, ἵνα συλλαβόντες εἴπωμεν τὸ δοκοῦν, τοῖς μὲν πρὸ τῆς τάξεως οὖσιν ἡ τάξις κατ’ ἀξίαν· τοῖς δὲ ἀπὸ τῆς τάξεως, οὐ κατ’ ἀξίαν, ἀλλ’ ἀρχὴ τοῦ κατ’ ἀξίαν ἡ τάξις. τὸ γὰρ κατ’ ἀξίαν ὕστερον, ἀλλ’ οὐ πρῶτον,
20καὶ αἱ κοιναί φασιν ἔννοιαι, τόνδε μὲν κατ’ ἀξίαν λέγουσαι πάσχειν, τόνδε δὲ οὐ κατ’ ἀξίαν, ὅταν μηδὲν ὁρῶσι πρότερον, οὗ τὸ ὕστερον ἄξιον. —Τοσαῦτα καὶ περὶ τούτου.

49

(3)

Ὄγδοον δέ———τὸ τὰς ἐκ τῆς προνοίας εἰς τοὺς ἁμαρτά‐ νοντας κολάσεις 〈εἶναι〉 μὴ τοῖς ἁμαρτάνουσιν εὐθὺς ἑπομένας, ἀλλὰ μετὰ
5χρόνον, καὶ τοῦτον ἔστιν ὅτε παμμήκη· κατὰ τίνα γίνεται λόγον; μᾶλλον γὰρ ἀπώναντο οἱ πλημμελήσαντες κολασθέντες εὐθὺς ἢ μετὰ τοσοῦτον
χρόνον, ὥστε μηδὲ διότι κολάζονται γινώσκειν, ἀλλὰ καὶ πρὸς τὴν πρόνοιαν ἀποδυσπετεῖν, συναισθανόμενοι μὲν τῶν κολάσεων, ἐπιλελησ‐ μένοι δὲ ὧν ἥμαρτον. ———77
11Τῆς οὖν προνοίας ἕνεκα τοῦ ἀγαθοῦ πάντα ποιούσης, τοῦ δ’ ἀγαθοῦ μᾶλλον ἂν τυγχανόντων τῶν ἅμα τοῖς ἁμαρτήμασι τιμωρουμένων, πῶς οὐχὶ τοῦτο συμβαῖνον ὁρῶμεν, ἀλλ’ ἐπ’ ἐνίων καὶ πᾶν τοὐναντίον; ὡς τοὺς μὲν ἀγαθοὺς μὴ ἔχειν αἰτίαν ὧν πάσχουσι διὰ τὴν λήθην τῶν
15ἐφ’ οἷς αἱ παροῦσαι κολάσεις ἀγαθοῖς οὖσιν ἐμπίπτουσι· τοὺς δὲ κακοὺς συμπτώμασιν αὐτὰς κἂν γίνωνται περὶ αὐτοὺς ἀνατιθέναι, καὶ ὁρῶντας μηδὲν μᾶλλον ἐπ’ αὐτῶν ἢ τῶν λεγομένων ἀγαθῶν συμβαινούσας, μηδεμίαν ἐκφέρειν κατὰ τῆς ἑαυτῶν πονηρίας ψῆφον, ἀλλὰ ματαίαν τῆς ἀγαθότητος καὶ οὐ τῆς κακίας ὀνομάζειν τὴν ἐπιτήδευσιν, εἴπερ
20τῶν αὐτῶν ἄνωθεν ἀμφοτέραις ἐπιρρεόντων ὑπάρχει τῇ κακίᾳ τὸ πλέον ἐν τοῖς φαινομένοις ἔχειν. εἰ δὲ ἦν ὁμοῦ τῷ πραχθέντι πλημμελῶς ἡ τοῦ πράξαντος κόλασις, οὔτ’ ἂν ὁ κακὸς κολαζόμενος ᾐτιάσατο τύχην, οὐδ’ ἂν ὁ ἀγαθὸς ἀπεδυσπέτησεν· οὐ γὰρ ἂν ᾐτιάσατο τὴν ἑαυτοῦ ζωὴν πάσχων ἐν τῷ ἀγαθὸς εἶναι. οὐδὲν γὰρ οὕτω, 〈φησί τισ〉, χρέος,
25ὡς τὸ τῆς δίκης ὑπερήμερον γινόμενον αὔξει τὴν ἰταμότητα, εὐροούσης τῆς πονηρίας [Plut. vind. 548 D/E].

50

Ὅτι μὲν οὖν οὐκ ἐξ ἀνάγκης ἡ τιμωρία συνηρτημένη τοῖς ἁμαρ‐ τήμασι καὶ δήλη τοῖς ἁμαρτήσασιν οὖσα, δι’ ἣν αἰτίαν ἐπηκολούθησεν, ἀνακόπτει τὴν μοχθηρίαν καὶ ἀντιφράττει πρὸς τὴν ἐνέργειαν, παντί που δῆλον ἀπὸ τῶν καθ’ ἑκάστην ἡμέραν κολαζομένων μὲν ἐφ’ οἷς
5ἔπραξαν, πραττόντων δὲ ἐφ’ οἷς ἐκολάσθησαν καὶ συναπτόντων εὐθύς, ὡς εἰπεῖν, ταῖς μὲν πράξεσι τὰς κολάσεις, ταῖς δ’ αὖ κολάσεσι τὰς πράξεις, ἱεροσυλούντων, λωποδυτούντων, ληστευόντων, ἀκολασταινόντων, καὶ δίκας ἐπὶ τούτοις ὑπεχόντων, τὰς μὲν νομίμους καὶ ἀνθρωπίνας, τὰς δὲ καὶ δαιμονίας, καὶ οὐδὲν μᾶλλον ἀπεχομένων ἐφ’ οἷς γινώσκουσι
10πληγέντες. ἐγκειμένη γὰρ τῆς πονηρίας ῥίζα—καθάπερ ἀκανθηφόρος γῆ, κἂν μυριάκις ἐκκόπτῃς τὰς ἐκφυομένας ἀκάνθας, τῶν ὁμοίων ἐστὶ οἰστική—τὰς αὐτὰς ἐκδίδωσιν ἐνεργείας, μὴ ταῖς ἐπ’ αὐταῖς κολάσεσι καμπτομένη. ὥστε καὶ ἅμα τοῖς ἁμαρτήμασιν ἑπομένης τῆς τιμωρίας εἰς τὸ τοὺς πονηροὺς μὴ ἀπέχεσθαι τῶν ἁμαρτανόντων ἢ ὀλίγον ἢ
15οὐδέν, ὡς εἰπεῖν, συντελούσης· τί διὰ ταῦτα τὴν πρόνοιαν αἰτιώμεθα τῆς ἀναβολῆς; καὶ τί λέγω παρούσης τῆς τιμωρίας ἐπὶ τοῖς ἁμαρτή‐ μασιν ὄφελος εἶναι μικρόν, ὅπου γε οὐδὲ προαγορευομένης ἐναργέστατα καὶ ὡμολογημένης ὑπὸ πάντων ἡ πονηρία συστέλλεται πρὸς τὴν ἐκπλή‐ ρωσιν τῶν οἰκείων κινήσεων; ἀλλὰ τὸ παραυτίκα τῶν ὀρεκτῶν τυχεῖν79
20ἐπίπροσθεν ἄγει τῆς ὑπ’ ὄμμασι κειμένης πληγῆς, διορίζουσα τῷ ἤδη καὶ τῷ οὔπω τὴν πρᾶξιν τῆς προσδοκουμένης κολάσεως.

51

Ὅτι δὲ οὐδὲ τὰς ἐπανορθώσεις τῶν ἁμαρτημάτων εὐθὺς συνάπ‐ τειν τοῖς ἁμαρτήμασι τεχνικόν, δηλοῦσιν αἱ κρίσεις τῶν ὡς ἀληθῶς ἰατρῶν καὶ οὐ μόνον τὰ πάθη, ἀλλὰ καὶ τοὺς καιροὺς ἐπισκοπούντων, ἐν οἷς ἕκαστα θεραπεύεσθαι φιλεῖ, καὶ περιμενόντων ἐκείνοις, κἂν δοκῶσιν
5εἶναι πορρωτέρω, καὶ οὐκ ἐγχειρούντων τοῖς νοσήμασιν ἀπεπάντοις λέγοντες εἶναι ψυχὰς θεραπειῶν τοὺς καιρούς. Ταῦτα τοίνυν καὶ τὴν πρόνοιαν γινώσκειν, ... μὴ τῆς τῶν σωματικῶν μόνον, ἀλλὰ καὶ τῆς τῶν ψυχικῶν παθῶν θεραπείας ἄλλους ἄλλων 〈καιρούσ〉, ——— 〈καὶ δεῖν τὴν πρόνοιαν〉 τέλος ποιουμένην τὴν ὠφέλειαν τοῦ θεραπευο‐
10μένου τὸν προσήκοντα περιμένειν καιρόν· μετὰ θεῶν 〈γάρ φησι καὶ αὐτὸσ〉 τύχην καὶ καιρὸν τἀνθρώπινα διακυβερνᾶν σύμπαντα [Pl. leg. IV 709b 7—8], κἂν δοῦναί τι δέῃ τῶν ἀγαθῶν, κἂν καθῆραι τῶν ἐναντίων. εἰ οὖν διαδείκνυσι τὸ πανταχοῦ δραστήριον πάσης τῆς ἐνερ‐ γείας 〈ὁ καιρόσ〉, καὶ τῆς ἐπανορθωτικῆς τῶν ἐκβάντων, ἢ τὸ κατὰ φύσιν
15ἐπὶ σωμάτων, ἢ τὸ κατὰ λόγον———ἐπὶ πάντων τῶν ἀνθρωπίνων· δεῖ δήπου οἴεσθαι τὴν ἐν τῷδε τῷ παντὶ πρόνοιαν πρὸ τούτων γινώ‐ σκουσαν, κἂν ἀναβάλλεσθαι δέῃ, κἂν εὐθὺς τὴν πονηρίαν ἰᾶσθαι, ἀπο‐ βλέπειν———κατὰ καιρὸν ἐπάγον τοῖς 〈πονηροῖσ〉 τὴν θεραπείαν. ὅτι γὰρ ἡ τῶν ψυχῶν ἴασις δίκη προσαγορευομένη, πασῶν
20ἐστιν ἰατρικῶν τεχνῶν ὄντως τεχνικωτάτη [Plut. vind. 550 A], δῆλον· καὶ γὰρ τό τε ἰατρευόμενον, ψυχή, πρᾶγμα θεῖον, ὡς εἰπεῖν, καὶ ἡ ταύτης
κακία τῆς ἐν σώμασι ποικιλωτέρα· πρὸς οὖν τὴν μείζονα θεραπείαν, μείζονος δεήσει ἡ πρόνοια τέχνης· μείζονος δὲ τέχνης οὐκ εὐφραίνειν ἄλλοις τῷ τάχει τῆς ἐνεργείας, ἀλλ’ ὠφελεῖν εἴτε θᾶττον, εἴτε βραδύ‐81
25τερον, τοὺς τῆς ἰάσεως δεομένους ... Εἰ οὖν μὴ προσήκει τοὺς 〈ἀμούσους τῶν μουσικῶν〉 εἶναι κατηγόρους, 〈καὶ ὅλωσ〉 τοὺς ἀτέχνους τῶν τεχ‐ νιτῶν, μηδὲ τῆς προνοίας κατηγορείτω τις, αὐτὸς ἀγνοῶν, ἐκείνης γινωσκούσης τὸ ἐν πάσαις θεραπείαις σωμάτων τε καὶ ψυχῶν κράτιστον, δηλαδὴ τὸν καιρόν· μηδὲ τὴν δίκην ἐπειγέτω ἐκφέρειν τὴν ψῆφον ὑπὸ
30τῆς πονηρίας κεντούμενος, ἀλλ’ ἀκουέτω λεγούσης· κἂν σοὶ τοῦ πάσχειν ἐνέστηκεν ὁ καιρός, καὶ τοῖς δρῶσιν ὁ πρέπων ἥξει τοῦ παθεῖν. ἐὰν γὰρ ταῦτα διανοῆταί τις, τοὺς μὲν ἐλεήσει τῆς ἐμμόνου κακίας· ἑαυτὸν δὲ ὁρῶν ἤδη τυχόντα τούτων ὧν ἐκεῖνοι μέλλουσιν, ἔσται τῆς προνοίας —ὡς ἔγωγε οἴομαι—ζηλωτὴς ἅμα καὶ ὑμνωδός.

52

Σκόπει δέ, εἰ βούλει, καὶ ἄλλον λόγον ἁπάντων ἀληθέστατον, νοήσας τί ποτέ ἐστι τὸ κολάζεσθαι ὀρθῶς, καὶ τί τὸ κακὸν ἐφ’ ᾧ κολά‐ ζονταί τινες ὀρθῶς· οὐκοῦν τοῦτο μέν ἐστι λώβη καὶ διαστροφὴ ψυχῆς; καὶ διὰ τοῦτο λέγεται καὶ ἐστὶ κακὸν ὄντως αὐτῆς, νοσούσης τὴν με‐
5γίστην νόσον, οὐχ ἥπατος οὐδὲ καρδίας νόσον, θνητῶν καὶ παμφθόρων πραγμάτων, οἷς ἐστι τὸ κατὰ φύσιν ἐν τῷ παρὰ φύσιν εἶναι ταῦτα ἐξ ὧν συμπέπηγεν, ———
11Τὴν δὲ δὴ κόλασιν τὴν ὀρθὴν τῆς λώβης ταύτης φήσομεν εἶναι ἀπαλ‐ λαγήν, κάθαρσιν ἐπάγουσαν τοῦ ὄντως κακοῦ καὶ τῆς νόσου τῆς ὄντως δεινῆς· ψυχῇ γὰρ οὐ δεινὸν σώματος νόσος, ἀναστέλλουσα τῆς εἰς αὐτὸ φορᾶς, ἀλλ’ ἡ αὐτῆς νόσος, νόσον ἐνδοῦσα τῷ σώματι ...· ταύτης οὖν
15θεραπείαν τὴν κόλασιν λέγοντες, οὐ τὸ κολάζεσθαι τοὺς νοσοῦντας αὐτὴν τιμωρίαν ἂν εἴποιμεν ὡς ἀληθῶς, ἀλλ’ αὐτὸ τοὐναντίον τὸ μὴ
20κολάζεσθαι· κολαζόμενοι γὰρ ὀνίνανται· μὴ κολαζόμενοι δὲ περιφέρουσιν τὴν ἑαυτῶν λώβην ἀνίατον. εἴτε οὖν εὐθὺς οἱ πονηροὶ κολάζονται, διδόναι δίκην αὐτοὺς φήσομεν· εἴτε μὴ εὐθύς, μειζόνως καὶ τότε διδόναι
δίκην, μονιμωτέραν τὲ τὴν νόσον ἔχοντας καὶ διὰ τοῦτο μείζονος δεησο‐ μένους κολάσεως καὶ ἀντὶ τοῦ θεραπεύεσθαι, τὴν οἰκείαν κακίαν ἔχοντας83
22ἀθεράπευτον· οὐδὲ γὰρ σώματι τὸ τέμνεσθαι μόνον καὶ καίεσθαι κακόν, ἀλλὰ τὸ νοσεῖν τομῆς καὶ καύσεως δεόμενον.

53

Οὐκ ἄρα τῆς προνοίας ἄνεσίς ἐστιν, ἀλλ’ ἐπίτασις, τὸ μήπω κολάζεσθαι παρὰ τοῦ ὀρθῶς κολάζοντος· καὶ ὡς ἀληθῶς αὕτη μεγίστη κόλασις, ἐν τῷ κακῷ μένειν ἀκόλαστον. καὶ εἴ τις ἰδεῖν ἑαυτὸν δύναται τοιαύτην ἕξιν ἔχοντα, τότ’ ἂν οἰμώξειεν ὄντως ἑαυτὸν ὡς οὐκ ἄξιον
5ὄντα οὐδὲ τοῦ κολασθῆναι ταύτην τὴν κόλασιν, ἴασιν οὖσαν, ἀλλὰ περιο‐ ρώμενον ἐν τῷ παντὶ λελωβημένον οὐ σώματός τι μέρος, ἀλλ’ αὐτὸ τὸ θειότατον, τὴν ψυχήν. ὥσπερ ἂν εἴ τις ὑπὸ τοῦ σωτῆρος Ἀσκληπίου περιο‐ ρῷτο τὸ σῶμα νοσῶν ἐσχάτως καὶ περιορώμενος οἰμώζῃ πολλὰς οἰμω‐ γάς· καὶ τί λέγω τὸν μὴ τυγχάνοντα Ἀσκληπίου καὶ ἀπαλλαττόμενον
10ὧν ἔχει κακῶν, ἀλλὰ καί τινος 〈τῶν ἀνθρώπων, ἔχοντος τὴν τέχνην〉; τίς οὐκ ἂν εὔξαιτο τὸ σκέλος πηρωθεὶς τυχεῖν ἰωμένου τὴν πήρωσιν τομαῖς ἢ καύσεσι; τίς δὲ οὐκ ἂν τούτου μᾶλλον, εἰ τοῖς ὀφθαλμοῖς αὐτῷ γίνοιτο πάθος, τοῦτο δὴ τὸ πᾶσιν ἀνὰ στόμα στέρεσθαι τοῦ τοῖς πᾶσιν ἐκ‐ κειμένου φωτὸς οἰκτρὸν ὑπολαμβάνων; ποίαν οὖν ἀφήσει φωνὴν ὁ τὴν
15ψυχὴν λωβηθεὶς καὶ τὸν πολύτιμον αὐτὸν νοῦν πηρωθείς, εἰ καὶ ὁπωσοῦν αἴσθοιτο οὗ ἐστιν; οὐχὶ πάντα τρόπον θεραπείας ποθήσει καὶ οἴκτιστον ἑαυτὸν θήσεται, μὴ τυγχάνοντα καὶ ἄνευ ἀλγηδόνων καὶ μετ’ ἀλγη‐ δόνων τῶν δυναμένων τῆς κακίας ἀπαλλάττειν; ὡς οὖν συλλήβδην εἰπεῖν τὸ μὴ εὐθὺς κολάζεσθαι κόλασίς ἐστιν ἀνυπέρβλητος· ὥστε καὶ
20τούτοις ἄλλον τρόπον σύνεστι κόλασις, διὰ τὴν τῆς πονηρίας ὑπερ‐ βολὴν οὔπω γενομένοις ἀξίοις τυχεῖν τῆς ἑτέρας κολάσεως· καὶ οὐκ ἄρα μετὰ πλείονα χρόνον, ἀλλ’ ἐν πλείονι χρόνῳ [Plut. vind. 554 C] τὴν δίκην ὑπέχουσι, τὴν μὲν ἔχοντες ἔνδοθεν, τὴν δὲ ἔξωθεν· καὶ γὰρ τὸ συνειδὸς δειμάτων ὂν αὐτοῖς αἴτιον ἀφορήτων καὶ τὸ κακὸν
25ἐνσκιρρωθὲν ἀληθινὴν ἐπάγει τιμωρίαν· ὥστε λεληθέναι αὐτοὺς πλέον ἢ διπλασίαν τῶν παρὰ πόδας ἐπὶ τοῖς ἁμαρτήμασι κολαζομένων κολά‐ ζεσθαι κόλασιν, ὥς μοι δοκεῖ. καὶ Σωκράτης παρακελεύεται τοῖς ἁμαρ‐ τάνουσι προσάγειν ἑαυτοὺς τοῖς δικασταῖς, ἵνα δόντες δίκην ἀπαλλαγῶσι τῆς μοχθηρίας, τὸν ἀκόλαστον τοῦ κολασθέντος μειζόνως κολάζεσθαι
30πεπεισμένος καὶ ἡμᾶς πείθων, ὅτι μεῖζον κακὸν ἔχειν τὸ κακὸν ἢ ἀπαλ‐
λάττεσθαι τοῦ κακοῦ μετὰ τοῦ ἀλγεῖν.85

54

Ἔτι τοίνυν καὶ τῇδε τὸν αὐτὸν τῆς ἀπαντήσεως μετίωμεν τρόπον ὑπὲρ τῆς προνοίας ἀγωνιζόμενοι, μᾶλλον δὲ ὑπὲρ ἡμῶν αὐτῶν ὡς εὖ διοικούμενοι. τί γὰρ δὴ καὶ μεῖζον ἀνθρώποις γένοιτο ἂν τῆς τοῦ θεοῦ μιμήσεως; 〈οὐκοῦν καὶ Πλάτων τοῦτό φησι λέγων〉 φῶς τὸν θεὸν ἀνάψαι
5ἐν τῇ πρὸς γῆν δευτέρα περιόδῳ [Tim. 39b] καὶ ἡμῖν δεδωκέναι φωσφόρα ὄμματα [Tim. 45b], ἵνα δι’ αὐτῶν κατιδόντες τὰς ἐν οὐρανῷ τεταγμένας κινήσεις καὶ ἔννοιαν λαβόντες 〈ἀριθμοῦ〉, ἐξομοιώ‐ σωμεν τὰς ἐν ἡμῖν πεπλανημένας περιόδους πρὸς αὐτὰς ἀπλανεῖς οὔσας [Tim. 47 b/c]; εἰ οὖν μέγιστον ἀγαθὸν τοῦτο ταῖς ψυχαῖς, ἡ
10πρὸς τὸ θεῖον ὁμοίωσις, μήποτε μέγιστον ἀγαθὸν ἡ πρόνοια τοῦτο πορίζει τοῖς εἰς αὐτὴν βλέπουσιν, ἀφαιροῦσα τὴν λάβρον ἡμῶν πρὸς τὰς κολάσεις τῶν ἁμαρτανόντων ὁρμήν, καὶ τὸν λυσσῶντα θυμὸν σχολαίως κινεῖσθαι παρακελευομένη καὶ εἰς δύναμιν μιμεῖσθαί πως αὐτὴν ἀναβαλλομένην τὰς κολάσεις καὶ ἐπέχουσαν, καὶ πείθουσαν τὴν ψυχὴν
15ἀναλογισμοῦ καὶ μεταμελείας ἑαυτῇ διδόναι καιρόν; ὥστε καὶ παιδευ‐ τικὸν ὄντα τῶν ψυχῶν τὸν τοιόνδε τῆς ἐπανορθώσεως τρόπον μὴ ἀνάξιον εἶναι τῆς πάντας εὖ ποιούσης δίκης, τῷ καὶ τοὺς ἁμαρτάνοντας ποτὲ κολάσειν, καὶ τῷ ἤδη τοὺς ἄλλους παιδεύειν· ἢ οὐ πρὸς τοῦτο βλέποντες, λέγω δὴ τὸ κολούειν σφαδάζοντα τὰ πάθη καὶ τὰς ὀξυρρόπους
20αὐτῶν κινήσεις ἀναχαιτίζειν, 〈τῶν παλαιῶν τινες ἀναμιμνῄσκεσθαι εἰώθασιν〉; ———
26Δι’ ὧν ἁπάντων ... νουθετούμεθα, μὴ δυσὶν ἐπιτρέπειν τὰ κολάσεις, θυμῷ καὶ λογισμῷ, καθείρξαντας δὲ τὸν θυμὸν διὰ τῆς ἐποχῆς, τῷ λογισμῷ παραδιδόναι τὴν κρίσιν. ——— 〈πολὺ μᾶλλον〉 ὁρῶντας τὸν θεὸν ἐπέχοντα τὰς κολάσεις καὶ περιμένοντα
30τὸν καιρὸν ἐκκόπτειν τε εἰκὸς τὴν ἡμετέραν πρὸς τὰς τιμωρίας ἀπαραί‐
τητον καὶ ἀκρατῆ κίνησιν καὶ μεγαλοπάθειαν ἐπιτηδεύειν, ἣν καὶ ὁ θεός ... τῷ μὲν κολάζειν μόνους τοὺς κολαζομένους ὠφελοῦσαν, τῷ δὲ ἐπέχειν πλείους παιδεύουσαν καὶ ἀπαθεστέρους ποιοῦσαν· ἡ γὰρ μεγαλο‐ πάθεια διδάσκαλος ἀπαθείας ἐστί. κείσθω δὴ οὖν καὶ οὗτος ὁ τρόπος,87
35ὅνπερ ὑπὲρ τῆς ἀναβολῆς τῶν ἐκ τῆς προνοίας κολάσεων εἴπομεν, παι‐ δευτικὸς τῶν εἰς αὐτὸν βλέπειν δυναμένων.

55

(3)

Εἰ δὲ κἀκεῖνον ἐννοήσομεν τὸν λόγον, ὅς φησι τὸν θεὸν διορᾶν τὰς ἕξεις τῶν ψυχῶν, ἀφ’ ὧν τυγχάνουσιν ἁμαρτάνουσαι, καὶ ... ἀφορίζειν
5πάσαις τὸ ἐν ταῖς κολάσεσι πανταχοῦ κατ’ ἀξίαν τῷ ποσῷ τε καὶ τῷ ποιῷ καὶ τῷ χρόνῳ—οὐ πάσαις γὰρ οὔτε ἡ αὐτὴ οὔτε ἡ ἴση αὐτῇ οὔτε κατὰ τὸν αὐτὸν χρόνον προσήκει κόλασις—λάβοιμεν ἂν οἶμαι κἀν‐ τεῦθεν τινὰ τοῦ ζητουμένου λύσιν· καὶ γὰρ ἐν τῷ τὰς μὲν θᾶττον καθαί‐ ρεσθαι, τὰς δὲ βραδύτερον, καὶ ἀρχὴν ἄλλην ἄλλαις εἶναι τῆς καθάρσεως
10μάλιστα τοῦ κατ’ ἀξίαν τῶν ψυχῶν στοχάζεσθαί 〈φησι. τί〉 γάρ; εἰ αἱ μὲν οὐκ ἀπὸ ζωῆς καθ’ ἕξιν ἐχούσης τὶ πάθος ἥμαρτον, αἱ δὲ ἀπό τινος οἷον ἐνσκιρρωθείσης ἐν αὐταῖς ἕξεως· 〈οὐκοῦν〉 δῆλον ὡς ταῖς μὲν ἕπεσθαι δεῖ τὴν τῆς ἐνεργείας ποινὴν ἀποστρόφους αὐτὰς ποιοῦσαν ἀπὸ τῶν τοιούτων ἐνεργειῶν, ἵνα μὴ τῷ παροφθῆναι τὴν ἐνέργειαν
15καὶ ἐνεργῆσαι αὖθις καὶ αὖθις τοιαῦτα καταστῶσιν εἰς ἕξιν; τῶν δὲ τὸν χρόνον περιμένειν, καθ’ ὃν ἀποπλησθείσης τῆς ἕξεως ταῖς κατ’ αὐτὴν ἐνεργείαις ἕξει χώραν ἡ κόλασις, μετὰ τὴν φλεγμονὴν καὶ τὴν ἀκμὴν ἐπαγομένη τῆς πονηρίας; 〈τί δέ〉; εἰ αἱ μὲν διὰ τὸ τῆς ψυχῆς γνωστικόν, κρίσιν οὐκ ἔχον, ἐπλημμέλησαν, τῆς ζωῆς ὑγιῶς ἐχούσης· αἱ δὲ καὶ
20τὴν ζωὴν ἔχουσι λελωβημένην μετὰ τῆς πηροῦ γνώσεως· 〈οὐκοῦν〉 καὶ ἐπὶ τούτων ἐναργὲς τὸ τὴν κόλασιν ταῖς μὲν εὐθὺς προσαχθεῖσαν εἰς ἐπίστασιν ἄγειν τοῦ παροράματος, ταῖς δὲ ἀναβολῆς τυχούσαις μείζονα καὶ δραστικωτέραν ἐν τῷ καθήκοντι χρόνῳ τὴν ὠφέλειαν προξενεῖν δι’ ἃς εἴπομεν αἰτίας, οὐκ ὄντος τέως ἐν αὐταῖς τοῦ παραδεξαμένου τὴν
25θεραπείαν ἐν τῷ παραχρῆμα διὰ τὴν παντοίαν, ὡς εἴρηται, λώβην; ———89

56

Τοσούτων οὖν ὄντων τρόπων καὶ ἔτι πλειόνων, ἡμῖν μὲν ἀγνώ‐ στων, τῇ δὲ προνοίᾳ προεωραμένων, καθ’ οὓς προσήκει, τὰς μὲν τῶν ψυχῶν ἅμα τοῖς ἁμαρτήμασι κολάζεσθαι, τὰς δὲ οὐχ’ ἅμα, καὶ τοῦ κατ’ ἀξίαν κἀν τούτοις ὄντος, μὴ πάσης ψυχῆς ἀξίας οὔσης θᾶττον ἀπαλλα‐
5γῆναι τῆς ἐπὶ τοῖς ἡμαρτημένοις ποινῆς· οὐ δεῖ τὴν πρόνοιαν αἰτιᾶσθαι τῆς ἀναβολῆς, ἀλλὰ ζητεῖν τὰς αἰτίας, δι’ ἃς εἰκὸς αὐτὴν τισὶ μὲν τῶν ψυ‐ χῶν ὑπερημέρους διδόναι κολάσεις, ἄλλαις δὲ ἐπὶ προσφάτοις τοῖς ἁμαρ‐ τήμασι τὰς εὐθύνας ἐπάγειν ἀπαραιτήτους. καὶ ἵνα μὴ πάντα λέγωμεν τῶν βραδέως τιμωρουμένων κατατρέχοντες· 〈οὐκοῦν〉 κἀκεῖνο δεῖ
10σκοπεῖν, ὅτι συμμιγοῦς τῆς ἀνθρωπίνης ζωῆς οὔσης καὶ πολλαχοῦ μεγάλα μὲν ἁμαρτανούσης, ἐχούσης δέ τι μέγεθος καὶ πρὸς τὰ μεγάλα κατορθοῦν κατὰ φύσιν—τῶν γὰρ μεγάλων φύσεων ἑκάτερον, 〈ὥς φησιν αὐτόσ〉· εἰκὸς τὴν πρόνοιαν καὶ διὰ ταῦτα μηχανᾶσθαι τὴν ἐπὶ τοῖς ἁμαρτήμασιν ἀναβολὴν τῆς κολάσεως, ἵνα μὴ ταπεινωθεῖσαι ταῖς κολά‐
15σεσιν, ἀλλὰ χρησάμεναι τῷ μεγέθει τῆς φύσεως μεγάλα καὶ κατορθώσωσι, καὶ διὰ τὴν ἐκείνων κατόρθωσιν προσλάβωσιν ἣν οὐκ εἶχον ἐπιτηδειό‐ τητα τῆς ἐπὶ τοῖς μεγάλοις ἁμαρτήμασι καθάρσεως; ἕπεται γὰρ ἀμ‐ φοτέροις ἃ δεῖ, τοῖς μὲν ἀγαθῶν προσθέσεις, τοῖς δὲ οἷον τομαὶ καὶ καύσεις τῶν ἰατρῶν. εἰ οὖν καὶ παρ’ Αἰγυπτίοις νόμος ἦν, τὴν ἐγκύμονα θανάτου
20κριθεῖσαν ἀξίαν μέχριπερ ἂν τέκῃ μὴ θανατοῦν, τί θαυμαστὸν τὴν πρό‐ νοιαν τοὺς θανάτων ἄξια πλημμελήσαντας, δυναμένους δὲ τεκεῖν οὐ τὰς τυχούσας πράξεις, ἀλλ’ ὑπερφυεῖς δή τινας ἅτε φύσει μεγάλη χρωμέ‐ νους, φυλάττειν εἰς ἐκείνας, ἀλλ’ οὐχὶ ἐπάγουσαν τοὺς ὑπὲρ τῶν ἁμαρ‐ τημάτων θανάτους κωλύειν τὰς τῶν πράξεων κατορθώσεις; καὶ πολύς
25〈σοι καὶ ἐν〉 τούτοις ἀπὸ τῶν ἱστορημένων εἰς τὴν τούτων πίστιν ἥξει
κατάλογος. ———91
33τί δὴ οὖν ἄτοπον τὴν πρόνοιαν ἐπί τινων διὰ ταύτας τὰς αἰτίας περι‐ μένειν τὰς τῶν μεγάλων φύσεων κατορθώσεις καὶ χρονίαν ἐπάγειν ἐπ’
35αὐταῖς τὴν ἐπὶ τοῖς ἁμαρτήμασι κόλασιν, μὴ ἀφαιρουμένην τῷ τάχει τῆς δίκης τοὺς μεγάλα πράξαντας κακὰ τοῦ καὶ μεγάλα πρᾶξαι ἀγαθά, καθάπερ ἀπεχθομένην πρὸς αὐτούς, ἀλλ’ οὐκ ἐπειγομένην πρὸς ἑαυτὴν ἐπιστρέφειν αὐτοὺς καὶ πεπτωκότας ἀνορθοῦν;

57

Καὶ μὴν καὶ κατ’ ἄλλον λόγον ἄν τις τὴν τῆς προνοίας κρίσιν ἀγασθείη, τοῦτον δὴ τὸν χρόνον διασκεψάμενος ὅσος ἐστίν, οὐ παρ’ ἡμῖν ἀμυδρὸν βλέπουσιν, καὶ τὸν 〈τῆς γενέσεωσ〉 τόπον ἡλίκος· σμικρὸς γὰρ ἑκάτερος· καὶ ὁ μέχρι γήρως 〈τοσοῦτοσ〉 παρ’ ἐκείνῃ, καὶ οὐ παρ’
5ἐκείνῃ μόνον, ἀλλὰ καὶ παρὰ ταῖς 〈ἔξω τῆς γενέσεωσ〉 ψυχαῖς, ὅσος ὁ παρ’ ἡμῖν ἀδιαίρετος χρόνος· καὶ ὁ τόπος οὗτος ἐν ᾧ ζῶμεν σώματα περιφέροντες πάνσμικρος εἰς τὴν τῶν μεγάλων ἁμαρτημάτων τιμωρίαν. τὰ δὲ τῆς τίσεως δεσμωτήρια καὶ οἱ ἐν Ἅιδου τόποι πολλοὶ δή τινες καὶ ἀπεριήγητοι, καὶ τὰ μεγέθη τῶν τιμωριῶν ἀνυπέρβλητα πᾶσι τοῖς
10ὁπωσοῦν ἐκεῖ γενομένοις. εἰ οὖν καὶ ὁ χρόνος τῆς ἀνθρωπίνης ζωῆς πρὸς τὸν τῆς προνοίας ὀφθαλμὸν καὶ ὁ τόπος οὗτος εἰς κόλασιν τὸ μηδέν ἐστι, καὶ διὰ ταῦτα καταφρονεῖσθαι εἰκὸς ἑκάτερον, καὶ βλέπειν τὴν ἀναβολὴν τοῦ χρόνου εἰς τὴν μετάστασιν τὴν ἀπὸ τῶν ἐλαττόνων ἐπὶ τὰ μείζονα δικαιωτήρια τῶν δεομένων μεγάλων ποινῶν, καὶ τὴν
15ἀπὸ τοῦ τόπου τοῦ μετὰ τῶν τιμωριῶν καὶ εὐπαθείας τινὰς ἔχοντος εἰς τὸν χῶρον τῶν τιμωριῶν μόνων· ἵνα κἀν τούτῳ τῷ βραχεῖ χρόνῳ τὴν δίκην ἐπικρεμαμένην ἔχοντες νύττουσαν ἀφανῶς, ἀνεγείρουσαν τὰς ἐν αὐτοῖς φαντασίας τῶν ἁμαρτημάτων ἔν τε ὕπνοις καὶ ἐγρηγόρσεσι,
καὶ ἐλέγχουσαν αὐτοὺς παρ’ ἑαυτῶν δυσφορῶσι· καὶ ἐν ἑαυτοῖς τὸ93
20δικαστήριον ὧν ἔπραξαν ἔχοντες δειμαίνωσι· καὶ μετὰ τοῦτο ... αἴ‐ σθωνται καὶ ἐν τόποις, ἐν οἷς ἔρημοι τῶν ὁπωσοῦν εὐφραίνειν δυναμένων εἰσί. πᾶς γὰρ ὁ ἀδικήσας εὐθὺς ὑποβέβληται τῇ δίκ, καὶ τὸ γλυκὺ τῆς ἀδικίας ὥσπερ δέλεαρ καταπιών [Plut. vind. 554F], ἀγχόμενος τὸν λοιπὸν διατελεῖ χρόνον τοῖς τῆς κολάσεως ἐν τῷ ζῆν
25προοιμίοις τὴν κόλασιν μελετῶν· διὰ γὰρ τὸ μέγεθος τῆς τιμωρίας οὐκ ἀθρόα γίνεται προσβολή, τὰ δὲ κατεξανιστάμενα δείματα τῆς ψυχῆς πρόδρομα τῶν μεγίστων αὐτοῖς μεμηχάνηται 〈παθημάτων〉. φασὶ γὰρ καὶ Ἀπολλόδωρον ... ὁρᾶν ἐκδερόμενον ἑαυτὸν καὶ καθεψόμενον ..., τὴν δὲ καρδίαν ἐκ τοῦ λέβητος ὑποφθεγγο‐
30μένην ἐγώ σοι τούτων αἰτία‘ [Plut. vind. 555 B]· οἱ δὲ Πτολε‐ μαίου τοῦ Κεραυνοῦ φίλοι καλούμενον αὐτὸν ἑώρων ἐπὶ δίκην ὑπὸ Σελεύκου, γυπῶν καὶ λύκων δικαζόντων [ib. 555 B]. 〈τοιαῦτα〉 ... τῶν ἐπηρτημένων κολάσεων, ἐπιφερομένων κατὰ πρό‐ θεσιν τοῖς ἑαυτῶν ἁμαρτήμασι.
35Τοῦτο μὲν οὖν μόγις ὥσπερ κῦμα διενηξάμεθα.

58

Μετὰ δὲ τοῦτο σκοπῶμεν ἔννατον———, πῶς τῶν ἁμαρτόν‐ των ἄλλων ὄντων, οἷον πατέρων ἢ καὶ τῶν ἀνωτέρω τούτων, εἰς τοὺς ἀπογόνους λέγεται χωρεῖν ἡ δίκη ...· εἰ μὲν ἔδοσαν ἐκεῖνοι τὴν τῶν ἁμαρτημάτων δίκην, περιττὸν καὶ γελοῖον τὴν πρόνοιαν ἄλλην ἔτι
5τοῖς μετ’ ἐκείνους διαμηχανᾶσθαι τιμωρίαν, ὥσπερ οὐδὲν ἄλλο βουλο‐ μένην ἢ τῶν εἰς ἀνθρώπους τιμωριῶν ἐμφορεῖσθαι· εἰ δ’ ἐπὶ τῶν ἁμαρ‐ τόντων ἀφεῖσα τὴν ποινήν, ἐπ’ ἄλλους αὐτὴν μετατίθησι τοὺς μὴ ἁμαρ‐ τόντας, οὐ διαφεύγει τὸ ἀδικεῖν, τὸν μὲν ἀδικοῦντα περιορῶσα, τῷ δὲ μὴ ἀδικήσαντι τὴν τοῦ ἀδικήσαντος ἐπάγουσα δίκην.
11Τὸ δὲ προγονικῶν ἁμαρτημάτων δίκας τίνειν τινάς———95

59

(20)

——— 〈Εἰ οὖν, ὡς δέδεικται, ζῶον ἕν ἐστι καὶ πόλις ἑκάστη καὶ γένος ἕκαστον〉, τί θαυμάζομεν, εἰ τὰ τῶν προγόνων καὶ μέχρι τῶν ἀπογόνων ἐκδίδοται, καὶ ... τῶν ἐν ἄλλοις χρόνοις πραχθέντων, ἢ ἀμεινόνων ἢ χειρόνων, ἐν ἄλλοις ἔχει τὴν ἀμοιβήν; οὐ γὰρ μόνον ἕκαστον ἡμῶν ἀφ’ ὧν ἔπραξεν ἐν ἄλλῳ χρόνῳ τὸν καρπὸν ἔχοντα καὶ δεχόμενον
25τὴν δίκην ἡ πρόνοια δείκνυσιν, ἀλλὰ καὶ ... τὸ γένος ὡς ἕν ..., οὐκ ἀμεληθέντων μὲν οὐδὲ τῶν πρώτων πραξάντων—οὐδὲ γὰρ θέμις τὶ παρορᾶσθαι, προνοίας οὔσης· καὶ τῶν 〈ὑστέρων〉 δὲ διά τε τὴν πρὸς
ἐκείνους ὡς ἀρχηγέτας συμπάθειαν καὶ τὴν μετ’ αὐτῶν ὡς εἰς ἓν ζῶον τέλεσιν παραδεχομένων τὴν ἀπ’ ἐκείνων καθήκουσαν μοῖραν· γεγόνασι97
30γὰρ ἐξ ἐκείνων ..., ὥστ’ εἰκότως καὶ τιμῶνται ἢ κολάζονται δι’ ἐκείνους. εἰ δὲ πάντων ἑνὸς ὄντων μερῶν καὶ ἄλλων ἄλλοις συνηρτημένων μὴ οἱ ἐγγύς, ἀλλ’ οἱ πορρώτερον τῶν ὁμοίων τοῖς ἔμπροσθεν τυγχάνουσιν, οὐδὲν οἶμαι θαυμαστόν· οὐδὲ γὰρ τῶν μερῶν πάντων ἡ αὐτὴ πρὸς πάντα ὁμοιότης, ἀλλὰ τῶν μὲν μείζων, τῶν δὲ ἐλάττων, οὐδὲ λόγος
35ὁ αὐτός, ἀλλ’ ὁ μὲν μᾶλλον συνδέων, ὁ δὲ ἧττον· καὶ ταῦτα οὐχὶ τοῖς ἐγγὺς ἔχει τὸ μεῖζον ἢ τὸ μᾶλλον· οὐδὲν γοῦν κωλύει τὰ πορρώτερον μᾶλλον τῶν ἐγγύτερον ὁμοιοῦσθαι. καὶ ταῦτα καὶ ἀπὸ τῶν ἰατρικῶν ἔργων δῆλα· τῶν γοῦν ἰσχίων νοσούντων οὐ τὰ ἐγγὺς, ἀλλὰ τὸν ἀντίχειρα καίουσι καὶ τοῦ ἥπατος ὑπούλου γεγονότος τὸ
40ἐπιγάστριον ἀμύσσουσι καὶ τῶν βόων τῶν χηλῶν μαλακιών‐ των προσαλείφουσιν ... τὰ κέρατα [cf. Plut. vind. 559 E/F]. μέλλει γὰρ αὐτοῖς οὐ διὰ τῶν ἐγγύς, ἀλλὰ διὰ τῶν συμπαθῶν δρᾶν εἰς τὰ δεόμενα τῆς ἰάσεως. οἵ τε οὖν πρῶτοι πλημμελήσαντες πάντως ἔδοσαν τὴν ἐπὶ τοῖς ἁμαρτήμασι δίκην———· καὶ οὐδὲ οὗτοι πά‐
45σχουσιν ἀδίκως, ἀλλ’ ὄντες τῶν ἐγγύτερον μᾶλλον κἀκείνοις ἐοικότες, ἀπὸ τῆς ὁμοίας ζωῆς καὶ συμπαθοῦς τῶν ὁμοίων τυγχάνουσιν ἐκ τῆς
προνοίας.99

60

(18)

———Καὶ γὰρ ἐν τοῖς βίοις ἡμῶν δράματι μὲν ἀνάλογον ἡ σύμπασα τοῦ γένους περίοδος, τῷ δὲ ποιητῇ τοῦ τοιούτου δράματος
20ἡ εἱμαρμένη, τοῖς δὲ εἰς τὸ δρᾶμα τελοῦσιν ... αἱ ἄλλαι καὶ ἄλλαι ψυχαί, πληροῦσαι τὴν εἱμαρτὴν ταύτην σκηνήν. ———
23ἀθλοθετεῖ δὲ ἡ πρόνοια ταῖς ψυχαῖς καὶ τιμᾷ δι’ ἄλλας ἄλλας, καὶ ἀτιμάζει διὰ τὴν ὁμοιότητα τῆς ζωῆς. ———

61

Τὸ δὲ καὶ δι’ ἄλλας ἄλλας κολάζεσθαι δοκεῖ μὲν εἶναι θαυμαστόν, ἔστι δὲ καὶ τοῦτο λόγον ἔχον διὰ τήν, ὡς εἴρηται, τῆς ζωῆς ὑποφυο‐ μένην ὁμοιότητα, τῆς προνοίας οἷον φυτοῦ τινὰ ῥίζαν πονηρὰν ἐκ‐ κοπτούσης, ἣν ἐκείνῃ προϊδεῖν ῥᾴδιον. καὶ γὰρ τοῖς σκορπίοις συναπο‐
5γεννᾶται τὸ κέντρον καὶ ταῖς ἐχίδναις ὁ ἰός· καὶ ἡμεῖς μὲν πληγέντες ὑπ’ αὐτῶν γινώσκομεν τίς ὁ ἰὸς καὶ τί τὸ κέντρον· ἔστι δὲ ἐν τῷ παντὶ τὸ γινῶσκον ταῦτα καὶ πρὸ τῆς πληγῆς. τὸν αὐτὸν οὖν καὶ ἡ πρόνοια τρόπον τὰς ἐνούσας κῆρας ταῖς ψυχαῖς συγγενεῖς ὁρῶσα τῶν ἁμαρ‐ τόντων πρώτων, φέρει ἐπ’ αὐτὰς τὴν τιμωρίαν, κἂν μὴ πράξωσιν ἅπερ
10ἐκεῖνοι, τὴν φύσιν ὁμοίαν ἐχούσας, προαναιροῦσα τὴν κακίαν ὥσπερ ἐπίληψιν ὑποφυομένην. ὡς γὰρ ἀκροχορδόνες καὶ μελάσματα καὶ φακοὶ πατέρων ἐν παισὶν ... ἀφανισθέντες ἀνέκυψαν ἐν τοῖς τούτων ἐκγόνοις [Plut. vind. 563 A], οὕτω καὶ ἠθῶν ἰδιότητες ἀναβλαστάνουσιν ἐν τοῖς πολλοστοῖς, ἃς ἄλλοις μὲν ἀγνώστους εἶναι,101
15τῷ ἑνὶ δὲ τῷ πάντα γινώσκοντι καὶ γινώσκειν 〈δοτέον〉 καὶ προαφανίζειν· δηλοῦν δὲ τὴν ὁμοιότητα διὰ τοῦ δοκεῖν ἐκείνοις τίνειν δίκας τοῖς ὑπ’ ἐκείνων ἡμαρτημένοις ἀκολουθούσας. καὶ τοῦτο μὲν οὖν διὰ τούτων ἔστω δῆλον. ———

62

Τέλος δὲ ἤδη τῶν ἀπορημάτων προσθήσω δέκατον καὶ αὐτόν, ὥς φασι τὸν κολοφῶνα [cf. Plut. vind. 549 D/E]. Τῆς γὰρ προ‐ νοίας, 〈ὡς εἴρηται〉, τῷ πολυυμνήτῳ ἑνὶ πάντα γινωσκούσης καὶ εἰς τὸ ἀγαθὸν ἀναγούσης, πῶς καὶ ἄγγελοι προνοεῖν λέγονται καὶ ...
5ψυχαί; ———103

64

(10)

———Καὶ γὰρ ἐν ἡμῖν ἔγκειταί τι κρύφιον τοῦ ἑνὸς ἴχνος, 〈ὃ καὶ τοῦ ἐν ἡμῖν νοῦ ἐστι θειότερον〉, εἰς ὃ καὶ τελέσασα ψυχὴ καὶ ἱδρύσασα ἑαυτήν, ἔνθεός ἐστι καὶ ζῇ τὴν θείαν ζωὴν καθ’ ὅσον θέμις αὐτῇ.

65

Οἱ μὲν 〈δὴ〉 θεοὶ προνοοῦσι πάντων———. ἄγγελοι δὲ καὶ δαίμονες καὶ ἥρωες καθ’ ὅσον ἔχουσί τι σπέρμα τοῦ ἑνὸς καὶ αὐτοὶ προνοοῦσιν, οὐ καθ’ ὅσον ζῶντες ἢ νοοῦντες εἰσί———.
6ψυχῆς γὰρ τὸ κινεῖν, νοῦ δὲ τὸ γινώσκειν ἴδιον———
8τὸ δὲ προνοεῖν τοῦ ἐν αὐτοῖς ἐστιν ἑνός, καθ’ ὃ γὰρ 〈μιμοῦνται〉 τοὺς θεούς, κατὰ τοῦτο δὴ συμπρονοοῦσιν αὐτοῖς· τὸ γὰρ πρώτως προνοοῦν
10θεός, διότι καὶ τὸ πρώτως ἀγαθόν. ψυχαὶ δὲ μετὰ τούτους, ὅταν τῷ ἀγαθῷ ἐνιδρυνθῶσιν, ἐνθέως τε ἐνεργοῦσι καὶ μετὰ τῶν θεῶν προνοοῦσι 〈καὶ μετὰ τῶν κρειττόνων ἡμῶν γενῶν〉 ἀσχέτως, 〈ὧν καὶ ἐκεῖνοι〉· καὶ αὐτῶν ἡ πρόνοια οὐκ ἐν λογισμοῖς στοχαστικοῖς τῶν ἐσομένων ὥσπερ τῶν ἐνταῦθα πολιτικῶν, ἀλλ’ ἐν τῷ ἑνὶ 〈τῷ ψυχικῷ〉 στάσιν
15λαβοῦσαι καὶ διὰ τοῦτο περιλαμφθεῖσαι τῷ ἑνιαίῳ φωτὶ τῶν θεῶν ὁρῶσιν ἀχρόνως τὰ ἐν χρόνῳ, καὶ ἀδιαιρέτως τὰ διαιρετά, καὶ τὰ ἐν τόπῳ πάντα ἄνευ τόπου, καὶ εἰσὶν οὐχ ἑαυτῶν, ἀλλὰ τῶν ἐλλαμπόντων. καὶ ψυχαῖς μὲν τοῦτο ποτὲ συμβαίνει τὸ πάθος· τοῖς δὲ ἀγγέλοις πρὸ αὐτῶν 〈καὶ τοῖς ἄλλοις γένεσιν〉 ἀεὶ πάρεστι· διὸ καὶ ἀεὶ προνοοῦσι κρειτ‐
20τόνως ἢ κατὰ λογισμὸν ἐνεργοῦντες, οὐκ ἐφεπόμενοι τοῖς γινομένοις, ἀλλὰ πάντα ὁρῶντες κατὰ τὸ ἐν τοῖς θεοῖς κατ’ αἰτίαν ἕν, ..., τῆς τοιαύτης ἐνεργείας ὕφεσιν οὐκ ἔχοντες. τῶν μὲν οὖν ψυχῶν τῷ ἀεὶ
προνοεῖν διαφέρουσιν, ὡς εἴπομεν· αὐτῶν δὲ ὧν εἰσιν ὀπαδοὶ θεῶν τῷ 〈οὐ καθ’ ὅλους ἑαυτοὺς προνοεῖν, ἀλλὰ κατὰ τὸ θειότατον ἑαυτῶν〉 καὶ καθ’ ὃ105
25συνήνωνται τοῖς θεοῖς. ἐκείνων μὲν γὰρ ἕκαστος ἕν· τούτων δὲ ἕκαστος ἑνοειδής· ἔχων οὖν τι καὶ ἄλλο παρὰ τὸ ἕν, τῷ μὲν ἑνὶ μιμεῖται τὸν 〈πρὸ αὑτοῦ〉 θεόν, οὗ καὶ ἐξήρτηται· τῷ δὲ ἄλλῳ κατ’ ἄλλην ἐνέργειαν ζῇ· καὶ ἔστι κατὰ μὲν τὸ ἓν ἡ ὕπαρξις ἡ ἑκάστου, κατὰ δὲ τὸ οὐχ ἓν τὸ ὂν τὸ ἐν αὐτοῖς, οὗ ἡ ὕπαρξις.

66

——— 〈Ἐν πᾶσι δὲ τὸ πρώτιστον〉 ὡς δυνάμεως πάσης, οὕτω καὶ προνοίας κρείττων———, ὡς πᾶσιν ἐφετὸν καὶ οὗ ἕνεκα πάντα καὶ
ὡς αἴτιον προνοίας. ———107