TLG 4036 011 :: PROCLUS :: In primum Euclidis elementorum librum commentarii

PROCLUS Phil., Diadochus
(Atheniensis: A.D. 5)

In primum Euclidis elementorum librum commentarii

Source: Friedlein, G. (ed.), Procli Diadochi in primum Euclidis elementorum librum commentarii. Leipzig: Teubner, 1873: 3–436.

Citation: Page — (line)

in Euc
.

3

(t)

PROLOGI PARS PRIOR.
1 Τὴν μαθηματικὴν οὐσίαν οὔτε τῶν πρωτίστων ἐν τοῖς οὖσι γενῶν οὔτε τῶν ἐσχάτων εἶναι καὶ παρὰ τὴν ἁπλῆν διῃρημένων, ἀναγκαῖον, ἀλλὰ τὴν μέσην χώραν ἀπειληφέναι τῶν τε ἀμερίστων καὶ ἁπλῶν καὶ
5ἀσυνθέτων καὶ ἀδιαιρέτων ὑποστάσεων καὶ τῶν μερι‐ στῶν καὶ ἐν συνθέσεσιν παντοίαις καὶ ποικίλαις διαι‐ ρέσεσιν ἀφωρισμένων. τὸ μὲν γὰρ ἀεὶ κατὰ ταὐτὰ ἔχον καὶ μόνιμον καὶ ἀνέλεγκτον τῶν περὶ αὐτὴν λό‐ γων ὑπερανέχουσαν αὐτὴν ἀποφαίνει τῶν ἐν ὕλῃ φε‐
10ρομένων εἰδῶν, τὸ δὲ διεξοδικὸν τῶν ἐπιβολῶν καὶ τὸ ταῖς διαστάσεσι τῶν ὑποκειμένων προσχρώμενον καὶ τὸ ἀπ’ ἄλλων ἀρχῶν ἄλλα προκατασκευάζον καταδε‐ εστέραν αὐτῇ δίδωσι τάξιν τῆς ἀμερίστου καὶ ἐν αὑτῇ τελείως ἱδρυμένης φύσεως. διόπερ οἶμαι καὶ ὁ Πλά‐
15των τὰς γνώσεις διῄρει τῶν ὄντων ταῖς τε πρώταις καὶ μέσαις καὶ τελευταίαις ὑποστάσεσι καὶ τοῖς μὲν
ἀμερίστοις τὴν νοητὴν ἀπεδίδου τὴν ἀθρόως καὶ μετὰ3
in Euc
.

4

ἁπλότητος διαιροῦσαν τὰ νοητὰ καὶ τῇ τε ἀϋλίᾳ καὶ τῇ καθαρότητι καὶ τῇ ἑνοειδεῖ προσβολῇ καὶ ἐπαφῇ τῶν ὄντων τὰς ἄλλας ὑπεραίρουσαν γνώσεις, τοῖς δὲ μεριστοῖς καὶ φύσιν ἐσχάτην λαχοῦσι καὶ αἰσθητοῖς
5ἅπασι τὴν δόξαν ἀμυδρᾶς ἀληθείας ἀντιλαμβανομέ‐ νην, τοῖς δὲ μέσοις, οἷα δή ἐστι τὰ τῆς μαθηματικῆς εἴδη, καὶ τῆς τε ἀμερίστου φύσεως ἀπολειπομένοις καὶ τῆς μεριστῆς ὑπεριδρυμένοις τὴν διάνοιαν. καὶ γὰρ αὕτη νοῦ μέν ἐστι δευτέρα καὶ τῆς ἀκροτάτης ἐπιστή‐
10μης, δόξης δὲ τελειοτέρα καὶ ἀκριβεστέρα καὶ καθα‐ ρωτέρα. διεξοδεύει μὲν γὰρ καὶ ἀναπλοῖ τοῦ νοῦ τὴν ἀμετρίαν καὶ ἀνελίσσει τὸ συνεσπειραμένον τῆς νοερᾶς ἐπιβολῆς, συνάγει δὲ αὖ πάλιν τὰ διῃρημένα καὶ ἀναφέρει πρὸς τὸν νοῦν. ὥσπερ οὖν αἱ γνώσεις
15ἀπ’ ἀλλήλων διεστήκασιν, οὕτω δὴ καὶ τὰ γνωστὰ διακέκριται φύσει, καὶ τὰ μὲν νοητὰ πάντων ὑπερ‐ ήπλωται ταῖς ἑνοειδέσιν ὑπάρξεσι, τὰ δὲ αἰσθητὰ τοῖς πᾶσιν ἀπολείπεται τῶν πρώτων οὐσιῶν. τὰ δὲ μαθη‐ ματικὰ καὶ ὅλως τὰ διανοητὰ μέσην κεκλήρωται τάξιν,
20τῶν μὲν τῇ διαιρέσει πλεονάζοντα, τῶν δὲ τῇ ἀϋλίᾳ προέχοντα, καὶ τῶν μὲν τῇ ἁπλότητι λειπόμενα, τῶν δὲ τῇ ἀκριβείᾳ προυπάρχοντα καὶ τρανεστέρας μὲν ἐμφάσεις ἔχοντα τῶν αἰσθητῶν τῆς νοητῆς οὐσίας,
εἰκόνες δὲ ὅμως ὄντα καὶ μεριστῶς μὲν τὰ ἀμέριστα,4
in Euc
.

5

πολυειδῶς δὲ μονοειδῆ παραδείγματα τῶν ὄντων ἀπο‐ μιμούμενα καὶ ὡς συλλήβδην εἰπεῖν ἐν προθύροις μὲν τεταγμένα τῶν πρώτων εἰδῶν καὶ ἐκφαίνοντα τὴν ἡνωμένην καὶ ἀμερῆ καὶ γόνιμον ἐκείνων ὕπαρξιν,
5οὔπω δὲ ἄρα τοῦ μερισμοῦ καὶ τῆς συνθέσεως τῶν λόγων ὑπερέχοντα καὶ τῆς προσηκούσης ταῖς εἰκόσιν ὑποστάσεως, οὐδὲ ὑπερδράμοντα τὰς ποικίλας καὶ διεξοδικὰς τῆς ψυχῆς νοήσεις καὶ αὐταῖς συναρμο‐ σθέντα ταῖς ἁπλαῖς καὶ ὕλης ἁπάσης καθαρευούσαις
10γνώσεσιν. Ἡ μὲν δὴ μεσότης τῶν μαθηματικῶν γενῶν τε καὶ εἰδῶν τοιαύτη νοείσθω, πρός γε τὸ παρὸν τὸ με‐ ταξὺ συμπληροῦσα τῶν τε παντελῶς ἀμεριστῶν οὐ‐ σιῶν καὶ τῶν περὶ τὴν ὕλην μεριστῶν γινομένων· τὰς
15δὲ ἀρχὰς τῆς μαθηματικῆς ὅλης οὐσίας ἐπισκοποῦντες ἐπ’ αὐτὰς ἄνιμεν τὰς διὰ πάντων τῶν ὄντων διηκού‐ σας ἀρχὰς καὶ πάντα ἀφ’ ἑαυτῶν ἀπογεννώσας, λέγω δὲ τὸ πέρας καὶ τὸ ἄπειρον. ἐκ γὰρ τούτων τῶν δύο πρώτων μετὰ τὴν τοῦ ἑνὸς ἀπεριήγητον καὶ τοῖς ἅπα‐
20σιν ἄληπτον αἰτίαν ὑπέστη τά τε ἄλλα πάντα καὶ ἡ τῶν μαθημάτων φύσις, ἐκείνων μὲν ἀθρόως πάντα παραγουσῶν καὶ ἐξῃρημένως, τῶν δὲ προϊόντων ἐν μέτροις τοῖς προσήκουσι καὶ τάξει τῇ πρεπούσῃ τὴν πρόοδον καταδεχομένων, καὶ τῶν μὲν πρώτων, τῶν
25δὲ μέσων, τῶν δὲ τελευταίων ὑφισταμένων. τὰ μὲν5
in Euc
.

6

γὰρ νοητὰ γένη κατὰ τὴν ἑαυτῶν ἁπλότητα πρώτως μετέχει τοῦ πέρατος καὶ τοῦ ἀπείρου διὰ μὲν τὴν ἕνωσιν καὶ τὴν ταυτότητα καὶ τὴν μόνιμον ὕπαρξιν καὶ σταθερὰν τοῦ πέρατος ἀποπληρούμενα, διὰ δὲ
5τὴν εἰς πλῆθος διαίρεσιν καὶ τὴν γεννητικὴν περι‐ ουσίαν καὶ τὴν θείαν ἑτερότητα καὶ πρόοδον τῆς ἀπειρίας ἀπολαύοντα. τὰ δὲ μαθηματικὰ πέρατος μέν ἐστιν ἔκγονα καὶ ἀπειρίας, ἀλλ’ οὐ τῶν πρωτίστων μόνων οὐδὲ τῶν νοητῶν καὶ κρυφίων ἀρχῶν, ἀλλὰ
10καὶ τούτων, αἳ προῆλθον μὲν ἀπ’ ἐκείνων εἰς δευτέ‐ ραν τάξιν, ἀπογεννᾶν δὲ μετ’ ἀλλήλων ἐξαρκοῦσι τοὺς μέσους διακόσμους τῶν ὄντων καὶ τὴν ἐν αὐτοῖς ποικιλίαν, ὅθεν δὴ καὶ ἐν τούτοις προέρχονται μὲν εἰς ἄπειρον οἱ λόγοι, κρατοῦνται δὲ ὑπὸ τῆς πέρατος
15αἰτίας. ὅ τε γὰρ ἀριθμὸς ἀπὸ μονάδος ἀρξάμενος ἄπαυστον ἔχει τὴν αὔξησιν, ἀεὶ δὲ ὁ ληφθεὶς πεπέ‐ ρασται, καὶ ἡ τῶν μεγεθῶν διαίρεσις ἐπ’ ἄπειρον χω‐ ρεῖ, τὰ δὲ διαιρούμενα πάντα ὥρισται, καὶ κατ’ ἐνέρ‐ γειαν πεπέρασται τὰ μόρια τοῦ ὅλου. καὶ τῆς μὲν
20ἀπειρίας οὐκ οὔσης τά τε μεγέθη πάντα σύμμετρα ἂν ἦν καὶ οὐδὲν ἄρρητον οὐδὲ ἄλογον, οἷς δὴ δοκεῖ δια‐ φέρειν τὰ ἐν γεωμετρίᾳ τῶν ἐν ἀριθμητικῇ, καὶ οἱ ἀριθμοὶ τὴν γόνιμον τῆς μονάδος δύναμιν οὐκ ἂν ἐδύναντο δεικνύναι οὐδὲ ἂν πάντας εἶχον τοὺς λό‐
25γους ἐν ἑαυτοῖς τῶν ὄντων, οἷον τοὺς πολλαπλασίους ἢ τοὺς ἐπιμορίους. πᾶς γὰρ ἀριθμὸς ἐξαλλάττει τὸν
λόγον πρὸς τὴν μονάδα καὶ τὸν πρὸ αὐτοῦ γενόμενον6
in Euc
.

7

ἐξεταζόμενος. τοῦ δὲ πέρατος ἀναιρεθέντος συμμετρία τε καὶ κοινωνία λόγων καὶ ταυτότης εἰδῶν καὶ ἰσότης καὶ ὅσα τῆς ἀμείνονός ἐστι συστοιχίας οὐκ ἄν ποτε ἐν τοῖς μαθήμασιν ἐφαίνετο, οὐδ’ ἂν ἐπιστῆμαι τῶν
5τοιούτων ἦσαν οὐδὲ καταλήψεις μόνιμοι καὶ ἀκριβεῖς. δεῖ τοίνυν ἀμφοτέρων τῶν ἀρχῶν ὥσπερ τοῖς ἄλλοις γένεσι τῶν ὄντων οὕτω δὴ καὶ τοῖς μαθηματικοῖς. τὰ δὲ ἔσχατα καὶ ἐν ὕλῃ φερόμενα καὶ ὑπὸ τῆς φύσεως διαπλαττόμενα πάντως αὐτόθεν ἀμφοῖν μετέχοντα κα‐
10ταφαίνεται, τοῦ μὲν ἀπείρου κατὰ τὴν ὑποκειμένην αὐτοῖς ἕδραν τῶν εἰδῶν, τοῦ δὲ πέρατος κατὰ τοὺς λόγους καὶ τὰ σχήματα καὶ τὰς μορφάς. Ἀλλ’ ὅτι μὲν ἀρχαὶ καὶ τῶν μαθημάτων αὗται προεστήκασιν, αἳ καὶ τῶν ὄντων ἁπάντων, φανερόν.
15ὥσπερ δὲ τὰς κοινὰς ἀρχὰς αὐτῶν τεθεωρήκαμεν καὶ διὰ πάντων διηκούσας τῶν μαθηματικῶν γενῶν, οὕτω δὴ καὶ τὰ κοινὰ αὐτῶν θεωρήματα καὶ ἁπλᾶ καὶ τῆς μιᾶς ἐπιστήμης ἔγγονα τῆς πάσας ὁμοῦ τὰς μαθηματι‐ κὰς γνώσεις ἐν ἑνὶ ἐπεχούσης ἀναλογισώμεθα, καὶ
20ὅπως ἐφαρμόττει πάσαις καὶ δύναται καὶ ἐν ἀριθμοῖς καὶ ἐν μεγέθεσι καὶ ἐν κινήσεσι θεωρεῖσθαι σκοπή‐ σωμεν. τοιαῦτα δέ ἐστι τά τε τῶν ἀναλογιῶν καὶ τὰ τῶν συνθέσεων καὶ διαιρέσεων καὶ τῶν ἀναστροφῶν καὶ ἐναλλαγῶν, ἔτι δὲ τὰ τῶν λόγων πάντων οἷον
25πολλαπλασίων καὶ ἐπιμορίων [καὶ] ἐπιμερῶν καὶ τῶν τούτοις ἀντικειμένων καὶ ἁπλῶς τὰ περὶ τὸ ἴσον καὶ
ἄνισον καθόλου θεωρούμενα καὶ κοινῶς, οὐ καθόσον7
in Euc
.

8

ἐστὶν ἐν σχήμασιν ἢ ἀριθμοῖς ἢ κινήσεσιν, ἀλλ’ αὐτὸ καθ’ αὑτὸ τούτων ἑκάτερον φύσιν τινὰ ἔχον κοινὴν καὶ γνῶσιν ἑαυτοῦ παρεχόμενον ἁπλουστέ‐ ραν. καὶ μὴν καὶ τὸ κάλλος καὶ ἡ τάξις κοινὰ πάν‐
5των ἐστὶ τῶν μαθημάτων καὶ ἡ ἀπὸ τῶν γνωριμω‐ τέρων ὁδὸς ἐπὶ τὰ ζητούμενα καὶ ἡ ἐκ τούτων ἐπ’ ἐκεῖνα μετάβασις, ἃς δὴ καλοῦσιν ἀναλύσεις καὶ συν‐ θέσεις. ἥ τε ὁμοιότης καὶ ἡ ἀνομοιότης τῶν λόγων οὐδ’ ὁτιοῦν τῶν μαθηματικῶν γενῶν ἀπολείπουσιν.
10καὶ γὰρ σχήματα τὰ μὲν ὅμοια τὰ δὲ ἀνόμοια λέγο‐ μεν καὶ ἀριθμοὺς ὡσαύτως τοὺς μὲν ὁμοίους τοὺς δὲ ἀνομοίους. καὶ ὅσα κατὰ τὰς δυνάμεις ἀναφαίνεται πᾶσιν ὁμοίως προσήκει τοῖς μαθήμασι, τῶν μὲν δυνα‐ μένων τῶν δὲ δυναστευομένων. ἃ δὴ καὶ ὁ ἐν πολι‐
15τείᾳ Σωκράτης ταῖς μούσαις ὑψηλολογουμέναις ἀνέ‐ θηκεν, τὰ κοινὰ πάντων τῶν μαθηματικῶν λόγων ἐν πέρασιν ὡρισμένοις περιλαβὼν καὶ προστησάμενος ἐν τοῖς εἰρημένοις ἀριθμοῖς, ἀφ’ ὧν δὴ καὶ τὰ μέτρα τῆς τε εὐγονίας καὶ τῆς ἐναντίας πρὸς ταύτην ἀγονίας
20καταφαίνεται. Δεῖ δὲ ἄρα τὰ κοινὰ ταῦτα μήτε ἐν τοῖς πολλοῖς καὶ διῃρημένοις εἴδεσι πρώτως ὑφεστάναι νομίζειν, μήτε ὑστέρως καὶ ἐκ τῶν πολλῶν ἔχοντα τὴν γένεσιν, ἀλλ’ ὡς πρὸ αὐτῶν ἑστῶτα καὶ ἁπλότητι καὶ ἀκριβείᾳ
25διαφέροντα τίθεσθαι. διὰ γὰρ τοῦτο καὶ ἡ γνῶσις
αὐτῶν προηγεῖται τῶν πολλῶν γνώσεων καὶ δίδωσι8
in Euc
.

9

τὰς ἀρχὰς ἐκείναις, καὶ αἱ πολλαὶ περὶ αὐτὴν ὑφεστή‐ κασι καὶ ἐπ’ αὐτὴν ἀναφέρονται. λεγέτω γὰρ ὁ γεω‐ μέτρης, ὅτι τεττάρων ὄντων μεγεθῶν ἀνάλογον ἔσται καὶ τὸ ἐναλλάξ, καὶ δεικνύτω κατὰ τὰς οἰκείας ἀρχάς,
5αἷς ὁ ἀριθμητικὸς οὐκ ἄν ποτε χρήσαιτο, καὶ αὖ ὁ ἀριθμητικὸς, ὅτι τεττάρων ὄντων ἀριθμῶν ἀνάλογον ἔσται καὶ τὸ ἐναλλάξ, καὶ τοῦτο ἀπὸ τῶν τῆς οἰκείας ἐπιστήμης ἀρχῶν. τίς οὖν ὁ καθ’ ἑαυτὸν γνωρίζων τὸ ἐναλλὰξ εἴτε ἐν μεγέθεσιν εἴτε ἐν ἀριθμοῖς καὶ τὴν
10διαίρεσιν τῶν συγκειμένων μεγεθῶν ἢ ἀριθμῶν καὶ τὴν σύνθεσιν ὡσαύτως τῶν διῃρημένων; οὐ γὰρ δή που τῶν μὲν μεριστῶν εἰσὶν ἐπιστῆμαι καὶ γνώσεις, τῶν δὲ ἀΰλων καὶ τῆς νοερᾶς θεωρίας ἐγγυτέρω τε‐ ταγμένων οὐδὲ μίαν ἔχομεν ἐπιστήμην. ἀλλὰ πολλῷ
15πρότερον ἡ ἐκείνων γνῶσις ἐστὶν ἐπιστήμη καὶ ἀπ’ ἐκείνης αἱ πολλαὶ τοὺς κοινοὺς ὑποδέχονται λόγους καὶ μέχρι τοσούτου γνώσεων ἄνοδος ἀπὸ τῶν μερι‐ κωτέρων ἐπὶ τὰς ὁλικωτέρας, ἕως ἂν ἐπ’ αὐτὴν ἀνα‐ δράμωμεν τὴν τοῦ ὄντος, ᾗ ὄν ἐστιν, ἐπιστήμην. αὕτη
20γὰρ οὐ τὰ καθ’ αὑτὰ τοῖς ἀριθμοῖς ὑπάρχοντα σκο‐ πεῖν ἀξιοῖ, οὐδὲ τὰ κοινὰ πᾶσι τοῖς ποσοῖς, ἀλλὰ τῶν ὄντων ἁπάντων τὴν μίαν καὶ μόνην οὐσίαν καὶ ὕπαρ‐ ξιν θεωρεῖ, καὶ διὰ τοῦτο πασῶν ἐστὶ τῶν ἐπιστημῶν περιληπτικωτάτη καὶ πᾶσαι παρ’ ἐκείνης λαμβάνουσι
25τὰς ἀρχάς. ἀεὶ γὰρ αἱ ἀνωτέρω ταῖς ὑπ’ αὐτὰς παρ‐ έχουσι τὰς πρώτας τῶν ἀποδείξεων ὑποθέσεις, ἡ δὲ
τελειοτάτη τῶν ἐπιστημῶν ἁπάσαις ἀφ’ ἑαυτῆς ἐνδί‐9
in Euc
.

10

δωσι ταῖς μὲν ὁλικωτέρας ταῖς δὲ μερικωτέρας ἀρχάς· δι’ ὃ καὶ ὁ ἐν Θεαιτήτῳ Σωκράτης παιδιὰν σπουδῇ κε‐ ραννὺς περιστεραῖς μὲν ἀπεικάζει τὰς ἐν ἡμῖν ἐπιστή‐ μας. πέτεσθαι δὲ αὐτὰς φησὶν τὰς μὲν κατ’ ἀγέλας
5τὰς δὲ καὶ χωρὶς ἀπὸ τῶν ἄλλων. αἱ μὲν γὰρ κοινό‐ τεραι καὶ ὁλικώτεραι πολλὰς ἐν ἑαυταῖς περιέχουσι μερικωτέρας, αἱ δὲ τῶν διῃρημένων κατ’ εἴδη γνω‐ στῶν ἐφαπτόμεναι διεστήκασιν ἀλλήλων καὶ ἀσύναπτοι πρὸς ἀλλήλας εἰσὶν ἀπὸ διαφερουσῶν ὡρμημέναι τῶν
10πρώτων ἀρχῶν. μία τοίνυν ἐπιστήμη προτετάχθω τῶν πολλῶν ἐπιστημῶν καὶ μαθημάτων ἡ τὰ κοινὰ καὶ διὰ πάντων διήκοντα τῶν γενῶν γνωρίζουσα καὶ πάσαις ταῖς μαθηματικαῖς ἐπιστήμαις χορηγοῦσα τὰς ἀρχάς.
15 Καὶ μέχρι τοῦδε ἐν ἡμῖν ἡ περὶ αὐτῆς ἀφωρίσθω διδασκαλία. μετὰ δὲ τοῦτο τί ποτ’ ἂν εἴη τὸ κριτή‐ ριον τῶν μαθημάτων θεωρήσωμεν καὶ προστησώμεθα καὶ τῆς τούτου παραδόσεως ἡγεμόνα τὸν Πλάτωνα διαιρούμενον ἐν πολιτείᾳ χωρὶς μὲν τὰ γνωστὰ χωρὶς
20δὲ τὰς γνώσεις καὶ συζύγως ἀπονέμοντα τοῖς γνωστοῖς τὰς γνώσεις. τῶν γὰρ ὄντων τὰ μὲν νοητὰ θέμενος τὰ δὲ αἰσθητά, τῶν δ’ αὖ νοητῶν τὰ μὲν νοητὰ πάλιν τὰ δὲ διανοητά, καὶ τῶν αἰσθητῶν τὰ μὲν αἰσθητὰ τὰ δὲ εἰκαστά, τοῖς μὲν νοητοῖς, ἃ δὴ τῶν τεττάρων ἐστὶ
25γενῶν πρώτιστα, γνῶσιν ἐφίστησι τὴν νόησιν, τοῖς δὲ διανοητοῖς διάνοιαν, τοῖς δὲ αἰσθητοῖς πίστιν καὶ τοῖς εἰκαστοῖς εἰκασίαν. καὶ τοῦτον ἔχουσαν τὸν λό‐
γον ἀποφαίνει τὴν εἰκασίαν πρὸς τὴν αἴσθησιν, ὃν ἡ10
in Euc
.

11

διάνοια πρὸς τὴν νόησιν· ἥ τε γὰρ εἰκασία τὰ εἴδωλα γιγνώσκει τῶν αἰσθητῶν ἔν τε ὕδασι φανταζόμενα καὶ τοῖς ἄλλοις κατόπτροις ἐσχάτην πως ἐν εἴδεσιν ἔχοντα τάξιν καὶ εἰδώλων ὄντως εἴδωλα γεγονότα, καὶ
5ἡ διάνοια τὰς τῶν νοητῶν εἰκόνας θεωρεῖ τὰς ἀπὸ τῶν πρώτων καὶ ἁπλῶν καὶ ἀμεριστῶν εἰδῶν εἰς πλῆ‐ θος καὶ διαίρεσιν ὑποβάσας, δι’ ὃ καὶ ταύτης μὲν ἡ γνῶσις ἀπ’ ἄλλων ὑποθέσεων ἤρτηται πρεσβυτέρων, ἡ δὲ νόησις ἐπ’ αὐτὴν ἄνεισι τὴν ἀνυπόθετον ἀρχήν.
10εἰ τοίνυν τὰ μαθηματικὰ μήτε τὴν ἀμέριστον ἔλαχεν ὑπόστασιν καὶ χωριστὴν ἀπὸ πάσης διαιρέσεως καὶ ποικιλίας μήτε τὴν αἰσθήσει γνωριζομένην καὶ πολὺ μετάβολον καὶ πάντη μεριστήν, παντί που καταφανές, ὅτι διανοητὰ μέν ἐστι κατὰ τὴν οὐσίαν, διάνοια δὲ
15αὐτῶν προέστηκεν ὡς κριτήριον, ὥσπερ τῶν αἰσθη‐ τῶν αἴσθησις καὶ εἰκασία τῶν εἰκαστῶν. ὅθεν δὴ καὶ ὁ Σωκράτης ἀμυδροτέραν μὲν τὴν τούτων γνῶσιν εἶναι διορίζεται τῆς πρωτίστης ἐπιστήμης, τρανεστέ‐ ραν δὲ τῆς δοξαστικῆς ἐπιβολῆς. τὸ μὲν γὰρ ἀνει‐
20λιγμένον καὶ διεξοδικὸν τῆς θεωρίας πλεονάζον ἔχουσι τῆς νοήσεως, τὸ δὲ μόνιμον τῶν λόγων καὶ ἀνέλεγ‐ κτον ὑπερέχον τῆς δόξης. καὶ τὸ μὲν ἐξ ὑποθέσεως ὡρμημένον κατὰ τὴν ὕφεσιν ἔλαχον τῆς πρώτης ἐπι‐ στήμης, τὸ δὲ ἐν ἀΰλοις εἴδεσιν ὑφεστὸς κατὰ τὴν
25τελειοτέραν τῶν αἰσθητῶν εἴδησιν. Τὸ μὲν οὖν κριτήριον τῶν μαθημάτων ἁπάντων
τοιόνδε κατὰ τὸν νοῦν ἀφοριζόμεθα τοῦ Πλάτωνος,11
in Euc
.

12

τὴν διάνοιαν δόξης μὲν ὑπεριδρύσασαν ἑαυτὴν, τῆς δὲ νοήσεως ἀπολειπομένην. ἕπεται δέ που κατιδεῖν ἡμᾶς, τίνα τὴν οὐσίαν προσήκει λέγειν τῶν μαθημα‐ τικῶν εἰδῶν τε καὶ γενῶν, καὶ πότερον ἀπὸ τῶν
5αἰσθητῶν αὐτὴν ὑφιστάνειν συγχωρητέον εἴτε κατὰ ἀφαίρεσιν, ὥς που λέγειν εἰώθασιν, εἴτε κατὰ ἄθροι‐ σιν τῶν μερικῶν εἰς ἕνα τὸν κοινὸν λόγον, ἢ καὶ πρὸ τούτων αὐτῇ τὴν ὑπόστασιν δοτέον, ὡς ὅ τε Πλά‐ των ἀξιοῖ καὶ ἡ τῶν ὅλων ἐπιδεικνύει πρόοδος. πρῶ‐
10τον μὲν οὖν εἰ ἀπὸ τῶν αἰσθητῶν τὰ μαθηματικὰ εἴδη λέγομεν ὑποστῆναι, τῆς ψυχῆς ἀπὸ τῶν ἐν ὕλῃ τριγώνων ἢ κύκλων τὸ εἶδος τὸ κυκλικὸν ἢ τὸ τρι‐ γωνικὸν ὑστερογενῶς ἐν ἑαυτῇ μορφούσης, πόθεν ἡ ἀκρίβεια καὶ τὸ ἀνέλεγκτον ὑπάρχει τοῖς λόγοις;
15ἀνάγκη γὰρ, ἢ ἀπὸ τῶν αἰσθητῶν ἢ ἀπὸ ψυχῆς. ἀλλὰ μὴν ἀπό γε τῶν αἰσθητῶν ἀδύνατον, πολλῷ γὰρ ἂν μᾶλλον ἀκριβείας τούτοις μετῆν· ἀπὸ τῆς ψυχῆς ἄρα, τοῖς μὲν ἀτελέσι τὸ τέλειον τοῖς δὲ μὴ ἀκριβέσι τὸ ἀκριβὲς προστιθείσης. ποῦ γὰρ ἐν τοῖς αἰσθητοῖς
20τὸ ἀμερὲς ἢ τὸ ἀπλατὲς ἢ τὸ ἀβαθές, ποῦ δὲ ἡ τῶν ἐκ τοῦ κέντρου γραμμῶν ἰσότης, ποῦ δὲ οἱ ἑστῶτες ἀεὶ λόγοι τῶν πλευρῶν, ποῦ δὲ αἱ τῶν γωνιῶν ὀρθό‐ τητες; οὐχ ὁρῶμεν, ὡς ἐν ἀλλήλοις πάντα τὰ αἰσθητὰ συμμέμικται καὶ ὡς οὐδὲν ἐν τούτοις εἰλικρινὲς οὐδὲ
25τοῦ ἐναντίου καθαρεῦον, ἀλλὰ μεριστὰ πάντα καὶ δια‐ στατὰ καὶ κινούμενα; πῶς οὖν τοῖς ἀκινήτοις λόγοις
ἐκ τῶν κινουμένων καὶ ἄλλοτε ἄλλως ἐχόντων αὐτὴν12
in Euc
.

13

τὴν μόνιμον οὐσίαν δώσομεν; πᾶν γὰρ τὸ ἀπὸ κινου‐ μένων οὐσιῶν ὑφιστάμενον καὶ ὕπαρξιν μεταβλητὴν ἔχειν ὁμολογεῖται παρ’ αὐτῶν. πῶς δὲ τοῖς ἀκριβέσι καὶ ἀνελέγκτοις εἴδεσιν ἀπὸ τῶν μὴ ἀκριβῶν τὴν
5ἀκρίβειαν προσθήσομεν; πᾶν γὰρ τὸ τῆς ἀκινήτου γνώσεως αἴτιον μειζόνως ἐστὶν αὐτὸ τοιοῦτον. ψυχὴν ἄρα τὴν γεννητικὴν ὑποθετέον τῶν μαθηματικῶν εἰδῶν τε καὶ λόγων. ἀλλ’ εἰ μὲν ἔχουσα τὰ παρα‐ δείγματα κατ’ οὐσίαν ὑφίστησιν αὐτά, καὶ εἰσὶν αἱ
10γεννήσεις προβολαὶ τῶν ἐν αὐτῇ προυπαρχόντων εἰδῶν, τῷ τε Πλάτωνι συνεσόμεθα ταῦτα λέγοντες καὶ τὴν ἀληθῆ οὐσίαν τῶν μαθημάτων εὑρηκότες ἂν εἴημεν. εἰ δὲ μὴ ἔχουσα μηδὲ προειληφυῖα τοὺς λό‐ γους τοσοῦτον ὑφαίνει διάκοσμον ἄϋλον καὶ τοσαύτην
15ἀπογεννᾷ θεωρίαν, πῶς τὰ γεννηθέντα δύναται δια‐ κρίνειν, εἴτε γόνιμα τυγχάνει ὄντα εἴτε ἀνεμιαῖα καὶ εἴδωλα ἀντ’ ἀληθῶν, ποίοις δὲ κανόσι χρωμένη τὴν ἐν τούτοις ἀλήθειαν παραμετρεῖ; πῶς δὲ καὶ μὴ ἔχουσα τὴν οὐσίαν αὐτῶν ἀπογεννᾷ τοσαύτην ποικιλίαν λό‐
20γων; ηὐτοματισμένην γὰρ οὕτως τὴν ὑπόστασιν αὐ‐ τῶν ποιήσομεν καὶ πρὸς οὐδένα ὅρον ἀναφερομένην. εἰ ἄρα ψυχῆς ἐστιν ἔκγονα τὰ μαθηματικὰ εἴδη καὶ οὐκ ἀπὸ τῶν αἰσθητῶν ἔχει τοὺς λόγους, ὧν ὑφίστη‐ σιν ἡ ψυχή, καὶ ἀπ’ ἐκείνων ταῦτα προβάλλεται καὶ
25αἱ ὠδῖνες αὐτῆς καὶ οἱ τόκοι μενόντων εἰσὶ καὶ ἀϊδίων ἐκφανεῖς εἰδῶν.
Δεύτερον τοίνυν εἰ κάτωθεν καὶ ἀπὸ τῶν αἰσθη‐13
in Euc
.

14

τῶν ἀθροίζομεν τοὺς τῶν μαθημάτων λόγους, πῶς οὐκ ἀνάγκη τὰς ἀποδείξεις ἀμείνους λέγειν, ὅσαι ἀπὸ τῶν αἰσθητῶν συνίστανται, καὶ οὐ τὰς ἀπὸ τῶν κα‐ θολικωτέρων ἀεὶ καὶ ἁπλουστέρων εἰδῶν; τὰ γὰρ αἴτια
5πανταχοῦ ταῖς ἀποδείξεσιν οἰκεῖα πρὸς τὴν τοῦ ζη‐ τουμένου θήραν εἶναι φαμέν. εἰ οὖν τὰ μερικὰ τῶν καθόλου καὶ τὰ αἰσθητὰ τῶν διανοητῶν αἴτια, τίς μη‐ χανὴ τὸν ὅρον τῆς ἀποδείξεως ἐπὶ τὰ καθόλου μᾶλ‐ λον ἀναφέρειν ἀντὶ τῶν μεριστῶν καὶ τῶν διανοητῶν
10τὴν οὐσίαν πρὸ τῶν αἰσθητῶν ταῖς ἀποδείξεσιν συγ‐ γενεστέραν ἀποφαίνειν; οὐδὲ γὰρ εἴ τις φασὶν ἀπο‐ δείξειεν, ὅτι τὸ ἰσοσκελὲς δυεῖν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, καὶ ὅτι τὸ ἰσόπλευρον ὡδὶ καὶ τὸ σκαληνὸν ἐπίσταται κατὰ τρόπον, ἀλλ’ ὁ πᾶν τρίγωνον καὶ
15ἁπλῶς ἀποδείξας ἔχει τὴν ἐπιστήμην καθ’ αὑτό. καὶ πάλιν ὅτι τὸ καθόλου βέλτιον τοῦ κατὰ μέρος πρὸς ἀπόδειξιν, καὶ ἑξῆς ὅτι αἱ ἀποδείξεις ἐκ τῶν καθόλου μᾶλλον, ἐξ ὧν δὲ αἱ ἀποδείξεις, ταῦτα πρότερα καὶ τῇ φύσει προηγούμενα τῶν καθ’ ἕκαστα καὶ αἴτια τῶν
20δεικνυμένων. πολλοῦ ἄρα δέουσιν αἱ ἀποδεικτικαὶ τῶν ἐπιστημῶν περὶ τὰ ὑστερογενῆ καὶ τὰ ἀμυδρότερα τῶν αἰσθητῶν ἀθρεῖν, ἀλλ’ οὐ τὰ διανοίᾳ ληπτὰ καὶ τελειότερα τῶν αἰσθήσει καὶ δόξῃ γνωρίμων θεωρεῖν. Ἔτι δὴ τὸ τρίτον λέγομεν, ὅτι καὶ τὴν ψυχὴν
25ἀτιμοτέραν ποιοῦσι τῆς ὕλης οἱ ταῦτα λέγοντες. εἰ γὰρ ἡ μὲν ὕλη τὰ οὐσιώδη καὶ μᾶλλον ὄντα καὶ τρα‐
νέστερα παρὰ τῆς φύσεως δέχεται, ἡ δὲ ψυχὴ δεύτερα14
in Euc
.

15

ἀπ’ ἐκείνων καὶ εἴδωλα καὶ εἰκόνας ὑστερογενεῖς ἐν ἑαυτῇ διαπλάττει πρὸς οὐσίαν ἀτιμοτέρας ἀφαιροῦσα τῆς ὕλης τὰ κατὰ φύσιν αὐτῆς ἀχώριστα, πῶς οὐχὶ τὴν ψυχὴν ἀδρανεστέραν τῆς ὕλης καὶ καταδεεστέραν
5ἀποφαίνουσι; τόπος μὲν γὰρ καὶ ἡ ὕλη τῶν ἐνύλων λόγων καὶ ἡ ψυχὴ τῶν εἰδῶν. ἀλλ’ ἡ μὲν τῶν πρώ‐ των ἡ δὲ τῶν δευτέρων, καὶ ἡ μὲν τῶν προηγουμέ‐ νως ὄντων ἡ δὲ τῶν ἐκεῖθεν ὑφισταμένων, καὶ ἡ μὲν τῶν κατ’ οὐσίαν, ἡ δὲ τῶν κατ’ ἐπίνοιαν γενομένων.
10πῶς οὖν ἡ νοῦ καὶ τῆς νοερᾶς οὐσίας πρώτως μετέ‐ χουσα καὶ πληρουμένη τῆς γνώσεως ἐκεῖθεν καὶ τῆς ὅλης ζωῆς ἀμυδροτέρων εἰδῶν ἐστιν ὑποδοχὴ τῆς ἐσχάτης ἐν τοῖς οὖσιν ἕδρας καὶ πρὸς τὸ εἶναι πάν‐ των ἀτελεστέρας; ἀλλὰ πρὸς μὲν ταύτην ἀπαντᾶν τὴν
15δόξαν πολλοῖς πολλάκις εὐθύνας δεδωκυῖαν περίεργον. εἰ δὲ μή ἐστι κατὰ ἀφαίρεσιν τῶν ἐνύλων τὰ μαθη‐ ματικὰ εἴδη μήτε κατὰ συναθροισμὸν τῶν ἐν τοῖς καθ’ ἕκαστα κοινῶν, μηθ’ ὅλως ὑστερογενῆ καὶ ἀπὸ τῶν αἰσθητῶν, ἀνάγκη δήπου τὴν ψυχὴν ἢ παρ’ αὑτῆς ἢ
20παρὰ νοῦ λαμβάνειν αὐτὰ ἢ καὶ παρ’ αὑτῆς καὶ παρ’ ἐκείνου. ἀλλ’ εἰ μὲν παρ’ αὑτῆς μόνον, πῶς εἰκόνες ταῦτα τῶν νοερῶν εἰδῶν; πῶς δὲ μεταξὺ τῆς ἀμερί‐ στου φύσεως καὶ τῆς μεριστῆς μηδεμίαν ἀπὸ τῶν πρώτων εἰς τὸ εἶναι συμπλήρωσιν λαχόντα; πῶς δὲ
25πρωτουργὰ παραδείγματα τῶν ὅλων τὰ ἐν νῷ προ‐ έστηκεν; εἰ δὲ παρ’ ἐκείνου μόνον, πῶς τὸ αὐτενέρ‐
γητον τῆς ψυχῆς καὶ αὐτοκίνητον δύναται μένειν,15
in Euc
.

16

εἴπερ οἱ ἐν αὐτῇ λόγοι κατὰ τὴν τῶν ἑτεροκινήτων ὑπόστασιν ἀλλαχόθεν εἰς αὐτὴν ἔρρευσαν; καὶ τί διοί‐ σει τῆς ὕλης τῆς δυνάμει μόνον οὔσης πάντα, γεννώ‐ σης δὲ οὐδὲν τῶν ἐνύλων εἰδῶν; λείπεται δὴ οὖν καὶ
5παρ’ αὑτῆς καὶ παρὰ νοῦ ταῦτα παράγειν καὶ εἶναι πλήρωμα τῶν εἰδῶν αὐτήν, ἀπὸ μὲν τῶν νοερῶν πα‐ ραδειγμάτων ὑφισταμένων, αὐτογόνως δὲ τὴν εἰς τὸ εἶναι πάροδον λαγχανόντων. καὶ οὐκ ἄρα ἦν ἡ ψυχὴ γραμματεῖον καὶ τῶν λόγων κενόν, ἀλλὰ γεγραμμένον
10ἀεὶ καὶ γράφον ἑαυτὸ καὶ ὑπὸ νοῦ γραφόμενον. νοῦς γάρ ἐστι καὶ ἡ ψυχὴ κατὰ τὸν πρὸ αὐτοῦ νοῦν ἀνε‐ λίττων ἑαυτὸν καὶ εἰκὼν ἐκείνου καὶ τύπος ἔξω γενό‐ μενος. εἰ οὖν ἐκεῖνος πάντα νοερῶς, καὶ ἡ ψυχὴ τὰ πάντα ψυχικῶς, καὶ εἰ παραδειγματικῶς ἐκεῖνος, καὶ
15ἡ ψυχὴ εἰκονικῶς, καὶ εἰ συνῃρημένως, ἡ ψυχὴ διῃρη‐ μένως. ὃ δὴ καὶ ὁ Πλάτων εἰδὼς ἐκ πάντων ὑφί‐ στησι τῶν μαθηματικῶν εἰδῶν τὴν ψυχὴν καὶ κατ’ ἀριθμοὺς αὐτὴν διαιρεῖ καὶ συνδεῖ ταῖς ἀναλογίαις καὶ τοῖς ἁρμονικοῖς λόγοις, καὶ τὰς πρωτουργοὺς ἀρ‐
20χὰς τῶν σχημάτων ἐν αὐτῇ καταβάλλεται, τό τε εὐθὺ καὶ τὸ περιφερές, καὶ κινεῖ τοὺς ἐν αὐτῇ κύκλους νοε‐ ρῶς. πάντα ἄρα τὰ μαθηματικὰ πρῶτόν ἐστιν ἐν τῇ ψυχῇ καὶ πρὸ τῶν ἀριθμῶν οἱ αὐτοκίνητοι καὶ πρὸ τῶν φαινομένων σχημάτων τὰ ζωδιακὰ σχήματα καὶ
25πρὸ τῶν ἡρμοσμένων οἱ ἁρμονικοὶ λόγοι καὶ πρὸ τῶν κύκλῳ κινουμένων σωμάτων οἱ ἀφανεῖς κύκλοι δεδη‐
μιούργηνται καὶ πλήρωμα τῶν πάντων ἡ ψυχή· καὶ16
in Euc
.

17

διάκοσμος οὗτος ἄλλος αὐτὸς ἑαυτὸν παράγων καὶ ἀπὸ τῆς οἰκείας ἀρχῆς παραγόμενος ζωῆς τε πληρῶν ἑαυτὸν καὶ ἀπὸ τοῦ δημιουργοῦ πληρούμενος ἀσωμά‐ τως καὶ ἀδιαστάτως, καὶ ὅτ’ ἂν προβάλλῃ τοὺς αὐτοῦ
5λόγους, τότε καὶ ἐπιστήμας προφαίνει πάσας καὶ ἀρετάς. οὐσίωται οὖν ἐν τούτοις ἡ ψυχὴ τοῖς εἴδεσι καὶ οὔτε τὸν ἀριθμὸν ἐπ’ αὐτῆς μονάδων πλῆθος ὑποληπτέον οὔτε τὴν τῶν διαστατῶν ἰδέαν σωματι‐ κῶς ἀκουστέον, ἀλλὰ πάντα ζωτικῶς καὶ νοερῶς τὰ
10παραδείγματα τῶν φαινομένων ἀριθμῶν καὶ σχημά‐ των καὶ λόγων καὶ κινήσεων ὑποθετέον ἑπομένοις τῷ Τιμαίῳ πᾶσαν αὐτῆς τὴν γένεσιν καὶ τὴν δημιουρ‐ γίαν ἀπὸ τῶν μαθηματικῶν εἰδῶν συμπληρώσαντι καὶ πάντων ἐν αὐτῇ τὰς αἰτίας ἱδρύσαντι. τῶν μὲν γὰρ
15ἀριθμῶν πάντων οἱ ἑπτὰ ὅροι τὰς ἀρχὰς περιειλήφασι τῶν γραμμικῶν καὶ τῶν ἐπιπέδων καὶ τῶν στερεῶν, τῶν δὲ λόγων πάντων οἱ ἑπτὰ λόγοι κατ’ αἰτίαν ἐν αὐτῇ προϋφεστήκασι, τῶν δ’ αὖ σχημάτων αἱ ἀρχαὶ δημιουργικῶς ἱδρύσθησαν ἐν αὐτῇ, τῶν δὲ κινήσεων
20ἡ πρωτίστη καὶ τὰς ἄλλας ἁπάσας περιέχουσα καὶ κινοῦσα συνυφέστηκεν αὐτῇ. πάντων γὰρ τῶν κινου‐ μένων ὁ κύκλος ἀρχὴ καὶ ἡ κύκλῳ κίνησις. οὐσιώδεις ἄρα καὶ αὐτοκίνητοι τῶν μαθημάτων εἰσὶν οἱ λόγοι συμπληροῦντες τὰς ψυχάς, οὓς δὴ καὶ προβάλλουσα
25ἡ διάνοια καὶ ἐξελίττουσα πᾶσαν τὴν ποικιλίαν ὑφί‐ στησι τῶν μαθηματικῶν ἐπιστημῶν, καὶ οὐ μή ποτε
παύσηται, γεννῶσα μὲν ἀεὶ καὶ ἀνευρίσκουσα ἄλλα17
in Euc
.

18

ἐπ’ ἄλλοις, τοὺς δὲ ἀμερεῖς αὐτῆς λόγους ἐξαπλοῦσα. πάντα γὰρ προείληφεν ἀρχοειδῶς καὶ κατὰ τὴν ἄπει‐ ρον ἑαυτῆς δύναμιν ἐκ τῶν προειλημμένων ἀρχῶν παντοδαπῶν θεωρημάτων ποιεῖται προβολάς.
5 Ἀλλὰ δὴ μετὰ τὴν οὐσίαν τῶν μαθηματικῶν εἰδῶν ἐπὶ τὴν μίαν αὐτῶν ἐπιστήμην ἀναδράμωμεν, ἣν πρὸ τῶν πολλῶν ἐδείκνυμεν οὖσαν, καὶ θεωρήσω‐ μεν, τί τὸ ἔργον αὐτῆς καὶ τίνες αἱ δυνάμεις, καὶ ἐπὶ πόσον διατείνουσαι ταῖς ἐνεργείαις.
10 Τὸ μὲν δὴ ἔργον τῆς ὅλης μαθηματικῆς διανοητι‐ κὸν, ὥσπερ τὸ πρότερον εἴπομεν, θετέον καὶ οὔτε τοι‐ οῦτον, ὁποῖον τὸ νοερὸν ἐν ἑαυτῷ μονίμως ἱδρυμένον καὶ τέλειον καὶ αὔταρκες ἀφ’ ἑαυτοῦ καὶ πρὸς ἑαυτὸ συνεῦον, οὔτε οἷον τὸ τῆς δόξης καὶ τῆς αἰσθήσεως.
15αὗται γὰρ αἱ γνώσεις πρὸς τὰ ἐκτὸς ἀπερείδονται καὶ περὶ ἐκεῖνα ἐνεργοῦσι καὶ τὰς αἰτίας οὐκ ἔχουσι τῶν γιγνωσκομένων. ἡ δ’ αὖ μαθηματικὴ τῆς μὲν ἀνα‐ μνήσεως ἔξωθεν ἄρχεται, τελευτᾷ δὲ εἰς τοὺς ἔνδον λόγους, καὶ ἀνεγείρεται μὲν ἀπὸ τῶν ὑστέρων, καταντᾷ
20δὲ εἰς τὴν προηγουμένην οὐσίαν τῶν εἰδῶν, καὶ ἀκί‐ νητος μὲν αὐτῆς οὐκ ἔστιν ἡ ἐνέργεια καθάπερ ἡ νοερά, διὰ δὲ κινήσεως οὐ τοπικῆς οὐδὲ ἀλλοιωτι‐ κῆς ὥσπερ αἱ αἰσθήσεις, ἀλλὰ ζωτικῆς ἀνελίσσεται καὶ διέξεισι τὸν ἀσώματον τῶν λόγων διάκοσμον, τότε
25μὲν ἀπὸ τῶν ἀρχῶν ἐπὶ τὰ ἀποτελέσματα χωροῦσα, τότε δὲ ἀνάπαλιν ὁδεύουσα, καὶ τότε μὲν ἀπὸ τῶν προγιγνωσκομένων ἐπὶ τὰ ζητούμενα, τότε δὲ ἀπὸ τῶν
ζητουμένων ἐπὶ τὰ προηγούμενα κατὰ τὴν γνῶσιν.18
in Euc
.

19

ἔτι τοίνυν οὔτε ὡς πλήρης ἑαυτῆς ἁπάσης ζητήσεως ὑπερίδρυται καθάπερ ὁ νοῦς, οὔτε ἀφ’ ἑτέρων τελει‐ οῦται ὡς ἡ αἴσθησις, ἀλλὰ διὰ ζητήσεως εἰς τὴν εὕρε‐ σιν πρόεισιν καὶ ἀπὸ τοῦ ἀτελοῦς εἰς τελειότητα
5ἐπάνεισι. Δυνάμεις γε μὴν ἔχει διττάς, τὰς μὲν εἰς πλῆ‐ θος προαγούσας τὰς ἀρχὰς καὶ ἀπογεννώσας τὰς πολυ‐ ειδεῖς τῆς θεωρίας ἀτραπούς, τὰς δὲ συναγωγοὺς τῶν πολλῶν διεξόδων εἰς τὰς οἰκείας ὑποθέσεις. διότι
10γὰρ ἀρχὰς προεστήσατο τό τε ἓν καὶ τὸ πλῆθος, τό τε πέρας καὶ τὸ ἄπειρον, τὰ ὑποκείμενα αὐτῇ πρὸς τὴν κατάληψιν μέσην τε ἐκληρώσατο τάξιν τῶν ἀμερίστων εἰδῶν καὶ τῶν πάντη μεριστῶν, εἰκότως δὴ οἶμαι καὶ αἱ γνωστικαὶ δυνάμεις τῆς ὅλης αὐτῶν ἐπιστήμης
15διπλαῖ πεφήνασιν οὖσαι, καὶ αἱ μὲν ἡμῖν εἰς τὴν ἕνωσιν σπεύδουσαι καὶ συμπτύσσουσαι τὸ πλῆθος, αἱ δὲ διακριτικαὶ τῶν ἁπλῶν εἰς τὰ ποικίλα καὶ τῶν καθολικωτέρων εἰς τὰ μερικώτερα, καὶ τῶν ἐν ἀρχῇ λόγων τεταγμένων εἰς τὰ δεύτερα καὶ τὰ πολλοστὰ
20ἀπὸ τῶν ἀρχῶν. ἄνωθεν γὰρ ἀρχομένη διήκει μέχρι τῶν αἰσθητῶν ἀποτελεσμάτων καὶ συνάπτει πρὸς τὴν φύσιν καὶ συναποδείκνυσι πολλὰ μετὰ τῆς φυσιολο‐ γίας, ὥσπερ δὴ κάτωθεν ἐπανιοῦσα συνεγγίζει πως τῇ νοερᾷ γνώσει καὶ ἐφάπτεται τῆς τῶν πρώτων θεωρίας.
25διὸ δὴ καὶ ἐν ταῖς ἀποπερατώσεσιν ἑαυτῆς τήν τε μηχανικὴν ὅλην προύβαλεν καὶ τὴν ὀπτικὴν καὶ κατ‐ οπτρικὴν θεωρίαν καὶ ἄλλας πολλὰς συμπεπλεγμένας
τοῖς αἰσθητοῖς καὶ δι’ ἐκείνων ἐνεργούσας, καὶ ἐν ταῖς19
in Euc
.

20

ἀνόδοις τῶν ἀμερίστων καὶ ἀΰλων νοήσεων ἀντιλαμ‐ βάνεται καὶ μετ’ ἐκείνων τελειοῖ τὰς μεριστὰς ἐπιβο‐ λὰς καὶ τὰς ἐν διεξόδοις φερομένας γνώσεις, τά τε ἑαυτῆς γένη καὶ εἴδη ταῖς οὐσίαις ἐκείναις ἀφομοιοῖ,
5καὶ τὴν περὶ θεῶν ἀλήθειαν καὶ τὴν περὶ τῶν ὄντων θεωρίαν ἐν τοῖς οἰκείοις ἐκφαίνει λογισμοῖς. τοσαῦτα καὶ περὶ τούτων εἰρήσθω. Τὸ δὲ ἐντεῦθεν τῆς ἐπιστήμης ταύτης κατίδωμεν ἐξαίφνης ἀπὸ τῶν ἀρχηγικωτάτων γνώσεων μέχρι τῶν
10ἐσχάτων διατεῖνον. ὁ μὲν οὖν Τίμαιος κατὰ παίδευ‐ σιν ὁδὸν τὴν τῶν μαθημάτων γνῶσιν ἀποκαλεῖ. διότι δὴ τοῦτον ἔχει τὸν λόγον πρὸς τὴν τῶν ὅλων ἐπι‐ στήμην καὶ τὴν πρώτην φιλοσοφίαν, ὃν ἡ παιδεία πρὸς τὴν ἀρετήν. ἡ μὲν γὰρ προευτρεπίζει τὴν ψυχὴν
15ἔθεσιν ἀδιαστρόφοις εἰς τὴν τελείαν ζωήν, ἡ δὲ προ‐ παρασκευάζει τὴν διάνοιαν ἡμῶν καὶ τὸ ὄμμα τῆς ψυ‐ χῆς εἰς τὴν ἐντεῦθεν περιαγωγήν. διὸ καὶ ὁ ἐν πολι‐ τείᾳ Σωκράτης ὀρθῶς εἶπεν· ὄμμα γὰρ τῆς ψυχῆς ὑπὸ τῶν ἄλλων ἐπιτηδευμάτων ἀποτυφλούμενον καὶ
20κατορυττόμενον ὑπὸ τῶν μαθημάτων μόνων ἀναζω‐ πυρεῖσθαί τε καὶ ἀνεγείρεσθαι πάλιν εἰς τὴν θέαν τοῦ ὄντος καὶ ἀπὸ τῶν εἰδώλων ἐπὶ τὰ ἀληθῆ καὶ ἀπὸ τοῦ σκοτώδους εἰς τὸ νοερὸν μεθίστασθαι φῶς, καὶ ὅλως ἀπὸ τοῦ σπηλαίου καὶ τῶν ἐν τούτῳ γενε‐
25σιουργῶν δεσμῶν καὶ τῶν ἀγκτήρων τῆς ὕλης ἐπὶ τὴν ἀσώματον ἀνατείνασθαι καὶ ἀμέριστον οὐσίαν.
τό τε γὰρ κάλλος καὶ ἡ τάξις τῶν ἐν μαθηματικῇ20
in Euc
.

21

λόγων καὶ τὸ μόνιμον καὶ ἑστὼς τῆς θεωρίας αὐτοῖς ἡμᾶς συνάπτει τοῖς νοητοῖς καὶ ἐνιδρύει τελέως, ἀεὶ μὲν ἑστῶσιν, ἀεὶ δὲ τῷ θείῳ κάλλει διαπρέπουσιν, ἀεὶ δὲ τὴν πρὸς ἄλληλα τάξιν διασώζουσιν. Ὁ δὲ ἐν τῷ
5Φαίδρῳ Σωκράτης τρεῖς ἡμῖν παραδίδωσι τοὺς ἀνα‐ γομένους, οἳ καὶ τὸν πρώτιστον αὐτοῦ συμπληροῦσι βίον· τὸν φιλόσοφον, τὸν ἐρωτικόν, τὸν μουσικόν. ἀλλὰ τῷ μὲν ἐρωτικῷ τῆς ἀναγωγῆς ἀρχὴ καὶ ὁδὸς ἐντεῦθεν ἀπὸ τοῦ φαινομένου κάλλους ἐπαναβασμοῖς
10χρωμένῳ τοῖς μέσοις εἴδεσι τῶν καλῶν, τῷ δὲ μου‐ σικῷ τρίτην λαχόντι τάξιν ἀπὸ τῶν ἐν αἰσθήσεσιν ἁρμονιῶν ἐπὶ τὰς ἀφανεῖς ἁρμονίας καὶ τοὺς λόγους τοὺς ἐν ταύταις ἡ μετάβασις. καὶ τῷ μὲν ἡ ὄψις, τῷ δὲ ἡ ἀκοὴ τῆς ἀναμνήσεως ὄργανον. τῷ δὲ φιλοσόφῳ
15τὴν φύσιν πόθεν ἄρα καὶ διὰ τίνων ἡ ἀνακίνησις τῆς νοερᾶς γνώσεως καὶ ἡ πρὸς τὸ ὄντως ὂν καὶ τὴν ἀλή‐ θειαν ἔγερσις; δεῖ γὰρ καὶ τούτῳ διὰ τὸ ἀτελὲς τῆς οἰκείας ἀρχῆς. ἡ γὰρ φυσικὴ ἀρετὴ καὶ ὄμμα ἀτελὲς καὶ ἦθος ἔλαχεν. ἐγήγερται μὲν οὖν ἤδη παρ’ αὑτοῦ
20καὶ ἐπτόηται περὶ τὸ ὂν ὁ τὴν φύσιν τοιοῦτος, δοτέον δὲ αὐτῷ τὰ μαθήματα, φησὶν ὁ Πλωτίνος, πρὸς συνεθισμὸν τῆς ἀσωμάτου φύσεως καὶ τούτοις ὥσπερ σχήμασι χρώμενον ἀκτέον ἐπὶ τοὺς ἐν τῇ διαλεκτικῇ λόγους καὶ ὅλως ὡς τὴν τῶν ὄντων θεωρίαν.
25Ἀλλ’ ὅτι μὲν πρὸς φιλοσοφίαν ἡ μαθηματικὴ τὴν
πρωτίστην παρέχεται συντέλειαν, ἐκ τούτων δῆλον.21
in Euc
.

22

δεῖ δὲ καὶ τῶν καθ’ ἕκαστα μεμνῆσθαι, καὶ ὅτι θεο‐ λογίᾳ μὲν προευτρεπίζει τὰς νοερὰς ἐπιβολάς. ὅσα γὰρ τοῖς ἀτελέσι δυσθήρατα καὶ ἀνάντη φαίνεται τῆς περὶ τῶν θεῶν ἀληθείας εἰς διάγνωσιν, ταῦτα οἱ τῆς
5μαθηματικῆς λόγοι πιστὰ καὶ καταφανῆ καὶ ἀνέλεγκτα διὰ τῶν εἰκόνων ἀποφαίνουσι. τῶν μὲν γὰρ ὑπερ‐ ουσίων ἰδιοτήτων ἐν τοῖς ἀριθμοῖς τὰς ἐμφάσεις δεικνύουσι, τῶν δὲ νοερῶν σχημάτων ἐν τοῖς διανοη‐ τοῖς τὰς δυνάμεις ἐκφαίνουσιν. διὸ καὶ ὁ Πλάτων
10πολλὰ καὶ θαυμαστὰ δόγματα περὶ θεῶν διὰ τῶν μαθηματικῶν εἰδῶν ἡμᾶς ἀναδιδάσκει καὶ ἡ τῶν Πυ‐ θαγορείων φιλοσοφία παραπετάσμασι τούτοις χρω‐ μένη τὴν μυσταγωγίαν κατακρύπτει τῶν θείων δογμά‐ των. τοιοῦτος γὰρ καὶ ὁ ἱερὸς σύμπας λόγος καὶ ὁ
15Φιλόλαος ἐν ταῖς Βάκχαις καὶ ὅλος ὁ τρόπος τῆς Πυθαγόρου περὶ θεῶν ὑφηγήσεως. Πρὸς δὲ τὴν φυσικὴν θεωρίαν τὰ μέγιστα συμ‐ βάλλεται, τήν τε τῶν λόγων εὐταξίαν ἀναφαίνουσα, καθ’ ἣν δεδημιούργηται τὸ πᾶν, καὶ ἀναλογίαν τὴν
20πάντα τὰ ἐν τῷ κόσμῳ συνδήσασαν, ὥς που φησὶν ὁ Τίμαιος, καὶ φίλα τὰ μαχόμενα καὶ προσήγορα καὶ συμπαθῆ τὰ διεστῶτα ποιήσασαν, καὶ τὰ ἁπλᾶ καὶ πρωτουργὰ στοιχεῖα καὶ πάντη τῇ συμμετρίᾳ καὶ τῇ ἰσότητι συνεχόμενα δείξασα, δι’ ὧν καὶ ὁ πᾶς οὐρα‐
25νὸς ἐτελεώθη, σχήματα τὰ προσήκοντα κατὰ τὰς ἑαυ‐ τοῦ μερίδας ὑποδεξάμενος, ἔτι δὲ ἀριθμοὺς τοὺς οἰ‐ κείους ἑκάστῳ τῶν γιγνομένων καὶ ταῖς περιόδοις
αὐτῶν καὶ ταῖς ἀποκαταστάσεσιν ἀνευροῦσα, δι’ ὧν22
in Euc
.

23

τάς τε εὐγονίας ἑκάστων καὶ τὰς ἐναντίας φορὰς συλ‐ λογίζεσθαι δυνατόν. ταῦτα γὰρ οἶμαι καὶ ὁ Τίμαιος ἐνδεικνύμενος πανταχοῦ διὰ τῶν μαθηματικῶν ὀνο‐ μάτων ἐκφαίνει τὴν περὶ τῆς φύσεως τῶν ὅλων θεω‐
5ρίαν καὶ τὰς γενέσεις τῶν στοιχείων ἀριθμοῖς καὶ σχήμασι κατακοσμεῖ καὶ τὰς δυνάμεις αὐτῶν καὶ τὰ πάθη καὶ τὰς ποιήσεις εἰς αὐτὰ ἀναφέρει, τῶν τε γω‐ νιῶν τὰς ὀξύτητας καὶ τὰς ἀμβλύτητας καὶ τῶν πλευ‐ ρῶν τὰς λειότητας ἢ τὰς ἐναντίας δυνάμεις, τό τε
10πλῆθος καὶ τὴν ὀλιγότητα τῶν στοιχείων αἰτιώμενος τῆς παντοίας μεταβολῆς. Πρός γε μὴν τὴν πολιτικὴν καλουμένην φιλοσο‐ φίαν πῶς οὐχὶ φήσομεν αὐτὴν πολλὰ δὴ καὶ θαυ‐ μαστὰ συντελεῖν, τούς τε καιροὺς τῶν πράξεων ἀνα‐
15μετρουμένην καὶ τὰς ποικίλας περιόδους τοῦ παντὸς καὶ τοὺς προσήκοντας ἀριθμοὺς ταῖς γενέσεσι, τούς τε ἀφομοιωματικοὺς καὶ τοὺς τῆς ἀνομοιότητος αἰτίους, τούς τε γονίμους καὶ τελείους, καὶ τοὺς ἐναντίους τού‐ τοις, τούς τε ἐναρμονίου ζωῆς χορηγοὺς καὶ τοὺς τῆς
20ἀναρμοστίας παρεκτικοὺς καὶ ὅλως φορᾶς καὶ ἀφορίας οἰστικούς. ἃ δὴ καὶ ὁ ἐν πολιτείᾳ τῶν μουσῶν λό‐ γος ἐκφαίνει τὸν γεωμετρικὸν ἀριθμὸν σύμπαντα κύ‐ ριον ἀμεινόνων καὶ χειρόνων γενέσεων τιθέμενος καὶ τῆς τε ἀλύτου τῶν ἀδιαστρόφων ἠθῶν διαμονῆς, καὶ
25τῆς μεταβολῆς τῶν ἀρίστων πολιτειῶν εἰς τὰς ἀλό‐ γους καὶ ἐμπαθεῖς. ὅτι γὰρ τῆς ὅλης ἐστὶ μαθηματι‐ κῆς τὴν ἐπιστήμην παραδοῦναι τοῦ λεγομένου τούτου
γεωμετρικοῦ ἀριθμοῦ καὶ οὐ μιᾶς τινὸς οἷον ἀριθμη‐23
in Euc
.

24

τικῆς ἢ γεωμετρίας παντί που δῆλον· διὰ πάντων γὰρ τῶν μαθημάτων οἱ λόγοι τῆς τε εὐγονίας καὶ τῆς ἀγονίας διήκουσι. Πρὸς δ’ αὖ τὴν ἠθικὴν φιλοσοφίαν ἡμᾶς τελειοῖ,
5τάξιν καὶ ἐναρμόνιον ζωὴν ἐντιθεῖσα τοῖς ἤθεσιν ἡμῶν καὶ σχήματα πρέποντα τῇ ἀρετῇ καὶ μέλη καὶ κινήσεις παραδίδωσιν, ἀφ’ ὧν δὴ καὶ ὁ Ἀθηναῖος ξένος τελειοῦσθαι βούλεται τοὺς τῆς ἠθικῆς ἀρετῆς ἐκ νέων μεταληψομένους, τῶν τε ἀρετῶν προτείνει
10τοὺς λόγους, ἄλλως μὲν ἐν τοῖς ἀριθμοῖς, ἄλλως δὲ ἐν τοῖς σχήμασιν, ἄλλως δὲ ἐν τοῖς κατὰ μουσικὴν συμφώνοις καὶ τῶν κακιῶν τὰς ὑπερβολὰς καὶ τὰς ἐνδείας παραδείκνυσι, δι’ ὧν ἀποτελούμεθα μέτριοι τὸ ἦθος καὶ κεκοσμημένοι. καὶ διὰ τοῦτο ὁ Σωκρά‐
15της ἐν Γοργίᾳ μὲν τὸν Καλλικλέα τῆς ἀτάκτου καὶ ἀκολάστου ζωῆς αἰτιώμενος, γεωμετρίας γάρ, φησὶν, ἀμελεῖς καὶ τῆς κατ’ αὐτὴν ἰσότητος. ἐν πολιτείᾳ δὲ τῆς τυραννικῆς ἡδονῆς τὴν ἀπόστασιν, ἣν ἔλαχεν, εὑρίσκει πρὸς τὴν τοῦ βασιλέως κατὰ τὴν ἐπίπεδον
20γένεσιν καὶ τὴν στερεάν. Ἀλλὰ μὴν ταῖς τε ἄλλαις ἐπιστήμαις τε καὶ τέχναις ἡλίκον τὸ ἀπὸ τῆς μαθηματικῆς ὄφελος παραγίνεται, μάθοιμεν ἂν ἐννοήσαντες, ὅτι ταῖς μὲν θεωρητικαῖς οἷον ῥητορικῇ καὶ ταῖς τοιαῖσδε πάσαις, ὅσαι διὰ λό‐
25γων κυροῦνται, τελειότητα καὶ τάξιν προστίθησιν καὶ τὸ ἐκ πρώτων τε καὶ μέσων καὶ τελευταίων συμπλη‐
ροῦσθαι κατὰ τὴν πρὸς αὐτὴν ἀπεικασίαν, ταῖς δὲ24
in Euc
.

25

ποιητικαῖς ἐν παραδείγματος τάξει προυφέστηκε τοὺς λόγους τῶν ποιουμένων καὶ τὰ μέτρα ἐν αὑτῇ προ‐ υποστήσασα, ταῖς δὲ πρακτικαῖς τὴν ἐνέργειαν καὶ τὴν κίνησιν ἀφορίζει διὰ τῶν ἑστώτων ἑαυτῆς καὶ ἀκινή‐
5των εἰδῶν. ὅλως γὰρ αἱ τέχναι πᾶσαι, καθάπερ δή φησιν ὁ ἐν τῷ Φιλήβῳ Σωκράτης, ἀριθμητικῆς δέον‐ ται καὶ μετρητικῆς καὶ στατικῆς, ἤτοι πασῶν ἢ τινῶν. αὗται δὲ πᾶσαι περιέχονται ἐν τοῖς μαθηματικοῖς λό‐ γοις καὶ κατ’ ἐκείνους ὁρίζονται. καὶ γὰρ αἱ τῶν
10ἀριθμῶν διανομαὶ καὶ ἡ τῶν μέτρων ποικιλία καὶ ἡ τῶν βαρῶν διαφορότης ὑπὸ ταύτης γνωρίζονται. Τὸ μὲν τοίνυν ὄφελος τῆς μαθηματικῆς ὅλης ἐπι‐ στήμης πρός τε φιλοσοφίαν αὐτὴν καὶ τὰς ἄλλας ἐπι‐ στήμας καὶ τέχνας ἔσται διὰ τούτων γνώριμον τοῖς
15ἀκούουσιν, ἤδη δέ τινες τῶν ἀντιλογικῶν ἐπιχει‐ ροῦσι καθαιρεῖν τὴν ἀξίαν τῆς ἐπιστήμης ταύτης, οἱ μὲν τὸ καλὸν αὐτῆς καὶ τὸ ἀγαθὸν ἀφαιροῦντες ὡς οὐ περὶ τούτων ποιουμένης τοὺς λόγους, οἱ δὲ χρησι‐ μωτέρας τὰς τῶν αἰσθητῶν ἐμπειρίας ἀποφαίνονται
20τῶν ἐν αὐτῇ καθόλου θεωρουμένων, οἷον γεωδεσίαν γεωμετρίας, καὶ τὴν τῶν πολλῶν ἀριθμητικὴν τῆς ἐν θεωρήμασιν ὑφεστώσης, καὶ τὴν ναυτικὴν ἀστρολο‐
γίαν τῆς καθόλου δεικνυούσης. οὔτε γὰρ πλουτοῦμεν25
in Euc
.

26

τῷ γινώσκειν τὸν πλοῦτον, ἀλλὰ τῷ χρῆσθαι, οὔτε εὐδαιμονοῦμεν τῷ τὴν εὐδαιμονίαν γινώσκειν, ἀλλὰ τῷ ζῆν εὐδαιμονικῶς, ὥστε καὶ πρὸς τὸν βίον τὸν ἀνθρώπινον καὶ τὰς πράξεις οὐ τὰς γνωστικὰς τῶν
5μαθηματικῶν, ἀλλὰ τὰς ἐμπειρικὰς συντελεῖν ὁμολο‐ γήσομεν. οἱ γὰρ ἀγνοοῦντες μὲν τοὺς λόγους, γε‐ γυμνασμένοι δὲ περὶ τὴν ἐν τοῖς καθ’ ἕκαστα πεῖραν ὅλῳ καὶ παντὶ διαφέρουσι πρὸς τὰς ἀνθρωπικὰς χρείας τῶν περὶ τὴν θεωρίαν μόνην ἐσχολακότων.
10 Πρὸς δὴ τοὺς ταῦτα λέγοντας ἀπαντησόμεθα τὸ μὲν κάλλος ἐπιδείκνυντες τῶν μαθημάτων ἀπὸ τού‐ των, ἀφ’ ὧν καὶ ὁ Ἀριστοτέλης ἐπεχείρησεν ἡμᾶς πείθειν. τρία γὰρ ταῦτα διαφερόντως καὶ ἐν τοῖς σώμασι καὶ ἐν ταῖς ψυχαῖς τὸ κάλλος ἀποτελεῖν, τὴν
15τάξιν, τὴν συμμετρίαν, τὸ ὡρισμένον, ἐπεὶ καὶ τὸ αἶσχος τὸ μὲν σωματικὸν ἀπὸ τῆς ὑλικῆς ἀταξίας καὶ ἀμορφίας καὶ ἀσυμμετρίας καὶ ἀοριστίας ἐν τῷ συν‐ θέτῳ κρατησάσης παρυφίσταται, τὸ δὲ [ψυχικὸν] ἀπὸ τῆς ἀλογίας πλημμελῶς καὶ ἀτάκτως κινουμένης καὶ
20ἀναρμόστου πρὸς τὸν λόγον οὔσης καὶ τὸν ἐκεῖθεν ὅρον οὐ καταδεχομένης, ὥστε καὶ τὸ κάλλος ἐν τοῖς ἐναν‐ τίοις ἂν ἔχοι τὴν ὕπαρξιν, τάξει δηλαδὴ καὶ συμμετρίᾳ καὶ τῷ ὡρισμένῳ. ταῦτα δὲ ἐν τῇ μαθηματικῇ μάλιστα θεωροῦμεν ἐπιστήμῃ, τὴν μὲν τάξιν ἐν τῇ τῶν δευ‐
25τέρων ἀεὶ καὶ ποικιλωτέρων ἀπὸ τῶν πρώτων καὶ ἁπλουστέρων ἐκφάνσει—συνήρτηται γὰρ ἀεὶ τὰ ἑπό‐
μενα τοῖς ἔμπροσθεν, καὶ τὰ μὲν ἀρχῆς ἔχει λόγον, τὰ26
in Euc
.

27

δὲ τῶν ἑπομένων ταῖς πρώταις ὑποθέσεσιν—τὴν δὲ συμμετρίαν ἐν τῇ συμφωνίᾳ τῶν δεικνυμένων πρὸς ἄλληλα καὶ τῇ πρὸς τὸν νοῦν πάντων ἀναφορᾷ—μέ‐ τρον γάρ ἐστι κοινὸν τῆς ὅλης ἐπιστήμης ὁ νοῦς, παρ’
5οὗ καὶ τὰς ἀρχὰς λαμβάνει καὶ πρὸς ὃν ἐπιστρέφει τοὺς μανθάνοντας—τὸ δὲ ὡρισμένον ἐν τοῖς ἑστῶσιν ἀεὶ καὶ ἀκινήτοις λόγοις· οὐ γὰρ ἄλλοτε ἄλλως ἔχει τὰ γνωστὰ αὐτῆς ὥσπερ τὰ δοξαστὰ καὶ τὰ αἰσθητὰ αὐτῆς, ἀλλ’ ἀεὶ τὰ αὐτὰ προτείνεται καὶ ὥρισται τοῖς
10νοεροῖς εἴδεσιν. εἰ τοίνυν τὰ μὲν ἀποτελεστικὰ τοῦ κάλλους ἐστὶ ταῦτα διαφερόντως, τὰ δὲ μαθήματα κατὰ ταῦτα χαρακτηρίζεται, πρόδηλον ὅτι καὶ ἐν τού‐ τοις ἐστὶ τὸ καλόν. καὶ πῶς γὰρ οὐ μέλλει, νοῦ μὲν καταλάμποντος ἄνωθεν τὴν ἐπιστήμην, ταύτης δὲ εἰς
15νοῦν ἐπειγομένης καὶ ἡμᾶς ἀπὸ αἰσθήσεως εἰς ἐκεῖνον μετάγειν σπευδούσης; Τὸ δ’ αὖ ὄφελος αὐτῆς οὐκ εἰς τὰς ἀνθρωπίνας χρείας ἀφορῶντας κρίνειν ἀξιώσομεν οὐδὲ τῆς ἀνάγκης στοχαζομένους· οὕτω γὰρ καὶ τὴν θεωρητικὴν ἀρετὴν
20αὐτὴν ἄχρηστον ὁμολογήσομεν εἶναι ἑαυτὴν τῶν ἀν‐ θρωπίνων χωρίζουσαν καὶ, οὗ ταῦτα συντείνει, μήδ’ ὅλως γινώσκειν αἱρουμένην. ὃ καὶ ὁ ἐν Θεαιτήτῳ Σωκράτης περὶ τῶν κορυφαίων χρησμῳδῶν ὄντως [?] πάσης μὲν αὐτοὺς ἀφίστησι σχέσεως τῆς πρὸς τὸν
25ἀνθρώπινον βίον, πάσης δὲ ἀνάγκης καὶ χρείας εὔλυ‐ τον αὐτῶν τὴν διάνοιαν εἰς τὴν τῶν ὄντων ἀνατείνει περιωπήν. καὶ τοίνυν καὶ τὴν μαθηματικὴν ἐπιστήμην
αὐτὴν δι’ αὑτὴν αἱρετὴν καὶ τὴν ἐξ αὐτῆς θεωρίαν27
in Euc
.

28

εἶναι θετέον, ἀλλ’ οὐ διὰ τὰς ἀνθρωπίνας χρείας. εἰ δὲ χρὴ πρὸς ἄλλο τι τὸ ἐξ αὐτῆς ὄφελος ἀναφέρειν, πρὸς τὴν νοερὰν γνῶσιν τὴν ὠφέλειαν τὴν ἀπ’ αὐτῆς ἀνενεκτέον· εἰς γὰρ ἐκείνην ἡμᾶς ποδηγεῖ καὶ προ‐
5ευτρεπίζει, τὸ ὄμμα τῆς ψυχῆς ἀποκαθαίρουσα καὶ ἀφαιροῦσα τὰ ἀπὸ τῶν αἰσθήσεων ἐμπόδια πρὸς τὴν γνῶσιν τῶν ὅλων. ὥσπερ οὖν τὴν καθαρτικὴν ὅλην ἀρετὴν οὐ πρὸς τὰς βιωτικὰς χρείας ἀποβλέποντες χρησίμην ἢ ἄχρηστόν φαμεν, ἀλλὰ πρὸς τὸν ἐν θεωρίᾳ
10βίον, οὑτωσὶ καὶ τῆς μαθηματικῆς τὸ τέλος εἰς νοῦν ἀναπέμπειν προσήκει καὶ τὴν σύμπασαν σοφίαν. διὸ καὶ ἡ περὶ αὐτὴν ἐνέργεια καθ’ αὑτήν τέ ἐστιν ἀξία σπουδῆς καὶ διὰ τὴν νοερὰν ζωήν. δηλοῖ δὲ τὸ δι’ ἑαυτὴν εἶναι τοῖς μετιοῦσιν αἱρετήν, ὃ καὶ Ἀριστο‐
15τέλης πού φησιν, τὸ μηδενὸς μισθοῦ προκειμένου τοῖς ζητοῦσιν ὅμως ἐν ὀλίγῳ χρόνῳ τοσαύτην ἐπίδο‐ σιν τὴν τῶν μαθημάτων θεωρίαν λαβεῖν, ἔτι δὲ τὸ πάντας ἐν αὐτῇ φιλοχωρεῖν καὶ βούλεσθαι σχολάζειν τῶν ἄλλων ἀφεμένους, ὅσοι καὶ κατὰ μικρὸν ἐφήψαντο
20τῆς ἀπ’ αὐτῆς ὠφελείας, ὥστε οἵ γε καταφρονητικῶς ἔχουσι τῆς τῶν μαθημάτων γνώσεως, ἄγευστοι τυγ‐ χάνουσιν ὄντες τῶν ἐν αὐτοῖς ἡδονῶν. Οὐ δὴ οὖν διὰ τοῦτο τὴν μαθηματικὴν ἀτιμα‐ στέον, ὅτι μὴ πρὸς τὰς ἀνθρωπίνας ἡμῖν χρείας συν‐
25τελεῖ—τὰ γὰρ ἔσχατα αὐτῆς ἀπηχήματα τῆς τοι‐ αύτης χρείας στοχάζεται καὶ ὅσα μεθ’ ὕλης ἐνεργεῖ—
ἀλλὰ τοὐναντίον θαυμαστέον αὐτῆς τὴν ἀϋλίαν καὶ28
in Euc
.

29

τὸ ἐν αὑτῇ μόνῃ τὸ ἀγαθὸν ἔχειν. καὶ γὰρ ὅλως παυ‐ σάμενοι τῆς περὶ τὰ ἀναγκαῖα φροντίδος οἱ ἄνθρωποι περὶ τὴν ζήτησιν ἐτράποντο τῶν μαθημάτων. καὶ τοῦτο εἰκότως· πρῶτα μὲν γὰρ τὰ σύντροφα καὶ ὁμο‐
5φυῆ τῇ γενέσει περισπούδαστά ἐστι τοῖς ἀνθρώποις· δεύτερα δὲ τὰ τῆς γενέσεως ἀπολύοντα τὴν ψυχὴν καὶ ἀναμιμνήσκοντα τοῦ ὄντος. οὕτως ἄρα καὶ τὰ ἀναγ‐ καῖα πρὸ τῶν δι’ αὑτὰ τιμίων καὶ τὰ τῆς αἰσθήσεως σύμφυλα πρὸ τῶν κατὰ νοῦν γιγνωσκομένων μέτιμεν.
10καὶ γὰρ πᾶσα ἡ γένεσις καὶ ἡ ἐν αὑτῇ στρεφομένη τῆς ψυχῆς ζωὴ πέφυκεν ἀπὸ τοῦ ἀτελοῦς εἰς τὸ τέ‐ λειον χωρεῖν. τοσαῦτα καὶ πρὸς τούτους εἰρήσθω τοὺς τὴν μαθηματικὴν ἀτιμάζοντας ἐπιστήμην. Ἴσως δ’ ἄν τινες ἐκ τῆς ἡμετέρας ἑστίας ὁρμώμε‐
15νοι καὶ τὸν Πλάτωνα προιστάμενοι μάρτυρα τῶν λόγων ἐπιχειρήσειαν εἰς ὑπεροψίαν ἄγειν τοὺς ἐπι‐ πολαιοτέρους τῆς τῶν μαθημάτων ἀκροάσεως. καὶ γὰρ αὐτὸν δήπου τὸν φιλόσοφον ἐν πολιτείᾳ τὴν μα‐ θηματικὴν ταύτην γνῶσιν τοῦ τῶν ἐπιστημῶν ἀπε‐
20λαύνειν χοροῦ καὶ τὰς ἀρχὰς τὰς αὐτῆς ὡς ἀγνοοῦσαν διελέγχειν, καὶ τὸ ᾧ ἀρχὴ μέν, ὃ μὴ εἶδεν, τελευτὴ δὲ καὶ μέσα, ἐξ ὧν οὐκ οἶδεν, ἐπὶ τούτοις προσθήσουσι, καὶ ὅσα ἄλλα παρὰ τοῦ Σωκράτους ἐν ἐκείνοις ὀνείδη κατὰ τῆς θεωρίας ταύτης ἀπέρριπται. πρὸς δὴ φίλους
25ἄνδρας ἡμεῖς ποιούμενοι τοὺς λόγους ἀναμνήσομεν αὐτοὺς, ὅτι καὶ αὐτὸς ὁ Πλάτων καθαρτικὴν τῆς
ψυχῆς καὶ ἀναγωγὸν τὴν μαθηματικὴν εἶναι σαφῶς29
in Euc
.

30

ἀποφαίνεται, τὴν ἀχλὺν ἀφαιροῦσαν τοῦ νοεροῦ τῆς διανοίας φωτὸς τοῦ κρείττονος σωθῆναι μυρίων σω‐ ματικῶν ὀμμάτων κατὰ τὴν Ὁμηρικὴν Ἀθηνᾶν, ὡς ἂν μὴ μόνον τῶν Ἑρμαϊκῶν δώρων, ἀλλὰ καὶ τῶν Ἀθη‐
5ναϊκῶν μετέχουσαν· καὶ ὡς ἐπιστήμην αὐτὴν ἀποκαλεῖ πανταχοῦ καὶ ὡς τῆς μεγίστης εὐδαιμονίας αἰτίαν τοῖς μετιοῦσιν. Ἀλλὰ τί βούλεται διὰ τῶν ἐν πολιτείᾳ λόγων ἀφαιρῶν αὐτῆς τὴν τῆς ἐπιστήμης ἐπωνυμίαν; ἐγὼ
10φράσω συντόμως· πρὸς γὰρ εἰδότας ὁ παρὼν ἔσται μοι λόγος. ἐπιστήμην ὁ Πλάτων πολλαχοῦ μὲν προσαγορεύει πᾶσαν ὡς εἰπεῖν οὕτω τὴν τῶν καθόλου γνῶσιν, ἀντιδιαιρούμενος αὐτὴν πρὸς τὴν αἴσθησιν τὰ καθ’ ἕκαστα γνωρίζουσαν, κἂν τεχνικὸς κἂν ἐμπει‐
15ρικὸς τῆς τοιαύτης γνώσεως ὁ τρόπος. καὶ κατὰ τοῦ‐ τον οἶμαι τὸν λόγον ἔν τε πολιτικῷ καὶ ἐν σοφιστῇ φαίνεται χρώμενος τῷ τῆς ἐπιστήμης ὀνόματι, καὶ αὐτὴν τὴν γενναῖαν τὴν σοφιστικὴν ἐπιστήμην τιθέ‐ μενος, ἣν ὁ ἐν Γοργίᾳ Σωκράτης ἐμπειρίαν ἀπέφηνεν
20οὖσαν, καὶ τὴν κολακικὴν καὶ πολλὰς ἄλλας, ἐμπειρίας οὔσας ἀλλ’ οὐκ ἐπιστήμας ἀληθεῖς. ταύτην δὲ αὐτὴν τῶν καθόλου γνῶσιν διελόμενος εἴς τε τὴν τὰς αἰτίας γνωρίζουσαν καὶ τὴν ἄνευ αἰτίας γνωστικήν, τὴν μὲν ἑτέραν ἐπιστήμην ἀξιοῖ καλεῖν, τὴν δὲ λοιπὴν ἐμπει‐
25ρίαν. καὶ οὕτως δὴ ταῖς μὲν τέχναις μεταδίδωσί
που τοῦ τῆς ἐπιστήμης ὀνόματος, ταῖς δὲ ἐμπειρίαις30
in Euc
.

31

οὐδαμῶς. ἄλογον γὰρ πρᾶγμά φησιν ἐν συμποσίῳ, πῶς ἂν εἴη ἐπιστήμη. καὶ πᾶσα ἄρα γνῶσις λόγον ἔχουσα τῶν γνωστικῶν καὶ αἰτίαν ἐπιστήμη τίς ἐστιν. πάλιν τοίνυν τὴν ἐπιστήμην ταύτην ἀπ’ αἰτίας γνω‐
5ριστικὴν τῶν ὑποκειμένων διαιρεῖ, καὶ τὴν μὲν στο‐ χαστικὴν καὶ μεριστήν, τὴν δὲ τῶν καθ’ αὑτὰ καὶ ὡσ‐ αύτως ἐχόντων ἀεὶ γνωστικὴν [διακρίνει?] καὶ κατὰ ταύτην τὴν διάκρισιν ἰατρικὴν μὲν καὶ πᾶσαν τὴν περὶ τὰ ἔνυλα πραγματείαν χωρίζει τῆς ἐπιστήμης, τὴν δ’
10αὖ μαθηματικὴν καὶ ὅλως τὴν τῶν ἀϊδίων θεωρητικὴν ἐπιστήμην προσαγορεύει. ταύτην δ’ αὖ τὴν ἐπιστή‐ μην, ἣν τῶν τεχνῶν ἀφορίζομεν, διαιρῶν τὴν μὲν ἀνυπόθετον εἶναι βούλεται, τὴν δὲ ἐξ ὑποθέσεως ὡρ‐ μημένην, καὶ τὴν μὲν ἀνυπόθετον τῶν ὅλων εἶναι
15γνωστικὴν μέχρι τοῦ ἀγαθοῦ καὶ τῆς ἀνωτάτω τῶν πάντων αἰτίας ἀναβαίνουσαν καὶ τῆς ἀναγωγῆς τέλος ποιουμένην τὸ ἀγαθόν, τὴν δὲ ὡρισμένας ἀρχὰς προ‐ στησαμένην ἀπὸ τούτων δεικνύναι τὰ ἑπόμενα αὐταῖς οὐκ ἐπ’ ἀρχὴν ἀλλ’ ἐπὶ τελευτὴν ἰοῦσαν. καὶ οὕτως
20δὴ τὴν μαθηματικὴν ἅτε ὑποθέσεσιν χρωμένην τῆς ἀνυποθέτου καὶ τελείας ἐπιστήμης ἀπολείπεσθαί φη‐ σιν. μία γὰρ ἡ ὄντως ἐπιστήμη, καθ’ ἣν τὰ ὄντα
πάντα γινώσκειν πεφύκαμεν, καὶ ἀφ’ ἧς πᾶσαι αἱ31
in Euc
.

32

ἀρχαὶ ταῖς μὲν ἐγγυτέρω τεταγμέναις, ταῖς δὲ πορρω‐ τέρω. μὴ δὴ τοίνυν λέγωμεν, ὅτι τῶν ἐπιστημῶν ὁ Πλάτων ἀπελαύνει τὴν μαθηματικήν, ἀλλ’ ὅτι μιᾶς ἐπιστήμης αὐτὴν τῆς ἀκροτάτης δευτέραν ἀποφαίνει,
5μηδ’ ὅτι τὰς οἰκείας ἀρχὰς ἀγνοεῖν αὐτήν φησιν, ἀλλ’ ὅτι παρ’ ἐκείνης λαβοῦσαν καὶ ἀναποδείκτως ἔχουσαν ἐκ τούτων τὰ ἐφεξῆς ἀποδεικνύναι. καὶ γὰρ τὴν ψυ‐ χὴν τὴν ἐκ τῶν μαθηματικῶν λόγων ὑποστᾶσαν ποτὲ μὲν κινήσεως ἀρχὴν εἶναι συγχωρεῖ, ποτὲ δὲ ἀπὸ τῶν
10νοητῶν γενῶν δέχεσθαι τὴν κίνησιν. καὶ συνᾴδει ταῦτα ἀλλήλοις. τοῖς μὲν γὰρ ἀπ’ ἄλλου κινουμένοις αἰτία τῆς κινήσεώς ἐστιν, ἁπάσης δὲ ἄρα κινήσεως οὐκ αἰτία. κατὰ τὰ αὐτὰ δὴ οὖν καὶ ἡ μαθηματικὴ τῆς μὲν πρωτίστης ἐστὶν ἐπιστήμης δευτέρα καὶ ὡς πρὸς
15ἐκείνην ἀτελής, ἐπιστήμη δὲ ὅμως, οὐχ ὡς ἀνυπό‐ θετος, ἀλλ’ ὡς τῶν ἰδίων ἐν ψυχῇ λόγων γνωριστικὴ καὶ ὡς τὰς αἰτίας ἀποδιδοῦσα τῶν συμπερασμάτων καὶ λόγον ἔχουσα τῶν ὑποκειμένων ἑαυτῇ γνωστῶν. τοσαῦτα καὶ περὶ τῆς Πλάτωνος γνώμης ὑπὲρ τῶν
20μαθημάτων εἰρήσθω. Τίνα δ’ ἄν τις ἀπαιτήσειεν τὸν μαθηματικόν, καὶ πῶς ἂν δύναιτό τις αὐτὸν κρίνειν ὀρθῶς μετὰ ταῦτα λέγωμεν. ὁ μὲν γὰρ ἁπλῶς πεπαιδευμένος περὶ πάντα κριτικός, φησὶν Ἀριστοτέλης, ὁ δὲ περὶ τὰ
25μαθήματα πεπαιδευμένος τῶν ἐν τούτοις λόγων ἔσται κριτικὸς τῆς ὀρθότητος. δεῖ τοίνυν ὅρους προσειλη‐
φέναι τῆς κρίσεως καὶ γιγνώσκειν πρῶτον μὲν ἐφ’32
in Euc
.

33

ὧν δεῖ κατὰ τὰ κοινὰ ποιεῖσθαι τὰς ἀποδείξεις, καὶ ἐφ’ ὧν εἰς τὰς ἑκάστων ἰδιότητας ἀποβλέπειν. πολλὰ γὰρ ὑπάρχει τὰ αὐτὰ τοῖς κατ’ εἶδος διαφέρουσιν, οἷον τριγώνοις πᾶσιν αἱ δύο ὀρθαί. πολλὰ δὲ τὴν μὲν
5αὐτὴν ἔχει κατηγορίαν, διαφέρει δὲ κατ’ εἶδος ἐφ’ ἑκάστων τὸ κοινόν, οἷον ἡ ὁμοιότης ἐν σχήμασι καὶ ἀριθμοῖς. οὐ δεῖ δὴ μίαν ἀπόδειξιν ἐπὶ τούτων ἀπαι‐ τεῖν τὸν μαθηματικόν· οὐ γὰρ αἱ αὐταὶ ἀρχαὶ σχημά‐ των καὶ ἀριθμῶν, ἀλλὰ διαφέρουσαι κατὰ τὸ ὑποκεί‐
10μενον γένος. εἰ δὲ τὸ καθ’ αὑτὸ συμβεβηκὸς ἕν, καὶ ἡ ἀπόδειξις μία· τὸ γὰρ δύο ὀρθὰς ἔχειν γωνίας ταὐ‐ τὸν ἐν πᾶσι τριγώνοις, καὶ τὸ ᾧ συμβέβηκεν ταὐτὸν ἐν ἅπασι, τὸ τρίγωνον, καὶ ὁ τριγωνικὸς λόγος. ὥσπερ δὴ καὶ τὸ τέτταρσιν ὀρθαῖς ἴσας ἔχειν τὰς ἐκτὸς οὐ
15τοῖς τριγώνοις μόνον, ἀλλὰ καὶ πᾶσιν εὐθυγράμμοις ὑπάρχει, καὶ ἡ ἀπόδειξις ἐπὶ πάντα ἐφαρμόττει, καθό‐ σον εὐθύγραμμα. καὶ γὰρ ἕκαστος λόγος συνεισφέρει τινὰ πάντως ἰδιότητα καὶ πάθος, οὗ μετέχει πάντα κατὰ τὸν λόγον ἐκεῖνον, οἷον τὸν τριγωνικὸν ἢ τὸν
20εὐθυγραμμικὸν ἢ ὅλως τὸν τοῦ σχήματος. Δεύτερον τοίνυν, εἰ κατὰ τὴν ὑποκειμένην ὕλην ποιεῖται τὰς ἀποδείξεις, οἷον εἰ ἀναγκαίους ἀποδίδωσι λόγους καὶ ἀνελέγκτους, ἀλλὰ μὴ πιθανοὺς μηδὲ τοῦ εἰκότος ἀναπεπλησμένους. ὅμοιον γάρ φησιν Ἀρι‐
25στοτέλης ῥητορικὸν ἀποδείξεις ἀπαιτεῖν καὶ μαθη‐33
in Euc
.

34

ματικοῦ πιθανολογοῦντος ἀποδέχεσθαι. δεῖ γὰρ ἕκα‐ στον ἐπιστήμονα καὶ τεχνίτην προσήκοντας ἀποδιδόναι τοῖς πράγμασι, περὶ ἃ πραγματεύεται, τοὺς λόγους. οὕτως καὶ ὁ Πλάτων ἐν Τιμαίῳ τὸν μὲν φυσιολόγον
5εἰκότας ἀπαιτεῖ λόγους ὡς ἂν περὶ τοιούτων πραγμα‐ τευόμενον, τὸν δὲ περὶ τῶν νοητῶν ἀναδιδάσκοντα καὶ τῆς ἑστώσης οὐσίας ἀνελέγκτους καὶ ἀκινήτους. εὐθὺς γὰρ τὰ ὑποκείμενα ταῖς ἐπιστήμαις ἢ ταῖς τέχναις ποιεῖ διαφοράς, οἷον εἰ τὰ μὲν ἀκίνητα, τὰ
10δὲ κινούμενα, καὶ τὰ μὲν ἁπλούστερα, τὰ δὲ συνθετώ‐ τερα, καὶ τὰ μὲν νοητά, τὰ δὲ αἰσθητά. οὔτ’ οὖν πᾶσαν τὴν μαθηματικὴν τὴν αὐτὴν ἀκρίβειαν ἀπαιτή‐ σομεν—εἰ γὰρ ἡ μὲν αἰσθητῶν ἐφάπτοιτό πως, ἡ δὲ νοητῶν εἴη γνῶσις ὑποκειμένων, οὐχ ὁμοίως ἀμφότε‐
15ραι ἀκριβεῖς, ἀλλ’ ἡ ἑτέρα μᾶλλον. διὸ τὴν ἀριθμη‐ τικὴν τῆς ἁρμονικῆς μᾶλλον ἀκριβῆ φαμεν—οὔθ’ ὅλως τὴν μαθηματικὴν καὶ τὰς ἄλλας ἐπιστήμας ταῖς αὐταῖς ἀποδείξεσιν ἀξιώσομεν χρῆσθαι. τὰ γὰρ ὑπο‐ κείμενα διαφορὰν οὐκ ὀλίγην παρέχεται.
20 Τὸ δὴ τρίτον λέγομεν, ὅτι καὶ περὶ ταυτότητος καὶ ἑτερότητος ἐπεσκέφθαι δεῖ τὸν μέλλοντα κρίνειν ὀρθῶς τοὺς τῆς μαθηματικῆς λόγους καὶ περὶ τοῦ καθ’ αὑτὸ καὶ τοῦ κατὰ συμβεβηκὸς καὶ περὶ τῆς ἀνα‐ λογίας καὶ περὶ πάντων τῶν τοιούτων. σχεδὸν γὰρ
25αἱ ἁμαρτίαι πᾶσαι κατὰ ταῦτα συμβαίνουσι τῶν οἰο‐ μένων ἀποδεικνύναι μαθηματικῶς, οὐ μέντοι καὶ
δεικνύντων, ὅταν τὸ ταὐτὸν ὡς ἕτερον καθ’ ἕκαστον34
in Euc
.

35

εἶδος ἀποδεικνύωσιν, ἢ τὸ ἕτερον ὡς ταὐτόν, ἢ ὅταν τὸ κατὰ συμβεβηκὸς ὑπάρχον ὡς καθ’ αὑτὸ παραλαμ‐ βάνωσιν, ἢ τὸ καθ’ αὑτὸ ὡς κατὰ συμβεβηκός, οἷον ὅτι ἡ περιφέρεια καλλίων τῆς εὐθείας, ἢ τὸ ἰσόπλευ‐
5ρον τοῦ ἰσοσκελοῦς. οὐ γὰρ μαθηματικοῦ ταῦτα διο‐ ρίζειν. Τέταρτον οὖν, ὅτι τῆς μαθηματικῆς μέσην ἐχού‐ σης τάξιν τῶν τε νοητῶν καὶ αἰσθητῶν καὶ πολλὰς μὲν εἰκόνας τῶν θείων ἐν ἑαυτῇ δεικνυούσης, πολλὰ
10δὲ παραδείγματα τῶν φυσικῶν λόγων, δεῖ καὶ τὰς ἀποδείξεις τριπλᾶς ἐπ’ αὐτῆς θεωρεῖν, τὰς μὲν νοερω‐ τέρας, τὰς δὲ διεξοδικωτέρας, τὰς δὲ καὶ δόξης ἐφαπτο‐ μένας. δεῖ γὰρ κατὰ τὰ προβλήματα τὰς ἀποδείξεις διαφερούσας εἶναι καὶ οἰκείως τοῖς γένεσι διαιρεῖσθαι
15τῶν ὄντων, ἐπεὶ καὶ αὐτὴ πᾶσι συνυφαίνεται αὐτοῖς καὶ πρὸς πάντας συναρμόζει τοὺς ἑαυτῆς λόγους. Ἀλλὰ τούτων μὲν ἅδην, περὶ δὲ τῶν εἰδῶν τῆς μαθηματικῆς μετὰ ταῦτα διοριστέον, τίνα τε καὶ πόσα τὸν ἀριθμόν ἐστιν. μετὰ γὰρ τὸ ὅλον καὶ παντελὲς
20αὐτῆς γένος δεῖ δή που καὶ τὰς τῶν μερικωτέρων ἐπι‐ στημῶν κατ’ εἴδη διαφορὰς ἀναλογίσασθαι. τοῖς μὲν οὖν Πυθαγορείοις ἐδόκει τετραχὰ διαιρεῖν τὴν ὅλην μαθηματικὴν ἐπιστήμην, τὸ μὲν αὐτῆς περὶ τὸ ποσόν, τὸ δὲ περὶ τὸ πηλίκον ἀφορίζουσι καὶ τούτων
25ἑκάτερον διττὸν τιθεμένοις· τό τε γὰρ ποσὸν ἢ καθ’ αὑτὸ τὴν ὑπόστασιν ἔχειν, ἢ πρὸς ἄλλο θεωρεῖσθαι κατὰ σχέσιν, καὶ τὸ πηλίκον ἢ ἑστὼς ἢ κινούμενον
εἶναι· καὶ τὴν μὲν ἀριθμητικὴν τὸ καθ’ αὑτὸ τὸ πο‐35
in Euc
.

36

σὸν θεωρεῖν, τὴν δὲ μουσικὴν τὸ πρὸς ἄλλο, γεωμε‐ τρίαν δὲ τὸ πηλίκον ἀκίνητον ὑπάρχον καὶ τὴν σφαι‐ ρικὴν τὸ καθ’ αὑτὸ κινούμενον· ἐπισκοπεῖν δ’ αὖ τὸ πηλίκον καὶ ποσὸν οὔτε μέγεθος ἁπλῶς οὔτε πλῆθος
5ἀλλὰ τὸ καθ’ ἑκάτερον ὡρισμένον· τοῦτο γὰρ ἀφε‐ λούσας τῶν ἀπείρων τὰς ἐπιστήμας κατανοεῖν, ὡς οὐκ ἐνὸν τὴν καθ’ ἑκάτερον ἀπειρίαν γνώσει περιλαβεῖν. ὅταν δὲ ταῦτα λέγωσιν ἄνδρες εἰς ἅπαν σοφίας ἐλη‐ λακότες, οὔτε τὸ ποσὸν τὸ ἐν τοῖς αἰσθητοῖς ἀκούειν
10ἡμεῖς ἀξιώσομεν οὔτε τὸ πηλίκον τὸ περὶ τὰ σώματα φανταζόμενον. ταῦτα γὰρ οἶμαι θεωρεῖν τῆς φυσιο‐ λογίας ἐστίν, ἀλλ’ οὐ τῆς μαθηματικῆς αὐτῆς. ἀλλ’ ἐπεὶ τὴν ἕνωσιν καὶ τὴν διάκρισιν τῶν ὅλων καὶ τὴν ταυτότητα μετὰ τῆς ἑτερότητος εἰς τὴν τῆς ψυχῆς
15συμπλήρωσιν ὁ δημιουργὸς παρείληφεν καὶ πρὸς ταύ‐ ταις στάσιν καὶ κίνησιν καὶ ἐκ τούτων αὐτὴν τῶν γε‐ νῶν ὑπέστησεν, ὡς ὁ Τίμαιος ἡμᾶς ἀνεδίδαξεν, λεκτέον, ὅτι κατὰ μὲν τὴν ἑτερότητα τὴν αὐτῆς καὶ τὴν διαίρε‐ σιν τῶν λόγων καὶ τὸ πλῆθος ἡ διάνοια στᾶσα καὶ
20νοήσασα ἑαυτὴν ἓν καὶ πολλὰ οὖσαν τούς τε ἀριθμοὺς προβάλλει καὶ τὴν τούτων γνῶσιν, τὴν ἀριθμητικήν, κατὰ δὲ τὴν ἕνωσιν τοῦ πλήθους καὶ τὴν πρὸς ἑαυτὸ κοινωνίαν καὶ τὸν σύνδεσμον τὴν μουσικήν. δι’ ὃ καὶ ἡ ἀριθμητικὴ πρεσβυτέρα τῆς μουσικῆς, ἐπεὶ καὶ
25ἡ ψυχὴ διαιρεῖται πρῶτον δημιουργικῶς, εἶθ’ οὕτως36
in Euc
.

37

συνδέδεται τοῖς λόγοις, ὡς ὁ Πλάτων ὑφηγεῖται. καὶ αὖ πάλιν κατὰ μὲν τὴν στάσιν τὴν ἐν αὑτῇ τὴν ἐνέρ‐ γειαν ἱδρύσασα γεωμετρίαν ἀφ’ ἑαυτῆς ἐξέφηνεν, καὶ τὸ ἓν σχῆμα τὸ οὐσιῶδες καὶ τὰς δημιουργικὰς ἀρχὰς
5τῶν σχημάτων πάντων, κατὰ δὲ τὴν κίνησιν τὴν σφαι‐ ρικήν. κινεῖται γὰρ καὶ αὐτὴ κατὰ τοὺς κύκλους, ἕστηκεν δὲ ἀεὶ ὡσαύτως κατὰ τὰς αἰτίας τῶν κύκλων, τὸ εὐθὺ καὶ περιφερές. καὶ διὰ τοῦτο κἀνταῦθα προ‐ ϋφέστηκεν ἡ γεωμετρία τῆς σφαιρικῆς ὥσπερ ἡ στάσις
10τῆς κινήσεως. Ἐπεὶ δ’ οὐκ εἰς τὴν ἀπειροδύναμον ἑαυτῆς ἀφο‐ ρῶσα τῶν εἰδῶν ἀνέλιξιν τὰς ἐπιστήμας ἐγέννησεν ταύτας, ἀλλ’ εἰς τὴν κατὰ γένη τοῦ πέρατος περιοχήν, διὰ δὴ τοῦτό φασιν αὐτὰς ἀπό τε τοῦ πλήθους καὶ
15μεγέθους ἀφελούσας τὸ ἄπειρον περὶ τὸ πεπερασμένον ἤδη τὴν πραγματείαν ἔχειν. ἀρχὰς γὰρ ἐν αὐτῇ πάν‐ των ἵδρυσεν ὁ νοῦς καὶ τοῦ πλήθους καὶ τοῦ μεγέ‐ θους. ἐπεὶ καὶ ὁμοιομερής ἐστιν ὅλη πρὸς ἑαυτὴν καὶ μία καὶ ἀδιαίρετος καὶ αὖ πάλιν διῃρημένη καὶ
20τὸν τῶν εἰδῶν ἐκφαίνουσα κόσμον, περατός τε μετέχει καὶ ἀπειρίας οὐσιώδους ἀπὸ τῶν νοητῶν. ἀλλὰ νοεῖ μὲν αὐτὴν κατὰ τὸ πέρας, γεννᾷ δὲ ζωὰς καὶ λόγους παντοίους κατὰ τὴν ἀπειρίαν. αἱ τοίνυν νοήσεις αὐτῆς τὰς ἐπιστήμας ταύτας ὑπέστησαν κατὰ τὸ πέρας
25τὸ ἐν αὐταῖς, ἀλλ’ οὐ κατὰ τὴν ἀπειρίαν τῆς ζωῆς.
νοῦ γὰρ εἰκόνα φέρουσιν, ἀλλ’ οὐ ζωῆς.37
in Euc
.

38

Τῶν μὲν τοίνυν Πυθαγορείων ὁ λόγος οὗτος καὶ ἡ τῶν τεττάρων ἐπιστημῶν διαίρεσις, κατ’ ἄλλον δ’ αὖ τρόπον τὴν μαθηματικὴν τέμνειν τινὲς ἀξιοῦσιν, ὥσπερ καὶ Γεμῖνος, καὶ ποιοῦσι τὴν μὲν περὶ τὰ
5νοητὰ μόνον, τὴν δὲ περὶ τὰ αἰσθητὰ [ἐνεργοῦσαν?] καὶ τούτων ἐφαπτομένην, νοητὰ δήπου καλοῦντες, ὅσα καθ’ ἑαυτὴν ἡ ψυχὴ θεάματα ἀνακινεῖ, χωρίζουσα τῶν ἐνύλων ἑαυτὴν εἰδῶν. καὶ τῆς μὲν περὶ τὰ νοητὰ πραγματευομένης δύο τὰ πρώτιστα καὶ κυριώτατα μέρη
10τίθενται ἀριθμητικὴν καὶ γεωμετρίαν, τῆς δὲ περὶ τὰ αἰσθητὰ τὴν ἐνέργειαν ἐχούσης ἕξ, μηχανικήν, ἀστρο‐ λογίαν, ὀπτικήν, γεωδεσίαν, κανονικήν, λογιστικήν. τὸ δ’ αὖ τακτικὸν οὐκ ἀξιοῦσιν ἕν τι τῶν μερῶν τῆς μαθηματικῆς λέγειν, ὥσπερ ἕτεροι, ἀλλὰ προσχρῆσθαι
15τότε μὲν λογιστικῇ, καθάπερ ἐν ταῖς ἐξαριθμήσεσι τῶν λόγων, τότε δὲ γεωδεσίᾳ, καθάπερ ἐν ταῖς διαι‐ ρέσεσι τῶν χωρίων καὶ ταῖς ἀναμετρήσεσιν, ὥσπερ δὴ πολλῷ πλέον οὔτε τὸ ἱστορικὸν οὔτε τὸ ἰατρικὸν μέρος εἶναι μαθηματικῆς, εἰ καὶ προσχρῶνται πολλάκις οἵ τε
20τὰς ἱστορίας γράφοντες τοῖς μαθηματικοῖς θεωρήμα‐ σιν, ἢ θέσεις κλιμάτων φράζοντες ἢ μεγέθη πόλεων καὶ διαμέτρους ἢ περιβόλους καὶ διαμέτρους ἢ περι‐ μέτρους συλλογιζόμενοι, καὶ οἱ ἰατροὶ πολλὰ τῶν οἰ‐ κείων διὰ τῶν τοιούτων ἐφόδων σαφηνίζοντες. τὸ
25γὰρ ἀπὸ τῆς ἀστρολογίας ὄφελος εἰς ἰατρικὴν καὶ
Ἱπποκράτης δῆλον ποιεῖ καὶ πάντες ὅσοι τι περὶ38
in Euc
.

39

ὡρῶν καὶ τόπων εἰρήκασι. κατὰ τὰ αὐτὰ δὴ οὖν καὶ ὁ τακτικὸς χρήσεται μὲν τοῖς θεωρήμασι τῶν μαθη‐ ματικῶν, οὐ μέντοι μαθηματικός ἐστιν, εἰ καὶ ποτὲ μὲν ἐλάχιστον δεῖξαι τὸ πλῆθος βουλόμενος εἰς κύκλον
5σχηματίζοι τὸ στρατόπεδον, ποτὲ δὲ πλεῖστον εἰς τε‐ τράγωνον ἢ πεντάγωνον ἢ ἄλλο τι πολύγωνον. Τούτων δὴ τῶν εἰδῶν ὄντων τῆς ὅλης μαθηματι‐ κῆς ἡ μὲν γεωμετρία διαιρεῖται πάλιν εἴς τε τὴν ἐπί‐ πεδον θεωρίαν καὶ τὴν στερεομετρίαν. περὶ γὰρ ση‐
10μεῖα καὶ γραμμὰς ἰδιάζουσά τις οὐκ ἔστι πραγματεία, καθόσον οὐδὲ σχῆμα γένοιτο ἂν ἐν τούτοις ἄνευ ἐπι‐ πέδων ἢ στερεῶν. πανταχοῦ γε μὴν ἔργον τῆς γεω‐ μετρίας ἔν τε ἐπιπέδοις καὶ στερεοῖς ἢ συνιστάνειν ἢ συγκρίνειν ἢ διαιρεῖν τὰ συνεστῶτα. τῆς δὲ ἀριθμη‐
15τικῆς ὡσαύτως ἡ διαίρεσις εἴς τε τὴν τῶν γραμμικῶν ἀριθμῶν θεωρίαν καὶ τὴν τῶν ἐπιπέδων καὶ τὴν τῶν στερεῶν. καὶ γὰρ τὰ εἴδη τοῦ ἀριθμοῦ καθ’ αὑτὰ σκοπεῖ προϊόντα ἀπὸ μονάδος, καὶ τὰς γενέσεις τῶν ἐπιπέδων τῶν τε ὁμοίων καὶ τῶν ἀνομοίων, καὶ τὰς
20εἰς τρίτην αὔξην προόδους. γεωδεσία δὲ καὶ λογιστικὴ ταύταις ἀνάλογον, οὐ περὶ νοητῶν ἀριθμῶν ἢ σχημά‐ των, ἀλλὰ περὶ αἰσθητῶν ποιούμεναι τοὺς λόγους. οὐ γὰρ κύλινδρον ἢ κῶνον ἔργον τῆς γεωδεσίας με‐ τρεῖν, ἀλλὰ σωροὺς ὡς κώνους καὶ φρέατα ὡς κυλίν‐
25δρους, οὐδὲ δι’ εὐθειῶν νοητῶν, ἀλλὰ δι’ αἰσθητῶν,
τότε μὲν ἀκριβεστέρων, ὡς διὰ τῶν ἀκτίνων τῶν ἡλια‐39
in Euc
.

40

κῶν, τότε δὲ παχυτέρων, οἷον διὰ σπάρτων καὶ στάθ‐ μης. οἰδ’ αὖ ὁ λογιστικὸς αὐτὰ καθ’ ἑαυτὰ θεωρεῖ τὰ πάθη τῶν ἀριθμῶν, ἀλλ’ ἐπὶ τῶν αἰσθητῶν, ὅθεν καὶ τὴν ἐπωνυμίαν αὐτοῖς ἀπὸ τῶν μετρουμένων τί‐
5θεται, μηλίτας καλῶν τινας καὶ φιαλίτας. καὶ ἐλάχι‐ στον μὲν οὐδὲν εἶναι συγχωρεῖ καθάπερ ὁ ἀριθμητι‐ κός, ὡς μέντοι πρός τι γένος λαμβάνει τὸ ἐλάχιστον. ὁ γὰρ εἷς ἄνθρωπος μέτρον αὐτῷ γίνεται τοῦ πλήθους ὡς μονάς. πάλιν ὀπτικὴ καὶ κανονικὴ γεωμετρίας
10εἰσὶ καὶ ἀριθμητικῆς ἔκγονοι, ἡ μὲν ταῖς ὄψεσι γραμ‐ μαῖς χρωμένη καὶ ταῖς ἐκ τούτων συνισταμέναις γω‐ νίαις, διαιρουμένη δὲ εἴς τε τὴν ἰδίως καλουμένην ὀπτικήν, ἥτις τῶν ψευδῶς φαινομένων παρὰ τὰς ἀπο‐ στάσεις τῶν ὁρατῶν τὴν αἰτίαν ἀποδίδωσιν, οἷον τῆς
15τῶν παραλλήλων συμπτώσεως ἢ τῆς τῶν τετραγώνων ὡς κύκλων θεωρίας, καὶ εἰς τὴν κατοπτρικὴν σύμπα‐ σαν τὴν περὶ τὰς ἀνακλάσεις τὰς παντοίας πραγμα‐ τευομένην καὶ τῇ εἰκαστικῇ γνώσει συμπλεκομένην, καὶ τὴν λεγομένην σκηνογραφικὴν δεικνῦσαν, πῶς ἂν
20τὰ φαινόμενα μὴ ἄρυθμα ἢ ἄμορφα φαντάζοιτο ἐν ταῖς εἰκόσι παρὰ τὰς ἀποστάσεις καὶ τὰ ὕψη τῶν γεγραμμένων. ἡ δ’ αὖ κανονικὴ τοὺς φαινομένους λόγους τῶν ἁρμονιῶν σκοπεῖται, τὰς τῶν κανόνων
κατατομὰς ἀνευρίσκουσα καὶ τῇ αἰσθήσει πανταχοῦ40
in Euc
.

41

προσχρωμένη καὶ ὡς φησὶν ὁ Πλάτων ὦτα τοῦ νοῦ προστησαμένη. Πρὸς δὴ ταύταις ἡ μηχανικὴ καλουμένη τῆς περὶ τὰ αἰσθητὰ καὶ τὰ ἔνυλα πραγματείας μέρος ὑπάρ‐
5χουσα, ὑπὸ δὲ ταύτην ἥ τε ὀργανοποιϊκὴ τῶν κατὰ πόλεμον ἐπιτηδείων ὀργάνων, οἷα δὴ καὶ Ἀρχιμή‐ δης λέγεται κατασκευάσαι τῶν πολεμούντων τὴν Συ‐ ράκουσαν ἀμυντικὰ ὄργανα, καὶ ἡ θαυματοποιϊκὴ τὰ μὲν διὰ πνῶν φιλοτεχνοῦσα, ὥσπερ καὶ Κτησίβιος
10καὶ Ἥρων πραγματεύονται, τὰ δὲ διὰ ῥοπῶν, ὧν τῆς μὲν κινήσεως τὴν ἀνισορροπίαν αἰτιατέον, τῆς δὲ στά‐ σεως τὴν ἰσορροπίαν, ὥσπερ καὶ ὁ Τίμαιος διώρισεν, τὰ δὲ διὰ νεύρων καὶ σπάρτων ἐμψύχους ὁλκὰς καὶ κινήσεις ἀπομιμουμένων. ὑπὸ δὲ τὴν μηχανικήν ἐστιν
15καὶ ἡ τῶν ἰσορρόπων ὅλως καὶ τῶν λεγομένων κεν‐ τροβαρικῶν διάγνωσις, καὶ ἡ σφαιροποιΐα κατὰ μίμη‐ σιν τῶν οὐρανίων περιφορῶν, οἵαν καὶ Ἀρχιμήδης ἐπραγματεύσατο, καὶ ὅλως πᾶσα ἡ τῆς ὕλης κινητική. λοιπὴ δὲ ἡ ἀστρολογία περὶ τῶν κοσμικῶν κινήσεων
20διαλαμβάνουσα καὶ περὶ μεγεθῶν καὶ σχημάτων τῶν οὐρανίων σωμάτων καὶ φωτισμῶν καὶ ἀποστάσεων τῶν ἀπὸ γῆς καὶ τῶν τοιούτων ἁπάντων, πολὺ μὲν ἀπολαύουσα τῆς αἰσθήσεως, πολὺ δὲ καὶ πρὸς τὴν φυσικὴν ἐπικοινωνοῦσα θεωρίαν. ταύτης δὲ ἄρα μέ‐
25ρος ἐστὶ καὶ ἡ γνωμονικὴ περὶ τὴν ὡρῶν καταμέτρη‐
σιν ἀσχολουμένη διὰ τῆς τῶν γνωμόνων θέσεως, καὶ41
in Euc
.

42

ἡ μετεωροσκοπικὴ τῶν τε ἐξαρμάτων τὰς διαφορὰς καὶ τῶν ἄστρων τὰς ἀποστάσεις ἀνευρίσκουσα καὶ πολλὰ ἄλλα καὶ ποικίλα τῶν κατ’ ἀστρολογίαν θεωρη‐ μάτων ἀναδιδάσκουσα, καὶ ἡ διοπτρικὴ τὰς ε ἀποχὰς
5ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων καταμαν‐ θάνουσα διὰ τῶν τοιούτων ὀργάνων. τοιαῦτα καὶ περὶ τῶν τῆς μαθηματικῆς μερῶν ὑπὸ τῶν παλαιῶν ἀναγεγραμμένα παρειλήφαμεν. Εἶεν δὴ οὖν. πάλιν ἐκεῖνα θεωρήσωμεν, ὅπως ὁ
10Πλάτων θριγχὸν τῶν μαθημάτων ἐν πολιτείᾳ τὴν διαλεκτικὴν προσείρηκεν, καὶ ὅστις ὁ σύνδεσμος αὐτῶν, ὃν (?) τὴν ἐπινομίδα συνθεὶς παραδίδωσι. καὶ λέγο‐ μεν, ὅτι καθάπερ ὁ νοῦς ὑπερίδρυται τῆς διανοίας καὶ χορηγεῖ τὰς ἀρχὰς ἄνωθεν αὐτῇ καὶ τελειοῖ τὴν
15διάνοιαν ἀφ’ ἑαυτοῦ, κατὰ τὰ αὐτὰ δὴ καὶ ἡ δια‐ λεκτική, φιλοσοφίας οὖσα τὸ καθαρώτατον μέρος, προσεχῶς ὑπερήπλωται τῶν μαθημάτων καὶ περιέχει τὴν ὅλην αὐτῶν ἀνέλιξιν, καὶ δίδωσι δυνάμεις ἀφ’ ἑαυτῆς ταῖς ἐπιστήμαις αὐτῶν παντοίας, τελεσιουργοὺς
20καὶ κριτικὰς καὶ νοεράς, τὴν ἀναλυτικὴν λέγω καὶ
τὴν διαιρετικὴν καὶ τὴν ὁριστικὴν καὶ τὴν ἀποδεικτι‐42
in Euc
.

43

κήν. ἀφ’ ὧν δὴ χορηγουμένη καὶ τελειουμένη ἡ μα‐ θηματικὴ τὰ μὲν δι’ ἀναλύσεως εὑρίσκει, τὰ δὲ διὰ συνθέσεως, καὶ τὰ μὲν διαιρετικῶς ὑφηγεῖται, τὰ δὲ ὁριστικῶς, τὰ δὲ δι’ ἀποδείξεως καταδεῖται τῶν ζη‐
5τουμένων, συναρμόζουσα μὲν τοῖς ὑποκειμένοις ἑαυτῇ τὰς μεθόδους ταύτας, χρωμένη δὲ ἑκάστῃ πρὸς τὴν θεωρίαν τῶν μέσων λόγων, ὅθεν δὴ καὶ αἱ ἀναλύσεις ἐπ’ αὐτῆς καὶ οἱ ὁρισμοὶ καὶ αἱ διαιρέσεις καὶ αἱ ἀπο‐ δείξεις οἰκεῖαί τέ εἰσι καὶ κατὰ τὸν τρόπον τῆς μαθη‐
10ματικῆς γνώσεως ἀνελίσσονται. θριγχὸς οὖν εἰκότως ἐστὶν ἡ διαλεκτικὴ τῶν μαθημάτων, πᾶν τὸ νοερὸν αὐτῶν τελειοῦσα καὶ τὸ ἀκριβὲς ἀνελεγκτότερον ἀπερ‐ γαζομένη καὶ τὸ ἀκίνητον μόνιμον ὡσαύτως διαφυ‐ λάττουσα καὶ τὸ ἄϋλον καὶ καθαρὸν εἰς τὴν ἁπλότητα
15τὴν τοῦ νοῦ καὶ τὴν ἀϋλίαν ἀναφέρουσα καὶ τάς τε ἀρχὰς αὐτῶν τὰς πρώτας ἀφορίζουσα διὰ τῶν λόγων καὶ τὰς τῶν γενῶν καὶ εἰδῶν τῶν ὑπ’ αὐτὰ διακρί‐ σεις ἐκφαίνουσα, τάς τε συνθέσεις τὰς ἐκ τῶν ἀρχῶν τὰ μετὰ τὰς ἀρχὰς προαγούσας καὶ τὰς ἀναλύσεις τάς
20τ’ ἐπὶ τὰ πρῶτα καὶ τὰς ἀρχὰς ἐπανιούσας ἀναδι‐ δάσκουσα. Καὶ μὴν καὶ τὸν σύνδεσμον τῶν μαθημάτων οὐ τὴν ἀναλογίαν, ὥσπερ Ἐρατοσθένης οἴεται, θετέον. ἡ γὰρ ἀναλογία τῶν κοινῶν τοῖς μαθήμασιν ἕν τι καὶ
25λέγεται εἶναι καὶ ἔστιν. πολλὰ δ’ αὖ καὶ ἄλλα διήκει
διὰ πάντων ὡς εἰπεῖν τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῇ43
in Euc
.

44

κοινῇ φύσει τῶν μαθημάτων. ἀλλ’ ὡς ἡμεῖς ἂν φαῖ‐ μεν, προσεχὴς μέν ἐστιν αὐτῶν σύνδεσμος ἡ μία καὶ ὅλη μαθηματικὴ τὰς πασῶν τῶν καθ’ ἕκαστα ἐπιστη‐ μῶν ἀρχὰς ἁπλούστερον ἐν ἑαυτῇ περιέχουσα καὶ τήν
5τε κοινωνίαν αὐτῶν καὶ τὴν διαφορὰν ἐπεσκεμμένη καὶ ὅσα τὰ αὐτὰ ἐν πάσαις ἀναδιδάσκουσα, καὶ ὅσα πλείοσιν ὑπάρχει καὶ ὅσα ἐλάττοσιν. καὶ ἐπὶ ταύτην ἀπὸ τῶν πολλῶν ἡ ἄνοδος τοῖς κατὰ τρόπον μανθά‐ νουσιν. ἀνωτέρω δ’ ἔτι ταύτης ἡ διαλεκτικὴ τῶν μα‐
10θημάτων ἂν εἴη σύνδεσμος, ἣ καὶ θριγχὸν αὐτῶν, ὡς ἔφην, ἐν πολιτείᾳ προσείρηκεν. αὕτη γὰρ καὶ τὴν ὅλην μαθηματικὴν τελειοῖ καὶ εἰς νοῦν ἀναπέμπει ταῖς ἑαυτῆς δυνάμεσι, καὶ ἐπιστήμην ὄντως ἀποφαίνει καὶ μόνιμον καὶ ἀνέλεγκτον ἀπεργάζεται. τρίτην δ’
15ἂν ἔχοι τάξιν ἐν τοῖς συνδέσμοις ὁ νοῦς αὐτὸς ὁ πά‐ σας τὰς διαλεκτικὰς δυνάμεις ἐν ἑαυτῷ μονοειδῶς περιέχων καὶ τὴν ποικιλίαν αὐτῶν διὰ τῆς ἁπλότητος καὶ τὸν μερισμὸν διὰ τῆς ἀμεροῦς γνώσεως καὶ τὸ πλῆθος διὰ τῆς ἑνώσεως συνάγων. αὐτὸς δὴ οὖν
20συμπτύσσει μὲν τὰς ἀνελίξεις τῶν διαλεκτικῶν μεθό‐ δων, συνδεῖ δὲ ἄνωθεν πᾶσαν τὴν διέξοδον τῶν μα‐ θηματικῶν λόγων, τέλος δ’ ἐστὶ τὸ ἄριστον τῆς ἀνα‐ γώγου πορείας καὶ τῆς γνωστικῆς ἐνεργείας. ταῦτά μοι καὶ περὶ τούτων διωρίσθω.
25Τὸ δ’ αὖ ὄνομα αὐτὸ τοῦτο τὸ τῆς μαθηματικῆς
καὶ τὸ τῶν μαθημάτων πόθεν ἂν φαῖμεν ὑπὸ τῶν44
in Euc
.

45

παλαιῶν ταῖς ἐπιστήμαις ταύταις ἀποδεδόσθαι καὶ τίνα ἂν ἔχοι προσήκοντα λόγον; δοκεῖ δή μοι μὴ τῶν ἐπιτυχόντων εἶναι, καθάπερ δὴ τὰ πολλὰ τῶν ὀνομά‐ των, ἡ τοιαύτη τῆς ἐπιστήμης τῶν διανοητικῶν λόγων
5προσηγορία, ἀλλ’ ὥσπερ δὴ καὶ λέγεται τῶν Πυθα‐ γορείων κατειδότων μὲν ὅτι πᾶσα ἡ καλουμένη μά‐ θησις ἀνάμνησίς ἐστιν οὐκ ἔξωθεν ἐντιθεμένη ταῖς ψυχαῖς, ὥσπερ τὰ ἀπὸ τῶν αἰσθητῶν φαντάσματα τυποῦται ἐν τῇ φαντασίᾳ, οὐδ’ ἐπεισοδιώδης οὖσα,
10καθάπερ ἡ δοξαστικὴ γνῶσις, ἀλλ’ ἀνεγειρομένη μὲν ἀπὸ τῶν φαινομένων, προβαλλομένη δὲ ἔνδοθεν ἀπ’ αὐτῆς τῆς διανοίας εἰς ἑαυτὴν ἐπιστρεφομένης, κατει‐ δότων δ’ αὖ καὶ ὅτι τὰς ἀναμνήσεις εἰ καὶ πολλαχό‐ θεν δεικνύναι δυνατόυ, ἀλλὰ διαφερόντως, ὅτι καὶ
15Πλάτων φησίν, ἐκ τῶν μαθημάτων. ἐὰν γάρ τις ἐπὶ τὰ διαγράμματα ἄγῃ, φησὶν ἐκεῖνος, ἐνταῦθα ἄρα σαφέστατα κατηγορεῖ, ὡς ἔστιν ἡ μάθησις ἀνάμνησις. ὅθεν δὴ καὶ ὁ ἐν τῷ Μένωνι Σωκράτης ἐκ τοῦδε τοῦ τρόπου τῆς ἐπιχειρήσεως ἐπέδειξεν, ὅτι τὸ μανθάνειν
20οὐκ ἄλλο τί ἐστιν ἢ ἀναμιμνήσκεσθαι τὴν ψυχὴν τῶν ἑαυτῆς λόγων. αἴτιον δὲ ὅτι τὸ μὲν ἀναμιμνησκόμε‐ νόν ἐστι τὸ διανοητικὸν τῆς ψυχῆς. τοῦτο δὲ ἐν τοῖς λόγοις οὐσίωται τῶν μαθημάτων καὶ τὰς ἐπιστήμας
αὐτῶν ἐν ἑαυτῷ προείληφεν, κἂν μὴ ἐνεργῇ κατ’45
in Euc
.

46

αὐτάς. ἔχει δ’ οὖν πάσας οὐσιωδῶς καὶ κρυφίως, προ‐ φαίνει δὲ ἑκάστην, ὅταν ἀφαιρεθῇ τῶν ἐμποδίων τῶν ἐκ τῆς αἰσθήσεως. αἱ μὲν γὰρ αἰσθήσεις συνάπτουσιν αὐτὴν τοῖς μεριστοῖς, αἱ δὲ φαντασίαι μορφωτικῶν κι‐
5νήσεων ἀναπιμπλᾶσιν, αἱ δὲ ὀρέξεις περισπῶσιν εἰς τὸν ἐμπαθῆ βίον. πᾶν δὲ τὸ μεριστὸν ἐμπόδιόν ἐστι τῆς εἰς ἑαυτοὺς ἡμῖν ἐπιστροφῆς, καὶ πᾶν τὸ μορφω‐ τικὸν ἐπιθολοῖ τὴν ἀμόρφωτον γνῶσιν, καὶ πᾶν τὸ ἐμπαθὲς κώλυμα τῆς ἀπαθοῦς ἐνεργείας ἐστίν. ὅταν
10οὖν ταῦτα τῆς διανοίας ἀφέλωμεν, τότε κατ’ αὐτὴν γιγνώσκειν τοὺς ἐν αὐτῇ δυνάμεθα λόγους, καὶ ἐπι‐ στήμονες εἶναι κατ’ ἐνέργειαν καὶ γνῶσιν τὴν οὐσιώδη προβάλλειν. δεσμῶται δὲ ὄντες καὶ τὸ ὄμμα τῆς ψυ‐ χῆς μύοντες οὐ μή ποτε τὴν προσήκουσαν ἡμῖν τελει‐
15ότητα σχοίημεν. αὕτη τοίνυν ἐστὶν ἡ μάθησις ἡ τῶν ἀϊδίων ἐν ψυχῇ λόγων ἀνάμνησις, καὶ μαθηματικὴ διὰ ταύτην ἡ πρὸς τὰς ἀναμνήσεις ἡμῖν τὰς ἐκείνων συντελοῦσα γνῶσις διαφερόντως ἐπονομάζεται. καὶ τὸ ἔργον ἄρα τῆς ἐπιστήμης ταύτης ὁποῖον δὴ τί ἐστιν
20ἐκ τοῦ ὀνόματος δηλοῦται κινητικὸν τῆς ἐμφύτου γνώ‐ σεως καὶ ἐγερτικὸν τῆς νοήσεως καὶ καθαρτικὸν τῆς διανοίας καὶ ἐκφαντορικὸν τῶν κατ’ οὐσίαν ἡμῖν ὑπαρχόντων εἰδῶν, λήθης τε καὶ ἀγνοίας ἀφαιρετι‐ κόν, ὧν ἀπὸ τῆς γενέσεως ἔσχομεν, καὶ ἀπολυτικὸν
25τῶν ἐκ τῆς ἀλογίας δεσμῶν, κατὰ τὸν θεὸν ὄντως
τὸν τῆς ἐπιστήμης ταύτης ἔφορον, ὃς προάγει μὲν εἰς46
in Euc
.

47

τὸ ἐμφανὲς τὰ νοερὰ δῶρα, πληροῖ δὲ πάντα τῶν θείων λόγων, κινεῖ δὲ τὰς ψυχὰς ἐπὶ νοῦν, καὶ ὥσπερ ἐκ κάρου βαθέος ἀνεγείρει, διὰ ζητήσεως δὲ ἐπιστρέ‐ φει πρὸς ἑαυτάς, καὶ διὰ μαιείας τελειοῖ, καὶ δι’ εὑρέ‐
5σεως τοῦ καθαροῦ νοῦ περιάγει πρὸς τὴν μακαρίαν ζωήν. ᾧ δὴ καὶ ἡμεῖς ἀναθέντες τουτὶ τὸ σύγγραμμα τὴν περὶ τῆς μαθηματικῆς ἐπιστήμης θεωρίαν περι‐
γράψομεν.47
in Euc
.

48

(t)

PROLOGI PARS POSTERIOR.
1 Τὰ μὲν δὴ κοινὰ καὶ ἐπὶ πᾶσαν διατείνοντα τὴν μαθηματικὴν ἐπιστήμην ἐν τοῖς προειρημένοις λόγοις τεθεάμεθα τῷ τε Πλάτωνι συμπορευόμενοι καὶ παρὰ τῶν ἄλλων ἀναλεγόμενοι τὰ πρὸς τὴν παροῦσαν
5πραγματείαν ἡμῖν συντείνοντα νοήματα. τούτοις δὲ ἕπεται περί τε αὐτῆς τῆς γεωμετρίας εἰπεῖν καὶ τῆς προκειμένης στοιχειώσεως, ἧς ἕνεκα τὸν σύμπαντα λό‐ γον ἐνεστησάμεθα. Ὅτι μὲν οὖν ἡ γεωμετρία τῆς ὅλης ἐστὶ μαθημα‐
10τικῆς μέρος καὶ ὅτι δευτέραν ἔχει τάξιν μετὰ τὴν ἀριθμητικὴν ὡς ἐκ ταύτης τελειουμένη καὶ ἀφοριζο‐ μένη—πᾶν γάρ, ὅσον ἐστὶ ῥητὸν ἐν αὐτῇ καὶ γνω‐ στόν, ἐκ τῶν ἀριθμητικῶν ἀφορίζεται λόγων—εἴρη‐ ται τοῖς παλαιοῖς καὶ οὐ πολλοῦ δεῖται λόγου πρὸς
15τὸ παρόν. γένοιτο δ’ ἂν ἡμῖν ἡ περὶ αὐτῆς ὑφήγησις κατὰ νοῦν, εἰ τὴν ὑποκειμένην αὐτῇ ἐπισκοπήσαιμεν
ὕλην, τίνα τάξιν ἔλαχεν ἐν τοῖς οὖσι, καὶ τὴν οὐσίαν.48
in Euc
.

49

ἀπὸ γὰρ ταύτης καλῶς θεωρηθείσης καὶ ἡ τῆς γιγνω‐ σκούσης αὐτὴν ἐπιστήμης καταφανήσεται δύναμις καὶ ἡ ὠφέλεια ἡ ἀπ’ αὐτῆς καὶ τὸ ἀγαθόν, ὅπερ εἰς τοὺς μανθάνοντας παραγίνεται. καὶ γὰρ δὴ καὶ ἀπορήσειεν
5ἄν τις, ἐν τίνι γένει τῶν ὄντων τὴν γεωμετρικὴν ὕλην τιθέμενος οὐκ ἂν ἁμάρτοι τῆς περὶ αὐτὴν ἀληθείας. εἴτε γὰρ ἐν τοῖς αἰσθητοῖς ἐστι τὰ σχήματα, περὶ ὧν ὁ γεωμέτρης διαλέγεται, καὶ ἀχώριστα τῆς ὕλης, πῶς ἔτι τὴν γεωμετρίαν τῶν αἰσθητῶν ἡμᾶς ἀπολύειν φή‐
10σομεν καὶ περιάγειν εἰς τὴν ἀσώματον ὑπόστασιν καὶ συνεθισμὸν εἶναι πρὸς τὴν θέαν τῶν νοητῶν καὶ προ‐ ευτρεπίζειν εἰς τὴν κατὰ νοῦν ἐνέργειαν; ποῦ δὲ καὶ τεθεάμεθα ἐν τοῖς αἰσθητοῖς τὸ ἀμερὲς σημεῖον ἢ τὴν ἀπλατῆ γραμμὴν ἢ τὴν ἀβαθῆ ἐπιφάνειαν ἢ τὴν ἰσό‐
15τητα τῶν ἐκ τοῦ κέντρου γραμμῶν ἢ ὅλως τὰ πολύ‐ γωνα καὶ πολύεδρα σχήματα πάντα, περὶ ὧν ἡ γεω‐ μετρία διδάσκει; πῶς δὲ καὶ οἱ λόγοι τῆς ἐπιστήμης ταύτης ἀνέλεγκτοι μένουσι τῶν αἰσθητῶν σχημάτων καὶ εἰδῶν τὸ μᾶλλον καὶ ἧττον ἐπιδεχομένων καὶ κι‐
20νουμένων πάντη καὶ μεταβαλλομένων ἁπάσης τε ἀορι‐ στίας ὑλικῆς ἀναπεπλησμένων καὶ τῆς μὲν ἰσότητος μετὰ τῆς ἐναντίας ἀνισότητος ὑφεστηκυίας, τῶν δὲ ἀμερίστων κατὰ μερισμὸν καὶ διάστασιν προεληλυθό‐ των; εἴτε ἔξω τῆς ὕλης ἐστὶ τὰ ὑποκείμενα τῇ γεω‐
25μετρίᾳ καὶ λόγοι καθαροὶ καὶ χωριστοὶ τῶν αἰσθητῶν, ἀμέριστοι πάντες ἔσονται καὶ ἀσώματοι καὶ ἀμεγέθεις. ἔκτασις γὰρ καὶ ὄγκος καὶ ὅλως διάστασις τοῖς λόγοις
διὰ τὴν ὑλικὴν ὑποδοχὴν παραγίνεται, τὰ μὲν ἀμέ‐49
in Euc
.

50

ριστα μεριστῶς, τὰ δὲ ἀδιάστατα διαστατῶς, τὰ δὲ ἀκίνητα κινουμένως δεχομένην. πῶς οὖν ἔτι τὴν εὐθεῖαν τέμνομεν καὶ τὸ τρίγωνον καὶ τὸν κύκλον; πῶς δὲ γωνιῶν διαφορὰς λέγομεν καὶ αὐξήσεις αὐτῶν
5καὶ μειώσεις σχημάτων, οἷον τριγωνικῶν ἢ τετραγω‐ νικῶν; πῶς δὲ τὰς ἁφὰς τῶν κύκλων ἢ τῶν εὐθειῶν; πάντα γὰρ ταῦτα μεριστὴν εἶναι τὴν γεωμετρικὴν ὕλην ἐπιδεικνύουσι καὶ οὐκ ἐν ἀμερέσι λόγοις ὑφε‐ στηκυῖαν.
10 Τὰ μὲν οὖν ἄπορα τοιαῦτα πρὸς τὸ καὶ τὸν Πλά‐ τωνα διανοητὰ μὲν προσαγορεύειν τὰ τῆς γεωμετρίας εἴδη, χωρίζειν δὲ ἡμᾶς ἀπὸ τῶν αἰσθητῶν τὰ τοιαῦτα καὶ εἰς νοῦν ἐγείρειν ἀπὸ αἰσθήσεως συγχωρεῖν, καί‐ τοι γε, ὅπερ ἔφην, τῶν ἐν διανοίᾳ λόγων ἀμερῶν ὄν‐
15των καὶ ἀδιαστάτων κατὰ τὴν ἰδιότητα τὴν ψυχικὴν ὑφεστηκότων. εἰ δὲ δεῖ καὶ τοῖς πράγμασιν αὐτοῖς καὶ τῇ τοῦ Πλάτωνος ὑφηγήσει συμφώνους ἀποδι‐ δόναι λόγους, οὑτωσὶ διελόντες εἴπωμεν, πᾶν τὸ κα‐ θόλου καὶ τὸ ἓν τὸ τῶν πολλῶν περιληπτικὸν ἢ ἐν
20τοῖς καθ’ ἕκαστα φαντάζεσθαι (πέφυκεν ἢ φαίνεται?) καὶ τὴν ὕπαρξιν ἐν τούτοις ἔχειν ἀχώριστον ἀπ’ αὐτῶν ὑπάρχον καὶ κατατεταγμένον ἐν αὐτοῖς καὶ μετὰ τού‐ των ἢ συγκινούμενον ἢ μονίμως ἑστὼς καὶ ἀκινήτως,
ἢ πρὸ τῶν πολλῶν ὑφεστάναι καὶ γεννητικὸν εἶναι50
in Euc
.

51

τοῦ πλήθους ἐμφάσεις ἀφ’ ἑαυτοῦ τοῖς πολλοῖς παρ‐ έχον καὶ ἀμερίστως μὲν αὐτὸ προτεταγμένον τῶν μετ‐ εχόντων, ποικίλας δὲ μεθέξεις εἰς τὰ δεύτερα χορηγοῦν, ἢ κατ’ ἐπίνοιαν ἀπὸ τῶν πολλῶν μορφοῦσθαι καὶ τὴν
5ὕπαρξιν ἐπιγενηματικὴν ἔχειν καὶ ὑστερογενῶς ἐπι‐ συνίστασθαι τοῖς πολλοῖς. κατὰ γὰρ ταύτας οἶμαι τὰς τριπλᾶς ὑποστάσεις εὑρήσομεν τὰ μὲν πρὸ τῶν πολ‐ λῶν, τὰ δὲ ἐν τοῖς πολλοῖς, τὰ δὲ κατὰ τὴν πρὸς αὐτὰ σχέσιν καὶ κατηγορίαν ὑφιστάμενα. τριττῶν δὲ ὄν‐
10των ὡς συνελόντι φάναι τῶν καθολικῶν εἰδῶν τοῦ μετεχομένου καὶ ἐν τοῖς πολλοῖς ὄντος καὶ τὰ μερικὰ συμπληροῦντος νοήσωμεν διαφορὰς κατὰ τὴν ὑποκει‐ μένην ὕλην. καὶ τὰ μετέχοντα αὐτὰ διττὰ θέμενοι, τὰ μὲν αἰσθητὰ τὰ δὲ ἐν φαντασίᾳ τὴν ὑπόστασιν
15ἔχοντα—καὶ γὰρ ἡ ὕλη διττή, καὶ ἡ μὲν τῶν αἰσθή‐ σει συζυγούντων ἡ δὲ τῶν φανταστῶν, ὥς που καὶ Ἀριστοτέλης φησι διττὸν εἶναι τὸ καθόλου—τὸ κατατεταγμένον συγχωρήσομεν, τὸ μὲν αἰσθητὸν ὡς μετεχόμενον ὑπὸ τῶν αἰσθητῶν, τὸ δὲ φανταστὸν ὡς
20ἐν τοῖς τῆς φαντασίας πλήθεσιν ὑφεστηκός. καὶ γὰρ ἡ φαντασία διά τε τὴν μορφωτικὴν κίνησιν καὶ τὸ
μετὰ σώματος καὶ ἐν σώματι τὴν ὑπόστασιν ἔχειν με‐51
in Euc
.

52

ριστῶν ἀεὶ καὶ διῃρημένων ἐστὶν καὶ ἐσχηματισμένων τύπων οἰστική, καὶ πᾶν ὃ γιγνώσκει τοιαύτην ἔλαχεν ὕπαρξιν. ὅθεν δὴ καὶ νοῦν παθητικόν τις αὐτὴν προσειπεῖν οὐκ ὤκνησεν. καίτοι γε εἰ νοῦς, πῶς οὐκ
5ἀπαθὴς καὶ ἄϋλος; εἰ δὲ μετὰ πάθους ἐνεργεῖ, πῶς ἔτι νοῦς ἂν κληθείη δικαίως; ἀπάθεια μὲν γὰρ τῷ νῷ προσήκει καὶ τῇ νοερᾷ φύσει, τὸ δὲ παθητικὸν πόρρω τῆς οὐσίας ἐκείνης. ἀλλ’ οἶμαι τὸ μέσον αὐτῆς ἐμφῆ‐ ναι βουλόμενος τῶν τε πρωτίστων γνώσεων καὶ τῶν
10ἐσχάτων ἅμα καὶ νοῦν αὐτὴν προσεῖπεν ὡς ἐοικυῖαν ταῖς πρωτίσταις καὶ παθητικὸν κατὰ τὴν πρὸς τὰ ἔσχατα συγγένειαν. αἱ μὲν γὰρ ἀσχημάτιστοι καὶ ἀμόρφωτοι γνώσεις εἰσιν ἐν ἑαυταῖς ἔχουσαι τὰ νοητὰ καὶ περὶ ἑαυτὰς ἐνεργοῦσαι καὶ συνηνωμέναι τοῖς
15γνωστοῖς, παντὸς τύπου καὶ πάθους ἀλλαχόθεν ἐφή‐ κοντος καθαρεύουσαι. αἱ δὲ ἔσχαται διὰ τῶν ὀργά‐ νων ἐνεργοῦσι καὶ παθήματα μᾶλλόν εἰσιν, ἔξωθεν εἰσδεχόμεναι τὰς γνώσεις καὶ συγκινούμεναι τοῖς ὑπο‐ κειμένοις. τοιαῦτα γὰρ αἱ αἰσθήσεις, ἐκ βιαίων παθη‐
20μάτων γινόμεναι, φησὶν ὁ Πλάτων. ἡ δ’ αὖ φαν‐ τασία τὸ μέσον κέντρον κατέχουσα τῶν γνώσεων ἀνεγείρεται μὲν ἀφ’ ἑαυτῆς καὶ προβάλλει τὸ γνωστόν, ἅτε δὲ οὐκ ἔξω σώματος οὖσα ἐκ τοῦ ἀμεροῦς τῆς ζωῆς εἰς μερισμὸν καὶ διάστασιν καὶ σχῆμα προάγει
25τὰ γνωστὰ αὐτῆς, καὶ διὰ τοῦτο πᾶν, ὅπερ ἂν νοῇ, τύπος ἐστὶ καὶ μορφὴ νοήματος, καὶ τόν τε κύκλον
διαστατῶς νοεῖ τῆς μὲν ἐκτὸς ὕλης καθαρεύοντα52
in Euc
.

53

νοητὴν δὲ ὕλην ἔχοντα τὴν ἐν αὐτῇ, καὶ διὰ τοῦτο οὐχ εἷς ἐν αὐτῇ κύκλος, ὥσπερ οὐδὲ ἐν τοῖς αἰσθη‐ τοῖς. ἅμα γὰρ διάστασις ἀναφαίνεται καὶ τὸ μεῖζον καὶ τὸ ἔλασσον καὶ τὸ πλῆθος τῶν τε κύκλων καὶ τῶν
5τριγώνων. εἰ οὖν ἐν τοῖς αἰσθητοῖς κύκλοις ἐστὶ τὸ καθόλου κατατεταγμένον, ὃ καὶ ἕκαστον αὐτῶν κύκλον ἀπετέλεσεν καὶ πάντας ὁμοίους ἀλλήλοις καθ’ ἕνα λόγον ὑποστάντας, διαφέροντας δὲ ἢ μεγέθεσιν ἢ τοῖς ὑποκειμένοις, κἂν τοῖς φανταστοῖς κύκλοις ἐστί τι
10κοινὸν καὶ μετεχόμενον καὶ κατὰ τοῦτο πάντες τὴν αὐτὴν ἔχουσι μορφήν. ἡ δὲ διαφορὰ αὐτοῖς καθ’ ἓν ἐνταῦθα μόνον τὸ ἐν τῇ φαντασίᾳ μέγεθος. ὅταν γὰρ πολλοὺς ὁμοκέντρους φαντασθῇς, ἐν ἑνὶ μὲν πάντες ὑποκειμένῳ καὶ ἀΰλῳ καὶ ἐν ζωῇ τὴν ὕπαρξιν ἔχουσιν
15ἀχωρίστῳ σώματος ἁπλοῦ καὶ τῷ διαστήματι πλεονά‐ σαντος τῆς ἀμεροῦς οὐσίας, διαφέρουσι δὲ τῷ τε με‐ γέθει καὶ τῇ μικρότητι καὶ τῷ περιέχεσθαι καὶ περι‐ έχειν. διττὸν οὖν σοι νοείσθω τὸ καθόλου τὸ ἐν τοῖς πολλοῖς, τὸ μὲν ἐν τοῖς αἰσθητοῖς, τὸ δὲ ἐν τοῖς φαν‐
20ταστοῖς. καὶ ὁ κυκλικὸς λόγος διττὸς καὶ ὁ τριγωνι‐ κὸς καὶ αὐτὸς ὁ τοῦ σχήματος, ὁ μὲν ἐπὶ τῆς νοητῆς ὕλης, ὁ δὲ ἐπὶ τῆς αἰσθητῆς. πρὸ δὲ τούτων ἦν ὅ τε ἐν διανοίᾳ λόγος καὶ ὁ ἐν τῇ φύσει, ὁ μὲν τῶν φαν‐ ταστῶν κύκλων ὑποστάτης καὶ τοῦ ἐν αὐτοῖς ἑνὸς
25εἴδους, ὁ δὲ τῶν αἰσθητῶν. ἔστωσαν γὰρ οἱ ἐν οὐρανῷ κύκλοι καὶ ὅλως οἱ τῆς φύσεως ἔκγονοι. καὶ
ὥσπερ ἀμερὴς ὁ ἐν διανοίᾳ λόγος, οὕτως καὶ ὁ φυσι‐53
in Euc
.

54

κός. ἔστι γὰρ καὶ τὰ διαστατὰ ἀδιαστάτως καὶ τὰ μεριστὰ ἀμερίστως καὶ τὰ μεγέθη ἀμεγέθως ἐν ταῖς ἀσωμάτοις αἰτίαις, ὥσπερ αὖ ἀνάπαλιν τὰ ἀμέριστα μεριστῶς καὶ τὰ ἀμεγέθη μεγεθυσμένως ἐν ταῖς σω‐
5ματικαῖς. καὶ διὰ τοῦτο ὁ μὲν ἐν διανοίᾳ κύκλος εἷς καὶ ἁπλοῦς ἐστι καὶ ἀδιάστατος καὶ αὐτὸ τὸ μέγεθος ἀμέγεθες ἐκεῖ—λόγοι γὰρ ἄνευ ὕλης τὰ τοιαῦτα καὶ τὸ σχῆμα ἀσχημάτιστον—ὁ δ’ ἐν φαντασίᾳ με‐ ριστὸς ἐσχηματισμένος διάστατος, οὐχ εἷς μόνον, ἀλλ’
10εἷς καὶ πολύς, καὶ οὐκ εἶδος μόνον, ἀλλὰ κατατεταγμέ‐ νον εἶδος, ὁ δ’ ἐν τοῖς αἰσθητοῖς καὶ τῆς ἀκριβείας ὕφεσιν ἔχων καὶ ἀνάπλεως τῆς εὐθείας καὶ τῆς καθα‐ ρότητος τῶν ἀΰλων ἀπολειπόμενος. Τὴν τοίνυν γεωμετρίαν ὅταν περὶ κύκλου τι λέγῃ
15καὶ διαμέτρου καὶ τῶν περὶ τὸν κύκλον παθημάτων, οἷον ἁφῶν διαιρέσεων τῶν τοιούτων, μήτε περὶ τῶν αἰσθητῶν λέγωμεν ἀναδιδάσκειν—χωρίζειν γὰρ ἀπὸ τούτων ἐπιχειρεῖ—μήτε τοῦ ἐν διανοίᾳ εἴδους. εἷς γὰρ ὁ κύκλος, ἡ δὲ περὶ πολλῶν ποιεῖται τοὺς λόγους
20καθ’ ἕνα ἕκαστον προβάλλουσα καὶ περὶ ἁπάντων τὰ αὐτὰ θεωροῦσα. καὶ ἀδιαίρετος μὲν ἐκεῖνος, διαιρε‐ τὸς δὲ ὁ ἐν γεωμετρίᾳ κύκλος. ἀλλὰ τὸ καθόλου μὲν αὐτῷ συγχωρῶμεν ἐπισκοπεῖν, τοῦτο δ’ ἄρα ἐκεῖνο τὸ κατατεταγμένον ἐν τοῖς φανταστοῖς κύκλοις, καὶ
25ἄλλον μὲν ὁρᾶν καὶ κατ’ ἄλλον θεωρεῖν τὸν ἐν δια‐ νοίᾳ κύκλον, περὶ ἄλλον δὲ ποιεῖσθαι τὰς ἀποδείξεις.
ἔχουσα γὰρ ἡ διάνοια τοὺς λόγους, ἀσθενοῦσα δὲ54
in Euc
.

55

συνεπτυγμένως ἰδεῖν ἀναπλοῖ τε αὐτοὺς καὶ ὑπεκτί‐ θεται καὶ εἰς τὴν φαντασίαν ἐν προθύροις κειμένην προάγει καὶ ἐν ἐκείνῃ ἢ καὶ μετ’ ἐκείνης ἀνελίττει τὴν γνῶσιν αὐτῶν, ἀγαπήσασα μὲν τὸν ἀπὸ τῶν αἰσθη‐
5τῶν χωρισμόν, τὴν δὲ φανταστὴν ὕλην εὐτρεπῆ πρὸς ὑποδοχὴν εὑροῦσα τῶν ἑαυτῆς εἰδῶν. ὅθεν καὶ ἡ νόησις αὐτῆς μετὰ φαντασίας αἵ τε συνθέσεις τῶν σχημάτων καὶ αἱ διαιρέσεις φαντασταὶ καὶ ἡ γνῶσις ὁδὸς μὲν εἰς τὴν διανοητικήν ἐστιν οὐσίαν, οὔπω δὲ
10εἰς ἐκείνην ἀναδεδράμηκε, τῆς διανοίας εἰς τὰ ἔξω βλεπούσης καὶ ταῦτα κατὰ τὰ ἔνδοθεν θεωρούσης καὶ προβολαῖς μὲν χρωμένης λόγων ἀλλ’ ἀφ’ ἑαυτῆς εἰς τὸ ἔξω κινουμένης. εἰ δέ ποτε συμπτύξασα τὰς δια‐ στάσεις καὶ τοὺς τύπους καὶ τὸ πλῆθος ἀτυπώτως καὶ
15ἑνοειδῶς θεασαμένη πρὸς ἑαυτὴν ἐπιστρέψαι δυνη‐ θείη, τότ’ ἂν διαφερόντως τοὺς λόγους τοὺς γεωμε‐ τρικοὺς ἴδοι τοὺς ἀμερίστους, τοὺς ἀδιαστάτους, τοὺς οὐσιώδεις, ὧν ἐστι πλήρωμα. καὶ ἡ ἐνέργεια αὐτῆς αὕτη τέλος ἂν εἴη τὸ ἄριστον τῆς περὶ γεωμετρίαν
20σπουδῆς καὶ ὄντως τῆς Ἑρμαϊκῆς δόσεως ἔργον, ἀπό τινος Καλυψοῦς ἀναγούσης αὐτὴν εἰς τελειοτέραν καὶ νοερωτέραν γνῶσιν καὶ ἀπολυούσης τῶν ἐν φαντασίᾳ μορφωτικῶν ἐπιβολῶν. καὶ ταύτην δεῖ τὴν μελέτην μελετᾶν τὸν ὡς ἀληθῶς γεωμετρικόν, καὶ πρὸς τὴν
25ἔγερσιν καὶ τὴν ἀπὸ τῆς φαντασίας μετάστασιν εἰς μόνην τὴν διάνοιαν αὐτὴν καθ’ αὑτὴν ποιεῖσθαι τέ‐
λος, ἁρπάζοντα ἑαυτὸν ἀπὸ τῶν διαστάσεων καὶ τοῦ55
in Euc
.

56

παθητικοῦ νοῦ πρὸς τὴν διανοητικὴν ἐνέργειαν, καθ’ ἣν πάντα ἀδιαστάτως ὄψεται καὶ ἐν ἀμερεῖ τὸν κύκλον, τὴν διάμετρον, τὰ ἐν τῷ κύκλῳ πολύγωνα, καὶ πάντα ἐν πᾶσιν καὶ ἕκαστον χωρίς. διὰ γὰρ τοῦτο καὶ ἐν
5φαντασίᾳ δείκνυμεν ἔν τε τοῖς πολυγώνοις τοὺς κύ‐ κλους ἐγγραφομένους καὶ ἐν τοῖς κύκλοις τὰ πολύ‐ γωνα, μιμούμενοι τὴν τῶν ἀμερῶν λόγων δι’ ἀλλήλων δεῖξιν. διὰ ταῦτα γὰρ ἄρα καὶ συστάσεις σχημάτων καὶ γενέσεις καὶ διαιρέσεις ἀναγράφομεν καὶ θέσεις
10καὶ παραβολάς. διότι τῇ φαντασίᾳ προσχρώμεθα καὶ ταῖς ἐκ ταύτης διαστάσεσιν, ἐπεὶ τό γε εἶδος αὐτὸ ἀκίνητόν ἐστι καὶ ἀγένητον καὶ ἀδιαίρετον καὶ παν‐ τὸς ὑποκειμένου καθαρεῦον. ἀλλὰ καὶ ὅσα κρυφίως ἐστὶν ἐν ἐκείνῳ, διαστατῶς καὶ μεριστῶς εἰς φαντα‐
15σίαν προάγεται καὶ τὸ μὲν προβάλλον ἡ διάνοια, τὸ δὲ ἀφ’ οὗ προβάλλεται τὸ διανοητὸν εἶδος, τὸ δὲ ἐν ᾧ τὸ προβαλλόμενον παθητικὸς οὗτος καλούμενος νοῦς, ἐξελίττων ἑαυτὸν περὶ τὴν ἀμέρειαν τοῦ ἀλη‐ θοῦς νοῦ καὶ διϊστὰς ἑαυτοῦ τὸ ἀδιάστατον τῆς
20ἀκραιφνοῦς νοήσεως καὶ μορφῶν ἑαυτὸν κατὰ πάντα τὰ ἀμόρφωτα εἴδη καὶ πάντα γιγνόμενος, ἅ ἐστιν ἡ διάνοια καὶ ὁ ἀμερὴς ἐν ἡμῖν λόγος. Περὶ μὲν οὖν τῆς γεωμετρικῆς ὕλης τοσαῦτα ἔχο‐ μεν λέγειν οὐκ ἀγνοοῦντες, ὅσα καὶ ὁ φιλόσοφος Πορ‐
25φύριος ἐν τοῖς συμμίκτοις γέγραφεν καὶ οἱ πλεῖστοι56
in Euc
.

57

τῶν Πλατωνικῶν διατάττονται, συμφωνότερα δὲ εἶναι ταῦτα ταῖς γεωμετρικαῖς ἐφόδοις νομίζοντες καὶ τῷ Πλάτωνι διανοητὰ καλοῦντι τὰ ὑποκείμενα τῇ γεωμετρίᾳ. συνᾴδει γὰρ οὖν ταῦτα ἀλλήλοις, διότι
5τῶν γεωμετρικῶν εἰδῶν αἱ μὲν αἰτίαι, καθ’ ἃς καὶ ἡ διάνοια προβάλλει τὰς ἀποδείξεις, ἐν αὐτῇ προυφε‐ στήκασιν, αὐτὰ δὲ ἕκαστα τὰ διαιρούμενα καὶ συντι‐ θέμενα σχήματα περὶ τὴν φαντασίαν προβέβληται. περὶ δὲ τῆς ἐπιστήμης αὐτῆς τῆς τούτων θεωρετικῆς
10μετὰ ταῦτα λέγωμεν. γνωστικὴ μὲν οὖν ἐστι μεγεθῶν καὶ σχημάτων καὶ τῶν ἐν τούτοις περάτων, ἔτι δὲ τῶν λόγων τῶν ἐν αὐτοῖς ἡ γεωμετρία καὶ τῶν παθῶν τῶν περὶ αὐτὰ καὶ τῶν παντοίων θέσεων καὶ κινή‐ σεων, προϊοῦσα μὲν ἀπὸ τοῦ ἀμεροῦς σημείου, κατα‐
15βαίνουσα δὲ μέχρι τῶν στερεῶν καὶ τὰς πολυειδεῖς αὐτῶν διαφορότητας ἀνευρίσκουσα, καὶ αὖ πάλιν ἀπὸ τῶν συνθετωτέρων ἐπὶ τὰ ἁπλούστερα καὶ τὰς ἀρχὰς τὰς τούτων ἀνατρέχουσα. καὶ γὰρ συνθέσεσιν χρῆται καὶ ἀναλύσεσιν, ἀεὶ μὲν ἐξ ὑποθέσεων ὁρμῶσα καὶ
20τὰς ἀρχὰς ἀπὸ τῆς πρὸ αὐτῆς ἐπιστήμης λαμβάνουσα, χρωμένη δὲ ταῖς διαλεκτικαῖς ἁπάσαις μεθόδοις, περὶ μὲν τὰς ἀρχὰς διαιρέσεσι τῶν εἰδῶν ἀπὸ τῶν γενῶν καὶ τοῖς ὁριστικοῖς λόγοις, περὶ δὲ τὰ μετὰ τὰς ἀρχὰς ἀποδείξεσι καὶ ἀναλύσεσιν, ἵνα καὶ ἀπὸ τῶν ἁπλου‐
25στέρων τὰ ποικιλώτερα δεικνύῃ προϊόντα καὶ ἐπ’ αὐτὰ πάλιν ἀναστρέφοντα καὶ χωρὶς μὲν περὶ τῶν ὑποκειμένων αὐτῇ ποιουμένη τοὺς λόγους, χωρὶς δὲ
περὶ τῶν ἀξιωμάτων, ἀφ’ ὧν ὥρμηται πρὸς τὰς ἀπο‐57
in Euc
.

58

δείξεις, καὶ τῶν αἰτημάτων, χωρὶς δὲ περὶ τῶν καθ’ αὑτὰ συμβεβηκότων, ἃ καὶ δείκνυσιν ὑπάρχοντα τοῖς ὑποκειμένοις. ἑκάστη γὰρ τῶν ἐπιστημῶν ἄλλο μὲν ἔχει τὸ γένος, περὶ ὃ πραγματεύεται καὶ οὗ τὰ πάθη
5σκοπεῖν προτίθεται, ἄλλας δὲ τὰς ἀρχάς, αἷς χρῆται πρὸς τὰς ἀποδείξεις, ἄλλα δὲ τὰ καθ’ αὑτὰ ὑπάρχοντα. καὶ τὰ μὲν ἀξιώματα κοινὰ πάσαις, εἰ καὶ ἑκάστη χρῆται πρὸς τὴν ὑποκειμένην ὕλην οἰκείως αὐτοῖς, τὸ δὲ γένος καὶ τὸ καθ’ αὑτὸ συμβεβηκὸς διαφέρον.
10 Τὰ μὲν οὖν ὑποκείμενα γεωμετρίας ἐστὶ τρίγωνα καὶ τετράγωνα καὶ κύκλοι καὶ ὅλως σχήματα καὶ με‐ γέθη καὶ τὰ τούτων πέρατα, τὰ δὲ καθ’ αὑτὰ ὑπάρ‐ χοντα τούτοις αἱ διαιρέσεις, οἱ λόγοι, αἱ ἁφαί, αἱ ἰσότητες, αἱ παραβολαί, αἱ ὑπερβολαί, αἱ ἐλλείψεις,
15πάντα τὰ τοιαῦτα, τὰ δὲ αἰτήματα καὶ τὰ ἀξιώματα, δι’ ὧν ἀποδείκνυσιν ἕκαστα, τὸ ἀπὸ παντὸς σημείου ἐπὶ πᾶν σημεῖον εὐθεῖαν ἄγειν, τὸ ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, ἴσα εἶναι τὰ καταλειπόμενα καὶ τὰ τούτοις ἑπόμενα. διὸ καὶ οὔτε πᾶν πρόβλημα οὔτε πᾶν ἐρώ‐
20τημα γεωμετρικόν ἐστιν, ἀλλὰ ὅσα ἐκ τῶν γεωμετρίας ἐστιν ἀρχῶν, καὶ ὁ ἐκ τούτων ἐλεγχόμενος ἐλέγχοιτο ἂν ὡς γεωμέτρης. ὅσα δὲ μὴ ἐκ τούτων, οὐ γεωμε‐ τρικὰ ἀλλ’ ἀγεωμέτρητα. διττὰ δὲ καὶ ταῦτά ἐστιν· ἢ γὰρ παντελῶς ἐξ ἑτέρων ἐστὶν ἀρχῶν, ὥσπερ τὸ
25μουσικὸν ἐρώτημά φαμεν ἀγεωμέτρητον, ὅτι ἐξ ἄλλων παντελῶς ὑποθέσεων ὥρμηται καὶ οὐκ ἐκ τῶν γεω‐
μετρίας ἀρχῶν, ἢ τὸ ταῖς γεωμετρικαῖς ἀρχαῖς χρώμε‐58
in Euc
.

59

νον, ἀλλὰ διαστρόφως, οἷον εἴ τις λέγοι τὰς παραλλή‐ λους συμπίπτειν. καὶ διὰ ταῦτα ἄρα καὶ ἡ γεωμετρία κριτήρια παραδίδωσιν ἡμῖν, ἀφ’ ὧν δυνησόμεθα δια‐ γιγνώσκειν τά τε ἑπόμενα ταῖς ἀρχαῖς αὐτῆς καὶ ὅσα
5τὴν ἐκείνων ἀλήθειαν ἐκβαίνει. οἱ γὰρ τρόποι, καθ’ οὓς τὰ ψευδάρια διελέγχειν δυνατόν, ὅπῃ διημάρτηται, ταύτην ἔχουσι τὴν ἐπαγγελίαν. ἄλλα γὰρ ἕπεται ταῖς γεωμετρικαῖς ἀρχαῖς καὶ ἄλλα ταῖς ἀριθμητικαῖς. τί γὰρ δεῖ λέγειν περὶ τῶν ... πάμπολυ λείπονται τού‐
10των; ἀκριβεστέρα γάρ ἐστιν ἐπιστήμη ἄλλη ἄλλης, ὥς φησιν Ἀριστοτέλης, ἥ τε ποικιλωτέραις ἀρχαῖς χρωμένη τῆς ἐξ ἁπλουστέρων ὑποθέσεων ὡρμημένης καὶ ἡ τὸ διότι λέγουσα τῆς τὸ ὅτι γινωσκούσης καὶ ἡ περὶ νοητῶν πραγματευομένη τῆς τῶν αἰσθητῶν ἐφα‐
15πτομένης. καὶ κατὰ ταύτας τὰς ἀποδόσεις τῆς ἀκρι‐ βείας ἀριθμητικὴ μὲν ἀκριβεστέρα γεωμετρίας—αἱ γὰρ ἐκείνης ἀρχαὶ τῇ ἁπλότητι διαφέρουσιν. ἡ μὲν γὰρ μονὰς ἄθετός ἐστιν, ἡ δὲ στιγμὴ θέσιν ἔχουσα, καὶ ἀρχαὶ γεωμετρίας μὲν ἡ στιγμὴ προσλαβοῦσα τὴν
20θέσιν, ἀριθμητικῆς δὲ ἡ μονάς—γεωμετρία δὲ σφαι‐ ρικῆς καὶ ἀριθμητικὴ μουσικῆς—αὗται γὰρ τὰς αἰτίας ἀποδιδόασι καθόλου τῶν ὑπ’ ἐκείνας θεωρη‐
μάτων—γεωμετρία δὲ μηχανικῆς ἢ ὀπτικῆς, ὅτι περὶ59
in Euc
.

60

αἰσθητῶν αὗται ποιοῦνται τοὺς λόγους. αἱ μὲν οὖν ἀριθμητικῆς ἀρχαὶ καὶ γεωμετρίας τῶν ἄλλων δια‐ φέρουσιν, αἱ δὲ αὐτῶν τούτων ὑποθέσεις διεστήκασι μὲν ἀπ’ ἀλλήλων, καθ’ ἣν εἴπομεν διάστασιν, ἔχουσιν
5δ’ αὖ καὶ κοινωνίαν πρὸς ἀλλήλας, διὸ καὶ τῶν θεω‐ ρημάτων τῶν δεικνυμένων τὰ μέν ἐστιν αὐταῖς κοινὰ τὰ δὲ ἴδια ἑκατέρας. τὸ μὲν γὰρ πάντα λόγον εἶναι ῥητὸν ἀριθμητικῇ προσήκει μόνῃ, γεωμετρίᾳ δὲ οὐδα‐ μῶς· εἰσὶ γὰρ ἐν αὐτῇ καὶ ἄρρητοι λόγοι. καὶ τὸ ὡρί‐
10σθαι κατὰ τὸ ἔλασσον τοὺς τῶν τετραγώνων γνώμο‐ νας ἀριθμητικῆς ἴδιον· ἐν γεωμετρίᾳ γὰρ τὸ ἐλάχιστον ὅλως οὐκ ἔστιν. γεωμετρίας δέ ἐστιν ἐξαίρετα τὰ περὶ τὰς θέσεις—οἱ γὰρ ἀριθμοὶ θέσιν οὐκ ἔχουσιν —τὰ περὶ τὰς ἁφάς—ἐν γὰρ συνεχέσι τὸ ἅπτεσθαι
15—τὸ περὶ τὰς ἀλόγους—ὅπου γὰρ ἐπ’ ἄπειρον ἡ διαίρεσις, ἐκεῖ καὶ τὸ ἄλογον. κοινὰ δέ ἐστιν ἀμφο‐ τέρων τὰ κατὰ τὰς τομάς, οἵας Εὐκλείδης ἐν τῷ δευ‐ τέρῳ παραδίδωσι, πλὴν τῆς τὴν εὐθεῖαν εἰς ἄκρον καὶ μέσον λόγον τεμνούσης. τῶν δ’ αὖ κοινῶν τού‐
20των θεωρημάτων τὸ μὲν ἀπὸ γεωμετρίας εἰς ἀριθμητι‐ κὴν μετάγεται, τὰ δὲ ἔμπαλιν ἀπὸ ἀριθμητικῆς εἰς γεωμετρίαν, τὰ δὲ ὁμοίως ἀμφοτέραις προσῆκεν ἀπὸ τῆς ὅλης μαθηματικῆς ἐπιστήμης εἰς αὐτὰς καθή‐ κοντα. τὸ μὲν γὰρ ἐναλλὰξ καὶ αἱ ἀναστροφαὶ τῶν
25λόγων καὶ αἱ συνθέσεις καὶ αἱ διαιρέσεις κατὰ τοῦτον τὸν τρόπον ἐστὶ κοινὸν ἀμφοτέραις, τὰ δὲ τῶν συμ‐ μέτρων ἀριθμητικὴ μὲν θεωρεῖ πρώτως, γεωμετρία δὲ
δευτέρως ἐκείνην μιμουμένη. διὸ καὶ τὰ σύμμετρα60
in Euc
.

61

τούτῳ ταῦτα ἀφορίζεται, ὅσα λόγον ἔχει πρὸς ἄλληλα, ὃν ἀριθμὸς πρὸς ἀριθμὸν ὡς τῆς συμμετρίας προηγου‐ μένως ἐν ἀριθμοῖς ὑφισταμένης. ὅπου γὰρ ἀριθμός, ἐκεῖ καὶ τὸ σύμμετρον, καὶ ὅπου τὸ σύμμετρον, καὶ ὁ
5ἀριθμός. τά γε μὴν τῶν τριγώνων καὶ τετραγώνων γεωμετρία μὲν θεωρεῖ πρώτως, κατ’ ἀναλογίαν δὲ λα‐ βοῦσα παρ’ αὐτῆς ἡ ἀριθμητική· καὶ γὰρ ἐν τοῖς ἀριθμοῖς σχήματα κατ’ αἰτίαν ἐστίν. ἐκ τῶν ἀποτε‐ λεσμάτων οὖν ὁρμηθέντες ἐπὶ τὰς αἰτίας αὐτῶν τὰς
10ἐν τοῖς ἀριθμοῖς μέτιμεν, καὶ ὅπου μὲν ἀπαραλλάκτως τὰ αὐτὰ συμπτώματα θεωροῦμεν, ὥσπερ ὅτι πᾶν πο‐ λύγωνον εἰς τρίγωνα διαλύεται, ὅπου δὲ τὸ σύνεγγυς ἀγαπῶμεν, οἷον εὑρόντες ἐν γεωμετρίᾳ τετράγωνον τετραγώνου διπλάσιον, ἐν ἀριθμοῖς δὲ οὐκ ἔχοντες
15ἑνὸς δέοντός φαμεν ἄλλον ἄλλου διπλάσιον ὑπάρχειν, ὥσπερ τοῦ ἀπὸ τῆς πεντάδος ὁ ἀπὸ τῆς ἑπτάδος διπλά‐ σιος ἑνὸς δέοντος. Ταῦτα μὲν οὖν ἐπὶ πλέον προηγάγομεν τὴν κοι‐ νωνίαν τὴν κατὰ τὰς ἀρχὰς τῶν δύο τούτων ἐπι‐
20στημῶν καὶ τὴν διαφορὰν παριστάντες. γεωμετρικοῦ γὰρ τὸ συνορᾶν τὰ μὲν κοινὰ θεωρήματα, ποίαις ἀρ‐ χαῖς ἕπεται κοιναῖς, τὰ δὲ ἴδια ποίαις, καὶ οὕτω τά τε ἀγεωμέτρητα καὶ τὰ γεωμετρικὰ διαιρεῖσθαι, καὶ τὰ μὲν εἰς ἄλλην, τὰ δὲ εἰς ἄλλην ἐπιστήμην ἄγειν.
25ἄνωθεν δὲ πάλιν ἐπιόντες κατίδωμεν τὴν ὅλην γεω‐ μετρίαν, ὅθεν τε ὥρμηται καὶ μέχρι τίνος πρόεισιν.
οὕτω γὰρ τὸν ἐν αὐτῇ διάκοσμον τῶν λόγων θεασώ‐61
in Euc
.

62

μεθα. νοήσωμεν δὴ πᾶσι τοῖς οὖσιν αὐτὴν συμπαρ‐ εκτεινομένην καὶ πᾶσιν ἐπιβάλλουσαν τὰς ἑαυτῆς δια‐ νοήσεις καὶ πάντων ἐν ἑαυτῇ περιέχουσαν τὰ εἴδη, κατὰ μὲν τὸ ἀκρότατον αὐτῆς καὶ νοερώτατον τὰ ὄν‐
5τως ὄντα περιαθροῦσαν καὶ δι’ εἰκόνων ἀναδιδάσκου‐ σαν τάς τε τῶν θείων διακόσμων ἰδιότητας καὶ τὰς τῶν νοερῶν εἰδῶν δυνάμεις—ἔχει γὰρ καὶ τούτων τοὺς λόγους ἐν τοῖς οἰκείοις θεάμασι καὶ δείκνυσι, τίνα μέν ἐστι τὰ θεοῖς ὡς προσήκοντα σχήματα, τίνα
10δὲ ταῖς πρώταις οὐσίαις, τίνα δὲ ταῖς τῶν ψυχῶν ὑπο‐ στάσεσι—κατὰ δὲ τὰς μέσας γνώσεις ἀνελίττει τοὺς διανοητικοὺς λόγους καὶ ἐξαπλοῖ καὶ θεωρεῖ τὴν ἐν αὐτοῖς ποικιλίαν καὶ τὰς ὑπάρξεις αὐτῶν ἐκφαίνει καὶ τὰ περὶ αὐτοὺς πάθη, τάς τε κοινωνίας αὐτῶν καὶ
15τὰς διαφορότητας, ἀφ’ ὧν δὴ καὶ τὰς φανταστὰς δια‐ μορφώσεις σχημάτων ἐν πέρασιν ὡρισμένοις περι‐ λαμβάνει καὶ ἀνάγει πρὸς τὴν οὐσιώδη τῶν λόγων ὑπόστασιν—κατὰ δὲ τὰς τρίτας τῆς διανοήσεως διεξ‐ όδους τὴν φύσιν ἐπισκοπεῖ καὶ τὰ εἴδη τῶν αἰσθη‐
20τῶν στοιχείων καὶ τῶν περὶ αὐτὰ δυνάμεων, ὅπως κατ’ αἰτίαν ἐν τοῖς λόγοις αὐτῆς προείληπται, παρα‐ δίδωσιν. ἔχει γὰρ εἰκόνας μὲν τῶν νοητῶν ὅλων γε‐ νῶν, παραδείγματα δὲ τῶν αἰσθητῶν, οὐσίωται δὲ κατὰ τὰ εἴδη τὰ διανοητὰ καὶ διὰ μέσων τούτων
25ἄνεισί τε καὶ κάτεισιν ἐφ’ ὅλα τὰ ὄντα καὶ τὰ γινό‐
μενα. γεωμετρικῶς δὲ περὶ τῶν ὄντων ἀεὶ φιλοσο‐62
in Euc
.

63

φοῦσα καὶ πρὸς τοῖς λόγοις ἅπασι τῶν ἀρετῶν τὰς εἰκόνας περιέχει τῶν τε νοερῶν καὶ τῶν ψυχικῶν καὶ τῶν φυσικῶν καὶ πάσας ἐν τάξει παραδίδωσι τὰς τῶν πολιτειῶν διακοσμήσεις καὶ ἐν αὑτῇ δείκνυσι τὰς ποι‐
5κίλας αὐτῶν μεταβολάς, καὶ ταῦτα μὲν ἀΰλως καὶ γνωστικῶς ἐνεργοῦσα, τῆς δὲ ὕλης ἐφαπτομένη πολ‐ λὰς ἀφ’ ἑαυτῆς ἐπιστήμας ἐκδίδωσιν, οἷον τὴν γεω‐ δεσίαν, τὴν μηχανικήν, τὴν ὀπτικήν, δι’ ὧν καὶ τὸν θνητὸν βίον εὐεργετεῖ. καὶ γὰρ πολεμιστήρια ὄργανα
10καὶ φυλακτήρια τῶν πόλεων διὰ τούτων κατεσκευ‐ άσατο καὶ τὰς τῶν ὡρῶν περιόδους γνωρίμους ἐποίη‐ σεν καὶ τὰς τῶν τόπων θέσεις, μέτρα τε ὑφηγήσατο τὰ μὲν τῶν κατὰ γῆν ὁδῶν, τὰ δὲ τῶν κατὰ θάλασ‐ σαν, ζυγά τε καὶ τρυτάνας ἐδημιούργησεν, ἀφ’ ὧν
15τὴν κατ’ ἀριθμὸν ἰσότητα ταῖς πόλεσι διηκρίβωσεν, τοῦ τε παντὸς κόσμου τὴν τάξιν δι’ εἰκόνων ἐμφανῆ κατέστησεν καὶ πολλὰ τοῖς ἀνθρώποις ἀπὸ ἀπίστων ἀνέφηνε καὶ πιστὰ πᾶσιν ἔδειξεν· οἷον δὴ καὶ Ἱέρων ὁ Συρακούσιος εἰπεῖν λέγεται περὶ Ἀρχιμήδους, ὅτε
20τὴν τριάρμενον κατεσκεύασε ναῦν, ἣν παρεσκευάζετο πέμπειν Πτολεμαίῳ τῷ βασιλεῖ τῷ Αἰγυπτίῳ. πάν‐ των γὰρ ἅμα Συρακουσίων ἑλκῦσαι τὴν ναῦν οὐ δυ‐ ναμένων Ἀρχιμήδης τὸν Ἱέρωνα μόνον αὐτὴν κατ‐ αγαγεῖν ἐποίησεν. καταπλαγεὶς δὲ ἐκεῖνος Ἀπὸ ταύ‐
25της, ἔφη, τῆς ἡμέρας περὶ παντὸς Ἀρχιμήδει λέ‐ γοντι πιστευτέον. τὸ δὲ αὐτὸ καὶ Γέλωνά φασιν
εἰπεῖν, ἡνίκα τοῦ στεφάνου μὴ λυθέντος, ὃν κατ‐63
in Euc
.

64

εσκεύασεν, τὴν ὁλκὴν ἑκάστην ἀνεῦρεν τῶν συγκρα‐ θεισῶν ὑλῶν. Ταῦτα μὲν οὖν πολλοὶ τῶν πρεσβυτέρων ἀνέγρα‐ ψαν, τὴν μαθηματικὴν ἐγκωμιάζειν προθέμενοι, καὶ
5διὰ ταῦτα ὀλίγα ἀπὸ πολλῶν ἡμεῖς ἐν τούτοις παρε‐ θέμεθα τὴν τῆς γεωμετρίας παντελῶς γνῶσιν καὶ ὠφέ‐ λειαν ἐπιδεικνύντες· τὴν δὲ γένεσιν αὐτῆς τὴν ἐν τῇ περιόδῳ ταύτῃ μετὰ ταῦτα λεκτέον. ὁ μὲν γὰρ δαι‐ μόνιος Ἀριστοτέλης εἰπὼν τὰ αὐτὰ δοξάσματα
10πολλάκις εἰς ἀνθρώπους ἀφικνεῖσθαι κατά τινας τε‐ ταγμένας περιόδους τοῦ παντός, καὶ μὴ καθ’ ἡμᾶς πρῶτον ἢ τοὺς ὑφ’ ἡμῶν γνωσθέντας τὰς ἐπιστήμας σύστασιν λαβεῖν, ἀλλὰ καὶ ἐν ἄλλαις περιφοραῖς οὐδ’ εἰπεῖν ὁπόσαις ταῖς τε γενομέναις καὶ ταῖς αὖθις ἐσο‐
15μέναις ἐκφανῆναί τε καὶ ἀφανισθῆναι πάλιν αὐτάς. ἐπεὶ δὲ χρὴ τὰς ἀρχὰς καὶ τῶν τεχνῶν καὶ τῶν ἐπι‐ στημῶν πρὸς τὴν παροῦσαν περίοδον σκοπεῖν, λέγο‐ μεν, ὅτι παρ’ Αἰγυπτίοις μὲν εὑρῆσθαι πρῶτον ἡ γεωμετρία παρὰ τῶν πολλῶν ἱστόρηται, ἐκ τῆς τῶν
20χωρίων ἀναμετρήσεως λαβοῦσα τὴν γένεσιν. ἀναγ‐ καία γὰρ ἦν ἐκείνοις αὕτη διὰ τὴν ἄνοδον τοῦ Νεί‐ λου τοὺς προσήκοντας ὅρους ἑκάστοις ἀφανίζον‐ τος. καὶ θαυμαστὸν οὐδὲν ἀπὸ τῆς χρείας ἄρξασθαι τὴν εὕρεσιν καὶ ταύτης καὶ τῶν ἄλλων ἐπιστημῶν,
25ἐπειδὴ πᾶν τὸ ἐν γενέσει φερόμενον ἀπὸ τοῦ ἀτελοῦς64
in Euc
.

65

εἰς τὸ τέλειον πρόεισιν. ἀπὸ αἰσθήσεως οὖν εἰς λο‐ γισμὸν καὶ ἀπὸ τούτου ἐπὶ νοῦν ἡ μετάβασις γένοιτο ἂν εἰκότως. ὥσπερ οὖν παρὰ τοῖς Φοίνιξιν διὰ τὰς ἐμπορείας καὶ τὰ συναλλάγματα τὴν ἀρχὴν ἔλαβεν ἡ
5τῶν ἀριθμῶν ἀκριβὴς γνῶσις, οὕτω δὴ καὶ παρ’ Αἰγυπτίοις ἡ γεωμετρία διὰ τὴν εἰρημένην αἰτίαν εὕρηται. Θαλῆς δὲ πρῶτον εἰς Αἴγυπτον ἐλθὼν μετ‐ ήγαγεν εἰς τὴν Ἑλλάδα τὴν θεωρίαν ταύτην καὶ πολλὰ μὲν αὐτὸς εὗρεν, πολλῶν δὲ τὰς ἀρχὰς τοῖς
10μετ’ αὐτὸν ὑφηγήσατο, τοῖς μὲν καθολικώτερον ἐπι‐ βάλλων, τοῖς δὲ αἰσθητικώτερον. μετὰ δὲ τοῦτον Μάμερκος [?] ὁ Στησιχόρου τοῦ ποιητοῦ ἀδελφός, ὃς ἐφαψάμενος τῆς περὶ γεωμετρίαν σπουδῆς μνη‐ μονεύεται, καὶ Ἱππίας ὁ Ἠλεῖος ἱστόρησεν ὡς ἐπὶ
15γεωμετρίᾳ δόξαν αὐτοῦ λαβόντος. ἐπὶ δὲ τούτοις Πυθαγόρας τὴν περὶ αὐτὴν φιλοσοφίαν εἰς σχῆμα παιδείας ἐλευθέρου μετέστησεν, ἄνωθεν τὰς ἀρχὰς αὐτῆς ἐπισκοπούμενος καὶ ἀΰλως καὶ νοερῶς τὰ θεω‐ ρήματα διερευνώμενος, ὃς δὴ καὶ τὴν τῶν ἀλόγων
20πραγματείαν καὶ τὴν τῶν κοσμικῶν σχημάτων σύστα‐
σιν ἀνεῦρεν. μετὰ δὲ τοῦτον Ἀναξαγόρας ὁ Κλαζο‐65
in Euc
.

66

μένιος πολλῶν ἐφήψατο τῶν κατὰ γεωμετρίαν καὶ Οἰνοπίδης ὁ Χῖος, ὀλίγῳ νεώτερος ὢν Ἀναξαγόρου, ὧν καὶ ὁ Πλάτων ἐν τοῖς ἀντερασταῖς ἐμνημόνευσεν ὡς ἐπὶ τοῖς μαθήμασι δόξαν λαβόντων. ἐφ’ οἷς Ἱππο‐
5κράτης ὁ Χῖος ὁ τὸν τοῦ μηνίσκου τετραγωνισμὸν εὑρών, καὶ Θεόδωρος ὁ Κυρηναῖος ἐγένοντο περὶ γεωμετρίαν ἐπιφανεῖς. πρῶτος γὰρ ὁ Ἱπποκράτης τῶν μνημονευομένων καὶ στοιχεῖα συνέγραψεν. Πλάτων δ’ ἐπὶ τούτοις γενόμενος μεγίστην ἐποίησεν ἐπίδοσιν
10τά τε ἄλλα μαθήματα καὶ τὴν γεωμετρίαν λαβεῖν διὰ τὴν περὶ αὐτὰ σπουδήν, ὅς που δῆλός ἐστι καὶ τὰ συγγράμματα τοῖς μαθηματικοῖς λόγοις καταπυκνώσας καὶ πανταχοῦ τὸ περὶ αὐτὰ θαῦμα τῶν φιλοσοφίας ἀντεχομένων ἐπεγείρων. ἐν δὲ τούτῳ τῷ χρόνῳ καὶ
15Λεωδάμας ὁ Θάσιος ἦν καὶ Ἀρχύτας ὁ Ταραντῖνος καὶ Θεαίτητος ὁ Ἀθηναῖος, παρ’ ὧν ἐπηυξήθη τὰ θεωρήματα καὶ προῆλθεν εἰς ἐπιστημονικωτέραν σύ‐ στασιν. Λεωδάμαντος δὲ νεώτερος ὁ Νεοκλείδης καὶ ὁ τούτου μαθητὴς Λέων, οἳ πολλὰ προσευπόρη‐
20σαν τοῖς πρὸ αὐτῶν, ὥστε τὸν Λέοντα καὶ τὰ στοιχεῖα συνθεῖναι τῷ τε πλήθει καὶ τῇ χρείᾳ τῶν δεικνυμέ‐
νων ἐπιμελέστερον, καὶ διορισμοὺς εὑρεῖν, πότε δυνα‐66
in Euc
.

67

τόν ἐστι τὸ ζητούμενον πρόβλημα καὶ πότε ἀδύνατον. Εὔδοξος δὲ ὁ Κνίδιος, Λέοντος μὲν ὀλίγῳ νεώτερος, ἑταῖρος δὲ τῶν περὶ Πλάτωνα γενόμενος, πρῶτος τῶν καθόλου καλουμένων θεωρημάτων τὸ πλῆθος
5ηὔξησεν καὶ ταῖς τρισὶν ἀναλογίαις ἄλλας τρεῖς προσ‐ έθηκεν καὶ τὰ περὶ τὴν τομὴν ἀρχὴν λαβόντα παρὰ Πλάτωνος εἰς πλῆθος προήγαγεν καὶ ταῖς ἀναλύσεσιν ἐπ’ αὐτῶν χρησάμενος. Ἀμύκλας δὲ ὁ Ἡρακλεώτης, εἷς τῶν Πλάτωνος ἑταίρων καὶ Μέναιχμος ἀκροα‐
10τὴς ὢν Εὐδόξου καὶ Πλάτωνι δὲ συγγεγονὼς καὶ ὁ ἀδελφὸς αὐτοῦ Δεινόστρατος ἔτι τελεωτέραν ἐποίη‐ σαν τὴν ὅλην γεωμετρίαν. Θεύδιος δὲ ὁ Μάγνης ἕν τε τοῖς μαθήμασιν ἔδοξεν εἶναι διαφέρων καὶ κατὰ τὴν ἄλλην φιλοσοφίαν· καὶ γὰρ τὰ στοιχεῖα καλῶς συν‐
15έταξεν καὶ πολλὰ τῶν ὁρικῶν [?] καθολικώτερα ἐποίη‐ σεν. καὶ μέντοι καὶ ὁ Κυζικηνὸς Ἀθήναιος κατὰ τοὺς αὐτοὺς γεγονὼς χρόνους καὶ ἐν τοῖς ἄλλοις μὲν μαθήμασι, μάλιστα δὲ κατὰ γεωμετρίαν ἐπιφανὴς ἐγέ‐ νετο. διῆγον οὖν οὗτοι μετ’ ἀλλήλων ἐν Ἀκαδημίᾳ
20κοινὰς ποιούμενοι τὰς ζητήσεις. Ἑρμότιμος δὲ ὁ Κολοφώνιος τὰ ὑπ’ Εὐδόξου προηυπορημένα καὶ Θεαιτήτου προήγαγεν ἐπὶ πλέον καὶ τῶν στοιχείων πολλὰ ἀνεῦρε καὶ τῶν τόπων τινὰ συνέγραψεν. Φί‐
λιππος δὲ ὁ Μενδαῖος, Πλάτωνος ὢν μαθητὴς καὶ67
in Euc
.

68

ὑπ’ ἐκείνου προτραπεὶς εἰς τὰ μαθήματα, καὶ τὰς ζη‐ τήσεις ἐποιεῖτο κατὰ τὰς Πλάτωνος ὑφηγήσεις καὶ ταῦτα προύβαλλεν ἑαυτῷ, ὅσα ᾤετο τῇ Πλάτωνος φι‐ λοσοφίᾳ συντελεῖν. οἱ μὲν οὖν τὰς ἱστορίας ἀναγρά‐
5ψαντες μέχρι τούτου προάγουσι τὴν τῆς ἐπιστήμης ταύτης τελείωσιν. οὐ πόλυ δὲ τούτων νεώτερός ἐστιν Εὐκλείδης ὁ τὰ στοιχεῖα συναγαγὼν καὶ πολλὰ μὲν τῶν Εὐδόξου συντάξας, πολλὰ δὲ τῶν Θεαιτήτου τελεωσάμενος, ἔτι δὲ τὰ μαλακώτερον δεικνύμενα τοῖς
10ἔμπροσθεν εἰς ἀνελέγκτους ἀποδείξεις ἀναγαγών. γέ‐ γονε δὲ οὗτος ὁ ἀνὴρ ἐπὶ τοῦ πρώτου Πτολεμαίου· καὶ γὰρ ὁ Ἀρχιμήδης ἐπιβαλὼν καὶ τῷ πρώτῳ μνη‐ μονεύει τοῦ Εὐκλείδου, καὶ μέντοι καί φασιν ὅτι Πτολεμαῖος ἤρετό ποτε αὐτόν, εἴ τίς ἐστιν περὶ γεω‐
15μετρίαν ὁδὸς συντομωτέρα τῆς στοιχειώσεως· ὁ δὲ ἀπεκρίνατο, μὴ εἶναι βασιλικὴν ἀτραπὸν ἐπὶ γεωμε‐ τρίαν. νεώτερος μὲν οὖν ἐστι τῶν περὶ Πλάτωνα, πρεσβύτερος δὲ Ἐρατοσθένους καὶ Ἀρχιμήδους. οὗτοι γὰρ σύγχρονοι ἀλλήλοις, ὥς πού φησιν Ἐρατοσθέ‐
20νης. καὶ τῇ προαιρέσει δὲ Πλατωνικός ἐστι καὶ τῇ φιλοσοφίᾳ ταύτῃ οἰκεῖος, ὅθεν δὴ καὶ τῆς συμπάσης στοιχειώσεως τέλος προεστήσατο τὴν τῶν καλουμένων Πλατωνικῶν σχημάτων σύστασιν. πολλὰ μὲν οὖν καὶ
ἄλλα τοῦ ἀνδρὸς τούτου μαθηματικὰ συγγράμματα68
in Euc
.

69

θαυμαστῆς ἀκριβείας καὶ ἐπιστημονικῆς θεωρίας μεστά. τοιαῦτα γὰρ καὶ τὰ ὀπτικὰ καὶ τὰ κατοπτρικά, τοιαῦται δὲ καὶ αἱ κατὰ μουσικὴν στοιχειώσεις, ἔτι δὲ τὸ περὶ διαιρέσεων βιβλίον. διαφερόντως δ’ ἄν τις
5αὐτὸν ἀγασθείη κατὰ τὴν γεωμετρικὴν στοιχείωσιν τῆς τάξεως ἕνεκα καὶ τῆς ἐκλογῆς τῶν πρὸς τὰ στοι‐ χεῖα πεποιημένων θεωρημάτων τε καὶ προβλημάτων. καὶ γὰρ οὐχ ὅσα ἐνεχώρει λέγειν ἀλλ’ ὅσα στοιχειοῦν ἠδύνατο παρείληφεν, ἔτι δὲ τοὶς τῶν συλλογισμῶν
10παντοίους τρόπους, τοὺς μὲν ἀπὸ τῶν αἰτίων λαμβά‐ νοντας τὴν πίστιν, τοὺς δὲ ἀπὸ τεκμηρίων ὡρμημέ‐ νους, πάντας δὲ ἀνελέγκτους καὶ ἀκριβεῖς καὶ πρὸς ἐπιστήμην οἰκείους, πρὸς δὲ τούτοις τὰς μεθόδους ἁπάσας τὰς διαλεκτικάς, τὴν μὲν διαιρετικὴν ἐν ταῖς
15εὑρέσεσι τῶν εἰδῶν, τὴν δὲ ὁριστικὴν ἐν τοῖς οὐσιώ‐ δεσι λόγοις, τὴν δὲ ἀποδεικτικὴν ἐν τοῖς ἀπὸ τῶν ἀρχῶν εἰς τὰ ζητούμενα μεταβάσεσι, τὴν δὲ ἀναλυτι‐ κὴν ἐν ταῖς ἀπὸ τῶν ζητουμένων ἐπὶ τὰς ἀρχὰς ἀνα‐ στροφαῖς. καὶ μὴν καὶ τὰ ποικίλα τῶν ἀντιστροφῶν
20εἴδη τῶν τε ἁπλουστέρων καὶ τῶν συνθετωτέρων ἱκα‐ νῶς ἐστιν ἐν τῇ πραγματείᾳ ταύτῃ διηκριβωμένα θεω‐ ρεῖν, καὶ τίνα μὲν ὅλα ὅλοις ἀντιστρέφειν δύναται, τίνα δὲ ὅλα μέρεσι καὶ ἀνάπαλιν, τίνα δὲ ὡς μέρη μέρεσιν. ἔτι δὲ λέγομεν τὴν συνέχειαν τῶν εὑρέσεων,
25τὴν οἰκονομίαν καὶ τὴν τάξιν τῶν τε προηγουμένων καὶ τῶν ἑπομένων, τὴν δύναμιν, μεθ’ ἧς ἕκαστα παρα‐ δίδωσιν. ἢ καὶ τὸ τυχὸν προσθεὶς ἢ ἀφελὼν οὐκ ἐπι‐
στήμης λανθάνεις ἀποπεσὼν καὶ εἰς τὸ ἐναντίον ψεῦδος69
in Euc
.

70

καὶ τὴν ἄγνοιαν ὑπενεχθείς; ἐπειδὴ δὲ πολλὰ φαν‐ τάζεται μὲν ὡς τῆς ἀληθείας ἀντεχόμενα καὶ ταῖς ἐπι‐ στημονικαῖς ἀρχαῖς ἀκολουθοῦντα, φέρεται δὲ εἰς τὴν ἀπὸ τῶν ἀρχῶν πλάνην καὶ τοὺς ἐπιπολαιοτέρους
5ἐξαπατᾷ, μεθόδους παραδέδωκεν καὶ τῆς τούτων δι‐ ορατικῆς φρονήσεως, ἃς ἔχοντες γυμνάζειν μὲν δυνη‐ σόμεθα τοὺς ἀρχομένους τῆς θεωρίας ταύτης πρὸς τὴν εὕρεσιν τῶν παραλογισμῶν, ἀνεξαπάτητοι δὲ δια‐ μένειν. καὶ τοῦτο δὴ τὸ σύγγραμμα, δι’ οὗ τὴν παρα‐
10σκευὴν ἡμῖν ταύτην ἐντίθησι, Ψευδαρίων ἐπέγραψεν, τρόπους τε αὐτῶν ποικίλους ἐν τάξει διαριθμησάμενος καὶ καθ’ ἕκαστον γυμνάσας ἡμῶν τὴν διάνοιαν παν‐ τοίοις θεωρήμασι καὶ τῷ ψεύδει τὸ ἀληθὲς παραθεὶς καὶ τῇ πείρᾳ τὸν ἔλεγχον τῆς ἀπάτης συναρμόσας.
15τοῦτο μὲν οὖν τὸ βιβλίον καθαρτικόν ἐστι καὶ γυμνα‐ στικόν, ἡ δὲ στοιχείωσις αὐτῆς τῆς ἐπιστημονικῆς θεωρίας τῶν ἐν γεωμετρίᾳ πραγμάτων ἀνέλεγκτον ἔχει καὶ τελείαν ὑφήγησιν. Τίς οὖν ὁ σκοπὸς τῆς πραγματείας ταύτης ἴσως
20ἐρήσεταί τις, ἐγὼ δὴ καὶ πρὸς τοῦτον εἴποιμι ἄν, ὅτι διοριστέον ἐστὶν τὴν πρόθεσιν κατά τε τὰ πράγματα, περὶ ὧν αἱ ζητήσεις, καὶ κατὰ τὸν μανθάνοντα. καὶ πρὸς μὲν αὐτὰ τὰ ὑποκείμενα βλέποντες λέγομεν, ὡς ἄρα περὶ τῶν κοσμικῶν σχημάτων ἐστὶν ὁ σύμπας τῷ
25γεωμέτρῃ λόγος, ἀρχόμενος μὲν ἀπὸ τῶν ἁπλῶν, τε‐ λευτῶν δὲ εἰς τὴν ποικιλίαν τῆς τούτων συστάσεως,
καὶ χωρὶς μὲν ἕκαστα ὑφιστάς, ὁμοῦ δὲ τὰς εἰς τὴν70
in Euc
.

71

σφαῖραν αὐτῶν ἐγγραφὰς καὶ τοὺς λόγους οὓς ἔχει πρὸς ἄλληλα παραδιδούς. διὸ καὶ τῶν καθ’ ἕκαστα βιβλίων τοὺς σκοπούς τινες ἐπὶ τὸν κόσμον ἀναφέ‐ ρειν ἠξίωσαν καὶ τὴν χρείαν αὐτῶν, ἣν παρέχεται
5πρὸς τὴν τοῦ παντὸς θεωρίαν ἀνέγραψαν. πρὸς δὲ τὸν μανθάνοντα διοριζόμενοι τὸν σκοπὸν αὐτὸ τοῦτο, ὃ λέγεται, στοιχείωσιν αὐτῷ προκεῖσθαι φήσομεν καὶ τελείωσιν τῆς τῶν μανθανόντων διανοίας πρὸς τὴν σύμπασαν γεωμετρίαν. ἀπὸ γὰρ τούτων ὁρμώμενοι
10καὶ τὰ ἄλλα γνῶναι δυνησόμεθα τῆς ἐπιστήμης ταύ‐ της μέρη, καὶ τὴν ποικιλίαν τὴν ἐν αὐτῇ περιλαβεῖν ἄνευ τούτων ἀδύνατον ἡμῖν ἐστιν καὶ ἄληπτος ἡ τῶν ἄλλων μάθησις. τὰ γὰρ ἀρχοειδέστατα καὶ ἁπλούστατα θεωρήματα καὶ συγγενέστατα ταῖς πρώταις ὑποθέσε‐
15σιν ἐνταῦθα συνήθροισται τάξιν λαβόντα τὴν πρέπου‐ σαν καὶ αἱ τῶν ἄλλων ἀποδείξεις τούτοις ὡς γνωρι‐ μωτάταις χρῶνται καὶ ἀπὸ τούτων ὥρμηνται. καθάπερ δὴ καὶ ὁ Ἀρχιμήδης ἐν τοῖς περὶ σφαίρας καὶ κυ‐ λίνδρου καὶ Ἀπολλώνιος καὶ οἱ ἄλλοι πάντες φαί‐
20νονται τοῖς ἐν αὐτῇ τῇ πραγματείᾳ δεδειγμένοις [ὡς] ἀρχαῖς ὁμολογουμέναις χρώμενοι. Σκοπὸς μὲν οὖν οὗτος, στοιχειῶσαί τε πρὸς τὴν ὅλην ἐπιστήμην τοὺς μανθάνοντας καὶ τῶν κοσμικῶν σχημάτων διωρισμένας παραδοῦναι συστάσεις. αὐτὸ
25δὲ τοῦτο τὸ τῆς στοιχειώσεως ὄνομα καὶ τὸ τοῦ στοι‐ χείου, παρ’ ὃ καὶ ἡ στοιχείωσις, τίνα ἂν ἔχοι λόγον;
ἵνα δὴ καὶ περὶ τῆς ἐπιγραφῆς τι ζητήσωμεν. τῶν71
in Euc
.

72

τοίνυν θεωρημάτων τὰ μὲν εἰώθασι στοιχεῖα καλεῖν, τὰ δὲ στοιχειώδη, τὰ δὲ ἔξω τῆς τούτων ἀφορίζεται δυνάμεως. στοιχεῖα μὲν οὖν ἐπονομάζονται, ὧν ἡ θεωρία διικνεῖται πρὸς τὴν τῶν ἄλλων ἐπιστήμην,
5καὶ ἀφ’ ὧν παραγίνεται ἡμῖν τῶν ἐν αὐτοῖς ἀπόρων ἡ διάλυσις. ὡς γὰρ τῆς ἐγγραμμάτου φωνῆς εἰσιν ἀρχαὶ πρῶται καὶ ἁπλούσταται καὶ ἀδιαίρετοι, αἷς τὸ ὄνομα τῶν στοιχείων ἐπιφημίζομεν, καὶ πᾶσα λέξις ἐκ τούτων ὑφέστηκεν καὶ πᾶς λόγος, οὕτω δὴ καὶ τῆς
10ὅλης γεωμετρίας ἐστί τινα θεωρήματα προηγούμενα καὶ ἀρχῆς λόγον ἔχοντα πρὸς τὰ ἐφεξῆς καὶ διήκοντα διὰ πάντων καὶ παρεχόμενα πολλῶν ἀποδείξεις συμ‐ πτωμάτων, ἃ δὴ στοιχεῖα προσαγορεύουσι. στοι‐ χειώδη δ’ ἐστὶν ὅσα διατείνει μὲν ἐπὶ πλείω καὶ τὸ
15ἁπλοῦν ἔχει καὶ τὸ χαρίεν, οὐκέτι μὴν καὶ τὴν τῶν στοιχείων [ἀξίαν] τῷ μὴ πρὸς πᾶσαν αὐτῶν τὴν ἐπι‐ στήμην κοινὴν εἶναι τὴν θεωρίαν, οἷον τοῖς τριγώνοις τὰς ἀπὸ τῶν γωνιῶν καθέτους ἐπὶ τὰς πλαγίας καθ’ ἓν σημεῖον συμπίπτειν. ὅσα τε μήτε εἰς πλῆθος ἔχει
20διήκουσαν τὴν γνῶσιν μήτε αὖ γλαφυρόν τι προφαί‐ νει καὶ χαρίεν, ταῦτα καὶ τῆς τῶν στοιχειωδῶν ἔξω πίπτει δυνάμεως. Πάλιν δὲ τὸ στοιχεῖον λέγεται διχῶς, ὡς φησὶν ὁ Μέναιχμος. καὶ γὰρ τὸ κατασκευάζον ἐστὶ τοῦ κατα‐
25σκευαζομένου στοιχεῖον, ὡς τὸ πρῶτον παρ’ Εὐκλείδῃ τοῦ δευτέρου, καὶ τοῦ πέμπτου τὸ τέταρτον. οὕτω
δὲ καὶ ἀλλήλων εἶναι πολλὰ στοιχεῖα ῥηθήσεται· κατα‐72
in Euc
.

73

σκευάζεται γὰρ ἐξ ἀλλήλων. δείκνυται γὰρ καὶ ἐκ τοῦ τέτρασιν ὀρθαῖς εἶναι ἴσας τὰς ἔξω τῶν εὐθυ‐ γράμμων γωνίας τὸ πλῆθος τῶν ἐντὸς ὀρθαῖς ἴσων καὶ ἀνάπαλιν ἐκ τούτου ἐκεῖνο. καὶ ἔοικεν λήμματι
5τὸ τοιοῦτο στοχεῖον. ἄλλως δὲ λέγεται στοιχεῖον, εἰς ὃ ἁπλούστερον ὑπάρχον διαιρεῖται τὸ σύνθετον· οὕ‐ τως δὲ οὐ πᾶν ἔτι ῥηθήσεται παντὸς στοιχεῖον, ἀλλὰ τὰ ἀρχοειδέστερα τῶν ἐν ἀποτελέσματος λόγῳ τεταγ‐ μένων, ὥσπερ τὰ αἰτήματα στοιχεῖα τῶν θεωρημάτων.
10κατὰ δὲ τοῦτο τοῦ στοιχείου τὸ σημαινόμενον καὶ τὰ παρ’ Εὐκλείδῃ στοιχεῖα συνετάχθη, τὰ μὲν τῆς περὶ τὰ ἐπίπεδα γεωμετρίας, τὰ δὲ τῆς στερεομετρίας. οὕτω δὲ καὶ ἐν τοῖς ἀριθμητικοῖς καὶ ἐν τοῖς ἀστρονομικοῖς στοιχειώσεις πολλοὶ συνέγραψαν.
15 Ἔστι δὲ τοῦτο χαλεπὸν καὶ τὸ ἐκλέξασθαι καὶ τάξαι κατὰ τρόπον τὰ στοιχεῖα καθ’ ἑκάστην ἐπιστή‐ μην, ἀφ’ ὧν τὰ ἄλλα προάγεται πάντα καὶ εἰς ἃ τὰ ἄλλα ἀναλύεται. καὶ τῶν ἐπιχειρησάντων οἱ μὲν πλείω, οἱ δὲ ἐλάττω συναγαγεῖν ἠδυνήθησαν, καὶ οἱ μὲν βρα‐
20χυτέραις ἀποδείξεσιν ἐχρήσαντο, οἱ δὲ εἰς μῆκος ἀπέ‐ ραντον ἐξέτειναν τὴν θεωρίαν, καὶ οἱ μὲν τὸν δι’ ἀδυνάτου τρόπον ἐξέκλιναν, οἱ δὲ τὴν ἀναλογίαν, οἱ δὲ προκατασκευὰς ἐμηχανήσαντο πρὸς τοὺς ἀναιροῦν‐ τας τὰς ἀρχάς, καὶ ὅλως πολλοί τινες εὕρηνται τρό‐
25ποι τῆς στοιχειώσεως ἑκάστοις. δεῖ δὲ τὴν τοιαύτην
πραγματείαν πᾶν μὲν ἀπεσκευάσθαι τὸ περιττόν—73
in Euc
.

74

ἐμπόδιον γὰρ τοῦτο πρὸς τὴν μάθησιν—ἐκλέγειν δὲ τὰ συνέχοντα πάντα καὶ συνάγοντα τὸ προκείμενον —ἀνυσιμώτατον γὰρ τοῦτο πρὸς τὴν ἐπιστήμην— σαφηνείας δ’ ἅμα καὶ συντομίας πολλὴν πεποιῆσθαι
5πρόνοιαν—τὰ γὰρ ἐναντία τούτων ἐπιθολοῖ τὴν διάνοιαν ἡμῶν—τῆς τε τῶν θεωρημάτων ἐν πέρασι καθολικοῖς περιλήψεως ἀντειλῆφθαι—τὰ γὰρ εἰς τὰ μερικώτερα τεμαχίζοντα τὴν διδασκαλίαν δυσπερί‐ ληπτον ἀπεργάζεται τὴν γνῶσιν. κατὰ πάντας δὲ τού‐
10τους τοὺς τρόπους εὕροι τις ἂν τὴν Εὐκλείδου στοιχείωσιν τῶν ἄλλων διαφέρουσαν· τὸ μὲν γὰρ χρήσιμον αὐτῆς εἰς τὴν περὶ τῶν ἀρχικῶν σχημάτων συντελεῖ θεωρίαν, τὸ δὲ σαφὲς καὶ διηρθρωμένον ἡ ἀπὸ τῶν ἁπλουστέρων ἐπὶ τὰ ποικιλώτερα μετάβασις
15ἀπεργάζεται καὶ ἡ ἀπὸ τῶν κοινῶν ἐννοιῶν καταβολὴ τῆς θεωρίας, τὸ δὲ καθολικὸν τῆς ἀποδείξεως ἡ διὰ τῶν πρώτων θεωρημάτων καὶ ἀρχοειδῶν ἐπὶ τὰ ζη‐ τούμενα μετάβασις. καὶ γὰρ ὅσα παραλιμπάνειν δοκεῖ, ἢ ταῖς αὐταῖς ἐφόδοις γίγνεται γνώριμα [τοῖς εἰρημέ‐
20νοις?], ὥσπερ ἡ σύστασις τοῦ σκαληνοῦ καὶ ἰσοσκε‐ λοῦς, ἢ ὡς ἀμήχανον εἰσάγοντα καὶ ἀπέραντον ποικι‐ λίαν ἀλλότρια τῆς τῶν στοιχείων ἐστὶν ἐκλογῆς, ὥσπερ τὰ περὶ τῶν ἀτάκτων ἀλόγων, ἃ ὁ Ἀπολλώνιος ἐπὶ πλέον ἐξειργάσατο, ἢ ὡς αἰτίων τῶν παραδεδομένων
25ἔχει τὴν σύστασιν, ὥσπερ τὰ εἴδη τῶν γωνιῶν τὰ74
in Euc
.

75

πολλὰ καὶ τῶν γραμμῶν. ταῦτα γὰρ παραλέλειπται μὲν καὶ παρ’ ἄλλοις ἔτυχε λόγου πλείονος, ἔχει δὲ τὴν γνῶσιν ἀπὸ τῶν ἁπλῶν. τοσαῦτα περὶ τῆς ὅλης στοι‐ χειώσεως εἴχομεν ἀναγράφειν.
5 Τὴν δὲ σύμπασαν οἰκονομίαν τῶν ἐν αὐτῇ λόγων ὧδε πως ἀναδιδάξομεν. ἐπειδὴ τὴν ἐπιστήμην ταύ‐ την τὴν γεωμετρίαν ἐξ ὑποθέσεως εἶναί φαμεν καὶ ἀπὸ ἀρχῶν ὡρισμένων τὰ ἐφεξῆς ἀποδεικνύναι— μία γὰρ ἡ ἀνυπόθετος, αἱ δὲ ἄλλαι παρ’ ἐκείνης ὑπο‐
10δέχονται τὰς ἀρχάς—ἀνάγκη δή που τὸν τὴν ἐν γεωμετρίᾳ στοιχείωσιν συντάττοντα χωρὶς μὲν παρα‐ δοῦναι τὰς ἀρχὰς τῆς ἐπιστήμης, χωρὶς δὲ τὰ ἀπὸ τῶν ἀρχῶν συμπεράσματα, καὶ τῶν μὲν ἀρχῶν μὴ διδό‐ ναι λόγον, τῶν δὲ ἑπομένων ταῖς ἀρχαῖς. οὐδεμία
15γὰρ ἐπιστήμη τὰς ἑαυτῆς ἀρχὰς ἀποδείκνυσιν, οὐδὲ ποιεῖται λόγον περὶ αὐτῶν, ἀλλ’ αὐτοπίστως ἔχει περὶ αὐτάς, καὶ μᾶλλόν εἰσιν αὐτῇ καταφανεῖς τῶν ἐφεξῆς. καὶ τὰς μὲν οἶδεν δι’ αὐτάς, τὰ δὲ μετὰ ταῦτα δι’ ἐκείνας. οὕτω γὰρ καὶ ὁ φυσιολόγος ἀπ’ ἀρχῆς ὡρισ‐
20μένης προάγει τοὺς λόγους ὑποθέμενος εἶναι κίνησιν, καὶ ὁ ἰατρὸς καὶ τῶν ἄλλων ἐπιστημῶν [?] καὶ τεχνι‐ τῶν ἕκαστος. εἰ δέ τις εἰς ταὐτὸν συμφύρει τάς τε ἀρχὰς καὶ τὰ ἀπὸ τῶν ἀρχῶν, οὗτος ἐπιταράττει τὴν σύμπασαν γνῶσιν καὶ συγκυκᾷ τὰ μηδὲν προσήκοντα
25ἀλλήλοις. ἀρχὴ γὰρ καὶ τὸ ἀπ’ αὐτῆς φύσει διώρισται ἀλλήλων.
Πρῶτον μὲν οὖν, ἅπερ ἔφην, ἔδει διαστείλασθαι75
in Euc
.

76

τάς τε ἀρχὰς καὶ τὰ ἑπόμενα ταῖς ἀρχαῖς, ὃ δὴ καὶ ποιεῖ ὁ Εὐκλείδης καθ’ ἕκαστον ὡς εἰπεῖν βιβλίον καὶ πρὸ πάσης τῆς πραγματείας τὰς κοινὰς τῆς ἐπι‐ στήμης ταύτης ἀρχὰς ἐκτιθέμενος. ἔπειτα καὶ αὐτὰς
5διαιρεῖ τὰς κοινὰς ἀρχὰς εἴς τε τὰς ὑποθέσεις καὶ τὰ αἰτήματα καὶ τὰ ἀξιώματα. διαφέρει γὰρ ταῦτα πάντα ἀλλήλων καὶ οὐκ ἔστιν ταὐτὸ ἀξίωμα καὶ αἴτημα καὶ ὑπόθεσις, ὥς πού φησιν ὁ δαιμόνιος Ἀριστοτέλης, ἀλλ’ ὅταν μὲν καὶ τῷ μανθάνοντι γνώριμον ᾖ καὶ
10καθ’ αὑτὸ πιστὸν τὸ παραλαμβανόμενον εἰς ἀρχῆς τάξιν, ἀξίωμα τὸ τοιοῦτόν ἐστιν, οἷον τὸ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα εἶναι. ὅταν δὲ μὴ ἔχῃ μὲν ἔν‐ νοιαν ὁ ἀκούων τοῦ λεγομένου τὴν αὐτόπιστον, τίθε‐ ται δὲ ὅμως καὶ συγχωρεῖ τῷ λαμβάνοντι, τὸ τοιοῦτον
15ὑπόθεσίς ἐστι. τὸ γὰρ εἶναι τὸν κύκλον σχῆμα τοῖον κατὰ κοινὴν μὲν ἔννοιαν οὐ προειλήφαμεν ἀδιδάκτως, ἀκούσαντες δὲ συγχωροῦμεν ἀποδείξεως χωρίς. ὅταν δὲ αὖ καὶ ἄγνωστον ᾖ τὸ λεγόμενον καὶ μὴ συγχω‐ ροῦντος τοῦ μανθάνοντος ὅμως λαμβάνηται, τηνι‐
20καῦτα, φησὶν, αἴτημα τοῦτο καλοῦμεν, οἷον τὸ πάσας τὰς ὀρθὰς γωνίας ἴσας εἶναι. δηλοῦσι δὲ οἱ περί τινος τῶν αἰτημάτων καταπραγματεύσασθαι σπουδάσαντες, ὡς ὑπὸ μηδενὸς αὐτόθεν συγχωρεῖσθαι δυναμένου.
καὶ κατὰ μὲν τὴν Ἀριστοτέλους ὑφήγησιν τοῦτον76
in Euc
.

77

διώρισται τὸν τρόπον ἀξίωμα καὶ αἴτημα καὶ ὑπόθε‐ σις. πολλάκις δὲ καὶ πάντα ταῦτα καλοῦσιν ὑποθέ‐ σεις, ὥσπερ οἱ ἀπὸ τῆς Στοᾶς ἀξίωμα πᾶσαν ἀπό‐ φανσιν ἁπλῆν, ὥστε κατὰ μὲν τούτους καὶ αἱ ὑποθέ‐
5σεις ἀξιώματα, κατὰ δὲ τοὺς ἑτέρους καὶ τὰ ἀξιώματα ὑποθέσεις. Πάλιν δ’ αὖ τὰ ἀπὸ τῶν ἀρχῶν εἰς προβλήματα διαιρεῖται καὶ θεωρήματα, τὰ μὲν τὰς γενέσεις περι‐ έχοντα τῶν σχημάτων καὶ τὰς τομὰς καὶ τὰς ἀφαιρέ‐
10σεις ἢ προσθέσεις καὶ ὅλως τὰ παθήματα τὰ γιγνόμενα περὶ αὐτά, τὰ δὲ καθ’ αὑτὰ συμβεβηκότα ἑκάστοις δεικνύοντα. καθάπερ γὰρ αἱ ποιητικαὶ τῶν ἐπιστη‐ μῶν θεωρίας μετέχουσιν, κατὰ τὰ αὐτὰ δὴ καὶ αἱ θεωρητικαὶ τὰ προβλήματα ταῖς ποιήσεσιν ἀνάλογον
15προσειλήφασιν. ἤδη δὲ τῶν παλαιῶν οἱ μὲν πάντα θεωρήματα καλεῖν ἠξίωσαν, ὡς οἱ περὶ Σπεύσιππον καὶ Ἀμφίνομον, ἡγούμενοι ταῖς θεωρητικαῖς ἐπι‐ στήμαις οἰκειοτέραν εἶναι τὴν τῶν θεωρημάτων προσ‐ ηγορίαν ἢ τὴν τῶν προβλημάτων, ἄλλως τε καὶ περὶ
20ἀϊδίων ποιουμέναις τοὺς λόγους. οὐ γάρ ἐστι γένεσις ἐν τοῖς ἀϊδίοις, ὥστε οὐδὲ τὸ πρόβλημα χώραν ἐπὶ
τούτων ἂν ἔχοι, γένεσιν ἐπαγγελλόμενον καὶ ποίησιν77
in Euc
.

78

τοῦ μήπω πρότερον ὄντος, οἷον ἰσοπλεύρου τριγώνου σύστασιν, ἢ τετραγώνου δοθείσης εὐθείας ἀναγραφήν, ἢ θέσιν εὐθείας πρὸς τῷ δοθέντι σημείῳ. ἄμεινον οὖν φασι λέγειν, ὅτι πάντα ταὐτά ἐστι, τὰς δὲ γενέ‐
5σεις αὐτῶν οὐ ποιητικῶς ἀλλὰ γνωστικῶς ὁρῶμεν ὡσ‐ ανεὶ γιγνόμενα λαμβάνοντες τὰ ἀεὶ ὄντα, ὥστε καὶ πάντα θεωρηματικῶς ἐροῦμεν ἀλλ’ οὐ προβληματικῶς λαμβάνεσθαι. οἱ δὲ ἀνάπαλιν πάντα προβλήματα λέ‐ γειν ἐδικαίουν ὡς οἱ περὶ Μέναιχμον μαθηματικοί,
10τὴν δὲ προβολὴν εἶναι διττήν· ὅτε μὲν πορίσασθαι τὸ ζητούμενον, ὅτε δὲ περιωρισμένον λαβόντας ἰδεῖν ἢ τίς ἐστίν, ἢ ποῖόν τι, ἢ τί πέπονθεν, ἢ τίνας ἔχει πρὸς ἄλλο σχέσεις. καὶ λέγουσι μὲν ὀρθῶς ἀμφότε‐ ροι· καὶ γὰρ οἱ περὶ Σπεύσιππον καλῶς—οὐ γὰρ
15τοιαῦτά ἐστι τὰ προβλήματα γεωμετρίας, οἷα τὰ μη‐ χανικῆς· αἰσθητὰ γὰρ ταῦτα καὶ γένεσιν ἔχοντα καὶ παντοίαν μεταβολήν—καὶ οἱ περὶ τὸν Μέναιχμον —οὐ γὰρ ἄνευ τῆς εἰς ὕλην προόδου καὶ αἱ τῶν θεωρημάτων εἰσὶν εὑρέσεις. λέγω δὲ ὕλην τὴν νοη‐
20τήν. εἰς ἐκείνην οὖν οἱ λόγοι προϊόντες καὶ μορφοῦν‐ τες αὐτὴν εἰκότως δήπου ταῖς γενέσεσιν ἐοικέναι λέ‐ γονται. τὴν γὰρ τῆς διανοίας ἡμῶν κίνησιν καὶ τὴν προβολὴν τῶν ἐν αὐτῇ λόγων γένεσιν τῶν ἐν φαν‐ τασίᾳ σχημάτων εἶναί φαμεν καὶ τῶν περὶ αὐτὰ
25παθημάτων. ἐκεῖ γὰρ αἱ συστάσεις καὶ αἱ τομαὶ καὶ
αἱ θέσεις καὶ αἱ παραβολαὶ καὶ αἱ προσθέσεις καὶ αἱ78
in Euc
.

79

ἀφαιρέσεις, τὰ δὲ ἐν τῇ διανοίᾳ πάντα ἕστηκεν ἄνευ γενέσεως καὶ πάσης μεταβολῆς. Ἔστι μὲν οὖν καὶ προβλήματα γεωμετρικὰ καὶ θεωρήματα, διότι δὲ θεωρία τὸ πλεονάζον ἐστὶν ἐν
5αὐτῇ, ὥσπερ ἐπὶ μηχανικῆς ποιήσεις, καὶ τὰ προβλή‐ ματα πάντα μετέχει θεωρίας, οὐ μὴν ἀνάπαλιν· ὅλως γὰρ αἱ ἀποδείξεις θεωρίας εἰσὶν ἔργον. πάντα δὲ τὰ ἐν γεωμετρίᾳ τὰ μετὰ τὰς ἀρχὰς δι’ ἀποδείξεως λαμ‐ βάνεται, ὥστε κοινότερον τὸ θεώρημα. οὐ πάντα δὲ
10τὰ θεωρήματα δεῖται τῶν προβλημάτων, ἀλλ’ ἐστὶν ἃ καὶ αὐτόθεν ἔχει τὴν ἀπόδειξιν τοῦ ζητουμένου. οἱ δὲ διορίζοντες τὸ θεώρημα τοῦ προβλήματός φασι πᾶν μὲν πρόβλημα ἐπιδέχεσθαι τῶν κατηγορουμένων τῆς ἐν αὐτῷ ὕλης, αὐτό τε ἕκαστον καὶ τὸ ἀντικείμε‐
15νον, πᾶν δὲ θεώρημα αὐτὸ μὲν ἐπιδέχεσθαι τὸ κατ‐ ηγορούμενον, οὐ μέντοι καὶ τὸ ἀντικείμενον. λέγω δὲ ὕλην μὲν αὐτῶν τὸ γένος, περὶ οὗ ἡ ζήτησις, οἷον τρίγωνον ἢ τετράγωνον ἢ κύκλον, σύμπτωμα δὲ κατηγορούμενον τὸ καθ’ αὑτὸ συμβεβηκός, οἷον ἴσον
20ἢ τομὴν ἢ θέσιν ἢ ἄλλο τι τοιοῦτον. ὅταν οὖν προ‐ τείνῃ τις οὕτως, εἰς κύκλον ἐντεῖναι τρίγωνον ἰσό‐ πλευρον, πρόβλημα λέγει. δυνατὸν γὰρ εἰς αὐτὸν ἐντεῖναι καὶ μὴ ἰσόπλευρον· καὶ πάλιν, ἐπὶ τῆς δο‐ θείσης εὐθείας πεπερασμένης συστήσασθαι τρίγωνον
25ἰσόπλευρον, πρόβλημα τὸ τοιόνδε· δυνατὸν γὰρ συστή‐ σασθαι καὶ μὴ ἰσόπλευρον. ὅταν δὲ τῶν ἰσοσκελῶν
ἴσας εἶναι τὰς πρὸς τῇ βάσει προτείνῃ τις, θεώρημα79
in Euc
.

80

φατέον αὐτὸν προτείνειν. οὐ γὰρ δυνατὸν καὶ μὴ ἴσας εἶναι τὰς πρὸς τῇ βάσει τῶν ἰσοσκελῶν· ὥστε εἴ τις προβληματικῶς σχηματίσας εἴποι, εἰς ἡμικύκλιον ὀρθὴν ἐντεῖναι γωνίαν, ἀγεωμετρήτου δόξαν ἂν λάβοι.
5πᾶσα γὰρ ἡ ἐν ἡμικυκλίῳ ὀρθή ἐστιν. ἐφ’ ὧν τοίνυν τὸ σύμπτωμα καθολικόν ἐστι καὶ πάσῃ τῇ ὕλῃ παρ‐ ομαρτοῦν, ταῦτα θεωρήματα λεκτέον, ἐφ’ ὧν δὲ μὴ καθόλου μηδὲ τῷ ὑποκειμένῳ πάντως ἑπόμενον, πρό‐ βλημα τὸ τοιοῦτον θετέον. τὴν δοθεῖσαν εὐθεῖαν πε‐
10περασμένην δίχα τεμεῖν· καὶ γὰρ εἰς ἄνισα δυνατόν —πᾶσαν γωνίαν εὐθύγραμμον δίχα τεμεῖν· ἔστι γὰρ καὶ ἡ εἰς ἄνισα διαίρεσις—ἀπὸ τῆς δοθείσης εὐθείας ἀναγράψαι τετράγωνον· δυνατὸν γὰρ καὶ μὴ τετρά‐ γωνον—καὶ πάντα, ὅσα τοιαῦτα, τῆς τῶν προβλη‐
15μάτων ἐστὶν τάξεως. οἱ δὲ περὶ Ζηνόδοτον τὸν προσήκοντα μὲν τῇ Οἰνοπίδου διαδοχῇ, τῶν μαθη‐ τῶν δὲ Ἄνδρωνος, διώριζον τὸ θεώρημα τοῦ προ‐ βλήματος, ᾗ τὸ μὲν θεώρημα ζητεῖ, τί ἐστι τὸ σύμ‐ πτωμα τὸ κατηγορούμενον τῆς ἐν αὐτῷ ὕλης, τὸ δὲ
20πρόβλημα, τίνος ὄντος τί ἐστιν. ὅθεν καὶ οἱ περὶ τὸν Ποσειδώνιον τὸ μὲν ἀφωρίζοντο πρότασιν, καθ’ ἣν ζητεῖται τὸ εἰ ἔστιν ἢ μή, τὸ δὲ πρόβλημα πρότα‐ σιν, ἐν ᾗ ζητεῖται τί ἔστιν ἢ ποῖόν τι, καὶ τὴν μὲν θεωρητικὴν πρότασιν ἔλεγον δεῖν ἀποφαντικῶς σχη‐
25ματίζειν, οἷον πᾶν τρίγωνον μείζους ἔχει τὰς δύο τῆς λοιπῆς, καὶ παντὸς ἰσοσκελοῦς αἱ πρὸς τῇ βάσει ἴσαι,
τὴν δὲ προβληματικὴν, ὥσπερ ζητοῦντας, εἴ ἔστιν ἐπὶ80
in Euc
.

81

τῆσδε τῆς εὐθείας συστήσασθαι τρίγωνον. διαφέρειν γάρ, ἢ ἁπλῶς τε καὶ ἀορίστως ζητεῖν, εἰ ἔστι πρὸς ὀρθὰς ἀπὸ τοῦδε τοῦ σημείου τῇδε [τῇ] εὐθείᾳ, ἢ τίς ἐστιν ἡ πρὸς ὀρθὰς θεωρεῖν.
5 Ἀλλ’ ὅτι μὲν ἔστι τις διαφορὰ τοῦ τε προβλήμα‐ τος καὶ τοῦ θεωρήματος, δῆλον ἐκ τούτων, ὅτι δὲ καὶ ἡ Εὐκλείδου στοιχείωσις ἔχει τὰ μὲν προβλήματα τὰ δὲ θεωρήματα, φανερὸν ἔσται τοῦτο διὰ τῶν καθ’ ἕκαστον καὶ αὐτοῦ προστιθέντος ἐπὶ τέλει τῶν δεικνυ‐
10μένων ὅπου μὲν τὸ „ὅπερ ἔδει ποιῆσαι“ ὅπου δὲ τὸ „ὅπερ ἔδει δεῖξαι“, ὡς τῶν θεωρημάτων χαρακτηρι‐ στικόν, καίτοι, καθάπερ εἴπομεν, οὔσης καὶ ἐν τοῖς προβλήμασιν ἀποδείξεως, ἀλλ’ ὅμως, ὅπου μὲν καὶ ἡ ἀπόδειξις τῆς γενέσεως χάριν—ἵνα γὰρ δείξωμεν,
15ὅτι πεποίηται τὸ προταχθέν, τὴν ἀπόδειξιν παραλαμ‐ βάνομεν—ὅπου δὲ αὐτὴ δι’ ἑαυτήν ἐστιν σπουδῆς ἀξία τὴν φύσιν τοῦ ζητουμένου παριστάνειν δυνα‐ μένη. εὕροις δ’ ἂν τὸν Εὐκλείδην τοτὲ μὲν συμ‐ πλέκοντα τὰ θεωρήματα τοῖς προβλήμασι καὶ παρὰ
20μέρος αὐτοῖς χρώμενον, ὡς ἐν τῷ πρώτῳ βιβλίῳ, τοτὲ δὲ πλεονάζοντα κατὰ τὰ ἕτερα. τὸ μὲν γὰρ τέταρτον ὅλον προβλημάτων ἐστι, τὸ δὲ πέμπτον θεωρημάτων. Τοσαῦτα καὶ περὶ τούτων ἡμῖν εἰρήσθω· μετὰ δὲ ταῦτα τὸν σκοπὸν ἀφορισάμενοι τοῦ πρώτου
25βιβλίου καὶ τὴν διαίρεσιν παραστήσαντες ἀρξώμεθα
τῆς περὶ τοὺς ὅρους πραγματείας. ἡ μὲν οὖν πρόθε‐81
in Euc
.

82

σίς ἐστιν ἐν τούτῳ τῷ βιβλίῳ τὰς ἀρχὰς παραδοῦναι τῆς τῶν εὐθυγράμμων θεωρίας. εἰ γὰρ καὶ φύσει κρείττων ὁ κύκλος καὶ ἡ περὶ αὐτὸν πραγματεία τῆς τῶν εὐθυγράμμων οὐσίας τε καὶ γνώσεως, ἀλλ’ ἡμῖν
5προσήκουσα μᾶλλον ἡ περὶ τούτων διδασκαλία τοῖς ἀτελεστέροις καὶ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ μετάγειν τὴν διάνοιαν σπεύδουσιν. καὶ γὰρ τοῖς μὲν αἰσθητοῖς οἰκεῖα τὰ εὐθύγραμμα σχήματα, τοῖς δὲ νοητοῖς ὁ κύκλος, διότι δὴ τὸ μὲν ἁπλοῦν καὶ μονο‐
10ειδὲς καὶ ὡρισμένον προσήκει τῇ φύσει τῶν ὄντων, τὸ δὲ ποικίλον καὶ ἀορίστως αὐξανόμενον τῷ πλήθει τῶν περιεχουσῶν πλευρῶν διαφέρει τοῖς αἰσθητοῖς. ἐν τούτῳ δὴ οὖν τῷ βιβλίῳ τὰ πρώτιστα καὶ ἀρχο‐ ειδέστατα σχήματα τῶν εὐθυγράμμων παραδίδοται,
15τό τε τρίγωνον λέγω καὶ τὸ παραλληλόγραμμον· ἐν γὰρ τούτοις ὡς ἐν γένει περιέχεται καὶ τὰ αἴτια τῶν στοιχείων, τό τε ἰσοσκελὲς καὶ τὸ σκαληνὸν καὶ τὰ συνιστάμενα ἐκ τούτων, τό τε ἰσόπλευρον τρίγωνον καὶ τετράγωνον, ἀφ’ ὧν τὰ σχήματα τῶν τεττάρων
20στοιχείων ἔσχεν τὴν σύστασιν. εὑρήσομεν οὖν καὶ ἰσοπλεύρου τριγώνου καὶ τετραγώνου γένεσιν, τοῦ μὲν ἐπὶ τῆς δοθείσης εὐθείας, τοῦ δὲ ἀπὸ τῆς δοθείσης. τὸ οὖν ἰσόπλευρον τρίγωνον προσεχὲς αἴτιόν ἐστι τῶν τριῶν στοιχείων πυρὸς ἀέρος ὕδατος, τὸ δὲ τε‐
25τράγωνον τῆς γῆς. συνήρτηται δὴ οὖν ὁ σκοπὸς τοῦ82
in Euc
.

83

πρώτου βιβλίου πάσῃ τῇ πραγματείᾳ καὶ συντελεῖ πρὸς ὅλην τὴν τῶν κοσμικῶν στοιχείων θεωρίαν. ἔτι δὲ καὶ στοιχειοῖ τοὺς μανθάνοντας εἰς τὴν περὶ τῶν εὐθυγράμμων σχημάτων ἐπιστήμην τὰς πρώτας αὐτῶν
5ἀρχὰς καλῶς ἀνευρὼν καὶ δι’ ἀκριβείας καταδήσα‐ μενος. Διῄρηται δὲ τὸ βιβλίον εἰς τρία μέγιστα τμή‐ ματα, καὶ τὸ μὲν πρῶτον τῶν τριγώνων τὰς γενέσεις καὶ τὰς ἰδιότητας ἐμφανίζει κατά τε γωνίας καὶ πλευ‐
10ρὰς καὶ ποιεῖται συγκρίσεις αὐτῶν πρὸς ἄλληλα καὶ ἕκαστα ἐφ’ ἑαυτοῦ θεωρεῖ. καὶ γὰρ ἓν τρίγωνον λα‐ βὼν ποτὲ μὲν ἀπὸ τῶν πλευρῶν ἐπισκοπεῖ τὰς γωνίας, ποτὲ δὲ ἀπὸ τῶν γωνιῶν τὰς πλευράς, ἰσότητός τε πέρι καὶ ἀνισότητος, καὶ δύο ὑποθέμενος τὰ αὐτὰ
15πάλιν διὰ ποικίλων εὑρίσκει. τὸ δὲ δεύτερον τὴν περὶ τῶν παραλληλογράμμων ἐξυφαίνει θεωρίαν, τάς τε ἰδιότητας τῶν παραλλήλων καὶ τὰς γενέσεις τῶν παραλληλογράμμων ἀναγράφον καὶ ἔτι τὰ συμπτώ‐ ματα τὰ ἐν αὐτοῖς ἀποδεικνύς. τὸ δὲ τρίτον τὴν
20κοινωνίαν τῶν τε τριγώνων καὶ τῶν παραλληλο‐ γράμμων ἀναφαίνει, ἔν τε τοῖς συμπτώμασι καὶ ταῖς πρὸς ἄλληλα συγκρίσεσι. καὶ γὰρ τὰ ἐπὶ τῶν αὐτῶν βάσεων καὶ ἴσων τρίγωνα ἢ παραλληλόγραμμα δείκνυ‐
ται τὰ αὐτὰ πεπονθότα, καὶ μετὰ συμπλοκῆς ἀμφοτέ‐83
in Euc
.

84

ρων ἐπὶ μιᾶς ὄντων βάσεως, καὶ πῶς ἂν γένοιτο ἴσον τριγώνῳ παραλληλόγραμμον, καὶ τέλος περὶ τῶν ἀνα‐ γραφομένων ἐν τοῖς ὀρθογωνιαίοις τριγώνοις τετρα‐ γώνων ἀπὸ τῶν πλευρῶν τίνα ἔχει λόγον τὸ ἀπὸ τῆς
5ὑποτεινούσης τὴν ὀρθὴν πρὸς τὰ ἀπὸ τῶν περιεχου‐ σῶν αὐτήν. τοία δέ τις ἔστω καὶ ἡ πρόθεσις τοῦ πρώ‐ του βιβλίου τῆς στοιχειώσεως καὶ ἡ διαίρεσις. Ἀρχὴν δὲ ποιούμενοι τῆς τῶν καθ’ ἕκαστα ζητή‐ σεως προαγορεύομεν τοῖς ἐντευξομένοις, μὴ ταῦτα
10παρ’ ἡμῶν ἀπαιτεῖν ὅσα διατεθρύληται τοῖς πρὸ ἡμῶν λημμάτια καὶ πτώσεις καὶ εἴ τι τοιοῦτο. τούτων μὲν γὰρ διακορεῖς ἐσμὲν καὶ σπανίως αὐτῶν ἐφαψόμεθα. ὅσα δὲ πραγματειωδεστέραν ἔχει θεωρίαν καὶ συντελεῖ πρὸς τὴν ὅλην φιλοσοφίαν, τούτων προηγουμένην
15ποιησόμεθα τὴν ὑπόμνησιν, ζηλοῦντες τοὺς Πυθαγο‐ ρείους, οἷς πρόχειρον ἦν καὶ τοῦτο σύμβολον „σχᾶμα καὶ βᾶμα, ἀλλ’ οὐ σχᾶμα καὶ τριώβολον“ ἐνδεικνυμέ‐ νων, ὡς ἄρα δεῖ τὴν γεωμετρίαν ἐκείνην μεταδιώκειν, ἣ καθ’ ἕκαστον θεώρημα βῆμα τίθησιν εἰς ἄνοδον
20καὶ ἀπαίρει τὴν ψυχὴν εἰς ὕψος, ἀλλ’ οὐκ ἐν τοῖς αἰ‐ σθητοῖς καταβαίνειν ἀφίησιν καὶ τὴν σύνοικον τοῖς θνητοῖς χρείαν ἀποπληροῦν καὶ ταύτης στοχαζομένην
τῆς ἐντεῦθεν περιαγωγῆς καταμελεῖν.84
in Euc
.

85

(t)

DEFINITIONES.
1Def. I. Σημεῖόν ἐστιν οὗ μέρος οὐθέν. Ὅτι μὲν κατὰ τὴν ἀπὸ τῶν συνθετωτέρων ἐπὶ τὰ ἁπλούστερα μετάβασιν ὁ γεωμέτρης ἀνέδραμεν, ἐκ μὲν τοῦ τριχῇ διεστῶτος εἰς τὴν τοῦτο περατοῦσαν ἐπι‐
5φάνειαν, ἐκ δὲ τῆς ἐπιφανείας εἰς τὸ ταύτης πέρας τὴν γραμμήν, ἐκ δὲ τῆς γραμμῆς εἰς τὸ πάσης διαστά‐ σεως καθαρεῦον σημεῖον, εἴρηται πολλάκις καὶ παντὶ καταφανές. ἐπειδὴ δὲ τὰ πέρατα ταῦτα πολλαχοῦ μὲν διὰ τὴν ἁπλότητα τῆς τῶν συνθέτων φύσεως εἶναι
10δοκεῖ σεμνότερα, πολλαχοῦ δὲ συμβεβηκόσιν ἔοικεν ἐν τοῖς ὑφ’ ἑαυτῶν περατουμένοις ἔχοντα τὴν ὕπ‐ αρξιν, διοριστέον τούτων ἑκάτερον, ἐν ποίοις γένεσι θεωρεῖται τῶν ὄντων. λέγω δὴ οὖν, ὅτι τὰ μὲν ἄϋλα καὶ ἐν χωριστοῖς ὑφεστηκότα λόγοις καὶ εἴδεσιν αὐτοῖς
15ὑφ’ ἑαυτῶν ἱδρυμένοις ἀεὶ τὴν τῶν ἁπλουστέρων ὑπόστασιν ἀρχικωτέραν προεστήσατο τῶν συνθετωτέ‐
ρων καὶ διὰ τοῦτο καὶ ἐν τῷ νῷ καὶ ἐν τοῖς μέσοις85
in Euc
.

86

διακόσμοις καὶ τοῖς ψυχικοῖς καὶ ἐν αὐταῖς ταῖς φύ‐ σεσι προσεχῶς ἐμπνεούσαις τὰ σώματα τῶν περατου‐ μένων τὰ περατοῦντα κατ’ οὐσίαν ὑπερφέρει, καί ἐστιν ἀμερέστερα καὶ ἑνοειδέστερα καὶ ἀρχικώτερα·
5τὸ γὰρ ἓν ἐν τοῖς ἀΰλοις εἴδεσι τοῦ πλήθους καὶ τὸ ἀμέριστον τοῦ πάντη προϊόντος καὶ τὸ ἀφορίζον τοῦ δεχομένου τὸν ὅρον ἀπ’ ἄλλου τελειότερον. τὰ δ’ αὖ ὕλης δεόμενα καὶ ἐν ἄλλοις ἑδραζόμενα καὶ τῆς ἑαυ‐ τῶν οὐσίας ἐκστάντα καὶ σκιδνάμενα περὶ τὰ ὑποκεί‐
10μενα καὶ τὴν ἕνωσιν ἐπείσακτον ἔχοντα τοὺς συνθε‐ τωτέρους λόγους ἔλαχεν τῶν ἁπλουστέρων. κατὰ τοῦτο τὰ ἐν φαντασίᾳ καὶ τῇ ὕλῃ τῶν φανταστῶν σχημάτων ἰνδαλλόμενα καὶ τὰ ἐν τοῖς αἰσθητοῖς ὑπὸ τῆς φύσεως ἀπογεννώμενα προηγουμένους ἔχει τοὺς
15τῶν περατουμένων λόγους, ἑπομένους δὲ τοὺς τῶν περατούντων καὶ οἷον ἐπεισοδιώδεις. ἵνα γὰρ τὸ τριχῇ διαστὰν μὴ εἰς ἄπειρον ἐκταθῇ μέγεθος ἢ κατὰ τὴν νόησιν ἢ κατὰ τὴν αἴσθησιν, δι’ ἐπιφανείας παντα‐ χόθεν ἐπερατώθη, καὶ ἵνα μὴ τὸ ἐπίπεδον εἰς ἀορι‐
20στίαν λάθῃ προελθόν, ἡ γραμμὴ περιέλαβεν αὐτὸ καὶ ὥρισεν ἐν αὐτῷ γενομένη, καὶ τὸ σημεῖον ὡσαύτως τὴν γραμμήν, τῶν συνθέτων ἕνεκα τῶν ἁπλῶν ὑφιστα‐ μένων. καὶ γὰρ αὖ καὶ τοῦτο δῆλον, ὅτι ἐν μὲν τοῖς χωριστοῖς εἴδεσιν οἱ λόγοι τῶν περάτων ἐν ἑαυτοῖς
25εἰσιν καὶ οὐκ ἐν τοῖς περατουμένοις, καὶ μένοντες, οἵπερ εἰσίν, ὑποστατικοὶ γίγνονται τῶν δευτέρων, ἐν
δὲ τοῖς ἀχωρίστοις ὕλης ἐπιδεδώκασιν ἑαυτοὺς τοῖς86
in Euc
.

87

περατουμένοις καὶ ἐν ἐκείνοις ἱδρύνθησαν καὶ οἷον μέρη γεγόνασιν ἐκείνων καὶ ἀνεπλήσθησαν τῶν χειρό‐ νων, ὅθεν δὴ καὶ τὸ ἀμερὲς ἐνταῦθα τῆς μεριστῆς οὐσίας καὶ τὸ ἀπλατὲς πλάτους μετέσχεν καὶ τὴν ἑαυ‐
5τῶν ἁπλότητα καὶ τὸ εἰλικρινὲς οὐκ ἔτι τὰ περατοῦντα φυλάξαι δεδύνηται. γενόμενα γὰρ ἐν ἄλλῳ συνηλ‐ λοίωται τῷ ὑποκειμένῳ. ἡ γὰρ ὕλη τὴν τούτων ἐπε‐ θόλωσεν ἀκρίβειαν καὶ ὁ μὲν τοῦ ἐπιπέδου λόγος βαθύνει τὸ ἐπίπεδον, ὁ δὲ τῆς γραμμῆς ἀμυδρώσας
10τὴν ἐφ’ ἓν διάστασιν πάντη γίνεται μεριστός, ὁ δὲ τοῦ σημείου σωματοειδὴς ἀποτελεῖται καὶ συνδιίστα‐ ται τοῖς ὑφ’ ἑαυτοῦ περατουμένοις. πάντες γὰρ εἰς ὕλην ῥεύσαντες, οἱ μὲν ἀπὸ διανοίας εἰς τὴν νοητὴν οἱ δὲ ἀπὸ τῆς φύσεως εἰς τὴν αἰσθητήν, ἀνεπλήσθη‐
15σαν τῶν ὑποκειμένων καὶ τῆς αὐτῶν ἁπλότητος ἐξ‐ έστησαν εἰς ἀλλοτρίας συνθέσεις τε καὶ διαστάσεις. ἀλλὰ πῶς ἐν τῷ νῷ καὶ ἐν τῇ ψυχῇ πάντων ἀμερῶς ὄντων καὶ ἀδιαστάτως ἐν τῇ ὕλῃ τὰ μὲν προηγουμέ‐ νως ἐμερίσθη τὰ δὲ διὰ τὴν ἐκείνης φύσιν; ἢ καὶ
20τοῖς ἀΰλοις εἴδεσι τάξις ἐστὶ πρώτων τε καὶ μέσων καὶ τελευταίων, καὶ τὰ μὲν ἑνοειδέστερα τῶν εἰδῶν ἐστι, τὰ δὲ πληθύεται μᾶλλον, καὶ τὰ μὲν συνεσπει‐ ραμένας ἔχει τὰς ἑαυτῶν δυνάμεις, τὰ δὲ εἰς διάστασιν σπευδούσας, καὶ τὰ μὲν πρὸς τοῦ πέρατός ἐστι, τὰ δὲ
25πρὸς τῆς ἀπειρίας; εἰ γὰρ καὶ πάντα μετέχει τῶν δύο87
in Euc
.

88

τούτων ἀρχῶν, ἀλλὰ τὰ μὲν τῆς ἑτέρας ἐστὶν ἔκγονα καὶ πλέον ταύτης μετείληχεν, τὰ δὲ τῆς λοιπῆς. τὸ μὲν οὖν σημεῖον ἀμερὲς ἐκεῖ πάντη, εἰ καὶ κατὰ τὸ πέρας ὑφέστηκεν, ἔχει δὲ τὴν ἄπειρον δύναμιν κρυ‐
5φίως, καθ’ ἣν καὶ γεννᾷ πάντα τὰ διαστήματα. καὶ ἡ πρόοδος τῶν διαστημάτων πάντων οὐκ ἐξελίττει τὴν ἄπειρον ἐκείνου δύναμιν, τὸ δὲ σῶμα καὶ ὁ τοῦ σώ‐ ματος λόγος τῆς ἀπείρου μειζόνως μετέχει φύσεως, διὸ καὶ τῶν ἀλλαχόθεν περατουμένων ἐστὶν καὶ τῶν
10ἐπ’ ἄπειρον διαιρετῶν κατὰ πάσας τὰς διαστάσεις. τὰ δ’ αὖ μεταξὺ τούτων κατὰ τὴν τῶν ἄκρων ἀπό‐ στασιν ἢ τῶν κατὰ τὸ πέρας ἐστὶ πλεοναζόντων ἢ τῶν τῆς ἀπειρίας ἀπολελαυκότων. διὸ καὶ περατοῖ καὶ περατοῦται, καθ’ ὅσον μὲν ἐκ τοῦ πέρατος ὑφ‐
15έστηκεν ἄλλα δυνάμενα περατοῦν, καθ’ ὅσον δ’ αὖ μετέχει τῆς ἀπειρίας ὁρίζεσθαι παρ’ ἄλλων δεόμενα. πέρας οὖν καὶ τὸ σημεῖον ὑπάρχον ἐν τῇ μεθέξει τὴν οἰκείαν διαφυλάττει δύναμιν, ἔχον δὲ τὴν ἀπειρίαν κρυφίως καὶ πανταχοῦ παρεῖναι τοῖς ὑφ’ ἑαυτοῦ
20περατουμένοις ἐπειγόμενον ἀπειραχῶς ἐστιν ἐν αὐτοῖς, καὶ ἐπεὶ δύναμις ἦν ἐκεῖ τὸ ἄπειρον γεννητικὴ τῶν διαστατῶν, δυνάμει γέγονεν ἐν τοῖς μετέχουσιν. καὶ γὰρ ἡ ἀπειρία παρ’ ἐκείνοις μέν, τοῖς νοητοῖς λέγω, πρωτουργὸς ἦν αἰτία καὶ γόνιμος τῶν ὅλων δύναμις,
25ἐν δὲ τοῖς ἐνύλοις ἀτελὴς καὶ δυνάμει μόνον οὖσα τὰ πάντα. καὶ ὡς συνελόντι φάναι τὰ δι’ ἁπλότητα καὶ ἀμέρειαν ἐν ταῖς ἀρχαῖς ὑπεριδρυμένα τῶν εἰδῶν ἐν
ταῖς μεθέξεσι φυλάττει μὲν ὡς πέφυκε τὴν ἑαυτῶν88
in Euc
.

89

ἰδιότητα, καταδεέστερα δὲ τῶν συνθετωτέρων γενό‐ μενα λόγων. καὶ γὰρ ἡ ὕλη τούτων τρανέστερον μετ‐ έχειν δύναται καὶ πρὸς ταῦτα μᾶλλον ἢ πρὸς ἁπλου‐ στάτας τῶν ὄντων αἰτίας παρεσκεύασται. διὸ τῶν
5μὲν ἐξῃρημένων ἀρχῶν ἴχνη κάτεισιν εἰς αὐτήν, τῶν δὲ δευτέρων καὶ τρίτων αἱ μεταδόσεις ἐναργέστεραι προφαίνονται. μᾶλλον οὖν μετέσχε τῆς τοῦ σώματος αἰτίας ἢ τῆς τοῦ ἐπιπέδου, καὶ ταύτης μᾶλλον ἢ τοῦ εἴδους τῆς γραμμῆς, καὶ τούτου μειζόνως ἢ τοῦ πάντα
10περατοῦντος ταῦτα σημείου καὶ συνέχοντος. ὁ γὰρ τοῦ σημείου λόγος πάσης ταύτης ἐξηγεῖται τῆς σειρᾶς καὶ πάντα ἑνοῖ τὰ μεριστὰ καὶ συνέχει καὶ ὁρίζει τὰς προόδους αὐτῶν καὶ παράγει πάντα καὶ περιλαμβάνει πανταχόθεν. διὸ καὶ ἐν ταῖς εἰκόσιν ἄλλα μὲν ἄλλων
15πέρατα, πάντων δὲ τὸ σημεῖον. ὅτι δὲ οὐ δεῖ νομί‐ ζειν κατ’ ἐπίνοιαν ψιλὴν ὑφεστάναι τὰ τοιαῦτα πέ‐ ρατα, λέγω τῶν σωμάτων, ὥσπερ οἱ ἀπὸ τῆς Στοᾶς ὑπέλαβον, ἀλλ’ εἶναί τινας φύσεις ἐν τοῖς οὖσι τοι‐ άσδε καὶ λόγους αὐτῶν προεστάναι δημιουργικούς,
20ἀναμνησθείημεν ἂν εἰς τὸν ὅλον κόσμον ἀποβλέψαν‐ τες καὶ τὰς ἐν αὐτῷ περιφορὰς καὶ τὰ κέντρα τῶν περιφορῶν καὶ τοὺς δι’ ὅλων αὐτῶν διήκοντας ἄξονας. τά τε γὰρ κέντρα κατ’ ἐνέργειαν ὑφέστηκε συνεκτικὰ τῶν σφαιρῶν ὑπάρχοντα καὶ ἑνίζοντα τὰς διαστάσεις
25αὐτῶν καὶ σφίγγοντα τὰς δυνάμεις τὰς ἐν αὐταῖς καὶ συνερείδοντα πρὸς ἑαυτά, καὶ οἱ ἄξονες συνελίσσουσιν αὐτὰς καὶ περιάγουσιν, αὐτοὶ μονίμως ἡδρασμένοι,
καὶ περὶ ἑαυτοὺς ἀνακυκλοῦσιν. καὶ μὴν καὶ οἱ πόλοι89
in Euc
.

90

τῶν σφαιρῶν καὶ αὐτοὺς τοὺς ἄξονας ἀφορίζοντες καὶ τὰς ὅλας περιφορὰς ἀφ’ ἑαυτῶν συνέχοντες πῶς οὐχὶ δηλοῦσιν ἐναργῶς, ὅτι τὰ σημεῖα δημιουργικὰς ἔχει καὶ συνεκτικὰς δυνάμεις καὶ τελειωτικὰς τῶν
5διεστώτων πάντων ἑνώσεώς τε χορηγοὺς καὶ τῆς ἀπαύ‐ στου κινήσεως; ὅθεν δὴ καὶ ὁ Πλάτων ἀδαμαντί‐ νην αὐτῶν τὴν ὑπόστασιν εἶναί φησιν, τὸ ἄτρεπτον καὶ διαιωνίζον καὶ μόνιμον καὶ ὡσαύτως ἔχον τῆς οὐσίας αὐτῶν ἐνδεικνύμενος. τόν τε ἄτρακτον ὅλον
10περὶ αὐτὰ κινεῖσθαί φησιν καὶ περιχορεύειν αὐτῶν τὴν ἕνωσιν. ἄλλοι δὲ ἀπορρητότεροι λόγοι καὶ τὸν δημιουργὸν ἐφεστάναι τῷ κόσμῳ λέγουσιν τοῖς πόλοις ἐποχούμενον καὶ δι’ ἔρωτος θείου τὸ πᾶν ἐπιστρέ‐ φοντα πρὸς ἑαυτόν. οἱ δέ γε Πυθαγόρειοι τὸν μὲν
15πόλον σφραγίδα τῆς Ῥέας ἀποκαλεῖν ἠξίουν ὡς τῆς ζωογόνου θεότητος ἄρρητον καὶ δραστήριον δύναμιν εἰς τὸ πᾶν διὰ τούτου προιεμένης, τὸ δὲ κέντρον Ζα‐ νὸς φυλακήν, διότι δημιουργικὴν φρουρὰν ὁ Ζεὺς τοῖς κόλποις ἐντιθεὶς τοῦ κόσμου περὶ τὸ μέσον αὐ‐
20τὴν σταθερῶς ἥδρασεν. τοῦ γὰρ κέντρου μένοντος καὶ τὸ πᾶν ἀσάλευτον ἔχει τὴν διακόσμησιν καὶ ἄπαυ‐ στον τὴν περιφοράν, καὶ μένει πάντα φυλάττοντα τὴν ἑαυτῶν τάξιν ἀμετάστατον, οἵ τε πολοκράτορες θεοὶ συναγωγὸν τῶν διῃρημένων καὶ ἑνοποιὸν τῶν
25πεπληθυσμένων κεκλήρωνται δύναμιν, καὶ οἱ τοὺς
ἄξονας λαχόντες συνελαύνουσι τὰς περιφορὰς καὶ90
in Euc
.

91

διαιωνίως ἀνακυκλοῦσι. καὶ εἴ με δεῖ τοὐμὸν εἰπεῖν, τὰ μὲν κέντρα πασῶν τῶν σφαιρῶν καὶ οἱ πόλοι σύμ‐ βολα τῶν ἰυγγικῶν εἰσι θεῶν τὸ ἄγνωστον ἐκείνων καὶ ἑνωτικὸν ἀπεικονισμένοι σύνθημα, οἱ δὲ ἄξονες
5τὰς συνοχὰς τῶν ὅλων διακόσμων ἀποτυποῦνται καὶ αὐτοὶ συνεκτικοὶ τῶν ἐγκοσμίων εἰσιν ὁλοτήτων καὶ τῶν περιόδων, ὥσπερ ἐκεῖνα τῶν νοερῶν, αὐταὶ δὲ αἱ σφαῖραι τῶν τελεσιουργῶν θεῶν εἰκόνες εἰσὶν ἀρ‐ χὴν τέλει συνάπτουσαι καὶ πάντων σχημάτων ἁπλό‐
10τητι καὶ ὁμοιότητι καὶ τελειότητι διαφέρουσαι. Ταῦτα μὲν οὖν ἐπὶ πλέον προηγάγομεν εἰς ἔν‐ δειξιν τῆς τῶν ἀμερῶν καὶ ὅλως τῶν ἐν τῷ κόσμῳ περάτων δυνάμεως, καὶ ὅτι ταῦτα καθόσον εἰκόνα φέρει τῶν πρώτων καὶ ἀρχικωτάτων αἰτίων μεγίστην
15ἐν τῷ παντὶ κεκλήρωται τάξιν. οὐ γὰρ τοιαῦτα πέρατά ἐστιν τὰ κέντρα καὶ οἱ πόλοι, οἷα τὰ τῶν περατου‐ μένων, ἀλλὰ κατ’ ἐνέργειαν ἵδρυται καὶ ὕπαρξιν ἔχει καὶ δύναμιν αὐτοτελῆ καὶ διήκουσαν διὰ πάντων τῶν μεριστῶν. οἱ δὲ πολλοὶ τὰ ἐν τοῖς περατουμένοις αὐ‐
20τοῖς ἀτελῶς ὑφεστηκότα θεωροῦντες ἀμυδρὰν αὐτῶν οἴονται τὴν ὑπόστασιν εἶναι καὶ οἱ μὲν κατ’ ἐπίνοιαν μόνην χωρίζεσθαί φασιν αὐτὰ τῶν αἰσθητῶν, οἱ δὲ μηδὲ ἀλλαχοῦ που τὴν οὐσίαν ἔχειν ἢ ἐν ταῖς ἡμετέ‐ ραις ἐπινοίαις. ἐπεὶ δὲ ἔστι μὲν καὶ ἐν τῇ νοερᾷ φύ‐
25σει τὰ εἴδη τούτων πάντων, ἔστι δὲ καὶ ἐν τοῖς ψυχι‐ κοῖς διακόσμοις, ἔστι δὲ καὶ ἐν τῇ φύσει καὶ ἐν τοῖς σώμασιν ἐσχάτως, νοήσωμεν, ὅπως κατὰ τὴν ἐν αὐτοῖς
τάξιν καὶ τὴν ὑπόστασιν ἔλαχεν ἐν τοῖς γένεσιν τῶν91
in Euc
.

92

ὄντων. καὶ πάντα μὲν ἐν νῷ προυφέστηκεν, ἀλλ’ ἀμερίστως καὶ ἑνοειδῶς, ὥστε πάντα καθ’ ἓν εἶδος ὑφεστάναι κατὰ τὸν τοῦ σημείου λόγον κρυφίως ἔχοντα καὶ ἀμερῶς [πάντα]—πάντα δὲ ἐν ταῖς ψυχαῖς, ἀλλὰ
5κατὰ τὸ εἶδος τῆς γραμμῆς, ὅθεν δὴ καὶ ὁ Τίμαιος ἐκ τῶν εὐθειῶν καὶ τῶν περιφερῶν γραμμῶν ὑπεστή‐ σατο τὴν ψυχήν· καὶ γὰρ τῶν κύκλων ἕκαστος γραμμή ἐστι μόνον—πάντα δὲ ἐν ταῖς φύσεσιν, ἀλλὰ κατὰ τὸν τοῦ ἐπιπέδου λόγον. διὸ καὶ ὁ Πλάτων τοὺς
10φυσικοὺς λόγους τοὺς ὑποστατικοὺς τῶν σωμάτων διὰ τῶν ἐπιπέδων ἠξίου δηλοῦν, καὶ ἡ τῶν σωμάτων εἰς τὰ ἐπίπεδα ἀνάλυσις ἐπὶ τὴν αἰτίαν ἡμᾶς περιῆγε τὴν προσεχῆ τῶν φαινομένων—πάντα μὴν καὶ ἐν τοῖς σώμασιν, ἀλλὰ σωματοειδῶς κατὰ τὴν μεριστὴν φύσιν
15τῶν σωμάτων, πάντων ἐν αὐτοῖς ὑφεστώτων τῶν εἰδῶν. πάντα ἄρα πανταχοῦ καὶ ἕκαστα κατὰ τὴν οἰκεῖαν τάξιν ἐκφαίνεται καὶ ἡ ἐξαλλαγὴ παρὰ τὴν ἐπικρατοῦσαν δύναμιν, καὶ πανταχοῦ μὲν τὸ σημεῖον ἀμερὲς καὶ τῶν μεριστῶν διαφέρον ἁπλότητι, κατὰ δὲ
20τὴν ὕφεσιν τῶν ὄντων καὶ τοῦτο τὴν ἐξῃρημένην ἔλαχεν τῶν μεριστῶν ὑπόστασιν καὶ ὅπου μὲν παντε‐ λῶς αὐτῶν ὑπερίδρυται κατὰ τὴν τῆς αἰτίας ὑπεροχήν, ὅπου δὲ συντέτακται αὐτοῖς, ὅπου δὲ ἐπεισοδιώδη τὴν ὕπαρξιν ἐν αὐτοῖς ἐκληρώσατο καὶ οἷον καταπινό‐
25μενον ὑπὸ τοῦ μερισμοῦ τῶν ἐσχάτων ἐκλύει τὴν οἰ‐ κεῖαν ἀμέρειαν. καθάπερ οὖν ἡ μονὰς ἄλλη μὲν ἡ
γεννητικὴ τῶν ἀριθμῶν, ἄλλη δὲ ὡς ὕλη τοῖς ἀριθμοῖς92
in Euc
.

93

ὑπεστρωμένη, καὶ ἀρχὴ μὲν ἑκατέρα καὶ οὐχ ὅπερ ἀριθμός, ἄλλον δὲ τρόπον ἀρχὴ καὶ ἄλλον—κατὰ τὰ αὐτὰ δὴ καὶ τὸ σημεῖον οὗ μὲν ὑποστατικόν ἐστι τῶν μεγεθῶν, οὗ δὲ ἄλλως ἀρχὴ καὶ οὐ κατὰ τὴν γεν‐
5νητικὴν αἰτίαν. Ἆρ’ οὖν τὸ σημεῖον μόνον ἀμερές; ἢ καὶ τὸ νῦν τοιοῦτον ἐν χρόνῳ καὶ ἡ μονὰς ἐν τοῖς ἀριθμοῖς; ἢ τῷ μὲν φιλοσόφῳ περὶ πάντων ποιουμένῳ τῶν ὄντων λόγους πάντα μὲν τὰ ὁπωσοῦν μεριστὰ προσήκει θεω‐
10ρεῖν, πάσας δὲ τὰς τῶν ἀμερῶν ὑποστάσεις τὰς τούτων ἀρχικάς, τῷ δὲ τῶν καθ’ ἕκαστα ἐπιστήμονι ἀπό τινων ὡρισμένων ἀρχῶν προσάγοντι τὴν θεωρίαν καὶ μέχρις ἐκείνων ἀνατρέχοντι, τὰς δὲ προόδους τῶν ὄντων οὐ περιεργαζομένῳ, ταύτην μόνην ἐπιβάλλει καὶ σκοπεῖν
15καὶ παραδιδόναι τὴν ἀμερῆ φύσιν; ἢ ταῖς αὐτοῦ δια‐ φέρει πρωτίσταις ἀρχαῖς καὶ ταύτην ὁρᾷ τὴν ἁπλό‐ τητα τὴν τῶν ὑποκειμένων αὐτῷ γνωστῶν ἐξηγουμέ‐ νην; μόνον οὖν τὸ σημεῖον ἀμερὲς κατὰ τὴν γεωμε‐ τρικὴν ὕλην καὶ ἡ μόνας κατὰ τὴν ἀριθμητικήν, καὶ
20ὁ τοῦ σημείου λόγος, εἰ καὶ πρὸς ἄλλον ἀτελής, ἀλλὰ πρός γε τὴν παροῦσαν ἐπιστήμην τέλειος, ἐπεὶ καὶ ὁ ἰατρὸς στοιχεῖα τῶν σωμάτων πῦρ καὶ ὕδωρ λέγει καὶ τὰ τούτοις ὅμοια. καὶ ἡ ἀνάλυσις αὐτῶν μέχρι τού‐ των. ἀλλ’ ὅ γε φυσικὸς ἐπ’ ἄλλα μέτεισι τὰ τούτων
25ἁπλούστερα καὶ ὁ μὲν ὁρίζεται στοιχεῖον τὸ πρὸς αἴ‐ σθησιν ἁπλοῦν ὁ δὲ τὸ πρὸς τὸν λόγον ἁπλοῦν, καὶ
ἑκάτερος ὀρθῶς πρός γε τὴν οἰκεῖαν ἐπιστήμην. μὴ93
in Euc
.

94

τοίνυν μηδὲ τὸν ὅρον τοῦ σημείου διημαρτῆσθαι νομί‐ ζωμεν μηδὲ ἀτελῆ θώμεθα αὐτὸν εἶναι. πρὸς γὰρ τὴν γεωμετρικὴν ὕλην καὶ τὰς ἀρχὰς τὰς ταύτης ἱκανῶς ἀποδέδοται. μόνον γὰρ οὐχὶ λέγει σαφῶς, ὅτι τὸ ἀμε‐
5ρὲς κατ’ ἐμὲ σημεῖόν ἐστι καὶ ἡ ἐμὴ ἀρχή, καὶ τὸ ἁπλούστατον οὐδὲν ἄλλο ἐστὶν ἢ τοῦτο, καὶ οὕτω προσήκει τοῦ γεωμέτρου λέγοντος ἀκούειν. Ὁ μὲν οὖν Εὐκλείδης διὰ τῆς ἀποφάσεως τῶν μεριστῶν ἐσήμηνεν ἡμῖν τὴν ἀρχὴν πάσης τῆς ὑπο‐
10κειμένης αὐτῷ φύσεως εἰς θεωρίαν. καὶ γὰρ οἱ ἀπο‐ φατικοὶ λόγοι προσήκουσι ταῖς ἀρχαῖς, ὡς ὁ Παρμε‐ νίδης ἡμᾶς ἀναδιδάσκει τήν τε πρωτίστην αἰτίαν καὶ τὴν ἐσχάτην διὰ μόνων τῶν ἀποφάσεων παραδούς. πᾶσα γὰρ ἀρχὴ τῶν ἀπ’ αὐτῆς καθ’ ἑτέραν οὐσίαν
15ὑφέστηκεν καὶ αἱ τούτων ἀποφάσεις τὴν ἐκείνης ἡμῖν δηλοῦσιν ἰδιότητα. τὸ γὰρ αἴτιον μὲν τούτων, οὐδὲν δὲ τούτων ὑπάρχον, ὧν αἴτιόν ἐστι, γνώριμον πῶς γίνεται διὰ τοῦ τρόπου τούτου τῆς διδασκαλίας. Ἴσως δ’ ἄν τις ἀπορήσειεν, πῶς πάντα μορφωτι‐
20κῶς καὶ μεριστῶς τῆς φαντασίας δεχομένης ἀμερές τι σημεῖον ὁ γεωμέτρης ἐν αὐτῇ θεωρεῖ. μὴ γὰρ ὅτι τοὺς ἐν διανοίᾳ λόγους, ἀλλὰ καὶ τὰς τῶν νοερῶν καὶ θείων εἰδῶν ἐμφάσεις ἡ φαντασία κατὰ τὴν οἰκεῖαν δέχεται φύσιν, τῶν μὲν ἀμόρφων μορφὰς τῶν δὲ
25ἀσχηματίστων σχήματα προτείνουσα. πρὸς δὴ ταύτην τὴν ἀπορίαν λέγομεν, ὅτι τῆς φανταστικῆς κινήσεως
τὸ εἶδος οὔτε μεριστόν ἐστι μόνον οὔτε ἀμέριστον,94
in Euc
.

95

ἀλλ’ ἐκ τοῦ ἀμερίστου πρόεισιν εἰς τὸ μεριστὸν καὶ ἐκ τοῦ ἀμόρφου εἰς τὸ μεμορφωμένον. εἴτε γὰρ με‐ ριστὴ μόνον ἦν, οὐκ ἂν τοὺς πολλοὺς τύπους τῶν εἰδῶν ἐν ἑαυτῇ σώζειν ἠδύνατο τῶν ἐπεισιόντων ἀμυ‐
5δρούντων τοὺς πρὸ αὐτῶν, καθότι τῶν σωμάτων οὐδὲν ἅμα καὶ κατὰ τὸ αὐτὸ πολλοῖς κατέχεται σχήμασιν, ἀλλὰ διὰ τῶν δευτέρων ἀφανίζεται τὰ πρότερα, εἴτε ἀμέριστος, τῆς διανοίας οὐκ ἂν ἦν καταδεεστέρα καὶ τῆς ἐν ἀμερεῖ πάντα θεωρούσης ψυχῆς, οὐδ’ ἂν μορ‐
10φωτικὰς ἐποιεῖτο τὰς ἐνεργείας. ἀνάγκη δὴ οὖν αὐτὴν ἄρχεσθαι μὲν ἐκ τοῦ ἀμεροῦς κατὰ τὴν κίνησιν καὶ προβάλλειν ἐκεῖθεν τὸ συνεσπειραμένον εἶδος ἑκάστου τῶν εἰς αὐτὴν ἡκόντων γνωστῶν, ἀπολήγειν δὲ εἰς μορφὴν καὶ σχῆμα καὶ διάστασιν. εἰ τοίνυν τοιαύτην
15ἔλαχεν φύσιν, ἔστι πως ἐν αὐτῇ καὶ τὸ ἀμέριστον, καὶ κατ’ ἐκεῖνο τὴν οὐσίαν ἔχειν μάλιστα τὸ σημεῖον λεκτέον. καὶ γὰρ τὸ τῆς γραμμῆς εἶδος κατ’ ἐκεῖνο συνῃρημένως ἐστὶν ἐν αὐτῇ. διττὴν οὖν συνέχουσα δύναμιν, ἀμέριστον καὶ μεριστήν, ἔχει καὶ τὸ σημεῖον
20ἀμερῶς καὶ τὰ διαστήματα μεριστῶς. Ἐπεὶ δὲ καὶ οἱ Πυθαγόρειοι τὸ σημεῖον ἀφορί‐ ζονται μονάδα προσλαβοῦσαν θέσιν, σκεπτέον τί ποτε νοοῦντες λέγουσιν. ὅτι μὲν οὖν οἱ ἀριθμοὶ τῶν μεγε‐ θῶν ἀυλότεροι καὶ καθαρώτεροι, καὶ ὅτι τῶν ἀριθμῶν
25ἡ ἀρχὴ τῆς τῶν μεγεθῶν ἐστιν ἁπλουστέρα, παντὶ
καταφανές. ἀλλ’ ὅταν λέγωσι τὴν μὲν μονάδα θέσιν95
in Euc
.

96

ἔχουσαν, ἐνδείκνυσθαί μοι δοκοῦσιν, ὡς ἄρα ἡ μὲν μονὰς καὶ ὁ ἀριθμὸς ἐν δόξῃ τὴν ὑπόστασιν κέκτηται, λέγω δὲ τὸν μοναδικὸν ἀριθμόν. διὸ καὶ τῶν ἀριθ‐ μῶν ἕκαστος εἷς ἐστιν, οἷον ὁ πέντε καὶ ὁ ἑπτά, καὶ
5οὐ πολλοὶ καθ’ ἑκάστην ψυχήν, καὶ σχήματος καὶ μορ‐ φῆς ἐπεισοδιώδους καθαρεύουσι. τὸ δὲ σημεῖον ἐν φαντασίᾳ προτείνεται καὶ οἷον ἐν τόπῳ γέγονεν, καὶ ἔνυλόν ἐστι κατὰ τὴν νοητὴν ὕλην. ἄθετος οὖν ἡ μονὰς ὡς ἄυλος καὶ παντὸς ἔξω διαστήματος καὶ τό‐
10που. θέσιν δὲ ἔχει τὸ σημεῖον ὡς ἐν τοῖς φαντασίας κόλποις ἰνδαλλόμενον καὶ ἔνυλον. διὰ δὲ τὴν κοινω‐ νίαν τῶν ἀρχῶν καὶ ἡ μονὰς στιγμῆς ἁπλουστέρα. κατὰ γὰρ τὴν θέσιν ἐπλεόνασεν ἡ στιγμὴ τῆς μονά‐ δος, αἱ δὲ προσθέσεις ἐν τοῖς ἀσωμάτοις ὑφέσεις ἀπο‐
15τελοῦσι τῶν τὰς προσθήκας δεχομένων. Def. II. Γραμμὴ δὲ μῆκος ἀπλατές. Δευτέραν ἔχει τὴν τάξιν ἡ γραμμή, καθόσον τὸ πρώτιστόν ἐστι διάστημα καὶ ἁπλούστατον, ὅπερ ὁ γεωμέτρης μῆκος ἐκάλεσε προσθεὶς τὸ ἀπλατές, ἐπειδὴ
20καὶ ἡ γραμμὴ πρὸς τὴν ἐπιφάνειαν ἀρχῆς ἔχει λόγον· τὸ μὲν γὰρ σημεῖον ὡς πάντων ἀρχὴν τῶν μεγεθῶν διὰ μόνης τῆς ἀποφάσεως ἐδίδαξεν, τὴν δὲ γραμμὴν τῇ μὲν καταφατικῶς, τῇ δὲ ἀποφατικῶς. ἔστι μὲν γὰρ
μῆκος, καὶ τούτῳ τῆς τοῦ σημείου πλεονάζει ἀμερείας,96
in Euc
.

97

ἀπλατὴς δὲ ὡς τῶν ἄλλων καθαρεύουσα διαστάσεων. πᾶν γὰρ δὴ τὸ ἀπλατὲς καὶ ἀβαθές ἐστιν, οὐ μὴν ἀνά‐ παλιν. ἀφελὼν οὖν τὸ πλάτος ἔχει καὶ τὸ βάθος συνανῃρημένον, διόπερ οὐδὲ προσέθηκεν, ὅτι καὶ ἀβα‐
5θές, ὡς ἑπόμενον τῇ τοῦ ἀπλατοῦς ἐννοίᾳ. Ἀφορίζονται δὲ αὐτὴν καὶ κατ’ ἄλλας μεθόδους, οἱ μὲν ῥύσιν σημείου λέγοντες, οἱ δὲ μέγεθος ἐφ’ ἓν διαστατόν. ἀλλ’ οὗτος μὲν ὁ ὅρος τέλειός ἐστιν τὴν οὐσίαν σημαίνων τῆς γραμμῆς, ὁ δὲ σημείου ῥύσιν
10εἰπὼν ἔοικεν ἀπὸ τῆς αἰτίας αὐτὴν τῆς γεννητικῆς δηλοῦν καὶ οὐ πᾶσαν γραμμὴν ἀλλὰ τὴν ἄυλον παρ‐ ίστησι· ταύτην γὰρ ὑφίστησι τὸ σημεῖον ἀμερὲς ὑπάρ‐ χον, ὑπάρξεως δὲ τοῖς μεριστοῖς αἴτιον ὄν. ἡ δὲ ῥύσις τὴν πρόοδον ἐνδείκνυται καὶ τὴν γόνιμον δύναμιν,
15τὴν ἐπὶ πᾶσαν διάστασιν φθάνουσαν καὶ οὐκ ἐλαττου‐ μένην, τὴν αὐτὴν μὲν ἑστῶσαν, πᾶσι δὲ τοῖς μεριστοῖς τὴν οὐσίαν παρεχομένην. Ἀλλὰ ταῦτα μὲν γνώριμα παντί, ἀναμνήσωμεν δὲ ἡμᾶς αὐτοὺς τῶν Πυθαγορικωτέρων λόγων, οἳ τὸ μὲν
20σημεῖον ἀνάλογον τίθενται μονάδι, τὴν δὲ γραμμὴν δυάδι, τὴν δὲ ἐπιφάνειαν τῇ τριάδι καὶ τὸ στερεὸν τῇ τετράδι. καίτοι γε ὡς διαστατὰ λαμβάνοντες μο‐ ναδικὴν μὲν εὑρήσομεν τὴν γραμμήν, δυαδικὴν δὲ τὴν ἐπιφάνειαν, τριαδικὸν δὲ τὸ στερεόν, ὅθεν καὶ ὁ Ἀρι‐
25στοτέλης τὸ σῶμα τῇ τριάδι φησὶν τετελειῶσθαι. καὶ θαυμαστὸν οὐδὲν τὸ μὲν σημεῖον διὰ τὴν ἀμέ‐ ρειαν πρώτως οἰκειῶσθαι τῇ μονάδι, τὰ δὲ μετὰ τὸ
σημεῖον ὑφεστάναι μὲν κατὰ τοὺς ἀπὸ μονάδος ἀριθ‐97
in Euc
.

98

μοὺς καὶ τούτων σώζειν τὸν λόγον πρὸς τὸ σημεῖον, ὃν ἐκεῖνοι πρὸς τὴν μονάδα, μετέχειν δὲ ἕκαστον τοῦ προσεχῶς ὑπὲρ αὐτόν, καὶ ταύτην ἔχειν τὴν ἀξίαν πρὸς τὸ ἐγγὺς καὶ τὸ ἐφεξῆς, ἣν ἐκεῖνο πρὸς ἑαυτό·
5λέγω δὲ οἷον τὴν γραμμὴν δυάδος μὲν ἔχειν τάξιν πρὸς τὸ σημεῖον, μονάδος δὲ πρὸς τὴν ἐπιφάνειαν, καὶ ταύτην τριάδος μὲν πρὸς τὸ σημεῖον καὶ τὴν γραμ‐ μήν, δυάδος δὲ πρὸς τὸ στερεόν, καὶ διὰ τοῦτο τὸ σῶμα πρὸς μὲν τὸ σημεῖον εἶναι τετραδικόν, πρὸς δὲ
10τὴν γραμμὴν τριαδικόν. ἔχει μὲν οὖν ἡ διάταξις ἑκα‐ τέρα λόγον, ἀρχοειδεστέρα δὲ ἡ τῶν Πυθαγορείων, ἄνωθεν ὡρμημένη καὶ τῇ φύσει τῶν ὄντων ἑπομένη. τὸ μὲν γὰρ σημεῖον διττόν· ἢ γὰρ καθ’ αὑτό ἐστιν ἢ ἐν τῇ γραμμῇ, καὶ ὡς πέρας ὂν μόνον καὶ ἓν οὔτε ὅλον
15οὔτε μέρη ἔχον μιμεῖται τὴν ἀκρότητα τῶν ὄντων καὶ διὰ τοῦτο καὶ ἀνάλογον τέτακται τῇ μονάδι. καὶ γὰρ ἡ μονὰς ἐκεῖ πρῶτον, ὅπου πατρικὴ μονάς ἐστι, φησὶ τὸ λόγιον. ἡ δὲ γραμμὴ πρώτη μὲν ἔχουσα μέρη καὶ ὅλον, οὖσα δὲ καὶ μοναδικὴ διὰ τὸ ἐφ’ ἓν διαστατόν,
20καὶ δυαδικὴ διὰ τὴν πρόοδον—εἴτε γὰρ ἄπειρος, μετ‐ έχει τῆς ἀορίστου δυάδος, εἴτε πεπερασμένη, δυοῖν αὐτῇ δεῖ περάτων, καὶ τὸ πόθεν ποῖ πρὸς τὸν ἀπ’
αὐτῆς [?] —διὰ ταῦτα τοίνυν τὴν ὁλότητα μιμεῖται καὶ98
in Euc
.

99

τὴν τάξιν ἐκείνην, ἢ καὶ ταναὴ μονάς ἐστιν καὶ δύο γεννᾷ. καὶ γὰρ αὕτη τήν τε εἰς μῆκος ἔκτασιν προ‐ βέβληται καὶ τὸ ταναὸν διαστατῶς καὶ τὸ ἐφ’ ἓν καὶ τὴν τῆς δυάδος μετουσίαν. ἡ δὲ ἐπιφάνεια τριὰς οὖσα
5καὶ δυὰς καὶ τῶν πρώτων σχημάτων ὑποδοχὴ καὶ μορ‐ φὴν καὶ εἶδος λαβοῦσα πρώτη τῇ περατούσῃ μὲν τὰ ὄντα πρώτως καὶ τριαδικῇ φύσει, διαιρούσῃ δὲ αὐτὴν δυάδι πως προσέοικεν. τὸ δ’ αὖ στερεὸν τριχῇ δια‐ στὰν καὶ κατὰ τὴν τετράδα τὴν τῶν λόγων πάντων
10περιληπτικὴν ἀφορισθὲν εἰς ἐκείνην ἀναφέρεται τὴν διακόσμησιν, ἀφ’ ἧς καὶ ἡ τῶν σωματικῶν κόσμων ἐκφαίνεται διάκρισις καὶ ἡ εἰς τρία τῶν ὅλων διαίρε‐ σις, μετὰ τῆς τετραδικῆς ἰδιότητος, τοῦτο δέ ἐστι μετὰ τῆς γεννητικῆς καὶ θηλυπρεποῦς.
15 Ταῦτα μὲν οὖν ἐπὶ πλέον ἐξεργάζεσθαι δυνατόν. τὴν δ’ αὖ γραμμὴν δευτέραν οὖσαν καὶ κατὰ τὴν πρώτην ἀπὸ τοῦ ἀμεροῦς κίνησιν ὑποστᾶσαν εἰκότως καὶ ὁ τῶν Πυθαγορείων λόγος ἐκάλει δυαδικήν. ὅτι δὲ καὶ τὸ σημεῖον μετὰ τὴν μονάδα καὶ ἡ γραμμὴ
20μετὰ τὴν δυάδα καὶ ἡ ἐπιφάνεια μετὰ τὴν τριάδα δη‐ λοῖ που καὶ ὁ Παρμενίδης τοῦ ἑνὸς ἀποφάσκων τὰ πολλὰ πρῶτον, εἶτα τὸ ὅλον· εἰ δὲ τὰ πολλὰ πρὸ τοῦ ὅλου, καὶ ὁ ἀριθμὸς πρὸ τοῦ συνεχοῦς καὶ ἡ δυὰς πρὸ
τῆς γραμμῆς καὶ ἡ μονὰς πρὸ τοῦ σημείου. καὶ γὰρ99
in Euc
.

100

τὸ μὲν „οὐ πολλὰ“ τῇ μονάδι προσήκει τῇ γεννώσῃ τὸ πλῆθος ...... ὑφιστάντι. καὶ γὰρ τοῦτο μέρος ἔχειν λέγεται. Τοσαῦτα περὶ τῆς γραμμῆς εἰρήσθω κατὰ τὰς
5θεωρικωτέρας ἐπιβολάς. ἀποδεξώμεθα δὲ καὶ τοὺς περὶ Ἀπολλώνιον λέγοντας, ὅτι γραμμῆς ἔννοιαν μὲν ἔχομεν, ὅταν τὰ μήκη μόνον ἢ τῶν ὁδῶν ἢ τῶν τοίχων ἀναμετρεῖν κελεύωμεν· οὐ γὰρ προσποιούμεθα τότε τὸ πλάτος, ἀλλὰ τὴν ἐφ’ ἓν διάστασιν ἀναλογι‐
10ζόμεθα, καθάπερ δὴ καὶ ὅταν χωρία μετρῶμεν, τὴν ἐπιφάνειαν ὁρῶμεν, ὅταν δὲ φρέατα, τὸ στερεόν. πάσας γὰρ ὁμοῦ τὰς διαστάσεις συλλαβόντες ἀποφαι‐ νόμεθα τοσόνδε εἶναι τὸ διάστημα τοῦ φρέατος κατά τε μῆκος καὶ πλάτος καὶ βάθος. αἴσθησιν δὲ αὐτῆς
15λάβοιμεν ἂν ἀπιδόντες εἰς τοὺς διορισμοὺς τῶν πεφω‐ τισμένων τόπων ἀπὸ τῶν ἐσκιασμένων καὶ ἐπὶ τῆς σελήνης καὶ ἐπὶ τῆς γῆς. τοῦτο γὰρ τὸ μέσον κατὰ μὲν πλάτος ἀδιάστατόν ἐστι, μῆκος δὲ ἔχει τὸ συμ‐
παρεκτεινόμενον τῷ φωτὶ καὶ τῇ σκιᾷ.100
in Euc
.

101

Def. III. Γραμμῆς δὲ πέρατα σημεῖα. Πᾶν τὸ σύνθετον ἀπὸ τοῦ ἁπλοῦ καὶ πᾶν τὸ με‐ ριστὸν ἀπὸ τοῦ ἀμερίστου καταδέχεται τὸν ὅρον. καὶ τούτων εἰκόνες ἐν ταῖς ἀρχαῖς προτείνονται τῶν μα‐
5θημάτων. ὅταν γὰρ καὶ τὴν γραμμὴν ὑπὸ τῶν ση‐ μείων περατοῦσθαι λέγῃ, δῆλός ἐστιν αὐτὴν καθ’ αὑτὴν ἄπειρον ποιῶν, ὡς ἂν διὰ τὴν οἰκείαν πρόοδον οὐκ ἔχουσαν πέρας. ὥσπερ οὖν ἡ δυὰς ἀπὸ τῆς μο‐ νάδος ὁρίζεται καὶ τὴν ἄσχετον ἑαυτῆς τόλμαν περα‐
10τοῖ κρατουμένη παρ’ ἐκείνης, οὕτω δὴ καὶ ἡ γραμμὴ τοῖς σημείοις ὁρίζεται. δυοειδὴς γὰρ οὖσα καίτοι τοῦ σημείου, μονάδος ἔχοντος λόγον, μετέχει δυαδικῶς. ἀλλ’ ἐν μὲν τοῖς φανταστοῖς καὶ τοῖς αἰσθητοῖς αὐτὰ τὰ σημεῖα τὰ ἐν τῇ γραμμῇ περατοῖ τὴν γραμμήν, ἐν
15δὲ τοῖς ἀύλοις εἴδεσι προϋφέστηκε μὲν ὁ ἀμέριστος τοῦ σημείου λόγος, προϊὼν δ’ ἐκεῖθεν αὐτὸς ὁ πρώ‐ τιστος ἑαυτὸν διαστήσας καὶ κινούμενος καὶ ῥέων ἐπ’ ἄπειρον καὶ τὴν ἀόριστον δυάδα μιμούμενος κρα‐ τεῖται μὲν ὑπὸ τῆς ἰδίας ἀρχῆς, ἑνίζεται δὲ ὑπ’ αὐτῆς
20καὶ περιλαμβάνεται πανταχόθεν. ἄπειρος οὖν ἅμα καὶ πεπερασμένος ἐστί, κατὰ μὲν τὴν ἑαυτοῦ πρόοδον ἄπειρος, κατὰ δὲ τὴν τῆς αἰτίας τῆς περατοειδοῦς μέθεξιν πεπερασμένος. ἑαυτῷ γὰρ προελθὼν τῇ ἐκεί‐ νης περιοχῇ κεκράτηται καὶ ὁρίζεται κατὰ τὴν ἐκεί‐
25νης ἕνωσιν. ὅθεν δὴ καὶ ἐν ταῖς εἰκόσι τὰ σημεῖα τὸ101
in Euc
.

102

πέρας καὶ τὴν ἀρχὴν καταλαμβάνοντα τῆς γραμμῆς ὁρίζειν αὐτὴν λέγεται. ἐκεῖ μὲν οὖν ἐστι τὸ πέρας ἐξῃρημένον τοῦ περατουμένου, ἐνταῦθα δὲ διττόν· ἐν αὐτῷ γὰρ ὑφέστηκε τῷ περατουμένῳ. καὶ τοῦτο φέ‐
5ροι ἂν ἔνδειξιν θαυμαστὴν τοῦ τὰ εἴδη μένοντα μὲν ἐφ’ ἑαυτῶν κατ’ αἰτίαν προηγεῖσθαι τῶν μετεχόντων, ἐπιδόντα δὲ ἐκείνοις ἑαυτὰ κατὰ τὴν ἐκείνων ἰδιό‐ τητα τὴν ὑπόστασιν λαμβάνειν, συμπληθυόμενα αὐτοῖς καὶ συμμεριζόμενα καὶ ἀπολαύοντα τῆς τῶν ὑποκει‐
10μένων διαιρέσεως. Καὶ μὴν καὶ τοῦτο δεῖ προειληφέναι περὶ τῆς γραμμῆς, ὅτι τριχῶς αὐτῇ χρῆται ὁ γεωμέτρης. καὶ γὰρ ὡς ἐφ’ ἑκάτερα πεπερασμένῃ, ὡς τὸ ἐπὶ τῆς δο‐ θείσης εὐθείας πεπερασμένης τρίγωνον ἰσόπλευρον
15συστήσασθαι, καὶ ὡς τῇ μὲν ἀπείρῳ, τῇ δὲ πεπερα‐ σμένῃ, ὡς ἐπ’ ἐκείνου τοῦ προβλήματος „ἐκ τριῶν εὐθειῶν, αἵ εἰσιν ἴσαι τρισὶ ταῖς δοθείσαις εὐθείαις, τρίγωνον συστήσασθαι“. ἐν γὰρ τῇ κατασκευῇ φησιν „ἐκκείσθω τις εὐθεῖα ἐπὶ θάτερα μὲν πεπερασμένη,
20ἐπὶ θάτερα δὲ ἄπειροσ“ ..... τριχῶς οὖν ἡ γραμμὴ λαμβάνεται παρ’ αὐτῷ. Πρὸς δὴ τούτοις κᾀκεῖνο ἐπιστάσεως ἄξιον ὂν μὴ
παραδράμωμεν. πῶς γὰρ εἴρηται γραμμῆς πέρατα102
in Euc
.

103

σημεῖα, καὶ ποίας γραμμῆς; οὔτε γὰρ τῆς ἀπείρου οὔτε πάσης τῆς πεπερασμένης· ἔστι γάρ τις γραμμὴ καὶ πεπερασμένη καὶ οὐκ ἔχουσα πέρατα σημεῖα. τοι‐ αύτη γὰρ ἡ κυκλικὴ αὐτὴ εἰς ἑαυτὴν συννεύουσα καὶ
5οὐ σημείοις χρωμένη πέρασιν ὡς ἡ εὐθεῖα· τοιαύτη καὶ ἡ τοῦ θυρεοῦ. μή ποτε οὖν τὴν γραμμὴν ὁρᾶν δεῖ καθόσον ἐστὶ γραμμή. λάβοιμεν γὰρ ἂν καὶ περι‐ φέρειάν τινα περατουμένην ὑπὸ σημείων καὶ μέρος τῆς τοῦ θυρεοῦ γραμμῆς ὡσαύτως ἔχον πέρατα ση‐
10μεῖα. πᾶσα δὲ ἡ τοῦ κύκλου καὶ τοῦ θυρεοῦ καὶ ἄλ‐ λην ἰδιότητα προσείληφεν, καθ’ ἣν οὐ μόνον γραμμή ἐστιν ἀλλὰ καὶ σχήματος ἀποτελεστική. εἰ μὲν οὖν γραμμαὶ ἄμφω, πέρατα ἔχουσι σημεῖα, εἰ δὲ σχημάτων ποιητικὰ τοιῶνδε, συννεύουσιν εἰς αὑτάς. εἰ δὲ καὶ
15γραφομένας αὐτὰς νοήσειας, εὕροις ἂν ὅπῃ περατοῦν‐ ται ὑπὸ σημείων, γεγραμμένας δὲ λαβὼν καὶ τέλος ἀρχῇ συνάψας οὐκέτι θεωρῆσαι δύνασαι τὰ πέρατα αὐτῶν. Def. IIII. Εὐθεῖα γραμμή ἐστιν, ἥτις ἐξ ἴσου
20τοῖς ἐφ’ ἑαυτῆς σημείοις κεῖται. Ὁ μὲν Πλάτων τῆς γραμμῆς δύο τὰ ἁπλούστατα
καὶ ἀρχοειδέστατα θέμενος εἴδη, τήν τε εὐθεῖαν καὶ103
in Euc
.

104

τὴν περιφερῆ, τὰ ἄλλα πάντα κατὰ μίξιν ἐκ τούτων ὑφίστησιν, ὅσα τε ἑλικοειδῆ λέγεται τῶν μὲν ἐπιπέ‐ δων τῶν δὲ περὶ τὰ στερεὰ τὴν ὑπόστασιν δεχομένων, καὶ ὅσα κατὰ τὰς τομὰς τῶν στερεῶν ὑφίσταται εἴδη
5καμπύλων γραμμῶν. καὶ ἔοικεν τὸ μὲν σημεῖον εἰκόνα φέρειν, εἰ θέμις εἰπεῖν, τοῦ ἑνὸς κατὰ τὸν Πλάτωνα. καὶ γὰρ τοῦτο μέρος οὐδὲν ἔχει, ὥσπερ καὶ ἐκεῖνος δείκνυσιν ἐν Παρμενίδῃ. ἐπεὶ δὲ μετὰ τὸ ἓν τρεῖς εἰσιν ὑποστάσεις, τὸ πέρας, τὸ ἄπειρον, τὸ μικτόν,
10διὰ τούτων ὑφίσταται τά τε τῶν γραμμῶν εἴδη καὶ τὰ τῶν γωνιῶν καὶ τῶν σχημάτων· καὶ τῷ μὲν πέρατι ἀνάλογον ἡ περιφέρεια καὶ ἡ περιφερόγραμμος γωνία καὶ ὁ κύκλος ἐν ἐπιπέδοις καὶ ἡ σφαῖρα ἐν στερεοῖς, τῇ δὲ ἀπειρίᾳ τὸ εὐθὺ κατὰ πάντα ταῦτα—διήκει
15γὰρ διὰ πάντων οἰκείως ἑκασταχοῦ φανταζόμενον— τὸ δὲ μικτὸν τὸ ἐν ἅπασι τούτοις τῷ ἐκεῖ μικτῷ. καὶ γὰρ γραμμαὶ μικταί εἰσιν ὡς αἱ ἕλικες, καὶ γωνίαι ὡς ἡ τοῦ ἡμικυκλίου καὶ ἡ κερατοειδής, καὶ σχήματα ἐπίπεδα μὲν τὰ τμήματα καὶ αἱ ἁψῖδες, στερεὰ δὲ
20κῶνοι καὶ κύλινδροι καὶ τὰ τοιαῦτα. τὸ ἄρα πέρας καὶ ἄπειρον καὶ μικτὸν ἔστιν ἐν τούτοις ἅπασιν. καὶ μέντοι καὶ ὁ Ἀριστοτέλης τὴν αὐτὴν ἔχει τῷ Πλά‐ τωνι διάνοιαν. πᾶν γὰρ εἶδος γραμμῆς εὐθύ φησίν ἐστιν ἢ περιφερὲς ἢ μικτὸν ἐκ τούτων. διὸ καὶ κινή‐
25σεις τρεῖς, ἡ μὲν ἐπ’ εὐθείας, ἡ δὲ κύκλῳ, ἡ δὲ μικτή. Διαμφισβητοῦσι δέ τινες πρὸς τὴν διαίρεσιν ταύ‐
την καί φασι μὴ δύο μόνας εἶναι τὰς ἁπλᾶς γραμμάς,104
in Euc
.

105

ἀλλὰ καὶ τρίτην ἄλλην, τὴν περὶ τὸν κύλινδρον ἕλικα γραφομένην, ὅταν εὐθείας κινουμένης περὶ τὴν ἐπι‐ φάνειαν τοῦ κυλίνδρου σημείου ὁμοταχῶς ἐπ’ αὐτῆς κινῆται. γίνεται γὰρ ἕλιξ, ἧς ὁμοιομερῶς πάντα τὰ
5μέρη πᾶσιν ἐφαρμόζει, καθάπερ Ἀπολλώνιος ἐν τῷ περὶ τοῦ κοχλίου γράμματι δείκνυσιν. καὶ τοῦτο τὸ πάθος μόνη πέπονθεν ἑλίκων αὕτη. καὶ γὰρ τῆς ἐπι‐ πέδου τὰ μόρια ἀνόμοια ἀλλήλοις καὶ τῆς περὶ τὸν κῶνον γραφομένης καὶ τῆς περὶ τὴν σφαῖραν. μόνη
10δὲ ὁμοιομερὴς ἡ κυλινδρική, καθάπερ δὴ καὶ ἡ εὐθεῖα καὶ ἡ περιφερὴς γραμμή. μήποτε οὖν τρεῖς εἰσιν αἱ ἁπλαῖ γραμμαὶ καὶ οὐ δύο μόνον; Πρὸς δὴ ταύτην τὴν ἀπορίαν ἀπαντησόμεθα λέ‐ γοντες, ὁμοιομερῆ μὲν εἶναι τὴν ἕλικα ταύτην, ὡς καὶ
15Ἀπολλώνιος δέδειχεν, ἁπλῆν δὲ οὐδαμῶς. οὐ γὰρ ταὐτὸν εἶναι τό τε ὁμοιομερὲς καὶ τὸ ἁπλοῦν, ἐπεὶ καὶ τῶν φύσει συνεστώτων ὁμοιομερὴς μὲν ὁ χρυσὸς καὶ ὁ ἄργυρος, ἁπλᾶ δὲ ταῦτα οὐκέτι. δηλοῦν δὲ τῆς κυλινδρικῆς ἕλικος τὴν μίξιν τὴν ἐκ τῶν ἁπλῶν καὶ
20αὐτὴν τὴν γένεσιν. γεννᾶται γὰρ τῆς μὲν εὐθείας κύκλῳ κινουμένης περὶ τὸν ἄξονα τοῦ κυλίνδρου, τοῦ δὲ σημείου φερομένου ἐπὶ τῆς εὐθείας. δύο τοί‐ νυν κινήσεις αἱ ἁπλαῖ τὴν ὑπόστασιν αὐτῇ παρέσχον, ὥστε τῶν μικτῶν ἐστι γραμμῶν καὶ οὐ τῶν ἁπλῶν.
25τὸ γὰρ ἐξ ἀνομοίων ὑποστὰν οὐχ ἁπλοῦν ἐστιν ἀλλὰ
καὶ μικτόν, καὶ ὀρθῶς ὁ Γεμῖνος ἐκ πλειόνων μὲν105
in Euc
.

106

κινήσεων καὶ τῶν ἁπλῶν τινα γραμμῶν ὑφίστασθαι διδοὺς οὐ μέντοι πᾶσαν εἶναι τὴν τοιαύτην μικτήν, ἀλλὰ τὴν ἐξ ἀνομοίων. καὶ γὰρ εἰ τετράγωνον νοή‐ σειας καὶ δύο κινήσεις, τὴν μὲν κατὰ τὸ μῆκος, τὴν
5δὲ κατὰ τὸ πλάτος γινομένην, ἰσοταχεῖς, ὑποστήσεται ἡ διαγώνιος, εὐθεῖα οὖσα· καὶ οὐ διὰ τοῦτο ἡ εὐθεῖα μικτή· οὐ γὰρ προηγεῖται τις αὐτῆς ἑτέρα γραμμὴ κατὰ ἁπλῆν ὑφισταμένη κίνησιν, ὡς τῆς κυλινδρικῆς ἐλέγομεν ἕλικος. ἀλλ’ οὐδὲ εἴ τις ἐν ὀρθῇ γωνίᾳ
10νοήσειεν ὑποβιβαζομένην εὐθεῖαν καὶ τῇ διχοτομίᾳ κύκλον γράφουσαν, διὰ τοῦτο ἡ κυκλικὴ γραμμὴ κατὰ μίξιν ὑφέστηκεν· τῆς γὰρ οὕτω κινουμένης τὰ μὲν πέρατα ὁμαλῶς κινούμενα εὐθυγραφεῖ, ἡ δὲ διχοτομία ἀνωμάλως φερομένη κυκλογραφεῖ, τὰ δὲ ἄλλα σημεῖα
15γράφει τὴν ἔλλειψιν, ὥστε τῇ ἀνωμαλίᾳ τῆς κατὰ τὴν διχοτομίαν φορᾶς ἐπηκολούθησεν ἡ γένεσις τῆς κυκλι‐ κῆς γραμμῆς παρὰ τὸ δεδόσθαι ἐν τῇ ὀρθῇ γωνίᾳ τὴν καταβιβαζομένην εὐθεῖαν, ἀλλὰ μὴ κατὰ φύσιν κινεῖσθαι.
20 Ταῦτα μὲν οὖν περὶ τούτων. δόξειε δ’ ἂν ἀμφο‐ τέρων οὐσῶν ἁπλῶν τῶν γραμμῶν, τῆς εὐθείας καὶ τῆς περιφεροῦς, ἁπλουστέρα μᾶλλον ἡ εὐθεῖα εἶναι. ἐν ταύτῃ μὲν γὰρ οὐδὲ κατ’ ἐπίνοιάν ἐστιν ἀνομοιότης, ἐπὶ δὲ τῆς περιφεροῦς τὸ κοῖλον καὶ κυρτὸν ἑτεροίω‐
25σιν ἐμφαίνει. καὶ ἡ μὲν εὐθεῖα τὴν περιφέρειαν οὐ
συνεισάγει κατὰ τὴν ἐπίνοιαν, ἡ δὲ περιφέρεια τὴν106
in Euc
.

107

εὐθεῖαν, εἰ καὶ μὴ κατὰ τὴν γένεσιν, ἀλλὰ κατὰ τὴν πρὸς τὸ κέντρον σχέσιν. τί οὖν, εἰ λέγοι τις καὶ τὴν περιφέρειαν δεῖσθαι τῆς εὐθείας εἰς τὴν ὑπόστασιν; εἰ γὰρ εὐθείας πεπερασμένης θάτερον μὲν τῶν
5περάτων μένοι, θάτερον δὲ κινοῖτο, γράψει κύκλον, κέντρον δὲ αὐτοῦ τὸ μένον τῆς εὐθείας πέρας. ἦ τὸ γράφον τὸν κύκλον τὸ σημεῖόν ἐστι περὶ τὸ μένον φερόμενον, οὐχ ἡ εὐθεῖα; τὴν γὰρ ἀπόστασιν αὕτη μόνον ἀφορίζει, τὴν δὲ κυκλικὴν γραμμὴν τὸ σημεῖον
10ὑφίστησι κινούμενον κυκλικῶς. Τούτων μὲν οὖν ἅλις. ἔοικεν δὲ ἡ μὲν περιφέρεια πρὸς τοῦ πέρατος εἶναι καὶ τοῦτον ἔχειν τὸν λόγον πρὸς τὰς ἄλλας γραμμάς, ὃν πρὸς πάντα τὰ ὄντα τὸ πέρας—καὶ γὰρ ὥρισται καὶ σχῆμα ἀποτελεῖ μόνη
15τῶν ἁπλῶν—ἡ δὲ εὐθεῖα πρὸς τῆς ἀπειρίας· ἐπ’ ἄπειρον οὖν ἐκβαλλομένη οὐδὲ παύεται. καὶ ὡς ἐκ πέρατος καὶ ἀπείρου τὰ ἄλλα πάντα, οὕτως ἐκ τοῦ περι‐ φεροῦς καὶ τοῦ εὐθέως πᾶν τὸ μικτὸν τῶν γραμμῶν γένος τῶν τε ἐπιπέδων καὶ τῶν ἐν τοῖς στερεοῖς. καὶ
20διὰ ταύτην τὴν αἰτίαν καὶ ἡ ψυχὴ τό τε εὐθὺ καὶ τὸ περιφερὲς κατ’ οὐσίαν ἐν αὑτῇ προείληφεν, ἵνα πᾶσαν τὴν ἐν τῷ κόσμῳ τοῦ ἀπείρου συστοιχίαν καὶ πᾶσαν τὴν περιττοειδῆ κατευθύνῃ φύσιν, τῷ μὲν εὐθεῖ
τὴν πρόοδον αὐτῶν ὑφιστᾶσα, τῷ δὲ περιφερεῖ τὴν107
in Euc
.

108

ὑποστροφήν, καὶ τῷ μὲν εἰς πλῆθος αὐτὰ προάγουσα, τῷ δὲ εἰς ἓν πάντα συνάγουσα. καὶ οὐχ ἡ ψυχὴ μόνον, ἀλλὰ καὶ ὁ τὴν ψυχὴν ὑποστήσας καὶ ταύτας αὐτῇ τὰς δυνάμεις παραδοὺς ἀμφοτέρων ἔχει τὰς πρωτουρ‐
5γοὺς αἰτίας ἐν ἑαυτῷ. τῶν γὰρ ὄντων ἁπάντων ἀρ‐ χὴν καὶ μέσα καὶ τέλη προειληφὼς εὐθείας περαίνει κατὰ φύσιν περιπορευόμενος, φησὶν ὁ Πλάτων. καὶ γὰρ ἐπὶ πάντα πρόεισι ταῖς προνοητικαῖς ἐνεργείαις καὶ πρὸς ἑαυτὸν ἐπέστραπται μένων ἐν τῷ ἑαυτοῦ
10κατὰ τρόπον ἤθει, φησὶν ὁ Τίμαιος. σύμβολον δὲ ἡ μὲν εὐθεῖα τῆς ἀπαρεγκλίτου προνοίας καὶ ἀδιαστρό‐ φου καὶ ἀχράντου καὶ ἀνεκλείπτου καὶ παντοδυνάμου καὶ πᾶσι παρούσης, ἡ δὲ περιφέρεια καὶ τὸ περι‐ πορεύεσθαι τῆς εἰς ἑαυτὴν συννευούσης ἐνεργείας καὶ
15πρὸς ἑαυτὴν συνελιττομένης καὶ καθ’ ἓν νοερὸν πέρας τῶν ὅλων ἐπικρατούσης. δύο δὴ ταύτας ὁ δημιουργι‐ κὸς νοῦς ἐν ἑαυτῷ προστησάμενος ἀρχάς, τὸ εὐθὺ καὶ τὸ περιφερές, δύο μονάδας προήγαγεν ἀφ’ ἑαυτοῦ, τὴν μὲν κατὰ τὸ περιφερὲς ἐνεργοῦσαν καὶ τῶν νοε‐
20ρῶν οὐσιῶν τελεσιουργόν, τὴν δὲ κατὰ τὸ εὐθὺ καὶ
τοῖς αἰσθητοῖς τὴν γένεσιν παρεχομένην. ἐπειδὴ δὲ108
in Euc
.

109

ἡ ψυχὴ μέση τῶν νοερῶν ἐστιν καὶ τῶν αἰσθητῶν, καθόσου μὲν συνάπτει τῇ νοερᾷ φύσει, κατὰ κύκλον ἐνεργεῖ, καθόσον δὲ τοῖς αἰσθητοῖς ἐπιστατεῖ, κατὰ τὸ εὐθὺ ποιεῖται τὴν πρόνοιαν.
5 Τοσαῦτα καὶ περὶ τῆς πρὸς τὰ ὄντα τούτων τῶν εἰδῶν ὁμοιότητος· τὸν δὲ τῆς εὐθείας ὁρισμὸν ὁ μὲν Εὐκλείδης τοῦτον ἀποδέδωκεν, ὃν καὶ παρεθέμεθα, καὶ δηλοῖ διὰ τούτου μόνην τὴν εὐθεῖαν ἴσον κατ‐ έχειν διάστημα τῷ μεταξὺ τῶν ἐπ’ αὐτῆς σημείων.
10ὅσον γὰρ ἀπέχει θάτερον τῶν σημείων θατέρου, το‐ σοῦτον τὸ μέγεθος τῆς εὐθείας τῆς ὑπ’ αὐτῶν περα‐ τουμένης. καὶ τοῦτό ἐστιν τὸ ἐξ ἴσου κεῖσθαι τοῖς ἐφ’ ἑαυτῆς σημείοις. εἰ δὲ ἐπὶ τῆς περιφερείας ἢ καὶ ἄλλης τινὸς γραμμῆς δύο σημεῖα λάβοις, τὸ μεταξὺ
15τούτων ἀπολαμβανόμενον διάστημα τῆς γραμμῆς μεῖ‐ ζόν ἐστι τῆς ἀποστάσεως αὐτῶν. καὶ πᾶσα γραμμὴ τοῦτο πεπονθυῖα φαίνεται πλὴν τῆς εὐθείας. διὸ καὶ κατὰ κοινὴν ἔννοιαν τοὺς μὲν ἐπ’ εὐθείας ὁδεύοντας τὴν ἀναγκαίαν μόνην πορεύεσθαί φασιν καὶ οἱ πολ‐
20λοί, τοὺς δὲ μὴ ἐπ’ εὐθείας πλεῖον τῆς ἀναγκαίας. ὁ δὲ Πλάτων ἀφορίζεται τὴν εὐθεῖαν γραμμὴν, ἧς τὰ μέσα τοῖς ἄκροις ἐπιπροσθεῖ. καὶ γὰρ τοῦτο τὰ μὲν ἐπ’ εὐθείας ἀλλήλοις κείμενα πάσχειν ἀναγκαῖον, τὰ δ’ ἐπὶ κύκλου περιφερείας ἢ ἄλλης διαστάσεως οὐκ
25ἀναγκαῖον. ὅθεν δὴ καὶ οἱ ἀστρολογικοί φασι τότε109
in Euc
.

110

τὸν ἥλιον ἐκλείπειν, ὅταν ἐπὶ μιᾶς εὐθείας γένηται αὐτός τε καὶ ἡ σελήνη καὶ τὸ ὄμμα τὸ ἡμέτερον. τότε γὰρ ὑπὸ τῆς σελήνης ἐπιπροσθεῖσθαι μέσης αὐτοῦ καὶ ἡμῶν γενομένης. καὶ ἴσως ἔνδειξιν ἂν φέροι τὸ
5πάθος τῆς εὐθείας τοῦ καὶ ἐν τοῖς οὖσι κατὰ τὰς προόδους τὰς ἀπὸ τῶν αἰτιῶν τὰ μέσα διαιρετικὰ γί‐ νεσθαι τῆς τῶν ἄκρων ὑποστάσεως καὶ τῆς πρὸς ἄλ‐ ληλα αὐτῶν κοινωνίας. ὥσπερ δὴ κατὰ τὰς ἐπιστρο‐ φὰς συνελίττει καὶ τὰ ἀφ’ ἑαυτῶν πρὸς τὰς ἀρχικὰς
10διεστῶτα αἰτίας. ὁ δ’ αὖ Ἀρχιμήδης τὴν εὐθεῖαν ὡρίσατο γραμμὴν ἐλαχίστην τῶν τὰ αὐτὰ πέρατα ἐχουσῶν. διότι γάρ, ὡς ὁ Εὐκλείδιος λόγος φησίν, ἐξ ἴσου κεῖται τοῖς ἐφ’ ἑαυτῆς σημείοις, διὰ τοῦτο ἐλαχίστη ἐστὶν τῶν τὰ αὐτὰ πέρατα ἐχουσῶν. εἰ γὰρ
15εἴη τις ἐλάττων, οὐκ ἐξ ἴσου κείσεται τοῖς πέρασιν ἑαυτῆς. καὶ μὴν καὶ οἱ ἄλλοι πάντες ὁρισμοὶ τῆς εὐθείας εἰς τὰς αὐτὰς ἐννοίας ἐμπίπτουσιν· οἷον ὅτι ἐπ’ ἄκρον ἐστὶ τεταμένη γραμμή· καὶ ὅτι μέρος μὲν οὐκ ἔστιν αὐτῆς ἐν τῷ ὑποκειμένῳ ἐπιπέδῳ, μέρος δὲ
20ἐν τῷ μετεωροτέρῳ· καὶ ὅτι πάντα αὐτῆς τὰ μέρη πᾶσιν ὁμοίως ἐφαρμόζει· καὶ ὅτι ἡ τῶν περάτων με‐ νόντων καὶ αὐτὴ μένουσα· καὶ ὅτι ἡ μετὰ τῆς ὁμο‐ ειδοῦς μιᾶς σχῆμα μὴ ἀποτελοῦσα. πάντα γὰρ ταῦτα τὴν ἰδιότητα σημαίνει τῆς εὐθείας, ἣν ἔχει τῷ τε
25ἁπλῆ εἶναι καὶ μίαν ἔχειν πρόοδον ἐλαχίστην τῶν ἀπὸ τοῦ περάτος ἐπὶ θάτερον πέρας.
Τοσαῦτα καὶ περὶ τῶν ὁρισμῶν τῆς εὐθείας110
in Euc
.

111

γραμμῆς· διαιρεῖ δ’ αὖ τὴν γραμμὴν ὁ Γεμῖνος πρῶ‐ τον μὲν εἰς τὴν ἀσύνθετον καὶ τὴν σύνθετον—καλεῖ δὲ σύνθετον τὴν κεκλασμένην καὶ γωνίαν ποιοῦσαν— ἔπειτα τὴν σύνθετον εἴς τε τὴν σχηματοποιοῦσαν καὶ
5τὴν ἐπ’ ἄπειρον ἐκβαλλομένην, σχῆμα λέγων ποιεῖν τὴν κυκλικήν, τὴν τοῦ θυρεοῦ, τὴν κιττοειδῆ, μὴ ποιεῖν δὲ τὴν τοῦ ὀρθογωνίου κώνου τομήν, τὴν τοῦ ἀμβλυ‐ γωνίου, τὴν κογχοειδῆ, τὴν εὐθεῖαν, πάσας τὰς τοι‐ αύτας. καὶ πάλιν κατ’ ἄλλον τρόπον τῆς ἀσυνθέτου
10γραμμῆς τὴν μὲν ἁπλῆν εἶναι, τὴν δὲ μικτήν, καὶ τῆς ἁπλῆς τὴν μὲν σχῆμα ποιεῖν ὡς τὴν κυκλικήν, τὴν δὲ ἀόριστον εἶναι ὡς τὴν εὐθεῖαν, τῆς δὲ μικτῆς τὴν μὲν ἐν τοῖς ἐπιπέδοις εἶναι, τὴν δὲ ἐν τοῖς στερεοῖς, καὶ τῆς ἐν ἐπιπέδοις τὴν μὲν ἐν αὐτῇ συμπίπτειν ὡς τὴν
15κιττοειδῆ, τὴν δ’ ἐπ’ ἄπειρον ἐκβάλλεσθαι, τῆς δὲ ἐν στερεοῖς τὴν μὲν κατὰ τὰς τομὰς ἐπινοεῖσθαι τῶν στε‐ ρεῶν, τὴν δὲ περὶ τὰ στερεὰ ὑφίστασθαι. τὴν μὲν γὰρ ἕλικα τὴν περὶ σφαῖραν ἢ κῶνον περὶ τὰ στερεὰ ὑφεστάναι, τὰς δὲ κωνικὰς τομὰς ἢ τὰς σπειρικὰς
20ἀπὸ τοιᾶσδε τομῆς γεννᾶσθαι τῶν στερεῶν. ἐπινενο‐ ῆσθαι δὲ ταύτας τὰς τομὰς τὰς μὲν ὑπὸ Μεναίχμου τὰς κωνικάς, ὃ καὶ Ἐρατοσθένης ἱστορῶν λέγει· Μὴ δὲ Μεναιχμίους κωνοτομεῖν τριάδας· τὰς δὲ ὑπὸ Περσέως, ὃς καὶ τὸ ἐπίγραμμα ἐποίησεν ἐπὶ τῇ
25εὑρέσει111
in Euc
.

112

Τρεῖς γραμμὰς ἐπὶ πέντε τομαῖς εὑρὼν [ἑλικώδεις] Περσεὺς τῶνδ’ ἕνεκεν δαίμονας ἱλάσατο. αἱ μὲν δὴ τρεῖς τομαὶ τῶν κώνων εἰσὶν παραβολὴ καὶ ὑπερβολὴ καὶ ἔλλειψις, τῶν δὲ σπειρικῶν τομῶν ἡ μέν
5ἐστιν ἐμπεπλεγμένη, ἐοικυῖα τῇ τοῦ ἵππου πέδῃ, ἡ δὲ κατὰ τὰ μέσα πλατύνεται, ἐξ ἑκατέρου δὲ ἀπολήγει μέρους, ἡ δὲ παραμήκης οὖσα τῷ μὲν μέσῳ διαστή‐ ματι ἐλάττονι χρῆται, εὐρύνεται δὲ ἐφ’ ἑκάτερα. τῶν δὲ ἄλλων μίξεων τὸ πλῆθος ἀπέραντόν ἐστιν· καὶ γὰρ
10στερεῶν σχημάτων πλῆθός ἐστιν ἄπειρον καὶ τομαὶ αὐτῶν συνίστανται πολυειδεῖς. οὐ γὰρ εὐθεῖα μὲν κατὰ κύκλον κινουμένη ποιεῖ τινα ἐπιφάνειαν, οὐχὶ δὲ καὶ αἱ κωνικαὶ γραμμαὶ καὶ αἱ κογχοειδεῖς καὶ αὐταὶ αἱ περιφέρειαι. παντοίως οὖν ταῦτα τὰ στερεὰ
15τεμνόμενα ποικίλα δείκνυσιν εἴδη γραμμῶν. Τῶν δὲ περὶ τὰ στερεὰ συνισταμένων γραμμῶν αἱ μέν εἰσιν ὁμοιομερεῖς, ὡς αἱ περὶ τὸν κύλινδρον ἕλικες, αἱ δὲ ἀνομοιομερεῖς, ὥσπερ αἱ ἄλλαι πᾶσαι. συνάγεται οὖν ἐκ τούτων τῶν διαιρέσεων, ὡς αἱ τρεῖς
20μόναι γραμμαὶ ὁμοιομερεῖς εἰσιν, ἡ εὐθεῖα, ἡ κυκλικὴ καὶ ἡ κυλινδρικὴ ἕλιξ. δύο μὲν ἐν ἐπιπέδῳ ἁπλαῖ, μία δὲ μικτὴ περὶ στερεῷ. καὶ τοῦτο ἀποδείκνυσιν
ἐναργῶς ὁ Γεμῖνος προαποδείξας, ὅτι, ἂν πρὸς ὁμοιο‐112
in Euc
.

113

μερῆ γραμμὴν ἀπό του σημείου δύο εὐθεῖαι προσ‐ εκβληθῶσιν ἴσας πρὸς αὐτὴν ποιοῦσαι γωνίας, ἴσαι εἰσίν. καὶ ληπτέον ἐκ τῶν ἐκείνου τοῖς φιλομαθέσι τὰς ἀποδείξεις, ἐπεὶ καὶ τὰς γενέσεις τῶν σπειρικῶν
5γραμμῶν καὶ τῶν κογχοειδῶν καὶ τῶν κισσοειδῶν παραδίδωσιν. ἡμεῖς δὲ τὰς μὲν ἐπωνυμίας αὐτῶν καὶ τὰς διαιρέσεις ἱστορήσομεν εἰς τὴν περὶ αὐτῶν ζήτη‐ σιν ἐγείροντες τοὺς εὐφυεῖς, τὸ δὲ περὶ τὴν ἑκάστων ζήτησιν τοὺς λόγους ἀκριβοῦν ἐν τοῖς παροῦσιν ἡγού‐
10μεθα περίεργον εἶναι, τοῦ γεωμέτρου τὰς ἁπλᾶς καὶ ἀρχοειδεῖς ἡμῖν ἐνταῦθα μόνας γραμμὰς ἐκφήναντος, τὴν μὲν εὐθεῖαν κατὰ τὸν προκείμενον ὁρισμόν, τὴν δὲ περιφέρειαν κατὰ τὴν ἀπόδοσιν τοῦ κύκλου. τότε γὰρ ἐρεῖ τὴν γραμμὴν τὴν περατοῦσαν τὸν κύκλον
15εἶναι περιφέρειαν. μικτῆς δὲ γραμμῆς οὐδαμοῦ μέ‐ μνηται. καίτοι γωνίας οἶδε μικτάς, ὥσπερ τὴν τῶν ἡμικυκλίων καὶ τὴν κερατοειδῆ, καὶ σχήματα ἐπίπεδα μικτά, [τὰ τμήματα] καὶ τοὺς τομέας, καὶ στερεά, τοὺς κώνους καὶ κυλίνδρους. τῶν μὲν οὖν ἄλλων ἑκάστου
20τὰ τρία παραδίδωσιν εἴδη, τῶν δὲ γραμμῶν τὰ δύο μόνα, τὸ εὐθὺ καὶ περιφερές, ἡγούμενος δεῖν ἐν τοῖς περὶ τῶν ἁπλῶν λόγοις τὰ ἁπλᾶ παραλαμβάνειν εἴδη. πάντα γὰρ τὰ ἄλλα συνθετώτερα τῶν γραμμῶν. ἑπό‐ μενοι δὴ οὖν καὶ ἡμεῖς τῷ γεωμέτρῃ στήσωμεν ἐπὶ
25τῶν ἁπλῶν γραμμῶν τὴν διάρθρωσιν αὐτῶν.113
in Euc
.

114

Def. V. Ἐπιφάνεια δέ ἐστιν ὃ μῆκος καὶ
πλάτος μόνον ἔχε
ι. Μετὰ τὸ σημεῖον καὶ τὴν γραμμὴν ἡ ἐπιφάνεια τέτακται διχῇ διαστᾶσα κατά τε μῆκος καὶ πλάτος,
5ἀβαθὴς δὲ μείνασα καὶ ταύτῃ τοῦ τριχῇ διαστάντος ἁπλουστέραν ἔχουσα φύσιν. διὸ καὶ ὁ γεωμέτρης τὸ μόνον προσέθηκε τοῖς δύο διαστήμασιν ὡς ἂν τῆς τρίτης διαστάσεως οὐκ οὔσης ἐν τῇ ἐπιφανείᾳ, καί ἐστι καὶ τοῦτο τῇ ἀποφάσει τοῦ βάθους ἴσον δυνά‐
10μενον, ἵνα κἀνταῦθα τὴν μὲν ὑπεροχὴν τῆς ἐπιφανείας τὴν κατὰ ἁπλότητα πρὸς τὸ στερεὸν σημαίνῃ διὰ τῆς ἀποφάσεως ἢ τῆς ἰσοδυναμούσης τῇ ἀποφάσει προσ‐ θήκης, τὴν δὲ ὕφεσιν τὴν πρὸς τὰ πρὸ αὐτῆς διὰ τῶν καταφάσεων.
15 Ἄλλοι δὲ πέρας αὐτὴν ὡρίσαντο σώματος ταὐτόν πως λέγοντες—τὸ γὰρ περατοῦν τοῦ περατουμένου μιᾷ λείπεται διαστάσει—οἱ δὲ μέγεθος διχῇ διαστα‐ τόν, οἱ δὲ ἄλλως, ὁπωσοῦν σχηματίζοντες τὴν ἀπόδο‐ σιν σημαίνοντες ταὐτόν.
20 Τῆς δὲ ἐπιφανείας ἔννοιαν μὲν ἔχειν ἡμᾶς φασιν, ὅταν τὰ χωρία μετρῶμεν καὶ τοὺς ὅρους αὐτῶν ἀφο‐ ρίζωμεν κατά τε μῆκος καὶ πλάτος, αἴσθησιν δέ τινα λαμβάνειν εἰς τὰς σκιὰς ἀποβλέποντας· αὗται γὰρ ἀβαθεῖς οὖσαι διὰ τὸ μὴ δύνασθαι χωρεῖν εἰς τὸ κάτω
25τῆς γῆς πλάτος ἔχουσι μόνον καὶ μῆκος. οἱ δέ γε114
in Euc
.

115

Πυθαγόρειοι τῇ τριάδι προσήκειν ἔλεγον αὐτήν, διότι δὴ τὰ ἐπ’ αὐτῆς σχήματα πάντα πρωτίστην αἰτίαν ἔχει τὴν τριάδα. ὁ μὲν γὰρ κύκλος, ὅς ἐστιν ἀρχὴ τῶν περιφερομένων, ἐν κρυφίῳ ἔχει τὸ τριαδικὸν τῷ
5κέντρῳ τῇ διαστάσει τῇ περιφερείᾳ· τὸ δὲ τρίγωνον ἁπάντων ἡγεμονοῦν τῶν εὐθυγράμμων παντί που δῆ‐ λον, ὅτι τῇ τριάδι κατέχεται καὶ κατ’ ἐκείνην μεμόρ‐ φωται. Def. VI. Ἐπιφανείας δὲ πέρατα γραμμα.
10 Καὶ ἀπὸ τούτων ὡς εἰκόνων ληπτέον ὅτι πᾶν τὸ προσεχῶς ἑκάστου τῶν ὄντων ἁπλούστερον τὸν ὅρον ἐπάγει καὶ τὸ πέρας ἑκάστῳ. καὶ γὰρ ψυχὴ τὴν τῆς φύσεως ἐνέργειαν ἀφορίζει καὶ τελειοῖ καὶ φύσις τὴν τῶν σωμάτων κίνησιν, καὶ πρὸ τούτων νοῦς μετρεῖ
15τὰς περιόδους τῆς ψυχῆς καὶ αὐτοῦ τοῦ νοῦ τὴν ζωὴν τὸ ἕν. πάντων γὰρ ἐκεῖνο μέτρον. ὥσπερ δὴ καὶ ἐν τούτοις ὁρίζεται μὲν τὸ στερεὸν ὑπὸ τῆς ἐπιφανείας, ὁρίζεται δὲ καὶ ἡ ἐπιφάνεια ὑπὸ τῆς γραμμῆς καὶ αὕτη ὑπὸ τοῦ σημείου· πάντων γὰρ ἐκεῖνο πέρας. ἐν
20μὲν οὖν τοῖς ἀύλοις εἴδεσι καὶ ἀμερέσι λόγοις ἡ γραμμή, μονοειδὴς ὑπάρχουσα κατὰ τὴν πρόοδον, τὴν
τῆς ἐπιφανείας ποικίλην κίνησιν περατοῖ καὶ συνέχει,115
in Euc
.

116

καὶ τὴν ἀπειρίαν αὐτῆς ἑνίζει προσεχῶς, ἐν δὲ ταῖς εἰκόσιν αὐτοῦ τοῦ περατουμένου τὸ περατοῦν γεγονὸς οὕτως αὐτῷ δίδωσι τὸν ὅρον. Εἰ δέ τις ἐπιζητοίη κἀνταῦθα, πῶς πάσης ἐπιφα‐
5νείας πέρατα γραμμαί, μὴ δὲ τῆς πεπερασμένης πάσης —ἡ γὰρ ἐπιφάνεια τῆς σφαίρας πεπέρασται μέν, οὐχ ὑπὸ γραμμῶν δέ, ἀλλ’ αὐτὴ ὑφ’ αὑτῆς—ἐροῦμεν, ὅτι τὴν ἐπιφάνειαν, καθόσον ἐστὶ διχῇ διαστατή, λα‐ βόντες εὑρήσομεν ὑπὸ γραμμῶν ὁριζομένην κατά τε
10τὸ μῆκος καὶ τὸ πλάτος, εἰ δὲ τὴν σφαιρικὴν θεω‐ ροῖμεν ἐσχηματισμένην αὐτὴν καὶ προσλαβοῦσαν ἄλ‐ λην ποιότητα, λαμβάνομεν καὶ πέρας ἀρχῇ συνάψασαν καὶ ἐκ τῶν δύο περάτων ἓν ποιήσασαν, καὶ τοῦτο δυ‐ νάμει μόνον ἓν ὑπάρχον καὶ οὐ κατ’ ἐνέργειαν.
15Def. VII. Ἐπίπεδος ἐπιφάνειά ἐστιν, ἥτις ἐξ ἴσου ταῖς ἐφ’ ἑαυτῆς εὐθείαις κεῖται. Τοῖς μὲν παλαιοτέροις τῶν φιλοσόφων οὐκ ἐδόκει τῆς ἐπιφανείας εἶδος τίθεσθαι τὸ ἐπίπεδον, ἀλλ’ ὡς ταὐτὸ ἑκάτερον παραλαμβάνειν εἰς παράστασιν τοῦ
20διχῇ διαστάντος μεγέθους. οὕτω γὰρ καὶ ὁ θεῖος Πλάτων τὴν γεωμετρίαν τῶν ἐπιπέδων ἔφατο θεω‐ ρητικὴν εἶναι, πρὸς τὴν στερεομετρίαν αὐτὴν ἀντι‐ διαιρῶν ὡς ἂν τῆς αὐτῆς οὔσης τῷ ἐπιπέδῳ τῆς ἐπιφανείας· καὶ ὁ δαιμόνιος Ἀριστοτέλης ὡσαύτως.
25Εὐκλείδης δὲ καὶ οἱ μετ’ αὐτὸν γένος μὲν ποιοῦσι
τὴν ἐπιφάνειαν, εἶδος δὲ τὸ ἐπίπεδον ὡς τῆς γραμμῆς116
in Euc
.

117

τὴν εὐθεῖαν. διὸ καὶ τὸ ἐπίπεδον χωρὶς ἀφορίζεται τῆς ἐπιφανείας κατὰ τὸ ἀνάλογον τῇ εὐθείᾳ· καὶ γὰρ ἐκείνην ἴσην εἶναι τῷ μεταξὺ διαστήματι τῶν σημείων ἔλεγεν καὶ ταύτην ὁμοίως δυεῖν εὐθειῶν ἐκκειμένων
5ἴσον κατέχειν τόπον τῷ μεταξὺ τῶν εὐθειῶν. αὕτη γάρ ἐστιν ἡ ἐξ ἴσου κειμένη ταῖς ἐφ’ ἑαυτῆς εὐθείαις, ἣν καὶ ἕτεροι, τὸ αὐτὸ δηλοῦντες, ἐπ’ ἄκρον τεταμέ‐ νην εἰρήκασιν, οἱ δὲ ἧς πᾶσι τοῖς μέρεσιν εὐθεῖα ἐφαρμόζει. φαῖεν δὲ ἄν τινες αὐτὴν καὶ ἐλαχίστην
10τῶν τὰ αὐτὰ πέρατα ἐχουσῶν ἐπιφανειῶν, καὶ ἧς τὰ μέσα τοῖς ἄκροις ἐπιπροσθεῖ, καὶ πάντας τοὺς τῆς εὐθείας ὅρους καὶ εἰς τὴν ἐπίπεδον ἐπιφάνειαν τὸ γένος μόνον ἐξαλλάττοντες δυνήσονται μεταφέρειν. τὸ γὰρ εὐθὺ τοῦτο καὶ περιφερὲς καὶ τὸ μικτὸν ἀπὸ
15τῶν γραμμῶν ἀρξάμενα διατείνει μέχρι τῶν στερεῶν, ὡς εἴπομεν. ἔστι γὰρ καὶ ἐν ἐπιφανείαις καὶ ἐν στε‐ ρεοῖς κατὰ τὸ ἀνάλογον. διὸ καὶ ὁ Παρμενίδης πᾶν σχῆμά φησιν ἢ εὐθὺ εἶναι ἢ περιφερὲς ἢ μικτόν. εἴπερ οὖν ἐθέλοις τὸ εὐθὺ θεωρεῖν ἐν ἐπιφανείαις, λάβε τὸ
20ἐπίπεδον, ᾧ ἐφαρμόζει παντοίως ἡ εὐθεῖα, εἰ δὲ τὸ περιφερές, τὴν σφαιρικὴν ἐπιφάνειαν, εἰ δὲ τὸ μικτόν, τὴν κυλινδρικὴν ἢ κωνικὴν ἤ τινα τοιαύτην. δεῖ δέ, φησὶν ὁ Γεμῖνος, μικτῆς λεγομένης γραμμῆς, μικτῆς δὲ καὶ ἐπιφανείας εἰδέναι τὸν τρόπον τῆς μίξεως ὄντα
25διάφορον. οὔτε γὰρ κατὰ σύνθεσιν ἡ μίξις ἐπὶ τῶν117
in Euc
.

118

γραμμῶν, οὔτε κατὰ κρᾶσιν. ἡ γὰρ ἕλιξ μικτή ἐστιν καὶ οὐκ ἔστι μέρος μὲν αὐτῆς εὐθύ, μέρος δὲ περι‐ φερὲς ὥσπερ τῶν κατὰ σύνθεσιν μικτῶν, οἰδὲ τεμνο‐ μένη πως ἡ ἕλιξ ἔμφασιν παρέχεται τῶν ἁπλῶν, ὅπερ
5ὑπομένει τὰ μεμιγμένα κατὰ κρᾶσιν, ἀλλ’ ἔστιν ἐν αὐτῇ συνεφθαρμένα τὰ ἄκρα καὶ συγκεχυμένα, ὥστε τοῦτό γε Θεόδωρος ὁ μαθηματικὸς οὐκ ὀρθῶς κρᾶ‐ σιν ἐπὶ τῶν γραμμῶν παραλαμβάνει. ἐν δὲ ταῖς ἐπι‐ φανείαις ἡ μίξις οὔτε κατὰ σύνθεσιν οὔτε κατὰ σύγχυ‐
10σιν, ἀλλὰ μᾶλλον κατά τινα κρᾶσιν. νοήσαντες γὰρ κύκλον ἐν τῷ ὑποκειμένῳ ἐπιπέδῳ καὶ σημεῖον μετέω‐ ρον καὶ ἀπὸ τοῦ σημείου προσεκβάλλοντες εὐθεῖαν τῇ τοῦ κύκλου περιφερείᾳ καὶ περιελίξαντες αὐτὴν ποιή‐ σομεν κωνικὴν ἐπιφάνειαν μικτὴν οὖσαν, καὶ πάλιν
15τέμνοντες αὐτὴν ἀναλύσομεν εἰς τὰ ἁπλᾶ. διὰ μὲν γὰρ τῆς κορυφῆς ἐπὶ τὴν βάσιν ἄγοντες τὴν τομὴν ποιήσομεν τρίγωνον, παρὰ δὲ τὴν βάσιν ἄγοντες τὴν τομὴν ποιήσομεν τὸ τέμνον ἐπίπεδον κυκλικόν. τῶν δὲ γραμμῶν ἡ ἰδέα τὸν τρόπον τῆς μίξεως οὐ δείκνυ‐
20σιν ὄντα κατὰ κρᾶσιν· οὐδὲ γὰρ ἀναπέμπει ἡμᾶς εἰς τὴν τῶν στοιχείων ἁπλῆν φύσιν. αἱ δὲ ἐπιφάνειαι τεμνόμεναι εὐθὺς ἐμφαίνουσιν καὶ δι’ ὁποίων εἰσὶ γεγονυῖαι γραμμῶν. Ὁ μὲν οὖν τρόπος τῆς μίξεως διάφορος ἐπί τε
25γραμμῶν, ὡς εἴρηται, καὶ ἐπιφανειῶν. ὥσπερ δὲ ἐν ταῖς γραμμαῖς ἦσαν ἁπλαῖ τινες, ἥτε εὐθεῖα καὶ ἡ
περιφερής—τούτων γὰρ καὶ οἱ πολλοὶ προλήψεις118
in Euc
.

119

ἔχουσιν ἀδιδάκτους, τῶν δὲ μικτῶν τὰ εἴδη τεχνικω‐ τέρας ἐδεῖτο κατανοήσεως—οὕτω δὴ καὶ τῶν ἐν ταῖς ἐπιφανείαις στοιχειωδεστάτων, τῆς ἐπιπέδου καὶ τῆς σφαιρικῆς, αὐτόθεν τὰς ἐννοίας ἔχομεν, τῶν δὲ
5κατὰ μίξιν ὑφισταμένων ἡ ἐπιστήμη καὶ ὁ ταύτης λόγος ἀνευρίσκει τὴν ποικιλίαν. ὃ δέ ἐστι θαυμαστὸν ἐν ταύταις, ὅτι καὶ ἀπὸ κυκλικῆς μίξις γίνεται πολ‐ λάκις τῆς ἐπιφανείας κατὰ τὴν γένεσιν, ὃ δὲ συμβαί‐ νειν φαμὲν κατὰ τὴν σπειρικὴν ἐπιφάνειαν· κατὰ γὰρ
10κύκλου νοεῖται στροφὴν ὀρθοῦ διαμένοντος καὶ στρε‐ φομένου περὶ τὸ αὐτὸ σημεῖον, ὃ μή ἐστι κέντρον τοῦ κύκλου, διὸ καὶ τριχῶς ἡ σπείρα γίνεται, ἢ γὰρ ἐπὶ τῆς περιφερείας ἐστὶ τὸ κέντρον ἢ ἐντὸς ἢ ἐκτός. καὶ εἰ μὲν ἐπὶ τῆς περιφερείας ἐστὶ τὸ κέντρον, γίνεται
15σπείρα συνεχής, εἰ δὲ ἐντός, ἡ ἐμπεπλεγμένη, εἰ δὲ ἐκτός, ἡ διεχής. καὶ τρεῖς αἱ σπειρικαὶ τομαὶ κατὰ τὰς τρεῖς ταύτας διαφοράς. πᾶσα δὲ ὅμως σπείρα καί‐ τοι μιᾶς οὔσης καὶ κυκλικῆς τῆς κινήσεως μικτή ἐστι. γίνονται δὲ ἐπιφάνειαι μικταὶ καὶ ἀπὸ τῶν ἁπλῶν,
20ὡς εἴπαμεν, γραμμῶν τοιῶσδε κινουμένων καὶ ἀπὸ τῶν μικτῶν. αἱ γοῦν κινητικαὶ γραμμαὶ τρεῖς οὖσαι τέτταρας ποιοῦσιν ἐπιφανείας μικτάς, ἃς καλοῦσι κω‐ νοειδεῖς. ἀπὸ μὲν γὰρ τῆς παραβολῆς στρεφομένης περὶ τὸν ἄξονα γίγνεται τὸ ὀρθογώνιον κωνοειδές,
25ἀπὸ δὲ τῆς ἐλλείψεως τὰ καλούμενα σφαιροειδῆ, εἰ
μὲν περὶ τὸν μείζονα τῶν ἀξόνων ἡ στροφὴ γένοιτο,119
in Euc
.

120

τὸ ἐπίμηκες, εἰ δὲ περὶ τὸν ἐλάσσονα, τὸ ἐπίπλατυ, ἀπὸ δὲ τῆς ὑπερβολῆς ἄλλο κωνοειδές. δεῖ δὲ εἰδέναι, ὅτι ποτὲ μὲν ἀπὸ τῶν γραμμῶν εἰς ἔννοιαν ἐρχόμεθα τῶν ἐπιφανειῶν, ποτὲ δὲ ἀνάπαλιν. ἀπὸ γὰρ τῶν
5κωνικῶν καὶ σπειρικῶν ἐπιφανειῶν προσεπενοήσαμεν τάς τε κωνικὰς καὶ τὰς σπειρικὰς γραμμάς. Καὶ μὴν καὶ τοῦτο δεῖ προειλῆφθαι περί τε γραμ‐ μῶν καὶ ἐπιφανειῶν διαφοράς, ὅτι γραμμαὶ μέν εἰσι τρεῖς ὁμοιομερεῖς, ὥσπερ ἤδη προείπομεν, ἐπιφάνειαι
10δὲ δύο μόνον, ἐπίπεδος καὶ σφαιρική, οὐκέτι δὲ καὶ ἡ κυλινδρική. οὐ γὰρ πάντα πᾶσιν ἐφαρμόττειν δύ‐ ναται τὰ μέρη τῆς κυλινδρικῆς ἐπιφανείας. Τοσαῦτα καὶ περὶ τῶν ἐν ταῖς ἐπιφανείαις ἡμῖν εἰρήσθω διαφορῶν, ὧν μίαν ὁ γεωμέτρης ἐκλεξάμενος,
15τὴν ἐπίπεδον, ταύτην ὡρίσατο, καὶ ὡς ἐπὶ ταύτης ὑποκειμένης θεωρήσει τά τε σχήματα καὶ τὰ τούτων πάθη. καὶ γὰρ εὐπορώτερος ὁ λόγος αὐτῷ γίνεται μᾶλλον ἢ ἐπ’ ἄλλης ἐπιφανείας. καὶ γὰρ εὐθείας καὶ κύκλους καὶ ἕλικας ἐπὶ ταύτης νοεῖν δυνατόν, καὶ το‐
20μὰς κύκλων καὶ εὐθειῶν καὶ ἁφὰς καὶ παραβολὰς καὶ γωνιῶν παντοίων συστάσεις. ἐπὶ δὲ τῶν ἄλλων ἐπι‐ φανειῶν οὐ πάντα ταῦτα δύναται θεωρηθῆναι. ἐπὶ γὰρ τῆς σφαιρικῆς πῶς ἂν εὐθεῖαν λάβοις ἢ εὐθύ‐ γραμμον γωνίαν, ἐπὶ δὲ τῆς κωνικῆς ἢ κυλινδρικῆς
25πῶς ἂν κύκλων τομὰς ἢ εὐθειῶν θεωρήσειας; εἰκότως
οὖν καὶ ὡρίσατο ταύτην τὴν ἐπιφάνειαν, καὶ ἐπ’ αὐτῆς120
in Euc
.

121

πάντα ἐκτιθέμενος πραγματεύεται. καὶ γὰρ τὴν πραγ‐ ματείαν ἐντεῦθεν ἐπίπεδον προσείρηκεν καὶ οὕτω δεῖ νοεῖν τὸ μὲν ἐπίπεδον οἷον προβεβλημένον καὶ πρὸ ὀμμάτων κείμενον, πάντα δὲ ὡς ἐπὶ τούτῳ τὴν διά‐
5νοιαν γράφουσαν, τῆς μὲν φαντασίας οἷον ἐπιπέδῳ κατόπτρῳ προσεικασμένης, τῶν δὲ ἐν διανοίᾳ λόγων τὰς ἑαυτῶν ἐμφάσεις εἰς ἐκεῖνο καταπεμπόντων. Def. VIII. Ἐπίπεδος δὲ γωνία ἐστὶν ἡ ἐν ἐπι‐ πέδῳ δύο γραμμῶν ἁπτομένων ἀλλήλων καὶ
10μὴ ἐπ’ εὐθείας κειμένων πρὸς ἀλλήλας τῶν
γραμμῶν κλίσι
ς. Τὴν γωνίαν οἱ μὲν τῶν παλαιῶν ἐν τῇ τοῦ πρός τι κατηγορίᾳ τάττοντες κλίσιν εἰρήκασιν ἢ γραμμῶν εἶναι πρὸς ἀλλήλας κεκλιμένων ἢ ἐπιπέδων, οἱ δὲ ἐν
15τῇ ποιότητι καὶ ταύτην περιλαμβάνοντες, ὡς τὸ εὐθὺ καὶ τὸ καμπύλον πάθος τοιόνδε λέγουσιν ἐπιφανείας ἢ στερεοῦ, οἱ δὲ εἰς ποσότητα ἀναφέροντες ἐπιφάνειαν ἢ στερεὸν αὐτὴν εἶναι συγχωροῦσι. διαιρεῖται γὰρ ἡ μὲν ἐν ταῖς ἐπιφανείαις ὑπὸ γραμμῆς, ἡ δὲ ἐν τοῖς
20στερεοῖς ὑπὸ ἐπιφανείας. τὸ δὲ ὑπὸ τούτων, φασὶ, διαιρούμενον οὐκ ἄλλο τί ἐστιν ἢ μέγεθος καὶ τοῦτο οὐ γραμμικόν—ἡ γὰρ γραμμὴ ὑπὸ σημείου διαιρεῖ‐ ται—, λείπεται οὖν αὐτὴν ἢ ἐπιφάνειαν ἢ στερεὸν εἶναι. ἀλλ’ εἰ μέγεθος, πάντα δὲ τὰ ὁμογενῆ μεγέθη
25πεπερασμένα ὄντα λόγον ἔχει πρὸς ἄλληλα, καὶ αἱ121
in Euc
.

122

γωνίαι πᾶσαι αἱ ὁμογενεῖς ἤγουν αἱ ἐν ἐπιφανείαις λόγον πρὸς ἀλλήλας ἕξουσιν, ὥστε καὶ ἡ κερατοειδὴς πρὸς τὴν εὐθύγραμμον. τὰ δὲ λόγον ἔχοντα πρὸς ἄλληλα δύναται ἀλλήλων ὑπερέχειν πολλαπλασιαζό‐
5μενα. ὑπερέξει ἄρα ποτὲ καὶ ἡ κερατοειδὴς τὴν εὐθύ‐ γραμμον, ὅπερ ἀδύνατον. δείκνυται γὰρ ὅτι πάσης ἐστὶν ἐλάττων εὐθυγράμμου. καὶ μὴν καὶ εἰ ποιότης μόνον ἐστὶν ὡς ἡ θερμότης καὶ ἡ ψυχρότης, πῶς εἰς ἴσα διαιρετή ἐστιν; οὐ γὰρ παρ’ ἔλαττον ταῖς γωνίαις
10ὑπάρχει τὸ ἴσον καὶ ἄνισον ἢ τοῖς μεγέθεσιν, καὶ ὅλως τὸ διαιρετὸν ὁμοίως ἑκατέροις καθ’ αὑτὸ συμ‐ βέβηκεν. εἰ δὲ οἷς ταῦτα καθ’ αὑτὸ ὑπάρχει ποσὰ ἄττα ἐστὶ καὶ οὐ ποιότητες, καὶ αἱ γωνίαι ποιότητες δῆλον ὅτι οὐκ ἂν εἶεν· τῆς γὰρ ποιότητος τὸ μᾶλλον
15καὶ ἧττον οἰκεῖα πάθη καὶ οὐ τὸ ἴσον καὶ ἄνισον. ἔδει τοίνυν μὴ λέγειν ἀνίσους γωνίας καὶ τὴν μὲν μείζονα τὴν δὲ ἐλάσσονα, ἀλλ’ ἀνομοίους καὶ τὴν μὲν μᾶλλον γωνίαν, τὴν δὲ ἧσσον. ταῦτα δὲ ὅτι τῆς τῶν μαθημάτων ὑπάρξεώς ἐστιν ἀλλότρια, παντί που κατα‐
20φανές. πᾶσα γὰρ γωνία τὸν αὐτὸν ἐπιδέχεται λόγον καὶ οὐχὶ ἡ μέν ἐστι γωνία μᾶλλον ἡ δὲ ἧσσον. τὸ δὴ τρίτον, εἰ κλίσις ἐστιν ἡ γωνία καὶ ὅλως τῶν πρός τι, συμβήσεται μιᾶς οὔσης κλίσεως μίαν εἶναι καὶ γωνίαν ἀλλ’ οὐ πλείους. εἰ γὰρ μηδέν ἐστιν ἄλλο παρὰ τὴν
25σχέσιν τῶν γραμμῶν ἢ τῶν ἐπιπέδων, τίς μηχανὴ
μίαν μὲν εἶναι τὴν σχέσιν, πλείους δὲ γωνίας; εἰ122
in Euc
.

123

τοίνυν νοήσειας κῶνον τῷ διὰ τῆς κορυφῆς ἐπὶ τὴν βάσιν τριγώνῳ τετμημένον ἐν τῷ ἡμικωνίῳ κατὰ τὴν κορυφὴν μίαν μὲν θεωρήσεις κλίσιν τῶν γραμμῶν τῶν τοῦ τριγώνου, δύο δὲ ἀφεστώσας γωνίας, τὴν μὲν
5ἐπίπεδον, τὴν αὐτοῦ τοῦ τριγώνου, τὴν δὲ ἐπὶ τῆς μικτῆς ἐπιφανείας τοῦ κώνου, περιεχομένην δὲ ἑκατέ‐ ραν ὑπὸ τῶν προειρημένων δυεῖν γραμμῶν. οὐκ ἄρα ἡ τούτων σχέσις ἐποίει τὴν γωνίαν, ἀλλὰ μὴν ἀναγκαῖον αὐτὴν ἢ ποιότητα λέγειν, ἢ ποσόν, ἢ τῶν
10πρός τι. τὰ μὲν γὰρ σχήματα ποιότητες, οἱ δὲ λόγοι τούτων πρὸς ἄλληλα τῶν πρός τι. δεῖ τοίνυν καὶ τὴν γωνίαν ὑφ’ ἕν τι τούτων ἀνάγεσθαι τῶν τριῶν γενῶν. Τοιούτων δὴ τῶν ἀπόρων ὄντων καὶ τοῦ μὲν
15Εὐκλείδου κλίσιν λέγοντος τὴν γωνίαν, τοῦ δὲ Ἀπολλωνίου συναγωγὴν ἐπιφανείας ἢ στερεοῦ πρὸς ἑνὶ σημείῳ ὑπὸ κεκλασμένῃ γραμμῇ ἢ ἐπιφανείᾳ— δοκεῖ γὰρ οὗτος καθόλου πᾶσαν ἀφορίζεσθαι γω‐ νίαν—, λεκτέον ἡμῖν ἑπομένοις τῷ ἡμετέρῳ καθ‐
20ηγεμόνι, τὴν γωνίαν μηδὲν μὲν εἶναι τῶν εἰρημένων αὐτὸ καθ’ αὑτό, διὰ δὲ τῆς πάντων τούτων συνδρο‐ μῆς ἔχειν τὴν ὑπόστασιν, καὶ διὰ τοῦτο τὴν ἀπορίαν ποιῆσαι τοῖς εἰς ἕν τι ῥέψασιν. ἔστιν δὲ οὐχ ἡ γωνία μόνη τοιοῦτον, ἀλλὰ καὶ τὸ τρίγωνον· μέτεστι μὲν
25γὰρ αὐτῷ ποσότητος καὶ ἴσον λέγεται καὶ ἄνισον, οἷον ὕλης τάξιν ἔχον πρὸς αὐτό, πάρεστι δὲ αὐτῷ καὶ ἡ
κατὰ τὸ σχῆμα ποιότης, ὁπόθεν καὶ ὅμοια τρίγωνα123
in Euc
.

124

λέγεται καὶ ἴσα, τὸ μὲν ἀπ’ ἄλλης ἔχοντα κατηγορίας, τὸ δὲ ἀπ’ ἄλλης. οὕτω τοίνυν καὶ ἡ γωνία πάντως μὲν δεῖται τῆς ἐν τῷ μεγέθει ποσότητος ὑποκειμένης, δεῖται δὲ καὶ ποιότητος, καθ’ ἣν οἷον μορφὴν οἰκεῖαν
5ἔχει καὶ χαρακτῆρα τῆς ὑπάρξεως, δεῖται δὲ καὶ τῆς σχέσεως τῶν ἀφοριζουσῶν αὐτὴν γραμμῶν ἢ τῶν περιεχόντων ἐπιπέδων. καὶ τὸ ἐκ πάντων ἐστὶν ἡ γωνία καὶ οὐχ ἕν τι τούτων, καὶ διαιρετὴ μέν ἐστι καὶ ἰσότητος δεκτικὴ καὶ ἀνισότητος κατὰ τὸ ἐν αὐτῇ
10ποσόν, οὐκ ἀναγκάζεται δὲ τὸν λόγον ἐπιδέχεσθαι τῶν ὁμογενῶν μεγεθῶν διὰ τὸ καὶ ποιότητα ἰδιάζουσαν ἔχειν, καθ’ ἣν ἀσύμβλητοι πολλάκις εἰσὶν γωνίαι ἄλ‐ λαι ἄλλαις, οὐδὲ μίαν ἀποτελεῖν τὴν γωνίαν, εἰ μία ἡ κλίσις, ἐπειδὴ καὶ τὸ μεταξὺ τῶν κεκλιμένων ποσὸν
15συμπληροῖ τὴν οὐσίαν αὐτῆς. εἰ δὴ πρὸς τούτους ἀποβλέποιμεν τοὺς διορισμούς, καὶ τὰ ἄπορα διαλύ‐ σομεν καὶ τὴν ἰδιότητα τῆς γωνίας εὑρήσομεν συνα‐ γωγὴν μὲν οὐκ οὖσαν, ὥσπερ καὶ ὁ Ἀπολλώνιός φησιν, ἐπιφανείας ἢ στερεοῦ, συμπληρούντων δὲ καὶ
20τούτων τὴν οὐσίαν αὐτῆς, αὐτὴν δὲ τὴν συνηγμέ‐ νην ἐπιφάνειαν πρὸς τῷ σημείῳ καὶ περιεχομένην ὑπὸ τῶν κεκλιμένων γραμμῶν ἢ τῆς μιᾶς γραμμῆς πρὸς αὑτὴν κεκλιμένης, καὶ αὐτὸ τὸ συνηγμένον στε‐
ρεὸν ὑπὸ ἐπιπέδοις πρὸς ἄλληλα κεκλιμένοις, ἵνα τὸ124
in Euc
.

125

πεποιωμένον ποσὸν καὶ ὑπὸ τοιᾷδε σχέσει συνιστά‐ μενον αὐτὴν ἀφορίζῃ, καὶ οὔτε ἡ ποσότης καθ’ αὑτὴν οὔτε ἡ ποιότης μόνον οὔτε ἡ σχέσις. Τοσαῦτα περὶ τῆς τῶν γωνιῶν ὑποστάσεως εἰρή‐
5σθω κοινὴν προλαμβάνοντα θεωρίαν ἁπάσης γωνίας πρὸ τῆς τῶν εἰδῶν αὐτῆς διαιρέσεως. τριῶν δὲ δο‐ ξῶν οὐσῶν περὶ τῆς γωνίας Εὔδημος μὲν ὁ περι‐ πατητικὸς βιβλίον περὶ γωνίας γράψας ποιότητα αὐτὴν εἶναι συνεχώρησεν. γένεσιν γὰρ γωνίας ἐπινοῶν οὐκ
10ἄλλην εἶναί φησιν ἢ τὴν κλάσιν τῶν γραμμῶν—εἰ δὲ ἡ εὐθύτης ποιότης καὶ ἡ κλάσις ποιότης—ἐν ποιότητι οὖν ἔχουσαν αὐτὴν τὴν γένεσιν πάντως εἶναι ποιότητα. Εὐκλείδης δὲ καὶ ὅσοι κλίσιν εἰρήκασιν ἐν τοῖς πρός τι καταλέγουσι. ποσότητα δὲ εἰρήκασιν
15αὐτήν, ὅσοι φασὶ τὸ πρῶτον διάστημα ὑπὸ τὸ ση‐ μεῖον εἶναι τὴν γωνίαν, ὧν καὶ ὁ Πλούταρχός ἐστιν, εἰς τὴν αὐτὴν δόξαν συνωθῶν καὶ τὸν Ἀπολλώ‐ νιον. δεῖ γὰρ εἶναί τι, φησὶ, διάστημα πρῶτον ὑπὸ τὴν κλάσιν τῶν περιεχουσῶν γραμμῶν ἢ ἐπιφανειῶν,
20καίτοι γε συνεχοῦς ὄντος τοῦ ὑπὸ τὸ σημεῖον δια‐ στήματος ἀδύνατον τὸ πρῶτον λαβεῖν. ἐπ’ ἄπειρον γὰρ πᾶν διάστημα διαιρετόν. πρὸς τῷ καὶ ἐὰν ὁπωσ‐ οῦν ἀφορίσωμεν τὸ πρῶτον καὶ δι’ ἐκείνου εὐθεῖαν ἀγάγωμεν, γίνεσθαι τρίγωνον, ἀλλ’ οὐ μίαν γωνίαν.
25Κάρπος δὲ ὁ Ἀντιοχεὺς ποσὸν μὲν εἶναί φησι τὴν125
in Euc
.

126

γωνίαν καὶ διάστημα τῶν περιεχουσῶν αὐτὴν γραμ‐ μῶν ἢ ἐπιφανειῶν. καὶ ἐφ’ ἓν διεστὼς τοῦτο, μὴ μέν‐ τοι διὰ τοῦτο γραμμὴν εἶναι τὴν γωνίαν. οὐ γὰρ πᾶν τὸ ἐφ’ ἓν διαστατὸν ὑπάρχειν γραμμήν. τοῦτο δὲ
5πάντων παραδοξότατον, εἰ ἔστιν τι μέγεθος ἐφ’ ἓν διαστατὸν ἔξω γραμμῆς. Ἀλλὰ τούτων μὲν ἅδην, τῶν δὲ γωνιῶν τὰς μὲν ἐν ἐπιφανείαις συνίστασθαι λεκτέον, τὰς δὲ ἐν στε‐ ρεοῖς, καὶ τῶν ἐν ἐπιφανείαις τὰς μὲν ἐν ταῖς ἁπλαῖς,
10τὰς δὲ ἐν ταῖς μικταῖς. καὶ γὰρ ἐν τῇ κυλινδρικῇ ἐπιφανείᾳ γένοιτο ἂν γωνία καὶ ἐν τῇ κωνικῇ καὶ ἐν τῇ σφαιρικῇ καὶ ἐν τῇ ἐπιπέδῳ. τῶν δὲ ἐν ταῖς ἁπλαῖς ἐπιφανείαις αἱ μὲν ἐν ταῖς σφαιρικαῖς, αἱ δὲ ἐν ταῖς ἐπιπέδοις ἔχουσι τὴν σύστασιν. ποιεῖ γὰρ γωνίας
15καὶ ὁ ζωδιακὸς τέμνων ἰσημερινὸν δύο κατὰ κορυφὰς τῶν τεμνουσῶν περιφερειῶν. καὶ εἰσὶν ἐπὶ σφαιρικῆς ἐπιφανείας αἱ τοιαίδε γωνίαι. τῶν δὲ ἐν τοῖς ἐπιπέ‐ δοις αἱ μὲν ὑπὸ ἁπλῶν περιέχονται γραμμῶν, αἱ δὲ ὑπὸ μικτῶν, αἱ δὲ ὑπὸ ἀμφοτέρων. ἐν γὰρ τῷ θυρεῷ
20περιέχεται γωνία ὑπό τε τοῦ ἄξονος καὶ τῆς τοῦ θυ‐ ρεοῦ γραμμῆς. ἀλλὰ τούτων ἡ μὲν μικτή ἐστιν, ἡ δὲ ἁπλῆ· καὶ εἰ τέμνοι κύκλος θυρεόν, ἔσται ἡ ὑπό τε περιφερείας καὶ τῆς ἐλλείψεως περιεχομένη γωνία. ὅταν δὲ αἱ κισσοειδεῖς γραμμαὶ συννεύουσαι πρὸς ἓν
25σημεῖον ὥσπερ τὰ τοῦ κισσοῦ φύλλα—καὶ γὰρ τὴν ἐπωνυμίαν ἐκεῖθεν ἔσχον—ποιῶσιν γωνίαν, ὑπὸ
μικτῶν ἡ τοιαύτη δήπου περιέχεται γραμμῶν· καὶ126
in Euc
.

127

ὅταν ἡ ἱπποπέδη, μία τῶν σπειρικῶν οὖσα, τὰ (?) πρὸς ἄλλην ποιῇ γωνίαν, καὶ ταύτην μικταὶ γραμμαὶ περιέχουσιν. αἱ δὲ ὑπὸ εὐθείας καὶ περιφερείας ὑπὸ ἁπλῶν περιέχονται γραμμῶν. τούτων δ’ αὖ πάλιν αἱ
5μὲν ὑπὸ ὁμοειδῶν περιλαμβάνονται. καὶ γὰρ δύο περιφέρειαι τέμνουσαι ἀλλήλας ἢ ἐφαπτόμεναι ποιοῦσι γωνίας, καὶ αὗται τρισσάς· ἢ γὰρ ἀμφικύρτους, ὅταν ἐκτὸς ᾖ τὰ κυρτὰ τῶν περιφερειῶν, ἢ ἀμφικοίλους, ὅταν ἀμφότερα τὰ κοῖλα ἐκτὸς ὑπάρχῃ, ἃς καλοῦσι
10ξυστροειδεῖς, ἢ μικτὰς ἀπὸ κυρτῆς καὶ κοίλης, ὥσπερ τὰς τῶν μηνίσκων. καὶ μὴν καὶ ὑπὸ εὐθείας καὶ περιφερείας περιέχονται γωνίαι διχῶς· ἢ γὰρ ὑπὸ εὐθείας καὶ κυρτῆς περιφερείας, ὡς ἡ τοῦ ἡμικυκλίου, ἢ ὑπὸ εὐθείας καὶ κοίλης ὡς ἡ κερατοειδής. αἱ δὲ
15ὑπὸ δυεῖν εὐθειῶν περιεχόμεναι πᾶσαι εὐθύγραμμοι κληθήσονται τριττὴν ἔχουσαι καὶ αὗται διαφοράν. Ταύτας τοίνυν ἁπάσας τὰς ἐν ἐπιπέδοις ἐπιφα‐ νείαις συνισταμένας ὁ γεωμέτρης ἐν τούτοις ἀφορίζε‐ ται, κοινὸν ὄνομα θέμενος αὐταῖς τὸ τῆς ἐπιπέδου
20γωνίας, καὶ τὸ μὲν γένος αὐτῶν κλίσιν εἰπών, τὸν δὲ τόπον τὸ ἐπίπεδον—καὶ γὰρ αἱ γωνίαι θέσιν ἔχουσιν—τὴν δὲ γένεσιν, ὅτι δύο εἶναι δεῖ γραμ‐ μὰς καὶ οὐ τρεῖς τοὐλάχιστον, ὥσπερ ἐπὶ τῆς στερεᾶς,
καὶ ταύτας ὁμιλεῖν ἀλλήλαις καὶ ὁμιλούσας μὴ κεῖσθαι127
in Euc
.

128

ἐπ’ εὐθείας, ἵνα κλάσις εἴη καὶ περιοχὴ τῶν γραμμῶν, ἀλλὰ μὴ ἔκτασις μόνον καθ’ ἓν διάστημα. δοκεῖ δὲ ὁ λόγος οὗτος πρῶτον μὲν ὑπὸ μιᾶς γραμμῆς οὐ συγχωρεῖν ἀποτελεῖσθαι γωνίαν—καίτοιγε ἡ κισσο‐
5ειδὴς μία οὖσα ποιεῖ γωνίαν καὶ ἡ ἱπποπέδη. τὴν γὰρ ὅλην κισσοειδῆ καλοῦμεν ἀλλ’ οὐ τὰ μόρια αὐτῶν, ἵνα λέγῃ τις, ὅτι ταῦτα ποιεῖ τὴν γωνίαν συννεύοντα, καὶ τὴν ὅλην σπειρικήν, ἀλλ’ οὐ τὰ μέρη. τοίνυν ἑκατέρα μία τυγχάνουσα ποιεῖ γωνίαν αὐτὴ πρὸς
10ἑαυτήν, οὐ πρὸς ἄλλην—ἔπειτα κλίσιν ἀφοριζόμενος τὴν γωνίαν πλημμελεῖν—πῶς γὰρ μιᾶς οὔσης κλί‐ σεως δύο ἔσονται γωνίαι; πῶς δὲ ἴσας καὶ ἀνίσους ἔτι. γωνίας λέγομεν, καὶ ὅσα ἄλλα πρὸς ταύτην εἴωθεν ὑποφέρεσθαι τὴν δόξαν; —τρίτον δὲ παρέλκειν ἐπί
15τινων γωνιῶν τὸ καὶ μὴ ἐπ’ εὐθείας κεῖσθαι, οἷον ἐπὶ τῶν περιφερογράμμων· καὶ γὰρ ἄνευ τούτου τέ‐ λειος ὁ ὁρισμός. ἡ γὰρ πρὸς ἀλλήλας τῶν γραμμῶν τούτων κλίσις ποιήσει τὴν γωνίαν· τὴν ἀρχὴν γὰρ οὐδὲ ἐπ’ εὐθείας κεῖσθαι τὰς περιφερεῖς δυνατόν.
20τοσαῦτα καὶ περὶ τῆς ἀποδόσεως τῆς Εὐκλείδου λέγειν ἔχομεν, τὰ μὲν ἀφερμηνεύοντες αὐτὴν, τὰ δὲ ἐπ‐ αποροῦντες πρὸς αὐτήν. Def. IX. Ὅταν δὲ αἱ τὴν γωνίαν περιέχουσαι γραμμαὶ εὐθεῖαι ὦσιν, εὐθύγραμμος ἡ γωνία
25
καλεῖτα
ι. Τὴν γωνίαν σύμβολον εἶναί φαμεν καὶ εἰκόνα
τῆς συνοχῆς τῆς ἐν τοῖς θείοις γένεσι καὶ τῆς συν‐128
in Euc
.

129

αγωγοῦ τάξεως τῶν διῃρημένων εἰς ἓν καὶ τῶν με‐ ριστῶν εἰς τὸ ἀμερὲς καὶ τῶν πολλῶν εἰς συνδετικὴν κοινωνίαν. δεσμὸς γὰρ γίνεται καὶ αὕτη τῶν πολλῶν γραμμῶν καὶ ἐπιπέδων, καὶ συναγωγὸς τοῦ μεγέθους
5εἰς τὸ ἀμερὲς τῶν σημείων, καὶ συνεκτικὴ παντὸς τοῦ κατ’ αὐτὴν ὑφισταμένου σχήματος. διὸ καὶ τὰ λόγια τὰς γωνιακὰς συμβολὰς τῶν σχημάτων συνοχηίδας ἀποκαλεῖ, καθόσον εἰκόνα φέρουσι τῶν συνοχικῶν ἑνώσεων καὶ τῶν συζεύξεων τῶν θείων, καθ’ ἃς τὰ
10διεστῶτα συνάπτουσιν ἀλλήλοις. αἱ μὲν οὖν ἐν ταῖς ἐπιφανείαις γωνίαι ἀϋλοτέρας αὐτῶν καὶ ἁπλουστέρας ἀποτυποῦνται καὶ τελειοτέρας ἑνώσεις, αἱ δὲ ἐν τοῖς στερεοῖς τὰς προϊούσας μέχρι τῶν ἐσχάτων καὶ τοῖς διεσπασμένοις κοινωνίαν καὶ τοῖς πάντη μεριστοῖς
15ὁμοφυῆ σύνταξιν παρεχομένας. τῶν δὲ ἐν ταῖς ἐπι‐ φανείαις αἱ μὲν τὰς πρώτας αὐτῶν καὶ ἀμίκτους, αἱ δὲ τὰς τῆς ἀπειρίας συνεκτικὰς τῶν ἐν αὐταῖς προ‐ όδων ἀπεικονίζονται, καὶ αἱ μὲν τὰς τῶν νοερῶν εἰδῶν ἑνοποιοῦσιν, αἱ δὲ τὰς τῶν αἰσθητῶν λόγων, αἱ δὲ
20τὰς τῶν μεταξὺ τούτων συνδετικάς. αἱ μὲν οὖν περι‐ φερόγραμμοι γωνίαι μιμοῦνται τὰς συνελιττούσας
αἰτίας τὴν νοερὰν ποικιλίαν εἰς ἕνωσιν—νοῦ γὰρ129
in Euc
.

130

καὶ νοερῶν εἰδῶν αἱ περιφέρειαι συννεύειν ἐπειγόμε‐ ναι πρὸς ἑαυτὰς εἰκόνες—αἱ δὲ εὐθύγραμμοι τὰς τῶν αἰσθητῶν προϊσταμένας καὶ τὴν σύνδεσιν τῶν ἐν τούτοις λόγων παρεχομένας, αἱ δὲ μικταὶ τάς τε κοι‐
5νωνίας τῶν τε αἰσθητῶν καὶ τῶν νοερῶν εἰδῶν κατὰ μίαν ἕνωσιν ἀσάλευτον φυλαττούσας. Δεῖ δὴ πρὸς ταῦτα τὰ παραδείγματα ἀποβλέπον‐ τας καὶ τῶν καθ’ ἕκαστα τὰς αἰτίας ἀποδιδόναι. καὶ γὰρ παρὰ τοῖς Πυθαγορείοις εὑρήσομεν ἄλλας γω‐
10νίας ἄλλοις θεοῖς ἀνακειμένας, ὥσπερ καὶ ὁ Φιλό‐ λαος πεποίηκε τοῖς μὲν τὴν τριγωνικὴν γωνίαν τοῖς δὲ τὴν τετραγωνικὴν ἀφιερώσας, καὶ ἄλλας ἄλλοις καὶ τὴν αὐτὴν πλείοσι θεοῖς καὶ τῷ αὐτῷ πλείους, κατὰ τὰς διαφόρους ἐν αὐτῷ δυνάμεις ἀνείς. πρὸς ἅ
15μοι δοκεῖ καὶ ὁ Ἀθηναῖος (?) φιλόσοφος ἀφορῶν κατὰ τὸ τρίγωνον τὸ δημιουργικὸν τὸ πάσης πρωτουργὸν αἴτιον τῆς τῶν στοιχείων διακοσμήσεως ἄλλους μὲν ὑποστῆσαι θεοὺς κατὰ τὰς πλευράς, ἄλλους δὲ κατὰ τὰς γωνίας, τοὺς μὲν προόδου καὶ δυνάμεως χο‐
20ρηγούς, τοὺς δὲ τῆς συζεύξεως τῶν ὅλων καὶ τῆς εἰς ἓν πάλιν τῶν προελθόντων συναγωγῆς. Ταῦτα μὲν οὖν εἰς τὴν τῶν ὄντων ἡμᾶς περιάγει θεωρίαν· εἰ δὲ ἐνταῦθα αἱ γραμμαὶ περιέχειν λέγον‐ ται τὴν γωνίαν, θαυμαστὸν οὐδέν· τὸ γὰρ ἐν τούτοις
25ἓν καὶ τὸ ἀμέριστον ἐπεισοδιῶδές ἐστιν. ἐν δὲ τοῖς130
in Euc
.

131

θεοῖς καὶ τοῖς ὄντως οὖσι προηγεῖται τῶν πολλῶν καὶ διῃρημένων τὸ ὅλον καὶ ἀμέριστον ἀγαθόν. Def. X.—XII. Ὅταν δὲ εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις
5ποι, ὀρθὴ ἑκατέρα τῶν ἴσων γωνιῶν ἐστι, καὶ ἡ ἐφεστηκυῖα γραμμὴ κάθετος καλεῖται, ἐφ’ ἣν ἐφέστηκεν· ἀμβλεῖα γωνία ἐστὶν ἡ μείζων ὀρθῆς, ὀξεῖα δὲ ἡ ἐλάσσων ὀρθῆς. Ταῦτά ἐστι τὰ τριπλᾶ τῶν γωνιῶν εἴδη, περὶ ὧν
10καὶ ὁ ἐν τῇ πολιτείᾳ Σωκράτης φησίν, ἐξ ὑποθέσεως παρὰ τοῖς γεωμέτραις λαμβανομένων τῆς εὐθυγράμ‐ μου κατὰ τὴν εἰς τὰ εἴδη διαίρεσιν ταύτας ὑφιστάσης τὰς γωνίας, τὴν ὀρθήν, τὴν ἀμβλεῖαν, τὴν ὀξεῖαν, τῆς μὲν κατὰ τὸ ἴσον καὶ τὸ ταὐτὸν καὶ ὅμοιον ἀφωρισμέ‐
15νης, τῶν δὲ κατὰ τὸ μεῖζον καὶ ἔλασσον καὶ ὅλως τὸ ἄνισον καὶ τὴν ἑτερότητα καὶ τὸ μᾶλλον καὶ ἧττον ἀορίστως ὑφισταμένων. οἱ μὲν οὖν πολλοὶ γεωμέτραι τῆς διαιρέσεως ταύτης οὐκ ἔχουσιν ἀποδιδόναι λόγον, ἀλλ’ ὑποθέσει χρῶνται καὶ ταύτῃ, τρεῖς εἶναι γωνίας.
20ἐπειδὰν δὲ τὴν αἰτίαν αὐτοὺς ἀνερωτήσωμεν, οὐ φασὶ χρῆναι ταῦτα παρ’ αὐτῶν ἀπαιτεῖν. οἱ δὲ Πυθα‐ γορικοὶ τῆς τριπλῆς διανομῆς ἐπὶ τὰς ἀρχὰς ἀναφέ‐ ροντες τὴν λύσιν οὐκ ἀποροῦσιν αἰτίας ἀποδιδόναι καὶ ταύτης τῆς διαφορᾶς τῶν εὐθυγράμμων γωνιῶν.
25ἐπειδὴ γὰρ τῶν ἀρχῶν ἡ μὲν κατὰ τὸ πέρας ὑφέστηκεν131
in Euc
.

132

καί ἐστιν ὅρου καὶ ταυτότητος αἰτία τοῖς ἀποτελέσμασι καὶ ἰσότητος καὶ πάσης τῆς ἀμείνονος συστοιχείας, ἡ δὲ ἄπειρόν ἐστι καὶ δίδωσι τὴν ἐπ’ ἄπειρον πρό‐ οδον καὶ αὔξησιν καὶ μείωσιν καὶ ἀνισότητα καὶ παν‐
5τοίαν ἑτερότητα τοῖς γεννωμένοις ἀφ’ ἑαυτῆς, καὶ ὅλως ἐξηγεῖται τῆς καταδεεστέρας σειρᾶς· εἰκότως δὴ διὰ ταῦτα καὶ τῶν εὐθυγράμμων γωνιῶν κατ’ ἐκείνας ὑφισταμένων ὁ μὲν ἀπὸ τοῦ πέρατος ἥκων λόγος τὴν ὀρθὴν ἀπετέλεσεν γωνίαν μίαν ἰσότητι κρατουμένην
10καὶ ὁμοιότητι πρὸς πᾶσαν ὀρθὴν καὶ ὡρισμένην ἀεὶ καὶ τὴν αὐτὴν ἑστῶσαν καὶ μήτε αὔξησιν μήτε μείωσιν ἐπιδεχομένην, ὁ δὲ ἀπὸ τῆς ἀπειρίας δεύτερος ὢν καὶ δυαδικὸς καὶ γωνίας ἀνέφηνε διπλᾶς περὶ τὴν ὀρθὴν ἀνισότητι διῃρημένας κατὰ τὸ μεῖζον καὶ ἔλασσον
15καὶ κατὰ τὸ μᾶλλον καὶ ἧσσον ἀπέραντον ἐχούσας κίνησιν τῆς μὲν ἀμβλυνομένης μᾶλλον καὶ ἧττον, τῆς δὲ ὀξυνομένης. διὰ δὴ ταῦτα καὶ τῶν θείων δια‐ κόσμων καὶ τῶν μερικωτέρων δυνάμεων τὰς μὲν ὀρ‐ θὰς γωνίας εἰς τοὺς ἀχράντους ἀναπέμπουσιν ὡς τῆς
20ἀκλίτου προνοίας τῶν δευτέρων αἰτίους—τὸ γὰρ ὀρθὸν καὶ τὸ ἀκλινὲς πρὸς τὰ χείρονα καὶ ἄτρεπτον ἐκείνοις προσήκει τοῖς θείοις—τὰς δὲ ἀμβλείας καὶ ὀξείας τοῖς τῆς προόδου καὶ τοῖς τῆς κινήσεως καὶ τῆς ποικιλίας τῶν δυνάμεων χορηγοῖς ἀνεῖσθαι λέ‐
25γουσι· τό τε γὰρ ἀμβλὺ τῆς ἐπὶ πᾶν ἁπλουμένης τῶν
εἰδῶν ἐκτάσεώς ἐστιν εἰκών, καὶ τὸ ὀξὺ τῆς διαιρετικῆς132
in Euc
.

133

καὶ κινητικῆς τῶν ὅλων αἰτίας ἀφομοίωσιν ἔλαχεν. καὶ μὴν καὶ ἐν αὐτοῖς τοῖς οὖσιν τῇ μὲν οὐσίᾳ ἡ ὀρθότης τὸν αὐτὸν ὅρον τοῦ εἶναι φυλάττουσα προσ‐ έοικε, τοῖς δὲ συμβεβηκόσιν ἥ τε ἀμβλεῖα καὶ ἡ ὀξεῖα.
5ταῦτα γὰρ δέχεται τὸ μᾶλλον καὶ ἧττον καὶ ἀορίστως μεταβάλλοντα οὐδέποτε παύεται. ὀρθῶς ἄρα καὶ τῇ ψυχῇ παρακελεύονται τὴν κάθοδον τὴν εἰς γένεσιν ποιεῖσθαι κατὰ τὸ ἀκλινὲς τοῦτο τῆς ὀρθῆς γωνίας εἶδος μὴ ῥεπούσῃ πρὸς τάδε μᾶλλον ἢ τάδε, μηδὲ
10προσπασχούσῃ μᾶλλον ἄλλοις καὶ ἧττον. ὁ γὰρ τῆς συμπαθείας μερισμὸς εἰς τὴν ἔνυλον αὐτὴν κατάγει πλημμέλειαν καὶ τὴν ἀοριστίαν. σύμβολον οὖν καὶ ἡ κάθετός ἐστιν ἀρρεψίας, καθαρότητος, ἀχράντου δυ‐ νάμεως, ἀκλινοῦς, πάντων τῶν τοιούτων. ἐστὶ δὲ καὶ
15μέτρου θείου καὶ νοεροῦ σύμβολον. διὰ γὰρ καθέτων καὶ τὰ ὕψη τῶν σχημάτων ἀναμετροῦμεν καὶ τῇ πρὸς τὴν ὀρθὴν ἀναφορᾷ τὰς ἄλλας εὐθυγράμμους γωνίας ὁρίζομεν αὐτὰς ἀφ’ ἑαυτῶν ἀορίστους οὔσας. ἐν ὑπερβολῇ γὰρ καὶ ἐλλείψει θεωροῦνται. τούτων δὲ
20ἑκατέρα καθ’ αὑτὴν ἀπέραντός ἐστι. διὸ καὶ τὴν ἀρε‐ τὴν κατὰ τὴν ὀρθότητά φασιν ἑστάναι, τὴν δὲ κακίαν κατὰ τὴν ἀοριστίαν τῆς ἀμβλείας καὶ ὀξείας ὑφίστα‐
σθαι καὶ μερίζεσθαι τὰς ἐνδείας καὶ ὑπερβολὰς καὶ133
in Euc
.

134

τῷ μᾶλλον καὶ ἧττον δεικνύναι τὴν ἑαυτῆς ἀμετρίαν. τελειότητος ἄρα καὶ ἀκλινοῦς ἐνεργείας καὶ ὅρου νοεροῦ καὶ πέρατος καὶ τῶν τούτοις ὁμοίων εἰκόνα θησόμεθα τὴν ὀρθότητα τῶν εὐθυγράμμων γωνιῶν,
5τὴν δὲ ἀμβλεῖαν καὶ ὀξεῖαν ἀορίστου κινήσεως καὶ ἀσχέτου προόδου καὶ διαιρέσεως καὶ μερισμοῦ καὶ ὅλως ἀπειρίας. Τοσαῦτα περὶ τούτων. δεῖ δὲ τοῖς ὁρισμοῖς τῆς τε ἀμβλείας καὶ ὀξείας προστιθέναι τὸ γένος. ἐστὶ γὰρ
10ἑκατέρα εὐθύγραμμος, ἡ μὲν μείζων ὀρθῆς, ἡ δὲ ἐλάσσων. ἀλλ’ οὐχ ἁπλῶς ἡ ἐλάσσων ὀρθῆς ὀξεῖά ἐστι. καὶ γὰρ ἡ κερατοειδὴς πάσης ἐστὶν ὀρθῆς ἐλάσσων, ὅπου γε καὶ ὀξείας, ἀλλ’ οὐκ ὀξεῖα, καὶ ἡ τοῦ ἡμι‐ κυκλίου πάσης ὀρθῆς ὡσαύτως ἐλάσσων, ἀλλ’ οὐκ
15ἔστιν ὀξεῖα. τὸ δὲ αἴτιον, ὅτι καὶ μικταί εἰσι καὶ οὐκ εὐθύγραμμοι. καὶ μὲν δὴ καὶ τῶν περιφερογράμ‐ μων πολλαὶ μείζους ἂν φανεῖεν ὀρθῶν, ἀλλ’ οὐκ εἰσὶν ἀμβλεῖαι διὰ τοῦτο. δεῖ γὰρ εὐθύγραμμον εἶναι τὴν ἀμβλεῖαν. τοῦτό τε οὖν ἐπισημαίνομαι καὶ ὅτι τὴν
20ὀρθὴν ἀφορίσασθαι προθέμενος ἔλαβεν εὐθεῖαν ἐπί τινος εὐθείας ἑστῶσαν καὶ ποιοῦσαν ἴσας ἀλλήλαις τὰς ἐφεξῆς, τὴν δὲ ἀμβλεῖαν καὶ τὴν ὀξεῖαν οὐκέτι λαβὼν εὐθεῖαν ἐπὶ θάτερα κεκλιμένην ἀποδίδωσιν, ἀλλ’ ἐκ τῆς πρὸς τὴν ὀρθὴν ἀναφορᾶς. μέτρον γὰρ
25αὕτη καὶ τῶν μὴ ὀρθῶν, ὥσπερ ἡ ἰσότης καὶ τῶν ἀνίσων. αἱ δὲ ἐπὶ θάτερα ἐγκεκλιμέναι ἄπειροι ἦσαν
καὶ οὐ μία μόνον, ὥσπερ ἡ κάθετος. ἐπὶ δὲ τούτοις134
in Euc
.

135

τὸ γωνίας εἰπεῖν „ἀλλήλαις ἴσασ“ τῆς γεωμετρικῆς ἀκριβείας εἶναι τίθεμαι. δυνατὸν γὰρ ἂν ἦν καὶ ἴσας εἶναι γωνίαις ἄλλαις καὶ μὴ ὀρθὰς ἀλλήλαις. διὸ ἴσας οὔσας ἀναγκαῖον εἶναι ὀρθάς. καὶ τὸ „ἐφεξῆσ“ προσ‐
5τεθὲν οὐ φαίνεταί μοι παρέλκειν, ὥς γε [?] οὐ καλῶς τισιν ἔδοξεν, ἀλλ’ ἐνδείκνυσθαι τὸν λόγον τῆς ὀρθό‐ τητος. διὰ τοῦτο γὰρ ὀρθὴ ἑκατέρα τῶν γωνιῶν, ὅτι ἐφεξῆς οὖσαι ἴσαι εἰσί, τῆς ἐφεστώσης εὐθείας διὰ τὴν ἀρρεψίαν ἐπὶ θάτερα τῆς ἰσότητος ἀμφοτέραις
10καὶ τῆς ὀρθότητος ἑκατέρᾳ γενομένης αἰτίας. οὐχ ἁπλῶς οὖν ἡ πρὸς ἀλλήλας ἰσότης ἀλλ’ ἡ ἐφεξῆς θέσις μετὰ τῆς ἰσότητος αἰτία τῆς τῶν γωνιῶν ὀρθότητος. Ἐπὶ πᾶσι δὴ οὖν ἀξιῶ μεμνῆσθαι τῆς τοῦ στοι‐ χειωτοῦ κἀνταῦθα προθέσεως, ὅτι περὶ τῶν ἐν ἑνὶ
15ἐπιπέδῳ συνισταμένων ποιεῖται τὸν λόγον, ὥστε οὐδὲ καθέτου πάσης οὗτος ὁ ὅρος ἐστίν, ἀλλὰ τῆς ἐν τῷ αὐτῷ ἐπιπέδῳ. τὴν δὲ στερεὰν λεγομένην οὐκ ἦν καιρὸς ἀφορίζεσθαι νῦν. ὥσπερ οὖν τὴν ἐπίπεδον ὡρίσατο γωνίαν, οὕτω καὶ κάθετον τὴν τοιαύτην, ἐπεὶ
20ἥ γε στερεὰ κάθετος οὐ πρὸς μίαν μόνον εὐθεῖαν ὀφείλει ποιεῖν ὀρθὰς γωνίας, ἀλλὰ πρὸς πάσας τὰς ἁπτομένας αὐτῆς καὶ οὔσας ἐν τῷ ὑποκειμένῳ ἐπι‐
πέδῳ. τοῦτο γὰρ ἴδιον ἐκείνης.135
in Euc
.

136

Def. XIII. Ὅρος ἐστὶν ὅ τινός ἐστι πέρας. Τὸν ὅρον οὐ πρὸς πάντα ἀναφέρειν δεῖ τὰ μεγέθη καὶ γὰρ γραμμῆς ὅρος ἐστὶ καὶ πέρας—ἀλλὰ πρὸς τὰ χωρία τὰ ἐν ἐπιφανείαις καὶ τὰ στερεά. νῦν
5γὰρ ὅρον καλεῖ τὴν περιοχὴν τὴν ἀφορίζουσαν ἕκαστον χωρίον, καὶ πέρας ἀφορίζεται τοῦτον τὸν τρόπον οὐχ ὡς τὸ σημεῖον λέγεται πέρας γραμμῆς, ἀλλ’ ὡς τὸ περικλεῖον καὶ περιεῖργον ἀπὸ τῶν περικειμένων. ἐστὶ δὲ τὸ ὄνομα οἰκεῖον τῇ ἐξ ἀρχῆς γεωμετρίᾳ, καθ’ ἣν
10τὰ χωρία ἐμέτρουν καὶ τοὺς ὅρους αὐτῶν ἐφύλαττον ἀσυγχύτους, ἀφ’ ἧς καὶ τῆς ἐπιστήμης ταύτης εἰς ἐπίνοιαν ἦλθον. τὴν τοίνυν περιοχὴν τὴν ἔξωθεν ὅρον καλέσας ὁ στοιχειωτὴς εἰκότως αὐτὴν καὶ πέρας ἀφωρίσατο τῶν χωρίων. διὰ γὰρ ταύτης ἕκαστον τῶν
15περιεχομένων περατοῦται. λέγω δὲ οἷον ἐπὶ τοῦ κύκλου τὴν μὲν περιφέρειαν ὅρον καὶ πέρας, αὐτὸ δὲ τὸ ἐπίπεδόν τι χωρίον. καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. Def. XIV. Σχῆμά ἐστι τὸ ὑπό τινος ἤ τινων
ὅρων περιεχόμενο
ν.
20 Ἐπειδὴ τὸ σχῆμα λέγεται πολλαχῶς καὶ κατ’ εἴδη διάφορα διαιρεῖται, δεῖ πρῶτον τὰς διαφορὰς αὐτοῦ θεωρήσαντας οὕτω ἐπὶ τοῦ προκειμένου σχήματος ἐν τῷ ὁρισμῷ διελθεῖν. ἔστι μὲν οὖν τι σχῆμα καὶ κατὰ
τροπὴν ὑφιστάμενον καὶ ἀπὸ πάθους ἐγγινόμενον136
in Euc
.

137

πληττομένων ἢ διαιρουμένων ἢ ἀφαιρουμένων ἢ προσ‐ θήκας δεχομένων ἢ ἀλλοιουμένων τῶν σχηματιζομένων ἢ ἄλλα παθήματα ποικίλα πασχόντων. ἔστι δὲ καὶ ἀπὸ τέχνης οἷον πλαστικῆς ἢ ἀνδριαντοποιητικῆς ἀπο‐
5γεννώμενον κατὰ τὸν ἐν τῇ τέχνῃ προυπάρχοντα λό‐ γον, τῆς μὲν τέχνης προβαλλούσης τὸ εἶδος, τῆς δὲ ὕλης δεχομένης τὴν μορφὴν καὶ τὸ κάλλος καὶ τὴν εὐσχημοσύνην ἐκεῖθεν. ἔστι δὲ τούτων ἔτι σεμνότερα καὶ διαπρεπέστερα σχήματα, φύσεως δημιουργήματα,
10τὰ μὲν ἐν τοῖς ὑπὸ σελήνην στοιχείοις συνεκτικὰ τῶν ἐν αὐτοῖς λόγων, τὰ δὲ κατ’ οὐρανὸν τάς τε δυνάμεις αὑτῶν ἀφορίζοντα καὶ τὰς κινήσεις. καὶ γὰρ καθ’ ἑαυτὰ καὶ πρὸς ἄλληλα τὰ οὐράνια σώματα πολλὴν καὶ θαυμαστὴν προτείνει σχημάτων ποικιλίαν καὶ ἄλ‐
15λοτε ἄλλας δείκνυσι μορφὰς εἰκόνα φερούσας τῶν νοερῶν εἰδῶν, καὶ ταῖς εὐρύθμοις ἑαυτῶν χορείαις ἀπογράφεται τὰς ἀσωμάτους καὶ ἀΰλους τῶν σχημά‐ των δυνάμεις. ἔστι δ’ αὖ καὶ τούτων ἐπέκεινα κάλλει καθαρώτατα καὶ τελειότατα τὰ σχήματα τῶν ψυχῶν
20ζωῆς ὄντα μεστὰ καὶ αὐτοκίνητα προϋφεστῶτα τῶν ἑτεροκινήτων καὶ ἀΰλως καὶ ἀδιαστάτως ὄντα πρὸ τῶν διαστατῶν καὶ ἐνύλων, περὶ ὧν καὶ ὁ Τίμαιος ἡμᾶς ἀνεδίδαξε τὸ δημιουργικὸν καὶ οὐσιῶδες σχῆμα τῶν ψυχῶν ἀναπλώσας. ἔστι γε μὴν καὶ τῶν ψυχι‐
25κῶν σχημάτων τὰ νοερὰ πολὺ θειότερα πάντη μὲν ὑπερ‐
έχοντα τῶν μεριστῶν οὐσιῶν, πάντη δὲ διαλάμποντα137
in Euc
.

138

τῷ ἀμερίστῳ καὶ νοερῷ φωτί, γόνιμα δὲ καὶ δραστήρια καὶ τελεσιουργὰ τῶν ὅλων καὶ πᾶσιν ἐξ ἴσου παρόντα καὶ ἐν αὐτοῖς μονίμως ἑστῶτα καὶ τοῖς μὲν ψυχικοῖς σχήμασι τὴν ἕνωσιν ἐπάγοντα, τῶν δὲ αἰσθητῶν τὴν
5παράλλαξιν εἰς τὸν οἰκεῖον ὅρον ἀνακαλούμενα. ἔστιν δ’ ἄρα καὶ τούτων ἁπάντων ἐξῃρημένα τὰ τέλεια καὶ ἑνοειδῆ καὶ ἄγνωστα καὶ ἄφραστα σχήματα τῶν θεῶν, ἐποχούμενα μὲν τοῖς νοεροῖς σχήμασι, περατοῦντα δὲ ἡνωμένως τὰ ὅλα σχήματα, συνέχοντα δὲ τὰ πάντα
10τοῖς ἑαυτῶν ἑνιαίοις ὅροις, ὧν καὶ ἡ θεουργία τὰς ἰδιότητας ἀποτυπουμένη τοῖς τῶν θεῶν ἀγάλμασιν ἄλλα ἄλλοις περιβάλλει σχήματα. καὶ τὰ μὲν διὰ τῶν χαρακτήρων ἀρρήτως ἀπεικάζεται—καὶ γὰρ οὗτοι τὰς ἀγνώστους δυνάμεις τῶν θεῶν ἐκφαίνουσιν—
15τὰ δὲ διὰ τῶν μορφωμάτων καὶ τῶν τύπων ἀπομι‐ μεῖται, τὰ μὲν ἑστῶτα τὰ δὲ καθήμενα ποιοῦσα καὶ τὰ μὲν καρδιοειδῆ τὰ δὲ σφαιροειδῆ τὰ δὲ ἄλλως σχηματιζόμενα καὶ τὰ μὲν ἁπλᾶ τὰ δὲ σύνθετα ἐκ πλειόνων μορφῶν καὶ τὰ μὲν σεμνὰ τὰ δὲ ἥμερα καὶ
20τὸ ἵλεον προτείνοντα τῶν θεῶν τὰ δὲ βλοσυρὰ κατα‐ σκευάζουσα σύμβολά τε ἄλλα ἄλλοις προσάγουσα κατὰ τὴν πρὸς τοὺς θεοὺς ἀνήκουσαν συγγένειαν. ἄνωθεν ἄρα τὸ σχῆμα ἀρχόμενον ἀπ’ αὐτῶν τῶν θεῶν δια‐ τείνει μέχρι τῶν ἐσχάτων καὶ τούτοις ἐμφανταζόμενον
25ἀπὸ τῶν πρωτίστων αἰτίων. δεῖ γὰρ πρὸ τῶν ἀτε‐ λῶν ὑφεστάναι τὰ τέλεια καὶ τῶν ἐν ἄλλοις ὄντων
τὰ ἐφ’ ἑαυτῶν ἱδρυμένα καὶ τῶν ἀναπεπλησμένων138
in Euc
.

139

τῆς ἑαυτῶν στερήσεως τὰ τὴν οἰκεῖαν φύσιν εἰλικρινῆ διασώζοντα. Τὰ μὲν οὖν ἔνυλα σχήματα μετέχει τῆς ὑλικῆς ἀσχημοσύνης καὶ οὐκ ἔχει τὴν προσήκουσαν αὐτοῖς
5καθαρότητα, τὰ δὲ οὐράνια μεριστά ἐστι καὶ ἐν ἄλλοις ὑφέστηκε, τὰ δὲ ψυχικὰ διαιρέσεως καὶ ποικιλίας μετ‐ είληφεν καὶ ἀνελίξεως παντοίας, τὰ δὲ νοερὰ μετὰ τῆς ἑνώσεως ἔχει τὴν εἰς πλῆθος πρόοδον, αὐτὰ δὲ τὰ τῶν θεῶν καὶ ἀπόλυτα καὶ ἑνοειδῆ καὶ ἁπλᾶ καὶ γεν‐
10νητικὰ πρὸ τῶν ὅλων ὑφέστηκεν, ἐν ἑαυτοῖς πᾶσαν ἔχοντα τὴν τελειότητα καὶ ἀφ’ ἑαυτῶν τοῖς πᾶσι προ‐ τείνοντα τὴν τελεσιουργίαν τῶν εἰδῶν. οὐκ ἄρα ἡμεῖς ἀνεξόμεθα τῶν πολλῶν λεγόντων, ὅτι τὰ αἰσθητὰ σχή‐ ματα προσθέσεις καὶ ἀφαιρέσεις καὶ ἀλλοιώσεις τινὲς
15ἀπογεννῶσιν. οὐ γὰρ ἂν αἱ κινήσεις ἀτελεῖς οὖσαι τὴν ἀρχικὴν αἰτίαν καὶ πρωτουργὸν ἔχοιεν τῶν ἀπο‐ τελεσμάτων, οὐδ’ ἂν ἐκ τῶν ἐναντίων τὰ αὐτὰ πολ‐ λάκις ἀποτελοῖτο σχήματα—καὶ γὰρ ἐκ προσθέσεως γένοιτο ἂν καὶ ἀφαιρέσεως ἡ αὐτὴ μορφή—ἀλλὰ
20ταῦτα θησόμεθα δουλεύειν ἄλλοις εἰς τὴν γένεσιν, καὶ τὸ τέλος αὐτοῖς ἀπ’ ἄλλων τῶν προηγουμένων αἰτιῶν ἀφορίζεσθαι φήσομεν. οὐδ’ ἄρα τὰ μὲν ἄϋλα σχήματα ἀνυπόστατά ἐστι, τὰ δὲ ἐν τῇ ὕλῃ μόνον ὑφέστηκεν, ὥς πού φασί τινες, ἀλλ’ οὐδ’ ὡς ἕτεροι λέγουσιν, ἔστι
25μὲν ἔξω τῆς ὕλης, κατ’ ἐπίνοιαν δὲ μόνην καὶ κατὰ
ἀφαίρεσιν ἔχει τὴν ὑπόστασιν. ποῦ γὰρ ἡ ἀκρίβεια139
in Euc
.

140

καὶ τὸ κάλλος καὶ ἡ τάξις ἡ τῶν σχημάτων ἐν τοῖς ἐξ ἀφαιρέσεως σώζεσθαι δύναται; τοιαῦτα μὲν γὰρ ὄντα, οἷα τὰ αἰσθητά, πάμπολυ τῆς ἀνελέγκτου καὶ εἰλικρι‐ νοῦς ἀκριβείας ἀπολείπεται, προσλαμβάνοντα δὲ τὸ
5ἀκριβὲς καὶ τὸ τεταγμένον καὶ τὸ τέλειον πόθεν ταῦτα προσλήψεται; ἢ γὰρ ἀπὸ τῶν αἰσθητῶν—ἀλλ’ οὐκ ἦν ἐν ἐκείνοις—ἢ ἀπὸ τῶν νοητῶν (ἐστιν?)—ἀλλὰ τελειότερον ἐν ἐκείνοις—τὸ γὰρ ἀπὸ τοῦ μὴ ὄντος λέγειν πάντων ἀδυνατώτατόν ἐστιν. οὐ γάρ που τὰ
10μὲν ἀτελῆ παρήγαγεν ἡ φύσις, τὰ δὲ τέλεια ἀνυπόστατα ἀφῆκεν, οὐδὲ θέμις τὴν ἡμετέραν ψυχὴν ἀκριβέστερα καὶ τελειότερα καὶ μᾶλλον τεταγμένα τοῦ νοῦ καὶ τῶν θεῶν ἀπογεννᾶν. εἰσὶν ἄρα πρὸ τῶν αἰσθητῶν οἱ αὐτοκίνητοι λόγοι τῶν σχημάτων καὶ οἱ νοεροὶ καὶ
15θεῖοι καὶ ἡμεῖς ἀνακινούμεθα μὲν ἀπὸ τῶν αἰσθητῶν, προβάλλομεν δὲ τοὺς ἔνδον λόγους, εἰκόνας ἄλλων ὄντας, καὶ διὰ τούτων τὰ μὲν αἰσθητὰ παραδειγματι‐ κῶς, τὰ δὲ νοερὰ καὶ θεῖα γινώσκομεν εἰκονικῶς. ἀναπλούμενοι γὰρ οἱ ἐν ἡμῖν λόγοι τὰς μορφὰς τῶν
20θεῶν ἐπιδεικνύουσι καὶ τὰ ἑνοειδῆ τῶν ὅλων πέρατα, δι’ ὧν ἀρρήτως εἰς ἑαυτοὺς ἐπιστρέφουσι πάντα καὶ συνέχουσιν ἐν ἑαυτοῖς. ἐν μὲν οὖν τοῖς θεοῖς καὶ γνῶσίς ἐστιν ὑπερφυὴς τῶν ὅλων σχημάτων καὶ δύ‐ ναμις γεννητικὴ καὶ ὑποστατικὴ τῶν δευτέρων ἁπάν‐
25των, ἐν δὲ ταῖς φύσεσι ποιητικὴν μὲν ἔχει τῶν φαινο‐ μένων τὰ σχήματα δύναμιν, γνώσεως δὲ καὶ τῆς
νοερᾶς εἰδήσεως παρῄρηται, ἐν δὲ ταῖς μερικαῖς ψυχαῖς140
in Euc
.

141

ἡ μὲν ἄϋλος νόησίς ἐστι καὶ ἡ αὐτενέργητος γνῶσις, ἡ δὲ γόνιμος αἰτία καὶ δραστήριος οὐκ ἔστιν. ὥσπερ οὖν ἡ φύσις ποιητικῶς τῶν αἰσθητῶν σχημάτων προ‐ έστηκεν, οὕτως ἡ ψυχὴ κατὰ τὸ γνωστικὸν ἐνεργοῦσα
5προβάλλει περὶ τὴν φαντασίαν ὥσπερ εἰς κάτοπτρον τοὺς τῶν σχημάτων λόγους, ἡ δ’ ἐν εἰδώλοις αὐτὰ δεχομένη καὶ ἐμφάσεις ἔχουσα τῶν ἔνδον ὄντων διὰ τούτων τῇ ψυχῇ παρέχεται τὴν εἰς τὸ εἴσω στροφὴν καὶ πρὸς ἑαυτὴν τὴν ἀπὸ τῶν εἰδώλων ἐνέργειαν·
10οἷον εἴ τις ἑαυτὸν ὁρῶν ἐν κατόπτρῳ καὶ θαυμάσας τὴν τῆς φύσεως δύναμιν καὶ τὴν ἑαυτοῦ μορφὴν ἑαυ‐ τὸν ἰδεῖν θελήσειεν καὶ λάβοι δύναμιν τοιαύτην, ὥστε ὅλως ὁρῶν καὶ ὁρατὸν ἀποτελεσθῆναι. καὶ γὰρ ψυχὴ τοῦτον τὸν τρόπον ἔξω ἑαυτῆς εἰς φαντασίαν βλέ‐
15πουσα καὶ ἐσκιαγραφημένα σχήματα θεωμένη καὶ τὸ κάλλος αὐτῶν ἐκπλαγεῖσα καὶ τὴν τάξιν ἄγαται τοὺς ἑαυτῆς λόγους, ἀφ’ ὧν καὶ ταῦτα, καὶ ἀγασθεῖσα τὸ μὲν τούτων κάλλος ὡς ἐν εἰδώλοις φερόμενον ἀφίησι, ζητεῖ δὲ τὸ ἑαυτῆς, καὶ εἰς τὸ εἴσω παρελθεῖν ἐθέλει,
20καὶ τὸν κύκλον ἐκεῖ καὶ τὸ τρίγωνον ἰδεῖν, καὶ πάντα ἀμερῶς. καὶ ἐν ἀλλήλοις πάντα, καὶ ἓν (?) γενέσθαι πρὸς τὰ ὁρώμενα, καὶ συμπτύξαι τὸ πλῆθος, καὶ τὰ ἐν τοῖς ἀγγείοις τῶν θεῶν καὶ ἀδύτοις κρύφια καὶ ἄρρητα σχήματα θεάσασθαι καὶ ἐκφῆναι τὴν ἀκαλλώ‐
25πιστον τῶν θεῶν εὐμορφίαν καὶ κύκλον ἰδεῖν κέντρου141
in Euc
.

142

παντὸς ἀμερέστερον καὶ τρίγωνον ἀδιάστατον καὶ τῶν ἄλλων ἕκαστον εἰς ἕνωσιν γνωστὸν ἀνῆκον. ἐστὶν δὴ οὖν τὸ μὲν αὐτοκίνητον σχῆμα πρὸ τοῦ ἑτεροκινήτου, τὸ δὲ ἀμέριστον πρὸ τοῦ αὐτοκινήτου, τὸ δὲ ἑνὶ ταὐ‐
5τὸν πρὸ τοῦ ἀμερίστου. πάντα γὰρ εἰς τὰς ἑνάδας ἀνίοντα τελευτᾷ, καὶ γὰρ πᾶσιν ἐκεῖθεν ἡ εἰς τὸ εἶναι πάροδος. Ἀλλὰ ταῦτα μὲν κατὰ τὸ Πυθαγόρειον ἀρέσκον ἐμηκύναμεν, ὁ δὲ γεωμέτρης τὸ ἐν τῇ φαντασίᾳ σχῆμα
10θεωρῶν καὶ τοῦτο πρώτως ὁριζόμενος, εἰ καὶ τοῖς αἰσθητοῖς ὁ λόγος ἐφαρμόττει δευτέρως, τὸ ὑπό τινος ἤ τινων ὅρων περιεχόμενόν φησιν εἶναι τὸ σχῆμα. σὺν ὕλῃ γὰρ ἤδη λαβὼν αὐτὸ καὶ ὡς διαστατὸν φαν‐ ταζόμενον εἰκότως πεπερασμένον καὶ ὡρισμένον ἀπο‐
15καλεῖ. πᾶν γὰρ τὸ ὕλην ἔχον ἢ νοητὴν ἢ αἰσθητὴν ἀλλαχόθεν ἔχει τὸν ὅρον καὶ οὐκ αὐτὸ πέρας ἐστίν, ἀλλὰ πεπερασμένον, οὐ δὲ ἑαυτοῦ ὅρος, ἀλλ’ ἄλλο μὲν ἐν αὐτῷ τὸ ὁρίζον, ἄλλο δὲ τὸ ὁριζόμενον, οὐδὲ ἐν αὐτῷ ἐστιν, ἀλλὰ ὑπ’ αὐτοῦ περιέχεται. τῷ γὰρ
20ποσῷ συμφύεται καὶ μετ’ ἐκείνου συνυφίσταται καὶ γίνεται αὐτῷ ὑποκείμενον τὸ ποσόν. λόγος δὲ ἐκείνου καὶ μορφὴ τὸ σχῆμα καὶ εἶδος. περατοῖ γὰρ αὐτὸ καὶ χαρακτῆρα καὶ ὅρον αὐτῷ τοιόνδε προστίθησιν, ἢ ἁπλοῦν ἢ σύνθετον. ἐπεὶ γὰρ καὶ αὐτὸ τὴν τοῦ πέρα‐
25τος καὶ ἀπείρου δυοειδῆ πρόοδον ἐν τοῖς οἰκείοις142
in Euc
.

143

εἴδεσι προτείνει, καθάπερ δὴ καὶ ὁ τῆς γωνίας λόγος, τὸν μὲν ἕνα ὅρον καὶ τὸ ἁπλοῦν εἶδος ἐπάγει τοῖς ὑφ’ ἑαυτοῦ περιεχομένοις κατὰ τὸ πέρας, τοὺς δὲ πολλοὺς κατὰ τὴν ἀπειρίαν. καὶ διὰ τοῦτο πᾶν τὸ ἐσχηματι‐
5σμένον ἢ ἑνὸς ὅρου μετείληφεν ἢ πλειόνων. ὁ μὲν οὖν Εὐκλείδης τὸ ἐσχηματισμένον σχῆμα καλῶν καὶ τὸ ἔνυλον καὶ τῷ ποσῷ συνυπάρχον περιεχόμενον εἰκότως αὐτὸ προσείρηκεν, ὁ δὲ Ποσειδώνιος πέρας συγ‐ κλεῖον ἀφορίζεται τὸ σχῆμα τὸν λόγον τοῦ σχήματος
10χωρίζων τῆς ποσότητος καὶ αἴτιον αὐτὸν εἶναι τιθέμε‐ νος τοῦ ὡρίσθαι καὶ πεπεράσθαι καὶ τῆς περιοχῆς. τὸ γὰρ κλεῖον ἕτερόν ἐστι τοῦ συγκλειομένου καὶ τὸ πέ‐ ρας τοῦ πεπερασμένου, καὶ δοκεῖ πως ὁ μὲν εἰς τὸν ἔξωθεν περικείμενον ὅρον ἀποβλέπειν, ὁ δὲ εἰς ὅλον
15τὸ ὑποκείμενον, ὥστε τὸν κύκλον ὁ μὲν ἐρεῖ καθ’ ὅλον τὸ ἐπίπεδον εἶναι σχῆμα καὶ τὴν ἔξω περιοχήν, ὁ δὲ κατὰ τὴν περιφέρειαν. ἐνδείκνυται δὲ ὁ μὲν ὅτι τὸ ἐσχηματισμένον ἀφορίζεται καὶ σὺν τῷ ὑποκειμένῳ θεωρούμενον, ὁ δὲ ὅτι τὸν λόγον τοῦ σχήματος αὐτὸν
20τὸν περατοῦντα καὶ συγκλείοντα τὸ ποσὸν ἐμφανίζειν ἐθέλει. εἰ δέ τις λογικὸς ἀνὴρ καὶ κομψὸς αἰτιῷτο τὸν Εὐκλείδιον λόγον ὡς ἀπὸ τῶν εἰδῶν τὸ γένος ἀφοριζόμενον—τὸ γὰρ ὑφ’ ἑνὸς ὅρου περιεχόμενον καὶ τὸ ὑπὸ πλειόνων εἴδη τοῦ σχήματος—λεκτέον
25ἂν εἴη πρὸς αὐτόν, ὅτι κατὰ γένη τὰς δυνάμεις προ‐143
in Euc
.

144

είληφεν τῶν εἰδῶν ἐν ἑαυτοῖς. καὶ ὅταν ἀπὸ τῶν δυνάμεων τῶν ἐν τοῖς γένεσιν ἐθέλωσιν αὐτὰ σαφῆ ποιεῖν, οἱ παλαιοὶ δοκοῦσι μὲν ἀπὸ τῶν εἰδῶν ἐπιχει‐ ρεῖν, κατὰ δὲ τὸ ἀληθὲς αὐτὰ ἀφ’ ἑαυτῶν ἀναδιδά‐
5σκουσι καὶ τῶν ἐν αὐτοῖς δυνάμεων. Ὁ τοίνυν λόγος τοῦ σχήματος εἷς ὢν περιέχει τὰς τῶν πολλῶν σχημάτων διαφορότητας κατὰ τὸ πέρας τὸ ἐν αὐτῷ καὶ τὸ ἄπειρον, καὶ ὁ τοῦτον ὁριζόμενος οὐκ ἂν ἄτοπος εἴη διὰ τοῦ ὁρισμοῦ τὰς διαφορὰς τῶν
10ἐν αὐτῷ δυνάμεων περιλαμβάνων. ἀλλὰ πόθεν πρό‐ εισιν ὁ τοῦ σχήματος λόγος καὶ ἀπὸ ποίων αἰτίων τελειοῦται; λέγω δή, ὅτι πρῶτον μὲν ἐκ τοῦ πέρατος ὑφίσταται καὶ τοῦ ἀπείρου καὶ τοῦ ἐκ τούτων με‐ μιγμένου, διὸ καὶ αὐτὸς τὰ μὲν ἀπογεννᾷ κατὰ τὸ
15πέρας τῶν εἰδῶν, τὰ δὲ κατὰ τὸ ἄπειρον, τὰ δὲ κατὰ τὸ μικτόν, τοῖς μὲν περιφερέσι τὴν τοῦ πέρατος ἰδέαν ἐπάγων, τοῖς δὲ εὐθυγράμμοις τὴν τοῦ ἀπείρου, τοῖς δὲ ἐκ τούτων τὴν τοῦ μικτοῦ. δεύτερον δὲ ἀπὸ τῆς ὁλότητος τελειοῦται τῆς εἰς τὰ ἀνόμοια μέρη διακρινο‐
20μένης, ὅθεν δὴ καὶ αὐτὸς ἑκάστῳ τῶν εἰδῶν ἐπιφέρει τὸ ὅλον, καὶ τῶν σχημάτων ἕκαστον εἰς διάφορα αὐ‐ τῶν εἴδη τέμνεται. καὶ γὰρ ὁ κύκλος εἰς ἀνόμοια τῷ λόγῳ καὶ ἕκαστον τῶν εὐθυγράμμων διαιρετόν ἐστιν, ὃ καὶ αὐτὸς ὁ στοιχειωτὴς ἐν ταῖς διαιρέσεσι πραγμα‐
25τεύεται τὸ μὲν εἰς ὅμοια τὰ δοθέντα σχήματα διαιρῶν, τὸ δὲ εἰς ἀνόμοια. τρίτον ἀπὸ τοῦ παντελοῦς πλήθους
δυναμοῦται καὶ διὰ τοῦτο παντοίας μορφὰς προτείνει144
in Euc
.

145

καὶ γεννᾷ πολυειδεῖς λόγους τῶν σχημάτων καὶ ἑαυτὸν ἐξελίττων οὐ παύεται, μέχρις ἂν εἰς ἔσχατον προέλθῃ καὶ πᾶσαν ἐκφήνῃ τὴν ποικιλίαν τῶν εἰδῶν. καὶ ὥσπερ ἐκεῖ τὸ ἓν τῷ ὄντι καὶ τὸ ὂν ἐν τῷ ἑνὶ δείκνυ‐
5ται συνυπάρχον, οὕτω δὴ καὶ αὐτὸς ἐν τοῖς εὐθυ‐ γράμμοις τὰ περιφερῆ καὶ ἀνάπαλιν τὰ εὐθύγραμμα ἐν τοῖς περιφερέσι συνειλιγμένα δείκνυσι, καὶ τὴν ὅλην ἑαυτοῦ φύσιν καθ’ ἕκαστον οἰκείως προτείνει πάντα τε ταῦτα ἐν πᾶσιν, ὅταν καὶ τὸ ὅλον ἔν τε πᾶσιν
10ὁμοῦ καὶ ἑκάστῳ χωρίς. ταύτην δ’ οὖν τὴν δύναμιν ἀπ’ ἐκείνης ἔχει τῆς τάξεως. τέταρτον ἀπὸ τοῦ πρώ‐ του τῶν ἀριθμῶν ὑποδέχεται τὰ μέτρα τῆς προόδου τῶν εἰδῶν, ὅθεν καὶ ὑφίστησι πάντα κατ’ ἀριθμούς, τὰ μὲν ἁπλουστέρους, τὰ δὲ συνθετωτέρους. τρίγωνα
15γὰρ καὶ τετράγωνα καὶ πεντάγωνα καὶ πάντα τὰ πο‐ λύγωνα συμπρόεισι ταῖς ἐπ’ ἄπειρον τῶν ἀριθμῶν ἐξαλλαγαῖς. διὰ ποίαν δ’ αἰτίαν τοῦτο γίνεται, τοῖς μὲν πολλοῖς ἄγνωστον, τοῖς δὲ εἰδόσι, ποῦ μὲν ἀριθμός, ποῦ δὲ τὸ σχῆμα, καταφανὴς ὁ τῆς αἰτίας ἀπολογισμός.
20πέμπτον ἀπ’ ἄλλης ὁλότητος δευτέρας καὶ εἰς ὁμόχροα διαιρουμένης πληροῦται τῆς εἰς ὅμοια διαιρέσεως τῶν εἰδῶν, καθ’ ἣν καὶ ὁ τριγωνικὸς λόγος εἰς τρίγωνα καὶ ὁ τετραγωνικὸς εἰς τὰ τετράγωνα διαιρεῖται. καὶ τοῦτο τὸ ὅπερ ἔφην καὶ ἐν ταῖς εἰκόσι γυμναζόμενοι
25ποιοῦμεν, πολὺ πρότερον ἐν ταῖς ἀρχαῖς προυφεστηκός.145
in Euc
.

146

Εἰς δὴ ταύτας ἀποβλέποντες τὰς ἀποδόσεις πολλὰ δυνάμεθα περὶ τῶν σχημάτων αἰτιολογεῖν εἰς τὰς ἀρ‐ χὰς ἀναγόμενοι τὰς πρὸ αὐτῶν, καὶ τὸ μὲν ἓν κοινό‐ τερον σχῆμα τοιαύτην ἔλαχε τάξιν καὶ ἀπὸ τοσούτων
5αἰτιῶν παραδέχεται τὴν τελεσιουργίαν, ἐντεῦθεν δὲ πρόεισι ἐπὶ τὰ γένη τῶν θεῶν καὶ κατ’ ἄλλας ἰδέας ἄλλοις ἀπονέμεται καὶ πρὸς ἄλλους ἐνεργεῖ τοῖς μὲν τὰ ἁπλούστερα, τοῖς δὲ τὰ ἐκ τούτων ἀποδιδόναι σχή‐ ματα, καὶ τοῖς μὲν τὰ πρωτουργὰ καὶ ἐν ταῖς ἐπι‐
10φανείαις ἀπογεννώμενα, τοῖς δὲ τῶν στερεῶν ἐπιβαί‐ νουσιν ὄγκων τὰ προσήκοντα τῶν ἐν τοῖς στερεοῖς σχημάτων ἀφορίζον, πάντων μὲν ἐν πᾶσιν ὄντων— αἱ γὰρ τῶν θεῶν μορφαὶ παντελεῖς εἰσι καὶ πλήρεις τῶν ὅλων δυνάμεων—ἀλλὰ τῆς ἰδιότητος ἄλλῳ κατ’
15ἄλλο προβεβλημένης. ὁ μὲν γὰρ κυκλικῶς ἔχει πάντα, ὁ δὲ τριγωνικῶς, ὁ δὲ τετραγωνικῶς, καὶ ἐπὶ τῶν στε‐ ρεῶν ὡσαύτως. Def. XV. XVI. Κύκλος ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀφ
20ἑνὸς σημείου τῶν ἐντὸς τοῦ σχήματος κειμέ‐ νων πᾶσαι αἱ προσπίπτουσαι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσ. κέντρον δὲ τοῦ κύκλου τὸ ση‐
μεῖον καλεῖτα
ι. Τὸ πρώτιστον καὶ ἁπλούστατον τῶν σχημάτων
25καὶ τελειότατον ὁ κύκλος ἐστί. τῶν μὲν γὰρ στερεῶν146
in Euc
.

147

πάντων ὑπερφέρει τῷ ἐν ἁπλουστέρᾳ τάξει τὴν ὕπαρ‐ ξιν ἔχειν, τῶν δὲ ἐν τοῖς ἐπιπέδοις ὑφισταμένων τῇ ὁμοιότητι καὶ ταυτότητι τὴν ὑπεροχὴν ἔλαχεν. καί ἐστιν ἀνάλογον τῷ πέρατι καὶ τῇ μονάδι καὶ ὅλως τῇ
5ἀμείνονι συστοιχίᾳ. διὸ καὶ τῶν ἐγκοσμίων καὶ τῶν ὑπερκοσμίων τὰς διαιρέσεις ποιούμενος ἀεὶ τῆς θειο‐ τέρας φύσεως εὑρήσεις ὄντα τὸν κύκλον. εἰ μὲν γὰρ εἰς οὐρανὸν καὶ γένεσιν διαιροῖς τὸ πᾶν, τῷ μὲν οὐρανῷ τὸ κυκλικὸν εἶδος ἀποδώσεις, τῇ δὲ γενέσει
10τὸ εὐθύ. καὶ γὰρ ὅσον ἐστὶν ἐν τοῖς γενητοῖς κυκλι‐ κὸν ἔν τε ταῖς μεταβολαῖς καὶ τοῖς σχήμασιν, ἄνωθεν ἀπὸ τοῦ οὐρανοῦ καθήκει. διὰ γὰρ τὴν ἐκείνου κυκλο‐ φορίαν ἡ γένεσις ἀνακυκλεῖται πρὸς ἑαυτὴν καὶ τὴν ἀνίδρυτον παράλλαξιν εἰς τεταγμένην ἀνάγει περίοδον,
15—εἰ δὲ εἰς ψυχὴν καὶ νοῦν τὰ ἀσώματα διακρίνοις, νοερὸν μὲν ἂν εἴποις εἶναι τὸν κύκλον, ψυχικὸν δὲ τὸ εὐθύ. διὸ καὶ ἡ ψυχὴ κατὰ τὴν πρὸς νοῦν ἐπιστρο‐ φὴν κατὰ κύκλον περιάγεσθαι λέγεται. καὶ ὅπερ ἡ γένεσις πρὸς τὸν οὐρανόν, τοῦτο ἡ ψυχὴ πρὸς τὸν
20νοῦν. κύκλῳ γὰρ κινεῖται (φησὶν ὅτι νοῦν μιμεῖται?). ἡ δὲ γένεσις τῆς ψυχῆς· τὸ γὰρ ἄλλοτε ἐν ἄλλοις εἴδεσι γίνεσθαι ψυχῆς ἴδιον, —εἰ δὲ εἰς σῶμα καὶ ψυχὴν ἐθέλοις διαιρεῖν, πᾶν μὲν τὸ σωματικὸν τῆς τοῦ εὐθέως μερίδος θήσεις, πᾶν δὲ τὸ ψυχικὸν τῆς τοῦ κύκλου
25ταυτότητος καὶ ὁμοιότητος μετέχειν. τὸ μὲν γὰρ σύν‐ θετόν ἐστι καὶ ποικίλον ταῖς δυνάμεσιν, ὥσπερ τὰ εὐθύγραμμα σχήματα, τὸ δὲ ἁπλοῦν καὶ νοερόν, αὐτο‐
κίνητον καὶ αὐτενέργητον, πρὸς ἑαυτὸ ἐστραμμένον147
in Euc
.

148

καὶ περὶ αὑτὸ ἐνεργοῦν, ὅθεν δὴ καὶ ὁ Τίμαιος διὰ τῶν εὐθυγράμμων ὑποστήσας τὰ στοιχεῖα τοῦ παντὸς τὴν κατὰ κύκλον αὐτοῖς κίνησιν καὶ διαμόρφωσιν ἐκ τῆς ἐποχουμένης τῷ κόσμῳ δέδωκε ψυχῆς.
5 Ἀλλ’ ὅτι μὲν πανταχοῦ τὸ πρωτεῖον ὁ κύκλος ἔλα‐ χεν ὡς πρὸς τὰ ἄλλα σχήματα, δῆλον ἐκ τῶν προειρη‐ μένων, δεῖ δὲ καὶ τὴν πᾶσαν αὐτοῦ σειρὰν θεωρεῖν ἄνωθεν ἀρχομένην καὶ τελευτῶσαν ἄχρι τῶν ἐσχάτων καὶ πάντα τελειοῦσαν κατὰ τὴν ἐπιτηδειότητα τῶν δε‐
10χομένων αὐτοῦ τὴν μετουσίαν. τοῖς μὲν οὖν θεοῖς ἐπιστροφὴν καὶ ἕνωσιν παρέχεται πρὸς τὰς ἑαυτῶν αἰτίας καὶ τὸ μένειν ἐν ἑαυτοῖς καὶ μὴ ἐξίστασθαι τῆς οἰκείας μακαριότητος, τὰς μὲν ἄκρας αὐτῶν ἑνώσεις ὡς κέντρα προστησάμενος ἐφετὰ τοῖς δευτέροις, τὰ δὲ
15πλήθη τῶν ἐν αὐτοῖς δυνάμεων περὶ ἐκεῖνα σταθερῶς ἱδρύων καὶ διὰ τὴν ἐκείνων ἁπλότητα συνέχων, ταῖς δὲ νοεραῖς οὐσίαις τὸ πρὸς ἑαυτὰς ἐνεργεῖν διαιωνίως, παρέχων καὶ παρ’ ἑαυτῶν πληροῦσθαι τῆς γνώσεως ἐν ἑαυταῖς τε συνῃρηκέναι τὰ νοητὰ καὶ ἀφ’ ἑαυτῶν
20τὰς νοήσεις τελειοῦν. πᾶς γὰρ νοῦς καὶ τὸ νοητὸν ἑαυτῷ προτείνει, καὶ τοῦτο μὲν ὡς κέντρον ἐστὶν τῷ νῷ, ὁ δὲ νοῦς συνέχει περὶ αὐτὸ καὶ ἐρᾷ καὶ ἑνίζεται πρὸς αὐτὸ ταῖς νοεραῖς ὅλαις πανταχόθεν ἐνεργείαις. ταῖς δὲ ψυχαῖς ἐπιλάμπει τὸ αὐτόζωον, τὸ αὐτοκίνη‐
25τον, τὸ πρὸς νοῦν ἐστράφθαι καὶ περιχορεύειν τὸν148
in Euc
.

149

νοῦν, τὸ ἀποκαθίστασθαι κατὰ τὰς οἰκείας περιόδους ἀνελιττούσας τοῦ νοῦ τὴν ἀμέρειαν. πάλιν γὰρ αἱ μὲν νοεραὶ τάξεις ὥσπερ τὰ κέντρα τὴν ὑπεροχὴν ἕξουσι πρὸς τὰς ψυχάς, αἱ δὲ ψυχαὶ περὶ αὐτὰς κατὰ
5κύκλον ἐνεργήσουσι. καὶ γὰρ πᾶσα ψυχὴ κατὰ μὲν τὸ νοερὸν ἑαυτῆς καὶ αὐτὸ τὸ ἓν τὸ ἀκρότατον κεκέν‐ τρωται, κατὰ δὲ τὸ πλῆθος κυκλικῶς περιπορεύεται, περιπτύξασθαι ποθοῦσα τὸν ἑαυτῆς νοῦν, —τοῖς δὲ οὐρανίοις σώμασιν τὴν πρὸς τὸν νοῦν ἀφομοίωσιν,
10τὴν ὁμοιότητα, τὴν ὁμαλότητα, τὴν ἐν πέρασι τῶν ὅλων περιοχήν, τὰς ἐν μέτροις ὡρισμένοις ἀνακυκλή‐ σεις, τὴν ἀίδιον ὑπόστασιν, τὸ ἄναρχον καὶ ἀτελεύτη‐ τον, ἅπαντα τὰ τοιαῦτα, —τοῖς δὲ ὑπὸ σελήνην στοι‐ χείοις τὴν περίοδον τὴν ἐν ταῖς μεταβολαῖς, τὴν πρὸς
15τὸν οὐρανὸν ἀπεικασίαν, τὸ ἐν τοῖς γενητοῖς ἀγένητον καὶ ἐν τοῖς κινουμένοις ἑστὼς καὶ ἐν τοῖς μεριστοῖς ὡρισμένον· πάντα γὰρ ἀεὶ ἔστι διὰ τὸν κύκλον τῆς γενέσεως· καὶ τὸ ἰσοκρατὲς ἐν πᾶσι διὰ τὴν ἀνταπό‐ δοσιν τῆς φθορᾶς. εἰ γὰρ μὴ ἀνέκαμψεν ἡ γένεσις,
20ταχὺ ἂν ἡ τάξις αὐτῶν διελύθη καὶ ἡ σύμπασα δια‐ κόσμησις, —τοῖς δ’ αὖ ζώοις καὶ φυτοῖς τὴν ἐν ταῖς ἀπογεννήσεσιν ὁμοιότητα ἐνδίδωσιν. ἔκ τε γὰρ τῶν σπερμάτων ταῦτα γίνεται καὶ σπέρματα ἐκ τούτων, γένεσίς τε ἐξ ἀλλήλων ἀποτελεῖται καὶ ἀνακύκλησις
25ἀπό τε τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον καὶ ἔμπαλιν, ἵνα καὶ φθίσις ᾖ μετὰ τῆς γενέσεως, —τοῖς δέ γε παρὰ
φύσιν λεγομένοις τάξιν ἐπιτίθησιν καὶ τὴν ἀοριστίαν149
in Euc
.

150

αὐτῶν εἰς ὅρον περιάγει καὶ διακοσμεῖ, καὶ ταῦτα δεόντως τοῖς τελευταίοις ἴχνεσι τῶν ἑαυτοῦ δυνάμεων· διὸ καὶ κατὰ ἀριθμοὺς ὡρισμένους ἀνακυκλεῖται καὶ οὐ φοραὶ μόνον ἀλλὰ καὶ ἀφορίαι κατὰ τὰς περιτροπὰς
5ὑφίστανται τῶν κύκλων, ὡς ὁ τῶν μουσῶν λόγος, καὶ πάντα τὰ κακὰ εἰ καὶ ἀπέρριπται τῶν θεῶν εἰς τὸν θνητῶν τόπον, ἀλλὰ περιπολεῖ καὶ ταῦτα, φησὶν ὁ Σωκράτης, καὶ μέτεστι καὶ τούτοις τῆς κυκλικῆς περιόδου καὶ τάξεως, ἵνα μηδὲν ἄκρατον ᾖ κακόν,
10μηδὲ ἔρημον τῶν θεῶν, ἀλλ’ ἡ τελεσιουργὸς πρόνοια τῶν ὅλων καὶ τὴν ἀπέραντον τῶν κακῶν ποικιλίαν εἰς ὅρον περιάγῃ καὶ τάξιν τὴν αὐτοῖς πρέπουσαν. Πάντα ἄρα διακεκόσμηκεν ἡμῖν ὁ κύκλος ἄχρι τῶν μεταδόσεων τῶν τελευταίων καὶ οὐδὲν ἄμοιρον
15ἀφῆκεν τῆς ἑαυτοῦ μεταδόσεως, κάλλος καὶ ὁμοιότητα καὶ εἰδοποιΐαν καὶ τελειότητα χορηγῶν. διὸ καὶ ἐν τοῖς ἀριθμοῖς τὰ μέσα κέντρα συνέχει τῆς προόδου συμπάσης τῶν ἀριθμῶν, τῆς ἀπὸ μονάδος ἄχρι δεκά‐ δος ἀνελιττομένης. ἡ γὰρ πεμπτὰς καὶ ἡ ἑξὰς ἐκ πάν‐
20των τὴν κυκλικὴν ἐπιδείκνυνται δύναμιν ἐν τοῖς ἀφ’ ἑαυτῶν προόδοις εἰς αὑτὰς πάλιν ἐπιστρεφόμεναι.
πολλαπλασιαζόμεναι γὰρ εἰς αὑτὰς καταλήγουσι. προ‐150
in Euc
.

151

όδου μὲν οὖν ὁ πολλαπλασιασμὸς εἰκών, εἰς πλῆθος ἐκτεινόμενος, ἐπιστροφῆς δὲ ἡ εἰς τὸ αὐτὸ κατάληξις εἶδος. τὸ δὲ συναμφότερον ἡ κυκλικὴ παρέχεται δύ‐ ναμις ἀνεγείρουσα μὲν ἀπὸ τοῦ μένοντος οἷον κέντρου
5τὰς γεννητικὰς αἰτίας τοῦ πλήθους, συνελίσσουσα δὲ μετὰ τὰς ἀπογεννήσεις ἐπὶ τὰ αἴτια τὸ πλῆθος. δύο τοίνυν ἀριθμοὶ τὸ μέσον πάντων κατέχουσι τὴν ἰδιό‐ τητα, καὶ ὁ μὲν παντὸς ἡγεῖται τοῦ ἐπιστρεπτικοῦ γένους τῶν ἀρρένων καὶ τῆς περιττοῦ φύσεως, ὁ δὲ
10πᾶν τὸ θῆλυ καὶ ἄρτιον καὶ τῆς γονίμου σειρᾶς ἀνα‐ καλεῖται πρὸς τὰς οἰκείας ἀρχὰς κατὰ τὴν κυκλικὴν δύναμιν. Ἀλλὰ ταῦτα μὲν μέχρι τούτων διαπεπεράνθω, τὴν δὲ μαθηματικὴν ἀπόδοσιν τοῦ κύκλου θεωρήσομεν εἰς
15πέρας ἀκριβείας ἥκουσαν. σχῆμα μὲν οὖν αὐτὸν ἔθετο διότι δὴ πεπέρασται καὶ περιέχεται πανταχόθεν ὑφ’ ἑνὸς ὅρου καὶ οὐκ ἔστι τῆς ἀπείρου φύσεως, ἀλλὰ τῷ πέρατι σύστοιχος, καὶ ἐπίπεδον δὲ αὖ, καθόσον τῶν σχημάτων ἢ ἐν ἐπιφανείαις ὁρωμένων ἢ ἐν στερεοῖς,
20ὁ κύκλος τῶν ἐπιπέδων ἐστὶ τὸ πρώτιστον, ἁπλότητι μὲν τῶν στερεῶν ὑπερφέρων, μονάδος δὲ πρὸς τὰ ἐπίπεδα λόγον ἔχων, ὑπὸ μιᾶς δὲ γραμμῆς περιεχόμε‐ νον, ὡς τῷ ἑνὶ προσήκοντα καὶ κατὰ τὸ ἓν ἀφοριζό‐
μενον, τὴν δὲ ποικιλίαν τῶν περικειμένων ἔξωθεν151
in Euc
.

152

ὅρων οὐ παραδεχόμενον, πρὸς δὲ ταύτην τὴν γραμ‐ μὴν ἴσας ἔχοντα πάσας τὰς ἀφ’ ἑνὸς σημείου τῶν ἐντὸς αὐτοῦ κειμένων, διότι καὶ τῶν ὑπὸ μιᾶς ὁριζο‐ μένων γραμμῆς τὰ μὲν ἐκ μέσου πάσας ἴσας ἔχει, τὰ
5δὲ οὐ πάσας. καὶ γὰρ ἡ ἔλλειψις ὑπὸ μιᾶς περιέχεται γραμμῆς, ἀλλ’ οὐ πᾶσαι αἱ πρὸς αὐτὴν ἀπὸ τοῦ κέν‐ τρου ἴσαι εἰσὶν, ἀλλὰ δύο μόνον, καὶ τὸ ἀπολαμβανό‐ μενον ἐπίπεδον ὑπὸ τῆς κισσοειδοῦς γραμμῆς μίαν ἔχει τὴν περιέχουσαν, ἀλλ’ οὐκέτι κέντρον ἐστὶν ἐπ’
10αὐτῆς καὶ ἀπὸ τούτου πᾶσαι ἴσαι. ἐπειδὴ δὲ τὸ κέν‐ τρον ἐν τῷ κύκλῳ πάντως ἕν ἐστι σημεῖον—πλείω γὰρ ἑνὸς οὐκ ἔστι κέντρα—διὰ τοῦτο προσέθηκε τὸ ἀφ’ ἑνὸς σημείου τὰς πρὸς τὸν ὅρον τοῦ κύκλου προσπιπτούσας ἴσας εἶναι γραμμάς. ἄπειρα μὲν γὰρ
15ἐντὸς αὐτοῦ σημεῖα, τῶν δὲ ἀπείρων ἓν μόνον τὴν τοῦ κέντρου δύναμιν ἔχει. καὶ ἐπειδὴ τὸ ἓν τοῦτο σημεῖον, ἀφ’ οὗ πᾶσαι αἱ τῇ τοῦ κύκλου περιφερείᾳ προσπίπτουσαι ἴσαι εἰσίν, ἢ ἐντός ἐστι τοῦ κύκλου ἢ ἐκτός—καὶ γὰρ ἕκαστος κύκλος ἔχει πόλον, ἀφ’ οὗ
20αἱ ἐπὶ τὴν περιφέρειαν ἀγόμεναι ἴσαι τυγχάνουσιν οὖσαι—διὰ τοῦτο προσέθηκεν τὸ τῶν ἐντὸς τοῦ σχήματος κειμένων σημείων καὶ οὐδὲ τοῦτο μάτην πεποίηκεν, τὸ κέντρον μόνον λαμβάνων, ἀλλ’ οὐ τὸν πόλον. ἐπείπερ ἐν ἑνὶ ἐπιπέδῳ πάντα θεωρεῖν ἐθέλει,
25ὁ δὲ πόλος τοῦ ὑποκειμένου ἐπιπέδου μετεωρότερός ἐστιν, ἀναγκαίως ἄρα καὶ ἐπὶ τέλει προσέθηκεν, ὅτι τοῦτο τὸ σημεῖον, ὃ δὴ κεῖται μὲν ἐντὸς τοῦ κύκλου,
πᾶσαι δὲ αἱ ἀπ’ αὐτοῦ προσπίπτουσαι πρὸς τὴν περι‐152
in Euc
.

153

φέρειαν ἴσαι εἰσίν, κέντρον ἐστὶ τοῦ κύκλου. δύο γὰρ μόνα σημεῖα τοιαῦτά ἐστιν, ὁ πόλος καὶ τὸ κέντρον, ἀλλ’ ὁ μὲν ἐκτὸς τοῦ ἐπιπέδου, τὸ δὲ ἐντός· οἷον εἰ νοήσειας γνώμονα κατὰ τὸ κέντρον ἑστῶτα τοῦ κύκλου,
5τὸ ἄκρον αὐτοῦ τὸ ἄνω πόλος ἐστί. πᾶσαι γὰρ αἱ ἀπ’ αὐτοῦ φερόμεναι ἐπὶ τὴν τοῦ κύκλου περιφέρειαν ἴσαι ἀλλήλαις ἀποδείκνυνται. κατὰ τὰ αὐτὰ δὲ καὶ ἐν τῷ κώνῳ ἡ τοῦ παντὸς κορυφὴ πόλος ἐστὶ τοῦ κατὰ τὴν βάσιν κύκλου.
10 Διώρισται οὖν ἐνταῦθα, τί μὲν ὁ κύκλος ἐστί, τί δὲ τὸ κέντρον καὶ ἡ ἐν τῷ κύκλῳ τιθεμένη περιφέρεια, τί δὲ τὸ ὅλον σχῆμα· πάλιν οὖν ἐκ τούτων εἰς τὴν τῶν παραδειγμάτων ἀναδράμωμεν θεωρίαν καὶ νοήσω‐ μεν ἐν ἐκείνοις τὸ μὲν κέντρον ἑκασταχοῦ κατὰ τὴν
15ἑνιαίαν καὶ ἀμέριστον καὶ μόνιμον ὑπεροχήν, τὰς δὲ ἀπὸ τοῦ κέντρου διαστάσεις τὰς ἀπὸ τοῦ ἑνὸς προ‐ όδους εἰς πλῆθος ἄπειρον κατὰ τὴν δύναμιν, τὴν δὲ περιφέρειαν τοῦ κύκλου κατὰ τὴν ἐπιστροφὴν τῶν προελθόντων τὴν ἐπὶ τὸ κέντρον, καθ’ ἣν ἑλίσσεται
20τὰ πλήθη τῶν δυνάμεων εἰς τὴν ἑαυτῶν ἕνωσιν καὶ πάντα εἰς ἐκείνην σπεύδει καὶ περὶ ἐκείνην ἐνεργεῖν ἐφίεται, καὶ ὥσπερ ἐν τῷ κύκλῳ πάντα ἅμα ἐστὶ τὸ κέντρον, αἱ διαστάσεις, ἡ ἐκτὸς περιφέρεια, οὕτω δὴ καὶ ἐν ἐκείνοις οὐ τὰ μὲν προυπάρχει κατὰ χρόνον
25τὰ δὲ ἐπιγίνεται, ἀλλὰ ὁμοῦ μὲν πάντα, καὶ ἡ μονὴ καὶ ἡ πρόοδος καὶ ἡ ἐπιστροφή. διαφέρει δὲ ταῦτα ἐκείνων τῷ τὰ μὲν ἀδιαιρέτως εἶναι καὶ ἀδιαστάτως,
τὰ δὲ διῃρημένως, ἀλλαχοῦ μὲν τὸ κέντρον, ἀλλαχοῦ153
in Euc
.

154

δὲ τὰς ἐκ τοῦ κέντρου γραμμάς, ἀλλαχοῦ δὲ τὴν ἐκτὸς περιφέρειαν τὸν κύκλον ὁρίζουσαν, ἐκεῖ δὲ ἐν ἑνὶ πάντα, κἂν τὸ (?) οἷον κέντρον λάβῃς, ἐν τούτῳ πάντα εὑρήσεις, κἂν τὴν διισταμένην ἀπὸ τούτου πρόοδον,
5καὶ ταύτην ἔχουσαν τὰ πάντα, κἂν τὴν ἐπιστροφήν, ὡσαύτως. πάντ’ οὖν ἐν ἀλλήλοις ἰδὼν καὶ τὴν ἀπὸ τῆς διαστάσεως ἐλάττωσιν ἀφελὼν καὶ τὴν θέσιν ταύτην, περὶ ἣν ὁ μερισμός, ἀφανίσας εὑρήσεις τὸν ὄντως ὄντα κύκλον αὐτὸν ἐν ἑαυτῷ προιόντα καὶ ὁρί‐
10ζοντα ἑαυτὸν καὶ ἐνεργοῦντα πρὸς ἑαυτόν, ἕν τε ὄντα καὶ πολλά, μένοντα καὶ προιόντα καὶ ἐπιστρέφοντα, καὶ τὸ μὲν ἀμερέστατον ἑαυτοῦ καὶ ἑνικώτατον ἱδρύ‐ οντα σταθερῶς, πάντη δὲ ἀπὸ τούτου κινούμενον κατὰ τὸ εὐθὺ καὶ τὴν ἀπειρίαν τὴν ἐν αὐτῷ, συνελισ‐
15σόμενον δὲ εἰς τὸ ἓν ἀφ’ ἑαυτοῦ καὶ διὰ τῆς ὁμοιότη‐ τος καὶ ταυτότητος ἀνεγειρόμενον εἰς τὸ ἀμερὲς τῆς ἑαυτοῦ φύσεως καὶ τὸ κεκρυμμένον ἐν αὐτῷ τοῦ ἑνός, ὃ δὴ καὶ ἐγκολπισάμενος καὶ περιθέων ὁμοιοῦται πρὸς αὐτὸ καὶ τῷ ἑαυτοῦ πλήθει. καὶ γὰρ τὸ ἐπιστρέφον
20μιμεῖται τὸ μεῖναν, καὶ τὸ περιφερὲς οἷον κέντρον ἐστὶ διαστὰν καὶ συνεύει πρὸς αὐτὸ κεντρωθῆναι σπεῦδον καὶ ἓν πρὸς ἐκεῖνο γενέσθαι, καὶ ἀφ’ οὗ τὴν ἀρχὴν ἔσχεν ἡ πρόοδος, εἰς τοῦτο περατῶσαι τὴν ἐπι‐ στροφήν. τοιοῦτον γὰρ πανταχοῦ τὸ κέντρον ἐν ἐφε‐
25τοῦ τάξει προτεταγμένον τοῖς περὶ αὐτὸ τὴν ὑπόστασιν λαχοῦσιν καὶ πασῶν ἀρχηγὸν τῶν πεπληθυσμένων
προόδων, ὃ καὶ τὸ μαθηματικὸν κέντρον ἀποτυποῦται,154
in Euc
.

155

πάσας τὰς ἀφ’ ἑαυτοῦ πρὸς τὴν περιφέρειαν γραμμὰς περατοῦν καὶ τὴν ἰσότητα αὐταῖς εἰκόνα τῆς οἰκείας ἑνώσεως παρέχον. οὕτω δὲ καὶ τὰ λόγια τὸ κέντρον ἀφορίζεται
5 κέντρον, ἀφ’ οὗ πᾶσαι μέχρις ἄντυγος ἴσαι ἔασιν. Ἀλλ’ ὡς μὲν τῆς διαστάσεως ἀρχὴ τῶν γραμμῶν τῷ „ἀφ’ οὗ“ σημαίνεται, ὡς δὲ μέσον τῆς περιφερείας τῷ „πρὸς ὅ“. πρὸς γὰρ τὸ κέντρον αὕτη συνάγεται κατὰ πᾶσαν ἑαυτήν. εἰ δὲ δεῖ καὶ τὴν αἰτίαν εἰπεῖν
10τὴν πρώτην, καθ’ ἣν ἀνεφάνη τὸ κυκλικὸν σχῆμα καὶ ἐτελειώθη, τὴν ἀκροτάτην ἂν εἴποιμι τάξιν τῶν νοη‐ τῶν. τὸ μὲν γὰρ κέντρον τῇ τοῦ πέρατος αἰτίᾳ προσ‐ έοικεν, αἱ δὲ ἀπὸ τούτου γραμμαὶ καὶ τῷ πλήθει ἄπειροι καὶ τῷ μεγέθει, ὅσον ἐφ’ ἑαυταῖς, τὴν ἀπειρίαν
15ἀποτυποῦνται, ἡ δὲ περατοῦσα τὴν τούτων ἀόριστον ἔκτασιν γραμμὴ καὶ πάλιν εἰς τὸ κέντρον συνάγουσα αὐτὴν τῷ ἐκ τούτων ὑποστάντι κρυφίῳ διακόσμῳ [ὡμοί‐ ωται?], ὃν καὶ Ὀρφεὺς κατὰ κύκλον φησὶ φέρεσθαι
τὸ δ’ ἀπειρέσιον κατὰ κύκλον
20 ἀτρύτως ἐφορεῖτο περὶ γὰρ τὸ νοητὸν κινούμενον νοητῶς καὶ οἷον κέν‐ τρον ἐκεῖνο τῆς ἑαυτοῦ φορᾶς ἔχον εἰκότως λέγεται κυκλικῶς ἐνεργεῖν. διὸ καὶ ἀπὸ τούτου πρόεισιν ὁ τριαδικὸς θεός, καὶ τῆς τῶν εὐθυγράμμων σχημάτων
25προόδου τὴν πρωτίστην αἰτίαν ἐν ἑαυτῷ περιλαβών.
ἐντεῦθεν γὰρ αὐτῷ καὶ τὴν προσηγορίαν ἔθεντο οἱ155
in Euc
.

156

σοφοὶ καὶ τῶν θεολογικῶν οἱ μυστικώτατοι. πρώτι‐ στον δὲ καὶ τῶν εὐθυγράμμων τὸ τρίγωνον. ἀναφαί‐ νεται μὲν οὖν τὰ σχήματα πρώτως ἐν ταῖς ἐφεξῆς διακοσμήσεσιν τῶν θεῶν, ὑφίσταται δὲ κατὰ τὰς ἐν
5τοῖς νοητοῖς προυπαρχούσας κρυφίους αἰτίας. Def. XVII. Διάμετρος δὲ τοῦ κύκλου ἐστὶν εὐθεῖά τις διὰ τοῦ κέντρου ἠγμένη καὶ περα‐ τουμένη ἐφ’ ἑκάτερα τὰ μέρη ὑπὸ τῆς τοῦ κύκλου περιφερείας, ἥτις καὶ δίχα τέμνει τὸν
10
κύκλο
ν. Σαφῶς ἐδήλωσεν αὐτὸς ὁ στοιχειωτής, ὅτι οὐ πᾶσαν ὁρίζεται διάμετρον, ἀλλὰ τὴν κυκλικήν, ἐπεὶ καὶ τετραγώνων ἔστι διάμετρος καὶ ὅλως παραλληλο‐ γράμμων, ἔστι δὲ καὶ σφαίρας ἐν τοῖς στερεοῖς σχή‐
15μασιν. ἀλλ’ ἐπὶ μὲν τούτων καὶ διαγώνιος προσαγο‐ ρεύεται, ἐπὶ δὲ τῆς σφαίρας καὶ ἄξων καλεῖται, διάμε‐ τρος δὲ μόνως ἐπὶ τῶν κύκλων, ἐπεὶ καὶ τῆς ἐλλείψεως ἄξονα λέγειν εἰώθασι καὶ τοῦ κυλίνδρου καὶ τοῦ κώνου, τοῦ δὲ κύκλου διάμετρον ἰδίως. αὕτη τοίνυν
20εὐθεῖα μέν ἐστι τῷ γένει, πολλῶν δὲ οὐσῶν εὐθειῶν ἐν τῷ κύκλῳ καθάπερ καὶ σημείων (?). ἀπείρων μὲν οὖν ὥσπερ ἕν τι τῶν σημείων τὸ κέντρον ἐστίν, οὕτω
δὴ καὶ ἡ διάμετρος αὕτη καλεῖται μόνον ἡ διὰ τοῦ156
in Euc
.

157

κέντρου χωροῦσα καὶ μήτε ἐντὸς ἀπολήγουσα τῆς περι‐ φερείας μήτε ὑπερβαίνουσα τὸν ταύτης ὅρον, ἀλλὰ περατουμένη ὑπ’ αὐτῆς ἐφ’ ἑκάτερα. καὶ ταῦτα μὲν τὴν γένεσιν ἐπιδείκνυσιν αὐτῆς, τὸ δὲ ἐπὶ τέλει προσ‐
5τεθέν, ὅτι καὶ δίχα τέμνει τὸν κύκλον, τὴν ἰδίαν αὐτῆς εἰς τὸν κύκλον ἐνέργειαν δηλοῖ παρὰ πάσας τὰς ἄλλας εὐθείας τὰς διὰ τοῦ κέντρου ἠγμένας μὴ δὲ περατουμένας ὑπὸ τῆς περιφερείας ἐφ’ ἑκάτερα τὰ μέρη.
10 Τὸ μὲν οὖν διχοτομεῖσθαι τὸν κύκλον ὑπὸ τῆς διαμέτρου πρῶτον Θαλῆν ἐκεῖνον ἀποδεῖξαί φασιν, αἰτία δὲ τῆς διχοτομίας ἡ τῆς εὐθείας ἀπαρέγκλιτος διὰ τοῦ κέντρου χώρησις. φερομένη γὰρ διὰ τοῦ μέ‐ σου καὶ ἀεὶ φυλάττουσα τὴν αὐτὴν κίνησιν ἀρρεπῆ
15πρὸς τὰ ἀμφότερα κατὰ πάντα ἑαυτῆς τὰ μέρη τὸ ἴσον ἐπ’ ἀμφότερα ἀφαιρεῖ πρὸς τὴν τοῦ κύκλου περι‐ φέρειαν. εἰ δὲ καὶ διὰ μαθηματικῆς ἐφόδου δεικνύειν αὐτὸ ἐθέλοις, νόησον ἠγμένην τὴν διάμετρον καὶ θά‐ τερον τοῦ κύκλου μέρος ἐπὶ τὸ λοιπὸν συναρμοζόμενον.
20εἰ γὰρ μή ἐστιν ἴσον, ἢ ἐντὸς πεσεῖται ἢ ἐκτός· ὁπο‐ τέρως δ’ ἂν ἔχῃ, συμβήσεται τὴν ἐλάσσονα εὐθεῖαν ἴσην εἶναι τῇ μείζονι· πᾶσαι γὰρ αἱ ἀπὸ τοῦ κέντρου πρὸς τὴν περιφέρειαν ἴσαι. ἔσται οὖν καὶ ἡ πρὸς τὴν
ἐκτὸς τῇ πρὸς τὴν ἐντὸς ἴση. τοῦτο δὲ ἀδύνατον.157
in Euc
.

158

ἐφαρμόζει ἄρα, ὥστε ἴσα ἐστίν. δίχα ἄρα ἡ διάμετρος τέμνει τὸν κύκλον. ἀλλ’ εἰ μιᾶς οὔσης διαμέτρου δύο ἡμικύκλια γίνεται, ἄπειροι δὲ διάμετροι διὰ τοῦ κέν‐ τρου ἄγονται, συμβήσεται διπλάσια τῶν ἀπείρων εἶναι
5κατ’ ἀριθμόν. ταῦτα γὰρ ἀποροῦσί τινες πρὸς τὴν ἐπ’ ἄπειρον τομὴν τῶν μεγεθῶν, ἡμεῖς δὲ λέγομεν, ὅτι τέμνεται μὲν ἐπ’ ἄπειρον τὸ μέγεθος οὐκ εἰς ἄπειρα δέ. τοῦτο μὲν γὰρ ἐνεργείᾳ ποιεῖ τὰ ἄπειρα, τὸ δὲ δυνάμει μόνον, καὶ τὸ μὲν οὐσίαν τῷ ἀπείρῳ
10δίδωσι, τὸ δὲ γένεσιν μόνην. ἅμα οὖν μιᾷ διαμέτρῳ δύο ἡμικύκλια καὶ αἱ διάμετροι οὐδέποτε ἄπειροι ἔσον‐ ται, εἰ καὶ ἐπ’ ἄπειρον ληφθήσονται, ὥστε οὐδέποτε ἔσται διπλάσια τῶν ἀπείρων, ἀλλὰ τὰ γινόμενα ἀεὶ διπλάσια τῶν πεπερασμένων ἐστὶ διπλάσια. ἀεὶ γὰρ
15αἱ ληφθεῖσαι διάμετροι πεπερασμέναι κατ’ ἀριθμόν εἰσι. καὶ πῶς γὰρ οὐ μέλει πᾶν μέγεθος πεπερασμέ‐ νας ἔχειν διαιρέσεις τοῦ ἀριθμοῦ πρὸ τῶν μεγεθῶν ὄντος καὶ πάσας αὐτῶν τὰς τομὰς ἀφορίζοντος καὶ προκαταλαμβάνοντος τὴν ἀπειρίαν καὶ ἀεὶ τὰ ὑφιστά‐
20μενα περατοῦντος; Def. XVIII. XIX. Ἡμικύκλιον δέ ἐστι τὸ περι‐ εχόμενον σχῆμα ὑπό τε τῆς διαμέτρου καὶ τῆς ἀπολαμβανομένης ὑπ’ αὐτῆς περιφερείας. κέντρον δὲ τοῦ ἡμικυκλίου τὸ αὐτ, ὃ καὶ τοῦ
25
κύκλου ἐστί
ν. Ἀπὸ μὲν τοῦ ὁρισμοῦ τοῦ κύκλου τὴν τοῦ κέν‐
τρου φύσιν ἀνεῦρεν πάντων τῶν ἄλλων ἐν τῷ κύκλῳ158
in Euc
.

159

σημείων διαφέρουσαν, ἀπὸ δὲ τοῦ κέντρου τὴν διά‐ μετρον ἀφωρίσατο καὶ τῶν ἄλλων εὐθειῶν τῶν ἐντὸς τοῦ κύκλου γραφομένων διέκρινεν, ἀπὸ δὲ τῆς δια‐ μέτρου τὸ ἡμικύκλιον ὅτι ποτέ ἐστιν ἀναδιδάσκει καὶ
5ὅτι ὑπὸ δύο ὅρων περιέχεται καὶ τούτων ἀεὶ διαφε‐ ρόντων, εὐθείας καὶ περιφερείας, καὶ ὅτι ἡ εὐθεῖα οὐχ ἡ τυχοῦσά ἐστιν, ἀλλ’ ἡ τοῦ κύκλου διάμετρος, ἐπεὶ καὶ τὸ ἔλασσον τμῆμα τοῦ ἡμικυκλίου καὶ τὸ μεῖ‐ ζον ὑπ’ εὐθείας περιέχεται καὶ περιφερείας. ἀλλ’ οὐκ
10ἔστιν ἡμικύκλια ταῦτα τῷ μὴ διὰ τοῦ κέντρου γεγο‐ νέναι τὴν τοῦ κύκλου διαίρεσιν. Πάντα μὴν τὰ τοιάδε σχήματα δυοειδῆ ἐστιν, ὥσπερ ὁ κύκλος μοναδικός, καὶ ἐξ ἀνομοίων ὑφέστηκε. πᾶν γὰρ τὸ ὑπὸ δύο ὅρων περιεχόμενον ἢ ὑπὸ δύο
15περιφερειῶν περιέχεται, ὥσπερ τὸ μηνοειδές, ἢ ὑπὸ εὐθείας καὶ περιφερείας, ὡς τὰ εἰρημένα σχήματα, ἢ ὑπὸ δύο μικτῶν γραμμῶν, ὡς εἰ δύο ἐλλείψεις τέ‐ μνοιεν ἀλλήλας—τὰ γὰρ μεταξὺ αὐτῶν ἀπολαμβα‐ νόμενον περιέξουσι σημεῖον—ἢ ὑπὸ μικτῆς καὶ
20περιφερείας, ὡς ὅταν τέμνῃ κύκλος ἔλλειψιν, ἢ ὑπὸ μικτῆς καὶ εὐθείας, ὡς τὸ ἥμισυ τῆς ἐλλείψεως. τὸ τοίνυν ἡμικύκλιον ἐξ ἀνομοίων ἐστίν, ἀλλὰ τῶν ἁπλῶν καὶ τούτων κατὰ παράθεσιν ὁμιλούντων ἀλλήλοις. πρὶν οὖν ὁ λόγος ἀφορίσηται τὰ τριαδικὰ τῶν σχημά‐
25των, εἰκότως ἐπὶ τὸ δυοειδὲς ἦλθεν μετὰ τὸν κύκλον.159
in Euc
.

160

δύο μὲν γὰρ εὐθεῖαι χωρίον οὐκ ἄν ποτε περιλάβοιεν, εὐθεῖα δὲ καὶ περιφέρεια δύνανται, καὶ δύο περι‐ φέρειαι ὡσαύτως, ἢ γωνίας ποιοῦσαι, ὡς ἐπὶ τοῦ μηνο‐ ειδοῦς σχήματος, ἢ καὶ ἀγώνιον ἀποτελοῦσαι σχῆμα,
5ὡς εἰ νοήσειας κύκλους ὁμοκέντρους. τὸ γὰρ μέσον ἀμφοτέρων ἀπολαμβανόμενον χωρίον ὑπὸ δύο περι‐ φερειῶν περιέχεται, τῆς μὲν ἐντὸς οὔσης, τῆς δὲ ἐκτός, καὶ γωνία οὐ γίνεται, οὐ γὰρ τέμνουσιν ἀλλήλας ὡς ἐν τῷ μηνοειδεῖ καὶ τῷ ἀμφικύρτῳ σχήματι.
10 Καὶ μὲν δὴ καὶ ὅτι τὸ αὐτὸ τοῦ ἡμικυκλίου κέν‐ τρον ἐστὶν ὅπερ καὶ τοῦ κύκλου φανερόν. ἡ γὰρ διάμετρος ἐφ’ ἑαυτῆς ἔχουσα τὸ κέντρον συμπληροῖ τὸ ἡμικύκλιον καὶ ἀπὸ τούτου πᾶσαι αἱ πρὸς τὴν περι‐ φέρειαν ἴσαι. μέρος γὰρ καὶ αὕτη τοῦ κύκλου. πρὸς
15πάντα δὲ τὰ μέρη τῆς τοῦ κύκλου περιφερείας ἴσαι προσπίπτουσιν ἀπὸ τοῦ κέντρου. ἓν ἄρα τὸ κέντρον ἐστὶν τοῦ ἡμικυκλίου καὶ τοῦ κύκλου. καὶ ἐπισημαν‐ τέον, ὅτι μόνον τοῦτο τῶν σχημάτων ἐπὶ τῆς περι‐ μέτρου τὸ κέντρον ἔχει, λέγω δὲ τῶν ἐπιπέδων σχη‐
20μάτων, ὥστε συναγάγοις ἂν ὅτι τὸ κέντρον τρεῖς ἔχει τόπους, ἢ γὰρ ἐντὸς τοῦ σχήματος ὥσπερ ἐπὶ τοῦ κύκλου, ἢ ἐπὶ τῆς περιμέτρου ὡς ἐπὶ τοῦ ἡμικυκλίου, ἢ ἐκτὸς ὡς ἐπί τινων κωνικῶν γραμμῶν.
Τὸ δ’ οὖν ἡμικύκλιον ταὐτὸ ἔχει τῷ κύκλῳ κέν‐160
in Euc
.

161

τρον. τί οὖν ἐνδείκνυται τοῦτο καὶ ποίων εἰκόνα φέρει πραγμάτων; ἢ ὅτι τὰ μὴ τελείως ἀποφοιτήσαντα τῶν πρώτων, ἀλλὰ μετέχοντά πως αὐτῶν ὁμόκεντρα αὐτοῖς εἶναι δύναται καὶ τῶν αὐτῶν αἰτίων μετειλη‐
5φέναι; διχῇ γὰρ καὶ τὸ ἡμικύκλιον κοινωνεῖ τῷ κύκλῳ, κατά τε τὴν διάμετρον καὶ τὴν περιφέρειαν. διὸ καὶ τὸ κέντρον αὐτοῖς κοινόν. καὶ ἴσως ἐοίκοι ἂν τὸ ἡμι‐ κύκλιον ταῖς δευτέραις τάξεσι μετὰ τὰς ἁπλουστάτας ἀρχὰς καὶ μετεχούσαις ἐκείνων κἂν διὰ τὴν συγγέ‐
10νειαν τὴν πρὸς ἐκείνας, εἰ καὶ ἀτελῶς καὶ ἐξ ἡμισείας, ἀλλ’ ἐπὶ τὸ ὂν καὶ πρῶτον αὐτῶν αἴτιον ἀναγο‐ μέναις. Def. XX—XXIII. Σχήματα εὐθύγραμμά ἐστι τὰ ὑπὸ εὐθειῶν γραμμῶν περιεχόμενα· τρίπλευρα
15μὲν τὰ ὑπὸ τριῶν, τετράπλευρα δὲ τὰ ὑπὸ τεσ‐ σάρων, πολύπλευρα δὲ τὰ ὑπὸ πλειόνων ἢ τεσ‐
σάρων πλευρῶν περιεχόμεν
α. Μετὰ τὸ μοναδικὸν σχῆμα καὶ ἀρχῆς λόγον ἐπ‐ έχον πρὸς πάντα τὰ σχήματα καὶ τὸ δυοειδὲς ἡμι‐
20κύκλιον ἡ κατὰ τοὺς ἀριθμοὺς ἐπ’ ἄπειρον πρόοδος παραδίδοται τῶν εὐθυγράμμων σχημάτων. διὰ γὰρ τοῦτο καὶ τοῦ ἡμικυκλίου μνήμη γέγονεν ὡς κατὰ τοὺς ὅρους πῇ μὲν τῷ κύκλῳ κοινωνοῦντος πῇ δὲ τοῖς εὐθυγράμμοις, ὥσπερ καὶ ἡ δυὰς μέση μονάδος ἐστὶ
25καὶ ἀριθμοῦ. ἡ μὲν γὰρ μονὰς συντιθεμένη πλέον
ποιεῖ ἢ πολλαπλασιαζομένη, ὁ δὲ ἀριθμὸς ἀνάπαλιν161
in Euc
.

162

πολλαπλασιαζόμενος μᾶλλον ἢ συντιθέμενος, ἡ δὲ δυὰς ἴσον ἔκ τε τοῦ πολλαπλασιασμοῦ τοῦ ἐφ’ ἑαυτὴν ἀπο‐ τελεῖ καὶ τῆς συνθέσεως. ὡς οὖν αὕτη μεσότης ἐστὶ μονάδος καὶ πλήθους, οὕτω καὶ τὸ ἡμικύκλιον κατὰ
5μὲν τὴν βάσιν κοινωνεῖ τοῖς εὐθυγράμμοις, κατὰ δὲ τὴν περιφέρειαν τῷ κύκλῳ. πρόεισι δὲ εὐτάκτως τὰ εὐθύγραμμα κατὰ τὸν ἀπὸ τριάδος ἀριθμὸν ἐπ’ ἄπει‐ ρον. διὸ καὶ ὁ στοιχειωτὴς ἐντεῦθεν ἤρξατο. τρί‐ πλευρα γάρ φησιν καὶ τετράπλευρα καὶ ἐφεξῆς τῷ
10κοινῷ ὀνόματι καλούμενα πολύπλευρα. ἐστὶ μὲν γὰρ καὶ τὰ τρίπλευρα πολύπλευρα, ἀλλὰ καὶ ἰδίαν ἔχει προσηγορίαν μετὰ τῆς κοινῆς, ἐπὶ δὲ τῶν ἄλλων παρ‐ ακολουθεῖν τῇ εἰς ἄπειρον προόδῳ τῶν ἀριθμῶν ἀσθε‐ νήσαντες τὴν κοινὴν προσηγορίαν ἠγαπήσαμεν. τρι‐
15πλεύρων δὲ καὶ τετραπλεύρων μόνον πεποίηται μνή‐ μην, ἐπειδὴ καὶ τῶν ἀριθμῶν οἱ πρώτιστοι τριὰς καὶ τετράς, ὁ μὲν ἐν τοῖς περιττοῖς ἀκράτως ὢν περισσός, ὁ δὲ ἐν τοῖς ἀρτίοις ἀρτιώτατος. ἑκάτερος οὖν αὐτῷ παρείληπται πρὸς τὴν τῶν εὐθυγράμμων γένεσιν εἰς
20ἔνδειξιν τῆς κατὰ πάντας αὐτῶν τοὺς ἀριθμοὺς ὑπο‐ στάσεως, ἀρτίους τε καὶ περισσούς. καὶ μέντοι καὶ διότι περὶ τούτων ὡς στοιχειωδεστάτων ἐν τῷ πρώτῳ βιβλίῳ διδάξει, τριγώνων καὶ παραλληλογράμμων, εἰκότως μέχρι τούτων ἔστησε τὴν ἰδίαν ἀπαρίθμησιν,
25τὰ δὲ ἄλλα πάντα κοινῷ περιέλαβεν ὀνόματι πολύ‐ πλευρα καλέσας.
Ταῦτα περὶ τούτων, πάλιν δὲ ἄνωθεν ῥητέον,162
in Euc
.

163

ὅτι τῶν ἐπιπέδων σχημάτων τὰ μὲν ὑπὸ ἁπλῶν περι‐ έχεται γραμμῶν, τὰ δὲ ὑπὸ μικτῶν, τὰ δὲ ὑπ’ ἀμφο‐ τέρων, καὶ τῶν ὑπὸ ἁπλῶν περιεχομένων τὰ μὲν ὑπὸ τῶν ὁμοειδῶν ὡς τὰ εὐθύγραμμα, τὰ δὲ ὑπὸ τῶν
5ἀνομοειδῶν ὡς τὰ ἡμικύκλια καὶ τὰ τμήματα καὶ αἱ ἁψῖδες, αἵ εἰσιν ἡμικυκλίων ἐλάσσονες, καὶ τῶν ὑπὸ ὁμοιοειδῶν περιεχομένων τὰ μὲν ὑπὸ κυκλικῆς περι‐ έχεται γραμμῆς, τὰ δὲ ὑπὸ εὐθείας, τῶν δὲ ὑπὸ κυκλι‐ κῆς γραμμῆς περιεχομένων τὰ μὲν ὑπὸ μιᾶς γραμμῆς
10περιέχεται, τὰ δὲ ὑπὸ δύο, τὰ δὲ ὑπὸ πλήθους. ὑπὸ μιᾶς μὲν ὁ κύκλος αὐτός, ὑπὸ δυεῖν δὲ τὰ ἀγώνια, ὡς ἡ στεφάνη ἡ ὑπὸ τῶν ὁμοκέντρων κύκλων ὁριζο‐ μένη, τὰ δὲ γεγωνιωμένα, ὡς ὁ μηνίσκος, ὑπὸ πλει‐ όνων δὲ ἢ δυεῖν ἐπ’ ἄπειρον. καὶ γὰρ ὑπὸ τριῶν καὶ
15τεσσάρων περιφερειῶν καὶ ἑξῆς περιέχεταί τινα σχή‐ ματα. ἐάν γ’ οὖν τρεῖς κύκλοι ἐφάπτωνται ἀλλήλων, ἀπολαμβάνουσίν τι χωρίον τρίπλευρον ὑπὸ τριῶν περιφερειῶν ὁριζόμενον, ἐὰν δὲ τέτταρες, ὑπὸ τεττά‐ ρων, καὶ ἐφεξῆς ὡσαύτως. τῶν δὲ ὑπὸ εὐθειῶν περι‐
20εχομένων τὰ μὲν ὑπὸ τριῶν περιέχεται, τὰ δὲ ὑπὸ πλειόνων. οὔτε γὰρ ὑπὸ δύο εὐθειῶν περιέχεται χω‐ ρίον, οὔτε πολλῷ πλέον ὑπὸ μιᾶς, ὥστε πᾶν μὲν χω‐ ρίον ὑπὸ ἑνὸς ὅρου περιεχόμενον ἢ δυεῖν τῶν μικτῶν
ἐστιν ἢ τῶν περιφερογράμμων· καὶ μικτῶν διχῶς,163
in Euc
.

164

ἢ ὅτι μικταὶ γραμμαὶ περιέχουσιν αὐτό, ὡς τὸ ὑπὸ τῆς κιττοειδοῦς ἀπολαμβανόμενον, ἢ ὅτι ἀνομοιο‐ ειδεῖς, ὡς καὶ τὴν ἁψῖδα. διχῶς γὰρ ἡ μίξις ἢ κατὰ παράθεσιν ἢ κατὰ σύγχυσιν. οὐ πᾶν δὲ τρίπλευρον
5ἢ τετράπλευρον εὐθύγραμμόν ἐστι, καὶ γὰρ ἐκ περι‐ φερειῶν γένοιτο ἂν τοσοῦτος πλευρῶν ἀριθμός. Τοσαῦτα καὶ περὶ τῆς τῶν ἐπιπέδων σχημάτων διαιρέσεως. ὅτι δὲ τὸ εὐθὺ προόδου σύμβολόν ἐστι καὶ κινήσεως καὶ ἀπειρίας καὶ ὅτι ταῖς γεννητικαῖς
10τάξεσιν ᾠκείωται τῶν θεῶν καὶ ἑτεροποιοῖς καὶ τῆς μεταβολῆς καὶ κινήσεως αἰτίαις, εἴρηται καὶ πρότερον. καὶ τοίνυν καὶ τὰ εὐθύγραμμα σχήματα τούτοις ᾠκεί‐ ωται τοῖς θεοῖς τοῖς τῆς γονίμου ποιήσεως πρωταρ‐ χοῦσι τῆς ἐπίπαν προόδου τῶν εἰδῶν. διὸ καὶ ἡ
15γένεσις κατὰ ταῦτα κεκόσμηται διαφερόντως καὶ τὴν οὐσίαν ἐκ τούτων ἔλαχεν ὡς ἐν κινήσει καὶ μεταβολῇ τὴν ὑπόστασιν ἔχουσα. Def. XXIIII—XXIX. Τῶν δὲ τριπλεύρων σχη‐ μάτων ἰσόπλευρον μὲν τρίγωνόν ἐστι τὸ τὰς
20τρεῖς ἴσας ἔχον πλευράς, ἰσοσκελὲς δὲ τὸ δύο μόνον ἴσας ἔχον πλευράς, σκαληνὸν δὲ τὸ τὰς τρεῖς ἀνίσους ἔχον. ἔτι δὲ τῶν τριπλεύρων σχημάτων ὀρθογώνιον μὲν τρίγωνόν ἐστι τὸ μίαν ἔχον ὀρθὴν γωνίαν, ἀμβλυγώνιον δὲ τὸ
25μίαν ἔχον ἀμβλεῖαν γωνίαν, ὀξυγώνιον δὲ τὸ
τὰς τρεῖς ὀξείας ἔχον γωνία
ς. Ἡ τῶν τριγώνων διαίρεσις ποτὲ μὲν ἀπὸ τῶν γω‐
νιῶν ἔχει τὴν ἀρχήν, ποτὲ δὲ ἀπὸ τῶν πλευρῶν.164
in Euc
.

165

ἡγεῖται μὲν ἡ ἀπὸ τῶν πλευρῶν ὡς γνώριμος, ἕπεται δὲ ἡ ἀπὸ τῶν γωνιῶν ὡς ἰδιάζουσα, ἐπειδὴ καὶ αἱ τρεῖς αὗται γωνίαι τοῖς εὐθυγράμμοις μόνοις προσ‐ ήκουσι σχήμασιν, ὀρθὴ καὶ ἀμβλεῖα καὶ ὀξεῖα, ἰσότης
5δὲ καὶ ἀνισότης τῶν πλευρῶν ἐστι δήπου καὶ ἐν τοῖς μὴ εὐθυγράμμοις σχήμασι. λέγει τοίνυν, ὅτι τῶν τρι‐ γώνων τὰ μὲν ἰσόπλευρά ἐστι, τὰ δὲ ἰσοσκελῆ, τὰ δὲ σκαληνά—ἢ γὰρ πάσας ἴσας ἔχει τὰς πλευράς, ἢ πάσας ἀνίσους, ἢ δύο μόνας ἴσας—καὶ πάλιν ὅτι
10τῶν τριγώνων τὰ μέν ἐστιν ὀρθογώνια, τὰ δὲ ἀμβλυ‐ γώνια, τὰ δὲ ὀξυγώνια. καὶ τὸ μὲν ὀρθογώνιον ὁρί‐ ζεται τὸ μίαν ἔχον ὀρθὴν γωνίαν, ὥσπερ καὶ τὸ ἀμ‐ βλυγώνιον, —πλείους γὰρ μιᾶς ἢ ὀρθὰς ἔχειν ἢ ἀμβλείας τὸ τρίγωνον ἀδύνατον—τὸ δὲ ὀξυγώνιον,
15ὃ ἂν πάσας ὀξείας ἔχῃ. οὐ γὰρ ἀρκεῖ κἀνταῦθα τὸ μίαν ἔχειν ὀξεῖαν, οὕτω γὰρ ἂν ὀξυγώνια ἅπαντα ἦν τὰ τρίγωνα. πᾶν γὰρ τρίγωνον τὰς δύο γωνίας ἔχει πάντως ὀξείας, τὰς δὲ τρεῖς ὀξείας τὸ ὀξυγώνιον μό‐ νον. δοκεῖ δέ μοι καὶ πρὸς ἐκεῖνο μόνον ἀπιδὼν ὁ
20στοιχειωτὴς χωρὶς μὲν ἀπὸ τῶν γωνιῶν ποιήσασθαι τὴν διαίρεσιν, χωρὶς δὲ ἀπὸ τῶν πλευρῶν, ὅτι μὴ πᾶν τρίγωνον καὶ τρίπλευρον. ἔστι γὰρ τρίγωνα τετρά‐ πλευρα, καλούμενα παρ’ αὐτοῖς [?] ἀκιδοειδῆ, παρὰ δὲ τῷ Ζηνοδώρῳ κοιλογώνια. νόησον γὰρ ἕν τι
25τῶν τριπλεύρων καὶ ἐπὶ μιᾶς πλευρᾶς δύο συστάσας165
in Euc
.

166

ἐντὸς εὐθείας· περιέχεται ἄρα τι χωρίον ὑπό τε τῶν ἐκτὸς [δύο πλευρῶν καὶ τῶν ἐντὸς δύο, ἔχει δὲ μίαν τε γωνίαν τὴν ὑπὸ τῶν ἐκτὸς] περιεχομένην καὶ δύο τὰς ὑπὸ τούτων καὶ τῶν ἐντὸς πρὸς τοῖς πέρασι, καθ’
5ἃ συνάπτονται, περιεχομένας. τρίγωνον ἄρα ἐστι τὸ τοιόνδε σχῆμα τετράπλευρον. οὐκ ἄρα ὃ ἂν τρεῖς εὕρωμεν ἔχον γωνίας ἢ ὀξείας, ἢ μίαν ὀρθήν, ἢ ἀμ‐ βλεῖαν μίαν, εὐθὺς καὶ τρίπλευρον εὑρήκαμεν καὶ ἢ ἰσόπλευρον ἢ τῶν ἄλλων τριπλεύρων. εἴη γὰρ ἄν που
10καὶ τετράπλευρον. οὕτω δ’ ἂν εὕροις τετράγωνα πλείους ἔχοντα τῶν τεττάρων πλευρῶν, καὶ δεῖ μὴ προχείρως ἀπὸ τοῦ πλήθους τῶν γωνιῶν ἀποφαίνε‐ σθαι περὶ τοῦ ἀριθμοῦ τῶν πλευρῶν. Ἀλλὰ ταῦτα μὲν περὶ τούτων· οἱ δὲ Πυθαγό‐
15ρειοι τὸ μὲν τρίγωνον ἁπλῶς ἀρχὴν γενέσεως εἶναί φασι καὶ τῆς τῶν γενητῶν εἰδοποιίας. διὸ καὶ τοὺς λόγους τοὺς φυσικοὺς καὶ τῆς τῶν στοιχείων δημιουρ‐ γίας τριγωνικοὺς εἶναί φησιν ὁ Τίμαιος. καὶ γὰρ τριχῇ διίστανται καὶ συναγωγοὶ τῶν πάντη μεριστῶν
20εἰσι καὶ πολυμεταβόλων, τῆς τε ἀπειρίας ἀναπίμπλαν‐ ται τῆς ὑλικῆς καὶ τοὺς συνδέσμους λυτοὺς προίσταν‐ ται τῶν ἐνύλων σωμάτων. ὥσπερ δὴ καὶ τὰ τρίγωνα περιέχονται μὲν ὑπὸ εὐθειῶν, γωνίας δὲ ἔχει τὰς τὸ πλῆθος τῶν γραμμῶν συνάγουσας καὶ κοινωνίαν
25ἐπίκτητον αὐταῖς καὶ συναφὴν παρεχόμενας. εἰκότως166
in Euc
.

167

ἄρα καὶ ὁ Φιλόλαος τὴν τοῦ τριγώνου γωνίαν τέτ‐ ταρσιν ἀνέθηκεν θεοῖς, Κρόνῳ καὶ Ἅιδῃ καὶ Ἄρεϊ καὶ Διονύσῳ, πᾶσαν τὴν τετραμερῆ τῶν στοιχείων δια‐ κόσμησιν τὴν ἄνωθεν ἀπὸ τοῦ οὐρανοῦ καθήκουσαν
5εἴτε ἀπὸ τῶν τεττάρων τοῦ ζωδιακοῦ τμημάτων ἐν τούτοις περιλαβών. ὁ μὲν γὰρ Κρόνος πᾶσαν ὑφίστησι τὴν ὑγρὰν καὶ ψυχρὰν οὐσίαν, ὁ δὲ Ἄρης πᾶσαν τὴν ἔμπυρον φύσιν, καὶ ὁ μὲν Ἅιδης τὴν χθονίαν ὅλην συνέχει ζωήν, ὁ δὲ Διόνυσος τὴν ὑργὰν καὶ θερμὴν
10ἐπιτροπεύει γένεσιν, ἧς καὶ ὁ οἶνος σύμβολον ὑγρὸς ὢν καὶ θερμός. πάντες δὲ οὗτοι κατὰ μὲν τὰς εἰς τὰ δεύτερα ποιήσεις διεστήκασι, ἥνωνται δὲ ἀλλήλοις. διὸ καὶ κατὰ μίαν αὐτῶν γωνίαν συνάγει τὴν ἕνωσιν ὁ Φιλόλαος. εἰ δὲ καὶ αἱ τῶν τριγώνων διαφοραὶ
15συνεργοῦσι πρὸς τὴν γένεσιν, εἰκότως ἂν ὁμολογοῖτο τὸ τρίγωνον ἀρχηγὸν εἶναι τῆς τῶν ὑπὸ σελήνην συστάσεως. ἡ μὲν γὰρ ὀρθὴ γωνία τὴν οὐσίαν αὐτοῖς παρέχεται καὶ τὸ μέτρον ἀφορίζει τοῦ εἶναι, καὶ ὁ τοῦ ὀρθογωνίου τριγώνου λόγος οὐσιοποιός ἐστι τῶν γε‐
20νητῶν στοιχείων, ἡ δὲ ἀμβλεῖα τὴν ἐπίπαν διάστα‐ σιν αὐτοῖς ἐνδίδωσι, καὶ ὁ τοῦ ἀμβλυγωνίου λόγος εἰς μέγεθος αὔξει καὶ παντοίαν ἔκτασιν τὰ εἴδη τὰ ἔνυλα, ἡ δὲ ὀξεῖα γωνία διαιρετὴν αὐτὴν ἀπο‐ τελεῖ τὴν φύσιν, καὶ ὁ τοῦ ὀξυγωνίου λόγος ἐπ’
25ἄπειρον αὐτοῖς τὰς διαιρέσεις παρασκευάζει γενέ‐
σθαι. ἁπλῶς δὲ ὁ τριγωνικὸς λόγος οὐσίαν διαστα‐167
in Euc
.

168

τὴν καὶ πάντη μεριστὴν ὑφίστησι τὴν τῶν ἐνύλων σωμάτων. Τοσαῦτα μὲν περὶ τῶν τριγώνων εἴχομεν θεωρεῖν, ἐκ δὲ τούτων λάβοις ἂν τῶν διαιρέσεων καὶ ὅτι τὰ
5εἴδη πάντα τῶν τριγώνων ἑπτά ἐστι καὶ οὔτε πλείω οὔτε ἐλάττω. τὸ μὲν ἰσόπλευρον ἕν ἐστι μόνον ὀξυγώ‐ νιον ὑπάρχον, τῶν δὲ λοιπῶν ἑκάτερον τριπλοῦν. καὶ γὰρ τὸ ἰσοσκελὲς ἢ ὀρθογώνιόν ἐστιν ἢ ἀμβλυγώνιον ἢ ὀξυγώνιον, καὶ τὸ σκαληνὸν ὡσαύτως τὴν τριττὴν
10ἔχει ταύτην διαφοράν. εἰ οὖν ταῦτα μὲν τριχῶς τὰ δὲ ἰσόπλευρα μοναχῶς, ἑπτὰ τὰ πάντα τῶν τριγώνων εἴδη λεγέσθω. λάβοις δ’ ἂν καὶ κατὰ τὴν τῶν πλευ‐ ρῶν διαίρεσιν τὴν τῶν τριγώνων πρὸς τὰ ὄντα ἀνα‐ λογίαν. τὸ μὲν γὰρ ἰσόπλευρον κατὰ πάντα ἰσότητι
15καὶ ἁπλότητι κρατούμενον συγγενές ἐστι ταῖς θείαις ψυχαῖς—μέτρον γάρ ἐστι καὶ τῶν ἀνίσων ἡ ἰσότης, ὥσπερ καὶ τὸ θεῖον πάντων τῶν δευτέρων—τὸ δὲ ἰσοσκελὲς τοῖς κρείττοσι γένεσι τοῖς κατευθύνουσι τὴν ἔνυλον φύσιν, ὧν τὸ μὲν πλέον κεκράτηται τῷ μέτρῳ,
20τὰ δὲ τελευταῖα τῆς ἀνισότητος ἐφάπτεται καὶ τῆς ἀμετρίας τῆς ὑλικῆς—καὶ γὰρ τῶν ἰσοσκελῶν αἱ μὲν δύο ἴσαι, ἡ δὲ βάσις ἄνισος—τὸ δὲ σκαληνὸν ταῖς μερισταῖς ζωαῖς, αἳ πανταχόθεν χωλεύουσι καὶ σκάζουσιν εἰς τὴν γένεσιν φερόμεναι καὶ ἀναπιμπλά‐
25μεναι τῆς ὕλης.168
in Euc
.

169

Def. XXX—XXXIIII. Τῶν δὲ τετραπλεύρων σχη‐ μάτων τετράγωνον μέν ἐστιν, ὅ ἐστιν ἰσόπλευ‐ ρόν τε καὶ ὀρθογώνιον, ἑτερόμηκες δὲ τὸ ὀρθογώνιον μέν, οὐκ ἰσόπλευρον δ, ῥόμβος
5δ, ὃ ἰσόπλευρον μέν, οὐκ ὀρθογώνιον δ, ῥομβοειδὲς δὲ τὸ τὰς ἀπεναντίον πλευράς τε καὶ γωνίας ἴσας ἀλλήλαις ἔχον, ὃ οὔτε ἰσό‐ πλευρον οὔτε ὀρθογώνιον. τὰ δὲ παρὰ ταῦτα
τετράπλευρα τραπέζια καλείσθ
ω.
10 Τὴν τῶν τετραπλεύρων διαίρεσιν εἰς δύο ποι‐ εῖσθαι χρὴ τὴν πρώτην καὶ τὰ μὲν αὐτῶν παραλληλό‐ γραμμα λέγειν, τὰ δὲ οὐ παραλληλόγραμμα, τῶν δὲ παραλληλογράμμων τὰ μὲν καὶ ὀρθογώνια καὶ ἰσό‐ πλευρα, ὡς τὰ τετράγωνα, τὰ δὲ οὐδέτερα τούτων, ὡς
15τὰ ῥομβοειδῆ, τὰ δὲ ὀρθογώνια μέν, οὐκ ἰσόπλευρα δέ, ὡς τὰ ἑτερομήκη, τὰ δὲ ἔμπαλιν ἰσόπλευρα μέν, οὐκ ὀρθογώνια δέ, ὡς τοὺς ῥόμβους. ἢ γὰρ ἀμφότερα ἔχειν ἀναγκαῖον τὴν ἰσότητα τῶν πλευρῶν καὶ τὴν ὀρθότητα τῶν γωνιῶν, ἢ οὐδέτερον, ἢ τὸ ἕτερον, καὶ
20τοῦτο διχῶς, ὥστε τετραχῶς ὑφίστασθαι τὸ παραλλη‐169
in Euc
.

170

λόγραμμον. τῶν δὲ μὴ παραλληλογράμμων τὰ μὲν δύο μόνον ἔχει παραλλήλους, οὐκ ἔτι δὲ καὶ τὰς λοι‐ πάς, τὰ δὲ οὐδ’ ὅλως ἔχει τῶν πλευρῶν τινας παραλ‐ λήλους. καὶ τὰ μὲν καλεῖται τραπέζια, τὰ δὲ τραπε‐
5ζοειδῆ. τῶν δὲ τραπεζίων τὰ μὲν ἴσας ἔχει τὰς συν‐ απτούσας παραλλήλους ταύτας, τὰ δὲ ἀνίσους. καὶ καλεῖται τὰ μὲν ἰσοσκελῆ τραπέζια, τὰ δὲ σκαληνὰ τραπέζια. τὸ ἄρα τετράπλευρον ἑπταχῶς ἡμῖν ὑπο‐ στήσεται. τὸ μὲν γάρ ἐστι τετράγωνον, τὸ δὲ ἑτερό‐
10μηκες, τὸ δὲ ῥόμβος, τὸ δὲ ῥομβοειδές, τὸ δὲ τρα‐ πέζιον ἰσοσκελές, τὸ δὲ σκαληνὸν τραπέζιον, τὸ δὲ τραπεζοειδές. Ἀλλ’ ὁ μὲν Ποσειδώνιος τελείαν εἰς ταῦτα πε‐ ποίηται τὴν τῶν τετραπλεύρων εὐθυγράμμων τομὴν
15ἑπτὰ καὶ τούτων τὰ εἴδη θέμενος, ὥσπερ δὴ καὶ τῶν170
in Euc
.

171

τριγώνων, ὁ δὲ Εὐκλείδης εἰς μὲν παραλληλόγραμμα καὶ μὴ παραλληλόγραμμα διαιρεῖν οὐκ ἠδύνατο μήτε περὶ τῶν παραλλήλων εἰπών, μήτε περὶ αὐτοῦ τοῦ παραλληλογράμμου διδάξας ἡμᾶς. τὰ δὲ τραπέζια
5πάντα καὶ τὰ τραπεζοειδῆ κοινῷ προσείρηκεν ὀνόματι τραπέζια, περιγράφων αὐτὰ τῶν τεττάρων ἐκείνων, οἷς ἐπαληθεύει τὸ τῶν παραλληλογράμμων ἴδιον, τοῦτο δέ ἐστι τὸ τὰς ἀπεναντίον πλευράς τε καὶ γωνίας ἴσας ἔχειν. καὶ γὰρ τὸ τετράγωνον καὶ τὸ ἑτερόμηκες καὶ
10ὁ ῥόμβος ἔχει τὰς ἀπεναντίον πλευράς τε καὶ γωνίας ἴσας, αὐτὸς δὲ ἐπὶ τοῦ ῥομβοειδοῦς μόνον τοῦτο προσ‐ έθηκεν, ἵνα μὴ διὰ ψιλῶν αὐτὸ παραστήσῃ τῶν ἀπο‐ φάσεων, οὔτε ἰσόπλευρον οὔτε ὀρθογώνιον εἰπών. ἐφ’ ὧν γὰρ ἰδιαζόντων ἀποροῦμεν λόγων χρήσασθαι τοῖς
15κοίνοις ἀναγκαῖον. ὅτι δὲ πάντων ἐστὶ τοῦτο κοινὸν τῶν παραλληλογράμμων αὐτοῦ δεικνύντος ἀκουσό‐ μεθα. ἔοικεν δὲ καὶ ὁ ῥόμβος σαλευθὲν εἶναι τετράγω‐ νον καὶ τὸ ῥομβοειδὲς κεκινημένον ἑτερόμηκες. διὸ κατὰ τὰς πλευρὰς οὐ διέστηκε ταῦτα ἐκείνων, κατὰ
20δὲ τὰς τῶν γωνιῶν ἀμβλύτητας καὶ ὀξύτητας, ἐκείνων ὀρθογωνίων ὄντων. ἐὰν γὰρ νοήσῃς τὸ τετράγωνον ἢ τὸ ἑτερόμηκες κατὰ τὰς ἀπεναντίας γωνίας διελκό‐ μενον, εὑρήσεις ταύτας μὲν συναγομένας καὶ ὀξείας γινομένας, τὰς δὲ λοιπὰς διισταμένας καὶ ἀμβλείας
25ἀναφαινομένας, καὶ ἔοικεν καὶ τὸ ὄνομα τῷ ῥόμβῳ171
in Euc
.

172

κεῖσθαι ἀπὸ τῆς κινήσεως. καὶ γὰρ τὸ τετράγωνον εἰ νοήσειας ῥομβούμενον, φανεῖταί σοι κατὰ τὰς γωνίας παρενηνεγμένον, ὥσπερ δὴ καὶ ὁ κύκλος ῥομβούμενος ἔλλειψις φαίνεται.
5 Περὶ δὲ αὐτοῦ τοῦ τετραγώνου ζητήσειας, διὰ τί ταύτην ἔσχε τὴν προσηγορίαν καὶ οὐχ, ὥσπερ τὸ τρίγωνον κοινόν ἐστι πᾶσι καὶ τοῖς μὴ ἰσογωνίοις μηδὲ ἰσοπλεύροις, καὶ τὸ πεντάγωνον ὡσαύτως, οὕτω καὶ τὸ τετράγωνον λέγεσθαι δύναται καὶ κατὰ τῶν
10ἄλλων τετραπλεύρων. αὐτὸς γοῦν ὁ γεωμέτρης ἐπ’ ἐκείνων προστίθησι „τρίγωνον ἰσόπλευρον“ ἢ „πεν‐ τάγωνον, ὅ ἐστιν ἰσόπλευρον καὶ ἰσογώνιον“, ὡς δυ‐ ναμένων τούτων καὶ μὴ τοιούτων εἶναι. τὸ δὲ τετρά‐ γωνον ῥηθὲν εὐθὺς τὸ ἰσόπλευρον αὐτῷ δηλοῖ καὶ
15ὀρθογώνιον. λόγος δὲ τούτου ὅδε. μόνον τὸ τετρά‐ γωνον εὐθὺς χωρίον καὶ κατὰ τὰς πλευρὰς ἔχει τὸ ἄριστον καὶ κατὰ τὰς γωνίας. ἑκάστη γὰρ αὐτῶν ὀρθή ἐστι τὸ μέτρον ἀπολαβοῦσα τῶν γωνιῶν τὸ μήτε ἐπίτασιν μήτε ἄνεσιν ἐπιδεχόμενον. κατ’ ἀμφότερα
20οὖν πλεονεκτοῦν εἰκότως ἔσχε τὴν κοινὴν ἐπωνυμίαν. τὸ δὲ τρίγωνον κἂν ἴσας ἔχῃ τὰς γωνίας, ἀλλὰ ὀξείας πάσας καὶ τὸ πεντάγωνον ἀμβλείας πάσας. εἰκότως ἄρα τὸ τετράγωνον ἰσότητι πλευρῶν καὶ ὀρθότητι γωνιῶν συμπεπληρώμενον μόνον ἐκ πάντων τετρα‐
25πλεύρων ταύτης τῆς προσηγορίας ἔτυχεν. τοῖς γὰρ172
in Euc
.

173

ὑπερέχουσι τῶν εἰδῶν τὸ τοῦ ὅλου πολλάκις ἐπιφημί‐ ζομεν ὄνομα. δοκεῖ δὲ καὶ τοῖς Πυθαγορείοις τοῦτο διαφερόντως τῶν τετραπλεύρων εἰκόνα φέρειν τῆς θείας οὐσίας. τήν τε γὰρ ἄχραντον τάξιν διὰ τούτου
5μάλιστα σημαίνουσιν—ἥ τε γὰρ ὀρθότης τὸ ἄκλιτον καὶ ἡ ἰσότης τὴν μόνιμον δύναμιν ἀπομιμεῖται. κίνη‐ σις γὰρ ἀνισότητος ἔκγονος, στάσις δὲ ἰσότητος· οἱ τοίνυν τῆς σταθερᾶς ἱδρύσεως αἴτιοι τοῖς ὅλοις καὶ τῆς ἀχράντου καὶ ἀκλίτου δυνάμεως εἰκότως διὰ τοῦ
10τετραγωνικοῦ σχήματος ὡς ἀπ’ εἰκόνος ἐμφαίνονται —καὶ πρὸς τούτοις ὁ Φιλόλαος κατ’ ἄλλην ἐπιβο‐ λὴν τὴν τοῦ τετραγώνου γωνίαν Ῥέας καὶ Δήμητρος καὶ Ἑστίας ἀποκαλεῖ· διότι γὰρ τὴν γῆν τὸ τετράγω‐ νον ὑφίστησι καὶ στοιχεῖόν ἐστιν αὐτῆς προσεχές, ὡς
15παρὰ τοῦ Τιμαίου μεμαθήκαμεν, ἀπὸ δὲ πασῶν τού‐ των τῶν θεαινῶν ἀπορροίας ἡ γῆ δέχεται καὶ γονί‐ μους δυνάμεις, εἰκότως τὴν τοῦ τετραγώνου γωνίαν ἀνῆκεν ταύταις ταῖς ζωογόνοις θεαῖς. καὶ γὰρ Ἑστίαν καλοῦσι τὴν γῆν καὶ Δήμητρά τινες, καὶ τῆς ὅλης
20Ῥέας αὐτὴν μετέχειν φασί, καὶ πάντα ἐστὶν ἐν αὐτῇ τὰ γεννητικὰ αἴτια χθονίως. τὴν τοίνυν μίαν ἕνωσιν τῶν θείων τούτων γενῶν τὴν τετραγωνικήν φησι γω‐ νίαν περιέχειν. ἀπεικάζουσι δὲ καὶ πρὸς τὴν σύμπα‐ σαν ἀρετὴν τὸ τετράγωνον ὡς ἔχον τέτταρας ὀρθάς,
25τελείαν ἑκάστην, ᾗπερ δὴ καὶ τὰς ἀρετὰς λέγομεν173
in Euc
.

174

ἑκάστην τελείαν καὶ αὐτάρκη καὶ μέτρον καὶ ὅρον ζωῆς, καὶ πάσας μεσότητας ἀμβλείας καὶ ὀξείας. δεῖ δὲ μὴ λανθάνειν, ὅπως τὴν μὲν τριγωνικὴν γωνίαν ὁ Φιλόλαος τέτταρσιν ἀνῆκεν θεοῖς, τὴν δὲ τετρα‐
5γωνικὴν τρισίν, ἐνδεικνύμενος αὐτῶν τὴν δι’ ἀλλή‐ λων χώρησιν καὶ τὴν ἐν πᾶσι πάντων κοινωνίαν τῶν τε περισσῶν ἐν τοῖς ἀρτίοις καὶ τῶν ἀρτίων ἐν τοῖς περισσοῖς. τριὰς οὖν τετραδικὴ [καὶ τετρὰς τριαδικὴ] τῶν τε γονίμων μετέχουσαι καὶ ποιητικῶν ἀγαθῶν
10τὴν ὅλην συνέχουσι τῶν γενητῶν διακόσμησιν. ἀφ’ ὧν ἡ δυωδεκὰς εἰς μίαν μονάδα τὴν τοῦ Διὸς ἀρχὴν ἀνατείνεται. τὴν γὰρ τοῦ δωδεκαγώνου γωνίαν Διὸς εἶναί φησιν ὁ Φιλόλαος, ὡς κατὰ μίαν ἕνωσιν τοῦ Διὸς ὅλον συνέχοντος τὸν τῆς δυωδεκάδος ἀριθμόν.
15ἡγεῖται γὰρ καὶ παρὰ τῷ Πλάτωνι δυωδεκάδος ὁ Ζεὺς καὶ ἀπολύτως ἐπιτροπεύει τὸ πᾶν. Τοσαῦτα καὶ περὶ τῶν τετραπλεύρων εἴχομεν λέ‐ γειν τήν τε τοῦ στοιχειωτοῦ διάνοιαν ἐμφανίζοντες καὶ πρὸς τὰς θεωρικωτέρας ἐπιβολὰς ἀφορμὰς διδόντες
20τοῖς τῶν νοητῶν καὶ ἀφανῶν οὐσιῶν τῆς γνώσεως
ἐφιεμένοις.174
in Euc
.

175

Def. XXXV. Παράλληλοι εὐθεῖαί εἰσιν, αἵτινες ἐν τῷ αὐτῷ ἐπιπέδῳ οὖσαι καὶ ἐκβαλλόμεναι εἰς ἄπειρον ἐφ’ ἑκάτερα τὰ μέρη ἐπὶ μηδέτερα
συμπίπτουσιν ἀλλήλαι
ς.
5 Τίνα μὲν στοιχεῖα τῶν παραλλήλων καὶ τίσι γνω‐ ρίζονται συμπτώμασιν ἐν τοῖς μετὰ ταῦτα μαθησόμεθα, τίνες δέ εἰσιν αἱ παράλληλοι εὐθεῖαι διὰ τούτων ἀφο‐ ρίζεται τῶν ῥημάτων. δεῖ τοίνυν αὐτάς, φησίν, ἔν τε ἑνὶ ἐπιπέδῳ εἶναι καὶ ἐκβαλλομένας ἐφ’ ἑκάτερα τὰ
10μέρη μὴ συμπίπτειν ἀλλήλαις ἀλλ’ ἐκβάλλεσθαι εἰς ἄπειρον. καὶ γὰρ αἱ μὴ παράλληλοι μέχρι τινὸς ἐκ‐ βαλλόμεναι μείναιεν ἂν ἀσύμπτωτοι, τὸ δὲ εἰς ἄπει‐ ρον ἐκβαλλομένας μὴ συμπίπτειν χαρακτερίζει τὰς παραλλήλους καὶ οὐδὲ τοῦτο ἁπλῶς ἀλλὰ τὸ ἐφ’ ἑκά‐
15τερα ἐκβάλλεσθαι ἐπ’ ἄπειρον καὶ μὴ συμπίπτειν. καὶ γὰρ τῶν μὴ παραλλήλων δυνατὸν κατὰ θάτερα μὲν τὴν ἐκβολὴν ἐπ’ ἄπειρον γενέσθαι, κατὰ τὰ λοιπὰ δὲ οὔ. συννεύουσαι γὰρ ἐπὶ τάδε τὰ μέρη, πλέον ἀφ‐ ίστανται ἀλλήλων κατὰ τὰ ἕτερα. τὸ δὲ αἴτιον, ὅτι
20δύο εὐθεῖαι περιέχειν οὐ δύνανταί τι χωρίον. εἰ δὲ κατὰ ἀμφότερα συνεύσαιεν, τοῦτο συμβήσεται. καὶ μέντοι καὶ τὸ ἐν τῷ αὐτῷ ἐπιπέδῳ εἶναι τὰς εὐθείας ὀρθῶς προσείληπται. εἰ γὰρ ἡ μὲν εἴη ἐν τῷ ὑποκει‐ μένῳ, ἡ δὲ ἐν μετεώρῳ κατὰ πᾶσαν θέσιν ἀσύμπτωτοί
25εἰσιν ἀλλήλαις καὶ οὐ διὰ τοῦτο παράλληλοί εἰσιν.175
in Euc
.

176

ἓν οὖν ἔστω τὸ ἐπίπεδον καὶ ἐκβαλλέσθωσαν ἐπ’ ἄπειρον κατὰ ἀμφότερα καὶ συμπιπτέτωσαν ἀλλήλαις κατὰ μηδέτερα. τούτων γὰρ ὑπαρχόντων ἔσονται παράλληλοι εὐθεῖαι.
5 Καὶ ὁ μὲν Εὐκλείδης τοῦτον ὁρίζεται τὸν τρό‐ πον τὰς παραλλήλους εὐθείας, ὁ δὲ Ποσειδώνιος, παράλληλοι, φησίν, εἰσὶν αἱ μήτε συνεύουσαι μήτε ἀπονεύουσαι ἐν ἑνὶ ἐπιπέδῳ, ἀλλ’ ἴσας ἔχουσαι πάσας τὰς καθέτους τὰς ἀγομένας ἀπὸ τῶν τῆς ἑτέρας ση‐
10μείων ἐπὶ τὴν λοιπήν. ὅσαι δ’ ἂν ἐλάττους ἀεὶ ποι‐ ῶσι τὰς καθέτους συνεύουσιν ἀλλήλαις· ἡ γὰρ κάθε‐ τος τά τε ὕψη τῶν χωρίων καὶ τὰ διαστήματα τῶν γραμμῶν ὁρίζειν δύναται. διόπερ ἴσων μὲν τῶν καθ‐ έτων οὐσῶν ἴσα τὰ διαστήματα τῶν εὐθειῶν, μειζόνων
15δὲ καὶ ἐλαττόνων γινομένων καὶ ἡ ἀπόστασις ἐλασ‐ σοῦται καὶ συνεύουσιν ἀλλήλαις, ἐφ’ ἃ μέρη εἰσὶν αἱ κάθετοι ἐλάσσονες. Δεῖ δὲ εἰδέναι, ὅτι τὸ ἀσύμπτωτον οὐ πάντως παραλλήλους ποιεῖ τὰς γραμμάς—καὶ γὰρ τῶν ὁμο‐
20κέντρων κύκλων αἱ περιφέρειαι οὐ συμπίπτουσιν— ἀλλὰ δεῖ καὶ ἐπ’ ἄπειρον αὐτὰς ἐκβάλλεσθαι. τοῦτο δὲ οὐ μόναις ὑπάρχει ταῖς εὐθείαις, ἀλλὰ καὶ ἄλλαις γραμμαῖς. δυνατὸν γὰρ νοῆσαι τεταγμένας ἕλικας περὶ εὐθείας γραφομένας, αἵτινες συνεκβαλλόμεναι
25ταῖς εὐθείαις εἰς ἄπειρον οὐδέποτε συμπίπτουσι. ταῦτα μὲν οὖν παρὰ (?) τούτων ὀρθῶς Γεμῖνος διεῖλεν ἐξ
ἀρχῆς, ὅτι τῶν γραμμῶν αἱ μέν εἰσιν ὡρισμέναι καὶ176
in Euc
.

177

σχῆμα περιέχουσιν, ὡς ὁ κύκλος καὶ ἡ τῆς ἐλλείψεως γραμμὴ καὶ ἡ κισσοειδὴς καὶ ἄλλαι παμπληθεῖς, αἱ δὲ ἀόριστοι καὶ εἰς ἄπειρον ἐκβαλλόμεναι, ὡς ἡ εὐθεῖα καὶ ἡ τοῦ ὀρθογωνίου κώνου τομὴ καὶ ἡ τοῦ ἀμβλυ‐
5γωνίου καὶ ἡ κογχοειδής. πάλιν δὲ αὐτῶν εἰς ἄπειρον ἐκβαλλομένων αἱ μὲν οὐδὲν σχῆμα περιλαμβάνουσιν, ὡς ἡ εὐθεῖα καὶ αἱ κωνικαὶ τομαὶ αἱ εἰρημέναι, αἱ δὲ συνελθοῦσαί τε καὶ ποιήσασαι σχῆμα ἐπ’ ἄπειρον τὸ λοιπὸν ἐκφέρονται. τούτων δὲ αἱ μέν εἰσιν ἀσύμπτω‐
10τοι αἱ, ὅπως ποτ’ ἂν ἐκβληθῶσιν, μὴ συμπίπτουσαι, συμπτωταὶ δὲ αἵ ποτε συμπεσούμεναι. τῶν δὲ ἀσυμ‐ πτώτων αἱ μὲν ἐν ἑνί εἰσιν ἀλλήλαις ἐπιπέδῳ, αἱ δὲ οὔ. τῶν δὲ ἀσυμπτώτων καὶ ἐν ἑνὶ οὐσῶν ἐπιπέδῳ αἱ μὲν ἴσον ἀεὶ διάστημα ἀφεστήκασιν ἀλλήλων, αἱ δὲ
15μειοῦσιν ἀεὶ τὸ διάστημα, ὡς ὑπερβολὴ πρὸς τὴν εὐθεῖαν καὶ ἡ κογχοειδὴς πρὸς τὴν εὐθεῖαν. αὗται γὰρ ἀεὶ ἐλασσουμένου τοῦ διαστήματος ἀεὶ ἀσύμπτωτοί εἰσιν καὶ συνεύουσι μὲν ἀλλήλαις, οὐδέποτε δὲ συ‐ νεύουσι παντελῶς, ὃ καὶ παραδοξότατόν ἐστιν ἐν γεω‐
20μετρίᾳ θεώρημα δεικνύον σύνευσιν τινῶν γραμμῶν ἀσύνευστον. τῶν δὲ ἴσον ἀεὶ ἀπεχουσῶν διάστημα αἵ εἰσιν εὐθεῖαι μηδέποτε ἔλασσον ποιοῦσαι τὸ μεταξὺ αὐτῶν ἐν ἑνὶ ἐπιπέδῳ παράλληλοί εἰσιν. Τοσαῦτα καὶ ἀπὸ τῆς Γεμίνου φιλοκαλίας εἰς
25τὴν τῶν προκειμένων ἐξήγησιν ἀνελεξάμεθα.177
in Euc
.

178

(t)

PETITA ET AXIOMATA.
1 Τῶν γεωμετρικῶν ἀρχῶν τριχῇ διῃρημένων εἴς τε ὑποθέσεις καὶ αἰτήματα καὶ ἀξιώματα τὴν μὲν πρὸς ἀλλήλας τούτων διαφορὰν ἐν τοῖς πρόσθεν γεγραμμέ‐ νοις παραδεδώκαμεν, περὶ δὲ αἰτήματος καὶ ἀξιώματος
5ἰδίᾳ προκείσθω νυνὶ διελθεῖν ἀκριβέστερον, ἅτε δὴ καὶ περὶ αὐτῶν ἡμῖν ὄντος ἐνταῦθα τοῦ λόγου προ‐ ηγουμένως. τὰς γὰρ ὑποθέσεις καὶ τοὺς καλουμένους ὅρους ἐν τοῖς προειρημένοις ἐσκέμμεθα. Κοινὸν μὲν οὖν ἐστι τοῖς τε ἀξιώμασι καὶ τοῖς
10αἰτήμασι τὸ μὴ προσδεῖσθαί τινος ἀποδείξεως μηδὲ γεωμετρικῶν πίστεων, ἀλλ’ ὡς γνώριμα λαμβάνεσθαι καὶ ἀρχὰς ταῦτα γίγνεσθαι τῶν ἐφεξῆς. διέστηκεν δὲ ἀπ’ ἀλλήλων, ᾗ καὶ τὰ θεωρήματα τῶν προβλημάτων διώρισται. καθάπερ γὰρ ἐν μὲν τοῖς θεωρήμασι τὸ
15ἀκόλουθον ἰδεῖν καὶ γνῶναι τοῖς ὑποκειμένοις προτι‐178
in Euc
.

179

θέμεθα, ἐν δὲ τοῖς προβλήμασι πορίσασθαι καὶ ποιῆσαί τι προσταττόμεθα, κατὰ ταῦτα δὴ καὶ ἐν μὲν τοῖς ἀξιώμασι ταῦτα λαμβάνεται, ὅσα αὐτόθεν εἰς γνῶσίν ἐστι καταφανῆ καὶ πρόχειρα ταῖς ἀδιδάκτοις ἡμῶν ἐν‐
5νοίαις, ἐν δὲ τοῖς αἰτήμασι ταῦτα ζητοῦμεν λαβεῖν, ὅσα ἐστὶν εὐπόριστα καὶ εὐμήχανα, τῆς διανοίας οὐ καμνούσης περὶ τὴν λῆψιν αὐτῶν, οὐδὲ ποικιλίας δεόμενα οὐδὲ κατασκευῆς. γνῶσις ἄρα ἐναργὴς καὶ ἀναπόδεικτος καὶ λῆψις ἀκατάσκευος διορίζουσι τά τε
10αἰτήματα καὶ τὰ ἀξιώματα, ὥσπερ καὶ γνῶσις ἀπο‐ δεικτικὴ καὶ λῆψις τῶν ζητουμένων μετὰ παρασκευῆς τὰ θεωρήματα τῶν προβλημάτων διέκρινεν. δεῖ γὰρ δὴ πανταχοῦ τὰς ἀρχὰς τῶν μετὰ τὰς ἀρχὰς διαφέρειν τῇ ἁπλότητι, τῷ ἀναποδείκτῳ, τῷ αὐτοπίστῳ. καθόλου
15γάρ, φησὶν ὁ Σπεύσιππος, ὧν ἡ διάνοια τὴν θήραν ποιεῖται τὰ μὲν οὐδεμίαν ποικίλην ποιησαμένη δι‐ έξοδον προβάλλει καὶ προευτρεπίζει πρὸς τὴν μέλλου‐ σαν ζήτησιν καὶ ἔχει τούτων ἐναργεστέραν ἐπαφὴν μᾶλλον ἢ τῶν ὁρατῶν ἡ ὄψις, τὰ δὲ ἐκ τοῦ εὐθέως
20αἴρειν ἀδυνατοῦσα κατὰ μετάβασιν ἐπ’ ἐκεῖνα δια‐ βαίνουσα κατὰ τὸ ἀκόλουθον αὐτῶν ἐπιχειρεῖ ποι‐ εῖσθαι τὴν θήραν. οἷον τὸ μὲν ἀπὸ σημείου γραμμὴν εὐθεῖαν ἐπὶ σημεῖον ἀγαγεῖν ὡς πρόχειρον λαμβάνει καὶ εὐπόριστον. τῇ γὰρ ὁμαλῇ ῥύσει τοῦ σημείου
25συγκινουμένη καὶ συμπροιοῦσα τῷ μηδαμοῦ μᾶλλον179
in Euc
.

180

καὶ ἧττον ἀπονεύειν εἰς τὸ ἕτερον καταντᾷ σημεῖον. πάλιν εὐθείας τὸ μὲν τῶν περάτων μένον, τὸ δὲ περὶ αὐτὸ κινούμενον ἀπραγματεύτως γέγραφεν τὸν κύκλον. εἰ δέ τις ἕλικα μονόστροφον γράφειν ἐθελήσειεν, ποι‐
5κιλωτέρας δεῖται μηχανῆς—καὶ γὰρ κινήσεις ποι‐ κίλαι γεννῶσιν αὐτήν—καὶ εἴ τις τρίγωνον ἰσόπλευ‐ ρον συστήσασθαι, κἀνταῦθα δεήσεται μεθόδου τινὸς εἰς τὴν τοῦ τριγώνου σύστασιν. ἐρεῖ γὰρ ὁ γεωμετρι‐ κὸς νοῦς, ὅτι νοήσας εὐθεῖαν κατὰ μὲν θάτερον τῶν
10περάτων μένουσαν κατὰ δὲ θάτερον κινουμένην περὶ ἐκεῖνο καὶ σημεῖον ἀπὸ τοῦ μένοντος ἐπ’ αὐτῆς κινού‐ μενον γέγραφα τὴν μονόστροφον ἕλικα· ἅμα γὰρ καὶ τὸ πέρας τῆς εὐθείας κυκλογραφοῦν καὶ τὸ σημεῖον ἐπὶ τῆς εὐθείας κινούμενον εἰς ταὐτὸ καταστάντα καὶ
15συμπεσόντα ποιεῖ μοι τὴν τοιαύτην ἕλικα. καὶ πάλιν κύκλους ἴσους γράψας καὶ ἀπὸ τῆς κοινῆς τομῆς εἰς τὰ κέντρα τῶν κύκλων ἐπιζεύξας καὶ ἀπὸ θατέρου τῶν κέντρων ἐπὶ θάτερον εὐθεῖαν ἀγαγὼν ἕξω τὸ ἰσόπλευρον τρίγωνον. πολλοῦ ἄρα δεῖ ταῦτα δι’
20ἁπλῆς ἐπιβολῆς ἀποτελεῖσθαι καὶ τῆς πρώτης ἐπι‐ νοίας. ἀγαπῴημεν γὰρ ἀκολουθοῦντες αὐτῶν ταῖς γενέσεσι. Τὸ μὲν οὖν ῥᾷον τὰ τοιαῦτα πορίζεσθαι ἢ καὶ χαλεπώτερον, καὶ ἢ διὰ πλειόνων δείκνυσθαι μέσων
25ἢ δι’ ἐλαττόνων παρὰ τὰς ἕξεις γίγνεται τῶν μεταχει‐180
in Euc
.

181

ριζομένων, τὸ δὲ ὅλως ἀποδείξεως δεῖσθαι καὶ κατα‐ σκευῆς παρὰ τὴν ἰδιότητα τῶν ζητουμένων τῆς τῶν αἰτημάτων καὶ ἀξιωμάτων ἐναργείας ἀπολειπομένην. ἄμφω μὲν οὖν τὸ ἁπλοῦν ἔχειν δεῖ καὶ εὔληπτον, τό
5τε αἴτημα λέγω καὶ τὸ ἀξίωμα, ἀλλὰ τὸ μὲν αἴτημα προστάττει ἡμῖν μηχανήσασθαι καὶ πορίσασθαί τινα ὕλην εἰς συμπτώματος ἀπόδοσιν ἁπλῆν ἔχουσαν καὶ εὐπετῆ τὴν λῆψιν, τὸ δὲ ἀξίωμα συμβεβηκός τι καθ’ αὑτὸ λέγειν γνώριμον αὐτόθεν τοῖς ἀκούουσιν, ὥσπερ
10καὶ τὸ θερμὸν εἶναι τὸ πῦρ ἢ ἄλλο τι τῶν περιφανε‐ στάτων, ἐφ’ ὧν τοὶς ἀποροῦντας ἢ αἰσθήσεως ἢ κο‐ λάσεως δεῖσθαι λέγομεν, ὥστε ὁμογενὲς μὲν τὸ αἴτημα τῷ ἀξιώματι, διαφέρον δὲ αὐτοῦ τὸν εἰρημένον τρό‐ πον. ἑκάτερον γάρ ἐστιν ἀρχὴ ἀναπόδεικτος, ἀλλὰ
15τὸ μὲν ὡδί, τὸ δὲ ἄλλως, καθάπερ εἴπομεν. Ἤδη δὲ οἱ μὲν πάντα αἰτήματα καλεῖν ἀξιοῦσιν, ὥσπερ καὶ προβλήματα τὰ ζητούμενα πάντα. καὶ γὰρ ὁ Ἀρχιμήδης τῶν ἀνισορροπιῶν ἀρχόμενος· „Αἰτούμεθα, φησί, τὰ ἴσα βάρη ἀπὸ τῶν ἴσων μη‐
20κῶν ἰσορροπεῖν.“ καίτοι τοῦτο μᾶλλον ἀξίωμα ἄν τις προσείποι. οἱ δὲ πάντα ἀξιώματα προσαγορεύουσιν, ὥσπερ δὴ καὶ θεωρήματα πάντα τὰ ἀποδείξεως δεό‐ μενα. κατὰ τὴν αὐτὴν γὰρ ὡς ἔοικεν ἀναλογίαν ἀπὸ
τῶν ἰδίων ἐπὶ τὰ κοινὰ μεταβεβήκασιν ὀνόματα. δι‐181
in Euc
.

182

έστηκεν δὲ ὅμως ὥσπερ πρόβλημα θεωρήματος οὕτως καὶ αἴτημα ἀξιώματος, εἰ καὶ ἀμφότερα ἀναπόδεικτά ἐστι, καὶ τὸ μὲν ὡς εὐπόριστον λαμβάνεται, τὸ δὲ ὡς εὔγνωστον ὁμολογεῖται.
5 Γεμῖνος μὲν οὖν κατὰ τοῦτον τὸν λόγον τὰ αἰτήματα διαιρεῖ τῶν ἀξιωμάτων, ἄλλοι δ’ ἂν φαῖεν, ὅτι τὰ μὲν ἴδια τῆς γεωμετρικῆς ἐστιν ὕλης, τὰ δὲ κοινὰ πάσης τῆς περὶ τὸ ποσὸν καὶ πηλίκον θεωρίας. τὸ μὲν γὰρ τὰς ὀρθὰς γωνίας ἴσας εἶναι καὶ πᾶσαν
10εὐθεῖαν πεπερασμένην ἐπ’ εὐθείας ἐκβάλλειν ὁ γεω‐ μέτρης οἶδεν, τὸ δὲ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα εἶναι κοινή ἐστιν ἔννοια καὶ ὅ τε ἀριθμητικὸς αὐτῇ χρῆται καὶ ἕκαστος τῶν ἐπιστημόνων ἐφαρμόζων τῇ ἑαυτοῦ ὕλῃ τὸ κοινόν. ὁ δὲ Ἀριστοτέλης, ὥς που
15καὶ πρότερον εἴπομεν, αἴτημά φησιν ἀποδεικτὸν ὂν καὶ μὴ συγχωρούμενον ὑπὸ τοῦ ἀκούοντος ὅμως ἀρ‐ χὴν λαμβάνεσθαι, τὸ δὲ ἀξίωμα ἀναπόδεικτον ὑπάρ‐ χειν καθ’ αὑτὸ καὶ πάντας ἂν ὁμολογῆσαι κατὰ διάθε‐ σιν, εἰ καὶ λόγου ἕνεκα τινὲς διαμφισβητοῖεν πρὸς
20αὐτό. Τριῶν δὴ τούτων ὄντων διορισμῶν κατὰ μὲν τὸν πρῶτον, ὃς τῷ πορίσασθαι καὶ τῷ γνῶναι μόνον τὸ αἴτημα διίστησι τοῦ ἀξιώματος, δῆλον ὅτι τὸ πάσας ὀρθὰς ἴσας εἶναι τὰς γωνίας οὐκ ἔστιν αἴτημα, οὐδὲ
25τὸ πέμπτον τὸ ἐὰν εἰς δύο εὐθείας εὐθεῖά τις ἐμπί‐
πτουσα τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη γωνίας δύο182
in Euc
.

183

ὀρθῶν ἐλάσσονας ποιῇ, ἐκβαλλομένας τὰς εὐθείας συμπίπτειν, ἐφ’ ἃ μέρη εἰσὶν αἱ τῶν δύο ὀρθῶν ἐλάσ‐ σονες. ταῦτα γὰρ οὐκ εἰς κατασκευὴν λαμβάνεται οὐδὲ πορίσασθαί τι ἀξιοῖ, ἀλλὰ σύμπτωμά τι δηλοῖ
5ταῖς ὀρθαῖς γωνίαις συνυπάρχον καὶ ταῖς ἀπ’ ἐλασ‐ σόνων ἢ δύο ὀρθῶν ἐκβαλλομέναις. κατὰ δὲ τὸν δεύ‐ τερον οὐκ ἔσται ἀξίωμα τὸ δύο εὐθείας χωρίον μὴ περιέχειν, ὃ καὶ νῦν τινες ὡς ἀξίωμα προσγράφουσι. καὶ γὰρ τοῦτο τῆς γεωμετρικῆς ὕλης ἐστίν, ὥσπερ τὸ πά‐
10σας τὰς ὀρθὰς ἴσας εἶναι γωνίας, κατὰ δὲ τὸν τρίτον τὸν Ἀριστοτελικὸν πάντα μέν, ὅσα δι’ ἀποδείξεως πιστοῦταί τινος, ἔσται αἰτήματα, ὅσα δὲ ἀναπόδεικτά ἐστιν, ἀξιώματα. μάτην οὖν τῶν ἀξιωμάτων Ἀπολ‐ λώνιος ἐπεχείρησεν ἀποδείξεις παραδιδόναι. ὀρθῶς
15γὰρ καὶ ὁ Γεμῖνος ἐπέστησεν, ὅτι οἱ μὲν καὶ τῶν ἀναποδείκτων ἀποδείξεις ἐπενόησαν καὶ ἀπὸ ἀγνω‐ στοτέρων μέσων τὰ γνώριμα πᾶσιν κατασκευάζειν ἐπεχείρησαν—ὃ δὴ πέπονθεν ὁ Ἀπολλώνιος δει‐ κνύναι βουλόμενος ὅτι ἀληθὲς τὸ ἀξίωμα τὸ λέγον τὰ
20τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα εἶναι—οἱ δὲ καὶ τὰ ἀποδείξεως δεόμενα ἐν τοῖς ἀναποδείκτοις προσειλή‐ φασιν, ὡς αὐτὸς Εὐκλείδης τό τε πέμπτον αἴτημα καὶ τὸ τέταρτον. καὶ γὰρ τοῦτό τινες ὡς ἀμφίβολον ἀποδείξεως δεῖσθαί φασι. καὶ πῶς γὰρ οὐ γελοῖον,
25ὧν τὰ ἀντίστροφα θεωρήματά ἐστιν ἀποδεικτά, ταῦτα ὡς ἀναπόδεικτα προστάττειν. ὅτι γὰρ τῶν συμπι‐ πτουσῶν εὐθειῶν αἱ ἐντὸς ἐλάσσους εἰσὶ δυεῖν ὀρθαῖν,
αὐτὸς ὁ Εὐκλείδης δείκνυσιν ἐν ἐκείνῳ τῷ θεωρή‐183
in Euc
.

184

ματι „παντὸς τριγώνου αἱ δύο γωνίαι δύο ὀρθῶν ἐλάσ‐ σονές εἰσιν πάντη μεταλαμβανόμεναι.“ ἀλλὰ καὶ ὅτι οὐ πάντως ἡ τῇ ὀρθῇ ἴση ὀρθή ἐστι δείκνυται σαφῶς· οὐκ ἄρα ἀναπόδεικτα τὰ τούτοις ἀντιστρέφοντα εἶναι
5συγχωρητέον, φησὶν ὁ Γεμῖνος. ἔοικεν οὖν κατὰ τὴν τούτου διάταξιν τρία μὲν εἶναι αἰτήματα, τὰ δὲ λοιπὰ δύο δεῖσθαι τῆς ἀποδεικτικῆς ἐπιστήμης, αὐτά τε καὶ τὰ ἀντιστρέφοντα αὐτοῖς, ἐν δὲ τοῖς ἀξιώμασι τὸ δύο εὐθείας χωρίον μὴ περιέχειν προσκεῖσθαι περιττῶς,
10εἴπερ δι’ ἀποδείξεως ἔχοι τὸ πιστόν. Περὶ μὲν οὖν τῆς διαφορᾶς τῶν αἰτημάτων καὶ ἀξιωμάτων τοσαῦτα, πάλιν δὲ αὖ τῶν ἀξιωμάτων τὰ μέν ἐστιν ἀριθμητικῆς ἴδια, τὰ δὲ γεωμετρίας, τὰ δὲ κοινὰ αὐταῖς ἀμφοτέραις. τὸ μὲν γὰρ πάντα ἀριθμὸν
15ὑπὸ μονάδος μετρεῖσθαι ἀξίωμα ἀριθμητικόν ἐστι, τὸ δὲ „αἱ ἴσαι εὐθεῖαι ἐφαρμόζουσιν ἀλλήλαισ“ καὶ τὸ πᾶν μέγεθος ἐπ’ ἄπειρον εἶναι διαιρετὸν ἀξιώματα γεωμετρικά ἐστιν, τὸ δὲ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα εἶναι, καὶ ὅσα τοιαῦτα, κοινά ἐστιν ἀμφοῖν. χρῆ‐
20ται δὲ ἑκατέρα καὶ τούτοις ἐφ’ ὅσον τὸ ὑποκείμενον ἀπαιτεῖ, οἷον ἡ μὲν γεωμετρία ἐπὶ μεγεθῶν, ἡ δὲ ἀριθμητικὴ ἐπ’ ἀριθμῶν. ὡσαύτως δὲ καὶ τῶν αἰτη‐ μάτων τὰ μὲν ἴδια τῶν ἐπιστημῶν ἐστιν, τὰ δὲ κοινά. τὸ μὲν γὰρ διελεῖν τὸν ἀριθμὸν εἰς τὰ ἐλάχιστα μέρη
25τῆς ἀριθμητικῆς ἴδιον ἂν φαίης αἴτημα, τὸ δὲ πᾶσαν εὐθεῖαν πεπερασμένην ἐπ’ εὐθείας ἐκβαλεῖν τῆς γεω‐ μετρίας, τὸ δὲ εἰς ἄπειρον αὔξειν τὸ ποσὸν κοινὸν ἀμφοτέρων. καὶ γὰρ ὁ ἀριθμὸς καὶ τὸ μέγεθος τοῦτο
δύναται πάσχειν.184
in Euc
.

185

Pet. I—III. Ἠιτήσθω ἀπὸ παντὸς σημείου ἐπὶ πᾶν σημεῖον εὐθεῖαν γραμμὴν ἀγαγεῖν καὶ πεπερασμένην εὐθεῖαν κατὰ τὸ συνεχὲς ἐπ’ εὐθείας ἐκβαλεῖν καὶ παντὶ κέντρῳ καὶ δια‐
5
στήματι κύκλον γράψα
ι. Ταῦτα τὰ τρία καὶ ἐναργείας ἕνεκα καὶ τοῦ πορί‐ σασθαί τι προστάττειν ἡμῖν ἐν τοῖς αἰτήμασιν ἐξ ἀνάγκης ταχθήσεται κατά γε τὸν Γεμῖνον. τὸ μὲν γὰρ ἀπὸ παντὸς σημείου ἐπὶ πᾶν σημεῖον εὐθεῖαν γραμ‐
10μὴν ἀγαγεῖν ἑπόμενόν ἐστι τῷ ῥύσιν εἶναι τοῦ σημείου τὴν γραμμὴν καὶ τὴν εὐθεῖαν ὁμαλὴν καὶ ἀπαρέγκλι‐ τον ῥύσιν. νοήσαντες οὖν τὸ σημεῖον κινούμενον τὴν ὁμαλὴν καὶ ἐλαχίστην κίνησιν ἐπὶ θάτερον σημεῖον καταντήσομεν, καὶ τὸ πρῶτον αἴτημα γέγονεν οὐδὲν
15ποικίλον ἡμῶν ἐπινενοηκότων. εἰ δὲ δὴ τῆς εὐθείας σημείῳ περατουμένης ὡσαύτως νοήσαιμεν τὸ πέρας αὐτῆς κινούμενον τὴν ἐλαχίστην καὶ ὁμαλὴν κίνησιν, ἔσται τὸ δεύτερον αἴτημα πορισθὲν ἀπὸ εὐμηχάνου καὶ ἁπλῆς ἐπιβολῆς. εἰ δὲ αὖ μένουσαν μὲν τὴν πε‐
20περασμένην εὐθεῖαν κατὰ θάτερον, κινουμένην δὲ περὶ τὸ μένον κατὰ τὸ λοιπόν, τὸ τρίτον ἂν εἴη γένος. κέντρον μὲν γὰρ ἔσται τὸ μένον σημεῖον, διάστημα δὲ ἡ εὐθεῖα. ὅση γὰρ ἂν αὕτη τυγχάνῃ, τοσοῦτο ἔσται τὸ ἀπόστημα τοῦ κέντρου πρὸς πάντα τὰ μέρη
25τῆς περιφερείας. εἰ δέ τις ἀποροίη, πῶς κινήσεις ἐπ‐
εισάγομεν τοῖς γεωμετρητοῖς ἀκινήτοις οὖσιν, πῶς δὲ185
in Euc
.

186

τὰ ἀμερῆ κινοῦμεν—ταῦτα γὰρ ἀδύνατα εἶναι παν‐ τελῶς—ἀξιώσομεν αὐτὸν μὴ παντάπασιν δυσχεραί‐ νειν μεμνημένον τῶν ἐν ἀρχῇ προαποδεδειγμένων, ὡς ἄρα περὶ τῶν ἐν φαντασίᾳ κειμένων οἱ λόγοι γράφου‐
5σιν ἐκεῖ πάντα τὰ τῆς διανοίας εἰκόνας ὧν ἔχει λόγων. τὸ γὰρ ἄγραφον γραμματεῖον οὗτος ἦν ὁ τελευταῖος νοῦς καὶ παθητικός. ἀλλ’ οὐδὲν ἡμῖν ὁ λόγος οὗτος. ὁ γάρ τοι νοῦς ὁ τὰ εἴδη δεχόμενος ἀλλαχόθεν διὰ κινήσεως αὐτὰ δέχεται. τὴν δὲ κίνησιν μή τοι σωμα‐
10τικὴν ἀλλὰ φανταστικὴν νοήσωμεν καὶ τὰ ἀμερῆ τὰς μὲν σωματικὰς κινήσεις κινεῖσθαι μὴ συγχωρῶμεν τὰς δὲ αὖ φανταστικὰς διεξόδους ὑπομένειν. καὶ γὰρ ὁ νοῦς ἀμερὴς ὢν κινεῖται καὶ οὐ τοπικῶς καὶ ἡ φαν‐ τασία κατὰ τὸ ἑαυτῆς ἀμερὲς ἔχει κίνησιν ἰδίαν·
15ἡμεῖς δὲ εἰς τὰς σωματικὰς κινήσεις ἀποβλέποντες ἀπογινώσκομεν τῶν ἐν τοῖς ἀδιαστάτοις κινήσεων. τοῦ μὲν οὖν σωματικοῦ τόπου καὶ τῶν ἔξω κινήσεων τὰ ἀμερῆ καθαρεύει· κινήσεως δὲ ἄλλο εἶδος καὶ τόπος ἄλλος ἐπ’ αὐτῶν θεωρεῖται ταῖς κινήσεσι σύστοιχος,
20ἐπεὶ καὶ θέσιν ἔχειν τὸ σημεῖον ἐν τῇ φαντασίᾳ λέγο‐ μεν καὶ οὐ ζητοῦμεν, πῶς ἀμερὲς ἔτι δύναται μένειν τὸ κινούμενόν που καὶ περιεχόμενον ὑπὸ τοῦ τόπου. τόπος γὰρ τῶν μὲν διαστατῶν διαστατός ἐστι, τῶν δὲ ἀμερῶν ἀδιάστατος. ἄλλα οὖν τὰ ἰδίως τῶν γεωμε‐
25τρητῶν εἴδη καὶ ἄλλα τὰ ἀπ’ ἐκείνων ὑφιστάμενα, καὶ
ἄλλη τῶν σωμάτων κίνησις, ἄλλη τῶν ἐν φαντασίᾳ186
in Euc
.

187

νοουμένων, καὶ ἄλλος ὁ τῶν διαστατῶν τόπος, ἄλλος ὁ τῶν ἀμερῶν. καὶ χρὴ ταῦτα διελομένους μὴ συγχεῖν μηδὲ ἐπιταράττειν τῶν πραγμάτων τὰς οὐσίας. Ἔοικεν μὴν τῶν τριῶν τούτων αἰτημάτων τὸ μὲν
5πρῶτον ἐν εἰκόσιν ἡμῖν ἐμφανίζειν, ὅπως τὰ ὄντα περιέχεται ἐν τοῖς αὐτῶν αἰτίοις ἀμερεστέροις οὖσι καὶ ὁρίζεται ἀπ’ αὐτῶν, καὶ ὅτι καὶ πρὶν ὑποστῇ παν‐ ταχόθεν ὑπ’ ἐκείνων περιείληπται—καὶ γὰρ ἡ εὐθεῖα τῶν σημείων ὄντων ἐπὶ θάτερον ἀπὸ θατέρου ἐπι‐
10ζεύγνυται καὶ περατοῦται ὑπ’ αὐτῶν καὶ μεταξὺ αὐτῶν ἀπείληπται—τὸ δὲ δεύτερον, ὅπως τὰ ὄντα ἐχόμενα τῶν οἰκείων ἀρχῶν πρόεισιν ἐπὶ πάντα τήν τε πρὸς ἐκεῖνα συνέχειαν φυλάττοντα καὶ μὴ ἀποσπώμενα ἀπ’ αὐτῶν, ἀλλὰ διὰ τὴν ἀπειροδύναμον αἰτίαν πάντη
15ἐπειγόμενα χωρεῖν, τὸ δὲ τρίτον, ὅπως τὰ προελθόντα πάλιν ἐπιστρέφεται πρὸς τὰς οἰκείας ἀρχάς. ἡ γὰρ τοῦ κινουμένου περὶ τὸ μένον στροφὴ τὸν κύκλον ἀπογεννῶσα μιμεῖται τὴν κατὰ κύκλον ἐπάνοδον. Δεῖ δὲ εἰδέναι, ὅτι τὸ ἐπ’ ἄπειρον ἐκβάλλεσθαι οὐ
20πάσαις ὑπάρχει γραμμαῖς· οὔτε γὰρ τῇ κυκλικῇ οὔτε τῇ κισσοειδεῖ οὔτε ὅλως ταῖς σχηματογραφούσαις, ἀλλ’ οὐδὲ ταῖς μὴ ποιούσαις σχῆμα. οὐδὲ γὰρ ἡ μονόστροφος ἕλιξ ἐπ’ ἄπειρον ἐκβάλλεται—μεταξὺ γὰρ δύο σημείων ἔχει τὴν σύστασιν—οὐδὲ τῶν ἄλλων οὐδεμία γραμ‐
25μῶν τῶν οὕτω γεννωμένων. ἀλλ’ οὐδὲ ἀπὸ παντὸς ση‐ μείου δυνατὸν ἐπὶ πᾶν πᾶσαν ἐπιζευγνύναι γραμμήν· οὐ γὰρ πᾶσα μεταξὺ πάντων σημείων ὑφίστασθαι δύναται.
Τοσαῦτα καὶ περὶ τούτων· ἐπὶ δὲ τὰ ἑξῆς ἴωμεν.187
in Euc
.

188

Pet. IIII. Καὶ πάσας τὰς ὀρθὰς γωνίας ἴσας
ἀλλήλαις εἶνα
ι. Τοῦτο εἰ μὲν ὡς ἐναργὲς καὶ μὴ δεόμενον ἀπο‐ δείξεως συγχωροῦμεν, αἴτημα μὲν οὐκ ἔστιν κατὰ τὸν
5Γεμῖνον, ἀξίωμα δέ. συμβεβηκὸς γάρ τι καθ’ αὑτὸ λέγει ταῖς ὀρθαῖς, ἀλλ’ οὐ πορίσασθαί [τι] δι’ ἁπλῆς ἐπινοίας ἀξιοῖ. ἀλλ’ οὐδὲ κατὰ τὴν Ἀριστοτέλους διαίρεσιν αἴτημά ἐστι. τὸ γὰρ αἴτημα κατ’ ἐκεῖνον δεῖται ἀποδείξεως τινός. εἰ δὲ ἀποδεικτὸν αὐτὸ φαῖμεν
10εἶναι καὶ ζητοῖμεν αὐτοῦ τὴν ἀπόδειξιν, οὐδ’ ὡς κατὰ τὸν Γεμῖνον ἐν τοῖς αἰτήμασι ταχθήσεται. προφαί‐ νεται μὲν οὖν καὶ κατὰ τὰς κοινὰς ἡμῶν ἐπινοίας ἡ τῶν ὀρθῶν ἰσότης, μονάδος δὲ ἔχουσα λόγον ἢ ὅρον πρὸς τὴν ἐπ’ ἄπειρον αὔξησιν καὶ ἐλάττωσιν τῶν ἐφ’
15ἑκάτερα γωνιῶν ἴση ἐστὶ πρὸς πᾶσαν ὀρθήν. καὶ γὰρ τὴν πρώτην οὕτως ὑπεστήσαμεν τὴν ὀρθήν, ἴσας
[Omitted graphic marker] τὰς ἐφ’ ἑκάτερα γωνίας
ποιήσαντες τῆς ἐφεστώ‐
σης εὐθείας, πρὸς ἣν ἐφ‐
20έστηκεν. εἰ δὲ δεῖ καὶ ἀπόδειξιν αὐτοῦ παρα‐ θέσθαι γραμμικήν, ἔστω‐ σαν δύο ὀρθαὶ αἱ ὑπὸ αβγ καὶ ὑπὸ δεζ. λέγω
25δὴ ὅτι ἴσαι εἰσίν. εἰ γὰρ μή, ἡ ἑτέρα μείζων. ἔστω ἡ
πρὸς τὸ β. ἐφαρμοζομένης ἄρα τῆς δε ἐπὶ τὴν αβ188
in Euc
.

189

εζ ἐντὸς πεσεῖται, πιστεύω ὡς ἡ βη, καὶ ἐκβεβλήσθω ἡ βγ ἐπὶ τὸ θ. ἐπεὶ οὖν ὀρθὴ ἡ ὑπὸ αβγ, ὀρθὴ καὶ ἡ ὑπὸ αβθ καὶ ἴσαι ἀλλήλαις—ἔχομεν γὰρ ἐν τοῖς ὅροις ὅτι ἡ ὀρθὴ γωνία ἴση τῇ ἐφεξῆς—ἡ ἄρα ὑπὸ
5αβθ μείζων τῆς ὑπὸ αβγ. πάλιν ἐκβεβλήσθω ἡ βη ἐπὶ τὸ κ. ἐπεὶ οὖν ὀρθὴ ἡ ὑπὸ αβη, καὶ ἡ ἐφεξῆς ὀρθὴ διὰ ταῦτα καὶ ἴση τῇ ὑπὸ αβη. ἡ ἄρα ὑπὸ αβκ ἴση τῇ ὑπὸ αβη, ὥστε ἡ ὑπὸ αβθ ἐλάσσων τῆς ὑπὸ αβη, ἀλλὰ μείζων, ὅπερ ἀδύνατον. οὐκ ἄρα ἐστὶν
10ὀρθὴ μείζων ὀρθῆς. Τοῦτο μὲν οὖν καὶ ἄλλοις δέδεικται τῶν ἐξηγη‐ τῶν καὶ οὐ πολλῆς ἐδεῖτο πραγματείας, ὁ δὲ Πάππος ἐπέστησεν ἡμᾶς ὀρθῶς, ὅτι τὸ ἀντίστροφον οὐκέτι ἀληθές, τὸ τὴν ἴσην τῇ ὀρθῇ γωνίαν ἐκ παντὸς εἶναι
15ὀρθήν, ἀλλ’ εἰ μὲν εὐθύγραμμος εἴη, πάντως ὀρθὴν εἶναι, δύνασθαι δὲ καὶ περιφερόγραμμον γωνίαν ἴσην ὀρθῇ δειχθῆναι, καὶ δῆλον, ὡς οὐκέτι τὴν τοι‐ αύτην ὀρθὴν (εἶναι δύνασθαι?) προσαγορεύσομεν. κατὰ γὰρ τὴν τῶν εὐθυγράμμων γωνιῶν τομὴν τὴν ὀρθὴν
20ἐλαμβάνομεν ὑφιστάντες αὐτὴν ὑπὸ εὐθείας ἐφεστώ‐ σης ἀκλινῶς πρὸς τὴν ὑποκειμένην, ὥστε ἡ ἴση τῇ ὀρθῇ οὐ πάντως ὀρθή ἐστιν, εἴπερ μηδὲ εὐθύγραμμος.
νενοήσθωσαν οὖν εὐθεῖαι δύο ἴσαι αἱ αβ βγ ποιοῦσαι189
in Euc
.

190

τὴν πρὸς τὸ β ὀρθήν, καὶ ἔστωσαν ἴσα καὶ ἐπ’ αὐτῶν ἡμικύκλια κέντρῳ καὶ διαστήματι γραφέντα τὰ αεβ
[Omitted graphic marker] βζγ. ἐπεὶ οὖν ἴσα τὰ ἡμικύκλια,
ἐφαρμόσει ἀλλήλοις, καὶ ἴση ἡ
5
ὑπὸ εβα γωνία τῇ ὑπὸ ζβγ.
κοινὴ προσκείσθω ἡ λοιπὴ ἡ
ὑπὸ αβζ· ὅλη ἄρα ἡ ὀρθὴ ἴση
ἐστὶ τῇ μηνοειδεῖ τῇ ὑπὸ εβζ. καὶ ὅμως οὐκ ἔστιν ἡ μηνοειδὴς ὀρθή. τῷ δὲ αὐτῷ
10τρόπῳ καὶ ἀμβλείας οὔσης ἢ ὀξείας τῆς ὑπὸ αβγ
[Omitted graphic marker] δειχθήσεται αὐτῇ ἴση γωνία ἡ μη‐
νοειδής. τοῦτο γάρ ἐστι τὸ εἶδος
τῶν περιφερογράμμων γωνιῶν τὸ
συμβιβαζόμενον ταῖς εὐθυγράμμοις·
15πλὴν τό γε τοσοῦτον ἰστέον· ἐπὶ μὲν τῆς ὀρθῆς καὶ τῆς ἀμβλείας προσ‐ θεῖναι δεῖ τὴν μεταξὺ γωνίαν τῆς [Omitted graphic marker] αβ εὐθείας καὶ βζ περιφερείας,
ἐπὶ δὲ τῆς ὀξείας ἀφελεῖν. ἡ
20γὰρ αβ εὐθεῖα τέμνει τὴν βζ περιφέρειαν. ἐκκείσθω οὖν ἑκα‐ τέρας τῶν ὑποθέσεων τὰ δια‐
γράμματα.190
in Euc
.

191

Ταῦτα μὲν οὖν ἀναγεγράφθω δεικνύντα καὶ ὅτι πᾶσαι αἱ ὀρθαὶ ἴσαι ἀλλήλαις εἰσὶ καὶ ὅτι οὐ πάντως ἡ τῇ ὀρθῇ ἴση ὀρθή ἐστιν. εἰ γὰρ μηδὲ εὐθύγραμμος εἴη, πῶς ἂν ὀρθήν τις εἴποι τὴν τοιαύτην;
5 Φανερὸν δὲ καὶ ἐκ τοῦδε τοῦ αἰτήματος, ὅτι ἡ ὀρθότης τῆς γωνίας τῇ ἰσότητι συγγενής ἐστιν, ὥσπερ ἡ ὀξύτης καὶ ἀμβλύτης τῇ ἀνισότητι. καὶ γάρ ἐστιν ἡ μὲν ὀρθότης αὐτῇ τῇ ἰσότητι σύστοιχος—ἀμφό‐ τεραι γὰρ ὑπὸ τὸ πέρας, ὥσπερ δὴ καὶ ἡ ὁμοιότης—
10ἡ δὲ ὀξύτης καὶ ἀμβλύτης τῇ ἀνισότητι, καθάπερ καὶ ἡ ἀνομοιότης· ἀπειρίας γὰρ ἔκγονοι πᾶσαι. διὸ καὶ οἱ μὲν τὸ ποσὸν ὁρῶντες τῶν γωνιῶν τὴν ὀρθὴν ἴσην τῇ ὀρθῇ λέγουσιν, οἱ δὲ τὸ ποιὸν ὁμοίαν. ὅπερ γάρ ἐστιν ἐν ποσοῖς ἡ ἰσότης τοῦτο ἐν τοῖς ποιοῖς ἡ
15ὁμοιότης. Pet. V. Καὶ ἐὰν εἰς δύο εὐθείας εὐθεῖα ἐμπί‐ πτουσα τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη γωνίας δύο ὀρθῶν ἐλάττονας ποι, ἐκβαλλομένας τὰς εὐθείας ἐπ’ ἄπειρον συμπίπτειν, ἐφ’ ἃ μέρη
20 εἰσὶν αἱ τῶν δύο ὀρθῶν ἐλάττονες. Τοῦτο καὶ παντελῶς διαγράφειν χρὴ τῶν αἰτη‐ μάτων· θεώρημα γάρ ἐστι, πολλὰς μὲν ἀπορίας ἐπι‐ δεχόμενον, ἃς καὶ ὁ Πτολεμαῖος ἔν τινι βιβλίῳ δια‐ λῦσαι προύθετο, πολλῶν δὲ εἰς ἀπόδειξιν δεόμενον
25καὶ ὅρων καὶ θεωρημάτων. καὶ τό γε ἀντιστρέφον191
in Euc
.

192

καὶ ὁ Εὐκλείδης ὡς θεώρημα δείκνυσιν. ἴσως δὲ ἄν τινες ἀπατώμενοι καὶ τοῦτο τάττειν ἐν τοῖς αἰτήμασιν ἀξιώσειαν, ὡς διὰ τὴν ἐλάττωσιν τῶν δύο ὀρθῶν αὐτόθεν τὴν πίστιν παρεχόμενον τῆς τῶν εὐθειῶν
5συνεύσεως καὶ συμπτώσεως. πρὸς οὓς ὁ Γεμῖνος ὀρθῶς ἀπήντησε λέγων ὅτι παρ’ αὐτῶν ἐμάθομεν τῶν τῆς ἐπιστήμης ταύτης ἡγεμόνων μὴ πάνυ προσέχειν τὸν νοῦν ταῖς πιθαναῖς φαντασίαις εἰς τὴν τῶν λό‐ γων τῶν ἐν γεωμετρίᾳ παραδοχήν. ὅμοιον γάρ φησι
10καὶ Ἀριστοτέλης ῥητορικὸν ἀποδείξεις ἀπαιτεῖν καὶ γεωμέτρου πιθανολογοῦντος ἀνέχεσθαι, καὶ ὁ παρὰ τῷ Πλάτωνι Σιμμίας, ὅτι „τοῖς ἐκ τῶν εἰκότων τὰς ἀποδείξεις ποιουμένοις σύνοιδα οὖσιν ἀλαζόσι“. κἀν‐ ταῦθα τοίνυν τὸ μὲν ἠλαττωμένων τῶν ὀρθῶν συ‐
15νεύειν τὰς εὐθείας ἀληθὲς καὶ ἀναγκαῖον, τὸ δὲ συ‐ νευούσας ἐπὶ πλέον ἐν τῷ ἐκβάλλεσθαι συμπεσεῖσθαί ποτε πιθανόν, ἀλλ’ οὐκ ἀναγκαῖον, εἰ μή τις ἀπο‐ δείξειεν λόγος, ὅτι ἐπὶ τῶν εὐθειῶν τοῦτο ἀληθές. τὸ γὰρ εἶναί τινας γραμμὰς συνιούσας μὲν ἐπ’ ἄπειρον,
20ἀσυμπτώτους δὲ ὑπαρχούσας, καίτοι δοκοῦν ἀπίθανον εἶναι καὶ παράδοξον, ὅμως ἀληθές ἐστι καὶ πεφώραται ἐπ’ ἄλλων εἰδῶν τῆς γραμμῆς. μήποτε οὖν τοῦτο καὶ ἐπὶ τῶν εὐθειῶν δυνατόν, ὅπερ ἐπ’ ἐκείνων τῶν γραμ‐ μῶν; ἕως γὰρ ἂν δι’ ἀποδείξεως αὐτὸ καταδησώ‐
25μεθα, περισπᾷ τὴν φαντασίαν τὰ ἐπ’ ἄλλων δεικνύ‐ μενα γραμμῶν. εἰ δὲ καὶ οἱ διαμφισβητοῦντες λόγοι πρὸς τὴν σύμπτωσιν πολὺ τὸ πληκτικὸν ἔχοιεν, πῶς οὐχὶ πολλῷ πλέον ἂν τὸ πιθανὸν τοῦτο καὶ τὸ ἄλογον
ἐκβάλλοιμεν τῆς ἡμετέρας παραδοχῆς;192
in Euc
.

193

Ἀλλ’ ὅτι μὲν ἀπόδειξιν χρὴ ζητεῖν τοῦ προκειμέ‐ νου θεωρήματος δῆλον ἐκ τούτων, καὶ ὅτι τῆς τῶν αἰτημάτων ἐστὶν ἀλλότριον ἰδιότητος, πῶς δὲ ἀποδει‐ κτέον αὐτὸ καὶ διὰ ποίων λόγων ἀναιρετέον τὰς πρὸς
5αὐτὸ φερομένας ἐνστάσεις, τηνικαῦτα λεκτέον, ἡνίκα ἂν καὶ ὁ στοιχειωτὴς αὐτοῦ μέλλῃ ποιεῖσθαι μνήμην ὡς ἐναργεῖ προσχρώμενος. τότε γὰρ ἀναγκαῖον αὐτοῦ δεῖξαι τὴν ἐνάργειαν οὐκ ἀναποδείκτως προφαινο‐ μένην ἀλλὰ δι’ ἀποδείξεων γνώριμον γιγνομένην.
10Axiom. I—V. Τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, καὶ ἐὰν ἴσα ἴσοις προστεθ, τὰ ὅλα ἴσα ἐστίν, καὶ ἐὰν ἴσων ἀφαιρεθ, τὰ κατα‐ λειπόμενα ἴσα ἐστίν, καὶ τὸ ὅλον τοῦ μέρους μεῖζον, καὶ τὰ ἐφαρμόζοντα ἴσα ἀλλήλοις ἐστίν.
15 Ταῦτ’ ἐστὶ τὰ κατὰ πάντας ἀναπόδεικτα καλού‐ μενα ἀξιώματα, καθόσον ὑπὸ πάντων οὕτως ἔχειν ἀξιοῦται, καὶ διαμφισβητεῖ καὶ πρὸς ταῦτα οὐδείς. πολλάκις μὲν γὰρ καὶ τὰς προτάσεις ἁπλῶς ἀξιώματα καλοῦσιν, ὁποῖαί ποτε ἂν ὦσιν εἴτε ἄμεσοι κυρίως
20εἴτε καὶ δεομεναί τινος ὑπομνήσεως, καὶ οἵ γε ἀπὸ193
in Euc
.

194

τῆς Στοᾶς ἅπαντα λόγον ἁπλοῦν ἀποφαντικὸν ἀξίωμα προσαγορεύειν εἰώθασιν. καὶ ὅταν διαλεκτικὰς ἡμῖν γράφωσι τέχνας περὶ ἀξιωμάτων, τοῦτο διὰ τῶν ἐπι‐ γραμμάτων δηλοῦν ἐθέλουσιν. ἀκριβέστερον δέ τινες
5ἀπὸ τῶν ἄλλων προτάσεων διακρίνοντες τὸ ἀξίωμα τὴν ἄμεσον καὶ αὐτόπιστον δι’ ἐνάργειαν πρότασιν οὕτως ὀνομάζουσιν, ὥσπερ καὶ ὁ Ἀριστοτέλης καὶ οἱ γεωμέτραι λέγουσιν. ταὐτὸν γάρ ἐστιν κατὰ τού‐ τους ἀξίωμα καὶ ἔννοια κοινή. πολλοῦ ἄρα δεήσο‐
10μεν ἡμεῖς τὸν γεωμέτρην Ἀπολλώνιον ἐπαινεῖν, ὃς καὶ τῶν ἀξιωμάτων ὡς οἴεται γέγραφεν ἀποδείξεις, ἀπεναντίας Εὐκλείδῃ φερόμενος. ὁ μὲν γὰρ καὶ τὸ ἀποδεικτὸν ἐν τοῖς αἰτήμασι κατηρίθμησεν, ὁ δὲ καὶ τῶν ἀναποδείκτων ἐπεχείρησεν ἀποδείξεις εὑρίσκειν.
15ἦν δὲ ἄρα διωρισμένα ταῦτα ἀπ’ ἀλλήλων τῇ φύσει καὶ τῶν ἐπιστημῶν διαφέρον τὸ γένος τῶν τε περὶ τὰς ἀμέσους προτάσεις καὶ πάντη δι’ ἐνάργειαν προσ‐ πιπτούσας καὶ τῶν ταῖς ἀποδείξεσι χρωμένων, αἳ τὰς ἀρχὰς ἀπ’ ἐκείνων λαμβάνουσι καὶ λαβοῦσαι χρῶνται
20πρὸς τὰ οἰκεῖα συμπεράσματα δεόντως. ὅτι δὲ καὶ ἡ ἀπόδειξις, ἣν ὁ Ἀπολλώνιος εὑρηκέναι πέπεισται τοῦ πρώτου τῶν ἀξιωμάτων, οὐδὲν μᾶλλον ἔχει τὸ μέσον τοῦ συμπεράσματος γνωριμότερον, εἰ μὴ καὶ πλέον ἀμφισβητούμενον, μάθοι τις ἂν ἐπιβλέψας εἰς
25αὐτὴν καὶ σμικρόν. „ἔστω γάρ, φησὶ, τὸ α τῷ β ἴσον,194
in Euc
.

195

τοῦτο δὲ τῷ γ, λέγω ὅτι καὶ τὸ α τῷ γ ἴσον. ἐπεὶ γὰρ τὸ α τῷ β ἴσον τὸν αὐτὸν αὐτῷ κατέχει τόπον, καὶ ἐπεὶ τὸ β τῷ γ ἴσον, τὸν αὐτὸν καὶ [Omitted graphic marker] τούτῳ κατέχει τόπον. καὶ τὸ α ἄρα τῷ γ
5τὸν αὐτὸν κατέχει τόπον. ἴσα ἄρα ἐστίν.“ ἐν δὴ τούτοις δύο προλαβεῖν ἀναγκαῖον, ἓν μὲν ὅτι τὰ τὸν αὐτὸν κατέχοντα τόπον ἀλλήλοις ἴσα ἐστίν, ἕτερον δὲ ὅτι τὰ τῷ αὐτῷ τὸν αὐτὸν κατέχοντα τόπον καὶ ἀλλήλοις τὸν
10αὐτὸν κατέχει τόπον. ταῦτα δὲ ὅτι πολλῷ ἀσαφέστερα τοῦ προτεθέντος ἀξιώματος ἐναργές· πῶς γὰρ τὰ τὸν αὐτὸν ἐκπληροῦντα τόπον ἴσα ἐστίν; καθ’ ὅλα ἢ κατὰ μέρος ἢ κατὰ σχηματισμὸν λόγου; διὸ καὶ οὐκ ἔστι παντελῶς εὐπαράδεκτον τὸ μεταβαίνειν ἐπὶ τὸν τόπον,
15ὅς ἐστιν ἀγνωστότερος ἡμῖν τῶν ἐν τόπῳ ὄντων. χα‐ λεπὴ γοῦν καὶ ἡ εὕρεσις τῆς οὐσίας καὶ ἀμφισβητήσι‐ μος. ἵν’ οὖν μὴ μακρηγορῶμεν, πάντα ἀξιώματα ὡς ἄμεσα καὶ αὐτοφανῆ παραδοτέον, γνώριμα ἀφ’ ἑαυ‐ τῶν ὄντα καὶ πιστά. ὁ γὰρ τοῖς φανερωτάτοις ἀπό‐
20δειξιν προσάγων οὐ βεβαιοῖ τὴν περὶ αὐτῶν ἀλήθειαν, ἀλλ’ ἐλαττοῖ τὴν ἐνάργειαν, ἣν ἔχομεν ἐν ταῖς ἀδι‐ δάκτοις προλήψεσιν. Τοῦτό τε δὴ περὶ τῶν ἀξιωμάτων προληπτέον κριτήριον τῆς ἰδιότητος αὐτῶν, καὶ ὅτι πάντα τοῦ
25κοινοῦ γένους ἐστὶ τῶν μαθημάτων. οὐ γὰρ μό‐
νον μεγέθεσιν ἐπαληθεύει τούτων ἕκαστον, ἀλλὰ καὶ195
in Euc
.

196

ἀριθμοῖς καὶ κινήσεσι καὶ χρόνοις. καὶ τοῦτο ἀναγ‐ καίως. τὸ γὰρ ἴσον καὶ ἄνισον καὶ τὸ ὅλον καὶ τὸ μέρος καὶ τὸ μεῖζον καὶ τὸ ἔλασσον κοινὰ καὶ τῶν διῃρημένων ἐστὶ ποσῶν καὶ τῶν συνεχῶν. ἥ τε οὖν
5περὶ τοὺς χρόνους θεωρία δεῖται πάντων τούτων ὡς ἐναργῶν καὶ ἡ περὶ τὰς κινήσεις καὶ ἡ περὶ τοὺς ἀριθμοὺς καὶ τὰ μεγέθη, καὶ ἐπὶ πάντων ἀληθές, καὶ τὸ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα εἶναι καὶ τῶν λοιπῶν, ὅπερ ἂν λάβωμεν. κοινοῖς δὲ οὖσιν ἕκαστος
10χρῆται κατὰ τὴν οἰκεῖαν ὕλην, ἐφ’ ὅσον αὐτὴ ἀπαιτεῖ, καὶ ὁ μὲν ὡς ἐπὶ μεγεθῶν, ὁ δὲ ὡς ἐπ’ ἀριθμῶν, ὁ δὲ ὡς ἐπὶ χρόνων αὐτῷ προσχρῆται. καὶ οὕτως ἴδια γίνεται τὰ συμπεράσματα καθ’ ἑκάστην ἐπιστήμην κἂν ᾖ τὰ ἀξιώματα κοινά.
15 Καὶ μὴν καὶ τὸν ἀριθμὸν αὐτῶν οὔτε εἰς ἐλάχι‐ στον δεῖ συναιρεῖν, ὡς Ἥρων ποιεῖ τρία μόνον ἐκ‐ θέμενος—ἀξίωμα γὰρ καὶ ὅτι τὸ ὅλον τοῦ μέρους μεῖζον, καὶ ὁ γεωμέτρης πολλαχοῦ καὶ τοῦτο παρα‐ λαμβάνει πρὸς τὰς ἀποδείξεις, καὶ ὅτι τὰ ἐφαρμό‐
20ζοντα ἴσα· καὶ γὰρ τοῦτο εὐθὺς ἐν τῷ τετάρτῳ συν‐ τελέσει πρὸς τὸ ζητούμενον—οὔτε αὖ προστιθέναι ἄλλα ἐπ’ ἄλλοις, ὧν τὰ μέν ἐστιν ἴδια τῆς γεωμετρι‐ κῆς ὕλης, ὡς δύο εὐθείας χωρίον μὴ περιέχειν, καίτοι τῶν ἀξιωμάτων τοῦ κοινοῦ γένους ὄντων, ὡς εἴπομεν,
25τὰ δὲ ἕπεται τοῖς ἐκκειμένοις, οἷον τὸ ἴσα εἶναι τὰ τοῦ αὐτοῦ διπλάσια. τοῦτο γὰρ ἀκολουθεῖ τῷ ἂν ἴσοις
ἴσα προστεθῇ τὰ ὅλα εἶναι. τὰ γὰρ ἴσον τῷ196
in Euc
.

197

ἡμίσει προσλαβόντα αὐτὸ τὸ ἥμισυ διπλάσια γίνεται τοῦ αὐτοῦ καὶ ἴσα ἀλλήλοις διὰ τὴν ἴσην προσθήκην. καὶ κατὰ τοῦτον τὸν λόγον οὐ τὰ διπλάσια μόνον, ἀλλὰ καὶ τὰ τριπλάσια καὶ τὰ τοῦ αὐτοῦ πολλαπλάσια
5πάντα ἴσα φανήσεται. Τούτοις δὲ τοῖς ἀξιώμασιν ὁ Πάππος συνανα‐ γράφεσθαί φησιν ὅτι καὶ ἂν ἴσοις ἄνισα προστεθῇ, ἡ τῶν ὅλων ὑπεροχὴ ἴση ἐστὶν τῇ τῶν προστεθέντων, καὶ ἀνάπαλιν, ἐὰν ἀνίσοις ἴσα προστεθῇ, ἡ τῶν ὅλων
10ὑπεροχὴ ἴση ἐστὶ τῇ τῶν ἐξ ἀρχῆς. καί ἐστι καὶ ταῦτα προφανῆ μὲν ἀφ’ ἑαυτῶν, δείκνυται δὲ ὅμως τοῦτον τὸν τρόπον. ἔστω ἴσα τὰ α β, καὶ προσκείσθω αὐτοῖς ἄνισα τὰ γ δ, μεῖζον δὲ τὸ γ τοῦ δ τῷ [Omitted graphic marker] ε, †? ἐπεὶ οὖν τὸ α τῷ β ἴσον καὶ τὸ ζ
15τῷ δ, τὸ αζ τῷ βδ ἴσον. ἐὰν γὰρ ἴσοις ἴσα προστεθῇ, τὰ ὅλα ἴσα. †? τὸ ἄρα γα τοῦ βδ τῷ ε μόνῳ ὑπερέχει, ᾧ καὶ τὸ γ μόνον ὑπερεῖχεν τοῦ δ. πάλιν ἄνισα τὰ γ δ καὶ προσκείσθω ἴσα τὰ α β, καὶ ἔστω τοῦ γ πρὸς
20τὸ δ ὑπεροχὴ τὸ ε. ἐπεὶ οὖν τὸ α τῷ β ἴσον197
in Euc
.

198

καὶ †? τὸ αζ ἴσον τῷ βδ, ὅλον ἄρα τὸ αγ τοῦ βδ τῷ ε μόνῳ ὑπερέχει, ᾧ καὶ τὸ γ τοῦ δ. Ταῦτα οὖν ἕπεται τοῖς προειρημένοις ἀξιώμασι καὶ εἰκότως ἐν τοῖς πλείστοις ἀντιγράφοις παραλείπε‐
5ται, ὅσα δὲ ἄλλα τούτοις προστίθησιν, προείληπται διὰ τῶν ὅρων καὶ ἐκείνοις ἀκόλουθα, οἷον ὅτι πάντα τοῦ ἐπιπέδου τὰ μόρια καὶ τῆς εὐθείας ἀλλήλοις ἐφαρ‐ μόττει—τὰ γὰρ εἰς ἄκρον τεταμένα τοιαύτην ἔχει φύσιν—καὶ ὅτι γραμμὴν μὲν διαιρεῖ σημεῖον, ἐπι‐
10φάνειαν δὲ γραμμή, στερεὸν δὲ ἐπιφάνεια—πάντα γὰρ διαιρεῖται τούτοις, ὑφ’ ὧν καὶ περατοῦται προσ‐ εχῶς—καὶ ὅτι τὸ ἄπειρον ἐν τοῖς μεγέθεσίν ἐστιν καὶ τῇ προσθέσει καὶ τῇ ἐπικαθαιρέσει, δυνάμει δὲ ἑκάτερον· πᾶν γὰρ συνεχὲς ἐπ’ ἄπειρον διαιρετόν ἐστι
15καὶ αὐξητόν.198
in Euc
.

199

(t)

PROPOSITIONUM PARS PRIOR.
1 Ἀλλ’ ἐπεὶ καὶ ταῦτα συνεκεφαλαιωσάμεθα, τῶν μετὰ τὰς ἀρχὰς λοιπῶν τὴν ἐπίσκεψιν ποιησόμεθα· μέχρι γὰρ τούτων αἱ ἀρχαί. τῶν δὲ πρὸς γεωμετρίαν ἐνστάντων οἱ μὲν πλεῖστοι πρὸς τὰς ἀρχὰς ἠπόρησαν
5ἀνυπόστατα τὰ μέρη δεικνύναι σπουδάσαντες—ὧν καὶ οἱ λόγοι διατεθρύληνται, τῶν μὲν καὶ πᾶσαν ἐπιστή‐ μην ἀναιρούντων καὶ ὥσπερ πολεμίων καρποὺς ἐξ ἀλλοτρίας χώρας καὶ γονίμου τῆς φιλοσοφίας ἀφανι‐ ζόντων ὥσπερ τῶν Ἐφεκτικῶν, τῶν δὲ τὰς γεωμε‐
10τρικὰς μόνας ἀρχὰς ἀνατρέπειν προθεμένων, ὥσπερ τῶν Ἐπικουρείων—οἱ δὲ ἤδη καὶ ταῖς ἀρχαῖς ἐπιτρέψαντες οὐ φασὶ τὰ μετὰ τὰς ἀρχὰς ἀποδείκνυ‐ σθαι, μὴ συγχωρηθέντος αὐτοῖς καὶ ἄλλου τινός, ὃ μὴ προείληπται ἐν ταῖς ἀρχαῖς. τοῦτον γὰρ τὸν τρόπον
15τῆς ἀντιρρήσεως μετῆλθεν Ζήνων ὁ Σιδώνιος μέν.199
in Euc
.

200

τῆς δὲ Ἐπικούρου μετασχὼν αἱρέσεως, πρὸς ὃν καὶ ὁ Ποσειδώνιος ὅλον γέγραφε βιβλίον δεικνὺς σα‐ θρὰν αὐτοῦ πᾶσαν τὴν ἐπίνοιαν. Ἀλλ’ αἱ μὲν ὑπὲρ τῶν ἀρχῶν ἀντιλογίαι μετρίως
5ἡμῖν διὰ τῶν ἔμπροσθεν ἠνύσθησαν, τὴν δὲ τοῦ Ζή‐ νωνος ἐπιβολὴν μικρὸν ὕστερον ἐπισκεψόμεθα. νυνὶ δὲ ἀναλαβόντες ἐπὶ βραχὺ τὸν τῶν θεωρημάτων καὶ προβλημάτων λόγον καὶ περὶ τῆς διαφορᾶς αὐτῶν καὶ τῶν ἑκατέρου μερῶν καὶ τῶν ἐν αὐτοῖς διαιρέσεων
10ἐπὶ τὴν ἐξήγησιν τραπώμεθα τῶν δεικνυμένων ὑπὸ τοῦ στοιχειωτοῦ, τὰ μὲν γλαφυρώτερα τῶν εἰς αὐτὰ γεγραμμένων τοῖς παλαιοῖς ἀναλεγόμενοι καὶ τὴν ἀπέραντον αὐτῶν πολυλογίαν συντέμνοντες, τὰ δὲ τεχνικώτερα καὶ μεθόδων ἐπιστημονικῶν ἐχόμενα
15παραδιδόντες, τῇ τῶν πραγμάτων ἐπεξεργασίᾳ πλέον ἀπονέμοντες ἢ τῇ ποικιλίᾳ τῶν πτώσεων καὶ τῶν λημ‐ μάτων, οἷς ὡς τὸ πολὺ τοὺς νεαροπρεπεῖς ἐπιτρέχον‐ τας ὁρῶμεν. Prop. I, probl. I. Ἐπὶ τῆς δοθείσης εὐθείας
20πεπερασμένης τρίγωνον ἰσόπλευρον συστή‐
σασθα
ι. Τῆς ἐπιστήμης πάσης διττῆς οὔσης καὶ τῆς μὲν
περὶ τὰς ἀμέσους προτάσεις ἀσχολουμένης, τῆς δὲ περὶ200
in Euc
.

201

τὰ ἐξ ἐκείνων δεικνύμενα καὶ ποριζόμενα καὶ ὅλως περὶ τὰ ἀκόλουθα ταῖς ἀρχαῖς ἐξελιττούσης τὴν ἑαυτῆς πραγματείαν, αὕτη πάλιν ἐν τοῖς γεωμετρητοῖς λόγοις διεῖλεν ἑαυτὴν εἴς τε τὴν τῶν προβλημάτων ἀπεργα‐
5σίαν καὶ τὴν τῶν θεωρημάτων εὕρεσιν, προβλήματα μὲν καλέσασα, ἐν οἷς τὰ μὴ ὄντα πω πορίσασθαι προ‐ τίθεται καὶ εἰς ἐμφανὲς παραγαγεῖν καὶ προσμηχανή‐ σασθαι, θεωρήματα δέ, ἐν οἷς τὸ ὑπάρχον ἢ μὴ ὑπάρ‐ χον ἰδεῖν καὶ γνῶναι καὶ ἀποδεῖξαι προαιρεῖται. τὰ
10μὲν γὰρ γενέσεις καὶ θέσεις καὶ παραβολάς, ἀναγρα‐ φὰς καὶ περιγραφὰς καὶ ἐναρμόσεις καὶ ἐπαφὰς καὶ ὅσα τοιαῦτα ὑποστήσασθαι παρακελεύεται, τὰ δὲ τὰ συμπτώματα καὶ τὰ καθ’ αὑτὰ ὑπάρχοντα τοῖς ὑπο‐ κειμένοις τῇ γεωμετρίᾳ πιέσαι καὶ καταδήσασθαι
15σπεύδει διὰ τῶν ἀποδείξεων. περὶ ὅσων γε μὴν ζη‐ τήσεις γενέσθαι δυνατόν, περὶ τούτων πάντων ἡ γεω‐ μετρία ποιεῖται τὸν λόγον, τὰ μὲν εἰς τὰ προβλήματα ἀναφέρουσα, τὰ δὲ εἰς τὰ θεωρήματα. καὶ γὰρ τὸ τί ἐστι ζητεῖ, καὶ τοῦτο διχῶς, ἢ γὰρ τὸν λόγον ζητεῖ
20καὶ τὴν νόησιν, ἢ τὴν οὐσίαν αὐτὴν τοῦ ὑποκειμένου. λέγω δὲ οἷον ὅταν ζητῇ, τίς ἡ ὁμοιομερὴς γραμμή. τοῦτο γὰρ ζητοῦσα ἢ τὸν ὅρον εὑρεῖν ἐθέλει τῆς τοι‐ αύτης γραμμῆς, ὅτι ὁμοιομερής ἐστι γραμμὴ ἡ πάντα τὰ μόρια πᾶσιν ἐφαρμόζοντα ἔχουσα, ἢ αὐτὰ τὰ εἴδη
25τῶν ὁμοιομερῶν γραμμῶν λαβεῖν, οἷον ὅτι ἢ εὐθεῖά201
in Euc
.

202

ἐστιν, ἢ περιφερής, ἢ περὶ κύλινδρον ἕλιξ. καὶ πρὸς τούτῳ τὸ εἴ ἐστιν αὐτὸ καθ’ αὑτὸ ζητεῖ—καὶ τοῦτο μάλιστα ἐν τοῖς διορισμοῖς ἐξετάζουσα, εἰ ἀδύνατον τὸ διὰ τοῦτο ζητούμενον ἢ δυνατόν, καὶ μέχρι τίνος
5ἐγχωρεῖ καὶ ποσαχῶς—καὶ μὴν καὶ τὸ ὁποῖόν τί ἐστιν· ὅταν γὰρ τὰ καθ’ αὑτὰ συμβεβηκότα τῷ τρι‐ γώνῳ καὶ τῷ κύκλῳ καὶ ταῖς παραλλήλοις ἐπισκοπῇ, δῆλον ὅτι τὸ ὁποῖόν ἐστιν ἐνταῦθα ζητεῖ. Τήν γε μὴν αἰτίαν καὶ τὸ διὰ τί πολλοῖς μὲν
10ἔδοξεν ἡ γεωμετρία μὴ θεωρεῖν—ταύτης γάρ ἐστι καὶ ὁ Ἀμφίνομος τῆς δόξης Ἀριστοτέλους κατάρξαν‐ τος—εὕροι δ’ ἄν τις, φησὶν ὁ Γεμῖνος, καὶ τὴν τούτου ζήτησιν ἐν γεωμετρίᾳ. πῶς γὰρ οὐχὶ γεωμέ‐ τρου τὸ ζητῆσαι, δι’ ἣν αἰτίαν ἐν μὲν τοῖς κύκλοις
15ἄπειρα πολυγώνια ἐγγράφεται ἰσόπλευρα, ἐν δὲ ταῖς σφαίραις οὐκέτι πολύεδρα σχήματα ἰσόπλευρα καὶ ἰσο‐ γώνια καὶ ἐξ ὁμοίων ἐπιπέδων συγκείμενα δυνατὸν ἐγγράφειν ἄπειρα; τίνος γὰρ ἂν εἴη τοῦτο καὶ ζητῆσαι καὶ εὑρεῖν ἢ τοῦ γεωμέτρου; ὅταν μὲν οὖν ὁ συλλο‐
20γισμὸς ᾖ δι’ ἀδυνάτου τοῖς γεωμέτραις, ἀγαπῶσι τὸ σύμπτωμα μόνον εὑρεῖν, ὅταν δὲ διὰ προηγουμένης ἀποδείξεως, τότε πάλιν, εἰ μὲν ἐπὶ μέρους αἱ ἀποδεί‐ ξεις γίγνοιντο, οὔπω δῆλον τὸ αἴτιον, εἰ δὲ καθ’ ὅλον καὶ ἐπὶ πάντων τῶν ὁμοίων, εὐθὺς καὶ τὸ διὰ
25τί γίγνεται καταφανές.202
in Euc
.

203

Περὶ μὲν οὖν τῶν ζητουμένων τοσαῦτα· πᾶν δὲ πρόβλημα καὶ πᾶν θεώρημα τὸ ἐκ τελείων τῶν ἑαυτοῦ μερῶν συμπεπληρωμένον βούλεται πάντα ταῦτα ἔχειν ἐν ἑαυτῷ· πρότασιν, ἔκθεσιν, διορισμόν, κατασκευήν,
5ἀπόδειξιν, συμπέρασμα. τούτων δὲ ἡ μὲν πρότασις λέγει, τίνος δεδομένου τί τὸ ζητούμενόν ἐστιν. ἡ γὰρ τελεία πρότασις ἐξ ἀμφοτέρων ἐστίν. ἡ δ’ ἔκθεσις αὐτὸ καθ’ αὑτὸ τὸ δεδομένον ἀποδιαλαβοῦσα προ‐ ευτρεπίζει τῇ ζητήσει. ὁ δὲ διορισμὸς χωρὶς τὸ ζητού‐
10μενον, ὅτι ποτέ ἐστιν, διασαφεῖ. ἡ δὲ κατασκευὴ τὰ ἐλλείποντα τῷ δεδομένῳ πρὸς τὴν τοῦ ζητουμένου θή‐ ραν προστίθησιν. ἡ δὲ ἀπόδειξις ἐπιστημονικῶς ἀπὸ τῶν ὁμολογηθέντων συνάγει τὸ προκείμενον. τὸ δὲ συμπέρασμα πάλιν ἐπὶ τὴν πρότασιν ἀναστρέφει βε‐
15βαιοῦν τὸ δεδειγμένον. καὶ τὰ μὲν σύμπαντα μέρη τῶν τε προβλημάτων καὶ τῶν θεωρημάτων ἐστὶ το‐ σαῦτα· τὰ δὲ ἀναγκαιότατα καὶ ἐν πᾶσιν ὑπάρχοντα πρότασις καὶ ἀπόδειξις καὶ συμπέρασμα. δεῖ γὰρ καὶ προειδέναι τὸ ζητούμενον καὶ δείκνυσθαι τοῦτο διὰ
20τῶν μέσων καὶ συνάγεσθαι τὸ δεδειγμένον. καὶ τού‐ των τῶν τριῶν ἐκλείπειν τι τῶν ἀδυνάτων ἐστίν. τὰ δὲ λοιπὰ πολλαχοῦ μὲν παραλαμβάνεται, πολλαχοῦ δὲ καὶ οὐδεμίαν παρέχοντα χρείαν παραλείπεται. διο‐
ρισμός τε γὰρ καὶ ἔκθεσις οὐκ ἔστιν ἐν ἐκείνῳ τῷ203
in Euc
.

204

προβλήματι ἰσοσκελὲς τρίγωνον συστήσασθαι ἔχον ἑκατέραν τῶν πρὸς τῇ βάσει διπλασίαν τῆς λοιπῆς, κατασκευὴ δὲ ἐν πλείστοις πάνυ θεωρήμασιν οὐκ ἔστι τῆς ἐκθέσεως ἀποχρώσης ἄνευ προσθήκης ἄλλης ἐκ
5τῶν δεδομένων δεῖξαι τὸ προκείμενον. πότε οὖν ἐκ‐ λιμπάνειν τὴν ἔκθεσίν φαμεν; ὅταν ἐν τῇ προτάσει μηδὲν ᾖ δεδομένον, ὅτι ἡ πρότασις διῄρηται ὡς ἐπίπαν εἰς δεδομένον καὶ ζητούμενον. οὐ μὴν τοῦτο ἀεὶ γίνε‐ ται, ἀλλ’ ἐνίοτε μόνον λέγει τὸ ζητούμενον, ὃ δεῖ
10γνῶναι ἢ πορίσασθαι, ὡς ἐπὶ τοῦ προειρημένου προ‐ βλήματος. οὐ γὰρ προλέγει, τίνος δεδομένου δεῖ συστήσασθαι τὸ ἰσοσκελὲς ἔχον ἑκατέραν τῶν ἴσων διπλασίαν τῆς λοιπῆς, ἀλλ’ ὅτι δεῖ πορίσασθαι. καὶ γίνεται μὲν κἀνταῦθα ἐκ προγινωσκομένων ἡ τοῦ
15προκειμένου λῆψις. καὶ γὰρ τί τὸ ἰσοσκελὲς καὶ τί τὸ ἴσον ἢ διπλάσιον εἰδότες τυγχάνομεν. τοῦτο δὲ ἁπά‐ σης διανοητικῆς μαθήσεως ἴδιόν φησιν Ἀριστοτέλης. ὑπόκειται δὲ ὅμως οὐδὲν ἡμῖν ὥσπερ ἐπ’ ἄλλων προ‐ βλημάτων, οἷον ὅταν λέγῃ τὴν δοθεῖσαν εὐθεῖαν πε‐
20περασμένην δίχα τεμεῖν. ἐνταῦθα γὰρ εὐθεῖα δέδο‐ ται, προσταττόμεθα δὲ αὐτὴν δίχα διελεῖν, καὶ διώρι‐ σται, τί μὲν τὸ δεδομένον χωρίς, τί δὲ τὸ ζητούμενον. ὅταν μὲν οὖν ἡ πρότασις ἀμφότερα ἔχῃ, τότε καὶ διορισμὸς εὑρίσκεται καὶ ἔκθεσις, ὅταν δὲ ἐκλείπῃ τὸ
25δεδομένον, ἐκλιμπάνει καὶ ταῦτα. ἡ γὰρ ἔκθεσις204
in Euc
.

205

τοῦ δεδομένου ἐστὶν καὶ ὁ διορισμός. ἔσται γὰρ ὁ αὐτὸς τῇ προτάσει. τί γὰρ ἄλλο ἂν εἴποις διοριζόμε‐ νος ἐπὶ τοῦ προρρηθέντος προβλήματος, ἢ ὅτι δεῖ εὑρεῖν ἰσοσκελὲς τοιόνδε; τοῦτο δ’ ἦν ἡ πρότασις.
5ἐὰν ἄρα ἡ πρότασις μὴ ἔχῃ τὸ μὲν δεδομένον, τὸ δὲ ζητούμενον, ἡ μὲν ἔκθεσις σιωπᾶται τῷ μὴ εἶναι τὸ δεδομένον, ὁ δὲ διορισμὸς παραλείπεται, ἵνα μὴ ὁ αὐτὸς γένηται τῇ προτάσει. πολλὰ δ’ ἂν εὕροις καὶ ἄλλα τοιαῦτα προβλήματα καὶ μάλιστα ἐν τοῖς ἀριθ‐
10μητικοῖς καὶ ἐν τῷ δεκάτῳ εὑρεῖν δύο εὐθείας δυ‐ νάμει συμμέτρους μέσον περιεχούσας καὶ πάντα ὅσα τοιαῦτα. Πᾶν γε μὴν τὸ δεδομένον καθ’ ἕνα τούτων δίδο‐ ται τῶν τρόπων, ἢ θέσει, ἢ λόγῳ, ἢ μεγέθει, ἢ εἴδει.
15τὸ μὲν γὰρ σημεῖον θέσει δίδοται μόνον, γραμμὴ δὲ καὶ τὰ ἄλλα πᾶσιν. ὅταν γὰρ λέγωμεν τὴν δοθεῖσαν γωνίαν εὐθύγραμμον, τὸ εἶδος λέγομεν, ὁποῖον δέδο‐ ται τῆς γωνίας, ὅτι εὐθύγραμμον, ἵνα μὴ ζητῶμεν διὰ τῶν αὐτῶν μεθόδων καὶ τὴν περιφερόγραμμον
20δίχα τεμεῖν, ὅταν δὲ ὅτι δύο δοθεισῶν εὐθειῶν ἀνίσων ἀπὸ τῆς μείζονος τῇ ἐλάσσονι ἴσην ἀφελεῖν. τῷ μεγέθει δέδοται. τὸ γὰρ μεῖζον καὶ ἔλασσον καὶ τὸ πεπερασμένον καὶ ἄπειρον τοῦ μεγέθους ἐστὶν ἴδια
κατηγορήματα. ὅταν δὲ λέγωμεν ὅτι ἐὰν τέσσαρα205
in Euc
.

206

μεγέθη ἀνάλογον ᾖ, καὶ ἐναλλὰξ ἀνάλογον ἔσται, δέ‐ δοται ὁ αὐτὸς λόγος ἐν τοῖς τέτρασιν μεγέθεσιν. ὅταν δὲ πρὸς τῷ δοθέντι σημείῳ χρῇ τῇ δοθείσῃ εὐθείᾳ ἴσην εὐθεῖαν θέσθαι, τότε τῇ θέσει δέδοται τὸ
5σημεῖον. διὸ καὶ τῆς θέσεως διαφόρου δυναμένης εἶναι καὶ ἡ κατασκευὴ ποικιλίαν ἐπιδέχεται. δίδοται γὰρ τὸ σημεῖον ἢ ἔξω τῆς εὐθείας ἢ ἐπὶ τῆς εὐθείας καὶ ἐπ’ ἄκρων τῆς εὐθείας ἢ ἐν τῷ μεταξὺ τῶν περά‐ των αὐτῆς. τετραχῶς οὖν τοῦ δεδομένου λαμβανο‐
10μένου δῆλον ὅτι καὶ ἡ ἔκθεσις γίνεται τετραχῶς. ἐνί‐ οτε δὲ καὶ δύο συμπλέκει τρόπους καὶ τρεῖς. Τὴν δὲ λεγομένην ἀπόδειξιν ὅτε μὲν καὶ τὰ ἴδια τῆς ἀποδείξεως ἔχουσαν εὑρήσομεν ἀπὸ τῶν ὁρισμῶν μέσων τὸ ζητούμενον δεικνύουσαν—αὕτη γὰρ ἀπο‐
15δείξεως τελειότης—ὅτε δὲ ἐκ τεκμηρίων ἐπιχειροῦ‐ σαν. καὶ δεῖ μὴ λανθάνειν. πανταχοῦ μὲν γὰρ τὸ ἀναγκαῖον ἔχουσιν οἱ γεωμετρικοὶ λόγοι διὰ τὴν ὑπο‐ κειμένην ὕλην, οὐ πανταχοῦ δὲ περαίνονται διὰ τῶν ἀποδεικτικῶν μεθόδων. ὅταν γὰρ διὰ τοῦ τὴν ἐκτὸς
20τοῦ τριγώνου γωνίαν ἴσην εἶναι δύο ταῖς ἐντὸς καὶ ἀπεναντίας δεικνύηται τὸ τρίγωνον ἴσας ἔχον τὰς ἐν‐ τὸς τρεῖς γωνίας δυσὶν ὀρθαῖς, πῶς ἀπ’ αἰτίας ἡ ἀπόδειξις αὕτη, πῶς δὲ οὐχὶ τεκμήριόν ἐστι τὸ μέσον; καὶ γὰρ μήπω τῆς ἐκτὸς οὔσης γωνίας αἱ ἐντὸς οὖσαι
25δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. ἔστι γὰρ τὸ τρίγωνον καὶ τῆς πλευρᾶς μὴ ἐκβεβλημένης. ὅταν δὲ διὰ τῆς τῶν
κύκλων περιγραφῆς τὸ συσταθὲν τρίγωνον ἰσόπλευρον206
in Euc
.

207

δεικνύηται, ἀπ’ αἰτίας ἡ ἐπιβολὴ γίνεται. τὴν γὰρ ὁμοιότητα καὶ ἰσότητα τῶν κύκλων τῆς τοῦ τριγώνου κατὰ τὰς πλευρὰς ἰσότητος αἰτιασόμεθα. Τό γε μὴν συμπέρασμα διπλοῦν εἰώθασι ποιεῖ‐
5σθαί τινα τρόπον· καὶ γὰρ ὡς ἐπὶ τοῦ δεδομένου δεί‐ ξαντες καὶ ὡς καθόλου συνάγουσιν ἀνατρέχοντες ἀπὸ τοῦ μερικοῦ συμπεράσματος ἐπὶ τὸ καθόλου. διότι γὰρ οὐ προσχρῶνται τῇ ἰδιότητι τῶν ὑποκειμένων, ἀλλὰ πρὸ ὀμμάτων ποιούμενοι τὸ δεδομένον γράφουσι
10τὴν γωνίαν ἢ τὴν εὐθεῖαν, ταὐτὸν ἡγοῦνται τὸ ἐπὶ ταύτης συναγόμενον καὶ ἐπὶ τοῦ ὁμοίου συμπεπεράν‐ θαι παντός. μεταβαίνουσι μὲν οὖν ἐπὶ τὸ καθόλου, ἵνα μὴ μερικὸν ὑπολάβωμεν εἶναι τὸ συμπέρασμα. εὐ‐ λόγως δὲ μεταβαίνουσιν, ἐπειδὴ τοῖς ἐκτεθεῖσιν, οὐχ
15ᾗ ταῦτά ἐστιν, ἀλλ’ ᾗ τοῖς ἄλλοις ὅμοια, χρῶνται πρὸς τὴν ἀπόδειξιν. οὐ γὰρ ᾗ τοσήδε ἐστὶν ἡ ἐκκειμένη γωνία, ταύτῃ τὴν διχοτομίαν ποιοῦμαι, ἀλλ’ ᾗ μόνον εὐθύγραμμος. ἔστι δὲ τὸ μὲν τοσόνδε τῆς ἐκκειμένης ἴδιον, τὸ δὲ εὐθύγραμμον πασῶν τῶν εὐθυγράμμων
20κοινόν. ἔστω γὰρ ἡ δεδομένη ἡ ὀρθή. εἰ μὲν οὖν τῇ ἀποδείξει τὴν ὀρθότητα παρελάμβανον, οὐκ ἠδυνάμην ἐπὶ πᾶν τὸ εἶδος τῆς εὐθυγράμμου μεταβαίνειν, εἰ δὲ τὸ μὲν ὀρθὸν αὐτῆς οὐ προσποιοῦμαι, τὸ δὲ εὐθύ‐ γραμμον σκοπῶ μόνον, ὁμοίως ὁ λόγος ἐφαρμόσει καὶ
25παρὰ ταῖς εὐθυγράμμοις γωνίαις.207
in Euc
.

208

Ταῦτα δὲ πάντα τὰ προειρημένα σκεψώμεθα ἐπὶ τοῦ πρώτου τούτου προβλήματος. ὅτι μὲν γὰρ πρό‐ βλημά ἐστι δῆλον. ἐπιτάττει γὰρ ἡμῖν τριγώνου μη‐ χανήσασθαι γένεσιν ἰσοπλεύρου. συνέστηκεν δὲ ἡ ἐν
5τούτῳ πρότασις ἔκ τε τοῦ δεδομένου καὶ τοῦ ζητου‐ μένου. δέδοται μὲν γὰρ εὐθεῖα πεπερασμένη, ζητεῖται δέ, πῶς ἂν ἐπ’ αὐτῆς συσταίη τὸ ἰσόπλευρον τρίγω‐ νον, καὶ ἡγεῖται τὸ δεδομένον, ἕπεται δὲ τὸ ζητούμε‐ νον, ἵνα καὶ συνημμένον πλέξῃς, εἴ ἐστιν εὐθεῖα πε‐
10περασμένη, δυνατὸν ἐπ’ αὐτῆς συστήσασθαι τρίγωνον ἰσόπλευρον. οὔτε γὰρ μὴ εὐθείας οὔσης συσταίη ἂν τρίγωνον—ὑπὸ γὰρ εὐθειῶν περιέχεται γραμμῶν —οὔτε μὴ πεπερασμένης· οὐ γὰρ δύναται γωνία γενέσθαι [εἰ μὴ] πρὸς ἑνὶ σημείῳ· τῆς δὲ ἀπείρου
15πέρας σημεῖον οὐκ ἔστιν. Μετὰ δὲ τὴν πρότασιν ἑξῆς ἡ ἔκθεσις· Ἔστω ἡ δοθεῖσα εὐθεῖα πεπερασμένη ἥδε. καὶ ὁρᾶς ὅτι τὸ δεδομένον αὐτὸ λέγει μόνον ἡ ἔκθεσις, οὐ προσποι‐ ησομένη τὸ ζητούμενον. καὶ ἐπὶ ταύτῃ ὁ διορισμός·
20Δεῖ δὴ ἐπὶ τῆς ἐκτεθείσης πεπερασμένης εὐθείας τρί‐ γωνον ἰσόπλευρον συστήσασθαι. τρόπον τινὰ προσ‐ εχείας ἐστιν αἴτιος ὁ διορισμός. προσεχεστέρους γὰρ ἡμᾶς ποιεῖ πρὸς τὴν ἀπόδειξιν ἀναφωνῶν τὸ ζητούμε‐ νον, ὥσπερ ἡ ἔκθεσις εὐμαθεστέρους ἀπεργάζεται
25πρὸ ὀμμάτων ποιουμένη τὸ δεδομένον. μετὰ δὲ τὸν208
in Euc
.

209

διορισμὸν ἡ κατασκευή· Κέντρῳ μὲν τῷ ἑτέρῳ πέρατι τῆς εὐθείας διαστήματι δὲ τῷ λοιπῷ γεγράφθω κύκλος, καὶ πάλιν κέντρῳ μὲν τῷ πρότερον [διαστήματι], δια‐ στήματι δὲ τῷ κέντρῳ γεγράφθω κύκλος, καὶ ἀπὸ τοῦ
5κοίνου σημείου τῆς τῶν κύκλων τομῆς ἐπὶ τὰ πέρατα τῆς εὐθείας ἐπεζεύχθωσαν εὐθεῖαι. καὶ ὁρᾷς ὅτι πρὸς τὴν κατασκευὴν χρῶμαι τοῖς αἰτήμασιν, τῷ τε ἀπὸ παντὸς σημείου ἐπὶ πᾶν σημεῖον εὐθεῖαν γραμμὴν ἀγαγεῖν καὶ τῷ κέντρῳ καὶ διαστήματι κύκλον γράψαι.
10καθόλου γὰρ τὰ μὲν αἰτήματα συντελεῖ ταῖς κατα‐ σκευαῖς, τὰ δὲ ἀξιώματα ταῖς ἀποδείξεσιν. ἐφεξῆς οὖν ἡ ἀπόδειξις· Ἐπειδὴ θάτερον σημεῖον τῶν ἐπὶ τῆς δοθείσης εὐθείας κέντρον ἐστὶν τοῦ περιέχοντος αὐτὸ κύκλου, ἴση ἐστὶν ἡ ἐπὶ τὴν κοινὴν τομὴν τῇ δοθείσῃ
15εὐθείᾳ. διὰ ταῦτα δὴ καὶ ἐπεὶ τὸ λοιπὸν σημεῖον τῶν ἐπὶ τῆς δοθείσης τοῦ περιέχοντος αὐτὸ κύκλου κέν‐ τρον ἐστίν, ἴση ἐστὶν ἡ ἐπὶ τὴν κοινὴν τομὴν τῶν κύκλων τῇ δοθείσῃ εὐθείᾳ. καὶ τούτων ὑπόμνησις ἀπὸ τοῦ ὁρισμοῦ τοῦ κύκλου, ὃς ἔλεγεν ἴσας εἶναι τὰς
20ἐκ τοῦ κέντρου πάσας. ἑκατέρα ἄρα τῇ αὐτῇ ἐστιν ἴση. τὰ δὲ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα διὰ τὸ α ἀξίωμα. αἱ τρεῖς ἄρα ἴσαι. συνέστη ἄρα ἐπὶ ταύτης τῆς εὐθείας ἰσόπλευρον τρίγωνον. τοῦτο μὲν τὸ πρό‐
τερον συμπέρασμα τῇ ἐκθέσει ἑπόμενον. ἐπὶ δὲ τούτῳ209
in Euc
.

210

τὸ καθόλου· Ἐπὶ τῆς δοθείσης ἄρα εὐθείας τρίγωνον ἰσόπλευρον συνέστη. κἂν γὰρ τὴν διπλασίαν τῆς νῦν ἐκτεθείσης ποιήσῃς δεδομένην, αἱ αὐταὶ κατασκευαὶ καὶ ἀποδείξεις ἁρμόσουσιν, κἂν τριπλασίαν κἂν ἄλ‐
5λην ὁπωσοῦν μείζονα ταύτης ἢ ἐλάσσονα λάβῃς. τού‐ τοις δὲ προσέθηκεν τὸ ὅπερ ἔδει ποιῆσαι, δεικνὺς ὅτι τὸ συμπέρασμα προβληματικόν. καὶ γὰρ ἐπὶ τῶν θεωρημάτων προστίθησι τὸ ὅπερ ἔδει δεῖξαι. τὰ μὲν γὰρ ποίησιν ἐπαγγέλλεταί τινος, τὰ δὲ δεῖξιν καὶ εὕρε‐
10σιν ὄντος. ὅλως μὲν οὖν ἐπάγει ταῦτα τοῖς συμπε‐ ράσμασιν ἐνδεικνύμενος, ὅτι τὰ τῆς προτάσεως γέγο‐ νεν, καὶ τέλος ἀρχῇ συνάπτων καὶ μιμούμενος τὸν ἀνελιχθέντα νοῦν καὶ πάλιν εἰς τὴν ἀρχὴν ἐπιστρέ‐ φοντα. οὐ ταὐτὸν δέ, ἀλλ’ ὅτε μὲν τὸ ὅπερ ἔδει ποι‐
15ῆσαι, ὅτε δὲ τὸ ὅπερ ἔδει δεῖξαι διὰ τὴν τῶν προβλη‐ μάτων πρὸς τὰ θεωρήματα διαφοράν. Ἡμεῖς μὲν οὖν ἐφ’ ἑνὸς τοῦ πρώτου προβλήματος ἐγυμνάσαμεν πάντα ταῦτα καὶ σαφῆ πεποιήκαμεν. δεῖ δὲ τοὺς ἀκούοντας καὶ ἐπὶ τῶν λοιπῶν ταῦτα ζητεῖν,
20τίνα μὲν παραλαμβάνεται, τίνα δὲ παραλείπεται τῶν κεφαλαίων καὶ ποσαχῶς τὸ δεδομένον δέδοται, καὶ ἀπὸ ποίων ἀρχῶν ἢ τὰς κατασκευὰς ἢ τὰς ἀποδείξεις λαμβάνομεν. ἡ γὰρ τούτων συνοπτικὴ θεωρία γυμνα‐ σίαν οὐκ ὀλίγην ἐμποιεῖ καὶ μελέτην τῶν ἐν γεω‐
25μετρίᾳ λόγων. ἀλλ’ ἐπειδὴ καὶ ταῦτα διώρισται, φέρε καὶ περὶ τῶν συνηρτημένων τούτοις βραχέα διέλθω‐ μεν, τί λῆμμα, τί πτῶσις, τί πόρισμα, τί ἔνστασις, τί
ἀπαγωγή.210
in Euc
.

211

Τὸ μὲν οὖν λῆμμα πολλάκις καὶ κατὰ πάσης προ‐ τάσεως εἰς κατασκευὴν ἄλλου λαμβανομένης κατηγο‐ ροῦσιν, ἐκ τοσῶνδε λημμάτων αὐτοῖς τὴν ἀπόδειξιν γεγονέναι φάσκοντες. ἰδίως δὲ τὸ ἐν τοῖς γεωμετρου‐
5μένοις λῆμμα πρότασίς ἐστι δεομένη πίστεως. ὅταν γὰρ ἢ περὶ τὴν κατασκευὴν ἢ περὶ τὴν ἀπόδειξιν λά‐ βωμέν τι τῶν μὴ δεδειγμένων ἀλλὰ λόγου δεομένων, τότε τὸ ληφθὲν ὡς ἀμφίβολον καθ’ αὑτὸ ζητήσεως ἀξιώσαντες λῆμμα αὐτὸ προσαγορεύομεν τοῦ αἰτήμα‐
10τος καὶ ἀξιώματος διαφέρον τῷ ἀποδεικτὸν ὑπάρχειν, ἐκείνων ἄνευ ἀποδείξεως εἰς πίστιν ἄλλων αὐτόθεν παραλαμβανομένων. περὶ δὲ τὴν εὕρεσιν τῶν λημ‐ μάτων τὸ μὲν ἄριστον τῆς διανοίας ἐστὶ πρὸς τοῦτο ἐπιτηδειότης. πολλοὺς γὰρ ἔστιν ἰδεῖν ὀξεῖς περὶ τὰς
15λύσεις καὶ οὐ μεθόδοις τοῦτο ποιοῦντας, ὥσπερ καὶ ὁ καθ’ ἡμᾶς Κράτιστος ἱκανὸς μὲν ἦν θηρᾶσαι τὸ ζητούμενον ἐκ πρώτων καὶ ἐλαχίστων ὡς δυνατόν. ἐχρήσατο δὲ τῇ φύσει πρὸς τὴν εὕρεσιν. μέθοδοι δὲ ὅμως παραδίδονται, καλλίστη μὲν ἡ διὰ τῆς ἀναλύ‐
20σεως ἐπ’ ἀρχὴν ὁμολογουμένην ἀνάγουσα τὸ ζητούμε‐ νον, ἣν καὶ ὁ Πλάτων ὡς φασὶν Λεωδάμαντι παραδέδωκεν, ἀφ’ ἧς καὶ ἐκεῖνος πολλῶν κατὰ γεω‐ μετρίαν εὑρετὴς ἱστόρηται γενέσθαι. δευτέρα δὲ ἡ διαιρετική, κατ’ ἄρθρα μὲν διαιροῦσα τὸ προκείμενον
25γένος, ἀφορμὴν δὲ τῇ ἀποδείξει παρεχομένη διὰ τῆς τῶν ἄλλων ἀναιρέσεως τῆς τοῦ προκειμένου κατα‐
σκευῆς, ἣν καὶ αὐτὴν ὁ Πλάτων ἐξύμνησεν ὡς πάσαις211
in Euc
.

212

ταῖς ἐπιστήμαις ἐπίκουρον γινομένην. τρίτη δὲ ἡ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς οὐκ αὐτὸ δεικνῦσα τὸ ζητούμενον αὐτόθεν, ἀλλὰ τὸ ἀντικείμενον ἐλέγχουσα καὶ κατὰ συμβεβηκὸς τὸ ἀληθὲς εὑρίσκουσα.
5 Τὸ μὲν οὖν λῆμμα τοιαύτην ἔχει θεωρίαν, ἡ δὲ πτῶσις διαφόρους τῆς κατασκευῆς τρόπους ἐπαγγέλ‐ λεται καὶ θέσεων ἐξαλλαγὴν τῶν σημείων μετατιθε‐ μένων ἢ τῶν γραμμῶν ἢ τῶν ἐπιπέδων ἢ τῶν στε‐ ρεῶν. καὶ ὅλως πᾶσα αὐτῆς ἡ ποικιλία περὶ τὴν
10καταγραφὴν ὁρᾶται, διὸ καὶ πτῶσις ἀποκαλεῖται μετά‐ θεσις οὖσα τῆς κατασκευῆς. Τὸ δὲ πόρισμα λέγεται μὲν καὶ ἐπὶ προβλημά‐ των τινῶν, οἷον τὰ Εὐκλείδῃ γεγραμμένα πορίσματα. λέγεται δὲ ἰδίως, ὅταν ἐκ τῶν ἀποδεδειγμένων ἄλλο
15τι συναναφανῇ θεώρημα μὴ προθεμένων ἡμῶν, ὃ καὶ διὰ τοῦτο πόρισμα κεκλήκασιν, ὥσπερ τι κέρδος ὂν τῆς ἐπιστημονικῆς ἀποδείξεως πάρεργον. Ἡ δὲ ἔνστασις κωλύει τὴν ὅλην ἀτραπὸν τοῦ λόγου ἤτοι πρὸς τὴν κατασκευὴν ἢ πρὸς τὴν ἀπόδει‐
20ξιν ἀπαντῶσα, καὶ οὐχ ὥσπερ τὴν πτῶσιν προθέμενον ἀναγκαῖον ἐπιδεικνύναι τὴν πρότασιν ἐπαληθεύουσαν, οὕτω καὶ τὴν ἔνστασιν, ἀλλὰ ἀνελεῖν δεῖ τὴν ἔνστα‐ σιν καὶ δεῖξαι τὸν χρώμενον αὐτῇ ψευδόμενον.
Ἡ δὲ ἀπαγωγὴ μετάβασίς ἐστιν ἀπ’ ἄλλου προ‐212
in Euc
.

213

βλήματος ἢ θεωρήματος ἐπ’ ἄλλο, οὗ γνωσθέντος ἢ πορισθέντος καὶ τὸ προκείμενον ἔσται καταφανές, οἷον ὥσπερ καὶ τοῦ διπλασιασμοῦ τοῦ κύβου ζητηθέντος μετέθεσαν τὴν ζήτησιν εἰς ἄλλο, ᾧ τοῦτο ἕπεται, τὴν
5εὕρεσιν τῶν δύο μέσων, καὶ τὸ λοιπὸν ἐζήτουν, πῶς ἂν δύο δοθεισῶν εὐθειῶν δύο μέσαι ἀνάλογον εὑρε‐ θεῖεν. πρῶτον δέ φασι τῶν ἀπορουμένων διαγραμ‐ μάτων τὴν ἀπαγωγὴν ποιήσασθαι Ἱπποκράτην τὸν Χῖον, ὃς καὶ μηνίσκον ἐτετραγώνισε καὶ ἄλλα πολλὰ
10κατὰ γεωμετρίαν εὗρεν εὐφυὴς περὶ τὰ διαγράμματα εἴπερ τις ἄλλος γενόμενος. Τοιαῦτα καὶ περὶ τούτων· ἐπὶ δὲ τὸ προκείμενον ἐπανέλθωμεν πρόβλημα. Τὸ μὲν οὖν ἰσόπλευρον τρίγωνον ὅτι κάλλιστον
15ἐν τοῖς τριγώνοις καὶ τῷ κύκλῳ συγγενέστατον τῷ πάσας ἴσας ἔχοντι τὰς ἐκ τοῦ κέντρου καὶ μίαν καὶ ἁπλῆν τὴν ἔξωθεν αὐτὸ ὁρίζουσαν γραμμὴν παντὶ καταφανές. ἔοικεν δὲ ἡ τῶν δύο κύκλων περίληψις, καὶ τούτων ἐκ μέρους ἑκατέρου—οὐ γὰρ εἰς ὅλον
20ἑκάτερον ἐγγέγραπται, ἀλλ’ εἰς τὸ ἕκτον ἑκατέρου— δηλοῦν ὡς ἐν εἰκόσιν, ὅπως καὶ τὰ προελθόντα ἀπὸ τῶν ἀρχῶν τὸ τέλειον καὶ τὸ ταὐτὸν καὶ τὸ ἴσον ἀπ’ ἐκείνων καταδέχεται. κατὰ γὰρ τοῦτον τὸν τρόπον καὶ τὰ ἐπ’ εὐθείας κινούμενα κύκλῳ περιάγεται διὰ
25τῆς ἀεὶ γενεσίας, καὶ αἱ ψυχαὶ μεταβατικὰς ἔχουσαι
νοήσεις διὰ τῶν ἀποκαταστάσεων καὶ τῶν περιόδων213
in Euc
.

214

ἀπεικονίζουσι τὴν ἀμετάβατον ἐνέργειαν τοῦ νοῦ. λέγεται δὲ καὶ ὑπὸ δύο νοῶν ἡ ζωογόνος πηγὴ περι‐ έχεσθαι τῶν ψυχῶν. εἰ τοίνυν ὁ μὲν κύκλος εἰκών ἐστι τῆς νοερᾶς οὐσίας, τὸ δὲ τρίγωνον τῆς πρωτί‐
5στης ψυχῆς διά τε τὴν ἰσότητα καὶ τὴν ὁμοιότητα τῶν γωνιῶν καὶ πλευρῶν, εἰκότως ἂν καὶ τοῦτο διὰ τῶν κύκλων ἐν αὐτοῖς μέσον ἀπολαμβανόμενον ἰσό‐ πλευρον ἀποδεικνύοιτο. εἰ δὲ καὶ πᾶσα ψυχὴ πρόεισιν ἀπὸ νοῦ καὶ ἐπιστρέφει πρὸς νοῦν καὶ μετέχει τοῦ
10νοῦ δυαδικῶς, εὖ ἂν ἔχοι καὶ ταύτῃ τὸ τρίγω‐ νον τῆς τριφυοῦς τῶν ψυχῶν ὑποστάσεως σύμβολον ὂν ὑπὸ δυεῖν κύκλων περιληφθὲν λαμβάνειν τὴν γένεσιν. Ἀλλὰ ταῦτα μὲν ὡς ἐξ εἰκόνων ἡμᾶς ἀναμιμνη‐
15σκέτω τῆς τῶν πραγμάτων φύσεως. ἐπειδὴ δέ τινες πρὸς τὴν τοῦ ἰσοπλεύρου τριγώνου σύστασιν ἐνέστη‐ σαν οἰόμενοι τὴν ὅλην γεωμετρίαν διελέγχειν βραχέα καὶ πρὸς τούτους ἀπαντήσομεν. λέγει δὴ Ζήνων ἐκεῖνος, οὗ καὶ πρότερον ἐμνήσθην, ὅτι, κἂν ταῖς
20ἀρχαῖς τις ἐπιτρέψῃ τῶν γεωμετρῶν, οὐκ ἂν συσταίη τὰ ἐφεξῆς, μὴ συγχωρηθέντος αὐτοῖς ὅτι δύο εὐθειῶν τὰ αὐτὰ τμήματα οὐκ ἔστιν. εἰ γὰρ τοῦτο μὴ δοθείη, τὸ ἰσόπλευρον οὐ δείκνυται τρίγωνον. ἔστω γάρ φη‐
σιν ἡ αβ εὐθεῖα, ἐφ’ ἧς δεῖ συστήσασθαι τὸ ἰσόπλευ‐214
in Euc
.

215

ρον τρίγωνον. καταγεγράφθωσαν οἱ κύκλοι καὶ ἀπὸ τῆς κοινῆς αὐτῶν τομῆς ἐπεζεύχθωσαν αἱ γεα γεβ κοινὸν ἔχουσαι τὸ γε τμῆμα. [Omitted graphic marker] συμβαίνει τοίνυν τὰς μὲν ἀπὸ
5τῆς κοινῆς τομῆς ἴσας εἶναι τῇ αβ τῇ δοθείσῃ, οὐκέτι δὲ τὰς τοῦ τριγώνου ἴσας, ἀλλὰ ἐλάσ‐ σονας τὰς δύο τῆς αβ. τούτου δὲ μὴ συστάντος οὐδ’ ἂν τὰ ἐφεξῆς ἔτι σύστασιν λά‐
10βοι. μήποτε οὖν, φησὶν ὁ Ζήνων, καὶ τῶν ἀρχῶν δοθεισῶν οὐχὶ ἕπεται τὰ ἑξῆς, εἰ μὴ καὶ τοῦτο προ‐ ληφθείη τὸ μήτε περιφερῶν μήτε εὐθειῶν εἶναι τμή‐ ματα κοινά. Πρὸς δὴ ταῦτα ῥητέον πρῶτον μέν, ὅτι τοῦτο
15τρόπον τινὰ προείληπται ἐν ταῖς ἀρχαῖς τὸ δύο εὐ‐ θειῶν μὴ εἶναι τμῆμα κοινόν—καὶ γὰρ ὁ τῆς εὐθείας ὁρισμὸς τοῦτο εἶχεν, εἴπερ εὐθεῖά ἐστιν ἡ ἐξ ἴσου κει‐ μένη τοῖς ἐφ’ ἑαυτῆς σημείοις. τὸ γὰρ ἴσον εἶναι τὸ διάστημα τῶν σημείων τῇ εὐθείᾳ μίαν ποιεῖ τὴν συν‐
20άπτουσαν αὐτὰ καὶ ἐλαχίστην, ὥστε, εἴ τις αὐτὴν κατὰ μέρος ἐφαρμόσοι, καὶ κατὰ λοιπὸν μέρος ἐφαρμόττειν. ἐπ’ ἄκρον γὰρ τεταμένη διὰ τὸ ἐλαχίστην εἶναι ὅλη ἐπὶ ὅλην πίπτειν ἀναγκασθήσεται—καὶ δὴ καὶ ὅτι ἐν τοῖς αἰτήμασι τοῦτο προδήλως εἴληπται. τὸ γὰρ
25καὶ πεπερασμένην εὐθεῖαν ἐπ’ εὐθείας ἐκβάλλειν δει‐ κνύει σαφῶς, ὅτι μίαν εἶναι δεῖ τὴν ἐκβαλλομένην
καὶ κατὰ μίαν κίνησιν ἐκβάλλεσθαι. εἰ δὲ δεῖ καὶ215
in Euc
.

216

ὥσπερ λήμματος τούτου λαβεῖν ἀπόδειξιν, ἔστω, εἰ δυνατόν, ἡ αβ τμῆμα κοινὸν τῆς αγ καὶ τῆς αδ, καὶ
[Omitted graphic marker] κέντρῳ μὲν τῷ β, διαστήματι δὲ τῷ
βα γεγράφθω κύκλος ὁ αγδ. ἐπεὶ
5
οὖν εὐθεῖά ἐστι διὰ τοῦ κέντρου ἡ
αβγ, ἡμικύκλιόν ἐστι τὸ αεγ, καὶ
ἐπεὶ εὐθεῖα διὰ τοῦ κέντρου ἡ αβδ, ἡμικύκλιον τὸ αεδ. ἴσα ἄρα ἀλλήλοις τὰ αεγ αεδ ὅπερ ἀδύνατον.
10 Πρὸς δὴ ταύτην τὴν ἀπόδειξιν ὁ Ζήνων εἴποι ἄν, ὅτι καὶ τὸ τὴν διάμετρον δίχα τέμνειν τὸν κύκλον ἀποδέδεικται προλαβόντων ἡμῶν, ὅτι οὐκ ἔστι δύο περιφερειῶν ἓν τμῆμα κοινόν. οὕτω γὰρ ἐλαμβάνο‐ μεν τὴν ἑτέραν ἐπὶ τὴν ἑτέραν ἐφαρμόττειν τῶν περι‐
15φερειῶν, ἢ μὴ ἐφαρμόττουσαν ἐκτὸς πίπτειν ἢ ἐντός. κωλύει δέ, φησὶν, οὐδὲν μὴ ὅλην ἐφαρμόζειν πρὸς ὅλην, ἀλλὰ κατά τι μέρος. ἕως δ’ ἂν μὴ ἀποδεικνύηται τὸ τὴν διάμετρον δίχα τέμνειν τὸν κύκλον οὐδὲ τὸ προκείμενον δειχθήσεται.
20 Πρὸς ταῦτα καὶ ὁ Ποσειδώνιος ὀρθῶς ἀπήντη‐ σεν ἐπισκώψας τὸν δριμὺν Ἐπίκουρον ὡς οὐ συν‐ ειδότα, κἂν κατὰ μέρος μὴ ἐφαρμόττωσιν αἱ περι‐
φέρειαι, προχωροῦσαν τὴν ἀπόδειξιν· καθ’ ὃ γὰρ216
in Euc
.

217

οὐκ ἐφαρμόζουσι μέρος, ἡ μὲν ἐντός, ἡ δὲ ἐκτὸς ἔσται, καὶ τὰ αὐτὰ ἄτοπα, τῆς εὐθείας ἀπὸ τοῦ κέντρου προ‐ βληθείσης ἐπὶ τὴν ἐκτὸς περιφέρειαν. ἔσονται γὰρ ἴσαι αἱ ἐκ τοῦ κέντρου οὖσαι, ἥ τε μείζων ἡ ἐπὶ τὴν
5ἐκτὸς καὶ ἡ ἐλάσσων ἡ ἐπὶ τὴν ἐντός. ἢ οὖν ὅλη πρὸς ὅλην ἐφαρμόσει καὶ ἴσαι εἰσίν, ἢ κατὰ μέρος ἐφαρ‐ μόζουσα παραλλάττει καθ’ ἕτερον, ἢ οἰδὲν μέρος αὐτῆς οὐδενὶ ἐφαρμόζει, καὶ εἰ τοῦτο, ἢ ἐκτὸς πίπτει ἢ ἐν‐ τός· πάντα δὲ ταῦτα ὡσαύτως διελέγχεται.
10 Ταῦτα μὲν ὑπὲρ τούτων· ὁ δὲ Ζήνων ἑτέραν ἀπόδειξιν ἀναγράφει τοιαύτην, ἣν καὶ διαβάλλειν ἐπιχειρεῖ. ἔστω γὰρ δύο εὐ‐[Omitted graphic marker] θειῶν τῶν αγ αδ τμῆμα κοι‐ νὸν ἡ αβ καὶ ἤχθω τῇ αγ
15πρὸς ὀρθὰς ἡ βε. ὀρθὴ ἄρα ἡ ὑπὸ εβγ. εἰ μὲν οὖν καὶ ἡ ὑπὸ εβδ ὀρθή, ἴσαι ἔσονται, ὅπερ ἀδύνατον, εἰ δὲ μή, ἤχθω τῇ αδ πρὸς ὀρθὰς ἡ ζβ. ὀρθὴ ἄρα ἡ ὑπὸ ζβα· ἦν δὲ καὶ ἡ ὑπὸ εβα
20ὀρθή· ἴσαι ἄρα εἰσὶν ἀλλήλαις, ὅπερ ἀδύνατον. ἡ μὲν οὖν ἀπόδειξις αὕτη· διαβάλλει δὲ αὐτὴν ὡς προλαμ‐ βάνουσάν τι τῶν ὕστερον, ἀπὸ τοῦ δοθέντος σημείου τῇ δοθείσῃ εὐθείᾳ [εὐθεῖαν] πρὸς ὀρθὰς ἀγαγεῖν. ὁ δὲ Ποσειδώνιος οὐδαμοῦ μὲν ἐν ταῖς στοιχειώσε‐
25σιν ἀπόδειξιν τοιαύτην φέρεσθαί φησιν, ἀλλὰ τὸν217
in Euc
.

218

Ζήνωνα συκοφαντεῖν τοὺς ἐφ’ ἑαυτοῦ γεωμέτρας ὡς μοχθηρᾷ ἀποδείξει χρωμένους· εἶναι δέ τινα καὶ ὑπὲρ ταύτης λόγον εἰπεῖν. ἐπεὶ γάρ ἐστί τις πάντως ἑκατέρᾳ τῶν εὐθειῶν πρὸς ὀρθάς—πᾶσαι γὰρ δύο εὐθεῖαι
5δύνανται ποιεῖν ὀρθήν. καὶ τοῦτο προειλήφαμεν ὁρι‐ ζόμενοι τὴν ὀρθήν. παρὰ γὰρ τὴν τοιάνδε κλίσιν μόνην ὑφιστάνομεν τὴν ὀρθήν—ἔστω ἥδε τυχὸν ἣν ἀνεστήσαμεν. πρὸς τὸ καὶ αὐτὸν τὸν Ἐπίκουρον συγχωρεῖν καὶ τοὺς ἄλλους φιλοσόφους πολλὰ μὲν
10δυνατὰ πολλὰ δὲ καὶ τῆς ἀδυνάτου ὕλης ὑποτίθεσθαι τῆς τοῦ ἀκολούθου ἕνεκα θεωρίας. Τοσαῦτα περὶ τοῦ ἰσοπλεύρου τριγώνου. δεῖ δὲ καὶ τὰ λοιπὰ συστήσασθαι καὶ πρότερον τὸ ἰσοσκελές. ἔστω οὖν ἡ αβ, ἐφ’ ἧς δεῖ συστήσασθαι τὸ ἰσοσκελές.
15[Omitted graphic marker] καὶ γεγράφθωσαν κύκλοι ὡς ἐπὶ τοῦ ἰσοπλεύρου καὶ ἐκβεβλήσθω ἐφ’ ἑκάτερα ἡ αβ ἐπὶ τὰ γ δ σημεῖα. ἴσα ἄρα ἡ γβ τῇ αδ. κέντρῳ
20
οὖν τῷ β, διαστήματι δὲ
τῷ γβ γεγράφθω κύκλος ὁ γε, καὶ πάλιν κέντρῳ τῷ α, διαστήματι δὲ τῷ δαδε κύκλος. καὶ ἀπὸ τοῦ ε, καθ’ ὃ τέμνουσιν ἀλλήλους οἱ κύκλοι ἐπὶ τὰ α β σημεῖα ἐπεζεύχθωσαν αἱ εα εβ.
25ἐπεὶ οὖν ἴση ἡ μὲν εα τῇ αδ, ἡ δὲ εβ βγ, ἴση δὲ ἡ218
in Euc
.

219

αδ τῇ βγ, ἴση καὶ ἡ εα τῇ εβ. ἀλλὰ καὶ μείζους τῆς αβ. ἰσοσκελὲς ἄρα ἐστὶν τὸ αβε τρίγωνον, ὅπερ ἔδει ποιῆσαι. Ἀλλὰ δὴ προστετάχθω σκαληνὸν συστήσασθαι
5τρίγωνον ἐπὶ τῆς δοθείσης εὐθείας τῆς αβ. καὶ γε‐ γράφθωσαν οἱ κύκλοι κέντροις [Omitted graphic marker] καὶ διαστήμασιν ὡς ἐπὶ τῶν πρότερον. καὶ εἰλήφθω ἐπὶ τοῦ κέντρον ἔχοντος τὸ α σημεῖον
10τὸ γ καὶ ἐπεζεύχθω ἡ αγ, καὶ ἐπὶ ταύτῃ σημεῖον τὸ δ, καὶ ἐπεζεύχθω ἡ δβ. ἐπεὶ οὖν κέντρον τὸ α, ἴση δὲ ἡ αβ τῇ αγ, μείζων ἄρα ἡ αβ τῆς αδ. κέντρον δὲ καὶ τὸ β. ἴση ἄρα ἐστὶν ἡ εβ τῇ αβ. μείζων ἄρα ἡ δβ τῆς
15βα· ἡ δὲ βα τῆς αδ μείζων. αἱ τρεῖς ἄρα δβ βα αδ ἄνισοί εἰσιν· σκαληνὸν ἄρα τὸ τρίγωνόν ἐστιν, ὥστε συνεστάθη τὰ τρία τρίγωνα. Ταῦτα μὲν οὖν πολυθρύλητα, τὸ δὲ ἐν τούτοις γλαφυρόν, ὅτι τὸ μὲν ἰσόπλευρον πανταχόθεν ἴσον
20ὂν μοναχῶς συνίσταται, τὸ δὲ ἰσοσκελὲς ἐν δύο μόναις πλευραῖς ἰσότητα ἔχων διχῶς συνίσταται· ἡ γὰρ δο‐
θεῖσα εὐθεῖα ἢ ἐλάσσων ἐστὶν ἀμφοτέρων τῶν ἴσων,219
in Euc
.

220

ὡς ἡμεῖς ἐποιήσαμεν, ἢ μείζων ἀμφοτέρων, τὸ δὲ σκα‐ ληνὸν πάντη ἄνισον ὂν τριχῶς συνίσταται· ἡ γὰρ δοθεῖσα ἢ μεγίστη ἐστίν, ἢ ἐλαχίστη τῶν τριῶν, ἢ τῆς μὲν μείζων, τῆς δὲ ἐλάσσων. καὶ ἔξεστιν ἑκάστην
5ἑαυτῷ ἢ προτείναντα ἢ συστείλαντα τῶν ὑποθέσεων γυμνάζεσθαι· ἡμῖν δὲ ἀρκείτω τὰ ἐκκείμενα. Καθόλου δὲ θεωρήσομεν, ὅτι τῶν προβλημάτων τὰ μὲν μοναχῶς γίγνεται, τὰ δὲ πλεοναχῶς, τὰ δὲ ἀπειραχῶς. λέγεται δὲ, ὡς φησὶν Ἀμφίνομος, τὰ
10μὲν μοναχῶς συνιστάμενα [τεταγμένα], τὰ δὲ πλεονα χῶς καὶ κατὰ ἀριθμὸν ὡρισμένον μέσα, τὰ δὲ ἀπειρα‐ χῶς ποικιλλόμενα ἄτακτα. πῶς μὲν οὖν μοναχῶς ἢ πλεοναχῶς συσταίη ἂν προβλήματα, δῆλον ἐπὶ τῶν εἰρημένων τριγώνων. τὸ μὲν γὰρ ἰσόπλευρον μοναχῶς,
15τῶν δὲ λοιπῶν τὸ μὲν διχῶς συνίσταται, τὸ δὲ τρι‐ χῶς. ἀπειραχῶς δὲ τὰ τοιαῦτα προβλήματα γένοιτο ἄν· τὴν δοθεῖσαν εὐθεῖαν τεμεῖν εἰς τρία ἀνάλογα. εἰ μὲν γὰρ εἰς διπλάσιον λόγον τμηθείη καὶ τὸ ἀπὸ τῆς ἐλάσσονος παρὰ τὴν μείζονα παραβληθείη ἐλλεῖπον
20εἴδει τετραγώνῳ, ἔσται εἰς τρία ἴσα τετμημένη. εἰ δὲ τὸ μεῖζον τμῆμα τοῦ ἐλάσσονος εἴη μεῖζον ἢ διπλάσιον
ἢ τριπλάσιον καὶ παραβληθείη τῷ ἀπὸ τοῦ ἐλάσσονος220
in Euc
.

221

ἴσον παρὰ τὴν μείζονα ἐλλεῖπον εἴδει τετραγώνῳ, ἔσται εἰς ἄνισα τρία ἀνάλογον τετμημένη. ἐπεὶ οὖν ἀπειραχῶς ἂν εἰς δύο τμηθείη, ὧν τὸ μεῖζόν [τοῦ ἐλάσσονος μεῖζον] ἐστιν ἢ διπλάσιον ἢ τριπλάσιον—
5ἐπ’ ἄπειρον γὰρ ὁ πολλαπλάσιος πρόεισι λόγος— ἀπειραχῶς καὶ εἰς τρία ἀνάλογα τμηθήσεται. Δεῖ δὲ εἰδέναι καὶ ὅτι τὸ πρόβλημα λέγεται πλεο‐ ναχῶς. καὶ γὰρ πᾶν τὸ προτεινόμενον πρόβλημα καλεῖται, εἴτε μαθήσεως ἕνεκα προτείνοιτο εἴτε καὶ
10ποιήσεως. ἰδίως δὲ ἐν τοῖς μαθήμασι καλεῖται πρό‐ βλημα τὸ προτεινόμενον εἰς ποίησιν τὴν θεωρητικήν. καὶ γὰρ τὸ ποιούμενον ἐν τούτοις τέλος ἔχει τὴν θεω‐ ρίαν· καὶ πολλάκις μὲν καὶ τῶν ἀδυνάτων τινὰ προ‐ βλήματα καλοῦσιν, ἰδιώτερον δὲ τὸ δυνατὸν καὶ μήτε
15πλεονάζον μήτε ἐλλεῖπον ἔχει τὴν ἐπωνυμίαν ταύτην. ἔστιν δὲ πλεονάζον μὲν τὸ τοιόνδε τρίγωνον ἰσόπλευ‐ ρον συστήσασθαι ἔχον τὴν πρὸς τῇ κορυφῇ διμοίρου ὀρθῆς. τοῦτο γὰρ παρέλκει καὶ περιττῶς πρόσκειται. παντὶ γὰρ ὑπάρχει τῷ ἰσοπλεύρῳ τριγώνῳ. τῶν δὲ
20πλεοναζόντων ὅσα μὲν ἀσυμβάτοις πλεονάζει συμ‐ πτώμασι καὶ ἀνυπάρκτοις ἀδύνατα ταῦτα προσαγορεύ‐ ουσιν, ὅσα δὲ συμβαίνειν δυναμένοις μείζονα ἢ προ‐ βλήματα ταῦτα καλοῦσιν. ἐλλειπὲς δέ ἐστι πρόβλημα, ὃ καλεῖται ἔλασσον ἢ πρόβλημα, τὸ προσθήκης ἄλλης
25δεόμενον, ἵνα ἐκ τῆς ἀοριστίας εἰς τάξιν καὶ ὅρον221
in Euc
.

222

ἐπιστημονικὸν ἀχθῇ· οἷον εἰ λέγοι τις ἰσοσκελὲς συ‐ στήσασθαι τρίγωνον. ἐλλειπὲς γὰρ τοῦτο καὶ ἀοριστῶ‐ δες καὶ δεῖ τοῦ προσθήσοντος, ὁποῖον ἰσοσκελές, τὸ ἔχον μείζονα τὴν βάσιν ἢ τὸ ἐλάσσονα ἔχον τῶν ἴσων
5ἑκατέρας, καὶ πότερον τὸ ἔχον τὴν πρὸς τῇ κορυφῇ γωνίαν διπλῆν ἑκατέρας τῶν πρὸς τῇ βάσει, οἷον τὸ ἡμιτετράγωνον, ἢ τὸ ἔχον ἑκατέραν τῶν πρὸς τῇ βά‐ σει τῆς πρὸς τῇ κορυφῇ διπλῆν ἢ κατ’ ἄλλον τινὰ λόγον τὰς γωνίας ταύτας ἔχον, τριπλάσιον ἢ τετρα‐
10πλάσιον. δυνατὸν γὰρ ἀπειραχῶς ποικίλλειν. φανε‐ ρὸν οὖν ἐκ τούτων, ὅτι τὰ κυρίως λεγόμενα προβλή‐ ματα βούλεται τὴν ἀοριστίαν διαφεύγειν καὶ μὴ εἶναι τῶν ἀπειραχῶς γινομένων. λέγεται δὲ ὅμως κἀκεῖνα προβλήματα διὰ τὴν ὁμωνυμίαν τοῦ προβλήματος.
15τὸ δὴ πρώτιστον πρόβλημα τῶν στοιχείων καὶ ταύτῃ πλεονεκτεῖ τῷ μήτε πλεονάζον εἶναι μήτε ἐλλειπὲς μήτε ἀόριστον καὶ πολλαχῶς ἢ ἀπειραχῶς συνιστάμενον. ἔδει γὰρ τοιοῦτον εἶναι τὸ τῶν ἄλλων στοιχεῖον ἐσόμενον.
20Prop. II, probl. II. Πρὸς τῷ δοθέντι σημείῳ τῇ δοθείσῃ εὐθείᾳ ἴσην εὐθεῖαν θέσθαι. Τῶν προβλημάτων τὰ μὲν ἄπτωτά ἐστιν, τὰ δὲ πολύπτωτα, ὥσπερ καὶ τῶν θεωρημάτων. ὅσα μὲν
οὖν τὴν αὐτὴν δύναμιν ἔχει διὰ πλειόνων πεφοιτη‐222
in Euc
.

223

κυῖαν διαγραμμάτων καὶ τὰς θέσεις ἐξαλλάττοντα τὸν αὐτὸν φυλάττει τῆς ἀποδείξεως τρόπον, ταῦτα λέγεται πτώσεις ἔχειν. ὅσα δὲ κατὰ μίαν θέσιν καὶ κατα‐ σκευὴν μίαν προκόπτει, ταῦτα ἄπτωτά ἐστιν. ἁπλῶς
5γὰρ ἡ πτῶσις περὶ τὴν κατασκευὴν ὁρᾶται καὶ τῶν θεωρημάτων καὶ τῶν προβλημάτων. ἐστὶν οὖν τὸ β πρόβλημα πολύπτωτον, δέδοται δὲ ἐν αὐτῷ τὸ μὲν σημεῖον τῇ θέσει—ταύτῃ γὰρ καὶ δίδοται μόνον— ἡ δὲ εὐθεῖα τῷ τε εἴδει—οὐ γὰρ ἁπλῶς ἐστι γραμμή,
10ἀλλὰ τοιάδε—καὶ τῇ θέσει. ζητεῖται δὲ ταύτῃ τῇ εὐθείᾳ ἴσην θέσθαι πρὸς τῷ σημείῳ, ὅπου ποτ’ ἂν ᾖ τοῦτο κείμενον. πρόδηλον δὲ ὅτι πάντως ἐν τῷ ὑπο‐ κειμένῳ ἐπιπέδῳ τὸ σημεῖόν ἐστιν, ἐν ᾧ καὶ ἡ εὐθεῖα καὶ οὐκ ἐν μετεωροτέρῳ. πᾶσι γὰρ τοῖς τῶν ἐπιπέδων
15προβλήμασιν καὶ θεωρήμασιν ἓν ἐπίπεδον ὑποκεῖσθαι χρὴ νομίζειν. εἰ δέ τις ἀποροίη, πῶς τῇ δοθείσῃ εὐθείᾳ θέσθαι ἴσην παρακελεύεται—τί γάρ, εἰ ἄπει‐ ρος δέδοται; τὸ γὰρ δοθὲν τοῦτο καὶ ἐπὶ τὴν πεπε‐ ρασμένην φέρει καὶ ἐπὶ τὴν ἄπειρον· σημαίνει γὰρ
20τὸ ἐκκείμενον πᾶν καὶ ὑποβεβλημένον ἡμῖν εἰς τὴν ζήτησιν. δηλοῖ δὲ καὶ αὐτὸς ὅτε μὲν λέγων, ἐπὶ τῆς δοθείσης εὐθείας πεπερασμένης συστήσασθαι τρίγω‐ νον ἰσόπλευρον, ὅτε δὲ ἐπὶ τὴν δοθεῖσαν εὐθεῖαν ἄπειρον κάθετον ἀγαγεῖν—εἴ τις οὖν ταῦτα διαπο‐
25ροίη, λεκτέον ὅτι τὴν ἴσην τῇ δοθείσῃ πρὸς τῷ δο‐ θέντι σημείῳ θέσθαι παρακελευσάμενος πῶς οὐχὶ δῆ‐ λόν σοι πεποίηκεν αὐτόθεν, ὅτι ἡ δοθεῖσα πεπέρασται;
πάντως γὰρ ἡ πρὸς τῷ σημείῳ τεθησομένη πεπέρασται223
in Euc
.

224

κατ’ αὐτὸ τὸ σημεῖον, ὥστε πολλῷ πρότερον ἐκείνη πεπέρασται, ᾗ ἐστιν ἴση ἡ τιθεμένη. ἅμα τε οὖν εἶπεν πρὸς τῷ δοθέντι σημείῳ καὶ ἀμφοτέρας περατοῖ τὰς εὐθείας καὶ τὴν δοθεῖσαν καὶ ἣν ἐκείνῃ τίθησιν ἴσην.
5 Ὅτι δὲ αἱ πτώσεις τούτου τοῦ προβλήματος γίνον‐ ται παρὰ τὴν τοῦ σημείου διάφορον θέσιν, δῆλον. ἢ γὰρ ἔξω κεῖται τὸ δοθὲν σημεῖον τῆς δοθείσης εὐθείας ἢ ἐπ’ αὐτῆς, καὶ εἰ ἐπ’ αὐτῆς, ἢ τῶν περάτων αὐτῆς ἔσται θάτερον ἢ ἐν τῷ μεταξὺ κείσεται τῶν
10ἄκρων, καὶ εἰ ἔξω αὐτῆς, ἢ ἐκ πλαγίου, ὥστε τὴν ἀπ’ αὐτοῦ πρὸς τὸ πέρας τῆς εὐθείας ἐπιζευγνυμένην γω‐ νίαν ποιεῖν ἢ ἐπ’ εὐθείας τῇ δεδομένῃ, ὥστε ἐκ‐ βαλλομένην αὐτὴν ἐπὶ τὸ σημεῖον πίπτειν. ὁ μὲν οὖν γεωμέτρης ἔλαβεν τὸ σημεῖον ἔξω κείμενον καὶ ἐκ
15πλαγίου, γυμνασίας δὲ ἕνεκα πάσας ληπτέον τὰς θέ‐ σεις, ὧν ἡμεῖς ἐκθησόμεθα τὴν δυσκολωτέραν. ἔστω
[Omitted graphic marker] γὰρ ἡ δοθεῖσα εὐθεῖα ἡ αβ
καὶ τὸ σημεῖον τὸ δοθὲν
τὸ γ κείμενον ἐπ’ αὐτῆς ἐν
20
τῷ μεταξὺ τῶν περάτων,
καὶ γεγονέτω τὰ αὐτὰ τῷ
στοιχείῳ, τρίγωνον ἰσό‐
πλευρον ἐπὶ τῆς γα τὸ δγα, καὶ ἐκβεβλήσθωσαν αἱ δγ δα, καὶ κέντρῳ τῷ
25α, διαστήματι δὲ τῷ αβ κύκλος ὁ βε, καὶ πάλιν224
in Euc
.

225

κέντρῳ τῷ δ, διαστήματι δὲ τῷ δε κύκλος ὁ εζ. ἐπεὶ οὖν κέντρον τὸ α, ἴση ἡ βα τῇ αε. καὶ διὰ τὰ αὐτὰ ἴση ἡ δε τῇ δη, ὧν ἡ δγ τῇ δα ἴση—τρίγωνον γὰρ ἰσόπλευρον τὸ δαγ—λοιπὴ ἄρα ἡ αε τῇ γη ἴση
5ἐστίν. ἦν δὲ ἡ αε τῇ αβ ἴση, ὡς δέδεικται. καὶ ἡ γη ἄρα ἴση τῇ αβ. πρὸς τῷ δοθέντι ἄρα σημείῳ τῷ γ ἴση ἡ γη ἐτέθη τῇ αβ. Ὡς μὲν οὖν πρὸς τὴν τοῦ σημείου θέσιν τοσαῦται γίνονται πτώσεις, ὡς δὲ πρὸς τὴν τοῦ τριγώνου τοῦ
10ἰσοπλεύρου σύστασιν καὶ τὰς τῶν πλευρῶν ἐκβολὰς καὶ τὰς τῶν κύκλων γραφὰς ἔτι πόλλῳ πλείους. εἰλήφθω γὰρ ὡς ἐν τῷ στοιχείῳ τὸ α σημεῖον καὶ ἡ βγ εὐθεῖα, καὶ ἐπεζεύχθω ἡ βα. [Omitted graphic marker] τρίγωνον οὖν ἐπ’ αὐτὴν ἰσόπλευ‐
15ρον μὴ συνεστάτω ἄνω ἔχον τὴν κορυφὴν διὰ τὸ μὴ εἶναι τόπον, ἀλλὰ κάτω καὶ ἔστω τὸ αδβ. οὐκ‐ οῦν ἤτοι ἴση ἡ αδ τῇ βγ ἢ μεί‐ ζων ἢ ἐλάσσων. εἰ μὲν οὖν ἴση, γέγονεν τὸ προ‐
20ταχθέν, εἰ δὲ ἐλάσσων, κέντρῳ τῷ β, διαστήματι δὲ225
in Euc
.

226

τῷ βγ κύκλος γεγράφθω καὶ ἐκβεβλήσθωσαν αἱ αδ βδ ἐπὶ τὰ ηζ, καὶ κέντρῳ τῷ δ, διαστήματι δὲ τῷ δη
[Omitted graphic marker] κύκλος γεγράφθω ὁ ηε. ἐπεὶ
οὖν ἴση ἡ δη τῇ δε, ἐκ κέν‐
5τρου γάρ, ἀλλὰ καὶ ἡ αδ τῇ δβ, ἰσόπλευρον γάρ· ὅλη ἄρα ἡ αε ὅλῃ τῇ βη ἴση· ἀλλ’ ἡ βη τῇ βγ ἴση, ἐκ κέντρου γάρ· ἡ ἄρα αε ἴση τῇ βγ, ὅπερ ἔδει
10ποιῆσαι. εἰ δὲ μείζων ἡ αδ τῆς βγ—τοῦτο γὰρ ὑπόλοιπον— κέντρῳ τῷ β, διαστήματι δὲ τῷ βγ κύκλος γεγράφθω. τεμεῖ ἄρα τὴν δβγε κύκλος. πάλιν
15κέντρῳ δ, διαστήματι δὲ δε κύ‐
κλος γεγράφθω. τεμεῖ ἄρα τὴν δαηε. ἐπεὶ οὖν τὸ δ226
in Euc
.

227

κέντρον τοῦ ηε, ἴση ἡ ηδ τῇ δε· ἦν δὲ καὶ ἡ δα τῇ δβ ἴση· λοιπὴ ἄρα ἡ αη ἴση τῇ βε· ἀλλὰ ἡ βε ἴση ἐστὶν τῇ βγ· ἐκ κέντρου γάρ εἰσιν ἀμφότεραι· ἡ ἄρα αη ἴση ἐστὶν τῇ βγ καὶ κεῖται πρὸς τῷ α, ὅπερ ἔδει
5ποιῆσαι. πολλῶν δὲ καὶ ἑτέρων πτώσεων οὐσῶν ἀρκεῖ καὶ ταύτας πρὸς τὸ παρὸν ἀναγράψασθαι· καὶ γὰρ ἀπὸ τούτων δυνατὸν καὶ περὶ τὰς ἄλλας γυμνάσασθαι τοῖς ζητητικωτέροις. Ἤδη δέ τινες ἀφελόντες τὴν τοῦ στοιχείου τούτου
10κατασκευὴν καὶ ποικιλίαν εἰρήκασιν οὕτως· ἔστω τὸ α τὸ δοθὲν σημεῖον, ἡ δὲ βγ ἡ δο‐[Omitted graphic marker] θεῖσα εὐθεῖα καὶ κέντρῳ μὲν τῷ α διαστήματι δὲ τοσούτῳ, ὅση ἐστὶν ἡ βγ, κύκλος γεγράφθω ὁ εδ καὶ
15προσεκβεβλήσθω τις εὐθεῖα ἀπὸ τοῦ α ἐπὶ τὴν περιφέρειαν ἡ αδ. αὕτη ἄρα ἴση τῇ βγ· το‐ σαύτη γὰρ ἦν ἡ ἐκ τοῦ κέντρου ὅση ἡ βγ, καὶ γέγο‐ νεν τὸ ἐπιταχθέν. εἴ τις οὖν ταῦτα λέγοι, τὸ ἐν ἀρχῇ αἰτεῖται. ὅταν γὰρ λέγῃ κεντρῷ τὸ α, διαστήματι δὲ
20τῷ βγ γράφεσθαι τὸν εδ κύκλον, ἴσην ἔλαβεν ἤδη τρόπον τινὰ τῇ βγ πρὸς τῷ α κειμένην πέρατι, καὶ φυλάττον τὸ αἴτημα τοῦ διαστήματος τοῦτο μὲν ἐποίει
κέντρον, τῷ δὲ ἔγραφεν τὸν κύκλον, ἐνταῦθα δὲ ἄλλο227
in Euc
.

228

μὲν τὸ κέντρον, ἀλλαχοῦ δὲ τὸ διάστημα τοῦ κύκλου. πάντη ἄρα τὸν τρόπον τοῦτον τῆς ἀποδείξεως οὐ προσθησόμεθα. Prop. III, probl. III. Δύο δοθεισῶν εὐθειῶν
5ἀνίσων ἀπὸ τῆς μείζονος τῇ ἐλάσσονι ἴσην
ἀφελεῖ
ν. Τρίτον πρόβλημα τοῦτο δεδομένας μὲν ἔχον δύο εὐθείας κατὰ τὸ μέγεθος ἀνίσους, προστάττον δὲ ἀφε‐ λεῖν ἀπὸ τῆς μείζονος ἴσην τῇ ἐλάσσονι. ἔστι δὲ καὶ
10τοῦτο πολύπτωτον. αἱ γὰρ δοθεῖσαι ἄνισοι εὐθεῖαι ἢ διεστᾶσιν ἀπ’ ἀλλήλων, ὡς παρὰ τῷ στοιχειωτῇ, ἢ καθ’ ἓν πέρας συνάπτονται, ἢ τέμνουσιν ἀλλήλας, ἢ ἡ ἑτέρα κατὰ τὸ πέρας ἑαυτῆς τέμνει τὴν ἑτέραν, καὶ τοῦτο διχῶς, ἢ γὰρ ἡ μείζων τὴν ἐλάσσω, ἢ ἡ
15ἐλάσσων τὴν μείζονα. ἀλλ’ εἰ μὲν καθ’ ἓν συν‐ άπτοιντο πέρας, δήλη ἡ ἀπόδειξις. τῷ γὰρ κοινῷ πέ‐ ρατι κέντρῳ χρησάμενος διαστήματι δὲ τῇ ἐλάσσονι τῶν εὐθειῶν γράψεις κύκλον καὶ τὴν μείζονα τεμεῖς καὶ ἀφαιρήσεις ἴσην τῇ ἐλάσσονι. ὅσον γὰρ τῆς μεί‐
20ζονος ὁ κύκλος ἐντὸς ἀποτέμνεται, τοσοῦτον ἴσον ἔσται τῇ ἐλάσσονι. εἰ δὲ ἡ ἑτέρα τέμνοι τὴν ἑτέραν κατὰ τὸ ἑαυτῆς πέρας, ἤτοι ἡ μείζων τὴν ἐλάσσονα τέμνει
ἢ ἀνάπαλιν, καὶ εἰ ἀλλήλας τέμνοιεν, ἢ εἰς ἴσα τέμνον‐228
in Euc
.

229

ται ὑπ’ ἀλλήλων ἢ εἰς ἄνισα, ἢ ἡ μὲν εἰς ἴσα, ἡ δὲ εἰς ἄνισα, καὶ τοῦτο διχῶς. ταῦτα γὰρ πάντα ποικιλίαν ἡμῖν θαυμαστὴν παρέχεται γυμνασίας· παρακείσθω δὲ καὶ ἡμῖν ὀλίγα ἐκ πολλῶν. ἔστωσαν ἄνισοι εὐθεῖαι
5αβ καὶ ἡ γδ, μείζων δὲ ἡ γδ, καὶ τεμνέτω τὴν αβ τῷ ἑαυτῆς πέρατι τῷ γ· [Omitted graphic marker] καὶ κέντρῳ τῷ α, διαστή‐ ματι δὲ τῷ αβ κύκλος ὁ βζ καὶ τρίγωνον ἰσό‐
10πλευρον ἐπὶ τῆς αγ τὸ αεγ· καὶ ἐκβεβλήσθωσαν αἱ εα εγ· καὶ πάλιν κέν‐ τρῳ τῷ ε, διαστήματι δὲ τῷ εζ κύκλος ὁ θηκ· καὶ πάλιν κέντρῳ τῷ γ, διαστήματι δὲ τῷ γη κύκλος ὁ
15ηλ· ἐπεὶ οὖν ἡ εζ ἴση τῇ εη, κέντρον γὰρ τὸ ε, ὧν ἡ εα ἴση τῇ εγ, λοιπὴ ἡ αζ ἴση τῇ γη· ἀλλὰ καὶ ἡ αζ ἴση τῇ αβ, κέντρον γὰρ τὸ α, καὶ αὕτη τῇ γλ, κέντρον γὰρ τὸ γ· ἴση ἄρα τῇ αβ ἀφῄρηται ἡ γλ. Ἀλλὰ δὴ ἔστω ἐλάσσων τῆς αβγδ, καὶ τε‐
20μνέτω τὴν αβ κατὰ τὸ γ τῷ ἑαυτῆς πέρατι. ἢ οὖν
κατὰ τὸ μέσον αὐτὴν τεμεῖ ἢ οὐ κατὰ τὸ μέσον.229
in Euc
.

230

[Omitted graphic marker] πρότερον τεμνέτω κατὰ τὸ μέσον· οὐκοῦν ἡ γδ ἢ ἡμίσειά ἐστι τῆς αβ καὶ ἴση ἡ αγ τῇ γδ—ἢ ἐλάσσων τῆς ἡμισείας· καὶ κέν‐
5τρῳ τῷ γ, διαστήματι δὲ τῷ γδ γράψας κύκλον ἀφαιρήσεις ἀπὸ τῆς αγ ἴσην τῇ γδ—ἢ μείζων τῆς ἡμισείας· καὶ πρὸς τῷ α ση‐ μείῳ θέμενος ἴσην τῇ γδ τὴν
10αζ καὶ γράψας κύκλον κέντρῳ
τῷ α διαστήματι τῷ αζ
ἀφαιρήσεις ἀπὸ τῆς αβ
ἴσην τῇ αζ, τουτέστιν
τῇ γδ.
15 Εἰ δὲ μὴ κατὰ τὸ μέ‐ σον τέμνει τὴν αβγδ, ἔστω ἡ γα τῆς ἡμισείας αὐτῆς μείζων. εἰ τοίνυν ἡ
γδ ἢ ἡμίσειά ἐστιν τῆς230
in Euc
.

231

αβ ἢ ἐλάσσων, κέντρῳ χρησά‐[Omitted graphic marker] μενος τῷ γ, διαστήματι δὲ τῷ γδ ἀφαιρήσεις ἀπὸ τῆς αγ ἴσην τῇ γδ—ἢ μείζων ἐστὶ τῆς
5ἡμισείας τῆς αβγδ, καὶ ἤτοι ἴση τῇ αγ—καὶ γέγονεν τὸ προσταχθέν—ἢ καὶ ταύ‐ της μείζων—καὶ πάλιν πρὸς τῷ α θέμενος ἴσην τῇ γδ τὰ
10αὐτὰ ποιήσεις· κέντρῳ γὰρ τῷ α διαστήματι δὲ τῷ ζα γράψεις κύκλον ἀφαιροῦν‐ τα ἀπὸ τῆς αβ ἴσην τῇ αζ, τουτέστιν τῇ γδ.
15 Εἰ δὲ τέμνοιεν ἀλλή‐ λας ὡς αἱ γδ αβ, κέντρῳ τῷ β, διαστήματι δὲ τῷ βα κύκλος γεγράφθω ὁ αζ
καὶ ἐπιζευχθεῖσα ἡ βγ ἐκβεβλήσθω ἐπὶ τὸ ζ. ἐπεὶ οὖν231
in Euc
.

232

[Omitted graphic marker] δύο εὐθεῖαί εἰσιν ἄνισοι ἡ βζ καὶ ἡ γδ, καὶ ἡ γδ κατὰ τὸ πέρας ἑαυτῆς τέμνει τὴν βζ, δυνατὸν ἴσην ποιῆσαι τῇ
5
βζ ἀπὸ τῆς βδ (?). δέδεικται
γὰρ ἀμφότερα. δυνατὸν ἄρα
καὶ τῇ αβ ἴσην ἀφελεῖν ἀπὸ τῆς αβ τῇ γδ (?)· ἡ γὰρ αβ καὶ ἡ βζ ἴσαι ἀλλή‐ λαις εἰσίν.
10 Ἡμεῖς μὲν οὖν ἐκ διαιρέσεως λαβόντες τὰς πτώ‐ σεις ἐπιδεῖξαι τὴν ποικιλίαν αὐτῶν ἐπειράθημεν. θαυ‐ μαστὴ δὲ ἡ τοῦ στοιχειωτοῦ ἀπόδειξις· πάσαις γὰρ ἐκείνη ταῖς εἰρημέναις κατασκευαῖς ἐφαρμόττει, καὶ δυνατὸν ἐπὶ πάσης θέσεως πρὸς τῷ πέρατι τῆς μείζο‐
15νος ἴσην τῇ ἐλάσσονι θέντι γράφειν τῷ αὐτῷ πέρατι κέντρῳ χρώμενον καὶ διαστήματι τῇ θέσει κύκλον,
ὃς ἀπὸ τοῦ μείζονος ἴσην ἀφαιρήσει τῇ ἐλάσσονι,232
in Euc
.

233

εἴτε τέμνοιεν ἀλλήλας, εἴτε ἡ ἑτέρα τὴν ἑτέραν, εἴθ’ ὁπωσοῦν ἄλλως ἔχοιεν θέσεως. Prop. IIII, theor. I. Ἐὰν δύο τρίγωνα τὰς δύο πλευρὰς ταῖς δυσὶ πλευραῖς ἴσας ἔχ, ἑκατέ‐
5ραν ἑκατέρ, ἔχει δὲ καὶ γωνίαν γωνίᾳ ἴσην τὴν ὑπὸ τῶν ἴσων πλευρῶν περιεχομένην, καὶ τὴν βάσιν τῇ βάσει ἴσην ἕξει καὶ τὸ τρίγωνον τῷ τριγώνῳ ἴσον ἔσται καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις ἴσαι ἔσονται, ὑφ’ ἃς αἱ
10
ἴσαι πλευραὶ ὑποτείνουσι
ν. Τοῦτο πρῶτον θεώρημα ἐν τῇ στοιχειώσει παρ‐ ειλήφαμεν, τὰ δὲ πρὸ τούτου πάντα προβληματικὰ ἦν, τὸ μὲν πρῶτον περὶ τὴν τῶν τριγώνων γένεσιν πραγματευόμενον, τὸ δὲ δεύτερον καὶ τρίτον ἴσην
15εὐθεῖαν ἄλλην ἄλλῃ πορίσασθαι προτιθέμενα, καὶ τού‐ των τὸ μὲν ἀπὸ τοῦ οὐκ ἴσου τὴν ἴσην ὑφίστατο, τὸ δὲ ἀπὸ τοῦ ἀνίσου κατὰ ἀφαίρεσιν τὸ ἴσον εὕρισκεν. τῆς οὖν ἰσότητος, ἣ τὸ πρώτιστόν ἐστιν ἐν τῷ ποσῷ σύμπτωμα, πεπορισμένης κατά τε τὸ τρίγωνον καὶ
20εὐθείας, τοῦτο πρῶτον ὅπερ ἐξεθέμεθα θεώρημα παρα‐ δίδωσιν ἐπ’ ἐκείνοις. καὶ πῶς γὰρ ἔμελλεν μὴ προ‐
υποστήσας τὰ τρίγωνα μηδὲ πορισάμενος τὴν γένεσιν233
in Euc
.

234

αὐτῶν περὶ τῶν καθ’ αὑτὸ συμβεβηκότων αὐτοῖς διδάσκειν καὶ γωνιῶν τῶν ἐν αὐτοῖς ἰσότητος καὶ πλευρῶν, πῶς δὲ ἂν ἔλαβεν πλευρὰς ἴσας πλευραῖς καὶ εὐθείας ἄλλαις εὐθείαις μὴ τοῦτο διαπραγματευ‐
5σάμενος προβληματικῶς καὶ μηχανησάμενος τὴν τῶν ἴσων εὐθειῶν εὕρεσιν; λεγέτω γὰρ εἰ τύχοι πρὸ τῆς ἐκείνων ποιήσεως, ὅτι ἐὰν δύο τρίγωνα τόδε τι τὸ σύμπτωμα ἔχῃ, ἕξει καὶ τόδε πάντως. ἆρα οὖν οὐ ῥᾴδιον παντὶ πρὸς αὐτὸν ἀπαντᾶν· ἴσμεν γὰρ ὅλως,
10εἰ συνίστασθαι δύναται τρίγωνον; ἐπαγέτω δὲ καὶ ὅτι κἂν τὰ δύο τρίγωνα τὰς δύο πλευρὰς ἴσας ἔχῃ ταῖς δύο πλευραῖς—. οὐκ ἄν τις καὶ πρὸς τοῦτο διηπό‐ ρησεν, μήποτε οὐδὲ δυνατὸν εὐθείας ἀλλήλαις ἴσας εἶναι; καὶ μάλιστα ἐπὶ τῶν γεωμετρίας εἰδῶν, ἐν οἷς
15οὐ πάντως ἀνισότητος οὔσης καὶ ἰσότης ἐστίν. μαθη‐ σόμεθα γοῦν ὅτι ἡ κερατοειδὴς ἀεὶ ἄνισος τῇ ὀξείᾳ καὶ οὐδέποτε ἴση, καὶ ἡ τοῦ ἡμικυκλίου ὡσαύτως. καὶ ἡ μετάβασις ἀπὸ τοῦ μείζονος ἐπὶ τὸ ἔλασσον οὐ πάντως διὰ τοῦ ἴσου γίνεται.
20 Ταῦτα τοίνυν ὁ στοιχειωτὴς προαναιρῶν καὶ τῶν τριγώνων τὴν σύστασιν παραδέδωκεν—κοινὴ γάρ ἐστι τῶν τριῶν εἰδῶν—καὶ τὰς τῶν ἴσων εὐθειῶν
γενέσεις καὶ ταύτας διττάς, τὴν μὲν γὰρ μὴ οὖσαν234
in Euc
.

235

ὅλως ὑφίστησι, τὴν δὲ ἀπὸ τῆς ἀνίσου κατὰ ἀφαίρεσιν πορίζεται. καὶ τούτοις εἰκότως ἐπιφέρει τὸ θεώρημα, δι’ οὗ δείκνυται, πῶς τὰ τρίγωνα τὰ ἔχοντα δύο πλευ‐ ρὰς δύο πλευραῖς ἴσας, ἑκατέραν ἑκατέρᾳ καὶ τὴν
5γωνίαν τῇ γωνίᾳ ἴσην τὴν ὑπὸ τῶν ἴσων περιεχομέ‐ νην ἀναφαίνεται καὶ τὴν βάσιν ἴσην ἔχοντα τῇ βάσει καὶ τὸ ἐμβαδὸν τῷ ἐμβαδῷ καὶ τὰς λοιπὰς γωνίας ταῖς λοιπαῖς ἴσας. τρία γάρ ἐστι τὰ δεικνύμενα, δύο δὲ τὰ διδόμενα περὶ τὰ τρίγωνα. δέδοται μὲν οὖν
10δύο πλευρῶν ἰσότης καὶ δύο πλευραί—καὶ δῆλον ὅτι τῷ λόγῳ δέδοται—καὶ γωνίας αὖ τῆς ὑπὸ τῶν ἴσων περιεχομένης πρὸς γωνίαν ἰσότης. ζητεῖται δὲ τρία, ἢ τῆς βάσεως πρὸς τὴν βάσιν ἰσότης ἢ τοῦ τριγώνου πρὸς τὸ τρίγωνον ἢ τῶν λοιπῶν γωνιῶν
15πρὸς τὰς λοιπάς. ἐπειδὴ δὲ δυνατὸν ἦν τὰς μὲν δύο πλευρὰς ἴσας ἔχειν ταῖς δύο πλευραῖς, οὐ μέντοι τὸ θεώρημα ἀληθεύειν τῷ μὴ εἶναι ἑκατέραν ἑκατέρᾳ ἴσην, ἀλλὰ ἅμα ἀμφοτέρας, διὰ τοῦτο προσέθηκεν ἐν τοῖς δεδομένοις τὸ ἴσας εἶναι τὰς πλευρὰς οὐχ ἁπλῶς,
20ἀλλ’ ἑκατέραν ἑκατέρᾳ. εἰ γὰρ ἔτυχεν τῶν τριγώνων θάτερον ἔχον τὴν μὲν τῶν πλευρῶν τριῶν μονάδων, τὴν δὲ τεττάρων, τὸ δὲ ὑπόλοιπον τὴν μὲν πέντε, τὴν δὲ δυεῖν, ὀρθῆς οὔσης τῆς ὑπὸ τούτων περιεχομένης γωνίας, ἦσαν μὲν ἂν αἱ δύο ἅμα πλευραὶ ταῖς δύο
25ἴσαι—ἑπτὰ γὰρ καὶ αὗται καὶ ἐκεῖναι—οὐκ ἐδείκνυτο δὲ ἴσον τῷ τριγώνῳ τὸ τρίγωνον· ὅπου
μὲν γὰρ τὸ ἐμβαδόν ἐστιν ἕξ, ὅπου δὲ πέντε, καὶ τὸ235
in Euc
.

236

τοῦδε αἴτιον, ὅτι οὐχὶ καὶ ἑκατέρα ἴση ἐστὶν ἑκατέρᾳ. πολλοὶ γοῦν ἐν διανομαῖς τισι χωρίων τοῦτο μὴ παρα‐ φυλάξαντες τὸ μεῖζον λαβόντες χωρίον δικαίων ἀπη‐ νέγκαντο δόξαν ὡς τὸ ἴσον ἑλόμενοι διὰ τὸ συναμφο‐
5τέρας τὰς περιεχούσας ἴσας εἶναι συναμφοτέραις. δεῖ τοίνυν καὶ ἑκατέραν ἑκατέρᾳ λαμβάνειν ἴσην καί, ὅπου ἂν ὁ στοιχειωτὴς τοῦτο προστιθῇ, ἐπισημαίνεσθαι ὡς οὐ μάτην προστίθησιν· ἐπεὶ καὶ περὶ τῆς τῶν γωνιῶν ἰσότητος τῶν δεδομένων ἴσων διαλεγόμενος προσέθη‐
10κεν τὸ τὴν ὑπὸ τῶν ἴσων περιεχομένην, ἵνα μὴ ἀδιορί‐ στως ῥηθέντος τῶν πρὸς τὴν βάσιν τινὰς λάβωμεν γωνιῶν. καὶ μὴν καὶ τὴν βάσιν ἐπὶ τῶν τριγώνων, μηδεμιᾶς μέν πω προωνομασμένης, τὴν πρὸς τῇ ὄψει κειμένην πλευράν, τῶν δὲ δυεῖν ἤδη προειλημμένων,
15ἐξ ἀνάγκης τὴν λοιπὴν εἶναι βάσιν ὑποθετέον. διὸ καὶ ἐνταῦθα ὁ στοιχειωτὴς τὰς δύο προλαβὼν ἴσας ταῖς δύο πλευραῖς τὰς ὑπολοίπους βάσεις τῶν τριγώ‐ νων ἐκάλεσεν. τρίγωνον δὲ αὖ ἴσον τριγώνῳ λέγεται τηνικαῦτα, ἡνίκα ἂν τὸ ἐμβαδὸν αὐτῶν ἴσον ᾖ. δυ‐
20νατὸν γὰρ τῶν περιμέτρων ἴσων ὑπαρχουσῶν διὰ τὴν ἀνισότητα τῶν γωνιῶν καὶ τὰ ἐμβαδὰ ἄνισα εἶναι. καλῶ δὲ ἐμβαδὸν αὐτὸ τὸ χωρίον τὸ ὑπὸ τῶν τοῦ τριγώνου πλευρῶν ἀπολαμβανόμενον, ὥσπερ δὴ περί‐ μετρον τὴν συγκειμένην γραμμὴν ἐκ τριῶν τριγωνι‐
25κῶν πλευρῶν. ἄλλο οὖν ἑκάτερον καὶ δεῖ μετὰ τῆς
τῶν περιμέτρων ἰσότητος κατὰ μίαν πλευρὰν καὶ τὰς236
in Euc
.

237

γωνίας ἴσας εἶναι, εἰ μέλλοι καὶ τὸ ἐμβαδὸν εἶναι τῷ ἐμβαδῷ ἴσον. συμβαίνει δὲ ἐπί τινων καὶ τῶν ἐμβα‐ δῶν ἴσων ὄντων ἀνίσους εἶναι τὰς περιμέτρους καὶ τῶν περιμέτρων ἴσων οὐσῶν ἄνισα τὰ ἐμβαδά. δυ‐
5εῖν γοῦν ὄντων τριγώνων ἰσοσκελῶν, ὧν ἑκάτερον ἔχει τὰς ἴσας πλευρὰς ἀπὸ πέντε μονάδων, τῶν δὲ βά‐ σεων τὸ μὲν ὀκτώ, τὸ δὲ ἕξ· τούτων ὁ μὲν ἄπειρος γεωμετρίας εἴποι ἂν μεῖζον εἶναι τὸ ἔχον ὀκτὼ τὴν βάσιν. πᾶσα γὰρ ἔσται ἡ περίμετρος ὀκτωκαίδεκα.
10ὁ δ’ αὖ γεωμετρικὸς εἴποι ἂν ὅτι ἑκατέρου τὸ ἐμβα‐ δόν ἐστι δώδεκα. καὶ ταῦτα ἀποδείξει κάθετον ἀγα‐ γὼν ἐν ἑκατέρῳ τῶν τριγώνων ἀπὸ τῆς κορυφῆς καὶ ποιήσας ταύτην ἐπὶ θατέρῳ μέρει τῶν τῆς βάσεως τμημάτων. ἔστιν δὲ ὥσπερ ἔφην καὶ τῶν περιμέτρων
15ἰσαζομένων ἄνισα εἶναι τὰ χωρία. καὶ ἤδη τινὲς κοι‐ νωνοὺς ἑαυτῶν ἐν διανομαῖς χωρίων παρεκρούσαντο διὰ τῆς κατὰ τὴν περίμετρον ἰσότητος μεῖζον λαβόντες χωρίον. Βάσις δὲ αὖ ἴση λέγεται εἶναι βάσει καὶ ὅλως
20εὐθεῖα ἴση ἐστὶν ἄλλῃ εὐθείᾳ, ἐπειδὰν αὐτῶν τὰ πέ‐ ρατα συναπτόμενα ὅλην ὅλῃ ποιήσει ἐφαρμόσαι. πᾶσα μὲν γὰρ εὐθεῖα ἐπὶ πᾶσαν ἐφαρμόττει. τῶν δὲ ἴσων καὶ κατὰ τὰ πέρατα γίνεται ἡ ἐφαρμογή. γωνία δὲ ἴση γωνίᾳ λέγεται ἡ εὐθύγραμμος τῇ εὐθυγράμμῳ, ὅταν
25μιᾶς τῶν περιεχουσῶν τὴν ἑτέραν πλευρῶν τιθεμένης237
in Euc
.

238

ἐπὶ μίαν τῶν τῆς ἑτέρας καὶ ἡ λοιπὴ τῇ λοιπῇ ἐφαρ‐ μόζῃ. ὅταν δὲ ἡ λοιπὴ ἔξω πίπτῃ τῆς λοιπῆς, μείζων ἐστὶν ἡ γωνία, ἧς ἡ πλευρὰ ἔξω πέπτωκεν, ὅταν δὲ ἐντός, ἐλάσσων. ὅπου μὲν γὰρ περιλαμβάνει τὴν
5ἑτέραν, ὅπου δὲ περιλαμβάνεται ὑπ’ αὐτῆς. τὴν δὲ ἰσότητα τῶν γωνιῶν ληψόμεθα κατὰ τὴν ἐφάρμοσιν τῶν πλευρῶν ἐπὶ τῶν εὐθυγράμμων καὶ ἐπὶ τῶν ἄλ‐ λων τῶν ὁμοειδῶν, οἷον τῶν μηνοειδῶν, τῶν ξυστρο‐ ειδῶν, τῶν ἀμφικύρτων, ἐπεὶ δυνατὸν καὶ ἴσας εἶναι
10καὶ μὴ ἐφαρμόττειν ἀλλήλαις τὰς πλευράς. ἴση γάρ ἐστιν ἡ ὀρθὴ μηνοειδεῖ τινὶ γωνίᾳ, καὶ ἀδύνατον ἐφαρμόσαι ταῖς εὐθείαις τὰς περιφερείας. ἔτι τοίνυν ἐκεῖνο προληπτέον, ὅτι ὑποτείνειν λέγονται γωνίας αἱ πλευραὶ αἱ κατ’ ἀντικρὺ κείμεναι. πᾶσα γὰρ τρι‐
15γωνικὴ γωνία περιέχεται μὲν ὑπὸ δύο τῶν τοῦ τρι‐ γώνου πλευρῶν, ὑποτείνεται δὲ ὑπὸ τῆς λοιπῆς. διὸ καὶ ὁ γεωμέτρης τῷ καὶ τὰς γωνίας ἴσας εἶναι προσ‐ έθηκεν τὸ ὑφ’ ἃς αἱ ἴσαι πλευραὶ ὑποτείνουσιν, ἵνα μὴ νομίσωμεν ἀδιάφορον εἶναι οἵαν ποτὲ γωνίαν λα‐
20βεῖν καὶ ταύτην ἴσην εἰπεῖν τῇ τυχούσῃ τῶν λοιπῶν δύο τοῦ τριγώνου γωνιῶν. ἀλλὰ ἴσας λέγωμεν, ἃς ὑποτείνουσιν αἱ ἴσαι πλευραί. καὶ μὴν τῶν ἴσων πλευ‐ ρῶν ἡ μὲν ὑποτείνει τὴν ἑτέραν, ἡ δὲ μία τῶν περι‐ εχουσῶν τὴν λοιπήν.
25Πρὸς μὲν οὖν τὴν σαφήνειαν τοῦ θεωρήματος
τοσαῦτα προειλήφθω, πρὸς δὲ τὴν ἀπόδειξιν ἐκεῖνο238
in Euc
.

239

προλάβωμεν, ὅτι δύο εὐθεῖαι χωρίον οὐ περιέχουσι. τοῦτο γὰρ ὡς ὁμολογούμενον ὁ γεωμέτρης ἔλαβεν. εἰ γὰρ τὰ πέρατα, φησίν, ἐφαρμόσει τῶν βάσεων ἀλ‐ λήλοις, ἐφαρμόσουσι καὶ αἱ βάσεις, εἰ δὲ μή, δύο
5εὐθεῖαι χωρίον περιέξουσι. πόθεν οὖν, ὅτι τοῦτο ἀδύνατον; ἔστωσαν δύο εὐθεῖαι περιέχουσαι χωρίον αἱ αγβ αδβ καὶ ἐκβεβλήσθω‐[Omitted graphic marker] σαν ἐπ’ ἄπειρον. καὶ κέντρῳ τῷ β, διαστήματι δὲ τῷ αβ γε‐
10γράφθω κύκλος ὁ αεζ. ἐπεὶ οὖν διάμετρος ἡ αγβζ, ἡμίσεια τῆς περιφερείας ἐστὶν ἡ αεζ. πάλιν ἐπεὶ διάμετρος ἡ αδβε, ἡμίσεια τῆς τοῦ κύκλου περι‐ φερείας ἐστὶν ἡ αε. [περιφέρειαι] ἄρα ἴσαι εἰσὶν αἱ
15αε αεζ, ὅπερ ἀδύνατον. οὐκ ἄρα δύο εὐθεῖαι χωρίον περιέχουσιν, ὃ καὶ ὁ στοιχειωτὴς εἰδὼς ἐν τῷ πρώτῳ τῶν αἰτημάτων ἔλεγεν, ἀπὸ παντὸς σημείου ἐπὶ πᾶν σημεῖον εὐθεῖαν γραμμὴν ἀγαγεῖν, ὡς ἂν μιᾶς ἀεὶ δυναμένης εὐθείας ἐπιζευγνύναι τὰ δύο σημεῖα καὶ
20οὐ δυεῖν. περιφέρειαι μὲν γὰρ πλείους ἐπιζευγνύουσιν καὶ ἐπὶ τὰ αὐτὰ μέρη καὶ ἐπὶ τὰ ἐναντία. οὕτω γὰρ
καὶ τὰ πέρατα τῆς διαμέτρου ἐπιζεύγνυται διὰ δύο239
in Euc
.

240

μὲν περιφερειῶν, μιᾶς δὲ εὐθείας. δυνατὸν δὲ καὶ ἐκτὸς τῶν ἡμικυκλίων καὶ ἐντὸς ἀπείρους γράψαι περιφερείας ἐπιζευγνυούσας τὰ δοθέντα σημεῖα. τὸ δὲ αἴτιον, ὅτι ἡ εὐθεῖα ἐλαχίστη ἐστὶν τῶν τὰ αὐτὰ
5πέρατα ἐχουσῶν. ἓν δὲ πανταχοῦ τὸ ἐλάχιστον καὶ ἀεὶ μέτρον γίνεται τῶν ἄλλων. ὥσπερ οὖν ἡ ὀρθὴ μία οὖσα μέτρον γίνεται τῆς ἀπειρίας τῶν ἄλλων γω‐ νιῶν—διὰ γὰρ ταύτης κἀκείνας εὑρίσκομεν—οὕτω καὶ ἡ εὐθεῖα συντελεῖ πρὸς τὴν καταμέτρησιν τῶν μὴ
10εὐθειῶν. Τοσαῦτα καὶ περὶ τούτων· ὅτι δὲ ἡ σύμπασα τού‐ του τοῦ θεωρήματος ἀπόδειξις ἀπὸ κοινῶν ἐννοιῶν ἤρτηται καὶ ὡς αὐτοφυής ἐστι καὶ ἀπ’ αὐτῆς ὡρμη‐ μένη τῆς τῶν ὑποθέσεων ἐναργείας παντὶ καταφανές.
15διότι μὲν γὰρ ἴσαι εἰσὶν αἱ δύο πλευραὶ ταῖς δυσίν, ἑκατέρα ἑκατέρᾳ, ἐφαρμόζουσιν ἀλλήλαις, διότι δὲ αἱ ὑπὸ τῶν ἴσων περιεχόμεναι γωνίαι ἴσαι, καὶ αὗται ἐφαρμόττουσι. τῆς δὲ γωνίας ἐπὶ τὴν γωνίαν ἁρμο‐ ζούσης καὶ τῶν πλευρῶν ἐπὶ τὰς πλευρὰς ἐφαρμόσει
20καὶ τὰ πέρατα κάτω τῶν πλευρῶν, εἰ δὲ ταῦτα, καὶ ἡ βάσις ἐφαρμόσει τῇ βάσει, εἰ δὲ αἱ τρεῖς ταῖς τρισί, καὶ ὅλον τὸ τρίγωνον τῷ τριγώνῳ καὶ πάντα πᾶσιν. ἡ ἄρα ἰσότης ἐν ὁμοειδέσιν ὀφθεῖσα τῆς ὅλης ἀποδεί‐ ξεως αἰτία ἀνεφάνη. δύο γάρ ἐστιν ἐνταῦθα ἀξιώματα
25συνεκτικὰ τῆς συμπάσης μεθόδου τοῦ προκειμένου θεωρήματος, ἓν μὲν ὅτι τὰ ἐφαρμόζοντα ἴσα ἀλλήλοις
—τοῦτο ἁπλῶς ἀληθὲς καὶ οὐδὲ ἑνὸς προσδιορισμοῦ240
in Euc
.

241

δεόμενον, ᾧ χρῆται ὁ στοιχειωτὴς ἐπί τε τῆς βάσεως καὶ τοῦ ἐμβαδοῦ καὶ τῶν λοιπῶν γωνιῶν· ταῦτα γάρ φησιν, διότι ἐφαρμόζει, ἴσα ἐστίν—ἕτερον δὲ ὅτι τὰ ἴσα ἐφαρμόζει ἀλλήλοις—τοῦτο δὲ οὐκ ἐπὶ πάν‐
5των ἀληθές, ἀλλ’ ἐπὶ τῶν ὁμοειδῶν. ὁμοειδῆ δὲ λέγω οἷον εὐθεῖαν εὐθείᾳ καὶ περιφέρειαν περιφερείᾳ τοῦ αὐτοῦ κύκλου καὶ γωνίας γωνίαις ὑπὸ ὁμοίων ὁμοίως κειμένων περιεχομέναις. τούτων δὲ ὅτι τὰ δεδομένα ἴσα, ἐφαρμόζει ἀλλήλοις· ὥστε εἶναι συνελόντι φάναι
10τὴν πᾶσαν ἀπόδειξιν τοιαύτην· δέδοται ἴσα τάδε τοῖσδε, πλευραὶ δύο δυσὶ καὶ γωνίαι αἱ ὑπ’ αὐτῶν περιεχόμεναι, καὶ ἐφαρμόττει ἀλλήλοις ταῦτα. εἰ δὲ ταῦτα ἐφαρμόττει ἀλλήλοις, καὶ ἡ βάσις τῇ βάσει καὶ πάντα πᾶσιν· εἰ δὲ ἐφαρμόττει ταῦτα, καὶ ἴσα ἐστίν·
15εἰ ἄρα δέδοται ἴσα τάδε τοῖσδε, συναποδείκνυται καὶ ὅτι πάντα πᾶσιν ἴσα. καὶ οὗτος πρῶτος ἀναφαίνεται τρόπος τῆς γνώσεως τῶν ἴσων πάντη τριγώνων. Ἀλλὰ περὶ μὲν τῆς ὅλης ἀποδείξεως τοσαῦτα· Κάρπος δὲ ὁ μηχανικὸς ἐν τῇ ἀστρολογικῇ πραγ‐
20ματείᾳ τὸν περὶ τῶν προβλημάτων καὶ θεωρημάτων λόγον ἀνακινήσας—εἰ μὲν κατὰ καιρὸν ἢ μή, παρ‐
είσθω πρὸς τὸ παρόν—ἐμβαλὼν δὲ ὅμως εἰς τὴν241
in Euc
.

242

τούτων διάκρισιν τῇ τάξει πρότερον τὸ προβληματικὸν γένος εἶναί φησι τῶν θεωρημάτων. τὰ γὰρ ὑποκεί‐ μενα, περὶ [ἃ] τὰ συμπτώματα ζητεῖται, διὰ τῶν προ‐ βλημάτων ἀνευρίσκεσθαι. καὶ τοῦ μὲν προβλήματος
5τὴν πρότασιν ἁπλῆν εἶναι καὶ πάσης ἐντέχνου συν‐ έσεως ἀπροσδεᾶ—τόδε γάρ τι φανερῶς ποιῆσαι παρακελεύεται· συστήσασθαι τὸ ἰσόπλευρον τρίγωνον, ἢ δύο δοθεισῶν εὐθειῶν τῇ ἐλάσσονι ἀπὸ τῆς μεί‐ ζονος ἴσην ἀφελεῖν. τί γὰρ τούτων ἀσαφὲς καὶ περι‐
10ειργασμένον; —τοῦ δὲ θεωρήματος ἐργώδη καὶ πολ‐ λῆς δεομένην ἀκριβείας καὶ ἐπιστημονικῆς κρίσεως, ἵνα μήτε πλεονάζουσα φαίνηται μήτ’ ἐλλείπουσα τῆς ἀληθείας, οἷον δὴ καὶ τοῦτο πρώτιστον ὂν τῶν θεω‐ ρημάτων. καὶ ἐπὶ μὲν τῶν προβλημάτων μία τις ἔστιν
15ὁδὸς ἡ διὰ τῆς ἀναλύσεως εὑρημένη κοινή, καθ’ ἣν προιόντες δυνάμεθα κατορθοῦν. οὕτω γὰρ τὰ ἀσα‐ φέστερα θηρᾶται τῶν προβλημάτων. ἐπὶ δὲ τῶν θεω‐ ρημάτων δύσληπτος ἡ μεταχείρησις, ὡς μέχρις ἡμῶν, φησί, μηδένα δύνασθαι κοινὴν παραδοῦναι μέθοδον
20τῆς τούτων εὑρέσεως, ὥστε καὶ διὰ τὴν ῥᾳστώνην ἁπλούστερον ἂν εἴη τὸ προβληματικὸν γένος. τούτων δὲ διωρισμένων „Διὰ ταῦτα ἄρα, φησί, καὶ ἐν τῇ στοιχειώσει τὰ προβλήματα προηγεῖται τῶν θεωρημά‐ των, καὶ ἀπὸ τούτων ἡ στοιχείωσις ἄρχεται, καὶ τὸ
25πρῶτον θεώρημα τέταρτόν ἐστι κατὰ τὴν τάξιν, οὐ242
in Euc
.

243

διότι τὸ πέμπτον ἐξ αὐτῶν δείκνυται, ἀλλ’ ὅτι, καὶ εἰ μηδὲν τῶν πρὸ αὐτοῦ δεῖται πρὸς τὴν ἀπόδειξιν, ἔδει πρωτεύειν ἐκεῖνα, διότι προβλήματα ἦν, τοῦτο δὲ θεώ‐ ρημα. παντελῶς γὰρ ἐπὶ τούτου ταῖς κοιναῖς ἐννοίαις
5χρῆται καὶ τρόπον τινὰ τὸ αὐτὸ τρίγωνον ἐν διαφό‐ ροις λαμβάνει τόποις κείμενον. καὶ γὰρ ἡ ἐφαρμογὴ καὶ ἡ ἀπὸ ταύτης ἰσότης δεικνυμένη παντάπασιν ἔχεται τῆς αἰσθητῆς καὶ ἐναργοῦς ὑπολήψεως. ἀλλ’ ὅμως καὶ τοιαύτης οὔσης τῆς τοῦ πρώτου θεωρήματος
10ἀποδείξεως εἰκότως προηγήσατο τὰ προβλήματα. διότι καθόλου τὴν προηγουμένην ἐκεῖνα τάξιν ἔλαχεν.“ Καὶ ἴσως τῇ μὲν τάξει τὰ προβλήματα πρὸ τῶν θεωρημάτων ἐστὶ καὶ μάλιστα τοῖς ἀπὸ τῶν περὶ τὰ αἰσθητὰ στρεφομένων τεχνῶν ἀνιοῦσιν ἐπὶ θεωρίαν.
15τῇ δὲ ἀξίᾳ τὰ θεωρήματα προυπάρχει τῶν προβλη‐ μάτων. καὶ ἔοικεν ἡ ὅλη γεωμετρία, καθ’ ὃ μὲν συν‐ άπτει ταῖς πολλαῖς τεχναῖς, ἐνεργεῖν προβληματικῶς, καθ’ ὃ δὲ τῇ πρώτῃ ἐπιστήμῃ γειτνιᾷ, θεωρηματικῶς ἀνάγεσθαι ἀπὸ τῶν προβλημάτων ἐπὶ τὰ θεωρήματα,
20ἀπὸ δευτέρων ἐπὶ πρῶτα καὶ [ἐκ] τεχνικωτέρων εἰς ἐπι‐ στημονικώτερα. μάταιον οὖν τὸν Γεμῖνον αἰτιᾶσθαι ὡς τὸ θεώρημα τελειότερον εἶναι τοῦ προβλήματος λέγοντα. καὶ γὰρ αὐτὸς ὁ Κάρπος τοῖς προβλήμασι τὸ προηγεῖσθαι κατὰ τὴν τάξιν ἀποδέδωκεν, ὁ δὲ Γε‐
25μῖνος κατὰ τὴν τελειοτέραν ἀξίαν. καὶ μὴν καὶ περὶ τοῦ τετάρτου θεωρήματος εἴπομεν, ὅπως τρόπον τινὰ δεῖται τῶν πρὸ αὐτοῦ προβλημάτων, ἐν οἷς καὶ τῶν τριγώνων τὰς γενέσεις καὶ τῆς ἰσότητος τὴν εὕρεσιν
ἐμάθομεν.243
in Euc
.

244

Προκείσθω δὲ νῦν καὶ ὅτι ὡς μὲν ἐν θεωρήμασιν ἁπλούστατόν ἐστι καὶ ἀρχοειδέστατον. ἀπ’ αὐτῶν γὰρ ὡς εἰπεῖν μόνων αὐτοφυῶς δείκνυται τῶν πρώτων ἐννοιῶν. σύμπτωμα δέ τι περὶ τὰ τρίγωνα φαινόμε‐
5νον τὰ ἔχοντα τὰς δύο πλευρὰς ταῖς δύο πλευραῖς ἴσας καὶ τὰς ὑπ’ αὐτῶν περιεχομένας γωνίας ἀπο‐ δεικνύον εἰκότως μετὰ τὰ προβλήματα τέτακται, δι’ ὧν τὰ ὑποκείμενα τῷ συμπτώματι τούτῳ καὶ ὅλως τὰ δεδομένα κατεσκευάζετο.
10Prop. V, theor. II. Τῶν ἰσοσκελῶν τριγώνων αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι εἰσίν· καὶ προσ‐ εκβληθεισῶν τῶν ἴσων εὐθειῶν αἱ ὑπὸ τὴν
βάσιν γωνίαι ἴσαι εἰσ
. Τῶν θεωρημάτων τὰ μέν ἐστιν ἁπλᾶ, τὰ δὲ σύν‐
15θετα. λέγω δὲ ἁπλᾶ μέν, ὅσα κατὰ τὰς ὑποθέσεις καὶ κατὰ τὰ συμπεράσματα ἀδιαίρετά ἐστιν, ἓν ἔχοντα τὸ δεδομένον καὶ τὸ ζητούμενον ἕν· οἷον εἰ οὕτως ἔλεγεν ὁ στοιχειωτής· πᾶν τρίγωνον ἰσοσκελὲς ἴσας ἔχει τὰς πρὸς τῇ βάσει γωνίας—σύνθετα δὲ τὰ ἐκ
20πλειόνων ἢ τὰς ὑποθέσεις ἔχοντα συγκειμένας ἢ τὰ συμπεράσματα τῆς ὑποθέσεως οὔσης ἁπλῆς ἢ καὶ ἀμ‐ φότερα. καὶ τούτων τὰ μέν ἐστι συμπεπλεγμένα, τὰ δὲ ἀσύμπλεκτα. ἐστὶ δὲ ἀσύμπλεκτα μέν, ὅσα σύν‐ θετα ὄντα μὴ δύναται διαιρεῖσθαι εἰς ἁπλᾶ θεωρή‐
25ματα, ὥσπερ τὸ τέταρτον. ἐν ἐκείνῳ γὰρ καὶ τὸ δεδο‐
μένον σύγκειται καὶ τὸ ἑπόμενον, ἀλλ’ οὐ δύναται244
in Euc
.

245

διαιρεθῆναι τὸ δεδομένον εἰς ἁπλᾶ καὶ ποιήσασθαι θεωρήματα. οὐ γάρ, ἐὰν ἴσας ἔχῃ μόνας τὰς πλευρὰς τὰ τρίγωνα ἢ μόνην τὴν πρὸς τῇ κορυφῇ γωνίαν, συμ‐ βαίνει τὰ λοιπά. συμπεπλεγμένα δέ, ὅσα διαιρεῖται
5εἰς ἁπλᾶ, οἷον ἐκεῖνο τὸ θεώρημα· τὰ τρίγωνα καὶ τὰ παραλληλόγραμμα τὰ ὑπὸ τὸ αὐτὸ ὕψος ὄντα τὸν αὐτὸν ἔχει λόγον ταῖς βάσεσι. δυνατὸν γὰρ καὶ διελόντα εἰπεῖν· τὰ τρίγωνα τὰ ὑπὸ τὸ αὐτὸ ὕψος τὸν αὐτὸν ἔχει λόγον ταῖς βάσεσι, καὶ ἐπὶ τῶν παραλ‐
10ληλογράμμων ὁμοίως. πάντων δὲ τῶν συνθέτων τὰ μὲν κατὰ τὸ συμπέρασμα συντίθεται ἀπὸ τῆς αὐτῆς ὑποθέσεως ὁρμηθέντα, τὰ δὲ κατὰ τὰς ὑποθέσεις ἔχει τὴν σύνθεσιν καὶ τὸ αὐτὸ πάσαις ἐπάγει συμπέρασμα, τὰ δὲ κατὰ τὸ συμπέρασμα καὶ τὰς ὑποθέσεις συν‐
15θετά ἐστι. κατὰ μὲν οὖν τὸ συμπέρασμα ἐνταῦθα (?) σύνθεσίς ἐστιν. ἐπὶ τούτου γὰρ τοῦ θεωρήματος τρία ἐστὶ τὰ συναγόμενα· ὅτι αἱ βάσεις ἴσαι, ὅτι τὰ τρί‐ γωνα, ἴσα, ὅτι αἱ λοιπαὶ γωνίαι ἴσαι, ὑφ’ ἃς αἱ ἴσαι πλευραὶ ὑποτείνουσιν—κατὰ δὲ τὰς ὑποθέσεις ἐπὶ
20τοῦ κοινοῦ τῶν τριγώνων καὶ παραλληλογράμμων θεωρήματος, τῶν ὑπὸ τὸ αὐτὸ ὕψος ὄντων—κατ’ ἀμφότερα δὲ ὡς ἐπ’ ἐκείνου· αἱ διάμετροι τῶν κύκλων καὶ τῶν ἐλλείψεων τά τε χωρία διχὰ διαιροῦσι καὶ τὰς περιεχούσας τὰ χωρία γραμμάς. τῶν δὲ συμπεπλεγμέ‐
25νων τὰ μέν ἐστι καθολικά, τὰ δὲ ἐκ τῶν ἐπὶ μέρους συνάγει τὸ καθόλου. ἐὰν γὰρ εἴπωμεν, ὅτι ἡ διάμε‐
τρος τὸν κύκλον καὶ τὴν ἔλλειψιν καὶ τὰ παραλληλό‐245
in Euc
.

246

γραμμα διαιρεῖ, ἕκαστον μὲν τῶν συμπεπλεγμένων οὐ καθόλου λαμβάνομεν, τὸ δὲ ἐκ πάντων καθόλου ποι‐ οῦμεν, ἐὰν δὲ εἴπωμεν· ἐν κύκλῳ πᾶσαι αἱ διὰ τοῦ κέντρου διχοτομοῦσιν ἀλλήλας καὶ τὰς τῶν τμημάτων
5πάντων γωνίας ἴσας ποιοῦσι, καθόλου λέγομεν. ἐπὶ γοῦν τῆς ἐλλείψεως οὔτε πᾶσαι αἱ τῶν τμημάτων γω‐ νίαι ἴσαι εἰσίν, ἀλλὰ μόνων τῶν ὑπὸ τοῦ ἄξονος γινο‐ μένων. ὅλως δὲ τὰς συνθέσεις ταύτας ἐμηχανήσαντο οἱ γεωμέτραι διά τε τὴν συντομίαν καὶ διὰ τὰς ἀνα‐
10λύσεις. πολλὰ γὰρ ἀσύνθετα μὲν ὄντα οὐκ ἀναλύεται, συντεθέντα δὲ μόνως εὐοδίαν παρέχει πρὸς τὴν ἐπὶ τὰς ἀρχὰς ἀνάλυσιν. Τούτων δὴ προτεθεωρημένων τὸ πέμπτον θε‐ ώρημα σύνθετον πάντως ῥητέον καὶ κατ’ ἀμφότερα
15σύνθετον, κατά τε τὸ δεδομένον καὶ κατὰ τὸ ζητού‐ μενον, ἃ καὶ ὁ στοιχειωτὴς ἐνδεικνύμενος ἓν ὂν αὐτὸ ἐμέρισεν καὶ χωρὶς ἑκάτερα παρέθετο τὰ διδόμενα καὶ τὰ ζητούμενα, τῶν ἰσοσκελῶν εἰπὼν αἱ πρὸς τῇ βάσει ἴσαι, καὶ πάλιν ἑξῆς· καὶ προσεκβληθεισῶν τῶν ἴσων
20αἱ ὑπὸ τὴν βάσιν ἴσαι. οὐ γὰρ δύο δεῖ νομίζειν εἶναι θεωρήματα, ἀλλ’ ἕν, σύνθετον δὲ ὂν καὶ κατὰ τὸ δε‐ δομένον καὶ κατὰ τὸ ζητούμενον. καὶ τῶν συγκει‐ μένων ἑκάτερον τέλειον καὶ ἀληθές, διὸ καὶ ἡ ἀνά‐ λυσις ἀληθὴς ἀφ’ ἑκατέρου. εἴτε γὰρ αἱ πρὸς τῇ
25βάσει ἴσαι, ἰσοσκελὲς τὸ τρίγωνον, εἴτε αἱ ὑπὸ τὴν246
in Euc
.

247

βάσιν, ἴσαι εὐθεῖαι προσεκβέβληνται καὶ τὸ τρίγωνον ἰσοσκελές. ἀλλ’ ὁ στοιχειωτὴς πρὸς μὲν τὸ τὰς πρὸς τῇ βάσει γωνίας ἴσας εἶναι ποιήσεται τὴν ἀντιστροφήν, πρὸς δὲ τὸ τὰς ὑπὸ τὴν βάσιν ἴσας οὐκέτι. καίτοι
5καὶ τοῦτο ἀληθές. Τούτου μὲν οὖν τὴν αἰτίαν ὕστερον λέξομεν, νῦν δὲ ἐκεῖνο πρῶτον ζητήσωμεν, δι’ ἣν αἰτίαν ὅλως τοῦτο προσαπέδειξεν τὸ τὰς ὑπὸ τὴν βάσιν ἴσας εἶναι. οὐδαμῶς γὰρ τούτῳ χρήσεται πρὸς ἄλλων ἢ κατα‐
10σκευὴν ἢ ἀπόδειξιν προβλημάτων ἢ θεωρημάτων. ἄχρηστον οὖν ἐσόμενον τί ἔδει παρεμβάλλειν τῷ θε‐ ωρήματι τούτῳ; ῥητέον δὴ πρὸς ταύτην τὴν ζήτησιν, ὅτι καὶ εἰ μηδαμοῦ χρῆσθαι μέλλοι τῷ καὶ τὰς ὑπὸ τὴν βάσιν τῶν ἰσοσκελῶν γωνίας ἴσας εἶναι, ἀλλὰ
15πρός γε τὰς τῶν ἐνστάσεων ἀνατροπὰς καὶ τὰς διαλύ‐ σεις τῶν ἀντιπιπτόντων τοῖς θεωρήμασιν ἔσται τοῦτο χρήσιμον. ἐπιστημονικὸν δὲ καὶ τεχνικὸν προοικονο‐ μεῖσθαι τὰς λύσεις τῶν μαχομένων τοῖς ῥηθήσεσθαι μέλλουσι καὶ τῶν ἀπαντήσεων προκαταβάλλεσθαι τὰς
20ἀφορμάς, ἵνα μὴ μόνον αἱ τῶν ἀληθῶν ἀποδείξεις διὰ τῶν προαποδεδειγμένων, ἀλλὰ καὶ οἱ τοῦ ψεύδους ἔλεγχοι δι’ ἐκείνων γίνονται. καὶ λάβοις ἂν καὶ ἐκ τούτου πρὸς ῥητορικὴν ὄφελος τῆς ἐν γεωμετρίᾳ τά‐ ξεως. ὁ γὰρ καὶ ἐν ἐκείνοις τοῖς λόγοις τοῦτο δυνά‐
25μενος ποιῆσαι καὶ προιδεῖν τὰ μαχόμενα τοῖς ἐφεξῆς
κεφαλαίοις καὶ πρὸ τῆς ἐκείνων μεταχειρήσεως ὡς δὴ247
in Euc
.

248

πάρεργον ἄλλοις προηγουμένοις συγκατασκευάσαι τὰς λύσεις αὐτῶν, οὗτος ἀσφαλεστάτην ἂν μάλιστα μέθ‐ οδον προίσταιτο τῶν ἀγώνων. τοῦτο τοίνυν καὶ ὁ στοιχειωτὴς ἔργῳ διδάσκων ἡμᾶς πρὸ τῶν θεωρημά‐
5των, οἷς τὰ ἀντιπίπτοντα διαλύσομεν τῷ νῦν δεικνυ‐ μένῳ χρώμενοι, συναποδείκνυσιν τὸ καὶ τὰς ὑπὸ τὴν βάσιν τῶν ἰσοσκελῶν γωνίας ἴσας εἶναι καὶ προευτρε‐ πίζει τὸν τοῦ ψεύδους ἐπ’ ἐκείνων ἔλεγχον. ἔσται δὲ προιοῦσιν δῆλον ὅτι καὶ ἐπὶ τοῦ ἑβδόμου θεωρήματος
10καὶ ἐπὶ τοῦ ἐνάτου τὰς φερομένας ἐνστάσεις ἀπὸ τού‐ του διαλύσομεν. ἐκ δὴ τούτου φανερὸν καὶ δι’ ἣν αἰτίαν οὐκ ἀντέστρεψεν καὶ ἀπὸ τούτου τὸ ἕκτον, ὡς οὐδὲ τούτου προηγουμένην ἔχοντος χρείαν, ἀλλὰ κατὰ συμβεβηκὸς ἡμῖν πρὸς τὴν ὅλην ἐπιστήμην συν‐
15τελοῦντος. Εἰ δέ τις ἡμᾶς ἀπαιτοίη καὶ μὴ προσεκβάλλοντας τὰς ἴσας εὐθείας ἀποδεικνύναι τῶν ἰσοσκελῶν ἴσας τὰς πρὸς τῇ βάσει γωνίας—οὐ γὰρ χρῆναι διὰ τῶν ὑπὸ τὴν βάσιν ἀποδεικνύναι καὶ ταύτας ἴσας—τρό‐
20πον τινὰ μεταθέντες τὴν κατασκευὴν καὶ τὰς ἔξω ποι‐ ήσαντες ἐντὸς τοῦ ἰσοσκελοῦς δείξομεν τὸ προκείμενον. ἔστω γὰρ ἰσοσκελὲς τὸ αβγ καὶ εἰλήφθω σημεῖον τυ‐ χὸν ἐπὶ τῆς αβ τὸ δ, καὶ ἀπὸ τῆς αγ ἴση τῇ αδ
αε καὶ ἐπεζεύχθωσαν αἱ βε δγ δε. ἐπεὶ οὖν ἴση ἡ248
in Euc
.

249

αβ τῇ αγ καὶ ἡ αδ τῇ αε καὶ γωνία ἡ α κοινή, ἔσται καὶ ἡ βε ἴση τῇ δγ καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς, ὥστε ἡ ὑπὸ αβε τῇ ὑπὸ [Omitted graphic marker] αγδ ἴση ἐστίν. πάλιν ἐπεὶ ἡ δβ
5ἴση τῇ εγ καὶ ἡ βε τῇ δγ καὶ γω‐ νία ἡ ὑπὸ δβε τῇ ὑπὸ εγδ ἴση, καὶ ἡ δε βάσις κοινή, καὶ πάντα ἴσα πᾶσιν, ὥστε ἡ μὲν ὑπὸ εδβ ἴση τῇ ὑπὸ δεγ, ἡ δὲ ὑπὸ δεβ ἴση τῇ ὑπὸ εδγ. ἐπεὶ
10οὖν ἡ ὑπὸ εδβ ἴση τῇ ὑπὸ δεγ, ὧν ἀφῄρηνται ἴσαι αἱ ὑπὸ δεβ εδγ, λοιπαὶ ἄρα αἱ ὑπὸ βδγ γεβ ἴσαι εἰσίν. εἰσὶν δὲ καὶ αἱ βδ δγ πλευραὶ ἴσαι ταῖς γε εβ ἑκατέρα ἑκατέρᾳ καὶ ἡ βγ κοινὴ βάσις, καὶ πάντα ἄρα πᾶσιν, ὥστε καὶ αἱ λοιπαὶ γωνίαι, ὑφ’ ἃς αἱ ἴσαι
15πλευραὶ ὑποτείνουσιν, ἴσαι εἰσίν. ἴση ἄρα ἡ ὑπὸ δβγ τῇ ὑπὸ εγβ· ὑποτείνει γὰρ τὴν μὲν ὑπὸ δβγδγ, τὴν δὲ ὑπὸ εγβεβ. τῶν ἄρα ἰσοσκελῶν αἱ πρὸς τῇ βάσει ἴσαι καὶ μὴ προσεκβληθεισῶν τῶν ἴσων εὐθειῶν.
20Ἔτι δὲ συντομώτερον ἀποδείκνυσιν ὁ Πάππος
μηδεμιᾶς προσθήκης δεηθεὶς οὕτως· ἔστω τὸ αβγ249
in Euc
.

250

ἰσοσκελὲς καὶ ἴση ἡ αβ τῇ αγ. νοήσωμεν οὖν τοῦτο τὸ ἓν ὡς δύο τρίγωνα, καὶ λέγωμεν οὕτως· ἐπεί ἐστι
[Omitted graphic marker] καὶ ἡ αβ ἴση τῇ αγ καὶ ἡ αγ τῇ
αβ, δύο αἱ αβ αγ ἴσαι δυσὶ ταῖς
5
αγ αβ καὶ ἡ ὑπὸ βαγ ἴση τῇ
ὑπὸ γαβ, ἡ αὐτὴ γάρ, ἔστιν ἄρα
καὶ πάντα πᾶσιν ἴσα, ἡ μὲν βγ
τῇ βγ, τὸ δὲ αβγ τρίγωνον τῷ αβγ, ἡ δὲ ὑπὸ αβγ τῇ ὑπὸ αγβ καὶ ἡ ὑπὸ αγβ τῇ
10ὑπὸ αβγ γωνίᾳ· ὑπὸ γὰρ ταύτας αἱ ἴσαι πλευραὶ ὑποτείνουσιν αἱ αβ αγ· τῶν ἄρα ἰσοσκελῶν αἱ πρὸς τῇ βάσει ἴσαι. καὶ ἔοικεν τὸν τρόπον τοῦτον τῆς ἀπο‐ δείξεως εὑρεῖν κατανοήσας ὅτι καὶ ὁ στοιχειωτὴς ἐπὶ τοῦ τετάρτου θεωρήματος ἑνώσας τὰ δύο τρίγωνα
15καὶ ἐφαρμόσας ἀλλήλοις καὶ ἐκ δυοῖν ἓν ἀποτελέσας οὕτως αὐτῶν τὴν ἰσότητα τὴν κατὰ πάντα τεθέαται. κατὰ τὰ αὐτὰ δὴ οὖν καὶ ἡμᾶς δυνατὸν ἐν τῷ ἑνὶ τούτῳ παρὰ τὴν λῆψιν τὰ δύο τρίγωνα θεωροῦντας ἀποδεικνύναι τὴν ἰσότητα τῶν πρὸς τῇ βάσει γωνιῶν.
20 Τῷ μὲν οὖν Θαλῇ τῷ παλαιῷ πολλῶν τε ἄλλων εὑρέσεως ἕνεκα καὶ τοῦδε τοῦ θεωρήματος χάρις. λέγεται γὰρ δὴ πρῶτος ἐκεῖνος ἐπιστῆσαι καὶ εἰπεῖν,
ὡς ἄρα παντὸς ἰσοσκελοῦς αἱ πρὸς τῇ βάσει γωνίαι250
in Euc
.

251

ἴσαι εἰσίν, ἀρχαϊκώτερον δὲ τὰς ἴσας ὁμοίας προσ‐ ειρηκέναι. μειζόνως δὲ ἄν τις ἀγασθείη τῶν νεωτέρων τοὺς ἀποδείξαντας ἔτι καθολικώτερον—ὧν ἐστι καὶ Γεμῖνος—τὰς ἀφ’ ἑνὸς σημείου προσπιπτούσας
5εὐθείας ἴσας ἐπὶ μίαν ὁμοιομερῆ γραμμὴν ἴσας γω‐ νίας ποιούσας, ὥστ’ εἴτε εὐθεῖαν ἔχοι βάσιν εἴτε περι‐ φέρειαν εἴτε ἕλικα κυλινδρικήν, ἴσας αὐτῶν εἶναι τὰς πρὸς τῇ βάσει γωνίας. τούτῳ γὰρ ὁ Γεμῖνος τῷ θεω‐ ρήματι χρώμενος δείκνυσιν, ὅτι μόναι τρεῖς εἰσι γραμ‐
10μαὶ καὶ οὐ πλείους αἱ ὁμοιομερεῖς εὐθεῖα καὶ περι‐ φερὴς καὶ ἡ περὶ κύλινδρον ἕλιξ. καὶ τοῦτό ἐστι τὸ κυρίως καθόλου ᾧ πρώτῳ τὸ σύμπτωμα ὑπάρχει, καθάπερ δὴ καὶ τὸ τὰς δύο τῆς λοιπῆς μείζους ἔχειν τριγώνῳ παντὶ δειχθήσεται καθ’ αὑτὸ ὑπάρχον. οὐκ
15ἔστιν ἄρα καθόλου τοῦ ἰσοσκελοῦς, εἰ καὶ παντὶ αὐτῷ ὑπάρχει τὸ τὰς πρὸς τῇ βάσει γωνίας ἴσας ἔχειν, ἀλλὰ τῶν πρὸς ὁμοιομερῆ γραμμὴν προσπιπτουσῶν εὐθειῶν. ἐκείναις γὰρ πρώτως ὑπάρχει τὸ ἴσας ὑποτείνειν γωνίας.
20Prop. VI, theor. III. Ἐὰν τριγώνου αἱ δύο γω‐ νίαι ἴσαι ὦσιν καὶ αἱ ὑπὸ τὰς ἴσας γωνίας ὑποτείνουσαι πλευραὶ ἴσαι εἰσ. Τοῦτο τὸ θεώρημα δύο ταῦτα ἐπεδείξατο πρώτι‐
στον τῶν θεωρημάτων τήν τε ἀντιστροφὴν καὶ τὴν251
in Euc
.

252

εἰς ἀδύνατον ἀπαγωγήν. ἀντιστρέφει μὲν γὰρ τῷ πρὸ αὐτοῦ θεωρήματι, δείκνυται δὲ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. δεῖ δὲ περὶ ἀμφοτέρων εἰπεῖν, ὅσα πρὸς τὴν παροῦσάν ἐστι πραγματείαν οἰκεῖα.
5 Λέγεται τοίνυν ἡ ἀντιστροφὴ παρὰ τοῖς γεωμέ‐ τραις ἡ μὲν προηγουμένως καὶ κυρίως, ὅταν τὰ συμ‐ περάσματα καὶ τὰς ὑποθέσεις ἀλλήλων ἀντιμεταλαμ‐ βάνῃ τὰ θεωρήματα, καὶ τὸ μὲν τοῦ προτέρου συμ‐ πέρασμα ὑπόθεσις ἐν τῷ δευτέρῳ γίνηται, ἡ δὲ
10ὑπόθεσις ὡς συμπέρασμα ἐπάγηται· οἷον τῶν ἰσοσκε‐ λῶν τριγώνων αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι—ὑπό‐ θεσις μὲν τὸ ἰσοσκελὲς ἐνταῦθα τρίγωνον, συμπέρασμα δὲ ἡ τῶν πρὸς τῇ βάσει γωνιῶν ἰσότης—καὶ ὧν αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι, ταῦτα ἰσοσκελῆ, ὃ δὴ καὶ
15τὸ ἕκτον λέγει θεώρημα, ὑπόθεσιν μὲν ποιησάμενον τὸ ἴσας εἶναι τὰς πρὸς τῇ βάσει γωνίας, συμπέρασμα δὲ τὴν ἰσότητα τῶν πλευρῶν τῶν ὑποτεινουσῶν τὰς ἴσας ἐκείνας γωνίας. ἡ δέ ἐστιν ἀντιστροφὴ κατὰ μό‐ νην τὴν ποιὰν τῶν συγκειμένων ἐναλλαγήν. ἐὰν γὰρ
20ᾖ θεώρημα σύνθετον ἀπὸ πλειόνων ὑποθέσεων ἀρχό‐ μενον καὶ λῆγον εἴς τι συμπέρασμα, λαβόντες τὸ συμ‐ πέρασμα καὶ μίαν τῶν ὑποθέσεων συμπέρασμα ποι‐
οῦνται μίαν τῶν ὑποθέσεων ἢ καὶ πλείους. καὶ κατὰ252
in Euc
.

253

τοῦτον τὸν τρόπον τῷ τετάρτῳ θεωρήματι τὸ ὄγδοον ἀντιστρέψει. τὸ μὲν γάρ φησιν ὑπὸ ἴσας πλευρὰς καὶ γωνίας βάσεις ἴσαι ὑποτείνουσι, τὰ δὲ ἐπ’ ἴσων βά‐ σεων ἴσαι πλευραὶ κείμεναι γωνίας ἴσας περιέχουσιν,
5ὧν τὸ μὲν ἐπὶ ἴσων βάσεων συμπέρασμα ἦν τοῦ προ‐ τέρου, τὸ δὲ ἴσαι πλευραὶ κείμεναι μία τῶν ἐν ἐκείνῳ προειλημμένων ὑποθέσεων. δύο δὴ τούτων οὐσῶν ἀντιστροφῶν ἡ μὲν προηγουμένη μονοειδής ἐστι καὶ ὡρισμένη, ἡ δὲ ἑτέρα ποικίλη καὶ εἰς ἀριθμὸν πρόεισι
10πολὺν θεωρημάτων καὶ οὐκ ἐν ἑνὶ ἀντιστρέφουσα ἀλλ’ ἐν πολλοῖς διὰ τὸ πλῆθος τῶν ἐν τοῖς συνθέτοις θεωρήμασιν ὑποθέσεων. πολλάκις δὲ καὶ τῷ ἀπὸ δυεῖν [ἢ πλειόνων] ὑποθέσεων ἀρχομένῳ ἓν ἀντιστρέ‐ φομεν, ὅταν αἱ ὑποθέσεις μὴ πᾶσαι ὦσιν ὡρισμέναι
15ἀλλ’ ἔνιαι ἀοριστώδεις. Δεῖ δὲ ἐφιστάνειν καὶ ἐν τούτοις, ὅτι πολλαὶ ἀντι‐ στροφαὶ γίγνονται ψευδεῖς καὶ οὐκ εἰσὶ κυρίως ἀντι‐ στροφαί· οἷον πᾶς ἑξάγωνος ἀριθμὸς τρίγωνός ἐστιν, ἀλλ’ οὐκ ἔτι ἀληθὲς, ὅτι πᾶς τρίγωνος ἑξάγωνός ἐστιν.
20αἴτιον δὲ ὅτι τὸ μέν ἐστι κοινότερον, τὸ δὲ μερικώτε‐253
in Euc
.

254

ρον καὶ κατὰ παντὸς λέγεται μόνον θατέρου θάτερον. ἐφ’ ὧν δὲ τὸ πρώτως ὑπάρχον καὶ τὸ ᾗ αὐτὸ λαμ‐ βάνεται, ἐπ’ ἐκείνων καὶ ἀντιστροφὴ παρακολουθεῖ. καὶ ταῦτα οὐδὲ τοὺς περὶ τὸν Μέναιχμον καὶ Ἀμ‐
5φίνομον λέληθεν μαθηματικούς. Αὐτῶν δὲ τῶν ἀντιστρεφόντων θεωρημάτων τὰ μὲν εἰώθασι καλεῖν προηγούμενα, τὰ δὲ ἀντίστροφα. ὅταν μὲν γὰρ ὑποθέμενοί τι γένος ἀποδεικνύωσι τὸ περὶ αὐτὸ σύμπτωμα, προηγούμενον τοῦτο λέγουσιν,
10ὅταν δὲ ἀνάπαλιν ὑπόθεσιν μὲν ποιῶνται τὸ σύμ‐ πτωμα, συμπέρασμα δὲ τὸ γένος, ᾧ τοῦτο συμβέβη‐ κεν, ἀντίστροφον τὸ τοιόνδε προσαγορεύουσι. πᾶν ἰσοσκελὲς τρίγωνον ἴσας ἔχει τὰς πρὸς τῇ βάσει, τοῦτο προηγούμενον—ὑπόκειται γὰρ τὸ τῇ φύσει προηγού‐
15μενον, λέγω δὴ τὸ γένος αὐτὸ τὸ ἰσοσκελὲς τρίγωνον —πᾶν τρίγωνον δύο γωνίας ἴσας ἔχον καὶ τὰς ὑπο‐ τεινούσας πλευρὰς ἴσας ἔχει καί ἐστιν ἰσοσκελές, τοῦτο ἀντιστρέφον. ἐναλλάττει γὰρ τὸ ὑποκείμενον καὶ τὸ τούτου πάθος, καὶ τὸ μὲν ὑποτίθησι, τὸ δὲ ἀπὸ τού‐
20του δείκνυσι. Τοσαῦτα περὶ τῶν γεωμετρικῶν ἀντιστροφῶν εἴχομεν λέγειν. αἱ δὲ εἰς ἀδύνατον ἀπαγωγαὶ πάντως μὲν εἰς ἀδύνατον τελευτῶσιν ἐναργές, καὶ οὗ τὸ ἀντι‐ κείμενον ὡμολόγηται, συμβαίνει δὲ τὰς μὲν αὐτῶν
25ἐπὶ τὰ μαχόμενα ταῖς κοιναῖς ἐννοίαις ἤτοι αἰτήμασιν ἢ ταῖς ὑποθέσεσι τελευτᾶν, τὰς δὲ ἐπὶ τὰ τοῖς προ‐
αποδεδειγμένοις ἀντιφάσκοντα. τὸ μὲν γὰρ ἕκτον254
in Euc
.

255

τοῦτο θεώρημα τὸ συμβαῖνον ἀδύνατον ἐπιδείκνυσι διὰ τὸ κοινὴν ἔννοιαν ἀνατρέπειν τὴν τὸ ὅλον τοῦ μέρους μεῖζον λέγουσαν, τὸ δὲ ὄγδοον καταντᾷ μὲν εἰς ἀδύνατον, ἀλλ’ οὐ κοινῆς ἐννοίας ἀνατρεπτικόν,
5ἀλλὰ τοῦ δεδειγμένου διὰ τοῦ ἑβδόμου θεωρήματος. ὃ γὰρ ἀπέφησεν τὸ ἕβδομον, τοῦτο ἐκεῖνο δείκνυσι καταφασκόμενον τοῖς μὴ συγχωροῦσι τὸ ζητούμενον. Πᾶσά γε μὴν εἰς τὸ ἀδύνατον ἀπαγωγὴ λαβοῦσα τῷ ζητουμένῳ τὸ μαχόμενον καὶ τοῦτο ὑποθεμένη πρό‐
10εισιν, ἕως ἂν εἰς ὁμολογούμενον ἄτοπον καταντήσῃ καὶ δι’ ἐκεῖνο τὴν ὑπόθεσιν ἀνελοῦσα βεβαιώσηται τὸ ἐξ ἀρχῆς ζητούμενον. ὅλως γὰρ εἰδέναι χρὴ ὅτι πᾶσαι αἱ μαθηματικαὶ πίστεις ἢ ἀπὸ τῶν ἀρχῶν εἰσιν ἢ ἐπὶ τὰς ἀρχάς, ὥς πού φησι καὶ ὁ Πορφύριος. καὶ
15αἱ μὲν ἀπὸ τῶν ἀρχῶν διτταὶ καὶ αὐταὶ τυγχάνουσιν, ἢ γὰρ ἀπὸ τῶν κοινῶν ἐννοιῶν ὥρμηνται καὶ τῆς ἐναργείας μόνης τῆς αὐτοπίστου, ἢ ἀπὸ τῶν προδε‐ δειγμένων· αἱ δὲ ἐπὶ τὰς ἀρχὰς ἢ θετικαὶ τῶν ἀρχῶν εἰσιν ἢ ἀναιρετικαί. ἀλλὰ θετικαὶ μὲν οὖσαι τῶν ἀρ‐
20χῶν ἀναλύσεις καλοῦνται, καὶ ταύταις αἱ συνθέσεις ἀντίκεινται—δυνατὸν γὰρ ἀπὸ τῶν ἀρχῶν ἐκείνων προελθεῖν εὐτάκτως ἐπὶ τὸ ζητούμενον, καὶ τοῦτό ἐστιν ἡ σύνθεσις—ἀναιρετικαὶ δὲ οὖσαι εἰς ἀδύνα‐ τον ἀπαγωγαὶ προσαγορεύονται. τὸ γὰρ τῶν ὡμολο‐
25γημένων τι καὶ ἐναργῶν ἀνατρέψαι ταύτης ἔργον τῆς
ἐφόδου. καί ἐστι καὶ ἐπὶ ταύτης συλλογισμός τις,255
in Euc
.

256

ἀλλ’ οὐχ ὁ αὐτὸς ὥσπερ ἐπὶ τῆς ἀναλύσεως. ἐν γὰρ ταῖς εἰς ἀδύνατον ἀπαγωγαῖς ἡ πλοκὴ κατὰ τὸ δεύ‐ τερόν ἐστιν τῶν ὑποθετικῶν, οἷον εἰ μή εἰσιν τῶν ἴσας ἐχόντων γωνίας τριγώνων αἱ ὑποτείνουσαι πλευ‐
5ραὶ τὰς ἴσας γωνίας ἴσαι, τὸ ὅλον ἴσον ἐστὶν τῷ μέρει· ἀλλὰ τοῦτο ἀδύνατον· εἰσὶν ἄρα τῶν ἴσας ἐχόντων δύο γωνίας τριγώνων αἱ ὑποτείνουσαι πλευ‐ ραὶ τὰς ἴσας γωνίας καὶ αὐταὶ ἴσαι. Τοσαῦτα καὶ περὶ τῆς παρὰ τοῖς γεωμέτραις εἰς
10τὸ ἀδύνατον ἀπαγωγῆς· χρῆται δέ, ὅπερ ἔφαμεν, ὁ στοιχειωτὴς τῇ μὲν ἀντιστροφῇ κατὰ τὴν πρότασιν, τὸ συμπέρασμα τοῦ πέμπτου θεωρήματος ὡς δεδομένον λαβὼν καὶ τὴν ὑπόθεσιν τὴν ἐκείνου προστιθεὶς ὡς ζητούμενον, τῇ δὲ εἰς ἀδύνατον ἀπαγωγῇ περί τε τὴν
15κατασκευὴν καὶ τὴν ἀπόδειξιν. εἰ δέ τινες ἐνίσταιντο λέγοντες ὅτι τὸν τῇ αβ ἀπὸ τῆς αγ ἴσην ἀφαιροῦντα οὐ δεῖ πρὸς τῷ γ ποιεῖσθαι τὴν ἀφαίρεσιν, ἀλλὰ πρὸς τῷ α, θέμενοι καὶ ταύτην τὴν ὑπόθεσιν εἰς τὸ αὐτὸ
[Omitted graphic marker] καταντήσομεν ἀδύνατον. ἔστω γὰρ
20ἴση ἡ αδ τῇ αβ καὶ ἐκβεβλήσθω ἡ βα καὶ κείσθω ἴση ἡ αε τῇ δγ. ὅλη ἄρα ἡ βε ἴση τῇ αγ. καὶ ἐπε‐ ζεύχθω ἡ εγ. ἐπεὶ οὖν ἡ αγ ἴση τῇ βε, κοινὴ δὲ ἡ βγ, δύο δυεῖν
25ἴσαι, καὶ ἡ πρὸς τῷ β γωνία ἴση
τῇ ὑπὸ αγβ—οὕτω γὰρ κεῖται—καὶ πάντα ἄρα256
in Euc
.

257

πᾶσιν ἴσα διὰ τὸ τέταρτον, ὥστε καὶ τὸ εβγ τρίγωνον τῷ αβγ τριγώνῳ ἴσον, τὸ ὅλον τῷ μέρει, ὅπερ ἀδύ‐ νατον. Ἀλλ’ ἐπεὶ καὶ τοῦτο δῆλον, ἑπόμενόν ἐστι καὶ τὸ
5λοιπὸν δεῖξαι τῆς ἀντιστροφῆς. ὁ μὲν γὰρ στοιχειωτὴς πρὸς μέρος ἀντέστρεψεν τοῦ πέμπτου θεωρήματος ὅλον τὸ ἕκτον. δεῖ δὲ καὶ τὴν λοιπὴν ἀντιστροφὴν προσθεῖναι. αὕτη δέ ἐστιν ἡ λαμβάνουσα μὲν ὡς ὑπόθεσιν τὸ εἶναι τριγώνου τινὸς τὰς ὑπὸ τὴν βάσιν
10γωνίας ἴσας, δεικνύουσα δὲ ἰσοσκελὲς τὸ τρίγωνον ἔστω τοίνυν τὸ αβγ τρίγωνον καὶ [Omitted graphic marker] ἐκβεβλήσθωσαν αἱ αβ αγ καὶ ἔστωσαν αἱ ὑπὸ τὴν βάσιν ἴσαι. λέγω ὅτι ἰσοσκελές ἐστιν τὸ αβγ.
15εἰλήφθω γὰρ ἐπὶ τῆς αε σημεῖον τὸ ε καὶ ἴση τῇ βεγζ καὶ ἐπε‐ ζεύχθωσαν αἱ εγ βζ εζ. ἐπεὶ οὖν ἴση ἡ βε τῇ γζ, κοινὴ ἡ βγ, δύο δυσὶν ἴσαι, καὶ ἡ ὑπὸ εβγ γωνία τῇ ὑπὸ ζγβ
20γωνίᾳ ἴση, καὶ γὰρ ὑπὸ τὴν βάσιν, καὶ πάντα ἄρα πᾶσιν διὰ τὸ τέταρτον. ἴση ἄρα καὶ ἡ εγ βάσις τῇ ζβ
καὶ ἡ ὑπὸ βεγ τῇ ὑπὸ γζβ ἴση καὶ ἡ ὑπὸ γβζ τῇ257
in Euc
.

258

ὑπὸ βγε, ὑπὸ γὰρ αὐτὰς αἱ ἴσαι πλευραὶ ὑποτείνου‐ σιν. ἦν δὲ καὶ ὅλη ἡ ὑπὸ εβγ ὅλῃ τῇ ὑπὸ ζγβ ἴση, ἀφ’ ὧν ἡ ὑπὸ ζβγ ἴση τῇ ὑπὸ εγβ, λοιπὴ ἄρα ἡ ὑπὸ εβζ ἴση τῇ ὑπὸ ζγε. ἐστὶν δὲ ἡ βε τῇ γζ ἴση καὶ ἡ
5βζ τῇ εγ καὶ γωνίας ἴσας περιέχουσι καὶ πάντα ἄρα πᾶσιν ἴσα, ὥστε καὶ ἡ ὑπὸ βεζ τῇ ὑπὸ γζε ἴση, ὥστε καὶ ἡ αε τῇ αζ ἴση δι’ αὐτὸ τὸ ἕκτον—δέδεικται γάρ—ἀφ’ ὧν ἡ βε τῇ γζ ἴση—οὕτως γὰρ ἀφ‐ ῄρηται—λοιπὴ ἄρα ἡ αβ τῇ αγ ἴση. ἰσοσκελὲς
10ἄρα ἐστὶν τὸ αβγ τρίγωνον. ἐάν τε ἄρα τὰς δύο γω‐ νίας ἴσας ἔχῃ, ἰσοσκελές ἐστιν, ἐάν τε τῶν πλευρῶν ἐκβληθεισῶν τὰς ὑπὸ τὴν βάσιν ἴσας ἔχῃ, καὶ οὕτως ἰσοσκελὲς ἔσται τὸ δοθὲν τρίγωνον. Τί οὖν αἴτιον, δι’ ὃ οὐκ ἀντέστρεψεν ὁ στοι‐
15χειωτὴς καὶ τὸ λοιπὸν μέρος; ἦ ὅτι καὶ ἐπὶ τοῦ πέμ‐ πτου θεωρήματος τὸ τὰς ὑπὸ τὴν βάσιν γωνίας ἴσας εἶναι πάρεργον ἦν, ἄλλων ἕνεκα ἀπόρων διαλύσεως ἐκβεβλημένον, τὸ δὲ τῶν ὑπὸ τὴν βάσιν ἴσων οὐσῶν ἰσοσκελὲς εἶναι τρίγωνον οὔτε πρὸς ἀπόδειξιν προ‐
20ηγουμένην οὔτε πρὸς διάλυσιν αὐτῷ συντελεῖ τῶν ζητουμένων πρὸς τῷ καὶ διὰ τῶν ἑξῆς θεωρημάτων ἀποφαίνεσθαι τοῦτο καὶ ἀφορμὰς αὐτῷ κἀκεῖνα παρ‐
έχειν τοῦ τῶν ὑπὸ τὴν βάσιν γωνιῶν ἴσων οὐσῶν258
in Euc
.

259

δείκνυσθαι καὶ τὸ τρίγωνον ἰσοσκελές; εἰ γὰρ εὐθεῖα πᾶσα ἐπ’ εὐθεῖαν σταθεῖσα καὶ ποιοῦσα δύο γωνίας δυσὶν ὀρθαῖς ἴσας ποιεῖ, τῶν ὑπὸ τὴν βάσιν γωνιῶν δεδομένων ἴσων καὶ αἱ πρὸς τῇ βάσει πάντως ἴσαι
5ἔσονται, τούτων δὲ ἴσων οὐσῶν καὶ αἱ ὑποτείνουσαι αὐτὰς ἴσαι. τούτῳ τοίνυν χρώμενος ἐν πάσῃ τῇ στοι‐ χειώσει ἠδύνατο λαμβάνειν ὅτι τῶν ὑπὸ τὴν βάσιν ἴσων οὐσῶν τὸ τρίγωνον ἰσοσκελές ἐστιν εἴπερ ἐδεῖτο καὶ τούτου πρός τινων θεωρημάτων ἀπόδειξιν. οὐ
10γὰρ μετὰ πολλὰ φανήσεται δεικνύμενον ὅτι, ἐὰν εὐ‐ θεῖα ἐπ’ εὐθεῖαν στᾶσα γωνίας ποιῇ, ἤτοι δύο ὀρθὰς ἢ δύο ὀρθαῖς ἴσας ποιήσει. καὶ τὰ μὲν πρὸ τούτου οὐδὲν δεῖ τῆς ἀντιστροφῆς ταύτης, τὰ δὲ ἑξῆς, εἰ δέοιτο, διὰ τούτου τὴν πίστιν ἕξει τοῦ θεωρήματος.
15Prop. VII, theor. IIII. Ἐπὶ τῆς αὐτῆς εὐθείας δύο ταῖς αὐταῖς εὐθείαις ἄλλαι δύο εὐθεῖαι ἴσαι οὐ σταθήσονται ἑκατέρα ἑκατέρᾳ πρὸς ἄλλῳ καὶ ἄλλῳ σημείῳ ἐπὶ τὰ αὐτὰ μέρη τὰ αὐτὰ πέρατα ἔχουσαι ταῖς ἐξ ἀρχῆς εὐθείαις.
20 Ἐστὶ μὲν τὸ θεώρημα τοῦτο σπάνιόν τι πεπονθὸς καὶ οὐ πάνυ ταῖς ἐπιστημονικαῖς προτάσεσιν εἰωθός. τὸ γὰρ ἀποφατικῶς σχηματίζεσθαι καὶ μὴ καταφατι‐ κῶς οὐ σφόδρα αὐταῖς οἰκεῖον. τὰ γοῦν πολλὰ κατα‐ φάσεις εἰσὶν αἱ προτάσεις τῶν τε γεωμετρικῶν καὶ
25τῶν ἀριθμητικῶν θεωρημάτων. αἴτιον δέ, ὡς φησὶν259
in Euc
.

260

Ἀριστοτέλης, ὅτι τὸ καθόλου καταφατικὸν ταῖς ἐπιστήμαις ἐστὶ μάλιστα προσῆκον ὡς αὐταρκέστερον καὶ μηδὲν τῆς ἀποφάσεως προσδεόμενον, τὸ δὲ καθό‐ λου ἀποφατικὸν δεῖται καὶ τῆς καταφάσεως, εἰ μέλλοι
5δείκνυσθαι. ἄνευ γὰρ καταφάσεως οὔτε ἀπόδειξίς ἐστιν, οὔτε συλλογισμὸς οὐδείς, καὶ διὰ τοῦτο αἱ ἀπο‐ δεικτικαὶ τῶν ἐπιστημῶν τὰ μὲν πλεῖστα καταφατικὰ δεικνύουσι, σπανίως δὲ χρῶνται καὶ τοῖς ἀποφατικοῖς συμπεράσμασι.
10 Θαυμαστῆς δὲ ἀκριβείας ἐστὶν ἡ πρότασις τοῦ θεωρήματος πλήρης καὶ πάσαις ἠσφάλισται ταῖς προσ‐ θήκαις, δι’ ὧν ἀνέλεγκτος ἀποτετέλεσται καὶ ἀναμ‐ φισβήτητος τοῖς συκοφαντεῖν ἐπιχειροῦσι. πρῶτον μὲν γὰρ τὸ ἐπὶ τῆς αὐτῆς εὐθείας εἴληπται, ἵνα
15μὴ ἐπ’ ἄλλης δύο δυσὶν ἴσας δεικνύωμεν ἑκατέραν ἑκατέρᾳ καὶ παραλογιζώμεθα τοὺς τῇ προτάσει χρω‐ μένους. ἔπειτα μιᾶς εὐθείας οὔσης οὐ φησὶν ἐπὶ ταύ‐ την συσταθήσεσθαι τὰς δύο ταῖς δυσὶν ἴσας οὐχ ἁπλῶς —τοῦτο γὰρ δυνατόν—ἀλλ’ ἑκατέραν ἑκατέρᾳ.
20τί γὰρ θαυμαστὸν ἀμφοτέρας ἀμφοτέραις ἴσας λαβεῖν τῶν ἐπισυνισταμένων, τὴν μὲν ἐκτείναντα, τὴν δὲ
συστείλαντα· ἀλλ’ ἑκατέραν ἑκατέρᾳ φησὶν ἀδύνατον.260
in Euc
.

261

τρίτον προστίθησιν τὸ πρὸς ἄλλῳ καὶ ἄλλῳ ση‐ μείῳ. τί γάρ, εἴ τις ταῖς προϋφεστώσαις δύο ποιήσας ἴσας ἄλλας δύο καὶ ἑκατέραν ἑκατέρᾳ ἐφαρμόσειεν ταύτας ἐκείναις καὶ πρὸς τῷ αὐτῷ σημείῳ τῷ κορυ‐
5φοῦντι τὰς ὑποκειμένας εὐθείας καὶ ταύτας συστή‐ σαιτο; πάντως γὰρ ἴσων οὐσῶν τῶν εὐθειῶν καὶ τὰ πέρατα ἐφαρμόσει. τέταρτον τὸ ἐπὶ τὰ αὐτὰ μέρη. τί γάρ, εἰ μιᾶς εὐθείας ὑποκειμένης τὰς μὲν ἐπὶ τὸ ἕτερον αὐτῆς μέρος ποιήσαιμεν τῶν εὐθειῶν, τὰς δὲ
10ἐπὶ τὸ ἕτερον, ὥστε τὴν εὐθεῖαν κοινὴν εἶναι βάσιν τριγώνων δυεῖν τὰς κορυφὰς ἀντικειμένας ἐχόντων; ἵνα οὖν μὴ τοῦτο παθόντες τὴν αὑτῶν ἀπάτην ἐπὶ τὸν στοιχειωτὴν μεταγάγωμεν προσέθηκεν τὸ ἐπὶ τὰ αὐτὰ μέρη. πέμπτον ἐπήνεγκε τὸ τὰ αὐτὰ πέρατα
15ἔχουσαι ταῖς ἐξ ἀρχῆς εὐθείαις. καὶ γὰρ ἦν δυ‐ νατὸν ἐπὶ τῆς αὐτῆς εὐθείας δύο δυσὶν ἴσας ἑκατέραν ἑκατέρᾳ συστήσασθαι πρὸς ἄλλῳ καὶ ἄλλῳ σημείῳ ἐπὶ τὰ αὐτὰ μέρη ὅλῃ τῇ εὐθείᾳ χρησάμενον καὶ ἐπὶ ταύ‐ της τὰς δύο συνιστάντα, τῶν συνισταμένων οὐ τὰ
20αὐτὰ πέρατα ἐκείναις ἐχουσῶν ἀλλὰ ἕτερα. ἐὰν γοῦν νοήσωμεν ἐν τετραγώνῳ δύο διαγωνίους ἐπὶ μιᾶς τῶν τοῦ τετραγώνου πλευρῶν, ἔσονται δύο δυσὶν ἴσαι, πλευρὰ καὶ διάμετρος τῇ παραλλήλῳ πλευρᾷ καὶ τῇ ἑτέρᾳ διαμέτρῳ, ἀλλ’ οὐχ αἱ ἴσαι τὰ αὐτὰ πέρατα
25ἕξουσιν· οὔτε γὰρ αἱ παράλληλοι οὔτε αἱ διάμετροι
τὰ αὐτὰ ἕξουσιν ἀλλήλαις, αὗται δὲ ἦσαν ἴσαι.261
in Euc
.

262

Τούτων οὖν πάντων τῶν διορισμῶν φυλαττομέ‐ νων ἥ τε πρότασις ἀληθὴς καὶ ὁ συλλογισμὸς ἀναμφι‐ σβήτητος ἀποδείκνυται. τάχα δ’ ἄν τινες καὶ ἐπὶ τούτοις ἅπασι τοῖς ἐπιστημονικοῖς ὅροις ἐνίστασθαι
5τολμήσειαν λέγοντες, ὅτι καὶ τούτων ὑποκειμένων δυ‐ νατόν ἐστιν, ὅ φησιν ὁ γεωμέτρης ἀδύνατον εἶναι. ἔστω γὰρ ἡ αβ εὐθεῖς καὶ ἐπὶ ταύτης δύο ταῖς αγ γβ δύο ἴσαι αἱ αδ δβ καὶ ἔστωσαν αὐταὶ ἐντὸς ἐκεί‐ νων, ἵνα καὶ πρὸς ἄλλῳ καὶ ἄλλῳ σημείῳ τῷ γ καὶ
10τῷ δ ὦσι καὶ τὰ αὐτὰ πέρατα ἔχωσι ταῖς ἐξ ἀρχῆς
[Omitted graphic marker] εὐθείαις τὸ α καὶ τὸ β, καὶ ἡ μὲν
αγ τῇ αδ ἴση, ἡ δὲ βγ τῇ βδ.
πρὸς δὴ τοὺς οὕτως ἐνισταμένους
ἀπαντησόμεθα τὴν μὲν δγ ἐπι‐
15ζεύξαντες, τὰς δὲ αγ καὶ αδ ἐκ‐ βάλλοντες. τούτων γὰρ κατα‐ σκευασθέντων πρόδηλον ὅτι ἰσο‐ σκελὲς μὲν τὸ αγδ τρίγωνον, ἴσης οὔσης, ὡς ἐκείνων λόγος, τῆς αδ
20
τῇ αγ. αἱ δὲ ὑπὸ τὴν βάσιν ἴσαι, ἡ ὑπὸ εγδ τῇ ὑπὸ ζδγ. [μείζων δὲ τῆς ὑπὸ βγδ
ὑπὸ εγδ], μείζων ἄρα τῆς ὑπὸ βγδ ἡ ὑπὸ ζδγ, πόλλῳ262
in Euc
.

263

ἄρα μείζων ἡ ὑπὸ βδγ τῆς ὑπὸ βγδ. ἀλλ’ ἐπειδὴ πάλιν ἴση ἡ δβ τῇ γβ, ἴσαι καὶ αἱ πρὸς τῇ βάσει ἡ ὑπὸ βδγ τῇ ὑπὸ βγδ, ἡ αὐτὴ ἄρα καὶ μείζων πολλῷ καὶ ἴση, ὅπερ ἀδύνατον. καὶ τοῦτο ἦν ἄρα, ὅπερ ἐξ‐
5ηγούμενοι τὸ πέμπτον ἐλέγομεν ὅτι τὰς ὑπὸ τὴν βάσιν γωνίας ἴσας ἀλλήλαις εἶναι, καὶ εἰ μὴ πρὸς τὰς ἀπο‐ δείξεις τῶν ἑξῆς θεωρημάτων, ἀλλὰ πρός γε τὰς τῶν ἐνστάσεων διαλύσεις ἔσται χρήσιμον. καὶ γὰρ νῦν τὴν ἔνστασιν διηλέγξαμεν λαβόντες ὅτι τῶν αγ αδ
10ἴσων οὐσῶν ἔσονται καὶ αἱ ὑπὸ εγδ ζδγ γωνίαι ἴσαι. φανήσεται δὲ ὡσαύτως καὶ ἐπ’ ἄλλων θεωρημάτων ἡμῖν τοῦτο συντελοῦν εἰς τὰς τῶν ἀπορουμένων δια‐ λύσεις. Εἰ δὲ λέγοι τις ὅτι ἔστωσαν ἐπὶ τῆς αβ εὐθείας
15ταῖς αγ αδ ἴσαι αἱ βδ βγ, ὧν ἡ μὲν βγ ἴση τῇ αγ ἡ δὲ βδ τῇ αδ πρὸς ἄλλῳ καὶ ἄλλῳ [Omitted graphic marker] σημείῳ τῷ α καὶ τῷ β, τὰ αὐτὰ πέρατα ἔχουσαι ταῖς αγ αδ τὸ γ καὶ τὸ δ σημεῖον, τί ἐροῦμεν πρὸς τοῦ‐
20τον τὸν λόγον; ἦ ὅτι δεῖ καὶ τὰς ἐξ ἀρχῆς εὐθείας ἐπὶ τῆς αβ εὐθείας συνεστάναι καὶ τὰς ταύταις ἴσας ἐπὶ τῆς αὐτῆς συν‐ ίστασθαι τῆς αβ εὐθείας; οὕτως γὰρ καὶ ὁ στοι‐
χειωτὴς ἐν τῇ προτάσει λέγει. αἱ δὲ αγ καὶ αδ εὐθεῖαι263
in Euc
.

264

οὐκ εἰσὶν ἐπὶ τῆς αβ εὐθείας, ἀλλὰ πρός τινι σημείῳ τῆς αβ εὐθείας τὴν σύστασιν ἔσχον καὶ οὐκ ἐπ’ αὐτῆς, ὥστε ἄλλαι μέν εἰσιν αἱ ἐπὶ τῆς αβ εὐθείας, οἷον αἱ αγ γβ καὶ αἱ αδ δβ, καὶ ἄλλαι αἱ ἐξ ἀρχῆς εὐθεῖαι
5καὶ αἱ ταύταις ἴσαι, δέον πως τὰς συνισταμένας εὐθείας ἴσας ταύταις εἶναι, αἳ ἦσαν ἐπὶ τῆς αβ εὐθείας. Τοσαῦτα καὶ πρὸς ταύτην εἰρήσθω τὴν ζήτησιν· ὅτι δὲ τὸ θεώρημα τοῦτο δέδεικται παρὰ τῷ στοι‐
10χειωτῇ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ ὅτι τὸ ἀδύνατον μάχεται πρὸς κοινὴν ἔννοιαν τὴν λέγουσαν τὸ ὅλον τοῦ μέρους μεῖζον καὶ τὸ αὐτὸ μεῖζον καὶ ἴσον εἶναι ἀδύνατον, πρόδηλον. ἔοικεν δὲ εἶναι τοῦτο τὸ θεώρημα λῆμμα προλαμβανόμενον τοῦ ὀγδόου
15θεωρήματος. εἰς γὰρ τὴν ἀπόδειξιν ἐκείνου συντελεῖ καὶ οὔτε στοιχεῖόν ἐστιν ἁπλῶς οὔτε στοιχειῶδες. οὐ γὰρ ἐπὶ πολλὰ διατείνει τὴν ἑαυτοῦ χρείαν. σπανιω‐ τάτην γοῦν αὐτοῖ παρὰ τῷ γεωμέτρῃ τὴν χρῆσιν
εὑρήσομεν.264
in Euc
.

265

Prop. VIII, theor. V. Ἐὰν δύο τρίγωνα τὰς δύο πλευρὰς ταῖς δύο πλευραῖς ἴσας ἔχῃ ἑκατέραν ἑκατέρᾳ καὶ τὴν βάσιν τῇ βάσει ἴσην, καὶ τὴν γωνίαν τῇ γωνίᾳ ἴσην ἕξει τὴν ὑπὸ τῶν ἴσων
5
εὐθειῶν περιεχομένη
ν. Τὸ ὄγδοον θεώρημα ἀντίστροφον μέν ἐστι τοῦ τετάρτου, οὐ κατὰ τὴν προηγουμένην ἀντιστροφὴν ληφθέν—οὐ γὰρ ὅλην τὴν ὑπόθεσιν ἐκείνου ποι‐ εῖται συμπέρασμα καὶ ὅλον τὸ συμπέρασμα ὑπόθεσιν
10—ἀλλὰ τὸ μὲν τῆς ὑποθέσεως τοῦ τετάρτου τὸ δὲ τῶν ἐκείνῳ ζητουμένων συμπλέκον δείκνυσιν ἕν τι τῶν ἐκεῖ δεδομένων. τὸ μὲν γὰρ τὰς δύο πλευρὰς ἴσας εἶναι ταῖς δύο πλευραῖς ὑπόθεσίς ἐστιν ἐν ἀμ‐ φοτέραις, τὸ δὲ τὴν βάσιν ἴσην τῇ βάσει ἐν ἐκείνῳ
15μὲν τῶν ζητουμένων ἦν, ἐν δὲ τούτῳ δέδοται. τὸ δὲ τὴν γωνίαν ἴσην τῇ γωνίᾳ δεδομένον μὲν ἐν ἐκείνῳ, ζητούμενον δὲ ἐν τούτῳ· μόνη τοίνυν ἡ ἐναλλαγὴ τῶν δεδομένων καὶ ζητουμένων ποιεῖ τὴν ἀντιστρο‐ φήν. εἰ δέ τις ἐπιποθοίη μαθεῖν τὴν αἰτίαν, δι’ ἣν
20ὄγδοον τέτακται καὶ οὐ μετὰ τὸ τέταρτον εὐθὺς ὡς ἀντίστροφον ἐκείνῳ, καθάπερ δὴ μετὰ τὸ πέμπτον τὸ ἕκτον ἀντίστροφον ὂν τοῦ πέμπτου—καὶ γὰρ τὰ πλεῖστα τῶν ἀντιστρεφόντων ἕπεται τοῖς προηγουμέ‐ νοις καὶ ἐπ’ αὐτοῖς ἀμέσως δείκνυται—λεκτέον ὅτι
25τοῦ μὲν ἑβδόμου τὸ ὄγδοον ἐδεῖτο. δείκνυται γὰρ
διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. τὸ δὲ ἀδύνατον, ὅτι265
in Euc
.

266

τοιοῦτόν ἐστιν, ἀπὸ τοῦ ἑβδόμου γνώριμον γίνεται. τοῦτο δ’ αὖ πάλιν εἰς τὴν ἀπόδειξιν ἐδεῖτο τοῦ πέμ‐ πτου. προείληπται τοίνυν ἀναγκαίως καὶ τὸ ἕβδομον καὶ τὸ πέμπτον τοῦ δεικνυμένου νυνὶ θεωρήματος.
5ἐπειδὴ δὲ καὶ τὸ ἀντίστροφον τῷ πέμπτῳ ῥᾴδιον εἶχεν καὶ ἀπὸ τῶν πρώτων τὴν ἀπόδειξιν, εἰκότως εὐθὺς μετὰ τὸ πέμπτον ἐτάχθη διά τε τὴν πρὸς ἐκεῖνο συγγένειαν καὶ ὅτι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεικνύμενον ἀπὸ τῶν κοινῶν ἐννοιῶν ἐλέγχει τὸ ἀδύ‐
10νατον, καὶ οὐχ ὡς τὸ ὄγδοον ἀπ’ ἄλλου θεωρήματος. ἐναργέστερα γὰρ εἰς ἔλεγχον τὰ ταῖς κοιναῖς ἐννοίαις μαχόμενα τῶν τοῖς θεωρήμασιν ἀντιφασκομένων. ταῦτα γὰρ διὰ ἀποδείξεως εἴληπται, ἐκείνων δὲ ἡ γνῶσις κρείττων ἀποδείξεως.
15 Ὁ μὲν οὖν στοιχειωτὴς διὰ τοῦ προαποδειχθέντος ἑβδόμου θεωρήματος τὸ προκείμενον δείκνυσιν, οἱ δὲ περὶ Φίλωνα μηδὲν τούτου προσδεηθέντες φασὶν ἀπο‐
[Omitted graphic marker]δείξειν τὸ ὄγδοον.
ἐννοήσθω γάρ, φα‐
20σίν, δύο τριγώνων ὄντων τοῦ αβγ καὶ δεζ καὶ ἐχόντων δύο πλευρὰς δυσὶν ἴσας καὶ τὴν βγ βάσιν
25τῇ εζ ἐφαρμοζομένην τὴν βάσιν τῇ βάσει
καὶ τιθέμενον τὸ αβγ266
in Euc
.

267

τρίγωνον τῷ δεζ ἐπὶ τοῦ αὐτοῦ μὲν ἐπιπέδου, ἵνα μὴ κλίσις ᾖ τῶν δύο ἡ βάσις, ἐπὶ θάτερα δὲ τῆς εζ τυχὸν εὐθείας, ὥστε ἀντικειμένας αὐτῶν εἶναι τὰς κορυφάς. καὶ ἀντὶ τοῦ αβγ ἔστω τεθὲν οὕτως τὸ εζη, καὶ ἴση
5τῇ μὲν δεεη, τῇ δὲ δζζη. ἡ τοίνυν ζη ἢ ἐπ’ εὐθείας κείσεται τῇ δζ, ἢ οὐκ ἐπ’ εὐθείας, καὶ εἰ μὴ ἐπ’ εὐθείας, ἢ κατὰ τὸ ἐντὸς ποιήσει γωνίαν πρὸς αὐτὴν ἢ κατὰ τὸ ἐκτός. ἔστω πρότερον ἐπ’ εὐθείας. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ δε τῇ εη καὶ μία εὐθεῖα ἡ δζη,
10ἰσοσκελὲς τὸ δεη τρίγωνον καὶ ἴση ἡ πρὸς τῷ δ γω‐ νία τῇ πρὸς τῷ η. εἰ δὲ μὴ ἐπ’ εὐθείας ἐστίν, ἐντὸς ποιείτω τὴν γωνίαν καὶ ἐπεζεύχθω ἡ [Omitted graphic marker] δη. ἐπεὶ οὖν ἴσαι εἰσὶν αἱ δε εη καὶ ἡ βάσις ἡ δη, ἴση ἐστὶν καὶ ἡ ὑπὸ
15εδη γωνία τῇ ὑπὸ εηδ. πάλιν ἐπεὶ ἴση ἐστὶν ἡ δζ τῇ ζη καὶ βάσις ἡ δη, ἴση ἐστὶν ἡ ὑπὸ ζδη γωνία τῇ ὑπὸ ζηδ. ἦν δὲ καὶ ἡ ὑπὸ εδη ἴση τῇ
ὑπὸ εηδ, ὅλη ἄρα ἡ ὑπὸ εδζ ἴση ἐστὶν267
in Euc
.

268

ὅλῃ τῇ ὑπὸ εηζ γωνίᾳ, ὅπερ ἔδει δεῖξαι. τὸ δὴ τρίτον κατὰ τὸ ἐκτὸς ποιείτω γωνίαν πρὸς τὴν δζ
[Omitted graphic marker] ζη καὶ ἐπεζεύχθω ἐκτὸς ἡ δη.
ἐπεὶ οὖν ἴσαι εἰσὶν αἱ δε εη καὶ
5βάσις ἡ δη, ἴσαι αἱ ὑπὸ εδη δηε γωνίαι. πάλιν ἐπεὶ ἴσαι αἱ δζ ζη καὶ βάσις ἡ δη, ἴση ἐστὶν ἡ ὑπὸ ζδη γωνία τῇ ὑπὸ ζηδ. ἦσαν δὲ καὶ ὅλαι αἱ ὑπὸ εδη δηε γω‐
10
νίαι ἴσαι ἀλλήλαις, καὶ λοιπαὶ ἄρα αἱ ὑπὸ εδζ ζηε γωνίαι ἴσαι ἀλλήλαις εἰσὶν καὶ εὕρη‐ ται τὸ προτεθὲν κατὰ πᾶσαν θέσιν τῆς ζη εὐθείας ἡμῶν τὸ θεώρημα ἀποδεδειχότων, καὶ οὐδαμοῦ τῷ ἑβδόμῳ προσεχρησάμεθα.
15 Μήποτε οὖν, φασί, περιττῶς ἐκεῖνο παρεισκεκύ‐ κληται τῷ στοιχειωτῇ; εἰ γὰρ μόνου τοῦ ὀγδόου ἕνεκα αὐτὸ παρειλήφαμεν, δέδεικται δὲ καὶ ἄνευ ἐκείνου τὸ ὄγδοον, πῶς οὐχὶ παντελῶς ἄχρηστον ἀναφαίνεται τὸ ἕβδομον; πρὸς δὴ ταῦτα λεκτέον ἃ καὶ οἱ πρὸ
20ἡμῶν, ὅτι τὸ ἕβδομον ἀποδειχθὲν χρησιμώτατόν ἐστι τοῖς τὰ ἀστρονομικὰ δεινοῖς εἰς τὸν περὶ τῶν ἐκλεί‐ ψεων τόπον. τούτῳ γάρ φασιν χρώμενοι δεικνύναι
ὅτι τρεῖς ἐφεξῆς ἐκλείψεις ἴσον ἀπέχουσαι ἀλλήλων268
in Euc
.

269

οὐκ ἂν γένοιντο, λέγω δὲ ὥστε τοσούτῳ χρόνῳ τὴν δευτέραν διεστάναι τῆς πρώτης, ὅσῳ τὴν τρίτην τῆς δευτέρας· οἷον εἰ μετὰ τὴν πρώτην ἡ δευτέρα γέγονεν ἓξ μηνῶν παρελθόντων καὶ εἴκοσιν ἡμερῶν, οὐκ ἂν
5γενέσθαι τὴν τρίτην ὕστερον τοσούτῳ χρόνῳ τῆς δευ‐ τέρας, ἀλλ’ ἤτοι πλέονι ἢ ἐλάσσονι. τοῦτο δὲ οὕτως ἔχον ἀποδείκνυσθαι διὰ τοῦ ἑβδόμου θεωρήματος. καὶ οὐ τοῦτο μόνον τὸν στοιχειωτὴν ὡς πρὸς ἀστρο‐ νομίαν ἡμῖν συντελοῦν ὅδου πάρεργον δεικνύναι,
10ἀλλὰ καὶ ἄλλα θεωρήματα πολλά τε καὶ προβλήματα. τὸ γοῦν τελευταῖον ἐν τῷ τετάρτῳ, καθ’ ὃ τὴν τοῦ πεντεκαιδεκαγώνου πλευρὰν ἐγγράφει τῷ κύκλῳ, τίνος ἕνεκά φησίν τις αὐτὸν προβάλλειν ἢ τῆς πρὸς ἀστρο‐ νομίαν τούτου τοῦ προβλήματος ἀναφορᾶς; ἐγγράψαν‐
15τες γὰρ εἰς τὸν διὰ τῶν πόλων κύκλον τὸ πεντεκαι‐ δεκάγωνον ἔχουσι τὴν ἀπόστασιν τῶν πόλων τοῦ τε ἰσημερινοῦ καὶ τοῦ ζῳδιακοῦ. πεντεκαιδεκαγωνικὴν γὰρ ἀλλήλων πλευρὰν ἀφεστήκασιν. ἔοικεν οὖν ὁ στοιχειωτὴς καὶ πρὸς τὴν ἀστρονομίαν βλέπων πολλὰ
20προδεικνύναι προευτρεπίζων ἡμᾶς καὶ εἰς ἐκείνην τὴν ἐπιστήμην. συνιδὼν δὲ ὅτι τοῦτο τὸ ἕβδομον δείκνυ‐ ται ἀπὸ τοῦ πέμπτου καὶ δείκνυσι χωρὶς ἁπάσης ποι‐ κιλίας τὸ ὄγδοον ταύτην αὐτῷ τὴν τάξιν δέδωκεν, ἐπεὶ ἥ γε τοῦ Φίλωνος ἐπιβολὴ καλὴ μέν, τῇ δὲ
25ποικιλίᾳ τῶν πτώσεων πρὸς στοιχείωσιν ἀνεπιτήδειος. Πρὸς μὲν οὖν τὴν ζήτησιν ταύτην εἰρήσθω το‐ σαῦτα. εἰ δέ τις ἀποροίη, πῶς οὐχὶ καὶ ἐπὶ τοῦ ὀγδόου προσέθηκεν, ὅσα ἐπὶ τοῦ τετάρτου, λέγω δὲ
τὸ καὶ τὰ τρίγωνα ἴσα εἶναι καὶ τὰς λοιπὰς γωνίας,269
in Euc
.

270

ἐροῦμεν ὅτι τῆς πρὸς τῇ κορυφῇ γωνίας ἴσης ἀπο‐ δειχθείσης εἵπετο καὶ τὸ πάντα εἶναι πᾶσιν ἴσα διὰ τὸ τέταρτον. τοῦτο οὖν ἔδει μόνον καθ’ αὑτὸ ἀπο‐ δεικνύναι, τὰ δ’ ἄλλα ὡς ἑπόμενα λαμβάνειν.
5 Ἔοικεν δὲ τὴν ἰσότητα τῶν πρὸς ταῖς κορυφαῖς γωνιῶν ἥ τε τῶν περιεχουσῶν. πλευρῶν τὰς γωνίας καὶ ἡ τῶν βάσεων ἰσότης ποιεῖν. οὔτε γὰρ ἀνίσων οὐσῶν τῶν βάσεων αἱ αὐταὶ γωνίαι μένουσι τῶν περι‐ εχουσῶν ὑποκειμένων, ἀλλὰ τῆς βάσεως ἐλαττουμένης
10συνελασσοῦται ἡ γωνία καὶ αὐξομένης συναύξεται, οὔτε τῶν αὐτῶν βάσεων οὐσῶν, τῶν δὲ πλευρῶν ἀνισαζομένων μένει ἡ γωνία, ἀλλ’ ἐλασσουμένων μὲν αὔξεται, αὐξανομένων δὲ ἐλασσοῦται. πάσχουσι γὰρ ἐναντίον πάθος αἱ γωνίαι ταῖς περιεχούσαις. καὶ
15γὰρ ἐπὶ τῆς αὐτῆς βάσεως εἰ νοήσειας εἰς τὸ κάτω διελκομένας τὰς πλευράς, αὐτὰς μὲν ἐλαττοῖς, αὔξεις δὲ τὴν γωνίαν τὴν ὑπ’ αὐτῶν περιεχομένην καὶ πλείω ποιεῖς αὐτῶν τὴν ἀπ’ ἀλλήλων διάστασιν, εἰ δὲ ἀν‐ αγομένας καὶ προσθήκην δεχομένας, ἐλαττοῖς τὴν γω‐
20νίαν, ἣν περιλαμβάνουσι. συμπίπτουσι γὰρ ἐπὶ πλέον τῆς κορυφῆς αὐτῶν πορρωτέρω γινομένης τῆς βά‐ σεως. ἀσφαλὲς οὖν λέγειν καὶ τὴν βάσιν τὴν αὐτὴν οὖσαν καὶ τὰς πλευρὰς ἴσας ὑπαρχούσας τὴν ἰσότητα
τῆς γωνίας ἀφορίζειν.270
in Euc
.

271

Prop. VIIII, probl. IIII. Τὴν δοθεῖσαν εὐθύ‐
γραμμον γωνίαν δίχα τεμεῖ
ν. Τοῖς προβλήμασιν ἀναμίγνυσι τὰ θεωρήματα καὶ τοῖς θεωρήμασι συμπλέκει τὰ προβλήματα καὶ δι’ ἀμ‐
5φοτέρων τὴν ὅλην συμπεραίνει στοιχείωσιν τότε μὲν τὰ ὑποκείμενα ποριζόμενος, τότε δὲ τὰ περὶ αὐτὰ συμπτώματα θεωρῶν. δείξας τοίνυν διὰ τῶν πρό‐ σθεν καὶ περὶ ἓν τρίγωνον τῇ ἰσότητι τῶν πλευρῶν ἑπομένην τὴν ἰσότητα τῶν γωνιῶν καὶ ἀνάπαλιν, καὶ
10περὶ δύο τρίγωνα ὡσαύτως, πλὴν ὅτι τῆς ἀντιστρο‐ φῆς ὁ τρόπος διαφέρων ἦν ἐπί τε τοῦ ἑνὸς τριγώνου καὶ τοῖν δυοῖν, μέτεισιν ἐπὶ τὰ προβλήματα καὶ ἐπι‐ τάττει τὴν δοθεῖσαν γωνίαν εὐθύγραμμον δίχα τεμεῖν. καὶ δῆλον ὅτι δέδοται μὲν ἐνταῦθα κατὰ τὸ εἶδος ἡ
15γωνία. εὐθύγραμμος γὰρ εἴρηται καὶ οὐχ ἡ τυχοῦσα. τὸ γὰρ πᾶσαν γωνίαν δίχα τεμεῖν οὐκ ἔστιν κατὰ στοι‐ χείωσιν, ὅπου καὶ ἀμφισβητήσιμον, εἰ καὶ δυνατὸν πᾶσαν διχοτομῆσαι γωνίαν. τὴν γὰρ κερατοειδῆ γω‐ νίαν εἰ δυνατὸν δίχα διελεῖν ἀπορήσειας ἄν.
20 Ἀφώρισταί γε μὴν καὶ ὁ λόγος τῆς τομῆς, καὶ τοῦτο πάλιν εἰκότως. τὸ γὰρ εἰς τὸν τυχόντα λόγον διελεῖν ἐκβαίνει τὴν παροῦσαν παρασκευήν, οἷον εἰς τρία ἴσα ἢ τέτταρα ἢ πέντε. τὴν μὲν γὰρ ὀρθὴν τρίχα τεμεῖν δυνατὸν ὀλίγοις χρησάμενον τῶν ἑξῆς, τὴν δὲ
25ὀξεῖαν ἀδύνατον μὴ ἐπ’ ἄλλας μεταβάντα γραμμάς,271
in Euc
.

272

αἳ τοῦ μικτοῦ εἰσιν εἴδους. δηλοῦσι δὲ οἱ πρόθεσιν ποιησάμενοι ταύτην τὴν δοθεῖσαν εὐθύγραμμον γω‐ νίαν τρίχα τεμεῖν. Νικομήδης μὲν γὰρ ἐκ τῶν κογχοειδῶν γραμμῶν, ὧν καὶ τὴν γένεσιν καὶ τὴν
5τάξιν καὶ τὰ συμπτώματα παραδέδωκεν, αὐτὸς εὑρε‐ τὴς ὢν τῆς ἰδιότητος αὐτῶν, πᾶσαν εὐθύγραμμον γω‐ νίαν ἐτριχοτόμησεν. ἕτεροι δὲ ἐκ τῶν Ἱππίου καὶ Νικομήδους τετραγωνιζουσῶν πεποιήκασι τὸ αὐτό, μικταῖς καὶ οὗτοι χρησάμενοι γραμμαῖς ταῖς τετρα‐
10γωνιζούσαις. ἄλλοι δὲ ἐκ τῶν Ἀρχιμηδείων ἑλίκων ὁρμηθέντες εἰς τὸν δοθέντα λόγον ἔτεμον τὴν δοθεῖ‐ σαν εὐθύγραμμον γωνίαν· ὧν τὰς ἐπινοίας δυσθεω‐ ρήτους οὔσας τοῖς εἰσαγομένοις παραλείπομεν ἐν τῷ παρόντι. μᾶλλον γὰρ ἂν κατὰ καιρὸν ἐξετάσαιμεν
15ἴσως ἐν τῷ τρίτῳ βιβλίῳ τοῦ στοιχειωτοῦ τὴν δοθεῖ‐ σαν περιφέρειαν δίχα τέμνοντος. καὶ γὰρ ἐκεῖ ὁ αὐτὸς τρόπος τῆς ζητήσεως μὴ δίχα μόνον, ἀλλὰ καὶ τρίχα τεμεῖν, καὶ ἀπὸ τῶν αὐτῶν γραμμῶν αἱ ἐπι‐ βολαὶ τοῖς παλαιοῖς γεγόνασι τῆς εἰς τρία ἴσα πάσης
20περιφερείας διαιρέσεως. εἰκότως ἄρα καὶ ὁ μεμνη‐ μένος [?] εὐθείας καὶ περιφερείας, τὰ δὲ ἐκ τούτων ὑφιστάμενα κατὰ μίξιν εἴδη δυσεξέλικτα ὄντα καὶ δυσαρίθμητα μὴ περιεργαζόμενος πάσας τὰς τοιαύτας
ζητήσεις παρίησιν, ὅσαι τῶν μικτῶν προσδέονται272
in Euc
.

273

γραμμῶν, ἐπὶ τῶν πρωτίστων καὶ ἁπλουστάτων εἰδῶν καὶ τὰ ἐκ τούτων μόνων ἢ πορίζεσθαι δυνάμενα ἢ θεωρεῖσθαι προτιθεὶς εἰς ζήτησιν· ὁποῖον δὴ καὶ τὸ νῦν προκείμενόν ἐστι πρόβλημα τὸ τὴν δοθεῖσαν
5εὐθύγραμμον γωνίαν δίχα τεμεῖν. χρῆται γὰρ ἐν τούτῳ πρὸς μὲν τὴν κατασκευὴν αἰτήματι ἑνὶ καὶ τῷ πρώτῳ καὶ τρίτῳ θεωρήματι, πρὸς δὲ τὴν ἀπόδειξιν τῷ ὀγδόῳ μόνῳ θεωρήματι. δεῖται γὰρ πάντως ἀπο‐ δείξεως καὶ τὰ προβλήματα, ὡς καὶ πρότερον εἴπομεν,
10καὶ τὸ ἐπιστημονικὸν ἀπὸ ταύτης προσλαμβάνει. Ἴσως δ’ ἄν τινες ἐνσταῖεν τῷ γεωμέτρῃ τὸ συν‐ ιστάμενον ἰσόπλευρον ἐπ’ αὐτοῦ λέγοντες τὴν κορυ‐ φὴν οὐκ ἐντὸς ἔχειν τῶν δύο εὐθειῶν, ἀλλ’ ἤτοι ἐπὶ τῆς ἑτέρας ἢ καὶ ἐκτὸς ἀμφοτέρων, γίγνεσθαι δὲ σα‐
15φὲς τὸ λεγόμενον διὰ τῶν στοιχείων. ἔστω γωνία ἡ ὑπὸ βαγ, ἣν δεῖ διχοτομῆσαι, καὶ [Omitted graphic marker] ἐπὶ τῆς αβ σημεῖον τὸ β καὶ ἴση τῇ βαγα καὶ ἐπεζεύχθω ἡ βγ καὶ ἐπὶ ταύτης ἰσόπλευρον τρίγω‐
20νον τὸ βγδ. τοῦτο δὴ τὸ δ σημεῖον ἢ μεταξὺ ἔσται τῶν αβ αγ εὐθειῶν ἢ ἐπὶ τῆς αβ ἢ ἐπὶ τῆς αγ ἢ ἐκτὸς ἑκατέρας. ὁ μὲν οὖν στοιχειωτὴς μεταξὺ ἔλαβεν αὐτό, καὶ διὰ τοῦτο κωλύοντες καὶ τὴν
25ἀπόδειξιν ἐμποδίζοντές φασιν ἢ ἐπὶ τῆς ἑτέρας αὐτὸ273
in Euc
.

274

κεῖσθαι τῶν εὐθειῶν ἢ καὶ ἐκτὸς ἀμφοτέρων. κείσθω τοίνυν ἐπὶ τῆς αβ τὸ δ, ὥστε εἶναι ἱσόπλευρον τὸ βγδ. ἴση ἄρα ἡ δβ τῇ δγ καὶ αἱ πρὸς τῇ βάσει ἴσαι ἡ ὑπὸ γβδ καὶ ἡ ὑπὸ βγδ, μείζων ἄρα ὅλη ἡ ὑπὸ
5βγε τῆς ὑπὸ γβδ γωνίας. πάλιν ἐπεὶ ἴση ἡ βα τῇ γα, ἰσοσκελὲς τὸ αβγ καὶ ἴσας ἕξει τὰς ὑπὸ βγ βάσιν. ἴση ἄρα ἡ ὑπὸ βγε τῇ ὑπὸ γβδ. ἦν δὲ καὶ μείζων, ὅπερ ἀδύνατον. οὐκ ἄρα δύναται ἡ τοῦ ἰσοπλεύρου κορυφὴ ἐπὶ τῆς εὐθείας εἶναι τῆς αβδ. ὁμοίως δεί‐
10ξομεν ὅτι οὐδὲ ἐπὶ τῆς αγε. κείσθω οὖν ἐκτὸς ἀμ‐ φοτέρων, εἰ δυνατόν. ἐπεὶ οὖν ἴση ἡ βδ τῇ γδ, ἴσαι
[Omitted graphic marker] αἱ πρὸς τῇ βάσει ἡ ὑπὸ βγδ καὶ ἡ
ὑπὸ γβδ. μείζων ἄρα ἡ ὑπὸ βγδ
τῆς ὑπὸ γβε. πόλλῳ ἄρα μείζων
15ἡ ὑπὸ βγζ τῆς ὑπὸ γβε. ἀλλὰ καὶ ἴση, εἰ γὰρ ὑπὸ τὴν βγ βάσιν τοῦ αβγ ἰσοσκελοῦς, ὅπερ ἐστὶν ἀδύνα‐ τον. οὐκ ἄρα τὸ δ σημεῖον ἔξω κείσεται κατὰ ταῦτα τὰ μέρη τῶν
20δύο εὐθειῶν. ὁμοίως δὴ δείξομεν ὅτι οὐδὲ κατὰ τὰ
ἕτερα. καὶ ὁρᾷς πάλιν ὅτι τὸν ἔλεγχον πεποιήμεθα274
in Euc
.

275

τῶν ἐνστάσεων προσχρώμενοι τῷ τὰ ἰσοσκελῆ τρίγωνα τὰς ὑπὸ τὴν βάσιν γωνίας ἴσας ἔχειν. τοῦτο ἐκεῖνο, ὃ καὶ πρότερον ἐλέγομεν ὅτι πολλὰ τῶν τῇ ἐπιστήμῃ μαχομένων σαθρὰ καὶ εὐέλεγκτα διὰ τούτου δείκνυται
5τοῦ θεωρήματος καὶ ὡς ταύτην ἀποπληροῖ τῷ γεω‐ μέτρῃ τὴν χρείαν. Εἰ δὲ λέγοι τις τόπον μὴ εἰδέναι ὑπὸ τὴν βγ βά‐ σιν, δέον ἔσται συστήσασθαι τὸ ἰσόπλευρον ἐπὶ τὰ αὐτὰ ταῖς βα αγ. ἀνάγκη τοίνυν ἢ αὐταῖς ταῖς βα
10αγ τὰς συνισταμένας ἐφαρμόζειν, εἴπερ καὶ αὐταὶ ἴσαι τῇ γβ, ἢ ἐκτὸς αὐτῶν πίπτειν, εἰ αὐταὶ ἐλάσσους τῆς βγ, ἢ ἐντός, εἰ μείζους αἱ βα αγ τῆς βγ. ἐφαρμο‐ ζέτωσαν πρῶτον, καὶ ἰσόπλευ‐[Omitted graphic marker] ρον αὐτὸ τὸ βαγ, καὶ σημεῖον
15ἐπὶ τῆς αβ τὸ δ, καὶ ἀπὸ τῆς αγ τῇ αδ ἴση ἀφῃρήσθω ἡ αε, καὶ ἐπεζεύχθωσαν αἱ δε, βε, γδ, αζ. ἐπεὶ οὖν ἴση ἡ αβ τῇ αγ καὶ ἡ αδ τῇ αε, δύο αἱ βα αε δυσὶν ἴσαι ταῖς γα
20αδ, καὶ τὴν αὐτὴν γωνίαν περιέχουσιν, ὥστε καὶ πάντα ἴσα πᾶσιν καὶ ἡ ὑπὸ δβε γωνία ἴση τῇ ὑπὸ
εγδ, ἴση δὲ καὶ ἡ δβ τῇ εγ καὶ ἡ βε τῇ γδ, καὶ275
in Euc
.

276

πάντα ἄρα πᾶσιν, ὥστε καὶ ἡ ὑπὸ δεβ γωνία ἴση τῇ ὑπὸ εδγ, ὑπὸ γὰρ ταύτας αἱ ἴσαι πλευραὶ ὑποτείνου‐ σιν. ἴση ἄρα καὶ ἡ δζ τῇ εζ διὰ τὸ ἕκτον. ἐπεὶ οὖν ἡ αε ἴση τῇ αδ καὶ ἡ αζ κοινὴ καὶ ἡ δζ τῇ ζε ἴση [?],
5τέτμηται ἡ ὑπὸ δαε γωνία εἰς ἴσα, ὅπερ ἔδει ποιῆσαι. εἰ δὲ ἐκτὸς πίπτοιεν τῶν βα αγ εὐθειῶν αἱ τοῦ ἰσο‐
[Omitted graphic marker]πλεύρου τριγώνου πλευραί, ἔστω‐
σαν αἱ βδ δγ καὶ ἐπιζευχθεῖσα
δα ἐκβεβλήσθω ἐπὶ τὸ ε. ἐπεὶ
10
οὖν ἴσαι αἱ βδ δγ, κοινὴ δὲ ἡ
δα, καὶ αἱ βα αγ ἴσαι, καὶ ἡ
ὑπὸ βδα γωνία ἴση τῇ ὑπὸ γδα διὰ τὸ ὄγδοον. πάλιν ἐπεὶ αἱ βδ δγ ἴσαι καὶ ἡ δε κοινὴ γωνίας ἴσας περιέχουσιν, ὡς δέδεικται, ἴση καὶ
15 βε τῇ εγ βάσει διὰ τὸ τέταρτον. ἐπεὶ οὖν ἡ αβ
[Omitted graphic marker] τῇ αγ ἴση καὶ ἡ αε κοινή, καὶ ἡ
ὑπὸ βαε γωνία ἴση τῇ ὑπὸ γαε,
ὅπερ ἔδει δεῖξαι. εἰ δὲ ἐντὸς
τῶν βα αγ πίπτοιεν αἱ τοῦ ἰσο‐
20πλεύρου τριγώνου πλευραί, ὡς αἱ βδ δγ, ἐπεζεύχθω πάλιν ἡ αδ.
ἐπεὶ οὖν ἴση ἐστὶν ἡ βα τῇ αγ276
in Euc
.

277

καὶ ἡ αδ κοινή, βάσις δὲ ἡ βδ βάσει τῇ γδ ἴση ἐστίν, καὶ ἡ γωνία ἄρα ἡ ὑπὸ βαδ γωνίᾳ τῇ ὑπὸ γαδ ἴση διὰ τὸ ὄγδοον. δίχα ἄρα τέμνεται ἡ πρὸς τῷ α γωνία, ὅπως ἂν συνιστῆται τὸ ἰσόπλευρον.
5 Ἀλλ’ ἐπειδὴ καὶ ταύτας συνεκεφαλαιωσάμεθα. τῶν ἑξῆς ἐχώμεθα θεωρημάτων τοιοῦτον προστιθέντες περὶ τοῦ δεδόσθαι τὴν γωνίαν ὅτι τετραχῶς δύναται δίδοσθαι· καὶ γὰρ θέσει, ὡς ὅταν λέγωμεν πρὸς τῇδε τῇ εὐθείᾳ καὶ τῷδε τῷ σημείῳ κεῖσθαι τὴν γωνίαν
10καὶ εἶναι δεδομένην αὐτὴν οὕτως—καὶ εἴδει, οἷον ὅταν ὀρθὴν λέγωμεν ἢ ὀξεῖαν ἢ ἀμβλεῖαν ἢ ὅλως εὐθύγραμμον ἢ μικτήν—καὶ λόγῳ, ὅταν διπλασίαν λέγωμεν τῆσδε καὶ τριπλασίαν ἢ ὅλως μείζονα καὶ ἐλάσσονα—καὶ μεγέθει, ὥσπερ ὅταν τρίτον ὀρθῆς
15λέγωμεν. ἡ δὲ νῦν κατὰ τὸ εἶδος δέδοται μόνον. Prop. X, probl. V. Τὴν δοθεῖσαν εὐθεῖαν πε‐
περασμένην δίχα τεμεῖ
ν. Πρόβλημα καὶ τοῦτο πεπερασμένην μὲν εὐθεῖαν ὑποτιθέμενον, ἐπειδὴ κατ’ ἀμφότερα ἄπειρον οὐδαμῶς
20ἐστιν ὁρίσαι, τῆς δὲ κατὰ θάτερα μόνον ἀπείρου, ὅπουπερ ἂν ληφθῇ σημεῖον, εἰς ἄνισα ἡ τομὴ γίνεται· μείζων γὰρ ἐξ ἀνάγκης ἡ ἐφ’ ἃ ἡ ἄπειρος τῆς λοιπῆς πεπερασμένης οὔσης. λείπεται οὖν ἐπ’ ἄμφω πεπε‐ ρασμένην λαμβάνειν τὴν δίχα τέμνεσθαι μέλλουσαν.
25ἴσως δ’ ἄν τινες ἐκ τούτου κινούμενοι τοῦ προβλή‐277
in Euc
.

278

ματος ὑπονοήσειαν ὅτι προείληπται παρὰ τοῖς γεω‐ μέτραις ὡς ὑπόθεσις τὸ μὴ εἶναι τὴν γραμμὴν ἐξ ἀμερῶν. εἰ γὰρ εἴη, ἢ ἐκ περιττῶν ἐστιν ἡ πε‐ περασμένη ἢ ἐξ ἀρτίων. ἀλλ’ εἰ ἐκ περιττῶν, ἔοικεν
5καὶ τὸ ἀμερὲς τέμνεσθαι δίχα τῆς εὐθείας τεμνομένης, ἐπεὶ θάτερον αὐτῆς μέρος ἐκ πλειόνων ἀμερῶν ὑπάρ‐ χον ἔσται μεῖζον τοῦ λοιποῦ. οὐκ ἄρα δυνατὸν ἔσται τὴν δοθεῖσαν εὐθεῖαν δίχα τεμεῖν, εἴπερ ἐξ ἀμερῶν τὸ μέγεθος. εἰ δὲ μὴ ἐξ ἀμερῶν, ἐπ’ ἄπειρον δι‐
10αιρεῖται. ἔοικεν οὖν, φασίν, ὡμολογῆσθαι τοῦτο καὶ εἶναι ἀρχὴ γεωμετρικὴ τὸ μέγεθος τῶν εἰς ἄπειρον εἶναι διαιρουμένων. ἡμεῖς δέ γε τὸ τοῦ Γεμίνου πρὸς ταῦτα ἐροῦμεν, ὅτι τὸ μὲν διαιρετὸν εἶναι τὸ συνεχὲς κατὰ κοινὴν ἔννοιαν οἱ γεωμέτραι προλαμβά‐
15νουσιν. τοῦτο γὰρ εἶναί φαμεν συνεχὲς τὸ ἐκ μερῶν συνημμένων ὑφεστώς. πάντως δὲ τοῦτο καὶ διαιρεῖσθαι δυνατόν. ὅτι δὲ καὶ ἐπ’ ἄπειρον διαιρεῖται τὸ συν‐ εχὲς οὐ προειλήφασιν ἀλλ’ ἀποδεικνύουσιν ἐκ τῶν οἰκείων ἀρχῶν. ὅταν γὰρ δεικνύωσιν ὅτι ἔστιν τὸ
20ἀσύμμετρον ἐν τοῖς μεγέθεσι καὶ οὐ πάντα σύμμετρα ἀλλήλοις, τί ἄλλο δεικνύναι φήσει τις αὐτοὺς ἢ ὅτι πᾶν μέγεθος εἰς ἀεὶ διαιρεῖται καὶ οὐδέποτε ἥξομεν εἰς τὸ ἀμερές, ὅ ἐστι κοινὸν μέτρον τῶν μεγεθῶν ἐλά‐ χιστον. τοῦτο οὖν ἀποδεικτόν ἐστιν, ἐκεῖνο δὲ ἀξίωμα,
25ὅτι πᾶν συνεχὲς διαιρετόν, ὥστε καὶ ἡ πεπερασμένη
γραμμὴ συνεχὴς διαιρετή ἐστιν. καὶ ἀπὸ ταύτης τῆς278
in Euc
.

279

ἐννοίας ὁ στοιχειωτὴς διχοτομεῖ τὴν πεπερασμένην εὐθεῖαν, ἀλλ’ οὐχ ὡς προλαμβάνων ὅτι εἰς ἄπειρον διαιρετή ἐστιν. οὐ γὰρ ταὐτὸν διαιρετὸν εἶναί τι καὶ ἐπ’ ἄπειρον διαιρετόν. ἐλέγχοιτο δ’ ἂν διὰ τοῦ προ‐
5βλήματος τούτου καὶ ὁ Ξενοκράτειος λόγος ὁ τὰς ἀτόμους εἰσάγων γραμμάς. ὅλως γὰρ εἰ ἔστι γραμμή, ἢ εὐθεῖά ἐστι καὶ δυνατὸν αὐτὴν δίχα τεμεῖν, ἢ περιφερὴς καὶ μείζων ἐστὶν εὐθείας τινός—πᾶσα γὰρ περιφερὴς πάντως ἔχει τινὰ εὐθεῖαν ἐλάσσονα—
10ἢ μικτὴ καὶ πολλῷ πλέον αὕτη διαιρετή ἐστιν, εἴπερ ἐξ ἁπλῶν ἐστι διαιρετῶν. Ἀλλὰ ταῦτα μὲν εἰς ἄλλην ἀναβεβλήσθω θεωρίαν. τέμνει δὲ δίχα τὴν πεπερασμένην εὐθεῖαν ὁ γεωμέτρης εἰς μὲν τὴν κατασκευὴν τῷ πρώτῳ καὶ τῷ ἐνάτῳ χρώ‐
15μενος, εἰς δὲ τὴν ἀπόδειξιν τῷ τετάρτῳ μόνῳ. διὰ γὰρ τῶν γωνιῶν δείκνυσιν ἴσας τὰς βάσεις. Ἀπολ‐ λώνιος δὲ ὁ Περγαῖος τέμνει τὴν δοθεῖσαν εὐθεῖαν πεπερασμένην δίχα τοῦτον τὸν τρόπον. ἔστω, φησίν, ἡ αβ εὐθεῖα πεπερασμένη, ἣν δεῖ δίχα τεμεῖν, καὶ
20κέντρῳ τῷ α, διαστήματι δὲ τῷ αβ γεγράφθω κύκλος, καὶ πάλιν κέντρῳ τῷ β, [Omitted graphic marker] διαστήματι δὲ τῷ βα ἕτε‐ ρος κύκλος, καὶ ἐπεζεύ‐ χθω ἡ ἐπὶ τὰς τομὰς τῶν
25κύκλων ἡ γδ. αὕτη δίχα
τέμνει τὴν αβ εὐθεῖαν.279
in Euc
.

280

ἐπεζεύχθωσαν γὰρ αἱ γα γβ—ἑκατέρα γὰρ ἴση τῇ αβ, κοινὴ δὲ ἡ γδ, καὶ ἡ δα τῇ δβ ἴση διὰ τὰ αὐτά· ἡ ἄρα ὑπὸ αγδ γωνία ἴση τῇ ὑπὸ βγδ, ὥστε δίχα τέτμηται ὁ αβ διὰ τὸ τέταρτον. τοιαύτη τίς ἐστιν καὶ
5ἡ κατὰ Ἀπολλώνιον τοῦ προκειμένου προβλήματος ἀπόδειξις, ἀπὸ μὲν τοῦ ἰσοπλεύρου τριγώνου καὶ αὐτὴ ληφθεῖσα, ἀντὶ δὲ τοῦ λαβεῖν δίχα τεμνομένην τὴν πρὸς τῷ γ γωνίαν δεικνύουσα ὅτι δίχα τέτμηται διὰ τὴν ἰσότητα τῶν βάσεων. πολλῷ δὴ οὖν κρείττων ἡ
10τοῦ στοιχειωτοῦ ἀπόδειξις καὶ ἁπλουστέρα καὶ ἀπὸ τῶν ἀρχῶν. Prop. XI, probl. VI. Τῇ δοθείσῃ εὐθείᾳ ἀπὸ τοῦ πρὸς αὐτῇ δοθέντος σημείου πρὸς ὀρθὰς γωνίας εὐθεῖαν γραμμὴν ἀγαγεῖν.
15 Εἴτε πεπερασμένην κατ’ ἀμφότερα τὴν εὐθεῖαν λάβοιμεν, εἴτε κατ’ ἀμφότερα ἄπειρον, εἴτε ὡδὶ μὲν ἄπειρον, ὡδὶ δὲ πεπερασμένην καὶ τὸ σημεῖον ἐπ’ αὐτῆς, τοῦ γεωμέτρου προχωρεῖ ἡ κατασκευὴ τοῦ προκειμένου προβλήματος. κἂν γὰρ ἐπ’ ἄκρας τῆς
20εὐθείας ᾖ τὸ δοθὲν σημεῖον, προσεκβάλλοντες τὴν εὐθεῖαν τὰ αὐτὰ ποιήσομεν. δῆλον δὲ ὅτι τὸ μὲν ση‐ μεῖον ἐνταῦθα τῇ θέσει δέδοται ἐπὶ τῆς εὐθείας κεί‐
μενον μοναχῶς κατὰ τὴν θέσιν, ἡ δὲ εὐθεῖα κατὰ τὸ280
in Euc
.

281

εἶδος δέδοται· μέγεθος γὰρ αὐτῆς ἢ λόγος ἢ θέσις οὐκ ἀφώρισται. ὁ μὲν οὖν στοιχειωτὴς τῷ πρώτῳ χρησάμενος θεωρήματι καὶ τῷ τρίτῳ καὶ ἑνὶ τῶν αἰτη‐ μάτων καὶ τῷ πρώτῳ καὶ τῷ ὀγδόῳ πρὸς τούτοις θεω‐
5ρήματι καὶ τῷ ὅρῳ τῆς πρὸς ὀρθὰς δείκνυσι τὸ προ‐ κείμενον. εἰ δέ τινες τὸ σημεῖον ἐπ’ ἄκρας τῆς εὐθείας τιθέντες ἀξιοῖεν μὴ προσεκβάλλοντας ἡμᾶς ἄγειν ἀπὸ τούτου τὴν πρὸς ὀρθάς, δυνατὸν καὶ τοῦτο δείξομεν. ἔστω γὰρ αβ καὶ τὸ δοθὲν σημεῖον α, καὶ εἰλήφθω
10ἐπὶ τῆς αβ τυχὸν τὸ γ ση‐[Omitted graphic marker] μεῖον καὶ ἀπὸ τούτου τῇ αβ πρὸς ὀρθάς, ὡς ἐν τῷ στοιχείῳ μεμαθήκαμεν ἡ γε. καὶ ἴση ἀπὸ τῆς γε
15ἀφῃρήσθω τῇ αγδγ καὶ τετμήσθω δίχα ἡ πρὸς τῷ γ γωνία ὑπὸ τῆς γζ καὶ ἀπὸ τοῦ δ τῇ εγ πρὸς ὀρθὰς ἀχθεῖσα συμπιπτέτω [ἡ δζ] τῇ γζ κατὰ τὸ ζ, καὶ ἀπὸ τοῦ ζ ἐπὶ τὸ α ἐπε‐ ζεύχθω ἡ ζα. λέγω ὅτι ὀρθή ἐστιν ἡ πρὸς τῷ α γω‐
20νία. ἐπεὶ γὰρ ἡ δγ τῇ γα ἴση, κοινὴ δὲ ἡ γζ καὶ γωνίας ἴσας περιέχουσιν—δίχα γὰρ τέτμηται ἡ πρὸς τῷ γ γωνία—, καὶ ἡ δζ τῇ ζα ἴση, καὶ πάντα ὁμοίως
πᾶσιν διὰ τὸ τέταρτον, ὥστε καὶ ἡ πρὸς τῷ α τῇ πρὸς281
in Euc
.

282

τῷ δ. ὀρθὴ ἄρα καὶ ἡ πρὸς τῷ α. δέδεικται μὲν οὖν τὸ προβληθέν· ὁ δὲ στοιχειωτὴς οὐδὲν δεῖται τῆς ἐπινοίας ταύτης. ἐπέταξεν γὰρ πρὸς ὀρθὰς γωνίας ἀγαγεῖν γραμμήν, ἀλλ’ οὐ πρὸς μίαν ὀρθήν· δεῖ οὖν
5μὴ ἐπ’ ἄκρας τῆς εὐθείας λαμβάνειν τὸ σημεῖον, ἵνα ἡ ἀγομένη εὐθεῖα γωνίας ποιῇ πρὸς τὴν ὑποκειμένην εὐθεῖαν, ἀλλὰ μὴ μίαν γωνίαν. Ἀπολλώνιος δὲ τὴν πρὸς ὀρθὰς ἄγει τὸν τρό‐ πον τοῦτον. ἐπὶ τῆς αγ τυχὸν τὸ δ, καὶ ἀπὸ τῆς γβ
10ἴση τῇ γδγε, καὶ κέντρῳ τῷ δ, τῷ δὲ εδ διαστή‐
[Omitted graphic marker]ματι γεγράφθω κύ‐
κλος, καὶ πάλιν κέν‐
τρῳ τῷ ε, διαστήματι
δὲ τῷ δε κύκλος γε‐
15γράφθω, καὶ ἀπὸ τοῦ ζ ἐπὶ τὸ γ ἤχθω [ἡ ζγ], λέγω ὅτι αὕτη ἐστὶν ἡ πρὸς ὀρθάς. ἐὰν γὰρ ἐπιζευχθῶσιν αἱ ζδ ζε, ἴσαι ἔσονται· ἴσαι δὲ καὶ αἱ δγ δγ γε καὶ κοινὴ ἡ ζγ, ὥστε καὶ αἱ πρὸς τῷ γ γωνίαι ἴσαι διὰ τὸ ὄγδοον. ὀρθαὶ ἄρα εἰσίν.
20 Πάλιν οὖν ὁρᾷς, ὅτι ποικιλωτέρα ἡ ἀπόδειξις αὕτη τῆς παρὰ τῷ στοιχειωτῇ ἡ καὶ προσδεηθεῖσα τῆς τῶν κύκλων γραφῆς, ἐξὸν αὐτόθεν ἐπὶ τῆς δε γράψαι τὸ ἰσόπλευρον τρίγωνον καὶ δεῖξαι τὸ προκείμενον.
πάντα γὰρ τὰ ἄλλα κοινὰ ταῖς ἀποδείξεσίν ἐστιν. τὴν282
in Euc
.

283

δὲ διὰ τοῦ ἡμικυκλίου δεῖξιν οὐδὲ λέγειν ἄξιον. πολλὰ γὰρ προλαμβάνει τῶν ὕστερον καὶ τῆς ἐν τῇ στοι‐ χειώσει τάξεως ἀποπίπτει παντελῶς. Prop. XII, probl. VII. Ἐπὶ τὴν δοθεῖσαν εὐθεῖαν
5ἄπειρον ἀπὸ τοῦ δοθέντος σημείου, ὃ μή ἐστιν ἐπ’ αὐτῆς, κάθετον εὐθεῖαν γραμμὴν ἀγαγεῖν. Τοῦτο τὸ πρόβλημα πρῶτον Οἰνοπίδης ἐζήτη‐ σεν χρήσιμον αὐτὸ πρὸς ἀστρολογίαν οἰόμενος. ὀνο‐ μάζει δὲ τὴν κάθετον ἀρχαϊκῶς κατὰ γνώμονα, διότι
10καὶ ὁ γνώμων πρὸς ὀρθάς ἐστι τῷ ὁρίζοντι. τῆς δὲ πρὸς ὀρθὰς ἡ κάθετός ἐστιν αὕτη διαφέρουσα τῇ σχέσει μόνον, κατὰ τὸ ὑποκείμενον ἀδιάφορος οὖσα, ὥσπερ φασὶ καὶ ἡ κάθοδος. διττὴ δ’ αὖ κάθετός ἐστιν, ἡ μὲν ἐπίπεδος, ἡ δὲ στερεά. καὶ ὅταν μὲν ἐν
15τῷ αὐτῷ ἐπιπέδῳ ᾖ τὸ σημεῖον, ἀφ’ οὗ ἡ κάθετος, καὶ ἡ εὐθεῖα, ἐπίπεδος λέγεται κάθετος, ὅταν δὲ μετέ‐ ωρον τὸ σημεῖον καὶ ἔξω τοῦ ὑποκειμένου ἐπιπέδου, στερεά. καὶ ἡ μὲν ἐπίπεδος πρὸς εὐθεῖαν ἄγεται, ἡ δὲ στερεὰ πρὸς ἐπίπεδον. διὸ καὶ ἀναγκαῖον ἐκείνην
20οὐ πρὸς μίαν εὐθεῖαν ποιεῖν γωνίας ὀρθάς, ἀλλὰ πρὸς πάσας τὰς ἐν τῷ αὐτῷ ἐπιπέδῳ. πρὸς γὰρ τὸ ἐπίπεδον ἦν ἠγμένη κάθετος. ἐν τούτῳ τοίνυν ἡ στοι‐
χειωτὴς τῷ προβλήματι κάθετον ἄγειν ἐπίπεδον προ‐283
in Euc
.

284

τίθεται. πρός τε γὰρ εὐθεῖαν ἡ ἀγωγὴ προτίθεται καὶ ὡς ἐν ἑνὶ ἐπιπέδῳ πάντων ὑποκειμένων ὁ λόγος πρόεισιν. Ἐπὶ μὲν οὖν τῆς πρὸς ὀρθάς, ἐπειδὴ τὸ σημεῖον
5ἐπ’ αὐτῆς εἴληπτο τῆς εὐθείας, οὐδὲν ἐδεόμεθα τῆς ἀπειρίας, ἐπὶ δὲ τῆς καθέτου τὴν δοθεῖσαν ἄπειρον ὑποτίθεται, ἐπειδὴ τὸ σημεῖον, ἀφ’ οὗ κάθετος ἀχθή‐ σεται, ἔξω που κεῖται τῆς εὐθείας. εἰ γὰρ μὴ ἦν ἄπει‐ ρος, ἐξῆν οὕτω τὸ σημεῖον λαβεῖν, ὥστε ἔξω μὲν εἶναι
10τῆς δοθείσης, ἐπ’ εὐθείας δὲ ταύτῃ κείμενον ὡς ἐκ‐ βαλλομένην τὴν εὐθεῖαν ἐπ’ αὐτὸ πίπτειν, καὶ οὐ προ‐ εχώρει τὸ πρόβλημα. διὸ ἄπειρον ἔθετο τὴν εὐθεῖαν, ἐὰν ἐφ’ ἑκάτερα αὐτῆς μόνως λαμβάνηται τὸ σημεῖον, μηδαμοῦ χώρας ὑπολειπομένης αὐτῷ, καθ’ ἣν ἐπ’
15εὐθείας ἔσται τῇ δοθείσῃ εὐθείᾳ, εἰ μὴ μέλλοι πρὸς αὐτῇ κείσεσθαι καὶ οὐκ ἔξω αὐτῆς. Ἄπειρος μὲν οὖν ἡ εὐθεῖα δέδοται διὰ τοῦτο, ἐφ’ ἣν ἡ κάθετος ἀχθήσεται· πῶς δὲ ὅλως ὑπόστασιν ἔχει τὸ ἄπειρον, ἄξιον θεωρῆσαι. δῆλον γὰρ ὅτι
20εὐθείας ἀπείρου οὔσης ἔσται καὶ ἐπίπεδον ἄπειρον, καὶ ταῦτα κατ’ ἐνέργειαν, εἴπερ ἔσται τὸ προβληθέν. ὅτι μὲν οὖν ἐν τοῖς αἰσθητοῖς οὐδέν ἐστι μέγεθος ἄπειρον κατ’ οὐδεμίαν διάστασιν, ἱκανῶς ὅ τε δαιμό‐ νιος Ἀριστοτέλης καὶ οἱ ἀπ’ αὐτοῦ παραδεξάμενοι
25τὴν φιλοσοφίαν δεικνύουσιν. οὔτε γὰρ τὸ κύκλῳ
κινούμενον ἄπειρον εἶναι ἐνδέχεται οὔτε τῶν ἄλλων284
in Euc
.

285

σωμάτων τῶν ἁπλῶν οὐδέν. ἔστι γὰρ ἑκάστου τόπος ὡρισμένος. ἀλλὰ μὴν οὐδὲ ἐν τοῖς χωριστοῖς καὶ ἀμε‐ ρέσι λόγοις εἶναι τὸ τοιοῦτον ἄπειρον δυνατόν. εἰ γὰρ μηδὲ διάστασίς ἐστιν ἐν ἐκείνοις μήτε μέγεθος,
5σχολή, εἰ ἄπειρον εἴη μέγεθος. λείπεται δὴ οὖν ἐν τῇ φαντασίᾳ τὸ ἄπειρον ὑφίστασθαι μόνον οὐ νοούσης τὸ ἄπειρον τῆς φαντασίας. ἅμα γὰρ νοεῖ καὶ μορφὴν ἐπάγει τῷ νοουμένῳ καὶ πέρας, καὶ τῇ νοήσει τὴν τοῦ φαντάσματος ἵστησι διέξοδον, καὶ διέξεισιν αὐτὸ
10καὶ περιλαμβάνει. οὐ νοούσης τοίνυν ἐστὶν τὸ ἄπει‐ ρον ἀλλ’ ἀορισταινούσης περὶ τὸ νοούμενον καὶ μὴ νοούσης μᾶλλον καί, ὅσον ἀκαταμέτρητον ἀφίησι καὶ ἀπερίληπτον νοήσει, τοῦτο ἄπειρον λεγούσης. ὥσπερ γὰρ τὸ σκότος τῷ μὴ ὁρᾷν ἡ ὄψις γινώσκει, οὕτως
15ἡ φαντασία τὸ ἄπειρον τῷ μὴ νοεῖν. γεννᾷ μὲν οὖν αὐτὸ τῷ δύναμιν ἔχειν ἀμερῆ προϊέναι δυναμένην ἀκαταλήκτως, νοεῖ δὲ ὡς ὑποστὰν ὅτι μὴ νοεῖ τὸ ἄπει‐ ρον. ὃ γὰρ ἀφῆκεν ὡς ἀδιεξίτητον, τοῦτο ἄπειρον λέγει, ὥστε τὴν ἄπειρον γραμμὴν τὴν δοθεῖσαν ἐν
20τῇ φαντασίᾳ θέμενοι, καθάπερ δὴ καὶ τὰ ἄλλα πάντα γεωμετρίας εἴδη, τὰ τρίγωνα, τοὺς κύκλους, τὰς γω‐ νίας, τὰς γραμμάς, οὐ θαυμασόμεθα, πῶς κατ’ ἐνέρ‐ γειαν ἄπειρός ἐστι γραμμὴ καὶ προστίθησιν ἀορισταί‐ νουσα ταῖς ὡρισμέναις νοήσεσιν. ἡ δὲ διάνοια, παρ’
25ἧς οἱ λόγοι καὶ αἱ ἀποδείξεις, οὐ πρὸς τὴν ἐπιστήμην
χρῆται τῷ ἀπείρῳ—τὸ γὰρ ἄπειρον ὅλως ἐπιστήμῃ285
in Euc
.

286

περιληπτὸν οὐκ ἔστιν—ἀλλ’ ἐξ ὑποθέσεως παρα‐ λαβοῦσα τῷ πεπερασμένῳ μόνῳ χρῆται πρὸς τὴν ἀπό‐ δειξιν, καὶ οὐ τοῦ ἀπείρου ἕνεκα τὸ ἄπειρον ἀλλὰ τοῦ πεπερασμένου λαμβάνει, ἐπεί, εἴ γε δοίης αὐτῇ,
5μήτε ἐπ’ εὐθείας κεῖσθαι τῇ πεπερασμένῃ τὸ δοθὲν σημεῖον, μήτε οὕτως ἀφεστάναι τῆς εὐθείας, ὥστε μη‐ δὲν μέρος αὐτῆς ὑποκεῖσθαι τῷ σημείῳ, οὐδὲν ἔτι τοῦ ἀπείρου δεήσεται. ἵν’ οὖν τῇ πεπερασμένῃ χρωμένη ἀνελέγκτως χρήσηται καὶ ἀναμφισβητήτως, εἶναι τὸ
10ἄπειρον ὑποτίθεται τῇ τῆς φαντασίας ἀοριστίᾳ τῆς τοῦ ἀπείρου γενέσεως ὑποβάθρᾳ χρωμένη. Περὶ μὲν οὖν τῆς ὑποθέσεως τοῦ ἀπείρου τοσαῦτα πρὸς τὸ παρὸν ἀρκέσει. μετὰ δὲ ταῦτα χωρῶμεν ἐπὶ τὰς ἐνστάσεις τὰς πρὸς τὴν κατασκευὴν τοῦδε τοῦ
15προβλήματος. εἰλήφθω γάρ, φασίν, εὐθείας οὔσης
[Omitted graphic marker] ἀπείρου τῆς αβ καὶ σημείου
δοθέντος, ἀφ’ οὗ δεῖ τὴν κάθε‐
τον ἀγαγεῖν, τοῦ γ ἐπὶ θάτερα
σημεῖον τὸ δ, καθά φησιν ὁ
20
γεωμέτρης, ἀλλ’ ὁ κύκλος ὁ
τέμνων τὴν αβ εὐθεῖαν κατά τε τὸ α καὶ τὸ β καὶ τὸ ζ θέσιν ἐχέτω τὴν ὑπογεγραμ‐ μένην. πρὸς δὴ τοῦτον τὸν λόγον ἐροῦμεν ὅτι ἀδύ‐
νατα λέγει. τετμήσθω γὰρ δίχα ἡ αβ κατὰ τὸ θ καὶ286
in Euc
.

287

ἐπεζεύχθω ἡ γθ καὶ ἐκβεβλήσθω μέχρι τῆς περιφε‐ ρείας, καὶ ἐπεζεύχθωσαν αἱ γα γβ. ἐπεὶ οὖν αὗται ἐκ κέντρου, καὶ ἡ αθ τῇ θβ ἴση, κοινὴ δὲ ἡ γθ, πάντα ἴσα πᾶσιν. ὀρθὰς ἄρα ποιεῖ πρὸς τῷ θ γωνίας ἡ γθ.
5πάλιν ἐπεὶ ἡ γα γβ ἴσαι, γωνίας ἴσας ποιοῦσι πρὸς τοῖς α καὶ β σημείοις. ἀλλὰ καὶ ἡ γα τῇ γζ ἴση, ὥστε καὶ ἡ ὑπὸ γαζ ἴση τῇ ὑπὸ [γζα, καὶ ἡ γβ τῇ γζ ἴση, ὥστε καὶ ἡ ὑπὸ γζβ ἴση τῇ ὑπὸ] γβζ. ἐπεὶ οὖν αἱ πρὸς τῷ α καὶ β ἴσαι, καὶ ἡ ὑπὸ γζα τῇ ὑπὸ
10γζβ ἴση, καί εἰσιν ἐφεξῆς, ὀρθαὶ ἄρα εἰσίν. ἐστὶν δὲ ὀρθὴ καὶ ἑκατέρα τῶν πρὸς τῷ θ, ἴση ἄρα ἡ γθ τῇ γζ, ἀλλὰ καὶ ἡ γζ τῇ γδ ἴση—ἐκ κέντρου γάρ— ἡ ἄρα γθ τῇ γδ ἴση, ὅπερ ἀδύνατον. οὐκ ἄρα κατ’ ἄλλο σημεῖον ὁ κύκλος τέμνει τὴν αβ εὐθεῖαν. εἰ δὲ
15λέγοι τις ὅτι ὁ γραφόμενος κύκλος κατὰ τὸ ζ διχοτο‐ μείτω τὴν αβ, πάλιν τὸ αὐτὸ δείξομεν ἀδύνατον.
γεγράφθω γὰρ καὶ ἡ ζβ δίχα τετμήσθω κατὰ τὸ θ.287
in Euc
.

288

ἐπεὶ οὖν ἴσαι αἱ αζ ζβ, κοινὴ δὲ ἡ γζ, καὶ βάσις ἡ γα τῇ γβ ἴση, πάντα ἴσα πᾶσιν, ὥστε ὀρθαὶ αἱ πρὸς
[Omitted graphic marker] τῷ ζ γωνίαι. πάλιν ἐπεὶ ἴση ἡ ζθ
τῇ θβ καὶ κοινὴ ἡ γθ, ἐπιζευ‐
5
χθεῖσα δὲ ἡ γζ βάσις ἴση τῇ γβ
—ἐκ κέντρου γάρ—ὀρθαί εἰσιν
αἱ πρὸς τῷ θ γωνίαι. ἴσαι γάρ εἰσι καὶ ἐφεξῆς. ἐπεὶ οὖν ὀρθὴ ἑκατέρα τῶν ὑπὸ γζθ γθζ, ἴση ἐστὶν ἡ γζ τῇ γθ. ἀλλὰ ἡ γζ τῇ γε ἴση—
10ἐκ κέντρου γάρ εἰσιν—ἴση ἄρα ἐστὶν ἡ γθ τῇ γε, ὅπερ ἀδύνατον. λείπεται δὴ τὴν τρίτην ἔνστασιν δι‐ ελθεῖν. τεμνέτω γάρ, φασίν, ὁ γραφόμενος κύκλος τὴν εὐθεῖαν κατά τε τὰ α β καὶ κατὰ τὰ ζ θ σημεῖα.
[Omitted graphic marker] τεμόντες οὖν ἡμεῖς δίχα τὴν
15
αβ κατὰ τὸ κ καὶ ἐπιζεύξαντες
τὰς γα γζ γκ γβ δείξομεν τὸ
ἀδύνατον. ἐπεὶ γὰρ ἴσαι αἱ ακ
κβ καὶ κοινὴ ἡ γκ καὶ αἱ βά‐ σεις αἱ γα γβ ἴσαι [ὀρθαὶ αἱ πρὸς τῷ κ], καὶ αἱ πρὸς
20τοῖς α β γωνίαι ἴσαι. ἀλλὰ ἴση ἑκατέρα [τῶν γα γβ]
τῇ γζ· ὀρθαὶ ἄρα καὶ αἱ πρὸς τῷ ζ—ἴσαι γάρ εἰσιν288
in Euc
.

289

ἐφεξῆς οὖσαι—ἴση ἄρα ἡ γζ τῇ γκ· ὀρθὰς γὰρ ὑποτείνουσιν. ἀλλὰ ἡ γζ ἴση ἐστὶν τῇ γδ—ἐκ κέν‐ τρου γάρ εἰσιν—ἡ ἄρα γδ τῇ γκ ἴση ἐστίν, ὅπερ ἀδύνατον. οὐκ ἄρα δυνατὸν οὔτε καθ’ ἓν σημεῖον
5οὔτε κατὰ δύο ἄλλα τὸν γραφόμενον κύκλον τέμνειν τὴν αβ εὐθεῖαν παρὰ τὰ α β σημεῖα. Αἱ μὲν οὖν ἐνστάσεις αὗται· εἰσὶν δὲ καὶ πτώ‐ σεις τῆς τοῦ προβλήματος κατασκευῆς, ἃς δεῖ χωρίζειν ἀπὸ τῶν ἐνστάσεων. οὐ γὰρ ταὐτὸν πτῶσις καὶ ἔν‐
10στασις, ἀλλ’ ἡ μὲν τὸ αὐτὸ δείκνυσιν ἄλλως, ἡ δὲ εἰς ἀτοπίαν ἐπάγει τὸ ἐνιστάμενον. οἱ δὲ ἐξηγηταὶ μὴ διακρίνοντες ταῦτα ἀπ’ ἀλλήλων, πάντα φέρουσιν εἰς ταὐτὸ καί εἰσιν ἄδηλοι, πότερον πτώσεις ἡμῖν ἢ ἐν‐ στάσεις ἐπαγγέλλονται γράφειν. ἡμεῖς οὖν διελόμενοι
15χωρὶς μετὰ τὰς ἐνστάσεις τὰς πτώσεις συνάγομεν. ἔστω οὖν εὐθεῖα ἄπειρος ἡ [Omitted graphic marker] αβ, τὸ δὲ δοθὲν σημεῖον τὸ γ. λέγει οὖν τις ὅτι οὐκ ἔστιν τόπος ἐπὶ θά‐
20τερα τῆς εὐθείας, ἀλλ’ ἐφ’ ἃ κεῖται τὸ [γ. λαβόντες οὖν ἐπὶ τῆς εὐθείας] σημεῖον τὸ δ κέντρῳ τῷ γ καὶ
διαστήματι τῷ γδ κύκλου περιφέρειαν γράψομεν τὴν289
in Euc
.

290

δεζ καὶ τεμόντες δίχα κατὰ τὸ θ τὴν δζ ἐπιζεύξομεν τὰς γδ γθ γζ· ἐπεὶ οὖν ἴση ἡ δθ τῇ θζ, κοινὴ δὲ ἡ γθ καὶ ἡ γδ τῇ γζ ἴση—ἐκ κέντρου γάρ—, αἱ πρὸς τῷ θ ἄρα γωνίαι ἴσαι εἰσὶν ἐφεξῆς, ὀρθαὶ ἄρα
5εἰσίν· κάθετος ἄρα ἡ γθ ἐπὶ τὴν δζ. καὶ μὴν καὶ
[Omitted graphic marker] εἴ τις λέγοι τὸν γραφόμενον
κύκλον μὴ τέμνειν τὴν αβ
εὐθεῖαν, ἀλλ’ ἐφάπτεσθαι
ὡς τὸν δε, λαβόντες ἐξωτέ‐
10
ρω σημεῖον τὸ ε κέντρῳ τῷ
γ χρώμενοι καὶ διαστήματι τῷ γε ὥσπερ ἐπὶ τοῦ λεχθέντος ἕξομεν τὸ ζητού‐ μενον. Τοσαῦτα καὶ περὶ τῶν τοῦ προβλήματος πτώσεων
15εἰρήσθω γυμνασίας ἕνεκα τῶν ἐντυγχανόντων· εἰ δὲ δεῖ καὶ θεωρίαν προσθεῖναι τοῖς δύο τούτοις προβλή‐ μασιν, ἔοικεν ἡ μὲν πρὸς ὀρθὰς ἀναγομένη μιμεῖσθαι ζωὴν αἰρομένην εἰς ὕψος ἀπὸ τῶν κοιλοτέρων καὶ ἀχράντως ἀνιοῦσαν καὶ μένουσαν ἄκλιτον πρὸς τὰ
20χείρονα, ἡ δὲ κάθετος ζωῆς μὲν εἰκὼν εἶναι κατιούσης τὴν κάθοδον καὶ τῆς κατὰ γένεσιν ἀοριστίας οὐκ ἀνα‐ πιμπλαμένης. ἡ γὰρ ὀρθὴ γωνία τῆς ἀκλινοῦς ἐστι
καὶ τῇ ἰσότητι καὶ τῷ ὅρῳ καὶ τῷ πέρατι συνεχομένης290
in Euc
.

291

ἐνεργείας σύμβολον, ὅθεν δὴ καὶ ὁ Τίμαιος τὸν θατέ‐ ρου κύκλον τὸν τοὺς λόγους ἔχοντα τῶν αἰσθητῶν ἐπὶ τῆς θείας ψυχῆς ὀρθὸν προσείρηκεν. ἐπὶ γὰρ τῶν ἡμετέρων κλᾶται παντοίας κλάσεις καὶ διαστροφὰς
5ὑπομένει ποικίλας ἀπὸ τῆς γενέσεως, ἐπὶ δὲ τῶν ὅλων ἄχραντος καὶ ἀρρεπὴς ἵδρυται πρὸ τῶν αἰσθητῶν. εἰ δὲ καὶ ἡ εὐθεῖα ἡ ἄπειρος σύμβολόν ἐστιν τῆς γενέ‐ σεως ὅλης τῆς ἀπείρως καὶ ἀορίστως κινουμένης καὶ αὐτῆς τῆς ὕλης τῆς μηδένα ὅρον μηδὲ μορφὴν λα‐
10χούσης, τὸ δὲ ἔξω κείμενον σημεῖον τῆς ἀμεροῦς οὐσίας καὶ τῶν ἐνύλων ἐξηρημωμένης εἰκόνα φέροι, πάντως που καὶ ἡ ἀγομένη κάθετος ἀπομιμοῖτο ἂν τὴν ἐκ τοῦ ἑνὸς καὶ ἀμερίστου προϊοῦσαν ζωὴν ἀχράντως εἰς τὴν γένεσιν. εἰ δὲ καὶ οὐκ ἄλλως δείκνυται οὖσα
15ἡ κάθετος ἢ ἀπὸ τῶν κύκλων, ἔχοι ἂν ἔνδειξιν καὶ τοῦτο τῆς διὰ τὸν νοῦν ταῖς ζωαῖς ὑπαρχούσης ἀρ‐ ρεψίας. αὐτὴ μὲν οὖν καθ’ ἑαυτὴν ἡ ζωὴ ἅτε κίνησις οὖσα ἀόριστός ἐστιν, ὁρίζεται δὲ καὶ ἀχράντου πλη‐ ροῦται δυνάμεως νοῦ μετασχοῦσα καὶ νῷ συμπροϊοῦσα.
20Prop. XIII, theor. VI. Ὡς ἂν εὐθεῖα ἐπ’ εὐ‐ θεῖαν σταθεῖσα γωνίας ποι, ἤτοι δύο ὀρθάς,
ἢ δύο ὀρθαῖς ἴσας ποιήσε
ι. Πάλιν ἐπὶ τὰ θεωρήματα μεταβέβηκεν ἑπόμενος
τοῖς διὰ τῶν προβλημάτων δεδειγμένοις. ἐπὶ γὰρ291
in Euc
.

292

ἦκται κάθετος ἐπὶ εὐθεῖαν καὶ πρὸς ὀρθάς, ἑπόμενον ἦν ζητῆσαι, εἰ μὴ κάθετος εἴη, τίνας ποιήσει γωνίας καὶ πῶς ἐχούσας πρὸς τῇ εὐθείᾳ ἡ ἐπ’ αὐτῆς σταθεῖσα. τοῦτο τοίνυν καθόλου δείκνυσιν, ὅτι πᾶσα εὐθεῖα ἐπ’
5εὐθείας τινὸς σταθεῖσα καὶ ποιοῦσα γωνίας ἢ δύο ποιεῖ ὀρθάς, εἰ ἀπαρέγκλιτος αὐτῆς ἡ στάσις εἴη καὶ ἀρρεπὴς ἐφ’ ἑκάτερα, ἢ δύο ὀρθαῖς ἴσας, εἰ τῇ μὲν ἐπικλίνοιτο, τῇ δὲ πλέον ἀφεστήκοι τῆς ὑποκειμένης εὐθείας. ὅσον γὰρ ἀφαιρεῖ τῆς μιᾶς ὀρθῆς κατὰ τὴν
10ἐπὶ θάτερα κλίσιν, τοσοῦτον προστίθησι τῇ λοιπῇ κατὰ τὴν ἀπόστασιν. Δεῖ δὲ ἐφιστάνειν, ὅπως κἀν ταύτῃ τῇ προτάσει τῆς ἀκριβείας ὁ γεωμέτρης ἐφρόντισεν. οὐ γὰρ ἁπλῶς εἶπεν ὅτι πᾶσα εὐθεῖα ἐπ’ εὐθείας στᾶσα ἢ δύο ὀρθὰς
15ποιεῖ ἢ δύο ὀρθαῖς ἴσας, ἀλλὰ ἐὰν γωνίας ποιῇ. τί γάρ, εἰ ἐπ’ ἄκρας ἱσταμένη τῆς εὐθείας μίαν ποιεῖ γωνίαν, ἐνδέχεται ταύτην ἴσην εἶναι δύο ὀρθαῖς; ἀδύνατον δήπου. πᾶσα γὰρ εὐθύγραμμος γωνία δύο ὀρθῶν ἐλάσσων ἐστίν, ὥσπερ πᾶσα στερεὰ τεττάρων
20ὀρθῶν ἐλάσσων. κἂν τὴν ἀμβλυτάτην οὖν δοκοῦσαν εἶναι λαμβάνῃς, αὐξήσεις καὶ ταύτην ὡς οὔπω τὸ μέ‐ τρον ἀπολαβοῦσαν τῶν δύο ὀρθῶν. δεῖ τοίνυν οὕτως ἐφιστάναι τὴν εὐθεῖαν, ὥστε γωνίας ποιεῖν. Τοῦτο μὲν οὖν, ὅπερ ἔφην, τῆς ἐπιστημονικῆς
25ἀκριβείας. τί δὲ βουλόμενος προσέθηκεν τὸ ἢ δύο
ὀρθὰς ποιεῖν ἢ δύο ὀρθαῖς ἴσας; καὶ γάρ, ὅταν292
in Euc
.

293

ποιῇ δύο ὀρθάς, δύο ὀρθαῖς ἴσας ποιεῖ. ἑαυταῖς γὰρ ἴσαι αἱ ὀρθαί. ἦ τὸ μέν ἐστι κοινὸν καὶ τῶν ἴσων (?) γωνιῶν, τὸ δὲ ἴδιον τῶν ἴσων μόνων; εἰώθαμεν δέ, ὅταν μὲν καὶ τὸ ἴδιον ἀληθεύῃ, καὶ τὸ κοινὸν ἀπὸ
5τοῦ ἰδίου σημαίνειν ἕκαστον, ὅταν δὲ ἐκείνου μὴ τυγχάνωμεν, ἀρκεῖσθαι τῷ κοινῷ πρὸς τὴν δήλωσιν τῶν ὑποκειμένων πραγμάτων. τὸ μὲν οὖν ἴσας ὀρ‐ θαῖς εἶναι τὰς ἐφεξῆς κοινόν ἐστι καὶ τῶν ὀρθῶν, ἀλλ’ οὐ μόνων αὐτῶν κατηγορεῖται, τὸ δὲ ὀρθὰς εἶναι
10τῆς ἰσότητος αὐτῶν ἐξαίρετον ὑπάρχει. μόνον δὴ οὖν ῥηθὲν τὸ ἴσας εἶναι δυσὶν ὀρθαῖς τὰς ἀνίσους ση‐ μαίνει· ταύταις γὰρ ἐπαληθεύεται μόνον, ταῖς δὲ ἴσαις οὔ. καὶ τοῦτο καὶ ὁ στοιχειωτὴς ἀντιδιαιρεῖται ταῖς δυσὶν ὀρθαῖς. αὐτὸ γὰρ καθ’ ἑαυτὸ τοῦτο λεγόμενον
15τῶν ἐφ’ ἑκάτερα ἀνίσων ἐστὶν σημαντικόν. ἔξεστί γε μὴν καὶ διὰ τούτων συνορᾶν, ὅπως ἡ ἰσότης καὶ τῆς ἀνισότητός ἐστι μέτρον καὶ ὅρος. εἰ γὰρ καὶ ἀόριστός ἐστι καὶ ἄπειρος ἡ τῆς ἀμβλείας γωνίας καὶ τῆς ὀξείας μείωσίς τε καὶ αὔξησις, ὅμως περαίνεσθαι καὶ ἀφορί‐
20ζεσθαι λέγεται παρὰ τῆς ὀρθῆς. καὶ ἑκατέρα μὲν χω‐ ρὶς ἀφίσταται (?) καὶ ἀφίσταται τῆς πρὸς ἐκείνην ὁμοιότητος, ἀμφότεραι δὲ κατὰ μίαν ἕνωσιν ἐπαν‐ άγονται πρὸς τὸν ὅρον τὸν ἐκείνης. ἐπειδὴ δὲ πρὸς
τὴν ἁπλότητα τῆς ὀρθῆς ἀδυνατοῦσιν ἐξισοῦσθαι,293
in Euc
.

294

διπλασιαζομένης αὐτῆς τὴν ἰσότητα καταδέχονται. παράδειγμα τῆς ἀπειρίας αὐτῶν ἡ δυὰς ἀόριστος οὖσα καθ’ αὑτήν. καὶ τοῦτο ἐναργῆ φέρειν ἔοικεν εἰκόνα τῆς τῶν πρωτουργῶν αἰτίων καὶ καθ’ ἕνα ὅρον ἑστώ‐
5των ἀεὶ ὡσαύτως περὶ τὴν ἀπειρίαν τῆς γενέσεως προόδου. πῶς γὰρ ἄλλως ἡ γένεσις ἡ τοῦ μᾶλλον μετέχουσα καὶ ἧττον καὶ ἀορίστως φερομένη συναρμό‐ ζεται τοῖς νοητοῖς καὶ συνεξισοῦταί πως αὐτοῖς διὰ τῆς μεθέξεως ἢ ταῖς γονίμοις δυνάμεσιν ἐκείνων προ‐
10ϊόντων καὶ ἑαυτὰ πολλαπλασιαζόντων μόνον; τὰ γὰρ ἐν τῇ ἑαυτῶν ἁπλότητι καὶ ἀμερείᾳ παντελῶς ἐξῄρηται τῶν γενητῶν. Τοσαῦτα καὶ ἀπὸ τούτου τοῦ θεωρήματος εἰς τὴν τῶν ὅλων γνῶσιν παραληπτέον.
15Prop. XIIII, theor. VII. Ἐὰν πρός τινι εὐθείᾳ καὶ τῷ πρὸς αὐτῇ σημείῳ δύο εὐθεῖαι ἑξῆς μὴ ἐπὶ τὰ αὐτὰ μέρη τὰς ἐφεξῆς γωνίας δύο ὀρ‐ θαῖς ἴσας ποιῶσιν, ἐπ’ εὐθείας ἔσονται ἀλλή‐
λαις αἱ εὐθεῖα
ι.
20 Τοῦτο τὸ θεώρημα τοῦ ἀποδειχθέντος ἐστὶν ἀντί‐ στροφον. ἕπεται γὰρ ἀεὶ τὰ ἀντίστροφα τοῖς προ‐ ηγουμένοις θεωρήμασιν. ἐκείνου τοίνυν συστήσαντος εὐθεῖαν ἐπ’ εὐθείας καὶ δείξαντος ὅτι τὰς ἐφεξῆς ἢ δύο ὀρθὰς ποιεῖ ἢ δύο ὀρθαῖς ἴσας, τοῦτο λαμβάνει
25μὲν πρὸς εὐθείᾳ τινὶ δύο γιγνομένας ὀρθάς, δείκνυσι294
in Euc
.

295

δὲ ὅτι μία ἐστὶν εὐθεῖα ἡ ταῦτα ποιοῦσα πρὸς τῇ εἰρημένῃ εὐθείᾳ. τὸ τοίνυν ἐν ἐκείνῳ δεδομένον ἐν τούτῳ ζητεῖται καὶ δείκνυται διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. οὕτω γὰρ φιλεῖ τὰ ἀντίστροφα δείκνυσθαι
5τῶν θεωρημάτων. ἐν δέ γε τοῖς προβλήμασι καὶ προ‐ ηγουμένας ἐπιδέχεται κατασκευάς.
Ἔξεστι δὲ κἀν τούτῳ τὴν ἀκροτάτην ἀκρίβειαν καὶ ἀνυπέρβλητον τῆς ἐπιστημονικῆς ἑρμηνείας ὁρᾶν. πρῶτον μὲν γὰρ εἰπὼν Ἐὰν πρός τινι εὐθείᾳ
10προστίθησιν καὶ τῷ πρὸς αὐτῇ σημείῳ. τί γάρ, εἰ δύο περάτων ὄντων τῆς εὐθείας ἡ μὲν ἀπὸ τοῦ ἑτέρου ἤχθη, ἡ δὲ ἀπὸ τοῦ λοιποῦ, καὶ δύο ἐποίουν ὀρθαῖς ἴσας τὰς πρὸς τῇ εὐθείᾳ γωνίας; ἆρα διὰ τοῦτο ἐπ’ εὐθείας εἶναι ἠδύναντο; καὶ πῶς αἱ ἀπὸ διαφόρων
15τῆς αὐτῆς εὐθείας ἠγμέναι σημείων; διὰ δὴ τοῦτο προσέθηκεν τὸ καὶ τῷ πρὸς αὐτῇ σημείῳ ἀμφοτέ‐ ρας πρὸς ἑνὶ σημείῳ κεῖσθαι βουλόμενος. δεύτερον δέ, ἐπειδὴ καὶ πρὸς τῷ αὐτῷ τῆς εὐθείας εἶναι σημείῳ τὰς ἀγομένας δυνατὸν ἦν καὶ μὴ εἶναι ἐφεξῆς—μυ‐
20ρίας γὰρ εὐθείας πρὸς ἑνὶ σημείῳ λαβεῖν ἐνδέχεται —προσέθηκεν τὸ δύο εὐθεῖαι ἑξῆς. τρίτον δέ, ἐπεὶ τὸ ἑξῆς καὶ ἐπὶ τὰ αὐτὰ μέρη καὶ ἐφ’ ἑκάτερα θεωρεῖται, τὰς δὲ ἐπὶ τὰ αὐτὰ μέρη κειμένας ἑξῆς ἐπ’ εὐθείας ἀλλήλαις ἀδύνατον εἶναι, τοῦτο μὲν ἀπ‐
25έφησεν, παρέσχεν δὲ ἡμῖν ἐννοεῖν ὅτι ἐφ’ ἑκάτερα ληπτέον τῇ θέσει τὰς ἐφεξῆς. αὗται γὰρ δυνήσονται
καὶ ἐπ’ εὐθείας δείκνυσθαι. ἔστωσαν πρὸς τῇ αβ295
in Euc
.

296

εὐθείᾳ δύο εὐθεῖαι ἐπὶ τὰ αὐτὰ μέρη αἱ βγ βδ. αὗται τοίνυν ἑξῆς μέν εἰσιν ἀλλήλαις· ἄλλη γὰρ
[Omitted graphic marker] αὐτῶν οὐκ ἔστιν εὐθεῖα μεταξύ.
ταῦτα δὲ ἦν ἐφεξῆς, ὧν μηδέν ἐστιν
5ὅμοιον μεταξύ. καὶ γὰρ κίονας τού‐ τους ἐφεξῆς λέγομεν, ὧν μή ἐστιν ἄλλη κίων ἐν μέσῳ· καίτοι γε ἀήρ ἐστι πάντως μέσος, ἀλλ’ οὐδὲν ὁμο‐ γενὲς μεταξύ. διὰ δὴ οὖν τὸ ἐπὶ τὰ
10
αὐτὰ μέρη κεῖσθαι τὸ ἐπ’ εὐθείας
οὐκ ἔχουσιν, εἰ καὶ δύο ποιοῦσι γω‐ νίας ὀρθαῖς ἴσας τὰς πρὸς τῇ αβ γωνίας. κωλύει γὰρ οὐδὲν μιᾶς μὲν εἶναι καὶ τρίτου τὴν ὑπὸ αβδ, τοῦ δὲ λοιποῦ διμοίρου τὴν ὑπὸ αβγ.
15 Τοσαῦτα περὶ τῆς προτάσεως· ἐν δὲ τῇ κατα‐ σκευῇ χρῆται ἑνὶ αἰτήματι τῷ δευτέρῳ τῷ πᾶσαν εὐθεῖαν πεπερασμένην ἐπ’ εὐθείας ἐκβάλλειν αἰτου‐ μένῳ, καθάπερ ἐν τῇ ἀποδείξει τῷ πρὸ τούτου θεω‐ ρήματι, καὶ δυσὶν ἀξιώμασι, τῷ τε τὰ τῷ αὐτῷ ἴσα
20[καὶ ἀλλήλοις ἴσα] καὶ τῷ ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ τὰ λοιπὰ εἶναι ἴσα, πρὸς δὲ τὴν τοῦ ἀδυνάτου συν‐ αγωγήν, ὅτι τὸ ὅλον τοῦ μέρους μεῖζόν ἐστιν. ἦν δὲ καὶ ἴσον μιᾶς τῆς κοινῆς γωνίας ἀφῃρημένης, ὅπερ
ἐστὶν ἀδύνατον.296
in Euc
.

297

Ὅτι δὲ ἄρα δυνατὸν πρὸς τῇ αὐτῇ εὐθείᾳ καὶ τῷ πρὸς αὐτῇ σημείῳ δύο εὐθείας ἑξῆς κειμένας ἐπὶ τὰ αὐτὰ μέντοι μέρη δύο ποιεῖν ὀρθαῖς ἴσας τὰς πρὸς τῇ μιᾷ εὐθείᾳ γωνίας, δείξομεν οὕτως, ὥσπερ Πορ‐
5φύριος. ἔστω τις εὐθεῖα [Omitted graphic marker] αβ καὶ σημεῖον τὸ τυ‐ χὸν ἐπ’ αὐτῆς τὸ γ, καὶ τῇ αβ ἤχθω πρὸς ὀρθὰς ἡ γδ, καὶ τετμήσθω δίχα ἡ
10ὑπὸ δγβ τῇ γε, καὶ ἀπὸ τοῦ ε κάθετος ἡ εβ, καὶ ἐκβεβλήσθω ἡ εβ, καὶ κεί‐ σθω τῇ εβ ἴση ἡ βζ, καὶ ἐπεζεύχθω ἡ γζ. ἐπεὶ οὖν ἴση ἡ εβ τῇ βζ, κοινὴ δὲ ἡ βγ καὶ γωνίας ἴσας περι‐
15έχουσιν—ὀρθαὶ γάρ εἰσιν—, βάσις ἄρα ἡ εγ βάσει τῇ γζ ἴση καὶ πάντα δὴ πᾶσιν. ἡ ἄρα ὑπὸ εγβ γωνία ἴση τῇ ὑπὸ ζγβ· ἡμίσεια δὲ ὀρθῆς ἡ ὑπὸ εγβ— δίχα γὰρ τέτμηται ὀρθὴ τῇ εγ—ἡμίσεια ἄρα ὀρθῆς ἐστιν ἡ ὑπὸ ζγβ· μιᾶς ἄρα καὶ ἡμισείας ὀρθῆς ἐστιν
20ἡ ὑπὸ δγζ· ἐστὶν δὲ καὶ ἡ ὑπὸ δγε ἡμίσεια ὀρθῆς·
πρὸς τῇ γδ ἄρα εὐθείᾳ καὶ τῷ πρὸς αὐτῇ σημείῳ τῷ297
in Euc
.

298

γ δύο εὐθεῖαι ἑξῆς κεῖνται ἐπὶ τὰ αὐτὰ μέρη αἱ γε γζ ποιοῦσαι δύο ὀρθαῖς ἴσας γωνίας, ἡμίσειαν μὲν ἡ γε, μίαν δὲ καὶ ἡμίσειαν ἡ γζ. ἵν’ οὖν μὴ ζητῶμεν ἀδύνατα, πῶς αἱ γε γζ, ποιοῦσαι τὰς πρὸς τῇ δγ
5γωνίας δύο ὀρθαῖς ἴσας, ἀλλήλαις εἰσὶν ἐπ’ εὐθείας, προσέθηκεν ὁ γεωμέτρης τὸ μὴ ἐπὶ τὰ αὐτὰ μέρη. δεῖ τοίνυν ἐφ’ ἑκάτερα τῆς εὐθείας κεῖσθαι τὰς ποι‐ ούσας πρὸς αὐτὴν δυσὶν ὀρθαῖς ἴσας τὰς γωνίας, ἀφ’ ἑνὸς μὲν ὡρμημένας σημείου, φερομένας δὲ τὴν
10μὲν ἐπὶ τάδε τὴν δὲ ἐπ’ ἐκεῖνα τῆς εὐθείας. Prop. XV, theor. VIII. Ἐὰν δύο εὐθεῖαι τέμνω‐ σιν ἀλλήλας τὰς κατὰ κορυφὴν γωνίας ἴσας
ἀλλήλαις ποιοῦσ
ι. Τὰς ἐφεξῆς γωνίας τῶν κατὰ κορυφὴν διαφέρειν
15φαμέν· τῶν μὲν γὰρ ἡ γένεσις κατὰ τὴν τομὴν γίνεται τῶν δύο εὐθειῶν, τῶν δὲ τῆς ἑτέρας μόνον περὶ τὴν ἑτέραν διαιρουμένης. ἐὰν γὰρ ᾖ εὐθεῖα αὐτὴ μὲν ἄτμη‐ τος, τέμνουσα δὲ τῷ ἑαυτῆς πέρατι ἐκείνην δύο ποιῇ γωνίας, ταύτας καλοῦμεν ἐφεξῆς, ἐὰν δὲ ὑπ’ ἀλλήλων
20τμηθῶσι δύο εὐθεῖαι κατὰ κορυφὴν ἀποτελοῦνται γω‐ νίαι. καλοῦνται δὲ οὕτως, ὅτι τὰς κορυφὰς εἰς ταὐτὸ συμβαλλούσας ἔχουσι σημεῖον. κορυφαὶ δὲ αὐτῶν τὰ σημεῖα, πρὸς ἃ συναγόμενα τὰ ἐπίπεδα τὰς γω‐
νίας ποιεῖ.298
in Euc
.

299

Τοῦτο τοίνυν τὸ θεώρημα δείκνυσιν, ὅτι δύο εὐθειῶν ἀλλήλας τεμνουσῶν αἱ κατὰ κορυφὴν γωνίαι ἴσαι εἰσίν, εὑρημένον μὲν, ὡς φησὶν Εὔδημος ὑπὸ Θαλοῦ πρώτου, τῆς δὲ ἐπιστημονικῆς ἀποδείξεως
5ἠξιωμένον παρὰ τῷ στοιχειωτῇ. δείκνυται δὲ οὐκ ἐκ πάντων τῶν κεφαλαίων. ἡ μὲν γὰρ κατασκευὴ ἐκλέ‐ λοιπεν ἐνταῦθα, ἡ δὲ ἀπόδειξις, ἣν πάντως ἀναγκαῖον ὑπάρχειν, ἤρτηται τοῦ τρισκαιδεκάτου θεωρήματος, προσχρῆται δὲ καὶ ἀξιώμασι δυοῖν, ὧν τὸ μέν ἐστι τὰ
10τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα, τὸ δὲ ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ τὰ λοιπὰ ἴσα ἐστίν. Ἀλλὰ τὸ μὲν Εὐκλείδιον θεώρημα φανερόν· ἀντιστρέφει δὲ τῷ θεωρήματι ἄλλο τοιοῦτον· ἐὰν πρός τινι εὐθείᾳ εὐθεῖαι μὴ ἐπὶ τὰ αὐτὰ μέρη ληφθεῖσαι
15ποιῶσι τὰς κατὰ κορυφὴν γωνίας ἴσας, ἐπ’ εὐθείας ἔσονται ἀλλήλαις. αἱ εὐθεῖαι. ἔστω γάρ τις εὐθεῖα ἡ αβ καὶ ἐπ’ αὐτῆς τυχὸν σημεῖον [Omitted graphic marker] τὸ γ, καὶ πρὸς τῷ γ δύο εὐθεῖαι αἱ γδ γε μὴ ἐπὶ τὰ αὐτὰ μέρη
20εἰλήφθωσαν ἴσας ποιοῦσαι τὰς ὑπὸ αγδ βγε γωνίας· λέγω ὅτι ἐπ’ εὐθείας εἰσὶν αἱ γδ γε. ἐπεὶ γὰρ ἡ γδ ἐπὶ τὴν αβ ἐφέστηκεν, δύο ὀρθαῖς ἴσας
ποιεῖ τὰς ὑπὸ δγα δγβ· ἀλλ’ ἡ ὑπὸ δγα ἴση ἐστὶν299
in Euc
.

300

τῇ ὑπὸ βγε· αἱ ἄρα ὑπὸ δγβ βγε δύο ὀρθαῖς ἴσαι εἰσίν. ἐπεὶ οὖν πρός τινι εὐθείᾳ τῇ βγ δύο εὐθεῖαι ἑξῆς αἱ γδ γε οὐκ ἐπὶ τὰ αὐτὰ μέρη τὰς ἐφεξῆς γω‐ νίας δύο ὀρθαῖς ἴσας ποιοῦσιν, ἐπ’ εὐθείας εἰσὶν ἀλ‐
5λήλαις αἱ γδ γε. δέδεικται οὖν τὸ ἀντίστροφον τῷ προκειμένῳ θεωρήματι· ἔοικεν δὲ ὁ γεωμέτρης αὐτὸ παραλιπεῖν ὡς ῥᾴδιον κατὰ τὴν αὐτὴν ἔφοδον διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεικνύναι καὶ τοῦτο, καθ’ ἣν τὸ πρὸ αὐτοῦ δεδείχαμεν. τῶν γὰρ αὐτῶν ὑπο‐
10κειμένων λέγω, ὅτι ἐπ’ εὐθείας ἐστὶν ἡ γδ τῇ γε. εἰ γὰρ μή ἐστιν, εἰλήφθω τῇ γδ ἐπ’ εὐθείας ἡ γζ. ἐπεὶ
[Omitted graphic marker] οὖν δύο εὐθεῖαι τέμνουσιν ἀλλή‐
λας αἱ αβ δζ τὰς κατὰ κορυφὴν
γωνίας ποιοῦσιν ἴσας· ἴσαι ἄρα
15
εἰσὶν αἱ ὑπὸ αγδ βγζ· ἀλλ’ ἦσαν
ἴσαι καὶ αἱ ὑπὸ αγδ βγε· ἡ ἄρα
ὑπὸ βγε ἴση τῇ ὑπὸ βγζ, ἡ μεί‐
ζων τῇ ἐλάσσονι, ὅπερ ἀδύνατον· οὐκ ἄρα ἄλλη τίς ἐστιν εὐθεῖα τῇ γδ ἐπ’ εὐθείας, αἱ
20ἄρα γδ γε ἐπ’ εὐθείας εἰσὶ τῶν κατὰ κορυφὴν γω‐ νιῶν ἴσων ὑποκειμένων. τῆς οὖν αὐτῆς ἀποδείξεως οὔσης, ἥτις καὶ ἐπὶ τοῦ τεσσαρεσκαιδεκάτου θεωρή‐ ματος προσείληπτο, πῶς οὐ περίεργον ἦν καὶ ταύτην
ἐπάγειν τὴν ἀντιστροφήν; γυμνασίας δὲ ἕνεκα καὶ διὰ300
in Euc
.

301

τῆς εἰς ἀδύνατον ἀπαγωγῆς αὐτὸ καὶ διὰ τῆς δεικτι‐ κῆς ἐφόδου κατεσκευάσαμεν. Ἔοικεν δὲ τοῦτο τὸ πεντεκαιδέκατον θεώρημα τῇ ὁμοιομερείᾳ τῶν εὐθειῶν καὶ τῇ ἐπ’ ἄκρον τάσει θαρ‐
5ρεῖν, διότι τὰς οὕτως ἐχούσας γραμμὰς καὶ φερομένας δι’ ἀλλήλων ἀναγκαῖον ὁμοίας ἔχειν τὰς κλίσεις πρὸς ἀλλήλας ἐφ’ ἑκάτερα καὶ τὰς αὐτάς. αἱ γοῦν περιφέ‐ ρειαι καὶ ὅλως αἱ μὴ εὐθεῖαι τέμνουσαι ἀλλήλας τὰς κατὰ κορυφὴν γωνίας οὐ ποιοῦσιν ἐξ ἀνάγκης ἴσας,
10ἀλλὰ ποτὲ μὲν ἴσας, ποτὲ δὲ ἀνίσους. ἐὰν γὰρ δύο ἴσοι κύκλοι διὰ τῶν κέντρων τέμνωσιν ἀλλήλους ἢ καὶ μὴ διὰ τῶν κέντρων, τὰς μηνοειδεῖς γωνίας ἴσας ποιοῦσι κατὰ κορυφὴν οὔσας, ἀλλ’ οὐκέτι τὰς λοιπάς, τήν τε ἀμφίκυρτον καὶ τὴν ἀμφίκοιλον, ἀλλὰ μείζω
15τὴν ἑτέραν. ἐπὶ δὲ τῶν εὐθειῶν ἡ ἐπ’ ἄκρον τάσις ἴσην τῶν τῆς ἑτέρας τμημάτων πρὸς τὰ τῆς ἑτέρας τμήματα ποιεῖ τὴν ἀπόστασιν. Porisma. Ἐκ δὴ τούτου φανερὸν ὅτι, ἐὰν δύο εὐθεῖαι τέμνωσιν ἀλλήλας, τὰς τέτταρας γω‐
20 νίας τέτταρσιν ὀρθαῖς ἴσας ποιοῦσιν. Ἕν τι τῶν γεωμετρικῶν ἐστιν ὀνομάτων τὸ πό‐ ρισμα. τοῦτο δὲ σημαίνει διττόν· καλοῦσι γὰρ πορί‐ σματα καὶ ὅσα θεωρήματα συγκατασκευάζεται ταῖς ἄλλων ἀποδείξεσιν, οἷον ἕρμαια καὶ κέρδη τῶν ζητούν‐
25των ὑπάρχοντα, καὶ ὅσα ζητεῖται μέν, εὑρέσεως δὲ
χρῄζει καὶ οὔτε γενέσεως μόνης οὔτε θεωρίας ἁπλῆς.301
in Euc
.

302

ὅτι μὲν γὰρ τῶν ἰσοσκελῶν αἱ πρὸς τῇ βάσει ἴσαι θεωρῆσαι δεῖ, καὶ ὄντων δὴ τῶν πραγμάτων ἐστὶν ἡ τοιαύτη γνῶσις. τὴν δὲ γωνίαν δίχα τεμεῖν ἢ τρίγω‐ νον συστήσασθαι ἢ ἀφελεῖν ἢ θέσθαι, ταῦτα πάντα
5ποίησίν τινος ἀπαιτεῖ, τοῦ δὲ δοθέντος κύκλου τὸ κέντρον εὑρεῖν, ἢ δύο δοθέντων συμμέτρων μεγεθῶν τὸ μέγιστον καὶ κοινὸν μέτρον εὑρεῖν, ἢ ὅσα τοιάδε, μεταξύ πώς ἐστι προβλημάτων καὶ θεωρημάτων. οὔτε γὰρ γενέσεις εἰσὶν ἐν τούτοις τῶν ζητουμένων, ἀλλ’
10εὑρέσεις, οὔτε θεωρία ψιλή. δεῖ γὰρ ὑπ’ ὄψιν ἀγα‐ γεῖν καὶ πρὸ ὀμμάτων ποιήσασθαι τὸ ζητούμενον. τοι‐ αῦτα ἄρα ἐστὶν καὶ ὅσα Εὐκλείδης πορίσματα γέ‐ γραφε, γ βιβλία πορισμάτων συντάξας. Ἀλλὰ περὶ μὲν τῶν τοιούτων πορισμάτων παρ‐
15είσθω λέγειν, τὰ δὲ ἐν τῇ στοιχειώσει πορίσματα συν‐ αναφαίνεται μὲν ταῖς ἄλλων ἀποδείξεσιν, αὐτὰ δὲ προηγουμένης οὐ τυγχάνει ζητήσεως· οἷον καὶ τὸ νῦν προκείμενον. ἐζητεῖτο μὲν γάρ, εἰ δύο εὐθειῶν τεμνου‐ σῶν ἀλλήλας αἱ κατὰ κορυφὴν γωνίαι ἴσαι εἰσί. τούτῳ
20δὲ δεικνυμένῳ συναποδέδεικται τὸ καὶ τὰς τέτταρας γωνίας εἶναι τέτρασιν ὀρθαῖς ἴσας. ὅτε γὰρ ἐλέγομεν·
[Omitted graphic marker] ἔστωσαν εὐθεῖαι δύο αἱ αβ γδ
τέμνουσαι ἀλλήλας κατὰ τὸ ε
σημεῖον· ἐπεὶ οὖν ἡ αε ἐπὶ
25τὴν γδ ἐφέστηκεν, ποιεῖ τὰς
ἐφεξῆς δυσὶν ὀρθαῖς ἴσας,302
in Euc
.

303

καὶ πάλιν ἐπεὶ ἡ βε ἐπὶ τὴν γδ ἐφέστηκεν, ποιεῖ τὰς ἐφεξῆς δυσὶν ὀρθαῖς ἴσας· τότε συναπεδείκνυμεν τῷ ζητουμένῳ ὅτι αἱ περὶ τὸ ε σημεῖον γωνίαι τέτταρσιν ὀρθαῖς ἴσαι εἰσίν.
5 Ἐστὶν οὖν τὸ πόρισμα θεώρημα διὰ τῆς ἄλλου προβλήματος ἢ θεωρήματος ἀποδείξεως ἀπραγματεύ‐ τως ἀναφαινόμενον. οἷον γὰρ κατὰ τύχην περιπίπτειν ἐοίκαμεν τοῖς πορίσμασιν· οὐ γὰρ προθεμένοις οὐδὲ ζητήσασιν ἀπαντᾷ, ὅθεν αὐτὰ καὶ τοῖς ἑρμαίοις εἰκά‐
10σαμεν. καὶ ἴσως οἱ δεινοὶ τὰ μαθήματα κατ’ αὐτὴν αὐτοῖς ἔθεντο τὴν ἐπωνυμίαν ἐνδεικνύμενοι τοῖς πολ‐ λοῖς καὶ περὶ τὸ φαινόμενον κέρδος ἐπτοημένοις ὅτι ἄρα τὰ ἀληθῆ τοῦ θεοῦ δῶρα καὶ τὰ ἕρμαια ταῦτά ἐστιν, οὐχ οἷα ἐκείνοις δοκεῖ. ταῦτα γὰρ ὁ ἐν ἡμῖν
15πόρος ἀπογεννᾷ καὶ ἡ γόνιμος δύναμις τῆς ἐπιστήμης προσβάλλει ταῖς προηγουμέναις ζητήσεσιν εὐπορίας ἀφθόνους θεωρημάτων ἀναφαίνουσα. Τὴν μὲν οὖν ἰδιότητα τῶν πορισμάτων τοιαύτην εἶναι λεκτέον. διαιρετέον δὲ αὐτὰ πρῶτον μὲν κατὰ
20τὰς ἐπιστήμας—ἐστὶ γὰρ τὰ μὲν γεωμετρικὰ τὰ δὲ ἀριθμητικὰ τῶν πορισμάτων. τὸ μὲν γὰρ προκείμενον πόρισμα γεωμετρικόν ἐστι, τὸ δὲ ἐπὶ τέλει τοῦ δευτέ‐ ρου θεωρήματος τοῦ ζ βιβλίου τῶν ἀριθμητικῶν—
ἔπειτα δὲ κατὰ τὰ προηγουμένα ζητήματα—τὰ μὲν303
in Euc
.

304

γὰρ προβλήμασιν ἕπεται, τὰ δὲ θεωρήμασι· τοῦτο μὲν γὰρ θεωρήματός ἐστι, τὸ δὲ ἐν τῷ δευτέρῳ βιβλίῳ κείμενον προβλήματος—τρίτον δὲ αὖ κατὰ τὰς δεί‐ ξεις—τὰ μὲν γὰρ ταῖς δεικτικαῖς ἐφόδοις, τὰ δὲ
5ταῖς εἰς ἀδύνατον ἀπαγωγαῖς συγκατασκευάζεται· τὸ μὲν προκείμενον τῇ ἐπ’ εὐθείᾳ δείξει, τὸ δὲ τῷ πρώτῳ τοῦ τρίτου βιβλίου συναποδεδειγμένον τῇ εἰς ἀδύνα‐ τον ἀπαγωγῇ συνανεφάνη. πολλαχῶς δὲ καὶ ἄλλως τὰ πορίσματα διαιρεῖν δυνατόν· ἀλλ’ ἡμῖν γε ἀρκέσει
10καὶ ταῦτα πρὸς τὸ παρόν. Τοῦτο δὲ τὸ πόρισμα, περὶ οὗ πρόκειται λέγειν, διδάσκον ἡμᾶς ὅτι ὁ περὶ ἓν σημεῖον τόπος εἰς τέτρα‐ σιν ὀρθαῖς ἴσας γωνίας διανέμεται, παρέσχεν ἀφορ‐ μὴν κἀκείνῳ τῷ παραδόξῳ θεωρήματι τῷ δεικνύντι
15μόνα τρία ταῦτα πολύγωνα πληροῦν δυνάμενα τὸν περὶ ἓν σημεῖον ὅλον τόπον, τὸ ἰσόπλευρον τρίγωνον καὶ τὸ τετράγωνον καὶ τὸ ἑξάγωνον τὸ ἰσόπλευρον καὶ ἰσογώνιον. ἀλλὰ τὸ μὲν ἰσόπλευρον τρίγωνον ἑξάκις παραληφθέν—ἓξ γὰρ δίμοιρα ποιήσει τὰς
20τέσσαρας ὀρθάς—τὸ δὲ ἑξάγωνον τρὶς γενόμενον— ἑκάστη γὰρ ἑξαγωνικὴ γωνία ἴση ἐστὶ μιᾷ ὀρθῇ καὶ τρίτῳ—τὸ δὲ τετράγωνον τετράκις—ἑκάστη γὰρ τετραγωνικὴ γωνία ὀρθή ἐστιν. ἓξ οὖν ἰσόπλευρα τρί‐ γωνα συννεύσαντα κατὰ τὰς γωνίας τὰς τέσσαρας ὀρ‐
25θὰς συμπληροῖ καὶ τρία ἑξάγωνα καὶ τετράγωνα τέσ‐ σαρα. καὶ ἕκαστον δὲ τῶν ἄλλων πολυγώνων ὁπωσοῦν
ἐπισυντιθέμενον κατὰ τὰς γωνίας ἢ ἐλλείπει τῶν τεσ‐304
in Euc
.

305

σάρων ὀρθῶν ἢ πλεονάζει· μόνα δὲ ταῦτα κατὰ τοὺς εἰρημένους ἀριθμοὺς ἐξισοῦται ταῖς τέτρασιν ὀρθαῖς. καί ἐστι τὸ θεώρημα τοῦτο Πυθαγόρειον. Διὰ τοῦτο δὲ τὸ πόρισμα κἂν πλείους εὐθεῖαι
5τῶν δυεῖν δι’ ἑνὸς σημείου τέμνωσιν ἀλλήλας, οἷον τρεῖς ἢ τέτταρες ἢ ὁποσαιοῦν, αἱ γινόμεναι γωνίαι πᾶσαι τέτρασιν ὀρθαῖς ἴσαι δείκνυνται· μερίζονται γὰρ τὸν τεσσάρων τόπον. δῆλον δὲ ὅτι διπλασίους ἀεὶ γενήσονται τῶν εὐθειῶν αἱ γωνίαι· καὶ οὕτω δύο
10μὲν εὐθειῶν τεμνουσῶν ἀλλήλας ἔσονται γωνίαι τέσ‐ σαρες ἴσαι τέτρασιν ὀρθαῖς, τριῶν δὲ ἓξ γωνίαι, τεσ‐ σάρων δὲ ὀκτώ· καὶ ἐπ’ ἄπειρον ὁμοίως. ἀεὶ γὰρ διπλασιάζεται μὲν τὸ πλῆθος τῶν εὐθειῶν. αἱ δὲ γω‐ νίαι κατὰ μὲν τὸ πλῆθος αὔξονται, κατὰ δὲ τὸ μέγε‐
15θος ἐλασσοῦνται, διότι τὸ διαιρούμενον ἀεὶ ταὐτόν ἐστιν, αἱ τέσσαρες ὀρθαί. Prop. XVI, theor. VIIII. Παντὸς τριγώνου μιᾶς πλευρᾶς προσεκβληθείσης ἡ ἐκτὸς τοῦ τριγώ‐ νου γωνία ἑκατέρας τῶν ἐντὸς καὶ ἀπεναντίον
20
μείζων ἐστί
ν. Ταύτην τὴν πρότασιν οἱ μὲν ἐλλειπῶς προενεγκά‐ μενοι χωρὶς τοῦ μιᾶς πλευρᾶς προσεκβληθείσης ἀφορμὴν παρέσχον ἴσως μὲν καὶ ἄλλοις τισίν, αὐτὰρ καὶ Φιλίππῳ, καθάπερ φησὶν ὁ μηχανικὸς Ἥρων,
25διαβολῆς. οὐ γὰρ πάντως, ᾗ τρίγωνόν ἐστιν, καὶ ἐκτὸς
ἔχει γωνίαν. ὅσοι δὲ περιγράφειν τὴν αἰτίασιν ταύ‐305
in Euc
.

306

την ἠθέλησαν, μετὰ τῆς ἐκκειμένης προσθήκης ταύ‐ την παραδεδώκασιν συνήθους οὔσης τῷ γεωμέτρῃ. καὶ γὰρ ἐν τῷ πέμπτῳ θεωρήματι τὰς ὑπὸ τὴν βάσιν τῶν ἰσοσκελῶν γωνίας ἴσας ἀποδεῖξαι βουλόμενος
5προσέθηκεν ὅτι καὶ προσεκβληθεισῶν ἴσων εὐθειῶν αἱ ὑπὸ τὴν βάσιν γωνίαι ἴσαι εἰσίν. καὶ εἰ παρ’ ἄλ‐ λοις οὖν ἐλλειπὴς ἦν, ἀλλὰ παρὰ τῷ στοιχειωτῇ τὸ πλῆρες ἔχουσα γέγραπται. Τί δ’ οὖν φησιν ἡ πρότασις ὅτι παντὸς τριγώνου
10εἰ μίαν τινὰ τῶν πλευρῶν προσεκβάλοις τὴν ἐκτὸς αὐτοῦ συνισταμένην γωνίαν εὑρήσεις μείζονα τῶν ἐν‐ τὸς καὶ ἀπεναντίον ἑκατέρας; ἀμφοτέραις μὲν γὰρ ἴση δειχθήσεται μικρὸν ὕστερον, ἑκατέρας δὲ μείζων ἐκ τούτου δείκνυται. καὶ ἀναγκαίως πρὸς τὰς ἀπεναν‐
15τίον αὐτὴν συνέκρινεν ἀλλ’ οὐ πρὸς τὴν ἐφεξῆς. αὕτη μὲν γὰρ καὶ ἴση δύναται εἶναι καὶ ἐλάσσων αὐτῆς, ἐκείνων δὲ ἑκατέρας μείζων [ἡ ἐκτὸς] ἐκ παν‐ τός. ἐὰν γοῦν ὀρθογώνιον ᾖ τὸ τρίγωνον καὶ νοήσῃς ἐκβαλλομένην μίαν τῶν περὶ τὴν ὀρθήν, ἡ ἐκτὸς ἴση
20ἔσται τῇ ἐφεξῆς· ἐὰν δὲ ἀμβλυγώνιον ᾖ, ἔσται δυνα‐ τὸν τὴν ἐντὸς μείζονα εἶναι τῆς ἐκτός. ἀλλὰ πρὸς τὰς ἀπεναντίον—τῶν γὰρ ἐντὸς τοῦ τριγώνου μία μέν ἐστιν ἡ ἐφεξῆς αὐτῇ, δύο δὲ ἀπεναντίον—τούτων οὖν ἑκατέρας μείζων ἡ ἐκτός, ἀλλ’ οὐ τῆς ἐφεξῆς αὐτῇ
25κειμένης.306
in Euc
.

307

Ἤδη δέ τινες συνάπτοντες τὰ δύο θεωρήματα τοῦτό τε καὶ τὸ ἑξῆς ἀποδεικνύμενον οὕτω προφέρον‐ ται τὴν πρότασιν· Παντὸς τριγώνου μιᾶς πλευ‐ ρᾶς προσεκβληθείσης ἡ ἐκτὸς τοῦ τριγώνου
5γωνία ἑκατέρας τῶν ἐντὸς καὶ ἀπεναντίον μείζων ἐστ, καὶ δύο ὁποιαιοῦν τῶν ἐντὸς γω‐ νιῶν δύο ὀρθῶν ἐλάσσονές εἰσιν. ἔχουσι δὲ ἀφορμὴν τῆς συμπλοκῆς τῶν θεωρημάτων, ἐπειδὴ καὶ αὐτὸς ὁ γεωμέτρης ἑξῆς ἐπὶ τῶν ἴσων οὕτως ἐποίησε·
10Παντὸς τριγώνου ἡ ἐκτὸς γωνία δύο ταῖς ἐν‐ τὸς καὶ ἀπεναντίον ἴση, καὶ αἱ τρεῖς τοῦ τρι‐ γώνου γωνίαι δύο ὀρθαῖς εἰσιν ἴσαι. κἀνταῦθα τοίνυν ἀξιοῦσιν ἐν τοῖς ὁμοίοις συμπλέκειν τὰ ζητού‐ μενα καὶ ποιεῖν τὴν πρότασιν σύνθετον. καὶ δῆλον
15ὅτι τὸ μὲν προκείμενον εἰς ἀπόδειξιν ἔσται σύνθετον, τὸ δὲ δεδομένον, εἰ μὲν μετὰ τῆς εἰρημένης προσθή‐ κης ἐκφέροιτο, καὶ αὐτὸ σύνθετον—δεῖ γὰρ δύο νοεῖν, τρίγωνον ὑποκείμενον καὶ μίαν πλευρὰν ἐκ‐ βεβλημένην—εἰ δὲ ἄνευ ταύτης [?], δυνάμει μὲν
20σύνθετον, κατ’ ἐνέργειαν δὲ ἁπλοῦν. πάντως γάρ, κἂν μὴ προσκέηται, δεῖ συμπαραλαμβάνειν καὶ τοῦτο ὡς δεδομένον. αὐτῷ γὰρ τῷ τὴν ἐκτὸς ὑποθέσθαι γωνίαν ὡς οὖσαν τὴν πλευρὰν ὡς ἐκβεβλημένην παρείληφεν.
25Τοσαῦτα περὶ τούτων· λάβοιμεν δ’ ἂν ἀπὸ τοῦ
προκειμένου θεωρήματος ὅτι ἀπὸ τοῦ αὐτοῦ σημείου307
in Euc
.

308

τρεῖς εὐθείας ἴσας ἐπὶ τὴν αὐτὴν εὐθεῖαν προσπίπτειν ἀδύνατον. ἔστωσαν γὰρ ἀπὸ τοῦ ἑνὸς σημείου τρεῖς
[Omitted graphic marker] αἱ αβ αγ αδ ἴσαι ἐπὶ τὴν βδ
εὐθεῖαν ἠγμέναι. ἐπεὶ οὖν ἴση
5αβ τῇ αγ, ἴσαι εἰσὶν αἱ πρὸς τῇ βάσει γωνίαι, ἡ ἄρα ὑπὸ αβγ ἴση τῇ ὑπὸ αγβ. πάλιν ἐπεὶ ἴση ἡ αβ τῇ αδ, ἴση ἡ ὑπὸ αβδ τῇ ὑπὸ αδβ. ἦν δὲ
10τῇ ὑπὸ αβγ ἴση ἡ ὑπὸ αγβ γωνία· ἡ ἄρα ὑπὸ αγβ ἴση τῇ ὑπὸ αδβ, ἡ ἐκτὸς τῇ ἐντὸς καὶ ἀπεναντίον, ὅπερ ἀδύνατον. οὐκ ἄρα ἀπὸ τοῦ αὐτοῦ σημείου τρεῖς εὐθεῖαι ἴσαι ἐπὶ τὴν αὐτὴν εὐθεῖαν ἀχθήσονται. Διὰ τοῦδε δὲ τοῦ θεωρήματος κἀκεῖνο ἀποδείξο‐
15μεν ὅτι, ἐὰν εἰς δύο εὐθείας εὐθεῖα ἐμπίπτουσα τὴν ἐκτὸς γωνίαν ἴσην ποιῇ τῇ ἐντὸς καὶ ἀπεναντίον, οὐ ποιήσουσι τρίγωνον αἱ εὐθεῖαι οὐδὲ συμπεσοῦνται,
[Omitted graphic marker] ἐπεὶ ἔσται αὐτὴ καὶ μείζων
καὶ ἴση ὅπερ ἀδύνατον. οἷον
20ἔστωσαν αἱ αβ γδ εὐθεῖαι καὶ εἰς αὐτὰς ἡ βε ἐμπεσοῦσα ποιείτω ἴσας τὰς ὑπὸ αβδ γδε. οὐ συμπεσοῦνται δὴ
αἱ αβ γδ. εἰ γὰρ συμπε‐308
in Euc
.

309

σοῦνται μενουσῶν τῶν ἴσων γωνιῶν ἔσται ἡ ὑπὸ γδε, τῇ ὑπὸ αβδ ἴση, ἐκτὸς οὖσα καὶ μείζων τῆς ἐντὸς καὶ ἀπεναντίον. ἀνάγκη ἄρα, εἰ συμπίπτουσιν, μηκέτι μένειν ἴσας τὰς γωνίας, ἀλλὰ ἐκ παντὸς αὔξεσθαι τὴν
5πρὸς τῷ δ. εἴτε γὰρ μενούσης ἀκινήτου τῆς αβ νοή‐ σειας κινουμένην ἐπ’ αὐτὴν τὴν γδ, ἵνα συμπέσωσι, πλείονα ποιεῖς διάστασιν κατὰ τὴν γδε γωνίαν— ὅσῳ γὰρ πρόσεισιν ἡ γδ τῇ αβ, τοσούτῳ μᾶλλον ἀφίσταται τῆς δε—εἴτε μενούσης τῆς γδ νοήσειας
10κινουμένην ἐπ’ αὐτὴν τὴν αβ, ἐλάττονα ποιήσεις τὴν αβδ γωνίαν—ἅμα γὰρ ἐπὶ τὴν γδ φέρεται καὶ ἐπὶ τὴν βδ—εἴτε καὶ ἄμφω κινουμένας ποιήσειας πρὸς ἀλλήλας, τὴν μὲν αβ εὑρήσεις ὡς ἐπὶ τὴν βδ φερο‐ μένην καὶ συνάγουσαν τὴν γωνίαν, τὴν δὲ γδ τῆς δε
15ἀφισταμένην διὰ τὴν ἐπὶ τὴν αβ κίνησιν καὶ αὔξουσαν τὴν ὑπὸ γδε γωνίαν. ἐξ ἀνάγκης ἄρα εἴ γε τρίγωνον ἔσται καὶ συμπεσοῦνται αἱ αβ γδ, καὶ μείζων ἡ ἐκτὸς ἔσται γωνία τῆς ἐντὸς καὶ ἀπεναντίον· ἢ γὰρ τῆς ἐν‐
τὸς μενούσης αὔξεται ἡ ἐκτός, ἢ τῆς ἐκτὸς μενούσης309
in Euc
.

310

ἐλασσοῦται ἡ ἐντός, ἤ, εἰ (?) καὶ ἡ ἐντὸς συνάγεται, καὶ ἡ ἐκτὸς ἐπὶ πλέον διίσταται. αἰτία δὲ τούτων ἡ κίνησις τῶν εὐθειῶν, τῆς μὲν ἐφ’ ἃ ποιεῖ τὴν ἐντὸς γωνίαν κινουμένης ἐπὶ ταῦτα, τῆς δὲ ἐφ’ ἃ ποιεῖ τὴν
5ἐκτὸς γωνίαν ἀπὸ τούτων φερομένης. καὶ ἔχεις ἐκ τούτων συλλογίζεσθαι, πῶς αἱ γενέσεις τῶν πραγμά‐ των ὑπ’ ὄψιν ἡμῖν τὰς ἀληθινὰς ἄγουσι τῶν ζητου‐ μένων αἰτίας. Prop. XVII, theor. X. Παντὸς τριγώνου αἱ δύο
10 γωνίαι δύο ὀρθῶν ἐλάσσονές εἰσι πάντη
μεταλαμβανόμενα
ι. Νῦν μὲν ἀορίστως δείκνυνται δύο ὁποιαιοῦν τοῦ τριγώνου γωνίαι δύο ὀρθῶν ἐλάττονες· ἐν δὲ τοῖς ἐφεξῆς καὶ ἀφορισθήσεται, πόσῳ ἐλάττους, ὅτι τῇ
15λοιπῇ τοῦ τριγώνου γωνίᾳ. αἱ γὰρ τρεῖς ἴσαι ταῖς δυσὶν ὀρθαῖς εἰσιν, ὥστε αἱ δύο τῇ λοιπῇ τῶν δύο ὀρθῶν ἐλαττοῦνται. καὶ ἡ μὲν τοῦ στοιχειωτοῦ δεῖξις φανερὰν ἔχει τὴν ὁδόν. χρῆται γὰρ τῷ πρὸ τούτου θεωρήματι. δεῖ δὲ καθάπερ ἐν τῷ πρόσθεν εἰς τὴν
20γένεσιν ἀπιδόντα τῶν τριγώνων τὴν αἰτίαν εὑρεῖν310
in Euc
.

311

τοῦ προκειμένου συμπτώματος. ἔστωσαν οὖν αἱ αβ πάλιν καὶ γδ τῇ βδ πρὸς ὀρθάς. εἰ οὖν μέλλοι τρί‐ γωνον ἔσεσθαι, δεῖ συνεῦσαι [Omitted graphic marker] τὰς αβ γδ πρὸς ἀλλήλας. ἡ
5δὲ σύνευσις αὐτῶν ἐλαττοῖ τὰς ἐντὸς γωνίας, ὥστε ἐλάτ‐ τους γίνονται δυεῖν ὀρθῶν. εἰσὶ γὰρ ὀρθαὶ πρὸ τῆς συ‐ νεύσεως. ὁμοίως δὲ κἂν ἐπὶ
10τῆς αβ αγ βδ νοήσωμεν ἑστώσας ὀρθάς, τὰ αὐτὰ συμβήσεται κατὰ τὴν σύνευ‐ σιν τῶν εὐθειῶν καὶ ἔσονται αἱ πρὸς τῇ αβ γωνίαι δύο ὀρθῶν ἐλάσσονες· καὶ ἐπὶ τῆς λοιπῆς πλευρᾶς ὡσαύτως.
15 Τοῦτο οὖν τὸ αἴτιόν ἐστιν, ἀλλ’ οὐχὶ τὸ μείζονα εἶναι τὴν ἐκτὸς ἑκατέρας τῶν ἐντὸς καὶ ἀπεναντίον γωνιῶν. ἐκβεβλῆσθαι μὲν γὰρ τὴν πλευρὰν οὐκ ἀναγ‐ καῖον, οὐδὲ ἔξω τινὰ συνεστάναι γωνίαν, τῶν δὲ ἐντὸς γωνιῶν β ὁποιασοῦν εἶναι [β] ὀρθῶν ἐλάττους
20ἀναγκαῖον. τὸ δὲ μὴ ἀναγκαῖον τοῦ ἀναγκαίου πῶς ἂν αἴτιον εἴη; ἀλλ’ ὅπερ εἶπον τὸ μὲν αἴτιόν ἐστι τὸ ῥηθέν, ἡ σύνευσις τῶν εὐθειῶν ἐπὶ τὴν βάσιν
ἐλαττοῦσα τὰς ὀρθάς.311
in Euc
.

312

Τοῦ δὲ στοιχειωτοῦ διὰ τῆς ἐκτὸς γωνίας δείξαν‐ τος τὸ ζητούμενον φέρε καὶ μὴ προσεκβάλλοντές τινα τῶν πλευρῶν τὸ αὐτὸ κατασκευάσωμεν. ἔστω τρίγω‐
[Omitted graphic marker]νον τὸ αβγ, καὶ εἰλήφθω τυχὸν
5
σημεῖον ἐπὶ τῆς βγ τὸ δ, καὶ
ἐπεζεύχθω ἡ αδ. ἐπεὶ οὖν τρι‐
γώνου τοῦ αβδ μία [πλευρὰ]
προσεκβέβληται ἡ βδ, ἡ ἐκτὸς γωνία ἡ ὑπὸ αδγ μείζων ἐστὶ τῆς ἐντὸς τῆς ὑπὸ αβδ.
10πάλιν ἐπεὶ τριγώνου τοῦ αδγ μία πλευρὰ προσεκβέ‐ βληται ἡ δγ, ἡ ἐκτὸς ἡ ὑπὸ αδβ μείζων τῆς ἐντὸς τῆς ὑπὸ αγδ. ἀλλὰ μὴν αἱ περὶ τὴν αδ γωνίαι δύο ὀρθαῖς εἰσιν ἴσαι διὰ τὸ τρισκαιδέκατον. αἱ ἄρα ὑπὸ αβγ αγβ γωνίαι δύο ὀρθῶν εἰσιν ἐλάττους. ὁμοίως
15δείξομεν ὅτι καὶ αἱ ὑπὸ βαγ βγα γωνίαι δύο ὀρθῶν εἰσιν ἐλάττους ἐπὶ τῆς αγ σημεῖον λαβόντες καὶ ἐπι‐ ζεύξαντες ἀπὸ τοῦ β [εὐθεῖαν] ἐπὶ τὸ ληφθὲν σημεῖον. καὶ πάλιν τὰς ὑπὸ γαβ αβγ δύο ὀρθῶν ἐλάσσους ἀπο‐ φανοῦμεν ἐπὶ τῆς αβ σημεῖον λαβόντες καὶ ἐπιζεύξαν‐
20τες ἀπὸ τοῦ γ εὐθεῖαν ἐπὶ τοῦτο τὸ σημεῖον. δέδεικται ἄρα τὸ προκείμενον διὰ τοῦ αὐτοῦ θεωρήματος μὴ
προσεκβληθείσης τινὸς τῶν τοῦ τριγώνου πλευρῶν.312
in Euc
.

313

Διὰ τούτου τοίνυν δυνατὸν κἀκεῖνο δεικνύναι, ὅτι ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ μίαν εὐθεῖαν δύο κάθετοι οὐκ ἀχθήσονται. ἔστωσαν γὰρ ἀπὸ τοῦ α ση‐ μείου ἐπὶ τὴν βγ δύο κάθετοι αἱ [Omitted graphic marker]
5αβ αγ. ὀρθαὶ ἄρα εἰσὶν αἱ ὑπὸ αβγ αγβ γωνίαι. ἀλλ’ ἐπεὶ τρίγω‐ νόν ἐστι τὸ αβγ, δύο ὁποιαιοῦν γωνίαι δύο ὀρθῶν ἐλάσσους εἰσίν. αἱ ἄρα ὑπὸ αβγ αγβ γωνίαι δύο ὀρθῶν ἐλάσσους
10εἰσίν. ἀλλὰ καὶ ἴσαι δυσὶν ὀρθαῖς διὰ τὰς καθέτους· ὅπερ ἀδύνατον. οὐκ ἄρα ἀπὸ τοῦ αὐτοῦ σημείου δύο κάθετοι ἐπὶ τὴν αὐτὴν εὐθεῖαν ἀχθήσονται. Prop. XVIII, theor. XI. Παντὸς τριγώνου ἡ μεί‐ ζων πλευρὰ τὴν μείζονα γωνίαν ὑποτείνει.
15 Ὅτι μὲν ἡ τῶν πλευρῶν ἰσότης ἐφ’ ἑκάστου τῶν τριγώνων ἴσας ἀποτελεῖ τὰς ὑπὸ τούτων ὑποτεινομέ‐ νας γωνίας καὶ ἡ τῶν γωνιῶν ἰσότης ὡσαύτως τὰς ὑποτεινούσας αὐτὰς πλευρὰς ἴσας ἀποφαίνει μεμαθή‐ καμεν διά τε τοῦ πέμπτου καὶ ἕκτου θεωρήματος· ὅτι
20δὲ καὶ ταῖς ἀνισότησι τῶν πλευρῶν ἡ τῶν ὑποτεινο‐ μένων γωνιῶν ἀνισότης ἀκολουθεῖ καὶ ἀνάπαλιν διὰ τούτων διδασκόμεθα τῶν θεωρημάτων τοῦ τε ὀκτω‐
καιδεκάτου λέγω καὶ τοῦ ἐννεακαιδεκάτου. τὸ μὲν γὰρ313
in Euc
.

314

δείκνυσι τὴν μείζονα πλευρὰν ὑπὸ τὴν μείζονα γω‐ νίαν, τὸ δὲ ὑπὸ τὴν μείζονα γωνίαν τὴν μείζονα πλευ‐ ράν, ἀντιστρέφοντα μὲν ἀλλήλοις, ἐπὶ δὲ τῶν ἐναντίων πραγμάτων τὰ αὐτὰ θεωροῦντα συμπτώματα τῷ τε
5πέμπτῳ καὶ τῷ ἕκτῳ θεωρήματι. φανερὸν δὲ ὅτι τὴν μείζονα καὶ τὴν ἐλάσσονα πλευρὰν ἀνάλογον ληψό‐ μεθα καὶ διαιρήσομεν τὴν μεγίστην καὶ μέσην καὶ ἐλαχίστην, καὶ τὰς γωνίας ὡσαύτως ἐπὶ τῶν σκαληνῶν τριγώνων. ἐπὶ δὲ τῶν ἰσοσκελῶν ἀρκέσει τὸ μεῖζον
10ἁπλῶς καὶ ἔλασσον. μία γάρ ἐστιν ἡ ταῖς δυσὶν ἄνισος, ἤτοι μείζων οὖσα ἢ ἐλάττων, ὡς ἐπί γε τῶν ἰσοπλεύ‐ ρων οὐκ ἔχει ταῦτα τὰ θεωρήματα χώραν. καὶ ὁρᾷς ὅπως τὰ μὲν τῆς ἰσότητος τῶν γωνιῶν ἢ πλευρῶν δει‐ κτικὰ τοῖς ἰσοπλεύροις καὶ ἰσοσκελέσιν ἐφήρμοττεν,
15τὰ δὲ τῆς ἀνισότητος τοῖς σκαληνοῖς καὶ τοῖς ἰσοσκε‐ λέσιν. αἴτιον δὲ ὅτι τὰ μὲν τῶν τριγώνων ἰσότητός ἐστι μόνης ἔκγονα, τὰ δὲ ἀνισότητος μόνης, τὰ δὲ ἀμ‐ φοτέρων, ὡδὶ μὲν διὰ τῆς ἰσότητος, ὡδὶ δὲ διὰ τῆς ἀνισότητος ὑφιστάμενα· καὶ τὰ μὲν ὄντα τῷ πέρατι
20συγγενῆ, τὰ δὲ τῇ ἀπειρίᾳ, τὰ δὲ κατὰ τὴν μῖξιν ἀμ‐ φοτέρων ἀπογεννώμενα, ὥστε διὰ πάντων ἡ τριὰς αὕτη πεφοίτηκεν, οἷον γραμμῶν, γωνιῶν, σχημάτων, καὶ ἐν τοῖς σχήμασι τριπλεύρων, τετραπλεύρων, ἑξῆς ἁπάντων. ἀλλὰ καὶ τὸ πέρας οὗ μὲν διὰ τῆς ὁμοιότη‐
25τος, οὗ δὲ διὰ τῆς ἰσότητος ἐμφαντάζεται τοῖς γεω‐
μετρικοῖς εἴδεσι, καὶ τὸ ἄπειρον οὗ μὲν διὰ τῆς314
in Euc
.

315

ἀνομοιότητος, οὗ δὲ διὰ τῆς ἀνισότητος, καὶ τὸ μικτὸν ὅτε μὲν ἐξ ὁμοιοτήτων, ὅτε δὲ ἐξ ἰσοτήτων. αἴτιον δὲ καὶ τούτων ὅτι τὰ εἴδη τὰ γεωμετρικὰ τῷ ποσῷ προσήκει καὶ τῷ ποιῷ. διότι τῶν δύο τούτων ἐπισημαινομένων
5δῆλον (?) καὶ ὅτι παντὸς τριγώνου λέγων ὁ στοι‐ χειωτὴς οὐχὶ καὶ τοῦ ἰσοπλεύρου λέγει, ἀλλὰ τοῦ ἔχον‐ τος μείζω καὶ ἐλάττω πλευράν. δεῖ γὰρ τὸ δεδομένον ἡγούμενον νομίζειν, ἑπόμενον δὲ (?) τὸ ζητούμενον. ὃ δ’ ἂν μείζονα πλευρὰν ἔχῃ καὶ ἐλάσσονα, τοῦτο ὑπὸ
10τὴν μείζονα πλευρὰν τὴν μείζονα γωνίαν [ἕξει]. Ἐπειδὴ δὲ ὁ γεωμέτρης ἐν τῇ κατασκευῇ λαβὼν τὸ αβγ τρίγωνον καὶ μείζονα τὴν αγ τῆς αβ, ἵνα δείξῃ τῆς πρὸς τῷ γ γωνίας τὴν πρὸς τῷ β μείζονα, ἀφεῖλεν ἀπὸ τῆς αγ τῇ αβ ἴσην τὴν αδ, φαίη δ’ ἄν
15τις ὅτι πρὸς τῷ γ δεῖ γενέσθαι τὴν ἀφαίρεσιν, φέρε
καὶ ἐπὶ ταύτης τῆς ὑποθέσεως δείξωμεν τὸ προκείμε‐315
in Euc
.

316

νον, ὡς Πορφύριος. ἔστω γὰρ ἡ δγ ἴση τῇ αβ καὶ ἐκβεβλήσθω ἡ αβ ἐπὶ τὸ ε καὶ κείσθω ἡ βε τῇ δα
[Omitted graphic marker] ἴση. ὅλη ἄρα ἡ αε ἴση τῇ αγ,
καὶ ἐπεζεύχθω ἡ εγ. ἐπεὶ οὖν
5αε τῇ αγ ἴση, καὶ ἡ ὑπὸ αεγ ἴση τῇ ὑπὸ αγε διὰ τὸ πέμπτον. ἡ ἄρα ὑπὸ αεγ μεί‐ ζων τῆς ὑπὸ αγβ. ἐστὶν δὲ καὶ ἡ ὑπὸ αβγ μείζων τῆς ὑπὸ
10
αεγ. τοῦ γὰρ γβε μία πλευρὰ ἐκβέβληται ἡ εβ, καὶ ἡ ὑπὸ αβγ ἐκτὸς οὖσα τῆς ἀπεναντίον καὶ ἐντὸς μείζων ἐστί. πολλῷ ἄρα μείζων ἡ ὑπὸ αβγ τῆς ὑπὸ αγβ, ὅπερ ἔδει δεῖξαι. Αἱ μὲν οὖν γεωμετρικαὶ δείξεις τοιαῦται. δῆλον
15δὲ ὅτι τὸ αἴτιον τούτου τοῦ συμπτώματός ἐστιν ἡ τῆς πλευρᾶς αὐτῆς τῆς ὑποτεινούσης τὴν γωνίαν ὑπεροχὴ κατὰ τὸ μέγεθος ἢ ἐλάττωσις· μείζων μὲν γὰρ οὖσα διΐστησιν ἐπὶ πλέον τὴν γωνίαν, ἐλαττουμένη δὲ συν‐ ελαττοῖ κἀκείνην καὶ ἐπὶ μεῖον συνάγει. τοῦτο δὲ
20διὰ τὴν ἐπ’ ἄκρον τάσιν τῆς εὐθείας. ἐπ’ ἄκρον γὰρ αὐτὴ τεταμένη καὶ τῶν γωνιῶν τὰ μεγέθη κατὰ τὴν ἑαυτῆς αὔξησιν καὶ μείωσιν συμμετατίθησιν. καὶ ταῦτα λέγομεν ἐφ’ ἑνὸς τριγώνου, ἐπεὶ δυνατὸν καὶ τὴν αὐτὴν γωνίαν ὑπὸ μείζονος καὶ ἐλάσσονος εὐθείας
25ὑποτείνεσθαι καὶ τὴν αὐτὴν εὐθεῖαν μείζω καὶ ἐλάττω316
in Euc
.

317

γωνίαν ὑποτείνειν. ἔστω γὰρ εἰ τύχοι τρίγωνον ἰσο‐ σκελὲς τὸ αβγ, καὶ εἰλήφθω ἐπὶ τῆς αβ τὸ δ σημεῖον, καὶ ἴση ἡ αε τῇ αδ ἐπὶ τῆς [Omitted graphic marker] αγ καὶ ἐπεζεύχθω ἡ δε. τὴν
5οὖν πρὸς τῷ α γωνίαν ὑπο‐ τείνουσιν αἱ δε βγ, ὧν ἡ μὲν μείζων ἡ δὲ ἐλάσσων, καὶ μυ‐ ρίας ὅσας λαβεῖν δυνατὸν κατὰ τὸν αὐτὸν λόγον τὴν α
10γωνίαν ὑποτεινούσας μείζους καὶ ἐλάσσους εὐθείας πάλιν ἔστω τὸ αβγ ἰσοσκελές, καὶ ἐλάσσων ἡ βγ τῶν βα αγ, καὶ ἰσόπλευρον τρίγωνον [Omitted graphic marker] ἐπὶ τῆς βγ τὸ βδγ, καὶ ἐπεζεύχθω ἡ αδ καὶ ἐκβεβλήσθω ἐπὶ τὸ ε. ἐπεὶ
15οὖν τοῦ αβδ τριγώνου ἐκτός ἐστιν ἡ ὑπὸ βδε γωνία, μείζων ἐστὶ τῆς ὑπὸ βαδ, κατὰ τὰ αὐτὰ δὴ καὶ ἡ ὑπὸ γδε μείζων τῆς ὑπὸ γαδ. ὅλη ἄρα ἡ ὑπὸ βδγ μείζων τῆς ὑπὸ βαγ καὶ ὑποτείνει ἀμφοτέρας ἡ
20αὐτὴ εὐθεῖα μείζονα καὶ ἐλάσσονα γωνίαν. δέδεικται δὲ ὅτι τὴν αὐτὴν γωνίαν μείζους εὐθεῖαι καὶ ἐλάσ‐
σους ὑποτείνουσιν. ἀλλ’ ἐπὶ τοῦ αὐτοῦ τριγώνου317
in Euc
.

318

μία εὐθεῖα μίαν ὑποτείνει γωνίαν καὶ ἡ μὲν μείζων τὴν μείζονα ἐκ παντός, ἡ δὲ ἐλάσσων τὴν ἐλάσσονα· καὶ τὸ αἴτιον ἐθεωρήσαμεν. Prop. XIX, theor. XII. Παντὸς τριγώνου ὑπὸ τὴν
5μείζονα γωνίαν ἡ μείζων πλευρὰ ὑποτείνει. Τοῦτό ἐστι τὸ ἀντίστροφον τῷ εἰρημένῳ θεωρή‐ ματι. καί ἐστιν ἁπλοῦν ἐν ἑκατέρῳ τό τε διδόμενον καὶ τὸ ζητούμενον. καὶ τὸ ἐκεῖ συμπέρασμα ὑπόθεσίς ἐστιν ἐνταῦθα, ἡ δὲ ἐκεῖ ὑπόθεσις τούτου συμπέ‐
10ρασμα. προτέτακται δ’ ἐκεῖνο, διότι δεδομένην ἔχει τὴν ἀνισότητα τῶν πλευρῶν, ἕπεται δὲ τοῦτο τὰς γω‐ νίας ἀνίσους ὑποθέμενον. δοκοῦσι γὰρ αἱ μὲν πλευραὶ τὰ εὐθύγραμμα περιέχειν, αἱ δὲ γωνίαι περιέχεσθαι. καὶ ὁ τρόπος δὲ τῆς ἀποδείξεως ἐπ’ ἐκείνου μὲν δεικτι‐
15κός, ἐπὶ δὲ τούτου διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. Ὁ μὲν οὖν γεωμέτρης ἐκ διαιρέσεως τὸ ἀδύνατον συλλογίζεται. τῶν γὰρ γωνιῶν οὐσῶν ἀνίσων λέγω, φησίν, ὅτι καὶ αἱ ὑποτείνουσαι πλευραὶ ἄνισοι, καὶ ἡ μείζων ὑποτείνει τὴν δεδομένην μείζονα γωνίαν.
20εἰ γὰρ μή ἐστιν ἡ τὴν μείζονα γωνίαν ὑποτείνουσα μείζων, ἴση ἐστὶν ἢ ἐλάττων. ἀλλ’ εἰ μὲν ἴση, καὶ αἱ γωνίαι, ἃς ὑποτείνουσιν, ἴσαι διὰ τὸ ε, εἰ δὲ ἐλάττων, καὶ ἡ γωνία, ἣν ὑποτείνει, ἐλάττων διὰ τὸ πρὸ τούτου. δέδεικται γὰρ ὑπὸ τὴν μείζονα γωνίαν ἡ μείζων
25πλευρὰ ὑποτείνουσα καὶ ὑπὸ τὴν ἐλάσσονα ἡ ἐλάσσων.318
in Euc
.

319

ἔχουσι δὲ ἀνάπαλιν αἱ γωνίαι· μείζων ἄρα ἡ πλευρὰ τῆς πλευρᾶς. δυνατὸν δὲ καὶ ἄνευ ταύτης τῆς διαι‐ ρέσεως δεῖξαι τὸ προκείμενον προαποδείξαντες λημ‐ μάτιόν τι τοιοῦτον·
5Ἐὰν τριγώνου γωνία δίχα τμηθῇ καὶ ἡ τέμνουσα τὴν γωνίαν εὐθεῖα ἐπὶ τὴν βάσιν ἀχθεῖσα εἰς ἄνισα αὐτὴν διαιρ, αἱ τὴν γω‐ νίαν περιέχουσαι πλευραὶ ἄνισοι ἔσονται, καὶ μείζων μὲν ἡ τῷ μείζονι τμήματι τῆς βά‐
10 σεως συμπίπτουσα, ἐλάσσων δὲ ἡ ἐλάσσονι. Ἔστω τρίγωνον τὸ [Omitted graphic marker] αβγ καὶ τετμήσθω δίχα ἡ πρὸς τῷ α γωνία, καὶ ἡ αδ εἰς ἄνισα τεμνέτω τὴν
15βγ, καὶ μείζων ἡ γδ τῆς βδ. λέγω ὅτι μείζων ἐστὶν ἡ αγ τῆς αβ. ἐκβεβλήσθω ἡ αδ καὶ κείσθω ἴση ἡ δε τῇ αδ. καὶ ἐπεὶ μείζων ἡ δγ τῆς δβ, κείσθω ἴση τῇ
20βδδζ, καὶ ἐπεζεύχθω ἡ εζ καὶ ἐκβεβλήσθω ὡς ἐπὶ τὸ η. ἐπεὶ οὖν ἴση ἡ αδ τῇ δε καὶ ἡ βδ τῇ δζ, δύο δυσὶν ἴσαι, καὶ γωνίας ἴσας περιέχουσι τὰς κατὰ
κορυφήν· βάσις ἄρα ἡ βα βάσει τῇ εζ ἴση καὶ319
in Euc
.

320

πάντα πᾶσιν, ὥστε καὶ γωνία ἡ ὑπὸ δεζ γωνίᾳ τῇ ὑπὸ δαβ ἴση ἐστίν. ἀλλὰ αὕτη τῇ ὑπὸ δαη ἴση ἐστίν, ὥστε καὶ πλευρὰ ἡ αη τῇ εη ἴση διὰ τὸ ἕκτον. μεί‐ ζων ἄρα ἡ αγ τῆς εζ. ἡ δὲ εζ τῇ αβ ἴση. μείζων
5ἄρα ἡ αγ τῆς αβ, ὅπερ ἔδει δεῖξαι. Τούτου προληφθέντος δείξομεν ὅτι ὑπὸ τὴν μεί‐ ζονα γωνίαν ἡ μείζων πλευρὰ ὑποτείνει. ἔστω τρί‐
[Omitted graphic marker]γωνον τὸ αβγ μείζονα
ἔχον τὴν πρὸς τῷ β γω‐
10νίαν τῆς πρὸς τῷ γ. λέγω ὅτι ἡ αγ τῆς αβ μείζων ἐστίν. τετμήσθω δίχα ἡ βγ κατὰ τὸ δ καὶ ἐπεζεύ‐ χθω ἡ αδ, καὶ ἤχθω ἡ δε
15
ἴση τῇ αδ, καὶ ἐπεζεύ‐ χθω ἡ βε. ἐπεὶ οὖν ἴση ἡ βδ τῇ δγ καὶ ἡ αδ τῇ δε, δύο δυσὶν ἴσαι, καὶ γωνίας ἴσας τὰς κατὰ κορυ‐ φὴν περιέχουσιν. ἴση ἄρα καὶ ἡ βάσις ἡ βε τῇ αγ,
καὶ πάντα πᾶσιν, ὥστε καὶ ἡ ὑπὸ δβε γωνία ἴση τῇ320
in Euc
.

321

πρὸς τῷ γ. ἐλάσσων δὲ [ἡ πρὸς τῷ γ] τῆς ὑπὸ αβδ. ἡ ἄρα ὑπὸ δβε ἐλάσσων τῆς ὑπὸ αβδ. τετμήσθω οὖν δίχα ἡ ὑπὸ αβε τῇ βζ εὐθείᾳ· μείζων ἄρα ἡ εζ τῆς ζα. ἐπεὶ οὖν τριγώνου τοῦ αβε ἡ πρὸς τῷ β γω‐
5νία δίχα ἐτμήθη τῇ βζ καὶ μείζων ἡ εζ τῆς αζ, διὰ τὸ προδειχθὲν μείζων ἡ βε τῆς βα. ἡ δὲ βε τῇ αγ δέδεικται ἴση. μείζων ἄρα ἡ γα τῆς αβ. δέδεικται ἄρα τὸ ζητούμενον. Καὶ φανερὸν ὅτι τὴν ποικιλίαν τῆς ἀποδείξεως
10παραιτούμενος ὁ στοιχειωτὴς τὸν τρόπον τοῦτον ἐφυ‐ λάξατο καὶ τῇ ἐκ διαιρέσεως εἰς τὸ ἀδύνατον ἀγούσῃ δείξει προεχρήσατο βουλόμενος τὸ ἀντίστροφον ποι‐ ῆσαι τῷ προηγουμένῳ μηδενὸς μεταξὺ παρεμπίπτον‐ τος, ἐπεὶ καὶ τὸ ὄγδοον ἀντιστρέφον πρὸς τὸ τέταρτον
15πολλὴν ἐνεποίησε ταραχὴν δυσεπίγνωστον ποιῆσαν τὴν ἀντιστροφήν. αἱρετώτερον γὰρ τὸ δι’ ἀδυνάτου δεικνύναι τὰ ἀντιστρέφοντα μετὰ τοῦ τὴν συνέχειαν φυλάττειν ἢ τὸ διακόπτειν τὴν συνέχειαν μετὰ τῆς προηγουμένης ἀποδείξεως. διὸ δὴ τὰ ἀντίστροφα
20πάντα σχεδὸν δι’ ἀδυνάτου δείκνυσι.321
in Euc
.

322

Prop. XX, theor. XIII. Παντὸς τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζονές εἰσι πάντη μετα‐
λαμβανόμενα
ι. Τοῦτο τὸ θεώρημα διασύρειν μὲν εἰώθασιν οἱ
5Ἐπικούρειοι καὶ ὄνῳ λέγοντες αὐτὸ δῆλον εἶναι καὶ μηδεμιᾶς δεῖσθαι κατασκευῆς· ὁμοίως δ’ ἀνεπιστήμο‐ νος ἔργον εἶναι τά τε ἐμφανῆ παραμυθίας ἀξιοῦν καὶ τοῖς ἀδήλοις αὐτόθεν πιστεύειν. ὁ γὰρ ταῦτα συγχέων φανερός ἐστι τό τε ἀναπόδεικτον καὶ τὸ ἀποδεικτὸν
10ἀγνοῶν. ὅτι δὲ καὶ ὄνῳ τὸ προκείμενον θεώρημα γνώριμον κατασκευάζουσιν ἐκ τοῦ τεθέντος χόρτου κατὰ τὸ ἕτερον πέρας τῶν πλευρῶν τὸν ὄνον τὴν μίαν ὁδεύειν πλευρὰν ἀλλὰ μὴ τὰς δύο τροφῆς ὀρε‐ γόμενον.
15 Πρὸς δὲ ταῦτα λεκτέον ὅτι σαφὲς μὲν κατὰ τὴν αἴσθησιν ἔστω τὸ θεώρημα, οὔπω δὲ σαφὲς κατὰ τὸν ἐπιστημονικὸν λόγον. πολλὰ γὰρ τοῦτο πέπονθε τῶν πραγμάτων, οἷον θερμαίνει τὸ πῦρ· καὶ τοῦτο τῇ αἰσθήσει σαφές, ἀλλὰ πῶς θερμαίνει τῆς ἐπιστήμης
20ἔργον ἑλεῖν, πότερον ἀσωμάτῳ δυνάμει ἢ σωματικαῖς τομαῖς, σφαιρικοῖς μορίοις ἢ πυραμοειδέσι. πάλιν ὅτι κινούμεθα τῇ αἰσθήσει δῆλον, πῶς δὲ κινούμεθα, παραστῆσαι τῷ λόγῳ χαλεπόν, πότερον κατὰ ἀμερές, ἢ κατὰ διάστημα· πῶς δὲ ἄπειρα δίϊμεν. εἰς ἄπειρον
25γὰρ διαιρετὸν πᾶν μέγεθος. ἔστω τοίνυν καὶ τοῦ322
in Euc
.

323

τριγώνου τὸ μείζους εἶναι τὰς δύο τῆς μιᾶς τῇ αἰσθή‐ σει καταφανές, ἀλλὰ πῶς τοῦτο γίνεται τῆς ἐπιστήμης ἔργον εἰπεῖν. Ἀλλὰ πρὸς μὲν τοὺς Ἐπικουρείους καὶ ταῦτα ἀρ‐
5κούντως ἀντειρήσθω· δεῖ δὲ καὶ τὰς ἄλλας ἀποδείξεις τοῦ προκειμένου θεωρήματος συντόμως ἱστορῆσαι, ὅσας οἱ περὶ Ἥρωνα καὶ Πορφύριον ἀνέγραψαν τῆς εὐθείας μὴ προσεκβαλλομένης, ὃ πεποίηκεν ὁ στοι‐ χειωτής. ἔστω τρίγωνον τὸ [Omitted graphic marker]
10αβγ. δεῖ δὴ δεῖξαι τὰς αβ αγ τῆς βγ μείζους. τετμήσθω δίχα ἡ πρὸς τῷ α γωνία. ἐπεὶ οὖν τριγώνου τοῦ αβε γωνία ἐκτὸς ἡ ὑπὸ αεγ, μείζων ἐστὶ τῆς ὑπὸ βαε· ἀλλ’ ἡ ὑπὸ
15βαε τῇ ὑπὸ εαγ ἴση· ἡ ἄρα ὑπὸ αεγ μείζων τῆς ὑπὸ εαγ, ὥστε καὶ ἡ αγ πλευρὰ τῆς γε μείζων. διὰ τὰ αὐτὰ δὴ καὶ ἡ αβ τῆς βε μείζων. τριγώνου γὰρ τοῦ αεγ ἐκτὸς ἡ ὑπὸ αεβ καὶ μείζων τῆς ὑπὸ γαε, τουτ‐ έστιν τῆς ὑπὸ εαβ, ὥστε καὶ ἡ αβ τῆς βε μείζων. αἱ
20ἄρα αβ αγ τῆς βγ ὅλης μείζους. ὁμοίως δείξομεν καὶ ἐπὶ τῶν ἄλλων. Πάλιν ἔστω τρίγωνον τὸ αβγ· εἰ μὲν οὖν ἰσό‐ πλευρόν ἐστι τὸ αβγ, πάντως αἱ δύο μείζους τῆς λοι‐
πῆς—τριῶν γὰρ ἴσων δύο ὁποιαοῦν διπλάσια τοῦ ἑνός323
in Euc
.

324

—εἰ δὲ ἰσοσκελές, ἤτοι ἐλάσσονα ἔχει τῶν ἴσων ἑκατέρας τὴν βάσιν ἢ μείζονα. εἰ μὲν οὖν ἐλάσσων ἡ βάσις, πάλιν αἱ δύο μείζους τῆς λοιπῆς· εἰ δὲ μείζων
[Omitted graphic marker] ἡ βάσις, ἔστω ἡ βγ μείζων,
5καὶ ἀφῃρήσθω ἴση ἑκατέρᾳ ἐκείνων ἡ βε, καὶ ἐπεζεύχθω ἡ αε. ἐπεὶ οὖν τριγώνου τοῦ αεβ ἐκτὸς ἡ ὑπὸ αεγ γωνία, μείζων ἐστὶ τῆς ὑπὸ βαε. διὰ
10τὰ αὐτὰ δὴ καὶ ἡ ὑπὸ αεβ τῆς ὑπὸ γαε μείζων. αἱ ἄρα περὶ τὴν αε γωνίαι μείζους ὅλης τῆς πρὸς τῷ α, ὧν ἡ ὑπὸ βεα ἴση τῇ ὑπὸ βαε, ἐπεὶ καὶ ἡ αβ τῇ βε ἴση. λοιπὴ ἄρα ἡ ὑπὸ αεγ τῆς ὑπὸ γαε μείζων, ὥστε καὶ ἡ αγ τῆς γε μείζων. ἦν δὲ ἡ αβ τῇ βε ἴση.
15αἱ ἄρα αβ αγ μείζους τῆς βγ. εἰ δὲ σκαληνὸν τὸ αβγ, ἔστω μεγίστη ἡ αβ, μέση ἡ αγ, ἐλαχίστη ἡ βγ. ἡ μὲν οὖν μεγίστη μεθ’ ἑκατέρας ληφθεῖσα πάν‐ τως μείζων τῆς λοιπῆς· καὶ γὰρ καθ’ αὑτὴν ἑκατέρας μείζων. εἰ δὲ τὴν αγ καὶ βγ δεῖξαι ζητοῖμεν τῆς αβ
20μεγίστης οὔσης μείζονας, ὡς ἐπὶ τοῦ ἰσοσκελοῦς ποι‐ ήσομεν ἀπὸ τῆς μεγίστης ἀφελόντες τῇ ἑτέρᾳ ἴσην, καὶ ἐπιζεύξαντες ἀπὸ τοῦ γ, καὶ ἀποχρησάμενοι ταῖς
ἐκτὸς τῶν τριγώνων γωνίαις.324
in Euc
.

325

Πάλιν ἔστω τρίγωνον τυχὸν τὸ αβγ. λέγω ὅτι αἱ αβ αγ μείζους εἰσὶ τῆς βγ. εἰ γὰρ μή, ἤτοι ἴσαι εἰσίν, ἢ ἐλάσσους, ἔστω‐[Omitted graphic marker] σαν ἴσαι, καὶ ἀφῃρήσθω
5τῇ αβ ἴση ἡ βε. λοιπὴ ἄρα ἡ εγ τῇ αγ ἴση. ἐπεὶ οὖν ἡ αβ τῇ βε ἴση, γωνίας ἴσας ὑπο‐ τείνουσιν. ὁμοίως δὴ καί, ἐπεὶ ἡ αγ τῇ γε ἴση, γω‐
10νίας ἴσας ὑποτείνουσιν. αἱ ἄρα πρὸς τῷ ε γωνίαι ἴσαι καὶ αἱ πρὸς τῷ α, ὅπερ ἀδύνατον. πάλιν δὴ ἔστωσαν ἐλάσσους αἱ αβ [Omitted graphic marker] αγ τῆς βγ, καὶ ἀφῃρήσθω τῇ μὲν αβ ἴση ἡ βδ, τῇ δὲ
15αγγε. ἐπεὶ οὖν ἴση ἡ αβ τῇ βδ, ἴση ἡ ὑπὸ βδα τῇ ὑπὸ βαδ, καὶ ἐπεὶ ἴση ἡ αγ τῇ γε, ἴση ἡ ὑπὸ γεα τῇ ὑπὸ εαγ· δύο ἄρα αἱ ὑπὸ βδα γεα ἴσαι δυσὶν ταῖς ὑπὸ βαδ καὶ εαγ. πάλιν ἐπεὶ τριγώνου τοῦ
20αδγ ἐκτὸς ἡ ὑπὸ βδα, μείζων τῆς ὑπὸ εαγ, καὶ γὰρ τῆς ὑπὸ δαγ. κατὰ τὰ αὐτὰ δὴ καί, ἐπεὶ τριγώνου
τοῦ αβε ἐκτὸς ἡ ὑπὸ γεα, μείζων τῆς ὑπὸ βαδ, καὶ325
in Euc
.

326

γὰρ τῆς ὑπὸ βαε μείζων. αἱ ὑπὸ βδα γεα μείζους ἐκεῖ δύο τῶν ὑπὸ βαδ εαγ. ἦσαν δὲ καὶ ἴσαι αὐταῖς· ὅπερ ἀδύνατον. αἱ ἄρα αβ αγ οὔτε ἴσαι εἰσὶν τῇ βγ, οὔτε ἐλάσσους, ἀλλὰ μείζους. ὁμοίως δὲ καὶ ἐπὶ τῶν
5ἄλλων. Prop. XXI, theor. XIIII. Ἐὰν τριγώνου ἐπὶ μιᾶς τῶν πλευρῶν δύο εὐθεῖαι συσταθῶσιν ἐντὸς ἀπὸ τῶν περάτων ἀρξάμεναι, αἱ συσταθεῖσαι τῶν λοιπῶν τοῦ τριγώνου πλευρῶν ἐλάττους
10μὲν ἔσονται, μείζονα δὲ γωνίαν περιέξουσι. Τὸ μὲν δηλούμενον ὑπὸ τῆς προτάσεως φανερὸν καὶ ἡ ἀπόδειξις ἡ παρὰ τῷ στοιχειωτῇ τὸ ἐναργὲς ἔχει καὶ ταῖς πρώταις ἀρχαῖς ἑπόμενον τὸ θεώρημα. ἐκ γὰρ δύο θεωρημάτων ἤρτηται τοῦ τε πρὸ τούτου
15δειχθέντος καὶ τοῦ ἑκκαιδεκάτου. πρὸς μὲν γὰρ τὸ δεῖξαι τὰς συσταθείσας ἐντὸς ἐλάσσονας τῶν ἐκτὸς ἐκείνου δεῖται τοῦ θεωρήματος, παντὸς τριγώνου αἱ δύο μείζους εἰσὶ τῆς λοιπῆς, πρὸς δὲ τὸ τὴν ὑπ’ αὐτῶν περιεχομένην γωνίαν ἀποφῆναι μείζονα τῆς
20ὑπὸ τῶν ἐκτὸς περιεχομένης, ἐκεῖνο αὐτῷ συντελεῖ, τὸ παντὸς τριγώνου τὴν ἐκτὸς γωνίαν μείζονα εἶναι τῆς ἐντὸς καὶ ἀπεναντίον. λάβοις δ’ ἂν ἅμα τῆς γεω‐ μετρικῆς ἀκριβείας πίστιν καὶ τῶν ἐν τοῖς μαθήμασι
παραδόξων ὑπόμνησιν, εἰ δείξαιμεν ὅτι δυνατὸν ἐντὸς326
in Euc
.

327

τριγώνου τινὸς ἐπὶ μιᾶς τῶν πλευρῶν οὐχ ὅλης ἀλλὰ μέρους αὐτῆς συστῆναι δύο εὐθείας μείζους τῶν ἐκτός, καὶ πάλιν μείονα (?) γωνίαν περιεχούσας τῆς ὑπὸ τῶν ἐκτὸς περιεχομένης. τούτου γὰρ δειχθέντος ἅμα
5μὲν δῆλον ὅτι ἀναγκαίως ὁ στοιχειωτὴς προσέθηκεν τὸ ἀπὸ τῶν περάτων ἄρχεσθαι δεῖν τῆς κοινῆς βά‐ σεως τὰς ἐντὸς συνισταμένας καὶ τὸ ἐπὶ μιᾶς ὅλης συνίστασθαι, ἀλλὰ οὐκ ἐπὶ μέρους τῆς ὅλης. ἅμα δὲ καὶ ὅπερ εἴπομεν ἕν τι τῶν ἐν γεωμετρίᾳ παραδόξων
10ἀναφανήσεται. πῶς γὰρ οὐ παράδοξον, εἰ αἱ μὲν ἐπὶ τῆς ὅλης συνιστάμεναι τῶν ἐκτὸς ἐλάσσους εἰσίν, αἱ δὲ ἐπὶ μέρους μείζονες; ἔστω δὴ οὖν ὀρθογώνιον τρί‐ γωνον τὸ αβγ, ὀρθὴν ἔχον τὴν πρὸς τῷ β γωνίαν καὶ εἰλήφθω σημεῖον τυ‐[Omitted graphic marker]
15χὸν τὸ δ ἐπὶ τῆς βγ καὶ ἐπεζεύχθω ἡ αδ. μείζων ἄρα ἡ αδ τῆς αβ. ἀφῃρήσθω ἀπὸ τῆς αδ ἴση τῇ αβδε,
20καὶ ἡ εα διῃρήσθω δίχα κατὰ τὸ ζ, καὶ ἐπεζεύχθω ἡ γζ. ἐπεὶ οὖν τρίγωνόν ἐστι τὸ αγζ αἱ αζ ζγ μείζους εἰσὶ τῆς αγ. ἀλλ’ ἡ αζ ἴση τῇ ζε. αἱ ἄρα ζε ζγ μεί‐ ζους τῆς αγ. ἴση δὲ ἡ δε τῇ αβ· αἱ ἄρα ζγ ζδ μεί‐
ζους τῶν αβ αγ, καί εἰσιν ἐντός. πάλιν ἔστω τρίγωνον327
in Euc
.

328

ἰσοσκελὲς τὸ αβγ μείζονα τὴν βάσιν ἔχον τὴν βγ ἑκα‐ τέρας τῶν ἴσων, καὶ ἀφῃρήσθω ἀπὸ τῆς βγ ἴση τῇ
[Omitted graphic marker] αββδ, καὶ ἐπεζεύχθω
αδ, καὶ σημεῖον ἐπὶ
5
τῆς αδ τυχὸν εἰλήφθω
τὸ ε, καὶ ἐπεζεύχθω ἡ εγ. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ αβ τῇ βδ, ἴση καὶ γωνία ἡ ὑπὸ βαδ τῇ ὑπὸ βδα, καὶ ἐπεὶ τριγώνου τοῦ εδγ ἐκτός ἐστιν ἡ ὑπὸ βδα, μείζων ἐστὶ τῆς ἐντὸς καὶ ἀπεναν‐
10τίον τῆς ὑπὸ δεγ, ὥστε καὶ ἡ ὑπὸ βαδ μείζων τῆς ὑπὸ δεγ. πολλῷ ἄρα μείζων ἡ ὑπὸ βαγ τῆς ὑπὸ δεγ. καὶ περιέχεται ἡ μὲν ὑπὸ βαγ ὑπὸ τῶν ἐκτός, ἡ δὲ ὑπὸ δεγ ὑπὸ τῶν ἐντός. συνεστάθησαν ἄρα ἐντὸς τοῦ τριγώνου αἱ δε εγ γωνίαν περιέχουσαι ἐλάσσονα
15τῶν ἐκτός, καὶ δέδεικται τὸ προκείμενον οὐ προσχρη‐ σαμένων ἡμῶν ταῖς παραλλήλοις τῶν ἐξηγητῶν. ἀναγ‐ καῖον ἄρα τὰς συνεσταμένας εὐθείας ἀπὸ τῶν περάτων ἄρχεσθαι τῆς βάσεως. αἱ γὰρ ἐπὶ μέρους αὐτῆς συν‐ ιστάμεναι καὶ μείζους δείκνυνταί ποτε τῶν ἐκτὸς καὶ
20ἐλάσσονα περιέχουσαι γωνίαν. Οὕτω δὲ καὶ συνισταμένων ἀπὸ τῶν περάτων ἀναφαίνεται καὶ τὸ εἶδος τῶν καλουμένων ἀκιδοειδῶν
τριγώνων, ἓν καὶ τοῦτο τῶν ἐν γεωμετρίᾳ παρα‐328
in Euc
.

329

δόξων τρίγωνον τετράπλευρον εὑρεῖν οἷον τὸ βαγ. περιέχεται μὲν γὰρ ὑπὸ τεττάρων πλευρῶν τῶν βα αγ γε εβ, τρεῖς δὲ ἔχει γωνίας, [Omitted graphic marker] μίαν μὲν τὴν πρὸς τῷ β, ἑτέραν
5δὲ τὴν πρὸς τῷ α, λοιπὴν δὲ τὴν πρὸς τῷ γ. τετράπλευρον ἄρα ἐστὶ τρίγωνον τὸ προκείμενον σχῆμα. Prop. XXII, probl. VIII. Ἐκ τριῶν εὐθειῶν, αἵ εἰσιν τρισὶ ταῖς δοθείσαις εὐθείαις ἴσαι, τρί‐
10γωνον συστήσασθαι. δεῖ δὲ τὰς δύο τῆς λοι‐ πῆς μείζους εἶναι πάντη μεταλαμβανομένας. Ἐπὶ τὰ προβλήματα μετεληλύθαμεν αὖθις· καὶ παρακελεύεται τριῶν ἐκκειμένων εὐθειῶν, ὧν αἱ δύο μείζους τῆς λοιπῆς, συστήσασθαι τρίγωνον ἐξ ἴσων
15πλευρῶν ταῖς δοθείσαις εὐθείαις, πρῶτον μὲν τοῦτο συνιδών, ἐξ αὐτῶν ἐκείνων θέσιν ἤδη λαβουσῶν εἰρη‐ μένην συστῆναι τρίγωνον ἀδύνατον, ἀλλ’ ἐκ τῶν ἴσων αὐταῖς δυνατόν, ἔπειθ’ ὅτι δεῖ τὰς εὐθείας τὰς συμπληροῦν μελλούσας τὸ τρίγωνον τὰς δύο τῆς λοι‐
20πῆς· μείζους ἔχειν πάντη μεταλαμβανομένας—παν‐ τὸς γὰρ τριγώνου αἱ δύο πλευραὶ μείζους εἰσὶ τῆς λοιπῆς, ὡς δέδεικται—καὶ διὰ ταύτην τὴν αἰτίαν
προσθεὶς, ὡς ἄρα ἀναγκαῖον καὶ τῶν ἐξ ἀρχῆς εὐθειῶν329
in Euc
.

330

τὰς δύο μείζους εἶναι τῆς λοιπῆς κατὰ πᾶσαν λῆψιν, ἢ οὐκ ἔσται τρίγωνον ἐκ τῶν ἴσων αὐταῖς εὐθειῶν, πρὸς δὲ τούτοις καὶ τὰς ἐνστάσεις ἁπάσας ἀνελὼν τὰς πρὸς τὴν κατασκευὴν φερομένας, διὰ τῆς προσθήκης
5ταύτης μόνης κἀκείνας λύεσθαι δυναμένας. Ἐστὶν οὖν τὸ πρόβλημα τῶν διωρισμένων, ἀλλ’ οὐ τῶν ἀδιορίστων. καὶ γὰρ τῶν προβλημάτων ὥσπερ τῶν θεωρημάτων τὰ μέν ἐστιν ἀδιόριστα, τὰ δὲ δι‐ ωρισμένα. ἐὰν μὲν γὰρ εἴπωμεν ἁπλῶς οὕτως ἐκ τριῶν
10εὐθειῶν ἴσων τρισὶ ταῖς δοθείσαις συστήσασθαι τρί‐ γωνον, ἀδιόριστον καὶ ἀδύνατον, ἐὰν δὲ προσθῶμεν, ὧν αἱ δύο μείζους εἰσὶ τῆς λοιπῆς πάντη μεταλαμβα‐ νόμεναι, διωρισμένον τε καὶ δυνατόν. γίνεται γὰρ αὖ καὶ τοῦτο· ὥσπερ τῶν θεωρημάτων κατὰ τὸ ἀλη‐
15θὲς καὶ ψεῦδος ἡ διαίρεσις, οὕτω καὶ τῶν προβλημά‐ των κατὰ τὸ δυνατὸν ἀποφανθέν [καὶ τὸ ἀδύνατον]. Ὅτι δὲ καὶ αἱ πρὸς τὴν κατασκευὴν ἐνστάσεις ἐν‐ τεῦθεν λύονται, μάθοιμεν ἂν σμικρὸν εἰς αὐτὴν ἐπι‐
[Omitted graphic marker]βλέψαντες. ἐπακο‐
20λουθήσομεν γὰρ τοῖς τοῦ γεωμέ‐ τρου ῥήμασιν. ἔστωσαν τρεῖς εὐ‐ θεῖαι α β γ, ὧν
25αἱ δύο μείζους τῆς330
in Euc
.

331

λοιπῆς πάντη μεταλαμβανόμεναι, καὶ δέον ἔστω ποι‐ ῆσαι τὸ προσταχθέν. ἐκκείσθω τις εὐθεῖα ἡ δε ἐπὶ θάτερα μὲν πεπερασμένη, οἷον κατὰ τὸ δ, ἐπὶ θάτερα δὲ ἄπειρος, καὶ κείσθω τῇ μὲν α ἴση ἡ δζ, τῇ δὲ β
5ἴση ἡ ζη, τῇ δὲ γ ἴση ἡ ηθ. καὶ κέντρῳ τῷ ζ, δια‐ στήματι δὲ τῷ ζδ κύκλος γεγράφθω ὁ κ, καὶ πάλιν κέντρῳ τῷ η, διαστήματι δὲ τῷ ηθ κύκλος γεγράφθω ὁ λ, καὶ τεμνέτωσαν ἀλλήλους οἱ κύκλοι. τοῦτο γὰρ ἔλαβεν ὁ στοιχειωτής. πόθεν οὖν τοῦτο; φησίν τις.
10μήποτε γὰρ ἢ ἐφάπτονται μόνον ἀλλήλων, ἢ οὐδὲ ἐφάπτονται; τῶν γὰρ τριῶν ἕν τι πάσχειν αὐτοὺς ἀναγκαῖον, ἢ τέμνειν ἀλλήλους, ἢ ἐφάπτεσθαι, ἢ δι‐ εστάναι ἀπ’ ἀλλήλων. λέγω δὴ οὖν ὅτι τέμνουσιν ἐξ ἀνάγκης ἀλλήλους. ἐφαπτέσθωσαν γὰρ πρότερον ἀλ‐
15λήλων. ἐπεὶ τοίνυν [Omitted graphic marker] τὸ ζ κέντρον ἐστὶ τοῦ κ κύκλου, ἴση ἐστὶν ἡ δζ τῇ ζν, καὶ ἐπεὶ τὸ η κέν‐
20τρον ἐστὶ τοῦ λ κύ‐ κλου, ἴση ἐστὶν ἡ θη τῇ ην· δύο δὴ αἱ δζ ηθ ἴσαι μιᾷ τῇ ζη. ἔκειντο δὲ μείζους αὐτῆς, ὥσπερ καὶ ἡ α
μετὰ τῆς γ τῆς β μείζων· ἴσαι γὰρ ἐκείναις. πάλιν,331
in Euc
.

332

εἰ δυνατόν, διεστάτωσαν ἀλλήλων αἱ κύκλοι, ὡς οἱ κ λ. ἐπεὶ οὖν τὸ ζ τοῦ κ κέντρον, ἴση ἡ δζ τῇ ζν,
[Omitted graphic marker] καὶ ἐπεὶ τὸ η
τοῦ λ κέντρον
5
θη ἴση τῇ
ημ. μείζων
ἄρα ὅλη ἡ ζη
τῶν δζ θη. ὑπερέχει γὰρ ἡ ζη τῇ νμ τῶν δζ ηθ. ἔκειτο δὲ τὰς δζ
10θη μείζους εἶναι τῆς ζη, ὥσπερ καὶ τὰς α γ τῆς β. ἴση γὰρ ἡ μὲν δζ τῇ α, ἡ δὲ ζη τῇ β, ἡ δὲ θη τῇ γ. ἀνάγκη ἄρα τοὺς κ λ κύκλους τέμνειν ἀλλήλους, ὥστε ὁ στοιχειωτὴς ὀρθῶς τέμνοντας ἔλαβεν ἀλλήλους τοὺς κύκλους, ἐπειδὴ καὶ τῶν τριῶν εὐθειῶν ὑπέθετο τὰς
15δύο μείζους τῆς λοιπῆς πάντη μεταλαμβανομένας καὶ οὔτε ἴσας οὔτε ἐλάττους τῆς μιᾶς. ἀνάγκη δὲ ἐφαπτο‐ μένων μὲν ἴσας εἶναι, διεστώτων δὲ ἐλάσσους τὰς δύο
τῆς λοιπῆς.332
in Euc
.

333

Prop. XXIII, probl. VIIII. Πρὸς τῇ δοθείσῃ εὐ‐ θείᾳ καὶ τῷ πρὸς αὐτῇ σημείῳ τῇ δοθείσῃ εὐθυγράμμῳ γωνίᾳ ἴσην γωνίαν εὐθύγραμ‐
μον συστήσασθα
ι.
5 Πρόβλημα καὶ τοῦτο, Οἰνοπίδου μὲν εὕρημα μᾶλλον, ὡς φησὶν Εὔδημος, γωνίας δὲ σύστασιν ἀπαιτοῦν ἴσης ἄλλῃ τῇ δοθείσῃ γωνίᾳ εὐθυγράμμῳ πρὸς τῇ δοθείσῃ εὐθείᾳ καὶ τῷ πρὸς αὐτῇ δοθέντι σημείῳ. τὸ μὲν οὖν τὴν δοθεῖσαν γωνίαν εὐθύγραμ‐
10μον ἀναγκαίως εἶναι προσέθηκεν, ἐπειδὴ καὶ ἀδύνα‐ τον πάσῃ γωνίᾳ ἴσην γωνίαν πρὸς εὐθείᾳ συστήσα‐ σθαι. δέδεικται γὰρ ὅτι τῶν περιφερογράμμων γω‐ νιῶν δύο μόνον εἰσὶν εὐθυγράμμοις ἴσαι, ἥ τε τοῦ πελέκεως πάσῃ εὐθυγράμμῳ ἴση δεικνυμένη καὶ ἡ
15τοῦ μηνοειδοῦς σχήματος διμοίρῳ ὀρθῆς ἴση οὖσα. γίνεται δὲ τὸ μηνοειδὲς τοῦτο δύο κύκλων διὰ τῶν κέντρων τεμνόντων ἀλλήλους. τὸ δὲ πρὸς εὐθείᾳ τινὶ γίνεσθαι τὴν σύστασιν τῆς γωνίας ὡρισμένην ποιεῖ τὴν συνισταμένην καὶ οὐκ ἀδιάφορον κατὰ τὸ εἶδος,
20ἀλλ’ ἤτοι εὐθύγραμμον ἢ μικτήν. οὐδεμιᾶς δὲ μικτῆς333
in Euc
.

334

ἴσης εἶναι δυναμένης εὐθυγράμμῳ πρόδηλον ὅτι καὶ αὐτὴ πάντως εὐθύγραμμός ἐστιν. Ὁ μὲν οὖν στοιχειωτὴς ἁπλῶς προσχρησάμενος τῷ πρὸ τούτου προβλήματι καὶ ἐκ τριῶν εὐθειῶν ἴσων
5τρισὶ ταῖς δοθείσαις συστήσας τρίγωνον ἐποίησεν τὸ προσταχθέν, λάβοις δ’ ἂν τὴν σύστασιν τοῦ τριγώ‐ νου διδασκαλικώτερον τὸν τρόπον τοῦτον. ἔστω [Omitted graphic marker]
8εὐθεῖα ἡ αβ, τὸ δὲ πρὸς αὐτῇ δοθὲν σημεῖον τὸ α, ἡ δὲ δοθεῖσα εὐθύγραμμος ἡ ὑπὸ γδε. δεῖ δὴ ποιῆσαι
10τὸ προσταχθέν. ἐπεζεύχθω ἡ γε καὶ ἐκβεβλήσθω ἐφ’ ἑκάτερα ἡ αβ, ὡς ἐπὶ τὰ ζ η, καὶ κείσθω τῇ μὲν γδ ἴση ζα, τῇ δὲ δε ἴση ἡ αβ, τῇ δὲ γεβη, καὶ κέν‐ τρῳ τῷ α, διαστήματι δὲ τῷ ζα κύκλος γεγράφθω ὁ κ, καὶ πάλιν ὥσπερ ἐπὶ τοῦ πρὸ τούτου κέντρῳ τῷ
15β, διαστήματι δὲ τῷ βη κύκλος γεγράφθω ὁ λ. τέμνου‐ σιν ἄρα ἀλλήλους οἱ κύκλοι ὡς προδέδεικται. τεμνέ‐
τωσαν κατὰ τὰ μ ν σημεῖα, καὶ ἀπὸ τοῦ μ ἐπιζεύ‐334
in Euc
.

335

χθωσαν ἐπὶ τὰ κέντρα, καὶ ἀπὸ τοῦ ν ὡσαύτως. ἐπεὶ οὖν ἴση ἡ ζα τῇ αμ καὶ τῇ αν, ἡ δὲ ζα ἴση τῇ γδ, καὶ ἡ αμ καὶ ἡ αν ἴσαι τῇ γδ. πάλιν ἐπεὶ ἴση ἡ ηβ τῇ βμ καὶ τῇ βν, ἡ δὲ ηβ ἴση τῇ γε, ἡ ἄρα βμ καὶ
5βν ἴσαι τῇ γε. ἀλλὰ καὶ ἡ αβ ἴση τῇ δε. δύο ἄρα αἱ αβ αμ ἴσαι ταῖς δε δγ καὶ βάσις ἡ βμ ἴση τῇ γε, γωνία ἄρα ἡ ὑπὸ μαβ ἴση τῇ πρὸς τῷ δ. καὶ πάλιν δύο αἱ να αβ ἴσαι δυσὶν ταῖς γδ δε, καὶ βάσις ἡ νβ βάσει τῇ γε ἴση, καὶ γωνία ἄρα ἡ ὑπὸ ναβ ἴση τῇ
10ὑπὸ γδε. καὶ γέγονεν τὸ προσταχθὲν διπλασίως. οὐ γὰρ μίαν μόνον, ἀλλὰ δύο συνεστησάμεθα γωνίας ἴσας τῇ δοθείσῃ ἐφ’ ἑκάτερα τῆς αβ εὐθείας, ἵνα καὶ ἐν τοῖς ἑξῆς, ἐφ’ ὁπότερα ἂν βουλώμεθα ποιεῖσθαι τὴν σύστασιν, ἀναμφισβήτητον εἴη καὶ μή τις ἀντιλέγῃ.
15 Ταῦτα μὲν οὖν πρὸς τὴν τοῦ στοιχειωτοῦ κατα‐ σκευὴν συμβαλλόμεθα, τὴν δὲ Ἀπολλωνίου δεῖξιν οὐκ ἐπαινοῦμεν, ὡς δεομένην [Omitted graphic marker] τῶν ἐν τῷ τρίτῳ βιβλίῳ δεικνυ‐ μένων. λαβὼν γὰρ ἐκεῖνος γω‐
20νίαν τυχοῦσαν τὴν ὑπὸ γδε καὶ εὐθεῖαν τὴν αβ κέντρῳ τῷ δ, διαστήματι δὲ τῷ γδ γράφει τὴν γε περιφέρειαν, καὶ
ὡσαύτως κέντρῳ τῷ α, διαστή‐335
in Euc
.

336

ματι δὲ τῷ αβ τὴν ζβ, καὶ ἀπολαβὼν τῇ γε ἴσην τὴν ζβ ἐπιζεύγνυσι τὴν αζ. καὶ ἐπὶ ἴσων περιφερειῶν βεβηκυίας τὰς α δ γωνίας ἴσας ἀποφαίνει. δεῖ δὲ προλαβεῖν καὶ ὅτι ἡ αβ ἴση τῇ γδ, ἵνα καὶ οἱ κύκλοι
5ἴσοι ὦσι. τὴν οὖν τοιαύτην κατασκευὴν ὡς τοῖς ὕστε‐ ρον προσχρωμένην ἀλλοτρίαν εἶναι τῆς στοιχειώσεως νομίζομεν, τὴν δὲ τοῦ γεωμέτρου προτίθεμεν ὡς ταῖς ἀρχαῖς ἑπομένην. Prop. XXIIII, theor. XV. Ἐὰν δύο τρίγωνα δύο
10πλευρὰς δύο πλευραῖς ἴσας ἔχ, ἑκατέραν ἑκα‐ τέρ, ἔχῃ δὲ τὴν γωνίαν τῆς γωνίας μείζονα τὴν ὑπὸ τῶν ἴσων εὐθειῶν περιεχομένην, καὶ τὴν βάσιν τῆς βάσεως μείζονα ἕξει. Πάλιν ἐπὶ τὰ θεωρήματα μεταβέβηκε καὶ τοὺς
15ὁμοίους ἀποδίδωσι περὶ τῆς ἀνισότητος λόγους ἐπὶ δύο τριγώνων, οὓς καὶ ἐπὶ τῆς ἰσότητος. δύο γὰρ ὑποθέμενος τρίγωνα δύο πλευρὰς ἴσας ἔχοντα, ἑκατέ‐ ραν ἑκατέρᾳ, τὴν πρὸς τῇ κορυφῇ γωνίαν ὅτε μὲν ἴσην ἐν ἀμφοτέροις τίθεται, ὅτε δὲ ἄνισον, καὶ τῇ
20μὲν ἰσότητι ταύτης ἑπομένην ἔδειξεν τὴν ἰσότητα τῶν βάσεων καὶ τῇ τούτων ἰσότητι δείκνυσιν ἐπακολου‐
θοῦσαν τὴν τῶν γωνιῶν τῶν πρὸς ταῖς κορυφαῖς336
in Euc
.

337

ἰσότητα, καὶ τῇ ἀνισότητι τὴν ἀνισότητα. τοῦτο τοί‐ νυν τὸ θεώρημα τὸ νῦν προτεινόμενον ἀντίκειται μὲν τῷ τετάρτῳ—ἐκεῖνο μὲν γὰρ ἴσας ὑπέθετο τὰς πρὸς ταῖς κορυφαῖς τῶν τριγώνων γωνίας, τοῦτο δὲ
5ἀνίσους. κἀκεῖνο μὲν ἴσας αὐτῶν ἀπεδείκνυ τὰς βά‐ σεις τοῦτο δὲ ὡσαύτως ταῖς γωνίαις ἀνίσους—προ‐ ηγεῖται δὲ τοῦ ἐφεξῆς θεωρήματος. ἐκεῖνο μὲν γὰρ ἀπὸ τῶν βάσεων ἐπὶ τὰς γωνίας, καθ’ ἃς ὑποτείνου‐ σιν αἱ βάσεις, μετάγει τὸν τῆς ἀνισότητος λόγον, τοῦτο
10δὲ ἀνάπαλιν ἀπὸ τῶν γωνιῶν ἐπὶ τὰς βάσεις τὰς ὑπ’ αὐτάς. ὥσπερ αὖ τὸ ἐφεξῆς ἀντίστροφον μέν ἐστι πρὸς τοῦτο κατὰ τὸν εἰρημένον τρόπον, ἀντικείμενον δὲ τῷ ὀγδόῳ θεωρήματι. τὸ μὲν γὰρ ἀπὸ τῆς ἰσότη‐ τος τῶν βάσεων ἴσας ἀποδείκνυσι τὰς πρὸς ταῖς κο‐
15ρυφαῖς γωνίας, τὸ δὲ ἀπὸ τῆς ἀνισότητος τῶν βάσεων κἀκείνας ἀνίσους ἀποφαίνει. κοινὸν δὲ τοῖς τέτρα‐ σιν, ὧν δύο μὲν περὶ τὸ ἴσον στρέφεται, τὸ δ καὶ τὸ η, δύο δὲ περὶ τὸ ἄνισον, τοῦτό τε καὶ τὸ ἑξῆς, καὶ δύο μὲν ἀπὸ τῶν γωνιῶν ἄρχεται, τὸ τέταρτον καὶ ὃ νυνὶ
20προεθέμεθα ζητεῖν, δύο δὲ ἀπὸ τῶν βάσεων, τό τε ὄγδοον καὶ τὸ ἐφεξῆς τεταγμένον—δεῖ (?) οὖν τούτοις τέτρασι τῷ δ καὶ η καὶ κδ καὶ κε τοῖς ἅπασι τὸ τὰς δύο πλευρὰς ἴσας ἔχειν ταῖς δύο πλευραῖς ἑκατέραν ἑκατέρᾳ. τούτων γὰρ ἀνίσων οὐσῶν περιττὴ πᾶσα
25ζήτησις καὶ ἀπάτης οὐκ ἀπηλλαγμένη.337
in Euc
.

338

Τοσαῦτα καθόλου περὶ τῶν προκειμένων εἰρήσθω. φέρε δὲ καὶ τὴν τοῦ στοιχειωτοῦ κατασκευὴν τοῦδε τοῦ θεωρήματος ἀνασκεψώμεθα, καὶ τὸ ἐλλεῖπον αὐτῇ προσθῶμεν. λαβὼν γὰρ δύο τρίγωνα τὰ αβγ δεζ
5ἴσας ἔχοντα τὰς αβ αγ ταῖς δε δζ ἑκατέραν ἑκατέρᾳ καὶ τὴν πρὸς τῷ α γωνίαν τῆς πρὸς τῷ δ μείζονα, δεῖξαί τε βουλόμενος τὴν βγ τῆς εζ μείζονα πρὸς τῇ εδ καὶ τῷ πρὸς αὐτῇ σημείῳ τῷ δ συνίστησιν ἴσην γωνίαν τῇ πρὸς τῷ α τὴν ὑπὸ εδθ—μείζων γὰρ ἡ
10πρὸς τῷ α τῆς πρὸς τῷ δ—καὶ ἀφεῖλεν ἴσην τῇ αγ τὴν δθ. τῆς οὖν εζ εὐθείας ἐκβαλλομένης τὸ θ ση‐ μεῖον ἢ ἀνωτέρω πίπτει τῆς εὐθείας, ἢ ἐπ’ αὐτῆς, ἢ ὑπ’ αὐτήν. ὁ μὲν δὴ στοιχειωτὴς ὡς ἀνωτέρω κεί‐ μενον ἔλαβεν. ἔστω δὲ ἐπ’ αὐτῆς τῆς εὐθείας. πά‐
15[Omitted graphic marker]
15λιν οὖν αὐτόθεν δείξομεν. δύο γὰρ αἱ αβ αγ δύο
ταῖς δε δθ ἴσαι καὶ γωνίας ἴσας περιέχουσι. καὶ ἡ338
in Euc
.

339

βγ ἄρα βάσις τῇ εθ ἴση. ἀλλ’ ἡ εθ τῆς εζ μείζων, ὥστε καὶ ἡ βγ τῆς εζ μείζων. ἀλλὰ δὴ ἔστω τῆς εζ κατωτέρω κείμενον. ἐπιζεύξαντες οὖν τὴν εθ ἐροῦμεν [Omitted graphic marker]
4ὡς, ὅτι αἱ αβ αγ ταῖς δε δθ ἴσαι καὶ γωνίας ἴσας
5περιέχουσι, καὶ ἡ βγ ἄρα ἴση τῇ εθ. ἐπεὶ οὖν τρι‐ γώνου τοῦ δεθ ἐντὸς συνέστησαν αἱ δζ ζε ἐπὶ τῆς δε, ἐλάσσους εἰσὶ τῶν ἐκτός. ἴση δὲ ἡ δθ τῇ δζ— καὶ γὰρ τῇ αγ—μείζων ἄρα ἡ θε τῆς εζ. ἀλλ’ ἡ θε τῇ βγ ἐστὶν ἴση, μείζων ἄρα ἡ βγ τῆς εζ. κατὰ
10πᾶσαν ἄρα θέσιν δέδεικται τὸ θεώρημα. Διὰ τί δὴ οὖν οὐχ, ὥσπερ ἐπὶ τοῦ τετάρτου θε‐ ωρήματος προσαπέδειξεν ὅτι καὶ τὰ ἐμβαδὰ τῶν τρι‐ γώνων ἴσα ἐστίν, οὕτω καὶ ἐν τούτῳ προσέθηκεν, ὅτι πρὸς τῇ ἀνισότητι τῶν βάσεων καὶ τὰ ἐμβαδὰ ἄνισα;
15πρὸς δὲ ταύτην τὴν ἀπορίαν λεγέσθω ὅτι οὐχὶ ὁ αὐτὸς λόγος ἐπί τε τῶν ἴσων γωνιῶν καὶ βάσεων καὶ τῶν ἀνίσων. ἴσαις μὲν γὰρ οὔσαις ταῖς γωνίαις καὶ
ταῖς βάσεσιν ἕπεται καὶ ἡ τῶν τριγώνων ἰσότης.339
in Euc
.

340

ἀνίσοις δὲ ἄρα οὔσαις οὐκ ἀνάγκη τὴν ἀνισότητα τῶν ἐμβαδῶν ἀκολουθεῖν, ἀλλὰ γὰρ δύναται καὶ ἴσα εἶναι τὰ τρίγωνα καὶ ἄνισα, καὶ μεῖζον τὸ ἔχον τὴν μείζονα γωνίαν καὶ βάσιν καὶ αὖ ἔλασσον. διὰ τοῦτο οὖν ὁ
5στοιχειωτὴς παρέλειπεν τὴν τῶν τριγώνων σύγκρισιν, ἅμα δὲ καὶ ὅτι ἡ περὶ τούτων θεωρία τῆς τῶν παραλ‐ λήλων δεῖται πραγματείας. εἰ δὲ δεῖ προλαβόντας ἡμᾶς τὰ μέλλοντα δείκνυσθαι καὶ νῦν ποιήσασθαι τὴν τῶν ἐμβαδῶν παράθεσιν, λέγομεν ὅτι δύο ὀρθαῖς
10ἴσων οὐσῶν τῶν α δ γωνιῶν—γινέσθω δὲ ὁ λόγος ἐπὶ τῆς ἐν τῷ στοιχείῳ καταγραφῆς—ἴσα δείκνυται τὰ τρίγωνα, μειζόνων δὲ δυεῖν ὀρθῶν ἔλασσον τὸ ἔχον τὴν μείζονα γωνίαν, ἐλασσόνων δὲ οὐσῶν, μεῖζον. [Omitted graphic marker]
14ἔστω γὰρ τὰ ἐν τῷ στοιχείῳ κατεσκευασμένα καὶ ἐκ‐
15βεβλήσθωσαν αἱ εδ ζδ, καὶ ὑποκείσθωσαν αἱ ὑπὸ βαγ εδζ δύο ὀρθαῖς ἴσαι. ἐπεὶ οὖν ἡ ὑπὸ βαγ ἴση τῇ ὑπὸ εδη, αἱ ἄρα ὑπὸ εδη εδζ δύο ὀρθαῖς ἴσαι εἰσίν. εἰσὶ δὲ καὶ αἱ ὑπὸ εδη κδη δυεῖν ὀρθαῖς ἴσαι.
κοινὴ ἀφῃρήσθω ἡ ὑπὸ εδη, λοιπὴ ἄρα ἡ ὑπὸ εδζ340
in Euc
.

341

τῇ ὑπὸ ηδκ ἴση. ἀλλ’ ἡ ὑπὸ εδζ ἴση τῇ ὑπὸ θδκ —κατὰ κορυφὴν γάρ—καὶ ἡ ὑπὸ ηδκ ἄρα. καὶ ἐπεὶ τριγώνου τοῦ ηδζ ἐκτός ἐστιν ἡ ὑπὸ ηδθ, ἴση ἐστὶ ταῖς δύο ἀπεναντίον ταῖς πρὸς τῷ η καὶ ζ. ἀλλὰ
5αὗται ἴσαι ἀλλήλαις· καὶ γὰρ ἡ δη τῇ δζ· ἡ ἄρα ὑπὸ ηδθ διπλῆ τῆς πρὸς τῷ η γωνίας. ἴση ἄρα ἡ πρὸς τῷ η τῇ ὑπὸ κδη, καί εἰσιν ἐναλλάξ· παράλληλος ἄρα ἡ δε τῇ ζη. τὰ ἄρα ηδε ζδε τρίγωνα ἐπὶ τῆς αὐτῆς βάσεώς ἐστιν τῆς δε καὶ ἐν ταῖς αὐταῖς παραλ‐
10λήλοις ταῖς δε καὶ ηζ· ἴσα ἄρα ἐστίν· ἀλλὰ τὸ ηδε τῷ αβγ ἴσον, καὶ τὸ δεζ ἄρα τῷ αβγ ἴσον. καὶ ὁρᾷς ὅτι τριῶν ἐδεήθημεν θεωρημάτων, ἃ τῆς τῶν παραλ‐ λήλων ἐστὶ πραγματείας, ἑνὸς μὲν ὅτι παντὸς τριγώ‐ νου ἡ ἐκτὸς γωνία δύο ταῖς ἐντὸς καὶ ἀπεναντίον
15ἴση, ἑτέρου δὲ ὅτι, ἐὰν εἰς δύο εὐθείας εὐθεῖα ἐμπί‐ πτουσα τὰς ἐναλλὰξ ἴσας ποιῇ, παράλληλοί εἰσιν αἱ εὐθεῖαι, τοῦ τρίτου δὲ ὅτι τὰ ἐπὶ τῆς αὐτῆς βάσεως τρίγωνα καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ἴσα ἐστίν· ἃ καὶ ὁ στοιχειωτὴς εἰδὼς παρῆκεν τὴν τῶν τριγώνων
20σύγκρισιν. ἀλλὰ δὴ ἔστωσαν αἱ ὑπὸ βαγ εδζ γωνίαι μείζους δυεῖν ὀρθῶν καὶ κατεσκευάσθω τὰ αὐτά. ἐπεὶ
οὖν αἱ ὑπὸ βαγ εδζ, τουτέστιν αἱ ὑπὸ εδη εδζ μεί‐341
in Euc
.

342

ζους δύο ὀρθῶν, αἱ δὲ ὑπὸ εδη ηδκ ἴσαι δύο ὀρθαῖς, κοινῆς ἀφαιρουμένης τῆς ὑπὸ εδη, μείζων ἡ ὑπὸ εδζ [Omitted graphic marker]
3τῆς ὑπὸ ηδκ, τουτέστιν ἡ ὑπὸ κδθ μείζων τῆς ὑπὸ ηδκ. μείζων ἄρα ἡ διπλῆ [τῆς ὑπὸ ηδθ, τουτέστι
5διπλῆς] τῆς πρὸς τῷ η γωνίας. ἡ ἄρα ὑπὸ ηδκ ἐλάσ‐ σων ἐστὶ τῆς πρὸς τῷ η. κείσθω ἴση τῇ ὑπὸ ηδκ ἡ ὑπὸ δηλ, καὶ ἐπεζεύχθω ἡ ελ. παράλληλος ἄρα ἡ ηλ τῇ δε. τὰ ἄρα ηδε λδε τρίγωνα ἴσα ἐστίν. ἀλλὰ τὸ λδε τοῦ ζδε ἔλασσον· τὸ ἄρα ηδε ἔλασσον τοῦ ζδε.
10ἴσον δὲ τὸ ηδε τῷ αβγ· τὸ ἄρα αβγ ἔλασσον τοῦ ζδε τὸ ἔχον τὴν μείζονα [γωνίαν]. τὸ δὴ τρίτον ἔστωσαν ἐλάσσους ὀρθῶν δυεῖν αἱ ἄνισοι γωνίαι, καὶ
κατεσκευάσθω τὰ αὐτά. ἐπεὶ οὖν αἱ ὑπὸ εδη ηδκ342
in Euc
.

343

δυεῖν ὀρθαῖς ἴσαι, κοινῆς ἀφαιρουμένης τῆς ὑπὸ [εδη ἐλάσσων ἡ ὑπὸ εδζ, τουτέστιν ἡ ὑπὸ κδθ, τῆς [Omitted graphic marker]
3ὑπὸ ηδκ. καὶ] ὅλη ἡ ὑπὸ ηδθ ἐλάσσων ἢ διπλῆ τῆς ὑπὸ ηδκ. ἀλλὰ καὶ διπλῆ ἐστὶ τῆς πρὸς τῷ η γωνίας.
5ἡ ἄρα ὑπὸ ηδκ μείζων τῆς πρὸς τῷ η. κείσθω τῇ ὑπὸ ηδκ ἴση ἡ ὑπὸ δηλ, καὶ συμπιπτέτω ἡ ηλ τῇ εζ κατὰ τὸ λ, καὶ ἐπεζεύχθω ἡ δλ. παράλληλος ἄρα ἡ ηλ τῇ δε· ἴσα ἄρα τὰ ηδε δλε τρίγωνα ἀλλήλοις. ἀλλὰ τὸ μὲν λδε μείζων τοῦ ζδε, τὸ δὲ ηδε ἴσον τῷ
10αβγ. τὸ ἄρα αβγ μεῖζον τοῦ δζε. δέδεικται ἄρα τὸ αβγ τῷ δεζ καὶ ἴσον καὶ μεῖζον καὶ ἔλασσον τῶν πρὸς τῷ α καὶ δ γωνιῶν ἢ δυεῖν ὀρθαῖς ἴσων οὐσῶν ἢ μειζόνων δυεῖν ὀρθῶν ἢ ἐλασσόνων. καὶ πᾶσαι αἱ
ὑποθέσεις τὸ δυνατὸν ἔχουσι. τί γάρ, εἰ ἡ πρὸς τῷ343
in Euc
.

344

α εἴη μιᾶς ἡμισείας ὀρθῆς, ἡ δὲ πρὸς τῷ δ ἡμισείας; οὐχὶ δυσὶν ὀρθαῖς αἱ δύο ἴσαι; τί δέ, εἰ ἡ πρὸς τῷ α μιᾶς ἡμισείας, ἡ δὲ πρὸς τῷ δ μιᾶς; οὐχὶ μείζους δύο ὀρθῶν; τί δέ, εἰ ἡ πρὸς τῷ α μιᾶς ἡμισείας, ἡ
5δὲ πρὸς τῷ δ τρίτου; οὐχὶ ἐλάσσους δύο ὀρθῶν; καὶ ἀεὶ ἡ α μείζων τῆς πρὸς τῷ δ. πᾶσαι οὖν διὰ τῆς τῶν παραλλήλων ἡμῖν γεγόνασι προσχρήσεως. ἀναγ‐ καίως ἄρα παράκεινται τῷ στοιχειωτῇ. Prop. XXV, theor. XVI. Ἐὰν δύο τρίγωνα δύο
10πλευρὰς δύο πλευραῖς ἴσας ἔχ, ἑκατέραν ἑκα‐ τέρ, καὶ τὴν βάσιν τῆς βάσεως μείζονα ἔχ, καὶ τὴν γωνίαν τῆς γωνίας μείζονα ἕξει τὴν ὑπὸ τῶν ἴσων εὐθειῶν περιεχομένην. Τοῦτο τὸ θεώρημα ἀντίκειται μὲν τῷ ὀγδόῳ,
15ἀντιστρέφει δὲ τῷ πρὸ αὐτοῦ. κατὰ συζυγίαν γὰρ ὁ στοιχειωτὴς προήγαγεν τά τε ἐπὶ τῆς ἰσότητος τῶν γωνιῶν καὶ τῶν βάσεων καὶ τὰ ἐπὶ τῆς ἀνισότητος θεωρήματα καθ’ ἑκατέραν τῶν συζυγιῶν τὰ μὲν προ‐
ηγούμενα, τὰ δὲ ἀντίστροφα λαμβάνων καὶ ἐπὶ μὲν344
in Euc
.

345

τῶν προηγουμένων ταῖς ἐπ’ εὐθείας δείξεσι χρώμενος, ἐπὶ δὲ τῶν ἀντιστρόφων ταῖς εἰς ἀδύνατον ἀπαγω‐ γαῖς. οὕτω δὲ καὶ ἐφ’ ἑνὸς ἑκάστου πεποίηκεν τριγώ‐ νου· τότε μὲν τῇ ἰσότητι τῶν ἐν αὐτῷ πλευρῶν δεί‐
5κνυσι τὴν ἰσότητα τῶν ὑποτεινομένων γωνιῶν ἀκο‐ λουθοῦσαν, τότε δὲ τῇ ἀνισότητι * καὶ αὖ πάλιν ἀντι‐ στρόφως τῇ μὲν ἰσότητι τῶν γωνιῶν τὴν ἰσότητα τῶν ὑποτεινουσῶν πλευρῶν, τῇ δὲ ἀνισότητι τὴν ἀνισό‐ τητα ἀποφαίνων ἑπομένην. ἀλλ’ ἐπὶ τὸ προκείμενον
10ἐλθόντες ὅπως μὲν ὁ γεωμέτρης ἔδειξεν τὸ θεώρημα πρόδηλον ὂν παρῶμεν ἐκ τῶν βιβλίων ἀναλέγεσθαι τοῖς φιλομαθέσιν, ἃς δὲ καὶ οἱ ἄλλοι κομίζουσιν ἀπο‐ δείξεις τοῦ αὐτοῦ, συντόμως ἱστορήσωμεν, καὶ πρῶτον ἣν Μενέλαος ὁ Ἀλεξανδρεὺς ἀνεῦρεν καὶ παρέδωκεν.
15ἔστω δύο τρίγωνα [Omitted graphic marker] τὰ αβγ δεζ, ἴσας ἔχοντα δύο τὰς αβ αγ δυσὶ ταῖς δε δζ καὶ τὴν βγ
20μείζονα τῆς εζ. λέγω ὅτι ἡ πρὸς τῷ α τῆς πρὸς τῷ δ μείζων. ἀφῃρήσθω γὰρ ἀπὸ τῆς βγ τῇ εζ ἴση ἡ βη, καὶ συνεστάτω πρὸς τῷ β σημείῳ τῇ ὑπὸ δεζ γωνία ἴση ἡ ὑπὸ ηβθ, καὶ κείσθω ἴση
25τῇ δεβθ, καὶ ἐπεζεύχθω ἡ ηθ καὶ ἐκβεβλήσθω345
in Euc
.

346

ἐπὶ τὸ κ, καὶ ἐπεζεύχθω ἡ αθ. ἐπεὶ οὖν ἴση ἡ ηβ τῇ εζ, ἡ δὲ βθ τῇ εδ, δύο δυσὶν ἴσαι καὶ γωνίας ἴσας περιέχουσιν. ἡ ἄρα ηθ ἴση τῇ δζ καὶ γωνία ἡ ὑπὸ βθη τῇ ὑπὸ εδζ ἴση. καὶ ἐπεὶ ἡ ηθ ἴση τῇ δζ,
5ἡ δὲ δζ τῇ αγ, καὶ ἡ θη ἴση τῇ αγ. μείζων ἡ θκ τῆς αγ, ὥστε τῆς ακ πολλῷ μείζων. καὶ ἡ ὑπὸ καθ ἄρα μείζων τῆς ὑπὸ κθα. πάλιν ἐπεὶ ἴση τῇ αββθ—καὶ γὰρ τῇ δε ἴση ἐστίν—ἡ ὑπὸ βθα ἴση τῇ ὑπὸ βαθ. ὅλη ἄρα ἡ ὑπὸ [βακ μείζων ὅλης τῆς
10ὑπὸ βθκ, ὅλη δὲ ἡ ὑπὸ] βθκ ἴση δέδεικται τῇ πρὸς τῷ δ. ἡ ἄρα ὑπὸ βαγ μείζων τῆς πρὸς τῷ δ γωνίας.
[Omitted graphic marker] Τοιαύτη μὲν ἡ ἀπόδειξις ἡ
Μενελάου, Ἥρων δὲ ὁ μηχανικὸς
οὑτωσὶ οὐ δι’ ἀδυνάτου τὸ αὐτὸ
15δείκνυσιν. ἔστω τρίγωνα τὰ αβγ δεζ καὶ αἱ ὑποθέσεις αἱ αὐταὶ ἔστωσαν. καὶ ἐπεὶ μείζων ἡ βγ τῆς εζ, ἐκβεβλήσθω ἡ εζ καὶ κεί‐ σθω τῇ βγ ἴση ἡ εη. καὶ ὁμοίως
20ἐκβεβλήσθω ἡ δε καὶ κείσθω τῇ δζ ἴση ἡ δθ. ὁ δὴ κέντρῳ τῷ δ,
διαστήματι δὲ τῷ δζ κύκλος γρα‐346
in Euc
.

347

φόμενος ἥξει καὶ διὰ τοῦ θ. γεγράφθω ὡς εζκθ· καὶ ἐπεὶ αἱ αγ αβ τῆς βγ μείζους, αὗται δὲ ἴσαι τῇ εθ καὶ ἡ βγ τῇ ηε, ὁ κέντρῳ τῷ ε γραφόμενος κύκλος, διαστήματι δὲ τῷ εη, τέμνει τὴν εθ. τεμνέτω ὁ ηκ,
5καὶ ἐπεζεύχθωσαν ἐπὶ τὰ κέντρα τῶν κύκλων ἀπὸ τῆς κοινῆς τομῆς αἱ κδ κε. ἐπεὶ οὖν τὸ δ κέντρον τοῦ θκζ, ἴση τῇ θδδκ, τουτέστιν τῇ δζ καὶ τῇ αγ. πάλιν ἐπειδὴ κέντρον τὸ ε τοῦ ηκ, ἴση ἡ εκ τῇ εη τουτέστι τῇ βγ. ἐπεὶ οὖν δύο αἱ αβ αγ δύο ταῖς δε
10δκ ἴσαι καὶ ἡ βγ τῇ εκ, καὶ γωνία ἡ ὑπὸ βαγ γωνίᾳ τῇ ὑπὸ εδκ ἴση. μείζων ἄρα τῆς ὑπὸ ζδε ἡ ὑπὸ βαγ. Prop. XXVI, theor. XVII. Ἐὰν δύο τρίγωνα δύο γωνίας δύο γωνίαις ἴσας ἔχ, ἑκατέραν ἑκα‐ τέρ, ἔχῃ δὲ καὶ μίαν πλευρὰν μιᾷ πλευρᾷ
15ἴσην, ἤτοι τὴν πρὸς ταῖς ἴσαις γωνίαις ἢ τὴν ὑποτείνουσαν ὑπὸ μίαν τῶν ἴσων γωνιῶν, καὶ τὰς λοιπὰς πλευρὰς ταῖς λοιπαῖς πλευραῖς ἴσας ἕξει καὶ τὴν λοιπὴν γωνίαν τῇ λοιπῇ
γωνίᾳ ἴσην ἕξε
ι.
20 Τὸν τὰ τρίγωνα καὶ τὰς πλευρὰς καὶ τὰς γωνίας καὶ τὰ ἐμβαδὰ συγκρίνειν βουλόμενον ἀναγκαῖον ἢ
μόνας τὰς πλευρὰς λαβόντα ἴσας ζητεῖν τὴν ἰσότητα347
in Euc
.

348

τῶν γωνιῶν, ἢ μόνας τὰς γωνίας ἴσας ζητεῖν τὴν ἰσότητα τῶν πλευρῶν, ἢ μίξαντα γωνίας καὶ πλευράς. μόνας μὲν οὖν γωνίας ἴσας λαβὼν οὐκ ἠδύνατο δεικνύ‐ ναι καὶ τὰς πλευρὰς τῶν τριγώνων ἴσας. ἐστὶν γὰρ
5ἰσογώνια τρίγωνα καὶ τὰ σμικρότατα τοῖς μεγίστοις, καὶ ταῖς πλευραῖς καὶ τοῖς περιεχομένοις χωρίοις λει‐ πόμενα τῶν ἑτέρων, τὰς δὲ γωνίας ἴσας ἔχοντα ἐκεί‐ νοις κατὰ μίαν. μόνας δὲ τὰς πλευρὰς ἴσας ὑποθέ‐ μενος πάντα ἔδειξεν ἴσα κατὰ τὸ ὄγδοον θεώρημα,
10ἐν ᾧ δύο τρίγωνά ἐστιν ἔχοντα δύο πλευρὰς ἴσας δυσὶν ἑκατέραν ἑκατέρᾳ καὶ τὴν βάσιν ἴσην τῇ βάσει. καὶ δείκνυται ἰσογώνια ταῦτα καὶ ἴσων περιληπτικὰ χωρίων. καὶ ὁ στοιχειωτὴς τὴν προσθήκην ταύτην ἀφεῖλεν ὡς ἑπομένην ἐξ ἀνάγκης καὶ ἀποδείξεως οὐ
15δεομένην, καθάπερ διὰ τὸ τέταρτον. πλευρὰς δὲ καὶ γωνίας λαμβάνων ἢ μίαν πλευρὰν ὤφειλεν λαβεῖν μιᾷ ἴσην καὶ μίαν γωνίαν μιᾷ γωνίᾳ, ἢ μίαν πλευρὰν καὶ τὰς δύο γωνίας τῶν τριγώνων ἴσας, ἢ ἀνάπαλιν μίαν γωνίαν καὶ δύο πλευράς, ἢ μίαν γωνίαν καὶ τρεῖς
20πλευράς, ἢ μίαν πλευρὰν καὶ τὰς τρεῖς γωνίας, ἢ καὶ πλείους μιᾶς πλευρὰς λαμβάνειν καὶ πλείους μιᾶς γωνίας. ἀλλὰ μίαν γωνίαν καὶ μίαν πλευρὰν λαβὼν οὐκ ἐδείκνυ τὸ προκείμενον τῶν ἄλλων τὴν ἰσότητα. δυνατὸν γοῦν δύο τρίγωνα κατὰ μίαν μόνην πλευρὰν
25ἴσα ὄντα καὶ μίαν γωνίαν πᾶσιν ἄνισα τοῖς λοιποῖς348
in Euc
.

349

ὑπάρχειν. ἔστω γὰρ εὐθεῖα ἡ αβ ἑστῶσα ὀρθὴ ἐπὶ τὴν γδ, μείζων δὲ τῆς βγβδ, καὶ ἐπεζεύχθωσαν αἱ αγ αδ. οὐκοῦν τοῖς τριγώ‐[Omitted graphic marker] νοις τούτοις μία μὲν κοινὴ
5πλευρὰ καὶ μία γωνία μιᾷ ἴση, τὰ δὲ ἄλλα ἄνισα πάντα. μίαν δὲ πλευρὰν καὶ δύο γωνίας λα‐ βεῖν ἐξῆν καὶ δεῖξαι τὰ λοιπὰ ἴσα. καὶ τοῦτο ποιεῖ διὰ τοῦδε τοῦ θεωρήματος, μίαν δὲ πλευρὰν καὶ τρεῖς
10γωνίας ἴσας ἔτι ὑποτίθεσθαι περιττόν, εἴπερ καὶ δύο μόνων ἴσων οὐσῶν δέδεικται ἡ τῶν λοιπῶν ἰσότης. πάλιν μίαν γωνίαν καὶ δύο πλευρὰς λαβὼν ἔδειξεν τὰ ἄλλα ἴσα ἐν τῷ τετάρτῳ θεωρήματι. μίαν δὲ γω‐ νίαν καὶ τρεῖς πλευρὰς ἴσας λαβεῖν περίεργον ἦν, καὶ
15γὰρ αἱ δύο μόνον ἴσαι ληφθεῖσαι συνῆγον τὴν ἰσό‐ τητα τῶν ἄλλων. καὶ μὴν καὶ τὸ δύο πλευρὰς καὶ δύο γωνίας ἴσας λαμβάνειν, ἢ δύο πλευρὰς καὶ τρεῖς γωνίας ἴσας, ἢ δύο γωνίας καὶ τρεῖς πλευράς, πάντα ταῦτα περιττά. τὰ γὰρ ταῖς ἐλάττοσιν ὑποθέσεσιν
20ἑπόμενα πάντως ἀκολουθεῖ καὶ ταῖς πλείοσι μόνον μετὰ τῶν δεόντων προσδιορισμῶν λαμβανομένων τῶν ὑποθέσεων. τρεῖς οὖν ἡμῖν ἀνεφάνησαν ὑποθέσεις ἀποδείξεως δεόμεναι, ἥ τε μόνας λαμβάνουσα τὰς τρεῖς πλευρὰς καὶ ἡ τὰς δύο πλευρὰς καὶ τὴν μίαν γωνίαν
25καὶ ἡ ἀντίθετος πρὸς ταύτην ἡ τὴν μίαν πλευρὰν καὶ
τὰς δύο γωνίας, ἣν νῦν ὁ γεωμέτρης προστίθησιν. καὶ349
in Euc
.

350

διὰ τοῦτο ταῦτα τρία μόνα θεωρήματα περὶ τῆς ἰσότη‐ τος τῶν τριγώνων ἔχομεν τῆς ἐν ταῖς πλευραῖς καὶ ταῖς γωνίαις τῶν ἄλλων πασῶν ὑποθέσεων ἢ ἀδυνά‐ των οὐσῶν δεῖξαι τὸ ζητούμενον ἢ δυνατῶν μέν, ἀλλὰ
5περιττῶν τῷ δι’ ἐλαττόνων ὑποθέσεων τὰ αὐτὰ πεφηνέναι. Ὥσπερ οὖν, ὅτε δύο πλευρὰς ἐλάμβανεν ἴσας δυ‐ σὶν καὶ γωνίᾳ μιᾷ μίαν ἴσην, οὐ τὴν τυχοῦσαν ἐλάμ‐ βανεν γωνίαν, ἀλλ’, ὡς αὐτοῦ προσετίθει, τὴν ὑπὸ
10τῶν ἴσων εὐθειῶν περιεχομένην, οὕτω καὶ δύο γω‐ νίας δυσὶ λαμβάνων ἴσας καὶ μίαν πλευρὰν μιᾷ, οὐ τὴν τυχοῦσαν λαμβάνει ταύτην, ἀλλ’ ἤτοι τὴν πρὸς ταῖς ἴσαις γωνίαις ἢ τὴν ὑποτείνουσαν ὑπὸ μίαν τῶν ἴσων γωνιῶν. οὔτε γὰρ γωνίαν ἐπὶ τοῦ τετάρτου
15ληφθεῖσαν ἴσην τὴν τυχοῦσαν οὔτε πλευρὰν ἐπὶ τοῦδε τοῦ θεωρήματος οἵαν ποτὲ δεικνύναι τὰ λοιπὰ ἴσα δυνατόν· λέγω δὲ οἷον ὄντος ἰσοπλεύρου τριγώνου
[Omitted graphic marker] τοῦ αβγ διῃρήσθω ἡ βγ εἰς ἄνισα
τῇ αδ. γίνεται ἄρα δύο τρί‐
20
γωνα τὰς αβ αδ ταῖς αγ αδ ἴσας
ἔχοντα καὶ μίαν γωνίαν τὴν πρὸς
τῷ β τῇ πρὸς τῷ γ ἴσην· ἀλλ’ οὐκέτι τὰ λοιπὰ ἴσα, οἷον ἡ βδ τῇ δγ· ἄνισοι γάρ· ἀλλ’ οὐδὲ αἱ λοιπαὶ γωνίαι ἴσαι. τὸ δὲ αἴτιον ὅτι
25γωνίᾳ γωνίαν ἴσην ἐλάβομεν οὐ τὴν ὑπὸ τῶν ἴσων350
in Euc
.

351

πλευρῶν περιεχομένην. κατὰ ταὐτὰ δὴ καὶ τοῦτο τὸ θεώρημα φανήσεται διαπίπτον, εἰ μὴ λάβοιμεν κατὰ τὸν εἰρημένον διορισμὸν ἴσην τὴν πλευρὰν τὴν ὑπο‐ τείνουσαν ὑπὸ μίαν τῶν ἴσων γωνιῶν ἢ τὴν πρὸς
5ταῖς ἴσαις γωνίαις. ἔστω γὰρ ὀρθογώνιον τὸ αβγ, ὀρθὴν ἔχον τὴν πρὸς τῷ β γωνίαν [Omitted graphic marker] καὶ μείζονα τὴν βγ τῆς βα, καὶ ἐκ‐ βεβλήσθω ἡ αβ, καὶ συνεστάτω τῇ ὑπὸ βαγ γωνίᾳ ἴση πρὸς τῇ βγ καὶ
10τῷ πρὸς αὐτῇ σημείῳ τῷ γ ἡ ὑπὸ βγδ καὶ συμπιπτέτωσαν αἱ αβ γδ ἐκβαλ‐ λόμεναι κατὰ τὸ δ. δύο οὖν τρίγωνά ἐστι τὰ αβγ βγδ ἔχοντα μίαν πλευ‐ ρὰν κοινὴν τὴν βγ καὶ δύο γωνίας ἴσας, τὴν μὲν
15ὑπὸ αβγ τῇ ὑπὸ γβδ—ὀρθαὶ γάρ—τὴν δὲ ὑπὸ βαγ τῇ ὑπὸ βγδ—οὕτως γὰρ συνέστησαν—ἴσα ἄρα, ὡς ἔοικεν, ἐστὶ τὰ τρίγωνα. καίτοι δείκνυται τὸ βδγ μεῖζον τοῦ αβγ. αἴτιον δὲ ὅτι τὴν βγ κοινὴν ἐλάβομεν ἐν μὲν τῷ αβγ ὑποτείνουσαν τὴν μίαν τῶν
20ἴσων γωνιῶν τὴν πρὸς τῷ α, ἐν δὲ τῷ βγδ πρὸς ταῖς ἴσαις οὖσαν γωνίαις. ἔδει δὲ ἄρα ἐν ἀμφοῖν ἢ μίαν ὑποτείνειν τῶν ἴσων γωνιῶν ἢ πρὸς ταῖς ἴσαις κεῖσθαι
γωνίαις. τοῦτο δὲ μὴ φυλάττοντες ἴσον ἀποφαίνομεν351
in Euc
.

352

τὸ τρίγωνον, ὅ ἐστι μεῖζον ἐξ ἀνάγκης. πῶς γὰρ οὐ μεῖζον τὸ βγδ τοῦ αβγ; συνεστάτω γὰρ πρὸς τῇ βγ εὐθείᾳ καὶ τῷ πρὸς αὐτῇ σημείῳ τῷ γ τῇ ὑπὸ αγβ ἴση ἡ ὑπὸ ζγβ· μείζων γὰρ τῆς ὑπὸ αγβ ἡ ὑπὸ βγδ,
5ὥσπερ καὶ ἡ πρὸς τῷ α γωνία. ἐπεὶ οὖν δύο τρί‐ γωνά ἐστι τὰ αβγ βγζ δύο γωνίας ἔχοντα τὰς ὑπὸ αβγ βγα δυσὶν ἴσας ταῖς ὑπὸ γβζ βγζ, ἑκατέραν ἑκατέρᾳ, καὶ μίαν πλευρὰν κοινὴν τὴν πρὸς ταῖς ἴσαις γωνίαις τὴν βγ, ἴσα ἐστὶ τὰ τρίγωνα. μεῖζον δὲ τὸ
10βγδ τοῦ βγζ μεῖζον ἄρα ἐστὶν καὶ τοῦ αβγ. πρό‐ τερον δὲ ἴσον ἐδείκνυτο διὰ τὴν λῆψιν τῆς τυχούσης πλευρᾶς. Τοσαῦτα καὶ πρὸς τὴν τῶν προκειμένων ἀκρί‐ βειαν ὁ Πορφύριος ἡμῖν συμβάλλεται, Εὔδημος
15δὲ ἐν ταῖς γεωμετρικαῖς ἱστορίαις εἰς Θαλῆν τοῦτο ἀνάγει τὸ θεώρημα. τὴν γὰρ τῶν ἐν θαλάττῃ πλοίων ἀπόστασιν δι’ οὗ τρόπου φασὶν αὐτὸν δεικνύναι τούτῳ προσχρῆσθαί φησιν ἀναγκαῖον. Ἐκ δὲ τῆς προειρημένης διαιρέσεως συνοπτικῶς
20ληψόμεθα πᾶσαν τὴν περὶ τῆς ἰσότητος τῶν τριγώνων θεωρίαν, καὶ τῶν παραλελειμμένων τὰς αἰτίας ἕξομεν λέγειν ὡς ψευδεῖς τὰς ὑποθέσεις ἢ ὡς περιττὰς ἐλέγ‐ χοντες. καὶ μέχρι τούτου πέρας ἔχειν θησόμεθα τῷ στοιχειώτῃ τὸ πρῶτον τμῆμα τάς τε συστάσεις τῶν
25τριγώνων καὶ τὰς συγκρίσεις κατὰ τὸ ἴσον καὶ τὸ352
in Euc
.

353

ἄνισον πεποιημένῳ καὶ διὰ μὲν τῆς συστάσεως τὴν οὐσίαν αὐτῶν παραδεδωκότι, διὰ δὲ τῆς [συγκρίσεως τὴν] ἰσότητα [καὶ] τὴν ἑτερότητα. τρία γὰρ τὰ περὶ τὴν ὕπαρξιν, [τὸ ὂν,] τὸ ταὐτὸν καὶ τὸ ἕτερον, καὶ
5ἐν ποσοῖς καὶ ἐν ποιοῖς κατὰ τὴν ἰδιότητα τῶν ὑπο‐ κειμένων. δείκνυται οὖν ἐκ τούτων ὡς εἰκόνων ὅτι καὶ ἕκαστον ἑαυτῷ ταὐτόν ἐστι καὶ ἑαυτοῦ ἕτερον διὰ τὸ ἐν αὐτῷ πλῆθος καὶ πάντα ταὐτὰ ἀλλήλοις καὶ ἕτερα ἀλλήλων. καὶ γὰρ ἐφ’ ἑνὸς ἑκάστου τῶν τρι‐
10γώνων εὕρηται τὸ ἴσον καὶ ἄνισον καὶ ἐπὶ πλειόνων
ἑνός.353
in Euc
.

354

(t)

PROPOSITIONUM PARS POSTERIOR.
1 Περὶ μὲν τῆς τῶν τριγώνων γενέσεώς τε καὶ ἰσότητος ἢ ἀνισότητος ὅσα δυνατὸν ὡς ἐν στοιχειώσει λέγειν ἐκ τῶν εἰρημένων μεμαθήκαμεν, περὶ δὲ τῶν τετραπλεύρων ἐφεξῆς ὁ Εὐκλείδης διέξεισι προηγου‐
5μένως μὲν περὶ τῶν παραλληλογράμμων ἡμᾶς δι‐ δάσκων, τῇ δὲ τούτων θεωρίᾳ συνεισφέρων καὶ τὴν περὶ τῶν τραπεζίων διδασκαλίαν. διῄρηται γάρ, ὥς που καὶ πρότερον ἐν ταῖς ὑποθέσεσιν εἴπομεν, τὸ τετράπλευρον εἴς τε τὸ παραλληλόγραμμον καὶ τὸ τρα‐
10πέζιον, καὶ τὸ παραλληλόγραμμον εἰς ἕτερα ἄττα εἴδη καὶ τὸ τραπέζιον ὡσαύτως. ἀλλ’ ἐπεὶ τὸ μὲν παραλ‐ ληλόγραμμον διὰ τὴν τῆς ἰσότητος μετουσίαν τεταγμέ‐ νον ἐστί, τὸ δὲ τραπέζιον οὐ τὴν αὐτὴν οὐδὲ ὁμοίαν ἔχει τὴν τάξιν, προηγουμένως μὲν εἰκότως αὐτῷ [τὰ?]
15τῶν παραλληλογράμμων ὁ λόγος ἀπεργάζεται, συν‐ θεωρεῖ δὲ τούτοις καὶ τὸ τραπέζιον. ἀναφανήσεται γὰρ ἐκ τῆς τῶν παραλληλογράμμων τομῆς ἡ τῶν τρα‐
πεζίων γέννησις, ὡς ἔσται προϊοῦσιν ἡμῖν γνώριμον.354
in Euc
.

355

Ἀλλ’ ἐπειδήπερ πάλιν ἀδύνατον εἰπεῖν τι περὶ τῆς τῶν παραλληλογράμμων ἢ συστάσεως ἢ ἰσότητος ἄνευ τῆς τῶν παραλλήλων θεωρίας—ὡς γὰρ καὶ ἐκ τοῦ ὀνόματος δῆλον, παραλληλόγραμμόν ἐστι τὸ ὑπὸ
5παραλλήλων τῶν ἀπεναντίον κειμένων εὐθειῶν περι‐ γραφόμενον—ἐντεῦθεν ἀναγκαίως ἀπὸ τῶν παραλ‐ λήλων ποιεῖται τὴν ἀρχὴν τῆς διδασκαλίας καὶ κατὰ βραχὺ προϊὼν ἀπὸ τούτων εἰς τὴν τῶν παραλληλο‐ γράμμων εἰσβάλλει θεωρίαν ἑνὶ μέσῳ χρησάμενος
10θεωρήματι τῆς τε τούτων καὶ τῆς ἐκείνων στοιχει‐ ώσεως, ὃ δοκεῖ μὲν σύμπτωμά τι ταῖς παραλλήλοις ὑπάρχον θεωρεῖν, γένεσιν δὲ πρώτην παραλληλογράμ‐ μου παραδίδωσι. τοιοῦτον γάρ ἐστι τὸ αἱ τὰς ἴσας τε καὶ παραλλήλους ἐπὶ τὰ αὐτὰ μέρη ἐπι‐
15ζευγνύουσαι καὶ αὐταὶ ἴσαι τε καὶ παράλληλοί εἰσιν. ἐν γὰρ τούτῳ θεωρεῖται μέν τι ταῖς ἴσαις καὶ παραλλήλοις συμβεβηκός, ἐκ δὲ τῆς ἐπιζεύξεως ἀναφαίνεται τὸ παραλληλόγραμμον τὸ ἴσας ἔχον καὶ παραλλήλους τὰς ἀπεναντίον κειμένας πλευράς.
20 Ὅτι μὲν οὖν ἀναγκαίως ὁ περὶ τῶν παραλλήλων λόγος προείληπται, δῆλον ἐκ τούτων. τρία δέ ἐστιν ἀναλαμβάνειν ταῖς παραλλήλοις ὑπάρχοντα καθ’ αὑτὸ καὶ ᾗ αὐτὸ χαρακτηριστικά τε αὐτῶν καὶ ἀντιστρέ‐ φοντα πρὸς αὐτάς, οὐ μόνον τὰ τρία ἅμα, ἀλλὰ καὶ
25ἕκαστον ἀποδιαληφθὲν τῶν λοιπῶν, ὧν τὸ μέν ἐστιν εὐθείας τεμνούσης τὰς παραλλήλους ἴσας εἶναι τὰς
ἐναλλάξ, τὸ δὲ εὐθείας τεμνούσης τὰς παραλλήλους355
in Euc
.

356

ἴσας εἶναι τὰς ἐντὸς δύο ὀρθαῖς, τὸ δὲ λοιπὸν εὐθείας τεμνούσης τὰς παραλλήλους ἴσην εἶναι τὴν ἐκτὸς τῇ ἐντὸς καὶ ἀπεναντίον. ἕκαστον γὰρ τῶν συμπτωμά‐ των τούτων ἱκανὸν ἀποδειχθὲν παραλλήλους ἀποφῆ‐
5ναι τὰς εὐθείας. Τοῦτον δὲ τὸν τρόπον εἰώθασι καὶ οἱ ἄλλοι μα‐ θηματικοὶ διαλέγεσθαι περὶ τῶν γραμμῶν, ἑκάστου εἴδους τὸ σύμπτωμα παραδιδόντες. καὶ γὰρ Ἀπολ‐ λώνιος ἐφ’ ἑκάστης τῶν κωνικῶν γραμμῶν, τί τὸ
10σύμπτωμα δείκνυσι, καὶ ὁ Νικομήδης ἐπὶ τῶν κογχο‐ ειδῶν, καὶ ὁ Ἱππίας ἐπὶ τῶν τετραγωνιζουσῶν, καὶ ὁ Περσεὺς ἐπὶ τῶν σπειρικῶν. μετὰ γὰρ τὴν γένε‐ σιν τὸ καθ’ αὑτὸ καὶ ᾗ αὐτὸ ὑπάρχον ληφθὲν ἀφο‐ ρίζει τὸ συστὰν ἡμῖν εἶδος ἀπὸ τῶν ἄλλων ἁπάντων.
15κατὰ τὰ αὐτὰ δὴ οὖν καὶ ὁ στοιχειωτὴς τὰ συμπτώ‐ ματα τῶν παραλλήλων ἀνευρίσκει πρῶτον. Prop. XXVII, theor. XVIII. Ἐὰν εἰς δύο εὐθείας εὐθεῖα ἐμπίπτουσα τὰς ἐναλλὰξ γωνίας ἴσας ἀλλήλαις ποι, παράλληλοι ἔσονται ἀλλήλαις
20
αἱ εὐθεῖα
ι. Ἐπὶ τοῦ ὁμολογουμένου προείληπται τὸ εἶναι τὰς εὐθείας ἐν ἑνὶ ἐπιπέδῳ, μᾶλλον δὲ ἐπὶ πάντων τῶν ἐν τῷ ἐπιπέδῳ θεωρημάτων. τοῦτο δὲ προσέθεμεν διὸ τὸ μὴ πάντως τῶν ἐναλλὰξ ἴσων οὐσῶν παραλ‐
25λήλους εἶναι τὰς εὐθείας, εἰ μὴ καὶ ἐν τῷ αὐτῷ εἶεν356
in Euc
.

357

ἐπιπέδῳ. κωλύει γὰρ οὐδὲν οἷον χιαστὶ τῶν εὐθειῶν κειμένων, τῆς μὲν ἐν ἄλλῳ, τῆς δὲ ἐν ἄλλῳ ἐπιπέδῳ, ἐμπίπτουσαν εἰς αὐτὰς εὐθεῖαν ἴσας ποιεῖν τὰς ἐναλ‐ λάξ, ἀλλ’ οὐ παράλληλοι αἱ οὕτως κείμεναι. προ‐
5είληπται οὖν ὅτι πάντα, ὅσα καταγράφομεν ἐν τῇ ἐπιπέδῳ πραγματείᾳ, περὶ ἓν καὶ ταὐτὸν ἐπίπεδον φανταζόμεθα. διόπερ οὐκ ἐδεήθη καὶ ταύτης τῆς προσθήκης. Αὐτὸ δὲ δὴ τὸ ἐναλλὰξ ἰστέον ὅτι διχῶς ὁ γεω‐
10μέτρης παραλαμβάνει, ποτὲ μὲν κατὰ τὴν τοιάνδε θέ‐ σιν, ποτὲ δὲ κατὰ τὴν τοιάνδε τῶν λόγων ἀκολουθίαν. καὶ κατὰ μὲν τοῦτο τὸ σημαινόμενον ἐν τῷ πέμπτῳ καὶ ἐν τοῖς ἀριθμητικοῖς χρῆται τῷ ἐναλλάξ, κατὰ δὲ τὸ ἕτερον ἔν τε τούτῳ καὶ ἐν τοῖς ἄλλοις ἅπασι
15βιβλίοις ἐπὶ τῶν παραλλήλων εὐθειῶν καὶ τῆς εἰς ταύτας ἐμπιπτούσης. τὰς γὰρ γωνίας τὰς μὴ ἐπὶ τὰ αὐτὰ γιγνομένας, μηδὲ ἐφεξῆς ἀλλήλαις κειμένας, ἀλλὰ διειργομένας μὲν ὑπὸ τῆς ἐμπιπτούσης, ἐντὸς δὲ ἄμφω τῶν παραλλήλων, διαφερούσας δὲ τῷ τὴν
20μὲν ἄνω κεῖσθαι, τὴν δὲ κάτω, τὰς ἐναλλὰξ προσαγο‐ ρεύει. λέγω δὲ οἷον εὐθειῶν οὐσῶν τῶν αβ καὶ γδ καὶ ἐμπιπτούσης εἰς αὐτὰς τῆς [Omitted graphic marker] εζ ἐναλλὰξ εἶναί φησι τὰς ὑπὸ αεζ καὶ δζε καὶ πάλιν τὰς
25ὑπὸ γζε καὶ βεζ ὡς ἐνηλλαγμένως ἐχούσας κατὰ τὴν θέσιν.
Δεῖ δὲ εἰδέναι ἐκεῖνο ὅτι τοιαύτης οὔσης θέσεως357
in Euc
.

358

τῶν εὐθειῶν ἐκ διαιρέσεως ἓξ τὰ πάντα γίνεται συμ‐ πτώματα, ὧν τὰ τρία μόνον ὁ γεωμέτρης ἔλαβεν, τρία δὲ παρῆκεν. ἢ γὰρ ἐπὶ ταὐτὰ μέρη ληψόμεθα τὰς γωνίας ἢ οὐκ ἐπὶ τὰ αὐτά. καὶ εἰ ἐπὶ τὰ αὐτὰ μέρη,
5ἢ ἀμφοτέρας ἐντὸς τῶν εὐθειῶν, ἃς ἀποδείκνυσιν ὁ λόγος παραλλήλους, ἢ ἄμφω ἐκτός, ἢ τὴν μὲν ἐκτός, τὴν δὲ ἐντός, καὶ εἰ μὴ ἐπὶ τὰ αὐτά, πάλιν ὡσαύτως ἢ ἐκτὸς ἀμφοτέρας τῶν τεμνομένων εὐθειῶν ἀνάγκη λαμβάνειν, ἢ ἐντός, ἢ τὴν μὲν ἐντός, τὴν δὲ ἐκτός.
10[Omitted graphic marker] γιγνέσθω δὲ ἐπὶ τῆς αὐτῆς καταγραφῆς σαφὲς τὸ λεγόμε‐ νον. καὶ ἔστωσαν εὐθεῖαί τινες αἱ αβ γδ καὶ ἐμπιπτέτω εἰς αὐτὰς ἡ εζ καὶ ἐκβεβλήσθω
15
ἐπὶ τὰ θ κ. εἰ μὲν οὖν ἐπὶ τὰ αὐτὰ μέρη λάβοις τὰς γωνίας ἢ ἐντὸς ἄμφω θήσεις. ὡς τὰς ὑπὸ βεζ καὶ εζδ, ἢ τὰς ὑπὸ αεζ καὶ εζγ, ἢ ἐκτὸς ἄμφω, ὡς τὰς ὑπὸ θεβ καὶ δζκ ἢ τὰς ὑπὸ θεα καὶ γζκ, ἢ τὴν μὲν ἐντός, τὴν δὲ ἐκτός, ὡς τὰς
20ὑπὸ θεβ καὶ εζδ, ἢ τὰς ὑπὸ κζδ καὶ ζεβ, ἢ τὰς ὑπὸ θεα καὶ εζγ, ἢ τὰς ὑπὸ κζγ καὶ αεζ. τετραχῶς γὰρ αὗται ληφθήσονται. εἰ δὲ μὴ ἐπὶ τὰ αὐτὰ μέρη τὰς γωνίας λαμβάνοις, ἢ ἐντὸς αὐτὰς θήσεις, ὡς τὰς ὑπὸ
αεζ καὶ ὑπὸ εζδ, ἢ τὰς ὑπὸ γζε καὶ ζεβ, ἢ ἐκτὸς358
in Euc
.

359

ἀμφοτέρας, ὡς τὰς ὑπὸ αεθ καὶ δζκ, ἢ τὰς ὑπὸ θεβ καὶ γζκ, ἢ τὴν μὲν ἐντός, τὴν δὲ ἐκτός, καὶ τοῦτο τετραχῶς πάλιν, ἢ γὰρ τὰς ὑπὸ αεθ καὶ εζδ, ἢ τὰς ὑπὸ θεβ καὶ εζγ, ἢ τὰς ὑπὸ κζγ καὶ ζεβ, ἢ τὰς ὑπὸ
5κζδ καὶ ζεα θήσεις. καὶ παρὰ ταύτας ἄλλη λῆψις οὐκ ἔστιν. Ἑξαχῶς οὖν λαμβανομένων τῶν γωνιῶν ὁ γεω‐ μέτρης τρεῖς μόνας ἐκλέξατο καὶ ταῦτα εἰς τὰ ἑπόμενα συμπτώματα τῶν παραλλήλων ἀπέφηνεν ὄντα χαρα‐
10κτηριστικά. τούτων δὲ τῶν τριῶν μία μέν ἐστιν ἐκ τῶν μὴ ἐπὶ τὰ αὐτά, ἐκ μὲν τῶν ἐντὸς ληφθεισῶν μόνον, ἃς καὶ ἐκάλεσεν ἐναλλάξ, ὡς παραλελεῖφθαι τὰς ἐκτὸς οὔσας ἀμφοτέρας καὶ τὴν μὲν ἐκτός, τὴν δὲ ἐντός, ἐκ δὲ τῶν ἐπὶ τὰ αὐτά, τῶν δὲ ἐντὸς ἀμφοτέ‐
15ρων, ἃς δυσὶν ὀρθαῖς εἶναί φησιν ἴσας, καὶ ὧν ἡ μέν ἐστιν ἐντός, ἡ δὲ ἐκτός, ἃς εἶπεν ἴσας εἶναι, ὑπολειπο‐ μένης δὲ μιᾶς λήψεως τῆς ἐκτὸς ἀμφοτέρας ὑπο‐ τιθεμένης. Ἡμεῖς οὖν φαμεν ὅτι καὶ ταῖς παραληφθείσαις
20τρισὶν ὑποθέσεσιν τὰ αὐτὰ ἕπεται. ἔστωσαν γὰρ ἐπὶ τὰ αὐτὰ μέρη ἄμφω ἐκτὸς αἱ [Omitted graphic marker] θεβ δζκ. λέγω ὅτι αὗται δύο ὀρθαῖς εἰσιν ἴσαι. εἰ γὰρ ἡ ὑπὸ δζε ἴση τῇ ὑπὸ θεβ καὶ
25ἡ ὑπὸ βεζ τῇ ὑπὸ δζκ, εἰ δὲ αἱ ὑπὸ βεζ εζδ δύο ὀρθαῖς ἴσαι, καὶ αἱ ὑπὸ δζκ θεβ
δύο ὀρθαῖς ἴσαι. πάλιν ἔστωσαν μὲν ἐπὶ τὰ αὐτὰ359
in Euc
.

360

μέρη αἱ γωνίαι, ὧν ἡ μὲν ἐντός, ἡ δὲ ἐκτός, αἱ αεθ καὶ εζδ. λέγω ὅτι καὶ αὗται δύο ὀρθαῖς εἰσιν ἴσαι. εἰ γὰρ ἡ ὑπὸ αεθ ἴση τῇ ὑπὸ βεζ, αἱ δὲ ὑπὸ βεζ καὶ εζδ δύο ὀρθαί εἰσιν, καὶ αἱ ὑπὸ αεθ καὶ εζδ δύο
5ὀρθαῖς ἴσαι. πάλιν ἔστωσαν μὴ ἐπὶ τὰ αὐτὰ μέν, ἄμφω δὲ ἐκτὸς τῶν εὐθειῶν, ὡς αἱ αεθ δζκ. λέγω ὅτι αὗται ἴσαι ἀλλήλαις εἰσίν. εἰ γὰρ αἱ ὑπὸ αεθ καὶ βεζ ἴσαι ἀλλήλαις, ἡ δὲ ὑπὸ δζκ τῇ ὑπὸ βεζ, ἡ ὑπὸ αεθ ἄρα ἴση τῇ ὑπὸ δζκ γωνίᾳ. ἐὰν ἄρα ληφθῇ τὰ
10ἐπὶ τῶν τριῶν ὑποθέσεων, ἃς ὁ γεωμέτρης ἔλαβεν, ἑπόμενα ὡς ἀληθῆ πάντα τὰ αὐτὰ καὶ ἐπὶ τῶν λοι‐ πῶν τριῶν, πλὴν ὅτι, ἐφ’ ὧν μὲν ὁ γεωμέτρης ἔλα‐ βεν, κατὰ δύο μὲν λήψεις ὑπόκεινται ἴσαι ἀλλήλαις αἱ γωνίαι, κατὰ μίαν δὲ δύο ὀρθαῖς αἱ γωνίαι, ἐπὶ
15δὲ τούτων ἀνάπαλιν κατὰ δύο μὲν δύο ὀρθαῖς ἴσαι, κατὰ μίαν δὲ ἀλλήλαις. ἓξ γὰρ οὐσῶν πασῶν τῶν λήψεων ἐκ μὲν τῶν τριῶν συμβαίνει δύο ὀρθαῖς ἴσας εἶναι τὰς γωνίας, ἐκ δὲ τῶν τριῶν ἴσας ἀλλήλαις, ὥστε εἰκότως αἱ παραλελειμμέναι ταῖς μνήμης ἠξιω‐
20μέναις λήψεσιν ἀνάπαλιν ἔχουσιν. ἔοικεν δὲ ὁ γεω‐ μέτρης ταύτας ἐκλέξασθαι τῶν ὑποθέσεων, ὅσαι ἢ καταφατικὸν πλεονάζον ἔχουσιν, ἢ ἁπλούστεραί εἰσιν, καὶ διὰ τοῦτο λαβεῖν ἐκ μὲν τῶν μὴ ἐπὶ τὰ αὐτὰ μό‐ νας τὰς ἐντός, ἃς δὴ κέκληκεν ἐναλλάξ, ἐκ δὲ τῶν
25ἐπὶ τὰ αὐτὰ [τὰς ἐντὸς καὶ τὴν μὲν ἐντός, τὴν δὲ]360
in Euc
.

361

ἐκτός, τὰς δὲ ἄλλας δι’ ἀποφάσεως μᾶλλον δηλουμέ‐ νας ἢ ὡς ποικιλωτέρας φυλάξασθαι. ἀλλ’ οὖν εἴτε ταύτην, εἴτε ἄλλην αἰτίαν ῥητέον, δῆλον ἐκ τούτων, πόσα ἐστὶ τὰ ἑπόμενα αὐτοῖς.
5Prop. XXVIII, theor. XVIIII. Ἐὰν εἰς δύο εὐ‐ θείας εὐθεῖα ἐμπίπτουσα τὴν ἐκτὸς γωνίαν τῇ ἐντὸς καὶ ἀπεναντίον καὶ ἐπὶ τὰ αὐτὰ μέρη ἴσην ποιῇ ἢ τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη δύο ὀρθαῖς ἴσας, παράλληλοι ἔσονται
10
εὐθεῖα
ι. Τὸ μὲν πρὸ τούτου θεώρημα τὰς μὴ ἐπὶ τὰ αὐτὰ μέρη γωνίας λαμβάνον, ἐντὸς δὲ τῶν εὐθειῶν κειμέ‐ νας, ἴσας ἀλλήλαις ἐδείκνυ παραλλήλους οὔσας τὰς εὐθείας, τοῦτο δὲ τὰς λοιπὰς δύο ὑποθέσεις προστί‐
15θησιν, ὧν ἡ μὲν τὰς γωνίας μερίζει κατὰ τὸ ἐντὸς καὶ ἐκτός, ἡ δὲ ἀμφοτέρας ἐντὸς ὑποτίθεται καὶ δεί‐ κνυσι τὸ αὐτὸ συμπέρασμα. δόξειεν δ’ ἂν ἀτόπως ὁ στοιχειωτὴς τὰ θεωρήματα μερίσαι. δέον γὰρ ἦν ἢ τὰς τρεῖς ὑποθέσεις διαλαβεῖν καὶ ποιῆσαι τρία θεω‐
20ρήματα, ἢ εἰς ἓν συνάγειν πάσας θεώρημα, ὥσπερ ἐποίησεν ὁ Ἱεραπολίτης Αἰγείας ὁ τὴν ἐπιτομὴν γρά‐ ψας τῶν στοιχείων, ἢ διελεῖν εἰς δύο βουλόμενον εὔτακτον ποιήσασθαι τὴν διαίρεσιν καὶ χωρὶς μὲν λαβεῖν τὰς ὑποθέσεις, ἐφ’ ὧν ἴσαι εἰσὶν αἱ γωνίαι,
25χωρὶς δὲ ἐκείνην, ἐφ’ ἧς δύο ὀρθαῖς εἰσιν ἴσαι. νῦν361
in Euc
.

362

δὲ ἐν ἑνὶ μὲν θεωρήματι τὰς ἐναλλὰξ ἴσας ὑπέθετο, ἐν ἑνὶ δὲ τὴν ἐκτὸς [ἴσην τῇ ἐντὸς] καὶ τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη δύο ὀρθαῖς ἴσας. τί οὖν τὸ αἴτιον τῆς τοιαύτης διαιρέσεως; εἰ οὖν πρὸς τὴν ἰσότητα
5τῶν γωνιῶν ἀπέβλεψεν τὴν πρὸς ἀλλήλας ἢ τὴν πρὸς τὰς δύο ὀρθάς, οὐδὲ ταύτῃ διέστησε τὰ προκείμενα θεωρήματα ἀπ’ ἀλλήλων, ἀλλὰ πρὸς ἐκεῖνο τὸ τὰς γωνίας ἢ ἐπὶ τὰ αὐτὰ μέρη λαμβάνεσθαι ἢ μὴ ἐπὶ τὰ αὐτά. τὸ μὲν γὰρ πρὸ τούτου τὰς μὴ ἐπὶ τὰ αὐτὰ
10παρελάμβανε—τοιαῦται γὰρ αἱ ἐναλλάξ—τοῦτο δὲ τὰς ἐπὶ τὰ αὐτά, ὡς καὶ ἐκ τῆς προτάσεως δῆλον. Ἀλλ’ ὅπως μὲν ὁ στοιχειωτὴς δείκνυσιν ὅτι δύο ὀρθαῖς ἴσων οὐσῶν τῶν ἐντὸς αἱ εὐθεῖαι παράλληλοί εἰσι, φανερὸν ἐκ τῶν γεγραμμένων. Πτολεμαῖος δὲ
15ἐν οἷς ἀποδεῖξαι προέθετο τὰς ἀπ’ ἐλαττόνων ἢ δύο ὀρθῶν ἐκβαλλομένας συμπίπτειν, ἐφ’ ἃ μέρη εἰσὶν αἱ τῶν δύο ὀρθῶν ἐλάσσονες, τοῦτο πρὸ πάντων δεικνὺς τὸ θεώρημα τὸ δυεῖν ὀρθαῖς ἴσων ὑπαρχουσῶν τῶν ἐντὸς παραλλήλους εἶναι τὰς εὐθείας οὕτω πως δεί‐
20[Omitted graphic marker]κνυσιν. ἔστωσαν δύο εὐθεῖαι αἱ αβ γδ, καὶ τεμνέτω τις αὐ‐ τὰς εὐθεῖα ἡ εζηθ, ὥστε τὰς ὑπὸ βζη
25
καὶ ὑπὸ ζηδ γωνίας δύο ὀρθαῖς ἴσας ποιεῖν. λέγω ὅτι παράλληλοί εἰσιν
αἱ εὐθεῖαι, τουτέστιν ἀσύμπτωτοί εἰσιν. εἰ γὰρ δυ‐362
in Euc
.

363

νατόν, συμπιπτέτωσαν ἐκβαλλόμεναι αἱ βζ ηδ κατὰ τὸ κ. ἐπεὶ οὖν εὐθεῖα ἡ ηζ ἐφέστηκεν ἐπὶ τὴν αβ, δύο ὀρθαῖς ἴσας ποιεῖ τὰς ὑπὸ αζη βζη γωνίας. ὁμοίως δέ, ἐπεὶ ἡ ηζ ἐφέστηκεν ἐπὶ τὴν γδ, δύο ὀρ‐
5θαῖς ἴσας ποιεῖ τὰς ὑπὸ γηζ δηζ γωνίας. αἱ τέσσα‐ ρες ἄρα αἱ ὑπὸ αζη βζη γηζ δηζ τέτρασιν ὀρθαῖς ἴσαι εἰσίν, ὧν αἱ δύο αἱ ὑπὸ βζη ζηδ δύο ὀρθαῖς ὑπό‐ κεινται ἴσαι. λοιπαὶ ἄρα αἱ ὑπὸ αζη γηζ καὶ αὗται δύο ὀρθαῖς ἴσαι. εἰ οὖν αἱ ζβ ηδ δύο ὀρθαῖς ἴσων
10οὐσῶν τῶν ἐντὸς ἐκβαλλόμεναι συνέπεσον κατὰ τὸ κ, καὶ αἱ ζα ηγ ἐκβαλλόμεναι συμπεσοῦνται. δύο γὰρ ὀρθαῖς καὶ αἱ ὑπὸ αζη γηζ ἴσαι εἰσίν. ἢ γὰρ κατ’ ἀμφότερα συμπεσοῦνται αἱ εὐθεῖαι, ἢ κατ’ οὐδέτερα, εἴπερ καὶ αὗται κἀκεῖναι δύο ὀρθαῖς εἰσιν ἴσαι. συμ‐
15πιπτέτωσαν οὖν αἱ ζα ηγ κατὰ τὸ λ. αἱ ἄρα λαβκ λγδκ εὐθεῖαι χωρίον περιέχουσιν, ὅπερ ἀδύνατον. οὐκ ἄρα δυνατόν ἐστιν δύο ὀρθαῖς ἴσων οὐσῶν τῶν
ἐντὸς συμπίπτειν τὰς εὐθείας. παράλληλοι ἄρα εἰσίν.363
in Euc
.

364

Prop. XXVIIII, theor. XX. Ἡ εἰς τὰς παραλ‐ λήλους εὐθείας εὐθεῖα ἐμπίπτουσα τάς τε ἐν‐ αλλὰξ ἴσας ποιεῖ καὶ τὴν ἐκτὸς τῇ ἐντὸς [καὶ ἀπεναντίον καὶ ἐπὶ τὰ αὐτὰ μέρη ἴσην καὶ τὰς
5ἐντὸς] καὶ ἐπὶ τὰ αὐτὰ μέρη δύο ὀρθαῖς ἴσας. Τοῦτο τὸ θεώρημα ἀμφοτέροις ἀντιστρέφει τοῖς προειρημένοις θεωρήμασι. τὸ γὰρ ἐν ἑκατέρῳ ζητού‐ μενον ὑπόθεσιν ποιεῖται, τὰ ἐν ἐκείνοις δεδομένα δεικνύναι προτίθεται. καὶ δεῖ μεμνῆσθαι καὶ τῆς τοι‐
10αύτης τῶν ἀντιστροφῶν διαφορᾶς, ὅτι πᾶν τὸ ἀντι‐ στρέφον ἢ ἓν ἑνὶ ἀντιστρέφει, ὡς τῷ πέμπτῳ τὸ ἕκτον, ἢ πλείοσιν ἓν, ὡς τὸ νυνὶ προκείμενον τοῖς πρὸ αὐ‐ τοῦ. ἐν δὲ τούτῳ τῷ θεωρήματι πρῶτον ὁ στοιχειω‐ τὴς ἐχρήσατο τούτῳ τῶν αἰτημάτων τῷ ἐὰν εἰς δύο
15εὐθείας εὐθεῖα ἐμπίπτουσα τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη γωνίας δύο ὀρθῶν ἐλάσσονας ποι, συμπίπτειν τὰς εὐθείας ἐκβαλλομένας, ἐφ’ ἃ μέρη εἰσὶν αἱ τῶν δύο ὀρθῶν ἐλάσσονες, ὅπερ ἐξηγούμενοι τὰ πρὸ τῶν θεωρημάτων ἐλέγομεν,
20ὡς οὐ παρὰ πάντων τοῦτο συγκεχώρηται εἶναι ἀν‐ αποδείκτως ὁμολογούμενον. καὶ πῶς γὰρ ἂν εἴη τοι‐ οῦτον, οὗ τὸ ἀντίστροφον ὡς ἀποδεικτὸν ἐν τοῖς θεω‐ ρήμασιν ἀναγέγραπται; τὸ γὰρ παντὸς τριγώνου δύο τὰς ἐντὸς γωνίας ὁποιασοῦν ἐλάσσους εἶναι δύο ὀρ‐
25θῶν ἀντίστροφόν ἐστι τῷ αἰτήματι τούτῳ· ἐπεὶ καὶ
συνεύειν τὰς εὐθείας ἀεὶ μᾶλλον καὶ μᾶλλον ἐκβαλλο‐364
in Euc
.

365

μένας οὐκ ἔστι τεκμήριον τῆς συμπτώσεως διὰ τὸ καὶ ἄλλας εὑρῆσθαι γραμμὰς συννευούσας μὲν ἀεὶ πλέον καὶ πλέον, συμπιπτούσας δὲ οὐδέποτε, καθὰ καὶ εἴρη‐ ται πρότερον.
5 Ἤδη μὲν οὖν καὶ ἄλλοι τινὲς ὡς θεώρημα προ‐ τάξαντες τοῦτο αἴτημα παρὰ τῷ στοιχειωτῇ ληφθὲν ἀποδείξεως ἠξίωσαν. δοκεῖ δὲ καὶ ὁ Πτολεμαῖος αὐτὸ δεικνύναι ἐν τῷ περὶ τοῦ τὰς ἀπ’ ἐλαττόνων ἢ δύο ὀρθῶν ἐκβαλλομένας συμπίπτειν, καὶ δείκνυσι
10πολλὰ προλαβὼν τῶν μέχρι τοῦδε τοῦ θεωρήματος ὑπὸ τοῦ στοιχειωτοῦ προαποδεδειγμένων. καὶ ὑπο‐ κείσθω πάντα εἶναι ἀληθῆ, ἵνα μὴ καὶ ἡμεῖς ὄχλον ἐπεισάγωμεν ἄλλον, καὶ ὡς λημμάτιον τοῦτο δείκνυ‐ σθαι διὰ τῶν προειρημένων. ἓν δὲ καὶ τοῦτο τῶν
15προδεδειγμένων τὸ τὰς ἀπὸ δυεῖν ὀρθαῖς ἴσων ἐκ βαλλομένας μηδαμῶς συμπίπτειν. λέγω τοίνυν ὅτι καὶ τὸ ἀνάπαλιν ἀληθές, καὶ τὸ παραλλήλων οὐσῶν τῶν εὐθειῶν καὶ τεμνομένων ὑπὸ μιᾶς εὐθείας τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη γωνίας δύο ὀρθαῖς ἴσας
20εἶναι. ἀνάγκη γὰρ τὴν τέμνουσαν τὰς παραλλήλους ἢ δύο ὀρθαῖς ἴσας ποιεῖν τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη γωνίας ἢ δύο ὀρθῶν ἐλάσσους ἢ μείζους. ἔστω‐ σαν οὖν παράλληλοι αἱ αβ γδ [Omitted graphic marker] καὶ ἐμπιπτέτω εἰς αὐτὰς ἡ ηζ·
25λέγω ὅτι οὐ ποιεῖ δύο ὀρθῶν μείζους τὰς ἐντὸς καὶ ἐπὶ τὰ
αὐτά. εἰ γὰρ αἱ ὑπὸ αζη γηζ δύο ὀρθῶν μείζους,365
in Euc
.

366

αἱ λοιπαὶ αἱ ὑπὸ βζη δηζ δύο ὀρθῶν ἐλάσσους· ἀλλὰ καὶ δύο ὀρθῶν μείζους αἱ αὐταί—οὐδὲν γὰρ μᾶλ‐ λον αἱ αζ γη παράλληλοι ἢ αἱ ζβ ηδ, ὥστε εἰ ἡ ἐμ‐ πεσοῦσα εἰς τὰς αζ γη δύο ὀρθῶν μείζους ποιεῖ τὰς
5ἐντός, καὶ ἡ εἰς τὰς ζβ ηδ ἐμπίπτουσα δύο ὀρθῶν ποιήσει μείζους τὰς ἐντός—ἀλλ’ αἱ αὐταὶ καὶ δύο ὀρθῶν ἐλάσσους—αἱ γὰρ τέσσαρες αἱ ὑπὸ αζη γηζ βζη δηζ τέτρασιν ὀρθαῖς ἴσαι—ὅπερ ἀδύνατον. ὁμοίως δὴ δείξομεν ὅτι εἰς τὰς παραλλήλους ἐμπί‐
10πτουσα οὐ ποιεῖ δύο ὀρθῶν ἐλάσσους τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη γωνίας. εἰ δὲ μήτε μείζους μήτε ἐλάσσους ποιεῖ τῶν δύο ὀρθῶν, λείπεται τὴν ἐμπί‐ πτουσαν δύο ὀρθαῖς ἴσας ποιεῖν τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη γωνίας.
15 Τούτου δὴ οὖν προδεδειγμένου τὸ προκείμενον ἀναμφισβητήτως ἀποδείκνυται. λέγω γὰρ ὅτι ἐὰν εἰς δύο εὐθείας εὐθεῖα ἐμπίπτουσα τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη γωνίας δύο ὀρθῶν ἐλάσσονας ποιῇ, συμ‐ πεσοῦνται αἱ εὐθεῖαι ἐκβαλλόμεναι, ἐφ’ ἃ μέρη εἰσὶν
20αἱ τῶν δύο ὀρθῶν ἐλάσσονες. μὴ γὰρ συμπιπτέτω‐ σαν. ἀλλ’ εἰ ἀσύμπτωτοί εἰσιν, ἐφ’ ἃ μέρη αἱ τῶν δύο ὀρθῶν ἐλάσσονες, πολλῷ μᾶλλον ἔσονται ἀσύμ‐ πτωτοι ἐπὶ θάτερα, ἐφ’ ἃ τῶν δύο εἰσὶν ὀρθῶν αἱ μείζονες, ὥστε ἐφ’ ἑκάτερα ἂν εἶεν ἀσύμπτωτοι αἱ
25εὐθεῖαι. εἰ δὲ τοῦτο, παράλληλοί εἰσιν. ἀλλὰ δέδει‐ κται ὅτι ἡ εἰς τὰς παραλλήλους ἐμπίπτουσα τὰς ἐντὸς
καὶ ἐπὶ τὰ αὐτὰ μέρη δύο ὀρθαῖς ἴσας ποιήσει γω‐366
in Euc
.

367

νίας. αἱ αὐταὶ ἄρα καὶ δύο ὀρθαῖς ἴσαι καὶ δύο ὀρ‐ θῶν ἐλάσσονες, ὅπερ ἀδύνατον. Ταῦτα προδεδειχὼς ὁ Πτολεμαῖος καὶ καταντή‐ σας εἰς τὸ προκείμενον ἀκριβέστερόν τι προσθεῖναι
5βούλεται καὶ δεῖξαι ὅτι, ἐὰν εἰς δύο εὐθείας εὐθεῖα ἐμπίπτουσα τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη δύο ὀρ‐ θῶν ποιῇ ἐλάσσονας, οὐ μόνον οὐκ εἰσὶν ἀσύμπτωτοι αἱ εὐθεῖαι, ὡς δέδεικται, ἀλλὰ καὶ ἡ σύμπτωσις αὐτῶν κατ’ ἐκεῖνα γίνεται τὰ μέρη, ἐφ’ ἃ αἱ τῶν δύο
10ὀρθῶν ἐλάσσονες, οὐκ ἐφ’ ἃ αἱ μείζονες. ἔστωσαν γὰρ δύο εὐθεῖαι αἱ αβ γδ [Omitted graphic marker] καὶ ἐμπίπτουσα εἰς αὐτὰς ἡ εζηθ ποιείτω τὰς ὑπὸ αζη καὶ ὑπὸ γηζ δύο ὀρ‐
15θῶν ἐλάσσους. αἱ λοιπαὶ ἄρα μείζους δύο ὀρθῶν. ὅτι μὲν οὖν οὐκ ἀσύμπτωτοι αἱ εὐθεῖαι δέδεικται. εἰ δὲ συμπίπτουσιν, ἢ ἐπὶ τὰ α γ συμπεσοῦνται, ἢ ἐπὶ τὰ β δ. συμπιπτέτωσαν ἐπὶ τὰ β δ κατὰ τὸ κ. ἐπεὶ
20οὖν αἱ μὲν ὑπὸ αζη καὶ γηζ δύο ὀρθῶν εἰσὶν ἐλάσ‐ σους, αἱ δὲ ὑπὸ αζη βζη δύο ὀρθαῖς ἴσαι, κοινῆς ἀφαιρεθείσης τῆς ὑπὸ αζη, ἡ ὑπὸ γηζ ἐλάσσων ἔσται τῆς ὑπὸ βζη. τριγώνου ἄρα τοῦ κζη ἡ ἐκτὸς τῆς ἐντὸς καὶ ἀπεναντίον ἐλάσσων, ὅπερ ἀδύνατον. οὐκ
25ἄρα κατὰ ταῦτα συμπίπτουσιν. ἀλλὰ μὴν συμπί‐ πτουσι. κατὰ θάτερα ἄρα ἡ σύμπτωσις αὐτῶν ἔσται,
καθ’ ἃ αἱ τῶν δύο ὀρθῶν εἰσιν ἐλάσσονες.367
in Euc
.

368

Ταῦτα μὲν οὖν ὁ Πτολεμαῖος. ἐφιστάνειν δὲ ἄξιον, μή ποτε παραλογισμός τίς ἐστιν ἐν ταῖς εἰλημ‐ μέναις ὑποθέσεσι, λέγω δὲ ἐν ἐκείναις, ἐν αἷς ἔλεγεν ὅτι τῆς τεμνούσης εὐθείας τὰς ἀσυμπτώτους τέτταρας
5ἐντὸς γωνίας ποιούσης αἱ ἐπὶ τὰ αὐτὰ κατ’ ἀμφότερα τὰ μέρη ἢ δύο ὀρθαῖς ἴσαι εἰσίν, ἢ δύο ὀρθῶν μεί‐ ζους ἢ δύο ὀρθῶν ἐλάσσονες. οὐ γὰρ τελεία ἡ διαί‐ ρεσις. κωλύει γὰρ οὐδὲν τὸν ἀσυμπτώτους λέγοντα τὰς ἀπ’ ἐλασσόνων δυεῖν ὀρθῶν ἐκβαλλομένας τὰς
10μὲν τῶν ἐπὶ τὰ αὐτὰ δύο ὀρθῶν μείζους λέγειν, τὰς δὲ ἐπὶ θάτερα δύο ὀρθῶν ἐλάσσονας, καὶ οὐχ ἕνα περὶ τούτων ἀποδέχεσθαι λόγον. ἀτελοῦς δὲ οὔσης τῆς διαιρέσεως οὐκ ἀποδέδεικται τὸ προκείμενον. ἔτι δὲ κἀκεῖνο πρὸς τὴν δεῖξιν ῥητέον, ὅτι οὐ καθ’ αὑτὸ
15δείκνυσι τὸ ἀδύνατον. οὐ γὰρ ἐπειδὴ παραλλήλους τέμνουσά τις εὐθεῖα μείζους ἐποίησεν τὰς ἐπὶ τὰ αὐτὰ κατ’ ἀμφότερα μέρη δύο ὀρθῶν ἢ ἐλάσσους, διὰ τοῦτο ἀκολουθεῖ τὸ ἄτοπον ταύταις ταῖς ὑποθέσεσιν, ἀλλ’ ἐπειδὴ τέσσαρες τέτρασιν ὀρθαῖς ἴσαι αἱ ἐντὸς
20τῶν τεμνομένων, διὰ τοῦτο ἀδύνατος ἑκατέρα τῶν ὑποθέσεων τούτων, ἐπεὶ κἂν μὴ παραλλήλους τις λάβῃ τὰς εὐθείας τὰ αὐτὰ ἀκολουθήσει τῶν ὑποθέ‐ σεων τῶν αὐτῶν εἰλημμένων. Πρὸς μὲν οὖν Πτολεμαῖον ταῦτα λέγοντες ἐπι‐
25στήσομεν· φανερὰ γὰρ ἡ τῆς δείξεως ἀσθένεια διὰ τῶν εἰρημένων. φέρε δὲ κἀκείνους ἐπισκεψώμεθα
τοὺς λέγοντας ἀδυνατὸν εἶναι τὰς ἀπ’ ἐλασσόνων ἢ368
in Euc
.

369

δύο ὀρθῶν ἐκβαλλομένας συμπίπτειν. λαβόντες γὰρ εὐθείας δύο τὰς αβ γδ καὶ ἐμπίπτουσαν εἰς αὐτὰς τὴν αγ καὶ ποιοῦσαν [Omitted graphic marker] τὰς ἐντὸς δύο ὀρθῶν
5ἐλάσσονας οἴονται (?) δεικνύναι μὴ συμπι‐ πτούσας τὰς αβ γδ. δι‐ ῃρήσθω γὰρ δίχα ἡ αγ κατὰ τὸ ε καὶ ἀφῃρήσθω ἀπὸ μὲν τῆς αβ ἴση τῇ αε
10αζ, ἀπὸ δὲ τῆς γδ ἴση τῇ εγγη. δῆλον ἄρα ὅτι αἱ αζ γη οὐ συμπεσοῦνται κατὰ τὸ ζη. εἰ γὰρ συμ‐ πεσοῦνται, ἔσονται αἱ δύο τῇ αγ ἴσαι ἐν τριγώνῳ, ὅπερ ἀδύνατον. πάλιν ἐπεζεύχθω ἡ ζη καὶ τετμήσθω δίχα κατὰ τὸ θ καὶ ἴσαι ἀφῃρήσθωσαν. οὐδὲ αὗται
15ἄρα συμπεσοῦνται διὰ τὰ αὐτά. καὶ τοῦτο εἰς ἄπει‐ ρον ποιοῦντες, ἐπιζευγνύντες τὰ ἀσύμπτωτα σημεῖα καὶ τὴν ἐπεζευγμένην διχοτομοῦντες καὶ ἴσας ἀπὸ τῶν εὐθειῶν τοῖς ταύτης ἡμίσεσιν ἀφαιροῦντες, δει‐ κνύναι φασὶν ὅτι οὐδαμοῦ συμπίπτουσιν αἱ αβ γδ
20εὐθεῖαι. Τούτων δὴ τοιαῦτα λεγόντων ῥητέον ἡμῖν ὅτι λέ‐ γουσι μέντοι ἀληθές, οὐ μέντοι ὅσον γε οἴονται. ὅτι
μὲν γὰρ ὁρίσαι τὸ σημεῖον τῆς συμπτώσεως ἁπλῶς369
in Euc
.

370

οὕτως οὐκ ἔστιν, ἀληθές. οὐ μέντοι τὸ μηδὲ τὸ παράπαν συμπίπτειν αὐτὰς ἀληθές. μὴ συμπιπτέτω‐ σαν γὰρ αἱ αβ γδ τῆς ὑπὸ βαγ καὶ ὑπὸ δγα γωνίας ὡρισμένης κατὰ τὸ ζ καὶ τὸ η· ἀλλ’ οὐδὲν κωλύονται
5κατὰ τὰ κ λ συμπεσεῖν, κἂν ἴσαι ὦσιν αἱ ζκ ηλ ταῖς ζθ θη. τῶν γὰρ ακ γλ συμπιπτουσῶν κατὰ τὰ κ λ οὐκέτι μένουσιν αἱ ὑπὸ κζθ ληθ γωνίαι αἱ αὐταί, καὶ γίνεταί τι τῆς ζη ἐκτὸς τῶν ακ γλ εὐθειῶν, καὶ οὕτως αἱ δύο πάλιν αἱ ζκ ηλ μείζους τῆς βάσεως,
10ὅσην ἀπολαμβάνουσιν ἐντὸς τῆς ζη εὐθείας. Ἔτι δὲ κἀκεῖνο ῥητέον, ἀδιορίστως αὐτῶν λεγόν‐ των. τὰς ἀπ’ ἐλασσόνων ἢ δύο ὀρθῶν ἐκβαλλομένας μὴ συμπίπτειν, ὅτι ἀναιροῦσιν καὶ ἃ μὴ βούλονται. ἔστω γὰρ ἡ καταγραφὴ ἡ αὐτή. πότερον οὖν δυνα‐
15τόν ἐστιν ἀπὸ τοῦ α ἐπὶ τὸ η ἐπιζεῦξαι εὐθεῖαν, ἢ
[Omitted graphic marker] οὐ δυνατόν; εἰ μὲν γὰρ
ἀδύνατον, τῷ πέμπτῳ
αἰτήματι προσαναιροῦσι
καὶ τὸ πρῶτον τὸ ἀπὸ
20
παντὸς σημείου λέγον
ἐξεῖναι ἐπὶ πᾶν σημεῖον
εὐθεῖαν ἀγαγεῖν, εἰ δὲ δυνατόν, ἐπεζεύχθω. ἐπεὶ οὖν αἱ ὑπὸ ζαγ ηγα ἐλάσ‐ σους εἰσὶ δύο ὀρθῶν, δῆλον ὅτι καὶ αἱ ὑπὸ ηαγ ηγα
25πολλῷ μᾶλλον ἐλάσσους εἰσὶ τῶν δύο ὀρθῶν. αἱ ἄρα370
in Euc
.

371

αη γη συμπεπτώκασι κατὰ τὸ η ἀπ’ ἐλασσόνων ἐκ‐ βεβλημέναι δύο ὀρθῶν. οὐκ ἄρα δυνατὸν λέγειν ἀδιορίστως τὰς ἀπ’ ἐλασσόνων δύο ὀρθῶν ἐκβαλλο‐ μένας μὴ συμπίπτειν. ἀλλ’ ὅτι μέν τινες εὐθεῖαι συμ‐
5πίπτουσιν ἀπ’ ἐλασσόνων δυεῖν ὀρθαῖν ἐκβληθεῖσαι δῆλον, εἰ καὶ πάσαις τοῦτο ζητεῖν ἔοικεν ὁ λόγος. εἴποι γὰρ ἄν τις ἀορίστου τῆς ἐλαττώσεως οὔσης τῶν δύο ὀρθῶν κατὰ μὲν τὴν τοσήνδε ἐλάττωσιν ἀσυμ‐ πτώτους μένειν τὰς εὐθείας, κατὰ δὲ ἄλλην τὴν ταύ‐
10της ἐλάσσονα συμπίπτειν. πρὸς δὲ τὸν τοῦτο ἐπιζη‐ τοῦντα κατασκευαζόμενον ἴδειν λεγέσθω παρ’ ἡμῶν ὅτι δεῖ προλαβεῖν ἀξίωμα τοιοῦτον, ᾧ καὶ Ἀριστο‐ τέλης ἐχρήσατο κατασκευάζων πεπερασμένον εἶναι τὸν κόσμον. ἐὰν ἀφ’ ἑνὸς σημείου δύο ἐκβάλλωνται
15εὐθεῖαι γωνίαν ποιοῦσαι ἐπ’ ἄπειρον, πᾶν πεπερασμέ‐ νον μέγεθος ὑπερβάλλει ἡ διάστασις αὐτῶν τῶν εἰς ἄπειρον ἐκβαλλομένων. ἔδειξε γοῦν ἐκεῖνος ὅτι ἀπεί‐ ρων οὐσῶν τῶν ἀπὸ τοῦ κέντρου πρὸς τὴν περιφέ‐ ρειαν ἐκβεβλημένων ἄπειρον τὸ μεταξύ. πεπερασμέ‐
20νου γὰρ ὄντος αὐξῆσαι τὴν διάστασιν ἀδύνατον, ὥστε οὐκ ἄπειροι αἱ εὐθεῖαι. παντὸς οὖν τοῦ ληφθέντος πεπερασμένου μεγέθους μεῖζον ἀλλήλων διαστήσονται ἐκβαλλόμεναι ἐπ’ ἄπειρον αἱ εὐθεῖαι. τούτου δὴ προ‐ υποτεθέντος λέγω ὅτι, ἐὰν παραλλήλων εὐθειῶν τὴν
25ἑτέραν τέμνει τις εὐθεῖα, τεμεῖ καὶ τὴν λοιπήν. ἔστω‐ σαν γὰρ παράλληλοι αἱ αβ γδ, καὶ τεμνέτω τὴν αβ
εζη. λέγω ὅτι τὴν γδ τεμεῖ. ἐπεὶ γὰρ δύο εὐθεῖαί371
in Euc
.

372

εἰσιν ἀφ’ ἑνὸς σημείου τοῦ ζ, εἰς ἄπειρον ἐκβαλλό‐ μεναι αἱ βζ ζη, παντὸς μεγέθους μείζονα ἔχουσι διά‐
[Omitted graphic marker]στασιν, ὥστε καὶ τούτου,
ὅσον ἐστὶ τὸ μεταξὺ τῶν
5
παραλλήλων. ὅταν οὖν μεῖ‐
ζον ἀλλήλων διαστῶσιν τῆς
τούτων διαστάσεως τεμεῖ ἡ
ζη τὴν γδ. ἐὰν ἄρα παραλ‐ λήλων τὴν ἑτέραν τέμνῃ τις εὐθεῖα, τεμεῖ καὶ τὴν λοι‐
10πήν. τούτου προαποδειχθέντος ἀκολούθως δείξομεν τὸ προκείμενον. ἔστωσαν γὰρ δύο εὐθεῖαι αἱ αβ γδ,
[Omitted graphic marker] καὶ ἐμπιπτέτω εἰς αὐτὰς ἡ
εζ ἐλάσσονας δύο ὀρθῶν
ποιοῦσα τὰς ὑπὸ βεζ δεζ.
15
λέγω ὅτι συμπεσοῦνται αἱ
εὐθεῖαι κατὰ ταῦτα τὰ μέρη, ἐφ’ ἃ αἱ τῶν δύο ὀρθῶν εἰσιν ἐλάσσους. ἐπειδὴ γὰρ αἱ ὑπὸ βεζ δζε ἐλάσσους εἰσὶ δύο ὀρθῶν, τῇ ὑπεροχῇ τῶν δύο ὀρθῶν ἔστω ἴση ἡ ὑπὸ θεβ. καὶ ἐκβεβλή‐
20σθω ἡ θε ἐπὶ τὸ κ. ἐπεὶ οὖν εἰς τὰς κθ γδ ἐμπέ‐ πτωκεν ἡ εζ καὶ ποιεῖ τὰς ἐντὸς δύο ὀρθαῖς ἴσας τὰς ὑπὸ θεζ δζε, παράλληλοί εἰσιν αἱ θκ γδ εὐθεῖαι. καὶ τέμνει τὴν κθαβ· τεμεῖ ἄρα καὶ τὴν γδ διὰ
τὸ προδεδειγμένον. συμπεσοῦνται ἄρα αἱ αβ γδ372
in Euc
.

373

κατὰ τὰ μέρη ἐκεῖνα, ἐφ’ ἃ αἱ τῶν δύο ὀρθῶν ἐλάσ‐ σονες, ὥστε δέδεικται τὸ προκείμενον. Prop. XXX, theor. XXI. Αἱ τῇ αὐτῇ εὐθείᾳ παρ‐ άλληλοι καὶ ἀλλήλαις εἰσὶ παράλληλοι.
5 Εἴωθεν ὁ γεωμέτρης ἐν τοῖς περὶ τῶν σχέσεων λόγοις δεικνύναι τὴν ταυτότητα διήκουσαν ἐν ἅπασι τοῖς πρὸς τὸ αὐτὸ τὴν αὐτὴν ἔχουσι σχέσιν. οὕτω γὰρ καὶ ἐν τοῖς ἀξιώμασιν ἔλεγεν τὰ τῷ αὐτῷ ἴσα [καὶ ἀλλήλοις ἴσα] καὶ ἐν τοῖς ἑξῆς ἐρεῖ τὰ τῷ αὐτῷ
10ὅμοια καὶ ἀλλήλοις ὅμοιά ἐστι, καὶ οἱ τῷ αὐτῷ λόγῳ οἱ αὐτοὶ καὶ ἀλλήλοις εἰσὶν οἱ αὐτοί. κατὰ τοῦτον οὖν τὸν τρόπον καὶ νῦν ἀποδείκνυσιν ὅτι αἱ τῇ αὐτῇ εὐθείᾳ παράλληλοι καὶ ἀλλήλαις εἰσὶ παράλληλοι. συμ‐ βέβηκεν δὲ οὐκ ἐπὶ πασῶν τῶν σχέσεων εἶναι τοῦτο
15ἀληθές. οὐ γὰρ τὰ τοῦ αὐτοῦ διπλάσια καὶ ἀλλήλων διπλάσιά ἐστιν, οὐδὲ τὰ τοῦ αὐτοῦ ἡμιόλια καὶ ἀλλή‐ λων ἡμιόλιά ἐστιν. ἀλλ’ ἔοικεν ἐπ’ ἐκείνων μόνων χώραν ἔχειν, ὅσαι ἀντιστρέφουσι συνωνύμως, ἐπὶ τῆς ἰσότητος, ἐπὶ τῆς ὁμοιότητος, ἐπὶ τῆς ταυτότητος,
20ἐπὶ τῆς παραλλήλου θέσεως. ἡ γὰρ παράλληλος παραλ‐ λήλῳ παράλληλός ἐστιν, ὡς τὸ ἴσον ἴσῳ ἴσον, καὶ τὸ ὅμοιον ὁμοίῳ ὅμοιον. καὶ γάρ ἐστιν ὁμοιότης θέσεως ἡ παραλληλότης, εἰ δυνατὸν εἰπεῖν.
Λέγει δ’ οὖν καὶ δείκνυσιν ἐν τούτοις ὅτι αἱ τῇ373
in Euc
.

374

αὐτῇ παράλληλοι πάντως οὕτως ἔχουσιν, ὥστε καὶ ἀλλήλαις εἶναι παράλληλοι. καὶ αὐτὸς μὲν τὰς τῇ αὐτῇ παραλλήλους ἄκρας ἔλαβεν καὶ μέσην, πρὸς ἣν αὗται τὴν ὁμοίαν ἔχουσι σχέσιν, ἵνα καὶ ἀπὸ κοινῆς
5ἐννοίας ἡμῖν γένηται σαφὲς τὸ λεγόμενον. εἰ γὰρ αἱ ἐφ’ ἑκάτερα συμπίπτουσιν ἀλλήλαις, πάντως καὶ τῇ μεταξὺ κειμένῃ συμπεσοῦνται καὶ οὐκέτι πρὸς αὐτὴν ἔσονται παράλληλοι. δυνατὸν δὲ καὶ ἐναλλάξαντα τὴν θέσιν δεῖξαι ταῖς αὐταῖς ἐφόδοις, αἷς ὁ γεωμέτρης
10ἐχρήσατο πρὸς τὸ προκείμενον, οἷον πρὸς τὴν αβ καὶ
[Omitted graphic marker] τὴν γδ παράλληλον καὶ
τὴν εζ, ἀμφοτέρων ἀνωτέ‐
ρω κειμένης ἑκατέρων (?)
τῆς αβ καὶ οὐχὶ μέσης.
15ἐμπίπτουσα γὰρ ἡ θκλ εἰς αὐτὰς ἴσην ποιήσει ἑκατέ‐ ραν τῶν ὑπὸ θκδ κλζ τῇ ὑπὸ αθκ, ὅτι (?) ἐναλλάξ, ὥστε καὶ ἀλλήλαις ἴσας ποιήσει τὰς ὑπὸ θκδ κλζ. παράλληλοι ἄρα αἱ γδ εζ. εἰ δὲ λέγοι τις· ἔστωσαν αἱ αθ θβ παράλληλοι τῇ γδ, καὶ ἀλλήλαις ἄρα παρ‐
20άλληλοί εἰσιν, ἐροῦμεν ὅτι αἱ αθ θβ μιᾶς εἰσὶν παρ‐
αλλήλου μέρη καὶ οὐ δύο. δεῖ γὰρ τὰς παραλλήλους374
in Euc
.

375

ἐπ’ ἄπειρον ἐκβαλλομένας νοεῖν, ἡ δὲ αθ ἐκβληθεῖσα πίπτει ἐπὶ τὴν θβ, ἡ αὐτὴ ἄρα ἐστὶν καὶ οὐκ ἄλλη ἐκείνῃ. πάντα ἄρα τὰ μέρη τῆς παραλλήλου καὶ αὐτὰ παράλληλά ἐστι τῇ εὐθείᾳ ᾗ καὶ ὅλῃ παράλληλος ἦν
5καὶ τοῖς μέρεσιν αὐτῆς, οἷον καὶ ἡ αθ τῇ κδ καὶ ἡ θβ τῇ γκ. ἐκβαλλόμεναι γὰρ ἐπ’ ἄπειρον ἀσύμπτωτοι μένουσιν. Τούτοις ἀναγκαίως ἐπεσημηνάμεθα διὰ τὰς σοφι‐ στικὰς ἐνοχλήσεις καὶ τὰς νεαροπρεπεῖς τῶν ἀκουόν‐
10των ἕξεις. χαίρουσι γὰρ οἱ πολλοὶ τοῖς τοιούτοις παραλογισμοῖς προστυγχάνοντες καὶ τοῖς ἐπιστήμοσιν ὄχλον περιττὸν ἐπεισάγοντες. Ἀντιστρέφειν δὲ οὐδὲν δεῖ τὸ θεώρημα καὶ δει‐ κνύναι ὅτι αἱ ἀλλήλαις παράλληλοι καὶ τῇ αὐτῇ
15παράλληλοί εἰσιν. πάλιν γάρ, ἂν ὑποθώμεθα τὴν ἑτέ‐ ραν τινὶ παράλληλον, ἐκείνη τε καὶ ἡ λοιπὴ τούτων ἔσονται τῇ αὐτῇ παράλληλοι, καὶ εἰς ταὐτὸ ἐπανήξομεν. Prop. XXXI, probl. X. Διὰ τοῦ δοθέντος ση‐ μείου τῇ δοθείσῃ εὐθείᾳ παράλληλον εὐθεῖαν
20
γραμμὴν ἀγαγεῖ
ν. Ἔδει μὴ μόνον ἡμᾶς τὰ καθ’ αὑτὰ ὑπάρχοντα ταῖς παραλλήλοις μαθεῖν ἐν τοῖς τοῦ στοιχειωτοῦ λό‐ γοις, ἀλλὰ καὶ τὴν γένεσιν ἱστορῆσαι διὰ τῶν γεωμε‐ τρικῶν μεθόδων καὶ γνῶναι, πῶς ἂν γένοιτο ἄλλη
25εὐθεῖα παράλληλος ἄλλῃ. πολλαχοῦ γὰρ αἱ γενέσεις375
in Euc
.

376

τρανεστέραν ἡμῖν ποιοῦσι τῶν ὑποκειμένων τὴν οὐσίαν. τοῦτο δὴ οὖν ὁ στοιχειωτὴς ποιεῖ διὰ τοῦ προκειμένου προβλήματος. σημεῖον γὰρ λαβὼν καὶ εὐθεῖαν ἄγει διὰ τοῦ σημείου τῇ εὐθείᾳ παράλληλον.
5δεῖ δὲ προειληφέναι ἡμᾶς ὅτι τὸ σημεῖον ἐκτὸς πάν‐ τως κεῖσθαι τῆς εὐθείας ἀναγκαῖον. οὐ γάρ, ἐπειδὴ εἴρηται διὰ τοῦ δοθέντος σημείου, καὶ ἐπ’ αὐτῆς αὐτὸ τῆς εὐθείας δώσομεν. οὐ γὰρ ἔσται τις ἄλλη παρὰ τὴν εὐθεῖαν ἡ δι’ αὐτοῦ φερομένη παράλληλος. μερί‐
10σας οὖν τὸ σημεῖον καὶ τὴν εὐθεῖαν ἐδήλωσεν ὅτι τὸ σημεῖον ἐκτὸς λαμβάνειν χρὴ τῆς εὐθείας· ὅπερ ἐπὶ τῆς καθέτου καὶ διὰ τοῦ προσθεῖναι σαφὲς ἐποίησεν, ἐπὶ τὴν δοθεῖσαν εὐθεῖαν ἄπειρον ἀπὸ τοῦ δοθέντος σημείου, ὃ μή ἐστιν ἐπ’ αὐτῆς, κάθετον ἀγαγεῖν. ἓν
15μὲν οὖν κοινὸν τούτοις ἀμφοτέροις τοῖς προβλήμασιν, ἕτερον δὲ ὅτι ἀπὸ τοῦ αὐτοῦ σημείου δύο κάθετοι οὐκ ἄγονται ἐπὶ τὴν αὐτήν, καὶ διὰ τοῦ αὐτοῦ ση‐ μείου δύο παράλληλοι οὐκ ἄγονται τῇ αὐτῇ, δι’ ὃ καὶ ὁ στοιχειωτὴς οὕτως εἶπεν ἑνικῶς εὐθεῖαν γραμμὴν
20ἀγαγεῖν, ἐκεῖ μὲν κάθετον, ἐνταῦθα δὲ παράλληλον. ἀλλ’ ἐκεῖνο μὲν δέδεικται, τοῦτο δὲ φανερὸν ἐκ τοῦ προαποδειχθέντος. εἰ γὰρ διὰ τοῦ αὐτοῦ σημείου τῇ αὐτῇ δύο παράλληλοι ἀχθεῖεν, ἔσονται καὶ ἀλλήλαις παράλληλοι συμπίπτουσαι κατὰ τὸ δοθὲν σημεῖον,
25ὅπερ ἐστὶν ἀδύνατον. Δεῖ δὴ καὶ ταῖς διαφοραῖς προσέχειν τῶν προτά‐ σεων, ἀπὸ τοῦ δοθέντος σημείου καὶ διὰ τοῦ δο‐ θέντος σημείου. ὅπου μὲν γὰρ τὸ σημεῖον ἀρχή ἐστι
τῆς ἀγομένης, καὶ διὰ τοῦτο ἀπ’ αὐτοῦ ἡ ἀγωγή, ὅπου376
in Euc
.

377

δὲ ἐπ’ αὐτῆς ἐστι τῆς ἀγομένης, καὶ διὰ τοῦτο ἡ ἀγωγὴ δι’ αὐτοῦ. οὐ γὰρ ὡς τεμνούσης εὐθείας τὸ δοθὲν σημεῖον εἴρηται τὸ δι’ αὐτοῦ, ἀλλ’ ὡς συμπι‐ πτούσης αὐτῷ καὶ ὁριζούσης τὸ ἑαυτῆς ἀπόστημα
5πρὸς τὴν ἐκείνην εὐθεῖαν τῇ διαστάσει τοῦ σημείου καὶ τῆς εὐθείας. ὅσον γὰρ τὸ δοθὲν σημεῖον τῆς δοθείσης εὐθείας ἀφέστηκεν, τοσοῦτον καὶ ἡ παράλ‐ ληλος ἔχει τὸ μεταξὺ ἑαυτῆς τε καὶ ἐκείνης. Prop. XXXII, theor. XXII. Παντὸς τριγώνου
10μιᾶς πλευρᾶς προσεκβληθείσης ἡ ἐκτὸς τοῦ τριγώνου γωνία δύο ταῖς ἐντὸς καὶ ἀπεναν‐ τίον ἐστὶν ἴση καὶ αἱ ἐντὸς τοῦ τριγώνου γω‐
νίαι δύο ὀρθαῖς ἴσαι εἰσί
ν. Ὅσον ἐνέλειπεν ἐν τῷ ις καὶ ιζ θεωρήματι, το‐
15σοῦτον προστίθησιν ἐν τούτῳ. οὐ γὰρ μόνον ὅτι ἡ ἐκτὸς τοῦ τριγώνου ἑκατέρας τῶν ἐντὸς καὶ ἀπεναν‐ τίον μείζων διὰ τούτου μανθάνομεν, ἀλλὰ καὶ ὅσῳ μείζων. ἴση γὰρ ἀμφοτέραις οὖσα μείζων ἐστὶν ἑκα‐ τέρας τῇ λοιπῇ, οὐδὲ ὅτι δύο τοῦ τριγώνου ὁποιαιοῦν
20ἐλάσσους εἰσὶ δυεῖν ὀρθαῖν ἐκ τούτων γινώσκομεν, ἀλλὰ καὶ πόσῳ ἐλάσσους. τῇ γὰρ λοιπῇ τῶν τριῶν. ἐκεῖνα μὲν οὖν ἀοριστότερά πως ἦν τὰ θεωρήματα, τοῦτο δὲ τὸν τῆς ἐπιστήμης ὅρον ἀμφοτέροις ἐπήγα‐ γεν. καὶ οὐ διὰ τοῦτο περιττὰ ἂν εἴποιμεν ἐκεῖνα.
25καὶ γὰρ συνετέλεσεν ἡμῖν εἰς πολλὰς ἀποδείξεις, ἀφ’ ὧν καὶ τοῦτο δείξομεν. καὶ ἀναγκαῖον τὴν γνῶσιν
ἡμῶν ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον προϊοῦσαν ἐκ377
in Euc
.

378

τῶν ἀορίστων ἐπιβολῶν ἐπὶ τοὺς ὡρισμένους καὶ ἀνελέγκτους λόγους μεταβαίνειν. Ἀλλ’ ὁ μὲν στοιχειωτὴς ἔξω τὴν παράλληλον ἄγων ἔδειξεν ἑκάτερον τῶν ζητουμένων. ἔστι δὲ καὶ
5μὴ ἔξω ἄγοντα τὰ αὐτὰ δεικνύναι, τὴν τάξιν μόνην ἐναλλάξαντα τῶν δεικνυμένων. ὁ μὲν γὰρ πρότερον ἔδειξεν τὸ τὴν ἐκτὸς γωνίαν ἴσην εἶναι ταῖς ἐντὸς καὶ ἀπεναντίον, καὶ ἀπὸ τούτου τὸ λοιπὸν κατεσκεύ‐ ασεν, ἡμεῖς δὲ ἀνάπαλιν ποιήσωμεν. ἔστω δὴ οὖν τὸ
10[Omitted graphic marker] αβγ τρίγωνον καὶ ἐκβεβλή‐ σθω ἡ βγ ἐπὶ τὸ ε, καὶ εἰλή‐ φθω σημεῖον ἐπὶ τῆς βγ τὸ ζ, καὶ ἐπεζεύχθω ἡ αζ, καὶ διὰ τοῦ ζ παράλληλος ἤχθω
15τῇ αβζδ. ἐπεὶ οὖν παράλληλος ἡ ζδ τῇ αβ καὶ εἰς αὐτὰς ἐμπέπτωκεν ἥ τε αζ καὶ ἡ βγ, αἵ τε ἐναλ‐ λὰξ ἴσαι καὶ ἡ ἐκτὸς τῇ ἐντός. ὅλη ἄρα ἡ ὑπὸ αζγ ἴση ταῖς ὑπὸ ζαβ αβζ. ὁμοίως δὴ δείξομεν παράλ‐ ληλον ἀγαγόντες ὅτι καὶ ἡ ὑπὸ αζβ ἴση ταῖς ὑπὸ ζαγ
20αγζ. δύο ἄρα αἱ ὑπὸ αζβ αζγ ἴσαι ταῖς τρισὶ τοῦ αβγ τριγώνου. αἱ ἄρα τρεῖς δύο ὀρθαῖς ἴσαι εἰσὶ ταῖς ὑπὸ αζβ αζγ. ἀλλὰ καὶ ἡ ὑπὸ αγζ αγε δύο ὀρ‐ θαῖς ἴσαι. κοινὴ ἀφῃρήσθω ἡ ὑπὸ αγζ. λοιπὴ ἄρα
ἡ ἐκτὸς ταῖς ἐντὸς καὶ ἀπεναντίον ἐστὶν ἴση.378
in Euc
.

379

Τοῦτο μὲν δὴ τὸν εἰρημένον ἀποδείκνυται τρό‐ πον· Εὔδημος δὲ ὁ περιπατητικὸς εἰς τοὺς Πυθα‐ γορείους ἀναπέμπει τὴν τοῦδε τοῦ θεωρήματος εὕρε‐ σιν, ὅτι τρίγωνον ἅπαν δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς
5ἐντὸς γωνίας. καὶ δεικνύναι φησὶν αὐτοὺς οὕτως τὸ προκείμενον. ἔστω τρίγωνον τὸ αβγ, καὶ ἤχθω διὰ τοῦ α τῇ βγ παράλληλος ἡ [Omitted graphic marker] δε. ἐπεὶ οὖν παράλληλοί εἰσιν αἱ βγ δε, καὶ αἱ ἐναλ‐
10λὰξ ἴσαι εἰσίν, ἴση ἄρα ἡ μὲν ὑπὸ δαβ τῇ ὑπὸ αβγ, ἡ δὲ ὑπὸ εαγ τῇ ὑπὸ αγβ. κοινὴ προσκείσθω ἡ βαγ. αἱ ἄρα ὑπὸ δαβ βαγ γαε, τουτέστιν αἱ ὑπὸ δαβ βαε, τουτέστιν αἱ δύο ὀρθαὶ ἴσαι εἰσὶ ταῖς τοῦ αβγ τρι‐
15γώνου τρισὶ γωνίαις. αἱ ἄρα τρεῖς τοῦ τριγώνου δύο ὀρθαῖς εἰσιν ἴσαι. Τοιαύτη μὲν οὖν καὶ ἡ τῶν Πυθαγορείων ἀπό‐ δειξις· δεῖ δὲ καὶ τὰ ἀντιστρέφοντα τῷ θεωρήματι τοῦ στοιχειωτοῦ προσιστορῆσαι. ἀντιστρέφει δὲ δυεῖν
20πρὸς ἕν, ἐπειδὴ τοῦτο σύνθετόν ἐστι κατά τε τὸ ζητού‐ μενον καὶ κατὰ τὸ δεδομένον. καὶ γὰρ τοῦτο διπλοῦν ἐστι· τρίγωνον γὰρ καὶ μία τῶν πλευρῶν ἐκβεβλη‐ μένη. κἀκεῖνο ὡσαύτως. ἓν μὲν γάρ ἐστι τὸ τὴν ἐκτὸς ἴσην εἶναι ταῖς ἐντὸς καὶ ἀπεναντίον, ἕτερον δὲ
25τὸ τὰς ἐντὸς τρεῖς γωνίας δύο ὀρθαῖς εἶναι ἴσας. ἐὰν379
in Euc
.

380

οὖν ὑποθώμεθα καὶ τὴν ἐκτὸς εἶναι ταῖς ἐντὸς ἴσην καὶ ἀπεναντίον, δείκνυμεν ἐκβεβλημένην πλευρὰν καὶ ἐπ’ εὐθείας οὖσαν τῇ μιᾷ τῶν τριγώνου πλευρῶν τὴν ἐκτός—ἐὰν δὲ τὰς τρεῖς γωνίας τὰς ἐντὸς δύο ὀρ‐
5θαῖς ἴσας, δείκνυμεν ὅτι τὸ σχῆμα τρίγωνόν ἐστι. καὶ οὕτως ὅλον ἔσται τὸ ζητούμενον πρὸς ὅλον ἀντιστρέ‐ φον τὸ δεδόμενον. ἔστω τοίνυν τρίγωνον τὸ αβγ
[Omitted graphic marker] καὶ ἡ ἐκτὸς ἡ ὑπὸ αγδ
ἴση ταῖς ἐντὸς καὶ ἀπεναν‐
10
τίον. λέγω ὅτι ἡ βγ ἐστὶν
ἡ προσεκβεβλημένη ἕως τοῦ
δ, καὶ μία εὐθεῖά ἐστιν ἡ βγδ. ἐπεὶ γὰρ ἡ ὑπὸ αγδ ἴση ταῖς ἐντὸς καὶ ἀπεναν‐ τίον, κοινὴ προσκείσθω ἡ ὑπὸ αγβ. αἱ ἄρα ὑπὸ αγδ
15αγβ ἴσαι ταῖς τρισὶ τοῦ αβγ τοῦ τριγώνου. ἀλλ’ αἱ τρεῖς τοῦ αβγ τριγώνου δύο ὀρθαῖς εἰσιν ἴσαι. ἐὰν δὲ πρός τινι εὐθείᾳ καὶ τῷ πρὸς αὐτῇ σημείῳ δύο εὐθεῖαι ἑξῆς μὴ ἐπὶ τὰ αὐτὰ μέρη τὰς ἑξῆς γωνίας δύο ὀρθαῖς ἴσας ποιῶσιν, ἐπ’ εὐθείας εἰσὶν ἀλλήλαις
20αἱ εὐθεῖαι. ἡ ἄρα βγ τῇ γδ ἐπ’ εὐθείας ἐστίν. πά‐
[Omitted graphic marker]λιν ἔστω τις σχῆμα τὸ αβγ
τρεῖς ἔχον γωνίας μόνας δύο
ὀρθαῖς ἴσας τὰς α β γ. λέγω
ὅτι τρίγωνόν ἐστι καὶ μία εὐ‐
25θεῖά ἐστιν ἡ αγ. ἐπεζεύχθω γὰρ ἡ βδ. ἐπεὶ οὖν
ἑκατέρου τῶν αβδ δβγ τριγώνων αἱ τρεῖς γωνίαι380
in Euc
.

381

δύο ὀρθαῖς εἰσιν ἴσαι, ὧν αἱ τοῦ αβγ δύο ὀρθαῖς ἴσαι, λοιπαὶ ἄρα αἱ ὑπὸ αδβ γδβ δύο εἰσὶν ὀρθαῖς ἴσαι. καί εἰσιν πρὸς τῇ βδ εὐθείᾳ. ἐπ’ εὐθείας ἄρα ἐστὶν ἡ δγ τῇ δα. ἐὰν οὖν εὐθύγραμμον ᾖ τὸ σχῆμα
5τὸ ἔχον τὰς ἐντὸς γωνίας δύο ὀρθαῖς ἴσας, ἐκ παντὸς τρίγωνόν ἐστιν. οὐ μὴν ἐὰν ἔχῃ τι τὰς ἐντὸς δύο ὀρθαῖς ἴσας, ἐκ παντὸς τρίγωνόν ἐστι. καὶ γὰρ περι‐ φερόγραμμον εὕροις ἂν ἔχον τὰς ἐντὸς δυσὶν ὀρθαῖς ἴσας. ἔστω γὰρ τετράγωνον τὸ αβγδ καὶ ἐπὶ τῆς αβ
10ἐντὸς ἡμικύκλιον γεγρά‐[Omitted graphic marker] φθω τὸ αεβ, ἐπὶ δὲ τῶν ἄλλων ἐκτὸς τὰ η ζ θ. δύο δὴ γωνίας ἔχει τὸ ὑπὸ τῶν ἡμικυκλίων περι‐
15εχόμενον τὰς ὑπὸ ηαε εβθ δύο ὀρθαῖς ἴσας ταῖς ὑπὸ γαβ δβα—δέδεικται γὰρ τοῦτο ἐν τοῖς αἰτή‐ μασι—καὶ μόναι αὗται γωνίαι εἰσὶν ἐν τῷ σχήματι τούτῳ. ἔστιν ἄρα τι σχῆμα μὴ τρίγωνον τὰς ἐντὸς
20ἔχον γωνίας δύο ὀρθαῖς ἴσας. Ταῦτα καὶ περὶ τῶν ἀντιστρόφων· ἐπεὶ δὲ ἔχο‐ μεν ὅτι παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δύο ὀρθαῖς ἴσαι εἰσίν, δεῖ μέθοδον λαβεῖν, καθ’ ἣν καὶ τῶν ἄλ‐ λων πάντων πολυγώνων εὐθυγράμμων τὰς γωνίας
25εὑρήσομεν ὁπόσαις ὀρθαῖς ἴσαι εἰσίν, οἷον τετραγώ‐
νου, πενταγώνου καὶ τῶν ἑξῆς ἁπάντων πολυπλεύρων.381
in Euc
.

382

χρὴ τοίνυν εἰδέναι πρῶτον ὅτι πᾶν σχῆμα εὐθύγραμ‐ μον εἰς τρίγωνα ἀναλύεται. πάντων γὰρ ἀρχὴ τῆς συστάσεως τρίγωνον, ὃ καὶ ὁ Πλάτων ἔφη διδάσκων ὅτι ἡ ὀρθὴ (?) τῆς ἐπιπέδου βάσεως ἐκ τριγώ‐
5νων συνέστηκεν. ἕκαστον δὲ ἀναλύεται εἰς δυάδι ἐλάσσονα τρίγωνα τῶν οἰκείων πλευρῶν, εἰ τετρά‐ πλευρόν ἐστιν, εἰς δύο, εἰ πεντάπλευρον, εἰς τρία, εἰ ἑξάπλευρον, εἰς τέσσαρα. δύο γὰρ τρίγωνα συντε‐ θέντα τετράπλευρον ἐποίησε εὐθύς· ᾧ δὲ τῶν συν‐
10θέτων τριγώνων ἀριθμῷ τὸ πρῶτον συστὰν διήνεγκεν τῶν ἑαυτοῦ πλευρῶν, τούτῳ καὶ τὰ ἑξῆς πάντα δια‐ φέρει. δυάδι ἄρα πᾶν πολύπλευρον πλείους ἔχει πλευ‐ ρὰς τῶν τριγώνων, εἰς ἃ διαλύεται. ἀλλὰ μὴν ἅπαν γε τρίγωνον δέδεικται δυσὶν ὀρθαῖς ἴσας ἔχον τὰς
15γωνίας. διπλάσιος ἄρα ὁ τῶν γωνιῶν (?) ἀριθμὸς αὐτῶν τῶν συντεθέντων τριγώνων γενόμενος παρ‐ έξεται τὸ πλῆθος τῶν ὀρθῶν, ὅσαις ἕκαστον πολύγω‐ νον ἴσας ἔχει γωνίας. διὸ πᾶν μὲν τετράπλευρον τέτρασιν ὀρθαῖς ἴσας ἔχει γωνίας· ἐκ δυεῖν γὰρ συν‐
20έκειτο τριγώνων· πᾶν δὲ πεντάπλευρον ἕξ, καὶ τοῦτο ἑξῆς ὁμοίως. Ἓν μὲν οὖν τοῦτο ληπτέον ἐκ τοῦ θεωρήματος τούτου περὶ πάντων τῶν πολυγώνων ἅμα καὶ εὐθυ‐
γράμμων· ἕτερον δὲ ἑπόμενον τούτῳ συνέλωμεν, ὅτι382
in Euc
.

383

πᾶν σχῆμα εὐθύγραμμον ἑκάστης τῶν πλευρῶν ἅπαξ ἐκβληθείσης τὰς ἐκτὸς συνισταμένας γωνίας ἴσας ἔχει τέτρασιν ὀρθαῖς. διπλασίας μὲν γὰρ εἶναι δεῖ τὰς ἐφ’ ἑκάτερα γωνίας ὀρθὰς τοῦ πλήθους τῶν πλευρῶν,
5ἐπειδὴ πρὸς ἑκάστῃ δυσὶν ὀρθαῖς ἴσαι συνίστανται. ἀφαιρουμένων δὲ τῶν ἴσων ταῖς ἐντὸς ὀρθῶν αἱ λοι‐ παὶ γίνονται αἱ ἐκτὸς τέτρασιν ὀρθαῖς ἴσαι. οἷον εἰ τὸ σχῆμα τρίγωνον, ἑκάστης αὐτοῦ πλευρᾶς ἅπαξ ἐκ‐ βαλλομένης ἓξ ὀρθαῖς ἴσαι συνίστανται γωνίαι αἵ τε
10ἐντὸς καὶ ἐκτός, ὧν αἱ ἐντὸς ἴσαι δυσίν, αἱ λοιπαὶ ἄρα αἱ ἐκτὸς τέταρσιν, —εἰ δὲ τετράπλευρον, ὀκτὼ αἱ πᾶσαι· διπλάσιαι γὰρ τῶν πλευρῶν· ὧν ἐντὸς τέτρασιν, καὶ ἐκτὸς ἄρα ἄλλαις τοσαύταις ἴσαι, —εἰ δὲ πεντάπλευρον, δέκα μὲν αἱ πᾶσαι, ἓξ δὲ ἐντός,
15τέτρασι δὲ ταῖς λοιπαῖς αἱ ἐκτός· καὶ ἐπ’ ἄπειρον ὁμοίως ἡ αὐτὴ μέθοδος. Ἐπὶ δὴ τούτοις κἀκεῖνα συναγάγωμεν ὅτι διὰ τοῦτο τὸ θεώρημα τὸ μὲν ἰσόπλευρον τρίγωνον ἑκά‐ στην ἔχει γωνίαν διμοίρου ὀρθῆς, τὸ δὲ ἰσοσκελές,
20ὅταν ἔχῃ τὴν πρὸς τῇ κορυφῇ ὀρθήν, τὰς λοιπὰς ἡμι‐ σείας ὀρθῆς ἔχει, οἷον τὸ ἡμιτετράγωνον, τὸ δὲ σκα‐ ληνὸν τὸ ἡμιτρίγωνον, ὃ γίνεται ἐν ἰσοπλεύρῳ τρι‐ γώνῳ καθέτου ἀχθείσης ἀφ’ οἵας τινὸς γωνίας ὑπὸ τὴν ὑποτείνουσαν αὐτὴν πλευράν, τὴν μὲν ἔχει ὀρθήν,
25τὴν δὲ διμοίρου οὖσαν, ἥτις ἦν καὶ τοῦ ἰσοπλεύρου383
in Euc
.

384

τριγώνου, τὴν δὲ λοιπὴν ἄρα τρίτου. δεῖ γὰρ εἶναι δυσὶν ὀρθαῖς ἴσας τὰς τρεῖς. ταῦτα δὲ οὐ παρέργως ἐπισημαίνομαι, ἀλλὰ ὡς προπαρασκευάζοντα ἡμᾶς πρὸς τὴν τοῦ Τιμαίου διδασκαλίαν.
5 Καὶ μὴν κἀκεῖνο ῥητέον, ὅτι τὸ τὰς ἐντὸς γωνίας δύο ὀρθαῖς ἴσας ἔχειν καθ’ αὑτὸ καὶ ᾗ αὐτὸ ὑπάρχει τῷ τριγώνῳ· δι’ ὃ καὶ Ἀριστοτέλης πρόχειρον ἔχει τὸ παράδειγμα τοῦτο ἐν ταῖς ἀποδεικτικαῖς πραγμα‐ τείαις τὸ ᾗ αὐτὸ θεωρῶν. ὡς οὖν παντὶ σχήματι τὸ
10πεπερατῶσθαι καθ’ αὑτὸ ὑπάρχει καὶ πρώτως, οὕτω τῷ τριγώνῳ τῷ εὐθυγράμμῳ παντί, εἰ καὶ μὴ σχή‐ ματι παντί, τὸ τὰς ἐντὸς γωνίας δυεῖν ὀρθαῖν ἴσας ἔχειν. καὶ ἔοικεν καὶ κατὰ τὰς κοινὰς ἐννοίας προσ‐ πίπτειν ἡμῖν ἡ τοῦ θεωρήματος ἀλήθεια. ἐὰν γὰρ
15νοήσωμεν εὐθεῖαν καὶ ἐπὶ τῶν περάτων αὐτῆς τινας πρὸς ὀρθὰς ἑστώσας, εἶτα συνιούσας εἰς τριγώνου γένεσιν, ὁρῶμεν ὅτι, καθόσον συνεύουσιν, κατὰ το‐ σοῦτον ἐλαττοῦσι τὰς ὀρθάς, ἃς ἐποίουν πρὸς τῇ εὐθείᾳ, ὥστε ὅσον ἐκείνων (?) ἀφεῖλον, τοσοῦτον
20προσλαβοῦσαι κατὰ τὴν πρὸς τῇ κορυφῇ σύνευσιν
ἐξ ἀνάγκης τὰς τρεῖς ποιοῦσιν δυσὶν ὀρθαῖς ἴσας.384
in Euc
.

385

Prop. XXXIII, theor. XXIII. Αἱ τὰς ἴσας τε καὶ παραλλήλους εὐθείας ἐπὶ τὰ αὐτὰ μέρη ἐπι‐ ζευγνύουσαι εὐθεῖαι καὶ αὐταὶ ἴσαι τε καὶ
παράλληλοί εἰσ
ι.
5 Τοῦτο τὸ θεώρημα ὥσπερ μεθόριον ἐλέγομεν εἶναι τῆς τε περὶ τῶν παραλλήλων καὶ τῆς τῶν παρ‐ αλληλογράμμων ζητήσεως. καὶ γὰρ τῶν ἴσων τε καὶ παραλλήλων εὐθειῶν δοκεῖ τι σύμπτωμα λέγειν καὶ γένεσιν παραλληλογράμμων λεληθυῖαν παραδί‐
10δωσι. γίνεται γὰρ παραλληλόγραμμον ἔκ τε τῶν ἐξ ἀρχῆς ἴσων καὶ παραλλήλων καὶ ἐκ τῶν ταύτας ἐπι‐ ζευγνυουσῶν καὶ δεικνυμένων ὡσαύτως ἴσων τε καὶ παραλλήλων. διὸ καὶ τὸ μετὰ τοῦτο εὐθὺς ὡς ἂν ὑποστάντος ἤδη τοῦ παραλληλογράμμου τὰ καθ’ αὑτὰ
15ὑπάρχοντα τοῖς τοιούτοις χωρίοις θεωρεῖ. Ταῦτα μὲν οὖν σαφῆ· δεῖ δὲ καὶ τὴν ἀκρίβειαν τὴν ἐν τῇ προτάσει διασκέψασθαι. πρῶτον μὲν οὖν ὅτι οὐκ ἠρκέσθη τῷ ἴσας εἶναι τὰς ἐπιζευγνυμένας. οὐ γὰρ πάντως αἱ ἐπιζευγνύουσαι τὰς ἴσας ἴσαι εἰσίν,
20εἰ μὴ καὶ παράλληλοι εἶεν. τριγώνου γὰρ ὄντος ἰσο‐ σκελοῦς καὶ σημείου ληφθέντος ἐπὶ μιᾶς τῶν ἴσων καὶ ἀχθείσης διὰ τοῦδε τῇ βάσει παραλλήλου ἴσας μὲν ἐπιζευγνύουσιν ἥ τε παράλληλος τῇ βάσει καὶ αὐτὴ ἡ βάσις· οὐ μέντοι καὶ ἴσαι εἰσίν. οὐ γὰρ ἦσαν ἐκεῖ‐
25ναι παράλληλοι αἱ συμπίπτουσαι κατὰ τὴν τοῦ τρι‐ γώνου κορυφήν. δεύτερον δὲ ὅτι οὐδὲ τὸ παραλλή‐
λους εἶναι τὰς ὑποκειμένας εὐθείας, μὴ ἴσας δέ, τὰς385
in Euc
.

386

ἐπιζευγνυούσας παραλλήλους ποιήσειν ὑπέλαβεν. ἐπὶ γὰρ τῆς εἰρημένης κατασκευῆς τῆς κατὰ τὸ ἰσοσκελὲς τρίγωνον καὶ τοῦτο φανερόν. ἡ γὰρ ἀχθεῖσα καὶ ἡ βάσις παράλληλοί εἰσιν· ἀλλ’ αἱ ἐπιζευγνύουσαι αὐ‐
5τὰς οὐ παράλληλοι. μέρη γάρ εἰσι τῶν τοῦ ἰσοσκε‐ λοῦς πλευρῶν. δεῖ δὴ οὖν πρὸς μὲν τὴν ἰσότητα τῶν ἐπιζευγνυουσῶν τῆς τῶν ἐπιζευγνυμένων παραλλήλου θέσεως, πρὸς δὲ τὴν τῶν παραλλήλων θέσιν τῆς ἐκεί‐ νων ἰσότητος. διόπερ ὁ στοιχειωτὴς ἄμφω παρέλαβεν
10ἐπὶ τῶν ἐπιζευγνυμένων, ἵνα ἄμφω δείξῃ καὶ περὶ τὰς ἐπιζευγνυούσας εὐθείας, τό τε ἴσας ἀλλήλαις εἶναι καὶ τὸ παραλλήλους. τρίτον δὴ λεγέσθω πρὸς τού‐ τοις ὅτι καὶ ἴσων ὑποκειμένων εὐθειῶν καὶ παραλλή‐ λων οὐ πάντως αἱ ἐπιζευγνύουσαι αὐτὰς ἴσαι καὶ
15παράλληλοί εἰσιν. εἰ γὰρ μὴ ἐπὶ τὰ αὐτὰ μέρη τὰς ἐπιζεύξεις ποιησόμεθα, παραλλήλους μὲν αὐτὰς ἀδύ‐ νατον εἶναι—τέμνονται γὰρ ὑπ’ ἀλλήλων—ἴσας δὲ ποτὲ μὲν δυνατόν, ποτὲ δὲ ἀδύνατον. εἰ μὲν γὰρ λάβοις ἢ τετράγωνον ἢ ἑτερόμηκες χωρίον ὡς τὸ αβγδ
20καὶ ἐπιζεύξαις τὰς αδ βγ, αἱ διάμετροι ἴσαι μέν, οὐ
[Omitted graphic marker] παράλληλοι δέ. καίτοι ἐπιζευ‐
γνύουσιν ἴσας τε καὶ παραλλή‐
λους τὰς καταντικρὺ πλευρὰς
τῶν εἰρημένων χωρίων. εἰ δὲ
25ῥόμβον ἢ ῥομβοειδές, αἱ διάμε‐ τροι τούτων πρὸς τῷ μὴ παράλ‐
ληλοι εἶναι οὐδὲ ἴσαι εἰσίν.386
in Euc
.

387

ἐπεὶ γὰρ ἴση ἡ αβ τῇ γδ, κοινὴ δὲ ἡ αγ, καὶ γωνία ἄνισος ἡ ὑπὸ βαγ τῇ ὑπὸ αγδ, καὶ αἱ βάσεις ἄνισοί εἰσιν. εἰκότως οὖν ὁ στοιχειω‐[Omitted graphic marker] τὴς ἀξιοῖ τὰς ἐπιζευγνυούσας
5τὰς ἴσας καὶ παραλλήλους ἐπὶ τὰ αὐτὰ μέρη ποιεῖσθαι τὴν ἐπί‐ ζευξιν, ἵνα τῶν ἴσων καὶ παραλ‐ λήλων ὑποκειμένων τῶν αγ βδ μὴ τὰς αδ καὶ βγ λαβῶμεν τὰς
10ἐπιζευγνυούσας, ἀλλὰ τὰς αβ καὶ γδ. ταύτας γὰρ ἂν καὶ δείξαιμεν ἴσας καὶ παραλ‐ λήλους, ἐκείνας δὲ παραλλήλους μὲν οὐδέποτε, ἴσας δὲ ἐπὶ μὲν τοῦ τετραγώνου καὶ τοῦ ἑτερομήκους δεί‐ ξαιμεν ἂν, ἐπὶ δὲ τοῦ ῥόμβου καὶ τοῦ ῥομβοειδοῦς οὐκ
15ἄν ποτε δείξαιμεν, τὸ γὰρ ἀντικείμενον δέδεικται, ὅτι ἄνισοί εἰσι διὰ τὴν ἀνισότητα τῶν ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη γωνιῶν. Prop. XXXIIII, theor. XXIIII. Τῶν παραλληλο‐ γράμμων χωρίων αἱ ἀπεναντίον πλευραί τε
20καὶ γωνίαι ἴσαι ἀλλήλαις εἰσὶ καὶ ἡ διάμετρος
αὐτὰ δίχα τέμνε
ι. Ἐκ τοῦ προειρημένου θεωρήματος ὑποστὰν ἤδη τὸ παραλληλόγραμμον λαβὼν θεωρεῖ τὰ περὶ αὐτὸ
πρώτως ὑπάρχοντα καὶ τὰ χαρακτηριστικὰ τῆς ἰδίας387
in Euc
.

388

αὐτοῦ συστάσεως. ἔστιν δὲ ταῦτα· τὸ τὰς ἀπεναν‐ τίον πλευρὰς ἴσας εἶναι καὶ τὰς γωνίας τὰς ἀπεναν‐ τίον ἴσας, καὶ τὸ δίχα τέμνεσθαι ὑπὸ τῆς διαμέτρου τὰ χωρία. περὶ γὰρ τούτων εἴρηται τὸ καὶ ἡ διάμε‐
5τρος αὐτὰ δίχα τέμνει, ὡς τὸ ἐμβαδὸν εἶναι τὸ διχοτομούμενον ὅλον, ἀλλὰ μὴ τὰς γωνίας, δι’ ὧν ἡ διάμετρος ἔρχεται. ταῦτα οὖν καθ’ αὑτὸ τοῖς παραλ‐ ληλογράμμοις ὑπάρχει τὰ τρία· ἡ τῶν ἀπεναντίον [γωνιῶν ἰσότης, ἡ τῶν ἀπεναντίον] πλευρῶν ἰσότης,
10ἡ τῶν χωρίων κατὰ τὰς διαμέτρους διχοτομία. καὶ ὁρᾶς ὅπως ἀπὸ πάντων ἐθήρασε τὰς ἰδιότητας αὐτῶν, ἀπὸ τῶν πλευρῶν, ἀπὸ τῶν γωνιῶν, ἀπὸ τῶν ἐμβα‐ δῶν. τεττάρων δὲ ὄντων παραλληλογράμμων, ἃ καὶ ἐν ταῖς ὑποθέσεσιν ὡρίσατο, τοῦ τετραγώνου, τοῦ
15ἑτερομήκους, τοῦ ῥόμβου, τοῦ ῥομβοειδοῦς, ἄξιον ἐπι‐ σημήνασθαι τοσοῦτον, ὅτι, εἰ μὲν τὰ τέσσαρα διαι‐ ροῦμεν κατὰ τὰ ὀρθογώνια, εὑρήσομεν οὐ μόνον τὰ χωρία διχοτομούσας τὰς διαμέτρους αὐτῶν, ἀλλὰ καὶ αὐτὰς ἴσας τὰς διαμέτρους ἐπὶ τῶν ὀρθῶν γωνιῶν—
20ἐπὶ δὲ τῶν μὴ τοιούτων ἀνίσους, καὶ εἴρηται ἐν τῷ πρὸ τούτου θεωρήματι—εἰ δὲ κατὰ τὰ ἰσόπλευρα, πάλιν εὑρήσομεν ἐν τοῖς ἰσοπλεύροις οὐ μόνον τὰ χωρία δίχα τεμνόμενα ὑπὸ τῶν διαμέτρων, ἀλλὰ καὶ τὰς γωνίας, δι’ ὧν αὐταὶ φέρονται. καὶ γὰρ ἐπὶ
25τοῦ τετραγώνου καὶ ἐπὶ τοῦ ῥόμβου τὰς γωνίας αἱ διάμετροι διχοτομοῦσιν, οὐ τὰ χωρία μόνον, ἐπὶ δὲ τοῦ ἑτερομήκους καὶ τοῦ ῥομβοειδοῦς τὰ χωρία
μόνον.388
in Euc
.

389

Ἔστω γὰρ τετράγωνον ἢ ῥόμβος τὸ αβγδ καὶ διάμετρος ἡ αδ. ἐπεὶ οὖν αἱ αβ βδ ἴσαι ταῖς αγ γδ—ἰσόπλευρα γάρ—καὶ αἱ [Omitted graphic marker] ὑπὸ αβδ αγδ ἴσαι—ἀπεναντίον
5γάρ—καὶ ἡ βάσις κοινή, πάντα ἴσα πᾶσιν, ὥστε καὶ αἱ ὑπὸ βαγ γδβ γωνίαι δίχα τέτμηνται. πά‐ λιν ἔστω τὸ αὐτὸ ἑτερόμηκες ἢ ῥομβοειδές. εἰ οὖν δίχα τέμνεται
10ἡ ὑπὸ γαβ, ἀλλ’ ἡ ὑπὸ γαδ ἴση τῇ ὑπὸ αδβ, ἴση ἔσται καὶ ἡ ὑπὸ βαδ τῇ ὑπὸ αδβ, ὥστε καὶ ἡ αβ τῇ βδ. ἀλλ’ εἰσὶν ἄνισοι. ὡς οὖν συλλήβδην εἰπεῖν, ἐπὶ μὲν τοῦ τετραγώνου καὶ αἱ
15διάμετροι ἴσαι διὰ τὴν ὀρθότητα τῶν γωνιῶν καὶ αἱ γωνίαι δίχα τέμνονται ὑπὸ τῶν διαμέτρων διὰ τὴν ἰσότητα τῶν πλευρῶν, καὶ τὸ ἐμβαδὸν εἰς ἴσα διαι‐ ρεῖται κατὰ τὴν διαγώνιον διὰ τὴν κοινὴν ἰδιότητα τῶν παραλληλογράμμων. ἐπὶ δὲ τοῦ ἑτερομήκους
20αἱ μὲν διάμετροι ἴσαι, αἱ δὲ γωνίαι οὐ τέμνονται δίχα ὑπὸ τῶν διαμέτρων, ἡ δὲ τῶν χωρίων εἰς ἴσα διαίρεσις ὑπάρχει, καὶ τοῦτο καθόσον ἐστὶ παρ‐
αλληλόγραμμον. ἐπὶ δὲ τοῦ ῥόμβου ἄνισοι μὲν αἱ389
in Euc
.

390

διάμετροι, διχοτομοῦνται δὲ ὑπὸ τούτων οὐ μόνον τὰ χωρία, διότι παραλληλόγραμμον, ἀλλὰ καὶ αἱ γω‐ νίαι, διότι ἰσόπλευρον. ἐπὶ δὲ τοῦ λοιποῦ τοῦ ῥομ‐ βοειδοῦς καὶ αἱ διάμετροι ἄνισοι ὡς μὴ ὀρθογωνίου
5καὶ αἱ γωνίαι εἰς ἄνισα τέμνονται ὑπὸ τούτων ὡς μὴ ἰσοπλεύρου, μόνα δὲ τὰ χωρία ἴσα γίνεται τὰ ἐφ’ ἑκά‐ τερα τῶν διαγωνίων ὡς παραλληλογράμμου. Ταῦτα μὲν οὖν εἴρηται τὴν ἐν ταῖς διαιρέσεσι τῶν παραλληλογράμμων τεττάρων ὄντων ὑποδεικνύ‐
10οντα διαφοράν, ἐκεῖνο δὲ ἄξιον μὴ παρελθεῖν ἐν τούτῳ τῷ θεωρήματι τεχνικὸν ἀναφαινόμενον, ὅτι τῶν θεωρημάτων τῶν μὲν ὄντων καθόλου, τῶν δὲ οὐ καθόλου—πῶς δὲ τούτων ἑκάτερον λέγομεν, ἀνα‐ μνήσομεν μετέρχεσθαι—ἐν τῷ μεμερίσθαι (?) τὸ
15ζητούμενον καὶ τὸ μὲν ἔχει καθόλου, τὸ δὲ οὐκέτι τοιοῦτον. καίτοι γε δόξειεν ἂν πᾶν θεώρημα εἶναι καθολικόν, καὶ πᾶν τὸ δεικνύμενον ὑπὸ τοῦ στοιχειω‐ τοῦ τοιοῦτον ὑπάρχειν. οἷον καὶ ἐνταῦθα οὐ μόνον τὸ τὰς ἀπεναντίον πλευρὰς ἢ γωνίας ἴσας ἔχειν καθ‐
20όλου δοκεῖ λέγεσθαι κατὰ πάντων τῶν παραλληλο‐ γράμμων, ἀλλὰ καὶ τὸ τὴν διάμετρον διχοτομεῖν ἕκα‐ στον. ἀλλ’ ὅμως τὰ μὲν καθόλου δείκνυσθαι λέγομεν, τὰ δ’ οὔ. ἄλλως γὰρ εἴωθε προσαγορεύεσθαι καθόλου
τὸ ἐπὶ πάντων ἀληθεῦον, ἐφ’ ὧν λέγεται, ἄλλως τὸ390
in Euc
.

391

πάντα περιλαμβάνον, οἷς ὑπάρχει τὸ αὐτὸ σύμπτωμα. καθόλου γὰρ καὶ ὅτι πᾶν ἰσοσκελὲς τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, ὅτι ἐπὶ πάντων ἀληθὲς τῶν ἰσοσκελῶν· καθόλου δὲ καὶ ὅτι πᾶν τρίγωνον τὰς
5τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχει, ὅτι πάντα περι‐ είληφεν, οἷς τοῦτο καθ’ αὑτὸ ὑπάρχει. διὸ καὶ πρώ‐ τως τριγώνῳ φαμὲν δείκνυσθαι τὸ δυεῖν ὀρθαῖς ἴσας ἔχειν τὰς γωνίας. κατὰ τοῦτο τοίνυν τὸ σημαινόμε‐ νον τὰ μὲν καθόλου τῶν θεωρημάτων λέγοντες, τὰ
10δὲ οὐ καθόλου, τοῦτο τὸ θεώρημά φαμεν τὸ μὲν τῶν ζητουμένων ἔχειν καθόλου, τὸ δὲ οὔ. τὸ μὲν γὰρ τὰς ἀπεναντίον πλευρὰς ἢ γωνίας ἴσας ἔχειν καθολικόν ἐστι—μόνοις γὰρ ὑπάρχει τοῖς παραλληλογράμμοις
τὸ δὲ τὴν διάμετρον δίχα τὸ χωρίον τεμεῖν οὐ
15καθόλου, διότι μὴ πάντα περιείληφεν, ἐφ’ ὅσων θεω‐ ρεῖται τὸ σύμπτωμα τοῦτο· καὶ γὰρ τοῖς κύκλοις ὑπάρχει καὶ ταῖς ἐλλείψεσι. καὶ ἐοίκασιν αἱ πρῶται τῶν πραγμάτων ἐπιβολαὶ τοιαῦται εἶναι μερικώτεραι, προϊοῦσαι δὲ τὸ ὅλον συλλαμβάνειν. θεωρήσαντες
20γὰρ οἱ ἀρχαῖοι ὅτι ἡ διάμετρος δίχα τέμνει τὴν ἔλ‐ λειψιν καὶ ὅτι τὸν κύκλον καὶ ὅτι τὸ παραλληλόγραμ‐ μον, τὸ κοινὸν ἐν τούτοις ἐπεθεώρησαν. λανθάνει δέ, φησὶν Ἀριστοτέλης, τὸ μὴ καθόλου δεικνύς τις ὡς καθόλου διὰ τὸ εἶναι ἀνώνυμον τὸ κοινόν, ᾧ πρώτως
25ὑπάρχει τὸ σύμπτωμα. τί γὰρ κοινὸν ἀριθμοῖς καὶ μεγέθεσι καὶ κινήσεσι καὶ φθόγγοις, οἷς ἅπασιν ὑπάρ‐ χει τὸ ἐναλλάξ, οὐκ ἔστιν εἰπεῖν. καὶ τί κοινὸν ἐλ‐ λείψει καὶ κύκλῳ καὶ παραλληλογράμμῳ, χαλεπὸν
ἀποδοῦναι. τὸ μὲν γάρ ἐστιν εὐθύγραμμον, τὸ δὲ391
in Euc
.

392

περιφερόγραμμον, τὸ δὲ μικτόν. διόπερ οἰόμεθα καθόλου δεικνύναι τὸν ἀποδεικνύντα ὅτι πᾶν παραλ‐ ληλόγραμμον ἡ διάμετρος δίχα τέμνει τῷ μὴ συνορᾶν τὸ κοινόν, δι’ ὃ ἀληθές. τοῦτο μὲν οὖν καὶ ἐπὶ τῶν
5παραλληλογράμμων τὸ τοιοῦτον οὐκ ἔστιν καθόλου διὰ τὴν εἰρημένην αἰτίαν, ἐκεῖνο δὲ τὸ πᾶν παραλλη‐ λόγραμμον ἴσας ἔχειν τὰς ἀπεναντίον πλευράς τε καὶ γωνίας. καὶ γὰρ ἐὰν ὑποτεθῇ τι σχῆμα τὰς ἀπεναν‐ τίον πλευράς τε καὶ γωνίας ἴσας ἔχον, δειχθήσεται
10τοῦτο παραλληλόγραμμον. ἔστω γὰρ τοιοῦτον τὸ αβγδ
[Omitted graphic marker] καὶ διάμετρος ἡ αδ. ἐπεὶ οὖν
αἱ αβ βδ ἴσαι ταῖς αγ γδ καὶ
αἱ ὑπ’ αὐτῶν περιεχόμεναι γω‐
νίαι ἴσαι καὶ ἡ βάσις κοινή, καὶ
15
πάντα πᾶσιν ἴσα. εἰ ἄρα ἡ ὑπὸ
βαδ τῇ ὑπὸ αδγ ἴση, καὶ ἡ ὑπὸ αδβ τῇ ὑπὸ γαδ, παράλληλος ἄρα ἡ μὲν αβ τῇ γδ, ἡ δὲ αγ τῇ βδ, ὥστε παραλληλόγραμμόν ἐστι τὸ αβγδ.
20 Τοσαῦτα περὶ τούτων· ἔοικεν δὲ καὶ αὐτὸ τὸ ὄνομα τῶν παραλληλογράμμων ὁ στοιχειωτὴς συν‐ θεῖναι τὴν ἀφορμὴν λαβὼν ἀπὸ τοῦ προειρημένου θεωρήματος. ἐπειδὴ γὰρ ἔδειξεν ὅτι αἱ τὰς ἴσας τε καὶ παραλλήλους ἐπιζευγνύουσαι εὐθεῖαι ἐπὶ τὰ αὐτὰ
25μέρη καὶ αὐταὶ ἴσαι καὶ παράλληλοί εἰσι, δῆλον ὅτι
τὰς ἀπεναντίον ἀπέφηνε παραλλήλους, καὶ τὰς ἐπι‐392
in Euc
.

393

ζευγνυούσας καὶ τὰς ἐπιζευγνυμένας. τὸ δὲ ὑπὸ παρ‐ αλλήλων περιεχόμενον εἰκότως παραλληλόγραμμον ἐκάλεσεν, ὡς τὸ ὑπὸ εὐθειῶν γραμμῶν περιεχόμενον εὐθύγραμμον προσείρηκεν.
5 Καὶ ὁ μὲν στοιχειωτὴς δῆλός ἐστι τὸ παραλλη‐ λόγραμμον ὡς ἐν τετραπλεύροις τιθέμενος. ἐπιστῆσαι δὲ ἄξιον, μήποτε καὶ πᾶν εὐθύγραμμον ἀρτιόπλευρον, ὅταν ἰσόπλευρόν τε καὶ ἰσογώνιον ὑπάρχῃ, παραλλη‐ λόγραμμον ῥητέον. ἔχει γὰρ καὶ τοῦτο τὰς ἀπεναν‐
10τίον πλευρὰς ἴσας τε καὶ παραλλήλους καὶ τὰς ἀπ‐ εναντίον γωνίας ἴσας· οἷον τὸ ἑξάγωνον καὶ τὸ ὀκτά‐ γωνον καὶ τὸ δεκάγωνον. ἐὰν γὰρ νοήσῃς ἑξάγωνον τὸ αβγδεζ καὶ ἐπιζεύξῃς τὴν [Omitted graphic marker] αγ, δεικνύεις παράλληλον τὴν
15αζ τῇ γδ. ἐστὶ γὰρ μιᾶς ὀρθῆς καὶ τρίτου ἡ πρὸς τῷ β καὶ ἑκάστη τῶν τοῦ ἑξαγώνου, ὅταν ἰσογώνιον ᾖ, καὶ ἴση ἡ αβ τῇ βγ—κεῖται γὰρ ἰσόπλευρον—ἑκατέρα ἄρα τῶν
20ὑπὸ βαγ βγα τρίτου ἐστίν, αἱ ἄρα ὑπὸ ζαγ αγδ ὀρ‐ θαί εἰσιν, ὥστε παράλληλος ἡ αζ τῇ γδ. ὁμοίως δὴ καὶ τὰς ἄλλας τὰς ἀπεναντίον δείξομεν παραλλήλους, καὶ ἐπὶ τοῦ ὀκταγώνου ὡσαύτως καὶ τῶν λοιπῶν. εἰ οὖν παραλληλόγραμμόν ἐστι τὸ ὑπὸ παραλλήλων τῶν
25ἀπεναντίον περιεχόμενον, καὶ ἐν τοῖς μὴ τετραπλεύροις393
in Euc
.

394

ἔσται παραλληλόγραμμον. πλὴν ὅτι κατὰ τὸν στοι‐ χειωτὴν πᾶν παραλληλόγραμμον τετράπλευρόν ἐστι, φανερόν. δηλοῖ δὲ ἐν ἐκείνῳ μάλιστα τῷ θεωρήματι, ἐν ᾧ φησι παραλληλόγραμμον τριγώνῳ τὴν αὐτὴν
5ἔχον βάσιν καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ὂν διπλά‐ σιον εἶναι τοῦ τριγώνου. τοῦτο γὰρ ἐπὶ μόνων τῶν τετραπλεύρων ἀληθές. Prop. XXXV, theor. XXV. Τὰ παραλληλόγραμμα τὰ ἐπὶ τῆς αὐτῆς βάσεως καὶ ἐν ταῖς αὐταῖς
10
παραλλήλοις ἴσα ἀλλήλοις ἐστί
ν. Ὥσπερ τῶν θεωρημάτων ἐλέγομεν εἶναι τὰ μὲν καθολικά, τὰ δὲ ἐπὶ μέρους, καὶ ὃν τρόπον ταῦτα διαι‐ ρούμενοι (?) προσετίθεμεν, καὶ ὅτι τὰ μὲν ἁπλᾶ, τὰ δὲ σύνθετα, καὶ τί τούτων ἑκάτερον ἐπεδείκνυμεν, οὕτω
15δὴ κατ’ ἄλλην διάκρισιν τὰ μὲν εἶναι τοπικά φαμεν, τὰ δὲ οὔ. καλῶ δὲ τοπικὰ μέν, ὅσοις ταὐτὸν σύμ‐ πτωμα πρὸς ὅλῳ τινὶ τόπῳ συμβέβηκεν, τόπον δὲ γραμμῆς ἢ ἐπιφανείας θέσιν ποιοῦσαν ἓν καὶ ταὐ‐ τὸν σύμπτωμα. τῶν γὰρ τοπικῶν τὰ μέν ἐστι πρὸς
20γραμμαῖς συνιστάμενα, τὰ δὲ πρὸς ἐπιφανείαις. καὶ ἐπειδὴ τῶν γραμμῶν αἱ μέν εἰσιν ἐπίπεδοι, αἱ δὲ στε‐ ρεαί, —ἐπίπεδοι μέν, ὧν ἐν ἐπιπέδῳ ἁπλῆ ἡ νόησις, ὡς τῆς εὐθείας, στερεαὶ δέ, ὧν ἡ γένεσις ἔκ τινος τομῆς ἀναφαίνεται στερεοῦ σχήματος, ὡς τῆς κυλιν‐
25δρικῆς ἕλικος καὶ τῶν κωνικῶν γραμμῶν—φαίην394
in Euc
.

395

ἂν καὶ τῶν πρὸς γραμμαῖς τοπικῶν τὰ μὲν ἐπίπεδον ἔχειν τόπον, τὰ δὲ στερεόν. Τὸ μὲν οὖν προκείμενον θεώρημα καὶ τοπικόν ἐστι καὶ τῶν πρὸς γραμμαῖς τοπικῶν καὶ ἐπίπεδον.
5τὸ γὰρ μεταξὺ πᾶν τῶν παραλλήλων τόπος ἐστὶ τῶν συνισταμένων ἐπὶ τῆς αὐτῆς βάσεως παραλληλογράμ‐ μων, ἃ δὴ καὶ δείκνυσιν ὁ στοιχειωτὴς ἴσα ἀλλήλοις. τῶν δὲ στερεῶν λεγομένων τοπικῶν θεωρημάτων παράδειγμα ἔστω τοιοῦτο· τὰ εἰς τὰς ἀσυμπτώτους
10καὶ τὴν ὑπερβολὴν ἐγγραφόμενα παραλληλόγραμμα ἴσα ἐστίν. ὅτι γὰρ ἡ ὑπερβολὴ στερεὰ γραμμή, ἐστὶ δῆλον. κώνου γάρ ἐστι γραμμή. Τὰ δ’ οὖν τοιαῦτα τῶν θεωρημάτων, ὡς φησὶν ὁ Γεμῖνος, ἀπείκαζεν ὁ Χρύσιππος ταῖς ἰδέαις.
15ὡς γὰρ ἐκεῖναι τῶν ἀπείρων ἐν πέρασιν ὡρισμένοις τὴν γένεσιν περιλαμβάνουσιν, οὕτως καὶ ἐν τούτοις τῶν ἀπείρων ἐν ὡρισμένοις τόποις ἡ περίληψις γίνε‐ ται. καὶ διὰ τὸν ὅρον τοῦτον ἡ ἰσότης ἀναφαίνεται. τὸ γὰρ ὕψος τῶν παραλλήλων τὸ αὐτὸ μένον ἀπείρων
20νοουμένων ἐπὶ τῆς αὐτῆς βάσεως παραλληλογράμμων πάντα ἴσα ἀλλήλοις ἀποφαίνει. Τοπικὸν οὖν θεώρημα πρῶτον ὁ στοιχειωτὴς ἀν‐ έγραψεν τὸ προκείμενον καὶ ἔοικεν ὡς ἐν στοιχείῳ κατὰ πάσας τὰς διαιρέσεις τὰ θεωρήματα ποικίλλων
25μηδὲ τὴν τοιαύτην εἰκότως ἰδέαν αὐτῶν παραλείπειν. ἀλλὰ ἐνταῦθα μέν, ἐπειδὴ περὶ εὐθυγράμμων ὁ λόγος, τοπικὰ παραδίδωσιν ἐπίπεδα πρὸς εὐθείαις, ἐν δὲ τῷ
τρίτῳ τὰ περὶ κύκλων καὶ τῶν ἐν τούτοις συμπτω‐395
in Euc
.

396

μάτων πραγματευόμενος τὰς περιφερείας ἡμᾶς ἀνα‐ διδάξει τῶν τοπικῶν ἅμα καὶ ἐπιπέδων θεωρημάτων. τοιοῦτον γὰρ ἐν ἐκείνοις τὸ αἱ ἐν τῷ αὐτῷ τμή‐ ματι γωνίαι ἴσαι ἀλλήλαις καὶ τὸ αἱ ἐν ἡμι‐
5κυκλίῳ ὀρθαί. ἀπείρων γὰρ συνισταμένων πρὸς τῇ περιφερείᾳ γωνιῶν τῆς αὐτῆς βάσεως οὔσης πᾶσαι δείκνυνται ἴσαι. καί ἐστιν ἀνάλογον ἐκεῖνα τοῖς τρι‐ γώνοις καὶ παραλληλογράμμοις τοῖς ἐπὶ τῆς αὐτῆς βάσεως.
10 Τὸ μὲν δὴ τῶν προσεχῶς ζητηθησομένων θεωρη‐ μάτων εἶδος τοιοῦτόν ἐστι, τοπικὸν παρὰ τοῖς πα‐ λαιοῖς μαθηματικοῖς ἐπονομαζόμενον. δόξειεν δ’ ἂν παντελῶς εἶναι θαυμαστὸν τοῖς ἀπείροις τῆς τοιαύτης θεωρίας, εἰ τὰ ἐπὶ τῆς αὐτῆς βάσεως παραλληλόγραμμα
15ἴσα ἀλλήλοις ἐστί. πῶς γὰρ τοῦ μήκους τῶν συν‐ ισταμένων ἐπὶ τῆς αὐτῆς βάσεως χωρίων ἐπ’ ἄπειρον αὐξανομένου—ἐφ’ ὅσον γὰρ τὰς παραλλήλους ἐκ‐ βάλλομεν, ἐπὶ τοσοῦτον καὶ τὰ μήκη τῶν παραλληλο‐ γράμμων αὔξειν δυνάμεθα—πῶς δὲ τούτου γινο‐
20μένου μένει τῶν χωρίων ἡ ἰσότης, εἰκότως ἄν τις ἐπιζητήσειεν. εἰ γὰρ τὸ μὲν πλάτος ταὐτόν—ἡ γὰρ βάσις μία—τὸ δὲ μῆκος μεῖζον, πῶς οὐχὶ καὶ τὸ χωρίον μεῖζον; ἐστὶ μὲν οὖν τὸ θεώρημα τοῦτο καὶ τὸ περὶ τῶν τριγώνων ἑξῆς τῶν παραδόξων ἐν τοῖς
25μαθήμασι καλουμένων θεωρημάτων. ἐξειργάσαντο396
in Euc
.

397

γὰρ καὶ οἱ ἀπὸ τῶν μαθημάτων τὸν παράδοξον λεγό‐ μενον τόπον, ὥσπερ οἱ ἀπὸ τῆς Στοᾶς ἐπὶ τῶν δειγ‐ μάτων, καὶ τίθενται καὶ τοῦτο τὸ θεώρημα τῶν τοι‐ ούτων εἶναι. καταπλήττει γοῦν τοὺς πολλοὺς εὐθύς,
5εἰ τὸ μῆκος πολλαπλασιαζόμενον οὐκ ἀναιρεῖ τὴν ἰσότητα τῶν χωρίων τῆς αὐτῆς οὔσης βάσεως. ὁμοίως δὲ λεκτέον ὅτι μέγιστον ἡ τῶν γωνιῶν ἰσότης δύνα‐ ται καὶ ἀνισότης πρὸς τὴν αὔξησιν τῶν χωρίων ἢ τὴν ἐλάττωσιν. ὅσῳ γὰρ ἀνίσους ποιοῦμεν τὰς γω‐
10νίας, τόσῳ μᾶλλον ἐλασσοῦμεν τὸ χωρίον, εἰ μένοι τὸ μῆκος καὶ τὸ πλάτος ταὐτόν. δεῖ οὖν τοῦ μήκους αὐξήσεως, ἵνα τὴν ἰσότητα φυλάξωμεν. ἔστω γὰρ εἰ τύχοι παραλληλόγραμμον τὰ αβγδ καὶ ἐκβεβλήσθω ἡ αγ εἰς ἄπειρον. καὶ ἔστω τυχὸν ὀρθογώνιον τοῦτο,
15καὶ ἐπὶ τῆς βδ βάσεως ἕτερον συνεστάτω τὸ βεζδ. ὅτι μὲν οὖν τὸ μῆκος ηὔξη‐[Omitted graphic marker] ται δῆλον. μείζων γὰρ ἡ βε τῆς αβ ὀρθῆς οὔσης τῆς πρὸς τῷ α γωνίας.
20ἀλλὰ τοῦτο ἀναγκαίως γέ‐ γονεν. ἄνισοι γὰρ αἱ γω‐ νίαι γεγόνασι τοῦ βεζδ παραλληλογράμμου, καὶ αἱ μὲν ὀξεῖαι, αἱ δὲ ἀμβλεῖαι. τοῦτο δὲ συμβέβηκεν διὰ τὸ τὴν βε πλευρὰν ὥσπερ
25συμπτύσσεσθαι πρὸς τὴν βδ καὶ συστέλλειν τὸ χω‐
ρίον. εἰλήφθω γὰρ εἰ τύχοι ἴση τῇ αββη, καὶ397
in Euc
.

398

παράλληλος διὰ τοῦ η τῇ βδηθ. ἐστὶν ἄρα καὶ τὸ μῆκος τοῦ βδηθ ἴσον τῷ μήκει τοῦ αβγδ καὶ τὸ πλά‐ τος ταὐτόν, ἀλλὰ τὸ χωρίον ἔλασσον τοῦ χωρίου καὶ γὰρ τοῦ βεζδ ἔλασσόν ἐστιν. ἡ μὲν δὴ τῶν γωνιῶν
5ἀνισότης τὸ ἐμβαδὸν ἠλάττωσεν, ἡ δὲ τοῦ μήκους αὔξησις, ὅσον ἀφεῖλεν ἐκείνη, τοσοῦτον προσθεῖσα τὴν ἰσότητα τῶν χωρίων ἐφύλαξεν. ὅρος δὲ τῆς τοῦ μήκους αὐξήσεώς ἐστιν ὁ τῶν παραλλήλων τόπος. ὀρ‐ θογωνίων μὲν γὰρ συναμφοτέρων ὄντων τῶν παραλ‐
10ληλογράμμων δείκνυται τὸ τετράγωνον τοῦ ἑτερομή‐ κους μεῖζον, ἰσοπλεύρων δὲ ἀμφοτέρων ὄντων τὸ ὀρθογώνιον δείκνυται τοῦ μὴ ὀρθογωνίου μεῖζον. καὶ γὰρ ἡ τῶν γωνιῶν ὀρθότης καὶ ἡ τῶν πλευρῶν ἰσότης τὸ πᾶν δύναται πρὸς τὴν τῶν χωρίων αὔξη‐
15σιν. ὅθεν δὴ τὸ μὲν τετράγωνον ἀναφαίνεται τῶν ἰσοπεριμέτρων μεῖζον, τὸ δὲ ῥομβοειδὲς ἁπάντων ἔλασσον. Ἀλλὰ ταῦτα μὲν ἐν ἄλλοις δείξομεν· πρεπωδέ‐ στερα γάρ ἐστι ταῖς ὑποθέσεσι τοῦ δευτέρου βιβλίου.
20πρὸς δὲ τὸ προκείμενον θεώρημα δεῖ γινώσκειν ὅτι τε παραλληλόγραμμα λέγων ἴσα τὰ χωρία λέγει καὶ οὐ τὰς πλευράς, —περὶ τούτων γὰρ ὁ λόγος, περὶ τῶν ἐμβαδῶν—καὶ ὅτι νῦν πρῶτον ἐν τῇ ἀποδείξει τοῦδε τοῦ θεωρήματος μνήμην ἐποιήσατο τῶν τραπε‐
25ζίων· ᾧ καὶ δῆλον ὅτι εἰκότως ἐν ταῖς ὑποθέσεσι
καὶ τοῦτο, ὅτι ποτέ ἐστιν, ἐδίδαξεν, ὅτι τετράπλευρον398
in Euc
.

399

μὲν τῷ γένει, μὴ παραλληλόγραμμον δέ. τὸ γὰρ μὴ (?) τὰς ἀπεναντίον πλευράς τε καὶ γωνίας ἴσας ἔχον ἐκ‐ βέβηκεν τῆς τῶν παραλληλογράμμων τάξεως. Ὁ μὲν οὖν στοιχειωτὴς ἀπέδειξεν τὸ προκείμενον
5τὴν χαλεπωτέραν πτῶσιν ἐκλεξάμενος. εἰ δὲ λέγοι τις, ἔστω τὰ αβγδ καὶ βγδε ἐπὶ τῆς αὐτῆς βάσεως τῆς δβ, ὥστε τὴν δγ διάμε‐[Omitted graphic marker] τρον εἶναι τοῦ αβ, δείξο‐ μεν ὅτι ἴσα ἐστὶν αὐτόθεν.
10τὸ γὰρ βγδ τρίγωνον ἑκα‐ τέρου ἥμισύ ἐστιν, διότι τοῦ αβ διάμετρος ἡ γδ, τοῦ δὲ δεβγ. αἱ δὲ διάμετροι διχοτομοῦσι τὰ παρ‐ αλληλόγραμμα. ἴσον ἄρα τὸ αβ τῷ δε. πάλιν εἴ τις
15τὴν δγ τέμνουσαν ὑποθοῖτο τὴν τοῦ αβ παραλληλο‐ γράμμου πλευράν, καὶ οὕτως κείμενα τὰ παραλληλόγραμμα ὡς τὰ αβδε καὶ βγδζ, δείξο‐ μεν ὅτι καὶ ταῦτα ἴσα ἐστίν.
20ἐπεὶ γὰρ ἴση ἡ αε τῇ γζ
ἑκατέρα γὰρ ἴση τῇ δβ ἀπ‐399
in Euc
.

400

εναντίον οὖσα—κοινὴ ἀφῃρήσθω ἡ γε. ἴση ἄρα ἡ αγ τῇ εζ. ἀλλὰ καὶ ἡ αδ τῇ εβ καὶ γωνία ἡ ὑπὸ γαδ τῇ ὑπὸ ζεβ—παράλληλος γὰρ ἡ αδ τῇ εβ. καὶ βάσις ἄρα ἡ γδ τῇ ζβ βάσει ἴση καὶ ὅλον τὸ αδγ
5τρίγωνον τῷ εβζ τριγώνῳ ἴσον. κοινὸν προσκείσθω τὸ γβ τραπέζιον. ὅλον ἄρα τὸ αβ ἴσον τῷ δζ. καὶ ὁρᾷς ὅτι τρεῖς αὗται μόναι πώς εἰσιν. ἡ γὰρ δγ ἢ τέμνει τὴν εβ, ὡς ὁ στοιχειωτὴς ἔλαβεν, ἢ ἐπὶ τῷ ε πίπτει, ὡς ἐν τῇ πρὸ ταύτης καταγραφῇ, ἢ τέμνει τὴν
10αε, ὡς νῦν ὑπεθέμεθα. καὶ δέδεικται κατὰ πάσας τὰς πτώσεις τὸ θεώρημα ἀληθές. πλὴν ὅτι διττῆς οὔσης τῶν τραπεζίων διαφορᾶς καὶ τῶν μὲν οὐδετέραν τῶν ἀπεναντίον ἐχόντων παράλληλον, τῶν δὲ μιᾷ μίαν, ἐπὶ τῶν παρὰ τῷ γεωμέτρῃ τραπεζίων τὸ ἕτερόν ἐστιν
15εἶδος καὶ ἐπὶ τῆς καταγραφῆς ταύτης. ἡ γὰρ γε τῇ δβ παράλληλος. Prop. XXXVI, theor. XXVI. Τὰ παραλληλό‐ γραμμα τὰ ἐπὶ ἴσων βάσεων ὄντα καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ἴσα ἀλλήλοις ἐστ.
20 Τὸ μὲν πρὸ τούτου τὰς βάσεις τὰς αὐτὰς ἐλάμ‐ βανεν, τοῦτο δὲ ἴσας μέν, διαφερούσας δὲ ἀλλήλων. κοινὸν δὲ ἀμφοτέροις τὸ ἐν ταῖς αὐταῖς ὑποτίθεσθαι παραλλήλοις τὰ παραλληλόγραμμα. δεῖ δὴ οὖν αὐτὰ
μήτε ἐνδοτέρω πίπτειν τῶν ὑποκειμένων παραλλήλων400
in Euc
.

401

εὐθειῶν, μήτε ἐξωτέρω. παραλληλόγραμμα γὰρ ἐν ταῖς αὐταῖς εἶναι λέγεται παραλλήλοις, ὅταν αἵ τε βά‐ σεις αὐτῶν καὶ αἱ ταύταις ἀπεναντίον κείμεναι ταῖς αὐταῖς ἐφαρμόζωνται παραλλήλοις. ἀλλ’ ὁ μὲν στοι‐
5χειωτὴς ἔδειξεν τὸ θεώρημα τὰς βάσεις πάντη κεχω‐ ρισμένας λαβών, κωλύει δὲ οὐδὲν καὶ οὕτως αὐτὰς ὑποκειμένας λαβεῖν, ὡς ἔχειν τι μέρος κοινόν. ἔστω γὰρ τὰ αβ γδ παραλληλόγραμ‐[Omitted graphic marker] μα ἐπὶ ἴσων βάσεων τῶν εβ
10ζδ. λέγω ὅτι ἴσα ἐστίν. ἐπι‐ ζεύχθωσαν αἱ εγ βη. ἐπεὶ οὖν ἴση ἡ εζ τῇ βδ—καὶ γὰρ ἡ εβ τῇ ζδ—ἀλλ’ ἡ γζ τῇ δη ἴση [καὶ ἡ ὑπὸ εζγ τῇ ὑπὸ βδη—παράλληλος γὰρ
15γζ τῇ δη—] καὶ ἡ γε τῇ βη ἴση. ἐστὶ δὲ καὶ παρ‐ άλληλος· παραλληλόγραμμον ἄρα τὸ γβ. καὶ ἔχει βά‐ σιν τὴν αὐτὴν ἑκατέρῳ τῶν αβ γδ, καὶ ἐν ταῖς αὐταῖς ἐστι παραλλήλοις. ἴσον ἄρα τὸ αβ τῷ γδ. εἰ δέ τις μήτε κοινὸν μέρος ἐχούσας ὑποθοῖτο τὰς τῶν παραλ‐
20ληλογράμμων βάσεις, μήτε κεχωρισμένας ἀλλήλων, ἀλλ’, ὅπερ ὑπολείπεται μόνον, συναπτούσας ἀλλήλαις καθ’ ἓν σημεῖον, ὡς ἐπὶ τῶν αβ εδ, ἐροῦμεν ὅτι ἴση
βε τῇ εζ καὶ τῇ γδ, ὥστε καὶ ἡ γβ τῇ δε. αἱ γὰρ401
in Euc
.

402

τὰς ἴσας καὶ παραλλήλους ἐπιζευγνύουσαι καὶ αὐταὶ ἴσαι καὶ παράλληλοί εἰσι. παραλληλόγραμμον ἄρα
[Omitted graphic marker] ἐστὶ τὸ βδ ἐπὶ τῶν
αὐτῶν βάσεων καὶ ἐν
5
ταῖς παραλλήλοις ταῖς
αδ βε. ἴσα ἄρα τὰ
αβ δε παραλληλόγραμ‐
μά ἐστιν. Ἡμεῖς μὲν οὖν κατὰ τὴν πρώτην ἐπιβολὴν τὰς τοῦ
10θεωρήματος κατασκευὰς διείλομεν, εἰπόντες τὰς βά‐ σεις ἢ κοινὸν ἔχειν μέρος, ἢ ἅπτεσθαι μόνον ἀλλή‐ λων, ἢ διεστάναι ἀπ’ ἀλλήλων. δυνατὸν δὲ κἂν ἅπτωνται, ὡς αἱ βε εζ, ἐκτὸς ὅλον τὸ δε τῆς αε ὑποτίθεσθαι, ἢ τὴν γε πλευρὰν ἐφαρμόζουσαν τῇ αε,
15ἢ τὴν γε τέμνουσαν τὴν αθ, ἢ τὴν γε πίπτουσαν ὡς διάμετρον τῇ θε—ὅτε καὶ ἡ δζ ἡ αὐτὴ ἔσται τῇ αζ—ἢ τῆς αθ ἐκβεβλημένης ἐπὶ τὸ κ τὴν γε πίπτου‐ σαν ἐκτὸς τοῦ θ, καὶ τὴν δζ ἢ τέμνουσαν τὴν αθ, ἢ
ἐφαρμόζουσαν ***402
in Euc
.

403

[Prop. XXXVII, theor. XXVII. Τὰ τρίγωνα τὰ ἐπὶ τῆς αὐτῆς βάσεως ὄντα καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ἴσα ἀλλήλοις ἐστίν.] *** ἀποφαίνονται. καὶ γὰρ ἴσων ἐκείνων
5ἄνισα τὰ χωρία, καὶ ἀνίσων ἴσα δείκνυνται. τοιοῦτον δέ τι πεπόνθασιν οἱ χωρογράφοι τὰ μεγέθη τῶν πό‐ λεων ἐκ τῶν περιμέτρων συλλογιζόμενοι. ἤδη δέ τινες κοινωνοὶ κτημάτων ἐν τῇ διαιρέσει παρελογίσαντο τοὺς συνδιανεμομένους τῇ ὑπεροχῇ τῆς περιμέτρου
10παραχρησάμενοι, καὶ πλείονα λαβόντες τῶν ἀπελθόν‐ των—εἰληφότες τὸ (?) ὑπὸ τῆς μείζονος περιμέ‐ τρου περιεχόμενον ἐμβαδὸν εἶτα (?) ἀμείψαντες χωρία περιοχῇ ἐλάσσονι (?) χρώμενα—βελτίστων ἀπηνέγ‐ καντο δόξαν. δυεῖν γοῦν προκειμένων ἰσοσκελῶν
15τριγώνων, ὧν τὸ μὲν ἑκατέραν τῶν ἴσων ἔχει πέντε, τὴν δὲ βάσιν ἓξ τῶν αὐτῶν, τὸ δὲ ἑκατέραν μὲν τῶν ἴσων πέντε, τὴν δὲ βάσιν ὀκτὼ τῶν αὐτῶν, οἷον πή‐ χεων, δακτύλων, κομιδῇ ἀπατᾷ τὸν ἄπειρον τούτων εἰς αἵρεσιν. τοῦτο μὲν γὰρ τὴν περίμετρον ἔχει δέκα
20καὶ ὀκτώ, θάτερον δὲ ἓξ καὶ δέκα τῶν αὐτῶν μέτρων.403
in Euc
.

404

ἀλλ’ ὁ γεωμετρικὸς οὐκ ἀγνοήσει ὅτι ἴσα ἐστὶ τὰ χωρία, κἂν αἱ περίμετροι ἄνισοι ὦσιν. δώδεκα γὰρ ἑκάτερόν ἐστιν. ἐὰν γὰρ ἀγάγῃς ἀπὸ τῆς κορυφῆς κάθετον δίχα μὲν διαιρήσεις τὰς βάσεις καὶ ποιήσεις
5ἐν θατέρῳ μὲν τριῶν, ἐν δὲ λοιπῷ τεττάρων τὸ ἥμισυ τῆς βάσεως, αὐτὴν δὲ τὴν κάθετον ἀνάπαλιν οὗ μὲν τεττάρων, οὗ δὲ τριῶν. δεῖ γὰρ τὸ ἀπὸ τῆς πεντάδος ἴσον [εἶναι] τῷ τε ἀπὸ τῆς καθέτου καὶ τῷ ἀπὸ τῆς ἡμισείας τῆς βάσεως. ἀλλ’ εἰ μὲν αὕτη τριῶν, ἡ
10κάθετος τεττάρων, [εἰ δ’] αὕτη τεττάρων, ἐκείνη δη‐ λαδὴ τριῶν. ποιήσας οὖν τὴν κάθετον ἐπὶ τὸ ἥμισυ τῆς βάσεως ἕξεις τὸ ἴσον τῷ τριγώνῳ χωρίον. τοῦτο δὲ ταὐτόν ἐστιν καθ’ ἑκάτερον, εἴτε τὸν τρία ἐπὶ τὸν τέσσαρα, εἴτε τὸν τέσσαρα ἐπὶ τὸν τρία ποιήσειας.
15 Ταῦτα μὲν οὖν εἴρηται πρὸς ἔνδειξιν τοῦ τὴν ἰσότητα τῶν χωρίων μὴ πάντως ἐκ τῶν περιμέτρων λαμβάνειν, ἵνα μὴ θαυμάζωμεν, εἰ τῶν ἐπὶ τῆς αὐτῆς βάσεως τριγώνων ἐπ’ ἄπειρον αὔξεσθαι κατὰ τὰς λοι‐ πὰς πλευρὰς δυναμένων ἐντὸς τῶν αὐτῶν παραλλή‐
20λων ὅμως ἡ τῶν χωρίων ἰσότης ἀνεξάλλακτος διαμένει. δεῖ δὲ ἐκεῖνα τῶν τριγώνων ἐν ταῖς αὐταῖς παραλλή‐ λοις λέγειν, ὅσα τὰς βάσεις ἐπὶ τῆς ἑτέρας ἔχοντα τῶν παραλλήλων ἐρείδει τὰς κορυφὰς ἐπὶ τῆς λοιπῆς, καὶ ὧν ἡ ἐπὶ τὰς κορυφὰς ἐπιζευγνυμένη μία τέ ἐστιν
25εὐθεῖα καὶ παράλληλος ταῖς βάσεσιν ἐπὶ μιᾶς εὐθείας
κειμέναις.404
in Euc
.

405

Prop. XXXVIII, theor. XXVIII. Τὰ τρίγωνα τὰ ἐπὶ ἴσων βάσεων ὄντα καὶ ἐν ταῖς αὐταῖς παρ‐
αλλήλοις ἴσα ἀλλήλοις ἐστί
ν. Ἐστὶ μὲν καὶ τοῦτο τὸ θεώρημα τοπικὸν ἀνάλο‐
5γον τοῖς παραλληλογράμμοις καὶ τὴν τῶν τριγώνων θέσιν ἐπὶ τῶν ἴσων βάσεων ὑποτιθέμενον. δοκεῖ δέ μοι τῶν τεττάρων τούτων θεωρημάτων, ὧν δύο μέν ἐστιν ἐπὶ τῶν παραλληλογράμμων δεδειγμένα, δύο δὲ ἐπὶ τῶν τριγώνων, καὶ τὰ μὲν τῆς αὐτῆς οὔσης βά‐
10σεως, τὰ δὲ ἴσων ὑπαρχουσῶν τῶν βάσεων, μίαν ἀπό‐ δειξιν ἐν τῷ ἕκτῳ βιβλίῳ κατὰ τὸ πρῶτον θεώρημα παρέχεσθαι, λανθάνειν τε τοὺς πολλοὺς τοῦτο ποιῶν. ὅταν γὰρ τούτῳ δεικνύῃ τὰ τρίγωνα καὶ παραλληλό‐ γραμμα τὰ ὑπὸ τὸ αὐτὸ ὕψος ἔχοντα πρὸς ἄλληλα τὸν
15λόγον, ὃν ἔχουσιν αἱ βάσεις, οὐδὲν ἄλλο ἢ ταῦτα πάντα καθολικώτερον ἀποδείκνυσιν ἐκ τῆς ἀναλογίας. τὸ γὰρ αὐτὸ ὕψος οὐδὲν διαφέρει ἢ ἐν ταῖς αὐταῖς εἶναι παραλλήλοις. πάντα γὰρ τὰ ἐν ταῖς αὐταῖς ὄντα παραλλήλοις ὑπὸ τὸ αὐτό ἐστιν ὕψος καὶ ἀνά‐
20παλιν. ὕψος γάρ ἐστιν ἡ ἀπὸ τῆς ἑτέρας παραλλήλου κάθετος ἐπὶ τὴν λοιπήν. ἐκεῖ μὲν οὖν δι’ ἀναλογίας δέδεικται ὅτι οὕτως ἔχει τὰ τρίγωνα καὶ τὰ παραλλη‐ λόγραμμα τὰ ὑπὸ τὸ αὐτὸ ὕψος τουτέστιν τὰ ἐν ταῖς αὐταῖς κείμενα παραλλήλοις, ὡς αἱ βάσεις· καὶ ἴσων
25οὐσῶν τῶν βάσεων ἴσα τὰ χωρία, καὶ διπλάσια διπλα‐
σίων, καὶ ἄλλον λόγον ἐχουσῶν τὸν αὐτὸν ἕξει καὶ τὰ405
in Euc
.

406

χωρία λόγον πρὸς ἄλληλα. ἐνταῦθα δέ—οὐ γὰρ ἦν ἀναλογίᾳ χρῆσθαι μηδέπω διδάξαντα περὶ αὐτῆς —ἀρκεῖται τῇ ἰσότητι μόνῃ, καὶ ταύτην ἐκ τῆς ἰσό‐ τητος ἢ ταυτότητος τῶν βάσεων συλλογίζεται. ἐν ἑνὶ
5δ’ οὖν ἐκείνῳ τὰ τέτταρα ταῦτα θεωρήματα περιέχεται, οὐ μόνον ὅτι διὰ μιᾶς ἀποδείξεως δείκνυσιν, ὅσα ἐν τοῖς τέτρασιν περιέχεται τούτοις, ἀλλ’ ὅτι καὶ πλέον τι προστίθησιν τὴν ταυτότητα τῶν λόγων, κἂν ἄνισοι αἱ βάσεις ὦσι.
10 Ταῦτα περὶ τούτων· ὅτι δὲ καὶ τοῦτο πολύπτω‐ τόν ἐστι τὸ θεώρημα καὶ δυνατὸν τὰς βάσεις τὰς τῶν τριγώνων ἢ ταὐτὸν μέρος ἐχούσας λαμβάνειν, ὡς ἐπὶ τῶν παραλληλογράμμων, ἢ μηδενὶ μὲν κοινῷ μέρει χρωμένας, καθ’ ἓν δὲ σημεῖον ἀλλήλαις συναπτούσας,
15ἢ καὶ πάντη κεχωρισμένας, ὥστε εἶναι μεταξὺ γραμ‐ μήν, δῆλόν ἐστι τοῖς καὶ μικρὰ συνεῖναι δυναμένοις, καὶ ὅτι κατὰ πάσας τὰς πτώσεις, ὅπως ἂν ἔχῃ τὰς βάσεις κειμένας ἢ τὰς κορυφάς, ἡ αὐτὴ μέθοδος, ἄγειν παραλλήλους ταῖς πλευραῖς καὶ ποιεῖν ἑκάτερον τῶν
20τριγώνων [παραλληλόγραμμον καὶ διὰ τούτων τὴν
τῶν τριγώνων] ἰσότητα κατασκευάζειν.406
in Euc
.

407

Prop. XXXVIIII, theor. XXVIIII. Τὰ ἴσα τρί‐ γωνα τὰ ἐπὶ τῆς αὐτῆς βάσεως ὄντα καὶ ἐπὶ τὰ αὐτὰ μέρη ἐν ταῖς αὐταῖς παραλλήλοις ἐστίν. Ὅτε μὲν τὴν ἰσότητα δεικνύναι προὔκειτο, τότε
5τέτταρα θεωρήματα τὸν ἀριθμὸν ἐποιοῦμεν, δύο μὲν ἐπὶ τῶν παραλληλογράμμων, δύο δὲ ἐπὶ τῶν τριγώ‐ νων λαμβάνοντες, ἢ ἐπὶ τῶν αὐτῶν ἢ ἐπὶ ἴσων κεί‐ μενα βάσεων. νυνὶ δὲ ἀντιστρέφοντες τὰ μὲν ἐπὶ τῶν παραλληλογράμμων ἀντιστρέφοντα παρήκαμεν, τὰ δὲ
10ἐπὶ τῶν τριγώνων μνήμης ἠξιώσαμεν. αἴτιον δὲ ὅτι τρόπος μὲν τῆς ἀποδείξεως ὁ αὐτὸς καὶ ἐπ’ ἐκείνων ἀπαραλλάκτως διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ τῆς ὁμοίας κατασκευῆς, ἀρκούμεθα δὲ ἐπὶ τῶν ἁπλου‐ στέρων, λέγω δὴ τῶν τριγώνων, ὑποδείξαντες τὴν
15μέθοδον καταλιπεῖν τοῖς ἀγχινουστέροις καὶ ἐπὶ τῶν ὑπολοίπων τὰ αὐτὰ συλλογίζεσθαι, ἐπεί, ὅτι γε ἡ αὐτὴ καὶ ἐπὶ τούτων μέθοδος, ῥᾴδιον συνιδεῖν. λα‐ βόντες γὰρ παραλληλόγραμμα ἴσα ἐπὶ τῆς αὐτῆς βά‐ σεως, ἢ καὶ ἐπὶ τῶν ἴσων, ἐροῦμεν ὅτι καὶ ἐν ταῖς
20αὐταῖς παραλλήλοις ἐστίν. εἰ γὰρ μή, ἢ ἐντὸς πεσεῖ‐ ται θάτερον τῶν ἐν τῷ ἑτέρῳ παραλλήλων ἐκβαλλομέ‐ νων, ἢ ἐκτός. ὅπως δὲ ἂν πίπτῃ, λαβόντες ἐκεῖνο καὶ τὰς ἐν αὐτῷ παραλλήλους ἐδείξαμεν, ἃ καὶ ἐπὶ τῶν τριγώνων, ὅτι τὸ ὅλον ἴσον ἔσται τῷ ἑαυτοῦ μέρει.
25τοῦτο δὲ ἀδύνατον. Ὅτι δὲ εἰκότως ὁ στοιχειωτὴς προσέθηκεν τὸ καὶ
ἐπὶ τὰ αὐτὰ μέρη δῆλόν ἐστι (?). μιᾶς γὰρ βάσεως407
in Euc
.

408

ἴσα τρίγωνα λαβεῖν δυνατόν, τὸ μὲν ἐπὶ τάδε τὰ μέρη, τὸ δὲ ἐπὶ θάτερα. ἀλλ’ οὐ πάντως ἐν ταῖς αὐταῖς ἐστι ταῦτα παραλλήλοις· οὐδὲ γὰρ ὑπὸ τὸ αὐτὸ ὕψος ἐστί.
5 Τοῦτο μὲν οὖν διὰ τοῦτο προσέθηκεν. διχῶς δὲ δυνατὸν ὂν ἄγειν τὴν παράλληλον κατὰ τὴν ἄτο‐ πον ὑπόθεσιν αὐτὸς ἤγαγεν ἐντὸς ἡμεῖς δὲ ἐκτὸς ἀγα‐ γόντες τὰ αὐτὰ δείξομεν. ἔστω γὰρ τὰ αβγ δβγ
[Omitted graphic marker] τρίγωνα ἐπὶ μιᾶς βά‐
10σεως καὶ ἐπὶ τὰ αὐτὰ μέρη. λέγω ὅτι ἐν ταῖς αὐταῖς ἐστι παραλλή‐ λοις καὶ ἡ ἐπὶ τὰς κο‐ ρυφὰς αὐτῶν ἐπιζευ‐
15
χθεῖσα τῇ βάσει παρ‐ άλληλός ἐστιν. ἐπεζεύχθω γὰρ ἡ αδ. εἰ δὲ μή ἐστιν αὐτῇ παράλληλος, ἔστω ἡ ταύτης ἐκτὸς ἡ αε. καὶ ἐκ‐ βεβλήσθω ἡ γδε, καὶ ἐπεζεύχθω ἡ εβ. ἴσον ἄρα τὸ αβγ τῷ εβγ, ἀλλὰ τὸ αβγ τῷ δβγ. τὸ ἄρα εβγ τῷ
20δβγ ἴσον, τῷ μέρει τὸ ὅλον· ἀλλὰ ἀδυνατόν· οὐκ ἄρα ἔξω πεσεῖται τῆς αδ ἡ παράλληλος· δέδεικται δὲ ὅτι οὐδὲ ἐντὸς παρὰ τῷ στοιχειωτῇ· αὐτὴ ἄρα ἐστὶν ἡ αδ τῇ βγ παράλληλος· ἐν ταῖς αὐταῖς ἄρα παραλ‐ λήλοις ἐστὶ τὰ ἴσα τρίγωνα καὶ ἐπὶ τὰ αὐτὰ μέρη.
25Καὶ ἐν ταῖς αὐταῖς ὄντα παραλλήλοις ἀποδέδεικται
μὲν δὴ καὶ τὸ λοιπὸν μέρος τῆς εἰς ἀδύνατον ἀπαγω‐408
in Euc
.

409

γῆς· ἄξιον δὲ ἐπισημήνασθαι ὅτι τριττῆς οὔσης τῆς τῶν θεωρημάτων ἀντιστροφῆς—ἢ γὰρ ὅλον ἀντι‐ στρέφει πρὸς ὅλον, ὡς τὸ ὀκτωκαιδέκατον καὶ ἐννεα‐ καιδέκατον εἴπομεν, ἢ ὅλον πρὸς μέρος, ὡς τὸ ἕκτον
5καὶ πέμπτον, ἢ μέρος πρὸς μέρος, ὡς τὸ ὄγδοον καὶ τέταρτον. οὐ γὰρ ὅλον τὸ δεδειγμένον ἐν θατέρῳ ζη‐ τούμενόν ἐστιν ἐν θατέρῳ, οὐδὲ τὸ ζητούμενον δεδο‐ μένον, ἀλλὰ μέρος—ἔοικεν δὲ (?) τοιαῦτα εἶναι καὶ ταῦτα τὰ θεωρήματα ἐπὶ τῶν τριγώνων. ἦν γὰρ τὸ
10ζητούμενον ἐν τοῖς πρὸ τούτων ἴσα εἶναι τὰ τρίγωνα. τοῦτο δὲ οὐ μόνον ἐστὶ δεδομένον ἐν τούτοις, μέρος προσλαβὸν τῆς ἐν ἐκεῖνοις ὑποθέσεως. τὸ γὰρ ἐπὶ τῆς αὐτῆς εἶναι βάσεως, ἢ ἐπὶ ἴσων, καὶ ἐπὶ τούτων δέδοται καὶ ἐπ’ ἐκείνων, πλὴν ὅτι προσέθηκεν ἐν ταύ‐
15ταις ταῖς ὑποθέσεσιν, οὐ μὴν ἐν ἐκείνοις, μήτε ζητού‐ μενον, μήτε δεδομένον· τὸ γὰρ ἐπὶ τὰ αὐτὰ μέρη ἔξωθεν προσείληπται. Prop. XL, theor. XXX. Τὰ ἴσα τρίγωνα τὰ ἐπὶ ἴσων βάσεων ὄντα καὶ ἐπὶ τὰ αὐτὰ μέρη ἐν
20
ταῖς αὐταῖς παραλλήλοις ἐστ
. Καὶ ὁ τρόπος τῆς ἀντιστροφῆς ὁ αὐτὸς ἐπὶ τού‐ του καὶ ἡ ἀπόδειξις ἀπαράλλακτος καὶ τὸ παραλελειμ‐ μένον τῷ στοιχειωτῇ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ὡσαύτως ἀποδείκνυται. καὶ οὐδὲν δεῖ τὰ αὐτὰ ἀνα‐
25κυκλεῖν. τριῶν δὲ ὄντων τούτων ἐν ταῖς εἰρημέναις409
in Euc
.

410

προτάσεσι, τοῦ ἐπὶ ἴσων εἶναι βάσεων ἢ τῶν αὐτῶν, τοῦ ἐν ταῖς αὐταῖς παραλλήλοις, [τοῦ ἴσα εἶναι τὰ τρίγωνα καὶ τὰ παραλληλόγραμμα], δῆλον ὅτι δύο συμπλέκοντες ἀεί, τὸ δὲ ἓν καταλείποντες ποικίλως
5ἀντιστρέφομεν. ἢ γὰρ τὰς βάσεις ὑποθησόμεθα τὰς αὐτὰς ἢ ἴσας καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις τὰ τρί‐ γωνα καὶ τὰ παραλληλόγραμμα, καὶ ποιήσομεν τέσ‐ σαρα θεωρήματα, ἢ ἴσα ληψόμεθα αὐτὰ καὶ τὰς βάσεις τὰς αὐτὰς ἢ ἴσας, καὶ ποιήσομεν ἄλλα τέτταρα—ὧν
10τὰ μὲν δύο παρῆκεν ὁ στοιχειωτής, τὰ ἐπὶ τῶν παραλ‐ ληλογράμμων, τὰ δὲ δύο ἔδειξεν τὰ ἐπὶ τῶν τριγώ‐ νων—ἢ καὶ ἴσα λαβόντες καὶ ἐν ταῖς αὐταῖς παρ‐ αλλήλοις δείξομεν τὸ λοιπόν, ἢ ὅτι ἐπὶ τῶν αὐτῶν ἐστιν ἢ τῶν ἴσων βάσεων, καὶ ποιήσομεν ἄλλα τέτ‐
15ταρα, ἃ δὴ καὶ πάντη παρῆκεν ὁ στοιχειωτής· καὶ γὰρ ἐπὶ τούτων ἡ αὐτὴ ἀπόδειξις, πλὴν ὅσον τούτων τῶν τεττάρων τὰ δύο οὐκ ἔστι καθ’ ἑαυτὸ ἀληθῆ. οὐ γὰρ τὰ ἴσα παραλληλόγραμμα ἢ τρίγωνα καὶ ἐν ταῖς αὐ‐ ταῖς ὄντα παραλλήλοις ἐξ ἀνάγκης ἐπὶ τῆς αὐτῆς βά‐
20σεως, ἀλλὰ τὸ ὅλον τοῦτο ἐπὶ τούτων τῶν ὑποθέσεων ἀληθές, ὅτι ἐπὶ τῶν αὐτῶν ἐστι βάσεων ἢ ἐπὶ τῶν ἴσων, τὸ δὲ ἕτερον οὐκ ἐκ παντὸς ἕπεται ταῖς ληφθεί‐ σαις ὑποθέσεσιν. ὥστε δέκα ὄντων τῶν πάντων θεωρημάτων ἓξ μὲν ὁ γεωμέτρης ἀνέγραψεν, τέσσαρα
25δὲ παρῆκεν, ἵνα μὴ πάλιν [τὰ αὐτὰ λέγοι] τῆς αὐτῆς
οὔσης ἀποδείξεως. δεικνύσθω γὰρ ἐπὶ τῶν τριγώνων410
in Euc
.

411

ὅτι, ἐὰν ἴσα ᾖ καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις, ἢ ἐπὶ τῶν αὐτῶν ἔσται βάσεων, ἢ ἐπὶ ἴσων. μὴ γάρ· ἀλλ’ εἰ δυνατόν, ἔστω τὰ αβγ [Omitted graphic marker] δεζ τρίγωνα οὕτως ἔχον‐
5τα ἐπὶ ἀνίσων βάσεων τῶν βγ εζ, καὶ ἔστω μείζων ἡ βγ, καὶ ἀφῃρή‐ σθω ἡ βθ ἴση τῇ εζ, καὶ ἐπεζεύχθω ἡ αθ. ἐπεὶ οὖν τὰ αβθ δεζ ἐπὶ ἴσων ἐστὶ
10βάσεων τῶν βθ εζ καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις [ἴσα] ἄρα ἐστίν· ἀλλὰ καὶ τὰ αβγ δεζ ἴσα ὑπόκειται· τὰ ἄρα αβγ αβθ ἴσα ἔσται, ὅπερ ἀδύνατον. οὐκ ἄρα ἄνισοι αἱ βάσεις τῶν αβγ δεζ τριγώνων. ὁ δὲ αὐτὸς τρόπος τῆς ἀποδείξεως ἔσται καὶ ἐπὶ τῶν παραλληλο‐
15γράμμων. ἐπεὶ οὖν καὶ ἡ μέθοδος τῆς δείξεως ἡ αὐτὴ καὶ τὸ ἀδύνατον τὸ αὐτό, ὅτι τὸ ὅλον τῷ μέρει ἴσον, εἰκότως ὑπὸ τοῦ στοιχειωτοῦ παραλέλειπται. εἴρηται οὖν ὅτι δέκα θεωρήματα ἐξ ἀνάγκης, καὶ τίνα τὰ παραλελειμμένα, καὶ τίς ἡ αἰτία τῆς τούτων ἀπο‐
20σιωπήσεως. ἀλλ’ ἐπὶ τὰ ἐφεξῆς τούτοις μεταβαίνωμεν.411
in Euc
.

412

Prop. XLI, theor. XXXI. Ἐὰν παραλληλόγραμ‐ μον τριγώνῳ βάσιν τε ἔχῃ τὴν αὐτὴν καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις , διπλάσιόν ἐστι τὸ παραλληλόγραμμον τοῦ τριγώνου.
5 Ἐστὶ μὲν δὴ καὶ τὸ θεώρημα τοῦτο τοπικόν, μίγνυσι δὲ τριγώνων καὶ παραλληλογράμμων συστά‐ σεις ὑπὸ τὸ αὐτὸ ὕψος κειμένων. ὥσπερ οὖν τὰ παρ‐ αλληλόγραμμα χωρὶς ἐθεασάμεθα καὶ αὖ πάλιν τὰ τρίγωνα, οὕτω καὶ ἅμα ἀμφότερα λαβόντες ταὐτὸν
10ἐκείνοις πεπονθότα τὸν λόγον, ὃν ἔχει πρὸς ἄλληλα, θεωρήσωμεν. ἐπ’ ἐκείνων μὲν οὖν ὁ τῆς ἰσότητος ἀναφαίνεται λόγος—πάντα γὰρ ἴσα ἀλλήλοις τὰ ἐπὶ τῶν αὐτῶν βάσεων, εἴτε τρίγωνα, εἴτε παραλλη‐ λόγραμμα, καὶ ἐν ταῖς αὐταῖς ὄντα παραλλήλοις—
15ἐπὶ δὲ τούτων ὁ πρώτιστος δείκνυται τῶν ἀνίσων ὁ διπλάσιος. τὸ γὰρ παραλληλόγραμμον τοῦ τριγώνου διπλάσιον ἀποδείκνυσι τῆς αὐτῆς οὔσης βάσεως καὶ ὕψους τοῦ αὐτοῦ. ἀλλ’ ὁ μὲν στοιχειωτὴς τὴν τοῦ τριγώνου κορυφὴν ἐκτὸς ὑποθέμενος τοῦ παραλληλο‐
20γράμμου τὸ προκείμενον ἔδειξεν, ἡμεῖς δὲ ἐπὶ τῆς ἑτέρας αὐτὴν λαβόντες τοῦ παραλληλογράμμου πλευ‐ ρᾶς, τῆς παραλλήλου τῇ κοινῇ αὐτῶν βάσει, τὸ αὐτὸ ἀποδείξομεν. δύο γὰρ αὗται τοῦ θεωρήματός εἰσι πτώσεις, ἐπειδὴ τῆς αὐτῆς βάσεως οὔσης ἀμφοῖν ἢ
25ἐντὸς τοῦ παραλληλογράμμου τὴν κορυφὴν ἔχειν
ἀνάγκη τὸ τρίγωνον ἢ ἐκτός. ἔστω οὖν παραλληλό‐412
in Euc
.

413

γραμμον τὸ αβγδ καὶ τρίγωνον τὸ εγδ, καὶ κείσθω τὸ ε μεταξὺ τοῦ α καὶ β, καὶ ἐπεζεύχθω ἡ αδ. ἐπεὶ οὖν τὸ παραλληλόγραμ‐[Omitted graphic marker] μον τοῦ αγδ διπλάσιον,
5τὸ δὲ αδγ ἴσον τῷ εδγ τριγώνῳ, τὸ ἄρα παραλλη‐ λόγραμμον τοῦ εγδ τρι‐ γώνου διπλάσιον. Ὅτι μὲν οὖν τῆς αὐτῆς οὔσης βάσεως δείκνυται
10τοῦ τριγώνου τὸ παραλληλόγραμμον διπλάσιον δῆλον κἂν ἴσαι δὲ ὦσιν αἱ βάσεις, ὡσαύτως δειχθήσεται διάμετρον ἡμῶν ἀγαγόντων τῶν παραλληλογράμμων. τῶν γὰρ τριγώνων ἴσων ὄντων τὸ θατέρου διπλάσιον ἔσται καὶ τοῦ λοιποῦ διπλάσιον. τὰ δὲ τρίγωνα ἴσα
15διὰ τὴν ἰσότητα τῶν βάσεων καὶ τὴν ταυτότητα τοῦ ὕψους. εἰκότως οὖν καὶ ταῦτα παρῆκεν ὁ γεωμέτρης· ἡ αὐτὴ γὰρ [ἡ] ἀπόδειξις. ἢ γὰρ ταὐτὸν μέρος ἕξουσιν, ἢ κατὰ σημεῖον μόνον συναφθήσονται, ἢ κε‐ χωρισμέναι ἔσονται ἀπ’ ἀλλήλων. ὅπως δ’ ἂν ταῦτα
20διαποικίλληται, μία ἡ ἀπόδειξις κατὰ πάσας τὰς πτώσεις. Καὶ μὴν καὶ τὰ ἀντιστρέφοντα τῷ θεωρήματι ὡσαύτως ἀποδείξομεν, ὧν ἓν μέν ἐστιν· ἐὰν τριγώνου παραλληλόγραμμον διπλάσιον ᾖ καὶ τὴν αὐτὴν ἔχῃ
25βάσιν ἀλλήλοις, ἢ ἴσας, εἰ δὲ ἐπὶ τὰ αὐτὰ μέρη, ἐν413
in Euc
.

414

ταῖς αὐταῖς ἔσται παραλλήλοις—εἰ γὰρ μή, τὸ ὅλον ἴσον ἔσται τῷ μέρει, καὶ ὁ αὐτὸς ἕξει (?) λόγος. ἀνάγκη γὰρ ἢ ἐπὶ τῶν παραλλήλων πίπτειν τὴν τοῦ τριγώνου κορυφήν, ἢ ἐκτός. ὁποτέρως δ’ ἂν ἔχῃ, τὸ
5αὐτὸ ἀδύνατον ἀχθείσης παραλλήλου τῇ βάσει διὰ τῆς τοῦ τριγώνου κορυφῆς—ἕτερον δέ· ἐὰν τριγώ‐ νου παραλληλόγραμμον διπλάσιον ᾖ καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις, ἀμφότερα ἐπὶ μιᾶς ἔσται βάσεως ἢ ἐπὶ ἴσων· εἰ γὰρ ἐπὶ ἀνίσων, ἴσας λαβόντες πᾶν τὸ ὅλον
10μέρει δείξομεν ἴσον. εἰς οὖν τοῦτο κοινὸν ἀδύνατον πάντα τελευτᾷ τὰ θεωρήματα. διόπερ ὁ στοιχειωτὴς ἡμῖν παρῆκεν τὴν ἐν τούτοις ποικιλίαν ἀνερευνᾶν αὐτὸς ἐπὶ τῶν ἁπλουστέρων καὶ ἀρχοειδεστέρων στή‐ σας τὴν θεωρίαν.
15 Ἀλλ’ ἐπεὶ καὶ ταῦτα ὑπομέμνηται, φέρε γυμνα‐ σίας ἕνεκα μὴ λαβόντες παραλληλόγραμμον ἡμεῖς, ἀλλὰ τραπέζιον, οὗ δύο μόναι εἰσὶ παράλληλοι, τρι‐ γώνῳ τὴν αὐτὴν ἔχον βάσιν καὶ ἐν ταῖς αὐταῖς κεί‐ μενον παραλλήλοις, ἴδωμεν, ὃν ἔχει λόγον πρὸς τὸ
20τρίγωνον. ὅτι μὲν οὖν διπλάσιον οὐχ ἕξει δῆλον— ἦ γὰρ ἂν παραλληλόγραμμον εἴη τετράπλευρόν γε ὄν; —λέγω δὲ ὅτι ἢ μεῖζον διπλασίου ἢ ἔλασσον. τῶν γὰρ δύο ὄντων παραλλήλων πάντως ἡ μέν ἐστι μεί‐ ζων, ἡ δὲ ἐλάσσων, ἐπεὶ ἴσων οὐσῶν καὶ αἱ ἐπι‐
25ζευγνύουσαι αὐτὰς ἔσονται παράλληλοι. ἂν μὲν οὖν
τὸ τρίγωνον τὴν μείζονα ἔχῃ βάσιν, ἔλασσον ἢ διπλά‐414
in Euc
.

415

σιον ἔσται τοῦ τριγώνου τὸ τετράπλευρον, ἐὰν δὲ τὴν ἐλάσσονα, μεῖζον. ἔστω γὰρ τὸ αβγδ τετράπλευρον καὶ ἐλάσσων ἡ αβ τῆς γδ, καὶ [Omitted graphic marker] ἐκβεβλήσθω ἡ αβ εἰς ἄπειρον,
5καὶ τρίγωνον τὸ εγδ τὴν αὐτὴν ἐχέτω βάσιν τῷ τετραπλεύρῳ τὴν γδ, καὶ ἤχθω διὰ τοῦ δ τῇ αγ παράλληλος ἡ δζ. διπλάσιον ἄρα τοῦ εγδ τριγώνου τὸ αγδζ παραλληλόγραμμον,
10ὥστε τὸ αβγδ τετράπλευρον ἔλασσον ἢ διπλάσιον. πάλιν ἐχέτω τὸ τρίγωνον βάσιν τὴν αβ, καὶ παράλληλος τῇ αγ [Omitted graphic marker] βζ· τὸ ἄρα αβγζ διπλάσιον τοῦ τριγώνου, ὥστε τὸ αβγδ
15τετράπλευρον μεῖζον ἢ διπλά‐ σιον. τούτων δὴ δεδειγμένων λέγομεν ὅτι τετραπλεύρου ὄντος, οὗ δύο μόνον αἱ ἀπεναντίον παράλληλοι, ἐὰν μὲν ἀπὸ τῆς ἑτέρας τῶν παραλλήλων δίχα τμηθείσης ἐπὶ
20τὴν λοιπὴν ἐπιζευχθῶσιν εὐθεῖαι, τοῦ γινομένου τρι‐ γώνου ἢ μεῖζόν ἐστι τὸ τετράπλευρον ἢ διπλάσιον, ἢ ἔλασσον, εἰ δὲ ἀπὸ τῆς ἑτέρας τῶν ἐπιζευγνυουσῶν τὰς παραλλήλους δίχα τμηθείσης ἐπὶ τὴν ἑτέραν εὐθεῖαί τινες ἐπιζευχθεῖεν, τοῦ γινομένου τριγώνου τὸ τετρά‐
25πλευρον πάντως διπλάσιόν ἐστιν. τοῦτο οὖν δεικνύ‐415
in Euc
.

416

σθω. ἔστω δὴ τετράπλευρον τὸ αβγδ καὶ παράλλη‐ λος ἐν αὐτῷ ἡ αδ [τῇ] γβ, καὶ τεμνέσθω δίχα ἡ δγ κατὰ
[Omitted graphic marker] τὸ ε, καὶ ἐπεζεύχθωσαν
αἱ εα εβ, καὶ ἐκβεβλή‐
5
σθω ἡ βε καὶ συμπι‐
πτέτω τῇ αδ κατὰ τὸ ζ.
ἐπεὶ οὖν αἱ κατὰ τὸ ε γωνίαι ἴσαι—κατὰ κορυφὴν γάρ—καὶ ἡ ὑπὸ ζδε τῇ ὑπὸ βγε, ἔσται καὶ ἡ ζε τῇ εβ ἴση καὶ τὸ δεζ
10τρίγωνον τῷ βγε ἴσον. κοινὸν προσκείσθω τὸ αδε. ὅλον ἄρα τὸ αζε ἴσον τοῖς δύο τοῖς αδε βγε. ἀλλὰ τὸ αεζ ἴσον τῷ αεβ—ἐπὶ γὰρ ἴσων βάσεων, τῶν βε εζ, καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις. τὸ ἄρα αεβ ἴσον τοῖς αδε ***
15[Prop. XLII, probl. XI. Τῷ δοθέντι τριγώνῳ ἴσον παραλληλόγραμμον συστήσασθαι ἐν γωνί, ἥ ἐστιν ἴση τῇ δοθείσῃ εὐθυγράμμῳ γωνί. Prop. XLIII, theor. XXXII. Παντὸς παραλλη‐ λογράμμου τῶν περὶ τὴν διάμετρον παραλλη‐
20λογράμμων τὰ παραπληρώματα ἴσα ἀλλήλοις
ἐστί
ν.]
*** παραλληλόγραμμα μὴ συνάπτειν ἀλλήλοις416
in Euc
.

417

καθ’ ἓν σημεῖον. ὅτι δὴ καὶ τὰ παραπληρώματα οὐκ ἔστι τετράπλευρα, δεῖ καὶ ταύτην ἐκθέμενον τὴν πτῶ‐ σιν ἰδεῖν τὸ αὐτὸ συμβαῖνον. ἔστω γὰρ παραλληλό‐ γραμμα τῷ αβ παραλληλο‐[Omitted graphic marker]
5γράμμῳ περὶ τὴν αὐτὴν διά‐ μετρον τὰ γκ δλ, μεταξὺ δὲ αὐτῶν ἡ κλ εὐθεῖα τῆς δια‐ μέτρου μέρος οὖσα. πάλιν οὖν τὰ αὐτὰ ἐρεῖς· τὸ αγδ
10τρίγωνον ἴσον τῷ βγδ καὶ τὸ εγκ τῷ κγζ καὶ τὸ δηλ τῷ δθλ. λοιπὸν ἄρα τὸ αηλκε πεντάπλευρον ἴσον τῷ βζκλθ πενταπλεύρῳ. ταῦτα δὲ ἦν τὰ παραπληρώ‐ ματα. εἰ δὲ μήτε συνάπτοιτο τὰ παραλληλόγραμμα κατὰ σημεῖον, μήτε διεστῶτα εἴη, ἀλλὰ τέμνοντα ἄλ‐
15ληλα, ἡ αὐτὴ καὶ οὕτως [Omitted graphic marker] ἀπόδειξις. ἔστω γὰρ παρ‐ αλληλόγραμμον τὸ αβ καὶ διάμετρος ἡ γδ καὶ παραλληλόγραμμα περὶ
20αὐτὴν ἓν μὲν τὸ εγζλ,
ἕτερον δὲ καὶ τέμνον417
in Euc
.

418

τοῦτο τὸ δηκθ. λέγω ὅτι τὰ ζη εθ παραπληρώματα ἴσα ἐστίν. ἐπεὶ γὰρ ὅλον τὸ δηκ ἴσον τῷ δθκ, ἐστὶν δὲ καὶ μέρος αὐτοῦ τὸ κλμ ἴσον τῷ κλν—παραλ‐ ληλόγραμμον γάρ ἐστι τὸ λκ—λοιπὸν ἄρα τὸ δλνθ
5τραπέζιον ἴσον τῷ [δλμη τραπεζίῳ. ἀλλὰ καὶ τὸ] αδγ τρίγωνον ἴσον τῷ βδγ, καὶ τὸ ζγλ τῷ εγλ ἐν τῷ εζ παραλληλογράμμῳ, καὶ τραπέζιον τὸ δημλ τῷ δθνλ, λοιπὸν ἄρα τὸ ηζ τετράπλευρον ἴσον τῷ εθ τετραπλεύρῳ. δέδεικται ἄρα τὸ θεώρημα κατὰ πάσας
10τὰς πτώσεις. εἰσὶ δὲ τρεῖς μόνοι καὶ οὔτε πλείους οὔτε ἐλάσσους. τὰ γὰρ παραλληλόγραμμα τὰ περὶ τὴν αὐτὴν διάμετρον ἢ τεμεῖ ἄλληλα, ἢ κατὰ σημεῖον ἅψεται ἀλλήλων ἢ διεστῶτα ἔσται μέρει τινὶ τῆς δια‐ μέτρου.
15 Τὸ δὲ ὄνομα τῶν παραπληρωμάτων ἀπ’ αὐτοῦ τοῦ πράγματος ἔλαβεν ὁ στοιχειωτὴς ὡς καὶ τούτων παρὰ τὰ δύο παραλληλόγραμμα συμπληρούντων τὸ ὅλον. διόπερ αὐτὸ καθ’ αὑτὸ μνήμης ἐν τοῖς ὅροις οὐκ ἠξίωται. ποικιλίας γὰρ ἔδει πρὸς τὴν σαφήνειαν,
20ἵνα γνῶμεν, τί παραλληλόγραμμον, καὶ τίνα τὰ περὶ τὴν αὐτὴν διάμετρον τῷ ὅλῳ. τούτων γὰρ σαφη‐ νισθέντων καὶ τὸ παραπλήρωμα μόνως ἂν ἐγένετο γνώριμον. ἐστὶν δὲ ἐκεῖνα τῶν παραλληλογράμμων
περὶ διάμετρον τὴν αὐτὴν, ὅσα μέρος τῆς ὅλης δια‐418
in Euc
.

419

μέτρου καὶ αὐτῶν ἔχει διάμετρον, ὅσα δὲ μή, οὔ. ὅταν γὰρ ἡ τοῦ ὅλου διάμετρος τῶν πλευρῶν τινα τέμνῃ τοῦ ἐντὸς παραλληλογράμμου, τότε οὐκ ἔστιν τῷ ὅλῳ τοῦτο τὸ παραλληλόγραμμον [Omitted graphic marker]
5περὶ διάμετρον τὴν αὐτήν, οἷον ὡς ἐν τῷ αβ παραλλη‐ λογράμμῳ ἡ γδ τέμνει τοῦ γε παραλληλογράμμου τὴν εθ πλευράν. τὸ οὖν εγ τῷ γδ περὶ τὴν αὐτὴν οὐκ ἔστιν
10διάμετρον. Prop. XLIIII, probl. XII. Παρὰ τὴν δοθεῖσαν εὐθεῖαν τῷ δοθέντι τριγώνῳ ἴσον παραλληλό‐ γραμμον παραβαλεῖν ἐν γωνί, ἥ ἐστιν ἴση τῇ
δοθείσῃ γωνίᾳ εὐθυγράμμ
.
15 Ἔστι μὲν ἀρχαῖα, φασὶν οἱ περὶ τὸν Εὔδημον, καὶ τῆς τῶν Πυθαγορείων μούσης εὑρήματα ταῦτα, ἥ τε παραβολὴ τῶν χωρίων καὶ ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις. ἀπὸ δὲ τούτων καὶ οἱ νεώτεροι τὰ ὀνό‐ ματα λαβόντες μετήγαγον αὐτὰ καὶ ἐπὶ τὰς κωνικὰς
20λεγομένας γραμμάς, καὶ τούτων τὴν μὲν παραβολήν, τὴν δὲ ὑπερβολὴν καλέσαντες, τὴν δὲ ἔλλειψιν, ἐκεί‐ νων τῶν παλαιῶν καὶ θείων ἀνδρῶν ἐν ἐπιπέδῳ κατα‐ γραφῇ χωρίων πρὸς εὐθεῖαν ὡρισμένην τὰ ὑπὸ τού‐
των σημαινόμενα τῶν ὀνομάτων ὁρώντων. ὅταν γὰρ419
in Euc
.

420

εὐθείας ἐκκειμένης τὸ δοθὲν χωρίον πάσῃ τῇ εὐθείᾳ συμπαρατείνῃς, τότε παραβάλλειν ἐκεῖνο τὸ χωρίον φασίν, ὅταν μεῖζον δὲ ποιήσῃς τοῦ χωρίου τὸ μῆκος αὐτῆς τῆς εὐθείας, τότε ὑπερβάλλειν, ὅταν δὲ ἔλασσον,
5ὡς τοῦ χωρίου γραφέντος εἶναί τι τῆς εὐθείας ἐκτός, τότε ἐλλείπειν. καὶ οὕτως ἐν τῷ ἕκτῳ βιβλίῳ καὶ τῆς ὑπερβολῆς ὁ Εὐκλείδης μνημονεύει καὶ τῆς ἐλλεί‐ ψεως, ἐνταῦθα δὲ τῆς παραβολῆς ἐδεήθη τῷ δοθέντι τριγώνῳ παρὰ τὴν δοθεῖσαν εὐθεῖαν ἴσον ἐθέλων
10παραβαλεῖν [παραλληλόγραμμον?], ἵνα μὴ μόνον σύ‐ στασιν ἔχωμεν παραλληλογράμμου τῷ δοθέντι τριγώνῳ ἴσον, ἀλλὰ καὶ παρ’ εὐθεῖαν ὡρισμένην παραβολήν· οἷον τριγώνου δοθέντος τὸ ἐμβαδὸν ἔχοντος δώδεκα ποδῶν, εὐθείας δὲ ἐκκειμένης, ἧς τὸ μῆκός ἐστι τετ‐
15τάρων ποδῶν, τὸ ἴσον τῷ τριγώνῳ παρὰ τὴν εὐθεῖαν παραβάλλομεν, εἰ λαβόντες τὸ μῆκος ὅλων τῶν τετ‐ τάρων ποδῶν εὕρομεν, πόσων εἶναι δεῖ ποδῶν τὸ πλάτος, ἵνα τῷ τριγώνῳ τὸ παραλληλόγραμμον ἴσον γένηται. εὑρόντες γοῦν εἰ τύχοι πλάτος τριῶν ποδῶν
20καὶ ποιήσαντες τὸ μῆκος ἐπὶ τὸ πλάτος, τοῦτο δὲ ὀρ‐ θῆς οὔσης τῆς ἐκκειμένης γωνίας, ἕξομεν τὸ χωρίον. Τοιοῦτον μὲν δή τι τὸ παραβάλλειν ἐστὶν ἄνωθεν ὑπὸ τῶν Πυθαγορείων παραδεδομένον. τρία δέ ἐστιν ἐν τῷ προβλήματι τούτῳ τὰ δεδομένα· εὐθεῖα,
25παρ’ ἣν δεῖ παραβάλλειν, ὡς ὅλην αὐτοῦ τοῦ χωρίου
γενέσθαι πλευράν, καὶ τρίγωνον, ᾧ ἴσον εἶναι δεῖ τὸ420
in Euc
.

421

παραβαλλόμενον, καὶ γωνία, ᾗ ἴσην εἶναι [δεῖ] τὴν τοῦ χωρίου γωνίαν. καὶ δῆλον πάλιν ὡς ὀρθῆς μὲν οὔσης τῆς γωνίας τὸ παραβαλλόμενον ἢ τετράγωνον ἢ ἑτερόμηκες ἔσται, ὀξείας δὲ ἢ ἀμβλείας ἢ ῥόμβος
5τὸ χωρίον ἢ ῥομβοειδές. ὅτι γε μὴν καὶ τὴν εὐθεῖαν εἶναι δεῖ πεπερασμένην φανερόν. οὐ γὰρ δύναται παρὰ τὴν ἄπειρον. ἅμα οὖν τῷ φάναι παρὰ τὴν δοθεῖσαν εὐθεῖαν παραβαλεῖν ἐδήλωσεν ὅτι καὶ πεπεράνθαι ἀνάγκη τὴν εὐθεῖαν.
10 Χρῆται δὲ εἰς τὴν κατασκευὴν τοῦ προβλήματος τούτου τῇ συστάσει τοῦ παραλληλογράμμου τοῦ ἴσου τῷ δοθέντι τριγώνῳ. οὐ γὰρ ταὐτὸν παραβολὴ καὶ σύστασις, καθὼς εἴπομεν, ἀλλ’ ἡ μὲν ὅλον ὑφίστησι τὸ χωρίον καὶ αὐτὸ καὶ τὰς πλευρὰς ἁπάσας, ἡ δὲ
15μίαν ἔχουσα πλευρὰν δεδομένην παρὰ ταύτην ὑφί‐ στησι τὸ χωρίον, οὔτε ἐλλείπουσα κατὰ τὴν ἔκτασιν ταύτην, οὔτε ὑπερβάλλουσα, ἀλλὰ μιᾷ πλευρᾷ ταύτῃ χρωμένη περιεχούσῃ τὸ ἐμβαδόν. διὰ τί οὖν, φαίης ἄν, ὅτε μὲν τρίγωνα τριγώνοις ἴσα ἐδείκνυ, θεωρήμα‐
20σιν ἐχρῆτο, ὅτε δὲ τρίγωνα παραλληλογράμμοις, προ‐ βλήμασιν; ὅτι, φήσομεν, ἡ ἰσότης ὁμοειδῶν ὄντων αὐτοφυής ἐστι καὶ ἐπιβλέψεως δεομένη μόνης, τῶν δὲ διὰ τὴν κατ’ εἶδος ἐξαλλαγὴν ἡ ἰσότης γενέσεως δεῖ‐
ται καὶ μηχανῆς ὡς καθ’ ἑαυτὴν οὖσα δυσεύρετος.421
in Euc
.

422

Prop. XLV, probl. XIII. Τῷ δοθέντι εὐθυγράμ‐ μῳ ἴσον παραλληλόγραμμον συστήσασθαι ἐν
τῇ δοθείσῃ γωνίᾳ εὐθυγράμμ
. Δύο προβλημάτων, ἐν οἷς τήν τε σύστασιν εὕρισκε
5καὶ τὴν παραβολὴν τῶν ἴσων τῷ δοθέντι τριγώνῳ παραλληλογράμμων, τοῦτο καθολικώτερόν ἐστιν. εἴτε γὰρ τρίγωνον ἢ τετράγωνον ἢ ὅλως τετράπλευρον, εἴτε ἄλλο τι πολύπλευρον εἴη δεδομένον, διὰ τούτου τοῦ προβλήματος ἴσον αὐτῷ παραλληλόγραμμον συστήσο‐
10μεν. πᾶν γὰρ εὐθύγραμμον, ὡς καὶ πρότερον εἴπο‐ μεν, καθ’ αὑτὸ εἰς τρίγωνα διαλύεται, καὶ τὴν μέθο‐ δον τῆς εὑρέσεως τοῦ πλήθους τῶν τριγώνων παρα‐ δεδώκαμεν. ἀναλύσαντες οὖν τὸ δοθὲν εὐθύγραμμον εἰς τρίγωνα καὶ ἑνὶ μὲν αὐτῶν ἴσον παραλληλόγραμ‐
15μον συστήσαντες, τοῖς δὲ λοιποῖς παρὰ τὴν δοθεῖσαν εὐθεῖαν ἴσα παραλληλόγραμμα λαμβάνοντες ἐκείνην, παρ’ ἣν ἐποιήσαμεν τὴν πρώτην παραβολήν, ἕξομεν τὸ ἐκ τούτων παραλληλόγραμμον ἴσον τῷ ἐξ ἐκείνων τῶν τριγώνων εὐθυγράμμῳ, καὶ ἔσται γεγονὸς τὸ ἐπι‐
20ταχθέν. κἂν δεκάκλευρον οὖν ᾖ τὸ εὐθύγραμμον, εἰς ὀκτὼ μὲν τρίγωνα διαλύσομεν, ἑνὶ δὲ ἴσον συστήσομεν παραλληλόγραμμον καὶ ἑπτάκις παραβάλλοντες ἴσα τοῖς λοιποῖς ἕξομεν τὸ ζητούμενον. Ἐκ τούτου δὲ οἶμαι τοῦ προβλήματος ἐπαχθέν‐
25τες οἱ παλαιοὶ καὶ τὸν τοῦ κύκλου τετραγωνισμὸν
ἐζήτησαν. εἰ γὰρ παραλληλόγραμμον ἴσον εὑρίσκεται422
in Euc
.

423

παντὶ εὐθυγράμμῳ, ζητήσεως ἄξιον, μὴ καὶ τὰ εὐθύ‐ γραμμα τοῖς περιφερογράμμοις ἴσα δεικνύναι δυνατόν. καὶ ὁ Ἀρχιμήδης ἔδειξεν, ὅτι πᾶς κύκλος ἴσος ἐστὶ τριγώνῳ ὀρθογωνίῳ, οὗ ἡ μὲν ἐκ κέντρου ἴση ἐστὶν
5μιᾷ τῶν περὶ τὴν ὀρθήν, ἡ δὲ περίμετρος τῇ βάσει. ἀλλὰ ταῦτα ἐν ἄλλοις· ἐπὶ δὲ τὰ ἑξῆς ἴωμεν. Prop. XLVI, probl. XIIII. Ἀπὸ τῆς δοθείσης εὐ‐
θείας τετράγωνον ἀναγράψα
ι. Δεῖται μὲν τοῦ προβλήματος τούτου διαφερόντως
10εἰς τὴν τοῦ ἐφεξῆς θεωρήματος κατασκευήν, ἔοικεν δὲ τῶν δύο γενέσεις ἐθελῆσαι παραδοῦναι τῶν ἐν εὐθυγράμμῳ ἀρίστων, ἰσοπλεύρου τριγώνου καὶ τετρα‐ γώνου· διότι δὴ καὶ πρὸς τὴν σύστασιν τῶν κοσμι‐ κῶν σχημάτων καὶ μάλιστα τῶν τεττάρων, ὧν καὶ
15γένεσίς ἐστι καὶ ἀνάλυσις, τούτων χρεία τῶν εὐθυ‐ γράμμων. τὸ μὲν γὰρ εἰκοσάεδρον καὶ ὀκτάεδρον καὶ ἡ πυραμὶς ἐκ τῶν ἰσοπλεύρων σύγκειται τριγώνων, ὁ δὲ κύβος ἐκ τῶν τετραγώνων. διό μοι δοκεῖ προ‐ ηγουμένως τὸ μὲν συστήσασθαι, τὸ δὲ ἀναγρά‐
20ψαι. πρέποντα γὰρ δὴ ταῦτα τὰ ὀνόματα ἀνεῦρεν τοῖσδε τοῖς σχήμασι. τὸ μὲν γὰρ ὡς ἐκ πολλῶν συγ‐ κροτούμενον συστάσεως δεῖται, τὸ δὲ ὡς ἀπὸ μιᾶς πλευρᾶς ἀπογεννώμενον ἀναγραφῆς. οὐ γάρ, ὥσπερ τὸ τετράγωνον ἔχομεν πολλαπλασιάσαντες τὸν τῆς δο‐
25θείσης εὐθείας ἀριθμὸν ἐφ’ ἑαυτόν, οὑτωσὶ καὶ τὸ423
in Euc
.

424

τρίγωνον, [ἀλλ’] ἀλλαχόθεν ἐπιζεύξαντες ἐπὶ τὰ πέ‐ ρατα τῆς εὐθείας συγκροτοῦμεν ἐκ τούτων ἓν ἰσό‐ πλευρον τρίγωνον, καὶ ἡ τῶν κύκλων καταγραφὴ συν‐ τελεῖ πρὸς τὸ ἀνευρεῖν ἐκεῖνο τὸ σημεῖον, ἀφ’ οὗ δεῖ
5τὰς εὐθείας εἰς τὰ πέρατα τῆς ἐκκειμένης εὐθείας ἐπιζεῦξαι. Ταῦτα μὲν οὖν δῆλα· δεικτέον δὲ ὅτι τῶν εὐθειῶν ἴσων, ἀφ’ ὧν ἀναγράφεται τὰ τετράγωνα, καὶ αὐτὰ ἴσα ἐστίν. ἔστωσαν γὰρ ἴσαι αἱ αβ γδ, καὶ ἀπὸ μὲν
10[Omitted graphic marker] τῆς αβ ἀναγεγρά‐ φθω τὸ αβεη, ἀπὸ δὲ τῆς γδ τὸ γδθζ, καὶ ἐπε‐ ζεύχθωσαν αἱ ηβ
15
θδ. ἐπεὶ οὖν αἱ αβ γδ ἴσαι καὶ αἱ αη γθ καὶ γωνίας ἴσας περιέχουσι, καὶ ἡ ηβ τῇ θδ ἴση καὶ τὸ αβη τρίγωνον τῷ γδθ τριγώνῳ, καὶ τὰ διπλάσια αὐτῶν. τὸ ἄρα αε τῷ γζ ἴσον. ἀλλὰ μὴν καὶ τὸ ἀντιστρέφον ἀληθές. εἰ γὰρ
20τὰ τετράγωνα ἴσα, καὶ αἱ εὐθεῖαι, ἀφ’ ὧν ἀναγέγρα‐ πται, ἴσαι ἔσονται. ἔστω γὰρ τετράγωνα ἴσα τὰ αζ γη, καὶ κείσθω ὥστε ἐπ’ εὐθείας εἶναι τὴν αβ τῇ βγ.
ὀρθῶν ἄρα οὐσῶν τῶν γωνιῶν ἐπ’ εὐθείας καὶ ἡ ζβ424
in Euc
.

425

τῇ βη ἐστίν. ἐπεζεύχθωσαν αἱ ζγ αη. ἐπεὶ οὖν ἴσον τὸ αζ τετράγωνον τῷ γη καὶ τὸ αζβ τρίγωνον ἴσον τῷ τριγώνῳ τῷ γβη. [Omitted graphic marker] κοινὸν προσκείσθω τὸ
5βγζ. ὅλον ἄρα τὸ αγζ ἴσον τῷ γζη, παρ‐ άλληλος ἄρα ἡ αη τῇ ζγ. πάλιν ἐπεὶ ἡμι‐ σείας ὀρθῆς ἥ τε ὑπὸ
10αζη καὶ ἡ ὑπὸ γηβ, παράλληλος ἡ αζ τῇ γη. ἴση ἄρα ἡ αζ τῇ γη, παραλληλογράμμου γάρ εἰσιν ἀπεναντίον. ἐπεὶ οὖν δύο τρίγωνά ἐστιν τὰ αβζ βγη τὰς ἐναλλὰξ ἔχοντα γωνίας ἴσας, παραλλήλων
15οὐσῶν τῶν αζ γη, καὶ μίαν πλευρὰν τὴν αζ τῇ γη, ἴση ἔσται καὶ ἡ αβ τῇ βγ καὶ ἡ βζ τῇ βη. δέδεικται ἄρα ὅτι καὶ αἱ πλευραί, ἀφ’ ὧν ἀναγέγραπται τὰ αζ
γη τετράγωνα, ἴσαι εἰσὶν ἐκείνων ἴσων ὄντων.425
in Euc
.

426

Prop. XLVII, theor. XXXIII. Ἐν τοῖς ὀρθογω‐ νίοις Δ τὸ ἀπὸ τῆς τὴν ὀρθὴν γωνίαν ὑπο‐ τεινούσης πλευρᾶς τετράγωνον ἴσον ἐστὶ τοῖς ἀπὸ τῶν περὶ τὴν ὀρθὴν γωνίαν πλευρῶν
5
τετραγώνοι
ς. Τῶν μὲν ἱστορεῖν τὰ ἀρχαῖα βουλομένων ἀκούον‐ τας τὸ θεώρημα τοῦτο εἰς Πυθαγόραν ἀναπεμπόν‐ των ἐστὶν εὑρεῖν καὶ βουθύτην λεγόντων αὐτὸν ἐπὶ τῇ εὑρέσει. ἐγὼ δὲ θαυμάζω μὲν καὶ τοὺς πρώτους
10ἐπιστάντας τῇ τοῦδε τοῦ θεωρήματος ἀληθείᾳ, μειζό‐ νως δὲ ἄγαμαι τὸν στοιχειωτήν, οὐ μόνον ὅτι δι’ ἀπο‐ δείξεως ἐναργεστάτης τοῦτο κατεδήσατο, ἀλλ’ ὅτι καὶ τὸ καθολικώτερον αὐτοῦ τοῖς ἀνελέγκτοις λόγοις τῆς ἐπιστήμης ἐπίεσεν ἐν τῷ ἕκτῳ βιβλίῳ. δείκνυσι γὰρ
15ἐν ἐκείνῳ καθολικῶς ὅτι ἐν τοῖς ὀρθογωνίοις τριγώ‐ νοις τὸ ἀπὸ τῆς ὑποτεινούσης τὴν ὀρθὴν γωνίαν [εἶδος ἴσον τοῖς ἀπὸ τῶν περὶ τὴν ὀρθὴν γωνίαν] εἴδεσιν τοῖς ὁμοίοις τε καὶ ὁμοίως ἀναγραφομένοις. πᾶν μὲν γὰρ τετράγωνον ὅμοιόν ἐστι τετραγώνῳ παντί,
20οὐ πάντα δὲ τὰ ὅμοια ἀλλήλοις εὐθύγραμμα τετρά‐ γωνά ἐστιν, καὶ γὰρ ἐν τριγώνοις καὶ ἐν ἄλλοις ἐστὶ πολυγώνοις ὁμοιότης. ὁ τοίνυν ἀποδεικνὺς λόγος τὸ ἀπὸ τῆς ὑποτεινούσης τὴν ὀρθὴν εἶδος, ἢ τετρα‐ γωνικὸν εἴτε ἄλλο ὁποιονοῦν, ἴσον τοῖς ἀπὸ τῶν περὶ
25τὴν ὀρθὴν τοῖς ὁμοίοις τε καὶ ὁμοίως ἀναγεγραμμέ‐426
in Euc
.

427

νοις εἴδεσιν καθολικώτερον δείκνυσι καὶ ἐπιστημονι‐ κώτερον τοῦ τὸ τετράγωνον μόνον ἴσον τοῖς τετραγώ‐ νοις ἀποφαίνοντος. ἐνταῦθα γὰρ καὶ ἡ αἰτία φανερὰ γίνεται τοῦ καθολικοῦ δειχθέντος, ὅτι ἡ ὀρθότης τῆς
5γωνίας τὴν ἰσότητα παρέχεται τῷ ἀπὸ τῆς ὑποτεινού‐ σης αὐτὴν εἴδει πρὸς πάντα τὰ ἀπὸ τῶν περιεχουσῶν αὐτὴν τὰ ὅμοια καὶ ὁμοίως ἀναγεγραμμένα, ὥσπερ ἡ μὲν ἀμβλύτης ὑπεροχῆς, ἡ δὲ ὀξύτης τῆς ἐλαττώσεως. Ὅπως μὲν οὖν δείκνυται τὸ ἐν τῷ ἕκτῳ θεωρή‐
10ματι, ἐν ἐκείνοις ἔσται δῆλον, ὅπως δὲ τὸ προκείμενον ἀληθές, νυνὶ σκοπῶμεν, τοσοῦτον προσθέντες, οὐκ ἐν‐ ταῦθα τὸ καθολικὸν δεικνύναι μηδὲν διδάξαντα περὶ ὁμοιότητος εὐθυγράμμων σχημάτων, μηδὲ ὅλως περὶ ἀναλογίας ἐνδειξάμενον. πολλὰ γοῦν τῶν ἐνταῦθα
15μερικώτερον (?) νῷ δέδεικται καθολικώτερον διὰ τῆς τοιαύτης μεθόδου. δείκνυσι δὲ οὖν ὁ στοιχειωτὴς ἐν τούτοις ἀπὸ τῆς περὶ τῶν παραλληλογράμμων κοινῆς θεωρίας τὸ ζητούμενον. διττῶν δὲ ὄντων τῶν ὀρθο‐ γωνίων τριγώνων, τῶν μὲν ἰσοσκελῶν, τῶν δὲ σκαλη‐
20νῶν, ἐν μὲν τοῖς ἰσοσκελέσιν οὐκ ἄν ποτε εὕροιμεν ἀριθμοὺς ἐφαρμόσαι ταῖς πλευραῖς. οὐ γάρ ἐστι τετρά‐ γωνος ἀριθμὸς τετραγώνου διπλάσιος, εἰ μὴ λέγοι τις τὸν σύνεγγυς. ὁ γὰρ ἀπὸ τοῦ ζ τοῦ ἀπὸ τοῦ ε διπλά‐ σιός ἐστιν α δέοντος. ἐν δὲ τοῖς σκαληνοῖς δυνατὸν
25λαβεῖν ἐναργῶς ἡμῖν δείκνυται τὸ ἀπὸ τῆς ὑποτει‐
νούσης τὴν ὀρθὴν ἴσον τοῖς ἀπὸ τῶν περὶ τὴν ὀρθήν.427
in Euc
.

428

τοιοῦτον γάρ ἐστι τὸ ἐν πολιτείᾳ τρίγωνον, οὗ τὴν ὀρθὴν περιέχουσιν ὅ τε τρία καὶ ὁ τέσσαρα. ὑποτείνει δὲ αὐτὴν ὁ ε. τὸ γοῦν ἀπὸ τοῦ ε τετράγωνον ἴσον ἐστὶ τοῖς ἀπ’ ἐκείνων. τοῦτο μὲν γάρ ἐστιν εἴκοσι
5πέντε, τὰ ἀπ’ ἐκείνων δὲ τὸ μὲν ἀπὸ τοῦ γ θ, τὸ δὲ ἀπὸ τοῦ δ ἑκκαίδεκα. Σαφὲς οὖν τὸ λεγόμενον ἐπὶ τῶν ἀριθμῶν· παρα‐ δέδονται δὲ καὶ μέθοδοί τινες τῆς εὑρέσεως τῶν τοι‐ ούτων τριγώνων, ὧν τὴν μὲν εἰς Πλάτωνα ἀναπέμ‐
10πουσι, τὴν δὲ εἰς Πυθαγόραν. [καὶ ἡ μὲν Πυθαγο‐ ρικὴ] ἀπὸ τῶν περιττῶν ἐστιν ἀριθμῶν. τίθησι γὰρ τὸν δοθέντα περιττὸν ὡς ἐλάσσονα τῶν περὶ τὴν ὀρ‐ θήν, καὶ λαβοῦσα τὸν ἀπ’ αὐτοῦ τετράγωνον καὶ τούτου μονάδα ἀφελοῦσα τοῦ λοιποῦ τὸ ἥμισυ τί‐
15θησι τῶν περὶ τὴν ὀρθὴν τὸν μείζονα· προσθεῖσα δὲ καὶ τούτῳ μονάδα τὴν λοιπὴν ποιεῖ τὴν ὑποτείνουσαν· οἷον τὸν τρία λαβοῦσα καὶ τετραγωνίσασα καὶ ἀφε‐ λοῦσα τοῦ ἐννέα μονάδα τοῦ η λαμβάνει τὸ ἥμισυ τὸν δ, καὶ τούτῳ προστίθησι πάλιν μονάδα καὶ ποιεῖ
20τὸν ε, καὶ εὕρηται τρίγωνον ὀρθογώνιον ἔχον τὴν μὲν τριῶν, τὴν δὲ τεσσάρων, τὴν δὲ πέντε. ἡ δὲ Πλα‐ τωνικὴ ἀπὸ τῶν ἀρτίων ἐπιχειρεῖ. λαβοῦσα γὰρ τὸν δοθέντα ἄρτιον τίθησιν αὐτὸν ὡς μίαν πλευρὰν τῶν περὶ τὴν ὀρθήν, καὶ τοῦτον διελοῦσα δίχα καὶ τετρα‐
25γωνίσασα τὸ ἥμισυ, μονάδα μὲν τῷ τετραγώνῳ προσ‐428
in Euc
.

429

θεῖσα ποιεῖ τὴν ὑποτείνουσαν, μονάδα δὲ ἀφελοῦσα τοῦ τετραγώνου ποιεῖ τὴν ἑτέραν τῶν περὶ τὴν ὀρ‐ θήν· οἷον τὸν τέσσαρα λαβοῦσα καὶ τούτου τὸ ἥμισυ τὸν β τετραγωνίσασα καὶ ποιήσασα αὐτὸν δ. ἀφε‐
5λοῦσα μὲν μονάδα ποιεῖ τὸν γ, προσθεῖσα δὲ ποιεῖ τὸν ε, καὶ ἔχει τὸ αὐτὸ γενόμενον τρίγωνον, ὃ καὶ ἐκ τῆς ἑτέρας ἀπετελεῖτο μεθόδου. τὸ γὰρ ἀπὸ τούτου ἴσον τῷ ἀπὸ τοῦ γ καὶ τῷ ἀπὸ τοῦ δ συντεθεῖσιν. Ταῦτα μὲν οὖν ἔξωθεν προσιστορήσθω· τῆς δὲ
10τοῦ στοιχειωτοῦ ἀποδείξεως οὔσης φανερᾶς οὐδὲν ἡγοῦμαι δεῖν προσθεῖναι περιττόν, ἀλλὰ ἀρκεῖσθαι τοῖς γεγραμμένοις, ἐπεὶ καὶ ὅσοι προσέθεσάν τι πλέον, ὡς οἱ περὶ Ἥρωνα καὶ Πάππον ἠναγκάσθησαν προσλαβεῖν τι τῶν ἐν τῷ ἕκτῳ δεδειγμένων, οὐδενὸς
15ἕνεκα πραγματειώδους. ἐπὶ τὰ ἑξῆς οὖν μετίωμεν ἡμεῖς. Prop. XLVIII, theor. XXXIIII. Ἐὰν τριγώνου τὸ ἀπὸ μιᾶς τῶν πλευρῶν τετράγωνον ἴσον ᾖ τοῖς ἀπὸ τῶν λοιπῶν τοῦ τριγώνου δύο πλευρῶν
20τετραγώνοις, ἡ περιεχομένη γωνία ὑπὸ τῶν λοιπῶν τοῦ τριγώνου δύο πλευρῶν ὀρθή ἐστιν. Ἀντιστρέφει μὲν τοῦτο τῷ πρὸ αὐτοῦ θεωρήματι καὶ ὅλον πρὸς ὅλον ἀντιστρέφει. εἰ γὰρ ὀρθογώνιον,
τὸ ἀπὸ τῆς ὑποτεινούσης ἴσον τοῖς ἀπὸ τῶν λοιπῶν,429
in Euc
.

430

καὶ εἰ τὸ ἀπὸ ταύτης ἴσον τοῖς ἀπὸ τῶν λοιπῶν, ὀρθογώνιόν ἐστι τὸ τρίγωνον ὀρθὴν ἔχον τὴν ὑπὸ τῶν λοιπῶν περιεχομένην. καὶ ἡ μὲν ἀπόδειξις τοῦ στοιχειωτοῦ φανερά· ὄντος δὲ τριγώνου τοῦ αβγ καὶ
5ἔχοντος τὸ ἀπὸ τῆς αγ ἴσον τοῖς ἀπὸ τῶν αβ βγ,
[Omitted graphic marker] ἀγομένης ἐπ’ αὐτοῦ
[τῆς?] τῇ βγ πρὸς
ὀρθὰς ἀπὸ τοῦ β ση‐
μείου, ἐὰν λέγῃ τις
10
ὅτι ἐπὶ τὰ ἕτερα μέρη
τὴν πρὸς ὀρθὰς ἄγειν δεῖ καὶ μὴ ἐφ’ ἃ ὁ στοιχειωτὴς ἤγαγεν, ἐροῦμεν ὅτι ἀδύνατος ὁ λόγος οὔτε γὰρ ἐντὸς τοῦ τριγώνου πί‐ πτειν αὐτὸν δυνατόν, οὔτε ἐκτός, ἀλλ’ αὐτή ἐστιν ἡ
15αβ. εἰ γὰρ δυνατόν, πιπτέτω ὡς ἡ βε. ἐπεὶ οὖν ὀρθή ἐστιν ἡ ὑπὸ εβγ, ὀξεῖα ἄρα ἐστὶν ἡ ὑπὸ γζβ, ὥστε ἡ λοιπὴ ἀμβλεῖα, ἡ ὑπὸ αζβ. μείζων ἄρα ἡ αβ τῆς βζ. κείσθω οὖν τῇ αβ ἴση ἡ βε, καὶ ἐπεζεύχθω ἡ εγ. ἐπεὶ οὖν ὀρθὴ ἡ ὑπὸ εβγ, τὸ ἀπὸ τῆς εγ ἴσον
20τοῖς ἀπὸ τῶν εβ βγ. ἀλλὰ ἡ εβ τῇ βα ἐστὶν ἴση, τὸ ἄρα ἀπὸ τῆς εγ ἴσον τοῖς ἀπὸ τῶν αβ βγ. τοῖς δὲ αὐτοῖς ἴσον ἦν καὶ τὸ ἀπὸ τῆς αγ. ἴσον ἄρα τὸ ἀπὸ τῆς εγ τῷ ἀπὸ τῆς αγ, καὶ ἡ εγ ἄρα ἴση τῇ αγ. ἦν
δὲ καὶ ἡ εβ ἴση τῇ αβ. αἱ ἄρα βε εγ δύο ταῖς βα430
in Euc
.

431

αγ ἴσαι συνέστησαν ἐπὶ τῆς βγ ἑκατέρα ἑκατέρᾳ, ὅπερ ἀδύνατον. οὐκ ἄρα ἐντὸς πεσεῖται ἡ πρὸς ὀρθάς. ἀλλὰ μὴν οὐδὲ ἐκτὸς ἐπὶ τὰ ἕτερα μέρη τῆς αβ. εἰ γὰρ δυνατόν, πιπτέτω ὡς ἡ βη, καὶ ἴση ἔστω τῇ αβ
5βη, καὶ ἐπεζεύχθω ἡ γη. ἐπεὶ οὖν ὀρθὴ ἡ ὑπὸ ηβγ τὸ ἀπὸ τῆς ηγ ἴσον τοῖς ἀπὸ τῶν βη βγ. [ἀλλὰ ἡ ηβ τῇ βα ἐστὶν ἴση, τὸ ἄρα ἀπὸ τῆς ηγ ἴσον τοῖς ἀπὸ τῶν αβ βγ.] ἦν δὲ καὶ τὸ ἀπὸ τῆς αγ ἴσον τοῖς ἀπὸ τῶν αβ βγ. ἴση ἄρα ἡ ηγ τῇ αγ, ἀλλὰ καὶ ἡ
10ηβ τῇ βα ἐπὶ μιᾶς εὐθείας τῆς βγ, ὅπερ ἀδύνατον. οὔτε ἄρα ἐντός, οὔτε ἐκτὸς πεσεῖται ἡ ἀγομένη πρὸς ὀρθὰς ἀπὸ τοῦ β σημείου τῇ βγ. ἐπ’ αὐτῆς ἄρα πεσεῖται τῆς αβ, ὀρθὴ ἄρα ἐστὶν ἡ ὑπὸ αβγ. λέλυται ἄρα ἡ ἔνστασις.
15 Τὸ μὲν οὖν πρῶτον βιβλίον ἄχρι τούτων ὁ στοι‐ χειωτὴς συνεπλήρωσεν, πολλὰ μὲν ἀντιστροφῶν εἴδη παραδούς—καὶ γὰρ ὅλα πολλάκις ἀντέστρεψεν πρὸς ὅλα καὶ ὅλα πρὸς μέρη καὶ μέρη πρὸς μέρη θεωρημά‐ των—πολλὴν δὲ ποικιλίαν προβλημάτων ἐπινοήσας
20—καὶ γὰρ εὐθειῶν τομὰς καὶ γωνιῶν, καὶ θέσεις καὶ συστάσεις καὶ παραβολὰς παραδέδωκεν—ἐφαψά‐ μενος δὲ καὶ τοῦ παραδόξου λεγομένου τόπου τῶν
μαθημάτων, καὶ τῶν τοπικῶν αὐτῶν θεωρημάτων431
in Euc
.

432

ἱκανῶς ἡμᾶς ἀναμνήσας, τῶν τε καθολικῶν καὶ τῶν ἐπὶ μέρους τὴν στοιχείωσιν ἐκφήνας, καὶ τῶν ἀδιορί‐ στων καὶ διωρισμένων προβλημάτων τὴν διαφορὰν ἐνδειξάμενος—ἃ δὴ πάντα καὶ ἡμεῖς αὐτῷ συνεπό‐
5μενοι διηρθρώσαμεν—ὅλον δὲ τὸ βιβλίον εἰς ἕνα σκοπὸν ἀνενεγκὼν τὴν στοιχείωσιν τῆς περὶ τῶν ἁπλουστάτων εὐθυγράμμων θεωρίας, καὶ τάς τε συ‐ στάσεις αὐτῶν ἐξευρὼν καὶ τὰ καθ’ αὑτὰ ὑπάρχοντα αὐτοῖς ἀνασκεψάμενος. ἡμεῖς δέ, εἰ μὲν δυνηθείημεν
10καὶ τοῖς λοιποῖς τὸν αὐτὸν τρόπον ἐξελθεῖν, τοῖς θεοῖς ἂν χάριν ὁμολογήσαιμεν, εἰ δὲ ἄλλαι φροντίδες ἡμᾶς περισπάσαιεν, τοὺς φιλοθεάμονας τῆς θεωρίας ταύτης ἀξιοῦμεν κατὰ τὴν αὐτὴν μέθοδον καὶ τῶν ἑξῆς ποι‐ ήσασθαι βιβλίων τὴν ἐξήγησιν τὸ πραγματειῶδες
15πανταχοῦ καὶ εὐδιαίρετον μεταδιώκοντας, ὡς τά γε φερόμενα νῦν ὑπομνήματα πολλὴν καὶ παντοδαπὴν ἔχει τὴν σύγχυσιν αἰτίας ἀπόδοσιν οὐδεμίαν συν‐ εισφέροντα οὐδὲ κρίσιν διαλεκτικὴν οὐδὲ θεωρίαν
φιλόσοφον.432
in Euc
.

433

(t)

ΣΧΟΛΙΟΝ ΕΙΣ ΤΟ κδ ΘΕΩΡΗΜΑ.
1 Εἰ δεῖ τὸ ἐμοὶ δοκοῦν ἀποφήνασθαι, ἔσφαλται ὁ φιλόσοφος. οὐ γὰρ δυνατὸν ἐπ’ αὐτῆς τῆς ὑποτεινού‐ σης τὴν ὕστερον ἐκβληθεῖσαν εὐθεῖαν πεσεῖν, ἀλλ’ ἐξ ἀνάγκης ἀνωτέρω πεσεῖται καθάπερ καὶ ὁ στοιχειωτὴς
5ἐχρήσατο. ὅπερ δὲ ἐλέγομεν, δείξομεν οὕτως. ἔστω δύο Δ ἰσοσκελῆ τὰ αβγ δεζ τὰς δύο πλευρὰς τὰς
βα αγ ταῖς δύο ταῖς εδ δζ ἴσας ἔχοντα, καὶ γωνία ἡ433
in Euc
.

434

πρὸς τῷ α γωνίας τῆς πρὸς τῷ δ μείζων ἔστω. οὐκοῦν θετέον ἴσην αὐτῇ γωνίαν τὴν ὑπὸ εδη, καὶ ἐκβλη‐ θεῖσα ἡ δη ἔστω ἴση τῇ εδ. ἐὰν δὲ βουλώμεθα ἐπι‐ ζεῦξαι τὴν εη, οὐ δυνατὸν ταύτην τὴν ἐπιζευγνῦσαν
5ἐπ’ εὐθείας εἶναι τῇ εζ. εἰ γὰρ δυνατόν, ἔστω αὐτῇ ἐπ’ εὐθείας, τουτέστιν ἐπὶ τῆς αὐτῆς εὐθείας πιπτέτω ἡ εη, καθάπερ φαίνεται χρησάμενος ὁ Πρόκλος ἐν τῇ δευτέρᾳ αὐτοῦ ὑποθέσει. ἐπεὶ οὖν ἰσοσκελῆ ὑπό‐ κειται τὰ Δ, ἴση ἂν εἴη ἡ πρὸς τῷ ε γωνία τῇ πρὸς
10τῷ η. ἀλλὰ μὴν καὶ τῇ ὑπὸ δζε ἐστὶν ἴση, καὶ ἡ πρὸς τῷ η ἄρα ἴση ἐστὶν τῇ ὑπὸ δζε γωνίᾳ. τὰ γὰρ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα. εἰ δὲ τοῦτο ἀλη‐ θές, ἔσται τοῦ δζ ηδ ἡ ἐκτὸς γωνία τῇ ἐντὸς καὶ ἀπεναντίον ἴση, ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα δυ‐
15νατὸν ἐπ’ εὐθείας εἶναι τὴν εη εὐθεῖαν τῇ εζ. εἰ δὲ τοῦτο οὐκ ἐνδέχεται, πολλῷ μᾶλλον οὐδὲ ἐκτὸς πεσεῖ‐ ται· ἐντὸς ἄρα. οὐκ ἄρα ὀρθῶς εἴρηκεν ὁ φιλόσοφος. Καὶ ἄλλως δὲ τοῦτο δείξομεν ἀδύνατον ἐπὶ τῆς αὐτῆς καταγραφῆς. ἐπεὶ γὰρ ἴση ὑπόκειται ἡ δε τῇ
20δζ καὶ τῇ δη, καὶ ἡ δζ ἄρα τῇ δη ἴση ἂν εἴη, ὥστε ἰσοσκελῆ εἶναι τὰ τρία τρίγωνα, ἤγουν τὸ δεζ καὶ τὸ
δζη καὶ ἔτι τὸ δεη. ἴσαι γὰρ ἐδείχθησαν ἀλλήλαις434
in Euc
.

435

αἱ τρεῖς πλευραί. οὐκοῦν καὶ αἱ πρὸς ταῖς βάσεσιν αὐτῶν γωνίαι ἴσαι ἀλλήλαις πεσοῦνται, τουτέστιν ἡ πρὸς τῷ ε τῇ πρὸς τῷ η καὶ ἔτι τῇ ὑπὸ δζε, καὶ ἡ πρὸς τῷ η τῇ ὑπὸ δζη. αἱ τέσσαρες ἄρα γωνίαι ἴσαι
5ἀλλήλαις εἰσὶν κατὰ μίαν, ὥστε καὶ δύο αὐτῶν τοῖς λοιποῖς δύο ἴσαι ἔσονται. ἔστωσαν αἱ πρὸς τοῖς ε καὶ η δύο ταῖς ὑπὸ δζε δζη δυσὶν ἴσαι, ὅπερ συναμφό‐ τεραι συναμφοτέραις. αἱ δὲ ὑπὸ δζε δζη δύο ὀρθαῖς ἴσαι εἰσίν, εἴπερ εὐθεῖα ἡ δζ ἐπ’ εὐθεῖαν τὴν εη ἐφ‐
10έστηκεν, ὥστε καὶ αἱ ὑπὸ δεζ δηζ γωνίαι δυσὶν ὀρ‐ θαῖς ἴσαι εἰσίν. εἰ δὲ τοῦτο ἀληθές, ἀνῄρηται τὸ ιζ θεώρημα. ἀλλὰ μὴν ἐκεῖνο ἀληθές, ἀδύνατον ἄρα τοῦτο. οὐκ ἄρα ἡ ἐκβαλλομένη εὐθεῖα ἡ δη ἐπὶ τῆς αὐτῆς εὐθείας ἐπιζευχθήσεται τῆς εζ. εἰ δὲ τοῦτο
15οὐχ οἷόν τε, πολλῷ μᾶλλον, ὡς εἴρηται, οὐδὲ ἐκτός. μεῖζον γὰρ τούτου ἐπ’ ἐκείνου τὸ συμβαῖνον ἄτοπον. ῥητέον οὖν ὑπὲρ τοῦ φιλοσόφου ὅτι πρὸς εἰσαγομέ‐ νους διαλεγόμενος οὐ πάνυ ἐμμελῶς ἐξέθετο, ἢ γυμνα‐ σίας χάριν τῶν εὐφυῶς διακειμένων καὶ προθυμο‐
20ποιίας, ἢ καὶ ἴσως ἐπελάθετο, καὶ οὐδὲν θαυμαστόν. Καὶ ἄλλως· ἐπεὶ γὰρ ἐδείχθησαν αἱ τέσσαρες γω‐ νίαι ἴσαι ἀλλήλαις κατὰ μίαν, τουτέστιν ἥ τε ὑπὸ δζε καὶ ἡ ὑπὸ δζη καὶ ἔτι ἡ πρὸς τῷ ε καὶ ἡ πρὸς τῷ η, ὅταν δὲ εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς
25γωνίας ἴσας ποιῇ, ὀρθή ἐστιν ἑκατέρα, ὥστε ὀρθὴ ἂν435
in Euc
.

436

εἴη ἑκατέρα τῶν ὑπὸ δζε δζη. εἰ δὲ τοῦτο, καὶ ἡ πρὸς [τῷ ε καὶ ἡ πρὸς] τῷ η ὀρθαὶ ἂν εἶεν. εἰ δὲ τοῦτο, ἀνῄρηται πάλιν τὸ ιζ θεώρημα. παντὸς γάρ φησιν τριγώνου αἱ δύο γωνίαι δύο ὀρθαῖς ἐλάσσονές
5εἰσιν· ἡ δὲ ὑπόθεσις ἡμῶν δείκνυσιν αὐτὰς δύο ὀρ‐
θαῖς ἴσας· ὅπερ ἄτοπον.436