TLG 4036 010 :: PROCLUS :: In Platonis Timaeum commentaria

PROCLUS Phil., Diadochus
(Atheniensis: A.D. 5)

In Platonis Timaeum commentaria

Source: Diehl, E. (ed.), Procli Diadochi in Platonis Timaeum commentaria, 3 vols. Leipzig: Teubner, 1:1903; 2:1904; 3:1906 (repr. Amsterdam: Hakkert, 1965): 1:1–458; 2:1–317; 3:1–358.

Lib. 1: vol. 1, pp. 1–204 Lib. 2: vol. 1, pp. 205–458 Lib. 3: vol. 2, pp. 1–317 Lib. 4: vol. 3, pp. 1–161 Lib. 5: vol. 3, pp. 162–358

Citation: Volume — page — (line)

in Ti
.

1

.

1

(1t)

ΠΡΟΚΛΟΥ ΔΙΑΔΟΧΟΥ
2tΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ ΠΛΑΤΩΝΟΣ
3tΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ
4Ὅτι μὲν ἡ τοῦ Πλατωνικοῦ Τιμαίου πρόθεσις τῆς
5ὅλης φυσιολογίας ἀντέχεται καὶ ὡς πρὸς τὴν τοῦ παντὸς ἀνήκει θεωρίαν, ἐξ ἀρχῆς εἰς τέλος τοῦτο πραγματευομένου, τοῖς μὴ παντάπασιν ἐσκοτωμένοις πρὸς τοὺς λόγους ἐναργὲς εἶναί μοι καταφαίνεται. καὶ γὰρ καὶ αὐτὸ τὸ τοῦ Πυθα‐ γορικοῦ Τιμαίου γράμμα Περὶ Φύσεως τὸν Πυθα‐
10γορικὸν τρόπον διατάττεται, ἔνθεν ἀφορμηθεὶς, ὁ Πλάτων τιμαιογραφεῖν ἐπι‐ χειρεῖ κατὰ τὸν σιλλογράφον, ὃ καὶ προὐτάξαμεν τῶν ὑπομνη‐ μάτων, ἵν’ ἔχοιμεν γινώσκειν, τίνα μὲν ὁ Πλάτωνος Τίμαιος
15λέγει τὰ αὐτὰ ἐκείνῳ, τίνα δὲ προσέθηκε, τίνα δὲ καὶ διά‐ φωνα· καὶ τῆς διαφωνίας ζητῶμεν τὴν αἰτίαν μὴ παρέργως· καὶ ὁ σύμπας οὗτος διάλογος καθ’ ὅλον ἑαυτὸν τὴν φυσιο‐ λογίαν ἔχει σκοπόν, τὰ αὐτὰ καὶ ἐν εἰκόσι καὶ ἐν παρα‐ δείγμασιν ὁρῶν, καὶ ἐν τοῖς ὅλοις καὶ ἐν τοῖς μέρεσι·
20συμπεπλήρωται γὰρ ἅπασι τοῖς καλλίστοις τῆς φυσιολογίας ὅροις, τὰ μὲν ἁπλᾶ τῶν συνθέτων ἕνεκα παραλαμβάνων, τὰ δὲ μέρη τῶν ὅλων, τὰς δὲ εἰκόνας τῶν παραδειγμάτων, μηδὲν δὲ ἀδιερεύνητον παραλείπων τῶν τῆς φύσεως ἀρχη‐ γικῶν αἰτίων. ὅτι δὲ τῆς τοιαύτης προθέσεως ἀξίως ὁ
25διάλογος ἀντιλαμβάνεται, καὶ ὡς μόνος ὁ Πλάτων τὸ Πυθα‐ γόρειον ἦθος τῆς περὶ τὴν φύσιν θεωρίας διασωσάμενος
ἐλεπτούργησε τὴν προκειμένην διδασκαλίαν, τοῦτο ἤδη τοὺς
in Ti
.

1

.

2

ἀγχινουστέρους ἐπισκέπτεσθαι χρή. τῆς γὰρ δὴ φυσιολογίας τριχῆ διῃρημένης, ὡς συνελόντι φάναι, καὶ τῆς μὲν περὶ τὴν ὕλην ἀσχολουμένης καὶ τὰς ὑλικὰς αἰτίας, τῆς δὲ προσ‐ τιθείσης καὶ τὴν τοῦ εἴδους ζήτησιν καὶ τοῦτο κυριώτερον
5αἴτιον ἀποφαινομένης, τῆς δ’ αὖ τρίτης ταῦτα μὲν οὐδὲ τῶν αἰτίων λόγον, ἀλλὰ τὸν τῶν συναιτίων ἔχειν ἀπο‐ δεικνυούσης, τὰς δὲ κυρίως αἰτίας τῶν φύσει γινομένων ἄλλας ὑποτιθεμένης, τὸ ποιητικόν, τὸ παραδειγματικόν, τὸ τελικόν, οἱ μὲν πολλοὶ τῶν πρὸ τοῦ Πλάτωνος φυσικῶν
10περὶ τὴν ὕλην διέτριψαν, οἳ μὲν ἄλλο, οἳ δὲ ἄλλο τὸ ὑπο‐ κείμενον λέγοντες· καὶ γὰρ αὖ καὶ Ἀναξαγόρας, ὃς δὴ δοκεῖ καθευδόντων τῶν ἄλλων τὸν νοῦν αἴτιον ὄντα τῶν γιγνομένων ἰδεῖν, οὐδὲν ἐν ταῖς ἀποδόσεσι προσχρῆται τῷ νῷ, μᾶλλον δὲ ἀέρας τινὰς αἰτιᾶται καὶ αἰθέρας τῶν
15γινομένων, ὡς ὁ ἐν Φαίδωνι [98 C] Σωκράτης φησίν· οἱ δὲ μετὰ Πλάτωνα προστάντες τῆς αἱρέσεως, οὐ πάντες, ἀλλ’ ὅσοι γε αὐτῶν ἀκριβέστεροι, καὶ τὸ εἶδος μετὰ τῆς ὕλης θεωρεῖν ἠξίωσαν τὸν φυσικόν, εἰς ὕλην καὶ εἶδος ἀνάγοντες τὰς τῶν σωμάτων ἀρχάς· καὶ γὰρ εἴ που καὶ τῆς ποιητικῆς
20αἰτίας διαμνημονεύουσιν, ὥσπερ ὅταν τὴν φύσιν ἀρχὴν κινήσεως λέγωσιν, ἀλλ’ ἀφαιροῦσιν αὐτῆς τὸ δραστήριον καὶ τὸ κυρίως ποιητικόν, λόγους ἐν αὐτῇ μὴ συγχωροῦντες εἶναι τῶν παρ’ αὐτῆς ποιουμένων, ἀλλὰ πολλὰ καὶ αὐτο‐ μάτως γίγνεσθαι διδόντες, πρὸς τῷ μηδὲ πάντων ἁπλῶς τῶν
25φυσικῶν ποιητικὴν αἰτίαν ὁμολογεῖν προϋφεστάναι, μόνων δὲ τῶν ἐν γενέσει φερομένων· ἐπεὶ τῶν γε ἀϊδίων οὐδὲν ποιητικὸν εἶναί φασι διαρρήδην· ὅπου καὶ λανθάνουσιν ἢ τὸν ὅλον οὐρανὸν ἀπὸ ταὐτομάτου συνιστάντες, ἢ τὸ σω‐ ματικὸν αὐτὸ ἑαυτοῦ παρακτικὸν ἀποφαινόμενοι. μόνος δὲ
30ὁ Πλάτων τοῖς Πυθαγορείοις ἑπομένως παραδίδωσι μὲν καὶ
in Ti
.

1

.

3

τὰ συναίτια τῶν φυσικῶν πραγμάτων, τὸ πανδεχὲς καὶ τὸ ἔνυλον εἶδος, δουλεύοντα τοῖς κυρίως αἰτίοις εἰς γένεσιν· πρὸ δὲ τούτων τὰς πρωτουργοὺς αἰτίας διερευνᾶται, τὸ ποιοῦν, τὸ παράδειγμα, τὸ τέλος, καὶ διὰ ταῦτα νοῦν τε
5ἐφίστησι τῷ παντὶ δημιουργικὸν καὶ νοητὴν αἰτίαν, ἐν ᾗ πρώτως ἐστὶ τὸ πᾶν, καὶ τὸ ἀγαθόν, ἐν ἐφετοῦ τάξει τῷ ποιοῦντι προϊδρυμένον· ἐπεὶ γὰρ τὸ ὑπ’ ἄλλου κινούμενον ἤρτηται τῆς τοῦ κινοῦντος δυνάμεως, οὔτε παράγειν ἑαυτὸ δηλαδὴ πέφυκεν οὔτε τελειοῦν οὔτε σῴζειν, ἐν πᾶσι δὲ
10τούτοις τῆς ποιητικῆς αἰτίας δεῖται καὶ ὑπ’ ἐκείνης συνέχεται. καὶ οὖν καὶ τὰ συναίτια τῶν φυσικῶν ἐξηρτῆσθαι προσήκει τῶν ἀληθινῶν αἰτίων, ἀφ’ ὧν παρῆκται, πρὸς ἃ δεδη‐ μιούργηται παρὰ τοῦ πάντων πατρός, ὧν ἕνεκα γέγονεν. εἰκότως ἄρα τῷ Πλάτωνι πάντα ταῦτα μετ’ ἀκριβείας ἐξη‐
15τασμένα παραδέδοται, καὶ ἀπὸ τούτων ἐξημμένα τὰ λοιπὰ δύο, τό τε εἶδος καὶ τὸ ὑποκείμενον· οὐ γάρ ἐστιν ὁ κόσμος οὗτος ὁ αὐτὸς τοῖς νοητοῖς ἢ νοεροῖς κόσμοις, οἵτινες ἐν εἴδεσι καθαροῖς ὑφεστήκασιν, ἀλλ’ ἔστιν ἐν αὐτῷ τὸ μὲν ὡς λόγος καὶ εἶδος, τὸ δὲ ὡς ὑποκείμενον. ἀλλὰ ταῦτα μὲν
20καὶ εἰσαῦθις ἐξέσται σκοπεῖν· ὅτι δὲ εἰκότως πάσας τὰς αἰτίας ταύτας ὁ Πλάτων παραδέδωκε τῆς κοσμοποιίας, ἐκ τούτων πρόδηλον, τὸ ἀγαθόν, τὸ νοητὸν παράδειγμα, τὸ ποιοῦν, τὸ εἶδος, τὴν ὑποκειμένην φύσιν· εἰ μὲν γὰρ περὶ νοητῶν διελέγετο θεῶν, τἀγαθὸν ἂν μόνον αἴτιον αὐτῶν
25ἀπέφαινεν· ἐκ γὰρ ταύτης μόνης τῆς αἰτίας ὁ νοητὸς ἀριθμός· εἰ δὲ περὶ νοερῶν, τό τε ἀγαθὸν ἂν καὶ τὸ νοητὸν αἴτιον τούτων ὑπέθετο· πρόεισι γὰρ τὸ νοερὸν πλῆθος ἔκ τε τῶν νοητῶν ἑνάδων καὶ τῆς μιᾶς τῶν ὄντων πηγῆς· εἰ δὲ περὶ τῶν ὑπερκοσμίων, παρῆγεν ἂν αὐτοὺς ἔκ τε τῆς δημιουργίας
30τῆς νοερᾶς καὶ ὁλικῆς κἀκ τῶν νοητῶν θεῶν καὶ τοῦ τῶν ὅλων αἰτίου· πάντων γάρ, ὧν τὰ δεύτερα γεννητικά, πρώτως ἐστὶ καὶ ἀρρήτως ἐκεῖνο καὶ ἀνεπινοήτως ὑποστατικόν·
ἐπειδὴ δὲ περὶ ἐγκοσμίων διαλέξεται πραγμάτων καὶ περὶ
in Ti
.

1

.

4

κόσμου τοῦ ξύμπαντος, ὕλην τε αὐτῷ δώσει καὶ εἶδος ἀπὸ τῶν ὑπερκοσμίων θεῶν εἰς αὐτὸν ἐφῆκον καὶ τῆς ὅλης ἐξάψει δημιουργίας καὶ πρὸς τὸ νοητὸν ἀπεικάσει ζῷον καὶ θεὸν ἀποδείξει τῇ μετουσίᾳ τἀγαθοῦ, καὶ οὕτω δὴ θεὸν
5ἔννουν ἔμψυχον ἀποτελέσει τὸν ὅλον κόσμον. Σκοπὸς μὲν οὖν οὗτος, οὗ φαμεν στοχάζεσθαι τὸν Τί‐ μαιον, καὶ τοιοῦτος, ὥσπερ εἴπομεν. τούτου δὲ ὄντος τοιούτου πρεπόντως ἐν ἀρχῇ μὲν δι’ εἰκόνων ἡ τοῦ παντὸς ἐπι‐ δείκνυται τάξις, ἐν μέσοις δὲ ἡ σύμπασα κοσμοποιία παρα‐
10δίδοται, πρὸς δὲ τῷ τέλει τὰ μερικὰ καὶ τὰ τέλη τῆς δημιουργίας συνυφαίνεται τοῖς ὅλοις· ἡ μὲν γὰρ τῆς Πολι‐ τείας ἐπανάληψις καὶ ὁ περὶ τῆς Ἀτλαντίδος μῦθος τὴν δι’ εἰκόνων ἐμφαίνει τοῦ κόσμου θεωρίαν· εἴτε γὰρ εἰς τὴν ἕνωσιν καὶ τὸ πλῆθος ἀπίδοιμεν τῶν ἐγκοσμίων, τῆς μὲν
15ἑνώσεως εἰκόνα φήσομεν εἶναι τὴν Πολιτείαν, ἣν ὁ Σω‐ κράτης ἀνακεφαλαιοῦται, τὴν διὰ πάντων διήκουσαν κοι‐ νωνίαν ὡς τέλος προστησαμένην, τῆς δὲ διαιρέσεως καὶ μάλιστα τῆς κατὰ τὰς δύο συστοιχίας ἀντιθέσεως τὸν τῶν Ἀτλαντίνων πρὸς Ἀθηναίους πόλεμον, ὃν ὁ Κριτίας
20ἱστορεῖ· εἴτε κατὰ τὸ οὐράνιον καὶ τὸ ὑπὸ σελήνην, τὴν μὲν Πολιτείαν ὁμοιοῦσθαι φήσομεν πρὸς τὴν οὐρανίαν δια‐ κόσμησιν—καὶ γὰρ ὁ Σωκράτης [rep. IX 592 B] ἐν οὐρανῷ φησιν αὐτῆς τὸ παράδειγμα ἱδρῦσθαι—τὸν δὲ τῶν Ἀτλαντίνων πόλεμον τῇ γενέσει δι’ ἐναντιώσεως καὶ
25μεταβολῆς ὑφισταμένῃ. ταῦτα μὲν οὖν διὰ ταῦτα προηγεῖται τῆς ὅλης φυσιολογίας. Ἐπὶ δὲ τούτοις τό τε δημιουργικὸν αἴτιον παραδίδοται τοῦ παντὸς καὶ τὸ παραδειγματικὸν καὶ τελικόν· ὧν προϋπαρχόντων δημιουργεῖται τὸ πᾶν καθ’ ὅλον τε καὶ κατὰ μέρη· καὶ γὰρ τὸ σωματοειδὲς αὐτοῦ τεκταίνε‐
30ται τοῖς εἴδεσι καὶ ταῖς δημιουργικαῖς τομαῖς καὶ τοῖς θείοις ἀριθμοῖς τεμνόμενον, καὶ ἡ ψυχὴ παράγεταί τε ἀπὸ τοῦ δημιουργοῦ καὶ πληροῦται λόγων ἁρμονικῶν καὶ συμ‐
βόλων θείων καὶ δημιουργικῶν, καὶ τὸ ὅλον ζῷον συν‐
in Ti
.

1

.

5

υφαίνεται κατὰ τὴν ἡνωμένην ἐν τῷ νοητῷ τοῦ κόσμου περιοχήν, τά τε μέρη τὰ ἐν αὐτῷ δεόντως ἐν τῷ ὅλῳ τάττε‐ ται, ὅσα τε σωματικὰ καὶ ὅσα ζωτικά· καὶ γὰρ ψυχαὶ μερι‐ καὶ εἰσοικιζόμεναι τάττονται περὶ τοὺς ἡγεμόνας θεοὺς καὶ
5ἐγκόσμιαι γίνονται κατὰ τὰ ὀχήματα τὰ ἑαυτῶν, μιμούμεναι τοὺς ἡγουμένους αὐτῶν, καὶ τὰ θνητὰ ζῷα δημιουργεῖται καὶ ζῳοποιεῖται παρὰ τῶν οὐρανίων θεῶν· οὗ δὴ καὶ ἄν‐ θρωπος ὅπη τε συνέστη καὶ δι’ οἵας αἰτίας τεθεώρηται, καὶ πρό γε τῶν ἄλλων οὗτος, 〈ἢ〉 διότι καὶ προσήκουσά ἐστιν ἡμῖν
10ἡ περὶ αὐτοῦ θεωρία τὸν ἀνθρώπου λόγον προβεβλημένοις καὶ κατὰ τοῦτον ζῶσιν, ἢ διότι μικρὸς κόσμος ὁ ἄνθρωπος καὶ ἔστι καὶ ἐν τούτῳ πάντα μερικῶς, ὅσα ἐν τῷ κόσμῳ θείως τε καὶ ὁλικῶς· νοῦς τε γάρ ἐστιν ἡμῖν ὁ κατ’ ἐνέρ‐ γειαν, καὶ ψυχὴ λογικὴ προελθοῦσα ἐκ τοῦ αὐτοῦ πατρὸς
15καὶ τῆς αὐτῆς ζῳογόνου θεᾶς τῇ ὅλῃ, καὶ ὄχημα αἰθέριον ἀνάλογον τῷ οὐρανῷ, καὶ σῶμα γήινον ἐκ τῶν τεττάρων στοιχείων φυραθέν, οἷς καὶ σύστοιχόν ἐστιν. εἰ τοίνυν ἔδει πολλαχῶς θεωρῆσαι τὸ πᾶν καὶ ἐν τῷ νοητῷ καὶ ἐν τῷ αἰσθητῷ παραδειγματικῶς, εἰκονικῶς, ὁλικῶς, μερικῶς, εὖ ἂν
20ἔχοι καὶ ὁ περὶ ἀνθρώπου φύσεως λόγος ἐν τῇ τοῦ παντὸς θεωρίᾳ τελέως ἐξεργασθείς. εἴποις δ’ ἂν κἀκεῖνον ἔτι τὸν λόγον, ὅτι κατὰ τὸ Πυθαγορικὸν ἔθος ἔδει συνάψαι τῷ θεωρουμένῳ τὸν περὶ τοῦ θεωροῦντος λόγον· ἐπεὶ γὰρ ἔχο‐ μεν, τίς ὁ κόσμος, ἐχρῆν οἶμαι προσθεῖναι κἀκεῖνο, τί ποτέ
25ἐστι τὸ ταῦτα ἐπισκεπτόμενον καὶ λογικῶς κατανοοῦν. ὅτι δὲ καὶ πρὸς τοῦτο ἀπέβλεψεν, ἐδήλωσε πρὸς τῷ τέλει διαρ‐ ρήδην εἰπών [90 D], ὅτι δεῖ τῷ κατανοουμένῳ τὸ κατα‐ νοοῦν ἐξομοιῶσαι τὸν μέλλοντα τῆς εὐδαίμονος ζωῆς ἐπήβολον ἔσεσθαι· τὸ μὲν γὰρ ὅλον ἀεὶ εὔδαιμον· ἔσται δὲ
30καὶ τὸ ἡμέτερον εὔδαιμον ὁμοιωθὲν τῷ παντί· καὶ γὰρ πρὸς τὴν αἰτίαν οὕτως ἀναχθήσεται· ἐπεὶ γὰρ ὡς ὁ ἐνταῦθα ἄν‐
θρωπος πρὸς τὸ πᾶν, οὕτω καὶ ὁ νοητὸς ἄνθρωπος πρὸς
in Ti
.

1

.

6

τὸ αὐτοζῷον, ἐκεῖ δὲ ἀεὶ τὰ δεύτερα τῶν πρώτων ἐξέχεται καὶ τὰ μέρη τῶν ὅλων ἐστὶν ἀνεκφοίτητα καὶ ἵδρυται ἐν αὐτοῖς, ὅταν καὶ ὁ τῇδε ἄνθρωπος ἀφομοιῶται τῷ παντί, μιμήσεται καὶ τὸ ἑαυτοῦ παράδειγμα τὸν προσήκοντα τρόπον,
5κόσμιος γενόμενος διὰ τὴν πρὸς τὸν κόσμον ὁμοιότητα καὶ εὐδαίμων διὰ τὴν πρὸς τὸν εὐδαίμονα θεὸν ἀπεικασίαν. Ἐπὶ δὴ τοῖς εἰρημένοις καὶ τὰ τέλη τῆς δημιουργίας λελεπτ‐ ούργηται κατά τε γένη καὶ εἴδη, τά τε ἐν τοῖς μετεώροις τά τε ἐν τῇ γῇ συνιστάμενα καὶ τὰ ἐν τοῖς ζῴοις, τά τε
10παρὰ φύσιν καὶ ὅσα κατὰ φύσιν· οὗ δὴ καὶ αἱ ἀρχαὶ τῆς ἰατρικῆς ἀναφαίνονται· λήγει γὰρ ἄχρι τούτων ὁ φυσικός, ἐπειδὴ τῆς φύσεώς ἐστι θεατής· ἅμα γὰρ τῇ φύσει καὶ τὸ κατὰ φύσιν, τούτου δὲ ἔκβασις τὸ παρὰ φύσιν. ποσαχῶς οὖν ἡ παρατροπὴ καὶ ὅπως ἐπανάγεται πρὸς τὸ μέτριον καὶ
15τὴν φύσιν, τοῦ φυσικοῦ κατανοεῖν ἔργον, τὰ δὲ τούτοις ἑπόμενα τῆς ἰατρικῆς ἐξυφαίνειν τέχνης. ἐν δὴ τούτοις μά‐ λιστα κοινωνεῖ τοῖς ἄλλοις φυσιολόγοις ὁ Πλάτων· περὶ γὰρ τὰ ἐνυλότατα καὶ τὰ ἔσχατα ἔργα τῆς φύσεως ἐκεῖνοι διέ‐ τριβον, ἀφέντες τὸν ὅλον οὐρανὸν καὶ τὰς τῶν θεῶν τῶν
20ἐγκοσμίων τάξεις, ἅτε τὴν ὕλην ὁρῶντες, τὰ δὲ εἴδη καὶ τὰς πρωτουργοὺς αἰτίας χαίρειν μεθέντες. δοκεῖ δέ μοι καὶ ὁ δαιμόνιος Ἀριστοτέλης τὴν τοῦ Πλάτωνος διδασκαλίαν κατὰ δύναμιν ζηλώσας οὕτω διαθεῖναι τὴν ὅλην περὶ φύσεως πραγματείαν· τὰ μὲν κοινὰ πάντων τῶν φύσει συνεστώτων
25ἰδών, εἶδος καὶ ὑποκείμενον καὶ τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινή‐ σεως καὶ κίνησιν καὶ χρόνον καὶ τόπον, ἃ δὴ καὶ Πλάτων ἐνταῦθα παραδέδωκε, τό τε διάστημα καὶ τὸν χρόνον εἰκόνα αἰῶνος ὄντα καὶ τῷ οὐρανῷ συνυποστάντα καὶ τὰ ποικίλα τῆς κινήσεως εἴδη καὶ τὰ συναίτια τῶν φύσει, τὰ δὲ ἴδια
30τοῖς κατ’ οὐσίαν διῃρημένοις, καὶ τούτων πρῶτα μὲν τὰ τῷ οὐρανῷ προσήκοντα, τῷ Πλάτωνι συμφώνως, καθόσον
ἀγένητον τίθεται τὸν οὐρανὸν καὶ πέμπτης οὐσίας—τί γὰρ
in Ti
.

1

.

7

διαφέρει πέμπτον στοιχεῖον καλεῖν ἣ πέμπτον κόσμον καὶ σχῆμα πέμπτον, ὡς ὁ Πλάτων ἐκάλεσεν; —δεύτερα δὲ τὰ κοινὰ πάσης τῆς γενεσιουργοῦ συστάσεως, οὗ δὴ θαυμάσειεν ἄν τις τὸν Πλάτωνα τάς τε οὐσίας αὐτῶν καὶ τὰς δυνάμεις
5σὺν πολλῇ τῇ ἀκριβείᾳ θεωρήσαντα καὶ τήν τε ἁρμονίαν αὐτῶν καὶ τὰς ἐναντιώσεις ὀρθῶς διασωσάμενον· τούτων δὲ αὖ τῶν περὶ τὴν γένεσιν τὰ μὲν προσήκοντα τοῖς μετεώροις, ὧν ὁ μὲν Πλάτων τὰς ἀρχὰς παραδέδωκεν, ὁ δὲ Ἀριστοτέ‐ λης τὴν διδασκαλίαν ἐξέτεινε πέρα τοῦ δέοντος, τὰ δὲ εἰς
10τὴν τῶν ζῴων τείνοντα θεωρίαν, ἃ δὴ παρὰ μὲν τῷ Πλά‐ τωνι κατὰ πάσας τὰς αἰτίας διήρθρωται τὰς τελικὰς καὶ τὰς συναιτίους, παρὰ δὲ τῷ Ἀριστοτέλει μόγις καὶ ἐν ὀλίγοις κατὰ τὸ εἶδος τεθεώρηται· τὰ πολλὰ γὰρ ἄχρι τῆς ὕλης ἵστα‐ ται καὶ τὰς ἀποδόσεις ἀπὸ ταύτης τῶν φυσικῶν ποιούμενος
15δείκνυσιν ἡμῖν, ὅσον ἀπολείπεται τῆς τοῦ καθηγεμόνος ὑφη‐ γήσεως. ταῦτα μὲν δὴ περὶ τούτων. Τὸ δὲ εἶδος τοῦ διαλόγου καὶ ὁ χαρακτὴρ ὁποῖός τίς ἐστι, μετὰ ταῦτα λέγωμεν. ὁμολογεῖται δὴ παρὰ πάντων, ὅτι τοῦ Πυθαγορικοῦ Τιμαίου τὸ βιβλίον ὁ Πλάτων λαβών,
20ὃ περὶ τοῦ παντὸς αὐτῷ σύγκειται, τὸν τῶν Πυθαγορείων τρόπον τιμαιογραφεῖν ἐπεχείρησεν. ὁμολογεῖται δ’ αὖ καὶ τοῦτο παρὰ τῶν καὶ σμικρὰ τῷ Πλάτωνι συγγεγονότων, ὅτι τὸ ἦθος αὐτοῦ Σωκρατικόν ἐστι καὶ φιλάνθρωπον καὶ ἀπο‐ δεικτικόν. εἴπερ οὖν ἄλλοθί που ξυνεκεράσατο τήν τε Πυθ‐
25αγόρειον καὶ Σωκρατικὴν ἰδιότητα, κἀν τῷδε τῷ διαλόγῳ τοῦτο φαίνεται ποιῶν· ἔστι γὰρ ἐν αὐτῷ παρὰ μὲν τῆς Πυθ‐ αγορικῆς συνηθείας τὸ ὑψηλόνουν, τὸ νοερόν, τὸ ἔνθεον, τὸ ἀπὸ τῶν νοητῶν πάντα ἐξάπτον, τὸ ἐν ἀριθμοῖς τὰ ὅλα ἀφοριζόμενον, τὸ συμβολικῶς τὰ πράγματα καὶ μυστικῶς ἐν‐
30δεικνύμενον, τὸ ἀναγωγόν, τὸ ὑπεραῖρον τὰς μεριστὰς ἐπι‐ βολάς, τὸ ἀποφαντικόν· παρὰ δὲ τῆς Σωκρατικῆς φιλαν‐
θρωπίας τὸ εὐσυνουσίαστον, τὸ ἤμερον, τὸ ἀποδεικτικόν, τὸ
in Ti
.

1

.

8

δι’ εἰκόνων τὰ ὄντα θεωροῦν, τὸ ἠθικόν, πάντα τὰ τοιαῦτα. διὸ δὴ σεμνὸς μέν ἐστιν ὁ διάλογος καὶ ἄνωθεν ἀπὸ τῶν πρωτίστων ἀρχῶν ποιεῖται τὰς ἐπιβολάς, μίγνυσι δὲ τῷ ἀπο‐ φαντικῷ τὸ ἀποδεικτικόν, καὶ τὰ φυσικὰ οὐ φυσικῶς μόνον,
5ἀλλὰ καὶ θεολογικῶς νοεῖν ἡμᾶς παρασκευάζει· καὶ γὰρ αὐτὴ ἡ φύσις ἡ ποδηγετοῦσα τὸ πᾶν ἐξηρτημένη τῶν θεῶν καὶ ὑπ’ αὐτῶν ἐμπνεομένη κατευθύνει τὸ σωματοειδὲς καὶ οὔτε ὡς θεός ἐστιν οὔτε ἔξω τῆς θείας ἰδιότητος τῷ προσλάμπε‐ σθαι παρὰ τῶν ὄντως ὄντων θεῶν. εἰ δὴ δεῖ καὶ τοὺς λό‐
10γους ὁμοιοῦσθαι τοῖς πράγμασιν, ὧν εἰσιν ἐξηγηταί, καθά‐ περ αὐτὸς ὁ Τίμαιος ἐρεῖ [29 B], πρέπον ἂν εἴη καὶ τόνδε τὸν διάλογον ἔχειν μὲν καὶ τὸ φυσικόν, ἔχειν δὲ αὖ καὶ τὸ θεολογικόν, μιμούμενον τὴν φύσιν, ἧς ἐστι θεατής. ἔτι δέ, ἐπειδὴ κατὰ τὸ Πυθαγόρειον ἀρέσκον τριχῆ τὰ πράγ‐
15ματα διῄρηται, εἴς τε τὰ νοητὰ καὶ τὰ φυσικὰ καὶ τὰ τούτων μέσα, ἃ δὴ καλεῖν εἰώθασι μαθηματικά, πάντα δὲ ἐν πᾶσιν ἔστι θεωρεῖν οἰκείως—καὶ γὰρ ἐν τοῖς νοητοῖς ἀρχηγικῶς προϋφέ‐ στηκε τά τε μέσα καὶ τὰ ἔσχατα, καὶ ἐν τοῖς μαθηματικοῖς ἀμφό‐ τερά ἐστιν, εἰκονικῶς μὲν τὰ πρῶτα, παραδειγματικῶς δὲ τὰ
20τρίτα, καὶ ἐν τοῖς φυσικοῖς ἐστιν ἰνδάλματα τῶν πρὸ αὐ‐ τῶν—εἰκότως δήπου καὶ ὁ Τίμαιος τὴν te ψυχὴν ὑφι‐ στὰς διὰ τῶν μαθηματικῶν ὀνομάτων ἐνδείκνυται τάς τε δυνάμεις αὐτῆς καὶ τοὺς λόγους καὶ τὰ στοιχεῖα, Πλάτων δὲ ἀπὸ τῶν σχημάτων τῶν γεωμετρικῶν τὰς ἰδιότητας αὐτῆς
25ἀφορίζεται καὶ τούτων ξυμπάντων ἐν τῷ νοητῷ καὶ δη‐ μιουργικῷ νῷ τὰς αἰτίας ἀπολείπει προϋπαρχούσας ἀρχοει‐ δῶς. περὶ μὲν δὴ τούτων τοσαῦτα, καὶ τῆς τῶν καθ’ ἕκαστα διερευνήσεως μᾶλλον ἡμᾶς ἐπιστῆσαι τῷ ἤθει τοῦ διαλόγου δυναμένης.
30 Ἡ δὲ ὑπόθεσις τοιάδε τίς ἐστι· Σωκράτης εἰς Πειραιᾶ ἀφικόμενος τῆς τῶν Βενδιδείων ἑορτῆς ἕνεκα καὶ πομπῆς
διείλεκται περὶ πολιτείας ἐκεῖ πρός τε Πολέμαρχον τὸν Κε‐
in Ti
.

1

.

9

φάλου καὶ Γλαύκωνα καὶ Ἀδείμαντον καὶ δὴ καὶ Θρασύ‐ μαχον τὸν σοφιστήν· τῇ δὲ ὑστεραίᾳ τῆς ἡμέρας ταύτης ἐν ἄστει πρὸς Τίμαιον καὶ Ἑρμοκράτην καὶ Κριτίαν καὶ τέταρ‐ τον ἐπὶ τούτοις ἄλλον ἀνώνυμον διηγεῖται τὴν ἐν Πειραιεῖ
5ξυνουσίαν, ὡς ἐν τῇ Πολιτείᾳ ὑπόκειται· διηγησάμενος δὲ παρεκάλεσε καὶ τοὺς ἄλλους οἰκείοις αὐτὸν ἀνταφεστιάσαι λόγοις τῇ ταύτης ὑστεραίᾳ. συνεληλύθασιν οὖν ἀκροασό‐ μενοί τε καὶ ἐροῦντες εἰς τήνδε τὴν ἡμέραν, τρίτην οὖσαν ἀπὸ τῆς ἐν Πειραιεῖ συνουσίας· ἔν τε γὰρ τῇ Πολιτείᾳ
10[I 327 A] τὸ κατέβην χθὲς εἴρηται κἀνταῦθα [17 A] τὸ τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δὲ ἑστιατόρων· πάρεισι δὲ εἰς τήνδε τὴν ἀκρόασιν οὐ πάντες, ἀλλ’ ὁ τέταρτος δι’ ἀσθένειαν ἀπολείπεται. τί δή ποτε οὖν, φαίης ἄν, ἐν τούτοις οἱ ἀκροώμενοι τρεῖς, ἐν οἷς περὶ κόσμου τοῦ σύμ‐
15παντος ὁ λόγος; ὅτι, φήσω, τὸν μὲν πατέρα τῶν λόγων ἀνάλογον ἑστάναι προσήκει τῷ πατρὶ τῶν ἔργων· ἡ γὰρ κατὰ λόγον κοσμοποιία τῆς κατὰ νοῦν ἐστι κοσμοποιίας εἰκών· τῇ δὲ ὑποδεχομένῃ δημιουργικῇ τριάδι τὴν τοῦ πατρὸς μίαν καὶ ὁλικὴν ποίησιν τὴν τριάδα τῶν τοὺς λόγους ὑποδεχομένων,
20ἧς τὸ ἀκρότατόν ἐστι Σωκράτης, διὰ συγγένειαν ζωῆς αὐτό‐ θεν τῷ Τιμαίῳ συνάπτων ἑαυτόν, ὥσπερ τῆς παραδειγματικῆς τὸ πρῶτον συνήνωται τῷ πρὸ τῶν τριῶν. ταῦτα μὲν οὖν καὶ διὰ τῶν ἐχομένων ἐναργέστερον πιέσομεν, εἰ ταύτῃ τοῖς θεοῖς φίλον.
25 Εἰρημένων δὲ ἡμῖν ἤδη τοῦ τε σκοποῦ πέρι, τίς τε καὶ ἡλίκος ἐστί, καὶ τῆς οἰκονομίας τοῦ διαλόγου τοῦ τε χαρα‐ κτῆρος τοῦ ἐν αὐτῷ, θαυμασίως συγκεκραμένου, καὶ τῆς ὅλης ὑποθέσεως, καὶ δὴ καὶ περὶ τῶν προσώπων τῆς πρὸς τοὺς παρόντας λόγους οἰκειότητος, ἁρμόττον μὲν ἦν ἐπ’ αὐτὴν
30τὴν λέξιν ἐλθόντας ἐξετάζειν ἕκαστα τὸν ἡμῖν δυνατὸν τρό‐ πον· ἀλλ’ ἐπεὶ τὸ τῆς φύσεως ὄνομα παρ’ ἄλλοις ἄλλως
φερόμενον ταράττει τοὺς τῆς Πλάτωνος διανοίας φιλοθεάμο‐
in Ti
.

1

.

10

νας πῇ ποτε αὐτῷ δοκεῖ, καὶ τίνα βούλεται τὴν οὐσίαν εἶναι τῆς φύσεως, φέρε περὶ τούτου πρῶτον διέλθωμεν· πρέποι γὰρ ἄν που καὶ τῷ διαλόγῳ τὸ σκέμμα φυσικὴν ἔχοντι τὴν θεωρίαν εἰδέναι, τίς ἡ φύσις καὶ πόθεν πρόεισι καὶ μέχρι
5τίνος διατείνει τὰς ἑαυτῆς ποιήσεις. τῶν γὰρ παλαιῶν οἳ μὲν τὴν ὕλην φύσιν ἐκάλουν, ὡς Ἀντιφῶν, οἳ δὲ τὸ εἶδος, ὡς Ἀριστοτέλης ἐν πολλοῖς, οἳ δὲ τὸ ὅλον, ὡς τῶν πρὸ Πλάτωνός τινες, περὶ ὧν ἐν Νόμοις [X 892 B] ἱστόρησεν, ὅτι δὴ τὰ φύσει φύσεις προσηγόρευον, οἳ δὲ τὰς φυσικὰς
10δυνάμεις, βαρύτητας, κουφότητας, μανώσεις, πυκνώσεις, ὥς τινες τῶν Περιπατητικῶν καὶ τῶν ἔτι ἀρχαιοτέρων φυ‐ σικῶν, οἳ δὲ τέχνην θεοῦ τὴν φύσιν προσωνόμαζον, οἳ δὲ ψυχήν, οἳ δὲ ἄλλο τι τοιοῦτον· ὁ δέ γε Πλάτων ὕλην μὲν ἢ τὸ ἔνυλον εἶδος ἢ τὸ σῶμα ἢ τὰς δυνάμεις τὰς φυσικὰς
15οὐκ ἀξιοῖ πρώτως ἐπονομάζεσθαι φύσιν, ψυχὴν δὲ αὐτὴν αὐτόθεν ὀκνεῖ προσαγορεύειν, ἐν μέσῳ δὲ ἀμφοῖν τὴν οὐσίαν αὐτῆς θέμενος, ψυχῆς λέγω καὶ τῶν σωματικῶν δυνάμεων, ὑφειμένην μὲν ἐκείνης τῷ μερίζεσθαι περὶ τὰ σώματα καὶ τῷ μὴ ἐπιστρέφειν εἰς αὐτήν, ὑπερέχουσαν δὲ τῶν μετ’ αὐ‐
20τὴν τῷ λόγους ἔχειν τῶν πάντων καὶ γεννᾶν πάντα καὶ ζῳοποιεῖν, τὴν ἀκριβεστάτην περὶ αὐτῆς θεωρίαν ἡμῖν παρα‐ δέδωκε. κατὰ γὰρ τὰς κοινὰς ἐννοίας ἄλλο φύσις καὶ ἄλλο τὸ κατὰ φύσιν καὶ τὸ φύσει· καὶ γὰρ τὸ τεχνητὸν ἄλλο παρὰ τὴν τέχνην· καὶ ἄλλο ψυχὴ νοερὰ καὶ ἄλλο φύσις· ἡ μὲν
25γὰρ φύσις τῶν σωμάτων ἐστί, δύνουσα κατ’ αὐτῶν καὶ οὖσα ἀχώριστος ἀπ’ αὐτῶν, ἡ δὲ ψυχὴ χωριστή ἐστι καὶ ἐν αὐτῇ ἵδρυται καὶ ἑαυτῆς ἐστιν ἅμα καὶ ἄλλου, τῷ μὲν μετέχεσθαι τὸ ἄλλου ἔχουσα, τῷ δὲ μὴ νεύειν εἰς τὸ μετασχὸν τὸ ἑαυ‐ τῆς, ὥσπερ ὁ τῆς ψυχῆς πατὴρ ἑαυτοῦ μόνον ἐστὶν ἀμέ‐
30θεκτος ὤν, καί, εἰ βούλει, πρὸ τούτου τὸ νοητὸν παρά‐
δειγμα τοῦ κόσμου παντὸς αὐτό. ταῦτα γάρ ἐστιν ἐχόμενα
in Ti
.

1

.

11

ἀλλήλων· τὸ αὐτό, τὸ αὐτοῦ, τὸ αὐτοῦ καὶ ἄλλου, τὸ ἄλλου, τὸ ἄλλο· τοῦτο μὲν δῆλον ὅτι τὸ αἰσθητὸν πᾶν, ἐν ᾧ διά‐ στασις καὶ μερισμὸς παντοῖος· ἐκείνων δὲ τὸ μὲν ἡ φύσις ἡ ἀχώριστος τῶν σωμάτων, τὸ δὲ ἡ ψυχὴ ἐν ἑαυτῇ τε οὖσα
5καὶ ἐλλάμπουσα δευτέραν εἰς ἄλλο ζωήν, τὸ δὲ ὁ δημιουργι‐ κὸς νοῦς ἐν τῷ ἑαυτοῦ μένων κατὰ τρόπον ἤθει [Tim. 42 E], τὸ δὲ ἡ νοητὴ πάντων αἰτία καὶ παραδειγματικὴ τῶν ὑπὸ τοῦ δημιουργοῦ ποιουμένων, ἣν καὶ αὐτοζῷον διὰ τοῦτο καλεῖν ὁ Πλάτων ἠξίωσεν [30 CD]. ἡ τοίνυν φύσις ἐσχάτη
10μέν ἐστι τῶν τὸ σωματοειδὲς τοῦτο καὶ αἰσθητὸν δημιουρ‐ γούντων αἰτίων καὶ τὸ πέρας τοῦ τῶν ἀσωμάτων οὐσιῶν πλάτους, πλήρης δὲ λόγων καὶ δυνάμεων, δι’ ὧν κατευθύνει τὰ ἐγκόσμια, καὶ θεὸς μέν, τῷ δὲ ἐκθεοῦσθαι καὶ οὐκ αὐ‐ τόθεν ἔχουσα τὸ εἶναι θεός—καὶ γὰρ τὰ θεῖα σώματα
15θεοὺς καλοῦμεν, ὡς ἀγάλματα τῶν θεῶν—ποδηγετοῦσα δὲ τὸν ὅλον κόσμον ταῖς ἑαυτῆς δυνάμεσι καὶ τὸν μὲν οὐρα‐ νὸν τῇ ἑαυτῆς ἀκρότητι συνέχουσα, τὴν δὲ γένεσιν διὰ τοῦ οὐρανοῦ κυβερνῶσα, πανταχοῦ δὲ τὰ μερικὰ συνυφαίνουσα τοῖς ὅλοις. τοιαύτη δὲ οὖσα προελήλυθεν ἀπὸ τῆς ζῳο‐
20γόνου θεᾶς· νώτοις δ’ ἀμφὶ θεᾶς φύσις ἄπλετος ᾐώρηται· ἀφ’ ἧς πᾶσα ζωὴ πρόεισιν, ἥ τε νοερὰ καὶ ἡ ἀχώριστος τῶν διοικουμένων· ἐξηρτημένη δὲ ἐκεῖθεν καὶ ἀπαιωρουμένη φοιτᾷ διὰ πάντων ἀκωλύτως καὶ πάντα ἐμπνεῖ· δι’ ἣν καὶ τὰ
25ἀψυχότατα ψυχῆς μετέχει τινός, καὶ τὰ φθειρόμενα μένει διαιωνίως ἐν τῷ κόσμῳ, ταῖς ἐν αὐτῇ τῶν εἰδῶν αἰτίαις συνεχόμενα. ἄρχει δὲ αὖ φύσις ἀκαμάτη κόσμων τε καὶ ἔργων, φησὶ τὸ λόγιον,
30οὐρανὸς ὄφρα θέῃ δρόμον ἀΐδιον κατασύρων
in Ti
.

1

.

12

καὶ τὰ ἑξῆς. ὥστ’ εἴ τις ἐθέλοι τῶν τοὺς τρεῖς δημιουργοὺς λεγόντων εἰς ταύτας ἀναπέμπειν τὰς ἀρχὰς αὐτούς, τὸν δη‐ μιουργικὸν νοῦν, τὴν ψυχήν, τὴν ὅλην φύσιν, ὀρθῶς ἂν λέγοι διὰ τὰς εἰρημένας αἰτίας· εἰ δὲ ἄλλους τινὰς δημιουρ‐
5γοὺς ἐπέκεινα ψυχῆς ὑποτίθεται τρεῖς τοῦ παντός, οὐκ ὀρθῶς· εἷς γάρ ἐστιν ὁ τῶν ὅλων δημιουργός· κατενεί‐ μαντο δὲ αὐτοῦ τὴν ὅλην δημιουργίαν μερικώτεραι δυνάμεις. εἴτ’ οὖν Ἀμέλιος ἐθέλοι ταύτῃ διατάττεσθαι εἴτε Θεόδω‐ ρος, οὐ προσιέμεθα τὸν λόγον, ἀλλ’ ἐπὶ τῶν Πλατωνικῶν
10καὶ Ὀρφικῶν μένειν σπουδάσομεν ὑποθέσεων. καὶ μὴν καὶ ὅσοι τέχνην δημιουργικὴν τὴν φύσιν εἰρήκασιν, εἰ μὲν τὴν ἐν αὐτῷ τῷ δημιουργῷ μένουσάν φασιν, οὐκ ὀρθῶς λέγουσιν, εἰ δὲ τὴν ἀπ’ αὐτοῦ προϊοῦσαν, ὀρθῶς· τριπλῆν γὰρ τὴν τέχνην νοητέον, τὴν μὲν ἀνεκφοίτητον τοῦ τεχνί‐
15του, τὴν δὲ προϊοῦσαν μέν, ἐπιστρέφουσαν δὲ εἰς αὐτόν, τὴν δὲ ἤδη προελθοῦσαν καὶ ἐν ἄλλῳ γενομένην. ἡ μὲν οὖν ἐν τῷ δημιουργῷ τέχνη μένει τε ἐν αὐτῷ καὶ αὐτός ἐστι, καθ’ ἣν καὶ ἐργοτεχνίτης ὑπὸ τῶν λογίων ἐπονο‐ μάζεται καὶ κόσμου τεχνίτης πυρίου· ἡ δὲ νοερὰ ψυχὴ
20τέχνη μέν, ἀλλὰ μένουσα ἅμα καὶ προϊοῦσα· ἡ δὲ φύσις προελθοῦσα μόνον. διὸ καὶ ὄργανον λέγεται τῶν θεῶν, οὐκ ἄζων οὐδὲ ἀλλοκίνητον μόνον, ἀλλ’ ἔχουσά πως τὸ αὐτοκίνη‐ τον τῷ ἀφ’ ἑαυτῆς ἐνεργεῖν· τὰ γὰρ ὄργανα τῶν θεῶν ἐν λόγοις δραστηρίοις οὐσίωται καὶ ζωτικά ἐστι καὶ σύνδρομα
25ταῖς ἐνεργείαις αὐτῶν. Ἐπειδὴ τοίνυν εἴρηται, τίς ἡ κατὰ Πλάτωνα φύσις, ὅτι οὐσία ἀσώματος, ἀχώριστος σωμάτων, λόγους ἔχουσα αὐτῶν, εἰς ἑαυτὴν ὁρᾶν οὐ δυναμένη, καὶ δῆλον ἀπὸ τούτων, ὅπως ὁ διάλογος φυσικός, ὁ περὶ τῆς ὅλης κοσμοποιίας ἀναδιδά‐
30σκων, ἀκόλουθον ἂν εἴη τὰ τούτοις ἐφεξῆς συνάπτειν· τῆς
in Ti
.

1

.

13

γὰρ ὅλης φιλοσοφίας εἴς τε τὴν περὶ τῶν νοητῶν καὶ 〈τὴν〉 περὶ τῶν ἐγκοσμίων θεωρίαν διῃρημένης, καὶ εἰκότως, ὅτι καὶ διττὸς ὁ κόσμος, ὁ μὲν νοητός, ὁ δὲ αἰσθητός, ὡς ἐρεῖ [30 C] καὶ αὐτὸς προελθών, ὁ μὲν Παρμενίδης τὴν περὶ τῶν νοη‐
5τῶν πραγματείαν περιείληφεν, ὁ δὲ Τίμαιος τὴν τῶν ἐγ‐ κοσμίων· ὃ μὲν γὰρ ἁπάσας τὰς θείας τάξεις παραδίδωσιν, ὃ δὲ ἁπάσας τῶν ἐγκοσμίων τὰς προόδους· οὔτε δὲ ἐκεῖνος πάντη παραλείπει τὴν τῶν ἐν τῷ παντὶ θεωρίαν, οὔτε οὗτος τὴν τῶν νοητῶν, διότι καὶ τὰ αἰσθητὰ ἐν τοῖς νοητοῖς ἐστι
10παραδειγματικῶς καὶ τὰ νοητὰ ἐν τοῖς αἰσθητοῖς εἰκονικῶς· πλεονάζει δὲ ὃ μὲν περὶ τὸ φυσικόν, ὃ δὲ περὶ τὸ θεολογι‐ κόν, οἰκείως τοῖς ἀνδράσιν, ἀφ’ ὧν ὀνομάζονται· Τιμαίῳ τε γὰρ τοιοῦτό τι γράμμα περὶ τῆς τοῦ παντὸς ἐγέγραπτο φύσεως, καὶ Παρμενίδῃ δὲ περὶ τῶν ὄντως ὄντων. ὀρθῶς
15ἄρα φησὶν ὁ θεῖος Ἰάμβλιχος τὴν ὅλην τοῦ Πλάτωνος θεωρίαν ἐν τοῖς δύο τούτοις περιέχεσθαι διαλόγοις, Τιμαίῳ καὶ Παρμενίδῃ· πᾶσα γὰρ ἡ περὶ τῶν ἐγκοσμίων καὶ ὑπερ‐ κοσμίων πραγματεία τέλος ἔχει τὸ ἄριστον ἐν αὐτοῖς, καὶ οὐδεμία τάξις τῶν ὄντων ἀδιερεύνητος παραλέλειπται. φανείη
20δ’ ἂν τοῖς μὴ παρέργως ἐντυγχάνουσι καὶ ὁ τῆς πραγμα‐ τείας τρόπος τοῦ Τιμαίου πρὸς τὸν Παρμενίδην ὁμοιότατος· ὡς γὰρ ὁ Τίμαιος πάντων τῶν ἐν τῷ κόσμῳ τὴν αἰτίαν ἐπὶ τὸν πρώτιστον ἀνάγει δημιουργόν, οὕτως ὁ Παρμενίδης τῶν ὄντων ἁπάντων τὴν πρόοδον ἐξάπτει τοῦ ἑνός· καὶ ὃ μὲν
25ᾗ μετέχει πάντα τῆς δημιουργικῆς προνοίας παραδίδωσιν, ὃ δὲ ᾗ τῆς ἑνοειδοῦς ὑπάρξεως τὰ ὄντα μετείληφεν· ἔτι δὲ ὥσπερ ὁ Τίμαιος πρὸ τῆς φυσιολογίας τὴν δι’ εἰκόνων προ‐ τείνει θεωρίαν τῶν ἐγκοσμίων, οὕτως ὁ Παρμενίδης τὴν περὶ τῶν εἰδῶν τῶν ἀύλων ἀνακινεῖ ζήτησιν πρὸ τῆς θεολογίας·
30καὶ γὰρ δεῖ γυμνασάμενον μὲν ἐν τοῖς περὶ τῆς ἀρίστης πολιτείας λόγοις εἰς τὴν τοῦ παντὸς ἀνάγεσθαι κατανόησιν,
ἀθλήσαντα δὲ ἐν ταῖς συντόνοις περὶ τῶν εἰδῶν ἀπορίαις
in Ti
.

1

.

14

ἐπὶ τὴν τῶν ἑνάδων ἀναπεμφθῆναι μυστικὴν θεωρίαν. τού‐ των δὲ εἰρημένων καιρὸς ἂν εἴη τῆς λέξεως ἐφάπτεσθαι τοῦ Πλάτωνος καὶ βασανίζειν ἕκαστον ὡς ἂν οἷοί τε ὦμεν. Εἷς, δύο, τρεῖς, ὁ δὲ δὴ τέταρτος ἡμῖν, ὦ φίλε
5Τίμαιε, ποῦ τῶν χθὲς δαιτυμόνων, τὰ νῦν δὲ ἑστι‐ ατόρων [17 A]. Λογγῖνος μὲν ὁ κριτικός, ἐφιστὰς τῇ ῥήσει ταύτῃ φιλο‐ λόγως, ἐκ τριῶν αὐτὴν κώλων συγκεῖσθαί φησιν, ὧν τὸ πρῶτον εὐτελές πως ὂν καὶ κοινὸν διὰ τὴν λύσιν τῆς ἑρμηνείας ἐκ τοῦ
10δευτέρου μεγαλοπρεπέστερον ἀποτελεσθῆναι διὰ τῆς ἐξαλλαγῆς τοῦ ὀνόματος καὶ τῆς συνεχείας τῶν λέξεων, πολλῷ δὲ πλέον ἐκ τοῦ τρίτου χάριν τε καὶ ὕψος ἀμφοτέροις προστεθῆναι· τὸ μὲν γὰρ εἷς δύο τρεῖς ἐξ ἀσυνδέτων συντεθὲν ὕπτιον ἐποίει τὸν λόγον· τὸ δὲ ἑξῆς τὸ ὁ δὲ δὴ τέταρτος ἡμῖν,
15ὦ φίλε Τίμαιε, ποῦ διά τε τοῦ τέταρτος ἐξηλλαγμένου πρὸς τοὺς εἰρημένους ἀριθμοὺς καὶ δι’ ὀνομάτων μεγαλοπρε‐ πῶν συναρμοσθέν, σεμνοτέραν ἀπέφηνε τὴν ἑρμηνείαν· τὸ δὲ τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δὲ ἑστιατόρων ἅμα τῇ χάριτι καὶ τῇ ὥρᾳ τῶν ὀνομάτων καὶ διὰ τῆς τρο‐
20πῆς ἐπῆρε καὶ ὕψωσε τὴν ὅλην περίοδον. Πραξιφάνης δέ, ὁ τοῦ Θεοφράστου ἑταῖρος, ἐγκαλεῖ τῷ Πλάτωνι πρῶτον μέν, ὅτι πρόδηλον ὂν καὶ τῇ αἰσθήσει γνώριμον τῷ Σωκρά‐ τει περιέθηκε τὸ εἷς δύο τρεῖς· τί γὰρ ἐδεῖτο τοῦ ἀριθ‐ μεῖν ὁ Σωκράτης, ἵνα γνῷ τὸ πλῆθος τῶν ἀπηντηκότων εἰς
25τὴν συνουσίαν; δεύτερον δέ, ὅτι τὸ τέταρτος ἐξήλλαξε, καὶ οὐ συμφώνως τοῖς προειρημένοις· ἀκόλουθον γὰρ τῷ μὲν εἷς δύο τρεῖς τὸ τέτταρες, τῷ δὲ τέταρτος τὸ πρῶτος δεύ‐ τερος τρίτος. ταῦτα μὲν οὖν ὁ ἐκείνου μῦθος· ὁ δέ γε φιλόσοφος Πορφύριος ἀπαντᾷ πρὸς αὐτὸν κατὰ πόδας,
30πρὸς μὲν τὸ δεύτερον, ὅτι τῆς Ἑλληνικῆς ἐστι τοῦτο συν‐
in Ti
.

1

.

15

ηθείας, κάλλος περὶ τὴν ἑρμηνείαν ἐργαζομένης· ὁ γοῦν Ὅμηρος πολλὰ τοιαῦτα εἴρηκεν [Η 247]· ἓξ μὲν γάρ φησι
διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής, ἐπεσχέθη δὲ ἐν τῇ ἑβδομάτῃ· καὶ τῷ ὀνόματί φησιν οὕτως
5καὶ ἄλλοθι πολλαχοῦ· ἔχει μὴν καὶ αἰτίαν ἐνταῦθα ἡ ἐξαλ‐ λαγή· τοὺς μὲν γὰρ παρόντας ἦν δεικνύντα ἀριθμεῖν· δεικτι‐ κὸν γὰρ τὸ εἷς δύο τρεῖς· τὸν δὲ ἀπόντα—δεικνύναι γὰρ ἀδύνατον ἦν—διὰ τοῦ τέταρτος ἐσήμηνε· καὶ γὰρ ἐπὶ ἀπόντος χρώμεθα τῷ τέταρτος· πρὸς δὲ τὸ πρότερον, ὅτι
10ἄρα τοσούτων μὲν παρόντων, ὅσους ἦν παραγίνεσθαι εἰκός, περιττὸν τὸ ἀριθμεῖν, ἐλλείποντος δέ τινος, ὃν ἀγνοοῦμεν δι’ ὀνόματος, ἔμφασιν ἔχει τοῦ λείποντος ἡ τῶν παρόντων ἀπαρίθμησις, ὡς ἐπιποθοῦσα τὸν λοιπὸν καὶ ὡς ἐνδέουσα μέρει τοῦ παντὸς ἀριθμοῦ. τοῦτο οὖν καὶ ὁ Πλάτων ἐν‐
15δεικνύμενος πεποίηκε τὸν Σωκράτην καὶ ἀριθμοῦντα τοὺς παραγενομένους καὶ ἀπαιτοῦντα τὸν ὑπολειπόμενον· εἰ μὲν γὰρ ἐγίγνωσκε κἀκεῖνον καὶ ἦν δυνατὸν δηλοῦν τῷ ὀνόματι, εἶπεν ἂν τυχόν, ὅτι Κριτίαν μὲν ὁρᾷ καὶ Τίμαιον καὶ Ἑρ‐ μοκράτην, τὸν δεῖνα δὲ οὐχ ὁρᾷ· ἐπειδὴ δὲ ξένος ἦν ὁ ἀπὼν
20καὶ ἀγνὼς αὐτῷ, διὰ τοῦ ἀριθμοῦ μόνον αὐτός τε οἶδεν ὅτι ἄπεστι, καὶ ἡμῖν ποιεῖ καταφανὲς τοῖς ὕστερον τοσοῦτον γεγονόσι. χαρίεντα μὲν οὖν πάντα ταῦτα καὶ ὅσα τοιαῦτα ἄν τις ἐπινοήσειεν εἰς θεωρίαν τῆς προκειμένης ῥήσεως· δεῖ δὲ μεμνῆσθαι καὶ ὅτι Πυθαγόρειος ὁ διάλογος, καὶ χρὴ τὸν
25προσήκοντα τρόπον ἐκείνοις ποιεῖσθαι τὰς ἐξηγήσεις. οὐκοῦν ἠθικὰ μὲν λάβοις ἂν ἐντεῦθεν Πυθαγόρεια δόγματα τοιαῦτα· τὴν φιλίαν οἱ ἄνδρες ἐκεῖνοι σκοπὸν ἐτίθεντο πάσης τῆς ἑαυτῶν φιλοσοφίας καὶ τὴν ὁμονοητικὴν ζωήν· ταύτην δὴ καὶ ὁ Σωκράτης πρὸ πάντων προβέβληται φίλον τὸν Τίμαιον
30ἀποκαλῶν. τὰς ὁμολογίας ᾤοντο χρῆναι βεβαίας αὐτοῖς δια‐
μένειν, ἃς πρὸς ἀλλήλους ἐποιοῦντο· ταύτας καὶ ὁ Σωκρά‐
in Ti
.

1

.

16

της ἀπαιτεῖ τὸν τέταρτον ἐπιποθῶν. τὴν κοινωνίαν ἠσπά‐ ζοντο τὴν ἐν ταῖς εὑρέσεσι τῶν δογμάτων, καὶ τὰ ἑνὸς συγ‐ γράμματα κοινὰ πάντων ἦν· τοῦτο καὶ ὁ Σωκράτης βεβαιοῖ τοὺς αὐτοὺς δαιτυμόνας καὶ ἑστιάτορας γίγνεσθαι παρακαλῶν,
5πληροῦντάς τε καὶ πληρουμένους, διδάσκοντας καὶ μανθά‐ νοντας. ἄλλοι μὲν οὖν περὶ καθηκόντων τέχνας γεγρά‐ φασι, δι’ ὧν ἀξιοῦσι βελτίους τὰ ἤθη ποιεῖν τοὺς ὑπ’ αὐτῶν παιδευομένους· ὁ δὲ Πλάτων δι’ αὐτῆς τῆς μιμήσεως τῶν ἀρίστων ἀνδρῶν τοὺς τῶν καθηκόντων ἡμῖν ὑπογράφει τύ‐
10πους, οἳ πολὺ τὸ δραστικώτερον ἔχουσι τῶν ἐν κανόσι ψιλοῖς ἀποκειμένων· διατίθησι γὰρ ἡ μίμησις τὰς τῶν ἀκουόντων ζωὰς κατὰ τὴν ἑαυτῆς ἰδιότητα. περὶ τίνα οὖν ὁ φιλόσοφος μάλιστα πλεονάσει, δηλοῖ διὰ τούτων· ὅτι περὶ τὴν τῶν λό‐ γων ἀκρόασιν· καὶ τίνα ἡγήσεται θοίνην εἶναι ἀληθινήν·
15ὅτι οὐχ ἣν οἱ πολλοὶ ἥγηνται—ζωώδης γάρ—ἀλλὰ τὴν ἑστιῶσαν τὸν ἐν ἡμῖν ἄνθρωπον. διὸ καὶ πολὺ παρ’ αὐτῷ τὸ ἑστιᾶσθαι ἐπὶ τῶν λόγων· ἢ δῆλον, ὅτι τῶν λόγων ὑμᾶς Λυσίας εἱστία [Phaedr. 227 B]; καὶ ὑμεῖς μόνω ἑστιάσεσθον, ἡμῖν δὲ οὐ μεταδίδοτον [Lys. 211 D].
20ταῦτα μὲν οὖν καὶ ὅσα τοιαῦτα, ἠθικά· φυσικὰ δὲ τοι‐ αῦτα· τοῖς ἀριθμοῖς πᾶσαν τὴν φυσικὴν ποίησιν ἔλεγον συνέχεσθαι, καὶ κατ’ ἀριθμοὺς συνεστάναι πάντα τὰ δημι‐ ουργήματα τῆς φύσεως, εἶναι δὲ τοὺς ἀριθμοὺς τούτους μετεχομένους, ὥσπερ καὶ πάντα τὰ ἐγκόσμια εἴδη μεθεκτά
25ἐστιν. εἰκότως ἄρα καὶ ἀρχόμενος ὁ λόγος διὰ τῶν ἀριθμῶν πρόεισι καὶ ἀριθμοῖς χρῆται τοῖς ὡς ἀριθμητοῖς, ἀλλ’ οὐκ αὐτοῖς ἐκείνοις, ὧν καὶ οὗτοι μετέχουσιν· ἄλλο γὰρ μονὰς δυὰς τριάς, ἄλλο τὸ εἷς δύο τρεῖς· τὰ μὲν γὰρ ἁπλᾶ καὶ αὐτὸ ἕκαστον, τὰ δὲ μετέχοντα ἐκείνων, καὶ οὐκ ἄρα ὀρ‐
30θῶς Ἀριστοτέλης λέγων, ὅτι τοὺς ἀριθμοὺς ἐν τοῖς αἰσθη‐ τοῖς οἱ ἄνδρες ἐτίθεντο· πῶς γάρ; οἱ τὸν ἀριθμὸν ὑμνοῦν‐
τες πατέρα μακάρων καὶ ἀνδρῶν καὶ τὴν τετρακτὺν
in Ti
.

1

.

17

παγὰν ἀενάου φύσεως; ἐπεὶ δ’ οὖν φυσικὸς ὁ διάλογος, ἀπὸ τῶν μετεχομένων ἀριθ‐ μῶν πεποίηται τὴν πρώτην ἐπιβολήν, οἷοι δή εἰσιν οἱ φυσι‐ κοὶ πάντες. ἔτι τὴν φυσικὴν κοινωνίαν οἱ ἄνδρες ἐπρέσβευον,
5τήν τε ἐν τῇ γενέσει, καθ’ ἣν πάντα ῥητὰ καὶ σύμμετρα ἀλλήλοις ἀποτελεῖται, καὶ τὴν ἐν τοῖς οὐρανίοις· μεταδίδωσι γὰρ ἀλλήλοις καὶ ἐκεῖνα τῶν οἰκείων δυνάμεων. ὀρθῶς ἄρα καὶ ὁ Σωκράτης καὶ τῷ προκειμένῳ πρεπόντως ἀξιοῖ τοὺς αὐτοὺς γίγνεσθαι δαιτυμόνας τε καὶ ἑστιάτορας. θεολογικὰ
10δὲ θεωρήσειας ἂν ἐκ τούτων τοιάδε νοήματα. διὰ τῶν πρώ‐ των καὶ ἡγεμονικῶν ἀριθμῶν πάντα ἐγέννων οἱ ἄνδρες, καὶ ἀπὸ τῶν τριῶν θεῶν πᾶσι τὴν ὑπόστασιν ἐδίδοσαν τοῖς ἐγ‐ κοσμίοις. τούτων ἔνδειξιν ἔχουσιν ἥ τε μονὰς καὶ ἡ δυὰς καὶ ἡ τριάς, ὥστε ἀπ’ αὐτῶν ἄρχεσθαι δέον καὶ πρὸς αὐτὰς
15βλέπειν τὸν ἐσόμενον τῆς φύσεως θεατήν. ἔτι τὰ μὲν συν‐ αίτια τῶν φυσικῶν πραγμάτων καὶ παρ’ ἄλλοις ἐτεθεώρητο, τὸ δὲ τελικὸν καὶ παραδειγματικὸν καὶ ποιητικὸν ἰδίως παρ’ αὐτοῖς ἐξητάζετο. ταῦτ’ οὖν τὰ αἴτια διὰ τῶν ἐκκειμένων ἀριθμῶν δηλοῦται, τὸ μὲν τελικὸν διὰ τῆς μονάδος· ἐν
20τἀγαθοῦ γὰρ τάξει προέστηκε τῶν ἀριθμῶν· τὸ δὲ παραδειγ‐ ματικὸν διὰ τῆς δυάδος· ἡ γὰρ ἑτερότης τῶν ὄντων διέκρινε τὰς πρωτουργοὺς αἰτίας τῶν ὅλων· ἔτι δὲ καὶ ἡ δυὰς ἀρχὴ τῆς τετρακτύος ἐστὶ τῶν νοητῶν παραδειγμάτων· τὸ δὲ ποιητικὸν σημαίνεται διὰ τῆς τριάδος· οἰκεῖος γὰρ ὁ νοῦς
25τῇ τριάδι, τρίτος ὢν ἀπὸ τοῦ ὄντος διὰ μέσης τῆς ζωῆς, ἢ ἀπὸ τοῦ πατρὸς διὰ τῆς δυνάμεως, ἢ ἀπὸ τοῦ νοητοῦ διὰ τῆς νοήσεως· ἀνάλογον γὰρ ὡς μονὰς πρὸς δυάδα, οὕτως τὸ ὂν πρὸς τὴν ζωήν, καὶ ὁ πατὴρ πρὸς τὴν δύναμιν, καὶ τὸ νοητὸν πρὸς τὴν νόησιν· ὡς δὲ δυὰς πρὸς τριάδα, ἥ τε
30ζωὴ πρὸς τὸν νοῦν καὶ ἡ δύναμις καὶ ἡ νόησις. ἔτι τὰ
in Ti
.

1

.

18

θεῖα πάντα ἐν πᾶσίν ἐστι καὶ ἥνωται ἀλλήλοις, ὡς εἶναι καὶ πάντας ἐν ἑνὶ καὶ ἐν πᾶσιν ἕκαστον καὶ διὰ τῆς θείας φιλίας συνέχεσθαι· καὶ ὁ ἐκεῖ Σφαῖρος [Emped. frg. 27D.] τὴν μίαν ἕνωσιν περιέχει τῶν θεῶν. εἰκότως ἄρα καὶ ὁ Σωκράτης εἰς τὸ
5θεῖον βλέπων κοινωνίας καὶ ὁμονοίας προκατάρχει καὶ εἰς ταύ‐ την καὶ τοὺς ἄλλους παρακαλεῖ. καὶ μὴν καὶ ἡ ἑστίασις καὶ ἡ δαὶς προσήκοντά ἐστιν ὀνόματα τοῖς θεοῖς καὶ οὐχ ἥκιστα τοῖς ἐγκοσμίοις· συνανίασι γὰρ τοῖς ἀπολύτοις θεοῖς ἐπὶ δαῖτά τε καὶ θοίνην, ὥς φησιν ὁ ἐν τῷ Φαίδρῳ Σω‐
10κράτης [247 A], καὶ ἡ ἑστίασις ἡ ἐν τοῖς γενεθλίοις τῆς Ἀφροδίτης παρὰ τῷ μεγάλῳ γίγνεται Διί. ταῦτα δὴ καὶ ὁ Σωκράτης ἀνάλογον ἀξιοῖ γίγνεσθαι περὶ αὐτούς, νοήσεων θείων κοινωνοῦντας ἀλλήλοις. καὶ οὐδὲν θαυμαστόν, εἰ καὶ Τίμαιος ἑστιᾷ τοὺς ἄλλους καὶ ἑστιᾶται παρ’ αὐτῶν, ἐπεὶ
15καὶ παρὰ τοῖς θεολόγοις μεταδόσεις εἰσὶ δυνάμεων ὑμνη‐ μέναι καὶ μετουσίαι, πληρούντων τε ἄλληλα τῶν θείων καὶ πληρουμένων ὑπ’ ἀλλήλων· οὕτω γὰρ καὶ παρὰ τοῖς φοιβο‐ λήπτοις ποιηταῖς ἠκούσαμεν, ὅτι δεξιοῦνται ἀλλήλους οἱ θεοὶ ταῖς νοεραῖς ἐνεργείαις ἢ ταῖς προνοητικαῖς εἰς τὸ πᾶν
20ποιήσεσι·
τοὶ δὲ χρυσέοις δεπάεσσι δειδέχατ’ ἀλλήλους Τρώων πόλιν εἰσορόωντες [Δ 4]. εἰ δὲ καὶ γιγνώσκουσιν ἀλλήλους καὶ νοοῦσιν· οὐ γάρ τ’ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται [ε 79]·
25τροφὴ δὲ τὸ νοητὸν τῷ νοοῦντι κατὰ τὸ λόγιόν ἐστι, δῆλον ὅτι καὶ τὸ ἀνταφεστιᾶν πρώτως ἐν τοῖς θεοῖς, καὶ τῶν ἀν‐ θρώπων οἱ σοφώτεροι μιμούμενοι καὶ ταύτῃ τοὺς θεοὺς μεταδιδόασιν ἀλλήλοις ἀφθόνως τῶν οἰκείων ἕκαστοι νοήσεων. Ἀσθένειά τις αὐτῷ ξυνέπεσεν, ὦ Σώκρατες· οὐ
30γὰρ ἂν ἑκὼν τῆσδε ἀπελείπετο τῆς συνουσίας [17 A].
Ὁ μὲν φιλόσοφος Πορφύριος καθῆκον ὑπογράφεσθαί
in Ti
.

1

.

19

φησιν ἐν τούτοις τό τε μίαν ταύτην αἰτίαν εἶναι τοῖς ἔμφροσι τῆς τῶν τοιούτων συνουσιῶν ἀπολείψεως ἀσθένειαν τοῦ σώματος, καὶ ὡς χρὴ πᾶν τοῦτο περιστατικὸν νομίζειν καὶ ἀκούσιον, καὶ αὖ ἕτερον τὸ τοὺς φίλους ὑπὲρ τῶν φίλων
5τὰς ἐνδεχομένας ἀπολογίας ποιεῖσθαι, ὅταν τι δοκῶσι παρὰ τὸ κοινῇ δόξαν 〈οὐκ〉 ὀρθῶς ποιεῖν· ἀμφότερα γοῦν ἡ ῥῆσις αὕτη περιείληφε τό τε ἦθος τοῦ Τιμαίου καὶ τὴν ἀνάγκην τοῦ ἀπόντος ἐνδεικνυμένη, τὸ μὲν ὡς ἥμερον καὶ φιλάληθες, τὴν δὲ ὡς ἐμπόδιον τῆς φιλολόγου ζωῆς. ὁ δέ γε θεῖος
10Ἰάμβλιχος ὑψηλολογούμενος ἐν ταύτῃ τῇ ῥήσει τοὺς περὶ τὴν τῶν νοητῶν θέαν γεγυμνασμένους ἀσυμμέτρως ἔχειν φησὶ πρὸς τὴν περὶ τὰ αἰσθητὰ διατριβήν· ὥς που καὶ αὐτὸς εἴρη‐ κεν ὁ Σωκράτης ἐν Πολιτείᾳ [VII 516 E s] τοὺς ἐν αὐγῇ καθαρᾷ τεθραμμένους ἀμβλυώττειν εἰς τὸ σπήλαιον καταβάν‐
15τας ὑπὸ τοῦ ἐκεῖ σκότους, ὥσπερ καὶ τοὺς ἀναβάντας ἐκ τοῦ σπηλαίου διὰ τὸ μὴ δύνασθαί πω πρὸς τὸ φῶς ἀντωπεῖν· καὶ διὰ ταύτην τὴν αἰτίαν ἀπολείπεσθαι τὸν τέταρτον, ὡς ἄλλῃ προσ‐ ήκοντα θέᾳ, τῇ τῶν νοητῶν, καὶ δὴ καὶ εἶναι τὴν ἀσθένειαν αὐτοῦ ταύτην δυνάμεως ὑπερβολήν, καθ’ ἣν ὑπερέχει τῆς παρού‐
20σης θεωρίας· ὡς γὰρ ἡ τῶν κακῶν δύναμις ἀδυναμία μᾶλλόν ἐστιν, οὕτως ἡ ἀσθένεια ἡ πρὸς τὰ δεύτερα δυνάμεώς ἐστιν ὑπεροχή. λέγει δὴ οὖν ὁ λόγος τὸν ἀπολειπόμενον ὡς ἀσύμ‐ μετρον τοῖς φυσικοῖς λόγοις ἀπεῖναι, βούλεσθαι δ’ ἂν παρεῖναι τούτοις, εἰ περὶ τὰ νοητὰ διατρίψειν ἔμελλον. καὶ σχεδὸν
25ἅπαντα τὰ πρὸ τῆς φυσιολογίας ὃ μὲν ἐξηγεῖται πολιτικώ‐ τερον, ὁ Πορφύριος, εἰς τὰς ἀρετὰς ἀναφέρων καὶ τὰ λεγό‐ μενα καθήκοντα, ὃ δὲ φυσικώτερον· δεῖν γὰρ τῷ προκει‐ μένῳ σκοπῷ πάντα σύμφωνα εἶναι· φυσικὸς δὲ ὁ διάλογος, ἀλλ’ οὐκ ἠθικός. ταῦτα μὲν οὖν οἱ φιλόσοφοι διατάττον‐
30ται περὶ τούτων· παραλείπω γὰρ τοὺς πολλὰ πράγματα παρέ‐ χοντας ἡμῖν, ἵνα δὴ ἀποφαίνωσιν, ὅτι οὗτος ὁ τέταρτος ἦν
Θεαίτητος, διότι γνώριμος ἐγεγόνει τοῖς ἐκ τοῦ Ἐλεατικοῦ
in Ti
.

1

.

20

διδασκαλείου, καὶ διότι νοσοῦντα τοῦτον παραδέδωκε· τοῦ‐ τον οὖν καὶ νῦν ἀπεῖναι διὰ νόσον· οὕτω γὰρ Ἀριστοκλῆς κατασκευάζει Θεαίτητον εἶναι τὸν ἀπόντα. καίτοι γε Θεαί‐ τητος ὀλίγον πρὸ τῆς Σωκράτους τελευτῆς καὶ Σωκράτει
5γνώριμος γέγονε καὶ τῷ Ἐλεάτῃ ξένῳ· εἰ δὲ καὶ ἦν πρὸ πολλοῦ γνώριμος ἐκείνῳ, τί τῷ Τιμαίῳ κοινὸν πρὸς ἐκεῖ‐ νον; Πτολεμαῖος δὲ ὁ Πλατωνικὸς Κλειτοφῶντα αὐτὸν οἴεται εἶναι· τοῦτον γὰρ ἐν τῷ ὁμωνύμῳ διαλόγῳ μηδ’ ἀπο‐ κρίσεως ἠξιῶσθαι παρὰ Σωκράτους. Δερκυλλίδης δὲ Πλά‐
10τωνα· τοῦτον γὰρ καὶ τῆς Σωκράτους ἀπολελεῖφθαι τελευτῆς διὰ νόσον [Phaed. 59 B]. τούτους μὲν οὖν, ὅπερ ἔφην, παραλείπω, καλῶς καὶ ὑπὸ τῶν πρὸ ἡμῶν ἀποδοκιμασθέντας, ὡς οὔτε ἄξια ζητήσεως ζητοῦντας οὔτε ἀσφαλές τι λέγοντας· γλίσχρως τε γὰρ ἐπιχειροῦσιν ἅπαντες, καὶ οὐδὲν πρὸς τὸν
15λόγον, εἰ καὶ τοῦτο εὕροιμεν ὃ ζητοῦσιν· ἐπεὶ καὶ τὸ μὲν Θεαί‐ τητον διὰ τὴν νόσον ἢ Πλάτωνα λέγειν οὐδὲ τοῖς χρόνοις συνᾴ‐ δει· τούτων γὰρ ὁ μὲν κρινομένου Σωκράτους, ὁ δὲ ἀποθα‐ νόντος εἴρηται νοσεῖν· τὸ δὲ Κλειτοφῶντα, παντελῶς ἄτοπον· παρῆν γὰρ οὐδὲ τῇ προτεραίᾳ, Σωκράτους διηγουμένου [rep.
20I 340 AB] τίνα εἶπεν ὁ Κλειτοφῶν τῇ πρὸ ἐκείνης κατὰ τὴν ἐν Πειραιεῖ συνουσίαν. πλὴν τοσοῦτον ὁ Ἀττικὸς ὀρθῶς ἐπισημαίνεται· ἔοικεν ὁ ἀπολειπόμενος οὗτος εἶναι τῶν μετὰ Τιμαίου ξένων· διὸ καὶ ὁ Σωκράτης αὐτὸν ἐρωτᾷ τὸν Τίμαιον, ὅπου ποτὲ εἴη ὁ τέταρτος, καὶ ἐκεῖνος ὡς περὶ
25ἐπιτηδείου τινὸς ἀπολογεῖται τὴν ἀπουσίαν ἀναγκαίαν αὐτῷ καὶ ἀβούλητον δεικνύς. ταῦτα μὲν οὖν τὰ παρὰ τῶν παλαι‐ οτέρων. ἃ δὲ ὁ ἡμέτερος καθηγεμὼν ἐν τούτοις ἐπέ‐ κρινε, ταῦτα ἡμῖν ῥητέα τῷ Πλάτωνι διαφερόντως ἑπόμενα. ἔλεγε δ’ οὖν, ὅτι ὅσῳ αἱ ἀκροάσεις περὶ σεμνοτέρων γίγνον‐
30ται καὶ ὑψηλοτέρων πραγμάτων, τοσούτῳ τὸ μὲν τῶν ἀκροα‐
in Ti
.

1

.

21

τῶν ἐλασσοῦται πλῆθος, μυστικώτερον δὲ καὶ ἀπορρητότερον πρόεισιν ὁ λόγος. καὶ διὰ ταῦτα ἐν μὲν τῇ προτέρᾳ τῆς πολιτείας παραδόσει κατὰ τὴν ἐν Πειραιεῖ ξυνουσίαν πολὺς ὁ ἀκροατής, καὶ οἵ γε ὀνόματος τυχόντες ἕξ· ἐν δὲ τῇ
5δευτέρᾳ κατὰ τὴν Σωκράτους ἀφήγησιν τέτταρες οἱ δεχόμενοι τοὺς λόγους· ἐν δὲ ταύτῃ καὶ ὁ τέταρτος ἀπολείπεται, τρεῖς δὲ οἱ ἀκροαταί, καὶ ὅσῳ καθαρώτερος καὶ νοερώτερος ὁ λόγος, τοσούτῳ συστέλλεται ὁ ἀκροατής. πανταχοῦ μὲν γὰρ ἡ ὑφη‐ γουμένη μονάς ἐστιν· ἀλλ’ ὅπου μὲν ἀγωνιστικῶς· διὸ καὶ
10οἱ ἀκροαταὶ τό τε ἀόριστον ἔχουσι καὶ τὸ διωρισμένον εἰς πλῆθος ἐκτεινόμενον, ἐν ᾧ τὸ περιττὸν τῷ ἀρτίῳ συμπέ‐ πλεκται· ὅπου δὲ ἀφηγηματικῶς μέν, οὔπω 〈δ’〉 ἀπηλλαγμένης τῆς μάχης καὶ τῶν ἀγώνων τῶν διαλεκτικῶν· διὸ καὶ οἱ ἀκροα‐ ταὶ τέτταρες, τῆς τετράδος διὰ μὲν τὸ τετραγωνικὸν καὶ τὸ πρὸς
15τὴν μονάδα συγγενὲς τὴν ὁμοιότητα καὶ τὸ ταὐτὸν ἐχούσης, διὰ δὲ τὴν τοῦ ἀρτίου φύσιν τὴν ἑτερότητα καὶ τὸ πλῆθος· 〈ὅπου δὲ〉 ἐξῃρημένης μὲν ἁπάσης ἀγωνιστικῆς διδασκαλίας, ἀποφαντικῶς δὲ καὶ ὑφηγητικῶς τῆς θεωρίας ὑφαινομένης· διὸ καὶ ἡ τριὰς οἰκεία τοῖς ὑποδεχομένοις αὐτήν, κατὰ πάντα
20τῇ μονάδι συμφυομένη, τὸ περιττόν, τὸ πρῶτον, τὸ τέλειον· ὡς γὰρ τῶν ἀρετῶν αἳ μὲν ἐν μαχομένοις ὑφεστήκασι καὶ μετροῦσιν αὐτῶν τὴν μάχην, αἳ δὲ χωρίζουσι μὲν ἀπὸ τῶν μαχομένων, οὔπω δὲ αὐτῶν παντελῶς ἀπέστησαν, αἳ δὲ πάντη κεχωρισμέναι τυγχάνουσιν, οὕτω δὴ καὶ τῶν λόγων οἳ μὲν
25ἀγωνιστικοί τινές εἰσιν, οἳ δὲ ἀποφαντικοί, οἳ δὲ μέσοι πως ἀμφοτέρων· οἳ μὲν τῇ νοερᾷ γαλήνῃ καὶ τῇ νοήσει τῆς ψυχῆς προσήκοντες, οἳ δὲ ταῖς δοξαστικαῖς ἐνεργείαις, οἳ δὲ ταῖς μεταξὺ τούτων ζωαῖς. καὶ δὴ καὶ τῶν ἀκροατῶν οἳ μὲν πρὸς τὰς ὑψηλοτέρας ἀκροάσεις ἔχουσι συμμέτρως, οἳ δὲ
30πρὸς τὰς χαμαιζηλοτέρας. καὶ οἱ μὲν τῶν μειζόνων ἀκροαταὶ καὶ πρὸς τὰς καταδεεστέρας ἀπαντᾶν οἷοί τέ εἰσιν, οἱ δὲ
πρὸς τὰς ἐλάττους πεφυκότες ἀδυνατοῦσι πρὸς τὰς σεμνο‐
in Ti
.

1

.

22

τέρας. οὕτω καὶ τῶν ἀρετῶν ὁ μὲν τὰς μείζους ἔχων ἔχει καὶ τὰς ἐλάττους, ὁ δὲ ταῖς ὑφειμέναις κοσμηθεὶς οὐ πάν‐ τως καὶ τῶν τελειοτέρων ἐπήβολος γέγονε. τί οὖν ἔτι θαυμαστόν, εἰ ὁ τῶν περὶ πολιτείας λόγων ἠκροαμένος ἀπο‐
5λέλειπται τῆς περὶ τοῦ παντὸς ἀκροάσεως; μᾶλλον δὲ πῶς οὐκ ἀναγκαῖον ἐν τοῖς βαθυτέροις τῶν λόγων ἐλάττους εἶναι τοὺς παρεπομένους; πῶς δὲ οὐ Πυθαγόρειον τὸ διάφορα μέτρα τῶν ἀκροάσεων ἀφωρίσθαι; καὶ γὰρ τῶν εἰς τὸ ὁμα‐ κόειον φοιτώντων οἳ μὲν βαθυτέρων, οἳ δὲ ἐπιπολαιοτέρων
10ἥπτοντο δογμάτων. πῶς δὲ οὐ τῷ Πλάτωνι σύμφωνον ἀσθέ‐ νειαν αἰτιασαμένῳ τῆς ἀπουσίας; ἡ γὰρ ἀδυναμία τῆς ψυχῆς πρὸς τὰ θειότερα νοήματα τῶν ὑψηλοτέρων ἡμᾶς ἀφίστησι συνουσιῶν· ὅπου δὴ χώραν ἔχει καὶ τὸ ἀκούσιον· ἑκούσιον μὲν γὰρ πᾶν τὸ μειζόνως ἡμᾶς ὠφελοῦν, ἡ δὲ τῶν τελεωτέ‐
15ρων ἀπόπτωσις ἀκούσιον· μᾶλλον δὲ αὕτη μὲν οὐχ ἑκούσιον, ἡ δὲ οὐ μόνον ἀποστᾶσα τῶν μειζόνων ἀγαθῶν, ἀλλὰ καὶ εἰς τὴν ἀπειρίαν ὑπενεχθεῖσα τῆς κακίας ἀκούσιον. διὸ καὶ ὁ Τίμαιος οὐχ ἑκόντα φησὶν ἀπολείπεσθαι τῆσδε τῆς συν‐ ουσίας τὸν τέταρτον· οὐ γὰρ οὕτως ἀπολέλειπται, ὡς ἀπό‐
20στροφος πάντη θεωρίας, ἀλλ’ ὡς τὰ μείζω μυεῖσθαι μὴ δυνάμενος. τὸν μὲν οὖν τῶν περὶ κοσμοποιίας λόγων ἀκροατὴν καὶ τῶν περὶ πολιτείας ἀκροᾶσθαι δυνατόν, τὸν δὲ τῶν 〈περὶ〉 πολιτείας ἀνασχόμενον διὰ δυνάμεως ὑπερβολὴν ἀπολείπεσθαι τῶν περὶ τοῦ παντὸς ἀκροάσεων τῶν ἀδυνάτων
25ἐστί. δι’ ἔνδειαν ἄρα καὶ οὐ δι’ ὑπεροχήν, ὥς φασί τινες, ὁ τέταρτος ἀπολέλειπται τῶν προκειμένων λόγων, καὶ τὴν ἀσθένειαν οὐ τῶν ἄλλων πρὸς αὐτὸν ἀσυμμετρίαν, ἀλλ’ αὐτοῦ πρὸς τοὺς ἄλλους ὕφεσιν ῥητέον· ἔστω μὲν γὰρ ἡ ἀδυναμία καὶ ἐπὶ τῶν ἀπὸ τοῦ νοητοῦ κατιόντων καὶ ἐπὶ τῶν ἀναγομένων
30ἐκ τῆς θεωρίας τῶν αἰσθητῶν, οἵαν ὁ ἐν Πολιτείᾳ Σωκράτης
[VII 518 AB] ἱστόρησεν· ἀλλ’ ὁ τῶν πολιτικῶν λόγων ἀκροατὴς
in Ti
.

1

.

23

γεγονὼς οὐκ ἂν δι’ ὑπεροχὴν ἄγνωστον τοῖς παροῦσιν ἀπο‐ λείποιτο τῆς τῶν φυσικῶν θεωρίας. καὶ τὸ συνέπεσε δὲ τὴν ἐπὶ τὸ κάτω διαφορὰν αὐτοῦ πρὸς τοὺς παρόντας, ἀλλ’ οὐ τὴν καθ’ ὑπεροχὴν ἱκανῶς, οἶμαι, παρίστησι. καὶ μὴν
5καὶ τὸ ἀνώνυμον οὐχὶ τὸ ἐξῃρημένον καὶ ἀπερίγραφον ση‐ μαίνειν ἔοικε τοῖς παροῦσιν, ἀλλὰ τὸ ἀόριστον καὶ τὸ ὑφει‐ μένον τῆς ἕξεως. εἴωθε γοῦν ὁ Πλάτων τοῦτο πολλαχοῦ ποιεῖν, ὥσπερ καὶ ἐν Φαίδωνι [103 A] τὸν ἀπορήσαντα φαύλως οὐδὲ ὀνόματος ἠξίωσε, καὶ τὸν τοῦ Κριτοβούλου
10πατέρα ὡς ἀπολειπόμενον τῶν τότε λόγων καὶ ἄλλους παμ‐ πόλλους ἀορίστως συνέλαβεν. ὁ δὴ τοιοῦτος ἀκροατὴς καὶ μάτην ἂν παρεγένετο τοῖσδε τοῖς λόγοις, ὅπου καὶ τῶν παραγεγονότων ὁ μὲν Κριτίας λέγει τι καὶ αὐτός, ὁ δὲ Ἑρμοκράτης σιωπῇ πάρεστι, τοσούτῳ τοῦ ἀπόντος διαφέρων,
15ὅσῳ πρὸς τὸ ἀκούειν ἐπιτηδειότερος, τῷ δὲ τοῦ λέγειν ἀπο‐ λείπεσθαι τῶν ἄλλων ἁπάντων ἠλαττωμένος. Οὐκοῦν σὸν τῶνδέ τε ἔργον καὶ τὸ ὑπὲρ τοῦ ἀπόντος ἀναπληροῦν μέρος [17 A]. Καὶ ταῦτα συνᾴδει τοῖς παρ’ ἡμῶν εἰρημένοις· ἐν γὰρ
20τοῖς αἰτιωτέροις ἀεὶ καὶ θειοτέροις συνέσταλται μὲν τὸ ποσὸν καὶ ἠλάττωται τὸ πλῆθος, ὑπερβάλλει δὲ ἡ δύναμις. καὶ ἔστι καὶ τοῦτο δόγμα τῶν Πυθαγορείων, παρ’ οἷς ἡ τριὰς σεμνοτέρα τῆς τετράδος καὶ ἡ τετρὰς τῆς δεκάδος καὶ πάντες οἱ εἴσω δεκάδος τῶν μετ’ αὐτήν. καὶ ἁπλῶς ὁ ἐγγυτέρω
25τῆς ἀρχῆς ἀρχικώτερός ἐστι, τὸ δὲ ἀρχικώτερον δυνατώτερον, ἐπείπερ ἡ πᾶσα δύναμις ἐν τῇ ἀρχῇ προείληπται καὶ παρὰ τῆς ἀρχῆς δίδοται τοῖς ἄλλοις. εἰ μὲν οὖν ἡ ἀρχὴ πλῆθος ἦν, ἔδει καὶ ἀρχικώτερον εἶναι καὶ δυνατώτερον τὸ μᾶλλον πεπληθυσμένον τοῦ ἧττον· ἐπεὶ δὲ μονὰς ἡ ἀρχή, τὸ μονα‐
30δικώτερον κρεῖττον καὶ δυνατώτερον τῶν μᾶλλον τῆς αἰτίας ἀφισταμένων. εἰκότως ἄρα καὶ ὁ Σωκράτης τὴν ἐλάττωσιν τοῦ ἀριθμοῦ ποιεῖται σύμβολον τελειότητος ὑπερτέρας τῆς
πάντα τὰ δεύτερα κατὰ δύναμιν προλαβούσης καὶ τὸ ἐνδέον
in Ti
.

1

.

24

αὐτῶν ἀποπληρούσης. ἐπειδὴ δέ, ὥσπερ εἴρηται καὶ πρότερον, ἀκρότης μέν ἐστι τῆς τῶν ἀκροατῶν τούτων τριάδος, συνάπτει δὲ αὑτὸν τῇ μονάδι τῇ διατιθείσῃ τοὺς λόγους κατ’ εἰκόνα τῶν δημιουργικῶν θεῶν, ἄξιον κατιδεῖν, ὅπως ἐξαιρεῖ μὲν
5ἀπὸ τῶν ἄλλων τὸν Τίμαιον καὶ ὡς πρὸς διαθέτην τῆς ὅλης συνουσίας ἀποτείνεται, συντάττει, δὲ αὐτῷ τοὺς ἄλλους ὡς ὑφειμένους αὐτοῦ τῆς ἀξίας. καὶ γὰρ ταῦτα ἀναπέμψειεν 〈ἂν〉 ἡμᾶς ἐπὶ τὰς θείας αἰτίας, ἐν αἷς τὸ πρῶτον τῆς τριάδος ἑνούμενον τῇ πρωτουργῷ μονάδι καὶ τὰ ἄλλα πρὸς ἐκείνην
10ἀνατείνει καὶ προκαλεῖται μὲν τὴν τῆς μονάδος ποίησιν, ἀνεγείρει δὲ τὰς τῶν ἄλλων ἐνεργείας εἰς ἀπογέννησιν. ταῦτα μὲν οὖν ἀκόλουθα τοῖς προειρημένοις· ὁ δέ γε Πορφύ‐ ριος ἠθικὸν ἐν τούτοις ἀναγράφει τὸ τοὺς φίλους ὑπὲρ ἀλλήλων χρῆναι πάντα ὑπομένειν ἔν τε λόγοις καὶ ἐν ἔργοις
15καὶ τὸ ἐνδέον ἐκείνοις αὐτοὺς περιάγειν εἰς τὸ ἀνενδεές, τὸ ἐκείνων ἀναπληροῦντας· ταῦτα γάρ ἐστιν ἴδια τῆς καθαρᾶς καὶ ἀδόλου φιλίας. ὁ δὲ Ἰάμβλιχος ἅπαξ τὸν ἀκατονό‐ μαστον ὑποθέμενος εἶναι κρείττονα τῶν παρόντων καὶ φιλο‐ θεάμονα τῶν νοητῶν ἐνδείκνυσθαί φησι τὸν Σωκράτην διὰ
20τούτων, ὅτι, κἂν ἀπολείπηται τὰ γεννήματα τὰ τῆς φύσεως τῶν ὄντως ὄντων, ἀλλὰ παρασπᾶταί τινα ἀπ’ αὐτῶν ὁμοιότητα πρὸς αὐτά· κατὰ τὰ αὐτὰ δὲ καὶ ἡ περὶ τὴν φύσιν στρεφο‐ μένη θεωρία μετέχει πως τῆς ἐπιστήμης τῶν νοητῶν, καὶ τοῦτο ἡ ἀναπλήρωσις δηλοῖ.
25 Πάνυ μὲν οὖν, καὶ κατὰ δύναμίν γε οὐδὲν ἐλλεί‐ ψομεν· οὐδὲ γὰρ ἂν εἴη δίκαιον χθὲς ὑπὸ σοῦ ξενι‐ σθέντας, οἷς ἦν πρέπον ξενίοις, μὴ οὐ προθύμως σὲ τοὺς λοιποὺς ἡμῶν ἀνταφεστιᾶν [17 B]. Τὸ ἦθος τοῦ Τιμαίου δείκνυται διὰ τούτων γαῦρόν τε
30ὂν καὶ σῶφρον, ὑψηλόν τε καὶ ἐμμελές, φιλικόν τε καὶ
in Ti
.

1

.

25

φιλάνθρωπον τὸ μὲν γὰρ πάνυ μὲν οὖν τήν τε προθυ‐ μίαν αὐτοῦ τὴν περὶ τὸν ἀπόντα καὶ τὴν τελειότητα τῆς ἐπιστήμης, καθ’ ἣν καὶ τὰ ἐλλείποντα τοῖς ἄλλοις πληροῦν ἕτοιμός ἐστι, καὶ τὸ ἄπλαστον ἐπιδείκνυσι· τὸ δὲ καὶ κατὰ
5δύναμίν γε οὐδὲν ἐλλείψομεν τὸ ἀσφαλὲς ἐν ταῖς ὑπο‐ σχέσεσι καὶ τὸ μέτριον ἐν τοῖς περὶ αὐτοῦ λόγοις ἱκανῶς παρίστησιν. ἠθικὰ μὲν οὖν ταῦτα διὰ τούτων ληπτέα· φυσικὰ δὲ τὸ τὴν ἀντίδοσιν τῶν λόγων εἰκόνα φέρειν τῆς ἐν τοῖς φυσικοῖς ἔργοις κοινωνίας τῶν δυνάμεων καὶ ἀμοι‐
10βῆς, δι’ ἣν πάντα συντέτακται καὶ εἰς τὴν μίαν ἁρμονίαν συντελεῖ τοῦ παντός, καὶ τὸ κατὰ χρόνον ἐξαλλάττεσθαι τὰς τῆς φύσεως ἐνεργείας, νῦν μὲν ἄλλων, νῦν δὲ ἄλλων ποιούν‐ των εἰς ἄλλα καὶ ἄλλα· τούτοις γὰρ ἔοικε τὸ ἀνταφεστιᾶν τὸν ἑστιάσαντα χθές. θεολογικὸν δὲ τὸ τὸ δημιουργικὸν αἴτιον
15διὰ πάντων προϊέναι καὶ πάντα πληροῦν καὶ πᾶσαν ἔλλειψιν ἀποκόπτειν διὰ τῆς ἑαυτοῦ δυνάμεως καὶ τῆς γονίμου περι‐ ουσίας, καθ’ ἣν οὐδὲν ἀφίησιν ἔρημον ἑαυτοῦ· τῷ γὰρ ὑπερ‐ πλήρει καὶ τῷ ἱκανῷ καὶ τῷ παντελείῳ χαρακτηρίζεται. καὶ μὴν καὶ τὸ ἀνταφεστιᾶν ἀπὸ τῆς ἐν ταῖς θεομυθίαις
20ἑστιάσεως εἵλκυσται, καθ’ ἣν δεξιοῦνται ἀλλήλους οἱ θεοί· τοὶ δὲ χρυσέοις δεπάεσσι Δειδέχατ’ ἀλλήλους [Δ 4]· παρὰ τῷ μεγίστῳ Διὶ πληρούμενοι τοῦ νέκταρος. καὶ οὐδὲ ἁπλῶς εἴρηται ἀνθεστιᾶν, ἀλλ’ ἀνταφεστιᾶν· ἡ γὰρ ἀφεστία‐ σις τὴν ὁλοτελῆ τῆς ἑστιάσεως ἀποπλήρωσιν συνείληφεν. ὁρᾶ‐
25ται δὲ τοῦτο καὶ ἐν τοῖς ὅλοις· αἵ τε γὰρ φαινόμεναι δια‐ κοσμήσεις διὰ τῆς ἑαυτῶν ἄκρας ἐπιτηδειότητος προκαλοῦνται τὰς ἀφανεῖς δυνάμεις, καὶ ἐκεῖναι δι’ ἀγαθότητος ὑπερβολὴν καὶ ταύτας τελειοῦσι, καὶ συνάπτεται ταῦτα πάντα ἀλλήλοις, καὶ ἀνταπόδοσις γίνεται τῆς προκλήσεως ἡ τῆς τελειότητος
30μετάδοσις. ἔτι τοίνυν τὸ μετὰ τοῦ δικαίου ταῦτα πάντα
ποιεῖν εἰκόνα φέρει τῆς Δίκης τῆς ἅμα τῷ Διὶ πάντα τατ‐
in Ti
.

1

.

26

τούσης, τὸ δὲ πρέπον τῆς τῷ καλῷ τῷ δημιουργικῷ τὰ ὅλα καταλαμπούσης αἰτίας, τὰ δὲ ξένια τῆς κατὰ τὰς θείας ἰδιότητας ἀφωρισμένης ἐξαλλαγῆς· ἕκαστον γὰρ τῶν θείων οἰκείας ἔχει δυνάμεις καὶ ἐνεργείας. ὥσπερ οὖν ὁ Σωκράτης
5τοῖς ἀπὸ τῆς ἑαυτοῦ φιλοσοφίας λόγοις ἐξένισε τὸν Τίμαιον, οὕτω δὴ καὶ τῶν θεῶν ἕκαστος κατὰ τὰς ἰδίας ἐνεργῶν δυνάμεις συντελεῖ πρὸς τὴν μίαν τοῦ δημιουργοῦ καὶ ὑπερ‐ έχουσαν πρόνοιαν τῶν ὅλων. ταῦτα μὲν οὖν γυμνάσια προ‐ τεινέσθω τῆς τῶν πραγμάτων θεωρίας ἐν τοῖς προοιμίοις
10αὐτῆς εἰκονικῶς ἐμφαινόμενα. δῆλοι δὲ ἐκ τούτων εἰσὶ καὶ οἱ χρόνοι τῶν διαλόγων, τῆς τε Πολιτείας λέγω καὶ τοῦ Τιμαίου, εἴπερ ἣ μὲν ἐν τοῖς Βενδιδίοις ὑπόκειται τοῖς ἐν Πειραιεῖ δρωμένοις, ὃ δὲ ἐν τῇ ἑξῆς τῶν Βενδιδίων· ὅτι γὰρ τὰ ἐν Πειραιεῖ Βενδίδια τῇ ἐνάτῃ ἐπὶ δέκα τοῦ Θαργη‐
15λιῶνος, ὁμολογοῦσιν οἱ περὶ τῶν ἑορτῶν γράψαντες· ὥστε ὁ Τίμαιος ὑποκέοιτο ἂν τῇ εἰκάδι τοῦ αὐτοῦ μηνός. εἰ δέ, ὡς ἑξῆς ῥηθήσεται [26 E s], καὶ Παναθηναίων ὄντων ὑπόκειται, δῆλον, ὅτι τὰ μικρὰ ἦν ταῦτα Παναθήναια· τὰ γὰρ μεγάλα τοῦ Ἑκατομβαιῶνος ἐγίνετο τρίτῃ ἀπιόντος, ὡς
20καὶ τοῦτο τοῖς ἔμπροσθεν ἱστόρηται. ρ’ οὖν οὐ μέμνησθε, ὅσα ὑμῖν καὶ περὶ ὧν ἐπέταξα εἰπεῖν; [17 B] Τῇ τάξει τῶν κεφαλαίων πρῶτον παρακολουθητέον, ὧν ἡγεῖτο μὲν τὸ περὶ τοῦ πλήθους τῶν τὴν συνουσίαν ἀπο‐
25πληρούντων, συνείπετο δὲ τούτῳ τὸ περὶ τῆς τοῦ ἀπόντος ἀναπληρώσεως· ἐκ τρίτων δὲ προστέθειται νυνὶ τὸ περὶ τῆς τῶν λόγων, ὧν ἐπετάχθησαν, ἀποδόσεως. ἔστι δὲ ταῦτα συνεχῆ ἀλλήλοις· τῷ μὲν τίνας δεῖ συνελθεῖν τὸ τριχῆ ποιῆσαι συνελθόντας, τῷ δὲ τριχῆ εἰπεῖν τὸ τίνα χρὴ εἰ‐
30πεῖν. πρὸς δὲ τῇ τάξει τὴν ἀκρίβειαν τῶν ὀνομάτων
in Ti
.

1

.

27

ἐννοεῖν προσήκει· τὸ μὲν γὰρ μέμνησθε τὴν διῃρημένην ἐν τοῖς κοινωνοῖς τῶν λόγων ἐπιδείκνυσι γνῶσιν· ἔστι γὰρ καὶ ἐν τῷ δημιουργῷ μνήμη τῶν πάντων ἡ χωριστὴ καὶ ἐξῃρημένη καὶ ἑνοειδὴς γνῶσις κατὰ τὴν ἐν αὐτῷ Μνη‐
5μοσύνην, τῆς θείας νοήσεως οὖσαν μόνιμον ἵδρυσιν, καὶ ἐν τοῖς δευτέροις θεοῖς † ἡ ὑφειμένη νόησις· ὧν εἰκόνες οἱ παρόντες ἦσαν. καὶ διὰ ταύτην τὴν ἐν τῷ παντὶ προϋπάρ‐ χουσαν μνήμην αἵ τε ὅλαι ψυχαὶ τοῖς νοητοῖς ἐνίδρυνται καὶ οἱ λόγοι οἱ δημιουργικοὶ τὸ ἄτρεπτον ἔχουσι καὶ ἀκίνη‐
10τον, ὡς ὅσα γε στέρεται αὐτῆς, ἀπορρεῖ τῶν οἰκείων αἰτίων, ὥσπερ αἱ μερικαὶ ψυχαὶ καὶ αἱ τῶν γενητῶν φύσεις. τὸ δὲ ὅσα καὶ περὶ ὧν τῆς τε ποσότητος καὶ τῆς ποιότητός ἐστι τῶν ὄντων ἐμφαντικόν, ἃ πρόεισι μὲν ἀπὸ τῆς ὅλης δημιουργίας, πρόεισι δὲ καὶ ἀπὸ τῶν μερικωτέρων θεῶν. τὸ
15δὲ ἐπιτάξαι, εἰ μὲν πρὸς Κριτίαν λέγοιτο καὶ Ἑρμοκράτην, δῆλόν ἐστιν ὅπως ἀναπεμπτέον ἐπὶ τὰ πράγματα καὶ τὰς ἀρχὰς τῆς κοσμοποιίας· εἰ δὲ καὶ πρὸς Τίμαιον, οὐκ ἔστιν ὑπεροχῆς σύμβολον, ἀλλὰ προκλήσεως τῶν ἐν αὐτῷ νοήσεων. πρὸς δὴ ταῦτα θεασώμεθα τοῦ Τιμαίου τὴν ἀπόκρισιν·
20 Τὰ μὲν μεμνήμεθα, ὅσα δὲ μ, σὺ παρὼν ὑπο‐ μνήσεις [17 B]. Ἐν οἷς ἠθικὸν μὲν εὕροις ἄν, ὥς φησιν ὁ Πορφύριος, τὸ μέσον εἰρωνείας τε καὶ ἀλαζονείας· οὔτε γὰρ πάντων ἔφατο μεμνῆσθαι οὔτε μηδενός, ἀλλὰ τῶν μέν, τῶν δ’ οὔ·
25λογικὸν δὲ τὸ πρόφασιν παρασχέσθαι τῇ τῶν προβλημάτων ἀνακεφαλαιώσει· διαλεκτικῆς γὰρ τοῦτο μεταχειρίσεως· φυσικὸν δὲ τὸ καὶ τοὺς λόγους τοὺς φυσικοὺς μένειν τε ἀεὶ καὶ μεταρ‐ ρεῖν, ὥσπερ ἡ μνήμη ἡ παροῦσα πῇ μὲν σῴζεται, πῇ δὲ ἀπόλωλεν· ἃ γὰρ ἐπὶ τοῦ ἀνδρὸς λέγεται, ταῦτα καὶ ἐπὶ τὴν
30ὅλην φύσιν μετενεκτέον· θεολογικὸν δὲ τὸ τὴν μίαν δη‐
μιουργίαν ἔχειν μὲν καὶ παρ’ ἑαυτῆς τὸ ἄτρεπτον καὶ ἄχραν‐
in Ti
.

1

.

28

τον ἐν ταῖς ἀπογεννήσεσι, διὰ δὲ τῶν δευτέρων καὶ τρίτων δυνάμεων ἀνέχεσθαι προϊοῦσαν καὶ οἷον δορυφορεῖσθαι προ‐ καταστελλουσῶν τὸν ἐν τοῖς γινομένοις θόρυβον, καὶ ἐφ’ ἑαυτῆς οὖσαν χωριστὴν ἔτι μᾶλλον εἶναι τοιαύτην διὰ τὸ
5δευτέρας ἐπιστῆσαι δυνάμεις τοῖς διοικουμένοις. ἔτι τοίνυν ἡ ὑπόμνησις εἰκόνα φέρει τῆς ἀνανεώσεως τῶν ἐν τῷ παντὶ λόγων· τὸ γὰρ ἀπορρέον αὐτῶν κατὰ κύκλον ἐπανακαλεῖται πρὸς τὸ ταὐτὸ καὶ τὸ ὅμοιον, καὶ ἡ τῆς γενέσεως τάξις ἀν‐ έκλειπτος μένει διὰ τὴν τοῦ οὐρανοῦ κυκλοφορίαν, αὕτη δὲ
10ἀεὶ ὡσαύτως ἐπιτελεῖται διὰ τὸν νοῦν τὸν συνέχοντα καὶ διακοσμοῦντα πᾶσαν τὴν περιφορὰν ταῖς νοεραῖς δυνάμεσιν. εἰκότως οὖν ὁ Σωκράτης ἐστὶν ὁ ὑπομιμνήσκων τῶν λόγων, ὁ τὴν πολιτείαν ἀφηγούμενος, ᾗ ἐστι τὸ παράδειγμα οὐράνιον. Μᾶλλον δ, εἰ μή τί σοι χαλεπόν, ἐξ ἀρχῆς πάλιν
15διὰ βραχέων ἐπάνελθε αὐτ, ἵνα διαβεβαιωθῇ μᾶλ‐ λον παρ’ ἡμῖν [17 B]. Τριττῆς τῆς πολιτείας οὔσης ἡ μὲν πρώτη διάθεσις αὐ‐ τῆς ὄντως ἦν χαλεπὴ διὰ τοὺς σοφιστικοὺς ἀγῶνας, ἡ δὲ δευτέρα τῆς πρὸ αὐτῆς ῥᾴων, ἡ δὲ τρίτη ῥᾴστη, συνῃρη‐
20μένως πᾶν τὸ εἶδος ἔχουσα τῆς πολιτείας. ἡ δὲ ἐπανάληψις αὕτη τοῖς φυσικοῖς προσήκει πράγμασι διὰ τὴν ἐν αὐτοῖς παλιγγενεσίαν καὶ τὴν ἐπὶ τὸ αὐτὸ εἶδος ἐπανακύκλησιν, ἀφ’ ἧς δὴ καὶ βεβαίως ἐν τῷ κόσμῳ διαμένει τὰ εἴδη, τὴν ἀπορροὴν αὐτῶν καὶ τὴν ἀπώλειαν τῆς ἀνακυκλήσεως ἐπα‐
25νακαλουμένης, δι’ ἣν καὶ ὁ οὐρανὸς ἀεικίνητός ἐστι καὶ πολλὰς ἀνελίττων περιόδους ἐπὶ τὴν αὐτὴν ἀνακάμπτει ζωήν. ἀλλὰ διὰ ποίαν αἰτίαν ἐν μὲν τῇ τῆς πολιτείας ἀφηγήσει τούτων οὐκ ἐμνημόνευσεν, οὔτε τῶν προσώπων οὔτε τῶν ὑποσχέσεων, ἐνταῦθα δὲ καὶ ταῦτα προστίθησιν;
30ὅτι καὶ ἐν τοῖς ὅλοις τὰ μὲν παραδείγματα περιείληφε πάν‐
in Ti
.

1

.

29

τας τοὺς τῶν εἰκόνων λόγους, τὰ δὲ ἀπ’ αὐτῶν οὐκ ἐξισχύει πᾶσαν τὴν τῶν αἰτίων περιλαμβάνειν δύναμιν. ὥσπερ οὖν τῶν ἐν τῇ πρώτῃ συνουσίᾳ προσώπων ἐν τῇ δευτέρᾳ πεποίη‐ ται μνήμην, οὕτω τῶν ἐν τῇ δευτέρᾳ σεσιωπημένων ἐν τῇ
5τρίτῃ διαμνημονεύει· τὰ γὰρ αἰτιατὰ τελειότερον ἂν ἐν τοῖς ὑπερτέροις αὐτῶν αἰτίοις θεωρηθείη. λέγοις δ’ ἂν θεολογι‐ κῶς καὶ ὅτι ὁ μὲν Τίμαιος ὡς ἀνάλογον ἱστάμενος τῇ ὅλῃ δημιουργίᾳ πάντα περιείληφε, τὰ πρόσωπα, τὰς ὑποσχέσεις, τοὺς λόγους αὐτούς, ὁ δὲ ἐν Πολιτείᾳ Σωκράτης ἀνάλογον
10τῇ ἁπλότητι τῆς τριπλῆς δημιουργίας τεταγμένος ὑφαίνει μόνον τὸ τῆς πολιτείας εἶδος οὐράνιον ὄν. ἐνταῦθα οὖν ὡς ἐν ἑνὶ παντελεῖ ζῴῳ πάντα περιείληπται, τά τε πρῶτα καὶ μέσα καὶ τελευταῖα, καὶ ἡ σύμπασα τῶν ὅλων ἀνέλιξις. πῶς δὲ καὶ τρίτον ἡ πολιτεία παραδέδοται καὶ διὰ ποίαν
15αἰτίαν; ἢ ὅτι καὶ τῆς ψυχῆς ἡ ζωὴ τριπλῆ τίς ἐστι· πρώτη μὲν ἡ τὸν λόγον καταστέλλουσα καὶ κοσμοῦσα τῇ δίκῃ καὶ κατευθύνουσα δεόντως, δευτέρα δὲ ἡ πρὸς ἑαυτὴν ἐπεστραμ‐ μένη καὶ ἑαυτὴν ἐφιεμένη νοεῖν κατὰ τὴν ἑαυτῆς οὖσαν δικαιοσύνην, τρίτη δὲ ἡ πρὸς τὰ αἴτια ἀνιοῦσα καὶ ἐνιδρύ‐
20ουσα ἐκείνοις τὰς οἰκείας ἐνεργείας. ἐπεὶ καὶ τὸ διὰ βρα‐ χέων εἰπεῖν εἰκόνα φέρει τῆς συνεσπειραμένης εἰς τὸν ἕνα νοῦν ζωῆς καὶ τοῦ νοητῶς πάντα περιλαμβάνειν, καὶ τὸ ἐπάνελθε θαυμαστὴν ἔνδειξιν παρέχεται τῆς εἰς τὸ ἀκρό‐ τατον τέλος συναγωγικῆς τελειότητος καὶ τῆς αἰωνιωτέρας,
25εἰ βούλει λέγειν, νοήσεως· τοῦτο γὰρ σημαίνει τὸ βεβαιω‐ θῆναι μᾶλλον, τὸ μονιμώτερον καὶ αἰωνιώτερον περὶ τὰ αὐτὰ σχεῖν. Χθές που τῶν ὑπ’ ἐμοῦ ῥηθέντων λόγων περὶ πολιτείας ἦν τὸ κεφάλαιον οἵα τε καὶ ἐξ οἵων ἀν‐
30δρῶν ἀρίστη κατεφαίνετ’ ἄν μοι γενέσθαι [17 BC].
Οἱ μὲν τὴν ἐπάνοδον τῆς Πολιτείας ἠθικώτερον λέγοντες
in Ti
.

1

.

30

ἐνδείκνυσθαί φασιν ἡμῖν, ὅτι δεῖ τὰ ἤθη κεκοσμημένους ἅπτεσθαι τῆς θεωρίας τῶν ὅλων· οἳ δὲ ἀξιοῦσιν ὡς εἰκόνα τῆς τοῦ παντὸς διακοσμήσεως προκεῖσθαι τῆς συμπάσης φυσιολογίας· εἶναι γὰρ τοῖς Πυθαγορείοις ἔθος πρὸ τῆς
5ἐπιστημονικῆς διδασκαλίας προτιθέναι τὴν διὰ τῶν ὁμοίων καὶ τῶν εἰκόνων τῶν ζητουμένων σκεμμάτων δήλωσιν καὶ μετὰ ταύτην ἐπάγειν τὴν διὰ τῶν συμβόλων ἀπόρρητον περὶ τῶν αὐτῶν ἔνδειξιν, ἔπειθ’ οὑτωσὶ μετὰ τὴν ἀνακίνησιν τῆς ψυχικῆς νοήσεως καὶ τὴν τοῦ ὄμματος διακάθαρσιν προσ‐
10φέρειν τὴν ὅλην τῶν προκειμένων σκεμμάτων ἐπιστήμην. κἀνταῦθα τοίνυν ἡ μὲν τῆς πολιτείας πρὸ τῆς φυσιολογίας ἐπιτετμημένη παράδοσις εἰκονικῶς ἡμᾶς ἐφίστησι τῇ δημι‐ ουργίᾳ τοῦ παντός, ἡ δὲ περὶ τῶν Ἀτλαντίνων ἱστορία συμ‐ βολικῶς· καὶ γὰρ οἱ μῦθοι τὰ πολλὰ διὰ τῶν συμβόλων
15εἰώθασι τὰ πράγματα ἐνδείκνυσθαι· ὥστε εἶναι τὸ φυσιο‐ λογικὸν διὰ παντὸς τοῦ διαλόγου διῆκον, ἀλλ’ οὗ μὲν ἄλλως, οὗ δὲ ἄλλως κατὰ τοὺς διαφόρους τρόπους τῆς παρα‐ δόσεως. ταῦτα μὲν οὖν περὶ τοῦ σκοποῦ τῶν προκειμένων λόγων. ὅτι δὲ εἰκότως ἐν τῇδε τῇ πραγματείᾳ καὶ ἡ τῆς
20Πολιτείας ἀνακεφαλαίωσις γέγονε, πολλαχόθεν ἂν συλλογισαί‐ μεθα· καὶ γὰρ ἡ πολιτικὴ πρῶτον ἐν τῷ δημιουργῷ τοῦ παντός ἐστιν, ὡς ἐν Πρωταγόρᾳ [321 D] μεμαθήκαμεν, καὶ ἡ ἀληθὴς ἀρετὴ ἐν τῷδε τῷ κόσμῳ διαλάμπει. διὸ καὶ ὁ Τίμαιος [34 B] γνώριμον αὐτὸν εἶναί φησιν ἑαυτῷ
25καὶ φίλον δι’ ἀρετήν. ἔτι δὲ τριττῆς οὔσης τῆς πολι‐ τείας καὶ τῆς πρώτης ἀνειμένης τῇ ὅλῃ δημιουργίᾳ, καθάπερ ἐν ἄλλοις ἐπιδείκνυμεν, εἰκότως ἐνταῦθα μάλιστα συνῃρη‐ μένως ταύτης παραδίδοται τὸ εἶδος, ὅπου καὶ τὸν ὅλον δημιουργὸν ἀπογεννῶντα καὶ διακοσμοῦντα τὸ πᾶν θεωρῆσαι
30πρόκειται. ταῦτα μὲν οὖν ἐπὶ πλέον ἐξεργάζεσθαι δυνα‐
τόν. ἐπὶ δὲ τὴν λέξιν ἐπανίωμεν καὶ τὰ ῥήματα τοῦ
in Ti
.

1

.

31

Σωκράτους. ἐν δὴ τούτοις πολλὴ τῶν ἐξηγητῶν ἀμφισβή‐ τησις γραφόντων καὶ ἀντιγραφόντων ἀλλήλοις περὶ μιᾶς τινος στιγμῆς καὶ πρὸς τὴν στιγμὴν ταύτην ἄλλως καὶ ἄλλως ἐξηγουμένων τὸν τῆς Πολιτείας σκοπόν· οἱ μὲν γὰρ ἐν τῷ
5πολιτείας στίξαντες τὸν σκοπὸν αὐτῆς ἀφορίζονται πρὸς τῇ ἐπιγραφῇ καὶ τὸν Πλάτωνα μαρτυρόμενοι περὶ πολιτείας· οἱ δὲ ἐν τῷ τῶν λόγων εἶναι μὲν περὶ δικαιοσύνης ἀπο‐ φαίνονται τὸν σκοπόν, κεφάλαιον δέ τι τῶν εἰρημένων τῆς δικαιοσύνης ἕνεκα παρεισκυκληθὲν εἶναι τοῦτο δὴ τὸ περὶ
10πολιτείας. εἰ δὴ δεῖ μὴ φληναφᾶν λέγοντας καὶ ἀντιλέ‐ γοντας, ῥητέον ἀμφότερά πῃ συντρέχειν ἀλλήλοις· ὅ τε γὰρ περὶ δικαιοσύνης λόγος ὑπὲρ πολιτείας ἐστὶ τῆς ἔνδον· τῶν γὰρ ἐν ἡμῖν δυνάμεων τὴν κοινωνίαν ὀρθῶς διατίθησι· καὶ ὁ περὶ πολιτείας ὑπὲρ δικαιοσύνης ἐστὶ τῆς ἐν πλήθει γινο‐
15μένης. ἀμφότερα οὖν εἰς ταὐτὸν ἥκει, καὶ τὸ αὐτὸ δικαιοσύνη μέν ἐστιν ἐν ψυχῇ, πολιτεία δὲ ἐν πόλει, κοσμιότης δὲ ἐν κόσμῳ, καὶ οὐ δεῖ πράγματα ἔχειν τὰ τῇ φύσει συνημμένα διαιροῦντας ἀπ’ ἀλλήλων. καὶ τοῦτο μὲν ταύτῃ· Λογγῖ‐ νος δὲ καὶ Ὠριγένης ἀπ’ ἄλλης ἀρχῆς ἀμφισβητοῦσιν ἀλ‐
20λήλοις, περὶ ποίας πολιτείας ἐν τούτοις ὁ Σωκράτης διαλέ‐ γεται, πότερον τῆς πρώτης ἢ τῆς μέσης· ἰδεῖν γὰρ τὴν πολιτείαν ἐκεῖ φυσικῶς τε ζῶσαν καὶ πολεμικῶς καὶ νοερῶς. ὁ μὲν οὖν Λογγῖνος περὶ τῆς μέσης οἴεται γεγονέναι τὸν λόγον ἐνταῦθα, διότι τοὺς ἐπικούρους καλεῖ φύλακας καὶ
25τοὺς φύλακάς φησιν εἶναι τοὺς πολεμήσοντας· ὁ δὲ Ὠρι‐ γένης περὶ τῆς πρώτης· ἐν ταύτῃ γὰρ μαθήματα παραδί‐ δωσι τοῖς φύλαξιν. ἡμεῖς δὲ καὶ πρὸς τούτους ἐροῦμεν, ὡς οὐ δεῖ τὴν μίαν πολιτείαν διασπᾶν οὐδὲ τὴν συνέχειαν τῆς ζωῆς διαιρεῖν ἀφ’ ἑαυτῆς· μία γάρ ἐστι πολιτεία ἑαυτὴν
30τελειοῦσα καὶ συναύξουσα τελειοτέραις προσθήκαις· ἔχει γὰρ ἡ πᾶσα καὶ τὸ φυσικὸν ἐν τοῖς θησί, καὶ τὸ πολεμικὸν ἐν
τοῖς ἐπικούροις, καὶ τὸ νοερὸν ἐν τοῖς φύλαξιν. ὥστε περὶ
in Ti
.

1

.

32

τῆς ὅλης πολιτείας ἐστὶν ὁ λόγος, καὶ οὐ δεῖ περὶ τούτων ἀμφισβητεῖν, ἀλλ’ ἐκεῖνο μᾶλλον σκοπεῖν, ὅπως εἰκότως καὶ ὑφειμένην καὶ κρείττω τῆς φυσιολογίας ῥητέον τὴν πολι‐ τείαν· ὡς μὲν γὰρ ὕλην ἔχουσα τὰ ἀνθρώπινα πράγματα
5καὶ ταῦτα κοσμεῖν ἐφιεμένη δευτέραν ἔχει τάξιν τῆς φυσιο‐ λογίας καὶ μερικωτέραν, ὡς δὲ ἐν, τοῖς καθόλου λόγοις ὑφε‐ στῶσα καὶ ἀσωμάτως καὶ ἀύλως διατεταγμένη κρείττω καὶ ὁλικωτέραν· καὶ γὰρ ὁ κόσμος πολιτεία τίς ἐστι καὶ μερικός, ὅτι πᾶν σῶμα μερικόν. ὅλως δὲ καὶ ἡ πολιτεία προϋπάρχει
10μὲν ἐν τῷ νοητῷ, ὑπάρχει δὲ καὶ ἐν οὐρανῷ, τελευταῖον δέ ἐστι καὶ ἐν ταῖς ἀνθρωπίναις ζωαῖς. ὥστε εἴτε κρείττων τῆς φυσικῆς δημιουργίας, εἰκότως πρὸ τοῦ Τιμαίου, εἴτε χείρων, ὅτι αὕτη μὲν ἠθικός ἐστι κόσμος, ἐκείνη δὲ κοσμι‐ κὸς καὶ παντελής, εἰκότως δεοίμεθα ἂν ἀπὸ τῶν ὑφειμένων
15ἀνατρέχειν ἐπὶ τὰ σεμνότερα. καὶ ἔστιν ἀμφότερα ἀληθῆ διὰ τὰς εἰρημένας αἰτίας. ἐπεὶ δέ, ὥσπερ ἔφαμεν, καὶ καθό‐ λου τὸ εἶδος ἦν τῆς πολιτείας καὶ ἐπὶ μερικῆς ὕλης ὑπετυ‐ ποῦτο, διὰ τοῦτο καὶ ὁ Σωκράτης τὸ μὲν οἵα τε τοῦ εἴδους ἕνεκεν παρέλαβε, τὸ δὲ ἐξ οἵων ἀνδρῶν διὰ τὴν ὕλην.
20 Καὶ μάλα γε, ὦ Σώκρατες, ἡμῖν ῥηθεῖσα πᾶσι κατὰ νοῦν [17 C]. Ἡ κατὰ νοῦν ὑφήγησις, ἀλλὰ μὴ καθ’ ἡδονὴν μηδὲ κατὰ γνώμην, τελειότητα θαυμαστὴν καὶ νοερὰν ἐπιβολὴν τῶν λόγων ἐνδείκνυται καὶ πρό γε τούτου τὴν εἰς ἕνα νοῦν
25καὶ μίαν ἡνωμένην δημιουργίαν ἁπάντων τῶν δευτέρων αἰτίων ὁμονοητικὴν σύνοδον αἰνίσσεται. καὶ μέντοι καὶ τὸ μάλα προσκείμενον τὴν ὑπερβάλλουσαν ἕνωσιν ἐμφαίνει, δι’ ἣν καὶ πάντα τὰ δημιουργικὰ αἴτια ὡς ἐφ’ ἓν κέντρον συν‐
νεύει τὴν μίαν τῶν πάντων πατρικὴν αἰτίαν.
in Ti
.

1

.

33

ρ’ οὖν οὐ τὸ τῶν γεωργῶν ὅσαι τε ἄλλαι τέχναι πρῶτον ἐν αὐτῇ χωρὶς διειλόμεθα ἀπὸ τοῦ γένους τοῦ τῶν προπολεμησόντων; [17 C. cf. rep. II 369 D ss] Ὁ περὶ τῆς πολιτείας λόγος καὶ ἡ τῶν ἐν αὐτῇ γενῶν
5συνεσπειραμένη καὶ σύντομος ἀνακεφαλαίωσις εἰς τὴν ὅλην συντελεῖ τῆς κοσμικῆς δημιουργίας παράδοσιν· ἔξεστι γὰρ ἀπὸ τούτων ὡς εἰκόνων ἐπὶ τὰ ὅλα ἀνατρέχειν. καὶ δὴ καὶ αὐτὸ τοῦτο διαφερόντως οἱ Πυθαγόρειοι μετῄεσαν, ἀπὸ τῶν ἀναλογιῶν τὰς ὁμοιότητας τῶν ὄντων θηρεύοντες καὶ ἀπὸ
10τῶν εἰκόνων ἐπὶ τὰ παραδείγματα μεταβαίνοντες. ὃ δὴ καὶ νῦν ὁ Πλάτων ἐργάζεται, πρὸ ὁδοῦ τὰ ἐν τῷ παντὶ δεικνύων ἡμῖν ἐν ταῖς ἀνθρωπίναις ζωαῖς καὶ διδοὺς θεωρεῖν. καὶ οὐ θαυμαστόν· καὶ γὰρ αἱ τῶν σπουδαίων πολιτεῖαι πρὸς τὴν οὐράνιον ὁμοιοῦνται διακόσμησιν. δεῖ δὴ οὖν καὶ
15ἡμᾶς ἐπὶ τὰ ὅλα τὰς νῦν λεγομένας εἰκόνας ἀναφέρειν, καὶ πρῶτον τὸ περὶ τῆς τῶν γενῶν διαιρέσεως. αὕτη τε γὰρ ἡ τομὴ τῶν γενῶν μιμεῖται τὴν ἐν τῷ κόσμῳ δημιουργικὴν διαίρεσιν, καθ’ ἣν οὔτε τὰ ἀσώματα μεταβάλλειν δυνατὸν εἰς τὴν τῶν σωμάτων φύσιν οὔτε τὰ σώματα τῆς ἑαυτῶν οὐσίας ἐξί‐
20σταται πρὸς τὴν ἀσώματον ὑπόστασιν, καθ’ ἣν καὶ τὰ θνητὰ μένει θνητὰ καὶ τὰ ἀθάνατα διαιωνίως ἕστηκεν ἀνέκλειπτα, καὶ αἱ διάφοροι τάξεις αὐτῶν ἔχουσι προϋφεστώσας ἐν τοῖς ὅλοις τὰς παραδειγματικὰς αἰτίας· εἰ γὰρ ἐθέλοις πᾶσαν μὲν τὴν πόλιν ἀνάλογον τῷ παντὶ κόσμῳ τάττειν—οὐ γάρ που μικρὸς
25μὲν κόσμος ὁ ἄνθρωπος, οὐχὶ δὲ μικρὸς ἡ πόλις κόσμος— τεμεῖν δὲ εἰς δύο πᾶσαν αὐτὴν τῇ τε ἄνω πόλει καὶ τῇ κάτω, καὶ τὴν μὲν τῷ οὐρανῷ, τὴν δὲ τῇ γενέσει προσοικειῶσαι, πάντως ἂν εὕροις ἐοικυῖαν τὴν ἀναλογίαν· ἐπεὶ καὶ κατὰ τὴν εἰς τρία τομὴν λάβοις ἂν ἐν μὲν πόλει τὸ θητικόν, τὸ πολε‐
30μικόν, τὸ φυλακικόν, ἐν δὲ ψυχῇ τὸ ἐπιθυμητικόν, ὃ δὴ
τὰς χρείας ἐκπορίζει τοῦ σώματος, τὸ θυμικόν, ὃ πᾶν τὸ
in Ti
.

1

.

34

τοῦ ζῴου λυμαντικὸν ἀναστέλλειν τέτακται, δορυφοροῦν τὸ ἐν ἡμῖν ἄρχον, καὶ τὸ λογικόν, ὃ φιλόσοφόν τέ ἐστι κατ’ οὐσίαν καὶ βασιλικὸν τῆς ὅλης ἡμῶν ζωῆς, ἐν δὲ τῷ παντὶ πλήθει τῶν ψυχῶν τὸ θητεῦον περὶ τὴν γένεσιν, τὸ ταῖς
5περικοσμίοις προνοίαις τῶν θεῶν ὑπουργοῦν, τὸ ἀναγόμενον ἐπὶ τὸ νοητόν, ἐν δὲ ἅπασι τοῖς ἐγκοσμίοις ἁπλῶς τὸ τῶν θνητῶν γένος, τὸ δαιμόνιον φῦλον, τὴν τῶν οὐρανίων θεῶν τάξιν· οὗτοι μὲν γάρ εἰσι φύλακες ὄντως καὶ σωτῆρες τῶν ὅλων, οἱ δὲ αὖ δαίμονες προπομπεύουσι τῆς ποιήσεως αὐτῶν
10καὶ καταστέλλουσι πᾶσαν τὴν ἐν τῷ κόσμῳ πλημμέλειαν. ἔστι δέ τις καὶ φυσικὴ πρόνοια τῶν θνητῶν, ἥτις αὐτὰ καὶ γεννᾷ καὶ συνέχει κατὰ τὸν θεῖον νοῦν. ἔτι κατ’ ἄλλην διαίρεσιν τὸ μὲν γεωργικὸν τῆς πόλεως ἀνάλογόν ἐστι Σελήνῃ τῇ περιεχούσῃ τοὺς τῆς φύσεως τῆς γενεσιουργοῦ θεσμούς,
15τὸ δὲ τῶν κοινῶν γάμων ἔφορον Ἀφροδίτῃ τῇ πάσης ἁρ‐ μονίας καὶ ἑνώσεως ἄρρενος πρὸς θῆλυ καὶ εἴδους πρὸς ὕλην αἰτίᾳ, τὸ δὲ τῶν κλήρων τῶν κεκομψευμένων προνο‐ ητικὸν τῷ Ἑρμῇ διά τε τοὺς κλήρους, ὧν ἔφορος ὁ θεός, καὶ διὰ τὸ ἐν αὐτοῖς δολερόν, τὸ δὲ παιδευτικὸν καὶ δικα‐
20στικὸν Ἡλίῳ, παρ’ ᾧ καὶ ἡ ἐγκόσμιος Δίκη καὶ ὁ Ἀναγω‐ γεὺς καὶ ὁ Ἑπτάκτις κατὰ τοὺς θεολόγους, τὸ δὲ προπολε‐ μοῦν τῇ Ἀρεϊκῇ τάξει τῇ πρυτανευούσῃ πάσας τοῦ κόσμου τὰς ἐναντιώσεις καὶ τὴν ἑτερότητα τοῦ παντός, τὸ δὲ βασι‐ λικὸν Διὶ τῷ φρονήσεως ἡγεμονικῆς καὶ νοῦ πρακτικοῦ καὶ
25διακοσμητικοῦ χορηγῷ, τὸ δὲ φιλόσοφον τῷ Κρόνῳ, καθόσον ἐστὶ νοερὸν καὶ ἄνεισι καὶ μέχρι τῆς πρωτίστης αἰτίας. ταῦτα μὲν οὖν οὕτως διὰ τῶν ἀναλογιῶν ληπτέον· ἔοικε δὲ ὁ Πλάτων διχῆ τὴν πόλιν τεμεῖν καὶ ἓν μὲν θεῖναι γένος τὸ γεωργικὸν καὶ τεχνικόν, ὃ δὴ καλεῖται δημιουργικόν, ἓν δὲ
30τὸ προπολεμοῦν κατὰ τὴν ἄνω πόλιν, οὐχ ὅτι νῦν τὴν
πολεμικὴν ἀνακεφαλαιοῦται πολιτείαν, ὥς φησι Λογγῖνος,
in Ti
.

1

.

35

ἀλλ’ ὅτι διὰ τοῦ προπολεμοῦντος καὶ τοὺς ἐπικούρους περι‐ έλαβε καὶ τοὺς φύλακας· καὶ γὰρ προπολεμοῦσιν οἳ μὲν ταῖς χερσίν, οἳ δὲ ταῖς γνώμαις· ὥσπερ καὶ παρ’ Ἕλλησιν ἐπολέμει μὲν καὶ ὁ Αἴας, τὸ ἕρκος τῶν Ἀχαιῶν, ἐπολέμει
5δὲ καὶ ὁ οὖρος τῶν Ἀχαιῶν, Νέστωρ, οὗτος μὲν ὡς φύλαξ ταῖς συμβουλαῖς τοὺς ἐχθροὺς ἀμυνόμενος, ἐκεῖνος δὲ ταῖς χερσὶ κατ’ αὐτῶν χρώμενος. εἰ μὴ ἄρα καὶ ἰδίως μέμνηται νῦν τῶν προπολεμούντων, ἐπειδὴ βούλεται πολεμικὰς ἱστο‐ ρῆσαι πράξεις τῆς τοιαύτης πολιτείας.
10 Καὶ κατὰ φύσιν δὴ δόντες τὸ καθ’ αὑτὸν ἑκάστῳ πρόσφορον ἓν μόνον ἐπιτήδευμα τούτους, οὓς πρὸ πάντων ἔδει πολεμεῖν, εἴπομεν [17 CD. cf. rep. III 394 E]. Πρῶτον μὲν τὴν λέξιν διχῶς ἀναγνωστέον· ἢ γὰρ ὅτι
15κατὰ φύσιν ἔδομεν ἓν ἑκάστῳ τῶν πολιτῶν ἐπιτήδευμα, ἵνα ἕκαστος οἰκεῖον ἔργον ἔχῃ πράττειν, ἢ ὅτι τὸ κατὰ φύσιν ἑκάστῳ ἐπιτήδευμα ἐπιτηδεύειν ἔδομεν, ὃ ἑκάστῳ προσήκει κατὰ τὴν παροῦσαν ἐπιτηδειότητα τῆς φύσεως. ἔπειτα ζητη‐ τέον, διὰ ποίαν αἰτίαν ὁ Σωκράτης οὕτω διώρισεν, ἢ δι’
20ἣν εἶπεν αὐτός· ἕκαστον γὰρ ἐπιτήδευμα ἐπιτηδεύεσθαι ὀρ‐ θῶς ὑπό τε τοῦ πεφυκότος καὶ τοῦ ἐπιμελῶς ἁπτομένου τῆς ἐπιτηδεύσεως· οὔτε γὰρ ἡ ἐπιμέλεια τῆς ἐπιτηδειότητος στερομένη τέλειόν τι δύναται κατορθοῦν οὔτε ἡ δεξιότης χωρὶς ἐπιμελείας εἰς ἐνέργειαν πρόεισιν. ἐξ ἀμφοτέρων οὖν
25τὸ τέλος. ἀλλ’ εἰ τοῦτο, πλείω μέν τις ἐπιτηδεύων ἔργα πρὸς πάντα ὁμοίως πεφυκέναι ἢ πάντων ὁμοίως ἐπιμελεῖ‐ σθαι οὐκ ἂν εἴη δυνατός, μεριζόμενος τῇ περὶ τὰ πολλὰ σπουδῇ· τούτων δὲ ἠλαττωμένων ἀνάγκη καὶ τὰ ἐπιτηδεύ‐ ματα φαυλότερα φαίνεσθαι τῶν πολιτῶν. εἰ δὲ τοῦτο μὴ
30ὀρθόν, ἓν ἑκάστῳ διανεμητέον ἐπιτήδευμα τῶν πολιτῶν,
πρὸς ὃ πέφυκε, καὶ ἐπιτακτέον πρὸς ἓν τὴν ἐπιμέλειαν συν‐
in Ti
.

1

.

36

τείνειν πᾶσαν· τὸν γὰρ πεφυκότα μὲν πρὸς τόνδε τὸν βίον δεξιῶς, μετιόντα δὲ τὸ κατὰ φύσιν ἐπιμελῶς τό γε εἰκὸς ἄριστον γενέσθαι πρὸς τὸ οἰκεῖον ἔργον. ἐπὶ μὲν οὖν τῶν ἀνθρωπίνων πολιτειῶν τὴν τοιαύτην διαίρεσιν θεωρῆσαι
5ῥᾴδιον· μεριστὴ γὰρ ἡμῶν ἡ φύσις· ἐπὶ δὲ τῶν θεῶν πῶς ἀληθὲς τοῦτο; πανδύναμον γὰρ καὶ παντέλειον τὸ θεῖον. ἦ καὶ ἐπὶ τῶν θεῶν ῥητέον, ὅτι πάντα μὲν ἐν πᾶσιν, ἕκαστος δὲ κατὰ τὴν ἰδιότητα τὴν ἑαυτοῦ πάντα ἐστὶ καὶ πάντων ἔχει τὴν αἰτίαν, ὃ μὲν Ἡλιακῶς, ὃ δὲ Ἑρμαϊκῶς· ἀρξαμένη
10γὰρ ἀπὸ τῶν θείων ἑνάδων ἡ ἰδιότης φοιτᾷ καὶ διὰ τῶν νοερῶν οὐσιῶν καὶ διὰ τῶν ψυχῶν τῶν θείων καὶ διὰ τῶν σωμάτων αὐτῶν, καὶ διὰ τοῦτο καὶ τούτων τὰ μὲν δημι‐ ουργικῆς δυνάμεως, τὰ δὲ γονίμου, τὰ δὲ συνεκτικῆς, τὰ δὲ διακριτικῆς μετείληφε καὶ οὕτως ἐνεργεῖ περὶ τὴν γένεσιν.
15ἐν μὲν οὖν αὐτοῖς τοῖς θείοις ἰδιότης προϋπάρχει τὰς ἑνά‐ δας κατὰ τὴν ἀπειρίαν τὴν ἐκεῖ καὶ τὴν δυάδα τὴν θείαν ἀφορίζουσα, ἐν δὲ τοῖς νοῖς ἑτερότης διακρίνουσα τά τε ὅλα καὶ τὰ μέρη, τάς τε νοερὰς δυνάμεις διανέμουσα καὶ ἄλλην ἄλλῳ τὴν ἰδίαν παρεχομένη τάξιν, δι’ ἣν οὐ συγχεῖται τῶν νόων
20ἡ καθαρότης, ἐν δὲ ταῖς ψυχαῖς πρόοδος καὶ διαίρεσις ἄλλων κατ’ ἄλλην ζωήν, 〈καθ’ ἣν〉 αἳ μὲν θείαν, αἳ δὲ ἀγγελικήν, αἳ δὲ δαιμονίαν, αἳ δὲ ἀλλοίαν ὕπαρξιν ἔλαχον· ἐν δὲ τοῖς σώμασι διάστασις ἄλλοις ἄλλας ἐμποιοῦσα δυνάμεις· καὶ γὰρ ἐν τούτοις εἰσὶν ἔσχαται τῶν νοητῶν ἐμφάσεις, καθ’ ἃς τοδὶ μὲν τοῦδε
25ποιητικόν, ἄλλο δὲ ἄλλου, καὶ τοδὶ μὲν τῷδε συμπαθές, ἄλλο δὲ πρὸς ἄλλο τὴν συμπάθειαν ἔχει ταύτην. ὡς οὖν ἐν τῷ παντὶ τοῦτο ἕκαστον ποιεῖ κατὰ φύσιν, ἐφ’ ᾧ τέτακται παρὰ τῆς δημιουργίας, οὕτω καὶ ἐν τῇ πόλει διῄρηται τὰ ἑκάστων ἐπιτηδεύματα, καὶ πρὸς ὃ πέφυκεν ἕκαστος, ἐπὶ
30τοῦτο τέτακται. τίνα οὖν τὰ ἔργα τῶν προπολεμούντων,
αὐτὸς ἑξῆς διασαφεῖ λέγων.
in Ti
.

1

.

37

Ὡς ἄρα αὐτοὺς δέοι φύλακας εἶναι μόνον τῆς πόλεως, εἴ τέ τις ἔξωθεν ἢ καὶ τῶν ἔνδοθεν ἴοι κακουργήσων, δικάζοντας μὲν πράως τοῖς ἀρχο‐ μένοις ὑπ’ αὐτῶν καὶ φύσει φίλοις οὖσι, χαλεποὺς
5δὲ ἐν ταῖς μάχαις τοῖς ἐντυγχάνουσι τῶν ἐχθρῶν γιγνομένους [17 D 18 A. cf. rep. III 415 D ss II 375 BC]. Ἐν οἷς βούλεται τοὺς φύλακας καὶ ἐπικούρους δικαστὰς μὲν εἶναι τῶν ἔνδον, εἴ τις κακουργοίη τὴν πόλιν, ἀγωνιστὰς δὲ πρὸς τοὺς ἔξω, τρόπον μὲν ἄλλον τοὺς ἐπικούρους, τρό‐
10πον δὲ ἄλλον τοὺς φύλακας, ὡς εἴρηται πρότερον [p. 35, 1 ss]. τὸ δὲ εἶναι φύλακας μόνον οὐκ ἔστι τῆς δυνάμεως ἐλάτ‐ τωσις· οὐδὲ γὰρ ὅταν ἐπὶ τοῦ πρώτου λέγωμεν, ὅτι ἓν μόνον ἐστίν, ἐλαττοῦμεν αὐτὸ καὶ εἰς στενὸν κομιδῇ κατακλείομεν· οὐδὲ γὰρ τὸ ἄριστον ἔχον μόνον ἠλάττωται κατὰ τοῦτο,
15πᾶσα δὲ τοὐναντίον τῷ τοιούτῳ πρόσθεσις ἐλάττωσίς ἐστιν· ὥστε τὸ μὴ μόνον ἐπὶ τούτων ἐλαττοῖ τὸ ὅλον, οὐ τὸ μόνον· ὅσῳ γὰρ ἂν πλεονάσῃς, τοσούτῳ τὸ ἐξ ἀρχῆς ἐλατ‐ τοῖς. ταῦτα μὲν δὴ τοιαῦτα. Πάλιν δὲ ὅπως ἐν τοῖς ὅλοις θεασώμεθα τὰ νῦν λεγόμενα, σκοπεῖν χρή. τί γὰρ
20ἔξωθεν ἐν τῷ παντί; πῶς δὲ οὐ πάντα περιέχει τὸ πᾶν; ἦ τὸ κακὸν καὶ ἐν τῷ κόσμῳ διχῶς ὑφέστηκεν, ἔν τε ψυχαῖς καὶ ἐν σώμασι, καὶ δεῖ τοὺς ἀναιροῦντας τὴν πλημμέλειαν καὶ ἀταξίαν ἐκ τοῦ παντὸς τὴν μὲν δίκην ἐπὶ τὰς ψυχὰς διατείνειν καὶ τὸ μέτρον, ἀνταγωνίζεσθαι δὲ πρὸς τὸ ἄστα‐
25τον τῆς ὕλης· αἳ μὲν γὰρ φύσει τῷ νοητῷ προσήκουσι, διὸ καὶ λέγοιντο ἂν ἔνδοθεν καὶ ἐκ τοῦ παντὸς εἶναι τοῦ νοη‐ τοῦ πλάτους, τὰ δὲ ἔνυλα ὄντα καὶ πόρρω τῶν θεῶν ὀθνεῖά πως αὐτῶν ἐστι καὶ ξένα καὶ ἔξωθεν· διὸ καὶ ἐκείναις μὲν ὡς φύσει φίλαις οἱ τῆς δίκης ἀποπληρωταὶ χρῶνται πράως,
30χαλεποὶ δέ εἰσι τοῖς τῶν σωμάτων πλημμελῶς καὶ ἀτάκτως
in Ti
.

1

.

38

φερομένοις, ὡς ἀσύμμετροι πρὸς αὐτὰ καὶ ὡς ἄρδην ἀφανί‐ ζοντες αὐτῶν τὴν ἀταξίαν καὶ ἀποκόπτοντες τὴν ὑλικὴν πλεονεξίαν· τὰ μὲν γὰρ οὐδὲ ὑπομένει τὸν τοιοῦτον κόσμον, ἀλλ’ εὐθὺς εἰς τὸ μὴ ὂν οἴχεται φερόμενα, τὰ δὲ πλημμελῶς
5κινηθέντα καταστέλλεται παρὰ τῆς ἐν τῷ παντὶ Δίκης καὶ τῶν τῆς τάξεως φρουρητικῶν δυνάμεων τῆς ἀνανταγωνίστου ῥώμης. διὸ καὶ νῦν εἶπε τοῖς ἐντυγχάνουσιν εἶναι τοὺς προπολεμοῦντας τῆς πόλεως χαλεπούς· εἰσὶ γὰρ οἳ καὶ τὴν θέαν οὐκ ἂν ἐνέγκοιεν αὐτῶν. ὅλως δὲ καὶ περὶ αὐτὰς τὰς
10ψυχάς εἰσι καὶ ἀναγωγοὶ δυνάμεις καὶ καθαρτικαί, κρίσεώς τε ἔφοροι καὶ δίκης, καὶ δῆλον, ὡς αἳ μὲν τοῖς φύλαξιν ἀνάλογον, αἳ δὲ τοῖς ἐπικούροις· καὶ περὶ τὰ σώματα αἳ μέν εἰσι συνεκτικαὶ δυνάμεις, αἳ δὲ διαλυτικαί, καὶ δῆλον, ὡς αἳ μὲν τοῖς φύλαξιν, αἳ δὲ τοῖς προπολεμοῦσιν ἀνάλογον·
15τὰ γὰρ μηκέτι μένειν ἐν οἰκείᾳ τάξει δυνάμενα πρὸς τὸ πᾶν ἀναπλοῦσιν, ἵνα πάντα ᾖ τεταγμένα καὶ μηδὲν ἀόριστον ἢ πλημμελές. εἰ δὲ ἀποβλέψειας καὶ εἰς αὐτὸν τὸν ὅλον δημιουργὸν καὶ τὸ ἄτρεπτον τῶν θεῶν καὶ ἀμείλικτον, οὓς καὶ ἡ ἔνθεος ποίησις φύλακας ὠνόμασε τοῦ Διός, ἔχοις ἂν
20καὶ τὴν ἐν τῷ πατρὶ τῶν διττῶν τούτων γενῶν προυπάρ‐ χουσαν αἰτίαν· διὰ μὲν γὰρ τὸ ὂν τὸ δημιουργικὸν πάντα κεκόσμηται, διὰ δὲ τὴν ἄτρεπτον ἐν αὐτῷ φρουρὰν μένει πᾶσα ἡ διακόσμησις αἰώνιος, πάσης ἀταξίας ἄρδην ἀφανι‐ ζομένης. ἴδοις δ’ ἂν ἐκεῖ καὶ τὴν Δίκην τὴν μετὰ τοῦ
25Διὸς τὰ πάντα κατευθύνουσαν—ἕπεται γὰρ αὐτῷ πρὸ τοῦ θείου νόμου τιμωρός—καὶ τὴν ἐνόπλιον τάξιν, μεθ’ ἧς διατάττει τὸ πᾶν, ὥσπερ λέγουσιν οἱ τὰς τιτανομαχίας τε καὶ γιγαντομαχίας ἀναγράψαντες. ἀλλὰ ταῦτα μὲν καὶ εἰσαῦ‐
θις. τὸ δ’ ἔξωθεν καὶ ἔνδοθεν δύναιτο ἄν τις καὶ
in Ti
.

1

.

39

οὑτωσὶ νοεῖν· ἡ πλημμελὴς καὶ ἄτακτος τῶν σωμάτων ῥοὴ ποτὲ μὲν γίνεται παρὰ τὴν ἀδυναμίαν τῶν λόγων, ποτὲ δὲ παρὰ τὴν πλεονεξίαν τῆς ὕλης· εἰσὶ δὲ οἱ μὲν λόγοι τοῖς ποιητικοῖς αἰτίοις οἰκεῖοι, ἡ δὲ ὕλη διὰ τὴν ἑαυτῆς ἀορι‐
5στίαν καὶ τὸ πόρρω τῆς ὑφέσεως ξένη τῶν κοσμούντων αὐτήν. οὐκοῦν ἡ ἀνανταγώνιστος ῥώμη τῶν θεῶν καὶ ἡ ἄτρεπτος τάξις καὶ ἡ τῆς δημιουργίας φρουρὰ παντοίως ἀναιροῦσα τὴν πλημμέλειαν ἀνανεοῖ μὲν τοὺς λόγους καὶ παραμυθεῖται τὴν ἀσθένειαν αὐτῶν, καταγωνίζεται δὲ τὴν πλεονεξίαν τῆς
10ὕλης, οὐχ ὅτι ἀνθίσταται τοῖς θεοῖς τοῖς παράγουσιν αὐτήν, ἀλλ’ ὅτι διὰ τὴν ἀοριστίαν φεύγουσα τὸν κόσμον κρατεῖται τοῖς εἴδεσι διὰ τὴν δημιουργικὴν φρουράν, πρὸς ἣν οὐδὲν ἀνθί‐ στασθαι δυνατόν, πάντα δὲ εἶναι κατήκοα δεῖ πρὸς αὐτήν, ὅπως ἂν ἀεὶ διαμένῃ τὰ ἐν τῷ κόσμῳ πάντα καὶ ᾖ πραγμά‐
15των ὁ δημιουργὸς ἀιδίων πατήρ, ἅτε ἀκίνητος ὢν καὶ ἐν αἰῶνι χωριστῶς ἱδρυμένος. Φύσιν γὰρ οἶμαί τινα τῶν φυλάκων τῆς ψυχῆς ἐλέγομεν ἅμα μὲν θυμοειδ, ἅμα δὲ φιλόσοφον δεῖν εἶναι διαφερόντως, ἵνα πρὸς ἑκατέρους δύναιντο
20πρᾶοι καὶ χαλεποὶ γίγνεσθαι [18 A. cf. rep. II 375 C 376 C]. Τὸ φιλόσοφον καὶ τὸ θυμοειδὲς ἀμφότερα περιέχει τὰ γένη, τό τε ἐπικουρικὸν καὶ τὸ λεγόμενον ἰδίως φυλακικόν, ὥσπερ καὶ τὸ ἐπιθυμητικὸν ἐφαρμόσει τῷ τρίτῳ τῷ καλου‐
25μένῳ θητικῷ· διότι γὰρ τὴν ἄνω πόλιν ἀντιδιεῖλε πρὸς τὴν κάτω, τοῖς διττοῖς ὀνόμασι τούτοις τὰς διαφορὰς τῶν ἐν αὐτῇ τάξεων ἐδήλωσεν, ὡς εἴ τις εἰς οὐρανὸν καὶ γένεσιν τὸν κόσμον διελόμενος ἔλεγεν ἐν τῷ οὐρανῷ δαιμονίας τε εἶναι τάξεις καὶ θείας, ἀμφοτέρας δὲ φυλακτικὰς τῆς γενέ‐
30σεως καὶ τοῦ παντὸς ἐκάλει· τὸ γὰρ πᾶν φρουρεῖται μὲν καὶ ὑπὸ θεῶν, φρουρεῖται δὲ καὶ ὑπὸ δαιμόνων, ὑπ’ ἐκεί‐
νων μὲν ὁλικῶς καὶ ἑνιαίως καὶ ἐξῃρημένως, ὑπὸ τούτων
in Ti
.

1

.

40

δὲ μερικῶς καὶ πεπληθυσμένως καὶ προσεχέστερον τοῖς ὑπ’ αὐτῶν φρουρουμένοις· περὶ γὰρ ἕκαστον θεὸν πλῆθος τέτα‐ κται δαιμόνων μεριζόμενον αὐτοῦ τὴν μίαν καὶ ὅλην πρό‐ νοιαν. προσήκει δὴ οὖν τὸ μὲν φιλόσοφον 〈τοῖσ〉 θεοῖς καθ‐
5όσον ἥνωνται πρὸς τὸ νοητὸν καὶ καθόσον πεπλήρωνται τοῦ ὄντος, τὸ δὲ θυμοειδὲς τοῖς δαίμοσι καθόσον ἀναστέλλουσι πᾶσαν πλημμέλειαν ἐκ τοῦ παντὸς καὶ καθόσον δορυφοροῦσι τοὺς θεοὺς ὥσπερ ὁ θυμὸς τὸν λόγον, καὶ καθόσον σωτῆρές εἰσι τῶν θείων νόμων καὶ τῶν τῆς Ἀδραστείας θεσμῶν.
10διὰ δὲ ταύτας τὰς αἰτίας πρᾶοι μέν εἰσι τοῖς οἰκείοις, ἐμ‐ μελῶς αὐτῶν παραμυθούμενοι τὴν ἀσθένειαν ὡς φύσει συγ‐ γενῶν, χαλεποὶ δὲ τοῖς ἔξωθεν, ὡς ἐξῃρημένως καὶ κατ’ ἄκραν ὑπερβολὴν ἀφανίζοντες αὐτῶν τὴν ἀοριστίαν. Τί δὲ τροφῆς; ἆρ’ οὐ γυμναστικῇ καὶ μουσικῇ
15μαθήμασί τε ὅσα προσήκει τούτοις ἐν ἅπασι τεθρά‐ φθαι; [18 A. cf. rep. III 401 ss] Οἱ μὲν εἰρημένοι λόγοι τύποι τινὲς ἦσαν ἐπὶ πάντας κοινῇ διατείνοντες κατὰ τὴν δημιουργικὴν διακλήρωσιν καὶ τὴν ἑτερότητα τὴν θείαν, διορίζοντες τὰ προσήκοντα ἐπιτη‐
20δεύματα ἑκάστοις καὶ διανέμοντες τὰς δυνάμεις οἰκείως τοῖς ὑποδεχομένοις· ἐντεῦθεν δὲ λοιπὸν ὑφαίνεται τῶν πολιτῶν ὁ βίος διὰ τροφῆς καὶ ἐπιτηδευμάτων καὶ κοινωνίας καὶ παιδοποιίας προϊὼν εἰς τέλος ἀπ’ ἀρχῆς δεόντως. τίς οὖν ἡ τροφὴ καὶ πῶς εἴκασται πρὸς τὸ πᾶν; ὅτι μὲν γὰρ ἐν
25τῇ πόλει παιδεία τίς ἐστι τῆς ψυχῆς τὸ μὲν ἄλογον ῥυθμί‐ ζουσα διὰ μουσικῆς καὶ γυμναστικῆς, τῆς μὲν χαλώσης τοῦ θυμοῦ τὸν τόνον, τῆς δὲ ἐγειρούσης τὴν ἐπιθυμίαν καὶ ὥσπερ ἐμμελῆ καὶ σύμμετρον αὐτὴν πρὸς τὸν θυμὸν ἀπο‐
τελούσης, ἄγαν ἐκλελυμένην διὰ τὴν πρὸς τὸ ἔνυλον κατά‐
in Ti
.

1

.

41

βασιν καὶ ἀζωΐας ἀναπλησθεῖσαν ἐκεῖθεν, τὸν δὲ λόγον διὰ τῶν μαθημάτων τῶν ἐχόντων ἕλκον τι καὶ ἀναμνηστικὸν τοῦ ὄντος καὶ τῶν ἀναγόντων τὸ ἐν ἡμῖν νοερὸν ἐπ’ αὐτὸ τὸ φανότατον τοῦ ὄντος, δῆλόν ἐστι τοῖς μὴ πάντη τῶν
5ἐκεῖ διατεταγμένων ἐν λήθῃ γεγονόσι· τίς δὲ ἡ ἐν τῷ παντὶ τροφὴ καὶ τίς ἡ μουσικὴ καὶ γυμναστικὴ καὶ τίνα τὰ μαθή‐ ματα τῶν τοῦ παντὸς φυλάκων, ἡμέτερον ἤδη ζητεῖν. τάχ’ οὖν εἰ λέγοιμεν τροφὴν μὲν τὴν τελειότητα τὴν ἀποπληροῦσαν ἕκαστον τῶν αὐτῷ προσηκόντων ἀγαθῶν καὶ αὐτάρκη ποιοῦ‐
10σαν κατά τε τὰς νοήσεις καὶ τὰς προνοίας, μουσικὴν δὲ καὶ γυμναστικὴν τὴν μὲν ἐναρμονίους ἀποτελοῦσαν τὰς ζωάς, τὴν δὲ ἔνρυθμον καὶ ἐμμελῆ τὴν θείαν κίνησιν ἐργαζομένην, ἀεὶ τὸ αὐτὸ τηροῦσαν εἶδος καὶ τὴν αὐτὴν ἕξιν ἄτρεπτον τῶν θείων ὀχημάτων—διὰ ταῦτα γὰρ δὴ καὶ Σειρῆνας
15ἀλλαχοῦ προσεῖπε τὰς θείας ψυχὰς καὶ ἔνρυθμον τὴν οὐ‐ ρανίαν ἀπεφήνατο κίνησιν· γυμναστικὴ μὲν γὰρ ἐν ἐκείνοις, ἰατρικὴ δὲ ἐν τοῖς ὑπὸ σελήνην, τοῖς καὶ τὸ παρὰ φύσιν ἐπιδεχομένοις—τάχ’ οὖν εἰ ταῦτα λέγοιμεν, ὀρθῶς ἂν λέ‐ γοιμεν· ἄνωθεν γὰρ ἀπὸ τῶν νοητῶν ἐφήκουσι δυνάμεις
20ἐφ’ ὅλον τὸν οὐρανὸν ἁρμονίαν τε ἐπιλάμπουσαι ταῖς ζωαῖς τὴν ἀρίστην καὶ ἄτρεπτον ῥώμην τοῖς ὀχήμασιν αὐτῶν, ἐπεὶ καὶ τὰ μαθήματα νοήσεις εἰσὶ τῶν ψυχῶν τῶν οὐρανίων, καθ’ ἃς ἀνατρέχουσιν ἐπὶ τὸ νοητόν, ἑπόμεναι τῷ μεγάλῳ Διὶ καὶ θεώμεναι τόν τε ἑνιαῖον ἀριθμὸν καὶ τὸν ὡς ἀλη‐
25θῶς οὐρανὸν καὶ τὸ νοερὸν σχῆμα. διὸ δὴ καὶ ἀριθμητι‐ κὴν ἂν εἴποις ἐν αὐταῖς τὴν ἀληθεστάτην καὶ ἀστρονομίαν καὶ γεωμετρίαν· καὶ γὰρ τὸ αὐτοτάχος ὁρῶσι καὶ τὴν αὐτο‐
βραδυτῆτα, τὰ παραδείγματα τῶν κατ’ οὐρανὸν περιόδων,
in Ti
.

1

.

42

καὶ ὅλως τὴν πρωτουργὸν καὶ νοερὰν περιφορὰν καὶ τὸν θεῖον ἀριθμὸν καὶ τὰ σχήματα τὰ νοερὰ καὶ πρό γε τούτων τὴν διαλεκτικήν, καθ’ ἣν τὸ νοητὸν ἅπαν νοοῦσι καὶ ἑνί‐ ζονται πρὸς τὴν μίαν τῶν ἑνάδων ἁπασῶν αἰτίαν· καὶ εἰ
5δεῖ διελόντα λέγειν, διὰ μὲν τῶν τοιούτων μαθημάτων ἐνερ‐ γοῦσι περὶ τὰ πρῶτα, διὰ δὲ τῆς γυμναστικῆς ἀχράντως προΐστανται τῶν δευτέρων, διὰ δὲ τῆς μουσικῆς ἐναρμονίως τὸν σύνδεσμον συνέχουσι τῶν ὅλων. Τοὺς δέ γε οὕτω τραφέντας ἐλέχθη που μήτε
10χρυσὸν μήτε ἄργυρον μήτε ἄλλο ποτὲ μηδὲν κτῆμα αὐτῶν ἴδιον νομίζειν [18 B. cf. rep. III 416 D ss]. Ἃ μὲν ἐπὶ τῆς εὐνομωτάτης πόλεως προστέτακται, δήλην ἔχει τὴν αἰτίαν καὶ εἴρηται πρὸς τοῦ Σωκράτους ἐν ἐκείνοις· πῶς δὲ καὶ εἰς τὸν οὐρανὸν ταῦτα μετοίσομεν; ἦ κατιδόν‐
15τες, δι’ ἣν αἰτίαν ἄνθρωποι χρυσὸν καὶ ἄργυρον διώκουσι καὶ τί ποτε ἐννοοῦντες ἔρωτα τοῦτον ἐρῶσιν ἀπέραντον· δῆλον δὴ ὅτι τὰς ἑαυτῶν χρείας ἐκ παντὸς θεραπεύειν ἐθέ‐ λοντες καὶ τὰ πρὸς ἡδονὴν ἑαυτοῖς ἐκπορίζειν ἐπιθυμοῦν‐ τες· διὰ γὰρ ταῦτα καὶ τὸν πολυάρατον πλοῦτον ἐκπλήττον‐
20ται. τοῖς γοῦν πλουσίοις πολλά φασι τὰ παραμύθια εἶναι κατὰ τὸν Κέφαλον [rep. I 329 E]. εἰ δὴ ταῦτα οὕτως ἔχοντά ἐστιν, ἡ τῶν οὐρανίων θεῶν τελειότης αὐτάρκης οὖσα καὶ πρὸς τὸ καλὸν ἐστραμμένη καὶ τὸ ἀγαθὸν οὐδὲν δεῖται τῆς ἐπεισάκτου ταύτης καὶ φαινομένης αὐταρκείας οὐδὲ εἰς
25χρείαν βλέπει καὶ τῆς χρείας στοχάζεται, πόρρω δὲ ἁπάσης ἐνδείας ἱδρυμένη καὶ τῆς ὑλικῆς ἀνάγκης καὶ πλήρης οὖσα τῶν ἀγαθῶν τὴν ἡγεμονικὴν ἔχει τάξιν ἐν τῷ παντί. καὶ μὴν καὶ τὸ μεριστὸν καὶ διῃρημένον ἀγαθὸν οὐ προσίεται, τὸ δὲ κοινὸν καὶ ἐπὶ τὰ ὅλα διατεῖνον καὶ ἀμέριστον προβέ‐
30βληται καὶ κατὰ τοῦτο χαρακτηρίζεται διαφερόντως. ἐφαρ‐
μόσει ἄρα καὶ τούτοις τὸ μήτε χρυσὸν μήτε ἄργυρον
in Ti
.

1

.

43

μήτε ἄλλο μηδὲν κτῆμα νομίζειν ἴδιον αὐτῶν. εἰ δὲ βούλει, καὶ τοῦτον λεγέσθω τὸν τρόπον φυσικῶς· καὶ χρυσὸς καὶ ἄργυρος καὶ ἕκαστα τῶν μετάλλων, ὥσπερ καὶ τῶν ἄλλων, ἀπὸ τῶν οὐρανίων ἐν γῇ φύεται θεῶν καὶ τῆς
5ἐκεῖθεν ἀπορροίας. λέγεται γοῦν Ἡλίου μὲν ὁ χρυσός, Σελή‐ νης δὲ ὁ ἄργυρος, Κρόνου δὲ μόλυβδος καὶ Ἄρεως ὁ σίδη‐ ρος. ταῦτα δὴ οὖν γεννᾶται μὲν ἐκεῖθεν, ὑφίσταται δὲ ἐν γῇ καὶ οὐκ ἐν ἐκείνοις τοῖς τὰς ἀπορροίας ἀφιεῖσιν· οὐδὲν γὰρ ἀπὸ τῶν ἐνύλων ἐκεῖνα εἰσδέχεται· καὶ ἔστι πάντα μὲν
10ἐκ πάντων, ἐπικρατεῖ δὲ ὅμως ἄλλη ἐν ἄλλοις ἰδιότης, οἷς μὲν Κρόνιος, οἷς δὲ Ἡλιακή, πρὸς ἣν καὶ ἀπιδόντες οἱ τούτων φιλοθεάμονες τὸ μὲν εἰς τήνδε, τὸ δὲ εἰς ἄλλην δύναμιν ἀναπέμπουσιν. οὔτ’ οὖν ἴδια ταῦτα τῶν θεῶν ἐστιν, ἀλλὰ κοινά—πάντων γάρ ἐστιν ἔκγονα—οὔτε ἐν ἐκείνοις
15ἐστίν—οὐ γὰρ δεῖται αὐτῶν τὰ ποιοῦντα—ἀλλὰ κατὰ τὰς ἐξ αὐτῶν ἀπορροίας ἐνταῦθα συμπήγνυται. διὰ τί οὖν παρὰ ἀνθρώποις μεριστῶς ταῦτα σπουδάζεται; διότι ζωὴν ἔχουσιν ἔνυλον καὶ πρὸς τὸ μερικὸν ἀποτείνονται τοῦ ὅλου ἀποστάντες· διὰ γὰρ τοῦτο τὸ ἐμὸν καὶ οὐκ ἐμὸν πολὺ
20παρ’ αὐτοῖς, ἕνωσις δὲ καὶ κοινωνία ζωῆς ἐκλέλοιπεν. Ἀλλ’ ὡς ἐπικούρους μισθὸν λαμβάνοντας τῆς φυλακῆς παρὰ τῶν σῳζομένων ὑπ’ αὐτῶν, ὅσος σώφροσι μέτριος, ἀναλίσκειν τε δὴ κοινῇ καὶ συν‐ διαιτωμένους μετ’ ἀλλήλων ζῆν, ἐπιμέλειαν ἔχον‐
25τας ἀρετῆς διὰ παντός, τῶν ἄλλων ἐπιτηδευμάτων σχολὴν ἄγοντας [18 B. cf. rep. II 374 E ss]. Ἐν μὲν ταῖς ἀνθρωπίναις ζωαῖς δόσιν καὶ ἀντίδοσιν εἶναι καὶ μισθὸν τῆς εὐποιίας οὐδὲν ἂν εἴη θαυμαστόν· εὖ γὰρ δὴ τοῦτο καὶ ὁ Σωκράτης ἐν ἐκείνοις εἴρηκεν, ὅτι
30σκοπὸς ἡμῖν εὐδαίμονα ποιῆσαι τὴν πόλιν ὅλην, ἀλλ’ οὐχ
ἕν τι τῆς πόλεως γένος, οἷον τὸ φυλακικόν· εἰ δὲ τοῦτο
in Ti
.

1

.

44

ὀρθόν, δέοι ἂν τοὺς μὲν προνοίᾳ καὶ φρονήσει τὴν πόλιν σῴζειν, τοὺς δὲ ὑπουργίᾳ καὶ θητείᾳ τὰς τοῦ βίου χρείας ἀποπληροῦν τοῖς σωτῆρσι τῆς πολιτείας, ὥσπερ καὶ ἡ ἐν ἡμῖν φύσις πλάττουσα καὶ συνέχουσα τὸ ὄργανον γαλήνην
5παρασκευάζει τῷ φρονοῦντι πρὸς τὰς αὐτῷ πρεπούσας ἐνερ‐ γείας. ἐν δέ γε τῷ κόσμῳ πρίαν ἀντίδοσιν ἢ ποῖον δή τινα μισθὸν εἰς τοὺς ἐν οὐρανῷ θεοὺς ἀπὸ τῶν θνητῶν ὁ λόγος ἐρεῖ γίγνεσθαι; μήποτε γὰρ ἴδια ταῦτα τῆς ἀνθρω‐ πίνης ἐστὶν ἀσθενείας μὴ ἐχούσης τὸ αὔταρκες, θεὸς δὲ
10πᾶς αὐτάρκης καὶ πρὸς τῷ αὐτάρκει διὰ τὸ μετὰ τῆς αὐτ‐ αρκείας ὑπέρπληρες πληρῶν μὲν τὰ ἐνδεέστερα τῶν ἀγα‐ θῶν, εἰσδεχόμενος δὲ οὐδὲν ἀπ’ αὐτῶν. ἢ καὶ εἰ μηδὲν εἰσδέχοιτο τὸ θεῖον, ἅτε ἱκανὸν καὶ ἀνενδεές, ὅμως μισθούς τινας παρ’ ἡμῶν ἀπαιτεῖ καὶ ἀμοιβὰς τῆς εὐποιίας, τὴν
15ὁμολογίαν τῆς χάριτος καὶ τὴν εὐγνωμοσύνην, δι’ ἣν ἐπι‐ στρέφομεν εἰς αὐτοὺς καὶ πληρούμεθα μειζόνων ἀγαθῶν· ἀγαθὸν γὰρ ὂν πάντα βούλεται εἰς αὐτὸ βλέπειν καὶ μεμνῆσθαι, ὅτι παρ’ αὐτοῦ πάντα καὶ δι’ αὐτό. τοῦτο γὰρ σῴζει καὶ τὰ μετ’ αὐτό, τὸ πρὸς τὴν θείαν αἰτίαν ἕκαστον ἀναρτᾶν. ἀλλ’
20εἰ ταῦτα τοῦτον τὸν τρόπον ἀφερμηνεύοιμεν, εἰς ἐπιστροφὰς καὶ ὁμολογίας χάριτος τοὺς μισθοὺς ἀναπέμποντες, πῶς ἔτι συνᾴσεται ἡμῖν τὸ συνδιαιτᾶσθαι κοινῇ τοὺς θεοὺς καὶ ἀναλίσκειν τὸν τοιοῦτον μισθόν; βέλτιον οὖν τὸν μὲν μισθὸν φυσικώτερον ἀκούειν· ἐπειδὴ γὰρ ἀπόρροιαι μὲν ἥκουσιν εἰς
25τὸν θνητὸν τόπον ἐκεῖθεν, ἀναθυμιάσεις δὲ ἐντεῦθεν ἐκεῖσε κινούμεναι, καὶ διὰ τούτων ἡ περὶ τὰ θνητὰ δημιουργία συντελεῖται τῶν θεῶν, τὰς τοιαύτας μεταβολὰς τῶν γηΐνων καὶ μεταβάσεις μισθὸν προσεῖπεν ἀπὸ τῆς ὅλης γῆς τῷ οὐρανῷ τελούμενον, ἵνα ἀνέκλειπτος ἡ γένεσις ᾖ, τὴν δὲ
30κοινὴν δίαιταν τὴν μίαν σύμπνοιαν τῆς θείας δημιουργίας
in Ti
.

1

.

45

καὶ τὴν ὁμονοητικὴν τῶν ἐν οὐρανῷ θεῶν προμήθειαν, δι’ ἣν ἀναλίσκεται μὲν ἅπαν τὸ ἐκ γῆς μεταβάλλον, ποικίλως δὲ ἡ γένεσις ἐξαλλάττεται διὰ τῆς χορείας τῶν οὐρανίων. εἰς ἃ δὴ καὶ ὁ Τίμαιος βλέπων ἐρεῖ τὸν ὅλον κόσμον ἑαυτῷ
5φίλον εἶναι καὶ γνώριμον δι’ ἀρετήν, καὶ τὴν ἑαυτοῦ φθίσιν ἑαυτῷ παρέχεσθαι τροφήν, πάντα εἰς ἑαυτὸν δρῶντα καὶ πάσχοντα ὑφ’ ἑαυτοῦ. τί οὖν τὸ τέλος τῆς μιᾶς ταύ‐ της καὶ κοινῆς ζωῆς τῶν πολιτῶν; ἀρετή, φησιν αὐτός, ἀρετή· ἡ θεία δηλαδή· παρὰ γὰρ θεοῖς ἡ ἀρετὴ πρῶτον,
10εἶτ’ ἀπ’ ἐκείνων καὶ εἰς τὰ κρείττονα γένη καὶ εἰς ἡμᾶς κάτεισι μοῖρά τις αὐτῆς. κατ’ αὐτὴν οὖν ζῶντες οἱ τοῦ κόσμου φύλακες καὶ ἀπὸ πάντων τῶν ἄλλων ἐπιτηδευμάτων ἄγοντες σχολήν—οὐ γὰρ εἰς χρείας ὁρῶσιν οὐδὲ πρὸς τὸ ἔξω βλέπουσιν· πάντα γάρ ἐστιν ἔνδον αὐτῶν—σῴζουσί τε
15πάντα καὶ πληροῦσι τῶν καλῶν καὶ ἀγαθῶν, ὑπουργοῦντες καὶ συνεργοῦντες τῷ ἑνὶ πατρὶ καὶ δημιουργῷ τῶν ὅλων. ἐπειδὴ δὲ καὶ ταῖς μεταβολαῖς τῆς γῆς αὐτοὶ μέτρον ἀφορί‐ ζουσιν οὐκ ἐξιστάμενοι ἑαυτῶν, ἀλλὰ πρὸς ἑαυτοὺς ἐστραμ‐ μένοι καὶ ἐν ἑαυτοῖς ὄντες, διὰ τοῦτο καὶ τὸν μισθὸν σώφροσι
20μέτριον προσείρηκε· σωφρονοῦντες γὰρ τῷ ἑαυτῶν εἶναι καὶ τὰ δεύτερα μετροῦσι τὰς παντοίας αὐτῶν μεταβολὰς ἐν τῇ ἁπλότητι τῆς ἑαυτῶν ζωῆς περιέχοντες. οὕτω μὲν οὖν κατὰ ταύτην τὴν ὁδόν. κατὰ δὲ τὴν ἑτέραν τὴν ὁσιότητα φήσομεν καὶ τὴν εἰς θεοὺς ἐπιστροφὴν μάλιστα μέτρον ἔχειν καὶ τῷ
25ἀγαθῷ κατέχεσθαι, τοῦτο δὲ ὁρίζεσθαι παρ’ αὐτῶν τῶν θεῶν κατὰ τὴν θείαν φρόνησιν ἑαυτούς τε καὶ τὰ ἄλλα σῴζειν δυναμένων. Καὶ μὲν δὴ καὶ περὶ γυναικῶν ἐπεμνήσθημεν, ὡς τὰς φύσεις τοῖς ἀνδράσι παραπλησίας εἴη συν‐
30αρμοστέον, καὶ τὰ ἐπιτηδεύματα πάντα κοινὰ κατά τε πόλεμον καὶ κατὰ τὴν ἄλλην δίαιταν δοτέον
πάσαις [18 C. cf. rep. V 453 B ss].
in Ti
.

1

.

46

Τὸ κοινὰς εἶναι τὰς ἀρετὰς ἀνδρῶν τε καὶ γυναικῶν Πλάτωνι μὲν εἰκότως ἤρεσεν ἓν εἶδος ἀποφαινομένῳ τὸ ἀνθρώπειον, ἀλλ’ οὐχ ἕτερον μὲν τὸ ἄρρεν, ἕτερον δὲ τὸ θῆλυ τιθεμένῳ· τὰ γὰρ ἑτέραν ἔχοντα τὴν τελειότητα κατ’
5εἶδος τῷ εἴδει ἕτερά ἐστι, τὰ δὲ τῷ εἴδει τὰ αὐτὰ καὶ τελειότητα μίαν ἔχει καὶ τὴν αὐτήν· ἄλλοις δὲ ἀπέγνωσται τὸ μὴ εἶναι κατ’ εἶδος διαφορὰν ἐν τούτοις ὁμολογεῖν, καί‐ τοι τοῦ Πλάτωνος ἐπιδείξαντος, ὅτι καὶ δυνατὸν τοῦτο καὶ συμφέρον· δυνατὸν μέν, ὅτι ἡ ἱστορία τοῦτο βεβαιοῖ· φαίνον‐
10ται γὰρ γυναῖκες εὖ τραφεῖσαι μακρῷ ἀμείνους ἀνδρῶν· συμφέρον δέ, ὅτι ἄμεινον ἀντὶ ἡμίσεων διπλασίους εἶναι τοὺς τὴν ἀρετὴν ἐν τοῖς ἔργοις ἐπιδεικνυμένους. ὡς οὖν φύλακας ἀπετελέσαμεν τοιᾷδε τροφῇ καὶ τοιοῖσδε μαθήμασιν, οὕτω καὶ φυλακίδας ἀπὸ τῶν αὐτῶν ἀποτελέσομεν, καὶ ὡς
15τοὺς προπολεμοῦντας, οὕτω καὶ τὰς προπολεμούσας. ἵνα δὲ μᾶλλον τὴν τοῦ Πλάτωνος θαυμάσωμεν διάνοιαν, ἐπὶ τὰ ὅλα καὶ τὴν τοῦ παντὸς διακόσμησιν ἡμῖν ἑαυτοὺς ἀναπεμ‐ πτέον, ὅπου καὶ θαυμαστὴν ὀψόμεθα σύμπνοιαν τοῦ ἄρρενος καὶ θήλεος. ἐν μὲν γὰρ θεοῖς οὕτω ταῦτα συμπέφυκεν
20ἀλλήλοις, ὥστε καὶ ἀρρενόθηλυν ἀποκαλεῖσθαι τὸν αὐτόν, καθάπερ Ἥλιον καὶ Ἑρμῆν καὶ ἄλλους τινὰς θεούς· ὅπου δὲ καὶ διῄρηται, κοινὰ τὰ ἔργα ἐστὶ τοῦ ἄρρενος καὶ θήλεος τῶν ὁμοταγῶν, πρώτως μὲν 〈ἀποτελούμενα〉 ἀπὸ τοῦ ἄρρενος, ὑφει‐ μένως δὲ ἀπὸ τοῦ θήλεος. διὸ καὶ ἐν τοῖς θνητοῖς ἡ φύσις
25ἀσθενέστερον ἐν πᾶσιν ἀπέφηνε τὸ θῆλυ τοῦ ἄρρενος. πάντα δ’ οὖν ἅπερ ἐκ τοῦ ἄρρενος, ταῦτα καὶ τὸ θῆλυ γεννᾷ τῆς ὑφέσεως σῳζομένης· ἥ τε οὖν Ἥρα συμπρόεισι τῷ Διὶ
πάντα ἀποτίκτουσα σὺν τῷ πατρί· διὸ καὶ ἰσοτελὴς αὐτῷ
in Ti
.

1

.

47

προσαγορεύεται· καὶ ἡ Ῥέα τῷ Κρόνῳ· πάσης γάρ ἐστι τῆς Κρονίας δυνάμεως κόλπος ἡ θεὸς αὕτη· καὶ ἡ Γῆ τῷ Οὐρανῷ· πάντων γὰρ ἡ Γῆ μήτηρ, ὧν ὁ Οὐρανὸς πατήρ. καὶ πρὸ τούτων τῶν στοιχείων ἐὰν τὸ πέρας καὶ ἄπειρον
5λάβωμεν, ἃ δὴ τὴν ἀρχῆς τάξιν ἔλαχε πρὸς ταῦτα καὶ αἰτίας, εὑρήσομεν ἐξ ἀμφοῖν πάντα τὰ ὁπωσοῦν εἰς τὸ εἶναι παριόντα γεννώμενα. ἔχεις οὖν καὶ ἐν νοητοῖς καὶ ἐν νοεροῖς καὶ ἐν ὑπερκοσμίοις θεοῖς τοῦ ἄρρενος πρὸς τὸ θῆλυ συνάρμοσιν. ἴδε δὴ τὸ αὐτὸ καὶ ἐν οὐρανῷ· πᾶσα γὰρ ἡ γένεσις ἔκ τε
10ἡλίου κυβερνᾶται καὶ σελήνης, μειζόνως δὲ ἀπ’ ἐκείνου καὶ πατρικῶς, ἀπὸ δὲ ταύτης δευτέρως· διὸ καὶ ἐλάττων ἥλιος ὑπὸ τινῶν προσωνόμασται. καὶ τοῖς ἐν ἡλίῳ θεοῖς ἄρρεσίν εἰσι καὶ σεληνιακαὶ τάξεις ἀνάλογον. ἐν δέ γε τοῖς δαί‐ μοσιν εἰ θεωροίης, πανταχοῦ συνεζευγμένην ὄψει τῶν διττῶν
15τούτων γενῶν τὴν πρόνοιαν· τοῖς μὲν γὰρ θείοις δαίμοσιν αἱ θεῖαι δαιμονίδες ἡνωμένως πάντα ἀποτελοῦσι δευτέρως, ἅπερ ἐκεῖνοι πρώτως· τοῖς δὲ ψυχικοῖς αἱ ψυχικαί, τοῖς δὲ φυσικοῖς αἱ φυσικαί, τοῖς δὲ σωματικοῖς αἱ σωματικαί, μητέ‐ ρων ἔχουσαι πρὸς τοὺς ἄρρενας καὶ δυάδων ὡς πρὸς μονά‐
20δας λόγον· πάντα γὰρ ὑφειμένως γεννῶσιν, ἅπερ ἐκεῖνοι πατρικῶς καὶ ἡνωμένως παράγουσιν. εἰ τοίνυν ὀρθῶς εἰκάζο‐ μεν πρότερον [p. 34, 6 ss] τοὺς μὲν φύλακας τοῖς θεοῖς τοῖς οὐρανίοις, τοὺς δ’ ἐπικούρους τοῖς δαίμοσι τοῖς ἐκείνων ὀπα‐ δοῖς καὶ ὑπουργοῦσιν αὐτῶν ταῖς προνοίαις, εἰκότως ὁ Πλάτων
25καὶ ἐν τοῖς γένεσι τούτοις τὴν ὁμοίαν τοῦ ἄρρενος πρὸς τὸ θῆλυ συνάρμοσιν ἀσπάζεται, καὶ μεταδίδωσιν ἀμφοῖν κοινῆς ἀρετῆς καὶ κοινῶν ἐπιτηδευμάτων, ὥσπερ καὶ ἡ φύσις τὰ γένη ταῦτα συνέδησεν ἀλλήλοις καὶ μετ’ ἀλλήλων ἐποίησεν
αὐτὰ τίκτειν, χωρὶς δὲ ἀπὸ θατέρου τὸ ἕτερον οὐ διεῖλεν,
in Ti
.

1

.

48

ἀλλ’ ἄγονον χωρισθέν ἐστιν ὁποτερονοῦν, οἷς ἐξ ἀμφοῖν ἡ γένεσις. καίτοι πλείων ἐστὶν ἡ διαφορὰ κατὰ τὰ ὄργανα τὰ φυσικὰ τούτων ἢ κατὰ τὰς ζωάς· ἀλλ’ ὅμως καὶ ἐν ἐκείνοις κοινὸν τὸ ἔργον αὐτοῖς ἐποίησεν ἡ φύσις· πολλῷ
5ἄρα μᾶλλον κατὰ τὰ ἐπιτηδεύματα καὶ τὴν σύμπασαν ζωὴν τὴν κοινωνίαν αὐτῶν πρεσβεύειν ἄξιον. Τί δὲ δὴ τὸ περὶ τῆς παιδοποιίας; ἢ τοῦτο μὲν διὰ τὴν ἀήθειαν τῶν λεχθέντων εὐμνημόνευτον ἕως το· καὶ ταῦτα εὐμνημόνευτα ᾗ λέγεις [18 CD. cf.
10rep. V 454 D—461 E]. Εἴ τις ἐπιζητοίη, διὰ τί τὸ ἄηθες εὐμνημόνευτόν ἐστιν, οὐ χαλεπὸν λέγειν, ὅτι μᾶλλον ἡμῶν κινεῖ τὴν φαντασίαν ὡς παράδοξον καὶ τὸν τύπον ἑαυτοῦ τρανέστερον ἡμῖν ἐντί‐ θησιν. καὶ μὴν καὶ τὸ κοινὸν ἐπὶ τῶν γυναικῶν ὅπως
15λέγεται, ῥᾴδιον ἑπομένως ἀποδιδόναι τῷ Πλάτωνι· βούλεται γὰρ κατὰ τὸν νοῦν τῶν ἀρχόντων ἐν ἀφωρισμένοις καιροῖς ἐπιτελεῖσθαι τὰς συνέρξεις μετὰ θυσιῶν καὶ εὐχῶν, καὶ μηδενὸς ἰδίαν εἶναι τὴν συνερχθεῖσαν, ἀλλὰ χωρίζεσθαι μετὰ τὴν σύνερξιν καὶ οἰκεῖν χωρίς, καὶ πάλιν ἐν ἄλλοις
20καιροῖς τούτῳ συντάττεσθαι ὃν ἂν δοκιμάσωσιν οἱ φύλακες. ἀλλὰ ταῦτα οὕτως δείκνυσι τὴν εἰς τὴν φύσιν ἀνήκουσαν τούτων θεωρίαν. λέγωμεν οὖν ὅπῃ ταῦτα προσήκει τῇ δια‐ κοσμήσει τοῦ παντός· καὶ γὰρ ταῦτα πολὺ πρότερον ἐν τοῖς θεοῖς ὑπάρχει διὰ τὴν ἕνωσιν αὐτῶν. πάντα γὰρ ἔκγονα
25πάντων, εἰ καὶ ἄλλα κατ’ ἄλλην ἰδιότητα χαρακτηρίζεται, καὶ ἐν πᾶσίν εἰσι πάντες, καὶ πάντες πρὸς πάντας ἥνωνται μετὰ τῆς θεοῖς πρεπούσης ἀμιγοῦς καθαρότητος, εἰς ἣν καὶ ὁ Σωκράτης ὁρῶν τήν τε κοινωνίαν ἠσπάζετο ταύτην
καὶ τὴν τῶν ἐπιτηδευμάτων καθ’ ἓν ἕκαστον διανομὴν
in Ti
.

1

.

49

ἑκάστῳ κατὰ φύσιν. ἐπεὶ καὶ τὸ μὴ γινώσκειν ἰδίᾳ τὸ ἑαυτοῦ γέννημα παρὰ τοῖς θεοῖς ἐστιν, διὸ κοιναὶ μὲν αὐτοῖς αἱ νοήσεις, κοιναὶ δέ εἰσιν αἱ ποιήσεις· τὸ δὲ γεν‐ νηθὲν ἕκαστος ὡς κοινὸν ἁπάντων ὂν εὐεργετεῖ καὶ σῴζει.
5καὶ μὴν καὶ τὸ ἀδελφοὺς μὲν νενομίσθαι πάντας τοὺς ὁμο‐ ταγεῖς, πατέρας δὲ καὶ προγόνους τοὺς κρείττους, ἐκγόνους δὲ καὶ παῖδας τοὺς ὑφειμένους, ἀπὸ τῶν θεῶν καὶ εἰς τήνδε μετενήνεκται τὴν πολιτείαν· ἡ μὲν γὰρ ὁμοιότης τῆς οὐσίας ἡ ἀπὸ τῆς αὐτῆς αἰτίας τὸ ἀδελφὸν τὸ ἐν ἐκείνοις,
10ἡ δὲ γόνιμος αἰτία τὸ προγονικόν, ἡ δὲ ἀπόρροια τῆς οὐσίας ἡ εἰς δευτέραν προϊοῦσα καὶ τρίτην σειρὰν τὸ τῶν ἐκγόνων εἶδος ἐπιδείκνυσιν. ἐπεὶ καὶ τὸ τὴν αὐτὴν ἑτέροις ἢ τὸν αὐτὸν πλείοσι συζεύγνυσθαι λάβοις ἂν ἐκ τῶν μυστικῶν λόγων καὶ τῶν ἐν ἀπορρήτοις λεγομένων ἱερῶν γάμων, οἷς
15καὶ ὁ Πλάτων εἰς δύναμιν ἐξομοιῶν τὰ περὶ τοὺς πολίτας καὶ τοὺς τούτων γάμους ἱεροὺς γάμους προσηγόρευσε. καὶ μὴν ἐν τοῖς φυσικοῖς λόγοις καθορᾶν ἔξεστι καὶ τῶν διαφόρων λόγων μίαν καὶ τὴν αὐτὴν ὑποδοχὴν γιγνομένην, καὶ τὸν ἕνα λόγον ἐν πλήθει φανταζόμενον ὑποδοχῶν καὶ διήκοντα διὰ
20πλειόνων ὑποκειμένων. ἀνάλογον δέ ἐστι τὰ μὲν εἴδη τοῖς ἄρρεσιν, αἱ δὲ ὑποδοχαὶ τοῖς θήλεσι. τί δή ποτε οὖν τὸ αὐτὸ τοῦτο καὶ ἐν τῷ παντὶ θεωρεῖται καὶ παράδοξόν ἐστιν ἐν ταῖς ἀνθρωπίναις ζωαῖς; ὅτι, φήσω, τῶν ὅλων ἀποτετε‐ μάχισται καὶ μεριστὴ γέγονεν ἡ ἀνθρωπίνη πᾶσα ψυχή, καὶ
25διὰ τοῦτο φαίνεται καὶ αὐτῇ τὰ τῆς κοινωνίας ταύτης ἀντε‐ χόμενα δόγματα πάντων δυσπαραδεκτότατα. εἰ οὖν τις ἀνέλοι τὴν κατάταξιν καὶ ἑαυτὸν ἐπὶ τὸ ὅλον ἀναγάγοι, προσ‐ οῖτο ἂν τὴν τοιαύτην κοινωνίαν, τῆς παρὰ τοῖς πολλοῖς διῃρημένης συμπαθείας ὑπεριδών. καθ’ ὅσον δὲ ἕκαστος
30ἡμῶν κατατείνεται περὶ τὸ μέρος καὶ κατακερματίζεται καὶ
in Ti
.

1

.

50

τοῦ ὅλου καὶ ἑνὸς ἀπολιμπάνεται, κατὰ τοσοῦτον καὶ πρὸς τὴν τοιαύτην ἀνείλλεται ζωήν, ἄσχετον οὖσαν σχέσιν καὶ κατάταξιν ἀκατάτακτον καὶ ἀδιαίρετον διαίρεσιν. Ὅπως δὲ δὴ κατὰ δύναμιν εὐθὺς γίγνοινθ’ ὡς
5ἄριστοι τὰς φύσεις ἕως το· τύχην ἡγουμένοις αἰ‐ τίαν τῆς ξυλλήξεως [18 DE. cf. rep. V 459 DE 460 A]. Τὴν ὁμοιότητα καὶ τὴν ταυτότητα καὶ τὴν ἰσότητα τὴν γεωμετρικὴν μετὰ τῆς ἀριθμητικῆς ἐν τῇ ἑαυτοῦ Πολιτείᾳ [VII 524D ss] διαφερόντως ὁ Πλάτων παρέλαβεν, ἵνα τὴν πρὸς
10τὸν οὐρανὸν αὐτῆς ὡς ἐν αἰσθηταῖς ἢ πρὸς τὸ νοητὸν ὡς ἐν ὑπερουρανίοις ζωαῖς ἀπεικασίαν τελέως διασώσηται· διὰ γὰρ ταύτην τὴν αἰτίαν καὶ ἐν τοῖς γάμοις τῷ ἀρίστῳ τὴν ἀρίστην συναρμόζει καὶ τῷ χείρονι τὴν ὑφειμένην, ἐπεὶ καὶ ἐν τοῖς θεοῖς τὰ μὲν πρῶτα τοῖς πρώτοις μᾶλλον, τὰ δὲ δεύτερα τοῖς δευτέροις
15συμπέφυκε, καὶ μετὰ τῆς ἑνώσεώς ἐστιν ἡ ἀμιγὴς καθαρότης, ὥστε καὶ ἐν τοῖς δευτέροις μετὰ τοὺς θεοὺς γένεσι κατὰ τὸν τῶν θεῶν νοῦν ἡ τοιαύτη διανομὴ κατ’ ἀξίαν ἐπιτελεῖται. διὰ τοῦτο τοῖς μὲν θείοις δαίμοσιν αἱ θεῖαι συντάττονται δαιμονί‐ δες, τοῖς δὲ ψυχικοῖς αἱ ψυχικαί, τοῖς δὲ προσύλοις αἱ πρόσυλοι.
20καὶ πανταχοῦ τὸ ἀνάλογον ἐν τάξει πρόεισιν ἄχρι τῶν ἐσχά‐ των. ἐπεὶ καὶ τὸ λάθρᾳ μηχανᾶσθαι τοὺς ἄρχοντας τοῦτο τὴν ἐν ἀφανεῖ παρὰ τοῖς θεοῖς οὖσαν τῆς τοιαύτης συναγω‐ γῆς τῶν γενῶν αἰτίαν ἱκανῶς ἀπεικονίζεται, γιγνομένης μὲν ἐκεῖθεν πρώτως, δευτέρως δὲ καὶ ἀπὸ τῆς ἑκάστου τάξεως,
25ἣν ὁ κλῆρος ἐνδείκνυται, τὸ συνδετικὸν ἔχων ἀπὸ τῆς ὁμοιό‐ τητος τῆς ζωῆς, καθ’ ἣν ἕκαστον τῷ ὁμοίῳ συντέτακται, τῷ μὲν θείῳ τὸ θεῖον, τῷ δὲ ἐνύλῳ τὸ ἔνυλον, τῷ δὲ μέσῳ τὸ μέσον. καὶ διὰ τοῦτο πᾶσα στάσις ἐξῄρηται τῶν θείων καὶ διχόνοια, τὸ οἰκεῖον ἑκάστου στέργοντος κατὰ τὴν ἑαυτοῦ
30τάξιν καὶ αὐτοφυῆ ταύτην ὁρῶντος καὶ οὐκ ἐπεισοδιώδη
in Ti
.

1

.

51

καὶ μεμηχανημένην. ὧν ἁπάντων εἰκόνα φέρει τὸ καὶ τοὺς πολίτας τοῖς κλήροις ἀνατιθέναι τὴν σύλληξιν, οὐχ ὁρῶντας αὐτῶν τὸ κεκομψευμένον. ἐπεὶ κἀν τοῖς φυσικοῖς αἱ ὑποδοχαὶ τοῖς εἴδεσιν οἰκείως διανέμονται, καὶ ἕκαστον
5τῶν εἰδῶν τῆς κατὰ τὴν ὕλην ἐξαλλαγῆς αἰτιάσαιτο ἂν τὴν ἑαυτοῦ σύνταξιν· ἀλλ’ ὅμως καὶ τοῦτο ἐπιτελεῖται κατὰ τὰ αἴτια τὰ προεστῶτα τῆς ὅλης δημιουργίας, ἀνάλογον ὄντα τοῖς φύλαξι. ταῦτα μὲν οὖν εἰρήσθω τῆς τῶν ὅλων ἕνεκα θεωρίας· Λογγῖνος δὲ ἐν τούτοις ἀπορεῖ, μήποτε ὁ Πλά‐
10των τοῖς σπέρμασιν οἴεται συγκαταβάλλεσθαι τὰς ψυχάς· ἵνα γὰρ ἄριστοι γίγνωνται, τοῖς ὁμοίοις τὰς ὁμοίας συζεύ‐ γνυσι. καὶ ὅ γε Πορφύριος ἀπαντᾷ μὲν πρὸς τὴν ἔν‐ στασιν, οὐ σφόδρα δὲ ἱκανῶς. ὁ δέ γε ἡμέτερος διδά‐ σκαλος πρῶτον μὲν ἠξίου θεωρεῖν, ὅτι ὁ Πλάτων αὐτὸς
15προσέθηκε τὸ ἵνα ὡς ἄριστοι γίνοιντο τὰς φύσεις· δέχονται γὰρ οἱ παῖδες ὁμοιότητα φυσικὴν ἀπὸ τῶν πατέ‐ ρων καὶ τῆς εὐγενείας μεταλαγχάνουσι τῆς τῶν γεννησαμέ‐ νων κατὰ τὰς φυσικὰς ἀρετάς· ἔπειτα κἀκεῖνο ἐννοεῖν, ὅτι εἰ καὶ μὴ συγκαταβάλλεσθαι τοῖς σπέρμασιν τὰς ψυχὰς ἀλη‐
20θές, ἀλλὰ κατ’ ἀξίαν γε εἶναι τὴν τῶν ὀργάνων διανομήν· οὐ γὰρ εἰς τὰ τυχόντα ὄργανα αἱ ψυχαὶ πᾶσαι εἰσοικίζονται, ἀλλ’ ἑκάστη εἰς τὸ ἑαυτῇ προσῆκον· ἐσθλὰ μέν φησιν Ὅμηρος [Ξ 382].
ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν.
25ἔτι δὲ ὥσπερ ὁ τελεστὴς σύμβολα ἄττα τοῖς ἀγάλμασι περι‐ τιθεὶς ἐπιτηδειότερα αὐτὰ καθίστησιν εἰς μετουσίαν δυνά‐ μεων ὑπερτέρων, οὕτω δὴ καὶ ἡ φύσις ἡ ὅλη τὰ σώματα πλάττουσα τοῖς φυσικοῖς λόγοις ἀγάλματα τῶν ψυχῶν ἄλλην ἄλλοις ἐπιτηδειότητα 〈ἐν〉 σπείρει πρὸς ἄλλων καὶ ἄλλων ψυχῶν
30ὑποδοχήν, ἀμεινόνων τε καὶ χειρόνων· ἣν καὶ ὁ πολιτικὸς ὀρθῶς ἐπιστάμενος καὶ τῶν σπερμάτων ποιεῖται λόγον πολὺν
καὶ πάσης τῆς φυσικῆς ἐπιτηδειότητος, ἵνα δὴ αὐτῷ καὶ
in Ti
.

1

.

52

αἱ ψυχαὶ ἄρισται ἐπὶ φύσεσιν ἀρίσταις γίγνωνται. ταῦτα καὶ πρὸς τὴν ἀπορίαν τοῦ Λογγίνου ῥητέον. διὰ τίνα δὲ αἰτίαν ἄμεινον ὑπέλαβεν ὁ Πλάτων τὴν τύχην αἰτίαν νομίζειν τοὺς πολίτας τῆς τοιαύτης διανομῆς; ἦ ὅτι τῶν μὲν νομιζομένων
5ἡμῖν ἀγαθῶν λυσιτελές ἐστι καὶ τὴν αἰτίαν ἐγνωκέναι· μᾶλλον γὰρ ἐκείνην θαυμάσομεν· τῶν δὲ ὑπειλημμένων ἡμῖν κακῶν ἄμεινον ἀναίτιον ἡγεῖσθαι τὴν παρουσίαν, ἤ τινα αἰτίαν αὐτῶν ἐπ’ ἀγαθῷ ταῦτα διανέμουσαν αἰτιᾶσθαι· τοῦτο γὰρ εἰς καταφρόνησιν ἐγείρει τοῦ δεδωκότος, μᾶλλον δὲ εἰς μῖσος,
10διότι παντὶ τὸ κακοποιὸν αὐτοῦ φευκτόν. Καὶ μὴν ὅτι γε τὰ μὲν τῶν ἀγαθῶν θρεπτέον φαμὲν εἶναι, τὰ δὲ τῶν κακῶν εἰς τὴν ἄλλην λάθρᾳ διαδοτέον πόλιν [19 A]. Καὶ ταῦτα τῶν ἐκεῖ διωρισμένων ἐστί, πολλῷ δὲ πρό‐
15τερον ἐν τῷ παντὶ γίνεται. τῶν γὰρ παραγομένων ὑπὸ τῶν θεῶν καὶ δαιμόνων τὰ μὲν ἐν αὐτοῖς μένει, γένη καθαρὰ καὶ πόρρω γενέσεως, ἃ καὶ ἄχραντα διὰ τοῦτο καλεῖται, τὰ δὲ κάτεισιν εἰς γένεσιν, οὐ δυνάμενα ἐν οὐρανῷ μένειν ἀκλινῶς. καὶ τὰ μέν ἐστιν ἐξ ἀγαθῶν, τὰ δὲ ἐκ τῶν χειρό‐
20νων· τὸ γὰρ κακὸν τοῦ χείρονός ἐστι δηλωτικόν. εἰσὶ δὴ οὖν θεῶν μὲν ἵπποι τε καὶ ἡνίοχοι πάντες ἀγαθοί, τὰ δὲ τῶν ψυχῶν τῶν μερικῶν μεμιγμένα. διὸ δὴ καὶ ῥοπὴ καὶ νεῦσις καὶ πτερορρύησις ἐν ταύταις, ἃς καὶ πέμ‐ πουσιν εἰς γένεσιν οἱ 〈θεοὶ〉 ἐν οὐρανῷ καὶ δαίμονες τῶν καθό‐
25δων προϊστάμενοι τῶν ψυχικῶν. τά τε οὖν οὐράνια ψυχῶν γένη καὶ ἄχραντα τρέφεται συνεπόμενα τοῖς θεοῖς ἐπὶ δαῖτά τε καὶ θοίνην, ὡς ἐν Φαίδρῳ [247 A] λέγεται,
καὶ τὰ γενεσιουργὰ κοινωνεῖ τῇ γενέσει πεμπόμενα ἐκεῖθεν·
in Ti
.

1

.

53

λάθρᾳ φησὶν ὁ λόγος, τὴν ἀφανῆ καὶ ἀπόκρυφον ἐν τοῖς θεοῖς αἰτίαν τῶν ψυχικῶν καθόδων ἐνδεικνύμενος, ... τὰς κατιούσας ἐκεῖθεν ψυχὰς ὑπ’ ἄλλην γίνεσθαι πρόνοιαν καὶ ἐφόρους ἄλλους τοὺς τῆς γενέσεως προϊσταμένους.
5 Ἐπαυξανομένων δὲ σκοποῦντας ἀεὶ τοὺς ἀξίους πάλιν ἀνάγειν δεῖν, τοὺς δὲ παρὰ σφίσιν ἀναξίους εἰς τὴν τῶν ἐπανιόντων χώραν μεταλλάττειν [19 A]. Ἐν μὲν τῇ Πολιτείᾳ [III 415 BC] ποιεῖται μετάστασιν οὐ μόνον ἀπὸ τῶν ἄνωθεν διαδοθέντων εἰς τὴν κάτω πόλιν,
10ἀλλὰ καὶ τῶν ἐκεῖ τεχθέντων ὑποχρύσων, ἐνταῦθα δὲ ἀπὸ κατεληλυθότων ποιεῖται τὰς ἀναγωγάς. πῇ ποτε οὖν ταῦτα συμφωνήσειεν ἂν ἀλλήλοις; ἦ τάχα μὲν καὶ τήνδε τὴν λέξιν συμβιβάζειν πρὸς τὰ ἐκεῖ διωρισμένα δυνατόν, εἰ μὴ τὸ ἐπαυξανομένων ἐπὶ μόνων τῶν καταπεμφθέντων ἄνωθεν
15ἀκούσειας, ἀλλ’ ἐπὶ πάντων τῶν κάτω τρεφομένων· αὐξα‐ νομένων γὰρ τῶν κάτω τικτομένων ἁπλῶς ἢ κάτω γενομέ‐ νων ἄνωθεν σκοπεῖν 〈δεῖν〉 τὰς φύσεις αὐτῶν, ποῖαί τινές εἰσι, καὶ οὕτως ἐπανάγειν τοὺς ἀξίους. εἰ δὲ καὶ ὡς ἐξ ἀρχῆς εἴπομεν ἀκούειν ἐθέλοις, ῥητέον, ὅτι τὸ πρὸς τὰ
20προκείμενα συνᾷδον ὁ Σωκράτης νυνὶ παρέλαβεν· αἱ γὰρ κατελθοῦσαι ψυχαὶ πάλιν ἀνίασιν, οὐχ ὅσαι τὴν ὑπόστασιν ἐξ ἀρχῆς εἶχον ἐν τῇ γενέσει καὶ περὶ τὴν ὕλην, οἷαι δή εἰσιν αἱ πολλαὶ τῶν ἀλόγων. ταῦτα μὲν περὶ τῆς λέξεως. ὅρα δὲ ὅπως τὰ αὐτὰ καὶ ἐν τοῖς ὅλοις ἐστίν, ἅπερ ὁ
25Σωκράτης ἐν τῇ ἑαυτοῦ Πολιτείᾳ διατάττεται. τὰ μὲν ἀεὶ τὴν αὐτὴν ἐν οὐρανῷ τάξιν ἔχει, θεῖά τε καὶ ἄτρεπτα μέ‐ νοντα, τὰ δὲ ἀεὶ περὶ τὴν γένεσιν δέδυκε, τὰ δὲ μέσα πώς ἐστιν ἀμφοτέρων, ὁτὲ μὲν ἐκείνων ἐξηρτημένα τῶν θείων, ὁτὲ δὲ ἐπιμιγνύμενα τοῖς τὴν γένεσιν ἀσπαζομένοις. οὐκ
30ἔστιν οὖν τὸ δαιμόνιον γένος τὸ ἀνατασσόμενον ἢ κατατασ‐
σόμενον οὐδὲ αἱ πολυειδεῖς ζωαὶ οὐδὲ οἱ θάνατοι περὶ τοὺς
in Ti
.

1

.

54

δαίμονας, ἀλλὰ περὶ τὰς μερικὰς ψυχάς, νῦν μὲν γενέσει προσομιλούσας, νῦν δὲ εἰς δαιμονίαν ἢ θείαν λῆξιν μεθι‐ σταμένας. ἃ καὶ ὁ Σωκράτης εἰδὼς ἐν τῇ Πολιτείᾳ τὸ ἀνάλογον διεθεσμοθέτησε· καὶ γὰρ ὁ οὐράνιος Ζεὺς προεστή‐
5σατο τοὺς θεοὺς ἐν οὐρανῷ καὶ δαίμονας ἀνάγοντας τὰς μερικὰς ψυχάς, ἄλλους δὲ εἰς γένεσιν κατάγοντας, ἵνα μηδέ‐ ποτε κάθοδοι καὶ ἄνοδοι ψυχῶν ἐκλείπωσι τὸ πᾶν· κἂν γὰρ τήνδε τὴν ψυχὴν ἴδῃς ἀποκαταστᾶσαν,
ἀλλ’ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι
10[Homer. μ 65] κατὰ τὴν ἔνθεον περὶ τούτων ἔνδειξιν ρ’ οὖν δὴ διεληλύθαμεν ἤδη καθάπερ χθὲς ὡς ἐν κεφαλαίοις πάλιν ἐπανελθεῖν, ἢ ποθοῦμεν ἔτι τι τῶν ῥηθέντων, ὦ φίλε Τίμαιε, ἀπολειπόμενον; [19 A]
15 Ἡ τῆς Πολιτείας ἐπάνοδος ἐδίδαξεν ἡμᾶς διὰ τῶν εἰκό‐ νων, ὅπως τὸ πᾶν συμπεπλήρωται τοῖς ἀρίστοις λόγοις· καὶ γὰρ διακέκριται ἐν αὐτῷ τὰ γενητά, καὶ ἕκαστον κοινωνοῦν πρὸς τὰ ἄλλα κατὰ τὴν ἑαυτοῦ ἰδιότητα ἐνεργεῖ. καὶ τὰ μὲν πρῶτα ἐξῄρηται τῶν δευτέρων, χρῆται δὲ αὐτῶν ταῖς
20ἐνεργείαις ὡς ἀναγκαίαις πρὸς τὴν συμπλήρωσιν τοῦ παντός· τὰ δὲ δεύτερα κοσμεῖται ὑπὸ τῶν πρώτων, συνέζευκται δὲ ὁμοφυῶς τὰ ἄριστα τῶν ἐγκοσμίων τοῖς ἀρίστοις καὶ τὰ μέσα τοῖς μέσοις καὶ τὰ ἔσχατα τοῖς ἐσχάτοις. διήκουσι δὲ οἱ λόγοι διὰ πλειόνων ὑποκειμένων οἱ αὐτοί, καὶ αἱ αὐταὶ ὑποδοχαὶ
25πλειόνων μετέχουσι λόγων· ζωαὶ δὲ ἄλλοτε ἄλλας μεταλλάτ‐ τουσι λήξεις κατὰ τὴν ἑαυτῶν ἀξίαν. ταῦτα οὖν σύμπαντα ἱκανῶς ἡμᾶς ἐπέστησε τῇ διακοσμήσει τοῦ παντός· ἐν γὰρ κεφαλαίοις ὡρισμένοις πᾶν τὸ εἶδος τῆς πολιτείας συνεκε‐ φαλαιώσατο δεόντως ὁ Σωκράτης εἰς τὴν νοερὰν ἀμέρειαν
30ἀναδραμών, ἵνα μιμήσηται τὸν θεὸν τὸν διακοσμήσαντα τὴν
οὐράνιον πολιτείαν νοητῶς καὶ πατρικῶς. ἐπειδὴ δὲ παν‐
in Ti
.

1

.

55

ταχοῦ τοῖς δευτέροις τὰ μέτρα καὶ τὸ τέλειον ἀπὸ τῶν αἰτίων ἀφορίζεται, διὰ τοῦτο καὶ αὐτὸς ἀπαιτεῖ τὸν Τίμαιον εἰπεῖν, εἰ πᾶν περιέλαβε τὸ τῆς πολιτείας εἶδος· πᾶς γὰρ νοῦς εἰς τὸν πρὸ αὐτοῦ θεὸν ἀπερειδόμενος ἑαυτὸν ὁρίζει τῷ πρὸς
5ἐκεῖνον βλέπειν. ἐπεὶ καὶ τὸ ἐν κεφαλαίοις εἰρηκέναι σύμ‐ βολόν ἐστι τοῦ τὰ πρῶτα τοῦ παντὸς καὶ τὴν κεφαλὴν ὑπ’ αὐτοῦ διακεκοσμῆσθαι, ἃ δὴ τελειότερον ὁ τοῦ παντὸς δημι‐ ουργὸς κοσμήσει πρὸς τὸ ὅλον βλέπων καὶ τὴν μίαν τοῦ κόσμου ζωήν. ταῦτα μὲν περὶ τῆς πρὸς τὰ ὅλα τῶν μερι‐
10κῶν ἀναλογίας. πότερον δὲ ἡ λέξις τοῦτό φησιν, ὅτι ἣν χθὲς διῆλθε πολιτείαν, νῦν ἐν κεφαλαίοις διελήλυθεν, ἢ καὶ χθὲς ἐν κεφαλαίοις καὶ τήμερον πάλιν ἐν κεφαλαίοις περι‐ έλαβεν αὐτήν, ζητεῖν οὐδὲν ἔχει πραγματειῶδες· εἴτε γὰρ χθὲς μὲν ποικιλώτερον εἶπε, νῦν δὲ ἐν κεφαλαίοις, εἴτε ἐν
15ἀμφοτέροις ἐν κεφαλαίοις, ἀρέσκεται ὁ θεῖος Ἰάμβλιχος, καὶ οὐδὲν ἡμῖν διοίσει. μᾶλλον δὲ ἴσως τοῦτο συμφωνό‐ τερον· τὸ γὰρ ὡς ἐν κεφαλαίοις πάλιν ἐπανελθεῖν δηλοῖ τὸ καὶ χθὲς ἐν κεφαλαίοις εἰρῆσθαι. καὶ οὐδὲν θαυ‐ μαστὸν μὴ φέρεσθαι τὴν ἀνακεφαλαίωσιν ἐν τῇ Πολιτείᾳ
20τὴν γενομένην· πολλὰ γὰρ καὶ ἄλλα τῶν ἐνταῦθα λεγομένων ὡς τῇ προτεραίᾳ ῥηθέντων οὐ φέρεται ἐν ἐκείνοις. εἰ μὴ ἄρα κἀνταῦθα τὸ πάλιν οὐ πρὸς τὸ ἐν κεφαλαίοις, ἀλλὰ πρὸς τὸ ἐπανελθεῖν ἀποδοτέον· ἐπάνεισι μὲν γὰρ ὁ καὶ διὰ μακρῶν τοὺς προειρημένους λόγους ἀφηγούμενος, πάλιν
25δὲ ἐπάνεισιν ὁ ἐν κεφαλαίοις τὴν μακρὰν ἀφήγησιν συνελών. ὁποτέρως δ’ ἂν ἔχῃ, πραγματειῶδες οὐδέν. Ἀκούοιτ’ ἂν ἤδη μετὰ ταῦτα περὶ τῆς πολιτείας ἣν διήλθομεν, οἷόν τι πρὸς αὐτὴν πεπονθὼς τυγ‐ χάνω [19 B].
30Πέντε ταῦτά ἐστιν, ὡς ἐν κεφαλαίοις εἰπεῖν, ἃ περι‐
είληφεν ὁ τοῦ Σωκράτους ἐφεξῆς λόγος. πρῶτον μέν, τί
in Ti
.

1

.

56

ποτέ ἐστιν ὃ τοῖς εἰρημένοις ἐπιποθεῖ γενέσθαι μετὰ τὴν παράδοσιν τῆς πολιτείας· δεύτερον δέ, ὅτι τοῦτο αὐτὸς αὑτῷ παρασχεῖν οὐκ ἔστιν ἱκανός· τρίτον, ὅτι πρὸς τοῦτο οὐδὲ τῶν ποιητῶν οὐδεὶς ἱκανός· τέταρτον, ὅτι μηδὲ τοῖς σοφισταῖς
5ἐπιτρέπειν χρὴ τὸ τοιοῦτον ἔργον· πέμπτον, ὅτι μόνοι ἂν οἱ ἀκροαταὶ ποιήσαιεν ἀξίως τὸν σπουδαζόμενον ὑπὸ τοῦ Σωκράτους. τί οὖν τοῦτό ἐστι—πρῶτον γὰρ περὶ αὐτοῦ ἀναγκαίως ῥητέον—ὃ ποθεῖ Σωκράτης μετὰ τὴν πολιτείαν ταύτην; ἰδεῖν, ὥς φησι, κινουμένην τὴν τοιαύτην πόλιν εἰς
10ἀγῶνας καὶ ἄθλους καὶ πολεμικὰς πράξεις, ἵνα μετὰ τὴν εἰρηνικὴν ζωήν, ἣν παραδέδωκεν αὐτός, τὰς περιστατικὰς ἐνεργείας ἱστορήσῃ. τοῦτο μὲν οὖν ἐστι τὸ παρ’ αὐτοῦ ζητούμενον. ἀπορήσειε δ’ ἄν τις, ὅποι βλέπει τοῦ Σωκρά‐ τους ἡ ἔφεσις αὕτη, καὶ διὰ ποίαν αἰτίαν τοῦτο ποθεῖ γίνε‐
15σθαι. Πορφύριος μὲν οὖν λύει τὴν ἀπορίαν λέγων, ὅτι τὰς ἕξεις αἱ ἐνέργειαι τελειοῦσιν οὐ μόνον αἱ πρὸ τῶν ἕξεων, ἀλλὰ καὶ αἱ ἀπ’ αὐτῶν προϊοῦσαι· τὸ γὰρ τέλειον τῇ ἕξει μετὰ τοῦ ἐνεργεῖν ἐστιν, εἰ δὲ μή, δυνάμει πώς ἐστιν ἠρε‐ μοῦσα τῆς ἐνεργείας παρῃρημένη. ἵνα οὖν τελείαν ὄντως
20θεωρήσῃ τὴν πολιτείαν ὁ Σωκράτης, ἀπαιτεῖ καὶ κινουμένην αὐτὴν εἰς πολεμικὰς πράξεις τῷ λόγῳ θεάσασθαι καὶ ἀγωνι‐ ζομένην πρὸς ἄλλας, καὶ ἔοικέ, φησι, διὰ τούτων εἶναι δῆλος οὐ τὴν ἕξιν τῆς ἀρετῆς καθ’ αὑτήν, ἀλλὰ τὴν ἐνερ‐ γοῦσαν αὐτάρκη πρὸς εὐδαιμονίαν τιθέμενος. ἀλλ’ εἰ μὲν
25πολεμικὸν ἦν τὸ τέλος, φαίη ἄν τις πρὸς αὐτόν, ἔδει λέγειν, ὡς ὁ πόλεμος τελειοῖ τὴν πολιτείαν, εἰ δὲ εἰρηνικόν, τί χρὴ Περιπατητικὰς ἀποδόσεις παρεισφέροντα λύειν τὰς Πλατωνι‐ κὰς ἀπορίας; ἦ εἰ καὶ μή ἐστι πολεμικὸν τὸ τέλος, ἀλλὰ μειζόνως τὸ τῆς ἀρετῆς δείκνυσι μέγεθος ὁ πόλεμος τῆς
30εἰρήνης, ὡς καὶ τῆς κυβερνητικῆς αἱ τρικυμίαι καὶ ὁ κλύ‐
in Ti
.

1

.

57

δων καὶ ὅλως αἱ περιστάσεις, ὡς καὶ οἱ Στωϊκοὶ λέγειν εἰώθασι· δὸς περίστασιν καὶ λαβὲ τὸν ἄνδρα· τὸ γὰρ ἀήττητον ὑπὸ τῶν τοὺς ἄλλους καταδουλουμένων τὴν τῆς ζωῆς δηλοῖ παντάπασιν ἀξίαν. ἴσως δὲ ἄτοπον εἰς ταῦτα
5μόνα τὴν αἰτίαν ἀναφέρειν, κἂν ᾖ λόγον ἔχοντα πολιτικόν, ἀλλὰ μὴ πρὸς τὸν ὅλον σκοπὸν τοῦ Πλάτωνος ἀποβλέπειν, ὡς ὁ τὴν ἐν οὐρανῷ πολιτείαν διακοσμήσας θεὸς βούλεται καὶ τὴν γένεσιν κυβερνᾶσθαι παρὰ τῶν οὐρανίων θεῶν καὶ ἀεὶ τῶν ἐν τῇ ὕλῃ καὶ τῶν εἰδῶν συνεστάναι πόλεμον, ἵνα ὁ
10τῆς γενέσεως κύκλος ἀπεικονίζηται τὸν οὐράνιον. καὶ τοῦτό ἐστι τὸ κινουμένην ἰδεῖν τὴν πόλιν ἐν πολέμοις, τὸ τὴν γένεσιν ἰδεῖν τῷ οὐρανίῳ συνταττομένην κἀκεῖθεν πᾶσαν αὐτὴν ποδηγετουμένην. καὶ ἔοικε τοῦτο ἀνάλογον εἶναι τῷ μικρὸν ὕστερον λεχθησομένῳ περὶ τοῦ δημιουργοῦ τοῦδε τοῦ
15παντός· ὡς γὰρ κινηθὲν αὐτὸ καὶ ζῶν ἐθεάσατο τῶν ἀιδίων ἄγαλμα γεγονὸς ὁ γεννήσας πατήρ, ἠγάσθη καὶ ηὐφράνθη [37 C]. τοῦτο γὰρ ἐοικότως βούλεται καὶ ὁ Σωκράτης· τὴν ἑαυτοῦ πόλιν κινουμένην καὶ ἐνεργοῦσαν ἰδεῖν, ὡς καὶ ὁ τὴν οὐράνιον συνέχων πολιτείαν ἐνεργοῦντα
20τὰ ἐκεῖ καὶ διακοσμοῦντα τὴν γενεσιουργὸν ἐναντίωσιν θεά‐ σασθαι. τοιαύτη μὲν οὖν ἡ ἐν τούτοις ἀναλογία λεγέσθω τὰ νῦν. εἰ δὲ πρότερον μὲν τὴν κάτω πόλιν ἐπὶ τῆς γενέσεως ἐτάττομεν, νῦν δ’ ἐπὶ τοῦ πολέμου, μὴ θαυμάσῃς· τὰ γὰρ αὐτὰ κατ’ ἄλλας καὶ ἄλλας ἀναλογίας ἐπὶ διαφόρων
25πραγμάτων τάττειν ἀσφαλές, ἐπεὶ καὶ ἡ γένεσις κατὰ μὲν τὰς ἀχωρίστους αὐτῆς ζωὰς τῇ κάτω πόλει προσέοικε, κατὰ δὲ τὰς ἐναντιώσεις καὶ τὴν ἔνυλον ταραχὴν τῷ πολέμῳ καὶ ταῖς πολεμικαῖς διαστάσεσιν. ἀλλὰ δῆτα ἵνα πάντα πρὸς τὴν τῶν ὅλων κοσμικῶν θεωρίαν συναρμόσωμεν πρὸ τῆς
30περὶ ἑκάστων ἰδίας ἐπιβλέψεως, τό τε δεύτερον ἐννόησον
ὅπως ἐστὶ τούτῳ συνᾷδον· ἐπειδὴ γὰρ ἀνάλογόν ἐστιν ὁ
in Ti
.

1

.

58

Σωκράτης τῷ πρώτῳ τῶν τριῶν πατέρων, ὃς τὰ πρῶτα διεκόσμησεν, οὔ φησιν ἱκανὸς εἶναι καὶ τὰ ἐφεξῆς πλάττειν· ἄλλος γὰρ ἦν ὁ πάντων ὑποστάτης καὶ ἄλλος ὁ τῶν μέσων ἢ τρίτων· καὶ τὸ τρίτον, ὅτι οὐδὲ οἱ ποιηταὶ ἱκανοί, τὸ δὲ
5τέταρτον, ὅτι οὐδὲ οἱ σοφισταί, οἳ μέν, ὅτι οἷς ἐνετράφησαν ταῦτα μιμοῦνται, οἳ δέ, ὅτι πλάνητές εἰσι καὶ οὐχ ἅμα φιλόσοφοι καὶ πολιτικοί· πάλιν ὅπως καὶ ταῦτα τοῖς εἰρη‐ μένοις ἀκόλουθα· τὰς γὰρ μελλούσας προΐστασθαι τῆς γενέ‐ σεως δυνάμεις οὔτε ἀχωρίστους αὐτῆς εἶναι δεῖ καὶ ἐν αὐ‐
10τῇ στρεφομένας—αὗται γὰρ ἀναλογοῦσι τοῖς ποιηταῖς τοῖς μύθους πλάττουσι καὶ μιμηταῖς· καὶ γὰρ αὗται περὶ εἴδωλα διατρίβουσι ταῦτα ἐπαινοῦσαι μόνον, ἃ καὶ ἴσασι, τὰ ἔνυλα καὶ μεριστά, καὶ ἀνανεύειν ἀπὸ τῆς ὕλης μὴ δυνάμεναι— οὔτε μὴν χωριστὰς μέν, πολυμεταβόλους δὲ καὶ ἄλλοτε ἐπ’
15ἄλλας τάξεις ἀνιούσας ἢ κατιούσας, οἷαι δή εἰσιν αἱ μερικαὶ ψυχαί, τοῖς σοφισταῖς ἀπεικασμέναι, διότι λόγους μὲν ἔχουσι καὶ αὗται παγκάλους, πλανῶνται δὲ ἄλλοτε ἐπ’ ἄλλας τοῦ κόσμου μερίδας. ἀναγκαῖον ἄρα φιλοσόφους ἅμα καὶ πολιτικὰς εἶναι τὰς τὴν γένεσιν τὴν ἀπὸ τοῦ οὐρανοῦ
20κυβερνωμένην συνεχούσας δυνάμεις, ἵνα διὰ μὲν τὸ φιλό‐ σοφον χωρισταὶ τῶν διοικουμένων οὖσαι, διὰ δὲ τὸ πολιτι‐ κὸν προνοητικαί, κατὰ νοῦν διοικῶσι τὰς ἑαυτῶν λήξεις. τὸ μὲν γὰρ φυσικὸν ποιητικὸν ὂν ἀχώριστόν ἐστι τῆς ὕλης, τὸ δὲ τῶν μερικῶν ψυχῶν εἶδος σοφιστικὸν ὂν πολυπλανές
25ἐστι. δεῖ δὲ πρὸ τῶν κινουμένων τὰς ἀεὶ ὡσαύτως ἑστώσας προνοίας εἶναι τῶν θεῶν, καὶ πρὸ τῶν μεταβαλλομένων λή‐ ξεων τὰς ἀμεταβλήτους. πέμπτον δὴ οὖν ἐπὶ τούτοις παραδί‐ δωσι, τίνες οἱ τοῦτο δυνάμενοι ποιεῖν—καὶ γὰρ ταῦτα ἀπὸ τῶν λόγων ἐπὶ τὰ ἔργα μεταθετέον—ὅτι ὅ τε τοῦ
30παντὸς δημιουργὸς ὁλικὸς καὶ ἐξῃρημένος καὶ οἱ λοιποὶ
in Ti
.

1

.

59

πατέρες, ὧν ὃ μὲν τῶν μέσων, ὃ δὲ τῶν τελευταίων ὑπο‐ στάτης, οἷς ἀνάλογον Τίμαιος, Κριτίας, Ἑρμοκράτης. τού‐ των δὲ ὃ μὲν θαυμαστῶς ἐγκεκωμίασται καὶ προστιθέντος τοῦ Σωκράτους κατ’ ἐμὴν δόξαν [20 A], ὃ δὲ μέσως
5κατὰ τὴν ἑαυτοῦ τάξιν, ὃ δὲ ἐσχάτως κατὰ τὴν τῶν ἄλλων μαρτυρίαν. Προσέοικε δὲ δή τινί μοι τοιῷδε τὸ πάθος, ἕως το· καί τι τῶν τοῖς σώμασι δοκούντων προσήκειν κατὰ τὴν ἀγωνίαν ἀθλοῦντα [19 B].
10 Λογγῖνος μὲν ἐν τούτοις ὡραΐζεσθαι τὸν Πλάτωνά φησι, διὰ τῶν παραβολῶν καὶ τῆς τῶν ὀνομάτων χάριτος καλλωπίσαντα τὸν λόγον, ἐνδεικνύμενος εἴς τινας Πλατωνι‐ κοὺς αὐτοφυῆ τὴν ἑρμηνείαν ταύτην, ἀλλ’ οὐκ ἐκ τέχνης πεπορισμένην τῷ φιλοσόφῳ λέγοντας· εἶναι μὲν γὰρ τὴν
15ἐκλογὴν τῶν ὀνομάτων πεφροντισμένην τῷ Πλάτωνι, καὶ οὐ κατὰ τὸ ἐπιτυχὸν ἕκαστα λαμβάνειν αὐτόν· ἀλλὰ τοῦτο μὲν εἴποι ἄν τις ἀπὸ τῆς κοινῆς τοῖς τότε καὶ συνήθους ἑρμη‐ νείας ἥκειν καὶ εἰς αὐτόν· πολλὴν δὲ αὐτὸν ποιεῖσθαι καὶ τῆς συνθήκης τὴν προμήθειαν· θᾶττον γὰρ ἂν τὰς ἀτόμους
20Ἐπικούρου [p. 257 V s.] συνελθούσας ποιῆσαι κόσμον, ἢ ὀνόματα ὡς ἔτυχε συγκείμενα καὶ ῥήματα λόγον κατωρθωμένον· Πλάτωνα δὲ ἐν μὲν τῇ χρήσει τῶν ὀνομάτων ᾐτιάσαντό τινες ὡς μεταφοραῖς χρώμενον, περὶ δὲ τὴν συνθήκην ἅπαντες θαυμάζουσιν· ἀλλ’ ὅμως οὐδὲ ἐκ ταύτης μόνον ἄν τις λάβοι
25τὴν περὶ τὴν ἑρμηνείαν αὐτοῦ φροντίδα, ἀλλ’ ἐκ τῶν τοιού‐ των ἐπιτηδεύσεων, οἵαν ἐν τούτοις ἐπιδείκνυται· οὐ γὰρ ἁπλῶς λέγει ὁ Σωκράτης ὃ ποθεῖ γενέσθαι αὐτῷ παρὰ τῶν ἀμφὶ Τίμαιον, ἀλλ’ ὡραϊζομένῳ πως ἔοικε καὶ ψυχαγωγοῦντι τὸν ἀκροατήν· προσέοικε δὲ δή τινί μοι τοιῷδε τὸ
30πάθος, οἷον εἴ τις ζῷα καλὰ θεασάμενος εἴτε ὑπὸ
γραφῆς εἰργασμένα καὶ τὰ ἑξῆς. ταῦτα μὲν οὖν ὁ Λογ‐
in Ti
.

1

.

60

γῖνος. Ὠριγένης δὲ συνεχώρει μὲν ἐπιμελεῖσθαι τὸν Πλάτωνα τῆς γραφικῆς χάριτος, οὐχ ὡς τοῦ ἡδέος μέντοι στοχαζόμενον, ἀλλὰ παραστάσεως ἕνεκα τοῦ οἰκείου πάθους χρῆσθαι τῇ εἰκόνι ταύτῃ. καὶ ἡμεῖς δὲ φαῖμεν ἂν καὶ τὴν
5παραβολὴν ταύτην παρειλῆφθαι, διότι καὶ ἡ πολιτεία καθ’ ὁμοίωσιν ἀναγέγραπται τῶν θείων, καὶ τὴν χάριν τῶν ὀνο‐ μάτων εἰκόνα φέρειν τῆς ὑπὸ τοῦ δημιουργοῦ τοῖς οὐρανίοις ἐνδοθείσης χάριτος, καὶ τὸ τεχνικὸν τῆς ἑρμηνείας τῷ αὐ‐ τοφυεῖ συγκεκραμένον ἀπεικονίζεσθαι τὴν θείαν ποίησιν,
10ἔχουσαν μὲν καὶ τὸν ἀφ’ ἑαυτῆς ὅρον, ἔχουσαν δὲ καὶ τὸ ἀπὸ τοῦ εἶναι καὶ τῆς οὐσίας προϊόν. εἰ δὲ καὶ αὐτὴν τὴν εἰκόνα σκοπεῖν ἐπιχειροίης, τὰ μὲν καλὰ ζῷα τὰ τῷ κάλλει προλάμποντα δηλοῖ, τὰ δὲ ἐκ γραφῆς εἰργασμένα ἢ καὶ ζῶντα ἀληθινῶς τὰ καὶ σωματικὰς εἰκόνας ἐπιδεικνύμενα
15καὶ ζωὰς ἀληθινὰς πρὸ τούτων τῶν μιμημάτων· τὰ γὰρ σχήματα τῶν θεῶν ἀγάλματά ἐστι τῶν ἐν αὐτοῖς ζωῶν· τὰ δὲ ἡσυχίαν ἄγοντα 〈τὰ〉 τῆς νοερᾶς εὐταξίας ἀνάμεστα καὶ τῆς ὁμαλοῦς καὶ συνεχοῦς ζωῆς, τὰ δὲ κινούμενα 〈τὰ〉 καὶ προϊόντα εἰς ἑτέραν διακόσμησιν καὶ δημιουργίαν δευ‐
20τέραν, τὰ δὲ ἀθλοῦντά τι τῶν τοῖς σώμασι δοκούντων προσήκειν τὰ τῶν οἰκείων ἀπορροιῶν καὶ δυνάμεων μετα‐ διδόντα τοῖς ἀτελεστέροις καὶ δρῶντα εἰς ἄλλα ταῖς ἑαυτῶν δυνάμεσι. ταῦτα καὶ περὶ τῆς εἰκόνος. τὸ δὲ εἴτε ὑπὸ γραφῆς εἰργασμένα εἴτε καὶ ζῶντα ἀληθινῶς ἐπὶ μὲν
25τῶν θείων σωμάτων ἀμφότερα ἔχει λεγόμενα ὀρθῶς· καὶ γὰρ τῷ δωδεκαέδρῳ διεζωγράφηται καὶ ζωὰς ἔχει δραστηρίους καὶ δημιουργικάς· εἰ δὲ διῃρημένως ἀκούοιτο, σημαίνοι ἂν τὸ τὴν εἰρημένην πολιτείαν λόγῳ μὲν εἶναι ἀπειργασμένην καὶ ὡμοιωμένην τῷ οὐρανῷ, εἶναι δὲ εἰ καὶ μὴ ἐν ἀνθρώ‐
30ποις, ἀλλ’ ἐν ζωαῖς ἀληθιναῖς ἢ δαιμονίαις. ἔτι δὲ τὸ
ἐπιθυμεῖν κινουμένην ἰδεῖν τὴν πόλιν ἀνάλογόν ἐστι τῷ
in Ti
.

1

.

61

ὡς δὲ κινηθὲν αὐτὸ εἶδεν ὁ πατήρ, ἠγάσθη καὶ ἔτι μᾶλλον πρὸς τὸ παράδειγμα ὁμοιῶσαι ἠβουλήθη [37 C]· οὕτω γὰρ καὶ ὁ τοῦ οὐρανοῦ διακοσμητὴς βούλεται κινούμενον ἰδεῖν αὐτὸν καὶ διὰ τῆς κινήσεως τὸν τῆς γενέ‐
5σεως διακυβερνῶντα πόλεμον. τὸ δὲ καί τι τῶν τοῖς σώμασι δοκούντων προσήκειν εἴρηται, διότι τῶν ἄθλων ἄλλοι μέν εἰσι ψυχῶν, ἄλλοι δὲ σωμάτων, οἷον δρόμος, πάλη, γυμνάσιον ἆθλοι λέγονται σώματος. Ταὐτὸν καὶ ἐγὼ πέπονθα πρὸς τὴν πόλιν ἣν
10διήλθομεν, ἕως τοῦ· κατὰ τὰς ἐν τοῖς λόγοις διερμη‐ νεύσεις πρὸς ἑκάστας τῶν πόλεων [19 C]. Ἔχεις ἐν τούτοις σύντομον ἀπολογίαν, ἣν καὶ ὁ Σωκρά‐ της Ἀλκιβιάδῃ συγγέγονε καὶ Πλάτων ἀπῆρε πρὸς Διονύσιον· προσεδόκησαν γὰρ ἄμφω δημιουργοὶ πολιτείας ἔσεσθαι χρη‐
15στῆς καὶ κινουμένην ὄψεσθαι τὴν πολιτικὴν ζωήν· ἐπεὶ κἀνταῦθα τοῦτ’ ἔστιν, ὅπερ ὁ Σωκράτης αὐτῷ προσγενέσθαι ποθεῖ, ῥηθῆναί τινα τῆς τοιαύτης πόλεως ἔπαινον ἀθλούσης ἐν πολέμοις, καὶ εἴρηται, δι’ ἣν αἰτίαν καὶ πρὸς τὸ ποῖον βλέπει παράδειγμα. διότι δὲ αἱ πόλεις πρὸς τοὺς πολεμοῦν‐
20τας καὶ λόγοις χρῶνται καὶ ἔργοις, λόγοις μὲν ἐν ταῖς πρεσβείαις, ἐν ταῖς συνθήκαις, ἐν ταῖς τῆς μάχης παρακλή‐ σεσιν, ἐν πᾶσι τοῖς τοιούτοις, ἔργοις δὲ στρατοπεδεύσεσιν, λόχοις, ἀκροβολισμοῖς, διὰ τοῦτο βούλεται κατ’ ἀμφότερα τὴν τοιαύτην ἐγκωμιασθῆναι πόλιν· ἐν μὲν τοῖς λόγοις ὡς ἔμ‐
25φρονα καὶ ἀσφαλῆ καὶ μεγαλόφρονα καὶ ἐρρωμένην, ἐν δὲ τοῖς ἔργοις ὡς ἀνδρείαν, ὡς σύντονον, ὡς γεγυμνασμένην· οὕτω γὰρ ἂν κατ’ ἄμφω μιμοῖτο τὸ παράδειγμα ἑαυτῆς, ὃ ταῖς τε φυσικαῖς ποιήσεσι καὶ ταῖς νοεραῖς διαλάμπον κοσμεῖ
σύμπαντα τὸν τῆς γενέσεως πόλεμον.
in Ti
.

1

.

62

Ταῦτ’ οὖν, ὦ Κριτία καὶ Ἑρμόκρατες, ἐμαυτοῦ μὲν αὐτὸς κατέγνωκα, μήποτ’ ἂν δυνατὸς γενέσθαι τοὺς ἄνδρας καὶ τὴν πόλιν ἱκανῶς ἐγκωμιάσαι [19 CD].
5 Τοῦτό ἐστι τὸ δεύτερον τῶν προκειμένων κεφαλαίων, οὗ καὶ πρότερον μὲν τὴν αἰτίαν εἴπομεν, καὶ νῦν δὲ πάλιν κατ’ ἄλλην αὐτὸ μέθοδον ἐξεταστέον· ἤδη γὰρ καὶ τῶν πρεσβυτέρων τινὲς εἰρήκασιν, ὅτι τὸ ἐγκωμιαστικὸν εἶδος ἁδρόν ἐστι καὶ γαῦρον καὶ μεγαλοπρεπές, ὁ δὲ Σωκρατικὸς
10χαρακτὴρ τῶν λόγων ἰσχνὸς καὶ ἀκριβὴς καὶ διαλεκτικός. ἔχει δὴ οὖν ἀπ’ ἐναντίας πρὸς ἐκεῖνον. διὸ καὶ ὁ Σωκρά‐ της ἀποφεύγει τὸ ἐγκωμιάζειν, εἰδὼς τὴν παρ’ ἑαυτῷ δύ‐ ναμιν πρὸς ἃ πέφυκεν. οἱ δὲ τοῦτο λέγοντες πρὸς τῷ τὸν Μενέξενον ἄντικρυς ἀθετεῖν δοκοῦσί μοι μηδὲ τῆς ἐν Φαί‐
15δρῳ τοῦ Σωκράτους ἐπῃσθῆσθαι μεγαλοφωνίας. εἰσὶ δὲ οἳ λέγουσι τὸν τῶν τοιούτων ἐγκωμίων ἐργάτην προσήκειν καὶ τῶν πολεμικῶν πραγμάτων ἐν πείρᾳ γεγονέναι, διὸ καὶ τῶν ἱστορικῶν σφάλλεσθαι πολλοὺς ἐν ταῖς διαθέσεσιν ἀπειρίᾳ τῶν τακτικῶν. ἀλλ’ ὅ γε Σωκράτης καὶ ἐπὶ Δηλίῳ καὶ ἐν
20Ποτιδαίᾳ στρατευσάμενος οὐκ ἄπειρος ἦν τῶν τοιούτων πάν‐ των. ἄλλοι τοίνυν φασὶν εἰρωνευόμενον αὐτόν, ὥσπερ ἄλλ’ ἄττα μὴ εἰδέναι φησίν, οὕτω καὶ ἐνταῦθα μὴ εἶναι δυνατὸν φάναι τὴν πόλιν ἀξίως ἐγκωμιάσαι ταύτην. ἀλλ’ ἥ γε εἰρω‐ νεία Σωκράτους εἰς σοφιστὰς ἐγίγνετο καὶ νέους, οὐχ οὕτως
25ἔμφρονας καὶ ἐπιστήμονας ἄνδρας. βέλτιον οὖν ἀντὶ τού‐ των λέγειν, ὅτι φυλάττεται τρίτος ἀπὸ τῆς ἀληθείας [rep. X 599 D] γενέσθαι· τὰ γὰρ ἔργα τῆς ὀρθῶς πολιτευομέ‐ νης πόλεως τρίτα ἐστὶν ἀπὸ τοῦ παραδείγματος τῆς πολι‐ τείας. μένειν οὖν ἐν τῷ δευτέρῳ βουλόμενος οὔ φησι δυνα‐
30τὸς εἶναι τὴν εἰς τὸ τρίτον εἶδος ὑπομεῖναι τῆς ζωῆς κάθοδον. καὶ ἔστιν ἡ τοιαύτη ἀδυναμία δυνάμεως περιουσία· τὸ γὰρ
ἐν τοῖς παραδείγμασι μένειν διὰ δύναμιν πρόσεστιν ὑπερ‐
in Ti
.

1

.

63

βάλλουσαν. καὶ ὁρᾷς, ὅπῃ καὶ τοῦτο σύμφωνόν ἐστι τοῖς προειρημένοις περὶ τῆς πρὸς τὰ ὅλα τούτων ἀναλογίας ἡμῖν· ἡ γὰρ δευτέρα δημιουργία πρὸς τὴν προτέραν ἀφομοιοῦται καὶ διὰ τοῦτο προσεχής ἐστι πρὸς ἐκείνην· καὶ γὰρ πᾶσα ἡ
5δημιουργικὴ σειρὰ μία ἐστί, μετὰ τῆς διακρίσεως ἔχουσα καὶ τὴν ἕνωσιν. εἰκότως ἄρα καὶ ὁ Σωκράτης προηγουμένως εἴς τε Κριτίαν ἀποτείνεται καὶ Ἑρμοκράτη καὶ τούτους ἀξιοῖ τὰ ἐφεξῆς προσυφαίνειν· Τίμαιος γὰρ καθολικώτερον καὶ ὑψηλότερον καὶ οὐ δι’ εἰκόνων ταῦτα παραδώσειν ἔμελλεν,
10ἄντικρυς τὴν ἀναλογίαν σῴζων πρὸς τὸν τῶν ὅλων δημι‐ ουργόν, τὸν μὲν οὐρανὸν τῷ δωδεκαέδρῳ διαζωγραφοῦντα, τὴν δὲ γένεσιν τοῖς οἰκείοις σχήμασιν. Καὶ τὸ μὲν ἐμὸν οὐδὲν θαυμαστόν, ἀλλὰ τὴν αὐτὴν δόξαν εἴληφα καὶ περὶ τῶν πάλαι γεγονότων
15καὶ τῶν νῦν ὄντων ποιητῶν, οὔ τι τὸ ποιητικὸν ἀτι‐ μάζων γένος, ἀλλὰ παντὶ δῆλον, ὡς τὸ μιμητικὸν ἔθνος, οἷς ἂν ἐντραφ, ταῦτα μιμήσεται ῥᾷστα καὶ ἄριστα· τὸ δὲ ἐκτὸς τροφῆς ἑκάστοις γιγνόμενον χαλεπὸν μὲν ἔργοις, ἔτι χαλεπώτερον λόγοις εὖ μιμεῖ‐
20σθαι [19 DE]. Τοῦτο τρίτον ἐστὶ τῶν προαναγεγραμμένων κεφάλαιον, ἐν ᾧ δεικνύει μὲν οὐδὲ τὴν ποιητικὴν ἐφικέσθαι δυναμένην αὐτὴν καθ’ αὑτὴν τοῦ ἐπαίνου τῶν τοιούτων ἀνδρῶν εἰς πολεμικὰς πράξεις κατασταθέντων ὑπὸ τῆς τύχης. ἀπορεῖται
25δὲ ὑπὸ Λογγίνου καὶ Ὠριγένους ὁ λόγος, μήποτε καὶ τὸν Ὅμηρον περιείληφεν ἐν τοῖς ποιηταῖς εἰπὼν τὴν αὐτὴν εἰληφέναι δόξαν οὐ περὶ τῶν ὄντων μόνον—τοῦτο γὰρ οὐδὲν καινόν—ἀλλὰ καὶ περὶ τῶν πάλαι γεγονότων ποιη‐ τῶν. ὥστε, φησὶν ὁ Πορφύριος, τριῶν ὅλων ἡμερῶν
30διατελέσαι τὸν Ὠριγένη βοῶντα καὶ ἐρυθριῶντα καὶ ἱδρῶτι
in Ti
.

1

.

64

πολλῷ κατεχόμενον, μεγάλην εἶναι λέγοντα τὴν ὑπόθεσιν καὶ τὴν ἀπορίαν, καὶ δεικνύναι φιλοτιμούμενον, ὅτι πρὸς τὰς κατ’ ἀρετὴν πράξεις ἀρκοῦσά ἐστιν ἡ παρ’ Ὁμήρῳ μίμησις· τίς γὰρ Ὁμήρου μεγαλοφωνότερος, ὃς καὶ θεοὺς εἰς ἔριν
5καὶ μάχην καταστήσας οὐ διαπίπτει τῆς μιμήσεως, ἀλλ’ ἀρκεῖ τῇ φύσει τῶν πραγμάτων ὑψηλολογούμενος; ταῦτα μὲν ὁ ἐνιστάμενος λόγος. ἀπαντῶν δὲ ὁ Πορφύριός φησιν, ὅτι μέγεθος μὲν πάθεσι περιθεῖναι καὶ ὕψος Ὅμηρος ἱκανὸς καὶ εἰς ὄγκον ἐγεῖραι φανταστικὸν τὰς πράξεις, ἀπάθειαν δὲ
10νοερὰν καὶ ζωὴν φιλόσοφον ἐνεργοῦσαν οὐχ οἷός τε παρα‐ δοῦναι. θαυμάζω δὲ ἔγωγε, εἰ Ὅμηρος μὲν πρὸς ταῦτα μή ἐστιν ἱκανός, Κριτίας δὲ ἱκανὸς ἢ Ἑρμοκράτης ἄξιος περὶ τούτων λέγειν. δοκεῖ οὖν μοι διελεῖν ὁ Πλάτων τὴν ποιητικὴν εἴς τε τὴν ἔνθουν καὶ τὴν τεχνικήν, καὶ διελὼν
15τὴν μὲν ἀπὸ τοῦ ἐνθουσιασμοῦ μεγαλοφωνίαν καὶ τὸ ὕψος ἐπὶ τοὺς θεοὺς ἀνενεγκεῖν· τὸ γὰρ ἁδρὸν καὶ μεγαλοπρεπὲς τῆς ἑρμηνείας οἱ χρησμοὶ διαφερόντως ἔχουσι· τὴν δὲ ἀπὸ τῆς ἀνθρωπίνης τέχνης ἀποφήνασθαι μὴ εἶναι πρὸς τὴν τῆς πόλεως ταύτης ἀριστείαν καὶ τὸ μεγαλουργὸν τῶν ἐν
20αὐτῇ τραφέντων ἀνδρῶν ἀρκοῦσαν εἰς ἔπαινον· καὶ γὰρ εἴ τι τεχνικόν ἐστι παρά τινι τῶν ποιητῶν ὕψος, πολὺ τὸ μεμηχανημένον ἔχει καὶ στομφῶδες, μεταφοραῖς χρώμενον ὡς τὰ πολλά, καθάπερ τὸ Ἀντιμάχειον. ὁ δὲ Σωκράτης ἐπαι‐ νέτου δεῖται τὸ ὕψος τὸ αὐτοφυὲς ἐπιδεικνυμένου καὶ τὴν
25μεγαλοφωνίαν ἀβιάστως καὶ καθαρῶς ἔχοντος, ὥσπερ δὴ καὶ αἱ πράξεις τὸ μεγαλουργὸν ἔχουσιν οὐ κατὰ τύχην, ἀλλ’ οἰκεῖον καὶ τῇ τροφῇ καὶ τῇ παιδείᾳ τῶν ἀνδρῶν. ὅτι δὲ οὐ τὸν ἔνθουν ὁ Σωκράτης ἀποδοκιμάζει ποιητὴν οὐδὲ σύμ‐ πασαν ποιητικήν, ἀλλὰ τὴν τεχνικήν, δεδήλωκεν, οἶμαι, καὶ
30αὐτὸς εἰπὼν μὴ τὸ γένος ἀτιμάζειν τὸ ποιητικόν· θεῖον γὰρ οὖν δὴ καὶ τὸ ποιητικόν ἐστι γένος, ὡς ἐν ἄλλοις [leg. III 682 A] εἶπεν αὐτός· ἀλλὰ τὸ μιμητικόν, καὶ οὐδὲ
τοῦτο ἁπλῶς, ἀλλὰ τὸ φαύλοις ἤθεσι καὶ νόμοις ἐντραφέν·
in Ti
.

1

.

65

τοῦτο γὰρ ἐπιρρεπὲς ὂν πρὸς τὰ χείρω μιμητικὸν εἶναι τῶν ὑψηλοτέρων ἠθῶν οὐ πέφυκε. πρὸς μὲν οὖν τὴν ἀπορίαν τοσαῦτα ῥητέον. τὸ δὲ τέλος τῆς ῥήσεως ὑποδύσκολόν πως ὂν φέρε σαφηνείας ἀξιώσωμεν. ἔστι δὲ τοῦτο· τὸ δὲ ἐκ‐
5τὸς τῆς τροφῆς ἑκάστοις γιγνόμενον χαλεπὸν μὲν ἐν ἔργοις, ἔτι δὲ χαλεπώτερον λόγοις εὖ μιμεῖσθαι· δοκεῖ γὰρ εἶναι ῥᾷον μιμεῖσθαι τοὺς λόγους, ἢ τὰ ἔργα. σοφιστεύουσι γοῦν οὐκ ὀλίγοι μέχρι λόγων ἐπιδεικνύμενοι τὴν ἀρετήν, ἔργῳ δ’ αὐτῆς παντάπασιν ἀπῳκισμένοι. μήποτε
10οὖν ἄμεινον οὑτωσί πως ἐξηγεῖσθαι ταύτας τὰς λέξεις, τὸ μὲν ἐκτὸς τῆς τροφῆς τὸ ἄριστον ἀκούσαντας, τὸ δὲ ἔρ‐ γοις καὶ λόγοις ἐν ἴσῳ λαβόντας τῷ κατά τε ἔργα καὶ κατὰ λόγους, τὸ δὲ εὖ μιμεῖσθαι τῷ εὖ μιμηθῆναι, καὶ ἐκ πάντων συναγαγόντας, ὅτι τὸ ἄριστον εὖ μιμηθῆναι χα‐
15λεπὸν μὲν κατὰ τὰ ἔργα, χαλεπώτερον δὲ κατὰ τοὺς λόγους, μιμηθῆναι δὲ λόγῳ· τοῦτο γὰρ προὔκειτο περὶ ποιητικῆς. καὶ ὁρᾷς, ὅπως τοῦτο τοῖς πράγμασι σύμφωνόν ἐστιν· ὁ μὲν γὰρ τῷ λόγῳ τὰ ἔργα τῶν ἀρίστων ἀφηγούμενος ἱστορίαν συντί‐ θησιν, ὁ δὲ τοὺς λόγους αὐτῶν διατιθεὶς εἰ μέλλοι δια‐
20σώσεσθαι τὸ τοῦ λέγοντος ἦθος, διάθεσιν ἀναλήψεται τὴν ὁμοίαν τῷ λέγοντι· κατὰ γὰρ τὰς ἔνδον διαθέσεις οἱ λόγοι φαίνονται διαφέροντες. οὕτω γὰρ καὶ τῶν ἀπολογίας Σω‐ κράτους γεγραφότων ὡς οὐ διασωσαμένων τὸ ἦθος τὸ Σω‐ κρατικὸν ἐν τοῖς λόγοις καταγελῶμεν ἔξω Πλάτωνος τῶν
25πλείστων. καίτοι αὐτό γε τοῦτο ἱστοροῦντες, ὅτι κατηγόρηται Σωκράτης καὶ ἀπολελόγηται καὶ ἔτυχε τοιᾶσδε ψήφου, οὐκ ἂν εἶεν ἄξιοι γέλωτος, ἀλλ’ ἡ τῆς ἐν τοῖς λόγοις μιμήσεως ἀνομοιότης καταγελάστους ἀποφαίνει τοὺς μιμητάς. ἐπεὶ καὶ
περὶ Ἀχιλλέως τὸ μὲν εἰπεῖν, ὅτι ἐξῆλθε τοιῶσδε ὡπλισμένος
in Ti
.

1

.

66

καὶ τοιάδε ἔδρασεν, οὐ χαλεπόν, τὸ δ’ ἐπεκδιδάξαι, τίνας ἂν εἴποι λόγους ἐν τῷ ποταμῷ συνεχόμενος, οὐκέτι ῥᾴ‐ διον, ἀλλὰ τοῦτο τοῦ δυναμένου τὸ ἦθος ἀναλαβεῖν τοῦ ἥρωος καὶ ἱδρυνθέντος κατ’ ἐκεῖνο προενέγκασθαι τοὺς λό‐
5γους. δηλοῖ δὲ καὶ ὁ ἐν Πολιτείᾳ [III 392C ss] Σω‐ κράτης τὰ πολλὰ τῷ Ὁμήρῳ περὶ τὴν τῶν λόγων μίμησιν ἐπιπλήξας τὴν χαλεπότητα τῆς τῶν λόγων μιμήσεως. ἀλλ’ ἐπὶ τῶν θεῶν φασι ῥᾷον τῷ λόγῳ τοὺς λόγους μιμεῖσθαι τῶν θεῶν, ἢ τὰ ἔργα· τίς γὰρ ἂν αὐτῶν ἀξίως τὴν ποίησιν
10ἀποτυπώσαιτο; ἦ ταὐτόν ἐστιν ἐπ’ ἐκείνων τά τε ἔργα μιμεῖ‐ σθαι καὶ τοὺς λόγους· ἐπεὶ γὰρ οἱ λόγοι νοήσεις εἰσίν, αὗ‐ ται δὲ ποιήσεις, ὁ τῶν λόγων μιμητὴς καὶ τῶν ποιήσεών ἐστι μιμητής, ὥστε ὅσῳ θατέρου λείπεται, τοσοῦτον αὐτῷ καὶ εἰς τὴν τοῦ λοιποῦ προσδεῖ μίμησιν. Λογγῖνος δὲ
15ἠπόρει πρὸς ταύτην τὴν ἐκκειμένην ῥῆσιν· εἰ μὲν γὰρ διὰ τοῦτο οἱ ποιηταὶ οὐκ ἄξιοί εἰσι μιμηταὶ τῶν τῇ τοιαύτῃ πόλει προσόντων ἔργων καὶ λόγων διὰ τὸ μὴ ἐν τοῖς ἤθεσι τῆς πόλεως τετράφθαι, οὐδ’ οἱ περὶ τὸν Κριτίαν ἂν δύ‐ ναιντο ποιῆσαι τὸ πραττόμενον· οὐδὲ γὰρ οὗτοι ἐν οὕτω
20πολιτευομένοις ἔζησαν· εἰ δὲ ὅτι ἐπιστήμην οὐκ ἔχουσιν, ἀλλ’ εἰσὶ μιμηταὶ μόνον, διὰ τί τοὺς τύπους παρ’ ἡμῶν λαβόντες οὐ δυνήσονται μιμεῖσθαι, δύναμιν ἔχοντες μιμη‐ τικήν; πρὸς δὲ ταύτας ῥητέον τὰς ἀπορίας, ὅτι ἡ μίμησις τῆς τοιαύτης πολιτείας διὰ ζωῆς πρόεισι συμφωνούσης τοῖς
25παραδείγμασι· τοὺς γὰρ πρέποντας τοῖς σπουδαίοις λόγους ἀποδιδόναι οὐ δύναται ὁ μὴ ζῶν κατ’ ἀρετήν· οὐκ ἀρκεῖ οὖν τὸ ἀκοῦσαι μόνον, ποῖον εἶδος ἔχει ζωῆς ἡ πολιτεία, πρὸς τὸ μιμήσασθαι αὐτήν, ὡς ὁ τοῦ Λογγίνου διαπορῶν ἔλεγε λόγος. προστίθησι δὲ ὁ Πορφύριος, ὅτι ὥσπερ τοῖς
30ζωγράφοις οὐ πάντα μιμητά, οἷον τὸ μεθημερινὸν φῶς, οὕτως οὐδὲ τοῖς ποιηταῖς ἡ ζωὴ τῆς ἀρίστης πολιτείας
ὑπεραίρουσα τὴν δύναμιν αὐτῶν.
in Ti
.

1

.

67

Τὸ δὲ τῶν σοφιστῶν αὖ γένος πολλῶν μὲν λό‐ γων καὶ καλῶν μάλα ἔμπειρον ἥγημαι, μέχρι το· πράττοιεν καὶ λέγοιεν [19 E]. Οἱ σοφισταὶ μετεποιοῦντο πολλάκις οἳ μὲν ἀστρονομίας,
5οἳ δὲ γεωμετρίας, οἳ δὲ πολιτικῆς, οἳ δὲ διαιρετικῆς, καὶ διὰ τοῦτο λέγονται νῦν πολλοὺς ἔχειν καὶ καλοὺς λόγους. ἐπειδὴ δὲ οὐκ ἐπιστημονικοὺς εἶχον λόγους, ἔμπειροι προσ‐ ερρήθησαν. τὸ γὰρ ἔμπειρον ἐμφαίνει τριβὴν ἄλογον ἐν λόγοις κενοῖς φερομένην ἄνευ τῆς ἔμφρονος αἰτίας. διότι
10δὲ οὐ μόνον ἄλλοτε ἄλλας ἐπεβόσκοντο πόλεις, ἀλλὰ καὶ ἀπάτης καὶ δοξοσοφίας καὶ πλάνης ἀνεπιστήμονος ἦσαν γέ‐ μοντες, πλανῆται κέκληνται δικαίως. ἐπειδὴ δὲ ἄτακτον ἔφερον ζωὴν καὶ ἀπαίδευτον κατὰ πάθος ἐνεργοῦντες, οἰκή‐ σεις ἰδίας εἰκότως λέγονται μὴ διῳκηκέναι, δέον ἕκαστον
15ἑαυτὸν πρὸ τῶν ἄλλων τάττειν· πάντα γὰρ ὅσα ἐν οἴκῳ καὶ ἐν πόλει, ταῦτα καὶ ἐν ἤθεσι, καὶ ταῦτα πρὸ τῶν ἐκτὸς ἀπευθυντέον. τίνες οὖν εἰσι προσήκοντες μιμηταὶ ἔργων καὶ λόγων τῆς ἀρίστης πολιτείας, εἰ μήτε οἱ ποιηταὶ μήτε οἱ σοφισταί; οὗτοι δή εἰσιν, ὡς αὐτός φησι, πολιτικοὶ καὶ
20φιλόσοφοι· δεῖ γὰρ ἀμφοτέρων, ἵνα διὰ μὲν τὸ πολιτικὸν τὰ ἔργα αὐτῶν δύνωνται καθορᾶν, διὰ δὲ τὸ φιλόσοφον τοὺς λόγους, ὡς ἔνδον προειληφότες αὐτῶν τὴν ζωήν, καὶ διὰ μὲν ἐκεῖνο τὴν πρακτικὴν αὐτῶν φρόνησιν, διὰ δὲ τοῦτο τὴν νοερὰν τῶν ἀρχόντων ἐνέργειαν περιλάβωσιν. ἀπὸ δὴ
25τούτων τῶν εἰκόνων κἀπὶ τὰς δημιουργικὰς αἰτίας μετα‐ βατέον, ὅτι καὶ ταύτας νοεράς τε εἶναι δεῖ καὶ ὁλικάς, εἰ μέλλοι συμπληροῦσθαι τὸ πᾶν καὶ ἡ γένεσις εἰκονικῶς ἕξειν,
ὅσα πρώτως ὁ οὐρανός.
in Ti
.

1

.

68

Καταλέλειπται δὴ τὸ τῆς ὑμετέρας ἕξεως γένος ἅμα ἀμφοτέρων φύσει καὶ τροφῇ μετέχον [19 E 20 A]. Ὁ Λογγῖνος τὴν λέξιν θεωρεῖν οὐκ ἀπαξιῶν, ἐκεῖνο μὲν τὸ κῶλον, ἐν ᾧ φησι· τὸ δὲ τῶν σοφιστῶν φοβοῦ‐
5μαι μή πως ἅτε πλανητὸν ὄν, ἀρχομένου φησὶν εἶναι ... διὰ σεμνότητος ἔφεσιν τὴν φράσιν ἐξαλλάττειν, τὸ δὲ ἑξῆς ὅσα ἂν οἷά τε ἐν πολέμῳ καὶ μάχαις πράττοντες καὶ τὰ ἐχόμενα διαστρέφοντος εἶναι τὴν φράσιν ἀπὸ τοῦ κατὰ φύσιν, τὸ δὲ τρίτον τὸ καταλέλειπται δὴ τὸ τῆς
10ὑμετέρας ἕξεως γένος παντελῶς ἀλλόκοτον εἶναι· μηδὲν γὰρ ἀπεοικέναι τοῦ βίη Ἡρακληείη καὶ ἱερὴ ἲς Τηλε‐ μάχοιο καὶ ὅσα τοιαῦτα. Ὠριγένης δὲ ἀπεδέχετο τὸν τύπον τῆς ἑρμηνείας τῶν προκειμένων ῥήσεων ὡς ὄντα συγ‐ γραφικόν· πρέπειν γὰρ τῷ τοιούτῳ καὶ τὰς τοιάσδε περι‐
15φράσεις, ὥσπερ τῷ ποιητικῷ. ἡμεῖς δὲ τὸν μὲν Πλάτωνά φαμεν οἰκείως πανταχοῦ τοῖς ὑποκειμένοις μεταβάλλειν τὴν ἀπαγγελίαν καὶ ἐπὶ τῶν ἐξηλλαγμένων πραγμάτων διώκειν καὶ τὰς τῆς ἑρμηνείας ἐξαλλαγάς· τὴν δὲ προκειμένην ῥῆσιν οὔ φαμεν εἶναι περίφρασιν· οὐ γὰρ δηλοῦν ταὐτὸν τῷ ὑμᾶς
20ὥσπερ βίῃ Ἡρακληείῃ τὸν Ἡρακλέα, ἀλλ’ αὐτὸ τὸ γένος τῆς ἕξεως τῆς ἀρίστης σημαίνειν, ἀφ’ ἧς ἂν δύναιντο μόνοι τὸ πρέπον ἀποδοῦναι τῇ μιμήσει τῆς ἀρίστης πολιτείας· κατὰ γὰρ τὴν ἕξιν, ἣν ἔχουσιν, ἐνεργοῦντες τοῦτο ποιοῦσι, διαφέρουσαν τῆς ποιητικῆς καὶ σοφιστικῆς. καὶ ταῦτα μὲν περὶ
25τῶν λέξεων. εἰς δὲ τὰς ἐννοίας τῶνδε τῶν λέξεων ἀποβλέ‐ ποντες ἐροῦμεν, ὅτι ὁ Σωκράτης ἐγείρει μὲν Κριτίαν καὶ Ἑρμο‐ κράτην πρὸς τὰ λοιπὰ τῆς πολιτείας, παρακαλεῖ δὲ καὶ τὸν Τίμαιον ἐφάψασθαι τῶν ζητουμένων· καὶ τοῦτο πέμπτον ἐστὶ κεφάλαιον τῶν προτεθέντων [p. 56, 5. 58, 27] εἰς τὴν ἐξή‐
30γησιν. καὶ ὅρα, ὅπως ἀπεσέμνυνεν ἐκ προοιμίων τοὺς ἄνδρας,
ἕξιν μὲν καλέσας, ἵνα τὴν πλάνην ἐξέλῃς τὴν σοφιστικήν, φύ‐
in Ti
.

1

.

69

σει δὲ καὶ τροφῇ πολιτικῆς αὐτοὺς μετόχους εἰπών, ἵνα τὴν ποιητικὴν μίμησιν τὴν τοῖς χείροσι νόμοις ἐντεθραμμένην ἀντιδιέλῃς, ἐκ δὲ φύσεως καὶ τροφῆς τὸ τέλειον ἀφορισά‐ μενος, ἵνα μὴ τὴν φύσιν τροφῆς στερήσας χωλὴν ποιήσῃς
5ἢ τὴν τροφὴν εἰς ἀνεπιτήδειον καὶ ἀνάρμοστον ὑποδοχὴν καταβεβλῆσθαι νομίσῃς. ταῦτα μὲν οὖν κοινῇ περὶ τῶν ἀνδρῶν εἴρηται. εἰ δὲ βούλοιο λέγειν ἐπὶ τὰ παραδείγ‐ ματα χωρῶν, καταλέλειπται δὴ τὸ δημιουργικὸν γένος ὁλικόν τε ὂν καὶ νοερὸν εἰς τὴν τῶν ὅλων τετάχθαι προμήθειαν.
10θεατέον δὲ καὶ τὰ περὶ ἑκάστου λεγόμενα χωρίς. Τίμαιός τε γὰρ ὅδε εὐνομωτάτης ὢν πόλεως τῆς ἐν Ἰταλίᾳ Λοκρίδος οὐσίᾳ καὶ γένει οὐδενὸς ὕστε‐ ρος ὢν τῶν ἐκεῖ τὰς μεγίστας μὲν ἀρχάς τε καὶ τι‐ μὰς τῶν ἐν τῇ πόλει μετακεχείρισται, φιλοσοφίας
15δὲ αὖ κατ’ ἐμὴν δόξαν ἐπ’ ἄκρον ἁπάσης ἐλήλυθεν [20 A]. Τίς ἂν γένοιτο τῆς μαρτυρίας θαυμασιωτέρα ταύτης, ἢ ποῖος ἔπαινος μείζων; οὐχὶ πρῶτον μὲν πολιτικὴν τῷ Τιμαίῳ μεμαρτύρηκεν, ἔπειτα τὴν νοερὰν γνῶσιν, πάσης φιλοσοφίας
20ἐπ’ ἄκρον αὐτὸν εἰπὼν ἐληλυθέναι καὶ προσθεὶς ὅτι κατ’ ἐμὴν δόξαν, ὃ δὴ τὸν κολοφῶνα πᾶσιν ἐπέθηκε τοῖς ἐγ‐ κωμίοις; τίς δ’ ἂν τῆς εἰκόνος ταύτης ἐν ἀνθρώποις ἄλλη δύναιτο μᾶλλον ἀφομοιοῦσθαι πρὸς τὸν ἕνα δημιουργόν; πρῶτον μὲν γὰρ τῷ τε πολιτικῷ καὶ τῷ φιλοσόφῳ Δίιός
25ἐστιν, ἔπειτα τῷ εὐνομωτάτης εἶναι πόλεως μιμεῖται τὸν ἐν τῷ νοητῷ τραφέντα ὑπὸ τῆς Ἀδραστείας θεόν, τῷ δὲ γένει διενηνοχέναι τὸ ὁλικὸν ἐκείνου καὶ νοερὸν καὶ ἑνιαῖον ἀπει‐ κονίζεται· πάντα γὰρ ταῦτα κατὰ μετοχὴν ἔχει τῶν πρὸ αὐτοῦ πατέρων· τῷ δὲ τὰς μεγίστας ἀρχὰς μετακεχειρίσθαι
30τὸ βασιλικὸν ἐκείνου καὶ κρατητικὸν τῶν ὅλων, οὗ καὶ τὸ
in Ti
.

1

.

70

σκῆπτρον πισύρων καὶ εἴκοσι μέτρων ἐστὶ κατὰ τοὺς θεο‐ λόγους· τῷ δὲ μεγίστων ἀπολαῦσαι τιμῶν τὴν ἐξῃρημένην ἐκείνου πρεσβείᾳ καὶ δυνάμει τῶν ὅλων ὑπεροχήν· αὐτὸς γοῦν ἐστιν ὁ καὶ τοῖς ἄλλοις διανέμων τὰς τιμάς· τῷ δὲ
5φιλοσοφίας ἐπ’ ἄκρον ἥκειν πρὸς τὸν ὁμοῦ πάσας τὰς γνώ‐ σεις ἐν ἑαυτῷ συνέχοντα πάντως ἀποτυποῦσθαι φαίης ἂν αὐτόν. ὥστε ἀπὸ πάντων τῶν εἰρημένων ὡς ἐξ εἰκόνων ἕλοις ἂν καὶ τὸν τοῦ παντὸς δημιουργὸν ὅστις ἐστίν· ὅτι νοῦς νόων πολλῶν περιληπτικός, ἐν τοῖς νοεροῖς θεοῖς τε‐
10ταγμένος καὶ τῶν πρωτίστων νοητῶν πλήρης, βασιλικὴν ἔχων ἀξίαν καὶ πρεσβείᾳ τῶν ἄλλων θεῶν τῶν δημιουργι‐ κῶν ὑπεριδρυμένος. εἰ δὲ τὴν τοῦ Τιμαίου πόλιν Λο‐ κρίδα κέκληκεν, οὐκ εἰωθότων οὕτω καλεῖν τῶν Ἑλλήνων, ἀλλὰ Λοκροὺς μόνον πρὸς ἀντιδιαίρεσιν τῆς κατ’ ἀντιπέραν
15Εὐβοίας Λοκρίδος, οὐ θαυμαστόν· πολλὰ γὰρ ἐξαλλάττει διὰ τὸ τρανέστερον σημαίνειν τὸ προκείμενον. ὅτι δὲ εὐνο‐ μοῦντο οἱ Λοκροί, δῆλον· ἦν γὰρ δὴ αὐτῶν νομοθέτης Ζάλευκος [Arist. Politic. β 12. 1274a 22]. Κριτίαν δέ που πάντες οἱ τῇδε ἴσμεν οὐδενὸς
20ἰδιώτην ὄντα ὧν λέγομεν [20 A]. Ὁ Κριτίας ἦν μὲν γενναίας καὶ ἁδρᾶς φύσεως, ἥπτετο δὲ καὶ φιλοσόφων συνουσιῶν καὶ ἐκαλεῖτο ἰδιώτης μὲν ἐν φιλοσόφοις, φιλόσοφος δὲ ἐν ἰδιώταις, ὡς ἡ ἱστορία φησίν. ἐτυράννευσε δὲ καὶ αὐτὸς εἷς τῶν τριάκοντα γενόμενος.
25ἀλλ’ οὐ δίκαιον διὰ τοῦτο τῷ Σωκράτει ἐγκαλεῖν, ὅτι νῦν ἐπαίνου τινὸς αὐτὸν ἠξίωσε. πρῶτον μὲν γὰρ ὅπως ἐπῄ‐ νεσε, προσεκτέον· ὅτι οὐδενὸς ἰδιώτης ἐστὶν ὧν λέγομεν διά τε τὴν φύσιν καὶ τὴν περὶ τὰς φιλοσόφους συνουσίας δια‐ τριβήν. ἔπειτα ὅτι καὶ αὐτὸ τὸ τυραννικὸν εὐφυΐας ἐστὶ
30τεκμήριον, ὡς οὑν Πολιτείᾳ [X 619 BC] διδάσκει μῦ‐
in Ti
.

1

.

71

θος τὰς ἐξ οὐρανοῦ κατιούσας ψυχὰς διαφερόντως ἐπὶ τὸν τυραννικὸν ἄγων βίον· εἰθισμέναι γὰρ ἐκεῖ συμπεριπολεῖν τοῖς θεοῖς καὶ συνδιοικεῖν τὸ πᾶν κἀνταῦθα ταῖς φαινο‐ μέναις ἐπιτρέχουσι δυνάμεσιν, ὡς οἱ τοῦ κάλλους τοῦ νοη‐
5τοῦ μνήμην ἔχοντες τὸ φαινόμενον ἀσπάζονται κάλλος. ὅτι δὲ προσήκει κατ’ ἀναλογίαν τῇ μέσῃ δημιουργίᾳ, πρῶτον μὲν ἐκ τοῦ διαδέχεσθαι τὸν τοῦ Σωκράτους λόγον λάβοις ἄν, ἔπειτα ἐκ τοῦ τὸν Ἀτλαντικὸν ἀπαγγέλλειν, τῶν Ἀτλαν‐ τίνων Ποσειδῶνος ὄντων ἐκγόνων, καὶ τρίτον ἀπὸ τῆς οἰ‐
10κείας αὐτοῦ ζωῆς· τὸ γὰρ ἡγεμονικὸν καὶ τὸ ἐπὶ πολλὰ διατεῖνον καὶ ὅλως ἡ δύναμις τῶν μέσων ἐστί. διὸ καὶ ἐν τοῖς ἐπαίνοις ἔχει τὸ μέσον· τὸ μὲν γὰρ μὴ ἰδιώτην εἰρῆ‐ σθαι, ἀλλὰ μηδὲ μέτοχον τῶν τοῦ Τιμαίου πλεονεκτημάτων, τὴν ὕφεσιν αὐτοῦ δείκνυσι τὴν πρὸς τὸν πρῶτον, τὸ δὲ μὴ
15παντάπασιν αὐτὸν ἀποδεῖν τὴν συγγένειαν τὴν πρὸς ἐκεῖνον. Τῆς δὲ Ἑρμοκράτους αὖ περὶ φύσεως καὶ τρο‐ φῆς πρὸς ἅπαντα εἶναι ταῦτα ἱκανὴν πολλῶν μαρ‐ τυρούντων πιστευτέον [20 AB]. Ὁ Ἑρμοκράτης Συρακούσιός ἐστι στρατηγὸς κατὰ νόμον
20ζῆν ἐφιέμενος· διὸ καὶ πολιτικῆς πως μετεῖχε καὶ φιλο‐ σοφίας· ἔοικεν οὖν καὶ οὗτος κατὰ ἀναλογίαν τῇ τρίτῃ δημιουργίᾳ· τό τε γὰρ στρατηγικὸν οἰκεῖόν ἐστι τῷ τὰ ἔσχατα τῆς κοσμοποιίας καὶ ἀτακτότατα τάττοντι, καὶ τὸ ὑπὸ τῶν πολλῶν μαρτυρεῖσθαι τῷ εἰς πλῆθος πᾶν καὶ τὸν ἔσχατον
25μερισμὸν προάγοντι τὴν ποίησιν. ἡμεῖς μὲν οὖν οὕτω τάτ‐ τομεν, ἵνα καὶ πρὸς τὰ πράγματα ἀναλογίαν ἔχωσιν οἱ ἄν‐
δρες. ἄλλοι δὲ τὸν Κριτίαν τοῦ Ἑρμοκράτους ὡς ὑφει‐
in Ti
.

1

.

72

μένον τάττουσι· καίτοι εἰ ὁ ἀπολειπόμενος οὔτε λέγειν οὔτε ἀκούειν ἐπιτήδειος, καὶ τῶν παρόντων ὁ ἀκροώμενος μέν, σιω‐ πῶν δὲ αὐτὸς δεύτερος τοῦ καὶ λέγοντος καὶ ταύτῃ μιμου‐ μένου τοὺς ἀμφὶ Σωκράτη καὶ Τίμαιον. ἔπειτα καὶ τοῦτο ἐν‐
5νοητέον, ὅτι καὶ ὁ Σωκράτης τὰ πρεσβεῖα τῷ Κριτίᾳ δέδωκεν ἐν τῷ λόγῳ μετὰ τὸν Τίμαιον αὐτὸν ἐγκωμιάσας. εἰσὶ δὲ οἳ καὶ τοιαύτην τάξιν τοῖς προσώποις ἀπονέμουσι τούτοις, Τίμαιον μὲν κατὰ τὸ παραδειγματικὸν αἴτιον τάττοντες, Σωκράτην δὲ κατὰ τὸ ποιητικόν, Κριτίαν δὲ κατὰ τὸ εἰδι‐
10κόν· οὗτος γὰρ εἰς ἐνέργειαν ἄγει τοὺς ὀρθῶς τεθραμμένους· Ἑρμοκράτην δὲ κατὰ τὸ ὑλικόν· διὸ καὶ ἀκούειν μέν ἐστιν ἐπιτήδειος, λέγειν δὲ οὔ· καὶ γὰρ ἡ ὕλη δέχεται μὲν ἀλλα‐ χόθεν λόγους, γεννᾶν δὲ οὐ πέφυκε. καὶ ἔχοι ἂν καὶ πολὺν λόγον ἡ διάταξις μετὰ τοῦ μὴ ἀφίστασθαι τῆς προτέρας
15ἐπιβολῆς. Διὸ καὶ χθὲς ἐγὼ διανοούμενος ὑμῶν δεομένων τὰ περὶ τῆς πολιτείας διελθεῖν ἕως τοῦ· καὶ πάν‐ των ἑτοιμότατος ὢν δέχεσθαι [20 BC]. Δοκεῖ μὲν καὶ ἡ τῆς πολιτείας ἀνακεφαλαίωσις, ὥσπερ
20νῦν φησιν ὁ Σωκράτης, τῆς διεξόδου γεγονέναι τῶν ἐν πολέμοις ἀγώνων χάριν τῆς ὀρθῶς πολιτευομένης πόλεως· ἔστι δὲ ἀμφότερα συντείνοντα πρὸς τὴν μίαν τοῦ κόσμου δημιουργίαν, ἥ τε τῆς πολιτείας σύντομος περίληψις καὶ ὁ Ἀτλαντικός· πρὸ γὰρ τῆς ὅλης δημιουργίας καὶ τοῦ παντὸς
25τῆς κοσμοποιίας εἴδους ἀπὸ τῶν μερῶν καὶ τῶν εἰκόνων ἄμει‐ νον ποιεῖσθαι τὴν θεωρίαν, ὡς εἴρηται πρότερον [p. 30, 4 ss]. εἰκότως οὖν καὶ ὁ Σωκράτης τὴν πολιτείαν ἐν τύποις τισὶν ἀναλαβὼν καὶ πρώτως διὰ ταύτης μιμησάμενος τὸ πᾶν αὐ‐ τὸς μὲν ἐπὶ τῆς οἷον οὐσίας ἵδρυσεν ἑαυτόν, ἀνεγείρει δὲ
30καὶ ἄλλους εἰς τὸν λόγον, οἳ τὴν δύναμιν ὑμνήσουσι τῆς
in Ti
.

1

.

73

τοιαύτης πόλεως καὶ μιμήσονται τοὺς κατὰ τὸ μέσον δη‐ μιουργικὸν εἶδος τάττοντας τὸ πᾶν καὶ τὰς ἐναντιώσεις τὰς ἐν αὐτῷ καὶ τὰς κινήσεις τὰς πολυειδεῖς μονοειδῶς συνέ‐ χοντας. ὥσπερ οὖν ὁ παρ’ Ὁμήρῳ [Γ 22] Ζεὺς καθή‐
5μενος ἐν τῇ ἄκρᾳ τοῦ Ὀλύμπου πτυχὶ καὶ μένων ἐν τῇ ἑαυτοῦ κατὰ τρόπον ἑνότητι πέμπει τοὺς θεοὺς ἐπὶ τὸν Ἑλληνικὸν πόλεμον τοὺς τῆς ἐναντιώσεως προεστηκότας τῆς κοσμικῆς, οὕτω δὴ καὶ ὁ Σωκράτης ἐν τῷ νοητῷ τῆς πολι‐ τείας εἴδει καθαρῶς ἱστάμενος παρασκευάζει τοὺς μετ’ αὐτὸν
10δυναμένους τήν τε κίνησιν καὶ τὴν δύναμιν ὑμνῆσαι τῆς πολιτείας ταύτης, τοῦ μὲν Τιμαίου τὴν ἐπιστήμην προ‐ καλούμενος εἰς τὴν τῶν ὅλων ὁλικῶς θεωρίαν, τοὺς δὲ ἄλλους παρασκευάζων εἰς τὴν τῶν μερῶν ὁλικὴν καὶ σύν‐ τομον περιοχήν· ὡς γὰρ τὴν πολιτείαν ὁλικῶς διῆλθεν,
15οὕτως βούλεται καὶ τὴν δύναμιν αὐτῆς ὑμνηθῆναι παρὰ τῶν ἄλλων. ἐπειδὴ δὲ εἰκόνα φέρουσιν οἱ λόγοι πάντες οὗτοι τῶν δημιουργικῶν ἔργων καὶ ἡ συνουσία πᾶσα τῆς κοσμοποιίας, εἰκότως που καὶ ὁ Σωκράτης εἶπεν, ὅτι κεκο‐ σμημένος πάρεστι καὶ ἕτοιμος δέχεσθαι τοὺς λόγους, ὡς τὸ
20πρόσφορον εἶδος τῆς ἀρετῆς, τὴν κοσμιότητα, τῷ λόγῳ προ‐ βεβλημένος. Καὶ μὲν δὴ καθάπερ εἶπε Τίμαιος ὅδε, ὦ Σώ‐ κρατες, ἕως το· καθ’ ὁδὸν αὐτὰ ταῦτα ἐσκοποῦμεν [20 C].
25 Ἔδει καὶ τὸν Ἑρμοκράτην τι λέγειν, ἀλλὰ μὴ σιωπῶντα παρεῖναι τοῖς ἐν κωμῳδίᾳ προσώποις ἐοικότα τοῖς ἀργῶς παρεστῶσι· διὸ καὶ οὗτος πεποίηταί τι πρὸς τὸν Σωκράτην λέγων. καὶ τοῦτο μὲν λογογραφικόν, ἐκεῖνο δὲ οἰκεῖον τοῖς προκειμένοις· ὅτι γὰρ καὶ τὰ ἔσχατα τῆς δημιουργίας ἕπεται
30τῷ ἑνὶ πατρὶ τῶν ὅλων καὶ διὰ τὴν ὁμοιότητα τὴν πρὸς
in Ti
.

1

.

74

ἐκεῖνον συννεύει πρὸς τὴν μίαν τοῦ κόσμου πρόνοιαν, ὡς ἐξ εἰκόνων 〈ἕλοις ἂν〉 τῶν νῦν λεγομένων. ὁ γάρ τοι Ἑρμοκράτης Τιμαίῳ συνεπόμενος οὐδέν φησιν ἐλλείπειν οὔτε γὰρ προ‐ θυμίας οὔτε δυνάμεως εἰς τοὺς ὑπὸ Σωκράτους ἐπιζητου‐
5μένους λόγους· δύο γὰρ ταῦτα μάλιστα ἐμποδὼν ἡμῖν γίνεται πρὸς τὸ ἐνεργεῖν εἰς ἀλλήλους· ἥ τε ἡμετέρα ῥᾳθυμία, καὶ εἴ τι ἔξωθεν εἴη κώλυμα. ταῦτ’ οὖν ἀμφότερα ἀνεῖλεν εἰ‐ πὼν οὔτε προθυμίας ἐλλείπειν, οὔτε πρόφασιν εἶναί τινα κωλύουσαν ἀποπληροῦν αὐτοῖς τὴν Σωκράτους ἐπίταξιν.
10εἰκότως δὴ οὖν καὶ τὸν Κριτίαν προὐκαλέσατο πρὸς τὴν τῶν παλαιῶν ἔργων ἀφήγησιν τῆς Ἀθηναίων πόλεως, ἐν οἷς ἡ Σωκράτους ἐπίταξις εἶχε τὸ τέλος, ὥσπερ ὁ Σωκράτης τὸν Τίμαιον, καὶ κοινωνόν πως ἑαυτὸν ποιεῖ τῶν ἐκείνου λόγων· τῇ γὰρ προτεραίᾳ μετ’ ἐκείνου συνδιεσκέφθαι φησὶν
15αὐτούς, ὥσπερ καὶ ὁ τρίτος δημιουργὸς ἐν τῷ παντὶ κοι‐ νωνεῖ πρὸς τὴν τοῦ δευτέρου ποίησιν· δεῖται γὰρ ἡ ὅλη γένεσις καὶ τῶν ἐκ τοῦ ὑποχθονίου κόσμου πάντως ἀνα‐ δόσεων. εἰ δὲ ταῦτα τοῦτον ἔχοι τὸν τρόπον, ἔοικε καὶ ὁ Ἀτλαντικὸς τρίτην ἐσχηκέναι τὴν ἀφήγησιν. οἰκείους δὲ τῇ
20μέσῃ δημιουργίᾳ φασὶν ἀριθμοὺς τήν τε δυάδα καὶ τὴν τριάδα, τὴν μὲν διὰ τὴν δύναμιν, τὴν δὲ διὰ τὴν δημιουρ‐ γικὴν καὶ τελεσιουργὸν αὐτῆς τῶν ἐγκοσμίων πρόνοιαν· ὥστ’ εἴτε διττὴν εἴτε τριττὴν αὐτῷ τὴν ἀφήγησιν ἀποδοίης, ἔχεις ἀφ’ ἑκατέρου τῶν ἀριθμῶν εἰς τὴν τῆς μεσότητος ἔννοιαν
25ἀνατρέχειν. Ὅδε οὖν λόγον ἡμῖν εἰσηγήσατο ἐκ παλαιᾶς
ἀκοῆς, ὃν καὶ νῦν λέγε, ὦ Κριτία, τῷδε, ἵνα συν‐
in Ti
.

1

.

75

δοκιμάσῃ πρὸς τὴν ἐπίταξιν, εἴτ’ ἐπιτήδειός ἐστιν, εἴτε μ. —Ταῦτα χρὴ δρᾶν, εἰ καὶ τῷ τρίτῳ κοι‐ νωνῷ Τιμαίῳ συνδοκε. —Δοκεῖ μήν [20 D]. Θαυμαστὴν ἂν εὕροις ἐν τούτοις ὡς ἐν εἰκόσι τῶν θείων
5ἔνδειξιν· ὡς γὰρ ἐν ἐκείνοις τὰ δεύτερα τὰς τῶν πρώτων ἐκκαλεῖται γονίμους δυνάμεις καὶ προσάγει πρὸς τὴν τῶν διοικουμένων πρόνοιαν, οὕτω καὶ ἐν τούτοις ὁ Ἑρμοκράτης καὶ τὸν Κριτίαν εἰς τὸ λέγειν προκαλεῖται καὶ τῷ Σωκράτει πληροῖ τὴν ὑπόσχεσιν. καὶ ὡς ἐν ἐκείνοις ἐπιστρέφει τὰ
10αἰτιατὰ πρὸς τὴν τῶν αἰτίων ἀντοχήν, οὕτως ἐν τούτοις ὁ μὲν Ἑρμοκράτης εἰς τὸν Κριτίαν ἀποτείνεται, οὗτος δὲ εἰς τὴν Σωκράτους ἐπίταξιν ἀποβλέπει. καὶ ὡς ἐν ἐκείνοις πάντα τὰ δημιουργικὰ αἴτια τοῦ ἑνὸς ἐξήρτηται πατρὸς καὶ τῷ ἐκεί‐ νου βουλήματι πάντα κυβερνᾷ, τὸν αὐτὸν τρόπον καὶ ἐν‐
15ταῦθα πάντες ἐπὶ τὸν Τίμαιον καταφεύγουσι καὶ τὴν τοῦ Τιμαίου νεῦσιν ἢ ἐπίνευσιν ἢ βούλησιν, ἵν’ ἐξ ἐκείνης οἷον ἐκ ῥίζης ὁρμηθέντες κατὰ νοῦν αὐτῷ διαθῶσι τὸν λόγον· οὕτω γὰρ ἂν καὶ συντελέσοι πρὸς τὴν ὅλην κοσμοποιίαν τὰ μέλλοντα λέγεσθαι. καὶ μὴν καὶ τὸ ἐκ παλαιᾶς ἀκοῆς,
20εἰ μὲν ἱστορικὸς ὁ λόγος, τὸ κατὰ χρόνον σημαίνει παλαιόν, εἰ δὲ ἔνδειξίς ἐστι τῶν ἐν τῷ παντὶ γιγνομένων, τοὺς ἐξ ἀιδίου ταῖς ψυχαῖς ἐνυπάρχοντας λόγους αἰνίσσοιτο ἄν· εἰ δὲ καὶ τῶν θείων αἰτίων εἰκόνα φέρει, δείκνυσιν, ὅτι ταῦτα τὰ δημιουργικὰ αἴτια πληρούμενα ἄνωθεν ἀπὸ τῶν πρεσ‐
25βυτάτων θεῶν μεταδίδωσι καὶ τοῖς δευτέροις τῆς ἑαυτῶν προνοίας. Ἄκουε δ, ὦ Σώκρατες, λόγου μάλα μὲν ἀτόπου, παντάπασί γε μὴν ἀληθοῦς, ὡς ὁ τῶν ἑπτὰ σοφώ‐ τατος Σόλων ποτὲ ἔφη [20 D].
30Τὸν περὶ τῶν Ἀτλαντίνων σύμπαντα τοῦτον λόγον οἳ
in Ti
.

1

.

76

μὲν ἱστορίαν εἶναι ψιλήν φασιν, ὥσπερ ὁ πρῶτος τοῦ Πλάτωνος ἐξηγητὴς Κράντωρ· ὃς δὴ καὶ σκώπτεσθαι μέν φησιν αὐτὸν ὑπὸ τῶν τότε, ὡς οὐκ αὐτὸν ὄντα τῆς πολιτείας εὑρετήν, ἀλλὰ μεταγράψαντα τὰ Αἰγυπτίων· τὸν δὲ τοσοῦτον ποιήσα‐
5σθαι 〈τὸν〉 τῶν σκωπτόντων λόγον, ὥστε ἐπὶ Αἰγυπτίους ἀνα‐ πέμψαι τὴν περὶ Ἀθηναίων καὶ Ἀτλαντίνων ταύτην ἱστο‐ ρίαν, ὡς τῶν Ἀθηναίων κατὰ ταύτην ζησάντων ποτὲ τὴν πολιτείαν· μαρτυροῦσι δὲ καὶ οἱ προφῆταί φησι τῶν Αἰ‐ γυπτίων ἐν στήλαις ταῖς ἔτι σῳζομέναις ταῦτα γεγράφθαι
10λέγοντες. οἳ δέ φασιν αὐτὴν μῦθον εἶναι καὶ πλάσμα γενό‐ μενον μὲν οὐδαμῶς, ἔνδειξιν δὲ φέρον τῶν ἀεὶ ὄντων κατὰ τὸν κόσμον ἢ γιγνομένων, οὐδὲ τοῦ Πλάτωνος ἐπακούοντες οὗ‐ τοι βοῶντος, ὅτι μάλα μὲν ἄτοπος ὁ λόγος, παντάπασί γε μὴν ἀληθής· τὸ γὰρ παντάπασιν ἀληθὲς οὐ πῇ μέν
15ἐστιν ἀληθές, πῇ δὲ οὐκ ἀληθές, οὐδὲ ψεῦδος μὲν κατὰ τὸ φαινόμενον, ἀληθὲς δὲ κατὰ τὴν ὑπόνοιαν· οὐ γὰρ ἂν εἴη πάντη τὸ τοιοῦτον ἀληθές. οἳ δὲ γεγονέναι μὲν ταῦτα τοῦ‐ τον τὸν τρόπον οὐκ ἀπογινώσκουσι, παραλαμβάνεσθαι δὲ νῦν ὡς εἰκόνας τῶν ἐν τῷ παντὶ προουσῶν ἐναντιώσεων·
20πόλεμον γὰρ εἶναι τὸν πάντων πατέρα καὶ κατὰ τὸν Ἡράκλειτον [frg. 53D.]. καὶ τούτων οἳ μὲν εἰς τοὺς ἀπλανεῖς καὶ πλάνητας ἀναπέμπουσι τὴν ἀνάλυσιν, ὡς τῶν μὲν Ἀθηναίων ἀνάλογον τοῖς ἀπλανέσι λαμβανομένων, τῶν δὲ Ἀτλαντίνων τοῖς πλάνησι, καὶ μαχομένων μὲν διὰ τὴν ἀντι‐
25περιφοράν, κρατούντων δὲ τῶν ἑτέρων διὰ τὴν μίαν τοῦ κόσμου στροφήν. ταύτης γοῦν ἐστι τῆς δόξης ὁ γενναῖος Ἀμέλιος οὕτως ὑπερδιατεινόμενος τοῦ ταῦθ’ οὕτως ἔχειν διὰ τὸ λέγεσθαι τὴν Ἀτλαντίδα νῆσον εἰς ἑπτὰ διῃρῆσθαί τινας κύκλους σαφῶς ἐν τῷ Κριτίᾳ, ὡς οὐκ οἶδ’ εἴ τις
30ἄλλος ὑπὲρ τῶν ἑαυτοῦ δογμάτων. οἳ δὲ εἰς δαιμόνων
τινῶν ἐναντίωσιν, ὡς τῶν μὲν ἀμεινόνων, τῶν δὲ χειρόνων,
in Ti
.

1

.

77

καὶ τῶν μὲν πλήθει, τῶν δὲ δυνάμει κρειττόνων, καὶ τῶν μὲν κρατούντων, τῶν δὲ κρατουμένων, ὥσπερ Ὠριγένης ὑπέλαβεν. οἳ δὲ εἰς ψυχῶν διάστασιν καλλιόνων καὶ τῆς Ἀθηνᾶς τροφίμων καὶ γενεσιουργῶν ἄλλων, αἳ καὶ τῷ τῆς
5γενέσεως ἐφόρῳ θεῷ προσήκουσι. καὶ ἔστι τῆς ἐξηγήσεως ταύτης προστάτης Νουμήνιος. οἳ δὲ καὶ μίξαντες τὴν Ὠριγένους, ὥσπερ οἴονται, καὶ Νουμηνίου δόξαν ψυχῶν πρὸς δαίμονας ἐναντίωσιν εἶπον, τῶν μὲν δαιμόνων κατα‐ γωγῶν ὄντων, τῶν δὲ ψυχῶν ἀναγομένων· παρὰ οἷς ὁ δαί‐
10μων τριχῶς· καὶ γὰρ εἶναί φασι τὸ μὲν θείων δαιμόνων γένος, τὸ δὲ κατὰ σχέσιν, ὃ μερικαὶ συμπληροῦσι ψυχαὶ δαι‐ μονίας τυχοῦσαι λήξεως, τὸ δὲ πονηρὸν ἄλλο καὶ λυμαντικὸν τῶν ψυχῶν. τοὺς οὖν ἐσχάτους δαίμονας τὸν πόλεμον τοῦ‐ τον συγκροτεῖν καὶ τὰς ψυχὰς ἐν τῇ εἰς τὴν γένεσιν καθ‐
15όδῳ· καὶ ἅπερ οἱ παλαιοί, φασι, θεολόγοι εἰς Ὄσιριν καὶ Τυφῶνα ἀνήγαγον ἢ εἰς Διόνυσον καὶ Τιτᾶνας, ταῦτα ὁ Πλάτων εἰς Ἀθηναίους καὶ Ἀτλαντίνους ἀναπέμπει δι’ εὐ‐ σέβειαν· πρὶν δὲ εἰς τὰ στερεὰ σώματα κατελθεῖν, 〈ἐναν‐ τίωσιν〉 παραδίδωσι τῶν ψυχῶν πρὸς τοὺς ὑλικοὺς δαί‐
20μονας, οὓς τῇ δύσει προσῳκείωσεν· ἐπεὶ καὶ ἡ δύσις, ὡς ἔλεγον Αἰγύπτιοι, τόπος ἐστὶ δαιμόνων κακωτικῶν· ἐπὶ δὲ ταύτης ἐστὶ τῆς οἰήσεως ὁ φιλόσοφος Πορφύριος, ὃν καὶ θαυμάσειεν ἄν τις, εἰ ἕτερα λέγει τῆς Νουμηνίου παραδό‐ σεως. ἀλλ’ οὗτοί γε καὶ ὑπὸ τοῦ θειοτάτου κατά γ’ ἐμὴν
25Ἰαμβλίχου κομιδῇ γενναίως ηὐθύνθησαν. ἀρέσκει δὲ τούτῳ τε καὶ τῷ ἡμετέρῳ καθηγεμόνι τὴν ἐναντίωσιν ταύτην οὐκ ἐπ’ ἀθετήσει τῶν φαινομένων, τοὐναντίον μὲν οὖν, ἐκεί‐ νων πάντως δεδογμένων ὡς γεγονότων, ἀλλ’ ὡς εἰώθαμεν τὰ
πρὸ τῶν ὑποκειμένων τοῖς διαλόγοις ἀνάγειν εἰς τὸν αὐτὸν
in Ti
.

1

.

78

τοῖς διαλόγοις σκοπόν—ἀρέσκει δὴ οὖν οὑτωσὶ καὶ κατὰ τὸν ὅμοιον τύπον καὶ ταύτην τὴν ἐναντίωσιν ἀπὸ τῶν ἀνθρωπί‐ νων ἄραντας διὰ παντὸς τοῦ κόσμου καὶ μάλιστα τῶν γενητῶν διατείνειν, καὶ ἐπὶ πάντα τὴν διάνοιαν ἐκτείνειν, ὅπῃ μετ‐
5έχει τῆς ἐναντιώσεως θεωροῦντας κατὰ τὴν ποικιλίαν τῶν δυνάμεων· ἐπεὶ γὰρ πάντα καὶ ἐκ τοῦ ἑνός ἐστι καὶ ἐκ τῆς μετὰ τὸ ἓν δυάδος καὶ ἥνωταί πως ἀλλήλοις καὶ ἀντίθετον ἔλαχε φύσιν, ὥσπερ καὶ ἐν τοῖς γένεσι τοῦ ὄντος ἔστι τις ἀντίθεσις ταὐτοῦ πρὸς θάτερον καὶ κινήσεως πρὸς στάσιν,
10πάντα δὲ μετέχει τῶν γενῶν τούτων τὰ ἐν τῷ κόσμῳ, καλῶς ἂν ἔχοι τὴν διὰ πάντων διήκουσαν ἐναντίωσιν θεωρεῖν. καὶ μὴν καὶ εἰ τὴν πολιτείαν ἀνάλογον ἐν παντὶ τῷ κόσμῳ τεθεάμεθα, δεῖ δήπου καὶ τὸν πόλεμον τοῦτον ἐν πάσῃ τῇ φύσει καθορᾶν ἐνόντα· τῷ μὲν γὰρ εἶναι καὶ ταῖς οὐσίαις
15ἀνάλογον ἡ πολιτεία, ταῖς δὲ δυνάμεσιν αὐτῶν καὶ ὡσαύτως ἀεὶ κινήσεσιν ὁ πόλεμος· καὶ τῇ μὲν ἑνώσει τῇ ὅλῃ τὴν πολιτείαν κοινὰ πάντα ποιοῦσαν ἐκείνην, τῇ δὲ διαιρέσει τῇ κοσμικῇ καὶ τῇ τοῦ νείκους δυναστείᾳ τοῦτον ἀφομοιοῦσθαι ῥητέον. εἴτε οὖν δίχα διέλοις τὸ πᾶν εἴς τε τὸ ἀσώματον
20καὶ σωματικόν, καὶ αὖ τὸ ἀσώματον εἴς τε τὰ νοερώτερα καὶ τὰ ἐνυλότερα, καὶ τὸ σωματικὸν εἰς οὐρανὸν καὶ γέ‐ νεσιν, καὶ τὸν μὲν οὐρανὸν εἰς ἐναντίας περιόδους, τὴν δὲ γένεσιν εἰς τὰς ἀντικειμένας δυνάμεις, εἴτε ὁπωσοῦν ἢ ἐν θεοῖς τοῖς ἐγκοσμίοις ἢ ἐν δαίμοσιν ἢ ἐν ψυχαῖς ἢ σώμασι
25λαμβάνοις τὴν ἀντίθετον ταύτην ζωήν, ἔχοις ἂν πανταχοῦ τὰς ἀναλογίας ἀπὸ τῶν ἀνθρώπων ἐπὶ τὰ πράγματα φέρειν. ἐπεὶ καὶ αὐτῶν τῶν θεῶν ὁ θεῖος Ὅμηρος [γ 67 ss] ἀντι‐ θέσεις ποιεῖ, τῷ μὲν Ποσειδῶνι τὸν Ἀπόλλωνα, τῇ δὲ Ἀθηνᾷ
τὸν Ἄρεα, τῷ δὲ Ἡφαίστῳ τὸν Ποταμόν, τῇ δὲ Λητοῖ τὸν
in Ti
.

1

.

79

Ἑρμῆν, τῇ δὲ Ἀρτέμιδι τὴν Ἥραν ἀντιτάττων—δεῖ γὰρ τὴν γένεσιν ὁρᾶν καὶ ἐν ἀσωμάτοις καὶ ἐν σώμασι καὶ ἐν τοῖς συναμφοτέροις, καὶ τὸν μὲν Ποσειδῶ καὶ τὸν Ἀπόλλω δημιουργοὺς τίθεσθαι τῆς ὅλης γενέσεως, τὸν μὲν ὁλικῶς,
5τὸν δὲ μερικῶς, τὴν δὲ Ἥραν καὶ Ἄρτεμιν ζῳογονίας χο‐ ρηγούς, τὴν μὲν λογικῆς, τὴν δὲ φυσικῆς, τὴν δὲ Ἀθηνᾶν καὶ τὸν Ἄρεα τῆς δι’ ἀμφοῖν, τοῦ εἶναι καὶ τοῦ ζῆν, διη‐ κούσης ἐναντιώσεως αἰτίους, τὴν μὲν τῆς κατὰ νοῦν ἀφορι‐ ζομένης, τὸν δὲ τῆς ὑλικωτέρας καὶ παθητικωτέρας, τὸν δὲ
10Ἑρμῆν καὶ τὴν Λητὼ τῆς τῶν ψυχῶν διττῆς τελειώσεως προστάτας, τὸν μὲν τῆς διὰ τῶν γνωστικῶν δυνάμεων καὶ τῆς τῶν λόγων προβολῆς, τὴν δὲ τῆς διὰ τῶν ζωτικῶν λείας καὶ ἑκουσίου καὶ ἐθελήμονος ἀναγωγῆς, τὸν δὲ Ἥφαιστον καὶ Ξάνθον ἁπάσης τῆς σωματικῆς συστάσεως ἀρχηγοὺς καὶ
15τῶν ἐν αὐτῇ δυνάμεων, τὸν μὲν τῶν δραστικωτέρων, τὸν δὲ τῶν παθητικωτέρων καὶ οἷον ὑλικωτέρων—τὴν δὲ Ἀφροδίτην αὐτὴν καθ’ αὑτὴν ἀφιείς, ἵνα πᾶσιν ἕνωσιν ἐπι‐ λάμπῃ καὶ ἁρμονίαν, τοῖς δὲ χείροσι συμμαχοῦσαν, διότι τὸ ἓν ἐν τούτοις χεῖρόν ἐστι τοῦ πλήθους· πᾶσα γὰρ ἐναντίωσις
20μετὰ τοῦ ἑνὸς θεωρεῖται δεόντως ἢ πρὸ αὐτῆς ὄντος, ἢ ἐν αὐτῇ συμφυῶς ὑφεστηκότος, ἢ μετ’ αὐτὴν ἐπιγεννημα‐ τικοῦ πως ὄντος. ἃ δὴ καὶ ὁ Πλάτων ὡς οἱ θεολόγοι κατ‐ ιδὼν ὀρθῶς πρὸ τῆς μιᾶς κοσμοποιίας τὴν πεπληθυσμένην παραδιδοὺς καὶ πρὸ τῶν ὅλων τὰ μέρη καὶ ἐν εἰκόσι ταῦτα
25πρὸ τῶν παραδειγμάτων εὑρὼν ἐπ’ ἀνθρώπων ταύτην τὴν ἐναντίωσιν θεωρεῖ τὴν ἀνάλογον καὶ ἐν τοῖς ὅλοις οὖσαν, οὔτε τιτανομαχίας οὔτε γιγαντομαχίας δεηθείς—πῶς γὰρ ἔμελλεν ἀρεστὰ Σωκράτει λέξειν τῷ τῇ προτεραίᾳ κατηγο‐ ρήσαντι τῶν ταῦτα πλαττόντων ποιητῶν; —ἀλλ’ ἀπὸ τῆς
30ἱστορίας τὰ πράγματα λαβών, ἵνα δὴ μὴ ἐπὶ θεῶν αὐτῷ
in Ti
.

1

.

80

γίγνηται ὁ λόγος, ὅτι μάχονται ἀλλήλοις, ἀλλ’ ἐπ’ ἀνθρώπων μὲν φέρηται ταῦτα, διὰ δὲ ἀναλογίας εὐλαβοῦς καὶ ἐπ’ αὐ‐ τοὺς μεταφέρηται τοὺς θεούς· καὶ γὰρ τοῖς ποιηταῖς τοῖς ἐνθέοις πρὸ τῆς τάξεως τῆς μιᾶς οἱ τοιοῦτοι πόλεμοι παρα‐
5δίδονται· ἀλλ’ ἐκείνοις μὲν ὁ τρόπος ἐκεῖνος προσήκει, Πλά‐ τωνι δὲ οὗτος, μετὰ μὲν πολιτικῆς οὗτος σωφρονέστερος ὤν, μετὰ δὲ τελεστικῆς ἐκεῖνος ὡς ἐνθεώτερος. ταῦτα μὲν περὶ τοῦ σύμπαντος λόγου. Τῆς δὲ ἐκκειμένης ῥήσεως τὸ μὲν ἄκουε προοιμιῶδές ἐστι καὶ ἐπὶ τούτων λεγόμενον, ἐφ’ ὧν
10ἐκκαλέσασθαι βουλόμεθα τὴν τοῦ ἀκούοντος προσοχήν. ἴσον οὖν ἐστι τὸ ἄκουε τῷ δέχου δὴ τὰ ἄξια ἀκοῆς· τὸ δὲ ἄτοπον δηλοῖ μὲν τὸ παράλογον, ὡς ἐν Γοργίᾳ [473 A] φησὶν ἄτοπά γε, ὦ Σώκρατες, ἢ τὸ παράδοξον, ὡς ἐν Κρίτωνι [44 B] χρῆται ὡς ἄτοπον τὸ ἐνύπνιον, ὦ
15Σώκρατες, ἢ τὸ θαυμαστόν, ὡς ἐν Θεαιτήτῳ [142 B] καὶ οὐδέν γε ἄτοπον, ἀλλὰ πολὺ θαυμαστότερον, εἰ μὴ τοιοῦτος ἦν· ἐνταῦθα δὲ εἴληπται ὡς σημαῖνον τὸ θαύματος ἄξιον. δηλοῖ δὲ τοῦτο ἑξῆς περὶ τῶν αὐτῶν λέ‐ γων [20 E], ὡς μεγάλα καὶ θαυμαστὰ τῆσδ’ εἴη τῆς
20πόλεως ἔργα παλαιά. ὅ γε μὴν λόγος δηλοῖ τὴν ἀλή‐ θειαν τῶν ῥηθησομένων· οὕτω γὰρ εἴρηται καὶ ἐν Γορ‐ γίᾳ [523 A] τοῦ λόγου διαφέρειν ὁ μῦθος. τὸ δὲ τῶν ἑπτὰ σοφώτατον εἰρῆσθαι Σόλωνα πάνυ εἰκότως ἐρρήθη καὶ ὡς ὑπὸ συγγενοῦς καὶ ὡς πρὸς Ἀθηναῖον ἄλλον καὶ
25ὡς ἐν Παναθηναίοις καὶ ὡς ἔνδειξιν φέρον τοῦ εἰς πᾶσαν σοφίαν διατείνειν τὰ ῥηθησόμενα. καὶ οὐ δεῖ θαυμάζειν, ὅπως ἐρρήθη πάντων σοφώτατος, οὐδὲ προσγλίχεσθαι, ὅπως ἂν ῥηθείη τῶν μὲν ἄλλων ἀνθρώπων σοφώτατος, τῶν δὲ σοφῶν εἷς, σοφώτατοι δὲ πάντες. τί γὰρ ἄτοπον, εἰ καὶ
30τῶν ὁμοταγῶν λέγοιτο σοφώτατος ἀνήρ; μαρτυρεῖ γοῦν αὐτῷ τὴν σοφίαν ἥ τε νομοθεσία καὶ ἡ ὑπὲρ Σαλαμῖνος τῆς
μανίας ὑπόκρισις καὶ ἡ πρὸς Πεισίστρατον αὐτοῦ τὸν τύ‐
in Ti
.

1

.

81

ραννον ἔνοπλος ἀπάντησις τῶν μὲν μὴ αἰσθανομένων λέ‐ γοντος αὐτὸν εἶναι φρονιμώτερον, τῶν δὲ συνιέντων ἀνδρειό‐ τερον, ἥ τε πρὸς τὸν Κροῖσον συνουσία καὶ ἡ ἀπόκρισις ἡ πρὸς τὸν εἰπόντα, ὅτι καλλίστους ἔθηκε νόμους· οὐ γὰρ
5καλλίστους θεῖναι, ἀλλὰ τοὺς δυνατοὺς ἔφη, εἰδέναι δὲ τοὺς κρείττους. λέγει δὲ καὶ 〈ἡ〉 περὶ τοῦ τρίποδος τοῦ σα‐ γηνευθέντος ὑπό τινων νεανίσκων ἱστορία, κἂν μὴ πάντες αὐτὴν λέγωσιν, ὅτι τοῦ θεοῦ χρήσαντος τῷ σοφωτάτῳ δο‐ θῆναι Θαλῇ μὲν προσηνέχθη πρῶτον, οὗτος δὲ πρὸς ἄλλον
10ἀνέπεμψε τῶν ἑπτὰ καὶ οὗτος πρὸς ἄλλον καὶ τέλος ἧκεν εἰς Σόλωνα, πάντων ἐκείνῳ παραχωρησάντων, οὗτος δὲ εἰς θεὸν ἀφ’ ἑαυτοῦ ἀνήγαγεν εἰπὼν ἐκεῖνον εἶναι τὸν ὄντως σοφώτατον. Σόλωνος δὲ καὶ ὅτι ὁ μὴν ὁ σεληνιακὸς οὐκ ἔστι τριακονθήμερος, καὶ διὰ τοῦτο πρῶτος ἔνην ἐκάλεσε
15καὶ νέαν, καὶ ὅλως τὸ ἀναστρέψαι τοὺς ἀριθμοὺς τῶν ἡμε‐ ρῶν ἀπὸ εἰκάδος εἰς ἐκεῖνον ἀναφέρεται. φασὶ δέ τινες, ὅτι καὶ νοῦν ἐπιστατεῖν τοῖς ὅλοις πρὸ Ἀναξαγόρου Σόλων ἀπεφήνατο· ἐξ ὧν ἁπάντων ὅτι μετῆν αὐτῷ σοφίας τινὸς ἐναργές ἐστιν.
20 Ἦν μὲν οὖν οἰκεῖος ἡμῖν καὶ σφόδρα φίλος Δρω‐ πίδου τοῦ πάππου, καθάπερ λέγει πολλαχοῦ καὶ αὐτὸς ἐν τῇ ποιήσει. πρὸς δὲ Κριτίαν τὸν ἡμέτερον πάππον εἶπεν, ὡς ἀπεμνημόνευεν αὖ πρὸς ἡμᾶς ὁ γέρων, ὅτι μεγάλα καὶ θαυμαστὰ τῆσδε εἴη παλαιὰ
25ἔργα τῆς πόλεως, ὑπὸ χρόνου καὶ φθορᾶς ἀνθρώ‐ πων ἠφανισμένα [20 E]. Ἡ μὲν ἱστορία ἡ κατὰ τὸ Σόλωνος γένος καὶ τὴν Πλά‐
τωνος πρὸς αὐτὸν συγγένειαν τοιαύτη τίς ἐστιν· Ἐξηκεστίδου
in Ti
.

1

.

82

παῖδες ἐγένοντο Σόλων καὶ Δρωπίδης, καὶ Δρωπίδου μὲν Κριτίας, οὗ μνημονεύει καὶ Σόλων ἐν τῇ ποιήσει λέγων· εἰπέμεναι Κριτίῃ ξανθότριχι πατρὸς ἀκούειν·
οὐ γὰρ ἁμαρτινόῳ πείσεται ἡγεμόν
ι·
5Κριτίου δὲ Κάλλαισχρος καὶ Γλαύκων, Καλλαίσχρου δὲ αὖ Κριτίας οὗτος· δηλοῖ δὲ ὁ ἐν Χαρμίδῃ [154 A] Κριτίας τὸν Γλαύκωνα, τὸν Χαρμίδου πατέρα, θεῖον ἑαυτοῦ καλῶν. Γλαύκωνος δὲ Χαρμίδης καὶ Περικτιόνη, τῆς δὲ δὴ Περι‐ κτιόνης ὁ Πλάτων· ὥστε ὁ Γλαύκων Κριτίου θεῖος ἦν, ἀνεψιὸς
10δὲ Χαρμίδης, θεῖος δὲ Πλάτωνος, Σόλων δὲ ἀδελφὸς τοῦ ἐπιπάππου 〈τοῦ〉 Κριτίου. τὸ μὲν οὖν ἀληθὲς τοιοῦτον. ὁ δέ γε θεῖος Ἰάμβλιχος ἄλλως πως παραδίδωσι τὴν τοῦ γένους διαδοχήν· αὐτόθεν γὰρ τοῦ Δρωπίδου παῖδα τὸν Γλαύκωνα ποιεῖ. ἄλλοι δὲ Καλλαίσχρου Κριτίαν καὶ Γλαύ‐
15κωνα παῖδας λέγουσιν, ὥσπερ καὶ Θέων ὁ Πλατωνικός. καίτοι ἐν Χαρμίδῃ φησὶν ὁ Κριτίας, ὅτι παῖς ἐστι Χαρ‐ μίδης Γλαύκωνος, τοῦ ἡμετέρου θείου, καὶ τοῖς ῥήμασιν οὑτωσὶ λέγων· ἀνεψιὸς δὲ ἐμός. οὔτ’ ἄρα Δρωπίδου υἱὸς ὁ Γλαύκων οὔτε Κριτίου τοῦ νεωτέρου ἀδελφός. ἀλλὰ τού‐
20των ἅδην· διαφέρει γὰρ οὐδὲν ἀνδρὶ τῶν πραγμάτων φρον‐ τίζοντι ταῦτα ὅπως ἂν ἔχῃ. λάβοις δ’ ἂν ἐκ τούτων ὡς εἰκόνων εἰς τὰ πράγματα μετιών, ὅτι πᾶσα τοῦ κόσμου διά‐ στασις καὶ αἱ ἐν αὐτῷ διτταὶ συστοιχίαι καὶ προσεχῶν αἰτίων δημιουργικῶν ἐξήρτηνται καὶ εἰς ἄλλας αἰτίας νοερωτέρας
25ἀναπέμπονται καὶ πρεσβυτέρας, καὶ ὅτι τὰ αἴτια τῆς κινή‐ σεως ταύτης συνεχῆ ἐστι καὶ ἡνωμένα καὶ ἀφ’ ἑνὸς ἠρτη‐ μένα, καὶ ὅτι πρεσβύτερα τῇ νοήσει τὰ ἀνωτέρω, καὶ ὡς παραδέχεται τὰ δεύτερα τὴν τῶν πρώτων ποίησιν καὶ δια‐ φέρει τε αὐτῶν καὶ κοινωνίαν ἔχει πρὸς αὐτὰ ὁμοφυῆ. πρὸς
30δὲ τούτοις, ὅτι λήθη διχῶς γίνεται ταῖς ψυχαῖς τῶν ὅλων
in Ti
.

1

.

83

καὶ τῆς τῶν ὅλων θεωρίας μεγάλων ὄντων καὶ θαυμαστῶν, ἢ τῷ πολὺν χρόνον ἀφεστάναι τῆς τοιαύτης ζωῆς, ἢ διὰ τὸ ἄγαν πεσεῖν εἰς τὴν γένεσιν· τοῦτο γάρ ἐστι τὸ φθαρῆ‐ ναι τὸν ὄντως ἄνθρωπον· αἱ δὲ νεοτελεῖς ψυχαὶ καὶ μνήμην
5ἔχουσαι τῶν ἐκεῖ τῷ μὴ δῦναι κατὰ τῆς ὕλης ῥᾳδίως ἀνα‐ μιμνήσκονται τῆς ἀληθείας. καὶ ταῦτα μὲν ταύτῃ διατα‐ κτέον. εἰ δὲ οἰκεῖον ἁπλῶς τὸν Σόλωνα κέκληκεν, οὐ δεῖ θαυμάζειν· ἔλεγον γὰρ οἰκείους οὐ μόνον τοὺς συνήθεις, ἀλλὰ καὶ τοὺς συγγενεῖς. προσκείμενον δὲ καὶ τὸ σφόδρα
10φίλος ἐνδείκνυται τὸ μὴ ψιλὴν εἶναι τοῦ γένους κοινωνία ἀλλὰ ταυτότητα καὶ ὁμοιότητα ζωῆς ἐν τοῖς ἀρχηγέταις τῆς τοῦ Πλάτωνος γενέσεως. γέροντα δὲ τὸν πρότερον Κριτίαν ἐκάλεσε τὸ ἔμφρον αὐτοῦ σημαίνων καὶ νοερὸν καὶ πρὸς τὰ πολιὰ μαθήματα οἰκεῖον.
15 Πάντων δὲ ἓν μέγιστον, οὗ νῦν ἐπιμνησθεῖσι πρέπον ἂν ἡμῖν εἴη σοί τε ἀποδοῦναι χάριν καὶ τὴν θεὸν ἅμα ἐν τῇ πανηγύρει δικαίως καὶ ἀλη‐ θῶς οἷόν περ ὑμνοῦντας ἐγκωμιάζειν [20 E 21 A]. Λογγῖνος μὲν ἠπόρει, τί ποτε βούλεται τῷ Πλάτωνι
20τούτου τοῦ διηγήματος ἡ παράθεσις· οὔτε γὰρ ὡς διανα‐ παύων τοὺς ἀκροατάς, οὔτε ὡς δεόμενος αὐτοῦ πεποίηται τὴν μνήμην· καὶ ἔλυσεν ὡς ᾤετο λέγων, ὅτι πρὸ τῆς φυ‐ σιολογίας παρέλαβεν αὐτὸ ψυχαγωγῶν τὸν ἀκροατὴν καὶ τὸ τῆς ἑρμηνείας ἐκείνης αὐχμηρὸν προθεραπεύων διὰ τῆς τού‐
25του παραθέσεως. Ὠριγένης δὲ πεπλάσθαι μὲν ἔλεγε τὸ διήγημα καὶ τοσοῦτόν γε συνεχώρει τοῖς ἀμφὶ τὸν Νουμή‐ νιον, οὐ δι’ ἡδονὴν δὲ πεπλάσθαι μεμηχανημένην κατὰ τὸν Λογγῖνον· αἰτίαν δὲ οὐ προσετίθει τοῦ πλάσματος. ἡμεῖς δὲ ὅτι πρὸς τὴν ὅλην συντελεῖ θεωρίαν τῆς φύσεως πολ‐
30λάκις εἴπομεν, καὶ δὴ καὶ ἐν τούτοις φαμὲν τοῖς ῥήμασιν,
ὅτι τὸν ἕνα καὶ κοινὸν λόγον τῶν ἐν τῷ κόσμῳ διττῶν
in Ti
.

1

.

84

συστοιχιῶν καὶ τὴν μίαν ἐναντιότητα τὴν δι’ ὅλων διατεί‐ νουσαν μέγιστον καλεῖ τῶν ἔργων καὶ θαυμαστόν, ὡς τὴν ὅλην συνέχοντα δημιουργίαν ἄρρηκτον ἐξ ἐναντίων συνε‐ στῶσαν, περαινόντων τε καὶ ἀπείρων, ὡς Φιλόλαός
5[frg. 1b Ch.] φησι, καὶ ὡς αὐτὸς ἐν Φιλήβῳ [30 C] λέγων πολὺ μὲν εἶναι τὸ πέρας ἐν τῷ κόσμῳ, πολὺ δὲ καὶ τὸ ἄπειρον, ἐναντία ὄντα καὶ συμπληροῦντα τόδε τὸ πᾶν. ἐπειδὴ δὲ πάντα τὰ συντελοῦντα πρὸς τὴν κοσμοποιίαν χάριν δι‐ δόναι λέγεται τοῖς ὅλοις αἰτίοις, εἰκότως καὶ ὁ Κριτίας πρέ‐
10πειν αὐτῷ φησι τῷ Σωκράτει τὴν χάριν ἀποδοῦναι κινή‐ σαντι καὶ τὰς δευτέρας καὶ τρίτας δυνάμεις. ταῦτα μὲν οὖν αὐτόθεν λάβοις ἄν. τὸ δὲ τῆς Ἀθηναϊκῆς πανηγύ‐ ρεως ἆρ’ οὐκ ἂν φαίης καὶ τοῦτο τῶν δημιουργικῶν ἔργων ἔνδειξιν ἔχειν; αὕτη μὲν γὰρ ἡ θεὸς πᾶσαν συνέχει τὴν
15κοσμοποιίαν καὶ ἔχει νοεράς τε ζωὰς ἐν ἑαυτῇ, καθ’ ἃς ὑφαί‐ νεται τὸ πᾶν, καὶ ἑνωτικὰς δυνάμεις, καθ’ ἃς ἐπιτροπεύει πάσας τὰς ἐγκοσμίους ἀντιθέσεις· ἡ δὲ πανήγυρις ἡ Ἀθη‐ ναϊκὴ τὴν διήκουσαν διὰ πάντων καὶ πάντα πληρώσασαν ἑαυτῆς ἀπὸ τῆς θεοῦ δόσιν ἐνδείκνυται καὶ τὴν διὰ πάσης
20τῆς ποικιλίας πεφοιτηκυῖαν ἕνωσιν· μάλιστα γὰρ ἐν ταῖς πανηγύρεσιν ἀσπαζόμεθα τὴν κοινὴν καὶ ὁμονοητικὴν ζωήν. εἰ δὲ ταῦτα ὀρθῶς εἴπομεν, ἔξεστι καὶ ἀπὸ τούτων εἴς τε τὴν τοῦ κόσμου ποικίλην καὶ μίαν ἀναπέμπεσθαι ζωὴν καὶ θεωρεῖν τὴν τοῦ Παρμενίδου πρὸς τοῦτον τὸν διάλογον δια‐
25φοράν· ἀμφότεροι μὲν γὰρ ἐν Παναθηναίοις ἔσχον τὴν ὑπό‐ θεσιν, ἐκεῖνος δὲ ἐν μεγάλοις καὶ οὗτος ἐν τοῖς μικροῖς— ταῦτα γὰρ περὶ τὸν αὐτὸν χρόνον ἐπετελεῖτο τοῖς Βενδιδείοις —καὶ εἰκότως· διττῆς γὰρ οὔσης τῆς Ἀθηναϊκῆς ποιήσεως,
ὁλικῆς τε καὶ μερικῆς, ὑπερκοσμίας τε καὶ ἐγκοσμίας, νοη‐
in Ti
.

1

.

85

τῆς τε καὶ αἰσθητῆς, ἐκεῖνος μὲν ταῖς ἐξῃρημέναις αὐτῆς συζυγεῖ ποιήσεσι, τὰς νοητὰς τῶν θεῶν σειρὰς ἀναφαίνων, οὗτος δὲ ταῖς ὑφειμέναις, τὰς περὶ τὸν κόσμον δυνάμεις ἀφερμηνεύων τῶν θεῶν. καὶ ἔοικεν ἡ μὲν τῶν Βενδιδείων
5ἑορτὴ τὴν ἐπιοῦσαν ἔξωθεν ἐναντίωσιν τῷ παντὶ ἀπὸ τοῦ βαρβαρικοῦ κλύδωνος δηλοῦν ὑπὸ τῶν θεῶν τῶν ἐφόρων τῆς ἑορτῆς καταστελλομένην, διὸ καὶ ἐν Πειραιεῖ τελουμένη παραδέδοται ὡς τοῖς ἐσχάτοις καὶ προσύλοις οἰκειοτάτη τοῦ παντός, ἡ δὲ τῶν Παναθηναίων τὴν ἀπὸ νοῦ καθήκουσαν
10εὐταξίαν εἰς τὸν κόσμον καὶ τὴν διάκρισιν τὴν ἀσύγχυτον τῶν κοσμικῶν ἐναντιώσεων· φιλόσοφος γὰρ ἅμα καὶ φιλο‐ πόλεμος ἥδε ἡ θεός. ἄλλος οὖν οὗτος πέπλος ὑπ’ αὐτοῦ πόλεμον ἔχων, ἐν ᾧ νικῶσιν οἱ τρόφιμοι τῆς Ἀθηνᾶς, ἀνά‐ γεται τῇ θεῷ, ὥσπερ ἐκεῖνος ὁ τῶν Παναθηναίων πέπλος
15ἔχει τοὺς Γίγαντας νικωμένους ὑπὸ τῶν Ὀλυμπίων θεῶν, καὶ ὕμνος ἀποδίδοται τῇ θεῷ δίκαιος καὶ ἀληθής· δίκαιος μέν, ὅτι δεῖ πᾶν τὸ προελθὸν εἰς τὴν οἰκείαν ἐπιστρέφειν ἀρχήν, ἀληθὴς δέ, ὅτι διὰ τῶν πραγμάτων καὶ ἀπὸ τῶν ὄντων ὁ ὕμνος εἴληπται. διότι δὲ τῶν ὕμνων οἳ μὲν τὴν
20οὐσίαν, οἳ δὲ τὴν πρόνοιαν τῶν θεῶν ὑμνοῦσιν, οἳ δὲ τὰ ἔργα τὰ ἀπ’ αὐτῶν ἐγκωμιάζουσι, καὶ ἔστιν ὁ τοιοῦτος ὕμνος ἔσχατον εἶδος ὑμνήσεως—αἱ γὰρ ἀπὸ τῆς οὐσίας εὐφη‐ μίαι πασῶν προέχουσιν, ὡς καὶ ὁ ἐν Συμποσίῳ [198 D ss] Σωκράτης παραδίδωσιν—εἰκότως τὸ οἷόν περ ὑμνοῦν‐
25τας προσέθηκεν· ἀπὸ γὰρ τῶν πραχθέντων ὑπὸ τῶν Ἀθη‐ ναίων ὑμνεῖν ἐθελήσει τὴν θεόν. ὅτι γε μὴν τὰ Παναθή‐ ναια τοῖς Βενδιδείοις εἵπετο λέγουσιν οἱ ὑπομνηματισταί, καὶ Ἀριστοκλῆς ὁ Ῥόδιος ἱστορεῖ τὰ μὲν ἐν Πειραιεῖ Βενδίδεια τῇ εἰκάδι τοῦ Θαργηλιῶνος ἐπιτελεῖσθαι, ἕπεσθαι
30δὲ τὰς περὶ τὴν Ἀθηνᾶν ἑορτάς.
in Ti
.

1

.

86

Ἀλλὰ δὴ ποῖον ἔργον τοῦτο Κριτίας οὐ λεγό‐ μενον μέν, ὡς δὲ πραχθὲν ὄντως ὑπὸ τῆσδε τῆς πόλεως ἀρχαῖον διηγεῖτο; [21 A] Ὁ Σωκράτης ἀνεγείρων ἐπὶ τοὺς λόγους τὸν Κριτίαν
5ἀπαιτεῖ ῥηθῆναι τὸ μέγιστον ἔργον, ὅπερ Κριτίας ὁ παλαιὸς ἔφη παρὰ Σόλωνος ἀκηκοὼς μὴ πάνυ μὲν τεθρυλημένον, γενόμενον δὲ ὅμως. ἐν ᾧ πρῶτον μὲν ἐκεῖνο ἄξιον σκοπεῖν, ὅτι πολλὰ καὶ ἐν τῷ παντὶ γίνεται λανθάνοντα τοὺς πολ‐ λούς—καὶ ταύτῃ διαφέρουσιν οἱ σπουδαῖοι τῶν ἄλλων,
10ὅτι καὶ τὰ τοιαῦτα ὁρῶσι καὶ ἐπαισθάνονται τῶν γιγνο‐ μένων—ἔπειθ’, ὅτι τὰ μὲν τελειότερα τῶν αἰτίων ἁπλό‐ τητι χαίρει καὶ ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ πρῶτα χωρεῖ, τὰ δὲ ὑφειμένα τοὐναντίον ἀπὸ τῶν ἁπλῶν ἐπὶ τὰ σύνθετα κάτεισιν· οὕτω γὰρ καὶ ἐν τούτοις ὁ μὲν Σωκράτης κάτωθεν
15ἄνω μέχρι Σόλωνος ἀναδεδράμηκεν, ὁ δὲ Κριτίας ἔμπαλιν ἀπὸ Σόλωνος ἀρξάμενος εἰς τὴν ἑαυτοῦ μνήμην κατῆλθεν. Ἐγὼ φράσω παλαιὸν ἀκηκοὼς λόγον οὐ νέου ἀνδρός [21 A]. Λογγῖνος μὲν ἐν τούτοις ἐπισημαίνεται πάλιν, ὅτι φρον‐
20τίζει καὶ ὀνομάτων ὥρας καὶ ποικιλίας ὁ Πλάτων, ἀπαγγέλλων 〈ἄλλως καὶ〉 ἄλλως τὰ αὐτά· τὸ μὲν γὰρ ἔργον ἀρχαῖον ἐκά‐ λεσε, τὸν δὲ λόγον παλαιόν, τὸν δὲ ἄνδρα οὐ νέον, καίτοι ταὐτὸν διὰ πάντων σημαίνων καὶ δυνάμενος πάντα ὡσαύτως προσειπεῖν. οὗτος μὲν οὖν φιλόλογος, ὥσπερ Πλωτῖνος εἰ‐
25πεῖν περὶ αὐτοῦ λέγεται, καὶ οὐ φιλόσοφος. Ὠριγένης δὲ ἡδονῆς μὲν αὐτὸν οὐ συνεχώρει μεμηχανημένης καὶ καλ‐ λωπισμῶν τινων στοχάζεσθαι, πιθανότητος δὲ αὐτοφυοῦς καὶ ἀκαλλωπίστου καὶ τῆς ἐν ταῖς μιμήσεσιν ἀκριβείας φρον‐ τίζειν, καὶ δὴ καὶ τὸ εἶδος τοῦτο τῆς ἑρμηνείας αὐτοφυῶς
30ἔχειν, ὡς πεπαιδευμένῳ προσῆκον· ὀρθῶς γὰρ καὶ Ἀριστό‐
in Ti
.

1

.

87

ξενον φάναι τὸν μουσικόν, ὡς αἱ τῶν φιλοσόφων διαθέσεις ἄχρι τῶν φθόγγων διατείνουσι τὸ ἐν ἅπασιν αὐτῶν τεταγ‐ μένον ἐμφανίζουσαι, καθάπερ οἶμαι καὶ ὁ μέγας οὗτος οὐ‐ ρανὸς τῆς τῶν νοήσεων ἀγλαΐας ἐν τοῖς μετασχηματισμοῖς
5εἰκόνας ἐναργεῖς ἐπιδείκνυσι συγκινουμένας ταῖς ἐκείνων ἀφανέσι περιόδοις. ὁ δὲ δὴ μέγας Ἰάμβλιχος ἀξιοῖ μᾶλλον ἡμᾶς ἐπὶ τὰ πράγματα τῶν λόγων τὴν ποικιλίαν ἀνάγειν καὶ ὁρᾶν, ὅπως καὶ ἐν τῇ φύσει τὰ ἐναντία τῷ ἑνὶ κεκρά‐ τηται, καὶ τὸ ἓν ὅπως ποικίλλεται, καὶ οἱ αὐτοὶ λόγοι πόσην
10ἐξαλλαγὴν ἐπιφαίνουσιν, ἄλλως μὲν ὄντες ἐν τῷ νῷ τοῦ παντός, ἄλλως δὲ ἐν τῇ ψυχῇ καὶ ἄλλως ἐν τῇ φύσει καὶ ἐσχάτως ἐν ὕλῃ γεγονότες καὶ αὖ περὶ τὴν ὕλην μετὰ τῆς ὁμοιότητος παμπόλλην τὴν ἑτερότητα δεικνύντες· ταῦτα γάρ ἐστιν ἐπάξια τῆς τοῦ Πλάτωνος διανοίας, ἀλλ’ οὐχ ἡ πολυ‐
15πραγμοσύνη τῆς λέξεως. Ἦν μὲν γὰρ δὴ Κριτίας τότε ὡς ἔφη σχεδὸν ἐγ‐ γὺς ἤδη τῶν ἐνενήκοντα ἐτῶν, ἐγὼ δὲ δὴ μάλιστα δεκέτης [21 AB]. Τρία ταῦτα παραλαμβάνεται πρόσωπα τὴν ἱστορίαν ἢ
20μυθολογίαν διασωσάμενα ταύτην, ὁ Σόλων, ὁ Κριτίας ὁ παλαιός, ὁ νέος οὗτος Κριτίας, διότι τέλεια προηγεῖται τὰ αἴτια τῆς κοσμοποιίας καὶ τελεσιουργὰ τῶν διοικουμένων. ἀλλὰ παρὰ μὲν τοῦ Σόλωνος διακήκοεν ὁ Κριτίας, εἷς ἀφ’ ἑνός, παρὰ τούτου δὲ δύο, Κριτίας καὶ Ἀμύνανδρος, παρὰ
25τούτου δὲ τοῦ Κριτίου τρεῖς· διὰ γὰρ δυάδος ἡ μονὰς πρό‐ εισιν ἐπὶ τὴν τελεσιουργὸν τῶν ὅλων πρόνοιαν. ἔχουσι δὲ καὶ οἱ τῶν ἐτῶν ἀριθμοὶ πολλὴν οἰκειότητα πρὸς τὰ πράγ‐ ματα· ἥ τε γὰρ δεκὰς τὴν ἐπιστροφὴν πάντων δηλοῖ τῶν ἐγκοσμίων τὴν ἐπὶ τὸ ἕν, καὶ ἡ ἐνενηκοντὰς τὴν μετὰ τῆς
30προόδου πρὸς τὴν μονάδα πάλιν ἀποκατάστασιν, ἀμφότεροι
in Ti
.

1

.

88

δὲ οἱ ἀριθμοὶ κόσμου φέρουσι σύμβολον. εἰ οὖν ἐθέλοις λέγειν, ὁ μὲν Σόλων ἀναλογεῖ πρὸς τὴν τοῦ μένειν αἰτίαν, ὁ δὲ Κριτίας ὁ πρότερος πρὸς τὴν τῶν προόδων χορηγόν, ὁ δὲ Κριτίας οὗτος πρὸς τὴν ἐπιστρέφουσαν τὰ προελθόντα
5καὶ συνάπτουσαν ταῖς ἀρχαῖς· καὶ ὃ μὲν ἡγεμονικῆς αἰτίας σῴζει λόγον, ὃ δὲ ἀπολύτως ἐφαπτομένης τῆς κοσμοποιίας, ὃ δὲ καὶ τοῦ παντὸς ἐπιμελουμένης ἤδη καὶ τὸν ἐν αὐτῷ πρυτανευούσης πόλεμον. Ἡ δὲ Κουρεῶτις ἡμῖν ἐτύγχανεν οὖσα Ἀπατου‐
10ρίων. ἕως το· πολλοὶ τῶν παίδων ᾔσαμεν [21 B]. Τὰ Ἀπατούρια ἑορτή τις ἦν εἰς Διόνυσον ἐπὶ τῇ Μελ‐ άνθου καὶ Ξάνθου τοῦ Βοιωτοῦ μονομαχίᾳ, καὶ νίκῃ τοῦ Μελάνθου δι’ ἀπάτης, Βοιωτῶν καὶ Ἀθηναίων ὑπὲρ Οἰνόης πολεμούντων ἀλλήλοις. ἐπετελεῖτο δὲ ἐν ἡμέραις τρισίν, ὧν
15πρώτη μὲν ἐκαλεῖτο Ἀνάρρυσις, διότι πολλαὶ θυσίαι ἐν αὐτῇ ἐδρῶντο, τὰ δὲ θύματα ἐκάλουν ἀναρρύματα, ἐπειδὴ ἀνελκό‐ μενα καὶ ἐρυόμενα ἄνω ἐθύετο. ἡ δὲ δευτέρα Δορπία· εὐωχίαι γὰρ ἐν αὐτῇ καὶ δεῖπνα πολλά. ἡ δὲ τρίτη Κουρεῶτις· ἐν ταύτῃ γὰρ τοὺς κούρους ἐνέγραφον εἰς τοὺς φράτερας τριετεῖς ἢ
20τετραετεῖς ὄντας. ἐν δὲ τῇ ἡμέρᾳ ταύτῃ καὶ τῶν παίδων οἱ ἐντρεχέστεροι ποιήματα ἄττα ᾖδον, καὶ ἐκράτουν ἄλλοι ἄλλων οἱ μνήμην πλειόνων ἔχοντες· ἐρραψῴδουν γὰρ τὰ τῶν παλαιῶν. περὶ δὲ τῶν φρατέρων τοσοῦτον ἰστέον, ὅτι τῶν φυλῶν μετὰ μὲν Ἴωνα τεσσάρων γενομένων, ἀπὸ δὲ
25Κλεισθένους δέκα, μετὰ δὲ ταῦτα δώδεκα, τῶν φυλῶν ἑκά‐
στη διῃρέθη εἰς τρία, καὶ ἐκλήθη τριττὺς τὸ τρίτον τῆς
in Ti
.

1

.

89

φυλῆς, εἶτα πατρία καὶ φατρία, καὶ φράτερες οἱ εἰς τὴν αὐτὴν ταττόμενοι φυλὴν καὶ φατρίαν, ὡς ἀλλήλων συγγενεῖς, καὶ εἰς τούτους τοὺς φράτερας ἡ ἐγγραφὴ τῶν κούρων ἐγί‐ γνετο· καὶ τῇ ἡμέρᾳ τὸ ὄνομα ἐντεῦθεν ἦν ἀπὸ τῶν ἐγγρα‐
5φομένων παίδων Κουρεῶτις, καθάπερ εἴπομεν. ταῦτα μὲν τὰ ἐκ τῆς ἱστορίας. πάλιν δὲ ἐπὶ τὰ πράγματα ἀποβλεπτέον καὶ ἐν τούτοις ὡς ἐν εἰκόσιν ἐκεῖνα καταθεατέον. ἡ μὲν οὖν τῶν Ἀπατουρίων ἑορτὴ πρόφασιν ἔχουσα νίκης Ἀθη‐ ναίων προσήκει τῇ ὑποθέσει, καθ’ ἣν Ἀθηναῖοι νικῶσι καὶ
10τὰ νοερὰ πάντα τῶν ἐνύλων ἐπικρατεῖ. τὸ δὲ αὖ τῆς ἀπά‐ της οἰκεῖον τοῖς ἐγκοσμίοις εἴδεσιν ἐξισταμένοις ἀπὸ τῶν ἀμερῶν καὶ ἀύλων λόγων, καὶ φαινομένοις ἀντὶ τῶν ὄντως ὄντων γινομένοις. ἡ δὲ ἐγγραφὴ τῶν παίδων μιμεῖται τὰς τῶν μερικῶν ψυχῶν εἰς τοὺς οἰκείους κλήρους κατατάξεις καὶ
15τὰς εἰς διαφόρους γενέσεις καθόδους, τὸ δὲ τῆς ἑορτῆς τὴν ἐν τῷ κόσμῳ διαιώνιον εὐθημοσύνην· ἀεὶ γὰρ πεπληρωμένος θεῶν ἀίδιον ἑορτὴν ἄγει. τὰ δὲ ἆθλα τῆς ῥαψῳδίας ἀνα‐ λογεῖ τοῖς ἀγῶσιν, οὓς ὑπομένουσιν αἱ ψυχαὶ συνυφαίνουσαι τὴν ἑαυτῶν ζωὴν τῷ παντί. αὐτὴ δὲ ἡ ῥαψῳδία προσέοικε
20τῇ εἰρομένῃ καὶ ὑφαινομένῃ ζωῇ τοῦ παντός· μίμησιν γὰρ ἔχει 〈αὕτη〉 τῶν νοερῶν εἰδῶν, ὡς ἐκείνη πράξεων καὶ ἠθῶν ἡρωϊκῶν μετὰ τοῦ τὸν καθηρμοσμένον ἔχειν τοῦτον εἱρμόν. τὰ δὲ πολλὰ ποιήματα τῶν πολλῶν ποιητῶν τὰς πολλὰς ἀπεικονίζεται φύσεις καὶ τοὺς πολλοὺς περικοσμίους 〈λόγουσ〉
25καὶ ὅλως τὴν τῶν φυσικῶν μιμημάτων διαίρεσιν, τὰ δὲ νέα ποιήματα τὰ ἀεὶ ἀκμάζοντα εἴδη καὶ ἀεὶ τέλεια καὶ γόνιμα καὶ δρᾶν εἰς ἄλλα δυνάμενα. ταῦτα περὶ τούτων. μνήμη δὲ γέγονε
καὶ τῶν Σόλωνος ποιημάτων οὐχ ὡς ποιητοῦ κατὰ τὴν δημώδη
in Ti
.

1

.

90

ποιητικήν, ἀλλ’ ὡς φιλοσοφίαν ποιητικῇ συμμίξαντος, ἐπειδὴ καὶ τῶν ἐγκοσμίων ἔργων καὶ τῶν ὅλων ποιήσεων νοῦς ἡγεῖται βασιλεύς. καὶ ὁ ἔπαινος δὲ εἰς ἄλλον ἀνάγεται, τὸν Ἀμύνανδρον, ἐπειδὴ τοῦ ποιοῦντος καὶ γεννῶντος τὸ κρῖνον
5διέστηκεν, ὡς ἐν Φαίδρῳ [274 E] μεμαθήκαμεν. διὰ δὲ πάντων ὁμοῦ τῶν εἰρημένων εἰς τὸ πᾶν ἀναγόμενος ὡς ἀπ’ εἰκόνων ἐκεῖνό φησιν ὁ λόγος, ὅτι δὴ πρὸς τὸν ἐν τῷ κόσμῳ πόλεμον συντελοῦσι μέν τι καὶ αἱ μερικαὶ ψυχαὶ καὶ αἱ μερικαὶ φύσεις καὶ τὰ μεριστὰ εἴδη καὶ τούτων μάλιστα τὰ
10ἀεὶ νέα καὶ δραστήρια, πάντα δὲ ταῦτα ἐκ τῶν θεῶν συν‐ έχεται τῶν τῆς δημιουργίας ἐφόρων καὶ πρὸς ἕνα κόσμον καὶ μίαν ἁρμονίαν συντάττεται καὶ μίαν ὁλοτελῆ ζωήν. Εἶπεν οὖν τις τῶν φρατέρων, εἴτε δὴ δοκοῦν αὐτῷ τότε, εἴτε καὶ χάριν τινὰ τῷ Κριτίᾳ φέρων ἕως
15τοῦ· εὐδοκιμώτερος ἄν ποτε ἐγένετο αὐτοῦ [21 BCD]. Πάλιν ἐν τούτοις οἱ μὲν τῆς λέξεως φιλοθεάμονες ἐπι‐ σημαίνονται τοῖς αὐτῶν ἐρασταῖς, ὅτι Σόλωνος ἐπαινεῖ τὴν ποίησιν ὁ Πλάτων ἀσφαλῶς ἰδιώτῃ τὸν ἔπαινον ἀναθεὶς καὶ εἰς χάριν ἄλλων, ἀλλ’ οὐ κατὰ νοῦν λέγοντι καὶ λόγον·
20εἴπερ γάρ τις ἄλλος καὶ ποιητῶν ἄριστος κριτὴς ὁ Πλάτων, ὡς καὶ Λογγῖνος συνίστησιν. Ἡρακλείδης γοῦν ὁ Πον‐ τικός φησιν, ὅτι τῶν Χοιρίλου τότε εὐδοκιμούντων Πλάτων τὰ Ἀντιμάχου προὐτίμησε καὶ αὐτὸν ἔπεισε τὸν Ἡρακλείδην εἰς Κολοφῶνα ἐλθόντα τὰ ποιήματα συλλέξαι τοῦ ἀνδρός.
25μάτην οὖν φληναφῶσι Καλλίμαχος καὶ Δοῦρις ὡς Πλά‐ τωνος οὐκ ὄντος ἱκανοῦ κρίνειν ποιητάς· δηλοῖ γοῦν αὐτοῦ καὶ τὰ προκείμενα τὴν φιλόσοφον κρίσιν. καὶ ταῦτα ἱστο‐ ρικώτερα θείη τις ἄν. ὁ δὲ τῶν πραγμάτων ἐξεταστὴς
ἀξιώσει εἰπεῖν ἡμᾶς, ὅπως πάντα τὰ αἴτια τῆς διακοσμήσεως
in Ti
.

1

.

91

καὶ τὰ συνεκτικὰ τῆς ἐναντιώσεως εἰς μίαν ἀρχὴν ἀνατεί‐ νεται καὶ τὰ ἔσχατα διὰ τῶν μέσων ἀντέχεται τῶν πρώτων· οὕτω γὰρ οἱ μὲν τοῦ παλαιοῦ Κριτίου παραδεξάμενοι τὸν λόγον ἐπ’ αὐτόν, ἐκεῖνος δὲ ἐπὶ τὸν Σόλωνα βλέπει, καὶ
5οὗτος μὲν θαυμάζει τὴν Σόλωνος ποιητικὴν δύναμιν, ἐκεῖνοι δὲ διὰ μέσου τοῦ Κριτίου πρὸς τὴν Σόλωνος ἀναπέμπονται ποίησιν· τούτῳ γὰρ χαριζόμενοι κἀκείνην ἐγκωμιάζουσιν. ἀλλὰ δὴ τίνα περὶ Σόλωνός φησιν ὁ Κριτίας; ὅτι δὴ δεύ‐ τερός ἐστι τῶν ἐνθέων ποιητῶν διὰ δύο ταύτας αἰτίας, ὅτι
10τε παρέργως ἐχρήσατο τῇ ποιήσει καὶ ὅτι τὴν τῶν Ἀθηναίων πόλιν στασιάζουσαν εὗρεν ἀφικόμενος ἐξ Αἰγύπτου καὶ οὐ δεδύνηται τῆς πατρίδος κηδόμενος διαθεῖναι τὸν λόγον, ὃν ἐκεῖθεν δεῦρο ἐκόμισε. τίς μὲν οὖν ἐστιν ὁ λόγος, ἐρεῖ προ‐ ϊών [22 B ss]. ἐκ δὲ τούτων ὡς εἰκόνων ποιεῖ δῆλον, ὅτι τε
15τὸ πρώτως δημιουργικὸν καὶ ποιητικὸν πᾶν ἔχει μὲν πρώτας ἄλλας ἐνεργείας, δευτέραν δὲ τὴν εἰς τὰ δεύτερα ποίησιν, καὶ ὅτι τὸ πλημμελὲς καὶ ἄστατον τῆς ὕλης οὐ καταδέχεται πολλάκις τὸν ἀπὸ τῶν θειοτέρων αἰτιῶν κόσμον, ἀλλ’ ἀσυμ‐ μέτρως ἔχει πρὸς τὴν ἀπ’ αὐτῶν δόσιν, διὸ δεύτεραι καὶ
20τρίται δυνάμεις προῆλθον, αἳ προσεχῶς τὸ ἀνείδεον αὐτῆς κοσμοῦσιν. ὁ μὲν οὖν Σόλων ἅτε ἐλευθερώτατος ὢν καὶ μιμούμενος τὰς ἐξῃρημένας αἰτίας οὐ παραδέδωκε διὰ ποιή‐ σεως τὸν Ἀτλαντικὸν πόλεμον. ὁ δὲ Κριτίας καὶ οἱ μετ’ ἐκεῖνον καὶ εἰς ἄλλους ἐκφέρουσι μιμούμενοι τὰς δευτέρας
25καὶ τρίτας αἰτίας, αἳ τὴν ποικιλίαν τῶν λόγων καὶ τὴν ἐξ ἐναντίων ἡρμοσμένην διακόσμησιν εἰς τὸ ἐμφανὲς προάγουσι. καὶ μὴν καὶ τὸ σοφώτατον εἶναι τὸν Σόλωνα τὴν ἀναλογίαν αὐτοῦ δείκνυσι τὴν πρὸς τὰς πρώτας ἀρχάς, καὶ τὸ ἐλευ‐ θερώτατον τῆς ἐξῃρημένης καὶ ἐν αὐτῇ ἱδρυμένης καὶ ἀπο‐
30λύτως πάντα πληρούσης 〈οὐσίασ〉 ἐνεικονίζεται τὴν δύναμιν,
in Ti
.

1

.

92

καὶ συντρέχει πως τῷ σοφῷ τὸ τοιοῦτον ὡς ἄυλον καὶ ἀδέσποτον καὶ ἑαυτοῦ ὄν. τὸ δὲ γέροντα προσειρῆσθαι τὸν Κριτίαν ἐν τούτοις ἐκεῖνον τὸν παλαιὸν τὴν νοερὰν καὶ πόρρω γενέσεως αἰτίαν ἐνδείκνυται· φρόνησις γάρ, φησι, καὶ δόξαι ἀληθεῖς
5ἀγαπητὸν ὅτῳ καὶ εἰς γῆρας ἂν παραγένωνται. τὸ δὲ αὖ σφό‐ δρα μεμνῆσθαι τόνδε τὸν Κριτίαν τὴν σωτηρίαν ἐμφαίνει τῶν ἀιδίων λόγων καὶ τὴν μόνιμον περὶ τὰ πρῶτα τῶν δευτέρων αἰτίων ἐνέργειαν. τὸ δὲ πάρεργον εἶναι τῷ Σόλωνι τὸ ποιητικὸν τὸ καὶ ἐν τοῖς πρωτίστοις τὰς εἰς τὰ δεύτερα
10ποιήσεις δεύτερον ἔχειν λόγον· πρῶται γάρ εἰσιν ἐνέργειαι αὐτῶν αἱ νοεραί, καθ’ ἃς ἥνωνται τοῖς πρὸ αὐτῶν. εἰ δέ τις ἡμῶν ταῦτα λεγόντων παρεὶς τὰ πράγματα σκοποίη, δι’ ἣν αἰτίαν κατὰ τὸ φαινόμενον ταῦτα παρεισκεκύκληκεν ὁ Πλάτων, εἰκότα ἂν εὕροι πάντα πρὸς τὸ προκείμενον· ἦν
15μὲν γὰρ σκοπὸς αὐτῷ τὸν Ἀτλαντικὸν ἀφηγήσασθαι πόλεμον, ἔδει δὲ τὸν τῆς ἱστορίας ταύτης ἄγγελον μήτε ἀπατᾶν μήτε ἀπατᾶσθαι· διὸ καὶ σοφώτατος ὁ Σόλων εἴρηται καὶ οἰκεῖος τοῖς ἀμφὶ Κριτίαν· ὡς μὲν γὰρ σοφὸς ἀνεξαπάτητός ἐστιν, ὡς δὲ οἰκεῖος οὐκ ἀπατεών. ἔδει γε μὴν καὶ τὸν ὑποδεχόμενον
20αὐτὴν μήτε ἐν ἡλικίᾳ εἶναι, ἵνα δόξῃ ἀρχαῖος εἶναι ὁ λόγος, μήτε νέον οὕτως, ὡς ἐπιλήσμονα· διόπερ ὁ Κριτίας νέος μὲν ὑπόκειται, μνημονεύειν δὲ ἱκανός, ὥστε καὶ ἀγωνίζεσθαι περὶ ῥαψῳδίας πρὸς ἄλλους, ἐν αἷς μνήμης ἔδει πολλῆς. ἔτι τοίνυν ἔδει τὸν παλαιὸν Κριτίαν μὴ νέοις τοὺς τοιού‐
25τους λόγους ἐγχειρίζειν, ἵνα μὴ δόξωσιν εὐκαταφρόνητοι εἶναι. εἰκότως ἄρα ὑπόκειται τῶν φρατέρων τις πυνθανό‐ μενος περὶ Σόλωνος καὶ ἀκούων τὴν ἱστορίαν. ἀλλὰ καὶ τοῦτον ἔδει τῷ Σόλωνί πως ᾠκειῶσθαι, ἵνα ὁ γέρων ἐν καιρῷ τὴν κατ’ αὐτὸν ἀφηγήσηται πᾶσαν ἱστορίαν· διὸ προ‐
30κατάρχουσιν οἱ ἔπαινοι τῆς ποιήσεως αὐτοῦ πρὸ τῆς ἱστο‐ ρίας, οὓς ὁ Ἀμύνανδρος ποιεῖται τῷ Κριτίᾳ χαριζόμενος.
ταῦτα καὶ περὶ τῆς οἰκονομίας. ὅτι δὲ Σόλων ἀφίκετο εἰς
in Ti
.

1

.

93

Αἴγυπτον οὐ καθ’ ἱστορίαν μόνον, ἀλλ’ ἵνα καὶ χρόνον τινὰ κατὰ τοὺς αὐτοῦ νόμους Ἀθηναῖοι ζήσωσιν, ὃν ὠμωμόκεσαν αὐτῷ μηδένα λύσειν τῶν τεθέντων νόμων, δῆλον· ἐν γὰρ τούτῳ τῷ χρόνῳ καὶ τῷ Κροίσῳ συνεγένετο καὶ εἰς Αἴ‐
5γυπτον ἔπλευσεν. ἀναστρέψας δὲ κατέλαβε τὴν πόλιν ὑπὸ τῶν Πεισιστρατιδῶν ταραττομένην. τοσαῦτα καὶ ἀπὸ τῆς ἱστορίας εἰρήσθω. Ὠριγένης δὲ ἀπορήσας, πῶς ἐλευθερώ‐ τατον τὸν Σόλωνα προσεῖπεν—οὐ γὰρ εἶναι πρέποντα ποιητῇ τὸν ἔπαινον—λύει τὸ ἄπορον λέγων ἢ ἀπὸ τῶν
10ἐν τοῖς χρήμασιν ἐλευθερίων τὸν εὐπόρως δαψιλέσι τοῖς ὀνόμασι χρώμενον οὕτως ὠνομάσθαι φάσκων, ἢ ὡς παρρη‐ σιαστικώτατον καὶ διὰ τοῦτο ἐλεύθερον μετ’ οὐδεμιᾶς ὑποστο‐ λῆς ἐν τῇ ποιήσει διαγιγνόμενον, ἀλλὰ κατακορεῖ τῇ παρ‐ ρησίᾳ χρώμενον [Phaedr. 240 E], ἢ καὶ ὡς ἀνειμένον καὶ
15ἀβίαστον κατὰ τὴν ποίησιν. ὁ δὲ Ἰάμβλιχος οὐδὲν εἶναί φησι τούτων ἀληθές, ἀλλὰ σημαίνεσθαι διὰ τούτου τὸ ἀπό‐ λυτον τοῦ νοῦ καὶ τὸ ἀδέσποτον τῆς ἀρετῆς τοῦ Σό‐ λωνος καὶ τὸ σεμνὸν καὶ ὑπερέχον πάντα τὰ ἄλλα. καὶ μὲν δὴ καὶ τὸ μειδιᾶν τὸν Κριτίαν φησὶν ὁ αὐτὸς ἐξηγητὴς
20δηλοῦν τὴν τελείαν ἀπογέννησιν τῶν αἰτίων, τὴν ἐπιγή‐ θουσαν τοῖς γεννήμασιν ἑαυτῆς, τὴν δὲ σφόδρα μνήμην τὴν σωτηρίαν τῶν ποιητικῶν ἐν τῷ κόσμῳ λόγων ἐνδείκνυσθαι. διὰ τί οὖν ἐσπούδασεν ἂν ὁ Σόλων ἐν ποιήμασι παραδοῦναι τὸν Ἀτλαντικὸν πόλεμον; διότι, φησί, πάντα τὰ φυσικὰ ἔργα
25καὶ ἡ κοσμικὴ ἐναντίωσις διὰ μιμήσεως ὑφέστηκεν· ἀνα‐ λογεῖ γὰρ τοῖς ποιητικοῖς αὐτῆς καὶ πρωτουργοῖς αἰτίοις, ὡς ὁ Κριτίας τοῖς προσεχέσι καὶ δευτερουργοῖς. διὰ τί δὲ ὑπὸ τῶν στάσεων ἐκωλύθη; διότι τὰ ἔνυλα κινήματα καὶ ὁ ἔνυλος θόρυβος ἐμποδὼν γίνεται τοῖς ποιητικοῖς λόγοις τῶν
30ἐγκοσμίων, ὡς εἴρηται καὶ πρότερον [p. 91, 17 s].
Περὶ μεγίστης ἔφη καὶ ὀνομαστοτάτης πασῶν
in Ti
.

1

.

94

δικαιότατ’ ἂν πράξεως οὔσης, ἣν ἥδε ἡ πόλις ἔπραξε μέν, διὰ δὲ χρόνον καὶ φθορὰν τῶν ἐργασαμένων οὐ διήρκεσε δεῦρο ὁ λόγος [21 D]. Ἐν δὴ τούτοις ὁ μὲν Λογγῖνος ἐλλείπειν οἴεται τὴν
5λέξιν· τὸ γὰρ δικαιότατ’ ἂν προσδεῖν τοῦ νομισθείσης, διότι τοῦτο ἀπαιτεῖται ἐν τῷ ἐφεξῆς, ἀλλ’ οὐ τὸ οὔσης. οὐ συνῆκε δέ, φησιν ὁ Πορφύριος, ὅτι διὰ τὸ εἶναι μὲν μεγίστην τὴν πρᾶξιν, μήπω δὲ ὀνομαστήν, προσέθηκε τὸ δικαιότατ’ ἂν ὀνομαστοτάτην εἶναι. ἡμεῖς δὲ τῶν πραγ‐
10μάτων ἀντεχόμενοι λέγωμεν, ὅτι μεγίστην μὲν ἐκάλεσε τὴν πρᾶξιν τὴν εἰκόνα φέρουσαν τῆς ὅλης ἐναντιώσεως ὡς παν‐ ταχοῦ διατείνουσαν, ὀνομαστοτάτην δὲ ὡς εἰς τὴν ἐμφανῆ δημιουργίαν συντελοῦσαν· οὕτω γὰρ καὶ παρ’ Ὀρφεῖ [frg. 83] τὰ τῆς φύσεως ἔργα κλυτὰ προσαγορεύεται·
15καὶ φύσεως κλυτὰ ἔργα μένει καὶ ἀπείριτος αἰών. Λέγε ἐξ ἀρχῆς, ἦ δ’ ὅς, τί τε καὶ πῶς καὶ παρὰ τίνων ὡς ἀληθῆ διακηκοὼς ἔλεγεν ὁ Σόλων [21 D]. Τί μέν, αὐτὸ τὸ θαυμαστὸν ἔργον· πῶς δέ, τὸ τίνα τρό‐ πον πραχθὲν ἢ τίνα τρόπον τῷ Σόλωνι γνωσθέν· παρὰ
20τίνων δὲ τῶν διασωσαμένων ἧκεν εἰς τὴν Σόλωνος ἀκοήν. ἔοικε δὲ διὰ τούτων αὐτό τε τὸ εἶδος τῆς ὅλης ἐναντιώσεως ἐπιζητεῖν, καὶ πῶς ἐπιτελεῖται ἢ γιγνώσκεται, καὶ ἀπὸ ποίων αἰτίων ἤρτηται τῶν ἡμῖν ἀφανῶν. πρότερον μὲν οὖν διὰ τῶν συγγενῶν ἐπὶ τὴν Σόλωνος παράδοσιν ἀνέτρεχε, νῦν δὲ
25καὶ τὰς ἀνωτέρω τούτου ζητεῖ κατιδεῖν τῆς ἱστορίας, ἢ ἵνα σαφέστερον εἴπω, τῆς δημιουργίας ταύτης ἀρχάς. καὶ θεω‐ ρήσεις γε πάσας μέχρι τῶν πρωτίστων ὡς ἐν εἰκόσι διά τινων συμβόλων †ἐκεῖνα θεώμενος.
Ἔστι τις κατ’ Αἴγυπτον, ἦ δ’ ὅς, ἐν τῷ Δέλτα περὶ
in Ti
.

1

.

95

ὃ κατὰ κορυφὴν σχίζεται τὸ τοῦ Νείλου ῥεῦμα Σαϊ‐ τικὸς ἐπικαλούμενος νομός [21 E]. Πρῶτον ἐκεῖνο κατιδεῖν ἄξιον, ὅπως ἀπὸ τῶν περιεκτι‐ κωτέρων ἀεὶ τὰ ἐμπεριεχόμενα παραδίδωσιν ὁ λόγος, ἀπὸ
5μὲν τῆς Αἰγύπτου τὸν ποταμόν, ἀπὸ δὲ τούτου τὸ Δέλτα καὶ ἀπὸ τούτου τὸν Σαϊτικὸν νομὸν καὶ ἀπὸ τούτου τὴν Σάιν τὴν τῆς Ἀθηνᾶς ἱεράν. ἔπειτα κατιδόντας ἀναπεμφθῆ‐ ναι διὰ τῆς ἀναλογίας τούτων ἐπὶ τὰς πρωτίστας καὶ περι‐ εκτικωτέρας αἰτίας τῆς δημιουργίας· καὶ γὰρ ταύτην ἴδοις
10ἂν περιεχομένην ἄνωθεν ὑπὸ τῶν ὁλικωτέρων αἰτιῶν καὶ προϊοῦσαν ἄχρι τῶν τελευταίων, πανταχοῦ τε τὰ περιεκτικὰ προκατάρχοντα τῶν περιεχομένων καὶ τὰ ὁλικώτερα τῶν μερι‐ κωτέρων, τήν τε ἀμέριστον τῶν μεριστῶν δημιουργίαν καὶ νέαν ὀνομαζομένην, εἰς ἣν καὶ ὁ παρὼν λόγος ἀναπέμψει
15τὸν πατέρα τῶν λόγων, πληρουμένην μὲν ἐκ τούτων καὶ διαφερόντως ὑπὸ τῆς Ἀθηνᾶς ἀχράντου δυνάμεως μετα‐ λαμβάνουσαν, πληροῦσαν δὲ καὶ πᾶσαν τὴν ἐγκόσμιον ποι‐ κιλίαν ἑαυτῆς. ὅλως γὰρ ἐπειδὴ τὸν πόλεμον τοῦτον, οὗ δὴ ἕνεκα κεκίνηται τὸ διήγημα πᾶν, εἰς τὴν κοσμικὴν ἀνε‐
20πέμψαμεν ἐναντίωσιν, εὖ δὴ ἔχει κατὰ τὸν αὐτὸν οἶμον ἰόντας καὶ τὴν μὲν τῶν κατ’ Αἴγυπτον ἱερέων πᾶσαν γνῶ‐ σιν εἰκάζειν τῇ πρεσβυτέρᾳ δημιουργίᾳ τῇ μονίμως τοὺς ἐν τῷ παντὶ λόγους συνεχούσῃ, τὴν δὲ κατὰ Σόλωνα νέαν ἀεὶ καὶ μεταβολαῖς ἐγκειμένην ἱστορίαν τῇ νεωτέρᾳ καὶ τὰς παν‐
25τοίας ἀνακυκλήσεις ἐπιτροπευούσῃ τῶν ἐγκοσμίων, καὶ ὁρᾶν, ὅπως ἐν εἰκόσι τῶν ἀνθρωπίνων ἡ τῶν θείων δημιουργιῶν ἐμφαντάζεται διαφορότης. καὶ ὡς ἐν τούτοις ὁ μὲν Σόλων προκαλεῖται τὸν ἱερέα πρὸς τὴν τῶν ἀρχαίων ἔκφανσιν, ἐκεῖνος δὲ γινώσκει καὶ ὅσα παρ’ Ἕλλησιν ἀρχαῖα νενόμισται
30καὶ ἔτι πρὸ τούτων τὰ ὄντως ἀρχαῖα, οὕτω καὶ ἐν ἐκείνοις ἡ μὲν νέα δημιουργία πρὸς τὴν πρεσβυτέραν ἐπέστραπται
καὶ τελειοῦται παρ’ αὐτῆς, ἐκείνη δὲ καὶ τὰ ταύτης αἴτια
in Ti
.

1

.

96

προείληφε καὶ ἔτι μείζοσιν αὐτῆς ὑπερίδρυται καὶ τελεω‐ τέραις νοήσεσι καὶ δυνάμεσι. ταῦτα μὲν περὶ τοῦ σύμπαντος λόγου. δεῖ δὲ καὶ τὰ καθ’ ἕκαστον διελθεῖν. τὴν μὲν οὖν Αἴγυπτον οἳ μὲν ὕλης εἰκόνα καλοῦσιν, οἳ δὲ τῆς ὅλης
5γῆς, ὡς ἀνάλογον αὐτῇ διῃρημένην, οἳ δὲ τοῦ νοητοῦ καὶ τῆς νοητῆς οὐσίας. ἡμεῖς δὲ ἀφομοιοῦσθαί φαμεν αὐτὴν ἐν τούτοις πρὸς ὅλην τὴν ἀφανῆ διάταξιν, τὴν τῶν ἐμ‐ φανῶν ἀρχήν. τὸ δέ γε Δέλτα γίγνεται μὲν τοῦ Νείλου σχιζομένου περὶ τὸν Σαϊτικὸν νομὸν ἀπὸ μιᾶς εὐθείας ἐπὶ
10δεξιὰ καὶ ἀριστερὰ καὶ ἐπὶ θάλατταν ἐξιόντος, ὥστε τοῦ τριγώνου τὴν ὑποτείνουσαν εἶναι τὴν θάλασσαν· ὃ καὶ ὁ Πλάτων τὸν Σαϊτικὸν εἶπε νομὸν ἐν τούτοις ἐνδεικνύμενος εἶναι περὶ ὃν κατὰ κορυφὴν σχίζεται τὸ τοῦ Νείλου ῥεῦμα. ἀνάλογον δέ ἐστι καὶ πρὸς τὴν μίαν ζῳογόνον πη‐
15γὴν τῆς θείας ὅλης ζωῆς, καὶ ἐν τοῖς ἐμφανέσι πρὸς τὸ οὐράνιον τρίγωνον τὸ πάσης ὂν συνεκτικὸν τῆς γενέσεως, τῷ κριῷ γειτνιάζον, ὃν ἐκεῖνοι διαφερόντως ἐτίμων διά τε τὸν Ἄμμωνα κριοπρόσωπον καθιδρυμένον, καὶ ὅτι γενέσεως ὁ κριὸς ἀρχὴ καὶ ὅτι ταχυκινητότατός ἐστιν, ὡς περὶ τὸν
20ἰσημερινὸν κατηστερισμένος. οἰκείως οὖν καὶ τοῦ Δέλτα μνήμη γέγονεν ἐν τούτοις, ἐπειδὴ καὶ τῆς τῶν στοιχείων τῶν κοσμικῶν ὑποστάσεώς ἐστιν ἀρχὴ τὸ τρίγωνον, ὡς ἀκου‐ σόμεθα ἐν τοῖς ἑξῆς [Tim. 53 CD]. ὁ δὲ Νεῖλος ἀνάλογον αὐτοῖς τέτακται πρὸς τὸν ζῳδιακόν, ὡς ὑποκείμενος αὐτῷ καὶ
25ὁμοίως ἐκείνῳ κλινόμενος καὶ διὰ τῶν σχίσεων τὴν λόξωσιν αὐτοῦ μιμούμενος καὶ τὴν περὶ τὰ ἰσημερινὰ σημεῖα διαί‐ ρεσιν, σύμβολον δὲ φέρει τῆς χεομένης ἐπὶ πάντα τὸν κό‐ σμον ζωῆς. καὶ μὴν καὶ αἱ δύο τοῦ Νείλου πλευραὶ αἱ ἀπὸ
μιᾶς κορυφῆς εἰς θάλατταν φερόμεναι ἐοίκασί πως ταῖς δύο
in Ti
.

1

.

97

συστοιχίαις ταῖς ἐκ μιᾶς ῥίζης ἄχρι τῆς γενέσεως προϊούσαις, ὧν ὑποδοχὴ ἡ γένεσις, ὡς γίνεσθαι τρίγωνον ἔκ τε ἐκείνων καὶ τῆς κοινῆς αὐτῶν ὑποδοχῆς, εἰς ἣν συρρέουσιν. ὁ δὲ Σαϊτικὸς νομὸς μεγάλη μοῖρα τοῦ Δέλτα καὶ μεγάλης τῆς
5κατ’ οὐρανὸν μετέχει μερίδος. ἡ γοῦν Σάις ἱερατικῶς αὐ‐ τοῖς εἰς τὴν Ἄρκτον ἀναπέμπεται, οὐχ ὅτι ὑπ’ αὐτὴν κεῖται οὐδὲ διὰ ψυχρότητα, ἀλλ’ ὡς μετέχουσά τινος ἰδίας ἀπορ‐ ροίας τῆσδε τῆς θεοῦ, διὸ καὶ ἀκίνητός ἐστιν ὑπὸ σεισμῶν, διὰ τὸν περὶ τὸν πόλον τόπον δεξαμένη τὴν ἑδραίαν στάσιν.
10 Τούτου δὲ τοῦ νομοῦ μεγίστη πόλις Σάις, ὅθεν δὴ καὶ Ἄμασις ἦν βασιλεύς. οἷς τῆς πόλεως θεὸς ἀρχηγός τίς ἐστιν Αἰγυπτιστὶ μὲν τοὔνομα Νηΐθ, Ἑλληνιστὶ δ, ὡς ὁ ἐκείνων λόγος, Ἀθην· μάλα δὲ φιλαθήναιοι καί τινα τρόπον οἰκεῖοι τῶνδε εἶναί
15φασιν [21 E]. Ὁ μὲν νομὸς ἀπὸ τοῦ νενεμῆσθαι τὴν γῆν αὐτοὺς ἔσχε τὴν ἐπωνυμίαν· οὕτω γὰρ ἐκάλουν Αἰγύπτιοι τὰς διαιρέσεις τὰς κατὰ μεγάλα 〈μέρη〉 τῆς Αἰγύπτου νομούς. ἀπὸ δὲ τῆς πόλεως ὁ σύμπας ὠνόμασται νομὸς Σαϊτικός, ὥσπερ ἀπὸ τῆς
20Σεβεννύτου Σεβεννυτικὸς καὶ ἀπὸ τοῦ Κανώβου Κανωβικός. ὁ δὲ αὖ Ἄμασις παρείληπται νῦν ἀνάλογον τῷ Σόλωνι· καὶ γὰρ ἐκεῖνος παρὰ πάντας τοὺς βασιλέας σοφίας καὶ δικαιο‐ σύνης ἐπεμελήθη. ἔστι δὴ οὖν τῷ Σόλωνι σύζυγος καὶ τοῦτο ὢν πρὸς αὐτόν, ὅπερ ἡ πόλις πρὸς τὴν πόλιν, ἵν’
25ὡς ἐκ μιᾶς μονάδος τῆς θεοῦ τάς τε πόλεις καὶ τοὺς ἄν‐ δρας κεκοσμημένους θεάσῃ καὶ ἀπὸ τῶν τελειοτέρων ἀεὶ τὰ δεύτερα τελειούμενα. τοὺς δὲ Ἀθηναίους Καλλισθένης μὲν καὶ Φανόδημος πατέρας τῶν Σαϊτικῶν ἱστοροῦσι γε‐ νέσθαι, Θεόπομπος δὲ ἀνάπαλιν ἀποίκους αὐτῶν εἶναί
30φησιν· Ἀττικὸς δὲ ὁ Πλατωνικὸς διὰ βασκανίαν φησὶ
in Ti
.

1

.

98

μεταποιῆσαι τὴν ἱστορίαν τὸν Θεόπομπον· ἐπ’ αὐτοῦ γὰρ ἀφικέσθαι τινὰς ἐκ τῆς Σάεως ἀνανεουμένους τὴν πρὸς Ἀθη‐ ναίους συγγένειαν. ὁ δὲ Πλάτων τοσοῦτον μόνον εἶπε περὶ αὐτῶν, ὅτι φιλαθήναιοί τε οἱ Σαῗται καί τινα τρόπον
5οἰκεῖοι. δύναται δὲ τοῦτο λέγειν διὰ τὴν πολιοῦχον μίαν οὖσαν. περὶ δὲ τῆς ἐφόρου τῶνδε τῶν πόλεων ἐκεῖνα χρὴ γιγνώσκειν, ὅτι προϊοῦσα ἀπὸ τῶν νοητῶν τε καὶ νοερῶν αἰτίων διὰ τῶν ὑπερουρανίων τάξεων ἐπί τε τὰς οὐρανίας λήξεις καὶ τὰς τῆς γῆς διακληρώσεις ἔλαχεν οἰκείους ἑαυτῇ
10τόπους οὐκ ἐπεισοδιώδη τὴν ἑαυτῆς ἡγεμονίαν τῷ τόπῳ παρασχομένη, ἀλλὰ τὴν οὐσίαν αὐτοῦ καὶ τὸ εἶδος ἐν ἑαυτῇ προλαβοῦσα καὶ οὕτως οἰκεῖον πρὸς ἑαυτὴν τοῦτον λαχοῦσα κλῆρον. ὅτι δὲ ἄνωθεν ἡ ἐπικράτεια τῆς θεοῦ ταύτης δια‐ τείνει μέχρι τῶν ἐσχάτων, δηλοῦσιν Ἕλληνες μὲν ἀπὸ τῆς
15κορυφῆς τοῦ Διὸς αὐτὴν γεννᾶσθαι λέγοντες, Αἰγύπτιοι δὲ ἱστοροῦντες ἐν τῷ ἀδύτῳ τῆς θεοῦ προγεγραμμένον εἶναι τὸ ἐπίγραμμα τοῦτο· τὰ ὄντα καὶ τὰ ἐσόμενα καὶ τὰ γεγονότα ἐγώ εἰμι· τὸν ἐμὸν χιτῶνα οὐδεὶς ἀπεκά‐ λυψεν· ὃν ἐγὼ καρπὸν ἔτεκον, ἥλιος ἐγένετο. δημι‐
20ουργική τις οὖν ἡ θεὸς καὶ ἀφανὴς ἅμα καὶ ἐμφανὴς ἐν οὐρανῷ τε λῆξιν ἔχουσα καὶ τὴν γένεσιν καταλάμπουσα τοῖς εἴδεσι· καὶ γὰρ τῶν ζῳδίων ὁ κριὸς ἀνεῖται τῇ θεῷ καὶ αὐτὸς ὁ ἰσημερινὸς κύκλος, οὗ δὴ μάλιστα καὶ ἡ κινητικὴ τοῦ παντὸς ἵδρυται δύναμις. εἰκότως οὖν αὐτὴν ὁ Πλάτων
25καὶ φιλόσοφον ἀποκαλέσει [24 D] καὶ φιλοπόλεμον καὶ νῦν ἀρχηγὸν τῶν ἐν γῇ κλήρων τούτων προσείρηκε, πρῶτον μὲν διὰ τῆς πατρίου φωνῆς τιμῶν τὴν θεόν· Ἀρχηγέτιν γὰρ οἱ Ἀττικοὶ τὴν Πολιοῦχον ὠνόμαζον, τὴν ἐπώνυμον καὶ ἀρχηγέτιν 〈δύναμιν〉 αὐτῆς ὑμνοῦντες. ἔπειτα τὴν προϊδρυ‐
30μένην ἐν αὐτῇ μονοειδῶς τῶν διοικουμένων κλήρων περιοχὴν
ἐνδεικνύμενος, καὶ πρὸς τούτοις διαρρήδην ἡμῖν παριστάς, ὅτι
in Ti
.

1

.

99

διὰ πλειόνων φωνῶν τὰ αὐτὰ σημαίνεσθαι δυνατόν, εἰκόνων οὐσῶν τῶν φωνῶν τοῦ σημαινομένου πράγματος ὑπ’ αὐτῶν· καὶ γὰρ ἑνὸς ἀγάλματα πλείω γένοιτ’ ἂν ἐκ τῆς ὕλης δια‐ φόρου οὔσης· ὥστε καὶ Αἰγύπτιοι λόγον ἀποδώσουσι, διότι
5τοῦτο αὐτὴν ἐκάλεσαν τὸ ὄνομα, καὶ Ἕλληνες, καὶ οὐδὲν θαυμαστὸν ἀμφοτέρους ὀνομάζειν ὀρθῶς, ὡς κατὰ μίαν ἐπιστήμην τὰ ὀνόματα θεμένους. εἰ τοίνυν μία τῶν δύο πόλεων ἔφορος, τῆς τε Σάεως καὶ τῶν Ἀθηνῶν, εἰκότως φιλαθήναιοί τινές εἰσιν οἱ τὴν Σάιν οἰκοῦντες, ἅτε συγ‐
10γενεῖς πως ὄντες αὐτοῖς· ἡ γὰρ οἰκειότης οὐ παντελής· δύναιντο γὰρ ἂν καὶ τῆς αὐτῆς προνοίας οἳ μὲν μᾶλλον, οἳ δὲ ἧττον μετέχειν, καὶ οἳ μὲν ἄλλης, οἳ δὲ ἄλλης ἐν αὐτῇ δυνάμεως. καὶ γὰρ αὖ καὶ τοῦτο δεῖ γιγνώσκειν, ὅτι τοῖς διαφόροις ἔθνεσιν ἡ ἐξαλλαγὴ γίνεται μὲν παρὰ τοὺς
15τόπους αὐτούς, οὓς ἕκαστα κατοικεῖ, καὶ παρὰ τὰς τῶν ἀέρων κράσεις καὶ παρὰ τὴν πρὸς τὸν οὐρανὸν σχέσιν καὶ ἔτι μερικώτερον, εἰ βούλει, παρὰ τοὺς σπερματικοὺς λόγους· πολὺ δ’ ἂν μάλιστα διαφέρειν εἴποις αὐτὰ κατὰ τὴν ἀγε‐ λαιοκομικὴν τῶν θεῶν ἐπιστασίαν καὶ τὰς τῶν ἐφόρων
20διαφορότητας, παρ’ ἃς καὶ χρώματα καὶ σχήματα καὶ φωνὰς καὶ κινήσεις ἐξαλλαττομένας εὕροις ἂν ἐν τοῖς διαφόροις τόποις, ὥστε καὶ τοὺς ἀποίκους πολλάκις μεταβάλλειν τό τε χρῶμα καὶ τὴν φωνὴν τῶν ἀποικισάντων, ὅταν εἰς ἄλλους ἀφίκωνται τόπους, καθάπερ τὰ φυτὰ τῇ ποιότητι τῆς χώ‐
25ρας συμμεταβάλλονται, ἐὰν εἰς ἀλλοτρίαν γῆν μεταβληθέντα τυγχάνῃ. Οἷ δὴ Σόλων ἔφη πορευθεὶς σφόδρα τε γενέ‐ σθαι παρ’ αὐτοῖς ἔντιμος, ἕως το· περὶ τῶν τοιού‐ των ἀνευρεῖν [21 E 22 A].
30 Διὰ μὲν τὴν ἑαυτοῦ φρόνησιν ὁ Σόλων τὴν πολιτικὴν καὶ διὰ τὴν τῆς πόλεως ἀξίαν εἰκότως ἔντιμος ἐφάνη παρὰ
τοῖς ἱερεῦσι τῆς Σάεως· ὡς δὲ πρὸς τὴν παρ’ ἐκείνοις
in Ti
.

1

.

100

μνήμην καὶ ἱστορίαν οὔτε αὑτὸν οὔτε ἄλλον οὐδένα τῶν Ἑλλήνων εὕρισκε γιγνώσκοντα τῶν παλαιῶν οὐδέν. ἡ δὲ μνήμη τῶν ἀρχαίων συντελεῖ μὲν πρὸς τὴν πολιτικὴν ἀρε‐ τήν, συντελεῖ δὲ καὶ πρὸς τὴν θεωρίαν τῶν κοσμικῶν
5περιόδων, ἧς ὁ Σόλων ἀντεχόμενος καὶ τοὺς ἱερέας ἀνακρί‐ νων εὕρισκεν ἑαυτὸν ἐνδεᾶ παντελῶς. καὶ ἔστι καὶ ταῦτα σύμβολα θείων ὄντως πραγμάτων· καλεῖται γάρ τις καὶ παρὰ τοῖς θεολόγοις νέα δημιουργία, τιμᾶται δὲ αὕτη διαφερόν‐ τως ἔκ τε τοῦ πατρὸς τῶν ὅλων κἀκ τῶν νοητῶν θεῶν,
10παρ’ οἷς εἰσιν ἐξῃρημέναι τῶν ἄλλων νοήσεις καὶ †βιωτέ‐ ρων δή, μερικώτεραι δὲ καὶ ἐλάττους αἱ ἐν τοῖς δευτέροις. ἔστιν ἄρα καὶ τοιαύτη τις διαφορὰ τῶν δημιουργικῶν ἀρ‐ χῶν, ὥστε τὰς μὲν ὁλικωτέρων εἰδῶν εἶναι περιληπτικάς, τὰς δὲ μερικωτέρων, καὶ τὰς μὲν πρεσβείᾳ καὶ δυνάμει
15προέχειν, τὰς δὲ νέας ὡς πρὸς ἐκείνας εἶναι καὶ δύναμιν ἔχειν ὑφειμένην. Καί ποτε προαγαγεῖν βουληθεὶς αὐτοὺς περὶ τῶν ἀρχαίων εἰς λόγους ἕως το· τοὺς χρόνους ἀριθ‐ μεῖν [22 AB].
20 Τοιαῦτά ἐστι τὰ θεῖα πάντα αἴτια, προκλητικὰ τῶν τε‐ λειοτέρων δυνάμεων καὶ διὰ τῆς προκλήσεως ταύτης ἀπο‐ πληρούμενα θειοτέρων καὶ ὁλικωτέρων νοήσεων ἀπ’ αὐτῶν. οἷον δὴ ποιεῖ καὶ νῦν ὁ Σόλων· τὰ γὰρ παρ’ Ἕλλησιν ἀρ‐ χαιότατα προτείνων τοῖς ἱερεῦσιν ἐπάγεταί πως αὐτοὺς εἰς
25τοὺς περὶ τῆς παρ’ αὐτοῖς ἀρχαιότητος λόγους, ἧς διαφερόν‐ τως μετέχουσιν Αἰγύπτιοι, διά τε καθαρότητα ἀέρων τὰ οὐράνια θεωροῦντες ἀκωλύτως καὶ διὰ τὸ μήθ’ ὑπὸ ὑδά‐ των φθείρεσθαι μήθ’ ὑπὸ ἐκπυρώσεων σῴζοντες μνήμῃ τὰ ἀρχαῖα. Ἀσσύριοι δέ, φησὶν Ἰάμβλιχος, οὐχ ἑπτὰ καὶ
30εἴκοσι μυριάδας ἐτῶν μόνας ἐτήρησαν, ὥς φησιν Ἵππαρχος,
in Ti
.

1

.

101

ἀλλὰ καὶ ὅλας ἀποκαταστάσεις καὶ περιόδους τῶν ἑπτὰ κοσμοκρατόρων μνήμῃ παρέδοσαν· πολλοῦ ἄρα δεῖ πρὸς ταῦτα παραβάλλεσθαι ἡ παρ’ Ἕλλησι πολυθρύλητος ἀρχαιο‐ λογία. ᾧ καὶ δῆλον, ὅτι ἡ παροῦσα ἀφήγησις οὐ πρὸς
5μικρὸν ὀφείλει βλέπειν, ἀλλὰ πρὸς τὸ ὅλον καὶ πᾶν. ἔστι δ’ οὖν ἡ ἀρχαιολογία τῶν Ἑλλήνων ἄλλη ἄλλοις· τοῖς μὲν Ἀθηναίοις ἄχρις Ἐριχθονίου τοῦ αὐτόχθονος, τοῖς δὲ Ἀρ‐ γείοις μέχρι Φορωνέως καὶ Νιόβης· οὗτοι γὰρ ἀρχαιότατοι παρ’ Ἕλλησιν, ἐπεὶ καὶ Νιόβης μὲν ὁ Ἄργος, τούτου δὲ
10Ἴασος καὶ Πελασγός, ἀφ’ οὗ τὸ Πελασγικὸν Ἄργος· τὰ δὲ περὶ Δευκαλίωνος καὶ Πύρρας, ὅτι κατακλυσμοῦ γενομένου διεσώθησαν ἐν τῷ Παρνασῷ, καὶ μεταβάντες ὅπως τὸ ἀν‐ θρώπων γένος συνέστησαν, πρόδηλα, καὶ ὅτι Θετταλοῖς ἄχρι τούτων ἡ ἀρχαιότης. κατὰ δὲ ἐνίους τὸ μὲν Ἀργολικὸν
15γένος ἀπὸ Ἰνάχου ἄρχεται, τὸ δὲ Ἀθηναίων ἀπὸ Κέκροπος, ὧν ἑκάτερος πρὸ Δευκαλίωνος. ὁ μὲν οὖν Σόλων ταῦτα καὶ τοιαῦτα ἄττα ἀπολογιζόμενος ἐπήγετο τοὺς Αἰγυπτίους ἱερέας εἰς τὴν τῶν παρὰ σφίσιν ἀρχαίων ἀφήγησιν. θεασώμεθα δὲ ἅ φησι πρὸς ταῦτα τῶν τις παλαιῶν ἱερέων. καὶ ταῦτα
20μὲν ἔσται δῆλα διὰ τῶν ἑπομένων. ἐνέτυχε δὲ Σόλων ἐν Σάει μὲν ἱερεῖ ὀνομαζομένῳ Πατενεΐτ, ἐν Ἡλίου πόλει δὲ Ὀχαᾶπι, ἐν Σεβεννύτῳ δὲ Ἐθήμων, ὡς αἱ τῶν Αἰγυπτίων ἱστορίαι λέγουσι. καὶ ἴσως οὗτός ἐστιν ὁ Σαΐτης ἱερεὺς ὁ
πρὸς αὐτὸν τὰ ἑπόμενα λέγων.
in Ti
.

1

.

102

Ὦ Σόλων, Σόλων, Ἕλληνες ἀεὶ παῖδές ἐστε· γέ‐ ρων δὲ Ἕλλην οὐκ ἔστι [22 B]. Παλαιὸς μὲν ὁ ἱερεύς, ἵνα καὶ ἐπιπλήττων μὴ λίαν φορτικὸς ᾖ καὶ τοῦ περὶ ἀρχαιολογίας διδάσκειν ἔχῃ τὸν
5εἰκότα λόγον· ἐπαναλήψει δὲ χρῆται τῆς κλήσεως, οὐχ ὡς ὑπερδιατεινόμενος μόνον περὶ ὧν μέλλει λέγειν, ἀλλὰ καὶ εἰς ἔνδειξιν τῆς ἀπὸ τῶν αὐτῶν ἐπὶ τὰ αὐτὰ ἀνακυκλήσεως, ἣν μονίμως καὶ νοερῶς περιείληφε διὰ τῆς ἀνεξαλείπτου γνώσεως τὰ ὁλικώτερα αἴτια τῶν ἐν τῷ παντὶ γιγνομένων,
10οἷς ἀνάλογον ὁ ἱερεύς. αἰτιᾶται δὲ τοὺς Ἕλληνας ὡς ἀεὶ παῖδας, διότι τὴν παντοίαν Αἰγυπτίων σοφίαν οὐ μετῄεσαν, ἀλλ’ οἱ πλεῖστοι παρ’ αὐτοῖς τὴν ἀνδραποδώδη τρίχα ἔφερον ἐν ταῖς ψυχαῖς [Alc. I 120 B]. τὴν οὖν ἀφρο‐ σύνην αὐτῶν ἡ νεότης ἐνδείκνυται· ἢ καὶ διότι συνεχεῖς
15εἰσιν αἱ παρ’ αὐτοῖς φθοραί, καὶ πρὶν ἀρχαῖοι γένωνται οἱ ὄντες, γίγνονται νέοι πάλιν διὰ τῆς φθορᾶς· ἢ καὶ ὅτι τὰ παλαιὰ ἔργα οὐ σῴζεται παρ’ αὐτοῖς, ἀλλ’ ἀεὶ τὰ παρόντα καὶ ὅσα ἡ αἴσθησις ὑποβάλλει γινώσκουσιν, Αἰγυπτίοις δὲ ἄρα καὶ τὰ γεγονότα διὰ τῆς μνήμης ἀεὶ νέα πάρεστιν, ἡ
20δὲ μνήμη διὰ τῆς ἱστορίας, αὕτη δὲ ἀπὸ τῶν στηλῶν ἐν αἷς ἀπεγράφοντο τὰ παράδοξα καὶ τὰ θαύματος ἄξια τῶν πραγμάτων εἴτε ἐν πράξεσιν εἴτε ἐν εὑρέσεσιν. ἀλλὰ διὰ τί, φασίν, οὗτος ὁ ἱερεὺς φορτικῶς ἐπέπληξε; τί γὰρ θαυ‐ μαστὸν ἡ τῶν γεγονότων γνῶσις; πολυμαθείη νόον οὐ
25φύει, φησὶν ὁ γενναῖος Ἡράκλειτος [frg. 40 D.]. εἰ δὲ καὶ ὅ φησιν Εὔδοξος ἀληθές, ὅτι Αἰγύπτιοι τὸν μῆνα ἐνιαυτὸν ἐκάλουν, οὐκ ἂν ἡ τῶν πολλῶν τούτων ἐνιαυτῶν ἀπαρίθμησις ἔχοι τι θαυμαστόν. περιττὸς οὖν μέγα φρο‐ νῶν ἐπὶ τούτοις ὁ Αἰγύπτιος. ἦ καὶ τὰς μνήμας καὶ τὰς
30αἰσθήσεις ποιητικὰς μὲν εἶναι τῆς ἐπιστήμης, ὥς φησιν ὁ Ἀριστοτέλης, ἀδύνατον, συντελεῖν δὲ ὅμως εἰς τὰς τῶν
ὅλων ἀναμνήσεις δοτέον· πολλὰ γὰρ ἐπὶ πολλοῖς ὅμοια ἱστο‐
in Ti
.

1

.

103

ρήσαντες τὸ ἓν ἐπ’ αὐτοῖς εἶδος προβάλλομεν, καὶ πολλῶν ἀποκαταστάσεις πολλάκις ἀπὸ τῆς ἱστορίας συμφώνους εὑ‐ ρόντες ἐπὶ τὴν μίαν αὐτῶν αἰτίαν ἀνατρέχομεν· οὕτω γὰρ αἵ τε κατὰ Φίλιππον τηρήσεις τῶν περὶ τὸν ἀέρα παθῶν
5συνέστησαν, καὶ αἱ ἀπὸ τῆς ἀστρολογίας τῆς οὐρανίας κινή‐ σεως ἐπιγνώσεις. ταῦτα μὲν οὖν πρὸς τὸν ἀπορήσαντα καὶ παρ’ ἡμῶν εἰρήσθω. πάλιν δὲ ἐπὶ τὴν τῶν ὅλων θεωρίαν ἀναδραμητέον καὶ θεατέον ἐκεῖ τὴν νέαν δημιουργίαν τὴν ὑπὸ τῆς Ἀθηνᾶς συνεχομένην καὶ ἀπὸ τῶν πρεσβυτέρων
10καὶ πρωτογόνων αἰτίων ἀποπληρουμένην· ἐκεῖθεν γὰρ αὕτη τὸ μόνιμον ἔχουσα καὶ πρὸσ τὸ ἐξῃρημένον καὶ πρὸς τὴν κοσμικὴν ἐναντίωσιν συντελεῖ· πᾶν γὰρ τὸ μεριζόμενον καὶ πληθυνόμενον τῆς δημιουργικῆς προόδου δι’ ἐκείνην πρόεισι τὴν ἀρχήν. ὄντων οὖν αἰτίων ἐν τῷ κόσμῳ τῶν μὲν τῆς
15παλιγγενεσίας ποιητικῶν, τῶν δὲ φρουρητικῶν τῆς μονίμου τῶν λόγων συνοχῆς ὁ μὲν ἱερεὺς ἀνάλογον παρείληπται τούτοις τοῖς αἰτίοις, ὁ δὲ Σόλων τοῖς ἑτέροις. διὸ καὶ ὃ μὲν τὴν μνήμην ἐπιδείκνυται παρ’ αὐτῷ διαφέρουσαν τῆς ἀρχαιότητος, ὃ δὲ λέγεται ποικίλας μεταβολὰς ἱστορεῖν καὶ
20γενέσεις καὶ φθοράς. δοκεῖ δέ μοι καὶ τοῦτο πρεπόντως εἰλῆφθαι τῇ διακοσμήσει τοῦ παντός, τὸ προτάττεσθαι τοῦ νεωτέρου τὸ πρεσβύτερον· ἐν γὰρ τῇ τοῦ Διὸς δημιουργίᾳ ταύτην ἔχει πρὸς ἄλληλα τάξιν, ὥσπερ τοὺς 〈μὲν〉 ἐν τῇ Κρονίᾳ περιόδῳ ζῶντας ἀπὸ τοῦ πρεσβυτέρου πορεύεσθαί φησιν ὁ
25Ἐλεάτης ξένος [Politic. 270 D E] εἰς τὸ νεώτερον, τοὺς δὲ ἐν τῇ τοῦ Διὸς ἀνάπαλιν. καὶ ἐνταῦθα ὁ Τίμαιος ἐρεῖ [34 B C] περὶ τῆς ψυχῆς, ὅτι τὴν ψυχὴν πρεσβυτέραν τοῦ σώματος παρήγαγεν ὁ δημιουργὸς καὶ διὰ τοῦτο ἀρχηγικω‐ τέραν αὐτὴν ὑπεστήσατο. νῦν οὖν ὁ ἱερεὺς ὁ τῶν θείων
30θεσμῶν φρουρὸς δι’ ἀρχαιότητα κρατεῖν ἀξιοῖ, καίτοι τὸ νεώτερον ἐξ ὑπερτέρας ἥκει τάξεως, ὥσπερ καὶ ὁ Σόλων ἀπὸ πόλεως ὥρμηται τῇ Ἀθηνᾷ μᾶλλον προσηκούσης· ἀλλ’
ἐν τοῖς κοσμικοῖς ἔργοις μεγάλην ἀξίαν ἔχει τὸ πρεσβύτερον.
in Ti
.

1

.

104

Νέοι ἐστὲ εἶπε τὰς ψυχάς· οὐδεμίαν γὰρ ἐν αὐ‐ ταῖς ἔχετε δι’ ἀρχαίαν ἀκοὴν παλαιὰν δόξαν οὐδὲ μάθημα χρόνῳ πολιὸν οὐδέν [22 B]. Ἀνάλογον οὖν ταῦτα καὶ ἐν ἐκείνοις· ἡ μὲν νεότης τῶν
5ψυχῶν τῇ ἀνανεώσει τῆς ζωῆς καὶ ταῖς μερικωτέραις αἰτίαις, ἡ δὲ ἀρχαία ἀκοὴ τῇ μονίμῳ νοήσει καὶ ταῖς πρεσβυτέραις ἀρχαῖς, τὸ δὲ μάθημα τὸ πολιὸν τῇ ἡνωμένῃ καὶ ἀεὶ τῇ αὐτῇ περιοχῇ τῆς τῶν ἐν τῷ κόσμῳ πάντων φύσεώς τε καὶ συστάσεως, δι’ ἣν τὰ μὲν πρῶτα καὶ θειότατα τῶν ἐγκο‐
10σμίων ὁλικῶς καὶ ἐξῃρημένως περιέχει τῶν γιγνομένων ἁπάν‐ των τὰς αἰτίας καὶ αἰωνίως τὰ ἔγχρονα προείληφεν, τὰ δὲ προσεχέστερα τῷ παντὶ μερικῶς καὶ ὑφειμένως, ἅτε ἀπολει‐ πόμενα τῆς ἑνιαίας τῶν ὅλων νοήσεως. διὸ καὶ ἄλλοις μὲν τῶν θεῶν τὸ πολιόν, ἄλλοις δὲ τὸ νέον ᾠκείωται· σύμβολον
15γὰρ τὸ μὲν πολιὸν νοήσεως καὶ ἀχράντου ζωῆς καὶ πόρρω γενέσεως οὔσης, τὸ δὲ νέον τῆς μερικωτέρας γνώσεως καὶ τῆς ἐφαπτομένης ἤδη τῶν γιγνομένων. Τὸ δὲ τούτων αἴτιον τόδε· πολλαὶ κατὰ πολλὰ φθοραὶ γεγόνασιν ἀνθρώπων καὶ ἔσονται, πυρὶ μὲν
20καὶ ὕδατι μέγισται, μυρίοις δὲ ἄλλοις ἕτεραι βρα‐ χύτεραι [22 C]. Ζητεῖ μὲν ὁ λόγος, δι’ ἣν αἰτίαν Ἕλληνες αἰεὶ παῖδες, χρόνῳ δὲ παρ’ αὐτοῖς πολιὸν μάθημα οὐδέν ἐστιν, ἢ εἰ βούλει τὰ παραδείγματα θεώρει τούτων, δι’ ἣν αἰτίαν ἡ
25νέα δημιουργία τῆς ποικιλίας προέστηκε τῶν γιγνομένων, ἀεὶ γιγνομένων καὶ ἀνανεουμένων τῶν παλαιουμένων. πρὶν δὲ τὴν αἰτίαν εὕρῃ τῶν τοιούτων ἀποριῶν, περὶ τῶν ἐν τῷ παντὶ περιόδων πρότερον διέξεισι καὶ τὴν ποικιλίαν αὐτῶν ἐπιδείκνυσιν, ἣν αἱ μὲν πρώτισται τῶν θεῶν τάξεις μονίμως
30καὶ ἡνωμένως προεγνώκασιν, αἱ δὲ δεύτεραι μερικῶς καὶ
ἐφαπτόμεναι τῆς τῶν πραγμάτων τῶν διοικουμένων φύσεως.
in Ti
.

1

.

105

τοῦτο γάρ ἐστι τὸ ἀεὶ τὰ παρόντα γιγνώσκειν, ἐκεῖνο δὲ τὸ καὶ τὰ ἀπόντα τῇ μνήμῃ κατέχειν, τὸ χωριστῶς καὶ μονίμως τὰ ὅλα καθορᾶν. τίνες οὖν αἱ ποικίλαι περίοδοι τῶν ἐν τῷ κόσμῳ πραγμάτων; ἀεὶ δὴ γένεσιν καὶ ἀεὶ φθορὰν ἐν
5τῷ παντὶ θετέον· τὸ γὰρ αἰσθητὸν γιγνόμενόν ἐστι καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν· ἀλλὰ τὴν γένεσιν ταύτην καὶ τὴν ἀπώλειαν ἄλλως μὲν ἐπὶ τοῦ οὐρανοῦ θεατέον, ἄλλως δὲ ἐπὶ τῶν ἐνύλων· ἐκεῖ μὲν ἡ ἐναλλαγὴ τῶν σχημά‐ των καὶ κίνησις ἀεὶ γιγνομένη προϋπάρχει, δι’ ἐκείνας δὲ
10τὰς μεταβολὰς καὶ ἡ γένεσις κυβερνωμένη τὸν ἑαυτῆς ἀνε‐ λίττει κύκλον. ἐν δὲ τῷ κύκλῳ τούτῳ ποτὲ μὲν ἄλλα, ποτὲ δὲ ἄλλα τῶν στοιχείων ἐπικρατεῖ. καὶ τὰ μὲν ὅλα κατὰ φύσιν ἀεὶ τὴν αὐτὴν καὶ ὁμοίαν διατηρεῖ τάξιν, ἐν δὲ τοῖς μέρεσιν ἄλλοτε ἄλλοις τὸ κατὰ φύσιν ἢ τὸ παρὰ φύσιν
15ἐπιγίγνεται δεόντως, 〈ὡσ〉 ἢ τά τε ὅλα καὶ τὰ μέρη ἀεὶ κατὰ φύσιν ἔχειν, ἢ ἄμφω ποτὲ παρὰ φύσιν, ἢ τὰ μὲν παρὰ φύ‐ σιν, τὰ δὲ κατὰ φύσιν, καὶ τοῦτο διχῶς. πάντων μὲν οὖν κατὰ φύσιν ἐχόντων οἴχεται τὸ ποικίλον τῆς γενέσεως, καὶ γίνεται τὰ ἀίδια τῶν ὄντων ἔσχατα καὶ τὰ πρώτιστα τελευ‐
20ταῖα τῶν πάντων· πάντων δὲ παρὰ φύσιν διατιθεμένων οὐδὲν ἔσται μόνιμον, ἀφ’ οὗ καὶ τοῖς μεταβαλλομένοις τὸ ἀεὶ ὡσαύτως ὑπάρχειν δυνατόν, οὐδὲ ὁ κύκλος σωθήσεται τῆς γενέσεως. παρὰ φύσιν δὲ τῶν ὅλων ἐχόντων τὰ μέρη κατὰ φύσιν ἔχειν ἀμήχανον· ἕπεται γὰρ τὰ μέρη τοῖς ὅλοις,
25καὶ περιεκτικὰ τὰ ὅλα τῶν μερῶν ἐστιν. ἐκείνων οὖν ποτε παρὰ φύσιν ἐχόντων ταῦτα ἐν τῷ κατὰ φύσιν διαμένειν ἀδύνατον· οὐδὲν γὰρ τοῦ ἡμετέρου ζῴου παντὸς κινηθέντος καὶ τὴν ἑαυτοῦ τάξιν ἀπολέσαντος δύναταί τι τῶν ἐν αὐτῷ μορίων ἔτι κατὰ φύσιν ἔχειν. λείπεται ἄρα τῶν ὅλων ἐν
30τῷ κατὰ φύσιν ἱδρυμένων τὰ μέρη ποτὲ μὲν ἑπόμενα τοῖς ὅλοις διακεῖσθαι κατὰ φύσιν, ποτὲ δὲ ἐπὶ τὸ παρὰ φύσιν χωρεῖν. ὥσπερ δὲ τῶν μερικῶν ζῴων ἕκαστον μὲν ἀεὶ καὶ
γίγνεται καὶ φθείρεται διὰ τὴν ἀπορροὴν τῶν ἐνύλων, μᾶλλον
in Ti
.

1

.

106

μὴν ἄλλο ἄλλου γίγνεται καὶ ἄλλο ἄλλου φθείρεται καὶ μᾶλ‐ λον ἐπιτηδείως ἔχει τὸ μὲν εἰς τὸ εἶναι, τὸ δὲ εἰς φθοράν, οὕτω δὴ καὶ τῶν τῆς γῆς μερῶν ἑκάστων ἐπιδεχομένων ἄμφω τὰ μὲν κατὰ φύσιν μᾶλλον ἔχειν δύναται, τὰ δὲ
5πολυειδεῖς ὑπομένειν τὰς εἰς τὸ παρὰ φύσιν ἐκτροπάς, τοῦτο μὲν διὰ τὴν κρᾶσιν τὴν διάφορον, ἔπειτα δὲ καὶ διὰ τὴν θέσιν ἄλλων ἄλλην οὖσαν, ἐπὶ τούτοις [δὲ〉 διὰ τὴν πρὸς τὸν οὐρανὸν σχέσιν—ἄλλα γὰρ μόρια ἄλλοις τοῦ οὐρανοῦ μορίοις ᾠκείωται καὶ ὑπ’ ἄλλων σῴζεται σχημάτων—ἐφ’
10ἅπασι δὲ τοῖς εἰρημένοις διὰ τὴν τῶν ἐφόρων δύναμιν καὶ τὴν τῶν κλιματαρχῶν θεῶν τοιάνδε ἢ τοιάνδε ἰδιότητα λαχόντων, τῶν μὲν κινήσει μᾶλλον, τῶν δὲ στάσει, καὶ τῶν μὲν ταυτότητι, τῶν δὲ ἑτερότητι χαιρόντων. γιγνομένων δὴ φθορῶν ἀθρόων τε καὶ μερικῶν ἐν ἄλλοις καὶ ἄλλοις
15τόποις ἀνέκλειπτα διαμένει τὰ εἴδη τοῦ παντός· ἀεὶ γὰρ ἄνθρωπος καὶ ἀεὶ γῆ καὶ ἀεὶ τῶν στοιχείων ἕκαστον. ἐπεὶ γὰρ ἐκ τῶν οὐρανίων σχημάτων ἡ φθορὰ καὶ ἡ γένεσις, ταῦτα δὲ μιμήματά ἐστι τῶν νοήσεων τῶν θείων, αἱ δὲ νοήσεις ἐξημμέναι τῶν νοερῶν εἰσιν εἰδῶν, ἐκεῖθεν δὲ τὸ
20μόνιμον ἐφήκει καὶ ἡ συνοχὴ τοῖς ἐγκοσμίοις εἴδεσι γίγνε‐ ται καὶ τὰ σχήματα τὰ ἐμφανῆ σωστικὰ τοῦ εἴδους καὶ φθαρτικὰ τῶν μερῶν ἐστι, δέοντος τοῖς ἐν χρόνῳ γενο‐ μένοις ἐν χρόνῳ καὶ τὴν λύσιν περιχωρεῖν. ὅσα μὲν γὰρ δύναται μετὰ τοῦ παντὸς εἶναι, τούτοις οὐ φθονεῖ τῆς σω‐
25τηρίας τὸ πᾶν, τὸ δὲ συμπολιτεύεσθαι τῷ παντὶ μὴ δυνά‐ μενον οὐδὲ μένειν ἐν τῷ παντὶ δυνατόν, ἀλλ’ ὁ τοῦ Διὸς νόμος οἷον ἄτιμον πᾶν τὸ τοιοῦτον γεγονὸς ἐκβάλλει τῆς οὐσίας. μένον γὰρ ἄτιμον εἶναι παντελῶς ἀδύνατον, τὸ δὲ πάντη τάξεως ἐστερημένον ἄτιμον. διότι μὲν οὖν καὶ ἀθρόαι
30καὶ μερικαὶ γίνονται φθοραὶ κατ’ ἄλλους καὶ ἄλλους τόπους, εἴρηται. διὰ τί δ’ αἱ μέγισται τῶν φθορῶν διὰ πυρὸς πλεον‐ εξίαν καὶ ὕδατος, ἀλλ’ οὐ τῶν ἄλλων στοιχείων, μετὰ ταῦτα
ῥητέον. τὸ μὲν δὴ πῦρ δραστήριον ἔχει καὶ ποιητικὴν ἐν
in Ti
.

1

.

107

τοῖς στοιχείοις τάξιν καὶ διὰ πάντων ἱκανόν ἐστι τῶν ἄλλων χωρεῖν καὶ διαιρεῖν τὰ ἄλλα πέφυκε. τὸ δὲ ὕδωρ εὐκινητό‐ τερον μέν ἐστι γῆς, δυσπαθέστερον δὲ ἀέρος, καὶ τῷ μὲν εὐκινήτῳ δύναται δρᾶν, τῷ δὲ δυσπαθεῖ βιαζόμενον μὴ πά‐
5σχειν μηδὲ διασκορπιζόμενον ἀσθενεῖν ὥσπερ ὁ ἀήρ· ὥστε εἰ‐ κότως ἐκ τούτου αἱ βίαιοι καὶ μέγισται φθοραὶ κατακλύσεις τε καὶ ἐκπυρώσεις ἐπιτελοῦνται. φαίης δ’ ἂν καὶ ὅτι τὰ λοιπὰ δύο στοιχεῖα μᾶλλόν ἐστιν ἡμῖν οἰκειότερα· καὶ γὰρ τὸ πε‐ ζοὺς ἡμᾶς εἶναι πρὸς τὴν γῆν οἰκειοῖ, καὶ τὸ πανταχόθεν ὑπὸ
10ἀέρος περιέχεσθαι καὶ ἐν ἀέρι ζῆν καὶ ἀναπνεῖν ἡμᾶς τὸν ἀέρα τὴν πρὸς αὐτὸν συγγένειαν τῶν ἡμετέρων ἐπιδείκνυσι σωμάτων. ταῦτα οὖν ὡς οἰκειότερά πως ἡμῖν ἧττόν ἐστι φθαρτικά, τὰ δὲ ἄλλ’ ὡς ἐναντία τούτοις βιαιοτέρας ἐπάγει τὰς φθοράς. ἔτι δὲ καὶ κατ’ ἄλλον τρόπον δοκεῖ ταῦτα
15μὲν τὰ στοιχεῖα γῆ καὶ ἀὴρ μετὰ τοῦ αὐτὰ πάσχειν καὶ πρὸ ἡμῶν πάσχειν εἰς ἡμᾶς δρᾶν· ἀὴρ γὰρ σῆψιν ὑπομείνας ποιεῖ λοιμούς, καὶ γῆ διαστᾶσα καταπόσεις ἀθρόας. ἔστι δὲ καὶ ὁ λοιμὸς ἀέρος πάθος καὶ τὰ χάσματα καὶ οἱ σει‐ σμοὶ τῆς γῆς. πῦρ δὲ καὶ ὕδωρ αὐτὰ μὴ προπαθόντα δρᾶν
20εἰς ἡμᾶς δύναται, τὸ μὲν διαδυόμενον, τὸ δὲ ἔξωθεν ὠθοῦν, διόπερ ἀθροωτέρας ἐργάζεται φθορὰς ὡς αὐτὰ ἐρρωμενέστερα ἐκείνων τῷ μὴ πάσχοντα φθείρειν. μέγισται οὖν αὗται φθοραί, καὶ κατακλυσμοὶ καὶ ἐκπυρώσεις, λιμοὶ δὲ καὶ λοι‐ μοὶ καὶ σεισμοὶ καὶ πόλεμοι καὶ ἄλλα τινὰ τοιαῦτα μερικὰ
25πάθη καὶ ἐξ ἄλλων αἰτίων γένοιτ’ ἄν. καὶ τούτων ἁπάν‐ των ποιητικὴν αἰτίαν εἴποις ἂν τήν τε τῶν οὐρανίων κίνη‐ σιν καὶ ὅλην τὴν τοῦ παντὸς τάξιν καὶ πρὸ ταύτης τὴν νέαν δημιουργίαν ἀεὶ νέα ποιοῦσαν καὶ ἄλλοτε ἄλλων πραγ‐ μάτων παράγουσαν γένεσιν· οὕτω γὰρ οἵ τε μῦθοί φασιν
30οἱ παρ’ Ἕλλησιν, ἥ τε τῶν Αἰγυπτίων ἐνδείκνυται παρά‐
in Ti
.

1

.

108

δοσις καὶ περὶ ἡλίου λέγουσα μυστικῶς ὡς διαφόρους ἐν τοῖς ζῳδίοις ἀμείβοντος μορφάς. οὐδὲν οὖν θαυμαστόν, εἰ πολλῶν καὶ πολλαχῇ γιγνομένων φθορῶν ἀεὶ μὲν ἄνθρωπος, ἀεὶ δὲ ἕκαστον εἶδος διὰ τὴν ἀκίνητον τῶν θείων εἰδῶν
5πρόοδον· δι’ ἐκεῖνα γὰρ ἀεὶ ὡσαύτως ἑστήκασιν οἱ ἐν τῷ παντὶ λόγοι, διότι πᾶν τὸ ἐξ ἀκινήτου γιγνόμενον αἰτίας ἀεί ἐστι τῇ αἰτίᾳ τῇ ἑαυτοῦ συνηρτημένον. Τὸ γὰρ οὖν καὶ παρ’ ὑμῖν λεγόμενον, ὥς ποτε Φαέθων, Ἡλίου παῖς, τὸ τοῦ πατρὸς ἅρμα συζεύξας
10διὰ τὸ μὴ δυνατὸς εἶναι κατὰ τὴν τοῦ πατρὸς ὁδὸν ἐλαύνειν τά τε ἐπὶ γῆς συνέκαυσε καὶ αὐτὸς κε‐ ραυνωθεὶς διεφθάρη, τοῦτο μύθου μὲν σχῆμα ἔχον λέγεται [22 C]. Ὅτι μὲν αἱ πρώτισται τῶν ὄντων ἀρχαὶ μονίμως τὰ
15κινούμενα καὶ ἡνωμένως τὰ πεπληθυσμένα καὶ ὁλικῶς τὰ μερικὰ καὶ αἰωνίως τὰ κατὰ χρόνον μεριζόμενα περιέχουσι, πρόδηλον, καὶ ὅτι ταῖς προσεχῶς ὑπὲρ τὸν κόσμον ἑστώσαις τῶν τε περιόδων τὰς αἰτίας καὶ τῶν ψυχικῶν καθόδων καὶ ἀνόδων καὶ πάσης τῆς πεπληθυσμένης καὶ διῃρημένης ζωῆς
20ἀνατιθέασιν οἱ θεολόγοι, γνώριμον. διό μοι δοκεῖ καὶ νῦν ὁ λόγος τὴν κατὰ Φαέθοντα μυθολογίαν ἐπὶ τοὺς Ἕλληνας καὶ τὴν Σόλωνος ἀναπέμψαι γνῶσιν, ὅτι πᾶσαι αἱ τοιαῦται φθοραὶ καὶ γενέσεις ἐκ τῆς νέας ἐπιτελοῦνται δημιουργίας, παρ’ ἧς καὶ ἡ τῶν λόγων ἀνακύκλησις ἐπιτελεῖται καὶ ἡ
25ποικιλία τῶν τε σωματικῶν καὶ ψυχικῶν περιόδων. ὥσπερ δὲ ἐν τοῖς θείοις μενόντων τῶν δευτέρων ἀπὸ τῶν πρώτων αὐτοῖς ἐφήκει ἡ τελειότης, οὕτω δὴ καὶ ὁ Αἰγύπτιος τὰ παρ’ Ἕλλησιν ἱστορηθέντα φυλάττων ἀπὸ τούτων ἀναδι‐ δάσκει τὸν Σόλωνα περὶ ὧν αὐτὸς προέγνωκε. τί δὴ οὖν
30αἰνίσσεται οὗτος ὁ λόγος; ὅτι ἄρα καὶ αἱ ψυχικαὶ ζωαὶ καὶ ἡ τῶν σωμάτων φύσις πολυειδεῖς ἔχουσι μεταβολάς, καὶ
ταῦτα ἐπιτροπεύουσι μὲν καὶ ὑπερκόσμιοι δυνάμεις, συνέχουσι
in Ti
.

1

.

109

δὲ καὶ νοηταὶ τῶν θεῶν τάξεις. σύμβολον δὲ τοῦ μὲν τὸ τὸ φαινόμενον ἱστορεῖσθαι παρ’ Ἕλλησι, τοῦ δὲ τὸ τὴν διά‐ νοιαν ἰχνεῦσαι τῆς ἱστορίας τὸν ἱερέα καὶ τὸ ἀπ’ αὐτῆς δηλούμενον εἰς φῶς ἀναγαγεῖν τῷ Σόλωνι. ταῦτα μὲν οὖν
5τῆς ὅλης ἕνεκα θεωρίας εἰρήσθω παρ’ ἡμῶν, ὡς ἂν μὴ ἀπᾴδοντα καὶ ταῦτα φανείη τῶν προκειμένων. ὁ δὲ περὶ τὸν Φαέθοντα μῦθος ποικίλην ἔχει τὴν περὶ αὐτὸν διατρι‐ βήν· δεῖ γὰρ πρῶτον μὲν ἱστορικῶς αὐτὸν μετελθεῖν, δεύ‐ τερον δὲ φυσικῶς καὶ τρίτον φιλοσόφως. ἡ μὲν οὖν ἱστορία
10φησίν, ὅτι Φαέθων, Ἡλίου παῖς καὶ τῆς Ὠκεανοῦ Κλυμένης, τὸ τοῦ πατρὸς ἅρμα ἐλαύνων ἐξετράπετο τῆς ὁδοῦ, καὶ ὁ Ζεὺς περὶ τῷ παντὶ δείσας ἐκεραύνωσεν αὐτόν, ὃ δὲ κεραυ‐ νωθεὶς κατέπεσεν ἐπὶ τὸν Ἠριδανόν, καὶ ἔφλεξε πάντα τὸ ἐξ αὐτοῦ πῦρ ἐπιβοσκηθὲν τὴν γῆν, πεσόντα δὲ αὐτὸν αἱ
15ἀδελφαὶ αἱ Ἡλιάδες ἐθρήνουν. ὁ μὲν οὖν ἀπὸ τῆς ἱστορίας λόγος τοιοῦτος. δεῖ δὲ ὑποκεῖσθαι καὶ τὴν ἐκπύρωσιν γεγονέναι—τούτου γὰρ ἕνεκα καὶ ὁ πᾶς λόγος—καὶ τὸ αἴτιον αὐτῆς μήτε ἀδύνατον εἶναι μήτε τι τῶν ῥᾳδίως γιγνο‐ μένων. ἔσται δὲ ἀδύνατον μέν, εἴ τις τὸν Ἥλιον οἴοιτο
20ποτὲ μὲν ἐλαύνειν τὸ οἰκεῖον ἅρμα, ποτὲ δὲ ἀφίστασθαι μεταβαλλόμενον καὶ ἄλλῳ τὸ οἰκεῖον ἔργον ἐπιτρέπειν, τῶν δὲ ῥᾳδίως γιγνομένων, εἴ τις ὑποθοῖτο κομήτην εἶναι τὸν Φαέθοντα τοῦτον, ὃς διαλυόμενος αὐχμὸν ἀφόρητον ποιεῖ· τοῦτο γὰρ εἰωθός ἐστι καὶ πεπατημένον. λέγει γοῦν καὶ
25Πορφύριος, ὅτι καὶ σημεῖά τινα ἐλάμβανον ἀπὸ τῆς κινήσεως τῶν κομητῶν, ἐπὶ μὲν τὰ νότια γιγνομένης, χει‐ μώνων, ἐπὶ δὲ τὰ ἀρκτῷα, αὐχμῶν, ἐπὶ δὲ ἀνατολάς, λοι‐ μῶν, ἐπὶ δὲ δύσιν, εὐετηρίας, καὶ τὴν ἀφάνισιν τοῦ κομήτου κεραύνωσιν ἐκάλουν, ὡς ἂν εἰωθυίας οὔσης τῆς τούτων συστά‐
30σεως. καὶ εἴρηται τοῖς φυσικοῖς πολλὰ περὶ κομητῶν. εἰ δὲ
χρὴ φυσικώτερον διαλύειν τὸν μῦθον, ἄμεινον ὡς ὁ ἑταῖρος
in Ti
.

1

.

110

ἡμῶν ἐπέβαλε Δομνῖνος ποιεῖσθαι τὴν ἐξήγησιν, 〈ὅς φησιν〉 γίγνεσθαί ποτε τῆς ξηρᾶς ἀναθυμιάσεως τοιαύτην σύστασιν, ὥστε ῥᾳδίως ὑπὸ τῆς ἡλιακῆς ἐξάπτεσθαι θερμότητος— ἐξαφθεῖσαν δὲ ταύτην φλέξαι πάντα τὸν ὑποκείμενον τῆς
5γῆς τόπον οὐδὲν θαυμαστόν—καὶ φλέξασαν ἐκπύρωσιν ἐργάσασθαι τοιαύτην, οἵαν φησὶν ὁ μῦθος, καὶ ἐργασαμένην ἀποσβῆναι καὶ ἀφανῆ γενέσθαι. τὸ μὲν οὖν ἀπὸ ἡλίου τὴν ἔξαψιν γεγονέναι τοῦ παῖδα Ἡλίου κεκλῆσθαι τὸν Φαέθοντα τοῖς μυθοπλάσταις αἴτιον, ἄρρενα μὲν διὰ τὸ δραστήριον
10τῆς τοῦ πυρὸς δυνάμεως, ἐπεὶ καὶ αὐτὸ τὸ πῦρ ἄρρεν εἰώ‐ θασι καλεῖν, ὥσπερ θῆλυ τὴν γῆν, καὶ ταύτην μὲν ὕλην, ἐκεῖνο δὲ εἶδος. τὸ δὲ μὴ κατὰ παραλλήλου τοῦ αὐτοῦ τῷ ἡλίῳ γίγνεσθαι τὴν τοιαύτην ἀναθυμίασιν τοῦ φάναι μὴ κατὰ τὴν τοῦ πατρὸς ὁδὸν ἐλαύνειν τὸ ἅρμα, τὴν δὲ περὶ
15γῆν τοῦ νέφους διάλυσιν πτῶσιν τοῦ Φαέθοντος, τὴν δὲ ἀπόσβεσιν ἀπὸ τοῦ Διὸς κεραύνωσιν, τὴν δὲ τῶν ὑετῶν ἐπ’ αὐτῇ φοράν—καὶ γὰρ τοῦτο τῶν γιγνομένων ἐπὶ ταῖς μεγάλαις ἐκπυρώσεσι—τῶν ἀδελφῶν θρῆνον, τῶν ὑγρῶν ἀναθυμιάσεων, παρ’ ὅσον καὶ οἱ θρηνοῦντες ὑγρὸν προχέ‐
20ουσι καὶ 〈αἱ〉 ἀναθυμιάσεις, ἥ τε ξηρὰ καὶ ὑγρά, μίαν αἰτίαν ἔχουσι τὸν ἥλιον, προσήκει δὲ τῇ μὲν τὸ θῆλυ, τῇ δὲ τὸ ἄρρεν. αὗται μὲν οὖν αἱ ἐπιβολαὶ φυσικώτεραι. δύναιτο δ’ ἄν τι καὶ ὑψηλότερον λέγειν ὁ μῦθος, ὅτι ἄρα ψυχαὶ μερικαὶ προ‐ ῆλθον μὲν καὶ ἀπὸ τοῦ πατρὸς τῶν ὅλων, ἐσπάρησαν δὲ περὶ
25τοὺς ἐγκοσμίους θεούς, ἵνα μὴ νοεραὶ μόνον ὦσι καὶ ἐφάπτων‐ ται τῶν νοητῶν καὶ ἀναδύνωσι τῶν σωμάτων, ἀλλὰ καὶ ἐγ‐ κόσμιον ἔχωσι τὴν ὑπόστασιν, ὥσπερ αὖ αἱ θεῖαί τε καὶ δαι‐ μόνιαι ψυχαὶ κατετάχθησαν ὑπὸ ἡγεμόνας δευτέρους, αἳ μὲν ὑπὸ τὴν θεότητα τῆς Γῆς, αἳ δὲ ὑπὸ Σελήνην, αἳ δὲ ὑπὸ
30Ἥλιον, αἳ δὲ ὑπὸ τὴν Διός, αἳ δὲ ὑπὸ τὴν Ἄρεος ἡγεμονίαν. διότι δὲ τὸ σπειρόμενον πανταχοῦ προσλαμβάνει τι καὶ ἀπὸ τῆς
ἐκείνου φύσεως, ἐν ᾧ σπείρεται, τὰ μὲν ἐν γῇ σπαρέντα ἀπὸ
in Ti
.

1

.

111

γῆς, τὰ δὲ ἐν ζῴῳ ἀπὸ τῆς τοῦ ζῴου φύσεως (ὥστε καὶ τῶν ἐκγόνων τὰ μὲν τὴν ἰδιότητα τῶν τόπων ἀναμάττεσθαι, τὰ δὲ τὴν ὁμοιότητα τῆς μητρός) διὰ τοῦτο καὶ αἱ ψυχαὶ σπει‐ ρόμεναι περὶ τὰ σύννομα ἄστρα δέχονταί τινα καὶ παρ’
5αὐτῶν τῶν ἡγεμόνων ἰδιότητα ζωῆς, ὥστε μὴ μόνον εἶναι ψυχήν, ἀλλὰ καὶ τοιάνδε ψυχὴν ἑκάστην, οἷον Ἀρεϊκὴν ἢ Δίιον ἢ Σεληνιακήν· εἴτε γὰρ ἄτρεπτος ὁ θεὸς εἴτε δημι‐ ουργὸς εἴτε ζῳογονικός, ἥκει τις ἔμφασις τῆς ἰδιότητος τοῦ λαχόντος ἐπὶ πάσας τὰς ὑποτεταγμένας αὐτῷ ψυχάς. καὶ
10τί θαυμαστόν, ὅπου καὶ μέχρι πόας καὶ λίθων ἡ τῶν θεῶν τῶν ἐφόρων ἰδιότης καθήκει, καὶ ἔστι λίθος καὶ πόα τῆς Ἡλιακῆς ἐξηρτημέναι δυνάμεως, εἴτε ἡλιοτρόπιον εἴτε ἄλλως ὁπωσοῦν καλεῖν ἐθέλοις; παραπλησίως δὲ κἀπὶ τῶν ἄλλων θεῶν. τούτων δὴ τῶν ψυχῶν αἳ μὲν ἄχραντοι μένουσιν
15ἀεὶ τῶν οἰκείων ἐξημμέναι θεῶν καὶ συνδιοικοῦσαι τὸ πᾶν αὐτοῖς, αἳ δὲ κατίασιν μὲν εἰς γένεσιν, μεγαλουργοὶ δέ εἰσι καὶ ἀκάκωτοι διαμένουσιν· αἳ δὲ κατίασι καὶ κακίας ἀναπίμπλαν‐ ται γενεσιουργοῦ, καὶ εἰσδέχονταί τι παρὰ τῶν διοικουμένων· τοῦτο γὰρ ἔσχατον εἶδος ζωῆς. αἱ μὲν οὖν πρῶται παῖδες
20ὄντως εἰσὶ θεῶν, ὡς 〈ἄχραντοι καὶ〉 ἀνεκφοίτητοι τῶν πα‐ τέρων, οἷον ἐν αὐτοῖς τεχθέντες καὶ μείναντες ἔνδον, παῖδες προπομποὶ τῶν θεῶν, δορυφορικὴν ἔχοντες τάξιν ἢ καὶ ὀπαδοὶ τυγχάνοντες. αἱ δὲ μέσαι παῖδες μὲν καλοῦνται θεῶν, ἀλλὰ προσλαμβάνουσι καὶ τὴν δευτέραν ζωὴν καὶ γίγνονται
25καὶ ἀνθρώπων παῖδες. αἱ δὲ 〈τρίται〉 παῖδες μὲν θεῶν, ἀλλ’ οὐ γνήσιοι καλοῦνται παῖδες, ὡς μὴ διασωσάμεναι τὸ εἶδος τοῦ οἰκείου θεοῦ, ῥέψασαι δὲ εἰς ὕλην καὶ λήθην ἔχουσαι τῶν οἰκείων πατέρων. εἴτε οὖν Γῆς υἱὸν τὸν Τιτυὸν εἴτε Ἡλίου τὸν Φαέθοντα λέγοιεν, εἴτε Σελήνης τὸν Μουσαῖον
30εἴτε ἄλλου τινὸς οἱ μυθοπλάσται, τοῦτον τὸν τρόπον λέγουσι
in Ti
.

1

.

112

παῖδας, ἄλλους δὲ ἄλλως κατὰ τὰς εἰρημένας αἰτίας. καὶ περὶ μὲν τῶν ἄλλων ἐν ἑτέροις. ὁ δὲ αὖ Φαέθων Ἡλίου μὲν οὕτως ἐστὶ παῖς, ὡς τῆς Ἡλιακῆς ὢν σειρᾶς, διὸ καὶ τὸ ὄνομα φέρει τὸ Ἡλιακόν· ἐπεὶ δὲ ἄνω μένων συμπεριε‐
5πόλει τῷ πατρὶ καὶ συνδιῴκει τὸ πᾶν, ἐλαύνειν εἴρηται τὸ ἅρμα τοῦ πατρός· καὶ γὰρ καὶ τὸ τοῦ Φαέθοντος ὄχημα τῶν Ἡλιακῶν ἐστιν ἁρμάτων· ἔστι γὰρ κἀκεῖνο πάντως ἡλιοειδές. ἐπεὶ δὲ εἰς γένεσιν ἔρρεπεν—οὐ γὰρ ἦν τῶν πρωτίστων ψυχῶν—ὑπὸ τοῦ Διὸς κεκεραυνῶσθαι λέγεται· δημιουρ‐
10γίας γὰρ σύμβολον ὁ κεραυνὸς ἀναφῶς διὰ πάντων χωρού‐ σης καὶ πάντα σῳζούσης, ἀλλ’ οὐ τῆς διαλύσεως αἴτιον τοῦ πνεύματος τοῦ φέροντος τὴν ψυχήν. γίγνονται δὲ πολλαὶ μετατάξεις ψυχῶν ἀπ’ ἄλλων πολιτειῶν εἰς ἄλλας καὶ ἀπὸ στοιχείων ἄλλων εἰς ἄλλα, τῶν μὲν ἀπὸ γῆς εἰς τὴν τοῦ
15πυρὸς σφαῖραν μεθισταμένων, τῶν δὲ ἀπὸ τοῦ πυρὸς εἰς γῆν, καὶ τῶν μὲν ἐν τάξει, τῶν δὲ ἀθρόως καὶ μετὰ θορύ‐ βου πολλοῦ καὶ ἀτάκτου κινήσεως· οἷον δὴ παθεῖν καὶ τὸν Φαέθοντά φασιν· ἄνωθεν γὰρ ἀθρόως φερόμενος καὶ ἐμ‐ πυρίους χιτῶνας ἐφελκόμενος, ἐπειδὴ πρὸς τῇ γῇ ἐγένετο
20διὰ †τούτων ἀτλαντικῶς κινούμενος, ἐξῆψέ τινα μέρη τῆς γῆς· πολλοὺς γὰρ αἱ ψυχαὶ κατιοῦσαι περιβάλλονται χιτῶνας, ἀερίους ἢ ἐνύδρους, αἳ δὲ καὶ ἐμπυρίους καὶ τούτων αἳ μὲν ἀμυδρὸν ἔχουσι τὸ ἐκ τοῦ πυρός, αἳ δὲ σφοδρὸν καὶ πληκτικόν, καὶ αἳ μὲν ἀποτίθενται ἐν ἀέρι γενόμεναι καὶ προσλαμβάνουσι
25παχυτέρους, αἳ δὲ ἐκείνους καὶ μέχρι γῆς διασῴζουσιν. οἶδα μὲν οὖν, ὅτι καὶ Πλούταρχος ὁ Χαιρωνεὺς [de facie 941 ss] ἱστορεῖ τῶν περὶ τὴν Βρεττανίαν νησίδων κατά τινα μίαν ἱερὰν εἶναι δοκοῦσαν καὶ ἄσυλον καὶ διὰ τοῦτο ἀφειμένην ὑπὸ τῶν κρατούντων πολλάκις γίνεσθαι τοῦ ἀέρος
30συγχύσεις ἐξαίφνης καὶ καταπτώσεις ἢ ὄμβρων ἢ κεραυνῶν
in Ti
.

1

.

113

καὶ λέγειν τοὺς ἐγχωρίους, ὅτι τῶν κρειττόνων τις ἐξέλειπε, συνήθεις ὄντας τοῖς πάθεσι τούτοις, ὀνομάζειν δὲ κρείττονας ψυχὰς μετενσωματουμένας καὶ ἀπολιμπανούσας τινὰ γένεσιν. οὐ μὴν ἀλλὰ καὶ κατιουσῶν εἰς σώματα ψυχῶν τοιαῦτα
5συμπίπτειν οὐκ ἀπογνωστέον, καὶ μάλιστα ἐπὶ τῶν μεγαλ‐ ουργῶν καὶ δαιμονιωτέραν οὐσίαν λαχουσῶν, οἵαν καὶ τὴν τοῦ Φαέθοντος εἶναι ψυχὴν ὁ μῦθος οὗτος ᾐνίξατο. θαυ‐ μαστὸν δὲ οὐδὲν τὰς ψυχὰς κατιούσας καὶ μᾶλλον συμπάσχειν ἐκείνοις τοῖς στοιχείοις, ἅ ἐστιν ἀνάλογον τοῖς ἐφόροις αὐτῶν
10θεοῖς, καὶ ἐκείνων ἐφέλκεσθαι πλείους καὶ περιβάλλεσθαι χιτῶνας, ὥστε καὶ τὰς Κρονίας τοῖς ἐνίκμοις καὶ ὑγροῖς μειζόνως χαίρειν, καὶ τὰς Ἡλιακὰς τοῖς ἐμπυρίοις, ἀντὶ τῶν ἀύλων ἑκατέρας τὰ ἔνυλα σώματα καὶ ἐμβριθῆ περιεπούσας, καὶ τοὺς θεοὺς ὀργάνοις χρῆσθαι ταύταις, ὥσπερ καὶ τοῖς
15ὑλαίοις δαίμοσι, τῶν περὶ γῆν ποιήσεων, καὶ διὰ τούτων ποιεῖν ἢ ἐκπυρώσεις ἢ λοιμοὺς ἢ ἄλλα ἄττα πάθη τοῖς πάσχειν δικαίοις οὖσι, καὶ ταῖς οἰκείαις πρὸς τὰ αἴτια τὰ κατ’ οὐρανὸν τῶν γιγνομένων ὑπουργοῖς χρωμένους δρᾶν ἃ δὴ καὶ δρῶσιν· πολλὰ γὰρ εἶναι τῶν αὐτῶν αἴτια θαυ‐
20μαστὸν οὐδέν, τὰ μὲν ἄλλως ποιοῦντα, τὰ δὲ ἄλλως. φερό‐ μενον δ’ οὖν τὸν Φαέθοντα περὶ γῆν καὶ τρόπον τινὰ δαι‐ μονιώδη φλέγοντα ἐκείνους τοὺς τόπους, οἷς ἂν πλησιάσῃ, διὰ τοῦ πυρίου ῥεύματος—πολλὰ γὰρ καὶ αἱ μερικαὶ ψυχαὶ δρῶσιν, ὄργανα τῶν τιμωρῶν ἢ καθαρτικῶν οὖσαι δαιμόνων,
25ἔξω τοῦ σώματος—ἐθρήνουν αἱ Ἡλιάδες, ψυχαὶ μὲν Ἡλιακαί τινες, ὅθεν καὶ ἀδελφαὶ τοῦ Φαέθοντος ἐρρέθησαν, θρηνοῦ‐ σαι δὲ οὐχ ὡς ἐλεοῦσαι μόνον αὐτὸν διὰ τὴν εἰς γένεσιν κάθοδον, ἀλλὰ καὶ προνοοῦσαι, ὅπως ἂν τῶν γιγνομένων καὶ φθειρομένων ἄχραντον ποιήσηται τὴν ἐπιμέλειαν. ὁ γὰρ
30Ἠριδανὸς ποταμὸς καὶ ἡ ἐκεῖ πτῶσις τὴν εἰς τὸν πόντον τῆς γενέσεως ἐνδείκνυται τῆς ψυχῆς φοράν, οὗ δὴ γενομένη
δεῖται τῆς τῶν οἰκείων αὐτῇ γενῶν προμηθείας καὶ τῆς ἀπὸ
in Ti
.

1

.

114

τῶν μεινασῶν ψυχῶν ἐπικουρίας. καὶ οἱ θεολόγοι [Orph. frg. 236] δὲ τὴν Ἡλιακὴν πρόνοιαν καὶ εἰς τὰ θνητὰ διὰ τῶν δακρύων σημαίνουσι· δάκρυα μὲν σέθεν ἐστὶ πολυτλήτων γένος
5
ἀνδρῶ
ν. ὥστε καὶ τὴν τῶν Ἡλιακῶν πρόνοιαν ψυχῶν εἰς τὸν Φαέ‐ θοντα εἰκότως ὁ περὶ αὐτῶν μῦθος συμβολικῶς διὰ τῶν δακρύων ἐδήλωσε. πάλιν οὖν καὶ ἀπὸ τοῦδε τοῦ μύθου πόρισμα ληπτέον, ὅτι τῶν ψυχῶν αἱ κάθοδοι δι’ ἀδυναμίαν
10ἐπιτελοῦνται—καὶ γὰρ ὁ Φαέθων βούλεται μὲν ἐλαύνειν τὸ ἅρμα τὸ Ἡλιακόν, ἀδυνατεῖ δὲ καὶ πίπτει διὰ τὴν ἀδυνα‐ μίαν—καὶ ὅτι οὐ μόνον αἱ ψυχαί, ἀλλὰ καὶ τὰ ὀχήματα αὐτῶν μεταλαμβάνουσι τῆς τῶν ἡγεμόνων θεῶν ἰδιότητος, ὥστε καὶ ἀπ’ ἐκείνων ὀνομάζεσθαι τὰ μὲν Ἡλιακά, τὰ δὲ
15Ἀρεϊκά, τὰ δὲ ἀπ’ ἄλλου τινὸς θεῶν· καὶ ὅτι καὶ αἱ φθο‐ ραὶ κατὰ πρόνοιαν ἐκ τῶν θεῶν ἐπιτελοῦνται—καὶ γὰρ ὁ Ζεὺς τῆς ἐκπυρώσεως αἴτιος τῷ κεραυνῷ τὸν Φαέθοντα βαλών—καὶ ὅτι αἱ κάθοδοι τῶν ψυχῶν ἐξήρτηνται τῆς μιᾶς δημιουργίας, διὸ καὶ ὁ Τίμαιος οὐ περὶ τῆς οὐσίας αὐτῶν
20μόνον, ἀλλὰ καὶ περὶ ἀνόδων καὶ καθόδων ἀναδιδάξει καὶ βίων καὶ αἱρέσεων παντοδαπῶν. Τὸ δ’ ἀληθές ἐστι τῶν περὶ τὴν γῆν κατ’ οὐρα‐ νὸν ἰόντων παράλλαξις καὶ διὰ μακρῶν χρόνων γιγνομένη τῶν ἐπὶ γῆς πυρὶ πολλῷ φθορά [22 CD].
25 Ὅσον ἐστὶν ἀπὸ τοῦ μύθου τῷ προκειμένῳ συντελοῦν, τοσοῦτο μόνον ὁ Αἰγύπτιος ἐξέφηνεν, ὅτι δὴ γίγνονται διὰ πυρὸς ἀθρόαι φθοραὶ τῶν ἐπὶ γῆς διὰ τὴν τῶν περὶ γῆν ἰόντων κατ’ οὐρανὸν παράλλαξιν. τί σημαίνων διὰ τῆς παραλλάξεως; ἢ τὴν ἀσυμμετρίαν τῶν ἐν γῇ πρὸς τὰ οὐ‐
30ράνια· συμμέτρως μὲν γὰρ ἔχοντα πάντα πρὸς τὰς ἐκεῖθεν ἀπορροίας δύναται διαμένειν, ἀσυμμέτρως δέ, φθείρεται· τὴν
γὰρ διαιρετικὴν τοῦ Ἄρεος δύναμιν τὰ μὲν ὑπομεῖναι δυ‐
in Ti
.

1

.

115

νάμενα σῴζεται, τὰ δὲ ἀσθενέστερα ὄντα ἢ ὥστε ἐνεγκεῖν τὴν ποίησιν αὐτῆς λύεται ῥᾳδίως. οἷον εἰ καὶ τὸ ὄμμα τὸ ἡμέτερον τὴν ἡλιακὴν αὐγὴν ἐνεγκεῖν μὴ δυνηθὲν ἀπο‐ τυφλωθείη, καίτοι γε ἄλλου τινὸς ὄμματος ἀντωπεῖν δυνα‐
5μένου πρὸς αὐτὴν ἀλύπως. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων θεῶν καὶ τῶν κατ’ αὐτοὺς σχηματισμῶν· ἔστι γὰρ καὶ ἓν ζῷον τὸ πᾶν καὶ τοῖς μορίοις αὐτοῦ συμπαθέσιν οὖσιν τοῖς μὲν ἄλλα, τοῖς δὲ ἄλλα σῴζει, καὶ οὐδὲν τῶν ἐν αὐτῷ γιγνο‐ μένων τῷ ὅλῳ παρὰ φύσιν· ἃ γὰρ ἐν αὐτῷ γίγνεται, δι’
10αὐτοῦ γίγνεται, καὶ αὐτός ἐστιν ὁ δρῶν ὁ κόσμος καὶ δρῶν εἰς ἑαυτόν. ἢ οὖν ταύτην ῥητέον τὴν παράλλαξιν—οἷον εἰ πατὴρ ἀγαθὸς φιλοφρονούμενος ἀεὶ τὸν παῖδά ποτε καὶ ῥαπίσειε τοῦ ἀγαθοῦ χάριν, ὑπαλλάττειν ἂν δόξειε τὸ εἰ‐ ωθός—ἢ τὸν τῶν οὐρανίων ποικίλον σχηματισμόν· οὗτοι
15γάρ εἰσιν οἱ κατ’ οὐρανὸν περὶ γῆν ἰόντες καὶ ἄλλοτε ἄλλα σχήματα δεικνύντες διὰ τὰς ποικίλας νοήσεις τῶν ψυχῶν· γράμματα γὰρ ἐκείνων τὰ σχήματά ἐστι καὶ τύποι τινὲς δραστήριοι δι’ ἐκείνας. ἔστι δὲ αὖ ἀμφότερα ταῦτα ἀληθῆ· καὶ γὰρ ἡ ἐκείνων παράλλαξις καὶ ἡ τῶν περὶ γῆν ἀσυμ‐
20μετρία τὰς τοιαύτας ἐπάγει φθοράς. εἰ δὲ δεῖ καὶ τὴν τοῦ Φαέθοντος πτῶσιν εἰς γῆν ἐξ οὐρανοῦ παράλλαξίν τινα τῶν κατ’ οὐρανὸν ἰόντων λέγειν, θαυμαστὸν οὐδέν· ἄλλη γὰρ ἡ τῶν οὐρανίων θεῶν αὐτῶν παράλλαξις, ἀπαθὴς οὖσα μετασχημάτισις, ἄλλη τῶν συμπεριπολουσῶν αὐτοῖς
25ψυχῶν, σχέσις οὖσα πρὸς τὰ περὶ γῆν ἀπὸ τῆς ἀσχέτου ζωῆς, ἄλλη τῶν περὶ γῆν † τόπων, φθαρτική τις οὖσα μετα‐ βολή, καθ’ ἣν οὔτε αἱ ψυχαὶ παραλλάττουσιν οὔτε πολλῷ πρότερον οἱ ἡγεμόνες θεοὶ τῶν ψυχῶν. γίγνονται μὲν οὖν καὶ διὰ μερικῶν ψυχῶν τοιαῦται φθοραὶ τῶν περὶ γῆν,
30γίνονται δὲ καὶ διὰ μόνων δαιμόνων, καὶ ὥσπερ διὰ τούτων αἱ οἰκεῖαι ταῖς σειραῖς αὐτῶν, οὕτω καὶ διὰ τῶν ψυχῶν·
αἱ γὰρ ἄνω χαίρουσαι τῷ φωτίζειν ἀύλως ἐνταῦθα ταῖς ἐκ‐
in Ti
.

1

.

116

πυρώσεσιν ἐπιτρέχουσιν. ἀλλὰ διὰ τί διὰ μακρῶν χρόνων αἱ ἀθρόαι γίγνονται φθοραί; ἦ ὅτι πολλὰ δεῖ συνδραμεῖν, ἵνα γένηται τοιαύτη τις φθορά· καὶ γὰρ τὴν τῶν πασχόντων ἕξιν, τήν τε ἰδίαν καὶ τὴν κοινήν, καὶ τὴν τῶν ποιούντων
5σύμπνοιαν—τί γάρ, εἰ τὸ ἄλλου φθαρτικὸν ἄλλου σωστικὸν εἴη· —καὶ τὴν ἐπιτηδειότητα τῆς ὕλης καὶ τὴν τῶν ὀργάνων παρασκευὴν καὶ τὸν καιρόν· ταῦτα γὰρ ὑπάρχει μὲν καὶ ἐπὶ τῶν μερικῶν φθορῶν, σπανιώτερα δὲ ἐπὶ τῶν κοινῶν, καὶ εἰκότως· ἀπὸ γὰρ τοῦ ἀφθάρτου χωρεῖν ἐπὶ τὸ εὔφθαρτον
10τὴν φύσιν διὰ τῶν δυσφθάρτων ἀναγκαῖον. εἰ ἄρα τὰ ὅλα ἄφθαρτα ἀεί, τὰ δὲ μερικώτερα εὔφθαρτα, τὰ μέσα τούτων εἰκότως ἐν τοῖς δυσφθάρτοις τέτακται, διὰ μακρῶν χρόνων ὑπομένοντα τὴν ἀπώλειαν· τὰ μὲν γὰρ ὅλην περίοδον δια‐ μένοντα κοσμικὴν ἄφθαρτα καὶ ἀνώλεθρά ἐστιν· οὐδὲν γάρ
15ἐστιν αὐτῶν σχῆμα φθαρτικόν, πάντων ἐν τῇ ὅλῃ περιόδῳ τοῦ παντὸς ἀνειλιγμένων· τὰ δὲ μερικὰ καὶ ἄτομα ῥᾳδίαν ἐπιδέχεται τὴν λύσιν· τὰ δὲ ἀθρόα τῶν μερικῶν διὰ μακρῶν μὲν χρόνων, λύεται δὲ ὅμως· ἔστι γὰρ καὶ γένους τινὸς ὡς ἑνὸς ἀνδρὸς βίος καὶ πόλεως καὶ ἔθνους καὶ περίοδοι,
20τῶν μὲν μακροπορώτερα, τῶν δὲ βραχυπορώτερά φησιν Ἀρι‐ στοτέλης. Τότε οὖν ὅσοι κατ’ ὄρη καὶ ἐν ὑψηλοῖς τόποις καὶ ξηροῖς οἰκοῦσι, μᾶλλον διόλλυνται τῶν ποτα‐ μοῖς καὶ θαλάττῃ προσοικούντων [22 D].
25 Ἐπὶ μὲν τῶν φαινομένων φθορῶν διὰ τοῦ πυρὸς συμ‐ βαίνει〈ν τοῦ〉το εἰκός· οἱ γὰρ τοῖς ὕδασι παροικοῦντες ἀμύ‐ νονται τὴν ἀπὸ τοῦ πυρὸς βλάβην. ὁ δέ γε φιλόσοφος Πορ‐ φύριος καὶ ἐπὶ τὰς ψυχὰς ἀπὸ τῶν φαινομένων μετάγει τοὺς
λόγους καί φησιν, ὅτι ἄρα καὶ ἐν ταύταις ποτὲ μὲν ὑπερζεῖ
in Ti
.

1

.

117

τὸ θυμοειδές, καὶ ἡ ἐκπύρωσις αὕτη φθορά ἐστι τῶν ἐν ἡμῖν ἀνθρώπων·
ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην ἐπὶ θυμουμένου τοῦ Ἀγαμέμνονος ἐποίησεν Ὅμηρος [A 104]
5ὁτὲ δὲ τὸ ἐπιθυμητικὸν ὑπὸ τῆς γενεσιουργοῦ κατακλυζό‐ μενον ὑγρότητος ἐκνευρίζεται καὶ βαπτίζεται τοῖς τῆς ὕλης ῥεύμασι, καὶ ἄλλος οὗτος ψυχῶν τῶν νοερῶν θάνατος, ὑγρῇσι γενέσθαι, φησὶν Ἡράκλειτος [frg. 77 D.]. εἰ δὲ ταῦτα ὀρθῶς διατέτακται, τῶν μὲν κατὰ θυμὸν παθῶν
10ἀπείρατοι μένουσιν ὅσοι ἂν κεχαλασμένον ἔχωσι τὸν θυμὸν καὶ σύμμετρον εἰς τὴν τῶν δευτέρων ἐπιμέλειαν· τοῦτο γὰρ οἱ κοῖλοι τόποι καὶ ὑδάτων γείτονες σημαίνουσι. τῶν δὲ κατ’ ἐπιθυμίαν, οἱ συντονώτερον ἔχοντες τὸ ἐπιθυμητικὸν καὶ ἐγηγερμένον ἀπὸ τῆς ὕλης· τοῦτο γὰρ οἱ ὑψηλοὶ τό‐
15ποι δηλοῦσι. πέφυκε γάρ πως τὸ μὲν θυμικὸν ὀξυκίνητον εἶναι καὶ δραστήριον, τὸ δὲ τῆς ἐπιθυμίας ἔκλυτον καὶ ἀσθενές· μουσικοῦ δ’ ἀνδρὸς χαλάσαι μὲν τοῦ θυμοῦ τὸ εὔτονον, ἐπιτεῖναι δὲ τῆς ἐπιθυμίας τὸ ἐκμελές. ὅ γε μὴν φιλόσοφος Ἰάμβλιχος φυσικῶς ταῦτα ἀξιοῖ θεωρεῖν, ἀλλ’
20οὐκ ἠθικῶς. ἐκπυρώσεως οὖν γιγνομένης μᾶλλον διόλλυσθαί φησι τοὺς ἐν ὑψηλοῖς οἰκοῦντας ὄρεσιν, ὡς πορρώτερον ὄντας τῶν ἀπὸ τοῦ ὕδατος ἀναθυμιάσεων· οὐ γὰρ ἐπὶ πολὺ αἴρονται διὰ τὴν βαρύτητα τῆς ὑγρᾶς οὐσίας. οὐκ ἔστιν οὖν ἔνικμος ὁ περιέχων αὐτοὺς ἀήρ, ἀλλὰ ξηρός, καὶ ὑπέκ‐
25καυμα γίνεται τῷ πυρὶ φύσει πρὸς τὰ ἄνω φερομένῳ. ἀνά‐ παλιν δὲ κατακλυσμῶν γιγνομένων οἱ ἐν τοῖς κοίλοις οἰ‐ κοῦντες φθείρονται μᾶλλον, ἐπειδὴ πάντα τὰ βαρέα πρὸς τὸ κάτω φέρονται φύσει. Ἡμῖν δὲ αὖ ὁ Νεῖλος εἴς τε ἄλλα σωτὴρ καὶ τότε
30ἐκ ταύτης τῆς ἀπορίας σῴζει λυόμενος [22 D].
in Ti
.

1

.

118

Τὸ μὲν φαινόμενον, ὅτι πολλῶν καὶ παντοδαπῶν ἀγα‐ θῶν τοῖς Αἰγυπτίοις ὁ Νεῖλος αἴτιος· γεωμετρίας γὰρ καὶ λογισμῶν καὶ τῆς φυσικῆς ἱστορίας καὶ δὴ καὶ τῆς γενέ‐ σεως τῶν καρπῶν καὶ τοῦ διαφεύγειν τὰς ἐκπυρώσεις αἴ‐
5τιός ἐστι, καὶ τό τε ὕδωρ τῶν σωμάτων αὐτοῖς σωστικόν, καὶ ἡ τοῦτο συνέχουσα θεότης τῶν ψυχῶν ἀναγωγός ἐστι. λάβοις δ’ ἂν ἀπὸ τούτων, ὅτι καὶ τὰ πρῶτα αἴτια ζωῆς ὄντα πλήρη καὶ γονίμου δυνάμεως ἑαυτά τε συνέχει καὶ μένει διαιωνίως καὶ τὰ ἄλλα διαρρέοντα καὶ σκεδαννύμενα
10τῆς παρ’ ἑαυτῶν ἀξιοῖ συνοχῆς· δοκεῖ δέ μοι καὶ τὸ τοῦ σω‐ τῆρος ὄνομα θείαν καὶ ἐξῃρημένην ἀπεικονίζεσθαι πρόνοιαν, ἀφ’ ἧς καὶ ἐν θεοῖς τὸ συνέχεσθαι πᾶσι τοῖς νοεροῖς καὶ δημιουργικοῖς αἰτίοις ἐλλάμπεται. Ὅταν δὲ αὖ οἱ θεοὶ τὴν γῆν ὕδασι καθαίροντες
15κατακλύσωσιν, οἱ μὲν ἐν τοῖς ὄρεσι διασῴζονται βουκόλοι νομεῖς τε, οἱ δὲ ἐν ταῖς παρ’ ὑμῖν πόλε‐ σιν εἰς τὴν θάλατταν ὑπὸ τῶν ποταμῶν φέρονται [22 DE]. Ἐν τούτοις τὸ μὲν ποιητικὸν αἴτιον ἐπὶ τοὺς θεοὺς
20διαρρήδην ἀνήνεγκεν, καὶ ἔξεστι ταὐτὸν κἀπὶ τῶν ἐκπυρώ‐ σεων λέγειν· καὶ γὰρ καθαρμὸς ὃ μὲν γίνεται δι’ ὕδατος, ὃ δὲ διὰ πυρός, πανταχοῦ δὲ ἡ καθαρότης τοῖς δευτέροις ἀπὸ τῶν πρώτων, διὸ καὶ παρὰ τῷ Ὀρφεῖ [frg. 183] τὰ καθάρσια κομίζειν ὁ Ζεὺς ἀπὸ τῆς Κρήτης παρακελεύεται·
25τὴν γὰρ Κρήτην ἀντὶ τοῦ νοητοῦ τάττειν εἰώθασιν οἱ θεο‐ λόγοι. τὴν δὲ ὑλικὴν ἐπὶ τὴν τοῦ ὕδατος φοράν· ἕκαστον γὰρ τούτων ἀπροαιρέτως ποιεῖ κατὰ τὴν ἑαυτοῦ ῥοπὴν φε‐ ρόμενον. δεῖ οὖν προϋπάρχειν τὸ εὖ χρώμενον αὐτοῖς καὶ τοῦ ἀγαθοῦ ἕνεκα δρῶν, ὃ δὴ καλῶς ὁ λόγος ἀπένειμε
30τοῖς θεοῖς. εἰ δὲ δὴ καθαρμοί τινές εἰσι καὶ ἐν τοῖς ὅλοις,
εἰσὶ δήπου καὶ τῶν καθαρμῶν προστάται τούτων πρὸ τῶν
in Ti
.

1

.

119

μερικῶν καθαρτῆρες εἰς τὰ ὅλα δρῶντες, καὶ δὴ καὶ τελε‐ ταὶ θεῖαι τελούντων ἄλλων, τελουμένων ἄλλων, καὶ οὐδέ‐ ποτε ταῦτα ἀπολείπει τὸ πᾶν. ὃ δὴ καὶ ὁ ἱερεὺς εἰδὼς τὰς δι’ ὕδατος καὶ πυρὸς φθορὰς ὀνόματι κέκληκεν ἱερατι‐
5κῷ καθαρμούς, ἀλλ’ οὐ φθοράς, ὡς ἂν εἶπε φυσιολογῶν μόνον. Κατὰ δὲ τήνδε τὴν χώραν οὔτε τότε οὔτε ἄλ‐ λοτε ἄνωθεν ἐπὶ τὰς ἀρούρας ὕδωρ ἐπιρρε· τὸ δὲ ἐναντίον κάτωθεν πᾶν ἐπανιέναι πέφυκεν. ὅθεν
10καὶ δι’ ἃς αἰτίας τὰ ἐνθάδε σῳζόμενα λέγεται πα‐ λαιότατα [22 E]. Εἰ καὶ γίγνοιντό ποτε ὄμβροι περὶ τὴν Αἴγυπτον, ἀλλ’ οὐ περὶ πᾶσαν, ἀλλὰ περὶ τὴν κάτω γίγνεσθαι εἰώθασιν· αὕτη δὲ ἐπίδηλός ἐστιν ἔργον οὖσα τοῦ ποταμοῦ φησιν
15Ἀριστοτέλης· ἡ δὲ ἄνω τὰς τοιαύτας ἐπιρροὰς οὐ δέχε‐ ται. πόθεν οὖν ὁ Νεῖλος ἐπάνεισι; Πορφύριος μὲν δή φησιν, ὅτι δόξα ἦν παλαιὰ Αἰγυπτίων τὸ ὕδωρ κάτω‐ θεν ἀναβλυσθαίνειν ἐν τῇ ἀναβάσει τοῦ Νείλου, διὸ καὶ ἱδρῶτα τῆς γῆς ἐκάλουν τὸν Νεῖλον, καὶ τὸ ἐπανιέναι
20κάτωθεν τοῦτο τῷ Αἰγυπτίῳ δηλοῦν καὶ τὸ σῴζει λυό‐ μενος, οὐχ ὅτι ἡ χιὼν λυομένη τὸ πλῆθος τῶν ὑδάτων ποιεῖ, ἀλλ’ ὅτι λύεται ἀπὸ τῶν ἑαυτοῦ πηγῶν καὶ πρόεισιν εἰς τὸ ἐμφανὲς ἐπεχόμενος πρότερον. ἡμεῖς δὲ τὸ λυό‐ μενον ὡς πρὸς τὴν ἀπορίαν ἀκουσόμεθα· λέγεται γὰρ Ἀτ‐
25τικῶς, ὅτι λύει τῆς ἀπορίας ἡμᾶς ὁ Νεῖλος· οὔτε γὰρ τὸ ἐκ τῶν χιόνων αὔξεσθαι τὸν Νεῖλον λυομένων ἀληθές· ποῦ γὰρ ἐν τοῖς μεσημβρινοῖς τόποις, ἀφ’ ὧν φέρεται, συστή‐
σονται χιόνες; οὔτε τὸ ὑπὸ γῆς ὄντα ἀραιουμένης αὐτῆς
in Ti
.

1

.

120

ἀνατέλλειν· ἡ γὰρ ἀραίωσις τῆς γῆς οὐ δίδωσι τῷ ὕδατι τὴν ἐπὶ τὸ ἄνω φοράν, ἀλλ’ ἄλλο τι δεῖ τὸ ὠθοῦν αὐτὸ πάντως εἶναι ἀπὸ τῶν κοίλων εἰς τὰ μετέωρα. ταῦτα μὲν οὖν πρὸς τὴν Αἰγυπτίαν δόξαν. ἄλλοι δέ φασιν, ὅτι
5αὔξεται ὁ Νεῖλος ἀπὸ ὄμβρων τινῶν εἰς αὐτὸν ἐκχεομένων, ὡς εἴρηται διαρρήδην ὑπὸ Ἐρατοσθένους. οὐ τοῦτο οὖν σημαίνει τὸ ἐπανιέναι νῦν, τὸ κάτωθέν ποθεν ἀναβλυσθαί‐ νειν, ἀλλὰ 〈τὸ〉 τὸ ὕδωρ ἀλλαχόθεν αὐξόμενον ἀνωτέρω τῆς γῆς χωρεῖν ὑδάτων καταρρηγνυμένων εἰς αὐτὸν ἀπ’ ἄλλων
10τόπων. ὁ δὲ Ἰάμβλιχος οὐδέν φησι χρῆναι τοιοῦτον ζητεῖν, ἀλλ’ ἁπλούστερον ἀκούειν τὴν ἐπάνοδον τοῦ ὕδατος τὴν κάτωθεν, ἣν εἰώθασι λέγειν ἀνάβασιν. πλὴν αἰτίαν ἀποδιδούς, δι’ ἣν οἱ Αἰγύπτιοι καὶ τοὺς αὐχμοὺς καὶ τοὺς κατακλυσμοὺς διαφεύγουσι, δῆλός ἐστι δοκιμάζων τὴν ἀπὸ
15τῶν ὄμβρων αὔξησιν· λέγει γὰρ πρωτίστην μὲν αἰτίαν εἶναι τῆς τῶν Αἰγυπτίων σωτηρίας τὴν τῶν εἰληχότων αὐτοὺς θεῶν βούλησιν καὶ τὸν ἐξ ἀρχῆς ὅρον τῆς δημιουργίας, δευτέραν δὲ τὴν τῶν ἀέρων κρᾶσιν· αἵ τε γὰρ ὧραι ἠναν‐ τίωνται ἐν τοῖς ἀντοίκοις, ἀφ’ ὧν ῥεῖ ὁ Νεῖλος πρὸς τοὺς
20τῇδε τόπους, καὶ ἡ τῶν αὐχμῶν καὶ τῶν ἐπομβριῶν γένεσις ἐπαμείβεται ἐν αὐτοῖς. εἰ δέ τις αἰτιᾶται ταύτην τὴν ἀπόδοσιν, διότι τῶν ὑπὸ ὀμβρίων αὐξομένων οὐκ ἔστιν ἡ αὔξησις τεταγμένη, λεκτέον, ὅτι γίνονται μὲν καὶ ἀποβάσεις τοῦ Νείλου πολλάκις, ὅμως καὶ ἡ συνέχεια τῶν ὄμβρων
25αἰτία τῆς ἀδιακόπου τοῦ ὕδατος αὐξήσεως, καὶ τὰ μεγέθη τῶν ὀρῶν, ἐν οἷς αἱ πηγαὶ τοῦ Νείλου· δεχόμενα γὰρ ταῦτα τοὺς ἀπὸ τῶν συνωθουμένων ἐκ τῶν ἐτησίων εἰς αὐτὰ νε‐ φῶν ὄμβρους κατὰ πάσας ἑαυτῶν τὰς λαγόνας ἐπιρρεῖ ταῖς πηγαῖς ἀδιακόπως, αἳ δὲ τὸν ποταμὸν αὔξουσι πληθύουσαι.
30καὶ γὰρ τοῦτο ἓν εἶναι αἴτιον ὄμβρων φησὶν ὁ Θεόφραστος,
in Ti
.

1

.

121

τὴν τῶν νεφῶν πίλησιν πρός τινα τῶν ὀρῶν. καὶ μὴν καὶ εἰ περὶ τοὺς Καταδούπους μὴ ὁρᾶται νέφη, θαυμαστὸν οὐ‐ δέν· οὐ γὰρ ἐκ τούτων φέρεται πρῶτον ὁ Νεῖλος, ἀλλ’ ἐκ τῶν Σεληναίων ὀρῶν, ἃ διὰ τὸ ὕψος οὕτως ἐκάλεσαν, καὶ
5τῶν πρὸς ἐκείνοις ἀθροιζομένων νεφῶν, παριόντων τοὺς Καταδούπους, ἐκείνοις δὲ ἐνισχομένων μείζοσιν οὖσιν. ταῦτα μὲν οὖν πρὸς τὸν Ἀριστείδου λόγον τὸν Αἰγύπτιον. Ἐρατοσθένης δὲ οὐκέτι φησὶν οὐδὲ ζητεῖν χρῆναι περὶ τῆς αὐξήσεως τοῦ Νείλου, σαφῶς καὶ ἀφικομένων τινῶν
10εἰς τὰς τοῦ Νείλου πηγὰς καὶ τοὺς ὄμβρους τοὺς γιγνο‐ μένους ἑωρακότων, ὥστε κρατύνεσθαι τὴν Ἀριστοτέλους [frg. 235] ἀπόδοσιν. ταῦτα μὲν οὖν συντόμως ἐπισημαινό‐ μεθα περὶ τούτων. ἐκ δὲ τούτων κατεσκεύασεν ὁ τῶν Αἰγυ‐ πτίων λόγος, ὅτι μήτε ἐκπύρωσιν μήτε κατακλυσμὸν ἐπιγίνε‐
15σθαι αὐτοῖς. ἄλλως δὲ ἐκλείπειν οὐδέν ἐστι θαυμαστόν, εἴπερ ὀρθῶς Ἀριστοτέλης [de mundo 6. 400a 27 s] φησὶ πᾶν μέρος τῆς γῆς ἐν τῷ ἀπείρῳ θαλασσοῦσθαι καὶ τὸν αὐτὸν τόπον ἤπειρόν τε γίνεσθαί ποτε καὶ ἄλλοτε θάλατταν· ὅπου καὶ περὶ τὸν Νεῖλον ἐκλείψειν τὸ ὕδωρ οὐκ ἀπέγνω
20πρὸς τὴν ἀπειρίαν τοῦ χρόνου βλέπων. τί γάρ, εἰ ἥττους οἱ ἐτησίαι πνεύσαντες μὴ ὤσαιεν ἐκεῖσε τὰ νέφη; τί δέ, εἰ τὰ ὄρη συμπέσοι, πνεύματος αὐτὰ ῥήξαντος ἀπὸ τῶν ὑπο‐ γείων τόπων, ὑφ’ οἵου τὰ λόγια καὶ αὐτάνδρους πόλεις ἀπόλλυσθαί φησιν, ἐν οἷς ἡ τῶν νεφῶν σύστασις; ὧν
25μὴ συστάντων †μένει τὸ ῥεῦμα ἔλαττον ἀεὶ καὶ ἔλαττον γιγνόμενον ὑπὸ τῆς γῆς ξηρᾶς οὔσης ἀναπινόμενον. Τὸ δ’ ἀληθὲς ἐν πᾶσι τόποις, ὅπου μὴ χειμὼν ἐξαίσιος ἢ καῦμα ἀπείργει, πλέον, ποτὲ δὲ ἔλαττον
ἀεὶ γένος ἐστὶν ἀνθρώπων [22 E].
in Ti
.

1

.

122

Εἴρηται περὶ τῶν κοσμικῶν περιόδων καὶ τῶν διαφόρων παραλλάξεων, καὶ ὅτι τοῖς Αἰγυπτίοις ἀπό τε τῆς θέσεως τῆς χώρας καὶ ἀπὸ τῆς τοῦ Νείλου προνοίας ἡ σωτηρία πάρεστι. νῦν οὖν κοινὸν τὸν λόγον ἐπάγει περὶ τῶν τῆς
5γῆς τόπων τοιοῦτον· πᾶς τόπος μὴ κατακλυζόμενος ἢ ἐκ‐ πυρούμενος ἔχει περιλειπόμενον ἀεὶ γένος ἀνθρώπων πλέον ἢ ἔλαττον· αἱ γὰρ μέγισται φθοραὶ διὰ πυρός εἰσι καὶ ὕδατος, ὡς εἴρηται πρότερον [22 C]. καίτοι, φαίη ἄν τις, καὶ ἄλ‐ λως ἐκλίποι ἂν ἀνθρώπων γένος· οὐ γάρ εἰσι νῦν οἱ †τούσδε
10τοὺς τόπους τῆς Ἀττικῆς οἰκοῦντες, καίτοι μήτε κατα‐ κλυσμοῦ γενομένου μήτε ἐκπυρώσεως, ἀλλὰ δεινῆς τινος ἀσεβείας ἄρδην τὰ τῶν ἀνθρώπων ἀφανιζούσης. ἦ τόπους νῦν τὰ κλίματα ληπτέον. πᾶν οὖν κλίμα φησὶν ἔχειν ἀν‐ θρώπους, εἰ μὴ κατακλυσμὸς ἢ ἐκπύρωσις γένοιτο, τοτὲ μὲν
15πλείους, τοτὲ δὲ ἐλάττους. σωθεῖεν δ’ ἂν καὶ ἐν κατα‐ κλυσμῷ τινες, ὥσπερ ὁ Δευκαλίων τοῦ διὰ τῆς Ἑλλάδος κλίματος κατακλυσθέντος. οὕτω μὲν οὖν τοῦτο ἐξηγήσαντό τινες. ὡς δὲ ὁ ἑταῖρος ἡμῶν ἐπέβαλε, λέγοι ἂν ὁ Πλά‐ των, ὅτι πᾶς τόπος τῆς γῆς ἀεὶ ἔχει ἀνθρώπους πλείους
20ἢ ἐλάττους ὁ μὴ ἄγαν κρυμώδης ἢ ἄγαν αὐχμώδης. λέ‐ γουσι γὰρ καὶ οἱ μαθηματικοί τινας τόπους ἀοικήτους δι’ ὑπερβολὴν καύματος ἢ ψύξεως. πᾶς οὖν τόπος ἐπιτήδειος ὢν εἰς οἴκησιν ἀνθρώπων καὶ πᾶν κλίμα πλείους ἢ ἐλάτ‐ τους ἀνθρώπους ἔχει. καὶ ἔστι καὶ τοῦτο λόγον ἔχον καὶ
25ταῖς λέξεσι συνᾷδον· τὸ γὰρ ὅπου μὴ χειμὼν ἐξαίσιος ἢ καῦμα ἀπείργει σημαίνειν δοκεῖ τὸ ὅπου μὴ θάτερον τῶν ἐναντίων ὑπερβάλλον κωλύει τὴν ἐνοίκησιν, καὶ ὅλως ἐπειδὴ προεῖπεν, ὅτι παλαιότατα λέγεται τὰ Αἰγυπτίων, εἰ‐
κότως ἐπήνεγκεν, ὅτι δὲ κατὰ τὸ ἀληθὲς πᾶν μὲν κλίμα
in Ti
.

1

.

123

πρὸς ἀνθρώπων οἴκησιν σύμμετρον ἀεὶ πλείους ἢ ἐλάττους ἀνθρώπους ἔχει—καὶ γὰρ οὐ μόνον οἱ μαθηματικοὶ λέγουσι περὶ τοῦ μὴ πᾶν κλίμα γῆς ἀνθρώπους ἔχειν, ἀλλὰ καὶ Ὀρφεὺς [frg. 77] οὑτωσὶ διορίζων·
5
διώρισε δ’ ἀνθρώποισι χωρὶς ἀπ’ ἀθανάτων ναίειν ἕδος, ᾗ μέσος ἄξων ἠελίου τρέπεται ποτινεύμενος οὔτε τι λίην ψυχρὸς ὑπὲρ κεφαλῆς οὔτ’ ἔμπυρος, ἀλλὰ μεσηγύς. ὃ καὶ νῦν εἶπεν ὁ Πλάτων· ὅπου μὴ χειμὼν ἐξαίσιος μήτε
10καῦμα, πλέον εἶναι ἢ ἔλαττον ἀνθρώπων γένος—λήθη δὲ γίνεται παρὰ τοῖς ἄλλοις τῶν παλαιῶν οὐ διὰ τὴν ἔκλειψιν τῶν ἀνθρώπων, ἀλλὰ διὰ τὸ συνεχῶν τῶν φθορῶν γιγνο‐ μένων ὑπολείπεσθαί τινας τῶν ἀνθρώπων ἀγραμμάτους καὶ ἀμούσους, παρ’ ἡμῖν δὲ παλαιότατα λέγεται πολλὰ διὰ τὴν
15ἐν τοῖς ἱεροῖς πάντων ἀναγραφήν. Ὅσα δὲ ἢ παρ’ ὑμῖν ἢ τῇδε ἢ καὶ κατ’ ἄλλον τό‐ πον, ὧν ἀκοὴν ἴσμεν, εἴ πού τι καλὸν ἢ μέγα γέγονεν ἢ καί τινα διαφορὰν ἔχον, πάντα γεγραμ‐ μένα ἐκ παλαιο· τῇδέ ἐστιν ἐν τοῖς ἱεροῖς καὶ
20σεσωσμένα [23 A]. Ὥσπερ τὴν σωτηρίαν τοῖς Αἰγυπτίοις παρεῖχε μὲν καὶ ἡ τῆς χώρας θέσις, παρεῖχε δὲ καὶ ὁ εἰληχὼς αὐτὴν θεός, οὕτω δὴ καὶ τὴν σωτηρίαν τῶν γιγνομένων ποιοῦνται μὲν καὶ διὰ τὴν ἑαυτῶν ἐπιμέλειαν, δι’ ἣν παραμυθοῦνται τὴν
25ἀπὸ τοῦ χρόνου λήθην, ἀρκοῦνται δὲ καὶ ἀπὸ τῶν παρ’ αὐτοῖς ἱερῶν, ἐν οἷς ἀναγράφονται τὰς πράξεις πάσας τὰς μεγάλας καὶ θαυμαστάς, τάς τε ἑαυτῶν καὶ τῶν ἄλλων, καὶ τὰς παραδόξους ἐκβάσεις τῶν πραγμάτων· τοῦτο γάρ ἐστι τὸ καὶ ἄλλην τινὰ διαφορὰν ἔχον. συντελεῖ δὲ αὐτοῖς
30ἡ τούτων ἱστορία πρός τε τὴν γνῶσιν τῶν ὁμοίων, ἀφ’ ὧν
ἡ τῶν ὅλων ἀνάμνησις, καὶ πρὸς τὴν τοῦ μέλλοντος γνῶσιν·
in Ti
.

1

.

124

διὰ γὰρ τῶν τοιούτων τηρήσεων εὑρίσκουσι τὰς ποιητικὰς τῶν σχημάτων τῶν οὐρανίων δυνάμεις· τίνων γὰρ ὄντων τίνα συνέβη λαβόντες ἔχουσι τὰς τῶν ἐσομένων αἰτίας ἀπὸ τῶν αὐτῶν συλλογίζεσθαι σημείων. δοκεῖ δ’ ἔμοιγε καὶ ὁ
5τῶν Πυθαγορείων λόγος μιμεῖσθαι τὴν τῶν Αἰγυπτίων τοιαύτην ἱστορίαν, ὁ παρασκευάζων τὰς ψυχὰς καὶ τῶν προ‐ τέρων ἀναμιμνήσκεσθαι βίων· ὡς γὰρ ἐφ’ ἑνὸς ἀνδρός, μᾶλ‐ λον δὲ ψυχῆς μιᾶς, διαφόρους βίους, οὕτως ἐφ’ ἑνὸς ἔθνους τὰς διαφόρους περιόδους προσήκει λαμβάνειν. ὡς οὖν ἐν
10ἐκείνοις αἱ τῶν προβεβιωμένων ἀναμνήσεις τελειωτικαὶ τῶν ψυχῶν εἰσιν, οὕτω δὴ καὶ ἐν τούτοις αἱ τῶν πρόσθεν πε‐ ριόδων ἱστορίαι μεγίστην εἰς φρόνησιν παρέχονται συντέ‐ λειαν. ἔτι τοίνυν καὶ πρὸς τὴν τοῦ παντὸς ὁμοιοῦνται διακόσμησιν αἱ τοιαῦται τηρήσεις· τοὺς μὲν γὰρ ἑστῶτας
15λόγους μιμοῦνται τῆς φύσεως, δι’ ὧν ἀκινήτων μενόντων καὶ τοῖς μεταβαλλομένοις ἡ τάξις ἐπιγίγνεται. εἰ τοίνυν ἱερῶν τὸ ἁγιώτατόν ἐστιν ὁ κόσμος, ἐν ᾧ μένουσιν οἱ λόγοι διαιωνίως οἱ συνέχοντες τὸ πᾶν, ἔχοι ἂν εἰκόνα τῆς τούτων συστάσεως ἡ ἐν τοῖς ἱεροῖς ἀπογραφὴ τῶν παλαιῶν ἔργων,
20καὶ λέγοι ἂν ὁ λόγος ὁ τῶν Αἰγυπτίων, ὅτι καὶ ὅσον ἐστὶ μόνιμον ἐν τοῖς αἰσθητοῖς καὶ ἀραρὸς καὶ ἀεὶ ὡσαύτως ἔχον, τοῦτο ἀπὸ τῶν νοητῶν παραγίγνεται θεῶν, ὅσον δὲ κινούμενον ἄλλοτε ἄλλως, γιγνόμενόν τε καὶ ἀπολλύμενον, τοῦτο ἐκ τῆς νέας ἐφήκει δημιουργίας, ἐπεὶ καὶ τὸ ἱερατι‐
25κὸν γένος τὸ μεμνημένον τῶν παλαιῶν εἰκόνα φέρει τάξεως θείας συνεκτικῆς τῶν ὅλων καὶ μονίμου καὶ τῇ θείᾳ μνήμῃ τὰ πάντα φρουρούσης, ἀφ’ ἧς καὶ ἡ νέα δημιουργία πλη‐ ρουμένη ταυτότητα καὶ συνοχὴν καὶ στάσιν ἐπιλάμπει τοῖς πολυμεταβόλοις πράγμασι.
30 Τὰ δὲ παρ’ ὑμῖν καὶ τοῖς ἄλλοις ἄρτι κατεσκευ‐ ασμένα ἑκάστοτε τυγχάνει γράμμασι καὶ ἅπασιν ὁπό‐
σων πόλεις δέονται [23 A].
in Ti
.

1

.

125

Ἡ κατασκευὴ σύμβολόν ἐστι τῆς ἀεὶ νέα δημιουργούσης αἰτίας καὶ τὰ μήπω ὄντα παραγούσης καὶ πάντα πρὸς τὴν μίαν συντέλειαν τοῦ κόσμου συναρμοζούσης· καὶ γὰρ ἐν ταῖς οἰκίαις κατασκευὴν καλοῦμεν τὴν πάντων τῶν ἀναγκαίων
5παρασκευήν. τοιαῦτα δέ ἐστιν ἐν μὲν ταῖς πόλεσι γράμματα καὶ τέχναι καὶ ἀγοραὶ καὶ λουτρὰ καὶ πάντα τὰ ὅμοια, ἐν δὲ τῷ παντὶ τὰ ἔγχρονον καὶ μερικὴν ἐπιδεχόμενα σύστασιν. ὡς οὖν τὰ ἱερὰ τὰς ὑποδοχὰς ἐσήμαινε τῶν ἀιδίων λόγων καὶ τὰς συνεκτικὰς δυνάμεις καὶ φρουρητικάς, οὕτως αἵδε
10αἱ πόλεις δηλοῦσι τὰς τῶν ἀειμεταβόλων ὑποστάσεις ἐκ πολ‐ λῶν καὶ ἀνομοίων καὶ θνητῶν συνεστώσας. δηλοῖ δὲ τὴν σύστασιν νεωτέραν οὖσαν τῶν τοιῶνδε, γραμμάτων λέγω καὶ τεχνῶν, καὶ ἡ ἱστορία τῶν περὶ εὑρημάτων γεγραφότων, εἴς τινας οὐ πάλαι γεγονότας ἀναφέρουσα τὰς εὑρέσεις.
15 Καὶ πάλιν δι’ εἰωθότων ἐτῶν νόσημα ἥκει φερό‐ μενον αὐτοῖς ῥεῦμα οὐράνιον [23 A]. Ἐπὶ μὲν τῶν ἀνθρωπίνων καὶ τοῦτο δῆλον· οἱ γὰρ κατακλυσμοὶ φθείρουσι τὰ γένη, κινούμενοι μὲν ἀπὸ τῶν οὐρανίων περιόδων, ὕλην δὲ ἔχοντες τὸ ὕδωρ, διὸ τὸ ὅλον
20τοῦτο κέκληται ῥεῦμα οὐράνιον, καὶ ὥσπερ νόσημα, διότι φθαρτικόν ἐστιν ἄλλων· τὸ δὲ φθαρτικὸν τῷ μὲν με‐ ρικῷ κακόν, τῷ δὲ ὅλῳ ἀγαθόν· δι’ εἰωθότων δὲ ἐτῶν, ὅτι κατά τινας περιφορὰς ἐπιτελοῦνται καὶ αἱ τοιαῦται φθο‐ ραὶ ἐχούσας τινὰ καὶ αὐτὰς ἀκολουθίαν πρὸς τὴν ὅλην τοῦ
25θείου γενητοῦ περίοδον. καὶ ἔοικε κἀκεῖνο δηλοῦσθαι διὰ τούτων, ὅτι ὅσα ἀπὸ τῶν ὅλων γίνεται μόνων, ταῦτα κατὰ τὰς περιόδους τὰς κοσμικὰς ἐξ ἀνάγκης ἀποτελεῖται κατὰ τὸν αὐτὸν ἀριθμὸν ἀφωρισμένας, τὰ δὲ ὅσα ἀπό τινων μερικῶν αἰτίων συμβαίνει, οὐ πάντως τὰ αὐτὰ συμβαίνει
30τῶν αὐτῶν τῆς περιόδου σχημάτων ὄντων. ἐπὶ δὲ τοῦ παν‐ τὸς τὸ αὐτὸ θεωρήσειας ἂν ἐνθυμηθείς, ὅτι τὰ γινόμενα
πάντα καὶ φθείρεται καὶ ταῖς περιόδοις εἴκει ταῖς κοσμικαῖς
in Ti
.

1

.

126

καὶ ταῖς ἀνακυκλήσεσι τῆς ὅλης ζωῆς, καὶ ὅτι συνάπτουσιν ἀλλήλαις αἱ περίοδοι καὶ μίαν συνεχῆ ζωὴν ἀποτελοῦσι. Καὶ τοὺς ἀγραμμάτους τε καὶ ἀμούσους ἔλιπεν ὑμῶν, ἕως τοῦ· ὅσα ἦν ἐν τοῖς παλαιοῖς χρόνοις
5[23 AB. cf. Critiae 109 D]. Ἐκ γὰρ τοῦ κατακλυσμοῦ βουκόλους ἔφατο λείπεσθαι καὶ νομεῖς, ἀπόλλυσθαι δὲ τοὺς ἐν πόλεσιν. ἀγράμματοι οὖν οἱ λειπόμενοι καὶ ἄμουσοι, καὶ διὰ μὲν τὸ πρότερον οὐ δύνανται διὰ γραμμάτων μνήμῃ παραδοῦναι τὰ τῆς προ‐
10λαβούσης περιόδου, διὰ δὲ τὸ ὕστερον οὐδὲ ἐν ᾄσμασιν ἢ μέλεσιν ἱκανοὶ διασώσασθαι τὰ προβεβιωμένα τυγχάνουσιν· ὅθεν εἰκότως ἐν λήθῃ γίγνονται πάντων, διὰ δὲ τὴν λήθην εἰς τὴν τῶν παίδων ἀνακάμπτουσι ζωήν· οὐδὲν γὰρ δια‐ φέρει τὴν ζωὴν ὁ τὴν ἡλικίαν νεαρός, φησὶν Ἀριστο‐
15τέλης [eth. Nicom. α 1. 1095a 6]. τοιοῦτον δέ τι συμ‐ βαίνει καὶ τῶν ψυχῶν ταῖς ἄρτι κατελθούσαις εἰς γένεσιν· ἀλλαξάμεναι γὰρ ἀντὶ τῆς προτέρας περιόδου τῆς νοερᾶς δευτέραν τινὰ καὶ γενεσιουργόν, διὰ τὸν ἐκ τῆς ὕλης κατα‐ κλυσμὸν λήθην ἴσχουσι τῶν νοητῶν, καὶ ὅσαι ποτὲ αὐτῶν
20ἔχουσιν ἐκ τῆς θέας ἐκείνων ἐμφάσεις, χρόνου προϊόντος αὐτὰς ἀποβάλλουσιν. οὕτω δὴ καὶ πάντα τὰ ἐν τῷ κόσμῳ εἰς νεότητα ἀνακάμπτει διὰ τῆς παλιγγενεσίας ἀπὸ τῆς πα‐ λαιότητος, ἄλλοτε ἀλλοίως φερόμενα διὰ τὴν ἐν κινήσει τὸ εἶδος ἔχουσαν αὐτῶν φύσιν. καὶ μὴν καὶ τὸ μεταβολῶν
25γιγνομένων τοὺς ἀγραμμάτους λείπεσθαι καὶ ἀμούσους ἐν‐ δείκνυται φυσικῶς σκοποῦσι τὸ μέχρι τοῦ ἀνειδέου καὶ ἀμόρφου γίγνεσθαι τὴν ἀνάλυσιν καὶ τὴν τῶν στοιχείων ἀπώλειαν, ὅπερ διὰ τοῦ ἀγραμμάτου δηλοῦται, συμβαίνειν καὶ 〈τὴν〉 τῆς ἁρμονίας λύσιν, ἃ δὴ πάλιν οἱ τῆς ἀνανεώ‐
30σεως ἔφοροι θεοὶ ῥᾳδίως ἐξιῶνται καὶ ἐπανάγουσιν εἰς τὸ
κατὰ φύσιν.
in Ti
.

1

.

127

Τὰ γοῦν νῦν δὴ γενεαλογηθέντα, ὦ Σόλων, περὶ τῶν παρ’ ὑμῖν ἃ διῆλθες, παίδων βραχύ τι διαφέρει μύθων [23 B]. Τὰ σεμνὰ καὶ παμπάλαια διηγήματα τοῦ Σόλωνος παι‐
5δικοῖς ὁ Αἰγύπτιος παραβάλλει μύθοις· οἱ μὲν γὰρ τῶν σοφῶν μῦθοι περὶ ἀιδίων εἰσὶ πραγμάτων, οἱ δὲ τῶν παί‐ δων περὶ ἐγχρόνων καὶ σμικρῶν, καὶ οἳ μὲν νοερὰν ἔχουσι τὴν ἀποκεκρυμμένην ἀλήθειαν, οἳ δὲ χαμαιπετῆ καὶ οὐδὲν ὑψηλὸν ἐνδεικνυμένην. τούτοις οὖν τοῖς τοιούτοις μύθοις
10ἀνάλογόν εἰσιν αἱ τοῦ Σόλωνος ἱστορίαι, τοῖς δὲ τῶν σοφῶν αἱ τῶν Αἰγυπτίων· αἳ μὲν γὰρ ἐπὶ σμικρὸν βλέπουσιν, αἳ δὲ ἐπὶ πλεῖστον διατείνουσι, καὶ αἳ μὲν ἱστορίαι μόνον εἰσίν, αἳ δὲ εἰς ἐπιστήμην συντελοῦσιν. ἀπὸ δὴ τούτων καὶ τὰ παραδείγματα αὐτῶν θεατέον, ὅτι τὰ μὲν ἐκ τῆς νέας δημι‐
15ουργίας παίγνια καλεῖται θεῶν καὶ μύθοις ἔοικεν—εἴδωλα γάρ ἐστι τῶν ὄντων καὶ μετέχει τῶν εἰδῶν ἐσχάτως—τὰ δὲ ἀπὸ τῶν νοητῶν πρώτως ὑφιστάμενα νοερά ἐστι καὶ διαιώνια καὶ μόνιμα καὶ ἀποκεκρυμμένην ἔχοντα τὴν ἑαυτῶν οὐσίαν. Οἳ πρῶτον μὲν ἕνα γῆς κατακλυσμὸν μέμνησθε,
20πολλῶν ἔμπροσθεν γεγονότων [23 B]. Τὸν γὰρ ἐπὶ Δευκαλίωνος κατακλυσμὸν ἐθρύλουν ἄνω καὶ κάτω, πολλῶν καὶ ἄλλων προγενομένων, ὥς φησιν ὁ Αἰγύπτιος. οὕτω δὴ καὶ ἐν τοῖς ὅλοις ἡ νέα δημιουργία μερικῶς τὰ ὅλα καὶ πεπληθυσμένως ἀποτελεῖ καὶ διὰ τῆς
25παλιγγενεσίας τὸ παρὸν εὖ τίθησιν, ἐν δὲ τοῖς νοητοῖς ἑνι‐ αίως καὶ τῆς πρώτης ὑποστάσεως καὶ τῆς ἀνακυκλήσεως τῶν εἰδῶν τὰ αἴτια προείληπται. Ἔτι δὲ τὸ κάλλιστον καὶ ἄριστον γένος ἐπ’ ἀν‐ θρώπους ἐν τῇ χώρᾳ παρ’ ὑμῖν· ἕως το· γράμμασι
30τελευτᾶν ἀφώνους [23 BC]. Συνάπτειν βούλεται τὴν δευτέραν περίοδον τῇ προτέρᾳ
καὶ μίαν εἶναι συνεχῆ ζωὴν τῶν Ἀθηναίων τῶν τε πρώτων
in Ti
.

1

.

128

καὶ τῶν νῦν ὄντων διὰ τοῦ σπέρματος, οὗ φησι, βρα‐ χέος, ἐπειδὴ καὶ ἐν τῷ κόσμῳ τὰ πέρατα τῆς περιόδου τῆς προτέρας συνάπτει ταῖς ἀρχαῖς ταῖς μετ’ αὐτὴν διὰ τὴν τῶν αἰτίων οὐσίαν καὶ τὴν ἀκατάληκτον κίνησιν τοῦ παντὸς καὶ
5τὴν ἀμετάβλητον, ὥς φησί τις, μεταβολήν. μὴ θαυμάσωμεν δέ, εἰ τὸν Σόλωνα νῦν μὲν ἔκγονον αὐτός φησι τῶν ἀρίστων ἐκείνων ἀνδρῶν, αὖθις δὲ ἡμεῖς κατὰ τὴν αἰτίαν ἵσταμεν τῆς κοσμικῆς πάσης ἐναντιώσεως· ὡς μὲν γὰρ ζῷον, ἀπ’ ἐκείνων ἔχει τὸ γένος, ὡς δὲ νοῦς μερικὸς ὑποδεξάμενος
10τοὺς περὶ τοῦ πολέμου λόγους ἀνάλογόν ἐστι τῷ θείῳ δια‐ πορθμεύοντι τὸν τῆς κοσμικῆς ἐναντιώσεως λόγον ἄνωθεν ἀπὸ τῶν νοητῶν ἐπὶ τὸ αἰσθητόν. καὶ οὐ χρὴ ἐπιταράτ‐ τεσθαι ἀπὸ τῶν τοιούτων ἐνστάσεων, ἀλλ’ εἰδέναι τῶν ἀνα‐ λογιῶν τὴν φύσιν, ὅτι τὰ αὐτὰ πρῶτα καὶ ἔσχατα καὶ μέσα
15γίγνεται δι’ ἀναλογίας. Ἦν γὰρ δή ποτε, ὦ Σόλων, ὑπὲρ τὴν μεγίστην φθορὰν ὕδασιν ἡ νῦν Ἀθηναίων οὖσα πόλις ἀρίστη πρός τε τὸν πόλεμον καὶ κατὰ πάντα εὐνομωτάτη διαφερόντως· ᾗ κάλλιστα ἔργα καὶ πολιτεῖαι γενέ‐
20σθαι κάλλισται λέγονται πασῶν, ὁπόσων ὑπὸ τὸν οὐρανὸν ἡμεῖς ἀκοὴν παρεδεξάμεθα [23 C]. Μεγίστην μὲν φθορὰν οὐ τὴν ἐπὶ Δευκαλίωνός φησιν, ἀλλ’ ἴσως τινὰ τῶν πρότερον γεγονότων κατακλυσμῶν. πολε‐ μικωτάτην δὲ καὶ εὐνομωτάτην τὴν Ἀθηναίων πόλιν ὡς
25μίμημα οὖσαν τῆς ἐφόρου θεᾶς, ἣν φιλόσοφον καὶ φιλο‐ πόλεμον ἐρεῖ προελθών [24 D]· τὸ μὲν γὰρ πολεμικὸν ἀπὸ τοῦ φιλοπολέμου, τὸ δὲ εὔνομον ἀπὸ τοῦ φιλοσόφου μετει‐ λήχασι. κάλλιστα δὲ ἔργα τὴν κατὰ τῶν Ἀτλαντίνων νί‐ κην. καλλίστας δὲ πολιτείας, οὐχ ὅτι πολλὰς μετήλλαξεν,
30ἀλλ’ ὅτι καὶ τὴν μίαν πολιτείαν πολλῶν πολιτειῶν εἴποι ἄν
in Ti
.

1

.

129

τις ἀριθμόν, ὥσπερ καὶ τὸν ἕνα κόσμον πολλῶν κόσμων συνεκτικόν· εἰ γὰρ καὶ ἡ ἑκάστου ζωὴ πολιτεία τίς ἐστιν, ἡ δὲ κοινὴ ζωὴ πολλῶν ἐστι τῶν μερικῶν ζωῶν κοινωνία, πολλῶν ἂν εἴη πολιτειῶν καθ’ ἓν τὸ καλὸν ἕνωσις. πάν‐
5των δὲ ὁπόσων ὑπὸ τὸν οὐρανὸν ἴσμεν, διότι πρῶ‐ τον μίμημά ἐστι τῆς τοῦ κόσμου πολιτείας, ὥστε τῶν ὑπὸ τὸν οὐρανὸν ἀρίστην ἂν φαίης αὐτήν· ἐν οὐρανῷ γὰρ τὸ παράδειγμα αὐτῆς. ταῦτα μὲν οὖν περὶ τῶν καθ’ ἕκαστον. πάλιν δὲ περὶ τοῦ σύμπαντος ἔργου τοῦ Ἀθηναίων ἀναμνη‐
10στέον ἡμᾶς αὐτούς, ὅτι μήτε μῦθος λεγόμενος μήτε ἱστορία ψιλή. ἐνίων μὲν ὡς ἱστορίαν μόνον ἀποδεξαμένων τὸν λό‐ γον, ἐνίων δὲ ὡς μῦθον, καὶ τῶν μὲν λεγόντων, ὅτι πρῶ‐ τον μὲν καὶ αὐτῷ δοκεῖ τῷ Πλάτωνι ἐπιπόνου τινὸς εἶναι καὶ οὐ πάνυ εὐτυχοῦς ἡ τούτων καὶ τῶν τοιούτων λό‐
15γων ἀνάπτυξις. δεύτερον δέ, ὅτι καὶ ἡ Πλάτωνος παράδοσις οὐκ ἔστι τοιαύτη αἰνιγματώδης, οἵα ἡ Φερεκύδου, ἀλλὰ περὶ πλείστων δογμάτων διδάσκει σαφῶς· οὐ δεῖ οὖν προσ‐ βιάζεσθαι ἀναλύειν 〈αὐτὴν〉 τοῦ ἀνδρὸς σαφῶς ἡμᾶς προθε‐ μένου διδάσκειν. τρίτον, ὅτι οὐδὲ ἀναγκαία ἡ ἀνάπτυξις ἐν
20τοῖς παροῦσιν· ἔστι γὰρ αἰτία γνώριμος τῆς παραθέσεως τοῦδε τοῦ διηγήματος ἡ ψυχαγωγία τῶν ἀκροατῶν. τέταρτον ἐπὶ τούτοις, ὅτι εἰ πάντα ἀναλύομεν, ταὐτὸν πεισόμεθα τοῖς περὶ τὸν Ὅμηρον γλίσχρως διατρίβουσι. τῶν δὲ ἀξιούν‐ των ἀπὸ τοῦ κατὰ τὸν Φαέθοντα διηγήματος, ὅ φησιν ὁ
25Πλάτων [22 C] ὅτι μύθου μὲν ἔχει σχῆμα, δηλοῖ δὲ ἄλλο τι τῶν περὶ τὴν φύσιν συμβαινόντων, καὶ εἰς τὴν τῆς ἱστορίας ταύτης ἀνάγεσθαι πρὸς τὴν φύσιν ἐφαρμογήν, ἐπεὶ καὶ οἱ Αἰγύπτιοι, οὓς πατέρας εἶναί φησι τοῦδε τοῦ λόγου, διὰ μύθων ᾐνίσσοντο τὰ ἀπόρρητα τῆς φύσεως, ὥστε καὶ
30τῷ λέγοντι προσώπῳ πρέποι ἂν ἡ ἀνάπτυξις τοῦδε τοῦ διηγήματος· ὡς γὰρ αὐτὸς ὁ Τίμαιος οἰκείως τῇ τῶν Πυθα‐
γορείων φιλοσοφίᾳ ποιήσεται τοὺς λόγους ἀπὸ τῶν ἀριθμῶν
in Ti
.

1

.

130

καὶ τῶν σχημάτων ὡς δι’ εἰκόνων τὴν φύσιν ἀφερμηνεύων, οὕτω καὶ ὁ Αἰγύπτιος ἱερεὺς διὰ συμβόλων ἑαυτῷ προσ‐ φόρως ἀναδιδάσκοι ἂν τὴν περὶ τῶν πραγμάτων ἀλήθειαν. πρὸς δὲ τούτοις καὶ αὐτὸς ὁ Πλάτων ἐν ἄλλοις ᾐτιάσατο
5τοὺς πάντα ἐκ τοῦ προχείρου λέγοντας, ἵνα καὶ τοῖς σκυτο‐ τόμοις, φησί, κατάδηλον αὐτῶν ποιήσωσι τὴν σοφίαν· ὥστε οὐκ ἀλλότριός ἐστι τοῦ Πλάτωνος ὁ δι’ αἰνιγμάτων ἀληθῆ παραδιδοὺς λόγος. ταῦτα μὲν οὖν ἑκάτεροι λέγουσιν. ἡμεῖς δὲ εἴπωμεν, ὅτι καὶ ἱστορία ταῦτα πάντα ἐστὶ καὶ
10ἔνδειξις τῆς κοσμικῆς ἐναντιώσεως καὶ τῆς ὅλης τάξεως, ἀφη‐ γουμένη μὲν τὰ ἐπ’ ἀνθρώπων γεγονότα, συμβολικῶς δὲ ἐν αὐτῇ περιέχουσα τὰ ἐν τῷ παντὶ περιέχοντα καὶ τὴν κοσμικὴν ἐναντίωσιν· ἄνωθεν γὰρ ἀπὸ τῶν πρώτων νοητῶν ἡ κατ’ ἀντίθεσιν πρόοδος καὶ τὸν κόσμον ταῖς ἀντικειμέναις διεῖλε
15δυνάμεσι. καὶ εἰ βούλει, θεολογικῶς ἐφεξῆς κατὰ τὰς θείας τάξεις διέλωμεν τὸ πᾶν καὶ κατὰ τοὺς Πυθαγορείους τὰς ἐν αὐτῷ συστοιχίας κατίδωμεν. οὐκοῦν ἀπὸ μὲν τῶν δυοῖν ἀρχῶν εἰς πέρας καὶ ἀπειρίαν, μᾶλλον δὲ τὰ τοῦ πέρατος συγγενῆ καὶ τῆς ἀπειρίας διῄρηται· τῶν γὰρ μικτῶν τὰ μὲν
20πρὸς ταύτης, τὰ δὲ πρὸς ἐκείνης ἐστὶ τῆς ἀρχῆς. ἀπὸ δὲ τοῦ μετ’ ἐκείνας τριττοῦ φανέντος εἰς ἡνωμένα καὶ πεπλη‐ θυσμένα· πρώτως γὰρ ἐκεῖ τὸ πλῆθός ἐστιν ἡνωμένως. ἀπὸ δὲ τῆς ἑξῆς τριάδος εἴς τε ἀίδια καὶ φθαρτά· τὸ γὰρ μέ‐ τρον τοῦ εἶναι πᾶσιν ἐκεῖθεν. ἀπὸ δὲ τῆς τρίτης εἴς τε
25ἄρρενα καὶ θήλεα· καὶ γὰρ ἐν ταύτῃ πρώτως ἑκάτερον. ἀπὸ δὲ τῆς πρώτης τῶν μεταξὺ κατὰ τὸ περιττὸν καὶ ἄρτιον· ὁ γὰρ ἑνιαῖος ἀριθμὸς ἐκεῖ. κατὰ δὲ τὴν δευτέραν εἴς τε μερικὸν καὶ ὁλικόν, κατὰ δὲ τὴν τρίτην εἴς τε τὸ εὐθὺ καὶ περιφερές. τῶν δὲ αὖ νοερῶν κατὰ μὲν τὸ πρῶτον εἴς τε
30τὰ ἐν αὐτοῖς ὄντα καὶ τὰ ἐν ἄλλοις, κατὰ δὲ τὸ δεύτερον
in Ti
.

1

.

131

εἴς τε τὰ ἔμψυχα καὶ τὰ ἄψυχα εἴς τε τὰ ἑστῶτα καὶ τὰ κινούμενα, κατὰ δὲ τὸ τρίτον εἴς τε τὰ αὐτὰ καὶ εἰς τὰ ἕτερα. καὶ ἀπὸ μὲν τῶν ἡγεμονικῶν εἴς τε τὰ ὁμοιότητι χαίροντα καὶ τὰ τῆς ἀνομοιότητος συγγενῆ, ἀπὸ δὲ τῶν
5ἀπολύτων εἴς τε τὸ χωριστὸν καὶ ἀχώριστον, 〈ἀπὸ δὲ τῶν ἐγκοσμίων εἴς τε τὸ ἴσον καὶ ἄνισον〉. ταῦτα μὲν οὖν ὡς ἐν ἄλλοις τέτακται, καὶ νῦν παρ’ ἡμῶν οἷον ἱστορήσθω. καθ’ ἑκάστην γὰρ διάκρισιν ἡ μὲν τῶν βελτιόνων ἀγαθότης ἐφιεμένη πληροῦν τὰ καταδεέστερα καὶ ἀναιρεῖν τὰ φαῦλα
10τὸν πόλεμον ἀπεργάζεται, ἡ δὲ τῶν χειρόνων ἐπιθυμία τοῦ μοῖράν τινα παρασπάσασθαι τῶν κρεισσόνων ἐγείρει τὴν φαινο‐ μένην ἀντίθεσιν, ἐπειδὴ κἀν τοῖς πολέμοις οἱ πρὸς ἀλλήλους ἀνταγωνιζόμενοι χειρώσασθαι βούλονται τὰ τῶν ἀντιπάλων καὶ παντάπασιν αὐτοὺς ἐκποδὼν καταστῆσαι· ταῦτα μὲν οὖν
15δῆλα. νοητέον δὲ καὶ τὰς ἐν τῷ παντὶ τῶν δυνάμεων ἀντι‐ θέσεις τὸν τοιόνδε τρόπον εἴς τε κοσμοῦντα καὶ κοσμούμενα τὴν διαίρεσιν ποιησαμένοις· πρῶτον μὲν εἴς τε ὑπερούσια καὶ τὰς οὐσίας· τὸ γὰρ τῶν θεῶν γένος ὑπερούσιον. ἔπειτα καὶ τὰς οὐσίας εἰς αἰωνίους ζωὰς καὶ τὰς κατὰ χρόνον ἐνεργούσας,
20καὶ τῶν κατὰ χρόνον ἐνεργούντων εἴς τε ψυχὰς καὶ σώματα, καὶ τῶν σωμάτων εἴς τε τὰ ἐν οὐρανῷ καὶ τὰ κατὰ τὴν γέ‐ νεσιν, καὶ τούτων εἴς τε τὰ ὅλα καὶ τὰ μέρη· μέχρι γὰρ τού‐ των ἐσχάτων ἡ διαίρεσις. καὶ αὖ τῶν μὲν ὑπερουσίων καὶ εἰς τὰς θείας ἰδιότητας, οἷον τὸ ἄρρεν καὶ τὸ θῆλυ, τὸ περιτ‐
25τὸν καὶ τὸ ἄρτιον, τὸ ἑνοποιὸν καὶ διαιρετικόν, τὸ μόνιμον καὶ κινητικόν· τῶν δὲ αἰωνίων εἴς τε τὰς ὅλας οὐσίας καὶ τὰς μερικάς, καὶ τῶν ὅλων εἴς τε τὰς θείας καὶ ἀγγελικάς, τῶν δέ γε ψυχῶν εἴς τε τὰς θείας καὶ τὰς ὀπαδοὺς ἐκείνων,
καὶ τῶν θείων εἴς τε οὐρανίας καὶ τὰς τῆς γενέσεως προ‐
in Ti
.

1

.

132

μηθουμένας, καὶ τῶν θεοῖς συνεπομένων εἴς τε τὰς ἀιδίως αὐτοῖς συντεταγμένας καὶ τὰς ἀφισταμένας πολλάκις, καὶ τὰς ἀφισταμένας εἴς τε τὰς ἀχράντως προϊσταμένας τῆς γενέσεως καὶ τὰς κακυνομένας· μέχρι γὰρ τούτων ἡ κάθ‐
5οδος. τῶν δὲ οὐρανίων σωμάτων εἴς τε ἀπλανῆ καὶ πλανώ‐ μενα, καὶ τούτων εἴς τε τὰ ἁπλῆν κινούμενα κίνησιν καὶ τὰ ποικίλην, καὶ τῶν ποικίλην εἰς τὰς τῶν δυνάμεων ἰδιό‐ τητας. καθόλου δὲ πασῶν τῶν εἰρημένων διαιρέσεων τὸ κοσμοῦν καὶ τὸ κοσμούμενον καὶ πληροῦν καὶ πληρού‐
10μενον. εἰ δὲ δεῖ μὴ πρὸς μέρος βλέπειν, ἀλλὰ τῆς τῶν ὅλων ἀντέχεσθαι νοήσεως, πανταχοῦ τὴν ἐναντίωσιν ταύτην ὑποθετέον, καὶ γὰρ ἐν θεοῖς καὶ ἐν νοῖς καὶ ἐν ψυχαῖς καὶ ἐν σώμασιν. ἐκεῖ μὲν γὰρ τὸ πέρας καὶ ἄπειρον, ἐν δὲ νοῖς ταυτότης καὶ ἑτερότης, ἐν δὲ ψυχαῖς ὁ ταὐτοῦ καὶ θατέρου
15κύκλος, ἐν δὲ σώμασιν οὐρανὸς καὶ γένεσις. τάττεται δὲ τὰ δεύτερα πρὸς τῶν ἀμεινόνων ἀεί. διὸ καὶ χρήσιμον εἶναί φαμεν τόνδε τὸν μῦθον πρὸς τὴν ὅλην θεωρίαν τῆς φύ‐ σεως, ὡς ἐκ τῶν ἐνεργειῶν καὶ τῶν κινήσεων ἐνδεικνύμενον ἡμῖν τὴν ἐναντίωσιν τὴν κοσμικήν· πάντες γὰρ οἱ περὶ
20φύσεως ἀναδιδάξαντες ἀπὸ τῶν ἐναντίων ἄρχονται καὶ ταῦτα ποιοῦσιν ἀρχάς. ὃ καὶ ὁ Πλάτων εἰδὼς διὰ συμβόλων καὶ αἰνιγμάτων τὴν ἐναντίωσιν ἡμῖν παραδίδωσι τῶν ἐν τῷ παντὶ γενῶν ἥτις ἐστί, καὶ ὅπως διὰ τὴν νοερὰν ἐνέργειαν τῆς Ἀθηνᾶς καθυποτάττεται τὰ χείρω τοῖς ἀμείνοσιν. εἰκό‐
25τως ἄρα καὶ ἔργα τῶν Ἀθηναίων καὶ πολιτείας ἐκάλεσεν ὁ Πλάτων, ὅτι διὰ πάντων ᾔδει χωροῦσαν τὴν τοιαύτην ἀναλογίαν, ἣν συνέχει μὲν καὶ ἡ νέα δημιουργία, πολλῷ δὲ πρότερον αἱ ὅλαι δυνάμεις, ἀφ’ ὧν καὶ αὐτὴ πληρουμένη νοῦς τε ὑφίστησι τοὺς ἐγκοσμίους καὶ ψυχὰς καὶ σώματα
30κατὰ τὴν ἑαυτῆς ἰδιότητα. Ἀκούσας οὖν ὁ Σόλων ἔφη θαυμάσαι καὶ πᾶ‐
σαν προθυμίαν ἔχειν δεόμενος τῶν ἱερέων πάντα
in Ti
.

1

.

133

δι’ ἀκριβείας οἱ τὰ περὶ τῶν πάλαι πολιτῶν ἑξῆς διελθεῖν [23 D]. Καὶ τοῦτο θείων ὄντως ἐστὶν ἴδιον, τὸ τὰ μὲν δεύτερα λιπαρῶς ἀντέχεσθαι τῶν πρώτων καὶ ἐνιδρῦσθαι ταῖς ἐκεί‐
5νων ἀχράντοις νοήσεσι, τὰ δὲ πρῶτα δυνάμεσιν ἀφθόνοις καὶ ἀγαθότητι τοῖς δευτέροις ἐπιλάμπειν τὴν ἀφ’ ἑαυτῶν πλήρωσιν. προηγεῖται μὲν οὖν τὸ θαῦμα, διότι καὶ ἐν ἡμῖν ἀρχὴ τοῦτό ἐστι τῆς τῶν ὅλων γνώσεως, ἐν δὲ τοῖς θείοις συνάπτει τῷ θαυμαζομένῳ τὸ θαυμάζον· ὅθεν καὶ Θαύ‐
10μαντα θεόν τινα μέγιστον ὑμνήκασιν οἱ τὰ θεῖα σοφοί, τὸν διὰ τοῦ θαύματος ὑποκατακλίνοντα τὰ δεύτερα τοῖς πρώτοις. ἕπεται δὲ ἡ λιπαρὴς δέησις ἐπιτήδειον ἐργαζομένη τὸ μετασχεῖν ὀφεῖλον τῶν τελεωτέρων ἀγαθῶν. Τὸν οὖν ἱερέα φάναι· Φθόνος οὐδείς, ὦ Σόλων,
15ἀλλὰ σοῦ τε ἕνεκα ἐρῶ καὶ τῆς πόλεως ὑμῶν, μά‐ λιστα δὲ τῆς θεοῦ χάριν [23 D]. Καὶ διὰ τῶν ὀνομάτων ἱκανῶς ὁ λόγος ἐνδείκνυται τὰς θείας τῶν φαινομένων αἰτίας· ὅ τε γὰρ Σόλων Ἀθηναῖος ὢν ἰνδάλματα φέρεται τῆς πολιούχου θεᾶς, καθὸ καὶ νοή‐
20σεως ἀντέχεται τελειοτέρας, καὶ ὁ ἱερεύς, οἷον ἐξ ἀδύτου τινὸς φθεγγόμενος, καὶ γὰρ τὰ ἐν τοῖς ἱεροῖς ἀναγεγραμ‐ μένα διδάσκει καὶ μίμημα φέρει τῶν μέσων τάξεων τῆς τε νέας δημιουργίας καὶ τῆς ὅλης πατρικῆς αἰτίας, αἳ δια‐ πορθμεύουσι τὰς τῆς ὑψηλοτέρας αἰτίας δόσεις ἐπὶ τὴν
25ὑφειμένην, ὥσπερ ἀπὸ πηγῆς τινος ἐκείνης πληροῦσαι τὴν δευτέραν τάξιν· καὶ πάντα ἐμμελῶς ἀποτελεῖται παρὰ τοῦ λέγοντος· τελειοῦται μὲν γὰρ ὁ Σόλων, εὐφημεῖται δὲ ἡ πόλις, ὑμνεῖται δὲ ἡ θεός, καὶ ἡ ἄνοδος γίνεται ἀπὸ τοῦ Σόλωνος διὰ μέσης τῆς πόλεως ἐπὶ τὴν θεόν, μιμουμένη
30τὴν ἐπιστρεπτικὴν τῆς θεοῦ δύναμιν. καὶ ἔστι μὲν καὶ
in Ti
.

1

.

134

τοῦτο ἀγαθοειδές, τὸ τῆς τελειώσεως τῶν δευτέρων ἕνεκα ποιεῖσθαι τὰς ἐνεργείας· πρόνοιαν γὰρ †ποιεῖται καὶ ὑπερ‐ πλήρη τῶν θείων δύναμιν. μεῖζον δὲ τὸ τῆς πόλεως ἕνεκα· καὶ γὰρ εὐρυτέραν ἔχει τὴν ἐνέργειαν καὶ μείζονος ἀντέχεται
5δυνάμεως. ἔτι δὲ καὶ τούτων θειότερον τὸ συντείνειν πᾶσαν τὴν διέξοδον εἰς τὴν θεὸν καὶ εἰς αὐτὴν καταλήγειν τὸ τέλος τῆς ὅλης ἐνεργείας. ἃ δὴ πάντα τὸ ἄφθονον καθαρῶς παρίστησι τοῦ ἱερέως, μὴ τὴν στέρησιν τοῦ φθόνου μόνον ἐνδεικνύμενον, ἀλλὰ καὶ τὴν θείαν καὶ πρόχειρον τῶν
10ἀγαθῶν ἀπογέννησιν. πάλιν δὲ ὅμως μὴ λάθωμεν ταρατ‐ τόμενοι διὰ τῶνδε τῶν λόγων, εἰ νῦν μὲν ὁ ἱερεὺς ὡς δια‐ θέτης τοῦ λόγου μείζω καὶ θειοτέραν αἰτίαν ἀπεικονίζεσθαι λέγεται, νῦν δὲ οἱ Ἀθηναῖοι, πρόγονοι τοῦ Σόλωνος ὄντες, πρεσβύτεροι τῶν Σαϊτῶν, οἳ κατὰ τὰ κοσμητικὰ αἴτια τῆς
15ὅλης ἐναντιώσεως τάττονται· ὡς μὲν γὰρ ἐν τῷ διηγήματι ταύτην ἔχουσι τὴν τάξιν, ὡς δὲ κατὰ τὴν φυσικὴν πρόοδον εἰκόνα φέρουσιν ὑπερτέρων τινῶν καὶ θείων τάξεων. καὶ εἰ βούλει λέγειν, ἐπειδὴ πᾶσα ἡ δημιουργία καὶ ἡ κοσμικὴ ἐναντίωσις ἐν τῷ πατρὶ προείληπται τῶν ὅλων, τά τε κο‐
20σμοῦντα καὶ τὰ κοσμούμενα, λάβοις ἂν καὶ ἐκεῖ κατὰ ἀνα‐ λογίαν τὴν τῶν Ἀθηναίων παραδειγματικὴν αἰτίαν ἐν ζωαῖς νοεραῖς. καὶ γὰρ αὖ καὶ ὁ πέπλος ἔσχατον εἴδωλόν ἐστι τῆς ὅλης ἐναντιώσεως· προηγεῖται δὲ ἔν τε τῷ παντὶ τὰ ἀλη‐ θινὰ τῶν θεῶν ἔργα κἀν ταῖς ποιητικαῖς αὐτῶν καὶ πρωτ‐
25ουργοῖς αἰτίαις· οὗ δὴ καὶ τὴν Ἀθηνᾶν μετὰ τῶν ὅπλων ἐκφανῆ γενέσθαι φασί. μᾶλλον δὲ ἔσχατον μὲν ὁ πέπλος, τὸ τῆς ὑφαντικῆς ἔργον, εἴδωλον φέρων τοῦ κοσμικοῦ πολέμου καὶ τῆς δημιουργικῆς ἀπὸ τῆς θεοῦ τάξεως τῆς εἰς τὸ πᾶν προϊούσης, ὃν ἡ θεὸς ὑφαίνει μετὰ τοῦ πατρός.
30τούτου δὲ κρείττων ὁ ἐν λόγοις ὑπὸ τοῦ Πλάτωνος καὶ ἐν αἰνίγμασι περὶ τῆς ὅλης ἐναντιώσεως καὶ τῶν Ἀθηναϊκῶν ἔργων φερόμενος, ὃς καὶ αὐτὸς εἰς τὴν ὅλην συντελεῖ κοσμο‐
ποιίαν, ὥσπερ ἐκεῖνος εἰς τὴν τῆς θεοῦ πομπὴν καὶ τὴν
in Ti
.

1

.

135

ὅλην πανήγυριν· τὰ γὰρ Παναθήναια τῆς εἰς τὸ πᾶν ἐστιν Ἀθηναϊκῆς ποιήσεως εἰκών. ἀνωτέρω δὲ τούτων ἀμφοτέρων ἐστὶν ὁ ἐν τῷ παντὶ νοερῷ φωτὶ τῆς Ἀθηνᾶς ὑφασμένος· ἡ γὰρ ἐναντίωσις ὑπόκειται τῇ μιᾷ ζωῇ τοῦ παντὸς καὶ ὁ
5πόλεμος μέρος τῆς δημιουργίας, ὃν ἡ στρατηγικὴ τῆς Ἀθη‐ νᾶς διατάττει δεόντως. καὶ πρὸ τούτων ἁπάντων ὁ ἐν ταῖς παραδειγματικαῖς αἰτίαις καὶ τῷ νοητῷ προϊδρυμένος καὶ ἐν τῇ μιᾷ νοήσει τῆς Ἀθηνᾶς περιεχόμενος· ἥδε γὰρ ἀθανάτων προφερεστάτη ἐστὶν ἁπασῶν
10 ἱστὸν ἐποίχεσθαι, φησὶν Ὀρφεύς. ἐκεῖ οὖν ἥ τε ὑφαντικὴ πρώτως καὶ ὁ πέπλος τῆς οὐσίας τῆς θεοῦ ταύτης, ἣ πάντα ἐστὶ νοερῶς, ὅσα τὸ πᾶν ἐγκο‐ σμίως· οὐ γὰρ ἀλλαχοῦ βλέπουσα ἢ εἰς ἑαυτὴν τὸν ἐν τῷ
15παντὶ πρυτανεύει πόλεμον. ἀλλ’ ἵνα ἐπὶ τὸ προκείμενον ἀναδράμωμεν, ἄντικρυς ὁ Αἰγύπτιος μιμεῖται τοῦ δημιουρ‐ γοῦ τὴν ἄφθονον πρόνοιαν, περὶ οὗ μικρὸν ἐρεῖ προελ‐ θὼν [29 E] τὸ ἀγαθὸς ἦν, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐ‐ δενὸς οὐδέποτε γίνεται φθόνος. καὶ γὰρ αἱ προσεχῶς
20μετ’ αὐτὸν τάξεις παρ’ αὐτοῦ καὶ δι’ αὐτὸν προβεβλημένην ἔχουσι τὴν ἄφθονον μετάδοσιν τῶν ἀγαθῶν· καὶ διὰ τὴν ἀφθονίαν ταύτην πληροῖ μὲν τὴν Σόλωνος διάνοιαν, ἐγ‐ κωμιάζει δὲ τὴν πόλιν, ὑμνεῖ δὲ τὴν πολιοῦχον θεόν, με‐ ρικά τε καὶ ὁλικὰ συνάπτων τά τε συνεχόμενα τοῖς συνέ‐
25χουσιν ἑνίζων καὶ καθ’ ἕνα δεσμὸν καὶ μίαν σειρὰν ἐξάπτων πάντα τῆς θεοῦ. Ἣ τήν τε ὑμετέραν καὶ τήνδε ἔλαχεν καὶ ἔθρε‐ ψεν καὶ ἐπαίδευσε [23 D]. Θαυμαστόν τινα τρόπον ὁ Αἰγύπτιος ἐπέστρεψέ τε πάντα
30ἐπὶ τὴν θεὸν καὶ προήγαγεν ἀπ’ αὐτῆς καὶ πάλιν ἐπέστρε‐
ψεν. ἀπὸ μὲν γὰρ τοῦ πολίτου διὰ τῆς πόλεως ἐπὶ τὴν
in Ti
.

1

.

136

πολιοῦχον ἀναδραμὼν ἐπιστροφὴν ἐποιεῖτό τινα ταύτην, ἀπὸ δὲ τῆς θεοῦ πάλιν ἐπί τε τὰ πρώτως αὐτῆς μετέχοντα καὶ τὰ δευτέρως ἐλθὼν πρόοδον ἐμιμεῖτο τὴν ἀπ’ αὐτῆς, πάλιν δὲ αὖ τὰ μετέχοντα καὶ τρέφεσθαι καὶ παιδεύεσθαι παρὰ
5τῆς θεοῦ θέμενος ἐπέστρεψε καὶ ταῦτα πρὸς αὐτήν. ταῦτ’ οὖν πῶς οὐχὶ θαυμαστῶς μιμεῖται τὰς δημιουργικὰς δυνά‐ μεις, αἳ καὶ αὐταὶ τοῖς πρὸ αὐτῶν ἐνίδρυνται καὶ τὰ μεθ’ ἑαυτὰς γεννῶσί τε καὶ ἐπιστρέφουσιν εἰς τὰς ἑαυτῶν αἰτίας; ταῦτα μὲν δὴ περὶ τούτων. τὸ δὲ λαχεῖν τοῦτο τί ποτέ
10ἐστι; καὶ πῶς οἱ θεοὶ διανείμασθαι λέγονται τὸ πᾶν; τῶν δὴ κλήρων οἳ μέν εἰσι ψυχῶν μερικῶν, οἳ δὲ τῶν ἀχράν‐ των γενῶν, οἳ δὲ δαιμόνιοι, οἳ δὲ ἀγγελικοί, οἳ δὲ αὐτῶν τῶν θεῶν· εἰ μὲν γὰρ εἷς ἦν μόνον ὁ τοῦ παντὸς πατὴρ καὶ πρόνοια μία καὶ νόμος εἷς, οὐδὲν ἔδει κλήρων οὐδὲ
15θείας διανομῆς. ἐπειδὴ δὲ μετὰ τὸν ἕνα τριάς ἐστι καὶ μετὰ τὴν μονοειδῆ πρόνοιαν ἡ πολυειδὴς καὶ μετὰ τὸν ἕνα νόμον τὸ πλῆθος τῶν εἱμαρμένων νόμων, ἀνάγκη καὶ διαί‐ ρεσιν εἶναι τῶν διοικουμένων καὶ πρόνοιαν ἄλλην περὶ ἄλλα καὶ τάξιν. διὰ ταύτην οὖν τὴν αἰτίαν διῄρηται τὸ πᾶν τοῖς
20δημιουργικοῖς ἀριθμοῖς, δυάδι, τριάδι, τετράδι, πεντάδι, ἑβδο‐ μάδι, δωδεκάδι· μετὰ γὰρ τὴν μίαν δημιουργίαν ἡ εἰς δύο τομὴ τοῦ παντός, οὐρανόν τε καὶ γένεσιν, διττοὺς ὑπέστησε κλήρους, οὐρανίους τε καὶ γενεσιουργούς. μετὰ δὲ ταύτην ἡ τριὰς διεῖλε τὸ πᾶν, περὶ ἧς καὶ ὁ παρ’ Ὁμήρῳ [Ο 190 ss]
25φησὶ Ποσειδῶν τὸ ἦ τοι ἐγὼν ἔλαχον πολιὴν ἅλα, Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρύν,
Ἀίδης
δ’ ἔλαχε ζόφον ἠερόεντα. καὶ μετὰ τὴν τριπλῆν διακόσμησιν ἡ τετραδικὴ διανομή,
30τετραχῶς ἐν τῷ παντὶ τὰ στοιχεῖα διατάττουσα, καθάπερ οἱ
Πυθαγόρειοί φασιν, οὐρανίως τε καὶ αἰθερίως, ὑπὲρ γῆν
in Ti
.

1

.

137

τε καὶ ὑπὸ γῆν. καὶ μετὰ ταύτην ἡ πενταμερής· εἷς γὰρ ὁ κόσμος καὶ ἐκ πέντε μερῶν ὑφεστηκὼς καὶ σχήμασι καὶ θεοῖς προστάταις οἰκείοις διῃρημένος, οὐρανίοις, ἐμπυρίοις, ἀερίοις, ἐνύδροις, χθονίοις. καὶ μετὰ τήνδε τὴν κληρουχίαν
5ἡ ἑπταμερής· ἄνωθεν γὰρ ἀπὸ τῆς ἀπλανοῦς ἡ ἑπτὰς ἀρξα‐ μένη διὰ πάντων φοιτᾷ τῶν στοιχείων. καὶ ἐπὶ πάσαις ἡ ἐν τῇ δωδεκάδι τοῦ παντὸς ἀφοριζομένη διακλήρωσις. τοῖς δὲ θείοις κλήροις οἱ τῶν ἀγγέλων καὶ δαιμόνων συνήρτην‐ ται, ποικιλωτέρας ἔχοντες τὰς διανομάς· ὁ γὰρ εἷς θεῖος
10κλῆρος πολλῶν ἐστιν ἀγγελικῶν περιεκτικὸς καὶ ἔτι πλειό‐ νων δαιμονίων κλήρων, ἐπειδὴ καὶ ἕκαστος ἄγγελος πλειόνων ἐπάρχει δαιμόνων, καὶ ἕκαστος κλῆρος ἀγγελικὸς πλείους ἔχει περὶ αὐτὸν δαιμονίους κλήρους· ὃ γάρ ἐστιν ἡ μονὰς ἐν θεοῖς, τοῦτο ἐν ἀγγέλοις ἀριθμός, καὶ ὅπερ ἐν τούτοις
15ἕκαστος, τοῦτο ἐν δαίμοσιν οἰκεῖον ἑκάστῳ φῦλον. ἀντὶ τριά‐ δος οὖν ληψόμεθα συστάσεις τρεῖς καὶ ἀντὶ τετράδος ἢ δω‐ δεκάδος ἀριθμοὺς τέτταρας καὶ δώδεκα χοροὺς ἑπομένους τοῖς ἑαυτῶν ἑκάστους ἡγεμόσιν, καὶ οὕτως ἀεὶ τοὺς ἀνωτέρω κλήρους ἑνικωτέρους φυλάξομεν· ὡς γὰρ ἐπὶ τῶν οὐσιῶν,
20ὡς ἐπὶ τῶν δυνάμεων, ὡς ἐπὶ τῶν ἐνεργειῶν αἱ πρόοδοι πλῆθος ἀπογεννῶσιν, οὕτω δὴ καὶ ἐπὶ τῶν κλήρων οἱ μὲν πρώτιστοι δυνάμει προέχουσιν ἠλαττωμένοι κατὰ ποσόν, ἅτε ἐγγυτέρω τοῦ ἑνὸς πατρὸς ὄντες καὶ τῆς ὅλης καὶ μιᾶς προνοίας, οἱ δὲ δεύτεροι τήν τε δύναμιν ὑφειμένην καὶ τὸ
25πλῆθος ηὐξημένον εἰλήχασι. ταῦτα μὲν οὖν κοινῇ περὶ τῶν κλήρων θεωρητέον. ἐπεὶ δὲ κατὰ τὴν εἰς δύο τομὴν τοὺς μὲν οὐρανίους, τοὺς δὲ ὑποσελήνους διειλόμεθα κλήρους, περὶ μὲν τῶν ἑτέρων οὐδεὶς ἂν ἀπορήσειε λόγος, ὁποῖοί τινές εἰσι καὶ εἰ ἀεὶ διαμένουσιν ὡσαύτως. περὶ δὲ τῶν
30ὑπὸ σελήνην θαυμάζειν ἄξιον, εἴτε ἀιδίους εἴτε μὴ λέγοι
τις αὐτούς· εἰ μὲν γὰρ ἀίδιοι τυγχάνουσιν ὄντες, πῶς τοῦτο
in Ti
.

1

.

138

δυνατόν; πῶς γὰρ τῶν ἐν γενέσει πάντων μεταβαλλομένων καὶ ῥεόντων ἀίδιοι 〈οἱ〉 τῶν προνοούντων λέγοιντ’ ἄν; οὐ γὰρ ἀίδια τὰ ἐν γενέσει πράγματα. εἰ δὲ μὴ ἀίδιοι, πῶς ἄλλοτε ἄλλως ἔχει τὰ τῆς θείας ἐπιστασίας; ὁ γὰρ κλῆρος οὔτε
5χωριστή τίς ἐστιν ἐνέργεια τῶν θεῶν, ἵνα τούτων μετα‐ πιπτόντων αὐτὴν ἐξῃρῆσθαι καὶ μένειν ἀμετάβλητον λέγοι‐ μεν, οὔτε τὸ διοικούμενον μόνον ἐστίν, ἵνα μηδὲν ἄτοπον ᾖ τὸ μεταρρεῖν καὶ ἐν παντοίαις μεταβολαῖς φέρεσθαι τὸν κλῆρον, ἀλλ’ ἔστι θεοῦ λῆξις καὶ πρόνοια περὶ τάδε καὶ
10ἄσχετος ἐπιστασία, καὶ διὰ μὲν τὸ διοικούμενον οὐκ ἀνέχεται τοῦ λόγου τῆς ἀιδιότητος, διὰ δὲ τὸ ἐφεστὸς ἀναίνεται τὴν φθοράν, ἵνα μὴ ψυχῶν μερικῶν πάθος ἐπὶ τοὺς θεοὺς ἀν‐ ενέγκωμεν ἄλλοτε ἄλλους κλήρους αὐτοῖς διδόντες. τίς ἂν οὖν λόγος καὶ τοῖς θεοῖς τὸ ἀμετάβλητον φυλάττων καὶ τοῖς
15ἐν γενέσει τὴν μεταβολὴν ἐξηγήσαιτο τὸν κλῆρον, ὅπως ἡμῖν ἐστι ληπτέον; ἦ τοῦτον ἴσως ἡμῖν τὸν τρόπον μετιοῦσι τῆς θεωρίας ἔσται ῥᾴων ὁ λόγος, ὃν καὶ ἀλλαχοῦ πολλάκις ἐνε‐ κρίνομεν λέγοντες, ὅτι δὴ τὰ ἐν γενέσει πάντα καὶ αὐτὴν τὴν γένεσιν οὐκ οἰητέον ἐκ μεταβαλλομένων εἶναι καὶ μεταρ‐
20ρεόντων μόνον πραγμάτων, ἀλλ’ εἶναί τι καὶ ἐν τούτοις ἀμετάβλητον καὶ ἀεὶ ὡσαύτως διαμένειν πεφυκός· τό τε γὰρ διάστημα τὸ πάσας ὑποδεξάμενον τὰς τοῦ κόσμου μερίδας καὶ περιέχον ἐν αὐτῷ καὶ τεταμένον διὰ πάντων τῶν σωμά‐ των ἀκίνητόν ἐστιν, ἵνα μὴ τῶν κινουμένων ὂν δέηται καὶ
25αὐτὸ χώρας ἄλλης, καὶ τοῦτο ἐπ’ ἄπειρον προϊὸν λανθάνῃ, καὶ τὰ αἰθέρια τῶν θείων ψυχῶν ὀχήματα, ἃ δὴ περιβέ‐ βληνται, τὰς ἐν οὐρανῷ μιμούμενα ζωὰς ἀίδιον ἔχει τὴν οὐσίαν καὶ διαιωνίως συνήρτηται ταῖς θείαις ψυχαῖς, ὄντα πλήρη καὶ γονίμου δυνάμεως καὶ κίνησιν ἐγκύκλιον ποιού‐
30μενα κατὰ δεύτερόν τινα τῶν οὐρανίων κύκλον, καὶ τρί‐ τον ἐπὶ τούτοις ἡ τῶνδε τῶν στοιχείων ὁλότης ἡ αὐτὴ
μένει, κἂν τὰ μέρη φθείρηται παντοίως· δεῖ γὰρ ἕκαστον
in Ti
.

1

.

139

εἶδος ἀνέκλειπτον εἶναι τοῦ παντός, ἵνα τέλειον ᾖ τὸ πᾶν, καὶ ἵνα τὸ ἐξ ἀκινήτου γινόμενον αἰτίας ἀκίνητον ᾖ κατ’ οὐσίαν· πᾶσα δὲ ὁλότης εἶδός ἐστι, μᾶλλον δὲ εἴδους ἑνὸς ὁλοτελεῖ μετουσίᾳ τοῦτο ὃ λέγεταί ἐστι. καὶ ὁρᾷς, ὅπως
5ἐν τάξει προῆλθεν ἡ τῶν σωμάτων φύσις· τὸ μὲν γάρ ἐστι πᾶσαν κίνησιν ἀκίνητον, τὸ δὲ τὴν κατὰ τόπον προσεδέξατο μόνην· αὕτη γάρ ἐστι πορρωτάτω τῆς κατ’ οὐσίαν μεταλλα‐ γῆς. τὸ δὲ καὶ τὰς ἄλλας ἐν τοῖς ἑαυτοῦ προσήκατο μέρεσι, τῷ δὲ ὅλῳ μένει παντελῶς ἀμετάβλητον. καὶ οἱ μὲν οὐ‐
10ράνιοι κλῆροι προσεχῶς τὸ διάστημα διελόντες καὶ αὐτὸν συνδιεῖλον τὸν οὐρανόν, οἱ δὲ ὑπὸ σελήνην πρώτως μὲν τὰς ἐν τῷ διαστήματι μοίρας διέλαχον, ἔπειτα κατὰ τὰ διωρι‐ σμένα τῶν ψυχῶν ὀχήματα τὴν διανομὴν ἐποιήσαντο, καὶ τρίτον κατὰ τὰς ὅλας τῆς γενέσεως μερίδας ἀεὶ ὡσαύτως
15διαμένουσιν. οὐκ ἄρα μεταβάλλουσιν οἱ κλῆροι τῶν θεῶν οὐδὲ ἄλλοτε ἄλλως ἔχουσιν· οὐ γὰρ ἐν τοῖς μεταβαλλομένοις προσεχῶς ἔχουσι τὴν ὑπόστασιν. πῶς οὖν καὶ ἐν τούτοις αἱ τῶν θεῶν ἐλλάμψεις παραγίνονται; πῶς δὲ αἱ τῶν ἱερῶν καταλύσεις; πῶς δὲ ὁ αὐτὸς τόπος ἄλλοτε ὑπ’ ἄλλων κατα‐
20λαμβάνεται πνευμάτων; ἦ τῶν θεῶν ἀιδίους ἐχόντων κλή‐ ρους καὶ διελομένων τὴν γῆν κατὰ τοὺς θείους ἀριθμοὺς ὁμοίως ταῖς τοῦ οὐρανοῦ τομαῖς ἐλλάμπεται καὶ ταῦτα καθ’ ὅσον ἐπιτηδειότητος αὐτοῖς μέτεστι. τὴν δὲ ἐπιτηδειότητα ταύτην ποιεῖ μὲν καὶ ἡ τῶν οὐρανίων περιφορὰ διὰ
25τῶνδε τῶν σχημάτων τοῖσδε δύναμιν παρεχομένη κρείττω τῆς παρούσης φύσεως, ποιεῖ δὲ καὶ ἡ ὅλη φύσις, ἑκάστῳ τῶν ἐλλαμπομένων ἐντιθεῖσα συνθήματα θεῖα, δι’ ὧν αὐτο‐ φυῶς ταῦτα μετέχει τῶν θεῶν—ἅτε γὰρ ἐξηρτημένη τῶν θεῶν εἰκόνας ἐκείνων ἄλλας ἄλλοις ἐντίθησι—δρῶσι δὲ καὶ
30οἱ καιροί, καθ’ οὓς καὶ αἱ τῶν ἄλλων πραγμάτων διακυβερ‐
νῶνται συστάσεις, καὶ αἱ τῶν ἀέρων εὐκρασίαι. καὶ ὅλως τὰ
in Ti
.

1

.

140

περὶ ἡμᾶς ἅπαντα συντελεῖ πρὸς τὴν τῆς ἐπιτηδειότητος ταύτης αὔξησίν τε καὶ μείωσιν. ὅταν οὖν κατὰ τὴν τῶν πολλῶν τούτων αἰτίων συνδρομὴν ἐπιτηδειότης ἐγγένηταί τινι τῶν μεταβάλλεσθαι πεφυκότων τῆς μετουσίας τῶν θεῶν,
5ἐκφαίνεται κἀν τούτοις τὸ θεῖον πρότερον ἀποκεκρυμμένον ὑπὸ τῆς ἀνεπιτηδειότητος τῶν δεξομένων καὶ τὸν μὲν οἰ‐ κεῖον κλῆρον ἔχον αἰωνίως καὶ προτεῖνον τὴν ἑαυτοῦ μετ‐ ουσίαν, οὐ μετεχόμενον δὲ ὑπὸ τούτων ἀνεπιτηδείων ὄντων, ἀλλ’ ὥσπερ τῶν μερικῶν ψυχῶν ἄλλοτε ἄλλους βίους αἱρου‐
10μένων αἳ μὲν τοὺς προσφόρους αἱροῦνται τοῖς οἰκείοις θε‐ οῖς, αἳ δὲ καὶ ἀλλοίους λήθῃ τῶν οἰκείων, οὕτω δὴ καὶ τῶν ἱερῶν τόπων οἳ μὲν τῷ τὸν κλῆρον τὸν ἐκεῖ διαλαχόντι προσῳκείωνται, οἳ δὲ καὶ 〈εἰσ〉 ἄλλην τάξιν ἀνήρτηνται, καὶ διὰ τοῦτο οἳ μὲν εὐτυχέστερον, οἳ δὲ ἀτυχέστερον ἐθείωσαν,
15φησὶν ὁ Ἀθηναῖος ξένος [leg. VI 771 BC]· εἴτ’ οὖν τελε‐ στικῆς εἴτε νομοθετικῆς τήνδε τὴν πόλιν ἀνείσης θεῷ τῷ κατὰ τὸν ἐξ ἀρχῆς κλῆρον τὸν ἀίδιον ταύτην λαχόντι τὴν μοῖραν, ἥ τε ζωὴ μᾶλλον ὁμοιοῦται πρὸς τὸν ἔφορον θεὸν καὶ τὰ ἔργα μεγάλα καὶ θαυμαστὰ 〈ὄντα〉 μᾶλλον κατορθοῖ
20τοῦ μὴ ἐκ τοιαύτης ἀρχῆς ἐπὶ τὰς πράξεις ὁρμῶντος, καὶ ὁ τὸν τοῦ λαχόντος θεοῦ βίον ᾑρημένος μᾶλλον κατορθοῖ τοῦ πρὸς ἄλλην τάξιν ἑαυτὸν μεταστήσαντος. κατὰ τοῦτον δὴ τὸν τρόπον καὶ ὁ Αἰγύπτιος τὴν Ἀθηνᾶν φησι λαχεῖν τήν τε ἐπώνυμον αὐτῆς πόλιν καὶ τὴν ἑαυτοῦ, τὴν Σάιν, ἴσως μὲν
25καὶ ἀπὸ τῆς πολλῆς ὁμοιότητος πρὸς αὐτὴν τῆς τῶν πολι‐ τῶν ζωῆς τεκμαιρόμενος, ἴσως δὲ καὶ ἐκ τῆς τελεστικῆς καὶ τῶν ἱερατικῶν ἔργων τῆς τοιαύτης κληρουχίας συνῃσθη‐ μένος· ὡς γὰρ καὶ ἄλλων θεῶν, οὕτω καὶ Ἀθηνᾶς ἐστι κλῆρος ἄνωθεν ἀπὸ τῶν νοερῶν αἰτίων εἰς τὸν τῆς γῆς
30τόπον προελθούσης. ἔστι γοῦν ἐν μὲν τῷ πατρὶ πρώτως,
in Ti
.

1

.

141

ἐν δὲ τοῖς ἡγεμονικοῖς θεοῖς κατὰ δευτέραν τάξιν, ἐν δὲ τοῖς δώδεκα ἄρχουσι τρίτην ποιησαμένη πρόοδον, ἐν δὲ τῷ οὐρανῷ μετὰ ταύτην ἐκφανεῖσα τὴν ἀπόλυτον ἐξουσίαν, ἄλλως μὲν ἐν τῇ ἀπλανεῖ· καὶ γὰρ ἐκεῖ κλῆρός τις ἀνήπλωται τῆς
5θεοῦ ταύτης, εἴτε ὁ περὶ τὸν Κριὸν τόπος, εἴτε ὁ περὶ τὴν Παρθένον, εἴτε καὶ τῶν ἀρκτῴων ἀστέρων τις, ὥσπερ ἔνιοι τὴν †ἐκεῖ σελήνην φασίν. ἄλλως δὲ ἐν ἡλίῳ· καὶ γὰρ ἐνταῦθα δύναμις θαυμαστὴ καὶ τάξις Ἀθηναϊκὴ κατὰ τοὺς θεο‐ λόγους μετὰ ἡλίου τὰ ὅλα δημιουργεῖ. ἄλλως δὲ ἐν σελήνῃ,
10τῆς ἐκεῖ τριάδος οὖσα μονάς. ἄλλως δὲ ἐν τῇ γῇ, κατὰ τὴν ὁμοιότητα τῶν τῆς γῆς διακληρώσεων πρὸς τὰς οὐρανίας διανομάς, καὶ περὶ γῆν ἄλλως ἐν ἄλλοις τόποις, κατὰ τὰς ἰδιότητας τῆς προμηθείας. οὐδὲν οὖν θαυμαστόν, εἰ λέγοιτο καὶ τὰς Ἀθήνας εἰληχέναι μία θεὸς καὶ τὴν Σάιν· οὐ γάρ,
15ὥσπερ αἱ μερικαὶ ψυχαὶ δύο σώματα ἐνοικεῖν οὐ πεφύκασι, διότι μετὰ σχέσεως ποιοῦνται τὴν πρόνοιαν, οὕτω καὶ περὶ τῶν θεῶν οἰητέον ἐστίν· ἀλλ’ ἔστι μὲν καὶ τῆς αὐτῆς δυνά‐ μεως μετουσία κατὰ διαφόρους τόπους, ἐν δὲ τῇ μιᾷ καὶ πλῆθός ἐστι, καὶ ἄλλως μὲν ὑπὸ τοῦδε τοῦ τόπου, ἄλλως
20δὲ ὑπ’ ἄλλων μετέχεται, καὶ ἐφ’ ὧν μὲν ἡ ταυτότης πλείων, ἐφ’ ὧν δὲ ἡ ἑτερότης. εἰ δὴ ταῦτα ἀληθῆ λέγομεν, καὶ κλῆροι τῶν θεῶν ἀιδίως ἑστήκασιν ἐν τῷ παντί, καὶ τού‐ των ὄντων εἰσὶ καὶ αἱ κατὰ χρόνον ἐκφάνσεις ἄλλαι κατ’ ἄλλους τόπους. δηλοῖ δὲ καὶ ἡ παλαιὰ θεολογία τὴν διαι‐
25ώνιον τῶν κλήρων οὐσίαν, ὥσπερ ὅταν λέγηται παρ’ Ὁμήρῳ [Ο 190] τὸ ἦ τοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰε· τὸ γὰρ ἀεὶ τῆς ἀιδιότητός ἐστι σημαντικόν. καὶ ὅλως ἐπει‐ δὴ δεῖ πρὸ τῶν ποτὲ μετεχόντων εἶναι τὰ ἀεὶ μετέχοντα τῶν
30θεῶν, ἀνάγκη καὶ τῶν ἐγχρόνων τοὺς ἀιδίους προϋφεστάναι
in Ti
.

1

.

142

κλήρους· ὡς γὰρ καὶ δαίμονες πρὸ τῶν μερικῶν ψυχῶν ἕπονται θεοῖς, οὕτω καὶ αἱ λήξεις ἀεὶ τῶν θεῶν εἰσιν ἐξηρ‐ τημέναι πρὸ τῶν μερικῶν ἐλλάμψεων, καὶ ταύτας τὰς λήξεις θεοὶ συνέχουσιν ἐγκόσμιοι, χθόνιοι μὲν τὰς χθονίας, ἐνύ‐
5δριοι δὲ τὰς ἐνυδρίους, ἀέριοι δὲ τὰς ἀερίους, καὶ πρὸ τῶν φαινομένων σωμάτων τοῖς αἰθερίοις ὀχήμασιν ἐποχοῦνται 〈μιμουμένοισ〉 τοὺς ἐν οὐρανῷ θεούς. εἰ δὲ καὶ ἄλλους κλήρους ὑπὸ σελήνην θετέον τῷ θείῳ συμπροϊόντας ἄνωθεν φωτί, ἐπέσκεπται ἐν ἄλλοις. πρὸς δὲ τὸ παρὸν καὶ ταῦτα
10ἀπόχρη. Προτέραν μὲν τὴν παρ’ ὑμῖν ἔτεσι χιλίοις ἐκ γῆς τε καὶ Ἡφαίστου τὸ σπέρμα παραλαβοῦσαν ὑμῶν, τήνδε δὲ ὑστέραν [23 DE]. Περὶ τῆς Ἡφαίστου δημιουργίας πῶς ἄν τις διαταττό‐
15μενος μὴ παντάπασιν τῆς τοῦ θεοῦ δυνάμεως ἀποπίπτοι; τὰ μὲν γὰρ τοῖς πολλοῖς λεγόμενα περὶ αὐτοῦ τῶν παντελῶς ἐστι κατεγνωσμένων· ἃ δὲ οἱ νεώτεροι διαλαβόντες φασίν, ἔστι μὲν ἀληθῆ, δεῖται δὲ οὐκ ὀλίγης συστάσεως. ἄνωθεν οὖν ἡμεῖς ἀπὸ τῶν θεολόγων τὰς περὶ αὐτοῦ πίστεις ἐπενέγ‐
20κωμεν ταῖς ἡμετέραις παραδόσεσιν. ὅτι μὲν οὖν τῆς δημι‐ ουργικῆς ἐστι σειρᾶς, ἀλλ’ οὐχὶ τῆς ζῳογονικῆς ἢ συνοχικῆς ἢ ἄλλης τινός, δηλοῦσιν οἱ θεολόγοι χαλκεύοντά τε αὐτὸν καὶ κινοῦντα τὰς φύσας καὶ ὅλως ἐργοτεχνίτην παρα‐ διδόντες. ὅτι δὲ τῶν αἰσθητῶν δημιουργός, ἀλλ’ οὐ τῶν
25ψυχικῶν ἢ τῶν νοερῶν ἔργων, καὶ τοῦτο οἱ αὐτοὶ δηλοῦσιν· ἡ γὰρ τοῦ ἐσόπτρου κατασκευὴ καὶ ἡ χαλκεία καὶ ἡ χωλεία καὶ πάντα τὰ τοιαῦτα σύμβολα τῆς περὶ τὸ αἰσθητὸν αὐτοῦ ποιήσεώς ἐστι. καὶ μὴν καὶ ὅτι πάντων τῶν αἰσθητῶν ἐστι ποιητής, ἐκ τῶν αὐτῶν φανερόν, οἵ φασιν αὐτὸν ἄνωθεν
30ἀπὸ τοῦ Ὀλύμπου φέρεσθαι μέχρι γῆς, καὶ οἳ τὰς ὑποδοχὰς
in Ti
.

1

.

143

πάσας τῶν ἐγκοσμίων θεῶν Ἡφαιστοτεύκτους ποιοῦσιν. εἰ τοίνυν ταῦθ’ οὕτως ἔχειν φαμέν, εἴη ἂν ὁ θεὸς οὗτος δημι‐ ουργὸς ὁλικὸς τῆς σωματοειδοῦς ἁπάσης συστάσεως, τάς τε ἐμφανεῖς ἕδρας προευτρεπίζων τοῖς θεοῖς καὶ πάντα εἰς τὴν
5μίαν ἁρμονίαν τοῦ κόσμου συμπληρῶν, ζωῆς τε πάντα τὰ δημιουργήματα πληρῶν σωματικῆς καὶ τὸ ἀντίτυπον τῆς ὕλης καὶ παχὺ διακοσμῶν καὶ συνέχων τοῖς εἴδεσι· διὰ ταῦτα γὰρ καὶ ὑπὸ τῶν θεολόγων λέγεται χαλκεύειν, ὡς στερεῶν καὶ ἀντιτύπων ἐργάτης, καὶ διότι χάλκεος ὁ οὐρανὸς
10ὡς μίμημα ὢν τοῦ νοητοῦ καὶ ὁ τοῦ οὐρανοῦ ποιητὴς χαλ‐ κεύς. χωλεύειν δὲ ἀμφοτέροις τοῖς ποσίν, ὡς τῶν ἐσχάτων δημιουργὸς ἐν ταῖς προόδοις τοῦ ὄντος—τοιαῦτα γὰρ τὰ σώματα—καὶ ὡς μηκέτι δυνάμενος προϊέναι ἐπ’ ἄλλην τάξιν, καὶ ὡς τοῦ παντὸς ποιητὴς ἀσκελοῦς ὄντος, ὡς ὁ
15Τίμαιος ἐρεῖ [34 A]. φέρεσθαι δὲ ἄνωθεν εἰς γῆν, ὡς τὴν ἑαυτοῦ δημιουργίαν διὰ πάσης διατείνων τῆς αἰσθητῆς οὐ‐ σίας. εἴτε οὖν φυσικούς τινες ἐν τῷ παντὶ λέγοιεν λόγους εἴτε σπερματικούς, τὴν πάντων τούτων αἰτίαν εἰς τὸν θεὸν τοῦτον ἀνενεκτέον. ὃ γὰρ ἡ φύσις ποιεῖ δύνουσα κατὰ τῶν
20σωμάτων, τοῦτο θείως καὶ ἐξῃρημένως ὁ θεὸς οὗτος δια‐ πλάττει τὴν φύσιν κινῶν καὶ ὀργάνῳ χρώμενος αὐτῇ πρὸς τὴν σφετέραν δημιουργίαν· καὶ γὰρ τὸ ἔμφυτον θερμὸν Ἡφαίστειόν ἐστιν, ὑπ’ αὐτοῦ πρὸς τὴν σωματικὴν ποίησιν παραγόμενον. τὴν μὲν οὖν ὁλικὴν αἰτίαν τῶν γιγνομένων ἐπὶ
25τοῦτον ἀνήνεγκε τὸν θεὸν ὁ λόγος. ἐπειδὴ δὲ καὶ ὕλης δεῖ τοῖς γιγνομένοις—καὶ γὰρ οἱ ἐν οὐρανῷ θεοὶ δανεί‐ ζονται μόρια ἐκ τοῦ παντὸς ὡς αὖθις ἀποδοθησόμενα πρὸς τὴν τῶν θνητῶν ζῴων γένεσιν—πάνυ θαυμαστῶς καὶ ταύτην διὰ τῆς γῆς παραδέδωκε· καὶ γὰρ ἐν αὐτῷ τῷ
30σπέρματι λόγοι τέ εἰσι καὶ ὑποκείμενον, καὶ οἳ μὲν ἐκ τῆς Ἡφαίστου τέχνης, τὸ δὲ ἀπὸ γῆς· πᾶν γὰρ τὸ ὑλικὸν αἴτιον
νῦν γῆν ἀκουστέον, οὐχ ὅτι αὐτόχθονες οἱ Ἀθηναῖοι, ἀλλ’
in Ti
.

1

.

144

ὅτι καὶ πᾶσαν τὴν γένεσιν γῆν εἰώθασι καλεῖν καὶ πᾶν τὸ ἔνυλον γήινον· ἀναγκαίως οὖν τὰ σπέρματα ἐκ γῆς ἐστιν. ὄργανον μὲν οὖν Ἡφαίστειόν ἐστι τὸ πῦρ, ὕλη δὲ ἡ γῆ διὰ τοῦ πυρὸς κινουμένη καὶ ζῳογονοῦσα, καθ’ ἑαυτὴν ἀπεψυγ‐
5μένη. διὸ καὶ νῦν ὡς ταύτην ἀποπληροῦσα τῷ Ἡφαίστῳ τὴν ὑλικὴν τάξιν παρείληπται, καὶ διὰ ταῦτα εἴρηται τὸ σπέρμα τοῦ Ἡφαίστου μετὰ τῆς γῆς ὑποστῆσαι τὴν γένεσιν τῶν Ἀθηναίων· ἐπεὶ καὶ κατὰ τὸν μῦθον ὁ Ἥφαιστος ἐρῶν τῆς Ἀθηνᾶς ἀφῆκε τὸ σπέρμα εἰς γῆν, καὶ ἐκεῖθεν ἐβλά‐
10στησε τὸ τῶν Ἀθηναίων γένος. ἀεὶ μὲν οὖν ὁ Ἥφαιστος καὶ ὅλως ἐρᾷ τῆς Ἀθηνᾶς τὸ νοερὸν αὐτῆς τοῖς αἰσθητοῖς ἔργοις μιμούμενος. αἱ δὲ Ἀθηναϊκαὶ ψυχαὶ μάλιστα κατὰ ταύτην τοῦ Ἡφαίστου τὴν ἐνέργειαν δέχονται τὰ ὀχήματα παρ’ αὐτοῦ καὶ εἰσοικίζονται ἐν σώμασιν ἐκ τῶν Ἡφαίστου
15λόγων καὶ τῆς γῆς ὑποστᾶσιν, τῶν λόγων Ἀθηναϊκὰ συν‐ θήματα λαβόντων· οὗτος γάρ ἐστιν ὁ πρὸ τῆς φύσεως τε‐ λεστὴς τῶν σωμάτων ἄλλοις ἄλλα σύμβολα τῶν θείων ἐπι‐ τιθείς. ἀλλὰ τίς ἡ χιλιάς, καθ’ ἣν Ἀθηναῖοι πρότεροι τῶν Σαϊτῶν; λεγέσθω μὲν οὖν καὶ ταῦτα ἱστορικῶς, σημαίνειν
20δὲ ἔοικε καὶ τὸ πρεσβεῖον τῆς τῶν Ἀθηναίων ζωῆς, ὅτι ὅλῳ εἴδει τὴν ἑαυτῶν ζωὴν ὑπερτέραν εἶχον τῆς τῶν Σαϊτῶν· ὡς γὰρ ἐν ταῖς ἀφανέσι τάξεσι τοῦ αὐτοῦ ἡγεμόνος ἐξῆπται πλείω γένη, τὰ μὲν προσεχέστερα, τὰ δὲ ὑφειμένα, τὸν αὐτὸν τρόπον καὶ τῶν εἰς γένεσιν κατιουσῶν Ἀθηναϊκῶν ψυχῶν
25αἳ μὲν κατ’ ἄκραν ὑπερβολὴν ὡμοίωνται πρὸς τὴν θεόν, αἳ δὲ προσεχῶς εἰσι μετὰ ταύτας· τὴν οὖν ὑπερβολὴν ταύτην ἡ χιλιὰς σημαίνει τῶν ἐτῶν· περιόδου γὰρ μέτρον τελείας γενεσιουργοῦ διὰ τὸ κυβικόν· ὅθεν εἰκότως ἐφαρμόζει τῇ κατὰ τὴν γένεσιν ὑπερτέρᾳ ζωῇ καὶ μᾶλλον ὡμοιωμένῃ πρὸς
30τὴν ἔφορον θεόν. εἰ δὲ καὶ ταῦτ’ ἐπὶ τὸ πᾶν ἐθέλοις μετάγειν, ὄψει κἀκεῖ πᾶσαν μὲν τὴν ἐμφανῆ διακόσμησιν
Ἡφαίστειον οὖσαν, καὶ τὰ κοσμοῦντα καὶ τὰ κοσμούμενα,
in Ti
.

1

.

145

τῶν δὲ κοσμούντων τὰ μὲν ὁλικώτερα, τὰ δὲ μερικώτερα, καὶ τὰ μὲν ἀνάλογον τοῖς Ἀθηναίοις, τὰ δὲ τοῖς Σαΐταις· οὐδὲν γὰρ κωλύει τὰ αὐτὰ καὶ ἐν ταῖς δημιουργικαῖς αἰτίαις καὶ ἐν τῷ παντὶ καὶ ἐν τῇ ἱστορικῇ παραδόσει θεωρεῖν ἀνάλογον.
5ἀπορήσας δὲ ὁ θεῖος Ἰάμβλιχος, πῶς οἱ θεοὶ κατὰ χρόνους ἀφωρισμένους λαγχάνειν λέγονται τόπους τινάς, οἷον Ἀθηνᾶ πρότερον μὲν τὰς Ἀθήνας, ὕστερον δὲ τὴν Σάιν· εἰ γὰρ ἄρχονταί ποτε τῆς κληρώσεως, καὶ παύοιντ’ ἄν ποτε· τὸ γὰρ χρόνῳ παραμετρούμενον ἅπαν τοιοῦτόν ἐστιν· ἔτι δὲ ὅν ποτε
10λαγχάνουσι τόπον, πότερον ἀδέσποτον ὄντα λαγχάνουσιν, ἢ ὑπ’ ἄλλων θεῶν προστατούμενον· εἰ μὲν γὰρ ἀδέσποτον, πῶς ἂν εἴη τι τοῦ παντὸς ἔρημον θεοῦ παντελῶς; πῶς δ’ ἂν διαμένοι τις τόπος ὅλως ἀφρούρητος ὑπὸ τῶν κρειττόνων; πῶς δ’ ἄν, εἰ αὐτάρκης ἐστὶν εἰς τὸ σῴζειν ἑαυτόν, ὕστερον
15κλῆρος γένοιτο θεῶν τινος; εἰ δὲ ὑπ’ ἄλλον ἡγεμόνα τελεῖ καὶ ἄλλος αὐτὸν λαγχάνει θεός, καὶ οὕτως ἄλογον· οὔτε γὰρ παρασπᾶται ὁ δεύτερος τὴν ἐπιστασίαν τοῦ προτέρου καὶ τὸν κλῆρον, οὔτε ἀντιμεταλαμβάνουσι τοὺς ἀλλήλων τόπους· οὐδὲ γὰρ οἱ δαίμονες ἐναλλάττουσι τὰς ἑαυτῶν λήξεις—ταῦτα
20δὴ διαπορήσας ἐπιλύεται λέγων ἑστάναι μὲν τὰς κληρώσεις ἀιδίους τῶν θεῶν, τὰ δὲ μετέχοντα αὐτῶν ποτὲ μὲν ἀπολαύειν τῶν ἡγεμόνων, ποτὲ δὲ στέρεσθαι, καὶ ταύτας εἶναι τὰς μεθ‐ έξεις τὰς χρόνῳ μετρουμένας, ἃς δὴ πολλάκις οἱ ἱεροὶ θεσμοὶ γενέθλια καλοῦσι θεῶν. εἴρηται [p. 140, 10 ss] δὲ ἡμῖν,
25ὅτι τοῖς περὶ τὰς ψυχὰς ἔοικε συμβαίνουσι· καὶ γὰρ πᾶσα ψυχὴ πάντως ἔχει θεὸν ἔφορον, καί τινες αἱροῦνται βίους ἄλλοις θεοῖς οἰκείους. οὕτως οὖν καὶ πᾶς τόπος κλῆρός ἐστι θεοῦ τινος καὶ ἔστιν ὅτε καὶ ἄλλου γίνεται κλῆρος διά τινας περιό‐ δους ἐπιτήδειον αὐτὸν ποιούσας ἢ καὶ διά τινα τελετὴν ὑπ’
30ἀνθρώπων κατασταθεῖσαν, ὅτε διττός ἐστιν ὁ κλῆρος, ὃ μὲν
κατ’ οὐσίαν, ὃ δὲ κατὰ σχέσιν. ἀλλ’ ἐπὶ τὰ ἑξῆς ἴωμεν.
in Ti
.

1

.

146

Τῆς δὲ ἐνθαδὶ διακοσμήσεως παρ’ ἡμῖν ἐν τοῖς ἱεροῖς γράμμασιν ὀκτακισχιλίων ἀριθμὸς ἐτῶν γέ‐ γραπται [23 E]. Τοῖς μὲν Ἀθηναίοις τὸν ἐννακισχίλια ἀριθμὸν ἀποδέ‐
5δωκεν ἐκ τῆς ἱστορίας καὶ τοῦτο λαβών, τοῖς δὲ Σαΐταις τὸν ὀκτακισχίλια κατὰ τὰ ἐν τοῖς ἱεροῖς γράμματα, τῇ χιλιάδι μετρῶν τοὺς βίους τῶν πόλεων· ταύτῃ γὰρ λέγονται καὶ οἱ δαίμονες τὸν χρόνον μετρεῖν, ὥς φησιν ὁ φιλόσοφος Πορ‐ φύριος· ἔτι δὲ ἀπὸ τῶν ἱερῶν γραμμάτων τὴν ἀφήγησιν
10ταύτην ποιούμενος, ὃ δηλοῖ τῶν κοσμικῶν θείων εἰδῶν τὴν μόνιμον φρουράν, ὡς φαίη ἂν ὁ Ἰάμβλιχος. συμβαίνουσι δὲ καὶ ταῖς ζωαῖς οἱ ἀριθμοὶ κατὰ τὸν εἰκότα λόγον. ὁ μέν γε ὀκτακισχίλια κύβος ἐστὶν ἐπὶ κύβον, ὁ δὲ ἕτερος ἐπί‐ πεδον τετραγωνικὸν ἐπὶ κύβον. οὐκοῦν ὃ μὲν ἐβάθυνε τὸ
15ἐπίπεδον καὶ τοῦτο διὰ τῆς ἀορίστου δυάδος, ὃ δὲ αὐτὸ φυ‐ λάττων ἐφ’ ἑαυτοῦ τὸ ἐπίπεδον ἐν ὁμοιότητι καὶ τελειότητι τῇ ἀπὸ τριάδος οὐδὲ τὸν κύβον ἀφῆκεν ἀπερίληπτον, ἀλλὰ περιέσχε καὶ τοῦτον διὰ τῆς ἐννεάδος. ἔστι δὲ ζωῆς ἀμεί‐ νονος σύμβολον τὸ μένον ἐφ’ ἑαυτοῦ καὶ τὰ δεύτερα κο‐
20σμοῦν, ἀτελέστερον δὲ τὸ κατιὸν εἰς ἐκεῖνα καὶ ὁμοιούμενον αὐτοῖς καὶ ἀοριστίας τινὸς ἀναπιμπλάμενον. ἐπειδὴ δὲ οὐδὲ τὸ δεύτερον ἀπέστη πάντη τῆς ὁμοιότητος τῆς πρὸς τὴν θεόν, διὰ κύβων ἡ κάθοδος, οἷς ἡ ὁμοιότης ὑπάρχει τρια‐ δική. κρεῖττον δὲ ἦν τὸ δι’ ἁπλουστέρας ζωῆς μιμεῖσθαι
25τὸ κρεῖττον ἢ διὰ συνθετωτέρας· ἁπλούστερον δὲ τοῦ κύβου τὸ τετράγωνον. εἰ δὲ λέγοις, ὅτι καὶ τοῖς ἐκ γῆς ὑποστᾶσι καὶ Ἡφαίστου οἰκεῖος ὁ ἐννακισχίλια—χθόνιος μὲν γὰρ ὁ χίλια ὡς κύβος, Ἡφαίστειος δὲ ὁ ἐννέα· τῇσι παρ’ εἰνάετες χάλκευον δαίδαλα πολλά,
30φησὶν αὐτός [Homer. Σ 400]—οὐκ ἂν ἄπο τρόπου λέγοις.
in Ti
.

1

.

147

ὅλως δὲ ὁ κύβος ἔπρεψε ταῖς χθονίαις τῆς Ἀθηνᾶς λήξεσιν, ἐπειδὴ τῷ μὲν οὐρανῷ τὴν δεκάδα ἀπονέμουσιν, ἡ δὲ ἐσχάτη πρόοδος τῆς δεκάδος ὑπέστησε τὸν χίλια στερεὸν ἀριθμόν· ἀπὸ γὰρ τῶν οὐρανίων κλήρων ἐπὶ τοὺς χθονίους ἐσχά‐
5τους πεποίηνται τὴν πρόοδον οἱ θεοί. ταῦτα μὲν οὖν ἡμῖν ῥητέον. ὁ δέ γε φιλόσοφος. Πορφύριος ταῦτα ἐξηγού‐ μενος τὸν μὲν Ἥφαιστον 〈τὸν〉 τεχνικὸν ὑποτίθεται νοῦν, γῆν δὲ τὴν σεληνιακὴν σφαῖραν· ταύτην γὰρ αἰθερίαν γῆν κα‐ λεῖσθαι παρ’ Αἰγυπτίοις. τὰς οὖν ψυχὰς τὰς ἀπὸ μὲν θεοῦ
10ὑποστάσας, τοῦ δὲ τεχνικοῦ νοῦ μετεχούσας εἰς τε τὸ τῆς σελήνης σῶμα σπείρεσθαί φησιν, ὡς ἐκεῖ πολιτευομένας τὰς τεχνικὰς τῶν ψυχῶν, σώματα δ’ ἐχούσας ἀπορροίας ὄντα τῶν αἰθερίων σωμάτων. τὰ δὲ ἐννακισχίλια ἔτη ταύταις ἐφαρμόζει ταῖς ψυχαῖς τοιόνδε τρόπον· μυριέτης μέν ἐστιν,
15ὥς φησι, περίοδος τῆς ψυχῆς ἡ διὰ τῶν πέντε ἀστέρων ἀνιοῦσά τε καὶ κατιοῦσα, ἵν’ ἕκαστος ἔχῃ δύο χιλιάδας· οὐ μὴν ἐφεξῆς. ὁ μέντοι χρόνος ἐφεξῆς κατ’ ἐπιβολήν· ἑαυτῷ γὰρ οὖν ἐπιβάλλει· διὸ καὶ ἐννέα βίοι γίνονται οἱ πάντες, οὓς αἰνίσσεται διὰ τῶν ἐννακισχιλίων ἐτῶν, καὶ τοῖς τεθνηκόσιν
20ἔνατα ποιοῦσι, καὶ τοῖς γεννωμένοις ὁμοίως τὰ ὀνόματα τί‐ θενταί τινες ἐν τῇ ἐνάτῃ, συμβόλοις περιόδοις χρώμενοι γενέσεως καὶ ἀπογενέσεως. οὐ παρέλαβε δὲ νῦν τὸν μυριέτη χρόνον, ἀλλὰ τὸν τῶν ἐννακισχιλίων ἀριθμόν, ἵν’ ἔτι περί‐ γειοι ὦσι πλησιάζοντες τῇ μυριέτῃ περιόδῳ. πᾶσαν δὲ ταύ‐
25την τὴν ἐξήγησιν ὁ θεῖος Ἰάμβλιχος ἀποδοκιμάζει λέγων μὴ περὶ βίων εἶναι τὸν λόγον ἐν τούτοις, ἀλλὰ περὶ δια‐ φόρων μέτρων τῆς Ἀθηναϊκῆς μεθέξεως. ἄτοπον οὖν γί‐ νεσθαι τὴν μνήμην τῶν ἐν Φαίδρῳ [248 D] περιόδων. εἰ δὲ δεῖ τινα λόγον ἀποδοῦναι συμβαίνοντα πρὸς τὴν ἐπι‐
30βολὴν τοῦ Πορφυρίου, λεκτέον, ὅτι ζῇ μὲν ἡ ψυχὴ νοερῶς
in Ti
.

1

.

148

ἄνω καὶ Κρονίως, κάτεισι δὲ εἰς ἔννοιαν πρώτως πολιτικῆς ζωῆς, ἥτις ἐστὶ Δίιος, ἔπειτα κινεῖ τὸν θυμὸν καὶ ζῇ φιλο‐ τίμως· ὁ δὲ θυμὸς Ἀρεϊκός· καὶ ἐπὶ τούτοις εἰς ἐπιθυμίαν ὑποβαίνει καὶ Ἀφροδισιακὰς ζωάς, καὶ τέλος τοὺς φυσικοὺς
5προβάλλει λόγους· Ἑρμαϊκοὶ δὲ οἱ λόγοι πάντες, καὶ ἔστι καὶ τῶν φυσικῶν λόγων ἔφορος ὁ ἐντετακὼς Ἑρμῆς. διὰ δὲ τούτων συνδεῖται πρὸς τὸ σῶμα καὶ αὖθις λαβοῦσα σῶμα πρῶτον ζῇ φυτικῶς, τροφῆς καὶ αὐξήσεως οὖσα προστάτις τοῦ σώματος, εἶτα ἐπιθυμητικῶς, ἐγείρουσα τὰς γενεσιουρ‐
10γοὺς δυνάμεις, εἶτα θυμοειδῶς, κατεξανισταμένη μὲν τού‐ των, εἰς δὲ τὴν φιλότιμον ἐπανιοῦσα ζωήν, εἶτα πολιτικῶς, μετρήσασα τὰ πάθη, καὶ τέλος νοερῶς. εἰ μὲν οὖν ἀπο‐ κατασταίη, ζῇ νοερῶς, καὶ ἡ μυριὰς ἔχει πέρας· ἐν δὲ τῇ γενέσει, κἂν ἄριστα πολιτεύηται, ζῇ κατὰ τὸν χιλιάδι λειπό‐
15μενον. καὶ τούτου σύμβολον ὁ ἐννακισχίλια ἀριθμός, πρέ‐ πων τῇ ἀρίστῃ πολιτείᾳ τῶν Ἀθηναίων. Περὶ δὲ τῶν ἐννακισχίλια γεγονότων ἔτη πολι‐ τῶν σοι δηλώσω διὰ βραχέων νόμους καὶ τῶν ἔρ‐ γων αὐτοῖς ὃ κάλλιστον ἐπράχθη· τὸ δ’ ἀκριβὲς περὶ
20πάντων ἐφεξῆς εἰσαῦθις κατὰ σχολὴν αὐτὰ τὰ γράμ‐ ματα λαβόντες διέξιμεν [24 A]. Εἰ καὶ ταῦτα βούλοιο πρὸς τὴν ὅλην ἀναπέμπειν δια‐ κόσμησιν, τὴν μὲν ὅλην πρόοδον τὴν ἄχρι τοῦ κύβου καὶ τῶν χθονίων ἔργων ὁ ἐννακισχίλια δηλώσει καὶ τὴν ζωὴν
25τὴν διὰ πάντων διήκουσαν, τὴν δὲ ἕνωσιν τῶν πολλῶν λό‐ γων καὶ τὴν κατὰ νοῦν αὐτῶν περιοχὴν τὸ διὰ βραχέων· ἔστι γὰρ τὸ μὲν συνοπτικὸν ἴνδαλμα τῆς νοερᾶς ἀμερείας, τὸ δ’ εἰς πλῆθος ἐξιὸν τῆς γονίμου δυνάμεως, πληθυούσης καὶ προαγούσης καὶ κατακερματιζούσης τὰ εἴδη διὰ τῆς
30ἑτερότητος, οἱ δὲ νόμοι τῆς διῃρημένης δημιουργίας κατὰ
νοῦν, τὸ δὲ ἔργον τὸ κάλλιστον τῆς εἰς ἓν τὸ καλὸν
in Ti
.

1

.

149

ἀνατεινομένης διακοσμήσεως· τὸ γὰρ ἡνωμένον κάλλος ἀπὸ τῶν νοητῶν εἰς τὴν ἐμφανῆ πρόεισι δημιουργίαν. ἡ δὲ ἀπὸ τῶν ἱερῶν γραμμάτων ἀνάληψις τὴν ἐπὶ τὰ παραδείγματα αὐτῶν ἐπιδείκνυσιν ἀναδρομήν, ἀφ’ ὧν καὶ ὁ ἱερεὺς πλη‐
5ρωθεὶς τῷ Σόλωνι ταῦτα παραδίδωσιν. ἔσται οὖν ὁ λόγος περὶ δημιουργίας διαιρουμένης καὶ πληθυομένης καὶ κατὰ νοῦν συνεχομένης καὶ μέχρι τῶν χθονίων ἔργων διατεινού‐ σης, ὡς ἔστιν ἀπὸ πάντων τῶν εἰρημένων συνάγειν. Τοὺς μὲν οὖν νόμους σκόπει πρὸς τοὺς τῇδε·
10πολλὰ γὰρ παραδείγματα τῶν τότε παρ’ ὑμῖν ὄντων ἐνθάδε νῦν ἀνευρήσεις [24 A].
Ὥσπερ ὁ Σωκράτης ἐν κεφαλαίοις τὴν ἑαυτοῦ πολιτείαν διεξῆλθεν, οὕτω καὶ ὁ ἱερεὺς διὰ βραχέων διέξεισι τοὺς τῶν παλαιῶν Ἀθηναίων νόμους, ἵνα καὶ τὴν ὕφεσιν ἔχῃ ταῦτα
15πρὸς ἐκεῖνα καὶ τὴν ὁμοιότητα τῆς διατάξεως, καὶ εἰκότως, ὅτι ἐκεῖνα μὲν καθολικώτερα, ταῦτα δὲ μερικώτερα, καὶ τὰ μὲν διανοίας ἔργα, τὰ δὲ καὶ φαντασίας. ἡ μὲν οὖν ὕφεσις θεωρείσθω, καθ’ ὅσον ὁ μὲν Σωκράτης πολιτείαν ὑπέγραφεν, οὗτος δὲ νόμους· ἔστι δὲ ἕνωσις μὲν καὶ δεσμὸς κοινὸς τῆς
20τῶν πολιτῶν ζωῆς ἡ πολιτεία, τάξις δὲ εἰς πλῆθος προϊ‐ οῦσα καὶ μερισμὸν ἡ νομοθεσία, καὶ ἣ μὲν τῇ προνοητικῇ αἰτίᾳ, ἣ δὲ εἱμαρμένῃ μᾶλλον ἀνάλογον· ἡ δὲ ὁμοιότης, καθ’ ὅσον ἀμφότεροι συνεσπειραμένως τὸ πλῆθος τῶν λόγων παραδιδόναι φασί. πάλιν οὖν καὶ ταῦτα τῶν ὅλων ἀντέ‐
25χεται καὶ τῶν θείων αἰτίων· ἡ γὰρ μέση δημιουργία τῆς πρώτης ἐξήρτηται καὶ ὁμοιοῦται πρὸς αὐτήν, καὶ ἑκατέρα μὲν τοῦ παντός ἐστιν, ἀλλ’ ἣ μὲν καθ’ ἕνωσιν καὶ ταυτό‐ τητα μίαν, ἣ δὲ κατὰ πρόοδον καὶ ἑτερότητα τῶν δημι‐ ουργουμένων, ὥσπερ ἡ τρίτη κατ’ ἐπιστροφήν, καὶ ἣ μὲν
30οὐρανίως, ἣ δὲ δευτέρως καὶ καθ’ ὕφεσιν τὸν ἐν τῇ γενέσει συνέχουσα πόλεμον, ὥσπερ ἡ τρίτη τὰ ἔσχατα τοῦ παντός. εἰκότως οὖν καὶ ὁ Κριτίας νόμους καὶ πᾶσαν τὴν ζωὴν
τῶν Ἀθηναίων ἐν κεφαλαίοις ὥσπερ καὶ ὁ ἱερεὺς παραδίδωσι.
in Ti
.

1

.

150

ταῦτα καὶ ἀπὸ τούτων ληπτέον. παραδείγματα δὲ νῦν τὰς εἰκόνας ἐκάλεσεν, ἐπειδὴ δευτέρως οἱ Σαῗται μετέχουσιν, ὧν οἱ Ἀθηναῖοι πρώτως· εἰ γὰρ καὶ πρῶτα τὰ ἀρχέτυπά εἰσιν, ἀλλὰ πρὸς τὴν ἡμετέραν γνῶσιν πρώτην ἔχουσι τάξιν
5αἱ εἰκόνες. ὡς οὖν πρῶτα λέγεται τὰ τῇ φύσει δεύτερα, οὕτω καὶ παραδείγματα· γίνεται γὰρ παραδείγματα τοῖς ἀπ’ αὐτῶν ἀναπεμπομένοις καὶ δι’ αὐτῶν τὰ πρὸ αὐτῶν γινώ‐ σκουσι. κἀνταῦθα δὲ τὰ μὲν τῶν Ἀθηναίων τὴν ὁλικω‐ τέραν, τὰ δὲ τῶν Σαϊτῶν τὴν μερικωτέραν ἐπιδείκνυται τάξιν.
10ἔστι δὲ ταῦτα καὶ ἐν τοῖς μερικοῖς καὶ ἐν τοῖς ὅλοις ἀνά‐ λογον· ὥστε ἡ παραδοθησομένη πολιτεία τῆς Ἀθηναίων ἐστὶ πόλεως, μᾶλλον δὲ τῆς ὅλης διακοσμήσεως, καὶ οἱ νόμοι διατείνοντες ἐπὶ πάντα τὸν κόσμον ἀπὸ τῆς Ἀθηνᾶς· πᾶς γὰρ νόμος νοῦ διανομὴ λέγεται, καὶ ὀρθῶς λέγεται· οἱ
15δὲ Ἀθηναίων νόμοι κατὰ τὴν ἔφορον κείμενοι θεὸν Ἀθη‐ ναϊκοῦ νοῦ διανομὴν ἐμφαίνουσι. τοιοῦτοι δὲ καὶ οἱ ἐν τῷ παντὶ νόμοι κατὰ τὸν ἕνα δημιουργικὸν νοῦν καὶ τὴν μίαν πρόνοιαν τῆς Ἀθηνᾶς ἀφοριζόμενοι. Πρῶτον μὲν τὸ τῶν ἱερέων γένος ἀπὸ τῶν ἄλ‐
20λων χωρὶς ἀφωρισμένον [24 A]. Ὅτι μερικωτέρα πώς ἐστιν αὕτη πᾶσα ἡ διακόσμησις τῆς Σωκράτους πολιτείας καὶ διῃρημένη μᾶλλον ἐκείνης, μιμου‐ μένη τὴν μέσην δημιουργίαν, ἔξεστι καὶ ἀπὸ τοῦ πλήθους τῶν ἐν τῇ πόλει γενῶν καὶ ἀπὸ τῆς ποιότητος καταμανθάνειν.
25ἐκεῖ μὲν γὰρ τρία γένη, τὸ φυλακικὸν τὸ ἐπικουρητικὸν τὸ θητικόν—οἰκεία γὰρ ἡ τριὰς τῇ μονάδι τῇ δημιουργικῇ— ἐνταῦθα δὲ διπλάσια τούτων, τὸ ἱερατικὸν τὸ μάχιμον τὸ
δημιουργικὸν τὸ γεωργικὸν τὸ νομευτικὸν τὸ θηρατικόν·
in Ti
.

1

.

151

ἔστι γὰρ ἡ μέση δημιουργία τό τε δυαδικὸν ἔχουσα ὁμοῦ καὶ τὸ τριαδικόν· καὶ ἀμφότεροι μὲν οἱ ἀριθμοὶ πρὸς τὴν Ἀθηνᾶν οἰκείως ἔχουσιν, ἀλλ’ ὃ μὲν ἐνταῦθα αὐτόθεν, ὡς τριάς, ὃ δὲ κατὰ τὴν γένεσιν· ἔστι γὰρ ἀπὸ τριάδος τρί‐
5γωνος ἡ ἑξάς. τῷ τε οὖν τριγωνικῷ καὶ τῷ ἀπὸ τριάδος καὶ τὴν ὕφεσιν ἅμα καὶ τὴν οἰκειότητα δείκνυσι τὴν πρὸς τὴν θεόν· εἰ γὰρ καὶ πᾶσα ἡ δημιουργία μετέχει τῆς Ἀθη‐ νᾶς, ἀλλὰ μᾶλλον αὐτῆς ἀποπληροῦται τὰ πρῶτα καὶ ἄκρα τοῦ παντὸς καὶ ἡ πρώτη δημιουργία καὶ ὁ πρῶτος πατήρ.
10οὕτω μὲν οὖν εἰ ταῦτα μόνα τὰ γένη ἐκλαμβάνοις, εὑρήσεις τὸν ἀριθμὸν οἰκεῖον πρὸς τὴν θεόν. εἰ δὲ τὸ τῆς φρονή‐ σεως ἐπιμελούμενον προσθείης, πάντως Ἀθηναϊκὴν εὑρήσεις οὖσαν τὴν ἑπτάδα· καὶ ἔστι καὶ τοῦτο τῶν τεθρυλημένων, καὶ τὸ ἀθήλυντον τῆς ἑπτάδος ὕμνηται καὶ τὸ ἐκ μόνης
15εἶναι μονάδος, καὶ ὅτι μάλιστα τῆς Ἀθηνᾶς εἰκὼν ἡ μονὰς ἡ τρίτη καὶ 〈ἡ〉 ἑπτάς· ἣ μὲν ὡς νοερᾶς καὶ πρὸς ἑαυτὴν καὶ τὴν μονάδα ἐπεστραμμένης, ἣ δὲ ὡς ἀπὸ μόνου τοῦ πατρὸς προελθούσης. ἐκ μὲν οὖν τῶν ἀριθμῶν οὕτως ἂν ἐπιβάλ‐ λοις. δεῖ δὲ καὶ ἀπ’ αὐτῆς τῆς τῶν γενῶν ποιότητος τὸ
20ὑφειμένον ἰδεῖν αὐτῶν καὶ ὑπερέχον· τό τε γὰρ ἱερατικὸν γένος ὑφεῖται τοῦ φυλακικοῦ τοῦ μέχρι τῆς πρωτίστης αἰ‐ τίας ἀνιόντος, ὥσπερ καὶ αὐτὸς ἐν τῷ Πολιτικῷ [290 D E] τοὺς ἱερέας ὑπέταξε τῷ πολιτικῷ καὶ οὐ μετέδωκεν αὐτοῖς τῆς πολιτικῆς δυνάμεως· καὶ τὸ μάχιμον τοῦ ἐπικουρικοῦ·
25τοῦτο μὲν γὰρ καὶ τὰ ἐν αὐτῇ τῇ πόλει τάττει δεόντως καὶ πεπαίδευται ἱκανῶς, ἐκεῖνο δὲ τοὺς πολέμους μόνον καὶ τὰ ἐν αὐτοῖς μεταδιώκει καὶ ταύτης μόνης μετέχει τῆς ἀσκή‐ σεως· τὸ δὲ θητικὸν εἰς τὰ λοιπὰ διῄρηται γένη· τῷ τε οὖν περιληπτικωτέρῳ διαφέρει καὶ τῷ κατὰ τρόπον συνηρ‐
30μόσθαι τοῖς πρὸ αὐτοῦ γένεσιν· ὥστε κἀκ τοῦ ἀριθμοῦ κἀκ
in Ti
.

1

.

152

τῆς ποιότητος δῆλον ἡμῖν γέγονεν, ὅτι τῆς Σωκρατικῆς πολιτείας ὑφεῖται τὰ νῦν παραδιδόμενα καὶ δευτέραν ἂν ἔχοι μετ’ ἐκείνην τάξιν. ἀλλ’ ἐπὶ μὲν ἐκείνης καὶ τὰς ἀναλογίας τὰς πρὸς τὸ πᾶν οὕτως ἐτίθεμεν· τὸ φυλακικὸν
5τοῖς οὐρανίοις θεοῖς ἀνάλογον, τὸ ἐπικουρικὸν τοῖς κρείτ‐ τοσι τοῖς τῶν οὐρανίων ὀπαδοῖς καὶ φρουροῦσι τὸ πᾶν, τὸ θητικὸν τοῖς τὴν φύσιν συνέχουσι τὴν ἔνυλον καὶ ταῖς μερικαῖς ψυχαῖς, καὶ τὸ μὲν τοῖς ἀπλανέσι, τὸ δὲ τοῖς πλανω‐ μένοις, τὸ δὲ τοῖς ἐνύλοις· ἐλαμβάνομεν δὲ καὶ ἐν αὐτοῖς
10τοῖς οὐρανίοις θεοῖς πάντα κατ’ ἀναλογίαν. ἐνταῦθα δὲ πῶς καὶ τίνα τρόπον ταῦτα τὰ γένη ληπτέον ἐν τῷ παντὶ καθ‐ ορᾶν ἄξιον· ὁ μὲν γὰρ φιλόσοφος Πορφύριος οὕτω δια‐ τάττεται· τοὺς μὲν ἱερέας ἀναλογεῖν τοῖς ἐν οὐρανῷ ἀρχαγ‐ γέλοις τετραμμένοις πρὸς θεούς, ὧν εἰσιν ἄγγελοι, τοὺς δὲ
15μαχίμους τοῖς εἰς τὰ σώματα κατιοῦσι δαίμοσι, τοὺς δὲ αὖ νομέας τοῖς ἐπὶ ταῖς τῶν ζῴων ἀγέλαις τεταγμένοις, οὓς δι’ ἀπορρήτων ψυχὰς εἶναι λέγουσιν ἀποτυχούσας μὲν τοῦ ἀνθρωπικοῦ νοῦ, πρὸς δὲ τὰ ζῷα ἐχούσας διάθεσιν· ἐπεὶ καὶ ἀνθρώπων ἀγέλης ἔστι τις κηδεμὼν καὶ μερικοί τινες, οἳ
20μὲν ἔθνη, οἳ δὲ πόλεις, οἳ δὲ καὶ τοὺς καθ’ ἕκαστον ἐπισκο‐ ποῦντες· τοὺς δὲ θηρευτὰς τοῖς τὰς ψυχὰς θηρεύουσι καὶ εἰς τὰ σώματα κατακλείουσιν· εἰσὶ δὲ οἳ καὶ ταῖς θήραις τῶν ζῴων χαίρουσιν, οἵαν καὶ τὴν Ἄρτεμιν τίθενται καὶ ἄλλο σὺν αὐτῇ πλῆθος δαιμόνων θηρατικῶν· τοὺς δὲ γεωργοὺς
25τοῖς ἐπὶ τῶν καρπῶν τεταγμένοις. τὸ δὴ πολίτευμα τοῦτο πᾶν τῶν ὑπὸ σελήνην δαιμόνων εἰς πολλὰ νενεμημένων δημιουργικὸν ὑπὸ τοῦ Πλάτωνος εἰρῆσθαι διὰ τὸ ἀφορᾶν πρὸς ἀποτέλεσμα ὂν ἤδη ἢ γιγνόμενον. ὁ δέ γε θεῖος Ἰάμβλιχος ἐπιτιμήσας τούτοις ὡς οὔτε Πλατωνικῶς οὔτε
30ἀληθῶς λεγομένοις—οὔτε γὰρ τοὺς ἀρχαγγέλους ἠξιῶσθαί που μνήμης ὑπὸ Πλάτωνος, οὔτε τὸ μάχιμον γένος εἶναι
τῶν εἰς σώματα ῥεπουσῶν ψυχῶν· οὐ γὰρ δεῖ ταύτας ἀντι‐
in Ti
.

1

.

153

διαιρεῖν θεοῖς ἢ δαίμοσιν· καὶ γὰρ ἄτοπον, εἰ ταύτας μὲν ἐν τῷ μέσῳ γένει τάξομεν, θεοὺς δὲ καὶ δαίμονας ἐν τοῖς δημιουργικοῖς τοῖς ἐσχάτοις· οὔτε νομέας ὑπάρχειν ἐκείνους τοὺς ἀποτυχόντας μὲν τοῦ ἀνθρωπικοῦ νοῦ, πρὸς δὲ τὰ ζῷα
5σχόντας τινὰ συμπάθειαν· οὐ γὰρ ἐξ ἀνθρώπων ἐστὶ τὸ εἶναι τοῖς δαίμοσι τοῖς ἐπιτροπεύουσι τὴν θνητὴν φύσιν· οὔτε θηρατὰς τοὺς ὥσπερ ἐν ζωγρείῳ κατακλείοντας τῷ σώ‐ ματι τὴν ψυχήν· οὐ γὰρ οὕτως ἡ ψυχὴ τῷ σώματι συζεύ‐ γνυται, οὐδὲ φιλόσοφος ὁ τρόπος οὗτος τῆς θεωρίας, ἀλλὰ
10βαρβαρικῆς ἀλαζονείας μεστός· οὔτε τοὺς γεωργοὺς εἰς τὴν Δήμητραν ἀνενεκτέον· ἐξῄρηνται γὰρ οἱ θεοὶ τῶν προσεχῶν αἰτίων τῆς φύσεως—τούτοις δ’ οὖν ἐπιτιμήσας τοὺς μὲν ἱερέας ἀνάλογον ἵστησι δι’ ὁμοιότητος πρὸς πάσας τὰς δευ‐ τέρας οὐσίας καὶ δυνάμεις, ὅσαι τὰς προτέρας ἑαυτῶν αἰτίας
15τιμῶσι καὶ θεραπεύουσι, τοὺς δὲ νομέας πᾶσι τοῖς ἐν τῷ κόσμῳ τὴν ἐπιστασίαν λαχοῦσι τῆς εἰς τὸ σῶμα ῥεπούσης ζωῆς καὶ τῶν ἀλογίστων δυνάμεων καὶ ταύτας ἐν τάξει διανέμουσι, τοὺς δὲ θηρευτὰς δυνάμεσι καθολικαῖς, κοσμη‐ τικαῖς τῶν δευτέρων διὰ τῆς θήρας τοῦ ὄντος, τοὺς δὲ
20γεωργοὺς τοῖς παρασκευάζουσι τὴν τελεσιουργίαν τῶν ἀπ’ οὐρανοῦ φερομένων ἐπὶ γῆν σπερμάτων, τοὺς δὲ μαχίμους τοῖς τὸ μὲν ἄθεον πᾶν ἀνατρέπουσι, τὸ δὲ θεῖον κρατύ‐ νουσιν. οὕτω μὲν οὖν καὶ ὁ θεῖος Ἰάμβλιχος. κοινὸν δὲ ἀμφοτέροις, ὅτι τὸ δημιουργικὸν εἰς νομευτικὸν καὶ θηρευ‐
25τικὸν καὶ γεωργικὸν διαιροῦσιν, ἀλλ’ οὐκ ἀφ’ ἑνὸς τὰ τέτ‐ ταρα προάγουσιν· οὐδαμῶς γὰρ τὸ νομευτικὸν ὑπὸ τὸ δημι‐ ουργικὸν ἢ τὸ θηρευτικὸν ἂν θείη τις ὀρθῶς σκοπούμενος. μήποτε οὖν κάλλιον ὥσπερ ὁ ἡμέτερος διδάσκαλος διῄ‐ ρει ποιεῖσθαι τὴν ἐξήγησιν, μίαν μὲν δυάδα θεμένους τὸ
30ἱερατικὸν καὶ μάχιμον, ἑτέραν δὲ τὸ δημιουργικὸν καὶ γεωρ‐ γικόν, τρίτην δὲ τὸ νομευτικὸν καὶ θηρευτικόν, καὶ λαβόντας
τοιαύτην τάξιν τὰ παραδείγματα μεταδιώκειν αὐτῶν. ἔστι
in Ti
.

1

.

154

γὰρ καὶ τὸ ἱερατικὸν ἐν τοῖς θεοῖς τοῖς ἀναγωγοῖς καὶ τὸ μάχιμον ἐν τοῖς φρουρητικοῖς καὶ τὸ δημιουργικὸν ἐν τοῖς τὰ εἴδη πάντα καὶ τοὺς λόγους διακρίνουσι τῶν ἐγκοσμίων, τὸ δὲ γεωργικὸν ἐν τοῖς τὴν φύσιν ἄνωθεν κινοῦσι καὶ τὰς
5ψυχὰς διασπείρουσι περὶ τὴν γένεσιν· σπορὰν γὰρ καὶ ὁ Πλάτων ὀνομάζει τὴν εἰς γένεσιν πτῶσιν τῆς ψυχῆς, τὸ δὲ σπείρειν οἰκειότατον τοῖς γεωργοῖς, ὥσπερ καὶ τὸ συλ‐ λαμβάνειν ταῖς τῆς φύσεως ἀπογεννήσεσι. τὸ δὲ νομευτικὸν 〈ἐν〉 τοῖς τὰ εἴδη πάντα τῆς ζωῆς διακεκριμένως ἐπιτρο‐
10πεύουσι τὰ ἐν τῇ γενέσει φερόμενα· καὶ γὰρ ἐν τῷ Πολι‐ τικῷ [271 D] νομέας θείους τινὰς αὐτὸς ἡμῖν παραδέδωκε. τὸ δὲ θηρευτικὸν 〈ἐν〉 τοῖς τὰ ἔνυλα πάντα πνεύματα δια‐ τάττουσι· καὶ γὰρ θῆρας ἐκεῖνα καλεῖν ἔθος ἐστὶ τοῖς θεο‐ λόγοις. καὶ ταῦτα πάντα τὰ γένη τῇ μέσῃ προσήκει δημι‐
15ουργίᾳ, τὸ ἐπιστρεπτικόν, τὸ φρουρητικόν, τὸ τὰς ψυχικὰς λήξεις διέπον, τὸ τὰ εἴδη τῆς ζωῆς διακυβερνῶν τὰ γενε‐ σιουργά, τὸ δημιουργικὸν πᾶν καὶ τῶν ἐνύλων εἰδοποιόν, τὸ τῶν ἐσχάτων πνευμάτων τακτικόν. τούτων δὲ τῶν γενῶν πάν‐ των ἕτερον 〈δεῖ〉 τιθέναι τὸ τῆς φρονήσεως ἐπιμελούμενον καὶ
20θεωρητικόν, ὃ καὶ αὐτὸς ἐπὶ πᾶσιν ἐξυμνήσει πρώτου μνη‐ σθεὶς τοῦ ἱερατικοῦ γένους ὡς ἱερεύς. ἑπτὰ οὖν τὰ πάντα, καὶ ἡ μονὰς ἐξῄρηται τῆς ἑξάδος, καὶ ἣ μὲν ἀνάλογόν ἐστι τῷ ἑνὶ νῷ, τῷ πᾶσαν συνέχοντι τὴν δημιουργίαν τῶν γενη‐ τῶν, ἣ δὲ τοῖς ὑπ’ αὐτὸν μερικωτέροις ἔθνεσιν, ἀναγωγοῖς,
25φρουρητικοῖς, εἰδοποιοῖς, ζῳοποιοῖς, ἀγελάρχαις τῆς ἡμέρου ζωῆς, κρατητικοῖς τῆς θηριώδους φύσεως, ἃ δὴ καὶ ἐν τῷ παντὶ διώρισται ἀπὸ τῶν ἁπλῶν. καὶ δὴ καὶ ἐν τοῖς ἀν‐ θρώποις, φησί, ταῦτα πάρεστιν ὁρᾶν, πρώτως μὲν παρὰ τοῖς Ἀθηναίοις, δευτέρως δὲ παρὰ τοῖς Σαΐταις, κατὰ τὴν τῶν
30γενῶν διαίρεσιν ἑκάστου τὸ οἰκεῖον ἔργον ἀποπληροῦντος
ἀφωρισμένως· τοῦτο γὰρ δηλοῖ τὸ ἀπὸ τῶν ἄλλων καὶ τὸ
in Ti
.

1

.

155

χωρίς, ἵνα τὴν ἀμιγῆ καθαρότητα τῶν γενῶν νοήσωμεν ἄνωθεν ἄχρι τῶν ἐσχάτων προϊοῦσαν δι’ ὑφέσεως. Μετὰ δὲ τοῦτο τὸ τῶν δημιουργῶν, ὅτι καθ’ αὑτὸ ἕκαστον, ἄλλῳ δὲ οὐκ ἐπιμιγνύμενον δημι‐
5ουργε, τό τε τῶν νομέων καὶ τὸ τῶν θηρευτῶν, τό τε τῶν γεωργῶν [24 A]. Αὕτη πᾶσα ἡ τετρακτὺς ἔχει μὲν τὴν τρίτην τάξιν κατὰ τὴν εἰς τρία τῶν γενῶν τομήν, δευτέρα δὲ ὑπὸ τοῦ Πλά‐ τωνος ἠρίθμηται νῦν, ἵνα καὶ διὰ τούτου μιμήσηται τὸ πᾶν
10ὁ λόγος, ἐν ᾧ τὸ ἔσχατον μέσον ἐστίν, ὑπὸ θειοτέρων ἁπαν‐ ταχόθεν περιεχόμενον· τὸ γὰρ ἐνυλότατον καὶ παχύτατον ἐν μέσῳ παρὰ τῆς δημιουργίας κατακέκλιται· μόλις γὰρ ἂν οὕτω σῴζοιτο κοσμούμενον κατὰ πᾶν ἑαυτὸ καὶ φρουρού‐ μενον ὑπὸ τῶν περιεχόντων ἁπάντων. πάλιν δὲ καὶ ἐν
15τούτοις πρόσκειται τὸ μὴ ἐπιμίγνυσθαι τὸ δημιουργικὸν τοῖς ἄλλοις μηδὲ ἐκεῖνα παραπλησίως αὐτοῖς, ἀλλ’ ἕκαστον ἐφ’ ἑαυτοῦ μένειν καὶ τῆς ἑαυτοῦ καθαρότητος· τοῦτο γὰρ οὐ μόνον ἀκρίβειαν ἐν τοῖς ἐπιτηδεύμασι καὶ κατόρθωσιν ἐν τοῖς οἰκείοις ἔργοις, ἀλλὰ καὶ συμπάθειαν ἀπεργάζεται τῶν
20πολιτῶν. πάντες γὰρ δεήσονται πάντων τῷ μὴ ἕκαστον πολ‐ λὰς μετιέναι τέχνας· δεήσονται γὰρ ὁ μὲν δημιουργὸς τοῦ γεωργοῦ, ὁ δὲ γεωργὸς τοῦ νομέως, οὗτος δὲ τοῦ θηρευτοῦ, καὶ ὁ θηρευτὴς τοῦ δημιουργοῦ, καὶ οὕτως ἕκαστος τῶν ἄλ‐ λων δεόμενος οὐκ ἄμικτος ἔσται πρὸς αὐτούς. ἔστιν ἄρα μετὰ
25τῆς ἑτερότητος ἡ ταυτότης καὶ μετὰ τῆς ἑνώσεως ἡ διάκρισις. Καὶ δὴ καὶ τὸ μάχιμον γένος ᾔσθησαί που τῇδε ἁπάντων τῶν γενῶν κεχωρισμένον, οἷς οὐδὲν ἄλλο πλὴν τὰ περὶ τὸν πόλεμον ὑπὸ τοῦ νόμου προσ‐ ετάχθη μέλειν [24 B].
30
Πανταχοῦ μέν, μάλιστα δὲ ἐπὶ τοῦ μαχίμου γένους οἰ‐ κεῖόν ἐστι τὸ τῆς ἀμιξίας καὶ τὸ τῆς διακρίσεως· πρὸς γὰρ
τὴν ἄχραντον τάξιν ἔχει συγγενῶς καὶ τὴν ἀποτέμνουσαν τὸ
in Ti
.

1

.

156

ἔνυλον πᾶν καὶ ἀφανίζουσαν τὸ πλημμελές. εἰκότως ἄρα καὶ τούτῳ τῷ γένει τὰ περὶ τὸν πόλεμον μέλει· διὰ γὰρ τοῦτο μένει τῶν ἔξωθεν καὶ τῶν 〈ἔνδοθεν〉 βλαπτόντων ἀπείρατος ἡ πόλις, καὶ τοῦτο αὐτῇ περιβάλλει τὴν ἀφ’ ἑαυτοῦ φρουράν,
5μιμούμενον τὴν φρουρητικὴν τάξιν· ὡς γὰρ τῷ πρώτῳ τῶν δημιουργῶν, οὕτω καὶ τῷ μέσῳ σύνεστι φρουρητικὴ θεότης. τοῦτο μὲν οὖν ἀπὸ τῆς θεολογίας ληπτέον. νόμον δὲ ἐν τῷ παντὶ τὸν ἀπὸ τῆς μιᾶς δημιουργικῆς νοήσεως θεσμὸν ἀκουσόμεθα· πρὸ γὰρ τῶν ἐγκοσμίων ἐστὶν ὁ δημιουργικὸς
10νόμος τῷ Διὶ παρεδρεύων καὶ συνδιακοσμῶν αὐτῷ πᾶσαν τὴν ἐν τῷ παντὶ προμηθίαν. Ἔτι δὲ ἡ τῆς ὁπλίσεως αὐτῶν σχέσις ἀσπίδων καὶ δοράτων, οἷς ἡμεῖς πρῶτοι τῶν περὶ τὴν Ἀσίαν ὡπλίσμεθα, τῆς θεοῦ καθάπερ ἐν ἐκείνοις τοῖς τό‐
15ποις παρ’ ὑμῖν πρώτοις ἐνδειξαμένης [24 B]. Ἄνωθεν ἀπὸ τῶν παραδειγμάτων ἄχρι τῶν ἐσχάτων γε‐ νῶν διατείνει τὴν τῆς Ἀθηνᾶς ἐνέργειαν ὁ λόγος· ἔστι γὰρ αὐτῇ καὶ συμφυῆ πράγματα μετειληχότα τῶν ἀχράντων δυνά‐ μεων ὁλικώτερα καὶ μερικώτερα, καὶ ἐγκόσμια γένη, διαταττό‐
20μενα παρὰ τῆς μέσης δημιουργίας, ἀνάλογον ἐκείνοις περι‐ έχοντά τε καὶ περιεχόμενα καὶ κρατούμενα ταῖς Ἀθηναϊκαῖς ἐνεργείαις μένοντά τε ἀεὶ ὡσαύτως ἄχραντα δι’ ἐκείνην ἐν τῷ παντί. ταῦτα μὲν οὖν κοινῶς περὶ πάντων τούτων προσήκει γινώσκειν. τίς δὲ ἡ ὅπλισις αὕτη καὶ τίνες αἱ
25ἀσπίδες καὶ τὰ δόρατα τίνα, ῥητέον, καὶ πῶς ἐν τῇ θεῷ ταῦτα προείληπται. Πορφύριος μὲν ἀσπίδα τὸ σῶμα κα‐ λῶν ἀντὶ τοῦ δόρατος παραλαμβάνει τὸν θυμόν· ταῦτα δὲ εἰς γένεσιν πεσόντων ἐστὶ καὶ ἐνύλων πραγμάτων, καὶ οὐχὶ τῆς ἀτρέπτου σωτηρίας, ἀλλὰ τῆς γενεσιουργοῦ ζωῆς ὄργανα,
30διαφθείροντα τὴν καθαρότητα τοῦ νοῦ καὶ τὴν κατὰ λόγον ἀπολλύντα ζωήν. ὁ δέ γε θεῖος Ἰάμβλιχος ἐνθεαστικῶς,
ἐπειδὴ πᾶν τὸ θεῖον καὶ δρᾶν χρὴ καὶ μὴ πάσχειν, ἵνα τῷ
in Ti
.

1

.

157

μὲν δρᾶν μὴ ἔχῃ τὸ ἀδρανὲς τῇ ὕλῃ προσόμοιον, τῷ δὲ μὴ πάσχειν μὴ ἔχῃ τὸ δραστήριον τοῖς ἐνύλοις ἐοικός, ἃ μετὰ πάθους ποιεῖ, τὰς μὲν ἀσπίδας δυνάμεις εἶναι τίθεται, δι’ ἃς ἀπαθὲς καὶ ἄχραντον μένει τὸ θεῖον, ἄρρηκτον ἐν ἑαυ‐
5τῷ φρουρὰν περιβεβλημένον, τὰ δὲ δόρατα δυνάμεις, καθ’ ἃς χωρεῖ διὰ πάντων ἀναφῶς καὶ δρᾶ εἰς πάντα, τὸ ἔνυλον ἀποκόπτον καὶ πᾶν τὸ γενεσιουργὸν εἶδος ἀμυνόμενον. ταῦτα δὲ πρώτως μὲν περὶ τὴν Ἀθηνᾶν ὁρᾶται· διὸ καὶ ἀσπὶς αὐτῆς ἐξήπλωται καὶ δόρυ καὶ ἐν τοῖς ἀγάλμασι· καὶ γὰρ
10πάντα καταγωνίζεται καὶ διαμένει ἄκλιτος κατὰ τοὺς θεο‐ λόγους καὶ ἄχραντος ἐν τῷ πατρί. δευτέρως δὲ ἐν ταῖς Ἀθηναϊκαῖς δυνάμεσι, ταῖς τε ὅλαις καὶ ταῖς μερικαῖς· ὡς γὰρ τὸ Δίιον καὶ δημιουργικὸν πλῆθος μιμεῖται τὴν ἑαυ‐ τοῦ μονάδα, καὶ ὡς τὸ μαντικὸν καὶ Ἀπολλωνιακὸν μετέχει
15τῆς Ἀπολλωνιακῆς ἰδιότητος, οὕτως καὶ ὁ Ἀθηναϊκὸς ἀριθ‐ μὸς τὸ ἄχραντον τῆς Ἀθηνᾶς καὶ ἀμιγὲς ἀπεικονίζεται. ἐσχάτως δὲ ἐν ταῖς Ἀθηναϊκαῖς ψυχαῖς· ἔστι γὰρ καὶ ἐν ταύταις ἡ μὲν ἀσπὶς τὸ ἀδάμαστον τοῦ λόγου καὶ ἀκλινές, δόρυ δὲ τὸ τμητικὸν τῆς ὕλης καὶ τῶν δαιμονίων ἢ μοι‐
20ραίων παθημάτων ἀπαλλάττον τὰς ψυχάς, ὧν δὴ καθαρώ‐ τερον μὲν οἱ Ἀθηναῖοι, δευτέρως δὲ οἱ Σαῗται μετειλήχασι, μέτρῳ τῆς πρὸς τὴν θεὸν συγγενείας καὶ τούτων μετα‐ λαγχάνοντες. Τὸ δ’ αὖ περὶ τῆς φρονήσεως, ὁρᾷς που τὸν νό‐
25μον τῇδε ὅσην ἐπιμέλειαν ἐποιήσατο εὐθὺς κατ’ ἀρχὰς ἕως το· πάντα κτησάμενος [24 BC]. Τὴν θεὸν καὶ φιλόσοφον ἐρεῖ [24 D] καὶ φιλοπόλεμον μικρὸν προελθών. ἵνα οὖν αὐτῷ κατὰ τὸ παράδειγμα καὶ ἡ τῆς Ἀθηναίων καὶ Σαϊτῶν πολιτείας διακόσμησις γίγνη‐
30ται, τὸ μὲν περὶ τοὺς πολέμους ἀσκητικὸν ἀπὸ τῶν εἰρη‐
μένων ἱκανῶς ἐνεδείξατο, τὸ δὲ περὶ τὴν φρόνησιν ἐν τού‐
in Ti
.

1

.

158

τοις παρίστησιν, ὅπως ἂν τῷ μὲν τὸ φιλοπόλεμον, τῷ δὲ τὸ φιλόσοφον ἀπεικονίζηται τῆς Ἀθηνᾶς. τίς οὖν ἡ φρό‐ νησις αὕτη; 〈ἦ〉 θεωρία τῶν ὅλων τῶν τε ὑπερκοσμίων *** πραγμάτων, ἀφ’ ὧν μετὰ τὰ πρώτιστα τῶν ἀγαθῶν, ἃ δὴ
5τελεσιουργὰ τῶν ψυχῶν ἐστι, καὶ περὶ τὸν βίον τὸν ἀνθρώ‐ πινον ὑπῆρχέ τις ῥᾳστώνη, μέχρι μαντικῆς προϊοῦσα καὶ ἰατρικῆς, καὶ ταύτας ἄλλως μὲν ἐν τοῖς ἀφανέσιν αἰτίοις, ἄλλως δὲ περὶ τὸν κόσμον, ἐσχάτως δὲ περὶ τὴν ἀνθρω‐ πίνην ἐπιτήδευσιν τιθεμένη. ἐπειδὴ γὰρ ἄυλος σοφία καὶ
10χωριστὴ ἡ θεὸς αὕτη, διὰ τοῦτο καὶ τοῖς πρὸς αὐτὴν συγ‐ γενέσιν ἐκφαίνει τὰ μόρια πάντα τῆς φρονήσεως, τῆς τε θείας καὶ τῆς ἀνθρωπίνης· ἐπεὶ καὶ τὴν μαντικὴν ἄλλην μὲν ἐν τοῖς νοεροῖς θεοῖς, ἄλλην δὲ ἐν τοῖς ὑπερκοσμίοις, ἄλλην δὲ ἐν τοῖς ἐγκοσμίοις θετέον, καὶ ταύτης ἄλλην μὲν
15ἀπὸ τῶν θεῶν καθήκουσαν, ἄλλην δὲ ἀπὸ τῶν δαιμόνων, ἄλλην δὲ ἀπὸ τῆς ἀνθρωπίνης διανοίας, τεχνικήν τινα μᾶλ‐ λον οὖσαν καὶ εἰκαστικήν. καὶ δὴ καὶ ἰατρικὴν ὡσαύτως ἐν μὲν τοῖς θεοῖς αὐτὴν τὴν παιώνιον θετέον, ἐν δὲ τοῖς δαί‐ μοσι τὴν διακονικὴν καὶ ὑπουργικὴν τῶν θεῶν, ἀφ’ ὧν καὶ
20ὗλαι παρασκευάζονται καὶ ὄργανα ταῖς τῶν θεῶν ἐπιφανεί‐ αις· ὡς γάρ εἰσι περὶ τὸν Ἔρωτα πολλοὶ δαίμονες, οὕτω καὶ περὶ τὸν Ἀσκληπιόν, οἳ μὲν ὀπαδῶν, οἳ δὲ προπομπῶν τοῦ θεοῦ τάξιν λαχόντες. ἐν δὲ ταῖς ἀνθρωπίναις ζωαῖς τὴν ἐκ θεωρημάτων καὶ πείρας ποριζομένην, καθ’ ἣν οἳ μὲν
25μᾶλλον, οἳ δὲ ἧττον οἰκειοῦνται πρὸς τὴν θείαν ἰατρικήν. ἔστι δὲ καὶ μῖξις τῶν δύο τούτων φρονήσεων τῆς τε μαν‐ τικῆς καὶ ἰατρικῆς παρὰ τοῖς Αἰγυπτίοις, διότι καὶ ἐν ἑνὶ θεῷ προειλημμέναι τυγχάνουσι τούτων αἰτίαι, καὶ ἀπὸ μιᾶς πηγῆς ὀχετοὶ πλείους μερίζονται περὶ τὸν κόσμον. ταῦτα μὲν
30οὖν κοινὰ περὶ τῆς νῦν λεγομένης φρονήσεως εἰρήσθω. καθ’ ἕκαστον δὲ ἐπεκδιδάσκοντες φήσομεν νόμον μὲν τὴν
ἀπὸ τοῦ νοῦ τοῦ ἑνὸς τῆς Ἀθηνᾶς διήκουσαν τάξιν, ἐπι‐
in Ti
.

1

.

159

μέλειαν δὲ τὴν πρόνοιαν τὴν μέχρι τῶν μερικῶν ἀπὸ τῶν ὅλων πεφοιτηκυῖαν, εὐθὺς δὲ κατ’ ἀρχὰς τὴν κατὰ φύσιν τῶν Ἀθηναϊκῶν ψυχῶν πρὸς τὴν φρόνησιν οἰκειότητα· τὸ γὰρ μὴ ἐπείσακτον μηδὲ ἀλλότριον διὰ τοῦ εὐθὺς κατ’ ἀρ‐
5χὰς σημαίνειν ἔοικεν. εἰ δὲ ὡς πρὸς τὴν κοσμικὴν τάξιν ἀνάγοι τις τὸ ῥηθέν, τὸ μὴ ἐκ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον προϊέναι τὴν διακόσμησιν, ἀλλ’ ἀεὶ τετάχθαι καὶ μετὰ τοῦ εὖ προεληλυθέναι δηλοῦν μοι δοκεῖ τοῦτο τὸ εὐθὺς κατ’ ἀρχάς. περὶ δὲ τὸν κόσμον ἅπαντα, διότι καὶ ἀφανεῖς
10εἰσιν αἰτίαι τῶν ἐν τῷ κόσμῳ τεταγμένων, ἃς θεωρεῖ πρὸ τούτων ἡ τελέα φρόνησις· οὐ γάρ ἐστιν αὐτῆς τὸ εἶδος τεχνικόν, ὥς φησι Πορφύριος, ἢ πρὸς τέχνας ἐπιτήδειον· Ἡφαίστου γὰρ τοῦτο δῶρον, ἀλλ’ οὐκ Ἀθηνᾶς, ὥς φησιν Ἰάμβλιχος. μέχρι δὲ μαντικῆς καὶ ἰατρικῆς, διότι καὶ
15τῶν ἐγκοσμίων θεῶν τὰς ἄλλας πρῶτον θεωρεῖν προσήκει δυνάμεις, εἶθ’ οὕτως καὶ τὴν σημαντικὴν αὐτῶν καὶ ὑγιαστι‐ κὴν ποίησιν, ἐπειδὴ καὶ σῶμα ἐλάχομεν διοικεῖν γενητόν, καὶ ἐν σώματι κατακεκλεισμένοις ἡμῖν τὸ μέλλον οὐ δῆλόν ἐστιν ἡ γὰρ ἔνυλος ζωὴ πολὺ τὸ ἐνδεχόμενον ἐπιδείκνυται
20κατὰ τὴν ἄλλοτε ἄλλως φερομένην ὕπαρξιν. ὅσα δὲ ἄλλα τούτοις ἕπεται μαθήματα λέγει δήπου γεωμετρίαν, ἀστρο‐ νομίαν, λογιστικήν, ἀριθμητικὴν καὶ τὰς τούτων ξυγγενεῖς, ἃ δὴ πάντα καταστησάμενος ὁ νόμος εἰς φρόνησιν Ἀθη‐ ναίους τε καὶ Σαΐτας θαυμαστὴν ἀνήγαγε. καὶ περὶ τούτων
25ταῦτα. Πορφύριος δὲ εἰκότως φησὶ καὶ ἰατρικὴν ἀπὸ τῆς Ἀθηνᾶς ἥκειν, διότι καὶ ὁ Ἀσκληπιὸς νοῦς ἐστι Σελη‐ νιακός, ὥσπερ ὁ Ἀπόλλων Ἡλιακὸς νοῦς. οἷς καὶ ὁ θεῖος ἐπέπληξεν Ἰάμβλιχος ὡς οὐ καλῶς συγχέουσι τὰς τῶν θεῶν
οὐσίας οὐδὲ ὀρθῶς ἀεὶ κατὰ τὸ παρὸν τοὺς νοῦς καὶ τὰς
in Ti
.

1

.

160

ψυχὰς τῶν ἐγκοσμίων διανέμουσιν· ἐπεὶ καὶ Ἀσκληπιὸν ἐν Ἡλίῳ θετέον καὶ ἀπ’ ἐκείνου προϊέναι περὶ τὸν γενητὸν τόπον, ἵν’ ὥσπερ ὁ οὐρανός, οὕτω δὴ καὶ ἡ γένεσις κατὰ δευτέραν μετοχὴν ὑπὸ τῆς θεότητος ταύτης συνέχηται, συμ‐
5μετρίας καὶ εὐκρασίας ἀπ’ αὐτῆς πληρούμενος. Ταύτην οὖν δὴ τότε ξύμπασαν τὴν διακόσμησιν καὶ σύνταξιν ἡ θεὸς προτέρους ὑμᾶς διακοσμήσασα κατῴκισεν [24 C]. Τὸ μὲν ξύμπασαν τὴν ἡνωμένην περιοχὴν ἐν τῇ θεῷ
10πάντων τῶν ὑπ’ αὐτῆς κεκοσμημένων καὶ τὸ μήτε παραλε‐ λεῖφθαι μηδὲν μήτε διῃρημένως αὐτῇ τὸ πλῆθος εἶναι δη‐ λοῖ. τὸ δὲ τὴν διακόσμησιν τὴν ἐν τάξει τῆς Ἀθηναϊκῆς προνοίας διανομὴν ἐνδείκνυται· τὸ δὲ τὴν σύνταξιν τὴν ἕνωσιν τούτων καὶ τὴν πρὸς ἕνα κόσμον συγγένειαν. ἔτι
15δὲ ἡ μὲν διακόσμησις τὴν ἀπὸ τῆς θεοῦ σημαίνει πρόοδον τῶν ὅλων, ἡ δὲ σύνταξις τὴν εἰς ἑαυτὴν ἐπιστροφήν. ἐπει‐ δὴ δὲ καὶ τῶν ἐν τῷ παντὶ τὰ μὲν ὁλικά ἐστι, τὰ δὲ με‐ ρικά, καὶ τὰ μὲν μονάσιν, τὰ δὲ ἀριθμοῖς ἀνάλογον, μετέχει δὲ ἄμφω μὲν τῆς Ἀθηναϊκῆς προνοίας, πρώτως δὲ τὰ ὁλικὰ
20καὶ μοναδικά, διὰ δὴ τοῦτο καὶ τοῖς Ἀθηναίοις τὴν πρε‐ σβυτέραν καὶ ἡγεμονικὴν ἀπονέμει τάξιν ὁ παρὼν λόγος, δευτέραν δὲ τοῖς Σαΐταις καὶ τούτων ὑφειμένην. Ἐκλεξαμένη τὸν τόπον ἐν ᾧ γεγένησθε, τὴν εὐ‐ κρασίαν τῶν ὡρῶν ἐν αὐτῷ κατιδοῦσα, ὅτι φρονι‐
25μωτάτους ἄνδρας οἴσοι [24 C]. Πρότερον μὲν λαγχάνειν εἴρηται [23 D] τὴν χώραν ἡ θεός, νῦν δὲ ἐκλέγεσθαι. συντρέχει δὲ ἀμφότερα, καὶ οὔτε τὸ λαχεῖν ἐπ’ αὐτῆς ἀβούλητον οὔτε ἡ αἵρεσις ἄτακτον, οἵα δή ἐστιν ἐπὶ τῆς μερικῆς ψυχῆς· ἡ γὰρ θεία ἀνάγκη συντρέχει τῇ
30θείᾳ βουλήσει, καὶ ἡ ἐκλογὴ τῷ κλήρῳ, καὶ τὸ ἑλέσθαι
in Ti
.

1

.

161

τῷ λαχεῖν. τίς δὲ ὁ τόπος οὗτος, εἴρηται μὲν ἔμπροσθεν [p. 138, 21 ss et p. 139, 9 ss], ὅτι τὸ διάστημα καὶ ὁ ὡς ἀληθῶς τόπος· κατὰ γὰρ τοῦτον αἱ διαιρέσεις τῶν θείων κλήρων, ἵν’ ἀεὶ ὡσαύτως ἑστηκότες ὦσι πρὸ τῶν κατὰ χρόνον ὑφιστα‐
5μένων. προσθετέον δὲ καὶ νῦν, ὡς ἡ τοῦ παντὸς ψυχὴ λόγους ἔχουσα τῶν θείων ἁπάντων καὶ ἐξηρτημένη τῶν πρὸ αὐτῆς ἄλλοις τοῦ διαστήματος μορίοις πρὸς ἄλλας δυνάμεις ἐντί‐ θησιν οἰκειότητα καὶ σύμβολα ἄττα τῶν διαφόρων ἐν θεοῖς τάξεων· προσεχῶς γὰρ αὐτῆς ἀπαιωρεῖται τοῦτο τὸ διάστημα
10καὶ ἔστιν ὄργανον αὐτῇ συμφυές. κόσμος οὖν οὖσα αὕτη λογικὸς καὶ ψυχικὸς ἀποτελεῖ καὶ τοῦτον τὸν κόσμον δια‐ στατὸν καὶ ζωτικὸν διὰ τῶν θείων συνθημάτων. ἔστι μὲν οὖν καὶ αὐτὸ τὸ διάστημα, εἰ καὶ συνεχὲς λέγεται καὶ ἀκί‐ νητον, ἀλλ’ οὐ πάντη πρὸς ἑαυτὸ ἀδιάφορον, ὅπου γε οὐδὲ
15ἡ ψυχὴ τοῦ παντός ἐστι παντελῶς ἀδιάφορος αὐτὴ πρὸς ἑαυτήν, ἀλλὰ τὸ μὲν αὐτῆς ταὐτοῦ κύκλος, τὸ δὲ θατέρου. καὶ τί λέγω περὶ ψυχῆς; οὐδ’ αὐτὸς ὁ πολυύμνητος νοῦς ἀδιάφορος πρὸς ἑαυτόν, εἰ καὶ πάντα τὰ ἐν αὐτῷ οἷον ὁμό‐ χροά ἐστιν—οὐ γὰρ ἅπαντα τῆς ἴσης ἐν τῷ νῷ δυνάμεως,
20ἀλλὰ τὰ μὲν ὁλικώτερα, τὰ δὲ μερικώτερα—καὶ οὐδὲ τοῦτο θαυμαστόν· ἀλλὰ καὶ αὐτὸς ὁ δημιουργὸς ἔχει πρώτας τε καὶ μέσας καὶ τελευταίας ἐν ἑαυτῷ τάξεις. ὅθεν, οἶμαι, καὶ Ὀρφεὺς [frg. 123, 13. 14. 18] τῶν ἐν αὐτῷ τὴν τάξιν ἐνδεικνύμενος τοῦ δή τοι κεφαλὴ μέν, φησίν, Οὐρανὸς αἰγλήεις,
25 ὄμματα δ’ ἠέλιός τε καὶ ἀντιόωσα σελήνη, καὶ οὕτως ἐφεξῆς. εἰ δ’ οὖν μίαν οὐσίαν εἶχε τὸ διάστημα τοῦτο καὶ ἀδιάφορον, ἀλλ’ ἥ γε τῆς ψυχῆς δύναμις καὶ αἱ τῶν δαιμόνων τάξεις αἱ διαλαχοῦσαι καὶ πρὸ τούτων οἱ θεοὶ 〈οἱ〉 κατὰ τὴν δημιουργικὴν τάξιν καὶ τοὺς κλήρους τῆς
30Δίκης αὐτὸ διαιροῦντες πολλὴν ἂν τῶν ἐν αὐτῷ μερῶν
ἀπέφηναν διαφοράν. τήν τε οὖν ἐκλογὴν ἔνδοθεν καὶ
in Ti
.

1

.

162

ἀπὸ τῆς οὐσίας τῶν θεῶν γίνεσθαι νομιστέον, ἀλλ’ οὐ τοι‐ αύτην, ὁποίαν ἐπὶ τῶν μερικῶν ψυχῶν ὁρῶμεν· ἣ μὲν γὰρ οὐσιώδης ἐστίν, ἣ δὲ κατὰ τὴν παροῦσαν ἀφορίζεται μόνως ζωήν, καὶ ἣ μὲν αἰώνιος, ἣ δὲ ἔγχρονος. καὶ δὴ καὶ τὸν
5τόπον οὐ τὴν γῆν οὐδὲ τὸν ἀέρα τοῦτον ἀκουστέον, ἀλλὰ πρὸ τούτων τὸ διάστημα τὸ ἀκίνητον καὶ ἀεὶ ὡσαύτως ὑπὸ τῶν θεῶν προσλαμπόμενον καὶ τοῖς τῆς Δίκης κλήροις διῃρη‐ μένον· τὰ γὰρ ἔνυλα ταῦτα ποτὲ μὲν ἐπιτήδεια πρὸς μετοχήν ἐστι θεῶν, ποτὲ δὲ ἀνεπιτήδεια, καὶ δεῖ πρὸ τῶν ποτὲ μετε‐
10χόντων εἶναι τὰ ἀεὶ ὡσαύτως ἐξηρτημένα τῶν θεῶν. περὶ μὲν οὖν τούτων καὶ ταῦτα ἀρκέσει. τὴν δὲ εὐκρασίαν τῶν ὡρῶν τὴν τῶν φρονίμων οἰστικὴν Παναίτιος μὲν καὶ ἄλλοι τινὲς τῶν Πλατωνικῶν ἐπὶ τῶν φαινομένων ἤκουσαν, ὡς τῆς Ἀττικῆς διὰ τὰς ὥρας τοῦ ἔτους εὖ κεκραμένας ἐπιτηδείως
15ἐχούσης πρὸς τὴν τῶν φρονίμων ἀνδρῶν ἀπογέννησιν. Λογ‐ γῖνος δὲ ἀπορεῖ μὲν πρὸς τούτους ὡς μήτε ἀληθεύοντας— τοὐναντίον γὰρ ὁρᾶται πολλή τις καὶ αὐχμῶν καὶ χειμώνων ἀσυμμετρία περὶ τόνδε τὸν τόπον—μήτ’, εἰ ὁ τόπος ἦν τοι‐ οῦτος, δυναμένους ἔτι τὴν ἀθανασίαν διασῴζειν τῶν ψυχῶν,
20εἴπερ ὑπὸ τῆς τῶν ὡρῶν εὐκρασίας ἡ φρόνησις αὐταῖς ἐμ‐ φύεται· κρᾶσιν γάρ ἐστιν ἢ τελειότητα κράσεως τοῦτο τὴν ψυ‐ χὴν ἀποφαινομένων· αὐτὸς δὲ τὴν εὐκρασίαν ταύτην οὐ πρὸς τὴν τοῦ ἀέρος κατάστασιν ἀναφέρεσθαί φησιν, ἀλλ’ εἶναί τινα ἰδιότητα τοῦ καταστήματος ἀκατονόμαστον, συντελοῦσαν εἰς
25φρόνησιν· ὡς γὰρ ὕδατά τινα μαντικά ἐστι, καὶ τόποι τινὲς νοσοποιοὶ καὶ φθορώδεις, οὕτω καὶ εἰς φρόνησιν συμβάλλεσθαι τοιάνδε τινὰ χώρας ἰδιότητα θαυμαστὸν οὐδέν. Ὠριγένης δὲ τὴν εὐκρασίαν ταύτην ἐπὶ τὴν τοῦ οὐρανοῦ κυκλοφορίαν ἀνέπεμπεν· ἐκεῖθεν γὰρ εἶναι τὰς φορὰς καὶ τὰς ἀφορίας τῶν
30ψυχῶν, ὥς φησιν ὁ ἐν Πολιτείᾳ [VIII 546 A] Σωκράτης. ἀλλ’ οὗτος μὲν μερικώτερον ἐφάπτεται τῆς ἀληθείας, Λογγῖνος δὲ λανθάνει τὴν ἰδιότητα σωματικὴν ποιῶν καὶ ταῖς ἀπορίαις
ἐνισχόμενος, ἃς καὶ ὁ Πορφύριος αὐτῷ προσφέρει· μία γὰρ
in Ti
.

1

.

163

ἰδιότης ἀέρος πῶς πρὸς διάφορα ποιεῖ ἐπιτηδείους; ἔπειτα τῆς ἰδιότητος ἔτι μενούσης τῆς ὁμοίας πῶς οὐκέτι ἡ αὐτὴ εὐφυΐα τῶν οἰκούντων ἐστίν; εἰ δὲ φθαρτὴ ἡ ἰδιότης, τί τὸ φθαρτικὸν αὐτῆς λεκτέον; ἄμεινον δὲ λέγειν, ὅτι τῶν θεῶν
5διελομένων τὸν σύμπαντα τόπον κατὰ τὴν δημιουργικὴν τάξιν ἑκάστη τοῦ τόπου μερὶς ὑποδέχεται ψυχὰς τὰς αὐτῇ προσ‐ φόρους, ἡ μὲν Ἀρεϊκὴ τὰς θυμοειδεστέρας, ἡ δὲ Ἀπολλωνιακὴ τὰς μαντικάς, ἡ δὲ Ἀσκληπιακὴ τὰς ἰατρικάς, ἡ δὲ Ἀθηναϊκὴ τὰς φρονίμους, τοῦτο δὲ διὰ τὸ ποιότητά τινα, μᾶλλον δὲ
10δύναμιν ἔχειν τοιαύτην ἐκ τοῦ λαχόντος θεοῦ καὶ εὐαρμοστίαν πρὸς τὰς τοιάσδε ζωάς. τὴν μὲν οὖν εὐαρμοστίαν ταύτην εὐκρα‐ σίαν ἐκάλεσεν, ἐπειδὴ πολλαὶ μὲν ἑκάστῃ μερίδι δυνάμεις ἔνεισιν φυσικαὶ καὶ ψυχικαί, δαιμόνιοι καὶ ἀγγελικαί, πάσας δὲ αὐτὰς ἑνίζει καὶ συγκίρνησιν ἀμιγῶς ἑνώσασα πάσας ἡ ἑνὰς τοῦ
15λαχόντος ἑκάστην θεοῦ. διότι δὲ καὶ τῶν μερίδων τούτων καὶ τῶν κλήρων τὴν φρουρὰν αἱ Ὧραι παρὰ τοῦ πατρὸς εἰλήχασι, ταῖς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε, φησὶν Ὅμηρος [Ε 750], καθ’ ἃς καὶ αἱ τῶν ψυχῶν ἐπι‐ τελοῦνται τῶν ὁμοίων πρὸς τοὺς τόπους συναρμόσεις, διὰ
20δὴ τοῦτο τὴν εὐκρασίαν ταύτην ἐξῆψε τῶν Ὡρῶν, ἐκεῖθεν ὅλην συνεχομένην. κατιδοῦσα οὖν ἡ θεὸς τὴν μερίδα τοῦ διαστήματος ἐκείνην εὐάρμοστον ὑπὸ τῶν Ὡρῶν ἀεὶ φρου‐ ρουμένην εἰς ὑποδοχὴν ψυχῶν ἐμφρόνων ἐξελέξατο αὐτὴν οὐχ ὡς ποτὲ μὲν ὄντος τοῦ τόπου χωρὶς τῆς Ἀθηνᾶς, ποτὲ
25δὲ ὑπ’ αὐτῆς κληρουχουμένου—τοὐναντίον γὰρ ἀπέδειξεν ὁ λόγος—ἀλλ’ ὅτι καὶ ἐν αὐτῷ μέν εἰσι τῷ διαστήματι πρὸς τὴν ὑποδοχὴν τῶν θείων ἐλλάμψεων ἐπιτηδειότητες ἄλλαι κατ’ ἄλλας μοίρας, ἃς ἐνέθηκεν ὁ ὅλος δημιουργὸς ἑνοειδῶς τὰς πάντων τῶν μετ’ αὐτὸν θεῶν δυνάμεις περι‐
30έχων, κρατύνονται δὲ αὗται καὶ τελειοῦνται, μᾶλλον δὲ καὶ προΐασιν ἀπὸ τῶν ἐφεστώτων θεῶν. ὥσπερ οὖν περὶ τὰς
βίων αἱρέσεις ἡ τὸν οἰκεῖον ἐκλεγομένη βίον ψυχὴ κατορθοῖ,
in Ti
.

1

.

164

τὸν αὐτὸν τρόπον καὶ ἡ κατὰ τὴν αἵρεσιν τῆς ζωῆς εἰς τὸν οἰκεῖον ταττομένη τόπον μᾶλλον περὶ αὐτὴν τῆς εἰς ἀλλό‐ τριον σπειρομένης. εἰς δὲ τὴν κατάταξιν ταύτην καὶ ἡ τοῦ οὐρανοῦ κυκλοφορία μέγα συντελεῖ, φορὰς καὶ ἀφο‐
5ρίας ἐπάγουσα ψυχῶν, ἀλλὰ κἀν ταῖς φοραῖς ἡ τῶν φρο‐ νίμων οἰστικὴ πλεονεκτεῖ κατὰ τὴν φοράν, κἀν ταῖς ἀφο‐ ρίαις ἥττων ἡ ἐν ταύτῃ σπάνις. ὥσπερ οὖν εἰ γεωργὸς ἀγαθὴν εἰς σπερμάτων τελεσιουργίαν ἐπιλέξαιτο γῆν, εἰδὼς ὅτι καὶ φορᾶς οὔσης πλέον ἕξει καὶ ἀφορίας γενομένης
10ἧττον ἀπολαύσεται τῆς περιόδου διὰ τὴν δύναμιν τῆς γῆς, οὕτω δὴ καὶ τὴν θεὸν ἐκλέξασθαί φησιν ὁ λόγος τοῦτον τὸν τόπον ὡς φρονίμων οἰστικόν, ἵνα καὶ φορᾶς οὔσης πλέον ἔχῃ τῇ γενέσει τῶν ἐμφρόνων, καὶ ἀφορίας πλέον, τῷ ἔλαττον ἀποπίπτειν τῆς κατὰ τὸν τόπον ἐπιτηδείας
15ζωῆς. εἰ δὲ καὶ τῶν φαινομένων ὡρῶν τὴν εὐκρασίαν ἐπαινοῖ διὰ τούτων, οὐ θαυμασόμεθα· ἄλλη γάρ ἐστιν εὐ‐ κρασία πρὸς σωμάτων ὑγίειαν καὶ ἄλλη συντελοῦσα πρὸς ψυχῶν ἐμφρόνων ὑποδοχήν, οἵα δή ἐστιν ἡ τῆς Ἀττικῆς· εἰ γὰρ καὶ μὴ ἀεὶ ἡ αὐτὴ φρόνησις, ἀλλ’ ἔστι τις πλέων τοῖς
20ταύτην οἰκοῦσι τὴν χώραν διὰ τὴν ἰδιότητα τοῦ τόπου καὶ τὴν τῶν ὡρῶν ἐπιτηδειότητα. ἡμεῖς μὲν οὖν τοιαῦτα περὶ τούτων ὑπονοοῦμεν. ὁ δέ γε θεῖος Ἰάμβλιχος τόπον ἤκουσεν οὐδεμίαν σωματοειδῆ διάστασιν, ἀλλὰ τὴν διὰ τῆς γῆς διήκουσαν ἀσώματον αἰτίαν τὴν ἀνέχουσαν τῇ ζωῇ τὰ
25σώματα καὶ περιέχουσαν πᾶσαν διάστασιν· εἰς γὰρ τὸν τοι‐ οῦτον τόπον ἥ τε θεὸς δημιουργεῖ, φησί, καὶ κατοικίζει τοὺς ὄντως ἀγαθοὺς ἄνδρας. εἰ δὲ συμφωνεῖ ταῖς τοῦ Πλάτωνος ῥήσεσιν, ἔξεστιν ἀπὸ τῶν λεγομένων σκοπεῖν. εἰ δὲ δεῖ τούτων ἀποστάντας τὰ ὅλα κατὰ τὸ ἀνάλογον θεω‐
30ρεῖν, ῥητέον, ὅτι μετὰ τοῦ πατρὸς ἡ θεὸς αὕτη δημιουργοῦσα
in Ti
.

1

.

165

καὶ ὑφαίνουσα τὸ πᾶν πανταχοῦ τοῖς ὅλοις καὶ τοῖς τῆς ἀμείνονος συστοιχίας τελειότερον κλῆρον ἀπένειμε· ταῦτα γάρ ἐστιν ἐμφρονέστερα τῶν ἀντικειμένων καὶ οἰκειότερα πρὸς τὴν θεόν. πῶς οὖν ὅτι τὸ φρονήσει διαφέρον Ἀθηναϊκώ‐
5τερόν ἐστι, δείξομεν ἀπὸ τῶν ἑξῆς τοῦ Πλάτωνος ῥημάτων. Ἅτε οὖν φιλοπόλεμός τε καὶ φιλόσοφος ἡ θεὸς οὖσα τὸν προσφερεστάτους αὐτῇ μέλλοντα οἴσειν τόπον ἄνδρας τοῦτον ἐκλεξαμένη πρῶτον κατῴκι‐ σεν [24 D].
10 Ἐν δὴ τούτοις ὁ μὲν Πλάτων ἀκριβεστάτην περὶ τῆς μεγί‐ στης ταύτης θεότητος τῆς Ἀθηναϊκῆς παραδέδωκεν ἔννοιαν, τὰς τῶν θεολόγων ἐνδείξεις ἐκφήνας τοῖς συνορᾶν ἱκανοῖς. ἄλλοι δὲ τῶν ἐξηγητῶν ἐπ’ ἄλλας ἐτράποντο διατάξεις, οἳ μὲν αἰνιγματωδέστερον τὴν ἑαυτῶν γνώμην ἀναγράφοντες,
15οἳ δὲ διαρρήδην ἃ βούλονται λέγοντες, οὐ μέντοι κρατοῦντες ὧν λέγουσιν. ὁ μὲν γὰρ Πορφύριος ἐν σελήνῃ τὴν Ἀθηνᾶν ὑποθέμενος ψυχὰς ἐκεῖθεν κατιέναι φησὶ τό τε θυμοειδὲς ἅμα καὶ τὸ πρᾶον ἐχούσας, καὶ διὰ τοῦτο φιλο‐ σόφους καὶ φιλοπολέμους οὔσας, τῶν ἐν Ἐλευσῖνι μυσταγω‐
20γούς, ἐπείπερ καὶ ἀπὸ Μουσαίου τοῦ Σεληνιακοῦ τὸ γένος τοῖς ἐν Ἐλευσῖνι τῶν μυστηρίων ἡγουμένοις, ἐπεὶ δὲ καὶ ὁ Ἑρμῆς ἐκεῖ περὶ Σελήνην ἐστὶ παρ’ αὐτοῖς καὶ τὸ Κηρύ‐ κων, ὥς φησι, γένος. ὁ δὲ θεῖος Ἰάμβλιχος τούτοις ἐπιπλήξας οὐ καλῶς τὴν ἀναλογίαν διασωσαμένοις τὸν μὲν
25πόλεμον ἐξηγεῖται τὸν ἀναιρετικὸν ἄρδην ὅλης τῆς ἀτάκτου καὶ πλημμελοῦς καὶ ἐνύλου φύσεως, σοφίαν δὲ τὴν ἄυλον νόησιν καὶ χωριστήν, ἀμφοτέρων δὲ τὴν θεὸν αἰτίαν εἶναι ταύτην, ἣν καὶ οἱ Ἀθηναῖοι μιμοῦνται διὰ τῆς ἔμφρονος ζωῆς καὶ πολεμικῆς, καὶ ὁ τόπος 〈ὁ〉 Ἀθηναϊκὸς εὖ συνήρμο‐
30σται πρὸς τὴν ὑποδοχὴν τῶν τοιούτων ψυχῶν. εἰ δὲ δεῖ
καὶ τὴν τῶν ἀνδρῶν τούτων σαφῆ γενέσθαι διάνοιαν καὶ
in Ti
.

1

.

166

πρὸ τούτων τὴν Πλατωνικὴν ἐκφανῆναι παράδοσιν συμφω‐ νοτάτην οὖσαν τοῖς θεολόγοις, ἄνωθεν οὑτωσὶ ῥητέον· ἐν τῷ πατρὶ καὶ δημιουργῷ κόσμου τοῦ σύμπαντος πολλαὶ μὲν ἑνιαῖαι θεῶν ἀναφαίνονται τάξεις, φρουρητικῶν, δημιουργι‐
5κῶν, ἀναγωγῶν, συνεκτικῶν, τελεσιουργῶν, μία δὲ καὶ αὕτη τῶν ἐν αὐτῷ πρώτων νοερῶν ἑνάδων ἡ ἄχραντος καὶ ἀδά‐ μαστος θεότης, καθ’ ἣν καὶ αὐτὸς ὁ δημιουργὸς ἀκλινὴς μένει καὶ ἄτρεπτος καὶ πάντα τὰ ἀπ’ αὐτοῦ προϊόντα μετέχει δυνάμεως ἀμειλίκτου, καθ’ ἣν καὶ πάντα νοεῖ καὶ χωριστός
10ἐστιν ἀφ’ ὅλων τῶν ὄντων ἐξῃρημένος. ταύτην δὴ τὴν θεό‐ τητα καλοῦσιν οἱ θεολόγοι πάντες Ἀθηνᾶν, ὡς μὲν ἀπὸ τῆς κορυφῆς τοῦ πατρὸς τικτομένην καὶ ἐν αὐτῷ μένουσαν νόη‐ σιν οὖσαν δημιουργικὴν χωριστὴν καὶ ἄυλον, διὸ καὶ θεο‐ νόην αὐτὴν ὁ ἐν Κρατύλῳ [407 B] Σωκράτης ἀνύμνη‐
15σεν, ὡς δὲ μετὰ τῶν ὅλων ἀνασχοῦσαν τὴν ἀχράντως συν‐ διακοσμοῦσαν τῷ ἑνὶ δημιουργῷ τὰ πάντα καὶ τάττουσαν τὰ ὅλα μετὰ τοῦ πατρός· καὶ διὰ μὲν τὸ πρότερον φιλόσοφον προσαγορεύουσι, διὰ δὲ τὸ δεύτερον φιλοπόλεμον· ἡ γὰρ ἑνιαίως πᾶσαν συνέχουσα τὴν πατρικὴν σοφίαν φιλόσοφός
20ἐστι, καὶ ἡ πᾶσαν ἐναντίωσιν μονοειδῶς ἐπιτροπεύουσα φιλο‐ πόλεμος ἂν εἰκότως καλοῖτο. διὸ καὶ ὁ Ὀρφεὺς [frg. 132] περὶ αὐτῆς τικτομένης φησίν, ὅτι ἄρα αὐτὴν ὁ Ζεὺς ἀπε‐ γέννησεν ἐκ τῆς κεφαλῆς ὅπλοις λαμπομένην χαλκήιον ἄνθος ἰδέσθαι.
25ἐπειδὴ δὲ καὶ εἰς δευτέρας ἔδει καὶ τρίτας αὐτὴν προϊέναι τάξεις, ἀναφαίνεται μὲν ἐν τῇ Κόρῃ κατὰ τὴν ἄχραντον ἑπτάδα, γεννᾷ δὲ πᾶσαν ἀρετὴν ἀφ’ ἑαυτῆς καὶ δυνάμεις ἀναγωγοὺς καὶ νοῦν ἐπιλάμπει τοῖς δευτέροις καὶ ζωὴν ἄχραν‐ τον· διὸ καὶ ἡ Κόρη τριτογενὴς ἀποκαλεῖται, καὶ αὐτὸ
30τοῦτο τὸ κόρον καὶ τὸ καθαρὸν ἀπὸ τῆς Ἀθηναϊκῆς ἔλαχεν ἰδιότητος· ἀναφαίνεται δὲ ἐν τοῖς ἀπολύτοις θεοῖς τῷ νοερῷ
φωτὶ καὶ δημιουργικῷ τὴν Σεληνιακὴν ἑνίζουσα τάξιν καὶ
in Ti
.

1

.

167

ἄχραντον ποιοῦσα πρὸς τὰς ἀπογεννήσεις, καὶ ἀπὸ τῶν ἐξηρτημένων δυνάμεων ἀμιγῆ τὴν ἑνάδα τὴν μίαν αὐτῶν ἀποφαίνουσα. ἀναφαίνεται δὲ καὶ ἐν οὐρανῷ καὶ ὑπὸ σε‐ λήνην, πανταχοῦ τὴν διττὴν ταύτην προβεβλημένη δύναμιν,
5μᾶλλον δὲ κατὰ τὴν ἡνωμένην ἑαυτῆς δόσιν ἀμφοῖν τὴν αἰτίαν παρεχομένη· τό τε γὰρ ἀμείλικτον αὐτῆς νοερόν ἐστι καὶ ἡ χωριστὴ σοφία καθαρὰ καὶ ἀμιγὴς πρὸς τὰ δεύτερα, καὶ μία μέχρι τῶν ἐσχάτων τάξεων αὕτη καθήκει τῆς Ἀθηναϊκῆς προνοίας 〈ἡ〉 ἰδιότης. ὅπου γὰρ καὶ αἱ πρὸς αὐτὴν ὡμοιω‐
10μέναι τῶν μερικῶν ψυχῶν φρόνησίν τε θαυμαστὴν προβέ‐ βληνται καὶ ῥώμην ἀνανταγώνιστον ἐπιδείκνυνται, τί ἂν λέγοι τις περὶ τῶν χορευτῶν αὐτῆς δαιμόνων ἢ τῶν θείων τάξεων, ἐγκοσμίων καὶ ἀπολύτων καὶ ἡγεμονικῶν; πᾶσαι γὰρ ὥσπερ ἐκ πηγῆς μιᾶς τὴν διττὴν ἰδιότητα παραδέχονται τῆς θεοῦ
15ταύτης· διὸ δὴ καὶ ὁ θεῖος ποιητὴς ἀμφοτέρας αὐτῆς ἐν‐ δεικνύμενος τὰς δυνάμεις μετὰ τῶν μυθικῶν πλασμάτων πέπλον μὲν κατέχευεν ἑανόν, φησί, πατρὸς ἐπ’ οὔδει, ποικίλον, ὅν ’ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν· ἣ δὲ χιτῶν’ ἐνδῦσα Διὸς νεφεληγερέταο
20τεύχεσιν ἐς πόλεμον θωρήσσετο
[Hom. E 734 ss Q 385 ss]· τὸν μὲν γὰρ πέπλον, ὃν αὐτὴ ποιεῖ καὶ ὑφίστησι ταῖς ἑαυτῆς νοήσεσι, τὴν νοερὰν αὐτῆς σοφίαν ἀκουστέον, τὸν δὲ τοῦ Διὸς χιτῶνα τὸν πολεμικὸν τὴν δημιουργικὴν πρό‐
25νοιαν τὴν ἀτρέπτως προμηθουμένην τῶν ἐγκοσμίων καὶ τὰ θειότερα τῶν ἐν τῷ κόσμῳ κρατεῖν ἀεὶ παρασκευάζουσαν. ὅθεν, οἶμαι, καὶ τοῖς Ἕλλησιν αὐτὴν ἐφίστησι σύμμαχον κατὰ τῶν βαρβάρων, ὥσπερ ὁ Πλάτων ἐν τούτοις κατὰ τῶν Ἀτλαντίνων τοῖς Ἀθηναίοις, ἵνα πανταχοῦ τὰ νοερώτερα
30καὶ θειότερα κρατῇ τῶν ἀλογωτέρων καὶ ἀτιμοτέρων. ἔστι μὲν γὰρ καὶ ὁ Ἄρης τῷ πολέμῳ καὶ ταῖς ἐναντιώσεσι φίλος, ἀλλὰ τῇ διακρίσει καὶ διαιρέσει τῶν πραγμάτων οἰκειότερος·
ἡ δέ γε Ἀθηνᾶ καὶ τὴν ἐναντίωσιν συνέχει καὶ τὴν ἕνωσιν
in Ti
.

1

.

168

ἐλλάμπει τοῖς διοικουμένοις. διὸ καὶ αὕτη μὲν φιλοπόλεμος εἴρηται καθ’ ἕνωσιν, περὶ δὲ ἐκείνου κατὰ διαίρεσιν· αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε
[Hom. Ε 891]
5τοῦτο μὲν ὡς τὸ ἀκρότατον τῆς διακρίσεως τοῦ θεοῦ λα‐ χόντος, ἐκεῖνο δὲ ὅτι καὶ τὰ ἐναντία συνάγεταί πως διὰ τὴν θεὸν ταύτην τῶν ἀμεινόνων κρατούντων καὶ τὴν Νί‐ κην αὐτῇ διὰ τοῦτο καὶ τῶν παλαιῶν συνταττόντων. εἰ τοίνυν ταῦτα ὀρθῶς λέλεκται, φιλόσοφος μέν ἐστιν ὡς νόη‐
10σις δημιουργικὴ καὶ ὡς σοφία χωριστὴ καὶ ἄυλος· διὸ δὴ καὶ Μῆτις καλεῖται παρὰ τοῖς θεοῖς· αὐτὴ γοῦν φησι περὶ ἑαυτῆς·
μήτι τε κλέομαι καὶ κέρδεσι [Hom. ν 299] φιλοπόλεμος δὲ ὡς τὰς ἐναντιώσεις τὰς ἐν τοῖς ὅλοις συνέ‐
15χουσα καὶ ὡς ἀδάμαστος καὶ ἀμείλικτος θεός· διὸ καὶ σῴζει μὲν τὸν Διόνυσον ἄχραντον, καταγωνίζεται δὲ τοὺς Γίγαντας μετὰ τοῦ πατρός, μόνη δὲ αὕτη τὴν αἰγίδα κινεῖ μὴ τοῦ Διὸς προστάττοντος καὶ τὸ δόρυ προβέβληται,
τῷ δάμνησι στίχας ἀνδρῶν
20
ἡρώω
ν, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη
[Hom. Θ 390 α 100]. ἡμῖν δὲ ἵλεως οὖσα μετάδοσιν παρέχοι τῆς ἀχράντου σοφίας καὶ ἀποπλήρωσιν τῆς νοερᾶς δυνάμεως, πορίζουσα μὲν τὰ Ὀλύμπια καὶ ἀναγωγὰ τῶν ψυχῶν ἀγαθά, ἐξορίζουσα δὲ τὰ
25Γιγάντια καὶ γενεσιουργὰ φαντάσματα καὶ ἀνεγείρουσα τὰς καθαρὰς καὶ ἀδιαστρόφους ἐν ἡμῖν περὶ ἁπάντων θεῶν ἐν‐ νοίας καὶ προσλάμπουσα τὸ θεῖον φῶς ἐξ αὐτῆς. ἔστι γὰρ φωσφόρος μὲν ὡς τὸ νοερὸν πάντη διατείνουσα φῶς· σώτειρα δὲ ὡς πάντα τὸν μερικὸν νοῦν ἐνιδρύουσα ταῖς
30ὁλικαῖς νοήσεσι τοῦ πατρός· ἐργάνη δὲ ὡς τῶν δημιουργι‐
in Ti
.

1

.

169

κῶν ἔργων προστάτις· λέγει γοῦν καὶ ὁ θεολόγος [frg. 131], ὅτι παρήγαγεν αὐτὴν ὁ πατὴρ ὄφρ’ αὐτῷ μεγάλων ἔργων κράντειρα πέλοιτο· καλλίεργος δὲ ὡς πάντα τὰ ἔργα τοῦ πατρὸς τῷ νοερῷ κάλ‐
5λει συνέχουσα· παρθένος δὲ ὡς ἄχραντον προβεβλημένη καὶ ἀμιγῆ καθαρότητα· φιλοπόλεμος δὲ ὡς τὰς ἐν τῷ παντὶ συστοιχίας διέπουσα καὶ τὸν σύμπαντα πρυτανεύουσα πόλε‐ μον· αἰγίοχος δὲ ὡς τὴν ὅλην εἱμαρμένην κινοῦσα καὶ ποδη‐ γετοῦσα τὰς ποιήσεις αὐτῆς. ἐπήλθομεν δ’ ἂν καὶ τὰς λοι‐
10πὰς τῆς θεοῦ προσηγορίας, εἰ μὴ καὶ ταῦτα διὰ τὴν ἐμὴν περὶ τὸν λόγον συμπάθειαν μηκύνειν ἐδόκουν. πάλιν οὖν ἐπὶ τὸ προκείμενον ἀπὸ τούτων τραπόμενοι λέγωμεν, ὅτι δύο τούτους θεοὺς ὁ Πλάτων φιλοσόφους ἐκάλεσε, τόν τ’ Ἔρωτα καὶ τὴν Ἀθηνᾶν, οὐ κατὰ τὸν αὐτὸν λόγον ἀμφο‐
15τέρους, ἀλλὰ τὸν μὲν ὡς μεσότητα τῶν ὅλων καὶ ὡς πρὸς τὴν νοητὴν σοφίαν ἀνάγοντα, τὴν δὲ ὡς ἀκρότητα καὶ ὡς τῆς δημιουργικῆς σοφίας ἕνωσιν· ἦν γὰρ ὁ δημιουργὸς καὶ Μῆτις πρῶτος γενέτωρ καὶ Ἔρως πολυτερπής
[Orph. frg. 71],
20καὶ ὡς μὲν Μῆτις τίκτει τὴν Ἀθηνᾶν, ὡς δὲ Ἔρως ἀπο‐ γεννᾷ τὴν ἐρωτικὴν σειράν. Ὠικεῖτε οὖν δὴ νόμοις τε τοιούτοις χρώμενοι καὶ ἔτι μᾶλλον εὐνομούμενοι πάσῃ τε παρὰ πάντας ἀνθρώπους ὑπερβεβηκότες ἀρετ, καθάπερ εἰκός,
25γεννήματά τε καὶ παιδεύματα θεῶν ὄντες [24 D]. Ἔστι μὲν ἀπὸ τῆς ἱστορίας πρεσβύτερα τὰ τῶν Ἀθη‐ ναίων ἢ τὰ τῶν Σαϊτῶν, καὶ ἡ κατάστασις τῆς πολιτείας
προτέρα, καὶ οἱ νόμοι τῆς Ἀθηνᾶς μᾶλλον ἐγγύς. ἔστι δὲ
in Ti
.

1

.

170

καὶ ἐν τοῖς παραδείγμασι τοῖς κοσμικοῖς τὰ ὅλα πρὸ τῶν μερῶν, καὶ τάξις ἐν αὐτοῖς θειοτέρα καὶ δύναμις μείζων, καὶ ἀρετῆς εἶδος θειότερον καὶ ὄντως Ἀθηναϊκῆς· οἰκεῖον γὰρ τὸ τῆς ἀρετῆς γένος πρὸς τὴν μεγίστην ταύτην θεόν,
5ὡς καὶ αὐτὴν ἀρετὴν οὖσαν· ἐν γὰρ τῷ δημιουργῷ μένουσα σοφία καὶ νόησίς ἐστιν ἄτρεπτος, καὶ ἐν τοῖς ἡγεμονικοῖς θεοῖς ἐκφαίνει τὴν τῆς ἀρετῆς δύναμιν,
ἀρετῆς τε ὄνομ’ ἐσθλόν
κλῄζετα
ι,
10φησὶν Ὀρφεύς [frg. 136 Lobeck Aglaoph. 541]. καὶ τοῦτο μὲν οὕτως. ὅτι δὲ τὰ ἐν τῷ παντὶ θειότερα κυρίως ἂν ῥη‐ θείη γεννήματα καὶ παιδεύματα θεῶν, ἐμφανές· καὶ γὰρ ὑφίσταται καὶ τελειοῦται, μᾶλλον δὲ ἀεὶ τέλεια διὰ τὴν τῶν θεῶν δημιουργίαν καὶ τὴν ἄχραντον τῆς Ἀθηνᾶς ποίησιν. πᾶν
15οὖν τὸ ἀπὸ θεῶν ἠρτημένον καὶ ἀπὸ θεῶν ὁρμώμενον καὶ ἐπι‐ στρέφον εἰς θεοὺς ἀρετὴν ἐπιδείκνυται διαφέρουσαν. τοῦτο δὲ ἔστι μὲν καὶ ἐν τοῖς ὅλοις, ἐπεὶ καὶ ἀρετὴν θείαν ἐν τῷ παντὶ θετέον, ἔστι δὲ καὶ ἐν ταῖς ἀνθρωπίναις ζωαῖς καθ’ ὁμοιότητα τῶν ὅλων· διὸ καὶ Ἀθηναίοις αὐτὸ περιέθηκεν ὁ
20παρὼν λόγος. μίαν δὲ καὶ συνεχῆ ποιῶν τὴν ζωὴν τῶν Ἀθη‐ ναίων συνῆψε τὸν Σόλωνα τοῖς πάλαι Ἀθηναίοις ᾠκεῖτε οὖν δὴ λέγων· ἓν γὰρ δὴ τὸ παράδειγμα αὐτῶν ἐστι πρὸς ἑαυτὸ καὶ συνεχές· πᾶσα γὰρ ἡ Ἀθηναϊκὴ σειρὰ μία διήκει μέχρι τῶν ἐσχάτων ἄνωθεν ἀπὸ τῶν ὑπερουρανίων ἀρχομένη διακόσμων.
25 Πολλὰ μὲν οὖν ὑμῶν καὶ μεγάλα ἔργα τῆς πό‐ λεως τῇδε γεγραμμένα θαυμάζεται, πάντων γε μὴν ἓν ὑπερέχει μεγέθει καὶ ἀρετῇ [24 D]. Νόμους καὶ ἔργα τῶν Ἀθηναίων εἰπεῖν ἐν κεφαλαίοις ὑπο‐ σχόμενος [Tim. 23 E] τοὺς μὲν νόμους καὶ δὴ παραδέδωκε
30κατὰ τὴν διαίρεσιν τῶν γενῶν, τὰ δὲ ἔργα λοιπὸν ὑμνήσει, δι’
ὧν ἐγκωμιάζεται μὲν ἡ πόλις, εὐφημεῖται δὲ ἡ πολιοῦχος θεός.
in Ti
.

1

.

171

ἐπειδὴ δὲ καὶ τῶν ἔργων ἔστι μὲν καὶ ἀριθμός, ἔστι δὲ καὶ ἑνὰς μία περιληπτική, καθ’ ἣν τὸ πᾶν εἶδος ἐπιδείκνυται τῆς πολιτείας, τὸ μέγιστον καὶ ἀρετῇ διαφέρον ἔργον ἐπαγ‐ γέλλεται ἀναδιδάξειν, οὐχ ἓν τῶν πολλῶν ὄν, ἀλλ’ ἓν πρὸ
5τῶν πολλῶν. ἡ γὰρ τοιαύτη μέθοδος τῶν λόγων οἰκείως ἔχει πρός τε τὸ πᾶν, ἐν ᾧ τὰ ὅλα μίαν ἀποτελεῖ καὶ συνεχῆ ζωήν, καὶ πρὸς τὴν θεὸν τὴν καὶ τὰς πολλὰς ἐναντιώσεις εἰς ἕνωσιν μίαν συνάγουσαν. πολλῶν οὖν καὶ μεγάλων ὄν‐ των 〈ἔργων〉 τῆς πόλεως εἰκότως τὸ ἓν ἔργον ἱστορεῖ τὸ ἐν
10τοῖς ἱεροῖς γεγραμμένον. ἔστι γὰρ αὐτοῦ καὶ παράδειγμα νοερόν, καθ’ ὅσον ἐν τῷ κόσμῳ θεωρεῖται καὶ τὸ ὑπερέχον μεγέθει καὶ ἀρετῇ, τῆς μὲν κατὰ μέγεθος ὑπεροχῆς τὸ ὁλι‐ κόν, τῆς δὲ ἀρετῆς τὸ νοερὸν ἐμφανιζούσης· τὰ γὰρ ὅλα καὶ τὰ θειότερα τῶν ἐγκοσμίων καὶ μερικὰς ἐνεργείας ἔχει
15πολλὰς καὶ μίαν ἀποτελεῖ ζωὴν καὶ πολιτείαν, καθ’ ἣν πάν‐ των κρατεῖ ὑφειμένων ὑπὸ τῆς Ἀθηνᾶς στρατηγούμενα. ταῦτα μὲν οὖν οὑτωσὶ λεκτέον. ὁ δὲ Πορφύριος μεγάλα μὲν ἔργα καὶ θαυμαστὰ ψυχῶν ἤκουσεν, ὅσα πρὸς ὕλην καὶ τοὺς ὑλικοὺς πράττεται τρόπους, ὑλικοὺς δὲ τρόπους
20ἀποκαλεῖ τοὺς δαίμονας· δύο γὰρ εἶναι δαιμόνων εἴδη, τὸ μὲν ψυχάς, τὸ δ’ ἕτερον τρόπους, εἶναι δὲ τούτους ὑλικὰς δυνάμεις, ἠθοποιοὺς τῆς ψυχῆς. καὶ ὑπέρ γε τῶν δογμά‐ των τούτων εὐθύνας παρέσχετο τῷ μετ’ αὐτὸν ἐξηγητῇ. Λέγει γὰρ τὰ γεγραμμένα, ὅσην ἡ πόλις ὑμῶν
25ἔπαυσέ ποτε δύναμιν ὕβρει πορευομένην ἅμα ἐπὶ πᾶσαν Εὐρώπην καὶ Ἀσίαν [24 E]. Οὔτε τῶν ἐγκωμιαστικῶν αὐξήσεων οὐδεμίαν ἐν τούτοις παραλέλοιπεν ὁ Πλάτων, εἴ τις ὡς ψιλὴν ἱστορίαν ἀπο‐ δέχοιτο τὸν τῶν Ἀθηναίων πρὸς Ἀτλαντίνους πόλεμον, οὔτε
30θεολογικῆς ἀκριβείας τινὸς ἀπολέλειπται μετ’ εὐλαβείας, εἴ τις ἐπὶ τὰ ὅλα μεταβαίνειν ἀπὸ τῶν μερικῶν ἐθέλοι καὶ ἐπὶ
τὰ παραδείγματα χωρεῖν ἀπὸ τῶν εἰκόνων. πολλῶν γοῦν
in Ti
.

1

.

172

εἰωθότων ἐν τοῖς Παναθηναϊκοῖς λόγοις ἄνω καὶ κάτω τὸν Περσικὸν στόλον θρυλεῖν καὶ τὰς Ἀθηναίων νίκας κατά τε γῆν καὶ κατὰ θάλατταν, ὧν καὶ οἱ νεώτεροι λογογράφοι τοὺς ἑαυτῶν ἐμπεπλήκασι λόγους, αὐτὸς ἐγκωμιάζων τὰς Ἀθήνας
5οὐχὶ Πέρσας οὐδὲ ἄλλο τοιοῦτον ἔργον οὐδὲν παραδίδωσιν, ἀλλ’ ἔξωθέν ποθεν τῆς ἡμετέρας οἰκουμένης πόλεμον Ἀτλαν‐ τικὸν εἰς τὴν ἡμετέραν εἰσαγαγὼν ἄρδην ἀπολέσαι πάντα δυνά‐ μενον, ἐν τούτῳ τοὺς Ἀθηναίους ἀριστέας ἀναγράφει καὶ νικηφόρους, κρατήσαντας τῆς τοιαύτης καὶ τηλικαύτης δυνά‐
10μεως. ἐπεὶ δὲ ὁ Περσικὸς στόλος ἀπὸ τῆς ἀνατολῆς ἐπὶ τοὺς Ἕλληνας ὡρμήθη καὶ διαφερόντως Ἀθηναίους, αὐτὸς ἀπὸ τῆς δύσεως εἰσήγαγε τὸν Ἀτλαντικὸν πόλεμον, ἵν’ ὥσπερ ἐκ κέντρου τὴν Ἀθηναίων πόλιν θεωρήσῃς τὸ ἐφ’ ἑκάτερα βαρ‐ βαρικὸν ἀτάκτως κινούμενον σωφρονίζουσαν. καὶ μὴν καὶ ἐν
15τοῖς Ἀττικοῖς πατρίοις καὶ ἐν τοῖς μυστηρίοις τοῦ Γιγαντικοῦ πολέμου θρυλουμένου καὶ ὡς τῆς Ἀθηνᾶς ἀριστευσάσης ἐν τῇ κατ’ αὐτῶν μάχῃ, διότι τούτους τε καὶ τοὺς Τιτᾶνας μετὰ τοῦ πατρὸς κατηγωνίσατο, τὸ μὲν αὐτόθεν εἰς θεοὺς πόλεμον εἰσαγαγεῖν οὐχ ἡγήσατο εἶναι ἀσφαλές—αὐτὸ γὰρ τοῦτο ἦν,
20ὃ καὶ τοῖς παλαιοῖς ἐνεκάλει ποιηταῖς, καὶ ἦν ἄτοπον τὸν Κριτίαν ἢ Τίμαιον ἀκροατὴν γενόμενον ὧν ὁ Σωκράτης ᾐτιά‐ σατο τοὺς ποιητὰς τῇ προτεραίᾳ, πάλιν ἐπὶ τοὺς θεοὺς πολέ‐ μους ἀναγαγεῖν καὶ στάσεις—διὰ δὲ τῆς παρ’ ἀνθρώποις τῶν θείων ἀναλογίας καὶ τοῦτον παραδίδωσι τὸν πόλεμον πρὸ
25τῆς κοσμοποιίας, ἀντὶ μὲν τῆς Ἀθηνᾶς καὶ τῶν Ὀλυμπίων θεῶν τοὺς Ἀθηναίους λαβών, ἀντὶ δὲ τῶν Τιτάνων καὶ Γιγάντων τοὺς Ἀτλαντίνους—τὰ γὰρ αὐτὰ καὶ ἐν εἰκόσιν, ἅπερ ἐν τοῖς ὅλοις, θεωρεῖν δυνατόν—καί, ἵνα τῆς ἀνα‐ λογίας ἡμᾶς ἀναμνήσῃ, διὰ μὲν τοῦ τῶν Ἀθηναίων ὀνό‐
30ματος ἐπὶ τὴν Ὀλυμπίαν ἀναπέμπει τοὺς ἀκούοντας συστοι‐ χίαν, τὴν ὑπὸ τῆς Ἀθηνᾶς στρατηγουμένην, διὰ δὲ τοῦ τῶν
Ἀτλαντίνων ἐπὶ τοὺς Τιτανικοὺς θεούς· εἷς γάρ που τῶν
in Ti
.

1

.

173

Τιτανικῶν καὶ ὁ μέγιστος Ἄτλας· καὶ γὰρ οἱ θεολόγοι [Orph. frg. 205] μετὰ τὸν τοῦ Διονύσου διασπασμόν, ὃς δηλοῖ τὴν ἐκ τῆς ἀμερίστου δημιουργίας μεριστὴν πρόοδον εἰς τὸ πᾶν ὑπὸ τοῦ Διός, τοὺς μὲν ἄλλους Τιτᾶνας ἄλλας
5λήξεις διακεκληρῶσθαί φασι, τὸν δὲ Ἄτλαντα ἐν τοῖς πρὸς ἑσπέραν τόποις ἱδρῦσθαι ἀνέχοντα τὸν οὐρανόν· Ἄτλας δ’ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπ’ ἀνάγκης, πείρασιν ἐν γαίης. ἔτι τοίνυν τῆς Ἀθηνᾶς τὰ νικητήρια παρὰ Ἀθηναίοις ἀνύ‐
10μνηται, καὶ ἑορτὴν ποιοῦνται ταύτην ὡς τοῦ Ποσειδῶνος ὑπὸ τῆς Ἀθηνᾶς νενικημένου καὶ ὡς τῆς γενεσιουργοῦ τάξεως ὑπὸ τῆς νοερᾶς κεκρατημένης καὶ ὡς μετὰ τὴν τῶν ἀναγκαίων κατασκευὴν τῶν οἰκούντων τὴν χώραν ταύτην ἐπὶ τὴν κατὰ νοῦν ὁρμησάντων ζωήν· γενέσεως γὰρ εἶναι τὸν Ποσειδῶνα
15προστάτην, νοερᾶς δὲ ζωῆς ἔφορον τὴν Ἀθηνᾶν. ἔχεις οὖν καὶ πρὸς ταῦτα μεγίστην ἀπὸ τῶν προκειμένων συντέλειαν· οἵ τε γὰρ Ἀθηναῖοι τὴν τῆς θεοῦ φέροντες ἐπωνυμίαν ἀνά‐ λογόν εἰσιν αὐτῇ, καὶ οἱ Ἀτλαντῖνοι διά τε τὸ νῆσον οἰκεῖν καὶ διὰ τὸ Ποσειδῶνος ἀπόγονοι λέγεσθαι τὴν πρὸς τὸν θεὸν
20τοῦτον ἀναλογίαν διασῴζουσιν, ὥστε καὶ ἐκ τούτων εἶναι δῆ‐ λον, ὅτι ὁ Ἀτλαντικὸς πόλεμος τὴν μέσην ἐνδείκνυται δημι‐ ουργίαν, καθ’ ἣν ὁ δεύτερος πατὴρ ὑπό τε τῆς Ἀθηνᾶς καὶ τῶν ἄλλων ἀφανῶν αἰτίων ἀποπληρούμενος δυνατώτερα ποδηγεῖ τὰ θειότερα καὶ ὑποτάττει τοῖς νοεροῖς πάντα τὰ πεπληθυσμένα
25καὶ διῃρημένα καὶ ἐνυλότερα κατὰ τὴν ὑπόστασιν· αὐτοὶ μὲν γὰρ οἱ θεοὶ διαιωνίως ἥνωνται, τὰ δ’ ὑπ’ αὐτῶν διοικούμενα τῆς τοιαύτης ἀναπίμπλανται διαιρέσεως. ταῦτα μὲν οὖν οὕτως ἰδίᾳ νοητέον. ἵνα δὲ τῆς προκειμένης ἀναλύσεως τύπους
τινὰς διωρισμένους προλάβωμεν, τὰς μὲν ἐντὸς τῶν Ἡρακλέους
in Ti
.

1

.

174

στηλῶν οἰκήσεις ἀνάλογον πάσῃ τῇ κρείττονι συστοιχίᾳ θε‐ τέον, τὰ δὲ ἐκτὸς πάσῃ τῇ καταδεεστέρᾳ, καὶ ταύτης μίαν τε ζωὴν καὶ συνεχῆ καὶ ποικίλως προϊοῦσαν. εἴτε οὖν ἀπὸ θεῶν ἀρξόμενος λέγοις Ὀλυμπίους καὶ Τιτανικούς, εἴτε
5ἀπὸ νοῦ στάσιν καὶ κίνησιν ἢ ταὐτὸν καὶ θάτερον, εἴτε ἀπὸ ψυχῶν λογικὰς καὶ ἀλόγους, εἴτε ἀπὸ σωμάτων οὐρανὸν καὶ γένεσιν, εἴτε ἄλλως ὁπωσοῦν μερίζοις τὰς οὐσίας, κατὰ πάσας τὰς διαιρέσεις ἀναλογήσει τοῖς μὲν ἀμείνοσι τὸ τῶν ἐντὸς Ἡρακλέους στηλῶν γένος πᾶν, τοῖς δὲ χείροσι τὸ τῶν
10ἐκτός· ἐκεῖ γὰρ ὁ ἀληθινὸς πόντος ὁ τῆς ἀνομοιότη‐ τος καὶ πᾶσα ἡ ἔνυλος ζωὴ καὶ ἡ προϊοῦσα εἰς διάστασιν καὶ πλῆθος ἀπὸ τοῦ ἑνός. εἴτε οὖν Ὀρφικῶς ἐθέλοις ἀντιτάτ‐ τειν τὰ Ὀλύμπια γένη καὶ Τιτανικὰ καὶ κρατοῦντα τὰ ἕτερα τῶν ἑτέρων ὑμνεῖν, εἴτε Πυθαγορείως τὰς δύο συστοιχίας
15ὁρᾶν ἄνωθεν ἄχρι τῶν ἐσχάτων διηκούσας καὶ τὴν ἀμείνω κοσμητικὴν τῆς καταδεεστέρας, εἴτε Πλατωνικῶς πολὺ μὲν τὸ ἄπειρον θεωρεῖν ἐν τῷ παντί, πολὺ δὲ τὸ πέρας, ὡς ἐν Φιλήβῳ [30 C] μεμαθήκαμεν, καὶ τὴν ὅλην ἀπειρίαν μετὰ τῶν τοῦ πέρατος μέτρων γένεσιν ἀπειργασμένην διὰ πάντων
20τείνουσαν τῶν ἐγκοσμίων, ἓν ἐξ ἁπάντων ἂν λάβοις τού‐ των, ὅτι πᾶσα ἡ τοῦ κόσμου σύστασις ἐκ τῆς ἐναντιώσεως συνήρμοσται ταύτης. καὶ εἰ ὁ γενναῖος Ἡράκλειτος [frg. 53 Diels] εἰς ταύτην ἀπιδὼν ἔλεγε πόλεμος πατὴρ πάντων, οὐδ’ οὗτος ἀτόπως ἔλεγεν. ὁ μὲν οὖν Πορφύριος ἐν
25τούτοις εἰς δαίμονας καὶ ψυχὰς ἀναπέμπων τὴν θεωρίαν, ποτὲ δὲ καὶ τοῦ μυθευομένου Τιτανικοῦ πολέμου μνήμην ποιησάμενος τὰ μὲν πιθανῶς, τὰ δὲ οὒ προσβιβάζει τοῖς προκειμένοις. ὁ δέ γε θεῖος Ἰάμβλιχος θαυμαστόν τινα τρόπον διὰ τὴν πρὸς τοὺς ἄλλους ἀντιλογίαν μερικώτερον
30ἀντιλαβομένους τῆς ἀναλύσεως οὐδὲ ἄλλως ἢ κατὰ τὸ φαινό‐ μενον ἀκροᾶσθαι τῶν λόγων διέγνωκε, καίτοι γε ἐν προ‐
οιμίοις αὐτὸς ἀφορμὰς ἡμῖν τῶν τοιούτων λόγων παραδε‐
in Ti
.

1

.

175

δωκώς. ἀλλ’ ὁ μὲν θεῖος οὗτος ἀνὴρ πολλά τε ἄλλα καὶ δὴ καὶ ταῦτα ἡμᾶς παιδεύσας εὐμενὴς ἔστω. πρὸς δὲ τὴν ἐξήγησιν τρεπόμενοι τῶν τοῦ Πλάτωνος ῥημάτων ἀξιώσομεν ἡμᾶς αὐτοὺς ἀναμιμνήσκεσθαι τῶν προαναγεγραμμένων τύ‐
5πων καὶ τοὺς μὲν Ἀτλαντίνους τάττειν κατὰ τὰ ὁλικὰ πάντα τῆς χείρονος συστοιχίας· ἔστι γὰρ καὶ ἐν ταύτῃ τὰ μὲν ὅλα, τὰ δὲ μέρη. τὴν δὲ ὕβριν αὐτῶν κατὰ τὴν πρόοδον καὶ τὴν διὰ τῆς ὑφέσεως διαίρεσιν καὶ τὴν πρὸς τὴν ὕλην γειτνίασιν· αὕτη γάρ ἐστιν ἡ ὡς ἀληθῶς ἀπειρία καὶ τὸ
10αἶσχος, διὸ καὶ τὸ συνεγγίζον αὐτῇ καὶ τὸ ἐν αὐτῇ πως ὂν ἐξυβρίζειν λέγουσιν, ἐπεὶ παράδειγμα αὐτῶν διὰ τούτων παρὰ τῷ θεολόγῳ [frg. 102] δηλοῦται τῶν ὀνομάτων·
Τιτῆνες κακομῆται, ὑπέρβιον ἦτορ ἔχοντες. τὴν δὲ ἔξωθεν ὁρμὴν κατὰ τὴν ἀπόστασιν τὴν πόρρω
15τῶν θεῶν ἀπῳκισμένην καὶ τῶν ἐν τῷ παντὶ θειοτέρων πραγμάτων· τὸ γὰρ ἔξωθεν οὐ περιοχὴν ἐμφαίνει δυνάμεων, ἀλλὰ τὴν ἐξελθοῦσαν τοῦ τε μονίμου καὶ ἀύλου καὶ καθα‐ ροῦ καὶ ἡνωμένου παντὸς ὑπόστασιν. τὸ δὲ Ἀτλαντικὸν πέλαγος κατ’ αὐτὴν τὴν ὕλην, εἴτε ἄβυσσον αὐτὴν εἴτε
20ἀνομοιότητος πόντον εἴθ’ ὁπωσοῦν ἐθέλοις προσονομάζειν· καὶ γὰρ ἡ ὕλη δέχεται τὰς ἐπωνυμίας τῆς χείρονος συστοι‐ χίας, ἀπειρία καὶ σκότος ὀνομαζομένη καὶ ἀλογία καὶ ἀμε‐ τρία καὶ ἑτεροιώσεως ἀρχὴ καὶ δυάς, ὥσπερ ἀπὸ τῆς Ἀτλαντί‐ δος τὸ Ἀτλαντικὸν πέλαγος ἔσχε τὴν προσηγορίαν. οὕτω
25γάρ που τὰς ἀναλογίας ἐν τάξει λαβόντες ἐροῦμεν ὅτι πᾶσα ἡ καταδεεστέρα συστοιχία, καὶ τὰ ὁλικώτερα ἐν αὐτῇ γένη καὶ τὰ μερικώτερα, κατὰ τὴν πρόοδον καὶ τὴν διαίρεσιν χαρακτηρίζεται καὶ τὴν εἰς ὕλην τροπήν, καὶ οὑτωσὶ φοιτᾷ διὰ πάντων, ἐν ἑκάστοις οἰκείως ἐμφανταζομένη καὶ καθ’
30ἑκάστην φύσιν ἀνάλογον ἐμφαινομένη, θείαν τε καὶ νοεράν, ψυχικήν τε καὶ σωματικήν, τοιαύτη δὲ οὖσα κοσμεῖται καὶ τάττεται παρὰ τῆς κρείττονος, ἣν καὶ Ἀθηναϊκὴν ἂν φαίης
εἰκότως ὡς ἄχραντον οὖσαν καὶ τῶν ὑποδεεστέρων διὰ τὴν
in Ti
.

1

.

176

ἑαυτῆς δύναμιν κρατοῦσαν, κοσμουμένη δὲ παύεται τῆς πολ‐ λῆς διαιρέσεως καὶ τῆς ἀπειρίας· τὸ μὲν τῶν Τιτάνων γένος ὑπὸ τῶν Ὀλυμπίων συνεχόμενον θεῶν, ἡ δὲ ἑτερότης ὑπὸ τῆς ταυτότητος ἑνιζομένη, καὶ ἡ μὲν κίνησις ὑπὸ τῆς στά‐
5σεως, αἱ δὲ ἄλογοι ψυχαὶ παρὰ τῶν λογικῶν, ἡ δὲ γένεσις ἐκ τῶν οὐρανίων, καὶ ἐπὶ πάντων ὁμοίως. καὶ μὴ 〈διὰ〉 τοῦτον οἰηθῶμεν τὸν λόγον, ὅτι δὴ τὰς ἀρχὰς τῶν πραγμά‐ των διῃρημένας θετέον· καὶ γὰρ τὰς δύο ταύτας συστοιχίας ὁμογνίους φαμέν· προηγεῖται γὰρ τὸ ἓν ἁπάσης ἐναντιώ‐
10σεως, ὡς καὶ οἱ Πυθαγόρειοί φασιν. ἀλλ’ ἐπεὶ καὶ μετὰ τὴν μίαν αἰτίαν ἡ δυὰς τῶν ἀρχῶν ἀνεφάνη, καὶ ἐν ταύ‐ ταις ἡ μονὰς κρείττων τῆς δυάδος, ἢ εἰ βούλοιο λέγειν Ὀρφικῶς [frg. 52], ὁ αἰθὴρ τοῦ χάους, ἔν τε τοῖς πρὸ τοῦ κόσμου θεοῖς τοῦτον τὸν τρόπον αἱ διαιρέσεις ἐπιτελοῦν‐
15ται καὶ ἐν τοῖς ἐγκοσμίοις ἄχρι τῶν ἐσχάτων· ἐκεῖ μὲν γὰρ ὑπὸ τὴν ἑτέραν ἀρχὴν τὸ συνοχικόν, τὸ δημιουργικόν, ὑπὸ δὲ τὴν ἑτέραν τὸ γεννητικόν, τὸ ζῳογονικόν, ἐνταῦθα δὲ ὑπὸ μὲν τὴν μονάδα τὸ Ὀλύμπιον γένος, ὑπὸ δὲ τὴν δυ‐ άδα τὸ Τιτανικόν, καὶ ὑπὸ μὲν τὴν πρεσβυτέραν ταυτότης,
20στάσις, λόγος, εἶδος, ὑπὸ δὲ τὴν λοιπὴν ἑτερότης, κίνησις, ἄλογον, ὕλη· μέχρι γὰρ καὶ τούτων ἡ τῶν δυεῖν ἀρχῶν προῆλθεν ὕφεσις. ἐπεὶ δὲ τὸ ἓν ἐπέκεινα τῆς πρωτίστης δυάδος, καὶ συνάγεται τὰ ἐναντία δοκοῦντα εἶναι καὶ πρὸς μίαν συντάττεται διακόσμησιν—ἔστι γὰρ ἐν τῷ παντὶ καὶ τὰ
25διττὰ γένη τῶν θεῶν καὶ τὰ ἀντιδιῃρημένα γένη τοῦ ὄντος καὶ τὰ ποικίλα γένη τῶν ψυχῶν καὶ τὰ ἐναντία γένη τῶν σωμάτων, κρατεῖται δὲ ὑπὸ τῶν θειοτέρων τὰ καταδεέστερα— καὶ εἷς ἀποτελεῖται κόσμος ἐξ ἐναντίων ἡρμοσμένος, ἐκ περαινόντων τε καὶ ἀπείρων ὑφεστηκὼς κατὰ τὸν Φι‐
30λόλαον [frg. 1. 2 Diels], καὶ κατὰ μὲν τὰ ἐν αὐτῷ ἄπειρα τὰ ἐκ τῆς ἀορίστου δυάδος ἡ τῆς ἀπειρίας φύσις, κατὰ δὲ τὰ περαίνοντα 〈τὰ〉 ἐκ τῆς νοητῆς μονάδος ἡ τοῦ πέρατος,
κατὰ δὲ τὸ ἐκ πάντων τούτων ἓν καὶ ὅλον καὶ παντελὲς
in Ti
.

1

.

177

εἶδος 〈ὁ〉 ἐκ τοῦ ἑνὸς ὤν· ὁ γὰρ θεός ἐστιν ὁ τὸ μικτὸν ὑφιστάς, ὥς φησιν ὁ ἐν Φιλήβῳ [61 BC] Σωκράτης. Τότε γὰρ πορεύσιμον ἦν τὸ ἐκεῖ πέλαγος· νῆσον γὰρ πρὸ τοῦ στόματος εἶχεν, ὃ καλεῖτε ὥς φατε
5ὑμεῖς Ἡρακλέους στήλας. ἡ δὲ νῆσος ἅμα Λιβύης ἦν καὶ Ἀσίας μείζων, ἐξ ἧς ἐπιβατὸν ἐπὶ τὰς ἄλ‐ λας νήσους τοῖς τότε ἐγίνετο πορευομένοις, ἐκ δὲ τῶν νήσων ἐπὶ τὴν καταντικρὺ πᾶσαν ἤπειρον τὴν περὶ τὸν ἀληθινὸν ἐκεῖνον πόντον [24 E 25 A].
10 Ὅτι μὲν ἐγένετο τοιαύτη τις νῆσος καὶ τηλικαύτη, δη‐ λοῦσί τινες τῶν ἱστορούντων τὰ περὶ τῆς ἔξω θαλάττης εἶναι γὰρ καὶ ἐν τοῖς αὐτῶν χρόνοις ἑπτὰ μὲν νήσους ἐν ἐκείνῳ τῷ πελάγει Περσεφόνης ἱεράς, τρεῖς δὲ ἄλλας ἀπλέ‐ τους, τὴν μὲν Πλούτωνος, τὴν δὲ Ἄμμωνος, μέσην δὲ τού‐
15των ἄλλην Ποσειδῶνος, χιλίων σταδίων τὸ μέγεθος, καὶ τοὺς οἰκοῦντας ἐν αὐτῇ μνήμην ἀπὸ τῶν προγόνων διασῴζειν περὶ τῆς Ἀτλαντίδος ὄντως γενομένης ἐκεῖ νήσου παμμε‐ γεθεστάτης, ἣν ἐπὶ πολλὰς περιόδους δυναστεῦσαι πασῶν τῶν ἐν τῷ Ἀτλαντικῷ πελάγει νήσων, Ποσειδῶνος καὶ αὐ‐
20τὴν οὖσαν ἱεράν. ταῦτα μὲν οὖν Μάρκελλος ἐν τοῖς Αἰθιοπικοῖς γέγραφεν. ἐπειδὴ δέ, εἰ καὶ ταῦτα οὕτως ἔχει καὶ γέγονέ τις τοιαύτη νῆσος, δυνατὸν καὶ ὡς ἱστορίαν ἀποδέχεσθαι τὸν περὶ αὐτῆς λόγον καὶ ὡς εἰκόνα μέντοι φύσεώς τινος ἐν τοῖς ὅλοις οὔσης καὶ περὶ ταύτης ἐξηγου‐
25μένους τὴν ὁμοιότητα καὶ κατὰ βραχὺ συνεθίζοντας τοὺς ἀκροωμένους τῶν τοιῶνδε θεαμάτων εἰς τὴν ὅλην τῶν ἐγ‐ κοσμίων θεωρίαν—ἔστι γὰρ τὰς αὐτὰς ἀναλογίας καὶ μερικώτερον θεωρεῖν καὶ περιληπτικώτερον—δεῖ δὴ τὴν διδασκαλίαν ἀπὸ τῶν ὁλοσχερῶν προϊοῦσαν εἰς τὴν τῶν
30μερικῶν λεπτουργίαν ἀποπαύειν τὴν θεωρίαν. μὴ τοίνυν
in Ti
.

1

.

178

θαυμάσῃς, εἰ καὶ τήνδε τὴν ἀναλογίαν ἄνω μὲν ἄλλως καὶ ὡς τύπῳ εἰπεῖν, νῦν δὲ τρόπον ἕτερόν πως καὶ τὸν αὐτὸν μετὰ τῆς οἰκείας τοῖς πράγμασιν ἀκριβείας ἐξετάζομεν· διτ‐ τῆς γὰρ οὔσης ἐν τῷ παντὶ τῆς συστοιχίας, ὥσπερ ἐλέγομεν,
5ἀρχομένης τε ἀπὸ θεῶν καὶ περατουμένης εἴς τε ὕλην καὶ τὸ ἔνυλον εἶδος, ἐχούσης δὲ ἑκατέρας τὰ μὲν ὁλικώτατα, τὰ δὲ μερικώτατα—καὶ γὰρ ταῦτα προείπομεν—τὰ δὲ μέσα τούτων ἀμφοτέρων—τά τε γὰρ θεῖα γένη πάντων περι‐ εκτικὰ καὶ τὰ ἔσχατα στοιχεῖα πάντων ἀτομώτατα, τὰ δέ
10ἐστι μεταξύ, νοερά τε γένη καὶ ψυχικά—τὴν καταδεεστέ‐ ραν συστοιχίαν ἀξιοῦμεν πρῶτον τριχῇ διαιρεῖν καὶ τὰ μὲν ὁλικώτατα λαμβάνειν ἐν αὐτῇ γένη, τὰ δὲ μέσα, τὰ δὲ ἔσχατα, καὶ τοῖς μὲν ἀνάλογον τάττειν τοὺς Ἀτλαντίνους, τοῖς δὲ τοὺς κατ’ ἄλλας νήσους, τοῖς δὲ τὴν καταντικρὺ
15πᾶσαν ἤπειρον, τὸν δὲ πόντον τῇ ὕλῃ καὶ τὸ Ἀτλαντικὸν πέλαγος. πᾶσα μὲν γὰρ ἡ καταδεεστέρα συστοιχία πρόσυλός ἐστι καὶ εἰς πλῆθος προϊοῦσα καὶ διαίρεσιν, ἀλλ’ ἔχει καὶ αὕτη πρὸς ἑαυτὴν ὑπεροχήν τε καὶ ἔλλειψιν. διόπερ ἔξω‐ θεν μὲν ὡρμῆσθαι τοὺς Ἀτλαντίνους εἶπεν, ὡς πορρω‐
20τέρω τοῦ ἑνὸς καὶ ἐγγυτέρω τῆς ὕλης, νῆσον δὲ οἰκεῖν μείζω Λιβύης ἅμα καὶ Ἀσίας, ὡς εἰς ὄγκον προϊόντας καὶ διάστασιν—τὰ γὰρ πορρωτέρω πάντα τοῦ ἑνὸς ἠλαττωμένα κατὰ τὴν δύναμιν πλεονεκτεῖ κατὰ τὸ ποσόν, ὥσπερ δὴ καὶ τὰ ἐγγυτέρω τῷ ποσῷ συνεσταλμένα δύναμιν ἔχει θαυμα‐
25στήν· ἔστιν οὖν ἐνταῦθα τὸ μέγεθος ὑφέσεως σημαντικὸν καὶ τῆς ἐπὶ πᾶν προόδου καὶ ἐκτάσεως—πορεύσιμον δ’ ἔχειν τὸ πέλαγος, ἐπειδὴ τὰ ὁλικώτερα πρόεισιν ἄχρι τῶν τελευταίων καὶ κοσμεῖ τὴν ὕλην, ἐλθόντα δὲ ἐπὶ τὸ πέρας τῆς διακοσμήσεως ἵσταται, καὶ ἄπορον αὐτῆς τὸ ἐπέκεινα
30λοιπόν· ἔστι γὰρ τὸ μηδαμῶς ὂν ἐφεξῆς τοῖς πέρασι τοῦ
ὄντος. ἡ δὲ προσθήκη τοῦ τότε ἔνδειξιν ἔχει τοῦ τὰς
in Ti
.

1

.

179

μὲν ὅλας αἰτίας ἀκωλύτως καὶ διὰ τῆς ὕλης διήκειν καὶ κοσμεῖν αὐτήν, ἡμᾶς δὲ μὴ ἀεὶ κρατεῖν αὐτῆς, ἀλλ’ εἰς τὴν ἄπειρον καὶ ἀόριστον βαπτίζεσθαι φύσιν. ἐπειδὴ δὲ συνεχής ἐστι τῶν πραγμάτων ἡ πρόοδος, καὶ οὐδὲν οὐδα‐
5μοῦ παρεμπίπτει κενόν, ἀλλ’ ὕφεσις εὔτακτος ἀπὸ μὲν τῶν ὁλικωτάτων ἐπὶ τὰ μέσα θεωρεῖται περιέχοντά τε καὶ περι‐ εχόμενα, ἀπὸ δὲ τῶν μέσων ἐπὶ τὰ ἔσχατα καὶ ἀτομώτατα, διὰ δὴ τοῦτο καὶ αὐτὸς τοῖς Ἀτλαντίνοις ἀπὸ μὲν τῆς Ἀτλαντίδος ἐπὶ τὰς ἄλλας νήσους, ἀπὸ δὲ τούτων ἐπὶ τὴν
10καταντικρὺ κειμένην ἤπειρον εἶναί φησι τὴν πορείαν, καὶ εἶναι μίαν μὲν τὴν Ἀτλαντίδα, πολλὰς δὲ τὰς ἄλλας νή‐ σους, μεγίστην δὲ τὴν ἤπειρον· πρέπει γὰρ ἡ μὲν μονὰς τῷ καθ’ ἕκαστον γένει πρώτῳ, ὁ δὲ ἀριθμὸς καὶ τὸ πλῆθος τῷ δευτέρῳ—ἅμα γὰρ δυάδι τὸ πλῆθος—καὶ τὸ μέ‐
15γεθος τῷ τρίτῳ διὰ τὴν ἐπὶ τριάδα τοῦ μεγέθους πρό‐ βασιν. ἐπειδὴ δὲ τὰ ἔσχατα τῆς χείρονος συστοιχίας ἐστὶ τὰ ἐνυλότατα, διὰ μὲν τοῦ καταντικρὺ τὴν πλείστην αὐ‐ τῶν πρὸς τὰ κρείττονα διάστασιν ἐδήλωσε, καὶ οὐχ ὥσπερ ἐπὶ τῶν Ἀτλαντίνων ἀπέχρησεν αὐτῷ μόνον τὸ ἔξωθεν, ὃ
20τῆς ἑτέρας μερίδος αὐτοὺς ἀπέφαινεν, ἀλλὰ καὶ τὸ καταν‐ τικρὺ προσέθηκεν, ἵνα τὴν ἐσχάτην ὕφεσιν ἐνδείξηται· διὰ δὲ τοῦ περὶ τὸν ἀληθινὸν εἶναι πόντον τὴν περὶ τὴν ὕλην καὶ τὰ τελευταῖα τῶν ἐγκοσμίων ὑπόστασιν αὐτῶν ἐσήμηνεν· ὁ γὰρ ἀληθινὸς πόντος ἀνάλογόν ἐστι τῷ ἀλη‐
25θινῷ ψεύδει καὶ τῇ ἀληθῶς ὕλῃ, ἣν ἀνομοιότητος πόν‐ τον ἐν τῷ Πολιτικῷ [273 D] προσείρηκε. καὶ μὴν καὶ ὅτι διωρισμένας εἶναι δεῖ τὰς διττὰς ταύτας συστοιχίας ἀπ’ ἀλλήλων, ἀσυγχύτους τοῖς δημιουργικοῖς ὅροις φυλαττο‐ μένας, τὰς Ἡρακλέους στήλας ἔφατο διορίζειν τήν τε
30ἐντὸς οἰκουμένην καὶ τὴν ἐκτός· τὴν γὰρ ἀκμάζουσαν δημι‐ ουργικὴν ποίησιν καὶ τὴν διάκρισιν τὴν τῶν ἐν τῷ παντὶ γενῶν τὴν θείαν μονίμως καὶ ἀρρενωπῶς ἀεὶ τὴν αὐτὴν
διαμένουσαν, Ἡρακλέους στήλας προσηγόρευσε. Δίιος γοῦν
in Ti
.

1

.

180

ὁ Ἡρακλῆς οὗτος· ὁ δὲ πρὸ τούτου καὶ θεῖος ὢν φρουρη‐ τικὴν ἔλαχε τάξιν τῆς γεννητικῆς σειρᾶς. ἀπ’ ἀμφοῖν οὖν τὴν δημιουργικὴν διαίρεσιν τὴν φρουροῦσαν διωρισμένας τὰς δύο μοίρας τοῦ παντὸς ληπτέον.
5 Τάδε μὲν γάρ, ὅσα ἐντὸς τοῦ στόματος οὗ λέ‐ γομεν, φαίνεται λιμὴν στενόν τινα ἔχων εἴσπλουν· ἕως τοῦ· ὀρθότατ’ ἂν λέγοιτο ἤπειρος [25 A]. Τὰ μὲν ἐντὸς τοῦ στόματος τὰ γένη τῆς κρείττονος ἐνδείκνυται συστοιχίας, ὡς εἰς ἑαυτὰ ἐστραμμένα καὶ τῷ
10μονίμῳ καὶ τῇ ἑνοποιῷ δυνάμει χαίροντα. τὸ γὰρ στόμα συμβολικῶς δηλοῖ τὴν ὁρίζουσαν καὶ διακρίνουσαν αἰτίαν τὰς δύο τῶν ἐγκοσμίων μοίρας. ὁ δὲ στενὸς λιμὴν ση‐ μαίνει τὴν συνεσπειραμένην καὶ πρὸς ἑαυτὴν συννεύουσαν καὶ τεταγμένην καὶ ἄυλον αὐτῶν ὕπαρξιν· διὰ μὲν γὰρ τοῦ
15στενοῦ τὴν διάστασιν καὶ τὴν ἔκτασιν ἀποπέμπεται τὴν ἀπὸ τῆς χείρονος συστοιχίας, διὰ δὲ τοῦ λιμένος τὴν *** ἐξῃρημένην τῆς πλημμελοῦς καὶ ἀτάκτου τῶν ἐνύλων φορᾶς· τοιοῦτοι γὰρ οἱ λιμένες, σκέπην παρέχοντες ἀπὸ τῶν ἐν θα‐ λάττῃ θορύβων. εἰ δὲ καὶ ὅτι ψυχαῖς γίνεται λιμὴν ἡ ἐπὶ
20τὰ νοερώτερα καὶ θειότερα τοῦ παντὸς ἀναγωγὴ λέγοι τις, οὐδ’ οὗτος ἂν πόρρω βάλλοι τῆς ἀληθείας. Ἐν δὲ τῇ Ἀτλαντίδι νήσῳ ταύτῃ μεγάλη συνέ‐ στη καὶ θαυμαστὴ δύναμις βασιλέων, ἕως το· μέχρι Τυρρηνίας [25 AB].
25 Ἐν τούτοις μνημονεύειν χρὴ τῶν Πλατωνικῶν ὑποθέ‐ σεων τῶν περὶ γῆς, ὅτι οὐ κατὰ ταὐτὰ τοῖς μαθηματικοῖς μετρεῖ τὸ μέγεθος αὐτῆς, ἀλλὰ πλέον τι τὸ διάστημα αὐτῆς ὑπείληφεν εἶναι, ὥς φησιν ὁ ἐν Φαίδωνι [109] Σωκράτης, καὶ ὅτι τῇ ἡμετέρᾳ οἰκουμένῃ πολλὰς οἰκήσεις παραπλησίας
30εἶναι τίθεται. διὸ καὶ ἐν τῇ ἔξω θαλάττῃ νῆσον καὶ ἤπειρον
in Ti
.

1

.

181

ἱστορεῖ τηλικαύτην. ὅλως γὰρ εἰ κατὰ φύσιν ἡ γῆ τὸ σφαι‐ ροειδὲς ἔχει, δεῖ κατὰ τὸ πλέον αὐτὴν αὑτῆς εἶναι τοιαύτην. ἀλλὰ μὴν ἡ ἡμετέρα οἰκουμένη πολλὴν ἐπιδείκνυται τὴν ἀνωμαλίαν εἰσοχαῖς καὶ ἐξοχαῖς. ἔστιν ἄρα ἀλλαχοῦ τῆς γῆς
5πεδία τε ἀνηπλωμένα καὶ εἰς ὕψος ἐκτεινομένη διάστασις· καὶ γὰρ Ἡρακλέα λόγος διὰ πολλῆς ἀβάτου χώρας διαπο‐ ρευθέντα εἰς τὸ Ἀτλάντινον ὄρος ἀπελθεῖν, οὗ τὸ μέγεθος τηλικοῦτον ἱστόρησαν οἱ τὰ Αἰθιοπικὰ γράψαντες, ὥστε αὐτοῦ ψαύειν τοῦ αἰθέρος καὶ τὴν σκιὰν ἐκπέμπειν μέχρι
10σταδίων πεντακισχιλίων· ἀπὸ γὰρ ἐνάτης ὥρας ἡμερινῆς ὑπ’ αὐτοῦ κρύπτεσθαι τὸν ἥλιον μέχρι τελέας καταδύσεως. καὶ οὐδέν γε θαυμαστόν· καὶ γὰρ ὁ Ἄθως, τὸ Μακεδονικὸν ὄρος, ἐκπέμπει μέχρι Λήμνου τὴν σκιάν, ἑπτακοσίοις στα‐ δίοις διεστώσης, καὶ οὐ τὸν Ἄτλαντα μόνον τὸ ὄρος τηλι‐
15κοῦτον ἱστόρησε Μάρκελλος ὁ τὴν Αἰθιοπικὴν γράψας ἱστο‐ ρίαν, ἀλλὰ καὶ Πτολεμαῖος τὰ Σεληναῖα ὄρη τὸ ὕψος ἄπλετον ἔχει φησί, καὶ Ἀριστοτέλης [meteor. α 13. 350a 31 ss] Καύκασον τὸ τρίτον μετὰ δυσμὰς καὶ τὸ τρίτον πρὸ τῶν ἀνατολῶν μέρος τῆς νυκτὸς ὑπὸ τῶν ἡλιακῶν ἀκτίνων κατ‐
20αυγάζεσθαι. καὶ εἴ τις ἀποβλέποι πρὸς τὸ ὅλον μέγεθος τῆς γῆς ὁριζόμενον τοῖς ὕψεσιν αὐτῆς, ὄντως ἂν ἄπλετον αὐτὴν εἶναι λογίσαιτο κατὰ τὴν Πλάτωνος φήμην, ὥστε οὐ δεη‐ θησόμεθά τινων μαθηματικῶν ἐφόδων ἡμεῖς νῦν εἰς τὴν περὶ γῆς ἐξήγησιν, οὐδὲ ἀνατρέπειν αὐτὰς ἐγχειρήσομεν
25ἐκεῖναι γὰρ κατὰ τὸ οἰκούμενον παρ’ ἡμῶν ἐπίπεδον με‐ τροῦσιν αὐτήν, ὁ δὲ Πλάτων ἡμᾶς μὲν ἐν κοίλῳ φησὶν οἰκεῖν, αὐτὴν δὲ εἶναι ὅλην ὑψηλήν, ὃ καὶ ἡ τῶν Αἰγυ‐
πτίων ἱερὰ φήμη παραδέδωκε. ταῦτα μὲν οὖν περὶ τοῦ
in Ti
.

1

.

182

λεγομένου μεγέθους τῆς Ἀτλαντίδος, ὡς οὐ χρὴ ἀπιστεῖν, εἰ καὶ ἱστορίαν μόνην ἀποδέχοιτό τις τὸ λεγόμενον. περὶ δὲ τῆς δυνάμεως αὐτῆς, ὅτι δέκα βασιλεῖς ἦσαν ἐν αὐτῇ, τεχθέντες δίδυμοι πεντάκις, καὶ ὅτι τῶν ἄλλων νήσων ἦρχον
5καί τινων μερῶν τῆς ἠπείρου καί τινων τῶν ἐντὸς Ἡρα‐ κλέους στηλῶν, ἐν τῷ Κριτίᾳ [113 B—114 B] διαρρήδην ἱστόρηται. νῦν δέ—πρόκειται γὰρ τὴν ἀνάλυσιν αὐτῷ ποιεῖσθαι κατὰ τὴν εἰς τὸ πᾶν ἀναφοράν—μεγάλη μὲν καὶ θαυμαστὴ λέγεται δύναμις, διότι πρόεισιν ἐπὶ πᾶν
10καὶ ὁλικῶς τὴν δευτέραν πᾶσαν συστοιχίαν περιείληφε. δέκα δὲ αὐτὴν συνέχουσι βασιλεῖς, ὅτι τὰ ἡγεμονοῦντα τῶν δύο συστοιχιῶν ἡ δεκὰς περιείληφεν, ὡς καὶ οἱ Πυθαγόρειοί φασι, διὰ τῆς δεκάδος τῶν ἀντικειμένων πάντα περιλαμβάνε‐ σθαι λέγοντες. δίδυμοι δέ, ὥστ’ εἶναι πέντε δυάδας, πεντάκις
15διδύμων τεχθέντων ἔκ τε Ποσειδῶνος καὶ Κλειτοῦς, διότι κατὰ τὰ μέτρα μὲν τῆς δίκης καὶ ταύτης ἐστὶ τῆς συστοι‐ χίας ἡ διακόσμησις, ἧς ἡ πεντὰς εἰκών, διὰ δὲ δυάδος ἡ πρόοδος αὐτῆς, ὥσπερ τῆς κρείττονος διὰ μονάδος. Ποσει‐ δῶνός γε μὴν ἀπόγονοι πάντες, ὅτι πᾶσα ἡ τῶν ἐναντίων
20συμπλοκὴ καὶ ὁ κοσμικὸς πόλεμος τῆς μέσης ἐστὶ δημιουργίας· οὗτος γὰρ ὁ θεὸς τῆς πανταχοῦ προστάτης ὢν ἐναντιώσεως ἐπάρχει καὶ γενέσεως καὶ φθορᾶς καὶ παντοίας κινήσεως. κρατοῦσι μὲν δὴ τῆς Ἀτλαντίδος, ὡς πάντα τὰ πρώτιστα καὶ ὁλικώτατα γένη τῆς χείρονος συστοιχίας συνέχοντες, κρα‐
25τοῦσι δὲ τῶν ἄλλων νήσων, ὡς καὶ τὰ μέσα προειληφότες διὰ τῆς αὐτῶν ὁλότητος, κρατοῦσι δὲ καὶ τῶν τῆς ἠπείρου μερῶν, ὡς καὶ τὰ ἔσχατα κοσμοῦντες ἐφ’ ὅσον δυνατόν, δυναστεύουσι δὲ καὶ κατά τινων μερῶν τῆς ἐντὸς οἰκου‐ μένης, διότι καὶ τῆς κρείττονος συστοιχίας τὰ ἔσχατα δου‐
30λεύουσι τοῖς πρώτοις τῆς χείρονος, καὶ οὐδὲν θαυμαστόν,
ὥσπερ καὶ δαίμονές τινες ἡρώων τινῶν ὑφεῖνται, καὶ ψυχαὶ
in Ti
.

1

.

183

μερικαὶ τῆς τοῦ νοητοῦ μοίρας οὖσαι δουλεύουσιν εἱμαρμένῃ πολλάκις. τοιαύτη γὰρ καὶ παρὰ τοῖς θεοῖς ἡ Τιτανικὴ τάξις, εἰς ἣν καὶ ὁ Ἄτλας τελεῖ, καὶ τούτων δὲ τῶν δέκα βασιλέων ὁ πρώτιστος Ἄτλας ἐκαλεῖτο καὶ τῇ νήσῳ τὸ ὄνομα
5δέδωκεν αὐτός, ὡς ἐν τῷ Ἀτλαντικῷ [Crit. 114 A] λέγεται. τὰ δ’ οὖν ἀκρότατα τῆς δευτέρας συστοιχίας κοσμεῖται μὲν ὑπὸ τῶν Ὀλυμπίων θεῶν, ὧν ἡγεῖται ἡ Ἀθηνᾶ, κρατεῖ δὲ πάσης τῆς καταδεεστέρας τῶν θεῶν οὐσίας, τελούσης δὲ ὑπὸ τὴν χείρονα συστοιχίαν, οἷον τῶν ἀλόγων ψυχῶν, τῶν ἐνύ‐
10λων ὄγκων, τῆς ὕλης αὐτῆς. καὶ ἔοικεν ὁ Πλάτων καὶ διὰ τοῦτο μεγάλην καὶ θαυμαστὴν καλέσαι τὴν δύναμιν τῶν Ἀτλαντίνων, ἐπειδὴ καὶ ἐν ταύτῃ τῇ τάξει παραδέδοταί τις Θαύμας καλούμενος καὶ Βίας ἄλλος τις ὑπὸ τῶν πάλαι θεολόγων. ἴσως δὲ καὶ ὅτι πᾶσα ἡ δευτέρα συστοιχία τῆς
15ἀπειρίας ἐστὶν ἔκγονος, ἣν πρωτίστην δύναμιν εἶναί φαμεν, ὥσπερ ἡ κρείττων τοῦ πέρατος, διὰ τοῦτο τὴν δύναμιν ἐξυμνεῖ τῶν Ἀτλαντίνων, ὥσπερ τῶν Ἀθηναίων τὴν ἀρετήν, ἥτις ἐστὶ πρὸ τοῦ πέρατος· μέτρον γάρ ἐστι τῶν ἐχόντων αὐτήν. οὕτω μὲν οὖν αὐτοφυῶς, οἶμαι, δυνησόμεθα ποι‐
20εῖσθαι τὴν ἀνάλυσιν κατὰ τὰς Πυθαγορείους ἀρχάς. ἔχει δὲ καὶ τὴν αὔξησιν πολλὴν ὁ λόγος, ἵνα μεῖζον ἀποφήνῃ καὶ λαμπρότερον τὸ τῶν νικηφόρων ἔργον· δύναμίν τε γὰρ εἶπε διὰ τῆς ἑνώσεως αὔξων αὐτήν, καὶ ἔτι προσέθηκε μεγάλην καὶ θαυμαστήν. ἄλλο δὲ τούτων ἑκάτερον·
25μεγάλη μὲν γάρ, εἰ καὶ μηδὲν ἄλλο εἴη, θαυμαστὴ δὲ λέγε‐ ται τοῖς ἄλλοις. ὅσῳ δὲ θαυμάζεται τὸ νικώμενον, τοσούτῳ μεῖζον ἀποδείκνυται τὸ νικῶν. καὶ ἐπὶ τούτοις διὰ τῶν μερισμῶν τὸ πλῆθος ἐνδειξάμενος τὸ κρατούμενον ὑπ’ αὐ‐ τῆς πολλαπλασίαν ἐκείνην ἀπέφηνεν οὖσαν καὶ τοῖς πᾶσιν
30ὑπερέχουσαν.
in Ti
.

1

.

184

Αὕτη δὲ πᾶσα συναθροισθεῖσα εἰς ἓν ἡ δύναμις τόν τε παρ’ ὑμῖν καὶ τὸν παρ’ ἡμῖν καὶ τὸν ἐντὸς τοῦ στόματος πάντα τόπον μιᾷ ποτε ἐπεχείρησεν ὁρμῇ δουλώσασθαι [25 B].
5 Οὐχ ὅτι στάσις ἦν ποτε τῶν θείων πραγμάτων, οὐδ’ ὅτι τὰ καταδεέστερα κρατεῖν τῶν ἀμεινόνων ἐγλίχετο, φησίν· ἀλλ’ ἔστω μὲν ταῦτα ἐπ’ ἀνθρώπων ἀληθῆ, περὶ δὲ τῶν ἐν τῷ παντὶ τῆς δευτέρας συστοιχίας γενῶν τῶν ὁλικωτάτων ἐνδείκνυται ὁ παρὼν λόγος, ὅτι ἄρα διὰ πάντων πεφοίτηκεν·
10ἔστι γὰρ καὶ ἐν οὐρανῷ καὶ πανταχοῦ διακριτικὴ δύναμις καὶ ἑνωτική, καὶ οὐδέν ἐστιν ἄμοιρον αὐτῶν, ἀλλ’ ἔστιν ἐν τοῖς κρείττοσιν οὐ διῃρημένως οὐδὲ κατὰ πληθυσμόν, ἀλλ’ εἰς ἓν ἠθροισμένη καὶ μιᾷ ὁρμῇ, τοῦτο δέ ἐστιν ἡνωμένως καὶ κατὰ μίαν καὶ συνεχῆ ζωήν· ὡς γὰρ ἐν τῇ χείρονι
15συστοιχίᾳ καὶ τὸ ἓν πληθύεται, οὕτως ἐν τῇ κρείττονι τὸ πλῆθος ἑνίζεται. διὸ καὶ πανταχοῦ ἐστι τὸ πλῆθος καὶ κρατεῖται διὰ τῆς ἑνώσεως. τούτων γὰρ εἰκόνα φέρει καὶ τὸ τοὺς Ἀτλαντίνους βούλεσθαι μὲν κρατεῖν τῆς ἐντὸς οἰ‐ κουμένης πάσης ἀθροιζομένους εἰς ἕν, κρατεῖσθαι δὲ ὅμως
20ὑπὸ τῶν Ἀθηναίων· καὶ γὰρ τὸ πλῆθος καὶ ἡ διάκρισις εἰ καὶ ἐν τῇ ἀμείνονι συστοιχίᾳ θεωροῖτο, ἀλλ’ ἡνωμένως θεω‐ ρηθήσεται καὶ οὐ τοῦ πλήθους ἐκεῖ κρατοῦντος, ἀλλὰ τῆς ταυτότητος καὶ ὅλως τῶν ἀμεινόνων γενῶν. Τότε οὖν, ὦ Σόλων, ὑμῶν τῆς πόλεως ἡ δύνα‐
25μις εἰς πάντας ἀνθρώπους διαφανὴς ἀρετῇ τε καὶ ῥώμῃ ἐγένετο [25 B]. Ἀντέθηκε τῇ δυνάμει τῶν Ἀτλαντίνων τὴν τῶν Ἀθη‐ ναίων δύναμιν, τοῦτο τὸ ὄνομα τῶν ἄλλων προθεὶς ὡς
τῇ μέσῃ δημιουργίᾳ προσῆκον, καὶ ὕμνησε τὴν κρείττω
in Ti
.

1

.

185

δύναμιν κατά τε ἀρετὴν καὶ ῥώμην, ἵνα διὰ μὲν τῆς ἀρε‐ τῆς τὴν πρὸς τὸ φιλόσοφον τῆς Ἀθηνᾶς αὐτῆς οἰκείωσιν ἐνδείξηται—καὶ γὰρ ἄλλη θεολογία τις, οὐχ ἡ Ὀρφικὴ μόνον, ἀρετὴν αὐτὴν ἀπεκάλεσε—διὰ δὲ τῆς ῥώμης τὴν
5πρὸς τὸ φιλοπόλεμον. διαφανῆ δὲ τὴν δύναμιν προσεῖπεν, ὅτι ἄρα ἐγκόσμιός ἐστι καὶ πρὸς τὴν δημιουργίαν συντελεῖ τῶν αἰσθητῶν, καὶ τοῖς μὲν Ἀτλαντίνοις μόνον ἀπονέμει τὴν δύναμιν καὶ τοῦτο συνεχῶς ὡς ὑπὸ τὴν ἀπειρίαν τε‐ ταγμένοις, τοὺς δὲ Ἀθηναίους κρατεῖν φησι τῆς δυνάμεως
10διὰ τῆς ὅλης ἀρετῆς· τῆς γὰρ περατοειδοῦς ὄντες συστοιχίας χαρακτηρίζονται κατὰ τὴν ἀρετήν, ἣ καὶ τὰ πάθη μετρεῖ καὶ χρῆται ταῖς δυνάμεσι δεόντως. Πάντων γὰρ προστᾶσα εὐψυχίᾳ καὶ τέχναις ὅσαι κατὰ πόλεμον, ἕως το· πάντας ἠλευθέρωσεν [25 B C].
15 Ὥσπερ τὴν καταδεεστέραν συστοιχίαν τριχῇ διείλομεν, πρώτοις τε καὶ μέσοις καὶ τελευταίοις ὅροις, οὕτω καὶ τὴν κρείττονα διαιρήσομεν εἴς τε ὁλικώτατα καὶ μερικώτατα καὶ τὰ μέσα τούτων ὑφεστηκότα, καὶ διελόντες τοὺς μὲν Ἀθη‐ ναίους τοῖς πρώτοις ἀνάλογον τάξομεν, τοὺς δὲ ἄλλους Ἕλ‐
20ληνας τοὺς μὲν μήπω δουλεύοντας τοῖς μέσοις, τοὺς δὲ ἤδη δούλους τοῖς ἐσχάτοις· κατὰ γὰρ ταύτας τὰς ὁδοὺς κρατοῦσι μὲν οἱ Ἀθηναϊκοὶ τῶν τοῦ Ποσειδῶνος, οἱ πρῶτοι τῶν δευτέρων καὶ τὰ μοναδικὰ τῶν δυαδικῶν καὶ ἁπλῶς τὰ κρείττω τῶν χειρόνων, σῴζουσι δὲ αἰωνίως τὰ μέσα φυ‐
25λάττοντα τὴν ἑαυτῶν τάξιν καὶ οὐ κρατούμενα τοῖς τῆς χείρονος συστοιχίας διὰ τὴν ἑαυτῶν ἕνωσιν καὶ τὸ μόνιμον τῆς δυνάμεως γένος, ἐξαιροῦνται δὲ καὶ τὰ δουλεύοντα τῆς δουλείας εἰς ἕνωσιν αὐτὰ καὶ στάσιν ἀνακαλούμενοι· τὰ μὲν γὰρ ἀεί ἐστιν ἐν ὕλῃ, τὰ δὲ ἀεὶ κεχώρισται, τὰ δὲ ποτὲ
30μὲν ὑπὸ τοῖς ὑλαίοις γένεσι γίνεται, ποτὲ δὲ εἰς χωριστὴν ἀνατάσσεται ζωήν, οἷον δὴ καὶ τὸ περὶ ἡμᾶς δρᾶμα ποτὲ
μὲν ὑπὸ τὴν Τιτανικὴν τάξιν ταττομένους, ποτὲ δὲ ὑπὸ τὴν
in Ti
.

1

.

186

Ὀλυμπίαν, καὶ ποτὲ μὲν ἐν γενέσει, ποτὲ δὲ ἐν οὐρανῷ τε‐ λοῦντας. τοῦτο δὲ ὑπάρχει ταῖς μερικαῖς ψυχαῖς διὰ τὴν ἀεὶ ὡσαύτως ἑστῶσαν πρόνοιαν τῶν θεῶν τὴν ἀναγωγὸν τῶν ψυχῶν· ὡς γὰρ διὰ τὸ εἶναι γενεσιουργοὺς θεοὺς καὶ
5ψυχαὶ κατίασιν ὑπηρετούμεναι ταῖς βουλήσεσιν αὐτῶν, οὕτω δήπου καὶ διὰ τὸ τὰ ἀναγωγὰ προϋπάρχειν αἴτια καὶ ταῖς ἡμετέραις ψυχαῖς ἡ ἐντεῦθεν ἄνοδος περιγίνεται. ταῦτα μὲν περὶ τῆς ὅλης τῶν ἐκκειμένων ῥημάτων διανοίας. ἐπεξέλ‐ θωμεν δὲ καὶ τοῖς καθ’ ἕκαστον συντόμως. τὸ μὲν οὖν
10πάντων προστῆναι τὴν ὁλικὴν περίληψιν δηλοῖ τῶν πρώ‐ των γενῶν τῆς θειοτέρας μερίδος, τὸ δὲ εὐψυχίᾳ καὶ ταῖς πολεμικαῖς τέχναις ταὐτόν ἐστι τῷ Ἀθηναϊκῶς· διὰ μὲν γὰρ τῆς εὐψυχίας μιμοῦνται τὸ φιλόσοφον αὐτῆς, διὰ δὲ τῶν πολεμικῶν τεχνῶν τὸ φιλοπόλεμον. τὸ δὲ ποτὲ μὲν
15ἡγεῖσθαι τῶν Ἑλλήνων, ποτὲ δὲ καὶ μόνους διακινδυ‐ νεύειν τὸ τὰ πρῶτα καὶ τὰ ὅλα αἴτια τὰ μὲν μετὰ τῶν δευτέρων καὶ μέσων ποιεῖν, τὰ δὲ καὶ καθ’ αὑτὰ χωροῦντα τῆς τούτων ἐπέκεινα ποιήσεως καὶ μονούμενα κατὰ τὴν ἐνέργειαν· οὐ γὰρ ἐπίσης ποιεῖ τό τε τῶν θεῶν γένος καὶ
20τὸ μετὰ θεούς, ἀλλ’ ἐπὶ πλέον ἡ τῶν θεῶν διήκει ποίησις, ὅτι πανταχοῦ τὰ θειότερα καὶ πρὸ τῶν αἰτιατῶν καὶ σὺν τοῖς αἰτιατοῖς ἐνεργεῖ καὶ μετὰ ταῦτα. τοῦτο μὲν οὖν πολ‐ λαχόθεν πιστοῦσθαι δυνατόν. οἱ δὲ ἔσχατοι κίνδυνοι τὴν ἐσχάτην δηλοῦσι τῶν πρώτων ποίησιν. τὰ δὲ τρόπαια
25σημαίνει τό τε τὴν δευτέραν συστοιχίαν ὑπὸ τῇ πρώτῃ τε‐ λεῖν καὶ κοσμουμένην ὑπ’ αὐτῆς καὶ τὸ τρέπεσθαί πως κατὰ τὴν ἐκείνης δύναμιν, καὶ εἶναι τῆς τροπῆς τῶν χειρόνων ἀεὶ ὡσαύτως ἑστῶτα σημεῖα καὶ ἐν τοῖς ἐσχάτοις ἐφήκοντα ἀπὸ τῶν πρώτων· καὶ γὰρ ὅσον ἐστὶ καὶ ἐν τούτοις τεταγ‐
30μένον καὶ εἰδοπεποιημένον ὑπεσταλμένων τῶν ὑλικῶν αἰτίων, ἱκανὸν ἕστηκε σημεῖον τῆς ἐπικρατείας τῶν κρειττόνων, ὃ
δὴ μάλιστα τῶν τροπαίων ἐστὶν ἴδιον. ἡ δὲ ἄφθονος
in Ti
.

1

.

187

ἐλευθερία τὴν θείαν καὶ ἀκώλυτον ἐπὶ πάντα διήκουσαν ἄνωθεν διακόσμησιν, ἣν ἐπέλαμψαν τοῖς Ἕλλησιν Ἀθηναῖοι κρατήσαντες τῶν Ἀτλαντίνων, μᾶλλον δὲ τὰ Ὀλύμπια γένη τῶν Τιτανικῶν· οὕτω γὰρ ἥ τε δημιουργικὴ πέρας ἴσχει
5βούλησις καὶ τὰ χείρω κρατεῖται ὑπὸ τῶν ἀμεινόνων, ἐν μὲν τοῖς μερικοῖς Ἀτλαντῖνοι ὑπὸ τῶν Ἀθηναίων, ἐν δὲ τοῖς ὅλοις οἱ Τιτᾶνες ὑπὸ τῶν Ὀλυμπίων, καὶ κρατεροί περ ἐόντες ἀμείνονος ἀντιάσαντες, ὕβριος ἀντ’ ὀλοῆς καὶ ἀτασθαλίης ὑπερόπλου,
10φησὶν ὁ θεολόγος [Orph. frg. 103], ὃν καὶ ὁ Πλάτων ζηλώσας ὕβρει πορεύεσθαι τοὺς Ἀτλαντίνους εἶπεν ἐπὶ τοὺς Ἀθηναίους [24 D]. Ὑστέρῳ δὲ χρόνῳ σεισμῶν ἐξαισίων καὶ κατα‐ κλυσμῶν γενομένων μιᾶς ἡμέρας καὶ νυκτὸς χαλε‐
15πῆς ἐπελθούσης τό τε παρ’ ὑμῖν μάχιμον πᾶν ἀθρόον ἔδυ κατὰ γῆς, ἥ τε Ἀτλαντὶς νῆσος ὡσαύτως κατὰ τῆς θαλάττης δῦσα ἠφανίσθη. διὸ καὶ νῦν ἄπορον καὶ ἀδιερεύνητον τὸ ἐκεῖ πέλαγος πηλοῦ καταβρα‐ χέος ἐμποδὼν ὄντος, ὃν ἡ νῆσος ἱζομένη παρέσχετο
20[25 CD]. Ὅτι μὲν καὶ φυσικὴν ἀκολουθίαν ἔχει τὰ λεγόμενα, δῆ‐ λον τοῖς μὴ παντάπασι φυσικῆς θεωρίας ἀπείροις· σεισμόν τε γὰρ γενέσθαι τηλικοῦτον, ὥστε ἀπολέσαι τηλικαύτην νῆ‐ σον, οὐ θαυμαστόν—καὶ γὰρ ὁ πρὸ ἡμῶν ὀλίγον γεγονὼς
25σεισμὸς ἐν ἡμέρᾳ μιᾷ τήν τε Αἴγυπτον καὶ Βιθυνίαν ἔσεισε— καὶ ἐπακολουθῆσαι τῷ σεισμῷ κατακλυσμόν, οὐδὲν παρά‐ δοξον· εἴωθε γὰρ τοῦτο συμπίπτειν ἀεὶ τοῖς μεγάλοις σεισμοῖς,
ὡς καὶ Ἀριστοτέλης ἱστορεῖ καὶ τὴν αἰτίαν ἅμα προστιθείς·
in Ti
.

1

.

188

ὅπου γὰρ ἅμα σεισμῷ γίνεται κατακλυσμός, κῦμα τούτου τοῦ πάθους αἴτιον. ὅταν γὰρ τὸ τὸν σεισμὸν ποιοῦν πνεῦμα, μηδέπω ῥέον ὑπὸ γῆν, τὴν θάλατταν ὑπό τινος ἐναντίου πνεύματος αὐτῷ κινουμένην ἐξ ἐναντίας φερόμενον ἀπῶσαι
5μὲν εἰς τοὐπίσω μὴ δυνηθῇ διὰ τὸν προωθοῦντα ἄνεμον αὐτήν, ἱστὰν δὲ καὶ ἐμποδίζον αὐτῆς τὴν πρόοδον αἴτιον γίνηται τοῦ πολλὴν ὠθουμένην ὑπὸ τοῦ ἐναντίου τούτῳ πνεύματος ἀθροισθῆναι, τότε δὴ πολλῆς τῆς θαλάττης γενομένης διὰ τὸ ἀπεναντίας ὠθοῦν αὐτὸ μὲν ὑπὸ γῆν ἔδυ
10τῆς ῥοῆς ἀθρόας ἐπιχυθείσης καὶ ἐποίησε τὸν σεισμόν, ἡ δὲ θάλασσα ἐπέκλυσε τὸν τόπον· τοῦτον γὰρ τὸν τρόπον καὶ περὶ Ἀχαίαν γενέσθαι τὸν σεισμὸν ἅμα καὶ τὴν τοῦ κύματος ἔφοδον τοῦ ἐπικλύσαντος τὰς παραθαλαττίους πόλεις Βοῦράν τε καὶ Ἑλίκην· ὥστε οὐδ’ ἂν τοῦτο τῶν φυσικῶν τις ἀπο‐
15γνοίη σκοπῶν ὀρθῶς. ἀλλὰ μὴν καὶ τὸ τὴν αὐτὴν χώραν πορευσίμην γίνεσθαι καὶ ἄπορον καὶ ἤπειρον καὶ θάλατταν τῶν συγχωρουμένων ἐστὶν ὑπὸ τῶν φυσικῶν, ὡς καὶ Ἀριστο‐ τέλει δοκεῖ καὶ ἡ ἱστορία δείκνυσι. καὶ τὸ πηλὸν εἶναι ἐν τῇ ἔξω θαλάσσῃ μετὰ τὸ στόμιον ὁ αὐτὸς ἱστόρησε καὶ
20τὸ τεναγώδη τὸν τόπον ἐκεῖνον ὑπάρχειν, ὥστε τὸ πηλοῦ καταβραχέος εἰ σημαίνει τὸν τεναγώδη, οὐ θαυμαστόν· βράχη γὰρ καὶ νῦν ἔτι λέγουσι τὰς ὑφάλους πέτρας καὶ ἐπιπολῆς ἐχούσας τὸ ὕδωρ. τί ἂν οὖν τις ὑπὲρ τούτων ἐνοχλοίη διαγωνιζόμενος; ὅτι δὲ καὶ ταῦτα θαυμαστὴν ἔν‐
25δειξιν ἔχει τῆς τοῦ παντὸς διακοσμήσεως, πιστοῦμεν ἀναμνή‐ σαντες ἡμᾶς αὐτοὺς τῶν παρὰ τῷ Ὀρφεῖ [frg. 205] λεγο‐
μένων πρὸς τῷ πέρατι τῆς δημιουργίας καταταρταρώσεων·
in Ti
.

1

.

189

καὶ γὰρ ἐκεῖνος τὴν τῶν Ὀλυμπίων θεῶν καὶ τὴν Τιτανι‐ κὴν παραδοὺς δημιουργικὴν ἀντίθεσιν ἀποπερατοῖ τὴν ὅλην διακόσμησιν ἄχρι τῶν ἐσχάτων τοῦ παντός, μεταδιδοὺς καὶ ἐκείνοις τῆς τῶν θεῶν ἀχράντου προνοίας. ταῦτ’ οὖν καὶ
5ὁ Πλάτων εἰδὼς ἐν εἰκόσι τὰ ὅλα παραδιδοὺς διατείνει καὶ κατάγει καὶ ὑπὸ τὸ ἀφανὲς τὰ διττὰ ταῦτα γένη καὶ διὰ τῆς ἀφανίσεως ταύτης μιμεῖται τὴν Ὀρφικὴν καταταρ‐ τάρωσιν· ἵνα γὰρ καὶ τὰ ἔσχατα κοσμηθῇ καὶ τῆς θείας ἀπολαύσῃ προνοίας, ἔδει καὶ τὴν κρείττω καὶ τὴν ὑφειμένην
10συστοιχίαν διατεῖναι τὴν ἑαυτῆς ποίησιν ἄνωθεν ἄχρι τοῦ κοσμικοῦ πυθμένος, ἑκατέραν δὲ οἰκείως ἑαυτῇ, τὴν μὲν σειομένην καὶ δύνουσαν κατὰ γῆς, ὃ ταὐτόν ἐστι τῷ προϊ‐ οῦσαν μονίμως καὶ στερεῶς, τὴν δὲ ἀφανιζομένην, ὃ ταὐτὸν ἂν εἴη τῷ ἔνυλον καὶ ἄτακτον καὶ ἀνείδεον γιγνομένην· τὸ
15μὲν γὰρ κατὰ γῆς τοῦ μονίμου καὶ σταθεροῦ σύμβολον, τὸ δὲ κατὰ θαλάττης τοῦ εὐμεταβόλου καὶ ἀτάκτου καὶ ῥοώδους· καὶ γὰρ ἐν τοῖς ἐσχάτοις ἡ μὲν ἵδρυσις καὶ ἡ γένεσις ἀπὸ τῆς ἀμείνονος συστοιχίας, ἡ δὲ φθορὰ καὶ ἡ παράλλαξις καὶ ἡ πλημμελὴς κίνησις ἀπὸ τῆς χείρονος.
20ἐπειδὴ δὲ καὶ ταῦτα κοσμεῖται τῆς τε ἀφανοῦς καὶ τῆς ἐμ‐ φανοῦς δημιουργίας συμπληρουμένης, διὰ τοῦτο κἀνταῦθά φησιν ἡμέραν γεγονέναι καὶ νύκτα χαλεπήν, τῆς μὲν νυκτὸς τὰς ἀφανεῖς αἰτίας, τῆς δὲ ἡμέρας τὰς ἐμφανεῖς ἐνδειξα‐ μένης, τῆς δὲ χαλεπότητος τὸ ἀνανταγώνιστον καὶ ἀκλινὲς
25καὶ διὰ πάντων χωροῦν. διότι δὲ πάντα ταῦτα κατὰ δημι‐ ουργικὰς ἐπιτελεῖται δυνάμεις, οἱ σεισμοὶ καὶ οἱ κατακλυσμοὶ παρελήφθησαν, τῇ μέσῃ δημιουργίᾳ πρέποντες· εἰ μὲν γὰρ Διίους ἠβούλετο σημαίνειν δυνάμεις ἢ ἐνεργείας, κεραυνοὺς ἂν εἶπε καὶ πρηστῆρας· ἐπεὶ δὲ Ποσειδωνίους ἐνεργείας
30παραδίδωσι δημιουργικάς, σεισμοῖς αὐτὰς παρείκασεν ἢ
in Ti
.

1

.

190

κατακλυσμοῖς· σεισίχθονα γὰρ τὸν θεὸν τοῦτον καὶ κυ‐ ανοχαίτην εἰώθασι καλεῖν. διότι δὲ ὁ χρόνος τὴν ἐν τάξει πρόοδον σημαίνει καὶ τὴν εὔτακτον ὕφεσιν, ἐν ὑστέρῳ χρόνῳ ταῦτα πάντα γεγενῆσθαι λέγεται. οὐκ ἄρα δεῖ λέ‐
5γειν, ὅτι ὁ ἀφανίζων τὸν ἔλεγχον ἀφαιρεῖ τὰ ὑποκείμενα, καθάπερ Ὅμηρος ἐπὶ τῶν Φαιάκων καὶ ἐπὶ τοῦ τείχους, ὃ ἐποίησαν οἱ Ἕλληνες· οὐ γὰρ πέπλασται τὰ ῥηθέντα, ἀλλ’ ἀληθῆ ἐστι· πολλὰ γὰρ μέρη τῆς γῆς ἐπικλύζεται ὑπὸ θα‐ λάττης, καὶ οὐδὲν ἀδύνατον εἶπε συμβαίνειν· οὐδ’ αὖ ὡς
10ἱστορίαν ἀπαγγέλλει ψιλήν, ἀλλ’ ὡς εἰς ἔνδειξιν αὐτὴν παρα‐ λαμβάνει τῆς διὰ πάντων διηκούσης καὶ τῶν ἐσχάτων προ‐ νοίας. συνελόντι δὴ οὖν φάναι πρὸς τῷ τέλει τῆς ὅλης διακοσμήσεως, συμπληρουμένης τῆς τε ἀφανοῦς καὶ ἐμφα‐ νοῦς δημιουργίας κατὰ τὰς δημιουργικὰς τοῦ δευτέρου πα‐
15τρὸς ποιήσεις, φοιτᾷ καὶ μέχρι τῶν ἐσχάτων ἥ τε ἀπὸ τῆς ἀμείνονος μοίρας δόσις καὶ ἡ ἀπὸ τῆς χείρονος· ἣ μὲν κρατοῦσα τῶν ὑποκειμένων διὰ τὸ μάχιμον καὶ γόνιμον ἐλλάμπουσα δύναμιν διὰ τὸ κατὰ γῆς, ἣ δὲ τὴν ἐσχάτην ἐμποιοῦσα διαίρεσιν καὶ τὴν ἐνυλοτάτην καὶ ἀόριστον τοῦ
20Ταρτάρου συνέχουσα κίνησιν. κοσμηθέντων δὲ καὶ τούτων εἰκότως ἄπορος λοιπὸν καὶ ἀδιερεύνητος ὁ τοῦ πελάγους τόπος· οὐ γάρ ἐστιν ἄλλη πορεία καὶ πρόοδος τῶν κοσμητι‐ κῶν τοῦ παντὸς γενῶν, ἀλλ’ οὗτός ἐστιν ὁ ὡς ἀληθῶς πη‐ λός, οὗ καὶ ὁ ἐν τῷ Φαίδωνι [110 A] μέμνηται Σωκράτης
25περὶ τῶν ὑποχθονίων τόπων ἀναδιδάσκων, ὁ ὑπὸ γῆς τόπος ἀμυδρῷ τῆς σωματότητος εἴδει κεκρατημένος, ὃ διὰ τὴν καταδεεστέραν ἔσχε συστοιχίαν ὑφιζάνουσαν οὖσαν καὶ προϊ‐ οῦσαν ἐπὶ τὸ τέλος τῆς διακοσμήσεως· καὶ γὰρ ἡ Τιτανικὴ τάξις ὑπὸ τοῦ Διὸς μέχρι τοῦ Ταρτάρου συνελαυνομένη πλη‐
30ροῖ καὶ τὰ ἐκεῖ τῆς ἀπὸ τῶν θεῶν φρουρᾶς. Τὰ μὲν δὴ ῥηθέντα, ὦ Σώκρατες, ὑπὸ τοῦ πα‐
λαιοῦ Κριτίου κατ’ ἀκοὴν τὴν Σόλωνος ὡς συντόμως
in Ti
.

1

.

191

εἰπεῖν ἀκήκοας· λέγοντος δὲ δὴ χθὲς σοῦ περὶ πο‐ λιτείας, ἕως τοῦ· τὰ πολλὰ οἷς Σόλων εἶπεν [25 DE]. Ὅπως μὲν ὁ τῶν Ἀτλαντίνων καὶ Ἀθηναίων πόλεμος εἰς τὴν ὅλην συντελεῖ κοσμοποιίαν, καὶ ὅπως ὑπὸ τῆς μέσης
5δημιουργίας ἡ κοσμικὴ συνέχεται ἐναντίωσις ἄνωθεν ἀπὸ τῶν πρώτων προϊοῦσα μέχρι τῶν τελευταίων, τῆς μὲν Ἀθη‐ ναϊκῆς σειρᾶς μονίμως καὶ ἡγεμονικῶς καὶ κρατητικῶς τὰ πάντα κοσμούσης καὶ ἀναπλούσης μὲν τὰ ἐν ὕλῃ κατεχό‐ μενα, σῳζούσης δὲ ἄχραντα τὰ κεχωρισμένα τῆς ὕλης, τῆς
10δὲ ἑτέρας ἑαυτῇ προσφόρως κίνησιν καὶ διαίρεσιν καὶ ἑτερό‐ τητα τοῖς δημιουργήμασι χαριζομένης καὶ ἄνωθεν εἰς τέλος προϊούσης, εἴρηται καὶ ὑπέμνησται μετρίως ἐν τοῖς ἔμπρο‐ σθεν. ἐπειδὴ δὲ αὐτὸς ὁ λέγων τὸν λόγον ἀνάλογον ἦν τῷ τὴν ἐναντίωσιν ταύτην συνέχοντι θεῷ, μιμεῖταί πως
15ἐκεῖνον καὶ διὰ τῆς ἐπὶ τοὺς πατέρας τῆς διηγήσεως ἀνα‐ δρομῆς διὰ Κριτίου καὶ τῆς Σόλωνος ἀκοῆς ἐπὶ τοὺς Αἰγυπτίους ἄνεισιν· ὃ δὴ καὶ ἐν τῷ παραδείγματι προυπ‐ άρχει, πληρουμένῳ τε ἀπὸ τῶν πρώτων καὶ πληροῦντι τὰ μετ’ αὐτὸ τῆς δημιουργικῆς δυνάμεως. ἔτι δὲ ἐπειδὴ δευ‐
20τέρας φέρει δημιουργίας εἰκόνα προϊούσης ἀπ’ ἄλλης, διὰ δὴ τοῦτό φησιν ἀπὸ τῶν Σωκράτους λόγων ἀνεμνῆσθαι τῆς ἱστορίας· ἡ γὰρ ἀνάμνησις αὕτη οὐκ ἔστιν ἀπὸ εἰκόνων ἐπὶ τὰ παραδείγματα μετάβασις, ἀλλ’ ἀπὸ τῶν καθολικῶν ἐννοιῶν ἐπὶ μερικωτέρας πράξεις. διὸ καὶ ἐφαρμόζει τῇ προόδῳ τῆς
25ὅλης δημιουργίας· πάντων γὰρ ὄντων ἐν τοῖς νοητοῖς τὰ δημιουργικὰ αἴτια κατὰ τὴν οἰκείαν ἕκαστον τάξιν κατενεί‐ ματο τὰς ὅλας ποιήσεις. ἔτι τοίνυν κατ’ ἄλλον τρόπον λόγων μετιόντι σοι τὴν λέξιν οἵ τε Ἀθηναῖοι θαυμαστῶς ἐγκωμιάζονται καὶ ἡ πολιτεία Σωκράτους ἀνυμνεῖται πρε‐
30πόντως· ἣ μὲν γὰρ ὅτι δυνατή ἐστι, δέδεικται διὰ τῆς τῶν Ἀθηναίων ζωῆς, καὶ ὅτι, οἷς ἂν ἐγγένηται, μεγίστων ἀγαθῶν ἐστιν οἰστική· ἃ δὴ καὶ ὁ Σωκράτης ἐν ἐκείνοις ἀποδείξεως
ἠξίωσεν· οἱ δὲ κατὰ τὸ ἄριστον εἶδος τῆς πολιτείας ζήσαντες
in Ti
.

1

.

192

ἄξιοι μεγίστου δείκνυνται θαύματος· τὸ γὰρ κατὰ τὸ πρῶ‐ τον παράδειγμα τυπωθῆναι θαυμαστὸν ὄντως ἐστίν· ἐπεὶ καὶ τῶν ἐγκοσμίων τὰ μὲν θειότερα τὸ ὅλον εἶδος αὐτῶν ἄκρως καταδεξάμενα μοναδικὰ λέγεταί τε καὶ ἔστι, τὰ δὲ
5ἔνυλα τὴν αὐτὴν ἔχοντα μορφὴν ἐν πολλοῖς ὑποκειμένοις ἐσχάτην ἔχει τάξιν. τοῦτο γοῦν, ὃ καὶ ἐν τῇ δημιουργίᾳ τοῖς θεοῖς ὑπάρχει, τὸ τοῦ παραδείγματος ἄκρως τοῦ οἰκείου τυγχάνειν, καὶ ἡ Ἀθηναίων πόλις ἐπεδείξατο τὸ ἄριστον μέτρον τῆς ζωῆς ἄκρως ἐπιτηδεύσασα. καὶ μὴν καὶ ὁ
10κύκλος τῶν εὐεργεσιῶν μιμεῖται τὸν ἐγκόσμιον κύκλον. Αἰ‐ γύπτιοί τε γὰρ εὖ πεπόνθασιν ὑπὸ Ἀθηναίων διὰ τῶν πολε‐ μικῶν ἔργων, καὶ Ἀθηναῖοι παρ’ Αἰγυπτίων διὰ τῶν ἱερα‐ τικῶν λόγων· ἦν μὲν γὰρ καὶ αὐτὸ τὸ ἀνάγραπτον ἔχειν τὴν πρᾶξιν ἀπόδοσις τῆς χάριτος, προστεθεῖσα δὲ καὶ ἡ
15διδασκαλικὴ τῶν πατρίων αὐτοῖς ἔργων ἀφήγησις πολλα‐ πλασίαν ἐπιδείκνυσι τὴν ἀμοιβήν. πρὸς δὴ τούτοις τὸ τὴν τύχην καὶ δαιμονίαν ὑποτίθεσθαι καὶ κινεῖν ἡμῶν τὴν διάνοιαν ἐπάξιόν ἐστι τῆς τοῦ Πλάτωνος θεωρίας· οὐ γὰρ ἄσκοπος οὐδὲ ἀόριστος ἡ τύχη καὶ ἡ παρ’ αὐτῆς δόσις,
20ἀλλὰ δύναμίς ἐστι συναγωγὸς τῶν πολλῶν καὶ διεσπαρμένων αἰτίων καὶ κοσμητικὴ τῶν ἀτάκτων καὶ ἀποπληρωτικὴ τῶν ἐκ τοῦ παντὸς ἑκάστοις ἀποκεκληρωμένων. διὰ τί οὖν ὁ Σωκράτης συνηνέχθη τοῖς Σόλωνος; διά τε τὴν συναγωγὸν τῶν πολλῶν καὶ διεσπαρμένων αἰτίαν φήσω καὶ διὰ τὴν
25μίαν θεὸν τὴν τὸν κοινὸν αὐτῶν συνέχουσαν νοῦν· Ἀθη‐ ναϊκοὶ γὰρ ὄντες ὥσπερ ἐκ μιᾶς πηγῆς κινοῦνται τῆς ἑαυ‐ τῶν ἐφόρου θεᾶς πρὸς τὰς ὁμοίας ἐννοίας. Οὐ μὴν ἠβουλήθην παραχρῆμα εἰπεῖν· διὰ χρό‐ νου γὰρ οὐχ ἱκανῶς ἐμεμνήμην· ἕως το· λέγειν οὕ‐
30τως [25 E 26 A] Ταῦτα καὶ ἐν τῷ παντὶ θεατέον· πρὸ τῶν μερικῶν τὸ
δημιουργικὸν αἴτιον τῶν γιγνομένων κατὰ χρόνον ὑφίστησι
in Ti
.

1

.

193

τὰ ἑαυτοῦ γεννήματα, καὶ ὅπως ἑαυτὸν πρῶτον νοῶν ὁ ὑποστάτης τῶν γενητῶν καὶ ἐν αὑτῷ τὰς αἰτίας τῶν ποιου‐ μένων ὁρῶν, οὕτω καὶ τοῖς ἄλλοις ἀφ’ ἑαυτοῦ δίδωσι τὴν πάροδον, ἵνα αὐτὸς ἱκανὸς ὢν καὶ τέλεος οὕτω μεταδιδῷ
5τοῖς δευτέροις τῆς ἑαυτοῦ δυνάμεως. ἥ τε οὖν ἔννοια καὶ ἡ ἀνάληψις καὶ πάντα τὰ τοιαῦτα τὴν ἐν ἑνὶ δηλοῖ περιοχὴν τῶν δημιουργικῶν λόγων. Ὅθεν ταχὺ ξυνωμολόγησά σοι τὰ ἐπιταχθέντα μέχρι το· τῆς νυκτὸς ἀνέλαβον [26 AB].
10 Διότι μὲν ἐμέμνητό πως, ὑπέσχετο τὰ ἐπιταχθέντα πλη‐ ρώσειν, διότι δὲ οὐκ ἀκριβῶς ἐμέμνητο, πρὸς ἑαυτὸν ἀνε‐ σκέψατο πρότερον τοὺς λόγους, ἡγούμενος ἐν τοῖς τοιούτοις ἐπιτάγμασιν, οἷον ὁ Σωκράτης ἐπέταξε κινουμένην τὴν πο‐ λιτείαν ἰδεῖν, ἔργον εἶναι μέγιστον ὑπόθεσιν εὑρεῖν, ἐφ’ ἧς
15δυνήσεται τὸ πρέπον ἀποδοῦναι τοῖς ἐπιτάγμασιν· ὃ δὴ καὶ αὐτὸς πεποίηκε τὸν Ἀτλαντίνων καὶ Ἀθηναίων πόλεμον ἀπὸ τῆς ἱστορίας λαβὼν ὡς δεικνύναι δυνάμενον τὴν τῆς ἀρίστης πολιτείας παρακτικὴν ζωήν, καὶ ταῦτα τῆς νυκτὸς ἀναλαβών, ἵνα ἀδιαπταίστως καὶ τοῖς κοινωνοῖς μεταδῷ τῶν λόγων.
20πάλιν οὖν καὶ ἀπὸ τούτων ἐπὶ τὰ ὅλα μεταβατέον· καὶ γὰρ ἐκεῖ τὸ δημιουργικὸν αἴτιον ἀπὸ τῆς ἀφανοῦς αἰτίας πλη‐ ρούμενον—ἐκεῖ γὰρ πρώτως ἦν πάντα τὰ αἴτια τὰ νοερά, οἷς ἥνωτο κατ’ ἄκραν ὑπεροχήν—οὕτως εἰς τὸ ἐμφανὲς τὴν ἑαυτοῦ προάγει δύναμιν κατὰ τὴν ἐκείνων βούλησιν καὶ
25κρίσιν. ἔτι δὲ τὸ παραχρῆμα μὴ εἰπεῖν, ἀλλ’ εἰσαῦθις, σύμ‐ βολόν ἐστι τῆς προευτρεπιζομένης παρασκευῆς τῶν φύσεων, ἀφ’ ἧς ἡ τελειότης παραγίνεται τοῖς φυσικοῖς ἀποτελέσμα‐ σιν. εἴποις δ’ ἄν τι καὶ ἠθικὸν τὸ τῆς ἀσφαλείας οὐ γὰρ δεῖ προπετῶς ἐγχειρεῖν τοῖς τηλικούτοις λόγοις μὴ πρὸς
30ἑαυτοὺς πρῶτον τὸ ὅλον ἔργον ἀνασκεψαμένους, ἵνα ὥσπερ
in Ti
.

1

.

194

ἐκ ταμείου προφερώμεθα τὸν διὰ φωνῆς λόγον ὄντως τῶν ἔνδον κειμένων λόγων γινόμενον ἄγγελον. καὶ μὴν καὶ τὸ πρὸς ἑαυτὸν ἀναλαβόντα λέγειν μιμεῖται μὲν καὶ τὴν τῶν λόγων τῶν δημιουργικῶν πρὸς ἑαυτοὺς ἐπιστροφήν, ἐνδείκνυ‐
5ται δὲ καὶ τὴν ἔμφρονα τῆς ψυχῆς ἐφ’ ἑαυτὴν ἐπιστροφήν, καθ’ ἣν ἐν ἑαυτῇ θεᾶται τοὺς τῶν ὄντων λόγους. τὸ δὲ ὑποθέσθαι τοῖς βουλήμασι πρέποντα λόγον τὴν ἐν τῇ δημιουργίᾳ συνάρτησιν ἐνδείκνυται τῶν φαινομένων πρὸς τὰς αἰτίας αὐτῶν.
10 Ὡς δή τοι τὸ λεγόμενον τὰ παίδων μαθήματα θαυμαστὸν ἔχει τι μνημεῖον· ἕως το· ὥστε οἷον ἐγ‐ καύματα ἀνεκπλύτου γραφῆς ἔμμονά μοι γέγονεν [26 B C]. Τὸ μνημονικωτέρους εἶναι τοὺς παῖδας καὶ ἐπὶ τῶν ἔρ‐
15γων ὁρᾶται καὶ πολλὰς ἂν ἔχοι πιθανὰς αἰτίας· μίαν μέν, ὥς φησι Πορφύριος, ὅτι αἱ ψυχαὶ τῶν παίδων πεῖραν οὐκ ἔχουσι τῶν ἀνθρωπίνων κακῶν· ἅτε οὖν μήτε περισπώ‐ μεναι μήτε ἐνοχλούμεναι ὑπὸ τῶν ἐκτὸς εὐτύπωτον μὲν ἔχουσι τὸ φανταστικόν, ἀργότερον δὲ τὸ διανοητικόν· αἱ γὰρ
20πεῖραι τοῦτο ποιοῦσιν ὀξὺ καὶ εὐκίνητον. ἑτέραν δὲ ὅτι ἡ λογικὴ ζωὴ πλέον ἐν αὐτοῖς συμπέφυρται πρὸς τὴν φαντα‐ σίαν· ὥσπερ οὖν τῆς ψυχῆς τῷ σώματι συμπασχούσης καὶ συνανακεκραμένης αὐτῷ ῥωμαλεώτερόν ἐστι καὶ ζωτικώτερον τὸ σῶμα, τὸν αὐτὸν τρόπον καὶ ἡ φαντασία ῥώννυται διὰ
25τῆς τοῦ λόγου σχέσεως, ῥωννυμένη δὲ μονιμωτέρους ἔχει τοὺς τύπους, μᾶλλον αὐτῶν ἀντιλαμβανομένη διὰ τὴν ἑαυ‐ τῆς δύναμιν, ὥσπερ καὶ τὸ σῶμα μᾶλλον κρατεῖ τῶν ἐν αὐτῷ, ζωτικώτερον ὂν διὰ τὴν τῆς ψυχῆς πλείονα κοινωνίαν. τρίτην δὲ ἐπὶ ταύταις, ὅτι τὰ αὐτὰ μείζω φαίνεται ταῖς τῶν
30παίδων φαντασίαις· μᾶλλον οὖν θαυμάζεται παρ’ αὐτῶν,
ὥστε μᾶλλον αὐτοῖς συμπάσχουσι, διὸ μάλιστα μέμνηνται· τὰ
in Ti
.

1

.

195

γὰρ σφόδρα λυπήσαντα ἡμᾶς ἢ σφόδρα εὐφράναντα εἰς μνή‐ μην κατατιθέμεθα· μᾶλλον γοῦν εἰς ἡμᾶς δρᾷ. καθάπερ οὖν τὸ μᾶλλον παθὸν ὑπὸ πυρὸς ἐπὶ πλέον τὴν δοθεῖσαν θερμότητα φυλάττει, τὸν αὐτὸν τρόπον τὸ μᾶλλον ὑπὸ τῶν
5ἔξωθεν πάσχον φανταστικὸν μᾶλλον κατέχει τὸν τύπον. ἀλλὰ μὴν τὸ τῶν παίδων πάσχει μᾶλλον διὰ τὸ τὰ αὐτὰ μείζω φαίνεσθαι ἡμῖν παισὶν οὖσι. μᾶλλον ἄρα κατέχουσιν οἱ παῖδες τὸν τύπον εἰκότως, ὡς μᾶλλον ὑπὸ τῶν αὐτῶν πάσχοντες. ταῦτά μοι δοκεῖ καὶ ὁ Κριτίας ἐνδείκνυσθαι μετὰ πολλῆς
10ἡδονῆς ἠκροᾶσθαι λέγων τῆς ἱστορίας παρὰ τοῦ γέροντος, καὶ διὰ τοῦτο οἷον ἔγκαυμα ἀνεκπλύτου γραφῆς ἔμ‐ μονον αὐτῷ γεγονέν〈αι〉. ὥσπερ δὲ ὁ Σωκράτης ἐν τῇ ἀνακεφαλαιώσει τῆς Πολιτείας μνήμης αἴτιον ἡμῖν παραδέ‐ δωκε τὴν ἀήθειαν τῶν πραγμάτων, ὧν ἀκούομεν, οὕτως ὁ
15Κριτίας ἐν τούτοις τὴν ἡλικίαν τῶν παίδων. καὶ ἔοικεν ἐκεῖνο καὶ τούτου αἴτιον εἶναι, ἡ ἀήθεια τῆς τῶν παίδων μνήμης· πάντα γὰρ ἀήθη εἶναι δοκεῖ πρῶτον προσπίπτοντα τοῖς παισί. καὶ ἴσως ἔνδειξιν φέρει καὶ τοῦτο τοῦ τὴν γό‐ νιμον δημιουργίαν τῶν δευτέρων ἐξηρτῆσθαι τῆς μονίμου
20ταυτότητος τῶν πρώτων, ὥσπερ καὶ τὸ τῆς μνήμης 〈τῆς Σωκράτους αἴτιον〉 αἴτιόν ἐστι καὶ τῆς παρὰ τῷ Κριτίᾳ λεγομένης τῶν παίδων μνήμης. εἰ δέ τις πρὸς ταύταις ταῖς ἀποδόσεσι καὶ τῶν πραγμάτων ἀντέχοιτο τῆς ὅλης θεωρίας, ἀκουέτω λέγοντος Ἰαμβλίχου τὴν μὲν τῶν παίδων
25μνήμην ἐνδείκνυσθαι τὴν ἀεὶ νέαν καὶ ἀκμάζουσαν μόνιμον τῶν λόγων ποίησιν, τὸ δὲ ἀνέκπλυτον τῆς γραφῆς ἢ τῆς βαφῆς—λέγεται γὰρ ἀμφοτέρως—τὴν ἀέναον καὶ ἀνέκ‐ λειπτον δημιουργίαν, τὸ δὲ πρόθυμον τοῦ διδάσκοντος τὴν ἄφθονον τῶν πρεσβυτέρων αἰτίων εἰς τὰ δεύτερα χορηγίαν·
30ἔχει γὰρ καὶ ταῦτα χώραν μετὰ τῶν εἰρημένων ἀποδόσεων.
in Ti
.

1

.

196

Καὶ δὴ καὶ τοῖσδ’ εὐθὺς ἔλεγον ἕωθεν αὐτὰ ταῦτα, μέχρι τοῦ· ἤ τινα ἔτ’ ἄλλον ἀντ’ αὐτοῦ ζητη‐ τέον [26 CDE]. Πρότερον μὲν Κριτίας ἐποιεῖτο αὐτοὺς κοινωνοὺς τῶν
5λόγων, νῦν δὲ συνευπορεῖν αὐτοὺς παρακαλεῖ, διότι καὶ ἐν τοῖς παραδείγμασιν ἄνω μὲν ἥνωται πάντα καὶ νοερῶν ἄλ‐ ληλα πληροῖ δυνάμεων, ἐν δὲ τῷ κόσμῳ δημιουργεῖ μετ’ ἀλλήλων κατὰ θείαν τινὰ καὶ ὁλικὴν σύμπνοιαν, καθ’ ἣν καὶ δι’ ἣν πάντα πανταχοῦ ἐστιν οἰκείως ἑκάστοις, ἐν οὐ‐
10ρανῷ τε παραδείγματα προϋπάρχει τῶν γενητῶν καὶ ἐν τῇ γενέσει τῶν οὐρανίων εἰσὶν εἰκόνες. ἐπειδὴ δὲ ἡ ὁλότης παν‐ ταχοῦ προηγεῖται τῶν μερῶν, κἀν τῇ δευτέρᾳ δημιουργίᾳ τοῦτο θεωρεῖται καὶ διὰ τοῦτο πρῶτον μὲν ἐν κεφαλαίοις διεξῆλθε τὸν πόλεμον, μετὰ ταῦτα δὲ καὶ τὰ καθ’ ἕκαστον ἐπεκδι‐
15δάσκειν πειράσεται σύμπασάν τε τῶν Ἀτλαντίνων τὴν πολι‐ τείαν διηγούμενος καὶ τὴν ἀρχὴν αὐτῶν τῆς γενέσεως, καὶ πῶς εἰς ἀδικίαν ἐτράποντο, καὶ πῶς οἱ Ἀθηναῖοι πρὸς τὸν πόλεμον παρῆλθον, ἀπὸ ποίας παρασκευῆς, ἀπὸ ποίων πρε‐ σβειῶν, διὰ ποίων ὁδῶν, τίσι συντεταγμένοι, καὶ ὅσα τού‐
20τοις ἑπόμενά ἐστιν. ἔστι τοίνυν ἡ μὲν ἀνυπόθετος πολι‐ τεία μίμημα τῆς πρώτης δημιουργίας, διὸ τὸ μυστικὸν αὐ‐ τῆς ἐνδεικνύμενος καὶ τὸ ἐν λόγοις καθαροῖς προυπάρχον ὥσπερ ἐν μύθῳ διατετάχθαι φησὶν αὐτήν, ἡ δὲ ὑπόθεσις ἡ ἐπὶ τῶν Ἀθηναίων ὡς ἐκείνων ὄντων ἔνδειξιν ἔχει τῆς
25δευτέρας δημιουργίας, ἐν ᾗ καὶ τὸ μερικώτερον ὁρᾶται καὶ ἡ ἐναντίωσις λοιπὸν καὶ ἡ κίνησις καὶ τὸ ἐν τόπῳ περι‐ γεγραμμένον. ἐπειδὴ δὲ καὶ αὕτη συνήρτηται τῇ προτέρᾳ καὶ συνεχής ἐστι πρὸς αὐτήν, πάντως ἁρμόσουσι, φησί,
καὶ οὐκ ἀπᾳσόμεθα λέγοντες.
in Ti
.

1

.

197

Καὶ τίνα ἄν, ὦ Κριτία, μᾶλλον ἀντὶ τούτου μετα‐ λαμβάνοιμεν, ἕως τοῦ· οὐκ ἔστιν [26 E]. Ἀποδέχεται τὸν λόγον ὁ Σωκράτης πρῶτον μὲν ὡς τῇ τῶν Ἀθηναίων ἑορτῇ προσήκοντα—καὶ γὰρ ἦν εἰκὼν ὁ
5πόλεμος τῶν κοσμικῶν πολέμων—καὶ ὡς ὕμνον τῆς Ἀθη‐ νᾶς τῇ θυσίᾳ πρόσφορον· εἰ γάρ τι φωνῆς ὄφελος ἀνθρώ‐ ποις, εἰς ὕμνους αὐτῇ χρηστέον. καὶ ἄλλως ἐπειδὴ θεωρίας καὶ πράξεως ἡ θεὸς αἰτία, διὰ μὲν τῆς θυσίας μιμούμεθα τὴν πρακτικὴν αὐτῆς ἐνέργειαν, διὰ δὲ τοῦ ὕμνου τὴν θεω‐
10ρητικήν. δεύτερον δὲ ὡς μαρτυρήσοντα τῷ δυνατῷ τῆς πολιτείας· τοῦτο γὰρ καὶ αὐτὸς ἐν τοῖς περὶ αὐτῆς λόγοις ἀποδείξεως ἠξίωσεν [rep. V 471 C]· ἤρκει μὲν γὰρ αὐτῷ καὶ ἐν οὐρανῷ τοῦτο τὸ σχῆμα τῆς πολιτείας ὑπάρχον καὶ ἐν ἑνὶ ἀνδρί· πάντα γάρ ἐστιν ἔνδον, ὅσαπερ ἔξω, καὶ ὁ
15ὡς ἀληθῶς νόμος ἀπ’ αὐτῆς ἄρχεται τῆς ἔνδον ζωῆς· εἰ δὲ καὶ ἐπὶ τῶν Ἀθηναίων δειχθείη ποτὲ κρατῆσαν, ἀτεχνῶς ἀποδείκνυται τὸ δυνατὸν αὐτῆς. τοῦτο μὲν οὖν τοιαύτας αἰτίας ἔχει. πάλιν δὲ καὶ ἐκ τούτων ληπτέον, ὅτι οὐκ ἄρα ἦν πλάσμα τὸ περὶ τοὺς Ἀτλαντίνους, ὥς τινες ᾠήθη‐
20σαν, ἀλλ’ ἱστορία μέν, οἰκείως δὲ ἔχουσα πρὸς τὴν ὅλην κοσμοποιίαν, ὥστε καὶ ὅσα περὶ μεγέθους διῆλθε τῆς Ἀτλαντίδος, οὐκ ἂν ὡς μυθώδη καὶ πεπλασμένα καταγινώ‐ σκοιτο παρὰ τῶν τὸ μέγεθος τῆς γῆς εἰς στενὸν κομιδῇ κατακλειόντων.
25 Ἀλλ’ ἀγαθῇ τύχῃ χρὴ λέγειν μὲν ὑμᾶς, ἐμὲ δὲ ἀντὶ τῶν χθὲς λόγων νῦν ἡσυχίαν ἄγοντα ἀντα‐ κούειν [26 E 27 A]. Οὐχ ὥσπερ οἱ ἀπὸ τῆς Στοᾶς τὸν σπουδαῖον οὐδέν φασι δεῖσθαι τῆς τύχης, οὕτως καὶ ὁ Πλάτων, ἀλλὰ τὰς
30διανοητικὰς ἡμῶν ἐνεργείας, ὅταν συνεπιπλέκωνται ταῖς σω‐
ματικαῖς κατὰ τὴν εἰς τὸ ἐκτὸς πρόοδον, ἐπιπνεῖσθαι βούλεται
in Ti
.

1

.

198

παρὰ τῆς ἀγαθῆς τύχης, ἵνα τὴν πρόοδον εὐτυχῆ ποιήσωνται καὶ τὴν εἰς ἄλλους ἐνέργειαν θεοφιλῆ. καθάπερ γὰρ ἡ Νέ‐ μεσις τῶν κούφων ἐστὶ λόγων ἐπίσκοπος, οὕτω δὴ καὶ ἡ ἀγαθὴ τύχη κυβερνᾷ τοὺς λόγους ἐπ’ ἀγαθῷ τῶν τε δεχο‐
5μένων καὶ τοῦ διδόντος, ἵνα οἳ μὲν εὐγνωμόνως καὶ συμ‐ παθῶς ***, ὃ δὲ ἐνθέως καὶ δυνατῶς ἀποδιδῷ τὸ προσῆκον ἑκάστοις. οὕτω μὲν οὖν ἐπὶ τῶν μερικῶν. ἐπὶ δὲ τῶν ὅλων ἡ ἀγαθὴ τύχη τὴν ἔνθεον σημαίνει διακλήρωσιν, καθ’ ἣν ἕκαστον ἔλαχε τάξιν τὴν ἑαυτῷ πρόσφορον ἀπὸ τοῦ ἑνὸς
10πατρὸς καὶ τῆς ὅλης δημιουργίας. καὶ μὴν καὶ τὸ ἡσυ‐ χίαν ἄγοντα τὸν Σωκράτην τῶν λόγων τούτων ἀκούειν ἔχει μὲν καὶ ἀντίδοσιν καθήκοντος· καὶ γὰρ ἐκεῖνοι τοῦτο ἐποί‐ ησαν, ὅτε διηγεῖτο τὴν πολιτείαν, ὡς μηδὲ ὅτι παρῆσαν γε‐ γονέναι δῆλον ἐν ἐκείνῳ τῷ συγγράμματι. δείκνυσι δ’ ἐξ
15ἀναλογίας καὶ ὅπως τὰ δημιουργικὰ αἴτια πάντα ἡνωμένα ἀλλήλοις ὅμως διακεκριμένας ἔχει ποιήσεις· τὸ μὲν γὰρ ἀκού‐ ειν τῆς δι’ ἀλλήλων χωρήσεώς ἐστι δηλωτικόν, τὸ δὲ ἡσυ‐ χίαν ἄγειν τοὺς ἄλλους ἑνὸς λέγοντος τὴν ἀμιγῆ καθαρότητα σημαίνει, καθ’ ἣν ἕκαστον ἀπὸ τῆς ἰδιότητος τῆς ἑαυτοῦ
20ποιεῖ καὶ γεννᾷ τὰ δεύτερα. Σκόπει δὴ τὴν τῶν ξενίων σοι διάθεσιν, ὦ Σώ‐ κρατες, ᾗ διέθεμεν. ἕως το· τὰ δὲ λοιπὰ ὡς περὶ πολιτῶν καὶ Ἀθηναίων ὄντων ἤδη ποιεῖσθαι τοὺς λόγους [27 AB].
25 Βούλεται ἡ τάξις αὕτη τὸν μὲν Τίμαιον ἄκρον ἅμα καὶ μέσον ποιεῖν· καὶ γὰρ μετὰ Σωκράτη λέγει καὶ Κριτίαν καὶ πρὸ Κριτίου καὶ Ἑρμοκράτους· καὶ οὑτωσὶ μὲν μέσον, ἄλλως δὲ ἄκρον, κατά τε τὴν ἐπιστήμην καὶ ὅτι γεννᾷ τοὺς ἀνθρώπους, οὓς τρέφει μὲν ὁ Σωκράτης, ὁπλίζει δὲ ὁ Κρι‐
30τίας. ἔστι δὲ καὶ τοῦτο τῆς ὅλης δημιουργίας σύμβολον
ἐναργές, τὸ ἄκρον ἅμα καὶ μέσον· καὶ γὰρ ἐξῄρηται πάντων
in Ti
.

1

.

199

τῶν ἐγκοσμίων καὶ πᾶσιν ἐξ ἴσου πάρεστι, τά τε ἄκρα τοῦ παντὸς ἀνεῖται τῷ δημιουργῷ καὶ τὸ μέσον, ὡς ὁ τῶν Πυθαγορείων λόγος· ἐκεῖ γὰρ ὁ Ζανὸς πύργος, ὥς φασι. τὸν δὲ Κριτίαν μέσον, εἰπόντα μετὰ Σωκράτη νῦν
5ἐν κεφαλαίοις αὖθις πρὸ τοῦ Ἑρμοκράτους εἰπεῖν· προσήκει γὰρ τῇ μέσῃ δημιουργίᾳ τὸ δυαδικὸν καὶ τὸ ὅλον μετὰ τῶν μερῶν, ὥσπερ τῇ μὲν πρώτῃ τὸ ὅλον, τῇ δὲ ἐσχάτῃ τὰ μέρη· διὸ καὶ ὁ Σωκράτης ἐν κεφαλαίοις τὴν πολιτείαν παραδέ‐ δωκε, καὶ ὁ Ἑρμοκράτης εἰς τὰ μέρη συντελεῖ τῆς ὑπὸ
10Κριτίου παραδοθησομένης ἱστορίας. ταῦτα μὲν οὖν περὶ τῆς ὅλης εἰρήσθω τάξεως. ἀπορήσειε δ’ ἄν τις, τί ποτε τῷ Ἑρμοκράτει καὶ ὑπολείποιτο ἂν ἔργον, τοῦ μὲν Τιμαίου τὴν γένεσιν τῶν ἀνθρώπων, τοῦ δὲ Σωκράτους τὴν τροφήν, τοῦ δὲ Κριτίου τὰς πράξεις παραδεδωκότος· οὐδὲν γάρ ἐστι τού‐
15τοις ἐφεξῆς. ἦ συλλήπτωρ ἐστὶν ὁ Ἑρμοκράτης τῷ Κριτίᾳ τῶν λόγων· ἡ γὰρ τῆς ἱστορίας ἀφήγησις τῶν τε πράξεων ἦν καὶ τῶν λόγων· καὶ ὁ μὲν Κριτίας αὐτὸς τῶν πράξεων ὑπέσχετο ποιήσεσθαι διέξοδον, παρεκάλεσε δὲ καὶ τὸν Ἑρμο‐ κράτη πρὸς τὸ συνευπορεῖν ἐν τοῖς λόγοις· χαλεπὴ γὰρ ἡ
20τούτων μίμησις, ὡς εἴρηται πρότερον [19 E]. διὸ καὶ ἐν τῷ Ἀτλαντικῷ [121 BC], τοὺς θεοὺς συναγαγὼν ὡς βου‐ λευσομένους περὶ τῆς κατὰ τῶν Ἀτλαντίνων δίκης ἔλεξε, φησίν, ὁ Ζεὺς ὧδε, καὶ συνεπέρανε τὴν συνουσίαν, ὡς τῷ Ἑρμοκράτει παραδιδοὺς τὴν μίμησιν τῶν λόγων. εἰ δὲ μηδὲ
25τοῖς λοιποῖς τῶν ἔργων ἐπεξῆλθεν, οὐδὲν ἀπεικός· ὅλως γὰρ θεοὺς συναγαγὼν ἐπὶ τῷ σωφρονίσαι τὴν τῶν Ἀτλαντίνων ὕβριν ἔχει καὶ τὰ ἑξῆς πάντα περιεχόμενα ἐν τούτῳ, τὴν παρασκευὴν τῶν Ἀθηναίων, τὴν ἔξοδον, τὴν νίκην. οὐκοῦν ὁ μὲν Τίμαιος γεννᾷ τοὺς ἄνδρας, ὁ δὲ Σωκράτης παιδεύει,
30ὁ δὲ Κριτίας εἰς πράξεις προάγει, ὁ δὲ Ἑρμοκράτης εἰς λόγους· ὃ μὲν τὴν πατρικὴν αἰτίαν μιμούμενος, ὃ δὲ τὴν τῆς μονίμου
νοήσεως χορηγόν, ὃ δὲ τὴν τῆς κινήσεως καὶ τῆς εἰς τὰ
in Ti
.

1

.

200

δεύτερα προόδου, ὃ δὲ τὴν τὰ ἔσχατα διὰ τῆς τῶν λόγων μιμήσεως ἐπιστρέφουσαν εἰς τὰς ἀρχάς. ταῦτα μὲν οὑτωσὶ συμβολικῶς ἂν ἀκούσειας καὶ ἴσως οὐ σφόδρα περιέργως. Ἀπορήσειε δ’ ἄν τις, τίνος ἕνεκα μὴ προτέτακται τῆς Πολι‐
5τείας ὁ Τίμαιος, ἐν ᾧ τοῦ τε ἄλλου κόσμου γένεσις παρα‐ δίδοται καὶ τοῦ ἀνθρώπων γένους· ἔδει γὰρ τεχθῆναί τε αὐτούς, ὡς ὁ Τίμαιός φησι, καὶ παιδευθῆναι, ὡς ὁ ἐν Πολι‐ τείᾳ ποιεῖ Σωκράτης, καὶ ἐνεργῆσαι τῆς τροφῆς ἐπαξίως, ὅπερ ἐνδείκνυταί πως ὁ Ἀτλαντικός. καὶ εἰ μὲν ἀπ’ αὐτοῦ
10τοῦ τέλους ἀρξάμενος κατήντα ἐπὶ τὸν Τίμαιον, ὅς ἐστι τῇ φύσει πρῶτος, εἴχομεν ἂν τὰ εἰωθότα λέγειν, ὅτι δὴ διδα‐ σκαλίας ἕνεκα πρῶτα παραδέδοται τὰ πρῶτα πρὸς ἡμᾶς, ὕστερα ὄντα κατὰ φύσιν· νῦν δὲ τὸ πρῶτον μέσον καὶ τὸ μέσον πρῶτον τετάχθαι δοκεῖ. καὶ εἰ μὲν ὑπὸ τῶν διασκευ‐
15αστῶν ἡ τάξις αὕτη παραδέδοτο, ἧττον ἂν ἡμῖν ἦν θαυ‐ μαστόν· νῦν δὲ αὐτὸς ὁ Πλάτων ἔοικεν οὕτως τάττειν. ἐνταῦθα γοῦν ἀνακεφαλαιοῦται τὴν Πολιτείαν ὡς ἤδη προ‐ ειρημένην ἐν κεφαλαίοις διὰ βραχυτάτων. πρὸς δὴ ταύτην τὴν ἀπορίαν ῥητέον, ὡς εἰ μὲν πᾶσαι αἱ ὑποθέσεις ἐκ τῆς
20φύσεως παρελαμβάνοντο τῶν ὄντων ἢ γεγονότων, ἔδει τὴν ἀπορίαν κρατεῖν καὶ τὸν Τίμαιον οὐκ ὀρθῶς τετάχθαι δεύ‐ τερον· καὶ εἰ ὅλαι τῷ λόγῳ καθ’ ὑπόθεσιν ἐπλάττοντο, ἔδει καὶ οὕτω πρῶτα παραλαμβάνεσθαι τὰ πρῶτα κατὰ φύσιν· ἐπειδὴ δὲ ἡ μὲν τοῦ Σωκράτους ὑπόθεσις λόγῳ μόνον ἑπο‐
25μένη καὶ τὸ καθόλου θεωροῦσα πλάττει καὶ τὴν τροφὴν καὶ τὴν παιδείαν τῶν ἀνδρῶν, αἱ δὲ ἑξῆς περί τε ὄντων καὶ γενομένων διεξίασιν, εἰκότως αἳ μὲν συντάττονται ἀλλήλαις, ἡ δὲ Σωκράτους ὡς ἂν κατὰ λόγον ὑφεστῶσα μόνον καὶ διὰ τοῦτο ἀκριβῶς προτέτακται τῶν λοιπῶν, ἴσως καὶ τοῦτο
30ἐνδείξασθαι τοῦ Πλάτωνος ἐθελήσαντος, ὅτι ὅσα αἱ θεῖαι
in Ti
.

1

.

201

ψυχαὶ καὶ εἰς τὸ νοητὸν περιαχθεῖσαι προβάλλουσιν, ταῦτα ἐγένετό ποτε καὶ κατά τινας εὐμοίρους περιτροπὰς κύκλων καὶ ἐπὶ γῆς. τοῦτο γοῦν καὶ ὁ Κριτίας τῷ Σωκράτει μαρ‐ τυρήσει λέγων [26 D]· καὶ τοὺς πολίτας, οὓς διενοο,
5φήσομεν ἐκείνους τοὺς ἀληθινοὺς προγόνους ἡμῶν, οὓς ἔλεγεν ὁ ἱερεύς· πάντως ἁρμόσουσι, καὶ οὐκ ἀπᾳσόμεθα λέγοντες αὐτοὺς εἶναι τοὺς ἐν τῷ τότε ὄντας χρόν. εἰ δὲ καὶ τῷ μερικῷ λείποιτο ἡ Πολιτεία τοῦ Τιμαίου καὶ τῷ περὶ θνητῶν διαλέγεσθαι *** περὶ εἰκόνα
10διατρίβοι, ἀλλὰ τῷ γε καθόλου κρατεῖ· τὸ γὰρ αὐτὸ εἶδος τῆς ζωῆς ἐν ψυχῇ μὲν δικαιοσύνην, ἐν πόλει δὲ πολιτείαν, ἐν δὲ κόσμῳ δημιουργίαν ἐπιδείκνυσιν. ἔτι δὲ ἡ μὲν προ‐ αίρεσις τῆς ἀρετῆς ἐλευθέρα, ἡ δὲ ἐνέργεια ἡ εἰς τὰ ἐκτὸς δεῖται τῆς κοσμικῆς τάξεως· ὅθεν ὁ μὲν Ἀτλαντικὸς μετὰ
15τὸν Τίμαιον, ἡ δὲ τῶν πολιτῶν ἕξις τὴν ἀδέσποτον ἀρετὴν ἐνδείκνυται. καὶ δηλοῖ καὶ διὰ τούτων ὁ Πλάτων, ὅτι ἑαυτῆς μὲν οὖσα ψυχὴ κρείττων ἐστὶ τῆς φυσικῆς πάσης ὑποστάσεως καὶ εἱμαρμένης ὑπερτρέχει, ῥέπουσα δὲ εἰς πράξεις ὑπὸ τῶν φυσικῶν κρατεῖται νόμων καὶ ὑποτάττεται εἱμαρμένῃ.
20πρὸς δὲ τοῖς εἰρημένοις κἀκεῖνο εἰδέναι χρή, ὅτι κατὰ τὴν ἐν Πολιτείᾳ παραδοθεῖσαν τῆς ἀνθρωπίνης ζωῆς τάξιν ἡ τῶν διαλόγων τούτων ἔχει συνέχεια· καὶ γὰρ ἐκεῖ πρῶτον ἐτράφησαν καὶ ἐπαιδεύθησαν διὰ τῶν μαθημάτων οἱ ἄνδρες, ἔπειτα εἰς θέαν ἀναβεβήκασι τῶν ὄντων, καὶ τρίτον ἐκεῖθεν
25ἐπὶ τὴν πρόνοιαν τῆς πόλεως κατεληλύθασι. κατὰ δὴ ταύ‐ την τὴν ἀκολουθίαν καὶ ἡ Πολιτεία προτέτακται τοῦ Τιμαίου καὶ οὗτος τοῦ Ἀτλαντικοῦ· παιδευθέντες γὰρ ὑπὸ τῆς Πο‐ λιτείας καὶ ἀναχθέντες ὑπὸ τοῦ Τιμαίου κατὰ τὴν θεωρίαν
διαθήσουσιν ἐμφρόνως τὰς τοιαύτας πράξεις, ὁποίας ὁ
in Ti
.

1

.

202

Ἀτλαντικὸς ἀναδιδάσκει, ζῶντες εὐδαιμόνως. ἡμεῖς μὲν οὖν οὕτω πρὸς τὴν ἀπορίαν ἀπηντήκαμεν. ὁ δὲ φιλόσοφος Πορφύριος οὐκ αὐτόθεν τῆς ἀπορίας ἕνεκα ταύτης, ἀλλ’ ἄλλου τινὸς πέρι. διαταττόμενος τοιαύτην ἀφορμὴν παρέσχετο
5λύσεως· τοὺς τῆς ὅλης θεωρίας γνησίως ἀντιλήψεσθαι μέλ‐ λοντας δεῖ πεπαιδεῦσθαι πρότερον τὸ ἦθος, ἵνα ὅμοιον ὂν τῷ κατανοουμένῳ συναρμόζηται πρεπόντως εἰς τὴν γνῶσιν τῆς ἀληθείας. τοῦτο δὴ καὶ ἡ τάξις αὕτη τῶν διαλόγων ἐπιδείκνυσιν· οἱ γὰρ ἀκροώμενοι τῶν ἐν τῷ Τιμαίῳ λόγων
10ὀφείλουσι τῆς Πολιτείας ἀπολελαυκέναι πρότερον καὶ δι’ ἐκεί‐ νης κοσμηθέντες οὕτως ἥκειν τῶν περὶ τοῦ κόσμου δογμάτων ἀκροασόμενοι, ὁμοιοτάτους σφᾶς αὐτοὺς τῇ τοῦ παντὸς εὐ‐ κοσμίᾳ διὰ τῆς παιδείας ἀποφήναντες. τοσαῦτα καὶ πρὸς ταύ‐ την εἰρήσθω τὴν ἀπορίαν. Θεατέον δὲ καὶ τὰ καθ’ ἕκαστον
15τῆς λέξεως. ἀστρονομικώτατος μὲν οὖν λέγεται νῦν ὁ Τί‐ μαιος οὐχ ὡς τὰ τάχη τῶν κινήσεων ἐπεσκεμμένος οὐδ’ ὡς μετρῶν δρόμον ἠελίου κανόνας συναθροίσας οὐδὲ τοῖς μοιραίοις ἔργοις ἐνδιατρίβων, ἀλλ’ ὡς οὐρανοῦ τε ὕπερ ἀστρονομῶν κατὰ τὸν ἐν Θεαιτήτῳ [173 CE]
20κορυφαῖον καὶ τὰς ἀφανεῖς αἰτίας θεωρῶν, ἃ καὶ κυρίως ἐστὶν ἄστρα—διὸ καὶ ἄνθρωπον οὐ τὸν φαινόμενον, ἀλλὰ τὸν ἐν λόγῳ καθαρῶς οὐσιωμένον ἀπέφηνεν ὁ Σωκράτης— καὶ ὡς τὸν ὅλον δημιουργὸν ἀπομιμούμενος, ἐν ᾧ καὶ ὁ οὐρανός ἐστι καὶ τὰ ἄστρα πάντα νοερῶς, ὥσπερ φησὶν ὁ
25θεολόγος. ἄρχεται δὲ ἀπὸ τῆς τοῦ κόσμου γενέσεως καὶ εἰς ἀνθρώπους τελευτᾷ, διότι καὶ ὁ ἄνθρωπος μικρός ἐστι κόσμος, πάντα ἔχων μερικῶς ὅσα τὸ πᾶν ὁλικῶς, ὥσπερ ἀπέδειξεν ὁ ἐν Φιλήβῳ [29] Σωκράτης. διαφερόντως δέ τινές εἰσιν ὑπὸ Σωκράτους παιδευθέντες, ὅτι μὴ πᾶσαν
30παιδεύει τὴν πόλιν, ἀλλὰ τοὺς φύλακας καὶ ἐπικούρους· καὶ
γὰρ ἐν τῷ παντὶ τὸ διαφερόντως νοῦ μετέχον ἐστὶν ὁ
in Ti
.

1

.

203

οὐρανός, ὃς καὶ νοῦν μιμεῖται διὰ τῆς κινήσεως. εἰσάγονται δὲ ὑπὸ Κριτίου κατὰ τὸν Σόλωνος νόμον τε καὶ λόγον, ὅτι καὶ ἱστόρησε Σόλων Ἀθηναίους οὕτω πολιτεύεσθαί ποτε καὶ νόμους ἔθηκεν, ὅπως εἰσάγεσθαι δεῖ τοὺς παῖδας εἰς τὴν
5πολιτείαν, ὅπως εἰς τοὺς φράτερας, ὅπως εἰς τὸ ληξιαρχικὸν γραμματεῖον, ἐπὶ ποίων κριτῶν, ὅπου μὲν φρατέρων, ὅπου δὲ ἄλλων τῶν προσηκόντων. θέμενος οὖν καὶ αὐτὸς Ἀθη‐ ναίους εἶναι τοὺς ὑπὸ Σωκράτους παιδευθέντας τῷ τε λόγῳ τῷ Σόλωνος ἕπεται καὶ τῷ νόμῳ, καθ’ ὃν εἰσάγονταί τινες
10εἰς τὴν πολιτείαν. Τελέως τε καὶ λαμπρῶς ἔοικα ἀνταπολήψεσθαι τὴν τῶν λόγων ἑστίασιν. σὸν οὖν ἔργον λέγειν ἄν, ὦ Τίμαιε, τὸ μετὰ τοῦτο, ὡς ἔοικεν, ἢ καλέσαντα κατὰ νόμον θεούς [27 B].
15 Τὸ μὲν τέλειον καὶ τὸ λαμπρὸν τῆς ἀποδόσεως τήν τε ὑπερφυῆ καὶ τὴν διὰ πάντων χωροῦσαν ἐνδείκνυται ποίησιν τοῖς εἰς τὰ παραδείγματα καὶ ταῦτα ἀνάγουσι τὰ ῥήματα τοῦ Σωκράτους· ἡ δὲ τῶν λόγων ἑστίασις τὴν τῶν δημι‐ ουργικῶν εἰδῶν ἀποπλήρωσιν· ἡ δὲ τοῦ Τιμαίου παράκλησις
20τὴν τῶν μερικῶν αἰτίων ἐπιστροφὴν πρὸς τὸ ὅλον καὶ πρόκλησιν τῶν ἐκεῖθεν ἀγαθῶν· ἡ δὲ τῶν θεῶν ἐπίκλησις τὴν ἄνωθεν ἀπὸ τῶν νοητῶν ἐξημμένην δημιουργίαν. οὐ γάρ ἐστι τὸ κατὰ νόμον τοιοῦτον, οἷον οἱ πολλοὶ ἀκούουσι τὸν Ἰταλικὸν ἢ Ἀττικόν, ἀλλ’ ὥσπερ εἰώθασι λέγεσθαι παρὰ
25τοῖς Πυθαγορείοις [carm. aur. 1] τὸ ἀθανάτους μὲν πρῶτα θεούς, νόμῳ ὡς διάκεινται, τίμα· δηλοῖ γὰρ ὁ νόμος τὴν τάξιν τὴν θείαν, καθ’ ἣν ἐξήρτηται
ἀεὶ τὰ δεύτερα τῶν προτέρων καὶ πληροῦται ἀπ’ αὐτῶν.
in Ti
.

1

.

204

οὗτος δὲ ὁ νόμος ἀπὸ τῶν νοητῶν ἀρξάμενος καθήκει καὶ εἰς τὴν δημιουργικὴν αἰτίαν καὶ ἀπὸ ταύτης πρόεισι καὶ μερίζεται περὶ τὸ πᾶν. ἅμα δὲ ἐνδείκνυται διὰ τούτων ὁ Σωκράτης καὶ ὅτι Πυθαγόρειον ἀπαιτεῖ γενέσθαι τὴν φυσιο‐
5λογίαν, ἀπὸ τῆς θείας αἰτίας ἀρχομένην, ἀλλὰ μὴ τοιαύτην, ὁποίαν αὐτὸς ἀπεδοκίμασεν ἐν Φαίδωνι [98 C], τὴν ἀπο‐ τυφλοῦσαν τὸ ὄμμα τῆς ψυχῆς, ἀέρας καὶ αἰθέρας αἰτιωμέ‐ νην κατὰ τὸν Ἀναξαγόραν. δεῖ γὰρ τὴν ἀληθινὴν φυσιο‐ λογίαν ἐξάπτειν τῆς θεολογίας, ὥσπερ καὶ ἡ φύσις ἐξήρτηται
10τῶν θεῶν καὶ διῄρηται κατὰ τὰς ὅλας τάξεις αὐτῶν, ἵνα καὶ οἱ λόγοι μιμηταὶ τῶν πραγμάτων ὦσιν, ὧν εἰσι σημαν‐ τικοί, ἐπεὶ καὶ αὐτὸν τὸν Ἥφαιστον, τὸν προεστηκότα τῆς φύσεως, ἐρῶντα τῆς Ἀθηνᾶς οἱ μυθοπλάσται παραδεδώκασι, τῆς τῶν νοερῶν εἰδῶν τὸν διάκοσμον ὑφαινούσης καὶ τῶν
15νοήσεων χορηγοῦ πᾶσι τοῖς ἐγκοσμίοις. Μέχρι δὴ τούτων συμπεπλήρωται τὸ τοῦ Τιμαίου προ‐ οίμιον, ὅπερ Σευῆρος μὲν οὐδὲ ἐξηγήσεως ἠξίωσε τὸ παρά‐ παν, Λογγῖνος δὲ οὐ πᾶν ἔλεγε περιττόν, ἀλλ’ ὅσα παρεισ‐ κυκλεῖται περὶ τῶν Ἀτλαντίνων καὶ τῶν τοῦ Αἰγυπτίου
20διηγήσεων, ὥστε καὶ εἰώθει συνάπτειν τῇ Σωκράτους δεήσει τὴν ἀπαγγελίαν τοῦ Κριτίου, λέγω δὲ τῷ πάρειμί τε οὖν κεκοσμημένος ἐπ’ αὐτὰ καὶ πάντων ἑτοιμότατος δέχεσθαι [20 C] τὸ σκόπει δὴ τὴν τῶν ξενίων σοι διάθεσιν, ὦ Σώκρατες, ᾗ διέθεμεν [27 A]. Πορφύ‐
25ριος δὲ καὶ Ἰάμβλιχος τῇ πάσῃ τοῦ διαλόγου προθέσει σύμφωνον ἀπέφηναν, ὃ μὲν μερικώτερον, ὃ δὲ ἐποπτικώ‐ τερον· ὥστε εἰ καὶ ἡμεῖς ἐνταῦθα τὸ βιβλίον περιγράψαιμεν, σύμφωνον τῷ τε Πλάτωνι καὶ τούτοις παρεξόμεθα τὴν ἑαυ‐
τῶν τάξιν.
in Ti
.

1

.

205

(1t)

ΠΡΟΚΛΟΥ ΔΙΑΔΟΧΟΥ
2tΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ ΠΛΑΤΩΝΟΣ
3tΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ
4Τὸ προοίμιον τοῦ Τιμαίου δύο κεφαλαίων ποιεῖται παρά‐
5δοσιν, συγκεφαλαίωσίν τε τῆς Σωκράτους πολιτείας καὶ σύν‐ τομον ἀφήγησιν τῆς πρὸς Ἀτλαντίνους τῶν Ἀθηναίων μάχης καὶ τῆς γενομένης νίκης κατ’ αὐτῶν. ἑκάτερον δὲ τούτων πρὸς τὴν ὅλην τοῦ κόσμου θεωρίαν μεγίστην παρέχεται συν‐ τέλειαν· τὸ μὲν γὰρ τῆς πολιτείας εἶδος αὐτὸ καθ’ ἑαυτὸ γνω‐
10σθὲν καὶ τῇ τοῦ οὐρανοῦ διακοσμήσει πρώτως ἐφήρμοζε, τὸ δὲ τοῦ πολέμου καὶ τῆς νίκης διήγημα σύμβολον ἡμῖν ἐγίγνετο τῆς κοσμικῆς ἐναντιώσεως, καὶ τὸ μὲν τὴν οὐσίαν ἐδήλου τῶν ἐγκοσμίων γενῶν, τὸ δὲ τὰς δυνάμεις αὐτῶν, ἀφ’ ὧν αἱ ἐνέργειαι προΐασιν εἰς τὸ πᾶν, καὶ τὸ μὲν τὴν πρώτην
15δημιουργίαν ἐν εἰκόσιν ὑπέγραφε, τὸ δὲ τὴν δευτέραν, ἤ, εἰ βούλει, τὸ μὲν τὴν εἰδητικὴν αἰτίαν, τὸ δὲ τὴν ὑλικήν. πάντες γὰρ οἱ φυσικοὶ τὰ ἐναντία ποιοῦσιν ἀρχὰς καὶ ἐκ τῶν ἐναν‐ τίων ἁρμοσθέντων τὸν κόσμον ὑφιστᾶσιν· ἡ δὲ ἁρμονία καὶ ἡ τάξις ἐκ τοῦ εἴδους, ὅπερ ἐκ τῆς πολιτείας ὁ λόγος ἀνέ‐
20φηνε κοινὸν καὶ διατεῖνον ἐπὶ πᾶν πλῆθος ἐν τάξει προϊόν· ἄλλο γάρ ἐστι τὴν ἐν ψυχῇ παραδοῦναι πολιτείαν, ἄλλο τὴν ἐν ἀνθρώποις, ἄλλο τὴν κοσμικήν· ἡ δὲ τοῦ Σωκράτους ἀνα‐
κεφαλαίωσις, αὐτὸ τὸ εἶδος ὑπογράψασα τῆς πολιτείας πάσης
in Ti
.

1

.

206

ὕλης χωρισθέν, ἐπιδείκνυσιν ἡμῖν πρώτως τὴν ἐν τῷ παντὶ πολιτείαν, πρὸς ὃ καὶ τὰ μέρη πάντως ἀναφέρειν ἔσπευδεν. ἔτι δέ, εἰ βούλει, κατ’ ἄλλον τρόπον τὴν μὲν πολιτείαν ἀνά‐ λογον τῷ οὐρανῷ τακτέον, τὸν δὲ πόλεμον τῇ γενέσει· διήκει
5μὲν γὰρ ἡ πολιτεία μέχρι τῶν ἐσχάτων, ἐπειδὴ πάντα τέ‐ τακται κατὰ τὴν ἀπὸ τοῦ δημιουργοῦ σειρὰν ἄχρι τοῦ πυθ‐ μένος τῶν ἐγκοσμίων καθήκουσαν· καὶ προυφέστηκέ πως ἐν τοῖς οὐρανίοις ἡ ἐναντίωσις ἢ κατὰ τὰς διττὰς περιφορὰς τῶν σωμάτων, τήν τε ἐπὶ δεξιὰ καὶ τὴν ἐπ’ ἀριστερά, ἢ
10κατὰ τοὺς διττοὺς κύκλους τῶν ψυχῶν, τὸν ταὐτοῦ καὶ θατέρου, ἢ κατὰ τὰ γένη τοῦ ὄντος, στάσιν καὶ κίνησιν, ἢ κατὰ τὰς θείας ἰδιότητας, τὸ ἄρρεν καὶ τὸ θῆλυ, ἢ κατ’ ἄλλην ὁποιανοῦν τοιαύτην τομήν. μᾶλλον μὲν οὖν ἡ μὲν πολιτεία πρὸς τὸν οὐρανόν, ὁ δὲ πόλεμος οἰκείως ἔχει πρὸς
15τὴν γένεσιν, διὸ καὶ ἣ μὲν Δίιός ἐστιν, ὃ δὲ τῇ Ποσειδῶνος λήξει προσήκει. μετὰ δὲ τὴν τῶν μερῶν θεωρίαν δι’ εἰ‐ κόνων ἀνατείνεσθαι δεῖ πρὸς τὴν τοῦ ὅλου γνῶσιν, καὶ μετὰ τὴν τῶν εἰκόνων ἐπίβλεψιν αὐτῶν ἀντέχεσθαι λοιπὸν χρὴ τῶν παραδειγμάτων ἀπὸ τῶν μικρῶν τὰ μείζω μνησομένους.
20οἷον γὰρ προτέλεια ταῦτα καταβέβληται καὶ μικρὰ μυστήρια τὸ ὄμμα τῆς ψυχῆς ἀνακινοῦντα πρὸς τὴν τοῦ ὅλου καὶ παν‐ τὸς περίληψιν καὶ τὴν θεωρίαν τῆς τε μιᾶς αἰτίας καὶ μιᾶς προόδου τῶν ἐγκοσμίων ἁπάντων· πᾶν γὰρ ἐξ ἑνός ἐστι καὶ ἔμπαλιν εἰς ἓν 〈πάντα ***〉 ἰόντα μετὰ τοῦ μερικω‐
25τέρας ἔχειν 〈ἄλλασ〉 κατ’ ἄλλας μοίρας ἐπιστατούσας δυνάμεις τὸ πᾶν. πρὶν δὲ ἅψηται τῆς ὅλης πραγματείας, ἐπὶ θεῶν παρακλήσεις καὶ εὐχὰς τρέπεται, μιμούμενος καὶ ταύτῃ τὸν τοῦ παντὸς ποιητήν, ὃς πρὸ τῆς ὅλης δημιουργίας εἴς τε τὸ χρηστήριον εἰσιέναι λέγεται τῆς Νυκτὸς κἀκεῖθεν πλη‐
30ροῦσθαι τῶν θείων νοήσεων καὶ τὰς τῆς δημιουργίας ἀρχὰς
ὑποδέχεσθαι καὶ τὰς ἀπορίας ἁπάσας, εἰ θέμις εἰπεῖν, δια‐
in Ti
.

1

.

207

λύειν καὶ δὴ καὶ τὸν πατέρα παρακαλεῖν εἰς τὴν τῆς δημι‐ ουργίας σύλληψιν. πρὸς μὲν γὰρ τὴν Νύκτα τῷ θεολόγῳ [Orph. frg. 117. 118] πεποίηται λέγων· μαῖα, θεῶν ὑπάτη, Νὺξ ἄμβροτε, πῶς, τάδε
5
φράζ
ε, πῶς χρή μ’ ἀθανάτων ἀρχὴν κρατερόφρονα θέ‐
σθα
ι; καὶ ἀκούει παρ’ αὐτῆς· αἰθέρι πάντα πέριξ ἀφάτῳ λάβε, τῷ δ’ ἐνὶ μέσσῳ
10 οὐρανόν· καὶ περὶ πάσης ἑξῆς ἀναδιδάσκεται τῆς κοσμοποιίας· πρὸς δὲ τὸν Κρόνον πάλιν μετὰ τοὺς δεσμοὺς μόνον οὐκ εὐχό‐ μενός φησιν· ὄρθου δ’ ἡμετέρην γενεήν, ἀριδείκετε δαῖμον;
15καὶ διὰ πάντων τῶν ἐχομένων τὴν τοῦ πατρὸς εὐμένειαν προκαλούμενος. καὶ πῶς γὰρ ἄλλως ἔμελλε θεῶν πάντα πληρώσειν καὶ πρὸς τὸ αὐτοζῷον ἀφομοιώσειν τὸ αἰσθητὸν ἢ πρὸς τὰς ἀφανεῖς αἰτίας τῶν ὅλων ἀνατεινόμενος, ἀφ’ ὧν αὐτὸς πεπληρωμένος ἔμελλεν
20 ἀπὸ κραδίης προφέρειν πάλι θέσκελα ἔργα; Δεῖ δὴ οὖν πρὸ τῶν ἄλλων ἁπάντων ἡμᾶς περὶ εὐχῆς τι γνῶναι σαφές, τίς τε ἡ οὐσία αὐτῆς καὶ τίς ἡ τελειότης, καὶ πόθεν ἐνδίδοται ταῖς ψυχαῖς. ὁ μὲν γὰρ φιλόσοφος Πορ‐ φύριος διοριζόμενος, τίνες μὲν τῶν παλαιῶν προσήκαντο
25τὴν εὐχήν, τίνες δὲ οὔ, περιήγαγεν ἡμᾶς ἐπ’ ἄλλας καὶ ἄλλας δόξας λέγων, ὡς συλλήβδην εἰπεῖν, ὡς οὔτε οἱ τὴν πρώ‐ την ἀθεότητα νοσήσαντες προσποιοῦνται τὴν ἀπὸ τῆς εὐχῆς ὠφέλειαν, οἵ γε μηδὲ εἶναι λέγοντες θεούς, οὔτε οἱ τὴν δευτέραν, ὅσοι τὴν πρόνοιαν ἄρδην ἀνατρέπουσι θεοὺς εἶναι
30διδόντες, οὔθ’ οἱ καὶ εἶναι καὶ προνοεῖν αὐτοὺς συγχωροῦν‐
in Ti
.

1

.

208

τες, ἅπαντα δὲ ἀπ’ αὐτῶν ἐξ ἀνάγκης γίνεσθαι· τῶν γὰρ ἐνδεχομένων καὶ ἄλλως γίνεσθαι μὴ ὄντων ἀναιρεῖται τὸ τῆς εὐχῆς ὄφελος· ὅσοι δὲ καὶ εἶναι καὶ προνοεῖν φασιν αὐτοὺς καὶ πολλὰ τῶν γιγνομένων ἐνδέχεσθαι καὶ ἄλλως
5ἔχειν, οὗτοι καὶ τὰς εὐχὰς εἰκότως παραδέχονται καὶ τὸν βίον ἡμῶν ἀνορθοῦν ὁμολογοῦσι. καὶ δὴ καὶ προστίθησιν, ὅτι τοῖς σπουδαίοις ἡ εὐχὴ μάλιστα προσήκει, διότι συναφὴ πρὸς τὸ θεῖόν ἐστι, τῷ δὲ ὁμοίῳ τὸ ὅμοιον συνάπτεσθαι φιλεῖ, τοῖς δὲ θεοῖς ὁ σπουδαῖος ὁμοιότατος, καὶ διότι ἐν
10φρουρᾷ ὄντες οἱ τῆς ἀρετῆς ἀντεχόμενοι καὶ ὑπὸ τοῦ σώματος ὡς δεσμωτηρίου συνειλημμένοι δεῖσθαι τῶν θεῶν ὀφείλουσι περὶ τῆς ἐντεῦθεν μεταστάσεως, καὶ ὅτι ὡς παῖδας πατέρων ἀποσπασθέντας εὔχεσθαι προσήκει περὶ τῆς πρὸς τοὺς ἀληθινοὺς ἡμῶν πατέρας, τοὺς θεούς, ἐπανόδου, καὶ
15ὅτι ἀπάτορές τινες ἄρα καὶ ἀμήτορες ἐοίκασιν εἶναι οἱ μὴ ἀξιοῦντες εὔχεσθαι μηδὲ ἐπιστρέφειν εἰς τοὺς κρείττονας, καὶ ὅτι καὶ ἐν πᾶσι τοῖς ἔθνεσιν οἱ σοφίᾳ διενεγκόντες περὶ εὐχὰς ἐσπούδασαν, Ἰνδῶν μὲν Βραχμᾶνες, Μάγοι δὲ Περσῶν, Ἑλλήνων δὲ οἱ θεολογικώτατοι, οἳ καὶ τελετὰς κατεστήσαντο
20καὶ μυστήρια· Χαλδαῖοι δὲ καὶ τὸ ἄλλο θεῖον ἐθεράπευσαν καὶ αὐτὴν τὴν ἀρετὴν τῶν θεῶν θεὸν εἰπόντες ἐσέφθησαν, πολ‐ λοῦ δέοντες διὰ τὴν ἀρετὴν ὑπερφρονεῖν τῆς ἱερᾶς θρησκείας· καὶ ἐπὶ πᾶσι τούτοις, ὅτι μέρος ὄντας τοῦ παντὸς δεῖσθαι προσήκει τοῦ παντός· παντὶ γὰρ ἡ πρὸς τὸ ὅλον ἐπιστροφὴ
25παρέχεται τὴν σωτηρίαν· εἴτε οὖν ἀρετὴν ἔχεις, παρακλητέον σοι τὸ τὴν ὅλην ἀρετὴν προειληφός· τὸ γὰρ πᾶν ἀγαθὸν αἴτιόν ἐστι καὶ σοὶ τοῦ ἀγαθοῦ τοῦ σοὶ προσήκοντος· εἴτε σωματικόν τι ζητεῖς ἀγαθόν, ἔστιν ἡ παντὸς σώματος ἐν τῷ κόσμῳ συνεκτικὴ δύναμις· ἐκεῖθεν οὖν ἐφήκειν ἀνάγκη
30καὶ τοῖς μέρεσι τὸ τέλειον. ταύτῃ μὲν ὁ Πορφύριος ὡς
in Ti
.

1

.

209

συντόμως εἰπεῖν. ὁ δέ γε θεῖος Ἰάμβλιχος τὴν μὲν τοιαύτην ἱστορίαν οὐδὲν ἡγεῖται προσήκειν ἐν τοῖς προκει‐ μένοις· οὐ γὰρ περὶ ἀθέων ἀνθρώπων ὁ λόγος τῷ Πλάτωνι νῦν, ἀλλὰ περὶ σωφρονούντων καὶ θεοῖς προσομιλεῖν δυνα‐
5μένων, οὐδὲ περὶ ἀμφισβητούντων πρὸς τὰ ἔργα τῆς ὁσιό‐ τητος, ἀλλὰ περὶ τῶν σῴζεσθαι δυναμένων ὑπὸ τῶν τὰ ὅλα σῳζόντων· παραδίδωσι δὲ τήν τε δύναμιν τῆς εὐχῆς καὶ τὴν τελειότητα θαυμαστήν τινα καὶ ὑπερφυῆ καὶ πᾶσαν ὑπεραίρουσαν ἐλπίδα. προσήκει δὲ ἡμᾶς ἐπὶ τὸ συνηθέ‐
10στερον τοῖς ἀκούουσι καὶ γνωριμώτερον τὸν λόγον μεταγα‐ γόντας τήν τε ἐκείνου σαφῆ ποιῆσαι διάνοιαν καὶ τῷ Πλάτωνι συμφώνους ἀποδοῦναι τοὺς περὶ εὐχῆς λόγους. ἀρκτέον οὖν ἐντεῦθεν· Πάντα τὰ ὄντα θεῶν ἐστιν ἔκγονα καὶ παράγεται ὑπ’ αὐτῶν ἀμέσως πάντα καὶ ἱδρύεται ἐν
15αὐτοῖς. οὐ γὰρ μόνον ἡ κατὰ συνέχειαν ἐπιτελεῖται τῶν πραγμάτων πρόοδος, ἀεὶ τῶν ἑξῆς ἀπὸ τῶν προσεχῶς αἰτίων ὑφισταμένων, ἀλλὰ καὶ αὐτόθεν ἀπὸ τῶν θεῶν ἔστιν ὅπῃ γεννᾶται τὰ πάντα, κἂν πορρωτάτω τῶν θεῶν εἶναι λέγηται, κἂν αὐτὴν εἴπῃς τὴν ὕλην· οὐδενὸς γὰρ ἀφέστηκε τὸ θεῖον,
20ἀλλὰ πᾶσιν ἐξ ἴσου πάρεστι. διό, κἂν τὰ ἔσχατα λάβῃς, καὶ τούτοις παρὸν τὸ θεῖον εὑρήσεις· ἔστι γὰρ πανταχοῦ τὸ ἕν, καθὸ τῶν ὄντων ἕκαστον ἐκ θεῶν ὑφέστηκε, προελθόντα δὲ πάντα ἐκ θεῶν οὐκ ἐξελήλυθεν ἀπ’ αὐτῶν, ἀλλ’ ἐνερρίζωται ἐν αὐτοῖς· ποῦ γὰρ ἂν καὶ ἐξέλθοι, πάντα τῶν θεῶν περι‐
25ειληφότων καὶ προκατειληφότων καὶ ἐν ἑαυτοῖς ἐχόντων; τὸ γὰρ ἐπέκεινα τῶν θεῶν τὸ μηδαμῶς ὄν ἐστι. πάντα δὲ τὰ ὄντα κύκλῳ περιείληπται ὑπὸ τῶν θεῶν καὶ ἐν αὐ‐ τοῖς ἐστι. θαυμαστὸν οὖν τινα τρόπον καὶ προῆλθε πάντα καὶ οὐ προῆλθεν. οὐ γὰρ ἀπεσπάσθη τῶν θεῶν· οὐδὲ γὰρ
30ἂν ἦν ἀποσπασθέντα, διότι καὶ πάντα τὰ ἔκγονα τῶν πα‐
τέρων ἀποσπώμενα πρὸς τὴν ἀχάνειαν εὐθὺς ὑποτρέχει τοῦ
in Ti
.

1

.

210

μὴ ὄντος· ἀλλ’ ἵδρυταί πως ἐν αὐτοῖς, καί, ὡς τὸ ὅλον εἰπεῖν, ἑαυτοῖς μὲν προελήλυθε, μένει δὲ τοῖς θεοῖς. ἐπεὶ δὲ προ‐ ελθόντα καὶ ἐπιστρέφειν ἔδει μιμούμενα τὴν τῶν θεῶν ἔκ‐ φανσίν τε καὶ εἰς τὸ αἴτιον στροφήν, ἵνα κατὰ τὴν τελεσι‐
5ουργὸν τριάδα καὶ ταῦτα διατεταγμένα πάλιν ὑπὸ τῶν θεῶν περιέχηται καὶ τῶν πρωτίστων ἑνάδων, δευτέραν τινὰ δέχεται παρ’ αὐτῶν τελειότητα, καθ’ ἣν ἐπιστρέφειν δύναται πρὸς τὴν ἀγαθότητα τῶν θεῶν, ὅπως ἂν ἐρριζωμένα τὴν ἀρχὴν ἐν θεοῖς διὰ τῆς ἐπιστροφῆς αὖθις ἐν αὐτοῖς ἀπερείδηται,
10κύκλον τινὰ τοῦτον ἀπὸ θεῶν τε ἀρχόμενον καὶ εἰς θεοὺς λήγοντα ποιούμενα. πάντ’ οὖν καὶ μένει καὶ ἐπιστρέφει πρὸς τοὺς θεούς, ταύτην λαβόντα παρ’ αὐτῶν τὴν δύναμιν καὶ διττὰ συνθήματα κατ’ οὐσίαν ὑποδεξάμενα, τὰ μὲν ὅπως ἂν ἐκεῖ μένῃ, τὰ δὲ ὅπως ἂν ἐπιστρέφῃ προελθόντα. καὶ ταῦτα
15οὐκ ἐν ψυχαῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἑπομένοις ἀψύχοις πάρεστι θεωρεῖν. τί γὰρ ἄλλο ἐστὶ τὸ καὶ τούτοις τὴν συμ‐ πάθειαν πρὸς ἄλλας καὶ ἄλλας δυνάμεις ἐναπεργαζόμενον, ἢ τὸ σύμβολα παρὰ τῆς φύσεως εἰληχέναι, τὰ μὲν πρὸς ἄλλην, τὰ δὲ πρὸς ἄλλην οἰκειοῦντα σειρὰν θεῶν; ἄνωθεν
20γὰρ καὶ ἀπ’ αὐτῶν ἐξηρτημένη τῶν θεῶν ἡ φύσις καὶ διανενεμημένη περὶ τὰς τῶν θεῶν τάξεις ἐντίθησι καὶ τοῖς σώμασι τῆς πρὸς θεοὺς αὐτῶν οἰκειότητος συνθήματα, τοῖς μὲν Ἡλιακά, τοῖς δὲ Σεληνιακά, τοῖς δὲ ἄλλου τινὸς θεῶν, καὶ ἐπιστρέφει καὶ ταῦτα πρὸς θεούς, τὰ μὲν ὡς πρὸς θεοὺς
25ἁπλῶς, τὰ δὲ ὡς πρὸς τούσδε τοὺς θεούς, τελεώσασα τὰ ἑαυτῆς γεννήματα κατ’ ἄλλην καὶ ἄλλην ἰδιότητα θεῶν. ταῦτ’ οὖν πολλῷ πρότερον καὶ ὁ δημιουργὸς περὶ τὰς ψυ‐ χὰς ἐνήργησε τοῦ τε μένειν αὐταῖς καὶ τοῦ ἐπιστρέφειν συν‐ θήματα δοὺς καὶ κατὰ μὲν τὸ ἓν ἱδρύσας αὐτάς, κατὰ δὲ
30τὸν νοῦν τὴν ἐπιστροφὴν αὐταῖς καταχαρισάμενος. πρὸς δὲ
τὴν ἐπιστροφὴν ταύτην ἡ εὐχὴ μεγίστην παρέχεται συντέ‐
in Ti
.

1

.

211

λειαν συμβόλοις ἀρρήτοις τῶν θεῶν, ἃ τῶν ψυχῶν ὁ πατὴρ ἐνέσπειρεν αὐταῖς, τῶν θεῶν τὴν εὐποιίαν ἕλκουσα εἰς ἑαυ‐ τὴν καὶ ἑνοῦσα μὲν τοὺς εὐχομένους ἐκείνοις, πρὸς οὓς εὔχονται, συνάπτουσα δὲ καὶ τὸν τῶν θεῶν νοῦν πρὸς τοὺς
5τῶν εὐχομένων λόγους, κινοῦσα δὲ τὴν βούλησιν τῶν τελείως τὰ ἀγαθὰ περιεχόντων ἐν ἑαυτοῖς ἐπὶ τὴν ἄφθονον αὐτῶν μετάδοσιν, πειθοῦς τε οὖσα τῆς θείας δημιουργὸς καὶ ὅλα τὰ ἡμέτερα τοῖς θεοῖς ἐνιδρύουσα. Ἡγεῖται δὲ τῆς τελείας καὶ ὄντως οὔσης εὐχῆς πρῶτον ἡ γνῶσις τῶν θείων τάξεων
10πασῶν, αἷς πρόσεισιν ὁ εὐχόμενος· οὐ γὰρ ἂν οἰκείως προσ‐ έλθοι μὴ τὰς ἰδιότητας αὐτῶν ἐγνωκώς. διὸ καὶ τὸ λόγιον τὴν πυριθαλπῆ ἔννοιαν πρωτίστην ἔχειν τάξιν ἐν τῇ ἱερᾷ θρησκείᾳ παρεκελεύσατο. δευτέρα δὲ μετὰ ταύτην ἡ οἰκείωσις κατὰ τὴν πρὸς τὸ θεῖον ὁμοίωσιν ἡμῶν τῆς συμ‐
15πάσης καθαρότητος, ἁγνείας, παιδείας, τάξεως, δι’ ἧς τὰ ἡμέτερα προσάγομεν τοῖς θεοῖς, ἕλκοντες τὴν ἀπ’ αὐτῶν εὐμένειαν καὶ τὰς ψυχὰς ἡμῶν ὑποκατακλίνοντες αὐτοῖς. τρίτη δὲ ἡ συναφή, καθ’ ἣν ἐφαπτόμεθα τῆς θείας οὐσίας τῷ ἀκροτάτῳ τῆς ψυχῆς καὶ συννεύομεν πρὸς αὐτήν. ἐπὶ δὲ
20ταύταις ἡ ἐμπέλασις—οὕτως γὰρ αὐτὴν καλεῖ τὸ λόγιον· τῷ πυρὶ γὰρ βροτὸς ἐμπελάσας θεόθεν φάος
ἕξει
— μείζω τὴν κοινωνίαν ἡμῖν παρεχομένη καὶ τρανεστέραν τὴν μετουσίαν τοῦ τῶν θεῶν φωτός. τελευταία δὲ ἡ ἕνωσις,
25αὐτῷ τῷ ἑνὶ τῶν θεῶν τὸ ἓν τῆς ψυχῆς ἐνιδρύουσα καὶ μίαν ἐνέργειαν ἡμῶν τε ποιοῦσα καὶ τῶν θεῶν, καθ’ ἣν οὐδὲ ἑαυτῶν ἐσμεν, ἀλλὰ τῶν θεῶν, ἐν τῷ θείῳ φωτὶ μένοντες καὶ ὑπ’ αὐτοῦ κύκλῳ περιεχόμενοι. καὶ τοῦτο πέρας ἐστὶ τὸ ἄριστον τῆς ἀληθινῆς εὐχῆς, ἵνα ἐπισυνάψῃ τὴν ἐπι‐
30στροφὴν τῇ μονῇ καὶ πᾶν τὸ προελθὸν ἀπὸ τοῦ τῶν θεῶν
ἑνὸς αὖθις ἐνιδρύσῃ τῷ ἑνὶ καὶ τὸ ἐν ἡμῖν φῶς τῷ τῶν
in Ti
.

1

.

212

θεῶν φωτὶ περιλάβῃ. οὐκ ἄρα σμικρόν τι μόριόν ἐστιν ἡ εὐχὴ τῆς ὅλης ἀνόδου τῶν ψυχῶν, οὐδὲ ὁ τὴν ἀρετὴν ἔχων ἀπροσδεής ἐστι τῶν ἀγαθῶν τῶν ἀπὸ τῆς εὐχῆς προσ‐ γινομένων, ἀλλὰ πᾶν τοὐναντίον ἡ ἄνοδος δι’ αὐτῆς ἐπι‐
5τελεῖται καὶ μετὰ ταύτης καὶ τὸ κεφάλαιον τῆς ἀρετῆς ἡ περὶ θεούς ἐστιν ὁσιότης. ὅλως δὲ οὐδὲ ἄλλον εὔχεσθαι προσῆκεν, ἢ τὸν ἀγαθὸν διαφερόντως, ὥς φησιν ὁ Ἀθη‐ ναῖος ξένος· τούτῳ γὰρ ἀνυσιμώτατον γίνεται πρὸς τὸν εὐδαίμονα βίον τὸ προσομιλεῖν θεοῖς, τοῖς δὲ
10κακοῖς τἀναντία τούτων πέφυκε [leg. IV 716 D]· μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι οὐ θεμιτόν [Phaed. 67 B]. δεῖ δὴ οὖν τὸν γενναίως ἀντιληψόμενον τῆς εὐχῆς ἵλεώς τε ποιεῖσθαι τοὺς θεοὺς καὶ ἀνεγείρειν ἐν ἑαυτῷ τὰς περὶ θεῶν ἐννοίας—τὸ γὰρ προσηνὲς τῶν κρειττόνων πρώ‐
15τιστόν ἐστιν ὁρμητήριον τῆς μετουσίας αὐτῶν—καὶ ἀδια‐ λείπτως ἔχεσθαι τῆς περὶ τὸ θεῖον θρησκείας— δηθύνοντι γὰρ βροτῷ κραιπνοὶ μάκαρες τελέ‐
θουσιν
— καὶ τὴν τάξιν τῶν θείων ἔργων ἀσάλευτον φυλάττειν ἀρετάς
20τε ἀπὸ τῆς γενέσεως καθαρτικὰς καὶ ἀναγωγοὺς προβεβλῆ‐ σθαι καὶ πίστιν καὶ ἀλήθειαν καὶ ἔρωτα, ταύτην ἐκείνην τὴν τριάδα, καὶ ἐλπίδα τῶν ἀγαθῶν ἄτρεπτόν τε ὑποδοχὴν τοῦ θείου φωτὸς καὶ ἔκστασιν ἀπὸ πάντων τῶν ἄλλων ἐπι‐ τηδευμάτων, ἵνα μόνος τις τῷ θεῷ μόνῳ συνῇ καὶ μὴ μετὰ
25πλήθους τῷ ἑνὶ συνάπτειν ἑαυτὸν ἐγχειρῇ· πᾶν γὰρ τοὐν‐ αντίον ὁ τοιοῦτος δρᾷ καὶ ἀφίστησιν ἑαυτὸν τῶν θεῶν· ὡς γὰρ οὐ θέμις μετὰ τοῦ μὴ ὄντος τῷ ὄντι προσομιλεῖν, οὕτως οὐδὲ μετὰ πλήθους τῷ ἑνὶ συνάπτεσθαι δυνατόν. Ἃ μὲν οὖν περὶ εὐχῆς εἰδέναι δεῖ τὴν πρώτην, τοιαῦτα ἄττα
30ἐστίν, ὅτι οὐσία μὲν αὐτῆς ἡ συναγωγὸς καὶ συνδετικὴ τῶν
in Ti
.

1

.

213

ψυχῶν πρὸς τοὺς θεούς, μᾶλλον δὲ ἡ πάντων τῶν δευτέρων ἑνοποιὸς πρὸς τὰ πρότερα· πάντα γὰρ εὔχεται πλὴν τοῦ πρώτου, φησὶν ὁ μέγας Θεόδωρος. τελειότης δὲ ἀρχο‐ μένη μὲν ἀπὸ τῶν κοινοτέρων ἀγαθῶν, λήγουσα δὲ εἰς τὴν
5θείαν ἕνωσιν καὶ κατὰ μικρὸν συνεθίζουσα τὴν ψυχὴν πρὸς τὸ θεῖον φῶς. ἐνέργεια δὲ δραστήριος καὶ τῶν ἀγαθῶν ἀποπληρωτικὴ καὶ κοινὰ ποιοῦσα τὰ ἡμέτερα τοῖς θεοῖς. αἰτίας δὲ τῆς εὐχῆς ὡς μὲν ποιητικὰς ἀπολογιζόμεθα εἶναι τὰς δραστηρίους τῶν θεῶν δυνάμεις, τὰς ἐπιστρεφούσας καὶ
10ἀνακαλουμένας πάντα ἐπ’ αὐτοὺς τοὺς θεούς, ὡς δὲ τελικὰς τὰ ἄχραντα ἀγαθὰ τῶν ψυχῶν, ἃ δὴ καρποῦνται ἐνιδρυν‐ θεῖσαι τοῖς θεοῖς, ὡς δὲ παραδειγματικὰς τὰ πρωτουργὰ αἴτια τῶν ὄντων, ἃ καὶ προῆλθεν ἐκ τἀγαθοῦ καὶ ἥνωται πρὸς αὐτὸ κατὰ μίαν ἄρρητον ἕνωσιν, ὡς δὲ εἰδικὰς τὰ
15ἀφομοιωτικὰ τῶν ψυχῶν πρὸς τοὺς θεοὺς καὶ τελεσιουργὰ τῆς ὅλης αὐτῶν ζωῆς, ὡς δὲ ὑλικὰς τὰ συνθήματα τὰ ἀπὸ τοῦ δημιουργοῦ ταῖς οὐσίαις αὐτῶν ἐνδοθέντα πρὸς ἀνάμνη‐ σιν τῶν ὑποστησάντων αὐτάς τε καὶ τὰ ἄλλα θεῶν. καὶ μὴν καὶ τοὺς τρόπους τῶν εὐχῶν ἀφοριζόμεθα πολυειδεῖς
20ὄντας, τοὺς μὲν κατὰ γένη καὶ εἴδη τῶν θεῶν· δημιουργικὴ γάρ ἐστιν εὐχὴ καὶ καθαρτικὴ καὶ ζῳοποιός· δημιουργικὴ μέν, οἷον ὑπὲρ ὄμβρων καὶ ἀνέμων· οἱ γὰρ δημιουργοὶ τῆς τούτων αἴτιοι γενέσεως· καὶ αἱ τῶν Εὐδανέμων εὐχαὶ παρὰ Ἀθηναίοις πρὸς τούτους ἐγίνοντο τοὺς θεούς. καθαρτικαὶ
25δέ, αἱ ἐπὶ ἀποτροπαῖς λοιμικῶν νοσημάτων ἢ παντοίων μο‐ λυσμῶν, οἵας δὴ καὶ ἐν τοῖς ἱεροῖς ἔχομεν ἀναγεγραμμένας. ζῳοποιοὶ δέ, ὡς αἱ ὑπὲρ τῆς τῶν καρπῶν γενέσεως θερα‐ πεύουσαι τοὺς κρείττονας ἡμῶν τῆς ζῳογονίας αἰτίους· καὶ
τελεσιουργοί, διότι πρὸς τὰς τάξεις ταύτας ἡμᾶς ἀνατείνουσι
in Ti
.

1

.

214

τῶν θεῶν· καὶ ὁ ἐναλλάττων τὴν τούτων κρίσιν ἀποπίπτει τῆς ὀρθότητος τῶν εὐχῶν. τοὺς δὲ κατὰ τὰς τῶν εὐχομένων διαφορότητας· ἔστι γὰρ καὶ φιλόσοφος εὐχὴ καὶ θεουργικὴ καὶ ἄλλη παρὰ ταύτας ἡ νόμιμος ἡ κατὰ τὰ πάτρια τῶν
5πόλεων. τοὺς δὲ κατὰ τὰ πράγματα, περὶ ὧν αἱ εὐχαὶ γί‐ νονται· πρώτισται μὲν γάρ εἰσιν αἱ ὑπὲρ τῆς τῶν ψυχῶν σωτηρίας, δεύτεραι δὲ αἱ ὑπὲρ τῆς τῶν σωμάτων εὐκρασίας, τρίται δὲ αἱ ὑπὲρ τῶν ἐκτὸς ἐπιτελούμεναι. τοὺς δὲ κατὰ τὴν διαίρεσιν τῶν καιρῶν, ἐν οἷς ποιούμεθα τὰς εὐχάς, ἢ
10κατὰ τὰς ὥρας τοῦ ἔτους, ἢ κατὰ τὰ κέντρα τῆς ἡλιακῆς περιφορᾶς, ἢ κατὰ τὰς ἄλλας τοιαύτας ἐπιπλοκὰς διοριζό‐ μενοι τὰς πολυειδεῖς εὐχάς. Ἀλλ’, ὦ Σώκρατες, τοῦτό γε δὴ πάντες, ὅσοι καὶ κατὰ βραχὺ σωφροσύνης μετέχουσιν, ἐπὶ παντὸς
15ὁρμῇ καὶ σμικροῦ πράγματος θεὸν ἀεί που καλοῦ‐ σιν [27 C]. Ὁρᾷς, ὁποίαν μὲν ὁ Πλάτων ὑπόθεσιν εἰς τὸν Τίμαιον ἀνέπεμψεν, ὁποῖον δὲ ἀκροατὴν αὐτῷ τὸν Σωκράτην προσήγα‐ γεν, ὁποίαν δὲ ἀρχὴν τῶν λόγων ὑπέγραψεν. ἡ μὲν γὰρ
20ὑπόθεσις εἰς τὴν ὅλην ἀνήκει δημιουργίαν, ὁ δὲ ἀκροατὴς καθ’ ἕνα νοῦν καὶ μίαν τῶν ὅλων θεωρίαν αὐτῷ συνάγεσθαι παρεσκεύασται, διὸ καὶ αὐτὸς ἐπὶ τὴν εὐχὴν ἀνήγειρε τὸν Τίμαιον. ἡ δὲ ἀρχὴ τῶν λόγων ἀπὸ τῆς τῶν θεῶν ὡρμη‐ μένη κλήσεως ὄντως μιμεῖται τὴν τῶν ὄντων πρόοδον, ἃ δὴ
25μένοντα πρῶτον ἐν θεοῖς οὕτω τὴν ἀπ’ αὐτῶν ἔλαχεν ἀπο‐ γέννησιν. ἐπειδὴ δὲ πάντας τοὺς καὶ κατὰ βραχὺ σωφρο‐ σύνης μετέχοντας ἐπὶ παντὸς ὁρμῇ καὶ σμικροῦ πράγματος θεὸν ἀεὶ χρῆναι καλεῖν διατάττεται, κατίδωμεν, ἀπὸ ποίας
δή τινος ἐννοίας οὗτοι ταύτην ἐφ’ ἑκάστοις ποιοῦνται τὴν
in Ti
.

1

.

215

ἐπίκλησιν τῶν θεῶν· οὐ γάρ που σωφρονοῦντας εἰκὸς μὴ τοῦ ὄντος στοχάζεσθαι καὶ τῆς περὶ τῶν θεῶν αὐτῶν ἀλη‐ θείας. φημὶ τοίνυν, ὅτι πάντες τῆς περὶ θεῶν ἐπιστήμης γνησίως ἀντιλαμβάνονται, νοῦν καθαρὸν προστησάμενοι τῆς
5θεωρίας καὶ τὸ καλὸν καὶ τὸ ἀγαθὸν ἐν τοῖς τῆς ψυχῆς ἀποθέμενοι πλεονεκτήμασιν, ἀλλ’ οὐκ ἐν τοῖς ἀνθρωπίνοις οὐδὲ ταῖς ἔξωθεν τύχαις, καὶ τὴν τῆς προνοίας καθο‐ ρῶσι δύναμιν διὰ πάντων διήκουσαν τῶν ὄντων καὶ πάντα πρὸς τὸ πᾶν συναρμόζουσαν, ὡς ἂν ἔχοι κάλλιστα τό
10τε ὅλον καὶ τὰ μέρη καὶ μηδὲν ἄμοιρον ᾖ τῆς θεόθεν ἐφηκούσης εἰς ἕκαστα προμηθείας· τοῦτο δὲ αὖ ὁρῶντες ἐφ’ ἑκάστῃ πράξει καὶ καθ’ ἑκάστην ἐνέργειαν θεὸν εἰκό‐ τως καλοῦσι συλλήπτορα τῆς ἑαυτῶν ὁρμῆς, ἐμβιβάζοντες τὰς ἑαυτῶν ποιήσεις εἰς τὸ πᾶν μετὰ τῶν ὅλων καὶ ἐνι‐
15δρύοντες ἑαυτοὺς τῇ ἀγαθότητι τῶν θεῶν· καὶ γὰρ τὰ σμικρὰ δοκοῦντα εἶναι προνοίας ἀπολαύει καὶ ἔστι μεγάλα, καθ’ ὅσον ἐξήρτηται τῶν θεῶν, ὥσπερ αὖ καὶ τὰ μεγάλα κατὰ τὴν ἑαυτῶν φύσιν ἀποστάντα τοῦ θείου πάνσμικρα καὶ οὐ‐ δενὸς ἄξια φαίνεται. ταῦτα μὲν οὖν ἡ σωφροσύνη παρέ‐
20χεται ταῖς ψυχαῖς, οὐκ οὖσά τις ἕξις ἀνθρωπίνη οὐδὲ πλη‐ σιάζουσα πρὸς τὴν λεγομένην ἐγκράτειαν, ἀλλ’ ἔνθεος ἐνέρ‐ γεια τῆς ψυχῆς εἰς ἑαυτήν τε καὶ τὸ θεῖον ἐπεστραμμένης καὶ τὴν ἐν θεοῖς τῶν πάντων αἰτίαν ὁρώσης κἀκεῖθεν τά τε ὅλα καὶ τὰ μέρη προϊόντα θεωμένης καὶ τὰ ἐν ἡμῖν
25συνθήματα τῶν θεῶν ἐπ’ αὐτοὺς ἀναφερούσης, δι’ ὧν ὥσπερ ἀφορμῶν καὶ ἐπὶ τοὺς θεοὺς ἀνατρέχειν δυνάμεθα παρ’ αὐτῶν ἡμῖν ἐνδεδομένων, τά τε ἐν ἑκάστῳ σύμβολα τῶν θεῶν καὶ τῶν σμικροτάτων εὑρισκούσης καὶ διὰ τούτων ἕκαστα πρὸς τοὺς θεοὺς οἰκειούσης. ἐπειδὴ δὲ παρήγαγον
30οἱ θεοὶ καὶ πᾶσαν ἡμῶν τὴν οὐσίαν καὶ τὸ αὐτοκίνητον
in Ti
.

1

.

216

ἐδωρήσαντο ἡμῖν πρὸς τὴν αἵρεσιν τῶν ἀγαθῶν, διαφερόντως δὲ ἡ ποίησις αὐτῶν ἐν ταῖς ἐκτὸς ἡμῶν ἐνεργείαις ἐπιδεί‐ κνυται, καίτοι καὶ βουλευόμενοι τῆς παρ’ αὐτῶν δεόμεθα προμηθείας—δηλοῦσι δὲ Ἀθηναῖοι καὶ Βουλαῖον Δία τιμή‐
5σαντες—καὶ αἱρούμενοι τῆς ἐξ αὐτῶν συλλήψεως, ἵνα βουλευόμενοι μὲν τὸ λυσιτελοῦν εὕρωμεν, αἱρούμενοι δὲ μὴ διὰ πάθος ἐπὶ τὸ χεῖρον ῥέψωμεν, ἀλλὰ μᾶλλον πράττοντες καὶ ὁρμῶντες τὸ μὲν αὐτοκίνητον ἐλαχίστην ἔχον δύναμιν ὁρῶμεν, τὸ δὲ ὅλον τῆς τῶν θεῶν ἠρτημένον προνοίας—διὰ
10ταῦτα δὴ καὶ ὁ Τίμαιος ἐπὶ παντὸς ὁρμῇ φησι τοὺς σωφρο‐ νοῦντας θεὸν ἀεί που καλεῖν. διακρῖναι γὰρ ἐπὶ μὲν τῶν αἱρέσεων τὴν πρόνοιαν ἀπὸ τοῦ ἐφ’ ἡμῖν ἀδυνατοῦμεν, ἐπὶ δὲ τῶν ὁρμῶν μᾶλλον δυνάμεθα, διότι τὸ αὐτοκίνητον ἧττον ἐν ταύταις· οὐ γὰρ ἐφ’ ὅσον ἡ πρόνοια διήκει τῶν θεῶν,
15ἐπὶ τοσοῦτον διατείνει καὶ τὸ ἐφ’ ἡμῖν, ἀλλ’, ὥσπερ εἴρηται [p. 209 s], πολλάκις τὰ κρείττω καὶ πρὸ τῶν δευτέρων ἐνεργεῖ καὶ σὺν αὐτοῖς καὶ μετ’ αὐτά, καὶ περιέχει πανταχόθεν τὰς τῶν ὑφειμένων ἐνεργείας. ἀλλὰ πῶς, φησὶν ὁ Ἐπικούρειος Ἕρμαρχος, οὐκ εἰς ἄπειρον πρόϊμεν, εἰ ἐπὶ παντὸς ὁρμῇ
20καὶ σμικροῦ πράγματος εὐχῆς δεόμεθα; καὶ γὰρ ἵνα εὐξώ‐ μεθα, πάλιν ἄλλης εὐχῆς δεήσει, καὶ οὐδαμοῦ στησόμεθα. λυτέον δὴ τὴν ἀπορίαν ὡς ὁ Πορφύριος, ὅτι οὐκ εἴρηται ἐπὶ παντὶ πράγματι δεῖν εὔχεσθαι, ἀλλ’ ἐπὶ παντὸς ὁρμῇ πράγματος· ἐπὶ πράγματα μὲν οὖν ὁρμῶμεν, ἐπὶ δὲ ὁρμὰς
25οὐχ ὁρμῶμεν, ὥστε οὐκ ἐπ’ ἄπειρον ἡ ὁδός. ἢ ἔτι μένει τὸ ἄπορον; καὶ γὰρ ἐπὶ τὴν εὐχὴν ὁρμῶμεν, ὥστε καὶ ἐπὶ ταύτῃ δεήσει πάλιν εὐχῆς καὶ ἐπὶ τῇ ταύτης αὖθις ὁρμῇ καὶ εἰς ἄπειρον. κάλλιον οὖν λέγειν, ὅτι ὁ περὶ ὁτουοῦν τῶν πραγμάτων εὐχόμενος ὑπὲρ αὐτοῦ τούτου πρῶτον ὁμο‐
30λογήσει τοῖς θεοῖς χάριν, ὅτι δύναμιν ἔλαχε παρ’ αὐτῶν τῆς
πρὸς αὐτοὺς ἐπιστροφῆς, καὶ ὅτι τοῖς μὲν ἄλλοις πράγμασι
in Ti
.

1

.

217

τὸ ἀγαθὸν διὰ τὴν εὐχὴν παραγίνοιτο ἄν, τῇ δὲ εὐχῇ δι’ ἑαυτήν. οὐδὲν οὖν ἄλλης εὐχῆς δεήσεται ἐν ἑαυτῇ τὸ ἀγα‐ θὸν συλλαβοῦσα καὶ τὴν πρὸς τὸ θεῖον παρέχουσα κοινωνίαν. Ἡμᾶς δὲ τοὺς περὶ παντὸς λόγους ποιεῖσθαί πῃ
5μέλλοντας ἢ γέγονεν ἢ καὶ ἀγενές ἐστιν, εἰ μὴ παν‐ τάπασι παραλλάττομεν [27 C]. Τὴν μὲν ὑπόθεσιν θαυμαστὴν ἡλίκην ἀπέφηνεν, ἑαυτὸν δὲ ἐμμελῶς ἐν τῇ σώφρονι τάξει διεφύλαξε τὸ μέσον εἰρω‐ νείας τε καὶ ἀλαζονείας διώκων· εἰπὼν γὰρ ἔμπροσθεν, ὅτι
10καὶ οἱ κατὰ βραχὺ σωφροσύνης μετέχοντες ἐπὶ παντὸς ὁρμῇ καὶ σμικροῦ πράγματος θεὸν ἐπικαλοῦσι, τὸ μὲν προκεί‐ μενον αὐτῷ λίαν ἐξῇρε τῷ σμικρῷ πράγματι τοὺς περὶ τοῦ παντὸς λόγους ἀντιθείς, ἑαυτὸν δὲ ἀσφαλῶς οὐκ εἰς ἄκρον ἔφατο σωφροσύνης ἥκειν—τοῦτο γὰρ ὑπεναντίον τῷ κατὰ
15βραχὺ σωφροσύνης μετέχειν—ἀλλὰ μὴ παντάπασι παραλ‐ λάττειν, καὶ τοῦτο ἐξ ὑποθέσεως, ἵνα παρ’ αὐτοῦ τοῦ ἔργου τὴν ἑαυτοῦ δύναμιν καὶ ἐπιστήμην ἔχῃ δεικνυμένην, ἀλλ’ οὐκ ἀπὸ τῶν οἰκείων λόγων. ἔσται οὖν αὐτῷ περὶ τοῦ παντὸς ἡ θεωρία, καθ’ ὅσον ἀπὸ θεῶν παράγεται τὸ πᾶν,
20ἐπεὶ καὶ πολλαχῶς ἄν τις τὸν κόσμον θεωρήσειεν, ἢ κατὰ τὸ σωματοειδές, ἢ καθ’ ὅσον ψυχῶν μετέχει μερικῶν τε καὶ ὁλικῶν, ἢ καθ’ ὅσον ἔννους ἐστίν. ἀλλ’ ὅ γε Τίμαιος οὐ κατὰ τούτους μόνον τοὺς τρόπους ἐπισκέψεται τὴν τοῦ παν‐ τὸς φύσιν, ἀλλὰ διαφερόντως κατὰ τὴν ἀπὸ τοῦ δημιουργοῦ
25πρόοδον· οὗ δὴ καὶ ἡ φυσιολογία φαίνεται θεολογία τις οὖσα, διότι καὶ τὰ φύσει συνεστῶτα, καθ’ ὅσον ἐκ θεῶν ἀπογεννᾶται, θείαν πως ἔχει τὴν ὕπαρξιν. καὶ τοῦτο μὲν
οὑτωσὶ διοριστέον. εἰώθασι δὲ ἀπορεῖν, τί δή ποτε
in Ti
.

1

.

218

προσέθηκεν ὁ Πλάτων ἐνταῦθα τὸ πῄ· λέγει γὰρ τοὺς περὶ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας. καὶ οἱ μὲν παλαιότεροι τῶν ἐξηγητῶν φασιν, ὅτι τὸ πᾶν πῂ μὲν ἀγενές ἐστι, πῂ δὲ γενητόν, καὶ διὰ τοῦτο καὶ ὁ περὶ αὐ‐
5τοῦ λόγος εἰκότως ἐστὶ πῂ μὲν ὡς ἀγενήτου, πῂ δὲ ὡς γενητοῦ· καίτοι γε ὁ Πλάτων οὐ τῷ ἀγενεῖ καὶ τῷ γενητῷ τὸ πῂ συνέταξεν, ἀλλὰ τῷ τοὺς λόγους ποιεῖσθαι. ὁ δέ γε θεῖος Ἰάμβλιχος πῃ μὲν περὶ τοῦ παντὸς ἔσεσθαί φησι τὸν λόγον, πῂ δ’ οὔ· τὴν γὰρ ὕλην ἅτε ἀόριστον οὖ‐
10σαν καὶ ἀνείδεον ἄρρητον ἀφίησι, τὴν δὲ εἰδητικὴν πᾶσαν ἐν τῷ κόσμῳ ποικιλίαν ἀνασκέψεται. ῥητέον δὲ καὶ πρὸς ταύτην τὴν ἐξήγησιν, ὅτι τὸ πῃ πρὸς ἄλλο συντέτακται καὶ οὐ πρὸς τὸ πᾶν. μήποτε οὖν, ὥσπερ ἔλεγεν ὁ ἡμέτερος διδάσκαλος, τῶν λόγων πολλαχῶς λεγομένων—ἄλλοι γάρ
15εἰσιν οἱ ἀπὸ νοῦ προϊόντες δημιουργικοὶ λόγοι, οἵους καὶ ὁ δημιουργὸς ἐρεῖ [41. 42] πρὸς τοὺς νέους θεούς· καὶ γὰρ τὴν ψυχὴν λέγει [37 A] κινουμένην πρὸς ἑαυτήν· καὶ ἄλλοι τινὲς οἱ ἐν τῇ ἐπιστήμῃ θεωρούμενοι, καὶ ἄλλοι τρί‐ την ἀπόστασιν ἀπὸ νοῦ λαχόντες, οἱ ἐν προφορᾷ διδασκα‐
20λίας ἕνεκα κινούμενοι καὶ τῆς πρὸς ἀλλήλους κοινωνίας— εἰδὼς ὁ Τίμαιος, ὅτι τοὺς μὲν δημιουργικοὺς λόγους ὁ δη‐ μιουργὸς ὑφίστησιν, τοὺς δὲ ἐπιστημονικοὺς οὐ νῦν μέλλει γεννᾶν, ἀλλ’ ἐν ἑαυτῷ προείληφεν αὐτούς, μόνους δὲ τοὺς ἐν προφορᾷ λόγους ποιήσεται Σωκράτους ἕνεκα, διὰ τοῦτο τοὺς
25περὶ τοῦ παντὸς ἔφατο ποιήσεσθαί πῃ λόγους· ἄλλο γάρ ἐστι τὸ νοερῶς, ἄλλο τὸ ἐπιστημονικῶς, ἄλλο τὸ διδασκα‐ λικῶς, καὶ τὸ πῂ τὰς διαφορὰς ταύτας ἐνδείκνυται τῶν λό‐ γων. πάλιν τοίνυν τὸ η γέγονεν η καὶ ἀγενές ἐστιν οἳ μὲν ἐξηγήσαντο τὸ μὲν πρότερον η δασύναντες, τὸ δὲ
30δεύτερον ψιλώσαντες, ὅσοι φασὶν αὐτὸν ἐρεῖν περὶ τοῦ παν‐
τός, καθ’ ὅσον γέγονεν ἀπ’ αἰτίας, εἰ καὶ ἀγενές ἐστιν, ἵνα
in Ti
.

1

.

219

γενόμενον αὐτὸ θεωρήσαντες τὴν ἐν αὐτῷ φύσιν κατίδωμεν. καὶ ὅ γε Πλατωνικὸς Ἀλβῖνος ἀξιοῖ κατὰ Πλάτωνα τὸν κόσμον ἀγένητον ὄντα γενέσεως ἀρχὴν ἔχειν· ᾧ καὶ πλεονά‐ ζειν τοῦ ὄντως ὄντος, ἐκείνου μόνως ἀεὶ ὄντος, τοῦ δὲ κόσμου
5πρὸς τῷ ἀεὶ εἶναι καὶ γενέσεως ἔχοντος ἀρχήν, ἵν’ ᾖ καὶ ἀεὶ ὢν καὶ γενητός, οὐχ οὕτως ὢν γενητὸς ὡς κατὰ χρό‐ νον—οὐ γὰρ ἂν ἦν καὶ ἀεὶ ὤν—ἀλλ’ ὡς λόγον ἔχων γενέσεως διὰ τὴν ἐκ πλειόνων καὶ ἀνομοίων σύνθεσιν, ἣν ἀναγκαῖον εἰς ἄλλην αἰτίαν αὐτοῦ τὴν ὑπόστασιν ἀναπέμπειν
10πρεσβυτέραν, δι’ ἣν πρώτως ἀεὶ οὖσαν ἔστι πῃ καὶ αὐτὸς ἀεὶ ὢν καὶ οὐ μόνον γενητός, ἀλλὰ καὶ ἀγένητος· καίτοι τοῦ Πλάτωνος ἐν τοῖς ἑξῆς μηδαμοῦ λέγοντος πὼς μὲν γε‐ νητόν, πὼς δὲ ἀγενὲς τὸ πᾶν. οἳ δὲ ἀμφότερα ἐδάσυναν, ἵνα λέγοι ποιήσεσθαι τοὺς περὶ τοῦ παντὸς λόγους, ᾗ γέ‐
15γονε καὶ ᾗ ἀγενές ἐστι, τὰ αὐτὰ τοῖς πρὸ αὐτῶν ἁμαρ‐ τάνοντες, εἰ μὴ ἄρα οὕτως λέγοιεν γεγονὸς καὶ ἀγένητον τὸ πᾶν κατὰ μὲν τὸ εἶδος γεγονός, κατὰ δὲ τὴν τιθήνην ἀγέ‐ νητον· οὕτω γὰρ καὶ ὁ Τίμαιος ἐρεῖ [52 A] τὴν μὲν ἀγένητον εἶναι, τὸν δὲ κόσμον γενητόν, ὡς ἀπὸ τοῦ θεοῦ
20τὸ εἶδος δεξάμενον. Πορφύριος δὲ καὶ Ἰάμβλιχος ἀμ‐ φότερα ψιλοῦσιν, ἵνα ᾖ τὸ λεγόμενον, πότερον γέγονε τὸ πᾶν ἢ ἀγενές ἐστι· τοῦτο γὰρ ἐπισκέψεται πρὸ τῶν ἄλλων ἁπάντων· καὶ γὰρ μεγίστην ἐν τῇ ὅλῃ φυσιολογίᾳ παρέχεται συντέλειαν ὀρθῶς ὑποτεθὲν ἢ μή, τὸ γενητὸν ἢ ἀγένητον
25εἶναι τὸν κόσμον· καὶ γὰρ τὴν οὐσίαν αὐτοῦ καὶ τὰς δυ‐ νάμεις ἀπὸ ταύτης τῆς ὑποθέσεως δυνησόμεθα κατιδεῖν, ὁποῖαί τινές εἰσιν, ὡς ἔσται δῆλον ἡμῖν μικρὸν ὕστερον. ἔσονται ἄρα οἱ λόγοι περὶ τοῦ παντὸς διδασκαλίας ἕνεκα προϊόντες ἀπ’ ἀρχῆς ὁρμώμενοι ταύτης, εἴτε γέγονεν ὁ κόσμος
30εἴτε ἀγένητός ἐστι, καὶ ἀπὸ ταύτης τὰ ἄλλα κατὰ τὸ ἀκο‐
λουθοῦν ὑφαίνοντες.
in Ti
.

1

.

220

Ἀνάγκη θεούς τε καὶ θεὰς ἐπικαλουμένους εὔ‐ χεσθαι πάντα κατὰ νοῦν ἐκείνοις μὲν μάλιστα, ἑπο‐ μένως δὲ ἡμῖν εἰπεῖν [27 C]. Πάντα τὰ πληρώματα τῶν θείων διακόσμων ἡ τοῦ ἄρ‐
5ρενος καὶ θήλεος διαίρεσις ἐν ἑαυτῇ συνείληφε· τὸ μὲν γὰρ μονίμου δυνάμεως αἴτιον καὶ ταυτότητος καὶ τοῦ ὄντος χορηγὸν καὶ τῆς ἐπιστροφῆς τοῖς πᾶσι τὴν πρωτίστην ἀρχὴν ἀναδησάμενον ἐν τῷ ἄρρενι συνείληπται, τὸ δὲ προόδους παντοίας καὶ διακρίσεις καὶ ζωῆς μέτρα καὶ γονίμους δυνά‐
10μεις ἀφ’ ἑαυτοῦ προϊέμενον ἐν τῷ θήλει περιέχεται. διὸ δὴ καὶ ὁ Τίμαιος εἰκότως ἐπὶ πάντας τοὺς θεοὺς ἑαυτὸν ἀν‐ αγαγὼν κατὰ τὴν εἰς τὰ γένη ταῦτα διαίρεσιν τὰς ὅλας αὐ‐ τῶν τάξεις περιέλαβεν. ἔστι δὲ καὶ πρὸς τὴν προκειμένην θεωρίαν ἡ τοιαύτη διαίρεσις οἰκειοτάτη· τὸ γὰρ πᾶν τόδε
15πλῆρές ἐστι τῶν διττῶν τούτων θείων γενῶν· ὅ τε γὰρ οὐ‐ ρανὸς πρὸς τὴν γῆν, ἵνα τὰ ἄκρα παραλάβωμεν, ἄρρενος ἔχει πρὸς θῆλυ τάξιν, διότι δὴ λόγους μὲν καὶ δυνάμεις ἑκάστοις ἐνδίδωσιν ἡ τοῦ οὐρανοῦ κίνησις, δεχομένη δὲ τὰς ἐκεῖθεν ἀπορροίας ἡ γῆ λοχεύει καὶ γεννᾷ ζῷά τε καὶ φυτὰ
20παντοῖα, καὶ τῶν ἐν οὐρανῷ θεῶν οἳ μὲν κατὰ τὸ ἄρρεν, οἳ δὲ κατὰ τὸ θῆλυ διακρίνονται, καὶ δὴ καὶ τῶν τὴν γέ‐ νεσιν ἀγενήτως ἐπιτροπευόντων οἳ μὲν τῆς ἑτέρας, οἳ δὲ τῆς λοιπῆς εἰσι συστοιχίας· ὅλως δὲ πολὺς μὲν ὁ δημι‐ ουργικὸς ἐν τῷ παντὶ χορός, πολλοὶ δὲ οἱ ὀχετοὶ τῆς ζωῆς,
25ὧν οἳ μὲν τοῦ ἄρρενος, οἳ δὲ τοῦ θήλεος ἐπιδείκνυνται τὴν μορφήν. τί δεῖ πολλὰ λέγειν; ἀπὸ γὰρ τῶν ἀπολύτων ἑξά‐ δων τῆς τε ἀρρενωποῦ καὶ τῆς θηλυπρεποῦς ποικίλαι δια‐ κοσμήσεις καθήκουσιν εἰς τὸ πᾶν. εἰκότως ἄρα ὁ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαι μέλλων θεοὺς ἐπικαλεῖται καὶ
30θεάς, ἀφ’ ὧν ἑκατέρων συμπεπλήρωται τὸ πᾶν, κατὰ νοῦν
αὐτοῖς διαφερόντως τοῖς θεοῖς λεχθῆναι τὰ μέλλοντα λέγε‐
in Ti
.

1

.

221

σθαι. τοῦτο γάρ ἐστι τὸ ἀκρότατον θεωρίας τέλος, τὸ εἰς τὸν θεῖον ἀναδραμεῖν νοῦν, καὶ ὡς ἐκείνῳ πάντα προείληπται ἑνοειδῶς, οὕτω τὸν περὶ τῶν πραγμάτων· διαθεῖναι λόγον. δεύτερον δὲ δὴ καὶ ἑπόμενον τούτῳ τὸ κατὰ τὸν ἀνθρώπινον
5νοῦν καὶ τὸ τῆς ἐπιστήμης φῶς διαπεράνασθαι τὴν ὅλην θεωρίαν. τὸ γὰρ ὅλον καὶ τέλεον καὶ μονοειδὲς ἐν τῷ θείῳ νῷ προϋπάρχει, τὸ δὲ μερικὸν καὶ ἀπολειπόμενον τῆς θείας ἁπλότητος *** περὶ τὸν θνητόν ἐστι νοῦν. ἀλλὰ πῶς, φασίν, ὁ Τίμαιος ὅτι μὲν εὔχεσθαι δεῖ καὶ θεοὺς καλεῖν καὶ θεὰς
10μεγαλοπρεπῶς ἀνεκήρυξε, παρεὶς δὲ τοῦτο αὐτὸ καὶ οὐκ εὐξάμενος ἐπὶ τοὺς προκειμένους εὐθὺς ἐτράπετο λόγους; ὅτι, φήσομεν ἡμεῖς, τὰ μὲν ἐν αὐτῇ τῇ βουλήσει τὸ τέλος ἔχει συνειλημμένον, τὰ δὲ μετὰ τὴν βούλησιν εἰς ἄλλην ἐνέρ‐ γειαν ἀπονεύει καὶ διὰ πράξεως ἀνύει τὸ βουληθέν· ἡ μὲν
15γὰρ κατὰ φιλοσοφίαν ζωὴ τῆς ἡμετέρας ἤρτηται βουλήσεως, καὶ τὸ ἐλλεῖπον ἐν αὐτῇ παρὰ τὴν βούλησίν ἐστιν ἐλλεί‐ πουσαν· ἡ δὲ τῶν ἐκτὸς περιποίησις καὶ δευτέρας ἐνεργείας δεῖται μετὰ τὴν βούλησιν· οὐ γὰρ ἐν ἡμῖν αὐτῶν κεῖται τὸ τέλος. τούτων τοίνυν τῶν ἐν τῷ βούλεσθαι τὴν τελειότητα
20πᾶσαν ἐχόντων καὶ τὸ τῆς εὐχῆς ἂν θειήμεθα δικαίως· ἡ γὰρ βούλησις τῆς εὐχῆς ἔφεσίς ἐστι τῆς εἰς θεοὺς ἐπιστρο‐ φῆς· ἡ δὲ ἔφεσις αὕτη συνάγει τὴν ἐφιεμένην ψυχὴν καὶ συνάπτει πρὸς τὸ θεῖον, ὃ δὴ πρώτιστον ἔργον ἡμῖν ἐφαί‐ νετο τῆς εὐχῆς. οὐκ ἄρα βουληθῆναι δεῖ πρότερον, εὔξασθαι
25δὲ ὕστερον, ἀλλ’ ἅμα τε βούλεταί τις καὶ τὴν εὐχὴν ἔχει κατὰ τὸ τῆς βουλήσεως μέτρον, ὃ μὲν μᾶλλον, ὃ δὲ ἧττον. ἔστι δὲ καὶ τοῦτο τῆς ἀληθοῦς εὐχῆς ἔργον, τὸ κοινὰ τοῖς θεοῖς ὑπάρχειν ταῦτα, ὑπὲρ ὧν εὐχόμεθα, κατά τε τὰς δυ‐ νάμεις καὶ τὰς ἐνεργείας, καὶ συναποτελεῖν ἡμᾶς αὐτὰ τοῖς
30θεοῖς, οἷον εἶ τις εὔχοιτο τοῖς ἀποκόπτουσι τὴν ὕλην καὶ
ἀφανίζουσι τὰς ἀπὸ τῆς γενέσεως κηλῖδας, αὐτὸς δὲ διὰ
in Ti
.

1

.

222

τῶν καθαρτικῶν ἀρετῶν τοῦτο διαφερόντως ἐπιτηδεύοι, πάν‐ τως ὁ τοιοῦτος ὁμοῦ τοῖς θεοῖς ἐπιτελεῖ τὴν ἀπόλυσιν τῶν ὑλαίων δεσμῶν. τοῦτο δὴ οὖν καὶ ὁ Τίμαιος ἐνταῦθα ποιεῖ· ἃ γὰρ εὔχεται τοῖς θεοῖς ἐπιτελεῖν, ταῦτα καὶ αὐτὸς ἀπο‐
5πληροῖ κατὰ τὸν ἀνθρώπινον νοῦν διατιθεὶς ἑπομένως τῷ τῶν θεῶν νῷ τὸν σύμπαντα λόγον. Καὶ τὰ μὲν περὶ θεῶν ταύτῃ παρακεκλήσθω· τὸ δὲ ἡμέτερον παρακλητέον, ᾗ ῥᾷστ’ ἂν ὑμεῖς μὲν μάθοιτε, ἐγὼ δὲ ᾗ διανοοῦμαι μάλιστα περὶ τῶν
10προκειμένων ἐνδειξαίμην [27 D]. Ἡ προτροπὴ τῶν ἀκουόντων ἑπομένως γίνεται ταῖς εὐ‐ χαῖς· δεῖ γὰρ τὸ πληροῦν ἐξηρτημένον τῶν οἰκείων αἰτίων προανεγείρειν τὰ δεξόμενα καὶ ἐπιστρέφειν εἰς ἑαυτὸ πρὸ τῆς πληρώσεως, ἵνα ἐπιτηδειότερα γενόμενα λιπαρῶς ἀντι‐
15λάβηται τῶν ἐνδιδομένων νοήσεων. τοῦτο γὰρ αὐτοῖς μὲν τελεωτέραν τὴν μετουσίαν, τῷ δὲ διδόντι ῥᾴονα τὴν δόσιν ἀπεργάζεται. καὶ μὴν καὶ τοῦτο αὐτὸ τὸ τῆς ῥᾳστώνης πρέ‐ πον ἐστὶ τοῖς τὴν ὅλην δημιουργίαν μιμησομένοις, ἀφ’ ἧς πάντα πρόεισιν ἐν ἑαυτῇ μενούσης καὶ εὐφραινομένης ἐπὶ
20τοῖς ἀποτελέσμασιν αὐτῆς κινουμένοις. ἔτι δὲ τὸ μίαν σειρὰν ἀποτελεῖν διὰ τῆς τῶν δευτέρων πρὸς τὰ πρότερα συναφῆς τὴν δημιουργικὴν ἀπεικονίζεται σειρὰν τὴν διή‐ κουσαν ἄχρι τῶν ἐσχάτων· εἰ γὰρ οἱ μὲν ἀκροαταὶ κατὰ τὸν νοῦν τοῦ Τιμαίου δέξονται τὸν λόγον, ὁ δὲ Τίμαιος κατὰ
25τὸν νοῦν τῶν θεῶν διαθήσει τὴν ὅλην πραγματείαν, ἀτεχνῶς ἐφ’ ἕνα νοῦν καὶ μίαν νόησιν τὴν ὅλην ἀναφέρεσθαι συμ‐ βήσεται συνουσίαν. πρὸς δὲ τούτοις καὶ τὸ αὐτοκίνητον ἱκανῶς διὰ τούτων ἐπιδείκνυται τῶν ψυχῶν, ὅτι κινούμεναι
παρὰ θεῶν καὶ ἑαυτὰς κινοῦσι καὶ ἀφ’ ἑαυτῶν προβάλλουσι
in Ti
.

1

.

223

τὰς ἐπιστήμας· τὸ γὰρ ᾗ διανοοῦμαι τὴν ἀπὸ τῆς αὐτ‐ εξουσίου ζωῆς ὡρμημένην ἐνέργειαν ἐπιδείκνυσιν. Ἔστιν οὖν δὴ κατά γε ἐμὴν δόξαν πρῶτον διαι‐ ρετέον τάδε [27 D].
5 Πυθαγόρειος ὁ Τίμαιος καὶ σῴζων τὸν τύπον τῶν Πυθ‐ αγορείων λόγων εὐθὺς ἐκ προοιμίων ἐπιδείκνυται. Σωκρά‐ της μὲν γὰρ οὐ τὰς ἑαυτοῦ δόξας ἀποφαντικῶς εἰς τοὺς ἄλλους ἐξέφερεν, ἀλλὰ τὰς ἐκείνων ἐννοίας ἀνακαθαιρόμενος διαλεκτικῶς τὴν ἀλήθειαν ἐξέφαινεν· ὅς γε καὶ μηδὲν εἰδέ‐
10ναι πρὸς αὐτοὺς ἔλεγε πλὴν τοῦ διδόναι λόγον καὶ λαμβά‐ νειν. Τίμαιος δέ, ἅτε καὶ πρὸς ἄνδρας ἔμφρονας τοὺς λό‐ γους ποιούμενος, ἑαυτοῦ δόγμα φησὶν ἐκφέρειν, οὐδὲν τὰς ἀλλοτρίας γνώμας πολυπραγμονῶν, ἀλλὰ μίαν τὴν τῆς ἐπι‐ στήμης ἀτραπὸν μεταχειριζόμενος. καὶ μὴν καὶ ἡ δόξα πάνυ
15πρόσφορος ἐνταῦθα καὶ ἑπομένως τοῖς ἔμπροσθεν ῥηθεῖσι παρείληπται· τῆς γὰρ λογικῆς πάσης ψυχῆς τὸ μέν ἐστι νοῦς, τὸ δὲ διάνοια, τὸ δὲ δόξα, καὶ ὃ μὲν συνάπτεται τοῖς θεοῖς, ἣ δὲ προβάλλει τὰς ἐπιστήμας, ἣ δὲ ἐκδίδωσιν εἰς ἄλλους. ταῦτ’ οὖν καὶ ὁ ἀνὴρ οὗτος ἐγνωκὼς διὰ μὲν τῶν
20εὐχῶν τὸν ἑαυτοῦ νοῦν ἐνήρμοσε τῷ νῷ τῶν θεῶν· τοῦτο γὰρ ἐδήλου τὸ πάντα κατὰ νοῦν μάλιστα μὲν θεοῖς, ἑπομένως δὲ ἡμῖν εἰπεῖν [27 C]. διὰ δὲ τῶν παρακλή‐ σεων τὸ διανοητικὸν ἀνήγειρε τῶν ψυχῶν· τὸ γὰρ ᾗ διανο‐ οῦμαι τοιαύτην ἔχει ἔνδειξιν. λείπεται δὴ τὸ δοξαστικόν,
25ὃ παρὰ τῆς διανοίας τὴν ἐπιστημονικὴν διαίρεσιν ὑποδεξά‐ μενον καὶ ἐπ’ ἄλλους αὐτὴν μετοχετεύει· τοῦτο δὲ οὐκ ἔστιν ἀμφίβολον, οὐδὲ περὶ τὰ αἰσθητὰ μεριζόμενον οὐδὲ ἐν ὑπο‐ λήψεσι μόναις τὴν εἴδησιν ἀφωρισμένην ἔχον, ἀλλὰ πεπλη‐ ρωμένον μὲν ἀπὸ νοῦ καὶ διανοίας, τὸν δὲ δημιουργικὸν
30λόγον θεωροῦν καὶ διακρῖνον τὴν τῶν πραγμάτων φύσιν.
ἔστι δὲ καὶ ταῦτα πρὸς τὸ παράδειγμα τοῦ λέγοντος ἱκανῶς
in Ti
.

1

.

224

ἀπεικασμένα· νοῦς τε γὰρ ἐκεῖ βασιλικὸς προηγεῖται, καθ’ ὃν ἥνωται τοῖς νοητοῖς, καὶ διάνοια, τὰ πληρώματα τῶν εἰδῶν ἐν ἑαυτῇ συνέχουσα, καὶ δόξης ἡ πρωτίστη καὶ ἑνο‐ ειδὴς αἰτία· δι’ ὃ
5
νῷ μὲν κατέχει τὰ νοητ, αἴσθησιν δὲ ἐπάγει κόσμοις, ὥς φησι τὸ λόγιον, ἢ ὡς ὁ Πλάτων [39 E]· ᾗπερ οὖν νοῦς ἐνούσας ἰδέας ἐν τῷ ὅ ἐστι ζῷον καθορᾷ, τοσαύτας διενοήθη καὶ τόδε τὸ πᾶν σχεῖν. ἀλλὰ
10μὴν καὶ ἡ διάκρισις τῶν ὄντων καὶ γιγνομένων ἀκόλουθός ἐστι τοῖς προειρημένοις· μετὰ γὰρ θεοὺς καὶ θεὰς καὶ τὴν ἄρρητον ἐν ἐκείνοις ἰδιότητα τῶν δύο τούτων γενῶν ἡ τοῦ ὄντος καὶ τῆς γενέσεως χώραν ἔχει διάκρισις. τὸ μὲν γὰρ ὂν οἰκεῖόν ἐστι πρὸς τὴν κρείττονα τῶν θεῶν τάξιν, ἀεὶ
15καὶ κατὰ ταὐτὰ ἑστὸς καὶ νοητὸν ὄν, ἡ δὲ γένεσις πρὸς τὴν καταδεεστέραν, ἀφ’ ἧς ἡ ἄπειρος πρόοδος καὶ ἡ παντοία μεταβολὴ τὴν ὑπόστασιν κομίζεται. τίς οὖν ἡ διαίρεσις αὕτη καὶ τίνα τρόπον γέγονε; πότερον ὡς ὅλου τινὸς εἰς μέρη πεποίηται τὴν τομήν, ἢ ὡς γένος εἰς εἴδη διεῖλεν, ἢ ὡς
20εἰς πλείω σημαινόμενα μίαν τινὰ φωνήν, ἢ ὡς οὐσίαν εἰς συμβεβηκότα, ἢ ἀνάπαλιν ὡς συμβεβηκὸς εἰς οὐσίας; ταῦτα γάρ ἐστιν ἃ θρυλεῖν εἰώθασί τινες εἴδη τῆς διαιρέσεως. ὡς μὲν οὖν συμβεβηκὸς εἰς οὐσίας ἢ ὡς οὐσίαν εἰς συμβεβη‐ κότα τέμνειν τό τε ὂν καὶ τὴν γένεσιν γελοῖον· οὐδαμῶς
25γὰρ προσήκει τῷ ἀεὶ ὄντι τὸ συμβεβηκός. ἀλλὰ μὴν οὐδ’ ὡς φωνὴν εἰς σημαινόμενα διαιρετέον· ποίαν γὰρ φωνὴν κοινὴν ὁ Πλάτων λαβὼν τό τε ἀεὶ ὂν καὶ τὸ γιγνόμενον διεῖλεν; οὐκ ἔστιν, εἰ μὴ ἄρα λέγοι τις τὸ τί· τοῦτο δὲ οὐ Πλατωνικόν, ἀλλὰ ἀπὸ τῆς Στωϊκῆς εἵλκυσται συνηθείας.
30τί οὖν; ὡς ὅλον εἰς μέρη διεῖλε; καὶ τί ποτ’ ἄν ἐστιν ἐκεῖνο,
ὃ σύγκειται ἐκ τοῦ ἀεὶ ὄντος καὶ γινομένου; πῶς δ’ ἂν
in Ti
.

1

.

225

παράδειγμα καὶ εἰκὼν μιᾶς εἴη συμπληρωτικὰ συστάσεως; αὐτὸ δὲ τὸ ὂν ἀεὶ πῶς ἂν εἴη μέρος τινός, ἀμέριστον ὂν καὶ ἡνωμένον καὶ ἁπλοῦν; ἀμερὲς γὰρ οὐδενός ἐστι μέρος, ὃ μή ἐστιν ἐκ πάντων ἀμερῶν· τὸ δὲ γενητὸν μεριστόν·
5οὐκ ἄρα τοῦτό τε καὶ τὸ ἀεὶ ὂν ἑνὸς ἔσται μέρη. ἀλλ’ ὡς γένος ἓν εἰς εἴδη; καὶ πῶς ἐν οἷς τὸ πρότερον καὶ ὕστερον, τούτων κοινόν ἐστι γένος; τὸ γὰρ ἀεὶ ὂν προηγεῖται κατ’ αἰτίαν τοῦ γινομένου, καὶ τούτου μὲν οὐκ ὄντος ἔστιν ἐκεῖνο, μὴ ὄντος δέ, ὃ μηδὲ θέμις εἰπεῖν, τοῦ ἀεὶ ὄντος, οἴχεται
10καὶ ἡ γένεσις. πῶς δὲ καὶ ἓν γένος ἐστὶ τῶν τε πρωτίστων καὶ τῶν ὑστάτων; ἡ γὰρ ἀπὸ γενῶν εἰς εἴδη διαίρεσις ἐν τοῖς μέσοις ἐστὶ λόγοις τοῖς ψυχικοῖς, τὰ δὲ πρὸ τῆς ψυχῆς ἐν κρείττοσιν ὑφέστηκε γένεσιν, καὶ τὰ μετὰ ψυχὴν ἐν τοῖς κατατεταγμένοις ἔχει τὴν οὐσίαν. πῶς ἂν οὖν τὸ ὂν αὐτὸ
15καὶ τὸ γινόμενον ὑφ’ ἓν τάττοιτο γένος; τί δὲ καὶ τοῦτο ἔσται; ὂν μὲν γὰρ οὐκ ἔστιν, ἵνα μὴ τὸ γιγνόμενον ἐν τῷ ὄντι τάττηται, τὸ μηδέποτε ὄν· ἓν δὲ αὖ τὸ τὸ ὂν οὐκ ἔσται, διότι πᾶν γένος διαιρεῖται διαφοραῖς οἰκείαις καὶ ἤτοι δυνά‐ μει ἢ ἐνεργείᾳ τὰς διαφορὰς προείληφε· τὸ δὲ ἓν οὔτε δυνά‐
20μει τὰς διαφορὰς ἔχειν θέμις, ἵνα μὴ ἀτελέστερον ᾖ τῶν δευτέρων, οὔτε ἐνεργείᾳ, ἵνα μὴ πλῆθος ἔχῃ· κρεῖττον δὲ ὅλως ἀποπεφασμένον καὶ δυνάμεως καὶ ἐνεργείας οὐδετέρως ἂν ἔχοι τὰς διαφοράς, ὥστε οὐδ’ ὅλως ἂν εἴη τοῦ ἑνὸς διαίρεσις. τί οὖν ἐροῦμεν; ἦ διαίρεσιν μὲν οὐδεμίαν πε‐
25ποιῆσθαι τὸν Πλάτωνα νῦν, διάκρισιν δὲ ἀφοριστικὴν τοῦ τε ἀεὶ ὄντος καὶ τοῦ γιγνομένου, τί ποτέ ἐστιν ἑκάτερον αὐτῶν. τὸ γὰρ διαιρετέον τῷ διευκρινητέον ταὐτόν μοι δοκεῖ σημαίνειν· ἐπεὶ γὰρ διαλέξεται περί τε τοῦ κόσμου καὶ τοῦ δημιουργοῦ τοῦ κόσμου καὶ τοῦ παραδείγματος, βούλε‐
30ται χωρὶς μὲν ἀφορίσασθαι τὸ ὂν ἀεί, χωρὶς δὲ τὸ γιγνό‐ μενον, ἵνα διὰ τῶν δοθέντων ὅρων ἔχωμεν οὗ μὲν τὸν
κόσμον, οὗ δὲ τὸν δημιουργόν, οὗ δὲ τὸ παράδειγμα τακτέον,
in Ti
.

1

.

226

καὶ μὴ συγχέωμεν τὰς τῶν πραγμάτων τάξεις, ἀλλὰ διακρί‐ νωμεν αὐτὰς ἀπ’ ἀλλήλων ᾗ πεφύκασιν ἕκασται. τὸ δὲ αὐτὸ καὶ ἐν τῷ Φιλήβῳ [23 C] πεποίηκε· ζητῶν γὰρ περί τε νοῦ καὶ ἡδονῆς καὶ τοῦ μικτοῦ βίου, τίς ἀμείνων, τὰ
5γένη παρέλαβεν αὐτῶν, τὸ πέρας τὸ ἄπειρον τὸ μικτόν· οὕτως γὰρ ἡ ἑκάστου τάξις ἂν γένοιτο φανερά· καὶ ἀπὸ τῶν γενῶν τὴν ἰδιότητα δεδήλωκεν αὐτῶν. ἀλλ’ ἐκεῖ μὲν τὸ πέρας καὶ ἄπειρον ἀπὸ θεῶν ἀρξάμενα διὰ πάντων ἐφοίτα τῶν ὁπωσοῦν ὄντων· ἦν γὰρ καὶ ἐν νοητοῖς ταῦτα κατὰ
10τὴν μόνιμον τῶν νοητῶν καὶ τὴν γεννητικὴν αἰτίαν, ἦν καὶ ἐν νοεροῖς κατὰ τὴν πατρικὴν καὶ μητρικὴν τῶν νοερῶν θεῶν ἀρχήν, ἦν καὶ ἐν τοῖς ὑπερκοσμίοις κατὰ τὴν δημι‐ ουργικὴν μονάδα καὶ ζῳογονικὴν δυάδα καὶ τελευταῖον κατὰ τὰς ποιητικὰς καὶ γονίμους δυνάμεις. ἐνταῦθα δὲ τὸ ὂν καὶ
15γιγνόμενον οὔτε ἀπὸ θεῶν ἄρχεται· κρείττους γάρ εἰσιν αἱ τῶν θεῶν ἑνάδες τοῦ ὄντος, καὶ πρὸ τούτων αὐτὸ τὸ ἓν ἐξῄρηται τῶν ὄντων ἁπάντων, οὐδὲ μετεχόμενον ὑπ’ αὐτῶν, ὥσπερ αἱ μετ’ αὐτὸ καὶ ἀπ’ αὐτοῦ μεθεκταὶ λέγονται καὶ εἰσὶν ὑπὸ τοῦ ὄντος ἑνάδες· οὔτε ἄχρι τῶν ἐσχάτων διήκει·
20τὴν γὰρ ὕλην οὔτε ὂν ἀεὶ φάναι δυνατόν, ἣν τὸ μὴ ὂν εἰώθαμεν καλεῖν, οὔτε γιγνόμενον, ἣν μηδὲ πάσχειν δυνα‐ τόν, ἵνα μὴ παντάπασιν οἴχοιτο ἀπολομένη. τοῦτο μὲν οὖν καὶ εἰσαῦθις εἰρήσεται, ὅτι τε διαίρεσις οὐκ ἔστιν ἑνός τινος καὶ ὅτι ἀναγκαῖον ἔχει τὸν ἀφορισμὸν τῶν διττῶν
25τούτων γενῶν ἡ προκειμένη θεωρία πρὸ τῶν ἄλλων ἁπάν‐ των, ἵν’ ὥσπερ ἐκ γεωμετρικῶν ὑποθέσεων ἐπὶ τὴν τῶν ἀκολούθων ἐξέτασιν ὁ λόγος προϊὼν τήν τε τοῦ παντὸς ἀνεύρῃ φύσιν καὶ τὴν πατρικὴν αὐτοῦ καὶ παραδειγματικὴν αἰτίαν· εἰ γὰρ γενητὸν τὸ πᾶν, ὑπ’ αἰτίου γέγονεν· ἔστιν
30ἄρα δημιουργικὸν αἴτιον τοῦ παντός· εἰ ἔστι δημιουργός,
ἔστι καὶ παράδειγμα τοῦ κόσμου, πρὸς ὃ δεδημιούργηκεν ὁ
in Ti
.

1

.

227

ξυνιστὰς τὸ πᾶν. καὶ οὕτως ἐφεξῆς καὶ ὁ περὶ τούτων εἰσ‐ άγεται λόγος, καὶ τελευτᾷ δὴ καλῶς ἡμῖν εἰς θεολογίαν ἡ φυσικὴ θεωρία. Τί τὸ ὂν ἀε, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ
5γενόμενον μέν, ὂν δὲ οὐδέποτε; [27 D] Οἳ μὲν πάντα τὰ ὄντα ὁπωσοῦν εἴτε παραδειγματικῶς εἴτε εἰκονικῶς ἔφαντο διὰ ταύτης περιλαμβάνεσθαι τῆς δια‐ κρίσεως, οἳ δὲ οὐ πάντα. καὶ τῶν ἐξηγητῶν ἀντιλογίαι πρὸς ἀλλήλους οὐκ ὀλίγαι περὶ τούτου γεγόνασιν. ἡμεῖς δὲ οὐκ
10ἂν γνοίημεν, ποτέρως προσήκει λέγειν, εἰ μὴ τῶν λέξεων ἑκάστην αὐτὴν καθ’ αὑτὴν ἐξετάσαιμεν. φέρε οὖν ἀπ’ ἀρχῆς ἕκαστον τῶν ῥημάτων ἐφ’ ἑαυτοῦ τίνα δύναμιν ἔχει κατα‐ νοήσωμεν. πρῶτον οὖν τὸ τί βούλεται μὲν ὁρικὸν εἶναι· τὸ γὰρ τί ἐστιν ἐν τοῖς ὁρισμοῖς προτάττειν εἰώθαμεν, καὶ οὐχὶ
15γένος ἐστίν, ὡς οἴεται Σευῆρος ὁ Πλατωνικός, λέγων τοῦ ὄντος καὶ γινομένου τοῦτο εἶναι γένος τὸ τί, σημαίνεσθαι δὲ ὑπ’ αὐτοῦ τὸ πᾶν· οὕτως γὰρ ἂν καὶ τὸ γιγνόμενον εἴη πᾶν καὶ τὸ ἀεὶ ὄν. ἀπορίαν δὲ ἡμῖν ἐμποιεῖ ταύτην, ἣν καὶ τοῖς πρὸ ἡμῶν, τί δήποτε μὴ πρὸ τοῦ τί ἐστιν ὁ
20Πλάτων τὸ εἰ ἔστι παραδέδωκε· πόθεν γάρ, ὅτι ἐστὶ τὸ ἀεὶ ὄν; τοῦτο δὲ ὁ τῶν ἀποδεικτικῶν βούλεται νόμος, ἐν οἷς ἀγνοεῖται τὸ εἰ ἔστι, πρὸ τοῦ τί ἐστιν αὐτὸ τοῦτο σκοπεῖν. ῥητέον οὖν, ὅτι τάχα μὲν οὐκ ᾠήθη τοῦτο δεῖσθαι τῆς παρ’ ἑαυτοῦ κατασκευῆς ὁ Τίμαιος· εἶχε γὰρ αὐτὸ τῇ προτεραίᾳ
25παρὰ Σωκράτους ἐν τοῖς περὶ ψυχῆς λόγοις παραμυθίας ἠξιωμένον, ἐν οἷς ἀπεδείκνυ τὴν ψυχὴν ἀγένητον καὶ ἄφθαρ‐
τον οὖσαν καὶ διὰ τὴν πρὸς τὰ ὄντα συγγένειαν, ὧν ἐφάπτε‐
in Ti
.

1

.

228

ται φιλοσοφοῦσα, καὶ ἐν οἷς ἄλλο μὲν ἐδείκνυ τὸ παντελὲς ὂν καὶ ὄντως ἐπιστητὸν καὶ ἄλλο τὸ πῂ μὲν ὄν, πῂ δὲ μὴ ὂν καὶ διὰ τοῦτο δοξαστὸν ὑπάρχον, ἄλλο δὲ τὸ μηδαμῶς ὂν καὶ ἄγνωστον παντελῶς, καὶ ἐν οἷς τὴν γραμμὴν εἰς
5τέτταρα διῄρει, νοητὸν διανοητὸν αἰσθητὸν εἰκαστόν, ἐν οἷς καὶ περὶ τἀγαθοῦ διαλεγόμενος ἔλεγεν αὐτὸ βασιλεύειν ἐν τῷ νοητῷ τόπῳ καθάπερ ἐν τῷ ὁρατῷ τὸν ἥλιον. τάχα δὲ καὶ ὁ προλαβὼν περὶ εὐχῆς λόγος ἀπόδειξίς ἐστι τοῦ εἶναι τὸ ἀεὶ ὄν· εἰ γὰρ εἰσὶ θεοί, ἀναγκαῖον εἶναι καὶ τὸ ὄντως
10ὄν. τοῦτο γάρ ἐστι τοῖς θεοῖς ἡνωμένον, ἀλλ’ οὐχὶ τὸ γιγνό‐ μενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν. μᾶλλον δὲ καὶ πρὸ τούτων ἐν ταῖς κοιναῖς ἡμῶν ἐννοίαις ἀπόκειται τὸ εἶναί τι ἀεὶ ὄν. πόθεν γὰρ τὸ γιγνόμενον γίγνεται, ἢ ἀπὸ τοῦ ἀεὶ ὄντος; εἰ γὰρ καὶ ἐκεῖνο γίγνοιτο, ὑπ’ ἄλλου
15τινὸς ὄντος γενήσεται καὶ ἤτοι ἀεὶ ὄντος ἢ γιγνομένου καὶ αὐτοῦ, ὥστε ἢ ἐπ’ ἄπειρον χωρήσομεν, ἢ κύκλῳ ἡ γένεσις, ἢ ἔστι τὸ ἀεὶ ὄν. ἀλλ’ οὔτε δὲ ἐπ’ ἄπειρον προϊέναι θέμις· ἐκ γὰρ ἑνὸς πάντα καὶ μιᾶς ἀρχῆς· οὔτε κύκλῳ ἡ γένεσις, ἵνα μὴ τὰ αὐτὰ κρείττω καὶ χείρω γίγνηται καὶ αἴτια καὶ
20ἀποτελέσματα· λείπεται ἄρα ἀεὶ εἶναι τὸ ὄν. διὰ τί οὖν, φαίη τις ἄν, μὴ ἐκ τοῦ ἑνὸς ἡ γένεσις; ὅτι, φήσομεν, ἐκ τοῦ ἑνὸς παντελῶς τὸ πλῆθος παράγειν εὐθὺς ἄτοπον. δεῖ οὖν εἶναι τὸ ὄντως ὄν, ὃ πρώτως ἀπ’ αὐτοῦ πρόεισιν, ἵνα μὴ τὸ πρώτιστον τῶν ἐσχάτων αἴτιον ᾖ μόνον, ἀλλὰ πρὸ
25τούτων τοῦ ὄντος, ἐξ οὗ καὶ ἡ γένεσις. τὸ δὲ ἀληθέστα‐ τον ἐπὶ τοῖς εἰρημένοις ἐστίν, ὅτι νῦν μὲν ὡς ὑπόθεσιν λαβὼν εἶναι τὸ ἀεὶ ὂν ὡρίσατο, καθάπερ ὁ γεωμέτρης τὸ σημεῖον εἶναι θέμενος ὡρίσατο· μετὰ δὲ τοὺς περὶ τῆς κοσμο‐ ποιίας λόγους ἀναλαβὼν αὐτὸ τοῦτο ἀποδείκνυσιν, ὅτι ἐστὶ
30τὸ ἀεὶ ὄν· τὰ δὲ καθήκοντα τῇ φυσιολογίᾳ τηρῶν ἐξ ὑπο‐
in Ti
.

1

.

229

θέσεως πρόεισι ταύτης καὶ τὰ ἑπόμενα αὐτῇ δείκνυσιν. ἔστι γὰρ ἐξ ὑποθέσεως ἐπιστήμη † καὶ αὕτη καὶ δεῖ τὰς ὑποθέσεις αὐτῶν προειλῆφθαι τῶν ἀποδείξεων. ἐν μὲν οὖν τοῖς περὶ τῆς ὕλης λόγοις ἀποδείξει μὴ μόνον εἶναι τὴν ὕλην, ἀλλὰ
5καὶ τὸ ὄν, μικρὸν δὲ ὕστερον ἐκ μιᾶς τῶν ὑποθέσεων, τῆς τρίτης, δείξας, ὅτι ἔστι τοῦ κόσμου δημιουργός, ἔχει διὰ τοῦτο καὶ τὸ ἀεὶ ὂν εἶναι πρὸ τοῦ γενητοῦ, καὶ πάλιν ἐκ τῆς τετάρτης ἀποφαίνει τὸν δημιουργὸν πρὸς ἀίδιον παράδειγμα δεδημιουργηκέναι τὸ πᾶν, αὐτὸ δὲ καθ’ αὑτὸ τὸ εἶναι τὸ ἀεὶ
10ὂν πρὸ τῶν γενητῶν ἐν ἐκείνοις ἀποδείξει τοῖς λόγοις, οἷς εἴπομεν [p. 228, 28 s]. καὶ τοῦτο μὲν οὕτως. Αὐτὸ δὲ τὸ ὂν ἀεὶ πότερον τὸν νοητὸν πάντα σημαίνει κόσμον ἢ τὸν δημιουργὸν ἢ τὸ παράδειγμα τοῦ παντός; ἄλλοι γὰρ ἄλλως ὑπέλαβον. καὶ εἰ μὲν τὸ νοητόν, πόθεν τε ἄρχεται καὶ ποῖ
15πρόεισι τὸ νοητὸν πλάτος; εἰ δὲ τὸ παράδειγμα, πῶς ὁ δημιουργὸς οὐκ ἔστιν ἀεὶ ὄν, εἴπερ ἄλλο τὸ παράδειγμα καὶ ὁ δημιουργός; εἰ δὲ ὁ δημιουργός, πῶς τὸ παράδειγμα οὐ τοιοῦτον; ὅτι μὲν οὖν τὸ παραδειγματικὸν αἴτιον ἐν τῷ ἀεὶ ὄντι τακτέον, ἐναργῶς ὁ Πλάτων φησί [28 C 29 A]· πρὸς
20πότερον τῶν παραδειγμάτων ὁ τεκτηνάμενος αὐτὸν ἀπειργάζετο, πρὸς τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχον, ἢ πρὸς τὸ γεγονός; καὶ ἐπέκρινεν εὐθύς· εἰ μὲν δὴ κα‐ λός ἐστιν ὁ κόσμος ὅ τε δημιουργὸς ἀγαθός, δῆλον ὡς πρὸς τὸ ἀίδιον ἔβλεπεν· εἰ δ, ὃ μὴ θέμις εἰπεῖν,
25πρὸς τὸ γεγονός· εἰ οὖν τοῦτο μὴ θέμις εἰπεῖν, ἀεὶ ὄν ἐστι τὸ παράδειγμα τοῦ παντός. ὅτι δὲ καὶ ὁ δημιουργὸς τῆς αὐτῆς ἐστι ταύτης μοίρας, δῆλον ἐκεῖθεν· τὴν ψυχήν, ἣν ὁ δημιουργὸς ὑφίστησι, πρώτην αὐτὸς διαρρήδην ἀπο‐
καλεῖ [34 C] τῶν γενομένων καὶ γένεσιν αὐτῆς παραδίδωσιν·
in Ti
.

1

.

230

ὁ δὲ δημιουργὸς πρὸ τῆς ψυχῆς ἐστιν, ὥστε τῶν ἀεὶ ὄντων ἐστί. διὸ καὶ ἐρεῖ [34 A] περὶ αὐτοῦ· οὗτος οὖν ὄντος ἀεὶ λογισμὸς θεοῦ. καὶ πῶς γὰρ ἔμελλε νοῦς ὢν θεῖος μὴ ταύτης εἶναι τῆς μοίρας; ἆρ’ οὖν πᾶς ὁ νοητὸς κόσμος ἀεὶ
5ὄν ἐστιν; ἀλλ’ ὁ θεῖος Ἰάμβλιχος ἐμβριθῶς διαμάχεται τῷ λόγῳ, τὸ ἀεὶ ὂν κρεῖττον καὶ τῶν γενῶν τοῦ ὄντος καὶ τῶν ἰδεῶν ἀποφαινόμενος καὶ ἐπ’ ἄκρῳ τῆς νοητῆς οὐσίας ἱδρύων αὐτὸ πρώτως μετέχον τοῦ ἑνός. τούτοις δὲ μαρτυρεῖ καὶ τὰ ἐν Παρμενίδῃ γεγραμμένα περὶ τοῦ ἑνὸς ὄντος καὶ τὰ ἐν
10Σοφιστῇ· καὶ γὰρ ἐκεῖ πρὸ τοῦ ὅλου τάττει τὸ ἓν ὂν καὶ πρὸ τοῦ παντὸς τοῦ νοητοῦ, καίτοι καὶ τὸ ὅλον νοητόν ἐστι καὶ τὸ πᾶν. ἀλλ’ ἐνταῦθά γε σαφῶς τὸ παράδειγμα ἀεὶ ὂν ὁ Πλάτων προσηγόρευσε καὶ ὅλον καὶ παντελές· τοῦτο μὲν οὖν αὐτόθεν· παντελὲς γὰρ αὐτὸ καλεῖ ζῷον καὶ ὅλον δέ,
15ὅταν λέγῃ [30 C]· οὗ δέ ἐστι τὰ ἄλλα ζῷα μόρια καθ’ ἓν καὶ τὰ γένη. ὥστε εἰ τὸ παράδειγμα ὅλον καὶ παν‐ τελές, τὸ δὲ πρώτως ὂν ὑπὲρ τὸ ὅλον καὶ πᾶν, οὐκ ἂν εἴη τὸ παράδειγμα ταὐτὸν κἀκεῖνο τὸ ὄν. μήποτε οὖν ἄμεινον λέγειν εἶναι μέν τινα τοιαύτην τοῦ ὄντος τάξιν, οἵαν ὁ
20θεῖος ἐκεῖνος παραδέδωκε καὶ οἵαν ὁ Πλάτων ἐν ἄλλοις ἐθεώρησε, νῦν δὲ ἅπαντα τὸν αἰώνιον κόσμον οὕτως ἐπω‐ νομάσθαι. καὶ θαυμαστὸν οὐδέν· καὶ γὰρ τὸ νοητὸν ποτὲ μὲν κατὰ πάσης φέρουσι τῆς ἀειδοῦς καὶ ἀοράτου φύσεως, ὥσπερ ὅταν καὶ τὴν ψυχὴν νοητὴν λέγωσιν, ὡς ὁ ἐν Φαίδωνι
25[80 AB] Σωκράτης, ποτὲ δὲ κατὰ τῶν κρειττόνων ἁπάντων τῆς ψυχικῆς οὐσίας, ὡς ἡ ἐν Πολιτείᾳ [VI 509 BDE] δηλοῖ διαίρεσις, ποτέ γε μὴν κατὰ τῶν πρωτίστων τοῦ ὄντος τριάδων, ὡς μικρὸν ὕστερον ὁ Τίμαιος ἀποκαλέσει [28 A]. καὶ τὸ ὂν οὖν τὸν αὐτὸν τρόπον ἐν Σοφιστῇ μὲν τὴν τοῦ
30ἑνὸς ὄντος δηλοῖ τάξιν, ἐνταῦθα δὲ τὸν αἰώνιον σύμπαντα κόσμον· ἐπεὶ ὅτι γε τὸ ὂν τὸ πρώτως ὂν τὸ ἀκρότατόν ἐστι
τοῦ νοητοῦ πλάτους καὶ ἡ μονὰς τῶν ὄντων ἁπάντων, δῆλον·
in Ti
.

1

.

231

πανταχοῦ γὰρ τὸ πρώτως ὂν ὅπερ ἐστὶν ἐν τῇ ἑαυτοῦ σειρᾷ τὴν ἀκροτάτην ἔχει τάξιν· δεύτερον γὰρ ὄν, ἀλλ’ οὐκ αὐτὸ τὸ εἶδος, οὐκέτι πρώτως ἐστὶν ὅπερ ἐστίν. ὥσπερ οὖν ἡ αὐτο‐ αρετὴ τὴν ἀκροτάτην ἔχει χώραν ἐν τῇ σειρᾷ τῶν ἀρετῶν,
5ὡς τὸ αὐτὸ ἴσον ἐν τοῖς ἴσοις, τὸ αὐτοζῷον ἐν τοῖς ζῴοις, οὕτω δήπου καὶ τὸ αὐτοόν, ὃ πρώτως ἐστὶν ὄν, κορυφὴ τῶν ὄντων ἐστὶν ἁπάντων, καὶ ἀπ’ αὐτοῦ πρόεισι πᾶν τε τὸ νοητὸν καὶ τὸ νοερὸν καὶ τὸ ὁπωσοῦν ἀποφερόμενον τὴν τοῦ ὄντος προσηγορίαν. ἀλλ’ οὐ ταὐτόν ἐστιν ἓν ὂν καὶ
10ἀεὶ ὄν· τὸ μὲν γὰρ ἓν ὂν ἐπέκεινα τοῦ αἰῶνός ἐστιν· ὁ γὰρ αἰὼν μετέχει τοῦ ὄντος· πάντα γοῦν ὅσα αἰῶνος μετείληφε, καὶ τοῦ ὄντος ἔχει τινὰ μοῖραν, οὐ πάντα δὲ ὅσα τοῦ ὄντος μετέχει, καὶ τοῦ αἰῶνος μετείληφεν· ἔστι γοῦν καὶ τὰ ἐν χρόνῳ μετέχοντα τοῦ ὄντος· ὥστε ἐπέκεινα τὸ πρώτως ὂν
15τῆς τοῦ αἰῶνος τάξεως. τὸ δὲ ἀεὶ ὂν αἰώνιόν ἐστιν· ὥστε αὐτὸ τοὐναντίον ἀπέδειξεν ὁ λόγος, ὅτι πᾶν μᾶλλον ἐκ τοῦ ἀεὶ ὂν ληπτέον, ἢ τὸ ἓν ὄν. ἐκεῖνο γὰρ τοῦ ἀεὶ κρεῖττον, ἅτε μεταξὺ ὂν τοῦ ἑνὸς καὶ τοῦ αἰῶνος καὶ ἓν ὂν πρὸ τοῦ αἰῶνος καλούμενον. εἰ οὖν με χρὴ τὸ φαινόμενον λέγειν,
20προηγουμένως πᾶν τὸ αἰωνίως ὂν νῦν ὁ Πλάτων παρεί‐ ληφεν, ἀρχόμενον μὲν ἀπὸ τῆς τοῦ αὐτοενὸς φύσεως—τοῦτο γάρ ἐστι τὸ πρώτως αἰώνιον—λῆγον δὲ ἄχρι τῶν μερικῶν νόων· τὸ δὲ ἓν ὂν ἴσως ὡς μονάδα τούτων ἀφῆκε καὶ ὡς ἄρρητον καὶ τῷ ἑνὶ συνηνωμένον. καὶ οὕτως ἂν αὐτῷ περὶ
25τοῦ νοητοῦ παντὸς ὁ λόγος εἴη, τὸ νοητὸν εἰ μὴ τὸ ἀκρό‐ τατον καὶ κρύφιον λαμβάνοις καὶ ἀνεκφοίτητον τοῦ ἑνός. τὸ γοῦν τῶν νοουμένων κάλλιστον τὸ αὐτοζῷον ἐρεῖ μικρὸν προελθών [30 D], ὡς τῶν πρὸ τούτου δι’ ἑνότητος ὑπερβολὴν καὶ τοῦ νοεῖσθαι κρειττόνων ὄντων· εἰ μὴ ἄρα
30κάλλιστον τῶν νοουμένων πάντων ζῷον τὸ αὐτοζῷον εἶπε νοουμένων ὄντων καὶ τοῦ αἰῶνος πρὸ τοῦ ζῴου καὶ τοῦ
ἑνὸς ὄντος, τοῦ μὲν ὡς κατ’ αἰτίαν ἀεί, τοῦ δὲ ὡς καθ’
in Ti
.

1

.

232

ὕπαρξιν, τοῦ αἰῶνος, τοῦ δὲ ὡς κατὰ μέθεξιν, τοῦ αἰωνίου. καὶ εἰ ταῦτα κρατοίη, ἐν τῷ ἀεὶ ὄντι καὶ ὁ αἰὼν καὶ τὸ αὐτοζῷον καὶ ὁ δημιουργὸς περιέχοιτο ἂν καὶ αὐτὸ τὸ ἓν ὂν ἔχον τοῦ αἰῶνος τὴν κρύφιον αἰτίαν· ὥστ’ εἶναι δῆλον
5ἐκ τούτων, ὅτι τὸ ἀεὶ ὂν ἅπασαν περιείληφε τὴν πρὸ τῶν ψυχῶν φύσιν εἴτε νοητὴν εἴτε νοεράν, ἀρχομένην μὲν ἀπὸ τοῦ αὐτοόντος, τελευτῶσαν δὲ εἰς τὸν μερικὸν νοῦν, ἀλλ’ οὐχὶ μόνον τὸ ἀκρότατον τῶν ὄντων πάντων, ὡς Ἰάμβλιχος ἔλεγεν, οἷόν ἐστι τὸ ἓν ὄν, δι’ ὃ τὰ ὄντα πάντα †ὄντα λέγε‐
10ται, οὗ δὴ μόνον ἐστὶ κρεῖττον τὸ ἓν αὐτὸ καὶ αἱ ἀρχαὶ τοῦ ὄντος. τὸ μὲν οὖν ἓν καὶ τοῦ αὐθυπόστατον εἶναι κρεῖττόν ἐστι· δεῖ γὰρ αὐτὸ παντὸς ἐξῃρῆσθαι πλήθους· τὸ δὲ ἀεὶ ὂν αὐθυπόστατον μέν, διὰ τὸ ἓν δὲ τὴν δύναμιν ἔχει ταύτην· τὸ δὲ μετ’ αὐτὸ καὶ αὐθυπόστατον ἅμα καὶ
15ἀπ’ αἰτίας ἄλλης ὑφίσταται ποιητικῆς, οἷόν που καὶ τὸ ἡμέτερόν ἐστι· τὰ δὲ ἔσχατα πάρεισι μὲν ἀπ’ αἰτίας εἰς τὸ εἶναι κρείττονος, αὐθυπόστατα δὲ οὐκ ἔστιν, ἀλλ’ ἀνυπό‐ στατα. τὸ δὲ ἀεὶ ὂν οὐ πῂ μὲν ὑποθετέον ὄν, πῂ δὲ οὐκ ὄν, εἰ μὴ σύνθετον ᾖ καὶ ἐκ τοιούτων οὕτως ἀνομοίων σύν‐
20θετον, οὐδὲ ποτὲ μὲν ὄν, ποτὲ δὲ οὐκ ὄν· αὐτὸ γὰρ τοῦτο λέλεκται ἀεὶ ὄν· ἀλλ’ ἁπλῶς καὶ αἰωνίως ὂν καὶ ἀμιγὲς πρὸς πᾶν ὁπωσοῦν ὑπεναντίον. τοῦτο γάρ μοι δοκεῖ καὶ ἡ προσθήκη τοῦ γένεσιν δὲ οὐκ ἔχον ἐνδείκνυσθαι, τὴν ἀμιγῆ καὶ ἄχραντον καθαρότητα τοῦ ἀεὶ ὄντος, καθ’ ἣν
25ἐξῄρηται πάσης τῆς ἐν εἰδώλοις τοῦ ὄντος φερομένης ὑπο‐ στάσεως καὶ τῆς κατὰ χρόνον μεταβαλλομένης, οὐχ ὥσπερ τινές φασιν, ὅτι τοῦ σαφοῦς ἕνεκα τὸ ἀεὶ ὂν ἐξηγεῖται διὰ τοῦ γένεσιν δὲ οὐκ ἔχον, οὐδ ὥσπερ ἄλλοι λέγουσιν, ὅτι καὶ καταφατικῶς τὸ αὐτὸ καὶ ἀποφατικῶς ἠθέλησεν εἰπεῖν,
30ἀλλ’ ὅτι δεῖ τὸ ἀεὶ ὂν ἐφ’ ἑαυτοῦ νοεῖν πόρρω τῆς κατὰ χρόνον μεταβολῆς· καὶ γὰρ ἡ ψυχὴ χρόνου μετέχει, καὶ ὁ
οὐρανὸς κατὰ χρόνον ἀνελιττομένην ἔλαχε ζωήν· μόνη δὲ ἡ
in Ti
.

1

.

233

νοητὴ φύσις καθ’ ὅλην ἑαυτὴν αἰώνιός ἐστι· διὸ καὶ τῶν παλαιῶν τινες ὄντως μὲν ὂν καλοῦσι τὸ νοητὸν πλάτος, οὐκ ὄντως δὲ ὂν τὸ ψυχικόν, οὐκ ὄντως δὲ οὐκ ὂν τὸ αἰσθητόν, ὄντως δὲ οὐκ ὂν τὴν ὕλην· ἀλλ’ οὗτοι μὲν ὅπως ταῦτα
5διατάττονται, ἐν ἄλλοις ἐξετάσομεν· ὅτι δὲ τὸ γένεσιν μὴ ἔχειν πρόσκειται τὴν χωριστὴν οὐσίαν τοῦ ἀεὶ ὄντος ἐνδεικνύ‐ μενον, οἶμαι διὰ τῶν εἰρημένων γεγονέναι δῆλον. Ἐπὶ δὴ τούτοις τὸ γιγνόμενον πότερον τὸν σύμπαντα λέγει κόσμον, ἢ τὴν ἔνυλον καὶ πάντη μεταβαλλομένην σύ‐
10στασιν; καὶ γὰρ τοῦτο οἳ μὲν ἄλλως, οἳ δὲ ἄλλως ἐξηγή‐ σαντο τῶν παλαιῶν. ἡμεῖς δὲ πᾶν μὲν τὸ σωματοειδὲς γιγνό‐ μενον ἀκούομεν, καθ’ ὅσον δὴ παρ’ ἑαυτοῦ μὲν ἀκόσμητόν ἐστιν, ὑπ’ ἄλλου δὲ ἀεὶ ἢ ποτὲ ταττόμενον· ἀλλ’ οὐχ ἡ ψυχὴ ἡ τοῦ παντός· ἔστι γὰρ πῂ ἀεὶ ὄν· οὐδὲ πολλῷ πλέον ὁ
15νοῦς· οὗτος γὰρ αὐτόθεν ἀεὶ ὄν· μόνον δὲ τὸ σῶμα γιγνό‐ μενόν ἐστι καὶ ὄντως οὐδέποτε ὄν· τοῦτο γάρ ἐστι τὸ ἀεὶ τῆς κοσμοποιοῦ δεόμενον αἰτίας καὶ ἀεὶ παρ’ αὐτῆς 〈τὴν〉 τοῦ εἶναι κομιζόμενον ἔμφασιν. διὰ τί οὖν, φασί, μὴ προσέ‐ θηκε τὸ ἀεὶ καὶ τῷ γιγνόμενον, ὥσπερ τῷ ν, ἢ τὸ
20ποτέ, ἵνα κατὰ πᾶν πρὸς τὸ ἀεὶ ὂν ἀντιθέτως ἔχῃ; ἦ τοῦτο πρὸς τὴν φύσιν τοῦ γιγνομένου ποικίλην οὖσαν ὁ Πλάτων ἀπιδὼν ἐμηχανήσατο καὶ τὸ ποτὲ καὶ τὸ ἀεὶ τοῦ γιγνομένου περιελών· τὰ μὲν γὰρ ὅλα γίγνεται ἀεί, τὰ δὲ μέρη ποτέ. καὶ ἄλλως τὰ μὲν τῶν εἰδῶν ἀχώριστά ἐστι τῆς
25ὕλης καὶ ἀεὶ γίγνεται ἐκ τοῦ ἀεὶ ὄντος, τὰ δὲ ἐν χρόνῳ γίγνεται καὶ ἀπογίγνεται· ἡ μὲν γὰρ σωματότης ἀεὶ γίγνε‐ ται καὶ ἀεὶ περὶ τὴν ὕλην ἐστί· τὸ δὲ τοῦ πυρὸς ἢ τοῦ ἀέρος εἶδος εἴσεισί τε εἰς τὴν ὕλην καὶ ἔξεισι, χωριζόμενον καὶ ἀπολλύμενον διὰ τὴν τῆς ἐναντίας φύσεως ἐπικράτειαν.
30εἰ δὴ τὸ ἀεὶ τὴν ὕλην κατέχον ἀεὶ γίγνεται, οὐδέποτε ὄν ἐστι· τὸ γὰρ γιγνόμενον, καθὸ γίνεται, οὐκ ἔστιν, ἀεὶ δὲ
γίνεται, οὐδέποτε ἄρα ἐστί. καὶ εἰ τὸ ποτὲ γιγνόμενον, ὅτε
in Ti
.

1

.

234

γίνεται, οὐκ ἔστι, μὴ γιγνόμενον δὲ οὐκ ἔστι, καὶ τὸ ποτὲ γιγνόμενον οὐδέποτέ ἐστιν ὄν. ἀλλὰ πᾶν τὸ γινόμενον ἢ ἀεὶ γίνεται, ἢ ποτέ· πᾶν ἄρα τὸ γινόμενον οὐδέποτε ὄν ἐστιν. Εἰρημένων δὴ τούτων ἐπὶ τὸ ἐξ ἀρχῆς ἀναδραμόντες λέγο‐
5μεν, πότερον ἁπάντων ἐστὶ τῶν ὄντων ἐν τούτοις περίληψις ἢ οὔ· τοῦτο γὰρ ζητήσαντες ᾠήθημεν δεῖν ἕκαστον τῶν ἐνταῦθα λεγομένων διερευνήσασθαι, πότερον ἁπάντων φή‐ σομεν ἢ οὐχ ἁπάντων· εἰ μὲν γὰρ τὸ ὂν ἀεὶ τὴν αἰώνιον μόνην φύσιν ἐνδείκνυσθαι θείημεν, τὸ αἰώνιον καθ’ ὅλην
10ἑαυτὴν ἔχουσαν, οὐχ ἁπάντων· οὔτε γὰρ τὸ πρὸ τοῦ αἰῶνος ὂν οὔτε ἡ τοῦ αἰῶνος τάξις οὔτε αὖ ὅσα τὴν μὲν οὐσίαν αἰώνιον ἔχει, τὰς δὲ ἐνεργείας ποιεῖται κατὰ χρόνον, ὑπὸ τοῦτο ταχθήσεται τὸ ὄν. εἰ δὲ πᾶν τὸ ὁπωσοῦν αἰώνιον εἴτε κυρίως εἴτε μὴ καὶ εἴτε καθ’ ὅλου εἴτε μερικῶς ἀεὶ ὂν λά‐
15βοιμεν, καὶ ἡ ψυχὴ τῶν αἰωνίων ἔσται, καὶ τὸ ἓν ὂν ἀεὶ ὂν ῥηθήσεται, καθ’ ὅσον ἔχει τὴν αἰτίαν τῶν αἰωνίων ἁπάν‐ των ἑνιαίως ἐν αὐτῷ καὶ κρυφίως, ὥσπερ φασίν. ἔχει γὰρ οὕτως· τὸ μέν ἐστιν ὑπεραιώνιον, τὸ δὲ αἰών, τὸ δὲ αἰώνιον ἁπλῶς, τὸ δὲ πῂ αἰώνιον. ἕκαστον δὲ τούτων ἀεὶ ὄν, τὸ
20μὲν ὡς τοῦ ἀεὶ δύναμις καὶ πηγή, τὸ δὲ ὡς πρώτως ὂν τὸ ἀεὶ καὶ αὐτοαεὶ καὶ οὐ κατὰ μετοχήν, τὸ δὲ ὡς τοῦ ἀεὶ μετέχον καὶ πρώτως ὅλον αἰώνιον, τὸ δὲ ὡς πῂ τῆς τοι‐ αύτης ἰδιότητος μεταλαβόν. τριχῶς γάρ ἐστιν ἕκαστον, ἢ κατ’ αἰτίαν, ἢ καθ’ ὕπαρξιν, ἢ κατὰ μέθεξιν· τὸ μὲν οὖν
25ἓν ὂν καθ’ ὕπαρξίν ἐστι μόνως ὄν, κατ’ αἰτίαν δὲ ἀεὶ ὄν, ὁ δὲ αἰὼν καθ’ ὕπαρξιν ἀεὶ ὄν, κατὰ μέθεξιν δὲ ὄν, τὸ δὲ αἰώνιον κατὰ μέθεξιν ὂν καὶ ἀεὶ ὄν, καθ’ ὕπαρξιν δὲ ἄλλο τι, 〈ἢ〉 νοητὸν ἢ νοητὸν καὶ νοερὸν ἢ νοερόν, καὶ εἰ τοῦτο, ἢ ὁλικὸν ἢ μερικόν, καὶ εἰ τοῦτο, ἢ ὑπερκόσμιον ἢ
30ἐγκόσμιον, καὶ εἰ τοῦτο, ἢ θεῖον ἢ μετὰ θεοὺς ὄν, καὶ ἑκά‐
τερον ἢ τῷ εἶναι μόνον, ἢ τῷ δύνασθαι καὶ τῷ ἐνεργεῖν.
in Ti
.

1

.

235

καὶ μέχρι τούτων τὸ ἀεὶ ὂν τῶν πῂ αἰωνίων. πάλιν τοί‐ νυν τὸ γιγνόμενον, εἰ μὲν τὸ κυρίως λάβοιμεν, τὴν γένεσιν ληψόμεθα τὴν παντοίως ἐξαλλαττομένην, εἰ δὲ πᾶν τὸ ὁπωσ‐ οῦν γενητόν, καὶ τὸν οὐρανὸν γιγνόμενον ἐροῦμεν, καθ’
5ὅσον αὐτῷ μέτεστι κινήσεως καὶ μεταβολῆς, καὶ τὴν ψυχὴν τῶν γιγνομένων πρώτην, καθ’ ὅσον ἐν χρόνῳ ζῇ καὶ συμ‐ φυής ἐστιν αὐτῆς ταῖς ἐνεργείαις ὁ χρόνος. καὶ οὕτω κά‐ τωθέν τε ἀνιόντες εἰς ψυχὴν ἀπολήξομεν ὡς πρώτην τῶν γενητῶν, καὶ ἄνωθεν κατιόντες εἰς αὐτὴν ἀποπαυσόμεθα
10πάλιν ὡς ἐσχάτην τῶν αἰωνίων· καὶ γὰρ εἰ καὶ τὸν οὐρανὸν ἀεί φησί τις εἶναι λέγων ὀρθῶς, ἀλλὰ τὸ εἶναι αὐτοῦ γίγνε‐ ται ἀεὶ παρ’ ἄλλου, ψυχὴ δὲ καὶ παρ’ ἑαυτῆς ἔχει τὴν ἑαυτῆς οὐσίαν. διὸ καὶ ὁ ἐν Φαίδρῳ [245 E 246 A] Σω‐ κράτης ἀγένητον αὐτὴν ἅμα καὶ αὐτοκίνητον ἔλεγεν, ὡς
15ἀρχὴν μὲν πάσης γενέσεως, ἑαυτὴν δὲ γεννῶσαν καὶ ἑαυτὴν ζῳοποιοῦσαν· ἀγένητον ἄρα καὶ γενητὴν αἰώνιόν τε καὶ οὐκ αἰώνιον αὐτὴν λέγοντες ὀρθῶς ἐροῦμεν. διὸ καὶ ὁ Ἀθη‐ ναῖος ξένος [leg. X 904 A] ἠξίου τὴν ψυχὴν ἀνώλεθρον μὲν λέγειν, οὐκ αἰώνιον δέ, καὶ τοῖς ῥήμασιν τούτοις λέ‐
20γων, διότι πῄ ἐστιν αἰώνιον, ἀλλ’ οὐ κατὰ πᾶσαν ἑαυτήν, ὡς τὸ ὄντως ὄν. ἄλλο δὲ ἦν τὸ εἶναι ἀεὶ καὶ τὸ γίγνεσθαι· καὶ ὁ μὲν οὐρανὸς γίνεται ἀεί—παρ’ ἑαυτοῦ γὰρ οὐκ ἔχει τὸ ὄν—ἡ δὲ ψυχὴ καὶ ἔστιν ἀεί—παρ’ ἑαυτῆς γὰρ ἔχει τὸ ὄν—καὶ πᾶν τὸ πρὸ αὐτῆς οὐ γίνεται μὲν ἀπ’ αἰτίας,
25ἔστι δὲ ἀπ’ αἰτίας· γένεσις γὰρ ἐν τοῖς ὑπ’ ἄλλων μόνον ὑφισταμένοις ἐστί. πῶς μὲν οὖν ἁπάντων γέγονε τῶν ὄντων περίληψις καὶ πῶς οὐχ ἁπάντων ἐν τοῖς εἰρημένοις τμήμασι, διὰ τούτων ἔστω καταφανές· οὐχ ἁπάντων μέν, διότι τὸ μόνως αἰώνιον εἴληπται καὶ τὸ μόνως γενητόν, ἃ δή ἐστι
30τὸ μὲν πρὸ ψυχῆς, τὸ δὲ μετὰ ψυχήν· ἁπάντων δέ, ὅτι τῶν ἄκρων ληφθέντων ἔστι καὶ τὸ μέσον ἐκ τούτων εὑρεῖν, ὅπερ
ἅμα καὶ ὄν ἐστι καὶ γιγνόμενον. Ὅτι δὲ ἀναγκαίως πρὸ
in Ti
.

1

.

236

τῶν ἄλλων ἁπάντων ἀξιωμάτων τοὺς διορισμοὺς πεποίηται τοῦ τε ὄντος ἀεὶ καὶ τοῦ γιγνομένου, ῥᾴδιον καταμαθεῖν ἐννοήσαντας, ὅτι τοῦτο πρώτιστόν ἐστι τῶν προβλημάτων περὶ τοῦ παντὸς εἰ γέγονεν ἢ ἀγενές ἐστιν, ὥσπερ εἴρηται μι‐
5κρῷ πρότερον [27 C], καὶ ὡς αὐτὸς ἐρεῖ προελθών [28 B]· σκεπτέον δὴ περὶ αὐτοῦ πρῶτον, ὅπερ ὑπόκειται περὶ παντὸς ἐν ἀρχῇ δεῖ〈ν〉 σκοπεῖν, πότερον ἦν ἀε, γενέσεως ἀρχὴν ἔχον οὐδεμίαν, ἢ γέγονεν. εἰ γὰρ τοῦτο πρώτιστόν ἐστι τῶν ἐξετασθησομένων, εἰκότως καὶ ἐν
10τοῖς ἀξιώμασι πρώτην ἔχει τάξιν, τί τὸ γενητὸν καὶ τί τὸ αἰώνιον· τούτοις γὰρ ἕπεται καὶ τὰ ἄλλα ἀξιώματα, ὥσπερ τῷ περὶ τοῦ γεγονέναι προβλήματι συνακολουθεῖ καὶ τὰ λοιπὰ προβλήματα. καὶ εἴ με δεῖ πάλιν ἐπαναλαβόντα τὸν περὶ τῶν ὑποθέσεων λόγον διὰ πλειόνων τὸ δοκοῦν εἰπεῖν,
15ἔοικεν ὁ Πλάτων ὥσπερ οἱ γεωμέτραι πρὸ τῶν ἀποδείξεων ὅρους παραλαμβάνειν καὶ ὑποθέσεις, δι’ ὧν ποιήσεται τὰς ἀποδείξεις, καὶ ἀρχὰς προκαταβάλλεσθαι τῆς ὅλης φυσιο‐ λογίας· ὡς γὰρ ἄλλαι μουσικῆς ἀρχαὶ καὶ ἄλλαι ἰατρικῆς, ὁμοίως δὲ καὶ ἀριθμητικῆς ἄλλαι καὶ μηχανικῆς, οὕτω
20δὴ καὶ φυσιολογίας ἀρχαί τινές εἰσι τῆς ὅλης, ἃς νῦν ὁ Πλάτων παραδίδωσιν [28 AB]. ὄντως ὄν ἐστι τὸ νοήσει μετὰ λόγου περιληπτόν. γενητόν ἐστι τὸ δόξῃ μετ’ αἰσθή‐ σεως ἀλόγου δοξαστόν. πᾶν τὸ γενητὸν ἀπ’ αἰτίας γίγνε‐ ται. τὸ μὴ ἀπ’ αἰτίας ὑφεστὸς οὐκ ἔστι γενητόν. οὗ τὸ
25παράδειγμα τὸ ἀεὶ ὄν ἐστι, τοῦτο καλόν ἐστιν ἐξ ἀνάγκης. οὗ τὸ παράδειγμα γενητόν, τοῦτο οὐ καλόν ἐστι. τὸ πᾶν οὐρανὸς καλείσθω ἢ κόσμος. ἀπὸ γὰρ τούτων τῶν ἀρχῶν πάντα προάγει τὰ ἐφεξῆς. καί μοι δοκεῖ καὶ διὰ τοῦτο τί μέν ἐστι τὸ ἀεὶ ὂν καὶ τί τὸ γενητὸν εἰπεῖν, ὅτι δέ ἐστι
30θάτερον αὐτῶν μὴ εἰπεῖν· καὶ γὰρ ὁ γεωμέτρης τί μέν ἐστι σημεῖον καὶ τί γραμμὴ πρὸ τῶν ἀποδείξεων ὑπέμνησεν, ὅτι δέ ἐστι τούτων ἑκάτερον, οὐδαμῶς ἐδίδαξε. καὶ πῶς γὰρ ἂν
εἴη γεωμέτρης περὶ τῶν οἰκείων διαλεγόμενος ἀρχῶν; κατὰ
in Ti
.

1

.

237

τὰ αὐτὰ δὴ οὖν καὶ ὁ φυσικὸς τί μὲν τὸ ἀεὶ ὂν ἐρεῖ τῶν ἀποδείξεων ἕνεκα τῶν μελλουσῶν, ὅτι δὲ ἔστιν, οὐδαμῶς ἀποδείξει· πέρα γὰρ ἂν ὁδεύοι φυσιολογίας. ἐπειδὴ δέ, ὡς προείπομεν [p. 1. 204, 3 ss], οὐχ ὡσαύτως τοῖς ἄλλοις φυσιο‐
5λόγος ἐστὶν ὁ Τίμαιος, φυσιολόγος Πυθαγόρειος ὤν, οὐδὲ ὁ Πλάτων ἐπιστήμην ἀκροτάτην καὶ ἐν τούτοις ἐπιδεικνύμενος, μετὰ ταῦτα κατασκευάσει πάνυ δαιμονίως, ὅτι ἔστι τὸ ὄντως ὄν, ἀπόχρη δὲ αὐτῷ πρὸς τὸ παρὸν τὸ τί ἐστι φυλάττοντι τοὺς τῆς φυσιολογίας ὅρους. καὶ ἔοικε τὸν μὲν ὅρον τοῦ ἀεὶ ὄντος
10καὶ τοῦ γενητοῦ ζητεῖν, ἵνα εὕρῃ τὰ αἴτια τὰ συμπληροῦντα τὸ πᾶν, τὸ εἶδος καὶ τὴν ὕλην· τούτων γὰρ δεῖται τὸ γενη‐ τόν. τὴν δὲ τρίτην παραλαμβάνειν ὑπόθεσιν, ἵνα εὕρῃ τὴν ποιητικὴν αἰτίαν, τὴν δὲ τετάρτην, ἵνα λάβῃ, ὅτι πρὸς παρά‐ δειγμα ἀίδιον γέγονε τὸ πᾶν, τὴν δὲ πέμπτην, τὴν περὶ τοῦ
15ὀνόματος, ἵνα τοῦ ἀγαθοῦ καὶ τοῦ ἀρρήτου τὴν εἰς τὸν κό‐ σμον θηράσῃ μετάδοσιν, ὡς δειχθήσεται ἐν τοῖς ἑπομένοις. δοκεῖ δέ μοι καὶ ὁ Ἀριστοτέλης μιμούμενος αὐτὸν ἐν μὲν τῇ Φυσικῇ [α 2. 185a 12 s] τὴν ὑπόθεσιν τὴν μίαν παρα‐ λαβεῖν λέγων· ἡμῖν δὲ ὑποκείσθω τὰ φύσει ἢ πάντα ἢ
20ἔνια κινούμενα—δεῖ γὰρ πάντως εἶναι κίνησιν, εἰ μέλ‐ λουσιν εὐοδήσειν οἱ λόγοι τῆς φυσικῆς θεωρίας, εἴπερ ἀρχὴ κινήσεως ἡ φύσις—ἐν δὲ τῇ Περὶ Οὐρανοῦ πραγμα‐ τείᾳ πρὸ τῶν ἄλλων ἁπάντων λόγων τὰς ὑποθέσεις παρα‐ λαβεῖν ἐκείνας, περὶ ὧν καὶ ὁ Πλωτῖνος [enn. 2, 1, 2]
25εἶπεν· Ἀριστοτέλει μὲν οὖν οὐδὲν πρᾶγμα, εἴ τις αὐ‐ τοῦ τὰς περὶ τοῦ πέμπτου σώματος ὑποθέσεις παρα‐ δέξαιτο· τὰς πέντε λέγων· ἡ ἁπλῆ κίνησις ἁπλοῦ σώματος. τὸ ἁπλοῦν σῶμα ἁπλῆν ἔχει τινὰ κατὰ φύσιν κίνησιν. δύο
εἰσὶν αἱ ἁπλαῖ κινήσεις. ἓν ἑνὶ ἐναντίον. τὸ μὴ ἔχον ἐναν‐
in Ti
.

1

.

238

τίον οὐκ ἔχει τὸ φθεῖρον· ἀφ’ ὧν ἐπιδείκνυσι τὴν οὐσίαν τοῦ πέμπτου σώματος. ἀλλ’ ἐκεῖνος μὲν ὅτι ἀγένητος ἐκ τῶν ὑποθέσεων δείκνυσιν, οὗτος δὲ ὅτι γενητός. εἰ δὲ δια‐ φωνοῦσιν ἢ μή, μικρὸν ὕστερον ἡμῖν ἔσται καταφανές.
5καὶ τοῦτο μὲν εἰσαῦθις. Διὰ τί δὲ εἰωθὼς ὁ Πλάτων καὶ τῷ ‘αὐτὸ‘ καὶ τῷ ‘ὅπερ‘ ἐπὶ τῶν νοητῶν χρῆσθαι τούτων μὲν οὐδέτερον παρείληφε, τὸ δὲ ‘ἀεὶ‘ μᾶλλον ἐνέκρινεν ὡς τῷ ὄντι συμφυές; ἔχει γὰρ καὶ τοῦτο ἀπορίαν, δι’ ἣν αἰτίαν ἀπὸ τῶν τριῶν τὸ ‘ἀεὶ‘ κυριώτερον ὑπέλαβεν εἰς τὸ σημῆναι
10τὴν τοῦ ὄντως ὄντος φύσιν. ἦ τὸ μὲν ‘αὐτὸ‘ τὴν ἁπλό‐ τητα δηλοῖ τῶν νοητῶν καὶ τὸ κατὰ τὴν ὕπαρξιν καὶ τὸ πρώτως εἶναι, ὃ λέγεται κατὰ τὴν ἰδιότητα, καθ’ ἣν πρώ‐ τως ὄντα ἅ ἐστι καὶ τὰ δεύτερα πληροῖ τῆς ἑαυτῶν μετου‐ σίας· τὸ δὲ ‘ὅπερ ὂν‘ τὴν καθαρότητα καὶ τὸ ἀμιγὲς καὶ
15μὴ ἀναπεπλησμένον τῆς ἐναντίας φύσεως· τὸ δὲ ‘ἀεὶ‘ τὸ αἰώνιον καὶ ἀμετάβλητον καὶ ἀνεξάλλακτον κατὰ τὴν ὑπό‐ στασιν. οἷον ὅταν μὲν αὐτὸ καλὸν φῶμεν καὶ αὐτὸ δίκαιον, τὸ μὴ κατὰ μετοχὴν κάλλους μηδὲ κατὰ μετουσίαν δικαίου καλὸν ἢ δίκαιον ὁρῶμεν, ἀλλ’ αὐτὸ πρώτως καλὸν καὶ
20πρώτως δίκαιον ὑπάρχον· ὅταν δὲ ὅπερ καλόν, τὸ μὴ τῷ αἰσχρῷ συμμιγὲς μηδὲ χραινόμενον ὑπὸ τοῦ ἐναντίου, καθ‐ άπερ τὸ ἔνυλον κάλλος, ὃ δὴ ἐν αἰσχρῷ κείμενον καὶ αὐτὸ τῆς ὑποκειμένης ἀναπίμπλαται φύσεως· ὅταν δὲ ἀεὶ καλόν, ὃ μὴ ποτὲ μὲν καλόν ἐστι, ποτὲ δὲ οὐ καλόν, ἀλλ’
25αἰωνίως ἐστὶ καλόν· ὥστε τὸ μὲν τὴν ἁπλότητα δηλοῖ τῶν νοητῶν καὶ τὴν εἰς τὰ ἄλλα πάντα παρ’ αὐτῶν χορηγίαν· τοῦτο γὰρ τὸ αὐτὸ καλόν, ᾧ πάντα καλὰ τὰ καλά, καὶ αὐ‐ τὸ ἴσον, ᾧ πάντα ἴσα τὰ ἴσα, καὶ ἐπὶ τῶν ἄλλων παραπλη‐ σίως· τὸ δὲ τὴν μόνωσιν καὶ τὴν καθαρότητα καὶ τὸ ἀμιγὲς
30καὶ ἄχραντον· τοῦτο γὰρ τὸ ὅπερ, τὸ μὴ ἀλλοῖον μηδὲ ἐφελ‐
κόμενόν τι τῶν ἀλλοτρίων· τὸ δὲ τὴν ἀμεταβλησίαν· τοῦτο
in Ti
.

1

.

239

γὰρ τὸ ἀεί· καὶ οὐχ ἁπλῶς τὴν ἀμεταβλησίαν, ἀλλὰ τὴν αἰώνιον διαμονήν· ἄλλο γὰρ τὸ ἀεὶ τὸ χρονικὸν καὶ ἄλλο τὸ αἰώνιον· τὸ μὲν ἀθρόως πᾶν ὄν, τὸ δὲ τῇ ὅλῃ συνεχείᾳ τοῦ χρόνου συνεκτεινόμενον καὶ ἄπειρον, τὸ μὲν ἐν τῷ νῦν,
5τὸ δὲ ἐν διαστάσει, τῆς διαστάσεως ἀκαταλήκτου τυγχανούσης καὶ ἀεὶ γιγνομένης. ἔστιν ἄρα τὸ μὲν ‘αὐτὸ‘ τοῖς οὖσιν ἀπὸ τοῦ παραδείγματος ἐφῆκον· ἐκεῖνο γὰρ τῆς ἁπλότητος αἴτιον τοῖς οὖσι καὶ τῆς εἰς τὰ ἄλλα δόσεως ὧν ἔχει πρώτως· τὸ δὲ ‘ὅπερ ὂν‘ ἀπὸ τοῦ ἑνὸς ὄντος· ἐκεῖνο γάρ ἐστι τὸ πρώτως
10ἐξῃρημένον τοῦ μὴ ὄντος καὶ τῆς στερήσεως, διότι πρώτως ἐστὶν ὂν καὶ κρυφίως ἐν αὐτῷ πάντα καὶ ἀδιαιρέτως ὑφέ‐ στηκε· τὸ δὲ ‘ἀεὶ‘ ἀπὸ τοῦ αἰῶνος· ὡς γὰρ τοῦ εἶναι τὸ ἓν ὄν, οὕτω τῆς ἀιδιότητός ἐστι χορηγὸς τοῖς νοητοῖς ὁ αἰών. εἰ μὲν οὖν ὁ Πλάτων περὶ μετεχόντων καὶ μετεχομένων
15ἐποιεῖτο τὸν λόγον καὶ πρὸς τοῦτο ἐδεῖτο τοῦ ὄντος, εἶπεν ἂν τί τὸ ὂν αὐτό· καὶ εἰ περὶ ἀμιγῶν καὶ συμμιγῶν, εἶπεν ἂν τί τὸ ὅπερ ὄν· ἐπειδὴ δὲ περὶ γενέσεως καὶ ἀγενεσίας διαλέξεται καὶ πρὸς τοῦτο δεῖται τῶν διορισμῶν τούτων, εἰκότως ἤρετο τί τὸ ὂν ἀεί. τούτῳ γὰρ διακρίνεται τὸ αἰώ‐
20νιον ἀπὸ τοῦ κατὰ χρόνον ὑφεστῶτος· τὸ γὰρ γενητὸν σύ‐ στοιχον ἔχει τὸν χρόνον ὡς τὸ ἀγένητον τὸν αἰῶνα. διὸ καὶ ἡ μὲν ζῴου φύσις ἡ πάντων περιληπτικὴ τῶν νοουμένων ζῴων αἰώνιός ἐστι [37 D], χρόνος δὲ μετ’ οὐρανοῦ γέ‐ γονεν, ὡς αὐτὸς ἐρεῖ [38 B] προελθών. τὸ μὲν γὰρ ἀεὶ ὄν,
25κἂν ἀπ’ αἰτίας προϊέναι λέγηται, ἀλλὰ κατὰ πάσας αὐτὸ τὰς αἰτίας οὐ γίγνεσθαι, ἀλλ’ εἶναι ῥητέον· καὶ γὰρ δι’ ὃ καὶ πρὸς ὃ καὶ ὑφ’ οὗ τὸ αὐτό ἐστιν· αὐθυπόστατον γάρ ἐστι τὸ ἀεὶ ὄν, οὐ γιγνόμενον ὑφ’ ἑαυτοῦ, ἵνα μὴ γένηταί ποτε μὴ ὄν—τὸ γὰρ γιγνόμενον ὅτε γίγνεται, οὐκ ἔστιν—οὐδὲ
30πρὸς αὐτὸ γιγνόμενον, ἵνα μὴ σύνθετον ᾖ, οὐδὲ δι’ αὐτὸ γιγνόμενον, ἵνα μὴ ἀτελὲς ᾖ. τὸ δὲ γενητὸν εἰς ἄλλο ἀνήρ‐
τηται καὶ ἀπ’ ἄλλων αἰτίων ἔχει τὴν πάροδον, οἷον δή ἐστι
in Ti
.

1

.

240

τὸ σωματοειδὲς πᾶν. ἀλλὰ πῶς οὐδέποτε ὂν τὸ γιγνόμενον, περὶ οὗ διαρρήδην εἶπεν ἐν Σοφιστῇ, ὅτι καὶ τοῦτο ὄν πώς ἐστιν; ἦ τοῦτο καὶ αὐτὸς ἐρεῖ μικρὸν ὕστερον [28 A], οὐχ ὅτι τὸ μὴ ὄν ἐστιν, ἀλλ’ ὅτι ὄντως οὐδέ‐
5ποτε ὄν. νῦν δὲ εἴρηται οὐδέποτε ὄν, ὅτι τὸ ὂν ἐπὶ τῆς αἰωνίας προετέτακτο φύσεως, τὸ δὲ γιγνόμενον οὐδέποτέ ἐστι τὸ ἀεὶ ὄν· εἴπερ οὖν τὸ εἶναι ᾗ ὂν ἄδεκτον τοῦ μὴ εἶναι, δῆλον, ὅτι τὸ γιγνόμενον, συμπεπλεγμένον ἔχον τῷ μὴ ὄντι τὸ ὁπωσοῦν ἐν αὐτῷ ὄν, οὐδέποτέ ἐστιν ὂν οὕτως,
10ὡς εἰλικρινῶς ὂν καὶ καθ’ αὑτὸ ὄν, ᾧ προσήκει μόνῳ εἶ‐ ναι, ἀλλὰ μὴ μετὰ τοῦ εἶναι καὶ μὴ εἶναί πως, ὁμοῦ καὶ οὐκ ὄν. Τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτόν, ἀεὶ κατὰ ταὐτὰ ὄν, τὸ δὲ αὖ δόξῃ μετ’ αἰσθήσεως ἀλό‐
15γου δοξαστόν, γιγνόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν [28 A]. Οἳ μὲν ἑκάτερον τούτων τῶν κώλων ἕνα λόγον πεποιή‐ κασιν, ὅσοι φασὶν ὁρισμὸν εἶναι τοῦ ἀεὶ ὄντος 〈τὸ〉 νοή‐ σει μετὰ λόγου περιληπτὸν ὄν, ἀεὶ κατὰ τὰ αὐτὰ
20ν, καὶ τοῦ γιγνομένου τὸ δόξῃ μετ’ αἰσθήσεως ἀλό‐ γου δοξαστόν, γιγνόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν· οἷς πολλά τε ἄλλα συμβέβηκεν ἁμαρτεῖν καὶ τὸ τὰ ὁριστὰ ἐν τοῖς ὁρισμοῖς περιλαμβάνειν· ἐζητεῖτο γάρ, τί τὸ ἀεὶ ὄν, ὃ παρέλαβεν ὁ πρότερος ὅρος εἰπών· ἀεὶ
25κατὰ τὰ αὐτὰ ὄν· καὶ 〈τί〉 τὸ γιγνόμενον, ὃ παρέλαβεν ὁ δεύτερος εἰπών· γιγνόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν· τοῦτο δὲ καὶ ἑαυτῶν ἐστι κατηγορούν‐ των διαλεκτικῆς ἀπειρίαν καὶ τοῦ Πλάτωνος. οἳ δὲ διελόντες τὸ μὲν ὁρισμόν, τὸ δὲ ὁριστὸν ἐν ἑκατέρῳ τῶν κώλων ἀπέ‐
30φηναν· ἔν τε γὰρ τῷ προτέρῳ τὸ μὲν νοήσει μετὰ λόγου
περιληπτὸν ὅρον εἶναι, τὸ δὲ ἀεὶ κατὰ ταὐτὰ ὂν ὁριστόν,
in Ti
.

1

.

241

καὶ ἐν τῷ δευτέρῳ τὸ μὲν δόξῃ μετ’ αἰσθήσεως ἀλόγου δοξαστὸν ὡς ὅρον ἀποδεδόσθαι, τὸ δὲ λοιπὸν ὡς αὐτὸ τὸ κεφαλαιῶδες. τούτοις δὴ τοῖς ἀνδράσιν εὖ λέγουσι καὶ ὁ ἡμέ‐ τερος ἠρέσκετο διδάσκαλος· καὶ γὰρ εἰ μικρόν πως τὴν
5λέξιν μεταρρυθμίσαιμεν, αὐτόθεν ἔσται τὸ πᾶν καταφανές· τὸ μὲν δὴ ἀεὶ κατὰ τὰ αὐτὰ ὄν ἐστι νοήσει μετὰ λόγου περιληπτόν, τὸ δὲ γιγνόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν, δόξῃ μετ’ αἰσθήσεως ἀλόγου δοξαστόν· ταῦτα γὰρ καὶ τοῖς προειρημένοις ἀκόλουθα·
10τί τὸ ὂν ἀε, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γιγνό‐ μενον, ὂν δὲ οὐδέποτε· τοῦ μὲν ἀεὶ κατὰ ταὐτὰ ὄν〈τοσ〉 τὸ ἀεὶ ὂν καὶ γένεσιν οὐκ ἔχον δηλοῦντος—ἰσοδυναμεῖ γὰρ τὸ κατὰ ταὐτὰ τῷ γένεσιν οὐκ ἔχον—τοῦ δὲ γιγνομένου μέν, οὐδέποτε δὲ ὄντος τῷ γιγνομένῳ καὶ ἀπολλυμένῳ καὶ ὄντως
15οὐδέποτε ὄντι τὸ αὐτὸ σημαίνοντος, εἰ καὶ σαφέστερον ἀπήγγελται, διὰ τῆς τοῦ ὄντως προσθήκης ἐνδεικνυμένου τοῦ Πλάτωνος, ὅτι καθὸ μὲν γιγνόμενόν ἐστιν, οὐκ ἔστι, καθὸ δὲ ἴνδαλμα τοῦ ὄντος ἀποφέρεται, κατὰ τοσοῦτόν ἐστιν οὐ γιγνόμενον. ἐν γὰρ τοῖς ὁρισμοῖς καὶ τὰ ὁριστὰ
20μᾶλλον ἐσαφήνισε διὰ τῶν προσθέσεων· ὃ μὲν γὰρ εἶπεν ἄνω ἀεὶ ὄν, τοῦτο προσθεὶς εἶπεν ἀεὶ κατὰ τὰ αὐτὰ ὄν, ἵνα μὴ τὸ ἀεὶ τὸ χρονικὸν ἀκούσωμεν, ἀλλὰ τὸ αἰ‐ ώνιον· τοῦτο γὰρ ὁμοῦ πᾶν καὶ κατὰ τὰ αὐτὰ ὄν, τὸ δὲ χρονικὸν τῷ ἀπείρῳ τοῦ χρόνου συνεκτέταται· ὃ δὲ εἶπε
25γιγνόμενον, τοῦτο μετὰ τοῦ ἀπολλύμενον εἴρηκεν, ἵνα μὴ τὰς προόδους ἁπλῶς γενέσεις ἀκούσωμεν, ὃ καὶ ἐπὶ θεῶν τάττεται τῶν ἐπέκεινα τοῦ ὄντος, ἀλλὰ τὰς τὴν ἀπώλειαν ἐχούσας σύστοιχον. εἰσὶ δ’ οὖν οἱ ἀποδοθέντες ὁρισμοὶ τοι‐ οῦτοί τινες· ἀεὶ ὄν ἐστι τὸ νοήσει μετὰ λόγου περι‐
30ληπτόν· γιγνόμενόν ἐστι τὸ δόξῃ μετ’ αἰσθήσεως ἀλόγου δοξαστόν. ὑπὲρ ὧν ἐγκαλεῖν εἰώθασι τῷ Πλά‐ τωνι, πρῶτον μέν, ὅτι μὴ γένος παρείληφεν, ὡς οἱ τῶν ὅρων
βούλονται κανόνες, ἔπειθ’, ὅτι τὴν μὲν αὐτῶν τῶν ὁριστῶν
in Ti
.

1

.

242

φύσιν οὐ δεδήλωκεν ὁποία τίς ἐστιν, ἀπὸ δὲ τῶν γνώσεων αὐτὰ τῶν ἡμετέρων ἀφωρίσατο· δεῖν δὲ πρὸ τῆς σχέσεως ταύτης αὐτὰ καθ’ ἑαυτὰ τὰ πράγματα σκοπεῖν. ἡμῖν δὲ ἀποδεικτέον αὐτὸ τοὐναντίον, ὅτι παντελῶς ἁμαρτάνουσιν οἱ
5ταῦτα διαπορεῖν εἰωθότες· ποῖον γὰρ γένος ἐπὶ τοῦ ὄντος ἔχει χώραν, ὃ πᾶσαν περιλαμβάνει τὴν νοητὴν οὐσίαν; εἰ γὰρ μηδὲν ἡ οὐσία γένος ἔχει πρὸ ἑαυτῆς μηδὲ ὁρισμὸν οὖσα γενικώτατον, τί ἂν περὶ αὐτοῦ τοῦ ὄντος εἴποις, ὃ πάσης μὲν οὐσίας, πασῶν δὲ δυνάμεων, πασῶν δὲ ἐνεργειῶν
10ἐστι περιληπτικόν; οὔτε οὖν ὂν τὸ γένος ἐστὶ τοῦ ὄντος· ἔσται γὰρ τοῦτο τὸ ὂν οὐχ ἁπλῶς ὄν, ἀλλὰ τὶ ὄν· οὔτε μὴ ὄν, ἵνα μὴ καὶ τὸ ἀεὶ μὴ ὂν λάθωμεν ποιοῦντες· πανταχοῦ γὰρ τὰ γένη κατηγορεῖται τῶν οἰκείων εἰδῶν. οὐκ ἄρα ἔστι γένος τοῦ ὄντος. πῶς δὲ οὐ προσήκων ἐστὶ τῇ ὅλῃ θεωρίᾳ
15καὶ τοῖς προκειμένοις διορισμοῖς ὁ ἀπὸ τῶν γνώσεων ἀφο‐ ρισμός; εἰ γάρ, ὥσπερ εἴπομεν πρότερον [p. 228, 25 ss], ἀξιώμασι τούτοις ἐθέλει χρῆσθαι καὶ ὑποθέσεσι τῶν ῥηθησο‐ μένων ἀποδείξεων, δεῖ γνωρίμους εἶναι τὰς ἀποδόσεις ταύ‐ τας καὶ ἐναργεῖς ἡμῖν. ἀλλ’ εἰ μὲν αὐτὴν ἐφ’ ἑαυτῆς τὴν
20τῶν πραγμάτων φύσιν ἡμῖν παρεκελεύσατο θηρᾶν, ἔλαθεν ἂν ἀσαφείας ἐμπλήσας τὴν σύμπασαν διδασκαλίαν· ἐπειδὴ δὲ γνώριμον ποιῆσαι βούλεται διὰ τῶν ὅρων τό τε ὂν καὶ τὸ γιγνόμενον, ἵνα ἀπὸ γνωρίμων τὰς ἀποδείξεις προάγῃ καὶ τοῖς ἀκούουσιν ἐναργῶν ὑποθέσεων, εἰκότως ἀπὸ τῶν
25γνώσεων τῶν ἐν ἡμῖν οὐσῶν τὴν ἰδιότητα παρίστησιν αὐ‐ τῶν, ἃς καὶ ἀνεγείραντες καὶ τελεωσάμενοι θεασόμεθα τὴν ἐκείνων φύσιν τρανέστερον· ἐπεὶ γὰρ πᾶν τὸ γνωστικὸν ἢ αὐτό ἐστι τὸ γνωστὸν ἢ ὁρᾷ ἢ ἔχει τὸ γνωστόν—νοῦς μὲν γάρ ἐστι τὸ νοητόν, αἴσθησις δὲ ὁρᾷ τὸ αἰσθητόν, διά‐
30νοια δὲ ἔχει ἐν ἑαυτῇ τὸ διανοητόν—ἡμεῖς δὲ αὐτὸ γενέ‐ σθαι τὸ νοητὸν οὐ πεφύκαμεν, γιγνώσκομεν δὲ αὐτὸ διὰ
τῆς ἐν ἡμῖν συζύγου πρὸς αὐτὸ δυνάμεως, ταύτης οὖν δεῖ,
in Ti
.

1

.

243

καὶ διὰ ταύτης γνώριμος ἡμῖν ἡ τοῦ ὄντος φύσις. πρὸς μὲν οὖν τὰς ἀπορίας διὰ τούτων ἀπαντησόμεθα. δεῖ δὲ ἐφιστάνειν, ὅπως προτείνων μὲν ἑαυτῷ τὰ προβλήματα ἑκά‐ τερον καὶ καταφατικῶς καὶ ἀποφατικῶς ἐδήλωσεν, ἀποκρινό‐
5μενος δὲ πρὸς ἑκάτερον ἐπὶ μὲν τοῦ ἀεὶ ὄντος τὸ κατα‐ φατικὸν μόνον παρέλαβεν, ἐπὶ δὲ τοῦ γιγνομένου καὶ τὸ ἀποφατικόν, προσθεὶς μὲν αὐτῷ καὶ τὸ ἀπολλύμενον, ἑρμηνεύσας δὲ καὶ τὸ ὂν δὲ οὐδέποτε διὰ τῆς εἰς τὸ ὄντως δὲ οὐδέποτε ὂν μεταλήψεως· ἐπεὶ γὰρ τὸ ὂν κατὰ
10τὸ εἶναι χαρακτηρίζεται μόνον, τὸ δὲ γιγνόμενον καὶ κατὰ τὸ μὴ εἶναι, τὸ μὲν ὁριζόμενος αὐτὸ μόνον παρέλαβεν, εἰπὼν κατὰ τὰ αὐτὰ ὄν, τὸ δὲ μετὰ τῆς ἀποφάσεως, οὐ τὴν ἀπόφασιν δὲ μόνην, ἐπειδὴ οἱ ὁρισμοὶ τῶν καταφάσεών εἰσι τὸ ὑπάρχον ἑκάστῳ σημαίνοντες. εἰ δὲ μὴ μόνον αὐτὸ
15γιγνόμενον, ἀλλὰ καὶ ἀπολλύμενον προσείρηκεν, οὐ θαυμα‐ στόν· ὡς γὰρ τῷ ὄντι προσέθηκε τὸ κατὰ τὰ αὐτὰ εἶναι καὶ μὴ μόνον τὸ ἀεὶ εἶναι, οὕτως τῷ γιγνομένῳ τὸ ἀπόλ‐ λυσθαι· τοῦτο γὰρ ὡς μὲν γινόμενον τοῦ ἀεὶ ὄντος ἕτερον, ὡς δὲ ἀπολλύμενον τοῦ κατὰ τὰ αὐτὰ ὄντος. οὐ γὰρ ἔστι
20τὸ γιγνόμενον καθόσον γιγνόμενόν ἐστι καὶ ἀπολλύμενον, ἑαυτὸ συνέχειν οὐ δυνάμενον· ἦν γὰρ ἂν καὶ ἑαυτὸ παρά‐ γειν δυνάμενον. ἑκάτερον οὖν καθ’ ἑαυτὸ λαβών, τὸ ὂν καὶ τὸ γιγνόμενον, εἶδε τὸ μὲν ὑπὲρ γένεσιν, τὸ δὲ ἀνώλε‐ θρον οὐκ ὄν· ὡς ὅταν γε τῷ γιγνομένῳ προσγένηται τοῦ
25ὄντος ἔμφασις, δύναται μένειν ὁπωσοῦν ἀεὶ γιγνόμενον. Φέρε δὴ καὶ ἑκάστην τῶν λέξεων αὐτὴν καθ’ αὑτὴν ἐπι‐ σκεψώμεθα δι’ ὧν συντίθησι τὰς ἀποδόσεις, καὶ πρώτην τῶν ἄλλων τὴν νόησιν κατίδωμεν, τῶν ποσαχῶς ἐστι λεγο‐ μένων, καὶ τὰς ὅλας αὐτῆς συλλογισώμεθα προόδους. πρώτη
30μὲν οὖν ἐστι νόησις ἡ νοητή, εἰς ταὐτὸν ἥκουσα τῷ νοητῷ
καὶ οὐχ ἕτερον οὖσα παρὰ τὸ νοητόν, ἣ καὶ οὐσιώδης ἐστὶ
in Ti
.

1

.

244

νόησις καὶ αὐτοουσία, διότι πᾶν τὸ ἐν τῷ νοητῷ τοῦτον ὑφέστηκε τὸν τρόπον, οὐσιωδῶς καὶ νοητῶς. δευτέρα δὲ ἡ συνάπτουσα τῷ νοητῷ τὸν νοῦν, συνεκτικὴν ἔχουσα καὶ συναγωγὸν τῶν ἄκρων ἰδιότητα καὶ οὖσα ζωὴ καὶ δύναμις,
5πληροῦσα μὲν ἀπὸ τοῦ νοητοῦ τὸν νοῦν, ἐνιδρύουσα δὲ τὸν νοῦν εἰς τὸ νοητόν. τρίτη δὲ ἡ ἐν αὐτῷ τῷ θείῳ νῷ σύ‐ ζυγος νόησις, ἐνέργεια οὖσα τοῦ νοῦ, δι’ ἧς τὸ ἐν αὐτῷ νοητὸν συνείληφε καὶ καθ’ ἣν ἑαυτὸν νοεῖ καὶ ᾗ αὐτός ἐστιν· ἐνέργεια γάρ ἐστι καὶ αὐτονόησις, ἀλλ’ οὐ νοητὴ
10νόησις, οὐδὲ ὡς δύναμις, ἀλλ’ ὡς ἐνέργεια, καθάπερ εἴρη‐ ται, καὶ νοερὰ νόησις. τετάρτην δὲ ἔχει τάξιν ἡ τῶν μερι‐ κῶν νόων νόησις, ἐπεὶ καὶ τούτων ἕκαστος ἔχει καὶ νοητόν τι πάντως ἑαυτῷ συζυγοῦν καὶ νόησιν, μᾶλλον δὲ ἕκαστος πάντα ἔχει μερικῶς, νοῦν, νόησιν, νοητόν, δι’ ὧν καὶ συν‐
15άπτεται τοῖς ὅλοις καὶ τὸν ὅλον νοητὸν κόσμον νοεῖ καὶ τούτων ἕκαστος. πέμπτη δ’ ἐστὶν ἡ τῆς ψυχῆς τῆς λογικῆς νόησις· ὡς γὰρ νοῦς λέγεται ἡ λογικὴ ψυχή, οὕτω καὶ ἡ γνῶσις αὐτῆς νόησις καὶ μεταβατικὴ νόησις καὶ τὸν χρόνον ἔχουσα συμφυῆ πρὸς ἑαυτήν. ἕκτη δέ, εἰ βούλει καὶ ταύ‐
20την συναριθμεῖν, ἡ φανταστικὴ γνῶσις ὑπό τινων προσαγο‐ ρεύεται νόησις καὶ νοῦς ἡ φαντασία παθητικός, ὅτι καὶ ἔνδον καὶ μετὰ τύπων καὶ σχημάτων γινώσκει ὅσα γινώσκει. κοινὸν δὲ κατὰ πάσης νοήσεως αὐτὸ τοῦτο τὸ ἔνδον ἔχειν τὸ γνωστόν· τούτῳ γὰρ δήπου καὶ διαφέρει νόησις αἰσθήσεως.
25ἀλλ’ ὅπου μέν ἐστιν αὐτὸ τὸ γνωστὸν ἡ νόησις· ὅπου δὲ ἔστι μὲν τὸ δεύτερον, ἔχει δὲ τὸ πρῶτον· ὅπου δὲ ἔστι μὲν τὸ τρίτον, ἔχει δὲ τὸ δεύτερον, ὁρᾷ δὲ τὸ πρῶτον ὁλικῶς· ὅπου δὲ ἔστι μὲν τὸ γνωστὸν μερικῶς, ὁρᾷ δὲ καὶ τὰ ὅλα διὰ τοῦ μερικοῦ· ὅπου δὲ ὁρᾷ μὲν τὰ ὅλα, ἀλλὰ μερικῶς
30ἅμα καὶ οὐκ ἀθρόως· ὅπου δὲ καὶ μετὰ πάθους ἡ ὅρασις.
τοσαῦται μὲν οὖν εἰσι διαφοραὶ νοήσεως. ληπτέον δὲ νῦν
in Ti
.

1

.

245

οὔτε τὴν φανταστικὴν νόησιν· οὐ γὰρ πέφυκεν αὕτη τὸ ὄντως ὂν γιγνώσκειν· ἀόριστον γάρ, ὅτι καὶ μετὰ σχήματος καὶ μορφῆς γινώσκει, τὸ φανταστόν, τὸ δὲ ἀεὶ ὂν ἀσχημά‐ τιστόν ἐστι· καὶ ὅλως οὐδεμία γνῶσις ἄλογος αὐτὸ τὸ ὂν
5δύναται θεωρεῖν, ἥ γε μηδὲ τὸ καθόλου πέφυκεν αἱρεῖν. οὔτε τὴν ἐν τῇ λογικῇ ψυχῇ· τὸ γὰρ ἀθρόον οὐκ ἔχει καὶ τὸ τοῖς αἰωνίοις σύστοιχον, ἀλλὰ κατὰ χρόνον πρόεισιν. οὔτε τὰς ὁλικὰς νοήσεις· ἐξῄρηνται γὰρ ἐκεῖναι τῶν ἡμετέ‐ ρων γνώσεων, ὁ δὲ Τίμαιος συνέταξε τῷ λόγῳ τὴν νόησιν.
10ἀλλὰ τὴν τοῦ μερικοῦ νοῦ νόησιν νυνὶ ληπτέον· αὕτη γάρ ἐστι, μεθ’ ἧς καὶ ἡμεῖς ὁρῶμέν ποτε τὸ ὄν. ὡς γὰρ ἡ αἴσθησις ἐν τῇ δευτέρᾳ δυάδι κατωτέρω τῆς λογικῆς ψυχῆς, οὕτως ἡ νόησις ἀνωτέρω κατ’ αὐτήν. ὁ γὰρ μερικὸς νοῦς προσεχῶς ὑπερίδρυται τῆς ἡμετέρας οὐσίας, ἀνάγων αὐτὴν
15καὶ τελειῶν, πρὸς ὃν ἐπιστρεφόμεθα καθηράμενοι διὰ φιλο‐ σοφίας καὶ τὴν ἑαυτῶν νοερὰν δύναμιν τῇ ἐκείνου νοήσει συνάψαντες. τίς δὲ ὁ μερικὸς νοῦς ἐστιν οὗτος, καὶ ὡς οὐχ εἷς ἐστι κατὰ μίαν ψυχὴν μερικήν, οὐδὲ αὐτόθεν ὑπὸ τῶν μερικῶν μετέχεται ψυχῶν, ἀλλὰ διὰ τῶν ἀγγελικῶν καὶ δαι‐
20μονίων ψυχῶν τῶν ἀεὶ κατ’ αὐτὸν ἐνεργουσῶν, δι’ ἃς καὶ αἱ μερικαὶ ψυχαί ποτε μετέχουσι τοῦ νοεροῦ φωτός, διήρθρωται διὰ πλειόνων ἐν ἄλλοις. νῦν δὲ εἰλήφθω τοσοῦτον, ὅτι μετέχεται μὲν οὗτος ὑπ’ ἄλλων προσεχῶς ψυχῶν δαιμονίων πᾶς, ἐλλάμπει δὲ εἰς τὰς ἡμετέρας, ὁπόταν ἐπιστρέφωμεν
25εἰς αὐτὸν καὶ τὸν ἐν ἡμῖν λόγον νοερὸν ἀποτελέσωμεν. καὶ ὡς ἐν Φαίδρῳ [247 CD] κυβερνήτην τοῦτον ἐκάλεσε τῆς ψυχῆς καὶ μόνον εἶπε τὸ ὂν νοεῖν, τὴν δὲ ψυχὴν μετὰ τούτου νῷ καὶ ἐπιστήμῃ τρεφομένην, οὕτως οὖν καὶ ἐνταῦθα τὴν νόησιν εἶναι καὶ πρὸ ψυχῆς καὶ ὄντως εἶναι
30νόησιν ἐκείνην, μετέχεσθαι δὲ ὑπὸ ψυχῆς, ὅταν ὁ λόγος
ἐνεργῇ νοερῶς. διὸ καὶ ἐν τοῖς ἑπομένοις ἐρεῖ [51 E]
in Ti
.

1

.

246

τὸν νοῦν εἶναι μὲν ἐν θεοῖς, μετέχειν δὲ αὐτοῦ γένος ἀνθρώπων βραχύ τι. καὶ ἔοικεν ὁ λόγος πᾶσαν γνῶσιν τοῦ ἀεὶ ὄντος ἐκφαίνων νόησιν μὲν αὐτὴν εἰπεῖν τὴν πρώ‐ την, ὅπως δὲ μὴ μόνην αὐτὴν ὑπολάβῃ, προσθεῖναι τῇ
5νοήσει τὸν λόγον, τῷ μεταβατικῷ διελών, ὡς ὅταν γε λόγος νοῇ τὸ ἀεὶ ὄν, ὡς μὲν λόγος ἐνεργεῖ μεταβατικῶς, ὡς δὲ νοῶν μετὰ ἁπλότητος, ἕκαστον μὲν ὡς ἁπλοῦν ἅμα νοῶν, οὐ πάντα δὲ ἅμα, ἀλλὰ μεταβαίνων ἀπ’ ἄλλων ἐπ’ ἄλλα, νοῶν δὲ πᾶν ὃ νοεῖ μεταβαίνων ὡς ἓν καὶ ἁπλοῦν.
10 Μετὰ δὴ τὸν περὶ τῆς νοήσεως διορισμὸν τὸν λόγον κατίδωμεν ὅστις ἐστὶ καὶ ὅπως τῇ νοήσει συμφύεται. λέγε‐ ται μὲν οὖν καὶ ἐν Θεαιτήτῳ τριχῶς ὁ λόγος, ὅ τε προ‐ φορικὸς καὶ ἡ διὰ τῶν στοιχείων διέξοδος καὶ ὁ τῶν ἑκά‐ στου πρὸς τὰ ἄλλα διαφορῶν παραστατικός. ἀλλὰ πάντα
15ταῦτα τὰ σημαινόμενα περὶ σύνθεσίν ἐστι καὶ διαίρεσιν καὶ ἀνάρμοστα τυγχάνει ὄντα πρὸς τὴν τοῦ ἀεὶ ὄντος περίληψιν· τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον αἱρεῖσθαι πέφυκε· τὸ δὲ ἀεὶ ὂν ἁπλοῦν ἐστι καὶ ἀδιαίρετον, ἐξῃρημένον πάντων τῶν πρὸς ταῦτα ἐναντίων. λέγεται δὲ αὖ κατ’ ἄλλον τρόπον ὃ μὲν
20δοξαστικός, ὃ δὲ ἐπιστημονικός, ὃ δὲ νοερός· ἐπεὶ γάρ ἐστιν ἐν ἡμῖν καὶ δόξα καὶ διάνοια καὶ νοῦς—λέγω δὲ νοῦν ἐν τούτοις τὸ τῆς διανοίας ἀκρότατον—πᾶσα δὲ ἡμῶν ἡ οὐσία λόγος ἐστίν, ἐν ἑκάστῳ τούτων ἄλλως τὸν λόγον θεατέον. ἀλλ’ οὔτε ἡ δόξα πέφυκε τῇ νοήσει συνάπτεσθαι τοῦ κατ’
25ἐνέργειαν νοῦ· τοὐναντίον γὰρ τῇ ἀλόγῳ γνώσει συνέζευκται· οὔτε ἡ διάνοια, καθ’ ὅσον εἰς πλῆθος χωρεῖ καὶ διαίρεσιν, οἵα τέ ἐστιν εἰς νοῦν ἀνατρέχειν, ἀλλὰ τοὐναντίον ἀφίσταται διὰ τῆς τῶν λόγων ποικιλίας τῆς νοερᾶς ἀμερείας· λείπεται ἄρα τὸ ἀκρότατον τῆς ψυχῆς καὶ τὸ ἑνοειδέστατον τῆς δια‐
30νοίας ἐνιδρύεσθαι τῇ νοήσει τοῦ μερικοῦ νοῦ, διὰ συγγέ‐ νειαν αὐτῇ συναπτόμενον. τοῦτο δὴ οὖν ἐστιν ὁ λόγος, τὸ
νοοῦν ἡμῶν τὰ νοητά, καὶ οὗ ὁ ἐν Πολιτείᾳ [VI 511 DE]
in Ti
.

1

.

247

Σωκράτης νόησιν εἶπε τὴν ἐνέργειαν, ὡς διάνοιαν τὴν τῶν μέσων γνῶσιν νοητῶν καὶ δοξαστῶν· εἰ δὲ νόησις αὐτοῦ ἡ ἐνέργεια, νοῦς ἄν τις εἴη οὗτος ὁ λόγος, ὃν ἐν τοῖς ἑπομένοις [37 ABC] ἐγγίγνεσθαί φησι τῇ ψυχῇ περὶ τὸ
5νοητὸν κινουμένῃ, καθάπερ καὶ τὴν ἐπιστήμην, ἀλλὰ τὴν ἐπιστήμην ποικιλωτέραν ἔχειν ἐνέργειαν, δι’ ἄλλων ἄλλα πιέζουσαν, τὸν δὲ νοῦν ἁπλουστέραν, αὐτοπτικῶς τὰ ὄντα θεωμένην. τοῦτο δὴ τὸ ἀκρότατον καὶ ἀμερέστατον ἡμῶν προσηγόρευσε νυνὶ λόγον ὁ Πλάτων, ὡς ἐκφαῖνον τὸν νοῦν
10ἡμῖν καὶ τὴν νοητὴν φύσιν· ὅταν γὰρ ἡ ψυχὴ φαντασίας ἀποστῇ καὶ δόξης καὶ τῆς ποικίλης καὶ ἀορίστου γνώ‐ σεως, ἀναδράμῃ δὲ εἰς τὴν ἑαυτῆς ἀμέρειαν, καθ’ ἣν ἐνερ‐ ρίζωται τῷ μερικῷ νῷ, καὶ ἀναδραμοῦσα συνάψηται τὴν ἑαυτῆς ἐνέργειαν πρὸς τὴν ἐκείνου νόησιν, τότε δὴ μετ’
15ἐκείνου νοεῖ τὸ ἀεὶ ὄν, μιᾶς τε τῆς ἐνεργείας οὔσης καὶ δυοειδοῦς καὶ ταυτότητος καὶ διακρίσεως ἐν ταῖς νοήσεσιν ὑπαρχούσης. τηνικαῦτα γὰρ καὶ ἀθροωτέρα γίνεται τῆς ψυ‐ χῆς ἡ νόησις καὶ ἐγγυτέρω τῶν αἰωνίων πραγμάτων, ἵνα καὶ ἕλῃ τὸ νοητὸν ἅμα τῷ νῷ καὶ οἷον φῶς ἔλαττον μετὰ
20μείζονος φωτὸς ἐνεργήσῃ, τοῦ ἐν ἡμῖν λόγου τὴν νόησιν ὑποτρέχοντος τοῦ νοῦ, καὶ γένηται τὸ νοητὸν νοήσει μετὰ λόγου περιληπτόν. ὁ μὲν γὰρ ἡμέτερος λόγος μετὰ τῆς νοή‐ σεως αἱρεῖ τὸ νοητόν, ἡ δὲ τοῦ νοῦ νόησις ἀεὶ καὶ ἔστι καὶ ὁρᾷ τὸ νοητόν, συνάπτει δὲ αὐτῷ τὸν λόγον, ὅταν καὶ
25οὗτος γένηται νοοειδής. ἀλλὰ πῶς περιληπτὸν τῷ μερικῷ νῷ τὸ ὄντως ὂν ἢ τῷ λόγῳ; τοῦτο γὰρ ἔτι θαυμαστότερον. ἦ καὶ εἰ μὴ τὸ νοητὸν αὐτὸ δυνατὸν περιληφθῆναι τῷ νῷ καὶ τῷ λόγῳ, διότι κρεῖττόν ἐστιν ἁπάσης περιοχῆς καὶ ἐξῃρημένως πάντα περιείληφεν, ἀλλ’ οὖν ὁ μὲν νοῦς τὸ
30ἑαυτοῦ νοητὸν ἔχων διὰ τοῦτο λέγεται καὶ τὸ ὅλον περι‐ λαμβάνειν, ὁ δὲ λόγος διὰ τοῦ νοῦ συστοίχως ἑαυτῷ τῶν
ὄντων ὑποδεχόμενος ἐννοίας οὕτω διὰ τούτων λέγεται τὸ ὂν
in Ti
.

1

.

248

περιλαμβάνειν. τάχα δὲ ἂν σημαίνοι καὶ ὅτι περιθέων τὸ νοητὸν ὁ λόγος καὶ ὡς περὶ κέντρον ἐνεργῶν καὶ κινού‐ μενος οὕτως αὐτὸ θεᾶται, τῆς μὲν νοήσεως ἀμεταβάτως αὐτὸ καὶ ἀμερίστως γινωσκούσης, τοῦ δὲ λόγου περιχορεύοντος
5αὐτοῦ κύκλῳ τὴν οὐσίαν καὶ ἀνελίττοντος τὴν ἡνωμένην ἐν αὐτῷ πάντων ὑπόστασιν. Ἐπὶ δὴ τούτοις τὴν δόξαν κατανοήσωμεν ἥτις ἐστίν. ὅτι μὲν οὖν πέρας ἐστὶ τῆς λογικῆς ἁπάσης ζωῆς καὶ ὅτι συνάπτεται πρὸς τὸ ἀκρότατον τῆς ἀλόγου, πολλάκις ἐστὶ
10τεθρυλημένον. ἃ δέ ἐστιν ἐξαίρετα τῆς Πλατωνικῆς παρα‐ δόσεως, ταῦτα νῦν λέγωμεν· ὅτι τοὺς τῶν αἰσθητῶν λόγους τὸ δοξαστικὸν περιέχει καὶ τοῦτό ἐστι τὸ τὰς οὐσίας αὐτῶν γινῶσκον καὶ τὸ μὲν ὅτι θεωροῦν, τὴν δὲ αἰτίαν ἀγνοοῦν. τῆς γὰρ διανοίας ἅμα καὶ τὰς οὐσίας καὶ τὰς αἰτίας γιγνω‐
15σκούσης τῶν αἰσθητῶν, τῆς δὲ αἰσθήσεως μηδέτερα—δέ‐ δεικται γὰρ ἐν Θεαιτήτῳ σαφῶς, ὅτι οὐσίας ἐστὶν ἀγνὼς ἡ αἴσθησις καὶ τῆς αἰτίας ὧν γινώσκει παντελῶς ἀμαθής— ἀναγκαῖον τὴν δόξαν ἐν μέσῳ τεταγμένην τὰς μὲν οὐσίας τῶν αἰσθητῶν διὰ τῶν ἐν αὐτῇ λόγων γινώσκειν, τὰς δὲ
20αἰτίας ἀγνοεῖν. οὕτω γὰρ ἂν καὶ ἡ ὀρθὴ δόξα διαφέροι τῆς ἐπιστήμης, ᾗ τὸ ὅτι γινώσκει μόνον, ἐκείνης καὶ τὴν αἰτίαν θεωρεῖν δυναμένης. ἔχεται δὲ τῆς δόξης ἡ αἴσθησις, μέση καὶ αὐτὴ οὖσα τοῦ τε αἰσθητηρίου καὶ τῆς δόξης· τὸ μὲν γὰρ αἰσθητήριον μετὰ πάθους ἀντιλαμβάνεται τῶν αἰσθη‐
25τῶν, διὸ καὶ φθείρεται ταῖς ὑπερβολαῖς αὐτῶν, ἡ δὲ δόξα γνῶσιν ἔχει καθαρὰν πάθους, ἡ δὲ αἴσθησις μετέχει μέν πως καὶ τοῦ πάθους, ἔχει δέ τι καὶ γνωστικόν, καθόσον ἐνίδρυται τῷ δοξαστικῷ καὶ ἐλλάμπεται παρ’ αὐτοῦ καὶ γίνε‐ ται λογοειδής, ἄλογος οὖσα καθ’ ἑαυτήν. εἰς ταύτην γὰρ
30ἀποπερατοῦται τῶν γνωστικῶν δυνάμεων ἡ σειρά, ἧς ἡγεῖται
μὲν ἡ νόησις, ὑπὲρ λόγον οὖσα καὶ ἀμετάβατος, δευτέραν δὲ
in Ti
.

1

.

249

ἔχει τάξιν ὁ λόγος, ὅς ἐστι τῆς ψυχῆς ἡμῶν νόησις μεταβατικῶς ἐφαπτομένης τῶν ὄντων, τρίτην δὲ ἡ δόξα, κατὰ λόγον οὖσα γνῶσις τῶν αἰσθητῶν, τετάρτη〈ν〉 δὲ ἡ αἴσθησις, ἄλογος ὑπάρ‐ χουσα τῶν αὐτῶν γνῶσις. ἡ γὰρ διάνοια μέση νοήσεως οὖσα
5καὶ δόξης τῶν μέσων ἐστὶν εἰδῶν γνωστική, τῶν δεομένων ἀμυδροτέρας μὲν ἢ κατὰ νόησιν, τρανεστέρας δέ τινος ἢ κατὰ δόξαν ἐπιβολῆς, ὡς καὶ ὁ Σωκράτης ἔλεγε τῇ προτεραίᾳ διο‐ ρίζων τὰς γνώσεις τοῖς γνωστοῖς. τὴν μὲν οὖν δόξαν κατὰ λόγον προσρητέον, διότι λόγους ἔχει γνωστικοὺς τῶν οὐσιῶν,
10ἄλογον δὲ ἄλλως, ὡς τὰς αἰτίας ἀγνοοῦσαν· ἄλογον γὰρ πρᾶγμα πῶς ἂν εἴη ἐπιστήμη, φησὶν ὁ ἐν Συμποσίῳ [202 A] Σωκράτης περὶ αὐτῆς. τὴν δὲ αἴσθησιν πάντως ἄλογον θετέον. ὅλως γὰρ ἑκάστης τῶν αἰσθήσεων τὸ ἀπὸ τοῦ αἰσθητοῦ γενόμενον περὶ τὸ ζῷον πάθος γιγνωσκούσης,
15οἷον μήλου προσενεχθέντος ὄψεως μὲν ὅτι ἐρυθρὸν γνούσης ἐκ τοῦ περὶ τὸ ὄμμα πάθους, ὀσφρήσεως δὲ ὅτι εὐῶδες ἐκ τοῦ περὶ τὰς ῥῖνας, γεύσεως δὲ ὅτι γλυκὺ καὶ ἁφῆς ὅτι λεῖον, τί τὸ λέγον, ὅτι μῆλόν ἐστι τοῦτο τὸ προσενεχθέν; οὔτε γὰρ τῶν μερικῶν τις αἰσθήσεων—τούτων γὰρ ἑκάστη
20ἕν τι τῶν περὶ αὐτὸ γινώσκει καὶ οὐχ ὅλον—οὔτε ἡ κοινὴ αἴσθησις—αὕτη γὰρ διακρίνει μόνον τὰς διαφορὰς τῶν πα‐ θῶν, ὅτι δὲ τοιάνδε ἔχον ἐστὶν οὐσίαν τὸ ὅλον, οὐκ οἶδε—. δῆλον οὖν, ὅτι ἔστι τις κρείττων τῶν αἰσθήσεων δύναμις, ἡ τὸ ὅλον γινώσκουσα πρὸ τῶν οἱονεὶ μερῶν καὶ τὸ εἶδος
25αὐτοῦ θεωροῦσα ἀμερῶς, τὸ τῶν πολλῶν τούτων δυνάμεων συνεκτικόν. ταύτην δὴ οὖν τὴν δύναμιν δόξαν ὁ Πλάτων κέκληκε καὶ τὸ αἰσθητὸν διὰ τοῦτο δοξαστόν. ἔτι τοίνυν τῶν αἰσθήσεων πολλάκις ἀλλοῖα παθήματα ἀπαγγελλουσῶν καὶ οὐχ οἷα τὰ ποιοῦντα βούλεται, τί τὸ κρῖνον ἐν ἡμῖν
30καὶ λέγον τὴν μὲν ὄψιν λέγουσαν ποδιαῖον τὸν ἥλιον ἠπα‐
τῆσθαι, τὴν δὲ τῶν νοσούντων γεῦσιν τὸ μέλι πικρὸν ἀπο‐
in Ti
.

1

.

250

φαινομένην; πάντως γάρ που φανερόν, ὡς ἐν τούτοις ἅπασι καὶ τοῖς τοιούτοις αἱ μὲν αἰσθήσεις τὸ ἑαυτῶν ἀπαγγέλλουσι πάθημα, καὶ οὐ πάντη ψεύδονται· τὸ γὰρ περὶ τὰ αἰσθη‐ τήρια πάθος λέγουσιν, ἐκεῖνο δὲ τὸ τοιοῦτόν ἐστι· τὸ δὲ
5λέγον τὴν αἰτίαν τοῦ πάθους καὶ ἐπικρῖνον ἕτερον. ἔστιν ἄρα τῆς ψυχῆς τις δύναμις κρείττων αἰσθήσεως, ἡ μηκέτι δι’ ὀργάνου γινώσκουσα, ἀλλὰ δι’ ἑαυτῆς τὰ αἰσθητὰ καὶ τὴν παχύτητα τῆς αἰσθήσεως ἐπανορθουμένη. καὶ αὕτη μὲν ἡ δύναμις, λόγος οὖσα ὡς πρὸς τὴν αἴσθησιν, ἄλογός ἐστιν
10ὡς πρὸς τὴν γνῶσιν τῶν ὄντως ὄντων, ἡ δὲ αἴσθησις ἁπλῶς ἄλογος. διὸ καὶ ἐν Πολιτείᾳ [V 478 D] μέσην αὐτήν, τὴν δόξαν λέγω, γνώσεως ἀπεφήνατο καὶ ἀγνοίας· λογικὴ μὲν γάρ ἐστι γνῶσις, ἀλλὰ συμφύρεται πρὸς τὴν ἀλογίαν μετ’ αἰσθήσεως τὰ αἰσθητὰ γινώσκουσα, μόνως δὲ ἄλογος ἡ
15αἴσθησις, ὥσπερ καὶ ὁ Τίμαιος αὐτὴν προσηγόρευσε, πρῶ‐ τον μέν, διότι καὶ τοῖς ἀλόγοις ἐνυπάρχει ζῴοις καὶ ἔστι χαρακτηριστικὴ τῆς ἀλόγου πάσης ζωῆς· ταύτῃ γὰρ αὐτὴν καὶ τῆς ἐπιστήμης διέκρινεν ὁ ἐν Θεαιτήτῳ [186 C] λόγος. δεύτερον δέ, ὅτι παρὰ πάντα τὰ μόρια τῆς ἀλόγου ψυχῆς
20ἀπειθὴς αὐτὴ πρὸς τὸν λόγον ἐστί· τὸ μὲν γὰρ θυμοειδὲς καὶ τὸ ἐπιθυμητικὸν κατήκοόν ἐστι λόγου καὶ τῶν τοῦ λό‐ γου προσταγμάτων καὶ δέχεται τὴν παρ’ αὐτοῦ παιδείαν, ἡ δὲ αἴσθησις κἂν μυριάκις ἀκούῃ τοῦ λόγου λέγοντος, ὅτι μείζων ἐστὶν ὁ ἥλιος τῆς γῆς, ὅμως ποδιαῖον αὐτὸν ὁρᾷ
25καὶ οὐκ ἂν ἄλλως ἀπαγγείλειεν ἡμῖν. τρίτον τοίνυν, ὅτι οὐδὲ αὐτὸ ὃ γινώσκει οἶδεν· οὐ γὰρ τὴν οὐσίαν αὐτοῦ πέ‐ φυκεν αἱρεῖν· οὐ γὰρ τί ἐστι λευκὸν οἶδεν, ἀλλ’ ὅτι λευκὸν διὰ τοῦ πάθους ἔγνωκε· διακέκριται γὰρ τὸ αἰσθητήριον. καὶ ταύτῃ οὖν ἄλογος· οὕτω γὰρ ἐν Γοργίᾳ [464 C] τὴν
30ἄλογον ἀφωρίσατο γνῶσιν, τὴν μὴ εἰδυῖαν, ἀλλὰ στοχαζομένην.
in Ti
.

1

.

251

τέταρτον, ὅτι πέρας ἐστὶ πάσης τῆς τῶν γνώσεων σειρᾶς, καὶ πορρωτάτω λόγου καὶ νοῦ τὴν οὐσίαν ἔχει καὶ τῶν ἐκτός ἐστι καὶ διὰ σώματος ποιεῖται τὴν ἀντίληψιν. ταῦτα γὰρ πάντα δείκνυσι τὸ ἄλογον αὐτῆς. ἔστι δὴ οὖν τὸ γενητὸν
5πᾶν δόξῃ μετ’ αἰσθήσεως ληπτόν, τῆς μὲν εἰσαγγελλούσης τὰ πάθη, τῆς δὲ τοὺς λόγους αὐτῶν προβαλλούσης ἀφ’ ἑαυ‐ τῆς καὶ τὰς οὐσίας γινωσκούσης, καὶ ὥσπερ ὁ λόγος τῇ νοήσει συναφθεὶς αἱρεῖ τὸ νοητόν, οὕτω καὶ ἡ δόξα τῇ αἰ‐ σθήσει συνταχθεῖσα γινώσκει τὸ γενητόν. ἐπεὶ γὰρ μέσης
10ἐστὶν οὐσίας ἡ ψυχή, καὶ τὸ μεταξὺ συμπληροῖ νοῦ καὶ ἀλογίας· τῷ μὲν γὰρ ἀκροτάτῳ ἑαυτῆς νῷ σύνεστι, τῷ δὲ ἐσχάτῳ νεύει πρὸς τὴν αἴσθησιν· διὸ καὶ ὁ Τίμαιος ἐν μὲν τῇ προτέρᾳ συζυγίᾳ τὴν νόησιν προὔταξε τοῦ λόγου, κρείττονα οὖσαν, ἐν δὲ τῇ δευτέρᾳ τὴν δόξαν τῆς αἰσθή‐
15σεως· ἐκεῖ μὲν γὰρ ὁ λόγος μετὰ τὴν νόησιν ὡς ἐλάττων νοῦς, ἐνταῦθα δὲ ἡ δόξα πρὸ τῆς αἰσθήσεως ὡς λογικὴ αἴσθησις. τὸ δὲ ὅλον πλάτος τῆς λογικῆς οὐσίας ἀφορίζει δόξα καὶ λόγος—νοῦς δὲ ἡμῶν βασιλεύς, αἴσθησις δὲ ἄγγελος, φησὶν ὁ μέγας Πλωτῖνος [enn. 5, 3, 3]—καὶ
20λόγος μὲν ἅμα τῷ νῷ τὸ νοητὸν αἱρεῖ, καθ’ ἑαυτὸν δὲ τοὺς μέσους θεωρεῖ λόγους, δόξα δὲ μετὰ μὲν αἰσθήσεως αἱρεῖ τὸ γενητόν, καθ’ ἑαυτὴν δὲ τὰ ἐν αὐτῇ εἴδη πάντα δια‐ σκέπτεται, περὶ ὧν ἐν ἄλλοις εἴρηται πῶς τε ὑφίσταται καὶ πῶς τόπος αὐτῶν ἐστι τὸ δοξαστικὸν μέρος τῆς ψυχῆς·
25καὶ ἐκείνῳ μὲν τὸ νοητὸν περιληπτόν, ταύτῃ δὲ τὸ γενητὸν δοξαστόν· ἔξω γὰρ αὐτῆς ἐστι καὶ οὐκ ἔνδον τὸ γνωστόν, ὥσπερ ἐκείνου τὸ νοητόν. διὸ περιληπτὸν μὲν οὐκ ἔστι, δοξαστὸν δέ, ἀλλ’ οὐκ αἰσθητὸν προσείρηται, διότι δόξα μὲν τὰς οὐσίας γινώσκει τῶν πραγμάτων, αἴσθησις δὲ οὔ. τῆς
30οὖν τρανεστέρας γνώσεως ἀποφέρεται τὴν ἐπωνυμίαν, καὶ τῆς γινωσκούσης τί ἐστιν, ἀλλ’ οὐχὶ οἷόν ἐστι μόνον, ὃ τῆς αἰσθήσεως ἔργον ἐλέγομεν· εἰκότως ἄρα τὸ γενητὸν καὶ
δοξαστὸν προσηγόρευσεν ὁ Τίμαιος· καὶ ἔστι τοῦτο Πυθα‐
in Ti
.

1

.

252

γορικόν· ἐπεὶ καὶ ὁ ἐν 〈τοῖς ἔπεσι〉 Παρμενίδη〈σ〉 τὴν περὶ τῶν αἰσθητῶν πραγματείαν διὰ τοῦτο Πρὸς Δόξαν ἐπέγραψεν ὡς τῶν αἰσθητῶν δοξαστῶν ὄντων κατὰ τὴν ἑαυτῶν φύσιν. οὔτ’ οὖν αἰσθητὸν ἔδει μόνον καλεῖν τὸ
5γενητόν, διότι τῆς οὐσίας οὐδενός ἐστιν ἡ αἴσθησις γνω‐ στική, οὔτε δοξαστὸν ἄνευ αἰσθήσεως· καὶ γὰρ τοὺς ἐν αὐτῇ λόγους ἡ δόξα γινώσκει καὶ ὅλως ἑαυτήν, ἃ δὴ τῶν ἁπλῶς γενητῶν οὐκ ἔστιν. εἰκότως ἄρα δοξαστὸν μετ’ αἰσθήσεως αὐτὸ προσείρηκεν. τοσαῦτα περὶ τῶν Πλατωνι‐
10κῶν ῥημάτων εἴχομεν λέγειν. Δοκεῖ δέ μοι διαφερόντως ἐν τούτοις ὁ Ἀριστοτέλης τὸν δεύτερον αἰτιάσασθαι λόγον· ποῦ γὰρ ἀληθὲς τὸ δόξῃ μετ’ αἰσθήσεως δοξαστὸν εἶναι γιγνόμενον καὶ ἀπολ‐ λύμενον; τὸν γοῦν οὐρανὸν ἀγένητον εἶναι καὶ ἀνώλεθρον
15δόξῃ μετ’ αἰσθήσεως ὄντα δοξαστόν. ζητήσει μὲν οὖν καὶ ὁ Τίμαιος προϊών, εἰ γέγονεν ὁ πᾶς οὐρανός· λεγέσθω δὲ καὶ νῦν παρ’ ἡμῶν, ὅτι τὸ γίγνεσθαι καὶ τὸ ἀπόλλυσθαι κατ’ ἀναλογίαν ἐστὶ καὶ ἐν τῷ οὐρανῷ, οὐ μόνον κατὰ τὰς κινήσεις καὶ τὰς τῶν σχημάτων μεταβολάς, ἀλλὰ καὶ ὅτι τὸ
20σῶμα τὸ οὐράνιον οὐκ ἔστιν ἑαυτοῦ γεννητικόν, ἀλλ’ ἀπ’ ἄλλης αἰτίας μόνον ὑφέστηκε· διὸ γενητόν ἐστιν, ὡς τοῦ ὑφίστασθαι τὴν αἰτίαν εἰς ἕτερον ἀνηρτημένην ἔχον. ἐπεὶ δὲ οὐ μόνον ὑφέστηκεν ἀπ’ ἄλλων, ἀλλὰ καὶ συνέχεται ὑπ’ ἄλλου συνέχειν ἑαυτὸ μὴ δυνάμενον, καὶ ἀπόλλυται κατὰ
25τὸν οἰκεῖον λόγον διὰ τοῦτο, τῷ γίγνεσθαι συστοίχως τοῦ ἀπόλλυσθαι ληφθέντος. τὰ μὲν γὰρ ὄντως ὄντα καὶ ἀεὶ ὄντα γεννᾷ τε ἑαυτὰ καὶ συνέχεται παρ’ ἑαυτῶν, ὅθεν καὶ ἀγέ‐ νητα λέγεται καὶ ἀνώλεθρα κατὰ τὴν ἑαυτῶν φύσιν· εἰ δὲ
τὸ ὄντως ὂν ἀγένητον παρ’ ἑαυτοῦ ὑφέστηκε, τὸ μὴ παρ’
in Ti
.

1

.

253

ἑαυτοῦ ὑφεστὸς οὐκ ἂν ὄντως ἀγένητον εἴη, καὶ εἰ τὸ ὄντως ἀνώλεθρον ἑαυτὸ συνέχειν πέφυκε, τὸ μὴ πεφυκὸς ἑαυτὸ συνέχειν οὐκ ὄντως ἀνώλεθρόν ἐστιν. ἀλλὰ μὴν ὁ οὐρανός— λέγω δὲ οὐρανὸν τὸ σωματοειδὲς μόνον—οὔτε παράγειν
5ἑαυτὸν οὔτε συνέχειν πέφυκεν· ἀμερὲς γὰρ πᾶν τὸ τοιοῦτον, τὸ ἑαυτοῦ παρακτικὸν καὶ ἑαυτοῦ συνεκτικόν. οὐκ ἄρα ὄν‐ τως ἀγένητός ἐστιν οὐδὲ ὄντως ἀνώλεθρος, ἀλλ’ ὅσον ἐπὶ τῷ σωματοειδεῖ καὶ γενητός ἐστι καὶ σκεδαστός. ἔτι δέ, ὥς φησιν αὐτὸς Ἀριστοτέλης καὶ ἀποδείκνυσι μέντοι σαφῶς
10καὶ γενναίως, οὐδὲν σῶμα πεπερασμένον ἄπειρον ἔχει δύνα‐ μιν· τὸ δὲ σῶμα τὸ οὐράνιον πεπερασμένον· οὐκ ἄρα ἄπειρον ἔχει δύναμιν. τὸ δὲ ἀνώλεθρον καθὸ ἀνώλεθρον, ἄπειρον ἔχει δύναμιν· τὸ σῶμα ἄρα καθὸ σῶμα, οὐκ ἔστιν ἀνώλεθρον· ὥστε καὶ κατὰ τὸν Ἀριστοτέλους λόγον δείκνυται τὸ τοιοῦτον.
15ὅπῃ δὲ ἀγένητός ἐστι καὶ ἀίδιος ὁ οὐρανός, μικρὸν ὕστε‐ ρον [p. 276 ss] ἡμῖν ἔσται δῆλον· νῦν δὲ τοσοῦτον μόνον ἐκ τῶν εἰρημένων φανερόν, ὅτι καθ’ αὑτὸ πᾶν τὸ σωματικὸν γιγνόμενόν ἐστι καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέ‐ ποτε ὄν, ὥσπερ δὴ καὶ αὐτὸς ἐν τῷ Πολιτικῷ [269 D]
20φησι· τὸ κατὰ ταὐτὰ ὡσαύτως ἔχειν ἀεὶ καὶ ταὐτὸν εἶναι τοῖς πάντων θειοτάτοις προσήκει μόνοις, σώ‐ ματος δὲ φύσις οὐ ταύτης τῆς τάξεως· ὃν δὲ οὐρα‐ νὸν ἢ κόσμον ἐπωνομάκαμεν, πολλῶν μὲν καὶ μα‐ καρίων παρὰ τοῦ γεννήσαντος αὐτὸν μετείληφεν,
25ἀτὰρ κεκοινώνηκέ γε καὶ σώματος, ὅθεν αὐτῷ μετα‐ βολῆς ἀμοίρῳ γίνεσθαι διὰ παντὸς ἀδύνατον. εἴ‐ ρηται οὖν, ὅπως καὶ ὁ οὐρανὸς τοῖς εἰρημένοις ὑποπίπτει διορισμοῖς. εἰ δὲ αὖ πάλιν διαποροίη πρὸς τὴν ἀπόδοσιν τοῦ ἀεὶ ὄντος ὁ δαιμόνιος Ἀριστοτέλης, οὐ πᾶν τὸ ἀεὶ ὂν
30νοήσει μετὰ λόγου περιληπτὸν ἀνεχόμενος λέγειν—εἶναι γὰρ
ἀεὶ καὶ τὰ θειότατα τῶν φανερῶν—ἀξιώσομεν αὐτὸν μὴ
in Ti
.

1

.

254

συγχεῖν τὸ αἰώνιον καὶ τὸ εἰς ἅπαντα τὸν χρόνον ὑφεστός· καὶ γὰρ αὐτὸς διακρίνει τὸν αἰῶνα καὶ τὸν χρόνον, καὶ τὸν μὲν ἀπονέμει τῷ νῷ, τὸν δὲ τῷ οὐρανῷ καὶ τῇ κινήσει τοῦ οὐρανοῦ. ἐκεῖνο δὴ οὖν τὸ ἀεὶ ὄν, τὸ αἰώνιον, τοιοῦτόν
5ἐστιν, οἷον ὁ Τίμαιος ἀποδέδωκε· τὰ δὲ θειότατα τῶν φανερῶν ἄλλον ἐστὶ τρόπον ἀίδια καὶ οὐ κατὰ τὴν αἰώνιον διαμονήν, ἀλλ’ ἐν τῷ παντὶ χρόνῳ παράγεται ἐκ τῶν σφε‐ τέρων αἰτίων, καὶ τὸ εἶναι αὐτῶν σύμπαν ἐν τῷ γίνεσθαί ἐστιν. εἴρηται δὲ καὶ τοῦτο ὑπ’ αὐτοῦ, ὅτι ὁ αἰὼν συμφυής
10ἐστι τοῖς νοητοῖς, ἔχων καὶ περιέχων τὸν ἄπειρον χρόνον, καὶ τὸ αἰώνιον νοητὸν ὄντως ἐστίν. εἰ δὲ τοῦτο, τὸ δὲ ἀεὶ ὂν τὸ αἰώνιον δηλοῖ, τί δεῖ τὴν τοῦ οὐρανοῦ φύσιν εἰς τοῦτο ἀνάγειν τὸ ἀεὶ ὄν, ἀλλὰ μὴ λέγειν ἀεὶ γινόμενον αὐ‐ τόν, ὡς κατὰ τὴν τοῦ χρόνου ἀιδιότητα συμπαρατεινόμενον;
15ὥστε ἀμφοτέρας ἐλύσαμεν τὰς ἐνστάσεις ἀπὸ τῶν ἐκείνου λόγων, ἃς ἐπήγαγε τοῖς ὁρισμοῖς τούτοις. ἀλλ’ ἐπεὶ καὶ πρὸς ταύτην ἀπεκρινάμεθα τὴν ζήτησιν, τούτων μὲν ἄρα ἀπαλ‐ λακτέον· ῥηθήσεται γὰρ καὶ εἰσαῦθις. Ὅλως δὲ περὶ κριτηρίων ἣν ἔχει δόξαν ὁ Πλάτων, ἀπὸ
20τούτων ληπτέον. ἄλλων γὰρ ἄλλο τὸ κριτήριον θεμένων, τῶν μὲν αἴσθησιν, ὥσπερ οἱ Πρωταγόρειοί φασι, τῶν δὲ δό‐ ξαν, ὥσπερ ὁ λέγων δόκος δ’ ἐπὶ πᾶσι τέτυκται [Xenophan. frg. 34, 4 D.], τῶν δὲ λόγον, τῶν δὲ νοῦν, ὁ Πλάτων οἰκείως τοῖς πράγμασι
25τὴν τῶν κριτηρίων διεῖλεν οὐσίαν, τοῖς μὲν νοητοῖς νοῦν ἀπονείμας, τοῖς δὲ διανοητικοῖς διάνοιαν, τοῖς δὲ δοξαστοῖς δόξαν, τοῖς δὲ αἰσθητοῖς αἴσθησιν. καὶ μὴ διὰ τοῦτο οἰ‐ ηθῇς διεσπασμένα τὰ κριτήρια κατ’ αὐτὸν ὑπάρχειν· ἡ γὰρ ψυχὴ καὶ ἕν ἐστι καὶ πλῆθος. εἰ τοίνυν τὸ κρίνειν ψυχῆς
30ἐστιν—οὐ γάρ που τὸ ἡμέτερον σῶμα κριτικὴν ἔχει δύνα‐
μιν—ἡ δὲ ψυχὴ ἕν ἐστι καὶ πλῆθος, καὶ τὸ κριτικὸν ἄρα
in Ti
.

1

.

255

ἕν ἐστιν ἅμα καὶ πολλά, καὶ μονοειδὴς ἡ κριτικὴ δύναμις καὶ πολυειδής. τίς οὖν ἡ μία δύναμις; φαίη τις ἄν. ὁ λό‐ γος, φήσομεν. οὗτος γὰρ ἐπὶ μὲν τὴν τῶν νοητῶν θέαν στελλόμενος ἑαυτῷ τε χρῆται καὶ τῇ νοήσει, οὐχ ὅτι ὄργανον
5μὲν ἡ νόησις, τὸ δὲ χρώμενον αὐτός, ὡς οἴεται Σευῆρος ὁ Πλατωνικὸς χείρω τοῦ λόγου τὴν νόησιν τιθέμενος, ἀλλ’ ὅτι φῶς ἐστι τοῦ λόγου ἡ νόησις, τελεσιουργὸς οὖσα καὶ ἀναγωγὸς αὐτοῦ καὶ ἀπολαμπρύνουσα τὴν ἐν αὐτῷ γνωστι‐ κὴν δύναμιν. εἰς δὲ τὴν τῶν μέσων λόγων ἐπίκρισιν εἰσιὼν
10τῇ διανοίᾳ καὶ οὐχ ἑαυτῷ χρῆται μόνῳ καὶ πρὸς ἑαυτὸν διὰ ταύτης ἐπέστραπται, τὰ δὲ δοξαστὰ κρίνων κινεῖ καὶ τὴν δόξαν, τὰ δὲ φανταστὰ τὴν φαντασίαν, τὰ δὲ αἰσθητὰ τὴν αἴσθησιν. ὅταν μὲν γὰρ περὶ τῆς αἰσθητῆς οὐσίας σκοπῆται τῶν εἰδῶν, οἷον ἕκαστόν ἐστι τῶν αἰσθητῶν, τῇ δόξῃ χρῆται
15〈ὡσ〉 συνεργῷ πρὸς τὴν διάσκεψιν· ἐν αὐτῇ γὰρ οἱ λόγοι τῶν αἰσθητῶν. ὅταν δὲ περὶ θέσεώς τινος ἢ σχήματος, οἷον περὶ τοῦ πῶς κεῖται ἡ γῆ ἡ κατὰ κορυφῆς ἔχουσα τὸν πόλον, καὶ ποίαν ἔχουσα πρὸς τὸν οὐρανὸν σχέσιν, ἐγείρει καὶ τὴν φαν‐ τασίαν, ἵνα διαστατῶς καὶ μορφωτικῶς ὥσπερ ἐστὶ θεάσηται
20τὸ ζητούμενον, καὶ ὅταν περὶ ἐκλείψεως, παραλαμβάνει καὶ τὴν αἴσθησιν ὡς ὑπουργὸν ἐν ταῖς τηρήσεσι, καὶ ποτὲ μὲν ἀποδέχεται τὰς κρίσεις τῶν δευτέρων δυνάμεων, ποτὲ δὲ διελέγχει τὰ σφάλματα αὐτῶν, ὅσα διὰ τὰ ὄργανα συμβαίνει πολλάκις αὐταῖς ἁμαρτάνειν. περὶ μὲν οὖν κριτηρίων ἀρκέ‐
25σει καὶ ταῦτα πρὸς τὸ παρόν· εἴρηται γὰρ ἡμῖν ἐν τοῖς εἰς Θεαίτητον περὶ τούτων διὰ πλειόνων σαφέστερον. Ὅσην δὲ ἀκρίβειαν ἔχουσιν οἱ εἰρημένοι διορισμοί, δῆλον μὲν καὶ ἐκ τῶν εἰρημένων· εἰ δὲ βούλει, καὶ κατ’ ἄλλην μέθοδον αὐτὸ θεασώμεθα. λέγω δὴ πρώτως ἀεὶ ὂν εἶναι τὸ
30αἰώνιον ὑπάρχον κατὰ πάντα, τὴν οὐσίαν, τὴν δύναμιν, τὴν
in Ti
.

1

.

256

ἐνέργειαν, γενητὸν δὲ ἁπλῶς τὸ ἐν χρόνῳ τήν τε οὐσίαν ὑποδεχόμενον καὶ τὴν δύναμιν πᾶσαν καὶ τὴν ἐνέργειαν· δεῖ γὰρ τὸ μὲν ὅλον εἶναι αἰώνιον, τὸ δὲ ὅλον ἔγχρονον, καὶ τὸ μὲν αὐθυποστάτως ὁμοῦ πᾶν ὑφεστάναι, τὸ δὲ ἀλ‐
5λαχόθεν ἠρτημένην ἔχειν τὴν ἐν τῇ παρατάσει ὑπόστασιν. τούτων δὲ ἄκρων ὄντων εἶναι καὶ τὰ μέσα, τὰ πῂ μὲν τῆς τοῦ ὄντος μετειληφότα μοίρας, πῂ δὲ κοινωνοῦντα γενέσεως. εἶναι δὲ αὖ καὶ τὰ μηδετέρου τούτων μετέχοντα, τὸ μὲν κατὰ τὸ κρεῖσσον, τὸ δὲ κατὰ τὸ χεῖρον· καὶ γὰρ ἡ ὕλη
10οὔτε ὄν ἐστιν οὔτε γενητόν—οὔτε γὰρ νοήσει περιληπτὸν οὔτε αἰσθητόν—καὶ τὸ ἕν, ὡς ἀμφότερα δείκνυσιν ὁ Παρ‐ μενίδης· τὸ μὲν κατὰ τὴν πρώτην, τὸ δὲ κατὰ τὴν πέμπτην ὑπόθεσιν. ἔστι μὲν οὖν ἀεὶ μὲν ὂν πᾶν τὸ νοητὸν γένος, πᾶν τὸ νοερόν, πᾶς ὁ ὑπερκόσμιος νοῦς, πᾶς ὁ μετεχόμενος ὑπὸ
15τῶν θείων ψυχῶν, πᾶς ὁ μερικὸς καλούμενος καὶ μετεχόμενος ὑπό τε ἀγγέλων καὶ δαιμόνων καὶ τῶν μερικῶν ψυχῶν, διὰ μέσων, ὡς εἴπομεν [p. 245, 17 ss], ἐκείνων· καὶ μέχρι τούτου τὸ ἀεὶ ὄν· πᾶς γὰρ νοῦς αἰωνίως ἐνεργεῖ καὶ μετρεῖται καθ’ ὅλον ἑαυτὸν ὑπὸ αἰῶνος. γιγνόμενον δὲ πᾶν τό τε πλημ‐
20μελῶς κινούμενον καὶ ἀτάκτως, ὃ κατ’ ἐπίνοιαν θεωρεῖται πρὸ τῆς κοσμοποιίας, καὶ πᾶν τὸ κυρίως γενητὸν καὶ φθαρ‐ τὸν καὶ ὁ οὐρανός· πάντα γὰρ ταῦτα αἰσθητὰ καὶ ὁρατά· καὶ ταῦτα ὁ Τίμαιος ἀφορίζεται τό τε ἁπλῶς γενητὸν καὶ τὸ ἁπλῶς ἀεὶ ὄν. μεταξὺ δὲ τούτων ἐστὶ τὰ ἀμφοῖν κοινω‐
25νοῦντα καὶ ἐφ’ ἑκάτερα αὐτῶν τὰ μηδετέρου μετέχοντα. διὸ καὶ καταφατικῶς καὶ ἀποφατικῶς ἀμφότερα προτείνει, οἷον ἀεὶ ὂν καὶ γένεσιν οὐκ ἔχον καὶ πάλιν γενητὸν καὶ οὐδέποτε ὄν, ἵνα διὰ μὲν τῶν καταφατικῶν τὰ μηδετέρου κοινωνοῦντα χωρίσῃ, διὰ δὲ τῶν ἀποφατικῶν τὰ ἀμφοτέρων
30πῃ μετειληφότα διαστήσηται. τούτων τοίνυν ἄκρων ὄντων τῆς νοητῆς καὶ νοερᾶς ἁπάσης οὐσίας καὶ τῆς αἰσθητῆς, θεατέον καὶ τὴν ἐν μέσῳ φύσιν· καὶ γὰρ ὁ Τίμαιος καὶ
τὸν χρόνον καλεῖ γενητὸν καὶ τὴν ψυχήν, καὶ δῆλον ὅτι
in Ti
.

1

.

257

ταῦτα, ἅτε οὐκ ὄντα αἰσθητά, πῂ μέν ἐστιν ὄντα, πῂ δὲ γενητά, καὶ οὐδετέρας μοίρας ἐστὶ παντελῶς. ὀρθῶς οὖν καὶ ὁ Πορφύριος ἔλεγεν, ὅτι τὰ ἄκρα νῦν ὁ Πλάτων ἀφορίζεται, τό τε πρώτως ἀεὶ ὂν καὶ τὸ μόνως γενητόν, τὰ
5δὲ μέσα παρῆκεν, οἷον τὸ ὂν ἅμα καὶ γινόμενον, ἢ τὸ γινό‐ μενον καὶ ὄν. ὧν τὸ μὲν ὂν καὶ γινόμενον οἰκεῖόν ἐστι τῷ πλάτει τῶν ψυχῶν, τὸ δὲ ἀνάπαλιν καὶ γιγνόμενον καὶ ὂν τῇ ἀκρότητι τῶν γενητῶν. τοιαύτη δέ ἐστι καὶ ἡ τοῦ παν‐ τὸς φύσις ἡ ζῳοποιοῦσα τὸ πᾶν· καὶ γὰρ αὕτη πάντως ὡς
10μὲν μεριστὴ περὶ τοῖς σώμασι γενητή ἐστιν, ὡς δὲ παντελῶς ἀσώματος ἀγένητος. τὸ δὲ λέγειν καὶ τὴν ὕλην εἶναι γινό‐ μενον καὶ ὂν ἄτοπον· οὕτω γὰρ ἂν εἴη κρείσσων τῶν γενη‐ τῶν αἰσθητῶν, εἴπερ ταῦτα μὲν γενητὰ μόνον, ἐκείνη δὲ μετέχει καὶ τοῦ ὄντος. καὶ εἴπερ ἐθέλοις, χωρὶς λαβὼν τὸ
15μόνως ἀεὶ ὂν καὶ τὸ μόνως γενητόν, ὁρίσασθαι καὶ τὸ μέσον, τὸ πῂ μὲν ἀεὶ ὄν, πῂ δὲ γενητόν, ἀφελὼν τοῦ μὲν ἑτέρου τοῖν ὅροιν τὸν νοῦν, τοῦ δὲ ἑτέρου τὴν αἴσθησιν, ποιήσεις τοῦ μέσου τὸν ὅρον· ἔστι γὰρ τοῦτο λόγῳ καὶ δόξῃ γνωστόν. γινώσκει γὰρ καὶ ὁ λόγος ἑαυτὸν καὶ τὴν δόξαν,
20καὶ ἡ δόξα ἑαυτὴν καὶ τὸν λόγον, ὃ μὲν ἄμφω μετὰ τῆς αἰτίας, ἣ δὲ ἄμφω χωρὶς τῆς αἰτίας· ταύτῃ γὰρ λόγος καὶ δόξα διεστήκατον. καὶ γινώσκεται καὶ λόγῳ ἡ δόξα καὶ δόξῃ ὁ λόγος καὶ πᾶσα ἡ ψυχὴ δι’ ἀμφοτέρων μέσων ὄντων. ὥσπερ δὴ καὶ τῶν μὲν ἄνω δύο τὸ χεῖρον λαβών, οἷον τὸν
25λόγον, καὶ ποιήσας αὐτὸν νόθον λόγον, τῶν δὲ κάτω τὴν αἴσθησιν καὶ ποιήσας αὐτὴν αἴσθησιν ἀναίσθητον ἕξεις, πῶς οἴεται γινώσκεσθαι τὴν ὕλην ὁ Πλάτων, νόθῳ λόγῳ καὶ αἰσθήσει ἀναισθήτῳ. καὶ ἀνάλογον ἐφ’ ἑκατέρων τὸ κρεῖττον λαβὼν καὶ ποιήσας νόθον κατὰ τὸ κρεῖττον ἕξεις
30πῶς τὸ ἓν γνωστόν· νῷ γὰρ νόθῳ καὶ δόξῃ νόθῃ, διὸ καὶ
οὐχ ἁπλοῦν κυρίως καὶ οὐκ ἀπ’ αἰτίας γνωστόν· νόθῳ δ’ οὖν,
in Ti
.

1

.

258

διότι κρειττόνως καθ’ ἑκάτερον· δόξα γὰρ οὐκ ἀπ’ αἰτίας γινώσκει, καὶ ἐκεῖνο οὐκ ἀπ’ αἰτίας γνωστόν, ἀλλὰ τῷ μὴ ἔχειν αἰτίαν· καὶ νοῦς τὸ ἁπλοῦν γινώσκει, νόθος δὲ νοῦς ἐκεῖνο, διότι κρειττόνως τοῦ νοεῖν. τὸ οὖν κρεῖσσον νόθον
5ἐστὶν ὡς πρὸς τὸν νοῦν, ὡς καὶ ἐκεῖνο τοῦ ἁπλοῦν εἶναι κρεῖσσον, οἷον τὸ τῷ νῷ τῷ ὄντι νοητὸν καὶ ᾧ ὁ νοῦς ὁμόγνιος, ἀλλ’ οὐ νόθος. ἐκεῖνο οὖν νοεῖ τῷ ἑαυτοῦ μὴ νῷ, τοῦτο δὲ τὸ ἐν αὐτῷ ἕν, καθὸ καὶ ἔστι θεός. Πᾶν δὲ αὖ τὸ γιγνόμενον ὑπ’ αἰτίου τινὸς ἐξ
10ἀνάγκης γίγνεσθαι· παντὶ γὰρ ἀδύνατον χωρὶς αἰ‐ τίου γένεσιν ἔχειν [28 A]. Ὄντως κατὰ τὸν γεωμετρικὸν τρόπον μετὰ τοὺς ὁρισμοὺς τὰ ἀξιώματα ταῦτα παραλαμβάνει. τί γὰρ τὸ ὂν καὶ τί τὸ γιγνόμενον εἰπὼν ἄλλας κοινὰς ἐννοίας προστίθησι ταύτας,
15ὅτι τὸ μὲν γιγνόμενον ὑπ’ αἰτίου γίγνεται πάντως, τὸ δὲ μὴ ὑπ’ αἰτίου γιγνόμενον οὐδὲ γένεσιν ἔχειν δυνατόν. δῆ‐ λον δὲ καὶ ἐκ τούτων, ὅτι τὸ διαιρετέον οὐκ ἐδήλου διαιρετικὴν ὁδόν, ἀλλὰ διοριστέον εἶναι τὰς ὑποθέσεις· τὸ γὰρ πᾶν τὸ γιγνόμενον ὑπ’ αἰτίου τινὸς ἐξ ἀνάγκης
20γίγνεσθαι καὶ τὸ ἀδύνατον εἶναι χωρὶς αἰτίου γένε‐ σιν σχεῖν καὶ ἑξῆς 〈τὸ〉 τὸ πρὸς ἀίδιον παράδειγμα γιγνό‐ μενον καλὸν ἀποτελεῖσθαι, πάντα ταῦτα πρὸς τὸ διοριστέον ἀποδέδοται, ἀξιώματα ὄντα, ἀλλ’ οὐ μόρια διαιρέσεως. ἐπειδὴ δὲ τὸ μὲν ἕτερον τῶν νῦν ῥηθέντων τούτων ἐναργέστερόν
25ἐστι, τὸ δὲ ἕτερον ἧττον γνώριμον καὶ σαφές, τὸ μὲν ὡς μέσον, τὸ δὲ ὡς συμπέρασμα τίθησι· τὸ μὲν γὰρ πᾶν τὸ γιγνόμενον ὑπ’ αἰτίου γίγνεσθαί τινος ἐξ ἀνάγκης συμπέρασμά ἐστι, τὸ δὲ παντὶ γὰρ ἀδύνατον χωρὶς αἰ‐ τίου γένεσιν σχεῖν μέσος, ἵν’ ὁ συλλογισμὸς ᾖ κατη‐
30γορικὸς ἐν τῷ πρώτῳ σχήματι τοιοῦτος· τὸ γιγνόμενον ἀδύ‐ νατον χωρὶς αἰτίου γίγνεσθαι· πᾶν δέ, ὃ ἀδύνατον χωρὶς
αἰτίου γίγνεσθαι, τοῦτο ὑπ’ αἰτίου τινὸς ἀνάγκη γίγνεσθαι·
in Ti
.

1

.

259

πᾶν ἄρα τὸ γιγνόμενον ὑπ’ αἰτίου τινὸς ἐξ ἀνάγκης γίνεται. κάλλιον γὰρ οὕτω συνάγειν, ὥσπερ καὶ ὁ θεῖος Ἰάμβλιχος ἐπέκρινεν, ἢ ὥσπερ ἄλλοι τινὲς ὑποθετικὸν ποιεῖν συλλογι‐ σμόν. ἀλλὰ πῶς ὁ μέσος τοῦ συμπεράσματος γνωριμώ‐
5τερος; τὸ γὰρ ἀδύνατον μὴ εἶναι δῆλον, ὡς ἀναγκαῖον εἶναι, καὶ τὸ ἀναγκαῖον εἶναι ἀδύνατον μὴ εἶναι. ἦ ταὐτὸν μέν πως ἑκάτερον, πολλάκις δὲ τὸ μὲν ἀναγκαῖον εἶναι οὐ γνώ‐ ριμον, τὸ δὲ ἀδύνατον μὴ εἶναι γνώριμον· οἷον ὁ ἰατρός φησιν ἀναγκαῖον τραφῆναι, καὶ ἧττον ἂν πείσειε τὸν ἄρρω‐
10στον· εἰ δὲ εἴποι· ἀδύνατον γὰρ μὴ τραφέντα ζῆσαι, τοῦτο ἤδη συστέλλει τὸν ἀκούσαντα. καὶ πάλιν ἀναγκαῖόν φαμεν τὸν θάνατον διά τινα αἰτίαν, ἀδύνατον γὰρ μὴ ἀποθανεῖν, καὶ ἀναγκαῖον ἀποδοῦναι τὸν ὀφείλοντα τῷ τυράννῳ χρήματα, ἀδύνατον γὰρ τὸ μὴ ἀποδοῦναι, καὶ ἐπ’ ἄλλων παμπόλλων
15ὁμοίως ἴδοις ἂν τὸ μὲν ἀσαφέστερον, τὸ δὲ γνωριμώτερον, εἰ καὶ ἄμφω τὸ αὐτὸ δοκοίη σημαίνειν. πῶς οὖν καὶ ἐπὶ τοῦ προκειμένου σαφέστερον θατέρου θάτερον; τί γάρ, εἰ ἐπ’ ἄλλων μὲν τοῦτο ἀληθές, ἐνταῦθα δὲ οὐκ ἀληθές; ἦ καὶ ἐνταῦθα ῥᾴδιον καταμαθεῖν, ὅπως τὸ γιγνόμενον τοῦ αἰτίου
20χωριζόμενον ἀδύνατόν ἐστι καὶ ἀσθενές· ἑαυτὸ γὰρ σῴζειν μὴ δυνάμενον μηδ’ ὑφ’ ἑαυτοῦ συνεχόμενον, ἀπὸ δὲ τοῦ αἰτίου μόνον καὶ τὸ σῴζεσθαι καὶ τὸ συνέχεσθαι κομιζό‐ μενον ἐὰν τοῦ αἰτίου χωρισθῇ, δῆλον, ὡς ἀδύνατον γίγνεται καθ’ ἑαυτὸ καὶ εἰς τὸ μὴ ὂν ἄπεισι σκεδαννύμενον, ὃ καὶ
25δεικτικόν ἐστι τοῦ μὴ δύνασθαι χωρὶς αἰτίου γίνεσθαι τὸ γιγνόμενον· εἰ γάρ ἐστι γιγνόμενον, ὑπό τινος γίγνεται ποιοῦντος. ὀρθῶς γοῦν εἴρηται καὶ ἐν Φιλήβῳ [26 E 27 A], ὅτι τὸ γιγνόμενον ποιούμενόν ἐστι, τὸ δὲ ποιοῦν αἴτιον τῷ γιγνομένῳ. εἰ δὲ τοῦτο, ἢ ὑφ’ ἑαυτοῦ γίγνεται,
30ἢ ὑπ’ ἄλλου· ἀλλ’ εἰ μὲν ὑφ’ ἑαυτοῦ, εἰς ταὐτὸν ἥξει τῷ ἀεὶ ὄντι, καὶ ἔσται ταὐτὸν γιγνόμενον καὶ ἀεὶ ὄν, καὶ ἔσται
τῶν αἰωνίως ὑφεσταμένων· εἰ δὲ μὴ ὑφ’ ἑαυτοῦ, πάντως
in Ti
.

1

.

260

ὑπ’ ἄλλου· δεῖ γὰρ ὑπό τινος γίνεσθαι τὸ γιγνόμενον, εἴπερ γιγνόμενόν ἐστι καὶ οὐκ ὄν· ἑαυτὸ γὰρ μὴ συνέχον μηδ’ ἐνερ‐ γείᾳ ποιοῦν ὑπ’ ἄλλου τοῦτο πείσεται, καὶ αὐτὸ καθ’ ἑαυτὸ ἀσθενὲς ὂν ὑπ’ ἄλλου κομίζεται τὴν δύναμιν. ἔτι δὲ κἂν
5τὸ αὐτὸ ποιῇ καὶ πάσχῃ, καθὸ μὲν παθητικόν ἐστιν, ὑπ’ ἄλλου πάσχει, καθὸ δὲ ποιητικόν, εἰς ἄλλο δρᾷ· τὸ δὲ γιγνό‐ μενον καθὸ γιγνόμενον, πάσχον ἐστίν, εἰ δὲ πάσχον, ὑπ’ ἄλλου πάσχει· αὐτὸ γὰρ ἑαυτὸ γεννᾶν οὐ πέφυκεν· εἴη γὰρ ἂν πρὶν γένηται, καὶ ἐνεργείᾳ πρὸ τοῦ δυνάμει· δεῖ γὰρ τὸ δρῶν εἰς
10τὸ δυνάμει κατ’ ἐνέργειαν εἶναι. εἰκότως ἄρα ὁ Πλάτων τὸ γιγνόμενον τῷ μὲν αἰτίῳ συνάψας, ὅπερ ἐποίησεν ἐν τῷ συμπεράσματι, τῷ ἐξ ἀνάγκης ἐχρήσατο τὸ γὰρ μόνιμον καὶ τὸ βέβαιον μετὰ πάθους ἀπὸ τῆς αἰτίας παραγίγνεται τῷ γινομένῳ, ὥσπερ φησὶν ἐν τῷ Πολιτικῷ [270 A] τὴν
15ἐπισκευαστὴν ἀθανασίαν ἐνδίδοσθαι τῷ κόσμῳ παρὰ τοῦ πατρός· τοῦ δὲ αἰτίου χωρίσας, ὃ δὴ ἐποίησεν ἐν τῷ μέσῳ χωρὶς τοῦ αἰτίου τὸ γιγνόμενον ἀποδιελών, τῷ ἀδύ‐ νατον ἐχρήσατο· καθ’ ἑαυτὸ γὰρ ὀφθὲν ἀδρανές ἐστι καὶ ἀτελές. καὶ μὴν καὶ τῷ αἴτιον εἰπεῖν τὴν ἑνοειδῆ τῆς
20δημιουργικῆς ἀρχῆς ἐνδείκνυται δύναμιν, αἴτιον καλῶν τὸ δημιουργικόν, οὐχ ἁπλῶς τὸ ὑποστατικὸν ἄλλου· καὶ γὰρ τἀγαθὸν αἴτιον εἶναι τῶν νοητῶν εἶπεν ὁ Σωκράτης· ἀλλ’ οὐκ ἔστι δημιουργοῦν, διότι πᾶν τὸ δημιουργοῦν πρὸς γένεσιν ἀποδίδοται, ὡς εἶπεν ἐν Φιλήβῳ [27 AB] τὸ δημιουργοῦν
25λέγεσθαι πρὸς τὸ γιγνόμενον. ὅθεν καὶ αἴτια πρὸ τοῦ κόσμου ἄλλα ἄλλων, ἀλλ’ οὐ δημιουργικὰ τῶν γενητῶν ἐστιν· εἰ δ’ οὖν πολλὰ τὰ δημιουργικὰ αἴτια, ἀλλὰ καὶ ἕν· ὅλως δέ, εἰ καὶ εἰς τὸ γιγνόμενον ἡ ἕνωσις ἀπὸ τοῦ αἰτίου παρα‐ γίνεται, δεῖ πολλῷ πρότερον αὐτὸ μονοειδὲς εἶναι καὶ συν‐
30εκτικὸν τοῦ πλήθους, ἵνα κατὰ τὴν ἐν αὐτῷ προυπάρχουσαν
ἕνωσιν γένηται καὶ τὸ γιγνόμενον ἕν. ταῦτα μὲν οὖν περὶ
in Ti
.

1

.

261

τούτων. Εἰώθασι δὲ ἐν τούτοις τὰ αἴτια πάντα καταριθ‐ μεῖσθαι καὶ τὰς διαφορὰς τῶν αἰτίων τὰς παρὰ τῷ Ἀριστο‐ τέλει, οὐδὲ τοῦτο ποιοῦντες ἐμμεθόδως ἔδει γὰρ λέγειν, ὅτι πᾶν τὸ αἴτιον ἢ καθ’ ἑαυτό ἐστιν ἢ κατὰ συμβεβηκός,
5καὶ ὡς ταῦτα ἀποδίδοται διχῶς, ἢ προσεχῶς ἢ πόρρωθεν, καὶ ταῦτα πάλιν διχῶς, ἢ ἁπλᾶ ἢ συμπεπλεγμένα, καὶ ταῦτα πάλιν διχῶς, ἢ δυνάμει ἢ ἐνεργείᾳ· οὕτω γὰρ ἂν ὀφθείη καὶ τὸ πλῆθος αὐτῶν. διὰ μὲν γὰρ τὸ καθ’ αὑτὸ καὶ τὸ κατὰ συμβεβηκὸς οἱ τρόποι δύο τῆς τῶν αἰτίων ἀποδόσεως,
10διὰ δὲ τὸ ταῦτα ἀποδίδοσθαι διχῶς, ἢ προσεχῶς ἢ πόρρω‐ θεν, τέτταρες, διὰ δὲ τὸ πάντα ταῦτα πάλιν διχῶς, ἢ ἁπλᾶ ἢ συμπεπλεγμένα ἀλλήλοις, ὀκτώ, διὰ δὲ τὸ καὶ ταῦτα διχῶς, ἢ ἐνεργείᾳ ἢ δυνάμει, δέκα καὶ ἕξ· διὰ δὲ τὸ τὰ αἴτια λέ‐ γεσθαι τετραχῶς, εἰ τύχοι, κατὰ Ἀριστοτέλην, κατὰ δὲ
15Πλάτωνα τὰ μὲν αἴτια τριχῶς, τὰ δὲ συναίτια ἄλλως τρι‐ χῶς, κατὰ μὲν ἐκεῖνον τέτταρες οἱ τρόποι καὶ ἑξήκοντα, κατὰ δὲ Πλάτωνα τῶν μὲν αἰτίων ὀκτὼ καὶ τετταράκοντα, τῶν δὲ συναιτίων ἄλλοι τοσοῦτοι τὸν ἀριθμόν· οὕτω γὰρ ἐμμέθ‐ οδος ἂν γένοιτο πάντως ἡ λῆψις. εἰ καὶ ἐκεῖνοι τὸν τρόπον
20τῆς λήψεως παρῆκαν καὶ ταῦτα ἀπαριθμησάμενοι ζητοῦσιν, ὅπως εἴρηται τὸ ὑπ’ αἰτίου γίγνεσθαί τινος πᾶν τὸ γιγνό‐ μενον, ἡμεῖς δὲ ἀφέντες αὐτῶν πᾶσαν ταύτην τὴν πολυ‐ πραγμοσύνην λέγωμεν, ὅτι περὶ τῆς ποιητικῆς ἐστιν αἰτίας ἐν τούτοις ὁ λόγος· διὸ καὶ οὕτως εἶπεν· π’ αἰτίου τινός·
25οἰκεῖον γὰρ τῷ ποιητικῷ τὸ ὑφ’ οὗ. τὸ δὲ τινὸς προσέ‐ θηκεν, ἐπειδὴ λέγεται ποιητικὸν καὶ ὁ νοῦς τοῦ παντὸς καὶ ἡ ψυχὴ καὶ ἡ φύσις, καὶ πρὸ τούτων ἄλλα ταύτην ἔχει τὴν ἀξίαν· ἐπεὶ καὶ πολλῶν γινομένων καὶ πολλῶν αἰτίων ὄν‐
των, ἀλλ’ οὐ καθ’ ἕκαστον εἰκότως πρόσκειται τὸ τινός·
in Ti
.

1

.

262

ἕκαστον γὰρ ὑπὸ τινὸς γίνεται καὶ οὐχ ὑπὸ πάντων. ταῦτα μὲν οὖν δῆλα. Τοῦτο δὲ τὸ ἀξίωμα τοῖς μὲν Ἐπικου‐ ρείοις [257 V s.] καὶ πάντη προπεπηλάκισται, τὸν ὅλον οὐρανὸν καὶ τὰ θειότατα τῶν φανερῶν ἀπὸ ταὐτο‐
5μάτου ποιοῦσι· τοῖς δὲ Ἀριστοτελικοῖς ὀνόματι μόνον αἰδοῦς ἠξίωται· λέγουσι μὲν γὰρ ὑπ’ αἰτίου τινὸς πάντως γίνεσθαι τὸ γιγνόμενον, ἀλλὰ τὸ αἴτιον ἀναίτιον λανθάνουσι ποιοῦντες, ὁπόταν καὶ τὸ αὐτόματον τοῖς αἰτίοις ἐγκατα‐ λέγουσιν· αὐτὸ γὰρ τοῦτό ἐστι τὸ αὐτόματον, τὸ ἀναίτιον.
10μόνος δὲ ὁ Πλάτων τοῖς Πυθαγορείοις ἑπόμενος πᾶν τὸ γιγνόμενον ὑπ’ αἰτίας γίγνεσθαί φησιν ὀρθῶς, εἱμαρμένην ἐπιστήσας τοῖς γιγνομένοις καὶ θεόν. κἂν γὰρ πολλὰ καὶ διεσπαρμένα τὰ γιγνόμενα ᾖ καὶ διὰ τοῦτο ἐκ πολλῶν αἰτίων γίγνηται, ἄλλων ἄλλως ποιούντων, ἀλλ’ ἔστι καὶ ἓν αἴτιον
15τῶν ποιούντων συναγωγὸν καὶ συνακτικόν, ἵνα μηδὲν μά‐ την μηδὲ ἐπεισοδιῶδες ᾖ τῷ παντί· οὐ γὰρ δεῖ τὰ ὄντα πολιτεύεσθαι κακῶς, ἀλλεἷς κοίρανος ἔστω‘ καὶ ἓν πάντων αἴτιον καὶ μία πρόνοια καὶ εἷς εἱρμός, ἔστω δὲ καὶ ἅμα τῇ μονάδι τὸ οἰκεῖον πλῆθος καὶ πολλοὶ βασι‐
20λεῖς καὶ αἴτια ποικίλα καὶ πρόνοια πολυειδὴς καὶ τάξις διά‐ φορος, πανταχοῦ δὲ τὸ πλῆθος ἐχέτω περὶ τὴν μονάδα σύν‐ ταξιν καὶ τὰ ποικίλα περὶ τὸ ἁπλοῦν καὶ τὰ πολυειδῆ περὶ τὸ μονοειδὲς καὶ τὰ διάφορα περὶ τὸ κοινόν, ἵνα σειρά τις ὄντως χρυσῆ πάντων ἐπάρχῃ καὶ πάντα διακοσμῆται δεόν‐
25τως. εἰ γάρ, ὥς φησιν Ἀριστοτέλης, πάντα συντέτακται πρὸς τὸ εὖ, δεῖ καὶ τὴν αἰτίαν εἶναι τῆς συντάξεως, καὶ μὴ ἔχειν τὸ μάτην ἐν τῷ παντὶ χώραν, ἀλλὰ τὸ τῷ μέρει δοκοῦν εἶναι μάταιον ὑπάρχειν τῷ παντὶ λυσιτελές. ταῦτα μὲν οὖν καὶ ἐν ἄλλοις. ἔοικε δὲ τοῦ ἀξιώματος τούτου
30καθολικώτερον εἶναι τὸ ἐν Φιλήβῳ [23 D 27 B] ῥηθέν,
in Ti
.

1

.

263

ὅτι πᾶν τὸ μικτὸν ἔκ τινος ὑφέστηκεν αἰτίου τῆς μίξεως· εἰ γὰρ μὴ ὡς ἔτυχε μέλλοι μίγνυσθαι τὰ μιγνύμενα, δεῖ μίαν αἰτίαν εἶναι συναγωγὸν τῶν διῃρημένων καὶ ἑνοποιόν, τὸ εἶδος τῷ μικτῷ παρεχομένην· τοῦτο δὲ ὅπου μέν ἐστι
5θεός, ὅπου δὲ νοῦς, ὅπου δὲ ψυχή, ὅπου δὲ φύσις, ὅπου δὲ τέχνη τις μιμουμένη τὴν φύσιν. πᾶν μὲν οὖν τὸ γιγνό‐ μενον μικτόν, οὐ πᾶν δὲ τὸ μικτὸν γιγνόμενόν ἐστι· καὶ γὰρ τὰ πρώτιστα τῶν ὄντων ὑπέστη μιχθέντα ἀλλήλοις, τὸ πέρας καὶ ἄπειρον· ἐκ τούτων γοῦν τά τε ἄλλα φησὶν ὄντα
10καὶ τὰ σώματα ὑφέστηκεν. ἀνάλογον οὖν τὰ ἐνταῦθα πάντα τοῖς ἐκεῖ πᾶσι, τὸ μὲν δημιουργοῦν τῷ ἑνί, τὸ δὲ εἶδος τῷ πέρατι, ἡ δὲ ὕλη τῷ ἀπείρῳ, τὸ δὲ γενητὸν τῷ μικτῷ, καθολικώτερα δὲ ἐκεῖνα τούτων, διότι τὰ μὲν ἐπὶ πάντων θεωρεῖται, τὰ δὲ ἐπὶ τῶν ἐγκοσμίων μόνων· καὶ γὰρ ὁ νοῦς
15μικτὸν ὡς γνῶσις καὶ ὡς ἀπειροδύναμος, καὶ ἡ ψυχὴ ὡς ἀμέριστος ἅμα καὶ μεριστή. τὶ οὖν αἴτιον τὸ τοῦ γιγνο‐ μένου αἴτιον, ὥσπερ τὶ μικτὸν τὸ γιγνόμενον, ἀλλ’ οὐ πᾶν. ᾧ καὶ δῆλον, ὅπως ὁ δημιουργὸς δεύτερος τοῦ ἑνός, μικτὸν μὲν ποιῶν, γενητὸν δὲ μικτόν. ἐπειδὴ δὲ ταῦτά ἐστιν αἴ‐
20τια τοῦ κόσμου, τὸ τελικὸν τὸ παραδειγματικὸν τὸ ποιητι‐ κὸν τὸ ὀργανικὸν τὸ εἰδητικὸν τὸ ὑλικόν, τὸ μὲν τελικὸν ὕστερον ἡμῖν αὐτὸς ἐκ τοῦ λόγου καὶ τῶν ἀποδείξεων ἀναφαινόμενον ἐπιδείξει, τὸ δὲ ὀργανικὸν καὶ τὸ ὑλικὸν καὶ τὸ εἰδικὸν ἐκ τῶν εἰρημένων πρότερον ἀξιωμάτων παρα‐
25δώσει· εἰ γὰρ μὴ ὄν, ἀλλὰ γιγνόμενόν ἐστι τὸ πᾶν, εἶδός ἐστι μετεχόμενον ὑπὸ ὕλης καὶ τὸ τούτων κινητικὸν προσ‐ εχῶς· τὸ δὲ ποιητικὸν ἐκ τῶν νῦν ῥηθέντων ἀποφαίνει· εἰ γὰρ γιγνόμενόν ἐστι τὸ πᾶν, αἴτιόν ἐστιν αὐτοῦ ποιητικόν· τὸ δὲ παραδειγματικὸν ἐκ τοῦ μετὰ τοῦτο ῥηθησομένου· εἰ
30γὰρ ὁ κόσμος καλός, πρὸς ἀεὶ ὃν παράδειγμα γέγονεν. ὥστε
in Ti
.

1

.

264

καὶ διὰ τούτων τῶν ἀξιωμάτων τὰ αἴτια τοῦ παντὸς ἡμῖν θηράσας ἐν τάξει πάντα παραδίδωσιν. καὶ ταύτην αὐτῷ παρέχονται τὴν χρείαν αἱ ὑποθέσεις. Ὅτου μὲν ἂν ὁ δημιουργὸς πρὸς τὸ κατὰ ταὐτὰ
5ἔχον βλέπων ἀε, τοιούτῳ τινὶ προσχρώμενος παρα‐ δείγματι τὴν ἰδέαν καὶ τὴν δύναμιν ἀπεργάζηται, καλὸν ἐξ ἀνάγκης οὕτως ἀποτελεῖσθαι πᾶν· οὗ δ’ ἂν εἰς γεγονὸς γενητῷ παραδείγματι προσχρώμενος, οὐ καλόν [28 AB].
10 Καὶ τοῦτο συνεχές ἐστι τοῖς εἰρημένοις· μετὰ γὰρ τὴν ποιητικὴν αἰτίαν ἡ παραδειγματικὴ ζητεῖται, πλὴν ὅτι τὰ μὲν εἰρημένα ἀξιώματα πρὸς εὕρεσιν ἡμῖν συντελεῖ τοῦ εἶναι δημιουργικὴν αἰτίαν τοῦ παντός, ταῦτα δὲ πρὸς εὕρεσιν οὐχὶ τοῦ εἶναι παράδειγμα τοῦ κόσμου, ἀλλὰ τοῦ ὁποῖόν ἐστι τὸ
15παράδειγμα, πότερον ἀίδιον ἢ γενητόν· ἕπεται γὰρ τῷ εἶναι ποιητικὸν αἴτιον τὸ εἶναι καὶ παράδειγμα, ἢ ἐν αὐτῷ τῷ ποιοῦντι προϋπάρχον, ἢ ἐκτὸς αὐτοῦ, καὶ ἢ κρεῖττον τοῦ ποιοῦντος, ἢ καταδεέστερον, ἢ ὁμοταγὲς αὐτῷ· πάντως γὰρ τὸ ποιοῦν εἴς τι εἶδος ἀποτεινόμενον, ὃ βούλεται ἐνθεῖναι τῷ
20ποιουμένῳ, ποιεῖ. τοῦτο μὲν οὖν ἕπεται. δεῖ δὲ καὶ τὸ ἑξῆς εὑρεῖν, εἴτε ἀίδιόν ἐστι τὸ παράδειγμα τὸ κοσμικόν, εἴτε γενητόν. πρὸς δὲ τοῦτο συντελεῖ ἡμῖν τὰ προκείμενα ἀξιώ‐ ματα. σύμπας δὲ ὁ λόγος οὕτως ἂν εἴη πρὸς ἑαυτὸν ἀκό‐ λουθος· εἰ ἔστι γιγνόμενον, ἔστιν αὐτοῦ δημιουργός· εἰ ἔστι
25δημιουργὸς τοῦ παντός, ἔστι καὶ παράδειγμα· καὶ εἰ μὲν καλόν ἐστι τὸ γιγνόμενον, πρὸς τὸ ἀεὶ ὂν παράδειγμα γέ‐ γονεν, εἰ δὲ μὴ καλόν, πρὸς τὸ γεγονός· ὥστε καὶ συνεχῆ
γίγνεσθαι τοιοῦτον συλλογισμόν· ὁ κόσμος γέγονε· πᾶν τὸ
in Ti
.

1

.

265

γεγονὸς αἴτιον ἔχει δημιουργικόν· πᾶν τὸ αἴτιον ἔχον δημι‐ ουργικὸν καὶ παραδειγματικὸν αἴτιον ἔχει· ὁ ἄρα κόσμος δημιουργικὸν ἔχει καὶ παραδειγματικὸν αἴτιον. καὶ ὥσπερ ἐπὶ τῶν πρώτων ἀξιωμάτων δύο ἦσαν ὑποθέσεις, τί τὸ ὂν
5ἀεὶ καὶ τί τὸ γιγνόμενον, καὶ ἐπὶ τῶν δευτέρων ἄλλαι δύο, πᾶν τὸ γιγνόμενον αἴτιον ἔχει, τὸ μὴ ἔχον αἴτιον οὐκ ἔστι γενητόν, οὕτω δὴ καὶ ἐπὶ τούτων δύο εἰσὶν ἔννοιαι κοιναί, τὸ πρὸς νοητὸν γεγονὸς καλόν ἐστι, τὸ πρὸς γενητὸν γε‐ γονὸς οὐ καλόν ἐστιν. ἔστι δὲ καὶ τούτων ἑκάτερον πανά‐
10ληθες· ὁ γὰρ πρὸς τὸ νοητὸν ποιῶν ἢ ὁμοίως αὐτὸ μιμεῖται ἢ ἀνομοίως· εἰ μὲν ὁμοίως, καλὸν ποιήσει τὸ μιμηθέν· ἦν γὰρ ἐκεῖ τὸ πρώτως καλόν· εἰ δὲ ἀνομοίως, οὐ πρὸς τὸ νοητὸν ποιεῖ· τοὐναντίον γὰρ ἀπολισθάνει τῆς ὁμοιώσεως· καὶ ὁ πρὸς τὸ γεγονός τι ποιῶν, εἴπερ ὄντως ἀφορᾷ πρὸς
15ἐκεῖνο, δῆλον ὡς οὐ καλὸν ποιεῖ· αὐτὸ γὰρ ἐκεῖνο πλῆρές ἐστιν ἀνομοιότητος καὶ οὐκ ἔστι τὸ πρώτως καλόν· ὥστε πολλῷ μᾶλλον ἀφεστήξεται τὸ πρὸς αὐτὸ γεγονὸς τοῦ κάλ‐ λους. ἐπεὶ καὶ ὁ Φειδίας ὁ τὸν Δία ποιήσας οὐ πρὸς γε‐ γονὸς ἀπέβλεψεν, ἀλλ’ εἰς ἔννοιαν ἀφίκετο τοῦ παρ’ Ὁμή‐
20ρῳ Διός· εἰ δὲ καὶ πρὸς αὐτὸν ἠδύνατο τὸν νοερὸν ἀνα‐ τείνεσθαι θεόν, δηλονότι κάλλιον ἂν ἀπετέλεσε τὸ οἰκεῖον ἔργον. ἀπὸ μὲν οὖν τοῦ παραδείγματος ἐφήκει τῇ εἰκόνι τὸ καλὸν ἢ μὴ καλόν, ἀπὸ δὲ τοῦ ποιοῦντος τὸ ὅμοιον ἢ ἀνό‐ μοιον πρὸς τὸ ἀρχέτυπον. λέγεται δὲ πρὸς ἄμφω ἡ εἰκών,
25τοῦ μὲν παραδείγματος εἰκών, τοῦ δὲ ποιοῦντος ἔργον καὶ ἀποτέλεσμα. διὸ καὶ αὐτός, ὅταν μὲν παράδειγμα λέγῃ, τὴν εἰκόνα αὐτῷ συνάπτει· ὧδε οὖν περί τε τοῦ παρα‐ δείγματος καὶ εἰκόνος λεκτέον [29 B]· ὅταν δὲ δημι‐ ουργόν, τὸ ἔργον· ὧν ἐγὼ δημιουργὸς πατήρ τ’ ἔργων,
30ἄλυτα ἐμοῦ γε ἐθέλοντος [41 A]. τριττῶν δὲ ὄντων τῶν
παραδειγμάτων—ἢ γὰρ ἀίδιόν ἐστιν ἀιδίου, ἢ ἀίδιον γενη‐
in Ti
.

1

.

266

τοῦ, ἢ γενητὸν γενητοῦ—ὅταν μὲν ἀιδίου ἀίδιον παρά‐ δειγμα ᾖ, τὸ πάντη ἀίδιον τοῦ πῂ τοιούτου παράδειγμά ἐστιν, ὡς νοῦς ψυχῆς· ὅταν δὲ ἀίδιον γενητοῦ, καὶ τοῦτο πῂ ἀίδιόν ἐστι κατὰ τὸν ἄπειρον χρόνον· ὅταν δὲ γενητὸν
5γενητοῦ, πάντη τοῦτο τῆς ἀιδιότητος ἀποπέπτωκεν· οὐ γὰρ ἐνδέχεται τὸ κατ’ οὐσίαν γενητὸν ἀιδίων εἶναι παρακτικόν. ἐκεῖνα οὖν ἀπὸ τῶν παραδειγμάτων μετέχει κάλλους καὶ τάξεως, ἅτε ἑστώσης ὄντα μιμήματα φύσεως, ταῦτα δὲ ὡς ἐκ μεταβαλλόντων ὑφιστάμενα καὶ κινουμένων οὐ καλά ἐστιν,
10οὐδὲ πάντη αἰσχρὰ ὄντα, ἀλλὰ διὰ τῆς ἀποφάσεως μόνον τοῦ καλοῦ δηλούμενα. καὶ ὅσα δὴ οὖν τέχνης ἐστὶν ἔκγονα κάλλη, καὶ ταῦτα οὐ καλά ἐστιν ὡς πρὸς τὸ κάλλος ἐκεῖνο παραβαλλόμενα τὸ ἀπὸ τοῦ αἰωνίου παραδείγματος ἐφῆκον τοῖς αἰσθητοῖς ὁμοιώμασι. καὶ ἴσως καὶ διὰ ταῦτα οὐκ εἶπεν
15ὁ Τίμαιος τὸ πρὸς γενητὸν ὑποστὰν παράδειγμα πάντως αἰσχρόν, ἀλλ’ ὅτι οὐ καλὸν μόνον· τὸ γὰρ πρὸς τεχνικὸν λόγον ὑποστὰν οὐ πρὸς αἰώνιον ὑφέστηκεν εἶδος, εἴπερ μή ἐστι παραδείγματα ἐν νῷ καὶ τῶν τεχνητῶν. διὸ οὐκ ἔστιν ἁπλῶς καλόν, οὐ μὴν οὐδὲ αἰσχρόν, ὡς ὅλως κατὰ λόγον
20ὑποστάν. ὅτι μὲν οὖν ἀληθῆ ταῦτά ἐστι τὰ ἀξιώματα, διὰ τούτων ὑπομνηστέον. ἀποροῦσι δέ τινες, ὅπως ὁ Πλά‐ των ἔλαβεν ὡς ὁμολογούμενον τὸ δημιουργὸν εἶναι τοῦ παντὸς εἰς παράδειγμα βλέποντα· μὴ γὰρ εἶναι δημιουργὸν εἰς τὸ κατὰ ταὐτὰ ἔχον ὁρῶντα· πολλοὶ γὰρ καὶ τούτου
25προεστᾶσι τοῦ λόγου τῶν παλαιῶν· οἱ μὲν γὰρ εἶναι δημι‐ ουργὸν Ἐπικούρειοι [257V s.] καὶ πάντη τοῦ παντὸς αἴτιον οὐκ εἶναί φασιν, οἱ δὲ ἀπὸ τῆς Στοᾶς [frg. 307 v. Arn.] εἶναι μέν, ἀχώριστον δὲ ὑφεστάναι τῆς ὕλης, οἱ δὲ Περιπατητικοὶ χωριστὸν μὲν εἶναί τι, ποιητικὸν δὲ
30οὐκ εἶναι, ἀλλὰ τελικόν· διὸ καὶ τὰ παραδείγματα ἀνεῖλον
in Ti
.

1

.

267

καὶ νοῦν ἀπλήθυντον προεστήσαντο τῶν ὅλων. Πλάτων δὲ καὶ οἱ Πυθαγόρειοι τὸν δημιουργὸν ὕμνησαν τοῦ παντὸς ὡς χωριστὸν καὶ ἐξῃρημένον καὶ πάντων ὑποστάτην καὶ πρό‐ νοιαν τῶν ὅλων, καὶ μάλιστά γε εἰκότως· εἰ γὰρ ἐρᾷ ὁ κό‐
5σμος, ὥς φησι καὶ Ἀριστοτέλης, τοῦ νοῦ καὶ κινεῖται πρὸς αὐτόν, πόθεν ἔχει ταύτην τὴν ἔφεσιν; ἀνάγκη γάρ, ἐπεὶ μή ἐστι τὸ πρῶτον ὁ κόσμος, ἀπ’ αἰτίας ἔχειν ταύτην τὴν ἔφεσιν αὐτὸν τῆς εἰς τὸ ἐρᾶν κινούσης· κινητικὸν γὰρ τὸ ὀρεκτὸν τοῦ ὀρεκτικοῦ φησιν εἶναι καὶ αὐτός. εἰ δὲ
10τοῦτο ἀληθές, ὀρεκτικὸν δὲ ὁ κόσμος αὐτῷ τῷ εἶναι καὶ κατὰ φύσιν ἐκείνου, δῆλον, ὅτι καὶ τὸ εἶναι αὐτοῦ πᾶν ἐκεῖθεν, ἀφ’ οὗ καὶ τὸ εἶναι ὀρεκτικόν ἐστι. πόθεν δὲ τὸ κινεῖσθαι ἐπ’ ἄπειρον πεπερασμένον ὄντα; πᾶν γὰρ σῶμα πεπερασμένην ἔχει δύναμιν, ὥς φησι. πόθεν οὖν τὴν ἄπει‐
15ρον ἔσχε ταύτην τοῦ εἶναι δύναμιν τὸ πᾶν, εἴπερ μὴ ἐκ ταὐτομάτου κατὰ τὸν Ἐπίκουρον [257 Vs.]; ὅλως δέ, εἰ τῆς κινήσεως αἴτιος ὁ νοῦς τῆς ἀπείρου καὶ ἀδιακόπου καὶ μιᾶς, ἔστι τι τοῦ ἀιδίου ποιητικόν· εἰ δὲ τοῦτο, τί κωλύει καὶ ἀίδιον εἶναι τὸν κόσμον καὶ ἀπ’ αἰτίας εἶναι πατρικῆς;
20καὶ γὰρ ὡς τοῦ κινεῖσθαι δύναμιν ἄπειρον ἐκ τοῦ ὀρεκτοῦ λαμβάνει, δι’ ἣν ἐπ’ ἄπειρον κινεῖται, οὕτω καὶ τὴν τοῦ εἶναι δύναμιν ἄπειρον ἐκεῖθεν πάντως λήψεται διὰ τὸν λόγον ὅς φησιν ἐν πεπερασμένῳ σώματι μὴ εἶναί ποτε δύ‐ ναμιν ἄπειρον. ἢ οὖν οὐκ ἔχει δύναμιν ὅλως, δι’ ἣν συνέ‐
25χεται· καὶ πῶς; πᾶν γὰρ μεριστὸν ἔχει τι ἀμερὲς τὸ συνέχον αὐτό, καθάπερ αὐτός που λέγει, καὶ ἔστι δὲ ζῷον τὸ πᾶν· αὐτὸς γοῦν φησι τὸν θεὸν εἶναι ζῷον ἀίδιον· πᾶν δὲ ζῷον ὑπὸ τῆς ἐν αὐτῷ συνέχεται ζωῆς. ἢ ἔχει μὲν δύναμιν
συνέχουσαν, πεπερασμένην δὲ ταύτην· ἀλλ’ ἀδύνατον· ἐκλεί‐
in Ti
.

1

.

268

ποι γὰρ ἄν, εἰ πεπέρασται. ἢ ἄπειρον ἔχει τὴν δύναμιν· καὶ πάλιν ἔχοι ἂν ταύτην οὐ παρ’ ἑαυτοῦ. ἄλλο ἄρα αὐτῷ δώ‐ σει τὴν τοῦ εἶναι δύναμιν, καὶ δώσει οὐχ ὅλην ἅμα· οὐ γὰρ ἦν ὅλης ἅμα δεκτικόν. ἐπιρρέον ἆρα δώσει καὶ ἀεὶ ἐπιρρέον
5ὅσην δύναται λαμβάνειν. ὥστε εἰκότως καὶ γίνεται ἀεὶ καὶ οὐκ ἔστιν. εἰ δὲ δὴ νοῦς τοῦ κόσμου δημιουργός ἐστι, πότερον λογιζόμενος ποιεῖ ἃ ποιεῖ, ἢ αὐτῷ τῷ εἶναι; εἰ μὲν δὴ βουλευόμενος, ἄτοπον μέν· μεταβολὴ γὰρ ἔσται περὶ αὐ‐ τὸν καὶ τὰ πάθη τῆς μερικῆς ψυχῆς· κἂν βουλεύηται δέ,
10προείληφε πάντως ἐν ἑαυτῷ τὸ ἔργον, περὶ οὗ βουλεύεται, καθάπερ καὶ πᾶς ὁ περὶ ὁτουοῦν βουλευόμενος. εἰ δὲ αὐτῷ τῷ εἶναι, ἑαυτῷ ὅμοιον ποιεῖ· εἰ δὲ τοῦτο, ἔχοι ἂν αὐτὸς παραδείγματα τῶν γιγνομένων. καὶ πάλιν εἰ πρώτως ἐν αὐτῷ ταῦτά ἐστιν ἢ οὔ, ζητήσομεν, καὶ πόθεν εἰς αὐτὸν ἥκει
15τοῦτο τὸ παραδειγματικὸν τῶν ὅλων αἴτιον. ἔτι τοίνυν πῶς τοὺς ἐνταῦθα δημιουργοὺς ποιοῦντας ὁρῶμεν; οὐχὶ λόγους ἔχοντας τῶν ἀποτελεσμάτων; τοῦτο μὲν οὖν καὶ ὁ δαιμόνιος Ἀριστοτέλης συνεχώρησεν· εἰ δὲ ἡ τέχνη μιμεῖται τὴν φύσιν, δεῖ πολλῷ πρότερον καὶ τὴν φύσιν ἔχειν τῶν
20ὑπ’ αὐτῆς γιγνομένων λόγους· εἰ δὲ ἡ φύσις, πόθεν αὕτη κινεῖται ζητήσομεν καὶ πόθεν τελειοῦται· ἄλογος γάρ ἐστι. καὶ οὕτως ἀνιόντες ἐν τῷ νῷ τὰς πάντων αἰτίας θήσομεν. πρὸς μὲν οὖν Ἀριστοτέλη πολλὰ παρὰ πολλῶν ἀντείρηται· τὰ δὲ τοῦ Πλάτωνος νυνὶ βασανιστέον. Καὶ πρῶτον, δι’
25ἣν αἰτίαν ἀπὸ τοῦ παραδείγματος τὸ καλὸν καὶ οὐ καλὸν ἐπιφέρει τοῖς γινομένοις, ἀλλ’ οὐκ ἀπὸ τῆς ποιητικῆς αἰ‐ τίας· ἠδύνατο γοῦν εἰπεῖν διττὰ εἶναι τὰ δημιουργικὰ αἴτια, τὰ μὲν γενητὰ τὰ δὲ νοητά, τὰ μὲν καλῶν ποιητικὰ τὰ δὲ οὐ καλῶν· ὃ δὲ οὐ τοῦτον εἶπε τὸν τρόπον, ἀλλ’ ὅτι τὰ μὲν
30νοητὰ παραδείγματα καλῶν ἐστι παραδείγματα, τὰ δὲ γενητὰ
οὐ καλῶν. λεγέσθω μὲν οὖν, ὅτι καὶ παιδευτικός ἐστιν ὁ
in Ti
.

1

.

269

λόγος, παραμυθούμενος ἡμᾶς, ὅπως ἂν μὴ ἀπογνοίημεν τῶν καλῶν πράξεων· εἰ γὰρ εἶπεν, ὅτι τὸ γενητὸν οὐκ ἔστι κα‐ λοῦ ποιητικόν, ἴσως ἂν ἀργοτέρους ἡμᾶς ἀπετέλεσε περὶ τὰς καλὰς πράξεις. ἄμεινον δ’ ἂν ῥηθείη καὶ φυσικώτερον, εἰ
5φαίημεν, ὅτι τὸ αὐτὸ ποιητικὸν αἴτιον πρὸς διττὰ παρα‐ δείγματα βλέπειν δυνατὸν καὶ τῇ μὲν καλὸν ποιεῖν, τῇ δὲ οὐ καλόν· ψυχὴ γὰρ εἰς νοῦν μὲν ὁρῶσα τίκτει ἀλήθειαν καὶ ἐπιστήμην, εἰς δὲ γένεσιν φαντασίας καὶ ὀρέξεις ἐμ‐ παθεῖς· τὸ δὲ αὐτὸ παραδειγματικὸν αἴτιον καλῶν καὶ οὐ
10καλῶν ὑπάρχειν ἀδύνατόν ἐστιν. εἰκότως ἄρα ἀπὸ τοῦδε τὸ κάλλος καὶ τὸ αἶσχος ἐφήκειν διατάττεται τοῖς γιγνομένοις. τὸ δὴ τούτου παράδειγμα, καλοῦ ὄντος, δῆλον ὅτι νοητόν ἐστι καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχον, εἰς ὃ καὶ ὁ δημιουργὸς βλέπων διακοσμεῖ τὸ πᾶν. εἰ δὴ τοῦ κάλλους
15ἐστὶ χορηγόν, τὴν ἀκροτάτην ἔχει τάξιν ἐν τοῖς ἀεὶ οὖσι καὶ ἔστι τῶν πρώτων νοητῶν· ἐκεῖθεν γὰρ πρόεισι τὸ καλόν· ἐκεῖ οὖν ἡ καλλοποιὸς αἰτία, δι’ ἣν πάντα καλά, νοῦς καὶ ψυχὴ καὶ σώματος φύσις. πάλιν τοίνυν ὁ μὲν δημιουργὸς τοῦ εἴδους αἴτιος, τὸ δὲ παράδειγμα τοῦ κάλλους, τὸ δὲ
20ἀγαθὸν τῆς ἑνώσεως, καὶ τοῦτο μὲν ἅμα πάντων χορηγόν, τὸ δὲ νοητὸν τοῦ τε κάλλους καὶ τοῦ εἴδους, τὸ δὲ δημι‐ ουργικὸν αἴτιον νοερὸν ὂν τοῦ εἴδους καὶ τῆς οὐσίας. καὶ μὴν καὶ τὸ δημιουργικὸν αἴτιον τὸ πρὸς τὸ νοητὸν βλέπον πολυειδές ἐστιν· ἄλλως γὰρ δημιουργεῖ πρὸς ἐκεῖνο βλέπων
25ὁ ὅλος δημιουργός—οὗτος μὲν οὖν καὶ ἥνωται πρὸς αὐτὸ κατ’ ἄκραν ὑπεροχήν—ἄλλως δὲ ἡ δημιουργικὴ τριάς, καὶ ταύτης ἑνοειδῶς μὲν τὸ πρῶτον, γεννητικῶς δὲ τὸ δεύτερον, ἐπιστρεπτικῶς δὲ τὸ ἔσχατον, καὶ ἄλλως μὲν ἐν τοῖς ἡγε‐ μονικοῖς 〈θεοῖσ〉, ἄλλως δὲ ἐν τοῖς ἀπολύτοις, ἄλλως δὲ ἐν τοῖς
30ἐγκοσμίοις. ἐπὶ δὲ ταύτῃ τρόπον ἕτερον θεατέον προϊοῦσαν
τὴν δημιουργίαν εἰς τοὺς πολλοὺς δημιουργικοὺς θεούς, οἳ
in Ti
.

1

.

270

παρὰ τούτων ὑποδέχονται καὶ διακληροῦνται τὰς δυνάμεις τὰς πατρικάς, καὶ μετὰ τούτους ἄλλως μὲν τοὺς δημιουργικοὺς ἀγγέλους, ἄλλως δὲ τοὺς δαίμονας τοὺς τῆς τάξεως ταύτης ὀπαδούς, ἔτι τὰ ἄχραντα τῆς ζωῆς εἴδη τὰ συντελοῦντα πρὸς
5τὴν δημιουργικὴν σειρὰν καὶ τὰ τῶν ψυχῶν τῶν μερικῶν γένη τὰ συνεπόμενα τῷ δημιουργικῷ χορῷ· καθήκει γὰρ ἄχρι τούτων ἡ ἰδιότης καὶ ὁ τρόπος ἐπ’ ἄλλων ἄλλος τῆς ποιή‐ σεως καὶ τῆς εἰς τὸ νοητὸν ἀφοράσεως. δεῖ δὲ κἀκεῖνο θαυμάζειν τοῦ Πλάτωνος, ὅπως οὐκ εἶπε τὸ πρὸς αἰώνιον
10παράδειγμα γεγονὸς καλόν, ἀλλὰ τὸ ὑπὸ τοῦ δημιουργοῦ βλέποντος πρὸς ἐκεῖνο γεγονὸς εἶναι κάλλιστον, ἐπεὶ καὶ τὸ πλημμελὲς καὶ τὸ ἄτακτον γενητὸν ὄν—ὁρατὸν γὰρ καὶ αἰσθητόν· πᾶν δὲ τὸ τοιοῦτον γενητὸν καὶ γέγονεν, ὡς ἐρεῖ προϊών [28 BC 31 B]—ἀπὸ τοῦ νοητοῦ δεξάμενον εἰδῶν
15τινα ἴχνη πρὸ τῆς δημιουργίας καὶ οὐκ ἔστι κάλλιστον, εἰ καὶ καλόν πῄ ἐστιν ὡς πρὸς τὸ ἀνείδεον τῆς ὕλης. οὐχ ἁπλῶς οὖν τὸ πρὸς ἀίδιον παράδειγμα γεγονὸς καλόν, οἷον ἐκεῖνο τὸ ἄτακτον καὶ πλημμελές, ἀλλ’ ὅπερ ὑπὸ τοῦ δημι‐ ουργήσαντος γέγονεν εἰς ἐκεῖνο βλέποντος· ἐκείνου γὰρ ὁ
20δημιουργὸς ἀπῆν, τὸ δὲ νοητὸν πρὸ τοῦ δημιουργοῦ καὶ τοῦτο κατέλαμπεν. ὅσον δὲ ὑπὸ τοῦ δημιουργοῦ γέγονε, καὶ ἀπ’ ἐκείνου γέγονεν εἰς αὐτὸ διὰ μέσου τοῦ δημιουργοῦ ἐνεργοῦντος, καὶ ὡς μὲν ἀπ’ ἐκείνου γεγονὸς εἰδοπεποίηται, ὡς δὲ ἀπὸ τοῦ δημιουργοῦ γεγονὸς τέτακται· τάξεως γὰρ
25ὁ δημιουργὸς αἴτιος, εἴδους δὲ ἁπλῶς τὸ παράδειγμα αἴτιον τοῖς μετέχουσιν. ἔτι τοίνυν ἀπ’ αὐτοῦ τοῦ παραδείγματος τὴν διαφορὰν τῶν δημιουργῶν ληπτέον· οἳ μὲν γὰρ πρὸς ὅλον ὁρῶσι τὸ νοητὸν καὶ καθ’ ὅλον ποιοῦσι, καὶ τούτων οἳ μὲν ὁλικῶς ποιοῦσιν, οἳ δὲ μερικῶς, καὶ οἳ μὲν δι’ ἑνώσεως
30αὐτὸ θεῶνται, οἳ δὲ διὰ νοήσεως, οἳ δὲ αὖ οὐ καθ’ ὅλον ποιοῦσι τὸ νοητόν, ἀλλ’ οἳ μὲν διῄρηνται κατὰ τὰς πρωτ‐ ουργοὺς αἰτίας 〈τὰσ〉 τέτταρας, οἳ δὲ εἰς ἀριθμὸν πλείω προ‐
εληλύθασιν, οἳ δὲ καὶ τὰ ἔσχατα εἴδη παραδείγματα ποιοῦνται
in Ti
.

1

.

271

τῆς ἑαυτῶν ἀπογεννήσεως καὶ διὰ τοῦτο ἀνθρώπων μὲν ἄλλος νομεύς, ἵππων δὲ ἄλλος, ὥς φησιν ἐν Πολιτικῷ [267 D], καὶ ἐπὶ τῶν ἄλλων εἰδῶν ὁμοίως. πολυειδοῦς οὖν οὔσης τῆς δημιουργικῆς σειρᾶς καὶ παραδειγμάτων ἄλ‐
5λων ἄλλοις ὄντων ὁλικωτέρων ἢ μερικωτέρων εἰκότως καὶ ὁ Τίμαιος οὐκ εἶπεν, ὡς ὁ τούτῳ τῷ νοητῷ παραδείγματι χρώμενος καλὸν ποιεῖ τὸ γιγνόμενον, ἀλλ’ ὡς ὁ τοιούτῳ χρώμενος· καὶ γὰρ ὁ τῷ αὐτοανθρώπῳ χρώμενος τοιούτῳ χρῆται. τὸ γοῦν μέρος ἐν ἐκείνοις ἐστί πως τὸ ὅλον διὰ
10τὴν ἕνωσιν τῶν νοητῶν, καὶ ὁμοιότατον τὸ πλῆθος τῇ μονάδι διὰ τὴν τῆς ταυτότητος ἐπικράτειαν. ἐπεὶ καὶ ὁ ὅλος δημιουργὸς βλέπει μὲν εἰς τὸ νοητὸν καὶ παντελὲς ζῷον, χρῆται δὲ τῷ ἐν ἑαυτῷ παραδείγματι νοερῶς ἔχων τὸ νοη‐ τόν, ὃ δὴ καὶ τοιοῦτόν ἐστιν, οἷον τὸ νοητόν, διὰ τὴν
15ὁμοιότητα τὴν πρὸς ἐκεῖνο καὶ μερικώτερον αὐτοῦ. διὸ καὶ τῷ τοιούτῳ τὸ τινὶ προσέθηκε· πάντα γὰρ τὰ νοητὰ ἐκείνου μετέχει καὶ ἔστι μερικώτερα τοῦ παντελοῦς ζῴου. ἀλλὰ τίς ἡ ἰδέα καὶ τίς ἡ δύναμις; ἦ τὴν οὐσίαν ἰδέαν ἐκάλεσεν, ἐξομοιῶν τῷ παραδείγματι τὸ γενόμενον· δίδωσι
20δὲ ἡ δημιουργία καὶ τὰς οὐσίας καὶ τὰς δυνάμεις τοῖς ἀπογεννωμένοις. διὰ τί δὲ ἐπὶ μὲν τοῦ ἀεὶ ὄντος τοιούτῳ φησὶ παραδείγματι χρώμενος, ἐπὶ δὲ τοῦ γεγονότος οὐκ‐ έτι 〈τὸ〉 τοιοῦτο προσέθηκεν, ἀλλ’ ἀντὶ τούτου τὸ γενητὸν ἐπήγαγεν; ἦ ὅτι τὸ μὲν νοητὸν εἶχεν ἑαυτῷ ὅμοιόν τι, ἅτε
25ἀκρότατον ὄν, τὸ δὲ γενητὸν ἔσχατον ὂν οὐδὲν εἶχεν ἄλλο ὅμοιον· καὶ γὰρ τὸ πρὸς αὐτὸ γινόμενον γενητόν ἐστι, καὶ τούτῳ μὲν τὸ ἀνόμοιον οἰκεῖον, ἐκείνῳ δὲ τὸ ὅμοιον, τὸ ταυτόν, πᾶν τὸ τοιοῦτον. ταῦτα καὶ περὶ τούτου. τὸ δὲ ἀεὶ συνα‐ πτέον τῷ κατὰ ταὐτὰ ἔχον, ἵν’ ᾖ πρὸς τὸ ἀεὶ κατὰ
30ταὐτὰ ἔχον βλέπων. οὕτω καὶ ὁ φιλόσοφος ἔκρινε Πορ‐
φύριος εἰκότως· οὐ γὰρ καὶ ἀεὶ βλέπειν φησὶ πάντα δημι‐
in Ti
.

1

.

272

ουργόν, ὡς οἴεται Ἀττικός, ἀλλ’ ἀεὶ ὡσαύτως ἔχειν τὸ νοητόν· εἰ μὴ ἄρα καὶ τὸ βλέπειν ἀεὶ διὰ τοῦτο παρέλαβεν, ἵνα μὴ τῷ ποτὲ μὲν ὁρᾶν, ποτὲ δὲ μή, παρείσδυσιν δῷ τῷ μὴ καλῷ πρὸς τὴν ποίησιν· ἐν ᾧ ἂν οὖν ᾖ δημιουργός,
5βλεπέτω πρὸς τὸ ἀίδιον, ἵνα ποιήσῃ προσόμοιον αὐτῷ καὶ καλόν. Ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος ἢ ὅ τί ποτε ὀνομα‐ ζόμενος μάλιστα δέχοιτο, τοῦτο ἡμῖν ὠνομάσθω [28 B].
10 Τοῦτο τελευταῖόν ἐστι τῶν ἀξιωμάτων, κατὰ τοὺς γεω‐ μέτρας ὄνομα τῷ ὑποκειμένῳ τιθέμενον, ὥσπερ ἐκεῖνοί φα‐ σιν, ὅταν λέγωσι περὶ τοῦ ἐν τοῖς παραλληλογράμμοις γνώ‐ μονος· ἓν ὁποιονοῦν σὺν τοῖς δυσὶ παραπληρώμασι γνώμων καλείσθω [Euclid. elem. 2 def. 2]· ἐπεὶ γὰρ μέλ‐
15λει καὶ οὐρανὸν καὶ κόσμον τὸ αὐτὸ καλεῖν, ἵνα μὴ τὴν διδασκαλίαν ἐπιταράττειν αὐτὸν οἰηθῇς ἄλλοτε ἄλλοις ὀνό‐ μασι χρώμενον, προδιορίζεταί τι περὶ τῶν ὀνομάτων. καὶ γὰρ δὴ καὶ αὐτὸ τοῦτο ἰστέον, ὅτι τὰ ὀνόματα ταῦτα πολ‐ λὴν ἔσχε παρὰ τοῖς παλαιοῖς ἀμφιβολίαν, τῶν μὲν τὸ ὑπὸ
20σελήνην μόνον κόσμον καλούντων, τὸ δὲ ὑπὲρ αὐτὴν οὐρα‐ νόν, τῶν δὲ τὸν οὐρανὸν μέρος τοῦ κόσμου λεγόντων, καὶ τῶν μὲν ἄχρι σελήνης αὐτὸν ὁριζόντων, τῶν δὲ καὶ τὰ ἄκρα τῆς γενέσεως οὐρανὸν προσειπόντων [Hom. Ο 192]· Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ
25
νεφέλῃσ
ι. διόπερ εἰκότως ὁ Πλάτων ἀφορίζεται πρὸ τῆς ὅλης θεω‐ ρίας ὑπὲρ τῶνδε τῶν ὀνομάτων, τὸ πᾶν οὐρανὸν καὶ κόσμον προσαγορεύων καὶ λέγων, ὡς ὁ πᾶς οὐρανός—ἵνα μὴ
μόνον αὐτὸν οἰηθῇς τὸ θεῖον σῶμα λέγειν—ὠνομάσθω
in Ti
.

1

.

273

ἡμῖν ὁ κόσμος ἢ ἄλλο ὅ τί ποτε ὀνομαζόμενος χαίρει. καὶ ἔοικεν οὐρανὸν μὲν αὐτὸν καλεῖν ὡς πᾶσι δοκοῦν, κόσμον δὲ ὡς ἑαυτῷ· λέγει γὰρ, ὅτι ὁ οὐρανὸς ἡμῖν ὠνο‐ μάσθω κόσμος· προσήκει γὰρ ὡς δημιουργήματι τὸ ὄνομα
5τοῦ κόσμου, εἰ καὶ ἄμφω δυνατὸν αὐτὸν καλεῖν, οὐρανὸν μὲν ὡς ὁρῶντα τὰ ἄνω καὶ θεώμενον τὸ νοητὸν καὶ ὡς νοερᾶς οὐσίας μετέχοντα, κόσμον δὲ ὡς πληρούμενον ἀεὶ καὶ κοσμούμενον ἀπὸ τῶν ὄντως ὄντων, καὶ οὐρανὸν μὲν ὡς ἐπεστραμμένον, κόσμον δὲ ὡς προϊόντα· καὶ γὰρ ἀπο‐
10γεννᾶται ἐκεῖθεν καὶ ἐπέστραπται πρὸς τὸ ὄν. ἀλλ’ ὥσπερ τῶν ὑπὸ τῆς τελεστικῆς ἱδρυμένων ἀγαλμάτων τὰ μέν ἐστιν ἐμφανῆ, τὰ δὲ ἔνδον ἀποκέκρυπται σύμβολα τῆς τῶν θεῶν παρουσίας, ἃ καὶ μόνοις ἐστὶ γνώριμα τοῖς τελεσταῖς, τὸν αὐτὸν τρόπον ὁ κόσμος ἄγαλμα ὢν τοῦ νοητοῦ καὶ ἀπὸ τοῦ
15πατρὸς τελεσθεὶς τὰ μὲν ἔχει φανερὰ τῆς ἑαυτοῦ θειότητος γνωρίσματα, τὰ δὲ ἀφανῆ συνθήματα τῆς τοῦ ὄντος μετο‐ χῆς, ἃ παρὰ τοῦ τελέσαντος αὐτὸν ἐδέξατο πατρός, ἵνα δὴ δι’ αὐτὸν ἐρριζωμένος ᾖ διαιωνίως ἐν τῷ ὄντι. τὸ μὲν οὖν οὐρανὸς καὶ τὸ κόσμος ὄνομα τῶν ἐμφανῶν ἐστιν ἐν
20αὐτῷ δυνάμεων σημαντικά, τὸ μὲν καθὸ πρόεισιν ἐκεῖθεν, τὸ δὲ τῆς ἐπιστροφῆς· δεῖ δὲ εἶναι καὶ τῆς μενούσης αὐτοῦ δυνάμεως ὄνομα θεῖον τοῦ συνθήματος ὂν τοῦ δημιουργι‐ κοῦ σύμβολον, καθὸ καὶ ἀνεκφοίτητός ἐστι τοῦ ὄντος, ἄρ‐ ρητον ὂν καὶ ἄφθεγκτον καὶ αὐτοῖς γνώριμον τοῖς θεοῖς.
25οἰκεῖα γάρ ἐστιν ὀνόματα πάσῃ τάξει τῶν πραγμάτων, θεῖα μὲν τοῖς θείοις, διανοητὰ δὲ τοῖς διανοητοῖς, δοξαστὰ δὲ τοῖς δοξαστοῖς· καὶ τοῦτο καὶ αὐτὸς ἐν τῷ Κρατύλῳ [391 D E 392 A] φησὶ τὸν Ὅμηρον ἀποδεχόμενος ἄλλα μὲν ἐν θεοῖς ὀνόματα τῶν αὐτῶν, ἄλλα δὲ ἐν ἀνθρώπων δόξαις
30τιθέμενον·
in Ti
.

1

.

274

ὂν Ξάνθον καλέουσι θεο, ἄνδρες δὲ Σκάμαν‐
δρον
[Υ 74] καὶ χαλκίδα κικλήσκουσι θεο, ἄνδρες δὲ κύμινδιν
5
[Ξ 291] καὶ ἐπὶ πολλῶν ὁμοίως· ὡς γὰρ ἄλλαι μὲν αἱ θεῶν γνώσεις, ἄλλαι δὲ αἱ τῶν μερικῶν ψυχῶν, οὕτω καὶ ὀνόματα ἄλλα μὲν τὰ θεῖα, τὴν ὅλην οὐσίαν ἐκφαίνοντα τῶν ὀνομαστῶν, ἄλλα δὲ τὰ ἀνθρώπων, μερικῶς αὐτῶν ἐφαπτόμενα. τοῦτο
10τοίνυν ἐπὶ τοῦ κόσμου προϋπάρχον εἰδώς, ἄλλο τὸ θεῖον ὄνομα παρὰ τὸ φαινόμενον, καὶ ἄρρητον ἀφῆκεν αὐτὸ καὶ μετὰ πλείστης εὐλαβείας αὐτῷ προσήνεγκεν ὡς σύμβολον τοῦ ἐν αὐτῷ θείου συνθήματος· τὸ γὰρ ὅ τί ποτε καὶ τὸ δέ‐ χοιτο λανθάνων ὕμνος ἐστὶ τοῦ κοσμικοῦ ὀνόματος ὡς
15ἀφθέγκτου καὶ θείαν οὐσίαν εἰληχότος, ἵνα καὶ σύστοιχον ᾖ τῷ παρ’ αὐτοῦ σημαινομένῳ. διὸ καὶ τοῖς θεουργοῖς ὀνό‐ ματα θεῖα κοσμικὰ παραδέδοται, τὰ μὲν ἄρρητα καλούμενα, τὰ δὲ ῥητὰ παρ’ αὐτοῖς, τὰ μὲν τῶν ἀφανῶν ἐν αὐτῷ δυνά‐ μεων ὄντα, τὰ δὲ τῶν ἐμφανῶν στοιχείων, ἐξ ὧν συμπε‐
20πλήρωται. Διὰ μὲν οὖν τούτων ὡς ὑποθέσεων παραδίδοται τό τε εἶδος τὸ κοσμικὸν καὶ τὸ δημιουργικὸν αἴτιον καὶ τὸ παρά‐ δειγμα καὶ τὸ ὄνομα τό τε ἐμφανὲς καὶ τὸ ἀφανές, τὸ μὲν δυαδικὸν τὸ δὲ μοναδικόν· τὸ γὰρ ὅ τί ποτε τῆς ἑνότητός
25ἐστι σημαντικόν· καὶ ἔχοις ἂν τὸ μὲν ἄρρητον ὄνομα τῆς τοῦ παντὸς ἐν τῷ πατρὶ μονῆς, τὸ δὲ κόσμος τῆς προ‐ όδου, τὸ δὲ οὐρανὸς τῆς ἐπιστροφῆς, διὰ δὲ τῶν τριῶν τὴν τελικὴν αἰτίαν, δι’ ἣν τοῦ ἀγαθοῦ πλῆρές ἐστι, μένον μὲν ἀρρήτως, προϊὸν δὲ τελείως, ἐπιστρέφον δὲ ὡς πρὸς
30ἐφετὸν τὸ ἀγαθόν. προσήκει δὲ λοιπὸν αὐτῆς ἐφάψασθαι τῆς τῶν πραγμάτων θεωρίας, τὰ ἑξῆς ταῖς ἀρχαῖς περαί‐
νοντας.
in Ti
.

1

.

275

Σκεπτέον δὴ οὖν περὶ αὐτοῦ πρῶτον, ὅπερ ὑπό‐ κειται περὶ παντὸς ἐν ἀρχῇ δεῖν σκοπεῖν [28 B]. Μετὰ τὴν εὐχὴν καὶ τὴν παράκλησιν τῶν ἀκροατῶν καὶ τὴν τῶν ὑποθέσεων παράδοσιν οὐδὲν ἄλλο ἐστὶν ὑπολειπόμε‐
5νον, ἢ ταῖς ὑποθέσεσιν αὐταῖς ἑπομένως τὴν ὅλην διατιθέναι πραγματείαν· ταύτης ἡγεῖται κεφάλαιον ἐκεῖνο τὸ εἴτε γέ‐ γονεν ὁ κόσμος, εἴτε ἀγένητός ἐστι, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν· καὶ γὰρ ἐν τοῖς πρὸς τῶν ὑποθέσεων λόγοις εἶπεν [27 C], ὅτι δεῖ περὶ τοῦ παντὸς ἡμᾶς μέλ‐
10λοντας λέγειν, εἰ γέγονεν ἣ καὶ ἀγενές ἐστι, θεοὺς παρακαλεῖν καὶ θεάς ὡς ἐντεῦθεν ἀρξόμενος τῆς θεωρίας, καὶ ἐν ταῖς ὑποθέσεσιν αὗται πρῶται παρελαμβάνοντο [27 D]· τί τὸ ὂν ἀε, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γιγνό‐ μενον μέν, ὂν δὲ οὐδέποτε. τοῦτο οὖν πρῶτον σκεπτέον,
15ὥσπερ ὑπόκειται πρῶτον ἐν ταῖς ἀρχαῖς. δεῖ δὲ καί, ὥσπερ εἴρηκεν ὁ ἐν Φαίδρῳ [237 BC] Σωκράτης, περὶ παντὸς τὸ τί ἐστιν ἐν ἀρχῇ σκοπεῖν. τοῦτο δέ ἐστι τὸ εἶδος τοῦ ζητου‐ μένου. τὸ δὲ γενητὸν καὶ ἀγένητον τὸ εἶδος ἀφορίζει τὸ κοσμικόν· ὥστε εἰκότως τοῦτο πρῶτον ἀξιωτέον τῆς πρεπούσης
20διασκέψεως, ὃ καὶ ποιήσει μετὰ τοῦτο εὐθύς. ἐπειδὴ δὲ τῶν Πλατωνικῶν οἱ μὲν πολλοὶ τὸ περὶ παντὸς ἤκουσαν ἐπὶ παντὸς πράγματος κατὰ τὸ ἐν τῷ Φαίδρῳ ῥηθέν, Πορφύ‐ ριος δὲ καὶ Ἰάμβλιχος ἐπ’ αὐτοῦ τοῦ παντός, ὡς δέον ὂν περὶ τοῦ παντὸς εἰπεῖν πρῶτον, ποτέρως ἔχει φύσεως, εἴτε
25ἀγένητον, εἴτε αὖ γενητὸν τυγχάνει ὄν, εἰδέναι χρή, ὅτι μᾶλλον ἡ προτέρα ἐξήγησις ἔχει τὸ αὐτοφυές· καὶ γὰρ τὸ περὶ παντὸς εἰς τὸ περὶ τοῦ παντὸς μεταλαμβάνειν ὑπόψελλόν ἐστιν. ὅτι δὲ ἁπλῶς περὶ παντὸς ταῦτα ζητητέον, ἐκ τῶν κοινῶν ἐννοιῶν καὶ τῶν πρώτων ὑποθέσεων προειλήφαμεν. καὶ τὸ
30ἐπαγαγεῖν πότερον ἦν ἀε, γενέσεως ἀρχὴν ἔχων οὐ‐
in Ti
.

1

.

276

δεμίαν, ἢ γέγονεν δείκνυσιν, ὅτι κοινότερον ἐρρήθη τὸ περὶ παντός· πρὸς γὰρ τὸν κόσμον ἀποδέδωκε τὸ ἔχων καὶ τὸ ὁρατὸς καὶ ἁπτός, ἀλλ’ οὐ πρὸς τὸ πᾶν. τοῦτο μὲν οὖν καταφανές. ἐπειδὴ δὲ δεῖ τοῦτο πρῶτον εὑρεῖν τὸ εἶδος
5τὸ κοσμικὸν πότερον ἐν τοῖς αἰωνίοις ἢ ἐν τοῖς γενητοῖς αὐτὸ τακτέον, ἴδωμεν, ὅπως ὁ φιλόσοφος μέτεισι τὸν λόγον, καὶ συνοδεύσωμεν αὐτοῦ ταῖς ἀποδείξεσι. Πότερον ἦν ἀε, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενος [28 B].
10 Πάσαις ταῖς διαλεκτικαῖς μεθόδοις χρησάμενος ἐν ταῖς ὑποθέσεσι—καὶ γὰρ τὸ ὂν ἀπὸ τοῦ γιγνομένου διεστεί‐ λατο, καὶ ὁριστικῶς ἑκάτερον αὐτῶν ἀποδέδωκε τί ἐστι καὶ ἀναλυτικῶς· ἀπὸ γὰρ τῶν γιγνομένων ἐπὶ τὰς αἰτίας αὐτῶν τάς τε δημιουργικὰς καὶ παραδειγματικὰς ἀνέδραμε—καὶ
15δὴ καὶ περὶ ὀνομάτων ἀρρήτων τε καὶ ῥητῶν ἐνδειξάμενος ὄντως κατὰ τὸν τῶν Πυθαγορείων λόγον, ὅς φησι σο‐ φώτατον μὲν εἶναι τὸν ἀριθμόν, δευτέρως δὲ τὸν τὰ ὀνόματα τοῖς πράγμασι θέμενον, ἐπὶ τὰς ἀποδείξεις τρέπεται τῶν περὶ τοῦ κόσμου προβλημάτων, καὶ πρῶτον
20αὐτοῦ τὸ εἶδος ζητῶν εὑρεῖν βούλεται, ποίας αὐτὸν μοίρας θετέον, τῆς ἀεὶ οὔσης, ἢ τῆς γενητῆς. καὶ διὰ τοῦτο ἐρω‐ τᾷ, πότερον ἀρχὴν τινὰ ἔχει γενέσεως ἢ οὐδεμίαν, οὐκ ἐρό‐ μενος, εἰ τῶν ἀεὶ ὄντων ἐστὶν ἢ τῶν γενητῶν—δυνατὸν γὰρ ἦν αὐτὸν λέγειν μέσον τῶν γενητῶν καὶ ἀεὶ ὄντων, ὡς τὴν
25ψυχήν—ἀλλ’ εἰ ἀεὶ ἦν, γενέσεως οὐδεμίαν ἔχων ἀρχήν, ἢ γέγονεν ὁπωσοῦν, ἵνα καὶ τὸ ἀμφοῖν μέσον περιλάβῃ, τὸ καὶ τινὰ ἀρχὴν ἔχον γενέσεως καὶ ἀεὶ ὄν. εἶτ’ ἐπιδείξας αὐτὸν κατὰ τὸ σῶμα γενητὸν μόνως, κατ’ ἄλλο τι δώσει τὸ ἀγένητον αὐτῷ, καθὸ καὶ ἔστι θεός, ὡς ἔσται τοῦ λόγου
30προϊόντος ἐμφανές [34 B]. τοιαύτης δ’ οὖν τῆς ζητήσεως
οὔσης Πλούταρχος μὲν καὶ Ἀττικὸς καὶ ἄλλοι πολλοὶ τῶν
in Ti
.

1

.

277

Πλατωνικῶν κατὰ χρόνον τὴν γένεσιν ἤκουσαν καί φασι γίγνεσθαι τὴν ζήτησιν, εἴτε ἀγένητος κατὰ χρόνον ὁ κόσμος, εἴτε γενητός· εἶναι γὰρ πρὸ τῆς κοσμοποιίας ἄτακτον κίνη‐ σιν, ἅμα δὲ κινήσει πάντως ἐστὶ καὶ χρόνος, ὥστε καὶ χρόνον
5εἶναι πρὸ τοῦ παντός· ἅμα δὲ τῷ παντὶ γεγονέναι χρόνον, ἀριθμὸν ὄντα τῆς τοῦ παντὸς κινήσεως, ὡς ἐκεῖνος ἦν τῆς πρὸ τῆς κοσμοποιίας οὔσης ἀτάκτου κινήσεως ἀριθμός. οἱ δὲ περὶ Κράντορα τοῦ Πλάτωνος ἐξηγηταί φασι γενη‐ τὸν λέγεσθαι τὸν κόσμον ὡς ἀπ’ αἰτίας ἄλλης παραγόμενον
10καὶ οὐκ ὄντα αὐτόγονον οὐδὲ αὐθυπόστατον, Πλωτῖνος δὲ καὶ οἱ μετὰ Πλωτῖνον φιλόσοφοι, Πορφύριος καὶ Ἰάμ‐ βλιχος, τὸ σύνθετόν φασιν ἐν τούτοις κεκλῆσθαι γενητόν, τούτῳ δὲ συνυπάρχειν καὶ τὸ ἀφ’ ἑτέρας αἰτίας ἀπογεννᾶ‐ σθαι. ἡμεῖς δὲ καὶ ταῦτα μὲν εἶναί φαμεν πάντων ἀλη‐
15θέστατα, καὶ εἶναι γενητὸν τὸν κόσμον καὶ ὡς σύνθετον καὶ ὡς ἄλλων αἰτίων εἰς τὸ εἶναι δεόμενον· πᾶν γὰρ τὸ διαστατὸν τοιοῦτον, καὶ τὸ αἰσθητὸν φύσιν ἔλαχε τοιαύτην. ἀξιοῦμεν δὲ αὐτοὺς καὶ εἰς τὰ ἄλλα γενητὰ ἀποβλέπειν, τὸν χρόνον λέγω καὶ τὴν ψυχήν, καὶ σκοπεῖν, τί τὸ κοινὸν καὶ
20ἐπὶ ταῦτα τὰ σημαινόμενα διατεῖνον, καὶ λέγειν τὸ μὲν ἀεὶ ὂν τὸ αἰωνίως καὶ τὴν οὐσίαν ἑστῶσαν ἔχον καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν, τὸ δὲ γενητὸν τὸ μὲν ἁπλῶς, τὸ πάντα ταῦτα κατὰ χρόνον ὑποδεχόμενον, πῂ δὲ γενητὸν τὸ ἐν κινή‐ σει καὶ παρατάσει τὴν ἐνέργειαν κεκτημένον· εἴρηται γὰρ καὶ
25ἔμπροσθεν [235, 28 ss], ὅτι τὰ μὲν ἄκρα ἀφωρίσατο τὸ ἁπλῶς ἀεὶ ὂν καὶ ἁπλῶς γενητόν, τὰ δὲ μέσα περιείληφεν ἐν τούτοις. τὸ οὖν μὴ ὅλην ἅμα ἑστῶσαν ἐν ἑνὶ τὴν οὐσίαν ἢ τὴν ἐνέργειαν ἔχον γενητὸν ἐπονομάζεται· διὰ γὰρ γενέσεως τὸ τοιόνδε πάντως ὑφέστηκε καὶ τὸ εἶναι αὐτῷ γιγνόμενόν
30ἐστιν, ἀλλ’ οὐκ ὄν. τοιοῦτος δὲ καὶ ὁ αἰσθητὸς κόσμος οὗτος καὶ ὁ χρόνος ὁ ἐν τοῖς κινουμένοις καὶ ἡ μεταβατικὴ νόησις τῶν ψυχῶν. ἀλλ’ ὅτι μὲν πᾶσα κίνησις κατὰ μέρος
ὑφίσταται καὶ οὐχ ὅλη ἅμα ἔσται, δῆλον. εἰ δὲ καὶ ἡ οὐσία
in Ti
.

1

.

278

τοῦ κόσμου γένεσιν ἔχει καὶ τὸ ἀίδιον αὐτῆς κατὰ τὴν ἀπει‐ ρίαν ἐστὶ τὴν χρονικήν, ἐπιστήσειεν ἄν τις καὶ ἐπιστήσας συλλογίσαιτο πρῶτον μέν, ὅτι δεῖ τῶν αἰωνίως ἀιδίων καὶ τῶν ἐν μέρει χρόνου γενητῶν εἶναι μεταξὺ τὴν κατὰ τὸν
5ἄπειρον χρόνον γενητὴν ὑπόστασιν, καὶ ταύτην διττήν, ἢ τὸ μὲν ὅλον ἀίδιον ἔχουσαν εἰς τὸν ὅλον χρόνον, τὰ δὲ μέρη ἐν μέρεσι τοῦ χρόνου, οἷα τὰ τῇδε στοιχεῖα, ἢ καὶ τὸ ὅλον καὶ τὰ μέρη συμπαρατείνοντα πρὸς τὴν ἀιδιότητα τοῦ χρόνου παντός, ὡς τὰ οὐράνια· οὐ γάρ ἐστιν ἡ αὐτὴ ἀιδιότης κατὰ
10τὸν αἰῶνα καὶ τὸν ὅλον χρόνον· οὐδὲ γὰρ ἡ αὐτὴ ἀπειρία χρόνου καὶ αἰῶνος· οὐδὲ γὰρ ταὐτὸν αἰὼν καὶ χρόνος. δεύ‐ τερον δέ, ὅτι τὸ αἰῶνι μετρούμενον καὶ ἐν αἰῶνι ὂν ἀμερὲς εἶναι δεῖ· πῶς γὰρ τὸ μεριστὸν ἐν τῷ ἀμερίστῳ στήσεται καὶ ἱδρυμένην ἔξει τὴν οὐσίαν; τρίτον δέ, ὅτι τῆς ψυχῆς
15ἐνεργούσης κατὰ χρόνον καὶ τὸ σῶμα πάντως ἐστὶ κατὰ χρόνον· ἐγγυτέρω γὰρ ἡ ἐνέργεια τῆς ψυχῆς τῶν αἰωνίων τῆς τοῦ σώματος οὐσίας. τί δὴ οὖν ἡμῖν τεκμήριον ἔσται τοῦ τὴν οὐσίαν τῶν οὐρανίων οὕτως εἶναι ἀίδιον, ὡς κατὰ τὸν χρόνον; τὸ χωρισθεῖσαν αὐτήν, φήσω, τοῦ κοσμοῦντος
20μηκέτ’ εἶναι· τοῦτο γὰρ δὴ ποιεῖ δῆλον, ὅτι τὴν ἀιδιότητα ἐπισκευαστὴν ἔλαχε καὶ ἀεὶ γίνεται ἀλλαχόθεν· ὅλην γάρ πού τι τὴν οἰκείαν οὐσίαν ἀπειληφὸς αὔταρκες ἂν ἦν κατὰ τὸ εἶναι καὶ τοῦ ποιοῦντος χωρισθὲν καὶ διδόντος αὐτῷ τὴν οὐσίαν. Σκοπὸς μὲν οὖν αὐτῷ δεῖξαι γενητὸν ἁπλῶς
25τὸν κόσμον ὡς καὶ τὴν οὐσίαν καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν καὶ αὐτὴν τὴν ἀιδιότητα τῷ ὅλῳ χρόνῳ συμπαρ‐ εκτεινομένην ἔχοντα. ζητεῖ δὲ ἐξ ἀρχῆς, εἴτε ἀεὶ ὄν ἐστιν, εἴτε γενητόν, ὃ ταὐτὸν τῷ εἴτε τῶν αἰωνίων ἐστίν, εἴτε τῶν ὑπὸ τὸν χρόνον τελούντων· τὸ μὲν γὰρ ἦν ἀεὶ τὸ
30νοητὸν αὐτῷ δηλοῖ, καθάπερ εἰρήκαμεν ἔμπροσθεν [27 D]· τί τὸ ὂν ἀε, γένεσιν δὲ οὐκ ἔχον; εἰ δὲ τὸ ἦν οὔ
φησι προελθὼν [37 E] οἰκεῖον εἶναι τοῖς αἰωνίοις, ἀλλὰ
in Ti
.

1

.

279

τὸ ἔστιν, οὐ δεῖ ταράττεσθαι· πρὸ γὰρ τῆς διαρθρώσεως ἕπεται τῇ συνηθείᾳ. διὸ καὶ τὸν δημιουργὸν ἀνυμνῶν ἀγαθὸς ἦν φησι [29 E], καίτοι τῶν αἰωνίων ἐστὶν ὁ δημιουργός, καὶ ἐπὶ τοῦ παραδείγματος ἀμφότερα ἅμα συνή‐
5γαγεν εἰπών [37 D], ἡ μὲν οὖν ζῴου φύσις ἐτύγχανεν οὖσα αἰώνιος, ὁμοῦ τῷ αἰώνιος οὖσα τὸ ἐτύγχανε συλλαβών. καὶ ἐπὶ πᾶσι, διότι παντὸς σώματος πεπερασμέ‐ νου καὶ ἡ δύναμις οὐκ ἄπειρος, ὡς ἔδειξεν Ἀριστοτέλης· ὁ δὲ αἰὼν δύναμις ἄπειρος· ὥστε πᾶν σῶμα πεπερασμένον
10αἰῶνος ἄδεκτον. δεῖ ἄρα αὐτὸ μὴ ἀεὶ εἶναι, ἀλλ’ ἀεὶ γίνε‐ σθαι, ἀεὶ ἐπιναόμενον ὅσον δέξασθαι δύναται. τὸ μὲν οὖν ὂν ὡς ἔφην καὶ ἀεὶ ὂν δηλοῖ τὸ αἰώνιον, τὸ δὲ γεγονέναι τὸ τῷ χρόνῳ μετρουμένην εἰληχέναι τὴν ὑπόστασιν, οἷόν ἐστι τὸ αἰσθητόν, ὃ δή ἐστι δόξῃ μετ’ αἰσθήσεως ληπτόν.
15εἴρηται δέ, ὅτι τὸ μὲν νοητὸν αὐθυπόστατόν ἐστι καὶ αἰώ‐ νιον, τὸ δὲ αἰσθητὸν ὑπ’ ἄλλου παραγόμενον καὶ τῷ χρό‐ νῳ συνυφιστάμενον· ἄλλο γὰρ τὸ ἓν ἀριθμῷ τὸ αἰώνιον, ἄλλο τὸ ἔγχρονον, καὶ τὸ μὲν ἔστιν ἓν ἀριθμῷ, τὸ δὲ γίγνε‐ ται ἓν ἀριθμῷ· συζυγεῖ γὰρ τῷ μὲν ὁ αἰών, τῷ δὲ ὁ χρό‐
20νος, καὶ ἔχει τὸ γενητόν, κἂν ἀίδιον λέγηται, τῷ παντὶ χρόνῳ συνεκτεινομένην τὴν ὑπόστασιν, ἀεὶ γιγνόμενον καὶ ἀεὶ κοσμούμενον ἀπὸ τοῦ αἰτίου τοῦ παράγοντος αὐτήν. εἰ τοίνυν τὸ ἀεὶ ὂν τὸ αἰώνιον δηλοῖ, τὸ δὲ γενέσεως ἀρ‐ χὴν ἔχον τὸ κατ’ ἄλλην αἰτίαν παραγόμενον—τοιοῦτον γὰρ
25τὸ ἀεὶ γιγνόμενον—ζητεῖ δὲ ὁ Πλάτων, εἴτε ἀεὶ ὂν ὁ κόσμος εἴτε ἀρχὴν ἔχων γενέσεώς τινος, εἰς ταὐτὸν ἡ τοι‐ αύτη χωρεῖ ζήτησις τῷ πότερον τῶν αἰωνίων ἐστὶν ὁ κόσμος, ἢ τῶν κατὰ τὸν ὅλον χρόνον παραγομένων, καὶ πότερον τῶν αὐθυποστάτων, ἢ τῶν ἀπ’ ἄλλης αἰτίας κοσμουμένων.
30ἔτι τοίνυν τὸ γενητὸν τῶν πολλαχῶς ἐστι λεγομένων· καὶ γὰρ τὸ πολυθρύλητον τοῦτο τὸ ἀρχὴν ἔχον χρονικὴν γενητὸν
ἀποκαλεῖται, κἄν τε διὰ γενέσεως ἐπὶ τὸ ὂν ἀφικνῆται, κἄν
in Ti
.

1

.

280

τε χωρὶς γενέσεως, ὥς φησιν Ἀριστοτέλης [de cael. α 11. 280b 15 s], καὶ τὸ ἀπ’ αἰτίας προϊὸν πᾶν καλεῖται γενητόν, καὶ τὸ σύνθετον κατὰ τὴν οὐσίαν καλεῖται γενητόν, ὡς ἐξ αἰτίων ἀνομοίων ὑφεστὸς καὶ δεόμενον τοῦ ταῦτα συνάγοντος, καὶ τὸ
5φύσιν ἔχον γενητὴν κἂν μὴ ᾖ γεγονός, οἷον δή ἐστι καὶ τὸ φύσιν ἔχον ὁρατὴν κἂν μὴ ὁρώμενον ᾖ. πολλαχῶς οὖν τοῦ γενητοῦ λεγομένου τὸ μὲν κατὰ χρόνον γενητὸν πάσας ἔχει τὰς γενέσεις· καὶ γὰρ ἀπ’ αἰτίας πρόεισι καὶ σύνθετόν ἐστι καὶ φύσιν ἔχει γενητήν· οὐ πάντως δὲ τὸ κατ’ ἄλλον τρόπον
10γενητὸν πάσας ἔχει τὰς γενέσεις. εἰ μὲν οὖν εἴρητο πότερον ὁ κόσμος πάσας ἔχει τὰς γενέσεις ἢ οὐ πάσας, εἴπομεν ἂν αὐτὸν ζητεῖν, εἴτε κατὰ χρόνον ἐστὶ γενητός, εἴτε μὴ ἔχει γενέσεως ἀρχὴν χρονικήν. ἐπειδὴ δὲ εἶπεν οὐ ταύτην τὴν ἀντίφασιν, ἀλλ’ ἐκείνην· πότερον οὐδεμίαν ἔχει γενέ‐
15σεως ἀρχὴν ἢ τινά, δῆλον ποιεῖ τοῖς καὶ μικρὰ συνεῖναι δυναμένοις, ὡς οὐ περὶ τῆς χρονικῆς ἀρχῆς ἀπορῶν, ἀλλ’ εἰ πολλῶν γενέσεων οὐσῶν ἔχει τινὰ γενέσεως ἀρχὴν τὸ πᾶν· εἰ γὰρ μηδεμίαν, τῶν αἰωνίων ἐστὶ καὶ τῶν αὐθυ‐ ποστάτων, ἐν οἷς γένεσις οὐκ ἔστιν, ὅτι μηδὲ χρόνος. κἂν
20γάρ ποτε λέγωμεν θεῶν γενέσεις, τὴν ἄρρητον αὐτῶν πρό‐ οδον ἐνδεικνύμενοι, λέγομεν κατὰ τὴν τῶν δευτέρων ἑτερότητα πρὸς τὰς αἰτίας αὐτῶν. οἱ δέ γε θεολόγοι πάσας τὰς τοι‐ αύτας ἀπορίας προαναιροῦντες, ἵνα αἱ γενέσεις αὐτοῖς κατὰ λόγον πλάττωνται τῶν θεῶν, χρόνον τὸ πρῶτον ἐπωνόμασαν,
25ὡς δέοντος, ὅπου γένεσίς ἐστιν, ἐκεῖ προηγεῖσθαι τὸν χρό‐ νον, καθ’ ὃν ἡ γένεσις καὶ δι’ ὅν. τούτοις μὲν οὖν εἰς ταὐτὸν εἶσιν ἡ αἰτία καὶ ὁ χρόνος, ἐπεὶ καὶ ἡ πρόοδος καὶ ἡ γένεσις. τὸ δὲ ὄντως γιγνόμενόν ἐστι τὸ ἑαυτὸ μὴ γεν‐
νῶν, ἀλλ’ ὑφ’ ἑτέρου παραγόμενον καὶ εἴδωλον ἑτέρου
in Ti
.

1

.

281

γιγνόμενον καὶ ἐκ πολλῶν ἀνομοίων συντιθέμενον καὶ ἀεὶ τὴν ὑπόστασιν ἐπισκευαστὴν δεχόμενον, ᾧ καὶ ὁ χρόνος σύζυγος ἔχοντι τὴν γένεσιν ἀνέκλειπτον τῇ ἀπειρίᾳ τοῦ χρόνου συμπαρατεινομένην, καὶ τὸ ταυτὸν κατὰ ἀριθμὸν ἐν
5τῷ ἀεὶ γίγνεσθαι ἕν, ἀλλ’ οὐκ ἐν τῷ ἀεὶ εἶναι ἕν. τὸ δὲ οὕτω γενητὸν καὶ ἐκ τοῦ μὴ ὄντος εἴποις ἂν προϊέναι· τὸ μὲν γὰρ αὐθυπόστατον ἀφ’ ἑαυτοῦ γεννώμενον οὐκ ἐκ τοῦ μὴ ὄντος πρόεισι· κἂν γὰρ ἐπινοία διέλῃς αὐτὸ εἰς αἴτιον καὶ αἰτιατόν, ἐξ ὄντος πρόεισιν· ἦν γὰρ ἓν τὸ ποιοῦν καὶ
10ποιούμενον, ὥστ’ ἐξ ὄντος ἑαυτοῦ πρόεισι, διὸ καὶ αἰώνιόν ἐστιν, οὐδέποτε ἀπολεῖπον ἑαυτό. τὸ δὲ ἀπ’ ἄλλου μόνον ὂντοσ ἐκ μὴ ὄντος ὑφίσταται, διότι χωρισθὲν τῆς αἰτίας οὐκέτι ἐστί, καὶ τὸ αἴτιον ἕτερόν ἐστι τοῦ ἀποτελέσματος. οὕτω μὲν οὖν καὶ τὸ ἀξίωμα τὸ φυσικὸν ἐφαρμοστέον τῷ
15γενητῷ τούτῳ κατὰ ἀναλογίαν καὶ τὸ ἐν χρόνῳ δὲ εἶναι τὸ γιγνόμενον προσβιβαστέον οὐ γὰρ ἐν μέρει χρόνου φαμὲν τοῦτο εἶναι, ἀλλ’ ἐν τῷ ἀπείρῳ χρόνῳ, γιγνόμενον ἀεὶ καὶ ἐλλαμπόμενον ἀπὸ τοῦ ὄντος. δῆλον γάρ· ἂν γὰρ ἀφέλῃς τὸ ποιοῦν, ἀτελὲς εὐθὺς τὸ πᾶν, ὅπερ ὑπάρχει πᾶσι τοῖς
20ἔτι γιγνομένοις, καὶ οὐ διὰ τοῦτο ἀτελέστερον τῶν ποτὲ γε‐ γονότων· οὐ γὰρ ἐκ τοῦ ἀτελοῦς εἰς τὸ τέλειον ὥσπερ ταῦτα πρόεισιν, ἀλλ’ ὅλον ἅμα καὶ τέλειον καὶ ἀεὶ γίνεται, διὸ τὸ ἀεὶ αὐτοῦ καὶ τέλειον κατὰ τὸν ὅλον ἐστὶ χρόνον· χρόνος γὰρ μετ’ οὐρανοῦ γέγονεν [38 B], οὐ χρόνου μόριον,
25ἀλλ’ ὁ πᾶς χρόνος· ὥστε ἐν τῷ ἀπείρῳ χρόνῳ γίνεται ὁ οὐρανὸς καὶ ἀνέκλειπτός ἐστιν ἐφ’ ἑκάτερα καθάπερ ὁ χρό‐ νος. οὕτως οὖν εἴρηται καὶ γενέσεως ἀρχὴν ἔχειν καὶ ἀπ’ ἀρχῆς τινος ἄρξασθαι, τὸ πρῶτον μὲν ἀπ’ ἀρχῆς τῆς κυριωτάτης, ὡς αὐτὸς ἐρεῖ [29 E], τῆς τελικῆς· ἀπὸ ταύ‐
30της γὰρ ἤρξατο τῆς τοῦ κόσμου γενέσεως ὁ γεννήσας αὐτὸν
in Ti
.

1

.

282

πατήρ. ἔπειτα πρὸς τούτῳ καὶ ὡσ διὰ τὴν ἐν παντὶ τῷ χρόνῳ γένεσιν ἀεὶ γιγνόμενος καὶ ἀρξάμενος τοῦ γίγνεσθαι καὶ τέλος ἔχων· οὐ γὰρ ἄλλο μὲν ἐπ’ αὐτοῦ τὸ γέγονεν, ἄλλο δὲ γίνεται, ὥστε οὐδὲ ἄλλο ἡ ἀρχὴ καὶ ἄλλο τὸ τέλος.
5τὸ μὲν οὖν ἐν μέρει χρόνου γιγνόμενον ἄλλοτε ἄρχεται καὶ ἄλλοτε τελειοῦται, τὸ δὲ κατὰ πάντα τὸν χρόνον γιγνόμενον ἀεὶ ἀρξάμενον ἀεὶ τέλειόν ἐστι, καὶ τινὰ μὲν ἀρχὴν ἔχει γενέ‐ σεως, τὴν ἀπ’ ἄλλου τελειουμένην, οὐ τινὰ δὲ ὡς οὐκ ἔχον ἀρχὴν χρόνου τινὸς μερικοῦ· ἐπεὶ γὰρ ἡ γένεσις πολλαχῶς,
10καὶ ἡ ἀρχὴ τῆς γενέσεως πολλαχῶς· ὥστε ἡ εἰς τὸν ὅλον χρόνον ὑφισταμένη γένεσις τὶς γένεσίς ἐστι, καὶ ἡ ἀρχὴ ταύτης τινὸς ἀρχὴ γενέσεως, οὐ πάσης. τίς οὖν ἐστιν αὕτη; ἡ ὁμοῦ καὶ τὸ τέλος συνῃρημένον ἔχουσα. διότι μὲν οὖν αὐτὸ σῶμά ἐστι, γίνεταί τε καὶ ἔχει γενέσεως ἀρχήν, διότι
15δὲ νοῦς ὁ ποιῶν, γέγονε καὶ ἔχει τέλος τῆς γενέσεως, δι’ ἄμφω δὲ ἀρξάμενός τέ ἐστι καὶ τέλεος κατὰ τὴν γένεσιν, καὶ γέγονε καὶ γιγνόμενός ἐστιν ἀεὶ καὶ γεγονώς· ταῦτα γὰρ ἐπὶ μὲν τῶν ἔν τῳ μέρει χρόνου γιγνομένων χωρίς ἐστιν, ἐπὶ δὲ τῶν κατὰ πάντα τὸν χρόνον γιγνομένων ἅμα
20ὑφέστηκεν, οἷον καὶ ἡ κίνησις τοῦ οὐρανοῦ πέπονθεν, ἀεὶ ἐν τέλει οὖσα, φησὶν Ἀριστοτέλης [meteor. α 2. 339a 26], ὅπερ οὐχ ὑπάρχει ταῖς τῇδε κινήσεσι. Γέγονεν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστι καὶ σῶμα ἔχων· πάντα δὲ τὰ τοιαῦτα αἰσθητ· τὰ δ’ αἰσθητ,
25δόξῃ περιληπτὰ μετ’ αἰσθήσεως, γιγνόμενα καὶ γε‐ νητὰ ἐφάνη [28 BC]. Ὥσπερ ὁ τῶν ὅλων δημιουργὸς εἰς ἑαυτὸν ὁρῶν καὶ μένων ἀεὶ ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει [42 E] παράγει τὸν ὅλον κόσμον ὁλικῶς καὶ ἀθρόως καὶ ἀεὶ ὡσαύ‐
30τως—οὐ γὰρ δὴ ποτὲ ποιεῖ καὶ ποτὲ οὐ ποιεῖ, ἵνα μήπου
ἐκβῇ τοῦ αἰῶνος—τὸν αὐτὸν τρόπον καὶ ὁ Τίμαιος εἰς
in Ti
.

1

.

283

ἑαυτὸν ἐστραμμένος τὴν σύμπασαν ἀνατίθησιν θεωρίαν εἴς τε νοῦν ἀνατρέχων ἀπὸ διανοίας καὶ εἰς λογισμὸν ἀπὸ νοῦ προϊών. ἀπορῶν μὲν οὖν καὶ ἐρωτῶν ἑαυτὸν κατὰ τὸ αὐτο‐ κίνητον ἐνήργει τῆς ψυχῆς, ἀποκρινάμενος δὲ μιμεῖται τὴν
5τοῦ νοῦ βολήν, πρῶτον μιᾷ φωνῇ τὸ δόγμα περιλαβὼν καὶ τὸ συμπέρασμα πρὸ τῆς ἀποδείξεως ἀνακηρύξας ἄντικρυς κατὰ τοὺς ἐνθουσιῶντας, οἳ τὸ ὅλον ἀθρόως ὁρῶσι καὶ τὸ τέλος πρὸ τῆς ἐκβάσεως τῷ νῷ συνῃρήκασιν ὁμοῦ πάντα παρόντα ὁρῶντες· συλλογιζόμενος δὲ ἀπὸ νοῦ κάτεισιν
10εἰς λογικὰς διεξόδους καὶ τὴν δι’ ἀποδείξεως θήραν τῆς τοῦ κόσμου φύσεως. πάνυ γοῦν δαιμονίως ἀπὸ τῶν ὑπο‐ θέσεων δείκνυσι τὸ ὄλον εἶδος τοῦ παντός· εἰ γὰρ ὁ κόσμος ὁρατὸς καὶ ἁπτὸς καὶ σῶμα ἔχων, τὸ δὲ ὁρατὸν καὶ ἁπτὸν καὶ σῶμα ἔχον αἰσθητόν, τὸ δὲ αἰσθητὸν δοξαστὸν μετ’
15αἰσθήσεως, τὸ δὲ δοξαστὸν μετ’ αἰσθήσεως γενητόν, ὁ κό‐ σμος ἄρα γενητός ἐστιν ἀποδεικτικῶς ἐκ τοῦ ὅρου δεδειγμένος κατὰ τὴν ἐπιστροφὴν τοῦ ὅρου· ἐπεὶ καὶ οἱ γεωμέτραι χρῶν‐ ται ταῖς τοιαύταις δείξεσι. ταῦτα μὲν οὖν περὶ τοῦ τῶν λόγων εἴδους. ἐπειδὴ δέ, ὥσπερ εἴπομεν, ἠρώτησε πότερον
20αἰώνιόν ἐστι τὸ πᾶν, ἢ ἔχει τινὰ γενέσεως ἀρχήν, καὶ ἐπή‐ γαγε τοῦτο δὴ τὸ γέγονε νοῦν μιμούμενος, δῆλον, ὅτι γέ‐ νεσιν τινὰ τῷ κόσμῳ δίδωσι· τοῦτο γὰρ ἦν θάτερον μόριον τῆς εἰρημένης ἀντιθέσεως· εἰ δὲ τοῦτο, πόρρω χρονικῆς γενέσεως ἱδρύει τὸ πᾶν· εἰ γὰρ ὁ μὲν κόσμος τινὰ γενέσεως
25ἀρχὴν ἔχει καὶ οὐ πᾶσαν, τὸ δὲ ἀπὸ χρόνου γεγονὸς ἅπασαν ἔχει γενέσεως ἀρχήν, ὁ κόσμος οὐκ ἔστιν ἀπὸ χρόνου γε‐ γονώς. ἔτι δὲ καὶ ἐπακολουθήσωμεν ταῖς Ἀττικοῦ θαυ‐ μασταῖς ὑποθέσεσιν, ὅς φησι τὸ μὲν πλημμελῶς καὶ ἀτάκτως κινούμενον εἶναι ἀγένητον, τὸν δὲ κόσμον ἀπὸ χρόνου γενητόν,
30καὶ φῶμεν περὶ αὐτοῦ τοῦτο δὴ τὸ γέγονε *** καλῶς.
οὐκοῦν ἐπείπερ τὴν αἰτίαν τῆς γενέσεως αὐτὸς ἀποδέδωκε,
in Ti
.

1

.

284

κατίδωμεν, ὁποίαν τινὰ ταύτην φησίν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστι· πότερον οὖν πᾶν τὸ αἰσθητὸν ἀπὸ χρόνου γενη‐ τόν, ἢ οὐ πᾶν; εἰ μὲν δὴ πᾶν, καὶ τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον ἔσται ἀπὸ χρόνου γενητόν· ὁρατὸν γὰρ
5καὶ ἐκεῖνό φησιν. εἰ δὲ οὐ πᾶν, ἀσυλλόγιστος ὁ λόγος κατὰ τὸν Ἀττικὸν καὶ οὐδενὸς περαντικός, εἰ μὴ ἄρα λέγοι τὸν μὲν κόσμον ὁρατὸν εἶναι καὶ ἁπτόν, τὸ δὲ πλημμελῶς καὶ ἀτάκτως κινούμενον οὐχὶ νῦν ὁρατὸν εἶναι, ἀλλὰ πρὸ τῆς κοσμοποιίας, ἐπεὶ καὶ ὁ Πλάτων οὕτω φησί [30 A], πᾶν
10ὅσον ὁρατὸν ἦν πλημμελῶς καὶ ἀτάκτως κινούμενον, ἐνταῦθα δὲ ὁρατὸς γὰρ ἁπτός τέ ἐστι καὶ σῶμα ἔχων. πᾶν οὖν, ὃ ἔστιν ὁρατὸν καὶ ἁπτόν, τοῦτο δείκνυται γενη‐ τόν, ἀλλ’ οὐχ ὃ ἦν. κἂν ταῦτα τοίνυν λέγῃ—δεινὸς γὰρ ὁ ἀνὴρ ἀντιλαβέσθαι τῶν ῥημάτων—λεκτέον, ὅτι ἔν γε
15τῷ ὅρῳ τοῦ γενητοῦ οὐ τοιοῦτόν ἐστιν, ἀλλ’ ἁπλῶς εἴρηται πᾶν τὸ γενητὸν δόξῃ μετ’ αἰσθήσεως ἀλόγου δο‐ ξαστόν· ὥστε καὶ εἴ τι αἰσθητόν ἐστι, πάντως γενητὸν ἂν εἴη τὸ τοιοῦτον· πᾶν δὲ τὸ ὁρατὸν αἰσθητόν· ὥστε καὶ τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον γενητόν, πρὸς τῷ κἀκεῖνο
20σαφῶς τὸν Πλάτωνα λέγειν γενητόν· πρὶν γὰρ οὐρανὸν γενέσθαι τρία φησὶν [52 D] εἶναι, τὸ ὂν τὴν χώραν τὴν γένεσιν, ἐν ἴχνεσιν εἰδῶν ὑφεστηκυῖαν· ὥστε καὶ τὸ πλημμελὲς ἐκεῖνο γενητόν ἐστιν ὥσπερ καὶ ὁρατόν. οὐ δεῖ τοίνυν λέγειν ἐκεῖνο μὲν ἀγένητον κατὰ χρόνον, τὸ δὲ πᾶν
25γενητόν, ἀλλ’ ἢ ἄμφω γενητὰ κατ’ αὐτὸν ἢ ἄμφω ἀγένητα· καὶ γὰρ ὁρατὰ ὁμοίως ἄμφω καὶ γενέσεις ὑπὸ Πλάτωνος εἴρηται. ἀλλ’ εἰ ἄμφω γενητὰ ἦν, πρὸ ἐκείνου ὁ κόσμος εἰς τὸ πλημμελὲς μετέβαλε· τῷ γὰρ ἐναντίῳ ἐκ τοῦ ἐναντίου
πάντως ἡ γένεσις. καὶ εἰ μὲν ἀγαθὸς ὁ ποιήσας ἐκεῖνο, πῶς
in Ti
.

1

.

285

ἢ οὐ καλῶς ἥρμοσεν, ἢ καλῶς ἁρμόσας ἔφθειρεν; εἰ δὲ οὐκ ἀγαθός, πῶς ἐποίει τεταγμένον καὶ κεκοσμημένον μὴ ὢν ἀγαθός; ἀγαθοῦ γὰρ τὸ κοσμεῖν ἄλλα καὶ τάττειν. εἰ δὲ καὶ ὁρατὸν ὂν καὶ γενητὸν μή ἐστι κατὰ χρόνον γενητόν,
5οὐκ ἀναγκαῖον καὶ τὸ πᾶν διὰ τὸ ὁρατὸν καὶ τὸ γενητὸν εὐθὺς ποιεῖν κατὰ χρόνον γενητόν. πρὸς μὲν οὖν Ἀττικὸν τοσαῦτα. ἀναδράμωμεν δὲ ἐπὶ τὰς ἡμετέρας ἀρχὰς καὶ φῶμεν οὕτως· πότερον ἀεὶ ὂν ὡς αἰώνιον ὁ κόσμος ἦν, ἢ οὐκ αἰώνιον, ἀλλὰ τῷ χρόνῳ συνυφεστός; καὶ πότερον
10αὐθυπόστατον ἢ ἀπ’ ἄλλου παραγόμενον; ἡ μὲν ἐρώτησις αὕτη, ἡ δὲ ἀπάντησις· ἀπ’ ἄλλου παρῆκται καὶ τῷ χρόνῳ συνυφέστηκε· τὸ δὲ τοιοῦτο γενητόν· εἰ γὰρ σύνθετον ἔχει τὸ εἶδος, γένεσιν ἔχει κατὰ τὴν σύνθεσιν, καὶ εἰ ἀπὸ αἰτίας μόνως ἄλλης ὑφέστηκε, γενητόν ἐστιν ὡς μὴ αὐτὸ αὐτοῦ
15παρακτικόν, καὶ εἰ μὴ αἰώνιόν ἐστι, κατὰ τὸν χρόνον ἔχει τὴν ὅλην ὑπόστασιν. καὶ γὰρ πρὸς ἄλλο δεδημιούργηται καὶ γεγονός ἐστιν ὡς εἴδωλον τοῦ ὄντος ἀποφερόμενον. ἀνά‐ λογον οὖν ὡς τὸ σύνθετον πρὸς τὸ ἁπλοῦν καὶ ὁ χρόνος πρὸς αἰῶνα, οὕτω πρὸς οὐσίαν γένεσις. εἰ οὖν ἡ ἁπλῆ
20οὐσία καὶ μονοειδὴς αἰώνιος, ἡ σύνθετος καὶ πολυειδὴς καὶ τῷ χρόνῳ συζυγοῦσα γένεσίς ἐστιν· ἐπεὶ καὶ ἀπὸ τινὸς ἀρχῆς ἄρξασθαι δαιμονίως εἴρηται· τὸ μὲν γὰρ ποτὲ γεγονὸς καὶ ἀπὸ τῆς χρονικῆς ἀρχῆς ἤρξατο καὶ ἀπὸ τῆς ποιητι‐ κῆς καὶ ἀπὸ τῆς τελικῆς καὶ ἀπὸ τῆς ὑλικῆς καὶ ἀπὸ τῆς
25εἰδικῆς· πολλαχῶς γὰρ τῆς ἀρχῆς λεγομένης κατὰ πάσας ἤρξατο τῆς γενέσεως. ὁ δὲ κόσμος ἀπὸ τινὸς ἀρχῆς ἤρξατο καὶ οὐ πάσης. τίνος οὖν ταύτης; οὐ τῆς χρονικῆς, φαίην ἄν· τὸ γὰρ ἀπὸ ταύτης ἀρχόμενον καὶ ἀπὸ τῶν ἄλλων ἔλαχε πασῶν ἀρχὴν γενέσεως, ἀλλ’ ἀπὸ ταύτης, ἣν αὐτὸς διδάξει
30προελθών, τῆς κυριωτάτης, λέγω δὴ τῆς τελικῆς· διὰ γὰρ τὸ
in Ti
.

1

.

286

ἀγαθὸν γέγονε, καὶ ἡ ἀρχὴ τῆς γενέσεως, ἀφ’ ἧς ἤρξατο, τοῦτό ἐστι. ταύτην γοῦν ἀρχὴν ἐρεῖ αὐτὸς κυριωτάτην τῆς τοῦ κόσμου γενέσεως, ὥστε καὶ νῦν ταύτην ἂν λέγοι. πρῶτον δ’ οὖν ἀπὸ τῆς συνθέσεως δείκνυσιν αὐτοῦ τὸ γενητόν· ἔστι
5γὰρ ἁπτὸς καὶ ὁρατός. ταῦτα μὲν οὖν ἄκρα τοῦ παντός· ὁ μὲν γὰρ οὐρανὸς ὁρατός, ἁπτὸν δὲ ἡ γῆ, καὶ ἐν γῇ τὸ ὁρατόν ἐστι καθόσον μετέχει φωτός, καὶ ἐν οὐρανῷ τὸ ἁπτὸν καθόσον κατ’ αἰτίαν ἐν αὐτῷ προείληπται τὸ γεῶδες· ἔστι δὲ ἁπλῶς καὶ σῶμα ἔχων, ἵνα καὶ τὰ μέσα πληρώματα τοῦ
10κόσμου λάβῃς, καὶ τούτῳ πάλιν ἐκεῖνο τὸ λόγιον εἴρηται συμφώνως· νοῦ μὲν γὰρ μίμημα πέλει, τὸ δὲ τευχθὲν ἔχει τι σώματος· καθόσον γὰρ ἔχει τι σωματικόν, γενητὸν τὸ πᾶν· κατὰ γὰρ
15τοῦτο καὶ ὁρατὸν καὶ ἁπτόν· πᾶν δὲ τὸ ὁρατὸν καὶ ἁπτὸν αἰσθητόν· αἴσθησις γὰρ ἁφὴ καὶ ὅρασις· τὸ δὲ αἰσθητὸν δοξαστόν ἐστιν ὡς ἐξ ἀνομοίων συγκεκροτημένον καὶ τὴν καθαρότητα τῶν νοητῶν εἰδῶν οὐ δυνάμενον διαφυλάττειν· τὸ δὲ τοιοῦτον πᾶν γενητὸν ὡς συνθέτην ἔχον τὴν οὐσίαν.
20οὐκ ἄρα ὁ Πλάτων ἀναιρεῖ τὴν ἀιδιότητα τοῦ παντός, ὡς οἴονταί τινες Ἀριστοτελικαῖς ὑποθέσεσιν ἀκολουθήσαντες· καὶ ὅτι τοῦτο ἀληθές, ῥᾴδιον καταμαθεῖν ἐντεῦθεν· τὸν χρόνον ἅμα τῷ οὐρανῷ γεγονέναι φησίν [38 B]. εἰ μὲν οὖν ἀίδιος ὁ χρόνος, καὶ ὁ οὐρανὸς ἀίδιος· εἰ δὲ ἀρχὴν ἔχει
25χρονικὴν τὸ πᾶν, καὶ ὁ χρόνος ἀρχὴν ἔξει χρονικήν, ὃ πάν‐ των ἐστὶν ἀδυνατώτατον. ἀλλὰ διττός, φασίν, ὁ χρόνος, ὃ μὲν ἄτακτος, ὃ δὲ κατ’ ἀριθμὸν προϊών· καὶ γὰρ διττὴ ἡ κίνησις, ἣ μὲν ἄτακτος καὶ πλημμελής, ἣ δὲ τεταγμένη καὶ ἐμμελής· ἑκατέρα δὲ κινήσει καὶ χρόνος ἐστὶ σύστοιχος. ἀλλὰ
30σῶμα μὲν κινεῖσθαι ὁμαλῶς ἢ ἀνωμάλως δυνατόν, χρόνον
in Ti
.

1

.

287

δὲ ὁμαλὸν καὶ ἀνώμαλον ἐπινοεῖν ἀδύνατον· ἔσται γὰρ οὕτω σύνθετος ἡ οὐσία τοῦ χρόνου. καὶ τί ταῦτα λέγω; καὶ γὰρ ἀνωμάλου τῆς κινήσεως οὔσης ὁ χρόνος ὁμαλός ἐστι. πολλαὶ γοῦν καὶ νῦν αἱ κινήσεις, καὶ αἳ μὲν θάττους, αἳ δὲ βρα‐
5δύτεραι, καὶ ἄλλης ἄλλη ὁμαλεστέρα, χρόνος δὲ εἷς πασῶν καὶ συνεχὴς καὶ κατ’ ἀριθμὸν προϊών. οὐκ ἄρα ὀρθῶς ἔχει τὸ διττὸν οὕτω τὸν χρόνον ποιεῖν· εἰ δὲ εἷς ὁ χρόνος καὶ συνεχής, εἰ μὲν ἀγένητός ἐστι, καὶ ὁ οὐρανὸς ἀγένητος τῷ χρόνῳ συνυποστάς, εἰ δὲ γενητὸς ἄτοπον, εἰ ὁ χρόνος, ἵνα
10γένηται, χρόνου δεήσεται καὶ ταῦτα μήπω ὄντος· ὅτε γὰρ ἐγίγνετο χρόνος, οὔπω ἦν χρόνος. ἔτι τοίνυν τὴν ψυχὴν τοῦ παντὸς εὐθὺς γινομένην τῷ σώματι συνῆψε καὶ οὐ δέ‐ δωκεν αὐτῇ προτέραν τοῦ σωματοειδοῦς ζωήν, ἀλλ’ ἀφ’ οὗ ἔστι, τῷ σώματι συνεῖρξεν αὐτήν. ἀλλὰ μὴν αὐτὴν τὴν
15ψυχὴν τῶν ἀεὶ ὄντων εἶναί φησιν. εἰ τοίνυν τῇ ψυχῇ τὸ σῶμα συνυφέστηκεν, ἀεὶ δὲ ὂν ἡ ψυχή, καὶ τὸ σῶμα ἀίδιόν ἐστι κατ’ αὐτόν· τὸ γὰρ ἅμα τῷ ἀιδίῳ συνυποστὰν ἀγένη‐ τόν ἐστιν. ἔτι τὴν ψυχὴν γενητὴν μὲν ἐν τούτοις φησὶν ὁ Τίμαιος, ἀγένητον δὲ ὁ ἐν τῷ Φαίδρῳ [246 A] Σω‐
20κράτης· εἰ τοίνυν ἐναργῶς τὸ κατὰ χρόνον ἀγένητον γε‐ νητὸν ἀποκαλεῖ, τί θαυμαστόν, εἰ καὶ τὸν ὄλον κόσμον, ἀγένητον ὄντα κατὰ χρόνον, ἕτερον τρόπον προσαγορεύοι γενητόν; ἔτι τὸν κόσμον ἄφθαρτον ἐρεῖ [37E ss] διαρρήδην, ὥσπερ καὶ οἱ ἑτερόδοξοι τοῦτό γε συγκεχωρήκασιν, ἐν δὲ
25Πολιτείᾳ [VIII 546 A] σαφῶς διωρίσατο—μᾶλλον δὲ οὐκ αὐτός, ἀλλ’ αἱ Μοῦσαι—παντὶ γενομένῳ φθορὰν ἐπα‐ κολουθεῖν ἐξ ἀνάγκης, τὴν κατὰ χρόνον γένεσιν λαμβά‐ νων. ἐκ δὴ τούτων ξύνες, ὅ τοι λέγω· δείκνυται γὰρ ἀγένητος ὁ κόσμος· εἰ γὰρ ὁ κόσμος ἄφθαρτος, οὐδὲν δὲ
30κατὰ χρόνον γενητὸν ἄφθαρτόν ἐστιν, ὁ ἄρα κόσμος οὐκ
in Ti
.

1

.

288

ἔστι κατὰ χρόνον γενητός. ἀλλὰ τί δεῖ τοιούτων συλλογι‐ σμῶν; διαρρήδην γὰρ αὐτὸς ἐν Νόμοις [III 676 AB] ἄπειρον κατὰ τὸ παρελθὸν ἔφατο τὸν χρόνον εἶναι, καὶ ἐν τῇ ἀπειρίᾳ ταύτῃ φορὰς καὶ ἀφορίας ἀνθρώπων γεγονέναι
5μυρίας ἐπὶ μυρίαις· πολιτείας γὰρ ἀρχὴν ζητήσας, ἀφ’ ἧς εἰς ἀρετήν τε καὶ κακίαν μεταβαίνουσιν αἱ πόλεις, ἐπήγαγε· λέγεις δὲ πόθεν; Οἶμαι μὲν ἀπὸ χρόνου μήκους τε καὶ ἀπειρίας καὶ τῶν μεταβολῶν ἐν τῷ τοιούτῳ. μᾶλλον δὲ ἵνα ἀπὸ τῶν ἐν χερσὶ ποιησώμεθα τὴν ὑπόμνη‐
10σιν, ὀλίγῳ πρότερον [22 E] αὐτοῦ λέγοντος ἠκούσαμεν, ὡς ὅπου μὴ χειμὼν ἢ καῦμα ἐξαίσιον, ἐκεῖ γένος ἀν‐ θρώπων ἀεὶ πλέον ἢ ἔλασσόν ἐστιν. εἰ δὲ ἀεὶ γένος ἐστὶν ἀνθρώπων, καὶ τὸ πᾶν ἀναγκαῖον ἀίδιον ὑπάρχειν. ἔτι τοίνυν εἰ ὁ δημιουργὸς τῶν ἀεὶ ὄντων ἐστίν, οὐχὶ ποτὲ
15μὲν δημιουργεῖ, ποτὲ δὲ ἀφίησι τοὺς οἴακας· οὐ γὰρ ἂν ἔχοι τὸ ὡσαύτως οὐδὲ τὸ ἀμετάβλητον· εἰ δὲ ἀεὶ δημιουργεῖ, καὶ τὸ δημιουργούμενον ἀεί ἐστι. τί γὰρ καὶ βουλόμενος τὸν ἄπειρον χρόνον ἀργῶν ἐπὶ τὴν δημιουργίαν τραπήσεται; πότερον ἄμεινον τοῦτο ὑπολαβών; ἀλλ’ αὐτὸ τοῦτο τὸ ἄμει‐
20νον ἠγνόει πρότερον, ἢ οὔ; εἰ μὲν γὰρ ἠγνόει νοῦς ὤν, ἄτοπον· ἔσται γὰρ περὶ αὐτὸν ἄγνοια καὶ γνῶσις· εἰ δὲ ἐγίνωσκε, διὰ τί μὴ πρότερον ἤρχετο γεννᾶν καὶ κοσμο‐ ποιεῖν; ἀλλ’ οὐχὶ τοῦτο ἄμεινον. τί οὖν οὐκ ἔμενεν ἐπὶ τῆς ἀργίας, εἰ θέμις εἰπεῖν; νοῦν γὰρ ὄντα καὶ θεὸν τὸ ἧττον
25κάλλιον ἀντὶ τοῦ μᾶλλον διώκειν οὐδὲ ὅσιον ἐννοεῖν. ἀλλὰ μὴν ἀναγκαῖον ταῦτα συγχωρεῖν, εἰ γενητὸς κατὰ χρόνον ὁ κόσμος, ἀλλὰ μὴ τῇ ἀπειρίᾳ τοῦ χρόνου συνυφεστώς. δοκοῦσι δέ μοι καὶ εἰς αὐτὸν πλημμελεῖν καὶ ἄλλως τὸν τοῦ κόσμου δημιουργὸν οἱ τὸν κόσμον ποτὲ μὴ εἶναι λέ‐
30γοντες· εἰ γὰρ οὗτός ποτε οὐκ ἦν, ἐκεῖνός ποτε οὐκ ἐποίει· ἅμα γὰρ τὸ ποιούμενον καὶ τὸ ποιοῦν· εἰ δέ ποτε οὐκ ἐποίει, δυνάμει ἦν τότε ποιοῦν· εἰ δὲ δυνάμει, ἀτελὴς ἦν
καὶ ὕστερον τέλειος, ὅτε ἐποίει· εἰ δὲ τὸ πρότερόν ἐστι
in Ti
.

1

.

289

καὶ ὕστερον περὶ αὐτόν, δῆλον, ὡς οὐκ ἦν τῶν αἰωνίως ἐνεργούντων, ἀλλὰ κατὰ χρόνον ἐκ τοῦ μὴ ποιεῖν εἰς τὸ ποιεῖν μεταστάς. ἀλλὰ μὴν αὐτὸς παράγει τὸν χρόνον· πῶς οὖν ἐνέργειαν ἔχων χρόνου δεομένην διὰ τῆς ἐνεργείας ταύ‐
5της τὸν χρόνον παρήγαγεν, οὗ δεῖται, ἵνα ποιήσῃ; τοῦτο μὲν οὖν οὐκ ἂν ἄλλως ἔχοι. μετὰ δὲ ταύτην τὴν δόξαν ἐπισκεψώμεθα Σευῆρον, ὅς φησιν ἁπλῶς μὲν ἀίδιον εἶναι τὸν κόσμον, τοῦτον δὲ τὸν νῦν ὄντα καὶ οὕτως κινούμενον γενητόν· ἀνακυκλήσεις γὰρ εἶναι διττάς, ὡς ἔδειξεν ὁ Ἐλεάτης
10ξένος [Polit. 270 B], τὴν μὲν ἣν νυνὶ περιπορεύεται τὸ πᾶν, τὴν δὲ ἐναντίαν· γενητὸς οὖν ὁ κόσμος καὶ ἀπ’ ἀρχῆς ἤρξατό τινος ὁ ταύτην τὴν ἀνακύκλησιν ἀνακυκλούμενος, ἁπλῶς δὲ οὐ γενητός. πρὸς δὴ ταύτην τὴν ἐξήγησιν ἀπάντησιν ἀπαν‐ τησόμεθα λέγοντες, ὅτι τὰ μυθικὰ αἰνίγματα μετάγεις εἰς
15φυσιολογίαν ὡς οὐκ ἔδει· ποῦ γὰρ ἀποκαμεῖν δυνατὸν τὴν κινοῦσαν ψυχὴν καὶ μεταβάλλειν τὴν ἀρχαίαν περιφοράν; πῶς δὲ τέλειον καὶ αὔταρκες τὸ πᾶν, εἰ μεταβολῆς ἐφίεται; πῶς δὲ ἀμφοτέρων τὴν οἰκείαν ἕξιν διασῳζόντων, τοῦ τε κινουμένου καὶ τοῦ κινοῦντος, ἔχει χώραν ἡ ἀμοιβὴ τῶν
20ἀνακυκλήσεων; πῶς δὲ ὁ Τίμαιός φησι [36 C] τὴν μὲν ταὐτοῦ περιφορὰν ἐπὶ δεξιὰ κινεῖσθαι κατὰ τὴν δημιουργι‐ κὴν βούλησιν, τὴν δὲ θατέρου ἐπὶ ἀριστερά; εἰ γὰρ δεῖ μένειν ὡσαύτως καὶ ἀεὶ εἶναι τὰ δημιουργικὰ ἔργα, δεῖ καὶ τὰς ἀνακυκλήσεις εἶναι τὰς αὐτὰς ἀεὶ καὶ τὴν ταὐτοῦ περί‐
25οδον τὴν ἐπὶ δεξιὰ κινεῖσθαι κίνησιν· ἅμα γὰρ προῆλθεν ἀπὸ τοῦ δημιουργοῦ καὶ ταύτην ἔλαχε τὴν περιφοράν. ἔτι δὲ πῶς οὐκ ἀναγκαῖον ἀνωμαλίαν ἐπεισάγειν τῇ κινήσει τοῦ οὐρανοῦ; πᾶν γὰρ τὸ παύεσθαι μέλλον τῆς προτέρας κινή‐ σεως, ἐπ’ ἄλλην δὲ μεταβαίνειν τὴν ἐναντίαν, καὶ ἐπὶ στάσιν
30ἐπείγεται καὶ ἀπομαραίνει τὴν προτέραν κίνησιν· ἐπεὶ τῆς
in Ti
.

1

.

290

αὐτῆς ἑστώσης ἐνεργείας τίς αἰτία τῆς δευτέρας ἀνακυκλή‐ σεως; ταύτας μὲν δὴ φυσικὰς οὐκ οὔσας ἐξηγήσεις οὐδα‐ μῶς ἀποδεκτέον. οὐ μὴν οὐδὲ ἐκεῖναι χώραν ἔχουσιν, ὅσαι λογικώτερον ἀποδίδονται, οἷον ὅτι κατ’ ἐπίνοιαν μόνην
5ἡ γένεσις ἐπὶ τοῦ κόσμου λέγεται—οὕτω γὰρ ἂν καὶ ὅτι δημιουργός ἐστι τοῦ παντὸς κατ’ ἐπίνοιαν συλλογισαίμεθα καὶ οὐ κατὰ ἀλήθειαν· ἐκ γὰρ τοῦ γενητὸν εἶναι τὸν κόσμον δέδεικται, ὅτι ποιητική τίς ἐστιν αὐτοῦ καὶ δημι‐ ουργικὴ αἰτία—ἢ αὖ ὅτι σαφηνείας ἕνεκα διδασκαλικῆς
10ὑπέθετο γιγνόμενον τὸ πᾶν, ἵνα διδάξῃ, πόσων ἀγαθῶν ἐκ τῆς δημιουργικῆς προνοίας μετείληχε· καὶ γὰρ τοῦτο ἔστι μέν πως ἀληθές, οὐκ αὔταρκες δὲ πρὸς τὴν Πλάτωνος θε‐ ωρίαν· τὸ γὰρ σαφὲς τίμιόν ἐστι, φησὶν Ἰάμβλιχος, ὅταν οἰκεῖον ᾖ πρὸς ἐπιστήμην· ἐπεὶ καὶ ἀιδίου τοῦ
15παντὸς ῥηθέντος δυνατὸν ἦν ἐνδείξασθαι τὰ εἰς αὐτὸ παρὰ τῶν θεῶν διδόμενα ἀγαθά. πρὸς μὲν οὖν τὰς ἐξηγήσεις ταύτας τοσαῦτα ἀντειρήσθω. Πάλιν δὲ ἐξ ἀρχῆς εἴπωμεν, ὅπως λέγεται γενητὸν τὸ πᾶν· οὔτε γὰρ κατὰ χρόνον διὰ τοὺς εἰρημένους λόγους, οὔθ’ ὅτι ἀπ’ αἰτίας ἁπλῶς· οὐ γὰρ
20ἀπόχρη τοῦτο λέγειν· ἀπὸ γὰρ αἰτίας καὶ ὁ νοῦς τῆς πρώ‐ της, καὶ πάντα τὰ μετὰ τὸ ἓν ἀπ’ αἰτίας ἐστίν, ἀλλ’ οὐ πάντα γενητά· ποῦ γὰρ τὸ αἰώνιον, εἰ πάντα γενητά; τὸ γὰρ ἓν καὶ πρὸ αἰῶνος. πῶς οὖν γενητὸν τὸ πᾶν; φαίη τις ἄν· ὡς ἀεὶ γιγνόμενον ἅμα καὶ γεγενημένον· οὐ γάρ
25που τοδὶ μὲν τὸ σῶμα οὐχὶ γίγνεται μόνον, ἀλλ’ ἔστιν ὅτε καὶ γέγονεν, ὁ δὲ σύμπας οὐρανὸς ἐν τῷ γίγνεσθαι μόνον ὑφέστηκεν, ἀλλ’ οὐχὶ καὶ γεγονώς ἐστιν ἅμα καὶ ἀεὶ ἐν τέλει, κατὰ τὸν Ἀριστοτέλην, τοῦ ἀεὶ χρονικοῦ ὄντος κατὰ τὴν ἀπειρίαν τὴν χρονικήν· ὡς γὰρ τὸ ἡλιοειδὲς φῶς
30ἀεὶ πρόεισιν ἀπὸ τῆς οἰκείας πηγῆς, οὕτω δὴ καὶ ὁ κόσμος
ἀεὶ γίνεται καὶ ἀεὶ παράγεται καὶ ἀεὶ γιγνόμενός ἐστιν ἅμα
in Ti
.

1

.

291

καὶ γεγενημένος. αὐτὸ γὰρ ὅ ἐστι γίγνεται· διότι μὴ γιγνό‐ μενος οὐκ ἔσται· καὶ ὡς σύνθετος γίνεται· πᾶσα γὰρ σύν‐ θεσις γένεσίς ἐστιν. εἰ δὲ ἀεὶ σύγκειται, καὶ ἀεὶ γέγονεν, ὃ τῷ γίγνεσθαι σύνδρομόν ἐστιν, ὅ μοι δοκεῖ καὶ ὁ Πλά‐
5των εἰδὼς ἀντὶ τοῦ γιγνόμενον τὸ γέγονεν εἰπεῖν, ὡς ἐπὶ τοῦ ὄντος ἀντὶ τοῦ ἔστι τὸ ἦν, πότερον ἦν ἀεὶ φάς [28 B]· ὡς γὰρ ἐπὶ τοῦ νοητοῦ τὸ ἦν καὶ ἔστι ταὐτόν— πάντα γάρ ἐστιν ἐκεῖ κατὰ τὸ ἔστιν, ἐπεὶ καὶ πάντα ἐν τῷ νῦν, ὃ δὴ τοῦ κατὰ χρόνον νῦν ἀμερέστερον—οὕτω που
10καὶ τὸ γίγνεται τῷ γέγονεν ἐπὶ τοῦ αἰσθητοῦ παντὸς εἰς ταὐτὸν χωρεῖ· καὶ γὰρ γέγονεν ὡς γιγνόμενος καὶ ἔστιν ὡς γενητός. ὅτι δὲ οὐ τὸ γενητὸν 〈τὸ〉 κατὰ χρόνον τινὰ λαμ‐ βανόμενον δηλοῖ ἢ τὸ σύνθετον ἁπλῶς, δῆλον ἀπὸ τοῦ ἀντι‐ θέτου· τούτῳ γὰρ τὸ ἀεὶ ὂν ἀντιδιεῖλεν. εἰ μὲν οὖν τὸ ἀεὶ ὂν
15ἐδήλου τὸ ἁπλοῦν, εἴπομεν ἂν γενητὸν τὸ σύνθετον μόνως· εἰ δὲ τὸ ἀεὶ ὂν τὸ κατὰ τὸν ἀεὶ χρόνον ἐσήμαινεν, ἐλέγετο ἂν γιγνόμενον τὸ ἀπό τινος χρόνου ἀρξάμενον· ἀντίκειται γὰρ οὐ τῷ αἰωνίῳ τὸ ἐν μέρει χρόνου, ἀλλὰ τὸ κατὰ πάντα τὸν χρόνον· νυνὶ δὲ τῷ αἰωνίῳ τὸ γενητὸν ἀντιδιεῖλεν· ὡς
20χρόνου ἄρα μετειληχὸς τοῦτο ἐκείνῳ ἀντίκειται, καὶ διὰ τοῦτο γενητόν. ὅτι δὲ τὸ ἀεὶ ὂν τὸ αἰώνιον δηλοῖ, φανερόν, εἴπερ καὶ ὁ δημιουργὸς ὁ παράγων τὸν χρόνον ἀεὶ ὂν ἀπο‐ καλεῖται καὶ τὸ παράδειγμα. τὴν αἰώνιον ἄρα ὑπόστασιν σημαίνει καὶ οὐ τὴν χρονικῆς ἀιδιότητος μετέχουσαν.
25ἀπορήσειε δ’ ἄν τις καὶ ταῦτα ὁμολογῶν, διὰ τί τὸν κόσμον γενητὸν ἀπὸ τοῦ σώματος προσείπομεν· ὄντος γὰρ ἐν αὐτῷ σώματος, ὅ ἐστι γενητὸν μόνως, καὶ ψυχῆς θείας καὶ ἀεὶ οὔσης καὶ θείου νοῦ πρὸ ταύτης, τί μαθόντες ἡμεῖς διὰ τὸ σῶμα γενητὸν αὐτόν, ἀλλ’ οὐ διὰ τὴν ψυχὴν ἢ τὸν νοῦν
30ἀγένητον ἐπωνομάκαμεν; ἀπὸ γὰρ τοῦ εἴδους πανταχοῦ
in Ti
.

1

.

292

χαρακτηρίζεσθαί φασι τὸν ὅλον κόσμον, ἀλλ’ οὐκ ἐκ τῆς ὑποκειμένης φύσεως· ἦ καὶ τὸν Σωκράτην θνητὸν ἀποκα‐ λοῦμεν τὴν ψυχὴν ἀθάνατον ἔχοντα, διότι τὸ ἐν αὐτῷ ζῷον θνητόν. εἰ δὲ κἀκεῖνο λέγοις, ὅτι τὸ σωματοειδὲς νῦν τοῦ
5παντὸς σκοποῦμεν οὔπω τῇ ψυχῇ συντεταγμένον, ὀρθῶς ἂν λέγοις· ἂν δὲ ἔμψυχον αὐτὸ καὶ ἔννουν ἴδῃς, θεὸν αὐτὸ καλέσεις, ὥσπερ ὁ Πλάτων ἐν Πολιτείᾳ [VIII 546 B] μὲν θεῖον γενητόν, ἐνταῦθα [34 B] δὲ θεὸν εὐδαί‐ μονα προσειπεῖν τὸν κόσμον ἠξίωσε. τίς δ’ ἂν καὶ ἐν αὐ‐
10τοῖς τούτοις μειζόνως ἐνεκωμίασε τὸ πᾶν; ὃς ἐπειδὴ γενητὸν αὐτὸ καλεῖν ἔμελλε, τὸ ἀγένητον τοῖς αἰωνίοις ἀπονείμας οὕτως τὸν κόσμον γενητὸν προσεῖπεν—οὐ γὰρ ἐλαττοῦται τῇ πρὸς τὸ αἰώνιον παραθέσει γενητὸν ὀνομαζόμενον—καὶ τὸ γιγνόμενον αὐτοῦ τῷ γέγονε συνέπλεξεν, ἵνα ὡς μὲν
15πᾶν καὶ τέλειον γεγονός τε ἀποφανθῇ καὶ ὄν, ὡς δὲ ἐν χρόνῳ τὴν οὐσίαν ἔχον γενητόν, καὶ τινὸς ἀρχὴν αὐτῷ δέ‐ δωκε γενέσεως, ἀλλ’ οὐ πάσης, καὶ κατὰ τὸ σωματοειδὲς αὐτὸν προσεῖπε [29 D] γένεσιν, παρεὶς τὰς ἐν αὐτῷ θείας δυνάμεις, δι’ ἃς εὐδαίμων ἐστὶ καὶ λέγεται θεός. ἀλλὰ
20μὴν καὶ τὴν ἀπόδειξιν θαυμάζειν ἄξιον, ὅπως ἐπιστημονικῶς ἀπὸ τοῦ ὅρου προελήλυθε· διὸ καὶ ἀντέστρεψε τὴν τάξιν· ἐν μὲν γὰρ ταῖς ὑποθέσεσι τὸ γενητὸν ἀφωρίσατο δοξαστόν, εἰς δὲ τὴν ἀπόδειξιν τοῦ γενητοῦ τὸ ἀντίστροφον παρεί‐ ληφεν, ἵνα μέσον ποιήσηται τὸν ὅρον, ὥσπερ χρὴ πάντως ἐν
25ταῖς ἀποδείξεσι· τοῦτο γὰρ καὶ ὄντως ἔμελλεν ἀπόδειξιν τὸν λόγον ποιεῖν· ἡ γὰρ δόξα τῷ τοὺς λόγους ἔχειν τῶν γενη‐ τῶν τὴν αἰτίας ἀποφέρεται πρὸς αὐτὰ τάξιν. διό μοι δοκεῖ
καὶ μὴ ἀρκεσθῆναι τῷ αἰσθητῷ πρὸς τὸ δεῖξαι τὸ γενητόν,
in Ti
.

1

.

293

ἀλλὰ προσθεῖναι καὶ ὅτι δοξαστόν, ἐπείπερ ἡ μὲν αἴσθησις τὰς ἐνεργείας γινώσκει τῶν αἰσθητῶν πάσχουσα ὑπ’ αὐτῶν, ἡ δὲ δόξα καὶ τὰς οὐσίας· προείληφε γὰρ αὐτῶν τοὺς λό‐ γους· ἵν’ οὖν αὐτὴν τὴν οὐσίαν ἀποφήνῃ γενητὴν τῶν αἰ‐
5σθητῶν, ἀπὸ τοῦ δοξαστοῦ πεποίηται τὴν κατασκευήν. ἔτι τὸ μὴ προσθεῖναι τῷ γιγνομένῳ τὸ ἀπολλύμενον τὸ σέβας αὐτοῦ τὸ περὶ τὸν κόσμον ἀποδείκνυσι, καίτοι καὶ τοῦτο ἔστιν ὅπῃ ἀληθές, ὥσπερ εἴπομεν πρότερον [p. 243, 14 ss]. ὅμως τήν γε τοῦ Πλάτωνος εὐλάβειαν καὶ τοῦτο δείκνυσιν. ἔχων
10γὰρ αὐτὸ ἑπόμενον ὅμως οὐ προστίθησιν. ὃ καὶ θαυμά‐ σειεν ἄν τις τῶν οἰομένων κατὰ χρόνον εἶναι τὸν κόσμον παρὰ τῷ Πλάτωνι γενητόν. τοῦτο μὲν γὰρ δὴ τὸ γιγνό‐ μενον, ὃ καλεῖ δοξαστόν, ἅμα καὶ ἀπολλύμενόν ἐστιν, ἐκεῖνο δὲ οὐχ ἅμα. ὁ δ’ οὖν κόσμος καὶ ἀπολλύμενός ἐστι καὶ
15ἄφθαρτος, οὐ κατὰ τὸ αὐτὸ δήπου καὶ ἀπολλύμενον αὐτὸν καὶ ἄφθαρτον τοῦ φιλοσόφου καλοῦντος· γελοῖον γάρ· ἀλλὰ ἄφθαρτον μὲν κατὰ χρόνον, ὥσπερ καὶ ἀγένητον· εἰ γὰρ τὸ γενητὸν φθαρτόν, ὡς ἐν Πολιτείᾳ [VIII 546 A] γέγραπται, τὸ ἄφθαρτον ἀγένητόν ἐστιν· ἀπολλύμενον δὲ ὡς ἑαυτὸ
20συνέχειν μὴ δυνάμενον. ὡς γὰρ ὅσον ἐφ’ ἑαυτῷ ἀκίνητόν ἐστι τὸ σωματοειδὲς ἑτεροκίνητον ὄν, οὕτως ὅσον ἐφ’ ἑαυτῷ ἀπολλύμενόν ἐστιν ὡς ὑπ’ ἄλλου συνεχόμενον· οὐδὲν γὰρ σῶμα ἑαυτοῦ γεννητικὸν ἢ συνεκτικόν· πᾶν γὰρ τὸ γεννῶν ποιεῖ, πᾶν δὲ τὸ ποιοῦν ἀσώματόν ἐστι· κἂν γὰρ σῶμα ᾖ,
25δυνάμεσιν ἀσωμάτοις ποιεῖ· πᾶν ἄρα τὸ γεννῶν ἀσώματόν ἐστι, καὶ πᾶν τὸ συνεκτικὸν ποιητικόν τινός ἐστι—λέγω δὲ τῆς ἑνώσεως καὶ τοῦ ἀσκεδάστου—πᾶν δὲ τὸ ποιητι‐ κὸν ἀμερές· πᾶν ἄρα τὸ συνεκτικὸν ἀμερές ἐστι. τὸ οὖν ἑαυτοῦ συνεκτικὸν σῶμα μὲν εἶναι ἀδύνατον· οὐ γάρ ἐστι
30τὸ συνέχειν σώματος· μεριστὸν γὰρ ᾗ σῶμα, καθάπερ εἴρηται
καὶ ἐν τῷ Σοφιστῇ πρὸς τοὺς πάντα λέγοντας σώματα· τὸ
in Ti
.

1

.

294

δὲ συνέχον ἀμερές. εἰ δὲ τὸ συνεχόμενον σῶμα, τὸ δὲ συνέχον ἀσώματον, οὐκ αὐτὸ ἑαυτοῦ συνεκτικόν ἐστιν· ἀν‐ άγκη ἄρα ἀμερὲς εἶναι τὸ ὑφ’ ἑαυτοῦ συνεχόμενον. ὡς οὖν κατὰ τὴν ἑαυτοῦ φύσιν τὸ σῶμα πεπερασμένην ἔχει δύνα‐
5μιν, οὕτω κατὰ τὴν ἑαυτοῦ φύσιν ἀπολλύμενόν ἐστιν, οὐχ ὡς ἐπιτήδειον εἰς φθοράν, ἀλλ’ ὡς ἑαυτὸ σῴζειν οὐ πεφυ‐ κός, οὐδ’ ὡς δυνάμει φθαρτόν, ἵνα καὶ τὸ ἐνεργείᾳ ζητῇς, ἀλλ’ ὡς καὶ τὸ ἄφθαρτον ἑαυτῷ παρέχειν οὐ δυνάμενον. πόθεν οὖν ἔχει, τὸ ἀίδιον καὶ πόθεν τὴν ἄπειρον ὑπο‐
10δέχεται δύναμιν; ἀπὸ τῆς ποιητικῆς, φαίην ἄν, αἰτίας· ὡς γὰρ κινεῖται ἐκεῖθεν, οὕτως καὶ γίνεται ἐκεῖθεν, καὶ ἀεὶ γίνεται· πᾶν γὰρ τὸ ἐξ ἀκινήτου γιγνόμενον αἰτίας ἀνέκ‐ λειπτον ἔλαχε φύσιν, ὥς πού φησι καὶ ὁ δαιμόνιος Ἀρι‐ στοτέλης. ὥστε καὶ κατὰ τοῦτον τὸν λόγον ὁ κόσμος ἔχοι
15ἂν τὸ ἀίδιον ἐξ ἀκινήτου δημιουργίας προϊών. ἐπειδὴ δὲ κατὰ τὴν οἰκείαν φύσιν γενητόν ἐστιν, ἀεὶ γίνεται παρὰ τοῦ πατρός· διότι δὲ πᾶν ὂν καὶ ὅλον οὐκ ἔστιν ἀτελές, ἀεὶ πρὸς τῷ γίνεσθαι γέγονεν, ὅπου γε καὶ ἡ κίνησις αὐτοῦ ἀεὶ ἐν τέλει ἐστίν, ὥς φησι καὶ ἐκεῖνος. πολλῷ
20ἄρα 〈μᾶλλον〉 ἡ κατὰ τὴν οὐσίαν γένεσις ἀεὶ ἐν τέλει ἐστί, μιμουμένη τὴν τελειότητα τοῦ ποιοῦντος· ὥστε καὶ γίνεται ἀεὶ καὶ γέγονεν, ὃ ἀεὶ γίνεται, ὅλον ἅμα τὸ ἄπειρον τῆς γεννητικῆς αὐτοῦ δυνάμεως ὑποδέξασθαι μὴ δυνάμενος, ἀεὶ δὲ κατὰ τὸ νῦν δυναμούμενος εἰς τὸ εἶναι παρ’ αὐτῆς
25τῇ κατὰ τὸ νῦν θίξει τοῦ ἀπείρου, δεχόμενος ἐκείνου τι, καὶ τοῦτο διὰ τὸ διδὸν καὶ οὐ δι’ ἑαυτόν, τὸ ἄπειρον λα‐ βεῖν ὁμοῦ μὴ σθένων. καὶ οὕτως ἥ τε ἀιδιότης μένει τοῦ κόσμου, καὶ ἡ γένεσις ἔχει χώραν. καὶ ταύτῃ γε οἱ ἄν‐ δρες οὐ μάχονται, διαφέρουσι δ’ ὅμως, ὅτι Πλάτων [38 BC]
30μὲν τὴν οὐσίαν τοῦ οὐρανοῦ τῷ παντὶ χρόνῳ συμπαρατεί‐
νεσθαί φησιν, Ἀριστοτέλης δὲ ἀεὶ οὖσαν ἁπλῶς ὑποτί‐
in Ti
.

1

.

295

θεται, εἰ καὶ διὰ πολλῶν λόγων ἀναγκάζεται καὶ αὐτὸς εἰς τὴν χρονικὴν ἀπειρίαν ἀνάγειν αὐτήν, τὸν αἰῶνα δύναμιν ἄπειρον ἑστῶσαν λέγων. οὐδεμίαν δὲ ἄπειρον δύναμιν ὑπ‐ άρχειν σώματι πεπερασμένῳ δείκνυσιν. ἕπεται 〈δὴ〉 ἀεὶ μὲν
5λαμβάνειν τὸν κόσμον τὴν ἄπειρον δύναμιν, ὄντα σωματικόν, μηδέποτε δὲ τὴν ὅλην ἔχειν, διότι πεπέρασται. μόνως οὖν ἀληθὲς περὶ αὐτοῦ λέγειν, ὅτι ἀπειροδύναμος γίνεται, ἀλλ’ οὐκ ἔστιν. εἰ δὲ γίνεται, δῆλον, ὅτι ἀνὰ τὸν ἄπειρον χρόνον ἀπειροῦται· τῷ γὰρ αἰωνίῳ τὸ εἶναι ἀπείρῳ προσήκειν μόνῳ,
10τῷ δὲ γιγνομένῳ ἀπείρῳ τὸ τῷ χρόνῳ συναπειροῦσθαι· γένε‐ σις γὰρ χρόνῳ σύζυγος, αἰῶνι δὲ ὕπαρξις· ὥστε καὶ αὐτὸς ἀναγκάζοιτ’ ἂν γιγνόμενόν πως τὸν κόσμον ὁμολογεῖν. καὶ δὴ τὸν αὐτὸν κατ’ ἀριθμὸν αὐτὸν ἀμφότεροί φασιν, ἀλλ’ ὃ μὲν εἶναι τὸν αὐτόν, ὃ δὲ γίνεσθαι, ταῖς ἀρχαῖς ἀκολούθως·
15ὃ μὲν γὰρ αἰτίαν ποιητικὴν πρὸ τοῦ παντὸς ἔθετο, παρ’ ἧς ὑφίστησι τὸ πᾶν, ὃ δὲ οὐδενὸς τῶν ἀιδίων αἴτιον παραδί‐ δωσι ποιητικόν· καὶ ὃ μὲν ἅμα τῇ οὐσίᾳ τοῦ οὐρανοῦ τὸν χρόνον ἀπεγέννησεν, ὃ δὲ ἅμα τῇ κινήσει· τὸν γὰρ ἀριθμὸν αὐτῆς εἶναι τὸν χρόνον. εἴωθε δὲ καὶ ἐν ἄλλοις Ἀριστο‐
20τέλης τοῦτο ποιεῖν· ὅσα γὰρ τῷ ἑνὶ Πλάτων, ταῦτα τῷ νῷ περιτίθησι, τὸ ἀπλήθυντον τὸ ἐφετὸν τὸ μηδὲν νοεῖν τῶν δευτέρων· ὅσα δὲ τῷ δημιουργικῷ νῷ ὁ Πλάτων, ταῦτα τῷ οὐρανῷ καὶ τοῖς οὐρανίοις θεοῖς Ἀριστοτέλης· παρὰ τούτων γὰρ εἶναι τὴν δημιουργίαν καὶ τὴν πρόνοιαν·
25καὶ ὅσα τῇ οὐσίᾳ τοῦ οὐρανοῦ ὁ Πλάτων, ταῦθ’ οὗτος τῇ κυκλοφορίᾳ, τῶν μὲν θεολογικῶν ἀρχῶν ἀφιστάμενος, τοῖς δὲ φυσικοῖς λόγοις πέρα τοῦ δέοντος ἐνδιατρίβων. ἐπειδὴ
δὲ πολύς ἐστιν ὁ δαιμόνιος Ἀριστοτέλης ἄνω καὶ κάτω
in Ti
.

1

.

296

θρυλῶν τὰς ἀντιστροφὰς τοῦ γενητοῦ πρὸς τὸ φθαρτὸν καὶ τοῦ ἀγενήτου πρὸς τὸ ἄφθαρτον, ὑπομνηστέον αὐτόν, ὅτι πολλῷ πρότερον καὶ ὁ Πλάτων τούτοις συγχωρεῖ τοῖς ἀξιώ‐ μασιν, ἐν Πολιτείᾳ [VIII 546 A] μὲν γράφων, ὅτι παντὶ
5τῷ γενομένῳ φθορὰ ἕπεται, ἐν Φαίδρῳ [245 D] δὲ ὅτι τὸ ἀγένητον καὶ ἄφθαρτόν ἐστι. πῶς οὖν δυνατὸν ἢ γένεσιν αὐτὸν διδόντα τῷ παντὶ μὴ οὐχὶ καὶ φθορὰν ἐπεισάγειν, ἢ φθορὰν τῷ πλημμελῶς καὶ ἀτάκτως κινουμένῳ μὴ οὐχὶ καὶ γένεσιν αὐτῷ διδόναι πρὸ τῆς φθορᾶς; ἀλλ’ ἦν ἄρα
10καὶ ἡ γένεσις τοῦ παντὸς τρόπον ἕτερον αὐτῷ μεμηχανη‐ μένη καὶ ἀιδιότης προσήκουσα τῷ τρόπῳ τῆς γενέσεως ἐκεί‐ νης συνηρμοσμένη. Τῷ δ’ αὖ γενομένῳ φαμὲν ὑπ’ αἰτίου τινὸς ἀν‐ άγκην εἶναι γενέσθαι [28 C].
15 Συνοδεύει ταῖς ὑποθέσεσιν ὁ λόγος, μᾶλλον δὲ τῇ τάξει τῶν πραγμάτων, ἀφ’ ὧν αἱ ὑποθέσεις ἐλήφθησαν· ὡς γὰρ πανταχοῦ τὸ εἶδος ἐξήρτηται τῆς ποιητικῆς αἰτίας, οὕτω καὶ αἱ πρῶται ὑποθέσεις συνεχεῖς εἰσι πρὸς τὰς δευτέρας καὶ πρὸς τὰς ἀποδείξεις ἀρχὴν παρέχουσι ταῖς ἐχομέναις
20αὐτῶν· ἐπεὶ γὰρ δέδεικται κατὰ τὴν πρώτην ὑπόθεσιν, ὅτι γενητὸς ὁ κόσμος, διὰ μέσου τοῦ δοξαστοῦ, τὸ τούτῳ ἀκό‐ λουθον ἑξῆς ἀποδείκνυσιν, ὅτι ὑπ’ αἰτίου γέγονε, κατὰ τὴν δευτέραν ὑπόθεσιν· εἰ γὰρ ὁ κόσμος γιγνόμενόν ἐστι, πᾶν δὲ τὸ γιγνόμενον ὑπ’ αἰτίου γίνεταί τινος, ὁ κόσμος ἄρα
25ὑπ’ αἰτίου τινὸς γέγονεν ἐξ ἀνάγκης. τί οὖν τὸ ποιητικὸν αἴτιον τοῦ παντός, ἀφ’ οὗ τὸ γίγνεσθαι τῷ κόσμῳ πάρεστι; τοῦτο γάρ ἐστιν ἐφεξῆς τῇ ἀποδείξει ταύτῃ ζητεῖν ἀναγκαῖον, καὶ θεασώμεθα, ποίοις δή τισι περὶ τούτου κέχρηται λόγοις
προϊών. νῦν δὲ ὅτι πᾶν τὸ γινόμενον ὑπ’ αἰτίου τινὸς
in Ti
.

1

.

297

ἐξ ἀνάγκης γίνεται, διὰ βραχέων ἀναμνήσωμεν ἡμᾶς αὐτούς. τὸ δὴ γιγνόμενον πᾶν ἀτελές ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν· ἀτελὲς δὲ ὂν ἑαυτὸ τελειοῦν οὐ πέφυκεν, ὅπου γε οὐδὲ ἄλλο· πᾶν γὰρ τὸ τελειούμενον ἐκ τοῦ κατ’ ἐνέργειαν ὄντος
5τελειοῦται· τὸ δὲ κατ’ ἐνέργειαν ὂν τέλειον· ὥστε πᾶν τὸ τελειοῦν ἄλλο τι ἀεὶ ὄν ἐστι κατ’ ἐκεῖνο τὸ εἶδος. τὸ δὲ γιγνόμενον καθὸ γιγνόμενον ἀτελές· οὐκ ἄρα τὸ γιγνόμενον καθὸ γίγνεται ταύτῃ πέφυκεν ἄλλο τελειοῦν. εἰ δὲ μηδὲ ἄλλο, πολλῷ πλέον ἑαυτὸ τελειοῦν ἀδύνατόν ἐστι· τοῦτο γοῦν
10ἐκείνου μεῖζον· τὸ γὰρ ἑαυτοῦ τελειωτικὸν καὶ ἄλλο δύνα‐ ται τελειοῦν· ἀλλὰ τὸ γιγνόμενον ἄλλο τελειοῦν οὐ δυνατόν, ἀτελὲς ὄν, οὐδ’ ἄρα ἑαυτοῦ τελειωτικόν ἐστιν. εἰ δὲ μὴ ὑφ’ ἑαυτοῦ, δῆλον, ὡς ὑπ’ ἄλλου. πῶς γὰρ ἔσται γεγονὸς μὴ τελειωθέν; πάλιν οὖν ῥητέον· ὁ κόσμος γίγνεται. πᾶν τὸ
15γιγνόμενον ἀτελές. πᾶν ἀτελὲς ἢ ὑπ’ ἄλλου ἢ ὑφ’ ἑαυτοῦ τελειοῦται. πᾶν ἄρα τὸ γιγνόμενον ἢ ὑπ’ ἄλλου ἢ ὑφ’ ἑαυ‐ τοῦ τελειοῦται. ἀλλὰ μὴν οὐχ ὑφ’ ἑαυτοῦ· ὑπ’ ἄλλου ἄρα· ὥστε ἀπ’ αἰτίας γίγνεταί τινος. ἔτι σύνθετός ἐστιν ὁ κό‐ σμος καὶ ἐξ ἀνομοίων ἔχει τὴν ὑπόστασιν. εἰ δὲ σύνθετος,
20ἢ ὑφ’ ἑαυτοῦ συνετέθη ἢ ὑπ’ ἄλλου· δεῖ γὰρ ἐξ αἰτίας εἶναι τὴν σύνθεσιν, εἰ μὴ μέλλοιμεν αὐτὴν τυχαίαν καὶ ηὐτοματισμένην ποιεῖν. εἰ μὲν οὖν ὑφ’ ἑαυτοῦ συντέθειται, πάλιν ἑαυτὸν τελειώσει καὶ ἑαυτὸν ὑποστήσει, καὶ λήσομεν ἑαυτοὺς εἰς τὴν ἀσώματον αὐτὸν μεθιστάντες οὐσίαν· πῶς
25γὰρ καὶ συντίθησιν ἑαυτόν; πότερον τῶν μερῶν ἑαυτὰ τατ‐ τόντων; ἀλλ’ αὐτοκίνητα τὰ σώματα ποιήσομεν· ἀλλὰ ὠθούν‐ των ἄλληλα; καὶ τί τὸ πρῶτον κινῆσαν; πῶς δὲ ὅσιον ταῖς τοιαύταις ὤσεσι καὶ μοχλείαις ἐπιτρέψαι τὸν σύμπαντα κό‐ σμον; πῶς δὲ ἐξ ἀτάκτων ἔσται τάξις καὶ ἐξ ἀκοσμήτων
30κόσμος; πανταχοῦ γὰρ τὸ ποιοῦν κρεῖττον τοῦ ἀποτελέσματος
καὶ τοῦ γεννωμένου τὸ γεννῶν. καὶ εἰ μὲν ὑλικά ἐστιν
in Ti
.

1

.

298

αἴτια τὰ μόρια τοῦ κόσμου τῆς συνθέσεως, τί τὸ ποιοῦν εἰς αὐτά; τοῦτο γὰρ ζητοῦμεν. εἰ δὲ ποιητικά, πῶς τὰ ἀκόσμητα τῶν κεκοσμημένων ποιητικὰ καὶ τὰ ἄτακτα τῶν τεταγμένων; εἰ δὲ μὴ ὑφ’ ἑαυτοῦ σύνθετον ὁ κόσμος, ὑπ’
5ἄλλου δηλαδὴ τὴν σύνθεσιν ταύτην ἔσχεν. εἰ τοίνυν ὁ κόσμος σύνθετος, τὸ δὲ σύνθετον ὑπ’ αἰτίας τινὸς σύγκει‐ ται, ἡ δὲ σύνθεσις αὕτη γένεσίς τίς ἐστιν, ὁ κόσμος ἄρα ἀπ’ αἰτίας ἔχει τὴν γένεσιν. ὅτι μὲν οὖν τὸ γιγνόμενον ὑπ’ αἰτίας γίγνεταί τινος, ἀπὸ τούτων δῆλον. εἰ δὲ τὶ
10κέκληκεν αἴτιον τὸ τοῦ γιγνομένου παντὸς αἴτιον, οὐ θαυ‐ μαστόν· τὸ γὰρ ἁπλῶς αἴτιον καὶ οὐ τὶ αἴτιόν ἐστι τὸ τῶν πάντων αἴτιον, περὶ οὗ καὶ αὐτὸς εἶπε [29 E] καὶ ἐκεῖνο αἴτιον πάντων καλῶν· ἐκεῖνο γὰρ καὶ θεὸς ἁπλῶς· πᾶν δὲ τὸ μετ’ ἐκεῖνο τὶς θεός, οἷον δημιουργικὸς ἢ ζῳοποιός. τὶ
15οὖν αἴτιον τὸ τῶν γενητῶν αἴτιον, ὡς τοῦ πάντων αἰτίου διαφέρον· ὅθεν ὑπ’ αἰτίου τινὸς εἶπε γίγνεσθαι τὸ γιγνό‐ μενον. εὖ δέ, ὅτι τὸ αἴτιον ἓν τῆς γενέσεως τῆς ὅλης ὁ Πλάτων προεῖναί φησι· καὶ γὰρ τὸ πλῆθος περὶ τὴν μίαν ἀρχὴν συντέτακται καὶ αἱ πολλαὶ ἑνάδες περὶ τὸ ἕν. τῶν
20δὲ ἄλλων οἳ μὲν τοῖς συναιτίοις τὴν αἰτίαν ἀνέθεσαν, οἳ δὲ εἰς φυσικὰς δυνάμεις ἀνῆλθον, οἳ δὲ εἰς διεσπαρμένας ἀπείρους ἀρχάς, οἳ δὲ εἰς ταύτην τὴν φύσιν, οἳ δὲ εἰς ψυχήν· ὁ δέ γε Πλάτων ταύτας μὲν τὰς αἰτίας μεθῆκε, πρωτίστην δὲ πασῶν ὑποτίθεται τὴν μίαν αἰτίαν· ταύτῃ
25γὰρ συνεργεῖ μὲν ἡ ψυχικὴ τάξις, ὑπουργεῖ δὲ ἡ φύσις, δουλεύει δὲ πάντα τὰ συναίτια καὶ κατὰ τὴν αὐτῆς κινεῖται βούλησιν. διότι μὲν οὖν προηγεῖται τοῦ πλήθους ἡ δημι‐ ουργικὴ μονάς, αἰτίαν ταύτην προσηγόρευσε· τοῦτο γάρ ἐστι τῆς μονότητος σημαντικόν· διότι δὲ οὐχὶ τὴν πρώτην ἔχει
30τάξιν ἐν τοῖς αἰτίοις οὐδέ ἐστιν ἀμέθεκτος, τὸ τινὸς προσέ‐
θηκεν· ὥστε τὸ π’ αἰτίου τινὸς ταὐτὸν τῷ ἀπ’ αἰτίας
in Ti
.

1

.

299

μὲν μιᾶς, μὴ μέντοι τῆς πρώτης. οὐκοῦν οὐδὲ ἔχει λόγον ἀπὸ τοῦ ἑνὸς τὸ γιγνόμενον εὐθὺς παράγειν, ἀλλὰ τὸ αἰ‐ ώνιον, ἵνα ἀπὸ μὲν τοῦ ἑνὸς ᾖ τοῦ πρὸ αἰῶνος ἡ αἰώνιος ἅπασα φύσις, ἀπὸ δὲ ταύτης ἡ γενητὴ καὶ ἔγχρονος, καὶ
5ἀπὸ μὲν τοῦ κρείττονος τῶν ἑαυτὰ ποιούντων τὰ αὐθυπό‐ στατα, ἀπὸ δὲ τούτων τὰ ὑφ’ ἑτέρων γιγνόμενα· συνέχεια γάρ ἐστι καὶ σειρὰ καὶ τάξις τῶν ἀπὸ τοῦ ἑνὸς προεληλυ‐ θότων, καὶ τὰ ἐγγυτέρω τῆς ἀρχῆς ὑποστατικὰ γίνεται τῶν πορρωτέρω.
10 Τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παν‐ τὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς ἅπαντας ἀδύ‐ νατον λέγειν [28 C]. Ἐπέστησαν μὲν οἱ πρὸ ἡμῶν ὀρθῶς, ὅτι δείξας ἀπ’ αἰτίου γεγονότα τὸν κόσμον ὁ Πλάτων ἐπαξίως τῆς ἑαυτοῦ
15νοήσεως εὐθὺς ἐπὶ θεὸν ἀνῆλθε δημιουργόν· τὸ γὰρ τεχνι‐ κὸν τοῦ γεννήματος λελογισμένην καὶ θείαν αἰτίαν εἰσάγειν ἐφαίνετο καὶ οὐ τύχην οὐδὲ τὸ αὐτόματον, ἃ μήτε αἴτιά ἐστι μήτε ὑποστατικὴν ἔχει δύναμιν μήθ’ ὅλως ὑπομένει τὴν εὔ‐ τακτον τῶν ὄντων πρόοδον. ἡμᾶς δὲ πρῶτον χρὴ τὴν
20λέξιν αὐτὴν καθ’ αὑτὴν ἐξετάσαντας ἔπειτα οὕτω πρὸς τὴν ὅλην θεωρίαν ἀναδραμεῖν. ὁ μὲν οὖν πατὴρ καὶ ὁ ποιητὴς διαφορὰν ἔχουσι πρὸς ἀλλήλους, καθόσον ὃ μὲν τῆς ὅλης ὑποστάσεώς ἐστιν αἴτιος, ὃ δὲ τοῦ κόσμου καὶ τῆς τάξεως καὶ ὅλως τῆς εἰδητικῆς αἰτίας, καὶ καθόσον ὃ μὲν τοῦ εἶναι
25καὶ τῆς ἑνώσεως ὑπάρχει χορηγός, ὃ δὲ τῶν δυνάμεων καὶ τῆς πολυειδοῦς οὐσίας, καὶ καθόσον ὃ μὲν ἐν ἑαυτῷ πάντα μονίμως συνέχει, ὃ δὲ προόδου καὶ ἀπογεννήσεως αἴτιός
ἐστι, καὶ καθόσον ὃ μὲν ἄρρητον πρόνοιαν σημαίνει καὶ
in Ti
.

1

.

300

θείαν, ὃ δὲ ἄφθονον μετάδοσιν τῶν λόγων. Πορφύριος δέ φησιν, ὅτι πατὴρ μέν ἐστιν ὁ ἀφ’ ἑαυτοῦ γεννῶν τὸ ὅλον, ποιητὴς δὲ ὁ παρ’ ἄλλου τὴν ὕλην λαμβάνων ὅθεν καὶ πατὴρ μὲν Ἀρίστων λέγεται Πλάτωνος ὡς ὅλου αἴτιος,
5ποιητὴς δὲ ὁ οἰκοδόμος τῆς οἰκίας ὡς οὐκ αὐτὸς τὴν ὕλην γεννῶν. εἰ δὲ τοῦτο ἀληθές, δῆλον ὡς οὐκ ἔδει πατέρα λέγειν τὸν δημιουργόν, οὐχ ὑφιστάντα κατὰ τὸν Τίμαιον τὴν ὕλην· οὐ γὰρ λέγει τοῦτο σαφῶς [30 A]; μήποτε οὖν ὡς μὲν εἰδοποιὸς μᾶλλόν ἐστι ποιητής· καὶ γὰρ ποιεῖν φα‐
10μεν πάντας τοὺς ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναί τι παρά‐ γοντας· ὡς δὲ μετὰ ζωῆς παράγων ἃ παράγει, πατήρ· ζῴων γάρ εἰσιν οἱ πατέρες αἴτιοι καὶ ζώντων τινῶν καὶ προετικοὶ σπερμάτων μετὰ ζωῆς. τοῦτο μὲν οὖν τοιοῦτον. τὸ δὲ πᾶν τόδε σημαίνει μὲν καὶ τοὺς ὄγκους τοὺς σωματικοὺς
15τάς τε ὅλας σφαίρας καὶ τὰ πληρώματα τὰ ἑκάστης, σημαί‐ νει δὲ καὶ τὰς ἐποχουμένας τοῖς ὄγκοις δυνάμεις ζωτικάς τε καὶ νοεράς, περιλαμβάνει γε μὴν καὶ αὐτοὺς πάντας τοὺς ἐγκοσμίους 〈θεοὺσ〉 καὶ τὴν ὅλην τοῦ κόσμου θεότητα, περὶ ἣν πρόεισιν ὁ τῶν ἐγκοσμίων θεῶν ἀριθμός· ἥ τε οὖν μία
20θεότης καὶ ὁ εἷς νοῦς καὶ ἡ θεία ψυχὴ καὶ ὁ ὅλος ὄγκος μετὰ τοῦ συζυγοῦντος ἀριθμοῦ θείου τε καὶ νοεροῦ, ψυχι‐ κοῦ τε καὶ σωματοειδοῦς—ἑκάστη γὰρ μονὰς ἔχει σύστοιχον ἑαυτῇ πλῆθος—ἀντὶ τοῦ παντὸς εἰλήφθω· ταῦτα γὰρ πάντα σημαίνει τὸ πᾶν. τάχα δὲ καὶ τὸ τόδε προσκεί‐
25μενον τοῦ αἰσθητὸν εἶναι καὶ μερικόν πώς ἐστι σημαντικόν· τὸ μὲν γὰρ νοητὸν πᾶν οὐ τόδε, διότι πάντων ἐστὶ νοερῶν εἰδῶν περιεκτικόν· τούτῳ δὲ αὖ τῷ παντὶ καὶ τὸ τόδε προσήκει, φύσιν αἰσθητὴν λαχόντι καὶ ἔνυλον. τὸν τοί‐ νυν δημιουργὸν τοῦδε τοῦ παντὸς εὑρεῖν ἔργον ἐστίν, ὥς
30φησιν· ἐπειδὴ γὰρ ἡ εὕρεσις, ἣ μὲν ἀπὸ τῶν πρώτων ἐστὶ προϊοῦσα κατ’ ἐπιστήμην, ἣ δ’ ἀπὸ τῶν δευτέρων κατὰ
ἀνάμνησιν ὁδεύουσα, τὴν μὲν ἀπὸ τῶν πρώτων εὕρεσιν
in Ti
.

1

.

301

χαλεπὴν ἂν φαίης, διότι τῆς ἀκροτάτης ἔχεται θεωρίας ἡ τῶν μεταξὺ δυνάμεων εὕρεσις, τὴν δὲ ἀπὸ τῶν δευτέρων ὀλίγου δέω φάναι ταύτης χαλεπωτέραν· εἰ μὲν γὰρ μέλλοι‐ μεν ἀπὸ τούτων τὴν οὐσίαν ὄψεσθαι τοῦ δημιουργοῦ καὶ
5τὰς ὅλας αὐτοῦ δυνάμεις, δεῖ τὴν τῶνδε τῶν ὑπ’ αὐτοῦ γεγεννημένων φύσιν τεθεᾶσθαι σύμπασαν τάς τε ἐμφανεῖς ἁπάσας τοῦ κόσμου μερίδας καὶ τὰς ἀφανεῖς ἐν αὐτῷ φυ‐ σικὰς δυνάμεις, καθ’ ἃς ἡ ἐν τῷ κόσμῳ συμπάθεια καὶ ἀντιπάθεια τῶν μερῶν ὑφέστηκε, καὶ πρὸ τούτων τοὺς
10ἑστῶτας φυσικοὺς λόγους καὶ τὰς φύσεις αὐτάς, τάς τε ὁλικωτέρας 〈καὶ τὰς μερικωτέρασ〉, ἀύλους αὖ καὶ ἐνύλους, θείας τε καὶ δαιμονίας καὶ τὰς τῶν θνητῶν ζῴων, ἔτι τὰ ὑπὸ τὴν ζωὴν γένη, τὰ μὲν ἀίδια τὰ δὲ θνητά, καὶ τὰ μὲν ἄχραντα τὰ δὲ ἔνυλα, καὶ τὰ μὲν ὅλα τὰ δὲ μέρη, καὶ
15τὰ μὲν λογικὰ τὰ δὲ ἄλογα, τά τε κρείττονα ἡμῶν πληρώ‐ ματα, δι’ ὧν πᾶν τὸ μεταξὺ συνδέδεται θεῶν τε καὶ τῆς θνητοειδοῦς φύσεως, καὶ ψυχὰς παντοίας καὶ θεῶν ἀριθ‐ μοὺς ἄλλους κατ’ ἄλλας τοῦ παντὸς μερίδας, τά τε ἄρρητα καὶ τὰ ῥητὰ συνθήματα τοῦ κόσμου, δι’ ὧν συνάπτεται τῷ
20πατρί· ὁ γὰρ ἄνευ τούτων ὁρμῶν ἐπὶ τὴν τοῦ δημιουργοῦ θεωρίαν ἀτελέστερός ἐστι τῆς νοήσεως τοῦ πατρός· ἀτελὲς δὲ οὐδὲν τῷ παντελείῳ συνάπτεσθαι θέμις. ἀλλὰ δεῖ καὶ τὴν ψυχὴν κόσμον νοερὸν γενομένην καὶ ὁμοιωθεῖσαν εἰς δύναμιν τῷ ὅλῳ καὶ νοητῷ κόσμῳ προσάγειν ἑαυτὴν τῷ
25ποιητῇ τοῦ παντός, ἐκ δὲ τῆς προσαγωγῆς οἰκειωθῆναί πως αὐτῷ διὰ τῆς συνεχοῦς ἐπιβολῆς—ἡ γὰρ ἀδιάκοπος ἐνέρ‐ γεια περὶ ἕκαστον ἐκκαλεῖται καὶ ἀναζωπυρεῖ τοὺς ἐν ἡμῖν
λόγους—διὰ δὲ τῆς οἰκειώσεως εἰς τὴν θύραν καταστᾶσαν
in Ti
.

1

.

302

τοῦ πατρὸς ἑνωθῆναι πρὸς αὐτόν· τοῦτο γάρ ἐστιν ἡ εὕρε‐ σις, τὸ ἐντυχεῖν αὐτῷ, τὸ ἑνωθῆναι, τὸ μόνην μόνῳ συγ‐ γενέσθαι, τὸ τῆς αὐτοφανείας ταύτης τυχεῖν, ἀπὸ πάσης ἄλλης ἐνεργείας εἰς ἐκεῖνον ἁρπάσασαν ἑαυτήν, ὅτε καὶ
5τοὺς ἐπιστημονικοὺς λόγους μύθους ἡγήσεται συνοῦσα τῷ πατρὶ καὶ συνεστιωμένη τὴν ἀλήθειαν τοῦ ὄντος καὶ ἐν αὐγῇ καθαρᾷ καθαρῶς ὁλόκληρα καὶ ἀτρεμῆ φάσματα μυουμένη [Phaedr. 250 C]. τὸ μὲν οὖν εὑρεῖν τοιόνδε τί ἐστιν, οὐχ ἡ δοξαστικὴ εὕρεσις· ἀμφίβολος γὰρ αὕτη καὶ
10οὐ πόρρω τῆς ἀλόγου ζωῆς· οὐδ’ ἡ ἐπιστημονική· συλλογι‐ στικὴ γὰρ αὕτη καὶ σύνθετος καὶ οὐκ ἐφάπτεται τῆς τοῦ νοεροῦ δημιουργοῦ νοερᾶς οὐσίας· ἀλλ’ ἡ κατὰ τὴν ἐπι‐ βολὴν τὴν αὐτοπτικὴν καὶ τὴν ἐπαφὴν τοῦ νοητοῦ καὶ τὴν ἕνωσιν τὴν πρὸς τὸν δημιουργικὸν νοῦν· αὕτη γὰρ ἔργον
15ἂν προσρηθείη κυρίως, ἢ ὡς χαλεπὴ καὶ δυσέφικτος, μετὰ πᾶσαν τὴν διέξοδον τῆς ζωῆς ἀναφαινομένη ταῖς ψυχαῖς, ἢ ὡς ἆθλος ἀληθινὸς τῶν ψυχῶν· μετὰ γὰρ τὴν πλάνην τῆς γενέσεως καὶ τὴν κάθαρσιν καὶ μετὰ τὸ τῆς ἐπιστήμης φῶς ἀναλάμπει τὸ νοερὸν ἐνέργημα καὶ ὁ ἐν ἡμῖν νοῦς,
20ὁρμίζων τὴν ψυχὴν ἐν τῷ πατρὶ καὶ ἐνιδρύων αὐτὴν ἀχράν‐ τως ἐν ταῖς δημιουργικαῖς νοήσεσι καὶ φῶς φωτὶ συνάπτων, οὐχ οἷον τὸ τῆς ἐπιστήμης, ἀλλὰ καὶ τοῦδε κάλλιον καὶ νοερώτερον καὶ ἑνοειδέστερον οὗτος γάρ ἐστιν ὁ πατρικὸς ὅρμος, ἡ εὕρεσις τοῦ πατρός, ἡ πρὸς αὐτὸν ἄχραντος ἕνω‐
25σις. τὸ δὲ αὖ εὑρόντα μὴ δυνατὸν εἶναι λέγειν τάχα μὲν καὶ τὸ τῶν Πυθαγορείων ἔθος ἐνδεικνύοιτ’
ἄν, οἳ τοὺς περὶ τῶν θείων λόγους ἀπορρήτους εἶχον καὶ
in Ti
.

1

.

303

οὐ πρὸς πάντας διελέγοντο περὶ αὐτῶν· τὰ γὰρ τῶν πολ‐ λῶν ὄμματα καρτερεῖν πρὸς τὸ ἀληθὲς ἀφορῶντα ἀδύ‐ νατα, φησὶν ὁ Ἐλεάτης ξένος [Soph. 254 AB]. τάχα δὲ καὶ τοῦτο λέγοι ἂν καὶ πολλῷ τούτου σεμνότερον, ὅτι τὸν
5εὑρόντα λέγειν ὡς εἶδε πρός τινας ἀδύνατον· οὐδὲ γὰρ ἡ εὕρεσις λεγούσης τι τῆς ψυχῆς ἦν, ἀλλὰ μυούσης καὶ ὑπε‐ στρωμένης πρὸς τὸ θεῖον φῶς, οὐδὲ κινουμένης οἰκείαν κίνησιν, ἀλλὰ σιωπώσης τὴν οἷον σιωπήν· ὅπου γὰρ οὐδὲ τὴν τῶν ἄλλων πραγμάτων οὐσίαν πέφυκεν ἢ δι’ ὀνόματος
10αἱρεῖν ἢ δι’ ὁριστικῆς ἀποδόσεως ἢ δι’ ἐπιστήμης, ἀλλὰ διὰ νοήσεως μόνης, ὥς φησιν ἐν ταῖς Ἐπιστολαῖς [342 s] αὐτός, πῶς ἂν τὴν οὐσίαν τοῦ δημιουργοῦ δύναιτο τρόπον ἕτερον εὑρεῖν ἢ νοερῶς; πῶς δ’ ἂν οὕτως εὑροῦσα δύναιτο δι’ ὀνο‐ μάτων καὶ ῥημάτων ἐξαγγεῖλαι τὸ ὀφθὲν καὶ εἰς ἄλλους
15ἐξενεγκεῖν; ἡ γὰρ ἐν συνθέσει φερομένη διέξοδος ἀδυνατεῖ τὴν ἑνοειδῆ καὶ ἁπλῆν παριστάνειν φύσιν. τί οὖν; φαίη τις ἄν· οὐχὶ πολλὰ καὶ περὶ τοῦ δημιουργοῦ καὶ περὶ τῶν ἄλλων θεῶν καὶ ὑπὲρ τοῦ ἑνὸς αὐτοῦ λέγομεν; ἦ περὶ αὐτῶν μὲν λέγομεν, αὐτὸ δὲ ἕκαστον οὐ λέγομεν, καὶ ἐπιστημονικῶς
20μὲν δυνάμεθα λέγειν, νοερῶς δὲ οὔ· τοῦτο γάρ ἐστι τὸ εὑ‐ ρεῖν, ὥσπερ εἴπομεν πρότερον [p. 300 s]. εἰ δὲ ἡ εὕρεσις σιωπώσης ἐστὶ τῆς ψυχῆς, πῶς ἂν ἀρκέσειε τὸ εὑρεθὲν οἷόν ἐστιν ὁ διὰ τοῦ στόματος ῥέων λόγος εἰς φῶς ἐξενεγκεῖν; Φέρε οὖν καὶ ἡμεῖς ἐπὶ τούτοις ἑπόμενοι τῷ φωτὶ τῆς ἐπιστή‐
25μης αὐτὸ τοῦτο, ὃ λέγομεν, θεασώμεθα, τίς ὁ δημιουργὸς οὗτος καὶ ἐν ποίᾳ τάξει τέτακται τῶν ὄντων· ἄλλοι γὰρ αὖ τῶν πρεσβυτέρων ἐπ’ ἄλλας δόξας ἠνέχθησαν. Νουμήνιος [frg. 36] μὲν γὰρ τρεῖς ἀνυμνήσας θεοὺς πατέρα μὲν καλεῖ
τὸν πρῶτον, ποιητὴν δὲ τὸν δεύτερον, ποίημα δὲ τὸν τρίτον·
in Ti
.

1

.

304

ὁ γὰρ κόσμος κατ’ αὐτὸν ὁ τρίτος ἐστὶ θεός· ὥστε ὁ κατ’ αὐτὸν δημιουργὸς διττός, ὅ τε πρῶτος θεὸς καὶ ὁ δεύτερος, τὸ δὲ δημιουργούμενον ὁ τρίτος. ἄμεινον γὰρ οὕτω λέγειν, ἢ ὡς ἐκεῖνος λέγει προστραγῳδῶν, πάππον, ἔγγονον, ἀπό‐
5γονον. ὁ δὴ ταῦτα λέγων πρῶτον μὲν οὐκ ὀρθῶς τἀγαθὸν συναριθμεῖ τοῖσδε τοῖς αἰτίοις· οὐ γὰρ πέφυκεν ἐκεῖνο συ‐ ζεύγνυσθαί τισιν οὐδὲ δευτέραν ἔχειν ἄλλου τάξιν. ὁ δὲ πατὴρ παρὰ τῷ Πλάτωνι δεύτερος τέτακται τοῦ ποιητοῦ. ἔτι δὲ τὸ πάσης ἐξῃρημένον σχέσεως συντάττει τοῖς ὑπ’ αὐτὸ
10καὶ μετ’ αὐτό· δεῖ δὲ ταῦτα μὲν ἀναπέμπειν ἐπὶ τὸ πρῶτον, ἐκείνου δὲ πᾶσαν ἀφαιρεῖν σχέσιν. οὐδὲ τὸ πατρικὸν ἄρα τοῦ παντὸς ἐφαρμόσει τῷ πρώτῳ· ταῦτα γὰρ ἐν ταῖς μετ’ αὐτὸ τάξεσιν ἀνεφάνη τῶν θεῶν. τρίτον δὲ ἐπὶ τούτοις τὸ διαιρεῖν τὸν πατέρα καὶ ποιητὴν τοῦ Πλάτωνος ἕνα καὶ
15τὸν αὐτὸν ἀμφοτέροις τοῖς ὀνόμασιν ὑμνήσαντος οὐκ ὀρ‐ θόν· μία γὰρ ἡ θεία δημιουργία καὶ εἷς ὁ ποιητὴς καὶ πατὴρ πανταχοῦ τῷ Πλάτωνι παραδέδοται, καὶ τὸ διασπᾶν τὴν μίαν αἰτίαν τοῖς ὀνόμασιν ἐφεπόμενον ὅμοιον ὥσπερ εἴ τις τοῦ Πλάτωνος τὸ πᾶν οὐρανὸν καὶ κόσμον ἐπονομά‐
20ζοντος δύο τὰ δημιουργήματα ἔλεγε, τὸ μὲν οὐρανόν, τὸ δὲ κόσμον, καθάπερ ἐνταῦθα διττόν †φησι τὸ δημιουργικόν, τὸ μὲν πατήρ, τὸ δὲ ποιητής. Ἁρποκρατίων δὲ θαυμά‐ σαιμ’ ἄν, εἰ καὶ αὐτὸς ἑαυτόν γε ἀρέσκοι τοιαῦτα περὶ τοῦ δημιουργοῦ διαταττόμενος· ἕπεται μὲν γὰρ τῷδε τῷ ἀνδρὶ
25κατὰ τὴν τῶν τριῶν θεῶν παράδοσιν καὶ καθόσον διττὸν ποιεῖ τὸν δημιουργόν, ἀποκαλεῖ δὲ τὸν μὲν πρῶτον θεὸν Οὐρανὸν καὶ Κρόνον, τὸν δὲ δεύτερον Δία καὶ Ζῆνα, τὸν δὲ τρίτον οὐρανὸν καὶ κόσμον. πάλιν δ’ αὖ μεταβαλὼν τὸν
πρῶτον Δία προσαγορεύει καὶ βασιλέα τοῦ νοητοῦ, τὸν δὲ
in Ti
.

1

.

305

δεύτερον ἄρχοντα, καὶ ὁ αὐτὸς αὐτῷ γίγνεται Ζεὺς καὶ Κρόνος καὶ Οὐρανός. πάντα γοῦν ταῦτά ἐστι τὸ πρῶτον, οὗ πάντα ὁ Παρμενίδης [141 E s] ἀφεῖλε, πᾶν ὄνομα καὶ πᾶσαν σχέ‐ σιν καὶ πάντα λόγον. καὶ ἡμεῖς μὲν οὐδὲ πατέρα τὸν πρῶτον
5ἠνεσχόμεθα καλεῖν, ὃ δὲ τὸ αὐτὸ καὶ πατέρα καὶ ἔγγονον καὶ ἀπόγονον ἀπέφηνεν. Ἀττικὸς δέ, ὁ τούτου διδά‐ σκαλος, αὐτόθεν τὸν δημιουργὸν εἰς ταὐτὸν ἄγει τἀγαθῷ, καίτοι ἀγαθὸς μὲν καλεῖται παρὰ τῷ Πλάτωνι, τἀγαθὸν δὲ οὔ, καὶ νοῦς προσαγορεύεται, τἀγαθὸν δὲ αἴτιον ἁπάσης
10οὐσίας καὶ ἐπέκεινα τοῦ ὄντος ἐστίν, ὡς ἐν Πολιτείᾳ [VI 509 B] μεμαθήκαμεν. τί δ’ ἂν εἴποι καὶ περὶ τοῦ παραδείγματος; ἢ γὰρ πρὸ τοῦ δημιουργοῦ ἐστι, καὶ ἔσται τι τἀγαθοῦ πρεσβύτερον, ἢ ἐν τῷ δημιουργῷ, καὶ ἔσται πολλὰ τὸ πρῶτον, ἢ μετὰ τὸν δημιουργόν, καὶ τἀγαθόν, ὃ
15μηδὲ θέμις εἰπεῖν, εἰς τὰ μετ’ αὐτὸ ἐπιστραφήσεται κἀκεῖνα νοήσει. μετὰ δὴ τούτους τοὺς ἄνδρας Πλωτῖνος [enn. 3, 9, 1] ὁ φιλόσοφος διττὸν μὲν ὑποτίθεται τὸν δημιουργόν, τὸν μὲν ἐν τῷ νοητῷ, τὸν δὲ τὸ ἡγεμονοῦν τοῦ παντός, λέγει δὲ ὀρθῶς· ἔστι γάρ πως καὶ ὁ νοῦς ὁ ἐγκόσμιος δη‐
20μιουργὸς τοῦ παντός. καὶ ὅ γε Ἀριστοτέλης—τοῦτο γὰρ ἀπεφήνατο εἶναι τὸ πρῶτον—καὶ τοῦτον εἱμαρμένην ἀπεκά‐ λεσε καὶ τῷ τοῦ Διὸς ὀνόματι προσεῖπεν. ἔστι δὲ αὖ καὶ ὁ ἐξῃρημένος πατὴρ καὶ ποιητής, ὃν ἐν τῷ νοητῷ τίθεται εἶναι, πᾶν τὸ μεταξὺ τοῦ τε ἑνὸς καὶ κόσμου νοητὸν κα‐
25λῶν· ἐκεῖ γὰρ αὐτῷ καὶ ὁ ἀληθινὸς οὐρανός ἐστι καὶ ἡ βασιλεία τοῦ Κρόνου καὶ ὁ Δίιος νοῦς· οἷον εἴ τις ἔλεγεν ὅτι ἐν οὐρανῷ καὶ ἡ τοῦ Κρόνου σφαῖρα καὶ ἡ τοῦ Διὸς καὶ ἡ τοῦ Ἄρεως· τὸ γὰρ ὅλον νοητὸν ἓν πολλά ἐστι καὶ
εἷς νοῦς πολλῶν νοητῶν περιληπτικός. ταῦτα μὲν οὖν ὁ
in Ti
.

1

.

306

Πλωτῖνος φιλοσοφῶν. Ἀμέλιος δὲ τριττὸν ποιεῖ τὸν δη‐ μιουργὸν καὶ τρεῖς νοῦς, βασιλέας τρεῖς, τὸν ὄντα, τὸν ἔχοντα, τὸν ὁρῶντα. διαφέρουσι δὲ οὗτοι, διότι ὁ μὲν πρῶ‐ τος νοῦς ὄντως ἐστὶν ὅ ἐστιν, ὁ δὲ δεύτερος ἔστι μὲν τὸ
5ἐν αὐτῷ νοητόν, ἔχει δὲ τὸ πρὸ αὐτοῦ καὶ μετέχει πάντως ἐκείνου καὶ διὰ τοῦτο δεύτερος, ὁ δὲ τρίτος ἔστι μὲν τὸ ἐν αὐτῷ καὶ οὗτος· πᾶς γὰρ νοῦς τῷ συζυγοῦντι νοητῷ ὁ αὐτός ἐστιν· ἔχει δὲ τὸ ἐν τῷ δευτέρῳ καὶ ὁρᾷ τὸ πρῶτον· ὅσῳ γὰρ πλείων ἡ ἀπόστασις, τοσούτῳ τὸ ἔχειν ἀμυδρό‐
10τερον. τούτους οὖν τοὺς τρεῖς νόας καὶ δημιουργοὺς ὑποτί‐ θεται καὶ τοὺς παρὰ τῷ Πλάτωνι [Tim. 40E s] τρεῖς βασιλέας καὶ τοὺς παρ’ Ὀρφεῖ [frg. 74. 85 p. 186] τρεῖς, Φάνητα καὶ Οὐρανὸν καὶ Κρόνον, καὶ ὁ μάλιστα παρ’ αὐ‐ τῷ δημιουργὸς ὁ Φάνης ἐστίν. ἄξιον οὖν ἐκεῖνα καὶ πρὸς
15τοῦτον λέγειν, ὅτι πανταχοῦ ὁ Πλάτων ἀπὸ τοῦ πλήθους ἐπὶ τὰς ἑνάδας ἀνατρέχειν εἴωθεν, ἀφ’ ὧν καὶ ἡ ἐν τοῖς πολλοῖς προελήλυθε τάξις. μᾶλλον δὲ καὶ πρὸ τοῦ Πλάτωνος κατ’ αὐτὴν τὴν τῶν πραγμάτων τάξιν πρὸ τοῦ πλήθους ἡ ἑνάς ἐστι, καὶ πᾶσα θεία τάξις ἀπὸ μονάδος ἄρχεται· δεῖ
20μὲν γὰρ ἐκ τριάδος προϊέναι τὸν ἀριθμὸν τὸν θεῖον, ἀλλὰ πρὸ τῆς τριάδος ἡ μονάς. ποῦ οὖν ἡ δημιουργικὴ μονάς, ἵνα ἀπ’ αὐτῆς ἡ τριάς; πῶς δὲ καὶ ὁ κόσμος εἷς μὴ ὑφ’ ἑνὸς αἰτίου δημιουργούμενος; δεῖ γὰρ πολλῷ πρότερον αὐτὸ τὸ αἴτιον ἡνῶσθαι καὶ εἶναι μοναδικόν, ἵνα γένηται καὶ ὁ
25κόσμος μονογενής. ἔστωσαν οὖν καὶ οἱ δημιουργοὶ τρεῖς ἀλλὰ τίς ὁ πρὸ τῶν τριῶν εἷς; οὐδεμία γὰρ τῶν θείων τάξεων ἐκ πλήθους ἄρχεται. ἔτι δὲ εἰ τὸ παράδειγμα ἓν καὶ ὁ κόσμος εἷς, πῶς οὐχὶ καὶ ὁ δημιουργὸς εἷς ἔσται πρὸ τῶν πολλῶν, βλέπων μὲν εἰς τὸ ἓν παράδειγμα, ποιῶν
30δὲ μονογενῆ τὸν κόσμον; οὐκ ἄρα ἀπὸ τριάδος ἄρχεσθαι δεῖ τὸν δημιουργικὸν ἀριθμόν, ἀλλ’ ἀπὸ μονάδος. μετὰ
δὴ τὸν Ἀμέλιον ὁ Πορφύριος οἰόμενος τῷ Πλωτίνῳ
in Ti
.

1

.

307

συνᾴδειν, τὴν μὲν ψυχὴν τὴν ὑπερκόσμιον ἀποκαλεῖ δη‐ μιουργόν, τὸν δὲ νοῦν αὐτῆς, πρὸς ὃν ἐπέστραπται, τὸ αὐτοζῷον, ὡς εἶναι τὸ παράδειγμα τοῦ δημιουργοῦ κατὰ τοῦτον τὸν νοῦν. ὃν ἐρωτᾶν ἄξιον, ἐν τίσι Πλωτῖνος τὴν
5ψυχὴν ποιεῖ δημιουργόν. πῶς δὲ καὶ τῷ Πλάτωνι τοῦτο σύμφωνον, ὃς θεὸν μὲν καὶ νοῦν συνεχῶς ἐπονομάζει τὸν δημιουργόν, ψυχὴν δὲ οὐδαμῶς; πῶς δὲ θεὸν ἀποκαλεῖ τὸν κόσμον; πῶς δὲ καὶ διὰ πάντων φοιτᾷ τῶν ἐγκοσμίων; ψυχῆς μὲν γὰρ οὐ πάντα μετέχει, τῆς δὲ δημιουργικῆς
10προνοίας πάντα μετείληχε, καὶ ἡ μὲν θεία ποίησις νοῦν τε καὶ θεοὺς δύναται γεννᾶν, ἡ δὲ ψυχὴ τῶν ὑπὲρ τὴν ψυχι‐ κὴν τάξιν οὐδὲν παράγειν πέφυκεν. ἐῶ λέγειν, ὅτι καὶ αὐτὸ τοῦτο τῶν πολλῆς συστάσεώς ἐστι δεομένων, εἴ τινα ψυχὴν ὁ Πλάτων οἶδεν ἀμέθεκτον. ἀλλὰ δὴ μετὰ τοῦτον ὁ
15θεῖος Ἰάμβλιχος πολλὰ μὲν ἀντιγράψας πρὸς τὴν Πορφυρίου δόξαν καὶ ὡς 〈μὴ〉 Πλωτίνειον αὐτὴν οὖσαν καταβαλών, αὐτὸς δὲ τὴν ἑαυτοῦ παραδιδοὺς θεολογίαν πάντα τὸν νοη‐ τὸν κόσμον ἀποκαλεῖ δημιουργόν, ὥς γε ἐκ τῶν εἰρημένων δῆλον, αὐτὸς τῷ Πλωτίνῳ συμφθεγγόμενος. λέγει γοῦν ἐν
20τοῖς ὑπομνήμασιν οὕτω· τὴν ὄντως οὐσίαν καὶ τῶν γιγνομένων ἀρχὴν καὶ τὰ νοητὰ τοῦ κόσμου παρα‐ δείγματα, ὅν γε καλοῦμεν νοητὸν κόσμον, καὶ ὅσας αἰτίας προϋπάρχειν τιθέμεθα τῶν ἐν τῇ φύσει πάν‐ των, ταῦτα πάντα ὁ νῦν ζητούμενος θεὸς δημι‐
25ουργὸς ἐν ἑνὶ συλλαβὼν ὑφ’ ἑαυτὸν ἔχει. ταῦτα δὲ λέγων, εἰ μὲν τοῦτο σημαίνει διὰ τῶν λεγομένων, ὅτι καὶ ἐν τῷ δημιουργῷ πάντα ἐστὶ δημιουργικῶς καὶ τὸ ὂν αὐτὸ καὶ ὁ νοητὸς κόσμος, ἑαυτῷ τε καὶ Ὀρφεῖ συμφωνήσει λέγοντι·
30πάντα γὰρ ἐν Ζηνὸς μεγάλου τάδε σώματι
κεῖται [frg. 123, 12]
in Ti
.

1

.

308

καὶ
Ζηνὸς δ’ ἐνὶ γαστέρι σύρρα πεφύκει [frg. 121] καὶ ὅσα τοιαῦτα· καὶ οὐδὲν θαυμαστὸν ἕκαστον εἶναι τῶν θεῶν τὸ πᾶν, ἄλλον δὲ ἄλλως, τὸν μὲν δημιουργικῶς, τὸν
5δὲ συνοχικῶς, τὸν δὲ ἀτρέπτως, τὸν δὲ τρεπτῶς, τὸν δὲ ἄλλως κατὰ τὴν ἰδιότητα τὴν θείαν. εἰ δ’, ὅτι πᾶν τὸ με‐ ταξὺ πλάτος τοῦ τε κόσμου καὶ τοῦ ἑνὸς ὁ δημιουργός ἐστι, τοῦτο ἤδη ἀπορίας ἄξιον. καὶ ἀπαντησόμεθα πρὸς τὸν λόγον, ἐξ ὧν ἡμᾶς αὐτὸς ἀνεδίδαξε· ποῦ γάρ εἰσιν οἱ πρὸ
10τοῦ Διὸς βασιλεῖς, οἱ πατέρες τοῦ Διός; ποῦ δὲ οἱ παρὰ Πλάτωνι βασιλεῖς, οὓς ὑπὲρ τὸν κόσμον αὐτὸς ἀξιοῖ τάττειν μετὰ τὸ ἕν; πῶς δὲ καὶ τὸ μὲν ἀεὶ ὂν αὐτὸ τὸ πρώτιστον ὂν ἐλέγομεν, τὸν δὲ δημιουργὸν πάντα τὸν νοητὸν διά‐ κοσμον, ὅς ἐστι καὶ αὐτὸς ἀεὶ ὂν ὡς καὶ τὸ αὐτοζῷον; μή‐
15ποτε γὰρ οὕτως ἀναγκασθησόμεθα λέγειν τὸν δημιουργὸν μὴ εἶναι ἀεὶ ὄν, εἰ μὴ ἄρα ὡς καὶ τοῦτο περιειληφότα μετὰ τῶν ἄλλων ἀεὶ ὄντων. ὅτι δὲ καὶ αὐτὸς Ἰάμβλιχος εἰ καὶ ἐν τούτοις ὁλοσχερέστερον, ἀλλ’ ἐν ἄλλοις ἀκριβέστερον τὴν δημιουργικὴν ἀνύμνησε τάξιν, ἐκεῖθεν ληπτέον· περὶ
20γὰρ τῆς ἐν Τιμαίῳ τοῦ Διὸς δημηγορίας γράφων μετὰ τὰς νοητὰς τριάδας καὶ τὰς τῶν νοερῶν θεῶν τρεῖς τριάδας ἐν τῇ νοερᾷ ἑβδομάδι τὴν τρίτην ἐν τοῖς πατράσιν ἀπονέμει τῷ δημιουργῷ τάξιν· τρεῖς γὰρ εἶναι θεοὺς τούτους καὶ παρὰ τοῖς Πυθαγορείοις ὑμνημένους, οἳ τοῦ μὲν ἑνὸς
25νοῦ, φησί, καὶ τὰς μονάδας ὅλας ἐν ἑαυτῷ περιέχοντος τὸ ἁπλοῦν καὶ ἀδιαίρετον καὶ ἀγαθοειδὲς καὶ μένον ἐν ἑαυτῷ καὶ συνηνωμένον τοῖς νοητοῖς καὶ τὰ τοιαῦτα γνωρίσματα τῆς ὑπεροχῆς παραδεδώκασι, τοῦ δὲ μέσου καὶ τὴν συμπλήρωσιν συνάγοντος τῶν τριῶν τὸ γόνιμον τῶν θεῶν καὶ τὸ συν‐
30αγωγὸν τῶν τριῶν καὶ τὸ τῆς ἐνεργείας ἀποπληρωτικὸν καὶ
in Ti
.

1

.

309

τὸ τῆς θείας ζωῆς γεννητικὸν καὶ τὸ προϊὸν πάντη καὶ τὸ ἀγαθουργὸν κάλλιστα δείγματα λέγουσι, τοῦ δὲ τρίτου καὶ δημιουργοῦντος τὰ ὅλα τὰς μονίμους προόδους καὶ τὰς τῶν αἰτίων ὅλων ποιήσεις καὶ συνοχὰς τάς τε ἀφωρισμένας ὅλας
5τοῖς εἴδεσιν αἰτίας καὶ τὰς προϊούσας πάσας δημιουργίας καὶ τὰ ὅμοια τούτοις τεκμήρια κάλλιστα ἀναδιδάσκουσι. τὴν μὲν οὖν Ἰαμβλίχειον θεολογίαν ἀπὸ τούτων ἄξιον κρίνειν, ὁποία τίς ἐστι περὶ τοῦ δημιουργοῦ τῶν ὅλων· καὶ πῶς γὰρ ἂν ἦν ὅλον τὸ ἀεὶ ὃν ὁ δημιουργός, εἴπερ τὸ μὲν ἀεὶ
10ὂν ἤδη κατεδήσατο διὰ τῆς ὁρικῆς ἀποδόσεως, τὸν δὲ δημι‐ ουργὸν εὑρεῖν τε ἔργον εἶναί φησι καὶ εὑρόντα εἰς ἅπαντας ἀδύνατον λέγειν; πῶς γὰρ ταῦτα ἀληθεύσει περὶ τοῦ ὁρικῶς ἀποδοθέντος καὶ εἰς φῶς ἐξενεχθέντος πᾶσι τοῖς παροῦσι; Θεόδωρος δὲ μετὰ τοῦτον τρεῖς μὲν Ἀμελίῳ συνεπόμενος
15εἶναί φησι δημιουργούς, τάττει δὲ αὐτοὺς οὐκ εὐθὺς μετὰ τὸ ἕν, ἀλλ’ ἐπίταδε τῶν νοητῶν τε καὶ νοερῶν θεῶν, ἀπο‐ καλεῖ δὲ τὸν μὲν οὐσιώδη νοῦν, τὸν δὲ νοερὰν οὐσίαν, τὸν δὲ πηγὴν ψυχῶν, καὶ τὸν μὲν ἀδιαίρετον, τὸν δὲ εἰς ὅλα διῃρημένον, τὸν δὲ καὶ τὴν εἰς τὰ καθ’ ἕκαστα διαί‐
20ρεσιν πεποιημένον. πάλιν οὖν καὶ πρὸς τοῦτον τὰ αὐτὰ ῥητέον, ἃ καὶ πρὸς τὸν γενναῖον Ἀμέλιον, τρεῖς μὲν εἶναι θεοὺς τούτους ὁμολογούντων ἡμῶν ἢ τοὺς τούτοις ἀνάλογον, οὐ μέντοι καὶ τρεῖς δημιουργούς, ἀλλὰ τὸν μὲν *** νοητὸν τοῦ δημιουργοῦ, τὸν δὲ γεννητικὴν αὐτοῦ δύναμιν, τὸν δὲ
25ὄντως δημιουργικὸν νοῦν. ἐφιστάνειν δὲ χρὴ καὶ εἰ τὴν πηγὴν τῶν ψυχῶν τρίτην τακτέον· τοῦ μέσου γὰρ ἡ δύνα‐ μις, ὡς καὶ αὐτός πού φησι. καὶ εἰ μερικῶς οὕτως ὀνομα‐ στέον, ἀλλὰ μὴ καθολικώτερον πηγὴν ζωῆς· ἡ γὰρ πηγὴ τῶν ψυχῶν μία τῶν ἐν αὐτῇ πηγῶν ἐστιν· ἐπεὶ καὶ τὸ ζῆν
30οὐκ ἐν ψυχαῖς μόνον οὐδὲ ἐν τοῖς ἐψυχωμένοις, ἀλλ’ ἔστι
καὶ θεία ζωὴ καὶ νοερὰ πρὸ τῆς ψυχικῆς, ἣν ἐκεῖθεν
in Ti
.

1

.

310

προϊέναι φασίν, ἄλλων κατ’ ἄλλην ζωὴν ἀπομεριζομένων ὀχετῶν. Τὰ μὲν οὖν τῶν παλαιῶν ἐξηγητῶν περὶ τοῦ δημιουργοῦ δόγματα τοιαῦτα ἄττα ἐστὶν ὡς συντόμως εἰπεῖν· ἃ δὲ καὶ
5τῷ ἡμετέρῳ καθηγεμόνι περὶ τούτου τεθεώρηται, φέρε, συνελόντες ἀναγράψωμεν, ἃ καὶ μάλιστα στοχάζεσθαι τῆς τοῦ Πλάτωνος ἡγούμεθα διανοίας. ἔστι τοίνυν ὁ δημιουργὸς ὁ εἷς κατ’ αὐτὸν ὁ τὸ πέρας τῶν νοερῶν θεῶν ἀφορίζων θεὸς καὶ πληρούμενος μὲν ἀπὸ τῶν νοητῶν μονάδων καὶ
10τῶν τῆς ζωῆς πηγῶν, προϊέμενος δὲ ἀφ’ ἑαυτοῦ τὴν ὅλην δημιουργίαν καὶ προστησάμενος μερικωτέρους τῶν ὅλων πα‐ τέρας, αὐτὸς δὲ ἀκίνητος ἐν τῇ κορυφῇ τοῦ Ὀλύμπου διαι‐ ωνίως ἱδρυμένος καὶ διττῶν κόσμων βασιλεύων ὑπερουρανίων τε καὶ οὐρανίων, ἀρχὴν δὲ καὶ μέσα καὶ τέλη τῶν ὅλων
15περιέχων· τῆς γὰρ δημιουργικῆς ἁπάσης διακοσμήσεως τὸ μέν ἐστι τῶν ὅλων ὁλικῶς δημιουργικὸν αἴτιον, τὸ δὲ τῶν μερῶν ὁλικῶς, τὸ δὲ τῶν ὅλων μερικῶς, τὸ δὲ τῶν μερῶν μερικῶς. τετραπλῆς δὲ τῆς δημιουργίας οὔσης ἡ δημιουργικὴ μονὰς εἰς ἑαυτὴν ἀνεδήσατο τὴν ὁλικὴν τῶν ὅλων πρόνοιαν,
20ἐξήρτηται δὲ αὐτῆς ἡ δημιουργικὴ τριὰς ὁλικῶς ἐπιτροπεύ‐ ουσα τὰ μέρη καὶ τὴν τῆς μονάδος διελομένη δύναμιν, ὥσπερ αὖ καὶ ἐπὶ τῆς ἑτέρας τῆς μεριστῆς δημιουργίας ἡ μονὰς ἡγεῖται τῆς τριάδος, ἡ τὰ ὅλα μερικῶς τῆς τὰ μέρη μερικῶς διακοσμούσης· τῆς δὲ τριάδος τὸ σύμπαν πλῆθος
25περιχορεῦον αὐτὴν καὶ διαιρούμενον περὶ αὐτὴν καὶ μεριζό‐ μενον αὐτῆς τὰς ποιήσεις καὶ πληρούμενον ἀπ’ αὐτῆς. ὥσπερ οὖν τῶν πολλῶν παραδειγμάτων ἡγεῖται τὸ ἕν, οὕτω καὶ τῶν πολλῶν δημιουργῶν ὁ εἷς, ἵνα πάντα ἀλλήλοις
ἕπηται, τὸ ἓν παράδειγμα τὸ νοητόν, ὁ εἷς νοερὸς δημι‐
in Ti
.

1

.

311

ουργός, ὁ εἷς μονογενὴς αἰσθητὸς κόσμος. εἰ δὴ ταῦτα ὀρθῶς εἴρηται, τὸ πέρας ἐστὶ τῶν νοερῶν ὁ τῶν ὅλων δημι‐ ουργός, ἱδρυμένος μὲν ἐν τῷ νοητῷ, δυνάμεως δὲ πλήρης ὤν, καθ’ ἣν παράγει τὰ ὅλα, πάντα δὲ ἐπιστρέφων εἰς ἑαυτόν.
5καὶ διὰ ταῦτα ὁ Τίμαιος νοῦν τε ἀποκαλεῖ [29 A] καὶ τῶν αἰτίων ἄριστον καὶ πρὸς τὸ νοητὸν παράδειγμά φησιν ὁρᾶν, ἵνα τούτῳ μὲν αὐτὸν χωρίσῃ τῶν πρώτων νοητῶν θεῶν, τῷ δὲ νοῦν λέγειν τῶν νοητῶν καὶ νοερῶν διαστείλῃ, τῷ δὲ τῶν αἰτίων ἄριστον πάντων ὑπεριδρύσῃ τῶν ἄλλων δημι‐
10ουργῶν, ὑπερκοσμίων περικοσμίων· αἴτια γὰρ τὰ δημιουργικὰ ἐπονομάζει, ὡς καὶ ἔμπροσθεν ἔλεγε [28 A]· πᾶν τὸ γιγνόμενον ὑπ’ αἰτίας γίγνεται· καὶ ἐπήγαγεν· ὅτου μὲν ἂν ὁ δημιουργὸς καὶ τὰ ἑξῆς τούτοις. νοερὸς οὖν ἐστι θεὸς πάντων δημιουργῶν ἐξῃρημένος. ἀλλ’ εἰ μὲν ὁ
15πρώτιστος ἦν ἐν τοῖς νοεροῖς, ἔμενεν ἂν μόνον ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει [42 E]· τοῦτο γὰρ ἐξαίρετον ἐκείνου. εἰ δὲ ὁ δεύτερος, ζωῆς ἂν ἦν διαφερόντως αἴτιος. νῦν δὲ οὗτος ψυχὴν μὲν γεννῶν ἐνεργεῖ μετὰ τοῦ κρατῆρος, νοῦν δὲ καθ’ ἑαυτόν· οὐκ ἄλλος ἄρα ἐστὶν ἢ ὁ τρίτος τῶν
20νοερῶν πατέρων· τὸ γὰρ ἐξαίρετον ἔργον αὐτοῦ τὸ νοοποιόν ἐστιν, ἀλλ’ οὐ τὸ σωματουργόν· τὸ γὰρ σῶμα οὐ μόνος, ἀλλὰ μετὰ τῆς ἀνάγκης ποιεῖ, δι’ αὐτῆς ποιῶν· οὐδὲ τὸ ψυχοποιόν· τὴν γὰρ ψυχὴν μετὰ τοῦ κρατῆρος γεννᾷ· μόνος δὲ τὸν νοῦν καὶ ὑφίστησι καὶ ἐφίστησι τῷ παντί. νοοποιὸς
25οὖν ὑπάρχων εἰκότως καὶ νοερὰν ἔχει τάξιν. διὸ δὴ καὶ ποιητὴς λέγεται παρὰ Πλάτωνι καὶ πατήρ, καὶ οὔτε πατὴρ μόνον οὔτε ποιητὴς μόνον, οὔτε αὖ πατὴρ καὶ ποιητής· ἔστι γὰρ ἄκρα μὲν ὁ πατὴρ καὶ ὁ ποιητής, ὃ μὲν τὴν ἀκρό‐ τητα τῶν νοητῶν κατέχων καὶ πρὸ τῆς βασιλικῆς σειρᾶς, ὃ
30δὲ τὸ πέρας ταύτης ἔχων τῆς τάξεως, ὃ μὲν τῆς πατρικῆς
in Ti
.

1

.

312

ὢν θεότητος μονάς, ὃ δὲ τὴν ποιητικὴν ἐν τῷ παντὶ κλη‐ ρωσάμενος δύναμιν· μεταξὺ δὲ ἀμφοῖν ὅ τε πατὴρ ἅμα καὶ ποιητὴς καὶ ὁ ποιητὴς ἅμα καὶ πατήρ· οὐ γὰρ ταὐτὸν ἑκά‐ τερον, ἀλλ’ οὗ μὲν τὸ πατρικόν, οὗ δὲ τὸ ποιητικὸν ἐπι‐
5κρατεῖ. κρεῖττον δὲ τοῦ ποιητικοῦ τὸ πατρικόν· διόπερ ἐν τοῖς μέσοις, εἰ καὶ ἄμφω καθ’ ἑκάτερον, ἀλλὰ μᾶλλον μὲν πατὴρ ὁ πρότερος· ἔστι γὰρ πέρας τοῦ πατρικοῦ βυθοῦ καὶ ἡ πηγὴ τῶν νοερῶν· μᾶλλον δὲ ποιητὴς ὁ δεύτερος· ἔστι γὰρ μονὰς τῆς ὅλης δημιουργίας. ὅθεν, οἶμαι, καὶ
10ἐκεῖνος μὲν καλεῖται Μῆτις, οὗτος δὲ Μητιέτης, καὶ ὁρᾶ‐ ται μὲν ἐκεῖνος, ὁρᾷ δὲ οὗτος, καὶ καταπίνεται μὲν ἐκεῖνος, ἐμφορεῖται δὲ οὗτος τῆς ἐκείνου δυνάμεως, καὶ ὅπερ ἐκεῖνος ἐν τοῖς νοητοῖς, τοῦτο οὗτος ἐν τοῖς νοεροῖς ἐστι· πέρας γὰρ ὃ μὲν τῶν νοητῶν, ὃ δὲ τῶν νοερῶν ἐστι θεῶν· καὶ
15περὶ ἐκείνου μέν φησιν Ὀρφεύς [frg. 84]·
ταῦτα πατὴρ ποίησε κατὰ σπέος ἠεροειδές, περὶ τούτου δὲ ὁ Πλάτων [41 A]· ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, καὶ ἐν τῷ Πολιτικῷ [273 B]· τὴν τοῦ δημιουργοῦ καὶ πατρὸς ἀπομνημονεύων διδα‐
20χήν, ὅτι παρ’ ἐκείνῳ μὲν τὸ πατρικὸν μᾶλλον, παρὰ δὲ τούτῳ τὸ δημιουργικόν. ἕκαστον δὲ τῶν θείων ἀπὸ τῆς ἰδιότητος ὀνομάζεται, κἂν πάντων ᾖ περιεκτικόν, καὶ ὁ μὲν μόνον ποιητὴς τῶν ἐγκοσμίων αἴτιος, ὁ δὲ ποιητὴς καὶ πα‐ τὴρ ὑπερκοσμίων καὶ ἐγκοσμίων, ὁ δὲ πατὴρ καὶ ποιητὴς
25νοερῶν, ὑπερκοσμίων, ἐγκοσμίων, ὁ δὲ μόνον πατὴρ νοητῶν, νοερῶν, ὑπερκοσμίων, ἐγκοσμίων. ὁ μὲν οὖν Πλάτων τοι‐ οῦτον ὑποστησάμενος δημιουργὸν ἄρρητον αὐτὸν καὶ ἀκατο‐
νόμαστον εἴασεν, ὡς ἐν τἀγαθοῦ μοίρᾳ προτεταγμένον
in Ti
.

1

.

313

τῶν ὅλων· ἔστι γὰρ ἐν πάσῃ τάξει θεῶν τὸ ἀναλογοῦν τῷ ἑνί. τοιοῦτον γοῦν ἡ ἐν ἑκάστῳ κόσμῳ μονάς. ὁ δέ γε Ὀρφεὺς [frg. 121. 122] καὶ ὄνομα αὐτῷ προσήνεγκεν, ἅτε ἐκεῖθεν κινούμενος, ᾧ καὶ αὐτὸς ὁ Πλάτων ἠκολούθησεν
5ἐν ἄλλοις· ὁ γοῦν παρ’ αὐτῷ Ζεύς, ὁ πρὸ τῶν τριῶν Κρονι‐ δῶν, οὗτος ἐστι τῶν ὅλων δημιουργός. μετὰ γοῦν τὴν κατά‐ ποσιν τοῦ Φάνητος αἱ ἰδέαι τῶν πάντων ἐν αὐτῷ πεφήνα‐ σιν, ὥς φησιν ὁ θεολόγος· τοὔνεκα σὺν τῷ πάντα Διὸς πάλιν ἐντὸς ἐτύχθη
10αἰθέρος εὐρείης ἠδ’ οὐρανοῦ ἀγλαὸν ὕψος, πόντου τ’ ἀτρυγέτου γαίης τ’ ἐρικυδέος ἕδρη, Ὠκεανός τε μέγας καὶ νείατα τάρταρα γαίης καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος ἄλλα τε πάντα πάντες τ’ ἀθάνατοι μάκαρες θεοὶ ἠδὲ θέαιναι,
15 ὅσσα τ’ ἔην γεγαῶτα καὶ ὕστερον ὁππός’ ἔμελλεν, ἐνγένετο, Ζηνὸς δ’ ἐνὶ γαστέρι σύρρα πεφύκει. τῶν δὲ ἰδεῶν πλήρης ὢν διὰ τούτων ἐν ἑαυτῷ τὰ ὅλα περιείληφεν, ὡς καὶ τοῦτο ἐνδεικνύμενος ὁ θεολόγος ἐπή‐ γαγε [Orph. frg. 123. cf. 46]·
20Ζεὺς πρῶτος γένετο, Ζεὺς ὕστατος ἀργικέραυνος, Ζεὺς κεφαλ, Ζεὺς μέσσα, Διός τ’ ἐκ πάντα τέ‐
τυκτα
ι. Ζεὺς πυθμὴν γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος, Ζεὺς βασιλεύς, Ζεὺς αὐτὸς ἁπάντων ἀρχιγένεθλος,
25ἓν κράτος, εἷς δαίμων γένετο, μέγας ἀρχὸς ἁπάν‐
τω
ν, ἓν δὲ δέμας βασίλειον, ἐν ᾧ τάδε πάντα κυκλεῖ‐
τα
ι, πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθήρ, νύξ τε καὶ
30ἦμαρ.
τὰ τοίνυν ὅλα περιέχων ὁ Ζεὺς καὶ πάντα μοναδικῶς καὶ
in Ti
.

1

.

314

νοερῶς κατὰ τούτους τοὺς χρησμοὺς τῆς Νυκτὸς ὑφίστησι πάντα τὰ ἐγκόσμια, θεούς τε καὶ τὰς μοίρας τοῦ παντός. λέγει γοῦν πρὸς αὐτὸν ἡ Νὺξ ἐρωτήσαντα· πῶς δέ μοι ἕν τε τὰ πάντ’ ἔσται καὶ χωρὶς ἕκα‐
5
στο
ν; Αἰθέρι πάντα πέριξ ἀφάτῳ λάβε, τῷ δ’ ἐνὶ μέσσῳ οὐρανόν, ἐν δέ τε γαῖαν ἀπείριτον, ἐν δὲ θά‐
λασσα
ν, ἐν δὲ τὰ τείρεα πάντα, τά τ’ οὐρανὸς ἐστεφά‐
10
νωτα
ι. καὶ δὴ καὶ περὶ τῶν ἄλλων ἁπάντων ὑποθεμένη δημιουργη‐ μάτων ἐπήνεγκεν· αὐτὰρ ἐπὴν δεσμὸν κρατερὸν ἐπὶ πᾶσι τανύσσῃς (δεσμὸς δὲ πάντως κρατερὸς καὶ ἀδιάλυτος ὁ ἀπὸ τῆς φύ‐
15σεως καὶ τῆς ψυχῆς καὶ τοῦ νοῦ· δεσμοῖς γάρ φησι καὶ ὁ Πλάτων [38 E] ἐμψύχοις δεθέντα ζῷα ἐγεννήθη)
σειρὴν χρυσείην ἐξ αἰθέρος ἀρτήσαντ
α, σειρᾶς χρυσῆς Ὁμηρικῶς τῶν θείων τάξεων τῶν ἐγκοσμίων κεκλημένης· ἃ δὴ καὶ ὁ Πλάτων ζηλώσας φησὶ [30 B] τὸν
20δημιουργὸν νοῦν μὲν ἐν ψυχ, ψυχὴν δὲ ἐν σώματι θέντα δημιουργῆσαι τὸ πᾶν καὶ τοὺς νέους ὑποστῆσαι θεούς, δι’ ὧν κεκόσμηται τὰ μέρη τοῦ παντός. εἰ τοίνυν ὁ Ζεύς ἐστιν ὁ τὸ ἓν κράτος ἔχων, ὁ τὸν Φάνητα κατα‐ πιών, ἐν ᾧ πρώτως αἱ νοηταὶ τῶν ὅλων αἰτίαι, ὁ πάντα
25παράγων κατὰ τὰς ὑποθήκας τῆς Νυκτός, ὁ τοῖς θεοῖς τὰς ἐξουσίας παραδιδοὺς τοῖς τε ἄλλοις καὶ τοῖς τρισὶ Κρονί‐ δαις, οὗτός ἐστιν ὁ τοῦ κόσμου παντὸς εἷς καὶ ὅλος δημι‐
ουργός, πέμπτην ἔχων ἐν τοῖς βασιλεῦσι τάξιν, ὡς καὶ τοῦτο
in Ti
.

1

.

315

ἀποδέδεικται τῷ ἡμετέρῳ καθηγεμόνι δαιμονίως ἐν ταῖς Ὀρφικαῖς συνουσίαις, καὶ σύστοιχος ὢν Οὐρανῷ καὶ Φάνητι, διὸ καὶ ποιητής ἐστι καὶ πατὴρ καὶ ὁλικῶς ἑκά‐ τερον. ἀλλὰ μὴν ὅτι καὶ ὁ Πλάτων ταύτας ἔχει τὰς ἐννοίας
5περὶ τοῦ μεγίστου Διός, δεδήλωκεν ἐν Κρατύλῳ [396 B] μὲν ἀπὸ τῶν ὀνομάτων ζωῆς αὐτὸν αἴτιον καὶ χορηγὸν πᾶ‐ σιν ἀποφηνάμενος· δι’ ὃν γὰρ τὸ ζῆν ὑπάρχει πᾶσι, τοῦτον αὖ Δία καὶ Ζῆνα παρ’ ἡμῶν ἐπωνομάσθαι. ἐν δὲ τῷ Γοργίᾳ [523] συντάττων τε αὐτὸν τοῖς Κρονίδαις καὶ
10ἐξαιρῶν ἀπ’ αὐτῶν, ἵνα καὶ πρὸ τῶν τριῶν ᾖ καὶ μετέχη‐ ται ὑπ’ αὐτῶν, καὶ τὸν νόμον αὐτῷ συγκαθιδρύων, ὥσπερ καὶ ὁ Ὀρφεύς [frg. 126]· κατὰ γὰρ τὰς ὑποθήκας τῆς Νυκτὸς καὶ παρ’ ἐκείνῳ πάρεδρον ποιεῖται τὸν νόμον· ἔτι δὲ τὴν Δίκην ὅλην ὀπαδὸν αὐτοῦ τιθέμενος ἐν Νόμοις [IV
15716 A], ὥσπερ καὶ ὁ θεολόγος. ἐν δὲ τῷ Φιλήβῳ [30 D] βασιλικὴν μὲν ψυχήν, βασιλικὸν δὲ νοῦν κατὰ τὸν τῆς αἰτίας λόγον ἐν τῷ Διὶ προυπάρχειν ἀποφαινόμενος· οἷς καὶ νῦν ἀκολούθως νοῦν τε αὐτὸν καὶ ψυχὴν ὑφιστάντα παραδώσει [30 B] καὶ τοὺς εἱμαρμένους νόμους ἐκ‐
20φαίνοντα [41 E] καὶ πάσας τὰς τάξεις τῶν ἐγκοσμίων θεῶν καὶ ζῷα ὑφιστάντα πάντα μέχρι καὶ τῶν ἐσχάτων, τὰ μὲν παρ’ αὐτοῦ μόνου γεννώμενα, τὰ δὲ διὰ μέσων τῶν οὐρα‐ νίων θεῶν. ἐπεὶ καὶ ἐν τῷ Πολιτικῷ [273 B] τὸν Δία καλεῖ δημιουργὸν καὶ πατέρα τοῦ παντός, ὥσπερ καὶ ἐν
25τούτοις αὐτὸς περὶ αὐτοῦ φησιν [41 A]· ὧν ἐγὼ δημι‐ ουργὸς πατήρ τ’ ἔργων· καὶ τὴν νῦν οὖσαν διακόσμησιν τοῦ κόσμου φησὶν εἶναι τὴν ἐπὶ Διός, καὶ τὸν κόσμον, κἂν καθ’ εἱμαρμένην κινῆται, τὴν τοῦ δημιουργοῦ καὶ πα‐ τρὸς αὐτὸν ἀπομνημονεύοντα διδαχὴν οὕτω κινεῖσθαι·
30ζῶν οὖν τὴν ἐπὶ Διὸς ζωήν, δημιουργὸν ἔχει καὶ πατέρα
τὸν Δία τῆς ἑαυτοῦ ζωῆς. εἰ δὲ καὶ δημηγοροῦντα παρα‐
in Ti
.

1

.

316

δώσει [41 AE] τὸν δημιουργὸν ἀτεχνῶς καὶ τοῦτο Δίιόν ἐστι· καὶ γὰρ ἐν Μίνωϊ [319 C] διὰ τοῦτο σοφιστὴν αὐτὸν προσηγόρευσεν, ὡς παντοίων λόγων πληροῦντα τοὺς μετ’ αὐτὸν θεούς. δηλοῖ δὲ καὶ ὁ θεῖος ποιητὴς [Hom.
5Θ 3 ss] ἀπ’ ἄκρας αὐτὸν τῆς τοῦ Ὀλύμπου κορυφῆς δημηγο‐ ροῦντα παραδιδούς· κέκλυτέ μευ, πάντες τε θεοὶ πᾶσαί τε θέαιναι· καὶ τὰς διπλᾶς συστοιχίας τῶν θεῶν ἐπιστρέφοντα πρὸς ἑαυ‐ τόν· ὃς καὶ διὰ πάσης 〈τῆσ〉 ποιήσεως ὕπατον κρειόντων
10καὶ πατέρα ἀνδρῶν καὶ θεῶν αὐτὸν ἀνυμνεῖ καὶ πᾶσιν εὐφημεῖ τοῖς δημιουργικοῖς ὀνόμασιν. Ὅτε τοίνυν σύμπασαν τὴν Ἑλληνικὴν θεολογίαν ἀπε‐ φήναμεν τῷ Διὶ τὴν ὅλην δημιουργίαν ἀπονέμουσαν, τί χρὴ περὶ τῆσδε τῆς ῥήσεως τοῦ Πλάτωνος ἐννοεῖν, ἢ ὅτι ποιητὴς
15αὐτῷ καὶ πατὴρ ἀνυμνεῖται ὁ αὐτὸς θεός, ὁ βασιλεὺς Ζεύς, καὶ οὔτε πατὴρ μόνον οὔτε πατὴρ καὶ ποιητής; ὃ μὲν γὰρ ὁ πατὴρ ἦν μονάς, ὃ δὲ ὁ πατὴρ καὶ ποιητὴς τετράς, ὃ δέ, ὡς οἱ Πυθαγόρειοί φασι, δεκάς, καὶ αὕτη τῶν θείων ἡ τάξις.
ἔστ’ ἂν ἵκηται
20(προϊὼν ὁ θεῖος ἀριθμός, μουνάδος ἐκ κευθμῶνος ἀκηράτου) τετράδα ἐπὶ ζαθέην· ἣ δὴ τέκε μητέρα πάντων, πανδεχέα, πρέσβειραν, ὅρον περὶ πᾶσι τιθεῖσαν, ἄτροπον, ἀκαμάτην· δεκάδα κλείουσί μιν ἁγνήν.
25μετὰ τὴν πατρικὴν ἄρα μονάδα καὶ τὴν πατρικὴν ἅμα καὶ ποιητικὴν τετράδα προελήλυθεν ἡ δημιουργικὴ δεκάς, ἄτρο‐ πος μὲν οὖσα, διότι σύνεστιν αὐτῇ θεότης ἄτρεπτος, ὄρον
δὲ τιθεῖσα πᾶσιν, ὡς τάξεως μὲν τοῖς ἀτάκτοις χορηγός,
in Ti
.

1

.

317

κοσμήσεως δὲ τοῖς ἀκόσμοις, καὶ νοῦν μὲν ἐλλάμπουσα ταῖς ψυχαῖς, ἅτε νοῦς οὖσα ὁλικός, ψυχὴν δὲ σώμασιν, ὡς τὴν αἰτίαν αὐτῆς ἔχουσά τε καὶ περιέχουσα, καὶ τὰ τοῦ ὄντος γένη τά τε μέσα καὶ ἔσχατα γεννῶσα, ὡς τὸ ὂν τὸ δημι‐
5ουργικὸν ἐν ἑαυτῇ περιειληφυῖα. καὶ μὴν καὶ ἀπὸ τῶν ἐν Πρωταγόρᾳ [321 D] γεγραμμένων πάρεστι συλλογίσασθαι τὴν τοῦ δημιουργοῦ τάξιν ἥτις ἐστίν· ὁ γὰρ Ζεὺς καὶ ἐν ἐκείνοις τῆς ὅλης πολιτικῆς αἴτιος λέγεται καὶ τῶν κατ’ οὐσίαν ταῖς ψυχαῖς ἐνεσπαρμένων λόγων· τοῦτο δέ ἐστι τὸ
10τὴν ὅλην δημιουργίαν ἀναδήσασθαι καὶ ταῖς ἀτρέπτοις ἑαυ‐ τοῦ δυνάμεσι τὰ πάντα συνέχειν· ὥσπερ γὰρ ὁ θεολόγος περὶ αὐτὸν ἵστησι τὴν Κουρητικὴν τάξιν, οὕτω δὴ καὶ ὁ Πλάτων [l. c.] φυλακὰς φοβερὰς εἶναί φησι περὶ αὐτόν, καὶ ὡς ἐκεῖνος ἐπὶ τῆς τοῦ Ὀλύμπου κορυφῆς αὐτὸν ἱδρύει,
15οὕτως καὶ οὗτος τὴν ἀκρόπολιν ἀνῆκεν αὐτῷ, ἐν ᾗ διαι‐ ωνίως ἱδρυμένος διὰ τῶν μέσων τάξεων κοσμεῖ τὰ πάντα. τίς μὲν οὖν ὁ δημιουργός ἐστι καὶ ὅτι νοῦς θεῖος τῆς ὅλης ποιήσεως αἴτιος, εἰρήσθω διὰ τούτων, καὶ ὅπως ὑπό τε Ὀρφέως καὶ Πλάτωνος ὁ αὐτὸς ἀνυμνεῖται δημιουργὸς Ζεύς,
20ἀπὸ τούτων ὑπεμνήσθω. πότερον δὲ πηγαῖον ἐροῦμεν εἶναι τοῦτον, ἢ ἀρχικόν, ἤ τινος ἄλλης τάξεως τὸν δημιουργόν, ἄξιον μὴ σιγῇ παρελθεῖν. δοκεῖ μὲν οὖν ὅσα τῷ τρίτῳ τῶν ἀρχικῶν ὁ θεουργὸς ἀνατίθησι, ταῦτα καὶ οὗτος τῷ κόσμῳ διδόναι καὶ δημιουργεῖν μὲν τὸν οὐρανόν, κυρτῷ σχήματι
25περικλάσας, πηγνύναι δὲ πολὺν ὅμιλον ἀστέρων ἀπλανῶν, ζώνας δὲ πλανωμένων ὑφιστάνειν ἑπτά, καὶ γῆν ἐν μέσῳ τιθέναι καὶ ὕδωρ ἐν τοῖς κόλποις τῆς γῆς καὶ ἀέρα ἄνωθεν
τούτων. οὐ μὴν ἀλλ’ εἴπερ ἀκριβῶς σκοποῖμεν, τὸν μὲν τρί‐
in Ti
.

1

.

318

τον τῶν κοσμικῶν ἀρχικῶν εὑρίσκοντες εἰς τὰ κατὰ μέρος διαιροῦντα τὸ πᾶν, τὸν δὲ δεύτερον εἰς τὰ ὅλα, καὶ κινή‐ σεως αἴτιον δημιουργικὸν ὑμνούμενον, τὸν δὲ πρῶτον θελή‐ ματι μόνῳ τὰ πάντα κατασκευάσαντα καὶ καθ’ ἕνωσιν ὑφι‐
5στάντα τὸν ὅλον κόσμον, τοῦτον δὲ τὸν ὑπὸ τοῦ Τιμαίου λεγόμενον δημιουργὸν καὶ τῷ βούλεσθαι τὰ πάντα παρά‐ γοντα καὶ τὴν εἰς ὅλα τομὴν παρεχόμενον τῷ παντὶ καὶ τὴν εἰς τὰ μέρη τὰ συμπληροῦντα τὰς ὁλότητας πάσας— οὐ γὰρ μόνον ὅλον ἐξ ὅλων ποιεῖ τὸ πᾶν, ἀλλὰ καὶ ἑκάστης
10ὁλότητος τὰ πλήθη—διὰ ταῦτα πάντα τῆς τριάδος τῶν ἀρχικῶν πατέρων αὐτὸν ἐπέκεινα λέγειν ἀξιοῦμεν καὶ μίαν πηγαίαν αἰτίαν, καὶ τοῦτον ἐκεῖνον, 〈ὃν〉 ἐν τῇ πηγαίᾳ ψυχῇ τὰ λόγια παραδίδωσι τὰ πλήθη τῶν ἰδεῶν ἐκροιζοῦντα καὶ ἐκ νοῦ καὶ ψυχῆς καὶ σώματος ὑφιστάντα τὸν λόγον
15καὶ τὰς ἡμετέρας γεννῶντα ψυχὰς καὶ εἰς γένεσιν πέμποντα, περὶ οὗ καὶ ταῦτά φησιν, ἃ καὶ ὁ Τίμαιος· κατέθετο γὰρ
νοῦν μὲν ψυχ, ἐνὶ σώματι δ’ ἀργῷ ἡμέας ἐγκατέθηκε πατὴρ ἀνδρῶν τε θεῶν τε. τοῦτο δὴ τὸ θαῦμα παρὰ τοῖς Ἕλλησι περὶ τοῦ παρ’ αὐτοῖς
20δημιουργοῦ τεθρυλημένον. εἰ δὲ ταῦτα ὁμοφώνως λέγεται τῷ τε Τιμαίῳ καὶ τοῖς λογίοις, πηγαῖός ἐστιν οὗτος δημιουργός, φαῖεν ἂν οἱ ἐκ τῆς θεοπαραδότου θεολογίας ὁρμώ‐ μενοι, κατὰ τὰς ἰδέας καὶ αὐτὸς δημιουργῶν τὸν ὅλον κόσμον καὶ ὡς ἕνα καὶ ὡς πολὺ καὶ ὡς καθ’ ὅλα διῃρημένον καὶ
25ὡς κατὰ μέρη, καὶ εἷς ὑπό τε Πλάτωνος καὶ Ὀρφέως καὶ τῶν λογίων ποιητὴς καὶ πατὴρ ὑμνεῖται τοῦ παντός, πατὴρ ἀνδρῶν τε θεῶν τε, γεννῶν μὲν τὰ πλήθη τῶν θεῶν,
ψυχὰς δὲ πέμπων εἰς γενέσεις ἀνδρῶν, ὡς καὶ τοῦτό φησιν
in Ti
.

1

.

319

Τίμαιος· καὶ γὰρ εἰ ἄριστός ἐστι τῶν αἰτίων, ὡς αὐτός φησι [29 A], τίς μηχανὴ τάττειν αὐτὸν ἐν ταῖς δευ‐ τέραις τάξεσι τῶν δημιουργῶν; τὸ γὰρ ἄριστον ἐν δημι‐ ουργοῖς ὑπεροχῆς ἐστι σημαντικὸν ἀκροτάτης ἐν τῇ σειρᾷ τῇ
5δημιουργικῇ. πάσης δὲ σειρᾶς τὸ ἀκρότατον πηγαῖόν ἐστιν, ὥστε ἀνάγκη πηγαῖον εἶναι τοῦτον τὸν δημιουργόν, ἀλλ’ οὐκ ἀρχικόν, τῶν ἀρχῶν δευτέρων οὐσῶν πανταχοῦ τῆς οἰ‐ κείας πηγῆς. διὸ καὶ τοὺς ἐγκοσμίους θεοὺς αὐτὸς ἀποτελεῖ δημιουργούς, ὡς πηγή τις ὢν δημιουργική. πολλῶν δὲ ὄν‐
10των τῶν πηγαίων δημιουργῶν, ποῖ χοροῦ τοῦτον τάξομεν μείζονος δεῖται ἐπιβλέψεως· τοσοῦτον δ’ οὖν ἀπὸ τῶν εἰρη‐ μένων δῆλον, ἐν ποίᾳ θεῶν τάξει δεῖ ζητεῖν αὐτόν, ἀφ’ ὧν δῆλον λοιπὸν καὶ τίνα τρόπον εὑρεῖν τε ἔργον αὐ‐ τὸν καὶ εὑρόντα εἰς ἅπαντας λέγειν, καὶ ὅπως ποιη‐
15τής ἐστι καὶ πατήρ, καὶ τί τὸ ποιητικόν, καὶ ὡς οὐχ οἷον ἔνιοί φασι, τὸ μὲν τῶν ἀψύχων ποιητικόν, τὸ δὲ τῶν ἐμψύχων πατρικόν· πάντων γὰρ ὁ αὐτός ἐστι ποιητὴς καὶ πατήρ· καὶ γὰρ τῶν ἔργων λέγεται πατήρ, ὡς ἐν τῇ δημ‐ ηγορίᾳ φησίν [41 A], ἀλλ’ ὡς καὶ τῆς ἑνώσεως καὶ τῆς
20οὐσίας αἴτιος ὢν καὶ τῆς ὑποστάσεως καὶ τῆς προνοίας τῶν ὑποστάντων χορηγός. Τόδε δ’ οὖν πάλιν ἐπισκεπτέον περὶ αὐτο, πρὸς πότερον τῶν παραδειγμάτων ὁ τεκτηνάμενος αὐτὸν ἀπειργάζετο, πότερον ὡς πρὸς τὸ κατὰ ταὐτὰ καὶ
25ὡσαύτως ἔχον ἢ πρὸς τὸ γεγονός [28 C 29 A]. Εἰπών, τί τὸ εἶδος τοῦ κοσμικοῦ συστήματος, ὅτι γενη‐ τὸν καὶ πῶς γενητόν, ὅτι ὡς αἰσθητόν—χρόνου γὰρ οὐ‐ δεμίαν πεποίηται μνείαν, ὅτι μηδὲ ὑφέστηκέ πω χρόνος—
καὶ τί τὸ δημιουργικὸν αἴτιον, ὅτι τὸ ποιητικὸν ἅμα καὶ
in Ti
.

1

.

320

πατρικόν—τοῦτο δέ ἐστι νοερὸν ἀμέθεκτον ὁλικόν—ἐπὶ τὸ τρίτον μέτεισι νῦν, τὸ παράδειγμα τοῦ παντὸς ἐπιζητῶν ὁποῖόν ἐστι, πότερον γενητὸν ἢ αἰώνιον· κατεῖδε γάρ, ὅτι πᾶς δημιουργὸς ἢ ἔξωθεν λαμβάνει τὸ παράδειγμα ὧν δη‐
5μιουργεῖ, ἢ αὐτὸς αὐτὸ τίκτει ἀφ’ ἑαυτοῦ· ὥσπερ καὶ τῶν ἐνταῦθα δημιουργῶν οἳ μὲν ἄλλα, μιμήσασθαι ἀκριβῶς δύ‐ νανται, οἳ δὲ αὐτοὶ δύναμιν ἀναπλαστικὴν ἔχουσι μορφω‐ μάτων θαυμαστῶν 〈καὶ〉 ἔργων ἀναγκαίων πρὸς τὰς χρείας, ὡς ὁ πρῶτος ναῦν ποιήσας τὸ παράδειγμα τῆς νεὼς ἐν ἑαυτῷ
10ἀνέπλασε φανταστικῶς. ἔτι τοίνυν κἀκεῖνο συνεῖδεν, ὅτι πᾶν τὸ τεταγμένως ποιοῦν σκοπὸν ἔχει καὶ μέτρον τοῦ ποιήματος· εἰ γὰρ μή, καὶ ἐν τῷ ποιεῖν πλανήσεται, καὶ ἐὰν εἰς τὸ τέλος ἔλθῃ, οὐκ εἴσεται· πόθεν γάρ, εἰ τοῦτο τέλος ἐστί; μήποτε γὰρ ἐλλείπει τι ἢ πλεονάζει, καὶ δεῖ ἀφελεῖν ἢ
15προσθεῖναι· διὰ γὰρ τοῦτο καὶ τὰ σώματα ἀλόγως ποιεῖ καὶ ἀνοήτως, ὅτι οὐδὲν ἔχει μέτρον οὐδὲ αἰτίαν τοῦ ποιουμένου· δεῖ γὰρ ἄχρι τοσούτου θερμανθῆναι τὸ φάρμακον· ἀλλ’ ἐὰν μὴ παρῇ τέχνη καὶ νοῦς ἰατρικὸς ἀφορίζων τὸ μέτρον τῷ πυρὶ τῆς ἐνεργείας, πλέον θάτερον ἀπεργάζεται τὸ πῦρ καὶ
20φθείρει τὸ ὅλον, ᾧ συντελεῖν ἔμελλε πρὸς τὴν γένεσιν· οὐ γὰρ εἶχε τοῦ γιγνομένου τὸ εἶδος. πᾶν ἄρα τὸ ποιοῦν ἔχειν δεῖ τοῦ ποιουμένου τὸν λόγον, εἰ μέλλοι τεταγμένως ποιήσειν. ταῦτ’ οὖν κατιδὼν ὁ Πλάτων ἅμα τῷ ποιητικὴν αἰτίαν ἀπολείπειν ἔθετο καὶ παράδειγμα τοῦ παντός, ὥσπερ καὶ
25Ἀριστοτέλης τῷ τὸ παράδειγμα ἀνελεῖν συνανεῖλε καὶ τὸ ποιοῦν. θέμενος δ’ οὖν ὁ Πλάτων εἶναι παράδειγμα ζητεῖ διὰ τούτων, ὁποῖον τὸ παράδειγμα, καὶ τοῖς εἰρημένοις ἀνω‐ τέρω διορισμοῖς χρώμενος δι’ ἐκείνων τῶν ὑποθέσεων τῶν τριῶν εὑρίσκει τὸ ζητούμενον. καὶ πῶς μὲν αὐτὸς ποιήσεται
30τὴν εὕρεσιν καὶ δι’ οἵας ἀποδείξεως, θεασόμεθα μικρὸν ὕστε‐
ρον [p. 328 ss]. ἡμῖν δὲ πρῶτον αὐτὸ τοῦτο δεικτέον, ὅτι
in Ti
.

1

.

321

κατά τι παράδειγμα γέγονεν ὁ κόσμος, ἔπειτα, τί ποτέ ἐστι τοῦτο καὶ ἐν ποίᾳ τάξει τῶν ὄντων ζητητέον. εἰ μὲν οὖν ἀόριστός ἐστι καὶ ἄσκοπος ἡ δημιουργία τῶν ὅλων, οὐκ ἔστι παραδειγματικὸν αἴτιον τοῦ παντός· εἰ δὲ τοῦτο μὲν οὐδὲ
5ὑπονοεῖν θέμις, ὁ δὲ δημιουργὸς οἶδεν ἃ ποιεῖ καὶ εἰδὼς οὕτω προάγει τὴν κοσμοποιίαν, εἰσὶν 〈αἱ〉 αἰτίαι τῶν γιγνο‐ μένων ἐν αὐτῷ, καὶ ταύτας τὰς αἰτίας ἀναγκαῖον ἤτοι πρώ‐ τως ἔχειν αὐτόν, ἢ ἐκ τῶν πρεσβυτέρων ἀρχῶν εἰς αὐτὸν καθήκειν· ὁποτέρως δ’ ἂν λέγωμεν, ἔστι πρὸ τοῦ κόσμου τὸ
10παραδειγματικὸν αἴτιον. ἔτι δὲ ἐπειδὴ νοῦς ἐστιν ὁ δημι‐ ουργός, εἰ μὲν αὐτῷ τῷ εἶναι ποιεῖ, ὁμοιότατον αὑτῷ ποιεῖ· τοῦτο δέ ἐστιν εἰκόνα ἑαυτοῦ ποιεῖν· εἰ δὲ βουλευόμενος ποιεῖ, πάντη μὲν καὶ πάντως ἀνάξιον τοῦτο τῆς δημιουργι‐ κῆς αἰτίας. εἰ δ’ οὖν καὶ τοῦτο παραδέξαιτό τις, ἀλλ’ ἐκεῖνό
15γε ἕπεται, προϋπάρχειν ἐν αὐτῷ τὸ τοῦ δημιουργήματος εἶδος· πᾶς γὰρ ὁ βουλευόμενος προείληφεν ἐν ἑαυτῷ τὸ παράδειγμα περὶ οὗ βουλεύεται. τοῦτο μὲν οὖν καὶ δι’ ἄλ‐ λων ἀποδείκνυται πολλῶν, ὅτι δεῖ τὸ παράδειγμα τοῦ κόσμου προυφεστάναι, καὶ μάλιστα τῆς δημιουργικῆς αἰτίας προϋ‐
20ποκειμένης· ἢ γὰρ ἀγνοεῖν ἀναγκαῖον τὸ δημιουργοῦν τὴν τοῦ δημιουργουμένου τάξιν νοερὸν ὂν ἢ γινώσκειν· ἀλλ’ εἰ μὲν ἀγνοοίη, πῶς προνοήσει, πῶς δὲ τάξει τὸ πᾶν; εἰ δὲ γινώσκει, πῶς οὐ περιέξει τὸ γιγνόμενον τῇ ἑαυτοῦ νοήσει κατὰ μίαν αἰτίαν; Ἐκεῖνο δὲ ἐπὶ τούτῳ θεατέον, τί τὸ
25παράδειγμα τοῦτο καὶ ποίας τάξεως τῶν ὄντων· ἄλλοι γὰρ ἄλλως ἔθεντο τῶν παλαιοτέρων. ὁ μὲν γὰρ θεῖος Ἰάμβλιχος αὐτὸ τὸ ὅπερ ὄν, ὃ δὴ νοήσει μετὰ λόγου περιληπτόν ἐστιν, ἀφωρίσατο τὸ παράδειγμα τοῦ παντός, τὸ μὲν ἓν ἐπέκεινα τιθέμενος τοῦ παραδείγματος, τὸ δὲ ὅπερ ὂν αὐτῷ σύνδρο‐
30μον ἀποφαίνων, ἑκάτερον δὲ νοήσει περιληπτὸν ἀποκαλῶν.
in Ti
.

1

.

322

ὁ δέ γε φιλόσοφος Πορφύριος τὴν μὲν ψυχήν, ὥσπερ εἴρη‐ ται καὶ πρότερον [p. 307, 1 s], δημιουργὸν ὑπέθετο τὴν ἀμέθεκτον, τὸ δὲ παράδειγμα τὸν νοῦν, ἐν ταῖς ὑφειμέναις τάξεσι τὰ ἐν ταῖς πρεσβυτέραις ὁρῶν· ὁ μὲν γὰρ Πλάτων νοῦν
5δημιουργὸν εἰπὼν τὸ παράδειγμα νοητὸν ἐπωνόμασεν, ὁ δὲ ἐξηγητὴς οὗτος ψυχὴν δημιουργὸν λαβὼν νοῦν τὸ παρά‐ δειγμα κέκληκε. τρίτος δὲ ὁ θαυμαστὸς Θεόδωρος τὴν δημιουργικὴν τριάδα τριαδικῶς διαιρούμενος καὶ ἐν ἑκάστῃ μονάδι πρῶτον καὶ μέσον καὶ τελευταῖον ὁρῶν, τὸ ἔσχα‐
10τον ἐφ’ ἑκάστης αὐτοζῷον προσηγόρευσε καὶ οὕτως ἔφατο τὸν νοῦν εἰς τὸ ὅ ἐστι ζῷον ὁρᾶν· εἰς γὰρ τὸ οὐσιῶδες ζῷον αὐτὸν ἀνηρτῆσθαι προσεχῶς. ὥστε καὶ κατὰ τοῦτον ὁ οὐσιώδης δημιουργὸς οὐχὶ πρὸς τὸ αὐτοζῷον ἀποβλέπων δημιουργεῖ, ἢ οὐ πολλὰ τὰ παραδειγματικὰ αἴτια, ἢ οὐ πᾶς
15δημιουργὸς κατά τι παράδειγμα τὴν οἰκείαν προβέβληται ποίησιν, ἵνα μὴ τὸ ποιοῦν εἰς τὰ μεθ’ αὑτὸ βλέπον ποιῇ καὶ οὕτως τὸ τῆς μερικῆς ψυχῆς ὑπομένον λανθάνῃ πά‐ θος. ὁ δέ γε ἡμέτερος καθηγεμὼν κατὰ τὴν ἔνθεον ἑαυτοῦ νοήσιν καὶ τόδε τῆς προσηκούσης διαίτης ἠξίωσεν·
20ἐπεὶ γὰρ τῶν παλαιῶν οἳ μὲν αὐτὸν τὸν δημιουργὸν ἐποίη‐ σαν ἔχοντα τὰ παραδείγματα τῶν ὅλων, ὡς Πλωτῖνος [enn. 3, 9, 1], οἳ δὲ οὐκ αὐτόν, ἀλλ’ ἤτοι πρὸ αὐτοῦ τὸ παράδειγμα, ἢ μετ’ αὐτόν, πρὸ αὐτοῦ μὲν ὡς ὁ Πορφύ‐ ριος, μετ’ αὐτὸν δὲ ὡς ὁ Λογγῖνος, ἠρώτα, πότερον ὁ
25δημιουργὸς εὐθὺς μετὰ τὸ ἕν ἐστιν, ἢ καὶ ἄλλαι τάξεις εἰσὶ νοηταὶ μεταξὺ τοῦ τε δημιουργοῦ καὶ τοῦ ἑνός· εἰ μὲν γὰρ μετὰ τὸ ἓν ὁ δημιουργός, ἄτοπον τὸ σύμπαν εἶναι τῶν νοητῶν πλῆθος μετὰ τὸ ἀπλήθυντον· διὰ γὰρ τῶν τῷ ἑνὶ προσεχῶν ἀριθμῶν ἡ πρόοδος ἡ ἐπὶ τὸν ὅλον ἀριθμὸν καὶ
30τὸ ὅλον πλῆθος. εἰ δὲ καὶ ἄλλαι μεταξὺ τοῦ ἑνὸς καὶ τοῦ
in Ti
.

1

.

323

δημιουργοῦ τάξεις εἰσί, πότερον ἐν αὐτῷ πρώτῳ τὸ παρά‐ δειγμα τοῦ παντὸς ἢ μετ’ αὐτὸν ἢ πρὸ αὐτοῦ ζητητέον· εἰ μὲν γὰρ ἐν αὐτῷ πρώτῳ, πᾶν τὸ νοητὸν πλῆθος ἐν αὐτῷ θήσομεν· τὸ γὰρ τῶν νοουμένων κάλλιστον τὸ παράδειγμά
5ἐστιν· ὥστε πάλιν ἔσται νοητὸς καὶ οὐ νοερός, ὃ μικρῷ πρό‐ τερον [p. 310 ss] ἀπεδείκνυμεν. καίτοι τὸ μὲν παράδειγμα μόνας ἰδέας ἔχει τέτταρας, αὐτὸς δὲ καὶ τὰς ἔτι μερικωτέρας ἐκείνων, ἡλίου, σελήνης, ἑκάστου τῶν ἀιδίων. εἰ δὲ μετ’ αὐτόν, ἐπὶ τὸ χεῖρον ἐστραμμένος ἔσται καὶ τὸ ἀτιμότερον,
10ὃ μηδενὶ τῶν θείων ὑπάρξαι θέμις· ὥστε πρὸ τοῦ δημι‐ ουργοῦ τὸ παράδειγμά ἐστιν. ἀλλ’ εἰ πρὸ τοῦ δημιουργοῦ, πότερον ὁρᾶται ὑπ’ αὐτοῦ ἢ οὐχ ὁρᾶται; τὸ μὲν οὖν μὴ ὁρᾶσθαι λέγειν καὶ τοῦ Πλάτωνός ἐστιν ἀνήκοον καὶ τῆς τῶν πραγμάτων φύσεως· ἄτοπον γὰρ τὴν μὲν ἡμετέραν ψυ‐
15χὴν ὁρᾶν ἐκεῖνο καὶ περὶ αὐτοῦ λέγειν, νοῦν δὲ καὶ τὸν ὅλον νοῦν μὴ ὁρᾶν. εἰ δὲ ὁρᾷ τὸ νοητὸν ὁ δημιουργός, πότερον εἰς ἑαυτὸν ἐστραμμένος ὁρᾷ, ἢ ἔξω μόνον ἑαυτοῦ; ἀλλ’ εἰ μὲν ἔξω μόνον ἑαυτοῦ, εἴδωλα ὁρᾷ τοῦ ὄντος καὶ ἕξει αἴσθησιν ἀντὶ νοήσεως· εἰ δὲ εἰς ἑαυτόν, ἔστι καὶ ἐν
20αὐτῷ τὸ νοούμενον· ὥστε καὶ πρὸ τοῦ δημιουργοῦ τὸ παρά‐ δειγμά ἐστι καὶ ἐν αὐτῷ, νοητῶς μὲν πρὸ αὐτοῦ, νοερῶς δὲ ἐν αὐτῷ. δοκεῖ δὲ καὶ τὰ τοῦ Πλάτωνος ῥήματα ποτὲ μὲν ἕτερον αὐτοῦ ποιεῖν τὸ παράδειγμα, ποτὲ δὲ ταὐτόν· ὅταν μὲν γὰρ λέγῃ [39 E] τό· ᾗπερ οὖν νοῦς ἐνούσας ἰδέας
25ἐν τῷ ὅ ἐστι ζῷον, ὅσαι τε καὶ οἷαι καθορ, τοσαύ‐ τας διενοήθη καὶ τόδε τὸ πᾶν σχεῖν, ὡς ἕτερον τοῦ παραδείγματος τὸν δημιουργὸν ἐπὶ τὸ αὐτοζῷον ἀνατείνε‐ σθαί φησι, καὶ αὖ ὅταν φῇ [30 C]· τίνι τῶν ζῴων αὐ‐ τὸν εἰς ὁμοιότητα ὁ συνιστὰς συνέστησε; τῶν μὲν
30ἐν μέρους εἴδει πεφυκότων, μηδενὶ καταξιώσωμεν·
in Ti
.

1

.

324

οὗ δέ ἐστι τὰ ἄλλα ζῷα καθ’ ἓν καὶ κατὰ γένη μό‐ ρια, τούτῳ πάντων ὁμοιότατον αὐτὸν εἶναι τιθῶμεν· καὶ γὰρ ἐν τούτοις διορίζει τὸ συνιστὰν ἀπὸ τοῦ παρα‐ δείγματος. ὅταν γε μὴν πάλιν διαρρήδην λέγῃ [29 E] τό·
5ἀγαθὸς ἦν, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέ‐ ποτε ἐγγίγνετο φθόνος· τούτου δὲ ἐκτὸς ὤν, πάντα ὅτι μάλιστα ἠβουλήθη γενέσθαι παραπλήσια αὑτῷ, δηλοῦν φαίνεται τὴν τοῦ δημιουργοῦ πρὸς τὸ παράδειγμα ταυτότητα· ὥστε καὶ ὁ Πλάτων ἔστι μὲν ὅπῃ ταὐτόν, ἔστι
10δὲ καὶ ὅπῃ φησὶν ἕτερον, καὶ τούτοιν ἑκάτερον εἰκότως· νοητῶς μὲν γάρ εἰσιν αἱ ἰδέαι πρὸ τῆς δημιουργίας, τέτταρες ἰδεῶν μονάδες, πρόεισι δὲ καὶ εἰς τὸν δημιουργὸν ἡ εἰδητικὴ τάξις, καὶ ἔστι μία τῶν ἐν αὐτῷ μονάδων ὁ τῶν ἰδεῶν ὅλος ἀριθμός. ταῦτα δὲ καὶ ὁ Ὀρφεὺς [frg. 120] ἐνδεικνύ‐
15μενος καταπίνεσθαι τὸν νοητὸν θεὸν ἔφατο παρὰ τοῦ δημι‐ ουργοῦ τῶν ὅλων· καὶ ὁ μὲν Πλάτων βλέπειν εἰς τὸ παρά‐ δειγμα τὸν δημιουργὸν ὑπέθετο, τὴν νόησιν διὰ τῆς ὁράσεως ἐνδεικνύμενος, ὁ δὲ θεολόγος καὶ οἷον ἐπιπηδᾶν αὐτὸν τῷ νοητῷ καὶ καταπίνειν, ὡς ὁ μῦθος ἔφησεν· ἔστι γάρ, εἰ χρὴ
20διαρρήδην τὰ τοῦ καθηγεμόνος λέγειν, ὁ παρὰ τῷ Ὀρφεῖ Πρωτόγονος θεὸς κατὰ τὸ πέρας τῶν νοητῶν ἱδρυμένος παρὰ τῷ Πλάτωνι τὸ αὐτοζῷον· διὸ καὶ αἰώνιόν ἐστι καὶ τῶν νοουμένων κάλλιστον, καὶ τοῦτ’ ἔστιν ἐν νοητοῖς, ὅπερ ὁ Ζεὺς ἐν νοεροῖς· πέρας γὰρ ἑκάτερος τῶνδε τῶν τάξεων,
25καὶ ὃ μὲν τῶν παραδειγματικῶν αἰτίων τὸ πρώτιστον, ὃ δὲ τῶν δημιουργικῶν τὸ μοναδικώτατον· διὸ καὶ ἑνοῦται πρὸς ἐκεῖνον ὁ Ζεὺς διὰ μέσης τῆς Νυκτὸς καὶ πληρωθεὶς ἐκεῖ‐ θεν γίνεται κόσμος νοητὸς ὡς ἐν νοεροῖς.
ὣς τότε Πρωτογόνοιο χανὼν μένος Ἠρικεπαίου
in Ti
.

1

.

325

τῶν πάντων δέμας εἶχεν ἑῇ ἐνὶ γαστέρι κοίλ, μῖξε δ’ ἑοῖς μελέεσσι θεοῦ δύναμίν τε καὶ ἀλκήν, τοὔνεκα σὺν τῷ πάντα Διὸς πάλιν ἐντὸς ἐτύχθη. εἰκότως ἄρα καὶ νῦν ὁ Πλάτων εἰς τὸ παράδειγμα βλέ‐
5ποντά φησι δημιουργεῖν αὐτόν, ἵνα τῷ νοεῖν ἐκεῖνο πάντα γενόμενος τὸν αἰσθητὸν ὑποστήσηται κόσμον· τὸ μὲν γὰρ ἦν νοητῶς πᾶν, αὐτὸς δὲ νοερῶς πᾶν, ὁ δὲ κόσμος αἰσθη‐ τῶς πᾶν· διὸ καὶ ὁ θεολόγος φησί· πάντα τάδε κρύψας αὖθις φάος ἐς πολυγηθές
10 μέλλεν ἀπὸ κραδίης προφέρειν πάλι θέσκελα ῥέ‐
ζω
ν. Ὅτι μὲν οὖν πρὸς παράδειγμα γέγονεν ὁ κόσμος, καὶ τί τοῦτ’ ἔστι, καὶ πῶς μὲν ὑπὲρ τὸν δημιουργικὸν νοῦν, πῶς δὲ ἐν αὐτῷ, διὰ τούτων καταφανές· ἀποροῦσι δέ τινες,
15ὅπως ὁ Πλάτων ἠρώτησεν, εἴτε πρὸς τὸ γενητὸν δεδημι‐ ούργηται ὁ κόσμος, εἴτε πρὸς τὸ νοητόν· οὐδὲ γὰρ ἔστιν ἄλλο τι γενητόν, ἵνα πρὸς αὐτὸ δημιουργῆται τὸ πᾶν. εἰ μὲν οὖν περὶ Σωκράτους ἢ ἄλλου τῶν μερικῶν τινος ἦν ὁ λόγος, εἶχε χώραν 〈ἂν〉 ἡ ἐρώτησις· ἐπειδὴ δὲ περὶ τοῦ παν‐
20τὸς ἡ ζήτησις, μήποτε ἀδύνατον ᾖ τὸ πρὸς γιγνόμενον ὑπο‐ στῆναι τὸ πᾶν· τί γὰρ ἄλλο γιγνόμενόν ἐστιν, ἢ τὸ πᾶν; λύσομεν δὴ τὴν ἀπορίαν ταύτην ἀναμνησθέντες τῶν πολλά‐ κις εἰρημένων, ὅτι καὶ τὴν ψυχὴν γιγνόμενον ὁ Πλάτων καλεῖ, καθόσον τοῦ χρόνου μετείληχεν· ἀπορεῖ δὴ οὖν ὁ
25λόγος, τί παράδειγμα τοῦ παντός, πότερον ψυχὴ ἢ νοῦς ἢ νοητόν· ταῦτα γάρ ἐστι τὰ μόνως αἰώνια· καὶ διὰ τοῦτο ἐζήτησεν, εἴτε πρὸς γινόμενον, εἴτε πρὸς αἰώνιον ὁ κόσμος γέγονε. λεγέσθω μὲν οὖν ὥς τισιν ἔδοξε καὶ οὕτως. μή‐ ποτε δὲ τελειότερον κατ’ ἄλλην ἔφοδον ἀπαντᾶν δυνατὸν
30πρὸς τὴν ἀπορίαν, ᾧ καὶ δῆλον ἔσται τὸ πρὸ τοῦ κόσμου
in Ti
.

1

.

326

πλημμελὲς ὅπως οὐ δεῖ λέγειν, ὡς Ἀττικὸς καὶ Πλούταρχος ᾠήθησαν, ἀγένητον· εἰ γὰρ μηδὲν ἦν πρὶν οὐρανὸς γένηται γενητόν, γελοῖον ἦν ζητεῖν, εἰ πρὸς ἀεὶ ὂν ἢ γενητὸν ὁ κόσμος γεγένηται. ἀλλὰ μὴν τοῦτο ζητεῖ νῦν. ἦν ἄρα καὶ
5πρὸ τοῦ κόσμου τι γενητόν. καὶ ἐπειδὴ οὐ τὸ ἀεὶ ὂν οὐδὲ ἡ χώρα, τρία δὲ ἦν καὶ πρὶν οὐρανὸν γενέσθαι, ὂν καὶ χώρα καὶ γένεσις δῆλον, ὅτι τοιοῦτον ἦν ἐκεῖνο τὸ θρυλούμενον, τὸ πλημμελές. γιγνόμενον οὖν οὐ τὸ πᾶν μόνον, ἀλλὰ καὶ αὐτὸ τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον, ὥσπερ εἴπομεν
10καὶ πρότερον [p. 284, 23]. ἔστιν οὖν ἔχων ὁ κόσμος τοῦτο μὲν τὸ πλημμελὲς ὡς ὕλην, τὸ δὲ νοητὸν ὡς κρεῖττον προϋπ‐ άρχον. πότερον [οὖν] ὁμοιοῦται πρὸς τὸ ἐν ἑαυτῷ ὑλικὸν ἢ πρὸς τὸ κατ’ οὐσίαν θειότερον; μέσος γὰρ ὢν ἀμφοῖν θατέ‐ ρῳ τῶν ἄκρων ἐξ ἀνάγκης ὡμοίωται· ὑπόκειται γὰρ ὁ δη‐
15μιουργὸς κἀκεῖνο παραλαβὼν καὶ τὸ αὐτοζῷον ὁρῶν· ὥστε εἰκότως ζητεῖ, ποτέρῳ τὸ πᾶν ὁμοιοῖ, τῷ ὅπερ ἔλαβεν, ἢ τῷ ὃ καθορᾷ. τούτοις οὖν ἀκόλουθον καὶ τὸ ἑξῆς, ὅτι κα‐ λὸς ὢν πρὸς τὸ νοητὸν ἀπείκασται καὶ οὐ πρὸς τὸ πλημ‐ μελῶς καὶ ἀτάκτως κινούμενον· τὸ γὰρ πρὸς τοῦτο εἰκασμένον
20τοῦτο αἰσχρόν. ἤδη δέ τινες τῶν ἐξηγητῶν λέγουσιν οὐ περὶ τοῦ δημιουργοῦ τὸν Πλάτωνα ζητεῖν, πρὸς ποῖον ἐποίησε τῶν παραδειγμάτων, ἀλλὰ περὶ ἡμῶν λέγειν τῶν εἰδότων, ὅτι τὰ παραδείγματα διττά, πρὸς πότερον τὸ πᾶν γεγονέναι φήσομεν. καὶ ἔχει τρόπον τινὰ καὶ τοῦτο λόγον·
25ἡμᾶς γὰρ εἶναι τοὺς εἰς ἄμφω βλέποντας, ἀλλ’ οὐ τὸν δη‐ μιουργόν· οὐ γὰρ θέμις αὐτῷ πρὸς τὸ χεῖρον βλέπειν, ἡμεῖς δὲ ὁρῶντες τά τε πρὸ αὐτοῦ καὶ τὰ μετ’ αὐτὸν ἑαυτοὺς ἐπανερωτῶμεν, ἐν τίσιν αὐτοῦ τὸ παράδειγμα τιθέναι προσή‐ κει. ἄλλοι δέ φασιν, ὅτι τῆς τελείας ἕνεκα διαιρέσεως προ‐
30έτεινε καὶ τὸ γενητόν, ἵνα μὴ προαρπάζειν δοκῇ τὸ ζητού‐
μενον, ὅτι ἀίδιον τὸ παράδειγμα τὸ κοσμικόν· ὑποθέμενος
in Ti
.

1

.

327

γὰρ τὸ γενητὸν ἔδειξεν ἄτοπόν τι ἑπόμενον. οἳ δὲ λέγουσιν, ὅτι, ἐπεὶ τῶν αἰσθητῶν τὰ μέν ἐστι παρὰ φύσιν, τὰ δὲ κατὰ φύσιν, τούτων δὲ τὰ μὲν εἰκόνας ἔχει τινῶν γενητῶν, τὰ δὲ ἀγενήτων ἐστὶν ὁμοιώματα, βουλόμενος ἀποδεῖξαι
5τὸν κόσμον πρὸς ἀίδιον γεγονότα παράδειγμα τῶν ἄλλων πε‐ ποίηται τὴν ἀναίρεσιν διὰ τοῦ κάλλιστον εἶναι τὸ πᾶν· οὔτε γὰρ παρὰ φύσιν εἶναι τὸ κάλλιστον, οὔτε ἀπὸ γενητῆς οὐ‐ σίας παραδειγματικῆς· οὐ γὰρ κάλλιστον τὸ ἐκ ταύτης. δι‐ ότι δὲ ὅλως καλόν, οὐ παρὰ φύσιν. ἡ μὲν οὖν λύσις τῆς
10ἀπορίας τοιάδε τίς ἐστιν. Ἄξιον δὲ καὶ τὴν τῶν ὀνομά‐ των ἀκρίβειαν τῷ λογισμῷ συνελεῖν· τὸ μὲν γὰρ πάλιν καὶ τὸ ἐπισκεπτέον τὴν τάξιν ἐνδείκνυται τοῦ προβλήματος, ὅτι τοῖς πρὸ αὐτοῦ συνεχές ἐστι καὶ ἐπ’ ἐκείνοις τοῖς σκέμ‐ μασι τοῦτο πρόεισιν ἑξῆς. τὸ δὲ περὶ αὐτοῦ πάντα τὰ
15ζητήματα συνάγει πρὸς τὴν μίαν περὶ τοῦ κόσμου θεωρίαν· καὶ γὰρ ὁ περὶ τοῦ δημιουργοῦ λόγος καὶ ὁ περὶ τοῦ παρα‐ δείγματος τῆς τοῦ παντὸς ἕνεκα θεωρίας παραλαμβάνεται. τὸ δὲ πρὸς πότερον τῶν παραδειγμάτων διίστησιν ὡς ἄκρα καὶ ὡς ἀλλήλων ἕτερα τὸ νοητὸν καὶ τὸ γενητόν, τὸ
20μὲν ἐν τοῖς πρωτίστοις τῶν ὄντων, τὸ δὲ ἐν τοῖς ἐσχάτοις. τὸ δὲ ὁ τεκτηνάμενος τὴν εἰδοποιίαν δείκνυται τὴν ἀπὸ τοῦ αἰτίου καθήκουσαν καὶ τὴν δημιουργικὴν τέχνην τὴν εἰς τὸν κόσμον προϊοῦσαν· ὡς γάρ φησιν ὁ θεολόγος [frg. 92], οἱ πρῶτοι τεκτονόχειρες τῷ Διὶ τὰς δημιουρ‐
25γικὰς δυνάμεις ἔδοσαν πάσης τῆς ἐγκοσμίου ποιήσεως· οἳ Ζηνὶ βροντήν τε πόρον τεῦξάν τε κεραυνόν, πρῶτοι τεκτονόχειρες, ἰδ’ Ἥφαιστον καὶ Ἀθήνην δαίδαλα πάντ’ ἐδίδαξαν, ὅς’ οὐρανὸς ἐντὸς ἐέργει. τούτοις οὖν καὶ ὁ Πλάτων ἑπόμενος τῷ τεκτηνάμενος καὶ
30τῷ ἐτεκτήνατο χρήσεται [33 A] συνεχῶς ἐπὶ τῆς δημιουργι‐ κῆς ποιήσεως. τὸ δὲ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχον τὸ αἰώνιον παράδειγμα τοῦ παντός, ὃ δὴ πρώτιστόν ἐστι τῶν
αἰωνίων ἐν τῷ πέρατι τῶν πρωτίστων νοητῶν ἱδρυμένον.
in Ti
.

1

.

328

τὸ δὲ αὖ γεγονὸς τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον· σύνθετον γάρ ἐστι καὶ τοῦτο καὶ πολυμιγὲς καὶ ἑτεροκίνη‐ τον, ἃ δὴ στοιχεῖα τῆς γενητῆς φύσεως. οὐκ ἄρα φασίν· ἐκεῖνο μὲν ἀγένητον καὶ φθαρτόν, ὁ δὲ κόσμος γενητὸς καὶ
5ἄφθαρτος, ἀλλὰ καὶ ἐκεῖνο γεγονὸς ὡς ἑτεροκίνητον καὶ συμμιγές· σαφῶς γὰρ καὶ ὁ Πλάτων πρὸ τῆς οὐρανοῦ γενέ‐ σεως ἐρεῖ [52 D] τρία ταῦτα εἶναι, χώραν καὶ γένεσιν καὶ τὸ ὄν, δηλαδὴ γένεσιν λέγων τὸ πλημμελές. καὶ τοῦτο οὖν γένεσις, καὶ ὁ κόσμος ἀγένητος κατὰ τὴν χρονικὴν γένεσιν. ταῦτα
10γοῦν ἐστι τῷ τε Πλάτωνι συμφωνότερα καὶ ταῖς κατὰ φύσιν ἡμῶν καὶ ἀδιαστρόφοις περὶ τοῦ παντὸς ὑπολήψεσιν. Εἰ μὲν δὴ καλός ἐστιν ὅδε ὁ κόσμος ὅ τε δημι‐ ουργὸς ἀγαθός, δῆλον ὡς πρὸς τὸ ἀίδιον ἔβλεπεν· εἰ δὲ ὃ μηδὲ εἰπεῖν τινι θέμις, πρὸς τὸ γεγονός
15[29 A]. Πρῶτον τὴν λογικὴν ἔφοδον τοῦ Πλάτωνος κατανοή‐ σωμεν ὅπως ἀποδεικτικῶς προελήλυθεν· ἐκ μὲν τῶν ὑπο‐ θέσεων εἶχε διττὰ ταῦτα ἀξιώματα κείμενα· τὸ πρὸς ἀίδιον παράδειγμα γεγονὸς καλόν· τὸ πρὸς γενητὸν γεγονὸς οὐ κα‐
20λόν· τούτοις δὲ ἀντιστρέφοντά ἐστι· τὸ καλὸν πρὸς ἀίδιον παράδειγμα γέγονε· τὸ μὴ καλὸν οὐ πρὸς ἀίδιον παράδειγμα· ἐὰν γὰρ τῷ ἀντικειμένῳ τοῦ ἡγουμένου ἕπηται τὸ ἀντικεί‐ μενον τοῦ ἑπομένου, ταῦτά τε ἀντιστρέφει πρὸς ἄλληλα καὶ τὸ ἐξ ἀρχῆς, ὡς δείκνυται διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς·
25εἰ γὰρ τὸ καλὸν πρὸς γενητὸν εἴη γεγονός, τὸ πρὸς γενη‐ τὸν γεγονὸς οὐ καλὸν διὰ θάτερον τῶν ἀξιωμάτων, ἔσται τὸ καλὸν οὐ καλόν· καὶ αὖ ὅ,τι μὴ καλὸν πρὸς 〈ἀ〉γένητον παρά‐
δειγμα—γέγονε γὰρ πρὸς αἰώνιον—καλὸν ἔσται τὸ μὴ
in Ti
.

1

.

329

καλόν. διὰ τί οὖν μὴ αὐτόθεν ἐν ταῖς ὑποθέσεσι ταῦτα παρέλαβε τὰ ἀξιώματα· τὸ καλὸν πρὸς ἀίδιον γέγονε· τὸ μὴ καλὸν οὐ πρὸς ἀίδιον· ἀλλ’ ἐκεῖνα, οἷς ταῦτα ἀντιστρέφει, καίτοι μέλλων εἰς τὴν ἀπόδειξιν τούτοις χρῆσθαι καὶ οὐκ
5ἐκείνοις; λεκτέον, ὅτι ἐκεῖνα μὲν ἀπὸ τῶν αἰτίων ἀρχόμενα ὑποθέσεσίν ἐστιν οἰκειότερα, ταῦτα δὲ ἀπὸ τῶν αἰτιατῶν τοῖς μετὰ τὰς ὑποθέσεις· ὅταν μὲν γὰρ λέγῃ· τὸ πρὸς ἀί‐ διον γεγονὸς καλόν ἐστιν· ἀπὸ τῆς αἰτίας ἄρχεται, τελευτᾷ δὲ εἰς τὸ αἰτιατόν· ὅταν δὲ ἀνάπαλιν· τὸ καλὸν πρὸς ἀίδιον
10γέγονε· προηγούμενον ποιεῖ τὸ καλόν, ἑπόμενον δὲ τὴν αἰτίαν. ἵνα οὖν ἀρχαῖς προσήκοντα λαμβάνῃ καὶ αἰτίαις, ἐν ταῖς ὑποθέσεσιν ἐκείνως ἔλαβεν, ἀντέστρεψε δὲ ἐν ταῖς ἀπο‐ δείξεσι, τὸ προσῆκον τοῖς δεικνυμένοις ἐκλεγόμενος. τέτταρα δὴ ταῦτα ἀξιώματα θέμενος διορίζεται περὶ τοῦ παντὸς εἰ‐
15κότως· ἤτοι καλός ἐστιν ὁ κόσμος, ἢ οὐ καλός. ἀλλ’ εἰ μὲν καλός, πρὸς τὸ ἀίδιον γέγονεν, εἰ δὲ μὴ καλός, πρὸς τὸ γενητόν. ἀλλὰ μὴν ὅτι καλὸς ὁ κόσμος, ἐκ τῆς αἰσθήσεως δῆλον. πρὸς τὸ ἀίδιον ἄρα γέγονεν. ἐπειδὴ δὲ τῷ κόσμῳ τὸ καλὸν ἀπὸ τοῦ παραδείγματος ἐφήκει διὰ μέσης τῆς δη‐
20μιουργικῆς αἰτίας, ἐν τῷ ἡγουμένῳ πρὸς τῷ καλὸν εἶναι τὸν κόσμον ἔλαβεν, ὅτι καὶ ὁ δημιουργὸς ἀγαθός· πᾶς γὰρ δημιουργὸς ἀγαθὸς κρατεῖ τῆς οἰκείας ὕλης καὶ τὸ εἶδος ἐπιτίθησιν ὃ βούλεται τοῖς ὑποκειμένοις, καὶ πολλῷ πλέον ὁ ὅλος δημιουργός, ὃς καὶ αὐτὴν ὑφίστησι τὴν ὑποκειμένην
25φύσιν, ὥς που καὶ ἄλλοι λόγοι φασί, καὶ οὕτως ὑφίστησιν αὐτήν, ὡς ἂν εὐεργὸς εἴη πρὸς τὸ δέξασθαι τὸν ἀπ’ αὐτοῦ κόσμον καὶ τὴν ἀπ’ αὐτοῦ δημιουργίαν. ἐπειδὴ δὲ τοῦτο προσέθηκεν ἐν τῷ δευτέρῳ συνημμένῳ, τὸ ἀντικείμενον ἀπε‐ σιώπησεν· ἦν μὲν γὰρ καὶ ἡ περὶ τὸν κόσμον δυσφημία
30χαλεπή, κάλλιστον ὄντα καὶ θεὸν εὐδαίμονα, χαλεπωτέρα δὲ ἡ περὶ τὸν δημιουργόν. διὸ καὶ τὴν Θέμιν προεστήσατο τοῦ
λόγου, τὴν συνάγουσαν ἐπὶ τὸν δημιουργὸν καὶ αὐτοὺς τοὺς
in Ti
.

1

.

330

θεοὺς καὶ οὐκ ἐῶσαν ἀπεσπάσθαι τῆς ἀγαθότητος τοῦ πα‐ τρός, ἵνα δὴ καὶ αὐτὸς διὰ τῆς Θέμιδος μηδὲν πλημμελὲς μηδὲ δύσφημον εἰς τὸν δημιουργὸν ἀναπέμψῃ τῶν ὅλων. τούτων δὴ τῶν συνημμένων τοιούτων ὄντων, τῶν ἐκ διαιρε‐
5τικοῦ τὴν ἀρχὴν λαβόντων, κατίδωμεν, ὁποῖα ἄττα ὁ Πλά‐ των ἐπήνεγκεν ἑξῆς. Παντὶ δὴ σαφές, ὅτι πρὸς τὸ ἀίδιον· ὃ μὲν γὰρ κάλλιστος τῶν γεγονότων, ὃ δὲ ἄριστος τῶν αἰτίων. οὕτω δὴ γεγενημένος πρὸς τὸ λόγῳ καὶ φρονήσει
10περιληπτὸν καὶ κατὰ ταὐτὰ ἔχον δεδημιούργηται [29 A]. Διὰ δὴ τούτων πρῶτον μὲν τὸ συμπέρασμα προὔλαβεν, ὥσπερ εἴωθεν, ἀπὸ νοῦ τὰς ἀρχὰς τῶν ἀποδείξεων ποιού‐ μενος· ἔπειτα τὴν ὑπόμνησιν προσήγαγε τῆς προσλήψεως
15καὶ ἐπὶ ταύτῃ τὸ λῆγον ἐπήνεγκε· τὸ μὲν γὰρ παντὶ δὴ σαφές, ὅτι πρὸς τὸ ἀίδιον, συμπέρασμά ἐστι, τὸ δὲ ὃ μὲν γὰρ κάλλιστος τῶν γεγονότων, ὃ δὲ ἄριστος τῶν αἰτίων, ἀπόδοσις τῆς προσλήψεως, ὡς δηλοῖ καὶ ὁ αἰτιώ‐ δης σύνδεσμος· τὸ δὲ λοιπὸν ἡ ἐπιφορὰ τοῦ λόγου παντός.
20ἡ μὲν οὖν λογικὴ διάταξις τοιαύτη. πάλιν δὲ ἐπὶ τὴν τῶν πραγμάτων θεωρίαν μεταβάντες κατίδωμεν πρῶτον, δι’ ἥντινα αἰτίαν τό τε καλὸν εἰς τὸ κάλλιστον μετέλαβε καὶ τὸ ἀγαθὸν εἰς τὸ ἄριστον· ἔπειτα πῶς ταῦτα ἀληθῆ καὶ ποίαν ἔχει πρὸς ἄλληλα τάξιν. ὅτι μὲν οὖν τὸ καλὸν δημι‐
25ούργημα πρὸς ἀίδιον παράδειγμα δεδημιούργηται, πρόδηλον, καὶ εἴρηται πρότερον· πόθεν γὰρ αὐτῷ τὸ καλὸν ἢ ἐκ τῆς ἐκείνου μιμήσεως; εἰ δὲ τοῦτο τὸ κάλλιστον, οὐ πρὸς τὸ ἀίδιον ἁπλῶς, ἀλλ’ εἰ χρὴ φάναι πρὸς τὸ τῶν ἀιδίων ἀιδιώτατον ὡμοίωται· πᾶσα γὰρ εἰκὼν ἐναργέστερον μετέ‐
30χουσα τοῦ εἴδους καθαρωτέρου παραδείγματός ἐστιν εἰκών· καὶ ὥσπερ τῶν ἀπὸ τῆς τελεστικῆς ἀγαλμάτων τὰ μὲν
ἀμυδροτέρας τυχόντα τῆς τοῦ θείου παρουσίας δευτέρων
in Ti
.

1

.

331

ἀπολαύει καὶ τρίτων τοῦ θείου δυνάμεων, τὰ δὲ ἐναργεστέ‐ ρας καὶ αὐτῶν τῶν πρωτίστων αὐτοῦ καὶ τῶν ἀκροτάτων μετέχει ποιήσεων, τὸν αὐτὸν δήπου τρόπον καὶ ὁ τοῦ κό‐ σμου τελεσιουργὸς θεὸς κάλλιστον αὐτὸν ἀπέφηνεν ὡς εἰκόνα
5τοῦ πρωτίστου τῶν αἰωνίων· ἐκεῖθεν γὰρ τὸ κάλλιστον, καὶ τὸ κάλλιστον εἰς τὴν πρὸς ἐκεῖνο διὰ τῆς ἑαυτοῦ καλλονῆς ὁμοίωσιν ἀνατείνεται. πάλιν τοίνυν εἰ τὸ δημιουργικὸν αἴ‐ τιον ἀγαθόν ἐστι, πρὸς τὸ ἀίδιον ἀπέβλεπεν, ἀλλ’ οὐ πρὸς τὸ γενητόν, ἵνα μὴ πρὸς τὸ χεῖρον ἀποβλέπον, ὃ μὴ θέμις
10εἰπεῖν, ἀποπίπτῃ τῆς ἀγαθότητος· εἰ δὲ μὴ μόνον ἀγαθόν ἐστιν αἴτιον, ἀλλὰ καὶ ἄριστον ἐν τοῖς αἰτίοις, πρὸς τὸ ἀιδιώτατον ἔβλεπεν· ὅσῳ γὰρ τὸ ὁρῶν θειότερον, τοσοῦτον τὸ ὁρώμενον ὑψηλότερον· κἂν γὰρ τὸ αὐτὸ θεωρῆται ὑπό τε κρείττονός τινος καὶ χείρονος, ἀλλὰ μᾶλλον μὲν ὑπὸ τοῦ
15κρείττονος καὶ ἐναργέστερον, ἧττον δὲ ὑπὸ τοῦ χείρονος. ταῦτ’ οὖν ὁ Πλάτων ἐνδεικνύμενος καὶ διὰ τούτων ἐκεῖνο λεληθότως παραμυθούμενος, ὅτι τὸ παράδειγμα τοῦ παντὸς οὐ τῶν πολλῶν ἐστιν ἀιδίων, ἀλλὰ τὸ πάντων ἀιδιώτατον καὶ τὸ πρώτως αἰώνιον, κάλλιστον μὲν τὸν κόσμον, ἄριστον
20δὲ τὸν δημιουργὸν προσείρηκε· τό τε γὰρ κάλλιστον πρὸς τὸ θειότατον παράδειγμα γέγονε, καὶ τὸ ἄριστον πρὸς τὸ ὑπέρ‐ τατον ἀποβλέπειν ἀναγκαῖον· εἰ γὰρ μὴ τὸ κάλλιστον ἐκ τοῦ πρωτίστου παραδείγματος ᾖ, οὐδενὸς ἔσται παράδειγμα ἐκεῖνο, ἢ χείρονός τινος. θέμις δὲ οὐκ ἔστι τοῖς ὑπερτέροις
25τὰ χείρω τῶν δευτέρων ποιεῖν. καὶ εἰ μὴ τὸ ἄριστον ἀπο‐ βλέψειε πρὸς τὸ πρώτιστον, ἢ οὐδὲ〈ν〉 ἀποβλέπον εἰς ἐκεῖνο ποιεῖ—καὶ πῶς ἐκεῖνο τὴν παραδείγματος ἕξει χώραν; — ἢ τὸ μὴ ἄριστον αὐτὸ νοήσει—καὶ πῶς τὸ τῷ χείρονι νοητὸν τῷ κρείττονι δι’ ὑπεροχὴν ἄληπτόν ἐστιν; —ἀνάγκη
30ἄρα τὸ κάλλιστον πρὸς τὸ θειότατον γεγονέναι καὶ τὸ ἄριστον
in Ti
.

1

.

332

πρὸς τὸ ἀιδιώτατον βλέπειν, ἔτι δὲ τὸ κάλλιστον ὑπὸ τοῦ ἀρίστου δημιουργεῖσθαι· τίνος γὰρ αἴτιόν ἐστι τὸ ἄριστον, ἢ τοῦ καλλίστου τῶν γενομένων; εἰ γὰρ μὴ τοῦ καλλίστου, τῶν χειρόνων τινός. εἰ οὖν τὸ ἄριστον χείρονος αἴτιον, καὶ
5τὸ μὴ ἄριστον τοῦ καλλίστου πάντως αἴτιον, καὶ οὕτως ἄρ‐ δην ἀνατρέπεται τῶν πραγμάτων ἡ τάξις. ταῦτα μὲν οὖν τὰ τρία γεωμετρικαῖς ἀνάγκαις φασὶν ἀποδεδειγμένα κείσθω, καὶ διὰ τούτων ὅπως ὁ Πλάτων τὰ ὀνόματα μετείληφεν, ἡμῖν ὑπεμνήσθω. προστίθησι δὲ ὁ Πορφύριος, ὅτι οὔτε,
10εἰ ἄριστος ὁ δημιουργός, ἕπεται τὸ βλέπειν αὐτὸν πρὸς τὸ ἀίδιον, εἰ μὴ καλὰ δημιουργοῖ, οὔτε, εἰ καλὰ δημιουργοίη τισ, τὸ βλέπειν πρὸς τὸ ἀίδιον, εἰ μὴ ὡς ἄριστος δημι‐ ουργὸς τὰ καλὰ ποιεῖ, ἀλλὰ κατὰ τύχην—διὸ συνέπλεξεν ἀμφότερα ὁ Πλάτων—καὶ ὅτι εἰ δαίμονες οἱ δημιουργοὶ
15τῶν θνητῶν, καὶ εἰ μὴ ἁπλῶς ἄριστοί εἰσιν, οὐδὲν κωλύ‐ ονται οἱ τεχνῖται καὶ ὑποστάται τῶν θνητῶν ἄριστοι εἶναι καὶ διὰ τοῦτο καλῶν εἰκόνων δημιουργοί. ταῦτα μὲν οὖν ὁ ἐκείνου λόγος. ὅτι δὲ ὅ τε κόσμος ὀρθῶς εἴρηται κάλλιστος καὶ ὁ δημιουργὸς τῶν αἰτίων ἄριστος, ῥᾴδιον καταμαθεῖν.
20πρῶτον μὲν καὶ τὸ φαινόμενον τοῦ οὐρανοῦ κάλλος καὶ ἡ τάξις τῶν περιόδων καὶ τὰ μέτρα τῶν ὡρῶν καὶ ἡ ἁρμονία τῶν στοιχείων καὶ ἡ διὰ πάντων διήκουσα ἀναλογία δείκνυσι τοῖς μὴ παντάπασιν ἐσκοτωμένοις, ὅτι κάλλιστον τὸ πᾶν. ἔπειτα ἡ τῶν ἀφανῶν ἐν αὐτῷ δυνάμεων τάξις, καθ’ ἣν
25συνέχονται αἱ τοῦ κόσμου μοῖραι, καὶ ἡ τῆς νοερᾶς οὐσίας δόσις πῶς οὐ κάλλιστον αὐτὸν ἀποφαίνει τῶν γενητῶν; ἔστι γὰρ ψυχῶν ἐν αὐτῷ ἐναρμόνιος χορεία, νοῦ μετουσία, ζωῆς θείας χορηγία, θεότης ἄρρητος, ἑνάδων ἀριθμός, ἐξ ὧν ὅλος γίνεται τοῦ κάλλους διακορής. ὅπου δὲ καὶ ἡ πρὸς τὸ πᾶν
30ὁμοιουμένη ψυχὴ γιγνομένη κοσμία θαυμαστὸν ἐν ἑαυτῇ
in Ti
.

1

.

333

κάλλος ἐπιδείκνυσι, πῶς οὐχὶ πολλῷ μειζόνως τὸ πᾶν ἔχει τὸ κάλλος; διὰ δὴ ταῦτα καὶ οἱ θεολόγοι τῷ Ἡφαίστῳ τὴν Ἀφροδίτην συζεύξαντες οὕτως αὐτὸν χαλκεύειν εἰρήκασι τὸ πᾶν, καὶ αὖ ἐξ Ἡφαίστου καὶ Ἀγλαΐας Εὔκλειαν καὶ Εὐθέ‐
5νειαν ἀπογεννῶσι καὶ Εὐφήμην καὶ Φιλοφροσύνην, αἳ καὶ αὐταὶ τὸ σωματοειδὲς τῷ κάλλει διαπρέπον ἀποτελοῦσι. τοῦτο μὲν οὖν οὐδὲ οἱ τῷ δημιουργῷ λοιδορησάμενοι τετολμήκασιν εἰπεῖν, ὡς οὐ κάλλιστος ὁ κόσμος, ἀλλὰ τοὐναντίον διὰ τῆς τοῦδε καλλονῆς δελεάζεσθαί φασι τὰς ψυχάς. ὅτι δὲ καὶ
10ὁ δημιουργὸς τῶν αἰτίων ἄριστος, πῶς ἂν δείξαιμεν; ἔνιοι μὲν γὰρ ὑπήκουσαν τούτῳ τὸ τῶν γεγονότων, ἵνα δὴ μὴ ἁπλῶς ἄριστος τῶν αἰτίων ᾖ· τοῦτο γὰρ εἶναι ψεῦδος· ἀλλὰ τῶν αἰτίων τῶν γεγονότων· τὰ γὰρ ὑπὲρ αὐτὸν οὐκ ἔστιν αἴτια τῶν γεγονότων. ἐγὼ δ’ αἰσχυναίμην ἂν ἐμαυτόν, εἰ
15τοιαύτης δεοίμην μηχανῆς, ἐπιλαθόμενος τῶν μικρῷ πρό‐ σθεν εἰρημένων [p. 316 ss], ἐν οἷς ἡμῖν ἐπεδείκνυτο πάσης τῆς δημιουργικῆς τάξεως πηγὴ καὶ μονὰς ὢν ὁ νυνὶ παρα‐ δεδομένος ὑπὸ τοῦ Πλάτωνος δημιουργός. διὰ γὰρ τοῦτο καὶ τῶν αἰτίων ἄριστός ἐστι, διότι τὴν πρωτίστην τάξιν ἔλαχεν
20ἐν τοῖς δημιουργοῖς τοῦ παντός, κἀνταῦθα τοῦ Πλάτωνος ἄντικρυς τὸν Ὅμηρον ζηλοῦντος, ὃς δὴ πατέρα τῶν ὅλων αὐτὸν ἀποκαλεῖ καὶ ὕπατον κρειόντων, καὶ ταῦτα τῶν πρὸ αὐτοῦ μεμνημένος θεῶν μέχρι καὶ αὐτῆς τῆς Νυκτός. ἀλλ’ οὖν διότι τῶν δημιουργικῶν πρεσβύτατος, ἐκείνῳ μὲν
25ὕπατος κρειόντων, τούτῳ δὲ τῶν αἰτίων ἄριστος ὕμνηται. ἔνιοι δὲ τὸν μὲν δημιουργὸν αἰτιᾶσθαι οὐδαμῶς τολμῶσι, τὸ δὲ πᾶν τοῦτο αἰτιῶνται καὶ παραφέρουσι τὰ τῶν παλαιῶν
ἄντρον καλούντων τὸν κόσμον καὶ φρουρὰν καὶ σπή‐
in Ti
.

1

.

334

λαιον. ἄλλοι δὲ καὶ τὸν δημιουργὸν ἐν τῷ κοσμουργεῖν παίζειν εἰρήκασιν, καθάπερ Ἡράκλειτος [frg. 52 D.]. πρὸς δὲ ταῦτα ῥᾴδιον ἀπαντᾶν. ὅ τε γὰρ κόσμος, εἰ κάλλιστός ἐστι καὶ εὐδαίμων θεός, ὥς φησι Πλάτων [34 B], ἀλλὰ
5πρός γε τὸ νοητὸν καὶ τὸν τόπον ἐκεῖνον ἄντρον εἰκότως ὀνομάζεται καὶ σπήλαιον, καὶ μάλιστα *** ταῖς μερικαῖς ψυ‐ χαῖς ταῖς εἰς τὰ σώματα καὶ τὴν ὕλην ῥεπούσαις. ὁ δὲ δημι‐ ουργὸς εἰ καὶ ἄριστος τῶν αἰτίων, ἀλλὰ πᾶσαν αὐτοῦ τὴν περὶ τὰ νέα δημιουργήματα πρόνοιαν παιδιὰν ἄν τις καλέ‐
10σειεν ὡς πρὸς τὰς ἐξῃρημένας τῶν αἰσθητῶν ἐνεργείας. διὰ ταῦτα μὲν οὖν ὁ δημιουργὸς τοιαύτης ἔτυχεν ὑπὸ τοῦ Πλά‐ τωνος ἐν τοῖς παροῦσιν εὐφημίας. κατανοητέον δὲ καὶ τὴν τοῦ καλλίστου πρὸς τὸ ἄριστον σύνταξιν ὅπως ἤρτηται τῶν πρωτίστων ἀρχῶν· ὡς γὰρ ἐν ἐκείναις τὸ κάλλος ἐξῆπται
15τοῦ ἀγαθοῦ καὶ ἡ καλλοποιὸς αἰτία τῆς πηγῆς τῶν ἀγαθῶν πάντων, οὕτω δὴ καὶ ἐν τούτοις ὁ μὲν κόσμος εἴρηται κάλ‐ λιστος, ὁ δὲ δημιουργὸς ἄριστος, καὶ ἐξήρτηται τοῦ ἀρίστου τὸ κάλλιστον. ἔτι δέ, ὅπως μιμεῖται τὴν δημιουργίαν αὐτὴν ὁ περὶ αὐτῆς λόγος· ὡς γὰρ αὐτὸς ὁ κόσμος ἀπὸ τοῦ πλημ‐
20μελοῦς ἄγεται πρὸς τὴν τάξιν καὶ τὴν πρὸς τὸ νοητὸν ὁμοίωσιν ὑπὸ τῆς δημιουργίας, οὕτως δὴ καὶ ὁ περὶ αὐτοῦ λόγος πρότερον μὲν τοῖς ἀπεμφαίνουσιν ἐχρῆτο τῶν ὀνομά‐ των, γιγνόμενον αὐτὸν καὶ ἀπολλύμενον καλῶν, νῦν δὲ αὖ τοῖς σεμνοτάτοις, κάλλιστον μὲν τῶν γεγονότων, πατρὸς δὲ
25ἔγγονον ἀρίστου, παραδείγματος δὲ ἄγαλμα θειοτάτου προσ‐ αγορεύων αὐτόν· μικρὸν δὲ ὕστερον [29 E] καὶ τοῖς ἁγιω‐ τάτοις αὐτὸν ὑμνήσει τῶν ὀνομάτων. Τούτων δὲ ὑπαρχόντων αὖ πᾶσα ἀνάγκη τόνδε τὸν κόσμον εἰκόνα τινὸς εἶναι [29 B].
30 Δόξειε μὲν ἂν τοῖς ἁπλουστέροις τοῦτο τῷ προειρημένῳ ταὐτὸν εἶναι· τί γὰρ διαφέρει, φαίη ἄν τις μὴ σκοπῶν ἀκριβῶς, εἰπεῖν, ὅτι πρὸς παράδειγμα δεδημιούργηται ὁ
κόσμος καὶ ὅτι εἰκών τινός ἐστιν; ἔστι δὲ τῇ ἀληθείᾳ
in Ti
.

1

.

335

τούτων ἑκάτερον τοῦ λοιποῦ κεχωρισμένον· ἐπειδὴ γὰρ δυνα‐ τὸν τὸν μὲν δημιουργὸν πρὸς παράδειγμα ποιεῖν, τὸ δὲ δημιουργούμενον μὴ γίνεσθαι τοῦ παραδείγματος εἰκόνα τῷ μὴ κρατεῖσθαι παρὰ τῆς δημιουργικῆς αἰτίας, ἵνα μὴ
5καὶ τοῦτο ἐπὶ τοῦ κόσμου οἰηθῇς, ὅτι μὲν ὁ δημιουργὸς πρὸς παράδειγμα ἔβλεπε καὶ ὅτι ἄριστος ὢν πρὸς τὸ θειό‐ τατον, ἐδείκνυεν ἐξ ὧν ἔλεγε πρὸς τὸ νοητὸν δεδημιουρ‐ γῆσθαι τὸ πᾶν· ὅτι δὲ καὶ τοῦτο κεκράτηται τῷ εἴδει καὶ ὄντως μεμίμηται τὸ παράδειγμα, δεδήλωκεν ἐκ τῆσδε τῆς
10ῥήσεως· εἰ γὰρ εἰκών ἐστιν ὁ κόσμος, ὡμοίωται πρὸς τὸ πᾶν τὸ νοητόν· τὸ γὰρ μὴ ἀνόμοιον, ἀλλ’ ὅμοιον καὶ ἐοικὸς εἰκών ἐστιν. ἔχεις οὖν εἰκόνων μὲν καλλίστην τὸ πᾶν τὸ αἰσθητόν, αἰτίων δὲ ἄριστον τὸ πᾶν τὸ νοερόν, παραδειγ‐ μάτων δὲ θειότατον τὸ νοητόν, καὶ πανταχοῦ μὲν ἕκαστον,
15ἐπεὶ καὶ τὸ αἰσθητὸν νοῦ μετέχει καὶ τοῦ ὄντος, καὶ τὸ νοερὸν ἑνοειδῶς μὲν τὰ αἰσθητά, δευτέρως δὲ ἔχει τὰ νοητά, καὶ τὸ νοητὸν ἀρχηγικῶς καὶ ἡνωμένως τά τε νοερὰ καὶ τὰ αἰσθητὰ προείληφεν. ἀλλ’ οἰκείως ἐν ἑκάστῃ τάξει τὸ πᾶν. καὶ τὸ μὲν αἰσθητὸν ὡς δημιούργημα πρόκειται, τὸ δὲ
20αἴτιον τὸ μὲν ὡς δημιουργικόν, τὸ δὲ ὡς παραδειγματικόν. καίτοι καὶ ἐν τῷ δημιουργικῷ τὸ παραδειγματικόν ἐστιν· εἰς γὰρ ἑαυτὸ βλέπον ποιεῖ· πᾶς γὰρ νοῦς ἑαυτὸν ὁρᾷ καὶ ὁ αὐτός ἐστι πρὸς τὸ ἐν αὑτῷ νοητόν. καὶ αὖ ἐν τῷ παρα‐ δειγματικῷ τὸ δημιουργικόν· καὶ γὰρ ἐκεῖνο ποιεῖ τὸ γιγνό‐
25μενον· οὐ γὰρ ὥσπερ ὁ κοροπλαθικὸς τύπος παράδειγμά ἐστιν, οὐδὲ ὡς ἡ Σωκράτους εἰκὼν εἰκόνος ἄλλης, ἀλλ’ αὐτῷ τῷ εἶναι τὸ παραδειγματικὸν αἴτιον ὅμοια ἑαυτῷ ποιεῖ τὰ δεύτερα. διαφέρει δὲ ὅμως δημιουργεῖν παραδειγματικῶς καὶ παράδειγμα εἶναι δημιουργικῶς· τὸ μὲν γάρ ἐστιν ἐνεργεῖν
30οὐσιωδῶς, τὸ δὲ οὐσιοῦν ἐνεργητικῶς, καὶ τὸ μὲν νοεῖν
νοητῶς, τὸ δὲ νοητὸν εἶναι νοερῶς· ἴδιον γὰρ παραδείγματος
in Ti
.

1

.

336

μὲν τὸ τῷ εἶναι ποιεῖν, δημιουργοῦ δὲ τὸ τῷ ἐνεργεῖν· οὐ γὰρ ταὐτὸν τὸ τῷ εἶναι ποιεῖν καὶ τὸ γινώσκειν καὶ ἐνερ‐ γεῖν διὰ γνώσεως. ἐπεὶ καὶ ἡ ψυχὴ ζῆν μὲν ποιεῖ τῷ εἶναι, τεχνικῶς δὲ ποιεῖ τῷ γινώσκειν, καὶ τὸ μὲν ἔχει κατ’ οὐσίαν,
5τὸ δὲ κατ’ ἐνέργειαν. καὶ τί δεῖ φιλοσόφως ταῦτα μηκύνειν; πάλαι γὰρ ὁ θεολόγος [frg. 71] ἔν τε τῷ Φάνητι τὴν δημιουργικὴν αἰτίαν ἀνύμνησεν· ἐκεῖ γὰρ ἦν τε καὶ προῆν, ὥσπερ ἔφη καὶ αὐτός,
Βρόμιός τε μέγας καὶ Ζεὺς ὁ πανόπτης,
10ἵνα δὴ τῆς διττῆς δημιουργίας ἔχῃ τὰς οἱονεὶ πηγάς· καὶ ἐν τῷ Διὶ τὴν παραδειγματικήν· Μῆτις γὰρ αὖ καὶ οὗτός ἐστιν, ὥς φησι καὶ Μῆτις πρῶτος γενέτωρ καὶ Ἔρως πολυ‐
τερπή
ς,
15αὐτὸς δὲ ὁ Διόνυσος καὶ Φάνης καὶ Ἠρικεπαῖος συνεχῶς ὀνομάζεται. πάντα ἄρα μετείληχεν ἀλλήλων τὰ αἴτια καὶ ἐν ἀλλήλοις ἐστίν, ὥστε καὶ ὁ τὸν δημιουργὸν λέγων ἐν αὐτῷ τὸ παράδειγμα περιέχειν ἔστιν ὅπῃ φησὶν ὀρθῶς, καθάπερ ὁ θεῖος Ἰάμβλιχος διατάττεται καὶ ὁ τὸ παράδειγμα δημι‐
20ουργὸν ἀποφαινόμενος, ὥσπερ ὁ γενναῖος Ἀμέλιος· ἑώρα γὰρ ὃ μὲν ἐν τῷ παραδείγματι δημιουργικὸν ἰδίωμα προϋπ‐ άρχον· ἐκεῖ γὰρ ὁ πρώτιστός ἐστι Ζεὺς καὶ διὰ τοῦτο ἐποίει τὸν Φάνητα δημιουργόν· ὃ δὲ ἐν τῷ δημιουργῷ τὸ παράδειγμα· ἦν γὰρ καὶ ἐν τούτῳ καταποθεὶς ὁ Μῆτις· καὶ
25διὰ τοῦτο εἰς ταὐτὸν ἦγε τῷ δημιουργικῷ τὸ παραδειγματι‐ κὸν αἴτιον. ταῦτα καὶ περὶ τούτων. εἰ δὲ εἰκόνα κέκληκεν ὁ Πλάτων τὸν κόσμον, οὐ δεῖ θαυμάζειν· καίτοι γὰρ κάλλιστος ὢν εἰκών ἐστι τοῦ νοητοῦ κάλλους, καὶ διὰ τῆς ὁμοιότη‐ τος ταύτης σῴζεται. καθάπερ οὖν Ὀρφεὺς εἴδωλα πλάττει
30τοῦ Διονύσου τὰ τὴν γένεσιν ἐπιτροπεύοντα καὶ τὸ εἶδος
in Ti
.

1

.

337

ὅλον ὑποδεξάμενα τοῦ παραδείγματος, οὕτως καὶ ὁ φιλό‐ σοφος εἰκόνα τὸν κόσμον τοῦ νοητοῦ προσεῖπεν, ὡς ἐοικότα τῷ σφετέρῳ παραδείγματι. καὶ τὸ ἀνάγκη δὲ προσκεί‐ μενον θαυμαστὴν ἐμφαίνει καὶ ἄρρητον καὶ ὄντως ἄλυτον
5οὖσαν τὴν τούτου πρὸς ἐκεῖνο ὁμοίωσιν, μετὰ τοῦ καὶ τῇ ἀποδείξει μαρτυρεῖν, ὡς ἐχούσῃ τὸ ἀναμφίλεκτον καὶ τὸ ἀραρός· ἐκ γὰρ τῶν ὑποθέσεων αὐτῶν προελήλυθεν. Μέγιστον δὴ παντὸς ἄρξασθαι κατὰ φύσιν ἀρ‐ χήν [29 B].
10 Τοῦτο οἳ μὲν ἐν τῷ παντὸς ὑποστίξαντες ἀναγινώσκου‐ σιν· οἷς ἡ λέξις ἐνδείκνυται, ὅτι πάντων μέγιστόν ἐστι τὸ ἀρχὴν θέσθαι τῶν λόγων τὴν κατὰ φύσιν οὖσαν ἀρχήν· οἳ δὲ ἐν τῷ μέγιστον δή, τὸ παντὸς τῷ ἐχομένῳ συνάπτον‐ τες· οἷς σημαίνει τὸ κῶλον, ὅτι μέγιστόν ἐστι τὸ ἀπὸ τῆς
15κατὰ φύσιν ἀρχῆς ἄρξασθαι τοῦ παντός. καὶ οἳ μὲν τῶν προλαβόντων ἕνεκά φασιν εἰρῆσθαι, ὡς ὀρθῶς συμπεραν‐ θέντων διὰ τὰς ὑποθέσεις ἀναγκαίας οὔσας· οἳ δὲ τῶν εὐθὺς ῥηθησομένων, ὡς δέον, εἰ μέλλοιμεν ἀρχὴν θήσεσθαι τὴν ὀφειλομένην, προδιορίσασθαι, ποίους εἶναι προσήκει τοὺς
20περὶ τῶν αἰσθητῶν λόγους· οἳ δὲ τῶν μετὰ ταῦτα περὶ τῆς τελικῆς αἰτίας παραδοθησομένων· αὕτη γὰρ ἀρχὴ μεγίστη καὶ κατὰ φύσιν, ἣν μάλιστα δεῖ θεωρεῖν, καὶ ἀφ’ ἧς ἀρχο‐ μένους προσήκει τὰ ἑξῆς ἀποδιδόναι. πρὶν δὲ περὶ ταύτης ποιησώμεθα τὸν λόγον, εἴπωμεν, ὁποῖος ὁ τρόπος ἔσται τῶν
25φυσικῶν λόγων. ἐμοὶ δὲ δοκεῖ περὶ πάντων ὀρθῶς εἰρῆσθαι τοῦτο τὸ ἀξίωμα· καθόλου γάρ ἐστι καὶ ἐφαρμόζει τοῖς τε προειρημένοις καὶ τοῖς ἐχομένοις καὶ τοῖς εἰσαῦθις ῥηθησο‐ μένοις, μᾶλλον δὲ οὐ τούτοις μόνον, ἀλλὰ καὶ πάσῃ τῇ δημιουργίᾳ· ὡς γὰρ ἐκ τῆς κατὰ φύσιν ἀρχῆς τὰ πάντα
30πρόεισι καὶ τῆς ἀιδιότητος τῶν θεῶν καὶ τῆς πηγῆς τῶν
ὄντων, οὕτω δὴ καὶ ὁ ἐπιστήμων λόγος, ἐκ τῆς κατὰ φύσιν
in Ti
.

1

.

338

ἀρχῆς οἱονεὶ ῥίζης ὁρμώμενος, ὁμολόγους πρὸς αὐτὴν ἀπο‐ δίδωσιν τοὺς μετὰ ταῦτα τῆς αἰτίας ἀπολογισμούς, καὶ ἡ ἐπιστήμη αὐτὴ ἀπὸ τῶν οἰκείων ὑποθέσεων συνάγει τὰ οἰ‐ κεῖα συμπεράσματα. ἕπεται οὖν τῇ μὲν τάξει τῶν πραγμά‐
5των ἡ ἐπιστήμη, ταύτῃ δὲ ὁ διδασκαλικὸς λόγος. καὶ τοῦτο μέγιστόν ἐστι, πρῶτον μέν, ὅτι μιμεῖται τὰ ὅλα καὶ τὴν τῶν ὄντων πρόοδον, ἔπειθ’, ὅτι καὶ τὸ σμικρότατον ἐν τῇ ἀρχῇ παροφθὲν πολλαπλασιάζεται προϊόν, καὶ τρίτον ὅτι ἡ ἀρχὴ ἥμισυ λέγεται τοῦ παντός· εἰ δὲ τοῦτο, μεγίστην
10ἔχει μοῖραν τοῦ πράγματος. εἰ δέ, ὥς φασί τινες, καὶ πλέον τι τοῦ παντός ἐστιν ἡ ἀρχή, θαυμασίως ἂν αὐτῇ προσέδυ τὸ μέγιστον. δηλοῦσι δὲ καὶ οἱ ποιηταὶ λέγοντες, ὡς ἅπαντα τὰ πράγματα,
ἢν καλὰς ἀρχὰς λάβ,
15 καλῶς τελευτᾶν 〈καὶ〉 μεσοῦν φιλεῖ βροτοῖς. καὶ μέντοι καὶ ὁ Ἀθηναῖος ξένος [leg. VI 775 E] διὰ τοῦτο θεὸν τὴν ἀρχὴν ἀποκαλεῖ, ἐὰν τύχῃ τοῦ πρέποντος· ἀρχὴ γάρ, φησί, θεὸς ἐν ἀνθρώποις ἱδρυμένη πάντα ὀρθὰ ποιεῖ, ἐὰν μοίρας τῆς προσηκούσης τύχῃ. ἀλλὰ
20τί τὸ κατὰ φύσιν; ἢ τὸ μιμούμενον τὴν τῶν πραγμάτων φύσιν, ἢ τὸ πᾶν τὸ ὀφειλόμενον ἀπειληφός, ἢ τὸ ἐκ τῶν κατ’ οὐσίαν πρῶτον προϊόν· ἀρχὴ γὰρ καὶ τὸ ἔσχατον ὡς πρὸς ἡμᾶς, ἀλλ’ οὐ πρὸς τὴν φύσιν· οἰκεῖον δὲ καὶ τοῦτο αὐτὸ τοῖς προκειμένοις τὸ κατὰ φύσιν, ἐν οἷς ὁ περὶ τῆς
25ὅλης φύσεως γίνεται λόγος καὶ τῶν ἔργων τῆς φύσεως, καὶ τῇ ἀρχῇ τῶν προκειμένων λόγων. ἔστιν οὖν ἀρχὴ κατὰ φύ‐ σιν τοῦ μὲν παντὸς ἡ τελικὴ αἰτία, τῶν δὲ ἀποδείξεων αἱ ὑποθέσεις, τῶν δὲ λόγων ὁ διορισμὸς περὶ τοῦ εἴδους τῆς
διδασκαλίας, εἴτε ἀραρυῖαν αὐτὴν καὶ ἀμετάπτωτον καὶ ἀπη‐
in Ti
.

1

.

339

κριβωμένην ὑποληπτέον, εἴτε εἰκοτολογίαν, ἀλήθειαν μὲν οὐκ οὖσαν, πίστιν δὲ καὶ πρὸς τὴν ἀλήθειαν ὡμοιωμένην. δ’ οὖν περί τε εἰκόνος καὶ περὶ τοῦ παρα‐ δείγματος αὐτῆς διοριστέον [29 B].
5 Τρία ταῦτά ἐστιν ἐχόμενα συμφυῶς ἀλλήλων, τὰ πράγ‐ ματα, τὰ νοήματα καὶ οἱ λόγοι. κατὰ μὲν οὖν τὰ πράγματα καὶ τὰ νοήματα τὰς πρώτας ἔλαβεν ὑποθέσεις, κατὰ δὲ τοὺς λόγους τοῦτον ποιήσεται τὸν διορισμόν. ὅτε μὲν γὰρ διέ‐ κρινεν ἀπὸ τοῦ ὄντος τὸ γιγνόμενον, τῆς τῶν πραγμάτων
10ἀντείχετο θεωρίας· ὅτε δὲ τὰς ἡμετέρας γνώσεις διώριζεν ἐπὶ τοῖς πράγμασι, τῆς τῶν νοημάτων· νῦν δὲ τοὺς λόγους μερίζων κατὰ τὰς διαφόρους γνώσεις τῶν λόγων ἡμῖν ἐπι‐ δείξει τὴν διωρισμένην φύσιν· ὥστε εἶναι ταῦτα ἀλλήλοις ὁμόλογα, πράγματα διττά, τὸ ὂν καὶ τὸ γενητόν, γνώσεις
15διττάς, νόησιν καὶ δόξαν, λόγους διττούς, μονίμους καὶ εἰ‐ κότας. καὶ πόθεν γὰρ ἀλλαχόθεν αἱ γνώσεις, ἢ ἀπὸ τῶν γνωστῶν; πόθεν δὲ ἡ διαφορότης τῶν λόγων, ἢ ἀπὸ τῶν γνώσεων; ἔνιοι μὲν οὖν φασιν, ὅτι λογογραφικόν ἐστι τὸ προδιορίζεσθαι, τίς ὁ τρόπος τῶν λόγων καὶ ὁποῖον εἶναι
20χρὴ τὸν ἀκροατήν, καὶ ὅτι τοῦτο καὶ Ἀριστοτέλης ἐζήλωσε καὶ ἄλλοι πολλοὶ τῶν νεωτέρων. ἐγὼ δὲ φαίην ἄν, ὅτι μι‐ μεῖται τὴν δημιουργίαν αὐτὴν ὁ λόγος· ὡς γὰρ ἐκείνη προ‐ άγει μὲν καὶ 〈τὰσ〉 ἀφανεῖς τοῦ κόσμου ζωάς, ὑφίστησι δὲ καὶ τὸ ἐμφανὲς καὶ περιέχει καὶ τοῦδε τὸν ὅρον πρὸ τοῦ κόσμου
25παντός, οὕτω δὴ καὶ ὁ Τίμαιος ἔχεται μὲν τῆς τῶν πραγ‐ μάτων θεωρίας, ποιεῖται δὲ καὶ τὸ εἶδος τῶν λόγων οἰκεῖον τοῖς πράγμασι, προείληφε δὲ καὶ προδιορίζεται τῆς ὅλης θεωρίας τὸν τρόπον τῶν λόγων, ἵνα πρὸς τοῦτον τὸν ὅρον ἀπευθύνῃ τὴν σύμπασαν διδασκαλίαν. διὰ τί οὖν μὴ
30πρότερον, ἀλλὰ νῦν; ὅτι μετὰ τὴν ἀπόδειξιν τοῦ γενητὸν εἶναι τὸν κόσμον ἀναγκαίως διορίζεται, ποῖον εἶναι δεῖ τὸν
περὶ τῶν αἰσθητῶν πραγμάτων λόγον, ἀλλ’ οὐ πρότερον,
in Ti
.

1

.

340

ἀγνοουμένης τῆς φύσεως τοῦ παντός. ὅταν δὲ εἰκόνα λέγῃ τὸ πᾶν, τοιαύτην ληπτέον τὴν εἰκόνα, ὁποίαν τὴν τῶν ψυ‐ χῶν εἶναι νομίζομεν, ὥσπερ οὐδὲ τὸ παράδειγμα ἄγονον καὶ ἀδρανές, ἀλλὰ τὴν ἀφομοίωσιν δοτέον τῷ κόσμῳ τούτῳ πρὸς
5τὸ νοητόν, πρῶτον μὲν κατὰ τὴν γόνιμον τοῦ παραδείγμα‐ τος δύναμιν· αὐτῷ γὰρ τῷ εἶναι ἀφ’ ἑαυτοῦ παράγει τὴν εἰκόνα· δεύτερον δὲ κατὰ τὴν δημιουργικὴν αἰτίαν τὴν ἀπο‐ τελοῦσαν τὸ πᾶν ὁμοιότατον τῷ νοητῷ ταῖς εἰς αὐτὸ ἐνερ‐ γείαις· τρίτον δὲ κατὰ τὴν αὐτοῦ τοῦ κόσμου πρὸς τὴν
10εἰδοποιίαν καὶ τὴν μετουσίαν τῶν νοητῶν ἐπιστροφήν· ἀφο‐ μοιοῖ γὰρ καὶ ἑαυτὸν ἐκείνοις, ὥς φησι τὸ λόγιον, ἐπειγό‐ μενος τὸν τύπον περιβάλλεσθαι τῶν εἰδώλων, ὃν αὐτῷ προτείνουσιν οἱ νοητοὶ θεοί. Ὡς ἄρα τοὺς λόγους ὧνπέρ εἰσιν ἐξηγητα, τού‐
15των αὐτῶν καὶ ξυγγενεῖς ὄντας [29 B]. Ὥσπερ ἡ τῶν ὄντων πρόοδος ἀφ’ ἑνὸς γίνεται 〈πρὸ〉 τῶν πολλῶν καὶ ἡ τῶν ἐγκοσμίων ἀπὸ μονάδος ἐπὶ τὸν οἰκεῖον ἀριθμόν, οὕτω δὴ καὶ ὁ τοῦ Τιμαίου λόγος, ὁμοιούμενος, ὅπερ αὐτός φησι, τοῖς οὖσιν, ἀπὸ τοῦ ἑνὸς ἀξιώματος ἄρχε‐
20ται καὶ τοῦ καθόλου, κἄπειθ’ οὕτως τὴν διαίρεσιν ἐπάγει τοῖς λόγοις. τί οὖν τὸ ἓν ἀξίωμα καὶ κοινὸν ἐν τούτοις; ὅτι δεῖ τὸν λόγον συγγενῆ τοῖς πράγμασιν εἶναι, ὧν δὴ καὶ ἔστιν ἐξηγητής. καὶ ἐοίκασιν ἐντεῦθεν ἀφορμὰς λαβόν‐ τες οἱ περὶ Ἀλβῖνον καὶ Γάιον Πλατωνικοὶ διορίζειν,
25ποσαχῶς δογματίζει Πλάτων, καὶ ὅτι διχῶς, ἢ ἐπιστημονι‐ κῶς ἢ εἰκοτολογικῶς, καὶ οὐ καθ’ ἕνα τρόπον οὐδ’ ὡς μίαν ἀκρίβειαν τῶν παντοίων ἐχόντων λόγων, εἴτε περὶ τῶν ὄν‐ των εἶεν εἴτε περὶ τῶν διὰ γενέσεως ὑφισταμένων, ἀλλ’ ᾗπερ ἔχει τὰ πράγματα, ταύτῃ καὶ τῶν λόγων συνδιῃρη‐
30μένων τοῖς πράγμασι καὶ οὕτως ἐχόντων τοῦ τε ἀκριβοῦς
in Ti
.

1

.

341

πέρι καὶ τοῦ σαφοῦς ὡς τὰ ὑποκείμενα αὐτοῖς πράγματα, ὡς τοὺς μὲν τῶν λόγων λέγειν † τῶν δογμάτων λεγόντων, ὅτι τὰ πράγματα ὡδὶ ἔχει καὶ οὐκ ἂν ἄλλως ἔχοι, τοὺς δὲ ὅτι τὸ εἰκὸς τοῖόνδε ἐστὶ τῶν πραγμάτων· δεῖ γὰρ ὅμοιον εἶναι
5τὸν λόγον τοῖς πράγμασιν· οὐδὲ γὰρ ἄλλως ἂν αὐτῶν τὴν φύσιν ἐξηγήσαιτο ἢ συγγενῶς ἔχων πρὸς αὐτά· δεῖ γὰρ ὃ τὸ πρᾶγμα συνῃρημένως ἐστί, τοῦτο εἶναι αὐτὸν ἀνειλιγμέ‐ νως, ἵνα καὶ ἐκφαίνῃ τὸ πρᾶγμα καὶ ὑφειμένος ᾖ τῆς φύ‐ σεως αὐτοῦ· τὸν γὰρ τρόπον τοῦτον καὶ τὰ θεῖα αἴτια τοῦ
10λόγου τάς τε οὐσίας ἐκφαίνει τῶν πρὸ αὐτῶν καὶ συμφυῆ πρὸς αὐτά ἐστιν. ἐν μὲν οὖν θεοῖς ὁ τοῦ Διὸς ἄγγελος, ὃς δὴ λόγος ἐστὶν ὡς πρὸς τὸν νοῦν τοῦ πατρός, ἀπαγγέλλει τὴν βούλησιν αὐτοῦ τοῖς δευτέροις· ἐν δὲ ταῖς οὐσίαις ἡ ψυχὴ λόγος οὖσα τῶν νοητῶν ἐκφαίνει τὴν ἡνωμένην τῶν
15λόγων 〈τῶν〉 ἐν αὐτοῖς αἰτίαν ἀπ’ αὐτῶν λαχοῦσα τὴν ὑπό‐ στασιν· ἐν δὲ τοῖς κρείττοσιν ἡμῶν γένεσιν ἡ ἀγγελικὴ τάξις ἀπὸ τῶν θεῶν ὑποστᾶσα συνεχῶς ἑρμηνεύει καὶ δια‐ πορθμεύει τὸ ἄρρητον τῶν θεῶν. εἰκότως ἄρα καὶ ὅδε ὁ λό‐ γος ὁ τῶν πραγμάτων συγγενής ἐστι τοῖς πράγμασι καὶ οἷον
20ἔγγονος αὐτῶν· ἀποτελεῖται γὰρ ἐκ τῶν ἐν ἡμῖν γνώσεων τῶν συστοίχων τοῖς πράγμασι. τοῦτο μὲν οὖν 〈ἓν〉 καὶ κοι‐ νὸν ἀξίωμα πρὸ τῶν διῃρημένων εἰρήσθω· τὰ δὲ ἑξῆς συν‐ διαιρεῖ τῇ ποιότητι τῶν πραγμάτων τοὺς διαφόρους τρό‐ πους τῶν λόγων.
25Τοῦ μὲν οὖν μονίμου καὶ βεβαίου καὶ μετὰ νοῦ
καταφανοῦς μονίμους καὶ ἀμεταπτώτους, καθ’ ὅσον
in Ti
.

1

.

342

οἷόν τε ἀνελέγκτοις προσήκει λόγοις εἶναι, καὶ ἀνι‐ κήτοις· τούτου δεῖ μηδὲν ἐλλείπειν [29 B]. Τὸ παράδειγμα πρότερον μὲν ἀεὶ ὂν ἐκάλει καὶ κατὰ ταὐτὰ ἔχον καὶ νοήσει περιληπτόν, νῦν δὲ μόνιμον, τοῦτο
5μὲν ἀντὶ τοῦ ἀεὶ ὄντος, καὶ βέβαιον, τοῦτο δὲ ἀντὶ τοῦ κατὰ ταὐτὰ ἔχοντος, καὶ μετὰ νοῦ καταφανές, τοῦτο δὲ ἀντὶ τοῦ λοιποῦ τοῦ νοήσει περιληπτοῦ. τοὺς δὲ περὶ αὐτοῦ λόγους μονίμους μέν, ἵνα καὶ διὰ τῆς τοῦ ὀνόματος ταυτότητος τὴν πρὸς τὰ πράγματα αὐτῶν ὁμοιότητα ἐνδείξη‐
10ται, ἀμεταπτώτους δέ, ἵνα ἀπεικονίζωνται τὸ τοῦ πράγ‐ ματος βέβαιον, ἀνελέγκτους δέ, ἵνα τὸ νοήσει μιμῶνται περιληπτὸν καὶ ἐπιστημονικῶς προέρχωνται· δεῖ γάρ, εἰ μέλ‐ λοιεν οἱ λόγοι προσήκοντες εἶναι τοῖς νοητοῖς, τὸ ἀπηκριβω‐ μένον ἔχειν αὐτοὺς καὶ τὸ ἀραρός, ἅτε περὶ τοιούτων ἄλλων
15πραγμάτων ὄντας· ὡς γὰρ ἡ γνῶσις τῶν ἀιδίων ἀμετάπτω‐ τος, οὕτω καὶ ὁ λόγος· ἀνειλιγμένη γάρ ἐστι γνῶσις. ἐπεὶ δὲ εἰς πλῆθος πρόεισιν οὗτος καὶ συνθέτην ἔλαχε φύσιν καὶ διὰ τοῦτο ἐλαττοῦται τῆς ἑνώσεως καὶ ἀμερείας τοῦ πράγματος, ἐκεῖνο μὲν ἑνικῶς μόνιμον καὶ βέβαιον καὶ νῷ
20καταφανὲς προσεῖπε, τούτων δὲ πληθυντικῶς μονίμους λό‐ γους καὶ ἀμεταπτώτους καὶ ἀνελέγκτους εἰπών. καὶ ἐπει‐ δήπερ ἐν τῷ λόγῳ ἔστι μέν τις ὁμοιότης πρὸς τὸ παρά‐ δειγμα, ἔστι δέ τις καὶ ἀνομοιότης καὶ αὕτη πλείων, ἓν μὲν ὄνομα παρέλαβε κοινόν, τὸ μόνιμον, τὰ δ’ ἄλλα δια‐
25φέροντα. καὶ ἐπειδήπερ ὁ ἐπιστημονικὸς λόγος ἀνέλεγκτός ἐστιν ὡς πρὸς τὴν ἡμετέραν γνῶσιν—οὐδὲν γὰρ ἐν ἡμῖν
ἐστι κρεῖττον ἐπιστήμης—ἐλέγχεται δὲ ὑπ’ αὐτοῦ τοῦ πράγ‐
in Ti
.

1

.

343

ματος, ὡς μὴ δυνάμενος αὐτοῦ τὴν φύσιν ὡς ἔστι περι‐ λαβεῖν καὶ ὡς ἀπολειπόμενος αὐτοῦ τῆς ἀμερείας, τὸ καθ’ ὅσον οἷόν τε προσέθηκε· καὶ γὰρ αὕτη ἡ ἐπιστήμη ὡς μὲν ἐν ψυχαῖς ἀνέλεγκτός ἐστιν, ἐλέγχει δὲ αὐτὴν νοῦς·
5μόνος γὰρ οὗτος ἐρεῖ τὸ ὂν ὅπερ ἐστίν· ἐπιστήμη δὲ δευ‐ τέρως ἀνελίττουσα τὸ ἀμερὲς καὶ διὰ συνθέσεως αἱροῦσα τὸ ἁπλοῦν. ἐπεὶ καὶ αἴσθησιν μὲν ἐλέγχει φαντασία, διότι μετὰ πάθους γινώσκει κατὰ σύγκρισιν ἢ διάκρισιν, ὧν αὐτὴ κα‐ θαρεύει· δόξα δὲ φαντασίαν, διότι μετὰ τύπου καὶ μορφῆς,
10ὧν αὐτὴ κρείττων· ἐπιστήμη δὲ δόξαν, διότι χωρὶς τοῦ τῆς αἰτίας ἀπολογισμοῦ γινώσκει, ὃν αὐτὴ μάλιστα καταδεῖ· καὶ νοῦς δὲ ὡς εἴρηται ἐπιστήμην, διότι μεταβατικῶς διαἱρεῖ τὸ γνωστόν, αὐτὸς δὲ ὁμοῦ πᾶν μετὰ τῆς αἰτίας. νοῦς οὖν ὁ μόνος ἀνίκητος. ἐπιστήμη δὲ καὶ ὁ ἐπιστημονικὸς λόγος
15ὑπὸ νοῦ κρατεῖται κατὰ τὴν τοῦ ὄντος γνῶσιν. Τοὺς δὲ τοῦ πρὸς μὲν ἐκεῖνο ἀπεικασθέντος, ὄντος δὲ εἰκόνος εἰκότας [29 C]. Ὅτι μὲν ὁ περὶ τῶν γενητῶν λόγος περὶ εἰκόνων ἐστί, καὶ ὅτι διὰ τοῦτο καὶ αὐτὸν εἰκότα προσρητέον, καταφανές.
20ἴσως δὲ ζητήσειεν ἄν τις, τίνας λόγους ἀποδοτέον λοιπὸν τοῖς μὴ πρὸς τὸ νοητὸν μὲν εἰκασμένοις, οὖσι δὲ ὅμως ἐν τῷ παντί, οἷα δή φαμεν εἶναι τά τε εἰκαστὰ καὶ ὅσα τεχνητά. ἦ καὶ τούτοις οἱ εἰκαστικοὶ λόγοι προσήκουσιν, ἄλλοι τῶν εἰκότων ὄντες· ἄλλο γὰρ τὸ εἰκάζειν· ἀμυδρότερον γὰρ τοῦτο καὶ τῆς
25αἰσθήσεως· ἄλλο τὸ ἐοικέναι· τοῖς γὰρ λόγοις προσήκει τοῦτο τοῖς τῶν εἰκόνων τοῦ ὄντος ἐξηγηταῖς. καὶ τὰ τεχνητὰ οὖν καὶ τὰ εἰκαστὰ διὰ τῶν εἰκαστικῶν ἑρμηνεύεται λόγων. εἰ μὴ ἄρα τοῖς μὲν ὄντως εἰκαστοῖς, ὅπερ εἴπομεν, ἄλλους
τοιούτους, τῶν δὲ τεχνητῶν τοῖς μὲν πρώτοις ἀπὸ τῶν
in Ti
.

1

.

344

εἰδῶν εἰκότας, τοῖς δὲ δευτέρως ὑποστᾶσιν, ἃ δὴ καὶ ἔστι τρίτα ἀπὸ τῆς ἀληθείας, τοιούτους, οἵους καὶ τοῖς κατὰ φύ‐ σιν εἰκαστοῖς· καὶ γὰρ τὰ εἰκαστὰ τῶν αἰσθητῶν εἰκόνες, ὥσπερ καὶ ἐκεῖνα πάντως, οἷον ἡ γεγραμμένη κλίνη τῆς
5ὑπὸ τοῦ τέκτονος γεγονυίας. ἔτι δὲ κἀκεῖνο ἐνθυμητέον, ὅτι νῦν ὁ Πλάτων περὶ τῶν φυσικῶν εἰκόνων διαλέγεται καὶ διὰ τοῦτο καὶ τοὺς λόγους διχῇ διεῖλε· τὰ γὰρ πρὸς τὸ νοητὸν εἰκασθέντα τὰ φύσει ἐστίν, ἀλλ’ οὐ τὰ τέχνῃ· οὐ γὰρ κατά τινας ἰδέας ὁ τεχνίτης ποιεῖ ἃ ποιεῖ, εἰ καὶ δοκεῖ
10τοῦτο λέγειν ὁ ἐν Πολιτείᾳ [X 596 B] Σωκράτης· ἀλλ’ ἐκεῖ μὲν τὰ εἰρημένα παραδείγματος εἴρηται χάριν καὶ οὐ περὶ αὐτῶν τῶν ἰδεῶν, ἀλλὰ περὶ τῶν ἐνταῦθα ἰδεῶν· ποιη‐ τὴν γὰρ αὐτῶν λέγει τὸν θεὸν καὶ δημιουργόν· τῶν δὲ ἰδεῶν οὐκ ἔστι δημιουργός. ἐν δὲ Πρωταγόρᾳ σαφῶς ἀπο‐
15δέδεικται κατὰ τὸν Πλάτωνα μήτε ἐν ἡμῖν εἶναι λόγους τῶν τεχνῶν καὶ πολλῷ πλέον τῶν τεχνητῶν, μήτε ἐν θεοῖς αὐ‐ τῶν ἑστάναι παραδείγματα. ταῦτα οὖν οὐ πρὸς τὸ νοητὸν γέγονε. διεῖλε δὲ νῦν ὁ Πλάτων τοὺς λόγους εἴς τε τὸν περὶ τοῦ νοητοῦ καὶ τὸν περὶ τῆς εἰκόνος τοῦ νοητοῦ.
20τοῦτο γοῦν ἐνδεικνύμενος εἶπε τό· τοὺς δὲ τοῦ πρὸς μὲν ἐκεῖνο ἀπεικασθέντος, ὄντος δὲ εἰκόνος εἰκότας. ἀπείκασται δὲ πρὸς τὸ νοητὸν τὰ ἔργα τῆς φύσεως, οὐχὶ καὶ τὰ κατὰ τέχνην, ὡς οὐδὲ τὰ καθ’ ἕκαστα διωρισμένως, ἀλλ’ αἱ ἐπ’ αὐτοῖς κοινότητες. εἴρηται δὲ περὶ τούτων ἐν
25ἄλλοις. Ἀνάλογόν τε ἐκείνων ὄντας. ὅ τί περ πρὸς γέ‐ νεσιν οὐσία, τοῦτο πρὸς πίστιν ἀλήθεια [29 C]. Πρότερον μὲν δύο ἡγούμενα ἐποίει, νοητὸν καὶ γενητὸν
ἢ παράδειγμα καὶ εἰκόνα, καὶ δύο τούτοις ἀνάλογον ἐλάμ‐
in Ti
.

1

.

345

βανεν, ἐπιστήμην καὶ εἰκοτολογίαν ἢ ἀλήθειαν καὶ πίστιν· ὡς ἀλήθειαν πρὸς τὸ νοητὸν παράδειγμα, οὕτω πίστιν πρὸς τὴν γενητὴν εἰκόνα. νῦν δὲ γεωμετρικῶς καὶ τὸ ἐναλ‐ λὰξ προσέθηκεν· εἰ γὰρ ὡς ἀλήθεια πρὸς τὸ νοητόν, οὕτως
5ἡ πίστις πρὸς τὸ γενητόν, καὶ ἐναλλάξ, ὡς ἀλήθεια πρὸς πίστιν, οὕτως τὸ νοητὸν πρὸς τὸ γενητόν. καὶ εὖ πάνυ προλόγους μὲν ἐποίησε τὸ νοητὸν καὶ τὴν ἀλήθειαν, ἤρξατο δὲ ὅμως ἀπὸ τοῦ γενητοῦ καὶ τῆς πίστεως, ἵνα μίξῃ τὸ πρὸς ἡμᾶς τῇ τάξει τῇ κατὰ φύσιν καὶ τὴν ἀξίαν φυλάξῃ
10τῶν πραγμάτων καὶ ἀπὸ τῶν ἡμῖν ἐπιχειρήσῃ γνωρίμων. ὁ μὲν οὖν Πλάτων διαρρήδην τούς τε λόγους καὶ τὰς γνώ‐ σεις τοῖς γνωστοῖς συνδιεῖλεν. ὁ δέ γε Παρμενίδης, καί‐ τοι διὰ ποίησιν ἀσαφὴς ὤν, ὅμως καὶ αὐτὸς ταῦτα ἐνδεικνύ‐ μενός φησιν [frg. 1, 29 s D.]·
15 ἠμὲν Ἀληθείης εὐφεγγέος ἀτρεμὲς ἦτορ ἠδὲ βροτῶν δόξας, αἷς οὐκ ἔνι πίστις ἀληθής. καὶ πάλιν [frg. 4]· εἰ δ’ ἄγ’ ἐγὼν ἐρέω, κόμισαι δὲ σὺ μῦθον ἀκού‐
σα
ς,
20αἵπερ ὁδοὶ μοῦναι διζήσιός εἰσι νοῆσαι· ἡ μὲν ὅπως ἔστιν τε καὶ 〈ὡσ〉 οὐκ ἔστι μὴ εἶναι Πειθοῦς ἐστι κέλευθος (Ἀληθείῃ γὰρ ὀπηδεῖ), ἡ δ’ ὡς οὐκ ἔστιν γε καὶ ὡς χρεών ἐστι μὴ εἶναι, τὴν δή τοι φράζω παναπευθέα ἔμμεν ἀταρπόν.
25καὶ οὔτε γὰρ ἂν γνοίης τό γε μὴ 〈ἐ〉όν (οὐ γὰρ ἐφικτόν) οὔτε φράσαις.
λέγει δ’ οὖν καὶ οὗτος ὁ φιλόσοφος ἐπὶ διττοῖς πράγμασιν,
in Ti
.

1

.

346

οὖσι καὶ μὴ οὖσι, διττὰς εἶναι τὰς γνώσεις, ἀλήθειαν, ἣν καὶ εὐφεγγῆ κέκληκεν, ὡς τῷ φωτὶ τῷ νοερῷ διαλάμπουσαν, καὶ πίστιν, ἣν τῆς μονίμου γνώσεως ἀφεῖλεν. ἔοικε δὲ ἡ πίστις, ἣν Πλάτων παρείληφε νῦν, ἑτέρα τις εἶναι παρὰ
5τὴν ἐν Πολιτείᾳ [VI 511 E] λεγομένην ἐν τῇ κατατομῇ τῆς γραμμῆς· ἐκείνη μὲν γὰρ ἄλογός ἐστι γνῶσις, ὅθεν καὶ διῄρηται μὲν ἀπὸ τῆς εἰκασίας, τέτακται δὲ κατὰ τὴν αἴσθη‐ σιν, αὕτη δὲ λογικὴ μέν ἐστι, συμμίγνυται δὲ πρὸς τὰς ἀλόγους γνώσεις, αἰσθήσει καὶ εἰκασίᾳ χρωμένη, διὸ καὶ
10ἀναπίμπλαται πολλοῦ τοῦ ἀστάτου· τὸ γὰρ ὅτι λαμβάνουσα παρὰ τῆς αἰσθήσεως ἢ τῆς εἰκασίας, οὕτως τὰς αἰτίας ἀποδί‐ δωσιν· αἱ δὲ γνώσεις αὗται πολὺ τὸ συγκεχυμένον ἔχουσι καὶ ἄστατον. διὸ καὶ ὁ ἐν Φαίδωνι [83 A] Σωκράτης πολλὰ κατηγορεῖ τῆς αἰσθήσεως, 〈ὡσ〉 οὔτε ἀκούομεν ἀκριβὲς
15οὐδὲν οὔτε ὁρῶμεν. πῶς ἂν οὖν ἡ ἀπὸ τῆς αἰσθήσεως ἀρχο‐ μένη γνῶσις ἔχοι τὸ ἀκριβὲς καὶ τὸ ἄπταιστον; τὰ μὲν γὰρ ἐπιστήμῃ μόνῃ χρώμενα μετὰ ἀκριβείας πᾶν συναιρεῖ τὸ γνωστόν, τὰ δὲ μετ’ αἰσθήσεως σφάλλεται καὶ διαπίπτει τἀκριβοῦς διὰ τὴν αἴσθησιν καὶ δι’ αὐτὸ τὸ γνωστὸν ἄστα‐
20τον ὄν· τὸ μὲν γὰρ ἔνυλον ἀεὶ τρεπόμενον καὶ ῥέον τί ἂν λέγοι τις, ὅ γε οὐδὲ ἀκαρῆ διαμένειν πέφυκε; τὸ δὲ οὐρά‐ νιον διὰ μὲν τὸ πόρρω ἡμῶν εἶναι οὐκ ἔστιν εὔγνωστον οὐδ’ ἐπιστήμῃ ληπτόν, ἀλλ’ ἀγαπῶσι καὶ τὸ ἐγγὺς ἐν τῇ περὶ αὐτοῦ θεωρίᾳ καὶ τὸ πιθανόν· πᾶν γὰρ τὸ ἐν τόπῳ
25ὂν δεῖται τοῦ ἐκεῖ γενησομένου πρὸς τὸ ἐπιγνωσθῆναι πάν‐ τως ὁποῖόν ἐστιν. ἀλλ’ οὐ τὸ νοητὸν τοιοῦτον· οὐ γὰρ τόπῳ διείληπται τὰ τῆς ἡμετέρας γνώσεως· ὅπου γὰρ ἂν στήσῃ τις τὴν διάνοιαν, ὥσπερ πανταχοῦ παρούσης ἐφάπτε‐ ται τῆς ἀληθείας. εἰ δέ τι καὶ δυνατὸν ἀραρὸς περὶ αὐτοῦ
30λέγειν, καὶ τοῦτο δυνατὸν καθόσον τοῦ ὄντος μετείληφε, καὶ καθόσον νοήσει ληπτόν ἐστι· διὰ γὰρ τῶν γεωμετρικῶν
καθολικῶν οὐσῶν ἀποδείξεων, εἴ τι ἀναγκαῖον συνάγειν περὶ
in Ti
.

1

.

347

αὐτοῦ, δυνατὸν μόνως· ὡς δὲ αἰσθητὸν δύσληπτόν ἐστι καὶ δυσθεώρητον. ταῦτα μὲν οὖν περὶ τούτων. ἀπορήσειε δ’ ἄν τις, πῶς ἔτι τὸν δημιουργὸν εὑρεῖν ἔργον ἂν φή‐ σειέ τις καὶ εὑρόντας εἰς πάντας ἀδύνατον λέγειν
5[28 C], ὅπου γε περὶ τοῦ παραδείγματος μονίμους καὶ ἀμετα‐ στάτους καὶ ἀνελέγκτους ἀποδιδόναι λόγους οἷοί τέ ἐσμεν. ἦ τὸ μὲν περὶ τοῦ δημιουργοῦ ῥηθὲν ἐφαρμόσει πολλῷ μᾶλ‐ λον καὶ αὐτῷ τῷ παραδείγματι· μειζόνως γὰρ ἐκεῖνο καὶ εὑρεῖν ἔργον καὶ εὑρόντα λέγειν εἰς ἅπαντας· οὔτε δὲ περὶ
10τοῦ δημιουργοῦ τοὺς μετ’ ἐπιστήμης ἀπεγίνωσκε γίνεσθαι λόγους οὔτε περὶ ἄλλου του τῶν ἀεὶ ὡσαύτως ἐχόντων. καὶ τίνι γὰρ ἂν ὁ Πλάτων διαφέροι τῶν ἄλλων φυσιολόγων ἢ τὴν περὶ τῶν θείων ἐπιστήμην ἐπιδεικνύμενος; εἰ δὲ δια‐ φερόντως ἐπὶ τῆς δημιουργικῆς αἰτίας τοῦτο ὑπέμνησεν
15ἡμᾶς, ὅτι ἔργον αὐτὴν εὑρεῖν, οὐ χρὴ θαυμάζειν. ἐγίνωσκε γάρ, οἶμαι, τοὺς ἄλλους φυσιολόγους τὴν ποιητικὴν αἰτίαν εἰς φυσικὰς δυνάμεις ἀνάγοντας. ἵνα οὖν μὴ ταὐτὸν ἐκεί‐ νοις πάθωμεν, δυσεύρετον καὶ δύσγνωστον ἀποφαίνεται εἶναι τὴν δημιουργικὴν ἀρχήν. ταῦτα καὶ πρὸς τὴν ἀπορίαν.
20ἀλήθειαν δὲ πολλαχοῦ τῶν ὄντων ὑποτίθεται ὁ Πλάτων, τοῖς θεολόγοις ἑπόμενος· ἄλλη γὰρ ἡ ἑνοειδὴς ἀλήθεια, τὸ ἐκ τἀγαθοῦ προϊὸν φῶς, ὃ καὶ τὴν καθαρότητα, ὡς ἐν Φιλήβῳ [55 C 58 D] λέγει, καὶ τὴν ἕνωσιν ἐν Πολιτείᾳ [VI 508 E 509 B] παρέχεται τοῖς νοητοῖς· ἄλλη ἡ ἀπὸ τῶν
25νοητῶν, ἡ καταλάμπουσα τὰς νοερὰς διακοσμήσεις, ἣν ὑπο‐ δέχεται πρώτως ἡ ἀσχημάτιστος καὶ ἀχρώματος καὶ ἀναφὴς οὐσία [Phaedr. 247 C], οὗ δὴ καὶ τὸ τῆς ἀλη‐ θείας ἐστὶ πεδίον, ὡς ἐν Φαίδρῳ [248 B] γέγραπται· ἄλλη ἡ συμφυὴς ταῖς ψυχαῖς, ἡ διὰ νοήσεως ἐφαπτομένη
30τοῦ ὄντος καὶ δι’ ἐπιστήμης συνοῦσα τοῖς ἐπιστητοῖς· τρίτον
in Ti
.

1

.

348

γὰρ ὡς ἐν πλάτει λέγειν τὸ ψυχικὸν φῶς ἀπὸ τοῦ νοητοῦ, τοῦ μὲν νοεροῦ πλάτους ἀπὸ τοῦ νοητοῦ πληρουμένου, τοῦ δὲ αὖ ψυχικοῦ παρὰ τοῦ νοεροῦ. ταύτην οὖν τὴν ἐν ψυ‐ χαῖς ἀλήθειαν ληπτέον καὶ νῦν, ἐπεὶ καὶ πίστιν ταύτην
5ἐλαμβάνομεν, ἀλλ’ οὐ τὴν ἄλογον καὶ ἀπειρημένην πάσης λογικῆς ἐπιστάσεως, καὶ συναπτέον τὴν μὲν τοῖς νοητοῖς, τὴν δὲ τοῖς αἰσθητοῖς. Ἐὰν οὖν, ὦ Σώκρατες, πολλὰ πολλῶν πέρι, θεῶν καὶ τῆς τοῦ παντὸς γενέσεως, μὴ δυνατοὶ γιγνώ‐
10μεθα πάντη πάντως αὐτοὺς ἑαυτοῖς ὁμολογουμέ‐ νους καὶ ἀπηκριβωμένους ἀποδοῦναι λόγους, μὴ θαυμάσῃς [29 C]. Πρῶτον τὰς ὑποθέσεις παρέσχετο τῆς ὅλης φυσιολογίας καὶ τὰ λήμματα συνήγαγεν, ὧν δεῖ πρὸς τὴν θεωρίαν, τρία
15μὲν ὄντα ταῦτα, πέντε δὲ ἐκείνας οὔσας. δεύτερον τὸν τρό‐ πον ἀφωρίσατο τῶν λόγων. τρίτον παρασκευάζει τὸν ἀκροα‐ τήν, ὅπως προσήκει τοὺς μέλλοντας ὑποδέχεσθαι λόγους· δεῖ γὰρ αὐτὸν οὐχ ὡς ἀπηκριβωμένων ἀκροᾶσθαι λόγων ὅσοι λέγονται περὶ τῶν φυσικῶν, οὐδὲ ὡς ἐπιστημονικῶν ὄντως,
20ἀλλ’ ὡς ἐοικότων ἐκείνοις· ἔτι δὲ γινώσκειν, ὅτι καθάπερ ὁ κόσμος συγκέκραται ἔκ τε φυσικῶν δυνάμεων καὶ νοερᾶς καὶ θείας οὐσίας—συνυφίσταται γὰρ τὰ φυσικὰ ἔργα τῷ νοερῷ φέγγει τοῦ πατρός, ὥς φησι καὶ τὸ λόγιον—οὕτω δὴ καὶ ὁ περὶ αὐτοῦ λόγος σύμμιξιν ποιεῖται πίστεως καὶ
25ἀληθείας· τὰ μὲν γὰρ ἀπ’ αἰσθήσεως λαμβανόμενα πολλῆς μετέχει τῆς εἰκοτολογίας, τὰ δὲ ἀπὸ τῶν νοητῶν ὁρμώμενα
τὸ ἀνέλεγκτον ἔχει καὶ ἄπταιστον. ὅταν γὰρ περὶ αὐτοῦ τοῦ
in Ti
.

1

.

349

δημιουργοῦ λέγωμεν, ὅτι βουλεύεται καὶ διανοεῖται καὶ ὅτι ποιεῖ τάδε πρὸ τῶνδε, τῆς ἀληθείας ἀπολειπόμεθα τῶν πραγ‐ μάτων· ὥστε εἰ περὶ τῶν ἀεὶ ὄντων λέγοντες ὅπως προνο‐ οῦσι τοῦ παντὸς ἀναγκαζόμεθα μερίζειν τὸ ἀμέριστον καὶ
5ἔγχρονον ποιεῖν τὸ αἰώνιον, πολλῷ μᾶλλον οἱ περὶ αὐτῶν τῶν αἰσθητῶν λόγοι τοῦ ἀκριβοῦς ἂν διαμαρτάνοιεν. τί οὖν; φαίη τις ἄν· οὐκ ἀκριβεῖς τινας περὶ τοῦ οὐρανοῦ λόγους ἀποδίδομεν, οἷον ὅτι οἱ ἐν αὐτῷ κύκλοι διχοτομοῦσιν ἀλλή‐ λους; οὐχὶ δὲ καὶ ὅταν μὴ τὸ ἀκριβές, ἀλλὰ τὸ σύνεγγυς
10ἀγαπῶμεν, διὰ τὴν ἡμετέραν ἀσθένειαν, ἀλλ’ οὐ διὰ τὴν τοῦ πράγματος φύσιν ἀποπίπτομεν τῆς ἀκριβείας; ἦ καὶ ὅταν μὴ ἀπ’ αἰσθήσεως λαμβάνωμεν τὰς ἀρχάς, ἀλλ’ ἀπὸ τῶν καθόλου λόγων, ὡς μὲν ἐν τοῖς αἰσθητοῖς οἱ περὶ τοῦ οὐρανοῦ λόγοι τἀκριβὲς ἐπιδείκνυνται καὶ ἀνέλεγκτον, ὡς
15δὲ ἐν ἐπιστητοῖς ἐλέγχονται καὶ οὗτοι διὰ τῶν ἀύλων εἰδῶν. σκόπει γὰρ οὖν καὶ αὐτὸ τοῦτο τὸ νῦν ῥηθέν· οἱ μέγιστοι, φασί, κύκλοι δίχα τέμνουσιν ἀλλήλους. οὐκοῦν ἀνάγκη κατὰ σημεῖα γίγνεσθαι τὴν τομήν. τοῦτο δὲ ἀμερές. τί οὖν ἐν μεριστῷ τοιοῦτον; τίς δὲ ἀδιάστατος ἐν διαστατοῖς οὐσία;
20πᾶν γὰρ τὸ ἐν σώματι γεγονὸς φυσικῶς συμμερίζεται τῷ ὑποκειμένῳ. τί οὖν; οὐχὶ καὶ σημεῖόν ἐστι φυσικόν; ἀλλὰ τοῦτο τοῦ ὄντως ἀμεροῦς ἀπολείπεται, καὶ ἔστι σημεῖον μὲν ἐν φυσικοῖς, ἁπλῶς δὲ οὐ σημεῖον, ὥστε ὁ περὶ σημείου λόγος ἀκριβῶς οὐκ ἐφαρμόσει τῷ τοιούτῳ. ὅλως δὲ ὡς οἱ
25περὶ τῶν νοητῶν λόγοι τοῖς διανοητοῖς οὐκ ἐφαρμόσουσιν, οὕτως οὐδ’ οἱ περὶ τῶν ἐπιστητῶν τοῖς αἰσθητοῖς· τὰ μὲν γὰρ νοητὰ παραδείγματα τῶν διανοητῶν, τὰ δὲ διανοητὰ τῶν αἰσθητῶν· ψυχὴ γὰρ ἡ κοσμήσασα τὸν μέγαν οὐρανὸν καὶ κοσμοῦσα μετὰ τοῦ πατρός. ὥσθ’ ὅταν λέγωμεν κύκλους ἐν
30οὐρανῷ καὶ ἐπαφὰς καὶ διχοτομίας καὶ ἰσότητας, ὡς μὲν
περὶ αἰσθητῶν λέγοντες ἀκριβῶς λέγομεν· ἐπὶ γὰρ οὖν τῶν
in Ti
.

1

.

350

ἀύλων πάντα τὰ τοιαῦτα φλήναφός ἐστιν. εἰ δέ τις ἡμᾶς ἔροιτο· τί δέ; οὐ τὸ ὄντως ἴσον λόγος ἐστὶ καὶ ὁ ὄντως κύκλος ἀδιάστατος; καθόλου γὰρ ἑκάτερον, τὸ δὲ καθόλου λόγος καὶ εἶδος ἀμερές· τὰ δὲ ἐν οὐρανῷ μεριστὰ καὶ διά‐
5τομα καὶ ἐν ὑποκειμένῳ, πάλιν ἐνταῦθα οὔτε κύκλους οὔτε ἰσότητας οὔτε ἄλλο τοιοῦτον οὐδὲν ἐν τοῖς αἰσθητοῖς εἶναί φαμεν, καὶ οὕτω τοὺς ἑαυτῶν λόγους οὐχ ὁμολογοῦντας αὐτοὺς ἑαυτοῖς παρεχόμεθα. λέγομεν οὖν συντόμως, ὅτι τὴν ἐπιστήμην ὁ Πλάτων ποτὲ μὲν ὁρίζεται τῷ τὰς αἰτίας ἀπο‐
10διδόναι μόνον, τοτὲ δὲ τῷ καὶ τὰ ὑποκείμενα αὐτῇ μόνιμον ἔχειν οὐσίαν παντελῶς μετὰ τῆς ἀποδόσεως τῶν τῆς αἰτίας ἀπολογισμῶν, τοτὲ δὲ τῷ τὰς ἀρχὰς μὴ εἶναι ὑποθέσεις. καὶ κατὰ τοῦτο μὲν τὸ εἶδος μίαν ἐπιστήμην ἀφορίζεται τὴν μέχρι τῆς ὄντως ἀρχῆς ἀνιοῦσαν· αὕτη γὰρ τὴν ἀρχὴν ὄντως
15ἀρχήν, 〈τὴν〉 ἀνυπόθετον, προΐσταται καὶ τὸ ὑποκείμενον ἔχει τὸ ὄντως ὂν καὶ ἀπ’ αἰτίας ποιεῖται τοὺς λόγους· κατὰ δὲ τὸ δεύτερον καλεῖ καὶ τὰς διανοητικὰς γνώσεις ἐπιστήμας. κατὰ δὲ τὸ πρῶτον μόνον δοίη ἂν καὶ τῇ φυσιολογίᾳ τὴν τῆς ἐπιστήμης προσηγορίαν· νῦν δὲ τὸ δεύτερον εἶδος ὁρῶν
20ἀξιοῖ καλεῖν αὐτὴν εἰκοτολογίαν. ταῦτα μὲν οὖν πρὸς τὴν ἀπορίαν. τὴν δὲ σύμπασαν ῥῆσιν ἔχουσάν τινα δυσκολίαν κατὰ τὴν σύνταξιν οὑτωσὶ πρὸς ἑαυτὴν ἀπευθυντέον μετὰ βραχείας προσθήκης· ἐάν, ὦ Σώκρατες, πολλὰ λέγοντες περὶ πολλῶν, εἶτα τίνων δεικνύων πολλῶν προσέθηκε
25θεῶν καὶ τῆς τοῦ παντὸς γενέσεως· καὶ γὰρ καὶ περὶ τῆς τῶν θεῶν γενέσεως τῶν νέων ἐρεῖ [42 D] καὶ περὶ τῆς τοῦ παντός· καὶ ταῦτά ἐστι τὰ πολλά· ἐὰν δ’ οὖν, φησί, πολλὰ περὶ πολλῶν λέγοντες περὶ γενέσεως τῆς τε τοῦ παντὸς καὶ θεῶν τῶν ἐν αὐτῷ, πολλῶν τούτων
30ὄντων ἑκατέρων, μὴ δυνώμεθα ἀπηκριβωμένους ἀπο‐
in Ti
.

1

.

351

δοῦναι λόγους, μὴ θαυμάσῃς. τοῦτο δὲ εἶπεν, ἐπει‐ δὴ τοῖς ἀναγκαίοις ἐνίσχεσθαι οὐ θαυμαστόν· ἀναγκαῖον δὲ τὸ μὴ ἀκριβῶς διχῶς, διά τε τὸ γνωστὸν οὐκ ὂν μόνιμον οὐδὲ σαφὲς καὶ διὰ τὴν ἡμετέραν φύσιν ἀνθρωπίνην οὖσαν.
5Πλάτων μὲν οὖν τοσαύτῃ χρῆται ἐν τοῖς λόγοις ἀσφαλείᾳ· οἱ δὲ ἄλλοι οὐχ οὕτως· ἀλλ’ Ἡράκλειτος [frg. 1 D.] μὲν ἑαυτὸν πάντα εἰδέναι λέγων πάντας τοὺς ἄλλους ἀνεπιστή‐ μονας ποιεῖ, Ἐμπεδοκλῆς [frg. 4, 8 D.] δὲ αὐτὴν ἐπαγ‐ γέλλεται παραδώσειν τὴν ἀλήθειαν·
10
καὶ τάδε τοι σοφίης ἐπ’ ἄκροισι θοάζει· ταῦτα γὰρ οὐ κατὰ τὴν φιλόσοφον εὐλάβειαν. οἱ δὲ ἀπὸ τῆς Στοᾶς καὶ τὴν αὐτὴν ἀρετὴν εἶναι θεῶν καὶ ἀνθρώ‐ πων εἰρήκασι, πολλοῦ δέοντες τῆς τοῦ Πλάτωνος ὁσιότητος εἶναι ζηλωταὶ καὶ τῆς Σωκρατικῆς μετριότητος.
15 Ἀλλ’ ἐὰν ἄρα μηδενὸς ἧττον παρεχώμεθα εἰκό‐ τας, ἀγαπᾶν χρὴ μεμνημένον, ὡς ὁ λέγων ἐγὼ ὑμεῖς τε οἱ κριταὶ φύσιν ἀνθρωπίνην ἔχομεν, ὥστε περὶ τούτων τὸν εἰκότα μῦθον ἀποδεχομένους πρέπει τούτου μηδὲν ἔτι πέρα ζητεῖν [29 CD].
20 Διχόθεν ὁ Τίμαιος τὸ μὴ ἀραρὸς μηδ’ ἀκριβὲς τῶν περὶ τῆς φύσεως λόγων ὑπέμνησεν, ἔκ τε τῆς αὐτῶν τῶν πραγ‐ μάτων οὐσίας—ἀπὸ γὰρ ἀύλων ἔνυλα γενόμενα καὶ ἀπὸ ἀμερίστων μεριστὰ καὶ ἀπὸ χωριστῶν ἐν ἀλλοτρίᾳ ἕδρᾳ καὶ ἀπὸ καθολικῶν ἄτομα καὶ μερικὰ τὸν ἐπιστημονικὸν καὶ
25ἀνέλεγκτον οὐκ ἐπιδέχεται λόγον, ὃς τοῖς καθόλου καὶ τοῖς ἀύλοις ἐφαρμόζει καὶ τοῖς ἀμερίστοις εἴδεσι—καὶ ἐκ τῆς τῶν ἐπισκοπουμένων ἀδυναμίας· εἰ γὰρ ἔδει τι γνῶναι περὶ αὐτῶν, ἔδει τὴν σύστοιχον αὐτοῖς περιβαλεῖν γνῶσιν, αὕτη δὲ αἴσθησις. ἀλλ’ ἐκεῖ μὲν ὄντες ἴσως ἧττον ἂν ἠπατήθη‐
30μεν, ἐνταῦθα δ’ ἐν τῷ ἐσχάτῳ τοῦ παντὸς κατῳκισμένοι καὶ
in Ti
.

1

.

352

πορρωτάτω ὄντες ἐκείνων παχέως καὶ ἡμαρτημένως τῇ αἰ‐ σθήσει χρώμεθα. καὶ ἡμεῖς μὲν οὕτω· φύσιν γὰρ ἀνθρω‐ πίνην ἐλάχομεν· ἡ δὲ ἀνθρωπίνη φύσις συνεισφέρει τὴν ἔνυ‐ λον ζωὴν τὴν ἐπιπροσθουμένην ὑπὸ τοῦ σώματος, τὴν μερι‐
5στήν, τὴν δεομένην καὶ τῶν ἀλόγων γνώσεων. αὐτοὶ δὲ οἱ θεοὶ καὶ τὸ γενητὸν ἀγενήτως καὶ τὸ διαστατὸν ἀδιαστάτως ἐγνώκασι καὶ τὸ μεριστὸν ἀμερίστως καὶ τὸ ἔγχρονον διαι‐ ωνίως καὶ τὸ ἐνδεχόμενον ἀναγκαίως· αὐτῷ γὰρ τῷ νοεῖν πάντα γεννῶσιν, ἃ δὲ γεννῶσιν, ἐκ τῶν ἀμερῶν καὶ αἰωνίων
10καὶ ἀύλων εἰδῶν γεννῶσιν· ὥστε καὶ νοοῦσιν αὐτὰ τοῦτον τὸν τρόπον. μὴ γὰρ οἰηθῶμεν, ὅτι ταῖς τῶν γνωστῶν φύσεσιν αἱ γνώσεις χαρακτηρίζονται, μηδ’ ὅτι τὸ μὴ ἀραρὸς οὐκ ἀραρός ἐστι παρὰ θεοῖς, ὥς φησιν ὁ φιλόσοφος Πορφύριος—τοῦτο γὰρ αὖ ἐκεῖνος ἀνεφθέγξατο, ὅπερ τ’ ἄρρητον ἄμεινον
15[Hom. ξ 466]—ἀλλ’ ὅτι ταῖς τῶν γινωσκόντων διαφοραῖς ἀλλοῖος γίγνεται τῆς γνώσεως ὁ τρόπος· τὸ γὰρ αὐτὸ γινώ‐ σκει θεὸς μὲν ἡνωμένως, νοῦς δὲ ὁλικῶς, λόγος δὲ καθο‐ λικῶς, φαντασία δὲ μορφωτικῶς, αἴσθησις δὲ παθητικῶς. καὶ οὐχ ὅτι τὸ γνωστὸν ἕν, μία καὶ ἡ γνῶσις. ἔτι δέ, εἰ
20αἱ γνώσεις κατ’ οὐσίαν εἰσὶν ἐπὶ τῶν θεῶν καὶ ἔστιν οὐκ ἐπίκτητος ἡ νόησις αὐτῶν, ὡς εἰσίν, οὕτω καὶ γιγνώσκουσιν, ἃ γινώσκουσιν· εἰσὶ δὲ ἄυλοι καὶ αἰώνιοι καὶ ἡνωμένοι καὶ ἄχραντοι· καὶ γινώσκουσιν ἄρα ἀύλως, αἰωνίως, ἡνω‐ μένως, ἀχράντως· τὸ ἄρα ἔνυλον ἀύλως καὶ τὸ διεσπαρμένον
25πλῆθος ἑνοειδῶς καὶ τὸ κατὰ χρόνον μεταβαλλόμενον μονί‐ μως καὶ αἰωνίως καὶ τὸ παρὰ φύσιν πᾶν καὶ σκοτεινὸν καὶ μὴ καθαρὸν ἀχράντως προειλήφασι. τοῦτο μὲν οὖν μὴ καὶ περιττὸν ᾖ πλείονος ἀξιοῦν παραμυθίας· τόδε δὲ αὖ ληπτέον ἀπὸ τῶν εἰρημένων, ὅτι καὶ παρὰ τὴν ἡμετέραν ἀσθένειαν
30γίνεται τὸ μὴ ἀκριβὲς ἐν τῇ θεωρίᾳ τῶν τοῦ ὄντος εἰκόνων· δεόμεθα γὰρ καὶ φαντασίας καὶ αἰσθήσεως καὶ ὀργάνων
ἄλλων τῶν πολλῶν πρὸς τὴν γνῶσιν. οἱ δὲ θεοὶ τῷ ἑνὶ
in Ti
.

1

.

353

αὐτῶν καὶ τῇ θείᾳ νοήσει καὶ ταῦτα συνῃρήκασιν. ἐπὶ μὲν γὰρ τῶν ὑπὸ σελήνην ἀγαπῶμεν ἑλεῖν τὸ ὡς ἐπὶ τὸ πολὺ διὰ τὸ τῆς ὑποκειμένης αὐτοῖς ὕλης ἀστάθμητον· ἐπὶ δὲ τῶν οὐρανίων πάλιν αἰσθήσει χρώμενοι καὶ ὀργάνοις ἀνα‐
5πιμπλάμεθα πολλοῦ τοῦ εἰκότος, καὶ διὰ ταῦτα καὶ ἐπ’ ἐκεί‐ νων τὸ ἐγγὺς ἀγαπητὸν ἡμῖν, πόρρω κατῳκισμένοις ἐν τῷ πυθμένι, φασί, τοῦ παντός. δῆλον δὲ καὶ ἀπὸ τῶν περὶ αὐτῶν πραγματευσαμένων ἀπὸ διαφερουσῶν ὑποθέσεων τὰ αὐτὰ περὶ αὐτῶν συναγόντων, τῶν μὲν διὰ τῶν ἐκκέντρων,
10τῶν· δὲ διὰ τῶν ἐπικύκλων, τῶν δὲ διὰ τῶν ἀνελιττουσῶν τὰ φαινόμενα σῳζόντων. τί οὖν; φαίη τις ἄν· ἀγαπήσωμεν παρὰ Πλάτωνος φυσιολογοῦντος ἀκούοντες ὁπόσα καὶ τῶν ἄλλων, καὶ στέρξωμεν τὸ μηδενὸς ἧττον. ἦ μάλιστα μὲν τοῖς ἔμφροσιν οὕτω περὶ αὐτῶν ἁρμόσει λέγειν, τὸ μεταξὺ
15διώκουσιν εἰρωνείας καὶ ἀλαζονείας· τῆς μὲν γὰρ εἴη ἂν τὸ φάναι ‘πάντων μᾶλλον‘, τῆς δὲ τὸ ‘πάντων ἧττον‘, μεσότης δὲ τὸ ‘μηδενὸς ἧττον‘. ἔπειτα τὸ μηδενὸς ἧττον οὐ μόνον λέγοι ἂν τῶν ἤδη προγεγονότων καὶ θεατῶν τῆς φύσεως, ἀλλὰ καὶ αὐτῶν τῶν πραγμάτων τῶν εἰκότων, ὡς ἂν εἰ
20ἔλεγεν· εἰ μηδενὸς ἧττον τῶν πραγμάτων καὶ αὐτοὶ παρεχοί‐ μεθα λόγους εἰκότας μηδ’ ἀπολειφθείημεν τῆς φύσεως τῶν γνωστῶν, ἀγαπητέον· θεοὶ μὲν γὰρ καὶ κρειττόνως αὐτὰ γινώσκουσιν, ἡμῖν δὲ ἀγαπητόν, εἰ καὶ ἐγγὺς αὐτῶν βάλ‐ λομεν· ἄνθρωποι γάρ ἐσμεν καὶ ἐν σώματι κατατετάγμεθα
25καὶ μερικὸν εἶδος ζωῆς προβεβλήμεθα καὶ αὐτοῦ πολλοῦ τοῦ εἰκότος ἀναπεπλήσμεθα, ὥστε εἰκότως καὶ μύθοις ἐοι‐ κότας ἐροῦμεν λόγους· πολλῆς γὰρ τῆς παχύτητος καὶ τῆς ἀλογίας, ἣν ὁ μῦθος ἐνδείκνυται, ὁ ἡμέτερος λόγος ἐστὶν
ἀναπεπλησμένος, καὶ δεῖ τῇ ἀνθρωπίνῃ φύσει συγγινώσκειν.
in Ti
.

1

.

354

Ἄριστα, ὦ Τίμαιε, παντάπασιν ὡς κελεύεις ἀπο‐ δεκτέον. τὸ μὲν οὖν προοίμιον θαυμασίως ἀπεδεξά‐ μεθά σου, τὸν δὲ δὴ νόμον ἡμῖν ἐφεξῆς πέραινε [29 D].
5 Ἐν μὲν τῇ Πολιτείᾳ τοῦ Σωκράτους διατιθέντος τοὺς λόγους σιωπῇ παρῆν ὁ Τίμαιος, οὐκ ἐνδεικνύμενος τὰς ἑαυτοῦ κρίσεις περὶ τῶν λεγομένων. ἐνταῦθα δὲ ὁ Σωκράτης θαυμαστῶς ὅπως ἀποδέχεται τὸν Τίμαιον, ἐπειδὴ καὶ ἐν τοῖς πράγμασιν, ὧν τὰ πρόσωπα εἰκόνες, τῶν μὲν δευτέρων ἐνερ‐
10γούντων αὐτὰ ἐν ἑαυτοῖς ἵδρυται τὰ πρῶτα καὶ οὐκ ἐξίστα‐ ται ἑαυτῶν οὐδὲ νεύει πρὸς τὰ χείρω, τῶν δὲ θειοτέρων κινουμένων ἐπαίρεται καὶ τὰ κοιλότερα πρὸς τὴν μετουσίαν αὐτῶν δι’ ἔρωτος παμπόλλου καὶ θαύματος. εἰκότως ἄρα καὶ ὁ Σωκράτης ἐν τούτοις εὐφημίαν πᾶσαν περὶ τὸν Τί‐
15μαιον καταβάλλεται· διὰ γὰρ αὐτοῦ τοῦ θαύματος μειζόνως συνάπτεται πρὸς αὐτόν. καὶ μὴν καὶ τὸ ἄριστον ἐνδείκνυ‐ ται μὲν καὶ τὸ τέλειον καὶ τὸ νοερὸν τῆς τοῦ Τιμαίου δι‐ δασκαλίας καὶ τὸ ἐπιστημονικὸν καὶ τὸ ἱκανόν, ἐνδείκνυται δὲ αὐτοῦ καὶ τὴν πρὸς τὸν δημιουργὸν ἀναλογίαν· ὡς γὰρ
20ἐκεῖνος τῶν αἰτίων ἄριστος ἐν τοῖς ἔργοις, οὕτω δὴ καὶ οὗτος ἄριστος ἐν τοῖς λόγοις. καὶ τὸ παντάπασιν ὡς κε‐ λεύεις ἀποδεκτέον ὁποῖον εἶναι προσήκει τὸν ὀρθῶς ὑπο‐ δεξόμενον τοὺς περὶ τῶν θείων λόγους ἐπιδείκνυσιν· ὅτι δὴ λιπαρῶς μὲν ἀντεχόμενον τοῦ διδάσκοντος, ποιοῦντα δὲ
25παντὶ σθένει τὸ ὑπ’ ἐκείνου προσταττόμενον, πείθοντα δὲ ἑαυτόν, ὡς ὀρθῶς ἔχει πείθεσθαι τοῖς ὑπ’ αὐτοῦ λεγομένοις. ἔτι τοίνυν τὸ μὲν προοίμιον τὴν ἐν ταῖς ὑποθέσεσι τῶν
ὅλων νοημάτων περιοχὴν ἐνδείκνυται· πάντα γοῦν ἐστιν ἐν
in Ti
.

1

.

355

αὐτῷ τὰ προοίμια· τί τε γὰρ τὸ προοίμιον εἴρηται, καὶ τί τὸ εἶδος τοῦ ζητουμένου, καὶ ποίων ὑποθέσεων καὶ τίνων προδεικνυμένων ἐκ τούτων ἤρτηται, καὶ ὁποῖον τῶν λόγων εἶδος, καὶ ὁποῖος ὁ ἀκροατής. ὁ δὲ νόμος εἴληπται ἀπὸ
5τῶν κιθαρῳδικῶν νόμων· οὗτοι μὲν οὖν εἰσι μέλη τινὰ πεποιημένα, τὰ μὲν Ἀθηναϊκά, τὰ δὲ Ἀρεϊκά, καὶ τὰ μὲν ἐνθεαστικά, τὰ δὲ κοσμητικὰ τῶν ἠθῶν. πρὸ δὲ τῶν νόμων τούτων προοίμια προτάττειν εἰώθασιν, ἃ καὶ διὰ τοῦτο προ‐ ψηλαφήματα ἐκάλουν. εἴληπται μὲν οὖν ἐκεῖθεν. συντελεῖ δὲ
10εἰς τὸ προκείμενον, διότι καὶ πᾶσα ἡ ἐμφανὴς διακόσμησις ἐναρμόνιος οὖσα μένει διαιωνίως διὰ τὴν ἀγαθότητα τὴν τῶν αἰτίων· ἔτι δὲ καὶ ὅτι πρόεισιν ἀπὸ νοῦ καὶ κατὰ νοῦν, καὶ ὅτι διακεκριμένας ἔχει τὰς ὅλας δυνάμεις καὶ διατεταγμένας κατὰ τὸ προσῆκον ἑκάστῃ· καὶ γὰρ τὰ μέλη νόμους ἐκάλουν, ὅτι
15τε ἀκίνητα ἔμενε καὶ ὅτι διανενέμητο τὰ πρέποντα ἐφ’ ἑκάστοις. Λέγωμεν δ, δι’ ἥν τινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς συνέστησεν [29 D]. Τὰ μὲν προειρημένα πάντα παρασκευὰς ἡμῖν τὰς πρὸς τὴν ὅλην παρεδίδου φυσιολογίαν· καὶ τούτων τὰ μὲν δι’
20εἰκόνων καὶ συμβόλων ἐπεδείκνυ τὴν τοῦ κόσμου θεωρίαν, τὰ δὲ προοίμια κατεβάλλετο τῆς συμπάσης πραγματείας, καὶ τῆς δι’ εἰκόνων ἢ συμβόλων ἐνδείξεως τὰ μὲν τὴν ἕνωσιν ἐξέφαινε τῶν ἐγκοσμίων, τὰ δὲ τὴν διάκρισιν, καὶ τῶν προ‐ οιμίων τὰ μὲν ἦσαν ὑποθέσεις, τὰ δὲ οἷον λήμματα δεικνύ‐
25μενα διὰ τῶν ὑποθέσεων. καὶ γὰρ τὰ περὶ τοῦ τρόπου τῶν λόγων ἐν τοῖς δεικνυμένοις ἄν τις θεῖτο· τῷ γὰρ γενητὸν ἀποδεδεῖχθαι τὸν κόσμον ἀκολουθεῖ τὸ εἰκοτολογίαν εἶναι τὴν περὶ τοῦ κόσμου πραγματείαν. τούτων δ’ αὖ τέλος τὸ
πρέπον λαβόντων ἀρχόμενος τῆς δημιουργίας τοῦ παντὸς
in Ti
.

1

.

356

ὁ Τίμαιος ἀπὸ τοῦ ἀγαθοῦ ποιεῖται τὴν ἀρχὴν ὁρμητήριον αὐτῷ κάλλιστον εἶναι νομίζων τὴν τῆς τελικῆς αἰτίας εὕρε‐ σιν· ὡς γὰρ πάντων τῶν ὄντων αἴτιόν ἐστι τἀγαθόν, οὕτω δεῖ καὶ τὴν τοῦ κόσμου γένεσιν ἀπὸ ταύτης προϊέναι τῆς
5ἀρχῆς πρωτίστης· πάντα γὰρ ἐκ τοῦ ἀγαθοῦ, καὶ ὅσων μή ἐστιν αἴτιος ὁ δημιουργικὸς νοῦς; τούτων αἴτιον τἀγαθόν, ὥσπερ τῆς ὕλης, καὶ ὅσων μή ἐστιν ὑποστατικὸν τὸ παρά‐ δειγμα, καὶ ταῦτα ἐκεῖθεν ὑφίσταται· πάντα γὰρ ἐκείνου ἕνεκά ἐστι, καὶ ἐκεῖνο αἴτιον πάντων καλῶν, ὡς
10εἴρηται ἐν Ἐπιστολαῖς [312 E]· διὸ καὶ τὰ ἄλλα αἴτια πρὸς ταύτην ἀναπέμπει τὴν μίαν αἰτίαν ὁ Τίμαιος. τὸ γὰρ εἶδος τοῦ κόσμου διὰ τῶν ὑποθέσεων ἀνευρὼν καὶ τὸ παραδειγματικὸν καὶ τὸ ποιητικὸν αἴτιον νῦν ἐθελήσει τὴν κυριωτάτην καὶ πρεσβυτάτην ἀποδοῦναι τῶν αἰτιῶν, τὴν
15τελικήν, ἣν δεῖ διαφερόντως ἐπὶ τῆς ὅλης δημιουργίας ἐπι‐ ποθεῖν· ὅπου γὰρ καὶ ὁ κατὰ νοῦν ζῶν ἄνθρωπος τοῦ ἀγα‐ θοῦ πάντα πραγματεύεται χάριν, πόσῳ μᾶλλον αὐτὸς ὁ νοῦς καὶ ὁ θεῖος νοῦς οὐχὶ τῆς τελικῆς αἰτίας ἕνεκα πάντα δημι‐ ουργεῖ; κἂν γὰρ δοκῇ πολλάκις ὁ σπουδαῖος τοῦ σώματος
20ἕνεκά τι πράττειν ἢ ὅλως τῶν χειρόνων, οὐ τόδ’ ἐστὶ τὸ τέλος, τὸ τοῦ σώματος ἢ τὸ τοῦ χείρονος ἀγαθόν, ἀλλὰ γὰρ καὶ τοῦτο πράττει τῆς πρὸς τὸ θεῖον ὁμοιότητος ἕνεκα καὶ ἐκείνην ποιεῖται τὸ σκοπιμώτατον τέλος· πόσῳ δὴ οὖν μει‐ ζόνως ὁ τοῦ παντὸς δημιουργὸς τοῦ ἀγαθοῦ χάριν ἂν
25δημιουργοίη καὶ τῆς τελικῆς αἰτίας; οὐ γὰρ ἄσκοπον οὐδὲ ἀόριστον ποιεῖται τὴν ἐνέργειαν. διό μοι δοκεῖ καὶ ὁ Πλά‐ των μηδὲ ζητῆσαι τὴν ἀρχήν, εἰ ἔστι τελικὸν αἴτιον τῆς τοῦ κόσμου συστάσεως, ἀλλ’ ὡς τούτου παρὰ πᾶσιν ὁμο‐ λογουμένου ζητεῖν, τί τὸ τελικόν ἐστιν αἴτιον· νοῦς γὰρ
30ὑπόκειται δημιουργὸς καὶ θεός, ἀλλ’ οὐ τὸ αὐτόματον, ὥσπερ τινές φασιν. εἰ δὲ νοῦς τὸ ποιοῦν, ἔστι δήπου τὸ οὗ
ἕνεκα ἐν τῇ δημιουργίᾳ· ὡς γὰρ ψυχὴ κατωρθωμένη πάντα
in Ti
.

1

.

357

πάντως πράττει κατὰ νοῦν, οὕτως νοῦς δημιουργῶν πάντα ὑφίστησι κατὰ θεόν· τοῦτο δὲ τῷ κατὰ τὸ ἀγαθὸν ταὐτόν. εἴτε οὖν τοῖς Ἀριστοτελικοῖς ἐφέπεσθαι δεῖ προβλή‐ μασι, μετὰ τὸ τί ἐστι τὸ πᾶν καὶ ὁποῖόν ἐστιν ἀνάγκη τὸ
5διὰ τί ἐστι ζητεῖν· εἴρηται γάρ, ὅτι γενητὸν μέν ἐστιν, εἰ‐ κὼν δὲ τοῦ ὄντος, καὶ δεῖ προσδιασκέψασθαι, τίνος ἕνεκα γέγονεν· εἴτε κατὰ τὰς Πλατωνικὰς αἰτίας μετὰ τὸ δημι‐ ουργοῦν καὶ τὸ παράδειγμα τὸ τελικὸν εὑρεῖν προσήκει τῆς κοσμοποιίας αἴτιον· καὶ γὰρ αὖ καὶ εἰς τοῦτο πάντα τὰ
10ἄλλα ἀνήρτηται καὶ ἡ τοῦ παραδείγματος θειότης καὶ ἡ τοῦ ποιοῦντος ἀγαθότης καὶ ἡ τοῦ γενομένου τελειότης. καὶ μέχρι τούτου τοῖς φιλοθεάμοσιν ἡ ἄνοδος. καλεῖν δὲ εἰ‐ ώθασι τὸ μὲν τελικὸν αἴτιον δι’ ὅ, τὸ δὲ παραδειγματικὸν πρὸς ὅ, τὸ δὲ δημιουργικὸν ὑφ’ οὗ, τὸ δὲ ὀργανικὸν δι’ οὗ,
15τὸ δὲ εἶδος καθ’ ὅ, τὴν δὲ ὕλην ἐξ οὗ ἢ ἐν ᾧ, ταῦτα καὶ αὐτῷ τῷ Πλάτωνι δοκοῦντα τὰ ὀνόματα λαμβάνοντες. τὸ μὲν γὰρ τελικὸν νῦν ἐπιζητῶν δι’ ἣν αἰτίαν φησί· τὸ δὲ παραδειγματικὸν πρὸς πότερον τῶν παραδειγμάτων [28 C]· τὸ δὲ δημιουργικὸν τῷ δ’ αὖ γιγνομένῳ φαμὲν
20π’ αἰτίας τινὸς ἐξ ἀνάγκης γίγνεσθαι [28 A]· τὰ δὲ λοιπὰ προϊόντες ἐπ’ αὐτῶν τῶν ῥημάτων ἐπισκεψόμεθα τοῦ Πλάτωνος, πλὴν ὅτι γε οἰκεῖα ταῦτα τῆς τοῦ φιλοσόφου δια‐ κριτικῆς ἐπιστήμης εἰρήσθω καὶ νῦν. ἀλλὰ τίς ἡ γένε‐ σις καὶ τί τὸ πᾶν; ἔνιοι μὲν οὖν γένεσιν τὸν ὑπὸ σελήνην
25τόπον ἀκούσαντες τὸ πᾶν εἰρήκασι τὸν ὅλον κόσμον, πάντη διαπίπτοντες οὗτοι τοῦ Πλάτωνος· οὐ γὰρ ἰδίᾳ μὲν ὁ δη‐ μιουργὸς παραδίδοται τὰ ἔνυλα πλάττων, ἰδίᾳ δὲ τὸν ὅλον κόσμον. ἔπειτα δὲ καὶ ἡ γένεσις αὐτὴ μέρος ἐστὶ τοῦ παν‐ τός. εἰ δὲ πᾶν λέγοιεν τὸν οὐρανόν, διότι τὸ πλεῖστόν ἐστι
30τοῦ κόσμου—σμικρὸν γὰρ τὸ λοιπόν—ἢ διότι τὸ θειότα‐
in Ti
.

1

.

358

τον καὶ κυριώτατον καὶ οἷον ἡ κεφαλὴ τοῦ κόσμου παν‐ τός—λέγεται γὰρ καὶ ἡ κεφαλὴ τὸ πᾶν, ὡς τὸ
Τεῦκρε, φίλη κεφαλή [Hom. Θ 281], καὶ ταύτης ἕνεκά φησι καὶ ὁ Πλάτων [44 D] περιβεβλῆ‐
5σθαι τὸν λοιπὸν ὄγκον ἡμῖν τοῦ σώματος—ἀλλ’ ὅμως καὶ τοῦτο γένεσιν εἴωθεν ἀποκαλεῖν ὁ Πλάτων. ἄλλοι δὲ γένε‐ σιν μὲν τὴν ὕλην προσεῖπον, τὸ δὲ ἐκ τῆς ὕλης κεκοσμη‐ μένον τὸ πᾶν· οἷς πολλὰ τῶν παρὰ Πλάτωνι γεγραμμένων ἀθετεῖν ἀναγκαῖον· πᾶν γὰρ τὸ γενητὸν καὶ πᾶσαν γένεσιν
10αἰσθητὸν ἢ ἁπτὸν εἶναί φησι [28 B] καὶ ὁρατόν. ἔτι δὲ ἀντιδιαιρεῖ που τῇ ὕλῃ τὴν γένεσιν, ὥσπερ ὅταν λέγῃ [52 D] τρία ταῦτα εἶναι χωρίς, ὄν, χώραν, γένεσιν, ἀφ’ ὧν ὑφε‐ στάναι τὸ πᾶν. ὁ δέ γε ἡμέτερος διδάσκαλος διχῶς φησιν ἐπινοεῖσθαι τὴν κοσμοποιίαν. τὸ μὲν γὰρ αὐτῆς ἐστι
15σωματουργικόν, τὸ δὲ ἁρμοστικὸν τῶν σωμάτων εἰς ἑνὸς κό‐ σμου συμπλήρωσιν· ἄλλο γάρ ἐστι τὸ αὐτὰ τὰ σώματα πλάτ‐ τειν διὰ τῶν σχημάτων, ἄλλο τὸ ἐναρμόζειν τὰ πλασθέντα τῷ παντί. γένεσιν μὲν οὖν εἰρῆσθαι τὴν τῶν σωμάτων πλάσιν, κίνησιν οὖσαν ἐπὶ τὴν ὁλότητα καὶ τὴν τελειότητα
20τοῦ παντός· τὸ γὰρ ἐκ μερῶν συγκείμενον προεπινοουμένην ἔχει τὴν ποίησιν τῶν μερῶν· πᾶσαν οὖν τὴν μεταξὺ τῆς τε ὕλης καὶ τῆς ὅλης διακοσμήσεως καὶ τῆς μιᾶς συμ‐ πληρώσεως τοῦ παντὸς γένεσιν προσρητέον, ἵνα καὶ ὁδὸς ᾖ πρὸς τὸ ὅλον ἡ γένεσις μέση πως οὖσα τῆς τε ἀκοσμίας
25καὶ τοῦ κόσμου. πᾶν δὲ τὸ ἐκ τῶν μερῶν ὅλον, ἐν ᾧ τὰ μέρη συνείληπται· τοῦτο γάρ ἐστι πᾶν, τέλειον ἐκ τῶν τε‐ λείων συνεστὸς κατὰ τὴν μίαν ἁρμονίαν τῶν ὅλων. ἐπειδὴ δὲ καὶ αἰσθητόν ἐστι τοῦτο τὸ ὅλον, ἀλλ’ οὐ νοητὸν πᾶν— τοῦτο γὰρ ἦν τὸ παράδειγμα—οὐδὲ νοερόν—τοῦτο γὰρ
30ἦν τὸ δημιουργικόν—διὰ τοῦτο προσέθηκε τὸ τόδε, τό τε αἰσθητὸν δηλῶν διὰ τούτου καὶ τὸ μερικόν· πᾶν γὰρ τὸ
σωματικόν, κἂν ὅλον ᾖ, μερικόν ἐστι· κυριώτατον δὲ ὅλον
in Ti
.

1

.

359

τὸ ἄυλον καὶ ἀδιάστατον καὶ ὅλως ἐκεῖνο πᾶν τὸ νοερόν τε καὶ νοητόν. ταῦτα καὶ περὶ τούτου. τὴν δὲ σύστασιν τίνα φῶμεν; ἦ τάχα μὲν καὶ τὸ σύνθετον ἐκ πολλῶν εἶναι τὸν κόσμον ἐνδείκνυται καὶ τὴν ἐξ ἀνομοίων αὐτοῦ γένεσιν,
5τάχα δὲ καὶ τὸ τὴν ἕνωσιν αὐτῷ καὶ τὸ μόνιμον ἐκ τῆς ὅλης δημιουργίας ἐφήκειν· ἡ μὲν γὰρ σὺν πρόθεσις τῆς ἑνώσεώς ἐστι σημαντικὴ καὶ τῆς εἰς ἓν πάντων συμπνοίας, ἡ δὲ στάσις δηλοῖ τὸ ἑδραῖον καὶ μόνιμον τοῦ δημιουργή‐ ματος. ἔτι τὸ μὲν συμπλέξαι τοὺς χρόνους, τόν τε ἐνεστῶτα
10καὶ τὸν παρεληλυθότα, τό τε αὐτοτελὲς τῆς δημιουργίας ἐν‐ δείκνυται καὶ τὸ διαιώνιον· τὸ μὲν γὰρ συνιστὰς τὴν διηνεκῆ καὶ τὴν ἀεὶ ὡσαύτως ἐπιτελουμένην ποίησιν δηλοῖ, τὸ δὲ συνέστησε τὴν ὁλοτελῆ καὶ τὴν ἐν τῷ πλήρει τὸ εἶναι λαχοῦσαν. τὸ δὲ διὰ τῶν αὐτῶν ὀνομάτων ἀμφοτέρους
15σημῆναι τοὺς χρόνους, ὅτι διὰ ταυτότητος καὶ ὁμοιότητος πρόεισιν ἡ θεία δημιουργία· οἷον γάρ ἐστι τὸ ποιητικόν, τοιαύτην ἔχει καὶ τὴν ἐνέργειαν, καὶ ὡς ἔστιν, οὕτω καὶ δημιουργεῖ, διότι κατ’ αὐτὸ τὸ εἶναι ποιεῖ καὶ ἀπὸ τῆς οἰ‐ κείας οὐσίας.
20 Ἀγαθὸς ἦν, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐ‐ δέποτε ἐγγίγνετο φθόνος [29 E]. Ὅσοι μὲν τὸν δημιουργὸν εἰς ταὐτὸν ἤγαγον καὶ τὸν πρῶτον θεόν, ὃν ὁ ἐν τῇ Πολιτείᾳ [II 379 A] Σωκρά‐ της ἀγαθὸν ἀνύμνησε, διότι καὶ τὸν δημιουργὸν ἀγαθὸν
25ἐκάλεσε, γελοῖοι παντελῶς εἰσιν· οὐ γὰρ ταὐτὸν τἀγαθόν ἐστι καὶ ὁ ἀγαθός· τὸ μὲν γάρ ἐστιν ἀμέθεκτον, αὐτὸ καθ’ αὑτό, τῶν πάντων ἐξῃρημένον, ὃ δὲ διὰ τὸ ἐκείνου μετέ‐ χειν ἐστὶν ἀγαθός· καὶ τὸ μὲν βασιλεύει τῶν νοητῶν πάν‐ των, ὃ δὲ εἰ μὲν ταὐτόν ἐστι τῷ παραδείγματι, αὐτὰ τὰ
30νοητά ἐστιν, ἀλλ’ οὐ βασιλεύει τῶν νοητῶν, εἰ δὲ δεύτερός
ἐστι τοῦ παραδείγματος, πολλῷ καταδεέστερός ἐστι τοῦ τῶν
in Ti
.

1

.

360

νοητῶν πάντων βασιλεύοντος· καὶ ὅλως πᾶς θεὸς τὶ ἀγα‐ θόν ἐστιν, ὃ μὲν δημιουργικόν, ὃ δὲ ζῳογονικόν, ὃ δὲ τελε‐ σιουργόν, τἀγαθὸν δὲ οὐ τὶ ἀγαθόν, ἀλλ’ ἁπλῶς ἀγαθόν. ἂν δὲ εἴπῃς δημιουργικόν, ἐλαττοῖς αὐτοῦ τὸ ἁπλῶς.
5τούτων δὲ διακεκριμένων αὐτὴν λοιπὸν ἐπισκοποῦντες τὴν εἰσβολὴν τοῦ λόγου πρῶτον ἐκεῖνο λέγομεν, ὅτι ὥσπερ τὸ εἶδος τὸ κοσμικὸν ἐπιζητῶν καὶ ἐρόμενος, πότερον γέγονεν ὁ κόσμος ἢ ἀγένητός ἐστιν, ἐπήγαγε [28 B] πρὸ τῆς ὅλης ἀποδείξεως τὸ γέγονε, καὶ ὥσπερ τὸ παραδειγματικὸν διε‐
10ρευνώμενος αἴτιον προὔλαβε [29 A] τὸ παντὶ δὴ σαφές, ὡς πρὸς ἀίδιον, τὸ συμπέρασμα πρὸ τοῦ παντὸς λόγου τιθείς, οὕτω δὴ καὶ τὸ τελικὸν ἐφ’ ἅπασιν εὑρεῖν προθέ‐ μενος ἐπήγαγε τὸ ἀγαθὸς ἦν, νοῦν διὰ τῆς ἀναφωνήσεως ταύτης μιμούμενος καὶ τὴν ἀθρόαν τοῦ παντὸς περίληψιν.
15ἐν γὰρ τῷδε τῷ κώλῳ περιέχεται πᾶν τὸ ζητούμενον, διότι τοῦτό ἐστι τὸ τελικὸν αἴτιον, ἡ ἀγαθότης, ἥ τε ἁπλῶς καὶ ἡ δημιουργικὴ ἀγαθότης· ὡς γὰρ παράδειγμα διττόν, τὸ μὲν νοητόν ἐστι, τὸ δὲ νοερόν, καὶ τὸ μὲν ἔτι πρὸ τοῦ δημιουργοῦ, πρώτως αἰώνιον καὶ ἡνωμένον καὶ πάντων τῶν
20νοητῶν ζῴων περιληπτικόν, τὸ δὲ ἐν τῷ δημιουργῷ τὸν ὅλον δημιουργικὸν ἀριθμὸν τῶν εἰδῶν περιέχον ἑνιαίως, οὕτω δὴ καὶ ἀγαθότης ἄλλη μὲν ἁπλῶς, ἄλλη δὲ ἡ ἐν τῷ δημιουργικῷ νῷ, καὶ ἣ μὲν πηγὴ τῶν ἀγαθῶν ἐστι πάντων νοητῶν τε καὶ νοερῶν καὶ ὑπερκοσμίων καὶ ἐγκοσμίων, ἣ
25δὲ τὶς ἀγαθότης οὖσα τῶν μέν ἐστιν αἰτία καὶ πηγή, τῶν δὲ ὑφειμένην ἔλαχε τάξιν. εἰ γὰρ ἐθέλοιμεν ἐξετάσαι, τί τὸ ποιοῦν θεὸν νοητὸν ἢ νοερὸν ἢ ὑπερουράνιον ἢ ἐγκόσμιον, οὐκ ἂν ἕτερον οὐδὲν εὕροιμεν ἢ τἀγαθόν. τί γὰρ τὸ ποι‐ οῦν ἕκαστον τῶν σωμάτων ἔμψυχον ἢ τὸ ἴνδαλμα τῆς ψυ‐
30χῆς; τί δὲ τὸ ποιοῦν τὰς νοερὰς ψυχὰς τοιαύτας, ἢ ὁ ἐν
in Ti
.

1

.

361

αὐταῖς νοῦς ἔλλαμψις ὢν τοῦ ὅλου νοῦ; τί οὖν καὶ τὸ τὸν νοῦν καὶ τὴν νοητὴν οὐσίαν ἐκθεῶσαν ἢ τὸ μετασχεῖν τοῦ πρώτου καὶ τῆς ἐξ αὐτοῦ προλάμψεως; τί οὖν ἐστι τὸ πρῶ‐ τον; εἰ μὲν δὴ καλόν, ἐλέγομεν ἂν τῷ κάλλει τὸν νοῦν
5εἶναι θεόν· ἐπειδὴ δὲ τἀγαθόν ἐστι, καὶ ὁ νοῦς ἀγαθότητος μετασχών ἐστι θεὸς καὶ αὕτη ἄρα ἡ τῶν θεῶν ὕπαρξις, αὕτη ἡ τῶν θεῶν, εἰ θέμις εἰπεῖν, οὐσία, ἡ ἀγαθότης, κατὰ ταύτην πᾶς θεὸς ἔχει τὸ εἶναι θεός, καὶ διὰ ταύτην προνοητικός ἐστιν ἢ δημιουργικὸς ἢ ζῳογονικὸς ἢ συνεκτικός· νοῦς μὲν γὰρ
10καθὸ νοῦς νοεῖν τὰ ὄντα πέφυκε καὶ γιγνώσκειν, τὸ δὲ δὴ προνοεῖν θεῖόν ἐστιν· ὥστε καὶ ὁ δημιουργικὸς νοῦς τὸ εἶναι δημιουργικὸς ἔχει διὰ τὴν ἀγαθότητα τὴν ἐν αὐτῷ. διὰ ταύτην γὰρ καὶ ὁ ἐν αὐτῷ νοῦς ποιητής ἐστι καὶ οὐ μόνον γνωστικὸς τοῦ ὄντος, καὶ τὸ ὂν τὸ ἐν αὐτῷ παράδειγμα
15δραστήριον καὶ αὐτῷ τῷ εἶναι ποιοῦν καὶ οὐχὶ τοῦ νοῦ μόνον τελειωτικόν. καὶ ὁ μὲν νοῦς ποιῶν ἀπ’ ἀμφοῖν δυνα‐ μοῦται· καὶ γὰρ ἀπὸ τοῦ παραδείγματος, διότι πρὸς αὐτὸ ποιεῖ, καὶ ἀπὸ τῆς ἀγαθότητος· δι’ αὐτὴν γὰρ ποιεῖ· τὸ δὲ παράδειγμα ἀπὸ τῆς ἑνάδος. ἔχεις οὖν τρία ταῦτα ἐφεξῆς,
20τὴν ἀγαθότητα, τὸ παράδειγμα, τὸν νοῦν, ἄλλως μὲν ἐν τῷ δημιουργῷ, ἄλλως δὲ πρὸ τοῦ δημιουργοῦ· καὶ εἰ βούλοιο λέγειν, ἀγαθότης μὲν ἡ πρώτη τὸ ἕν, τὸ ἐπέκεινα καὶ αὐ‐ τῶν τῶν νοητῶν· ἐκεῖνο γὰρ ἡ ἀμέθεκτος ἀγαθότης· παρά‐ δειγμα δὲ τὸ νοητόν, τὸ πάντα τὸν ἀριθμὸν τῶν εἰδῶν
25ἡνωμένως συνέχον· ποιητὴς δὲ νοῦς ὁ νοερός, ὁ τῶν ὅλων ὑποστάτης. ὥστε εἰ τοῦτον τὸν τρόπον Ἀμέλιος ἔλεγε τοὺς τρεῖς δημιουργούς, ἐν τῷ ἑνὶ τὴν τριάδα ταύτην ὁρῶν, ὀρ‐ θῶς ἔλεγεν· ὃ μὲν γάρ ἐστι, φησί, μεταχειρήσει ποιῶν, ὃ δὲ ἐπιτάξει μόνον, ὃ δὲ βουλήσει μόνον· ὃ μὲν κατὰ τὸν
30αὐτουργὸν τεχνίτην τεταγμένος, ὃ δὲ κατὰ τὸν ἀρχιτέ‐
in Ti
.

1

.

362

κτονα προϋπάρχων, ὃ δὲ κατὰ τὸν βασιλέα πρὸ ἀμφοῖν ἱδρυ‐ μένος. οὐκοῦν καθὸ μὲν νοῦς ὁ δημιουργός, παράγει τὰ πάντα ταῖς ἑαυτοῦ νοήσεσι, καθὸ δὲ νοητόν ἐστιν αὐτῷ τῷ εἶναι ποιεῖ, καθὸ δὲ θεός, τῷ βούλεσθαι μόνον. εἰ δὲ δια‐
5σπῴη τοὺς τρεῖς δημιουργοὺς ἀπὸ τοῦ ἑνός, οὐκ ἀνεξόμεθα τῷ Πλάτωνι συνακολουθοῦντες· ὁ γὰρ αὐτὸς καὶ ἀγαθός ἐστιν ὡς θεός, καὶ διὰ τὴν ἀγαθότητα βουλήσει πάντα ποιεῖ καὶ νοητός ἐστι νοερῶς—τοιοῦτον γὰρ τὸ ὂν τὸ δημιουργι‐ κόν—καὶ νοῦς ἐστι κοσμουργός. τὸ μὲν οὖν ἀγαθὸς ἦν
10τοιαύτην ἔχει τὴν ἐξήγησιν, ἐν τῷ ἦν τό τε ὑπερπλῆρες καὶ τὸ ὁλοτελὲς καὶ τὸ ὑπεραιώνιον τῆς θείας ὑπάρξεως ἐνδει‐ κνύμενον· τὸ μὲν γὰρ ‘ἔστι‘ τῶν αἰωνίων ἐστὶ πραγμάτων σημαντικόν, τὸ δὲ ἦν τῶν ὑπεραιωνίων ἑνάδων, τὸ δὲ ‘ἔσται‘ τῶν ἐν χρόνῳ συνεστώτων· εἰ γὰρ τὸ ‘ἔστι‘ προσήκει
15τοῖς αἰωνίοις, τὸ μὲν ἦν τοῖς πρὸ τούτων οἰκεῖον, τὸ δὲ ‘ἔσται‘ τοῖς μετὰ τὰ αἰώνια· τοιαῦτα δὲ τὰ χρόνου δεόμενα. ἐπειδὴ δὲ ἀγαθὸς ὁ δημιουργός, οὐδεὶς οὐδέποτε περὶ οὐδενὸς αὐτῷ φθόνος ἐγγίνεται. καὶ τί τοῦτο, φαίη τις 〈ἄν〉, εἰ μὴ φθονεῖ νοῦς; τοῦτο γὰρ καὶ τοῖς μετρίοις
20πρόσεστι τῶν ἀνθρώπων. τὸ μὲν οὖν οὐδέποτε τῆς αἰωνίου τελειότητος ἔστω σημαντικόν, ἐπειδήπερ αἱ ψυχαὶ ποτὲ μὲν παθαίνονται, ποτὲ δὲ εἰς ἀπάθειαν ἀνατρέχουσι. τὸ δὲ περὶ οὐδενὸς τῆς αὐταρκείας, ἐπειδήπερ ἡμεῖς ἄλλων μὲν ἕνεκα πολλάκις φθόνου καθαρεύομεν, 〈ἐν〉 οἷς δ’ ἂν ἔλαττον
25ἔχειν νομίζωμεν, ἐν τούτοις κατεχόμεθα τῷ πάθει. τὸ δὲ οὐδεὶς τίνα ἂν ἔχοι λόγον; πότερον γὰρ ὡς πολλῶν ὄντων φθόνων τὸ οὐδεὶς προσέθηκεν, ἢ δι’ ὑπερβολὴν εἴρηται, παντελῆ τοῦ φθόνου ποιούμενον ἀπόφασιν; καὶ ποίαν ὑπερ‐ βολὴν ἐν τοῖς περὶ θεῶν λόγοις ἀνευρεῖν δυνατόν; πάντα
30γὰρ αὐτῶν καὶ ὀνόματα καὶ νοήματα τῆς ἀξίας ἐστὶν ὑπο‐ δεέστερα. μήποτε οὖν φθόνος μέν ἐστι καὶ ἡ ἐπὶ τοῖς ἀλλο‐
τρίοις ἀγαθοῖς λύπη, συμμιγὲς τοῦτο πάθος ἐν ἡμῖν ἀπο‐
in Ti
.

1

.

363

γεννώμενον ἔκ τε ἡδονῆς καὶ λύπης, ὡς ὁ ἐν Φιλήβῳ [48 B] Σωκράτης ἀπέδειξε, φθόνος δὲ καὶ τὸ δυνάμενον εὖ ποι‐ εῖν μὴ εὖ ποιεῖν, ἀλλὰ παρ’ ἑαυτῷ κατέχειν τὸ ἀγαθόν, φθόνος γε μὴν καὶ ἡ ἔνδεια αὐτὴ τῶν ἀγαθῶν, ἥν μοι
5δοκεῖ καὶ μάλιστα νῦν ὁ φιλόσοφος παραλαμβάνειν ἐξορίζων αὐτὴν ἀπὸ τῆς θείας οὐσίας· ταύτης γὰρ μόνης ἐξορίζεσθαι πέφυκεν, ἐπειδὴ κατ’ αὐτὴν οὐσίωται τὴν ἀγαθότητα. τὸ μὲν γὰρ ἐπὶ τοῖς ἀλλοτρίοις λυπεῖσθαι ἀγαθοῖς καὶ τὸ παρ’ αὑτῷ κατέχειν τὸ ἀγαθὸν πάθη μερικῶν ἐστι ψυχῶν· ἡ δὲ
10ἔνδεια τῶν ἀγαθῶν πᾶσιν ὑπάρχει τοῖς κατὰ μέθεξιν, ἀλλ’ οὐ πρώτως ἀγαθοῖς· ἄλλο γὰρ τὸ ἐπίκτητον ἀγαθόν, ἄλλο τὸ κατὰ μέθεξιν ἀγαθόν, ἄλλο τὸ πρώτως ἀγαθόν. τὸ μὲν γὰρ συμμικτόν ἐστι πρὸς τὸ ἐναντίον, ὥσπερ καὶ τὸ ἐπίκτη‐ τον καλὸν συμπέφυρται πρὸς τὸ αἰσχρόν· τὸ δὲ ὅλον μέν
15ἐστιν ἀγαθοειδές, μεθέξει δὲ αὖ τοιοῦτόν ἐστι· τὸ δὲ αὐτο‐ αγαθὸν πρώτως ἀγαθόν· ὡς γὰρ ὁ αὐτονοῦς 〈πρώτως νοῦσ〉 ἐστι, καὶ ὡς τὸ αὐτοκαλὸν πρώτως καλόν, οὕτως τὸ αὐτο‐ αγαθὸν πρώτως ἀγαθόν. τί οὖν τοῦτό ἐστιν; ἡ ἑκάστου θεότης, καθ’ ἣν ἕκαστον τῶν ὄντως ὄντων θεός· οὐδὲν γὰρ
20αὐτὴ διαφέρει τῆς ἀγαθότητος· εἰ δέ τι τῶν δευτέρων λέ‐ γοιτο ἀγαθὸν ἢ θεός, τῶν ἐκθεουμένων ἐστὶν ἢ ἀγαθυνο‐ μένων, καὶ διὰ τὴν μετοχὴν θεός, ἀλλ’ οὐ διὰ τὴν οἰκείαν οὐσίαν οὐδὲ ἀφ’ ἑαυτοῦ. ταύτην οὖν τὴν μέθεξιν καὶ ἔν‐ δειαν εἴωθεν ὁ Πλάτων καλεῖν, ὥσπερ δὴ καὶ ἐν τῷ Συμ‐
25ποσίῳ [201 BC] τὸν Ἔρωτα τῶν καλῶν καὶ τῶν ἀγαθῶν ἐνδεᾶ προσείρηκε. τὸ τοίνυν θεῖον, καθὸ τοιοῦτόν ἐστι καὶ οὐ κατὰ μέθεξιν, ἀγαθόν, ὥστε οὐδὲ ἐνδεὲς ἀγαθοῦ· παντὸς ἄρα φθόνου κρεῖττόν ἐστιν· ὡς γὰρ ἡλίῳ φωτὸς
ὄντι γεννητικῷ τὸ σκότος πελάζειν ἀδύνατον, ἀλλὰ πόρρω
in Ti
.

1

.

364

που κατακλείεται περὶ τὰ κοῖλα τῆς γῆς, τὸν αὐτὸν τρόπον καὶ τῷ θείῳ τὸν φθόνον πελάζειν ἀμήχανον· ποία γὰρ ἔν‐ δεια τῆς τοσαύτης περιουσίας; τίς ἀσθένεια τῆς παντοδυνά‐ μου θεότητος; τίς μετουσία τῆς πηγῆς τῶν ἀγαθῶν; αὐτῷ
5ἄρα τῷ ἀγαθὸς εἶναι δημιουργὸς πάσης ἐνδείας ὑπερέχει καὶ πάσης μεθέξεως τῆς ἀπ’ ἄλλου παραγινομένης, αὐτῷ τῷ ἑνὶ συνηνωμένος καὶ ἀνεκφοίτητος ὢν τοῦ ἑνός· ἄλλη μὲν γάρ ἐστιν ἡ νοερὰ ἕνωσις, ἄλλη δὲ ἡ πρὸ τοῦ νοῦ, καθ’ ἣν συνῆπται πρὸς αὐτὸ τὸ ἓν ἡ γεννητικὴ τοῦ δημιουργοῦ
10θεότης καὶ ἡ πάντα συνέχουσα ἀγαθότης· οὐ γάρ ἐστι δύ‐ ναμίς τις τὸ ἀγαθὸν τοῦτο, ὥς τινές φασιν, ἀλλὰ πάσης δυνάμεως μέτρον, οὐδὲ βούλησις, ἀλλ’ ἀπ’ αὐτῆς ἡ βούλη‐ σις, οὐδὲ ἕξις· ἄλλου γάρ ἐστιν ἡ ἕξις· ἡ δὲ ἀγαθότης αὐ‐ τὴ ἑαυτῆς ἐστιν· οὐδὲ ὅλως οὐσιώδης τις ὑπόστασις, ἀλλὰ
15ἑνωτικὴ τῆς οὐσίας καὶ ἄρρητος δυνάμεών τε συνοχὴ καὶ ἐνεργειῶν οἰστικὴ δημιουργικῶν. ὡς οὖν πᾶς νοῦς οὐσίω‐ ται κατὰ τὸ εἶναι νοῦς, μεθεκτὸν δὲ αὐτῷ τὸ ὑπὲρ νοῦν, καὶ ὡς πᾶσα ψυχὴ κατ’ αὐτὸ τὸ εἶναι ψυχή, μεθεκτὸν δὲ αὐτῇ νοῦς, οὕτω δὴ καὶ πᾶς θεὸς ἐν τῷ εἶναι θεὸς οὐσίω‐
20ται, μᾶλλον δὲ ὑπερουσίωται, μεθεκτὸν δὲ οὐδὲν αὐτῷ, διότι πάντων εἰσὶν οἱ θεοὶ πρεσβύτατοι, καὶ ὁ δημιουργικὸς ἄρα νοῦς καθὸ θεός ἐστιν ἐν τῷ θεὸς εἶναι πρώτως ἐστὶ καὶ οὐ κατὰ μέθεξιν θεός· τοῦτο δὲ ταὐτὸν τῷ ἀγαθός. ὥσπερ οὖν εἴ τις ἔλεγεν ἔνδειαν νοῦ τὸν φθόνον, καὶ ὁ μερικὸς
25νοῦς κρείττων ἦν τοῦ φθόνου, ψυχὴ δὲ οὐ κρείττων—ἐν‐ δεὴς γὰρ αὐτὴ νοῦ, διότι κατὰ μετοχὴν νοῦ νοερὰ γίνεσθαι πέφυκεν—οὕτω δὴ καὶ ἐπὶ τῆς ἀγαθότητος, εἰ φθόνος ἐστὶν ἡ ἔνδεια τῶν ἀγαθῶν, ἐνδεὲς πᾶν τὸ μὴ πρώτως ἀγαθόν, ψυχὴ μὲν καὶ νοῦς ἐνδεῆ τῶν ἀγαθῶν, ὅτι μὴ πρώτως, ὁ
30δὲ θεὸς καθὸ θεὸς ἀγαθὸς ὢν ἐξῄρηται παντὸς φθόνου καὶ
in Ti
.

1

.

365

πάσης ἐνδείας ὑπερέχει τῆς ὁπωσοῦν ὑφισταμένης ἢ κατὰ τὴν ὕφεσιν ἢ κατὰ τὴν παρατροπήν· διχῶς γὰρ ἡ ἔνδεια, καὶ ἣ μὲν οὐ κακόν, ἣ δέ, ὥσπερ λέγεται, κακόν.
Τούτου δὲ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἠβου‐
5λήθη γενέσθαι παραπλήσια αὐτῷ [29 E]. Τοῦτο ἦν ἀκόλουθον τοῖς προειρημένοις ἀξιώμασι· τὸ μὲν γὰρ πρῶτον κῶλον τὴν τάξιν ἐδήλου τοῦ δημιουργοῦ καὶ τὴν ὕπαρξιν, ὅτι θεός· καὶ ἐπειδὴ θεὸς ὃ μέν ἐστιν ἀμέθεκτος, ὃ δὲ μεθεκτός, καὶ τοῦτο διὰ τοῦ αὐτοῦ δεδή‐
10λωκεν, ὅτι μεθεκτός· οὐ γὰρ εἶπεν, ὅτι τἀγαθὸν ἦν, ἀλλ’ ὅτι ἀγαθὸς ἦν· μετέχει δὲ ὁ ἀγαθὸς τῆς ἀγαθότητος, καὶ αὕτη μὲν ἡ ἀγαθότης πρώτως ἀγαθόν, ὁ δὲ νοῦς ἢ τὸ ὂν κατὰ μετοχὴν ἀγαθόν. τὸ δ’ αὖ δεύτερον, ὅτι μὴ τῶν ἐκθεουμένων ἐστὶν ὁ δημιουργός· ἔστι γὰρ τὸ μὲν πάντη
15ἀμέθεκτον, οἷον τἀγαθόν, τὸ δὲ τῷ μετασχεῖν ἄλλου ἀγαθόν, ὥσπερ τὸ ἐκθεούμενον πᾶν, τὸ δὲ πρώτως μὲν ἀγαθὸν καὶ αὐτό, μετεχόμενον δὲ καὶ μέσον ἀμφοῖν τοῖν εἰρημένοιν, ὥσπερ λέγονται πάντες οἵ τε νοητοὶ καὶ νοεροὶ διάκοσμοι τῶν θεῶν. τοῦτο δὲ αὐτὸ τὸ τρίτον τὴν ἰδιότητα περι‐
20έχει τὴν δημιουργικήν· τὸ γὰρ μὴ μόνον αὐτὸ τὸ ἀγαθὸν εἶναι, διὰ δὲ τὸ ὑπέρπληρες καὶ τὸ ἐκτενὲς ἐπὶ πάντα προϊ‐ έναι τῆς δημιουργικῆς ἐστι καὶ ποιητικῆς αἰτίας ἐνδεικτικόν, πάντα πληροῦν ἑαυτῆς ἐφιεμένης καὶ πάντα ἀγαθύνειν, ἵνα ὅτι μάλιστα γένηται πάντα αὐτῷ παραπλήσια, θείου τινὸς
25μετασχόντα καὶ συνθημάτων ἀπορρήτων, ἃ δὴ παρὰ τῆς ὅλης αὐτοῖς ἐφήκει ποιήσεως. εἰ τοίνυν ἐκτός ἐστι πάσης ἐνδείας ὁ ποιητὴς τοῦ παντός, ἐξῄρηται πάσης ἀσθενείας, καὶ τοῦτο αἰωνίως—τὸ γὰρ ὂν σημαίνει τὸ αἰώνιον—καὶ
ὅτι μάλιστα πάντα ἀγαθύνει, πᾶσιν ἐπιλάμπει τοῦ ἀγαθοῦ
in Ti
.

1

.

366

μέτρον, οὗ μεῖζον χωρῆσαι τῶν δεχομένων ἕκαστον οὐδαμῇ πέφυκεν, ὃ τῆς προνοίας ἐνδείκνυται τὴν ἐκτένειαν. καὶ εἰ πᾶσι βούλεται χορηγεῖν τὴν τοῦ ἀγαθοῦ μετουσίαν, οὐδέν ἐστιν ἐν τῷ παντὶ μόνως κακόν, ὥστ’ οὐδὲ ἄτακτον οὐδὲ
5ἀπρονόητον οὐδὲ ἀόριστον, ἀλλὰ πάντα μετέχει κάλλους καὶ τάξεως καθόσον δέχεσθαι πέφυκε. πάντα οὖν ἑαυτῷ ποιεῖ παραπλήσια καθόσον θεὸς ἀγαθύνων τὰ γιγνόμενα, ἄλλα δὲ λοιπὸν κατ’ ἄλλους ἀπεργάζεται λόγους παραδειγματικούς· ὥσπερ γάρ, φησὶν Ἀττικός, ὁ τέκτων πάντα μὲν τεκτονικὰ
10ποιεῖ, ἄλλα δὲ κατ’ ἄλλον λόγον, τὸ μὲν βάθρον, τὸ δὲ κλίνην, οὕτω καὶ ὁ θεός, ᾗ μὲν ἀγαθός, ἐξομοιοῖ πάντα ἑαυτῷ, ἀγαθὰ ἀποτελῶν, κατὰ δὲ τὰ εἴδη τὰ μερίζοντα τὰς ἑκάστων οὐσίας ποιεῖ πρὸς τὰς παραδειγματικὰς αἰτίας. ὁ δὲ Πορφύριος καὶ ταῦτα προσέμενος ἀξιοῖ λέγειν, τί
15προσλαβόντα τὰ γενητὰ ἀγαθά ἐστι, καί φησιν, ὅτι τὴν ἁρμονίαν καὶ τὴν συμμετρίαν καὶ τὴν τάξιν· ταῦτα γὰρ καλά, πᾶν δὲ τὸ καλὸν ἀγαθόν. δηλοῖ γοῦν ὁ Πλάτων, ὅτι ἐν τούτοις τὸ ἀγαθόν, ἐν οἷς φησιν [30 A], ὅτι εἰς τάξιν ἦγε τὸ ἄτακτον ὁ θεὸς διὰ τὴν βούλησιν τῆς μετα‐
20δόσεως τῶν ἀγαθῶν. ἐκ δὲ τούτων ἁπάντων συνελεῖν ῥᾴδιον, ὅτι καὶ ὁ δημιουργὸς αἰωνίως ποιεῖ, καὶ ὁ κόσμος ἀίδιός ἐστι κατὰ τὴν εἰς ἅπαντα τὸν χρόνον ἐκτεινομένην ἀιδιό‐ τητα, καὶ ὡς ἀεὶ γίγνεται τεταγμένος καὶ ὡς ἄφθαρτος οὐκ ἔστιν ἀεί, γίνεται δὲ ἀεὶ ἀγαθυνόμενος, ἀλλ’ οὐκ αὐτόθεν
25ἀγαθὸς ὤν, ὡς ὁ γεννήσας αὐτὸν πατήρ· πάντα γὰρ ἐν αὐτῷ γινομένως ἐστίν, ἀλλ’ οὐκ ὄντως ὡς ἐν τοῖς αἰω‐ νίοις. φέρε γάρ, εἰ γενητὸν τὸ πᾶν, πότερον παρὰ τὸν δημιουργόν—καὶ πρότερον οὐκ ἦν—ἢ παρὰ τὴν ὑποκει‐ μένην φύσιν ἄτακτον οὖσαν; εἰ μὲν δὴ παρὰ τὸν δημιουργόν,
30πότερον ὅτι καὶ αὐτὸς οὐκ ἦν αἰωνίως; ἦ τοῦτο μὲν οὐδὲ θέμις εἰπεῖν καὶ ἄλλως μάταιον· καὶ γὰρ περὶ αὐτοῦ ὁ αὐ‐
τὸς τῆς ἐρωτήσεως τρόπος, καὶ ἤτοι πάντα γενητὰ ποιήσομεν,
in Ti
.

1

.

367

ἢ ἔσται τι πρώτως ἀγένητον. ἐκεῖνο δὲ μᾶλλον θετέον εἶναι τὸν δημιουργὸν οὐκ ἐνεργοῦντα. πότερον οὖν οὐ δημιουργεῖ μὴ βουλόμενος ἢ μὴ δυνάμενος; εἰ μὲν δὴ φήσομεν, ὅτι μὴ βουλόμενος, λανθάνομεν αὐτοῦ τὴν ἀγαθότητα ἀναιροῦν‐
5τες· εἰ δὲ μὴ δυνάμενος, ἄτοπον τὸ ποτὲ μὲν δύναμιν ἔχειν, ποτὲ δὲ ἀδυναμίαν αὐτόν· ἀφαιρήσομεν γὰρ τὸ αἰώνιον. εἰ δὲ παρὰ τὴν ὑποκειμένην φύσιν, πότερον ἀνεπιτήδειον οὖσαν ἢ ἐπιτήδειον; εἰ μὲν οὖν ἐπιτήδειον, οὐ παρ’ αὐτήν· ὃ γὰρ δὴ πᾶν τὸ ὑποκείμενον ἔχει, τοῦτο καὶ περὶ αὐτὴν
10ἦν. εἰ δὲ ἀνεπιτήδειον, πῶς τὸν ἄπειρον χρόνον ἀνεπιτή‐ δειος οὖσα νῦν μετέβαλε; πότερον ἑαυτὴν κεκίνηκεν; ἀλλ’ οὐκ ἔστιν αὐτοκίνητος, ἀλλ’ ὑπὸ τοῦ δημιουργοῦ κεκίνηται. καὶ διὰ τί μὴ πρότερον, ὅτε εἶδε καλὸν ὂν τοῖς γιγνομένοις τὸ γίνεσθαι, εἴπερ καὶ τότε ἀγαθὸς ἦν καὶ ἠβούλετο πάντα
15αὐτῷ γενέσθαι παραπλήσια; συνήρτηται ἄρα τῇ μὲν ἀγαθό‐ τητι τοῦ πατρὸς ἡ τῆς προνοίας ἐκτένεια, ταύτῃ δὲ ἡ τοῦ δημιουργοῦ διαιώνιος ποίησις, ταύτῃ δὲ ἡ τοῦ παντὸς κατὰ τὸν ἄπειρον χρόνον ἀιδιότης, γιγνομένη οὖσα καὶ οὐχ ἑστῶσα ἀιδιότης, καὶ ὁ αὐτὸς λόγος ταύτην τε ἀναιρεῖ καὶ τὴν
20ἀγαθότητα τοῦ πεποιηκότος· εἰ γὰρ ἀγαθὸς ἀεὶ ὁ δημιουρ‐ γός, ἀεὶ βούλεται τὰ ἀγαθὰ πᾶσιν· ὡς γὰρ ὁ ἥλιος ἐν ὅσῳ ἐστί, πάντα καταλάμπει, καὶ τὸ πῦρ θερμαίνει—κατ’ οὐσίαν γάρ ἐστιν ὃ μὲν φωτιστικός, τὸ δὲ πῦρ θερμαντικόν—οὕτω καὶ τὸ ἀεὶ ὂν ἀγαθὸν ἀεὶ βούλεται τὰ ἀγαθά· εἰ δὲ ἀεὶ τὰ
25ἀγαθὰ βούλεται, ἀεὶ δύναται τὰ ἀγαθά, ἵνα μὴ βουλόμενος μέν, ἀδυνατῶν δὲ τὸ τῶν φαυλοτάτων ὑπομένῃ πάθος· οὐδὲ γὰρ ὁ σπουδαῖος ἄλλα βούλεται, ἢ ἃ δύναται. εἰ δὲ ἀεὶ δύναται τὰ ἀγαθά, ἀεὶ ἐνεργεῖ τὰ ἀγαθά, ἵνα μὴ ἀτελῆ τὴν δύναμιν ἔχῃ. εἰ δὲ ἀεὶ ἐνεργεῖ τὰ ἀγαθά, ἀεὶ ποιεῖ τὰ ἀγαθά.
30εἰ δὲ αὐτὸς ἀεὶ ποιεῖ, ἀεὶ γίνεται κόσμος· ἀίδιος ὁ κόσμος
in Ti
.

1

.

368

ἄρα· ἀεὶ γὰρ ἀγαθὸς ὁ δημιουργός ἐστιν. ἀίδιος δὲ ὁ κόσμος οὐκ ὤν, ἀλλὰ γινόμενος ἀιδίως κόσμος. συνήρτηται ἄρα, καθάπερ εἴπομεν, τῇ ἀγαθότητι τοῦ ποιοῦντος ἡ τοῦ παν‐ τὸς ἀιδιότης· ἡ γὰρ διακόσμησις τοῦ παντὸς ἱκανὴ μάλιστα
5δηλοῦν ἐστι καὶ τὴν δημιουργικὴν δύναμιν· ἡ μὲν γὰρ ὕλη διὰ τὸ ἀνείδεον καὶ ἄμορφον ἄθεος ἤδη τισὶν ἔδοξεν εἶναι, καὶ τὸ πλημμελὲς καὶ ἄτακτον πόρρω τῆς θείας προνοίας· τὸ δὲ πᾶν εὖ διακοσμηθὲν καὶ κάλλει διαπρέπον ἐναργῆ δείκνυσι τὴν θείαν ποίησιν. αὕτη τοίνυν ἡ ἐμφανὴς τάξις,
10ἀπόγονος οὖσα τῆς δημιουργικῆς αἰτίας, συνυφέστηκε τῇ ἀγαθότητι τοῦ πατρός. Ταύτην δὴ γενέσεως καὶ κόσμου μάλιστ’ ἄν τις ἀρχὴν κυριωτάτην παρ’ ἀνδρῶν φρονίμων ἀποδεχό‐ μενος ὀρθότατα ἀποδέχοιτ’ ἄν [29 E 30 A].
15 Τὴν τελικὴν αἰτίαν ἀποδοὺς εἰς τὴν ἀγαθότητα τοῦ δη‐ μιουργοῦ συντείνουσαν, καθ’ ἣν ἑνώσας ἑαυτὸν τῷ πρώτῳ καὶ μιμούμενος ἐκεῖνο τὰ πάντα ἀπογεννᾷ—τὸ γὰρ πάντα παράγον ἐκεῖνο πρώτως ἐστί—κυριωτάτην ἀρχὴν αὐτὴν ἐπονομάζει, διότι καὶ αὐτῶν ἐστι κινητικὴ τῶν αἰτίων· τὸ
20γὰρ δημιουργικὸν κινεῖ μὲν τὸ γιγνόμενον, κινεῖται δὲ ἐκεῖ‐ θεν, καὶ τὸ παραδειγματικὸν κινεῖ μὲν τὴν ὅλην δημιουρ‐ γίαν, κινεῖται δὲ ἀπὸ τῆς ἀγαθότητος, διότι τὸ μὲν ἀγαθὸν καὶ πρὸ τῶν νοητῶν ἐστι, τὸ δὲ παράδειγμα νοητόν, ὁ δὲ δημιουργὸς νοερός, καὶ περὶ τὸ ἀγαθὸν πάντα 〈τὰ〉 νοητά τε καὶ
25νοερά, περὶ δὲ τὸ νοητὸν ἡ τῶν νοερῶν διακόσμησις. κύριον μὲν οὖν καὶ τὸ ποιητικὸν αἴτιον, κυριώτερον δὲ τὸ παρα‐ δειγματικόν, κυριώτατον δὲ τὸ τελικόν· αὐτὸ γάρ ἐστιν οὗ ἕνεκα πάντα καὶ εἰς ὃ τὰ ἄλλα ἀνήρτηται καὶ τὸ ὄντως τέλος τῆς δημιουργίας. διὸ καὶ ὁ κόσμος τελειοῦται μὲν
30ψυχούμενος καὶ ἔννους γινόμενος, τελειότατος δέ ἐστι καθό‐
in Ti
.

1

.

369

σον τοῦ ἀγαθοῦ μετέχει καὶ τῆς ἑνώσεως τῆς δι’ ὅλων πεφοιτηκυίας· ὡς γὰρ πάντων ἡγεῖται τἀγαθόν, οὕτως καὶ ἐν ἑκάστοις ἔχει τὴν πρώτην ἀξίαν ἡ ἐν ἑκάστοις ἀγαθότης. διὰ ταῦτα μὲν οὖν τὴν τελικὴν αἰτίαν κυριωτάτην ἀρχὴν
5προσηγόρευσε· τὸ γὰρ ὄνομα τῆς ἀρχῆς καὶ τὰ συναίτια περιείληφε, τὸ δὲ ‘κυριώτατον‘ προστεθὲν τὴν ὄντως αἰτίαν ἐνδείκνυται· κυριώτεραι μὲν γὰρ ἀρχαὶ τὰ αἴτια τῶν γιγνο‐ μένων, δουλεύουσαι δὲ ἄλλοις τὰ συναίτια καὶ ἐν αὐτοῖς ὄντα τοῖς ἀποτελέσμασιν. γένεσιν δὲ καὶ κόσμον, ὥσπερ εἴρη‐
10ται καὶ πρότερον, τήν τε μεταξὺ τῆς ὕλης καὶ τῆς ὅλης διατάξεως ὁδὸν καὶ αὐτὴν τὴν τελειότητα τοῦ παντὸς λε‐ κτέον. ἐπεὶ δὲ ἐν τοῖς περὶ αὐτῶν τῶν ἀκροτάτων αἰτίων δόγμασι τοῦ τε λέγοντος δεῖ νοερὰν ἔχοντος ἕξιν καὶ τῆς ἔμφρονος τῶν ἀκουόντων κρίσεως καὶ μάλιστα ἐν τοῖς περὶ
15τἀγαθοῦ λόγοις—νοῦς γὰρ ἐπὶ τἀγαθὸν ἀνατείνεσθαι δύ‐ ναται, ὅ τε ὅλος ἐπὶ τὸ ἁπλῶς ἀγαθὸν καὶ ὁ ἐν ἡμῖν νοῦς ἐπὶ τὸ ἐν ἡμῖν—διὰ δὴ τοῦτο καὶ τοὺς λέγοντάς τι περὶ τῆς κυριωτάτης ἀρχῆς φρονίμους οἴεται δεῖν εἶναι καὶ τοὺς ἀκούοντας ὀρθότατα ἀποδέχεσθαι τοὺς λόγους. τί οὖν;
20οὐχὶ καὶ ὁ ἐπιτυχὼν εἴπειεν 〈ἄν〉 τι περὶ θεοῦ καὶ τῆς τελικῆς αἰτίας; τί δέ; οὐ καθ’ ἑκάστην ἡμέραν πολλῶν ἔστιν ἀκούειν λεγόντων· ὁ θεὸς ἀγαθός; ἀλλὰ τὸ θεὸς ὄνομά ἐστι χωρὶς ἀρετῆς, ὥς φησι Πλωτῖνος [enn. 1, 2, 1 s], καὶ οὐ κατὰ φρόνησιν, ἀλλὰ κατ’ ἐπιτυχίαν λέγεται παρὰ τῶν πολ‐
25λῶν. τί δέ; οὐχὶ καὶ δαίμονες γινώσκουσι τὴν ἀγαθότητα τοῦ πατρὸς οἱ περὶ αὐτὸν χορεύοντες, καὶ ἄγγελοι δημι‐ ουργικοὶ προπομπεύοντες τῆς πατρικῆς ποιήσεως, καὶ θεοὶ παραδεχόμενοι τὰς ἀπὸ τοῦ ἑνὸς αἰτίου δημιουργικὰς δυνά‐ μεις; ἀλλὰ θεοὶ μὲν ἑνοειδῶς, ἄγγελοι δὲ νοερῶς, δαίμονες
30δὲ ἀχράντως καὶ ἀιδίως καὶ συγγενῶς τοῖς πρὸ αὐτῶν· ἡμεῖς
δὲ ἀγαπῷμεν ἂν ἐμφρόνως γινώσκοντες, μέσοι πως ὄντες
in Ti
.

1

.

370

τῶν τε θειοτέρων καὶ τῶν πολλῶν, τῶν τε νοερῶν καὶ τῶν ἀνοήτων· τοιοῦτον γὰρ ἡ ἀνθρωπίνη φρόνησις, προϊοῦσα μὲν ἀπὸ νοῦ καὶ νοήσεως, κρατοῦσα δὲ τῆς ἀνοήτου ζωῆς. ὥστε καὶ ὅταν περὶ τῆς κυριωτάτης ἀρχῆς λέγωμεν, οὕτως
5ἀποδεκτέον τοὺς λόγους, ὡς παρὰ φρονίμων ἀνδρῶν· μέση γὰρ ἡ φρόνησις νοῦ καὶ δόξης, ὥστε καὶ ἡ ὀρθὴ κρίσις σύμφωνος ἔσται πρὸς αὐτήν. διὸ καὶ τὸ μάλιστ’ ἄν τις προσέθηκε· μάλιστα γὰρ τοῦτον παρ’ ἀνδρῶν ἐμφρόνων ἀπο‐ δεκτέον τὸν λόγον· παρὰ δὲ τῶν ὑπὲρ ἄνθρωπον τὸν κρείττω
10ζητητέον καὶ παρὰ τῶν πολλῶν τὸν εἰκαῖον. Βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φλαῦ‐ ρον δὲ μηδὲν εἶναι κατὰ δύναμιν [30 A]. Ἡ θεία δημιουργία καὶ ἡ νοερὰ ποίησις ἀπὸ τῶν ἀμε‐ ρῶν ἐπὶ τὰ μεριστὰ πρόεισι καὶ ἀπὸ τῶν ἡνωμένων ἐπὶ τὰ
15πληθυόμενα καὶ ἀπὸ τῶν ἀδιαστάτων ἐπὶ τοὺς πάντη δι‐ εστῶτας ὄγκους. ταύτην δὴ καὶ ὁ περὶ αὐτῆς λόγος ἀπει‐ κονιζόμενος πρῶτον μὲν ἀποφθεγματικῶς τὴν τελικὴν αἰτίαν ἀνύμνησεν, ἔπειτα διεξοδικῶς καὶ τρίτον ἀνειλιγμένως τὴν ὅλην ἀπ’ αὐτῆς διακόσμησιν καὶ πρόοδον παραδιδούς· τὸ
20μὲν γὰρ ἀγαθὸς ἦν ἑνοειδῶς πᾶν περιέχει τὸ τελικὸν καὶ τὸ θειότατον τῶν αἰτίων· τὸ δὲ ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίνεται φθόνος· τούτου δὲ ἐκ‐ τὸς ὢν πάνθ’ ὅτι μάλιστα αὐτῷ παραπλήσια γενέ‐ σθαι ἠβουλήθη, *** ὅτι μετὰ τὴν μίαν τοῦ νοῦ βολὴν τὴν
25διῃρημένην ἐπήγαγε τοῦ αὐτοῦ θεωρίαν· τὸ δὲ ἐντεῦθεν ἤδη τὴν εἰς πλῆθος πᾶν καὶ διάστασιν προϊοῦσαν νόησιν πᾶσαν ἀνελίττουσαν τὴν δημιουργικὴν πρόνοιαν καὶ πάντα τὰ μέρη τῆς δημιουργίας. καὶ δὴ καὶ ἔστι συνεχὲς τὸ μὲν τρίτον
τῷ δευτέρῳ, τῷ δὲ πρώτῳ τὸ δεύτερον· ἐπεὶ γὰρ τὸ πρῶτον
in Ti
.

1

.

371

ἦν κομμάτιον τὸ ἀγαθὸς ἦν, διὰ τοῦτο τὸ δεύτερον ἤρχετο μὲν ἀπὸ τοῦ ἀγαθοῦ, προῄει δὲ ἄχρι τῆς βουλήσεως τοῦ πα‐ τρός. τὸ δέ γε τρίτον ἀπὸ τῆς βουλήσεως ἀρξάμενον τὴν ὅλην παραδίδωσι πρόνοιαν· εἰ γὰρ ἀγαθὸς ἦν, ἠβούλετο
5πάντα ἀγαθὰ ποιεῖν, εἰ δὲ ἠβούλετο, καὶ ἐποίει καὶ εἰς τάξιν ἦγε τὸ πᾶν· ἐξήρτηται γὰρ ἡ μὲν πρόνοια τῆς βουλή‐ σεως, ἡ δὲ βούλησις τῆς ἀγαθότητος. περὶ μὲν οὖν τῆς τάξεως καὶ τῆς συνεχείας τῶν λόγων τοσαῦτα εἰρήσθω. Τὴν δὲ βούλησιν αὐτὴν τί ποτέ ἐστι κατίδωμεν, ἵνα καὶ
10ὅπως συνῆπται πρὸς τὴν ἀγαθότητα νοήσωμεν. ἡ τοίνυν τῶν θεῶν ὑπερούσιος ἕνωσις, αὐτὴ καθ’ ἑαυτὴν ἐξῃρημένη τῶν ὄντων, ἔστι μὲν μία καὶ ἄρρητος καὶ ἀπεριόριστος, αὐ‐ τῷ τῷ ἑνὶ τὸ ἀπερίγραφον ἔχουσα καὶ ἀπερίληπτον. εἰ δ’ οὖν καὶ ἐν αὐτῇ χρὴ θεωρεῖν ἀπὸ τῶν ἐξημμένων τὴν ἑνο‐
15ειδῆ τριάδα, προηγεῖται μὲν ἡ ἀγαθότης ἐπ’ αὐτῆς, δευτέρα δέ ἐστιν ἡ βούλησις, τρίτη δὲ ἡ πρόνοια, τῆς μὲν ἀγαθό‐ τητος τὸ τέλειον καὶ ἱκανὸν καὶ ἐφετὸν ποιούσης, τῆς δὲ βουλήσεως τὸ ὑπερπλῆρες τὸ ἐκτενὲς τὸ γεννητικὸν ἐπι‐ δεικνυμένης, τῆς δὲ προνοίας τὸ δραστήριον τὸ τελεσιουργὸν
20καὶ ἄχραντον παρεχομένης. κατὰ δὴ τὴν ἄρρητον ταύτην καὶ ἡνωμένην τῆς τριάδος ὕπαρξιν καὶ τὸ νοητὸν διῄρηται τριχῇ, τῇ τε οὐσίᾳ καὶ τῇ δυνάμει καὶ τῇ ἐνεργείᾳ, τῆς μὲν οὐσίας ἐν ἑαυτῇ μονίμως ἡδρασμένης καὶ αὐτοτελοῦς οὔσης, τῆς δὲ δυνάμεως ἀνέκλειπτον καὶ ἄπειρον πρόοδον ἐχούσης,
25τῆς δὲ ἐνεργείας τελειότητα καὶ οὐσιώδη ποίησιν λαχούσης· καὶ αὖ ὁ νοῦς κατὰ τὸν αὐτὸν λόγον τριχῇ, τῷ ὄντι τῇ ζωῇ τῷ νοερῷ· τὸ μὲν γὰρ τοῦ εἶναι χορηγόν, τὸ δὲ τοῦ ζῆν, τὸ δὲ τοῦ γινώσκειν· καὶ ἐπὶ τούτοις ἡ ψυχή, τῷ ἐπιστητῷ τῇ ἐπι‐ στήμῃ τῷ ἐπιστημονικῷ· τὸ μὲν γάρ ἐστι γνωστόν, ἣ δὲ
30γνῶσις, τὸ δὲ ἀποπληρωτικὸν ἀμφοῖν. τεττάρων δὴ τούτων
〈τῶν〉 τριάδων οὐσῶν ἀνάλογόν ἐστιν ὡς ἡ ἀγαθότης πρὸς τὴν
in Ti
.

1

.

372

βούλησιν, οὕτως ἥ τε οὐσία πρὸς τὴν δύναμιν καὶ τὸ ὂν πρὸς τὴν ζωὴν καὶ τὸ ἐπιστητὸν πρὸς τὴν ἐπιστήμην, καὶ ὡς ἡ βούλησις πρὸς τὴν πρόνοιαν, οὕτως ἥ τε δύναμις πρὸς τὴν ἐνέργειαν καὶ ἡ ζωὴ πρὸς τὸν νοῦν καὶ ἡ ἐπι‐
5στήμη πρὸς τὸ ἐπιστῆμον. ἔστι γὰρ τῇ μὲν ἀγαθότητι τὴν ἀνάλογον ἔχοντα τάξιν οὐσία ὂν ἐπιστητόν· τὸ γὰρ συνεκτι‐ κὸν καὶ μόνιμον καὶ ἑνοειδὲς καὶ τελειωτικὸν τῆς ἀγαθό‐ τητος· τῇ δὲ βουλήσει δύναμις ζωὴ ἐπιστήμη· τὸ γὰρ αὐτό‐ γονον καὶ πάντων περιληπτικὸν καὶ μετρητικὸν τῆς βουλήσεώς
10ἐστι· τῇ δὲ προνοίᾳ ἥ τε ἐνέργεια καὶ ὁ νοῦς καὶ τὸ ἐπι‐ στῆμον· τὸ γὰρ δραστήριον καὶ διὰ πάντων χωροῦν καὶ πάντα προειληφὸς ἰνδάλματα τῆς θείας προνοίας ἐστίν. ἐπειδὴ τοίνυν καὶ ὁ δημιουργὸς θεός ἐστι καὶ ἀμέθεκτος νοῦς, ὡς μὲν θεὸς ἀγαθότητα ἔχει καὶ βούλησιν καὶ πρό‐
15νοιαν, ὡς δὲ νοητὸν οὐσίαν καὶ δυνάμεις καὶ ἐνεργείας, ὡς δὲ νοῦς ἔστι τε καὶ ζωὴν ἔχει καὶ γνῶσιν τῶν ὅλων, καὶ ἡ μὲν ἐν αὐτῷ μονὰς τῆς τριάδος ἐστὶ συνεκτική, ἡ δὲ ἄρρη‐ τος ἑνὰς τῆς μονάδος. ταῦτα μὲν οὖν περὶ τῆς βουλή‐ σεως. τούτῳ δὲ ἐφεξῆς ἔστιν ζητεῖν, πῶς ἀγαθὰ πάντα
20βούλεται εἶναι, καὶ εἰ δυνατὸν τοῦτο καὶ ὅπως· εἰ μὲν γὰρ τοῦτο ἠβούλετο, φασίν, ἔδει μέχρι θεῶν καὶ τῶν ἀχράντων οὐσιῶν στῆναι τὴν πρόοδον· εἰ δὲ μὴ ταῦτα μόνον ἐδημι‐ ούργησεν, ἀλλὰ θηρία καὶ ἑρπετὰ καὶ ἀνθρώπους καὶ πᾶν τὸ ἔνυλον, οὐκ ἠβούλετο πάντα εἶναι ἀγαθά· οὐ γάρ που
25βούλεται μὲν τὰ κρείττω, δημιουργεῖ δὲ καὶ τὰ χείρω. βου‐ ληθεὶς οὖν πάντα ἀγαθὰ εἶναι μέχρι θεῶν ἂν ἐνεστήσατο τὴν ποίησιν. ἀλλ’ εἰ μέχρι θεῶν, φήσομεν ἡμεῖς, ἡ πρόοδος, οὐ πάντα ἀγαθά· τὰ γὰρ πρῶτα τὴν ἐσχάτην λαχόντα τάξιν ἀπολέσει τὸ ἀγαθόν, καὶ τὰ γεννᾶν δυνάμενα καὶ βουλό‐
30μενα διὰ τὴν ἀγαθότητα τὴν ἑαυτῶν τελευταῖα ταχθέντα καὶ ἄγονα γίνεται καὶ οὐκ ἀγαθά. ἐκεῖνοι μὲν οὖν φασιν, εἰ πάντα ἀγαθά, μέχρι θεῶν ἡ πρόοδος· ἡμεῖς δὲ ἐροῦμεν,
εἰ μέχρι θεῶν ἡ πρόοδος, οὐ πάντα ἀγαθά· τὸ γὰρ θεῖον
in Ti
.

1

.

373

ἄγονον εἶναι πῶς ἀγαθόν; ἔσται δὲ ἄγονον, εἰ ἔσχατον· πᾶν γὰρ τὸ γεννῶν τοῦ γεννωμένου κρεῖττον· τοῦ δὲ χεί‐ ρονος οὐκ ὄντος οὐκ ἔχει χώραν τὸ κρεῖττον. ἔστωσαν μὲν οὖν θεοὶ τὴν πρωτίστην ἔχοντες τάξιν, μετὰ δὲ θεοὺς καὶ
5αὐτῆς ἄχρι τῆς ὕλης ὑφιστάσθω *** καὶ δῶμεν πᾶσι τοῖς οὖσι πάροδον ἀπὸ τῶν πρώτων ἄχρι τῶν τελευταίων, καὶ μήτε ἐλλειπέτω τι τῶν ἐσχάτων μήτε κενὸν ἔστω μηδέν. καὶ τί γὰρ ἂν εἴη κενὸν πρώτων μὲν ὄντων τῶν αὐτό, δευτέρων δὲ τῶν αὐτοῦ, τρίτων δὲ τῶν αὐτοῦ καὶ ἄλλου, τετάρτων
10δὲ τῶν ἄλλου γεγονότων, πέμπτην δὲ τάξιν ἐχόντων τῶν ἄλλων ὄντων, ἐφ’ ἑκάτερα δὲ τούτων τῶν ἀνομοίως ὁμοίων τεταγμένων καὶ τοσαύτης ἐν τοῖς πράγμασι τῆς συνεχείας οὔσης; τί δ’ ἂν ἐλλείποι πρώτων μὲν τῶν ἀκινήτων ἱδρυ‐ μένων, δευτέρων δὲ τῶν αὐτοκινήτων, τρίτων δὲ τῶν ἑτερο‐
15κινήτων, ἃ δὴ πάντων ἔσχατα τῶν ὄντων ἐστί—πάντα γὰρ συμπεπλήρωται τὰ ὄντα τοῖς εἰρημένοις—καὶ ὅλως κατὰ πολλὰς ἐφόδους τῆς παραγωγῆς τῶν πραγμάτων συνεχοῦς δεικνυμένης καὶ εἰ βούλει λέγειν ἀναλογίας οὔσης ἄνωθεν ἄχρι τῶν τελευταίων κατὰ τὴν ἀπὸ τοῦ ἑνὸς τῶν πάντων
20πρόοδον εὔτακτον; ἔστω δὴ οὖν ἅπαντα ταῦτα διωμολογη‐ μένα, καὶ μέχρις ὧδε προήχθω τῶν ὄντων ἡ ἀπογέννησις. ἀλλὰ πότερον οὐδέν ἐστιν ἐν τούτοις κακόν, ἢ δώσομεν εἶναί πῃ καὶ τὴν λεγομένην κακίαν ἔν τε σώμασι καὶ ἐν ταῖς ψυχαῖς; ἀπὸ γὰρ ταύτης τῆς ἀπορίας προαχθέντες τινὲς μὲν
25καὶ πάντη τὸ κακὸν ἀνεῖλον, τινὲς δὲ τῆς προνοίας ἀπέ‐ γνωσαν, οἳ μὲν προνοίας οὔσης πάντα ἀγαθὰ εἶναι πιστεύ‐ οντες, οἳ δὲ κακῶν ὄντων προνοεῖσθαι τὰ πράγματα μὴ πιστεύοντες· εἰ μὲν γὰρ βούλοιτο εἶναι τὸ κακὸν ὁ θεός, πῶς ἀγαθός; ἀγαθοῦ γὰρ τὸ πᾶν ἀγαθύνειν, ᾧ κατ’ οὐσίαν
30τὸ ἀγαθόν, ὥσπερ καὶ θερμοῦ τὸ θερμαίνειν, ᾧ κατ’ οὐσίαν
τὸ θερμόν· θέμις δὲ οὐκ ἔστι τῷ ἀγαθῷ δρᾶν ἄλλο τι πλὴν
in Ti
.

1

.

374

τὸ ἀγαθόν· εἰ δὲ μὴ βούλοιτο, πῶς ἔστι τὸ κακόν; εἴη γὰρ ἄν τι τῷ πατρὶ τῶν πάντων ἀκουσίως γεγονός. ἡ μὲν οὖν ἀπορία τοιαύτη. λεκτέον δὲ αὐτῶν τῶν τοῦ Πλάτωνος ἐφαπτο‐ μένοις κατὰ τὸν ἡμέτερον διδάσκαλον, ὅτι δὴ τρόπος
5ἕτερος τῆς τε θεοῦ πρὸς τὰ πράγματα σχέσεως καὶ τῆς ἡμῶν αὐτῶν καὶ αὖ τῶν πραγμάτων πρός τε τὸ ἔνθεον καὶ πρὸς ἡμᾶς· ἄλλον γὰρ ἔχει λόγον τά τε ὅλα πρὸς τὰ μέρη καὶ τὰ μέρη πρὸς ἄλληλα. θεῷ μὲν οὖν οὐδέν ἐστι κακόν, οὐδὲ τῶν λεγομένων κακῶν· χρῆται γὰρ καὶ τούτοις εὖ·
10τοῖς δὲ αὖ μερικοῖς ἔστι τι κακόν, ἃ καὶ πάσχειν ὑπ’ αὐτοῦ πέφυκε. καὶ τὸ αὐτὸ τῷ μὲν μέρει κακόν, τῷ δὲ παντὶ καὶ τοῖς ὅλοις οὐ κακόν, ἀλλ’ ἀγαθόν· ᾗ γὰρ ὄν ἐστι καὶ ᾗ τάξεως μετέχει τινός, ἀγαθόν ἐστι· τοῦτο γὰρ τὸ λεγόμενον κακὸν εἰ μὲν ἔρημον ἀγαθοῦ παντὸς ὑπολάβοις, ἐπέκεινα
15ποιεῖς αὐτὸ καὶ τοῦ μηδαμῶς ὄντος· ὡς γὰρ τὸ αὐτοαγαθὸν πρὸ τοῦ ὄντος, οὕτω τὸ αὐτοκακὸν μετὰ τὴν οὐδένειαν τοῦ μὴ ὄντος· τὸ γὰρ πλεῖστον ἀφεστὸς τοῦ ἀγαθοῦ τὸ κακόν ἐστι καὶ οὐ τὸ μηδαμῶς ὄν. εἰ οὖν τὸ μηδαμῶς ὂν μᾶλλόν ἐστιν ἢ τὸ αὐτοκακόν, ἀλλ’ ἐκεῖνο τῶν ἀδυνάτων εἶναι, πολλῷ
20ἄρα τοῦτο μειζόνως ἀδύνατον. εἰ δὲ μὴ πάντη κακόν, ἀλλὰ τῷ ἀγαθῷ συμπεπλεγμένον, δώσεις τε αὐτῷ χώραν ἐν τοῖς οὖσι καὶ τοῖς ὅλοις αὐτὸ ποιήσεις ἀγαθόν. πῶς γάρ, εἴπερ ὄν ἐστι; τὸ γὰρ ὂν μετέχει τοῦ ὄντος· τὸ τοῦ ὄντος μετέχον καὶ ἑνὸς μετέχει· τὸ ἑνὸς μετέχον ἀγαθοῦ μετέχει· τὸ ἄρα κακόν,
25εἴπερ ἐστίν, ἀγαθοῦ μετέχει· διόπερ οὐκ ἀκράτως ἐστὶ κακὸν οὐδὲ πάντη πλημμελὲς οὐδὲ ἀόριστον. τίς οὖν αὐτὸ ποιεῖ τοιοῦτον; τίς δὲ μέτρον αὐτῷ παρέχεται καὶ τάξιν καὶ ὅρον; δῆλον, ὡς ὁ δημιουργός, ὁ πάντα ἑαυτῷ παραπλήσια ἀπερ‐ γαζόμενος· οὗτος γὰρ καὶ τὰ ὅλα καὶ τὰ μέρη πληροῖ τῶν
30ἀγαθῶν. εἰ δὴ πάντα ἀγαθύνει καὶ αὐτὸ τὸ κακὸν τῷ
ἀγαθῷ χρώννυσιν, οὐδέν ἐστι φλαῦρον κατὰ τὴν δύναμιν
in Ti
.

1

.

375

τήν τε τοῦ θεοῦ καὶ τὴν τῶν δεχομένων· διττὴ γὰρ ἡ δύναμις, ἣ μὲν τοῦ θεοῦ καὶ τὴν πολυάρατον κακίαν ἀγα‐ θύνουσα, ἣ δὲ τῶν δεχομένων 〈τῶν〉 μέτρῳ τῆς ἑαυτῶν τάξεως τῆς ἀγαθότητος τοῦ δημιουργοῦ μεταλαβόντων. τῷ ἄρα δη‐
5μιουργῷ βουλομένῳ μηδὲν εἶναι κακὸν οὐδέν ἐστι κακόν. εἰ δέ τινες αὐτὸν αἰτιάσονται, διότι τὰ μερικὰ ὑπέστησεν, ὡς τῶν κακῶν αἴτιον, ἀναιροῦσι τὴν κοσμοποιίαν, ἀνατρέ‐ πουσι τὴν γόνιμον τῶν ὅλων δύναμιν, συγχέουσιν εἰς ταὐ‐ τὸν τήν τε τῶν πρώτων καὶ τῶν ἐσχάτων φύσιν. ὅτι δὲ
10ταῦτα τῷ Πλάτωνι δοκοῦντα λέγομεν, ῥᾴδιον ἐκ τῶν γεγραμ‐ μένων σκοπεῖν· ἐν μὲν γὰρ τῷ Πολιτικῷ [273 BC] διαρρή‐ δην φησί· παρὰ μὲν γὰρ τοῦ ποιήσαντος πάντα καλὰ κέκτηται, παρὰ δὲ τῆς ἔμπροσθεν ἕξεως ὅσα ἄδικα καὶ χαλεπὰ ἐν οὐρανῷ γίνεται. διότι γὰρ γένεσίς ἐστι
15καὶ φθορά, καὶ τὸ παρὰ φύσιν ἔχει παρυπόστασιν, καὶ διότι τὸ τῆς ὕλης αἶσχος ἀναπίμπλησι τὰς μερικὰς ψυχὰς ἀσχη‐ μοσύνης διὰ τῆς περὶ αὐτὴν διατριβῆς, διὰ τοῦτο καὶ τὸ παράλογον λαγχάνει τινὰ παρυπόστασιν. πάντα δὲ ὅμως καὶ ταῦτα γίνεται καλὰ διὰ τὴν ἀγαθότητα τοῦ πεποιηκότος τὸ
20πᾶν. ἐν δὲ τῇ Πολιτείᾳ [II 379 C]· καὶ τῶν μὲν ἀγα‐ θῶν οὐδὲν ἄλλο αἰτιατέον ἢ τὸν θεόν, τῶν δὲ κα‐ κῶν ἄλλα ἄττα δεῖ ζητεῖν αἴτια. δι’ ὧν καὶ ὅτι τὰ κακὰ θεόθεν οὐκ ἔστι, δεδήλωκεν—οὐ γὰρ πυρός, φασί, τὸ ψύχειν οὐδὲ χιόνος τὸ θερμαίνειν οὐδὲ τοῦ παναγάθου τὸ
25κακύνειν—καὶ ὅτι μερικὰ αὐτῶν αἴτια θετέον καὶ ταῦτα ἀόριστα· οὐ γὰρ ὥσπερ ἐν τοῖς ἀγαθοῖς προηγεῖται τὸ ἓν τοῦ πλήθους καὶ τὸ πρώτως ἀγαθόν, οὕτω καὶ ἐν τοῖς κακοῖς, διὰ τὴν ἀόριστον τῆς κακίας χύσιν. τὸ οὖν ἄλλα
καὶ τὸ ἄττα τό τε μερικὸν καὶ τὸ ἀόριστον ἐμφαίνει τῶν
in Ti
.

1

.

376

τῆς κακίας αἰτίων· οὔτε γὰρ ἡ ψυχὴ τῶν παρὰ φύσιν ἔχει τὴν αἰτίαν—τοὐναντίον γὰρ εἰ παρὰ φύσιν ἐστίν, ἀπο‐ διδράσκει τὴν φύσιν, ψυχὴ δὲ καὶ ἡ φύσις—οὔτε τὸ σῶμα τῶν παραλόγων· σῶμα γὰρ ἔχουσι καὶ οἱ σπουδαῖοι καὶ μετὰ
5τοῦ σώματος τὴν ἀρετήν. ἐν δὲ Θεαιτήτῳ [176 A] τό· ἀλλ’ οὔτε ἀπολέσθαι τὰ κακ, ὦ Θεόδωρε, δυνατὸν οὔτε ἐν θεοῖς αὐτὰ εἶναι· τὴν δὲ θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖ ἐξ ἀνάγκης. εἰ γὰρ ἐξ ἀνάγκης ἐστὶν ἐν τῷ θνητῷ τόπῳ τὸ κακὸν φερόμενον, οὐκ
10ἂν κατά γε τὸν Πλάτωνα τὸ μηδαμῶς ὂν εἴη καὶ τῶν ὄν‐ των ἐξῃρημένον ἁπάντων. ὥστε καὶ ἔστι τὸ κακὸν κατ’ αὐ‐ τὸν καὶ ἀπὸ τῶν μερικῶν αἰτίων ἐστὶ καὶ ἀγαθύνεται διὰ τὴν ἀγαθοειδῆ τοῦ δημιουργοῦ πρόνοιαν, ὅτι μηδὲν παντά‐ πασι κακόν, ἀλλ’ ἔστιν ὅπῃ κατὰ δίκην ἕκαστον ἀποτελεῖται
15καὶ θεόν· διέλωμεν γὰρ οὑτωσί· τῶν ἐν τῷ κόσμῳ πάντων τὰ μέν ἐστιν ὅλα, τὰ δὲ μέρη, καὶ τῶν μερῶν τὰ μὲν αἰω‐ νίως φρουρεῖ τὸ ἑαυτῶν ἀγαθόν, ὥσπερ ὁ μερικὸς νοῦς καὶ δαιμόνων γένη μερικῶν, τὰ δὲ οὐκ ἀεὶ δύναται σῴζειν τὸ οἰκεῖον ἀγαθόν. ἀλλὰ καὶ τούτων τὰ μέν ἐστιν ἑτεροκίνητα,
20τὰ δὲ αὐτοκίνητα, καὶ τῶν αὐτοκινήτων τὰ μὲν ἐν ταῖς αἱρέσεσιν ἔχει τὴν κακίαν ἱσταμένην, τὰ δὲ καὶ εἰς πράξεις τελευτᾷ. τὰ μὲν οὖν ὅλα πανάγαθά ἐστιν, οὐ μόνον ἑαυ‐ τοῖς, ἀλλὰ καὶ τοῖς μέρεσι χορηγοῦντα τὸ ἀγαθόν· τὰ δὲ μέρη μὲν ἄλλων ὄντα, φρουροῦντα δὲ τὸ ἑαυτῶν ἀγαθὸν δευτέρως
25ἔχει τὸ ἀγαθὸν καὶ μερικῶς· τὰ δὲ μέρη μέν, ἑτεροκίνητα δέ, παρ’ ἄλλων ἔχοντα τὴν ὑπόστασιν, ἐξήρτηται τῆς ἐκείνων προνοίας καὶ μετατίθεται κατὰ τὸ δέον, ὥσπερ δὴ τὰ σώ‐ ματα ὅσα γίνεται καὶ φθείρεται· εἰ γὰρ δεῖ γένεσιν εἶναι, δεῖ καὶ φθορὰν εἶναι· κατὰ μεταβολὴν γὰρ ἡ γένεσις καὶ
30μεταβολή τίς ἐστιν· εἰ δὲ φθορὰ ἔσται, δεῖ καὶ τὸ παρὰ
φύσιν ἔχειν παρείσδυσιν. ὡς οὖν τὸ ἐφθαρμένον ἑαυτῷ
in Ti
.

1

.

377

μὲν ἔφθαρται, τῷ παντὶ δὲ οὐκ ἀπόλωλεν—ἔστι γὰρ ἀὴρ ἢ ὕδωρ ἢ ἄλλο τι τῶν εἰς ὃ μετέβαλεν—οὕτω δὴ καὶ τὸ παρὰ φύσιν ἔχον ἑαυτῷ μὲν ἄτακτόν ἐστι, τῷ παντὶ δὲ τέτακται· εἰ γὰρ καὶ φθαρὲν καὶ πάντη τάξεως στερηθὲν οὐ
5λύει τοῦ παντὸς τὴν τάξιν, πῶς γὰρ ἂν παρὰ φύσιν ἔχον καὶ μηδὲ αὐτὸ πάσης τάξεως παρῃρημένον ἀφανίζοι τὴν ὅλην διακόσμησιν; τὰ δ’ αὖ μερικὰ μέν, αὐτοκίνητα δὲ καὶ εἰς τὰ ἔξω ἐνεργοῦντα ἑαυτοῖς μὲν ποιεῖ τὸ γιγνόμενον κα‐ κόν, ἔστι δὲ ὅπῃ καὶ τοῦτο ἀγαθὸν καὶ κατὰ θεόν· ἐπεὶ
10γὰρ αἱ ὁρμαὶ καὶ πράξεις ἀπὸ τῶν αἱρέσεων, κατὰ δίκην ἕπονται ταῖς αἱρέσεσιν αἱ πράξεις, ὅταν ὁ ἑλόμενος ἐπάξιος ᾖ μὴ τῆς αἱρέσεως μόνον, ἀλλὰ καὶ τῆς ἐπ’ αὐτῇ πράξεως· καὶ ἁπλῶς μὲν ἡ πρᾶξις οὐκ ἀγαθόν, τῷ δὲ ἑλομένῳ μὲν τοδί, ὁρμήσαντι δὲ τοιῶσδε κατὰ δίκην ἐπάγεται καὶ ἔστιν
15ἀγαθὸν πρὸς τόνδε καὶ τὴν τοιάνδε ζωήν· τῶν γὰρ ἀγα‐ θῶν τὰ μὲν πᾶσίν ἐστιν ἀγαθά, τὰ δὲ τοῖς κατ’ εἶδος δια‐ φόροις, τὰ δὲ καὶ τοῖς ἀτόμοις ὡς ἀτόμοις· ἐλλέβορος γὰρ οὐ πᾶσιν, ἀλλ’ οὐδὲ σώμασι πᾶσιν οὐδέ γε τοῖς νοσοῦσι σώμασι πᾶσιν ἀγαθόν, τῷ δὲ ὡδὶ νοσοῦντι καὶ ἀπὸ τοιᾶσδε
20ἀρχῆς ὑγιεινόν. εἴτε οὖν ἀκόλαστος πρᾶξις εἴτε ἄδικος εἴη, τοῖς μὲν πράττουσιν ἀγαθὸν ὡς κατὰ δίκην, ἁπλῶς δὲ οὐκ ἀγαθὸν οὐδὲ ἐκείνοις, ἀλλὰ μέγιστον κακόν, καὶ ὡς μὲν ἀπ’ αὐτῶν εἰς αὐτούς, κακόν, ὡς δὲ ἐκ τοῦ παντὸς εἰς αὐτούς, οὐ κακόν, καὶ ὡς μὲν εἰς ἑαυτοὺς δράσαντες ἐπέ‐
25τριψαν τὴν ζωὴν ἐνεργείᾳ γενόμενοι κακοί, ὡς δὲ ἐκ τοῦ παντὸς ὄντες ποινὴν τῆς αἱρέσεως ἔδοσαν· οἷόν φασι καὶ τοῖς τὸν ἱκέτην προδοῦναι βουλευσαμένοις ἐπιτρέψαι τὸν θεὸν δι’ οὐδὲν ἄλλο καὶ κατ’ αὐτὸν τὸν θεόν, ἢ ἵνα δίκας
ὑπόσχωσι τῆς βουλήσεως. ἀλλὰ δὴ τὰ λειπόμενα σκεπτέον,
in Ti
.

1

.

378

ὅσα μερικά τέ ἐστι καὶ αὐτοκινήτως ἐνεργοῦντα μέχρι τῶν αἱρέσεων ἵστησι τὴν μοχθηρίαν· ὅτι μὲν γὰρ καὶ ταῦτα δίκας δίδωσι τῆς ἐννοίας μόνης, ἐῶ λέγειν· καὶ γὰρ φαν‐ τασίας ψιλῆς καὶ ὁρμῆς καὶ βουλῆς, ὥσπερ εἴρηται, ποινή
5τίς ἐστιν· ἔνδοθεν γὰρ ἡμᾶς οἱ θεοὶ κυβερνῶσι, καὶ ὥσπερ τὰς ἀγαθοειδεῖς αἱρέσεις γεραίρουσιν, οὕτω δὴ καὶ τὰς ἐναν‐ τίας κολάζουσι· πῶς δ’ ἂν καὶ ἡ αἵρεσις αὕτη τὸ κατὰ δί‐ κην ἔχοι καὶ θεόν; ἦ διότι καὶ τοιαύτην οὐσίαν ἔδει καὶ τοιαύτην εἶναι δύναμιν ἀμφίβολον καὶ ῥέπουσαν ἐπὶ δια‐
10φόρους ζωάς. εἰ οὖν τὸ κύριον αἱρέσεως θεόθεν, καὶ ἡ αἵρεσις θεόθεν, εἰ δὲ τοῦτο, καὶ ἀγαθόν· καὶ γὰρ ἑλομένη μόνον ἡ ψυχὴ πρὸς ἄλλην καὶ ἄλλην μεθίσταται τάξιν· πᾶσα γὰρ αἵρεσις ἢ ἀνάγει τὴν ψυχὴν ἢ καθέλκει· εἰ μὲν οὖν ἀπὸ ψυχῆς ἡ αἵρεσις, κακόν, εἰ δὲ εἰς τὴν οἰκείαν τάξιν
15μεθίστησι τὸ ἑλόμενον, κατὰ δίκην ἐστὶ καὶ ἀγαθόν· αὕτη γὰρ ἡ αἵρεσις ἐπάγει τῷ ἑλομένῳ τὴν δίκην τῷ εἶναι μᾶλ‐ λον ἡ αἵρεσισ, μᾶλλον δὲ ἡ ἐν αὐτῷ γίνεται δίκη, τῶν ἀγαθῶν ἀποστήσασα τὴν ψυχήν· ὡς γὰρ ἡ ἀγαθοειδὴς αἵ‐ ρεσις ἑαυτῆς γίγνεται καρπός, οὕτως ἡ μοχθηρὰ ἑαυτῆς
20ποινή· τοῦτο γὰρ οὖν ἴδιόν ἐστι τῶν αὐτοκινήτων δυνά‐ μεων. οὐδὲν ἄρα τῶν κακῶν ἐστιν, ὃ μὴ καὶ ἀγαθόν πώς ἐστιν, ἀλλὰ πάντα μετέχει προνοίας. εἰ δὲ θαυμάζουσί τινες, δι’ ἣν αἰτίαν παρῆκται τὴν ἀρχήν, κακοποιὸν αἴτιον 〈ὄν〉, καὶ εἰ μηδὲν εἴη τοῦτο τῶν ὅλων, ἀλλὰ μερικόν, ῥητέον
25πρὸς αὐτούς, ὅτι τῶν ὄντων ἡ πρόοδος συνεχής ἐστι καὶ οὐδὲν ἐν τοῖς οὖσιν ἀπολέλειπται κενόν. πότερον οὖν τὴν αὐτοκίνητον πᾶσαν ἔδει μὴ εἶναι ζωήν; ἀλλὰ πολλὰ καὶ τῶν θείων οὕτως ἀναιρήσομεν. ἀλλὰ τὰ μὲν ὅλα τῶν αὐτοκινή‐ των εἶναι, τὰ δὲ μέρη μὴ εἶναι; καὶ πῶς δυνατὸν εἶναι
30ὁλότητα τῶν οἰκείων μερῶν ἐστερημένην; πῶς δὲ ἡ συνέχεια
in Ti
.

1

.

379

σωθήσεται τῶν ὄντων, εἰ τὰ μὲν ὅλα προϋπάρχει καὶ αὐτο‐ κίνητα τά τε μερικὰ καὶ ἑτεροκίνητα, τὰ δὲ μεταξὺ τούτων ἐκποδὼν ποιήσαιμεν αὐτοκίνητα μὲν ὄντα, μερικὰ δὲ ὅμως, καὶ διὰ μὲν τὸ μερικὸν εἶδος ἐν σχέσει γιγνόμενα, διὰ δὲ
5τὸ αὐτοκίνητον ἀπολυόμενά ποτε τῆς σχέσεως; ἀναγκαῖον ἄρα καὶ ταύτην εἶναι τὴν ζωήν, μέσην ἐν τοῖς οὖσι καὶ σύνδεσμον τῶν οἷον ἀπ’ ἐναντίας ἀλλήλοις τεταγμένων, καὶ οὐ διὰ τοῦτο κατὰ φύσιν αὐτῇ τὸ κακόν, ἐπειδὴ κατ’ οὐ‐ σίαν ἐστὶ κυρία τῶν αἱρέσεων· καὶ γὰρ τὸ σῶμα κατ’ οὐσίαν
10ἔχει τὴν πρὸς τὴν νόσον ῥοπήν· φθαρτὸν γὰρ ἦν κατ’ οὐ‐ σίαν· ἀλλ’ οὐ κατὰ φύσιν ἡ νόσος· διὸ καὶ ἡ νόσος αὐτὴ τῇ μὲν μερικῇ φύσει κακόν, ἣ τοδὶ τὸ σῶμα συνέχειν ἔλαχε, τῇ δὲ ὁλότητι τῶν σωμάτων ἀγαθόν· ἔδει γὰρ μεταβάλλειν εἰς ἄλλο τὸ ἐξ ἄλλων γεγονός. ὥσπερ οὖν τῇ ἐν ἡμῖν φύ‐
15σει τὸ μεταβάλλειν τὴν τροφὴν ἀγαθόν, εἰ μέλλοι σῴζεσθαι τὸ ζῷον, οὕτω δὴ καὶ τῇ πάσῃ φύσει τὸ φθαρῆναι τὸ μέ‐ ρος ἀγαθόν, εἰ μέλλοι σῴζειν τὰς ὁλότητας ἀεὶ πρὸ τῶν μερῶν· εἰ γὰρ ἐξ αὐτῶν μὲν γίνοιτο τὰ μέρη, μένοι δὲ γινόμενα, ταχὺ ἂν πάντα δαπανηθείη τῶν ὅλων μερικῶν
20γεγονότων· ἐκ γὰρ πεπερασμένων συνεχοῦς ἀφαιρέσεως γιγνο‐ μένης ἀνάγκη τὸ σύμπαν ἐκλείπειν. τούτων δὲ οὐκ ὄντων ἢ στήσεται ἡ γένεσις, ἢ ἐξ ἄλλων ἡ μεταβολὴ τοῖς μερικοῖς ἔσται. τοῦτο δὲ ἦν τὸ ἐξ ἀρχῆς, ὃ καὶ τῶν ὅλων ἔδει γίνε‐ σθαι σῳζομένων· ὡς δὲ τὸ τῇ μερικῇ φύσει κακὸν τῇ ὅλῃ
25ἀγαθόν, οὕτω δὴ καὶ τὸ τῇ μερικῇ ζωῇ κακὸν τῇ ὅλῃ ζωῇ ἀγαθόν ἐστιν. ἔτι τοίνυν καὶ κατ’ ἄλλον τρόπον ἐξ ἀρ‐ χῆς ἀναλαβόντες τὴν ἐρώτησιν λέγωμεν· εἰ γάρ τις ἔροιτο ἡμᾶς, πότερον ἠβούλετο εἶναι τὸ κακὸν ὁ θεὸς ἢ οὐκ ἠβού‐ λετο, ἀμφότερα φήσομεν. ἠβούλετο μὲν γὰρ ὡς πᾶσι τὸ
30εἶναι χορηγῶν· πᾶν γὰρ τὸ ὁπωσοῦν ὂν ἐν τῷ παντὶ παρὰ
τῆς δημιουργικῆς προῆλθεν αἰτίας· οὐκ ἠβούλετο δὲ ὡς
in Ti
.

1

.

380

πάντα ἀγαθὰ ποιῶν· ἐπέκρυψε γὰρ καὶ τὸ κακὸν τῇ χρώσει τοῦ ἀγαθοῦ. καὶ εἰ βούλει φυσικῶς ἐπιχειρεῖν, γίνεται τὸ κακὸν 〈καθὸ κακὸν〉 καθ’ αὑτὸ μὲν ἐκ τῆς μερικῆς ψυχῆς, κατὰ συμβεβηκὸς δὲ ἐκ τοῦ θεοῦ, καθὸ κακόν, εἴπερ καὶ τοῦτό
5τις συγχωρήσειεν, ὅτι δὴ τὴν ψυχὴν ἐκεῖνος ὑπέστησεν· ᾗ δὲ ἀγαθόν, καθ’ αὑτὸ μὲν ἀπὸ τῆς θείας αἰτίας, κατὰ συμβε‐ βηκὸς δὲ ἐκ τῆς ψυχῆς· ὡς γὰρ κατὰ δίκην γιγνόμενον ἔχει τὸ ἀγαθόν. ἔτι τὴν τιμωρίαν αὐτὴν ὁ Πλάτων ἐν Νό‐ μοις [V 728C?] διώρισεν ἥτις ἐστίν, ὅτι δοκεῖ μὲν ἐπι‐
10τρίβειν τὸ πάσχον, ἔοικε δὲ ταῖς ἀναστομώσεσι τῶν ἑλκῶν· καὶ τὸ μὴ δυνάμενον ἰαθῆναι χωρὶς τῆς τοιᾶσδε πράξεως ἐπ’ αὐτὴν προκαλεῖται, ὅπως ἂν ὠδῖνος ἀπαλλαγεῖσα ἡ ψυχὴ καὶ τῆς περὶ τὸ αἰσχρὸν πτοίας ἐν μεταμελείᾳ τε γενομένη τῶν ἑαυτῆς κακῶν εἰς ἀρχὴν καταστῇ τῆς καθάρσεως· αἱ
15γὰρ αἰσχραὶ καὶ ἄδικοι πράξεις ἐλπιζόμεναι μέν εἰσιν ἐράσμιοι τοῖς ἐμπλήκτοις, γενόμεναι δὲ μεταμελείας ἀναπιμπλᾶσι τοὺς ἐργασαμένους, καὶ μελετώμεναι μὲν ὕπουλον ποιοῦσι τὴν ψυχήν, εἰς ἐνέργειαν δὲ προελθοῦσαι τὴν μὲν ἑαυτῶν ἀπε‐ λέγχουσιν ἀσθένειαν, τὴν δὲ ψυχὴν ὠδῖνος ἀπολύουσιν αἰσχί‐
20στης. ταύτην δὴ τὴν τιμωρίαν οἳ μὲν καθ’ ὅλην ἑαυτῶν ἐπιδείκνυνται τὴν ζωήν, οἳ δὲ κατὰ τὰς μερικὰς ἐνεργείας· πᾶς γὰρ ὁ παράλογόν τι ποιῶν ἑλόμενός τε ποιεῖ καὶ ὁρμή‐ σας ἐφ’ ἅπερ εἵλετο καὶ τὸ ἐν φαντασίᾳ προυπάρχον εἰς ἐνέργειαν προαγαγών. συλλήβδην οὖν εἴπωμεν, ὅτι τὸ κακὸν
25οὔτε ἐν τοῖς νοεροῖς ἐστιν· ἅπαν γὰρ ἀκάκωτον τὸ νοερὸν γένος· οὔτε ἐν ψυχαῖς ὁλικαῖς ἢ τοῖς ὅλοις σώμασιν· ἅπαντα γὰρ τὰ ὅλα ἀκάκωτα ὡς καὶ ἀίδια καὶ ἀεὶ κατὰ φύσιν. λείπε‐ ται οὖν ἐν ψυχαῖς αὐτὸ εἶναι μερικαῖς ἢ σώμασι μερικοῖς. ἀλλὰ καὶ τούτων οὔτε ἐν ταῖς οὐσίαις· πᾶσαι γὰρ αὐτῶν
30αἱ οὐσίαι θεόθεν· οὔτε ἐν ταῖς δυνάμεσιν· κατὰ φύσιν γὰρ
αὗται. λείπεται ἄρα ἐν ταῖς ἐνεργείαις. καὶ ἐν μὲν ψυχαῖς
in Ti
.

1

.

381

οὔτε ἐν ταῖς λογικαῖς· πᾶσαι γὰρ τοῦ ἀγαθοῦ ὀρέγονται· οὔτε ἐν ταῖς ἀλόγοις· καὶ γὰρ αὗται κατὰ φύσιν ἐνεργοῦσιν· ἀλλ’ ἐν τῇ πρὸς ἀλλήλας αὐτῶν ἀσυμμετρίᾳ. ἐν δὲ σώμασιν οὔτε ἐν τῷ εἴδει· κρατεῖν γὰρ ἐθέλει τῆς ὕλης· οὔτε ἐν
5ταύτῃ· ἐφίεται γὰρ τοῦ κοσμεῖσθαι· ἀλλ’ ἐν τῇ ἀσυμμετρίᾳ τοῦ εἴδους πρὸς τὴν ὕλην. ᾧ καὶ δῆλον, ὅτι πᾶν τὸ κα‐ κὸν κατὰ παρυπόστασίν ἐστι, καὶ τοῦτο δὲ ὅμως ὑπὸ τοῦ ἀγαθοῦ χρωννύμενον ὑφέστηκεν· ὥστε πάντα ἀγαθὰ διὰ τὴν τοῦ θεοῦ βούλησιν, καὶ οὐδὲν ἔρημον ἀγαθοῦ κατὰ δύνα‐
10μιν, εἰ καὶ ὁπωσοῦν ἐστι τὸ κακόν· οὐ γὰρ ἦν γενέσεως οὔσης μὴ καὶ τοῦτο παρυφεστάναι, ἀναγκαῖον ὂν πρὸς τὴν τελειότητα τῶν ὅλων. περὶ μὲν οὖν τῶν κακῶν, ὅπως τε ὑφέστηκε καὶ ὁποίας ἐκ θεῶν καὶ ταῦτα τυγχάνει προνοίας, πρὸς μὲν τὸ παρὸν ἱκανὰ καὶ ταῦτα· εἴρηται δὲ ἐν ἑτέροις
15περὶ αὐτῶν ἐπὶ πλέον. ἐκεῖνό γε μὴν δῆλον ἐκ τῶν εἰρη‐ μένων, ὡς οὔτε βούλησις τοῦ θεοῦ μάταιός ἐστι· πάντα γὰρ ἀγαθὰ τῷ θεῷ καὶ οὐδέν ἐστι τῶν ὄντων ὃ μὴ κεκράτηται τῇ τοῦ ἀγαθοῦ μοίρᾳ· οὔτε τὸ κατὰ δύναμιν προσγέγρα‐ πται περιττῶς· οὐ γὰρ τὴν ἀτελῆ σημαίνει δύναμιν, ἀλλὰ
20τὴν κρατοῦσαν πάντων καὶ διὰ περιουσίαν τῶν ἀγαθῶν πάντα ἀγαθύνουσαν. Οὕτω δὴ πᾶν ὅσον ἦν ὁρατὸν παραλαβὼν οὐχ ἡσυχίαν ἄγον, ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἦγεν ἐκ τῆς ἀταξίας, ἡγη‐
25σάμενος ἐκεῖνο τούτου πάντως ἄμεινον [30 A]. Οἱ μὲν οὖν περὶ Πλούταρχον τὸν Χαιρωνέα καὶ Ἀττικὸν λιπαρῶς ἀντέχονται τούτων τῶν ῥημάτων ὡς τὴν
ἀπὸ χρόνου τῷ κόσμῳ γένεσιν αὐτοῖς μαρτυρούντων καὶ δὴ
in Ti
.

1

.

382

καί φασι προεῖναι μὲν τὴν ἀκόσμητον ὕλην πρὸ τῆς γενέσεως, προεῖναι δὲ καὶ τὴν κακεργέτιν ψυχὴν τὴν τοῦτο κινοῦσαν τὸ πλημμελές· πόθεν γὰρ ἡ κίνησις ἦν ἢ ἀπὸ ψυχῆς; εἰ δὲ ἄτακτος ἡ κίνησις, ἀπὸ ἀτάκτου ψυχῆς· εἴρηται γοῦν ἐν
5Νόμοις [X 897 B] τὴν μὲν ἀγαθοειδῆ ψυχὴν ὀρθὰ καὶ ἔμφρονα παιδαγωγεῖν, τὴν δὲ κακεργέτιν ἀτάκτως τε κινεῖ‐ σθαι καὶ τὸ ὑπ’ αὐτῆς διοικούμενον πλημμελῶς ἄγειν· ἐπι‐ γενομένης δὲ τῆς ἀπὸ τοῦ δημιουργοῦ κοσμοποιίας τὴν μὲν ὕλην μεθίστασθαι πρὸς τὴν τοῦ κόσμου σύστασιν, τὴν δὲ
10κακεργέτιν 〈ψυχὴν〉 νοῦ μετασχοῦσαν ἔμφρονα ἀποτελεῖσθαι καὶ τεταγμένην ποιεῖσθαι κίνησιν· ἄγει γὰρ εἰς τάξιν τὴν μὲν ἡ τοῦ εἴδους μετουσία, τὴν δὲ ἡ τοῦ νοῦ παρουσία. οἱ δὲ περὶ Πορφύριον καὶ Ἰάμβλιχον ταύτην μὲν ἐπιρραπί‐ ζουσι τὴν δόξαν ὡς τὸ ἄτακτον πρὸ τοῦ τεταγμένου καὶ τὸ
15ἀτελὲς πρὸ τοῦ τελείου καὶ πρὸ τοῦ νοεροῦ τὸ ἀνόητον ἐν τοῖς ὅλοις ἀποτιθεμένην καὶ οὐ μόνον περὶ τὸν κόσμον, ἀλλὰ καὶ περὶ αὐτὸν ἀσεβοῦσαν τὸν δημιουργὸν καὶ ἤτοι αὖ τὴν ἀγαθοειδῆ βούλησιν αὐτοῦ τὸ παράπαν ἀναιροῦσαν, ἢ τὴν γόνιμον δύναμιν· ἀμφοτέρων γὰρ συντρεχουσῶν ἀνάγκη
20καὶ τὸν κόσμον δημιουργεῖσθαι παρ’ αὐτοῦ διαιωνίως. αὐ‐ τοὶ δέ φασιν, ὅτι τὴν ἀπὸ τοῦ δημιουργοῦ πρόνοιαν τὴν εἰς τὸ πᾶν καθήκουσαν ὁ Πλάτων ἐνδείξασθαι βουλόμενος καὶ τὴν ἀπὸ νοῦ χορηγίαν καὶ τὴν τῆς ψυχῆς παρουσίαν ὅσων ἐστὶ τῷ κόσμῳ καὶ ἡλίκων αἰτίων ἀγαθῶν αἰτία πρό‐
25τερον αὐτὴν ἐφ’ ἑαυτῆς θεωρεῖ τὴν ὅλην σωματοειδῆ σύστα‐ σιν, ὅπως ἐστὶ πλημμελὴς καὶ ἄτακτος, ἵνα δὴ καὶ τὴν ἀπὸ ψυχῆς τάξιν καὶ τὴν δημιουργικὴν διακόσμησιν καθ’ ἑαυ‐ τὴν ἰδὼν ἔχῃς ἀφορίζεσθαι, ποίαν μὲν τὸ σωματοειδὲς καθ’ αὑτὸ φύσιν, ποίαν δὲ ἔλαχεν ἀπὸ τῆς δημιουργίας δια‐
30κόσμησιν, αὐτοῦ μὲν ὄντος ἀεὶ τοῦ κόσμου, τοῦ δὲ λόγου διαιροῦντος ἀπὸ τοῦ ποιοῦντος τὸ γιγνόμενον καὶ παρά‐
γοντος κατὰ χρόνον τὰ ὁμοῦ συνυφεστηκότα, διότι σύνθετόν
in Ti
.

1

.

383

ἐστι πᾶν τὸ γενητόν. προσθείης δ’ ἂν τοῖς εἰρημένοις ὀρ‐ θῶς εἰρημένοις καὶ ὅτι διττῆς τῆς δημιουργικῆς οὔσης ποιήσεως, τῆς μὲν σωματουργικῆς, τῆς δὲ κοσμητικῆς, ἀπὸ ταύτης ὁ Πλάτων ἀρχόμενος εἶναι μὲν πάντη καὶ πάντως
5εἰκότως ὑποτίθεται πᾶν τὸ σωματικόν, πλημμελῶς δὲ καὶ ἀτάκτως κινούμενον, ὅσον γὰρ ἐφ’ ἑαυτῷ τοιοῦτον ὄν, κίνη‐ σιν μὲν ἔχον ὡς ὑπὸ φύσεως ἐμπνεόμενον, ἄτακτον δὲ κίνησιν, οὔπω γεγονὸς ἔννουν ὅσον ἐφ’ ἑαυτῷ καὶ ἐψυχω‐ μένον ὑπὸ τῆς νοερᾶς ψυχῆς· ὅταν γὰρ τοιοῦτον γένηται
10τὸ πᾶν, τότε τῶν ὑπερφυῶν μετέχει δυνάμεων. εἰ δὲ κινη‐ τὸν μὲν ὡς φύσει κινητόν, μὴ ὑπὸ νοῦ δὲ μηδὲ ὑπὸ ἔμ‐ φρονος ψυχῆς, ἀφ’ ἧς ἡ τάξις, ἄτακτον ποιήσει τὴν κίνησιν. μικρὸν δὲ ὕστερον ἡμῖν παραδώσει καὶ τὸ σωματουρ‐ γικὸν τῆς δημιουργικῆς προνοίας· πλάττει γὰρ αὐτῷ πᾶν τὸ
15σωματικὸν ὁ δημιουργός, ὃ νῦν παραλαβεῖν αὐτόν φησιν, αὐτὸν ὄντα τὸν ποιητήν, αὐτὸν τὸν κοσμητήν, αὐτὸν τὸν τεχνίτην, αὐτὸν 〈τὸν〉 χειρουργόν. εἰ οὖν καὶ σώματα παράγει τὰ πρῶτα, δῆλον δή, ὅτι μέρος ἐστὶ τῆς δημιουργίας καὶ ἡ ἐκείνου γένεσις, τοῦ ὁρατοῦ δεξαμένου τινὰ τῶν εἰδῶν
20ἴχνη πρόδρομα τῆς διαρθρώσεως αὐτῶν, ἧς γενομένης ἕκα‐ στον κεκόσμηται τελέως καὶ ἔχει θέσιν ἐν τῷ παντὶ καὶ τάξιν τὴν πρέπουσαν. καὶ περὶ μὲν τοῦ πλημμελῶς κινου‐ μένου καὶ ἀτάκτως οὐ πολὺς ὁ λόγος· αὐτὸς γὰρ διαρρή‐ δην ἐρεῖ [36 D] πᾶν τὸ σωματικὸν τεκταίνεσθαι τὸν θεὸν
25εἴσω τῆς ψυχῆς. ὅτι δὲ καὶ τῆς ψυχῆς οὐ τὸ μὲν ὑπο‐ κείμενον ἦν, παρήγαγε δὲ μόνην τὴν διακόσμησιν, δῆλον· καὶ γὰρ τὴν οὐσίαν αὐτὴν ὑπέστησε πρῶτον καὶ τὸ ταυτὸν καὶ τὸ ἕτερον, ἐξ ὧν ἐστιν ὡς στοιχείων. εἰ οὖν καὶ τὰ στοιχεῖα παρήγαγεν αὐτῆς καὶ τὸ κρᾶμα τὸ ἐκ τούτων, ὅλην
30παρήγαγε, καὶ οὐ τὸ μὲν αὐτῆς ἔλαβεν ὄν, τὸ δὲ προσέθηκεν
αὐτός. ἀλλ’ ἐπὶ μὲν τῆς ψυχῆς ἀσωμάτου οὔσης τοῦτο ἀλη‐
in Ti
.

1

.

384

θές· ἐπὶ δὲ τοῦ σώματος τὸ μὲν περὶ τῶν εἰδῶν τῶν πρώ‐ των δεδείχαμεν, ὅπως καὶ τούτων αἴτιός ἐστιν ὁ θεός, περὶ δὲ τῆς ὕλης αὐτῆς ζητήσειεν ἄν τις, εἴτε ἀγένητός ἐστιν ἀπ’ αἰτίας, ὥς φασιν οἱ περὶ Πλούταρχον καὶ Ἀττικόν,
5εἴτε γενητή, καὶ ἐκ ποίας αἰτίας. Ἀριστοτέλης μὲν γὰρ ἀγένητον ἄλλως ἀπέδειξεν αὐτὴν ὡς μὴ σύνθετον μηδὲ ἐξ ἄλλης ὕλης ὑφισταμένην μηδ’ αὖ εἰς ἄλλην ἀναλυομένην· ὁ δὲ παρὼν λόγος ἀίδιον μὲν αὐτὴν εἶναί φησιν, ἐπιζητεῖ δέ, εἰ ἀπ’ αἰτίας ἐστὶν ἀγένητος, καὶ εἰ δύο ταύτας ἀρχὰς
10θετέον κατὰ Πλάτωνα τῶν ὅλων, ὕλην καὶ θεόν, μήτε τοῦ θεοῦ τὴν ὕλην παράγοντος μήτε τῆς ὕλης τὸν θεόν, ἵνα ἣ μὲν ἀίδιος ᾖ πάντη καὶ ἄθεος, ὃ δὲ ἄυλος πάντῃ καὶ ἁπλοῦς. αὐτὸ μὲν οὖν τὸ πρᾶγμα τῶν σφόδρα ζητουμένων ἐστί, καὶ εἴρηται ἡμῖν ἐν ἄλλοις. νῦν δὲ ἀπόχρη πρὸς τούσδε τοὺς
15ἄνδρας ἐπιδεικνύναι τὴν τοῦ Πλάτωνος διάνοιαν ὁποία τίς ἐστιν· ὅτι μὲν γὰρ οὐχ ὁ δημιουργὸς πρώτως ὑφίστησι τὴν ὕλην, δῆλον ἐξ ὧν ἐρεῖ προελθών [52 D], τρία ταῦτα προ‐ εῖναι τῆς τοῦ κόσμου γενέσεως, ὂν καὶ χώραν καὶ γένε‐ σιν, καὶ τὴν μὲν γένεσιν ἔγγονον, τὴν δὲ χώραν μητέρα· δοκεῖ
20γοῦν διὰ τούτων τὴν μὲν ὕλην ὥσπερ ἀντιδιελεῖν τῷ δημι‐ ουργῷ κατὰ τὸ μητρικὸν ἰδίωμα καὶ πατρικόν, τὴν δὲ γένε‐ σιν ἀπὸ τοῦ δημιουργοῦ παράγειν καὶ τῆς ὕλης. μήποτε οὖν ἀπ’ ἄλλης τάξεως τῆς πρὸ τοῦ δημιουργοῦ τεταγμένης ὑφίστησιν αὐτήν. ἐν γοῦν τῷ Φιλήβῳ [23 C] γράφει
25διαρρήδην· τὸν θεὸν ἐλέγομέν που τὸ μὲν πέρας δεῖ‐ ξαι τῶν ὄντων, τὸ δὲ ἄπειρον, ἐξ ὧν καὶ τοῖς σώμασι καὶ τοῖς πᾶσιν εἶναι τὴν σύστασιν. εἰ τοίνυν καὶ τὰ σώ‐ ματα ἐκ πέρατός ἐστι καὶ ἀπειρίας, τί τὸ ἐν αὐτοῖς πέρας; καὶ ἡ ἀπειρία τίς; δῆλον τοίνυν, ὡς τὴν μὲν ὕλην ἀπειρίαν
30φήσομεν, τὸ δὲ εἶδος πέρας. εἰ οὖν, ὥσπερ εἴπομεν, ὁ θεὸς
in Ti
.

1

.

385

πᾶσαν ἀπειρίαν ὑφίστησι, καὶ τὴν ὕλην ὑφίστησιν, ἐσχάτην οὖσαν ἀπειρίαν. καὶ αὕτη μὲν πρωτίστη καὶ ἄρρητος αἰτία τῆς ὕλης· ἐπειδὴ δὲ πανταχοῦ τὰ ἐν τοῖς αἰσθητοῖς ἀνά‐ λογον ὄντα πρὸς τὰς νοητὰς αἰτίας ἀπ’ ἐκείνων ὁ Πλάτων
5ὑφίστησιν, οἷον τὸ ἐνταῦθα ἴσον ἀπὸ τοῦ αὐτοΐσου, καὶ τὸ ὅμοιον καὶ ζῷα τὰ τῇδε πάντα καὶ φυτά, κατὰ τὸν αὐτὸν τρόπον δῆλον ὅτι καὶ τὴν ἐνταῦθα ἀπειρίαν ἀπὸ τῆς πρώ‐ της ἀπειρίας παράγει, καθάπερ καὶ τὸ ἐνταῦθα πέρας ἀπὸ τοῦ ἐκεῖ πέρατος. δέδεικται δ’ ἐν ἄλλοις, ὅτι τὴν πρώτην
10ἀπειρίαν, τὴν πρὸ τῶν μικτῶν, ἐν τῇ ἀκρότητι τῶν νοητῶν ἵδρυσε καὶ ἐκεῖθεν αὐτῆς διατείνει τὴν ἔλλαμψιν ἄχρι τῶν ἐσχάτων, ὥστε κατ’ αὐτὸν ἡ ὕλη πρόεισιν ἔκ τε τοῦ ἑνὸς καὶ ἐκ τῆς ἀπειρίας τῆς πρὸ τοῦ ἑνὸς ὄντος, εἰ δὲ βούλει, καὶ ἀπὸ τοῦ ἑνὸς ὄντος καθόσον ἐστὶ δυνάμει ὄν. διὸ καὶ
15ἀγαθόν πῄ ἐστι καὶ ἄπειρον, καὶ ἀμυδρότατον ὂν καὶ ἀνεί‐ δεον, διὸ καὶ ταῦτα πρὸ τῶν εἰδῶν καὶ τῆς ἐκφάνσεως αὐ‐ τῶν. τὰ δὲ αὐτὰ ταῦτα καὶ Ὀρφεὺς [frg. 52] παραδίδωσιν· ὥσπερ γὰρ ὁ Πλάτων διττὰς παρήγαγεν αἰτίας ἀπὸ τοῦ ἑνός, τὸ πέρας καὶ τὴν ἀπειρίαν, οὕτω δὴ καὶ ὁ θεολόγος
20ἀπὸ τοῦ χρόνου τόν τε αἰθέρα καὶ τὸ χάος ὑπέστησε, τοῦ μὲν πανταχοῦ πέρατος αἴτιον τὸν αἰθέρα, τῆς δὲ ἀπειρίας τὸ χάος· καὶ ἀπὸ τούτων τῶν δυοῖν ἀρχῶν τούς τε θείους γεννᾷ διακόσμους καὶ τοὺς ἐμφανεῖς, ἀπὸ μὲν τῆς κρείτ‐ τονος πᾶν τὸ μόνιμον καὶ ταυτοποιὸν καὶ μετρητικὸν καὶ
25συνεκτικόν, ἀπὸ δὲ τῆς λοιπῆς πᾶσαν τὴν κινητικὴν καὶ ἑτεροποιὸν καὶ ἀνέκλειπτον πρόοδον καὶ τὴν ὑπ’ ἄλλων ὁρι‐ ζομένην καὶ τὴν ὑπ’ ἄλλων συνεχομένην φύσιν καὶ τελευ‐ ταίαν τὴν ἐσχάτην ἀπειρίαν, ὑφ’ ἧς καὶ ἡ ὕλη περιέχεται, διὸ καὶ ἀνομοίως ὡμοίωται πρὸς ἑαυτήν—χάσμα μὲν γάρ
30ἐστιν ὡς χώρα τῶν εἰδῶν καὶ τόπος, οὔτε δὲ πεῖραρ οὔτε
in Ti
.

1

.

386

πυθμὴν οὔτε ἕδρα περὶ αὐτήν ἐστιν, ὡς ἄστατον καὶ ἄπειρον καὶ ἀόριστον οὖσαν· ἀζηχὲς δὲ αὖ σκότος καὶ αὐτὴ ὡς ἀνείδεον λαχοῦσα τὴν φύσιν ὀνομάζοιτο ἄν— ὥστε καὶ Ὀρφεὺς κατὰ τοῦτον τὸν λόγον ἀπὸ τῆς πρωτίστης
5τῶν νοητῶν ὑποστάσεως παράγει τὴν ὕλην· ἐκεῖ γὰρ τὸ ἀζη‐ χὲς σκότος καὶ τὸ ἄπειρον, καὶ ταῦτα μὲν κρειττόνως τῶν ἐφεξῆς, τῇ δὲ ὕλῃ τὸ ἀλαμπὲς δι’ ἔνδειαν καὶ τὸ ἄπειρον, οὐ κατὰ δυνάμεως περιουσίαν, ἀλλὰ κατ’ ἔλλειψιν. καὶ μὴν καὶ ἡ τῶν Αἰγυπτίων παράδοσις τὰ αὐτὰ περὶ αὐτῆς φη‐
10σιν· ὅ γέ τοι θεῖος Ἰάμβλιχος ἱστόρησεν, ὅτι καὶ Ἑρμῆς ἐκ τῆς οὐσιότητος τὴν ὑλότητα παράγεσθαι βούλεται· καὶ δὴ καὶ εἰκὸς κἀκ τούτου τὸν Πλάτωνα τὴν τοιαύτην περὶ τῆς ὕλης δόξαν ἔχειν. πρώτως μὲν οὖν ἀπὸ τούτων ὑφί‐ σταται τῶν ἀρχῶν ἡ ὕλη, παράγει δὲ αὐτὴν τὰ δεύτερα καὶ
15τρίτα νοητά τε καὶ νοερὰ αἴτια καὶ ὑπερουράνια καὶ ἐγκό‐ σμια. καὶ τί λέγω περὶ τῶν θεῶν αὐτῶν; ἀλλὰ καὶ ἡ τοῦ παντὸς φύσις παράγει τὴν ὕλην καθόσον ἐστὶ καὶ κατὰ τὴν ἑαυτῆς ὕπαρξιν· κατὰ γὰρ ταύτην μετέχει τῆς πρωτίστης αἰτίας· καὶ τοίνυν ὁ δημιουργὸς κατὰ μὲν τὴν ἑνάδα τὴν
20ἐν αὐτῷ, καθ’ ἣν καὶ ἔστι θεός, ἔστι καὶ τῆς ἐσχάτης ὕλης αἴτιος, κατὰ δὲ τὸ ὂν τὸ δημιουργικὸν αὐτῆς μὲν οὐκ αἴτιος, τῶν δὲ σωμάτων ᾗ σώματα καὶ τῶν σωματικῶν ποιοτήτων, διόπερ ἡ γένεσις ἔγγονός ἐστι τοῦ ὄντος, κατὰ δὲ τὴν ἐν αὐτῷ ζωὴν τῆς διὰ πάντων διηκούσης ψυχώσεως, κατὰ δὲ
25τὸν νοῦν τῆς νοερᾶς εἰς τὸ πᾶν χορηγίας. καὶ πάντα μὲν ὅσα κατὰ τὰς δευτέρας ποιεῖ δυνάμεις, μετὰ τῶν προτέρων ἀπεργάζεται· πᾶν γὰρ τὸ ἔννουν καὶ ζωῆς μετέχει καὶ τοῦ ὄντος καὶ τῆς ἑνώσεως, καὶ τὸ ζῶν ἔστι τε καὶ ἕν ἐστι, καὶ τὸ ὂν διὰ τῆς οἰκείας ἑνότητος συνέχεται. τὸ δ’ ἔμπαλιν
30οὐκ ἔστιν· οὐ γὰρ ὅσα κατὰ τὸ ἕν, τοσαῦτα καὶ κατὰ τὸ ὂν
in Ti
.

1

.

387

ὑφίστησιν, οὐδ’ ὅσα κατὰ τὸ ὄν, τοσαῦτα καὶ κατὰ τὴν τῆς ζωῆς πηγήν, οὐδ’ ὅσα κατὰ ταύτην, τοσαῦτα 〈καὶ〉 κατὰ τὸν βασιλικὸν νοῦν, ἀλλὰ ταῖς ὑψηλοτέραις δυνάμεσιν ἐπὶ πλεῖ‐ στον διατείνει τὴν ἑαυτοῦ πρόνοιαν. ταῦτα μὲν οὖν καὶ
5ἐν ἄλλοις ἐξήτασται διὰ πλειόνων. ἐπανιτέον δὲ ἐπὶ τὴν λέξιν καὶ θεατέον ἕκαστον ὅπως εἴρηται. τὸ μὲν οὖν οὕτω δὴ τῆς ἀγαθότητος ἐξάπτει τοῦ δημιουργοῦ, ταὐτὸν δὲ εἰπεῖν τῆς θεότητος, τὴν ὅλην διακόσμησιν. τὸ δὲ πᾶν ὅσον ὁρατὸν πρῶτον μὲν οὐδὲν ἀφίησιν ἔρημον τῆς τοῦ
10θεοῦ προνοίας, ἔπειθ’ ὅτι σωματικόν ἐστι τοῦτο τὸ ὁρατὸν ἐπιδείκνυσιν· οὐ γὰρ ἂν ἦν ὁρατὸν ἀσώματον ὂν καὶ ἄποιον· ὥστε οὔτε τὴν ὕλην οὔτε τὸ δεύτερον ὑποκείμενον σημαίνει, ἀλλ’ ἔστι τὸ ἤδη μετασχὸν τῶν εἰδῶν καὶ ἴχνη τινὰ ἔχον αὐτῶν καὶ ἐμφάσεις πλημμελῶς καὶ ἀτάκτως κινούμενον· αἱ
15γὰρ εἰδωλικαὶ τῶν εἰδῶν καὶ ἀδιάρθρωτοι παρουσίαι δια‐ φόρους αὐτῷ κινήσεις ἐμποιοῦσιν, ὡς καὶ αὐτὸς ἐρεῖ προ‐ ελθὼν ὁ Τίμαιος, ταύτας δὲ ἐλλάμπουσι μὲν αἱ πρὸ τοῦ δημιουργοῦ πᾶσαι τάξεις τῶν θεῶν, ἐξαιρέτως δ’ ἐλλάμπει τὸ παράδειγμα αὐτῷ τῷ εἶναι καὶ πρὸ τῆς δημιουργίας· τὰ
20γὰρ ὑπέρτερα αἴτια καὶ πρὸ τῶν δευτέρων ἐνεργεῖ, καὶ ὁ μὲν δημιουργὸς μετὰ τοῦ παραδείγματος ποιεῖ, ἐκεῖνο δὲ καὶ πρὸ τοῦ δημιουργοῦ, καὶ ἐπὶ ταῦτα διαβαῖνον, ἐφ’ ἃ μὴ φθάνει τῆς δημιουργικῆς προνοίας ἡ ἐνέργεια. εἰ οὖν ἐθέλεις τὰ πρωτουργὰ διιστάνειν αἴτια καὶ τὰ ἀπ’ αὐτῶν,
25τἀγαθὸν μὲν ἐρεῖς πάντων αἴτιον ὂν εἶναι καὶ ὕλης αἴτιον— διὸ καὶ αὐτὴ ἀναγκαῖον—καὶ τῆς εἰδοποιίας—καὶ γὰρ πᾶν εἶδος μέτρον ἐστί—καὶ τῆς τάξεως—καὶ γὰρ ἡ τάξις λόγος ἐστὶ τῶν τεταγμένων—τὸ δὲ παράδειγμα τῆς μὲν ὕλης οὐκ ἔστι, τῆς δὲ εἰδοποιίας καὶ τῆς ἐν τοῖς εἴδεσι τάξεως· τὸ
30δὲ δημιουργικὸν τῆς τάξεως. διὸ καὶ παρέλαβε, φησίν, ἤδη
προκόψασαν τὴν ὕλην εἰς εἰδῶν μετάληψιν· τοῦτο γὰρ τὸ
in Ti
.

1

.

388

ἄτακτον ἤδη μορφωθὲν ὁπωσοῦν τοῦ ἀνειδέου κρεῖττον. πάντων οὖν ἀεὶ καὶ ἅμα αἰτίων ὄντων, τῶν δὲ ἀποτελεσμά‐ των τῶν μὲν ἄχρι τῶν ἐσχάτων, τῶν δὲ ἄχρι τῶν ὑπὲρ ἀμφότερα διὰ τὴν τῶν ὑπερτέρων ἐκτένειαν τὴν μὲν ὕλην
5παραλαμβάνει τὸ παράδειγμα παρὰ τοῦ ἀγαθοῦ καὶ εἰδο‐ ποιεῖ· τὰ γὰρ εἴδη καθόσον εἴδη τοῦ παραδείγματός ἐστιν ἔγγονα· τὸ δὲ δημιουργ〈ικ〉ὸν παρὰ τοῦ παραδείγματος τὰ εἴδη παραδεξάμενον ἀριθμοῖς διακοσμεῖ καὶ λόγοις τάξιν ἐπι‐ τίθησιν. καὶ οὕτω μὲν εἰ διαστήσαις τὰ αἴτια, κἂν αὐτὸν δὲ
10λέγῃς τὸν δημιουργὸν πάντων ἕνα ὄντα αἴτιον, ἄλλως μὲν ποιήσει κατὰ τὸ ἑαυτοῦ ἀγαθόν, ἄλλως δὲ κατὰ τὸ ἐν αὐ‐ τῷ παράδειγμα, ἄλλως κατὰ τὸ ποιητικὸν ἰδίωμα καὶ τεχνι‐ κόν, ὡς εἴπομεν [p. 383, 14 ss]. καὶ ἀθρόως ἐκείνου καὶ αἰωνίως ποιοῦντος ἄλλα ἀπ’ ἄλλου τῶν ἐν αὐτῷ πρόεισι·
15κατὰ τὸ ἀγαθὸν ὕλη, εἶδος, τάξις· κατὰ τὸ παράδειγμα τὸ ἐν αὐτῷ εἶδος· κατὰ τὸ τεχνικὸν ἰδίωμα ἡ τάξις· ὥστε τὸ εἰδοπεποιημένον τοῦτο πρὸ τῆς τάξεως ἀπὸ τοῦ παραδείγματος ἔχει τὰς ἐμφάσεις ταύτας τῶν εἰδῶν, νοητοῦ ὄντος κατὰ τὴν ἑαυτοῦ φύσιν. ἀπὸ ταύτης δὲ τῆς τάξεως καὶ τὰ λόγια
20παράγει τὴν πολυποίκιλον ὕλην· ἔνθεν ἅδην θρῴσκει γένεσις πολυποικίλου ὕλης· οὐ γάρ ἐστιν ἡ πρώτη πολυποίκιλος, οὐδὲ γένεσις αὐτῆς ἐστιν, ἀλλὰ τοῦ ἔχοντος ἴχνη πρόδρομα τῶν εἰδῶν. ᾧ καὶ δῆλον, ὅτι τὸ παράδειγμα καὶ ὁ δημιουργὸς διαφέρετον
25ἀλλήλοιν, εἴπερ ἐκείνου μὲν ἡ ὕλη μετέχει καὶ πρὸ τῆς κοσμοποιίας, ὅτε κατὰ τὴν ὑπόθεσιν ὁ δημιουργὸς ἀπῆν, τοῦ δὲ δημιουργοῦ μάλιστα ταττόμενον καὶ κοσμούμενον μεταλαμβάνει, καὶ τότε πάρεστιν αὐτῷ ὁ δημιουργός. τὸ οὖν παραλαβὼν λέγοιτο μὲν ἄν που καὶ ὡς πρὸς τὴν τῆς
30δημιουργικῆς προνοίας ἐξῃρημένην παραδειγματικὴν αἰτίαν,
ἀφ’ ἧς παραλαμβάνει τὸ ὑποκείμενον ἴχνεσιν εἰδῶν ἤδη τισὶ
in Ti
.

1

.

389

διαπεποικιλμένον, λέγοιτο δ’ ἂν καὶ ὅτι 〈ἀπ’〉 ἄλλης δυνάμεως τὸ ἔργον ἄλλη〈ν〉 παραλαμβάνει πρὸς τὴν τελείαν διακόσμη‐ σιν, εἰ καὶ πάσας ἐν τῷ δημιουργῷ θεωροίημεν· εἴη γὰρ ἂν ὁ αὐτὸς ὅ τε παραλαβὼν καὶ ὁ παραδοὺς ἄλλαις καὶ ἄλλαις
5δυνάμεσιν οὐσιοποιῶν ἢ διακοσμῶν τὰ πράγματα. τὸ δὲ οὐχ ἡσυχίαν ἄγον, ἀλλὰ κινούμενον ὅτι τὴν φύσιν αὐτῷ δέδωκε μόνην ἡ ὑπόθεσις δείκνυσιν, ἀφ’ ἧς ἡ κίνη‐ σις· ἄλογος γὰρ ἡ φύσις οὖσα καὶ οὐ θεόθεν ποδηγετου‐ μένη ποίαν ἔτι φυλάττειν τάξιν δύναιτο ἄν; δηλοῖ δὲ τοῦτο
10καὶ ἐν τῷ Πολιτικῷ [272 E]· τὸν γὰρ δημιουργὸν ἀπο‐ στήσας τοῦ κόσμου κινεῖσθαί φησιν αὐτὸν ὑπὸ δή τινος εἱμαρμένης καὶ συμφύτου καθ’ αὑτὸν ἐπιθυμίας· ὅπερ οὖν ἐκεῖ μετὰ τὴν δημιουργίαν, τοῦτο ἐνταῦθα πρὸ τῆς δημιουργίας ὑποθέμενος ἀταξίαν εἰσήγαγεν εἰς τὴν τοῦ
15ὁρατοῦ κίνησιν ἄνευ νοῦ γιγνομένην. καὶ τοῦτο μὲν τοι‐ οῦτον. τὸ δὲ εἰς τάξιν ἄγειν ἐκ τῆς ἀταξίας καὶ διὰ νοῦ μετουσίας καὶ ζωῆς νοερᾶς παραγίνεται. τὸ δὲ ἡγη‐ σάμενος τὴν νόησιν ἐνδείκνυται τὴν δημιουργικὴν ἀνάλογον οὖσαν τῇ βουλήσει καὶ δυνάμει. προλαβὼν οὖν ἐν μὲν τῷ
20βουληθεὶς τὴν βούλησιν, ἐν δὲ τῷ κατὰ δύναμιν τὴν δύναμιν, ἐκ τρίτων ἐν τῷ ἡγησάμενος προσέθηκε τὴν νοε‐ ρὰν γνῶσιν· τούτοις γὰρ αὖ καὶ ἐν Νόμοις [X 900DE ss] ἐχαρακτήριζε τὴν θείαν πρόνοιαν, ἀγαθότητι, δυνάμει, γνώ‐ σει· ἀγαθότης μὲν γάρ ἐστι πατρικὴ καὶ περὶ τὰ πρῶτα,
25δύναμις δὲ μήτηρ καὶ δεύτερον, νοῦς δὲ τρίτον ὁ γνωστι‐ κός· ἡ μὲν γὰρ ἀγαθότης τὸ πρῶτον, ἡ δὲ δύναμις σὺν ἐκείνῳ, τῷ πρώτῳ δηλαδὴ τῆς τριάδος, ὁ δὲ νοῦς ἀπ’ ἐκεί‐ νου τὸ τρίτον. τὸ δὲ αὖ ἐκεῖνο τούτου ἄμεινον τὴν τάξιν λέγει τῆς ἀταξίας· ἐκεῖνο μὲν γὰρ ἡ τάξις, τοῦτο δὲ ἡ
30ἀταξία· καὶ γὰρ οὕτως εἴρηται 〈τό〉· εἰς τάξιν αὐτὸ ἦγεν ἐκ τῆς ἀταξίας. τοῦτο οὖν τὸ ὕστερον ῥηθὲν ἐκάλεσεν,
ἐκεῖνο δὲ τὸ πρότερον. ἔχει δὲ τὸ τοῦτο καὶ τῆς παρούσης
in Ti
.

1

.

390

ἀταξίας ἔνδειξιν, ἣν παρέλαβεν ὁ δημιουργός, τὸ δὲ ἐκεῖνο τῆς ἐν τῷ δημιουργῷ προϋπαρχούσης τάξεως, καθ’ ἣν καὶ τὰ ἄτακτα τάττειν ἔμελλεν. Ἀριστοτέλης μὲν οὖν τὴν ἐν τῷ δημιουργῷ τάξιν οὐκ οἶδεν, ἀλλὰ τὴν ἐν τοῖς ἀποτελέσμασι,
5τό γε μὴν εὖ ἐν ἀμφοτέροις τίθησιν, ἵνα ὁ νοῦς κατ’ αὐτὸν ἐφετὸς μὲν ᾖ τοῖς δευτέροις, ποιητικὸς δὲ μηδαμῶς. ὁ δέ γε Πλάτων Ὀρφεῖ συνεπόμενος ἐν τῷ δημιουργῷ πρῶτον εἶναί φησι τὴν τάξιν καὶ τὸ πρὸ τῶν μερῶν ὅλον· πάντα γὰρ ὢν αὐτὸς νοερῶς ἔμελλε τὰ αὐτὰ ποιεῖν αἰσθητῶς· εἰ
10γὰρ αὐτῷ τῷ εἶναι ποιεῖ—τοῦτο δὲ ἀναγκαῖον, ἵνα μὴ προαίρεσιν καὶ ἀμφίβολον ῥοπὴν ἐπ’ αὐτὸν ἀναπέμπωμεν— ἤτοι κατὰ ἀπομερισμὸν καὶ ἐλάττωσιν ποιεῖ τῶν ἑαυτοῦ δυνά‐ μεων, ὥσπερ τὸ πῦρ, ἢ μένων ὅς ἐστιν αὐτῷ τῷ εἶναι παράγει τὰ ἐφεξῆς. εἰ μὲν οὖν κατὰ ἀπομερισμόν, ἄτοπον·
15οὐδὲ γὰρ ἡ φύσις ἐλαττοῦται ποιοῦσα τρίχας ἢ ὀδόντας ἢ ἄλλο τι τῶν μορίων· πολλῷ δὴ πλέον τὴν ἐξῃρημένην οὐ‐ σίαν καὶ ἑαυτὴν ὑφιστάνουσαν ἀνελάττωτον προσήκει φυλάτ‐ τειν. εἰ δὲ ὅπερ ἐστὶ μένων αὐτῷ τῷ εἶναι ποιεῖ, διὰ τοῦτο μὲν ὅμοιον ἑαυτῷ ποιεῖ, δι’ ἐκεῖνο δὲ καθ’ ὅλον ἑαυτόν· τὸ
20γὰρ ἐλαττούμενον οὐ καθ’ ὅλον ποιεῖ. πάντα ἄρα ἐν ἑαυτῷ πρώτως· τὰ δὲ ἐκτὸς εἰκόνες τῆς αὐτοῦ παντότητος· καὶ ἡ τάξις ἄλλως μὲν ἐν τοῖς ἀποτελέσμασιν, ἄλλως δὲ ἐν τοῖς παραδείγμασιν· αὕτη μὲν γὰρ συμπλέκεται τοῖς ἀτάκτοις, ἐκείνη δὲ αὐτὸ τάξις ἐστίν, ἐν ἑαυτῇ οὖσα καὶ ἑαυτῆς, ἵνα
25καὶ τὰ ἄτακτα δύνηται τάττειν ἐξῃρημένη τε ἀπ’ αὐτῶν καὶ σῴζουσα τὴν ἑαυτῆς οὐσίαν ἄχραντον. ταῦτα μὲν οὖν περὶ τῶν λέξεων εἰρήσθω παρ’ ἡμῶν. ἄξιον δὲ μηδὲ ἐκεῖνο παραλιπεῖν, ὅτι μιμεῖται τοὺς θεολόγους πρὸ τῆς κοσμο‐ ποιίας τὸ πλημμελὲς καὶ ἄτακτον ὑφιστάς· ὡς γὰρ ἐκεῖνοι
30πολέμους καὶ στάσεις εἰσάγουσι τῶν Τιτάνων πρὸς τοὺς Ὀλυμπίους, οὕτω δὴ καὶ ὁ Πλάτων δύο ταῦτα προϋποτί‐
θεται, τό τε ἄκοσμον καὶ τὸ κοσμοποιόν, ἵνα θάτερον κοσμηθῇ
in Ti
.

1

.

391

καὶ μετάσχῃ τῆς τάξεως. ἀλλ’ ἐκεῖνοι μὲν θεολογικῶς· αὐ‐ τοὺς γὰρ τοὺς προστάτας τῶν σωμάτων ἀντιτάττουσι τοῖς Ὀλυμπίοις· ὁ δὲ Πλάτων φιλοσόφως ἀπὸ τῶν θεῶν ἐπὶ τὰ διοικούμενα τὴν τάξιν μετήγαγε. Φέρε δὴ οὖν καὶ ὅσα ὁ
5φιλόσοφος Πορφύριος ἐν τούτοις ἱεροπρεπῆ νοήματα παρα‐ δέδωκε, συντόμως περιλάβωμεν. Πρῶτον μὲν οὖν ἀποτείνεται πρὸς τοὺς περὶ Ἀττικὸν πολλὰς ὑποτιθεμένους ἀρχὰς συνα‐ πτούσας ἀλλήλοις τὸν δημιουργὸν καὶ τὰς ἰδέας, οἳ καὶ τὴν ὕλην ὑπὸ ἀγενήτου φασὶ κινουμένην ψυχῆς, ἀλόγου δὲ καὶ
10κακεργέτιδος, πλημμελῶς καὶ ἀτάκτως φέρεσθαι, 〈καὶ〉 προϋφ‐ ιστᾶσι κατὰ χρόνον τὴν μὲν ὕλην τοῦ αἰσθητοῦ, τὴν δὲ ἀλογίαν τοῦ λόγου, τὴν δὲ ἀταξίαν τῆς τάξεως. ἔστω δὴ οὖν, ὥς φασιν, ὕλη καὶ θεὸς ἀγένητα ἄμφω ἀπ’ αἰτίας. οὐκοῦν τὸ μὲν ἀγένητον αὐτοῖς κοινόν· διαφέρει δὲ ὅμως
15ἀλλήλων· ἄλλῳ ἄρα τινὶ καὶ οὐ τῷ ἀγενήτῳ. ἐκεῖνο οὖν, ᾧ διαφέρει ἀλλήλων, οὐκ ἂν εἴη ἀγένητον. γενητὸν ἄρα. ἀλλὰ ἀδύνατον τὰ ἀγένητα τῷ γενητῷ διαφέρειν. ἔπειτα τί τὸ τῆς διακρίσεως αὐτοῖς αἴτιον καὶ ποιῆσαν τὸ μὲν σωστι‐ κόν, τὸ δὲ φθαρτικόν; εἰ μὲν γὰρ τὸ ἀγένητον, ἄτοπον· ἦν
20μὲν γὰρ ἂν πᾶν τὸ ἀγένητον σωστικόν, ἢ πᾶν τὸ ἀγένητον φθαρτικόν, εἴπερ τὸ ἀγένητον ἐποίει σωστικὸν τὸν θεόν, ἢ τὸ ἀγένητον τῆς ὕλης φθαρτικὸν τὴν ὕλην. εἰ δὲ ἄλλο τι λεκτέον ἐκεῖνο, πότερον καὶ αὐτὸ ἀγένητον ἢ γενητόν; εἴτε γὰρ γενητὸν τῶν ἀγενήτων αἴτιον, ἄτοπον· εἴτε ἀγένητον,
25πῶς τῶν πάντη ἀγενήτων ἄλλο αἴτιον ἀγένητον; οὐδὲν γὰρ μᾶλλον ἐκεῖνο τούτοις αἴτιον ἢ ταῦτα ἐκείνῳ, πάντων καθ‐ άπερ ἀγενήτων ὄντων· ὥστε πάλιν ἄλλο πρὸ τούτων ζητή‐ σομεν αἴτιον αὐτῶν τῆς διαφορᾶς, καὶ ἐπ’ ἄπειρον ἡ ἄνοδος ἔσται· εἰ γὰρ μηδὲν ἔσται αἴτιον τοῖς διαφέρουσι τῆς δια‐
30φορᾶς καὶ τοῦ τὸ μὲν εἶναι σωστικόν, τὸ δὲ φθαρτικόν, τὸ
in Ti
.

1

.

392

τυχαῖον ἐπικρατήσει τῶν ἀρχῶν· αἰτίας γὰρ ἀνῃρημένης ἡ συνδρομὴ τῶν τοιῶνδε ἀρχῶν ἄλογος ἔσται καὶ ἀναίτιος. ἔτι δὲ τὸ τὸ κακὸν διαιώνιον ποιεῖν ὥσπερ καὶ τὸ ἀγαθόν, ἄτοπον· οὐ γὰρ ὁμότιμον τῷ θείῳ τὸ ἄθεον οὐδὲ ἐπίσης
5ἀγένητον οὔτε ὅλως ἀντιδιῃρημένον· τί γὰρ μᾶλλον αὔταρ‐ κές ἐστι θάτερον ἢ ἄτρεπτον ἢ ἀμετάβλητον, εἴπερ ἑκάτερον αὐτῶν ἐξ ἀιδίου, μηδὲν τοῦ λοιποῦ προσδεόμενον ἔτι τοίνυν, εἰ τὸ μὲν ἐπιτήδειον πρὸς τὸ κοσμεῖσθαι, τὸ δὲ πρὸς τὸ κοσμεῖν, πόθεν αὐτοῖς ἡ ἐπιτηδειότης; δεῖ γὰρ εἶ‐
10ναί τι τὸ συνάπτον ἄμφω καὶ ποιοῦν σύμμετρα ἀλλήλοις· οὐ γάρ που ταῦτα ἀπεσπασμένα ἀλλήλων καὶ ἐναντίως ἔχοντα ἑαυτὰ ἐπιτήδεια πρὸς τὴν σύνοδον ἀπεργάζεται. εἰ μὴ ἄρα καὶ τοῦτο ἀπὸ ταὐτομάτου γίγνεσθαι φαῖεν, οὐδὲ τοῦ Ἀθη‐ ναίου Ξένου [leg. X 891 C] λέγοντος ἀκούοντες πηγὴν
15ἀνοήτου δόξης εἶναι ταύτην, εἴ τίς φησι πρὸ λογισμοῦ τὸ ἄλογον εἶναι καὶ πρὸ τῆς νοερᾶς τέχνης τὸ τυχαῖον ἐπι‐ κρατεῖν, οὐδὲ τοῦ Σωκράτους ἐν Πολιτείᾳ λέγοντος μὴ δεῖν ἐπὶ τοῦ πλήθους μένειν, ἀλλὰ ἀνατρέχειν ἀπὸ τῶν πολλῶν ἐπὶ τὰς κοινὰς αὐτῶν μονάδας. ἔτι τὴν ἀνωτάτω
20ἀρχὴν οὐ ταύτῃ μόνον χαρακτηρίζειν δεῖ τῷ μὴ ἔχειν ἄλ‐ λην ἀρχήν—τοῦτο γὰρ οὔπω δείκνυσι τὴν ἀξίαν αὐτῆς— ἀλλὰ τῷ πάντα ἐξ αὐτῆς. εἰ δὲ τοῦτο, οὐκ ἂν εἶεν ἀρχαὶ πλείους μιᾶς· ἔσται γὰρ οὕτως οὐ πάντων αἴτιος ὁ θεός, ἀλλὰ τινῶν. εἰ δὲ καὶ τῆς ὕλης ἄρχοι, μία ἡ ἀρχὴ καὶ οὐ
25πολλαί. ἔτι δέ, εἰ ἐν τούτῳ ἔχοι τὸ εἶναι ἀρχή, ἐν τῷ τινῶν εἶναι καὶ κοσμεῖν τὸ ἄτακτον, ἅμα ἔσται τοῖς ἐξ αὐ‐ τῆς, καὶ οὐδὲν μᾶλλον ἀνῃρημένης τῆς ἀρχῆς ἐκποδὼν τὰ μετ’ αὐτήν, ἢ τούτων μὴ ὄντων ἀναιρεῖται ἡ ἀρχή. τοῦτο δέ, ἐπειδὴ πολλάκις φασὶ τὴν ἀρχὴν ἐν τούτῳ ἔχειν τὸ εἶναι,
30ἐν τῷ δημιουργεῖν. εἰ δὲ τοῦτο ἀληθές, οὐχ οἷόν τε κόσμου
in Ti
.

1

.

393

μὴ ὄντος εἶναι τὴν ἀρχήν. αὖθις δὲ μεταβαλλόμενοι λέγου‐ σιν εἶναι καὶ ἄνευ τοῦ δημιουργεῖν τὸν θεόν, οὐδὲ τοῦτο εἰδότες, ὅτι αἱ ἀληθεῖς δυνάμεις αὐτῷ τῷ εἶναι ἐνεργοῦσι, καὶ ἡ αὐξητικὴ δύναμις καὶ ἡ θρεπτικὴ αὐτῷ τῷ εἶναι
5τρέφει τὸ σῶμα καὶ αὔξει. οὕτω δὴ οὖν καὶ ἡ ψυχὴ ψυ‐ χοῖ καὶ ζῳοποιεῖ καὶ κινεῖ τὸ ὄργανον ἑαυτῆς· οὐ γὰρ προελομένων ἡμῶν αἰσθάνεται ἢ σφύζει τὸ σῶμα, ἀλλ’ ἡ παρουσία μόνον τῆς ψυχῆς ἀποτελεῖ τὰς ἐνεργείας ταύτας. ἔτι τὸ πᾶν πρός τι πεφυκὸς ἀεὶ κατ’ οὐσίαν ἔχει ἐκείνην
10τὴν δύναμιν, τὸ δὲ ἄλλοτε ἄλλως μεταβαλλόμενον ἐπίκτητον. εἰ μὲν οὖν ὁ θεὸς ἀεὶ δημιουργεῖ, σύμφυτον ἂν ἔχοι τὴν δημιουργικὴν δύναμιν· εἰ δὲ μή, ἐπίκτητον. πῶς οὖν ἐξ ἀτελοῦς γίνεται τέλειος καὶ ἐκ μὴ τεχνίτου τεχνίτης; Δεύτερον δὴ κεφάλαιον ἐπὶ τούτῳ τὸ δεικνύον, ὅτι καὶ
15Πλάτων ἐπὶ μίαν ἀρχὴν ἀνάγει τὰ πάντα, καὶ ἀπὸ τῶν ἐν Πολιτείᾳ [VI 508 BC] λόγων, ἐν οἷς τὸν μὲν ἥλιον αἰτιᾶται τῶν ὁρατῶν, τὸ δὲ ἀγαθὸν τῶν νοητῶν, αὐτὸν δὲ αὖ πάλιν τὸν ἥλιον ἔγγονον τοῦ ἀγαθοῦ προσαγορεύει· καὶ ἀπὸ τῶν ἐν Ἐπιστολαῖς [312 E], ἐν οἷς περὶ τῶν
20πάντων βασιλέα τὰ πάντα εἶναί φησι καὶ ἐκείνου ἕνεκα πάντα· εἰ γὰρ πάντα ἐπέστραπται πρὸς ἐκεῖνον καὶ περὶ ἐκεῖνον ὑφέστηκεν, ἁπάντων ἐστὶν ἀρχὴ καὶ οὐ τινῶν· ὃ γὰρ ἂν λάβῃς, ἐκεῖθεν ἔσται· καὶ ἀπὸ τῶν ἐν Φιλήβῳ [23 C], ἐν οἷς πάντα μὲν ἐκ πέρατος εἶναι καὶ ἀπειρίας
25λέγει σαφῶς, αὐτῶν δὲ τούτων τῶν ἀρχῶν αἴτιον ἓν προϋπ‐ άρχειν τὸν θεόν, ὡς καὶ μίαν ἀρχὴν εἶναι καὶ πλείους, ἀλλὰ ταύτας ὑπὸ τὴν μίαν τελεῖν· καὶ ἀπὸ τῶν ἐν Σοφιστῇ [238 ss], ἐν οἷς ἀπαντᾷ πρὸς τοὺς πολλὰ τὰ ὄντα λέγοντας καὶ χωρὶς πρὸς τοὺς αὐτὸ τὸ ὃν ἀρχὴν τιθεμένους, δεικνύς,
30ὅτι οὔτε ἀπὸ τοῦ πλήθους ἄρχεσθαι δεῖ τῶν ὄντων οὔτε
ἀπὸ τοῦ ἑνὸς ὄντος, ἀλλ’ ἀπ’ αὐτοῦ τοῦ ἑνός. Τρίτον
in Ti
.

1

.

394

τοίνυν, ὅτι οὐδὲ ὁ ποιητής, ὃν παραλαμβάνουσιν ἀρχήν, προσήκει τῷ Πλάτωνι· οὔτε γὰρ αἱ ἰδέαι κεχωρισμέναι τοῦ νοῦ καθ’ αὑτὰς ὑφεστήκασιν, ἀλλ’ ὁ νοῦς εἰς ἑαυτὸν ἐπε‐ στραμμένος ὁρᾷ τὰ εἴδη πάντα· διὸ ὁ Ἀθηναῖος Ξένος
5[leg. X 898 B] σφαίρας ἐντόρνου περιφορᾷ τοῦ νοῦ τὴν ἐνέργειαν ἀπείκασεν· οἳ δὲ ἀδρανεῖς τὰς ἰδέας τύποις κορο‐ πλαθικοῖς ἐοικυίας ἐφ’ ἑαυτῶν οὔσας καὶ ἔξω τοῦ νοῦ κει‐ μένας εἰσάγουσιν. οὔτε ὁ δημιουργὸς ὁ πρώτιστός ἐστι θεός· κρείττων γὰρ ἐκεῖνος ἁπάσης τῆς νοερᾶς οὐσίας. οὔτε ψυχή
10τις ἄλογος κινεῖ τὸ πλημμελῶς καὶ ἀτάκτως φερόμενον· πᾶσα γὰρ ψυχὴ γέννημά ἐστι τῶν θεῶν. οὔτε ὅλως ἐξ ἀτάκτου τεταγμένον γίνεται τὸ πᾶν· εἰ γὰρ ὁ θεὸς βούλεται εἰς τάξιν ἄγειν πάντα, πῶς βούλεται; ἆρα ἀεὶ ἢ ποτέ; εἰ μὲν γὰρ ποτέ, ἢ παρ’ αὐτὸν τοῦτο ἢ παρὰ τὴν ὕλην. ἀλλ’ εἰ παρ’
15αὐτόν, ἄτοπον· ἀεὶ γὰρ ἀγαθός· τὸ δὲ ἀγαθὸν πᾶν ἀεὶ εὖ ποιητικόν· εἰ δὲ παρὰ τὴν ὕλην ἀντικόπτουσαν, πῶς νῦν κεκόσμηται; ὅτι, φασίν, ἐπιτηδεία γέγονεν εἰς τὸ δέξασθαι τὸν δημιουργικὸν λόγον· τοῦτο γὰρ καὶ ἐπιτηρεῖν τὸν θεόν, τὴν ἐπιτηδειότητα αὐτῆς. ἀνάγκη δὴ οὖν οὐκ ἄτακτον οὖσαν
20αὐτὴν εἰς τάξιν ἦχθαι—οὐ γὰρ ἂν ἦν ἐπιτηδεία—ἀλλὰ πεπαυμένη〈ν〉 τῆς ἀταξίας· ἡ γὰρ ἀνεπιτηδειότης ἐστὶν ἡ ἄτα‐ κτος αὐτῆς κίνησις. οὐκ ἄρα ἡ ὕλη αἰτία τῆς ἀκοσμίας. ἀλλὰ μὴν οὐδ’ ἡ τοῦ θεοῦ βούλησις· ἀεὶ γὰρ ἀγαθός· ἀεὶ ἄρα καὶ ὁ κόσμος ἐκοσμεῖτο καὶ ὁ δημιουργὸς ἔταττε τὴν
25πλημμελῆ καὶ ἄτακτον φύσιν. τί δή ποτε οὖν ὑπέθετο τὴν ἀταξίαν; ἦ ἵνα θεωρήσωμεν, ὅπως ἄλλη μὲν ἡ τῶν σωμά‐ των γένεσις, ἄλλη δὲ ἡ γενομένων αὐτῶν τάξις, ὑποθετέον ὄντα μὲν αὐτά, κινούμενα δὲ ἀτάκτως· αὑτὰ γὰρ τάττειν τὰ σώματα ἀδύνατον. τὴν οὖν τάξιν τὴν ἀλλαχόθεν αὐτοῖς
30ἐφήκουσαν παραδεῖξαι βουλόμενος ταῖς κινήσεσιν αὐτῶν τὴν
ἀταξίαν συνυπάρχουσαν ἄνευ τῆς θείας αἰτίας ἀπέφηνεν.
in Ti
.

1

.

395

εἰ δὲ ὁ Ἀριστοτέλης ᾐτιάσατο τὸν εἰπόντα καθ’ ὑπόθεσιν προειλῆφθαι τοῦ κόσμου τὸ ἄκοσμον, λέγων μὴ συμβαίνειν ταῦτα, ἐφ’ ὧν αἱ ὑποθέσεις παραλαμβάνονται οἷον ἐπὶ γεω‐ μετρίας—δύνασθαι γὰρ εἶναι ταύτας καθ’ ἑαυτάς—ῥητέον,
5ὅτι οὐχ οὕτω καθ’ ὑπόθεσιν λέγεται τὸ ἄκοσμον προϋποκεῖ‐ σθαι δεῖν, ἀλλ’ ὡς αὐτὸς τὸ ἀνείδεον ὁρᾷ πρὸ τῶν εἰδῶν, εἰ καὶ μηδέποτέ ἐστιν ἐκείνων χωρίς, οὕτω τὸ εἰδοπεποιη‐ μένον μέν, ἔτι δὲ ἀδιάρθρωτον εἴληπται πρὸ τῆς τάξεως, εἰ καὶ μηδέποτε πρὸ τάξεως ἦν, ἀλλ’ ὁμοῦ τῇ τάξει συνυφ‐
10εστός. Τέταρτον πρὸς τοῖς εἰρημένοις ἐστὶ τῶν λόγων κεφάλαιον, ἐν ᾧ τὸν τρόπον ἐπιδεικνύει τῆς δημιουργίας αὐτῷ τῷ εἶναι τὸν θεῖον νοῦν ἐπιτελούμενον, καὶ κατα‐ σκευάζει διὰ πλειόνων· καὶ γὰρ οἱ τεχνῖται δέονται πρὸς τὴν ἐνέργειαν ὀργάνων διὰ τὸ μὴ πάσης κρατεῖν τῆς ὕλης,
15δηλοῦσι δὲ καὶ αὐτοῖς τοῖς ὀργάνοις χρώμενοι πρὸς τὸ εὐ‐ εργὸν ποιῆσαι τὴν ὕλην, τρυπῶντες ἢ ξέοντες ἢ τορνεύοντες, ἃ δὴ πάντα οὐ τὸ εἶδος ἐντίθησιν, ἀλλ’ ἐξαιρεῖ τὴν ἀνεπιτη‐ δειότητα τοῦ δεξομένου τὸ εἶδος· αὐτὸς δὲ ὁ λόγος ἀχρόνως ἀπὸ τῆς τέχνης παραγίνεται τῷ ὑποκειμένῳ, πάντων ἐξαι‐
20ρεθέντων τῶν ἐμποδών. καὶ εἰ μηδὲν ἦν καὶ τούτοις ἐμ‐ πόδιον, τό τε εἶδος ἀθρόως ἂν τῇ ὕλῃ προσῆγον καὶ ὀργά‐ νων οὐδὲν ἂν ὅλως ἐδεήθησαν. καὶ μὴν καὶ ἡ φαντασία πολλὰ περὶ τὸ σῶμα παθήματα ἀπεργάζεται παρ’ αὐτὴν μό‐ νην τὴν ἑαυτῆς ἐνέργειαν· ᾐσχύνθη γάρ τις φαντασθεὶς τὸ
25αἰσχρὸν καὶ ἐρυθρὸς ἐγένετο, καὶ ἐφοβήθη δεινοῦ τινος ἔν‐ νοιαν λαβὼν καὶ ὠχρὸν τὸ σῶμα ἀπέφηνε. καὶ τὰ μὲν πάθη περὶ τὸ σῶμα, αἴτιον δὲ τούτων τὸ φάντασμα, οὐκ ὤσεσι καὶ μοχλείαις χρησάμενον, ἀλλὰ τῷ παρεῖναι μόνον ἐνεργῆ‐ σαν. ἔτι δὲ αὖ κατὰ τοὺς θεολόγους εἶναί τινας καὶ
30κρείττους ἡμῶν δυνάμεις χρωμένας δραστηρίοις φαντασίαις
καὶ ἅμα τῷ γενέσθαι ποιητικαῖς, ὧν ἂν ἐθέλωσι, καὶ τὰς
in Ti
.

1

.

396

φωταγωγίας ἀπεργάζεσθαι καὶ δεικνύναι θείας τινὰς μορφὰς ταῖς ἑαυτῶν κινήσεσι, † τοιαύτας ἔξω δεικνύσας τοῖς θεᾶσθαι δυναμένοις ὄψεις. εἰ τοίνυν καὶ τέχναι ἀνθρώπιναι καὶ ψυχῶν μερικῶν φαντασίαι καὶ δαιμόνων ἐνέργειαι τοιαῦτα
5δρῶσι, τί θαυμαστὸν τὸν δημιουργὸν αὐτῷ τῷ νοεῖν τὸ πᾶν ὑπόστασιν παρέχεσθαι τῷ αἰσθητῷ, ἀύλως μὲν 〈παράγοντα〉 τὸ ἔνυλον, ἀναφῶς δὲ ἀπογεννῶντα τὸ ἁπτόν, ἀμερῶς δὲ ἐκτείνοντα τὸ διαστατόν; καὶ οὐ δεῖ τοῦτο θαυμάζειν, εἴ τι ἀσώματον ὂν καὶ ἀδιάστατον ὑποστατικὸν εἴη τοῦδε τοῦ παντός·
10εἴπερ γὰρ τὸ σπέρμα τοῦ ἀνθρώπου, τοσοῦτον ὄγκον ἔχον καὶ πάντας ἐν ἑαυτῷ τοὺς λόγους, ὑφίστησι τοσαύτας διαφορὰς τῶν μὲν στερεῶν, οἷον ὀστᾶ τὰ μὲν ναστά, τὰ δὲ κοῖλα, τῶν δὲ μαλακῶν, ὡς πνεύμονα καὶ ἧπαρ, τῶν δὲ ξηρῶν, ὡς ὄνυχας καὶ τρίχας, τῶν δὲ ὑγρῶν, ὡς αἷμα καὶ φλέγμα,
15τῶν δὲ λιπαρῶν, ὡς μυελὸν καὶ πιμελήν, τῶν δὲ πικρῶν, ὡς χολήν, τῶν δὲ ἀποίων, ὡς σίελον, τῶν δὲ πυκνῶν, ὡς νεῦρα, τῶν δὲ ἐξηπλωμένων, ὡς ὑμένας—ταῦτα γὰρ πάντα τά τε ὁμοιομερῆ καὶ τὰ ἐξ αὐτῶν πως ὑφίστησιν ἐξ ὀλίγου ὄγκου, μᾶλλον δὲ ἐκ τοῦ ἀόγκου· οἱ γὰρ λόγοι ταῦτα γεν‐
20νῶσιν, οὗτοι δὲ ἄογκοι πανταχοῦ ὄντες· ὅ,τι γὰρ ἂν λάβῃς τοῦ σπέρματος, ἐν αὐτῷ πάντα εὑρήσεις—πολλῷ δὴ οὖν μᾶλλον ὁ δημιουργικὸς λόγος τὰ πάντα παράγειν δύναται μηδὲν εἰς τὸ εἶναι τῆς ὕλης δεηθείς, ὥσπερ ὁ τοῦ σπέρ‐ ματος· ἐκεῖνος μὲν γὰρ οὐκ ἔξω ὕλης, ὁ δὲ τῶν πάντων
25ὑποστάτης ἐν ἑαυτῷ διαιωνίως ἕστηκε καὶ ἀφ’ ἑαυτοῦ μέ‐ νοντος τὰ πάντα παρήγαγε. Θέμις δὲ οὔτ’ ἦν οὔτ’ ἔστι τῷ ἀρίστῳ δρᾶν ἄλλο τι πλὴν τὸ κάλλιστον [30 A]. Ἡ Θέμις εἰκότως ἐν ἀρχαῖς παραλαμβάνεται τῆς δημι‐
30ουργίας· αὕτη γάρ ἐστιν ἡ τῶν δημιουργικῶν θεσμῶν αἰτία,
in Ti
.

1

.

397

καὶ ἀπὸ ταύτης ἀδιαλύτως ἡ τάξις συνέστη τοῦ παντός. διὸ καὶ μένει μὲν παρθένος πρὸ τῆς τοῦ δημιουργοῦ προ‐ όδου κατὰ τοὺς χρησμοὺς τῆς Νυκτός, ἔστ’ ἂν Ῥείη παῖδα τέκῃ Κρόνῳ ἐν φιλότητι·
5συμπαράγει δὲ τῷ Διὶ τὴν τριάδα τῶν Ὡρῶν, ταῖς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε, ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ’ ἐπιθεῖναι
[Homer. Ε 750. 751]. πάσης οὖν ἐστι τῆς τάξεως τῆς κοσμικῆς μονάς, δι’ ἣν καὶ
10ὁ ἐν Πολιτείᾳ Σωκράτης Ἀνάγκην αὐτὴν προσηγόρευ‐ σεν, ὡς δέδεικται ἐν ἐκείνοις, καὶ ἐν τοῖς γόνασιν αὐ‐ τῆς ἀνεκύκλει τὸν κόσμον, ἄτρεπτον καὶ ἀσάλευτον τὴν τάξιν ἀεὶ διατηρούσης. κατὰ ταύτην οὖν τὴν θείαν αἰτίαν τῆς τάξεως καὶ ὁ δημιουργὸς εἰς τάξιν ἄγων τὸ πλημμελὲς
15κάλλους τοῖς πᾶσι μεταδίδωσι καὶ ὅμοιον ἑαυτῷ τὸν κόσμον ἀποτελεῖ καὶ συνεχῆ πρὸς ἑαυτόν· ἄριστος γὰρ ὢν τοῦτον ἀποτελεῖ κάλλιστον εἰκότως, διότι καὶ αὐτὸ τὸ κάλλος τὸ πρώτιστον καὶ νοητὸν τῆς ἀγαθότητος ἐξήρτηται καὶ ἐν αὐ‐ τῇ ἐστι. διὰ τοῦτο δὴ καὶ ὁ κόσμος κάλλιστος ὢν ἐξῆπται
20τοῦ δημιουργοῦ ἀρίστου ὄντος· καὶ διότι τὸ ἀγαθὸν αἴτιόν ἐστι τῆς καλλονῆς, διὰ τοῦτο καὶ ὁ ἄριστος πατὴρ τοῦ καλ‐ λίστου γεννήματος ὑποστάτης. ἔτι δὲ ἐπειδὴ φρουρός ἐστι τῶν θείων νόμων ἡ Θέμις, οὗτοι δὲ ἐν τάξει τῶν δευτέρων τὰς ἀπογεννήσεις ἀπὸ τῶν πρώτων ποιοῦνται καὶ τὴν συν‐
25έχειαν σῴζουσι τῶν θείων καὶ τὰς ὁμοιότητας τῶν δευτέρων πρὸς τὰ πρῶτα, διὰ δὴ τοῦτο καὶ ὁ δημιουργὸς μετὰ τῆς Θέμιδος ἐνεργῶν κάλλιστον ἀπεργάζεται τὸ πᾶν, αὐτὸς ἄρι‐ στος ὤν. ὅπου γὰρ καὶ ὁ Σωκράτης, ἄνθρωπος ὤν, οὔ φησιν αὐτῷ θεμιτὸν εἶναι συγχωρῆσαί τι τῶν ψευδῶν ἢ ἀφανί‐
30σαι τὸ ἀληθές [Theaet. 151 D], πῶς ἂν αὐτὸν τὸν δημι‐
in Ti
.

1

.

398

ουργικὸν νοῦν ἄλλο τι φαῖμεν ποιεῖν ἢ τὸ καλόν, ἐξορίζειν δὲ τὸ αἰσχρόν, τῇ Θέμιδι συνηνωμένον καὶ ᾧ ἀεὶ πάρεστιν ἡ Θέμις; ταῦτα μὲν οὖν περὶ τούτου. τὸ δὲ οὔτ’ ἦν οὔτ’ ἔστι πάνυ τῷ ἀρίστῳ προσφυῶς εἴληπται· πρότερον μὲν γὰρ
5ἀγαθόν τε ἐκάλει τὸν δημιουργὸν καὶ τὸ ἦν αὐτῷ προσῆπτεν, ὡς ἐν τῷ ἀγαθὸς ἦν· ἡ γὰρ ὑπὲρ νοῦν ἁπλότης καὶ αὐτὸ τὸ τῆς θεότητος ἰδίωμα τῷ ἦν οἰκειότερόν ἐστιν, ὡς ὑπερ‐ αιώνιον καὶ κρεῖττον ἁπάσης νοήσεως. νῦν δὲ ἄριστον προσει‐ πὼν αὐτὸν ὡς νοῦν ὄντα ἔνθεον—τὸ γὰρ *** μετέχον
10τὸ ἄριστόν ἐστι—τὸ ἦν καὶ τὸ ἔστιν αὐτῷ προσήρμοσεν, ὡς μὲν θεῷ τὸ ν, ὡς δὲ νῷ τὸ ἔστιν, ἵνα ἅμα τήν τε θείαν ἕνωσιν δηλώσῃ καὶ τὴν αἰώνιον ὑπόστασιν. Λογισάμενος οὖν εὕρισκεν ἐκ τῶν κατὰ φύσιν ὁρατῶν οὐδὲν ἀνόητον τοῦ νοῦν ἔχοντος ὅλον ὅλου
15κάλλιον ἔσεσθαί ποτ’ ἔργον [30 AB]. Ὁ μὲν Ἀμέλιος θαυμαστῶς διατείνεται τὸν Πλάτωνα τὰς διαφόρους αἰτίας εἰδότα τῆς δημιουργίας ἐπ’ ἄλλην καὶ ἄλλην συνεχῶς μεταπηδᾶν ἀψόφῳ κελεύθῳ, μηδὲν ἐνδεικνύ‐ μενον διὰ τὴν συνέχειαν αὐτῶν τῶν θείων αἰτίων, ἀλλ’ ὡς
20περὶ ἑνὸς καὶ ταὐτοῦ διαταττόμενον διὰ τὴν ἕνωσιν τὴν ἐν ἀλλήλοις τῶν δημιουργῶν· καὶ γὰρ οἱ πάντες εἷς εἰσι καὶ ὁ εἷς πάντες, ἐπεὶ καὶ νῦν ἄλλος μὲν ὁ βουληθείς, ἄλλος δὲ ὁ λογιζόμενος, ἄλλος δὲ ὁ παραλαβών, καὶ ὃ μὲν τῇ βουλήσει ποιεῖ μόνον, ὃ δὲ τῇ νοήσει καὶ τῷ νοεῖν, ὃ δὲ
25τῇ μεταχειρίσει· τίθησι μὲν γὰρ νοῦν ἐν ψυχῇ, ψυχὴν δὲ ἐν σώματι καὶ οὕτω συντεκταίνεται τὸ πᾶν. ὁ δέ γε θεῖος Ἰάμβλιχος πᾶσαν μὲν τὴν τοιαύτην ἐξήγησιν ὡς ἂν λίαν περιττῶς διεσκευωρημένην ἐπιρραπίζει, λογισμὸν δὲ ἀφορί‐ ζεται τὸν κατ’ αἰτίαν τῶν ὄντων προηγούμενον καὶ τὸν τῆς
30οὐσίας αὐτῆς δημιουργικὸν καὶ τὸν κατ’ ἐνέργειαν ἑστηκότα
ὡσαύτως, ἀφ’ οὗ πάντες οἱ λογισμοὶ συνέχονται καὶ τὸ εἶναι
in Ti
.

1

.

399

ἔχουσιν. ἡμεῖς δὲ ὅτι μὲν περὶ ἑνὸς δημιουργοῦ καὶ τοῦ αὐτοῦ ποιεῖται τοὺς λόγους, ἤδη τε εἰρήκαμεν καὶ νῦν ὑπο‐ μιμνήσκομεν· καὶ γὰρ εἰ πλῆθός ἐστι δημιουργῶν, δεῖ τὴν μονάδα τάττειν πρὸ τοῦ πλήθους· ἐκεῖνό γε μὴν ἀξιώ‐
5σομεν τὸν θεῖον Ἰάμβλιχον σκοπεῖν, μήποτε ὁ εἷς δημι‐ ουργὸς καὶ ὁ ὅλος κόσμος ὢν νοερὸς πολυδύναμός ἐστι καὶ ἄλλαις δυνάμεσιν ἄλλα δημιουργεῖ πρὸς τῷ καὶ πάντων εἷς εἶναι πατήρ· ἔστω γὰρ καθὸ μὲν ἀγαθὸς καὶ καθὸ θεὸς πάντων ὁ αὐτὸς ὑποστάτης· πάντα γὰρ μετέχει τοῦ ἑνός·
10ἐπειδὴ δὲ τῶν δημιουργημάτων ἁπάντων ἐν ἑαυτῷ τὴν αἰ‐ τίαν συνείληφε καὶ ὑφίστησιν ἄλλως μὲν τὸ ὅλον, ἄλλως δὲ τὰ μέρη, τὸ μὲν ἀθρόως καὶ ὁλικῶς, τὰ δὲ διῃρημένως, κατὰ τὰς οἰκείας ἕκαστον αἰτίας, τῇ μὲν μιᾷ νοήσει τὸ ὅλον κοσμεῖ καὶ ἀθρόως ἀπογεννᾷ, καθὸ καὶ ὁ κόσμος ζῷόν ἐστιν
15ἕν, τῷ δὲ λογισμῷ τὰ ἐν αὐτῷ μέρη, καὶ ταῦτα ὡς ὅλα, διότι τῶν ὁλικῶν ἐστι δημιουργός, νοῦν τὸν ὅλον καὶ ψυ‐ χὴν τὴν ὅλην καὶ τὸν ὄγκον ἅπαντα τοῦ σώματος· καὶ διὰ τοῦτο τὰ μὲν μέρη συντιθεὶς λογισμῷ λέγεται ποιεῖν· ἔστι γὰρ ὁ λογισμὸς τῶν μερῶν διῃρημένη διέξοδος καὶ ἡ δια‐
20κεκριμένη τῶν πραγμάτων αἰτία—οὐ γὰρ ἀποροῦντος ὁ λο‐ γισμός, ἐπεὶ οὐδὲ ἡ τέχνη ἀπορεῖ οὐδὲ ἡ ἐπιστήμη, ἀλλ’ οἱ τεχνῖται καὶ οἱ ἐπιστήμονες, ὅταν ἐνδεεῖς ὦσι τῶν ἕξεων· εἰ δὲ αὗται μὴ ἀποροῦσι, τίς μηχανὴ νοῦν ἀπορεῖν; οὐκ ἔστιν· ὥσθ’ ὁ λογισμὸς οὐ δι’ ἀπορίαν τοῦ γενέσθαι δέοντος—
25τὸ δὲ ὅλον κοσμῶν νοήσει ποιήσει· ἁπλῆ γὰρ ἡ νόησις καὶ εἰς ἓν τοῦ πλήθους συναγωγός, ὥσπερ ὁ λογισμὸς διαιρε‐ τικὸς τοῦ ἑνὸς εἰς πλῆθος. τὸ μὲν οὖν λογισάμενος τοι‐ οῦτόν ἐστι. τὰ δὲ κατὰ φύσιν ὁρατὰ τὰ μὲν αἰσθητὰ λέγειν παντελῶς ἄτοπον· ταῦτά τε γὰρ οὔπω διετέτακτο τῷ
30λόγῳ, καὶ τὸν δημιουργὸν ἐπιστρέφειν εἰς αὐτὰ τῶν ἀδυ‐
νάτων ἐστί· πῶς γὰρ νεύει πρὸς τὸ χεῖρον ἢ ὁποίαν ἔμ‐
in Ti
.

1

.

400

φασιν δέχεται τῶν ἐνύλων, ἐφ’ ἃ μηδὲ τῇ μερικῇ ψυχῇ τὸ νεύειν εὐτυχές; ἄμεινον οὖν, ὡς ὁ θεῖος Ἰάμβλιχος ὑφη‐ γεῖται, τὰ νοητὰ τοιαῦτα νομίζειν· ὅτι μὲν γὰρ ὁρατά ἐστι, δῆλον ἐξ ὧν ὁρᾶν αὐτά φησι τὸν δημιουργόν· ᾗπερ οὖν
5νοῦς ἐνούσας ἰδέας ἐν τῷ ὅ ἐστι ζῷον, ὅσαι τε καὶ οἷαι, καθορᾷ, μικρὸν ἐρεῖ προελθών [39 E]. ὅτι δὲ καὶ κατὰ φύσιν ὁρατά, δῆλον εἰ ἐνθυμηθείης, ὅτι τὰ μέν ἐστι πρὸς ἡμᾶς ὁρατά, τὰ δὲ κατὰ φύσιν, καὶ τὰ μὲν πρὸς ἡμᾶς ὁρατὰ τῇ ἑαυτῶν φύσει σκοτεινά ἐστι καὶ ἀσαφῆ, τὰ δὲ
10κατὰ φύσιν ὁρατὰ ὄντως γνωστὰ καὶ τῷ θείῳ φωτὶ κατα‐ λαμπόμενα· τοιαῦτα δὲ τὰ νοητά ἐστι. καὶ μήποτε διότι καὶ τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον ὁρατὸν ἐκάλεσε, παρὰ φύσιν ἔχον ὡς πρὸς τὴν δημιουργίαν, ὁρατὰ κατὰ φύσιν ἐκεῖνα κέκληκε τὰ νοητὰ παραδείγματα τοῦ δημιουργοῦ· διὸ
15καὶ ἐν προοιμίοις ἐδείχθη, πότερον ἀίδιον τὸ παράδειγμα τοῦ κόσμου θετέον ἢ γενητόν, ὄντων πρὸ τοῦ οὐρανὸν γενέσθαι τῶν δύο, τοῦ τε ὄντος καὶ τῆς γενέσεως. καὶ ποῦ γὰρ ἂν ἀλλαχοῦ τὰς αἰτίας εὑρίσκοι τῶν γενητῶν ὁ δημι‐ ουργὸς ἢ ἐν τοῖς νοητοῖς; ἡ γὰρ εὕρεσις οὐκ ἔστι περίπτω‐
20σις οὐδὲ κατὰ συλλογισμόν τις ἐπιβολή—τοῦτο γὰρ μερικαῖς προσήκει ψυχαῖς—, ἀλλ’ ἕνωσις πρὸς τὰς νοητὰς τῶν μερῶν τοῦ παντὸς αἰτίας καὶ θέα καὶ πλήρωσις ἐκεῖθεν· ὄντων γὰρ ἐν τοῖς πρὸ αὐτοῦ πάντων παραδειγματικῶς, τῶν τε νοουμένων καὶ τῶν ἀνοήτων—τὸ γὰρ ὄντως ὂν καὶ τῶν
25νοερῶν καὶ τῶν νοῦ μὴ μετεχόντων περιεῖχεν ἑνοειδῶς τὴν αἰτίαν—καὶ ὑπερτέρων ὄντων ἐκεῖ τῶν ἔννων, καταδεεστέ‐ ρων δὲ τῶν λοιπῶν—εἰ γὰρ πάντα τὰ ἐκεῖ νενοωμένα καὶ νόες, ἀλλ’ ἐν οἷς μὲν καὶ ἡ αἰτία τὸ νοερὸν ἔχει τῶν αἰτιατῶν, ἐν οἷς δὲ τὸ ἄνουν καὶ ἀλόγιστον, αὐτῶν μὲν τῶν
30αἰτίων νοερῶν ὄντων, τῶν δὲ ἀπ’ αὐτῶν ἀνοήτων—εἰκό‐ τως ὁ δημιουργὸς ἐκεῖσε βλέπων τὸ ἔννουν τοῦ ἀνοήτου τίθεται σεμνότερον, τό τε γένος τοῦ γένους καὶ τὰ ἄτομα
τῶν ἀτόμων. καὶ γὰρ ἄνθρωπος ἵππου καὶ τὶς ἄνθρωπος
in Ti
.

1

.

401

πάντων ἵππων καλλίων κατ’ αὐτὸ τὸ ἔννουν· εἰ δὲ λάβοις μόριον ἀνθρώπου τινὸς καὶ ἵππον, οὐ πάντως θάτερον κάλ‐ λιον, οὐδὲ εἰ λάβοις τὸν ὑπὸ 〈τῆσ〉 φύσεως δεδημιουργημένον ἄνθρωπον καὶ τὸν ὑπὸ τῆς ἀνδριαντοποιητικῆς κατεσκευασμέ‐
5νον, πάντως ὁ ἐκ τῆς φύσεως κατὰ τὸ σχῆμα σεμνότερος· πολλὰ γὰρ ἡ τέχνη μᾶλλον ἀκριβοῖ. τὸ δ’ οὖν ὅλον παν‐ ταχοῦ τοῦ ὅλου κρεῖσσον, ὅταν τὸ μὲν ἔννουν, τὸ δὲ ἀνόητον ᾖ. καὶ γὰρ διά τινος ἄλλου τὰ σώματα μετασχεῖν τοῦ νοητοῦ κάλλους ἀδύνατον ἢ διὰ νοῦ· νοῦς γὰρ τὸ πρώτως τῆς τοῦ
10κάλλους πληρούμενον μεταδόσεως. μηδεὶς οὖν οἰέσθω τὸν Πλάτωνα τῶν εἰδῶν ποιεῖσθαι τὴν διαίρεσιν εἴς τε τὰ νενοω‐ μένα καὶ τὰ ἀνόητα· τὰ γὰρ ἐκεῖ πάντα νόες, ὡς εἴπομεν [p. 400, 27 ss], ὅπου καὶ θεοὺς πάντα καλεῖ Πλάτων· ἀλλ’ εἴπομεν, ὅτι εἰς τὰ ἐκεῖ ἀποτεινόμενος ἑώρα καὶ τῶν ἔννων
15τῶν τῇδε καὶ τῶν ἀνοήτων τὴν διάστασιν· διὸ καὶ οὕτως εἶπεν οὐδὲν ἀνόητον ἔσεσθαι τοῦ ἔννου κάλλιον, ὡς ἐν 〈μὲν〉 τοῖς ἔργοις οὔσης τῆς τούτων διαφορᾶς, κατ’ αἰτίαν δὲ ἐκεῖ προούσης. πάλιν οὖν θεώρησον, ὅπως ὁ Πλάτων διὰ τὰς κυριωτέρας αἰτίας τὰς δευτέρας φησὶν ἐνεργεῖν, ὡς τελικω‐
20τέρων οὐσῶν ἐκείνων, τούτων δὲ εἰς ἐκείνας ἀνηρτημένων· διότι μὲν γὰρ ἀγαθὸς ὁ δημιουργός, διὰ τοῦτο κάλλιστον ποιεῖ τὸν κόσμον· ἡ γὰρ ἀγαθότης αἰτία τοῦ κάλλους. διότι δὲ κάλλιστον ποιεῖ τὸ πᾶν, ἔννουν αὐτὸ ἀπεργάζεται· τὸ γὰρ κάλλος ἀποπληροῖ τὸν νοῦν πρῶτον τῆς ἑαυτοῦ δυνά‐
25μεως. διότι δὲ ἔννουν ποιεῖ τὸ πᾶν, ψυχῆς αὐτῷ μετα‐ δίδωσι· ψυχὴ γὰρ ἀπὸ τοῦ νοῦ πρόεισι. διότι δὲ ἔμψυχον ἀποτελεῖ τὸν κόσμον, ζωὴν ἐντίθησι τῷ πρότερον πλημμελῶς κινουμένῳ καὶ ἀτάκτως· τοῦτο γὰρ καλῶς ταχθὲν ψυχῆς μετασχεῖν δυνήσεται, ψυχὴ δὲ νοῦ, νοῦς δὲ κάλλους, ὁ
30δὲ ὅλος κόσμος κάλλιστος γενόμενος τἀγαθοῦ· καὶ τοῦτον
τὸν τρόπον ἔσται 〈τε〉 καὶ 〈κα〉λοῖτ’ ἂν εὐδαίμων θεός. καὶ
in Ti
.

1

.

402

ἔοικεν ἐν τούτοις πάντα τὰ παραδείγματα ὁρᾶν, ἃ δὴ κατὰ φύσιν ὁρατὰ κέκληκεν, οὐ τὸ ἐν τῷ αὐτοζῴῳ μόνον, ἀλλὰ καὶ ὅσα μερικώτερά ἐστι τῶν ἐκεῖ τεττάρων ἰδεῶν. ἢ πῶς ὁρᾷ τὰ μὲν νοητῶν, τὰ δὲ ἀνοήτων παραδείγματα, ἃ δὴ
5μή ἐστιν ἐν τῷ αὐτοζῴῳ διακεκριμένα; τοῦδε δὲ ἤδη τοῦ αὐτοζῴου μνημονεύσει, ὅταν ζῷον ἀποτελέσῃ τὸ πᾶν· ᾗ γὰρ ζῷον, εἰκών ἐστιν ἐκείνου, καὶ ᾗ τετραμερές· ᾗ δὲ λοι‐ πόν, εἰς νοοῦντα καὶ μὴ νοοῦντα διῄρηται ἤδη 〈καὶ〉 ταύ‐ τῃ πάντως ἐξ ἄλλων ἐστὶ μερικωτέρων παραδειγμάτων ἢ
10κατ’ ἐκείνας τὰς τέτταρας ἰδέας· ὥστε τὸ μὲν αὐτοζῷον 〈τὶ〉 παράδειγμά ἐστιν, οὐ πᾶν δὲ παράδειγμα τὸ αὐτοζῷον. ἀλλ’ ἐπὶ τὰ ἑξῆς ἴωμεν τούτοις ἐπιστήσαντες. Νοῦν δὲ αὖ χωρὶς ψυχῆς ἀδύνατον παραγενέ‐ σθαι τῳ [30 B].
15 Ἡ μὲν νοερὰ οὐσία ἀμέριστός ἐστι καὶ ἑνοειδὴς καὶ αἰώνιος, ἡ δὲ τῶν σωμάτων μεριστὴ καὶ πεπληθυσμένη καὶ μετὰ τῆς χρονικῆς συνυφεστῶσα παρατάσεως. ἀπ’ ἐναντίας οὖν ἔχουσιν αὗται πρὸς ἀλλήλας καὶ δέονται μεσότητος τῆς συνάγειν αὐτὰς δυναμένης, μεριστῆς ἅμα καὶ ἀμερίστου,
20συνθέτου καὶ ἁπλῆς, αἰωνίου τε καὶ γενητῆς ὑπαρχούσης. τοιαύτην δὲ τὴν ψυχικὴν τάξιν ὁ Πλάτων ὑποτίθεται, νοη‐ τὴν ἅμα καὶ πρώτην τῶν γιγνομένων, αἰώνιον καὶ ἔγχρονον, ἀμέριστον καὶ μεριστήν. εἰ ἄρα δεῖ τὸ πᾶν ἔννουν γενέ‐ σθαι, δεῖ καὶ ψυχῆς· ὑποδοχὴ γάρ ἐστιν αὕτη τοῦ νοῦ, καὶ
25δι’ αὐτῆς ὁ νοῦς ἐμφαίνεται τοῖς ὄγκοις τοῦ παντός, οὐχ ὅτι δεῖται τῆς ψυχῆς ὁ νοῦς· οὕτω γὰρ ἂν ἀτιμότερος εἴη τῆς ψυχῆς· ἀλλ’ ὅτι τὰ σώματα δεῖται τῆς ψυχῆς, εἰ μέλλοι νοῦ μεθέξειν. τὰ γὰρ ἔσχατα δεῖται τῶν σωμάτων, ἀλλ’ οὐ τὰ πρῶτα· ταῦτα γὰρ ἀμέσως πανταχοῦ πάρεστι. δεῖ τοίνυν
30κἀκεῖνο ἐννοεῖν, ὅτι τὴν ψυχὴν τὴν συνάπτουσαν τῷ αἰ‐
σθητῷ τὸν νοῦν νοερὰν εἶναι δεῖ καὶ οὐκ ἄνουν· πῶς γὰρ
in Ti
.

1

.

403

τὸ ἄνουν τῷ νῷ συνηρτῆσθαι δυνατόν; ἀλλὰ δεήσει καὶ τούτοις ἄλλης μεσότητος. τοιαύτη δὲ οὖσα τὸ μὲν σωματο‐ ειδὲς ἅπαν ἐμφρόνως ποδηγετήσει καὶ εὐτάκτως, μιμήσεται δὲ τὸν νοῦν χορεύουσα περὶ αὐτόν. εἰ τοίνυν τὰ ὅλα κρείτ‐
5τω τῶν μερῶν ἐστι καὶ τὰ ἀίδια τῶν κατὰ χρόνον ὑφιστα‐ μένων καὶ τὰ ποιοῦντα τῶν ἀποτελουμένων, δεῖ καὶ τὸν ὅλον οὐρανὸν θειότερον εἶναι πάντων τῶν ἐν αὐτῷ μερῶν. εἰ δὴ τῶν ἐν τῷ κόσμῳ τινὰ ζῷα μερικὰ ὄντα καὶ ἔνυλα καὶ ἐπίκηρα νοῦ μετέχειν πέφυκε, τί χρὴ φάναι τὸν σύμ‐
10παντα κόσμον; οὐχ ὅλον δι’ ὅλου τὴν εἰς αὑτὸν τοῦ νοῦ παρουσίαν ἐκφαίνειν; τὸ γὰρ σχῆμα καὶ τὴν τάξιν καὶ τὰ μέτρα τῶν δυνάμεων ἐναργῆ τεκμήρια φαίην ἂν εἶναι τῆς νοερᾶς ἐπιστασίας. εἰ δὲ νοῦς ἐφέστηκε τοῖς ὅλοις καὶ δια‐ κυβερνᾷ τὸ πᾶν, δεῖ καὶ ψυχὴν εἶναι νοερὰν ἐν μέσῳ,
15κοσμοῦσαν τὰ σώματα καὶ διοικοῦσαν καὶ χωριστὴν ἅμα τῶν διοικουμένων καὶ πάντα ζωῆς πληροῦσαν, ἵνα δι’ αὐ‐ τῆς ὁ κόσμος ἐνστηρίζηται τῷ νῷ καὶ ὁ νοῦς ἐλλάμπῃ τὸν κόσμον· εἰ γὰρ βούλει, καὶ τῶν ἐν Φιλήβῳ [29] γεγραμ‐ μένων ἀναμνησθῶμεν, ἐν οἷς ἔλεγεν ὁ Σωκράτης ἀπο‐
20δεικνύς, ὅτι ἔννους ὁ κόσμος καὶ ἔμψυχος, ὅπως τό τε ἐν ἡμῖν γήϊνον ἐκ τοῦ παντός ἐστι, καὶ τὸ ἐν ἡμῖν πῦρ ἀπὸ τοῦ κοσμικοῦ πυρός, καὶ ὁ ἀὴρ ὡσαύτως καὶ τὸ ὕδωρ, καὶ ὡς ἄτοπον τὰ μὲν ἐν ἡμῖν χείρονα προϋπάρχειν ἐν τῷ ὅλῳ, τὰ δὲ θειότερα μὴ εἶναί πως ἀνάλογον καὶ ἐν τῷ παντί,
25νοῦν τὸν ὅλον καὶ ψυχὴν τὴν ὅλην· ἢ γὰρ οὐδὲν τῶν ζῴων ἔννουν ῥητέον, ἢ εἰ ἔστι τι ζῷον τοιοῦτον, ἄτοπον ἄλλο τι πρὸ τοῦ παντὸς νοῦ μετέχειν· τοῦτο μὲν γὰρ ἀεὶ τέτακται καὶ διὰ τὸ ὡσαύτως ἐγγυτέρω τῆς νοερᾶς ἐστιν οὐσίας, τοῖς δὲ μερικοῖς ζῴοις ὑπάρχει πολὺ τὸ ἄτακτον καὶ πλημμελές·
30καὶ πολλῷ ἄρα μᾶλλον τέτακται τῶν μερικῶν ζῴων τὸ πᾶν· ἔννουν ἄρα αὐτὸ καὶ ἔμψυχον ῥητέον. ὁ μὲν οὖν Πλά‐
των πάνυ δαιμονίως νοῦν τε ὑποτίθεται διττόν, τὸν μὲν
in Ti
.

1

.

404

ἀμέθεκτον καὶ δημιουργικόν, τὸν δὲ μεθεκτὸν καὶ ἀχώριστον— ἀπὸ γὰρ τῶν ἐν αὐτοῖς ὄντων τὰ ἐν ἄλλοις ὄντα καὶ συν‐ τεταγμένα τοῖς ὑφειμένοις—καὶ τῷ παντὶ διττὴν ἐνδίδωσι ζωήν, τὴν μὲν σύμφυτον, τὴν δὲ χωριστήν, ἵνα καὶ ζῷον
5ὁ κόσμος ᾖ διὰ τὴν ἐν αὐτῷ ζωήν, καὶ ἔμψυχον διὰ τὴν νοερὰν ψυχήν, καὶ ἔννουν δι’ αὐτὸν τὸν πολυτίμητον νοῦν. ὁ δέ γε Ἀριστοτέλης ἐξ ἡμισείας τὸν μὲν ἀμέθεκτον νοῦν ὑφεῖλεν τῆς αὑτοῦ φιλοσοφίας· ὁ γὰρ πρῶτος αὐτῷ νοῦς τῆς ἀπλανοῦς ἐστι· τὴν δὲ νοερὰν ψυχὴν μέσην οὖσαν τοῦ
10τε νοῦ καὶ τοῦ ἐψυχωμένου σώματος ὑποτέμνεται, συνάπτει δὲ αὐτόθεν τῷ ζῶντι σώματι τὸν νοῦν. πρὸς δὲ τούτοις καὶ ἄλλο τι πλημμελεῖν δοκεῖ μοι. νοῦς γὰρ ἐπιστήσας ταῖς σφαίραις ὅλον τὸν κόσμον οὐκ ἐνίδρυσεν οὐδενὶ νῷ· τοῦτο δέ ἐστι πάντων ἀτοπώτατον· πῶς γάρ ἐστιν εἷς ὁ κόσμος,
15εἰ μὴ νοῦς εἷς ἐν αὐτῷ κρατοίη; τίς δὲ σύνταξις τοῦ νοε‐ ροῦ πλήθους, εἰ μὴ μονάδος οἰκείας ἐξηρτημένον εἴη; πῶς δὲ πάντα συντέτακται πρὸς τὸ εὖ, εἰ μὴ κοινός τις εἴη τῶν ἐγκοσμίων ἁπάντων νοῦς; ὁ γὰρ τῆς ἀπλανοῦς ἐκείνης ἐστὶ τῆς σφαίρας, καὶ ὁ τῆς ἡλιακῆς καὶ ὁ τῆς σελήνης, καὶ
20ἐπὶ τῶν ἄλλων ὡσαύτως. πρὸς μὲν οὖν Ἀριστοτέλη καὶ ἰδίᾳ περὶ τούτων γέγραπται. τὸ δὲ τοῦ Πλάτωνος πῶς οὐ θαυμαστόν; λαβὼν γὰρ τὸν κόσμον καὶ διελὼν αὐτὸν εἰς τὰ μέρη καὶ καθ’ ἑαυτὸ θεωρήσας τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον ἵστησιν αὐτὸ λόγῳ, καθάπερ καὶ ἐν
25Νόμοις [X 895 A] τὸ αὐτοκίνητον αἴτιον πάσης κινήσεως ἀποφῆναι βουλόμενος ἔστησε τὸν ὅλον οὐρανὸν καὶ στήσας εἰσοικίζει ψυχὴν εἰς τὸ πᾶν, ἣ πολλὴν προχέασα ζωὴν ἐψύ‐ χωσε τὸν κόσμον, καὶ ἐπὶ τῇ ψυχῇ νοῦν, ὃς κυβερνᾷ τὸν κόσμον εἰς ἑαυτὸν ἐστραμμένος, δι’ ὃν τὸ πᾶν κύκλῳ κινεῖται,
30δι’ ὃν τέτακται τὸ ὅλον, δι’ ὃν ἀ〈ει〉κίνητός ἐστιν ὁ σύμπας κόσμος. ἐπειδὴ δὲ ταῦτα πάντα συμπληροῖ ζῷον ἓν καὶ
μίαν φύσιν, ἔδει καὶ τὴν συναγωγὸν αὐτῶν καὶ ἑνωτικὴν
in Ti
.

1

.

405

αἰτίαν προϋφεστάναι, καὶ ταύτην νοεράν· τὸ γὰρ ἀθρόως καὶ ὁμοῦ τὰ ὅλα περιέχειν καὶ συνάγειν εἰς ἑνὸς συμπλή‐ ρωσιν τῆς νοερᾶς ἐστιν αἰτίας ἔργον. διὰ δὴ ταῦτα πρὸ τοῦ μετεχομένου νοῦ τὸν ἀμέθεκτον ὑποστήσας καὶ ἐν αὐτῷ
5τὰς πάντων αἰτίας ὑποθέμενος ἐκεῖθεν καὶ νοῦς καὶ ψυχὰς καὶ σώματα παρήγαγεν, ἀφ’ ὧν τὸν αἰσθητὸν συνεπλήρωσε κόσμον. ὅτι μὲν οὖν ψυχῆς νοερᾶς ἀνάγκη μετέχειν τὸ πᾶν, εἰ νοῦ μεθέξει, δῆλον ἀπὸ τῶν εἰρημένων· αὕτη γὰρ ἔσται σύνδεσμος τῶν ἄκρων ὑπεναντίων ὄντων. ὅτι δὲ καὶ τὸ
10ἀντίστροφον ἀληθές, δεικτέον, οἷον ὅτι ψυχῆς νοερᾶς ἐν τῷ παντὶ προούσης ἀνάγκη καὶ νοῦν εἶναι τοῦ παντός· ἐπεὶ γὰρ τὴν ψυχὴν ταύτην νοερὰν εἶναί φαμεν, ἀνάγκη καὶ νοῦ μετέχειν αὐτήν. πότερον οὖν τοῦ ὅλου νοῦ μετέχει μό‐ νον ἢ καὶ ἐν αὐτῇ τινὸς ὄντος ἀπ’ ἐκείνου; ἀλλ’ εἰ μὲν
15καὶ τὸ σωματικὸν αὐτόθεν τῆς πηγῆς ἀπέλαυε τῶν ψυχῶν καὶ μὴ διὰ τῆς ἐν αὐτῷ ψυχῆς, ἔδει κἀπὶ τῆς ὅλης ψυχῆς τὸ αὐτὸ ποιεῖν· εἰ δὲ ἔστι μὲν ἡ ἐν τῷ δημιουργῷ πηγὴ τῶν ψυχῶν, ἔστι δὲ καὶ ἡ τοῦ παντός, καὶ μετέχει τὸ πᾶν διὰ ταύτης καὶ ἐκείνης, δεῖ δήπου καὶ αὐτὴν τὴν ψυχὴν
20διὰ τῶν μεθεκτῶν νῶν εἰς τὸν ἀμέθεκτον νοῦν ἀνηρτῆσθαι πάντως· ἀνάλογον γὰρ ὡς τὸ σῶμα τοῦ παντὸς πρὸς τὴν ψυχήν, οὕτως αὕτη πρὸς νοῦν· καὶ γὰρ εἰ μὲν καθὸ ψυχὴ νοερὰ γίνεται, ἔδει πᾶσαν ψυχὴν εἶναι τοιαύτην, εἰ δὲ κατὰ τὴν νοῦ μέθεξιν, ἀνάγκη νοῦ μετέχειν αὐτὴν τοῦ συμμέ‐
25τρου πρὸς αὐτήν. τοιοῦτος δέ ἐστιν οὐχ ὁ αὐτὸ νοῦς, ἀλλ’ ὁ μέσος τοῦ αὐτὸ νοῦ καὶ ψυχῆς τῆς ἐπίκτητον τὸ νοεῖν ἐχούσης, τὶς ὢν νοῦς καὶ τῷ μὲν εἶναι νοῦς, ἀλλὰ μὴ γί‐ νεσθαι καθάπερ ἡ ψυχή, κρείττων ψυχῆς, τῷ δὲ τὶς εἶναι σύστοιχος πρὸς αὐτήν· ὁ γὰρ αὐτὸ νοῦς καὶ τῷ εἶναι νοῦς
30ἀλλὰ μὴ γίνεσθαι καὶ τῷ ἁπλῶς εἶναι νοῦς κρείττων τῆς πρὸς ψυχὴν συντάξεως. εἰ δὲ κἀκεῖνο ἐνθυμηθείης, ὅτι πᾶσα
μονὰς ὅμοιον ἑαυτῇ ὑφίστησι πλῆθος, ἡ μὲν θεία θεῖον,
in Ti
.

1

.

406

ἡ δὲ ψυχικὴ ψυχικόν, ὥστε καὶ ἡ νοερὰ νοερόν, καὶ ὡς αἱ δεύτεραι τάξεις ἀεὶ μετέχουσι τῶν πρὸ αὐτῶν, ἀνάγκη τού‐ των κειμένων εἶναί τινα τοῦ παντὸς κόσμου νοῦν· δεῖ γὰρ τὴν νοερὰν ψυχὴν νοῦ μετέχειν. εἰ μὲν δὴ τοῦ ὅλου μετέ‐
5χει, φησί τις, ἄτοπον· οὐκ ἔσται γὰρ ἐκεῖνος πάντων δημι‐ ουργός· εἰ δὲ ἄλλου τινός, οὗτός ἐστιν ὁ τοῦ παντὸς νοῦς καὶ ὁ κυρίως μεθεκτός, ὡς μετὰ τῆς ψυχῆς τὸ πᾶν συμπλη‐ ρῶν, ὁ δὲ ὅλος οὕτω μετεχόμενός ἐστιν, ὡς ἐλλάμπων εἰς αὐτήν. εἴτε ἄρα νοῦς ἐφέστηκε τοῖς ὅλοις, ἔμψυχον τὸ πᾶν,
10εἴτε ἔμψυχον, καὶ ἔννουν ἐστί. Διὰ δὴ τὸν λογισμὸν τόνδε νοῦν μὲν ἐν ψυχ, ψυχὴν δὲ ἐν σώματι συνιστὰς τὸ πᾶν συνετεκταί‐ νετο [30 B]. Δεῖ πρῶτον ἰδεῖν, τίς οὗτος ὁ νοῦς, καὶ πότερον οὐσιώ‐
15δης ἐστίν, ὑπερκαθήμενος τῆς ψυχῆς, ἢ ἕξις νοερά τις αὐ‐ τῆς, καὶ συλλογίσασθαι, ὅτι οὐσιώδης ἔκ τε τῆς ἀναλογίας— ὡς γὰρ νοῦς πρὸς ψυχήν, οὕτως ψυχὴ πρὸς σῶμα· ψυχὴ δὲ οὐκ ἔστι σώματος οὕτως ὡς ἕξις, οὐδὲ νοῦς ψυχῆς—καὶ ἐκ τῆς τελικῆς αἰτίας· διὰ γὰρ νοῦν ὑποστῆναί φησι τὴν
20ψυχήν, ἀλλ’ οὐκ ἔμπαλιν· εἰ δὲ νοῦ ἕνεκα ψυχή, νοῦς δὲ τὸ οὗ ἕνεκα, οὐκ ἔστιν ἕξις ὁ νοῦς· οὐδαμοῦ γὰρ ἡ οὐσία διὰ τὴν ἕξιν ὑφίσταται. καὶ τρίτον, ὅτι τοῦτον μὲν τὸν νοῦν ὁ δημιουργὸς ὑφίστησι, τὸν δὲ καθ’ ἕξιν ἡ ψυχὴ κατὰ τὴν ταὐτοῦ κύκλου περὶ τὸ νοητὸν κίνησιν, ὡς αὐτὸς
25ἐρεῖ [37 C]· κατὰ γὰρ ἐκείνην νοῦν ἐπιστήμην τε ἐξ ἀνάγκης ἀποτελεῖσθαι. πῶς οὖν ὃν αὐτὴ ὑφίστησιν, ὁ δημιουργὸς ἔμελλεν ὑφιστάνειν πρὸ αὐτῆς; ἐπὶ δὲ τούτοις ὀρθῶς ἔχουσι λαβεῖν, ὅτι περ ἐν τῷ δημιουργῷ καὶ ψυχὴ βασιλικὴ καὶ νοῦς ἦν βασιλικός, ὥς φησιν ὁ ἐν Φι‐
30λήβῳ [30 D] Σωκράτης, κατὰ τὸν τῆς αἰτίας λόγον, καὶ κατὰ ταύτας τὰς πηγὰς τῶν διττῶν τούτων γενῶν καὶ νῦν νοῦν μὲν ἐν ψυχῇ, ψυχὴν δὲ ἐν σώματι τίθησιν, οὐ διότι
τὰ βελτίονα ἐν τοῖς χείροσίν ἐστιν, οὐδ’ ὅτι δεῖταί τινος
in Ti
.

1

.

407

ἕδρας ὁ νοῦς, ἢ ὅτι ἔν τινί ἐστιν ἡ ψυχὴ τοῦ παντός— ἀνάξια γὰρ ταῦτα τῶν ὅλων ἐστὶ καὶ θείων οὐσιῶν, δι’ ἃς εὐδαίμων θεὸς ὁ κόσμος ἀποκαλεῖται—ἀλλ’ ὅτι διχῶς τὴν τῶν πραγμάτων φύσιν ἐπινοοῦμεν, ἢ κατὰ τὴν πρόοδον αὐ‐
5τῶν, ἢ κατὰ τὴν ἐπιστροφήν· καὶ τὴν μὲν πρόοδον θεω‐ ροῦντες ἀπό τε τῶν πρώτων ἀρχόμεθα καὶ τὰ αἴτια ἐν τοῖς ἀπ’ αὐτῶν εἶναι λέγομεν, τὴν δὲ ἐπιστροφὴν ἀνάπαλιν· ἐν γὰρ τοῖς αἰτίοις τὰ αἰτιατά φαμεν ὑπάρχειν. καὶ οὖν καὶ ὁ Πλάτων τὸν μὲν δεύτερον τρόπον παραδώσει μικρὸν ὕστερον [36 D],
10ἐν τῇ ψυχῇ τὸ σῶμα τιθεὶς καὶ ταύτην ἐν τῷ νῷ κατὰ τὸν αὐτὸν λόγον, τὸν δὲ τῆς προόδου νῦν μεταχειριζόμενος νοῦν μὲν ἐν ψυχῇ τίθησιν, ὅτι πᾶσα νοοειδής ἐστι καὶ οὐδὲν ἔστι λαβεῖν αὐτῆς, ὃ μὴ κεκράτηται τῇ νοερᾷ φύσει, ψυχὴν δὲ ἐν σώματι, διότι καὶ τοῦτο καθ’ ὅλον ἑαυτὸ μετέχει ψυ‐
15χῆς καὶ οὐδὲν ἔστιν αὐτοῦ μόριον λαβεῖν ἄψυχον, ἀλλὰ καὶ τὸ τῆς οἰκείας παρῃρημένον ζωῆς ὡς τοῦ παντὸς μέρος ἐψύχωται· καθάπερ γὰρ τὴν πρόνοιαν πανταχοῦ προϊέναι λέγομεν καὶ εἶναι πανταχοῦ, διότι πᾶσι πάρεστι καὶ οὐδὲν ἔρημον ἀφίησιν ἑαυτῆς, κατὰ ταῦτα δὴ καὶ τὸν νοῦν ἐν
20ψυχῇ φαμεν ὡς ὅλην αὐτὴν περιλάμποντα, κἀν τῷ σώματι τὴν ψυχὴν ὡς ὅλῳ παροῦσαν αὐτῷ. καὶ οὐχ ὁ μὲν Πλά‐ των οὕτως, ὁ δὲ Ὀρφεὺς [frg. 207] τρόπον ἕτερον· ἀλλ’ εἴ με δεῖ τοὐμὸν εἰπεῖν, διὰ τούτων καὶ ἡ τοῦ θεολόγου διάνοια γίγνεται καταφανής. ἡ μὲν γὰρ Ἵππα τοῦ παντὸς οὖσα ψυχὴ
25καὶ οὕτω κεκλημένη παρὰ τῷ θεολόγῳ τάχα μὲν ὅτι καὶ ἐν ἀκμαιοτάταις κινήσεσιν αἱ νοήσεις αὐτῆς οὐσίωνται, τάχα δὲ καὶ διὰ τὴν ὀξυτάτην τοῦ παντὸς φοράν, ἧς ἐστιν αἰτία, λίκνον ἐπὶ τῆς κεφαλῆς θεμένη καὶ δράκοντι αὐτὸ περι‐
στέψασα τὸν κραδιαῖον ὑποδέχεται Διόνυσον· τῷ γὰρ ἑαυ‐
in Ti
.

1

.

408

τῆς θειοτάτῳ γίγνεται τῆς νοερᾶς οὐσίας ὑποδοχὴ καὶ δέχε‐ ται τὸν ἐγκόσμιον νοῦν. ὃ δὲ ἀπὸ τοῦ μηροῦ τοῦ Διὸς πρό‐ εισιν εἰς αὐτήν (ἦν γὰρ ἐκεῖ συνηνωμένος) καὶ προελθὼν καὶ μεθεκτὸς αὐτῆς γεγονὼς ἐπὶ τὸ νοητὸν αὐτὴν ἀνάγει καὶ
5τὴν ἑαυτοῦ πηγήν· ἐπείγεται γὰρ πρὸς τὴν μητέρα τῶν θεῶν καὶ τὴν Ἴδην, ἀφ’ ἧς πᾶσα τῶν ψυχῶν ἡ σειρά. διὸ καὶ συλλαμβάνειν ἡ Ἵππα λέγεται τίκτοντι τῷ Διί· ὡς γὰρ εἴ‐ ρηται πρότερον [30 B], νοῦν ἄνευ ψυχῆς ἀδύνατον παραγενέσθαι τῳ, τοῦτο δὲ ὅμοιον τῷ παρ’ Ὀρφεῖ
10
γλυκερὸν δὲ τέκος Διὸς ἐξεκαλεῖτ
ο, τοῦτο δὲ ἦν ὁ κοσμικὸς νοῦς Δίιος ὤν, κατὰ τὸν ἐν τῷ Διὶ μείναντα προελθών. οὕτω δὴ καὶ ἡ θεοπαράδοτος θεο‐ λογία [Orph. frg. 294. 295] φησὶ συμπεπληρῶσθαι τὸν κό‐ σμον ἐκ τῶνδε τῶν τριῶν· λέγει γοῦν ἡ Ψυχὴ περὶ τοῦ Δὶς
15ἐπέκεινα τοῦ δημιουργήσαντος τὸ πᾶν·
μετὰ δὴ πατρικὰς διανοίας
Ψυχὴ ἐγὼ ναίω θέρμῃ ψυχοῦσα τὰ πάντ
α· κατέθετο γὰρ
νοῦν μὲν ψυχ, ἐνὶ σώματι 〈δ’〉 ἀργῷ
20
ἡμέας ἐγκατέθηκε πατὴρ ἀνδρῶν τε θεῶν τε
μονονουχὶ βοῶσα διαρρήδην, ὅτι καὶ ὁ κατὰ ταύτην δημι‐ ουργός ἐστι Ζεύς· περὶ τίνος γὰρ ἄλλου τοῦτο τεθρυλημένον ἔχομεν ἢ περὶ τοῦ μεγίστου Διὸς τὸ πατὴρ ἀνδρῶν τε θεῶν τε; καὶ τοῦ Πλάτωνος τοῖς λόγοις μαρτυροῦντος [41], ὅταν
25θεῶν τε αὐτὸν πατέρα καλῇ καὶ τὰς ψυχὰς παραδιδῷ γεννῶντα καὶ εἰς ἀνδρῶν πέμποντα γένεσιν κατὰ τὸν πρώτιστον βίον. ταῦτα μὲν οὖν περὶ τούτων. ἐπειδὴ δέ, ὥσπερ εἴπομεν, εἰς ἑνὸς ζῴου τελεῖ συμπλήρωσιν καὶ ἡ ψυχὴ καὶ ὁ νοῦς, οἰκείως ὁ Πλάτων τῷ τε συνιστὰς καὶ τῷ συνετεκταί‐
30νετο δοκεῖ μοι χρήσασθαι, διὰ τῆς ἐν ἀμφοῖν κοινῆς
in Ti
.

1

.

409

προθέσεως τὴν ἕνωσιν τοῦ παντὸς ἐνδεικνύμενος—ἀεὶ γὰρ τὰ θειότερα τῶν ἐλαττόνων περιληπτικώτερα ποιῶν ἕνα τὸν κόσμον ἀπειργάσατο—διὰ δὲ τῶν καθ’ ἑκάτερον εἰδῶν τῷ μὲν τὴν σύνθεσιν, τῷ δὲ τὴν δημιουργικὴν τέχνην δηλῶν.
5 Ὅπως ὅτι κάλλιστον εἴη κατὰ φύσιν ἄριστόν τε ἔργον ἀπειργασμένος [30 B]. Ἐπὶ τὴν ἀρχὴν ἀνέδραμεν ὁ λόγος, ἀφ’ ἧς τὰ εἰρημένα πάντα συνέθεμεν· τέτακται γὰρ ὁ κόσμος διὰ ψυχήν, ψυχὴ δὲ ὑπέστη διὰ νοῦν, νοῦς δὲ προῆλθεν εἰς τὸ πᾶν διὰ τὸ
10νοητὸν κάλλος, τούτου δὲ μετέσχεν ὁ κόσμος, ἵνα μετάσχῃ καὶ αὐτοῦ τοῦ ἑνός, καὶ τοῦτο αὐτῷ τέλος ἐστὶ τῆς συστά‐ σεως, κάλλιστον αὐτὸν ἀποτελεσθῆναι καὶ ἄριστον. γίνεται δὲ κάλλιστον μὲν διὰ τὴν ἐν τῷ νοητῷ καλλοποιὸν αἰτίαν, ἄριστον δὲ διὰ τὴν τῶν ἀγαθῶν πηγήν—τὸ ἀγαθὸν γὰρ
15τὸ πάντων ἄριστον—καὶ διὰ τούτων ἁπάντων ὁμοιότατος τῷ δημιουργῷ· καὶ γὰρ ἐκεῖνος ἄριστος ἀπεκαλεῖτο. ἀλλ’ ἐκεῖνος μὲν τῶν δημιουργικῶν αἰτίων ἄριστος, ὡς τἀγαθὸν ἁπλῶς ἄριστον, ἐπέκεινα ὂν πάντων τῶν θείων αἰτίων, ὁ δὲ κόσμος ἔργον ἄριστον· δημιούργημα γάρ ἐστιν. ἐνταῦθα
20δὴ καὶ ὁ κόσμος μετέχει θεότητος· ἡ γὰρ ὑπὲρ νοῦν ἀγα‐ θότης θεότης ἐστί, καὶ διὰ τοῦτο ἄριστος ὀνομάζεται. καὶ θαυμαστῶς ὁ Πλάτων οὐχ ὡς περὶ νοῦ καὶ ψυχῆς, οὕτως καὶ περὶ τῆς θεότητος εἶπεν ὡς ἐπὶ τῷ νῷ καὶ αὐτῆς παρα‐ γενομένης· ἄρρητός τε γάρ ἐστιν ἡ τοῦ νοῦ πρὸς τὴν θεό‐
25τητα τὴν οἰκείαν ἕνωσις, καὶ αὐτὸς ὁ νοῦς θεῖος ὢν πρό‐ εισιν ἀπὸ τοῦ πατρός, ὃ καὶ ἴδιόν ἐστι τῆς ὁλικῆς ποιήσεως· ὡς μὲν γὰρ νοῦς ὑφίσταται καὶ ἀπὸ τῆς μερικῆς δημιουρ‐ γίας, ὡς δὲ θεῖος νοῦς ἀπὸ τῆς ὅλης. οὐ διεῖλεν οὖν ὁ Πλάτων αὐτὸν εἰς θεὸν καὶ νοῦν, ἅτε ἀπὸ τοῦ πατρὸς αὐ‐
30τὸν ὑφιστάς. ἀλλὰ τί τὸ κατὰ φύσιν; ἦ τάχα μὲν τοῦτο τῆς τάξεώς ἐστι σημαντικόν, καθ’ ἣν καὶ τοῦ θείου κάλλους
τὸ πᾶν δεδύνηται μετασχεῖν, καὶ ταὐτὸν ἂν εἴη τῷ κατὰ
in Ti
.

1

.

410

τάξιν· τάχα δὲ κἀκεῖνο δηλοῖ, τὸ τὸν δημιουργὸν αὐτῷ τῷ εἶναι ποιεῖν καὶ ἀπὸ τῆς οὐσίας τῆς ἑαυτοῦ καὶ τὸν νοῦν καὶ τὴν ψυχὴν παράγειν· ἴσως δὲ καὶ ὅτι συμπέπλεκται τῇ φύσει τοῦτο τὸ δημιούργημα, καὶ οὐ τοιοῦτόν ἐστι τὸ κάλ‐
5λιστον, οἷον τὸ ὑπερφυές, οὐδὲ τὸ ἄριστον, οἷον τὸ κρεῖττον τῆς φύσεως, ἀλλ’ οἷον τὸ ἀναμίγνυται τῇ φύσει τὸ ὑπὲρ φύσιν καὶ τοῖς φυσικοῖς τὰ νοερά. Οὕτως οὖν δὴ κατὰ λόγον τὸν εἰκότα δεῖ λέγειν τόνδε τὸν κόσμον ζῷον ἔμψυχον ἔννουν τε τῇ ἀλη‐
10θείᾳ διὰ τὴν τοῦ θεοῦ γενέσθαι πρόνοιαν [30 BC]. Ὥσπερ αὐτὸς ὁ κόσμος σύμμικτός ἐστιν ἔκ τε εἰκόνων συγκείμενος καὶ θείων οὐσιῶν φυσικῶν τε πραγμάτων καὶ ὑπερφυῶν, οὕτω δὴ καὶ τὸν περὶ αὐτοῦ λόγον εἰκότα τε προσεῖπεν ὁ Πλάτων καὶ ἀλήθειαν αὖθις ἀπεκάλεσεν· ἔστι
15γὰρ κατὰ μὲν τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον εἰκοτο‐ λογίας δεόμενος, κατὰ δὲ τὴν ἐν αὐτῷ νοερὰν οὐσίαν ἀλη‐ θείας καὶ κατὰ τὴν θείαν αἰτίαν, ἀφ’ ἧς πρόεισι, διὸ καὶ αὐτὸς περὶ μὲν τοῦ κόσμου μέλλων λέγειν τὸν εἰκότα προσέθηκε, περὶ δὲ τῆς τοῦ θείου προνοίας τὴν ἀλήθειαν.
20ἔτι δὲ καὶ κατ’ αὐτὸν τὸν λόγον 〈αὐτὸν〉 θεωρήσειας ἂν ἀμφό‐ τερα, τό τε εἰκὸς καὶ τὴν ἀλήθειαν, οὐ μόνον κατὰ τὴν τῶν πραγμάτων φύσιν ταῦτα διαιρούμενον· ἐπειδὴ γὰρ πολ‐ λαχοῦ 〈μὲν〉 μεριστῶς ἀντελαμβάνετο τῆς δημιουργίας, λογι‐ σμοὺς καὶ διαιρέσεις καὶ συνθέσεις παραλαμβάνων, ὁμοῦ πάν‐
25των ὄντων ἐν τῇ ποιήσει τῇ θείᾳ, πολλαχοῦ δὲ ἐπὶ τὴν ὅλην νόησιν ἀνέτρεχε τοῦ πατρός, ὥσπερ ἐν τοῖς ἀξιώμασιν ἀγα‐ θὸς ἦν [29 E] καὶ θέμις δὲ οὔτ’ ἦν οὔτ’ ἔσται τῷ ἀρί‐ στῳ δρᾶν ἄλλο τι πλὴν τὸ κάλλιστον [30 A], τὸ μὲν εἰκοτολογίαν ἐκάλεσε, τὸ δὲ ἀλήθειαν· τὴν μὲν ἁπλῆν ἐπι‐
30βολὴν ἀλήθειαν προσαγορεύων, τὴν δὲ διῃρημένην εἰκοτο‐
in Ti
.

1

.

411

λογίαν· ἀπὸ γὰρ τῶν ἐν ἡμῖν γνώσεων τῶν πολυειδῶν περὶ τῆς θείας ἐνεδείκνυτο καὶ δημιουργικῆς νοήσεως. ἀλλὰ πῶς, φασί, ζῷον ἔμψυχον ἔννουν ἀφορίζεται τὸ πᾶν; δοκεῖ μὲν γὰρ αὖ τὸ μὲν ζῷον μέρος εἶναί τι, τὸ δ’ ἔμψυχον γένος.
5ἦ μεμνῆσθαι δεῖ τῶν Πλατωνικῶν ὑποθέσεων, αἳ τὸ ζῷον ἄνωθεν ἀπὸ τῶν νοητῶν καθήκειν φασὶ μέχρι καὶ αὐτῶν τῶν φυτῶν, καὶ ὁρᾶς, ὅπως κατὰ τοῦτον τὸν λόγον πᾶν μὲν τὸ ἔμψυχον ζῷόν ἐστιν, οὐ πᾶν δὲ τὸ ζῷον ἔμψυχον· τὸ γὰρ νοητὸν ζῷον ἐπέκεινα καὶ τῶν αἰτίων ἐστὶ τῆς ψυ‐
10χῆς· καὶ γὰρ ψυχὴν τὴν λογικὴν 〈ζῷον〉 ἀποκαλῶν, τὴν δὲ ζωὴν καὶ μετὰ τὴν λογικὴν ψυχὴν τάττων εἰκότως πᾶν μὲν τὸ ἔμψυχον ὀνομάζει ζῷον, οὐκ ἀνάπαλιν δέ. καὶ διὰ τοῦτο καὶ τὸ παράδειγμα τῶν ὁπωσοῦν ζώντων οὐχὶ ἔμψυχον εἶ‐ πεν, ἀλλὰ ζῷον, ἵνα μὴ ἔμψυχον εἰπὼν τινῶν αὐτὸ ποιήσῃ
15παράδειγμα καὶ μὴ πάντων. εἰ δὲ ταῦτα τοῦτον ἔχοι τὸν τρόπον, εἰκότως ὁ Πλάτων τὸν κόσμον ζῷον εἰπών, ἐπει‐ δὴ καὶ νοητόν ἐστι ζῷον καὶ αἰσθητὸν μὴ μετέχον ψυχῆς λογικῆς, προσέθηκε τὸ ἔμψυχον. καὶ ἐπειδὴ τῶν ψυχῶν τὸ μὲν ἔννουν ἐστί, τὸ δὲ ἄνουν, πρὸς τῷ ἐμψύχῳ καὶ
20ἔννουν ἀφωρίσατο τὸ πᾶν· ἥκειν γὰρ ἔοικε τὸ μὲν ζῷον ὡς ἀπὸ τοῦ νοητοῦ τοῦ πρώτου, οὕτω καὶ τοῦ τῶν νοερῶν θεῶν νοητοῦ πατρός, τὸ δὲ ἔμψυχον ἀπὸ τῆς μέσης αἰτίας τῆς τε τριαδικῆς καὶ τῆς ἑβδομαδικῆς, τὸ δὲ ἔννουν ἀπὸ τοῦ νοεροῦ πατρός· ἐπεὶ καὶ εἰ τὸν δημιουργὸν μόνον θεω‐
25ροίης, κατὰ μὲν τὸ ἐν αὐτῷ παράδειγμα ζῷον ἀποτελεῖται τὸ πᾶν, κατὰ δὲ τὴν βασιλικὴν ψυχὴν ἔμψυχον, ἔννουν δὲ κατὰ τὸν βασιλικὸν νοῦν. πάντα δὲ ταῦτα ἡνωμένως ὁ Πλάτων περιέλαβε διὰ τῆς τοῦ θεοῦ προνοίας· ἐκεῖθεν γάρ
ἐστι τὸ πᾶν καὶ ζῷον καὶ θεὸς εὐδαίμων τῇ τοῦ θεοῦ
in Ti
.

1

.

412

προνοίᾳ τελεσθέν. καὶ ὁρᾷς, ὅπως ἀπὸ τῆς ἀγαθότητος διὰ τῆς βουλήσεως ἐπὶ τὴν πρόνοιαν κατέληξεν ὁ λόγος· ἤρτη‐ ται γὰρ ἡ μὲν βούλησις τῆς ἀγαθότητος, ἡ δὲ πρόνοια τῆς βουλήσεως, καὶ γίνεται τὸ πᾶν διά τε τὴν πρόνοιαν καὶ διὰ
5τὴν βούλησιν καὶ διὰ τὴν ἀγαθότητα τοῦ πατρός, τῆς μὲν οὐσίας πρὸ οὐσιῶν οὔσης, τῆς δὲ οἷον δυνάμεως πρὸ δυνά‐ μεων, τῆς δὲ ἐνεργείας πρὸ ἐνεργειῶν· θεοῖς γὰρ ὡς θεοῖς προσήκει ταῦτα· ἣ μὲν γὰρ ἑνοποιός ἐστι τῆς οὐσίας καὶ ἄνθος αὐτῆς, ἣ δὲ μέτρον τῆς δυνάμεως, ἣ δὲ ἐνέργεια
10πρὸ τοῦ νοῦ· τοῦτο γὰρ οἶμαι καὶ αὐτὸ τὸ ὄνομα δηλοῦν. ἡμεῖς μὲν οὖν τὸ ζῷον καὶ τὸ ἔμψυχον οὕτω διείλομεν. Ἰάμβλιχος δὲ τὸ μὲν ζῷον ἐπὶ παντὸς τάττει τοῦ ζωὴν ἔχοντος, τὸ δὲ ἔμψυχον ἐπὶ τῆς ἰδίας τῶν ψυχῶν μετουσίας. ἴσως δὲ καὶ οὗτος διὰ μὲν τοῦ ζωὴν ἔχοντος καὶ τὰ νοητὰ
15ζῷα περιείληφε, διὰ δὲ τοῦ ἐμψύχου μόνα τὰ αἰσθητά. κατασκευασθείη δ’ ἄν, ὅτι μὲν ζῷόν ἐστιν ὁ κόσμος, ἐκ τῆς συμπαθείας, ὅτι δὲ ἔμψυχον, ἐκ τῆς ἀεικινησίας, ὅτι δὲ ἔν‐ νουν, ἐκ τῆς εὐταξίας· εἰ γὰρ καὶ τὰ τῇδε συμπάσχει τοῖς οὐρανίοις καὶ συντρέπεται παντοίως καὶ τὰ οὐράνια δίδωσιν
20ἀπορροίας τοῖς θνητοῖς, ἕν ἐστι ζῷον τὸ πᾶν, ὑπὸ μιᾶς ζωῆς συνεχόμενον· μὴ γὰρ οὔσης ταύτης κοινῆς οὐκ ἂν ἦν συμπάθεια τῶν ἐν αὐτῷ μερῶν· ἡ γὰρ συμπάθεια κατὰ μετ‐ οχὴν γίνεται φύσεως τῆς αὐτῆς. καὶ εἰ ἀεικίνητός ἐστιν ὁ κόσμος, ὑπὸ ψυχῆς κυβερνᾶται· πᾶν γὰρ σῶμα, ᾧ μὲν
25ἔνδοθεν τὸ κινεῖσθαι αὐτῷ ἐξ αὐτο, ἔμψυχον, ᾧ δὲ ἔξωθεν, ἄψυχον. εἰ τοίνυν ἀεικίνητός ἐστι, τί τὸ κι‐ νοῦν αὐτόν; ἤτοι γὰρ ἀκίνητον τοῦτό ἐστιν, ἢ αὐτοκίνητον. ἀλλὰ τὸ ἀκίνητον τοῖς ὑπ’ ἄλλων κινουμένοις ἀμέσως πελά‐ ζειν οὐ θέμις· λείπεται ἄρα αὐτοκίνητον εἶναι τὸ ἀεὶ κι‐
30νοῦν τὸν κόσμον. τοῦτο δὲ ἔστι ψυχή. ὁ ἄρα κόσμος
ἔμψυχός ἐστι. καὶ μὴν καὶ τὸ τρίτον, εἰ ἀεὶ τέτακται τὸ
in Ti
.

1

.

413

πᾶν, καὶ εἰ πάντα συντέτακται πρὸς τὸ εὖ, καὶ μηδέν ἐστιν ἐπεισόδιον εἰς τὴν τοῦ κόσμου πολιτείαν, νοῦς κυβερνᾷ τὸν κόσμον· ἡ γὰρ συνέχεια τῶν ἐν αὐτῷ καὶ ἡ τάξις καὶ οἱ θεσμοὶ σύμβολα φέρουσιν ἐναργῆ τῆς νοερᾶς ἐπιστασίας.
5ὁ δέ γε Ἀριστοτέλης καὶ ἄλλως ὑπέμνησεν εἰπών, ὅτι τῶν ἐμψύχων τὰ μὲν ζῷα τὸ ἀριστερὸν ἔχει καὶ δεξιόν, τὰ δὲ φυτὰ τὸ ἄνω καὶ κάτω, μόνος δὲ ὁ κόσμος ἔμψυχος ὢν ἔχει τὸ ἄνω καὶ κάτω καὶ δεξιὸν καὶ ἀριστερόν· ὥστε καὶ ὁ κόσμος ἔμψυχος καὶ ζῷόν ἐστιν. ἀλλὰ μὴν καὶ ἔν‐
10νους· τὸ γὰρ κινητικὸν αὐτοῦ νοῦς ἐστι. κατ’ ἀμφοτέρους ἄρα τοὺς φιλοσόφους ζῷον ἔμψυχον ἔννουν ὁ κόσμος, πλὴν ὅτι ἔμψυχος κατὰ τὸν ἕτερον ὡς ἔχων ζωὴν ἀχώριστον— οὐ γὰρ τίθησι ψυχὴν νοερὰν ἄλλο τι καὶ νοῦν ὑπὲρ ψυ‐ χήν—καὶ δὴ καὶ ἄλλου νοητοῦ ζῴου κατ’ οὐσίαν ἐξηρτη‐
15μένος· ὃ γὰρ ὁ Πλάτων κέκληκε ζῷον, ἐκεῖνος ζῷον ἀίδιον, ὡς ἐν τῇ Μετὰ Τὰ Φυσικά φησιν ὁ αὐτός [λ 7. 1072b 28 s]· φαμὲν δὲ εἶναι τὸν θεὸν ζῷον ἀίδιον. καὶ ὅλως ὄν‐ των ἐν τῷ κόσμῳ καὶ τῶν κινουμένων καὶ τῶν ἀκινήτων καὶ τῶν ἀεὶ ἑκατέρων καὶ τῶν ποτὲ δεῖ δήπου τὰς ἀμφοῖν
20αἰτίας ἐφιστάναι τῷ κόσμῳ· ψυχὴ μὲν οὖν κινήσεως αἰτία· διὸ καὶ ἀκίνητον ὑποθέμενος τὸ πᾶν ἐν Νόμοις [X 895 A ss] ἐκίνησε ψυχὴν εἰσαγαγών, καὶ ἐν Φαίδρῳ [245 DE] ψυχὴν ἀφελὼν ἔστησε πάντα· δηλονότι δὲ νοῦς τῶν ἀκινήτων, ἢ ὅτι τούτου τῶν αἰτίων ὄντων ἀντιρρόπων ἢ καὶ κρειττό‐
25νων τῶν κινουμένων· τὰ γὰρ ἀεικίνητα περὶ τὰ ἀκίνητα κινεῖται καὶ διὰ τὸ ἐκεῖνα μένειν ἀεὶ κινεῖται· πάντως ἄρα
καὶ νοῦς ἐστι κοσμικὸς ὑπὲρ ψυχήν. πολλοῦ ἄρα δεῖ
in Ti
.

1

.

414

παραβάλλεσθαι τῷ κόσμῳ τούτῳ ὁ ὑπὸ Χρυσίππου [frg. 1042 v. Arn.] κατασκευαζόμενος· ἐκεῖνος μὲν γὰρ εἰς ταὐτὸ συγχεῖ τάς τε ἀμεθέκτους αἰτίας καὶ τὰς μεθεκτὰς τάς τε θείας καὶ τὰς νοερὰς τάς τε ἀύλους καὶ τὰς ἐνύλους· ὁ γὰρ
5αὐτὸς θεὸς παρ’ αὐτῷ πρῶτος ὢν διήκει διὰ τοῦ κόσμου καὶ τῆς ὕλης καὶ ψυχή ἐστι καὶ φύσις ἀχώριστος τῶν διοι‐ κουμένων. ὁ δέ γε Πλάτων πρὸ τοῦ κόσμου παντὸς ὑπο‐ θέμενος τὰς τριττὰς αἰτίας, τὴν ἀγαθότητα, τὸ νοητὸν ζῷον, τὸν δημιουργικὸν νοῦν, ἀπὸ τούτων δίδωσι τῷ κόσμῳ νοῦν
10μὲν τέλειον ἀεὶ κατ’ ἐνέργειαν ἱδρυμένον, τῆς ὕλης ἐξῃρη‐ μένον, πλήρη νοήσεων ἀχράντων, ψυχὴν δὲ θείαν, νοεράν, ἀνελίττουσαν τὴν οὐσίαν τοῦ ἑνὸς νοῦ καὶ χορεύουσαν περὶ αὐτὸν καὶ ἀνακυκλοῦσαν τὸ πᾶν, ἕνωσιν δὲ τῶν ὅλων οὐσιῶν καὶ θεότητα μίαν καὶ ἀγαθότητα τὴν συνέχουσαν μὲν ἅπαν
15τὸ ἐν τῷ κόσμῳ πλῆθος καὶ ἑνοποιοῦσαν, πρόνοιαν δὲ ἐπὶ πάντα διατείνουσαν, χωριστὴν τῶν προνοουμένων καὶ ἑαυτῆς οὖσαν καὶ ἑαυτὴν ἐξαιροῦσαν ἀφ’ ὅλων τῶν διοικουμένων. ἐπειδὴ δέ, ὥσπερ καὶ πρότερον εἴπομεν [p. 407, 3 ss], δεῖ τάς τε προόδους τῶν ὅλων καὶ τὰς ἐπιστροφὰς θεωρεῖν, ἀμφό‐
20τερα πεποίηκεν ὁ Πλάτων· τὰς μὲν γὰρ προόδους αὐτῶν παραδέδωκεν ἐν τῷ νοῦν μὲν ἐν ψυχ, ψυχὴν δὲ ἐν σώματι θείς, τὰς δὲ ἐπιστροφὰς ἀπὸ τοῦ κόσμου τε ἀρχό‐ μενος, καλῶν αὐτὸν ζῷον ἔμψυχον ἔννουν, καὶ διὰ ψυχῆς τῷ νῷ συνάπτων αὐτόν, ὃ δὴ τῆς ἐπιστροφῆς ἔργον ἐστὶν
25ἐξαίρετον, καὶ τέλος ἐπὶ τὴν πρόνοιαν τὴν δημιουργικὴν ἀναπέμπων τὴν τοῦ κόσμου σύστασιν, δι’ ἧς ἡ ἐπιστροφὴ τοῖς πᾶσίν ἐστιν· ἡ μὲν γὰρ ἀγαθότης ἑνοῖ τὸν δημιουργὸν πρὸς τὸ ἕν, ἡ δὲ βούλησις χορηγεῖ τὰ ἀγαθὰ τοῖς ὅλοις, ἡ δὲ πρόνοια πάντα ἐπιστρέφει καὶ πρὸς αὐτόν· καὶ γὰρ
30ἀνάλογόν ἐστιν, ὡς εἴπομεν, ἣ μὲν πρὸς τὴν οὐσίαν, ἣ δὲ
in Ti
.

1

.

415

πρὸς τὴν δύναμιν, ἣ δὲ πρὸς τὴν ἐνέργειαν, διόπερ ἣ μὲν ἑδράζει τὰ πάντα, ἣ δὲ κινεῖ πρὸς τὴν πρόοδον, ἣ δὲ ἀνα‐ καλεῖται κατὰ τὴν ἐπὶ τὸ πρὸ νοῦ τῶν πάντων ἐπιστροφήν. εἰ δὲ ὁ δημιουργὸς διὰ τὴν ἀγαθότητα κοσμεῖ τὸ πᾶν,
5διὰ δὲ τὸ κοσμεῖν ἔννουν ποιεῖ καὶ ἔμψυχον, ταῦτα δὲ ποιῶν διὰ τὴν πρόνοιαν ποιεῖ—διὰ γὰρ τὴν τοῦ θεοῦ πρόνοιαν ταῦτα γέγονεν—ἀνάγκη ταὐτὸν εἶναι τὸ διὰ τὴν ἀγαθότητα ποιεῖν καὶ διὰ τὴν πρόνοιαν, εἰκότως· ἐνέρ‐ γεια γὰρ ἡ πρόνοια τῆς ἀγαθότητος· ὥστε κατὰ Πλάτωνα
10οὐδὲν ἄλλο ἐστὶ πρόνοια ἢ κατὰ τὸ ἀγαθὸν ἐνέργεια· καὶ γὰρ ἐνταῦθα λέγομεν τοῦτο προνοεῖν τινος τὸ ἀγαθοῦ τῷ προ‐ νοουμένῳ αἴτιόν τινος. οὐ μόνον ἄρα τὴν πρόνοιαν ὁριστέον τῷ πάντα ἐπεστράφθαι εἰς τὸ πρῶτον, ἀλλὰ καὶ τῷ ἐκεῖνο εἰς πάντα ἐνεργεῖν πάντα κοσμοῦν κατὰ μίαν ἕνωσιν. καὶ
15τοῦτό ἐστιν ἡ ὡς ἀληθῶς πρόνοια, τοῦ ἀγαθοῦ μετάδοσις εἰς πάντα καὶ πάντων ἐπιστροφὴ πρὸς τὸ μεταδιδὸν καὶ μετάληψις, ἐκείνου διδόντος πᾶσιν ὃ δίδωσι κατὰ δύναμιν ἑκάστου τῆς δόσεως. καὶ δεῖ μεμνῆσθαι καὶ ὧν ὁ Χαι‐ ρωνεὺς εἶπε περὶ τοῦ τῆς προνοίας ὀνόματος, ὡς Πλά‐
20τωνος οὕτως τὴν θείαν αἰτίαν καλέσαντος. εἰ δὲ καὶ νοῦς ἐστιν ὁ δημιουργὸς καὶ πρόνοια, καθόσον ἔχει τι καὶ τοῦ νοῦ κρεῖττον, εἰκότως καὶ τοῦτο ἔσχε τὸ ὄνομα διὰ τὴν ὑπὲρ νοῦν ἐνέργειαν· καὶ γὰρ τοῦ μὲν ἀγαθοῦ πάντα ἐφίε‐ ται, νοῦ δὲ οὐ πάντα· οὐδὲ γὰρ καὶ ὅσα νοῦ παντελῶς
25ἐστιν ἄμοιρα, ἵνα μὴ ματαία τις ἡ ἔφεσις ᾖ τέλους ἄμοιρος οὖσα. καὶ διότι μὲν πρόνοια, εἰς αὐτὸ τἀγαθὸν ἀνήρτηται, διότι δὲ νοῦς, εἰς τὸν πρώτιστον νοῦν· νοῦς γὰρ πρώτιστος οὐχ ὁ νοῶν καὶ δημιουργῶν, ἀλλ’ ὁ νοῶν μόνον καὶ διὰ τοῦτο καθαρὸς ὢν νοῦς, ὡς ἐν Κρατύλῳ [396 C] μεμα‐
30θήκαμεν. διὸ καὶ κατὰ Πλάτωνα ὃ μὲν ἅπαξ λέγοιτο ἄν,
in Ti
.

1

.

416

μίαν ἔχων ἐνέργειαν τὴν πρὸς ἑαυτόν, ὃ δὲ δίς, μετὰ ταύ‐ της προσλαβὼν καὶ τὴν δημιουργικὴν τοῦ παντός, καὶ οὐ μόνον διαθεσμοθετῶν τὰ μεθ’ ἑαυτόν, ἀλλὰ καὶ μένων ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει, καθάπερ ἐρεῖ μικρὸν
5ὕστερον [42 DE]. Τούτου δὲ ὑπάρχοντος αὖ τὰ τούτοις ἐφεξῆς ἡμῖν λεκτέον, τίνι τῶν ζῴων αὐτὸν εἰς ὁμοιότητα ὁ συνιστὰς συνέστησεν [30 C]. Τὴν συνέχειαν τῶν προβλημάτων καὶ τὴν συνάρτη‐
10σιν τῶν δευτέρων πρὸς τὰ πρότερα σαφῶς ὁ Πλάτων ἐν‐ δείκνυται διὰ τούτων. τὸ γὰρ τούτου δὲ ὑπάρχοντος καὶ τὸ τὰ τούτοις ἐφεξῆς τὴν συνέχειαν ἐνδείκνυται πρὸς τὰ εἰρημένα τῶν ῥηθησομένων, καὶ ὅτι διὰ τὴν ἐκείνων ἀλήθειαν καὶ τὰ μέλλοντα δέχεται τὴν ἀρχὴν τῆς ζητήσεως·
15ἐπεὶ γὰρ δέδεικται, ὅτι κατὰ τὴν τοῦ θεοῦ πρόνοιαν ἀπε‐ τελέσθη ζῷον τὸ πᾶν, ἀναγκαῖον αὐτὸ πρὸς νοητὸν ἀφω‐ μοιῶσθαι ζῷον· ποῦ γὰρ βλέπων ὁ δημιουργὸς ἐποίησε ζῷον τὸν κόσμον ἢ εἰς τὸ νοητόν; καὶ γὰρ ἓν ἦν τῶν προ‐ δεδειγμένων [29 A], ὅτι πρὸς ἀίδιον παράδειγμα γέγονε
20κάλλιστος ὢν ὁ κόσμος. εἰ οὖν εἰκόνα ποιῶν ἐκείνου ζῷον ὑπέστησεν, εἴη ἂν καὶ αὐτὸ τὸ παράδειγμα ζῷον νοητόν· εἰ γὰρ μὴ ἐκεῖνο ζῷον, πῶς τοῦτο ἐκείνου γεγονὸς εἰκὼν ζῷον ἀπετελέσθη; καθὸ γὰρ ὅμοιόν ἐστιν ἐκείνῳ, γέγονε ζῷον· αἰσθητὸν μὲν γὰρ οὐχ ὡς ὅμοιον καὶ μεριστόν, ἀλλὰ ταῦτα
25διὰ τὴν σωματικὴν συνεισῆλθε φύσιν, ζῷον δὲ ὡς ὅμοιον τῷ νοητῷ. εἰ δὲ ὅμοιον, ἐκεῖθεν ἔλαχε τὴν τοῦ ζῴου μορ‐ φήν· καὶ γὰρ αἱ εἰκόνες οὐ τὰς ἰδέας μόνον, ἀλλὰ καὶ τὰς ἐπωνυμίας καθόσον εἰδοπεποίηνται ἀπὸ τῶν παραδειγμάτων ἔχουσιν· ὥστε εἰ τὸ ζῆν αὐτῷ διὰ τὸ παράδειγμα, καὶ ζῷον
30ἀπ’ ἐκείνου καλεῖται καὶ ἔμψυχον ὁμοίως, διότι καὶ ἡ τῆς
ὅλης ψυχώσεως αἰτία προϋφέστηκεν ἐν τοῖς νοητοῖς, καὶ
in Ti
.

1

.

417

ἔννουν διὰ τὸν αὐτὸν λόγον, ἀλλὰ ζῷον μᾶλλον προσεῖπε τὴν κυριωτάτην αἰτίαν, διότι καὶ τῆς ψυχώσεώς ἐστιν αἰτία καὶ τῆς τοῦ νοῦ χορηγίας καὶ πάσης ὡς εἰπεῖν ζωῆς· πᾶν γὰρ τὸ ἔννουν καὶ ἔμψυχόν ἐστι, καὶ πᾶν τὸ ἔμψυχον καὶ
5ζῷον, οὐ μέντοι καὶ ἀνάπαλιν· οὔτε γὰρ πᾶν ζῷον ἔμψυχον— τὸ γὰρ μετέχον λογικῆς ψυχῆς ἔμψυχον ἦν—οὔτε πᾶν ἔμ‐ ψυχον ἔννουν—ἀνθρώπων γὰρ βραχὺ γένος ἐστὶ νοῦ μετέχον [51 E]—ὥστε πάντων τὸ ζῷον περιληπτικώτερον, καὶ οἷς μὲν τὰ ἄλλα ὑπάρχει, καὶ τοῦτο πάρεστιν, οἷς δὲ
10τοῦτο πάρεστιν, οὐκ ἐξ ἀνάγκης τὰ λοιπὰ ὑπάρχει. τὸ δὲ περιληπτικώτερον τῆς πρωτίστης ἀρχῆς ἐγγύτερον, τὸ δὲ ἔγ‐ γιον ἐκείνης εἰς αἰτίας λόγον κυριώτερον, εἴπερ ἐκείνη πάντων ἐστὶν αἰτία τῶν ὄντων. ἐπεί γε οὐ ζῷον μόνον οἶδε νοητὸν ὁ Πλάτων, ἀλλὰ καὶ ἔμψυχον ἐν τῷ Σοφιστῇ [249 A] δεδή‐
15λωκε· ζωὴν γὰρ ἐν τῷ ὄντι καὶ ψυχὴν θέμενος καὶ 〈νοῦν καὶ〉 βουλόμενος αὐτῷ δοῦναι καὶ κίνησιν ἐπήνεγκεν· ἀλλὰ δῆ‐ τα τὸ νοῦν μὲν καὶ ψυχὴν καὶ ζωὴν ἔχον ἀκίνητον μέντοι τὸ παράπαν ἔμψυχον ὂν ἑστάναι; ἔστιν οὖν καὶ ζωὴ νοητὴ καὶ ζῷον νοητόν, καὶ αἰτία ψυχῆς καὶ ἔμ‐
20ψυχον, καὶ αἰτία τοῦ νοῦ καὶ ἔννουν, καὶ τὸ ζῷον ἐπέκεινα πάντων τῶν νοητῶν παραδειγμάτων. διὰ ταῦτα μὲν οὖν ὁ Πλάτων τὸν περὶ τῆς πρὸς τὸ νοητὸν ζῷον ὁμοιώσεως τοῦ κόσμου λόγον ἐφεξῆς εἶπεν εἶναι τῷ περὶ τῆς συστάσεως αὐτοῦ προβλήματι· διότι γὰρ ὁμοιωθεὶς ἐκείνῳ κατ’ αὐτὸ τὸ
25τῆς ὁμοιώσεως εἶδος ὑπὸ τοῦ δημιουργοῦ ζῷον ἀπετελέσθη, κυριώτερον ἂν ἐκεῖνο ῥηθείη ζῷον, πρὸς ὃ τοῦτο τὸ ζῷον ἐγένετο· τὸ γὰρ ζῷον εἶναι διὰ τὸ νοητὸν ἔσχεν, ἀλλ’ οὐ διὰ τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον. ἀνάγκη δὲ πᾶν ἢ παρὰ τὴν ὕλην τῷ παντὶ ὑπάρχειν ἢ παρὰ τὸ εἶδος·
30ὥστε εἰ μὴ παρὰ τὸ ὑποκείμενον ζῷον ὁ κόσμος, παρὰ τὸ εἶδος ἔχει τὸ ζῷον εἶναι· εἰ δὲ παρὰ τὸ εἶδος, τὸ πρώτως
ζῷόν ἐστι τὸ αἴτιον αὐτῷ τοῦ εἴδους. ἔχεται δὲ τούτου
in Ti
.

1

.

418

τοῦ προβλήματος ἐκεῖνο λοιπὸν κατιδεῖν, τίνι τῶν ζῴων ὡμοίωται· ὅτι μὲν γὰρ ὡμοίωται, δῆλον ἀπὸ τῶν εἰρη‐ μένων, τίνι δὲ ὡμοίωται, τὸ ἐχόμενόν ἐστι σκοπεῖν. πλῆ‐ θος γάρ ἐστι νοητῶν ζῴων, ὃ καὶ ὁ Πλάτων ἐνδεικνύμενος
5ἤρετο, τίνι τῶν ζῴων ὅμοιον αὐτὸν συνέστησεν ὁ δημι‐ ουργός· ἄνωθεν γὰρ ἀπὸ τῶν νοητῶν ἀρχόμενον διὰ πασῶν τῶν· μέσων τάξεων προϊὸν τὸ ζῷον ὅπου μὲν νοητῶς μόνον ἐστίν, ὅπου δὲ νοητῶς μέν, ἀλλ’ ὡς ἐν νοητοῖς καὶ νοεροῖς, ὅπου δὲ νοερῶς, καὶ οὗ μὲν νοητῶς ὡς ἐν νοεροῖς μόνον,
10οὗ δὲ ζωτικῶς, οὗ δὲ νοερῶς· καὶ οὕτως ἐν ἑκάστοις τῶν νόων ἐστὶ τὸ ζῷον νοητὸν οἰκείως αὐτοῖς· πᾶς γὰρ νοῦς ἔχει νοητὸν συζυγοῦν. εἰκότως οὖν ὁ Πλάτων ἐπιζητεῖ, ποῖόν ἐστι ζῷον τὸ παράδειγμα τοῦ παντός, πότερον ὑπερ‐ κόσμιον ἢ νοερὸν μόνον, ἢ νοερόν τε καὶ νοητόν, ἢ νοη‐
15τὸν μόνον· κατὰ πάσας γὰρ τὰς τοῦ νοῦ τάξεις πρόεισιν ἡ τοῦ ζῴου φύσις. δεῖ δὲ τὰς διαφορὰς ταύτας ἐν αὐτῷ μὲν τῷ πρωτίστῳ ζῴῳ καθ’ ἕνωσιν ὑποθέσθαι, πρόοδον δὲ αὐταῖς διδόναι κατὰ τοὺς οἰκείους ἀριθμούς· ὡς γὰρ τὸ πρῶτον τὲ μοναδικόν ἐστιν, οὕτως ἄλλο κατ’ ἄλλον ἀριθ‐
20μὸν ἀφώρισται τῶν ζῴων, καὶ ἐν οἷς δὲ ὁ αὐτὸς ἀριθμός, ἐν τούτοις τὸ ἄλλως ἐστὶ καὶ ἄλλως κατὰ τὰς τῶν ὄντων ἰδιότητας· δεῖ γὰρ καὶ ἐπὶ τοῦ ζῴου πρὸ τῶν πεπληθυσμέ‐ νων εἶναι τὸ μοναδικόν, διὰ τὸ τῷ ἑνὶ τοῦτο εἶναι συγγενέ‐ στερον, καὶ καθάπαξ πᾶν πλῆθος θεῖον ἀπὸ μονάδος ἄρχεται.
25ὥσπερ οὖν ὁ δημιουργὸς πάντων τῶν ποιητικῶν αἰτίων ἐστὶ μονὰς καίτοι τῆς ποιητικῆς ἰδιότητος ἐν πολλοῖς οὔσης θε‐ οῖς, οὕτω δὴ καὶ τὸ αὐτοζῷον τῶν ζῴων ἐστὶ μονὰς ἁπάν‐ των, ἐν ᾧ καὶ τὰ ὁλικώτατα παραδείγματα τῶν ἐγκοσμίων ἐστὶ καὶ ἡ μία τοῦ κόσμου παντὸς αἰτία προυφέστηκεν.
30ἀλλὰ διὰ τί, φαίη ἄν τις, ζῷον προσηγόρευσε τὸ παράδειγμα τὸ νοητόν; ὅτι ζωῆς ἐστι χορηγόν, ὡς εἴρηταί μοι καὶ πρό‐
τερον [p. 416, 29 ss], καὶ ὅτι τὰς αἰτίας ἀπογεννᾷ τῆς ὅλης
in Ti
.

1

.

419

ζῳογονικῆς σειρᾶς καὶ αὐτὰς τὰς τῆς ζωῆς πηγάς, καὶ διότι τῆς πρωτίστης καὶ νοητῆς ζωῆς ἐστι διακορές· τὸ μὲν γὰρ ἓν ὂν ἐπέκεινα τῆς ζωῆς ἐστιν, ἡ δὲ μέση τῶν νοητῶν τάξις ἡ πρώτη ζωὴ καὶ μία καὶ ἄπειρος, τὸ δὲ αὐτοζῷον πλῆρες ὂν τῆς νοη‐
5τῆς ζωῆς ἀποκαλεῖται ζῷον εἰκότως· ὡς γὰρ αἰώνιόν ἐστι διὰ τὴν τοῦ αἰῶνος ἀποπλήρωσιν, οὕτω δὴ καὶ ζῷον διὰ τὴν τῆς ζωῆς ὑποδοχήν· ἔστι γὰρ νοητόν, ὡς μετὰ τὴν νοητὴν ζωὴν τεταγμένον. ζῷον οὖν οὐχ ὡς αἰσθητικὸν οὐδὲ ὡς ὁρμητικόν, ἀλλ’ ὡς ζῶν κέκληται· πᾶν γὰρ τὸ ζῶν κατὰ Πλάτωνα ζῷόν
10ἐστιν· ὅ,τι γὰρ ἂν ζωὴν ἔχῃ, φησὶν ὁ Τίμαιος [77 B], ζῷον ἂν ἐν δίκῃ καλοῖτο. διὸ καὶ τὰ φυτὰ καὶ τὰ σπέρ‐ ματα ζῷα προσαγορεύει, τῷ ζῆν τὸ ζῷον χαρακτηρίζων. εἰ οὖν ζῇ τὸ παράδειγμα τὸ νοητὸν ὡς αἰώνιον—ζωὴ γὰρ ἡ πᾶσα ὁ αἰών, ὥς φησι καὶ Πλωτῖνος [enn. 3, 7, 4. 10], ὥστε
15τὸ αἰώνιον ζῇ—τὸ δὲ ζῶν πᾶν ζῷόν ἐστι, τὸ ἄρα νοητὸν παράδειγμα ζῷόν ἐστι. καὶ λάβοις ἂν ἐντεῦθεν, ὅτι καὶ ἐν τῇ τρίτῃ τριάδι τῶν νοητῶν ἐστιν· οὔτε γὰρ ἐν τῇ πρώτῃ· πρὸ τῆς ζωῆς γάρ ἐστιν ἐκείνη· οὔτε ἐν τῇ δευτέρᾳ· ζωὴ γὰρ αὕτη· ἐν τῇ τρίτῃ ἄρα. οὐδὲ γὰρ ἔξω τῶν νοητῶν,
20ἐπειδὴ νοητὸν ὁ Πλάτων τὸ παράδειγμα διατελεῖ προσαγο‐ ρεύων μόνον, καίτοι καὶ νοῦν ὑπερκόσμιον εἰδὼς τὸν δημι‐ ουργικόν, ἀλλ’ οὔτε τοῦτον καλεῖ νοητὸν οὔτε ἐκεῖνο ἦν νοε‐ ρόν. ἔμπροσθεν μὲν οὖν πᾶν τὸ ἀεὶ ὂν ἐλάμβανεν ὡς παρά‐ δειγμα πάσης γενέσεως, ἐν ᾧ καὶ τὸ ζῷον καὶ ὁ δημιουργός·
25ἑκάτερον γὰρ ἀεὶ ὄν· καὶ ὁ αἰών, ὅς ἐστι πρώτως ἀεὶ ὄν, καὶ αὐτὸ τὸ ἓν ὄν, ὅπερ ἐστὶ κατ’ αἰτίαν ἀεὶ ὄν. νῦν δὲ ὡς κόσμου ζῶντος εἶπε παράδειγμα τὸ αὐτοζῷον, ἐπεὶ καὶ τῆς ἀτάκτου γενέσεως τὸ ἀεὶ ὂν παράδειγμα ἦν, εἴπερ ἐκεῖ‐ θεν τὰ ἀδιάρθρωτα εἴδη τῷ ἀτάκτῳ παρῆν πρὸ τῆς οὐρανοῦ
30γενέσεως. ἀλλὰ κἂν λάβωμεν τὸ αὐτοζῷον ᾗ τὰ εἴδη τῶν
in Ti
.

1

.

420

στοιχείων ἔχει, παράδειγμα καὶ τοῦτό ἐστι τῶν ἰχνῶν τῶν στοιχείων, ᾗ δὲ ζῷον, τοῦ ζῶντος ἤδη τοῦδε τοῦ παντός· ὥστε οὐχ ἁπλῶς ταὐτὸν τὸ αὐτοζῷον καὶ τὸ νοητόν, ἐπεὶ καὶ ὁ αἰὼν ἀεὶ ὄν, ἀλλ’ οὐκ ἔστιν ζῷον, νοητὸν χρόνου
5παράδειγμα ὄν, ὃς οὐκ ἔστι ζῷον· οὐ γὰρ παράδειγμα πᾶν νοητὸν ζῷον. εἰ δὲ καὶ τὸ αὐτοζῷον αἰώνιον, πρὸ αὐτοῦ ὁ αἰὼν οὐκ ὢν ζῷον· πρὸ γὰρ τοῦ αὐτοζῴου ἄλλο οὐκ ἔστι ζῷον· οὐδὲ γὰρ πρὸ ἄλλου τινὸς ἐκείνων, οἷς τὸ αὐτὸ ἐπάγομεν, ἔστι τι ὅμοιον αὐτῷ εἶδος. ὡς οὖν ὁ αἰὼν πρὸ
10τοῦ αὐτοζῴου οὔπω ὢν ζῷον, οὕτω πρὸ τοῦ αἰῶνος αὐτὸ τὸ ὄν· διὸ καὶ ὁ αἰὼν ὂν καὶ τὶ ὂν ὁ αἰών. ἡ τρίτη τοίνυν τριὰς ἡ νοητὴ τὸ αὐτοζῷον, περὶ ἧς καὶ τὰ λόγιά [p. 19] φησιν, ὅτι ἐργάτις, ὅτι ἐκδότις ἐστὶ πυρὸς ζωηφόρου, ὅτι καὶ τὸν ζῳογόνον πληροῖ τῆς Ἑκάτης κόλπον καὶ
15
ἐπιρρεῖ τοῖς συνοχεῦσιν
ἀλκὴν ζείδωρον πυρὸς μέγα δυναμένοι
ο. ταῦτα γὰρ πάντα οὐδὲν διαφέρει λέγειν καὶ ὅτι ζῷόν ἐστι νοητὸν παντελὲς πηγὴ πάσης νοερᾶς ζωῆς καὶ αἰτία πάσης τῆς παραδειγματικῆς ὑπάρξεως. ταῦτα καὶ περὶ τούτων.
20Τῶν δὲ λέξεων τὸ μὲν εἰς ὁμοιότητα συνιστάνειν δη‐ λοῖ τὸ ἄκρως ὡμοιῶσθαι τῷ παραδείγματι τὸ πᾶν· οὐ γὰρ πᾶσα εἰκὼν εἰς ὁμοιότητα συνίσταται, ἀλλ’ ἡ τελέως ὁμοία. ὅπου δὲ ἂν ἐπικρατῇ τὸ ἀνόμοιον, οὐ συνίσταται εἰς ὁμοιό‐ τητα· οὐ γὰρ γίνεται τοῦτο τέλος. τὸ δὲ ὁ συνιστὰς συν‐
25έστησε σαφῶς ἡμῖν ἐπιδείκνυσιν, ὅτι κατ’ αὐτὸ τὸ εἶναι ποιεῖ καὶ κατὰ τὴν οὐσίαν ἔχει τὴν ἐνέργειαν ὁ τοῦ παντὸς δημι‐ ουργός· οὐ γὰρ ἄλλως μὲν αὐτόν, ἄλλως δὲ τὴν ἀπ’ αὐτοῦ προϊοῦσαν ποίησιν ἀπεκάλεσεν, ἀλλὰ δι’ ἑνὸς ὀνόματος. ἔτι δὲ κἀκεῖνο δοκεῖ μοι σημαίνειν, ὅτι καὶ ἀεὶ ποιεῖ καὶ ἀεὶ
30τελέως ποιεῖ· τὸ μὲν γὰρ συνιστὰς τὴν ἀεὶ παροῦσαν δηλοῖ
in Ti
.

1

.

421

ποίησιν, τὸ δὲ συνέστησε τὴν παντελῆ καὶ ἀπηρτισμένην. συμπεπλεγμένων δὲ ἀμφοτέρων εὔδηλον, ὅτι καὶ γεννᾷ πάντα καὶ γεγέννηκε διαιωνίως ὁ τοῦ παντὸς ποιητὴς θεός. Τῶν μὲν οὖν ἐν μέρους εἴδει πεφυκότων μηδενὶ
5καταξιώσωμεν· ἀτελεῖ γὰρ ἐοικὸς οὐδέν ποτ’ ἂν γέ‐ νοιτο καλόν [30 C]. Πολλῶν ὄντων νοητῶν ζῴων, τῶν μὲν ὁλικωτέρων, τῶν δὲ μερικωτέρων καὶ τῶν μὲν ἡνωμένων, τῶν δὲ διῃρημένων, καὶ τῶν μὲν κατὰ τὸ πέρας, τῶν δὲ κατὰ τὸ ἄπειρον ἀφω‐
10ρισμένων ἐπιζητήσας ὁ Πλάτων, τί τὸ παντελὲς παράδειγμα τοῦ παντός, καὶ εἰς ποῖον ἀνήρτηται ζῷον νοητὸν ὁ κόσμος, ἀξιοῖ μηδὲν τῶν μερικῶν εἰς ταύτην τιθέναι τὴν τάξιν· τού‐ των γὰρ ἕκαστον ἀτελές ἐστιν ὡς πρὸς τὸ ὅλον. διχῶς γὰρ τὸ ἀτελὲς λέγεσθαι δυνατόν, ἢ πρὸς τὴν ἑαυτοῦ φύσιν ἢ
15πρὸς τὸ κρεῖττον καὶ τὸ αἰτιώτερον· 〈ὧν〉 τὸ μὲν οὐ θέμις ἐπὶ τῶν θείων οὐδὲ ἐννοεῖν· ἕκαστον γὰρ ἔχει τὸ αὑτοῦ μέτρον διαιωνίως καὶ τὸ οἰκεῖον ἀγαθὸν ἀεὶ προβεβλημένον· ὡς γὰρ ὁ ἐν Πολιτείᾳ [II 381 C] φησὶ Σωκράτης, ἕκαστον ἐκείνων ἄριστόν ἐστι κατὰ τὴν ἑαυτοῦ τάξιν. τὸ δ’ ἕτερον,
20ὥσπερ εἴρηται, τῶν εἰωθότων ἐστίν· ὡς γὰρ ἐνδεὲς κάλ‐ λους ἐν Συμποσίῳ [201 B] προσεῖπε τὸ μὴ πρώτως καλόν, ἀλλὰ μετέχον κάλλους, οὕτω καὶ ἀτελὲς ζῷον ὃ μὴ πρώτως ἐστὶ ζῷον μηδὲ ὅ ἐστι ζῷον, ἀλλὰ κατὰ μετουσίαν καὶ κατὰ πρόοδον τὴν ἐκεῖθεν ὑποστὰν τοιοῦτον. εἰ τοίνυν πᾶν μὲν
25τὸ μερικὸν ζῷον ἀτελές, τὸ δὲ παράδειγμα τοῦ κόσμου παν‐ τελές ἐστιν, οὐκ ἂν εἴη τὸ παράδειγμα τοῦ κόσμου μερικὸν ζῷον. πότερον γὰρ ὁ δημιουργὸς νοεῖ τὸ παντελὲς τοῦτο ζῷον καὶ πρῶτον ἢ οὔ; τὸ μὲν δὴ μὴ νοεῖν ἀδύνατον, ἃ
καὶ τὴν ψυχὴν νοοῦσαν ὁρῶμεν· εἰ δὲ νοοίη, πᾶσα δὲ νόησις
in Ti
.

1

.

422

τοῦ δημιουργοῦ ποίησίς ἐστι, δεῖ καὶ ποιεῖν αὐτῷ τῷ νοεῖν. τί οὖν ἐστι τοῦ παντὸς θειότερον; οὐ γὰρ δὴ τῶν χειρόνων τι ποιήσει πρὸς τὸ κρεῖττον ὁρῶν. εἰκότως οὖν τοῦδε τοῦ κόσμου τὴν παραδειγματικὴν ἐπιζητῶν ἀρχὴν εἰς τὸ παντελὲς
5ζῷον ἀνέδραμεν. τί οὖν; φαίη τις ἄν· ἥλιος καὶ σελήνη καὶ τῶν ἀστέρων ἕκαστον οὐχὶ καλόν; καὶ πῶς; τούτων γὰρ ἕκαστον πρὸς μερικὸν ἀπείκασται ζῷον. ἦ καὶ τούτων ἕκα‐ στον καλὸν μετὰ τοῦ ὅλου θεωρούμενον καὶ τῷ ὅλῳ συντε‐ ταγμένον, ὥσπερ καὶ ὀφθαλμὸς καλὸς καὶ γένειον 〈καλὸν〉 μετὰ
10τοῦ ὅλου προσώπου καὶ ἐν τῷ ὅλῳ ὄν, αὐτὸ δὲ καθ’ ἑαυτὸ τὸ προσῆκον αὐτῷ κάλλος οὐκ ἐπιδείκνυσιν· ἐν γὰρ τῷ μέρος εἶναι καὶ οὐχ ὅλον κατὰ τὴν οὐσίαν ἀποσπασθὲν τοῦ ὅλου τὸ ἑαυτοῦ κάλλος ἐλαττοῖ. καὶ τὸ τέλειον οὖν καὶ τὸ καλὸν αὐτοῖς ὑπάρχει μέρεσιν οὖσι διὰ τὸ ὅλον. αἴτιον δέ, φησὶν
15Πορφύριος, ὅτι ἐν ἐκείνοις τὸ μέρος ὅλον ἐστί· πάντα γάρ ἐστιν ἐν ἑκάστῳ μερικῶς ὅσα τῷ ὅλῳ παντελῶς διὰ τὴν ἕνωσιν τῶν νοητῶν εἰδῶν. καὶ ἔστι μὲν ἀληθὴς ὁ λόγος, ὅτι καὶ τῶν μερῶν ἐν ἐκείνοις ἕκαστον ὅλον πῃ διὰ τὴν πρὸς τὰ πάντα κοινωνίαν ὁλούμενον, ἓν μὲν ὂν κατὰ τὴν
20οὐσίαν, πάντα δὲ κατὰ μετουσίαν. οὐ μὴν ἀλλὰ καὶ ἡ ὁλότης αὐτοῦ μερικῶς ἐστι καὶ οὐχ οἵα ἡ τοῦ ἁπλῶς ὅλου. ἄλλο γάρ ἐστιν ἡλιακῶς εἶναι ὅλον ἢ σεληνιακῶς τῷ ἕκαστον νοῦν πάντα ἔχειν οἰκείως ἑαυτῷ τοῦ ἑνὸς κρατοῦντος εἴδους, ὃ καὶ ποιεῖ τὸν νοῦν τοιόνδε νοῦν καὶ τινὰ νοῦν, ἄλλο τὸ
25ἄνευ μερικῆς ἰδιότητος εἶναι πάντα, καθὸ νοῦς ὢν τὰ πάντα καὶ οὐ καθὸ τοιόσδε νοῦς. τί οὖν; οὐχὶ καὶ ταῦτα πρὸς νοητὰ παραδείγματα γέγονεν, ἥλιος οὗτος καὶ σελήνη καὶ ἕκαστον τῶν ἄστρων; πῶς οὖν οὐ καλὰ ταῦτα; ἦ καὶ ταῦτα καλά, ἀλλ’ οὐ κάλλιστα, τὸ δὲ κάλλιστον ὄντως ἐστὶ κόσμος.
30ὥσπερ οὖν τέλειον μὲν ἕκαστον, ἀλλ’ οὐ παντελές, οὕτω δὴ
καὶ καλὸν ἕκαστον, ἀλλ’ οὐ κάλλιστον ὡς τὸ πᾶν· ἐπεὶ ὅτι γε
in Ti
.

1

.

423

καὶ τούτων ἕκαστον τέλειον, αὐτὸς δηλώσει προελθών [32 D 33 A], τέλειον ἐκ τελείων καὶ ὅλον ἐξ ὅλων γεγονέναι λέ‐ γων τὸν κόσμον. ἄλλη οὖν τοῦ ὅλου τελειότης, ἄλλη τοῦ μέ‐ ρους, καὶ ἄλλη τοῦ παντελοῦς ὁλότης, ἄλλη τοῦ τελείου μόνον,
5καὶ ἄλλο ἐν τῷ καλλίστῳ καλόν, ἄλλο τὸ μερικωτέραν μετουσίαν ὑποδεξάμενον τοῦ κάλλους. ταῦτα καὶ πρὸς τήνδε τὴν ἀπο‐ ρίαν. τὸ δ’ ἐν μέρους εἴδει ῥᾴδιον μὲν εἰς κατανόησιν, εἴ τις ἀκούσειεν ὡς ταὐτὸν σημαῖνον τῷ ἐν μέρους τάξει, τοῦτο δὲ ταὐτὸν τῷ ὡς μέρος γεγονός. ὁ δέ γε θεῖος Ἰάμ‐
10βλιχος ἀξιοῖ προστιθέναι τὸ ‘ὡσ τῷ ἐν εἴδει καὶ τὸ ὅλον ἀκούειν ἐν μέρους ὡς ἐν εἴδει πεφυκὸς πᾶν τὸ μερικὸν ζῷον ἐν τοῖς νοητοῖς· ἐπειδὴ γὰρ τὸ μέρος οὐκ ἔστιν ἐν ἐκεί‐ νοις τοιοῦτον, οἷον ἐν τοῖς αἰσθητοῖς—ἕκαστον γὰρ ἐκεῖ πάντα ἐστὶν ὅσα τὸ ὅλον κατὰ τὴν ἑαυτοῦ τάξιν—διὰ τοῦτο προσ‐
15θεῖναι τὸ ὡς ἐν εἴδει τὸν φιλόσοφον, ἵνα τὴν τοῦ μέρους προσηγορίαν οἰκείως τοῖς εἴδεσι θεώμενος μὴ διαστηματικῶς μηδὲ διῃρημένως ἀκούσῃς καὶ τῆς τῶν ἡνωμένων καὶ ἀμερί‐ στων οὐσιῶν ἑνώσεως ἀπολειφθεῖσαν· ἀμέριστα γὰρ ἐκεῖνα καὶ ἡνωμένα κατ’ αὐτόν ἐστι τὸν φιλόσοφον. τὸ δὲ πεφυ‐
20κέναι μὴ τὸ κατὰ φύσιν εἶναι νῦν ἀκούσωμεν, ἀλλὰ τὸ οὐσιῶσθαι· φύσεις γὰρ καλοῦσι πολλάκις καὶ τὰς οὐσίας ἁπάσας, ὡς ὁ ἐν Φιλήβῳ [30 D] Σωκράτης· οὐκοῦν ἐν τῇ τοῦ Διὸς φύσει βασιλικὴν μὲν ψυχήν, βασιλικὸν δὲ νοῦν ἐρεῖς εἶναι κατὰ τὸν τῆς αἰτίας λόγον. τὸ
25δὲ μηδενὶ καταξιώσωμεν οὕτως εἶπεν, ὡς μετὰ τοῦ δημιουργοῦ φθεγγόμενος καὶ αὐτὸ τὸ ἀξίωμα τῆς θείας αἰ‐ τίας αὐτῆς ὄντως ἀναλαβών. συνδιατίθεται γάρ τις τῷ θείῳ τὰς ἐξῃρημένας αὐτοῦ καὶ παντελεῖς νοήσεις μυστικῶς ἀφη‐ γούμενος. τὸ δὲ τῷ ἀτελεῖ ἐοικὸς μὴ εἶναι καλὸν
30ἀληθὲς μέν, ἀπορίαν δ’ ἔχειν δοκεῖ· εἰ γὰρ τὸ μέν ἐστιν ἐν
in Ti
.

1

.

424

τῷ ὅλῳ κρεῖττον, τὸ δὲ χεῖρον, πῶς τὸ ὅλον οὐ καταδεέστε‐ ρον τοῦ ἐν αὐτῷ κρείσσονος προσθήκῃ τοῦ χείρονος γέγονε; λύεται δὲ τὸ ἄπορον, διότι τοῦ χείρονος ἡ πρὸς τὸ κρεῖττον σύνταξις ἓν ποιεῖ τὸ ὅλον καὶ τέλειον, ὅταν δὲ ἀσύγκλωστα
5ἀλλήλοις ᾖ, τηνικαῦτα ἡ μῖξις τοῦ χείρονος ἀφανίζει τὴν τοῦ κρείττονος δύναμιν. εἰ δέ τις ἐξ ἀντικειμένων συλλο‐ γισμὸν ποιοίη διά τε τούτων καὶ τῶν ἔμπροσθεν· πᾶν τὸ πρὸς ἀίδιον παράδειγμα γεγονὸς καλόν· ὑπόκειται γὰρ οὐδὲν πρὸς ἀίδιον μερικὸν παράδειγμα γεγονὸς καλόν, ὡς νῦν φησι·
10τὸ ἄρα πρὸς μερικὸν ἀίδιον παράδειγμα γεγονὸς οὐ γέγονε πρὸς ἀίδιον παράδειγμα· λύομεν τὸν λόγον αἰτιασάμενοι τὸν μέσον οὐκ ὄντα τὸν αὐτόν· ὅπου μὲν γὰρ δηλοῦν τὸ ὁπωσ‐ οῦν καλόν, εἴτε πῂ ἢ ἁπλῶς, ὅπου δὲ τὸ κάλλιστον· ὅταν γὰρ λέγηται τὸ πρὸς μερικὸν παράδειγμα γεγονὸς οὐ καλόν,
15οὕτως λέγεται, ὅτι οὐ κάλλιστον· τὸ γὰρ μέρος τὴν μέρους μὲν ἔχει καλλονήν, ἁπλῶς δὲ οὐκ ἔστι καλόν, ἀλλ’ ἐκεῖνο μόνον τοιοῦτον, ὅπερ ὅλον ἐστίν, εἰς ὃ συντελεῖ καὶ τὰ τῶν μερῶν κάλλη τινῶν ὄντα καὶ τινά· πᾶν γὰρ μέρος ἄλλου του ἕνεκά ἐστι, τοῦ ὅλου, καὶ ὅπερ ἂν ἔχῃ καλόν, τὴν ὕλης
20ἔχει τάξιν πρὸς τὸ τοῦ ὅλου καλόν, διὸ οὐ καλὸν ὡς κάλ‐ λιστον. ἐκ δὴ τούτων κἀκείνους ἐλεγκτέον τοὺς λόγους, ὅσοι τἀγαθὸν ποιοῦσιν ἕν τι νοητὸν εἶδος, ἀλλ’ οὐ πρὸ πάντων τῶν νοητῶν· εἰ γάρ ἐστί τι τῶν εἰδῶν, καὶ αὐτὸ μέρος ἐστὶ τοῦ ὅλου νοητοῦ βάθους, ἐν ᾧ ἐστι. πᾶν δὲ
25μέρος, ὡς ἐνταῦθα λέγεται, ἀτελές· ὥστε καὶ τὸ ἀγαθὸν ἀτελές. πῶς οὖν ἔτι τοῦ ὄντος εὐδαιμονέστατον, ἀτελὲς ὄν; οὕτως δὲ καὶ τὸ ἐκείνῳ ἐοικὸς οὐκ ἔστι καλόν· οὐδὲν γάρ ἐστι τῆς πρὸς ἐκεῖνο ὁμοιώσεως πᾶσι τοῖς οὖσι μᾶλλον ἀγα‐ θὸν ἢ μᾶλλον καλόν. εἰ οὖν μέρος ὂν τοιαῦτα ἂν πάσχοι
30τἀγαθόν, οὐκ ἂν εἴη τοῦ νοητοῦ μέρος. ἀλλὰ μὴν οὐδὲ
in Ti
.

1

.

425

τὸ ὅλον ἐστὶ νοητόν· τίνος γὰρ ἔτι βασιλεύοι, τὸ ὅλον νοητὸν ὄν; ἐπεὶ οὐδὲ ὁ ἥλιος ἀνάλογον τἀγαθῷ τεταγμένος ὅλον ἐστὶ τὸ ὁρατόν· ἀνάγκη ἄρα ἔξω τοῦ νοητοῦ τἀγαθὸν εἶναι, μήτε μέρος ὂν τοῦ νοητοῦ μήτε ὅλον τὸ νοητόν. οὐδ’ ἄρα
5ἢ τὸ αὐτοζῷον ἢ ὁ δημιουργὸς εἰς ταὐτὸν ἀχθήσεται πρὸς τἀγαθόν, εἴπερ τούτων ἑκάτερον ὅλον τί ἐστι πάντων ὂν τῶν εἰδῶν περιληπτικόν. Οὗ δ’ ἐστὶ τὰ ἄλλα ζῷα καθ’ ἓν καὶ κατὰ γένη μόρια, τούτῳ πάντων ὁμοιότατον αὐτὸν εἶναι τιθῶ‐
10μεν [30 C]. Τὸ καθ ἓν τοῦτο καὶ τὸ κατὰ γένη τινὲς μὲν εἰρή‐ κασιν ἀντιδιαιρεῖν τὰ ἄτομα εἴδη πρὸς τὰ κοινότερα, ὥσπερ Ἀττικός· καλοῦσι δὲ ἄτομα εἴδη τὰ προσεχῆ τῶν ἀτόμων αἴτια, τὸν αὐτοάνθρωπον, εἰ τύχοι, τὸν αὐτοΐππον, ἕκαστον
15τῶν τοιούτων εἰδῶν, γένη δὲ τὰ ὁλικώτερα τούτων καὶ περι‐ ληπτικώτερα παραδείγματα. τινὲς δὲ καὶ αὐτὰ τὰ καθ’ ἕκα‐ στον ἀντιδιαστέλλεσθαί φασι πρὸς τὰ κοινότερα· καὶ γὰρ εἶναι τὰ μὲν τῶν μερῶν, τὰ δὲ τῶν εἰδῶν παραδείγματα, καθάπερ Ἀμέλιός φησι. καὶ δὴ καὶ Θεόδωρος τούτῳ
20συνεπόμενος διττοὺς εἶναί φησι νόας τὸν μὲν εἰς τὰ ὅλα, τὸν δὲ εἰς τὰ μέρη διῃρημένον, ταῦτα δὲ ταὐτὰ τῷ κατὰ γένη καὶ καθ ἕν. ἄλλοι δ’ αὖ φασιν, ὥσπερ Ξέναρχος, τὸ μὲν κατὰ γένη τὰς κατὰ τὰ στοιχεῖα τῶν ζῴων προϋπ‐ αρχούσας νοητὰς αἰτίας δηλοῦν, οἷον οὐράνιον, ἀέριον,
25ἔνυδρον, χερσαῖον, ὧν καὶ μνησθήσεται μικρὸν ὕστερον [39 E 40 A], τὸ δὲ καθ’ ἓν τὰς ἐν ἑκάστῳ τούτων εἰδο‐
ποιοὺς ἀρχὰς τῶν πολλῶν· καὶ γὰρ ἐν τοῖς οὐρανίοις ἄλλο μὲν
in Ti
.

1

.

426

παράδειγμα ἡλίου, ἄλλο δὲ σελήνης, καὶ ἐν τοῖς χερσαίοις ἄλλο μὲν ἀνθρώπων, ἄλλο δὲ λεόντων, καὶ ἐν τοῖς μεταξὺ παραπλησίως. ὁ δέ γε θεῖος Ἰάμβλιχος τὴν ἐναντίαν τούτοις ἅπασιν ἐτράπετο τῆς ἐξηγήσεως ὁδόν. οὗτοι μὲν
5γὰρ τὸ καθ’ ἓν καταδεέστερον καὶ μερικώτερον ποιοῦσιν τοῦ κατὰ γένη. ὃ δὲ ἔμπαλιν σεμνότερον, ὥσπερ δὴ καὶ προσήκει τὴν ἑνάδα προηγεῖσθαι τοῦ πλήθους ἐν τοῖς νοη‐ τοῖς. λέγει δὴ οὖν, ὅτι τοῦ αὐτοζῴου πάντα τὰ ἄλλα ζῷα καθ’ ἓν καὶ κατὰ γένη μόριά ἐστι· καὶ γὰρ καὶ κατὰ τὰ
10πλήθη τὰ ἐν αὐτοῖς καὶ κατὰ τὰς ἑνάδας ὑπὸ τὸ αὐτοζῷον τελεῖ, καὶ οὐδέν ἐστιν αὐτῶν, ὃ μὴ ἐκ τοῦ νοητοῦ προελή‐ λυθε· τὸ γὰρ νοητὸν ζῷον πάντων ἐστὶ τῶν μετ’ αὐτὸ περι‐ ληπτικόν, οὐχ ὡς συμπληρούμενον ἀπ’ αὐτῶν—πρὸ γὰρ τῶν μερῶν ἐστιν ὅλον καὶ οὐκ ἐκ τῶν μερῶν—οὐδὲ ὡς κατη‐
15γορούμενον αὐτῶν—αἴτιον γάρ ἐστι τῶν πολλῶν—ἀλλ’ ὡς πρωτουργὸς ἀρχὴ καὶ ὡς πληροῦσα πάντα ἑαυτῆς καὶ ἡνω‐ μένως περιέχουσα πάντα, ὅσα διῃρημένως τὰ μετ’ αὐτήν. ἀμερίστως οὖν περιέχει τὰ καλούμενα μόρια καὶ ἑνοειδῶς τὰ πολλὰ γένη καὶ εἴδη συνείληφε καὶ παντελῶς τῶν δευ‐
20τέρων παραδειγμάτων προϋφέστηκεν· ἐκείνη μὲν γὰρ τὸ πᾶν ἦν νοητῶς, τῶν δὲ μετ’ αὐτὴν τὸ μέν ἐστιν οὐρανίως πάντα, τὸ δὲ ἡλιακῶς, τὸ δὲ γηΐνως, τὸ δὲ ἄλλον τρόπον κατὰ τὰς διαφόρους τῶν ἐγκοσμίων αἰτίας· ὥστε ἣ μὲν παντελῶς πάντα περιέχει, τῶν δὲ ἕκαστον μερικῶς ὡς πρὸς τὴν παν‐
25τότητα τὴν νοητήν. ἔστιν οὖν ὁ κόσμος καὶ τούτοις μὲν τοῖς μερικοῖς ζῴοις ὅμοιος, ἐπεὶ καὶ αὐτῷ τῷ δημιουργῷ παραπλήσιός ἐστιν, ὁμοιότατος δὲ τῷ αὐτοζῴῳ· διότι δὴ τὸ παντελὲς τὸ ἐκείνου καὶ τὸ φανὸν μεμίμηται, καὶ αὐτὸς ὁρα‐ τός· μᾶλλον δὲ ἔστι μὲν καὶ ἕκαστον τῶν τῇδε ζῴων ὅμοιον
30τῷ παντελεῖ ζῴῳ, καθόσον ἐστὶ ζῷον, τὸ δὲ πάντων ὁμοι‐ ότατον ἐκείνῳ τὸ πᾶν ἐστι, πρώτως ὂν ὁρατὸν ζῷον, ὡς
ἐκεῖνο πρώτως νοητὸν ἦν ζῷον. διχῶς οὖν ὁμοιότατον, ἢ
in Ti
.

1

.

427

ὅτι καὶ τοῖς ἄλλοις ὅμοιον ἢ ὅτι καὶ τὰ ἄλλα ὅμοια ἐκείνῳ· 〈καὶ〉 μάλιστα δὲ τὸ πᾶν καὶ μάλιστα ἐκείνῳ ὅμοιον. Τὰ γὰρ δὴ νοητὰ ζῷα ἐκεῖνο ἐν ἑαυτῷ περιλαβὸν ἔχει καθάπερ ὅδε ὁ κόσμος ἡμᾶς ὅσα τε ἄλλα θρέμ‐
5ματα συνέστηκεν ὁρατά [30 CD]. Τὸ αὐτοζῷον Πλωτῖνος μὲν διχῶς ὑποτίθεται, ποτὲ μὲν τοῦ νοῦ κρεῖττον, ὡς ἐν ταῖς Διαφόροις Ἐπισκέψεσι [enn. 3, 9, 1], ποτὲ δὲ καταδεέστερον, ὡς ἐν τῷ Περὶ Ἀριθμῶν [enn. 6, 6, 8], ὁπόταν λέγῃ πρῶτον εἶναι τὸ ὄν, εἶτα 〈τὸν〉
10νοῦν, εἶτα τὸ αὐτοζῷον. Θεόδωρος δὲ ἕκαστον τῶν δημι‐ ουργῶν τριττὴν ἔχειν τὴν ὕπαρξιν λέγων τὸ ἐν ἑκάστῳ τρίτον αὐτοζῷον ἀξιοῖ προσαγορεύειν. ληπτέον δὴ παρ’ ἀμφοῖν τὸ ἀληθές, παρὰ μὲν τοῦ θαυμαστοῦ Θεοδώρου τὸ τρίτην αὐτὸ τάξιν ἔχειν ἐν τοῖς νοητοῖς, παρὰ δὲ τοῦ θειοτάτου Πλωτί‐
15νου τὸ τινὸς μὲν νοῦ καταδεέστερον εἶναι, τινὸς δὲ ἐπέκεινα, καὶ ῥητέον, ὅτι πρὸς τῷ πέρατι τῶν νοητῶν ἐκφανὲν ἀπὸ τῆς νοητῆς ζωῆς πάντα τὸν ἀριθμὸν ἀπογεννᾷ τῶν νοερῶν τε καὶ ὑπερκοσμίων καὶ ἐγκοσμίων ζῴων ἄνωθεν μέχρι τῶν τελευταίων, καὶ πάντων ἐστὶ περιληπτικόν, ἐξῃρημένον ἀπ’
20αὐτῶν καὶ τὰς αἰτίας ἑνοειδῶς προειληφός· τοιαῦτα γὰρ περὶ αὐτοῦ καὶ ὁ Ὀρφεὺς [frg. 63] ἐνδείκνυται περὶ τοῦ Φά‐ νητος θεολογῶν. πρῶτος γοῦν ὁ θεὸς παρ’ αὐτῷ ζῴων κεφαλὰς φέρει πολλάς, βρίμας ταυρείους ἀφιεὶ〈σ〉 χαροποῦ τε λέοντος,
25καὶ πρόεισιν ἀπὸ τοῦ πρωτογενοῦς ὠοῦ, ἐν ᾧ σπερμα‐
τικῶς τὸ ζῷόν ἐστιν, ὃ καὶ ὁ Πλάτων συνιδὼν αὐτοζῷον
in Ti
.

1

.

428

προσηγόρευσε τὸν μέγιστον τοῦτον θεόν· τί γὰρ διαφέρει ἢ τὴν κρύφιον αἰτίαν ὠὸν καλεῖν ἢ τὸ ἐκφανὲν ἀπ’ ἐκείνης ζῷον; τί γὰρ ἂν ἐξ ὠοῦ γένοιτο τῶν πάντων πλὴν ζῴου; ἦν δὲ τὸ ὠὸν ἐκεῖνο τοῦ τε Αἰθέρος ἔγγονον καὶ τοῦ Χάους,
5ὧν ὃ μὲν κατὰ τὸ πέρας ἵδρυται τῶν νοητῶν, τὸ δὲ κατὰ τὸ ἄπειρον· ὃ μὲν γάρ ἐστι ῥίζωμα τῶν πάντων, τῷ δὲ οὐδὲν πεῖραρ ὑπῆν. εἰ οὖν τὸ πρῶτον ἐκ πέρατος καὶ ἀπείρου τὸ πρώτως ἐστὶν ὄν, εἴη ἂν ταὐτὸν τό τε Πλάτωνος ὂν καὶ τὸ Ὀρφικὸν ὠόν. εἰ δὲ ἐκ τούτου ὁ Φάνης, κατὰ
10τὸ αὐτοζῷον τεταγμένος, δεῖ ζητεῖν τί τὸ κατὰ τὸν αἰῶνα παρὰ τῷ Ὀρφεῖ, μέσον ὄντα τοῦ αὐτοζῴου παρὰ Πλάτωνι καὶ τοῦ ὄντος. ἀλλὰ τοῦτο μὲν ἐν ἄλλοις. νυνὶ δὲ τὰ περὶ τοῦ Φάνητος, εἰ οὗτός ἐστι τὸ αὐτοζῷον, τρανέστερα ποιητέον καὶ λεκτέον, ὅτι τὸ αὐτοζῷον οὐκ ἄλλο τί ἐστιν
15ἢ ὁ παρὰ τῷ θεολόγῳ Φάνης· εἰ γὰρ πρῶτος καὶ μόνος ἀπὸ τοῦ ὠοῦ πρόεισιν, ὃ παρ’ ἐκείνῳ δηλοῖ τὸν πρώτιστον νοητὸν νοῦν, τὸ δὲ ἐξ ὠοῦ προϊὸν πρῶτον καὶ μόνον οὐκ ἄλλο τί ἐστιν ἐξ ἀνάγκης ἢ ζῷον, δῆλον, ὅτι καὶ ὁ μέγι‐ στος Φάνης οὐκ ἄλλο τί ἐστιν ἢ τὸ πρώτιστον ζῷον καί,
20ὡς ἂν φαίη ὁ Πλάτων, τὸ αὐτοζῷον. τοῦτο μὲν οὖν δέ‐ δεικται· τὰ δ’ ἑπόμενα τούτῳ θεωρήσωμεν. οὗτος δὴ οὖν ἀπὸ τῶν κρυφίων θεῶν ἐκφήνας ἑαυτὸν ἐν ἑαυτῷ τὰς τῶν δευτέρων τάξεων αἰτίας προείληφε, ποιητικῶν, συνοχικῶν, ἀρχικῶν, τελεσιουργῶν, ἀτρέπτων, καὶ κατὰ μίαν αἰτίαν πάντα
25τὰ νοητὰ ζῷα περιείληφεν, ἑαυτὸν μὲν εἰς τὰς ὁλικωτάτας τῶν πάντων ἰδέας ἀνεγείρων, διὸ καὶ πρῶτος θεῶν μορφὴν
καὶ εἶδος ἔχειν λέλεκται, παράγων δὲ πάντα καὶ ἐκφαίνων
in Ti
.

1

.

429

τὰ νοητὰ καὶ ἡνωμένα αἴτια τοῖς νοεροῖς θεοῖς, διὸ καὶ ὁ δημιουργὸς ἀπ’ αὐτῶν πληρούμενος τόνδε τὸν ἐμφανῆ κόσμον ὑφίστησι καὶ ἐν αὐτῷ περιλαμβάνει πάντα τὰ αἰ‐ σθητὰ ζῷα, τά τε θειότερα καὶ τὰ θνητά, ἃ δὴ καὶ κυρίως
5θρέμματά ἐστιν, ὡς τῆς θρεπτικῆς μετέχοντα πάντως ψυχῆς. εἰ δὲ καὶ πάντα θρέμματα καλοῖτο ὡς ἔκγονα φύσεως τὰ σώματα καὶ ὡς ἀεὶ ζῶντα καὶ συνεχόμενα ὑπ’ αὐτῆς, κἂν ἀίδια ᾖ, ἀλλ’ οὐχ ὡς ἔξωθεν ἐπεισάκτου δεόμενα τροφῆς, ὀρθῶς ἂν ἔχοι. εἰ μὴ ἄρα καὶ θρέμματα πάντα δεῖ τὰ ἐν
10τῷ κόσμῳ λέγειν, ὡς τρεφόμενα πάντα ὑπὸ τοῦ βασιλέως τῶν ὁρατῶν διὰ τῆς τοῦ φωτὸς μεταδόσεως, ὃ καὶ ὁ ἐν Πολιτείᾳ [VI 509 B] Σωκράτης τροφῆς αἴτιον εἶπε καὶ γενέσεως πᾶ‐ σιν ὅσα φωτίζει. τρέφεται γὰρ ἕκαστα τελειούμενα διὰ τοῦ φωτός· ἐπεὶ καὶ ἔξωθεν ἔστι τρέφεσθαι καὶ οὐ μόνον ἔν‐
15δοθεν, ὡς ἐν Πολιτικῷ [288E s] μεμαθήκαμεν. πάντα δ’ οὖν τὰ ἐν τῷ κόσμῳ συνείληφεν ὁ δημιουργός, ἵνα δὴ κατὰ τὴν ὁμοιότητα τὴν πρὸς ἐκεῖνο 〈τὸ〉 πᾶν ᾖ καὶ τοῦτο τὸ αἰσθητὸν καὶ τέλειον ἐκ τῶν ἐν αὐτῷ μερῶν. ἔστι μὲν οὖν καὶ οὗτος ὁ κόσμος ζῷον ποικίλον κατ’ ἄλλο ἑαυτοῦ φωνὴν ἄλλην ἀφιεὶς
20καὶ ἐκ πάντων τῶν μορίων μίαν· ἔστι γὰρ καὶ εἷς πολύς. πολὺ δὲ πρότερον ὁ νοητὸς κόσμος καὶ ἓν ζῷόν ἐστι καὶ πλῆθος, ἐν τῷ ἑνὶ τὸ πλῆθος συνῃρηκώς, ὥσπερ αὖ οὗτος ἐν τῷ πλήθει δεικνύει τὸ ἕν. καὶ ὃ μὲν ὅλον ἐστὶν ἐκ τῶν μερῶν, ὃ δὲ ὅλον πρὸ τῶν μερῶν, ἐξῃρημένως τὰ νοητὰ ζῷα περι‐
25έχων καὶ κατ’ αἰτίαν καὶ μονοειδῶς· ἀπ’ αὐτοῦ γὰρ αἱ πηγαὶ τῶν θείων καὶ τὰ ὁλικώτατα πάντα γένη προελήλυθε· διὸ καὶ ὁλικώτατον ζῷον ὁ θεολόγος ἀναπλάττει κριοῦ καὶ ταύρου καὶ λέοντος καὶ δράκοντος αὐτῷ περιτιθεὶς κεφαλάς, καὶ ἐν αὐ‐ τῷ πρώτῳ τὸ θῆλυ καὶ τὸ ἄρρεν ὡς ζῴῳ πρώτῳ·
30θῆλυς καὶ γενέτωρ κρατερὸς θεὸς Ἠρικεπαῖος,
in Ti
.

1

.

430

φησὶν ὁ θεολόγος [frg. 62]· αὐτῷ δὲ καὶ αἱ πτέρυγες πρῶ‐ τον. καὶ τί δεῖ πολλὰ λέγειν; εἰ γὰρ ἐκ τοῦ πρωτογενοῦς ὠοῦ τὴν πρόοδον ἔσχε, δηλοῖ καὶ ὅδε ὁ μῦθος, ὅτι τὸ πρώ‐ τιστον ζῷόν ἐστιν, εἴπερ τὴν ἀναλογίαν προσήκει φυλάττειν·
5ὡς γὰρ τὸ ὠὸν τὴν σπερματικὴν αἰτίαν τοῦ ζῴου προείλη‐ φεν, οὕτως ὁ κρύφιος διάκοσμος ἑνοειδῶς περιέχει πᾶν τὸ νοητόν, καὶ ὡς τὸ ζῷον ἤδη διῃρημένως ἔχει, ὅσα ἦν ἐν τῷ ὠῷ σπερματικῶς, οὕτω δὴ καὶ ὁ θεὸς ὅδε προάγει τὸ ἄρρητον καὶ ἄληπτον τῶν πρώτων αἰτίων εἰς τὸ ἐμφανές.
10περὶ μὲν οὖν τούτων ἀρκέσει καὶ ταῦτα πρὸς τὸ παρόν. ὡς δὲ τῶν ὁρατῶν πάντων ὁ κόσμος οὗτός ἐστι περιεκτικός, οὕτω τῶν νοητῶν ἐκεῖνος. ἄλλος δὲ ὁ τρόπος τῆς περιοχῆς, ὥσπερ εἴπομεν, καθ’ ἑκάτερον, ἀλλ’ ὅμως καὶ αὐτὸ τὸ ὁρατὸν τούτοις κατ’ ἀναλογίαν ὑπάρχει τὴν πρὸς ἐκεῖνα· καὶ γὰρ
15ἐκείνοις ἄνωθεν ὁ Φάνης ἐπιλάμπων τὸ νοητὸν φῶς πάντας ὁρατοὺς ποιεῖ καὶ δείκνυσιν ἐξ ἀφανῶν φανερούς, ὥσπερ καὶ ἐνταῦθα διὰ τοῦ φωτὸς τὰ χρώματα πάντα γεννώμενα τοῖς σώμασι παρέχεται τὸ ὁρατοῖς εἶναι. ἔτι τοίνυν καὶ ἐκεῖνο θαυμάσειεν ἄν τις τῆς τοῦς Πλάτωνος διδασκαλίας, ὅπως τὴν
20ἕνωσιν ἀσάλευτον τῶν νοητῶν φυλάττων ὅμως καὶ τὴν ἀμι‐ γῆ καθαρότητα δίδωσιν αὐτοῖς· εἰ γὰρ οὕτως ἥνωτο πάντα ἀλλήλοις, ὡς σύγχυσιν εἶναι καὶ μὴ διαμένειν ἄχραντον τὴν ἰδιότητα τὴν ἑκάστων, οὐκ ἂν ἦν ἐρωτᾶν, πρὸς ποῖον παρά‐ δειγμα γέγονε τὸ πᾶν· οὐ γάρ ἐστι τὸ ποῖον ἐν τοῖς συγ‐
25κεχυμένοις. καὶ εἰ τοῦτον ἀπ’ ἀλλήλων διῄρητο τὸν τρόπον, ὡς μηδεμίαν εἶναι κοινωνίαν ἐν αὐτοῖς, οὐκ ἂν ἦν τὰ μὲν περιέχοντα, τὰ δὲ περιεχόμενα τῶν νοητῶν· τὸ γὰρ περιέχειν καὶ περιέχεσθαι τάξεώς ἐστι καὶ κοινωνίας δυνάμεων καὶ τῆς εἰς ἓν σπευδούσης τῶν δευτέρων ἁπάντων συμπνοίας.
30καὶ μὴν καὶ τὸ τὴν μὲν ἕνωσιν αὐτοῖς ὑπάρχειν ἀπὸ τῆς
in Ti
.

1

.

431

οὐσίας, τὴν δὲ διάκρισιν ἀπὸ τῶν ἔξω προϊουσῶν ἐνεργειῶν διαφαίνεσθαι καὶ τῶν ἀποτελεσμάτων ἴδιόν ἐστι τῶν ἀσω‐ μάτων καὶ ἀύλων· αὐτὰ μὲν γὰρ καθ’ ἑαυτὰ θεωρῶν τις ἐν ἀλλήλοις εὑρήσει πάντα διὰ τὸ οἷον ὁμόχρουν αὐτῶν καὶ
5μάλιστα εἰ τὰς ἑνάδας αὐτῶν ἐθέλοι νοεῖν· ἐκ δὲ τῶν δευ‐ τέρων καὶ τῶν μετεχόντων τὴν ἀσύγχυτον αὐτῶν συλλογιζό‐ μεθα φύσιν· πόθεν γὰρ ἡ τούτων διάκρισις ἢ κατὰ τὴν τῶν ποιούντων ἀμιγῆ καθαρότητα; τὰ γὰρ συγκεχυμένα μετ’ ἀλλήλων τοιούτων ἄλλων ἐστὶν ὑποστατικά.
10 Τῷ γὰρ τῶν νοουμένων καλλίστῳ καὶ κατὰ πάντα τελείῳ μάλιστα αὐτὸν ὁ θεὸς ὁμοιῶσαι βουληθείς, ζῷον ἓν ὁρατὸν πάντα ὅσα αὐτοῦ κατὰ φύσιν συγ‐ γενῆ ἐντὸς ἔχον ἑαυτοῦ συνέστησεν [30 D 31 A]. Ὁ μὲν Ἀττικὸς ἐν τούτοις ἠπόρησεν, εἰ καὶ ὁ δημι‐
15ουργὸς ὑπὸ τοῦ νοητοῦ ζῴου περιέχεται· δοκεῖ γάρ, εἰ μὲν περιέχοιτο, μὴ εἶναι τέλειος· τὰ γὰρ μερικὰ ζῷα, φησίν, ἀτελῆ, καὶ διὰ τοῦτο τὰ παραπλήσια αὐτοῖς οὐ καλά. εἰ δὲ μὴ περιέχοιτο, οὐ πάντων τῶν νοητῶν εἶναι τὸ αὐτοζῷον περι‐ ληπτικώτερον, καὶ ἀπορήσας ἔθετο ῥᾳδίως ὑπὲρ τὸ αὐτοζῷον
20εἶναι τὸν δημιουργόν. τούτῳ δὲ ἀπ’ ἐναντίας ὁ Πορφύ‐ ριος ὑφειμένην τῷ δημιουργῷ δίδωσι τάξιν παρὰ τὸ νοητόν· ψυχὴν γὰρ ὑπερουράνιον θέμενος τῷ κόσμῳ ποιητικὴν ἐν τῷ νῷ τὸ παράδειγμα τίθεται τῶν γιγνομένων. μέσος δὲ ἀμφοῖν ὁ θεῖος Ἰάμβλιχος, συνάπτων καὶ ἑνίζων τῷ δη‐
25μιουργῷ τὸ παράδειγμα διὰ τὴν ἕνωσιν τὴν τοῦ νοῦ πρὸς τὸ νοητόν. Ἀμέλιος δὲ τῷ μὲν τῶν δημιουργῶν εἰς ταὐ‐ τὸν ἄγει τὸ νοητόν, τοῖς δὲ οὕτως μετ’ ἐκεῖνον τεταγμένοις τὸν κατὰ τὸ ὂν ἀφωρισμένον. ὁ δὲ ἡμέτερος λόγος εἶναι μέν φησι τὸ αὐτοζῷον καὶ πρὸ τοῦ δημιουργοῦ καὶ ἐν τῷ
30δημιουργῷ καὶ μετὰ τὸν δημιουργόν· πρόεισι γὰρ ἐπὶ πᾶσαν
τάξιν νοερὰν ὁλικήν τε καὶ μερικήν· αὐτόν τε τὸν δημι‐
in Ti
.

1

.

432

ουργὸν εἰς ἑαυτόν τε ὁρᾶν καὶ τὰ πρὸ ἑαυτοῦ—πρὸς γὰρ τὰ μετ’ αὐτὸν αὐτῷ θέμις οὐκ ἦν ἀποβλέπειν—καὶ ὁρῶντα πρὸς ἐκεῖνα πάντα παράγειν καὶ τὸ πᾶν ὡς πᾶν εἰκόνα ποιεῖν τοῦ νοητοῦ παντός· περιέχεσθαί γε μὴν ὑπὸ τοῦ
5νοητοῦ παντὸς κατὰ τὴν αἰτίαν τὴν ἐκεῖ τῶν νοερῶν θεῶν, οὐχ ὡς μόριον αὐτοῦ καὶ εἶδος ἕν, ἀλλ’ ὡς δευτέραν τάξιν ἐν τῇ πρὸ αὐτῆς. ἄλλως γὰρ ὁ θεῖος νοῦς λέγεται περι‐ εκτικὸς τῶν εἰδῶν, ἄλλως τῶν μερικῶν νόων· τούτων μὲν γὰρ ἕκαστος πάντα ἐστὶν αὐτοτελῶς, ἐκείνων δὲ ἕκαστον
10ἥνωται μὲν τοῖς ἄλλοις εἴδεσιν, πάντα δὲ οὐκ ἔστιν· αὐτὸ γὰρ ἕκαστόν ἐστι τὴν οἰκείαν ἰδιότητα σῷζον ἀμιγῆ καὶ ἀσύγχυτον. κατὰ δὴ τὸν αὐτὸν λόγον ἄλλως ἐν τῷ νοητῷ νῷ περιέχεται τὰ νοητὰ τὰ ἐν αὐτῷ ὄντα, ἄλλως αἱ νοεραὶ τάξεις 〈αἱ〉 ἀπ’ αὐτοῦ προελθοῦσαι· καὶ γὰρ τούτων ἑκάστην
15αὐτοτελῆ οὖσαν φαίης ἂν ἐν τῷ παντελεῖ περιέχεσθαι ζῴῳ. πάντ’ οὖν ἐστι καὶ ἐν τῷ δημιουργῷ ὅσαπερ ἐν τῷ παρα‐ δείγματι, καὶ πρὸς ἐκεῖνο ποιῶν τὸν κόσμον καὶ πρὸς ἑαυτὸν ποιεῖ. παντότης δὲ ἄλλη μὲν ἡ νοητή, ἄλλη δὲ ἡ νοερά· καὶ γὰρ ἡ τετρὰς πάντα εἶχεν ἐν ἑαυτῇ καὶ ἡ δεκάς, ἀλλ’
20ἣ μὲν ἡνωμένως, ἣ δὲ διῃρημένως, καὶ ἡ δεκὰς ἅπαντα ἔχει ὅσαπερ ἡ τετράς, ἀλλὰ τῷ διῃρημένως ἔχειν ἀτελεστέρα τῆς τετράδος ἐστί· τὸ γὰρ ἐγγυτέρω τῆς μονάδος τελειότερον, καὶ ὅσῳ τὸ ποσὸν ἔλαττον, τοσούτῳ μείζων ἡ δύναμις· ὥστε καὶ ὁ δημιουργὸς πάντα ἔχων ὅσα τὸ νοητὸν ζῷον ὅμως
25ὑφειμένην ἔχει τὴν παντότητα τῆς νοητῆς. συνελόντες οὖν εἴπωμεν, ὅτι τῆς περιοχῆς οὔσης διττῆς, τῆς μὲν ὡς ἐν ὁλότητι τῶν μερῶν, τῆς δὲ ὡς ἐν αἰτίᾳ τῶν αἰτιατῶν, νῦν ὁ Πλάτων τὴν ἑτέραν παρέλαβεν ἐν ὅλῳ τῷ αὐτοζῴῳ περι‐
έχεσθαι λέγων ὡς μέρη γένη τε καὶ εἴδη τῶν ζῴων, ἃ δὴ
in Ti
.

1

.

433

πάντα πρὸς τὸ ὅλον ἀτελῆ προσείρηκεν, ὁ δὲ δημιουργὸς προῆλθε μὲν ὡς ἀπ’ αἰτίας ἐκεῖθεν, ἔχει δὲ πάντα καὶ αὐ‐ τὸς νοερῶς. περιέχεται οὖν ὁ δημιουργὸς ὑπὸ τοῦ νοητοῦ ζῴου κατὰ τὸν τῆς αἰτίας λόγον, καὶ οὐχ οὕτω περιέχεται,
5ὡς μέρος, ὥστε καὶ ἀτελής. καὶ διὰ τοῦτο καὶ ὁ Τίμαιος οὕτω πως λέγει [30 C]· τὰ γὰρ νοητὰ ζῷα πάντα ἐκεῖνο ἐν ἑαυτῷ περιλαβὸν ἔχει· καὶ γὰρ ὡς ἀληθῶς ταῦτα τὰ ὡς μέρη περιεχόμενα ἐν αὐτῷ ἐστιν, ἀνεκφοίτητα μείναντα τῆς οἰκείας ὁλότητος καὶ συμπληροῦντα ἐκείνην ὡς ὅλον οὖσαν
10οὐ τὸ πρὸ τῶν μερῶν, ἀλλὰ τὸ ἐκ τῶν μερῶν. ταῦτα μὲν πρὸς τὴν ἀπορίαν. ἐκεῖνό γε μὴν ἐπὶ τούτοις καθορᾶν ἄξιον, ὅπως ὁ Πλάτων θαυμαστῶς ποτὲ μὲν ἡμῖν γνωρίμως ἀπὸ τῶν εἰκόνων ἐπὶ τὰ παραδείγματα μέτεισι, ποτὲ δὲ ἀπὸ τῶν παραδειγμάτων ἐπὶ τὰς εἰκόνας, ἅμα μὲν τὴν συνέχειαν
15τῶν πραγμάτων, ἅμα δὲ τὰς προόδους αὐτῶν καὶ τὰς ἐπι‐ στροφὰς ἐνδεικνύμενος· ὅτε μὲν γὰρ ἔλεγεν, ὅτι καθάπερ ὁ κόσμος ἡμᾶς περιείληφεν, οὕτως τὰ νοητὰ ζῷα περιλαβὸν ἔχει τὸ αὐτοζῷον, ἀπὸ †τούτων ἐπὶ τὰ αἴτια αὐτῶν ἀνέτρεχεν· ὅτε δέ, ὅτι τῷ καλλίστῳ τῶν νοουμένων ὁμοιῶσαι βουληθεὶς
20τὸν κόσμον ὁ θεὸς πάντων αὐτὸν ἀπειργάσατο περιληπτικόν, ἀπὸ τῶν αἰτίων ἐπὶ τὰ ἐξ αὐτῶν μεταβαίνειν ἐθέλει τὴν πρόοδον τῶν δευτέρων μιμούμενος. ποδηγεῖται δὲ πρὸς τὴν τοιαύτην μετάβασιν διὰ τῆς ἀναλογίας· ὃν γὰρ ἔχει λόγον τὰ ἀποτελέσματα πρὸς ἄλληλα, τοῦτον καὶ τὰ παραδείγματα
25αὐτῶν, τό τε ὁλικώτερον καὶ μερικώτερον ἐν ἀμφοτέροις κατὰ τὸν αὐτὸν λόγον ὑφέστηκεν. ἀλλὰ διὰ τί τῶν νοουμένων κάλλιστον εἶπε τὸ αὐτοζῷον καίτοι πέρας ὂν τῶν νοητῶν; ἦ εἰ καὶ πρὸ αὐτοῦ νοηταὶ τάξεις εἰσίν, ἀλλ’ ἐκείνων ὑφεῖται τὸ κάλλιστον· οὐ γὰρ μετέχουσι τοῦ κάλλους, ἀλλ’ ἐν αὐταῖς
30ἐστιν ἡ καλλοποιὸς αἰτία καὶ τὸ πρώτιστον κάλλος καὶ ἡ
καλλονή. διὸ καὶ παρ’ Ὀρφεῖ [frg. 58] κατὰ ταύτην τὴν
in Ti
.

1

.

434

τάξιν νοερῶς ἐκφαίνεται, ὡς τοῦ κάλλους ἤδη προόντος ἐν τοῖς νοητοῖς τοῖς πρώτοις ἡνωμένως καὶ συνεχῶς ὁ Φάνης
περικαλλέος Αἰθέρος υἱὸς ὀνομάζεται καὶ ἁβρὸς Ἔρως, ὅτι δὴ τῆς κρυφίου καὶ
5ἀρρήτου καλλονῆς πρῶτος οὗτος ὁ θεὸς πεπλήρωται. διὸ κάλλιστος ὀνομάζεται, τῶν μετεχόντων τὸ πρώτιστον ὄν, καὶ εἰ πάντα τὰ νοητὰ ἥνωται ἀλλήλοις· οὐ γὰρ δεῖ διαιρεῖν αὐτὰ τοῦτον τὸν τρόπον ἀπ’ ἀλλήλων, ὃν τὰς νοερὰς τάξεις, ἀλλὰ μίαν αὐτῶν καὶ ἀδιαίρετον τὴν ἕνωσιν θεωρεῖν. λέγε‐
10ται μὲν οὖν καὶ ταῦτα καλῶς. τὸ δὲ συνεκτικώτατόν ἐστιν, ὅτι τὸ αὐτοζῷον κάλλιστον εἶπεν εἶναι τῶν νοουμένων οὐχὶ πάντων ἁπλῶς, ἀλλὰ ζῴων· πρὸς γὰρ τὰ μερικώτερα ζῷα τὸ παντελὲς παραβάλλων εἶπεν αὐτὸ κάλλιστον ἁπάντων τῶν νοητῶν ζῴων· ὥστ’ εἴ τι κρεῖττόν ἐστι τῆς ζῴου φύσεως,
15οὐδὲν πρὸς τὸν παρόντα λόγον. εἶναι δέ τι τοιοῦτον ἀναγ‐ καῖον, διότι τὸ ὂν ἁπλούστερον καὶ τῆς ζῴου φύσεως καὶ τὸ αὐτοκαλόν, ὅθεν ἐστὶ καὶ ἐν μὴ ζῴοις. καὶ μὴν καὶ τὴν ὁμοίωσιν πάνυ φασὶν οἰκείως αὐτῷ παρειλῆφθαι· πολλα‐ χοῦ μὲν γὰρ αὐτὸς ὁ Πλάτων ἀμφιβάλλει, τίς ὁ τρόπος
20τῆς μεθέξεως, εἴτε παρόντων ἐκείνων τούτοις εἴτε ἄλλως κοινωνούντων, οὐκ ἀμφιβάλλων τοῦτό γε, τὸ ὁμοίωσιν εἶναι τὴν ποιήσασαν εἰκόνα τοῦ νοητοῦ τὸν ὁρατὸν κόσμον. οἳ δὲ διαιροῦντές φασιν, ὅτι τῶν μὲν φυσικῶν εἰδῶν μετέχει τὸ αἰσθητὸν ὡς τυπούμενον, τῶν δὲ ψυχικῶν ἐμφάσεις ὑπο‐
25δέχεται, τῶν δὲ νοητῶν ὁμοιώσεις· ὥστε ἐπεὶ περὶ τῶν νοη‐ τῶν παραδειγμάτων ὁ λόγος, εἰκότως τὴν ὁμοίωσιν, ὥς φασι, παρέλαβεν ὁ Πλάτων. ἔτι ζῷον μὲν ὁ κόσμος ἐστὶν ὡς
εἰκὼν τούτου τοῦ νοητοῦ ζῴου καὶ τῆς παντότητος τῆς νοη‐
in Ti
.

1

.

435

τῆς, ὁρατὸν δὲ ὡς ὁμοιούμενον τῷ φανῷ τοῦ παραδείγματος. ὃ γάρ ἐστιν ὁ ἐκεῖ χρώς, τοῦτό ἐστι τὸ ἐνταῦθα ὁρατόν· θαύμαζον καθορῶντες ἐν αἰθέρι φέγγος ἄελπτον· τοῖον ἀπέστιλβε χροὸς ἀθανάτοιο Φάνητος
5
[Orph. frg. 58 Lobeck Aglaoph. 480]· ‘πάντα δὲ τὰ συγγενῆ περιέχον‘, ὅτι τῶν αἰσθητῶν ἐστι περιληπτικὸν ἁπάντων. τό γε μὴν κατὰ φύσιν πρόσκει‐ ται πάνυ θαυμαστῶς, ἐνδεικνύμενον, ὅτι τῶν ἐν τῷ κόσμῳ τὰ νοητὰ παραδείγματά ἐστι τῶν κατὰ φύσιν, ἀλλ’ οὐ τῶν
10παρὰ φύσιν, ὥς τινες εἰώθασι λέγειν τῶν Πλατωνικῶν· ὅλως γὰρ τὰ ἐγκόσμια διαιροῦντες εἴς τε τὰ κατὰ φύσιν καὶ τὰ παρὰ φύσιν καὶ εἰς τὰ καθόλου καὶ τὰ μερικὰ καὶ εἰς τὰς οὐσίας καὶ τὰ συμβεβηκότα τῶν μὲν κρειττόνων ἀεὶ τὰς εἰδητικὰς αἰτίας ἀπολείψομεν, τῶν δὲ χειρόνων οὐδαμῶς· τὸ
15γὰρ ἐκεῖθεν γεννώμενον διὰ φύσεως πρόεισιν. εἰ δὲ τοῦτο κατὰ φύσιν ἐστὶ καὶ οὐ παρὰ φύσιν, καὶ τὸ ἐκεῖθεν γεννώ‐ μενον ὅλον τι καὶ ἀίδιόν ἐστιν· εἰ γὰρ μή, δυοῖν θάτερον, ἢ τὰ ἐνδεχόμενα οὐκ ἔσται, ἢ τῶν εἰδῶν τὰ μὲν ἀναγκαίως ποιήσει, τὰ δὲ ἐνδέχεται καὶ ποιῆσαι, ἐνδέχεται δὲ καὶ μή.
20καὶ τρίτον πᾶν τὸ ἐκεῖθεν προϊὸν οὐσία ἐστίν· ἐπεὶ γὰρ αὐτῷ τῷ εἶναι ποιεῖ, οὐσιῶν ἐστι παρακτικὸν ἕκαστον· γε‐ λοῖον γὰρ τὴν μὲν μερικὴν φύσιν οὐσιοποιὸν λέγειν, τὸ δὲ νοητὸν εἶδος συμβεβηκότος ἑνὸς ὑποστατικόν. ταῦτα μὲν οὖν διὰ πλειόνων ἐν ἑτέροις ἐξητάσαμεν. συγγενῆ δὲ τοῦ
25κόσμου τὰ ἐν αὐτῷ, διότι πάντα κατὰ τὰς νοητὰς αἰτίας ὑφίσταται. δοκεῖ δὲ καὶ ὁρισμὸν ἐνταῦθα συστήσασθαι τοῦ κό‐ σμου ‘ζῷον ἓν ὁρατὸν πάντα τὰ ἐν αὐτῷ ζῷα περιειληφόσ‘· ζῷον γὰρ καὶ τὸ νοητὸν ν, ἀλλ’ οὐχ ὁρατόν· ζῷον δὲ ἓν
ὁρατὸν καὶ ὁ ἥλιος καὶ τῶν μοναδικῶν ἕκαστον, ἀλλ’ οὐ
in Ti
.

1

.

436

‘πάντα τὰ ἄλλα περιλαβόν‘, ὥστε οὕτως ὁ τοῦ παντὸς ἀπο‐ δέδοται λόγος. ἀλλ’ ἐπὶ τὴν τοῦ Πλάτωνος λέξιν τὸν λόγον προάγωμεν. Πότερον οὖν ὀρθῶς ἕνα οὐρανὸν προσειρήκαμεν,
5ἢ πολλοὺς καὶ ἀπείρους λέγειν ἦν ὀρθότερον; [31 A] Ἔχει μὲν καὶ λογογραφικὴν ἀκολουθίαν τοῦτο τὸ πρό‐ βλημα μετὰ τὰ νῦν εἰρημένα· διότι γὰρ ὡρίσατο τὸν κόσμον ζῷον ἓν ὁρατὸν πάντα ὅσα αὐτοῦ ζῷα συγγενῆ κατὰ φύσιν ἐντὸς περιέχον, ἔδει τοῦτο αὐτὸ φροντίδος ἀξιῶσαι
10καὶ ὑπομνήσεως, εἰ ἔστιν ἕν τι ὁ κόσμος ἢ οὔ· καὶ γὰρ τῶν φυσικῶν οἳ μὲν αὐτὸν ἕνα ποιοῦσιν, οἳ δὲ πολλούς, οἳ δὲ οὐ πολλοὺς μόνον, ἀλλὰ καὶ ἀπείρους. ἔχει δὲ καὶ τὴν ἀπ’ αὐτῶν τῶν πραγμάτων συνέχειαν τὸ σκέμμα τοῦτο πρὸς τοὺς εἰρημένους λόγους· ἐπεὶ γὰρ δέδεικται ὁ κόσμος
15εἰκὼν τοῦ αὐτοζῴου, ζῷον ἔμψυχον ἔννουν, ἔδει κορυφὴν ἐπιθεῖναι τῷ περὶ αὐτοῦ λόγῳ δείξαντας, ὅτι καὶ εἷς ἐστιν· οὕτω γὰρ ἂν δειχθείη καὶ θεός, μετασχὼν τῆς ὑπὲρ νοῦν ἑνάδος· οὔτε γὰρ εἰκόνα μόνον αὐτὸν εἰπεῖν ἦν δυνατόν, ὅτι καὶ ἄλλαι εἰκόνες εἰσίν, αἳ μὲν ἐκ φύσεως, αἳ δὲ ἐκ
20τέχνης ἀπειργασμέναι, οὔτε ζῷον, ὅτι καὶ μερικῶν ἐστι ζῴων πλῆθος, οὔτε ἔμψυχον—καὶ γὰρ ἄνθρωπος εἰκών ἐστι καὶ ζῷον καὶ ἔμψυχον—οὔτε ἔννουν—ζῷον γὰρ ἔμψυχον ἔννουν καὶ δαίμων ἐστὶ καὶ ἄγγελος—ἀλλ’ ὃ μάλιστα καὶ πρώτως προσήκει τοῖς θείοις, τοῦτο πρότερον μὲν ἄρρητον εἴασε δι’
25ἣν εἴπομεν αἰτίαν, νῦν δὲ προσέθηκε, τὸ ἓν καὶ τὴν μόνω‐ σιν· πᾶν γὰρ ὅ, τι περ ἂν ᾖ μοναδικὸν ἐν τῷ κόσμῳ, θεῖόν ἐστιν, ὡς εἰκόνα φέρον, εἰ θέμις εἰπεῖν, τοῦ ἑνός. θεῖον δὲ λέγω καὶ ὅσον ἀγγελικὸν καὶ ὅσον δαιμόνιον καὶ ὁπόσον ἐν ψυχαῖς μερικαῖς· καὶ γὰρ τούτων ἕκαστον θεῖον, καθόσον
30εἰς τὸν οἰκεῖον ἀνῆπται θεόν, καὶ τούτων ἕκαστον μονα‐ δικόν. ὅσα δὲ μὴ μοναδικά, γένεσιν ἔχει καὶ φθορὰν καὶ
εἰς τὴν θνητὴν ἀπέωσται φύσιν, τὴν ἀντίθετον πρὸς τὸ
in Ti
.

1

.

437

θεῖον ἅπαν. συνήρτηται ἄρα τὸ πρόβλημα τοῦτο τοῖς προ‐ ειρημένοις· ἐπειδὴ γὰρ τὸ παράδειγμα τοῦ παντὸς ἔστι μὲν θεός, ἔστι δὲ καὶ νοητόν, ἔστι δὲ καὶ ζωῆς χορηγόν, ἔστι δὲ καὶ νοῦς, κατὰ μὲν τὸ ἐν αὐτῷ θεῖον ἕνα ποιεῖ τὸν
5κόσμον, κατὰ δὲ τὸ ἓν καὶ τὸ νοητὸν αἰσθητόν, κατὰ δὲ τὸ ἓν καὶ τὸ νοητὸν καὶ τὴν ζωὴν ἔμψυχον καὶ ζῷον, κατὰ δὲ ταῦτα πάντα καὶ τὸν νοῦν ἔννουν· καὶ γὰρ πρὸ τῶν ἄλλων ἡ ἕνωσις παραγίνεται καὶ ἐπὶ τοῖς ἄλλοις, καὶ πρὸ τῶν ἄλλων ἐνεργεῖ τὸ ζῷον καὶ μετὰ τῶν ἄλλων, καὶ
10μετὰ τοῦ νοῦ καὶ πρὸ τοῦ νοῦ γεννᾷ καὶ πρόεισιν ἡ τῆς ζωῆς δόσις. λάβοις δ’ ἂν ἔκ τε τῶν νῦν δεικνυμένων καὶ τῶν ἔμπροσθεν ἀποδεδειγμένων, ὅτι ἅμα καὶ ἑνιαῖόν ἐστι τὸ παράδειγμα τοῦ παντὸς καὶ τὸ ὅλον πλῆθος τῶν νοητῶν, καὶ οὔτε ἡ ἁπλότης αὐτοῦ ἀπλήθυντος οὔτε τὸ πλῆθος διῃ‐
15ρημένον, ἀλλ’ ὁμοῦ συνυφεστὸς ἔχει τῷ ἑνὶ τὸ παντοδαπὸν καὶ τῷ παντελεῖ τὸ μοναδικὸν καὶ τῷ πολυειδεῖ τὸ μονο‐ ειδές. διότι μὲν γὰρ ἀπὸ τοῦ ἀγαθοῦ πρόεισιν, ἑνίζεται, διότι δὲ τὸν τῶν νοητῶν ἰδεῶν ἐν αὑτῷ προεστήσατο διά‐ κοσμον, παντελές ἐστι, καὶ ὡς μὲν ἄπειρον τὸ πλῆθος ἐκ‐
20φαίνει τῶν νοητῶν, ὡς δὲ τῷ πέρατι συνεχόμενον μονογενές ἐστι, καὶ ὡς μὲν ἐκ τοῦ ἑνὸς ὄντος προελθὸν βούλεται μο‐ νάδος ἔχειν καὶ αὐτὸ λόγον, ὡς δὲ τρίτον ἀπ’ ἐκείνου πάν‐ τας τοὺς νοητοὺς προάγει θεοὺς ἐν ἑαυτῷ καὶ διὰ τοῦτο δέδεικται παντελές. ταῦτα μὲν οὖν ἐπὶ πλέον καὶ προϊόντες
25ἀναπτύξομεν. Περὶ δὲ τῆς λέξεως ἀμφισβητοῦσιν οἱ ἐξη‐ γηταί· τοῖς μὲν γὰρ δοκεῖ δύο εἶναι τὰ διαιρούμενα νῦν ὑπὸ τοῦ Πλάτωνος, τό τε ἓν καὶ τὸ πλῆθος πᾶν, καὶ μαρ‐ τυρεῖν αὐτοῖς φαίνεται καὶ τὸ πότερον, ἐπὶ δυοῖν πραγ‐ μάτων ταττόμενον ὑπὸ τῶν παλαιῶν. τοῖς δὲ τρία εἶναι τὰ
30διαιρούμενα καταφαίνεται, τὸ ἕν, τὸ πεπερασμένον πλῆθος καὶ τὸ ἄπειρον. καὶ εἰσὶ ταύτης προστάται τῆς ἐξηγήσεως
Πορφύριός τε καὶ Ἰάμβλιχος κατά τε τὰ πράγματα λέ‐
in Ti
.

1

.

438

γοντες εὖ καὶ κατὰ τὴν τοῦ Πλάτωνος διδασκαλίαν· μικρῷ γὰρ ὕστερον δύο μὲν ἀναιρήσει, καταλείψει δὲ ἓν ἐκ τῆς διαιρέσεως. ἐκ δὲ τριῶν γίνεται δυοῖν ἀναίρεσις, ἑνὸς δὲ θέσις, ἀλλ’ οὐκ ἐκ δυοῖν μόνοιν. δοκεῖ δὲ αὐτοῖς ἀντι‐
5φθέγγεσθαι τὸ πότερον. θεραπευτέον δὴ καὶ τοῦτο λέγοντας ἢ τῷ ‘ρ’ οὖν‘ τὸ πότερον σημαίνειν ταὐτόν—πολλάκις γὰρ καὶ οὕτω παραλαμβάνεται πρὸς τῶν παλαιῶν—ἢ ἐνδεῖν τῷ λόγῳ τὸ ‘ἢ οὔ‘, καὶ εἶναι τὸ αὐτοτελές· πότερον ὀρθῶς ἕνα οὐρανὸν προσειρήκαμεν ἢ οὔ; καὶ εἰ μὴ τοῦτο, πότερον
10πολλοὺς ἢ ἀπείρους; ταῦτα δὲ διὰ συντομίαν παρεικέναι τὸν Πλάτωνα. τάχα δὲ οὐδὲ τὸ παραλιπεῖν τὸ πολὺ καὶ πεπερασμένον φαίης ἂν ἄπο σκοποῦ γεγονέναι παρ’ αὐτοῦ· τὸ γὰρ τόσους ἢ τόσους λέγειν ἀποκληρωτικόν ἐστι, καὶ ὥσπερ ἐν ὅσοις τὸ παράδειγμα μὴ μοναδικόν ἐστιν ὡς ἑνὸς
15αἴτιον ἄπειρα τὰ γιγνόμενα, τοῦτον τὸν τρόπον καὶ κόσμους ἀπείρους εἶναι πιθανόν, εἴπερ μὴ εἷς· τὸ γὰρ κενὸν ἄπειρον ὂν ἀπείρων ἔσται κόσμων δεκτικόν. Ἕνα, εἴπερ κατὰ τὸ παράδειγμα δεδημιουργη‐ μένος ἔσται [31 A].
20 Πάλιν ἑαυτῷ συμφώνως πρὸ τῶν ἀποδείξεων ἀνεφθέγ‐ ξατο τὸ συμπέρασμα, λύων τὴν ἀπορίαν πρὸ τῆς πίστεως. τὸ γὰρ ἕνα τῷ γέγονε καὶ τῷ ἀγαθὸς ἦν ἀνάλογον προ‐ ηγόρευται, καὶ ἐπ’ αὐτῷ κατὰ τρόπον 〈ἡ〉 ἀπόδειξις· αὐτὸς γάρ ἐστιν ὁ ἀπορῶν, αὐτὸς ὁ λύων, αὐτὸς ὁ ἀποδεικνύς, διὰ
25μὲν τῆς ἀπορίας ἐπιστρέφων εἰς νοῦν, διὰ δὲ τῆς συντόμου λύσεως κατὰ νοῦν ἐνεργῶν—ἡ γὰρ ἐν ἑνὶ τὸ πᾶν περιλαμ‐ βάνουσα φωνὴ τῆς νοερᾶς ἐστιν ἐπιβολῆς εἰκών—διὰ δὲ τῆς ἀποδείξεως εἰς διάνοιαν ἀπὸ νοῦ κατιών· πᾶς γὰρ ὁ ἀποδεικνὺς ἀπὸ νοῦ λαμβάνει τὰς ἀρχάς, νοῦς δὲ ᾧ τοὺς
30ὅρους γινώσκομεν, φησὶν Ἀριστοτέλης, ἁπλαῖς ἐπιβολαῖς
in Ti
.

1

.

439

τὰ ὄντα γινώσκοντες. τοιοῦτον μὲν οὖν διὰ παντὸς τὸ τῶν λόγων εἶδος. φέρε δέ, εἰ δοκεῖ, πρὸ τῶν αὐτοῦ ῥημάτων τὸν συλλογισμὸν ἐκθέμενοι τὴν περὶ αὐτῶν θεωρήσωμεν ἀλή‐ θειαν. ἔστι δὴ οὖν ὁ σύμπας λόγος τοιοῦτος· εἰ ὁ κόσμος
5κατὰ τὸ παράδειγμα γέγονε καὶ τὸ παράδειγμα ἕν ἐστιν, ὁ κόσμος εἷς ἐστιν· ἀλλὰ μὴν τὸ ἡγούμενον· τὸ ἄρα ἑπόμενον· ὅτι μὲν οὖν ὁ κόσμος κατὰ τὸ παράδειγμα γέγονεν, εἴρηται πρότερον καὶ ὑπέμνησται παρά τε αὐτοῦ καὶ ἡμῶν· ὅτι δὲ ἕν ἐστι τὸ παράδειγμα καὶ μοναδικόν, ὑπομνήσει καὶ αὐτὸς
10προϊών· λείπεται δὴ τῆς προσλήψεως ἀληθοῦς οὔσης τὸ συνημμένον κατιδεῖν ὅπως ἀληθές. φημὶ τοίνυν, ὅτι τὸν κόσμον, εἴπερ μεμίμηται μάλιστα καὶ ἀκριβῶς τὸ παράδειγμα, δεῖ πᾶν αὐτὸ μεμιμῆσθαι καὶ τὴν οὐσίαν αὐτοῦ καὶ τὴν ἀιδιότητα καὶ τὴν μόνωσιν· εἰ γὰρ τὰ μὲν αὐτοῦ μιμοῖτο,
15τὰ δὲ μή, τίνος ἔσται παράδειγμα ὅλον· αὐτῷ γὰρ τῷ εἶναι ποιοῦν ὅλου ἑαυτοῦ ποιεῖ τινα εἰκόνα. τούτου δὲ οὕτως ἔχοντος τὸ πρὸς ὅλον αὐτὸ γεγονὸς μοναδικόν ἐστιν, ἀίδιόν ἐστι, ζῷόν ἐστιν· ὡς γὰρ ὁ τὸν Σωκράτην μιμούμενος ὅλον τὴν σύμπασαν αὐτοῦ ζωὴν ἀναμάττεται, τοῦτον τὸν τρόπον
20καὶ ὁ τὸ αὐτοζῷον ἀποτυπούμενος κόσμος πάντα τὰ ἐν αὐτῷ μιμήσεται καθόσον πέφυκεν, αἰσθητῶς πάντα ἔχων, ὅσα ἐκεῖνο νοητῶς. πρὸς δὴ ταύτην τὴν ὑπόμνησιν ἀντιλέγουσί τινες τὸ τῶν ἀνθρώπων πλῆθος καὶ τὸ τῶν ἵππων παρά‐ γοντες· καὶ γὰρ ὁ αὐτοάνθρωπος πολλῶν αἴτιος καὶ ὁ αὐτο‐
25ΐππος καὶ ἕκαστον τῶν τοιούτων. εἰ δὲ λέγοι τις, ὅτι ταῦτα, διότι μέρη ἐστὶν ἄλλων, διὰ τοῦτο οὐ μοναδικά, τὸν ἥλιον ἡμῖν καὶ τὴν σελήνην καὶ πάντα τὰ μόρια μὲν ὄντα τοῦ κόσμου, μοναδικὰ δὲ προσάγοντες οὐ παύσονται. διὸ βαθυ‐ τέρων ἅψασθαι δεῖ πρὸς αὐτοὺς ἀπαντήσεων. ὁ μὲν οὖν
30φιλόσοφος Πορφύριος ὑπὲρ τούτων διαγωνιζόμενος ἀεὶ τὰ εἴδη προϊόντα φησὶν εἰς πλῆθος ὑποφέρεσθαι καὶ διαίρεσιν
καὶ χωρεῖν εἰς ὄγκον καὶ μερισμὸν παντοῖον· διὸ τὴν νοη‐
in Ti
.

1

.

440

τὴν οὐσίαν προϊοῦσαν εἰς τὸν κόσμον ἀπολῆξαι κατὰ τὸ διῃρημένον καὶ παχὺ καὶ ἔνυλον πλῆθος, ἡνωμένον ἄνω καὶ ἀμερὲς ὂν καὶ μοναδικόν. τῷ μὲν οὖν νοητῷ παντὶ οὐκ ἄλλο ἐχορήγει τὴν ὕλην—αὐτὸ γὰρ αὐτὴν ὑφίστη· τοσαύ‐
5την οὖν ὑπέστησεν, ὅσην ἠδύνατο καταλαβεῖν—τῷ δὲ αὐτο‐ ανθρώπῳ τὴν ὕλην ἐχορήγει τοῦτο τὸ πᾶν· διὸ πλείων ἡ ὕλη ἑνός. ὁ μὲν οὖν κόσμος εἷς ἀφ’ ἑνὸς καὶ ὅλος ἀφ’ ὅλου, ὁ δὲ ἄνθρωπος πολὺς ἀφ’ ἑνός, τοῦ κόσμου χορη‐ γοῦντος τὴν ὕλην. διὰ τί οὖν, φησί, μὴ καὶ ἥλιοι πολλοὶ
10καὶ σελῆναι; καὶ γὰρ τούτοις ἡ ὕλη ἐκ τοῦ παντός. διότι, φησί, τοῖς μὲν ἀφθάρτοις ὡς τῷ κόσμῳ, κἂν ᾖ μέρη, τὸ μοναδικὸν οἰκεῖον, τοῖς δὲ φθαρτοῖς τὸ πλῆθος· εἰ γὰρ μὴ πολλὰ ἦν τὰ μετέχοντα τοῦ αὐτοῦ λόγου, ἀλλ’ ἓν μόνον τὸ φθαρτόν, ἀπώλετο ἂν τὸ εἶδος τούτου φθαρέντος· δεῖν δὲ
15ἀεὶ πάντων εἰδῶν εἶναι πλήρωμα τὸν κόσμον. ταῦτα μὲν οὖν ὁ Πορφύριος. ὁ δέ γε θεῖος Ἰάμβλιχος ταύτην μὲν ἐπιρραπίζει τὴν ἀπόδοσιν ὡς μηδὲν τῶν ἀποριῶν ἐπιλυο‐ μένην· ἔστω γὰρ πᾶς ὁ αἰσθητὸς κόσμος μεριστῶς ἔχων τὰ ἀμέριστα καὶ διῃρημένως τὰ ἀδιαίρετα καὶ πεπληθυσμένως
20τὰ μοναδικά, διὰ τί οὖν τῶν ἐν αὐτῷ τὰ μὲν ἔτι μένει μοναδικά, τὰ δὲ οὔ; τοῦτο γὰρ τὸ ἐξ ἀρχῆς ἀπορηθέν. αὐτὸς δὲ ἐπάγει τινὰ τῷ ἀπόρῳ λύσιν, θαυμαστὴν μέν, παραμυθίας δέ τινος δεομένην· λέγει γὰρ οὖν, ὅτι τὰ μὲν τῶν εἰδῶν ταυτότητι χαίρει καὶ στάσει, τὰ δὲ κινήσει καὶ
25ἑτερότητι, καὶ ὡς τὰ μὲν μοναδικῶν ἐστιν αἴτια καὶ ἀιδίων, τὰ δὲ κινουμένων τε καὶ πεπληθυσμένων. οὗτος δὲ ὁ λόγος εἴρηται μὲν πάνυ θαυμαστῶς, δεῖται δέ τινος ὑπομνήσεως, ἣν δεῖ ποιεῖσθαι λογιζομένους, ὅτι δὴ μετὰ τὸ ἓν δύο προ‐ εληλύθασιν ἀρχαί, καθάπερ εἴρηκεν ὁ ἐν Φιλήβῳ Σωκρά‐
30της, πέρας καὶ ἄπειρον, καὶ ὥσπερ τῶν ἀριθμῶν οἳ μὲν μᾶλλόν εἰσι μοναδικοί, οἳ δὲ δυαδικοί, καίτοι πάντων ἐκ
μονάδος ἅμα καὶ δυάδος ὑποστάντων, οὕτω δὴ καὶ τῶν
in Ti
.

1

.

441

εἰδῶν ἁπάντων ὑφεστώτων κατὰ τὰς δύο ταύτας ἀρχὰς ὅμως τὰ μέν ἐστι τοῦ πέρατος συγγενῆ, τὰ δὲ τῆς ἀπειρίας. καὶ τί δεῖ περὶ τῶν εἰδῶν λέγειν; καὶ γὰρ αὐτῶν τῶν θεῶν οἳ μέν εἰσι τῆς τοῦ πέρατος συστοιχίας, οἳ δὲ τῆς τοῦ ἀπείρου,
5καθ’ ὅλας τε διακοσμήσεις καὶ κατὰ μέρη· καθ’ ὅλας μέν, ὅτι πᾶσα ἡ πατρικὴ καὶ συνοχικὴ καὶ δημιουργικὴ σειρὰ κατὰ τὸ πέρας ἀφορίζεται, πᾶσα δὲ ἡ ζῳογόνος καὶ γεννη‐ τικὴ κατὰ τὸ ἄπειρον· κατὰ μέρη δέ, ὅτι καὶ τῆς πατρικῆς καὶ τῆς ζῳογονικῆς οἳ μέν εἰσι πρὸς τῆσδε τῆς ἀρχῆς, οἳ
10δὲ πρὸς τῆς ἑτέρας. εἰ τοίνυν καὶ ἐπὶ θεῶν οὕτως, τί θαυμαστόν, εἰ καὶ τῶν εἰδῶν τὰ μέν ἐστι τοῦ πέρατος, τὰ δὲ τῆς ἀπειρίας συγγενῆ μᾶλλον τῶν ἑτέρων, καὶ κατὰ τὴν ἀναλογίαν ταύτην τὰ μὲν μοναδικῶν ὑποστατικὰ πραγμάτων, τὰ δὲ εἰς πλῆθος προϊόντων; οὕτως μὲν οὖν καὶ ταύτην
15τὴν ἀπόδοσιν παραμυθεῖσθαι χρή. ὁ δὲ ἡμέτερος δι‐ δάσκαλος καὶ ἄλλως τὴν ἀπορίαν ταύτην διέλυε πολλαχῶς. ἔλεγε δ’ οὖν, ὅτι πᾶσα μὲν ἡ νοητὴ οὐσία μονοειδής ἐστι καὶ αἰώνιος, τῶν δ’ ἐγκοσμίων πραγμάτων τὰ μὲν μᾶλλον ὁμοιοῦσθαι δύναται πρὸς τὰς ἑαυτῶν οὐσίας, τὰ δὲ ἧττον·
20ὅσα μὲν γάρ ἐστιν ἀυλότερα καὶ καθαρώτερα, μᾶλλον, ὅσα δὲ ἐνυλότερα καὶ παχύτερα, ἧττον. ὄντων οὖν ἁπάντων τῶν παραδειγμάτων ἐν οὐσίαις μοναδικαῖς τε καὶ ἀιδίοις τὰ μὲν κρείττω τῶν ἐν τῷ παντὶ μάλιστα μεμιμημένα τὰς ἑαυ‐ τῶν αἰτίας κατὰ πάντα τοῖς παραδείγμασιν ὁμοιότατα γέγονε,
25κατὰ τὸ μοναδικόν, κατὰ τὸ οὐσιῶδες, κατὰ τὸ ἀίδιον, τὰ δὲ χείρω ὕστερον εἶδος ὁμοιώσεως λαχόντα πῂ μὲν ὡμοίωται τοῖς σφῶν αὐτῶν αἰτίοις, πῂ δὲ οὔ. τριῶν οὖν ὄντων τού‐ των ἐν τοῖς νοητοῖς εἴδεσι, τοῦ μοναδικοῦ, τοῦ οὐσιώδους, τοῦ διαιωνίου, πότερον τὸ μὲν μοναδικὸν αὐτῶν μιμήσεται
30καὶ τὸ ἀίδιον, τὸ δὲ οὐσιῶδες οὐδαμῶς; ἀλλ’ ἄτοπον· δέδει‐
κται γάρ, ὅτι οὐσίας εἶναι χρὴ τὰ ἀπ’ αὐτῶν κατ’ αὐτὸ τὸ
in Ti
.

1

.

442

εἶναι ποιούντων. ἀλλὰ κατὰ μὲν τὸ μοναδικὸν καὶ τὸ οὐ‐ σιῶδες ἔσται μιμήματα ἐκείνων, κατὰ δὲ τὸ ἀίδιον οὔ; ἀλλὰ καὶ τοῦτο ἀδύνατον. ἀπολείπεται γὰρ ἕκαστον μοναδικὸν μὲν ὄν, μὴ ἀίδιον δέ· διότι μὲν γὰρ οὐκ ἀίδιον, εἰς τὸ
5μὴ ὂν οἰχήσεται, διότι δὲ μοναδικόν, οὐκ ἔστιν ἐξ ὅτου γενήσεται. καὶ ὅλως πᾶν τὸ ἐξ ἀκινήτων αἰτίων ὑποστὰν ἀμετάβλητόν ἐστι κατ’ οὐσίαν, ἀκίνητα δὲ τὰ εἴδη· νοητὰ γάρ ἐστιν. ἢ τοίνυν ἅπαντα μιμεῖσθαι δυνατὸν ἢ τινά. πάντα δὲ ἀδύνατον· τὰ γὰρ πορρωτέρω τῶν ἀρχῶν ἧττον
10ὁμοιοῦται πρὸς αὐτάς· καὶ γὰρ τοῦ Πυθαγόρου πάσας ἐπιστήμας ἔχοντος ὃ μὲν ἐγγυτέρω πᾶσαν αὐτοῦ τὴν γνῶσιν ὑποδέχεται δευτέρως, ὃ δὲ πορρωτέρω τὰς μὲν διδάσκεται τῶν ἐπιστημῶν, πρὸς δὲ τινὰς ἀσύμμετρός ἐστιν. εἰ τοίνυν πάντα ἀδύνατον, λείπεται τινά. καὶ εἰ τινά, τριῶν ὄντων
15ἐν ἐκείνοις τῶν νοητῶν εἰδῶν χαρακτηριστικῶν, ὡς ἔσται δῆλον, τριῶν δ’ οὖν ὄντων, ὡς εἴπομεν, ἢ τὰ ἄκρα μεμι‐ μημένα τοῦ μέσου γέγονεν ἄμοιρα, ἢ τὰ δύο τὰ πρῶτα δεξά‐ μενα τοῦ τρίτου φαίνοιτ’ ἂν ἀπολελειμμένα, ἢ τοῦ πρώτου μὴ τυχόντα τῶν μετ’ αὐτὸ μετείληχεν. ἀλλὰ μὴν δέδεικται
20μηδέτερον τῶν πρώτων ἀληθὲς ὄν· ἀνάγκη ἄρα τὸ μὲν μονα‐ δικὸν αὐτὰ μὴ ἀποτυπώσασθαι τῶν εἰδῶν, τὸ δὲ οὐσιῶδες μόνον καὶ τὸ αἰώνιον, διὸ πάντα μὲν τὰ ἐγκόσμια εἴδη οὐσίαι καὶ ἀεὶ ὡσαύτως ἑστηκότα, οὐ πάντα δὲ μοναδικά· οὐ γὰρ πάντα πρὸς πάσας ἔχει τὰς τῶν παραδειγμάτων
25δυνάμεις συμμέτρως. ὅτι δὲ πᾶν τὸ νοητὸν εἶδος καὶ ὅλως παραδειγματικὸν αἴτιον πρώτως ὂν μοναδικόν ἐστι καὶ ἀίδιον καὶ οὐσιῶδες, δῆλον· εἴτε γὰρ μὴ οὐσία εἴη, συμβεβηκὸς ἔσται, πᾶν δὲ συμβεβηκὸς περὶ τὴν ὕλην ὑφίσταται καὶ τὰ ἐν ὕλῃ ὄντα, ἀλλ’ οὐκ ἐν τοῖς χωριστοῖς αἰτίοις. εἴτε μὴ
30ἀίδιον, οὐδ’ ἂν ἡ εἰκὼν αὐτοῦ ἀίδιος εἴη· δεῖ δέ, εἴπερ ἐκ
πάντων ἀεὶ τῶν εἰδῶν ὁ κόσμος. ἀρχῆς δὲ ἀπολομένης οὐ‐
in Ti
.

1

.

443

δεμία μηχανὴ σῴζεσθαι τὸ ἀπ’ αὐτῆς. εἴτε μὴ μοναδικόν, οὐκέτ’ ἂν εἴη πρώτως παράδειγμα· δύο γὰρ εἶναί τι πρώ‐ τως ἀδύνατον, ὥς φησι καὶ ὁ ἐν Πολιτείᾳ [X 597 C] Σωκράτης. αὐτοῖς γὰρ τούτοις ἡ ταυτότης πόθεν ἢ ἀφ’
5ἑνός τινος κοινοῦ εἴδους; ταῦτα ἄρα τὰ τρία πᾶσιν ὑπάρχει τοῖς πρώτοις παραδείγμασι, καὶ ἔοικε τὸ μὲν μοναδικὸν αὐ‐ τοῖς ἀπὸ τοῦ πέρατος ὑπάρχειν, τὸ δὲ ἀίδιον ἀπὸ τῆς ἀπει‐ ρίας, τὸ δὲ οὐσιῶδες ἀπὸ τῆς πρώτης οὐσίας. ἔτι καὶ κατ’ ἄλλον τρόπον ἐπιχειρεῖν ἡμῖν δυνατόν· τῶν γὰρ ἐν τῷ
10κόσμῳ συνεστώτων τὰ μὲν ἀπὸ τῆς πρώτης μόνης δημι‐ ουργίας ὑφέστηκε, τὰ δὲ καὶ ἀπὸ τῆς πρώτης μέν, ἀλλὰ διὰ τῆς δευτέρας. τὰ μὲν οὖν ἀπὸ τῆς πρώτης ὑφεστῶτα ὡσαύτως ἔχει καὶ μοναδικά ἐστι, μιμούμενα τὴν τοῦ παρά‐ γοντος μόνωσιν· ἡ γὰρ ὑπερκόσμιος δημιουργία καὶ ἀκίνη‐
15τός ἐστι καὶ μία καὶ αἰώνιος· τὰ δὲ ἀπὸ τῆς δευτέρας μεταβαλλόμενά τέ ἐστι καὶ ἐν πλήθει φερόμενα καὶ ἄλλοτε ἀλλοίως συνιστάμενα· πολυειδὴς γάρ ἐστιν ἡ δευτέρα δημι‐ ουργία καὶ κινουμένη ποιεῖ ἃ ποιεῖ, καὶ χρόνος αὐτῇ συμ‐ φυής ἐστιν, ἀλλ’ οὐκ αἰών. διὸ καὶ τὰ ἀπ’ αὐτῆς πολυ‐
20μετάβολά ἐστι καὶ πεπληθυσμένα καὶ πάντη κινούμενα· τὰ γὰρ ἐκ κινουμένων αἰτίων τοιαῦτα τὴν φύσιν ἐστίν. ὅθεν, οἶμαι, καὶ ὁ δημιουργὸς ὑποστήσας ἅπαντα τὰ μοναδικὰ τὰ ἐν τῷ κόσμῳ καὶ ἀίδια κινεῖ πρὸς τὴν δημιουργίαν τῶν θνητῶν τοὺς νέους θεούς, ἵνα καὶ ταῦτα καθόσον μὲν ἔχει
25τι ἀίδιον, ὑποστῇ παρ’ αὐτοῦ, καθόσον δὲ θνητά ἐστι, παρ’ αὐτῶν τῶν νέων θεῶν, καὶ καθόσον μὲν ἑνὸς εἴδους μετέ‐ χει, παρ’ αὐτοῦ, καθόσον δὲ τὸ ἓν τοῦτο πεπλήθυσται, παρ’ αὐτῶν· ἐκ γὰρ τῶν πολλῶν αἰτίων καὶ κινουμένων ἡ μετα‐ βολὴ τούτων καὶ ὁ πληθυσμός. ἔτι τοίνυν καὶ ταῦτα
30ῥητέον, ὅτι τὸ μονογενὲς τριχῶς· ἢ γὰρ τὴν μονάδα σημαίνει
τῆς οἰκείας σειρᾶς, καθὸ σημαινόμενον καὶ τὸ ἀνθρώπου
in Ti
.

1

.

444

εἶδος μοναδικὸν καὶ τὸ ἵππου καὶ ἕκαστον τῶν τοιούτων· ἢ τὸ ἓν ὑφ’ ἑνὸς μετεχόμενον, καθὸ ταῦτα μὲν οὐκέτι μονο‐ γενῆ, τὸ δὲ ἡλίου καὶ σελήνης εἶδος· ἢ τὸ μηδὲν ἔχον ἑαυτῷ σύστοιχον ἕτερον, καθὸ ταῦτα μὲν οὐκέτι μονογενῆ, σύστοιχα
5ὄντα ἀλλήλοις, τὸ δὲ ὅλον ζῷον μονογενές, ἄλλῳ ζῴῳ σύστοι‐ χον οὐκ ὄν. τριχῶς οὖν λεγομένου τοῦ μονογενοῦς εἰ τὸ ὡς ἀληθῶς λάβοις μονογενές, τὸ τρίτον ἐστίν, ὡς καὶ πάν‐ των ζῴων αἴτιον καὶ μονάδος λόγον ἔχον πρὸς πάντα καὶ ὑφ’ ἑνὸς μετεχόμενον καὶ οὐδενὶ σύστοιχον, ἀλλ’ ὄντως ὂν
10μοναδικόν. τούτου δὲ ληφθέντος ἀναγκαῖον ἤδη τὸ συνημ‐ μένον· εἰ γὰρ τὸ παράδειγμα μονογενές, καὶ τὸ κατ’ αὐτὸ γενόμενον μονογενές, μεμιμημένον τὸ τοῦ παραδείγματος μονογενές, καὶ οὐδὲν ἄλλο πλὴν τοῦ κόσμου τοιοῦτον· οὐδὲ γὰρ ἄλλο τι πλὴν τοῦ αὐτοζῴου κατὰ τὸ σημαινόμενον
15τοῦτο μονογενές. ἔτι καὶ κατ’ ἄλλον τρόπον μετιέναι χρὴ τὴν ἀπορίαν ὁμόσε χωροῦντας· πᾶν γὰρ εἶδος καὶ ἑνός ἐστι καὶ πλήθους γεννητικόν· ἑνὸς μέν, ὅτι πρὸ τοῦ πλήθους ἑαυτῷ παραπλησίαν ὑφίστησι μονάδα, πλήθους δέ, ὅτι πᾶσα μονὰς ἔχει μεθ’ ἑαυτῆς σύστοιχον ἀριθμόν. καὶ τὸ αὐτο‐
20ζῷον οὖν ὡς μὲν μονάδα τὸν ὅλον κόσμον ὑφίστησιν, τῷ δὲ ὅλῳ καθ’ ἑκάστην τάξιν ἀνάλογον ἀπογεννᾷ τὸ τὴν πρὸς τὸ πᾶν ὁμοιότητα κατ’ ἐκείνην τὴν σειρὰν ἀποσῴζειν δυνά‐ μενον. καὶ τὸ ἡλιακὸν παράδειγμα γεννᾷ μὲν καὶ αὐτὸν τὸν ἥλιον τὸν ἐμφανῆ, παράγει δὲ καὶ ἡλιακῶν ζῴων ἀριθ‐
25μὸν τὸ αὐτὸ εἶδος ἐχόντων, ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ἀεὶ τῶν δευτέρων ἀμυδροτέραν ἐχόντων τὴν πρὸς τὸ οἰκεῖον εἶδος ὁμοιότητα. καὶ ἔστι τοιαῦτα ζῷα τὰ μὲν οὐράνια, τὰ δὲ ὑπὸ σελήνην, ὡς καὶ μέχρι γῆς καθήκειν τὸν τοιοῦτον ἀριθμόν. καὶ τοίνυν καὶ ὁ αὐτοάνθρωπος οὐκ εὐθὺ παρά‐
30γει τὸ πλῆθος τοῦτο τὸ ἄπειρον· οὐδαμοῦ γὰρ ἄμεσος ἡ
πρόοδος, ἀλλὰ διὰ τῶν τῇ μονάδι προσεχῶν καὶ οἰκείων
in Ti
.

1

.

445

ἀριθμῶν. ἐπεὶ οὖν τὸ νοητὸν εἶδος ἕν ἐστι, δεῖ μὴ τὸ ἄπειρον ποιεῖν εὐθύς, ἀλλὰ μονάδα πρῶτον, εἶτα τὸν οἰκεῖον ἀριθμὸν καὶ ἐφεξῆς· τοῦ γὰρ νοητοῦ μὲν ἑνὸς καὶ τοῦ αἰσθητοῦ πεπληθυσμένου μέσον ἐστὶ τὸ αἰσθητὸν μέν, μονα‐
5δικὸν δέ, τῷ μὲν προελθεῖν αἰσθητὸν γενόμενον, τῷ δὲ σῶσαι τὴν ὁμοιότητα τοῦ παραδείγματος μοναδικὸν ὑποστάν. καὶ γὰρ φαίη ἄν τις ὡς ἀληθῶς ἄτοπον, τὰ θεῖα καὶ νοητὰ καὶ ἀκίνητα αἴτια μὴ τῶν κατ’ οὐσίαν ἀμεταβλήτων αἴτια εἶναι πρώτως, ἀλλὰ τῶν ἐνύλων καὶ μεταβλητῶν. τίς γὰρ
10λόγος ἐκείνοις δυνήσεται ταῦτα συνάπτειν, τοῖς ὑπερκοσμίοις τὰ ἐν τῷ πυθμένι τοῦ παντός, τοῖς νοεροῖς τὰ ἀνόητα, τοῖς αἰωνίοις τὰ πάντη τρεπόμενα, τοῖς ἁπλοῖς τὰ πολυσύνθετα, τοῖς ἡνωμένοις τὰ σκεδαννύμενα κατὰ τὴν ἑαυτῶν φύσιν; ἀναγκαῖον ἄρα καὶ τὸν αὐτοάνθρωπον καὶ ἕκαστον τῶν εἰδῶν
15τῶν τοιούτων πρὸ τοῦ διαπεφορημένου πλήθους μονάδας ἀπογεννᾶν ἑστώσας, ἀφ’ ὧν ἡ πρόοδος ἑκάστων ἐπὶ τοὺς οἰκείους ἀριθμούς, καὶ ταύτας εἶναι τὰς μονάδας ἐν τῇ δευτέρᾳ δημιουργίᾳ, διὸ καὶ μένουσιν ὡσαύτως, ὡς ἀπὸ τῆς ἀκινήτου μόνης αἰτίας παρηγμέναι. μὴ τοίνυν θαυμάσῃς,
20εἰ καὶ τὸν ἄνθρωπον ἀθάνατον λέγοι τις καὶ τὸ θηρίον λογικὸν καὶ τὸ φυτὸν ἔννουν· ἔστι γὰρ τούτων ἕκαστον πρώ‐ τως τοιοῦτον, ἡ δὲ πρόοδος ὕφεσιν ἐργαζομένη τῆς παντοίας τοῦ παραδείγματος μιμήσεως ἀποφαίνει τὰ μὲν ἀναίσθητα, τὰ δὲ ἄλογα, τὰ δὲ δυνάμει νοερά· ὡς γὰρ τὸ πρώτως ἀπὸ
25τῆς ἑαυτοῦ πηγῆς προϊὸν ὕδωρ ὁμοιότατόν ἐστι τῷ πηγαίῳ καὶ σῴζει τὴν καθαρότητα τὴν οἰκείαν ἀκηλίδωτον, οὕτω δὴ καὶ τὰ πρώτως ἀπὸ τῶν νοητῶν εἰδῶν ἐκφανέντα σῴζει τὰς τῶν παραδειγμάτων ὁμοιότητας εἰλικρινῶς, προϊόντα δὲ ἀπολλύει μὲν τὴν τελείαν ὁμοίωσιν, ἀναπίμπλαται δὲ συνθέ‐
30σεως καὶ ἀσχημοσύνης ἀπὸ τῶν ὑποκειμένων. ἔστι δὲ καὶ
in Ti
.

1

.

446

ἄλλως ἐπιβάλλειν τῇ λύσει τῶν ζητουμένων· τῆς γὰρ δημι‐ ουργίας ἣ μέν ἐστιν ὅλη καὶ μία καὶ ἀμέριστος, ἣ δὲ μερικὴ καὶ πεπληθυσμένη καὶ προϊοῦσα κατὰ μερισμόν, ἣ δὲ οὐ μόνον οὖσα μεριστή, καθάπερ ἡ πρὸ αὐτῆς, ἀλλὰ καὶ τῶν
5γενητῶν ἐφαπτομένη καὶ τῶν ἐν τούτοις εἰδῶν. καὶ ἔχεις τῶν τριῶν τούτων δημιουργιῶν καὶ παρ’ αὐτῷ τὰς μονάδας, τὴν Δίιον, τὴν Διονυσιακήν, τὴν Ἀδωναϊκήν, αἷς καὶ τὰς τρεῖς πολιτείας συνδιεῖλεν, ὡς ἐν ἄλλοις εἴπομεν. ἡ μὲν οὖν τρίτη τῶν εἰδῶν ἐστιν αἰτία τῶν καὶ μερῶν καὶ μὴ
10μοναδικῶν, ἡ δὲ δευτέρα τῶν μοναδικῶν μέν, οὐχ ὅλων δέ, ἡ δὲ πρώτη τοῦ ὅλου καὶ μοναδικοῦ· τοιοῦτον γὰρ πᾶν οὐδενὸς ὃν μέρος ὡς ἥλιος καὶ σελήνη καὶ τῶν ἰδίων ἕκα‐ στον μερῶν. εἰ μὲν οὖν περὶ πάσης ἐποιεῖτο νῦν ὁ Πλάτων δημιουργίας τὸν λόγον, ἔδει καὶ τὰς εἰς πλῆθος ἐκτάσεις
15τῶν εἰδῶν καὶ τὰς διαιρέσεις παρεισκυκλεῖν· ἐπειδὴ δὲ περὶ τῆς ὅλης δημιουργίας μόνης ὁ παρὼν λόγος, τί χρὴ ταράτ‐ τειν ἑαυτοὺς μὴ μένοντας ἐν τοῖς πρώτοις δημιουργήμασι τοῖς ὑπὸ τῆς ἀκινήτου καὶ ὁλικῆς γενομένοις αἰτίας; ὁ γὰρ ὅλος δημιουργὸς ὁλικῶς ἐστι καὶ μοναδικῶς ὑποστάτης, ἐπεὶ
20καὶ πολλοὺς θεοὺς ὑφιστὰς μοναδικῶς ὑφίστησιν· καὶ γὰρ τῶν ἀπλανῶν ἕκαστος καθ’ ἓν εἶδος παρῆκται, ὅπου γε καὶ γῆς εἶδος ἄλλο καὶ ὕδατος καὶ πυρός, ὧν τὰ μέρη γένεσιν ἔχει χρονικὴν καὶ φθοράν· ὥστε πολλῷ μᾶλλον τὰ ἀίδια τοιαῦτα καὶ αἱ μερικαὶ ψυχαὶ τῷ εἴδει διαφέρουσιν ἀλλήλων·
25τὸ γὰρ καθ’ ἕκαστον πᾶν καὶ μερικὸν ἔνυλόν ἐστιν. εἰ δὲ καὶ παρὰ τὰς προβολὰς τῶν λόγων διαφόρους ἀποτελοῦσι τοὺς ἰδίους βίους αὗται, δῆλον ὅτι πάντων ἔχουσαι τοὺς λόγους καθολικῶς ἐν εἴδεσι μόνοις ὑφεστᾶσιν· ὥστε καὶ αἱ πρόοδοι αὐτῶν ἑκάστης εἰσὶ κατ’ ἄλλο καὶ ἄλλο εἶδος. καὶ
30τὸν ἀριθμὸν τοῦτον τῶν εἰδῶν ἑνιαίως μὲν ἐν τῇ πηγῇ
in Ti
.

1

.

447

θετέον τῶν ψυχῶν, διῃρημένως δὲ ἐν τῇ ἀρχῇ· καὶ πῶς γὰρ οὐκ ἀναγκαῖον πεπερασμένων οὐσῶν τὸν ἀριθμὸν ἐν ταῖς αἰτίαις αὐτῶν προϋφεστάναι, ὅπου γε καὶ ἡ φύσις ὧν παράγει κατ’ ἀριθμοὺς περιέχει τοὺς ἀριθμούς. εἰ δὴ καὶ
5οἱ θεοὶ μοναδικοί εἰσι καὶ αἱ ψυχαί, καὶ τὰ μεταξὺ τούτων γένη μοναδικά ἐστιν· ὥστε ἕκαστον, ὃ ὁ δημιουργὸς ὑφί‐ στησιν, πάντως μοναδικόν ἐστι· καὶ ἔοικε τῆς ἀιδιότητος αὐ‐ τῶν τοῦτο αἴτιον εἶναι, τὸ ἕκαστον ὅλον ὑποδέξασθαι τὸ εἶδος τῆς παραδειγματικῆς αἰτίας. πᾶν ἄρα τὸ ἐκ τοῦ ὅλου
10δημιουργοῦ προϊὸν τοιοῦτόν ἐστιν. εἰ τοίνυν καὶ τὸν κόσμον αὐτὸς ὑφίστησιν, εἷς ὁ κόσμος διά τε τὴν δημιουργικὴν μονάδα καὶ τὴν τοῦ παραδείγματος μόνωσιν. ὅ μοι δοκεῖ καὶ ὁ Πλάτων εἰδὼς εἰπεῖν· εἴπερ κατὰ τὸ παράδειγμα δεδημιουργημένος ἔσται. τῷ γὰρ μὴ εἰπεῖν εἴπερ κατὰ
15τὸ παράδειγμα γέγονεν, ἀλλ’ εἴπερ κατὰ τὸ παράδειγμα δεδη‐ μιουργημένος ἔσται καὶ τὴν παραδειγματικὴν καὶ τὴν δημι‐ ουργικὴν αἰτίαν τῆς μονότητος ἐνεδείξατο· μονὰς γὰρ ὁ δημιουργός, μονὰς καὶ τὸ παράδειγμα· καὶ τὸ πᾶν ἄρα τοῦτο ὑπὸ μονάδος πρὸς μονάδα γεγονὸς μοναδικόν ἐστι. διὰ
20τί οὖν, φαίης ἄν, ἐν τοῖς ἐχομένοις ἠρκέσθη τῇ ἀπὸ τοῦ παραδείγματος ἀποδείξει; διότι, φήσω, μᾶλλον ἥνωται τοῦ δημιουργοῦ τὸ παράδειγμα· καὶ γὰρ αὐτὸς ὁ δημιουργὸς μονάς ἐστι διὰ τὴν ὁμοιότητα τὴν πρὸς αὐτὸ καὶ τὴν ἀνα‐ λογίαν. δῆλον δέ· καὶ γὰρ ἐν τοῖς βασιλεῦσιν ἀνάλογόν
25ἐστιν αὐτῷ, καὶ ἑκάτερον αὐτῶν ἀνάλογον τῇ μονάδι τῇ νοητῇ· ὅπου τοίνυν καὶ αὐτῷ τῷ δημιουργῷ τὸ μοναδικὸν ἐκεῖθεν, τί χρὴ οἴεσθαι περὶ τοῦ παντός; ἦ ὅτι καὶ τὴν μόνω‐ σιν ἀπὸ τοῦ παραδείγματος ἔχει πρώτως· κυριώτερον ἄρα τὸ παράδειγμά ἐστιν εἰς ἀπόδειξιν τῆς τοῦ κόσμου μονώσεως.
30καὶ ὁρᾷς πάλιν, ὅτι τρεῖς αὗται μονάδες εἰσί, τὸ αὐτοζῷον, τὸ δημιουργικὸν αἴτιον, τὸ πᾶν· ἀλλὰ τὸ μὲν νοητὴ μονάς,
τὸ δὲ νοερὰ μονάς, τὸ δὲ αἰσθητὴ μονάς.
in Ti
.

1

.

448

Τὸ γὰρ περιέχον πάντα ὁπόσα νοητὰ ζῷα μεθ’ ἑτέρου δεύτερον οὐκ ἄν ποτ’ εἴη [31 A]. Θαυμαστὴ τῶν ἀποδείξεων τούτων ἀνάγκη, δεικνῦσα τὸ παντελὲς ζῷον ἓν ὂν καὶ μόνον, ἐοικυῖα ταῖς ἐφόδοις ἐκεί‐
5ναις, δι’ ὧν ἐν Σοφιστῇ τὸ πλῆθος ἐδείκνυ τῶν ὄντων εἰς ἓν ἀναγόμενον τὸ ὄντως ὄν· εἰ γάρ εἰσι δύο τῶν ὄντων ἀρχαί, ἢ ἑκατέρα ὄν ἐστι πρώτως ἢ ἡ ἑτέρα. ἀλλ’ εἰ μὲν ἡ ἑτέρα, ἡ λοιπὴ ἐκ ταύτης ἔσται· εἰ δὲ ἑκατέρα, ἄλλο τι εἶναι δεῖ τὸ ὄν, ἀφ’ οὗ ταῦτα ὄντα ἐστί· τούτων γὰρ ἑκά‐
10τερον τὶ ὄν ἐστιν, ἀλλ’ οὐχ ἁπλῶς ὄν. κατὰ τοῦτον δὴ τὸν τρόπον καὶ νῦν δείκνυσιν, ὅτι ἓν τὸ παντελὲς ζῷον, ὥστε κατὰ πάσας τὰς τάξεις τῶν πραγμάτων τὸ πρώτως λεγό‐ μενον εἶναι μονογενὲς εἶναι· καὶ γὰρ τὸ πρώτως ἀγαθὸν καὶ τὸ ἴσον ὡσαύτως δείξομεν μοναδικὸν τὸ πρώτως, ὥσπερ
15τὸ αὐτοζῷον ἐν τούτοις ἀποδείκνυται. καὶ πῶς γὰρ ἂν οὐκ εἴη τοῦτο μονογενές; εἰ γάρ ἐστιν ἕτερον αὐτῷ συνδυαζό‐ μενον, ἢ πάντα ἔχει ἑκάτερον, ἢ τὸ μὲν πάντα τὸ δὲ οὐ πάντα, ἢ οὐδέτερον πάντα· παρὰ γὰρ ταῦτα οὐκ ἔστιν. εἰ μὲν δὴ μηδέτερον εἶναι πάντα φαίη τις, ἔσται ἑκάτερον
20ἀτελές. ἡμῖν δὲ περὶ τοῦ παντελοῦς ὁ λόγος καὶ ζητήσομεν, ποῦ τὸ πάντα ἔχον· οὐ γάρ που τὸ μὲν αἰσθητὸν πάντα ἔχει κατὰ τὴν ἑαυτοῦ τάξιν, καὶ ἡ ψυχὴ πάντας ἔχει τοὺς λόγους—δηλοῖ δ’ ἐξ ὧν ἐπιβάλλει πᾶσι τὸν ἑκάστου προ‐ χειριζομένη λόγον—· οὐκ ἔσται δέ τι νοητὸν τὸ πάντων 〈τῶν〉
25νοητῶν ὄντως περιεκτικόν, ὥσπερ ἡ ψυχὴ διανοητῶς καὶ τὸ πᾶν αἰσθητῶς· πόθεν γὰρ καὶ τούτοις ἡ παντότης ἢ ἐκ τῶν νοητῶν; εἰ οὖν ἔστι τι νοητὸν παντελές, ἐκεῖνο ἂν εἴη τὸ παράδειγμα τοῦ παντός, ὅ ἐστι πρώτως πᾶν. εἰ δὲ τὸ μὲν πάντα, τὸ δὲ μὴ πάντα, οὐδὲ συντάττεται ταῦτα ἀλλή‐
30λοις οὐδὲ συναριθμεῖται, ἀλλὰ τὸ μὴ πάντα ἔχον καταδε‐ έστερόν ἐστι, τὸ δὲ παντελὲς περιληπτικωτέραν ἔχει δύναμιν, ὥστε τὸ μὲν ἔσται μέρος, τὸ δὲ ὅλον, καὶ οὐκ ἀμφότερα
παντελῆ ζῷα λοιπόν, ἀλλὰ θάτερον αὐτῶν τὸ τελειότερον·
in Ti
.

1

.

449

τὸ γὰρ ὑφειμένην ἔχον τελειότητα παντελὲς οὐκ ἔσται. εἰ δ’ ἑκάτερον πάντα, πόθεν εἴληφε τὰ πάντα; δεῖ γὰρ ἔκ τινος· ὡς γὰρ τὰ ἑνὸς εἴδους μετασχόντα ἀπὸ μιᾶς αἰτίας ὑφέ‐ στηκεν, οὕτως τὰ τῶν πάντων ὁμοίως μετειληχότα καθ’ ἓν
5αἴτιον ἔχει τὴν παντότητα ταύτην. ἄλλο οὖν ἔσται πρὸ αὐτῶν, ἐπεὶ καὶ δεῖ τῆς δυάδος ἡγεῖσθαι τὴν συναγωγὸν αὐτῶν αἰτίαν. τοῦτο οὖν τὸ πρὸ τούτων ἤτοι ἀδιαιρέτως ἐστὶ πᾶν, ἢ διῃρημένως. εἰ μὲν οὖν ἀδιαιρέτως, ἄλλης δεήσει μεσότητος· τοῦ γὰρ ἀδιαιρέτως πάντα ὄντος καὶ τῆς
10δυάδος τῆς πάντα ἐχούσης μέσον ἐστὶν ἡ μονὰς ἡ πάντα ἔχουσα διῃρημένως, αὐτὴ μὲν ἡνωμένη κατὰ τὴν ἀδιαίρετον αἰτίαν, ἑνοποιοῦσα δὲ τὴν ἐν τῇ δυάδι παντότητα. τὸ ἄρα πάντα περιέχον πρώτως τοῦτό ἐστιν ἡ μονὰς ἡ πρὸ τῆς δυάδος, ἐν δὲ τῷ ἀδιαιρέτως ὄντι σπέρμα καὶ αἰτία τῆς
15παντότητός ἐστιν ἑνοειδής. εἰκότως ἄρα τὸ παντελὲς ζῷον εἴρηται μοναδικὸν καὶ μεθ’ ἑτέρου δεύτερον εἶναι μὴ δυνά‐ μενον, οὐχ ὡς τῷ ῥήματι δοκεῖ λέγειν μόνον, ἀλλ’ ὡς μὴ συνε‐ ζευγμένον ἄλλῳ· τὸ γὰρ μεθ’ ἑτέρου ταχθὲν δεύτερόν ἐστι καὶ οὐκέτι πρώτως πᾶν· εἰσὶ γὰρ δὴ καὶ μετὰ τὸ παντελὲς
20ζῷον αἰτίαι μετ’ ἄλλων συντεταγμέναι τῶν ὁμογενῶν, ἀλλ’ οὐ πρώτως ἔχουσι τὰ πάντα, τὸ δὲ πρώτως ἔχον μοναδικόν ἐστιν. εἰ δὲ περιεκτικὸν εἴη πάντων, ἄλλο παρ’ αὐτὸ οὐκ ἂν εἴη ζῷον νοητόν· εἰ γὰρ ἄλλο, οὐκέτι τοῦτο παντελές, ἀλλὰ μέρος, ἐκεῖνο δὲ τὸ ὅλον, οὗ τοῦτο μέρος μόνον ἂν
25εἴη· δεῖ γὰρ στῆναι τὸ πλῆθος εἰς τὴν μονάδα. ἀλλὰ πῶς ὁ Πλάτων εἶπε τὸ μεθ’ ἑτέρου δεύτερον; ἤρκει γὰρ εἰπεῖν καὶ τὸ μεθ’ ἑτέρου καθ’ ἑαυτὸ καὶ τὸ δεύτερον· ὃ δὲ ἀμφότερα συνέπλεξεν ἐνδεικνύμενος, ὅτι τὸ ἑτέρῳ συν‐
ταττόμενον καὶ μὴ μοναδικὸν ὂν οὐ δύναται εἶναι πρῶτον,
in Ti
.

1

.

450

καθάπερ εἴπομεν [p. 418, 19ss]. τάχα δ’ ἄν τι σημαίνοι καὶ πραγματειῶδες· τὸ μὲν γὰρ ἐν τοῖς φθαρτοῖς εἶδος πάντως ἐστὶ μεθ’ ἑτέρου· τὸ γὰρ ἐν τῷδε ἀνθρώπειον εἶδός ἐστι καὶ ἐν τῷδε, πλειόνων ὄντων τῶν μετεχόντων, καὶ διὰ τοῦτο ἑκά‐
5τερον μεθ’ ἑτέρου· τὸ δὲ ἀίδιον μέν, οὐχ ὅλον δέ, εἰ καὶ μοναδικόν ἐστι καὶ διὰ τοῦτο μὴ μεθ’ ἑτέρου, ἀλλὰ δεύτερον, ἀτελέστερον ὂν ὅλου τινός· τὸ δὲ μήτε ἐν πολλοῖς μήτε μέρος μεθ’ ἑτέρου δεύτερον οὐκ ἔστιν, ὡς καὶ ἑνὸς ὂν καὶ ὅλου καὶ μὴ μέρους. εἰκότως ἄρα καὶ ὁ θεολόγος [Orph.
10frg. 61. 89. 94. 130] μόνον παράγει τὸν Φάνητα
σπέρμα φέροντα θεῶν κλυτὸν
ἀπὸ τοῦ κρυφίως ὄντος θεοῦ τὰ πάντα καὶ ἀπὸ τούτου πάσας ὑφίστησι τὰς δευτέρας τάξεις τῶν θεῶν· Οὐρανὸς μὲν γὰρ μετὰ τῆς Γῆς πρόεισιν·
15δὲ πάλιν Γαῖάν τε καὶ Οὐρανὸν εὐρὺν ἔτικτε· καὶ Κρόνος μετὰ τῆς Ῥέας· κατὰ γὰρ τὴν τρίτην γονὴν ἡ Γῆ προήγαγεν ἑπτὰ μὲν εὐειδεῖς κούρας, ἑλικώπιδας, ἁγνάς, ἑπτὰ δὲ παῖδας ἄνακτας ἐγείνατο λαχνήεντας.
20ὁ δὲ δημιουργὸς αὐτός, ὁ μέγιστος Ζεύς, συζυγεῖ τῇ Ἥρᾳ· διὸ καὶ ἰσοτελὴς αὐτῷ καλεῖται, καὶ ἐκ τῶν αὐτῶν προελη‐ λύθασι πατέρων. ὁ δέ γε Φάνης μόνος τε πρόεισι καὶ ὁ αὐτὸς ἀνυμνεῖται
θῆλυς καὶ γενέτωρ,
25παράγει δὲ τὰς Νύκτας; καὶ τῇ μέσῃ σύνεστιν ὡς πατήρ· αὐτὸς γὰρ ἑῆς παιδὸς ἀφείλετο κούριον ἄνθος. καὶ κατὰ τοῦτον ἄρα τὸν θεολόγον τὸ παντελὲς ζῷον μεθ’ ἑτέρου δεύτερον οὐκ ἔστιν, ἀλλὰ πληροῖ μὲν τοὺς νυχίους
διακόσμους, πληροῖ δὲ τοὺς οὐρανίους τῆς ἑαυτοῦ παντό‐
in Ti
.

1

.

451

τητος· ὃν καὶ ὁ Ζεὺς μιμούμενος διττοὺς παράγει διακό‐ σμους, τούς τε ὑπερουρανίους καὶ τοὺς ἐγκοσμίους· ἀλλ’ ὁ μὲν Φάνης διττὰς ὑφίστησι τριάδας, ὁ δὲ Ζεὺς διττὰς δυωδεκάδας· καὶ γὰρ διὰ τοῦτο τὸ σκῆπτρον αὐτοῦ λέγεται
5
πισύρων καὶ εἴκοσι μέτρων. ἀεὶ ἄρα τὸ δημιουργικὸν αἴτιον ὁμοιοῦται μὲν τῷ παρα‐ δειγματικῷ, πρόεισι δὲ εἰς πλῆθος ἀπὸ τῆς νοητῆς ἑνώσεως. ταῦτα μὲν οὖν καὶ ἐν ἄλλοις. ὅτι δὲ τὸ αὐτοζῷον μονό‐ τητι χαίρει, δεδήλωται καὶ διὰ τῶν Ὀρφικῶν θεολογιῶν·
10κύει γὰρ ὁ κατὰ τὸ ὠὸν θεός, δηλονότι ζῷον ἀφ’ ἑαυτοῦ, καλεῖ δὲ ὅμως αὐτὸν
δαίμονα σεμνόν,
μῆτιν σπέρμα φέροντα θεόκλυτον, ᾧ καὶ ὁ Ζεὺς ἀνάλογον μῆτίς τε καλεῖται καὶ δαίμων ὁ αὐτός·
15 ἓν κράτος, εἷς δαίμων γένετο, μέγας ἀρχὸς
ἁπάντων. οὕτω δὲ καὶ τὰ λόγια τὸν μέγιστον τοῦτον θεὸν πηγὴν πηγῶν προσαγορεύει καὶ μόνον ἀπογεννῆσαι τὰ πάντα φησίν· ἔνθεν ἅδην θρῴσκει γένεσις πολυποικίλου ὕλης·
20ἔνθεν συρόμενος πρηστὴρ ἀμυδροῖ πυρὸς ἄνθος κόσμων ἐνθρῴσκων κοιλώμασι· πάντα γὰρ ἔνθεν ἄρχεται εἰς τὸ κάτω τείνειν ἀκτῖνας ἀγητάς. Πάλιν γὰρ ἕτερον εἶναι τὸ περὶ ἐκείνω δέοι
ζῷον, οὗ μέρος ἂν εἴτην ἐκείνω, καὶ οὐκ ἂν ἔτι
in Ti
.

1

.

452

ἐκείνοιν, ἀλλ’ ἐκείνω τῷ περιέχοντι τόδ’ ἂν ἀφω‐ μοιωμένον λέγοιτο ὀρθότερον [31 A]. Ἀπὸ τῆς δημιουργικῆς ἀγαθότητος ῥᾴδιον ἀποδείκνυται τοῦτο τὸ νῦν ὑπὸ τοῦ Πλάτωνος εἰρημένον· εἰ γὰρ ἀγαθὸς
5ὁ δημιουργός, πρὸς τὸ παντελὲς ζῷον ἀπεργάζεται τὸ πᾶν. ἀλλὰ μὴν ἀγαθὸς καὶ τῶν αἰτίων ἄριστος· πρὸς ἄρα τὸ παντελὲς ζῷον ἐξομοιοῖ τὸν κόσμον· δεῖ γὰρ τὸν πρώτιστον δημιουργὸν τοῦ πρωτίστου παραδείγματος εἶναι νοητικόν, ἐκείνου δὲ ὄντα νοητικὸν καὶ τοῦ πρὸς ἐκεῖνο πάντως ὁμοι‐
10ώματος εἶναι ποιητήν. ἢ γὰρ οὐδὲν ἔσται πρὸς αὐτὸ καὶ οὐκέτ’ ἂν ἔχοι τὴν τοῦ παραδείγματος τάξιν ἢ τὸ παρὰ τοῦ πρωτίστου τῶν δημιουργῶν ἀπεργασθέν. εἰ δὲ λέγοις, ὅτι δεῖ καὶ ἄλλας αἰτίας εἶναι δευτέρας, πρὸς μερικώτερα παρα‐ δείγματα ποιούσας, εὖ μὲν λέγεις, ἓν δὲ ὅμως φυλάττεις τὸ
15πᾶν· τὰ γὰρ τούτων δημιουργήματα μέρη τοῦ παντὸς ἔσται· ὡς γὰρ τὰ δημιουργήματα πρὸς τοὺς δημιουργούς, οὕτω τὰ δημιουργοῦντα πρὸς τὰ παραδείγματα, καὶ ἐναλλάξ. ὡς οὖν μέρη τὰ παραδείγματα τῶν παραδειγμάτων καὶ τὰ δημιουρ‐ γικὰ τῶν δημιουργικῶν αἰτίων, οὕτως καὶ τὰ δημιουργή‐
20ματα τῶν δημιουργημάτων. ἀνάγκη ἄρα τὴν ὁλότητα τοῦ παντὸς εἰκόνα εἶναι τοῦ παντελοῦς ζῴου, καὶ τὸ παντελὲς ζῷον παράδειγμα εἶναι τοῦ παντός. ἀλλὰ μὴν δέδεικται τὸ αὐτοζῷον ὅτι ὄντως μόνον ἐστὶ μοναδικόν. εἷς ἄρα ὁ κόσμος καὶ μοναδικός, ἵνα τὸ παράδειγμα μεμιμημένος ᾖ
25τελέως. καὶ γὰρ πρῶτος ὑποδεχόμενος τὴν ὁμοίαν ἰδέαν ἐκείνῳ, πῶς οὐκ ἔμελλε πᾶσαν αὐτοῦ τὴν φύσιν ἀπεικονί‐ ζεσθαι νοερὸς καὶ ἀίδιος καὶ μοναδικὸς γεγονώς;
Ἵνα οὖν τόδε κατὰ τὴν μόνωσιν ὅμοιον ᾖ τῷ
in Ti
.

1

.

453

παντελεῖ ζῴ, διὰ ταῦτα οὔτε ἀπείρους οὔτε δύο ἐποίησεν ὁ ποιῶν κόσμους [31 B]. Πάλιν ἡμᾶς ὑπομιμνήσκει τῆς δημιουργικῆς αἰτίας, ἵνα ἐννοήσωμεν καὶ ἀπὸ ταύτης, ὅτι πᾶν τὸ ὑπὸ τῆς ὅλης δη‐
5μιουργίας γιγνόμενον μοναδικόν ἐστιν, ἀίδιόν ἐστι, νοερόν ἐστι, καὶ ὅτι πάντων αἴτιος ὁ δημιουργὸς τῷ τὰς μονάδας αὐτῶν παράγειν, τὴν δὲ πεπληθυσμένην καὶ μερικὴν δημι‐ ουργίαν παραδίδωσι τοῖς νέοις θεοῖς. ἔτι δὲ κἀκεῖνο λελη‐ θότως ἡμᾶς ἐδίδαξε, τίς ὁ παντέλειος ὁ κατ’ αὐτὸν νοῦς,
10τοῦτο δὴ τὸ θρυλούμενον ὄνομα παρὰ τοῖς νεωτέροις, ὅτι δὴ ὁ νοητός, ἐν ᾧ τὸ πᾶν πρώτως ἐστί. πρότερον μὲν οὖν διῃρημένως ἐκάλει τὸ κατὰ πάντα τέλειον, ὅπου τὴν παντό‐ τητα αὐτοῦ ἐξύμνει· νῦν δὲ ἀθρόως συνθεὶς εἶπεν αὐτὸν παντέλειον, ὅπου περὶ τοῦ μονογενοῦς ὁ λόγος. ἀλλὰ πῶς
15τὸ ἄπειρον ἔστι καὶ πῶς οὐκ ἔστι; λέγεται δὴ τὸ ἄπειρον τριχῶς, ἢ κατὰ δύναμιν ἢ κατὰ πλῆθος ἢ κατὰ μέγεθος. τὸ μὲν οὖν κατὰ δύναμιν ἄπειρόν ἐστιν ἐν τοῖς θείοις καὶ ἐν τῷ κόσμῳ—τὸ γὰρ ἀνέκλειπτον καὶ ἀέναον τῆς κατὰ δύναμιν ἀπειρίας ἴδιον—τὸ δὲ κατὰ πλῆθος πὼς μὲν ἔστι,
20πὼς δὲ οὔ—ἀθρόον μὲν γὰρ οὐκ ἔστι, κατὰ μέρος δ’ ἔστι— τὸ δὲ κατὰ μέγεθος οὐδ’ ὅλως ἔστι. τὸ τοίνυν κατὰ πλῆ‐ θος ἄπειρον εἰ ἔστιν ἐν τοῖς κόσμοις, πρῶτον μὲν ἀσύν‐ τακτον ἔσται πρὸς ἑαυτό· ποία γὰρ ἐν τῷ ἀπείρῳ τάξις πρώτων καὶ δευτέρων, ὅπου μηδέν ἐστι πρῶτον; ἔπειτα οὐχ
25ἕξει μίαν ποιητικὴν αἰτίαν· εἰ γὰρ ἔχοι, πρὸ τοῦ πλήθους ἐκείνη ποιήσει τὸ ἓν καὶ πρὸ τῶν μερῶν τὸ ὅλον· αὕτη γὰρ οὖσα μία καὶ πρὸς ἑαυτὴν ἐξομοιώσει πρῶτον τὰ μετ’ αὐτήν· ἕκαστον γὰρ αὑτῷ παράγειν ὅμοια βούλεται τῶν κατὰ φύσιν ποιητικῶν αἰτίων. ὅπου δὲ τὸ πρῶτόν ἐστιν, ἐν ἐκείνοις
30τὸ ἄπειρον οὐκ ἔστιν. εἰ δὲ ἄλλους ἐξ ἄλλων ὑποθήσονται
in Ti
.

1

.

454

κόσμους, ἢ ἀσύντακτα ἔσται τὰ αἴτια αὐτῶν ἢ συντεταγμένα. καὶ εἰ μὲν συντεταγμένα, δεῖ καὶ τοὺς κόσμους μίαν σύνταξιν ἔχειν, ἐν δὲ τῷ ἀπείρῳ τάξις οὐκ ἔστι, πρὸς δὲ τούτῳ καὶ διείργει τὸ κενὸν ἐν μέσῳ παρεμπῖπτον. εἰ δὲ ἀσύντακτα,
5πλῆθος διῃρημένον καὶ ἀσυμπαθὲς ἐν ταῖς ἀρχαῖς θησόμεθα, τοῦτο δὲ πάντα ἄρδην ἀπόλλυσιν αὐτά τε τὰ αἴτια καὶ τὰ μετ’ αὐτά· ἐκεῖνα μὲν γὰρ ἀλλήλων ἔσται φθαρτικά, τῷ παντά‐ πασιν ἀλλοτρίως ἔχειν εἶναι μετ’ ἀλλήλων οὐ δυνάμενα, τὰ δὲ ἐξ αὐτῶν συμπεσόντα στήσεται καὶ οὐδ’ ἕξει πόθεν αὖθις
10γενήσεται τῶν ἀρχῶν ἀπολομένων. εἰ δέ τις μήτε ἕνα λέγοι τὸν κόσμον μήτε ἀπείρους, ἀλλὰ πολλοὺς πεπερασμέ‐ νους—ἤδη γάρ τινος ἤκουσα δόξης βαρβαρικῆς, ἣν Πλούταρχος ἱστόρησεν ὁ Χαιρωνεύς, ἐν ἑνὶ τριγώνῳ ἰσοπλεύρῳ κατὰ μὲν τὸ μέσον εἶναι τὸ νοητόν, καθ’ ἑκάστην
15δὲ πλευρὰν περὶ ἐκεῖνο κόσμους ἑξήκοντα καὶ καθ’ ἑκάστην γωνίαν ἕνα, τοιούτους, οἷος ὁ ἡμᾶς περιέχων, ὥστ’ εἶναι τρεῖς ἡγεμόνας καὶ τρὶς ἑξήκοντα ἄλλους ὑπ’ αὐτούς· ἡγε‐ μονικωτέρους γὰρ εἶναι τοὺς γωνιακοὺς τῶν πλευρικῶν— οὗτοι γοῦν οἱ λόγοι πλῆθος ποιοῦσι πεπερασμένον τῶν
20κόσμων, ἓν τὸ νοητὸν ποιήσαντες, εἰ μὴ ἄρα τὸ μὲν νοητὸν ὡς ῥίζαν πάντων μέσον τάττοιεν, τοὺς δὲ γωνιακοὺς τρεῖς κόσμους ὡς συνεκτικοὺς πάντων καὶ ἑνοποιοὺς κατὰ τὸν ἕνα κοσμικὸν νοῦν καὶ τὴν μίαν ψυχὴν καὶ τὴν μίαν φύσιν, ἢ κατὰ τὸν ἐμπύριον καὶ αἰθέριον καὶ ὑλαῖον κόσμον—
25καὶ γὰρ ἡ γωνία συνοχὴ τῶν πλευρῶν ἐστι—τὰς δὲ τρεῖς ἑξηκοντάδας τὰ πλήθη λέγοιεν τὰ καθ’ ἑκάστην *** ἀπὸ τούτων σφαῖραν· δώδεκα γὰρ αἱ σφαῖραι, τὸ δὲ καθ’ ἑκά‐ στην πλῆθος σφαιρικόν ἐστιν, οὗ σύμβολον ἡ πεντάς, σφαι‐ ρικὸς οὖσα πρῶτος ἀριθμός· τρεῖς οὖν ἑξηκοντάδες, διότι
30καὶ νοερὰ καὶ ψυχικὴ καὶ φυσικὴ σειρὰ καθ’ ἑκάστην ἐστὶ
in Ti
.

1

.

455

σφαῖραν, ἧς σύμβολον ἡ πεμπάς, ἢ διότι καὶ ἐμπύριόν ἐστι πλῆθος θεῶν καὶ αἰθέριον καὶ ὑλαῖον. εἰ δ’ οὖν τις μὴ ταῦτα αἰνίσσοιτο πεπερασμένους λέγων, ἀλλ’ ὄντως κατ’ ἀριθμὸν διῃρημένους, ἐρωτήσομεν αὐτόν, πότερον ἄμεινόν
5ἐστιν ἕνα ποιεῖν κόσμον πάντων περιληπτικὸν ἢ πολλοὺς διῃρημένους ἀπ’ ἀλλήλων· ἐκεῖνο μὲν γὰρ τῇ τε μονάδι συνέχεσθαι ποιεῖ τὸ πλῆθος καὶ τὰ μέρη τῷ ὅλῳ, τοῦτο δὲ φέρει τὴν ποίησιν εἰς πλῆθος ἀσύντακτον, καίτοι καὶ ἡ φύσις καὶ ἕκαστον τῶν τοιούτων τὴν μονάδα πρὸ τοῦ πλή‐
10θους καὶ τὸ ὅλον ποιεῖ τῶν μερῶν συνεκτικόν. καὶ εἰ μὲν ἅπτονται ἀλλήλων οἱ κόσμοι, σφαιροειδεῖς ὄντες κατὰ ση‐ μεῖον ἅψονται, τῷ δὲ ὅλῳ διείργονται ἀλλήλων καὶ μᾶλλον ἀσυμπαθεῖς ἢ συμπαθεῖς ἔσονται—δεῖ δὲ τὰ ἐκ μιᾶς αἰτίας συμπάσχειν ἀλλήλοις καὶ μίαν ζωὴν ἀποτελεῖν—εἰ δὲ μήτε
15ἅπτονται, παντάπασιν ἀλλήλων ἔσονται διῃρημένοι. οὕτως δὲ καὶ τὰ μὲν ἄνω κάτω ἔσται, φησὶν Ἀριστοτέλης, τὰ κάτω δὲ ἄνω, διαστήματος ὄντος ἔξω καὶ τοῦ μὲν ὡδί, τοῦ δὲ ὡδὶ τεταγμένου τῶν κόσμων· τὸ γὰρ ἡμῖν ἄνω κάτω ἄλλοις ἔσται. πῶς οὖν ἡ ἐκεῖ γῆ καὶ τὸ ἐκεῖ βαρὺ πᾶν
20οὐκ οἰσθήσεται καὶ ἐπὶ τόνδε τὸν κόσμον, εἴπερ τοῦ βαρέος ἡ ἐπὶ τὸ κάτω κίνησις; ἔσται δὲ καὶ ἅμα χωροῦν ἐπὶ ταὐ‐ τόν, ὡς μὲν ἐν ἐκείνῳ τῷ κόσμῳ πρὸς τὸ ἄνω φερόμενον, ὡς δὲ ἐπὶ τούτων χωροῦν ἐπὶ τὸ κάτω, τάξις τε οὐκ ἔσται κινήσεων ἢ δυνάμεων ἢ τῶν ἐν τῷ παντὶ συστοιχιῶν. εἰ μὴ
25ἄρα φαίη τις πρὸς τὴν ἐπιβολὴν ταύτην ἄλλο ἐν ἑκάστῳ τὸ μέσον εἶναι· καὶ γὰρ οὐ τοῦ κενοῦ τὸ μέσον, ἀλλὰ τοῦ κόσμου εἶναι· φέρεσθαι οὖν ἑκάστου κόσμου μέρος εἰς τὸ ἐν αὐτῷ μέσον ἢ πέριξ, ἀλλ’ οὐκ εἰς τὸ ἀλλότριον, ἀλλότρια δὲ πάντα
τὰ ἐν τοῖς ἄλλοις ἀλλήλων κόσμοις. εἰ δ’ οὖν καὶ ταῦτά
in Ti
.

1

.

456

τις συγχωρήσειεν ὡς ἐχέγγυα παραλαμβάνειν, ἔστωσαν μὲν καὶ οὗτοι τρόποι τινὲς ἐπιβολῶν, ἀλλ’ ὅ γε Πλάτων ἐξελέ‐ ξατο τὸν κυριώτατον, τὸν ἀπὸ τοῦ παραδείγματος ὡρμημέ‐ νον, τούτους δὲ καὶ τοὺς τοιούτους ὡς τὰ συναίτια λαμβά‐
5νοντας παραλέλοιπεν. ἔχει δὲ καὶ τὸ ὡρισμένον ἡ τοιαύτη ἀπόδειξις· οὐ γὰρ ἰδίᾳ μὲν ἐλέγχει τοὺς πλῆθος εἶναι λέ‐ γοντας τῶν κόσμων, ἰδίᾳ δὲ τοὺς τὴν ἀπειρίαν εἰσάγοντας ἄλλων ἀλλαχοῦ διεσπαρμένων καὶ ὑπὸ τοῦ κενοῦ διαλαμ‐ βανομένων, ἀλλ’ ὁμοῦ καὶ τούτους κἀκείνους ἀπέφηνε ψευ‐
10δεῖς, αὐτόθεν κατασκευάσας, ὅτι εἷς ὁ κόσμος ἀπὸ τῆς τοῦ παραδείγματος μονώσεως. καὶ ἔτι τοὺς ὑλικοὺς παρῃτήσατο τρόπους τῆς ἐπιχειρήσεως· οὔτε ἀπὸ τῆς ὕλης, ὅτι μία, ὡς Ἀριστοτέλης, ἀπέδειξεν, ἢ ἀπὸ τοῦ ὡρίσθαι τοὺς κατὰ φύσιν τόπους, οὔτε ἀπὸ τοῦ ἡνῶσθαι τὴν οὐσίαν, τουτέστι
15τὴν ὕλην σῶμα οὖσαν, ὡς οἱ ἀπὸ τῆς Στοᾶς [frg. 533 v. Arn.]· ἢ γὰρ μόνος ἢ μάλιστα Πλάτων τῇ ἀπὸ τοῦ προ‐ νοοῦντος αἰτίᾳ κατεχρήσατο, φησὶν ὁ Θεόφραστος, τοῦτό γε καλῶς αὐτῷ μαρτυρῶν. ὃ δ’ οὖν εἴπομεν, τῷ παρα‐ δείγματι τῆς τοῦ κόσμου μονώσεως τὴν αἰτίαν ἀνέθηκεν·
20εἰ γὰρ ἓν τὸ παράδειγμα καὶ ὁ δημιουργὸς εἷς, ἀνάγκη καὶ τὸν κόσμον ἕνα εἶναι, καὶ οὐδὲ οὕτως ἁπλῶς εἰπεῖν, ἀλλ’ εἰ τὸ παράδειγμα ἓν καὶ ὁ κόσμος ἀπεικονίζεται τὴν μόνωσιν τοῦ παραδείγματος, εἷς ὁ κόσμος. ἀλλὰ μὴν τὸ ἡγούμενον· καὶ γὰρ τὸ παράδειγμα ἕν, ὡς ἔδειξε πρότερον, καὶ κατὰ
25τὴν ἑαυτοῦ μόνωσιν ὑπέστησε τὸν κόσμον· ὥσπερ γὰρ τὸ ἀφ’ ἑνὸς τἀγαθοῦ νοητὸν ἓν ἀπεγεννήθη, οὕτω καὶ πρὸς ἑαυτὸ ἓν ὂν κατὰ τὴν μόνωσιν τὸν μονογενῆ κόσμον συνέ‐ στησεν. εἷς ἄρα ὁ κόσμος ἐστὶ καὶ οὔτε πλείους οὔτε πλείω τὰ πρῶτα παραδείγματα οὔτε ἄπειροι· τὸ γὰρ κατὰ πλῆθος
30ἄπειρον οὐδὲ ἐν τοῖς θνητοῖς ὑφέστηκε, μὴ ὅτι γε ἐν τοῖς
ἀιδίοις. δυνατὸν δέ φησιν ὁ Πορφύριος τῇ ἀποδείξει τοῦ
in Ti
.

1

.

457

Πλάτωνος χρῆσθαι καὶ ἐπὶ πάσας τὰς ἄλλας ἀρχάς· οὐ γὰρ μόνον ἓν διὰ ταύτης δείκνυται τὸ νοητὸν ζῷον, ἀλλὰ καὶ εἷς ὁ δημιουργὸς ὁ πρώτιστος, καὶ ὅλως ὅτι οὐ πλείους αἱ ἀρχαὶ τῶν νοητῶν, ἀλλὰ μία· πάλιν γὰρ ἂν ἑτέραν ἀρχὴν
5δέοι τῶν πλειόνων εἶναι, δι’ ἣν καὶ αὗται ἀρχαὶ καὶ ἀγένη‐ τοι· πᾶν γὰρ τὸ πλείοσιν ὑπάρχον κατὰ φύσιν ἐκ μιᾶς αἰτίας ἐφήκειν ἀναγκαῖον. εἴ τις οὖν λέγοι θεὸν καὶ ὕλην, ἀναγκάζοιτο ἄν τι θέσθαι ἄλλο πρὸ τούτων· οὔτε γὰρ ἡ ὕλη αὐτάρκης οὔτε ὁ θεὸς πάντων περιεκτικός. δεῖ οὖν εἶναι
10τὴν πάντα περιέχουσαν αἰτίαν πρὸ τούτων καὶ τὴν ὄντως αὐτάρκη καὶ μηδενὸς ἄλλου προσδεομένην. Ἀλλ’ εἷς ὅδε μονογενὴς οὐρανὸς γεγονὼς ἔστι τε καὶ ἔσται [31 B].
Τὸ μὲν ‘μονογενὲσ‘ τὴν μοναδικὴν αἰτίαν ἀπεικονίζεται
15καὶ τὴν πάντων περιεκτικὴν τῶν δευτέρων καὶ τὴν 〈τῶν〉 ὅλων ἐπικρατοῦσαν οὐσίαν ἐνδείκνυται· καὶ γὰρ ὁ θεολόγος οὕτως τὴν Κόρην μουνογένειαν εἴωθε προσαγορεύειν, ὡς τῶν ἐγκοσμίων ἁπάντων ἡγεμονικῶς προϊσταμένην καὶ τῶν μονο‐ γενῶν ζῴων αἰτίαν· τὰς γὰρ μὴ μονογενεῖς ἡ μετ’ αὐτὴν
20ὑφίστησιν θεός, ἀλόγους οὔσας. μονογενῆ δ’ οὖν καλεῖ καὶ ἐκεῖνος διὰ ταῦτα τὴν Κόρην, καίτοι καὶ ἄλλην θεότητα παραγαγὼν ἀπὸ τῶν αὐτῶν αἰτίων τῇ Κόρῃ. τὸ δὲ ‘ἓν‘ ἀπὸ τῆς μιᾶς τῶν ἑνάδων ἑνάδος ἐφήκει τῷ παντί, καθάπερ τὸ πανταχοῦ ὂν ἐκ τοῦ ὄντος, οὕτω δὴ καὶ τὸ ἐν πᾶσιν
25ἓν ἐκ τοῦ ἑνός. τὸ δὲ γεγονὼς καὶ τὸ ἔστι καὶ τὸ ἔσται τὴν ἐν χρόνῳ δηλοῖ τοῦ παντὸς ἀιδιότητα, τὴν τῇ ἀπειρίᾳ τοῦ χρόνου ἐκτεινομένην· ἔστι γὰρ τὸ μὲν γεγονὸς τοῦ παρελθόντος, τὸ δὲ ἔστι τοῦ παρόντος, τὸ δὲ ἔσται τοῦ
μέλλοντος. ἔχεις οὖν πάλιν τὸ μὲν εἷς κατ’ εἰκόνα τοῦ ἑνὸς
in Ti
.

1

.

458

ὄντος· τὸ δὲ γεγονὼς ἔστι τε καὶ ἔσται κατ’ εἰκόνα τοῦ αἰῶνος—τὸ γὰρ αἰώνιον ἄπειρον ἡ ἀπειρία τοῦ χρόνου μεμίμηται—πάντα δὲ ταῦτα κατ’ εἰκόνα τοῦ αὐτοζῴου· πρώ‐ τως γὰρ ἦν ἐκεῖνο μοναδικὸν καὶ ὄντως ἓν καὶ αἰώνιον,
5τοῦτο δὲ διὰ τὴν πρὸς ἐκεῖνο μίμησιν. ἔτι δὲ τὸ μὲν ‘γε‐ γονέναι‘ τῆς τελειότητός ἐστι σημαντικόν, τὸ δὲ ‘εἶναι‘ τῆς τοῦ ὄντος μετοχῆς, τὸ δὲ ‘ἔσεσθαι‘ τῆς ἀειγενεσίας, δι’ ἣν ὁ κόσμος ἀνέκλειπτός ἐστιν· ὥστε καὶ τούτων τὸ μέν ἐστιν ἀπὸ τοῦ ἑνός—ἐκεῖθεν γὰρ πᾶσιν ἐφήκει τὸ τέλειον—τὸ
10δὲ ἀπὸ τοῦ ἑνὸς ὄντος, τὸ δὲ ἀπὸ τοῦ αἰῶνος—ἐκεῖθεν
γὰρ ὑπάρχει τοῖς ὅλοις τὸ ἀνέκλειπτον.
in Ti
.

2

.

1

(t1)

ΠΡΟΚΛΟΥ ΔΙΑΔΟΧΟΥ
t2ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ ΠΛΑΤΩΝΟΣ
t3ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ
1 Τὸν κόσμον ἄλλως μὲν ὁ λόγος θεωρεῖ κατὰ τὴν ὁλό‐ τητα τὴν ἐν αὐτῷ, καθ’ ἣν καὶ ἔοικε τῷ παντελεῖ ζῴῳ καὶ αὐτὸς ζῷον ἔμψυχον ἔννουν μονογενὲς γεγονώς, ἄλ‐ λως δὲ κατὰ τὴν ἐν αὐτῷ διαίρεσιν, ὥσπερ ὅταν τὴν ψυχὴν
5ἀπὸ τοῦ σώματος διελόμενος καὶ τὰ εἰδικωτέραν ἔχοντα τάξιν ἀπὸ τῶν ὑλικωτέραν φύσιν λαχόντων ἐπισκέπτηται, πῶς μὲν ὑπέστη τὸ σωματοειδὲς καὶ ποίαν ἔσχε τάξιν, πῶς δὲ τὸ ψυχικὸν πλάτος ἀπὸ τῆς δημιουργίας προελήλυθε καὶ κατὰ ποίους λόγους· ἐπειδὴ γὰρ ζῷον ἔμψυχον ἔννουν
10ὁ κόσμος ἀποπέφανται, τρία ταῦτα ἐν αὐτῷ, σῶμα ψυχὴ νοῦς. ἀλλ’ ὁ μὲν νοῦς πάντη ἀγένητός ἐστιν· αἰώνιον γὰρ ἔλαχε τήν τε οὐσίαν καὶ τὴν ἐνέργειαν. τὸ δὲ σῶμα πάντη γενητόν· κατὰ χρόνον γὰρ ὅλον καθ’ ὅλον ὑφέστηκεν. ἡ δὲ ψυχὴ μέσης ἐστὶν οὐσίας. ὥσπερ οὖν τῶν ἀμερίστων καὶ
15μεριστῶν μέση τέτακται, τοῦτον τὸν τρόπον καὶ τῶν ἀγενή‐ των ἐστὶ καὶ τῶν γενητῶν ὅρος, γενητὴ μὲν ὡς πρὸς νοῦν, ἀγένητος δὲ ὡς πρὸς τὴν σωματοειδῆ φύσιν ὑπάρχουσα, καὶ οὖσα τῶν μὲν ἀεὶ ὄντων πέρας, πρωτίστη δὲ ἐν τοῖς γενο‐ μένοις. διὰ ταῦτα τοίνυν καὶ ὁ Πλάτων τοῦ μὲν σώματος
20παντοίαν παραδίδωσι γένεσιν, ὅλον αὐτὸ παράγων ἀλλαχό‐ θεν, τὴν δὲ ψυχὴν παράγει μὲν καὶ ἀφ’ ἑαυτῆς, παράγει
δὲ καὶ ἀπὸ τῆς ὅλης δημιουργίας τε καὶ ζῳογονικῆς, νοῦ
in Ti
.

2

.

2

δὲ οὐδεμίαν πλάττει τῷ λόγῳ γένεσιν· οὔτε γὰρ κατὰ ἰδέαν παράγεται ὁ νοῦς οὔτε τὸ τῆς γενέσεως προσίεται καὶ ὁπωσ‐ οῦν ὄνομα, πάντη δέ ἐστιν ἀγένητος καὶ αἰώνιος, ἀλλ’ ἐκφαίνεται μὲν ἀπὸ τῶν ὅλων, μένων δὲ ἐν αὐτοῖς ἀνεκφοί‐
5τητος πρόεισιν ἡνωμένος τοῖς αἰτίοις αὐτοῦ τοῖς ὁλικωτέ‐ ροις· διὸ καὶ ἀμέριστος μένει καὶ ἀδιαίρετος ὑπὸ τῶν ἀχράν‐ των θεῶν σῳζόμενος καὶ τῶν ἀμειλίκτων δυνάμεων, τῆς ἄλλης ζωῆς μεριζομένης καὶ διαιρουμένης περὶ τὰς μερίδας τοῦ παντός. πρώτην μὲν οὖν παραδέδωκε τὴν καθ’ ὁλό‐
10τητα τοῦ παντὸς ὑπόστασιν ἀπὸ τῆς δημιουργίας, καθ’ ἣν ἔμψυχον ἀπετελέσθη καὶ ἔννουν καὶ θεῖον κατὰ τὴν πρὸς τὸ παντελὲς ζῷον ἐξομοίωσιν. δευτέραν δὲ προσθήσει τὴν καθ’ ὅλα διαιροῦσαν τὸν κόσμον καὶ τὴν τῶν ὅλων ποίησιν μερῶν, τῆς τε ψυχῆς οὔσης καθ’ αὑτὴν καὶ τοῦ σωματο‐
15ειδοῦς· νοῦς γὰρ ἀγένητός ἐστι πάντη, καθάπερ ἐλέγομεν [p. 1, 11], ὅτι καὶ ἀγένητός ἐστι καὶ ἀδιαίρετος, πλὴν ὅτι καὶ οὗτος πρόεισιν ἄνευ γενέσεως ἀπὸ τῆς τοῦ δημιουργοῦ προ‐ νοίας. λέγει δὲ καὶ τὴν τοῦτον ὑποδεχομένην φύσιν αὐτὴν τὴν τῆς ψυχῆς ἔκφανσιν αὐτὸς ὁ δημιουργός, 〈ὃσ〉 ἐντίθησιν
20αὐτῷ τοὺς τῆς ψυχῆς κύκλους, ἄνευ διαιρέσεως αὐτὸν ἐκ‐ φήνας ὡς ὄντα ἀμέριστον καὶ ἄνευ σχήματος ὡς ὄντα τελέως ἀσχημάτιστον. τρίτην δὲ ἐφεξῆς τὴν κατὰ μέρη τέμνουσαν τὸ πᾶν καὶ τῶν μορίων ἕκαστον ἀποτελοῦσαν. πῶς γὰρ ἐγένετο πῦρ καὶ πῶς ἀὴρ καὶ πῶς ὕδωρ καὶ αὐτὴ πῶς ἡ γῆ
25παραδώσει [31 B 32 B] τελευταῖον τὴν σωματουργικὴν τῆς δημιουργίας ἐνέργειαν θεωρῶν, καὶ οὐδὲ ἐπὶ ταύτης εἰς τὰ
καθ’ ἕκαστα κάτεισιν, ἀλλ’ ἐν τοῖς ὅλοις μένει στοιχείοις· ἡ
in Ti
.

2

.

3

γὰρ ὅλη δημιουργία τῶν ὅλων ἐστὶ καὶ ὁλικῶν μερῶν, τὰ δὲ ἄτομα καὶ ὄντως μερικὰ τοῖς νέοις παραδίδωσι θεοῖς, ἵνα μιμούμενοι τὴν τοῦ πατρὸς περὶ τὰ ὅλα πρόνοιαν καὶ αὐτοὶ περὶ τὰ καθ’ ἕκαστα τὴν ὁμοίαν ἐπιδείξωνται δημι‐
5ουργίαν καὶ ἀναλογίαν ποιήσωνται πρὸς αὐτόν, ἣν αὐτὸς ἔχει πρὸς τὸ παράδειγμα τὸ νοητόν· νοερὸς γὰρ ὢν ὡς πρὸς ἐκεῖνο καὶ νοῦ τάξιν ἔχων ὡς πρὸς τὸν νοητὸν νοῦν αὐτὸς νοητὸς γίγνεται τοῖς ἐγκοσμίοις θεοῖς. τριττῆς οὖν οὔσης, ὡς ἐλέγομεν, τῆς δημιουργίας τῆς μὲν καθ’ ὁλότητα, τῆς
10δὲ κατὰ τὴν εἰς ὅλα διαίρεσιν, τῆς δὲ κατὰ τὴν εἰς τὰ μέρη διαίρεσιν, τὴν μέσην ἡμῖν ὁ Πλάτων μέλλει παρα‐ διδόναι νῦν, ἔχων μὲν καὶ ἀπ’ αὐτῶν τῶν πραγμάτων ἀκό‐ λουθον τὴν τοιαύτην μετάβασιν, ἔχων δὲ καὶ ἀπὸ τῶν προειρημένων εὔκαιρον τὴν εἰς τοῦτο πρόοδον· ἐπειδὴ γὰρ
15ζῷον ἓν ὁρατὸν ἀφωρίσατο τὸν κόσμον πάντα τὰ κατὰ φύσιν συγγενῆ περιέχον ἐντός, ὅτι μὲν εἷς ἐστιν ὁ κόσμος ἀπὸ τῆς τοῦ παραδείγματος μονώσεως ἀπέδειξεν [31 A], ὅτι δὲ ὁρατὸν καὶ ὅτι τῶν συγγενῶν ἁπάντων περι‐ εκτικὸν ἡ καθ’ ὅλα τοῦ παντὸς διαίρεσις ἡμῖν ποιήσει κατα‐
20φανές· ἐὰν γὰρ εὕρωμεν, διὰ ποίαν αἰτίαν ὁρατὸς ὁ κόσμος, καὶ πῶς ἐν αὐτῷ πάντα τὰ στοιχεῖα συντέτακται καὶ διὰ τίνων ἀναλογιῶν, θεασόμεθα ῥᾳδίως, ὅτι πάντα τὰ συγγενῆ περιείληφε καὶ οὐδέν ἐστιν αἰσθητόν, ὃ μὴ συνείληπται τῇ μιᾷ τοῦ κόσμου περιοχῇ. τοῦτο δὲ ἰδόντες ἱκανῶς ἔχοιμεν
25ἂν τὸ ζητούμενον· τοῦτο γὰρ ἦν, πῶς ὁρατὸς ὁ κόσμος καὶ πῶς πάντων περιεκτικὸς τῶν κατὰ φύσιν αὐτῷ συγγενῶν. ἀπὸ γὰρ τῶν προειρημένων ὅτι μόνος ἐστὶ παρειλήφαμεν, ἀπὸ δὲ τούτων ὅτι καὶ παντελής. Σωματοειδὲς δὲ δὴ καὶ ὁρατὸν ἁπτόν τε δεῖ τὸ
30γιγνόμενον εἶναι χωρισθὲν δὲ πυρὸς οὐδὲν ἄν ποτε
ὁρατὸν γένοιτο οὔτε ἁπτὸν ἄνευ τινὸς στερεο, στε‐
in Ti
.

2

.

4

ρεὸν δὲ οὐκ ἄνευ γῆς. ὅθεν ἐκ πυρὸς καὶ γῆς τὸ τοῦ παντὸς ἀρχόμενος συνιστάναι σῶμα ὁ θεὸς ἐποίει [31 B]. Τὸν μὲν ὁρισμὸν ἀποδιδοὺς τοῦ γενητοῦ μικρῷ πρό‐
5τερον [28 A] γιγνόμενον αὐτὸ καὶ ἀπολλύμενον ἀπο‐ καλῶν ὡρίζετο δοξαστὸν αὐτὸ μετ’ αἰσθήσεως, τὸν δὲ κόσμον δεικνὺς γενητὸν ἀντέστρεφε τὸν ὁρισμόν· τὰ γὰρ αἰσθητά, φησί [28 C], γιγνόμενα καὶ γενητὰ ἐφάνη. νυνὶ δὲ τὸ γιγνόμενον αὐτὸ μεταλαβὼν εἰς ὑποκειμένου
10τάξιν κατηγόρησεν αὐτοῦ τὸ ὁρατὸν καὶ ἁπτόν· ταῦτα γὰρ ἄκρα τῶν αἰσθητῶν, ὡς ἡ ὄψις καὶ ἡ ἁφὴ τῶν αἰσθήσεων ἄκραι. ἐκεῖ μὲν οὖν, ὡς ἔφην, ἐν τοῖς περὶ τοῦ γενητὸν εἶναι τὸν κόσμον λόγοις τὸν ὅρον ἀντέστρεψεν, ἐνταῦθα δὲ κατὰ φύσιν ἀποδέδωκεν· ἦν γὰρ τὸ μὲν γιγνόμενον ἐν ὁρι‐
15στοῦ τάξει, τὸ δὲ δόξῃ μετ’ αἰσθήσεως ληπτὸν ἐν ὁρισμοῦ, καθάπερ εἴρηκεν ἐν ταῖς ὑποθέσεσι· δεῖ οὖν, φησίν, αἰσθη‐ τὸν εἶναι τὸ γενητόν, οὐ πᾶν, ἀλλὰ τοῦτο, ὃ καὶ πρότερον εἴπομεν γενητόν, τὸ σύνθετον καὶ ἀεὶ γιγνόμενον εἰς ἅπαντα τὸν χρόνον· ἐπεὶ καὶ ἡ ψυχὴ γενητόν· ἀλλ’ οὐ περὶ ταύτης
20ὁ λόγος. εἰ δέ τις καὶ τὰ ἔνυλα εἴδη καὶ αὐτὰς λέγοι τὰς ποιότητας αἰσθήσει μὲν εἶναι ληπτάς, ἀσωμάτους δέ, καὶ ὅμως γένεσιν ἔχειν, ἴστω, φησὶν ὁ θεῖος Ἰάμβλιχος, ὅτι συντελεῖ καὶ ταῦτα πρὸς τὴν ὑπόστασιν τῶν σωμάτων καὶ μετ’ ἐκείνων συνθεωρεῖται. ἐπειδὴ δ’ οὖν ὁ κόσμος ἔχει
25μέν τινα καὶ σωματικὴν ἐν ἑαυτῷ μοῖραν, ἔχει δὲ καὶ ἀσώ‐ ματον καὶ ταύτην διττήν, τὴν μὲν ἀχώριστον τοῦ σώματος, τὴν δὲ χωριστήν, καὶ ταύτην πάλιν διπλῆν, τὴν μὲν ψυχι‐ κήν, τὴν δὲ νοεράν, καὶ ἔχει τὸ μὲν ἀγένητον ἐν ἑαυτῷ, τὸ δὲ γενητόν, πᾶν δὲ τὸ ἐξ ἀγενήτου καὶ γενητοῦ συγκεί‐
30μενον τὸ ὅλον ἐστὶ γενητόν, εἰκότως γιγνόμενόν τε προσεῖπε τὸν σύμπαντα κόσμον καὶ σωματοειδῆ· καὶ γὰρ σῶμα ἔχει
καὶ διὰ τοῦτο σωματοειδής ἐστι, καὶ γενητόν τί ἐστιν ἐν
in Ti
.

2

.

5

αὐτῷ, καὶ διὰ τοῦτο γιγνόμενόν ἐστι τὸ ὅλον· ἐὰν γὰρ ἐκ θνητοῦ καὶ ἀθανάτου συγκέηται, τὸ ὅλον ἐστὶ θνητόν, καὶ ἐὰν ἐξ ἀγενήτου καὶ γενητοῦ, τὸ ὅλον ἐστὶ γενητόν, καὶ ἐὰν ἐξ ἀσωμάτου καὶ σώματος, τὸ ὅλον ἐστὶ σωματοειδές· εἰ μὲν
5γὰρ καὶ αὐτὸ τὸ ἀσώματον συμπάσχοι τῷ σώματι, γίγνεται καὶ αὐτὸ σωματοειδές, οὐ τὸ ὅλον μόνον· εἰ δὲ ἐξῃρημένον εἴη καὶ ἀπαθές, αὐτὸ μὲν κυρίως ἀσώματον, ὑπερανέχον τοῦ σώματος, τὸ δὲ ὅλον διὰ τὴν τοῦ σώματος συνάρτησιν σῶμα μὲν οὐκ ἔστιν· μένει γὰρ ἐν τῇ ἑαυτοῦ καθαρότητι τὸ
10κρεῖττον· σωματοειδὲς δὲ ἂν προσονομάζοιτο δικαιότερον. ἐπεὶ τοίνυν καὶ ὁ κόσμος πολλῶν μὲν καὶ μακαρίων ἐκ τοῦ γεννήσαντος αὐτὸν μετείληφεν, ἀτὰρ κεκοι‐ νώνηκέ γε καὶ σώματος [Polit. 269 D], σωματοειδὴς εἰ‐ κότως προσαγορεύεται καθ’ ὅλον ἑαυτὸν ὁρατός τε καὶ ἁπτός.
15γενητὸς γάρ ἐστι, τὸ δὲ γενητὸν ὁρατόν ἐστι καὶ ἁπτὸν καὶ σῶμα ἔχον, ὥσπερ εἴρηται πρότερον [28 B] ὀρθῶς εἰρη‐ μένον. ἀρξάμενος οὖν ἀπὸ τοῦ σώματος πρῶτον [31 B] αὐτῷ δίδωσιν αἰσθητῷ εἶναι κατὰ τὰς ἄκρας αἰσθήσεις· εἶτα [31 C] τούτου τι τελειότερον, τὸν διὰ τῆς ἀναλογίας δεσμὸν συνεκτι‐
20κὸν τῶν ἐν αὐτῷ σωμάτων· εἶτα ἄλλο τρίτον [32 C], ὅλον ἐξ ὅλων ποιήσας αὐτὸν τῶν στοιχείων· εἶτα τέταρτον [33 B], σφαιρώσας, ἵν’ ὁμοιότατος ᾖ ἑαυτῷ κατὰ τὸ εἶδος· εἶτα πέμπτον [33 CD], αὐτὸν ὑφ’ ἑαυτοῦ πάντα πάσχοντα ἀπο‐ φήνας· εἶτα ἕκτον [34 A], κίνησιν αὐτῷ νείμας τὴν νῷ
25προσήκουσαν· εἶτα ψυχώσας ἕβδομον [34 B] τοῦτον διὰ θείας ψυχῆς· εἶτα ὄγδοον [36 E 37 A], τῆς χρονικῆς αὐτῷ μεταδοὺς περιόδου· εἶτα ἔνατον [39 D], θεῶν ἐν αὐτῷ καταστησάμενος ἱερὰ τῶν τὸν τέλειον ἐνιαυτὸν συναπεργαζομένων· εἶτα δέκατον [39E ss], παντελῆ ποιήσας ἐκ πάντων ζῴων τῶν
30ταῖς τέτταρσιν ἰδέαις ὡμοιωμένων καὶ διὰ τῆς δεκάδος συμ‐
πληρώσας τὴν πᾶσαν δημιουργίαν. ταῦτα μὲν οὖν ὁ πᾶς
in Ti
.

2

.

6

ἀνελίξει λόγος προϊών. νῦν δὲ λέγωμεν, ὡς ἐπεὶ διαστα‐ τός ἐστιν ὁ κόσμος καὶ αἰσθήσει ληπτός, διά τε ὁράσεως γνωρίζεται καὶ ἁφῆς, ὡς μὲν ὅλος δι’ ὅλου φωτὸς πεπληρω‐ μένος ὁρατὸς ὤν, ὡς δὲ στερεὸς ἁπτὸς ὑπάρχων· ἐξαρκεῖ
5γὰρ αὐτῷ διὰ τῶνδε τῶν αἰσθήσεων πάντα τὰ αἰσθητὰ περι‐ λαβεῖν. καὶ ἔστιν ὡς ἐν τοῖς τέτρασι στοιχείοις ἀεὶ οὖσιν ἐν τῷ κόσμῳ νοουμένοις ἐναντία ταῦτα, τὸ ὁρατὸν καὶ ἁπτόν· ταῦτα γὰρ ὡς πλεῖστον ἀφεστῶτα καὶ ὑπὸ τὸ αὐτὸ γένος 〈ὄντα〉 ἐναντία· καὶ γὰρ αἰσθητὰ ἄμφω, καὶ τοῦτο αὐτῶν τὸ
10κοινὸν γένος, καὶ πλεῖστον ἀφέστηκεν, εἴπερ τὸ μὲν ἀμέσως αἰσθητόν, τὸ δὲ οὐκ ἀμέσως. εἰ δὲ ζητοῖμεν τὰ ὡς ἐν μεταβλητοῖς ἐναντία τῶν στοιχείων, οὐ τὸ πῦρ καὶ τὴν γῆν, ἀλλὰ τὸ πῦρ καὶ τὸ ὕδωρ ἐροῦμεν. μάλιστα γὰρ τὸ ὕδωρ σβέννυσι τὸ πῦρ. καὶ ἔστιν ἑκάτερος τῶν λόγων ἀληθής.
15κοινὸν δὲ ἀμφοῖν τὸ ἐν τοῖς ἄκροις τιθέναι τὴν ἐναντίωσιν, καὶ ταύτῃ συμφωνοῦσιν αἱ αἱρέσεις, ὡς μὲν ἐν αἰσθητοῖς τῷ πυρὶ τῆς γῆς ἐναντίας οὔσης, ὡς δὲ ἐν τοῖς μεταβλη‐ τοῖς τῷ πυρὶ τοῦ ὕδατος. διὸ καὶ αὐτὸς τῷ ἁπτῷ τὸ ὁρα‐ τὸν ἀντέθηκεν, ᾗ αἰσθητὰ τὰ στοιχεῖα λαμβάνων, ὡς ἂν
20μήπω τὴν μεταβολὴν αὐτῶν ἐπισκοπῶν, καθ’ ἣν μᾶλλον ἠναντίωται τῷ πυρὶ τὸ ὕδωρ τῆς γῆς. καὶ οὐχ ὡς οἴεται Θεόφραστος, ἀτελής ἐστιν ὁ λόγος. ἀπορεῖ γὰρ οὕτως· τί δή ποτε πυρὸς μὲν ἴδιον εἶπε τὸ ὁρατὸν καὶ γῆς τὸ ἁπτόν, τῶν δὲ λοιπῶν στοιχείων οὐδέν; λέγομεν
25δὴ οὖν πρὸς αὐτόν, ὅτι καὶ ἡμεῖς ὁρῶμεν τὸν κόσμον καὶ ἁπτόμεθα αὐτοῦ, γευόμεθα δὲ ἢ ἀκούομεν αὐτοῦ ἢ ὀσφραινό‐ μεθα οὐκέτι, καὶ αὐτὸς δὲ ὁ κόσμος ἑαυτῷ καὶ ὁρατός ἐστι καὶ ἁπτός· ὡς μὲν φωτοειδής, ὁρατός, διὰ τοῦ θείου φωτὸς ἑαυτὸν ὁρῶν, ὃ τέταται διὰ τοῦ οὐρανοῦ παντὸς τῇ
30ἴριδι προσφερὲς ὄν, ὥς φησιν ὁ ἐν Πολιτείᾳ [X 616 B]
Σωκράτης· ἐκεῖνο γάρ ἐστι τὸ πρώτως ὁρατικόν, δι’ ὅλου
in Ti
.

2

.

7

τοῦ κόσμου διῆκον· ὡς γὰρ ἡ τοῦ ἡλίου σφαῖρα τῆς ἐν αὐτῇ ψυχῆς ὄψις ἐστίν, οὕτω δὴ καὶ τῆς ὅλης ψυχῆς ὄψις ἐστὶ τὸ θεῖον ἐκεῖνο φῶς διὰ πάντων τῶν ὁρατῶν πεφοι‐ τηκὸς καὶ δρῶν εἰς τὰ ὁρώμενα καὶ ζωὴν αὐτοῖς ἐνδιδόν.
5καὶ ταύτην ἂν εἴποις τὴν πρωτίστην καὶ κυριωτάτην ὄψιν, ἀλλ’ οὐ τὴν μετὰ πάθους ὑφισταμένην καὶ τὴν κεχωρισμέ‐ νην τῶν ὁρατῶν. ὡς δὲ αὖ στερεὸς καὶ ὡς ζωῆς πλήρης, τὴν καλουμένην συναίσθησιν ἔχων—καὶ γὰρ ἡμεῖς τῶν ἐν ἡμῖν συναισθανόμεθα κινήσεων ἢ παθῶν ἔνδον συνιστα‐
10μένων—καὶ διὰ τῆς συναισθήσεως ταύτης αὐτὸς ἑαυτῷ γιγνόμενος ἁπτός. κυριωτάτη δὲ τῶν λύσεών ἐστιν ἡ λέ‐ γουσα, ὅτι τὰ μὲν ἄκρα λαμβάνει πρὸ τῶν ἄλλων ὁ λόγος, ἐπειδὴ καὶ τούτων ἕνεκεν ὑφέστηκεν ἐκεῖνα, μέλλει δὲ καὶ τὰ λοιπὰ κατὰ τὸν δεσμὸν τῶν ἄκρων ὑφιστάνειν. ἢ καὶ
15τοῦτο φαίη τις ἄν, ὡς διὰ τῶν ἄκρων καὶ τὰ μέσα περι‐ είληφεν· ὡς γὰρ διὰ πυρὸς καὶ γῆς τὸ πᾶν ὁρίζεται καὶ τῶν μέσων ἐν τούτοις περιεχομένων, οὕτω δὴ καὶ διὰ τοῦ ὁρατοῦ καὶ ἁπτοῦ τὰ παντοίως αἰσθητὰ συνείληφεν. τούτῳ δὲ ὥσπερ ἀξιώματι χρώμενος—εἴωθε γὰρ πρὸ ἑκάστου τῶν
20σκεμμάτων ἀξίωμα προσλαμβάνειν, ἀφ’ οὗ δείκνυται τὸ ζητού‐ μενον, οἷον ἀγαθῷ δὲ οὐδεὶς οὐδέποτε περὶ οὐδενὸς ἐγγίνεται φθόνος [29 E], ἵν’ ἐπιδείξῃ πάντα ἀγαθύνοντα τὸν δημιουργόν, καὶ πάλιν θέμις δὲ οὔτ’ ἦν οὔτ’ ἔσται τῷ ἀρίστῳ δρᾶν ἄλλο τι πλὴν τὸ κάλλιστον [30 A],
25ἵνα ἀποφήνῃ ζῷον ἔμψυχον ἔννουν τὸ πᾶν, καὶ πά‐ λιν ἀτελεῖ γὰρ ἐοικὸς οὐδὲν ἄν ποτε γένοιτο καλόν [30 C], ἵνα θεωρήσῃ, πρὸς ποῖον παράδειγμα τὸν κόσμον ὁ δημιουργὸς ὑπέστησεν—οὕτω δὴ οὖν καὶ ἐν τούτοις ἀξί‐ ωμα προσλαβών, ὅτι δεῖ τὸ γενητὸν ὁρατὸν εἶναι καὶ ἁπτόν,
30ἀπὸ τούτου δείκνυσι, πῶς μὲν τὰ στοιχεῖα συντελεῖ πρὸς τὴν τοῦ κόσμου σύστασιν, πῶς δὲ τέτακται ἐν τῷ παντί· εἰ γὰρ δεῖ τὸν κόσμον ὁρατὸν εἶναι καὶ ἁπτόν, δεῖ αὐτῷ
πυρὸς καὶ γῆς· τὸ γὰρ πρώτως ὁρατὸν πῦρ ἐστι· πρῶτον
in Ti
.

2

.

8

μέν, ὅτι καὶ αὐτὰ τὰ ὁρατὰ φῶτά ἐστι· πάντα γὰρ τὰ χρώ‐ ματα ἔγγονά ἐστι φωτός. ἔπειθ’, ὅτι καὶ αὐτὴ ἡ ὄψις φῶς ἐστιν, ἀπ’ οὐσίας προϊοῦσα αἰθερώδους. καὶ τρίτον, ὅτι δεῖ‐ ται συναγωγοῦ τοῦ φωτὸς ἡ ὄψις καὶ τὸ ὁρατόν, εἰ μέλλοι
5κατ’ ἐνέργειαν ἔσεσθαι ἑκάτερον, ὅπερ λέγεται καὶ δέδεικται ἐν Πολιτείᾳ [VI 507 DE]· τί τὸ συνάγον ἀμφότερα ταῦτα; φῶς. ὥστε εἰ ὁρατὸς ἔσται ὁ κόσμος, δεήσει πυρὸς αὐτῷ πρὸς τὴν γένεσιν. καὶ πρὸς τούτοις, ὅτι τὸν ὀφθαλμὸν ἀνὰ λόγον εἶναι τῷ πυρὶ δείκνυσιν ὁ Πυθαγόρας ἐν τῷ πρὸς
10Ἄβαριν λόγῳ· καὶ γὰρ ἀνωτάτω τῶν αἰσθητηρίων ἐστίν, ὡς τὸ πῦρ τῶν στοιχείων, καὶ ὀξείαις ἐνεργείαις χρῆται, ὡς ἐκεῖνο, τό τε κωνοειδὲς ὁμοιότητα ἔχει πρὸς τὸ πυραμοειδὲς οὐκ ὀλίγην. οὐκ εἶπε δέ, ὅτι μόνον τὸ πῦρ ὁρατόν· τοῦτο γὰρ διχῶς ἐστι ψεῦδος· αὐτό τε γὰρ καθ’ ἑαυτὸ τὸ πῦρ
15ἀμιγὲς ὂν πρὸς τὰ ἄλλα στοιχεῖα οὐδαμῶς ἐστιν ὁρατόν, ἀλλ’ ἐπινοεῖται μόνον, καὶ ἔτι τῶν ἄλλων οὐδὲν ἔσται ὁρα‐ τόν, εἰ μόνον τὸ πῦρ ὁρατόν· ἄλλο γὰρ ἦν διὰ πυρὸς καὶ μετὰ πυρὸς εἶναι ὁρατὸν καὶ ἄλλο τὸ αὐτὸ τὸ πῦρ εἶναι μόνον ὁρατόν. τοῦτο μὲν οὖν οὐκ εἶπεν, ὡς διχόθεν ἐλεγχό‐
20μενον, ἐκεῖνο δέ, ὅτι πυρὸς χωρισθὲν οὐδὲν ὁρατόν· ἀφ’ οὗ λάβοις ἄν, ὅτι πάντα τὰ σώματα μετέχει πυρός, ἄλλο δὲ ἄλλοις τὸ πῦρ. οὐ γὰρ ταὐτόν ἐστι φῶς καὶ φλὸξ οὐδὲ φλὸξ καὶ ἄνθραξ, ἀλλ’ ἄνωθεν ἄχρι γῆς 〈ἡ〉 ὕφεσις γίγνεται τοῦ πυρός, προϊόντος ἀπὸ τοῦ ἀυλοτέρου καὶ καθαρωτέρου καὶ
25ἀσωματωτέρου μέχρι τῶν ἐνυλοτάτων καὶ παχυτάτων σωμάτων. καὶ γὰρ ὑπὸ γῆς ῥύακές εἰσι πυρός, ὥς πού φησι καὶ Ἐμπεδοκλῆς [frg. 52D.]·
πολλὰ δ’ ἔνερθε οὔδεος πυρὰ καίεται·
in Ti
.

2

.

9

καὶ οὐ δεῖ θαυμάζειν, πῶς οὖν ἐν ὕδατι ὂν τὸ πῦρ οὐ σβέννυται· χωρεῖ γὰρ πάντα δι’ ἀλλήλων, καὶ ἔστι τὸ ἐπι‐ κρατοῦν ἄλλο ἐν ἄλλοις, καὶ ἔστι καὶ τὸ φῶς πῦρ διιὸν διὰ πάντων. Νουμήνιος [frg. 40 Thed.] μὲν οὖν πάντα με‐
5μῖχθαι οἰόμενος οὐδὲν οἴεται εἶναι ἁπλοῦν. ὁ δὲ Πλάτων καὶ τὴν μῖξιν αὐτῶν οἶδεν καὶ ἑκάστου τὴν φύσιν ἰδίᾳ παρα‐ δίδωσιν, ἐκ τῶν σχημάτων τὰ στοιχεῖα πλάττων. ἴσως δὲ ἡμῖν ὁ θαυμαστὸς Ἀριστοτέλης ἀπαντήσεται πρὸς τὸν λόγον οὐ πᾶν τὸ ὁρατὸν πυρὸς μετουσίᾳ τοιοῦτον εἶναι τιθέμενος· τὸν
10γοῦν τῶν ἄστρων χορὸν καὶ αὐτὸν τὸν μέγαν ἥλιον οὐκ ὄντα ἐκ πυρὸς ὅμως ὁρατὸν ὑπάρχειν. εἰ δὲ εἴποι τις πρὸς αὐ‐ τόν, ὅτι πῦρ ἄλλο μὲν τὸ ἔνυλον, ἄλλο δὲ τὸ ἄυλον, ὡς πρὸς τὴν ὕλην τῶν ὑπὸ σελήνην ἄυλον ὄν, καὶ ἄλλο μὲν τὸ φθαρτόν, ἄλλο δὲ τὸ ἄφθαρτον, καὶ ἄλλο μὲν τὸ ἀέρι
15συμμιγές, ἄλλο δὲ τὸ καθαρόν, καὶ ὅλως, ὅτι πολλὰ εἴδη πυρός, ἴσως ἐνδώσει τῷ λόγῳ καὶ τῶν θεολόγων ἀκούων πῦρ πυρὸς ἐξοχέτευμα τὸν ἥλιον καλούντων καὶ πυρὸς ταμίαν καὶ πᾶσι τοῖς τοιούτοις ὀνόμασι. τίνι γὰρ ἀνέθηκε τὸ ὁρατόν; ἆρα ἄλλῳ τινὶ ἢ τῷ γεννητικῷ τοῦ φωτός; τί
20δὲ ἄλλο τοιοῦτον ἢ τὸ πῦρ; γῆ μὲν γὰρ παντὸς τοῦ ἐναν‐ τίου ποιητική· σκότους γὰρ αἰτία, καὶ ἧττον μετέχει φωτὸς τὸ γηϊνώτερον· ἀὴρ δὲ καὶ ὕδωρ διαφανῆ καὶ οὐχ ὁρατὰ καθ’ ἑαυτά· διὸ καὶ μέσον ἑκάτερον τούτων, τοῦ τε πρώτως ὁρατοῦ καὶ τοῦ ἐπιπροσθοῦντος τοῖς ὁρατοῖς, ὡς ἄλλοις τοῦ
25ὁρᾶσθαι αἴτιον, ἀλλ’ οὐχ ἑαυτῷ, καθόσον ἑκάτερον διαφανές· ἀλλὰ δι’ αὐτῶν ἄλλα. λείπεται οὖν μόνον τὸ πῦρ οἷς ἂν παρῇ, ταῦτα φωτίζειν καὶ ὁρατὰ ποιεῖν. εἰ δὲ λέγοι τις,
ὅτι τὸ οὐράνιον στοιχεῖον ὁρατὸν ὂν καὶ φωτιστικὸν οὐκ
in Ti
.

2

.

10

ἔστι πῦρ, ἐρωτήσομεν, πόθεν οὖν τὸ ἐνταῦθα πῦρ τοιοῦτον. εἰ γὰρ ἑκάτερον φωτὸς αἰσθητοῦ γεννητικόν, διὰ τί μὴ καὶ ἑκάτερον πῦρ, εἰ καὶ τὸ μὲν ἄυλον, τὸ δὲ ἔνυλον; λέγω δέ, ὡς ἤδη προεῖπον [p. 8, 24 s], τὸ ἄυλον καὶ ἔνυλον πρὸς
5τὴν παχυτάτην ὕλην καὶ μὴ στέγουσαν τὰ εἴδη διορίζων, ἐκείνην τὴν ἀεὶ ὡσαύτως ἐν τῷ οἰκείῳ εἴδει μένουσαν δι‐ ιστάς· ἐπεὶ μαθησόμεθα διὰ παντὸς τοῦ κόσμου τὴν ὕλην διήκειν, ὥσπερ καὶ οἱ θεοί φασιν· διὸ καὶ τοῦ παντὸς ὑποδοχὴν αὐτὴν ἐρεῖ [49 A 51 A] προελθών. οἷα γοῦν τὰ
10φῶτα, τοιαῦτα καὶ τὰ πυρά, καὶ ἡ ἀναλογία δείκνυσιν, ὅτι καὶ τὸ ἐκεῖθεν φῶς ἐκ πυρός. καὶ ῥητέον, ὅτι Πλάτων οὐ θερμότητι χαρακτηρίζει τὸ πῦρ οὐδὲ τῷ ἐπὶ τὸ ἄνω κινεῖ‐ σθαι—ταῦτα γὰρ τοῦ τῇδε πυρὸς ἴδια, μὴ ὄντος ἐν οἰ‐ κείῳ τόπῳ—ἀλλὰ τῷ ὁρατῷ· διὰ γὰρ τούτου πᾶν περι‐
15λαμβάνει πῦρ, καὶ τὸ θεῖον καὶ τὸ θνητὸν καὶ τὸ καυστικὸν καὶ τὸ ῥωστικόν. Ἔτι τοίνυν περὶ γῆς τὰ αὐτὰ λεκτέον, ὅτι γῆ ἐστι τὸ πρώτως στερεόν· μὴ γάρ μοι λεγέτω τις, ὅτι καὶ ἡ γῆ τὸ στερεὸν ἀλλαχόθεν εἴληφεν, ἀλλ’ ἐν τοῖς αἰσθη‐ τοῖς τὸ μάλιστα στερεὸν πρὸ τῶν ἧττον τοιούτων ἔχει τὴν
20ἰδιότητα ταύτην· ἐπεὶ καὶ τὸ μάλιστα θερμὸν πρὸ τῶν ἧτ‐ τον θερμῶν τοιοῦτον, καὶ ἀπὸ τούτου τὰ ἧττον ὄντα θερμὰ μεταλαγχάνει τῆς ποιότητος ταύτης. οὕτω δὴ οὖν καὶ τὸ μάλιστα στερεὸν τοῖς ἧττον στερεοῖς τῆς ἑαυτοῦ μεταδίδωσι στερεότητος. εἰ τοίνυν τῶν μὲν ἄλλων στοιχείων ἡ γῆ στε‐
25ρεώτατον, τὸ δὲ στερεώτατον αἴτιόν ἐστιν ἐν ταῖς μίξεσι τοῖς ἧττον στερεοῖς τοῦ εἶναι στερεοῖς, ἀλλ’ οὐχὶ τὰ ἧττον ὄντα τοιαῦτα τοῖς μάλιστα καὶ τοῖς διαφερόντως ἔχουσι τὴν δύναμιν ταύτην, ἀνάγκη δήπου τὴν γῆν αἰτίαν εἶναι τῆς στερεότητος τοῖς ἄλλοις στοιχείοις, ἐναντίως ἔχουσαν πρὸς τὸ
30πῦρ. καὶ εἰ μὲν τὰ φαινόμενα ταῖς αἰσθήσεσιν ἡμῶν λαμ‐
βάνοιμεν, τὸν οὐρανὸν ὡς πύριον λαμβάνοντες καὶ τὴν γῆν,
in Ti
.

2

.

11

ἐφ’ ἧς βεβήκαμεν, ὡς μάλιστα γῆν, δήλη τούτων ἡ ἐναν‐ τίωσις, τοῦ μὲν ὄντος ἀεικινήτου, τῆς δὲ ἀκινήτου, καὶ τοῦ μὲν ὁρατοῦ διαφερόντως, τῆς δὲ ἁπτῆς, καὶ τοῦ μὲν λεπτο‐ τάτου διὰ τὸ φῶς, τῆς δὲ παχυτάτης διὰ τὸ σκοτῶδες· εἰ
5δὲ καὶ τὰ πρῶτα στοιχεῖα τούτων σκοποῖμεν, αὐτὸ τὸ πῦρ ᾗ πῦρ ἢ τὴν γῆν καθόσον γῆ, μικρὸν ὕστερον αὐτοῖν τὰς ἀντιθέσεις ἐροῦμεν πάσας, ἡνίκα ἂν καὶ τὴν ἀναλογίαν διεξίωμεν [152 C ss] τῶν τεττάρων. ὅτι δ’ οὖν τὸ ὁρα‐ τὸν πυρὸς ἴδιον καὶ τὸ ἁπτὸν τῆς γῆς ἐξαίρετον, ἐκ τούτων
10λάβωμεν ἀληθέστατον ὄν. διὸ καὶ τῶν δαιμόνων, φησὶν ὁ Πορφύριος, οἱ μὲν ἐν τῇ συστάσει πλέον τὸ πύριον ἔχον‐ τες ὁρατοὶ ὄντες οὐδὲν ἔχουσιν ἀντιτύπως, οἱ δὲ καὶ γῆς μετειληφότες ὑποπίπτουσι τῇ ἁφῇ. ἠλέγχθησαν δέ, ὥς φησι, τοιοῦτοι ὄντες οἱ κατὰ τὴν Ἰταλίαν φαινόμενοι περὶ τοὺς
15Τούσκους οὐ μόνον τῷ σπερμαίνειν καὶ τῷ σκώληκας γεννᾶν ἐκ τοῦ σπέρματος, ἀλλὰ καὶ τῷ καίεσθαι καὶ τέφραν ἀπο‐ λείπειν· ἀφ’ οὗ δὴ καὶ αὐτοῦ δείκνυται πάντα μετέχοντα γῆς. ἀλλ’ οὐχ ἡ αὐτὴ τῆς γῆς φύσις πανταχοῦ καὶ ἐν πά‐ σαις ταῖς τοῦ κόσμου μερίσιν, ἀλλ’ ὅπου μὲν καθαρωτέρα
20καὶ ἀυλοτέρα καὶ ἀβαρής—οὐ γὰρ τὸ βάρος ἴδιον γῆς, ἀλλὰ τὸ ἁπτόν—ὅπου δὲ ἐνυλοτέρα καὶ βαρεῖα καὶ δυσκί‐ νητος, καὶ ὅπου μὲν τὴν στερεότητα μόνην ἐπιδεικνυμένη, ὅπου δὲ καὶ ἄλλας δυνάμεις γενεσιουργοὺς καὶ ἐνύλους προσλαμβάνουσα κατὰ τὸν αὐτὸν τῷ πυρὶ τρόπον. εἰ δὲ
25τούτων ὑφ’ ἡμῶν λεγομένων ὁ Ἀριστοτέλης ἀποροῖ, πῶς οὖν, εἰ πῦρ ἐστιν ἐν οὐρανῷ, κύκλῳ κινεῖται καὶ οὐκ ἐπ’ εὐθείας, λεκτέον τὸν Πλωτίνειον λόγον πρὸς αὐτόν, ὅτι πᾶν σῶμα ἁπλοῦν ἐν τῷ οἰκείῳ τόπῳ ὂν ἀκίνητον μένει ἢ κύκλῳ κινεῖται, ἵνα μηδὲ ὣς ἀπολείπῃ τὸν οἰκεῖον τόπον·
30ἄλλως γὰρ κινούμενον ἢ οὐκέτι ἔσται ἐν τῷ ἑαυτοῦ τόπῳ, ἢ οὔπω ἐστὶν ἐν αὐτῷ. καὶ τὸ οὐράνιον οὖν πύριον ὑπ‐
άρχον ἐξ ἀνάγκης, εἰ κινεῖται, κύκλῳ κινεῖται· ἐπεὶ καὶ ἡ γῆ,
in Ti
.

2

.

12

μὴ ἀπολείπουσα τὸν περὶ τὸ μέσον τόπον, εἴπερ ἐκινεῖτο, κύκλῳ ἂν ἐκινήθη· καὶ γὰρ ὅταν ἐπὶ τὸ ἄνω φέρηται τὸ πῦρ, ἐν ἀλλοτρίῳ τόπῳ ὂν ἐπὶ τὸ ἄνω φέρεται, καὶ ἡ βῶ‐ λος ἐπὶ τὸ κάτω ὡσαύτως, καὶ ὅλως τῶν στοιχείων αἱ ἐπ’
5εὐθείας φοραὶ παρὰ φύσιν εἰσὶ διακειμένων· ὥστε ψεῦδος τὸ λέγειν, ὅτι τὸ πῦρ ἐπ’ εὐθείας κινεῖται κατὰ φύσιν. μά‐ λιστα γὰρ ἔχει κατὰ φύσιν, ὁπόταν τὸν οἰκεῖον ἔχῃ τόπον, ὅταν δὲ φέρηται εἰς τὸν οἰκεῖον, οὔπω ἔχει τὸ κατὰ φύσιν. τούτου δὲ δειχθέντος φανερόν, ὅπως καὶ τὸ οὐράνιον πῦρ,
10ἐπειδὴ κινεῖται, κύκλῳ κινεῖται καὶ οὐδὲν ἐνοχλεῖ τὸν Πλα‐ τωνικὸν λόγον· εἰ γὰρ 〈μὴ κύκλῳ〉 ἐκινεῖτο τὸ πῦρ, οὔπω ἦν ἐν τῷ κατὰ φύσιν τόπῳ. εἰ δὲ ἔστιν ἐν τᾷ κατὰ φύσιν, ἢ ἀκίνητον ἔσται ἢ κύκλῳ κινήσεται. ἀλλὰ μὴν ἀδύνατον ἀκίνητον αὐτὸ εἶναι· φύσει γὰρ εὐκίνητον πᾶν πῦρ· κύκλῳ
15ἄρα κινήσεται μόνως. ἀλλ’ ἐπανέλθωμεν εἰς τὸ προκείμενον. εἰ τοίνυν γενητὸν τὸ πᾶν, εἶναι δεῖ αὐτὸ αἰσθητόν, εἰ δὲ αἰσθητόν, ὁρατὸν καὶ ἁπτόν, εἰ ταῦτα, ἐκ πυρὸς εἶναι καὶ γῆς, εἰ ταῦτα, καὶ ἐκ τῶν μέσων· ταῦτα γὰρ πλεῖστον ἀλλή‐ λων διέστηκεν καὶ ὅσον ἁφὴ καὶ ὄψις διεστήκατον. εἰ δὲ
20ὁρατὸς ὁ κόσμος, εἶναι δεῖ πῦρ, εἰ δὲ ἁπτός, εἶναι δεῖ γῆν. ἁπτὸν γάρ ἐστι τὸ στερεόν, ὃ καὶ ἀντερείδειν δύναται πρὸς τὴν ἁφήν· τὸ γὰρ εὔθρυπτον καὶ μὴ ὑπομένον τὴν ἁφὴν οὐδαμῶς ἁπτόν. διὸ καὶ Πυθαγόρας τλήμονα προσαγο‐ ρεύει τὴν γῆν, ὡς στερεὰν καὶ ὡς ἀντιβαίνουσαν πρὸς τὴν
25ἁφὴν καὶ ὡς δυσκίνητον καὶ ὡς τῆς μονίμου δυνάμεως μετέχουσαν. εἰ οὖν, ὥσπερ εἴρηται, δεῖ πυρός, ἵν’ ὁρατὸς ὁ κόσμος ᾖ, γῆς δέ, ἵνα ἁπτός, ἐκ πυρὸς καὶ γῆς ἀρχό‐ μενος ὁ θεὸς ποιήσει τὸ πᾶν· οὐχ ὡς ταῦτα πρῶτα τοῦ θεοῦ ποιοῦντος· πάλαι γὰρ τῆς κατὰ χρόνον γενέσεως ἀπέγνωμεν·
30ἀλλ’ ἐπειδὴ πᾶσα φυσιολογία τὴν ἀρχὴν ἀπὸ τῶν ἐναντίων
ποιεῖται, διὰ τοῦτο 〈καὶ τὸ〉 πᾶν ἦρχθαί φησι τῆς συστάσεως
in Ti
.

2

.

13

ἐκ πυρὸς καὶ γῆς, ἵνα ὁρατόν τε ἀποτελεσθῇ διὰ τὸ πῦρ καὶ ἁπτὸν διὰ τὸ στερεὸν τῆς γῆς, ὃ δὴ καὶ πάνυ μετ’ ἀκριβείας τὶ στερεὸν προσηγόρευσε. φυσικὸν γὰρ ἄλλο στερεὸν καὶ μαθηματικὸν ἄλλο, τὸ μὲν ἀναφές, τὸ δὲ ἁπτόν, ὃ δὴ
5ποθεῖ νῦν ὁ λόγος· ἐκεῖνο γὰρ τὸ στερεὸν ἁπτόν, ὅ ἐστι φυσικόν. οἱ οὖν ἀποροῦντες, διὰ τί στερεὸν ἡ γῆ μόνον, ἄτοποι· καὶ γὰρ ὕδωρ, φασί, καὶ ἀὴρ τοιαῦτα. δυνατὸν γὰρ πρὸς αὐτοὺς λέγειν, ὅτι τῇ γῇ μάλιστα ὑπάρχει τὸ ἀντί‐ τυπον. αὕτη γοῦν ὑποβάθρα καὶ τῶν ἄλλων ἐστί· γῆ γὰρ
10ὑπερείδει καὶ τὸ ὕδωρ καὶ τὸν ἀέρα, ταῦτα ἀμφότερα. πρῶ‐ τον οὖν ἁπτὸν ἡ γῆ καὶ πρῶτον ἀντίτυπον καὶ διὰ τοῦτο πρῶτον. στερεόν. παραιτούμεθα δὲ τοὺς λέγοντας, ὅτι τὰ τρία στοιχεῖα τὰ μετὰ τὸ πῦρ ἐκάλεσε γῆν ἐν τούτοις· τί γὰρ ἂν εἴη λοιπὸν τὸ μέσον γῆς καὶ πυρός, οὐκ ἔστιν εἰπεῖν.
15 Δύω δὲ μόνω καλῶς συνίστασθαι τρίτου χωρὶς οὐ δυνατόν· δεσμὸν γὰρ ἐν μέσῳ δεῖ τινα ἀμφοῖν συναγωγὸν γίγνεσθαι. δεσμῶν δὲ κάλλιστος, ὃς ἂν αὑτόν τε καὶ τὰ συνδούμενα ἓν ποιῇ [31 BC]. Ἐν δὴ τούτοις ὁ μὲν δεσμὸς ὡς εἰκόνα παρεχόμενος
20ἑαυτὸν τῆς ἑνώσεως τῆς θείας παραλαμβάνεται καὶ τῆς κοι‐ νωνίας τῶν δυνάμεων, καθ’ ἣν μετ’ ἀλλήλων ποιεῖται τὰς ἀπογεννήσεις τὰ νοερὰ τῶν ὅλων αἴτια, τὸ δὲ κάλλος ὡς ἑνοποιὸν ἔχον καὶ συνδετικὴν οὐσίαν τε καὶ δύναμιν ἀνα‐ φαίνεται· καὶ γὰρ τὸ καλῶς συνίστασθαι καὶ τὸ δεσμῶν
25δὲ κάλλιστος τούτου μοι δοκεῖ σημαντικὰ ὑπάρχειν ἀμφό‐ τερα. ἀρξάμενος οὖν ἀπὸ τῆς δυάδος ὡς τῇ γενέσει καὶ
προόδῳ καὶ ἑτερότητι συζύγου τὴν ἕνωσιν ἐπάγει τοῖς μετέ‐
in Ti
.

2

.

14

χουσιν αὐτῆς καὶ τὴν ἐναρμόνιον κοινωνίαν διὰ τοῦ δεσμοῦ, δεύτερον τοῦτο δῶρον ἐκ τοῦ δημιουργοῦ τῷ κόσμῳ διδούς. παραιτήσομαι δὲ καὶ ἐνταῦθα τοὺς τοῦ Πλάτωνος παρα‐ κούοντας μὴ προσάγειν τοιαύτας ἀπορίας τοῖς λόγοις· οὔτε
5γὰρ οἱ τὰ ἡμικύκλια λέγοντες μηδενὸς δεῖσθαι δεσμοῦ πρὸς τὴν τοῦ κύκλου γένεσιν ὀρθῶς λέγουσιν· οὐ γὰρ ἐκ τῶν ἡμικυκλίων ὁ κύκλος ὑφέστηκεν, ἀλλὰ τοὐναντίον ὄντος ἤδη τοῦ κύκλου καὶ οὐκ ἐκ τούτων ὄντος ἡ διάμετρος γραφεῖσα ποιεῖ τὰ ἡμικύκλια· δηλοῖ δὲ καὶ τὸ ὄνομα τούτοις ἀπὸ τοῦ
10κύκλου παρεχόμενον τὴν γένεσιν, ἀλλ’ οὐκ ἔμπαλιν. οὔτε οἱ τὴν μονάδα καὶ δυάδα παραλαμβάνοντες ἀντικείμενά πως ὄντα καὶ οὐδὲν ἔχοντα μέσον· οὐ γὰρ ἁπλῶς πάντων τῶν ὁπωσοῦν ἐχόντων εἶναί τι μεταξύ φησιν ὁ Πλάτων, 〈ἀλλὰ τῶν〉 εἰς ἑνὸς συνθέτου μελλόντων τελεῖν ὑπόστασιν· δύω γὰρ μόνω
15καλῶς συνίστασθαι, φησ, τρίτου χωρὶς ἀδύνατον· οὐκ ἐναντία δὲ μονὰς καὶ δυάς, εἴπερ ἐκ μονάδων ἡ δυάς. οὔτε αὖ οἱ τὰ συμφθειρόμενα παραφέροντες, ὥσπερ τὸν τῷ μέλιτι κεκραμένον οἶνον· ταῦτα γὰρ οὐκέτ’ ἔστι τῆς κρά‐ σεως γενομένης, ἡμεῖς δὲ ἐπιζητοῦμεν οὐχ ὅπως φθαρήσεται
20τὰ πράγματα· τοῦτο γὰρ οὐ θαυμαστόν· ἀλλ’ ὅπως μένοντα πρὸς ἄλληλα συναρμοσθήσεται· ὁ γὰρ δεσμὸς οὗτος σωτηρίας ἐστὶ τοῖς δεδεμένοις αἴτιος, ἀλλ’ οὐ κοινῆς φθορᾶς καὶ ἀπω‐ λείας. οὔτε οἱ τὴν ἀνδρὸς καὶ γυναικὸς κοινωνίαν ἐπιμαρ‐ τυρόμενοι μηδενὸς δεομένην τρίτου πρὸς τὴν σύστασιν· λε‐
25λήθασι γὰρ ἑαυτοὺς οὗτοι τὸν μέγιστον οὐχ ὁρῶντες δεσμὸν τὸν τοῦ ἔρωτος, ὃς ἐγείρει πρὸς τὴν κοινωνίαν ἄλλως μὲν τὴν ψυχικὴν ζωήν, ἄλλως δὲ τὴν φυσικήν. οὔτε τὸ σῶμα καὶ τὴν ψυχήν· ἔστι γὰρ ἐν τούτοις μέσος ὁ διὰ τῆς ἐμ‐ ψυχίας δεσμός. οὔτε τὰ συντηκόμενα, ὡς χρυσὸς καὶ ἄργυ‐
30ρος· τούτων γὰρ ἡ αὐτὴ οὐσία· ὕδωρ γάρ ἐστιν ἀμφότερα.
πάντες μὲν οὖν οὗτοι τῆς Πλάτωνος ἀποσφάλλονται διανοίας.
in Ti
.

2

.

15

ἡμεῖς δὲ αὖ λέγομεν ἑπόμενοι τοῖς εἰρημένοις, ὅτι δεῖ τὰ δύο ταῦτα πρῶτον μὲν πρὸς τὴν σύστασιν ἑνὸς παρα‐ λαμβάνεσθαι πράγματος, ἔπειτα μὴ συμφθείρεσθαι πρὸς τὴν σύνοδον—οὐ γὰρ ἂν ἔτι δεδεμένα εἴη, ἀλλὰ μηκέτι ὄντα—
5καὶ τρίτον ὄντως εἶναι στοιχεῖα τοῦ ἐξ αὐτῶν οὕτω γὰρ ἔχοντα πάντως δεήσεται τρίτου τινὸς εἰς τὸν σύνδεσμον. τί γὰρ αὐτὰ χωρὶς ὄντα καὶ διῃρημένα καὶ διεστῶτα πλεῖ‐ στον ἀλλήλων συνήγαγεν εἰς ἕν; εἰ μὲν γὰρ μηδὲν αὐτοῖς προσγέγονε, μένει διῃρημένα καὶ τὸν αὐτὸν ἔχοντα τρόπον,
10ὅνπερ καὶ πρότερον· εἰ δέ τι προσγέγονε, παρὰ τὰ ἤδη ὄντα γέγονε τοῦτο προσγενόμενον αὐτῶν δεσμός· τοῦτο γὰρ ἦν καὶ τὸ συναγωγὸν αὐτῶν εἰς ἑνὸς σύστασιν. ἀλλὰ ὁ δεσμὸς λέγεται τριχῶς· ἄλλος μὲν γὰρ δεσμὸς 〈ὁ〉 ἐν τῇ αἰτίᾳ τῶν συνελθόντων προϋπάρχων, ἄλλος δὲ ὁ ἐν αὐτοῖς τοῖς δε‐
15δεμένοις ἐνυπάρχων ὁμόστοιχος αὐτοῖς καὶ συμφυής, τρίτος δὲ ἄλλος ἐν μέσῳ τούτων, προϊὼν μὲν ἀπὸ τῆς αἰτίας, ἐν δὲ τοῖς συνδεομένοις ἐμφαινόμενος. ἄλλος γάρ, εἰ βούλει, τοῦ ζῴου καὶ τῶν ἐν αὐτῷ μορίων ἐστὶ δεσμὸς ὁ εἷς λόγος, ὁ ἐν αὐτῇ τῇ αἰτίᾳ τοῦ ζῴου προϊδρυμένος, ἄλλος δὲ γίγνε‐
20ται τῶν ἐν αὐτῷ, τὰ νεῦρα καὶ αἱ ἶνες, δεσμός, ἄλλος δὲ ὁ ἀπὸ τῆς αἰτίας προελθὼν φυσικὸς εἷς λόγος καὶ χρώμενος τοῖς τε νεύροις καὶ τοῖς ὑλικοῖς πᾶσιν ὀργανικοῖς δεσμοῖς πρὸς τὴν τοῦ ζῴου σύνδεσιν· οὗτος γὰρ οὔτε ἐξῄρηται τῶν συνδεδεμένων οὔτε τὸν ὧν οὐκ ἄνευ λόγον ἐπέχων ἄμοιρός
25ἐστι τῆς ἀληθινῆς αἰτίας. μήτ’ οὖν κατὰ τὸν πρῶτον τρό‐ πον τὸν νῦν λεγόμενον δεσμὸν ἀκούσῃς· οὐδὲν γὰρ ἐκεῖνος τῆς αἰτίας διενήνοχεν, ἡ δὲ αἰτία πάντως ἐξῄρηται τῶν ἀπ’ αὐτῆς καθὸ αἰτία ἐστίν, ὁ δέ γε Πλάτων ἐν μέσῳ τὸν δε‐ σμὸν εἶναι τῶν δεδεμένων εἴρηκεν, τὸ δὲ ἐν μέσῳ τινῶν
30οὐκ ἔστιν αὐτῶν κεχωρισμένον. μήτε κατὰ τὸν ὀργανικὸν καὶ τελευταῖον· ὁ γὰρ κατὰ τοῦτον δεσμὸς οὐκ ἔστιν ἑαυτοῦ
κύριος οὐδὲ τῆς οἰκείας ἑνώσεως, ὁ δὲ αὖ Πλάτων προσέ‐
in Ti
.

2

.

16

θηκεν, ὃς ἂν αὑτόν τε καὶ τὰ συνδούμενα ἓν ποιῇ· τοῦτον γὰρ καὶ ἐν τῷ μέσῳ τετάχθαι δυνατόν, ἔχειν δὲ τὴν τοιαύτην δύναμιν διὰ τῆς ἀναλογίας, ἣν κάλλιστον οὖσαν δεσμὸν καὶ τούτῳ διδόναι τὴν ταυτοποιὸν καὶ ἑνοποιὸν τῶν
5πάντων δύναμιν. ἔστιν οὖν καὶ οὗτος δεσμὸς ἀχώριστος τῶν συνδεθέντων, καὶ ἡ ἀναλογία δεσμός, ἄλλη μὲν οὖσα τῶν δεδεμένων πάντων, ἐν αὐτοῖς δὲ ὑφεστηκυῖα, καὶ ἡ βούλησις ἡ δημιουργικὴ δεσμὸς ἐξῃρημένος τῶν δεδεμένων· τῆς ἐμῆς βουλήσεως, φησί [41 B], μείζονος δεσμοῦ
10καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγί‐ νεσθε συνεδεῖσθε. λείπεται δὴ κατὰ τὸν μέσον τρό‐ πον ἡμᾶς ἀκούειν καὶ τὸ εἶδος τοῦ δεσμοῦ μέσον, οὔτε ποιητικὸν οὔτε ὀργανικόν. πόθεν οὖν ὁ τοιοῦτος ἐπινοεῖ‐ ται δεσμός, καὶ τίνος ἐστὶ σύμβολον; ἐφήκει μὲν οὖν καὶ
15ἀπὸ τῆς μιᾶς τῶν ὅλων αἰτίας· τὸ γὰρ ἑνοποιὸν πᾶσι κατ’ ἐκείνην πάρεστι τὴν πηγὴν ἁπάσης ἑνώσεως, δι’ ἣν συνῆπται καὶ ὁ νοῦς τῷ νοητῷ, παράγουσαν τὸ τῆς ἀληθείας φῶς, ὃ δὴ πρώτιστος δεσμός ἐστι, δι’ ἣν συνήρτηται πάντα ἀλλήλοις καὶ ἔστιν ὡς πάντα εἰς ἑνὸς 〈τελεῖ〉 τελείωσιν, τὴν ὁμοιότητα
20ὑποστήσασαν, δι’ ἣν καὶ τὰ προελθόντα ἐπέστραπται πρὸς τὰς οἰκείας ἀρχάς. ἐφήκει δὲ καὶ ἀπὸ τοῦ ἑνὸς ὄντος, ὃ δὴ πρώτιστόν ἐστι τῶν ὄντων καὶ ἡνωμένως περιέχει τὰς πάν‐ των αἰτίας κατὰ τὸν ἐν ἑαυτῷ δεσμὸν καὶ τὴν ἕνωσιν τὴν θείαν. πρόεισι δὲ καὶ ἀπὸ τοῦ παντελοῦς ζῴου· τὸ γὰρ πᾶν
25νοητὸν πολλῷ πρότερον ἢ τὸ αἰσθητὸν ἥνωται πρὸς ἑαυτό, καὶ τὰ ἐν αὐτῷ τῶν ὅλων αἴτια πρὸ ἀναλογίας δι’ ἀλλήλων πεφοίτηκεν, ἃ καὶ ἡ ἀναλογία μιμουμένη πάντα ἐν πᾶσι ποιεῖ καὶ τῶν αὐτῶν δυνάμεων μεταδίδωσι τοῖς διαφόροις. πρόεισί γε μὴν καὶ ἀπὸ τῆς συνοχικῆς αἰτίας· καὶ γὰρ ἡ
30ἀναλογία συνοχὴν ἐνέθηκεν ἄλυτον παντί, φησίν, οὖσαν
in Ti
.

2

.

17

πλὴν τοῦ συνδήσαντος τοῖς ὑπ’ αὐτῆς συνδεθεῖσι. προϊὼν δὴ οὖν ἀπὸ τούτων τῶν αἰτίων ὁ δεσμὸς συνεκτικός ἐστι καὶ κοινωνίας αἴτιος καὶ τῆς μιᾶς ἑνώσεως τῶν διακεκρι‐ μένων *** ἁρμονίας χορηγὸς καὶ τῆς εἰς ἓν σπευδούσης τῶν
5διαφόρων συμπνοίας, ἵνα δὴ ταῖς αἰτίαις, ἀφ’ ὧν ἐνδίδοται, παραπλήσιος ᾖ. τούτων δὴ διῃρημένων οὑτωσὶ καὶ ἀφωρι‐ σμένων ἐπ’ αὐτὸ τὸ προκείμενον ἐπανέλθωμεν. ἐπειδὴ γὰρ ἔδει τὸν κόσμον ὄντα γενητὸν ὁρατὸν εἶναι καὶ ἁπτόν, δε‐ δέηται πυρὸς καὶ γῆς· διότι μὲν ὁρατός, πυρός· καὶ γὰρ
10τὸ ὁρῶν ἐστιν αἰθερῶδες, διὸ καὶ ἀκτῖνας ἀφίησι, καὶ τὸ συνάγον ἀμφότερα φῶς ἐστι, πᾶν δὲ φῶς ἐκ πυρός, οὐ γὰρ ἀπὸ γῆς τῆς τὸ σκότος ἐμποιούσης, πολλὰ δέ, ὥσπερ εἴρη‐ ται [p. 8, 22 s], τὸ πῦρ. διότι δὲ ἁπτός, γῆς· ἡ γὰρ γῆ τὸ μάλιστα στερεόν· μονιμωτέρα γὰρ καὶ ἀντιτυπωτέρα τῶν ἄλ‐
15λων, τὸ δὲ μάλιστα στερεὸν μάλιστα ἁπτόν· ὑπομένει γὰρ τὴν ἀντέρεισιν τοῦ μὴ στερεοῦ μᾶλλον· ἡ ἄρα γῆ μάλιστα ἁπτόν. ἔστω οὖν δύο ταῦτα στοιχεῖα πρῶτον ἡμῖν ἐν τῷ παντὶ κείμενα καὶ ἐναντία ἀλλήλοις, τὸ μὲν πῦρ εἴδει καὶ ἄρρενι καὶ τοῖς τοιούτοις ἀνὰ λόγον, ἡ δὲ γῆ θήλει καὶ ὕλῃ
20σύστοιχον. τούτων οὖν οὕτως ἀντιδιῃρημένων ταῖς οὐ‐ σίαις, ταῖς δυνάμεσι, ταῖς ἐνεργείαις, ταῖς αἰσθήσεσι, τοῖς τόποις οὐκ ἔσται μία διακόσμησις οὐδὲ εἷς κόσμος, εἰ μὴ δεσμὸς αὐτοῖς ἐγγένοιτο καὶ κοινωνία πρὸς ἄλληλα. δύο γάρ τινα καλῶς συνίστασθαι τρίτου χωρὶς ἀδύνατον.
25καὶ ὁ μὲν Πλάτων καθόλου προήνεγκε τὸν λόγον εἰπὼν τινά· πρόσθες δέ, εἰ βούλει, τὰ παντάπασιν ἐναντία, καὶ ποιήσεις ἀνελεγκτότατον τὸν λόγον καὶ μᾶλλον ὡμολογη‐ μένον· δύο γὰρ τὰ ἐναντιώτατα συνδραμεῖν ἀλλήλοις εἰς μίαν σύστασιν ἀδύνατον τρίτου χωρίς. ἢ γὰρ ἑαυτὰ συν‐
30άγει ἢ ὑπ’ ἄλλου συνάγεται. ἀλλὰ μὴν ἐναντία ὄντα καὶ
in Ti
.

2

.

18

πλεῖστον διεστῶτα ἀλλήλων καὶ ἀποδιδράσκοντα ἄλληλα φειδοῖ τῆς ἑαυτῶν οὐσίας οὐ δυνατὸν ἑαυτὰ συνάγειν· ὑπ’ ἄλλου ἄρα συνάγεται. τοῦτο δ’ ἐστὶν ὁ δεσμός. ὥστε δεήσει τρί‐ του τινός· ἀπὸ δυάδος ἄρα προῆλθεν ἐπὶ τριάδα τὸ πᾶν.
5ἤρξατο μὲν γὰρ ἀπὸ δυάδος, ὅτι πᾶσα γένεσις οἰκείως ἔχει πρὸς ταύτην τὴν ἀρχήν· ἡ γὰρ ἑτερότης καὶ τὸ ἄπειρον καὶ τὸ Ἐμπεδόκλειον νεῖκος τοῖς γενητοῖς προσήκει πράγμασι· προῆλθε δὲ ἄχρι τριάδος τό γε νῦν διὰ τὸν δεσμόν. πάλιν οὖν γῆς καὶ πυρὸς μέσον τι ληπτέον τρίτον, ἀμφοῖν συναγωγόν,
10καὶ ἔστω τοῦτο τὸ ὑγρὸν παραδείγματος χάριν, ὃ καὶ ἀέρι κοινόν ἐστι καὶ ὕδατι· τοῦτο γὰρ συνεκτικὸν μέν ἐστι τῆς γῆς ὡς συγκολλῶν αὐτὴν καὶ συνέχον διαπεφορημένην, ὑποκείμενον δὲ τῷ πυρὶ τροφὴν αὐτῷ παρέχεται καὶ δια‐ μονήν. ἀπὸ δὲ τῆς τριάδος ταύτης ἡ τετρὰς ἀναφανήσεται
15μικρὸν ὕστερον [Tim. 32 B], διότι στερεὰ τὰ συνδούμενά ἐστιν. ὀρθῶς ἄρα εἴρηται τὸ κάλλος καὶ τὴν ἐναρμόνιον κοινωνίαν καὶ τὴν ἕνωσιν παρέχειν ὁ δεσμός. τίς δὲ οὗτός ἐστι καὶ ὅπως ἐνυπάρχει τοῖς δεδεμένοις, διὰ τῶν ἑξῆς λόγων παρίστησι.
20 Τοῦτο δὲ πέφυκεν ἀναλογία κάλλιστα ἀποτελεῖν [31 C]. Ταύτην δὴ τὴν ἀναλογίαν φατέον εἶναι τὸν νυνὶ ζητού‐ μενον δεσμόν, τὸ δὲ μέσον ἢ τὰ μέσα κατὰ τὸν τρίτον τρόπον εἶναι δεσμούς· ἡ γὰρ ἀναλογία καὶ ἐν αὐτοῖς ἐστι
25τοῖς τὸν αὐτὸν ἔχουσι λόγον καὶ ἑαυτὴν πέφυκε μετ’ ἐκείνων συνδεῖν, ἐκεῖνα μὲν διὰ τῶν λόγων, ἑαυτὴν δὲ τῷ τὸ αὐτὸ σῴζειν εἶδος ἐν τοῖς κατ’ ἀριθμὸν διαφόροις καὶ τὸ ἓν ἐν τῷ πλήθει φερόμενον· τοῦτο γὰρ ἔχει παρ’ ἑαυτῆς καὶ κατὰ τὸν ἑαυτῆς λόγον, καὶ εἰκότως. ἀπὸ γὰρ ἰσότητος ἡ ἀνα‐
30λογία πρόεισιν, ἡ δὲ ἰσότης τῆς τοῦ ἑνός ἐστι συστοιχίας·
in Ti
.

2

.

19

ὡς γὰρ τοῦ καθ’ αὑτὸ ποσοῦ πηγὴ καὶ ῥίζα ἐστὶν ἡ μονάς, οὕτως τοῦ πρός τι παντὸς ἡ ἰσότης, τὴν μονάδος ἔχουσα τά‐ ξιν πρὸς τὰς ἄλλας σχέσεις. ἵνα γὰρ παρῶμεν 〈μὲν〉 τὰς ἄλλας μεσότητας, ἃς οἱ νεώτεροι προστιθέασι, τοὺς Νικομάχους
5λέγω, τοὺς Μοδεράτους καὶ εἴ τινες ἄλλοι τοιοῦτοι, περὶ δὲ τῶν τριῶν τὰ νῦν μεσοτήτων εἴπωμεν, ἀφ’ ὧν καὶ ὁ Πλάτων ὑφίστησι τὴν ψυχήν, ἀριθμητικῆς, γεωμετρικῆς, ἁρμονικῆς, ἔξεστι καθορᾶν, ὅπως ἀπὸ τῆς ἰσότητος αὗται πᾶσαι γεν‐ νῶνται διὰ τῶνδε τῶν προσταγμάτων. ἡ μὲν ἀριθμητικὴ
10τοῦτον τὸν τρόπον· πρῶτον πρώτῳ ἴσον ποιῆσαι, δεύτερον πρώτῳ καὶ δευτέρῳ, τρίτον πρώτῳ καὶ δευτέρῳ καὶ τρίτῳ. τριῶν οὖν μονάδων ἐκκειμένων ἔσονται οἱ κατὰ ταῦτα τὰ προστάγματα γεγονότες ὅροι μονὰς δυὰς τριὰς ἀριθμητικὴν μεσότητα σῴζοντες· αὕτη γάρ ἐστιν ἡ ἴσῳ μὲν ὑπερέχουσα
15κατ’ ἀριθμόν, ἴσῳ δὲ ὑπερεχομένη, καθά φησιν [36 A] αὐ‐ τὸς ὁ φιλόσοφος. ἡ δὲ γεωμετρικὴ καὶ αὐτὴ τοιόνδε τινὰ τρόπον· πρῶτον πρώτῳ ἴσον ποιῆσαι, δεύτερον πρώτῳ ἅμα καὶ δευτέρῳ, τρίτον πρώτῳ ἅμα καὶ δύο δευτέροις καὶ τρίτῳ· τριῶν γὰρ πάλιν οὐσῶν μονάδων γίγνονται διὰ τούτων τῶν
20προσταγμάτων ὅροι μονὰς δυὰς τετρὰς γεωμετρικὴν ποιοῦν‐ τες· ἔστι γὰρ ἀναλογίας ἴδιον [τὸ] τὸν αὐτὸν λόγον ἐν μεί‐ ζοσί τε καὶ ἐλάττοσιν ὅροις διαφυλάττειν. ἡ δὲ ἁρμονικὴ τρίτην ἔχουσα τάξιν οὑτωσί πως γεννᾶται καὶ αὕτη· τριῶν μονάδων ἐκκειμένων πρῶτον πρώτῳ καὶ δὶς δευτέρῳ ἴσον
25ποιῆσαι, δεύτερον δὶς πρώτῳ καὶ δύο δευτέροις, τρίτον πρώ‐ τῳ καὶ δύο δευτέροις καὶ τρισὶ τρίτοις· διὰ γὰρ τούτων τῶν προσταγμάτων ἔσονται ὅροι τριὰς τετρὰς ἑξὰς ἁρμονι‐ κὴν ποιοῦντες· ἁρμονικὴ γάρ ἐστι μεσότης ἡ ταὐτῷ μέρει τῶν ἄκρων ὑπερέχουσά τε καὶ ὑπερεχομένη κατ’ αὐτὸν τὸν
30Πλατωνικὸν ἀφορισμόν [36 A]. πᾶσαι ἄρα αἱ μεσότητες ἀπὸ
in Ti
.

2

.

20

ἰσότητος ἔχουσι τὴν γένεσιν· εἰ δὲ τοῦτο, τὸ μονοειδὲς ἔχουσι καὶ τὸ συναγωγὸν καὶ ἑνοποιὸν τῶν πραγμάτων. ἡ γὰρ ἰσότης ἀνὰ λόγον ἐστὶ 〈τῇ〉 ταυτότητι καὶ τῇ μονάδι καὶ τῷ πέρατι καὶ τῇ ὁμοιότητι, δι’ ὧν ἡ κοινωνία τοῖς οὖσίν ἐστι.
5διὸ καὶ τὸ πέφυκεν οἰκείως προσέθηκεν ὁ Πλάτων, ὅτι τὸ αὐτοφυὲς ἔχουσιν αἱ ἀναλογίαι καὶ πᾶσαι αἱ μεσότητες καὶ οὐ μεμηχανημένον ἐπάγουσι τὸν δεσμὸν οὐδ’ ἐπείσακτον, ἀλλ’ ἐν αὐταῖς ταῖς οὐσίαις καὶ ταῖς δυνάμεσιν ἀναφαί‐ νονται τῶν πραγμάτων.
10 Ὁπόταν γὰρ ἀριθμῶν τριῶν εἴτε ὄγκων εἴτε δυ‐ νάμεων ὡντινωνοῦν ᾖ τὸ μέσον, ,τι περ τὸ πρῶτον πρὸς αὐτ, τοῦτο αὐτὸ πρὸς τὸ ἔσχατον· καὶ πάλιν αὖθις· ,τι τὸ ἔσχατον πρὸς τὸ μέσον, τὸ μέσον πρὸς τὸ πρῶτον, τότε τὸ μέσον μὲν πρῶτον καὶ ἔσχατον
15γιγνόμενον, τὸ δὲ ἔσχατον καὶ τὸ πρῶτον αὖ μέσα ἀμφότερα, πάνθ’ οὕτως ἐξ ἀνάγκης τὰ αὐτὰ εἶναι συμβήσεται, τὰ αὐτὰ δὲ γενόμενα ἀλλήλοις, ἓν πάντα ἔσται [32 A]. Πρῶτον εἰπεῖν χρὴ περὶ τούτων μαθηματικῶς, ἔπειτα,
20ὅπερ μάλιστα πρόκειται, φυσικῶς· οὐ γὰρ ἀπηρτῆσθαι δεῖ τὸν λόγον τῆς προκειμένης ἡμῖν θεωρίας. εἰσὶ μὲν οὖν τινες, οἳ νομίζουσι τὸν Πλάτωνα διὰ τούτων τὴν γεωμε‐ τρικὴν μεσότητα ἀφορίζεσθαι, λέγοντες ἄλλα τε πολλὰ καὶ ὅτι κυρίως μέν ἐστιν ἀναλογία παρὰ πάσας ἡ γεωμετρική,
25μεσότητες δὲ αἱ ἄλλαι καλοῖντο ἂν δικαίως, καὶ ὅ γε Νικό‐ μαχος ταύτης ἐστὶ τῆς δόξης, λέγων ὀρθῶς. ἀναλογία γὰρ κυρίως ἐστὶν ἡ γεωμετρική, τὰς δὲ ἄλλας μεσότητας δεῖ προσαγορεύειν, ὡς ἐρεῖ [36 A] καὶ αὐτὸς ἐν τῇ ψυχογονίᾳ προελθών, ἀναλογίας δὲ καταχρώμενοι ταύτας λέγουσι.
30δοκοῦσι δὲ ἄλλοις μὴ καλῶς ἀντιλαμβάνεσθαι τῆς τοῦ Πλά‐
in Ti
.

2

.

21

τωνος διανοίας. οὐ γὰρ προσδιώρισε, φασίν, ἐν τούτοις, ὅτι δεῖ τὸν αὐτὸν εἶναι λόγον, ἀλλὰ τοσοῦτον εἴρηται μόνον, ὅτι δεῖ τοιαύτην εἶναι σχέσιν τοῦ ἐσχάτου πρὸς τὸ μέσον, οἵαν τὸ μέσον ἔχει πρὸς τὸ πρῶτον· τοῦτο δὲ τῶν εἰρημένων
5πασῶν μεσοτήτων κοινόν. καὶ γὰρ ὡς μονὰς πρὸς δυάδα κατὰ τὴν ἀριθμητικὴν καὶ τὸ ἴσον τῷ ποσῷ, οὕτω πρὸς τριάδα ἡ δυάς· ᾧ γὰρ ἡ δυὰς ὑπερέχεται πρὸς τῆς τριάδος, τούτῳ καὶ ἡ τριὰς ἐλασσοῦται τῆς τετράδος. καὶ ὡς μονὰς πρὸς δυάδα κατὰ τὴν γεωμετρικήν, οὕτω δυὰς πρὸς τετράδα·
10λόγος γὰρ ὁ αὐτός. καὶ ὡς τριὰς πρὸς τετράδα κατὰ τὴν ἁρμονικὴν καὶ τὸ μόριον τῆς τριάδος, ᾧ ὑπερέχει αὐτῆς ἡ τετράς, οὕτω τετρὰς πρὸς ἑξάδα· ᾧ γὰρ ἑαυτῆς ὑπερέχεται μορίῳ παρὰ τῆς τετράδος ἡ τριάς, τούτῳ τῆς ἑξάδος καὶ τοσούτῳ παρ’ αὐτῆς ὑπερέχεται τῆς ἑξάδος ἡ τετράς. οὗτοι
15μὲν οὖν ταῦτα διατάττονται τοῦ Πλάτωνος ἐναργῶς τὴν γεωμετρικὴν μεσότητα παραλαμβάνοντος· τὸ γὰρ ἀνὰ τὸν αὐτὸν λόγον εἶναι τὸ πρῶτον πρὸς τὸ μέσον καὶ τὸ μέσον πρὸς τὸ τρίτον ταύτης ἐξαίρετόν ἐστι. τριῶν δὲ οὐσῶν τῶν μεσοτήτων, ἀριθμητικῆς, γεωμετρικῆς, ἁρμονικῆς, καὶ
20τοιούτων οὐσῶν, οἵων εἴπομεν, εἰκότως ὁ Πλάτων τρία ταῦτα ἔλαβεν ὑποκείμενα, τοὺς ἀριθμούς, τοὺς ὄγκους, τὰς δυνάμεις. ἔστι γὰρ ἀριθμητικὴ μὲν ἐν τοῖς ἀριθμοῖς, γεω‐ μετρικὴ δὲ ἐν τοῖς συνεχέσι μᾶλλον, ἁρμονικὴ δὲ ἐν ταῖς δυνάμεσι· περὶ γὰρ ὀξύτητας καὶ βαρύτητας ὑφέστηκε. καὶ
25οὕτω μὲν ἂν εἴποις διελὼν κατὰ τὴν ἐπικράτειαν. ἔστι δὲ καὶ ἐν ἀριθμοῖς πάσας λαβεῖν καὶ ἐν ὄγκοις καὶ ἐν δυ‐ νάμεσι. καὶ ὅπως μὲν ἐν ἀριθμοῖς, δῆλον· εἴρηται γάρ. ἀλλὰ μὴν καὶ ἐν ὄγκοις· τριῶν γὰρ μεγεθῶν ἴσων ἐκκει‐ μένων τοῖς εἰρημένοις τρισὶ προστάγμασι χρώμενος δύναιο
30ἂν πλάττειν ἄλλα μεγέθη, νῦν μὲν ἀριθμητικὴν ποιοῦντα, νῦν δὲ ἁρμονικήν, νῦν δὲ γεωμετρικήν. καὶ δὴ καὶ ἐν δυνάμεσι τὸν αὐτὸν τρόπον· ἔστωσαν γὰρ ἴσαι δυνάμεις
τρεῖς, οἷον ὑπάται πᾶσαι ὁμότονοι, ποιήσεις δὴ καὶ ἐκ τού‐
in Ti
.

2

.

22

των ἀριθμητικὴν μέν, εἰ πρῶτον ἴσον πρώτῳ θείης, οἷον ὑπάτην, δεύτερον δὲ πρώτῳ καὶ δευτέρῳ, οἷον ἄλλον φθόγγον διπλασίως ἠχοῦντα ταύτης· ἔστω δὲ ἡ νήτη, ἡ τὸν διπλά‐ σιον ἔχουσα λόγον πρὸς τὴν ὑπάτην· τρίτον δὲ πρώτῳ καὶ
5δευτέρῳ καὶ τρίτῳ. ἔσται γὰρ φθόγγος ὁ τὸν τριπλάσιον λόγον ποιῶν πρὸς τὴν ὑπάτην ἴσῳ τῆς νήτης ὑπερέχων, ὅσῳ ἡ νήτη τῆς ὑπάτης, καὶ τρεῖς οὗτοι φθόγγοι διαστή‐ σονται ἀλλήλων ἀριθμητικῶς, ὑπάτη, νήτη, τρίτη ὑπερβο‐ λαίων. *** γεωμετρικὴν δὲ ποιήσεις ἐκ τῶν ἐκκειμένων
10ὑπατῶν πρῶτον πρώτῳ ποιήσας ἴσον καὶ θεὶς ὑπάτην, δεύ‐ τερον πρώτῳ ἅμα καὶ δευτέρῳ καὶ θεὶς νήτην· αὕτη γὰρ δύναται τῆς ὑπάτης διπλάσιον· τρίτον πρώτῳ ἅμα καὶ δύο δευτέροις καὶ τρίτῳ καὶ θείς τινα χορδήν· αὕτη γὰρ διπλά‐ σιον μὲν δύναται τῆς νήτης, τετραπλάσιον δὲ τῆς ὑπάτης·
15καὶ ἔσονται τρεῖς οὗτοι φθόγγοι γεωμετρικὴν ποιοῦντες. πᾶσαι ἄρα καὶ ἐν ἀριθμοῖς ὁρῶνται καὶ ἐν ὄγκοις καὶ ἐν δυνάμεσι, μᾶλλον μὴν ᾠκείωται ὁ μὲν ἀριθμὸς τῇ ἀριθμη‐ τικῇ, ὁ δὲ ὄγκος τῇ γεωμετρικῇ, ἡ δὲ δύναμις τῇ ἁρμονικῇ. καὶ διὰ ταῦτα μὲν οὖν τοῖς τρισὶν ἐχρήσατο τούτοις ὁ Πλά‐
20των, ἀριθμοῖς, ὄγκοις, δυνάμεσιν. εὖ δὲ καὶ ὅτι κοινούς τινας λόγους ἀποδιδοὺς ἀπὸ τοῦ μέσου πεποίηται τὴν ἀρ‐ χήν· τοῦτο γάρ ἐστι δι’ οὗ πᾶσα ἀναλογία συνέστηκε, συν‐ άγον τοὺς ἄκρους κατὰ τὸν λόγον καὶ διαπορθμεῦον τὸν λόγον ἀπὸ τῆς ἑτέρας δυνάμεως ἐπὶ τὴν λοιπήν ἔστι γὰρ
25ὁ μὲν κυρίως δεσμὸς ἡ ἀναλογία, δεσμὸς δὲ ὡς τὸ δι’ οὗ καὶ τὸ μέσον· δι’ αὐτοῦ γὰρ ἡ ἀναλογία συνδεῖ τοὺς ἄκρους. ἀπὸ τούτου τοίνυν ὡς οἰκειοτάτου τῇ φύσει τῆς ἀναλογίας πεποίηται τὴν ἀρχὴν καὶ ὡς δι’ αὐτοῦ τῆς σχέσεως ἐπι‐ τελουμένης, διὸ καὶ μεσότητες προσαγορεύονται, καὶ ὅτι τέλος
30ἐστὶ πάσης ταύτης ἀναλογίας ἡ ταυτότης· ἐπειδὴ γὰρ ἀπὸ ἰσό‐
in Ti
.

2

.

23

τητος προελήλυθεν, ἡ δὲ ἰσότης ταυτότης τίς ἐστιν, ἐπιστρέφει πάντα πρὸς τὴν ἰσότητα καὶ τὴν ταυτότητα. λέγοιτο δ’ ἂν κυρίως ἐπὶ μὲν τῆς γεωμετρικῆς ἡ ταυτότης· ὁ γὰρ αὐτός ἐστι λόγος· ἐπὶ δὲ τῆς ἀριθμητικῆς ἡ ἰσότης, ἐπὶ δὲ τῆς
5ἁρμονικῆς ἡ ὁμοιότης. καὶ τρίτον ὅτι διὰ τῆς ταυτότητος ἐπὶ τὴν ἕνωσιν ἡ ἄνοδος. ἐξήρτηται γὰρ ἡ μὲν ἐκ τῆς ἀναλογίας σχέσις ἐγγινομένη τοῖς ὅροις τῆς ἰσότητος, ἡ δὲ ἰσότης τῆς ταυτότητος, ἡ δὲ ταυτότης τῆς ἑνώσεως. Μετὰ δὴ τὴν μαθηματικὴν ἀνάληψιν τῶν ῥημάτων τού‐
10των ἐπὶ τὴν φυσικὴν δεῖ τρέπεσθαι θεωρίαν. οὔτε γὰρ τοῖς μαθήμασιν ἐγκαταμένειν προσήκει τὸν λόγον ἀπαρτῶντας (φυσικὸς γὰρ ὁ διάλογος) οὔτε ἀμελεῖν τῶν λόγων ἐκείνων τὸ πρὸς αἴσθησιν μόνον ἐπιζητοῦντας, ἀλλὰ δεῖ συνάπτειν ἀμφότερα καὶ συμπλέκειν ἀεὶ τὰ φυσικὰ τοῖς μαθηματικοῖς,
15ὥσπερ καὶ αὐτὰ τὰ πράγματα συμπλέκεται καὶ ἔστιν ὁμο‐ γενῆ καὶ ἀδελφὰ κατὰ τὴν ἀπὸ νοῦ πρόοδον. καὶ γὰρ ὅλως εἰ μέσην ἔταττον οἱ Πυθαγόρειοι τὴν μαθηματικὴν οὐσίαν τῶν τε νοητῶν καὶ τῶν αἰσθητῶν, ὡς ἀνελιττομένην μὲν τῶν νοητῶν μᾶλλον, καθολικωτέραν δὲ τῶν αἰσθητῶν οὖσαν,
20τί χρὴ ταῦτα παρέντας φυσιολογίας μόνης φροντίζειν; πῶς γὰρ διακεκόσμηται τὸ αἰσθητὸν ἢ κατὰ ποίους διατέτακται λόγους ἢ ἀπὸ ποίων προελήλυθε λόγων ἢ ἀπὸ τῶν μαθη‐ ματικῶν; οὗτοι γοῦν οἱ λόγοι πρώτως μέν εἰσιν ἐν ψυχαῖς ἀπὸ νοῦ καταβάντες, ἔπειτα ἐν τοῖς σώμασιν ἀπὸ τῶν ψυ‐
25χῶν. δεῖ δὴ οὖν μὴ μένειν ἐπὶ τῶν μαθηματικῶν, ὥσπερ τινὲς ποιοῦσι τοῦτο γὰρ καὶ ψευδεῖς δόξας ἐμποιεῖ τοῖς ἀκούουσιν, ὡς τῶν φυσικῶν σχημάτων καὶ ἀριθμῶν μαθη‐ ματικῶν ὄντων, καὶ ἄλλως ἄτοπον· οὐδὲ γὰρ ἐπιδέχονται τῶν μαθημάτων τὸ ἀκριβὲς καὶ ἐρηρεισμένον οἱ λόγοι τῆς
30φύσεως, πρὸς τῷ μηδὲ τοῖς ἀποδεικτικοῖς ἡμᾶς ἕπεσθαι κα‐ νόσιν, ἐν οἷς εἴρηται μὴ μεταφέρειν τὰ ἀπ’ ἄλλου γένους ἐπιστητὰ εἰς ἄλλο γένος. οὐκοῦν οὐδὲ τὰ φυσικὰ δυνατὸν
ἀριθμητικῶς θεωρεῖν. φέρ’ οὖν, εἰ δοκεῖ, φυσικῶς τὴν
in Ti
.

2

.

24

τῶν προκειμένων ῥητῶν θεωρίαν μετέλθωμεν. ἡ μὲν οὖν ἀναλογία 〈ἡ〉 πρώτη, καθ’ ἣν ἡ φύσις ἁρμονίαν ἐντίθησι τοῖς ἑαυτῆς ἔργοις καὶ καθ’ ἣν ὁ δημιουργὸς διακοσμεῖ τὸ πᾶν, μία τίς ἐστι ζωὴ καὶ λόγος εἷς φοιτῶν διὰ πάντων
5καὶ ἑαυτὸν μὲν πρώτως, ἔπειτα δὲ καὶ ἐκεῖνα συνέχων, ἐν οἷς ἐστι, καθ’ ἣν καὶ ἡ συμπάθεια γίγνεται τοῖς ἐν τῷ κόσμῳ πᾶσιν, ὡς ἑνὶ ζῴῳ καὶ φύσει μιᾷ κυβερνωμένῳ· ταύ‐ την δὲ δεσμὸν οὖσαν τῶν ὅλων ὑφίστησι μὲν καὶ ἡ ὅλη φύσις, ὑφίστησι δὲ καὶ ἡ μία ψυχή, γεννᾷ δὲ καὶ ὁ εἷς
10νοῦς, καὶ ἀεὶ τὰ κρείττω μείζω καὶ τελειοτέραν ἕνωσιν ἐν‐ τίθησι τοῖς ἐγκοσμίοις. λεγέσθω μὲν οὖν καὶ ἡ ἕξις εἶναι συνοχικὴ τῶν ὑποκειμένων καὶ τὸ εἶδος τὸ ἔνυλον καὶ τῶν στοιχείων τῶν μέσων αἱ δυνάμεις. ἀλλὰ ταῦτα μὲν πάντα τὸν ὧν οὐκ ἄνευ λόγον ἐπέχειν φήσομεν καὶ ἀναλογεῖν τῷ
15ἐν τοῖς μαθήμασι μέσῳ, δι’ οὗ τοῖς ἄκροις ἡ σχέσις, αὐτὴ δὲ ἡ ζωὴ συναγωγὸς γιγνομένη πάντων καὶ ἑνοποιὸς καὶ ἐξηρτημένη μὲν τῶν οἰκείων αἰτίων, συνδέουσα δὲ ταῦτα, ἐν οἷς ἐστιν, ἡ ὄντως ἐστὶν ἀναλογία, καὶ τὴν ἑαυτῆς ἕνωσιν φυλάττουσα καὶ τὴν τῶν μετασχόντων αὐτῆς. πάλιν οὖν ὁ
20δεσμὸς τριχῶς· ἄλλος γὰρ δεσμὸς αὐταὶ τῶν στοιχείων αἱ κοιναὶ δυνάμεις, ἄλλος ἡ μία τῶν σωμάτων αἰτία, καὶ τρίτος ἄλλος ὁ μέσος ἀμφοῖν, ἀπὸ μὲν τῆς αἰτίας προϊών, ταῖς δὲ μερισταῖς περὶ τὸ σῶμα δυνάμεσι χρώμενος. καὶ οὗτός ἐστιν ὁ κρατερὸς δεσμός, ὥς φησιν ὁ θεολόγος, διὰ πάντων
25τεταμένος καὶ ὑπὸ τῆς χρυσῆς σειρᾶς συνεχόμενος· ἐπ’ αὐτῷ γὰρ ὁ Ζεὺς τὴν χρυσῆν ὑφίστησι σειρὰν κατὰ τὰς ὑπο‐ θήκας τῆς Νυκτός· αὐτὰρ ἐπὴν δεσμὸν κρατερὸν περὶ πάντα τανύσσῃς, σειρὴν χρυσείην ἐξ αἰθέρος ἀρτήσαντα.
30τῆς δὲ ἀναλογίας τοιαύτης οὔσης τῆς φυσικῆς κατίδωμεν.
ἐν τίσι καὶ διὰ τίνων συνίστασθαι πέφυκεν. οὐκοῦν, ὥς
in Ti
.

2

.

25

φησιν αὐτός, ἐν ἀριθμοῖς καὶ ὄγκοις καὶ δυνάμεσιν. εἰσὶ δὲ ἀριθμοὶ μὲν οἱ φυσικοὶ τὰ εἴδη τὰ ἔνυλα, τὰ μεριζόμενα περὶ τὸ ὑποκείμενον, ὄγκοι δὲ αἱ ἐκτάσεις αὐτῶν καὶ αἱ διαστάσεις αἱ περὶ τὴν ὕλην, δυνάμεις δὲ αἱ 〈ποιότητες αἱ〉
5συνεκτικαὶ καὶ εἰδοποιοὶ τῶν σωμάτων. ἄλλο γὰρ τὸ εἶδος καὶ ἄλλη ἡ ἀπ’ αὐτοῦ δύναμις· αὐτὸ μὲν γὰρ ἀμερές ἐστι καὶ οὐσιῶδες, ἐκταθὲν δὲ καὶ ὀγκωθὲν οἷον πνοὴν ἀφ’ ἑαυτοῦ προΐεται τὰς ἐνύλους δυνάμεις, ποιότητάς τινας οὔ‐ σας· οἷον ἐπὶ τοῦ πυρὸς τὸ μὲν εἶδος αὐτοῦ καὶ οὐσία
10ἀμερής ἐστι καὶ ὄντως ἄγαλμα τῆς αἰτίας τοῦ πυρός· ἔστι γάρ τι καὶ ἐν τοῖς μεριστοῖς ἀμερές· ἀπὸ δὲ τοῦ εἴδους ἀμερῶς ὄντος ἐν τῷ πυρὶ διάστασις αὐτοῦ γίγνεται καὶ ἔκ‐ τασις περὶ τὴν ὕλην, ἀφ’ ἧς αἱ δυνάμεις προβέβληνται τοῦ πυρός, οἷον θερμότης ἢ ψύξις ἢ ὑγρότης ἢ ἄλλη τις τοι‐
15αύτη, καὶ εἰσὶν αὗται ποιότητες μὲν οὐσιώδεις, οὐσία δὲ τοῦ πυρὸς οὐδαμῶς· οὐ γὰρ ἐκ ποιοτήτων αἱ οὐσίαι οὐδὲ ταὐτὸν οὐσία καὶ δύναμις, ἀλλὰ προηγεῖται πανταχοῦ τὸ οὐσιῶδες τῆς δυνάμεως, καὶ ἐξ ἑνὸς ἐκείνου πλῆθος πρό‐ εισι δυνάμεων καὶ ἐξ ἀδιαιρέτου διῃρημένον, ὥσπερ αὖ καὶ
20ἐκ μιᾶς δυνάμεως ἐνέργειαι πλείους. ὅσῳ γὰρ πρόεισιν ἕκαστον, τοσούτῳ μᾶλλον πληθύεται καὶ διαιρεῖται, κατὰ τὴν ἀρχὴν ἑαυτοῦ καὶ τὴν αἰτίαν ἀμέριστον ὂν καὶ ἀδιαί‐ ρετον. ὄντος οὖν ἐν ἑκάστῳ σώματι τοῦ τριττοῦ τούτου, λέγω δὲ ἀριθμοῦ καὶ ὄγκου καὶ δυνάμεως, ἡ ἀναλογία καὶ
25ὁ δεσμὸς ὁ φυσικὸς ἄνωθεν ἐπιβατεύει τοῖς τε ἀριθμοῖς αὐτῶν καὶ τοῖς ὄγκοις καὶ ταῖς δυνάμεσι, τάς τε οὐσίας αὐτῶν τὰς ἀμερεῖς συνάγει καὶ ἑνοῖ πρὸς τὴν μίαν τοῦ κόσμου συμπλήρωσιν, τοῖς τε εἴδεσι κοινωνίαν καὶ τοῖς ὄγ‐ κοις συμμετρίαν καὶ ταῖς δυνάμεσιν ἁρμονίαν ἐντίθησι, καὶ
30οὕτω ῥητὰ πάντα καὶ ὁμόλογα ἀλλήλοις ἀπεργάζεται, πρόεισι δὲ ἀπὸ μὲν τοῦ μέσου πρὸς τὸ πρῶτον, ἀπὸ δὲ τοῦ τρίτου
πρὸς τὸ μέσον καὶ ἀπὸ τοῦ πρώτου πρὸς τὸ μέσον, ἀπὸ
in Ti
.

2

.

26

δὲ τούτου πρὸς τὸ ἔσχατον, καὶ ἀπὸ τοῦ ἐσχάτου πάλιν ἐπὶ τὸ μέσον, ἀπὸ τούτου δὲ ἐπὶ τὸ πρῶτον. διότι καὶ πρόοδον παρέχεται καὶ ἐπιστροφὴν τοῖς σώμασιν ὁ τοιοῦτος δεσμός, ἀπὸ τοῦ μέσου μὲν ἀρχόμενος, διότι συνοχικός ἐστι καὶ
5ἑνοποιὸς καὶ κατὰ ταύτην τὴν ἰδιότητα ἀφώρισται, προϊὼν δὲ ἀπὸ τοῦ πρώτου διὰ τοῦ μέσου ἐπὶ τὸ ἔσχατον, ὡς ἐκ‐ τείνων καὶ ἐξαπλῶν ἑαυτὸν μέχρι τῶν τελευταίων, ἀνατρέχων δὲ ἀπὸ τοῦ ἐσχάτου πρὸς τὸ πρῶτον, ὡς ἐπιστρέφων πάντα διὰ τῆς ἁρμονίας ἐπὶ τὴν αἰτίαν τὴν νοητήν, ἀφ’ ἧς καὶ
10ἡ διαίρεσις γέγονε τῆς φύσεως καὶ ἡ διάστασις τῶν σωμά‐ των. ἐπιστρέφοντα γὰρ πρὸς ἐκείνην καθ’ ἕνα κύκλον καὶ μίαν τάξιν καὶ εἱρμὸν ἕνα τῶν δευτέρων εἰς τὰ πρὸ αὐτῶν ἀνηρτημένων ἕνα τὸν κόσμον καὶ ὁμοιότατον ἀποτελεῖ πρὸς τὸ νοητόν· ὡς γὰρ ἐκεῖ πάντα ἥνωται ἀλλήλοις, οὕτως ἐν‐
15ταῦθα πάντα ἥρμοσται, καὶ ὡς ἐκεῖνα προελθόντα ἀπὸ τοῦ ἀγαθοῦ πρὸς αὐτὸ πάλιν ἐπέστραπται διὰ τῆς ἐν αὐτοῖς ἀγαθότητος καὶ τῶν νοητῶν ἑνάδων, οὕτω δὴ καὶ ταῦτα προελθόντα ἀπὸ τοῦ δημιουργοῦ πρὸς αὐτὸν πάλιν ἐπέ‐ στραπται διὰ τοῦ δεσμοῦ τούτου καὶ μερισθέντος καὶ διὰ
20πάντων αὐτῶν διαπεφοιτηκότος καὶ πάντα συνδέοντος· μι‐ μεῖται γὰρ τὴν ἐν τῷ δημιουργῷ τάξιν ἡ τῶν σωμάτων τού‐ των θέσις. ἔτι τοίνυν καὶ τὸ μέσον ἐν τούτοις πάντα ἐστί, καὶ τὰ ἔσχατα τὸ μέσον· ἔστι γὰρ πάντα ἐν πᾶσι καὶ μετέχει τῆς ἀλλήλων φύσεως· μιμεῖται γὰρ καὶ ταύτῃ τὸν νοητὸν
25κόσμον ὁ αἰσθητός, καὶ ὥσπερ ἐν ἐκείνῳ πάντα ἐν πᾶσίν ἐστιν, ἀλλ’ οἰκείως ἐν ἑκάστῳ, νοητῶς μὲν ἐν τῷ νοητῷ, νοερῶς δὲ ἐν τῷ νῷ, καὶ ὁλικῶς μὲν ἐν τοῖς ὅλοις, μερικῶς δὲ ἐν τοῖς μερικοῖς, τὸν αὐτὸν τρόπον καὶ ὁ αἰσθητὸς κόσμος πάντα ἔχει κατὰ πάσας ἑαυτοῦ τὰς μοίρας· καὶ γὰρ
30τὸ πῦρ καθόσον ἁπτόν ἐστι, γῆς μετέχει, καὶ ἡ γῆ καθόσον ὁρατόν, πυρός, καὶ ὑγρότητος ἑκάτερον· ἣ μὲν γὰρ κολλᾶται δι’ αὐτῆς, καὶ συνέχεται καὶ ἑνοῦται τὸ σκιδνάμενον αὐτῆς,
τὸ δὲ τρέφεται καὶ αὔξεται ὑπ’ αὐτῆς· ὥστε τὰ ἔσχατα τὸ
in Ti
.

2

.

27

μέσον ἐστίν, ἵν’ ἐν τοῖς γνωρίμοις ἡμῖν γένηται σαφὲς τὸ λεγόμενον φυσικῶς. ἔστι δ’ οὖν πως τὰ ἔσχατα τὸ μέσον, ὡς τὴν οἰκείαν ἰδέαν σῴζοντα δι’ ἐκεῖνο καὶ μένοντα οἷά ἐστι. καὶ αὖ τὸ ὑγρὸν καθόσον χρώννυται, μετέχει πυρός, καὶ
5καθόσον ἀναθάλπεται διὰ τῆς θέρμης· καθόσον δὲ ἁπτόν ἐστι, πάλιν μετέχει γῆς· ὥστε καὶ τοῦτο ἑκάτερον ἀποτελεῖται τοῖν ἄκροιν. ταῦτα μὲν οὖν καὶ μικρὸν ὕστερον [p. 49, 3 ss] ἡμῖν ἔσται γνωριμώτερα, διὰ δὲ τῆς ἁρμονίας ταύτης καὶ τῆς ἀναλογίας ἀναφαίνεται πρώτη μὲν ἡ ταυτότης, ἐπὶ ταύτῃ
10δὲ ἡ ἕνωσις. αὐτὰ μὲν γὰρ τὰ σώματα κατὰ τὴν ἑαυτῶν φύσιν μεριστά ἐστι καὶ ὑπὸ τῆς ἑτερότητος κρατούμενα καὶ τοῦ νείκους, γίγνεται δὲ ὅμως καὶ ταῦτα διὰ τῆς ἁρμονίας ταυτότητι φίλα καὶ διὰ τῆς ταυτότητος ἑνώσει. καὶ γὰρ ἓν τὸ πᾶν ἀποτελεῖται διὰ τῆς ἀναλογίας ἑνοποιὸν τῶν διῃρη‐
15μένων καὶ συναγωγὸν τῶν πεπληθυσμένων καὶ συνεκτικὴν τῶν διασκεδαννυμένων δύναμιν ἐχούσης. διὰ δὴ ταύτην τὴν αἰτίαν καὶ οἱ θεολόγοι τὰς ἐν τοῖς θεοῖς τούτων αἰτίας θεωροῦντες τὴν Ἀφροδίτην τῷ Ἄρει συγκαθείρξαντες περι‐ βάλλουσιν αὐτοὺς τοῖς Ἡφαιστοτεύκτοις δεσμοῖς, τῆς ἑτερό‐
20τητος τῆς ἐν τῷ κόσμῳ δι’ ἁρμονίας καὶ φιλίας συνεχομένης καὶ ἁπάσης ταύτης τῆς συμπλοκῆς τοῦ Ἡφαίστου τὴν αἰτίαν ἔχοντος, καὶ διὰ τῶν δημιουργικῶν δεσμῶν τὴν ταυτότητα τῇ ἑτερότητι συμπλέκοντες καὶ τῇ διακρίσει τὴν ἁρμονίαν καὶ τῇ ἐναντιώσει τὴν κοινωνίαν. καὶ ἐπὶ τούτοις γελᾷ μὲν
25ὁ Ἀπόλλων, γελᾷ δὲ ὁ Ἑρμῆς, γελᾷ δὲ ἕκαστος τῶν θεῶν, ὁ δὲ γέλως αὐτῶν ὑπόστασιν δίδωσι τοῖς ἐγκοσμίοις καὶ δύναμιν ἐντίθησι τοῖς δεσμοῖς. ταῦτα μὲν οὖν, φασίν, εὔ‐ στομα κείσθω. νῦν δὲ ἡμῖν ἐκ τῶν εἰρημένων τοσοῦτον ἔστω δῆλον, ὅτι δὴ καὶ ὁ φυσικὸς δεσμὸς Ἡφαίστειος ὢν
30καὶ δημιουργικός—περιέχει γὰρ ὁ εἷς καὶ παντελὴς δη‐
μιουργὸς καὶ τὴν δι’ ἀνάγκης ποίησιν Ἡφαιστότευκτον οὖ‐
in Ti
.

2

.

28

σαν, ὡς καὶ τὴν Διονυσιακὴν ὅλον ἕκαστον τῶν τοῦ παντὸς μερῶν ἀπεργαζομένην—συναγωγός ἐστι τῶν ἐναντίων καὶ συνοχικὸς τῶν ὑλαίων πραγμάτων, τάς τε οὐσίας αὐτῶν ἑνοποιῶν καὶ τοὺς ὄγκους μετρῶν καὶ τὰς δυνάμεις ἁρμόζων,
5πάντα ἐν πᾶσιν ἀπεργαζόμενος καὶ τὰ αὐτὰ κατὰ πάντας τρόπους ἐν ἀλλήλοις ἐπιδεικνύμενος, ἐμπυρίως, ἀερίως, ἐνυ‐ δρίως, χθονίως. Εἰ μὲν οὖν ἐπίπεδον μέν, βάθος δὲ μηδὲν ἔχον ἔδει γίγνεσθαι τὸ τοῦ παντὸς σῶμα, μία μεσότης
10ἂν ἐξήρκει τά τε μεθ’ ἑαυτῆς ξυνδεῖν καὶ αὑτήν· νῦν δέ—στερεοειδῆ γὰρ αὐτὸν προσῆκεν εἶναι, τὰ δὲ στερεὰ μία μὲν οὐδέποτε, δύο δὲ ἀεὶ μεσό‐ τητες προσαρμόττουσι [32 AB]. Σκοπὸς μὲν ἡμῖν, ὥσπερ καὶ πρότερον [p. 2, 9 ss] εἴρη‐
15ται, καταμαθεῖν, ὅπως συνέστη καὶ ἐκ πόσων τὸ πᾶν· τοι‐ αύτης δὲ τῆς προθέσεως οὔσης ἔξεστι καθορᾶν, ὅπως εὐ‐ τάκτως τὴν τῶν τεττάρων στοιχείων μηχανᾶται σύστασιν ὁ λόγος. ἓν μὲν γὰρ εἶναι μόνον ἁπλοῦν στοιχεῖον ἀδύνατον γένεσις γὰρ οὐκ ἂν ἦν· πᾶσα γὰρ γένεσις μεταβολή τίς ἐστι,
20πᾶσα δὲ μεταβολὴ γίγνεσθαι πέφυκεν ἐν δύο πράγμασι· καὶ πᾶσα μὲν γένεσις ἐξ ἐναντίων ἐστίν, αὐτὸ δὲ ἑαυτῷ στοιχεῖον ἁπλοῦν ἐναντίον οὐδαμῶς ἐστιν· εἴη γὰρ ἂν καὶ αὐτὸ ἑαυτοῦ φθαρτικόν. εἰ τοίνυν δεῖ γένεσιν εἶναι, δεῖ μὴ ἓν εἶναι τὸ στοι‐ χεῖον· ὥσπερ γάρ φησιν Ἱπποκράτης· εἰ ἓν ἦν ὁ ἄνθρω‐
25πος, οὐκ ἂν ἤλγεε· τὸ γὰρ ἀλγοῦν πλεονεξία τινὸς καὶ ἀμε‐ τρία· δυοῖν 〈ἄρα ὄντοιν〉 τοὐλάχιστον ἀλγεῖ· τὸν αὐτὸν τρό‐ πον καὶ ἡμεῖς λέγομεν· εἰ ἓν ἦν στοιχεῖον, οὐκ ἂν τὰ πράγ‐ ματα μετέβαλλεν· οὐ γάρ ἐστιν εἰς τὸ ὅμοιον ἡ μεταβολὴ
καὶ ἡ κίνησις, ἀλλ’ εἰς τὸ ἐναντίον. ἓν μὲν οὖν οὐκ ἔστι
in Ti
.

2

.

29

τὸ 〈στοιχεῖον〉 ἁπλοῦν· εἰ δὲ μὴ ἕν, ἀλλὰ δύο τοὐλάχιστον, δεῖ τὰ ἐναντία ταῦτ’ εἶναι· γένεσις γὰρ ἐκ τῶν ἐναντίων ἐστίν. ἀναγκαῖον ἄρα τὰ δύο ταῦτα στοιχεῖα φύσιν ἐναντίαν ἔχειν πρὸς ἄλληλα καλῶσ. οὐκοῦν εἰ ἐναντία ἐστί, δεή‐
5σεταί τινος δεσμοῦ καὶ μεσότητος· δύο γὰρ ἐναντία καλῶς συνίστασθαι τρίτου χωρὶς ἀδύνατον. δεσμὸν γὰρ ἐν μέσῳ δεῖ τινα γίγνεσθαι συναγωγὸν ἀμφοῖν· αὐτὰ μὲν γὰρ ἐναντία ὄντα τὴν πρὸς ἄλληλα κοινωνίαν ἐκδιδράσκει, δεῖ δὲ ἄλλο τρίτον εἶναι τὸ συνάπτον αὐτὰ καὶ εἰς ἑνὸς συμπλήρωσιν
10ἄγον. ἀλλὰ τοῦτο τὸ μέσον δυοειδὲς ἀναγκαῖον ὑπάρχειν· εἰ μὲν γὰρ ἦν ἐπίπεδα τὰ στοιχεῖα τὰ συνδεόμενα, μιᾶς ἐδεῖτο μεσότητος· ἐπειδὴ δὲ στερεά, διὰ δύο συνάπτεται μέ‐ σων. ἀρχηγὸς γὰρ οὖσα τῶν στερεῶν ἡ δυάς, καὶ τῶν ἐν αὐτοῖς συνδέσμων εἴληχε τὴν πρωτουργὸν αἰτίαν· διὸ καὶ ὁ
15Τίμαιος ἁρμονίαν ἐκάλεσε τὴν τοιαύτην σύνδεσιν, ὡς συμ‐ μετρίαν ἐντιθεῖσαν τοῖς ἄκροις τῆς πρὸς ἄλληλα κοινωνίας· καὶ ἡ ἐν τοῖς στερεοῖς δὲ ἀναλογία διὰ δυοῖν προάγεται μέσων· τῶν γὰρ στερεῶν ὁμοίων δύο ὄντων δύο μέσοι ἀνὰ λόγον ἐμπίπτουσιν. εἰ δὴ ταῦτα ὀρθῶς εἴρηται, τέτταρά
20ἐστι τὰ πάντα στοιχεῖα καὶ οὔτε ἕν, ἵνα μὴ μεταβολὴν ἀνέ‐ λωμεν, οὔτε δύο ἐναντία τρίτου χωρίς, ἵνα ὁ δεσμὸς ᾖ τῶν πολεμούντων ἀλλήλοις. οὐ γὰρ ἔσται κόσμος ἐκ δυοῖν τῶν ἀλλοτριωτάτων, ἀλλὰ καὶ εἴ τι τοιοῦτον ἐπινοήσειας, ῥᾴδιον ἕξει τὴν λύσιν. ἀλλὰ μὴν οὐδὲ μὴ ἐναντία δύο μόνον ἔσται·
25δρᾶν γὰρ εἰς ἄλληλα οὐ δυνήσεται. οὐδὲν γὰρ πάσχει λευ‐ κὸν ὑπὸ γραμμῆς, ἀλλ’ ὑπὸ τοῦ μέλανος, οὐδὲ θερμὸν ὑπὸ λευκότητος, ἀλλ’ ὑπὸ ψυχρότητος. πάλιν οὖν ῥητέον, ὅτι καθολικώτερον ἀπὸ τῶν γνωρίμων ἀναχθεῖσιν ἢ ἕν ἐστι τὸ στοιχεῖον ἢ οὐχ ἕν. εἰ μὲν δὴ ἓν τὸ τοῦ κόσμου στοιχεῖον,
30ἀνῄρηται ἡ ποικιλία τῶν φαινομένων, ἡ τῶν περιφορῶν ἀντί‐ θεσις, ὁ τῆς γενέσεως πόλεμος, καὶ ἢ πάντα ἀίδια ἔσται ἢ
πάντα φθαρτά· εἰ δὲ οὐχ ἕν, ἤτοι δύο ἢ πλείω. ἀλλ’ εἰ
in Ti
.

2

.

30

δύο, ἢ ἐναντία ἢ οὐκ ἐναντία. εἰ δὲ οὐκ ἐναντία, πάλιν οὐκ ἔσται ποίησις οὐδὲ πάθος ἐν τοῖς σώμασιν οὐδὲ ἀντί‐ θεσις οὐδὲ ἐν τοῖς ἔχουσι γένεσιν γένεσις. εἰ δὲ ἐναντία, δεῖται ταῦτα μεσότητος. ἀλλ’ εἰ τοῦτο, ἢ μία ἡ μεσότης ἢ
5δύο· ἀλλὰ μίαν ἀδύνατον· οὐ γάρ ἐστιν ἐπίπεδα τὰ στοι‐ χεῖα· δύο ἄρα αἱ μεσότητες. εἰ δὲ δυοῖν δύο τὰ μέσα, τὰ πάντα τέτταρα. ὅτι μὲν οὖν τοσαῦτα στοιχεῖα τὸν ἀριθμὸν ἀρκεῖ πρὸς τὸ πᾶν, διὰ τούτων δῆλον. Φέρε δέ, εἰ δο‐ κεῖ, πρῶτον ὥσπερ καὶ ἐν τοῖς προειρημένοις τὸ μαθη‐
10ματικὸν αὐτὸ καθ’ αὑτὸ συντόμως ἀναλάβωμεν, ἔπειθ’ οὑ‐ τωσὶ καὶ τὴν φυσικὴν θεωρίαν προσαγάγωμεν τῇ λέξει· πῶς γὰρ δυοῖν ὁμοίοιν ἐπιπέδοιν μία μεσότης καὶ δύο στερεῶν ὁμοίων δύο μεσότητες, ἐπὶ τῶν ἀριθμῶν καθ’ ἑαυτοὺς θεα‐ σώμεθα· τὸ γὰρ ἀρχοειδὲς τῶν ἀριθμῶν καὶ αὐτοφυὲς πρὸ
15τῆς γεωμετρικῆς ἀνάγκης ἀσπαστόν. ἔστωσαν δὴ οὖν δύο τετράγωνοι τὸ πρῶτον ἀριθμοί, ἐννέα καὶ ἑκκαίδεκα, πλευ‐ ρὰς ἔχοντες ὁ μὲν ἐλάττων δηλαδὴ τὸν τρία, ὁ δὲ μείζων τὸν τέσσαρα. ταύτας πολλαπλασιάσαντες καὶ τὸν δυοκαίδεκα ποιήσαντες ἀναλογίαν ἕξομεν ἐν τρισὶν ὅροις, τοῖς ἐννέα,
20δυοκαίδεκα, ἑκκαίδεκα. ἀλλὰ δὴ εἰλήφθωσαν ἀριθμοὶ δύο μὴ τετράγωνοι μέν, ὅμοιοι δ’ οὖν ὅμως ἐπίπεδοι, καὶ ἔστωσαν ὀκτωκαίδεκα καὶ τριακονταδύο, ὃ μὲν ἀπὸ τριάδος καὶ ἑξά‐ δος γενόμενος, ὃ δὲ ἀπὸ τετράδος καὶ ὀγδοάδος. ἐὰν τοίνυν πολλαπλασιάσωμεν ἢ τὴν τριάδα ἐπὶ τὴν ὀγδοάδα ἢ τὴν
25ἑξάδα ἐπὶ τὴν τετράδα, ἔσται ἡμῖν ὁ τέσσαρα καὶ εἴκοσι γεγονώς, ἀναλογίᾳ συνδέων τὸν ὀκτωκαίδεκα πρὸς τὸν δύο καὶ τριάκοντα κατὰ τὸν ἐπίτριτον λόγον. τούτου δὲ αἴτιον τὸ τὰς πλευρὰς αὐτῶν τὸν αὐτὸν ἔχειν λόγον. εἰ μὲν οὖν αἱ τῶν παραληφθέντων ἀριθμῶν πλευραὶ μηδένα δέχοιντο
30μέσον αὐτῶν ἀνὰ λόγον, πάντες οἱ ἐκ τούτων ἐπίπεδοι γεγο‐
νότες ὅμοιοι μιᾷ συνδεθήσονται μεσότητι κατὰ τὸν εἰρημένον
in Ti
.

2

.

31

ἡμῖν τρόπον· εἰ δέ γε αἱ πλευραὶ καὶ αὐταὶ δέχοιντό τινα μέσον ἀνὰ λόγον ἀριθμόν, καὶ οἱ ἐξ αὐτῶν ἐπίπεδοι πλείους μιᾶς ἀναγκαίως ἐπιδέξονται μεσότητας. ἔστωσαν γάρ, εἰ βού‐ λει, δύο τετράγωνοι ὅ τε ἑκκαίδεκα καὶ ὁ ὀγδοηκονταέν, καὶ
5τοῦ μὲν ἔστω πλευρὰ ἡ τετράς, τοῦ δὲ ἡ ἐννεάς. ἐπεὶ τοίνυν τῆς τετράδος καὶ τῆς ἐννεάδος μέση ἀνὰ λόγον ἑξὰς κατὰ τὸν ἡμιόλιον, ἀνάγκη καὶ μεταξὺ τῶν ἀπ’ αὐτῶν πλείους μιᾶς μεσότητος ἐμπίπτειν. ἡ μὲν γὰρ τετρὰς ἐπὶ τὴν ἑξάδα ποι‐ ήσει τὸν εἴκοσι καὶ τέσσαρα, ἡ δὲ ἑξὰς ἐφ’ ἑαυτὴν μὲν τὸν
10ἀπ’ αὐτῆς τετράγωνον, ἐπὶ δὲ τὴν ἐννάδα τὸν πεντηκοντα‐ τέσσαρα, καὶ ἔσται συνεχὴς ἀναλογία ἐν ὅροις τῷ ἑκκαίδεκα, τῷ εἰκοσιτέσσαρα, τῷ τριακονταέξ, τῷ πεντηκοντατέσσαρα, τῷ ὀγδοηκονταέν· πλείους ἄρα μεσότητες μιᾶς ἐφ’ ὧν αἱ πλευραὶ μέσον ἀνὰ λόγον ἔχουσι. διό μοι δοκεῖ καὶ πάνυ
15μετ’ ἀσφαλείας ὁ Πλάτων μὴ ὅτι μία πάντως ἡ μεσότης ἐπὶ τῶν ὁμοίων ἐπιπέδων εἰπεῖν, ἀλλ’ ὅτι μίαν ἐξαρκεῖν δυνατόν· καὶ γὰρ πλειόνων γιγνομένων ἀρκεῖ καὶ ἡ μία συνάπτειν· τὸν γοῦν ὀγδοήκοντα καὶ ἓν τῷ ἑκκαίδεκα συνάπτει καὶ μό‐ νον ὁ τριακονταὲξ κατὰ τὸν διπλασιεπιτέταρτον λόγον. περὶ
20μὲν οὖν τῶν ὁμοίων ἐπιπέδων τοσαῦτα ῥητέον. μεταβαί‐ νωμεν δὲ ἐπὶ τοὺς ὁμοίους ἤδη στερεοὺς καὶ κατίδωμεν τὰς ἐν τούτοις μεσότητας. ἔστωσαν δὴ οὖν κύβοι δύο πρῶ‐ τον ὅ τε ὀκτὼ καὶ ὁ εἰκοσιεπτά, πλευρὰς ἔχοντες ὃ μὲν δυάδα, τριάδα δὲ ἅτερος. τούτοιν τοῖν κύβοιν δύο μεσότητες ἔσονταί
25πως, ὃ μὲν ἐκ τοῦ δὶς δύο τρὶς γενόμενος, ὁ δυώδεκα καὶ διὰ τοῦτο ὢν δοκίς, ὃ δὲ ἐκ τοῦ τρὶς τρία δίς, ὁ ὀκτωκαίδεκα καὶ διὰ τοῦτο πλινθίς, καὶ ποιήσουσιν ἀναλογίαν συν‐ εχῆ πρὸς τοὺς εἰρημένους κύβους κατὰ τὸν ἡμιόλιον λόγον. καὶ ὁρᾷς, ὅπως ἑκάτερος τῶν μέσων δύο μὲν ἔχει πλευρὰς
30ἀπὸ τοῦ παρακειμένου κύβου, τὴν δὲ λοιπὴν ἀπὸ θατέρου
in Ti
.

2

.

32

τῶν κύβων· χρήσιμον δὲ καὶ τοῦτο πρὸς τὴν φυσιολογίαν ἡμῖν ἔσται. πάλιν, εἰ μὴ κύβοι μὲν εἶεν, στερεοὶ δὲ ὅμοιοι, δύο μέσους ἕξουσιν ἀνὰ λόγον ἀριθμούς. ἔστωσαν γὰρ ὅμοιοι δύο στερεοὶ ὅ τε εἰκοσιτέσσαρα καὶ ὁ ἑκατὸν ἐνενηκονταδύο,
5πλευραὶ δὲ αὐτοῖν τοῦ μὲν δυάς, τριάς, τετράς, τοῦ δὲ τετράς, ἑξάς, ὀγδοάς, καὶ ἀπὸ μὲν δὴ δυάδος καὶ τριάδος καὶ ὀγδοάδος ἔσται ὁ τεσσαράκοντα καὶ ὀκτώ, ἀπὸ δὲ τετρά‐ δος καὶ ἑξάδος καὶ αὖθις τετράδος ὁ ἐνενηκονταέξ· καὶ ἔσται ἀναλογία συνεχὴς κατὰ τὸν διπλάσιον λόγον ἐν ὅροις
10τοῖς εἰκοσιτέσσαρα καὶ τεσσαράκοντα καὶ ὀκτὼ καὶ ἐνενη‐ κονταὲξ καὶ ἑκατὸν ἐνενηκονταδύο. κἀνταῦθα δὲ τῶν μέσων ἑκάτερος δύο μὲν ἔχει πλευρὰς τοῦ παρ’ αὐτὸν τῶν ἄκρων ὁμοίου στερεοῦ, μίαν δὲ θατέρου, καθάπερ ἐπὶ τῶν προ‐ ειρημένων. τῶν ἄρα ὁμοίων στερεῶν δύο μεσότητες ἐξαρ‐
15κοῦσιν, ὥσπερ δὴ καὶ αὐτός φησιν, ὅτι τὰ στερεὰ δύο μεσότητες προσαρμόττουσι, μία δὲ οὐδέποτε. τί οὖν; φαίη τις ἄν· δύο στερεῶν ἀριθμῶν τοῦ τε ἑξηκοντατέσσαρα καὶ τοῦ ἑπτακόσια εἰκοσιεννέα οὐχὶ μία μόνη με‐ σότης ἐστίν, ὁ διακόσια δεκαέξ; ἔστι γὰρ ὁ μὲν ἑξηκοντα
20τέσσαρα κύβος ἀπὸ τετράδος, ὁ δὲ ἑπτακόσια εἴκοσι καὶ ἐννέα κύβος ἀπὸ τῆς ἐννεάδος γεγονώς, καὶ ὁ μὲν ψκθ τοῦ σιϛ τριπλάσιος καὶ ἐπιτριμερὴς ὀγδόων, ὁ δὲ σιϛ ὡσαύτως τοῦ ξδ· ἔχει γὰρ ἑκάτερος τὸν λοιπὸν τρὶς καὶ τρία ὄγδοα αὐτῶν. καὶ οὐκ ἐπὶ τούτων μόνον, ἀλλὰ καὶ ἐπ’ ἄλλων·
25οὗτοι γάρ εἰσιν οἱ ἐλάχιστοι τῶν τοῦτο ἐπιδεχομένων. ἀλλὰ ῥητέον πρὸς αὐτόν, ὅτι οἱ ῥηθέντες ἀριθμοὶ κύβοι τέ εἰσιν ἅμα καὶ τετράγωνοι, ὃ μὲν ἀπὸ τῆς ὀγδοάδος, 〈ὁ〉 ἑξηκοντα
τέσσαρα, ὃ δὲ ἀπὸ τοῦ εἴκοσι καὶ ἑπτά, ὁ ἑπτακόσια καὶ
in Ti
.

2

.

33

εἴκοσι καὶ ἐννέα. μία οὖν αὐτῶν ἡ μεσότης οὐ καθὸ κύβοι, ἀλλ’ ᾗ τετραγωνικὸν ἔχουσιν ἰδίωμα· τὴν γὰρ τετραγωνικὴν πλευρὰν τοῦ ἑξηκοντατέσσαρα, λέγω δὴ τὴν ὀγδοάδα, πολλα‐ πλασιάσας ἐπὶ τὸν εἴκοσι καὶ ἑπτά—πλευρὰ δὲ οὗτος τε‐
5τραγωνικὴ τοῦ ἑπτακόσια καὶ εἰκοσιεννέα—μέσον ἀνὰ λόγον ἀπέφηνε τὸν σιϛ κατὰ τὴν παραδεδομένην μέθοδον τῆς τοῦ μέσου τῶν τετραγώνων εὑρέσεως. τοῖς ἄρα στερεοῖς οὐ καθ‐ όσον εἰσὶ στερεοὶ χρησάμενος μιᾷ μεσότητι συνέδησεν αὐ‐ τούς· εἰ δὲ ᾗ στερεοὶ καὶ ᾗ κύβοι θεωρήσειεν αὐτούς, δύο
10μεσότητες ἔσονται καὶ ἐν τούτοις, ὃ μὲν ἑκατὸν τεσσαρα‐ κοντατέσσαρα γενόμενος ἀπὸ τοῦ τετράκις τέσσαρα καὶ τοῦτο ἐνάκις, ὃ δὲ τριακόσια καὶ εἴκοσι καὶ τέσσαρα γεγονὼς ἀπὸ τοῦ ἐνάκις ἐννέα καὶ τοῦτο τετράκις. Δημόκριτος δὲ ἀπορήσας, πῶς εἴρηται δύο ἐπιπέδων εἷς μέσος ἀνὰ λόγον
15ἐμπίπτειν—δυνατὸν γὰρ λαβόντα τέτταρας γραμμὰς ἑξῆς ἀνὰ λόγον δεικνύναι καὶ τὰ ἀπ’ αὐτῶν τετράγωνα ἀνὰ λόγον, ὥστε δύο ἄκρων ἐπιπέδων δύο μέσοι ἀνὰ λόγον ἐμπίπτουσι— καὶ εἰπὼν ἄλλους εἰς ἄλλας ἐμβεβλῆσθαι ταραχὰς διὰ τὴν ἀπορίαν ταύτην καὶ ἐπὶ τὸν διπλασιασμὸν τοῦ κύβου καὶ
20τὰς τοιαύτας ζητήσεις ἐκπεσεῖν, αὐτός φησιν οὐ τῶν τυχόν‐ των ἐπιπέδων ἕνα μέσον ἐμπίπτειν τὸν Πλάτωνα λέγειν οὐδὲ αὖ τῶν τυχόντων στερεῶν, ἀλλὰ τῶν ὁμοίων καὶ ἐν ῥητῷ λόγῳ καὶ κατ’ ἀριθμοὺς τεταγμένους τὰς πλευρὰς ἐχόντων· τὰ γὰρ ὑπὸ θεοῦ τοῦ δημιουργικοῦ γιγνόμενα ῥητὰ πρὸς
25ἄλληλά ἐστι καὶ ἀριθμοῖς διαπεποίκιλται δημιουργικοῖς, ὡς αὐτὸς ἐρεῖ προελθών [39 C D], καὶ τοὺς ἐπιπέδους χρὴ καὶ τοὺς στερεοὺς ἀριθμοὺς τοὺς ὁμοίους παραλαμβάνειν καὶ ἐπὶ τούτων ὁρᾶν τὴν ἀλήθειαν τοῦ λόγου τοῦ Πλατωνικοῦ. πῶς μὲν οὖν δύο δοθεισῶν εὐθειῶν δυνατὸν δύο μέσας
30ἀνὰ λόγον λαβεῖν, ἡμεῖς ἐπὶ τέλει τῆς πραγματείας εὑρόντες
in Ti
.

2

.

34

τὴν Ἀρχύτειον δεῖξιν ἀναγράψομεν, ταύτην ἐκλεξάμενοι μᾶλλον ἢ τὴν Μεναίχμου, διότι ταῖς κωνικαῖς ἐκεῖνος χρῆται γραμμαῖς, καὶ τὴν Ἐρατοσθένους ὡσαύτως, διότι κανόνος χρῆται παραθέσει. περὶ δὲ τῶν ζητουμένων ῥητέον
5νῦν, ὅτι ἔοικε τῷ ὄντι τοῖς ἐπὶ τῶν ἀριθμῶν δεδειγμένοις θαρρεῖν ὁ Πλάτων, ἐπεὶ ἔν γε τοῖς σχήμασιν εὑρεῖν ἔστι δύο ὁμοίων στερεῶν ἕνα μέσον ἀνὰ λόγον· ἐὰν γὰρ ὦσι τρεῖς εὐθεῖαι ἀνὰ λόγον, ὡς η, δ, β, ἐν λόγῳ διπλασίῳ, τὰ ἀπ’ αὐτῶν τετράγωνα ἐν τετραπλασίῳ λόγῳ ἔσται, ὡς ὁ ξδ καὶ
10ιϛ καὶ ὁ δ, τὰ δὲ στερεὰ τὰ ἀπ’ αὐτῶν ἐν ὀκταπλασίῳ, ὡς ὁ φιβ καὶ ὁ ξδ καὶ ὁ η. ἔσονται ἄρα κύβοι τρεῖς, ὧν οἱ ἄκροι ἕνα μέσον ἔχουσιν ἀνὰ λόγον. καὶ ὅτι πάντες κύβοι ὅμοιοι ἀλλήλοις, δῆλον· καὶ γὰρ τὰς γωνίας ἴσας ἔχουσι κατὰ μίαν καὶ ὑπὸ ὁμοίων ἐπιπέδων περιέχονται καὶ ἴσων τὸ πλῆ‐
15θος. καὶ μὴν καὶ ὅτι δύο ὁμοίων ἐπιπέδων δύο μέσοι ἀνὰ λόγον ἐμπίπτουσι, δείκνυμεν οὕτως, ὡς ἔδειξε καὶ ὁ Δημό‐ κριτος. καὶ γὰρ ὅτι τὰ τετράγωνα πάντα ὅμοια ἀλλήλοις, φανερόν· καὶ γὰρ τὰς γωνίας ἴσας ἔχει κατὰ μίαν καὶ τὰς πλευρὰς ἀνὰ λόγον. ἔοικεν οὖν ὁ Πλάτων ὡς ἐπ’ ἀριθμῶν
20ποιούμενος τὸν λόγον ἀποφήνασθαι, ὅτι τὰ στερεὰ μία μὲν οὐδέποτε, δύο δὲ ἀεὶ μεσότητες συναρμόττουσι· καὶ γὰρ ἐν τούτοις, ὡς ὁρᾷς, οἱ ἄκροι κύβοι τέ εἰσιν ὁμοῦ καὶ ὅμοιοι ἐπίπεδοι, ὁ μὲν φιβ ἀπὸ τοῦ ιϛ καὶ τοῦ λβ, ὁ δέ γε τῶν ἄκρων ἕτερος, ὁ η, ἀπὸ τοῦ β καὶ τοῦ δ, καὶ
25λόγος ὁ αὐτὸς τῶν πλευρῶν. εἷς οὖν μέσος καὶ τούτων ἐστὶν ὡς ὁμοίων ἐπιπέδων, οὐχ ὡς στερεῶν· ὥστε ἐὰν ὡς ἐπ’ ἀριθμῶν λάβῃς, ἕξεις τὴν λύσιν· ἀριθμοὺς γὰρ εὑρεῖν στερεοὺς ἅμα καὶ ὁμοίους ἐπιπέδους τοὺς αὐτοὺς δυνατόν, σχήματα δὲ στερεὰ καὶ ὅμοια ἐπίπεδα λαβεῖν ἀμήχανον. ἐπεὶ
30καὶ τοῦτο λέγειν δυνατόν, ὅτι πάντων ὄντων κύβων τὸ εἶδος ἕν ἐστιν. ὁ δὲ Πλάτων ὁμοίους εἶναι λαβὼν τοὺς μέσους
τοῖς ἄκροις οὕτως ἐθάρρησε τῷ θεωρήματι· καὶ γὰρ πῶς ἂν
in Ti
.

2

.

35

κατὰ φύσιν εἶεν δεόμενοι συνδέσμων ἄλλων, εἰ ταὐτὸν ἔχοιεν πάντες εἶδος; πῶς δ’ ἂν οἱ μέσοι 〈καὶ〉 κοινωνοῖεν τοῖς ἄκροις καὶ διαφέροιεν αὐτῶν κατὰ τὰς πλευράς, εἰ πάντες εἶεν κύ‐ βοι; δῆλος οὖν ἐστι τὰς μεσότητας ὡς ἀληθῶς μεσότητας
5λαβὼν καὶ οὕτως εἰπὼν μίαν οὐδέποτε μεσότητα, δύο δὲ ἀεὶ συνάπτειν τὰ στερεά, πάσης μεσότητος, ὧν ἐστι μεσότης, τού‐ τοις καὶ κοινωνίαν καὶ διαφορὰν ἐθελούσης ἔχειν· καὶ γὰρ αὐτὸ καθ’ αὑτὸ τὸ λέγειν πάντα τὰ στερεὰ συνάπτεσθαι διὰ δύο μεσοτήτων ἄπειρα ποιεῖ τὰ μέσα. δῆλον δὴ οὖν, ὅτι
10τὰ πλεῖστον διεστῶτα λαμβάνει καὶ κατὰ πάντα ἠναντιωμένα καὶ ἔχοντα πάσας τὰς πλευρὰς ἀντιθέτους πρὸς πάσας, αἵ‐ τινές εἰσιν ἐπὶ τῶν φυσικῶν σωμάτων αἱ δυνάμεις, ἵνα τῶν μέσων τὸ μὲν ἔχῃ τὴν πρὸς θάτερον τῶν ἄκρων πλείονα κοινωνίαν, ἐλάσσονα δὲ πρὸς τὸ λοιπόν, τὸ δὲ ἀνάπαλιν.
15εἰ μὴ ἄρα καὶ ἐκεῖνο ἀληθές, ὅπερ ἔλεγεν ὁ ἡμέτερος καθ‐ ηγεμών· ἔλεγε δέ, ὅτι δέοι λαμβάνειν τὸν αὐτὸν ἐν ταῖς μεσότησι λόγον, ὅς ἐστιν ἐν ταῖς πλευραῖς τῶν ἄκρων. οἷον εἰ ὁ μὲν εἴη κύβος ὀκτώ, ὁ δὲ ἑπτὰ καὶ εἴκοσι, τὰς μεσό‐ τητας αὐτῶν εὑρίσκομεν, εἰ λάβοιμεν τὰς πλευρὰς αὐτῶν,
20τὸν δύο καὶ τρία, καὶ ποιήσαιμεν αὐτοὺς ἐπ’ ἀλλήλους καὶ ἐπὶ τὸν ἐξ ἀμφοῖν ἑκάτερον· ἔσονται γὰρ οἱ μέσοι διὰ τοῦ ἡμιολίου λόγου συνάπτοντες τοὺς ἄκρους, ὅσπερ ἦν καὶ ἐν ταῖς ἐξ ἀρχῆς πλευραῖς τῶν κύβων. τοῦ τοίνυν αὐτοῦ λόγου ὄντος ἔν τε ταῖς πλευραῖς τῶν κύβων καὶ ἐν τοῖς μέσοις δύο
25ἐξ ἀνάγκης οἱ μέσοι, φαίη ἂν ὁ Πλάτων. καὶ τοῦτο συμ‐ φωνότερον πρὸς τὴν προκειμένην φυσιολογίαν· καὶ γὰρ ἐν ταῖς δυνάμεσι τῶν στοιχείων καὶ ἐν τοῖς ἁπλοῖς εἴδεσι πρὸ τῶν συνθέτων ἐντίθησιν ὁ δημιουργὸς τὴν κοινωνίαν. ἡμεῖς δὲ ἐλαμβάνομεν δι’ ὀκταπλασίου λόγου συναπτομένους
30τοὺς ἄκρους, ὧν αἱ πλευραὶ τὸν ὀκταπλάσιον οὐκ εἶχον λόγον· ἐν διπλασίῳ γὰρ λόγῳ τοῦ μέσου ληφθέντος οἱ ἄκροι τὸν τετραπλάσιον ἕξουσιν οἷον ἐπὶ τῶν ἐκκειμένων τριῶν ὅρων
εἰ λάβοιμεν τέταρτον ἀνὰ λόγον, εὑρήσομεν, ὅτι ὡς ἡ πλευρὰ
in Ti
.

2

.

36

ὀκταπλασία τῆς πλευρᾶς, οὕτως ὁ πρῶτος κύβος τῷ τετάρτῳ δι’ ὀκταπλασίου λόγου συνάπτεται· ἐὰν γὰρ τῷ β, δ, η προσθῇς τὸν ιϛ, ὁ ἀπὸ τοῦ ιϛ κύβος συνάπτεται τῷ η δι’ ὀκταπλασίου λόγου, ὃν ἔχει πρὸς τὸν ηξδ καὶ πρὸς τοῦ‐
5τον ὁ φιβ καὶ πρὸς τοῦτον ὁ ͵δϞϛ, ὅς ἐστι κύβος ἀπὸ τοῦ ιϛ· ὥστε τῶν πλευρῶν τὸν ὀκταπλάσιον λόγον ἐχουσῶν, ὡς τοῦ ιϛ πρὸς τὸν β, καὶ δι’ ὀκταπλασίου λόγου τῶν μεσο‐ τήτων λαμβανομένων δύο μεταξὺ τῶν ἄκρων πίπτουσι μεσό‐ τητες. εἰ δὲ πέμπτον ἀνὰ λόγον, οὐκέτι πάλιν αἱ πλευραὶ
10ἐν ὀκταπλασίῳ λόγῳ, ἀλλ’ ἐν ἑκκαιδεκαπλασίῳ, καὶ διὰ τοῦτο δύο κύβων τρεῖς ἀνὰ λόγον οἱ μέσοι. ἀληθὲς ἄρα τὸ τοῦ Πλάτωνός ἐστι κατὰ τὴν εἰρημένην μέθοδον. μήποτε δὲ καὶ τὸ συναρμόττουσι χρείαν αὐτῷ πληροῖ, καὶ δεῖ λέγειν, ὅτι τῶν δύο κύβων εἷς μέσος γένοιτο ἄν, ἀλλ’ οὐ κατὰ ἁρ‐
15μονικοὺς λόγους· ὅταν οὖν ὄντως διὰ τοιούτων λόγων ἡ σύνδεσις γίνηται τῶν ἄκρων, πάντως δύο χρεία μεσοτήτων. ὅτι μὲν οὖν μαθηματικῶς οἵ τε ὅμοιοι ἐπίπεδοι μιᾶς δεόνται μεσότητος καὶ οἱ ὅμοιοι στερεοὶ δυοῖν, μία δὲ αὐτοὺς οὐ‐ δέποτε συνδεῖ μεσότης, διὰ τούτων καταφανές.
20 Ἀπὸ δὲ τούτων ὁρμηθέντες κατίδωμεν, ὅπως καὶ τὰ φυ‐ σικὰ διανοήματα σύμφωνα τούτοις ἐστί, καὶ τοῖς ἐπιστημονι‐ κοῖς λόγοις τοὺς εἰκότας συναρμόσωμεν, καὶ πρῶτον, τί τὸ ἐπίπεδον τὸ φυσικόν, καὶ πῶς ἐπὶ τούτων μία μεσότης, δύο δὲ ἐπ’ αὐτῶν τῶν στερεοειδῶν. ὁ μὲν θεῖος Ἰάμβλιχος
25οὗτος γὰρ ὁ ἀνὴρ διαφερόντως ἀντελάβετο τῆς τοιαύτης θεω‐ ρίας, τῶν ἄλλων ὥσπερ καθευδόντων καὶ περὶ τὸ μαθη‐ ματικὸν καλινδουμένων μόνον—διακρίνειν μοι δοκεῖ τὰ ἁπλᾶ τῶν συνθέτων καὶ τὰ μέρη τῶν ὅλων καὶ ἁπλῶς εἰπεῖν τὰς ἐνύλους δυνάμεις καὶ τὰ εἴδη τὰ ἔνυλα τῶν συμπληρου‐
30μένων ἀπ’ αὐτῶν οὐσιῶν, καὶ τὰ μὲν ἐπίπεδα καλεῖν, τὰ δὲ
στερεά· καθάπερ γὰρ τὸ ἐπίπεδον ἔσχατος ὅρος ἐστὶ τοῦ μα‐
in Ti
.

2

.

37

θηματικοῦ σώματος, οὕτω δὴ καὶ τὸ ἔνυλον εἶδος καὶ ἡ δύναμις ἡ τῶν σωμάτων μορφὴ καὶ πέρας ἐστὶ τῶν ὑποκει‐ μένων. οὕτω δὲ τούτων διῃρημένων ἐπὶ μὲν τῶν ἁπλῶν ἐξαρκεῖν τὴν μίαν μεσότητα, διότι τῶν λόγων καὶ τῶν εἰδῶν
5καὶ ἔτι 〈τῆσ〉 ζωῆς ἐστιν ἑτερότης, καὶ κατὰ τοὺς κοινοὺς συνδέσμους τῶν λόγων 〈καὶ τῶν εἰδῶν〉 καὶ τῆς ζωῆς μία γίγνεται μεσότης· ποιότης οὖν ποιότητι καὶ δύναμις δυνάμει μονοειδῶς συμπλέκεται κατ’ αὐτὴν τὴν ἑτερότητα καὶ ταυτό‐ τητα τῶν εἰδῶν. ἐπὶ δὲ τῶν συνθέτων εἰκότως δύο μεσό‐
10τητες· ἡ γὰρ δυὰς συνθέσεώς τε καὶ διαιρέσεως πάσης χορηγός. ἕκαστον δὲ τῶν συνθέτων ἐκ πλειόνων ἐστὶν οὐ‐ σιῶν καὶ δυνάμεων, διὸ πλείους αἱ μεσότητες, καὶ αὗται διτταὶ τοὐλάχιστον· ἄλλη γὰρ κατὰ τὸ εἶδος μεσότης καὶ ἄλλη κατὰ τὸ ὑποκείμενον. ἡμεῖς δὲ ἑπόμενοι ταῖς φυ‐
15σικαῖς ἀρχαῖς οὑτωσὶ λέγωμεν, ἀφ’ ὧν ὁ Πλάτων παρα‐ δώσει προϊὼν τὰς ἀφορμὰς λαμβάνοντες. ἄνωθεν δὲ μᾶλ‐ λον ῥητέον. τῶν δὴ φυσικῶν εἰσί τινες, οἳ τῶν στοιχείων ἑκάστῳ μίαν δεδώκασι δύναμιν, τῷ μὲν πυρὶ θερμότητα, τῷ δὲ ἀέρι ψυχρότητα, τῷ δὲ ὕδατι ὑγρότητα, τῇ δὲ γῇ ξηρό‐
20τητα, πάντη διαμαρτάνοντες οὗτοι τῆς ἀληθείας· πρῶτον μέν, ὅτι κόσμον καὶ τάξιν ἀναιροῦσι· τὰ γὰρ ἐναντιωτάτας ἔχοντα τὰς δυνάμεις, εἰ μὴ καὶ κοινόν τι σχοίη, πρὸς ἄλληλα συναρμοσθῆναι ἀδύνατον. ἔπειθ’, ὅτι τὰ ἐναντιώτατα σύν‐ εγγυς ἀλλήλων ποιοῦσι, τὸ θερμὸν τῷ ψυχρῷ καὶ τὸ ὑγρὸν
25τῷ ξηρῷ· δεῖ δὲ τὰ μαχόμενα πορρωτέρω ποιεῖν τῶν ἧττον ἀλλοτρίων· τοιαύτη γὰρ ἡ τῶν ἐναντίων φύσις. τρίτον τοί‐ νυν τὰ πρῶτα δύο πρὸς τὰ ἐφεξῆς οὐδεμίαν ἕξει συμπά‐ θειαν, ἀλλ’ ἔσται ἀπηρτημένα ἀλλήλων. τί γὰρ δὴ κοινὸν ὑγρότητι καὶ ψυχρότητι, οὐκ ἔστιν εἰπεῖν. καὶ ἐπὶ τούτοις
30ἅπασι στερεὰ ὄντα τὰ στοιχεῖα δι’ οὐδεμιᾶς μεσότητος συν‐ αφθήσεται ἀλλήλοις· δέδεικται δέ, ὅτι οὐδὲ διὰ μιᾶς ποτε δυνατὸν ᾗ στερεὰ συνάπτεσθαι, μὴ ὅτι γε ἀμέσως· τοῖς γὰρ
ἀδιαστάτοις πάντη τοῦτο προσήκει μόνοις. ἄλλοι δέ τινες,
in Ti
.

2

.

38

ὡς οἱ περὶ Ὄκκελον, τὸν τοῦ Τιμαίου πρόοδον, δύο δυ‐ νάμεις ἑκάστῳ τῶν στοιχείων διένεμον, πυρὶ μὲν θερμὸν καὶ ξηρόν, ἀέρι δὲ θερμὸν καὶ ὑγρόν, ὕδατι δὲ ὑγρὸν καὶ ψυ‐ χρόν, γῇ δὲ ψυχρὸν καὶ ξηρόν, καὶ ταῦτα ἀναγέγραπται
5παρὰ τοῦδε τοῦ ἀνδρὸς ἐν τῷ Περὶ φύσεως [2, 11]. τί δὴ οὖν καὶ οὗτοι πλημμελοῦσιν οἱ ταῦτα λέγοντες; πρῶτον μὲν κοινὰς δυνάμεις ἐν τοῖς στοιχείοις εὑρεῖν ἐθελήσαντες, ἵνα διασώσωνται τὴν πρὸς ἄλληλα σύνταξιν αὐτῶν, οὐδὲν μᾶλ‐ λον κοινωνίαν αὐτοῖς ἢ διάστασιν ἀπέδοσαν, ἀλλ’ ἐπίσης
10τήν τε μάχην αὐτῶν καὶ τὴν ἁρμονίαν ἐπρέσβευσαν. ποῖος οὖν ἔσται κόσμος ἀπὸ τούτων; ποία τάξις αὐτῶν, ἀσυν‐ τάκτων ὄντων καὶ ἀλλοτριωτάτων, καὶ οἰκειοτάτων καὶ συντεταγμένων; τὰ γὰρ ἴσῳ μέτρῳ πολεμοῦντα καὶ εἰρηνεύ‐ οντα τὸν ἴσον τρόπον λύει τε καὶ συνίστησι τὴν κοινωνίαν,
15ταύτης δὲ ὁμοίως μὲν διαλυομένης, ὁμοίως δὲ ἐμφυομένης οὐδὲν μᾶλλον ἔσται ἢ οὐκ ἔσται τὸ πᾶν. δεύτερον δὲ οὐ τοῖς ἄκροις τὴν μεγίστην ἐναντίωσιν ἔδοσαν, ἀλλὰ τοῖς παρε‐ σχάτοις πρὸς τὰ ἄκρα· καίτοι τὰ πλεῖστον ἀφεστῶτα παν‐ ταχοῦ τὴν τῶν ἐναντίων ὁρῶμεν ἔχοντα φύσιν, οὐ τὰ ἔλαττον
20τῶν ὁμογενῶν. ἐναντιωτέρα ἄρα ἡ γῆ πρὸς τὸ πῦρ ἢ τὸ ὕδωρ· ἣ μὲν γὰρ πλεῖστον ἀφέστηκε πυρός, τὸ δὲ ἔλαττον. πῶς δὲ καὶ ἡ φύσις ἔταξεν αὐτὰ πορρωτάτω τῆς ἀλλήλων ἕδρας; ἆρ’ οὐχὶ τὴν ἐναντίωσιν αὐτῶν κατιδοῦσα, καὶ ὅτι συγγενέστερον τῷ πρώτῳ τὸ τρίτον ἢ τὸ τελευταῖον; πῶς
25δὲ καὶ αἱ κινήσεις αὐτῶν; οὐ τὸ μὲν πῦρ κουφότατόν ἐστι καὶ ἀνωφερές, ἡ δὲ γῆ βαρυτάτη καὶ κατωφερής; αἱ δὲ κινή‐ σεις αὐτῶν ἐναντιώταται οὖσαι πόθεν; οὐκ ἀπὸ τῆς φύσεως; εἰ τοίνυν ἡ φύσις ἐναντιωτάτας κινήσεις αὐτοῖς ἀπένειμεν, δῆλον, ὅτι ἐναντιώτατά ἐστιν· ὡς γὰρ τῶν ἁπλῶν ἁπλαῖ αἱ
30κινήσεις, καὶ ὧν ἁπλαῖ αἱ κινήσεις, ἁπλᾶ, οὕτως ὧν ἐναν‐ τιώταται αἱ κινήσεις, ἐναντιώτατα ταῦτά ἐστιν. ὃ καὶ θαυ‐
μάσειεν ἄν τις τοῦ Ἀριστοτέλους ἐν μὲν τοῖς περὶ κι‐
in Ti
.

2

.

39

νήσεως λόγοις ἐναντιωτάτην τῷ πυρὶ τιθεμένου τὴν γῆν, ἐν δὲ τοῖς περὶ δυνάμεων φιλτέραν τῶν ἐγγύς, τὴν πορ‐ ρωτάτω τῶν ὁμοίων, τὴν ἐναντιώτατα κινουμένην· ὡς γὰρ ἔχουσιν ἐν ταῖς θέσεσι τοὺς ἐναντίους τόπους, ὡς ἐν ταῖς
5φοραῖς τὰς ἐναντίας κινήσεις, ὡς ἐν τοῖς εἴδεσι τὰς ἐναν‐ τίας δυνάμεις, βαρύτητα καὶ κουφότητα, δι’ ὧν αἱ κινήσεις, οὕτω καὶ τὰς παθητικὰς ποιότητας ἐναντίας ἔχουσι. δηλοῖ δὲ καὶ ὁ Ἀριστοτέλης, ὡς ἡ γῆ τῷ πυρὶ ἐναντίον· βου‐ λόμενος γὰρ καὶ αὐτὸς δεῖξαι, πῶς ἐστιν ἀναγκαῖον εἶναι
10πλείω σώματα, τοιαῦτά φησιν· ἀλλὰ μὴν εἰ γῆν, ἀνάγκη καὶ πῦρ εἶναι· ὧν γὰρ ἐναντίων θάτερον φύσει, καὶ θάτερον φύσει. ὥστε οὐδὲ αὐτὸς ἄλλον δεδύνηται τρόπον δεῖξαι πλείω τὰ στοιχεῖα, ἢ τῇ γῇ τὸ πῦρ ἐναντίον εἰπών. ἔτι τοίνυν στερεὰ ὄντα πῶς διὰ μιᾶς συνδεῖ〈ται〉
15μεσότητος; τοῦτο γὰρ ἀδύνατον ἐπὶ στερεῶν, ὡς εἴρηται καὶ πρότερον [p. 34, 18 ss]. οὔτε ἄρα μαθηματικῶς οὔτε φυσι‐ κῶς διατάττονται οἱ ταῦτα λέγοντες, ἀλλ’ ἀμφοῖν διημαρτή‐ κασιν εἰκότως· καὶ γὰρ τὰ φυσικὰ τῶν μαθηματικῶν εἰκόνες εἰσί. μόνος δὴ οὖν ὁ Τίμαιος καὶ εἴ τις τούτῳ κατη‐
20κολούθησεν ὀρθῶς οὔτε μίαν οὔτε δύο τοῖς στοιχείοις ἀπο‐ νέμει δυνάμεις, ἀλλὰ τρισσάς, τῷ μὲν πυρὶ λεπτομέρειαν, ὀξύτητα, εὐκινησίαν, τῷ δὲ ἀέρι λεπτομέρειαν, ἀμβλύτητα, εὐκινησίαν, τῷ δὲ ὕδατι παχυμέρειαν, ἀμβλύτητα, εὐκινη‐ σίαν, τῇ δὲ γῇ παχυμέρειαν, ἀμβλύτητα, ἀκινησίαν, ἵνα τῶν
25στοιχείων ἕκαστον δύο δυνάμεις ἔχῃ κοινὰς τῷ παρακειμένῳ, μίαν δὲ διάφορον, ὥσπερ ἐδείκνυτο [p. 31, 27 ss] καὶ ἐπὶ τῶν μαθημάτων, ἣν εἴληφεν ἐκ θατέρου τῶν ἄκρων, καὶ ἵνα ἡ γῆ κατὰ πάσας τὰς δυνάμεις ἀντικειμένως ἔχῃ πρὸς
τὸ πῦρ, καὶ ἵνα τά τε ἄκρα δύο μεσότητας ἔχῃ καὶ τὰ συνεχῆ
in Ti
.

2

.

40

δύο, τὰ μὲν στερεὰ ἔχοντα μέσα, τὰ δὲ τὰς δυνάμεις τὰς κοινάς. ἔστω γὰρ τὸ πῦρ λεπτομερές, ὀξύ, εὐκίνητον· καὶ γὰρ τὴν οὐσίαν ἔχει λεπτομερῆ καὶ ὀξύ ἐστιν, ὡς σχῆμα τοιοῦτον ἔχον καὶ ὡς διὰ τοῦτο τμητικὸν ὑπάρχον καὶ ἰτη‐
5τικὸν καὶ διὰ πάντων διαδῦνον τῶν ἄλλων στοιχείων, καὶ εὐκίνητον, ὡς ἐγγυτάτω τε ὂν τῶν οὐρανίων καὶ ἐν αὐτοῖς ὄν· καὶ γὰρ αὐτὸ τὸ οὐράνιον πῦρ ὀξυκίνητον, καὶ τὸ ὑπὸ σελήνην ἀιδίως αὐτῷ συγκινούμενον καὶ καθ’ ἕνα κύκλον καὶ μίαν ὁρμήν. ἐπεὶ οὖν ἐναντίον ἡ γῆ τῷ πυρί, τὰς
10ἐναντίας ἕξει δυνάμεις, παχύτητα, ἀμβλύτητα, δυσκινησίαν, ἃ δὴ καὶ ὁρῶμεν αὐτῇ πάντα προσόντα. τούτων δὲ οὑτωσὶ διαμαχομένων καὶ ὄντων στερεῶν καὶ ὁμοίων στερεῶν— ἀνὰ λόγον γὰρ αὐτῶν αἱ πλευραὶ καὶ αἱ δυνάμεις· ὡς γὰρ τὸ παχὺ πρὸς τὸ λεπτομερές, οὕτω τὸ ἀμβλὺ πρὸς τὸ ὀξὺ
15καὶ τὸ δυσκίνητον πρὸς τὸ εὐκίνητον· ὅμοιοι δέ εἰσι στε‐ ρεοὶ ὧν αἱ πλευραὶ ἀνὰ λόγον, ἢ, εἰ βούλει φυσικῶς λέγειν, ὅμοια σώματά ἐστιν ὧν αἱ δυνάμεις ἀνὰ λόγον αἱ συστατικαὶ τῶν σωμάτων· καὶ γὰρ αἱ πλευραὶ δυνάμεις εἰσὶ τῶν ἀπ’ αὐτῶν χωρίων—ὄντων δ’ οὖν πυρὸς καὶ γῆς ὁμοίων σω‐
20μάτων καὶ ὁμοίων στερεῶν δύο μέσοι ἀνὰ λόγον ἐμπεσοῦνται, καὶ τῶν μέσων ἑκάτερος ἕξει τοῦ μὲν παρακειμένου τῶν ἄκρων δύο πλευράς, θατέρου δὲ τὴν λοιπήν. οὐκοῦν ἐπειδὴ τὸ πῦρ εἶχε τρεῖς πλευρὰς φυσικάς, τὰς τριττὰς δυνάμεις, λεπτομέρειαν, ὀξύτητα, εὐκινησίαν, ἀφελόντες τὴν μέσην,
25τὴν ὀξύτητα, καὶ ἀντεισαγαγόντες τὴν ἀμβλύτητα τὸν ἀέρα ποιήσομεν, ἔχοντα δύο μὲν τοῦ πυρὸς πλευράς, μίαν δὲ τῆς γῆς, ἢ δύο μὲν τοῦ πυρὸς δυνάμεις, μίαν δὲ τῆς γῆς, ὥσπερ καὶ ἦν προσῆκον μᾶλλον αὐτὸν τῷ ἐγγὺς κοινωνεῖν ἢ τῷ ἀφ’ ἑαυτοῦ τρίτῳ κατὰ τὴν ἀπόστασιν. πάλιν ἐπειδὴ τρεῖς
30εἶχεν ἡ γῆ πλευρὰς φυσικὰς τὰς ἐναντίας ταῖς δυνάμεσι ταῖς τοῦ πυρός, παχυμέρειαν, ἀμβλύτητα, δυσκινησίαν, ἀφε‐
λόντες τὴν δυσκινησίαν καὶ τὴν εὐκινησίαν εἰσαγαγόντες τὸ
in Ti
.

2

.

41

ὕδωρ ποιήσομεν, παχυμερές, ἀμβλύ, εὐκίνητον 〈ὄν〉, κοινὰς μὲν ἔχον πρὸς τὴν γῆν δύο πλευρὰς ἢ δυνάμεις, μίαν δὲ ἀπὸ τοῦ πυρὸς λαβόν. καὶ οὕτω δὴ τὰ μέσα ταῦτα καὶ αὐτὰ πρὸς ἄλληλα αὐτοφυῶς συναφθήσεται, διτταῖς μὲν κοινω‐
5νοῦντα δυνάμεσι, μιᾷ δὲ διαφέροντα, διὰ τὴν ὁμοιότητα καὶ αὐτὰ δύο μεσοτήτων δεηθέντα, καὶ ἕκαστον οὕτως ἀεὶ τῷ πλησίον μᾶλλον συνῆπται ἢ διενήνοχεν αὐτοῦ, καὶ εἷς κό‐ σμος ἀποτελεῖται διὰ πάντων καὶ μία τάξις ἐναρμόνιος τῆς ἀναλογίας κρατούσης. οὕτω δὲ καὶ τῶν δύο κύβων οἱ μέσοι,
10τοῦ η καὶ κζ, ὁ μὲν ιβ τῷ η παρακείμενος εἶχε δύο τούτου πλευράς, μίαν δὲ ἀπὸ τοῦ κζ· ἦν γὰρ δὶς δύο τρίς· ὁ δὲ ιη ἀνάπαλιν· ἦν γὰρ τρὶς τρία δίς· πλευρὰ δὲ ἦν τοῦ κζ γ ὡς τοῦ ηβ. συνᾴδει ἄρα τοῖς μαθηματικοῖς τὰ φυ‐ σικὰ περὶ τῶν στοιχείων τοῦ παντὸς δόγματα τοῦ Πλάτωνος.
15τούτων δὴ οὖν οὑτωσὶ διῃρημένων τὴν Πλατωνικὴν αὐτοῖς ἐφαρμόσωμεν λέξιν φυσικῶς. οὐκοῦν ἐπίπεδον μὲν καλέ‐ σωμεν τὸ τὰς δύο μόνας ἔχον δυνάμεις, ὥσπερ τινὲς ἔλεγον, στερεὸν δὲ τὸ τὰς τρεῖς, καὶ λέγωμεν, ὅτι, εἰ μὲν τὰ σώματα ἐπλάττομεν ἀπὸ δύο δυνάμεων, μία μεσότης ἂν συνῆπτε τὰ
20στοιχεῖα πρὸς ἄλληλα, ἐπειδὴ δὲ τριδύναμά ἐστιν, ὡς ἡμεῖς φαμεν, δύο συνδεῖται μεσότησι· δύο γὰρ αἱ κοιναὶ τῶν παρακειμένων εἰσὶ δυνάμεις, μία δὲ ἡ διάφορος· καὶ αὐτὰ δὲ τὰ ἄκρα, εἰ ἐκ δυοῖν εἴη δυνάμεων, διὰ μιᾶς συναφθή‐ σεται μεσότητος. ἔστω γάρ, εἰ βούλει, τὸ πῦρ λεπτομερὲς
25καὶ εὐκίνητον μόνον, ἡ δὲ γῆ τἀναντία τούτων ἐχέτω, παχυ‐ μέρειαν καὶ ἀκινησίαν· τὸ τοίνυν τούτων μέσον ἐξαρκεῖ καὶ ἓν ὄν· καὶ γὰρ τὸ παχυμερὲς καὶ εὐκίνητον καὶ τὸ λεπτο‐ μερὲς καὶ δυσκίνητον ἀπόχρη μόνον εἰς τὴν σύνδεσιν ἀμ‐ φοτέρων. ἐπειδὴ δὲ τριπλοῦν ἕκαστόν ἐστι τῶν στοιχείων,
30δεῖται δύο μέσων τὰ ἄκρα, καὶ αὐτὰ τὰ παρακείμενα διὰ
δύο συνδεῖται δυνάμεων. τὰ γὰρ στερεά—ταῦτα δέ ἐστι
in Ti
.

2

.

42

τὰ τριπλᾶς ἔχοντα δυνάμεις ἐναντίας οὐδέποτε μία συναρ‐ μόσει μεσότης. Οὕτω δὴ πυρός τε καὶ γῆς ὕδωρ ἀέρα τε ὁ θεὸς ἐν μέσῳ θεὶς καὶ πρὸς ἄλληλα καθόσον δυνατὸν ἦν
5ἀνὰ τὸν αὐτὸν λόγον ἀπεργασάμενος, , τι περ πρὸς ἀέρα πῦρ, τοῦτο ἀέρα πρὸς ὕδωρ, καὶ , τι ἀὴρ πρὸς ὕδωρ, τοῦτο ὕδωρ πρὸς γῆν, συνέδησε καὶ συνε‐ στήσατο οὐρανὸν ὁρατὸν καὶ ἁπτόν [32 B]. Οἳ μὲν τῶν Πλατωνικῶν ὑπὸ τῶν Ἀριστοτέλους λόγων
10ἐξωσθέντες μίαν ὕλην τῶν στοιχείων παθητὴν ἐπὶ πάντα διατείνουσι τὸν κόσμον, οὐδὲν διαφέρον τῷ οὐρανῷ διδόντες, ὡς τοῦ Πλάτωνος ταῦτα πρεσβεύοντος, τὴν περὶ τοῦ πέμπτου σώματος παράδοσιν εἰς δή τινας βαρβαρικὰς δόξας ἀποπεμ‐ πόμενοι· ταύταις γὰρ ἑπόμενον τὸν Ἀριστοτέλη τὸ πέμπτον
15εἰσαγαγεῖν στοιχεῖον· καί πως αἰνίσσεται τοῦτο κἀκεῖνος τῶν βαρβάρων τηρήσεις ἐπιμαρτυρόμενος τῆς τοῦ αἰθέρος ἀεὶ τῆς αὐτῆς οὔσης κινήσεως. οἳ δὲ εἶναι μὲν τὸν οὐρανὸν ἑτέρας οὐσίας εἰρήκασιν, ὡς καὶ εἶδος ἕτερον ἔχοντα ζωῆς καὶ κί‐ νησιν ἁπλουστέραν καὶ φύσιν ἀιδιωτέραν, τὸν δέ γε Πλά‐
20τωνα νῦν περὶ τῶν ὑπὸ σελήνην διαλέγεσθαι στοιχείων καὶ ταῦτα ταῖς ἀναλογίαις διακοσμεῖν, πρὸς μὲν τὰ πράγματα λέγοντες ὀρθῶς καὶ πρὸς τὴν Πλάτωνος γνώμην, τὸ διά‐ φορον εἶναι τὴν οὐρανοῦ φύσιν τῶν μεταβλητῶν καὶ ὄντως ἐνύλων πραγμάτων, ἀμελοῦντες δὲ ἡμῶν καὶ τῶν Πλατωνικῶν
25ῥημάτων, ἐν οἷς φησιν ὁ φιλόσοφος, ὅτι συνέδησε καὶ συνέ‐ στησε τὸν οὐρανὸν διὰ τῆς ἀναλογίας τῶν τεττάρων στοι‐ χείων, καὶ πάλιν προελθών [40 A], ὅτι ἐκ πυρὸς τὴν πλεί‐
στην ἰδέαν ἀπειργάζετο τῶν ἄστρων ὁ δημιουργός. φέρε
in Ti
.

2

.

43

οὖν, εἰ δοκεῖ, φυλάττοντες ἀμφότερα, τόν τε ὅλον κόσμον ἐκ τῶν τεττάρων εἶναι στοιχείων καὶ τὸν οὐρανὸν ἑτέρας οὐσίας, τὰς προκειμένας διασαφήσωμεν συλλαβὰς καὶ πρῶ‐ τον ἐκεῖνο διορίσωμεν· ἀνάγκη γὰρ ἢ ἄλλο εἶναι πάντη
5τὸ οὐράνιον τῶν τεττάρων, πέμπτον, ὥς φασί τινες, στοι‐ χεῖον, ἢ ἐκ τῶν τεττάρων εἶναι καὶ τὸν οὐρανόν, ἢ ἐξ ἑνός τινος τῶν τεττάρων, ἢ ἐκ πλειόνων ἑνός, καὶ εἰ ἐκ τῶν τεττάρων, ἢ τῶν αὐτῶν κατ’ εἶδος τοῖς ὑπὸ σελήνην, ἢ ὑπ’ἄλλων. ἀλλ’ εἰ μὲν ἄλλο τὸ στοιχεῖον ἐκεῖνο παρὰ τὰ τέσ‐
10σαρα, πῶς φησιν ὁ Πλάτων ἐκ τῶν τεττάρων εἶναι τὸν ὅλον κόσμον; εἰ δὲ ἐξ ἑνὸς τῶν τεττάρων, πῶς ἐρεῖ μικρὸν ὕστε‐ ρον ἐκ πλείστου πυρὸς εἶναι τὰ ἄστρα; εἰ δὲ ἐκ πλειόνων ἑνός. πῶς οὐκ ἀτελὲς ἔσται τὸ θεῖον σῶμα μὴ πάντα ἔχον, τῆς γῆς πάντα ἐχούσης καὶ ὅλως τῶν ὑπὸ σελήνην; εἰ δὲ
15ἐκ πάντων αὐτῶν, πῶς ἐκεῖ μὲν ἄλυτος αὐτῶν ἡ σύν‐ θεσις, ἐνταῦθα δὲ λυτή; οὐ γὰρ διὰ τὴν ἰσοκράτειαν ἄλυτα ἔσται. πόθεν γὰρ ἰσοκρατείας οὔσης ἡ ποικιλία; πῶς δὲ πλεῖστον εἶναί φησιν ἐκεῖ πῦρ ὁ Πλάτων, ἰσοκρατῶν ὄντων; εἰ δὲ ἐξ ἄλλων, πῶς ἁπλῆν κινεῖται κίνησιν ἐκεῖνα σύνθετα
20ὄντα; ποῦ δὲ αἱ ὁλότητες τῶν ἐκεῖ μεμιγμένων; τοιούτων δὴ τῶν ἀπόρων ὄντων βέλτιον λέγειν, ὅτι πᾶς μὲν ὁ οὐ‐ ρανὸς ἐκ πυρός ἐστιν ἐπικρατοῦντος, περιέχει δὲ κατ’ αἰτίαν καὶ τὰς τῶν ἄλλων στοιχείων δυνάμεις, οἷον τὴν στερεότητα καὶ τὴν ἑδραιότητα τῆς γῆς, τὸ κολλητικὸν καὶ ἑνωτικὸν
25τοῦ ὕδατος, τὴν λεπτότητα καὶ τὴν διαφάνειαν τοῦ ἀέρος ὡς γὰρ ἡ γῆ πάντα περιέχει χθονίως, οὕτως ὁ οὐρανὸς πάντα πυρίως· ὥστε καὶ τὸ ἓν τὸ ἐπικρατοῦν καὶ τὰ ἄλλα περιείληπται ἐν αὐτῷ κατ’ αἰτίαν. δεῖ δὲ νομίζειν, ὅτι οὐδὲ τὸ πῦρ ἐκεῖνο τούτῳ τῷ ὑπὸ σελήνην ταὐτόν, ἀλλ’ ἐκεῖνο
30μὲν θεῖον πῦρ, ζωῇ συνυφασμένον μίμημά τε τοῦ νοεροῦ
πυρός, τὸ δὲ ἐνταῦθα ὄντως ἔνυλον καὶ γενητὸν καὶ φθαρτόν.
in Ti
.

2

.

44

τὸ οὖν εἰλικρινὲς πῦρ ἐν οὐρανῷ, καὶ ἐκεῖ τὸ ὅλον πῦρ, ἡ δὲ γῆ κατ’ αἰτίαν ἐκεῖ, γῆς ἄλλο εἶδος οὖσα καὶ οἷον εἰκὸς συμφύεσθαι πρὸς τὸ θεῖον πῦρ, αὐτὸ μόνον ἔχουσα τὸ στε‐ ρεόν, ὡς τὸ πῦρ τὸ φωτεινόν, καὶ ὡς τοῦτο οὐ καυστικόν,
5οὐδὲ ἡ γῆ παχὺ ἐκεῖ, ἀλλ’ ἑκατέρου τὸ ἀκρότατον. καὶ ὡς ἐκεῖ τὸ εἰλικρινὲς πῦρ καὶ ὄντως, οὕτως ἡ ὄντως γῆ ἐνταῦθα καὶ ἡ ὁλότης τῆς γῆς, καὶ τὸ πῦρ κατὰ μέθεξιν καὶ ὑλικῶς, ὥσπερ ἡ γῆ ἐκεῖ πρώτως. οἰκείως γὰρ ἐν ἑκατέρῳ τὸ λοι‐ πόν, ὅπου μὲν ἡ ἀκρότης τῆς γῆς, ὅπου δὲ ἡ ὑποστάθμη
10τοῦ πυρός. δηλοῖ δὲ καὶ ἡ σελήνη, στερεόν τι ἔχουσα καὶ σκοτεινόν, ἀντιφράττουσα τὸ φῶς—μόνης γὰρ τὸ ἀντι‐ φράττειν τῆς γῆς—καὶ τὰ ἄστρα, ταῖς ὄψεσιν ἀντιφράτ‐ τοντα, ὡς ἂν σκιὰν ἀνωτέρω ἑαυτῶν ποιοῦντα. καὶ δῆλον, ὅτι τούτων ὄντων καὶ ἐκεῖ, πυρὸς καὶ γῆς, εἶναι καὶ τὰ μέσα
15τούτων ἀναγκαῖον, τὰ διαφανῆ πρώτως, ἀέρα μὲν οἷον τὸ ἐν‐ ταῦθα εὐαγέστατον, ὕδωρ δὲ οἷον τὸ ἀτμοειδέστατον καὶ τούτων ἔτι καθαρώτερον, ἵνα πάντα 〈μὲν〉 ἐν πᾶσιν ᾖ, οἰκείως 〈δ’〉 ἐν ἑκάστοις· διὰ γὰρ ταῦτα τῷ ὁρατῷ χαρακτηρίζομεν τὸ πῦρ, ὃ παντὸς ἴδιον πυρός, καὶ τοῦτο εἰκότως· ὡς γὰρ ἡ
20γῆ πρώτως ἁπτόν, οὕτως 〈πρώτωσ〉 ὁρατὸν τὸ πῦρ, ὅτι οὐ‐ δενὸς δεῖται τῶν ἄλλων, ἵνα ὁρατὸν ᾖ, ὥσπερ τὰ ἄλλα δεῖ‐ ται τοῦ πυρὸς εἰς τὸ ὁραθῆναι φωτίζοντος, αὐτὸ δὲ δι’ ἑαυτὸ γίνεται ὁρατόν, τοῦτο δὲ κοινὸν παντὸς πυρός. ἡ μὲν οὖν ζήτησις λέλυται. ἵνα δὲ ἡμῖν πᾶσα γένηται σαφὴς ἡ
25πρόοδος τῶν στοιχείων ὅσας ἔσχεν ὑφέσεις, ἄνωθεν ἀρκτέον τῆς περὶ αὐτῶν θεωρίας. τὰ δὴ στοιχεῖα ταῦτα τὰ τέτταρα, πῦρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ, πρώτως μέν ἐστιν ἐν τῷ
δημιουργῷ τῶν ὅλων κατ’ αἰτίαν καὶ ἑνοειδῶς· πάντα γὰρ
in Ti
.

2

.

45

ἐν ἐκείνῳ τὰ αἴτια προείληπται κατὰ μίαν περιοχήν, ἥ τε νοερὰ καὶ θεία καὶ ἄχραντος καὶ ἀκμαία τοῦ πυρὸς δύναμις καὶ ἡ συνεκτικὴ καὶ ζωοποιὸς τοῦ ἀέρος αἰτία καὶ ἡ γόνιμος καὶ ἀναθάλλοντα ποιοῦσα τοῦ ὕδατος ὕπαρξις καὶ ἡ μόνιμος
5καὶ ἑδραία καὶ ἀμετάστατος καὶ ἀκλινὴς ἰδέα τῆς γῆς. ταῦτα οὖν καὶ ὁ θεολόγος εἰδὼς περὶ τοῦ δημιουργοῦ φησιν· σῶμα δέ οἱ πυριφεγγὲς ἀπείριτον ἀστυφέλικτον· ὦμοι μὲν καὶ στέρνα καὶ εὐρέα νῶτα θεοῖο ἀὴρ εὐρυβίης·
10 μέσση δὲ ζώνη βαθυηχέος οἶδμα θαλάσσης·
πυμάτη δὲ βάσις χθονὸς ἔνδοθι ῥίζα
ι· ἀπὸ δὲ τούτων τῶν δημιουργικῶν αἰτίων γίνεται πρόοδος τῶν τεττάρων τούτων εἰς τὸ πᾶν—οὐκ εὐθὺς εἰς τὸν ὑπὸ σελήνην κόσμον· πῶς γὰρ τὰ ἀυλότατα τῶν ἐνυλοτάτων
15ἀμέσως ὑποστατικὰ καὶ τὰ ἀκίνητα τῶν πάντη κινουμένων; οὐδαμοῦ γὰρ ἡ πρόοδος ἀμέσως ἐστὶ τῶν πραγμάτων—ἀλλὰ κατά τινα εὔτακτον ὕφεσιν, καὶ διὰ τῶν προσεχῶν αἱ ἀπο‐ γεννήσεις ἐπιτελοῦνται, καθάπερ δὴ καὶ αὐτῶν τῶν στοι‐ χείων μετὰ τὸ πῦρ οὐ τὸ ὕδωρ, τὸ ἧττον αὐτῷ κοινωνοῦν,
20ἀλλ’ ὁ ἀήρ, οὐδὲ αὐτῷ τῷ ἀέρι ἡ γῆ, ἀλλὰ τὸ ὕδωρ, ἵνα διὰ τῶν οἰκείων καὶ συγγενῶν καὶ σμικρὰν τὴν παράλλαξιν ποιουμένων ἡ πρόοδος ἡ ἐπὶ τὸ ἔσχατον γένηται. πῶς οὖν τῶν νοερῶν καὶ δημιουργικῶν καὶ ὅλων στοιχείων εὐθὺς ἡ ἀπογέννησις εἰς τὰ ἔνυλα καὶ σκεδαστὰ καὶ σκοτεινὰ ταῦτα
25γενήσεται; ταῦτα μὲν γὰρ ὑπὸ τῶν νέων θεῶν πλάττεσθαι δύναται, καὶ μάλιστα καθόσον ἔχει τὴν σύστασιν ἁπτήν· ὁ δὲ δημιουργὸς μειζόνων ἐστὶ καὶ καλλιόνων πατήρ. ἐπειδὴ τοίνυν τὰ ἐν αὐτῷ τῷ δημιουργῷ στοιχεῖα νόες εἰσὶ καὶ νοεραὶ δυνάμεις ἀμέθεκτοι, τίς ἂν εἴη πρώτη πρόοδος αὐ‐
30τῶν; ἦ δῆλον, ὅτι νοεραὶ μὲν ἔτι μένουσι δυνάμεις, μετεχό‐
μεναι δὲ ὑπὸ τῶν ἐγκοσμίων· ἀπὸ γὰρ τοῦ ἀμεθέκτου νοῦ
in Ti
.

2

.

46

προσεχῶς ἐπὶ τὸν μεθεκτόν ἐστιν ἡ πρόοδος, καὶ ὅλως ἀπὸ τῶν ἀμεθέκτων αἰτίων ἐπὶ τὰ μετεχόμενα καὶ ἀπὸ τῶν ὑπερ‐ κοσμίων εἰδῶν ἐπὶ τὰ ἐγκόσμια καλῶς. ταῦτα δὲ τὰ νοερὰ μὲν ἔτι μένοντα, μεθεκτὰ δέ, τίνα; καὶ ποίαν ἕξει τὴν ὕφεσιν;
5ἦ νοερὰ μὲν οὐκέτι ἔσται—καλῶ δὲ νοερὰ τὰ τοῦ νοῦ καὶ τῆς οὐσίας τῆς ὄντως νοερᾶς εἴδη—μεθεκτὰ δὲ ὅμως, νοερὰ δὲ οὐκ ὄντα δῆλον ὡς ἀκίνητα οὐκ ἔσται, ἀκίνητα δὲ οὐκ ὄντα αὐτοκίνητα ἔσται· προσεχῶς γὰρ ἐξήρτηται ταῦτα τῶν ἀκινήτων, καὶ ἀπὸ τῶν κατ’ οὐσίαν νοερῶν ἐπὶ τὰ κατὰ
10μέθεξιν ἡ πρόοδος καὶ ἀπὸ τῶν ἀκινήτων ἐπὶ τὰ αὑτὰ κι‐ νοῦντα. ἔσται οὖν ἐν ζωῇ τὰ στοιχεῖα ταῦτα νοερὰ κατὰ μέθεξιν *** αὐτοκινήτῳ. τί δὲ ἀπὸ ταύτης που προελεύσεται, δῆλον. ἀπὸ γὰρ τῆς ζωῆς ἐπὶ τὸ ζῶν ἡ κάθοδος—τοῦτο γὰρ τῇ ζωῇ προσεχές—καὶ ἀπὸ τοῦ κατ’ οὐσίαν αὐτοκι‐
15νήτου ἐπὶ τὸ κατὰ μέθεξιν ζωῆς αὐτοκίνητον. καὶ καθὸ μὲν ἀπὸ ζωῆς ἐπὶ ζῶν προελήλυθεν, ἐξήλλακται, καθὸ δὲ ἀπὸ ἀύλου ἐπὶ τὰ ἄυλα—λέγω δὲ τὰ ἄυλα ὡς πρὸς τὴν μετα‐ βλητὴν ὕλην—καὶ ἀπὸ θείας ζωῆς ἐπὶ θείαν οὐσίαν, ὡμοίωται πρὸς τὴν πρὸ αὐτῶν οὐσίαν. ἐντεῦθεν τοίνυν
20ἀφελὼν τὸ ἄυλον ἐκεῖνο καὶ τὸ ἀμετάβλητον ποιήσεις τὰ μεταβλητὰ καὶ ἔνυλα· καὶ ταύτῃ μὲν ἠλάττωται τῶν πρὸ αὐτῶν, τὴν δὲ τάξιν καὶ τὴν συμμετρίαν τῶν κινήσεων καὶ τὴν ἐν ταῖς μεταβολαῖς ἀμεταβλησίαν ὡμοίωται πρὸς αὐτά. ἐὰν δὴ οὖν καὶ τὴν τάξιν ταύτην ἀφέλῃς καὶ πολὺ τὸ πλημ‐
25μελὲς καὶ ἄστατον ἴδῃς τῶν στοιχείων, ἔσται σοι τὰ πάντων ἔσχατα καὶ τελευταίαν λαχόντα διάκρισιν γεγονότα, πάντων ὄντα τῶν πρὸ αὐτῶν ὑποστάθμαι. τῶν στοιχείων οὖν τὰ μέν ἐστιν ἀκίνητα, ἀμέθεκτα, νοερά, δημιουργικά, τὰ δὲ νοερὰ μὲν κατ’ οὐσίαν καὶ ἀκίνητα, μεθεκτὰ δὲ ὑπὸ τῶν
30ἐγκοσμίων, τὰ δὲ αὐτοκίνητα καὶ ἐν ζωαῖς ἔχοντα τὸ εἶναι,
τὰ δὲ αὐτοκίνητα μέν, ζῶντα δὲ καὶ οὐχὶ ζωαὶ ὄντα, τὰ δὲ
in Ti
.

2

.

47

ἑτεροκίνητα μέν, κινούμενα δὲ τεταγμένως, τὰ δὲ ἄτακτα καὶ ταραχώδη καὶ συγκεχυμένα. τοσαύτης δὲ διαφορότητος οὔ‐ σης τί χρὴ ταράττειν τὸν λόγον ὡς μοναχῶς ὄντων τῶν στοι‐ χείων; ὅσαι γάρ εἰσι μεσότητες τοῦ τε δημιουργοῦ καὶ τῶν
5ὑπὸ σελήνην, τοσαυταχῶς τὰ στοιχεῖα δεῖ θεωρεῖν, διότι διὰ τῶν μέσων αὐτοῖς ἡ πρόοδος. ἔστιν ἄρα καὶ ἐν τῷ οὐρανῷ στοιχεῖα, καὶ οὐ τοῦτον τὸν τρόπον, ὃν ἐν τοῖς γενεσιουργοῖς σώμασιν· οὐδὲ γὰρ ἐν οὐρανῷ τοῦτον τὸν τρόπον, ὃν ἐν τῷ δημιουργῷ· πρὸς δὲ τούτοις πυρὸς ὄντος οὐρανίου—δηλοῖ
10δὲ τὸ φῶς, εἶδος ὂν πυρός—καὶ γῆς—ἢ πῶς ἡ σελήνη φωτιζομένη σκιὰν ποιεῖ, καὶ οὐ δίεισι διὰ πάσης αὐτῆς τὸ ἡλιακὸν φῶς; —ἀνάγκη καὶ τὰ μέσα εἶναι ἐν ἐκείνοις, ἄλλα δὲ ἀλλαχοῦ πλεονάζειν, καὶ ὅπου μὲν διὰ τὴν στερεότητα τὸ πύριον εἶναι τηλαυγές, ὡς ἐπὶ τῶν ἀστρῴων σωμάτων, ὅπου
15δὲ διὰ τὴν λεπτότητα λανθάνειν ἡμᾶς, ὡς καὶ τὸ τῶν σφαι‐ ρῶν τῶν τὰ ἄστρα φερουσῶν· ἴδιον γὰρ οὖν παντὸς πυρὸς τὸ ὁρατόν, ἀλλ’ οὐ τὸ θερμὸν οὐδὲ τὸ ἐπιπολαστικόν, καὶ γῆς πάσης τὸ στερεὸν καὶ ἁπτόν, ἀλλ’ οὐ τὸ βαρὺ καὶ ὑφιζάνον πᾶσι καὶ κατώφορον. κἂν ταύτας λαμβάνωμεν τὰς ἰδιότητας, εὑ‐
20ρήσομεν καὶ ἐν τῷ οὐρανῷ πῦρ καὶ γῆν κατὰ τὸ ἀνάλογον, τοῦ μὲν πυρὸς τὴν οὐσίαν ἀφορίζοντος, τῶν δ’ ἄλλων συν‐ υπαρχόν〈των〉. καὶ γὰρ αὖ καὶ ἐκεῖνο ῥητέον, ὅτι τὰ αἴτια καὶ τὰ ποιητικά τινων πανταχοῦ προείληφε τὰς τῶν κοσμουμένων ὑπ’ αὐτῶν καὶ ποιουμένων δυνάμεις, καὶ μά‐
25λισθ’ ὅταν κατὰ φύσιν ποιῇ· καὶ γὰρ ἡ φύσις οὕτως ὀδόντος ἔχει καὶ ὀφθαλμοῦ καὶ χειρὸς εἶδος, ᾧ καὶ τὴν ὕλην μορ‐ φοῖ, καὶ οὐ πᾶς ὀφθαλμὸς διαστατός ἐστιν, ἀλλ’ ἔστιν ὅπου καὶ ἀμερὲς ἔχει τὸ εἶδος. ἔτι δὲ ἡ ψυχὴ μία τέ ἐστι καὶ ἔχει τὸ μὲν θεῖον ἐν ἑαυτῇ, τὸ δὲ ἄλογον, καὶ ἐν τῷ θείῳ
30περιέχει τὰς ἀλόγους δυνάμεις λογικῶς, αἷς κατευθύνει τὴν ἀλογίαν καὶ τάττει δεόντως, καὶ οὔτε τὸ ἓν τῆς ψυχῆς ἀπό‐ λωλε διὰ τὰς διαφόρους οὐσίας οὔτε τὸ πλῆθος *** ἄλλως
γάρ ἐστιν ἐν τῷ κρείττονι ταῦτα καὶ ἄλλως ἐν τῷ χείρονι.
in Ti
.

2

.

48

κατὰ τὸν αὐτὸν δὴ λόγον καὶ ὁ κόσμος εἷς καὶ πολύς. ἄλλο γὰρ ὁ οὐρανὸς καὶ ἄλλο ἡ γένεσις· καὶ κοσμεῖται ἡ γένεσις ἐκ τοῦ οὐρανοῦ· καὶ ἔστι τὰ στοιχεῖα ταῦτα καὶ ἐν οὐρανῷ, ἀλλ’ οὐρανίως· καὶ γὰρ ἐν ψυχῇ ψυχικῶς, καὶ ἐν τῷ νῷ νοε‐
5ρῶς, καὶ ἐν τῷ δημιουργῷ δημιουργικῶς. καὶ πῶς γὰρ ἄλλως ἔμελλε ταῖς ἐκεῖθεν ἀπορροίαις διακυβερνᾶσθαι μὴ καὶ ἐν ἐκείνοις ὄντα τρόπον ἕτερον; οὕτω καὶ ἐν ταῖς τέχναις ὁρᾶν ἔξεστιν οὐ τὸν ἰατρὸν ἐπιστατοῦντα τῷ τέκτονι· οὐ γὰρ προείληφεν ὁ ἰατρὸς τὰ τεκτονικά· οὐδὲ τὸν μηχανικὸν τῷ
10ὀψοποιῷ· οὐ γὰρ προείληφεν ὁ μηχανικὸς τὰ ὀψοποιικά· τοῦ δὲ προειληφότος ἐστὶ τὴν ὅλην δύναμιν τὸ κυβερνᾶν αὐτήν· ἀλλὰ τῷ μὲν τέκτονι πάντως ὁ μηχανικός, τῷ δὲ ὀψοποιῷ δῆλον ὡς ὁ ἰατρός. εἰ τοίνυν καὶ ὁ οὐρανὸς κυ‐ βερνᾷ πᾶσαν τὴν γένεσιν, ἔσται καὶ ἐν αὐτῷ τὰ στοιχεῖα
15πρώτως. οἱ δὲ Πυθαγόρειοι ἔλεγον ἐν τῷ οὐρανῷ θεω‐ ρεῖσθαι τὰ στοιχεῖα διχῶς, ἄλλως μὲν πρὸ ἡλίου, ἄλλως δὲ μετὰ ἥλιον. γῆ μὲν γὰρ αἰθερία ἡ σελήνη· τοῦτο μὲν οὖν καὶ ὁ θεολόγος [Orph. frg. 81] εἴρηκε σαφῶς· μήσατό τ’ ἄλλην γαῖαν ἀπείριτον, ἥν τε σελήνην
20 ἀθάνατοι κλῄζουσιν, ἐπιχθόνιοι δέ τε μήνην, ἣ πόλλ’ οὔρε’ ἔχει, πόλλ’ ἄστεα, πολλὰ μέλεθρα· ὕδωρ δέ, φασίν, αἰθέριον ὁ Ἑρμῆς, ἀὴρ δὲ ἡ Ἀφροδίτη, πῦρ δὲ ὁ Ἥλιος. πάλιν ὁ μὲν Ἄρης πῦρ οὐράνιον, ὁ δὲ Ζεὺς ἀὴρ οὐράνιος, ὁ δὲ Κρόνος ὕδωρ οὐράνιον, ἡ δὲ
25ἀπλανὴς οὐρανία γῆ. καὶ οὕτω μὲν διῃρημένως λέγοντές φασιν, ἀκρότητας μὲν πανταχοῦ ποιοῦντες πῦρ καὶ γῆν, συνάπτοντες δὲ διὰ τῶν μέσων, διὰ μὲν Ἀφροδίτης καὶ Ἑρμοῦ τὰ αἰθέρια· συναγωγὸν γὰρ ἀμφότεροι δύναμιν ἔχουσι καὶ ἑνοποιόν· διὰ δὲ Κρόνου καὶ Διὸς τὰ οὐράνια· τὸ γὰρ
30συνοχικὸν τῶν ὅλων καὶ τὸ σύμμετρον ἐν ἅπασιν ἀπ’ αὐτῶν παραγίγνεται· καὶ ταῦτά φαμεν κατὰ τὴν παραδοθεῖσαν ὑπὸ
πολλῶν ἱστορίαν. ἐπεὶ ὅτι γε οὐ Πλατωνικὸς ὁ τρόπος
in Ti
.

2

.

49

οὗτος τῆς διανομῆς, ἐπεστήσαμεν· ὁ γὰρ Πλάτων [38 D] ὑπὲρ σελήνην εὐθὺς τάττει τὸν ἥλιον, ἔπειτα Ἀφροδίτην καὶ ἐπὶ ταύτῃ τὸν Ἑρμῆν· δεῖ δ’ οὖν ἐννοεῖν, ὅτι καὶ ἐν ἑκάστῃ σφαίρᾳ πάντα ἐστίν, ὅπου καὶ ἐν τοῖς ὑπὸ σελήνην στοι‐
5χείοις ἕκαστον μετέχει καὶ τῶν λοιπῶν· καὶ γὰρ τὸ πῦρ γῆς· εὐκίνητον γὰρ ὂν τάχιστα ἂν διεφορήθη μηδεμιᾶς μετα‐ σχὸν ἑδραιότητος. καὶ ἡ γῆ τοῦ πυρός· δυσκίνητος γὰρ οὖσα δεῖται τοῦ ἀναζωπυροῦντος καὶ ἀναθάλποντος αὐτὴν θερμοῦ. ὅπου τοίνυν καὶ ἐν τούτοις οὕτως, πῶς οὐχὶ πολλῷ
10μᾶλλον ἐν ἐκείνοις πάντα ἐστὶ καθ’ ἑκάστην σφαῖραν, εἰ καὶ τὰ μὲν πυρὸς πλείονος, τὰ δὲ ἀέρος, τὰ δὲ ὕδατος, τὰ δὲ γῆς μετείληφεν; πάλιν οὖν ἐξ ἀρχῆς εἴπωμεν, ὅτι τῶν στοι‐ χείων ἄλλως μὲν ὡς ἀμιγῶν νοουμένων, ἄλλως δὲ ὡς μεμιγ‐ μένων, καὶ τῆς μὲν πρώτης αὐτῶν μίξεως τὸν οὐρανὸν ποι‐
15ούσης ἔχοντα πάντα πυρίως, ἐν ᾧ πάντων αἱ ἀκρότητές εἰσι, τῆς δευτέρας δὲ τὸ ὑπὸ σελήνην, ἐν ᾧ πάντα μέσως ἐστί, τῆς δὲ ἐσχάτης τὰ ὑπὸ γῆν, ἐν οἷς αἱ ὑποστάθμαι πάντων εἰσί· Πυριφλεγέθων, φασί, καὶ Ἀχέρων, Ὠκεανός τε καὶ Κωκυτός· ἔξεστι λέγειν, ὅτι καὶ τέτταρα τὰ πανταχοῦ
20στοιχεῖα τὰ ἀμιγῆ καὶ πέντε, τοῦ μὲν οὐρανοῦ παντὸς ὡς ἑνὸς ληφθέντος, τῶν δὲ τελευταίων ἐν τῇ γῇ περιεχομένων. ἀλλὰ τὰ μὲν πέντε στοιχεῖα τοῦ κόσμου λέγεται στοιχεῖα, διότι δὴ συμπεπλήρωται ἀπ’ αὐτῶν ὁ κόσμος, τὰ δὲ τέσσαρα στοιχεῖα καὶ τούτων ἑκάστου στοιχεῖα ῥηθήσεται· καὶ γὰρ
25ὁ οὐρανὸς ἐκ τούτων καὶ ἡ γένεσις. ἔστιν ἄρα καὶ πέμπτης οὐσίας ὁ οὐρανὸς παρὰ ταῦτα τὰ τέσσαρα, σύμμικτα ὄντα ἐκ τῶν ἁπλῶν· ἐν αὐτῷ γὰρ οὐ ταῦτά ἐστιν, ἀλλ’ αἱ ἀκρό‐ τητες αὐτῶν καὶ τέσσαρα τὰ στοιχεῖα πάντων τὰ ἀμιγῆ καὶ ταῖς οἰκείαις μορφαῖς ἀλλήλων ἀφωρισμένα. καὶ ταῦτα τῷ
30τε Πλάτωνι συμφωνότατά ἐστι, νῦν μὲν λέγοντι τὸν οὐρανὸν ἐκ τῶν τεττάρων εἶναι στοιχείων ἀναλογίᾳ συνδεδεμένων καὶ ὅλον τὸν κόσμον συνεστάναι, μικρὸν δὲ ὕστερον τὰ πέντε
σχήματα πλάττοντι καὶ πέντε κόσμους ἀποκαλοῦντι (ταῦτα
in Ti
.

2

.

50

γὰρ καὶ πέμπτην οὐσίαν τῷ οὐρανῷ δίδωσι καὶ τὴν τῶν στοιχείων εἰσάγει τετρακτύν) καὶ τῇ ἀληθείᾳ συνερχόμενα· πάντα γάρ ἐστιν ἐκεῖ πυρίως· διὸ καὶ ἁπλοῦν σῶμα ὁ οὐ‐ ρανὸς καὶ ἄλλο παρὰ τὰ τῇδε καὶ πάντα περιέχει, καὶ ἄλλα
5τὰ ἐκεῖ τῶν ὄντως ἐνύλων τῶν τῇδε ὄγκων. οὔτ’ οὖν πᾶσαν γῆν βαρεῖαν οὔτε πᾶν πῦρ κοῦφον εἶναι συγχωρήσομεν, ἀλλὰ τὰ μὲν ὑπὸ σελήνην ἴσως τοιαῦτα, τὰ δὲ ἐν οὐρανῷ τρόπον ἕτερόν ἐστιν· ἡ γὰρ ἐκεῖ στερεότης καὶ τὸ μόνιμον ἀπὸ γῆς. οὔκουν καθ’ ὅλην ἑαυτὴν ἑκάστη κινεῖται τῶν σφαιρῶν.
10τὸ δὲ φῶς καὶ τὸ εὐκίνητον ἀπὸ πυρός, τὸ δὲ συνεκτικὸν καὶ τὸ διαφανὲς ἀπὸ ἀέρος, τὸ δὲ ὁμαλὲς καὶ λεῖον ἀπὸ ὕδατος. ὅτι δὲ καὶ ὁ Πλάτων ἡμῖν δίδωσι τούτων ἀφορμάς, δείκνυσι σαφῶς μικρὸν προελθὼν ἐν οἷς φησιν [32 CD]· ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς
15συνέστησεν αὐτὸν ὁ ξυνιστάς, μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἔξωθεν ἀπολείπων· οὐ γὰρ εἶπεν ἐκ πυρὸς ἁπλῶς ἢ ὕδατος, ἀλλ’ ἐκ πυρὸς παντὸς καὶ ὕδατος παντός, δι’ ὧν ἐνδείκνυται πολὺ μὲν εἶναι τὸ πῦρ καὶ δια‐ φέρον ἐν τῷ παντί, πολὺ δὲ τὸ ὕδωρ καὶ κατ’ οὐσίαν ἐξ‐
20αλλαττόμενον. καὶ μὴν καὶ ἡ τῶν Ἀσσυρίων θεολογία τὰ αὐτὰ παραδίδωσι θεόθεν ἐκφανθέντα· καὶ γὰρ ἐν ἐκεί‐ νοις ὁ δημιουργὸς τὸν ὅλον κόσμον λέγεται ποιεῖν ἐκ πυρός, ἐξ ὕδατος καὶ γῆς καὶ παντρόφου αἴθρης, καὶ ὁ ποιητὴς ὡς αὐτουργῶν τεκταίνεσθαι τὸν κόσμον·
25 καὶ γάρ τις πυρὸς ὄγκος ἔην ἕτερος τάδε πάντα αὐτουργῶν, ἵνα σῶμα τὸ κοσμικὸν ἐκτολυπευθ, κόσμος ἵν’ ἔκδηλος καὶ μὴ φαίνηθ’ ὑμενώδης, ὃ ταὐτὸν τῷ ἵνα μὴ ἴχνη μόνα φέρῃ τῶν εἰδῶν ἀμυδρὰ καὶ ἀσθενῆ· τὸ γὰρ ὑμενῶδες τὸ ἀδιάρθρωτον σημαίνει τῶν
30ὅλων. ὃ δ’ οὖν εἴπομεν, ὅτι καὶ τὰ λόγια τὸ πᾶν ἐκ τῶν τεττάρων ἀπογεννᾷ στοιχείων μαρτυροῦντα τῇ παραδόσει τοῦ
Πλάτωνος. περὶ μὲν οὖν τῆς τῶν φιλοσόφων κατὰ τοῦτο
in Ti
.

2

.

51

συμφωνίας τοσαῦτα ῥητέον. εἰ γάρ τι καὶ διαφέρον ἐστὶ κατὰ τὴν τοῦ Πλάτωνος παράδοσιν, ὀψόμεθα ἐν τοῖς ἑξῆς· ὅτι δὲ ἀναλογίᾳ δέδεται πρὸς ἄλληλα τὰ στοιχεῖα πανταχοῦ, πρόδηλον· μιμεῖται γάρ, ὥσπερ εἴπομεν [p. 23 ss], ἡ ἀνα‐
5λογία τὴν θείαν ἕνωσιν καὶ δεσμός ἐστι δημιουργικός. ἀλλ’ ἡ μὲν ἐν τοῖς μαθήμασιν ἀναλογία τὸ ἀκριβὲς ἔχει καὶ τὸ ἐπιστημονικόν· ἄυλοι γάρ εἰσιν οἱ λόγοι. ἡ δὲ ἐν τοῖς φυ‐ σικοῖς οὐκέθ’ ὁμοίως· ἀλλ’ ὅση μὲν ἐν τοῖς οὐρανίοις ἐστί, μετέχει καὶ αὕτη τινὸς ἀκριβείας. ἡ δὲ ἐν τοῖς ὑπὸ σελήνην
10ἧττον, ἅτε ἐν ὕλῃ στρεφομένη. πάλιν οὖν ἡ τάξις διαφαί‐ νεται τῶν στοιχείων καὶ ὡς εἰκότως ὁ Πλάτων ἀπὸ τῶν μαθημάτων ἐπάγει τὴν πίστιν τοῖς φυσικοῖς λόγοις—αἴτια γάρ ἐστιν ἐκεῖνα, καὶ ἡ δημιουργικὴ πρόοδος διὰ ψυχῆς ἐπιτελεῖται, καὶ ἡ ἀπογέννησις οἰκείως πρόεισι διὰ τῶν μέ‐
15σων—καὶ ὡς τὰ μὲν οὐράνια συγγενέστερά πώς ἐστι τοῖς ἀκριβέσι λόγοις, τὰ δὲ ὑπὸ σελήνην ἀμυδρὰν ἔχει τὴν ἀλή‐ θειαν. ταῦτα δὴ καὶ αὐτὸς εἰδὼς προσέθηκε τὸ καθόσον δυνατὸν ἦν, ἵνα μὴ πάντως ἀπαιτῇς τὸ ἀκριβὲς ἐπὶ τῶν φυσικῶν λόγων τοιοῦτον, ὁποῖον ἐν τοῖς μαθήμασίν ἐστιν·
20εἰ γὰρ ἐθέλοις ἐξετάσαι τῶν στοιχείων ἕκαστον, ὄψει πολλὴν ἐν αὐτῷ τὴν σύμμιξιν· οἷον ὁ ἀὴρ οὐχ ἁπλῶς ἐστι λεπτο‐ μερής· ἔχει γάρ τι καὶ παχὺ καὶ ὁμιχλῶδες καὶ ὑδατῶδες· οὐδὲ τὸ ὕδωρ ἁπλῶς εὐκίνητον· τὸ γὰρ ἔσχατον αὐτοῦ γήϊ‐ νόν ἐστι καὶ δυσκίνητον· αὐτοῦ δὲ τοῦ πυρὸς τὸ συμμιγὲς
25τῷ ἀέρι μέρος ἔοικε τῇ τοῦ ἀέρος ἀμβλύτητι, καὶ τοῦτο ἀναγκαίως· δεῖ γὰρ συνάπτειν τὰς ἀκρότητας τῶν δευτέρων ταῖς τῶν πρώτων ὑποστάθμαις. ἔτι τοίνυν τὴν ἀναλογίαν ὅπως συντίθησι κατανοητέον· ἀπό τε γὰρ τῶν μέσων ἄρχε‐ ται καὶ φυλάττει τὴν τάξιν, ὥσπερ καὶ ὁ δημιουργὸς πάντα
30ἐν ἀλλήλοις ἐποίησε μετὰ τοῦ διασῴζειν τὴν διάκρισιν αὐ‐ τῶν· καὶ ὅπως πᾶν τοῦτο τὸ πλέγμα σύνδεσμον προσαγο‐ ρεύει καὶ σύστασιν, σύνδεσμον μέν, ὡς τὴν ἕνωσιν καὶ τὴν
ἀναλογίαν ἀπὸ τῆς δημιουργικῆς αἰτίας παρεχόμενον, σύ‐
in Ti
.

2

.

52

στασιν δέ, ὡς καὶ κατ’ αὐτὴν τὴν οὐσίαν ἐκεῖθεν παραγό‐ μενον. συνδήσειε γὰρ ἄν τις καὶ ἃ μὴ συνέστησεν· ἀλλ’ οὐχ ὁ δημιουργὸς οὕτως, ἀλλ’ αὐτὸς πατήρ, αὐτὸς ἑνοποιός, αὐτὸς φύλαξ τῶν οἰκείων ἔργων ἐστὶν ἁπάντων. πρὸς δὲ
5τούτοις κατανοητέον, ὅτι τὴν γεωμετρικὴν μεσότητα ἢ ἀνα‐ λογίαν, ὡς εἴπομεν, ἐνταῦθα παρέλαβε καὶ ἐπεσημήνατο— τὸ γὰρ ἀνὰ τὸν αὐτὸν λόγον ἐκείνης ἐστὶν ἴδιον— ὅθεν καὶ ἀναλογίαν τινὲς κυρίως ἐκείνην ἐκάλουν. ἐοίκα‐ σιν οὖν αἱ ἄλλαι μερικωτέρων τινῶν εἶναι ἀγαθῶν παρεκτι‐
10καὶ τῷ κόσμῳ καὶ οὐ τῆς διὰ πάντων διηκούσης τάξεως καὶ τοῦ εἱρμοῦ καὶ τῆς συνεχείας, ἐπεὶ καὶ ἐν τῇ ψυχο‐ γονίᾳ τῆς συνδέσεως ἕνεκα παραλαμβάνονται τῶν γεωμετρι‐ κῶν λόγων καὶ ἐν τῇ μεσότητι ὡς ἐν ὅλῃ τῇ γεωμετρικῇ, μόνῃ οὔσῃ ἀναλογίᾳ, περιέχονται.
15 Ἔκ τε δὴ τούτων καὶ τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγεννήθη δι’ ἀναλο‐ γίας ὁμολογῆσαν, φιλίαν τε ἔσχεν ἐκ τούτων, ὥστε εἰς τὸ αὐτὸν αὑτῷ συνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλ‐ λων πλὴν ὑπὸ τοῦ συνδήσαντος γενέσθαι [32 C].
20 Ὅτι μὲν οὖν καὶ ἡ τετρὰς αὐτὴ τῶν στοιχείων πρώτως ἀπὸ τοῦ παντελοῦς ζῴου προελήλυθεν—ἦν γὰρ ἐκεῖνο νοητὴ τετράς—καὶ ὅτι διὰ τοῦτο καὶ τετραδικῶς πάντα ἐστίν, ἐναργὲς οἶμαι γεγονέναι διὰ τῶν προειρημένων, καὶ ὡς ἀπὸ μονάδος διὰ δυάδος καὶ τριάδος ἐπὶ τετράδα προ‐
25ῆλθεν ἡ γένεσις (ἦν γὰρ μονογενὴς ὁ κόσμος καὶ εἷς· εἶθ’ εὕρομεν, ὅτι δεῖ εἶναι ὁρατὸν ἐν αὐτῷ καὶ ἁπτόν, ἔπειθ’,
ὅτι τούτοις πλεῖστον διεστῶσι δεῖ τρίτου τινός, εἶθ’, ὅτι τὸ
in Ti
.

2

.

53

μέσον δυοειδές, καὶ οὕτως εἰς τὴν τετράδα κατηντήσαμεν· καὶ τοῦτο ἄρα ἦν, ὃ καὶ ὁ εἰς τὸν ἀριθμὸν Πυθαγόρειος ὕμνος ἔλεγεν, ὅτι πρόεισι μὲν Μουνάδος ἐκ κευθμῶνος, ἔστ’ ἂν ἵκηται Τετράδ’ ἐπὶ ζαθέην, τίκτει δὲ αὕτη τὴν
5δεκάδα μητέρα πάντων οὖσαν) οὕτω δὲ καὶ αὐτὴν τὴν τετρακτὺν Παγὰν ἀενάου φύσεως ὕμνησεν ὁ τῶν Χρυ‐ σῶν ἐπῶν πατήρ· ὁ γὰρ κόσμος ὑπὸ τετράδος κοσμηθεὶς ἀπὸ μονάδος καὶ τριάδος προελθούσης *** ἀποτελευτᾷ δὲ δεκάς, ὡς πάντων περιληπτικός· ὅτι δὲ καὶ δι’ ἀναλογίας
10εἷς ὁ κόσμος ἐστὶν ὑποστὰς ἐκ τούτων τε τῶν στοιχείων καὶ τοιούτων κατὰ τὰς δυνάμεις καὶ τοσούτων κατὰ τὸ πο‐ σόν, σαφῶς δεδήλωκεν οὐ τὸ ὑπὸ σελήνην, ἀλλὰ τὸ σῶμα τοῦ παντὸς εἰπὼν ἀπὸ τεττάρων γεγονέναι. τέλος δὲ τῆς ἀναλογίας ἐστὶν ἡ φιλία τοῦ κόσμου, δι’ ἣν σῴζεται καὶ
15αὐτὸς ὑφ’ αὑτοῦ· πᾶν γὰρ τὸ φίλον, ᾧ ἂν ᾖ φίλον, ἐκεί‐ νου βούλεται εἶναι σωστικόν, τὸ δὲ ἀλλότριον πᾶν ἀποστρέ‐ φεται καὶ οὐδὲ εἶναι βούλεται τὸ παράπαν· ὥστε τὸ αὐτὸ αὑτῷ φίλον ἑαυτοῦ σωστικόν. ὁ δὲ κόσμος δι’ ἀναλογίας καὶ συμπαθείας ἑαυτῷ φίλος ἐστίν· ἑαυτὸν ἄρα σῴζει. σῴ‐
20ζεται δὲ καὶ ἐκ τῆς δημιουργίας, ἄρρηκτον φρουρὰν παρ’ αὐτῆς δεχόμενος· διὸ καὶ ὁ θεολόγος κρατερὸν ἐπωνόμασε τὸν ἀπὸ τοῦ δημιουργοῦ δεσμόν, ὡς ἡ Νὺξ πεποίηται λέ‐ γουσα πρὸς τὸν δημιουργόν· αὐτὰρ ἐπὴν δεσμὸν κρατερὸν περὶ πᾶσι τανύσσῃς.
25ταύτην δὲ τὴν φιλίαν τῷ παντὶ δίδωσι μὲν καὶ ἡ ἀναλογία, συνέχουσα καὶ περιέχουσα τὰς δυνάμεις τῶν ἐν αὐτῷ στοι‐ χείων, δίδωσι δὲ καὶ ἡ ὅλη φύσις, συμπάθειαν ἐμποιοῦσα καὶ ἁρμονίαν τῶν ἐναντίων, πρὸ δὲ ταύτης ἡ ψυχή, τὴν μίαν ζωὴν ὑφαίνουσα τοῦ κόσμου καὶ πάντα τὰ μέρη τῷ
30ὅλῳ συναρμόττουσα, καὶ ἔτι πολλῷ πρότερον ὁ νοῦς, τάξιν
in Ti
.

2

.

54

καὶ τελειότητα καὶ μίαν συνοχὴν τοῖς πᾶσιν ἐναπεργαζό‐ μενος. καὶ ἔτι πρὸ τῆς νοερᾶς οὐσίας ἡ μία θεότης τοῦ παντὸς καὶ πάντες οἱ τὸν κόσμον διαλαχόντες θεοὶ τῆς ἐν αὐτῷ προκατάρχουσιν ἑνώσεως, καὶ ἔτι πολλῷ πρότερον ὁ
5εἷς δημιουργός. τοῦτον δὲ τὸν μέγιστον καὶ τελεώτατον δεσμόν, ὃν περιβάλλει τῷ κόσμῳ πανταχόθεν ὁ πατὴρ ὡς φιλίας ὄντα ποιητικὸν καὶ τῆς ἐναρμονίου κοινωνίας τῶν ἐν αὐτῷ, δεσμὸν πυριβριθῆ ἔρωτος τὰ λόγια προσ‐ είρηκεν·
10 ἔργα νοήσας γὰρ πατρικὸς νόος αὐτογένεθλος πᾶσιν ἐνέσπειρεν δεσμὸν πυριβριθῆ ἔρωτος. καὶ τὴν αἰτίαν προσέθηκεν· ὄφρα τὰ πάντα μένῃ χρόνον ἐς ἀπέραντον ἐρῶντα, μηδὲ πέσῃ τὰ πατρὸς νοερῷ ὑφασμένα φέγγει.
15διὰ γὰρ τοῦτον τὸν ἔρωτα πάντα ἥρμοσται ἀλλήλοις· ᾧ σὺν ἔρωτι μένει κόσμου στοιχεῖα θέοντα. καὶ συνδέδεται ἄρα τὰ στοιχεῖα τὰ κοσμικὰ καὶ φιλίαν ἔχει καὶ ταύτην ἄλυτον εἰς τὸν ἄπειρον χρόνον διὰ τὴν βού‐ λησιν τοῦ πατρός. εἰ δὲ καὶ πρὸ τούτων τὴν ὑπερκόσμιον
20αἰτίαν τῆς φιλίας ἐθέλοις σκοπεῖν, εὑρήσεις καὶ παρὰ τοῖς θεολόγοις αὐτὴν ὑμνημένην· τὴν γὰρ Ἀφροδίτην παρή‐ γαγεν ὁ δημιουργός, ἵνα κάλλος ἐπιλάμπῃ 〈καὶ〉 τάξιν καὶ ἁρμονίαν καὶ κοινωνίαν πᾶσι τοῖς ἐγκοσμίοις, καὶ τὸν Ἔρωτα ὀπαδὸν αὐτῆς, ἑνοποιὸν ὄντα τῶν ὅλων. ἔχει δὲ καὶ
25αὐτὸς ἐν ἑαυτῷ τὴν τοῦ Ἔρωτος αἰτίαν· ἔστι γὰρ καὶ Μῆτις πρῶτος γενέτωρ καὶ Ἔρως πολυτερπής. εἰκότως ἄρα φιλίας ἐστὶν αἴτιος τοῖς δημιουργήμασι καὶ ὁμο‐ λογίας. καὶ ἴσως πρὸς τοῦτο ἀποβλέπων καὶ ὁ Φερεκύδης [frg. 3 D.] ἔλεγεν εἰς Ἔρωτα μεταβεβλῆσθαι τὸν Δία μέλλοντα
30δημιουργεῖν, ὅτι δὴ τὸν κόσμον ἐκ τῶν ἐναντίων συνιστὰς
in Ti
.

2

.

55

εἰς ὁμολογίαν καὶ φιλίαν ἤγαγε καὶ ταυτότητα πᾶσιν ἐνέ‐ σπειρε καὶ ἕνωσιν τὴν δι’ ὅλων διήκουσαν. ἄλυτος οὖν ὁ κόσμος διὰ ταῦτα καὶ παρ’ αὐτοῦ τοῦ ποιήσαντος· τὸ γὰρ αὐτῷ τῷ εἶναι πάντα γεννῶν πῶς ἂν εἴη φθορᾶς τοῖς πᾶ‐
5σιν αἴτιον ἄλλως τε καὶ πᾶν τὸ φθειρόμενον ἢ παρὰ τὴν ὕλην φθείρεται ἢ παρὰ τὸ εἶδος ἢ παρὰ τὸ ποιῆσαν, ἕκα‐ στόν τε τούτων διχῶς· καὶ γὰρ παρὰ τὸ ποιῆσαν ἢ ἀσθενῆ‐ σαν, ὡς ἡ μερικὴ φύσις, ἢ μεταβουλευσάμενον, ὡς ἡ μερικὴ ψυχή. καὶ γὰρ παρὰ τὸ εἶδος ἢ τὴν ἀρχὴν μὴ καλῶς συστὰν
10ἢ διαλυθὲν χρόνου προϊόντος. καὶ γὰρ παρὰ τὴν ὕλην ἢ ἔνδοθεν ἀσυμμέτρως ἔχουσαν ἢ ἔξωθεν βίαν ὑπομείνασαν. ἑξαχῶς οὖν τῆς φθορᾶς γιγνομένης πάντας ἀναιρεῖ τοὺς τρόπους ὁ Πλάτων· οὔτε γὰρ παρὰ τὸ ποιῆσαν οὐδετέρως· παρὰ μὲν τὴν δύναμιν, ὅτι ἄριστός ἐστιν ὁ δημιουργός, καὶ
15ἡ ἀσθένεια χώραν ἐπ’ αὐτοῦ καὶ λόγον οὐκ ἔχει, δυνάμεσιν ἀμειλίκτοις κυβερνῶντος τὸ πᾶν· παρὰ δὲ τὴν βούλησιν, ὅτι οὐχ ἕτερα καὶ ἕτερα βούλεται, καὶ ὅτι τὸ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ, αὐτὸς δὲ ἀγαθὸς καὶ τὸ πᾶν ἥρμοσται καλῶς· ὅμοιον οὖν βούλεσθαι τὸν δημιουργὸν
20μὴ εἶναι τὸ πᾶν καὶ μηδὲ αὐτὸν ἀγαθὸν εἶναι. οὖτε παρὰ τὸ εἶδος· καὶ γὰρ ἥρμοσται κατ’ ἀναλογίαν ὁ κόσμος καὶ ἔστι τέλειος καὶ εἷς, καὶ διὰ μὲν τὴν ἁρμονίαν κρατεῖ τὸ εἶδος, διὰ δὲ τὴν ὁλότητα καὶ τὴν μόνωσιν οὐδέποτε ἀνάρ‐ μοστος ἔσται. οὔτε παρὰ τὴν ὕλην· ἡ μὲν γὰρ ἀναλογία
25τὴν ἔνδοθεν ἀσυμμετρίαν ἀναιρεῖ, ἡ δὲ μόνωσις τὴν ἔξωθεν βίαν. οὐδαμῶς ἄρα φθαρτὸν εἶναι δύναται τὸ πᾶν. διὰ τί οὖν ὁ Πλάτων προσέθηκεν πλὴν ὑπὸ τοῦ συνδήσαντος; φανερὸν μέν, ὅτι πανταχοῦ τὸ λύειν τοῦ δήσαντός ἐστι, καὶ λάβοις ἂν ἐκ τούτου, ὅτι οὕτω γενητὸς ὁ κόσμος, ὡς ἀπὸ
30ἄλλης αἰτίας μόνον ὑποστάς· ὡς γὰρ ὑπ’ οὐδενὸς λυτός ἐστιν ἢ ὑπὸ τοῦ γεννήσαντος, οὕτως ἀπ’ οὐδενὸς γενητός ἐστιν ἢ ἀπ’ ἐκείνου τοῦ δήσαντος, ὅ ἐστι τὸ τὴν αἰτίαν
ἔχειν, ὡς εἴπομεν, τῆς τοῦ δεθέντος λύσεως. ἔχει δὲ καὶ
in Ti
.

2

.

56

ἄλλην ἔνδειξιν ὁ λόγος· ἄλυτον γάρ ἐστι τὸ πᾶν παντὶ πλὴν τοῦ δήσαντος· ἐκείνῳ γὰρ οὐκ ἔστιν ἄλυτον—τοῦτο γὰρ σμικρόν—ἀλλὰ τοὐναντίον ὑπ’ ἐκείνου συνδεῖται διαιωνίως. ὡς οὖν εἰ ἔλεγεν· ἀπαραλόγιστος ὁ ἐπιστήμων ὑπὸ πάντων
5πλὴν ὑπὸ τοῦ νοῦ· νῷ γὰρ οὐκ ἔστιν ἀπαραλόγιστος· οὐ γὰρ ἀρκεῖ τὸν νοῦν μὴ παραλογίζεσθαι, ἀλλὰ καὶ φρενοῖ τὴν ψυχήν· οὕτως οὖν καὶ ὁ κόσμος οὐκ ἄλυτος ὑπὸ τοῦ δή‐ σαντος, ἀλλὰ συνδεῖται μᾶλλον ὑπ’ αὐτοῦ· τοῖς μὲν γὰρ ἄλλοις ἄλυτος, ἐκείνῳ δὲ οὐχὶ τὸ μὴ λύειν, ἀλλὰ συνδεῖν
10προσήκει μᾶλλον, ὥσπερ καὶ ἡλίῳ τὸ φωτίζειν, οὐ τὸ μὴ σκοτίζειν· τοῦτο γὰρ ὑπάρχει τισὶ καὶ ἄλλοις. Τῶν δὲ δὴ τεττάρων ἓν ὅλον ἕκαστον εἴληφεν ἡ τοῦ κόσμου σύστασις· ἐκ γὰρ πυρὸς παντὸς ὕδα‐ τός τε καὶ ἀέρος καὶ γῆς συνέστησεν αὐτὸν ὁ συνι‐
15στάς, μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἔξωθεν ὑπολείπων [32 C]. Ταῦτα ἐκεῖνα ἃ πρότερον [p. 50, 16 ss] ἐλέγομεν, ὅτι πολλὰς μὲν πυρός, πολλὰς δὲ ὕδατος, πολλὰς δὲ ἑκάστου τῶν ἄλλων στοιχείων οἶδεν ὁ Πλάτων διαφορότητας, ἐξ ὧν
20φησι πασῶν συμπεπληρῶσθαι τὸν κόσμον, τρίτον τοῦτο δημιουργικὸν δῶρον τῷ κόσμῳ διδούς· ὥστε εἰ καὶ τῶν τεττάρων τὰς μὲν ἀκρότητας ἐν οὐρανῷ, τὰς δὲ μεσότητας ἐν τοῖς ὑπὸ σελήνην, τὰς δὲ ἐσχάτας ὑποστάθμας ἐν τοῖς ὑπὸ γῆν ἀνὰ λόγον τοῖς τρισὶ δημιουργοῖς τὰ στοιχεῖα διανέ‐
25μων, τῷ Διὶ τῷ Ποσειδῶνι τῷ Πλούτωνι καὶ ταῦτα 〈ἀνα‐〉 θείς, ἀπολείποι, μὴ θαυμάσωμεν. ἕκαστον γὰρ αὐτῶν ὅλον παρείληπται, καὶ ἐκ παντὸς ἑκάστου τὸ πᾶν ἐστιν, εἴτε πρῶ‐ τον πῦρ καὶ οὐράνιον λέγοις, εἴτε μέσον εἴτε ἔσχατον καὶ πλημμελές, ποιότησί τισι πυρίαις χρωννύμενον· οἷον γὰρ τὸ
30πλημμελὲς καὶ ἄτακτον ὑπετιθέμεθα, τοιοῦτο μάλιστα δια‐
φαίνεται τῶν ὑπὸ γῆς στοιχείων ἕκαστον, διότι προιοῦσα ἡ
in Ti
.

2

.

57

δημιουργία κατὰ μικρὸν εἰς τὸ ἀκόσμητον ἀπολήγει καὶ τὸ ἐλαχίστης τάξεως μετειληφός. ταῦτα μὲν οὖν δῆλα. μέρος δὲ καὶ δύναμιν διαφέρειν φήσομεν, ᾗ τὸ μὲν ὁμοούσιον τῶν ὅλων ἑκάστῳ, ἡ δὲ δύναμις συμπληροῖ τῶν στοιχείων
5ἕκαστον· τοῦ μὲν γὰρ πυρὸς τὸ μέρος πῦρ, ἡ δὲ δύναμις μία τῶν ἐν τῷ πυρὶ πολλῶν ἰδιοτήτων, οἷον ἡ τῆς κινήσεως, ἡ τῆς ὀξύτητος, ἡ τῆς λεπτότητος· ἐκ δὲ τούτων ἓν ἐκεῖνο δῆλον, ὡς καὶ πᾶν πῦρ καὶ πᾶσαι αἱ δυνάμεις τοῦ πυρὸς καὶ τῶν ἄλλων στοιχείων ἐν τῷ κόσμῳ περιέχονται. τί
10οὖν; φαίη τις ἂν τῶν ἐκ τῆς ὑπερορίου θεοσοφίας ὡρμημένων καὶ τὰ πάντα διαιρουμένων εἰς ἐμπύριον αἰθέ‐ ριον ὑλαῖον, καὶ μόνον τὸ ἐμφανὲς ὑλαῖον καλούντων· τὰ ὑπὲρ τὸν κόσμον στερεώματα τί φήσομεν, εἴτε Ὄλυμπον χρὴ καλεῖν, εἴτε ἐμπύριον, εἴτε αἰθέρας; ἦ καὶ εἰ μὴ ἐκ τῶν
15τεττάρων ἐκεῖνα τὰ στερεώματα, πάλιν ἀληθὲς τὸ μηδὲν μέρος τῶν τεττάρων εἶναι ἔξω τοῦ παντός, μᾶλλον δὲ ἔξω‐ θεν, ὡς αὐτός φησι· τὸ γὰρ ἔξωθεν ἐμφαντικώτερον, ὅτι δηλοῖ καὶ τὴν βίαν, ἣν ἂν ἐπαγάγοι ταῦτα μὴ ἐντὸς ὄντα τοῦ παντός, ἀλλὰ ἔξωθεν αὐτῷ προσβάλλοντα· καὶ γὰρ ἐκεῖνα
20πύριά ἐστι καὶ περιέχεται ἐν τῷ σύμπαντι κόσμῳ. καὶ πά‐ λιν ἀληθές, ὅτι μηδέν ἐστιν ἔξω τοῦ παντὸς πῦρ, ἀλλ’ ὅλον ὅσον ἐστὶ περιέχει τὸ πᾶν, οἷον 〈ἂν〉 ᾖ καὶ ὅσον τὸ πᾶν, καὶ ὁ τοῦ Τιμαίου λόγος πάντως ἀληθής. διὰ τί οὖν, φαίη ἄν τις, ἀπὸ τῆς ἀπλανοῦς ἀρξάμενος ὑφίστησι τὸ πᾶν;
25ἦ ὅτι τῷ φυσικῷ περὶ τῶν ὁρατῶν καὶ ὅλως αἰσθητῶν προσήκει ποιεῖσθαι τοὺς λόγους. ἴσως δὲ καὶ ὡς ἐν Διὸς δημιουργίᾳ τούτων εἰκότως μόνον ἐμνημόνευσεν· ἐκείνων γὰρ τὸ μέν ἐστι ζῳογονικόν, τὸ δὲ πατρικόν, δημιουργικὸν δὲ τὸ ὑλαῖον·
30οὐ γὰρ ἐς ὕλην
πῦρ ἐπέκεινα τὸ πρῶτον ἑὴν δύναμιν κατακλείει
in Ti
.

2

.

58

ἔργοις, ἀλλὰ νό· νοῦ γὰρ νόος ἐστὶν ὁ κόσμου τεχνίτης πυρίου, φησὶ τὸ λόγιον. εἰ μὴ ἄρα καὶ τοῦτο δεῖ λέγειν, ὅτι καὶ αὐτὸς τὴν ψυχὴν ἀνὰ λόγον τοῖς αἰθερίοις παρήγαγε, τὸν
5δὲ νοῦν τῷ ἐμπυρίῳ διὸ καὶ τὴν μὲν ἐκ τριῶν συγκεκρᾶ‐ σθαί φησι μοιρῶν, τὸν δὲ νοῦν ἀμέριστον εἶναι· καὶ γὰρ τὸ αἰθέριον τριπλοῦν, καὶ ψυχοκράτωρ ὁ τοῖς αἰθερίοις ἐπι‐ βεβηκώς ἐστι τελετάρχης, καὶ τὸ ἐμπύριον ἕν ἐστι καὶ τῇ οὐσίᾳ νοερόν, ὡς παρειλήφαμεν. ταῦτα μὲν οὖν καὶ εἰσαῦθις
10ἐπισκεπτέον· καὶ γὰρ ἔχει πολλὰς ἀπορίας, ὅπως συνᾴσεται τοῖς τοῦ Πλάτωνος. νυνὶ δὲ ἐπὶ τὰ ἑξῆς ῥήματα μετίωμεν. Τάδε διανοηθείς, πρῶτον μὲν ἵνα ὅλον ὅτι μά‐ λιστα ζῷον τέλειον ἐκ τελείων τῶν μερῶν εἴη, πρὸς δὲ τούτοις ἕν, ἅτε οὐχ ὑπολελειμμένον, ἐξ ὧν ἄλλο
15τοιοῦτον γένοιτ’ ἄν· ἔτι δὲ ἵνα ἀγήρων καὶ ἄνοσον ᾖ κατανοῶν, ὡς συστατῷ σώματι θερμὰ καὶ ψυχρὰ καὶ πάντα ὅσα δυνάμεις ἰσχυρὰς ἔχει περιιστάμενα ἔξωθεν καὶ προσπίπτοντα ἀκαίρως, λύει καὶ νόσους γῆράς τε ἐπάγοντα φθίνειν ποιεῖ [32 D 33 A].
20 Τρεῖς αἰτίας ἀποδίδωσιν, ὡς συλλήβδην εἰπεῖν, δι’ ἃς οὐδὲν ἔξω τοῦ παντὸς ἀπολείπει στοιχεῖον, τὴν τελειότητα, τὴν ἑνότητα, τὴν ἀιδιότητα. πᾶσαι δὲ αὗται πρὸς τὸ ὑπο‐ κείμενον ἀντιστρέφουσιν· εἴτε γὰρ τέλειον τὸ πᾶν, οὐδέν ἐστιν ἐκτὸς αὐτοῦ· τέλειον γάρ ἐστι τὸ πάντα ἔχον ἐν ἑαυ‐
25τῷ τὰ μέρη καὶ τὰ συμπληρωτικὰ αὐτοῦ· εἴτε μηδέν ἐστιν
in Ti
.

2

.

59

ἔξω τοῦ παντός, τέλειόν ἐστι· τὸ γὰρ πάντα ἀπειληφὸς παν‐ τελές ἐστιν· εἴτε αὖ εἷς ὁ κόσμος, οὐδέν ἐστιν ἐκτὸς αὐτοῦ· γένοιτο γὰρ ἂν ἐκ τοῦ ἔξω καὶ ἄλλος· διὰ τί γὰρ ἐκ μὲν τούτων ἕν τι γέγονεν, οὐδὲν δὲ ἐξ ἐκείνων γένοιτό γ’ ἄν;
5εἴτε μηδέν ἐστιν ἐκτός, εἷς ὁ κόσμος. καὶ πάλιν, εἰ ἀίδιος ὁ κόσμος, οὐκ ἔστιν ἔξω σῶμα τοῦ παντὸς ὁμογενὲς τοῖς ἐν αὐτῷ στοιχείοις· εἰ γὰρ εἴη τι, προσβάλλον αὐτῷ λυπήσει καὶ διαλύσει τὸ πᾶν· ἔξω γὰρ ὂν ἀλλότριον ἂν εἴη τοῦ κό‐ σμου, ἀλλότριον δὲ ὂν ἐνοχλήσει τὸ πᾶν. καὶ εἰ μηδέν ἐστιν
10ἐκτός, ἀίδιος ὁ κόσμος· οὐ γὰρ ἕξει τὸ φθαρτικόν. καὶ ἡ μὲν ἀληθὴς ὑπόμνησις τῆς τε μονότητος καὶ τῆς ἀιδιό‐ τητος καὶ τῆς τελειότητος τοῦ παντὸς ἀπὸ τοῦ παραδείγ‐ ματος εἴληπται πρότερον· ἐκεῖνο γὰρ ἦν παντελές, μονοειδές, αἰώνιον, τὸ μὲν διὰ τὸ ἓν ὄν, ἀφ’ οὗ τὸ μονογενές, τὸ δὲ
15διὰ τὸν αἰῶνα, ἀφ’ οὗ τὸ ἀίδιον, τὸ δὲ διὰ τὸ περιέχειν αὐτὸ πάντα τὰ εἴδη τῶν νοητῶν ζῴων· τοῦτο γὰρ ἴδιον λοιπὸν τοῦ παντελοῦς ζῴου. ἔστι δὲ τὸ μὲν παντελὲς τε‐ λείων αἴτιον, τὸ δὲ μονοειδὲς μοναδικῶν, τὸ δὲ αἰώνιον ἀιδίων, ἐπειδὴ πᾶν τὸ παράγον ὅμοιον ἑαυτῷ παράγει τὸ
20δεύτερον, καὶ μάλισθ’, ὅταν κατ’ οὐσίαν ποιῇ καὶ ἔχῃ τὴν ἐνέργειαν οὐσίαν. δείκνυται δὲ ὅμως καὶ ἀπὸ τούτων ὡς ὑλικῶν αἰτίων ἕκαστον τούτων· εἰ γὰρ μηδὲν ἔξω τοῦ παν‐ τός, εἰ πάντα τὰ οἰκεῖα μέρη συνείληφε, *** τέλειόν ἐστιν, ἀίδιόν ἐστιν. ἀπορήσειε δ’ ἄν τις, πῶς ἀπὸ τῆς ἀιδιότητος
25ἐπιχειρήσας ἔφατο μηδὲν ὑπολελεῖφθαι τοῦ παντὸς ἔξω· καὶ γὰρ ἄλλα ἐστὶν ἀίδια, καὶ ἔστι τι αὐτῶν ἐκτός, ὥσπερ τῶν οὐρανίων. ἦ τούτων καὶ ἐκτὸς ἂν εἴποις εἶναι τὰ ἄλλα καὶ οὐκ ἐκτός· ὡς μὲν διωρισμένα κατὰ φύσιν, ἐκτός, ὡς δὲ συμπαθῆ πρὸς αὐτὰ καὶ ὑπὸ μιᾶς αὐτοῖς περιεχόμενα φύ‐
30σεως κυριωτέροις οὖσι μορίοις, οὐκ ἐκτός. εἰ δέ τι τοῦ παντὸς ἦν ἔξω, μόνως ἂν ἦν ἔξω, μηδεμίαν ἔχον συμπά‐
θειαν πρὸς τὸν κόσμον, ἀλλὰ ἀλλότριον ὑπάρχον καὶ τῆς
in Ti
.

2

.

60

ἐν αὐτῷ ζωῆς ἠρημωμένον καὶ τῷ κενῷ παρεμπίπτοντι δια‐ κοπτόμενον. εἰ δὲ δὴ περὶ τῶν ὀχημάτων ἀποροίη τις τῶν ψυχικῶν, πῶς ἀπαθῆ ἐστιν ὑπὸ τῶν τῇδε στοιχείων οὐ κρατοῦντα αὐτῶν ὥσπερ τὰ θεῖα σώματα, λεκτέον, ὅτι
5τότ’ ἂν ἔπασχεν ὑπ’ αὐτῶν, εἰ ὅμοια ἦν τοῖς στοιχείοις, ἐξ ὧν αὐτὰ συνέστηκε· νῦν δὲ ἐξ ἄλλων συνεστῶτα μένει κατὰ τὴν ὑπόθεσιν ἄλυτα. πάντη δὲ ὅμως ἀπαθῆ οὐκ ἔστιν, ἀλλὰ προσκολλωμένων αὐτοῖς τῶν ὑλικῶν σωμάτων τῆς κατὰ φύ‐ σιν κινήσεως παραθραύεται καὶ κινεῖται πλημμελῶς, οὔτε
10κυκλίζεσθαι δυνάμενα διὰ τὴν ἐκείνων συνάρτησιν οὔτε εὐ‐ θυπορεῖσθαι διὰ τὴν ἑαυτῶν φύσιν. ὅθεν δὴ καὶ αὐτὸς τεταραγμένας ἡμῶν ἀποκαλεῖ [47 B] τὰς περιόδους, οὐ μόνον διὰ τὰς ψυχικὰς κινήσεις, ἀλλὰ καὶ διὰ τὰς τῶν ἡμετέρων ὀχημάτων, τοιαύτας ἀπὸ τῶν τῇδε σωμάτων τῆς
15προσπλάσεως γεγονυίας. εἰ ἄρα ἀίδιον τὸ πᾶν καὶ ἀεὶ κατὰ φύσιν ἔχοι, οὐδὲν ἐκτὸς αὐτοῦ δέον ἦν εἶναι· τοῦτο γὰρ ἀλλότριον ὂν αὐτοῦ παντελῶς προσπῖπτον ἔξωθεν αἴτιον ἂν ἐγένετο φθορᾶς. δύναιο δ’ ἂν καὶ ἀντιστρέψας λέγειν, ὅτι τὸ ἵνα ἀίδιον ᾖ τὸ πᾶν συμπέρασμά ἐστι, μέσον δὲ καὶ τού‐
20του αἴτιον τὸ μηδὲν ἐκτὸς εἶναι τοῦ παντός· διότι γὰρ οὐ‐ δέν ἐστιν ἔξω τοῦ παντός, οὐδὲν αὐτῷ δύναται φθορὰν ἐπάγειν ὡς ἀλλότριον· ὥστε ἀίδιον. τῷ μὲν οὖν παντὶ καὶ τοῦτο τῆς ἀιδιότητος αἴτιον, τοῖς δὲ ἐν αὐτῷ μέρεσιν οὐ τοῦτο μέν, ἄλλα δέ ἐστιν αἴτια τῆς ἀφθαρσίας, οἷον τὸ ἀπὸ
25τοῦ ἑνὸς ὑποστῆναι δημιουργοῦ· πᾶσι γὰρ ἁπλῶς οὗτος τῆς ἀθανασίας αἴτιος· ὥστε τὸ πᾶν ἄφθαρτον μειζόνως· καὶ γὰρ διὰ τὸν δημιουργὸν καὶ διὰ τὸ μηδὲν ἐκτὸς εἶναι τοῦ παν‐ τός. οὕτω δὲ δυνατὸν καὶ τἆλλα ἀντιστρέφειν, οἷον ὅτι, ἐπειδὴ οὐδὲν ἔξω τοῦ παντός ἐστι, μονογενές ἐστιν, ἵνα
30τριχῶς ᾖ μονογενές, διὰ τὸ παράδειγμα, διὰ τὴν ὕλην πᾶ‐ σαν αὐτὴν περιέχον, διὰ τὸν δημιουργὸν ἕνα ὄντα· καὶ ὅτι παντελές, διότι πάντων περιεκτικόν. τούτων μὲν οὖν ἕκαστον
δῆλον. ἐπὶ δὲ τῶν τούτοις ἀντιστρεφόντων, οἷον εἰ μονο‐
in Ti
.

2

.

61

γενές, οὐδὲν ἔχει ἐκτός, πάλιν ἡ αὐτὴ ἔνστασις· καὶ ὁ τρό‐ πος τῆς λύσεως, ὅτι τὸ ἐξαίρετον εἴληπται μονογενὲς τοῦ παντός, ὃ μηδὲν ἔχει σύζυγον· τὸ δὲ εἰ παντελές, οὐδὲν ἔχει ἐκτός, αὐτόθεν ἐπὶ μόνου τοῦ παντὸς ἀληθές· καὶ εἶεν
5ἂν αἱ ἀποδείξεις τοιαίδε τινές· τὸ πᾶν μονογενές· εἰ δὲ μονογενές, οὐδὲν ἂν ἔχοι ἑαυτοῦ ἐκτός, ἐξ οὗ ἂν ἄλλο γέ‐ νοιτο τοιοῦτο. τὸ πᾶν ἄλυτον· εἰ δὲ ἄλυτον, οὐδὲν ἀλλό‐ τριον τῶν ἐξ ὧν ἐστιν εἴη ἂν αὐτοῦ ἐκτός. τὸ πᾶν παν‐ τελές· εἰ δὲ παντελές, οὐδὲν αὐτοῦ ἐστιν ἐκτός· παντελὲς
10γὰρ τὸ μηδὲν ἐλλεῖπον. διὸ καὶ Ἀριστοτέλης μόνως τέ‐ λειόν φησι τὸ πᾶν, τὰ δὲ ἐν αὐτῷ πάντα ἀτελῆ, μέρη ὄντα τοῦ παντός. ταῦτα μὲν οὖν ἐστιν, ὡς συνελόντι φάναι, περὶ ὧν ποιεῖται τοὺς λόγους· εἰ δὲ βούλει, καὶ αὐτὴν τὴν λέξιν ἐπιδράμωμεν. Τῷ μὲν οὖν τάδε διανοηθεὶς τὴν
15διῃρημένην ἐν τῷ δημιουργῷ νόησιν ἀνελίττει διάνοιαν αὐ‐ τὴν ὀνομάζων, ἐπειδὴ διανοητικῶς αὐτὴν αἱρεῖ καὶ οὐ δι’ ἁπλῆς ἐπιβολῆς· καὶ γὰρ τὸ πολυσχιδὲς τῶν τῆς αἰτίας ἀπο‐ λογισμῶν διανοίας ἔργον ἐστί, νοῦ δὲ τὸ μονοειδὲς καὶ τὸ ἐν τῇ μιᾷ νοήσει τὰ πάντα περιειληφός. ἑαυτὸν οὖν κή‐
20ρυκα ποιήσας τῶν ἐν τῷ δημιουργῷ προειλημμένων αἰτίων τὴν ἑαυτοῦ διάνοιαν εἰς τὴν ἐκείνου μονοειδῆ νόησιν ἐπαν‐ ήνεγκεν. οὕτω δὴ καὶ τὰ λόγια τὰς μεριστὰς τοῦ δημι‐ ουργοῦ νοήσεις διανοίας προσείρηκε·
μετὰ δὴ πατρικὰς διανοίας
25
Ψυχὴ ἐγὼ ναίω θέρμῃ ψυχοῦσα τὰ πάντ
α. τὸ δὲ ὅλον ὅτι μάλιστα καὶ τὸ τῶν τέλειον ἐκ τε‐ λείων πρὸς τὴν ὁλότητα τὴν νοερὰν καὶ τὴν παντότητα τὴν νοητὴν ἐξομοιοῖ τὸν κόσμον· τὰ μὲν γὰρ μέρη κατὰ τὴν πρὸς τὸ ὅλον ἀναφορὰν λέγεται καὶ τέλεια ἀφ’ ἑαυτῶν οὐκ
30ἔστιν, ἀλλὰ τὴν μὲν ὡς μερῶν ἔχει τελειότητα, τῆς δὲ ἁπλῶς
in Ti
.

2

.

62

τελειότητός ἐστιν ἄμοιρα· τὸ δὲ πᾶν κυρίως ὅλον ἐστίν· ἄλλο γὰρ ἦν 〈τὸ〉 ὅλον ὁλικῶς, ἄλλο τὸ μέρος ὁλικῶς, καὶ τρίτον ἄλλο τὸ ὅλον μερικῶς, ἔσχατον δὲ τὸ μέρος μερικῶς. καὶ τὸ μὲν πᾶν ὅλον ὁλικῶς ἐστιν, ὡς ὅλον ἐξ ὅλων· ἑκάστη δὲ
5τῶν σφαιρῶν μέρος ὁλικῶς κατὰ δεύτερον εἶδος ὁλότητος· τὰ δὲ μερικὰ ζῷα ὅλα ἐστὶ μερικῶς· τρίτη γὰρ ὁλότης ἐν τούτοις, ἀλλὰ μετὰ τῆς μερικῆς ἰδιότητος· τὰ δὲ μέρη τού‐ των μέρη μερικῶς· μέρη γάρ ἐστι μόνον. καὶ μὴν καὶ τὸ ἅτε οὐχ ὑπολελειμμένον, ἐξ ὧν ἄλλο τοιοῦτο γένοιτ
10ἂν αἰτίας ἀπολογισμός ἐστι, δι’ ἣν εἷς ὁ κόσμος, ὑλικῆς δὲ αἰτίας· εἰ μὲν γὰρ εἴη τι ἐκτὸς τοιοῦτον, γένοιτ’ ἂν καὶ ἄλλος ἐξ αὐτοῦ κόσμος μείζων ἢ ἐλάσσων· οὐ γὰρ δὴ ἀκό‐ σμητον ὁ δημιουργὸς αὐτὸ ἀφίησι· βούλεται γὰρ ἀγαθὰ πάντα εἶναι, φλαῦρον δὲ μηδέν. εἰ δὲ εἷς ὁ κόσμος, οὐ‐
15δὲν τοιοῦτον, οἷά ἐστι τὰ ἐξ ὧν γέγονεν αὐτός, ἔστιν ἐκτὸς ὑπολελειμμένον. καὶ μήποτε τοῦτο προσέθηκε διὰ τὰ οὐρά‐ νια καὶ ὅλως τὰ μοναδικά· καὶ γὰρ ταῦτα μοναδικά ἐστιν, οὐχ ὑπολελειμμένων ἔξω αὐτῶν ἄλλων, ἐξ ὧν τοιαῦτα γέ‐ νοιτο ἄν· ἕκαστον γὰρ ἐκ τούτων συνέστηκεν, ἃ τῷ μεγέθει
20καὶ τῇ δυνάμει καὶ τῷ πλήθει μόνον ἐστὶν ἐκείνων συστα‐ τικά, ἄλλου δὲ οὐδενός· διὸ καὶ μοναδικὰ λέγεται, διότι ἐκ μόνων ἐκείνων μόνον συνέστηκεν, ἄλλο δὲ οὐδὲν οὐδὲ τῶν ἁπλῶν ἐστι τοιοῦτον κατὰ πάντα, οἷον τὸ ἑκάστου τού‐ των στοιχεῖον. καὶ τοῦτο Πλάτωνος ἦν τῆς ὑψηλονοίας,
25ὅτι μόνον ἐκεῖνο φθείρεται ὑπὸ τῶν περιεστώτων, ὅπερ ἂν ᾖ ἐκ τοιούτων, οἷα ἐκεῖνά ἐστιν, ὥστε εἶναι καὶ πυρὸς καὶ ἑκάστου στοιχείου τοσαύτας διαφορότητας, ὅσα ἐστὶ τὰ μο‐ ναδικά, ἐξ ὧν τὸ πᾶν, καὶ τὸν δημιουργὸν τοσαύτας ἰδέας ὑποστῆσαι τῶν ἁπλῶν, ὅσας ἔμελλε παράγειν τῶν συνθέτων,
30ὡς πάσας ἑνός τινος εἶναι συμπληρωτικάς, καὶ ἄλλο ἐξ αὐ‐ τῶν γεγονέναι μηδέν. τὸ δὲ ἀγήρων καὶ ἄνοσον πρόδηλον
ἔχει τὴν αἰτίαν· καὶ γὰρ ἡ νόσος φύεται διὰ τὴν τῶν
in Ti
.

2

.

63

ἐπεισιόντων ἀσυμμετρίαν, προσκρινομένων ἄλλων ἄλλοις τῶν ἐν ἡμῖν καὶ λυόντων τὴν ἀναλογίαν, ἣν ἔχει πρὸς τὰ λοιπά, ἐξ ὧν ἐσμεν, δι’ ἣν ἡ πλεονεξία καὶ ἡ ἔνδεια παρεισδύεται τῶν χυμῶν, καὶ τὸ γῆρας ἀσθενούσης ἐπιγίγνε‐
5ται τῆς φύσεως, ὥσπερ αὐτὸς ἐρεῖ [81 CD] προελθών, πρὸς πολλὰ τὰ ἔξωθεν διηγωνισμένης καὶ ἄθλους ἐπ’ ἄθλοις πολλοὺς ἐκπονησάσης· οὐ γὰρ ἄπονος αὐτῇ καὶ ἡ πέψις καὶ ἡ διοίκησις τῆς τροφῆς καὶ ἡ κάθαρσις καὶ πάντα ὅσα φύσεώς ἐστιν ἔργα. καὶ λάβοις ἂν ἐκ τούτων, ὅτι καὶ τῆς
10Παιωνίου σειρᾶς ὁ δημιουργὸς ἔχει τὴν πηγήν, ἄνοσον καὶ ἀγήρων τὸν κόσμον ἀποτελῶν· δεῖ γὰρ εἶναι τὴν ὡς ἀλη‐ θῶς ὑγείαν πρὸ τῆς γινομένης, τὴν μόνως οὖσαν. τοιαύτη δὲ ἡ τοῦ παντός· ὅλως γὰρ εἰ ἡ τῆς συμμετρίας αἰτία τοῖς στοιχείοις ὑγεία ἐστίν, ἀνάγκη ταύτην ἐν τῷ παντὶ μάλιστα
15ὑπάρχειν, ἐν ᾧ καὶ ἡ μάλιστα συμμετρία τῶν πάντων στοι‐ χείων· ὥστε καὶ ἡ ταύτης πηγὴ παρὰ τῷ δημιουργῷ πρώ‐ τως ἐστί. καὶ ἔοικεν ἄλλη μὲν εἶναι 〈ἡ〉 σύνδρομος τῇ ἑκάστων συστάσει τῶν συνθέτων ὑγεία, δημιουργική τις οὖσα, ἄλλη δὲ ἡ ἀνανεωτικὴ τῆς οὔσης ἢ σῳζομένης ἔτι ἢ
20ἀπολομένης, ἐπὶ μὲν τῶν ἄλυτον ἐχόντων τὴν συνοχὴν σῳ‐ ζομένης, ἐπὶ δὲ τῶν λυτὴν ἀπολομένης· καὶ γὰρ τὰ ἄλυτα δεῖται τῶν ἀνανεούντων, ἅτε πεπερασμένα ὄντα καὶ δύναμιν ἔχοντα πεπερασμένην· ἀνανεοῦται γὰρ ἐκ τῶν ἀπειροδυνάμων. καὶ ἔστιν ἡ μὲν ἐνταῦθα τοῦ δημιουργοῦ πρόνοια περὶ τὸ
25πᾶν, ὅπως ἄνοσον ἔσται, τῇ συστάσει σύνδρομος τοῦ παντός· ἡ δὲ ἐν τῷ Πολιτικῷ [273 DE], καθ’ ἣν τῶν πηδαλίων ἐφαπτόμενος τοῦ παντὸς τὰ πεπονηκότα ἐν τῇ προτέρᾳ περι‐ όδῳ ἐπανορθοῖ, παράδειγμα τῆς δευτέρας ὑγείας τῆς ἀνανεω‐ τικῆς· διὸ καὶ οἱ θεολόγοι [Orph. frg. 272] τὴν μὲν εἰς
30Ἀσκληπιὸν ἀναφέρουσιν ὑγείαν, τὴν ἰατικὴν πᾶσαν τοῦ παρὰ φύσιν, εἴτε ἀεὶ τὸ παρὰ φύσιν ἀναστέλλουσαν εἴτε ποτέ,
τὴν δὲ πρὸ Ἀσκληπιοῦ γεννῶσι τῇ δημιουργίᾳ συνυφεστῶσαν
in Ti
.

2

.

64

τῶν πραγμάτων, ἣν παράγουσιν ἀπὸ Πειθοῦς καὶ Ἔρωτος, διότι τὸ πᾶν ἐκ νοῦ καὶ ἀνάγκης ἐστίν, ὡς ἐρεῖ [48 A], τοῦ νοῦ πείθοντος τὴν ἀνάγκην, τῆς δὲ ἀνάγκης ἐπεστραμ‐ μένης πρὸς τὸν νοῦν, ἵνα πάντα πρὸς τὸ βέλτιστον ἄγῃ·
5δῆλον γὰρ ἐκ τούτων, ὅτι κατὰ φύσιν 〈αὐτὴν〉 ἔχει τὸ πᾶν ἀπὸ τῆς πρώτης ἑαυτοῦ συστάσεως διὰ τὴν ἀπὸ τοῦ νοῦ πειθὼ καὶ τὴν τῆς ἀνάγκης πρὸς τὸν νοῦν ἐπιστροφήν. ὁ δ’ οὖν δημιουργός, ὡς ἐκ τούτων δῆλον, τὴν πηγὴν περιέχει τῆς ὑγείας καὶ τῆς Ἀσκληπιακῆς καὶ τῆς δημιουργικῆς. καὶ
10τοῦτο μὲν τοιοῦτον. τὸ δὲ συστατὸν σῶμα τὸ σύνθετόν ἐστι καὶ ἑτεροκίνητον. τὸ μὲν οὖν αὐτοκίνητον ἑαυτοῦ σω‐ στικόν· τὸ δὲ ἑτεροκίνητον δεῖται τοῦ μὴ ἐνοχλεῖσθαι παρ’ ἄλλων διαφερόντως· τὸ δὲ πᾶν, καθὸ σῶμα, ἑτεροκίνητόν ἐστι. τὸ δὲ θερμὸν καὶ ψυχρὸν ὡς δραστήρια παρέλαβε καὶ
15ὡς ἔχοντα δυνάμεις ἰσχυράς, καὶ ὡς τὸ μὲν διὰ τῆς τομῆς, τὸ δὲ διὰ τῆς βιαίας πήξεως τὴν φθορὰν ἀπεργαζόμενον. τὸ δὲ ἀκαίρως τὴν ἀσυμμετρίαν δηλοῖ καὶ τὴν ἀπὸ τῆς ἀσυμμετρίας ἀνεπιτηδειότητα, πρὸς δὲ καὶ τὸ ἀπὸ τοῦ αὐτο‐ μάτου· τοῖς γὰρ ἔξω τι τοῦ παντὸς ἀπολείπουσιν ἐδόκει
20τύχῃ καὶ αὐτομάτῳ τὴν περίπτωσιν ἐπιτρέπειν τῶν σωμάτων. δόξειε δ’ ἂν λέγων τὰ θερμὰ καὶ ψυχρὰ περιιστάμενα καὶ προσπίπτοντα τῷ κόσμῳ νόσον ἐποίσειν καὶ φθοράν, συγ‐ χωρεῖν θερμαντὸν αὐτὸν καὶ ψυκτὸν ὅλως ὑπάρχειν· εἰ γὰρ μὴ πάσχει τι τοιοῦτον, κἂν ᾖ θερμὰ περιεστῶτα καὶ ψυχρά,
25οὐδὲν ὑπ’ αὐτῶν πείσεται. λέγει δὲ οὐ τὸν κόσμον ὑπ’ αὐ‐ τῶν πείσεσθαι περιεστώτων, ἀλλὰ καθόλου πᾶν σῶμα συστα‐ τὸν ἐκ τῶν ὁμοίων τοῖς ἐν αὐτῷ καὶ ἐξ ὧν ἐστι περιεστώτων πάσχειν· καὶ εἰ μὲν ἐκ θερμῶν εἴη καὶ ψυχρῶν, ὑπὸ τού‐ των, εἰ δὲ ἐξ ἄλλων ἐχόντων δυνάμεις ἰσχυράς, ὑπ’ ἐκείνων·
30εἴτε γὰρ ἐναντία εἴη τοῖς ἐξ ὧν ἐστι, διότι ἐναντίον, φθί‐ νειν ποιεῖ τὸ συστατόν, ᾧ προσπίπτει, εἴτε ὅμοια, λύει τὸν
λόγον, καθ’ ὃν συνέστη, προσκρινόμενα τοῖς ἐν αὐτῷ ὁμοίοις.
in Ti
.

2

.

65

περὶ παντὸς οὖν συστατοῦ λέγων εἰκότως ὡς γνωρίμων πᾶσι καὶ θερμῶν ἐμνήσθη καὶ ψυχρῶν· ἔστι γάρ τι συστατὸν καὶ ἐκ τούτων καὶ πᾶσι γνώριμον· διὸ καὶ ὡς γνωρίμων τούτων ἐμνημόνευσεν. ἐπειδὴ δὲ οὐ πᾶν συστατὸν ἐκ τού‐
5των, προσέθηκε καθόλου λοιπὸν καὶ ὅσα δυνάμεις ἔχει, καὶ εἰ μὴ θερμότητας καὶ ψυχρότητας· δεῖ γὰρ ἅπαν σῶμα φυσικὸν δύναμιν ἔχειν φυσικήν, καθ’ ἣν δυνήσεται ποιεῖν κατὰ φύσιν. εἰ οὖν καὶ τῷ κόσμῳ περιστήξεται σῶμα καὶ ὁτιοῦν εἴτε ἀνόμοιον εἴτε ὅμοιόν τισι τῶν ἐντός, εἰ μὲν
10ἀνόμοιον, ἐνοχλήσει· δεῖ δὲ τὸ ἀπαθὲς μὴ ἐνοχλεῖσθαι ἀπὸ ἀλλοτρίου καὶ οὗτινος· εἰ δὲ ὅμοιον, προσκρινόμενον ὡς ὁμοίῳ λύσει τὸν λόγον τῶν ἐν αὐτῷ στοιχείων, ἐξ ὧν ἐστι κατὰ τὸν κάλλιστον δεσμόν. τὰ μὲν οὖν καθ’ ἕκαστα τῶν λεγομένων τοιαύτην ἐχέτω τὴν ἐξήγησιν. αὐτὸ δὲ καθ’
15αὑτὸ σκεπτέον, πῶς οὐδέν ἐστιν ἔξω τοῦ παντός. διὰ τί γὰρ ὁ δημιουργὸς ὁ τὴν ὕλην ὑποστήσας οὐχὶ καὶ πλεί‐ ονας ὕλας καὶ πλείους κόσμους ἐδημιούργησεν; ἦ ὅτι καὶ οὗτος κατὰ τὴν ἑνάδα τὴν ἐν ἑαυτῷ τὴν ὕλην ὑπέστησε καὶ ἀεὶ ὑφίστησιν, ὥστε διὰ τοῦτο μίαν αὐτὴν εἰκότως παρή‐
20γαγε, καὶ ὅτι τὰ πολλὰ διαφορὰς ἔχει τὰς ἀπ’ ἀλλήλων αὐτὰ διοριζούσας, ἀδιάφορον δὲ ὕλη καὶ ἄποιον· κἂν γὰρ πλείους ὕλας λέγωμεν εἶναι τοῦδε τοῦ παντός, ἀλλὰ καὶ μίαν εἶναί φαμεν ἄνωθεν δι’ ὑφέσεως προϊοῦσαν μέχρι τῆς ἐσχάτης ὑποστάθμης, ἣν καὶ ὄντως ἀνείδεον εἶναι, τῆς ἀκρότητος
25τῆς ὕλης πολλὴν ἐχούσης πρὸς τὰ εἴδη συγγένειαν, ἐπεὶ καὶ πάντων τὰ ἀκρότατα συγγενέστατα τοῖς πρὸ αὐτῶν ἐστιν, ὥστε καὶ μίαν εἶναι καὶ οὐ μίαν τὴν διὰ πάντων διήκου‐ σαν ὕλην αὐτὴν εἰς ἑαυτὴν ὑφιζάνουσαν. διά γε ταύτην οὖν καὶ τὸν κόσμον ἕνα παρήγαγεν αὐτὸν εἰς ἑαυτὸν ὕφε‐
30σιν ἔχοντα, καὶ ὅτι πᾶν τὸ τῷ εἶναι ποιοῦν ἓν αὐτὸ ὂν
μίαν ἑαυτοῦ ποιεῖ εἰκόνα καὶ ἓν εἶδος ὅλον, καὶ μάλιστα
in Ti
.

2

.

66

ἀκίνητον μένον· κινηθὲν γὰρ ἄλλα καὶ ἄλλα ποιεῖν δυνατόν. ἔτι δὲ ὅτι τὸ εἰς πλῆθος μερίζειν τὴν ποίησιν οὐκ ἔστιν δυνάμεως, ἀλλ’ ἀσθενείας, ἐν δὲ τῷ ἑνὶ περιλαμβάνειν τὸ πλῆθος καὶ διὰ τῆς μονάδος συνέχειν τὸν ὅλον ἀριθμὸν
5περιουσίας ἐστὶ θαυμαστῆς. εἰ τοίνυν ἡ ὅλη δύναμίς ἐστιν ἐν τῷ δημιουργῷ, καὶ εἰ ἀκίνητόν ἐστιν αἴτιον, καὶ εἰ αὐ‐ τῷ τῷ εἶναι δημιουργεῖ, καὶ εἰ ἑαυτῷ γεννᾷ προσόμοιον, ἕνα καὶ ὅλον καὶ τέλειον ἀπογεννᾷ τὸν κόσμον. τί δέ; οὐχ οἷός τέ ἐστιν ὁ δημιουργὸς πολλοὺς καὶ ἀπείρους κό‐
10σμους ἐπιτροπεύειν; ἦ δυνάμεως οὐκ ἔστι τὸ πλῆθος καὶ τὸ ἄπειρον, ἀλλὰ τὸ συνάγειν τὰ διῃρημένα καὶ περατοῦν τὰ ἄπειρα· τοῦτο γὰρ ἐξομοιοῖ τὰ πράγματα τῷ ἀγαθῷ, πρὸς ὃ καὶ ὁ δημιουργὸς ἀνατείνει πᾶσαν τὴν ἑαυτοῦ ποίησιν. τοῦτο μὲν οὖν καὶ διὰ πολλῶν ἄλλων ἀποδείκνυται λόγων.
15 ὅτι δὲ τὸ μὴ ὑπολελεῖφθαι τοῦ παντὸς ἐκτός, ἐξ ὧν ἄλλο τοιοῦτο γένοιτο ἄν, θαυμαστῶς ἡμᾶς ἐπέστησε καὶ ἕκαστον τῶν μοναδικῶν μόνον ἐκ μόνων εἶναι τῶν ἁπλῶν, ἐξ ὧν ἐστι, καὶ μὴ εἶναι ἐκτὸς αὐτοῦ ἄλλα τούτοις ὅμοια, ἐξ ὧν ἄλλο γένοιτο ἂν τοιοῦτον, μάθοιμεν ἂν ἰδόντες, ὅτι παν‐
20τοίαν ἀνισότητα τοῖς σπέρμασι τῶν σωμάτων ὑπάρχειν φησί, καὶ διὰ τὴν ἀνισότητα ταύτην καὶ πυρὸς εἶναι καὶ ἑκά‐ στου διαφορὰς ἀπεριλήπτους· καὶ διὰ ταῦτα μὴ πᾶν πῦρ ὅμοιον εἶναι πρὸς πᾶν πῦρ, εἰ καὶ κοινὸν πᾶσι τὸ ὁρα‐ τόν, διὸ καὶ εἶναί τι πῦρ μὴ κᾷον, καὶ τοῦτο σμικρό‐
25τητι καὶ μεγέθει παντοῖον τῶν στοιχείων, ἐξ ὧν ἐστι· τὸ δ’ αὐτὸ καὶ ἐπὶ πάντων. ἕκαστον οὖν μοναδικὸν ἐκ πάντων ἐστὶ τοιούτων, ἃ ἐν αὐτῷ μόνῳ ἐστίν, ἐν ἄλλῳ δὲ οὐδενὶ τῶν πάντων· διὸ οὐ προσκρίνεταί τι αὐτοῖς ἔξωθεν οὐδὲ συμφύεται. τοῦτο δ’ ἂν λάβοις καὶ ἀπὸ τῶν τῇδε σωμάτων·
30οὐ γὰρ ὑπὸ παντὸς τρέφεται, ἀλλὰ ὑπ’ ἄλλων ἄλλα, διὰ τὸ
μὴ πάντα ὅμοια εἶναι τοῖς στοιχείοις, ἐξ ὧν ἐστιν· ὑφ’ ὧν
in Ti
.

2

.

67

δὲ τρέφεσθαι δυνατὸν ἕκαστον, ὑπὸ τούτων καὶ μεῖζον γί‐ νεσθαι, τῶν εἰσιόντων τὰς τῶν ἐξιόντων χώρας καταλαμβα‐ νόντων. καὶ φθείρεται οὖν διὰ τοῦτο τὰ φθειρόμενα, διότι τοῖς ἐξ ὧν ἐστιν ἐναντίοις οὖσιν, ἔστιν ἐκτὸς αὐτῶν ὅμοια,
5τὰ μὲν ἄλλοις, τὰ δὲ ἄλλοις, καὶ προστιθέμενα τοῖς οἰκείοις ἕκαστα φθορὰν ἐπάγει τοῖς συνθέτοις, λύοντα τὴν ἐν αὐ‐ τοῖς συμμετρίαν. ἐν μὲν οὖν τοῖς φθαρτοῖς ὁ λόγος ποιεῖ μάλιστα τὴν διαφοράν, ἄλλος καὶ ἄλλος ὢν τῶν ἁπλῶν, ἐν δὲ τοῖς ἀλύτοις καὶ ἡ τῶν αὐτῶν διαφορὰ καὶ οἱ λόγοι τῆς
10συστάσεως αὐτῶν· διὸ καὶ ἄλυτα καὶ ὄντως μοναδικά, μόνα ἐκ μόνων ὄντα τῶν στοιχείων κατὰ λόγον ἕνα καὶ μίαν συμμετρίαν. ταῦτα μὲν οὖν ἐπὶ πλέον βασανιστέον· εὑρή‐ σομεν γὰρ οὐκ ἄλλως ἔχοντα βλέποντες εἰς τὰ πράγματα καὶ μὴ φωναῖς ἐπαναπαυόμενοι μόναις, ὅπερ οἱ πολλοὶ πάσχον‐
15τες ἀφάσσουσι περὶ τὴν τούτων θεωρίαν· ἡμῖν δὲ ἐπὶ τὰ τοῦ Πλάτωνος ἑξῆς ἰτέον. Διὰ δὴ τὴν αἰτίαν καὶ τὸν λογισμὸν τόνδε ἓν ὅλον ἐξ ὅλων ἁπάντων τέλεον καὶ ἀγήρων καὶ ἄνοσον αὐτὸς ἐτεκτήνατο [33 A].
20 Ἡ μὲν αἰτία μονοειδῶς περιέχει πᾶν τὸ ἀπογεννηθέν, ὁ δὲ λογισμὸς διῃρημένως, ὥσπερ εἴρηται καὶ πρότερον [I 399, 19 s]· ὥστε καὶ τὸ πᾶν ὡς μὲν ἓν ὅλον ὑπὸ τῆς αἰτίας περιείληπται καὶ κατὰ τὴν αἰτίαν γέγονεν, ὡς δὲ ἐξ ὅλων ἁπάντων ὑπὸ λογισμοῦ, καὶ ἓν μὲν ὑπὸ τῆς θεότητος τῆς
25δημιουργικῆς καὶ κατὰ τὴν ἕνωσιν τὴν θείαν, ὅλον δὲ κατὰ τὴν ὁλότητα τὴν συνεκτικὴν τῶν νοερῶν· ἐκείνης γὰρ ὁλι‐ κῶς ποιούσης ὅλον ἀπετελέσθη τὸ πᾶν· ἐξ ὅλων δὲ ἁπάν‐ των κατὰ τὰς διῃρημένας τῶν εἰδῶν αἰτίας· ἡ γὰρ μονὰς ἔχει μεθ’ ἑαυτῆς τὸν ὅλον ἀριθμόν. τέλειον δὲ ὡς ἐπε‐
30στραμμένον πρὸς τὰς ἀρχὰς ἀεὶ καὶ μιμούμενον τὴν δημι‐ ουργικὴν ἐπιστροφήν· ἀγήρων δὲ καὶ ἄνοσον ὡς ἀκμαίαν ἔχον τὴν ζωὴν καὶ ἀεὶ ἐγρηγορυῖαν καὶ δυνάμεων μετέ‐
χουσαν θαυμαστῶν· ἀπὸ γὰρ τῶν ἀνανεούντων τὸν κόσμον
in Ti
.

2

.

68

αἰτίων εἰς αὐτὸν ἥκει ζωὴ καθαρὰ καὶ ἄτρυτος, καὶ ἀπὸ τῶν ἀμειλίκτων ἄχραντος δύναμις, καὶ δι’ ἐκείνην μὲν ἀγή‐ ρως ὁ κόσμος ἀεὶ νέος γιγνόμενος, διὰ δὲ ταύτην ἄνοσος παντὸς τοῦ παρὰ φύσιν καθαρεύων, ἀμφοτέρων δὲ περιέχει
5τὴν αἰτίαν ὁ δημιουργός. Σχῆμα δὲ ἔδωκεν αὐτῷ τὸ πρέπον καὶ τὸ ξυγ‐ γενές· τῷ δὲ τὰ πάντα ἐν αὐτῷ ζῷα περιέχειν μέλ‐ λοντι ζῴῳ πρέπον ἂν εἴη σχῆμα τὸ περιειληφὸς ἐν αὐτῷ πάνθ’ ὅσα σχήματα. διὸ καὶ σφαιροειδές, ἐκ
10μέσου πάντη πρὸς τὰς τελευτὰς ἴσον ἀπέχον, κυκλο‐ τερὲς αὐτὸ ἐτορνώσατο, πάντων τελεώτατον ὁμοιό‐ τατόν τε ἑαυτῷ σχημάτων, νομίσας μυρίῳ κάλλιον ὅμοιον ἀνομοίου [33 B]. Μετὰ τὰ αἴτια τὰ ὅλα τοῦ κόσμου καὶ τὴν ὅλην αὐτοῦ
15σύστασιν καὶ τὴν οὐσίαν τὴν ἐξ ὅλων τῶν πληρωμάτων ὑφε‐ στηκυῖαν περὶ τοῦ σχήματος διαλέγεται τοῦ παντός, ὃ δὴ κατὰ τὴν οὐσίαν ἐκ τῆς δημιουργίας ἀποδέδοται τῷ παντί, τὸ πάντων σχημάτων ὁμοιότατον, καὶ ἔστι τέταρτον τοῦτο δῶρον δημιουργικὸν εἰς τὸ πᾶν. εἰσὶ μὲν οὖν καὶ ἄλλαι
20ἀποδείξεις τοῦ σφαιροειδῆ τὸν κόσμον εἶναι, φυσικαί τε καὶ μαθηματικαί, ἃς μετὰ ταῦτα διέξιμεν· νῦν δὲ τὴν Πλατω‐ νικὴν ἀπόδειξιν ὄντως ἀπόδειξιν οὖσαν καὶ μετὰ τοῦ ὅτι τὸ διότι παρεχομένην πρῶτον κατανοήσομεν. ἔστι τοίνυν αὕτη τριπλῆ, μία μὲν ἀπὸ τοῦ ἑνός, ἑτέρα δὲ ἀπὸ τοῦ νοη‐
25τοῦ κάλλους, τρίτη δὲ ἀπὸ τῆς νοερᾶς ποιήσεως· μᾶλλον δὲ καὶ ἕκαστον τούτων πολλαπλοῦν ἐστι καὶ τριπλοῦν τοὐ‐ λάχιστον. αὐτίκα ἀπὸ τοῦ ἑνὸς εἴποις μὲν ἄν, ὅτι καὶ ὁ δημιουργὸς εἷς, εἴποις δ’ ἄν, ὅτι καὶ τὸ παράδειγμα ἕν,
εἴποις δ’ ἄν, ὅτι καὶ τὸ ἀγαθὸν ἕν ἐστιν, καὶ ἀπὸ τούτων
in Ti
.

2

.

69

ἂν λάβοις, ὅτι καὶ ἐν τοῖς σχήμασι τὸ μάλιστα ἓν τοῦ μὴ ἑνὸς θειότερόν ἐστι καὶ τελειότερον. ὃ γάρ ἐστιν ἐν 〈τοῖσ〉 θεοῖς τὸ ἕν, καὶ ὃ ἐν τοῖς νοητοῖς ζῴοις τὸ ἓν αὐτοζῷον, καὶ ὃ ἐν τοῖς δημιουργοῖς ὁ εἷς ποιητὴς καὶ πατήρ, τοῦτο ἐν τοῖς
5σχήμασι τοῖς στερεοῖς ἡ σφαῖρα· καὶ γὰρ τὸ ἓν τῶν πολλῶν ἑνάδων περιληπτικόν, καὶ τὸ αὐτοζῷον τῶν νοητῶν ζῴων, καὶ ὁ εἷς δημιουργὸς τῶν πολλῶν αἰτίων, καὶ τὸ ἓν σφαι‐ ρικὸν σχῆμα τῶν πάντων σχημάτων. δεύτερον τοίνυν ἀπὸ τοῦ καλοῦ καὶ τοῦ πρέποντος· τὸ γὰρ σφαιρικὸν καὶ τῷ
10λαμβάνοντι πρέπον ἐστὶ καὶ τῷ διδόντι καὶ τῷ παραδείγματι· τῷ λαμβάνοντι μέν, ὅτι τέλειον ὂν τῷ τελεωτάτῳ τῶν σχη‐ μάτων φίλον ἐστὶ καὶ πάντα περιειληφὸς τῷ πάντων περι‐ ληπτικῷ. τῷ διδόντι δέ, ὅτι νοῦς ὢν καὶ εἰς ἑαυτὸν ἐστραμ‐ μένος ὁμοιότατον αὑτῷ καὶ πρέπον σχῆμα ἀπεγέννησεν· ὁ
15γὰρ νοῦς ἐντόρνου σφαίρας κινήσει προσόμοιον ἔχει νόη‐ σιν, ὡς εἴρηκεν ἐν Νόμοις [X 898 AB], κατὰ ταὐτὰ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ καὶ περὶ τὸ αὐτὸ τε‐ ταγμένος. τῷ παραδείγματι δέ, διότι καὶ τὸ νοητὸν πᾶν τοι‐ οῦτόν ἐστι πανταχόθεν εἰς ἑαυτὸ συννεῦον·
20 πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκ, μεσσόθεν ἰσοπαλὲς
καὶ μονῇ περιηγέι χαῖρο
ν, φησὶν ὁ Παρμενίδης [frg. 8, 43 D.], τὰ δὲ αὐτὰ καὶ ὁ Ἐμ‐ πεδοκλῆς [frg. 17, 19 ss D]· διττὸν γὰρ ποιεῖ τὸν Σφαῖρον
25καὶ ἐκεῖνος, τὸν μὲν αἰσθητόν, ἐν ᾧ τὸ Νεῖκος δυναστεύει, τὸν δὲ νοητόν, ὑπὸ τῆς Ἀφροδίτης συνεχόμενον, καὶ θατέρου τὸν ἕτερον εἰκόνα καλεῖ, δῆλον δὲ ποτέρου πότερον. τρίτον τοίνυν ἀπὸ τοῦ συγγενοῦς· καὶ γὰρ τῷ παντὶ τὸ σφαιρικὸν
συγγενὲς καὶ γὰρ τῷ δημιουργῷ καὶ τῷ παντελεῖ ζῴῳ·
in Ti
.

2

.

70

τὸ μὲν γὰρ πᾶν, ὥσπερ ἐστὶν ἕν, οὕτω καὶ σχῆμα ἔχει τῇ ἑαυτοῦ μονώσει προσῆκον, τὸ σφαιρικόν· ὡς γὰρ αὐτὸς εἷς ὁ κόσμος, οὕτω καὶ τὸ σχῆμα αὐτοῦ μονοειδές. τῷ δὲ δη‐ μιουργῷ συγγενὲς τὸ σφαιρικόν, ὡς καὶ αὐτῷ νοερῶς ἐν
5αὐτῷ τὰ πάντα περιέχοντι. τῷ δὲ παραδείγματι, διότι πρώ‐ τως ἀπ’ ἐκείνου πρόεισι. προγονικὸν οὖν τὸ σχῆμα τοῦτό ἐστι τῷ κόσμῳ φανὲν μὲν καὶ ἐν αὐτῷ τῷ κρυφίῳ διακόσμῳ· τὸ γὰρ
ἀπειρέσιον κατὰ κύκλον
10
ἀτρύτως ἐφορεῖτο
κατ’ ἐκείνην εἴρηται τὴν τάξιν· ἐναργέστερον δὲ ὀφθὲν καὶ ἐν τῷ παντελεῖ ζῴῳ· τὸ γὰρ
ὡρμήθη δ’ ἀνὰ κύκλον ἀθέσφατον περὶ ταύτης εἴρηται τῷ θεολόγῳ τῆς θεότητος· ἔστι δὲ
15μᾶλλον ἐν τοῖς νοεροῖς θεοῖς· ἐκεῖ γὰρ καὶ τὸ σχῆμα τὸ νοερὸν καὶ τὸ εὐθὺ καὶ τὸ περιφερές, ὡς ἐν Παρμενίδῃ [137 DE] λέλεκται· καὶ ἔτι μετὰ τούτους τοὺς θεοὺς ἐν τῷ δη‐ μιουργῷ· νοῦς γὰρ καὶ οὗτος νοερός, καὶ τὸ πᾶν ἐστιν οἰκείως ἐν αὐτῷ καὶ τὰς δημιουργικὰς δυνάμεις ὑποδέχεται παρὰ τῶν
20πρὸ αὐτοῦ θεῶν, ὅθεν καὶ σχημάτων ἁπάντων ἐγκοσμίων ἐστὶ δημιουργός. τί δέ; μετὰ τοῦτον ὁ πολυτίμητος Ἥφαι‐ στος οὐχὶ πάντα τὰ ἐγκόσμια σχηματίζει, τόν τε ὅλον οὐ‐ ρανὸν καὶ τὴν γένεσιν, πόρπας τε γναμπτάς θ’ ἕλικας κάλυκάς τε καὶ
25
ὅρμους
ἀπεργαζόμενος; καὶ πῶς γὰρ οὐκ ἔμελλε τὴν οὐσίαν τοῦ κόσμου τοῦ σωματικοῦ παράγων οὐχὶ καὶ σχῆμα δώσειν ἑκά‐ στῳ τὸ πρέπον; ἀλλ’ οὗτος μὲν αὐτουργικῶς σχηματίζει τὸ πᾶν, ὁ δὲ δημιουργὸς τῇ βουλήσει μόνον· καὶ γὰρ ἡ
30αὐτουργία παρ’ ἐκείνῳ βούλησίς ἐστιν, καὶ ἡ ποίησις νόησίς ἐστιν. ταῦτα μὲν οὖν ἀπὸ τούτων ἐπιχειροῦντες λέξομεν.
διὰ τί δὲ συγγενὲς καὶ πρέπον τῷ παντὶ τὸ σφαιρικὸν
in Ti
.

2

.

71

ἐξηγούμενος ὁ Πλάτων ἐπήνεγκεν, ὅτι τὸ πάντων περιεκτικὸν δεῖ τοιοῦτον ἔχειν σχῆμα· τάχα μὲν ὅτι καὶ τῶν ἰσοπερι‐ μέτρων στερεῶν ἡ σφαῖρα πολυχωρητότερον, ὥς φασιν οἱ τὰ μαθηματικὰ δεινοὶ καὶ ἡμεῖς μικρὸν ὕστερον
5[p. 76, 7 s] ἀναλεγόμενοι τὰ ἐκείνων ἐροῦμεν. τάχα δὲ ὅτι πᾶν μὲν πολύγωνον ἰσόπλευρον εἰς σφαῖραν ἐγγράφεσθαι δυνατόν, οὐ πᾶν δὲ πολύγωνον ἰσόπλευρον εἰς ἄλλο σχῆμα δυνατὸν ἐγγράφειν, διόπερ ἡ σφαῖρα τῷ πάντα μέλλοντι περιέξειν οἰκειοτάτη· καὶ γὰρ τὰ πέντε σχήματα δυνατὸν
10εἰς αὐτὴν ἐγγράφειν. εἰ μὲν οὖν πρὸς τοὺς ὄγκους ἀπο‐ βλέποις, πάντων τῶν ἰσοπεριμέτρων οἱ ὄγκοι περιληφθή‐ σονται ἐν τῇ σφαίρᾳ· οὐ γὰρ δὴ αὐτὰ τὰ ἰσοπερίμετρα περιλαμβάνονται ὑπ’ αὐτῆς· εἴη γὰρ ἂν ἐλάσσονα τῆς σφαι‐ ρικῆς ἐπιφανείας· εἰ δὲ πρὸς τὰ σχήματα, πάντα ἐγγράφε‐
15σθαι δύναται ἐν αὐτῇ, ὅπερ ἐπὶ τῶν ἄλλων σχημάτων οὐκ ἀληθές. καὶ τοῦτο μᾶλλον οἰκεῖον τοῖς προκειμένοις, ἐπεὶ καὶ ὁ Πλάτων οὕτως εἶπεν, ὅτι τοῦτο πρέπον ἐστὶ σχῆμα τῷ μέλλοντι περιέξειν πάντα τὰ σχήματα· καὶ γὰρ διὰ τῶν πέντε μέλλων σχημάτων σωματουργεῖν εἰκότως ἀπέβλεψε πρὸς
20τὰ μέλλοντα ὑπὸ τοῦ παντὸς περιέχεσθαι πάντα σχήματα. ὥστε δῆλός ἐστιν οὐ πρὸς τοὺς ὄγκους, ἀλλὰ τὰς τῶν σχη‐ μάτων ἐγγραφὰς ἀποβλέπων. ἔτι δ’ ἂν εἴποις τελειότερον, ὅτι τὸ τὰ πάντα μέλλον περιέξειν πάντων ὀφείλει τῶν ἐν αὐτῷ κρατεῖν· οὐ γὰρ ἂν ἄλλως αὐτῶν ὑπάρχοι περιληπτι‐
25κόν. τὸ δὲ πάντων κρατοῦν ἑαυτῷ τὰ πάντα ὁμοιοῖ· τῶν γὰρ ἀλλοτρίων καὶ τῶν ἀνομοίων οὐδέν ἐστι κρατητικόν. τὸ δὲ πάντα ἑαυτῷ ὁμοιοῦν αὐτὸ ἑαυτῷ πολλῷ πρότερον ὁμοιότατον ἔσται, ἵνα μεταδιδῷ καὶ τοῖς ἄλλοις ὁμοιότητος. τὸ δὲ αὑτῷ ὁμοιότατον σῶμα ὂν σφαιρικόν ἐστι. τὸ ἄρα
30πάντα περιέξον σῶμα ὂν σφαιρικόν ἐστι. τοῦτο ἄρα τὸ σχῆμα προσήκει τῷ κόσμῳ· τελεώτατόν τε γάρ ἐστι καὶ ὁμοιό‐
τατον· τελεώτατον μέν, ὡς πάντων περιεκτικὸν καὶ ὡς ἀκα‐
in Ti
.

2

.

72

τάληκτον· τὸ γὰρ εὐθὺ πᾶν ἀτελές, ὡς ἀεὶ ἐκτείνεσθαι δυνά‐ μενον, κύκλος δὲ καὶ σφαῖρα τελεώτατον, ὡς μὴ ἐπιδεχόμενον αὔξησιν καὶ ὡς τὸ πέρας τῆς κινήσεως ἀρχὴν ποιούμενον· ὁμοιότατον δέ, ὡς αὐτὸ ἑαυτῷ συνεχὲς καὶ ὁμαλὲς καὶ τε‐
5ταγμένον. τὰ μὲν οὖν τοῦ Πλάτωνος τοιαῦτά ἐστιν. Αὐτὸ δὲ καθ’ αὑτὸ τὸ δόγμα ἡμεῖς ἐπισκεψώμεθα παντο‐ δαπῶς τε συνέλωμεν, καὶ πρῶτον φιλοσόφως αὐτὸ καταδη‐ σώμεθα ταῖς Ἰαμβλιχείοις ἐπιβολαῖς. ἐπειδὴ τοίνυν δεῖ τὸν κόσμον ἀφομοιοῦσθαι πρὸς τὴν ὅλην ψυχὴν τὴν ἐποχου‐
10μένην αὐτῷ, δεῖ καὶ πρὸς τὸ ζῳογόνον σχῆμα τῆς ψυχῆς αὐτὸν προσεοικέναι. καθάπερ οὖν ἐκείνην κατὰ δύο κύκλους ὑπέστησεν ὁ δημιουργός, οὕτω καὶ τὸ πᾶν σφαιροειδὲς ἀπε‐ τέλεσε πρὸς τὴν αὐτοκινησίαν αὐτῆς ἀπεικαζόμενον. διὸ καὶ τὸ ἡμέτερον ὄχημα σφαιρικὸν ἀποτελεῖται καὶ κινεῖται
15κυκλικῶς, ὅταν διαφερόντως ὁμοιωθῇ πρὸς τὸν νοῦν ἡ ψυχή· μιμεῖται γὰρ τὴν νοερὰν ἐνέργειαν ἥ τε τῆς ψυχῆς νόησις καὶ ἡ κυκλοφορία τῶν σωμάτων, ὥσπερ τὰς ἀνόδους καὶ καθόδους τῶν ψυχῶν ἡ κατ’ εὐθεῖαν κίνησις· καὶ γὰρ αὗται σωμάτων εἰσὶν οὐκ ὄντων ἐν τοῖς οἰκείοις τόποις.
20ἔτι τοίνυν τῇ ἀπείρῳ δυνάμει προσέοικεν ἡ ἀκατάληκτος κίνησις τοῦ παντὸς καὶ τῇ ἁπλότητι τῆς οὐσίας ἡ μονοει‐ δὴς περιφορά, τῇ δὲ διαιωνίῳ στάσει ἡ ὡσαύτως καὶ περὶ τὸ αὐτὸ κέντρον περιπορευομένη τῶν ὅλων ἀνακύκλησις. ἔτι δὲ ὡς ἡ μία κίνησις τοῦ κόσμου πάσας περιέχει τὰς
25κινήσεις καὶ ἡ μία ὁλότης πάντα τά τε ὅλα καὶ τὰ μέρη τὰ σωματικά, καὶ ὡς ἡ μία φύσις πάσας τὰς δευτέρας καὶ τρίτας φύσεις, οὕτως τὸ ἓν σχῆμα τὸ κοσμικὸν πάντων εἶναι δεῖ σχημάτων περιληπτικόν. τοιοῦτον δὲ τὸ σφαιρικόν, ἅμα ἓν ὂν καὶ τὸ πλῆθος περιέχειν δυνάμενον, ὃ δὴ θεῖόν ἐστιν
30ὄντως, τὸ μὴ ἐξιστάμενον τῆς ἑνότητος παντὸς τοῦ πεπλη‐ θυσμένου κρατεῖν. ἔτι πρὸς τούτοις ὡς τὸ νοητὸν ζῷον
πάντα περιέχει τὰ νοητὰ ζῷα κατὰ μίαν ἕνωσιν, οὕτω καὶ
in Ti
.

2

.

73

ὁ κόσμος πρὸς τὸ παράδειγμα ὡμοιωμένος πάντα περιέχει τὰ ἐγκόσμια σχήματα κατὰ τὸ σφαιρικὸν σχῆμα· σφαῖρα γὰρ μόνη δύναται πάντα τὰ στοιχεῖα περιλαμβάνειν. ὥσπερ οὖν κατὰ τὴν μόνωσιν ἀπεικονίζεται τὸ νοητὸν πᾶν, οὕτω καὶ
5κατὰ τὸ σφαιροειδὲς μιμεῖται τὴν ἐν ἐκείνῳ τῶν ὅλων περι‐ οχήν. ἔτι πρὸς αὐτὸ τὸ κάλλος ὁμοιοῦται τὸ νοητὸν ὁ κόσμος διὰ τοῦδε τοῦ σχήματος τὸ γὰρ πάντη ὁμαλὲς καὶ σύμμετρον καὶ ὅμοιον πῶς οὐχὶ διαφερόντως καλόν; εἰ τοί‐ νυν ἔδει κάλλιστον αὐτὸν εἶναι τῶν αἰσθητῶν, ἔδει καὶ σχή‐
10ματος αὐτῷ τοιούτου, πανταχόθεν ἴσου καὶ ὡρισμένου καὶ ἀκριβοῦς. ἔτι πρὸς αὐτὸ τὸ πέρας οἰκειότατόν ἐστι τὸ σφαιρικόν· τὰ μὲν γὰρ ἄλλα σχήματα διὰ τὸ πλῆθος τῶν ἐπιπέδων καὶ τὰς γωνίας ἢ τὰς κλάσεις ἀφίσταται τοῦ ὅρου καὶ τοῦ πέρατος· ἡ δὲ σφαῖρα μοναδική τε οὖσα καὶ ἁπλῆ
15καὶ ἡ αὐτὴ πανταχόθεν εἰς τὴν αἰτίαν ἀνήκει τοῦ πέρατος. ἔτι τὸ συναγωγὸν τῶν πολλῶν εἰς ἓν καὶ τὸ γεννητικὸν καὶ τὸ σπερματικὸν τῷ τοιούτῳ χαίρει σχήματι. καταφανὲς δέ ἐστι τοῦτο καὶ ἐπὶ τῶν σπερμάτων καὶ ἐπὶ τῶν ἐν τοῖς ζῴοις κυριωτάτων μορίων· καὶ γὰρ ταῦτα σφαιροειδῆ κατὰ
20δύναμιν ἡ φύσις ἀποτελεῖ. ἔτι τὸ ἄτρεπτον καὶ ἄθραυ‐ στον καὶ ἀίδιον οἰκειότατά ἐστι τῷ σφαιρικῷ σχήματι· διὰ γὰρ τὸ πανταχόθεν εἰς ἑαυτὸ συννεύειν δυνατώτατόν ἐστι· τὸ γὰρ κέντρον ἑνοποιόν ἐστι καὶ συνεκτικὸν τῆς ὅλης σφαί‐ ρας. εἰκότως ἄρα τὸ ἑαυτοῦ συνεκτικὸν σφαιροειδὲς ὑπέ‐
25στησεν ὁ δημιουργήσας τὸ πᾶν. ταῦτα μὲν οὖν φιλοσόφως εἴποι τις ἂν περὶ τούτου. Τρόπον δὲ ἕτερον φυσικῶς, ὥσπερ καὶ Ἀριστοτέλης ἐπεχείρησεν, οὕτως ἄν τις τὸ αὐτὸ συλλογίσαιτο· ἐπεὶ γὰρ κύκλῳ κινεῖται τὸ πᾶν, δέδεικται δ, ὅτι τῆς ἐσχάτης περιφορᾶς οὐδέν ἐστιν ἐκτὸς οὔτε
30κενὸν οὔτε τόπος, ἀνάγκη καὶ σφαιροειδές, ἀλλὰ μὴ εὐθύγραμμον εἶναι τὸ σχῆμα τοῦ παντός· εἰ γὰρ εὐθύ‐ γραμμον, ἔσται κενόν· κύκλῳ γὰρ στρεφόμενον οὐ‐
δέποτε τὴν αὐτὴν ἕξει χώραν διὰ τὴν τῶν γωνιῶν
in Ti
.

2

.

74

τε καὶ ἐπιπέδων παράλλαξιν· ἐπεὶ γὰρ ἄνισοί εἰσιν αἱ ἐκ τοῦ μέσου καθ’ ἕκαστον τῶν ἄλλων σχημάτων, κατὰ τὸ ἔλαττον ἀπόστημα κενὸν ἔσται· οὗ μή ἐστι σώματος ὄγκος, εἴτ’ οὖν κατὰ μῆκος εἴτε κατὰ πλάτος, εἴη ἂν τὸ ἔλαττον· ἴσον
5γὰρ πάντη διέστηκε τὸ κενόν. ἀλλ’ οὗ μέν ἐστι σῶμα, οὗ δὲ ἐλλείψει διὰ τὸ μέγεθος ἔλαττον ὄν. ἔτι λάβοις ἂν καὶ ἐκ τῶν δευτέρων φυσικῶς, ὅτι σφαιρικὸν τὸ πᾶν· ἡ μὲν γὰρ γῆ σφαιροειδής ἐστιν, ὡς δῆλον ἐκ τῶν πρὸς τὸ μέσον φερομένων ἁπάντων πανταχόθεν. τὸ δὲ ὕδωρ περικέχυται
10τὴν γῆν καὶ αὐτὸ σφαιροειδὲς ὄν· συρρεῖ γὰρ εἰς τὸ κοῖλον, ἕως ἂν ἐφάψηται τῆς ἐκ τοῦ κέντρου τῆς γῆς καὶ ὁμοίαν ποιήσηται τὴν ἑαυτοῦ ἐπιφάνειαν τῇ τῆς γῆς. ὁ δὲ ἀὴρ περὶ τὸ ὕδωρ καὶ τὴν γῆν, καὶ περὶ τὸν ἀέρα τὸ πῦρ. εἰ δὲ ταῦτα, καὶ ὁ οὐρανὸς ἔσται σφαιρικός· ἔσται γὰρ κενὸν
15ἐντός, εἰ μὴ καὶ αὐτὸς σφαιρικῶς περιέχοι τὸ πῦρ. ἔτι τῷ πρωτίστῳ σώματι τὸ πρώτιστον τῶν σχημάτων ἡ φύσις ἀπονέμει καὶ τῷ ἁπλῷ τὸ ἁπλοῦν· πρότερον γὰρ ἐν ἑκά‐ στῳ γένει τὸ ἓν τῶν πολλῶν καὶ τὸ ἁπλοῦν τοῦ συνθέτου. καθάπερ οὖν τὰς κινήσεις διένειμεν οἰκείως
20τοῖς ἑαυτῆς ἔργοις, τοῖς μὲν ἁπλοῖς τὰς ἁπλᾶς, τοῖς δὲ συν‐ θέτοις τὰς συνθέτους, οὕτω καὶ σχήματα προσήκοντα ἀπε‐ κλήρωσεν, ἄλλα μὲν τοῖς ἁπλοῖς, ἄλλα δὲ τοῖς συνθέτοις. ἔστι δὲ τὸ σχῆμα οἷον ἄγαλμα ἐμφανὲς τοῦ εἴδους καὶ μορφὴ μορφῆς καὶ οἷον πνοὴ τῆς ἰδίας ἑκάστων ὑπάρξεως·
25διὸ τὸ μὲν κατ’ οὐσίαν ἁπλοῦν εἰς τοιοῦτον ἄλλο σχῆμα προέρχεται, τὸ δὲ πολυμιγὲς σύμμικτον ἔχει καὶ τὴν τοῦ σχήματος ἰδέαν. ἔτι τῶν μὲν κινήσεων μέτρον ἡ οὐ‐
ρανία κίνησις, τὸ δὲ ἐν ἑκάστῳ μέτρον ἐστὶν ἐλάχιστον,
in Ti
.

2

.

75

ἡ δὲ ἐλαχίστη κίνησις ἡ ταχίστη ἐστίν, ἡ δὲ περιφορὰ ταχίστη τῶν κινήσεων, εἰ τοῦτο, σφαιροειδὴς ὁ οὐρανός· τὸ γὰρ ταχυκινητότατόν ἐστι τὸ σφαιρικόν, διὰ τὸ ἐπὶ σμι‐ κροτάτου ποδὸς βαίνειν, ὥς φησι καὶ ὁ Ἐλεάτης Ξέ‐
5νος [Polit. 270 A]. ἔτι τῶν σωμάτων τὰ μέν ἐστιν ὁμοιο‐ μερῆ, τὰ δὲ ἀνομοιομερῆ. τοῖς μὲν οὖν ἀνομοιομερέσιν ἀναγκαίως καὶ τὰ σχήματα ἀνόμοια παρὰ τῆς φύσεως ἀπο‐ νενέμηται· τὰ γὰρ πολύγωνα καὶ ὅλως ἐγγώνια τοιαῦτα καὶ τὰ ἐκ πλειόνων ἐπιφανειῶν· τοῖς δὲ ὁμοιομερέσι τὰ ὅμοια
10κατ’ ἀξίαν προσήρμοσται. ἔστι δὲ ὅμοιον ἐν στερεοῖς ἡ σφαῖρα μόνον σχημάτων, ἐπεὶ τὰ ἄλλα πάντα ἀνόμοια· τὰ μὲν γὰρ ἔχει δύο ἐπιφανείας, ὡς ὁ κῶνος, τὰ δὲ τρεῖς, ὡς ὁ κύλινδρος, τὰ δὲ τέτταρας, τὰ δὲ πέντε, τὰ δὲ πλείους, ὡς αἱ πυραμίδες αἱ ἀπὸ βάσεων πολυγώνων τῶν ἑξῆς εὐ‐
15τάκτων. εἰ τοίνυν ὁ αἰθὴρ ὁμοιομερής, τοῦ δὲ ὁμοιομεροῦς καὶ τὸ σχῆμα ὅμοιον, τὸ δὲ ὅμοιον ἐν στερεοῖς σφαιρικόν, ὁ ἄρα αἰθὴρ σφαιροειδής ἐστιν. οὕτω μὲν οὖν φυσικῶς ἐπιχειρήσομεν. Εἰ δὲ δεῖ καὶ μαθηματικαῖς ἀποδείξεσι πιέσαι τὸν λόγον, φέρε, συντόμως εἴπωμεν τὰ δοκοῦντα τοῖς
20ταῦτα σοφοῖς. πρῶτον μὲν οὖν ἐπιχειροῦσι κατασκευάζειν ἀπὸ τοῦ κατὰ παραλλήλων κύκλων φέρεσθαι τοὺς ἀστέρας, τούς τε ἀπλανεῖς καὶ πλανωμένους, ὅσῳ πρὸς τὸ βόρειον χωροῦμεν ἀεὶ τῶν τμημάτων ἀνισουμένων, ὥστε καί τινας τῶν κύκλων ἐφάπτεσθαι λοιπὸν τοῦ ὁρίζοντος, ἄλλους δὲ
25μηδὲ ἐφάπτεσθαι, τοὺς ἐλάσσους τῶν ἐφαπτομένων, καὶ τέ‐ λος εἶναί τι σημεῖον ἀκίνητον, περὶ ὃ πᾶσαν κινεῖσθαι τὴν περιφοράν. ἔπειτα ἀπὸ τῶν νυχθημέρων ἀνίσων γιγνομέ‐ νων κατὰ τὰς ἡλιακὰς ἐπὶ τὸ βόρειον ἢ νότιον κινήσεις. ἔπειτα ἀπὸ τῶν σκιῶν· πόθεν γὰρ ἀρχόμενος μὲν ἀνίσχειν
30ὁ ἥλιος καὶ δύνων βορειότερος ἡμῖν ἐστί τε καὶ φαίνεται τὸν καρκίνον παροδεύων, ἐν δὲ τῷ μεσημβρινῷ γενόμενος ἐπὶ βορρᾶν πέμπει τὴν σκιὰν ἢ ἀπὸ τοῦ κατὰ κύκλον κι‐
νεῖσθαι τὸ πᾶν ἐγκεκλιμένον πρὸς τὴν ἡμετέραν οἴκησιν;
in Ti
.

2

.

76

ἔτι δὲ ἀπὸ τοῦ τοὺς ἀστέρας μὴ κατὰ βάθος κινουμένους ἀεὶ φαίνεσθαι τὸ ἴσον ἔχοντας μέγεθος· εἰ γὰρ μὴ σφαιρο‐ ειδὴς ἦν ὁ οὐρανός, ἀλλὰ κύλινδρος ἤ τι ἄλλο σχῆμα τοι‐ οῦτον, ἔδει τὸν ἥλιον νοτιώτερον γιγνόμενον ἡμῖν ἐλάττω
5φαίνεσθαι διὰ τὸ ἄνισον τῆς ἀποστάσεως· ἀλλὰ οὐ φαίνεται τοιοῦτον οὐδέν. ἀπὸ τούτων μὲν οὖν, ὡς συλλήβδην εἰπεῖν, ἐπιχειροῦσιν οἱ ἀστρονόμοι. ὅτι δὲ καὶ ἡ σφαῖρα πολυ‐ χωρότατον τῶν ἰσοπεριμέτρων, ἀποδείκνυται παρ’ αὐτοῖς, καὶ ὅπως πάντα μὲν εἰς τὴν σφαῖραν ἐγγράφειν δυνατόν, οὐ
10πάντα δὲ εἴς τι τῶν πολυέδρων. καὶ οὐδὲν δεῖ μεταγρά‐ φειν ἡμᾶς τὰ παρ’ ἐκείνοις ἀποδεδειγμένα· πρὸς γὰρ τὸν δι’ ἐκείνων ἱκανῶς πεπαιδευμένον ποιούμεθα τοὺς λόγους· τοσοῦτον δὲ ὅμως ἱστορητέον, ὅτι τῶν ἰσοπλεύρων τε καὶ ἰσογωνίων καὶ ἴσην περίμετρον ἐχόντων τὸ πολυγωνότερον
15μεῖζον ἀποδείξαντες πρῶτον καὶ τὸν κύκλον ἑξῆς μείζονα τῶν ἰσοπλεύρων καὶ ἰσογωνίων, ἰσοπεριμέτρων δέ, δεικνύουσι καὶ τὴν σφαῖραν τῶν ἴσην ἐπιφάνειαν ἐχόντων στερεῶν σχη‐ μάτων ἑπομένως μείζονα καὶ διαφερόντως τῶν παρὰ Πλά‐ τωνι λεγομένων πολυέδρων ἰσοπλεύρων καὶ ἰσογωνίων, τὰ
20μὲν χρώμενοι τοῖς παρὰ τῷ Εὐκλείδῃ δειχθεῖσι, τὰ δὲ τοῖς παρὰ τῷ Ἀρχιμήδει. καί, ὅπερ ἔφην, ἔξεστιν ἐκείνοις συγγενόμενον τὰς ἀποδείξεις ἀναλέγεσθαι· τάξομεν δὲ αὐτὰς καὶ ἡμεῖς ἐν τῷ μετὰ πᾶσαν τὴν πραγματείαν ἔχοντι τὴν συναγωγὴν τῶν πρὸς τὸν Τίμαιον μαθηματικῶν
25θεωρημάτων διὰ πλατυτέρων ἐφόδων ὧν τοῖς ὑπομνήμασιν ἐγκατασπείροντες γράφομεν, ἵν’ ἐξῇ τοῖς φιλοθεάμοσι καὶ τούτων ἔχειν ἠθροισμένα πάντα πρὸς τὴν τοῦ διαλόγου τῶν μαθηματικῶν ἕνεκα παντοίαν κατάληψιν. τῶν μὲν οὖν μα‐ θηματικῶν ἅλις. Ἐπανιτέον δὲ ἐπὶ τὴν τοῦ Πλάτωνος
30λέξιν καὶ θεατέον, ὅπως ἕκαστον εἴρηται τῶν ῥημάτων. ὅτι μὲν οὖν καὶ ἐν τοῖς νοεροῖς τὸ σχῆμα μετὰ τὸ ὅλον ἐστί,
καὶ ὡς εἰκότως ὅλον ἀποδείξας τὸ πᾶν καὶ περὶ τοῦ σχή‐
in Ti
.

2

.

77

ματος αὐτοῦ κατὰ τὸ ἑξῆς ἀναδιδάσκει, πρότερον εἴπομεν [p. 68, 14 ss]. ἐπειδὴ δὲ καὶ τοῦτο πρόεισιν εἰς τὸ πᾶν ἀπὸ τῆς δημιουργικῆς αἰτίας—διὰ τοῦτο δίδοσθαί φησιν ἐκεῖ‐ θεν αὐτό—τό τε διδὸν δῆλον ὅτι πολλῷ πρότερον ἔχει
5τοῦτο, ὃ δίδωσιν ἄλλοις, ἔστιν ἄρα καὶ ἐν τῷ δημιουργῷ τὸ σφαιρικόν, ἀλλὰ νοερῶς, ὥσπερ ἐν τῷ παντελεῖ ζῴῳ νοητῶς καὶ ἔτι πρὸ ἐκείνου κρυφίως. εἰ γὰρ δεῖ τὸ δοκοῦν εἰπεῖν, ὅπου νοῦς ἐστιν, ἐκεῖ καὶ τὸ ἰδίωμα τὸ σφαιρικόν· ἡ γὰρ νοερὰ ἐνέργεια τοιαύτην ἔχει τὴν οὐσίαν, ὁποίαν καὶ ὁ Ἀθη‐
10ναῖος Ξένος [leg. X 898 AB] ἀπείκασεν· ἀλλ’ ὅπου μὲν ἡνωμένως καὶ νοητῶς, ὡς οἱ τὰ θεῖα σοφοὶ λέγουσιν, ὅπου δὲ νοητῶς μέν, ἀλλὰ μετὰ διαιρέσεως πλείονος νοητῆς, ὅπου δὲ μετὰ παντοίας ποικιλίας νοερῶς, ὅπου δὲ αἰσθητῶς μετὰ διαστάσεως τὸ σφαιρικὸν θεωρεῖται, καὶ τοῦτο μὲν οὐδὲ
15ἁπλῶς ὀνομάζεται σφαιρικόν, ἀλλὰ σφαιροειδές, ὡς μίμημα ὂν τῆς νοερᾶς ἢ νοητῆς σφαίρας· κύκλῳ γὰρ κινεῖται καὶ τὸ πᾶν, ὅτι νοῦν μιμεῖται, τὸ δὲ νοερὸν ἢ νοητὸν πᾶν κυ‐ ριώτατα ἂν εἴη σφαιρικόν, καὶ ἡ ὄντως ἀστρονομία περὶ ἐκεῖνα· τοῦτο γάρ ἐστι τὸ οὐρανοῦ τε ὕπερ ἀστρονομῶν.
20 καὶ μὴν καὶ τὸ ἐκ μέσου πάντη πρὸς τὰς τελευτὰς ἴσον ἀπέχον ὑπάρχει μὲν καὶ τῇ αἰσθητῇ σφαίρᾳ, διότι πᾶσαι αἱ ἀπὸ τοῦ κέντρου τῆς γῆς εἰσιν ἴσαι πρὸς τὰ πέρατα τῆς σφαίρας· τὸ γὰρ πάντη τοῦ κατὰ τὰς τρεῖς διαστάσεις ἐστὶ σημαντικόν. ὑπάρχει δὲ καὶ τῇ μαθηματικῇ· καὶ γὰρ
25ἐκεῖ μέσον ἐστὶ καὶ διαστάσεις ἴσαι πανταχόθεν. ὑπάρχει δὲ τῷ νῷ τρόπον ἕτερον· τὸ γὰρ εἰς ἑαυτὸ συννεύειν καὶ τὸ κατὰ πᾶν εἶναι ἑαυτῷ μόριον οἷον ὁμόχρουν καὶ τὸ πρὸς τὸ ἓν τὸ ἑαυτοῦ πάσας ἐν αὑτῷ δυνάμεις συνηγμένας ἔχειν, τοῦτό ἐστι τὸ ἐν τῷ νῷ σφαιρικόν. ἔτι δὲ ἀνωτέρω προϊὼν
30οὐδὲ διακρῖναι λοιπὸν ἕξεις τὸ κέντρον ἀπὸ τῆς σφαίρας διὰ τὸ ἄρρητον καὶ τὸ ἡνωμένον τῆς νοερᾶς ἰδιότητος. τὸ
μὲν οὖν πάσας ἐκ μέσου πάντη τὰς εὐθείας ἴσας ἔχειν τὸ
in Ti
.

2

.

78

σφαιρικὸν πρὸς ἀντιδιαστολὴν εἶπε τοῦ κύκλου· τούτῳ γὰρ οὐ προσήκει τὸ πάντη, δύο μόνας ἔχοντι διαστάσεις. χρῆ‐ ται δὲ καὶ τῷ ἐτορνώσατο, ἐπειδὴ διὰ τοῦ τόρνου τὰ παρ’ ἡμῖν σώματα κυκλοτερῆ ἀκριβοῦται, περικόπτοντος τὰς τῶν
5σωμάτων ἀνωμαλίας. ὅτι δὲ καὶ τὸ ὅμοιον καὶ τὸ τέλειον μάλιστα τῷ σφαιρικῷ προσήκει, δῆλον· ἀνὰ λόγον οὖν τὸ μὲν ὅμοιον πρὸς τὸ ἕν, τὸ δὲ τέλειον πρὸς τὸ ἀγαθόν· ὥστε δι’ ἀμφοῖν εἰς τὸ πρῶτον ἀνήγαγε τὸ σφαιρικόν, ὁμοιότατον αὐτὸ καὶ τελειότατον εἰπὼν ἐπίσης τῷ ἑνικώτατον καὶ ἀγα‐
10θοειδέστατον· οὔτε γὰρ τὸ μικτὸν ὅμοιον ἢ τέλειον οὔτε τὸ εὐθύ, προσθήκην ἀεὶ δεχόμενον καὶ γεγωνιωμένον, μόνον δὲ τὸ σφαιρικὸν ὁμοιότατον καὶ τελειότατον. ἐπὶ δὲ τού‐ τοις καὶ τὸ ὅμοιον ὅτι τοῦ ἀνομοίου κρεῖττον, ἐμφανές· ἡ μὲν γὰρ ὁμοιότης ἑνοποιός ἐστιν, ἡ δὲ ἀνομοιότης διαιρε‐
15τική, καὶ ἣ μὲν τῆς ταὐτοῦ συστοιχείας, ἣ δὲ τῆς θατέρου, καὶ ἣ μὲν ἁπλότητος, ἣ δὲ ποικιλίας αἰτία τοῖς πράγμασιν. ὥσπερ οὖν ἐκ τῶν κατὰ φύσιν ὁρατῶν τὸ νοερὸν τοῦ ἀνο‐ ήτου κάλλιον ηὕρισκεν ὁ τοῦ παντὸς ὑποστάτης, οὕτω δὴ καὶ τὸ ὅμοιον τοῦ ἀνομοίου κρεῖττον ἐνόμισεν· καὶ γὰρ ἐν
20τοῖς νοητοῖς ἡ ὁμοιότης κρείττων τῆς ἀνομοιότητος, ἐν ταῖς δυνάμεσιν, ἐν ταῖς νοήσεσιν, ἐν ταῖς ἀπογεννήσεσιν. ὅθεν καὶ θαυμάσειεν ἄν τις τῶν Πλατωνικῶν τοὺς τὴν ἑτερότητα τῆς ταυτότητος κρείττω τιθεμένους, τοῦ Πλάτωνος μυρίῳ κάλλιον εἰπόντος τοῦ ἀνομοίου τὸ ὅμοιον. ὅλως δὲ ἀνο‐
25μοιότης μὲν καὶ ἐκ τῆς ὕλης παρεισδύεταί πως εἰς τὰ ὄντα, ὁμοιότης δὲ ἀπὸ τῶν εἰδῶν ἐφήκει μόνων καὶ τῶν νοητῶν αἰτίων· μυρίῳ ἄρα τῆς ἀνομοιότητος καλλίων ἡ ὁμοιότης, ὥστε καὶ τῆς ἑτερότητος ἡ ταυτότης. αὕτη τοῦ Διός ἐστι κρίσις· διὰ ταύτην καὶ ἐν τῷ παντὶ τὸ ὅμοιον τοῦ ἀνο‐
30μοίου κρεῖττον, ἐν οὐσίαις, ἐν κινήσεσιν, ἐν σχήμασιν, ἐν ἅπασι τοῖς ἄλλοις· εἰκότως· καὶ γὰρ αὐτὴ τῶν πραγμάτων
ἡ πρόοδος δι’ ὁμοιότητος ἐπιτελεῖται τῶν παραγομένων πρὸς
in Ti
.

2

.

79

τὴν αἰτίαν τῆς παραγωγῆς, καὶ ἡ ἐπιστροφὴ πάλιν ὁμοιό‐ τητος ἄλλης ἐστὶν ἀρχηγός. εἰκότως οὖν διὰ ταῦτα καὶ ὁ κόσμος ὑπὸ τῆς ὁμοιότητος κεκράτηται, θεὸς ὢν κατ’ αὐτὸ τὸ θεῖον εἶδος. ὅθεν ὅ τε Πλάτων ἀπὸ τῆς ὁμοιότητος
5ἐπεχείρησε τὸ σχῆμα τοῦ παντὸς ὁποῖόν ἐστι δεικνύναι καὶ αὐτὸς ὁ Πυθαγόρειος Τίμαιος ταύτην πρωτίστην ἀποδέδωκεν αἰτίαν τοῦ σχήματος μετὰ τοῦ καὶ φυσικὴν ὑπόμνησιν ποιήσασθαι· μόνα γὰρ ἁ σφαῖρα, φησίν [95 D], οἵα τε ἦν ἀρεμέουσα καὶ κινευμένα ἐν τᾷ αὐτᾷ χώρᾳ
10συναρμόσασθαι, ὡς μηδέ που ἀπολείπειν μήτ’ ἐπιλαμ‐ βάνειν ἄλλον τόπον. ὃ καὶ Ἀριστοτέλης μετὰ τοῦτον εἶδεν καλῶς, ὅτι, ἢν ἄλλο σχῆμα ὁποιονοῦν τῷ παντὶ περιθῇς, κενὸν ποιήσεις διὰ τὴν τῶν γωνιῶν παράλλαξιν καὶ τὴν ἐκ τοῦ μέσου τῶν ἄκρων ἄνισον ἀπόστασιν.
15 Λεῖον δὲ δὴ κύκλῳ πᾶν ἔξωθεν αὐτὸ ἀπηκρι‐ βοῦτο πολλῶν χάριν [33 B]. Δόξειε μὲν ἂν τὸ αὐτὸ πάλιν ὁ λόγος ἐπανακυκλεῖν· τί γὰρ διενήνοχε τοῦ κυκλοτεροῦς τοῦτο τὸ λεῖον ἢ τί τῆς ὁμοιότητος ἐξήλλακται; πῶς δὲ οὐ περιέχει πᾶν τοῦτο τὰ
20περὶ τῆς ὁμοιότητος εἰρημένα; διαφέρει δὲ ὅμως τὸ ὅλον σχῆμα θεωρεῖν ὁποῖόν ἐστι, τὸ διῆκον ἄχρι τοῦ κέντρου τῆς γῆς, καὶ τὸ μόνην τὴν ἐξωτάτω τοῦ παντὸς ἐπιφάνειαν αὐτὴν καθ’ ἑαυτὴν ὁρᾶν. καὶ ἔστιν, ὡς ἔοικεν, ὁ περὶ τῆς λειότητος λόγος συντείνων εἰς ἕν, τὸ δεῖξαι τὸ πᾶν οὔτε
25γνωστικῶν ὀργάνων οὔτε κινητικῶν μεριστῶν δεόμενον οὐδὲ εἰς ἄλλα ποιοῦν οὔτε ὑπ’ ἄλλων πάσχον, ἀλλ’ εἰς ἑαυτὸ καὶ ὑφ’ ἑαυτοῦ δρῶν καὶ πάσχον, πέμπτον τοῦτο δῶρον δημι‐ ουργικὸν εἰς τὸν κόσμον εἰσάγων. ἔστι δ’ οὖν ὁ περὶ τῆς
λειότητος λόγος μέσος τοῦ τε περὶ τοῦ παντὸς ὄγκου καὶ
in Ti
.

2

.

80

τοῦ περὶ τῆς ψυχῆς· τὸ γὰρ προσεχὲς πέρας τοῦ σώματος ἡ λειότης ἐστί, τὸ δὲ ἐξῃρημένον ἡ ψυχὴ καὶ πρὸ ταύτης ὁ νοῦς· οὗτος γὰρ καὶ αὐτῆς ὅρος τῆς ψυχῆς, καὶ πρὸ τοῦ νοῦ δὲ ἡ μία θεότης ἡ πᾶν συνέχουσα τὸ πλῆθος. εἴποις
5μὲν ἂν οὖν καὶ τοῦτον τὸν τρόπον. ἔτι δὲ τελεώτερον, ὅτι φωτοειδὲς ὂν ὅλον τὸ πᾶν κατὰ τὴν ἐπιφάνειαν τὴν ἕξω φωτεινότατόν ἐστι καὶ πλῆρες τῆς θείας αἴγλης· διὰ τοῦτο γὰρ καὶ οἱ ποιηταὶ τὸν Ὄλυμπον ἐπ’ ἄκρου τοῦ κόσμου τάττουσιν, ὁλοφαῆ τοῦτον ὄντα καὶ αὐτοφῶς·
10
ἀλλὰ μάλ’ αἴθρη πέπταται ἀνέφελος, λευκὴ δ’ ἐπιδέδρομεν αἴγλη. τῆς δὲ φωτεινῆς ταύτης ὑποστάσεως ἡ λειότης σύμβολον. διὰ τί οὖν λεῖα τὰ ἄκρα τοῦ παντός; πολλῶν χάριν, φη‐ σίν· ἵνα γὰρ συνάπτηται πρὸς τὴν ψυχὴν καὶ τὸν νοῦν
15αὐτοφυῶς καὶ ἐναρμόζηται πρὸς τὰ ὑπερκόσμια φῶτα διὰ τῆς πρὸς αὐτὰ ὁμοιότητος. ἔστιν οὖν ἡ λειότης ἄκρας ἐπι‐ τηδειότητος σημαντική, δι’ ἧς δέχεσθαι δύναται τὸ πᾶν τὰς ἀπὸ νοῦ καὶ ψυχῆς ἐλλάμψεις, ὥσπερ δὴ τὰ ἔνοπτρα τὰς ἐμφάσεις ὑποδέχεται κατὰ τὴν λειότητα τὴν ἑαυτῶν. πάλαι
20δὲ καὶ τοῖς θεολόγοις τὸ ἔσοπτρον ἐπιτηδειότητος παρεί‐ ληπται σύμβολον πρὸς τὴν νοερὰν ἀποπλήρωσιν τοῦ παντός· διὸ καὶ τὸν Ἥφαιστον ἔσοπτρόν φασι ποιῆσαι τῷ Διονύσῳ, εἰς ὃ ἐμβλέψας ὁ θεὸς καὶ εἴδωλον ἑαυτοῦ θεασάμενος προ‐ ῆλθεν εἰς ὅλην τὴν μεριστὴν δημιουργίαν. ἐκείνης οὖν τῆς
25ἐσοπτροειδοῦς κατασκευῆς ἀναμιμνήσκειν ἂν ἡμᾶς εἴποις καὶ τὴν νυνὶ λεγομένην τῆς ἐκτὸς ἐπιφανείας τοῦ κόσμου λειό‐ τητα. πᾶν δ’ οὖν τὸ σωματικὸν τοιοῦτον, ἔξωθεν λεῖον, καθὸ καὶ συμφύεται τῷ τε νῷ τῷ ἑαυτοῦ καὶ τῷ δημιουργῷ, διὸ καὶ οἱ ποιηταὶ τὸν δημιουργὸν ἐπ’ ἄκρας ἱδρύουσι τῆς
30τοῦ κόσμου κορυφῆς· τοσαύτην ἐπιτηδειότητα ἔλαχεν ἀπ’ αὐ‐ τοῦ πρὸς τὴν μετουσίαν τῶν νοητῶν αἰτίων. εἰ δὲ βούλει, καὶ κατ’ ἄλλον τρόπον ἡ λειότης αὕτη σύμβολόν ἐστι τῆς
θείας καὶ ἁπλῆς ἐν τῷ κόσμῳ ζωῆς. ἡμεῖς μὲν οὖν, ἐπειδὴ
in Ti
.

2

.

81

μεριστὴν εἴχομεν ζωήν, καὶ τὰ μόρια τοῦ σώματος ἔχομεν πολύμορφα καὶ πολυμιγῆ, διότι πρὸς ἄλλην καὶ ἄλλην ζωὴν ἄλλα παρεσκεύασται παρὰ τῆς φύσεως· τὸ δὲ πᾶν μίαν ἔχει καὶ ἁπλῆν ζωήν· ὧν γὰρ τὰ περίγεια ζῷα δεδέηται διὰ τὴν
5ἔνυλον καὶ μεριστὴν ζωήν, τούτων καθαρεύει τὸ πᾶν. μιᾶς οὖν ζωῆς ἐστι δεκτικόν, τῆς δὲ ποικίλης ἐξῄρηται, καὶ πρὸς μίαν παρεσκεύασται ζωήν, τῆς δὲ διῃρημένης ἄδεκτόν ἐστιν· καὶ διὰ τοῦτο λέγεται λεῖον ἔξωθεν ἀπηκριβῶσθαι, διότι συνήρμοσται παρὰ τῆς δημιουργικῆς αἰτίας ἐπιτηδείως πρὸς
10τὸ μίαν ἐπιδέξασθαι ζωήν, ὡς ὄργανον τοιαύτης κατεσκευα‐ σμένον. τούτου δὲ σημαντικὰ καὶ τὰ ἐφεξῆς. Ὀμμάτων τε γὰρ ἐπεδεῖτο οὐδέν· ὁρατὸν γὰρ οὐδὲν ὑπελείπετο ἔξωθεν· οὐδὲ ἀκοῆς· οὐδὲ γὰρ ἀκουστόν· πνεῦμά τε οὐκ ἦν περιεστὸς δεόμενον
15ἀναπνοῆς [33 C]. Διὰ γὰρ τούτων οὐδὲν ἄλλο φαίνεται ποιῶν ἢ τὴν μεριστὴν ζωὴν ἀφαιρῶν ἐκ τοῦ παντὸς καὶ τὰ ὄργανα τὰ μεριστά, ἃ καὶ ἡμῖν συνήρτηται κατελθοῦσιν εἰς γένεσιν· ἄνω γὰρ μένοντες οὐδὲν δεόμεθα τούτων τῶν πολυειδῶν
20ζωῶν καὶ τῶν μεριστῶν ὀργάνων, ἀλλ’ ἀρκεῖ τὸ ὄχημα τὸ αὐγοειδές, πάσας ἔχον ἡνωμένως τὰς αἰσθήσεις. ὅπου τοίνυν καὶ ἡμεῖς ἀπαλλαγέντες τῆς γενέσεως καθαρεύομεν τῆς τοιαύτης πάσης ζωῆς, τί χρὴ οἴεσθαι περὶ τοῦ παντός; οὐχὶ μίαν καὶ ἁπλῆν ἔχειν αὐτὸ ζωὴν καὶ ὅλον εἶναι πρὸς
25ταύτην ἐγηγερμένον καὶ ἐξ ἴσου πανταχόθεν παρεσκευάσθαι πρὸς τὴν τῆς μιᾶς ζωῆς ἀποπλήρωσιν; ἦ πολλῷ μᾶλλον ἐπὶ τοῦ παντὸς ταῦτα συγχωρήσομεν· τὰ γὰρ ὅλα τῶν μερῶν θειότερα καὶ τὰ περιέχοντα τῶν περιεχομένων. ταῦτα μὲν οὖν περὶ τῆς κοινῆς τῶν προκειμένων ἐννοίας. ἐπειδὴ δὲ
30ἀφαιρεῖ πᾶσαν αἴσθησιν αὐτὸς ἐκ τοῦ κόσμου κατὰ τὸ ἑξῆς,
ὅρασιν, ἀκοήν, ὄσφρησιν, γεῦσιν, ἁφήν, φέρε, κατίδωμεν
in Ti
.

2

.

82

αὐτὸ τοῦτο πρῶτον, εἴτε αἰσθητικόν ἐστι τὸ πᾶν εἴτε μή· καὶ γὰρ τῶν παλαιῶν οἳ μὲν ἄλλως, οἳ δὲ ἄλλως ἠνέχθησαν· ἡμεῖς δὲ ἀκούοντες τῶν θεολόγων πηγὴν αἰσθήσεως λε‐ γόντων καὶ περὶ τοῦ πατρός, ὅτι
5
νῷ μὲν κατέχει τὰ νοητ, αἴσθησιν δὲ ἐπάγει κόσμοις, καὶ αὖ τῶν παρ’ Ἕλλησι τό [Hom. Γ 277 λ 109]· Ἠέλιός θ’, ὃς πάντ’ ἐφορᾷ καὶ πάντ’ ἐπακούει, οὐχὶ μεριστῶς ἐν αὐτῷ τῆς ὄψεως οὔσης καὶ τῆς ἀκοῆς,
10ὡς ἐφ’ ἡμῶν, ἀλλὰ κατὰ μίαν ζωὴν καὶ καθ’ ἓν ὑποκεί‐ μενον, ὅπου καὶ ἐφ’ ἡμῶν ὁ Ἀριστοτέλης κέκραγεν, ὅτι μία τέ ἐστιν ἡ κυρίως αἴσθησις καὶ τὸ κύριον αἰσθη‐ τήριον ἕν (οὐδὲ τῶν παρ’ Ἕλλησιν οὖν σοφῶν ἀγνοούντων τὰς θείας αἰσθήσεις οὐδὲ ἐπ’ αὐτοῦ τοῦ δημιουργοῦ παραι‐
15τουμένων λέγειν [Orph. frg. 123, 19 ss]· νοῦς δέ οἱ ἀψευδὴς βασιλήϊος ἄφθιτος αἰθήρ, ᾧ δὴ πάντα κλύει καὶ φράζεται, οὐδέ τίς ἐστιν αὐδὴ οὐδ’ ἐνοπὴ οὐδ’ αὖ κτύπος οὐδὲ μὲν ὄσσα, ἣ λήθει Διὸς οὖας
20καὶ τί λέγω τῶν θεολόγων; αὐτοῦ τοῦ Πλάτωνος ἀκού‐ οντες, ὅτι ζῷον τὸ πᾶν, καὶ τοῦ ζῴου χαρακτηριζομένου κατὰ τὴν αἴσθησιν, ὥστε καὶ τὸ φυτὸν ζῷον εἰπὼν εὐθὺς καὶ αἰσθήσεως αὐτῷ τινος ἄλλης μεταδέδωκε—ταῦτ’ οὖν, ὅπερ εἴπομεν, ἀκούοντες ὀκνοῦμεν ἀναίσθητον ὑπονοῆσαι
25τὸ πᾶν. πάλιν δὲ αὖ τῆς αἰσθήσεως τὸ μεριστὸν καὶ τὸ εἰδωλικὸν ἐν τῇ γνώσει καθορῶντες εὐλαβούμεθα τοιαύτην ζωὴν ἀναπέμπειν εἰς τὸ πᾶν· ἀληθείας γὰρ ἀτυχής, ὡς ἐν Θεαιτήτῳ [186 C] γέγραπται, καὶ τὰ παθητικὰ καὶ τὰ εἴ‐ δωλα γιγνώσκουσα τῶν πραγμάτων ἡ αἴσθησις *** παρὰ πᾶσιν
30εἴωθεν λέγεσθαι. βέλτιον οὖν, ἵνα ἀμφοτέρων ἐν μέσῳ
in Ti
.

2

.

83

γενώμεθα, πᾶσαν μὲν τοιαύτην αἴσθησιν ἀφελεῖν, ἄλλην δὲ κρείττω ταύτης καὶ θεοῖς οἰκειοτέραν ἀποδοῦναι τῷ παντί. τίς οὖν ἐστιν αὕτη καὶ τίνα ἂν ληφθείη τρόπον; ὅτι μὲν οὖν αἰσθητικόν ἐστι τὸ πᾶν, ἔκ τε τοῦ ζῷον εἶναι τὸ πᾶν
5δῆλον ποιήσομεν καὶ ἀπὸ τοῦ τὴν παντὸς ψυχὴν διανοη‐ τικήν τε εἶναι καὶ δοξαστικὴν καὶ διδόναι τῷ σώματι μετ‐ ουσίαν ἀμφοτέρων, τῆς τε δόξης καὶ τῆς διανοίας· εἰ γὰρ ἡ δόξα λογική τίς ἐστιν αἴσθησις, ἔσται καὶ τῷ σώματι ἡ ἀπ’ αὐτῆς ζωὴ τῆς αἰσθήσεως αἰτία, ἔσται δέ τις καὶ τῆς
10διανοίας ἐν αὐτῷ εἰκών, ἣν ἂν εἴποιμεν ἡμεῖς τὴν κοσμι‐ κὴν εἶναι φαντασίαν, αὐτὴν ἐνεικονιζομένην τὴν νόησιν ἐκείνης καὶ τοὺς ἀφανεῖς τύπους ἔχουσαν τῶν αἰσθητῶν τῶν ἐν πάσῃ τῇ περιόδῳ γινομένων. ἐκ τούτων δ’ οὖν εἶναι τοῦ παντὸς αἴσθησιν καὶ ἀπ’ ἄλλων δὲ πολλῶν ὑπο‐
15μιμνήσκειν δυνατόν. τίνα δὲ αἴσθησιν ἔχει, δεῖται λοιπὸν οἰκείας ἐπιβλέψεως. φημὶ τοίνυν, ὅτι τῆς αἰσθήσεως ἡ μὲν πρωτίστη καὶ κυριωτάτη νοῦν μιμουμένη—πανταχοῦ γὰρ τὰ πρῶτα μίμησιν ἔχει τῶν πρὸ αὐτῶν, διὸ καὶ συναφὴ τοῖς πρώτοις *** ἐστί—τὸ ἑαυτῆς αἰσθητὸν ἐν ἑαυτῇ περι‐
20είληφεν, οὔτε μεταβαίνουσα ἀπ’ ἄλλων ἐπ’ ἄλλα· τοῦτο γὰρ ἤδη μεριζομένης ἐστίν· οὔτε εἰς τὸ ἔξω προϊοῦσα· τοῦτο γὰρ ἀτελές· ἀλλὰ ἡ τὸ ὅλον αἰσθητὸν ἔχουσα ἐν ἑαυτῇ καὶ οἷον συναίσθησις οὖσα μᾶλλον. δευτέρα δὲ μετὰ ταύτην ἡ προϊοῦσα μέν, κατ’ ἐνέργειαν δὲ τελείαν καὶ ἀεὶ ὡσαύτως
25πανταχόθεν ὅλον αἱροῦσα τὸ γνωστὸν παντός τε καθαρεύ‐ ουσα πάθους καὶ πάσης ἀδυναμίας τῆς οἰκείας τοῖς μερι‐ στοῖς καὶ ἐνύλοις ὀργάνοις. τρίτη δὲ ἡ καὶ πάσχουσα ὑπὸ τῶν ἐκτὸς καὶ συμμιγὴς ἀπό τε πείσεως καὶ γνώσεως, ἀρχο‐ μένη μὲν ἀπὸ τοῦ πάθους, τελευτῶσα δὲ εἰς τὴν γνῶσιν.
30τελευταία δέ ἐστιν αἴσθησις, ᾗ γνῶσις μὲν ἀμυδροτάτη πάρ‐ εστι, πάθος δὲ τὸ πλέον ἐστὶ καὶ ἐγγὺς φυσικῆς συμπα‐
θείας, ὡς μὴ τὰ εἴδη τῶν αἰσθητῶν γιγνώσκειν, οἷον ὅτι
in Ti
.

2

.

84

θερμὸν ἢ ψυχρὸν τὸ ποιοῦν, ἀλλ’ ὅτι ἡδὺ μόνον ἢ λυπηρὸν τὸ προσπεσόν· τοιαύτην γὰρ εἶναι τὴν τῶν φυτῶν αἴσθησιν αὐτὸς ἡμῖν παραδώσει [77 B] προϊὼν ὁ Τίμαιος, τοῦ ἡδέος οὖσαν μόνου καὶ τοῦ λυπηροῦ τοῦ ἀπὸ τῶν αἰσθητῶν ἀντί‐
5ληψιν. ἄνωθεν οὖν τῆς αἰσθήσεως οὕτω προϊούσης ὁ μὲν κόσμος κατὰ τὴν πρώτην αἴσθησίν ἐστιν αἰσθητικός· καθ’ ὅλον γὰρ ἑαυτὸν ὁρώμενόν τε καὶ ὄμμα ἐστίν· ὅπου καὶ τὸν ἥλιον ὄμμα λέγομεν καὶ τῶν ἀστέρων ἕκαστον. καὶ ὁ κόσμος οὖν ὄψις τέ ἐστιν ὅλος καὶ ὁρατὸν καὶ ὄντως αἰσθήσει καὶ
10δόξῃ περιληπτὸν τῇ ἑαυτοῦ αἰσθήσει καὶ τῇ ἑαυτοῦ δόξῃ· ταύταις γάρ ἐστι πρώτως περιληπτόν· παντελὴς οὖν ἐστιν ἐν αὐτῷ γνῶσις καὶ ἀδιαίρετος αἴσθησις, καὶ πάντα αὐτός ἐστι, τὸ αἰσθητόν, τὸ αἰσθητήριον, ἡ αἴσθησις, ὥσπερ καὶ ὁ δημιουργὸς αὐτοῦ νοῦς, νόησις, νοητόν. καὶ ὥσπερ τῷ
15ὅλῳ σώματι τὰ μερικὰ σώματα συνείληφεν, οὕτω τῇ ὅλῃ αἰσθήσει τὰς πολλὰς αἰσθήσεις περιέχει, καὶ οὐχὶ τὰ χρώ‐ ματα καὶ τοὺς ψόφους γιγνώσκει τῶν αἰσθητῶν, ἀλλὰ πᾶσαν αὐτῶν τὴν οὐσίαν, καθόσον ἔνυλός ἐστι καὶ ἄτομος, διὸ καὶ αἰσθητὴν οὐσίαν ἔχει καὶ καθ’ αὑτὸ αἰσθητήν, ἀλλ’ οὐ κατὰ
20συμβεβηκός. ὡς γὰρ τὸ ἀεὶ νοητόν ἐστιν οὐ πῂ μὲν νοη‐ τόν, πῂ δὲ οὔ, πᾶν δὲ νοητὸν ἀλλ’ οὐ τοῖς μεριστῶς νο‐ οῦσιν, ἀλλὰ τῷ θείῳ νῷ, τὸν αὐτὸν τρόπον καὶ τὸ γενητὸν αἰσθητὸν οὐ πῂ μὲν αἰσθητόν, πῂ δὲ ἀναίσθητον, ἀλλ’ ὅλον, οὐχ ἡμῖν τοῖς μεριστῶς αἰσθανομένοις, ἀλλὰ τῷ παντὶ
25ζῴῳ, ἐν ᾧ καὶ ἡ ὅλη αἴσθησις· ὡς γὰρ ἄλλη θεῶν νόησις, ἄλλη δὲ ἀνθρώπων, οὕτως ἄλλη θεῶν αἴσθησις καὶ ἄλλη τῶν μεριστῶν ζῴων, ἣ μὲν καὶ τὰς μερικὰς οὐσίας γιγνώ‐ σκουσα τὰς αἰσθητάς, ἣ δὲ τὰ περὶ τὰς οὐσίας μόνον. ὁ μὲν οὖν κόσμος ἔχει τὴν πρώτην αἴσθησιν, ἀμετάβατον,
30ἡνωμένην τῷ γνωστῷ, παντελῆ, κατ’ ἐνέργειαν ἑστῶσαν, τὰ δὲ ὅλα ζῷα καὶ γενέσεως καθαρὰ τὸ δεύτερον εἶδος ἔλαχε τῆς αἰσθήσεως· διότι μὲν γὰρ μέρη τοῦ παντός ἐστι, πρό‐
εισιν ἡ αἴσθησις αὐτῶν ἐπὶ τὸ ὅλον· ἔστι γάρ τι καὶ ἐκτὸς
in Ti
.

2

.

85

αὐτῶν· διότι δὲ ἐξῄρηται γενέσεως, ἀπαθῶς καὶ ἐνεργητικῶς μόνον περιέχει τὸ αἰσθητόν. αἱ δὲ μερικαὶ ζωαί, ὅσαι γε‐ νέσει κεκοινωνήκασιν, ὀργάνοις χρώμεναι τοῖς αὐγοειδέσιν ὀχήμασι, σύμμικτον ἔχουσιν αἴσθησιν ἀπό τε πάθους καὶ
5γνώσεως. ἔστι δέ τινα καὶ τελευταῖα ζῷα, οἷα καὶ φυτά, μετέχοντα ζωῆς ἴχνους καὶ αἰσθήσεως οὐ πάσης, ἀλλὰ καὶ ἧς μετέχει, παθητικῶς ἔχοντα καὶ ταύτην. ἄλλης οὖν αἰσθή‐ σεως οὔσης τῆς ὅλης, ἄλλης δὲ τῆς μεριστῆς, καὶ ἄλλης μὲν τῆς τὰς οὐσίας γιγνωσκούσης, ἄλλης δὲ τῆς τὰ εἴδωλα τῶν
10αἰσθητῶν, οὐ χρὴ ταράττεσθαι τοῦ Πλάτωνος ἀφαιροῦντος τοῦ κόσμου τὰ μεριστὰ πάντα ὄργανα· οὐδὲ γὰρ ἡ ἀκοὴ διῄρηται ἐν αὐτῷ τῆς ὁράσεως· ὅπου γε οὐδὲ ἐν τῷ πνεύ‐ ματι τῷ ἡμετέρῳ, καθάπερ εἴπομεν [p. 82, 9 ss], χωρὶς μὲν ἡ ἀκοή, χωρὶς δὲ ἡ ὄψις, ἀλλὰ μία ἡ ὄντως αἴσθησις,
15καὶ τὸ κύριον αἰσθητήριον ἕν, ὥς φησιν Ἀριστοτέλης. οὔτ’ οὖν ὀμμάτων δεῖται ὁ κόσμος τῶν εἰς τὸ ἔξω ἀποτει‐ νομένων, οὔτε ὤτων 〈τῶν〉 ἔξωθεν εἰσδεχομένων, ἀλλ’ αὐτός ἐστι καὶ ὄμμα καὶ ὁρατὸν καὶ οὖς καὶ ἀκουστόν, καὶ ἡ μία αἴσθησις ἐν αὐτῷ πάντα γιγνώσκει τὰ αἰσθητά· πόθεν γὰρ
20καὶ ἐν ἡμῖν ἡ μία αἴσθησις πρὸ τῶν πολλῶν ἐστιν ἢ ἐκ τοῦ παντός; τό τε οὖν κάλλος πᾶν τὸ ἐν ἑαυτῷ γιγνώσκει διὰ τῆς ὄψεως καὶ τὴν ἁρμονίαν τὴν δι’ ὅλων διήκουσαν διὰ τῆς ἀκοῆς. οὔτε ἄρα ὀμμάτων δεῖται πρὸς τὴν ὅρασιν οὔτε ὤτων πρὸς τὴν ἀκοήν. καὶ ἔχει καὶ τοῦτο τὸ ἀνόμ‐
25ματον κατ’ εἰκόνα τοῦ νοητοῦ θεοῦ, πρὸς ὃν ἀπείκασται· καὶ γὰρ ἐκεῖνον ἀνόμματον Ἔρωτά φησιν ἔχειν Ὀρφεύς [frg. 68]. ποιμαίνων πραπίδεσσιν ἀνόμματον ὠκὺν Ἔρωτα. οὕτω δὴ οὖν καὶ τὸ πᾶν συνῆπται δι’ ἔρωτος τοῖς πρὸ αὐ‐
30τοῦ, τὸ ἐν ἐκείνοις κάλλος διὰ τοῦ ἐν ἑαυτῷ βλέπον, τοῦτο
δὲ οὐ μερισταῖς αἰσθήσεσιν ὁρῶν.
in Ti
.

2

.

86

Πνεῦμά τε οὐκ ἦν περιεστὸς δεόμενον ἀναπνοῆς οὐδ’ αὖ τινος ἐπιδεὲς ἦν ὀργάνου σχεῖν, ᾧ τὴν μὲν εἰς ἑαυτὸ τροφὴν δέξοιτο, τὴν δὲ πρότερον ἐξικμα‐ σμένην ἀποπέμψοι πάλιν· ἀπῄει τε γὰρ οὐδὲν οὐδὲ
5προσῄει αὐτῷ ποθεν· οὐδὲ γὰρ ἦν. αὐτὸ γὰρ ἑαυτῷ τροφὴν τὴν ἑαυτοῦ φθίσιν παρέχον καὶ πάντα ἐν αὑτῷ ὑφ’ αὑτοῦ πάσχον καὶ δρῶν ἐκ τέχνης γέγονεν· ἡγήσατο γὰρ αὐτὸ ὁ συνθεὶς αὔταρκες ὂν ἄμεινον ἔσεσθαι μᾶλλον ἢ προσδεὲς ἄλλων [33 CD].
10 Διὰ δὴ τούτων ἄλλας δύο τοῦ παντὸς αἰσθήσεις ἀφεῖλεν, ὄσφρησιν καὶ γεῦσιν, τὴν μέν, ὅτι μηδὲ ἀναπνεῖ· τὸ γὰρ ἀναπνέον δεῖται τῆς ὀσφρήσεως, εἰ καὶ μὴ πᾶν τὸ ἔχον ὄσφρησιν ἀναπνευστικόν ἐστιν· ἀλλὰ τελειότερον τὸ ἀναπνευ‐ στικόν· τοῦτο οὖν ἀφαιρεῖ τοῦ παντός. τὴν δέ, ὅτι μηδὲ
15τρέφεται· τὸ γὰρ τρεφόμενον ζῷον δεῖται τῆς γεύσεως. πῶς οὖν πάλιν ἐροῦμεν ἡμεῖς; ἦ ταύτας μὲν τὰς μεριστὰς αἰσθήσεις μὴ εἶναι περὶ τὸ πᾶν, τὴν δὲ μίαν καὶ ἁπλῆν αἴσθησιν ἐν ἑαυτῷ πάντων εἶναι γνωριστικήν, χρωμάτων, ψόφων, χυμῶν, πνευμάτων, ποιοτήτων, αὐτῶν τῶν αἰσθη‐
20τῶν οὐσιῶν ὡς ἐν ὑποκειμένῳ οὐσῶν· ὡς γὰρ καὶ ἡ ἐν ἡμῖν μία αἴσθησις πάσαις χρῆται ταῖς μερισταῖς καὶ πάντα γιγνώ‐ σκει κατὰ ταὐτόν, πόσῳ δὴ οὖν μᾶλλον ὁ κόσμος καθ’ ἕνα λόγον καὶ μίαν αἴσθησιν γνώσεται πᾶσαν ὁμοῦ τὴν τῶν αἰσθητῶν ποικιλίαν. ὡς γοῦν κατὰ τὴν οὐσίαν εἷς ἐστι καὶ
25ὥσπερ τὸ σχῆμα ἔλαχε τὸ μονοειδές, οὕτως καὶ αἴσθησιν ἔχει μίαν πάντα τὰ αἰσθητὰ περιέχουσαν· καὶ γὰρ φύσιν μίαν
πάντα τὰ σώματα συνέχουσαν καὶ ζωοποιοῦσαν. ταῦτα περὶ
in Ti
.

2

.

87

τοῦ παντὸς δόγματος. ἐπέλθωμεν δὲ καὶ τοῖς καθ’ ἕκα‐ στον. πρῶτον τοίνυν δαιμονίως τὴν τῆς ὀσφρήσεως χρείαν εἰς ἀναπνοὴν ἀνήνεγκεν, ἀλλ’ οὐκ εἰς τὴν τῶν εὐωδῶν διά‐ κρισιν, περιεκτικωτέραν αἰτίαν ὡς ἐν τοῖς ἀναπνέουσιν ἡμῖν
5οὖσαν ἀποδιδούς· ὅταν μὲν γὰρ εὐωδίας ἢ δυσωδίας αἰσθα‐ νώμεθα, ἀναπνέομεν, οὐχ ὅταν δὲ ἀναπνέωμεν, πάντως ἐκεί‐ νοις περιπίπτομεν. φυσικώτερον οὖν ἡ ἀναπνοὴ καὶ περι‐ ληπτικώτερον τῶν ἰδίων ὀσφραντῶν· ἐπεὶ καὶ ὅσα τῶν ζῴων ὀσφραίνεται μέν, οὐκ ἀναπνεῖ δὲ τῷ πνεύμονα μὴ ἔχειν,
10ἀτελέστερα τῶν ἀναπνεόντων ἐστίν. εἰκότως οὖν ἀπὸ τῶν τελειοτέρων πεποίηται τὴν ἐπιχείρησιν, ὡς, εἰ εἶχεν ὄσφρησιν τὸ πᾶν, δέοντος οὕτως αὐτὸ ταύτην ἔχειν, ὡς ἔχει τὰ τελειό‐ τερα τῶν ὀσφραινομένων, οἷς ὑπάρχει καὶ τὸ ἀναπνεῖν. δεύτερον τὴν τῆς γεύσεως χρείαν εἰς τροφὴν ἐπανήνεγκε·
15ταύτην γὰρ κριτήριον ἡ φύσις ἐπέστησε τοῖς χυμοῖς, δι’ ὧν αἱ τροφαὶ καὶ αὐξήσεις· τὸ γὰρ ἐξικμασμένην τούτου δηλωτικόν ἐστιν. ὁ δὲ κόσμος οὐ δεῖται τροφῆς ἔξωθεν, ἀλλ’ αὐτὸς ἑαυτῷ παρέχεται τροφὴν καὶ αὔξων ἑαυτὸν καὶ φθίσιν ἑαυτῷ παρέχων· πρῶτον μέν, εἰ βούλει, κατὰ τὴν
20εἰς δύο διαίρεσιν, αὔξοντος μὲν πάντα τοῦ οὐρανοῦ καὶ μεταβάλλοντος, αὐξομένων δὲ καὶ φθινόντων τῶν ὑπὸ σε‐ λήνην· ἡ γὰρ ἄλλου γένεσις ἄλλου φθορά ἐστιν, ἑκατέρας δέ ἐστι τοῦ οὐρανοῦ κίνησις αἰτία. ἔπειτα καὶ αὐτῶν τῶν οὐρανίων ἀνὰ λόγον κατὰ τὰς κινήσεις τήν τε αὔξησιν καὶ
25τὴν φθίσιν δεχομένων κατὰ τὰς ἀνατολὰς καὶ δύσεις καὶ τὰς ἐκφάνσεις καὶ κρύψεις ὑψώσεις τε καὶ ταπεινώσεις φω‐ τισμούς τε καὶ μεταβολὰς τοῦ φωτός, δι’ ὧν καὶ τὰ οὐράνια προσλαμβάνει τι καὶ ἀποβάλλει, καθάπερ καὶ τὰ ὑπὸ τὸν οὐρανόν· ἀπὸ γὰρ τούτων τρέπεται καὶ ἡ γένεσις. καὶ ὁρᾷς
30πάλιν, ὅτι τὰ μὲν ὑπὲρ σελήνην κατ’ ἀναλογίαν μόνην ἔχει τὴν αὔξησιν καὶ φθίσιν, τὰ δὲ ὑπὸ σελήνην κατὰ τὴν οὐ‐ σίαν ἐστὶν ἀμφοτέρων δεκτικά, ἡ δὲ σελήνη μεταξὺ τούτων
ἐστὶ καὶ ὄντως ἰσθμός, ἀρχὴν μεταβολῆς ἐν ἑαυτῇ δεικνύ‐
in Ti
.

2

.

88

ουσα κατὰ τὴν αὔξησίν τε καὶ μείωσιν τοῦ φωτός· ἐπὶ μὲν γὰρ τῶν πρὸ αὐτῆς ἔμενε κατὰ τὴν αὔξην καὶ τὴν φθίσιν τὸ αὐτὸ παντελῶς εἶδος· ἐπὶ δὲ τῶν μετ’ αὐτὴν καὶ αὐτὸ τὸ εἶναι πάντη πέφυκε μεταρρεῖν· ἐν αὐτῇ δὲ τῆς οὐσίας
5μενούσης μεταβάλλεται τὸ ἔξωθεν φῶς κατὰ μείωσιν καὶ αὔξησιν, ὅπερ οὐκ ἔστιν ἐπὶ τῶν ὑπὲρ αὐτὴν φωτισμῶν. οὐκ ἄρα δεῖ λέγειν τρέφεσθαι τὰ οὐράνια ἐκ τῶν ἀναθυμιά‐ σεων, ὡς οἴονταί τινες· τὰ γὰρ δεόμενα τῆς ἔξωθεν ἐπιρ‐ ροῆς καὶ προσθήκην δεχόμενα καὶ ἀφαίρεσιν οὐκ ἀλύτους
10ἔχει τοὺς δεσμούς. ἄτρεπτα ἄρα μένει τὰ οὐράνια, ὥσπερ δὴ τῶν μὲν ἀρχαίων Πρόκλος τε ὁ Μαλλώτης καὶ Φι‐ λωνίδης εἰρήκασι, τῶν δὲ νεωτέρων οἱ ἀπὸ Πλωτίνου πάν‐ τες Πλατωνικοί. καὶ γὰρ οὐδέπω γένεσιν ἡμῖν οὐρανοῦ καὶ ἄστρων παραδοὺς πῶς ἔμελλε περὶ τροφῆς αὐτῶν ποι‐
15εῖσθαι λόγον; καὶ ἔοικε μόνα τὰ στοιχεῖα νῦν ἀπογεννήσας καὶ ἰδὼν ταῦτα καὶ δι’ ἀλλήλων πεφοιτηκότα καὶ πάντα ὄντα ἐν πᾶσι ταύτην τὴν δι’ ἀλλήλων δίιξιν ἀποκαλέσαι τροφὴν τοῦ παντὸς αὐτοῦ ὑφ’ ἑαυτοῦ 〈πάσχοντοσ〉 καὶ δρῶν‐ τος εἰς ἑαυτὸ τῷ μεταδιδόναι πᾶσι πάντων ἐξ ὧν ἐστιν·
20ὡς ὅταν γε καὶ τὰ ἄλλα ὑποστήσῃ τὰ οὐράνια, τότε καὶ τοὺς φωτισμοὺς εἰσοίσει καὶ τὴν διὰ τούτων κοινωνίαν πρὸς ἄλ‐ ληλα τῶν πάντων. μόνην δ’ οὖν τὴν ἐκ τῶν τεττάρων ὁρῶν τοῦ παντὸς στοιχείων σύστασιν, ἐπειδήπερ ἑώρα τινὰς ἐν τούτοις κοινωνίας ἀλλήλων, εἶπε τὴν ἄλλων φθίσιν ἄλλων
25εἶναι τοῦ παντὸς μερῶν τροφήν, τίνων δὲ ἑκάτερα, νῦν οὔπω δῆλον, τοσοῦτον δὲ καὶ νῦν δῆλον, ὅτι πάντα ἀλλή‐ λοις μεταδίδωσιν, ἵν’ ἓν γένηται τὸ πᾶν, καὶ ἐν ἀλλήλοις ἐστίν, ὥστε ἄλληλα τρέφει, καὶ τοῦτ’ οὐ σὺν ἐλαττώσει τῇ ἑαυτῶν· καὶ γὰρ ἐν γῇ πάντα καὶ ἐν πυρὶ πάντα καὶ ἐν
30τοῖς μέσοις πάντα, καὶ οὕτως 〈ὁ〉 ὅλος κόσμος τοῖς ἑαυτοῦ
μέρεσιν ὑφ’ ἑαυτοῦ τρέφεται, πάντα ἐν πᾶσιν ἔχων. ἔτι
in Ti
.

2

.

89

τοίνυν κἀκεῖνα ῥητέον ἐν τοῖς ἐκκειμένοις ῥητοῖς· εἰ μὴ πρόσεισι τῷ παντὶ μηδέν, οὐδὲν αὐτοῦ σῶμά ἐστιν ἐκτός· εἰ ἄπεισιν ἀπ’ αὐτοῦ μηδέν, οὐκ ἔστιν ἔξω τοῦ κόσμου κενόν· μάτην γὰρ ἂν εἴη, μηδενὸς ὂν δεκτικόν, καθάπερ τὸ
5τὸν κόσμον δεξάμενον· ἃ δὴ καὶ Ἀριστοτέλης διαφερόντως ἠγάπησε, τό τε ἐνεργείᾳ κενὸν ἀναιρῶν καὶ τὸν κόσμον μο‐ νογενῆ διασῴζων. ὅτι δὲ οὐδὲν ἄπεισιν οὐδὲ πρόσεισι τῷ παντί, κατεσκεύασε τὸ μὲν ἐκ τοῦ οὐδὲ γὰρ ἦν, τὸ δὲ μηδὲ ἀπιέναι μηδὲν ἐκ τοῦ τὴν ἑαυτοῦ φθίσιν οἰκείαν τρο‐
10φὴν ποιεῖσθαι τὸ πᾶν. ὥσπερ οὖν οὐκ ἔχον ὄργανα τροφῆς ἐν ἑαυτῷ τροφὴν ἔχει καὶ ἑαυτὸ καὶ ἔστιν αὐτὸ τὸ τρέφον ἅμα καὶ τρεφόμενον, οὕτω δὴ καὶ αἰσθήσεις οὐκ ἔχον τὰς ἐκτὸς ἀποτεινομένας ἐν ἑαυτῷ τὴν αἴσθησιν ἔχει καὶ ἔστιν αὐτὸς αἰσθητὸς ἑαυτῷ. καὶ ὅτι βούλεται καὶ ἐπὶ τούτων
15τὸν αὐτὸν εἶναι λόγον ὁ Πλάτων ἐναργῶς, οἶμαι, δεδήλωκεν εἰπών· καὶ πάντα ἐν αὐτῷ καὶ ὑφ’ ἑαυτοῦ πάσχον καὶ δρῶν. εἰ δὲ πάντα τὰ γινόμενα δρῶντός ἐστι τοῦ παντὸς εἰς ἑαυτὸ καὶ ὑφ’ ἑαυτοῦ πάσχοντος, οὔτε τὰς φθί‐ σεις οὔτε τὰς φθορὰς ἁπλῶς κακὰ ῥητέον· οὐδὲ γὰρ ὁ σπου‐
20δαῖος εἰς ἑαυτὸν δρᾷ κακὸν οὐδέν, μὴ ὅτι τὸ πᾶν. καὶ τοῦτο μὲν θεῖον πόρισμα ληπτέον ἐκ τοῦ λόγου. πάλιν δὲ ἐπὶ τὴν ἀληθινὴν αἰτίαν πάντων τῶν περικοσμίων ἀνέ‐ δραμε, τὴν δημιουργικὴν τέχνην καὶ τὴν τελεσιουργὸν τῶν ὅλων ἀρχήν· ἐκεῖθεν γὰρ ἡ τέχνη καὶ εἰς τὴν δημιουργικὴν
25καθήκει τάξιν· διὸ καὶ τὰ λόγια τὸν δημιουργὸν τοῦ παν‐ τὸς ἐργοτεχνίτην κέκληκεν· ὅπερ ὁ Πλάτων διεῖλε, ποτὲ μὲν ἔργα τοῦ δημιουργοῦ καλῶν τὰ ἐν τῷ κόσμῳ· ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων· ὥσπερ καὶ τὰ λόγιά φησιν· ἔργα νοήσας γὰρ πατρικὸς νόος αὐτογένεθλος·
30ποτὲ δὲ καὶ τὴν ἐνέργειαν αὐτοῦ προσαγορεύων τέχνην, ᾗ
τέλος ἀφωρίσατο τὴν αὐτάρκειαν τοῦ παντός· ἀγαθὸς γὰρ
in Ti
.

2

.

90

ὢν ὁ δημιουργὸς ἑαυτῷ πάντα παραπλήσια ποιεῖ, τοῦτο δ’ ἐστὶ τέλεια πάντα καὶ αὐτάρκη· στοιχεῖον γὰρ τοῦ ἀγαθοῦ τὸ αὔταρκες. καὶ οὐ δήπου διὰ τὴν αὐτάρκειαν ταύτην ἀπέσπασται τοῦ ποιήσαντος ὁ κόσμος ὡς ἑαυτῷ δυνάμενος
5ἀρκεῖν, ἀλλὰ μειζόνως ἑνοῦται πρὸς αὐτόν· ὅσῳ γὰρ αὐταρ‐ κέστερός ἐστι, τοσούτῳ μᾶλλον εἰς ὁμοιότητα καθίσταται τὴν πρὸς αὐτόν, ὅσῳ δὲ μᾶλλον ὁμοιοῦται, τοσούτῳ τελειότερον ἑνοῦται πρὸς τὴν ἀγαθότητα τὴν δημιουργικήν. αὔταρκες οὖν τὸ πᾶν, ὡς αἰσθητὸν καὶ ἀπροσδεὲς ἄλλων τῶν αἰσθη‐
10τῶν· τούτοις γὰρ τοῦτο προσήκει τὸ ὄνομα· θεῶν δὲ ἐπι‐ δεές, ὡς ἀεὶ πληρούμενον ἀπ’ αὐτῶν, μᾶλλον δὲ οὐδὲ τούτων ἐπιδεές· πανταχοῦ τε γὰρ πάρεστι τὸ θεῖον καὶ αὐτὸ πρὸς τὴν ὑποδοχὴν παρεσκεύασται τῶν θείων ἀγαθῶν. ὥσπερ οὖν τὸ ὅμοιον τοῦ ἀνομοίου κρεῖττον κατὰ τὴν τοῦ Διὸς κρίσιν
15[leg. VI 757 B], οὕτω καὶ τὸ αὔταρκες τοῦ ἐνδεοῦς ἐστι θειό‐ τερον· κρατεῖ γὰρ τό τε αὔταρκες ἐν θεοῖς καὶ ἡ ὁμοιότης ἐν τοῖς οὖσι· καὶ τοῦτό ἐστιν ἄλλο δόγμα τοῦ μεγίστου Διός. Χειρῶν δ, αἷς οὔτε λαβεῖν οὔτ’ αὖ τιν’ ἀμύνα‐ σθαι χρεία τις ἦν, μάτην οὐκ ᾤετο δεῖν αὐτῷ προσ‐
20άπτειν, οὐδὲ ποδῶν οὐδὲ ὅλως τῆς περὶ τὴν βάσιν ὑπηρεσίας [33 D 34 A]. Τελευταία τῶν αἰσθήσεών ἐστιν ἡ ἁφή. ταύτης μάλιστα μὲν κατὰ πᾶν τὸ σῶμα μετέχει τὸ ζῷον, ἰδίως δὲ κατὰ τὰς χεῖρας· αὗται γὰρ τὸ ἁπτικώτατον, ὡς ἔστιν ἐπὶ τῆς ἐνερ‐
25γείας ὁρᾶν. ἐπειδὴ δὲ διττὴν ἡμῖν χρείαν αἱ χεῖρες παρέ‐ χονται—τὰ μὲν γὰρ εὐφραίνοντα δι’ αὐτῶν λαμβάνομεν, τὰ δὲ λυποῦντα ἀπωθούμεθα—τὸ δὲ πᾶν οὔτε λαμβάνειν τι δυνατόν—ἔχει γὰρ πᾶν ὃ βούλεται—οὔτε ἀμύνασθαί τι—λυπεῖ γὰρ οὐδέν, ὅτι μηδὲ ἀλλότριόν ἐστιν αὐτοῦ μη‐
30δέν—οὐδὲν ἂν χειρῶν δέοιτο· οὐδὲν γὰρ μάτην ἡ φύ‐ σις ποιεῖ οὐδὲ ὁ θεός, φησὶν Ἀριστοτέλης· ὥστε εἰκότως
ὁ δημιουργὸς οὐδὲ χεῖρας ἑαυτῷ προσέφυσεν· μάτην γὰρ ἂν
in Ti
.

2

.

91

ἦσαν. ἐπειδὴ δὲ τὸ κινητικὸν ἐξῆπται τοῦ αἰσθητικοῦ— λέγω δὲ τὸ φυσικῶς κινητικόν—οἰκείως ἅμα καὶ εὐλόγως ἀπὸ τῶν αἰσθητικῶν ὀργάνων ἐπὶ τὰ πορευτικὰ προῆλθεν ὁ λόγος· οἱ γὰρ πόδες ὄργανα κατεσκευάσθησαν πρὸς τὴν κατ’
5εὐθεῖαν κίνησιν καὶ τὰ ἄλλα μόρια τὰ πρὸς τὴν βάσιν ὑπηρετοῦντα, οἷον καὶ κνήμη καὶ γόνυ καὶ μηρὸς καὶ εἴ τι τοιοῦτον· τὸ δὲ πᾶν κινεῖσθαι κατ’ εὐθεῖαν ἀδύνατον· οὐ γάρ ἐστι κενὸν ἔξω τοῦ παντός, ὡς δέδεικται πρότερον [p. 73 s]. τὰ μὲν οὖν μόρια, τά τε πορευτικὰ καὶ τὰ
10αἰσθητικά, διὰ τούτων ἀφεῖλε. καὶ πάλιν κἀνταῦθα ῥη‐ τέον, ὅτι τὰ κινητικὰ ἀφαιρῶν ὄργανα πόδας ἀφεῖλε μόνους, ἀλλ’ οὐ πτέρυγας, διότι τοῖς τελειοτέροις ἀρκοῦσιν οὗτοι πρὸς κίνησιν ζῴοις, ταὐτὸν καὶ ἐνταῦθα ποιῶν, ὅπερ ἐπί τε ὀσφρή‐ σεως καὶ ἀναπνοῆς. ῥητέον δὲ πάλιν, ὅτι ταῦτα μὲν οὐδα‐
15μῶς ἐστιν ἐν τῷ παντί, τρόπον δὲ ἄλλον ἔστι καὶ 〈ἡ〉 αἴσθησις καὶ ἡ κίνησις. ἐπεὶ γὰρ ἐν αὐτῷ περιείληπται πᾶν τὸ ὁπωσ‐ οῦν αἰσθητὸν καὶ τὸ πρῶτον αἰσθητόν ἐστιν αὐτός, ἔχει καὶ μίαν αἴσθησιν τῷ τοιούτῳ συζυγοῦσαν αἰσθητῷ· καθά‐ περ γὰρ ἡ τοῦ δημιουργοῦ νόησις πρὸς τὸ ὅλον νοητὸν
20συνέζευκται καὶ καταπίνειν τὸ πᾶν ἐν αὑτῷ λέγεται, τοῦτον τὸν τρόπον καὶ ὁ κόσμος καταπίνει τῇ ἑαυτοῦ αἰσθήσει ἑαυ‐ τὸν καὶ περιλαμβάνει τῇ συμφυεῖ γνώσει τὸ γνωστόν. καὶ ἄλλως δὲ δυνάμεις μὲν ἔχει πάντων κρατητικὰς καὶ φρου‐ ρητικάς, καὶ αὗταί εἰσιν αἱ ἐν αὐτῷ χεῖρες, τάξεις δὲ περι‐
25έχει τελεσιουργούς, καὶ αὗται ἀναλογοῦσι τοῖς θρεπτικοῖς μορίοις, αἰτίας δὲ ὑπεδέξατο ζῳογονικὰς τὰς τοῖς τῆς ἀνα‐ πνοῆς μορίοις ἀναλογούσας. ἔτι καὶ ἄλλας ἔχει δυνάμεις, τὰς μὲν ἀποπληρούσας αὐτὸν τῶν ἀφανῶν αἰτίων, τὰς δὲ συναπτούσας πρὸς τὸ νοητὸν φῶς, ὧν αἳ μὲν ἀνὰ λόγον
30ὁράσεως ἔχουσι λόγον, 〈αἳ δὲ ἁφῆσ〉. τῇ δὲ αἰσθήσει ταύτῃ καὶ τὴν κίνησιν ἀνὰ λόγον ἔχει φυσικῶς τε καὶ θεολογικῶς
σκοποῦσιν· ὡς γὰρ αἴσθησιν ἔχει τὴν αὐτοῦ πρὸς ἑαυτόν,
in Ti
.

2

.

92

οὕτω καὶ κίνησιν τὴν ἐν αὐτῷ καὶ περὶ αὐτὸν ἀνακυκλου‐ μένην, καὶ ταῦτα ἀμφότερα κατὰ τὴν τοῦ παραδείγματος ὁμοίωσιν· καὶ γὰρ ἐν ἐκείνῳ νόησίς τε ἦν εἰς ἑαυτὴν συν‐ νεύουσα καὶ ζωὴ πρὸς ἑαυτὴν ἐπεστραμμένη καὶ γνῶσις
5οὐ κατὰ μετάβασιν οὐδὲ κατὰ μερισμόν, ἀλλ’ αὐτοτελὴς καὶ αὐτοῖς ἡνωμένη τοῖς νοητοῖς· τοιοῦτος γὰρ ὁ ἐκεῖ νοῦς, πρὸ ἐνεργείας ἐνεργῶν, ὅτι μηδὲ προῆλθεν, ἀλλ’ ἔμενεν ἐν τῷ πατρικῷ βυθῷ καὶ ἐν τῷ ἀδύτῳ κατὰ τὴν θεοθρέμ‐ μονα σιγήν.
10 Κίνησιν γὰρ ἀπένειμεν αὐτῷ τὴν τοῦ σώματος οἰκείαν, τῶν ἑπτὰ τὴν περὶ νοῦν καὶ φρόνησιν μά‐ λιστα οὖσαν [34 A]. Τῶν παλαιῶν οἳ μὲν τὸν κόσμον ἐπιστρέψαντες ἐπὶ τὸν νοῦν καὶ διὰ τοῦ ἔρωτος τοῦ περὶ τὸ πρῶτον ὀρεκτὸν δόν‐
15τες αὐτῷ τὴν κίνησιν οὐδὲν ἔφασαν ἀπὸ τοῦ νοῦ καθήκειν εἰς αὐτόν, τοῦ νοῦ τὸ γόνιμον ἀφελόντες καὶ ἐν ἴσῳ προσ‐ τάξαντες αὐτὸν τοῖς ἐρασμίοις μὲν τῶν αἰσθητῶν, μηδὲν δὲ γεννητικὸν ἔχουσιν ἐν τῇ ἑαυτῶν φύσει. οἳ δὲ ἀνάπαλιν τὸν μὲν νοῦν ἢ τὴν ψυχὴν ἢ ὅ,τι ἂν ᾖ τὸ ὑπὲρ τὸν κόσμον
20δρᾶν εἰς αὐτὸν ὁμολογοῦσιν, αὐτῷ δὲ οὐ δεδώκασι τὴν κί‐ νησιν 〈ὡσ〉 αὐτοφυῆ καὶ οἰκείαν, ἀλλ’ ἔξωθεν μόνον ἐν κύκλῳ περιάγεσθαί φασιν· οὓς καὶ Ἀριστοτέλης ἐπερράπισεν ὡς ἀναιροῦντας τὴν ἀιδιότητα τοῦ παντός· τὸ γὰρ βίαιον οὐκ ἔστιν ἀίδιον. ὁ δέ γε Πλάτων τὰ ἀμφοτέρων φυλαξάμενος
25παροράματα τῷ τε κόσμῳ τὴν κίνησιν ὡς οἰκείαν ἀποδίδωσι καὶ αὐτοφυῆ καὶ τὸν δημιουργὸν αἴτιον αὐτῆς ἀποφαίνεται. καὶ ἔστιν ἕκτον τοῦτο δημιουργικὸν δῶρον εἰς τὸν κόσμον, ἡ νοῦν μιμουμένη κίνησις, ἣν ἔχειν 〈φασὶν〉 αὐτὸν καὶ ἀφ’ ἑαυτοῦ καὶ ἀπὸ τοῦ πατρός. τὸ μὲν γὰρ ἀπένειμεν εἰς
30τὴν πατρικὴν ἡμᾶς αἰτίαν ἀναπέμπει· παρ’ οὗ γὰρ ἡ οὐσία τῷ παντί, παρ’ ἐκείνου καὶ ἡ κατὰ φύσιν κίνησις. τὸ δὲ
τὴν τοῦ σώματος οἰκείαν ἐπὶ τὴν ἰδίαν τοῦ κόσμου
in Ti
.

2

.

93

φύσιν, δι’ ἣν ὑφ’ ἑαυτοῦ πρὸς τὴν τοιαύτην ἐγείρεται κίνησιν· ἔχει γάρ τι καὶ αὐτὸς καὶ κατὰ τὴν ζωὴν 〈τὴν〉 αὐτοκίνητον καὶ κατὰ τὸ σχῆμα σφαιροειδὲς ὂν πρὸς τὴν κύκλῳ κίνησιν οἰκεῖον. τάχα δὲ καὶ εἰ θάτερον μόνον, συνεισήγετο τὸ λοι‐
5πόν· εἴτε γὰρ οἰκείαν εἶπε τῷ παντὶ τὴν κίνησιν, πόθεν ἢ ἀπὸ τοῦ πατρὸς εἶχεν αὐτήν, παρ’ οὗ καὶ τὴν οὐσίαν; εἴτε δεδόσθαι παρὰ τοῦ δημιουργοῦ, πάντως οἰκείαν ἐδίδου τῷ λαμβάνοντι νοῦς ὢν ἐκεῖνος καὶ πᾶσι τὸ κατ’ ἀξίαν ἀφορίζων. ἀλλ’ ὅ γε φιλόσοφος ἀμφότερα συνέπλεξεν, ἵνα
10τὴν τοῦ κόσμου πρὸς τὸν δημιουργὸν ὁμοίωσιν ἴδῃς. ὡς γὰρ ἐκεῖνος αὐτὸς ἑαυτὸν νοεῖ καὶ περὶ ἑαυτὸν ἔστραπται καὶ τὰ νοητὰ θεᾶται περὶ αὐτὰ ἐνεργῶν, ἃ δὴ γίνεται κέν‐ τρα τῆς δημιουργικῆς νοήσεως, οὕτω δὴ καὶ ὁ κόσμος περὶ ἑαυτὸν φέρεται καὶ πρὸς ἑαυτὸν νεύει καὶ χορεύει περὶ τὸ
15μέσον, ὃ δὴ γίγνεται κέντρον τῆς κοσμικῆς κινήσεως. καὶ ὥσπερ ὁ δημιουργὸς καταπίνειν λέγεται τὸ νοητὸν καὶ εἰς ἑαυτὸν χωρεῖν, οὕτω δὴ καὶ ὁ κόσμος τὸ ἑαυτοῦ κέντρον ἐν ἑαυτῷ περιέχει· αἱ γὰρ παρὰ τοῖς θεολόγοις καταπόσεις περιοχαί τινές εἰσιν, ἀλλ’ αἱ μὲν προγονικαὶ τὰ νοητὰ περι‐
20λαμβάνουσι νοερῶς, αἱ δὲ τῶν παίδων τὰ νοερὰ νοητῶς· προϊόντα γὰρ αὐτὰ πάλιν εἰς ἑαυτοὺς ἐπιστρέφουσιν οἱ γεν‐ νήσαντες καὶ ἐν τῇ ἑαυτῶν παντότητι συνέχουσι. ταύτας δὴ οὖν ἀμφοτέρας μεμίμηται τὸ πᾶν, καθόσον μὲν περὶ τὸ κέντρον ἀνακυκλεῖται καὶ ἐν ἑαυτῷ περιέχει τὸ κέντρον, τὴν
25προγονικὴν κατάποσιν μιμούμενον, καθόσον δὲ τὰ ἑαυτοῦ γεννήματα ἐν ἑαυτῷ περιέχει, τὴν ἑαυτοῦ φθίσιν ἑαυτῷ παρέχον τροφὴν καὶ τὰ ἀφ’ ἑαυτοῦ μεριζόμενα πάλιν ἐν ἑαυτῷ χωροῦν, τὰς τῶν παίδων ἐν τοῖς πατράσι περιοχάς. ταῦτα μὲν εἴρηται τῆς ἀναλογίας ἕνεκα τῆς πρὸς τοὺς δύο
30πατέρας τοῦ παντός. ὅρα δέ, ὅπως πάλιν ἐνταῦθα προεί‐ ληπται τὸ Ἀριστοτελικὸν ἀξίωμα τὸ τοῦ ἁπλοῦ σώματος ἁπλῆν εἶναι τὴν κίνησιν. πρῶτον οὖν τὸ ἐν τῷ κόσμῳ
σῶμα τῶν ἄλλων ἁπλούστερον ὂν κινεῖται τὴν κύκλῳ κίνησιν
in Ti
.

2

.

94

ὡς οἰκείαν, εἶτα καὶ ὅλον τὸ πᾶν· καὶ γὰρ τὸ μετ’ ἐκεῖνο κυκλίζεται κατὰ δύναμιν. τί γὰρ ἄλλο τὸ οἰκείαν ἐστὶν ἢ τὸ κατὰ φύσιν; ἔστι δὲ τὸ κατὰ φύσιν τῇ οὐσίᾳ τοῦ παντὸς ἡ κύκλῳ κίνησις· ὡς γὰρ τὸ σχῆμα σφαιρικὸν ἔλαχεν,
5οὕτως καὶ τὴν κατὰ φύσιν κίνησιν κυκλικήν. καὶ ἔτι τὸ τὴν κυκλοφορίαν μηδὲν ἐναντίον ἔχειν· ἑπτὰ γὰρ οὐσῶν τῶν τοπικῶν κινήσεων, τῆς κύκλῳ, τῆς ἄνω, τῆς κάτω, τῆς ἐπὶ τὸ δεξιόν, τῆς ἐπὶ τὸ ἀριστερόν, τῆς ἐπὶ τὸ πρόσω, τῆς ἐπὶ τὸ ὀπίσω, τὰς μὲν ἓξ εὕροις ἂν ἐναντίον ἐχούσας (αἱ γὰρ
10ἐπὶ τοὺς ἐναντίους τόπους ἀπὸ τῶν ἐναντίων κινήσεις ἐναν‐ τίαι), τὴν δὲ κύκλῳ πάσης ἐναντιώσεως ἐξῃρημένην· ὅπου γὰρ αἱ κατ’ εὐθεῖαν κινήσεις γεννῶνται καὶ συνέχονται ὑπ’ αὐτῆς, ὡς καὶ ἡ μηχανικὴ δείκνυσι, πῶς ἂν εἴποις ἐναν‐ τίαν εἶναί τινα τούτων πρὸς αὐτήν; τὸ γὰρ ἐναντίον τοῦ
15ἐναντίου φθαρτικόν ἐστι καὶ οὐ γεννητικόν. καὶ οὐδὲ μέχρι τούτων ἔστησε τὸν λόγον ὁ Πλάτων, ἀλλὰ καὶ τὸ ἴδιον τῆς κυκλοφορίας εἰπὼν θαυμαστὴν ἀπέφηνεν αὐτῆς πρὸς τὰς ἄλλας ὑπεροχήν· τὴν γὰρ περὶ νοῦν καὶ φρόνησιν ταύτην ἐπωνόμασε, καὶ οὐδὲ ἁπλῶς, ἀλλὰ τὸ μάλιστα προσ‐
20θείς· τῶν γὰρ ἑπτὰ τούτων κινήσεων ἡ μὲν κυκλικὴ νοῦν μιμεῖται καὶ τὴν νοερὰν ζωὴν ἐν τῷ αὐτῷ καὶ περὶ τὸ αὐτὸ 〈καὶ〉 καθ’ ἕνα λόγον καὶ μίαν τάξιν ἑστῶσαν καὶ τὴν κίνησιν ἔχουσαν ὑπὸ τῆς στάσεως κρατουμένην, ἡ δὲ λοιπὴ πᾶσαν τὴν ψυχήν· ἐν ταύτῃ γὰρ πρώτως τὸ ποθὲν ποὶ καὶ ἡ
25μετάβασις, καὶ ἔστιν ἐν αὐτῇ τὸ μὲν νοητὸν ἄνω, τὸ δὲ αἰσθητὸν κάτω, καὶ ὁ μὲν ταὐτοῦ κύκλος δεξιός, ὁ δὲ θα‐ τέρου τούτῳ ἐναντίος, καὶ ὁ μὲν νοῦς ἔμπροσθεν, ἡ δὲ φύσις ὄπισθεν· οὕτω γὰρ καὶ ὑπέστη τὴν ἀρχήν. καὶ ἡ μὲν κυκλοφορία κατ’ ἀμφοτέρους τοὺς ἀριθμοὺς ᾠκείωται
30πρὸς νοῦν, εἴτε τὴν μονάδα αὐτῇ εἴτε τὴν ἑπτάδα βούλοιο
προσφέρειν, πρώτην ἢ ἑβδόμην αὐτὴν καταριθμούμενος· καὶ
in Ti
.

2

.

95

γὰρ ἡ μονὰς καὶ ἡ ἑπτὰς ἀριθμοὶ νοεροί τινες, ἡ μέν γε μονὰς 〈ὁ〉 αὐτόθεν νοῦς, ἡ δὲ ἑπτὰς τὸ κατὰ νοῦν φῶς. καὶ διὰ τοῦτο καὶ ὁ περικόσμιος νοῦς μοναδικός τε καὶ ἑβδομα‐ δικός ἐστιν, ὥς φησιν Ὀρφεύς [frg. 148]. ἔτι δὲ ἡ μὲν
5μονὰς Ἀπολλωνιακή, ἡ δὲ ἑπτὰς Ἀθηναϊκή, νοῦς οὖν πάλιν καὶ φρόνησις, ὥστε ἡ κυκλοφορία καὶ διὰ τῶν ἀριθμῶν δείκνυται πρὸς νοῦν καὶ φρόνησιν ἀνηρτημένη. ἡ δὲ κατ’ εὐθεῖαν κίνησις διὰ τῆς ἑξάδος τὴν πρὸς τὸ ψυχικὸν ἰδίωμα συγγένειαν αὐτῆς ἐπιδείκνυσι· καὶ γὰρ ὁ ἀριθμὸς οὗτος, ἡ
10ἑξάς, οἰκεῖός ἐστι τῇ ψυχῇ. καὶ τοῦτο μὲν ἔσται προϊοῦσι καταφανές· ἐπὶ δὲ τὰ ἑξῆς τοῦ Πλάτωνος μετίωμεν. Διὸ δὴ κατὰ ταὐτὰ ἐν τῷ αὐτῷ ἐν ἑαυτῷ περι‐ αγαγὼν αὐτὸ ἐποίησε κύκλῳ κινεῖσθαι στρεφόμε‐ νον, τὰς δὲ ἓξ ἁπάσας κινήσεις ἀφεῖλεν καὶ ἀπλανὲς
15ἀπειργάσατο ἐκείνων. ἐπὶ δὲ τὴν περίοδον ταύτην ἅτε οὐδὲν ποδῶν δέον ἀσκελὲς καὶ ἄπουν αὐτὸ ἐγέννησεν [34 A]. Τὸ μὲν παράδειγμα τῆς κυκλοφορίας ὅτι νοῦς ἐστι καὶ φρόνησις, εἴρηται πρότερον [p. 94, 17 ss]· τίς δέ ἐστιν αὕτη
20καὶ πῶς ἀπεικάζεται πρὸς νοῦν, ἐν τούτοις παραδίδωσιν ὁ λόγος· ἔστι γὰρ ἡ κυκλοφορία κίνησις κατὰ τὰ αὐτὰ καὶ ἐν τῷ αὐτῷ καὶ ἐν ἑαυτῇ περιαγομένη, καθάπερ ἐν τούτοις τέ φησιν ὁ Τίμαιος καὶ ἐν Νόμοις [X 898 A] ὁ Ἀθηναῖος Ξένος· ὧν τὸ μὲν κατὰ ταὐτὰ ταὐτόν ἐστι τῷ καθ’ ἕνα
25λόγον καὶ μίαν τάξιν. τί γάρ, εἰ κινοῖτο μὲν τὸ πᾶν κυκλικῶς, μεταβάλλοι δὲ ἄλλοτε ἄλλως ἀνατέλλον ἢ δῦνον, ὥς φησιν ὁ ἐν τῷ Πολιτικῷ [269 A] μῦθος; ἵν’ οὖν μὴ τοῦτο ὑπολάβωμεν, τὸ κατὰ ταὐτὰ πρόκειται τῶν ἄλλων περὶ αὐτῆς ῥημάτων. οὐκ ἄρα ὀρθῶς ὁ Πλατωνικὸς Σευῆ‐
30ρος—παρρησιασόμεθα γὰρ ἐντεῦθεν πρὸς αὐτόν—τὰς
ἀνακυκλήσεις τὰς μυθικὰς προσέμενος καὶ γενητὸν οὕτω
in Ti
.

2

.

96

ποιῶν καὶ ἀγένητον τὸν κόσμον· τὸ μὲν γὰρ πᾶν κατὰ ταὐτά φησιν ὁ Πλάτων [leg. l. c.] καὶ ὡσαύτως κινεῖσθαι καὶ καθ’ ἕνα λόγον καὶ μίαν τάξιν· ἡ δὲ ἀνακύκλησις οὕ‐ τως, ὥσπερ λέγεται, τὴν μίαν ἀναιρεῖ τάξιν τῆς κινήσεως.
5ἀλλ’ αὕτη μὲν ὅπως διαμεμυθολόγηται πρὸς τοῦ καθηγε‐ μόνος ἡμῶν ἐν τοῖς εἰς ἐκεῖνον ἀναγεγραμμένοις τὸν διάλογον εἴρηται τῷ Πλάτωνι κατὰ νοῦν. τὸ δὲ ἐν τῷ αὐ‐ τῷ τὸ ἀμετάβατον ἐν τῇ μεταβάσει δηλοῖ καὶ τὸ κρατεῖσθαι τῇ στάσει τὴν κίνησιν· διότι γὰρ οὐκ ἔστι κενὸν ἔξω τοῦ
10παντός, δεῖ δὲ κινεῖσθαι τὸ πᾶν σῶμα φυσικὸν ὄν—ἀρχὴ γὰρ ἡ φύσις κινήσεως—περὶ ἑαυτὸ κινεῖται στρεφόμενον καὶ ἐν τῷ αὐτῷ τόπῳ· τὸν γὰρ ὅλον κατέχει τόπον ὁ τοῦ παντὸς ὄγκος καὶ τοῖς μέρεσι τὰ μέρη τοῦ διαστήματος, καὶ ὡς ὅλον ἀμετάβατον ὂν μετακινεῖται τοῖς μορίοις. τὸ δὲ
15ἐν ἑαυτῷ δι’ αὐτὴν ταύτην τὴν τῶν μορίων ἀντιμετάστασιν· οὐ γὰρ ἄλλου δεῖται τοῦ μεθισταμένου πρὸς τὴν ἑαυτοῦ κίνησιν, ἀλλ’ αὐτὸ ἑαυτῷ παραχωρεῖ καὶ αὐτὸ ἑαυτῷ ἀντι‐ μεθίσταται, ὥστε ἐν ἑαυτῷ κινεῖται τῶν μορίων αὐτοῦ ταῖς ἀλλήλων κινήσεσιν ἀντιμεθισταμένων. ἔχεις οὖν διὰ μὲν
20τοῦ κατὰ ταὐτὰ τὸ ἀίδιον, διὰ δὲ τοῦ ἐν τῷ αὐτῷ τὸ ἀμετάβατον, διὰ δὲ τοῦ ἐν ἑαυτῷ τὸ εἶδος τῆς μεταβάσεως, ἐκ δὲ ἁπάντων, ὅτι ἡ κυκλοφορία κίνησίς ἐστιν ἀκατάληκτος ἐν τῷ ἑνὶ τόπῳ μένουσα καὶ ἐπιτελουμένη κατὰ τὴν τῶν μορίων ἀντιπαραχώρησιν. τοιαύτη δὲ οὖσα δῆλον ὡς ὁμοιο‐
25τάτη πρὸς τὸν νοῦν ἐστιν· καὶ γὰρ ὁ νοῦς αἰωνίως νοεῖ καὶ ἐπὶ τῆς αὐτῆς ἵδρυται τάξεως, καὶ πάντα τὰ ἐν αὐτῷ νοερά ἐστι καὶ ἐνεργητικώτατα καὶ ζωὴν ἔχοντα ἄγρυπνον. καὶ τοῦτο μὲν δῆλον. ἐκεῖνο δὲ ἄξιον θαυμάσαι τοῦ Πλά‐ τωνος, ὅτι περὶ μὲν τῆς οὐσίας τοῦ παντὸς διαλεγόμενος
30πρὸς τὸ νοητὸν ζῷον ἀπείκαζεν αὐτήν, περὶ δὲ τῆς κινή‐ σεως νῦν ἀναδιδάσκων ἐπὶ τὸν νοῦν αὐτῆς ἀναπέμπει τὴν ὁμοίωσιν, ἀναλογίαν ἡμῖν καὶ ἐν ἐκείνοις ἀπὸ τούτων παρα‐
διδούς, ὡς τὸ μὲν νοητὸν οὐσίας ἔχει λόγον, ὁ δὲ νοῦς
in Ti
.

2

.

97

ἐνεργείας. καὶ ὅτι τὸ πᾶν σφαιροειδὲς εἰπὼν ὅμως καὶ κύκλῳ κινεῖσθαι δέδωκεν αὐτῷ καὶ στρέφεσθαι· δοκεῖ γὰρ κατὰ τὸν μέγιστον ἐν αὐτῷ κύκλον κύκλῳ κινεῖσθαι· διότι δὲ καὶ ὁ κύλινδρος κύκλῳ κινεῖται κυλιόμενος, ἀκριβείας
5ἕνεκα προσέθηκε τὸ στρεφόμενον. καὶ ὅτι τὰς ἓξ κινή‐ σεις ἀφαιρεῖ τοῦ παντός· ἰδιώτατον γὰρ ἐπ’ αὐτοῦ τοῦτό ἐστιν, ἐπεὶ τοῖς τε ἄστροις ὑπάρχει καὶ *** τὸ ἔμπροσθεν. ὄντως οὖν ἀπλανὴς ὁ κόσμος ἐστίν, οὐ μόνον ὅτι τὸ ἀκρό‐ τατον αὐτοῦ τοιοῦτον, ἀλλὰ καὶ ὅτι μίαν καὶ ἁπλῆν καὶ τὴν
10αὐτὴν κινεῖται κίνησιν. δεῖ δὲ ἐφιστάνειν, ὅπως καὶ τὸ εἶδος τῆς κινήσεως τὸ ὑπάρχον τῷ κυριωτάτῳ τοῦ παντὸς ὡς ὅλῳ τῷ κόσμῳ προσῆκον αὐτῷ ἔφατο δεδόσθαι παρὰ τοῦ πατρός· καὶ γὰρ τὰ ἄλλα πάντα μετέχει τῆς τοῦ κόσμου κυκλοφορίας, καὶ τὸ ἀπλανὲς ὑπάρχει τοῖς μὲν ἐναργέστερον,
15τοῖς δὲ ἀμυδρότερον· τὰ μὲν γὰρ ὑπὸ γῆς ῥεύματα ἀτάκτως φερόμενα καὶ ἄλλοτε ἄλλως πλανᾶσθαι μάλιστα λέγεται. τὰ δὲ ὑπὸ σελήνην στοιχεῖα, κατὰ φύσιν ποθὲν ποὶ κινούμενα, ἥττονος μετέχει πλάνης· τῷ γὰρ ἀπ’ ἄλλης χώρας ἐπ’ ἄλλην μεθίστασθαι πλανητά ἐστι. τὰ δὲ ἐν οὐρανῷ θεῖα σώματα
20καὶ τούτων ἧττον πλανᾶται, καθόσον καὶ τὴν κατὰ μῆκος καὶ τὴν κατὰ πλάτος ποιεῖται κίνησιν, κατὰ δὲ τὸ ὁμαλὲς καὶ τεταγμένον καὶ κατὰ τὸν ἕνα λόγον τῆς κινήσεως ἀπλανῆ ἐστιν. αὐτὸς δὲ ὁ κόσμος κυριώτατα καλοῖτο ἂν ἀπλανής, ὡς μηδὲ ἔμφασιν ἄλλης κινήσεως ἐπιδεχόμενος. ἐπεὶ καὶ
25τῶν ἀσωμάτων εἰ βούλοιο διαιρεῖν πλανᾶται μὲν ἡ ἄλογος διαφερόντως ζωή, μέτρον οὐκ ἔχουσα τῶν ἐνεργειῶν ἀφ’ ἑαυτῆς. ταύτης δὲ ἧττον ἡ ὀρθοδοξαστικὴ ψυχή· μετέχει γάρ πως καὶ αὕτη πλάνης τῷ τὴν αἰτίαν ἀγνοεῖν. ἔτι δὲ καὶ ταύτης ἧττον ἡ ἐπιστήμων· ἐπὶ γὰρ ταύτης μόνον τὸ
30μεταβατικὸν εἶδος τῆς ζωῆς ποιεῖ τὴν πλάνην, διότι μὴ
in Ti
.

2

.

98

πρὸς ἓν τέτακται νοητὸν ἄλλοτε ἐν ἄλλοις εἴδεσι γιγνο‐ μένη. μόνος δὲ ἀπλανὴς ἐν τοῖς οὖσιν ὁ νοῦς, ἀεὶ τὸ αὐτὸ νοῶν καὶ πρὸς τὸ αὐτὸ καὶ περὶ τὸ αὐτὸ ἐνεργῶν. εἰκότως οὖν καὶ ὁ κόσμος ὁ τὸν νοῦν κατὰ τὴν φορὰν μι‐
5μούμενος ὄντως ἐστὶν ἀπλανής, ἀεὶ τὴν αὐτὴν ὡσαύτως μονοειδῆ ποιούμενος περίοδον. τῷ δὲ αὖ τοῦτον κινουμένῳ τὸν τρόπον οὐδεμιᾶς δεῖ ποδῶν προσθήκης ἢ τῶν πορευτι‐ κῶν ὅλως ὀργάνων, διόπερ ἀσκελὲς καὶ ἄπουν ἐγένετο τὸ πᾶν. τοῦτο ἄρα καὶ οἱ θεολόγοι βουλόμενοί πως ἡμῖν
10ἐνδείξασθαι τὸν τοῦ σωματικοῦ δημιουργὸν θεὸν ἀμφι‐ γυήειν εἰώθασι καλεῖν, ὡς ἀσκελὲς καὶ ἄπουν ὑποστήσαντα τὸ πᾶν, ἐφ’ ᾧ καὶ οἱ θεοὶ γελῶσιν ἄσβεστον γέλωτα καὶ τῷ γέλωτι πρόνοιαν ποιοῦνται τῶν ἐγκοσμίων ἀκατάληκτον. Οὗτος δὴ πᾶς ὄντος ἀεὶ λογισμὸς θεοῦ περὶ τὸν
15ποτὲ ἐσόμενον θεὸν λογισθεὶς λεῖον καὶ ὁμαλὸν πανταχῇ τε καὶ ἐκ μέσου ἴσον καὶ ὅλον καὶ τέλειον ἐκ τελείων σωμάτων σῶμα ἐποίησε [34 AB]. Τὸν ἕνα νοῦν μιμούμενος καὶ τὴν ἐν ἑνὶ περιεχομένην τῶν ὅλων νόησιν συνάγει πάντα εἰς ταὐτὸν ὁ λόγος καὶ
20πρὸς ἓν ἀνάγει πάντα κεφάλαιον, τὴν τοῦ σωματικοῦ συστή‐ ματος δημιουργίαν. δεῖ τοίνυν καὶ ἡμᾶς ἀναμνησθῆναι τῶν προειρημένων. οὐκοῦν εἴρηται, ὅτι τὰ στοιχεῖα δι’ ἀναλογίας ὁμολογήσαντα πάντα ἐν τῷ κόσμῳ παρείληπται, καὶ ὅτι γέ‐ γονεν ὅλον ἐξ ὅλων τὸ πᾶν, καὶ ὅτι σφαιρικὸν καὶ λεῖον
25καὶ γνῶσιν ἔχον αὐτὸ ἑαυτοῦ καὶ κίνησιν ἐν ἑαυτῷ. τού‐ των δὲ εἰρημένων δῆλον μέν, ὡς αὐτὸς ὁ σύμπας κόσμος ὡμοίωται πρὸς τὸ παντελὲς ζῷον, ἡ δὲ καθ’ ὅλα αὐτοῦ δια‐
κόσμησις ταῖς δευτέραις καὶ τρίταις αἰτίαις ἀνὰ λόγον πρό‐
in Ti
.

2

.

99

εισιν· ὁ μὲν τῶν στοιχείων ἀριθμὸς καὶ ὁ διὰ τῆς ἀναλογίας ἑνοποιὸς αὐτῶν δεσμὸς τῇ ἀχρωμάτῳ καὶ ἀσχηματίστῳ καὶ ἀναφεῖ οὐσίᾳ· ἐκεῖ γὰρ ὁ ἀριθμός· ἡ δὲ πρώτη κοσμήσασα πάντα ὁλότης ἐξ ὅλων οὖσα τῶν στοιχείων πρὸς
5τὴν ὁλότητα τὴν νοεράν, ἡ δὲ σφαίρωσις πρὸς τὸ σχῆμα τὸ νοερόν, ἡ δὲ αὐτάρκεια καὶ ἡ νοερὰ κίνησις καὶ ἡ ἐν ταὐτῷ στροφὴ πρὸς τὸν ἐν αὐτῷ τὰ πάντα γεννήματα καταπίνοντα θεόν, ἡ δὲ ψύχωσις πρὸς τὴν ζῳογόνον αἰτίαν, τὸ δὲ ἔν‐ νουν πρὸς τὸν δημιουργικὸν νοῦν. καίτοι καὶ ἐκ τούτου
10πάντα πρόεισι καὶ ἐκ τῶν πρὸ αὐτοῦ ἄλλα ἄλλοις ἀνὰ λόγον, καὶ τὰ μὲν κρείττονα πάντων αἴτια ὧν καὶ τὰ δεύτερα, τὰ δὲ δεύτερα ἐλαττόνων, ἐπεὶ καὶ αὐτὸς ὁ δημιουργός, καθό‐ σον μὲν ἔννους, ἔννοα ποιεῖ πάντα, καθόσον δὲ ὄν ἐστι, καὶ σωμάτων ἁπάντων ἐστὶ καὶ ἀσωμάτων πατήρ, καθόσον
15δὲ θεός, καὶ αὐτὴν ὑφίστησι τὴν ὕλην. πεποίηται οὖν ἐν τούτῳ τὴν ἀνακεφαλαίωσιν πάντων ὅσα ἐκ τῶν νοερῶν θεῶν ὑπῆρξε τῷ παντί. ταῦτα μὲν περὶ τῆς ὅλης θεωρίας. Κατανοήσωμεν δὲ καὶ τὴν περὶ ἑκάστου τῶν λεγομένων ἀλή‐ θειαν. εὐθὺς οὖν τὸ μὲν οὗτος δὴ πᾶς ἀξιοῖ σε καὶ ἐν
20ἑνὶ τὴν ὅλην αἰτίαν τοῦ σωματοειδοῦς θεωρεῖν καὶ τὴν διαίρεσιν τῶν εἰδῶν γιγνώσκειν· πρὸς ἄλλο γὰρ ἡ ὁλότης ὡμοίωται καὶ πρὸς ἄλλο τὸ σχῆμα καὶ πρὸς ἄλλο ἡ κίνησις· καὶ τὸ μὲν οὗτος τὴν ἕνωσιν, τὸ δὲ πᾶς τὸν ἀριθμὸν ἐνδείκνυται τῶν αἰτίων. τό γε μὴν ὄντος ἀεὶ καὶ τὴν
25οὐσίαν ἅμα καὶ τὴν νόησιν αἰώνιον ποιεῖ τοῦ δημιουργοῦ, δι’ ἣν ὁ κόσμος ἐστὶν ἀίδιος. καὶ δεῖ συννοεῖν, ὅπως καὶ τὸν δημιουργὸν ἐν τοῖς ἀεὶ οὖσι τάττων αἰώνιον αὐτῷ δί‐ δωσι τάξιν, ὥστ’ οὐκ ἂν εἴη ψυχή· τὴν γὰρ ψυχὴν αὐτὸς ἐν Νόμοις [X 904 A] ἀθάνατον μὲν εἶναί φησι καὶ ἀνώ‐
30λεθρον, οὐκ αἰώνιον δέ, οὑτωσὶ καὶ τῷ ῥήματι λέγων. ἔοι‐ κεν οὖν πᾶς ὁ ψυχὴν εἶναι τὸν δημιουργὸν οἰηθεὶς ἀγνοεῖν τὴν τοῦ ἀνωλέθρου καὶ αἰωνίου διαφοράν. ὁ δὲ δὴ λογι‐
σμὸς τῆς δημιουργίας τῆς διῃρημένης ἐστὶ σημαντικός.
in Ti
.

2

.

100

τὸ δὲ αὖ ποτὲ ἐσόμενον οὐ τῆς κατὰ χρόνον ἐστὶν ἀρχῆς σημαντικόν, ὡς οἴεται Ἀττικός, ἀλλ’ ὅτι τὴν οὐσίαν ἔχει τῷ χρόνῳ συνεξευγμένην· χρόνος γὰρ ἅμα οὐρανῷ γέγονε, καὶ ὅ τε κόσμος ἔγχρονος καὶ ὁ χρόνος ἐγκόσμιος· συμπαρ‐
5ήχθησαν γὰρ ἀλλήλοις καὶ συνυπέστησαν ἀπὸ τῆς μιᾶς δη‐ μιουργίας. ἔστιν οὖν τὸ ποτὲ τοῦτο οὐ χρόνου μόριον, ἀλλ’ 〈ὁ〉 ὅλος χρόνος, ὡς πρὸς τὸ ἀεὶ ὂν παραβαλλόμενος· ἐκεῖνο γὰρ τὸ ὄντως ἀεί, τὸ δὲ χρονικὸν ἀεὶ ποτέ ἐστιν ὡς πρὸς τὸ αἰώνιον, ὥσπερ καὶ τὸ γενητῶς ὂν μὴ ὄν ἐστι πρὸς τὸ
10νοητῶς ὄν. κἂν εἰς ἅπαντα οὖν τὸν χρόνον ὁ κόσμος ᾖ, ἀλλὰ καὶ τὸ εἶναι αὐτοῦ γίνεσθαί ἐστι καὶ ἀεὶ ἐν μορίῳ χρόνου ἐστί, τοῦτο δέ ἐστι ποτὲ καὶ οὐχ ἅμα ἐν τῷ παντὶ χρόνῳ, ἀλλ’ ἀεὶ ποτέ· τὸ μὲν γὰρ αἰώνιον ἐν ὅλῳ ἐστὶν ἀεὶ τῷ αἰῶνι, τὸ δὲ ἔγχρονον ἔν τινι χρόνῳ ἀεί ἐστιν, ἄλλοτε ἐν
15ἄλλῳ. ὡς οὖν πρὸς τὸν ἀεὶ ὄντα θεὸν οὗτος εἰκότως κα‐ λεῖται ποτὲ ἐσόμενος· καὶ γὰρ ὡς πρὸς νοερὸν ἐκεῖνον οὗ‐ τος αἰσθητός. γίγνεται μὲν οὖν ἀεὶ τὸ αἰσθητόν, ἔστι δὲ ποτέ· τὸ γὰρ εἶναι μεριστῶς ἔχει, ἀεὶ ἐπιναόμενον ἀπὸ τοῦ ἀεὶ ὄντος· καὶ γὰρ ἐπειδὴ τὴν ἄπειρον τοῦ εἶναι δύναμιν
20ἀλλαχόθεν ἔχει, καθάπερ εἴρηται [I 279, 7 ss], καὶ ἣν ἔχει, πεπερασμένην ἔχει, τῷ δὲ ἀεὶ δέχεσθαι ἀεί ἐστιν, ἀριθμού‐ μενον ἔχων ἐπ’ ἄπειρον τὸ δύνασθαι, τῷ πεπερασμένῳ δῆ‐ λον ὡς ποτέ ἐστιν, ἐκ τοῦ ποτὲ ἀεὶ κτώμενος τὸ εἶναι, καὶ διὰ τὸ μὴ λήγειν τὸ διδὸν ἀεὶ γινόμενος, κατὰ δὲ τὴν αὐ‐
25τοῦ φύσιν ποτὲ ὢν καὶ ἔχων ἀθανασίαν ἐπισκευαστήν, ὡς ἐν Πολιτικῷ [270 A] φησιν, ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχουσαν, καὶ διὰ τοῦτο μετέχων οὐχ ὅλου ἅμα τοῦ ὅλου, ἀλλὰ ποτέ, καὶ αὖθις τοῦτο καὶ αὖθις, καὶ ἐν γενέσει ὤν, ἀλλ’ οὐκ ἄνευ παρατάσεως ὤν. εἰ μὴ ἄρα τὸ ποτὲ καὶ
30ὅλον αὐτῷ σημαίνει τὸν χρόνον· ὡς γὰρ πρὸς τὴν αἰώνιον ἀπειρίαν ἡ τοῦ χρόνου διέξοδος ποτέ ἐστι, καὶ τοῦτον ἔχει
πρὸς τὸν αἰῶνα τὸν λόγον ὁ ὅλος χρόνος, ὃν μέρος τοῦ
in Ti
.

2

.

101

χρόνου τὸ ποτὲ πρὸς αὐτόν. εἰ δὲ βούλει, καὶ κατ’ ἄλ‐ λον τρόπον, ἐπειδὴ νῦν πλάττει τὸ σωματικὸν ἔτι, ψυχὴν δὲ οὔπω τῷ λόγῳ καὶ νοῦν ὑπέστησε, ποτὲ ἐσόμενον θεὸν προσείρηκε τὸν ἐν τῷ λόγῳ κατὰ μέρος ὑφιστάμενον·
5ὁ μὲν γὰρ θεὸς ἀθρόως ὑφίστησι τά τε μέρη καὶ τὸ ὅλον, ὁ δὲ λόγος διαιρεῖ τὰ συνυποστάντα καὶ γεννᾷ τὰ ἀγέννητα καὶ μερίζει κατὰ χρόνον τὰ ἀίδια. ἔστιν οὖν ὁ ποτὲ ἐσό‐ μενος θεὸς τῷ λόγῳ δηλαδή, καθ’ ὃν ὁ μερισμὸς καὶ ἡ σύνθεσις· τοῦτο γὰρ καὶ αὐτὸς ὁ Πυθαγορικὸς Τίμαιος
10[94 B] ἐν τῷ ἑαυτοῦ συγγράμματι τοῖς κατακούειν αὐτοῦ δυναμένοις ἐνδεικνύμενος πρίν, φησίν, οὐρανὸν λόγῳ γενέσθαι, ἤστην ἰδέα τε καὶ ὕλα καὶ θεὸς δημιουρ‐ γός· ὅτι γὰρ λόγῳ τὴν τοῦ οὐρανοῦ πλάττουσι γένεσιν, ἐδήλωσε διαρρήδην εἰπών. καὶ μὴν καὶ τὸ λεῖον καὶ τὸ
15ὁμαλόν, ὥσπερ εἴρηται, τὴν μίαν ἐν τῷ κόσμῳ δηλοῖ πε‐ ριοχὴν καὶ τὴν ἄκραν ἐπιτηδειότητα πρὸς τὴν μετουσίαν τῆς θείας ψυχῆς. τὸ δὲ πανταχῇ καὶ ἐκ μέσου ἴσον τὴν ἰδιότητα περιγράφει τοῦ σφαιρικοῦ σχήματος· τοῦτο γάρ ἐστι τὸ πανταχῇ διεστὸς ἴσον καὶ κατὰ πάσας τὰς διαστάσεις.
20τὸ δὲ ὅλον καὶ τέλειον ἐκ τελείων εἰς ἄκραν αὐτὸν ὁμοιότητα καθίστησι πρὸς τὸ παντελὲς ζῷον (ἐκεῖνο γὰρ ἦν κατὰ πάντα τέλειον) καὶ πρὸς τὸν δημιουργὸν αὐτόν· ὡς γὰρ ἐκεῖνος πατέρων πατὴρ καὶ ὕπατος κρειόντων, οὕτω καὶ ὁ κόσμος τελειότατος τῶν τελείων καὶ ὁλικώτατος τῶν ὅλων
25ἐστίν. εἴποις δ’ ἂν καὶ ὅτι τέλειον μὲν εἶπε τὸν κόσμον ὡς μηδενὸς δεηθέντα τῶν κινητικῶν ἢ θρεπτικῶν ἢ αἰσθητι‐ κῶν ὀργάνων—τοῦτο γὰρ δέδεικται προσεχῶς—παν‐ ταχῇ δὲ ἐκ μέσου ἴσον, ὡς σχῆμα ἔχοντα σφαιρικόν, ὅλον δὲ καὶ τέλειον, ὡς παντελῆ καὶ οὐδὲν ἀπολείποντα
30ἐκτὸς ἑαυτοῦ—τοῦτο γὰρ τὸ κυρίως ὅλον καὶ τέλειον— ἐκ τελείων δὲ σωμάτων, ὡς ἐκ τεττάρων συντεθέντα στοι‐ χείων, σῶμα δὲ ἑνικῶς, ὡς μονογενῆ· καὶ οὕτως ἀρξάμενος
ἀπὸ τοῦ μονογενοῦς καὶ προελθὼν ἄχρι τῆς τελειότητος
in Ti
.

2

.

102

πάλιν ἐπέστρεψε διὰ τῶν εἰρημένων ἐπ’ αὐτό, μιμούμενος τήν τε πρόοδον τοῦ κόσμου τὴν ἐκ τοῦ παραδείγματος καὶ τὴν πρὸς αὐτὸ τελείαν ἐπιστροφήν. Ψυχὴν δὲ εἰς τὸ μέσον αὐτοῦ θεὶς διὰ παντός
5τε ἔτεινε καὶ ἔτι ἔξωθεν τὸ σῶμα αὐτῇ περιεκάλυ‐ ψεν [34 B]. Ὁ μὲν θεὸς ἀθρόως πάντα καὶ διαιωνίως παράγει· κατ’ αὐτὸ γὰρ τὸ εἶναι καὶ κατὰ τὴν αἰώνιον τῶν ὅλων νόησιν καὶ τὰ ἀφ’ ἑαυτοῦ πάντα ἀπογεννᾷ, τά τε ὑπερκόσμια καὶ
10τὰ ἐν τῷ κόσμῳ σύμπαντα, νόας, ψυχάς, φύσεις, σώματα, τὴν ὕλην αὐτήν. καὶ εἰ δεῖ λέγειν, μᾶλλον ἐπὶ τῆς δη‐ μιουργικῆς ἀπογεννήσεως τὸ ἀθρόον ἐστὶν ἢ τῆς ἡλιακῆς ἐκλάμψεως, καίτοι καὶ ἐπὶ ταύτης ἅμα τῷ ἡλίῳ τὸ ὅλον πρόεισι φῶς· ἀλλὰ καὶ οὗτος ὁ τὸν πατέρα μιμούμενος διὰ
15τῆς ἐμφανοῦς δημιουργίας δῆλον ὡς ὑφεῖται τῆς διαιωνίου καὶ ἀφανοῦς ποιήσεως. πάντων δ’ οὖν, ὥσπερ εἴπομεν, ἀπὸ τῆς δημιουργίας ὁμοῦ καὶ αἰωνίως παραγομένων ὅμως καὶ ἡ τάξις σῴζεται τῶν ἀποτελεσμάτων· πρόεισι γὰρ ἀθρόως ἕκαστα μετὰ τῆς ἑαυτῶν τάξεως· ἦν γὰρ καὶ ἐν τῷ παρά‐
20γοντι καὶ νόησις αἰώνιος καὶ τάξις ἡ πρὸ τῶν τεταγμένων. ὅθεν εἰ καὶ ὁμοῦ πάντα ἐξ ἑνός, ἀλλὰ τὰ μὲν πρώτην, τὰ δὲ ὑφειμένην ἔσχεν ἀξίαν· τὰ μὲν γὰρ μᾶλλον προῆλθε, τὰ δὲ ἧττον, καὶ τὰ μὲν καθ’ ἕνωσιν τῷ δημιουργῷ συν‐ τέτακται, τὰ δὲ κατὰ συναφήν, τὰ δὲ κατὰ μέθεξιν· νοῦς
25μὲν γὰρ νῷ δι’ ἑνώσεως συμφύεσθαι δύναται, ψυχὴ δὲ πρὸς νοῦν συνάπτεσθαι πέφυκε, σώματα δὲ μετέχειν μόνον, οἷον αὐγῆς ἡλίου καὶ τὰ ἐν βάθει τῆς γῆς. πάντων οὖν τού‐ των ὄντων ἐν τῷ κόσμῳ, νοῦ καὶ ψυχῆς καὶ σώματος, καὶ πάντων ὁμοῦ παρηγμένων, οὔσης δὲ ὅμως ἐν αὐτοῖς τῆς
30τάξεως τῆς ἀπὸ τοῦ δημιουργοῦ καθηκούσης, ὁ λόγος ὅτε μὲν κατὰ πρόοδον ἄνωθεν ἀρχόμενος εἰς τὰ πέρατα τῆς
δημιουργίας ἀπολήγει, ὅτε δὲ κατ’ ἐπιστροφὴν ἀπὸ τῶν ἐσχά‐
in Ti
.

2

.

103

των ὁρμώμενος ἐπὶ τὰς ἀκρότητας ἀνατρέχει τοῦ παντὸς αὐ‐ τοῖς ἑπομένως τοῖς πράγμασιν· καὶ γὰρ πρόεισι πάντα καὶ ἐπιστρέφει πρὸς τὴν ἑαυτῶν αἰτίαν καὶ τὴν ἀρχήν, ἀφ’ ἧς προελήλυθε, κύκλον τινὰ τοῦτον δημιουργικὸν ἐπιδεικνύμενα.
5τὴν μὲν δὴ κατὰ πρόοδον τῶν τοῦ κόσμου πληρωμάτων τάξιν ἐν τοῖς προειρημένοις ἡμῖν παραδέδωκεν [30 B], ὅτε νοῦν μὲν ἐν ψυχ, ψυχὴν δὲ ἐν σώματι θεὶς τὸ πᾶν συνετεκτήνατο· τὴν δὲ κατ’ ἐπιστροφὴν ἐν τούτοις διαπεραίνεται, πρῶτον μὲν τὰ ἐναντία λαβὼν ἐν τῷ παντὶ
10καὶ τούτοις δύο μέσα προσθεὶς καὶ ταῦτα δι’ ἀναλογίας ἑνώσας, ἔπειτα ὅλον ἐξ ὅλων συμπληρώσας τὸν κόσμον σχῆμά τε αὐτῷ περιθεὶς νοερὸν καὶ δύναμιν πρὸς μετουσίαν τῆς θείας ζωῆς καὶ κίνησιν νοῦν ἀπομιμουμένην καὶ ἀεὶ τελειό‐ τερον αὐτὸν ταῖς προσθήκαις ἀπεργασάμενος, ἐφ’ ἅπασι δὲ
15τούτοις τὴν ψυχὴν εἰσοικίζων εἰς τὸ πᾶν καὶ πάντα ζωῆς ἀποπληρῶν, ἄλλα δὲ ἄλλης, αὐτῇ τε τῇ ψυχῇ νοῦν ἐφιστὰς καὶ διὰ τούτου συνάπτων αὐτὴν πρὸς τὴν ἑαυτῆς πηγήν (νοῦ γὰρ ἡ τοῦ παντὸς ψυχὴ μεταλαχοῦσα καὶ αὐτοῖς συν‐ άπτεται τοῖς νοητοῖς) καὶ οὕτω καταλήγων ἐπὶ τὴν ἀρχήν,
20ἀφ’ ἧς καὶ ὁ νοῦς ὁ ἐγκόσμιος καὶ ἡ ψυχὴ καὶ ὁ τοῦ σώ‐ ματος ὄγκος προελήλυθε· διελὼν γὰρ τριχῇ τὸ πᾶν, εἰς νοῦν καὶ ψυχὴν καὶ σῶμα, περὶ τῶν ὑφειμένων πρώτων ποιεῖται τὸν λόγον· τοιοῦτος γὰρ ὁ κατὰ τὴν ἐπιστροφὴν τρόπος· καὶ περὶ μὲν τῆς τοῦ σώματος δημιουργίας ἔχει
25πέρας ὁ λόγος, οὐσίαν τε αὐτοῦ καὶ σχῆμα καὶ κίνησιν παραδούς, συνάπτεται δὲ τούτῳ καὶ ἡ περὶ τῆς ψυχῆς θεω‐ ρία, καθάπερ δὴ καὶ τὸ σῶμα αὐτὸ τῆς θείας ἀπαιωρεῖται ψυχῆς, καὶ ἔστιν ἕβδομον δῶρον δημιουργικὸν εἰς τὸν κόσμον ἡ ψύχωσις, ἣν νῦν προσέθηκεν ὁ λόγος. ἀλλὰ διττός, οἶ‐
30μαι, καὶ ὁ περὶ τῆς ψυχῆς λόγος, ὃ μὲν τὴν οὐσίαν αὐτῆς παραδιδούς, ὃ δὲ τὴν πρὸς τὸ σῶμα κοινωνίαν. προκρίνει δὴ καὶ τούτων τὸν δεύτερον καὶ μνήμης ἀξιοῖ πρὸ τοῦ λοι‐
ποῦ, τάχα μὲν καὶ ὅτι μέσος ἐστὶ τῶν τε περὶ τοῦ σώματος
in Ti
.

2

.

104

λογισμῶν καὶ τῶν περὶ τῆς ψυχικῆς οὐσίας σκεμμάτων— καὶ γὰρ ἡ τῆς ψυχῆς πρὸς τὸ σῶμα σχέσις μέση πώς ἐστι τοῦ τε σώματος καὶ τῆς ψυχῆς αὐτῆς, καὶ δεῖ διὰ τῶν μέ‐ σων ποιεῖσθαι τὴν ἐπὶ τὰς ἀρχὰς ἀγωγήν—τάχα δὲ καὶ
5ὅτι βούλεται μὴ κατὰ χρόνον τῷ σώματι συμπλέκεσθαι τὴν ψυχήν, μηδὲ κεχωρισμένην καὶ ἐφ’ ἑαυτῆς οὖσαν αὖθις συνάπτεσθαι τῷ κόσμῳ. πρὸς δὲ τοῦτο συντελεῖ τὸ πρὸ τῆς γενέσεως τῆς ψυχῆς τὴν πρὸς τὸ σῶμα παραδοῦναι κοινω‐ νίαν αὐτῆς· ἤρκει μὲν γὰρ καὶ ἡ τῆς ψυχῆς γένεσις ἀγέ‐
10νητον ἀποφῆναι καὶ τὸν σωματικὸν ὄγκον· εἰ γὰρ καὶ τοῖς ἀγενήτοις γένεσιν περιτίθησιν, ἄλλος οὗτος ἂν εἴη τῆς γενέ‐ σεως τρόπος· εἰ δὲ καὶ πρὸ τῆς φαινομένης γενέσεως εἰς ταὐτὸν ἄγει τὸ σῶμα καὶ τὴν ψυχήν, ἀγένητός τε ἡ τοιαύτη γένεσις καὶ ἀίδιος ἡ ψύχωσις ἂν εἴη, μήτε τῆς ψυχῆς ἐν
15χρόνῳ γενομένης μήτε τοῦ σώματος χρόνῳ διαφέροντος τῆς ψυχῆς. περὶ μὲν οὖν τῆς τάξεως τῶν κεφαλαίων τοσαῦτα ῥητέον. Τὴν δὲ εἰς τὸ μέσον θέσιν τῆς ψυχῆς ἄλλοι τῶν ἐξηγητῶν ἄλλως ἐφερμηνεύουσιν· οἳ μὲν γὰρ τὸ κέντρον τῆς γῆς, οἳ δὲ τὴν σελήνην μέσον λέγουσιν, ὡς ἰσθμὸν τῶν
20γενητῶν καὶ θείων, οἳ δὲ τὸν ἥλιον, ὡς ἐν τόπῳ καρδίας ἱδρυμένον· οἳ δὲ ἐπ’ αὐτὴν ἐλθόντες τὴν ἀπλανῆ σφαῖραν, οἳ μὲν τὸν ἰσημερινόν φασιν ὡς ὁρίζοντα τὸ πλάτος, οἳ δὲ τὸν διὰ μέσων. καὶ οἳ μὲν ἐν τῷ κέντρῳ τὸ ἡγεμονικὸν ἀποτίθενται τοῦ παντός, οἳ δὲ ἐν σελήνῃ. οἳ δὲ ἐν ἡλίῳ,
25οἳ δὲ ἐν τῷ ἰσημερινῷ, οἳ δὲ ἐν τῷ ζῳδιακῷ. μαρτυρεῖ δὲ τοῖς μὲν ἡ τοῦ κέντρου δύναμις, συνοχικὴ πάσης οὖσα τῆς περιφορᾶς, τοῖς δὲ ἡ τῆς σελήνης κίνησις, ποικίλως ἐξαλ‐ λάττουσα τὴν γένεσιν, τοῖς δὲ ἡ ζωοποιὸς τοῦ ἡλίου θερ‐ μότης, τοῖς δὲ ἡ εὐκινησία τοῦ ἰσημερινοῦ κύκλου, τοῖς δὲ
30ἡ περὶ τὸν ζῳδιακὸν ἀνακύκλησις τῶν ἀστέρων. ἀλλὰ τού‐ τοις πᾶσιν ἀντιγράφουσι Πορφύριός τε καὶ Ἰάμβλιχος, ἐπιρραπίζοντες αὐτοὺς ὡς τοπικῶς καὶ διαστηματικῶς τὸ
μέσον ἀκούοντας καὶ ἔν τινι μορίῳ κατακλείοντας τὴν ὅλου
in Ti
.

2

.

105

τοῦ κόσμου ψυχήν, τὴν πανταχοῦ παροῦσαν ὁμοίως καὶ πᾶσιν 〈ἐν〉εξουσιάζουσαν καὶ πάντα ἄγουσαν ταῖς ἑαυτῆς κινή‐ σεσιν. αὐτῶν δὲ τῶν θείων τούτων ἀνδρῶν ὁ μὲν Πορ‐ φύριος ψυχὴν εἶναι λαβὼν ταύτην τὴν τοῦδε τοῦ παντὸς
5τὸ μέσον κατὰ τὴν οὐσίαν ἐξηγεῖται τὴν ψυχικήν· μέση γάρ ἐστι τῶν τε νοητῶν καὶ τῶν αἰσθητῶν. καὶ οὑτωσὶ μὲν ὁ λόγος ῥηθεὶς οὐδὲν ἂν δόξειεν λέγειν ὡς πρός γε τὴν τοῦ Πλάτωνος ῥῆσιν· εἰ δὲ ἐκεῖνο λάβοιμεν, τὸ τὸ πᾶν ἐκ νοῦ καὶ ψυχῆς καὶ σώματος συμπεπληρῶσθαι καὶ εἶναι ζῷον
10ἔμψυχον ἔννουν, μέσην εὑρήσομεν ἐν τῷ συστήματι τούτῳ τὴν ψυχήν. τοῦτο οὖν ὁ Πλάτων προειπὼν καὶ νῦν οὐ‐ δὲν ἄλλο δόξειεν ἂν λέγειν ἢ ὅτι διὰ παντὸς τέταται ἡ ψυχὴ τοῦ κόσμου, μέσην ἐν αὐτῷ λαχοῦσα τάξιν· μετέχει γὰρ ἀεὶ τὰ δεύτερα τῶν πρὸ αὑτῶν, ὥσπερ σῶμα ψυχῆς,
15ἔσχατον ὂν μέσης, καὶ ψυχὴ νοῦ πρὸ αὐτῆς ὄντος. ὁ δὲ δὴ φιλόσοφος Ἰάμβλιχος ἀξιοῖ ψυχὴν ἀκούειν ἡμᾶς τὴν ἐξῃρημένην καὶ ὑπερκόσμιον καὶ ἀπόλυτον καὶ πᾶσιν ἐνεξουσιάζουσαν· μηδὲ γὰρ εἶναι περὶ τῆς κοσμικῆς τῷ Πλά‐ τωνι τὸν λόγον, ἀλλὰ περὶ τῆς ἀμεθέκτου ψυχῆς καὶ ὑπὲρ
20πάσας τὰς ἐγκοσμίας ὡς μονάδος τεταγμένης· εἶναι γὰρ τοιαύτην τὴν πρώτην ψυχὴν καὶ τὸ μέσον ἐπὶ ταύτης ὡς πᾶσιν ὁμοίως παρούσης, διὰ τὸ μηδενὸς εἶναι σώματος μηδὲ ἐν σχέσει πω γεγονέναι κατὰ μηδένα τρόπον, καὶ πάντα ὁμοίως ψυχούσης καὶ πάντων ἴσον ἀφεστώσης· οὐ γὰρ ἄλλων
25μὲν ἧττον, ἄλλων δὲ μᾶλλον ἀφέστηκεν—ἄσχετος γάρ— ἀλλ’ ὁμοίως ἁπάντων, εἰ καὶ μὴ πάντα τὸν αὐτὸν αὐτῆς ἀφεστήκοι τρόπον· ἐν γὰρ τοῖς μετέχουσι τὸ μᾶλλόν ἐστι καὶ ἧττον. ὁ δέ γε ἡμέτερος καθηγεμὼν προσφυέ‐ στερον τοῖς τοῦ Πλάτωνος ῥήμασιν ἐποιεῖτο τὴν ἐξήγησιν·
30τῆς γὰρ τοῦ παντὸς ψυχῆς ἐχούσης μέν τι καὶ ὑπερκόσμιον καὶ ἐξῃρημένον τοῦ παντός, καθὸ συνῆπται πρὸς τὸν νοῦν,
ὃ δὴ κεφαλὴν αὐτῆς ὅ τε Πλάτων ἐν τῷ Φαίδρῳ [248 A]
in Ti
.

2

.

106

καὶ ὁ Ὀρφεὺς ἐν τοῖς περὶ τῆς Ἵππας λόγοις προσ‐ ωνόμασεν, ἐχούσης δὲ καὶ δυνάμεων ἄλλο πλῆθος ἀπὸ τῆς μονάδος ταύτης προϊὸν καὶ μεριζόμενον περὶ τὸν κόσμον καὶ πάσαις οἰκείως παρὸν ταῖς μοίραις τοῦ παντός, καὶ
5ἄλλως μὲν περὶ τὸ μέσον, ἄλλως δὲ περὶ τὴν γῆν, ἄλλως δὲ περὶ τὸν ἥλιον, ἄλλως δὲ περὶ ἑκάστην τῶν σφαιρῶν, ταῦτα πάντα ὁ παρὼν ἔφη λόγος ἐνδεικνύμενος, ὡς ἄλλως μὲν ψυχοῖ τὸ μέσον, ἄλλως δὲ τὸν ὅλον ὄγκον, ἄλλο δέ τι πρὸ τούτων ἀφίησιν ἐξῃρημένον τοῦ παντός. ἵνα γὰρ μὴ
10παρέργως ἀκούσωμεν τοῦ λόγου, περὶ δὲ τῆς τῶν ψυχικῶν δυνάμεων ἐνδεξώμεθα ποικιλίας, τοσοῦτον ῥητέον, ὅτι πολλῷ πρότερον τοῦ σώματος ἡ ψυχὴ κόσμος ἐστὶ ζωτικὸς καὶ ἕν ἐστι καὶ ἀριθμός, καὶ τῷ μὲν ἑνὶ κρείττων ἐστὶ παντὸς εἴ‐ δους σχέσεως, τῷ δὲ πλήθει μοίρας ἄλλας καὶ ἄλλας ἐπι‐
15τροπεύει τοῦ παντός· ταῖς μὲν γὰρ φρουρητικαῖς δυνάμεσι συνέχει τὸ κέντρον (ἐκεῖθεν γὰρ ἡ ὅλη διακυβερνᾶται σφαῖρα καὶ πρὸς ἐκεῖνο συννένευκεν, ἔτι δὲ καὶ πᾶν τὸ ταραχῶδες ἐν τῷ κόσμῳ συνέωσται περὶ τὸ μέσον καὶ δεῖται φρουρᾶς θείας τάττειν αὐτὸ δυναμένης καὶ κατέχειν ἐν τοῖς οἰκείοις
20ὅροις, διὸ καὶ οἱ θεολόγοι τῶν ἀκροτάτων θεῶν τὰς προ‐ όδους εἰς ἐκεῖνον ἀποπερατοῦσι τὸν τόπον, καὶ οἱ Πυθα‐ γόρειοι δὲ Ζανὸς πύργον ἢ Ζανὸς φυλακὴν ἀπεκάλουν τὸ μέσον), ταῖς δὲ μονίμοις ἅμα καὶ ζωοποιοῖς τὴν τῆς γῆς σφαῖραν, ταῖς δὲ τελεσιουργοῖς καὶ γεννητικαῖς τὴν τοῦ ὕδα‐
25τος, ταῖς δὲ συνεκτικαῖς καὶ κινητικαῖς τὸν ἀέρα, ταῖς δὲ ἀχράντοις τὸ πῦρ, ταῖς δὲ νοεραῖς τὸν ὅλον οὐρανόν, καὶ τούτων ἄλλως μὲν τὴν σεληνιακὴν σφαῖραν, ἄλλως δὲ τὴν ἡλιακήν, ἄλλως δὲ τὴν ἀπλανῆ· καὶ γὰρ αἱ καθ’ ἑκάστην αὐτῶν ψυχαὶ μετὰ τῆς ὅλης οἰκείας μερίδας κυβερνῶσι.
30τοιαύτης δ’ οὖν οὔσης τῆς ψυχώσεως ὁ Πλάτων, ὥσπερ εἴωθε, κατ’ ἐπιστροφὴν ἀπὸ τῶν ἐσχάτων ἀρχόμενος πρῶτον μὲν ψυχοῖ τὸ μέσον, ἔπειτα τὸ πᾶν, καὶ τρίτον ἀπολείπει τι
τῆς ψυχῆς ἔξω τοῦ παντός· ὡς γὰρ τὸ σῶμα πρὸ τῆς ψυ‐
in Ti
.

2

.

107

χῆς ὑπέστησε καὶ ὡς τὰ μέρη πρὸ τῶν ὅλων, οὕτω καὶ τὴν ψύχωσιν ἀπὸ τελευταίων ἀρχόμενος παραδίδωσι· τὴν μὲν γὰρ ἄνωθεν προερχομένην εἴρηκε [30 B], νοῦν μὲν ἐν ψυχ, ψυχὴν δὲ ἐν σώματι θείς, τὴν δὲ κατ’ ἐπι‐
5στροφὴν ἐν τούτοις ἀναδιδάσκει, τὸ μέσον πρῶτον ψυχῶν, ἔπειτα τὸ πᾶν· μέχρι γὰρ τοῦ κέντρου πρόεισιν ὁ τῆς ζῳο‐ γονίας ὀχετός, ὡς καὶ τὰ λόγιά φησι, διαλεγόμενα περὶ τοῦ μέσου τῶν πέντε κέντρων ἄνωθεν διήκοντος διαμπὰξ ἐπὶ τὸ καταντικρὺ διὰ τοῦ κέντρου τῆς γῆς·
10 καὶ πέμπτον μέσον ἄλλο πυρίοχον, ἔνθα κάτεισιν μέχρις ὑλαίων ὀχετῶν ζωηφόριον πῦρ. εἰς ἃ τοίνυν ἔληξεν ἡ ψύχωσις, ἀπὸ τούτων ἀρξάμενος ἐπὶ τὴν ὅλην ἀνατρέχει ζωοποιίαν, καὶ πρὸ ταύτης τὴν ἐξῃρη‐ μένην θεωρεῖ δύναμιν τῆς ψυχῆς. οὐκ ἄρα τὸ ἡγεμονικὸν
15τῆς ψυχῆς ἐν τῷ κέντρῳ τιθέμεθα (τοῦτο γὰρ ἐξῄρηται τοῦ παντός), ἀλλά τινα δύναμιν αὐτῆς φρουρητικὴν τῆς ὅλης τάξεως· οὐδὲν γὰρ ἄλλο τοῦ παντὸς μεταστὰν οὕτως ἐστὶ τῶν ὅλων ἄρδην ἀναιρετικὸν ὡς τὸ κέντρον καὶ ἡ τοῦ κέντρου δύναμις, περὶ ἣν ἡ χορεία τοῦ παντός. διό μοι
20δοκεῖ καὶ ὁ Πλάτων δαιμονίως οὐχὶ τὴν ψυχὴν ἐν μέσῳ θεῖναι τοῦ παντός, ἀλλὰ ψυχήν. διαφέρει δὲ ταῦτα ἀλλή‐ λων, ὅτι τὸ μὲν ἐν τῷ κέντρῳ τὴν ὅλην ἱδρύει, τὸ δὲ δύ‐ ναμιν αὐτῆς ἐφίστησι τῷ μέσῳ καὶ ἄλλοις ἄλλην. λέγει γοῦν οὑτωσί· ψυχὴν δὲ ἐν μέσῳ τιθείς, ὃ ταὐτόν ἐστι·
25ψυχῆς μετουσίαν καὶ τῷ μέσῳ δοὺς καὶ διατείνας αὐτῆς εἰς τὸ πᾶν τὰς ὅλας δυνάμεις ἀφῆκεν ἔξω τοῦ παντὸς τὴν πασῶν θειοτέραν ἐφ’ ἑαυτῆς ἱδρυμένην καὶ τὸν ὅλον κόσμον ἐξῃρημένως συνέχουσαν. καὶ τί δεῖ λέγειν ἄνω καὶ κάτω τὴν διάνοιαν τοῦ Πλάτωνος θηρεύοντας; αὐτὸς γὰρ ὁ φιλό‐
30σοφος μικρὸν προελθὼν καὶ περὶ τῆς ψυχώσεως αὐτῆς δια‐ ταττόμενός φησιν [36 E]· ἡ δὲ ἐκ μέσου πρὸς τὸν ἔσχα‐ τον οὐρανὸν διαπλακεῖσα κύκλῳ τε αὐτὸν περικα‐
λύψασα αὐτὴ ἐν ἑαυτῇ στρεφομένη. ταῦτα δὲ οὐδὲν
in Ti
.

2

.

108

διαφέρει τῶνδε τῶν ῥημάτων· τὸ γὰρ ἐκ μέσου πάντη διατείνειν τῷ ἐκ μέσου πρὸς τὸν ἔσχατον οὐρανὸν διαπλακῆναι ταὐτόν. ἀλλ’ ἐκεῖ μὲν αὐτὴ παρ’ ἑαυτῆς ἡ ψυχὴ καὶ τὸ κέντρον τοῦ παντὸς καὶ τὴν ὅλην σφαῖραν
5ταῖς ἑαυτῆς δυνάμεσι κατέλαμψεν, ἐνταῦθα δὲ ὁ δημιουργός ἐστι τῆς ψυχώσεως αἴτιος, τὴν ψυχὴν εἰσοικίζων εἰς τὸ πᾶν· γίγνεται γὰρ ὑπ’ ἀμφοῖν τὸ αὐτό, δημιουργικῶς μὲν καὶ νοερῶς ὑπὸ τῆς αἰτίας, αὐτοκινήτως δὲ ὑπὸ τῆς ψυχῆς. νῦν δὲ ὁ φιλόσοφος τὸν ἀπὸ τῆς δημιουργίας μόνης δεσμὸν
10παραδίδωσι· τὰ γὰρ ὅλα καὶ τὰ ἀγαθὰ διαφερόντως εἰς τὴν θείαν αἰτίαν ἀναπέμπομεν, τὰ δὲ μερικὰ καὶ τὰ μὴ ἀγαθὰ τῆς μὲν θείας ποιήσεως ἀνάξια νομίζομεν, ἄλλων δὲ αἰτίων προσεχῶν ἀνάπτομεν, καίτοι καὶ ταῦτα κατὰ θεόν, ὥσπερ λέγεται πολλάκις. τῆς οὖν πρὸς τὰ σώματα κοινω‐
15νίας οὔσης μὲν καὶ ἐπὶ τῆς θείας ψυχῆς, οὔσης δὲ καὶ ἐπὶ τῆς μερικῆς, ἡ μὲν κατὰ ἀγαθοειδῆ βούλησιν γιγνομένη καὶ ἀνεκφοίτητον τῶν νοητῶν προόδων ἔνθεός ἐστιν, ἡ δὲ κατὰ πτερορρύησιν ἢ τόλμαν ἢ φυγὴν ἄθεος, καίτοι καὶ ἐν ἐκείνῃ συμπέπλεκται τὸ ἀπὸ τῆς αὐτοκινησίας καὶ ἐν ταύτῃ
20τὸ τῆς προνοίας· ἀλλ’ οὗ μὲν τὸ κατὰ θεὸν ἐμφανὲς διὰ τὴν τοῦ ἀγαθοῦ παρουσίαν, οὗ δὲ τὸ ἀπὸ τῆς ψυχῆς διὰ τὴν τῆς παρατροπῆς ἔμφασιν. ὥστε εἰκότως καὶ ὁ Πλάτων ἐν τούτοις διχῶς τῆς ψυχώσεως γιγνομένης, ἔκ τε τοῦ δη‐ μιουργοῦ καὶ ἐκ τῆς αὐτοκινησίας, τὴν κατὰ θεὸν αἰτίαν
25προὐτίμησεν ὡς τοῖς ὅλοις οἰκειοτάτην· τὸ γὰρ θεὶς καὶ τὸ διέτεινε καὶ τὸ περιεκάλυψεν ὀνόματά ἐστιν ἔργων δημιουργικῶν, τὸ μὲν τὴν κατάληξιν σημαῖνον τῆς ψυχῆς, τὸ δὲ τὴν μεσότητα τὴν διὰ πάντων διήκουσαν, τὸ δὲ τὴν ἐξῃρημένην ὑπεροχήν· τὸ γὰρ περικαλύψαι τὸ περισχεῖν ἁπαν‐
30ταχόθεν τὸν κόσμον καὶ δι’ ἑαυτῆς αὐτὸν ἑνῶσαι καὶ εἰς μίαν ζωὴν ἀναγαγεῖν ἐνδείκνυται καὶ τὸ μηδὲν ἔξω τῆς
οἰκείας ἀφεῖναι προνοίας μηδὲ ἔρημον αὐτῆς.
in Ti
.

2

.

109

Καὶ κύκλῳ δὴ κύκλον στρεφόμενον οὐρανὸν ἕνα μόνον ἔρημον κατέστησεν [34 B]. Εὖ μὲν καὶ ὁ φιλόσοφος Πορφύριος τὸ κύκλῳ κύκλον ἐξηγήσατο· δυνατὸν γὰρ ἔφη καὶ κύκλῳ κινεῖσθαι μὴ κύκλον,
5ὡς τὴν περιαγομένην λίθον, καὶ μὴ κύκλῳ κύκλον, ὡς τὸν τροχὸν κυλιόμενον, ἴδιον δὲ τοῦ κόσμου τὸ κύκλον ὄντα κύκλῳ περιιέναι διὰ τὴν περὶ τὸ κέντρον χορείαν. ἔτι δὲ μειζόνως ὁ θεῖος Ἰάμβλιχος διττὸν εἶναί φησι τὸν κύκλον, τὸν μὲν ψυχικόν, τὸν δὲ σωματικόν, καὶ θατέρῳ κινεῖσθαι
10τὸν λοιπόν· δῆλον δέ, ποτέρῳ πότερον· τοῦτο γὰρ καὶ τοῖς προειρημένοις ἐστὶν ἀκόλουθον καὶ τοῖς ῥηθησομένοις σύμ‐ φωνον· κατὰ γὰρ τὸν ψυχικὸν κύκλον κινήσει τὸν σωματι‐ κὸν προϊὼν [36D ss] αὐτὸς ὁ φιλόσοφος καὶ τὰς διττὰς ἀνακυκλήσεις εἰς ἀναλογίαν ἄξει τῶν ἐν τῇ ψυχῇ περιόδων.
15καὶ τοῦτο μὲν τοιαύτην ἔχει κατ’ ἀμφοτέρους τὴν ἐξήγησιν. καὶ μὴν καὶ τὸ τρισὶν ὀνόμασιν ὅλην τοῦ οὐρανοῦ τὴν μακαριότητα περιλαβεῖν οἰκειότατόν ἐστι τῷ κατὰ τριπλῆν αἰτίαν ὑφεστηκότι, τὴν τελικήν, τὴν παραδειγματικήν, τὴν δημιουργικήν. ἐπεὶ καὶ αὐτῶν τῶν ὀνομάτων τὸ μὲν ἀπὸ
20τῆς τελικῆς αἰτίας εἴληπται, καθάπερ τὸ ἕν—τοῦτο γὰρ τῷ ἀγαθῷ ταὐτόν—τὸ δὲ ἀπὸ τῆς παραδειγματικῆς, ὡς τὸ μόνον—τὸ γὰρ μονογενὲς καὶ ἡ μόνωσις ἐν τῷ παν‐ τελεῖ ζῴῳ πρὸ τοῦ παντὸς ἦν—τὸ δὲ ἀπὸ τῆς δημιουρ‐ γικῆς, ὡς τὸ ἔρημον· τὸ γὰρ ἑαυτῷ χρῆσθαι καὶ ἑαυτοῦ
25τὸν κόσμον ἄρχειν ἀπὸ τῆς δημιουργικῆς ἀγαθότητος προ‐ ελήλυθεν. ἔστιν οὖν ὁ κόσμος εἷς μέν, καθόσον ἥνωται καὶ εἰς τὸ ἓν ἐπέστραπται, μόνος δέ, καθόσον τοῦ νοητοῦ μετέχει καὶ πάντα περιείληφεν, ἔρημος δέ, καθόσον τῷ πα‐ τρὶ παραπλήσιός ἐστιν ἑαυτὸν διασῴζειν δυνάμενος· ἐκ δὲ
30τῶν τριῶν ὅτι θεὸς ἀναφαίνεται· τὸ γὰρ ἓν καὶ τέλειον καὶ αὔταρκες στοιχεῖον τῆς θεότητός ἐστι. ταῦτ’ οὖν ὁ κόσμος ὑποδεξάμενος ἔστι καὶ αὐτὸς θεός, εἷς μὲν ὢν κατὰ τὴν
ὕπαρξιν, μόνος δὲ κατὰ τὴν τελειότητα τὴν ἀπὸ πάντων
in Ti
.

2

.

110

τῶν αἰσθητῶν συμπεπληρωμένην, ἔρημος δὲ κατὰ τὴν αὐτ‐ άρκειαν· οἱ γὰρ ἔρημοι πρὸς ἑαυτοὺς ἐπεστραμμένοι τὰς ἐλπίδας τῆς σωτηρίας ἐν ἑαυτοῖς ἔχουσι. καὶ ὅτι τοῦτο δηλοῖ τὸ ἔρημον, ἐκ τῶν ἐχομένων ἔσται καταφανές.
5 Δι’ ἀρετὴν δὲ αὐτὸν αὑτῷ ξυγγίνεσθαι δυνά‐ μενον καὶ οὐδενὸς ἑτέρου προσδεόμενον, γνώριμον δὲ καὶ φίλον ἱκανῶς αὐτὸν αὑτ· διὰ πάντα δὴ ταῦτα εὐδαίμονα θεὸν αὐτὸν ἐγεννήσατο [34 B]. Ἐν γὰρ τούτοις ἤδη σαφῶς ἐδήλωσε, τίνα τὴν ἐρημίαν
10ἡγεῖται, καὶ ὅτι τὸν εἰς ἑαυτὸν ὁρῶντα καὶ τὴν ἑαυτοῦ παρασκευὴν καὶ πρὸς τὸ οἰκεῖον μέτρον τοῦτον ἔρημον ἀπεκάλεσεν· οἱ γὰρ ἐν ταῖς ἐρημίαις ὄντες ἑαυτῶν εἰσι σω‐ τῆρες, ὅσον ἐπὶ τοῖς ἀνθρωπικοῖς αἰτίοις. καὶ οὖν καὶ τὸ πᾶν οὕτως ἔρημον, ὡς ἑαυτῷ ἀρκοῦν καὶ ἑαυτοῦ σωστικόν,
15οὐ δι’ ἐλάττωσιν δυνάμεως, ἀλλὰ περιουσίαν (καὶ γὰρ ἐν‐ δείκνυται τὸ αὔταρκες) *** ἀλλὰ δι’ ἀρετήν, ὥς φησι· μόνος γὰρ καὶ ἐπὶ τῶν μερικῶν ζῴων ὁ τὴν ἀρετὴν ἔχων ἑαυτῷ συγγίνεσθαι δύναται καὶ στέργειν ἑαυτόν, ὁ δὲ κακὸς πᾶς ὁρῶν εἰς τὸ ἐν ἑαυτῷ αἶσχος ἀνίλλεται μὲν πρὸς ἑαυτὸν
20καὶ τὴν ἑαυτοῦ συνουσίαν, ἐπτόηται δὲ πρὸς τὰ ἐκτὸς καὶ διώκει τὰς πρὸς ἄλλους ὁμιλίας, εἰς ἑαυτὸν ὁρᾶν οὐ δυνά‐ μενος, ὁ δὲ σπουδαῖος ὁρῶν ἑαυτὸν καλὸν χαίρει καὶ εὐ‐ φραίνεται καὶ τίκτων ἐν ἑαυτῷ νοήματα καλὰ τὴν ἑαυτοῦ συνουσίαν ἀσπάζεται· κατὰ φύσιν γὰρ οἰκειούμεθα μὲν πρὸς
25τὸ καλόν, ἀποδιδράσκομεν δὲ τὸ αἰσχρόν. εἰ τοίνυν καὶ ὁ κόσμος ἀρετὴν ἔχει τὴν ἑαυτῷ πρέπουσαν, ἔν τε τῇ νοερᾷ οὐσίᾳ καὶ ἐν τῇ ψυχικῇ καὶ τῇ τοῦ ζῴου τελειότητι, πρὸς ἑαυτὸν ὁρῶν ἑαυτὸν ἀγαπᾷ καὶ ἑαυτῷ σύνεστι καὶ αὐτάρκης ἐστίν. ἄξιον οὖν ταῦτα λέγειν πρὸς τοὺς ἔξω τοῦ νοῦ τὰ
30νοητὰ τιθεμένους· τὸ γὰρ εἰς ἄλλα φερόμενον καὶ τῶν ἔξω δεόμενον ὡς ἐλλιπὲς πῶς μακάριον; εἰ οὖν τῷ κόσμῳ δι’
ἀρετὴν ὑπάρχει τὸ εἰς ἑαυτὸν ἐπεστράφθαι, πῶς οὐ πολλῷ
in Ti
.

2

.

111

μειζόνως ὑπάρχει τοῦτο τῷ νῷ; ἑαυτὸν ἄρα νοεῖ ὁ νοῦς. καὶ τοῦτο μὲν τῶν αὐτόθεν ἐστὶ γνωρίμων· ἐκεῖνο δὲ κα‐ τανοεῖν ἄξιον, ὅτι ψυχώσας τὸ πᾶν εὐθὺς καὶ ἀρετῆς αὐτῷ μεταδέδωκεν· ἅμα γὰρ τῇ μετουσίᾳ τῆς ψυχῆς καὶ ἡ τῆς
5ἀρετῆς ἀποπλήρωσις παραγίγνεται τῷ κατὰ φύσιν ἔχοντι, διότι καὶ ἡ μία τῶν ἀρετῶν αἰτία συντέτακται τῇ πηγῇ τῶν ψυχῶν, καὶ ἡ πρόοδος αὐτῆς συνέζευκται τῇ προόδῳ τῆς ψυχῆς· καὶ γὰρ τῆς ἀρετῆς ἄλλη μὲν ἡ ἑνιαία καὶ πρωτ‐ ουργὸς καὶ παντελής, ἄλλη δὲ ἡ ἐν τοῖς ἡγεμονικοῖς θεοῖς,
10ἄλλη δὲ ἡ ἐν τοῖς ἀπολύτοις, ἄλλη δὲ ἡ ἐγκόσμιος, δι’ ἣν ὁ πᾶς κόσμος νόησίν τε ἄχραντον ἔχει καὶ ζωὴν ἀμείλικτον καὶ ἐνέργειαν εἰς ἑαυτὴν ἐπεστραμμένην καὶ ἀμιγῆ καθαρό‐ τητα τῶν ἐν αὐτῷ ζῴων. ἀπὸ δὴ τῆς ἀρετῆς ταύτης γίγνεται γνώριμος ἑαυτῷ καὶ φίλος· προηγεῖται γὰρ ἡ γνῶσις τῆς
15οἰκειώσεως· καὶ ἐπειδὴ καὶ τὸ πᾶν ἔννουν τέ ἐστι ζῷον καὶ θεός, καθὸ μὲν ἔννουν ἐστίν, ἑαυτῷ γίγνεται γνώριμον, καθὸ δὲ θεός, ἑαυτῷ φίλον· τελειοτέρα γὰρ τῆς γνώσεως ἡ ἕνωσις. εἰ οὖν ἑαυτῷ γνώριμον τὸ πᾶν, νοερόν ἐστι· τὸ γὰρ πρώτως ἑαυτῷ γνώριμον νοῦς ἐστιν· καὶ εἰ ἑαυτῷ φίλον,
20ἥνωται, τὸ δὲ ἡνωμένον τεθέωται· τὸ γὰρ ἓν τὸ ἐπὶ τῷ νῷ θεός. ἔχεις οὖν πάλιν ἀρετὴν καὶ γνῶσιν ἑαυτοῦ καὶ φι‐ λίαν ἐν τῷ κόσμῳ, τὴν μὲν ἀπὸ ψυχῆς, τὴν δὲ ἀπὸ νοῦ, τὴν δὲ θεόθεν ἐπ’ αὐτὸν καθήκουσαν. ὥστε εἰκότως καὶ ὁ Πλάτων ἐπήνεγκεν, ὅτι διὰ ταῦτα εὐδαίμονα θεὸν αὐ‐
25τὸν ἐγεννήσατο, ψυχώσας αὐτὸν καὶ ἑαυτῷ γνώριμον ποιήσας καὶ πρὸς ἑαυτὸν φίλον ἀπεργασάμενος· ψυχῆς γὰρ παρουσία καὶ νοῦ μετουσία καὶ ἑνώσεως ὑποδοχὴ θεὸν ἀπο‐ τελεῖ τὸ πᾶν. καὶ οὗτος ἦν ὁ ποτὲ ἐσόμενος θεὸς ὁ νῦν τῷ λόγῳ συμπεπληρωμένος, ἀπόπαν ἐψυχωμένος, νενοωμένος,
30ἡνωμένος· ἡ δὲ ἕνωσις παρῆν μὲν αὐτῷ καὶ κατὰ τὸν τῆς ἀναλογίας δεσμόν, πολλῷ δὲ πλέον ἀπὸ τῆς μιᾶς ψυχῆς καὶ
ἀπὸ τοῦ ἑνὸς νοῦ· διὰ γὰρ τούτων μείζους οἱ δεσμοὶ καὶ
in Ti
.

2

.

112

κρείττων ἕνωσις εἰς τὸ πᾶν προελήλυθεν. ἔτι δὲ καὶ τού‐ των ἐπέκεινα τῶν ἑνώσεων ἡ θεία φιλία καὶ ἡ τοῦ ἀγαθοῦ χορηγία συνέχει τὸν ὅλον κόσμον· κρατερὸς μὲν γὰρ καὶ ὁ δεσμὸς ὁ ἀπὸ νοῦ καὶ ψυχῆς, ὡς καὶ Ὀρφεύς φησιν,
5ἀλλὰ μείζων ἡ τῆς χρυσῆς σειρᾶς ἕνωσις καὶ μειζόνων αἰτία τοῖς πᾶσιν ἀγαθῶν. καὶ μὴν καὶ τὴν εὐδαιμονίαν οἰκείως τῷ παντὶ ληπτέον· ἐπειδὴ γὰρ ἐξήρτηται τοῦ πατρι‐ κοῦ νοῦ καὶ τῆς ὅλης δημιουργίας, καὶ ζῇ κατ’ ἐκείνας τὰς αἰτίας ἑπομένως τε ἐκείναις εὔδαιμόν ἐστι· δαίμων γὰρ
10καὶ ὁ δημιουργὸς ὠνόμασται παρ’ αὐτοῦ μὲν ἐν Πολιτικῷ [272 E] καὶ μέγας δαίμων, παρὰ δὲ Ὀρφέως ἐν οἷς φησιν· ἓν κράτος, εἷς δαίμων γένετο, μέγας ἀρχὸς ἁπάν‐
τω
ν. ὁ οὖν κατὰ τὴν τοῦ πατρὸς βούλησιν ζῶν καὶ τὸ νοερὸν
15ἄτρεπτον σῴζων τὸ ἐκεῖθεν ἐνδεδομένον εὐδαίμων ἐστί. καὶ τὸ μὲν πρῶτον τῆς εὐδαιμονίας εἶδος καὶ παντελές ἐστι τὸ κοσμικόν. δεύτερον δὲ τὸ τῶν θεῶν τῶν ἐγκοσμίων, οὓς καὶ ἐν Φαίδρῳ [247 A 250 B] θεοὺς εὐδαίμονας προση‐ γόρευσεν ἑπομένους τῷ μεγάλῳ Διί. τρίτον δὲ ἐν τοῖς
20κρείττοσιν ἡμῶν γένεσιν· ἄλλη γὰρ ἀγγέλων ἀρετὴ καὶ ἄλλη δαιμόνων καὶ τρίτη τις ἄλλη τῶν ἡρωϊκῶν γενῶν, καὶ τὸ τῆς εὐδαιμονίας εἶδος τριπλοῦν καθ’ ἕκαστον γένος ἐξαλ‐ λαττόμενον. τέταρτον δὲ τὸ ἐν ταῖς ἀχράντοις ψυχαῖς, αἳ καὶ τὰς καθόδους ἀπήμονας ποιοῦνται καὶ προβέβληνται
25ζωὴν ἀμείλικτον καὶ ἀδάμαστον. πέμπτον δὲ τὸ ἐν ταῖς μερικαῖς ψυχαῖς, καὶ τοῦτο πολυειδές· οὐ γὰρ ὡσαύτως εὐ‐ δαιμονεῖ ψυχὴ σελήνῃ τε ὀπαδὸς οὖσα καὶ τῆς ἡλιακῆς ἐξηρ‐ τημένη τάξεως, ἀλλ’ ὥσπερ τὸ εἶδος τῆς ζωῆς ἕτερον, οὕτω καὶ ἡ τελειότης διαφόροις ἀφορίζεται μέτροις. ἔσχατον δὲ
30τὸ ἐν τοῖς ἀλόγοις ζῴοις ὁρώμενον· πᾶν γὰρ τὸ τῆς κατὰ φύσιν προσηκούσης αὐτῷ τελειότητος τυγχάνον εὔδαιμόν ἐστι· διὰ γὰρ τῆς οἰκείας τελειότητος συνάπτεται πρὸς τὸν οἰκεῖον
δαίμονα καὶ τυγχάνει τῆς παρ’ ἐκείνου προνοίας. τοσαυ‐
in Ti
.

2

.

113

ταχῶς οὖν τῆς εὐδαιμονίας ὑφισταμένης τὴν πρωτίστην καὶ ἀκροτάτην ἐν τῷ κόσμῳ θετέον, περὶ ἧς καὶ νῦν ὁ Πλάτων τὸν λόγον πεποίηται. τοῦτο μὲν οὖν ἤδη φανερόν. εἰ δὲ διὰ τὴν ψυχὴν θεὸν τὸν κόσμον εὐθὺς εἶπε τῷ μετα‐
5σχεῖν ψυχῆς, μὴ θαυμάζωμεν· ἕκαστον γὰρ ἐκθεοῦται διὰ τὸ πρὸ αὑτοῦ προσεχῶς, ὁ μὲν σωματικὸς κόσμος διὰ ψυχήν, ἡ δὲ ψυχὴ διὰ νοῦν, ὥς φησιν ὁ Ἀθηναῖος Ξένος [leg. X 897 B] νοῦν αὐτὴν προσλαβοῦσαν θεῖον γίνεσθαι θεόν, νοῦς δὲ διὰ τὸ ἕν· διὸ καὶ ὁ νοῦς θεῖος, ἀλλ’ οὐ θεός.
10οὐκέτι δὲ τὸ ἓν δι’ ἄλλο θεός, ἀλλὰ πρώτως θεός, ὡς νοῦς πρώτως γνωστικόν, ὡς ψυχὴ πρώτως αὐτοκίνητος, ὡς τὸ σῶμα πρώτως ἐν τόπῳ. τούτων δὲ ὄντων παναλήθων καὶ Πλάτωνος ἐξαιρέτων δεῖ σκοπεῖν ἐν τοῖς ἑπομένοις, ποῦ τῇ ψυχῇ τὸν νοῦν ἐφίστησιν, ὡς ἐνταῦθα τῷ σώματι τὴν ψυχήν.
15 Τὴν δὲ ψυχὴν οὐχ ὡς νῦν ὑστέραν ἐπιχειροῦμεν λέγειν, οὕτως ἐμηχανήσατο καὶ ὁ θεὸς νεωτέραν· οὐ γὰρ ἂν ἄρχεσθαι πρεσβύτερον ὑπὸ νεωτέρου συνέρξας εἴασεν [34 BC]. Οἶδεν, ὅτι πάντως ὁ κατ’ ἐπιστροφὴν τρόπος τὰ δεύ‐
20τερα τῇ τάξει πρῶτα παραδίδωσι· τὰ γὰρ προσεχῶς μετεχό‐ μενα δεύτερα τῶν ἐξῃρημένων ἐστί, καὶ τὰ γνωριμώτερα τοῖς ἀκούουσι τῶν ἀφανῶν ἐστιν ἐλάττονα πραγμάτων. αἴτιον δέ, ὅτι πεπτωκότες τὰ ὄντα θεωροῦμεν· ἄνω μὲν γὰρ ὄντες καὶ ἀπὸ σκοπιᾶς τινος θεώμενοι τὰ τῇδε τὴν ἐλάττωσιν
25αὐτῶν δυνάμεθα καθορᾶν, αὐτοῖς συνόντες τοῖς νοητοῖς καὶ ἐκεῖνα πρὸ ὀμμάτων ἔχοντες· εἰς δὲ γένεσιν πεσόντες καὶ οἷον ἐξ ὑπτίας τὰ πράγματα σκοποῦντες τὰ σύμφυλα καὶ προσεχῆ ταῖς αἰσθήσεσιν ἡμῶν ἅτε ἐγγυτέρω κείμενα πρῶτα
καθορῶμεν καὶ ἀπὸ τούτων ἀρχόμενοι δι’ ἀναμνήσεως ἐπ’
in Ti
.

2

.

114

αὐτὰ τὰ ὄντα καὶ τὴν οὐσίαν τὴν ἀληθινὴν ἀνατρέχομεν. ἔσται οὖν ἡ μὲν ἄνωθεν θεωρία μενόντων, ἡ δὲ κάτωθεν ἀποστάντων, καὶ κρίσις ἡ μὲν ἀπὸ τῶν κατ’ οὐσίαν πρεσβυ‐ τέρων ὡρμημένη κατὰ νοῦν ἔτι ζώντων, ἡ δὲ ἀπὸ τῶν δευ‐
5τέρων ἐπὶ τὰ πρῶτα μετιοῦσα πεπτωκότων· μένουσι μὲν γὰρ τὸ ὄντως ὄν, πεπτωκόσι δὲ τὸ μὴ ὂν ἐγγύς· τό τε γὰρ μένον ἐν τῷ ὄντι μένει καὶ τὸ πεπτωκὸς ἐν τῷ μὴ ὄντι κεῖται, προσεχέστερον δὲ ἑκατέρῳ τὸ ἐν ᾧ ἐστι. ταῦτ’ οὖν ὁ Πλάτων εἰδὼς καὶ ὅπως αὐτὸς ἀπὸ τῶν ὑφειμένων ἐπὶ
10τὰ κρείττω κατά τινα πρόοδον εὔτακτον ἀνέδραμεν, ἀξιοῖ σε καὶ τῆς τῶν πραγμάτων μεμνῆσθαι φύσεως, καθ’ ἣν τὸ πρεσβύτερον τοῦ νεωτέρου κρεῖττον, καὶ διὰ τῆσδε τῆς κοι‐ νῆς ἐννοίας καὶ τὴν ψυχὴν τοῦ σώματος προτάττειν· πρεσβυ‐ τέρα γὰρ ἐκείνη, τὸ δὲ νεώτερον. καὶ τοῦτο ὑπέμνησε δι’
15ὑποθετικῆς ἀγωγῆς· εἰ γὰρ ἄρχει τοῦ σώματος ἡ ψυχή, πρεσβυτέρα ἐστὶ τοῦ σώματος. ἀλλὰ μὴν ἄρχει τοῦ σώματος· ἄγει γὰρ αὕτη πάντα τὰ κατ’ οὐρανὸν ταῖς ἑαυτῆς κινήσεσι, καὶ τὸ μὲν σῶμα ἑτεροκίνητόν ἐστιν, ἡ ψυχὴ δὲ καὶ ἑαυτὴν καὶ τὰ ἄλλα πέφυκε κινεῖν. πρεσβυτέρα ἄρα τοῦ
20σώματός ἐστιν. εἰ δὲ τοῦτο, δεῖ διανοεῖσθαι περὶ αὐτῆς ὡς οὐχ ὑστέρας τοῦ σώματος γενομένης, ὃ δὴ ποιοῦντες ἡμεῖς διετελέσαμεν, ἀλλ’ ἄνωθεν αὐτὴν ὑποστήσαντας οἷον ἐκφαι‐ νόμενον ἀπ’ αὐτῆς τὸν σωματικὸν ὄγκον θεωρεῖν· κατ’ ἐκείνην γὰρ ὑπέστη τὸ πᾶν, τὴν μὲν πρόοδον αὐτῆς διὰ τοῦ ὄγκου
25μιμησάμενον, τὴν δὲ ἐπιστροφὴν διὰ τοῦ σχήματος. ἀλλὰ ταῦτα μὲν εἰσαῦθις. Νῦν δέ, εἰ βούλει, καὶ τὴν τοῦ Πλά‐ τωνος λέξιν καθ’ ἕκαστον τῶν ῥημάτων θεωρήσωμεν. πρῶ‐ τον οὖν εὐθὺς τὸ τὴν δὲ ψυχὴν ὅτι περὶ πάσης λέγει τῆς ψυχῆς τὸ ἄρθρον προστεθὲν ἐδήλωσεν· οὐ γὰρ ὥσπερ
30πρότερον [34 B] ψυχὴν δὲ ἐν μέσῳ θεὶς εἶπεν, ἀλλὰ τὴν δὲ ψυχήν· ἐκεῖ μὲν γὰρ δύναμις ἦν ψυχῆς ὅλης ἡ περὶ τὸ μέσον, ἐνταῦθα δὲ ἡ πᾶσα ψυχὴ πρεσβυτέρα λέγεται
τοῦ σώματος. ἐπὶ δὲ τούτῳ τὸ πρεσβύτερον καὶ τὸ νεώ‐
in Ti
.

2

.

115

τερον οὐ κατὰ χρόνον ληπτέον, ὡς ὑπέλαβεν Ἀττικός— ἅμα γὰρ ὑπέστησε τὴν ψυχὴν ὁ πατὴρ καὶ σώματι περιε‐ κάλυψεν αὐτήν—ἀλλὰ τῇ τάξει τῆς οὐσίας· τὸ γὰρ τῷ δημιουργῷ προσεχέστερον πρεσβύτερον, τὸ δὲ πορρωτέρω
5νεώτερον. εἰ δὲ βούλει, καὶ κατὰ χρόνον τὸ πρεσβύτερον καὶ τὸ νεώτερον ἀκουστέον· πρεσβύτερος γὰρ ὁ ἐν ψυχῇ χρόνος καὶ θειότερος, νεώτερος δὲ ὁ τοῦ σώματος, καὶ καθ’ ὅν ἐστιν ἡ ψυχὴ χρόνον, κατὰ τοῦτον οὐκ ἔστι τὸ σωμα‐ τικόν, ἀλλὰ καθ’ ἕτερον, ἐκείνου δεύτερον· ὡς γὰρ κινήσεως
10ἕτερον εἶδος ἐν ἀμφοῖν, οὕτω καὶ χρόνος ἕτερος. τὸ τρίτον τοίνυν ἐπὶ τῆς ψυχῆς τῷ ἐμηχανήσατο κυριώτατα ἐχρή‐ σατο, σαφῶς ἐνδεικνύμενος, ὅτι πρᾶγμά ἐστιν αὐτοκίνητον καὶ λόγων πλῆρες καὶ εὑρετικὸν παντοίων ἐπιχειρήσεων. ἔτι τὸ τὰ πρεσβύτερα τῶν νεωτέρων ἄρχειν ἀπ’ αὐτῶν καθήκει
15τῶν νοητῶν καὶ εἰς τὸ πᾶν· καὶ γὰρ ἐκεῖ πάντων βασιλεὺς τῶν νοερῶν ὁ Πρωτόγονος, ὁ ὑπὸ πάντων ὀνομαζόμενος, καὶ ἐν τοῖς νοεροῖς πάντων λέγεται πατὴρ τῶν Κρονιδῶν πρεσβύτατος [Hom. Ν 355]· ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδει·
20πανταχοῦ γὰρ τὸ μὲν πρεσβύτερον νοερωτέρας καὶ ὁλικωτέρας καὶ μοναδικωτέρας ἐστὶ ζωῆς σύμβολον, τὸ δὲ νεώτερον με‐ ριστῆς καὶ προϊούσης ἐπὶ τὰ δεύτερα καὶ πληθυομένης. καὶ διὰ ταῦτα καὶ τῶν ζῳογονικῶν θεῶν τὴν μὲν πρεσβυτέραν, τὴν δὲ νεωτέραν καλοῦσι, καὶ τῶν δημιουργιῶν τὴν μὲν
25προτέραν, τὴν δὲ νεωτέραν, ἣν καὶ νέαν προσαγορεύουσιν. ἐπὶ δὴ τούτοις τὸ συνέρξας διαρρήδην ἐγκόσμιον ποιεῖ ταύτην 〈τὴν〉 ψυχὴν περὶ ἧς ὁ παρὼν λόγος, ἀλλ’ οὐκ ἀπό‐ λυτον οὐδὲ τὴν μίαν τὴν πρὸ τῶν πολλῶν· ἐκείνη μὲν γὰρ ἐξῄρηται πάντων, καὶ ὡς περὶ κέντρον αὐτὴν αἱ ἄλλαι ψυ‐
30χαὶ πᾶσαι προεληλύθασιν, αὕτη δὲ ἀναδέχεται τὴν πρὸς
in Ti
.

2

.

116

τὸ σῶμα σύνερξιν κατὰ τὴν τοῦ πατρὸς βούλησιν ἐπιτελου‐ μένην. Ἀλλά πως ἡμεῖς πολὺ μετέχοντες τοῦ προστυ‐ χόντος τε καὶ εἰκῇ ταύτῃ πῃ καὶ λέγομεν [34 C].
5 Διὰ ποίαν αἰτίαν ἀπὸ τῶν νεωτέρων ὡς πρεσβυτέρων ἐπὶ τὰ κατ’ οὐσίαν πρεσβύτερα μεταβιβάζειν ἡμῶν βουλό‐ μεθα τὸν νοῦν; ὅτι καθεύδοντι ἔοικεν ὁ ἡμέτερος νοῦς καὶ ἀναπεπλησμένῳ τῆς ἀλόγου καὶ πλημμελοῦς φύσεως· τὸ γὰρ προστυχὸν καὶ τὸ εἰκῇ τούτων σημαντικά ἐστιν· ἐπεὶ γὰρ
10καὶ αἴσθησιν ἔχομεν καὶ προβέβληται τὰ αἰσθητὰ ἡμῶν, οἷς καὶ σύντροφοί ἐσμεν, τῶν νεωτέρων μέν, ἡμῖν δὲ οἰκειο‐ τέρων πρώτων ἀντιλαμβανόμεθα, καὶ διὰ μὲν τὴν αἴσθησιν εἰκῇ φερόμεθα, διὰ δὲ τὰ αἰσθητὰ προσβάλλοντα ἡμῖν κατὰ τὸ προστυχὸν ζῶμεν. εἴτε δὲ αἴσθησιν εἴχομεν τῶν αἰσθη‐
15τῶν μὴ παρόντων, οὐκ ἂν εἰκαίως ἐζῶμεν· ἔστι γὰρ ἐν ἡμῖν τὸ εἰκαῖον, ἔξωθεν δὲ τὸ προστυχόν· καὶ γὰρ οἱ ἄνω μέ‐ νοντες αἴσθησιν ἔχουσιν ἠρεμοῦσαν. εἴτε τὰ αἰσθητὰ παρῆν αἰσθήσεως οὐκ οὔσης, οὐδὲν ἂν ἦν ἡμῖν προστυχόν· ἐπειδὴ δὲ καὶ αἴσθησιν ἔχομεν καὶ τὰ αἰσθητὰ πρὸ ὀμμάτων ἐστὶν
20ἡμῶν, εἰκῇ τε ζῶμεν καὶ κατὰ τὸ προστυχὸν καί, ὅ φασι, κάτω κάρα ποιούμεθα τὴν τῶν ὄντων κρίσιν. ὃ καὶ Ἐμ‐ πεδοκλῆς [frg. 2, 2D.] ἡμῶν κατοδυρόμενος ἔφη· πολλὰ δὲ δείλ’ ἔμπαια, τά τ’ ἀμβλύνουσι μερίμνας· πολλὰ γὰρ ἐμπίπτοντα τοῖς ὄντως ἡμῖν δειλοῖς, ὡς φυγάσι
25θεόθεν γενομένοις, ἀμβλύνει τὴν τῶν ὄντων θεωρίαν. ἐπειδὴ δέ, ὥσπερ καὶ οὗτος ὁ φιλόσοφος εἶπεν, ἔξωθεν ἐφῆκεν ἡμῖν τοῦτο τὸ προστυχὸν καὶ τὸ εἰκαῖον, διὰ τοῦτο καὶ ὁ Πλά‐ των μετέχειν ἡμᾶς αὐτῶν εἶπεν, ἀλλ’ οὐκ ἀπὸ τῆς οὐσίας ἡμῶν ἀνεγείρεσθαι ταῦτα· νοεροὶ γάρ ἐσμεν κατ’ οὐσίαν.
30ἐπειδὴ δὲ μέθεξίς ἐστι καὶ ἀπὸ τῶν θειοτέρων, τὸ πολὺ
προσέθηκεν, ἵνα τὸ ἀόριστον καὶ συγκεχυμένον ἐνδείξηται
in Ti
.

2

.

117

τῆς τοιαύτης μετουσίας· ἡ γὰρ τῶν θειοτέρων μέθεξις ἕνω‐ σιν ἐπάγει καὶ ὅρον καὶ τάξιν τοῖς μετέχουσιν. Ὁ δὲ καὶ γενέσει καὶ ἀρετῇ προτέραν καὶ πρε‐ σβυτέραν ψυχὴν σώματος ὡς δεσπότιν καὶ ἄρξου‐
5σαν ἀρξομένου συνεστήσατο ἐκ τῶνδέ τε καὶ τοιῷδε τρόπῳ [34 C]. Ὁ μὲν Πορφύριος ὑποδιελὼν γενέσει μὲν πρεσβυτέραν, ἀρετῇ δὲ προτέραν ἀκούει τὴν ψυχὴν τοῦ σώματος· δυνατὸν δὲ ἄμφω καθ’ ἑκάτερον ἀκούειν καὶ τῇ γενέσει τὸ προ‐
10τέραν καὶ πρεσβυτέραν συνάπτειν καὶ τῇ ἀρετῇ πάλιν ἑκάτερον. ἔστι δὲ γένεσις ἐπὶ τῆς ψυχῆς οὐχ ἡ κατὰ χρόνον (ἀγένητον γὰρ καὶ ἀνώλεθρον ἔδειξεν ἐν Φαίδρῳ [246 A] τὴν ψυχήν), ἀλλ’ ἡ κατ’ οὐσίαν πάροδος ἀπὸ τῶν νοητῶν αἰτίων· ἔστι γὰρ τῶν ὄντων τὰ μὲν νοητὰ καὶ ἀγένητα,
15τὰ δὲ αἰσθητὰ καὶ γενητά, τὰ δὲ μεταξὺ τούτων νοητὰ καὶ γενητά· τὰ μὲν γάρ ἐστιν ἀσύνθετα πάντη καὶ ἀμέριστα καὶ διὰ τοῦτο ἀγένητα, τὰ δὲ σύνθετα καὶ μεριστὰ καὶ διὰ τοῦτο γενητά· τὰ δὲ ἐν μέσῳ τούτων νοητὰ καὶ γενητά, ἀμέ‐ ριστά τε ὄντα καὶ μεριστὰ τὴν φύσιν, ἁπλᾶ τε καὶ σύνθετα
20τρόπον ἕτερον. ἄλλη οὖν ἡ ἐπὶ ψυχῆς γένεσις καὶ ἄλλη ἡ ἐπὶ σώματος· ἣ μὲν προτέρα καὶ πρεσβυτέρα· προσεχεστέρα γάρ ἐστι τῷ πάντων δημιουργῷ· ἣ δὲ δευτέρα καὶ νεωτέρα· πορρωτέρω γάρ ἐστι τῆς μιᾶς αἰτίας. ἔτι δὲ ἀρετὴ πάρεστι μὲν καὶ τῇ ψυχῇ, πάρεστι δὲ καὶ τῷ σώματι καὶ τῷ ὅλῳ
25ζῴῳ, ἀλλὰ θειοτέρα μὲν ἡ τῆς ψυχῆς, ὑφειμένη δὲ ἡ τοῦ σώματος, καὶ ἣ μὲν ἡγεμονικωτέρα καὶ ἐγγυτέρω τῶν τῆς νοητῆς ἀρετῆς ἑνιαίων αἰτιῶν, ἣ δὲ ἑπομένη καὶ πορρώτερον ἐκείνων. δηλοῖ δὲ ἡ μὲν γένεσις τὴν πρόοδον, ἡ δὲ ἀρετὴ τὴν τελείωσιν καὶ τὴν ἐπιστροφήν· ὧν τὸ μὲν ἐκ τῆς πη‐
30γαίας ψυχῆς, τὸ δὲ ἐκ τῆς πηγαίας ἀρετῆς ὑπάρχει ταῖς
ψυχαῖς. καὶ μὴν καὶ αὐτὸ τὸ πρότερον καὶ πρεσβύ‐
in Ti
.

2

.

118

τερον ἔχει τινὰ πρὸς ἄλληλα διαφοράν· ἔστι γὰρ τὸ μὲν πρότερον τάξεως μόνης σημαντικόν, τὸ δὲ πρεσβύτερον τῆς ὡς αἰτίου πρὸς αἰτιατὸν ὑπεροχῆς. οὐ πᾶν οὖν τὸ πρότερον καὶ πρεσβύτερον λέγοιτο ἄν, ἀλλὰ τὸ τῆς οὐσίας
5ἐξηγούμενον τοῖς δευτέροις. ἀμφότερα δὲ ἐπὶ τῆς ψυχῆς ἀληθῆ· καὶ γὰρ τὴν τάξιν ἔλαχε προτέραν, ἀδελφὴ τοῦ σώ‐ ματος οὖσα κατὰ τὴν ἀπὸ τῆς μιᾶς δημιουργίας ἀμφοῖν πάροδον, καὶ γεννᾷ μετὰ τοῦ πατρὸς καὶ αὕτη τὸ σῶμα καὶ συνδιακοσμεῖ· τὰ γὰρ πρῶτα προϊόντα συμπαράγει ταῖς
10ἑαυτῶν αἰτίαις τὰ μετὰ ταῦτα. τί δὲ τὸ ὡς δεσπότιν καὶ ὡς ἄρξουσαν; ἆρ’ οὐκ ἀμφότερα ἐνδείκνυται, καὶ ὅτι χορηγεῖ τὰ ἀγαθὰ πᾶσιν ἡ ψυχὴ καὶ πᾶσαν πρόνοιαν ποι‐ εῖται τοῦ σώματος, καὶ ὅτι σῴζει τὸ οἰκεῖον ἀγαθὸν ἀκέ‐ ραιον; καὶ πῶς οὐχὶ ταῦτα δηλοῖ διὰ τούτων; ὁ μὲν γὰρ
15δεσπότης πρὸς τὸ οἰκεῖον ἀγαθὸν ἀεὶ τὰ τῶν διοικουμένων ἀναφέρει, ὁ δὲ ἄρχων τὸ τῶν ὑπηκόων ἀγαθὸν ὁρᾷ καὶ πρὸς ἐκεῖνο συντάττει πάντα. πρόσεστι δὲ τῇ ψυχῇ διὰ μὲν τὸ ἑαυτῆς ἕνεκα πάντα ποιεῖν τὸ δεσποτικόν, διὰ δὲ τὸ πάντα πληροῦν ἀγαθῶν τὸ ἀρχικὸν ἰδίωμα· καὶ γὰρ τὸ
20προνοητικὸν αὐτῆς οὐκ ἐλαττοῦται διὰ τῆς πρὸς τὸ οἰκεῖον ἀγαθὸν ἁπάντων ἀναφορᾶς, καὶ τὸ ἀγαθὸν ἀνεξάλλακτον μένει τῆς προνοίας ἐπιτελουμένης. καὶ ἄλλως ἐστὶν ἄρχουσα καὶ δεσπότις· πρόεισι γὰρ καὶ ἀπὸ τῆς ἡγεμονικῆς ψυχῆς καὶ ἀπὸ τῆς πηγαίας. καὶ ἄλλως διότι μὲν οἶκος αὐτῆς τὸ
25πᾶν, καλεῖται δεσπότις, διότι δὲ ἄγει πάντα ταῖς ἑαυτῆς κινήσεσιν, ἀρχικὴν ἔχει δύναμιν, καὶ διότι μὲν ἐξουσιάζει τοῖς ὅλοις, δεσπότις ἐστί, διότι δὲ ἀφομοιοῖ πάντα πρὸς τὸ νοητόν, ἄρχει τοῦ παντός. εἰ δὲ οὕτως ὑπέστη τὴν ἀρχὴν ὡς δεσπότις καὶ ὡς ἄρχουσα, κατ’ οὐσίαν αὐτῇ ταῦτα, τὸ
30δεσποτικὸν λέγω καὶ τὸ ἀρχικόν· εἰ δὲ κατ’ οὐσίαν, ἀεὶ αὐτῇ παρῆν. καὶ εἰ μὲν δυνάμει μόνον, ἀτελὴς ἦν, ὃ μηδὲ θέμις
εἰπεῖν· εἰ δὲ κατ’ ἐνέργειαν ἦν, καὶ τὸ ἀρχόμενον ἀεὶ ἦν καὶ
in Ti
.

2

.

119

ἐκοσμεῖτο παρ’ αὐτῆς. αὐτὸ δὲ τὸ πᾶν εἰ οὕτως ἀπεγέννησεν, ὡς ἀρχόμενον ὑπὸ τῆς ψυχῆς, συνυφεστήκει τῇ ψυχῇ· τὸ γὰρ ἀρχόμενον ἅμα τῷ ἄρχοντι συνέζευκται. δι’ ἀμφοτέρων ἄρα τήν τε ἀιδιότητα τοῦ παντὸς ἀνευρίσκομεν καὶ ὅτι μὴ
5κατὰ συμβεβηκὸς τῇ ψυχῇ τὸ ἄρχειν ἢ τὸ ἄρχεσθαι τῷ σώ‐ ματι, κατ’ αὐτὸ δὲ τὸ εἶναι παρῆκται δεσπότις μὲν ἡ ψυχὴ τοῦ σώματος, ὑπήκοον δὲ τὸ σῶμα τῆς ψυχῆς. διὸ καὶ αὐτοφυῶς ἀλλήλοις συνάπτεται, καὶ τό τε σῶμα πρὸς μετ‐ ουσίαν ἐγείρεται τῆς ψυχῆς καὶ ἡ ψυχὴ πρὸς τὴν ἐπιμέ‐
10λειαν τοῦ σώματος. ἔτι τὸ ἐκ τῶνδε καὶ τὸ τοιῷδε τρόπῳ τά τε γένη τὰ συστήσαντα τὴν ψυχὴν εἰς φῶς ἐξα‐ γαγεῖν βούλεται καὶ τὸν τρόπον τῆς συγκράσεως αὐτῶν καὶ τοὺς λόγους, καθ’ οὓς τὸ κρᾶμα διῄρηται· καὶ γὰρ τὸ σω‐ ματικὸν ἔκ τινων συνέστησε στοιχείων καὶ κατά τινα τρόπον,
15ἀναλογίαν αὐτῶν τινα καὶ δεσμὸν φυσικὸν μηχανησάμενος. εἰ δὲ ἐκ τῶνδε καὶ τρόπῳ τοιῷδε παρήγαγεν ὁ θεὸς τὴν ψυχήν, καὶ τὸ οἷον ὑποκείμενον αὐτῆς καὶ τὸ εἶδος ὑφί‐ στησιν ὁ θεός. γελοῖον οὖν τὴν μὲν οὐσίαν αὐτῆς ἀγένητον λέγειν, εἴπερ ἐκ τοιῶνδε ὑπέστη στοιχείων, τὸ δὲ εἶδος γε‐
20νητόν· ἄμφω γὰρ παράγειν φησὶ [69A ss] τὸν θεόν, καὶ τὴν οἷον ὕλην τῆς ψυχῆς καὶ τὸν λόγον, καθ’ ὃν τοιῶσδε μεμόρφωται συνδεθεῖσα ταῖς μεσότησιν. εἰ δὲ καὶ τὰ οἷον στοιχεῖα αὐτῆς ἀπεγέννα, τὴν οὐσίαν, τὸ ταυτόν, τὸ θάτερον, εἶτ’ ἐκ τούτων τὸ ὅλον, γενητόν ἐστι πᾶν τὸ οὐσιῶδες αὐτῆς.
25 Τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ ἐχούσης οὐσίας καὶ τῆς αὖ περὶ τὰ σώματα γινομένης μερι‐ στῆς τρίτον ἐξ ἀμφοῖν ἐν μέσῳ συνεκεράσατο οὐ‐ σίας εἶδος [35 A]. Πρῶτον εἰπεῖν χρή, διὰ ποίαν αἰτίαν ὁ Πλάτων γένεσιν
30παραδίδωσι τῆς ψυχῆς ἀγενήτου κατ’ αὐτὸν ὑπαρχούσης, ἔπειτα διελέσθαι τὴν ὅλην ψυχογονίαν κατὰ τρόπον, καὶ τρίτον ἐπιδεῖξαι τὴν μεσότητα τῆς ψυχῆς, τέταρτον περὶ τῶν
γενῶν εἰπεῖν τούτων, ἀφ’ ὧν τά τε ἄλλα καὶ τὴν ψυχὴν
in Ti
.

2

.

120

ὑπέστησε, πέμπτον, ὅπως καὶ ἐπὶ τῆς ψυχῆς τὴν τῶν γενῶν σύγκρασιν ληπτέον, ἕκτον ἐπὶ τούτοις τὸ ἀμέριστον καὶ με‐ ριστὸν τίνα ποτέ ἐστι διελθεῖν, ἕβδομον τὴν τοῦ Πλάτωνος λέξιν γνώριμον ποιῆσαι καὶ τοῖς προειρημένοις ἀποδεῖξαι
5πᾶσι συνᾴδουσαν· ἐὰν γὰρ ταῦτα τῷ λόγῳ περιλαβεῖν δυ‐ νατοὶ γενώμεθα, τέλος ἕξομεν τῆς τῶν προκειμένων ἐξετά‐ σεως τὸν ἡμῖν δυνατὸν τρόπον ἐμμελές. ἀρκτέον οὖν ἀπὸ τοῦ πρώτου, διότι καὶ τῶν παλαιῶν τινες ἐπέπληξαν τῷ Πλάτωνι λέγοντες· οὐκ ὀρθῶς ἀρχὴν ἀρχῆς ἐπιζητεῖ
10καὶ γένεσιν ἀγενήτου πράγματος· εἰ γὰρ καὶ τῶν πρώτων τὰ αἴτια ζητήσομεν καὶ τῶν αὐθυποστά‐ των γενέσεις ἐπινοήσομεν, εἰς ἄπειρον προϊόντες λησόμεθα καὶ τέλος οὐδὲν ἔχοντες τῆς θεωρίας· ὥσπερ γὰρ ὁ πάντα ἀποδεικτὰ νενομικὼς αὐτὴν
15μάλιστα τὴν ἀπόδειξιν ἀναιρε, τοῦτον τὸν τρόπον καὶ ὁ πάντων αἰτίας ἐπιζητῶν ἄρδην ἀνατρέπει τὰ ὄντα πάντα καὶ τὴν τάξιν αὐτῶν τὴν ἀπό τινος ὡρισμένης ἀρχῆς προϊοῦσαν. τοιαῦτα μὲν ὁ Θεό‐ φραστος ἐπιτιμᾷ τῷ Πλάτωνι περὶ τῆσδε τῆς ψυχογονίας,
20οὐδὲ ἐπὶ τῶν φυσικῶν πάντων λέγων δεῖν ἡμᾶς ἐπιζητεῖν τὸ διὰ τί· γελοῖον γάρ, φησίν, ἀπορεῖν, διὰ τί καίει τὸ πῦρ καὶ διὰ τί ψύχει ἡ χιών. οἱ δὲ ὑπὲρ τοῦ Πλάτωνος πρὸς αὐτὸν ἀντιγράψαντες τὸ μὲν τὸ ὅτι μόνον τῶν φυσικῶν γιγνώσκειν ἄλογον εἶναι γνῶσίν φασι καὶ
25δοξαστικὴν ἢ αἰσθητικὴν ἀντίληψιν αὐτῶν, τὸ δὲ καὶ τὸ διότι προστιθέναι καὶ τὰς αἰτίας αὐτῶν θηρᾶν ὄντως εἶναι νοῦ καὶ διανοίας ἐπιστήμονος ἔργον· ταύτῃ γὰρ διαφέρει δόξα ὀρθὴ καὶ ἐπιστήμων λόγος. ἡμεῖς δὲ ἀμφοτέρων ἀκούοντες εὖ μὲν λέγειν οἰόμεθα τοὺς δευτέρους, ἡδέως δ’
30ἂν ἐροίμεθα τὸν Θεόφραστον πρότερον αὐτόν, πότερον οὐ‐
in Ti
.

2

.

121

δενὸς αἰτίαν ἀποδοτέον ἢ τινός· εἰ μὲν γὰρ μηδενός, πρὸς τῷ τὴν ἐπιστήμην ἀναιρεῖν, τὴν μάλιστα τὰς αἰτίας γνωρί‐ ζουσαν, καὶ ἑαυτοῦ κατηγορήσει ζητοῦντος, πόθεν μὲν αἱ βρονταί, πόθεν δὲ ἄνεμοι, ποῖαι δὲ αἰτίαι κεραυνῶν, ἀστρα‐
5πῶν, πρηστήρων, ὑετῶν, χιόνος, χαλάζης, ἃ δὴ καλῶς ποιῶν ἐν τῇ τῶν μετεώρων ἀπολογίᾳ τῆς πρεπούσης εἰκοτολογίας καὶ αὐτὸς ἠξίωσεν, εἰ δὲ τινός, διὰ τί τὰ μὲν κατ’ αἰτίας τῶν φυσικῶν θεατέον, τὰ δὲ ἄνευ αἰτίας ἀλόγως παραδο‐ τέον; οὐ γὰρ ἐφ’ ὧν τὸ ὅτι πάντως καταφανές, ἐπὶ τούτων
10καὶ τὸ διότι γνώριμον. μετὰ δὲ τοῦτον ἐρωτήσομεν τοὺς τοῦ Πλάτωνος ἐραστάς, πότερον ἁπαξαπάντων ζητήσομεν αἰ‐ τίαν ἢ οὐ πάντων· εἰ μὲν δὴ ἁπάντων, ἆρα καὶ αὐτοῦ τοῦ ἑνός, ὃ καὶ αἰτίας εἶναι κρεῖττόν φαμεν; ὅτι μὲν γὰρ ἓν ἔστιν, ὑπομιμνήσκομεν ἐκ τῶν ἐναργῶν· εἰ γὰρ μὴ ἕν,
15ἀλλὰ πλῆθος, τί τὸ ἑνοῦν; τὸ γὰρ ἡνωμένον ἀπὸ τοῦ ἑνός, ὡς τὸ οὐσιωμένον ἀπὸ τῆς οὐσίας, ὡς τὸ ἐψυχωμένον ἀπὸ τῆς ψυχῆς· διότι δὲ ἕν ἐστι τὸ ἕν, οὐκ ἔστιν εἰπεῖν· πάσης γὰρ αἰτίας ἐκεῖνο πρεσβύτερον. εἰ δὲ οὐχ ἁπάντων, διὰ τί ψυχῆς μὲν τὴν αἰτίαν καὶ τὴν ἀπ’ αἰτίας γένεσιν ἐπιζητή‐
20σομεν, ἐπ’ ἄλλων δὲ οὐδαμῶς ταὐτὸν τοῦτο ποιήσομεν; ἰδίᾳ δὲ ἑκατέρους ἐρωτήσαντες πρὸς ἡμᾶς αὐτοὺς ὑπὲρ ἀμ‐ φοτέρων ἀπορήσομεν, διὰ ποίαν αἰτίαν ὁ μὲν Πλάτων καὶ ψυχῆς γένεσιν πλάττει καὶ τὴν ἀπ’ αἰτίας πάροδον, ὁ δὲ Θεόφραστος διαγράφει πᾶσαν τὴν τοιαύτην διδασκαλίαν, καὶ
25ἀπορήσαντες ἐροῦμεν, ὅτι Θεοφράστῳ μὲν καὶ τοῖς ἐκ τοῦ περιπάτου πᾶσι μέχρι τῶν κινητικῶν τοῦ παντὸς εἰδῶν ἡ τῆς θεωρίας ἄνοδος γέγονεν, εἴτε ψυχὰς ταῦτα δεῖ καλεῖν εἴτε νόας, τῷ δὲ Πλάτωνι ταῦτα μὲν ὡς μεθεκτὰ τοῦ τὴν
πρώτην ἔχειν ἐν τοῖς οὖσιν ἀξίαν παρῃρημένα πολλοστὴν
in Ti
.

2

.

122

ἔχει τάξιν ἀπὸ τῶν ἀρχῶν, πρὸ δὲ τούτων εἰσὶν οἱ νοεροὶ καὶ νοητοὶ διάκοσμοι τῶν ὄντων, ἀφ’ ὧν καὶ τούτοις ἡ πάροδος, καὶ πρὸ τούτων ὁ τῶν θεῶν ἀριθμός, ἑνοποιῶν τὰ ὄντα καὶ συνέχων καὶ τῷ θείῳ φωτὶ καταλάμπων, καὶ
5πρὸ τοῦ ἀριθμοῦ τούτου πάλιν ἡ ἑνὰς ἡ ἀμέθεκτος, ἀφ’ ἧς ὁ ἀριθμὸς οὗτος ἐξέφηνεν αὑτὸν διὰ τῶν καταλαμφθέντων· δεῖ γὰρ πρὸ μὲν τῶν μετεχομένων εἰδῶν εἶναι τὰ ἀμέθεκτα, πρὸ δὲ τῶν ἀμεθέκτων τὰς ἑνάδας αὐτῶν· ἄλλο γὰρ τὸ ἡνωμένον καὶ ἄλλο ἡ ἑνάς· καὶ πρὸ τῶν πολλῶν ἑνάδων
10τὴν μίαν αὐτῶν πηγήν. τούτων τοίνυν οὕτω παρ’ ἀμ‐ φοτέροις δεδογμένων ὁ μὲν Θεόφραστος εἰκότως ἀρχὴν κινήσεως τὴν ψυχὴν εἰπὼν οὐδὲν ἄλλο πρὸ αὐτῆς ὑποθέ‐ μενος, ἀρχῆς οὐκ οἴεται δεῖν ἀρχὴν ἐπιζητεῖν· ἔμψυχον γὰρ καὶ αὐτὸς εἶναι δίδωσι τὸν οὐρανὸν καὶ διὰ τοῦτο θεῖον·
15εἰ γὰρ θεῖός ἐστι, φησί, καὶ τὴν ἀρίστην ἔχει διαγωγήν, ἔμψυχός ἐστιν· οὐδὲν γὰρ τίμιον ἄνευ ψυχῆς, ὡς ἐν τῇ Περὶ οὐρανοῦ γέγραφεν. ὁ δὲ Πλάτων, καὶ πρὸ τῶν ψυ‐ χῶν τῶν οὐρανίων τοὺς νοῦς τοὺς ἐγκοσμίους ὑποθέμενος καὶ πρὸ τούτων τοὺς ἀσχέτους καὶ πρὸ τούτων τὸν θεῖον
20διάκοσμον, εἰκότως καὶ τὴν ψυχὴν παραγομένην καὶ ἀπ’ ἄλλης ἀρχῆς γεννωμένην παραδίδωσιν, ἄλλως τε καὶ τὴν γένεσιν εἰδὼς μὴ μόνον ἐπὶ σωμάτων, ἀλλὰ καὶ ἐπὶ ψυχῶν χώραν ἔχουσαν, καθόσον καὶ αὗται χρόνου μετέχουσι· καὶ γὰρ ἐν ταῖς θείαις ψυχαῖς χρόνος ἐστίν, ὥσπερ καὶ ἐν
25Φαίδρῳ [247 D] φησὶ διὰ χρόνου θεᾶσθαι τὸ ὂν αὐτάς· πᾶσα γὰρ μεταβατικὴ κίνησις συνεζευγμένον ἔχει τὸν χρόνον. πρὸς μὲν οὖν τὸ πρώτιστον τῶν εἰρημένων προβλημάτων τοσαῦτα ῥητέον. Ἅμα γὰρ καὶ ὅπως ὁ Πλάτων ὀρθῶς γέ‐ νεσιν ψυχῆς παραδίδωσιν ἀγενήτου κατ’ οὐσίαν οὔσης, ἱκα‐
30νῶς ἀποδέδεικται, καὶ ὅπως ὁ πρὸς αὐτὸν ἐνιστάμενος λόγος πῂ μὲν ὀρθῶς, πῃ δὲ οὐκ ὀρθῶς ἀντείρηται· τῷ μὲν γὰρ πρώτην ὑποθέσθαι τὴν ψυχὴν ἑπόμενόν ἐστι τὸ καὶ τὴν
γένεσιν αὐτῆς ἀναιρεῖν· ἐκ τίνος γὰρ ἡ γένεσις τοῦ πρὸ
in Ti
.

2

.

123

αὐτῆς οὐκ ὄντος; αὐτὸ δὲ τοῦτο οὐκ ἀληθές, τὸ πρωτίστην εἶναι τῶν ὅλων τὴν ψυχήν· ἀνάγκη γάρ, ὅπερ περὶ τοῦ σώματός φησιν Ἀριστοτέλης, πεπερασμένον ὂν ἀεὶ λαμ‐ βάνειν δύναμιν τοῦ κινεῖσθαι ἀεί, ἀλλ’ οὐχ ἅμα τὴν ἄπει‐
5ρον εἰληφέναι, ταὐτὸν καὶ περὶ ψυχῆς λέγειν μὴ ἅμα πάντα ἐνεργούσης, ὡς τὴν ἄπειρον δύναμιν, ἀφ’ ἧς ἀεὶ ἐνεργεῖ, οὐχ ἅμα πᾶσαν ἔχει ἢ ἐνεργεῖ 〈κατὰ〉 πᾶσαν, ἔχουσα ἀεὶ μίαν ἐνέργειαν· πάσης γὰρ δυνάμεως ἐνέργεια μία μιᾶς. ἀεὶ ἄρα λαμβάνει τὴν τοῦ ἐνεργεῖν ἀεὶ δύναμιν καὶ διὰ
10τοῦτο οὐκ ἀεὶ ὡσαύτως ἐνεργεῖ, ἀλλὰ ἄλλοτε ἄλλως. ὥστε συλλήβδην ἀληθές, ὅτι πᾶν τὸ κατὰ χρόνον ἐνεργοῦν δέχε‐ ται ἀεὶ τὴν τοῦ ἐνεργεῖν δύναμιν, ἀλλ’ οὐχ ἅμα δέδεκται ὅλην· καὶ ταύτῃ γενητόν ἐστιν. ὅτι δὲ οὐ πρῶτον ἡ ψυχὴ δῆλον· τὸ μὲν γὰρ πρῶτον πᾶσι πάρεστι, καὶ μετέχειν ἀνάγκη
15πάντα τῆς πάντων ἀρχῆς ἢ μὴ μετέχοντα παντάπασιν ἀπο‐ λωλέναι· πᾶσι γὰρ ἡ οὐσία καὶ ἡ ὕπαρξις ἀπὸ τῆς πρωτί‐ στης ἀρχῆς· ψυχὴ δὲ οὐ πᾶσι πάρεστιν, οὐδὲ πάντα μετέχειν ἀνάγκη ψυχῆς, ἀλλὰ τὰ μὲν ἄψυχα, τὰ δὲ ἔμψυχα τῶν σωμάτων ἐστί. καὶ τὸ μὲν πρῶτον ἓν εἶναι δεῖ· πλῆθος γὰρ
20ὂν ἕξει πρὸ αὑτοῦ τὸ ἑνοποιόν· οὐ γὰρ διεσπαρμένον ἔσται τὸ πλῆθος· ἡ δὲ ψυχὴ πλῆθός ἐστι. καὶ τὸ μὲν πρῶτον ἐπέκεινα πάσης οὐσίας, ἐπειδὴ πᾶσα οὐσία πλῆθος ἔχει μεθ’ ἑαυτῆς· ἑτερότης γὰρ ἐν αὐτῇ καὶ ταυτότης ζωή τε καὶ αἰ‐ ώνιος ἐνέργεια· ἡ δὲ ψυχὴ οὐσία. καὶ τὸ μὲν πρῶτον παν‐
25ταχοῦ γένος ἀκάκωτόν ἐστι, τὸ δὲ τῶν ψυχῶν κακύνεσθαί πῃ πέφυκεν· καὶ ὅλως τοῦτο διὰ πολλῶν ἐπιδείκνυται λό‐ γων. ἐπεὶ δὲ οὗτός ἐστιν ὁ τοῦ Πλάτωνος διὰ τὴν εἰρη‐ μένην αἰτίαν σκοπός, αὐτὴν ἡμῖν ἀναπτύσσει τὴν ψυχικὴν οὐσίαν, ὅπως ὑπέστη καὶ ἐκ ποίων στοιχείων καὶ κατὰ ποίους
30λόγους ἀναδιδάσκων· ὥσπερ γὰρ τὸ σῶμα τὸ ἡμέτερον ὅτι
μέν ἐστιν ἐν αὐτῷ πρόσωπον καὶ χεῖρες καὶ μηροὶ καὶ πόδες
in Ti
.

2

.

124

γνῶναι ῥᾴδιον καὶ τἆλλα ὅσα προβέβληται παντί, πῶς δὲ ἐκ τῶν ἔνδον σύγκειται μορίων καὶ τίνων καὶ τίνα λόγον ἐχόντων, ἰατρικῆς τε καὶ ἀνατομικῆς εἰδέναι, κατὰ τὸν αὐ‐ τὸν τρόπον καὶ τὴν ψυχὴν κατὰ μὲν τὰς ὅλας αὐτῆς δυνά‐
5μεις οἷόν ἐστι διελθεῖν οὐ χαλεπόν, αὐτὴν δὲ τὴν οὐσίαν αὐτῆς ἀναπτύξαι καὶ μέχρι τῶν στοιχείων, ἐξ ὧν ὑφέστηκε, καὶ τοὺς παντοίους ἐν αὐτῇ θεωρῆσαι λόγους τῆς ἀκριβε‐ στάτης ἔργον ἂν εἴη περὶ αὐτὴν θεωρίας. ὃ δὴ καὶ ὁ Πλά‐ των ποιεῖν ἐπιχειρεῖ, τὴν ψυχικὴν οὐσίαν οἷον ἀνατέμνων
10καὶ πᾶσαν αὐτὴν ἀπογυμνῶν τοῖς ἕπεσθαι δυναμένοις. πρὸς μὲν οὖν τὸ πρῶτον, ὥσπερ εἴπομεν, διὰ τούτων ἀποκρινό‐ μεθα τῶν ἐζητημένων· ὅτι γὰρ καὶ γενητὴν εἰκότως λέγει τὴν οὐσίαν τῆς ψυχῆς, μάθοιμεν ἂν ἐννοήσαντες, ὅ,τι ποτὲ τὸ γενητὸν ἔλεγεν καὶ ἐπὶ τοῦ σωματοειδοῦς, ὅτι τὸ ἀεὶ
15γεννώμενον καὶ τὴν ἄπειρον τοῦ εἶναι δύναμιν ἀεὶ δεχό‐ μενον· τοιαύτη γὰρ καὶ ἡ ψυχή, τὴν ὅλην ἀπειρίαν τοῦ ὄντος ἅμα μὴ δυναμένη δέξασθαι· δηλοῖ γοῦν ζῶσα κατὰ μετάβασιν καὶ προβολὴν ἄλλων λόγων καὶ ἄλλων, οὐκ ἔχουσα τὴν ἄπειρον ζωὴν ἅμα πᾶσαν παροῦσαν. ἀεὶ οὖν ἀνελίτ‐
20τουσα τὴν ἑαυτῆς ζωὴν δῆλον ὅτι καὶ τὴν οὐσίαν ἔχει γιγνο‐ μένην ἀεὶ καὶ οἷον ἀπειρουμένην, ἀλλ’ οὐκ οὖσαν ἄπειρον, δι’ ἣν ἀεὶ προσλαμβάνει ζωὴν οὐσιώδη καὶ αὐτὴν οὖσαν καὶ κατὰ φύσιν αὐτῇ πάντως· τὸ γὰρ ἑκάστου τελεσιουργὸν πάν‐ τως κατὰ φύσιν. ἀλλὰ μὴν εἰ αὐτοκίνητός ἐστιν, ὡς ἐρεῖ
25προϊὼν [37 A] ὁ Τίμαιος, ἑαυτῇ τῆς οὐσιώδους ἐστὶν αἰτία ζωῆς καὶ ἣν ἔχει ζωὴν οὐσιώδη, ὅλην ἅμα ἔχει ἑαυτῇ δι‐ δοῦσα· ταύτῃ ἅμα καὶ ἀγένητός ἐστι καὶ γενητή, δι’ ἣν μὲν ἀεὶ ἔχει οὐσίαν καὶ ζωήν, ἀείζωος οὖσα καὶ ἀεὶ οὖσα, δι’ ἣν δὲ ἀεὶ δέχεται, γιγνομένη ἀεὶ καὶ οὐσία καὶ ζωή, διχό‐
30θεν οὖσα, καὶ ἀφ’ ἑαυτῆς καὶ ἀπὸ τῶν πρὸ αὐτῆς, καὶ δι’
ἑαυτὴν μὲν ἀεὶ οὖσα, διὰ δὲ τὰ πρὸ αὐτῆς ἀεὶ γιγνομένη,
in Ti
.

2

.

125

μᾶλλον δὲ διὰ τὰ πρὸ αὐτῆς ἄμφω ἔχουσα, καὶ εἶναι ὅ ἐστι καὶ γίνεσθαι, δι’ ἑαυτὴν δὲ θάτερον μόνον· τὸ γὰρ ἀεί τι προσλαμβάνειν ἀπ’ ἐκείνων ἔχει μόνων, ὀρθῶς καὶ τοῦ Ἀριστοτέλους εἰπόντος, ὅτι οὐδέν ἐστιν ἑαυτῷ αἴτιον, οὗ
5κατὰ χρόνον ὃν ἔχει, ἀλλ’ οὐκ αἰωνίως, ἵνα μὴ τὸ αἴτιον ὀφεῖλον εἶναι τοῦ αἰτιατοῦ πρότερον ἅμα ᾖ τῷ γιγνομένῳ. χρόνος οὖν ἅμα καὶ αἰὼν περὶ ψυχήν, ὡς ἀγένητον αἰών, ὡς γενητὸν χρόνος, διὸ πῂ αἰώνιόν ἐστιν ὡς ἀνώλεθρον, ἀλλ’ οὐχ ἁπλῶς αἰώνιος, ὡς εἴρηται ἐν Νόμοις [X 904 A].
10 Δεύτερον ἦν τὸ διελέσθαι τὴν ὅλην ψυχογονίαν κατὰ τρόπον. τοῦτο οὖν μετὰ ταῦτα ποιῶμεν, ἀπὸ τῶν πραγμά‐ των πάλιν τὴν ἀρχὴν λαβόντες. ἔστι τοίνυν ἐν ἑκάστῃ φύ‐ σει τὸ μὲν οὐσία, τὸ δὲ δύναμις, τὸ δὲ ἐνέργεια· καὶ γὰρ τοῦ πυρὸς ἄλλη μὲν ἡ οὐσία, καθ’ ἣν τῷ πυρὶ τὸ εἶναι
15πυρὶ πρόσεστιν, ἄλλη δὲ ἡ δύναμις, ἄλλη δὲ ἡ ἐνέργεια· καὶ γὰρ τὰ μὲν ξηραίνει, τὰ δὲ θερμαίνει, τὰ δὲ ἄλλως πως μεταβάλλει, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. δεῖ δὴ οὖν καὶ τῆς ψυχῆς ἄλλην μὲν εἶναι τὴν οὐσίαν, ἄλλην δὲ τὴν δύναμιν, ἄλλην δὲ τὴν ἐνέργειαν, καὶ τὸν πᾶσαν αὐτὴν ἑλεῖν
20καὶ θεωρῆσαι βουλόμενον χρὴ περὶ ἁπάντων εἰπεῖν. ἔσται ἄρα καὶ τῆς ψυχογονίας τρία πρῶτα κεφάλαια, τὸ μὲν περὶ οὐσίας αὐτῆς, τὸ δὲ περὶ δυνάμεως, τὸ δὲ περὶ ἐνεργείας· αὕτη γὰρ τελεία τῶν προκειμένων ἐπίσκεψις. ἀλλὰ τὴν οὐ‐ σίαν τὴν ψυχικὴν τριφυῆ τινα ὁρῶμεν· ἄλλη γάρ ἐστιν
25αὐτὴ ἡ ὕπαρξις αὐτῆς καὶ ἄλλη ἡ ἁρμονία ἡ ἐν αὐτῇ, καθ’ ἣν τὸ οὐσιῶδες αὐτῆς συνέχεται πλῆθος, οὔτε μιᾶς οὔσης οὐσίας, ὡς ὁ νοῦς, οὔτε εἰς ἄπειρα διαιρουμένης, ὡς τὸ σῶμα μετ’ αὐτήν, ἀλλ’ εἰς πλείω μὲν ἑνὸς οὐσιώδη μέρη, ἐξ ὧν ἐστι, πεπερασμένα δὲ κατ’ ἀριθμόν, ὧν πλείω εἶναι
30μέρη ψυχῆς ἀδύνατον μηκέτι διαιρετῶν ὄντων εἰς ἄλλα τῶν
in Ti
.

2

.

126

μερῶν αὐτῆς, ὡς ἔσται δῆλον προελθοῦσι· καὶ ἄλλο τὸ εἶδος αὐτῆς τὸ ἐκ τούτων ἀποτελούμενον· ὥστε καὶ μία καὶ τριφυής ἐστιν ἡ οὐσία τῆς ψυχῆς· προσήκει γὰρ αὐτῇ καὶ ἡ μονὰς καὶ ἡ τριάς, ἐπεὶ καὶ τὴν σύμπασαν ψυχὴν εἰς τρία τέμνο‐
5μεν. ἔστιν οὖν καὶ ἡ οὐσία μία καὶ τριπλῆ· καὶ γὰρ ἄλλο μὲν ἡ ὕπαρξις, ἄλλο δὲ ἡ ἁρμονία, ἄλλο δὲ τὸ εἶδος· ἣ μὲν τὸ εἶναι μόνον ἀφορίζουσα, ἣ δὲ ἁρμόζουσα τὸ οὐσιῶδες πλῆθος, τὸ δὲ συνέχον τὴν ἰδιότητα τοῦ ὅλου συστήματος. καὶ πάντα ταῦτα ἐν ἀλλήλοις ἐστίν· ἥ τε γὰρ ὕπαρξις ἔχει
10μεθ’ ἑαυτῆς τὸ ἡρμοσμένον πλῆθος· οὐ γάρ ἐστιν ἀπλή‐ θυντος οὐδὲ πλῆθος μόνον ἔχουσα, ἀνάρμοστον δέ· καὶ ἡ ἁρμονία οὐσιώδης ἐστὶ καὶ αὕτη, συνεκτικὴ καὶ εἰδοποιὸς τῆς οὐσίας· ἀφ’ ἧς καὶ δείκνυται, πῶς μέν ἐστιν ἁρμονία ἡ ψυχή, πῶς δὲ μή, καὶ ὅτι σύμφωνός ἐστι πρὸς ἑαυτὸν
15ὁ Πλάτων ἐνταῦθα μὲν ἁρμονίαν αὐτὴν τιθέμενος, ἐν Φαί‐ δωνι [88 D] δὲ ἐλέγχων τοὺς ταῦτα λέγοντας· ἄλλο γὰρ ἦν τὸ ἑαυτοῦ τε εἶναι καὶ ἄλλων ἁρμονίαν, ἄλλο τὸ ἄλλου μόνον· τοῦτο μὲν γὰρ ἐν ὑποκειμένῳ ποιεῖ τὴν ἁρμονίαν καὶ ἀχώριστον τῶν ἡρμοσμένων καὶ ἐπ’ ἀλλοτρίας ἕδρας
20ἱδρυομένην, ἐκεῖνο δὲ χωριστὴν καὶ ἑαυτῆς οὖσαν καὶ πρὸς ἑαυτὴν ἐπεστραμμένην. καὶ δὴ καὶ τὸ εἶδος τῶν τε ἁρ‐ μονικῶν λόγων ἐστὶ περιληπτικὸν καὶ τὴν ὕπαρξιν περιέχει τῆς ψυχῆς· κατὰ γὰρ τοῦτο μάλιστα ἡ ἰδιότης ἀφώρισται τῆς ψυχῆς καὶ ὁ λόγος ὁ εἷς, καθ’ ὅν ἐστιν ὅπερ ἐστί.
25πάντα ἄρα ταῦτα ἐν ἀλλήλοις ἐστίν, ἡ ὕπαρξις, ἡ ἁρμονία, τὸ εἶδος, καὶ μία ἡ οὐσία καὶ τριφυής, ἐπεὶ καὶ ἐκ τριῶν ὑφέστηκε γενῶν, οὐσίας, ταὐτοῦ, θατέρου. καὶ πάλιν ἡ μὲν ὕπαρξις κατὰ τὴν οὐσίαν ἀφορίζεται μᾶλλον, ἡ δὲ ἁρμονία κατὰ τὸ ταυτόν, τὸ δὲ εἶδος κατὰ θάτερον, καθ’ ὃ δια‐
30κέκριται τῶν πάντων. ἐπειδὴ τοίνυν τριπλῆν μὲν ἐξ ἀρχῆς εὕρομεν τὴν ψυχήν, ἔχουσαν οὐσίαν, δύναμιν, ἐνέργειαν, αὐτὴν δὲ πάλιν τὴν οὐσίαν τριπλῆν, κατὰ τὴν ὕπαρξιν, κατὰ
τὴν ἁρμονίαν, κατὰ τὸ εἶδος, πεντάδα ποιήσομεν ἐκ τούτων,
in Ti
.

2

.

127

πρώτην μὲν τὴν ὕπαρξιν τάττοντες, δευτέραν τὴν ἁρμονίαν, τρίτην δὲ τὴν ἰδέαν, τετάρτην δὲ τὴν δύναμιν, πέμπτην τὴν ἐνέργειαν· πρέπει γὰρ καὶ ἡ πεντὰς ὡς μεσότητι τῇ ψυχῇ, συνέχουσα τὸν δεσμὸν μονάδος καὶ ἐννεάδος, ὥσπερ
5αὕτη τῆς νοητῆς οὐσίας καὶ τῆς αἰσθητῆς. καὶ τάξαντες τὸν τρόπον τοῦτον τὴν ὅλην περὶ τῆς ψυχῆς θεωρίαν εἰς πέντε κεφάλαια διαιρήσομεν, τὸ μὲν πρῶτον περὶ τῆς ὑπάρ‐ ξεως τῆς ψυχῆς εἶναι λέγοντες, τὸ δὲ δεύτερον περὶ τῶν ἐν αὐτῇ λόγων καὶ τῆς ἁρμονίας, τὸ δὲ τρίτον περὶ τῆς ἰδέας
10αὐτῆς, τὸ δὲ τέταρτον περὶ τῶν πολλῶν ἐν αὐτῇ δυνάμεων, τὸ δὲ πέμπτον περὶ τῶν ἐνεργειῶν· ἐπεὶ καὶ ὅτε τὸν περὶ σώματος ἐποιεῖτο λόγον αὐτὸ καθ’ ἑαυτὸ τὸ σωματοειδὲς τοῦ κόσμου θεωρῶν, πρώτην μὲν αὐτὴν παρεδίδου τὴν ὑποκει‐ μένην φύσιν τῷ σώματι τὰ στοιχεῖα παράγων εἰς μέσον,
15ἔπειτα τὴν ἁρμονίαν αὐτῶν—ἡ γὰρ ἀναλογία καὶ ὁ δι’ ἀναλογίας δεσμὸς εἰκὼν ἦν τῆς ἁρμονίας τῆς ψυχικῆς— καὶ τρίτον τὴν ἰδέαν, ὅλον ἐξ ὅλων σφαιροειδῆ τὸν κόσμον ἀποφαίνων, τέταρτον δὲ τὰς δυνάμεις, ἀφαιρῶν μὲν τὰς με‐ ριστὰς καὶ διὰ μερικῶν ὀργάνων ἐπιτελουμένας, τὰς δὲ ὅλας
20καὶ τελείας τῷ τοῦ παντὸς ζῴῳ διδούς, πέμπτον δὲ τὰς ἐνεργείας, τὴν κίνησιν τὴν νοερὰν καὶ ἔμφρονα τῷ σώματι περιτιθείς. κατὰ τὰ αὐτὰ δὲ καὶ τὴν τῆς ψυχῆς θεωρίαν τοῖς πέντε τούτοις κεφαλαίοις διεῖλεν. ὅτι μὲν οὖν εἰκότως ἡ ψυχογονία τῷ Πλάτωνι τεθεώρηται καὶ πόσοις καὶ τίσι
25κεφαλαίοις διῄρηται, διὰ τούτων ἔστω δῆλον. Τρίτον δὲ ἐπὶ τούτοις ὃ τρίτον προὐθέμεθα ζητῆσαι λεκτέον, πῶς καὶ διὰ τί τὴν ψυχὴν μέσην φαμέν· ἀνάγκη γὰρ τοῦτο πρὸ τῶν περὶ αὐτῆς ἐγνωκέναι λόγων. ἐπειδὴ τοίνυν τὰ ὄντα πολλά ἐστιν, ἀφ’ ἑνὸς τοῦ πρώτως ὄντος
30προϊόντα μέχρι τῆς ἀνειδέου καὶ ἐσχάτης ὕλης, κατίδωμεν, τίνα μὲν ἰδιώματα τῶν πρώτως ὄντων, τίνα δὲ τῶν ἐσχά‐ των, τίνα δὲ ἔλαχε μέσην τάξιν, καὶ ποῖα τῇ τῆς ψυχῆς
ἐφαρμοστέον οὐσίᾳ. ἔστι δὴ οὖν τῶν μὲν νοητῶν ἰδιώματα
in Ti
.

2

.

128

ταῦτα· τὸ ὄντως ὄν, τὸ αἰώνιον, τὸ ἀμέριστον, τὸ ἀκίνητον, τὸ ὁλοτελές, τὸ τέλειον, τὸ ὑπερπλῆρες τοῦ εἶναι, τὸ τῆς ζωῆς ἄτρυτον καὶ ἄφετον, τὸ πάντων κινητικόν, ἡ ὁμοιότης, τὸ πᾶσι παρεῖναι πάντων ἐξῃρημένον· ταῦτα γὰρ πάντα κατὰ
5τὰς τοῦ ὄντος προόδους ἐν τοῖς νοητοῖς ἀναφαίνεται. τῶν δὲ αὖ αἰσθητῶν ἕτερα ἄττα ἰδιώματα τοιαῦτα θετέον· τὸ οὐκ ὄντως οὐκ ὄν, τὸ ἔγχρονον κατὰ τὴν οὐσίαν, τὸ μεριστόν, τὸ κινητόν, τὸ μερικόν, τὸ ἄλλου προσδεές, τὸ ἀεὶ πληρού‐ μενον τῆς ὑποστάσεως, τὸ κατὰ μέθεξιν ζῆν, τὸ ἑτεροκίνη‐
10τον, ἡ ἀνομοιότης, τὸ κατὰ τόπον διαλαμβάνεσθαι τοῖς μο‐ ρίοις. μέσα δὲ τούτων ἐστὶν ἀντιτεταγμένων ἀλλήλοις ὡς πρώτων ἐσχάτοις, δι’ ὧν χρὴ πάντως γίνεσθαι τὴν πρόοδον ἀπὸ τῶν πρώτων εἰς τὰ ἔσχατα· τὰ γὰρ ὅμοια τοῖς παρά‐ γουσι πρὸ τῶν ἀνομοίων πρόεισιν ἀπ’ αὐτῶν, διότι ἡ ὁμοιό‐
15της πρὸς τοῦ ἑνός ἐστι καὶ πάντα ἐφίεται τοῦ ἑνός. μέσα δ’ οὖν τούτων ἐστὶ τῶν ἄκρων τὸ οὐκ ὄντως ὂν κρεῖττον μὲν ὂν τοῦ μὴ ὄντος, ὑφειμένον δὲ τοῦ ὄντως ὄντος, τὸ κατ’ οὐσίαν μὲν πῂ ὂν αἰώνιον, τὰς δὲ ἐνεργείας ἐν χρόνῳ ποιούμενον, τὸ ἀμέριστον μὲν κατὰ τὸ ἐν αὐτῷ θειότατον,
20μεριζόμενον δὲ κατὰ τὴν παντοίαν τῶν λόγων πρόοδον, τὸ αὐτὸ ἑαυτὸ κινοῦν, τῶν μὲν ἑτεροκινήτων δεσπόζον, τῶν δὲ ἀκινήτων ὑφειμένον, τὸ μετὰ τῆς ὁλότητος καὶ τὸ μερικὸν ἐμφαῖνον, κατὰ μὲν τὸ πάντας ἔχειν τοὺς λόγους ὅλον πως ὄν, κατὰ δὲ τὴν ὕφεσιν καὶ τὸν μερισμὸν καὶ τὴν μετά‐
25βασιν τῆς ἐνεργείας μερικὸν φαινόμενον, τὸ καὶ ἑαυτὸ τε‐ λειοῦν καὶ ὑπὸ τῶν πρὸ αὐτοῦ τελειούμενον καὶ τελειότερον ὂν τῶν ὑπ’ ἄλλου μόνον τελειοῦσθαι πεφυκότων, τὸ ἑαυτὸ πληροῦν δυνάμεως καὶ ὑπ’ ἄλλων πληρούμενον, τὸ αὐτόζων καὶ ὑπ’ ἄλλων ζωὴν ὑποδεχόμενον, θειότερον ὂν τῶν κατὰ
30μέθεξιν μόνον ζώντων, καταδεέστερον δὲ τῶν πρώτως ἐχόν‐
των τὸ ζῆν, τὸ τῶν μὲν ἄλλων κινητικόν, ὑπὸ δὲ τῶν πρώ‐
in Ti
.

2

.

129

των κινούμενον, τὸ ὅμοιον ἅμα καὶ ἀνόμοιον, τὸ ἐξῃρημένον τῶν ἐσχάτων τε καὶ συντεταγμένον αὐτοῖς. τοιούτων δὲ τῶν ἐν τοῖς οὖσιν ἰδιωμάτων ὑπαρχόντων τὴν ψυχὴν σκεψώμεθα ποῦ τακτέον, πότερον ἐν τοῖς πρώτοις ἢ ἐν τοῖς ἐσχάτοις.
5ἀλλ’ εἰ μὲν ἐν τοῖς πρώτοις, ὄντως ὂν ἔσται καὶ αἰώνιος πάντη καὶ ἀκίνητος καὶ πάντα τὰ ἄλλα ἑξῆς, καὶ οὔτε τὸ μεριστὸν τῶν ψυχικῶν λόγων ἔτι φυλάξομεν οὔτε τὸν ψυχι‐ κὸν χρόνον οὔτε τὴν αὐτοκινησίαν οὔτε τὸ μεταβατικὸν οὔτε ἄλλο τῶν τοιούτων οὐδέν· καίτοι γε ταῦτα ὁρῶμεν ἐναργῶς
10ἐπὶ τῶν ἡμετέρων ψυχῶν πασῶν. νῦν δὲ ταῦτα ζητοῦμεν, ὅσα κοινὰ τῶν ψυχῶν ἐστι πασῶν καὶ κατ’ οὐσίαν ἐνόντα ἐν αὐταῖς, οἷα δὴ ταῦτά ἐστιν· ὥστε εἰ πάσαις ὑπάρχει κοινὰ ὄντα, οὐκ ἂν εἶεν αἱ ψυχαὶ τῶν πρώτων ᾗ ψυχαὶ καὶ ἀεὶ ὄντων. ἀλλὰ μὴν οὐδὲ τῶν ἐσχάτων· εἰ γὰρ εἶεν ἐν
15τοῖς ἐσχάτοις, ἑτεροκίνητον τὴν ψυχὴν ποιήσομεν καὶ μερι‐ στὴν καὶ σύνθετον καὶ ἀπ’ ἄλλων μόνον τελειουμένην, ὧν πᾶν τοὐναντίον ὁρῶμεν καὶ ἐπὶ τῶν ἡμετέρων ψυχῶν· κι‐ νοῦσι γὰρ ἑαυτὰς καὶ τελειοῦσι καὶ ἄγουσιν ὅπῃ βούλονται. πολλῷ ἄρα μᾶλλον αἱ θεῖαι ψυχαὶ τῆς οἰκείας τελειότητος
20αὐταὶ τὴν αἰτίαν ἔχουσι καὶ πάντα ἄγουσι ταῖς ἑαυτῶν κινή‐ σεσι καὶ εἰς ἑαυτὰς ἐπιστρέφονται καὶ ἑαυτὰς γιγνώσκουσιν, ὃ δὴ τοῖς ἑτεροκινήτοις ὑπάρχειν ἀδύνατον. εἰ δὲ μήτε ἐν τοῖς πρώτοις μήτε ἐν τοῖς ἐσχάτοις αὐτὴν τίθεσθαι δυνα‐ τόν, μέσην αὐτῇ τινα χώραν δοτέον, καὶ τοῦτο εἰκότως, ἵνα
25μιμῆται καὶ τὰς πρωτίστας ἑαυτῆς αἰτίας· μέσην γὰρ καὶ ἐν τοῖς θεοῖς ἔχει χώραν ἡ τῆς ψυχῆς αἰτία θεός, ὡς δοκεῖ καὶ τοῖς θεολόγοις, συναγωγὸς οὖσα τῶν δύο πατέρων καὶ ἀπὸ τῶν ἑαυτῆς λαγόνων τὴν τῆς ψυχῆς προϊεμένη ζωήν. ἔν τε οὖν τοῖς πηγαίοις θεοῖς οὕτω καὶ ἐν τοῖς ἡγε‐
30μονικοῖς ἐν τῇ μέσῃ τριάδι τὴν ψυχικὴν ἀρχὴν προφαινο‐ μένην ὁρῶμεν, ὥστε εἰκότως καὶ αὕτη μέση προῆλθε τῶν τε
νοητῶν ἁπλῶς καὶ τῶν αἰσθητῶν, τῶν τε ἀεὶ μόνως ὄντων
in Ti
.

2

.

130

καὶ τῶν ἁπλῶς γενητῶν. τὸ δὲ μέσον αὐτῆς μὴ τοιοῦτον ὑπο‐ λάβῃς, οἷον συναγωγὸν τῶν ἄκρων, ἐξῃρημένον τῶν συναγο‐ μένων· οὐ γάρ ἐστι τῶν νοητῶν κρεῖττον, ἀλλὰ πέρας αὐ‐ τῶν. μηδ’ αὖ τοιοῦτον, οἷον ὑφειμένον ἀμφοτέρων· ὑπερ‐
5έχει γὰρ τῶν αἰσθητῶν ὑπ’ αὐτῆς κινουμένων. ἀλλ’ ἐπείπερ ἐστὶ πέρας μὲν τῶν νοητῶν, ἀρχὴ δὲ τῶν αἰσθητῶν, τοι‐ οῦτον μὲν πέρας καὶ τοιαύτην ἀρχήν, οἷόν ἐστι τὸ ἐν τῇ γραμμῇ σημεῖον, οὐδαμῶς ῥητέον· οὐ γάρ ἐστιν ἐν αὐτοῖς τοῖς περατουμένοις, ὥσπερ ἐν ἀμφοτέροις τοῖς τμήμασι τὸ
10σημεῖον· ἄλλως δὲ τῶν νοητῶν πέρας, μετὰ τὴν ὑπόστασιν τὴν νοητὴν ἀναφαινομένην, καὶ ἄλλως ἀρχὴν τῶν αἰσθητῶν, ὡς ἐξῃρημένην καὶ ὡς κινητικὴν αὐτῶν· οὕτω γὰρ ἡμῖν καὶ ἀναλογίαν τινὰ διασώσει, καὶ ἔσται ὡς τὰ ἑτεροκίνητα πρὸς τὰ αὐτοκίνητα, οὕτω τὰ αὐτοκίνητα πρὸς τὰ ἀκίνητα,
15καὶ συνέξει τὸν τῶν ὄντων σύνδεσμον διὰ τῆς οἰκείας μεσό‐ τητος ἀνελίττουσα μὲν τὰς ἡνωμένας αἰτίας, συνάγουσα δὲ τὰς διαπεφορημένας τῶν αἰσθητῶν δυνάμεις, καὶ περιεχο‐ μένη μὲν ὑπὸ τῆς ἀκινήτου καὶ ἀεὶ κατὰ ταὐτὰ ἐχούσης οὐσίας, περιέχουσα δὲ τὴν ἑτεροκίνητον καὶ μεταβαλλομένην
20παντοίως γένεσιν, καὶ νοητὴ μὲν οὖσα ὡς πρὸς τὰ γενητά, γενητὴ δὲ ὡς πρὸς τὰ νοητὰ καὶ οὕτως ἐν τῷ μέσῳ τὰ ἄκρα δεικνύουσα, μιμουμένη καὶ ταύτῃ τὴν αἰτίαν αὐτῆς, ἀμφιφαὴς καὶ ἀμφιπρόσωπος οὖσα, καὶ τοῦ μὲν παν‐ τὸς ἔχουσα τοὺς οἴακας, ὑποδεχομένη δὲ τοῖς ἑαυτῆς
25κόλποις τὰς ἀπὸ τῶν νοητῶν προόδους εἰς αὐτήν, καὶ πληρουμένη μὲν ἀπὸ τῆς νοερᾶς ζωῆς, προϊεμένη δὲ καὶ αὐτὴ τοὺς ὀχετοὺς τῆς σωματοειδοῦς ζωῆς καὶ συνέχουσα τὸ κέντρον τῆς προόδου τῶν ὄντων ἁπάντων ἐν ἑαυτῇ· εἰκότως ἄρα καὶ ἀγένητός ἐστι καὶ γενητή. δέδεικται μὲν
30οὖν τοῦτο καὶ πρότερον [p. 124, 12ss] ἀπὸ τῆς διττῆς ἐν αὐτῇ ζωῆς, τῆς τε οὐσιώδους ἐν αὐτῇ καὶ τῆς μεταβατικῆς,
δεικνύσθω δὲ καὶ νῦν ἀπὸ τῆς ὁλότητος καὶ τῶν μερῶν
in Ti
.

2

.

131

αὐτῆς· πῶς γὰρ ἀγένητον τὸ ὂν ἢ τῷ τὴν ἄπειρον τοῦ εἶναι δύναμιν ὅλην ἅμα παροῦσαν ἔχειν; πῶς δὲ τὸ σῶμα γενητὸν ἢ τῷ ἀεὶ ἐπιναομένην ἔχειν τὴν ἄπειρον δύναμιν, ὅλην ἅμα δέξασθαι μὴ δυνάμενον; ἡ τοίνυν ψυχὴ ὡς μὲν
5ἀσώματος καθ’ ἑαυτὴν ἄπειρον ἔχει τοῦ εἶναι δύναμιν, καθ’ ὅλην ἑαυτὴν οὐ γινομένη, ἀλλ’ οὖσα ἀθάνατος, κατὰ δὲ τὰ μέρη ἀεὶ γίνεται ἐπ’ ἄπειρον. εἰ γὰρ εἴη καὶ κατὰ ταῦτα τὴν αὐτὴν ἀπειρίαν ὅλην ἔχουσα παροῦσαν, ἔσται τοῦ ὅλου καὶ τοῦ μέρους ἡ αὐτὴ ἀπειρία, τοῦ τελείου καὶ τοῦ ἀτε‐
10λοῦς, τοῦ περιέχοντος καὶ τοῦ περιεχομένου· τοῦτο δὲ ἀδύ‐ νατον. ἀλλὰ μὴν οὐδὲ τὸ ὅλον αὐτῆς δυνατὸν γιγνόμενον ἀεὶ εἶναι, τὸ δὲ μέρος ἀεὶ ὄν, ἵνα μὴ τὸ μέρος ᾖ τοῦ ὅλου κρεῖττον. ἀνάπαλιν ἄρα τὸ μέν ἐστιν ὂν ἄπειρον, τὸ δὲ γιγνόμενον· ὥστε ἡ ὑπόστασις αὐτῆς καὶ ἔστιν ἀπειροδύνα‐
15μος καὶ γίνεται ἐπ’ ἄπειρον, καὶ οὕτω δὴ ἅμα καὶ τοῦ ὄντος μετέχει καὶ πρώτη τῶν γιγνομένων ἐστί, τοῦ σώματος καὶ τῷ ὅλῳ καὶ τοῖς μέρεσιν ἐν γενέσει ὄντος. οὐκ ἄρα ἐξαρκεῖ τὸ λέγειν γενητὴν αὐτὴν τῷ μεριστῶς ἐνεργεῖν, ἀλλ’ ὁρᾶν, πῶς καὶ ἐν τῷ εἶναι τοῦτο προϋπάρχει τῆς ψυχῆς·
20πᾶσα γὰρ ἐνέργεια κατὰ φύσιν ἔχει τὴν οὐσίαν προλαβοῦσαν τὴν αἰτίαν τῆς ἐνεργείας, ὥστε καὶ ἡ ψυχὴ τῆς κατὰ χρόνον ζωῆς ἐν τῇ οὐσίᾳ προείληφε τὸ σπέρμα πάσης οὔσης ψυχῆς κοινῆς· δεῖ γὰρ καὶ γίνεσθαι αὐτήν, οὐκ εἶναι μόνον. ἀλλ’ εἰ τοῦτο, ἐπειδὴ τὸ εἶναι κατὰ τὸ ὅλον ἔχει, τὸ γίγνεσθαι
25ἐν τοῖς μέρεσιν ἕξει. καὶ ὅπως τοῦτο ἀληθές, δεδείχαμεν. Περὶ μὲν οὖν τῆς μεσότητος τῆς ψυχῆς τοσαῦτα ἀπόχρη. καὶ δὴ καὶ κείσθω χωρὶς μὲν τὸ νοητὸν πλάτος, χωρὶς δὲ τὸ ψυχικὸν πλῆθος, χωρὶς δὲ ἡ αἰσθητὴ φύσις, καὶ ἀνηρ‐ τήσθω τὰ μὲν ἔσχατα εἰς τὰ μέσα, ταῦτα δὲ εἰς τὰ πρῶτα,
30καὶ εἷς ἔστω σύνδεσμος τῶν ὄντων ὁ ἐν αὐτοῖς ὤν, ἡ ψυχή· συνδεῖ γὰρ καὶ τὸ ἓν τὰ πάντα, ἀλλ’ ἐξῃρημένως (πάντα γὰρ ἥνωται ἀλλήλοις 〈ὡσ〉 ὁμόγονα καὶ ὡς ἐκ μιᾶς αἰτίας ὄντα καὶ ὡς πρὸς ἓν ἐφετὸν ἀνατεταμένα), συνδεῖ δὲ καὶ ἡ
ψυχή, ἀλλ’ ὡς ἐν αὐτοῖς οὖσα, καὶ ὡς ἐν τῇ ἀναλογίᾳ τὸ
in Ti
.

2

.

132

μέσον ἕν ἐστι τῶν συνδεομένων, οὕτω καὶ τὴν ψυχὴν μέσην θετέον τῶν ὄντων, συνδέουσαν ἅμα καὶ συνδεομένην, ὡς αὐτοκίνητον ὑπάρχουσαν. τούτων δὲ εἰρημένων ἀναγκαῖον μὲν ἦν εἰπεῖν λοιπόν, ὅπως καὶ ἐκ ποίων γενῶν ὑπέστησε
5τὴν ψυχὴν ταύτην τὴν συνέχουσαν τὸν σύνδεσμον τῶν ὄν‐ των· ἀναγκαιότερον δὲ πρῶτον περὶ αὐτῶν τῶν γενῶν εἰ‐ πεῖν, τίνα τέ ἐστι καὶ πόθεν πρόεισι καὶ πῶς· δεῖ γὰρ τὰ ὅλα πρὸ τῶν μερῶν γινώσκειν. τοῦτ’ οὖν ἐστι τὸ τῶν προ‐ κειμένων τέταρτον, καὶ λέγωμεν περὶ αὐτοῦ κατὰ τὸ δυνατόν.
10 Ὅτι μὲν οὖν ὁ νοητὸς κόσμος τὰς αἰτίας περιέχει τῶν δευτέρων, καὶ ὅτι πάντα ἐστὶν ἐκεῖ τὰ εἴδη νοητῶς ἢ νοε‐ ρῶς ἢ ὅπως βούλει καλεῖν—ἔστι γὰρ ἀμφοτέρως—ἐν πολλοῖς ἀποδέδεικται λόγοις καὶ δειχθήσεται καὶ παρ’ αὐτοῦ διὰ τῶν ἑπομένων [p. 48 E ss]. ἀλλὰ τῶν εἰδῶν αὐτῶν τὰ
15μέν ἐστιν ὁλικώτατα καὶ ἐπὶ πᾶν διατείνοντα, τὰ δὲ μερι‐ κώτατα καὶ οἷον ἄτομα εἴδη, τὰ δὲ καὶ μεταξὺ τούτων, ἐπὶ πλέον διήκοντα καὶ οὐκ ἐπὶ πάντα, καθάπερ δὴ καὶ ὁ Ἐλεάτης Ξένος ἐν τῷ Σοφιστῇ [253 CD] διεῖλεν ἄν‐ θρωπος μὲν γὰρ ἐκ τοῦ αὐτοανθρώπου καὶ ἵππος ἐκ τοῦ
20αὐτοίππου, τὸ δὲ ὅμοιον ἔν τε ἵπποις καὶ ἐν ἀνθρώποις ὂν καὶ ἐν πολλοῖς ἄλλοις ἐκ τοῦ αὐτοομοίου, καὶ τὸ ἀνόμοιον ὁμοίως, ἑτερότης δὲ ἢ ταυτότης ἐν πᾶσιν οὖσα τοῖς οὖσιν ἐκ τῆς ἑτερότητος τῆς ἐκεῖ καὶ ταυτότητος· ὥστε τὰ μὲν ἐκ τῶν ἀτόμων εἰδῶν ἐστι, τὰ δὲ ἐκ τῶν μέσων, τὰ δὲ ἐκ τῶν
25ὁλικωτάτων. ἐπεὶ καὶ τῶν ἐπιστημῶν τῶν ἐν ἡμῖν αἳ μὲν πρὸς ἓν ἐπιστητὸν ὁρῶσιν, ὡς ἡ ἰατρικὴ πρὸς ὑγείαν, αἳ δὲ ἐπὶ πλείω διατείνουσιν, ὡς ἀριθμητικὴ καὶ πρὸς φιλοσοφίαν καὶ πρὸς πολιτείαν καὶ πρὸς τεκτονικὴν καὶ πρὸς ἄλλας πολλάς, καὶ οὐκ αὐτὴ μόνον, ἀλλὰ καὶ μετρικὴ καὶ στατική·
30τούτων γὰρ δεῖσθαί φησιν αὐτὸς τὰς δημιουργικὰς τέχνας ἢ πασῶν ἢ τινῶν καὶ ἄνευ τούτων μὴ ἔχειν τἀκριβές. αἳ δὲ πρὸς πάσας τέχνας καὶ οὐ τὰς δημιουργικὰς μόνον,
ἀλλὰ καὶ ὅσαι θεωρητικαί, συντελοῦσιν, ὥσπερ φησὶν ὁ ἐν
in Ti
.

2

.

133

Φιλήβῳ Σωκράτης τὴν διαιρετικήν. ὥσπερ οὖν ἐν ταῖς ἐπιστήμαις εἰσὶν ὁλικώταταί τινες, οὕτως ἐν ταῖς νοηταῖς αἰτίαις ἄλλαι μέν εἰσιν αἱ μερικώταται, ὡς ἐν ἐκείναις τὸ μερικόν, καὶ οἰκείων ἀριθμῶν ἐξηγούμεναι τῶν ὁμοειδῶν·
5αἳ δὲ ἐπὶ πλεῖστον διατείνουσαι, καθάπερ τὸ ἴσον, τὸ ὅμοιον, τὸ ὅλον (οὐ δὲ ὅλον ᾗ ὅλον πάντων κοινόν· τὸ γοῦν μέρος ᾗ μέρος οὐχ ὅλον)· αἳ δὲ ἐπὶ πάντα ἐκτεινόμεναι, ὧν πάντα μετέχει τὰ ὄντα καθὸ ὄντα ἐστίν, οὐ καθόσον ζῶντα ἢ ἔμ‐ ψυχα ἢ ἄλλην τινὰ ἰδιότητα ἔχοντα, ἀλλὰ κατ’ αὐτὴν τὴν
10τοῦ ὄντος προσηγορίαν· ἐπεὶ γὰρ τὸ ὂν πρώτιστόν ἐστι, καὶ τὰ τοῦ εἶναι αἴτια τὴν ὁλικωτάτην ἐν τοῖς γένεσιν ἔχει τάξιν. ταῦτα δέ ἐστι πέντε τὸν ἀριθμόν· οὐσία, ταὐτόν, θάτερον, κίνησις, στάσις· ἕκαστον γὰρ τῶν ὄντων καὶ οὐσίωται καὶ ἥνωται αὐτὸ πρὸς ἑαυτὸ καὶ διακέκριται ἀφ’ αὑτοῦ καὶ τῶν
15ἄλλων καὶ πρόεισιν ἀφ’ αὑτοῦ τε καὶ τῆς οἰκείας ἀρχῆς, καὶ μονῆς ἢ διαμονῆς τινος μετέχει, καθόσον φυλάττει τὸ οἰ‐ κεῖον εἶδος. εἴτε οὖν νοητὸν εἴτε αἰσθητὸν εἴτε μέσον ἐστὶ γένος, ἐκ τούτων ἐστί· πάντα γὰρ ἐκ τούτων· ζῇ μὲν γὰρ ἢ ὅλα ἐστὶν ἢ μέρη ἢ ἐψύχωται οὐ πάντα, τούτων δὲ πάντα
20μετέχει τῶν γενῶν· οὐσίας τε γὰρ περὶ ἕν τι μὴ οὔσης οὐδὲ τὰ ἄλλα ἔσται (περὶ οὐσίαν γὰρ καὶ ἐκεῖνα ὑφέστηκε) καὶ ταυτότητος οὐκ οὔσης διαπεφορημένον ἔσται τὸ ὅλον, καὶ ἑτερότητος ἀπολομένης ἔκ τινος ἓν ἔσται μόνον ἀπλή‐ θυντον, κινήσεως τε μὴ οὔσης ἀνενέργητον καὶ νεκρόν, καὶ
25στάσεως ἀνίδρυτον καὶ εἰς τὸ μὴ ὂν εὐθὺς ὑποφερόμενον. ἀναγκαῖον ἄρα καὶ ἐν πᾶσιν εἶναι τούτων ἕκαστον, καὶ πρω‐ τίστην μὲν ὑφεστάναι τὴν οὐσίαν οἷον ἑστίαν τῶν γενῶν ὑπάρχουσαν καὶ μονάδα καὶ τῷ ἑνὶ τεταγμένην ἀνὰ λόγον, μετὰ δὲ ταύτην ταὐτὸν καὶ ἕτερον, τὸ μὲν ἀνὰ λόγον τῷ πέ‐
30ρατι, τὸ δὲ τῇ ἀπειρίᾳ, καὶ στάσιν ὡσαύτως καὶ κίνησιν, τὰ
μὲν περὶ τὰς δυνάμεις τῶν ὄντων, τὰ δὲ περὶ τὰς ἐνεργείας
in Ti
.

2

.

134

διαφερόντως ὁρώμενα· πᾶν μὲν γὰρ τὸ ὂν ᾗ ὂν οὐσίας τινὸς ἁμωσγέπως μετείληφεν, ὡς καὶ ἐν Σοφιστῇ καὶ ἐν Παρμενίδῃ γέγραπται· πᾶσα δὲ δύναμις οὐσιώδης ἢ ὑπὸ τὸ ταυτόν ἐστιν ἢ ὑπὸ τὸ ἕτερον ἢ ὑπ’ ἄμφω· θερμότης
5μὲν γὰρ καὶ πᾶσα διακριτικὴ δύναμις ὑπὸ τὸ ἕτερον, ψυ‐ χρότης δὲ καὶ πᾶσα συναγωγὸς ὑπὸ τὸ ταυτόν, εἰ δέ τι μέσον τούτων, ὑπ’ ἄμφω· πᾶσα γὰρ ἐνέργεια ἢ κίνησίς ἐστιν ἢ στάσις ἢ ἄμφω· ἡ μὲν γὰρ τοῦ νοῦ ἐνέργεια μᾶλ‐ λον στάσις καὶ πᾶσα ἡ ἐν τῷ αὐτῷ φυλάττουσα τὸ ἐνεργοῦν
10ἢ ἐκεῖνο, περὶ ὃ ἐνεργεῖ· ἡ δὲ τῶν σωμάτων εἰς ἄλληλα κίνησις, οὐκ ἐῶσα ἐν ταὐτῷ μένειν, ἀλλ’ ἐξιστᾶσα τοῦ ἐν ᾧ ἐστιν· ἡ δὲ τὸ ἐνεργούμενον ἐν ταὐτῷ καὶ περὶ τὸ αὐτὸ μεταβάλλουσα κίνησίς ἐστι στάσιμος. ἕκαστον ἄρα τῶν ὄν‐ των αὐτῷ τῷ εἶναι τῆς τριάδος ταύτης μετέχον, οὐσίας,
15δυνάμεως, ἐνεργείας, διὰ τὰ πέντε ταῦτα γένη καὶ ἔστιν καὶ δύναται καὶ ἐνεργεῖ. ὅλως δὲ ἐπειδὴ πᾶν τὸ ὁπωσοῦν ὂν ἐκ πέρατός ἐστι καὶ ἀπείρου, οὐσίωται μὲν καὶ ὑφέστηκε κατὰ τὸ ἐξ ἀμφοῖν, ἔχει δὲ ταυτότητα μὲν πρὸς ἑαυτὸ κατὰ τὴν κοινωνίαν τῶν δύο τούτων, ἑτερότητα δὲ κατὰ τὴν διαί‐
20ρεσιν, καὶ ἐπειδὴ τὸ πρῶτον οὐκ ἔστιν, ἀπ’ ἀρχῆς τε πρό‐ εισι καὶ μένει ἐν αὐτῇ, ὥστε καὶ κινεῖται καὶ ἕστηκεν. ἐν ἑκάστῳ ἄρα τῶν ὄντων ᾗ ὂν ταῦτά ἐστιν, εἰ καὶ ἄλλως ἐν ἄλλοις· τὰ μὲν γὰρ νοητὰ οὐσιωδῶς ἔχει πάντα, τὰ δὲ νοητὰ καὶ νοερὰ κατὰ τὸ ταυτόν, τὰ δὲ νοερὰ κατὰ τὸ
25ἕτερον, τὰ δὲ ψυχικὰ κατὰ τὴν στάσιν, τὰ δὲ σωματικὰ κατὰ τὴν κίνησιν· εἰ δὲ ἡ ζωὴ κίνησις, ἡ δὲ ἀργία στάσις, ἀνά‐ παλιν· ψυχαὶ μὲν γὰρ ζωαὶ οὐσιώδεις, τὰ δὲ σώματα ἑτερο‐ κίνητα· εἰ δὲ κίνησις καὶ στάσις πρὸ ταυτότητος καὶ ἑτερό‐ τητος, ὡς ἐξ ἄλλων δείκνυμεν τὴν πρόοδον, λέγοντες τὴν
30ἀπὸ τῆς αἰτίας ἑκάστου κίνησιν πρὸ τῆς ἐνεργείας κίνησιν καὶ τὴν ἐν τῇ αἰτίᾳ μονὴν πρὸ τῆς ἀντικειμένης τῇ ἐνερ‐
γείᾳ ἀνενεργησίας στάσιν, ἔσται μετὰ τὰ νοητὰ τὰ μὲν νοερὰ
in Ti
.

2

.

135

καὶ νοητὰ κατὰ τὴν στάσιν, τὰ δὲ νοερὰ κατὰ τὴν κίνησιν, καὶ ψυχαὶ μὲν κατὰ τὸ ταυτόν, σώματα δὲ κατὰ τὸ ἕτερον· εἰ δὲ τὴν ζωὴν κίνησιν λέγοιμεν, τὴν δὲ νόησιν τὴν ἀμετά‐ βλητον στάσιν, τὰ μὲν νοητὰ πάλιν χαρακτηρίζεται κατὰ τὸ
5οὐσιῶδες, τὰ δὲ νοητὰ καὶ νοερὰ ζωαὶ ὄντα κατὰ τὴν κί‐ νησιν, τὰ δὲ νοερὰ ἐν νῷ οὐσιωμένα κατὰ τὴν στάσιν (καὶ γὰρ τοῖς ἐγκοσμίοις τὸ ἑστάναι παρὰ νοῦ), τὰ δὲ ψυχικὰ κατὰ τὸ ταυτόν, διότι τὸν σύνδεσμον κατέχει τῶν ἀμερῶν καὶ μεριστῶν, τὰ δὲ σωματικὰ κατὰ τὸ ἕτερον· ἐν γὰρ τού‐
10τοις μεριστοῖς οὖσι τὸ νεῖκος. πέντε δὲ ἦν ταῦτα ἀλλήλοις ἑξῆς, ὄν, ζωή, νοῦς, ψυχή, σῶμα, διότι καὶ τὰ γένη πέντε τὰ ὅλα πρὸ τῶν εἰδῶν. τοσαῦτα καὶ περὶ τῶν γενῶν καθό‐ λου ῥητέον, προσθέντας τοσοῦτον μόνον, ὅτι τὰ αὐτὰ καὶ γένη καὶ στοιχεῖα καλοῦσι, γένη μὲν τὰ πρῶτα τῶν δευτέ‐
15ρων (αὐτὰ γὰρ ἀνελάττωτα μένοντα καὶ ἐξῃρημένα τῶν μερι‐ κῶν ὑφίστησιν αὐτά), στοιχεῖα δὲ ἕκαστα ἑκάστων, ἐξ ὧν τὸ ὅλον· τὰ γὰρ ἐν τῷ δημιουργῷ γένη συμπληροῖ μὲν τὸ ὂν τὸ δημιουργικὸν καὶ ἔστιν αὐτοῦ στοιχεῖα, γένη δέ ἐστι πάν‐ των τῶν ἐν τοῖς νοῖς τοῖς ἀπ’ αὐτοῦ καὶ τῶν ἐν ψυχαῖς
20καὶ τῶν ἐν σώματι γενῶν. Μετίωμεν οὖν ἐπὶ τὸ πέμπτον, εἰ βούλει, καὶ σκεψώ‐ μεθα, πῶς καὶ ἐν ταῖς ψυχαῖς τὰ γένη ταῦτα, καὶ διὰ τί αὐτὰ παρέλαβεν ὁ Πλάτων. ἐπειδὴ τοίνυν δέδεικται, ὅτι ἡ ψυχὴ μέση τῶν ὄντων καὶ τῶν οὐκ ὄντων ἐστὶ καὶ πάντα
25γιγνώσκει τὰ ὄντα, τά τε νοητὰ καὶ τὰ αἰσθητά, εἴτε κατὰ τοὺς αὐτοὺς λόγους εἴτε κατὰ διαφόρους, ὥσπερ τινὲς εἰρή‐ κασιν, ἀναγκαῖον ἦν τὴν οὐσίαν αὐτῆς ἐκ τῶν τοῦ ὄντος προεληλυθέναι γενῶν· εἰ γὰρ μὴ ἐκ τούτων, ἀλλ’ ἐξ ἄλλων τινῶν, οὐ πάντα γινώσκειν οἵα τε ἂν ἦν οὐδὲ πᾶσιν ἐπι‐
30βάλλειν. ὥσπερ οὖν ἄνθρωπον γιγνώσκει κατὰ τὸν ἐν αὐτῇ τοῦ ἀνθρώπου λόγον καὶ δαίμονα κατὰ τὸ τοῦ δαίμονος εἶδος, οὕτω καὶ τὸ ὂν αὐτὸ κατὰ τὴν τοῦ ὄντος ἐν αὐτῇ μετ‐
ουσίαν *** καὶ ἑτερότητα κατὰ τὴν ἑτερότητα· ὥστε πάντα
in Ti
.

2

.

136

ἂν ἔχοι τὰ γένη, ἀλλ’ οἰκείως ἑαυτῇ· δοκεῖ γάρ μοι διὰ ταῦτα καὶ ἐκ τῶν πρώτων γενῶν ὑποστῆσαι τὴν ψυχὴν καὶ ἐκ τῶν ἀριθμῶν καὶ ἐκ τῶν ἁρμονικῶν λόγων, τάς τε ἀρ‐ χὰς ἐν αὐτῇ τῶν σχημάτων ἀποθέσθαι καὶ τῶν θείων κινή‐
5σεων, ἵνα καὶ τῶν μαθημάτων πάντων καὶ τῆς διαλεκτικῆς προειληφυῖα τοὺς λόγους οὕτως γιγνώσκῃ τὰ πάντα, τὰς οὐσίας, τοὺς ἀριθμούς, τὰς ἁρμονίας, τὰ σχήματα, τὰς κινή‐ σεις, ἀφ’ ὧν τὰ ὅλα ὑφέστηκε. καὶ ἔοικεν ὡς μὲν συγγενῆ τοῖς νοητοῖς αὐτὴν ἀπὸ τῶν γενῶν ὑφιστάνειν τοῦ ὄντος,
10ἃ ἦν ἐν ἐκείνοις πρώτως, ὡς δὲ συγγενῆ τοῖς αἰσθητοῖς σχηματίζειν (τὰ γὰρ ὄντως σχηματιζόμενα ταῦτά ἐστιν), ὡς δὲ μέσην ἀμφοτέρων συνδεῖν τοῖς ἁρμονικοῖς λόγοις. καί‐ τοι γε καὶ ἐν τοῖς νοητοῖς εἴδεσίν ἐστι καὶ τὸ τῆς ἁρμονίας εἶδος καὶ τὸ τοῦ σχήματος, ἀλλ’ ἡ αὐτοαρμονία καὶ τὸ αὐτο‐
15σχῆμα οὐχ ἡρμοσμένον οὐδ’ ἐσχηματισμένον (τὰ γὰρ πρώ‐ τως οὐκ ἔστι κατὰ μέθεξιν), καὶ ἐν τοῖς αἰσθητοῖς ἡ ἁρ‐ μονία καὶ τὰ γένη, ἀλλὰ μεριστῶς, ἐν δὲ ταῖς ψυχαῖς ἀσωμάτως ἅμα πάντα καὶ κατὰ μέθεξιν· ὅθεν τό τε ἁπλοῦν ἅμα καὶ σύνθετον αὐτῶν δῆλον τὸ μὲν γὰρ μετέχειν συν‐
20θέτων, τὸ δὲ ἀσώματον ἁπλῶν ἴδιον· ἔδει δὲ τὸ πρώτως μετέχον ἐκείνων εἶναι τοιοῦτον. ἀπὸ δ’ οὖν τῶν γενῶν τούτων ὑφίστησι τὴν ψυχικὴν οὐσίαν ὁ Πλάτων, αὐτὸ τὸ ὑποκείμενον αὐτῆς παράγων πρῶτον ἀπὸ τῶν μέσων δηλαδὴ γενῶν· ὥσπερ γὰρ καὶ ἐπὶ τῶν στοιχείων ἐλέγομεν, ὅτι καὶ
25ἐν οὐρανῷ πάντα ἐστὶ καὶ ὑπὸ σελήνην καὶ ὑπὸ γῆν, καὶ ἐκ τῶν τεττάρων μὲν πάντα, ἀλλ’ οὐ τῶν αὐτῶν, ἀλλ’ ὁ μὲν οὐρανὸς ἐκ τῶν ἀκροτήτων, ἡ δὲ γένεσις ἐκ τῶν δευ‐ τέρων, τὰ δὲ ὑπὸ γῆν ἐκ τῶν ἐσχάτων, οὕτω δὴ καὶ πάντα μὲν ἐκ τῶν γενῶν τούτων, ἀλλὰ τὰ μὲν νοητὰ ἐκ τῶν πρώ‐
30των καὶ ἀμερίστων καὶ ἀκινήτων καὶ ὁλοτελῶν, τὰ δὲ αὐτο‐ κίνητα ἐκ τῶν ἀμερίστων καὶ μεριστῶν, τὰ δὲ σωματοειδῆ ἐκ τῶν μεριστῶν· οἷα γὰρ τὰ γένη, τοιαῦται καὶ αἱ οὐσίαι.
προηγεῖται δὲ τὰ μὲν ἀμέριστα τῶν ἀμερίστων ἅμα καὶ
in Ti
.

2

.

137

μεριστῶν, ταῦτα δὲ τῶν μεριστῶν· ἔγγιον γὰρ τὸ ἀμέριστον τοῦ ἑνός· διὰ γὰρ τὴν ἕνωσιν ἀμέριστόν ἐστιν. ἐπεὶ οὖν ἡ ψυχικὴ οὐσία μέση δέδεικται τῶν ὄντων, ἐκ τῶν μέσων εἰ‐ κότως ἐστὶ γενῶν τοῦ ὄντος, οὐσίας, ταὐτοῦ, θατέρου· τὰς
5γὰρ ἀπὸ τούτων δυνάμεις καὶ ἐν Φαίδρῳ [246 A] συνθεὶς καὶ ἡνίοχον καὶ ἵππους ἐπεκάλεσε, διότι τὸ εἶναι αὐτῆς ἀπ’ αὐτῶν ἀφορίζεται· στάσιν δὲ καὶ κίνησιν ἐν ταῖς ἐνερ‐ γείαις ταύτης θεωρήσομεν. ἔστι μὲν γὰρ καὶ ἐν τῇ οὐσίᾳ αὐτῆς ἡ στάσις καὶ ἡ κίνησις· ὑφίστησι γὰρ ἑαυτὴν καὶ
10μένει καὶ πρόεισι καὶ αἰώνιός ἐστιν, ὅπου καὶ κρείσσων ταυτότητος καὶ ἑτερότητος ἐκείνων ἑκατέρα· μένει γὰρ ἐν τοῖς αἰτίοις κατὰ τὴν στάσιν καὶ πρόεισι κινουμένη, διὰ δὲ τὴν πρόοδον εἰς πλῆθος ἡνωμένον διακέκριται· ἀλλ’ ἐμφανέ‐ στερον ἐν ταῖς ἐνεργείαις αὐτῆς ὀφθήσονται. εἴποις δ’ ἄν,
15ὅτι καὶ ἄλλως πρὸ ταυτότητος καὶ ἑτερότητος ὁ Τίμαιος ἐπὶ τῆς ψυχῆς τὴν κίνησιν καὶ στάσιν τὴν οὐσίαν ὑφιστὰς παραλαμβάνει· εἰ γὰρ μέση ἐστὶν οὐ μόνον τῆς ἀμερίστου καὶ τῆς μεριστῆς οὐσίας, ἀλλὰ καὶ τῆς ἀεὶ κατὰ τὰ αὐτὰ ἐχού‐ σης καὶ τῆς γιγνομένης, διὰ μὲν τὴν κατὰ τὰ αὐτὰ ἔχου‐
20σαν μετέχει ἤδη στάσεως κατὰ τὸ οὐσιῶδες ἑαυτῆς, διὰ δὲ τὸ γίγνεσθαι κινήσεως. εἰ μὴ ἄρα καὶ διότι τῷ δημιουργῷ ταῦτα οἰκεῖα, τὸ ταυτὸ καὶ ἕτερον, προηγουμένην τούτων παραδέδωκε γένεσιν. τί δὴ οὖν χαρακτηριστικόν ἐστιν ἑκά‐ στου τῶν μέσων γενῶν; ἦ ἐπειδήπερ ἡ οὐσία ἐκ πέρατος
25καὶ ἀπείρου, ὅταν μὲν κρατῇ τὸ πέρας θατέρου, ποιεῖ τὴν ἀμέριστον οὐσίαν, ὅταν δὲ τὸ ἄπειρον, ποιεῖ τὴν μεριστήν, ὅταν δὲ ἐξισάζῃ, τὴν μέσην. καὶ πάλιν, ὁπόταν μὲν ἡ ταυτό‐ της κρατῇ τῆς ἑτερότητος, ποιεῖ τὴν ἀμέριστον ταυτότητα καὶ ἑτερότητα, ὁπόταν δὲ ἡ ἑτερότης τῆς ταυτότητος, τὴν
30μεριστήν, ὁπόταν δὲ ἐξισάζῃ, τὴν μέσην. καὶ ὁπόταν μὲν στάσις κινήσεως, τὴν ἀμέριστον, ὅταν δὲ κίνησις στάσεως,
τὴν μεριστήν, ὅταν δὲ ἐξισάζῃ, τὴν μέσην. ἐπειδὴ δὲ καὶ
in Ti
.

2

.

138

ἡ ταυτότης καὶ ἡ ἑτερότης ἐξ ἀμφοῖν, ἀνάγκη καὶ ἐπὶ τού‐ των ἢ τὸ πέρας κρατεῖν ἢ τὸ ἄπειρον ἢ ἐξισάζειν, καὶ οὕ‐ τως ἢ τὴν ἀμέριστον ταυτότητα καὶ ἑτερότητα ἀποτελεῖσθαι ἢ τὴν μεριστὴν ἢ τὴν μέσην· οὕτω δὲ καὶ στάσιν καὶ κί‐
5νησιν, ἑκατέραν ἐξ ἀμφοτέρων οὖσαν, ἢ ἀμέριστον εἶναι ἢ μεριστὴν ἢ μέσην· καὶ γὰρ ὕπαρξις πᾶσα καὶ δύναμις καὶ ἐνέργεια ἐξ ἀμφοῖν καὶ ἢ περατοειδὴς ἢ ἀπειροειδὴς ἢ οὐ‐ δὲν μᾶλλον τούτων θάτερον. διὸ τὸ μὲν νοερὸν πᾶν πέρας εἶναι λέγεται καὶ οὕτω ταὐτόν, ὡς εἰ καὶ ἔστιν ἑτερότης ἐν
10αὐτῷ ζητεῖσθαι, καὶ οὕτως ἑστός, ὥστε εἰ καὶ κίνησις ἔστι νοερὰ ἀπορεῖσθαι· τὸ δὲ σωματοειδὲς τῇ ἀπειρίᾳ φίλον καὶ τῇ ἑτερότητι καὶ τῇ κινήσει, τὰς δὲ ψυχὰς καὶ τὸ πλῆθος ὁμοῦ συνεκφαίνειν καὶ τὴν ἕνωσιν καὶ τὸ ἑστὸς καὶ τὸ κι‐ νούμενον· καὶ γὰρ ἡ μὲν οὐσία ἡ ἐκεῖ μία καθ’ ἕκαστον
15νοῦν, ἡ δὲ ἐν τῇ ψυχῇ μία καὶ οὐ μία καθ’ ἑκάστην· πολ‐ λαὶ γὰρ αἱ οὐσίαι κατὰ πᾶσαν ψυχὴν καὶ τοσαῦται, ὅσαι αἱ μοῖραι, εἰς 〈ἃσ〉 ἑκάστην διῄρηται, ὥσπερ σῶμα πᾶν μεριστὸν ὂν εἰς ἄπειρα διῄρηται τῶν ψυχῶν διῃρημένων εἰς πεπερασμένα καὶ οὕτως, ὡς ὁ ἀριθμὸς εἰς μονάδας, ὅθεν
20καὶ ἀριθμὸν αὐτήν τινες ἠξίουν καλεῖν, ὡς μεριστὴν μέν, εἰς ἀμερῆ δὲ καὶ οὐκ εἰς ἀεὶ διαιρετά. διὸ καὶ τὸ ἀμέριστον αὐτῆς διττόν, καὶ κατὰ τὸ οἷον ὅλον καὶ κατὰ τὰ ἔσχατα τῶν μερῶν. ἐπεὶ καὶ ἕκαστος ἀριθμὸς κατὰ τὸ οἰκεῖον εἶδος εἷς ἐστι καὶ ἀμερής, κατὰ δὲ τὴν οἷον ὕλην μεριστός, καὶ
25οὐδὲ ταύτην πᾶσαν, ἀλλὰ τὸ ἔσχατον καὶ ἐν ταύτῃ ἀμερές, εἰς ὃ καὶ ἡ κατάληξις. εἰ δὲ βούλει, καὶ κατ’ ἄλλον τρό‐ πον· τριῶν ὄντων τῶν μέσων γενῶν τούτων, ὅταν μὲν ἡ οὐσία ταὐτοῦ καὶ ἑτέρου κρατήσῃ, κατὰ τὴν κρᾶσιν τῶν μέσων γίνεσθαι ψυχὴν θείαν· καὶ τὸ πλέον ἐν τῇ ἐπικρα‐
30τείᾳ καὶ ἔλασσον ποιεῖ τὸ πλάτος τῶν θείων ψυχῶν· ὅταν
in Ti
.

2

.

139

δὲ τὸ ταυτὸν ἅμα καὶ ἡ οὐσία τοῦ λοιποῦ, τὴν ἀγγελικήν, ὅταν δὲ μόνον τὸ ταυτόν, τὴν δαιμονίαν, ὅταν δὲ τὸ ταυ‐ τὸν καὶ ἕτερον ἅμα τῆς οὐσίας, τὴν ἡρωϊκήν, ὅταν δὲ τὸ ἕτερον μόνον, τὴν ἀνθρωπίνην· τὰ γὰρ ἄκρα τοῦ μέσου
5κρατεῖν ἀδύνατον, ὅτι μηδὲ συνάπτεται ἀλλήλοις ἐκείνου χωρίς, καθ’ ἑκάστην δὲ τῶν μίξεων τὸ πλέον καὶ ἔλασσον τῶν κρατούντων ποιήσει τὸ πλάτος τῶν ψυχῶν. ἀλλὰ ταῦτα ἐν ἄλλοις διὰ πλειόνων ἐξήτασται. Ὑπόλοιπον δὴ οὖν μετὰ ταῦτα τὸ ἀμέριστον τῆς οὐσίας
10εἶδος καὶ τὸ μεριστὸν ὅ,τι ποτέ ἐστι διελθεῖν· καὶ γὰρ τῶν πρεσβυτέρων οἳ μὲν ἄλλως, οἳ δὲ ἄλλως ἠνέχθησαν. ῥητέον δὴ περὶ τούτων πρῶτον μὲν ὁλοσχερῶς ὡς τύπῳ εἰπεῖν, ἔπειτα προσεχέστερον τοῖς προκειμένοις· δυνατὸν γὰρ ἀμ‐ φοτέρως. οὐκοῦν ἀμέριστον μὲν οὐσίαν φῶμεν τὴν νοητὴν
15πᾶσαν καὶ τὴν νοερὰν τήν τε ὁλικὴν καὶ τὴν μερικὴν τήν τε ἄυλον καὶ χωριστὴν καὶ πρὸ αἰῶνος ἢ ἐν αἰῶνι οὖσαν, μεριστὴν δὲ πᾶσαν τὴν περὶ τὰ σώματα προϊοῦσαν, εἴτε ζωὰς περικοσμίους εἴτε φύσεις τὰς κατ’ αὐτῶν δυνούσας τῶν ὄγ‐ κων εἴτε λόγους φυσικοὺς διαιρουμένους περὶ τὴν ἄποιον
20σωματότητα· πάντα γὰρ ταῦτα περὶ σώματά ἐστι μεριστά, τὰ μὲν ἐν τοῖς τοιοῖσδε σώμασιν ὑφεστῶτα καὶ ἐν ὑπο‐ κειμένῳ ὄντα, τὰ δὲ οὐσιώδη μὲν ὑπάρχοντα καὶ ζωῆς εἴδη, σωμάτων δὲ ἀχώριστα, καθάπερ ἡ φύσις, τὰ δὲ μεριζόμενα μέν, συνάγοντα δὲ εἰς ἀμέρειαν ἑαυτά, καθάπερ ἡ αἴσθησις.
25καὶ εἰ βούλει λέγειν, τριπλῆν μὲν λέγε τὴν ἀμέριστον οὐσίαν, τὴν κατὰ τὸ εἶναι, τὴν κατὰ τὸ ζῆν, τὴν κατὰ τὸ νοεῖν, τριπλῆν δὲ τὴν περὶ τοῖς σώμασι μεριστήν· ἀντὶ μὲν τῆς κατὰ τὸ νοεῖν τὴν κατὰ τὸ αἰσθάνεσθαι, ἀντὶ δὲ τῆς κατὰ τὸ ζῆν τὴν κατὰ φύσιν, ἀντὶ δὲ τῆς κατὰ τὸ εἶναι τὴν κατὰ
30τὰ εἴδη τὰ μεριζόμενα περὶ τοὺς ὄγκους τῶν σωμάτων· τὰ γὰρ τρία τῶν τριῶν εἰκόνες, ἀνάπαλιν ἐκείνοις ἔχοντα κατὰ τὴν πρὸς ἄλληλα τάξιν, τούτων δὲ τὰ μέσα τὸ εἶναι, τὸ ζῆν, τὸ νοεῖν ἐν ψυχαῖς, τὴν μὲν τάξιν φυλάττοντα τῶν
πρὸ αὐτῶν διὰ τὴν πρὸς αὐτὰ ὁμοιότητα, τὸν δὲ μερισμὸν
in Ti
.

2

.

140

ἔχοντα συγγενῆ τοῖς μετὰ ταῦτα. τριχῇ δ’ οὖν πάντα διέ‐ λωμεν καὶ διελόντες οὕτως ἐν μέσῳ τάξομεν τὴν ψυχικὴν οὐσίαν τῆς τε ἀμερίστου καὶ τῆς μεριστῆς, ὡς εἰκόνα μὲν τῆς κρείττονος, παράδειγμα δὲ τῆς καταδεεστέρας, καὶ ὡς
5μένουσαν ἅμα καὶ προϊοῦσαν καὶ ὡς ἁπλῆν καὶ σύνθετον καὶ ὡς ἐξῃρημένην τῆς σωματικῆς συστάσεως καὶ ὡς συν‐ τεταγμένην κατὰ πάντα γὰρ αὐτῆς ταῦτα ἡ μεσότης προσή‐ κουσα φαίνεται. καὶ οὕτω μὲν ὁλοσχερέστερον λεκτέον, πᾶσαν τὴν μεταξὺ τοῦ ἑνὸς οὐσίαν καὶ τῆς ψυχῆς ἀμέριστον τιθε‐
10μένους, πᾶσαν δὲ τὴν μεταξὺ ψυχῆς καὶ σωμάτων μεριστήν. Εἰ δὲ δεῖ προσεχέστερον ἀφορίσασθαι τὸ μεριστὸν καὶ ἀμέριστον, οὑτωσὶ ῥητέον· τὸ πᾶν τοῦτο συνέστησεν ὁ δημι‐ ουργὸς ζῷον ἔμψυχον ἔννουν, κάλλιον ἡγησάμενος τοῦ μὲν ἀψύχου τὸ ἔμψυχον, τοῦ δὲ ἀνοήτου τὸ νοερόν. ἔστιν
15οὖν ἐν αὐτῷ ζωὴ σωματοειδής, καθ’ ἣν ζῷόν ἐστι· δεσμοῖς γὰρ ἐμψύχοις δεθὲν ζῷον ἐγένετο· ἀλλ’ οὐκ αὐτὴ ἡ ψυχὴ συνανακέκραται τῷ σώματι· τοῦτο γὰρ ἀπέγνωκε καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης. ἔστι δὲ καὶ ψυχὴ θεία, καθ’ ἣν ἔμψυχον τὸ ὅλον, ἔχον μὲν συμφυᾶ ζωήν, ἔχον δὲ καὶ χω‐
20ριστήν. ἔστι γε μὴν καὶ νοῦς ἄυλος ἐν αὐτῷ καὶ θεῖος· δεῖ γὰρ τὸν νοῦν οὐσιώδη τοῦτον λέγειν, ἀλλὰ μὴ τὸν ὡς ἕξιν τῆς ψυχῆς· ἐκεῖνον γὰρ οὐχ ὁ δημιουργὸς ὑφίστησιν, ἀλλ’ ἡ ψυχὴ κατὰ τὴν περὶ τὸ νοητὸν ἑαυτῆς χορείαν, ὥς φησιν ἐν τοῖς ὕστερον [37 C] αὐτός. ὥστε τριπλῆν ζωὴν
25ἔχει τὸ πᾶν, τὴν σωματοειδῆ, τὴν ψυχικήν, τὴν νοεράν. καὶ ἡ μὲν νοερὰ ἀμέριστός ἐστιν, ὡς αἰώνιος, ὡς ὁμοῦ πᾶν περιλαβοῦσα τὸ νοητόν, ὡς ἀκίνητος, ὡς ἡνωμένη κατ’ ἄκραν ὑπεροχὴν τῶν δευτέρων· ἡ δὲ σωματοειδὴς μεριστή, ὡς προϊοῦσα περὶ τοὺς ὄγκους καὶ συνανακιρναμένη τῷ σώ‐
30ματι καὶ δύνουσα κατὰ τῶν ὑποκειμένων· μέση δὲ ἡ ψυχική, ταύτης μὲν ὑπερέχουσα τῷ χωριστῷ, τῷ περικαλύπτειν τὸν ὄγκον τοῦ σώματος ἔξωθεν, ὡς εἴρηται [34 B] καὶ
ῥηθήσεται [36 E] διὰ τῶν ἑπομένων, τῷ πρὸς νοῦν ἀνα‐
in Ti
.

2

.

141

τείνεσθαι, τοῦ δὲ νοῦ πάλιν ἐλαττουμένη, ὡς ἐν χρόνῳ νο‐ οῦσα, ὡς ἀνελίττουσα τὴν ἀμέρειαν τῆς νοερᾶς ζωῆς, ὡς ἐφαπτομένη πως τοῦ σώματος. δηλοῖ δὲ καὶ ὁ Πλάτων ἐκ τούτων τῶν μέσων τὴν κοσμικὴν ψυχὴν ὑφιστάς, ἥτις τῶν
5μὲν ἐφ’ ἑκάτερα αὐτῆς ἐστι μέση, πάσης δὲ νοερᾶς οὐσίας καὶ σωματικῆς οὐκέτι· οὐ γὰρ δὴ τῶν μερικῶν νόων καὶ τῶν ἐν τοῖς μέρεσι τοῦ παντὸς μεριζομένων εἰδῶν ἐστιν αὕτη μέση. καὶ ἔστι τοῦτο τῆς τοῦ παντὸς ψυχῆς ἴδιον, οὐ τὸ ἐξ ἀριθμῶν αὐτὴν εἶναι οὐδὲ τὸ ἐκ τῶνδε τῶν λόγων
10οὐδὲ τὸ ἐκ τοσῶνδε κύκλων (πάντα γὰρ ταῦτα καὶ τὰ ἄλλα πάσης ἐστὶ κοινὰ ψυχῆς, θείας, δαιμονίας, ἀνθρωπίνης), ἀλλὰ τὸ μέσον εἶναι τῶνδε τῶν ἄκρων τὴν οὐσίαν αὐτῆς, τοῦ ἑνὸς κοσμικοῦ νοῦ καὶ τῆς ὅλης περὶ τοῖς σώμασι πᾶσι γιγνομένης μεριστῆς οὐσίας, καὶ τούτων οὐ καθόσον γνω‐
15στικὸς ὁ νοῦς ἢ ζωτικός, οὐδὲ καθόσον ἡ φύσις ζωὴ τῶν σωμάτων ἐστίν (οὐ γάρ πω περὶ γνώσεως ὁ λόγος οὐδὲ ζῴων), ἀλλὰ καθόσον οὐσίαι τινές, ἣ μὲν ἀμερής, ἣ δὲ με‐ ριστὴ περὶ τοῖς σώμασι· διὰ γὰρ τοῦτο καὶ ἡμεῖς κατὰ τὴν ὕπαρξιν τῆς ψυχῆς ἄμφω λαβεῖν πεφιλονεικήκαμεν, τό τε
20ὂν καὶ τὴν γένεσιν καὶ τὸ ἀμερὲς καὶ τὸ μεριστόν, χαίρειν ἀφέντες τὰς μεταβάσεις, τὰς ἐνεργείας, καὶ οὐκ ἐνεργείας ζητοῦντες ἰδεῖν ψυχῆς, ἀλλὰ οὐσίαν *** καὶ γιγνομένην. καὶ δῆλον ὅτι τὸ πέρας αὐτῆς τὸ οὐσιῶδες πάντων ἐστὶ περάτων ἑνικώτερον τῶν ἐν ταῖς ἄλλαις πάσαις ψυχαῖς καὶ
25τὸ ἄπειρον πάντων ἀπείρων περιληπτικώτερον· οὔτε γὰρ πᾶν πέρας ἴσον παντὶ πέρατι, τῶν μὲν ὁλικωτέρων ὄντων, τῶν δὲ μερικωτέρων, οὐδὲ πᾶσα ἀπειρία πάσῃ ἀπειρίᾳ ἴση· διότι μηδὲ πᾶσα δύναμις πάσῃ δυνάμει· ὥστ’ οὐδὲ πᾶσα οὐσία ἴση πάσῃ οὐσίᾳ, ἀλλ’ ἣ μὲν ὁλική, ἣ δὲ μερική. τῆς οὖν
30τοῦ ὅλου ψυχῆς τὸ οὐσιῶδες ὁλικώτερον πάσης ψυχικῆς οὐ‐
in Ti
.

2

.

142

σίας, καὶ τὸ ἐν αὐτῇ πέρας πάντων περάτων ψυχικῶν, καὶ τὸ ἄπειρον ἀπείρων πάντων τῶν ἐν ψυχαῖς· καὶ γὰρ τὰ ἄκρα τούτων ἡ ἁπλῶς ἀμέριστος οὐσία καὶ ἡ ἁπλῶς μερι‐ στὴ περὶ τοῖς σώμασιν οὐ τισίν, ἀλλὰ πᾶσιν, ὡς ἥ γε τοῦ
5ἡλίου ψυχὴ μέση τινὸς οὐσίας ἀμεροῦς καὶ οὐ τῆς ἀμεροῦς ἀδιορίστως καὶ τινὸς μεριστῆς, ἀλλ’ οὐ πάσης τῆς περὶ τοῖς σώμασι. καὶ τοῦτο λαβὼν πρῶτον ὡς ἴδιον τῆς κοσμικῆς ψυχῆς συνείρει τὰ λοιπὰ ὡς ἐπὶ τοιαύτης ψυχῆς ὁ λόγος, τὸν ἀριθμόν, τὴν ἁρμονίαν, τὸ εἶδος. οὐκ ἄρα πᾶσαν τὴν
10νοερὰν οὐσίαν ἀμέριστον ῥητέον νῦν, ἀλλὰ μόνην τὴν τοῦ κοσμικοῦ νοῦ, καὶ ἐπὶ τῆς ἡλίου ψυχῆς τοῦ ἡλιακοῦ, καὶ ἐπὶ σελήνης ὁμοίως καὶ ἐπὶ πάντων· ἑκάστη γὰρ μεσότης ἴδια ἕξει τὰ ἄκρα τὰ προσεχῆ καὶ τούτων ἔσται μέση, ἀλλ’ οὐχὶ πάντων τῶν πανταχοῦ ἄκρων. οὕτω δὲ καὶ οἱ δαί‐
15μονες οἱ τῶν ψυχῶν τῶν μερικῶν ἀνωτέρω τὸ μέσον ἕξουσι μεταξὺ τῶν οἰκείων νόων καὶ τῶν συμφυῶν αὐτοῖς σωμά‐ των. ὥστ’ εἰ περὶ τῶν ἄλλων τινὸς διετάττετο ψυχῶν, οὐκ ἂν εἶπε τῆς ἀμερίστου μέσην οὐσίας αὐτῆς τὴν οὐσίαν καὶ τῆς περὶ τοῖς σώμασι μεριστῆς, ἀλλ’ ἀμερίστου καὶ μεριστῆς,
20ἄλλης καὶ ἄλλης ἐπὶ τῶν μερικῶν· τὰ γὰρ ἄρθρα τὸ ὑπερ‐ έχον δηλοῖ καὶ τὸ ὁλικόν, ὡς αὐτὸς ἐν ἄλλοις διώρισεν, ἄλλο δηλοῦν εἰπών, ὅταν φῶμεν τὸ καλόν, καὶ ἄλλο, ὅταν καλόν, καὶ τὸ μὲν τὸ ἐξῃρημένον δηλοῦν, τὸ δὲ ἕν τι τῶν τοῖς ἄλλοις ὁμοταγῶν. καὶ εἰ βούλει τὰ τοῦ γενναίου Θεο‐
25δώρου παραλαμβάνειν ἐν τούτοις, ὁ μὲν νοῦς ἄσχετός ἐστιν, ἡ δὲ περὶ τὸ σῶμα ζωὴ ἐν σχέσει, μέση δὲ ἡ ψυχή, ἡμί‐ σχετός τις οὖσα. καὶ κατὰ τὸν μέγαν Ἰάμβλιχον ὃ μὲν ἐξῃρημένος, ἣ δὲ συντεταγμένη τοῖς ὄγκοις, ἣ δὲ ἐξῃρημένη τε ἅμα καὶ συντεταγμένη. πᾶς μὲν δὴ νοῦς ἀμέριστος, ὡς
30μίαν ἔχων οὐσίαν, 〈μίαν〉 ταυτότητα, ἑτερότητα μίαν, ἐξ ὧν ἐστιν ὅλος, πᾶσα δὲ ψυχὴ μεριστή, διότι τὸ ἑκάστης
κρᾶμα τὸ ἐκ τῶν ἐν αὐτῇ στοιχείων εἰς πολλὰ διῄρηται
in Ti
.

2

.

143

μέρη, ὧν ἕκαστον ἐκ τῶν ἑνῶν ἐστι πάντων, ὥστ’ εἶναι πολλὰς οὐσίας ἐν ἑκάστῃ, ταυτότητας πολλάς, ἑτερότητας πολλάς, τοῖς ἐν αὐτῇ μέρεσι συνδιῃρημένας. ὅσα δὲ τὰ μέρη, δηλώσει χρώμενος ταῖς μεσότησι καὶ ταῖς διὰ τῶν
5ἐπογδόων καὶ τῶν λειμμάτων κατατομαῖς, ὡς ἔσται προϊοῦσι δῆλον. ἐκεῖνο μὴν φανερόν, ὅτι τὸν νοῦν ᾗ νοῦς ἐστιν ἀμέριστόν φαμεν εἶναι, τὸ πλῆθος τῶν εἰδῶν ἕτερον αὐτοῦ νοοῦντες, εἰ καὶ ἐν αὐτῷ ἐστι, καὶ τὴν ψυχὴν καθὸ ψυχὴ μεριστήν, τὰ ἐν αὐτῇ εἴδη μὴ συνθεωροῦντες, ἀλλὰ μόνην τὴν
10ψυχικὴν οὐσίαν καὶ τὴν νοεράν, καθ’ αὑτὴν ἑκατέραν *** τί ἄλλο, ἢ ὅτι ἀμέριστος μὲν οὐσία καλεῖται παρὰ τοῦ Πλά‐ τωνος ὁ νοῦς ὁ ὑπὸ τῆς ψυχῆς μετεχόμενος, μεριστὴ δὲ περὶ τοῖς σώμασιν ἡ σωματοειδὴς ζωὴ ἡ ἀπ’ αὐτῆς προϊ‐ οῦσα καὶ αὐγῆς ἔχουσα λόγον πρὸς αὐτήν· ἀνὰ λόγον γὰρ
15ἡλίῳ μὲν ὁ νοῦς, τῷ δὲ ἀφ’ ἡλίου φωτὶ ἡ ψυχή, τῇ δὲ αὐγῇ τῇ ἀπὸ τοῦ φωτὸς ἡ μεριστὴ ζωή. καὶ εἰκότως ταῦτα ἀκριβέστερα τῶν προειρημένων ὑπονοοῦμεν, διότι δεῖ τὸν δη‐ μιουργὸν κύριον εἶναι πάσης μὲν τῆς ἀμερίστου, πάσης δὲ τῆς μεριστῆς 〈οὐσίασ〉, ἵνα καὶ τὸ λαβὼν ἔχῃ χώραν καὶ
20τὸ ἐξ ἀμφοῖν συνεκεράσατο καὶ πάντα ὅσα ἑξῆς ὁ Πλά‐ των ἐπήνεγκεν. ὁ μὲν οὖν Ἰάμβλιχος καὶ μετὰ τούτου Θεόδωρος εἰς τὴν ὑπερκόσμιον ψυχὴν ἀνάγουσι τούτους τοὺς λόγους· ἡμεῖς δὲ ἡγούμεθα μὲν τὸν Τίμαιον τὴν τοῦ παντὸς ψυχὴν γεννᾶν διὰ τούτων, ὡς καὶ αἱ ῥήσεις δηλοῦ‐
25σιν, ἀξιοῦμεν δὲ τοὺς φιλοθεάμονας ζητεῖν καὶ ἐπὶ τῆς ὑπερκοσμίου ψυχῆς τὸ ἀμέριστον καὶ τὸ μεριστόν· μέση γὰρ πᾶσα ψυχὴ τούτων· τὸ μὲν γὰρ ἀμέριστον δῆλον καὶ ἐπ’ ἐκείνων· πάσης γὰρ ὑπερκάθηται νοῦς ὑπερκόσμιος. τὸ δὲ μεριστὸν τί ἐστιν; οὐ γὰρ ἐξῆπται σώματά τινα αἰσθητὰ καὶ
30ἐκείνων ὑπερκοσμίων οὐσῶν ἀνάπαλιν ἢ ἐπὶ τῶν ἀνθρωπί‐ νων ψυχῶν· τούτων γὰρ σώματα μὲν ἑκάστης ἐξῆπται, δι’
ἃ καί εἰσιν ἐγκόσμιοι, νοῦς δὲ ἴδιος οὐχ ὑπερίδρυται, διὸ
in Ti
.

2

.

144

καὶ οὐκ ἀεὶ νοοῦσι. πασῶν δὲ τῶν ἐν μέσῳ ψυχῶν καὶ σῶμά ἐστιν ἐξημμένον, διὸ καὶ ἐγκόσμιοί εἰσι, πλεονάσασαι τῇ συναρτήσει τοῦ σώματος τῶν ὑπερκοσμίων, καὶ νοῦς ἐστιν ἴδιος, εἰς ὃν ἀνήρτηνται, διὸ καὶ ἀεὶ ἐν τῷ νοητῷ
5εἰσι· τὸ γὰρ ἀκίνητον ἀιδίου ἐνεργείας ἐστὶ ποιητικόν. ἀνά‐ παλιν οὖν τῶν ἄκρων ἐχουσῶν, τῶν ὑπερκοσμίων ψυχῶν καὶ τῶν ἀνθρωπίνων, καὶ τῶν μὲν κατὰ τὸ μεριστὸν ἐλλειπου‐ σῶν, τῶν δὲ κατὰ τὸ ἀμέριστον, ὡς ἂν δόξειεν, ἡμεῖς ἐροῦ‐ μεν τῶν μὲν ὑπερκοσμίων εἶναι τὸ μεριστὸν οὐ τὸ περὶ τοῖς
10σώμασι μεριζόμενον, ἀλλὰ τὸ περὶ αὐταῖς ταῖς ψυχαῖς ταῖς ἐγκοσμίοις· τούτων γὰρ ὑπερέχουσι προσεχῶς, ὡς αὗται τῆς περὶ τοῖς σώμασι γιγνομένης μεριστῆς οὐσίας· διὸ καὶ μέσαι νόων εἰσὶ καὶ τῶν ἐγκοσμίων ψυχῶν, τῶν μὲν ἔχουσαι τὸ πρὸς σώματα ἀμιγές, τῶν δὲ τὸ μεταβατικὸν ἐν ταῖς νοή‐
15σεσι. τῶν δὲ ἀνθρωπίνων ψυχῶν εἶναι τὸ ἀμέριστον, ὅσον ἐστὶ τοιοῦτον ἐν ταῖς ὑπὲρ αὐτὰς ψυχαῖς, ὧν ἀεὶ νοουσῶν ἐξήρτηνται καὶ μετέχουσί ποτε καθόσον δύνανται· διὰ γὰρ τούτων μέσων καὶ τοῖς ὑπὲρ ἐκεῖνα συνάπτονται νοῖς καὶ γίνονται νοεραὶ δι’ ἐκείνων μέσων. τούτων δὲ ἄκρων οὐ‐
20σῶν, ὡς εἴπομεν, αἱ μέσαι πᾶσαι τὸ ἀμέριστον ἔχουσι καὶ τὸ μεριστὸν ἴδιον, εἴτε θείαν ἔχοιεν τάξιν εἴτε δαιμονίαν δαιμόνων λογικῶν. καὶ πρὸ τούτων ἡ τοῦ παντός, τὸν ὅλον ἐγκόσμιον νοῦν ἀμέριστον οὐσίαν ἔχουσα καὶ πᾶσαν τὴν περὶ τοῖς σώμασι γιγνομένην μεριστὴν οὐσίαν, τούτων οὖσα μέση.
25καὶ ταῦτά φαμεν πρὸς πάντα βλέποντες τὰ πρόσθεν, δι’ ὧν ταῦτα δεδείχαμεν, ἀπ’ αὐτῶν εἰλημμένα τῶν Πλάτωνος ῥη‐ μάτων καὶ οὐκ ἐξ ἡμετέρων ἐπινοιῶν. ἐπεὶ τοῖς γε ἀπὸ τῶν λογίων ὡρμημένοις καὶ ἐκεῖναι αἱ ψυχαὶ σώμασιν ἐποχεῖσθαι ῥηθήσονται ὑπερκοσμίοις τισίν, αἰθερίοις
30καὶ ἐμπυρίοις. ἢ πῶς τὰ σώματα κινεῖται ἐκεῖνα μὴ ψυ‐ χῶν κινουσῶν αὐτὰ θειοτέρων ἢ κατὰ τὰς ἐγκοσμίους ψυχάς;
εἰ δὲ ταῦτα κρατοίη, τάχα καὶ τὰς μερικὰς ψυχὰς δώσει τις
in Ti
.

2

.

145

λόγος ἔχειν ἀμέριστον οὐσίαν ὑπὲρ αὐτὰς νοερὰν μίαν τέ τινα δύναμιν τοῦ νοῦ τοῦ εἰς τὰς ὁμοίας ἐλλάμποντος, καὶ διὰ τοῦτο καὶ εἶναι μερικὰς καὶ ποτὲ νοούσας, τῶν εἰς ὅλον ἕκαστον νοῦν ἀνηρτημένων ἀεὶ νοουσῶν μόνως. ἔτι δέ, ἵνα
5καὶ ταῦτα συνᾴδοντα ταῖς Ὀρφικαῖς παραδόσεσι λέγω‐ μεν· οὐ γὰρ πάσης τάξεως νοητῆς ἢ νοερᾶς καὶ ἐκεῖνος κατηγορεῖ τὸ ἀμέριστον, ἀλλ’ εἶναί τινα καὶ τοῦδε τοῦ ὀνό‐ ματος κρείττω, καθάπερ ἄλλων ὀνομάτων ἄλλα· καὶ γὰρ τὸ βασιλεὺς καὶ τὸ πατὴρ οὐ πάσαις ἐφαρμόζει τάξεσι. ποῦ
10δὴ οὖν αὖ πρῶτον παρ’ αὐτῷ τὸ ἀμέριστον ἴδωμεν, ἵνα καὶ τὴν τοῦ Πλάτωνος ἔνθεον ἐπιβολὴν νοήσωμεν; ἕνα τοίνυν ἐκεῖνος δημιουργὸν τῆς διῃρημένης πάσης ποιήσεως προ‐ στησάμενος ἀνὰ λόγον ὄντα τῷ ἑνὶ πατρὶ τῷ τὴν ὁλικὴν ἀποτίκτοντι δημιουργίαν ἀπὸ τούτου παράγει τό τε νοερὸν
15πλῆθος ὅλον τὸ ἐγκόσμιον καὶ τὸν τῶν ψυχῶν ἀριθμὸν καὶ τὰς σωματικὰς συστάσεις, αὐτοῦ μὲν ἡνωμένως πάντα ταῦτα γεννῶντος, τῶν δὲ περὶ αὐτὸν θεῶν διαιρούντων καὶ δια‐ κρινόντων τὰ δημιουργήματα αὐτοῦ. ἀλλὰ τὰ μὲν ἄλλα δη‐ μιουργήματα αὐτοῦ πάντα μεμερίσθαι φησὶν ὑπὸ τῶν διαι‐
20ρετικῶν θεῶν, μόνην δὲ τὴν καρδίαν ἀμέριστον εἶναι προνοίᾳ τῆς Ἀθηνᾶς· ἐπειδὴ γὰρ ὑφίστησι μὲν καὶ νοῦς καὶ ψυχὰς καὶ σώματα, ἀλλὰ ψυχαὶ μὲν καὶ σώματα δέχονται πολλὴν τὴν πρὸς ἑαυτὰ διαίρεσιν καὶ τὸν μερισμόν, νοῦς δὲ ἡνω‐ μένος μένει καὶ ἀδιαίρετος ἐν ἑνὶ τὰ πάντα ὢν καὶ μιᾷ
25νοήσει τὰ ὅλα τὰ νοητὰ περιέχων, μόνην τὴν νοερὰν οὐσίαν καὶ τὸν νοερὸν ἀριθμὸν ἀπολελεῖφθαί φησιν ὑπὸ τῆς Ἀθη‐ νᾶς σεσωσμένον·
μούνην γὰρ κραδίην νοερὴν λίπον, φησίν, ἄντικρυς νοερὰν αὐτὴν προσαγορεύων. εἰ τοίνυν ἡ
30ἀμέριστος καρδία νοερά ἐστι, νοῦς ἂν εἴη δηλαδὴ καὶ νοερὸς
in Ti
.

2

.

146

ἀριθμός, οὐ μέντοι πᾶς νοῦς, ἀλλ’ ὁ ἐγκόσμιος· οὗτος γάρ ἐστιν ἡ καρδία ἡ ἀμέριστος, ἐπειδὴ καὶ τούτου δημιουργὸς ἦν ὁ μεριζόμενος θεός. τὸν μὲν δὴ νοῦν ἀμέριστον οὐσίαν τοῦ Διονύσου καλεῖ, τὸ δὲ γόνιμον αὐτοῦ τὴν μεριστὴν αὐ‐
5τὴν περὶ τὸ σῶμα ζωὴν φυσικὴν οὖσαν καὶ σπερμάτων οἰ‐ στικήν, ἣν καὶ τὴν Ἄρτεμίν φησι τὴν πάσης προεστῶσαν τῆς ἐν τῇ φύσει γεννήσεως καὶ μαιευομένην τοὺς φυσι‐ κοὺς λόγους ἄνωθεν διατείνειν ἄχρι τῶν ὑποχθονίων, δυνα‐ μοῦσαν αὐτῆς τὴν γόνιμον δύναμιν, τὸ δὲ λοιπὸν τοῦ θεοῦ
10σῶμα πᾶν τὴν ψυχικὴν σύστασιν, εἰς ἑπτὰ καὶ τοῦτο διῃ‐ ρημένον ἑπτὰ δὲ πάντα μέλη κούρου διεμοιρήσαντο, φησὶν ὁ θεολόγος περὶ τῶν Τιτάνων, καθάπερ καὶ ὁ Τί‐ μαιος εἰς ἑπτὰ διαιρεῖ μοίρας αὐτήν. καὶ τάχα ἂν τὸ διὰ
15παντὸς τοῦ κόσμου τεταμένην εἶναι τὴν ψυχὴν τοῦ Τιτα‐ νικοῦ μερισμοῦ τοὺς Ὀρφικοὺς ἀναμιμνήσκοι, δι’ ὃν οὐ μόνον ἡ ψυχὴ περικαλύπτει τὸ πᾶν, ἀλλὰ καὶ τέταται δι’ αὐτοῦ παντός. εἰκότως δὴ οὖν καὶ ὁ Πλάτων ἀμέριστον οὐσίαν ἀπεκάλεσε τὴν προσεχῶς ὑπὲρ ψυχὴν καὶ ὡς συντό‐
20μως εἰπεῖν τὸν μεθεκτὸν ὑπὸ ψυχῆς νοῦν, τοῖς Ὀρφικοῖς ἑπόμενος μύθοις καὶ οἷον ἐξηγητὴς τῶν ἐν ἀπορρήτοις λεγομένων εἶναι βουλόμενος. Ἐπ’ αὐτὴν δὴ τὴν Πλάτωνος λέξιν τὸ λοιπὸν ἐλθόντας δεῖ τὰ προειρημένα συνᾴδοντα δεῖξαι τοῖς ἐκείνου νοήμασιν.
25ἀλλὰ τούτων ἡμῖν διηρθρωμένων ἐκεῖνο θαυμάζειν ἐπέρχεται, ὅπως, εἴπερ ὁ νοῦς ἀμέριστός ἐστιν οὐσία, κατὰ τὴν ἐνάτην ὑπόθεσιν ὁ Παρμενίδης [164B ss] μερίζει τὸ ὂν εἰς ἄπειρα καὶ μετὰ τοῦ ὄντος τὸ ἕν, σχεδὸν ὑπὸ πάντων ὁμο‐ λογουμένης ἐκείνης εἶναι τῆς ὑποθέσεως περὶ τῆς. ἐπέκεινα
30φύσεως τῶν ψυχῶν. ἦ ἔοικε τὸν μερισμὸν ἐκεῖ τὴν πρόοδον
in Ti
.

2

.

147

λέγειν τὴν ἀπὸ τοῦ ἑνὸς ὄντος ἐκείνου τῶν πολλῶν ἕνων ὄντων εὐτάκτως προϊόντων ἀπὸ τῶν οἰκείων ἀρχῶν εἰς τὸ προσῆκον πλῆθος, οὐχ ὥστε τὸ ἓν ὂν αὐτὸ συμπληρούμενον ἀπὸ τῶν πολλῶν εἶναι τούτων, ὡς τὴν ψυχὴν ἐρεῖ [35 AB]
5μίαν οὖσαν ἔχειν τὸ πλῆθος εἰς αὐτὴν τελοῦν, ἀλλ’ ὡς προ‐ ηγεῖσθαι μὲν τὸ ἓν ὂν τῶν πολλῶν ἕνων ἅμα καὶ ὄντων, ὑφεῖσθαι δὲ τὸ τούτων πλῆθος ἐκείνου καὶ ἐν ἐκείνῳ περι‐ έχεσθαι κατ’ αἰτίαν, τόν τε ἑνιαῖον καὶ τὸν οὐσιώδη σύμ‐ παντα ἀριθμόν, ὥσπερ καὶ ἐνταῦθα τὸ αὐτοζῷον ἓν ὅλον
10εἶπε [33 A], μέρη δὲ αὐτοῦ τὰς τέσσαρας ἰδέας, μὴ συμπλη‐ ρούσας τὸ αὐτοζῷον, ἐν αὐτῷ δὲ περιεχομένας, ὡς κατα‐ νειμαμένας ἑνὸς ὄντος ἐκείνου τὴν μονάδα τῷ ἑαυτῶν πλή‐ θει, καὶ ἑκάστην μέρος ἐκείνου δυναμένην, ἀλλ’ οὐχ ὅλῃ τῇ ἐκείνου μονάδι παρισουμένην· οὕτω γὰρ καὶ ἐκείνου ἑνὸς
15ὄντος ἑκάτερος ἀριθμὸς μέρη, καὶ ὁ ἑνιαῖος καὶ ὁ οὐσιώδης, οὐκ ὢν συμπληρωτικὸς αὐτοῦ τοῦ ἑνὸς ὄντος ὡς ἐκ τούτων ἑκατέρου συνεστῶτος. ταῦτα καὶ πρὸς τὴν ἐπίστασιν ταύτην. ἀλλ’ ἐπὶ τὰ προκείμενα χωρῶμεν. Τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ ἐχούσης
20οὐσίας καὶ τῆς αὖ περὶ τὰ σώματα γιγνομένης με‐ ριστῆς τρίτον ἐξ ἀμφοῖν ἐν μέσῳ συνεκεράσατο οὐ‐ σίας εἶδος [35 A]. Ὅτι μὲν ἀμέριστον οὐσίαν τὴν νοερὰν λέγει καὶ τὴν τοῦ αἰῶνος μετέχουσαν καθ’ ὅλην ἑαυτήν, μεριστὴν δὲ περὶ τὰ
25σώματα τὴν ἀχώριστον τῶν ὄγκων καὶ ἐν τῷ ὅλῳ χρόνῳ λαχοῦσαν τὴν ὕπαρξιν, αὐτὸς ἐδήλωσε τὴν μὲν ἀεὶ κατὰ τὰ αὐτὰ ἔχουσαν προσειπών, τὴν δὲ γιγνομένην ἀποκαλέσας, ἵνα καὶ τὴν ψυχὴν μὴ μόνον ἀμέριστον ἅμα καὶ μεριστήν, ἀλλὰ καὶ νοητὴν ἀποκαλέσῃ καὶ πρώτην τῶν γιγνομένων· ἄλλη
30γὰρ ἡ αἰώνιος ἀιδιότης, ἄλλη δὲ ἡ κατὰ τὴν ἀπειρίαν τὴν χρονικὴν ἐν παρατάσει τὴν ὑπόστασιν ἔχουσα, καὶ ἄλλη ἡ σύμμικτος ἀπ’ ἀμφοτέρων, οἵα δή ἐστιν ἐπὶ τῆς ψυχῆς·
αὕτη γάρ ἐστιν ἀκίνητος μὲν κατ’ οὐσίαν, κινουμένη δὲ κατὰ
in Ti
.

2

.

148

τὰς νοήσεις, καὶ αἰώνιος μὲν κατ’ ἐκείνην, ἔγχρονος δὲ κατὰ ταύτας. καὶ δῆλον, ὅτι καὶ κατὰ τὴν ὕπαρξιν ἔχειν τι τοι‐ οῦτον αὐτὴν ἀναγκαῖον, ἢ οὐδ’ ἂν ἐν ταῖς κατὰ φύσιν αὐ‐ τῆς ἐνεργείαις ἐνέφαινε τὴν ἰδιότητα τῆς γενέσεως καὶ τῆς
5χρονικῆς παρατάσεως. ὅ μοι δοκεῖ καὶ θαυμαστῶς ὁ Πλά‐ των ἰδὼν εἰπεῖν μὴ μόνον, ὅτι μέσην ἐποίει τὴν ψυχὴν ὁ δημιουργὸς τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριστῆς οὐσίας, ἀλλ’ ὅτι καὶ μέσην τῆς τε ἀεὶ κατὰ τὰ αὐτὰ ἐχούσης καὶ τῆς γιγνομένης· καὶ πῶς γὰρ
10ἂν ἄλλως ἥρμοσε ψυχογονίαν γράφειν μηδαμῶς γενέσεως οὔσης ἐν ψυχῇ μηδὲ συνθέσεως; πῶς δὲ μοίρας ἀφαιρεῖν τῆς ἀμερίστου κατ’ οὐσίαν; τῶν μὲν γὰρ ἁπλῶν παντελῶς οὐκ ἔστι γένεσις, ὅπου καὶ ὅσα εἴδη ἐστὶν ἔνυλα, καὶταῦτα ἄνευ γενέσεως εἶναί φησιν Ἀριστοτέλης [metaph.
15λ 3. 1070a 15] καὶ ἄνευ φθορᾶς μὴ εἶναι, σῴζοντα καὶ ἐν ἐσχάτοις τὴν ἰδιότητα τῶν πρώτων εἰδῶν διὰ τῆς ἁπλότητος· τῶν δὲ ὁπωσοῦν ἐπιδεχομένων σύνθεσιν καὶ γένεσιν τῷ λόγῳ παραδοῦναι δυνατόν. ἵν’ οὖν καὶ ἐπὶ ψυχῆς ταῦτα δείξῃ δεόντως παρεισκυκλούμενα, κἀκείνων μέσην αὐτὴν προείρηκε,
20τῆς τε αἰωνίας ὑποστάσεως καὶ τῆς γιγνομένης. μᾶλλον δὲ πρὸ τούτου διαιρετέον, ὅτι ἀναγκαῖον ἢ ἄμφω πρὸ ψυ‐ χῆς εἶναι, τὸ ἀμέριστον λέγω καὶ μεριστόν, ἢ ἄμφω μετὰ ψυχήν, ἢ ἄμφω ἐν τῇ ψυχῇ, ἢ τὸ μὲν πρὸ ψυχῆς, τὸ δὲ μετὰ ψυχήν. ἄμφω μὲν οὖν οὐκ ἂν εἴη πρὸ ψυχῆς, εἴπερ
25ἡ ψυχὴ κρείσσων τῆς περὶ τὸ σῶμα γιγνομένης μεριστῆς, αὐτὴ σωμάτων ἔχουσα φύσιν χωριστήν, ἀχωρίστου τῆς περὶ τοῖς σώμασι μεριστῆς αὐτῶν τῶν σωμάτων οὔσης. ἄμφω δὲ οὐκ ἔστι μετὰ ψυχήν, διότι ἡ μὲν ἀμέριστος παντελῶς αἰ‐ ώνιός ἐστι, κατὰ ταὐτὰ ἔχουσα, ψυχὴ δὲ οὐκ αἰώνιος παν‐
30τελῶς, ὡς καὶ ἐν Νόμοις [X 904 A] εἶπε, μετέχουσά πῃ γενέσεως. ἄμφω δὲ οὐκ ἔστιν ἐν αὐτῇ, διότι πάντη ταῦτα
διεστῶτα ἀλλήλων ἕν τι συμπληροῦν ἀδύνατον, τὸ ἀχώριστον
in Ti
.

2

.

149

σωμάτων καὶ χωριστόν, τὸ ἀγένητον καὶ γενητόν. λείπεται οὖν τὸ μὲν εἶναι πρὸ αὐτῆς, τὸ δὲ μετ’ αὐτήν, καὶ δῆλον ὅτι τὸ κρεῖττον πρὸ αὐτῆς, τὸ δὲ χεῖρον μετ’ αὐτήν. ἐπειδὴ δὲ ταῦτα περὶ αὐτήν, ἀναγκαῖον αὐτὴν μὴ ἐκ τούτων
5οὖσαν ἐκ τῶν ἀνὰ λόγον εἶναι τούτοις καὶ ἤτοι χωρὶς ὄντων ἢ κεκραμένων ἀλλήλοις· ἀλλὰ χωρὶς ὄντων ἀδύνατον· αὐτὸς γοῦν εἶπε κραθῆναι ταῦτα σαφῶς. ἀναγκαῖον ἄρα ἐκ κρά‐ σεως τούτων εἶναι τὸ οὐσιῶδες τῆς ψυχῆς, καὶ εἴπερ ἡ ψυχὴ τῆς μέν ἐστι κρείττων, τῆς δὲ χείρων, τὸ μὲν ἀμέ‐
10ριστον αὐτῆς εἶναι τοῦ ὑπὲρ αὐτὴν ἀμερίστου χεῖρον, τὸ δὲ μεριστὸν τοῦ μετ’ αὐτὴν μεριστοῦ κρεῖσσον· μέση γὰρ οὖσα τὸ μὲν κρεῖσσον ἕξει χειρόνως, τὸ δὲ χεῖρον κρεισσόνως. καὶ τοῦτο μὲν δῆλον, εἴπερ μὴ ἐξ αὐτῶν ἐκείνων ὑφέστη‐ κεν, ἀλλ’ ἄλλων τῶν ἀνὰ λόγον ἐκείνοις· ὅτι δὲ οὐκ ἔστιν ἐκ
15τούτων ἡ οὐσία τῆς ψυχῆς, ὡς αὐτῶν συμπληρωτικῶν αὐ‐ τῆς γενομένων, δῆλον· πάλιν γὰρ καθ’ αὑτὸ τοῦτο σκοπή‐ σωμεν. πρῶτον μὲν γὰρ πῶς δυνατὸν αὐτὸ τὸ ἀμέριστον τῷ μεριστῷ μίγνυσθαι καὶ τὸ αἰώνιον τῷ γενητῷ; ταῦτα γὰρ καὶ ὑπεναντία πως ἀλλήλοις ἐστὶ καὶ πλεῖστον ἀφέστηκεν,
20ὡς μηδαμῇ συνάπτειν ἀλλήλοις, ὡς προείπομεν [p. 17 s]. δεύτερον δὲ πῶς οὐχὶ τὴν ψυχὴν καταδεεστέραν ποιήσομεν καὶ δευτέραν τῶν ἀπ’ αὐτῆς καὶ πρεσβυτέραν τὴν ἀχώριστον οὐσίαν τῆς χωριστῆς, εἴπερ ἐκ τῆς μεριζομένης περὶ τὰ σώ‐ ματα οὐσίας ὑφέστηκεν; ἔτι δὲ πῶς τρίτον ἡ ψυχὴ προσ‐
25ρηθήσεται δικαίως; τὸ γὰρ τρίτον μετ’ ἄλλων δύο τρίτον ἐστίν· εἰ δὲ μετ’ ἄλλων, σῳζομένων δηλονότι καὶ οὐκ ἐφθαρ‐ μένων· τὰ δὲ κεκραμένα αὐτὰ μὲν οὐκέτ’ ἔστιν, ἄλλο δέ τι γέγονεν ἀπ’ αὐτῶν οὐ τρίτον· οὐδὲ γὰρ ἔστιν ἐκεῖνα, φθα‐ ρέντα διὰ τῆς συγκράσεως. ἔτι δὲ εἰ μὲν μοῖραν τῆς ἀμε‐
30ρίστου λαβὼν ὑπέστησε τὴν ψυχήν, οὐκέτι ἀμέριστος ἔσται ἡ οὐσία· πῶς γὰρ ἂν ἀφέλοι τις αὐτοῦ μοῖραν, εἰ ἀμέριστόν
ἐστιν; εἰ δὲ πᾶσαν αὐτὴν ἐδαπάνησεν εἰς τὴν οὐσίαν τῆς
in Ti
.

2

.

150

ψυχῆς, οὐκέτ’ ἂν εἴη ἀγαθός, τὰ θειότερα καὶ ἐγγυτέρω ἑαυτοῦ καὶ αἰτιώτερα δαπανῶν εἰς τὴν τῶν χειρόνων ὑπό‐ στασιν. πρὸς δὲ τούτοις εἰ ἀπὸ τῆς γιγνομένης μεριστῆς ἡ ψυχὴ συμπεπλήρωται, οὐ μόνον ἔσται περὶ σώματα ἐκείνη
5μεριστή, ἀλλὰ καὶ περὶ ψυχήν. οὐκ ἄρα, ὡς οἴονταί τινες, αὐτὸ τὸ ἀμέριστον καὶ αὐτὸ τὸ μεριστὸν συμπληροῖ τὴν ψυχήν· ἀλλ’ ἔστι τὸ λεγόμενον, ὅτι τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριστῆς ἐν μέσῳ συνεκεράσατο οὐσίας εἶδος, ὡς τὸ αὐτὸ μεριστὸν μὲν ὡς πρὸς τὸ ἀμέ‐
10ριστον εἶναι, ἀμέριστον δὲ ὡς πρὸς τὸ μεριστόν, ὄντως τὴν μεσότητα τὴν τῆς ψυχῆς ἡμῖν παρεχόμενον. καὶ μὴν καὶ αὐτὸ τὸ τρίτον τὴν τῆς ἀναλογίας φύσιν ἐν τῇ ψυχῇ δεί‐ κνυσιν ἐνυπάρχουσαν· εἰ γὰρ τὸ αὐτὸ μέσον τέ ἐστι καὶ τρίτον, τοῦτο δὲ ἔστι μὲν ὡς πρῶτον, ἔστι δὲ ὡς ἔσχατον,
15ἔσται ἡ ψυχὴ πρῶτόν τε ἅμα καὶ ἔσχατον, ὃ δὴ πέφυκεν ἀναλογία κάλλιστα ποιεῖν. καὶ εἰ ἔστι τρίτον τοῦτο τὸ μέσον, δηλονότι δύο τινῶν ἄκρων ἔσται μέσον, ἓν ὄν, ἀλλ’ οὐ μετ’ ἄλλου μέσου· τέταρτον γὰρ ἂν ἦν τεττάρων ὄντων ἀνὰ λόγον. εἰ δὲ τρία ἐστὶ τὰ ἀνὰ λόγον, ὧν ἡ ψυχὴ μέσον,
20οὐχ ἁπλῶς ἐστιν οὐσίας μέση καὶ γενέσεως, ἀλλ’ οὐσίας ἀγενή‐ του πάντη καὶ οὐσίας μεριστῆς γιγνομένης περὶ τοῖς σώμασιν, αὐτὴ καὶ οὐσία πῃ οὖσα ἀμέριστος καὶ γιγνομένη μεριστή, ἀλλ’ οὐ περὶ σώμασιν, ἀλλὰ καθ’ αὑτὴν μεριστὴ γιγνομένη καὶ μηδὲν δεομένη σωμάτων εἰς τὸ εἶναι ὅ ἐστι.
25 καὶ τὸ ἐξ ἀμφοῖν δὲ πρὸς τὴν ψυχὴν οἰκείως, οὐ μό‐ νον, ὥς τινές φασιν, ὅτι κατὰ τὸ μέσον ἐστὶν ἀμφοῖν, ἀλλ’ ὅτι καὶ ἄμφω ἐστί, τὰ μὲν ἀμέριστα εἰκονικῶς, τὰ δὲ μερι‐ στὰ παραδειγματικῶς· ἔχει γὰρ τοὺς ἀμφοτέρων λόγους· πάντα γοῦν ἐστιν ἐν αὐτῇ συστοίχως. ἐπεὶ δὲ καὶ ὁ νοῦς
30πάντα καὶ τὸ αἰσθητὸν πάντα, προσέθηκε τὸ ἐν μέσῳ, δεικνύς, ὅπως τὰ πάντα ἐπὶ τῆς ψυχῆς ληπτέον, ὅτι μέσως καὶ οὔτε πρώτως οὔτε ἐσχάτως. ἔτι καὶ ἑτέρως ἐξ ἀμφοῖν
ἡ οὐσία τῆς ψυχῆς, ὡς ἐξ ὅλου παρηγμένη τοῦ δημιουργι‐
in Ti
.

2

.

151

κοῦ νοῦ, παρ’ ᾧ τά τε ἀμέριστα καὶ τὰ μεριστὰ ἦν παρα‐ δειγματικῶς καὶ κατ’ αἰτίαν. ἀλλ’ ἐπεὶ καὶ ὁ νοῦς καθ’ ὅλον προῆλθεν ἐκεῖνον, τὸ ἐν μέσῳ τὴν ἰδιότητα τῆς ψυ‐ χικῆς ὑποστάσεως ἐδήλωσεν. αὐτὸ δὲ τὸ συνεκεράσατο
5πῶς οὐχὶ προσῆκον τῇ οὐσίᾳ τῆς ψυχῆς; οὐ μόνον διότι καθ’ ἕνωσιν τὸ ἀμέριστον καὶ μεριστὸν ἐπ’ αὐτῆς καὶ κατὰ τὴν ὁμοίαν τοῖς κεκραμένοις δι’ ἀλλήλων χώρησιν, ἀλλ’ ὅτι καὶ τὸ τῆς ζωῆς ἰδίωμα πρόσφορόν ἐστι τῇ ψυχῇ, καὶ συνυφ‐ ίστησι τὴν ψυχὴν τῇ ζῳογόνῳ θεᾷ, καὶ ἐν τῷ κρατῆρι τὰ γένη
10μιγνύς. ἔτι δὲ αὐτὸ τὸ ῥῆμα μεσότητος ὂν *** δείκνυσιν, ὅτι καὶ ἡ ψυχὴ ἑαυτὴν συνυφίστησιν, ἀλλ’ οὐκ ἀπὸ τῆς δημιουργικῆς μόνον ἐνεργείας ὥσπερ τι πάθος ὑπομένει τὴν τῶν γενῶν ἐν ἀλλήλοις σύγκρασιν. τό γε μὴν τῆς οὐσίας εἶδος ἱκανῶς ἡμῖν ἐπιδείκνυται τὴν ἐν τοῖς αἰτίοις περι‐
15οχὴν τῶν αἰτιατῶν· εἰ γὰρ ἡ μὲν ἐν τῷ δημιουργῷ οὐσία γένος ἐστίν, ἡ δὲ ἐν τῇ ψυχῇ εἶδος, περιεκτικὴ τῆς ἑτέρας ἐστὶν ἡ ἑτέρα (δῆλον δέ, ποτέρα ποτέρας), γένος δὲ καλοῖτο ἂν ἐξῃρημένη τε αὐτῆς καὶ γεννῶσα αὐτὴν καὶ τῷ μὲν ἐξῃρῆσθαι διαφέρουσα τῶν ἐν τοῖς εἴδεσι γενῶν τῶν κατα‐
20τεταγμένων, τῷ δὲ γεννᾶν αὐτὴν ὑπερέχουσα τῶν ὑστερο‐ γενῶν· ἄγονα γὰρ ἐκεῖνα τῶν εἰδῶν. ἄλλον ἄρα τρόπον τὰ γένη ταῦτα καὶ τὰ εἴδη ληπτέα, γόνιμα, δυνάμεως πλήρη, περιεκτικὰ τῶν εἰδῶν τῶν ἀτόμων, ἐξῃρημένην ἔχοντα φύσιν. ἔστιν οὖν γένος μὲν ἡ ἐν τῷ δημιουργῷ οὐσία, ταύτης δὲ
25εἶδος ἡ ἀμέριστος οὐσία, καὶ δεύτερον εἶδος ἡ μέση οὐσία τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριστῆς, καὶ τρίτον ἡ περὶ τὸ σῶμα μεριστή, καὶ ἔσχατον ἡ σωματοειδής· ἐν γὰρ τοῖς εἴδεσι τούτοις τὸ πρότερον καὶ ὕστερόν ἐστι, διότι τὰ γένη ποιητικὰ τῶν εἰδῶν ἐστι καὶ ὑποστατικὰ πρώτων
30καὶ μέσων καὶ τελευταίων εἰδῶν. καὶ ἡ μὲν νοερὰ πᾶσα
ἀμέριστος, ὡς μία, ἡ δὲ μεριστὴ περὶ τοῖς σώμασι πεπλη‐
in Ti
.

2

.

152

θυσμένη διὰ τὸν περὶ τοῖς σώμασι μερισμόν, ἡ δὲ μέση τούτων μία καὶ οὐ μία· νοῦς μὲν γὰρ μίαν οὐσίαν ἔχει, μίαν ταυτότητα, μίαν ἑτερότητα, καθόσον νοῦς, τὰ δὲ μόρια τῆς ὅλης ψυχῆς πολλά ἐστιν, ἐξ ὧν ἡ ψυχὴ σύγκειται πρὸς
5ἄλληλα ἡρμοσμένων, καὶ καθ’ ἕκαστον αὐτῶν ἔστιν οὐσία, ταὐτόν, ἕτερον, καὶ ὅσα πάντα, τοσαῦται αἱ οὐσίαι, αἱ ταυτό‐ τητες, αἱ ἑτερότητες, ἠριθμημέναι μέν, ὅμως δὲ πλείους ἑκάστη μιᾶς καὶ οὐ μία, ὡς ὁ νοῦς μία ἐστὶν οὐσία καὶ ταυτότης μία καὶ ἑτερότης· ἡ δὲ μεριστὴ περὶ τοῖς σώμασιν
10ὡδὶ μὲν ἄλλην τούτων ἑκάστην, ὡδὶ δὲ ἄλλην, συνδιῃρη‐ μένη τοῖς ὑποκειμένοις, ὥσπερ αὐτὸ τὸ σῶμα οὐκ ἔστι με‐ ριστὸν εἰς πολλά, ἀλλ’ εἰς ἄπειρα, ἡ δὲ ψυχὴ διῃρημένη εἰς πολλὰς οὐσίας ἔχει καὶ τὸ ἡνῶσθαι, χωριστὴν λαχοῦσα σωμάτων ὑπόστασιν, ὥστε πάλιν δύο μεσότητας εἶναι κἀν‐
15ταῦθα τῆς ὄντως οὔσης οὐσίας καὶ τῆς ὄντως γενέσεως καὶ τοῦ ἀμερίστου τοῦ ἐκείνης καὶ τοῦ ταύτης εἰς ἄπειρα με‐ ριστοῦ, τήν τε ψυχὴν καὶ τὴν περὶ τοῖς σώμασι μεριστὴν οὐσίαν, οὐκ οὖσαν ταύτῃ τῇ γενέσει τὴν αὐτήν, τῆς μὲν μειζόνως οὔσης ἀμερίστου διὰ τὸ συννεύειν εἰς ἑαυτήν, τῆς
20δὲ μεριστῆς μειζόνως διὰ τὸ ἄλλου εἶναι καὶ οὐχ ἑαυτῆς. ἐκ ταύτης δ’ οὖν καὶ τῆς ἀμερίστου τὴν ψυχὴν εἶναι, δι‐ ότι μέση τῶν τε πάντη σωμάτων ἐξῃρημένων ἐστὶν καὶ τῶν κεχυμένων εἰς τὰ σώματα, καὶ τῶν ἑαυτῶν ὄντων καὶ τῶν ἄλλων γεγονότων, αὐτήν τε ἑαυτῆς καὶ ἄλλων οὖσαν. οὐκ
25ἄρα ἀνεξόμεθα λέγειν ἡμεῖς οὕτω μέσην αὐτήν, ὡς ἔχουσάν τι καὶ ἀσώματον καὶ σωματικόν, ὡς Ἐρατοσθένης ὑπέ‐ λαβεν, ἢ διάστημα γεωμετρικὸν ἐπὶ τὴν οὐσίαν αὐτῆς ἀνα‐ φέρειν, ὡς Σευῆρος· κρᾶσις γὰρ οὐκ ἄν ποτε γένοιτο ἀδιαστάτου καὶ διαστατοῦ καὶ ἀμερίστου καὶ σώματος· οὐδὲ
30γὰρ σημείου καὶ γραμμῆς. εἰ δὲ μὴ ταύτης, καὶ ἄλλου τινὸς διαστήματος πολλῷ μᾶλλον· μᾶλλον γὰρ τοῦ ἀμε‐ ροῦς ἀφέστηκε τὸ τριχῇ μεριστὸν ἢ τὸ μοναχῇ· ἀλλὰ τὴν
μὲν νοερὰν οὐσίαν φήσομεν ἀεὶ μένειν μίαν, τὴν δὲ μερι‐
in Ti
.

2

.

153

στὴν ἐκ πολλῶν οὐσιῶν εἶναι, τὴν δὲ ψυχικὴν μίαν καὶ οὐ μίαν, ὡς καὶ τὸ ἓν φυλάττειν ἐν τῷ πληθύεσθαι καὶ τὸ πλῆθος ἐν τῷ ἑνίζεσθαι· οὐ γὰρ οὕτω διαιρεῖν αὐτὴν τὸν δημιουργόν, ὡς δαπανᾶν τὸ ὅλον εἰς τὴν κατατομήν, ἀλλὰ
5φυλάττοντα τὸ ἓν αὐτῆς πληθύειν καὶ τὸ ὅλον μερίζειν· ὅπου γε καὶ ἐν τοῖς σώμασι καὶ ταῦτα πάντη μεριστοῖς οὖσιν εἶναι τί φησιν ἓν συνεκτικὸν τῶν μερῶν ὁ Ἐλεάτης Ξένος· ὃ καὶ Ἀριστοτέλης συνιδὼν εἶναι καὶ ἐν τοῖς με‐ ριστοῖς τι δίδωσιν ἀμερές· ὥστε πολλῷ μᾶλλον τῆς ψυχῆς
10τὸ ὅλον καὶ ἓν μένοι ἂν πληθυομένης καὶ μεριζομένης, διὸ καὶ ἀμέριστός ἐστιν, ὥς φησιν ὁ Τίμαιος. εἰ δὲ μὴ ἐσῴ‐ ζετο τὸ ἓν αὐτῆς, μεριστὴ μόνως ἂν ἦν, οἷον καὶ εἰ λέγοις τὸ διανοητικὸν αὐτῆς καὶ δοξαστικὸν δύο εἶναι οὐσίας καὶ ὅμως μίαν εἶναι τὴν ὅλην διανοητικὴν καὶ δοξαστικήν, οὐκ
15ἀποστᾶσαν τοῦ ἑνὸς τῷ καὶ εἰς ἑαυτὴν συννεύειν. ἡμεῖς μὲν οὖν ἀπ’ αὐτῶν ὁρμηθέντες τῶν Πλάτωνος τὴν ἀμέριστον οὐσίαν καὶ τὴν μεριστὴν ἐξηγησάμεθα, τῶν δὲ πρὸ ἡμῶν οἳ μὲν μαθηματικὴν ποιοῦντες τὴν οὐσίαν τῆς ψυχῆς ὡς μέσην τῶν τε φυσικῶν καὶ τῶν ὑπερφυῶν, οἳ μὲν ἀριθμὸν
20αὐτὴν εἰπόντες ἐκ μονάδος ποιοῦσιν, ὡς ἀμερίστου, καὶ τῆς ἀορίστου δυάδος, ὡς μεριστῆς, οἳ δὲ ὡς γεωμετρικὴν ὑπό‐ στασιν οὖσαν ἐκ σημείου καὶ διαστάσεως, τοῦ μὲν ἀμεροῦς, τῆς δὲ μεριστῆς· καὶ τῆς μὲν προτέρας εἰσὶ δόξης οἱ περὶ Ἀρίστ‐ ανδρον καὶ Νουμήνιον [frg. 46 Thed.] καὶ ἄλλοι πλεῖστοι
25τῶν ἐξηγητῶν, τῆς δὲ δευτέρας Σευῆρος. οἳ δὲ ὡς φυσι‐ κὴν θεωροῦντες μεριστὴν μὲν οὐσίαν λέγουσι τὴν ἄλογον προοῦσαν τῆς λογικῆς, ἀμέριστον δὲ τὴν θείαν, καὶ ἐκ τῶν δύο ποιοῦσι τὴν λογικήν, τῆς μὲν ὡς κοσμούσης, τῆς δὲ ὡς ὑποκειμένης, καθάπερ Πλούταρχος καὶ Ἀττικός, καί
30φασιν ἀγένητον μὲν κατὰ τὸ ὑποκείμενον αὐτὴν εἶναι, γενη‐
in Ti
.

2

.

154

τὴν δὲ κατὰ τὸ εἶδος. οἳ δὲ φιλοσοφώτερον ἁπτόμενοι τῶν λόγων νοῦ καὶ αἰσθήσεως αὐτὴν μέσην λέγουσι, τοῦ μὲν ἀμερίστου, τῆς δὲ περὶ τοῖς σώμασι μεριστῆς, ὡς Πλωτῖνος. οἳ δὲ ἀνωτέρω χωροῦντες δύο νόας πρὸ αὐτῆς θέντες, τὸν
5μὲν τῶν ὅλων τὰς ἰδέας ἔχοντα, τὸν δὲ τῶν μερικῶν, τού‐ των εἶναί φασι μέσην, ὡς ἀπ’ ἀμφοῖν ὑφισταμένην· οὕτω γὰρ ὁ Ἀσιναῖος λέγει Θεόδωρος, εὑρὼν παρὰ τῷ Πορ‐ φυρίῳ τὴν δόξαν ὡς ἐκ Περσίδος ἥκουσαν· ταῦτα γοῦν Ἀντωνῖνον ἱστορῆσαι τὸν Ἀμμωνίου μαθητήν. τούτων δὲ
10πρὸς μὲν τοὺς πρώτους ῥητέον, ὅτι οὔπω τοῦ Πλάτωνος ἀριθμὸν ποιοῦντος τὴν ψυχὴν ἄτοπον ἀριθμοῦ ζητεῖν ἀρ‐ χὰς ἐξ ὧν ἐστι. πρὸς δὲ τοὺς δευτέρους, ὅτι Πλάτων ἀσώ‐ ματον εἶναί φησι τὴν ψυχὴν καὶ ἁπλοῦν πρὸς πᾶν σῶμα παραβαλλομένην, καὶ αὐτοκίνητον ἔχειν οὐσίαν, οὐδὲν δὲ
15διάστημα τοιοῦτον. πρὸς δὲ τοὺς τρίτους, ὅτι τὴν ἄλογον οὐ βούλεται πρεσβυτέραν εἶναι τῆς λογικῆς· οὐ γὰρ ἄρχε‐ σθαι πρεσβύτερον ὑπὸ νεωτέρου, καθάπερ εἶπεν [34 C], ὁ θεὸς ἠξίωσε. πρὸς δὲ τοὺς τετάρτους, ὅτι οὐ περὶ γνώ‐ σεώς ἐστι ψυχικῆς ὁ λόγος, ἀλλὰ περὶ οὐσίας· οὐκ ἔδει οὖν
20μέσην αὐτὴν φάναι τῶν γνωστικῶν δυνάμεων, τῆς νοερᾶς καὶ τῆς αἰσθητικῆς. πρὸς δὲ τοὺς πέμπτους, ὅτι πᾶς νοῦς ἀγένητός ἐστι καὶ σωμάτων χωριστός, ὁ δὲ Πλάτων τὴν με‐ ριστὴν οὐσίαν καὶ γιγνομένην εἶπεν, ἀντιδιελὼν πρὸς τὴν κατὰ τὰ αὐτὰ ἔχουσαν καὶ περὶ τοῖς σώμασι μεριστήν, χω‐
25ρίζων αὐτὴν τῆς ἔξω τῶν σωμάτων οὔσης καὶ ἀεὶ οὔσης. ἀλλ’ ἐπεὶ καὶ ταῦτα διαίτης ἠξίωται, τὰ ἑπόμενα σκοπῶμεν.
Τῆς τε ταὐτοῦ φύσεως αὖ πέρι καὶ τῆς θατέρου
in Ti
.

2

.

155

κατὰ ταῦτα συνέστησεν ἐν μέσῳ τοῦ τε ἀμεροῦς αὐτῶν καὶ τοῦ κατὰ τὰ σώματα μεριστοῦ [35 A]. Πρωτίστην ἔχει τάξιν, ὥσπερ εἴπομεν, ἐν τοῖς γένεσιν ἡ οὐσία, διότι οἷον ἑστία τοῦ ὄντος ἐστί· δευτέραν δ’ οὖν
5ἡ ταυτότης, τρίτην δὲ ἡ ἑτερότης. ἔνιοι μὲν γὰρ τῇ ἑτερό‐ τητι τὰ πρεσβεῖα δεδώκασιν, ὁ δὲ Πλάτων καὶ ἐν τοῖς ἔμπροσθεν [33 B] τὸ ὅμοιον ἀπεφαίνετο διαρρήδην τοῦ ἀνομοίου κρεῖττον, καὶ νῦν τὴν ταυτότητα μετὰ τὴν οὐσίαν παραλαβὼν ἄντικρυς αὐτὴν προτίθησι τῆς ἑτερότητος. ὥσπερ
10δὲ τὴν μέσην οὐσίαν ὑφεῖσθαι μὲν τῆς νοερᾶς οὐσίας ἐλέ‐ γομεν, ὑπερέχειν δὲ τῆς περὶ τὸ σῶμα μεριστῆς, οὕτω καὶ τὴν ταυτότητα τῆς ψυχῆς ἠλαττῶσθαι μὲν τῆς ἀμεροῦς ταυτότητος φήσομεν, ἡνῶσθαι δὲ μᾶλλον τῆς μεριστῆς, καὶ ἐπὶ τῆς ἑτερότητος ὁμοίως. ἐν μὲν οὖν τῇ τοῦ νοῦ οὐσίᾳ
15ἡ ταυτότης μία οὖσα ἑαυτήν τε συνάγει καὶ τὴν ἑτερότητα τὴν οὐσιώδη πρὸς τὴν οὐσίαν τὴν ἐκεῖ μίαν οὖσαν, καὶ ἡ ἑτερότης μία οὖσα καὶ ἑαυτὴν διακρίνει κἀκείνας ἀπ’ ἀλλή‐ λων· ἐν δὲ ψυχῇ ἑκατέρα τάς τε ἑτερότητας πολλὰς οὖσας ἐν ταῖς πολλαῖς μοίραις συνάγει καὶ τὰς ταυτότητας διίστη‐
20σιν. οἶδα μὲν οὖν, ὅτι τῶν Πλατωνικῶν τινες τὴν ταυτό‐ τητα μὲν ἐν τοῖς ἀμερίστοις ἔταττον, τὴν δὲ ἑτερότητα ἐν τοῖς μεριστοῖς, καὶ ἐξ ἀμφοτέρων οὕτως ἐποίουν τὴν ψυχήν, ὡς ἐν ταύτῃ καὶ ταυτότητος καὶ ἑτερότητος οὔσης. ἀλλ’ αὐ‐ τοῦ τοῦ Πλάτωνος ἀκούων λέγοντος, ὅτι καὶ ἐπὶ τούτων
25τὸ μέσον ἀποδέδωκε τῇ ψυχῇ τοῦ τε ἀμεροῦς αὐτῶν καὶ τοῦ μεριστοῦ, καὶ δὴ καὶ τοῦτο εἰδώς, ὅτι γένη ταῦτα τοῦ ὄντος ἐστὶ καὶ δεῖ πανταχοῦ εἶναι ταῦτα καθ’ ἑκάστην τάξιν οἰκείως, ἐν ἀμερίστοις, ἐν μεριστοῖς καὶ τοῖς τούτων μέσοις, καὶ πάλιν ἐν νοεροῖς, ἐν ψυχαῖς, ἐν φύσεσιν, ἐν τοῖς σωμα‐
30τικοῖς ὄγκοις, αἰσχυνοίμην ἂν οὕτω διαιρῶν τὰ γένη ταῦτα
in Ti
.

2

.

156

καὶ τὸ μὲν ὡδί, τὸ δὲ ὡδὶ τιθέμενος. εἰ μὲν γὰρ τοῦτο λέγοιεν, ὅτι ταυτότης μὲν ἐν τοῖς νοητοῖς καὶ ἀμερίστοις κρατεῖ, ἑτερότης δὲ ἐν τοῖς αἰσθητοῖς καὶ μεριστοῖς, ὀρθῶς λέγουσιν· εἰ δ’, ὅτι τὰ ἀμέριστα χωρὶς ἑτερότητός ἐστιν,
5οὐδὲ ταυτότητα αὐτοῖς διδόναι δυνήσονται· διαφέρει γὰρ τοῦ ταυτοῦ τὸ ἕν· ἢ ὅτι τὰ μεριστὰ χωρὶς ταυτότητος, ἀναι‐ ροῦσιν αὐτῶν καὶ τὴν οὐσίαν· εἰ γὰρ εἴη ἐν πᾶσιν ἡ οὐσία, ἔστι ταὐτὸν ἐν πᾶσι. θῶμεν οὖν ἑπόμενοι τοῖς πράγμασι γένος μὲν τῆς ταυτότητος τὸ δημιουργικόν, εἶδος δὲ ταυτό‐
10τητος τό τε ἀμέριστον καὶ μεριστὸν καὶ τὸ μέσον ἀμφοῖν, καὶ πάλιν γένος μὲν θατέρου τὸ δημιουργικόν, εἴδη δὲ τὸ ἀμέριστον, τὸ μεριστόν, τὸ μέσον, καὶ θέντες οὕτως ἀποδῶμεν τῇ ψυχῇ τὰ μέσα καὶ μετὰ τοῦ μέσου τῆς οὐσίας εἴδους συμπλέξωμεν, ἵνα δὴ τὸ εἶναι τῆς ψυχῆς ἀποτελέσωμεν·
15οὕτω γάρ, οἶμαι, θεωρήσαντες καὶ τὴν τοῦ Πλάτωνος λέξιν ἐφαρμόζειν δυνησόμεθα τοῖς πράγμασι· λέγει γάρ, ὅτι καθάπερ ἐπὶ τῆς οὐσίας καὶ ἐπὶ τῆς ταὐτοῦ φύσεως καὶ τῆς θατέρου τρίτον ἐξ ἀμφοῖν συνεκεράσατο καὶ κατὰ ταῦτα, 〈καὶ〉 καθάπερ ἐκεῖ τὸ ἐξ ἀμφοῖν οὐσίας εἶδος ἦν, οὕτω
20καὶ ἐν τούτοις ταὐτοῦ καὶ θατέρου τὸ μέσον εἶδός ἐστι· δυνατὸν γὰρ ἦν μὴ ὡς εἶδος εἶναι μέσον, ἀλλ’ ὡς ὅλον ἐκ τῶν ἄκρων συγκείμενον, ὡς τὸ ζῷον ἐκ ψυχῆς καὶ σώματος. ἵν’ οὖν μὴ τοῦτο λάθῃς ὑπονοήσας, τὸ καὶ κατὰ ταῦτα προσέθηκεν, ἵνα καὶ ἐνταῦθα τὸ ἐξ ἀμφοῖν εἶδος ᾖ καὶ μὴ ὅλον.
25 Καὶ τρία λαβὼν αὐτὰ ὄντα συνεκεράσατο εἰς μίαν πάντα ἰδέαν [35 A]. Ὅτι τὰ δημιουργικὰ γένη τοῖς δευτέροις καὶ τρίτοις εἴ‐ δεσιν αἴτια τῆς ὑποστάσεώς ἐστιν, αὐτὸς ἱκανῶς, οἶμαι, δε‐ δήλωκεν εἰπών· καὶ τρία λαβὼν αὐτὰ ὄντα· ποῦ γὰρ
30ὄντα; ἦ δῆλον, ὅτι ἐν αὐτῷ· λαβὼν γὰρ ἔχει καὶ αὐτός. ἔλαβε δὲ παρὰ τῶν ὑπερτέρων αἰτίων· ἐπειδὴ γὰρ καὶ ἡ
ταυτότης ἐκ πέρατος καὶ ἀπείρου, περατοειδὴς οὖσα μᾶλλον,
in Ti
.

2

.

157

καὶ ἡ ἑτερότης ἐκ τούτων, ἀπειροειδὴς οὖσα μειζόνως, ὡς ἡ οὐσία κατ’ ἄμφω ὁμοίως πρόεισι, δῆλον, ὅτι τὴν μὲν τοῦ ἀμεροῦς ταυτότητα καὶ ἑτερότητα μᾶλλον ἐν τῷ πέρατι θή‐ σομεν, τὴν δὲ τῶν μέσων ὁμοίως ἐκ τούτων, τὴν δὲ τῶν
5μεριστῶν μᾶλλον ἐκ τῶν ἀπείρων, ὡς καὶ τὴν ἑτερότητα τὸ ἄπειρον τὴν πρώτην σμικρὸν παραλλάττουσαν ἔχειν τοῦ πέ‐ ρατος, καὶ τὴν ταυτότητα σμικρῶς ἐλασσουμένην τὸ πέρας. διὸ καὶ τρία λαβὼν αὐτὰ ὄντα εἶπεν, ὡς διωρισμένα ἀλλήλων. καὶ ἐπειδὴ καὶ τὰ ἐν αὐτῷ πρὸς ἀπογέννησιν
10ἄλλων ἠπείγετο, διὰ τοῦτο καὶ ἐκ τούτων ἄλλα ὑφίστησιν. εἰ μὲν οὖν ὄντα ἀκούοιμεν τὰ πρὸ τῆς γενέσεως τῶν μέ‐ σων, κατ’ αἰτίαν αὐτὰ εἶναι ἐν αὐτῷ φήσομεν (ἦν γὰρ καὶ ἐν αὐτῷ ταῦτα πρὸ τῶν ἀπ’ αὐτοῦ γεννηθέντων)· εἰ δὲ τὰ μέσα νοοῖμεν ὄντα, τὰ ὑποστάντα νοήσομεν (ὄντα γάρ
15ἐστιν ἤδη, διότι παρῆκται πρὸ τῆς μίξεως ἕκαστον χωρὶς ὑπ’ αὐτοῦ, καὶ γέγονεν οὐσία καὶ ταυτότης ἤδη καὶ ἑτερότης, ἑκάστη καθ’ ἑαυτήν). μήποτε δὲ τὸ τρία λαβὼν αὐτὰ ὄντα καὶ ἁπλούστερον ἐξηγητέον, ὅτι λαβὼν αὐτὰ κατὰ τὸν ἀριθμὸν τρία ὄντα· τοσαῦτα γὰρ ἐκ τῶν τριῶν ἀπετέλεσε
20τῶν ἄκρων νῦν ὑποστάντα παρ’ αὐτοῦ κατὰ τὰς ἐν αὐτῷ προϋπαρχούσας αἰτίας, τὰ μὲν γένη ταῦτα κατὰ τὸ ὂν τὸ δημιουργικὸν παράγων, πᾶσι δὲ ἰδέαν περιτιθεὶς κατὰ τὴν ἕνωσιν τὴν ἐν αὐτῷ καὶ τὴν θεότητα τὴν τοῦ πλήθους ἑνοποιόν. καὶ ὁρᾷς, ὅτι καὶ ἕκαστον τῶν τριῶν εἶδος ἦν
25καὶ τὸ ἐκ τῶν τριῶν μία ἰδέα. δεῖ ἄρα λέγειν εἶδος εἰδῶν τὴν ψυχὴν καὶ μηδὲν σύνθετον ὅλως καὶ σωματικὸν ἐπ’ αὐτῆς νοεῖν. ἔστι τοίνυν ἡ τριὰς αὐτῇ προσήκουσα τῇ οὐ‐ σίᾳ τῆς ψυχῆς· δέδεικται γὰρ καὶ πρότερον [p. 125 ss], ὅτι τριαδική ἐστι· καὶ γὰρ τὴν ὅλην ψυχὴν διαιροῦμεν εἰς
30οὐσίαν, δύναμιν, ἐνέργειαν, καὶ τὴν οὐσίαν εἰς ὕπαρξιν καὶ ἁρμονίαν καὶ εἶδος, καὶ τὴν ὕπαρξιν εἰς τὴν ἰδίως καλου‐
μένην οὐσίαν, ταὐτόν, θάτερον· καὶ οὐ δεῖ θαυμάζειν, εἰ
in Ti
.

2

.

158

μόριον τῆς οὐσίας ποιοῦμεν οὐσίαν· λέγεται γὰρ οὐσία καὶ τὸ ἓν γένος τοῦ ὄντος καὶ τὸ ἐκ πάντων ὡσανεὶ στοιχείων συγκεκραμένων γεγονός. εἰ δὲ δὴ καὶ ζητοῖμεν πάλιν, τί ποιεῖ τὴν μίαν ταύτην ἰδέαν μὴ εἶναι τὴν τυχοῦσαν, ἀλλὰ
5τὴν κοσμικὴν ψυχήν, ἀλλαχοῦ δὲ ἄλλην, ἐροῦμεν, ὅτι τὸ ὁλικὸν τῶν γενῶν τῶν παραληφθέντων (μέσα γὰρ ἦν οὐ τῶν τυχόντων ἄκρων, ἀλλὰ τοῦ ὅλου νοῦ καὶ τῆς ὅλης σω‐ ματικῆς φύσεως, καθ’ ἣν ζῷον ὁ κόσμος, ὡς ἔννους κατὰ τὴν ἀμερῆ καὶ ἔμψυχος κατὰ τὴν μέσην) καὶ μέντοι καὶ
10ἡ τῆς οὐσίας ἐπικράτεια (τοῦτο γὰρ ποιεῖ θείαν ψυχήν, ὡς ἡ τῆς ταυτότητος μόνης δαιμονίαν, ὡς ἡ τῆς ἑτερότητος μόνης μερικήν). καὶ ἡ πρὸς τὰ ἄκρα οὖν διάφορα ὄντα σχέσις διαφορὰν ἐμποιεῖ τοῖς μέσοις, καὶ ἡ τῶν μέσων μῖξις κατὰ τὴν ἑνὸς ἐπικράτειαν ἀφοριζομένη δῆλον ὡς ἐξαλ‐
15λάττει τὸ ὅλον. Τὴν θατέρου φύσιν δύσμικτον οὖσαν εἰς ταὐτὸ συναρμόττων βίᾳ [35 A]. Πῶς ἐστι δύσμικτος ἡ θατέρου φύσις; ὅτι διακριτικὴν ἔχει δύναμιν καὶ διαιρετικὴν καὶ προόδων αἰτίαν καὶ πολλα‐
20πλασιασμῶν. ἕκαστον δὲ τῶν θείων ἀφ’ ἑαυτοῦ τῆς ἐνερ‐ γείας ἄρχεται· διὸ καὶ ἡ θατέρου φύσις ἑαυτὴν ἀπὸ τῶν ἄλλων διακρίνει καὶ ἑαυτῆς· καὶ γὰρ ἐν αὑτῇ πλῆθος ἀπο‐ γεννᾷ· διὸ καὶ ἐν Σοφιστῇ [259 A B] ἔλεγεν, ὅτι τὰ ἄλλα καὶ ἑαυτὴν μὴ ὄντα ποιεῖ, χωρίζουσα ἀπὸ τῶν ἄλλων ὄντων.
25δύσμικτος οὖν ἐστιν οὐχὶ συμβεβηκὸς τοῦτο ἔχουσα οὔτε κατὰ παρατροπήν, ἀλλ’ οὐσίαν ἔχουσα καὶ θατερότητος αἰ‐ τίαν καὶ τῆς ἀσυγχύτου τῶν εἰδῶν ὑποστάσεως καὶ τῆς ἀμι‐ γοῦς ἁπλότητος, καὶ τοιαύτην ἔχουσα τὴν δύναμιν ὑπεναντία πώς ἐστι καὶ πρὸς τὸ ταυτὸν καὶ πρὸς τὴν οὐσίαν, πρὸς
30μὲν τὸ ταὐτό, διότι τὸ μὲν ἑνώσεως καὶ κοινωνίας καὶ
συνοχῆς αἴτιον, ἣ δὲ διακρίσεως καὶ ἀμιξίας καὶ θατερό‐
in Ti
.

2

.

159

τητος, πρὸς δὲ τὴν οὐσίαν, διότι ἣ μὲν τὸ ὄν ἐστιν, ἣ δὲ τὸ μὴ ὄν, ὡς ἐν Σοφιστῇ [258 D] δέδεικται· ἡ γὰρ θα‐ τέρου φύσις κατακερματισθεῖσα τὸ μὴ ὂν ὑπῆρχεν. ἵν’ οὖν μὴ ἀθρόαν τὴν σύγκρασιν τῶν γενῶν ὁρῶντες δυσκολαίνω‐
5μεν, πρῶτον μὲν τῷ ταυτῷ τὸ θάτερον μίγνυσιν εἰπὼν τὴν θατέρου φύσιν εἰς ταὐτὸ συναρμόττειν τὸν θεόν, ὡς ἐναρ‐ μονίως αὐτὴν συνάπτοντα πρὸς τὴν ταυτότητα τὴν μέσην, ἔπειτα ἀμφότερα πρὸς τὴν οὐσίαν συγκίρνησιν· εἰπὼν γάρ, ὅτι τὴν θατέρου φύσιν εἰς ταὐτὸν συνήρμοττεν, ἐπήνεγκε·
10μιγνὺς δὲ μετὰ τῆς οὐσίας καὶ ἐκ τριῶν ποιησά‐ μενος ἕν· διότι γὰρ ἡ οὐσία συνεκτικὴ τῶν δύο γενῶν ἐστι, ταὐτοῦ καὶ θατέρου, ταῦτα δὲ σύστοιχα ἀλλήλοις, ἔδει ταῦτα μιγνύειν ἀλλήλοις πρότερον, δεύτερον δὲ ἀμφότερα πρὸς τὴν οὐσίαν. τοῦτο μὲν οὖν περὶ τῆς ἐν τῇ μίξει τά‐
15ξεως. τὸ δὲ βίαιον τῆς μίξεως οὐκ ἔστιν ἐπεισοδιῶδες οὐδὲ οἷον τὸ παρὰ φύσιν, ἀλλ’ ὑπερβολὴν ἐμφαίνει καὶ περι‐ ουσίαν δυνάμεως· τοσαύτη γάρ ἐστιν ἡ δημιουργικὴ δύνα‐ μις, ὥστε καὶ τὴν ἑτερότητα ἑνοῦν καὶ τὴν ταυτότητα δι‐ αιρεῖν καὶ μίαν ἁρμονίαν ἀπ’ ἀμφοτέρων ποιεῖν.
20 Μιγνὺς δὲ μετὰ τῆς οὐσίας καὶ ἐκ τριῶν ποι‐ ησάμενος ἕν, πάλιν ὅλον τοῦτο μοίρας ὅσας προσῆκε διένειμεν [35 A B]. Ὥσπερ τῷ ποσῷ συνέζευκται τὸ ἴσον καὶ τὸ ἄνισον, καὶ ὡς πᾶν ποσὸν ἢ ἴσον ἐστὶν ἢ ἄνισον, μᾶλλον δὲ καὶ ἴσον
25ἅμα καὶ ἄνισον (ἀμφοτέρων γὰρ ἕκαστον ἅμα μετείληφε), καὶ ὡς τῷ ποιῷ τὸ ὅμοιον καὶ ἀνόμοιον, καὶ πᾶν ποιὸν ὅμοιόν ἐστι καὶ ἀνόμοιον, οὕτω δὴ καὶ τῇ οὐσίᾳ συνυπάρχει τὸ ταυτὸ καὶ θάτερον, καὶ πᾶσα οὐσία ταυτότητός ἐστι καὶ ἑτερότητος μέτοχος· κατ’ αὐτὸ γὰρ τὸ εἶναι ταῦτα ὑπάρχει
30τοῖς πράγμασιν, ἀλλ’ οὐ κατὰ τὸ ποσὸν ἢ τὸ ποιόν, διόπερ οὐσιώδη ἐστί, μέσα ὄντα τῶν τε θείων γενῶν καὶ τῶν
ἐν ποσοῖς καὶ ποιοῖς ὄντων· ἐξήρτηται γὰρ ἡ μὲν ταυτότης
in Ti
.

2

.

160

τοῦ πέρατος, ἡ δὲ ἑτερότης τῆς ἀπειρίας, ὥσπερ καὶ ταυτό‐ τητος μὲν ἡ· ὁμοιότης καὶ ἡ ἰσότης, ἑτερότητος δὲ ἡ ἀνο‐ μοιότης καὶ ἀνισότης. διόπερ Πλάτων ἐν μὲν Φιλήβῳ [16 C. 23 C] τὸ πέρας καὶ τὸ ἄπειρον ἀπὸ θεοῦ παρῆγεν
5(ἔστι γὰρ ἐκεῖνα θεῖα γένη), ἐν δὲ τῷ Σοφιστῇ [254 s] γένη τοῦ ὄντος ὀνομάζει τὸ ταυτὸν καὶ θάτερον, καὶ ἐκεῖνα μὲν περὶ τὸ ἕν, ταῦτα δὲ περὶ τὴν οὐσίαν ὑφίστησι. καὶ ὁρᾷς πάλιν, ὅσῳ τῶν φυσικῶν καὶ αὐτοῦ τοῦ Ἀριστοτέλους σεμνότερος· οἳ μὲν γὰρ τὰς ἑαυτῶν ἀρχὰς ἐναντία ποι‐
10οῦντες ὀργανικὰς καὶ ἐνύλους καὶ μεριστὰς ἐποίουν τὰς ἐναντιώσεις, καὶ οἵ γε σεμνότατοι εἰς ὑπερβολὴν καὶ ἔλλειψιν ἀνῆγον τὰ ἐναντία, κακῶς τὴν ἀμετρίαν ἐν ταῖς ἀρχαῖς παραλαμβάνοντες—θειότερον γὰρ τοῦ ἀμέτρου τὸ μέτριον— ὁ δὲ Πλάτων εἰς ταυτότητα καὶ ἑτερότητα, δι’ ὧν πάσας
15περιλαμβάνει τὰς ἐναντιώσεις, τὰς ἐν ψυχῇ, τὰς ἐν φύσει, τὰς ἐν σώμασι, καὶ ταύτας ἐν τῷ δημιουργῷ τίθησιν, ἵνα καὶ δυνάμεις αὐταῖς δῷ γεννητικάς, κοσμουργούς, ἀύλους, ἐξῃρημένας, καὶ ἐκεῖ θέμενος αὐτὰς ὑφίστησι τὴν ψυχὴν ἀπ’ αὐτῶν, τὸ οἷον ὑποκείμενον αὐτῆς ἀπὸ τούτων παράγων
20καὶ τὸ ὂν αὐτῆς καθὸ ὄν, οὐχὶ τοιόνδε ὄν, ἵνα μιμήσηται τὸ πρώτως ὄν· τὴν γὰρ ἁρμονίαν καὶ τὸ εἶδος καὶ τὰς δυνάμεις καὶ τὰς ἐνεργείας ὕστερον ἀποδώσει, τέλεον τὸν ὑπὲρ αὐτῆς λόγον ἀπεργαζόμενος· οὕτω γὰρ καὶ τὴν ἀξίαν αὐτῆς καὶ τὴν ἐν τῷ κόσμῳ τάξιν ἡγεμονικὴν οὖσαν θεω‐
25ρήσομεν, εἰ κατίδοιμεν, ὅπως μὲν τοῖς ἐν αὑτῇ γένεσι συνέχει πάσας τὰς ἐγκοσμίους οὐσίας, ὅπως δὲ τῇ ἑαυ‐ τῆς ἁρμονίᾳ συναρμόζει τὸν ὅλον κόσμον, ὅπως δὲ τῷ ἑαυτῆς σχήματι πάντα τὰ εἴδη καὶ τὰ σχήματα περιέχει τὰ κοσμικά, τίνα δὲ τρόπον ταῖς ἐν αὐτῇ δυνάμεσι πάσας
30μὲν τὰς φυσικὰς δυνάμεις, πάσας δὲ τὰς λογικὰς ἢ τε‐ χνικὰς τελειοῦν δύναται, πῶς δὲ ταῖς οἰκείαις ἐνεργείαις τὰς ἐγκοσμίους ἀνεγείρει ποιήσεις. διὰ τί οὖν οὐκ εἶπε
τὴν ψυχὴν μέσην νοῦ καὶ αἰσθήσεως; ὅτι, φήσω, νοῦς καὶ
in Ti
.

2

.

161

αἴσθησις γνωριστικαί τινές εἰσι δυνάμεις, βούλεται δὲ τὴν ἐν ταῖς οὐσίαις αὐτῆς, ἀλλ’ οὐ τὴν ἐν ταῖς δυνάμεσι παρα‐ δοῦναι μεσότητα. διὰ τί δὲ οὐκ εἶπεν αὐτὴν μέσην ἰδέας τε καὶ τῶν εἰδοπεποιημένων; ὅτι μὴ τὸ εἶδος αὐτῆς νῦν
5προὔκειτο διδάξαι ποῖόν ἐστιν, ἀλλὰ τὴν οὐσίαν· οὐκ ἔστι δὲ ταὐτὸν οὐσίαν λέγειν τινὸς καὶ εἶδος· τὸ γὰρ εἶδος τοι‐ άνδε οὐσίαν παρίστησι. διὰ τί δὲ οὐκ ἔθετο μέσην αὐτὴν τῶν νοητῶν καὶ τῶν αἰσθητῶν ἀριθμῶν; διότι τὴν ἁρμο‐ νίαν ἐν τοῖς ἐφεξῆς ἀποδώσει λόγοις, καθ’ ἣν τὴν μεσότητα
10κατέχει τῶν τε χωριστῶν ἀριθμῶν καὶ τῆς ἁρμονίας τῆς χωριστῆς καὶ τῶν αἰσθητῶν ἀριθμῶν καὶ τῆς ἁρμονίας τῆς ἀχωρίστου τῶν ὑποκειμένων· οὔτε γὰρ ἡ αὐτοαρμονία ἐστὶν ἡ ψυχὴ οὔτε ἡ ἐν τοῖς ἡρμοσμένοις κατὰ τὴν Πλάτωνος διάνοιαν, ἀλλ’ ἡ μὲν αὐτοαρμονία μονοειδής ἐστι καὶ χω‐
15ριστὴ καὶ ἀφ’ ὅλων ἐξῃρημένη τῶν ὁπωσοῦν ἡρμοσμένων, αὐτὸ τοῦτο μόνον ὃ λέγεται ἁρμονία οὖσα; ἡ δὲ ἐν τοῖς ἡρμοσμένοις ἄλλων ἐστὶ καὶ ἐν ἄλλοις ὑφέστηκε, καὶ πολυ‐ ειδής ἐστι καὶ ὑπ’ ἄλλων κινεῖσθαι πέφυκε, μέση δὲ ἀμ‐ φοῖν ἐστιν ἡ ἁρμονία τῆς ψυχῆς· αὕτη γάρ ἐστι τὸ πρῶ‐
20τον ἡρμοσμένον, διὸ καὶ ἄλλοις μεταδίδωσι τῆς ἁρμονίας· τὸ γὰρ καὶ ἄλλῳ μεταδιδόναι τινὸς δυνάμενον ἢ αὐτό ἐστι τὸ εἶδος ἢ πρώτως αὐτοῦ μετέσχηκεν. ὑφειμένη οὖν τῆς νοητῆς ἁρμονίας καὶ τῶν ἀριθμῶν ὑφεῖται τῶν νοητῶν, καὶ ὑπερέχουσα τῆς αἰσθητῆς ἁρμονίας ὑπερέχει καὶ τῶν αἰσθη‐
25τῶν ἀριθμῶν. καὶ εἰ δεῖ περὶ ἑκατέρου τούτων συντόμως εἰπεῖν, τετραχῶς ἑκάτερον αὐτῶν ἐστιν· καὶ γὰρ ἀριθμὸς πρώτιστος μὲν ὁ θεῖος, δεύτερος δὲ ὁ οὐσιώδης, καὶ τρίτος δὲ ὁ ψυχικός, ἔσχατος δὲ ὁ φυσικός, ὃ μὲν ἑνοειδής, ὃ δὲ ἀκίνητος, ὃ δὲ αὐτοκίνητος, ὃ δὲ ἑτεροκίνητος· καὶ ἡ ἁρ‐
30μονία πρώτη μὲν ἡ ἐν θεοῖς, δευτέρα δὲ ἡ ἐν τοῖς ὄντως οὖσι, τρίτη δὲ ἡ ἐν ταῖς ψυχαῖς, ἐσχάτη δὲ ἡ ἐν τοῖς ἡρμοσμένοις ὑπ’ ἄλλων. εἰ μὲν οὖν τῷ Πλάτωνι νῦν προ‐
κείμενον ἦν περὶ τῆς ἁρμονίας εἰπεῖν τῆς ψυχικῆς, εἶπεν
in Ti
.

2

.

162

ἄν, ὅτι μέση τῆς τε ἀμερίστου καὶ τῆς μεριστῆς ἁρμονίας ἐστίν· ἐπειδὴ δὲ περὶ τῆς οὐσίας κατὰ τὸ παρὸν ὁ λόγος, ταὐτοῦ καὶ θατέρου καὶ οὐσίας τὸ μέσον αὐτὴν κατειληφέναι φησί. δεῖ δὲ κἀκεῖνα θεωρεῖν, ὅτι ὥσπερ ἐπιστροφὴν ἐν
5τούτοις πεποίηται τῶν προόδων τῆς ψυχικῆς οὐσίας εἰς τὰς ἀρχάς· διττοῦ γὰρ ὄντος τοῦ εἴδους τῶν κράσεων καὶ τοῦ μὲν κατὰ τὴν τῶν ἄκρων ὑφισταμένου μῖξιν, ὡς ἔχομεν ἐπὶ οὐσίας καὶ ταυτότητος καὶ ἑτερότητος, τοῦ δὲ κατὰ τὴν τῶν μέσων αὐτῶν πάλιν συναγωγὴν εἰς ἓν ὅλον, ἐπὶ μὲν
10τοῦ προτέρου ἤρξατο ἀπὸ τῆς οὐσίας καὶ κατέληξεν εἰς τὸ θάτερον, ἐπὶ δὲ τοῦ δευτέρου ἀνάπαλιν· τὸ γὰρ ἕτερον τῷ ταυτῷ συνήρμοσε πρότερον, εἶθ’ οὕτως ἄμφω τῇ οὐσίᾳ καὶ κατήντησεν εἰς τὴν οὐσίαν, ἀφ’ ἧς ὡρμήθη κατὰ τὴν πρό‐ οδον. πανταχοῦ δὲ αὖ ἔχεται τῶν δύο μετὰ τὸ ἓν ἀρχῶν·
15καὶ γὰρ ὅτε ἐκ τῶν ἀμερίστων ἐποίει καὶ μεριστῶν τὴν ψυ‐ χήν, ἀνὰ λόγον τῷ μὲν πέρατι τὸ ἀμέριστον ἐτίθει, τῷ δὲ ἀπείρῳ τὸ μεριστόν (πλήθους γὰρ αἴτιον τὸ ἄπειρον, ἑνώ‐ σεως δὲ τὸ πέρας), καὶ ὅτε τὸ ἕτερον τῷ ταυτῷ συνήρμοττεν (ἔστι γὰρ τὸ μὲν ἕτερον ὡς ἐν τοῖς γένεσι τοῦ ὄντος τῆς
20τοῦ ἀπείρου συστοιχίας, τὸ δὲ ταυτὸν τῆς τοῦ πέρατος), καὶ ὅτε τὰ δύο τῇ οὐσίᾳ ἐμίγνυ (ἡ μὲν γὰρ οὐσία μονοειδής, ταῦτα δὲ δυαδικὰ καὶ ἀντικείμενα ἀλλήλοις)· καὶ οὐ πρό‐ τερον ἐπαύσατο τὸ πλῆθος συνάγων, πρὶν ἓν ἀπέφηνε τὸ ὅλον· τὸ γὰρ ἓν καὶ αὐτῆς κρεῖττον τῆς οὐσίας καὶ τῶν
25δυοειδῶν ἀρχῶν. διττῆς δὲ τῆς κράσεως οὔσης, καθάπερ εἴπομεν, τῆς μὲν αὐτῶν τῶν στοιχείων ὑποστατικῆς, τῆς δὲ τοῦ ἐκ τῶν στοιχείων, ἐζήτησεν ὁ Πορφύριος ὀρθῶς, πό‐ τερον ἀμφοτέρας ἐν τῷ κρατῆρι ταύτας ἐποιήσατο ἢ τὴν μὲν ἔξω τοῦ κρατῆρος, τὴν δὲ ἐν αὐτῷ, καὶ ἐνέκρινεν, ὅτι
30τὰ μὲν στοιχεῖα κιρνὰς ἄνευ τοῦ κρατῆρος ἐνήργει, ἐπειδὴ
οὐ κατὰ σύνοδον τῶν ἄκρων ἡ γένεσις τῶν μέσων ἐγίνετο
in Ti
.

2

.

163

οὐδ’ ὅλως ἠδύνατο εἰς ταὐτὸν ἀλλήλοις συνιέναι τὰ ἄκρα, τὸ δὲ ἐκ πάντων τῶν μέσων στοιχείων ἀπεργαζόμενος τῷ κρατῆρι χρῆται, ἐμβαλὼν εἰς αὐτὸν τὰ στοιχεῖα καὶ μίσγων, ἵνα πᾶσα ἐκ πάντων ἡ ψυχὴ γένηται μία καὶ ὁμόχρους
5ἑαυτῇ καὶ ὁμοιομερής, πάντων τῶν γενῶν διὰ πάντων πε‐ φοιτηκότων, καὶ ἵνα λάβῃ τὸ εἶδος ἡ ψυχὴ καὶ ὅ ἐστιν ἀπὸ τοῦ κρατῆρος· κατὰ γὰρ τὸ ὅλον ἑκάστου τὸ εἶδος. ὥστ’ εἰκότως ψυχοποιὸς ὢν ὁ κρατὴρ ἐν ἑαυτῷ τὴν ὁλότητα ποιεῖ τῆς ψυχῆς· διὸ καὶ ἡ δευτέρα κρᾶσίς ἐστιν ἐν τῷ
10κρατῆρι μόνον. ἠρέσκετο δὲ ταύτῃ καὶ ὁ διδάσκαλος ἡμῶν τῇ διακρίσει, ἐπεὶ καὶ ὁ Πλάτων ἐν τοῖς περὶ τῶν μερικῶν ψυχῶν λόγοις ἐνδείξεται τοῦτο λέγων [41 D]· καὶ πάλιν ἐπὶ τὸν πρότερον κρατῆρα, ἐν ᾧ τὴν τοῦ παντὸς ψυχὴν κεραννὺς ἔμισγε, τὰ τῶν πρόσθεν
15ὑπόλοιπα κατεχεῖτο μίσγων. εἰ οὖν καὶ τὴν τοῦ παν‐ τὸς ψυχὴν ἐκεῖ μίγνυσθαί φησιν, ἀλλ’ οὐ τὰ στοιχεῖα αὐ‐ τῆς, καὶ ἐπὶ τῶν ἡμετέρων τὰ ὑπόλοιπα τῶν πρόσθεν ἐν αὐτῷ κεράννυσθαι, ταῦτα δὲ ἦν τὰ μέσα, δηλονότι τὴν δευ‐ τέραν κρᾶσιν ἐν τῷ κρατῆρι γίνεσθαι μαρτυρεῖ, τῆς προ‐
20τέρας κατὰ τὴν δημιουργικὴν μόνην γινομένης αἰτίαν, τῆς δὲ δευτέρας καὶ κατὰ τὴν ζῳογόνον ψυχὴν ἤδη ποιούσης ἐκ τῶν μέσων γενῶν· καὶ γὰρ ἔδει τὸν δημιουργὸν καὶ πρὸ τοῦ κρατῆρος ἐνεργεῖν καὶ μετὰ τοῦ κρατῆρος, ὥσπερ καὶ μετὰ τὸν κρατῆρα ταῖς δημιουργικαῖς χρώμενον τομαῖς καὶ
25ταῖς ἄλλαις περὶ τὴν ψυχὴν ἐνεργείαις· μετὰ γὰρ τὴν ὁλό‐ τητα τῆς ψυχῆς αἵ τε διαιρέσεις αὐτῷ παραλαμβάνονται αἱ κατ’ ἀριθμοὺς καὶ αἱ συνδέσεις τῶν διῃρημένων κατὰ τοὺς ἁρμονικοὺς λόγους· ἐπεὶ γὰρ καὶ ἕν ἐστιν ἡ ψυχὴ καὶ πλῆ‐ θος καὶ ὅλον καὶ μέρη καὶ μονοειδὴς οὐσία καὶ πολυειδής,
30ἀνάγκη δήπου μετὰ τὴν ἡνωμένην ὕπαρξιν τὴν πεπληθυσμέ‐ νην αὐτῆς ἀπὸ τῶν αἰτίων πρόοδον θεωρεῖν. πᾶν δὲ πλῆ‐ θος τοῦ ἑνὸς ἐξιστάμενον δεῖται τῆς ἁρμονίας, εἰ μέλλοι
μὴ ἀσύντακτον εἶναι πρὸς ἑαυτὸ καὶ ἀόριστον. τὰ μὲν οὖν
in Ti
.

2

.

164

πλήθη τὰ ἐν τῇ ψυχῇ δηλοῦσιν αἱ μοῖραι, διάκρισιν συνεισ‐ άγουσαι τῆς μιᾶς οὐσίας, αἱ δὲ συναγωγοὶ τῶν ἁρμονικῶν λόγων δυνάμεις τὰς κατ’ οὐσίαν αὐτῶν συνδέσεις. καὶ εἴ με δεῖ τοὐμὸν φάναι, διὰ τούτων γίνεται δῆλον, ὅπως
5ἡ οὐσία τῆς ψυχῆς μέση τῆς τε ἀμεροῦς ἐστι καὶ τῆς με‐ ριστῆς· οὔτε γὰρ μία ἐστὶν ὡς ἡ τοῦ νοῦ· μία γὰρ ἐν ἐκείνῳ οὐσία, μία ζωή, μία νόησις, καθόσον εἷς ἐστι νοῦς· οὔτε εἰς ἄπειρον διαιρετή, καθάπερ ἡ τῆς μεριστῆς περὶ τοῖς σώμασιν· ἄλλου γὰρ αὕτη οὖσα συνδιαιρεῖται τοῖς τοῦ
10ἐν ᾧ ἐστι πλήθεσιν, ἀπειρουμένη καὶ αὐτὴ μετ’ ἐκείνων· ἡ δὲ τῆς ψυχῆς οὐ μία μὲν διὰ τὰ πλήθη τῶν μερῶν, ὡρισμένη δὲ κατ’ ἀριθμόν· ἣν γὰρ ὑπέστησε μίαν μοῖραν ὁ θεός, μίαν δεῖ μένειν ἀδιαίρετον, καὶ τὸ ὅλον πλῆθος τῶν μορίων ἐκ τοιαύτης ἀρξάμενον τὴν ἀπειρίαν ἀναίνεσθαι
15τῶν διαιρέσεων. ὥστε καὶ μία ἡ οὐσία τῆς ψυχῆς καὶ οὐ μία μέν, ἐν ὅροις δὲ ὑφεστῶσα κατ’ ἀριθμὸν ὡρισμένοις καὶ ἑστῶσιν, ἵνα καὶ ταύτῃ δεικνύηται ἀριθμὸς οὖσα ἡ ψυχή, τὴν οἷον ῥίζαν τῶν ἑαυτῆς μερῶν ἀδιαίρετον ἔχουσα καὶ ὄντως μίαν. εἰ δὲ ταῦτα ἀληθῆ, δῆλον ὅτι ὅσος ἂν ὁ
20ἀριθμὸς ληφθῇ τῶν μοιρῶν εἰς ταὐτὸν συλλογισθείς, τοσοῦτον ἔσται καὶ τῶν μονάδων τὸ πλῆθος, ἐξ ὧν ἡ ψυχή· καὶ ἔσται ἑκάστη τῶν μονάδων οὔτε μαθηματική (ἀνούσιοι γὰρ αἱ τοιαῦται μονάδες) οὔτε φυσική (ἐν ὑποκειμένοις γὰρ αἱ τοι‐ αῦται μονάδες), ἀλλὰ οὐσία μὲν αὐτὴ καθ’ ἑαυτὴν οὖσα
25ἀσώματος, οὖσα δὲ ἐκ τῶν μέσων γενῶν, δι’ ἃ οὐδὲ αὐτὴ ἓν ἁπλῶς, ἀλλὰ μετέχουσά τινος ἑνός, ἔτι δὲ ἀδιαίρετος εἰς ὅμοια καὶ ταύτῃ τοῦ ἐν σώμασιν ἑνὸς διαφέρουσα, ὃ διαι‐ ρεῖται εἰς ὅμοια ἐπ’ ἄπειρον. εἰ δὲ μονὰς ἑκάστη τοιαύτη καὶ ὁ σύμπας αὐτῆς ἀριθμὸς ἐκ μονάδων ἔσται τοιούτων
30οὐσιωδῶν, ὧν ἑκάστη ἀδιαίρετος εἰς ἄλλας μονάδας, καὶ διὰ
in Ti
.

2

.

165

ταύτας μὲν ἦν πλῆθος, διὰ δὲ τὴν ὁλότητα τὴν ἑαυτῆς μία, περιλαβοῦσα τὸ πλῆθος τούτων ἑνοειδῶς εἴη ἂν ἓν 〈καὶ οὐχ ἓν〉 ἡ ψυχή· ὅλως γὰρ εἰ ἔστιν ἐν αὐτῇ μὴ μόνον τὸ μεριστόν, ἀλλ’ ὁμοῦ καὶ τὸ ἀμέριστον, δεῖ δήπουθεν ἑκά‐
5τερον εἶναί πως μένον, τὸ μὲν κατὰ τὸ ἐν αὐτῇ ἑνοειδές, τὸ δὲ κατὰ τὸ πληθυόμενον, καὶ μήτε τὴν διαίρεσιν ἀφα‐ νίζειν τὸ ἓν μήτε τὴν ἕνωσιν τὸν μερισμόν, καὶ τοῦτ’ ἦν, ὡς ἔοικεν, ὃ καὶ Ξενοκράτης ἀκούσας τοῦ καθηγεμόνος ᾐνίξατο λέγων κατ’ ἀριθμὸν εἶναι τὴν ψυχὴν οὐσίαν, ἐξ
10οὐσιῶν μίαν πολλῶν αὐτὴν ὑπάρχειν δηλῶν κατ’ οὐσίαν οὖσαν ἀριθμόν, ὅλην δι’ ὅλης ἑαυτῆς μένουσαν, ἅμα μίαν καὶ διαιρουμένην εἰς πλῆθος μερῶν οὐσιωδῶν. ἐπειδὴ δὲ διαίρεσις ἣ μέν ἐστιν οὐσιώδης τῶν ψυχῶν, ἣ δὲ ἀπὸ τῆς αὐτῶν ζωῆς—λέγονται γὰρ αἱ ἡμέτεραι ψυχαὶ ζῆν ποτε
15Τιτανικῶς ἑαυτὰς διαιροῦσαι περὶ τοῖς σώμασιν—ἵνα μη‐ δὲν τοιοῦτον ἐπὶ τῆς ὅλης ψυχῆς ἐννοήσωμεν—οὐ γὰρ θέμις τὰ ἐλαττώματα τῶν μεριστῶν ψυχῶν ἐπὶ τὰς θείας ἀναπέμπειν—ὅσας προσῆκε, φησί, τοσαύτας μοίρας αὐτῇ διένειμεν ὁ θεός· καὶ γὰρ τὸ διαιροῦν κατ’ αἰτίαν
20διαιρεῖ νοερὰν καὶ τὸ διαιρούμενον οὐσιωδῶς διαιρεῖται. πρέπων οὖν καὶ τῷ διαιροῦντι καὶ τῷ διαιρουμένῳ τῆς διαιρέσεως ταύτης ὁ τρόπος, ἀγαθοειδὴς ὢν καὶ τελειωτικὸς τῆς οὐσίας τῶν ψυχῶν, προάγων αὐτὴν εἰς ποικιλίαν νοε‐ ρὰν καὶ παντελῆ ποιῶν τῷ πάντας ἐν αὐτῇ τοὺς λόγους
25ἀποτίθεσθαι τῶν ὄντων. εἰ δὴ ταῦτα ὀρθῶς φαμεν, οὐ χρὴ τῆς ἑνώσεως ἀφίστασθαι κατὰ τὴν διαίρεσιν οὐδὲ τὴν ὁλό‐ τητα δαπανᾶν εἰς τὴν γένεσιν τῶν μερῶν, ὡς δοκεῖ τοῖς ῥήμασι λέγειν ὁ Τίμαιος [36 B] εἰπών, ὅτι κατανάλωτο τὸ μιχθὲν εἰς ταῦτα τὰ τμήματα, οὐδὲ οἷον κανόνος τινὸς φαν‐
30τάζεσθαι κατατομήν· σωματοειδεῖς γὰρ οἱ τρόποι πάντες οὗ‐ τοι καὶ ταῖς ἀύλοις οὐσίαις οὐδὲν διαφέροντες· πᾶν γὰρ
τὸ ὑπὸ τοῦ δημιουργοῦ γενόμενον μένειν δεῖ ταὐτόν, εἴπερ
in Ti
.

2

.

166

ἀεὶ ὡσαύτως ποιεῖ ἀκίνητος ὢν καὶ αἰώνιος ταῖς ἐνεργείαις. δεῖ οὖν καὶ τὸ ὅλον μένειν ὅλον ἀεὶ καὶ τὴν τῶν μοιρῶν γένεσιν μενούσης ἀποτελεῖσθαι τῆς ὁλότητος καὶ μὴ δαπα‐ νᾶσθαι ταύτην ἐν τῇ διαιρέσει τῶν μοιρῶν. νοήσωμεν οὖν
5μίαν ἅμα καὶ πολλὴν τὴν οὐσίαν τῆς ψυχῆς ὅλην τε μέ‐ νουσαν καὶ μεριζομένην καὶ συνεχῆ τε ὁμοῦ καὶ διῃρημένην, καὶ μήτε τὸ συνεχὲς αὐτῆς διαστατῶς φαντασθῶμεν—ἔστι γὰρ συνέχεια καὶ ἀμεγέθης, ὡς ἡ κατὰ τὸν χρόνον—μήτε τὴν διαίρεσιν κατὰ τοὺς μοναδικοὺς ἀριθμούς· τὸ γὰρ τοι‐
10οῦτον ποσὸν ἀσύμβατόν ἐστι πρὸς τὸ συνεχές· ἀλλ’ ὡς προσήκει τοῖς ἀσωμάτοις, εἰς ἓν ταῦτα συναγάγωμεν καὶ τὸ ὅλον μετὰ τῶν μερῶν ἐπὶ τῆς ψυχῆς θεωρήσωμεν. δηλοῖ δὲ καὶ ὁ Πλάτων, ὅτι δεῖ μὴ ἀφίστασθαι τῆς ἑνώσεως ἐν τῇ διαιρέσει διὰ τῶν ἑξῆς.
15 Ἑκάστην δὲ ἔκ τε ταὐτοῦ καὶ θατέρου καὶ οὐ‐ σίας μεμιγμένην. ἤρχετο δὲ διαιρεῖν ὧδε [35 B]. Εἰ γὰρ πάντα ἐν πᾶσίν ἐστι τὰ γένη τὰ ὑποστατικὰ τῆς ψυχῆς καὶ ἔστιν ὁμοιομερὴς ὅλη πρὸς ἑαυτήν, οὐδὲν ἀποστή‐ σειεν 〈ἂν〉 αὐτὴν τῆς συνεχείας καὶ τῆς ἑνώσεως· καὶ γὰρ
20εἰ ἐπὶ τῶν σωμάτων τὰ ὅμοια συμφύεται ἀλλήλοις ἀμέσως, πόσῳ δὴ μᾶλλον ἐπὶ τῆς ἀσωμάτου φύσεως τὰ οἷον μέρη πάντα ἑνίζεται καὶ τὸ ὅλον τῷ ἑνὶ κεκράτηται, μήτε τῶν μερῶν συγχεομένων διὰ τὴν τοῦ ὅλου θέσιν μήτε τῆς ὁλό‐ τητος ἐξισταμένης διὰ τὴν διάκρισιν τῶν μερῶν. λάβοις δ’
25ἂν ἐκ τούτων καὶ ὅτι κατὰ πάντα ἑαυτῆς ἡ ψυχὴ τὰ μέρη καὶ ἀμέριστός ἐστι καὶ μεριστή· εἰ γὰρ πᾶσα μοῖρα πάντων μετέχει τῶν μέσων γενῶν, οὐδὲν ἔστιν αὐτῆς λαβεῖν, ὃ μὴ ὑφέστηκεν ἐκ τούτων. εἰς ταῦτα δὲ βλέποντες οἱ παλαιοὶ κἀκεῖνα συλλογίζονται πολλαχοῦ περὶ αὐτῆς, ὅτι πᾶσα καὶ
30ὄν ἐστι καὶ ζωὴ καὶ νοῦς, καί, ὅπερ ἂν λάβῃς τῶν τριῶν, καὶ τὰ λοιπὰ συνάγεις, ἐπειδὴ πάντα ἐν αὐτῇ διὰ πάντων
φοιτᾷ, καὶ ἡ πᾶσα μία ἐστί, καὶ τὸ ἓν αὐτῆς παντελές ἐστι
in Ti
.

2

.

167

καὶ τὸ μέρος ὁμόχρουν τῷ ὅλῳ ἐπ’ αὐτῆς. εἰ δὲ ἕκαστον τῶν μερῶν αὐτῆς πολλῶν ὄντων οὐσία τίς ἐστιν, εἰ τὰ μέρη τοσάδε ἐστί, καὶ ἡ οὐσία αὐτῆς τοσαυταχῶς, ἰσάριθμος τοῖς μέρεσι, καὶ ἡ ταυτότης καὶ ἡ ἑτερότης, ἡ μὲν ἐν τῷ νῷ
5μία ἑκάστη (διὸ ἀμερὴς ἦν· οὐ γάρ ἐστι τοῦ νοῦ τὸ μὲν ἄλλο μέρος, τὸ δὲ ἄλλο), τῆς δὲ ψυχῆς *** μεμέρισται γὰρ αὕτη κατ’ ἀριθμὸν οὐσιώδη καὶ ἥρμοσται αὐτῆς τὰ μέρη πρὸς ἄλληλα, μίαν ἐκ πολλῶν ποιοῦντα καὶ ὅλον ἐκ μερῶν αὐτήν. καὶ μὴν κἀκεῖνα θεωρεῖν ἄξιον, ὅτι κατὰ μὲν τὴν
10τῶν στοιχείων ἀπογέννησιν ἐκ τῆς οὐσίας ἤρχετο, καθάπερ εἴπομεν [p. 162, 4 ss], κατὰ δὲ τὴν τοῦ ὅλου σύστασιν ἀπὸ τῆς ἑτερότητος, τὴν θατέρου φύσιν δύσμικτον οὖσαν εἰς ταὐτὸ συναρμόττων βίᾳ καὶ ἄμφω μιγνὺς μετὰ τῆς οὐσίας [35 A], κατὰ δὲ τὴν εἰς τοὺς ἁρμονικοὺς λό‐
15γους τοῦ ὅλου διαίρεσιν ἀπὸ τῆς ταυτότητος· ἑκάστην γάρ, φησί, μοῖραν διεῖλεν ἐκ ταὐτοῦ καὶ θατέρου καὶ οὐσίας μεμιγμένην· οἰκεία γὰρ τῇ μὲν γενέσει τῶν ἁπλῶν ἡ ἀπὸ τῆς οὐσίας ἀρχὴ πάντως (ἁπλουστέρα γὰρ ἡ οὐσία τῶν ἄλλων), τῇ δὲ συστάσει τοῦ ὅλου ἡ ἀπὸ τῆς ἑτερότητος
20(ἀπὸ γὰρ τῶν καταδεεστέρων τοῦ ὅλου τοῦ ἐκ τῶν μερῶν ἡ γένεσις ἄρχεται), τῇ δὲ τῆς ἁρμονίας ὑποστάσει ἡ ἀπὸ τῆς ταυτότητος (βούλεται γὰρ εἰς ταυτότητα καὶ κοινωνίαν τῶν διῃρημένων αὕτη τελευτᾶν, καὶ ὅλως ἡ ἁρμονία ταυτοποιὸς εἶναι τῶν ἡρμοσμένων ἐθέλει). Τούτων δὲ ἡμῖν διηρθρω‐
25μένων κατὰ δύναμιν ἀνάγκη προλαβεῖν ὅσα χρὴ πρόχειρα εἶναι τοῖς τῶν ἀριθμῶν συνήσειν μέλλουσι καὶ τῶν περὶ τῆς ἁρμονίας τῆς ψυχικῆς λόγων, εἰ μὴ μέλλοιμεν κατὰ κενῆς ποιήσεσθαι τὴν τῶν ἑπομένων ἐξήγησιν. δεῖ δὴ προειληφέναι τῶν μελλόντων ῥηθήσεσθαι λόγων τὰ ἐν ταῖς ἁρμονικαῖς
30πραγματείαις εἰωθότα λέγεσθαι, τί φθόγγος, τί διάστημα, τί σύστημα, καὶ ὅτι τὰς ἐν τῇ ἁρμονίᾳ συμφωνίας οὐκ ἀλλα‐
χόθεν ἢ ἐκ τῶν ἀριθμῶν ἐλάμβανον οἱ Πυθαγόρειοι, καὶ
in Ti
.

2

.

168

ἐκ τούτων οὐ πάντων, ἀλλ’ ἐκ τῶν πολλαπλασίων καὶ τῶν ἐπιμορίων, τὸ μὲν διὰ τεσσάρων ἐν ἐπιτρίτῳ λέγοντες εἶ‐ ναι, τὸ δὲ διὰ πέντε ἐν ἡμιολίῳ, τὸ δὲ διὰ πασῶν ἐν διπλασίῳ, καὶ τὸ μὲν διὰ πασῶν ἅμα καὶ διὰ πέντε ἐν
5τριπλασίῳ, τὸ δὲ δὶς διὰ πασῶν ἐν τετραπλασίῳ· τὸ γὰρ διὰ πασῶν ἅμα καὶ διὰ τεττάρων οὐκ ἔδοξεν αὐτοῖς εἶναι σύμφωνον, ὅτι ἐν πολλαπλασιεπιμερεῖ λόγῳ συνίσταται τῷ τοῦ ὀκτὼ πρὸς τὸν τρία· μέσος γὰρ αὐτῶν ὁ ἕξ, ποιῶν πρὸς μὲν τὸν ἐλάσσονα τὸν διπλάσιον λόγον, πρὸς δὲ τὸν
10μείζονα τὸν ὑπεπίτριτον. ταῦτά τε οὖν προληπτέα καὶ ὅτι ἐπόγδοός ἐστιν ὁ τονιαῖος λόγος, καὶ ὅτι τὸ μὲν ἐπίτριτον ἐκ δύο τόνων ἐστὶ καὶ λείμματος, τὸ δὲ ἡμιόλιον ἐκ τριῶν τόνων καὶ λείμματος. τίς δὲ ὁ τοῦ λείμματος λόγος, ὕστε‐ ρον μαθησόμεθα [p. 179 s]. καὶ μὴν καὶ ὅτι τρία τὰ
15γένη τῶν ἁρμονιῶν ἐστι, διάτονον, ἐναρμόνιον, χρωματικόν, καὶ ὅτι τὸ μὲν διάτονόν ἐστιν ἐξ ἡμιτονίου—τοῦτο δέ ἐστι τὸ λεγόμενον ἡμιτόνιον οὐ κυρίως ἡμιτόνιον, ἀλλὰ λεῖμμα—καὶ τόνου καὶ ἑτέρου τόνου, τὸ δὲ ἐναρμόνιον ἐκ διέσεως καὶ ἑτέρας διέσεως καὶ διτόνου, τὸ δὲ χρωμα‐
20τικὸν ἐξ ἡμιτονίου καὶ ἡμιτονίου καὶ τριημιτονίου. ἔστι δὲ ἡ δίεσις τὸ οἷον τέταρτον τοῦ τόνου, οὐκ ὂν κατ’ ἀλήθειαν τέταρτον, ὥσπερ οὐδὲ τὸ λεῖμμα ἡμιτόνιον ἀκριβῶς. ἀπο‐ δείξομεν δὲ ταῦτα διὰ τῶν ἑπομένων [p. 179 s]. τριῶν δὲ ὄντων τῶν γενῶν, ὧν ἕκαστόν ἐστι ποιὰ τετραχόρδου
25διαίρεσις, ὁ Πλάτων φαίνεται τῷ διατόνῳ μόνῳ χρώμενος· ἀξιοῖ γὰρ τοὺς ἐπιτρίτους λόγους εἰς ἐπογδόους καὶ λεῖμμα διαιρεῖν, ἀλλ’ οὐχὶ εἰς διέσεις ἐναρμονίους οὐδὲ εἰς δίτο‐ νον ἢ τριημιτόνιον· προσέθηκε δὲ τὸ ἐναρμονίους, ἐπειδὴ καὶ τὸ ἡμιτόνιον τῶν παλαιῶν τινες δίεσιν ἐκάλουν. καὶ
30ἔοικεν ὁ Πλάτων τοῦτο παραλαβεῖν τὸ γένος, λέγω δὴ τὸ
in Ti
.

2

.

169

διατονικόν, ὡς ἁδρότερον καὶ ἁπλούστερον καὶ γενναιότερον τῶν ἄλλων, καίτοι δοκεῖ τὸ ἐναρμόνιον εἶναι παιδευτικὸν μᾶλλον. καὶ εἴ με δεῖ τὴν ἐμὴν λέγειν μαντείαν, τὸ μὲν ἐναρμόνιον γένος τῆς περὶ τοῖς σώμασι μεριστῆς γιγνομένης
5πάσης ζωῆς ἐστι συστατικόν, ὡς τὸ διατονικὸν τῆς λογικῆς, διὸ καὶ παιδευτικόν ἐστιν ἐκείνης· τὸ δὲ χρωματικὸν τῆς σωματικῆς αὐτῆς λοιπὸν ἰδέας, διὸ καὶ ἔκλυτόν ἐστι καὶ ἀγενές. τὸ δ’ οὖν ἁρμονικὸν εἰκότως ἐστὶ παιδευτικόν, ὃ δὴ διὰ ταῦτα καὶ ὁ Σωκράτης ἐν Πολιτείᾳ [III 399]
10διαφερούσης μνήμης ἠξίωσεν ἐν τοῖς περὶ τῶν ἁρμονιῶν λόγοις, ὡς ἐπεστήσαμεν. καὶ ὁ Τίμαιος εἰδὼς καὶ ἀκούσας ἐκεῖνα τῇ προτεραίᾳ τοῦ Σωκράτους λέγοντος ὅμως αὐτὸς τῇ οὐσίᾳ τῆς ψυχῆς τὴν σύστασιν διὰ τοῦ διατονικοῦ δέ‐ δωκε γένους, ἀλλ’ οὐχὶ τοῦ ἁρμονικοῦ παιδευτικοῦ ὄντος,
15ὡς εἴπομεν· καὶ γὰρ τοὺς τούτων ἡγεμόνας διὰ ταύτην τὴν αἰτίαν τῶν μαθημάτων ἁρμονικοὺς ἐκάλουν. φησὶ γοῦν ὁ Ἀριστόξενος ἐν τῷ πρώτῳ τῆς Ἁρμονικῆς Στοιχειώ‐ σεως [2 Marq.]· τοὺς ἔμπροσθεν ἡμμένους τῆς ἁρμο‐ νικῆς πραγματείας συμβέβηκεν ὡς ἀληθῶς ἁρμονι‐
20κοὺς εἶναι· αὐτῆς γὰρ τῆς ἁρμονίας ἥπτοντο, τῶν δὲ ἄλλων γενῶν οὐδεμίαν πώποτε ἔννοιαν ἔσχον. ἐν οἷς καὶ λέγει τι θαυμαστὸν ὁ Ἀριστόξενος, ὅτι τὸ διατονι‐ κὸν διάγραμμα οὐκ ᾔδεσαν οἱ παλαιοί· γράφει γὰρ οὕτως σημεῖον δ· τὸ μὲν γὰρ διάγραμμα αὐτῶν τῶν ἐναρ‐
25μονίων μόνον ἔκκειται συστημάτων, διάτονον δὲ ἢ χρωματικὸν οὐδεὶς πώποτε ἑώρακε. πῶς οὖν ταῦτα λέγει καίτοι καὶ τοῦ Πλάτωνος κατὰ τὸ διατονικὸν γένος ἐκθεμένου τὸ διάγραμμα καὶ τῶν ἀμφὶ τὸν Τίμαιον, θαυ‐ μάσαι ἄξιον· εἰ μὴ ἄρα τὸ τοῦ Ἀδράστου ἀληθὲς ὃ εἰς
30αὐτὸν ἀπέρριψεν, ὅτι οὐ πάνυ τὸ ἦθος ἁνὴρ ἐκεῖνος μου‐ σικός, ἀλλ’ ὅπως ἂν δόξῃ τι καινὸν λέγειν πεφροντικώς.
ὁ δ’ οὖν Πλάτων ἐν τῷ διατόνῳ γένει ποιεῖται τὴν τῶν
in Ti
.

2

.

170

τετραχόρδων διαίρεσιν καὶ πρόεισιν οὐκ ἄχρι τοῦ διὰ πασῶν μόνον, ἀλλ’ ἕως τοῦ τετράκις διὰ πασῶν καὶ διὰ πέντε, προσθεὶς καὶ τόνον· ἢ ὡς Σευῆρος πεποίηκεν, οὐκ ἄνευ μὲν τοῦ τόνου ποιῶν οὐδὲ οὗτος, εἰς δὲ τὸ λεῖμμα λήγων,
5ἀλλ’ οὐ τὸν τόνον. εἰ δέ τις ἀποροίη, πῶς ὁ Πλάτων τὸ διάγραμμα προήγαγε πρὸς τοσοῦτον μέγεθος, φησὶν ὁ Ἄδρα‐ στος—Ἀριστόξενος μὲν γὰρ ἐπὶ τὸ διὰ πασῶν καὶ διὰ τεσσάρων τὸ τοῦ κατ’ αὐτὸν πολυτρόπου διαγράμματος πε‐ ποίηται μέγεθος· παραδέχεται γὰρ ἐκεῖνος καὶ ταύτην τὴν
10συμφωνίαν, ὦτα τοῦ νοῦ προστησάμενος. οἱ δὲ νεώ‐ τεροι τὸ πεντεκαιδεκάτροπον προήγαγον ἐπὶ τὸ δὶς διὰ πα‐ σῶν καὶ τὸν τόνον—ῥητέον, ὡς ἐκεῖνοι μὲν πρὸς τὴν ἡμετέραν χρῆσιν ἀφορῶντες οὕτως ἐποίουν, ὑπολαμβάνοντες μὴ πλεῖόν τι τούτων δύνασθαι μήτε τοὺς ἀγωνιζομένους
15φθέγγεσθαι μήτε τοὺς ἀκούοντας εὐγνώστως κρίνειν, Πλάτων δὲ πρὸς τὴν φύσιν ὁρῶν τὴν ψυχὴν ἐκ πάντων τούτων συνέστησεν, ἵνα προΐῃ μέχρι τῶν στερεῶν ἀριθμῶν, ἅτε σω‐ μάτων ἐσομένη προστάτις· ἕπεται γὰρ τοῖς ἑπτὰ ὅροις ἐξ ἀνάγκης ἡ μέχρι τοῦ τετράκις διὰ πασῶν καὶ διὰ πέντε
20πρόοδος· δηλοῖ δὲ ὁ μέγιστος τῶν ὅρων, ὁ ἑπτὰ καὶ εἰ‐ κοσαπλάσιος ὤν. καὶ ταῦτα μὲν εἰρήσθω πρὸς τὴν ἀπορίαν. Ὡς δὲ συνελόντι φάναι, τρία ταῦτά ἐστιν, εἰς ἃ τέμνεται τὸ περὶ τῆς ἁρμονίας κεφάλαιον· ἓν μὲν ἡ τῶν ἑπτὰ μοι‐ ρῶν ἔκθεσις, δεύτερον δὲ ἡ τῶν δύο μεσοτήτων παρεμβολή,
25τρίτον δὲ ἡ κατατομὴ τῶν ἐπιτρίτων καὶ τῶν ἡμιολίων εἰς τοὺς ἐπογδόους καὶ τὰ λείμματα. διὸ καὶ εἰώθασί τινες τρία τρίγωνα ποιεῖν καὶ ἐφ’ ἑνὸς μὲν γράφειν τοῦ ἐλαχίστου τὰς ἑπτὰ μοίρας, κορυφὴν ποιοῦντες τὴν μίαν μοῖραν, κα‐ τασχίζοντες δὲ τὰς ἓξ περὶ ταύτην καὶ ἐπὶ μὲν τῆς ἑτέρας
30πλευρᾶς γράφοντες τὸν διπλάσιον ὅλον στίχον, ἐπὶ δὲ τῆς ἑτέρας τὸν τριπλάσιον· ἐπὶ δὲ ἄλλου τριγώνου μείζονος καὶ τοῦτο περιέχοντος αὐξήσαντες τοὺς ἀριθμοὺς παρεμβάλλειν
τὰς δύο μεσότητας πάλιν ὁμοίως, χωρὶς μὲν τοὺς διπλα‐
in Ti
.

2

.

171

σίους, χωρὶς δὲ τοὺς τριπλασίους τάξαντες, ἐπὶ δὲ τῆς κο‐ ρυφῆς τὴν μίαν μοῖραν· ἐπὶ δὲ τρίτου τριγώνου καὶ ἀμφό‐ τερα ταῦτα περιλαμβάνοντος ὅλον καταγράφειν τὸ διάγραμμα τὸν αὐτὸν τρόπον. καὶ οὕτως ὁ Ἄδραστος πεποίηκεν. ἄλ‐
5λοι δὲ τὴν μὲν λαβδοειδῆ παρῃτήσαντο καταγραφήν, ἑξῆς δὲ ὡς ἐπὶ τῆς τοῦ κανόνος κατατομῆς τάττουσι τοὺς ἀριθ‐ μοὺς κατὰ τὰ τρία κεφάλαια, πρώτους καὶ δευτέρους καὶ τρίτους λαμβάνοντες, ὥσπερ δὴ καὶ ἡμεῖς ποιήσομεν. οὕτω δὲ καὶ ὁ Πορφύριος καὶ ὁ Σευῆρος ἀξιοῦσι. ταῦτα
10προειλήφθω τῶν ῥηθησομένων, καὶ ὅτι τριχῇ διεῖλε πᾶν τοῦτο τὸ κεφάλαιον, ἓν μὲν ταξάμενος μέρος πρῶτον τὸ περὶ τῶν ἑπτὰ μοιρῶν, ἐν αἷς τὰ τρία διπλάσια διαστήματα καὶ τὰ τρία τριπλάσια κατὰ τὴν γεωμετρικὴν μεσότητα, δεύ‐ τερον τὸ περὶ τῆς τῶν ἄλλων δύο μεσοτήτων, ἁρμονικῆς
15καὶ ἀριθμητικῆς, εἰς ἕκαστον διάστημα τῶν διπλασίων καὶ τριπλασίων ἐμβολῆς, τρίτον τὸ περὶ τῆς κατατομῆς τῶν ἐπι‐ τρίτων καὶ ἡμιολίων εἰς τοὺς ἐπογδόους καὶ τὰ λείμματα, καὶ μέχρι τούτων ἀποπερατώσας τὸν περὶ τῶν μοιρῶν τῆς ψυχῆς λόγον. Δεῖ δὲ καὶ ὅσα περὶ τῶν τριῶν μεσοτήτων
20λέγεται πρόχειρα ἔχειν, καὶ τίνες αἱ διαφοραὶ αὐτῶν, καὶ τίνες αἱ μέθοδοι, δι’ ὧν εὑρίσκονται. ἔστι μὲν οὖν ἀριθ‐ μητικὴ μεσότης, ἐφ’ ἧς ὁ μέσος ἴσῳ κατὰ τὸ ποσὸν ὑπερ‐ έχει καὶ ὑπερέχεται, ὡς ἐπὶ πάντων τῶν ἑξῆς ἀριθμῶν, ὡς καὶ ὁ Τίμαιος [36 A] αὐτὸς ὡρίσατο ταῦτα· ἁρμονικὴ δέ,
25ἐφ’ ἧς ὁ μέσος τῷ αὐτῷ μέρει τοῦ μείζονος ὑπερέχεται παρὰ τοῦ μείζονος, ᾧ τοῦ ἐλάττονος αὐτὸς ὑπερέχει 〈τοῦ ἐλάτ‐ τονοσ〉, ὡς ἐπὶ τῶν ϛ, δ, γδ τῷ τρίτῳ τοῦ μείζονος ὑπ’ αὐτοῦ ὑπερεχόμενος τῷ τρίτῳ τοῦ ἐλάσσονος αὐτοῦ ὑπερέχει
τοῦ ἐλάττονος· γεωμετρικὴ δέ, ἐφ’ ἧς ὁ αὐτὸς λόγος τοῦ
in Ti
.

2

.

172

μείζονος πρὸς τὸν μέσον, ὃς τοῦ μέσου πρὸς τὸν ἐλάσσονα. μέθοδοι δὲ τῆς εὑρέσεως αὐτῶν ἑξῆς ἡμῖν λεγέσθωσαν. προκείσθω γὰρ δύο τινῶν δοθέντων ὅρων εὑρεῖν ἁρμονι‐ κὴν καὶ ἀριθμητικὴν μεσότητα, καὶ ἔστωσαν διπλάσιον οἱ
5ὅροι λόγον ἔχοντες, οἷον οἱ ιβ καὶ ϛ. λαμβάνω οὖν τὴν ὑπεροχὴν τοῦ μείζονος παρὰ τὸν ἐλάσσονα· ἔστι δὲ αὕτη δῆλον ὡς ϛ· καὶ δίχα μερίσας τὸ ἥμισυ προστίθημι τῷ ἐλάσσονι καὶ ποιῶ τι τὸν μέσον. ἔστι γοῦν τῶν ιβ καὶ ϛ θ μέσος κατὰ τὴν ἀριθμητικήν· ἐν τριάδι γὰρ ἡ ὑπεροχὴ
10καὶ τοῦ μείζονος παρὰ τὸν μέσον καὶ τοῦ μέσου παρὰ τὸν ἐλάχιστον. πάλιν λαβὼν τῶν ἄκρων τὴν διαφορὰν ποιῶ ἐπὶ τὸν ἐλάσσονα· γίνεται ὁ λϛ· καὶ τοῦτον παρὰ τὸν ιη μερί‐ ζων, τὸν ἐκ τῶν ἄκρων συγκείμενον, γίνεται τὸ πλάτος τῆς παραβολῆς δυάς. ταύτην προστίθημι τῷ ϛ καὶ ἔχω τὸν
15μέσον κατὰ τὴν ἁρμονικὴν τὸν ὀκτώ· ᾧ γὰρ μέρει τοῦ μεί‐ ζονος ὑπερέχεται ὑπ’ αὐτοῦ, τούτῳ τῷ μέρει τοῦ ἐλάσσονος ὑπερέχει τοῦ ἐλάσσονος· τρίτῳ γὰρ τοῦ ιβ ὑπερέχεται καὶ τρίτῳ τοῦ ϛ ὑπερέχει. πάλιν ἔστω τὸ διάστημα τριπλάσιον, οἷον ὁ ιη καὶ ϛ. τούτους συνθεὶς ποιῶ τὸν κδ, οὗ τὸ
20ἥμισυ λαβὼν ἔχω τὸν μέσον τὸν ιβ κατὰ τὴν ἀριθμητικήν. πάλιν λαβὼν τὴν ὑπεροχὴν τῶν ιη καὶ ϛ τὸν ιβ ποιῶ ἐπὶ τὸν ἐλάσσονα ὅρον τὸν ϛ· γίνεται ὁ οβ. τοῦτον μερίζω παρὰ τὸν κδ, τὸν ἐκ τῶν ἄκρων συντεθέντα· γίνεται δὴ τὸ πλάτος τῆς παραβολῆς τριάς. ταύτην τῷ ϛ προστίθημι καὶ
25ἔχω τὸν θ μεσότητα ἁρμονικήν, ταὐτῷ μέρει τῶν ἄκρων ὑπερέχουσάν τε καὶ ὑπερεχομένην. οὕτω δὲ καὶ εἰ μονὰς εἴη καὶ δυάς, συνθεὶς μὲν καὶ λαβὼν τὸν ἥμισυν τοῦ ἐξ ἀμφοῖν τὸ α καὶ ἥμισυ μέσον ὅρον ἔχω τῆς ἀριθμητικῆς μεσότητος, λαβὼν δὲ τὴν ὑπεροχὴν τοῦ μείζονος τὴν μονάδα
30καὶ ἐπὶ τὸν ἐλάσσονα ποιήσας, τὴν μονάδα ἐπὶ τὴν μονάδα,
ἔχω τὸν ἐξ ἀμφοῖν ἕνα, τοῦτον δὲ παραβαλὼν παρὰ τὸν ἐκ
in Ti
.

2

.

173

τῶν ἄκρων τὸν γ ἔχω τὸ πλάτος τρίτου τινός, ἵνα ὁ γ ἐπὶ τοῦ‐ τον ποιήσῃ τὸ παραβληθὲν ἓν ὅλον. τοῦτο οὖν τὸ τρίτον τῷ ἑνὶ προσθεὶς ἔχω τὸν μέσον τῆς ἁρμονικῆς μεσότητος, ὡς καὶ ἐπὶ τῶν ἔμπροσθεν [p. 172, 11 ss]. ταύταις δὴ χρώμενοι
5ταῖς μεθόδοις τὰ διπλάσια πάντα καὶ τριπλάσια διαστήματα συμπληρώσομεν ἐμμεθόδως ταῖς τε ἀριθμητικαῖς καὶ ταῖς ἁρμονικαῖς μεσότησιν, ἃς δὴ παραλήψεται ὁ Τίμαιος ἐν τῇ γεωμετρικῇ μεσότητι καὶ παραλαβὼν ἐπαυξήσει ταῖς τῶν ἄλλων μεσοτήτων ἐμβολαῖς. Ὅλως δὲ ἐπειδὴ τῶν τριῶν μνη‐
10μονεύει μεσοτήτων, ὧν περιληπτικὴν εἶναι τὴν γεωμετρικήν, προσκείσθω τοῖς εἰρημένοις θεώρημα τοιοῦτον· ἐὰν ᾖ διεχὴς ἀναλογία καὶ τῶν μέσων ἅτερος ποιῇ τὴν ἀριθμητικήν, ὁ λοιπὸς ποιήσει τὴν ἁρμονικὴν μεσότητα, καὶ ἀνάπαλιν· ἔστω‐ σαν γὰρ ὅροι τέσσαρες ὡς 〈ὁ〉 Α πρὸς Β ὁ Γ πρὸς Δ, καὶ ἀριθ‐
15μητικὴ μεσότης ὁ Β· λέγω, ὅτι ἁρμονικὴ ὁ Γ· ἐπεὶ γὰρ τὸ ὑπὸ τῶν ΑΔ ἴσον τῷ ὑπὸ ΒΓ, ὁ δὲ Β ἀριθμητικὴ μεσότης, καὶ τὸ ὑπὸ συναμφοτέρου τοῦ ΑΔ καὶ Γ διπλάσιον τοῦ ὑπὸ ΒΓ, διότι διπλάσιος ὁ συναμφότερος ΑΔ τοῦ Β ὡς ἐν ἀριθ‐ μητικῇ μεσότητι· τὸ ἄρα ὑπὸ συναμφοτέρου τοῦ ΑΔ καὶ Γ
20διπλάσιον τοῦ ὑπὸ ΑΔ. ἦν δὲ τοῦτο ἁρμονικῆς ἴδιον, τὸ ὑπὸ τῶν ἄκρων καὶ μέσου διπλάσιον εἶναι τοῦ ὑπὸ τῶν ἄκρων. πάλιν ἔστω ἁρμονικὴ μεσότης ὁ Γ· λέγω, ὅτι ἀριθ‐ μητικὴ ὁ Β· ἐπεὶ γὰρ τὸ ὑπὸ τῶν ΑΔ καὶ Γ διπλάσιον τοῦ ὑπὸ ΑΔ, τὸ δὲ ὑπὸ ΑΔ ἴσον τῷ ὑπὸ ΓΒ· τὸ ἄρα ὑπὸ συν‐
25αμφοτέρου τοῦ ὑπὸ ΑΔ καὶ Γ διπλάσιον τοῦ ὑπὸ ΒΓ, διπλάσιος ἄρα ὁ συναμφότερος ΑΔ τοῦ Β. τοῦτο δ’ ἦν
ἀριθμητικὴ μεσότης, ὅταν οἱ ἄκροι διπλάσιοι ὦσι τοῦ μέσου.
in Ti
.

2

.

174

πάλιν ἔστω τῶν τεττάρων ὅρων μέσος μὲν Β ἀριθμητικὴ μεσότης, ὁ δὲ Γ ἁρμονική· λέγω, ὅτι ἔστιν ὡς ὁ Α πρὸς Β, ὁ Γ πρὸς Δ· ἐπειδὴ γὰρ ὁ ὑπὸ συναμφοτέρου τοῦ ΑΔ καὶ τοῦ Γ διπλάσιος τοῦ ὑπὸ ΑΔ διὰ τὴν ἁρμονικήν, ὁ δὲ ὑπὸ
5συναμφοτέρου τοῦ ΑΔ διπλάσιος τοῦ ὑπὸ ΒΓ διὰ τὴν ἀριθ‐ μητικήν, ὁ ἄρα ὑπὸ ΑΔ ἴσος τῷ ὑπὸ ΒΓ. ἔστιν ἄρα ὡς ὁ Α πρὸς Β, οὕτως ὁ Γ πρὸς Δ· τοῦτο δ’ ἦν γεωμετρικῆς ἴδιον. αἱ ἄρα δύο μεσότητες περιέχονται ὑπὸ τῆς γεωμετρι‐ κῆς καὶ ἀντιστρέφουσιν ἀλλήλαις. ἀλλ’ ἐπεὶ καὶ ταῦτα προ‐
10είρηται, ἐπὶ τὸ προκείμενον χωρῶμεν. Μίαν ἀφεῖλε τὸ πρῶτον ἀπὸ παντὸς μοῖραν. μετὰ δὲ ταύτην ἀφῄρει διπλασίαν ταύτης, τὴν δὲ αὖ τρίτην ἡμιολίαν μὲν τῆς δευτέρας, τριπλασίαν δὲ τῆς πρώτης [35 B].
15 Τὴν μαθηματικὴν θεωρίαν οὔτε παντάπασιν ἀτιμαστέον οὔτε μόνην αὐτὴν καθ’ ἑαυτὴν ζηλωτέον· τὸ μὲν γὰρ οὐ δεί‐ κνυσιν ἡμῖν, ὥσπερ ὁ Πλάτων βούλεται [29 B ss], τὰ πράγ‐ ματα ἐν ταῖς εἰκόσι, τὸ δὲ ἀνερμάτιστον ποιεῖ τὴν ὅλην ἐξή‐ γησιν· δεῖ γὰρ ὡς ἐπ’ ἀσφαλοῦς πείσματος ὁρμεῖν τῆς
20τῶν πραγμάτων περὶ ὧν ὁ λόγος ἐστὶν οὐσίας. ἐν μέσῳ τοίνυν, ὥσπερ εἴπομεν καὶ πρότερον, καταστήσαντες τὸν λόγον μαθηματικῶς μὲν πρῶτον, οἰκείως δὲ τοῖς ὑποκειμένοις μετὰ ταῦτα τὴν προκειμένην ἐξηγησώμεθα κατατομήν. οἱ μὲν οὖν Πυθαγόρειοι μέγα φρονοῦσιν, ὡς τὴν τοῦ κανόνος κατα‐
25τομὴν ἀνηυρηκότες· ὁ δέ γε Πλάτων ψυχῆς κατατομὴν ἐν τούτοις παραδίδωσι, τὰς αἰτίας τὰς οὐσιώδεις καὶ τοὺς λό‐ γους τοὺς γεννητικοὺς τῶν μαθηματικῶν θεωρημάτων ἀνα‐ πτύσσων. φέρ’ οὖν, μαθηματικῶς, ὅπερ εἴρηται, πρῶτον γυμνάσωμεν τὴν τῶν ἀκουόντων διάνοιαν, συναιροῦντες τὰ
30παρὰ πολλοῖς εἰρημένα καὶ τῶν μὲν ἀντιλογιῶν ἀπεχόμενοι,
καθ’ αὑτὸ δὲ τὸ ἀληθὲς ἐξετάζοντες. ἔσται δὲ ἡμῖν ὁ λόγος
in Ti
.

2

.

175

ὡς συλλήβδην εἰπεῖν περὶ πέντε τούτων· περὶ τῶν τοῦ πολλα‐ πλασίου λόγων, περὶ τῶν μεσοτήτων τῶν μεταξὺ τούτων, περὶ τῶν ἐπιτρίτων καὶ ἡμιολίων τῶν ἐν ταῖς μεσότησιν ἀναφαινομένων, περὶ ἐπογδόων τῶν τὰ διαστήματα ταῦτα
5συμπληρούντων, περὶ τοῦ λείμματος· καὶ γὰρ δεῖ τὸ διά‐ γραμμα πάντων τούτων εἶναι περιληπτικὸν καὶ καταπεπυκνῶ‐ σθαι πᾶσι τούτοις τοῖς λόγοις. ἵνα οὖν ἐν τάξει προΐωμεν, λάβωμεν πρῶτον ἐν τοῖς ἀπὸ μονάδος ἀριθμοῖς τοὺς λεγο‐ μένους πρώτους ὑπὸ τοῦ Πλάτωνος λόγους. ἐκκείσθω δὴ
10οὖν μονάς, καὶ ταύτης διπλασία δυάς, εἶτα τριὰς ἡμιολία μὲν τῆς δυάδος, τριπλασία δὲ τῆς μονάδος, εἶτα τετρὰς δι‐ πλασία τῆς δυάδος, εἶτα ἐννεὰς τριπλασία τῆς τριάδος, εἶτα ὀγδοὰς ὀκταπλασία τῆς μονάδος, ἐπὶ πᾶσι δὲ ἑβδόμη μοῖρα ἑπτακαιεικοσαπλασία τῆς μονάδος. τούτους δὴ τοὺς ἀριθ‐
15μούς, ὡς εἴπομεν [p. 170, 26 ss], οἳ μὲν λαβδοειδῶς ἐκτί‐ θενται, τὴν μονάδα κορυφὴν ποιήσαντες καὶ ὡδὶ μὲν τοὺς διπλασίους τάττοντες, ὡδὶ δὲ τοὺς τριπλασίους· οἳ δὲ ἐν ἑνὶ στίχῳ, τῷ Πλάτωνι μᾶλλον κατακολουθοῦντες· οὐ γὰρ χωρὶς μὲν εἶπε τοὺς διπλασίους, χωρὶς δὲ τοὺς τριπλασίους,
20ἀλλ’ ἐναλλὰξ μίξας αὐτοὺς ἀλλήλοις ὡς κατ’ εὐθεῖαν προ‐ ϊών. ἀλλ’ εἰ μὲν ἄχρι τούτων ἔστη τὰ τοῦ Πλάτωνος, ἔδει μηδὲν περιεργάζεσθαι πλέον· ἐπειδὴ δὲ αὐτὸς ἡμῖν παρα‐ κελεύεται τὰ διπλάσια καὶ τριπλάσια διαστήματα ταῖς τε ἁρμονικαῖς καὶ ἀριθμητικαῖς μεσότησι συνδεῖν, μονάδος δὲ
25οὐκ ἔστι καὶ δυάδος μεταξὺ ταύτας τὰς μεσότητας εὑρεῖν, ληπτέον τινὰ πρῶτον ἀριθμόν, ὃς ἐλάχιστος ὢν ἕξει καὶ ἥμισυ καὶ τρίτον· διπλάσιον γὰρ πᾶς ἀριθμὸς ἔχειν δύναται. καὶ τοῦτο οὖν ζητητέον. εἰλήφθω οὖν ὁ ϛ, καὶ τούτου διπλάσιος ὁ ιβ, τὸν αὐτὸν ἔχοντες λόγον, ὃν πρὸς δυάδα
30μονάς. τούτων δὴ τῶν ἑξαπλασίων μονάδος καὶ δυάδος μέ‐ σοι παρεντεθέντες ὅ τε η καὶ θ τὰς εἰρημένας μεσότητας ἀποδώσουσιν· ὁ μὲν γὰρ η ταὐτῷ μέρει τῶν ἄκρων αὐτῶν
ὑπερέχει τε καὶ ὑπερέχεται, ὁ δὲ θ ἴσῳ μὲν κατ’ ἀριθμὸν
in Ti
.

2

.

176

ὑπερέχει, ἴσῳ δὲ ὑπερέχεται. ἑξάκις ἄρα τὴν μονάδα καὶ δυάδα ποιήσαντες εὕρομεν ἀριθμοὺς τὰς εἰρημένας ἐπιδεχο‐ μένους μεσότητας. ὁμοίως δὴ καὶ τοὺς λοιποὺς τῶν ἐν τῷ προειρημένῳ στίχῳ τῶν διπλασίων ἅμα καὶ τριπλασίων ἑξα‐
5πλασιάσαντες εὑρήσομεν ὅρους, οὓς δυνησόμεθα καταπυκνοῦν ἀριθμητικαῖς τε μεσότησι καὶ ἁρμονικαῖς· γεγονέτωσαν γὰρ ἀπὸ παντὸς τοῦ προειρημένου στίχου ἑξαπλάσιοι ϛ, ιβ, ιη, κδ, μη, νδ, ρξβ. ἐν οἷς τοὺς ἄλλους ἀριθμοὺς ἐν τάξει θέντες μόνον τὸν πεντηκοντατέσσαρα πρὸ τοῦ τεσσαρακοντα‐
10οκτὼ θεῖναι ὀφείλοντες—τοῦτον γὰρ πρότερον εἶπε τρι‐ πλάσιον τοῦ τρίτου—μετ’ ἐκεῖνον αὐτὸν ἔθεμεν τῷ πλή‐ θει τῶν μονάδων ἑπόμενοι καὶ οὐ τῇ ἀπαριθμήσει, ἣν ὁ Πλάτων πεποίηται τοῖς λόγοις αὐτῶν ἑπόμενος καὶ ἐναλλὰξ ἐκτιθεὶς τοὺς διπλασίους καὶ τριπλασίους· μεταξὺ μὲν οὖν
15τοῦ ϛ καὶ ιβ ἐμπεσοῦνται ὁ η καὶ ὁ θ, μεταξὺ δὲ τοῦ ιβ καὶ κδ διπλασίου ἁρμονικὴ μὲν μεσότης ὁ ιϛ, ἀριθμητικὴ δὲ ὁ ιη, μεταξὺ δὲ τοῦ τρίτου διπλασίου τοῦ κδ καὶ μη ἁρμονικὴ μὲν μεσότης ὁ λβ, ἀριθμητικὴ δὲ ὁ λϛ· ἐν δὲ τοῖς τριπλασίοις μεταξὺ μὲν τοῦ ϛ καὶ ιη πρώτου τριπλα‐
20σίου ἁρμονικὴ μεσότης ὁ θ, ἀριθμητικὴ δὲ ὁ ιβ, μεταξὺ δὲ τοῦ δευτέρου τριπλασίου τοῦ ιη καὶ νδ ἁρμονικὴ μὲν ὁ κζ, ἀριθμητικὴ δὲ ὁ λϛ, μεταξὺ δὲ τοῦ τρίτου τριπλα‐ σίου τοῦ νδ καὶ ρξβ ἁρμονικὴ μὲν ὁ πα, ἀριθμητικὴ δὲ ὁ ρη. διῄρηται ἄρα τὰ διπλάσια καὶ τριπλάσια διαστήματα
25ταῖς δύο ταύταις μεσότησιν, ὥστε εἶεν ἂν ἐφεξῆς οἱ ὅροι οὗτοι· ϛ, η, θ, ιβ, ιϛ, ιη, κδ, 〈κζ, λβ, λϛ, μη, νδ, πα, ρη, ρξβ. ἀλλ’ εἰ μὲν ἦν δυνατὸν ἐν τούτοις τοῖς ἐκκειμένοις ἡμῖν ὅροις τοὺς ἐπιτρίτους λόγους εἴς τε τοὺς ἐπογδόους καὶ τὰ λείμματα διελεῖν, μέχρι τούτων ἂν ἔστημεν· νῦν δέ,
30οὐ γὰρ οἷόν τε, ἄλλης ἂν δέοι μεθόδου. προκείσθω οὖν ἐξ
ἀρχῆς καταπυκνῶσαι τὸν διπλάσιον λόγον ταῖς εἰρημέναις
in Ti
.

2

.

177

μεσότησι καὶ τοῖς ἐπογδόοις. δεήσει ἄρα τὸν ὑπόλογον τοῦ διπλασίου τοιοῦτον λαβεῖν, ὥστε εἶναι αὐτοῦ καὶ δύο ἐπογδό‐ ους καὶ ἐπίτριτον ἄλλον. εἰλήφθω οὖν πρῶτον ὁ τρίτος ἀπὸ μονάδος κατὰ τὸν ὀκταπλάσιον λόγον, ὁ ξδ. ἀπὸ τούτου
5δύο μὲν ἐπογδόους ἀποστῆσαι δυνατόν· ἅπας γὰρ πολλα‐ πλάσιος τοσούτων ἐπιμορίων ἡγεῖται λόγων ἀντιπαρωνύμων αὐτῷ, ὁπόστος ἐστὶν ἀπὸ μονάδος· ἐπίτριτον δὲ οὐκ ἔστι. τριπλασιάσας οὖν αὐτὸν ποιῶ τὸν ρϞβ, οὗ ἐπίτριτος μὲν ὁ σνϛ, ἐπόγδοος δὲ ὁ σιϛ, καὶ τούτου ἐπόγδοος ὁ σμγ.
10ὁ ἄρα τοῦ λείμματος λόγος ἐστὶν ὁ μετὰ τὴν ἀφαίρεσιν τοῖν δυοῖν ἐπογδόοιν λειπόμενος τοῦ σμγ πρὸς σνϛ· ἀπὸ παν‐ τὸς γὰρ ἐπιτρίτου δύο ἐπογδόων ἀφαιρεθέντων καταλείπεται ὁ τοῦ λείμματος λόγος. ἀλλὰ τοῦ σνϛ ἐπόγδοος ὁ σπη, ὃς τὴν ἀριθμητικὴν σῴζει μεσότητα, τεταγμένος μεταξὺ τοῦ
15ρϞβ καὶ τοῦ τπδ διπλάσιον πρὸς τὸν ρϞβ λόγον ποιοῦν‐ τος, πρὸς δὲ τὸν σπη ἐπίτριτον. εἰ μὲν οὖν ἦν δυνατὸν ἀποστῆσαι δύο ἐπογδόους ἀπὸ τοῦ σπη, κατεπυκνώσαμεν ἂν καὶ τοῦτο τὸ ἐπίτριτον τοῖς τε ἐπογδόοις καὶ τῷ λείμματι· νῦν δὲ οὐχ οἷόν τε· ὁ γὰρ ἐπόγδοος αὐτοῦ ὁ τκδ ὄγδοον
20οὐκ ἔχει· διὸ πρὸς αὐτὸν ἐπόγδοον γενέσθαι λόγον οὐ δυνα‐ τὸν τοῖς ἄτμητον τὴν μονάδα φυλάττειν ἀεὶ βουλομένοις· τὸ γὰρ ὄγδοόν ἐστιν αὐτοῦ μ𐅶. διπλασιάσαντες οὖν αὐτόν, ἵνα τὸ ἥμισυ ὅλον ποιήσωμεν, ἕξομεν καὶ αὐτοῦ λαβεῖν ἐπόγδοον. ἀναγκασθησόμεθα δὲ διὰ τοῦτο καὶ τοὺς πρὸ
25αὐτοῦ διπλασιάσαι πάντας καὶ τοὺς μετ’ αὐτόν. ἔσται οὖν ἀντὶ μὲν τοῦ ρϞβτπδ, ἀντὶ δὲ τοῦ σιϛυλβ, ἀντὶ δὲ τοῦ σμγυπϛ, ἀντὶ δὲ τοῦ σνϛφιβ, ἀντὶ δὲ τοῦ σπηφοϛ, καὶ τούτου ἐπόγδοος ὁ χμη, καὶ τούτου ἐπόγ‐ δοος ὁ ψκθ, ἔπειτα ψξη διπλάσιος μὲν ὢν τοῦ τπδ, πρὸς
30δὲ τὸν ψκθ ὁ λόγον ἔχων τὸν τοῦ λείμματος. καὶ οὕτω δὴ
συμπεπλήρωται τὸ διπλάσιον διάστημα τοῖς τε ἡμιολίοις καὶ
in Ti
.

2

.

178

ἐπιτρίτοις καὶ ἐπογδόοις λόγοις ἐν τοῖσδε τοῖς ἀριθμοῖς· τπδ, υλβ, υπϛ, φιβ, φοϛ, χμη, ψκθ, ψξη. εἰ οὖν ἐθελήσαι‐ μεν ὅλον συμπληρῶσαι τὸ διάγραμμα ἐκθέμενοι κατὰ τὸ ἑξῆς ἀντὶ μὲν τῆς πρώτης μοίρας τὸν τπδ, ἀντὶ δὲ τῆς διπλα‐
5σίας ταύτης τὸν ψξη, ἀντὶ δὲ τῆς τριπλασίας μὲν τῆς πρώ‐ της, ἡμιολίας δὲ τῆς δευτέρας τὸν ͵αρνβ, ἀντὶ δὲ τῆς τε‐ τραπλασίας τῆς πρώτης τὸν ͵αφλϛ, ἀντὶ δὲ τῆς πέμπτης, ἥ ἐστι τριπλασία τῆς τρίτης, τὸν ͵γυνϛ, ἀντὶ δὲ τῆς ἕκ‐ της, ἥ ἐστιν ὀκταπλασία τῆς πρώτης, τὸν ͵γοβ, ἀντὶ δὲ τῆς
10ἑβδόμης, ἥ ἐστιν ἑπτακαιεικοσαπλασίων τῆς πρώτης, τὸν μύ‐ ρια τξη, εἰ δ’ οὖν ἐθελήσαιμεν τούσδε καταπυκνῶσαι ταῖς τε ἁρμονικαῖς καὶ ταῖς ἀριθμητικαῖς μεσότησιν, αἳ παρεντε‐ θεῖσαι τά τε ἡμιόλια καὶ ἐπίτριτα διαστήματα ποιήσουσιν, ἔσονται μεταξὺ τοῦ τπδ καὶ τοῦ ψξη διπλασίου ὅ τε φιβ,
15ποιῶν τὴν ἁρμονικὴν μεσότητα, καὶ ὁ φοϛ τὴν ἀριθμητι‐ κήν. εἰ δὲ τοῦ τριπλασίου διαστήματος, λέγω δὴ τοῦ τε τπδ καὶ τοῦ ͵αρνβ, λάβοιμεν τὰς μεσότητας, ὁ μὲν φοϛ σώσει τὴν ἁρμονικήν, ὃς ἐν τῷ διπλασίῳ τὴν ἀριθμητικὴν ἡμῖν ἀπεπλήρου μεσότητα, ὁ δὲ ψξη τὴν ἀριθμητικήν, ὃς
20ἦν ὁ μείζων ἄκρος τοῦ διπλασίου. πάλιν εἰ τοῦ διπλασίου καὶ τετραπλασίου τὰς αὐτὰς ἐθελήσαιμεν μεσότητας λαβεῖν, ἔσονται μεταξὺ τοῦ ψξη καὶ τοῦ ͵αφλϛ ὁ μὲν ͵ακδ ἁρμο‐ νικὴ μεσότης, ὁ δὲ ͵αρνβ ἀριθμητική. εἰ δὲ καὶ τὸ δεύτερον ἐθελήσαιμεν καταπυκνῶσαι τριπλάσιον, οὗ οἱ ὅροι εἰσὶν ὅ τε
25͵αρνβ καὶ ͵γυνϛ, ὁ μὲν ͵αψκη τὴν ἁρμονικὴν ἀποδώσει μεσότητα πρὸς αὐτούς, ὁ δὲ ͵βτδ τὴν ἀριθμητικήν. καὶ μὴν καὶ εἰ τὸ τρίτον διπλάσιον καταπυκνώσαιμεν ἐν ὅροις ὂν τῷ τε ͵αφλϛ καὶ τῷ ͵γοβ, ὁ μὲν ͵βμη τὴν ἁρμονικὴν ἕξει πρὸς αὐτούς, ὁ δὲ ͵βτδ τὴν ἀριθμητικήν. ἔτι δὲ εἰ τὸ τρί‐
30τον τριπλάσιον, λέγω δὴ τήν τε πέμπτην καὶ ἑβδόμην μοῖ‐
in Ti
.

2

.

179

ραν, ταῖς ὁμοίαις μεσότησι καταπυκνώσαιμεν, ἔσονται ἡμῖν ἄκροι μὲν ὅ τε ͵γυνϛ καὶ ὁ μύρια τξη, μέσοι δὲ ἁρμονι‐ κῶς μὲν ὁ ͵ερπδ, ἀριθμητικῶς δὲ ὁ ͵ϛϡιβ. εἰ δὲ αὖ καὶ τῶν ἐπιτρίτων ἕκαστον τῶν ἀναφανέντων ἐκ τούτων τῶν
5μεσοτήτων καὶ τῶν ἡμιολίων τοῖς τε ἐπογδόοις καὶ τῷ λείμ‐ ματι καταπυκνώσαιμεν, ἔσται ἡμῖν ἐν ὅροις τοῖς ἑξῆς κει‐ μένοις μετὰ τὴν ὅλην ἐξήγησιν τὸ ὅλον διάγραμμα ἔχον ἐπογδόους μὲν κδ, λείμματα δὲ θ. Τούτων δὲ σαφηνι‐ σθέντων τοσοῦτον ἡμῖν περὶ αὐτοῦ τοῦ λείμματος ἰστέον,
10ὅτι, ἐπειδήπερ οὐδεὶς ἐπιμόριος εἰς λόγους ἴσους τέμνεσθαι δύναται, τὸ ἡμιτόνιον ἐν ἀριθμοῖς οὐκ ἔστι λαβεῖν, ἀλλὰ τοὺς σύνεγγυς ἀλλήλων λαβόντες τὸν ἐφεπτακαιδέκατον λό‐ γον καὶ τὸν ἐφεκκαιδέκατον καὶ δείξαντες τὸν ἐφεπτακαιδέ‐ κατον μείζονα τοῦ καλουμένου λείμματος, ὃς ἦν ἐλάσσων
15τοῦ ἀκριβῶς ἡμιτονίου, συνάγουσιν, ὅτι καὶ τοῦ ἡμιτονίου ἐλάσσων ἐξ ἀνάγκης ἐστὶν ὁ τοῦ λείμματος λόγος. ὅτι δ’ οὖν ἐλάσσων ἐστὶν ἢ ἐφεπτακαιδέκατος, οὗτος δὲ ἔλασσον ἢ ἡμιτόνιον, δείκνυται οὕτως· ἐκκείσθω γὰρ ὁ ιϛ, καὶ τού‐ του ἐπόγδοος ὁ ιη· τούτων δὴ μεταξὺ τεθεὶς ὁ ιζ εἰς ἀνί‐
20σους διαιρεῖ τὸν ἐπόγδοον λόγους σύνεγγυς ὄντας τοῦ ἡμι‐ τονίου διαστήματος, μονάδι διαφέρων τῶν ἄκρων. καὶ δῆ‐ λον, ὅτι τὸν πρὸς τῷ ἐλάσσονι ὅρῳ μείζω ποιήσει λόγον· ἐν πάσῃ γὰρ ἀριθμητικῇ μεσότητι μείζων ἐστὶν ὁ λόγος ἐν τοῖς ἐλάττοσιν ὅροις, ὥστε ὁ ἐφεπτακαιδέκατος ἐλάσσων ἐστὶν
25ἡμιτονίου. ἀλλὰ μὴν καὶ τὸ λεῖμμα ἔλασσόν ἐστιν ἢ ἐφεπτα‐ καιδέκατον, ὡς ἀπὸ τῶν παρὰ Πλάτωνι κειμένων ὅρων δῆ‐ λον· ὁ γὰρ σνϛ πρὸς τὸν σμγ τὸν τοῦ λείμματος ἔχων λόγον, ὡς καὶ τοῦτο δείξομεν πυθμενικὸν ἀποδείξαντες τὸν ἐν τούτοις τοῖς ἀριθμοῖς τοῦ λείμματος λόγον, ἐλάσσων ἐστὶ
30τοῦ ἐφεπτακαιδεκάτου πρὸς τὸν σμγ· ὑπερέχει μὲν γὰρ
in Ti
.

2

.

180

αὐτοῦ ιγ μονάσιν, τὸ δὲ ἑπτακαιδέκατον τοῦ σμγ πλειόνων ἐστὶν ἢ ιγ μονάδων. πολλῷ ἄρα μᾶλλον ὁ τοῦ λείμματος λόγος ἐλάσσων ἐστὶ τοῦ ἡμιτονίου διαστήματος, ὥστε καὶ ὁ λοιπὸς εἰς τὸν τόνον, ὅς ἐστι τῆς ἀποτομῆς λόγος, ἐξ ἀν‐
5άγκης ἡμιτονίου μείζων ἐστίν. ἔτι δὲ καὶ οὕτως δεικτέον· ἐκκείσθωσαν ὁ σνϛ καὶ σμγ, καὶ εἰλήφθωσαν τρεῖς ἑξῆς ἐν τῷ τούτων λόγῳ· ὁ μὲν ἀπὸ σνϛ μυριάδες ἓξ καὶ ͵εφλϛ, ὁ δὲ ἀπὸ τοῦ σμγ μυριάδες πέντε καὶ ͵θμθ, ὁ δὲ ὑπ’ ἀμφοτέρων μυριάδες ἓξ καὶ ͵βση. οὗτοι δὴ οἱ τρεῖς ἀνὰ
10λόγον εἰσὶν ἐν τῷ λόγῳ τοῦ λείμματος, ὅπερ εἰ ἔστιν ἡμι‐ τόνιον, ἔσται ὁ τῶν ἄκρων λόγος τονιαῖος, εἰ δὲ μείζων ἡμιτονίου, καὶ ἐκεῖνος μείζων τόνου, εἰ δὲ ἐλάσσων, ἐλάσσων. ἀλλὰ μὴν ὁ ἐπόγδοος τῶν πέντε μυριάδων καὶ ἐνακισχιλίων τεσσαρακονταεννέα ἐστὶν ὁ τῶν ἓξ μυριάδων καὶ ἑξακισχιλίων
15τετρακοσίων τριάκοντα 〈καὶ ὀγδόου〉, μείζων δὲ οὗτος τοῦ μείζονος. δείκνυται δὲ καὶ ἄλλως ἐκ τρίτων, ὅτι οὐ διαι‐ ρεῖται ὁ τόνος εἰς δύο ἴσα τοῦτον ἔχοντα τὸν λόγον, ὃν ὁ σνϛ πρὸς σμγ ἐὰν γὰρ τοῦ σμγ τὸ ὄγδοον λάβωμεν, ὅπερ ἐστὶ λ καὶ δʹ καὶ ηʹ, καὶ ταῦτα συνθῶμεν αὐτῷ, ποιήσομεν
20τὸν σογ δʹ ηʹ πρὸς τὸν σμγ λόγον ἔχοντα ἐπόγδοον. ἀλλ’ ὁρᾷς, ὅτι ὁ σνϛ πρὸς τὸν σμγ ἐλάσσονα ἔχει λόγον ἢ πρὸς τὸν σνϛσογ δʹ ηʹ· ὁ μὲν γὰρ σνϛ ἔχει πρὸς τὸν σμγ λόγον ἐπιμερῆ ὑπερέχων αὐτοῦ δέκα καὶ τρισὶ διακοσιοστοτεσσαρα‐ κοστοτρίτοις, ὁ δὲ σογ καὶ τέταρτον καὶ ὄγδοον τοῦ σνϛ
25ὑπερέχει διακοσιοστοπεντηκοστοέκτοις δέκα καὶ ἑπτὰ καὶ τε‐ τάρτῳ καὶ ὀγδόῳ· μείζων δὲ ὁ ἑπτακαίδεκά τισι καὶ πρὸς ὑπερέχων τοῦ τρισκαίδεκά τισιν ὑπερέχοντος κατὰ τὸν λόγον τῆς ὑπεροχῆς. οὐκ ἄρα εἰς ἴσα διῄρηται ὁ τόνος, ἀλλὰ τὸ
μέν ἐστι λεῖμμα, ὡς καὶ ὁ Πλάτων ἐκάλεσε, τὸ δὲ ἀποτομή,
in Ti
.

2

.

181

τὸ ἔχον τὸν μείζονα λόγον, ὡς εἰώθασιν οἱ μουσικοὶ προσονομάζειν· ἔστω γὰρ ὁ σογ καὶ τέταρτον καὶ ὄγδοον ἔχων τὸν ἐπόγδοον πρὸς τὸν σμγ, ὁ δὲ σνη καὶ ὄγδοον καὶ ἑκκαιδέκατον ἔχων πρὸς τὸν αὐτὸν σμγ τὸν ἐφεκκαιδέ‐
5κατον λόγον· ὁ δὲ σνϛ ἔχων πρὸς τὸν αὐτὸν σμγ τὸν τοῦ λείμματος ἐλάσσονα ὄντα λόγον ἢ τὸν τοῦ ἐφεπτακαιδεκά‐ του· δῆλον οὖν ὅτι ὁ σογ καὶ τέταρτον καὶ ὄγδοον, ὃς ἦν τὸν τονιαῖον ἔχων λόγον πρὸς τὸν σμγ, ἕξει πρὸς τὸν σνϛ τὸν λοιπὸν τοῦ λείμματος λόγον τὸν τῆς ἀποτομῆς, μείζονα
10ὄντα τοῦ ἐφεπτακαιδεκάτου, οὗπερ ἦν ὁ τοῦ λείμματος ἐλάσ‐ σων. ἐὰν δὴ τούτους πολλαπλασιάσωμεν ὀκτάκις ποιήσαντες, εὑρήσομεν τοὺς πρώτους ἐν τελείαις μονάσιν ἔχοντας τὸν τῆς ἀποτομῆς λόγον· τοῦ μὲν γὰρ διακόσια τεσσαράκοντα τρία ὀκταπλάσιος ὁ χίλια ἐννακόσια τεσσαράκοντα τέσσαρα, τοῦ δὲ
15διακόσια πεντήκοντα καὶ ἓξδισχίλια τεσσαράκοντα καὶ ὀκτώ, τοῦ δὲ διακόσια ἑβδομήκοντα καὶ τρία καὶ τετάρτου καὶ ὀγ‐ δόουδισχίλια ἑκατὸν ὀγδοήκοντα καὶ ἑπτά· ὥστε ὁ τῆς ἀποτομῆς λόγος ἐν πυθμέσιν ἐστὶ τῷ δισχίλια καὶ ἑκατὸν καὶ ὀγδοήκοντα καὶ ἑπτὰ πρὸς τὸν δισχίλια καὶ τεσσαράκοντα
20καὶ ὀκτώ· καὶ δεησόμεθα τούτων ἐν τῷ διαγράμματι τῶν ἑξῆς τριῶν ὅρων· ἔστωσαν γὰρ σμγ, σνϛ, σογ δʹ ηʹ· τούτων δὲ ὀκταπλάσιοι διὰ τὸ ὄγδοον καὶ τὸ τέταρτον, ἵνα ἐν τε‐ λείαις ὦσι μονάσιν, ἀλλὰ μὴ ἐν μορίοις τισὶ μονάδων, ͵αϡμδ, ͵βμη, ͵βρπζ. ἀλλὰ μὴν ὅτι ἀναγκαῖον τοῦτον εἶ‐
25ναι τὸν λόγον τοῦ λείμματος ὃν ἔχουσι πρὸς ἀλλήλους ὁ σνϛ καὶ σμγ, δείξομεν οὕτως· ἐὰν ἀπὸ ἐπιτρίτου διαστή‐ ματος δύο ἐπόγδοοι ἀφαιρεθῶσιν, οἱ τὸ λοιπὸν διάστημα
περιέχοντες ὅροι λόγον ἔχουσι πρὸς ἀλλήλους ὃν τὰ σνϛ
in Ti
.

2

.

182

πρὸς τὰ σμγ· ἔστω γὰρ ἐπίτριτος ὁ ΑΒ τοῦ Ε, καὶ ἀφῃ‐ ρήσθω ὁ μὲν Γ ὑπόλογος ὢν τοῦ ΑΒ ἐπογδόου, ὁ δὲ Δ ὡσαύτως τοῦ Γ· λέγω, ὅτι ὁ Δ πρὸς τὸν Ε τὸν προκείμενον ἔχει λόγον· ἀφῃρήσθω γὰρ ἀπὸ τοῦ ΑΒ τῷ μὲν Γ ἴσος ὁ
5ΖΒ, τῷ δὲ Δ ὁ ΗΒ. ἐπεὶ οὖν ἐστιν ὡς ὁ ΑΒ πρὸς τὸν Γ, ὁ Γ πρὸς τὸν Δ (ἐπόγδοοι γάρ), ἔσται καὶ ὡς ὁ ΑΒ πρὸς τὸν ΒΖ, οὕτως ὁ ΒΖ πρὸς τὸν ΒΗ. καὶ λοιπὸς ἄρα ὁ ΑΖ πρὸς λοιπὸν τὸν ΖΗ ἔσται ὡς ὅλος πρὸς ὅλον, τουτέστιν, ὡς ὁ ΑΒ πρὸς ΒΖ. ἐπόγδοος δὲ ὁ ΑΒ τοῦ ΒΖ· ἐπόγδοος ἄρα καὶ
10ὁ ΑΖ τοῦ ΖΗ. κείσθω τῷ ΖΗ ἴσος ὁ ΖΘ· ἐπόγδοος ἄρα ὁ ΑΖ τοῦ ΖΘ· ὁ ἄρα ΖΘ τοῦ ΘΑ ὀκταπλάσιος. ἴσος δὲ τῷ ΖΘ ὁ ΖΗ· ὁ ἄρα ΗΘ ἑκκαιδεκαπλάσιος τοῦ ΘΑ. πάλιν ἐπεὶ ἐπόγδοος ὁ ΖΒ τοῦ ΒΗ (καὶ γὰρ ὁ Γ τοῦ Δ), ὀκταπλάσιος ἄρα ὁ ΒΗ τοῦ ΗΖ. οἵων ἄρα ἐστὶν ὁ ΖΗ ὀκτώ, τοιούτων
15ὁ ΗΒ ἑξήκοντα καὶ τεττάρων, ὁ δὲ ΖΒ ἑβδομήκοντα καὶ δυοῖν· ταῦτα γὰρ ἐπόγδοα τοῦ ΞΔ· ὁ δὲ ΑΒ ὅλος ὀγδοήκοντα καὶ ἑνός· ταῦτα γὰρ ἐπόγδοα τοῦ δύο καὶ ἑβδομήκοντα. τετραπλασίασον οὖν τοὺς ἀριθμούς· οἵων ἄρα ὁ ΑΒ τκδ, τοιούτων ὁ ΒΗ, τουτέστιν ὁ Δ, σνϛ· τετραπλάσιος γὰρ ὁ μὲν
20τκδ τοῦ πα, ὁ δὲ σνϛ τοῦ ξδ. τὰ δὲ ἰσάκις πολλαπλάσια τοῖς μέρεσι τὸν αὐτὸν ἔχει λόγον. ἐπεὶ οὖν ἐπίτριτός ἐστιν ὁ ΑΒ τοῦ Ε, οἵων ὁ ΑΒ τκδ, τοιούτων ὁ Ε σμγ· ἔχει γὰρ τὸν σμγ καὶ τὸ τρίτον αὐτοῦ τὸν πα. ἦν δὲ καὶ οἵων ὁ ΑΒ τκδ, τοιούτων ὁ Δ σνϛ. οἵων ἄρα ὁ Δ σνϛ, τοιούτων
25ὁ Ε σμγ. ὅτι δὲ ἐν ἐλαχίστοις ἐστὶ τούτοις ὁ τοῦ λείμματος λόγος, δῆλον· εἰσὶ γὰρ πρῶτοι πρὸς ἀλλήλους· καὶ τοῦτο δῆλον ἐκ τῆς ἀνθυφαιρέσεως· εἰς γὰρ μονάδα λήγουσιν ἀνθυφαιρουμένου τοῦ ἐλάσσονος ἀεὶ ἀπὸ τοῦ μείζονος. εἰ δὲ πρῶτοί εἰσιν, φανερόν, ὅτι ἐλάχιστοί εἰσιν τῶν τὸν αὐτὸν
30λόγον αὐτοῖς ἐχόντων. ἐὰν ἄρα ἀπὸ ἐπιτρίτου διαστήματος ἐπόγ‐
in Ti
.

2

.

183

δοα δύο ἀφαιρεθῇ, οἱ λοιποὶ ὅροι τοῦτον ἔχουσι τὸν λόγον, ὃν τὰ σνϛ πρὸς τὰ σμγ. τούτου δὲ δειχθέντος εἰλήφθω‐ σαν ἑξῆς ὁ μὲν ΑΒ τονιαῖος λόγος, ὁ δὲ ΓΒ τοῦ λείμματος, ὁ δὲ ΑΔ τοῦ καλουμένου ἡμιτονίου· δῆλον οὖν ὅτι ὁ μὲν
5ΑΓ τῆς ἀποτομῆς ἐστι λόγος, μείζων ὢν τοῦ ἡμιτονίου, ὁ δὲ τοῦ Δ πρὸς Γ τοῦ κόμματος· καλεῖται γὰρ οὕτως ὁ τῆς ὑπεροχῆς λόγος τῆς ἀποτομῆς πρὸς τὸ ὡς ἀληθῶς ἡμι‐ τόνιον, ὅπερ οὐκ ἔστιν ἐν ἀριθμοῖς λαβεῖν. τοῦτο μὲν οὖν ἀποδέδεικται. προσθετέον δὲ τοῖς εἰρημένοις, ὅτι τὸν τοῦ
10ΔΒ λόγον εἴπομεν ἡμιτόνιον, οὐχ ὅτι τέμνεται ὁ ἐπόγδοος εἰς δύο ἴσους λόγους· οὐδεὶς γὰρ ἐπιμόριος δύναται τοῦτο παθεῖν, εἰς ἴσους τμηθῆναι δύο λόγους· ἀλλ’ ἐπειδήπερ οἱ Ἀριστοξένειοι μετὰ τοὺς δύο ἐπογδόους ἐλάμβανον τὸ ἡμιτόνιον, κατὰ τὴν ἐκείνων θέσιν, ὡς εἴπομεν, εἴληπται ὁ
15τοῦ ἡμιτονίου λόγος, ἵνα εὑρεθῇ τὸ κόμμα καὶ ἡ ἀποτομὴ τίνα ἔχουσι λόγον πρὸς τὸν τοῦ λείμματος λόγον. τοῦτο μὲν οὖν εἴρηται διὰ τὴν αἰτίαν ταύτην· ἐπεί, ὅτι γε πᾶς ἐπι‐ μόριος ἀδιαίρετός ἐστιν εἰς ἴσους δύο λόγους ῥητούς, τῶν ἀποδεδειγμένων ἐστί. τοσοῦτον δὲ προσθετέον φιλοκαλίας
20χάριν, ὅτι τῶν Πυθαγορείων μήτε ἡμιτόνιον εἶναι λεγόν‐ των, ἐξ οὗ καὶ δυοῖν ἐπογδόοιν ἐστὶ τὸ ἐπίτριτον, μήτε συμφωνίαν τὴν διὰ πασῶν καὶ διὰ τεσσάρων, ὡς οἱ Ἀρι‐ στοξένειοι, τῶν μετ’ αὐτοὺς ἁρμονικῶν οἱ ἀμφὶ Πτολε‐ μαῖον τὸ μὲν προσήκαντο τῶν Πυθαγορείων, ὡς ἄρα οὐκ
25ἔστιν ὡς ἀληθῶς ἡμιτόνιον τὸ καλούμενον ἡμιτόνιον, τὸ δὲ ἐξέβαλον, τιθέμενοι σύμφωνον εἶναι τὸ διὰ πασῶν καὶ διὰ τεσσάρων. ἡμεῖς δὲ τὸ μὲν ἀναγκαίως ἀπεδείξαμεν διὰ τὴν τοῦ Πλάτωνος δόξαν, τὸ δὲ οὐκ ἀναγκαζόμενοι δεικνύναι νῦν παρίεμεν, οὐδὲν εἰπόντος περὶ τούτου τοῦ Πλάτωνος.
30Ἐπειδὴ δὲ ηὕρηται, ἐν τίσι πρώτοις ἐστὶν ὁ τοῦ λείμματος
λόγος καὶ ὁ τῆς ἀποτομῆς, λεκτέον καὶ ὁ τοῦ κόμματος ἐν
in Ti
.

2

.

184

τίσι πρώτοις, ᾧ ὑπερβάλλει τὸ λεῖμμα ἡ ἀποτομή. ἔστι μὲν οὖν, ὡς καὶ οἱ παλαιοί φασιν, ἐν τελείαις μονάσι ταῖς πεντήκοντα τρισὶ μυριάσι μετὰ τῶν χιλίων τετρακοσίων τεσ‐ σαράκοντα καὶ ἑνὸς πρὸς τὰς πεντήκοντα δύο μυριάδας
5μετὰ τῶν τετρακισχιλίων 〈διακοσίων〉 ὀγδοήκοντα καὶ τὰς ὀκτὼ μονάδας. εἰ δὲ ἀδιάφορον καὶ τὴν μονάδα τεμεῖν, εἰλήφθω λόγος μὲν τοῦ λείμματος ἐν τῷ σνϛ πρὸς σμγ, τούτου δὲ ἐπόγδοος σογ τέταρτον ὄγδοον, τοῦ δὲ σνϛ ἄλλο λεῖμμα σξθ καὶ διακοσιοστοτεσσαρακοστότριτα δεκατρία μο‐
10νάδος μιᾶς· οὗτος γὰρ ἦν ὁ τοῦ λείμματος λόγος. ἔχει δὲ ὁ εἰρημένος ἀριθμὸς τὸν σνϛ καὶ μονάδας δεκατρεῖς καὶ διακοσιοστοτεσσαρακοστότριτα δεκατρία. ἐπεὶ οὖν ὁ σνϛ ἔκ τε τοῦ σμγ καὶ ἄλλων ἐστὶ μονάδων δεκατριῶν, αἵτινές εἰσι διακοσιοστοτεσσαρακοστότριτα τοῦ σμγ δεκατρία, δῆλον ὡς
15σξθ μετὰ τῶν διακοσιοστοτεσσαρακοστοτρίτων δέκα καὶ τριῶν τὸν μὲν δεκατρία, ᾧ ὑπερέχει τοῦ σνϛ, ἔχει τοῦ ἐν αὐτῷ σμγ, ὄντα δεκατρία διακοσιοστοτεσσαρακοστότριτα, τῶν δὲ μονάδων ἑκάστης τοῦ δεκατρία, ᾧ ὑπερέχει ὁ σνϛ τοῦ σμγ, τὰ λοιπὰ διακοσιοστοτεσσαρακοστότριτα δεκατρία ὡσαύ‐
20τως μέρη. συντεθεὶς ἄρα ὁ λόγος ὁ σξθ καὶ τὰ ιγ δια‐ κοσιοστοτεσσαρακοστότριτα τὸν αὐτὸν ἔχει λόγον πρὸς ὅλον τὸν σνϛ, ὃν εἶχεν αὐτὸς ὁ σνϛ πρὸς τὸν σμγ, ἐπιμερὴς ὢν πρὸς αὐτὸν καὶ ἔχων μέρη αὐτοῦ διακοσιοστοτεσσαρα‐ κοστότριτα δεκατρία, μονάδας μέντοι σμγ. λοιπὸς ἄρα ὁ
25διακόσια ἑβδομήκοντα καὶ τρία καὶ τέταρτον καὶ ὄγδοον τοῦ κόμματός ἐστι λόγος πρὸς τὸν διακόσια ἑξήκοντα ἐννέα καὶ
διακοσιοστοτεσσαρακοστότριτα δεκατρία· ὥστε ηὕρηται, ἐν τίσι
in Ti
.

2

.

185

πρώτοις, τῆς μονάδος τεμνομένης, δύο λειμμάτων τοῦ ἐπογ‐ δόου ἀφαιρεθέντων *** πρόδηλον δὲ ἐκ τῶν εἰρημένων, ὅτι γέγονε μὲν τὸ προσταχθέν, καταπεπύκνωνται δὲ οἱ ὅροι καὶ τὰ διαστήματα πάντα ταῖς τε ἁρμονικαῖς καὶ ἀριθμητι‐
5καῖς μεσότησι, καὶ τῶν ἡμιολίων καὶ τῶν ἐπιτρίτων αἱ διαιρέσεις εἴς τε τὰ ἐπόγδοα καὶ τὰ λείμματα γεγόνασιν· ὄντος γὰρ διπλασίου διαστήματος ἐν τῷ τπδ καὶ τῷ ψξη παρεμπεπτώκασι μεταξὺ μὲν ὁ υλβ ἐπόγδοος πρὸς τὸν τπδ, ὁ δὲ υπϛ ἐπόγδοος πρὸς τὸν υλβ, ὁ δὲ φιβ τὸ λεῖμμα
10ποιῶν πρὸς τὸν υπϛ· καὶ μέχρι τούτου τὸ ἐπίτριτον ἐκ δύο τόνων καὶ τοῦ λείμματος. πάλιν δὲ πρὸς αὐτὸν τὸν φιβ ἐπόγδοος ὁ φοϛ, καὶ πρὸς τοῦτον ὁ χμη, καὶ πρὸς τοῦτον ὁ ψκθ, ὁ δέ γε ψξη τὸ λεῖμμα ποιῶν πρὸς τοῦτον. καὶ συμπεπλήρωται τὸ ἡμιόλιον ἐκ τούτων, τρεῖς ἔχον ἐπογδόους
15καὶ λεῖμμα ἕν, τὸ δ’ ὅλον διπλάσιον ἐκ μὲν ἐπογδόων πέντε, λειμμάτων δὲ δύο συγκείμενον. ἔτι δὲ πρὸς τοὺς ἄκρους τόν τε τπδ καὶ τὸν ψξη ὁ μὲν φιβ ποιεῖ τὴν ἁρμονικὴν μεσότητα, ὁ δὲ φοϛ τὴν ἀριθμητικήν. πάλιν πρὸς μὲν τὸν ψξη ἐπόγδοος ἐτέθη ὁ ωξδ, πρὸς δὲ τοῦτον ἕτερος
20ἐπόγδοος ὁ ϡοβ, πρὸς δὲ τοῦτον ὁ ͵ακδ τὸν τοῦ λείμματος ἔχει λόγον, καὶ πρὸς τοῦτον ὁ ͵αρνβ τὸν ἐπόγδοον. καὶ γέ‐ γονεν ἤδη τὸ ἡμιόλιον πρὸς τῷ διπλασίῳ τριπλάσιον λόγον ποιοῦν, ὃν ἔχει ὁ ͵αρνβ πρὸς τὸν τπδ, μεταξὺ δὲ τοῦ τρι‐ πλασίου τούτου διαστήματος ὁ μὲν φοϛ μεσότης ὢν ἁρμο‐
25νικὴ πρὸς τοὺς ἄκρους, ὁ δὲ ψξη μεσότης ὢν ἀριθμητικὴ πρὸς τοὺς ἄκρους· καὶ γάρ ἐστι θεώρημα τοιοῦτον καθόλου δεδειγμένον· ἐὰν τοῦ αὐτοῦ ὅρου ὁ μέν τις ᾖ διπλάσιος, ἕτερος δὲ τριπλάσιος, ληφθῇ δὲ ἐπὶ τοῦ διπλασίου μέσος τις κατὰ τὴν ἀριθμητικήν, οὗτος ὁ ληφθεὶς ἐπὶ τοῦ τρι‐
30πλασίου γίνεται μέσος κατὰ τὴν ἁρμονικήν, αὐτὸς δὲ ὁ μεί‐
in Ti
.

2

.

186

ζων ὅρος ἐν τῷ διπλασίῳ γίνεται μέσος ἐν τῷ τριπλασίῳ κατὰ τὴν ἀριθμητικήν. ὥσπερ ἐν τούτοις τοῦ τπδ διπλά‐ σιος ὁ ψξη, τριπλάσιος δὲ ὁ ͵αρνβ, καὶ εἴληπται μέσος ἐν τῷ διπλασίῳ κατὰ τὴν ἀριθμητικὴν ὁ φοϛ, καὶ ὤφθη ὁ
5αὐτὸς μέσος ἐν τῷ τριπλασίῳ κατὰ τὴν ἁρμονικήν, αὐτὸς δὲ ὁ ψξη διπλάσιος ὢν ἐν τῷ τριπλασίῳ πέφηνε μέσος κατὰ τὴν ἀριθμητικήν. ἑξῆς δὴ τοῦ μὲν ͵αρνβ͵ασϞϛ ἐπόγδοος, τούτου δὲ ὁ ͵αυνη ἐπόγδοος, πρὸς δὲ τοῦτον ἔχει ὁ ͵αφλϛ τὸν τοῦ λείμματος λόγον. καὶ μέχρι τούτου
10συμπεπλήρωται τὸ δεύτερον διπλάσιον ἐξ ἡμιολίου καὶ ἐπι‐ τρίτου συγκείμενον, ἄκρων ὄντων τοῦ ψξη καὶ τοῦ ͵αφλϛ, τετμημένον εἰς ἐπογδόους πέντε καὶ δύο λείμματα καὶ μεσό‐ τητας ἔχον ἁρμονικὴν μὲν τὸν ͵ακδ, ἀριθμητικὴν δὲ τὸν ͵αρνβ. πάλιν πρὸς τὸν ͵αφλϛ ἐπόγδοος ὁ ͵αψκη, καὶ
15πρὸς τοῦτον ἐπόγδοος ὁ ͵αϡμδ, καὶ πρὸς τοῦτον ἐπόγδοος ὁ ͵βρπζ, καὶ πρὸς τοῦτον ἔχει τὸν τοῦ λείμματος λόγον ὁ ͵βμη, καὶ πρὸς τοῦτον τὸν ͵βμη ἐπόγδοος ὁ ͵βτδ, καὶ πρὸς τοῦτον ἐπόγδοος ὁ ͵βφϞβ, καὶ πρὸς τοῦτον ἐπόγδοος ὁ ͵βϡιϛ, καὶ πρὸς τοῦτον ὁ τοῦ λείμματος λόγος ἐν τῷ ͵γοβ,
20ὅς ἐστι τῆς πρώτης μοίρας ὀκταπλάσιος, πληρώσας τὸ τρί‐ τον διπλάσιον. πάλιν ἐπόγδοος τοῦ ͵γοβ͵γυνϛ, καὶ μέχρι τούτου τὸ δεύτερον τριπλάσιον, ἄκρους ἔχον αὐτόν τε τὸν ͵γυνϛ καὶ τὸν ͵αρνβ καὶ ἔχον δύο μεσότηας, ἁρμο‐ νικὴν μὲν τὸν ͵αψκη, ἀριθμητικὴν δὲ τὸν ͵βτδ. πρὸς δὴ
25τούτοις ἐπόγδοος μὲν τοῦ ͵γυνϛ͵γωπη, τούτου δὲ αὖ ἐπόγδοος ὁ ͵δτοδ, καὶ πρὸς τοῦτον ἐν τῷ λόγῳ τοῦ λείμ‐
ματος ὁ 〈͵δϞϛ, καὶ πρὸς τοῦτον ἐπόγδοος ὁ〉 ͵δχη, καὶ
in Ti
.

2

.

187

πρὸς τοῦτον ἐπόγδοος ὁ ͵ερπδ, καὶ τούτου ἐπόγδοος ὁ ͵εωλβ, καὶ πρὸς τοῦτον ποιῶν τὸ λεῖμμα ὁ ͵ϛρμδ, καὶ πρὸς τοῦτον ἐπόγδοος ὁ ͵ϛϡιβ. καὶ ἄλλο τοῦτο διὰ πασῶν μετὰ τὰ εἰρημένα τρία· πάντως γὰρ ἐν τῷ τρίτῳ τριπλασίῳ
5ἔστι τι καὶ διπλάσιον καὶ ἄλλο διὰ πέντε ἑξῆς· πρὸς γὰρ τὸν ͵ϛϡιβ ἐπόγδοος ὁ ͵ζψοϛ, καὶ τούτου ἄλλος ἐπόγδοος ὁ ͵ηψμη, καὶ πρὸς τοῦτον ἐν τῷ λόγῳ τοῦ λείμματος ὁ ͵θσιϛ, καὶ ἐπόγδοος πρὸς τοῦτον ὁ μύρια τξη. καὶ μέχρι τούτου τὸ τρίτον τριπλάσιον ἐν ὅροις περιεχόμενον τῷ τε
10͵γυνϛ καὶ τῷ μύρια τξη, ἔχον δὲ μεσότητας δύο, τὸν μὲν ͵ερπδ ἁρμονικήν, τὸν δὲ ͵ϛϡιβ ἀριθμητικήν. τὰ ἄρα δι‐ πλάσια καὶ τριπλάσια διαστήματα ταῖς τε μεσότησι συμ‐ πεπλήρωται καὶ τοῖς ἐπογδόοις καὶ λείμμασι, καὶ πᾶν τοῦτο τὸ διάγραμμα λείμματα μὲν ἔχει ἐννέα, ἐπογδόους δὲ εἰκο‐
15σιτέσσαρας· τὰ γὰρ διαστήματα ἑνὶ λείπεται τῶν ὅρων· καὶ προελήλυθε μέχρι τοῦ τετράκις διὰ πασῶν καὶ διὰ πέντε καὶ τόνου. Ἄδραστος δὲ φιλοτεχνῶν, ὃ καὶ πρότερον [p. 170 s] εἴπομεν, λαβδοειδὲς τὸ σχῆμα ποιεῖ καὶ ἐν τρισὶ τριγώνοις ἐκτίθεται τοὺς ὅρους, ἐπὶ μὲν τοῦ ἐντὸς αὐτοῦ
20τοὺς ἐν τοῖς μοναδικοῖς ἀριθμοῖς λόγους, ἐπὶ δὲ τοῦ μετὰ τοῦτο τοὺς ἑξαπλασίους τούτων, τοὺς ἔχοντας δύο μεσότητας καθ’ ἕκαστον διάστημα τὸ διπλάσιον ἢ τριπλάσιον, ἐπὶ δὲ τοῦ ἐξωτάτω τοὺς ποιοῦντας ὅλον τὸ διάγραμμα τὸ εἰρη‐ μένον. γινέσθω δὲ ἐκ τῆς ὑπογραφῆς σαφὲς τὸ λεγόμενον.
25μεταξὺ δὲ τῶν διπλασίων καὶ τῶν τριπλασίων ἐγγράφει πάντας τοὺς εἰρημένους ἀριθμούς, οὓς ἡμεῖς προσθεῖναι τούτοις οὐκ ἐδοκιμάσαμεν, πλῆθος περιττὸν ἐπεισάγειν οὐκ ἐθέλοντες· ἔχει γὰρ ἡ τοιαύτη παράδοσις καὶ τὸ δὶς τοὺς αὐτοὺς ἀριθμοὺς ἐκτιθέναι ἀμέθοδον· πολλοὶ γὰρ εὑρίσκον‐
30ται οἱ αὐτοὶ μέσοι τῶν διπλασίων καὶ τῶν τριπλασίων δια‐
στημάτων, ἐπειδὴ καὶ αὐτὰ τὰ τριπλάσια ἐκ διπλασίων καὶ
in Ti
.

2

.

188

ἡμιολίων σύγκειται. τὸ μὲν οὖν ὑπὸ Πλάτωνος εἰρημένον γέγονεν· ἐλήφθησαν γὰρ τῶν διπλασίων καὶ τριπλασίων δια‐ στημάτων πάντων αἱ δύο μεσότητες μεταξύ, καὶ γενομένων ἀπὸ τούτων τῶν μεσοτήτων ἡμιολίων λόγων καὶ ἐπιτρίτων
5τῷ ἐπογδόῳ ταῦτα διῄρηται, τοῦ καταλειπομένου μορίου ἐν ἀμφοτέροις τὸν τοῦ λείμματος ἔχοντος λόγον. ταῦτα δ’ ἦν τὰ ῥηθέντα, καὶ ἐκ τούτων εὐτάκτως ληφθέντων ἀνεφάνη‐ σαν ὅροι τριακοντατέσσαρες μόνοι πᾶν τὸ διάγραμμα περι‐ έχοντες. ἐπειδὴ δὲ ὁ Τίμαιος ὁ Πυθαγόρειος [96 B]
10ἓξ καὶ τριάκοντά φησιν εἶναι τοὺς τοῦ διαγράμματος ὅρους, καὶ ταῦτα ἄκρους λαμβάνων οὓς καὶ ὁ Πλάτων, τὸν τπδ καὶ τὸν μύρια καὶ τριακόσια καὶ ἑξήκοντα καὶ ὀκτώ, μηδὲν διάφωνον εἶναι θέλοντες εὕρομεν, ὅπως καὶ οἱ λοιποὶ δύο παρεμβέβληνται. βουλόμενοι γοῦν μὴ μόνον ἐν τῷ δια‐
15γράμματι τὸν τοῦ λείμματος ἔχειν λόγον, ἀλλὰ καὶ τὸν τῆς ἀποτομῆς, ἐφώρασαν αὐτὴν δίς, ἔν τε τοῖς πυθμενικοῖς ἀριθμοῖς καὶ ἐν τοῖς τούτων τριπλασίοις μόνοις, καὶ προσ‐ θέντες καθ’ ἑκάτερον ἕνα ὅρον εἰσήγαγον καὶ ταύτην εἰς τὸ διάγραμμα. Πλάτων δὲ ἀποτομῆς οὐκ ἐμνημόνευσεν, ὅθεν
20ἡμεῖς ἀρκούμενοι τῷ λείμματι μόνοις ἠρκέσθημεν ὅροις τοῖς ἐκτεθεῖσι· καὶ πῶς γὰρ ἔμελλε τὴν ἀποτομὴν προσποιεῖσθαι διατονικὸν τὸ γένος λαβών, ἐν ᾧ ὁ ἐπόγδοος οὐ τέμνεται, τῆς ἀποτομῆς γινομένης, ὁπόταν ὁ ἐπόγδοος τμηθῇ; τὸ γὰρ μετὰ τὸ λεῖμμα τοῦ ἐπογδόου μέρος ἐστὶν ἡ ἀποτομή. οὔτ’
25οὖν μνημονεύσαντος Πλάτωνος τῆς ἀποτομῆς οὔτε δυνα‐ μένης ἐμπίπτειν ἐν τῷ διατονικῷ γελοῖον ἦν ἡμᾶς ζητεῖν παρεμβάλλειν ὅρους ἄλλους, ἵνα καὶ τὴν ἀποτομὴν ἔχωμεν, ἀρκούντων τῶν τεσσάρων καὶ τριάκοντα πρὸς τὴν συμπλή‐ ρωσιν τῶν ἐπογδόων καὶ τῶν λειμμάτων. καὶ ἔοικεν καὶ ὁ
30τῶν τριάκοντα καὶ τεσσάρων ἀριθμὸς οἰκεῖος εἶναι τῷ δια‐
τονικῷ γένει, ἐν ᾧ μόνῳ ἐστὶν ὁ ἐπόγδοος λόγος· σύγκειται
in Ti
.

2

.

189

γὰρ ἐκ τοῦ ἐπογδόου, ὃν ἔχει ὁ δέκα καὶ ὀκτὼ πρὸς τὸν δέκα καὶ ἕξ· ἡμιόλιοι μὲν γὰρ λόγοι καὶ ἐπίτριτοι καὶ λείμ‐ ματά εἰσι καὶ ἐν ἄλλοις γένεσιν, ἐπόγδοοι δὲ ἐν τούτῳ μόνῳ τῶν τριῶν γενῶν, ὥστ’ εἰκότως οὗτος ποιεῖ τὸν ἀριθμὸν τῶν
5μοιρῶν συντιθέμενος, καὶ οὗτος ὁ δεύτερος ἐμπρέπων τῇ δευτέρᾳ προόδῳ τῆς ψυχῆς ἀπὸ τῶν πρώτων νοητῶν ἀρ‐ χῶν. ἐὰν δ’ οὖν λάβωμεν τὸν ἐλάσσονα ὅρον τοῦ τρίτου διπλασίου, τὸν χίλια πεντακόσια τριάκοντα καὶ ἓξ καὶ τὸν τούτου ἐπόγδοον χίλια ἑπτακόσια εἴκοσι ὀκτὼ καὶ αὖθις
10τὸν τούτου, χίλια ἐννακόσια τεσσαράκοντα καὶ τέσσαρα, καὶ τὸν τούτου πάλιν δισχίλια καὶ ἑκατὸν καὶ ὀγδοήκοντα καὶ ἑπτὰ τρίτονον ἓν μὲν ἔσται τὸ τῶν ἄκρων διάστημα· ἐπειδὴ δὲ ὁ δισχίλια τεσσαράκοντα καὶ ὀκτὼ τὸν ἐπίτριτον λόγον ἔχει πρὸς τὸν χίλια πεντακόσια τριάκοντα καὶ ἕξ, τὸν δὲ τοῦ
15λείμματος πρὸς τὸν χίλια ἐννακόσια τεσσαράκοντα καὶ τέσ‐ σαρα, ἀνάγκη δήπου πρὸς τὸν δισχίλια τεσσαράκοντα καὶ ὀκτὼ τὴν ἀποτομὴν ποιεῖν τὸν δισχίλια ἑκατὸν ὀγδοήκοντα ἑπτά· ἔστι γὰρ ἀποτομὴ μετὰ τὸ λεῖμμα τὸ λοιπόν, ὡς εἴπομεν, εἰς τὸν τόνον. ὁμοίως δὴ καὶ κατὰ τὸ τρίτον τριπλάσιον
20λαβόντες τοῦ τετρακισχίλια ἑξακόσια καὶ ὀκτὼ τρίτονον ἀπ‐ έχοντα τὸν ἑξακισχίλια πεντακόσια ἑξήκοντα καὶ ἕν, τὸν δὲ ἑξακισχίλια ἑκατὸν τεσσαράκοντα τέσσαρα ποιοῦντα πρὸς τὸν τετρακισχίλια ἑξακόσια ὀκτὼ λόγον ἐπίτριτον, πρὸς δὲ τὸν πεντακισχίλια ὀκτακόσια τριάκοντα δύο τὸν τοῦ λείμματος,
25ἔχομεν ἀναγκαίως τὴν ἀποτομὴν ἐν τῷ λόγῳ τοῦ ἑξακισχίλια
πεντακόσια ἑξήκοντα καὶ ἑνὸς πρὸς τὸν ἑξακισχίλια ἑκατὸν
in Ti
.

2

.

190

τεσσαράκοντα τέσσαρα τριπλασίοις οὖσι τῶν πυθμενικῶν ὅρων τῶν εὑρεθέντων ἡμῖν ἐν τῷ τρίτῳ διπλασίῳ πρότερον· ὅτι γὰρ ὁ τῆς ἀποτομῆς λόγος ἐν ἐκείνοις ἐστὶ πυθμενικῶς, δῆλον· δείκνυνται γὰρ πρῶτοι πρὸς ἀλλήλους ὁ δισχίλια καὶ
5ἑκατὸν καὶ ὀγδοήκοντα καὶ ἑπτὰ καὶ ὁ δισχίλια καὶ τεσσαρά‐ κοντα καὶ ὀκτὼ διὰ τοῦ ἐκ τῆς ἀνθυφαιρέσεως θεωρήματος, τῶν πρώτων ἐλαχίστων ὄντων ἐξ ἀνάγκης. δέδεικται μὲν οὖν ἐκ τῶν Φιλολάου [A 26 D.] τὸ πλῆθος τῶν παρὰ τῷ Τιμαίῳ γραφέντων ὅρων, τοῖς δὲ Πλάτωνος τὸ διάγραμμα
10προβαίνει καὶ ἄνευ τοῦ λόγου τῆς ἀποτομῆς. ταῦτα μὲν οὖν εἰρήσθω μέχρι τούτων. ἐπεὶ δὲ εἴπομεν [185, 27 ss] ἐν τοῖς ἔμπροσθεν, ὅτι, ἐὰν ἑνὸς ὅρου ὃ μὲν διπλάσιος, ὃ δὲ τριπλάσιος ληφθῇ, ὁ μὲν τῶν διπλασίων μεταξὺ κατὰ τὴν ἀριθμητικὴν ἐμπίπτων ἁρμονικὴ μεσότης ἔσται κατὰ τὸ
15τριπλάσιον, αὐτὸς δὲ ὁ διπλάσιος ἀριθμητική, νῦν αὐτὸ συν‐ τόμως σαφηνίσωμεν ἅμα ἀποδεικνύντες· ἔστω γὰρ τοῦ Α ὁ Β διπλάσιος, ὁ δὲ Γ τριπλάσιος, καὶ τοῦ Α καὶ Β μεταξὺ ὁ Δ κατὰ τὴν ἀριθμητικήν· λέγω, ὅτι συμβαίνει τὰ ἐν τῇ προτάσει· ἐπειδὴ γὰρ τοῦ Α ὁ μὲν Β διπλάσιος, ὁ δὲ Γ
20τριπλάσιος, οἵων ἐστὶν ὁ Α δυοῖν, τοιούτων ὁ μὲν Β τεσσά‐ ρων, ὁ δὲ Γ ἕξ, ὥστε καὶ οἵων ὁ Β τεττάρων, τοιούτων ὁ Γ ἕξ. τοσούτῳ ἄρα ὁ Γ ὑπερέχει τοῦ Β, ὅσῳ ὁ Β τοῦ Α, ὥστε ἀριθμητικὴ μεσότης ἐστὶ τοῦ Γ καὶ Α ὁ Β. πάλιν ἐπεὶ οἵων ὁ Α δυοῖν, τοιούτων ὁ Β τεσσάρων, ὁ δὲ Δ μέσος
25αὐτῶν κατὰ τὴν ἀριθμητικήν, ἔσται καὶ αὐτὸς τοιούτων τριῶν, οἵων ὁ μὲν Α δυοῖν, ὁ δὲ Β τεττάρων. οἵων δὲ ὁ Β τεσσά‐ ρων, τοιούτων ὁ Γ ϛ. ἔστιν ἄρα οἵων ὁ Α δυοῖν, τοιούτων ὁ μὲν Δ τριῶν, ὁ δὲ Γϛ. ὁ δὲ Δ ἄρα πρὸς τὸν Α καὶ τὸν Γ ποιήσει μεσότητα ἁρμονικήν· τῷ γὰρ αὐτῷ μέρει ὑπερ‐
30έχεταί τε ὑπὸ τοῦ μείζονος καὶ ὑπερέχει τοῦ ἐλάσσονος.
τοῦτο μὲν οὖν ταύτῃ ἐχέτω.
in Ti
.

2

.

191

Σευῆρος δὲ ἀξιοῖ μὴ εἰς τόνον τὸ διάγραμμα κατα‐ λήγειν, ἀλλ’ εἰς λεῖμμα, ἐπειδὴ καὶ ὁ Πλάτων εἰς τοῦτο πάντα τὸν περὶ τῆς διαιρέσεως τῆς ψυχῆς λόγον συνεπερά‐ νατο. ἵν’ οὖν εἰς λεῖμμα καταντήσῃ, μεθαρμόζει τινὰς τῶν
5ὅρων καὶ ποιεῖ τοὺς πάντας τριάκοντα καὶ τέσσαρας· ἐπειδὴ ἐν τῷ τριακοστῷ καὶ τετάρτῳ μονάδος ἐπέτρεχεν ἥμισυ, δι‐ πλασιάζει τοὺς ὅρους καὶ ποιεῖ πρώτην μοῖραν τὸν ψξη, ὅς ἐστι τοῦ τπδ διπλάσιος. τούτου τοίνυν ἐπόγδοον τίθησι τὸν ωξδ, καὶ τούτου τὸν ϡοβ, τούτῳ δὲ ἁρμόζει κατὰ τὸ
10λεῖμμα τὸν ͵ακδ, τούτου δὲ ἐπόγδοον λαμβάνει τὸν ͵αρνβ, καὶ τούτου τὸν ͵ασϞϛ, καὶ τούτου τὸν ͵αυνη, τούτων δὲ ἁρμόζει κατὰ τὸ λεῖμμα τὸν ͵αφλϛ, καὶ ἐπόγδοον τούτου τίθησι τὸν ͵αψκη, καὶ τούτου τὸν ͵αϡμδ, καὶ τούτῳ κατὰ τὸν λόγον ἁρμόζει τὸν τοῦ λείμματος τὸν ͵βμη, τούτου δὲ
15αὖ ἐπόγδοον λαμβάνει τὸν ͵βτδ, καὶ τούτου τὸν ͵βφϞβ, καὶ τούτου τὸν ͵βϡιϛ, καὶ πρὸς τοῦτον ποιοῦντα τὸ λεῖμμα τὸν ͵γοβ, καὶ πρὸς τοῦτον ἐπόγδοον τὸν ͵γυνϛ, καὶ πρὸς τοῦτον ὡσαύτως τὸν ͵γωπη, καὶ πρὸς τοῦτον ἁρμόζει κατὰ τὸ λεῖμμα τὸν ͵δϞϛ, καὶ τούτου πάλιν τίθησιν ἐπόγδοον
20τὸν ͵δχη, καὶ τούτου τὸν ͵ερπδ, καὶ τούτου τὸν ͵εωλβ, καὶ πρὸς τοῦτον κατὰ τὸν λόγον τοῦ λείμματος τὸν ͵ϛρμδ, καὶ πρὸς τοῦτον ἐπόγδοον τὸν ͵ϛϡιβ, καὶ πρὸς τοῦτον ἐπόγδοον τὸν ͵ζψοϛ, καὶ πρὸς τοῦτον ὡσαύτως τὸν ͵ηψμη, καὶ πρὸς τοῦτον κατὰ τὸ λεῖμμα τὸν ͵θσιϛ, τούτου δὲ
25ἐπόγδοον τὸν μύρια τξη, καὶ τούτου μύρια ͵αψξδ, καὶ τούτου τὸν μύρια ͵γρκβ, καὶ τούτῳ κατὰ τὸν τοῦ λείμματος ἁρμόζει λόγον τὸν μύρια ͵γωκδ, καὶ πρὸς τοῦτον ἐπόγδοον λαμβάνει τὸν μύρια ͵εμνβ, καὶ πρὸς τοῦτον αὖ τὸν μύρια ͵ζυϞϛ, καὶ πρὸς τοῦτον τὸν μύρια ͵θχπγ, καὶ πρὸς τοῦτον
30τίθησιν ἔχοντα τὸν τοῦ λείμματος λόγον τὸν μυριάδων δύο
in Ti
.

2

.

192

καὶ ψ καὶ λϛ, καὶ μέχρι τούτου συμπληροῖ τὸ διάγραμμα, τέλος τὸ λεῖμμα ποιησάμενος, πλὴν ὅτι ἐν τούτοις τοῖς ὅροις ἐπίτριτόν ἐστι πρῶτον, εἶτα ἡμιόλιον, καὶ ἑξῆς ἐπίτριτον, εἶτα ἡμιόλιον, καὶ αὖθις ἐπίτριτον, εἶτα ἡμιόλιον, καὶ ἐπὶ
5τούτοις τρία ἡμιόλια κατὰ τὸ συνεχές, ὡς ἔστι δῆλον ἐκ τῶν ἀναγεγραμμένων. συμβαίνει τοίνυν καὶ ἐπὶ τούτου τοῦ διαγράμματος τετράκις εἶναι τὸ διὰ πασῶν καὶ ἅπαξ τὸ διὰ πέντε, καὶ πλεονάζειν τόνον· τὰ γὰρ τρία ἡμιόλια ποιεῖ ἓν διὰ πασῶν καὶ τόνον καὶ τὸ διὰ πέντε· ἀλλ’ ἡ κατάληξις
10οὐκ εἰς τόνον, ἀλλ’ εἰς τὸ λεῖμμα· τοῦτο δ’ ἦν τὸ προκεί‐ μενον. οὐκ ἀφαιρεῖ οὖν οὐδὲ ὁ Σευῆρος τὸν τόνον, ἀλλ’ οὐ καταλήγει εἰς αὐτόν. ὥστε τὸ ὅλον διάγραμμα κατὰ πάν‐ τας ἔκ τε τοῦ τετράκις ἐστὶ διὰ πασῶν καὶ τοῦ διὰ πέντε καὶ ἑνὸς τόνου. κἂν ἐθελήσωμεν ἐπ’ αὐτῶν τῶν μονα‐
15δικῶν ἀριθμῶν λαβεῖν τὰ διαστήματα ταῦτα, θεασόμεθα μέχρι τοῦ ἑπτὰ καὶ εἴκοσι τὴν πρόοδον γιγνομένην· διπλά‐ σιος γὰρ ὁ δύο τῆς μονάδος, καὶ τούτου ὁ τέσσαρα, καὶ τούτου ὁ ὀκτώ, καὶ τούτου ὁ δέκα καὶ ἕξ, καὶ μέχρι τοῦδε τὸ τετράκις διὰ πασῶν· αὐτοῦ δὲ τούτου ἡμιόλιος ὁ εἴκοσι
20καὶ τέσσαρα, καὶ τὸ διὰ πέντε τοῦτο· καὶ πρὸς τοῦτον ἔχει τὸν ἐπόγδοον λόγον ὁ εἴκοσι καὶ ἑπτά· ὥστε ἀπὸ τῆς μιᾶς μοίρας μέχρι τῆς ἑπτακαιεικοσαπλασίας αἱ εἰρημέναι τελει‐ οῦνται συμφωνίαι. τοῦτο μὲν οὖν, ὅπερ ἔφην, κοινὸν ἅπασι τοῖς διαγράμμασι· διαφέρει δὲ ἀλλήλων, ὅτι τὰ μέν ἐστι
25λαβδοειδῆ, τὰ δὲ ἐπ’ εὐθείας· καὶ γὰρ τῶν παλαιῶν ὁ μὲν Ἄδραστος τοῖς λαβδοειδέσιν, ὁ δὲ Σευῆρος τοῖς κατ’ εὐθεῖαν τίθεται· καὶ τοῦτο ἄμεινον· ἐν γὰρ τῷ λαβδοειδεῖ δὶς οἱ αὐτοὶ εὑρίσκονται ὡδὶ καὶ ὡδὶ ἀριθμοί. τοῦτο δὲ ἀσύμφωνον τοῖς πράγμασι· δύο γὰρ μέρη τὰ αὐτὰ ψυχῆς
30οὐκ ἔστι, πάντες δὲ μέρη ψυχῆς εἰσιν· καὶ τὰ μὲν εἰς
αὐτὸν καταλήγει τὸν τόνον, τὰ δὲ εἰς λεῖμμα, καὶ τὰ μέν
in Ti
.

2

.

193

ἐστι σαφέστερα, εἰ καὶ δὶς τοὺς αὐτοὺς ἀριθμοὺς παρα‐ λαμβάνει, ὡς τὰ ἐπιμερίζοντα τοὺς διπλασίους καὶ τριπλασίους ταῖς τῶν τριγώνων πλευραῖς, τὰ δὲ ἕκαστον ἀριθμὸν ἅπαξ τίθησιν ἐν ἅπασι τοῖς διαστήμασιν, εἰ καὶ δυσκολωτέραν
5ποιεῖται τὴν κατατομὴν τῶν διπλασίων εἰς τοὺς ἐπιμορίους λόγους καὶ τοὺς ἐπιμερεῖς. Ὅσα μὲν οὖν μαθηματικῶς σκοπουμένοις δυνατὸν ἦν εἰς τὴν τοῦ ψυχογονικοῦ διαγράμματος θεωρίαν συμβάλλεσθαι, προείπομεν. μέλλοντες δὲ ἄρχεσθαι τῆς πραγματειώδους ἐξη‐
10γήσεως ἡγούμεθα χρῆναι πρῶτον περὶ αὐτῆς τῆς διαιρέσεως εἰπεῖν, καθ’ ἣν ἡ ψυχὴ διῄρηται τοῖσδε τοῖς λόγοις, καὶ διὰ τῶν ἐλέγχων ἀφελεῖν ὅσα ἡμῖν ἐστιν ἐμπόδια πρὸς τὴν κατανόησιν τῆς περὶ αὐτὴν ἀληθείας. μηδεὶς τοίνυν ταύτην τὴν διαίρεσιν σωματικὴν εἶναι νομιζέτω (δέδεικται γὰρ ἔμ‐
15προσθεν, ὡς ἡ τῆς ψυχῆς μεσότης ἐξῄρηται τῶν τε σωμά‐ των καὶ πάσης ὁμοῦ τῆς περὶ αὐτὰ γιγνομένης μεριστῆς οὐσίας), μηδὲ κρείττονα μὲν σωμάτων αὐτὴν ὑποτιθέσθω, κατὰ τὰ αὐτὰ δὲ τοῖς πέρασι καὶ τοῖς διαστήμασι τοῖς γεω‐ μετρουμένοις αὐτὴν οἰέσθω διαιρεῖσθαι †πρὸς παρὸν (τὰ
20μὲν γὰρ διαστατὰ ὅλα δι’ ὅλων ἑαυτοῖς οὐ πάρεστι καὶ δι‐ αιρεθέντα τὴν ἕνωσιν ἀσύγχυτον οὐ δύναται φυλάττειν, ἡ ψυχὴ δὲ μετέχουσα τῆς ἀμερίστου μοίρας ἥνωται πρὸς ἑαυ‐ τὴν καὶ πάντα τὰ στοιχεῖα ἐν πᾶσι τὰ αὐτὰ δείκνυσιν ὑφεστηκότα), μηδὲ αὖ ὡς ἀριθμοῦ λογιζέσθω ταύτην τὴν
25τομήν (ἔστι μὲν γὰρ ἀριθμός, ἀλλ’ οὐχ ὁ κατὰ τὸ ποσόν, ἀλλ’ οὐσιώδης, αὐτόγονος, ἑνοειδής, πρὸς ἑαυτὸν ἐπεστραμ‐ μένος), μηδὲ παραβαλλέτω τοῖς σπερματικοῖς λόγοις τὴν ἐν πᾶσι πάντων παρουσίαν (ἀτελεῖς γάρ εἰσιν ἐκεῖνοι καὶ σωματοειδεῖς καὶ ἔνυλοι καὶ παντάπασιν ἀπολείπονται τῆς
30ἀύλου καὶ καθαρᾶς τῶν ψυχικῶν λόγων οὐσίας), μηδέ τις εἰκαζέτω τὰς λεγομένας μοίρας τοῖς τῆς ἐπιστήμης θεω‐ ρήμασιν, ὡς ἑκάστου τὴν ὅλην ἔχοντος (οὐ γὰρ τὴν γνῶσιν
νῦν τῆς ψυχῆς, ἀλλὰ τὴν οὐσίαν ἐπισκοπούμεθα), οὐδὲ
in Ti
.

2

.

194

δεῖ ταῖς τῶν ἕξεων διακρίσεσιν ὁμοίας ἡγεῖσθαι τὰς τῶν οὐσιῶν ἑτερότητας (αὗται μὲν γὰρ παντοίως ἐν τοῖς ἔχουσιν αὐτὰς διαποικίλλονται, ἐκεῖναι δὲ ἑστήκασιν ἐν τοῖς δημι‐ ουργικοῖς ὅροις ὡσαύτως). ἄνωθεν οὖν ἀπὸ τῆς αἰτίας
5τῆς δημιουργικῆς τὴν πρωτουργὸν ἀρχὴν ἐξάπτειν χρὴ τῆς ψυχογονικῆς διαιρέσεως καὶ τῶν τελείων μέτρων καὶ προ‐ εστηκότων ἀιδίως ἐν τοῖς οὖσιν, εἰς ἃ καὶ ὁ δημιουργὸς βλέπων διαιρεῖ τὴν ψυχήν· ὡς γὰρ τὸ πᾶν τοῦτο διεῖλε τοῖς νοητοῖς παραδείγμασιν, οὕτως ἄρα καὶ τὴν οὐσίαν τῆς ψυ‐
10χῆς διέκρινε τοῖς καλλίστοις ὅροις, τοῖς πρεσβυτέροις καὶ ἀρχηγικωτέροις αἰτίοις ἀφομοιῶν αὐτήν. ἔστι δὴ οὖν ὁ τρό‐ πος τῆς διαιρέσεως ἄυλος, νοερός, ἄχραντος, τελεσιουργὸς τῆς οὐσίας τῆς ψυχῆς, γεννητικὸς τοῦ ἐν αὐτῇ πλήθους, συναγωγὸς διὰ τῆς ἁρμονίας εἰς μίαν τάξιν, συνεκτικὸς τῶν
15διῃρημένων, ὁμοῦ μὲν τῆς ἀμιγοῦς καθαρότητος αἴτιος τοῖς ἐν τῇ ψυχῇ πλήθεσιν, ὁμοῦ δὲ τὴν εἰς ταὐτὸ συνιοῦσαν κοινωνίαν τῶν λόγων παράγων. καὶ δοκεῖ μὲν δαπανᾶν τὸ ὅλον εἰς τὰ μέρη διαιρῶν, καὶ οὕτω πως λέγει καὶ ὁ Τί‐ μαιος [36 B], ὅτι κατανάλωσε πᾶν ἐξ οὗ ταῦτα κατ‐
20έτεμνεν. οὐ μὴν ἀλλ’ ἐπειδὴ προεῖπε μὴ μόνον εἶναι μεριστὴν τὴν ψυχήν, ἀλλὰ καὶ ἀμέριστον, ἄμφω δεῖ φυλάτ‐ τειν, καὶ τῆς ὁλότητος ἀμερίστου μενούσης γίνεσθαι τὸν εἰς τὸ πλῆθος μερισμόν· εἰ γὰρ μόνον θάτερον λάβοιμεν, τὴν κατατομὴν λέγω, μεριστὴν αὐτὴν μόνως ποιήσομεν. μερι‐
25ζέσθω τοίνυν ὅλη μετὰ τοῦ μένειν ὅλη πάλιν ἀμέριστος, ἐξ ἴσου μετέχουσα ἀμφοῖν· εὖ γὰρ δὴ καὶ ὁ δαιμόνιος Ἀρι‐ στοτέλης, ὡς προείπομεν [p. 153, 8 s], εἶναί τι λέγων καὶ ἐν τοῖς μεριστοῖς ἀμερές, συνεκτικὸν τῶν μεριστῶν, ὥστε πολλῷ μᾶλλον ἐν τοῖς φύσιν ἔχουσι μὴ μεριστὴν μόνον,
30ἀλλὰ καὶ ἀμερῆ, μένειν δεῖ τὸ ἀμερές, ἢ εἰ μὴ μένοι, μόνως
ἔσται μεριστὸν τὸ ἐξ ἀμφοῖν. ὅτι δὲ δεῖ τὸ ὅλον μένειν ἐν
in Ti
.

2

.

195

τῇ γενέσει τῶν μερῶν, δῆλον, εἴπερ ὁ δημιουργός ἐστιν ἀίδιος ὑποστάτης, αὐτὸς δὲ ἓν ὅλον ὑπέστησε τὴν ψυχὴν πρὸ τῆς διαιρέσεως· οὐδὲ γὰρ ἄλλο τι παράγων ἀφανίζει, πᾶν δὲ ἀεὶ παράγει καὶ διαιωνίως καὶ μένειν ποιεῖ τὸ παραγόμενον
5ὅπερ ἐστίν. οὐκ ἄρα ἡ ὁλότης ἀπόλλυται τῶν μερῶν ὑφιστα‐ μένων, ἀλλὰ μένει καὶ προηγεῖταί γε τῶν μερῶν· οὐ γὰρ τὰ μέρη πρὸ τοῦ ὅλου παρήγαγεν, εἶτ’ ἐκ τούτων ἐγεννή‐ σατο τὸ ὅλον, ἀλλ’ ἔμπαλιν. ὁμοῦ ἄρα καὶ ὅλον ἐστὶ καὶ μέρη ἔχον καὶ ἓν πλῆθος ἡ οὐσία τῆς ψυχῆς. ἡ μὲν δὴ
10διαίρεσις, ἣν ὁ Τίμαιος ἐπὶ τῆς ψυχῆς παραλαμβάνει, τοιάδε τίς ἐστιν. ὁ δὲ τρόπος τῆς περὶ αὐτὴν ἐξηγήσεως ἔστω τῇ οὐσίᾳ συμφυής, ἀπὸ μὲν τῆς φαινομένης ἁρμονίας ἀπο‐ λυόμενος, ἀνάγων δὲ ἑαυτὸν ἐπὶ τὴν οὐσιώδη καὶ ἄυλον ἁρμονίαν καὶ ἀπὸ τῶν εἰκόνων ἐπὶ τὰ παραδείγματα ἀνα‐
15πεμπόμενος· ἡ γὰρ δι’ ὤτων εἰσρέουσα συμφωνία καὶ ἐν ἤχοις καὶ πληγαῖς ὑφισταμένη τῆς ζωτικῆς καὶ νοερᾶς ἐξήλ‐ λακται. μὴ τοίνυν τις ἄχρι τῆς μαθηματικῆς τῶν προκει‐ μένων ἱστάσθω θεωρίας, ἀλλ’ ἐπὶ τὸν πρέποντα τρόπον τῇ οὐσίᾳ τῆς ψυχῆς ἑαυτὸν ἐγειρέτω, μηδὲ εἰς διάστημα † φέρων
20ἢ κινήσεων διαφορὰς ἀποβλέπειν ἡμᾶς ἀξιούτω· πόρρωθεν γὰρ ταῦτα λαμβάνεται καὶ οὐδαμῇ συναρμόζεται τοῖς προ‐ κειμένοις· ἀλλ’ αὐτὰ καθ’ αὑτὰ σκοπείτω τὰ λεγόμενα, καὶ ὅπως ἔνδειξιν παρέχεται τῆς ψυχικῆς μεσότητος ἀναλογι‐ ζέσθω καὶ ὅπως στοχάζεται τῆς δημιουργικῆς προνοίας.
25Πρῶτον μὲν οὖν εἰ θεωρεῖν ἐθέλοις, τριττῆς τῆς ὁλότητος οὔσης, τῆς μὲν πρὸ τῶν μερῶν, τῆς δὲ ἐκ τῶν μερῶν, τῆς δὲ ἐν ἑκάστῳ τῶν μερῶν, ὡς πολλάκις ἡμῖν ἐν ἄλλοις δέ‐ δεικται, τὴν μὲν ὁλότητα τὴν πρὸ τῶν μερῶν ἤδη παραδέ‐ δωκε τῆς ψυχῆς· ἓν γὰρ ὅλον ἐποίησεν αὐτὴν πρὸ παντὸς
30μερισμοῦ, ἣν καὶ μένειν οὖσαν ὅπερ ἐστὶν εἴπομεν, ἐν τῇ παραγωγῇ τῶν μερῶν οὐ δαπανωμένην· τὸ γὰρ εὖ ἁρμοσθὲν
λύειν ἐθέλειν κακοῦ [41 B], λύσει δὲ δαπανῶν τὸ ὅλον
in Ti
.

2

.

196

εἰς τὰ μέρη. τὴν δὲ ὁλότητα τὴν ἐκ τῶν μερῶν ἐν τούτοις ὑφίστησιν, ὅλον τὸ μῖγμα δαπανῶν εἰς τὴν κατατομὴν τῆς οὐσίας. αὐτῆς καὶ διὰ τῆς ἁρμονίας τῶν μερῶν ὅλην αὐτὴν ἐκ νέας ἀπεργαζόμενος ἐκ πάντων συμπεπληρωμένην τῶν
5προσηκόντων μερῶν. τὴν δὲ ἐν ἑκάστῳ τῶν μερῶν ὁλότητα καὶ μικρὸν ὕστερον ἀναδιδάξει [36 D] διαιρῶν τὴν ὅλην εἰς κύκλους τινὰς καὶ ἐν ἑκάστῳ τῶν κύκλων πάντας τοὺς λό‐ γους ἀποτιθέμενος, καὶ ἤδη φανερὰν ἐποίησεν· ἐν γὰρ ἑκά‐ στῳ τῶν μερῶν εἶπεν [35 B] εἶναι τὰ τρία καθάπερ ἐν τῷ
10ὅλῳ. πᾶν οὖν μέρος καὶ ὅλον πώς ἐστι, τριαδικὸν ὂν ὡς τὸ ὅλον. ἀνάγκη δὲ ἦν ἔχειν τὰς τρεῖς ὁλότητας ταύτας τὴν ψυχήν, διότι καὶ ψυχοῖ τὸ πᾶν ὅλον ὂν ἐξ ὅλων, ὧν ἕκαστόν ἐστιν ὡς ἐν μέρει ὅλον, ὥστε διχῶς ψυχοῦσα καὶ τὸ κυρίως ὅλον καὶ τὰ ὡς μέρη ὅλα τῶν δύο ἐδεῖτο ὁλο‐
15τήτων, καὶ μὴν καὶ ὑπερανέχει τῶν ψυχουμένων ἔξωθέν τι ἔχουσα αὐτῶν, ὡς περικαλύπτειν τὸ πᾶν, ὡς αὐτὸς εἶπε [34 B]. τῇ μὲν οὖν πρὸ τῶν μερῶν ὁλότητι πάντως ὑπερ‐ έδραμε τὸ πᾶν, ταῖς δὲ λοιπαῖς αὐτό τε συνέχει καὶ τὰ ἐν αὐτῷ, ὡς καὶ ταῦτα ὅλα ὄντα. Ἔπειτα νοητέον, ὅτι τὸ
20μοναδικὸν ἅμα καὶ τὸ δυαδικὸν ἐξ ἀρχῆς εἰς τέλος προϊὼν φυλάττει τῆς ψυχῆς· καὶ γὰρ τὴν ὕπαρξιν αὐτῆς εἰς οὐσίαν ἀνῆγε καὶ ταὐτὸν καὶ ἕτερον, καὶ τὸν ἀριθμὸν ἀπὸ μιᾶς μοίρας ὁρᾷ διχῇ μεριζόμενον εἰς διπλασίους καὶ τριπλασίους, καὶ τὰς μεσότητας θεωρῶν ἐν τῇ μιᾷ περιλαμβάνει τὰς δύο,
25καὶ καθ’ ἑκατέραν αὐτῶν τούτων ἀναφαίνει διττοὺς λόγους, ἡμιολίους καὶ ἐπιτρίτους, καὶ πάλιν καὶ τούτους εἰς ἐπογ‐ δόους τέμνει καὶ λείμματα, καὶ ἐν τοῖς ἑπομένοις [36 BC] τὸ ἓν μῆκος εἰς δύο διαιρήσει καὶ τὸ ἓν σχῆμα τῆς ψυχῆς εἰς δύο περιόδους, καὶ ὅλως οὐδαμοῦ τοῦ μοναδικοῦ τε ἅμα
30ἀφίεται καὶ δυαδικοῦ, καὶ εἰκότως· νῷ μὲν γὰρ προσήκει τὸ μοναδικὸν μόνον, διὸ καὶ ἀμέριστος, σώματι δὲ τὸ δυαδικόν,
ὅθεν καὶ ἐν τῇ γενέσει τοῦ σωματοειδοῦς ἤρχετό [31 B] τε
in Ti
.

2

.

197

ἀπὸ δυάδος, πυρὸς καὶ γῆς, καὶ δύο ἄλλα μεταξὺ τούτων ἔταττε γένη στοιχείων ψυχὴ δέ, μέση οὖσα τούτων, μονάς τέ ἐστιν ἅμα καὶ δυάς· αἴτιον δέ, ὅτι ἐξ ἴσου πως μετέχει πέρατος καὶ ἀπειρίας, ὥσπερ νοῦς μὲν πέρατος συγγενής,
5σῶμα δὲ ἀπειρίᾳ προσήκει μᾶλλον διά τε τὴν ὑποκειμένην ὕλην καὶ τὸν ἐπ’ ἄπειρον μερισμόν. καὶ εἰ ταύτῃ τινὲς τὸ ἀμέριστον καὶ τὸ μεριστὸν εἰς μονάδα καὶ τὴν ἀόριστον ἀνέπεμπον δυάδα, τοῖς πράγμασιν ἑπομένως ἔλεγον· εἰ δὲ ὡς ἀριθμὸν τὴν ψυχὴν ποιοῦντες οὐδὲν διαφέροντα τῶν
10μοναδικῶν ἀριθμῶν, πολλοῦ ἔδεον συμβαίνοντα λέγειν τῇ οὐσίᾳ τῆς ψυχῆς. ἔστι δ’ οὖν μονὰς ἅμα καὶ δυάς, ἐνει‐ κονιζομένη τῷ μὲν μοναδικῷ τὸ νοερὸν πέρας, τῷ δὲ δυα‐ δικῷ τὴν ἀπειρίαν, ἢ τῷ μὲν εἰκὼν οὖσα τοῦ ἀμεροῦς, τῷ δὲ παράδειγμα τῶν μεριστῶν. Πρὸς δὴ τούτοις κἀκεῖνο
15θεωρητέον, ὅπως διττὸν ἐνταῦθα παραδίδοται τοῦ δημι‐ ουργοῦ τὸ ἔργον· καὶ γὰρ διαιρεῖ κατὰ μοίρας τὴν ψυχὴν καὶ ἁρμόζει τὰ διῃρημένα καὶ σύμφωνα ἀλλήλοις ἀπεργά‐ ζεται, ταῦτα δὲ ποιῶν ἅμα μὲν Διονυσιακῶς, ἅμα δὲ Ἀπολ‐ λωνιακῶς ἐνεργεῖ· τὸ μὲν γὰρ διαιρεῖν καὶ τὸ προάγειν εἰς
20μέρη τὰ ὅλα καὶ τῆς διανομῆς προεστάναι τῶν εἰδῶν Διο‐ νυσιακόν, τὸ δὲ ἐναρμονίως πάντα τελειοῦν Ἀπολλωνιακόν. ἅτε οὖν ἀμφοτέρων τῶν θεῶν τούτων ὁ δημιουργὸς ἐν ἑαυ‐ τῷ περιέχων τὴν αἰτίαν καὶ μερίζει καὶ ἁρμόζει τὴν ψυχήν· καὶ γὰρ ὁ ἀριθμὸς κοινός ἐστιν ἀμφοτέροις ἡ ἑβδομάς, ἐπεὶ
25καὶ τὸν Διόνυσον οἱ θεολόγοι μεριζόμενον εἰς ἑπτὰ μερι‐ σθῆναι λέγουσιν· ἑπτὰ δὲ πάντα μέλη κούρου διεμοιρήσαντο· καὶ τῷ Ἀπόλλωνι τὴν ἑπτάδα ἀνεῖσαν, ὡς συνέχοντι πάσας τὰς συμφωνίας· ἐν γὰρ μονάδι καὶ δυάδι καὶ τετράδι πρῶ‐
30τον τὸ δὶς διὰ πασῶν, ἐξ ὧν ἡ ἑβδομάς. διὸ καὶ ἑβδομ‐ αγέταν ἐκάλουν τὸν θεόν, καὶ τὴν ἑβδόμην ἱερὰν ἔλεγον
τοῦ θεοῦ·
in Ti
.

2

.

198

τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ, καθάπερ τὴν ἕκτην Ἀρτέμιδος. ἥκει μὲν οὖν τῇ ψυχῇ καὶ ἀπὸ τῶν ὑπερτέρων αἰτίων οὗτος ὁ ἀριθμός, ὥσπερ καὶ ἡ τριάς, αὕτη μὲν ἀπὸ τῶν νοητῶν, ἐκεῖνος δὲ ἀπὸ τῶν
5νοερῶν, ἥκει δὲ καὶ ἀπὸ τούτων, τῶν θεῶν, ἵνα τὸν μὲν εἰς ἑπτὰ μοίρας μερισμὸν ἔχῃ σύνθημα τῆς Διονυσια‐ κῆς σειρᾶς καὶ τοῦ μυθευομένου σπαραγμοῦ (καὶ γὰρ ἔδει νοῦ μετέχουσαν αὐτὴν Διονυσιακοῦ καί, ὡς Ὀρφεύς [frg. 207. 203] φησιν, ἐπὶ τῆς κεφαλῆς φέρουσαν τὸν θεὸν
10διῃρῆσθαι κατ’ ἐκεῖνον), τὴν δὲ ἐν ταύταις ταῖς μοί‐ ραις ἁρμονίαν ἔχῃ τῆς Ἀπολλωνιακῆς τάξεως σύμβολον· καὶ γὰρ ἐν ἐκείνοις ὁ συνάγων καὶ ἑνίζων τὰ μερισθέντα τοῦ Διονύσου μέλη κατὰ τὴν βούλησιν τοῦ πατρὸς οὗτός ἐστιν ὁ θεός. Ἐπὶ δὲ τούτοις αἱ τρεῖς μεσότητες παρελήφθησαν.
15αὗται μὲν οὖν οὐκ ἐπὶ τῆς ψυχῆς μόνον, ἀλλὰ καὶ παν‐ ταχοῦ τὰς τῆς Θέμιδος παῖδας ἐνεικονιζόμεναι τρεῖς οὖσαι τρεῖς καὶ ἐκείνας οὔσας, ἡ μὲν γεωμετρικὴ τῆς Εὐνομίας εἰκὼν οὖσα, διὸ καὶ ἐν Νόμοις [VI 757 BC] ταύτην εἶναί φησι τὴν διακοσμοῦσαν τὰς πολιτείας καὶ Διὸς κρίσιν
20ἀνύμνησεν τοῦ πάντα κοσμοῦντος καὶ τὴν ὄντως πολιτικὴν περιέχοντος, ἡ δὲ ἁρμονικὴ τῆς Δίκης, μείζοσι μὲν ὅροις ἀπονέμουσα λόγον μείζονα, ἐλάσσοσι δὲ ἐλάσσονα (τοῦτο τὸ τῆς Δίκης ἔργον), ἡ δὲ ἀριθμητικὴ τῆς Εἰρήνης· αὕτη γάρ ἐστιν, ὡς εἴρηται καὶ τοῦτο ἐν Νόμοις [VI 757 DE], ἡ
25τὸ ἴσον ἀποδιδοῦσα πᾶσι κατὰ τὸ ποσὸν καὶ ποιοῦσα δῆμον εἰρηνεύειν πρὸς μὴ δῆμον· ὡς ἥ γε στερεὰ ἀναλογία πρὸ τούτων αὐτῆς ἱερὰ τῆς Θέμιδός ἐστι τῆς μητρός, πασῶν περιεχούσης τὰς δυνάμεις. ἀλλὰ ταῦτα μὲν καθόλου περὶ τῶν τριῶν. οἰκείως δὲ λεγέσθωσαν τοῖς προειρημένοις αἱ τρεῖς,
30ἑνωτικαὶ καὶ συνεκτικαὶ τῆς οὐσίας οὖσαι τῆς ψυχῆς· διὸ
καὶ ὁ Τίμαιος δεσμοὺς αὐτὰς προσείρηκε· καὶ γὰρ τὴν
in Ti
.

2

.

199

γεωμετρικὴν ἀνωτέρω [31 C] κάλλιστον εἶπεν εἶναι δεσμῶν, καὶ τὰς ἄλλας ἐν τούτοις. πᾶς δὲ δεσμὸς ἕνωσίς τίς ἐστιν. εἰ οὖν αἱ μεσότητες δεσμοὶ καὶ οἱ δεσμοὶ ἑνώσεις τῶν δε‐ δεμένων εἰσί, δῆλον τὸ συμβαῖνον. αὗται δὴ οὖν διὰ πά‐
5σης διήκουσι καὶ μίαν αὐτὴν ὅλην ἐκ πολλῶν ἀπεργάζονται, συνδετικὴν τῶν ποικίλων εἰδῶν λαχοῦσαι δύναμιν. τριῶν δὲ οὐσῶν αὐτῶν ἡ μὲν γεωμετρικὴ τὸ οὐσιῶδες πᾶν συνδεῖ τῶν ψυχῶν· καὶ γὰρ ἡ οὐσία λόγος εἷς ἐστιν διὰ πάντων φοιτῶν καὶ συνέχων πρῶτά τε καὶ μέσα καὶ τελευταῖα, καθ‐
10άπερ ἐπὶ τῆς γεωμετρικῆς εἷς καὶ ὁ αὐτὸς λόγος διὰ τῶν τριῶν ὅρων διήκει τελέως. ἡ δὲ ἁρμονικὴ τὴν ταυτότητα πᾶσαν τὴν διῃρημένην συνέχει τῶν ψυχῶν, τοῖς ἄκροις παρεχομένη κοινωνίαν λόγων καὶ ὁμοφυῆ σύζευξιν, καὶ ἐν μὲν τοῖς ὁλικωτέροις ὁρωμένη μᾶλλον, ἐν δὲ τοῖς μερικω‐
15τέροις ἧττον, ὡς ἡ ταυτότης. ἡ δὲ ἀριθμητικὴ τὴν ἑτερό‐ τητα συνδεῖ τὴν παντοίαν τῆς προόδου τῆς ψυχῆς, καὶ ἐν μὲν τοῖς μείζοσι κατὰ τὴν τάξιν ἧττον ἐνοῦσα, ἐν δὲ τοῖς ἐλάττοσι μᾶλλον· κρατεῖ γὰρ ἡ ἑτερότης ἐν τοῖς μερικωτέροις, ὡς ἡ ταυτότης ἐν τοῖς ὁλικωτέροις καὶ κρείττοσι. καὶ ἔχου‐
20σιν ἀντιπεπόνθησιν αὗται πρὸς ἀλλήλας ὡς ἡ ταυτότης καὶ ἑτερότης, καὶ ὡς τούτων ἡ οὐσία μονάς, οὕτως ἐκείνων ἡ γεωμετρικὴ μεσότης. τῶν οὖν ἐν πᾶσι τοῖς ὅροις οὐσιῶν τῶν τριακοντατεσσάρων ἕνωσίς ἐστιν ἡ γεωμετρική, καὶ τῶν ταυτοτήτων τῶν ἰσαρίθμων ἡ ἁρμονική, καὶ τῶν ἑτεροτή‐
25των ἡ ἀριθμητική, διατείνουσαι πᾶσαι διὰ πάντων τῶν ὅρων. ἢ πῶς ἂν ὅλον ἐξ αὐτῶν ἐγένετό τι μὴ ἑνωθέντων εἰς δύ‐ ναμιν ἀλλήλοις, οὐσιωδῶς μὲν ὑπὸ τῆς μιᾶς, ἄλλως δὲ καὶ ἄλλως ὑπὸ ταῖν δυοῖν; διὸ δὴ καὶ αὗται πλήρωμα γίνονται τῆς γεωμετρικῆς, ὥσπερ ἡ ταυτότης καὶ ἑτερότης συντελοῦσιν
30εἰς τὴν οὐσίαν· διότι καὶ αὗται μὲν ἀντιθέτως πρὸς ἀλλήλας ἔχουσιν, ἐκείνη δὲ συνάπτει καὶ συνυφαίνει τὴν διάστασιν αὐτῶν· ἡ μὲν γὰρ ἁρμονικὴ μείζοσι μείζους λόγους, ὡς
εἴρηται [p. 198, 22 s] διανέμει καὶ ἐλάττοσιν ὅροις ἐλάττους·
in Ti
.

2

.

200

τὰ γὰρ μείζονα κατ’ οὐσίαν καὶ ὁλικώτερα περιεκτικώτερα καὶ τῇ δυνάμει τῶν ὑφειμένων ἀποφαίνει. ἡ δὲ ἀριθμητικὴ ἀνά‐ παλιν, τοῖς μὲν μείζοσιν ἐλάττους, τοῖς δὲ ἐλάττοσι μείζους· καὶ γὰρ ἡ ἑτερότης ἐνδυναστεύει μᾶλλον τοῖς καταδεεστέροις,
5ὥσπερ ἡ ταυτότης ἀνάπαλιν ἐν τοῖς ὑπερτέροις μᾶλλον ἢ τοῖς καταδεεστέροις. ἡ δὲ γεωμετρικὴ τὸν αὐτὸν λόγον ἐπὶ πάντας διατείνει τοὺς ὅρους, ἕνωσιν ἐπιλάμπουσα πρώτοις τε καὶ μέσοις καὶ τελευταίοις διὰ τὴν τῆς οὐσίας ἐπὶ πάντα παρουσίαν. τρεῖς οὖν ὁ δημιουργὸς ἐνδίδωσι τῇ ψυχῇ συν‐
10εκτικὰς ἑνώσεις, ἃς δὴ μεσότητας προσείρηκεν, ὡς τὴν μέ‐ σην τάξιν τῶν ὅλων συνδεούσας· τὴν γεωμετρικήν, τὸ πλῆ‐ θος τῶν οὐσιῶν συνάγουσαν καὶ τὰς οὐσιώδεις προόδους ἑνοποιοῦσαν· ὁ γὰρ εἷς λόγος τῆς ἑνώσεώς ἐστιν εἰκών· τὴν ἁρμονικήν, τὰς ταυτότητας ὅλας καὶ τὰς ὑπάρξεις αὐτῶν
15συνδέουσαν εἰς μίαν κοινωνίαν· τὴν ἀριθμητικήν, τὰς ἑτερό‐ τητας τάς τε πρώτας καὶ τὰς μέσας καὶ τὰς τελευταίας συ‐ ζευγνύουσαν· καὶ γὰρ ὅλως ἀριθμῶν ἡ ἑτερότης ἐστὶ μήτηρ, ὡς ἐν Παρμενίδῃ [143A ss] μεμαθήκαμεν. ἦν δὲ τρία ταῦτα καθ’ ἑκάστην μοῖραν, ἡ οὐσία, ἡ ταυτότης, ἡ ἑτερότης, καὶ
20ἔδει πάντα συνάπτειν διὰ μεσότητος ἀλλήλοις καὶ λόγων συν‐ δετικῶν. Τὸ δὴ μετὰ ταῦτα λόγων πλήρωμα τὴν ψυχὴν εἶναί φαμεν, ἁπλουστέραν μὲν τῶν αἰσθητῶν, συνθετωτέραν δὲ τῶν νοητῶν. διὰ ταῦτα τοίνυν ὁ Τίμαιος ἑπτὰ λόγους ἐπ’ αὐτῆς παρείληφε, τὸν τῆς ἰσότητος, τὸν πολλαπλάσιον, τὸν
25ὑποπολλαπλάσιον, τὸν ἐπιμόριον, τὸν ἐπιμερῆ, καὶ τοὺς τού‐ των ὑπολόγους, ὑπεπιμόριον, ὑπεπιμερῆ, ἀλλ’ οὐχὶ τοὺς ἐκ τούτων συνθέτους· οὗτοι μὲν γὰρ τοῖς σωματικοῖς λόγοις προσήκουσι συνθέτοις οὖσι καὶ μεριστοῖς, οἱ δὲ ἐν τῇ ψυχῇ λόγοι προΐασι μὲν εἰς πλῆθος καὶ μερισμόν, ἀλλ’ ὁμοῦ τῷ
30πλήθει τὴν ἁπλότητα καὶ τῷ μερισμῷ τὸ ἑνοειδὲς ἐπιδεί‐ κνυνται. οὔτε οὖν ἐν τῇ μονάδι καὶ τῷ ἀμερεῖ τὴν ὑπό‐ στασιν ἔλαχον, ὡς ὁ νοῦς· μοναδικὸς γὰρ ἐκεῖνος καὶ ἀμερὴς
μόνον. οὔτε τὸ πλῆθος αὐτῶν εἰς τοὺς συνθέτους προελή‐
in Ti
.

2

.

201

λυθε λόγους. καὶ ὁ μὲν πολλαπλάσιος μοναχῇ μεριστὸς κατὰ τὸν πρόλογον· ὁ γὰρ ὑπόλογος οὐκ ἔχει διαίρεσιν, ὅς γε οὐ κωλύεται καὶ μονὰς εἶναι. ὁ δὲ ἐπιμόριος διχῇ, κατὰ τὸν πρόλογον καὶ ὑπόλογον, μεριστός, κατὰ δὲ τὴν διαφορὰν
5ἀμέριστος. ὁ δὲ ἐπιμερὴς καὶ κατ’ ἐκείνους μεριστὸς καὶ κατὰ τὴν διαφοράν. ὥσθ’ ὃ μὲν μοναχῇ, ὃ δὲ διχῇ, ὃ δὲ τριχῇ μεριστός, ἡ δὲ ἰσότης ἀμέριστος. τούτοις δὴ τοῖς λόγοις ὑπέστησε τὸ πᾶν ἡ ψυχή· τῷ μὲν τριχῇ μεριστῷ τὸ σωματοειδές, τῷ δὲ διχῇ τὴν ἐπίπεδον φύσιν, τῷ δὲ μοναχῇ
10τὴν γραμμικήν, τῷ δὲ ἀμερίστῳ τὴν πάντα περατοῦσαν ἀμέρειαν· ἔνι γάρ τι καὶ ἐν τοῖς μεριστοῖς ἀμερές. ἔστι μὲν δὴ καὶ ταῦτα ἀληθῆ. Δεῖ δὲ καὶ κατ’ ἄλλον τρόπον ταῦτα θεωρῆσαι, προλαβόντας, ὅτι τοὺς ἁπλουστέρους ἀριθ‐ μοὺς καὶ ἐγγυτέρω μονάδος ἀρχικωτέρους δεῖ τῶν συνθετω‐
15τέρων νοεῖν, ἐπεὶ καὶ ὁ Πλάτων τὴν μίαν μοῖραν τῶν ἑξῆς πάντων προταξάμενος πρὸς ταύτην ἀναφέρει πάντας καὶ κατέληξεν εἰς τοὺς μάλιστα συνθέτους καὶ στερεούς. τούτου δὴ οὖν προληφθέντος λέγω, ὅτι ἡ μὲν ἰσότης καὶ ὁ τῆς ἰσότητος λόγος μονάδος ἔχει λόγον πρὸς τοὺς λόγους πάν‐
20τας, καὶ ἔστιν ὅπερ ἡ μονὰς ἐν τῷ καθ’ αὑτὸ ποσῷ, τοῦτο τὸ ἴσον ἐν τῷ πρός τι. διὸ κατὰ τοῦτον τὸν λόγον ἡ ψυχὴ μέτρον ἐπάγει κοινὸν πᾶσι τοῖς κατὰ τοὺς αὐτοὺς λόγους ὑφεστῶσι καὶ μίαν ἰδέαν τῆς ταυτότητος εἰκόνα φέρουσαν. κατὰ δὲ τὸν ὑποπολλαπλάσιον λόγον καὶ τὸν πολλαπλάσιον
25πάσας ἐπιτροπεύει τὰς σειράς, ὅλας συνέχουσα αὐτάς, τῶν ἐγκοσμίων ὅλον ἕκαστον εἶδος πολλάκις 〈ἐν τοῖσ〉 πρὸς αὐτοῦ πᾶσιν εἰδοποιουμένοις ἐπιδεικνύουσα· οἷον τὸ ἡλιακόν, εἰ βού‐ λει, καὶ τὸ σεληνιακὸν ἐν θείαις ψυχαῖς, ἐν δαιμονίαις, ἐν ἀνθρωπικαῖς, ἐν ζῴοις ἀλόγοις, ἐν φυτοῖς, ἐν λίθοις αὐτοῖς
30τὴν μὲν σειρὰν ὡς μίαν κατὰ τὸν πολλαπλάσιον δεικνῦσα,
τὸ δὲ ἓν εἶδος κατὰ τὸν ὑποπολλαπλάσιον ὅλον πολλάκις
in Ti
.

2

.

202

ἐν τῇ ἑαυτοῦ σειρᾷ φαινόμενον καὶ προποδίζοντα. 〈τὰ〉 δὲ μερικώτερα τῶν σειρῶν τῶν ὁλικωτάτων γένη διακοσμοῦσα, τὰ μὲν κατὰ τοὺς ὑπεπιμορίους καὶ ἐπιμορίους, ὅσα καὶ ἔστιν ἐν τοῖς μετέχουσιν ὅλα καὶ καθ’ ἕν τι μετέχεται τῶν ἐν
5αὐτοῖς, τὰ δὲ κατὰ τὸν ὑπεπιμερῆ 〈καὶ ἐπιμερῆ〉 λόγον, ὅσα μετέχεται μὲν καὶ ὅλα ὑπὸ τῶν δευτέρων, μετὰ μέντοι τῆς εἰς πλῆθος διαιρέσεως· τοῦ γὰρ ζῴου μετέχει μὲν καὶ ἄνθρωπος, καὶ ἔστιν ὅλον καὶ ἐν τούτῳ τὸ εἶδος, ἀλλ’ οὐ μόνον, ἀλλὰ καθ’ ἓν τὸ ὅλον, οἷον τὸ ἀνθρώπειον εἶδος,
10ὥστε μετὰ τοῦ ὅλου καὶ ἑνός τινος, ὅπερ ἐστὶν αὐτοῦ μό‐ ριον, πάρεστι τῷ μετέχοντι· τὰ δὲ καλούμενα κοινογενῆ, μετέχοντα καὶ αὐτὰ τοῦ ἑνὸς γένους, οὐδὲ ταῦτα μόνου τούτου μετείληχεν, ἀλλὰ μετὰ τούτου καὶ πλειόνων γενῶν ἄλλων καὶ μερῶν ὄντων ἐκείνου τοῦ ἑνός, ἀλλ’ οὐ μέρους,
15ὥσπερ ἡμίονος, εἰ τύχοι, τῶν εἰδῶν, ἐξ ὧν ἔχει συμμιγῆ τὴν γένεσιν. ἢ οὖν τοῦ ἑνὸς γένους μετέχει τῶν εἰδῶν ἕκαστον καθ’ ἓν καὶ μιμεῖται τὸν ἐπιμόριον, ὃς ἔχει πρὸς τῷ ὅλῳ μόριον ἕν, ἢ τοῦ κοινοῦ καὶ πλειόνων καὶ μιμεῖται τὸν ἐπιμερῆ, πρὸς τῷ ὅλῳ καὶ πλείω μόρια τοῦ ἑνὸς ἔχοντα.
20καὶ οὐκ ἔστι παρὰ ταῦτα τῶν εἰδῶν μέθεξις. καὶ εἰς ταῦτα βλέποντες τὰς αἰτίας ἀποδίδομεν τῆς εἰδοποιίας τῶν καθ’ ἓν ὑφισταμένων εἶδος, οἷον ἡλίου, σελήνης, ἀνθρώπου, τῶν δὲ κατὰ πλείονα μετὰ τοῦ κοινοῦ· πολλὰ γὰρ τοιαῦτα καὶ ἐν γῇ καὶ ἐν θαλάσσῃ συνέστηκεν, οἷον ἀνθρωπόμορφα καὶ τὰ
25κάτω ἰχθυώδη, καὶ λεοντοπρόσωπα δρακόντων εἴδη μεμιγμέ‐ νην ἔχοντα σύστασιν ἐκ πλειόνων. οὗτοι δὴ οὖν οἱ λόγοι πάντες εἰκότως ἐν τῇ ψυχῇ προελήφθησαν, πάσας ἀφορί‐ ζοντες τὰς ἐν τῷ παντὶ μεθέξεις τῶν εἰδῶν, καὶ οὐδ’ ἂν γένοιντο παρὰ τούτους ἄλλοι τῆς κοινωνίας λόγοι, κατὰ
30τούτους πάντων εἰδοποιουμένων. πάλιν οὖν ἡ ἑβδομὰς
in Ti
.

2

.

203

τῶν λόγων συμβαίνει τῇ ἑβδομάδι τῶν μοιρῶν, καὶ ὅλη δι’ ὅλης ἑαυτῆς ἡ ψυχὴ ἑβδομαδική ἐστιν, ἐν ταῖς μοίραις, ἐν τοῖς λόγοις, ἐν τοῖς κύκλοις, ἑπταμερὴς οὖσα καὶ ἑπτάλογος καὶ ἑπτάκυκλος· εἰ γὰρ μονάς ἐστιν ὁ δημιουργικὸς νοῦς,
5ἡ δὲ ψυχὴ πρώτως ἀπὸ νοῦ πρόεισιν, ἑβδομάδος ἔχει λόγον πρὸς αὐτόν· πατρικὴ γὰρ καὶ ἀμήτωρ ἡ ἑβδομάς. καὶ ἴσως ἡ μὲν ἰσότης τὴν ἐξ ἴσου κοινωνίαν ἐνδίδωσι πᾶσι τοῖς ψυχικοῖς λόγοις, ἵνα πάντες πάντων κοινωνῶσιν· ὁ δὲ πολλα‐ πλάσιος *** ἔνδειξιν παρέχεται τοῦ τρόπου, καθ’ ὃν οἱ ἑνικώ‐
10τεροι μετροῦσι τοὺς πληθυομένους, ὅλοι δι’ ὅλων ἐκείνων φοιτῶντες, καὶ οἱ ἀμερέστεροι τοὺς μᾶλλον διῃρημένους· οἱ δὲ ἐπιμόριοι καὶ οἱ ὑπὸ τούτους τῆς διαφορᾶς, καθ’ ἣν οὐχ ὅλοι ὅλοις οἱ λόγοι κοινωνοῦσιν, ἀλλὰ μερικὴν μὲν ἔχουσι σχέσιν, καθ’ ἓν δέ τι τὸ ἑαυτῶν συνάπτονται κυριώ‐
15τατον· οἱ δὲ ἐπιμερεῖς καὶ οἱ τούτων ὑπόλογοι τῆς ἐσχάτης ὑφέσεως, καθ’ ἣν μεριστή τίς ἐστιν ἡ κοινωνία καὶ πεπλη‐ θυσμένη τῶν ψυχικῶν λόγων διὰ τὴν ὕφεσιν· οἱ μὲν γὰρ ὑψηλότεροι δι’ ὅλων ὅλοις συνήνωνται ἀλλήλοις, οἱ δὲ μέσοι οὐ δι’ ὅλων μέν, κατὰ μέρος δὲ τὸ ἀκρότατον συνάπτονται,
20οἱ δὲ τρίτοι μεριστῶς ἤδη κατὰ τὰ πλήθη συμφύονται· λέγω δὲ οἷον ἡ μὲν οὐσία πᾶσι κοινωνεῖ τοῖς λόγοις, κατα‐ μετροῦσα πάσας αὐτῶν τὰς προόδους—οὐδὲν γὰρ ἐν αὐ‐ τοῖς ἀνούσιον—ἡ δὲ ταυτότης, γένος οὖσα καὶ αὐτή, μάλιστα τὰς ἀκρότητας αὐτῶν συνάγει πρὸς μίαν κοινωνίαν,
25ἡ δὲ ἑτερότης διαφερόντως τὰς διαιρέσεις αὐτῶν καὶ τὰς προόδους καταμετρεῖται. πάλιν τοίνυν ἡ κοινωνία δείκνυται τῶν ψυχικῶν λόγων· ἢ γὰρ παντελής ἐστιν ἢ κατὰ τὰς ἀκρότητας ὑφίσταται μόνον ἢ κατὰ τὰς εἰς πλῆθος ἐκστά‐ σεις. Ἔτι τοίνυν ἐπὶ τούτοις κατίδωμεν, ὅπως αἱ ἑπτὰ
30μοῖραι τὴν ὑπόστασιν ἔλαχον. ἡ μὲν δὴ πρώτη μοῖρα τὸ
νοερώτατόν ἐστι καὶ ἀκρότατον τῆς ψυχῆς, αὐτῷ τῷ ἑνὶ
in Ti
.

2

.

204

συνάπτουσα καὶ τῇ ὑπάρξει τῆς ὅλης οὐσίας, διὸ καὶ μία προσαγορεύεται, ὡς ἑνοειδής, καὶ ὁ ἀριθμὸς αὐτῆς καὶ τὸ πλῆθος ἑνώσει κατέχεται, καὶ ἔστιν ἀνὰ λόγον τῇ αἰτίᾳ καὶ τῷ κέντρῳ τῆς ψυχῆς· μένει γὰρ ἡ ψυχὴ κατὰ ταύτην καὶ
5ἀνεκφοίτητός ἐστι τῶν ὅλων. καὶ ἔστι τετρὰς μὲν ἐν ταῖς πρωτίσταις μονάσι διὰ τὸ μόνιμον καὶ τῇ ἰσότητι χαῖρον καὶ ταυτότητι, ὀγδοὰς δὲ ἐν δευτερῳδουμέναις διὰ τὴν ὕφεσιν καὶ τὴν μέχρι τῶν ἐσχάτων καὶ τοῦ ἀκροτάτου τῆς ψυχῆς πρόνοιαν, τριὰς δὲ ἐν τριῳδουμέναις διὰ τὴν τοῦ
10ἐν αὐτῇ πλήθους εἰς τὸ παντέλειον περιαγωγήν. καὶ ἅμα δῆλον ἐκ τούτων ὡς ἀπ’ εἰκόνων, ὅτι καὶ τὸ ἀκρότατον τῆς ψυχῆς, κἂν ᾖ ἑνοειδές, ἀλλ’ οὐ καθαρῶς ἐστιν ἕν, ἀλλὰ καὶ τοῦτο πλῆθος ἡνωμένον, ὡς καὶ ἡ μονὰς οὐκ ἀπλήθυντος μέν ἐστι, μονὰς δὲ ὅμως· μόνως δὲ ἓν τὸ τῶν θεῶν ἕν,
15ὡς τὸ τοῦ νοῦ μᾶλλον ἕν, εἰ καὶ αὐτὸ πεπλήθυσται, τὸ δὲ τῆς ψυχῆς ὁμοίως ἓν καὶ πλῆθος, ὥσπερ τὸ τῶν μετ’ αὐτὴν μᾶλλον πλῆθος ἢ ἕν, τῶν περὶ τὸ σῶμα μεριστῶν, τὸ δὲ τῶν σωμάτων οὐδὲ ἁπλῶς ἕν, ἀλλὰ φάντασμα ἑνὸς καὶ εἴ‐ δωλον· διὸ καὶ ὁ Ἐλεάτης Ξένος [Soph. 246 BC] πᾶν τὸ
20σωματικὸν καταθραύεσθαί φησιν, ὡς ἐπίκτητον ἔχον τὸ ἓν καὶ μηδὲν παύεσθαι μεριζόμενον. ἡ δὲ δευτέρα πολλα‐ πλασιάζει τὴν πρὸ αὐτῆς γεννητικαῖς προόδοις, ἃς ἡ δυὰς ἐνδείκνυται, καὶ πάσας τὰς προόδους ἐκφαίνει τῆς οὐσίας. διὸ καὶ διπλασία λέγεται τῆς πρώτης, ὡς μιμουμένη τὴν
25ἀόριστον δυάδα καὶ τὴν ἀπειρίαν τὴν νοητήν. ἡ δὲ τρίτη πᾶσαν αὐτὴν ἐπιστρέφει πάλιν εἰς τὴν ἀρχήν, καὶ ἔστι τὸ τρίτον αὐτῆς τὸ συνελισσόμενον εἰς τὰς ἀρχάς, ὃ δὴ με‐ τρεῖται μὲν ὑπὸ τῆς πρώτης μοίρας, ὡς ἑνώσεως ἀπ’ αὐτῆς πληρούμενον, μερικώτερον δὲ συνάπτεται πρὸς τὴν δευτέραν,
30καὶ διὰ τοῦτο λέγεται τριπλάσιον μὲν ἐκείνης, ἡμιόλιον δὲ
ταύτης, ἐξ ἡμισείας μὲν ὑπὸ τῆς δευτέρας συνεχόμενον, ὡς
in Ti
.

2

.

205

ἂν μηδὲ τὴν ἴσην δύναμιν ἐχούσης, τελέως δὲ ὑπὸ τῆς πρώτης. ἡ δὲ αὖ τετάρτη μοῖρα καὶ ἡ πέμπτη λοιπὸν ἰδίως προστάτιν αὐτὴν ἀποφαίνουσι τῶν δευτέρων· αἰτίαι γάρ εἰσι τῶν ἀσωμάτων τῶν περὶ τοῖς σώμασι μεριζομένων
5νοεραί, ἐπίπεδοι οὖσαι καὶ τετραγωνικαί, ἣ μὲν ἀπὸ τῆς δευτέρας, ἣ δὲ ἀπὸ τῆς τρίτης μοίρας, τῆς μὲν προόδου καὶ τῆς ἀπογεννήσεως ἡ τετάρτη, τῆς δὲ ἐπιστροφῆς καὶ τῆς τελειώσεως ἡ πέμπτη· ἐπίπεδοι γὰρ ἀμφότεραι, ἀλλ’ ἣ μὲν ἀπὸ τῆς δευτέρας, δὶς ἀπ’ αὐτῆς ὑποστᾶσα, ἣ δὲ ἀπὸ
10τῆς τρίτης, τρὶς προελθοῦσα. καὶ ἔοικεν εἶναι ἣ μὲν γεν‐ νητικὴ τῶν περὶ τὸ σῶμα γεννητικῶν μορίων μεριστῶν, γονίμων δὲ ὅμως εἰδῶν τὴν πρόοδον μιμουμένων τῆς ψυ‐ χῆς, ἢ δὲ τῶν περὶ τὸ σῶμα μὲν μεριστῶν, γνωριστικὴν δὲ δύναμιν ἐχόντων καὶ ταύτῃ μιμουμένων τὸ τῆς ψυχῆς ἐπι‐
15στρεπτικόν· πᾶσα γὰρ γνῶσις ἐπιστρέφει τὸ γιγνῶσκον εἰς τὸ γνωστόν, ὥσπερ πᾶσα φύσις γεννᾶν ἐθέλει καὶ εἰς τὸ κάτω ποιεῖσθαι τὴν πρόοδον. ἡ δὲ ἕκτη καὶ ἑβδόμη καὶ αὐτῶν τῶν σωμάτων καὶ τῶν στερεῶν ὄγκων τὰς πρωτουρ‐ γοὺς αἰτίας ἐν αὐτῇ προυποτίθενται· στερεοὶ γὰρ οἵδε οἱ
20ἀριθμοί, καὶ ὃ μὲν ἀπὸ τῆς δευτέρας, ὃ δὲ ἀπὸ τῆς τρίτης· ἐπιστρέφων δὲ ὁ λόγος καὶ τὰ ἔσχατα εἰς τὰ πρῶτα καὶ τὰς ἀποπερατώσεις τῆς ψυχῆς ἐπὶ τὴν ἀκρότητα αὐτῆς τὴν μὲν ὀκταπλασίαν, τὴν δὲ ἑπτακαιεικοσαπλασίαν ἔθετο τῆς πρώ‐ της. καὶ οὕτως ἑπταμερὴς ἡ οὐσία τῆς ψυχῆς ὡς μένουσα
25καὶ προϊοῦσα καὶ ἐπιστρέφουσα καὶ αἰτία τῆς τε προόδου καὶ τῆς ἐπιστροφῆς τῶν τε περὶ τοῖς σώμασι μεριστῶν οὐ‐ σιῶν καὶ τῶν σωμάτων αὐτῶν· εἰ δὲ βούλει, διότι μέσην ἔλαχεν ὑπόστασιν τῶν τε ἀμερίστων καὶ τῶν μεριστῶν, ἐκεῖνα μὲν μιμεῖται διὰ τῆς τριάδος τῶν ὅρων, ταῦτα δὲ προείληφε
30διὰ τῆς τετράδος. πᾶσα δὲ ἐκ πάντων, διότι καὶ πᾶσα κέν‐ τρον ἐστὶ τῶν ὅλων. Ταύτας δὴ τὰς μοίρας δυνατὸν καὶ
κατὰ τὸν διπλάσιον στίχον διελεῖν, εἰ λάβοις τὴν μὲν ἀκρό‐
in Ti
.

2

.

206

τητα τῆς ψυχῆς τὸ μένον αὐτῆς. τὴν δὲ πρόοδον αὐτῆς τὴν εἰς αὐτὴν καὶ τὴν τῶν προσεχῶς μετ’ αὐτὴν ἀπ’ αὐτῆς καὶ τὴν τῶν στερεῶν ἐσχάτην ὑπόβασιν, μᾶλλον δὲ τῆς αἰ‐ τίας αὐτῶν τὴν ὕφεσιν, κατὰ τὸν διπλάσιον λόγον· δυάδι
5γὰρ τῇ γονίμῳ πᾶσαν ἂν εὕροις ταύτην ἀνειμένην τὴν συστοιχίαν. πάλιν δὲ αὖ τό τε ἐπιστρεπτικὸν αὐτῆς τὸ πρὸς ἑαυτὴν καὶ τὸ τῶν προσεχῶς μετ’ αὐτὴν καὶ τὸ τῶν τρίτων ἀπ’ αὐτῆς πρὸς τὴν ἑνοειδῆ καὶ συναγωγὸν τῶν ὅλων οὐ‐ σίαν κατὰ τὸν τριπλάσιον. Ταῦτα δὲ ἄρα τὰ διαστήματα
10οὐσιώδη ὄντα καὶ κατ’ αὐτὸ τὸ εἶναι θεωρούμενα συμπλη‐ ροῦσιν αἵ τε ἀριθμητικαὶ καὶ ἁρμονικαὶ μεσότητες, αἳ μὲν τὰς ταυτότητας αὐτῶν, αἳ δὲ τὰς ἑτερότητας συνδέουσαι, καθάπερ εἴπομεν [p. 199, 22 ss]. ἔτι δὲ προσεχέστερον τοῖς πράγμασιν εἴποις ἄν, ὅτι κατὰ μὲν τὴν μίαν μοῖραν ἥνωται
15τοῖς πρὸ αὐτῆς καὶ ἔστιν αὕτη τὸ ἀκρότατον τῆς ψυχῆς, κατὰ δὲ τὴν διπλασίαν καὶ τριπλασίαν πρόεισιν ἀπὸ νοῦ καὶ ἐπι‐ στρέφει πρὸς νοῦν, κατὰ δὲ τὴν διπλασίαν τῆς διπλασίας καὶ τὴν τριπλασίαν τῆς τριπλασίας πρόεισί τε ἀφ’ ἑαυτῆς καὶ ἐπιστρέφει πρὸς ἑαυτήν, κατὰ δὲ τὰς λοιπὰς παράγει τε
20τὰ μετ’ αὐτὴν καὶ ἐπιστρέφει πρὸς ἑαυτὴν πάλιν καὶ δι’ ἑαυτῆς μέσης ἐπὶ τὰς ἑαυτῆς ἀρχάς· καὶ γὰρ μόνιμός ἐστι κατ’ ἐκείνας, τῶν δευτέρων πληρουμένη παρ’ αὐτῶν. καὶ ὡς ἡ μὲν ἀπ’ αὐτῆς πρόοδος εἰς τὴν ἀπὸ τῶν πρὸ ἑαυτῆς ἀνήρτηται, ἡ δὲ εἰς ἑαυτὴν ἐπιστροφὴ εἰς τὴν ἐπὶ τὰ πρὸ
25αὐτῆς, αἱ δὲ τελευταῖαι μοῖραι, καθ’ ἃς καὶ ὑφίστησι τὰ μετ’ αὐτὴν καὶ ἐπιστρέφει, πρὸς τὴν πρώτην ἀναφέρονται μοῖραν, ἵνα κύκλος ἄναρχος ἀναφανῇ, τοῦ τέλους τῇ ἀρχῇ συναφθέντος, καὶ τὸ πᾶν ἔμψυχόν τε ἅμα γένηται καὶ ἔν‐
νουν, τῶν στερεῶν ἀριθμῶν τῇ πρώτῃ μοίρᾳ συνταχθέντων.
in Ti
.

2

.

207

καὶ μὴν καὶ ἐκ τούτων τῶν μεσοτήτων ἀναφαίνεσθαί φη‐ σιν ἡμιόλια καὶ ἐπίτριτα καὶ ἐπόγδοα. τί δὴ οὖν βούλεται ταῦτα ἐνδείκνυσθαι; ἦ μερικωτέρας ἡμῖν παρέχεται διαφορὰς τῶν ψυχικῶν λόγων, τῶν μὲν ἡμιολίων εἰκόνα φερόντων
5τῆς μεριστῆς μὲν κοινωνίας, ἀλλὰ κατὰ τὰ πρώτιστα τῶν μερῶν, τῶν δὲ ἐπιτρίτων τῆς κατὰ τὰ μέσα, τῶν δὲ ἐπογ‐ δόων τῆς κατὰ τὰ ἔσχατα. διὸ καὶ αἱ μεσότητες πρὸς ἀλλή‐ λας κατὰ τὸν ἐπόγδοον συζεύγνυνται λόγον· ἅτε γὰρ κατὰ τὰ ἀντικείμενα γένη θεωρούμεναι τὴν κοινωνίαν ἐλαχίστην
10ἔχουσι, πρὸς δὲ τὰ ἄκρα συνάπτονται οἰκείως ἑκάτερα. ἄλλο δὴ οὖν προστίθησιν ὁ Τίμαιος, ὅτι τὰ ἐπίτριτα πάντα συνεπληροῦτο τῷ τοῦ ἐπογδόου διαστήματι μετὰ τοῦ λείμ‐ ματος, ἐνδεικνύμενος, ὅτι τῶν λόγων αἱ ἀποπερατώσεις τού‐ των πάντων εἰς μερικωτέρας ὑποστάσεις κατέληξαν, ἕως οὗ
15καὶ τῶν ἐσχάτων ἐν τῷ κόσμῳ καὶ πάντη μεριστῶν τὰ αἴτια περιέλαβεν ἡ ψυχὴ καὶ τῆς τάξεως αὐτῶν καὶ τῆς ἁρμονίας τὰς ἀρχὰς ἐν ἑαυτῇ κατὰ τὴν δημιουργικὴν βούλησιν προ‐ ϋπεστήσατο. ἔχει τοίνυν καὶ τῆς ἐναρμονίου προόδου καὶ τῆς ἐπιστροφῆς καὶ τῆς εἰς πρῶτα καὶ μέσα καὶ ἔσχατα
20διαιρέσεως αὕτη τὰς ἀρχὰς καὶ ἔστιν εἷς λόγος νοερὸς ἐκ πάντων λόγων συμπεπληρωμένος. τούτοις δὲ αὖ σύμφωνόν ἐστι καὶ τὸ τὴν σύμπασαν αὐτῆς ἁρμονίαν ἐκ τοῦ τετράκις εἶναι διὰ πασῶν καὶ διὰ πέντε καὶ τόνου· οὔσης γὰρ καὶ ἐν τῷ κόσμῳ ἁρμονίας καὶ ἐν τῷ νῷ καὶ ἐν τῇ ψυχῇ, διὸ
25καὶ μετέχειν φησὶν [36E s] αὐτὴν ὁ Τίμαιος ἁρμονίας καὶ εἶναι ἁρμονίαν, δεκαδικῶς μὲν ὁ κόσμος μετέχει τῆς ἁρμο‐ νίας, τετραδικῶς δὲ ἡ ψυχὴ μοναδικῶς ἐν τῷ νῷ προυπαρ‐ χούσης. καὶ ὥσπερ ἡ μονὰς αἰτία τῆς τετράδος, αὕτη δὲ τῆς δεκάδος, οὕτω καὶ ἡ μὲν νοερὰ ἁρμονία χορηγὸς τῆς
30ψυχικῆς, αὕτη δὲ τῆς αἰσθητῆς, διὸ τὸ τετράκις διὰ πασῶν προσήκειν ὑπέλαβε τῇ ἁρμονίᾳ τῆς ψυχῆς· παράδειγμα γὰρ αὕτη προσεχές ἐστι τῆς ἐν τῷ αἰσθητῷ ἁρμονίας. ἐπειδὴ
δὲ πέντε τὰ ἐν τῷ παντὶ σχήματα καὶ κέντρα συμπληροῖ
in Ti
.

2

.

208

τὸ ὅλον, καὶ ἡ διὰ πέντε ἁρμονία τὴν κατὰ τὰ μέρη δί‐ δωσι τῷ κόσμῳ συμφωνίαν. ἐπειδὴ δὲ καὶ εἰς ἐννέα διῄρη‐ ται τὸ πᾶν, ὁ ἐπόγδοος σύμμετρον ποιεῖ τῇ ψυχῇ τὴν πρὸς αὐτὸ κοινωνίαν, καὶ ὁρᾷς, ὅτι καὶ ὡς ἕνα καὶ ὡς τετρα‐
5μερῆ τὸν ὅλον ὄντα καὶ ὡς πενταμερῆ καὶ ὡς εἰς ἐννέα διῃρημένον ἁρμόζουσα τὸν κόσμον ὅλον αὐτὸν κατ’ αἰτίαν πέφηνε περιλαβοῦσα· μονὰς γὰρ καὶ τετρὰς καὶ πεμπὰς καὶ ἐννεὰς τὸν ὅλον ἡμῖν ἀριθμὸν παρέχονται, καθ’ ὃν τὰ μέρη τοῦ κόσμου πάντα διῄρηται. διὸ καὶ Μούσας οἱ παλαιοὶ
10καὶ Ἀπόλλωνα Μουσηγέτην ἐπέστησαν τῷ παντί, τοῦ μὲν τὴν μίαν ἕνωσιν τῆς ὅλης ἁρμονίας χορηγοῦντος, τῶν δὲ τὴν διῃρημένην αὐτῆς πρόοδον συνεχουσῶν καὶ ταῖς ὀκτὼ Σειρῆσι ταῖς ἐν Πολιτείᾳ [X 617 B] τὸν ἑαυτῶν ἀριθμὸν συναρμοσαμένων. οὕτω δὲ καὶ ἐν μέσῳ τῆς μονάδος καὶ
15ἐννεάδος τετραδικῶς καὶ πεμπαδικῶς διακεκόσμηται τὸ πᾶν, τετραδικῶς μὲν κατὰ τὰς τέτταρας ἰδέας τῶν ζῴων, ἃς τὸ παράδειγμα περιείληφε, πεμπαδικῶς δὲ κατὰ τὰ πέντε σχή‐ ματα, δι’ ὧν ὁ δημιουργὸς πάντα κατεκόσμησεν εἰσαγαγὼν αὐτὸς καὶ τὴν πέμπτην ἰδέαν, ὥς φησιν ὁ Τίμαιος [55 C],
20καὶ ταύτην ἐναρμονίως τάξας ἐν τῷ παντί. πάλιν οὖν ἐξ ἀρχῆς εἴπωμεν, ὅτι διττὰς ὁ δημιουργὸς ἔχων δυνάμεις, τὴν μὲν ταυτοποιόν, ὡς ἐν Παρμενίδῃ [143 ss] μεμαθήκαμεν, τὴν δὲ ἑτεροποιόν, καὶ διαιρεῖ καὶ συνδεῖ τὴν ψυχήν. καὶ ἔστι τελικὸν μὲν αἴτιον τούτων ἵνα γένηται ἡ ψυχὴ μέση
25τῶν ὅλων, ὁμοίως ἡνωμένη καὶ διῃρημένη, δύο μὲν ὄντων πρὸ αὐτῆς, τῶν τε θείων, ὡς ἑνάδων, καὶ τῶν ὄντων, ὡς ἡνωμένων, δύο δὲ μετ’ αὐτήν, τῶν τε μεριζομένων καὶ τῶν πάντη μεριστῶν, καί, εἰ βούλει, πρὸ μὲν ἐκείνων τοῦ ἑνὸς ὄντος, μετὰ δὲ ταῦτα τῆς ὕλης. ποιητικὰ δὲ τὸ ταυτὸν καὶ
30ἕτερον, τὰ τῆς δημιουργικῆς ἴδια τάξεως. παραδειγματικὰ
δὲ αἱ τομαὶ τοῦ πατρὸς καὶ οἱ δεσμοί· καὶ γὰρ τέμνει πρώ‐
in Ti
.

2

.

209

τως ἐκεῖνον καὶ δεσμοῖ τοῖς ἀρρήκτοις δεσμοῖς, ταῦτα καὶ τῶν θεολόγων αἰνισσομένων, ὁπόταν λέγωσι τάς τε Κρονίας ἐκτομὰς καὶ τοὺς δεσμούς, οἷς ἑαυτὸν λέγεται περιβάλλειν ὁ τοῦ παντὸς ποιητής, ὧν καὶ ὁ ἐν Κρατύλῳ [404 A]
5διαμνημονεύει Σωκράτης. εἰδικὰ δὲ τῶν μὲν διαιρέσεων οἱ ἀριθμοί· κατὰ γὰρ τούτους αἱ μοῖραι διεκρίθησαν· τῶν δὲ συνδέσμων αἱ μεσότητες καὶ οἱ ταύτας συμπληροῦντες λόγοι· τὰ γὰρ ἐν ὕλης λόγῳ συναίτια θεωρεῖν ἐπὶ ψυχῶν ἀσωμάτων οὐσῶν ἀδύνατον. τούτων δὲ προληφθέντων δῆ‐
10λον, ὅπως διτταῖς δυνάμεσιν ἐνεργῶν, ταῖς τε διαιρετικαῖς καὶ ταῖς συνδετικαῖς, τὸ τρίμορφον τῆς ψυχῆς καὶ τριπλεκὲς μῖγμα μένον ὥσπερ ἐστὶν ὅλον διαιρεῖ ταῖς πρωτουργοῖς αἰ‐ τίαις ἁπάσης διαιρέσεως ὁ δημιουργός, καὶ ποιεῖ τὴν ὅλην ἑπταμερῆ καὶ ἑπταμελῆ, νοεροῖς ὅροις διειλημμένην· ἐπεὶ
15γὰρ μέση τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα γιγνομένης μεριστῆς οὐσίας ὑφέστηκε, τριπλῆ δὲ ἡ ἀμέριστος, μένουσα καὶ προϊοῦσα καὶ ἐπιστρέφουσα, ταύτης μὲν ἐν τρισὶ μοίραις προεστήσατο τὴν ἀφομοίωσιν, τὸ μὲν μόνιμον ἐκείνης κατὰ τὴν πρώτην ἀπεικονισαμένη, τὸ δὲ προϊὸν κατὰ τὴν δευ‐
20τέραν (καὶ τάχα καὶ διὰ τοῦτο καὶ διπλῆ λέγεται τῆς πρώ‐ της· πᾶν γὰρ τὸ προϊὸν ἔχει καὶ τὸ μένον τῆς προόδου προϋφεστός), τὸ δὲ ἐπιστρέφον κατὰ τὴν τρίτην, διὸ καὶ τριπλασία τῆς πρώτης· πᾶν γὰρ τὸ ἐπιστρέφον καὶ προελή‐ λυθε καὶ μένει. ἐπεὶ δὲ παράγει τὴν μετ’ αὐτὴν οὐσίαν,
25ἔχει τὰς οὐσίας αὐτῆς ὅλας ἐν ἑαυτῇ, τῆς μὲν ἀσωμάτου πάσης, ἀχωρίστου δὲ σωμάτων κατὰ τὴν τετάρτην καὶ πέμπ‐ την μοῖραν, τῆς δὲ σωματικῆς κατὰ τοὺς στερεοὺς ἀριθ‐ μούς, τὴν ἕκτην καὶ ἑβδόμην μοῖραν. ἦ ἑαυτὴν μὲν κατὰ τοὺς τετραγώνους προάγει καὶ ἐπιστρέφει, αὐθυπόστατος οὖσα
30καὶ αὐτενέργητος, τὴν δὲ μεθ’ ἑαυτὴν πᾶσαν μεριστὴν οὖ‐ σαν κατὰ τοὺς κύβους. ταύτας δὴ τὰς ἑπτὰ μοίρας εἰς τρεῖς καὶ τέτταρας, ὡς εἴρηται [205, 27 ss], διακεκριμένας
οὐσιωδῶς μὲν ὁ εἷς λόγος συνδεῖ τῆς γεωμετρικῆς ἀναλογίας,
in Ti
.

2

.

210

κατὰ δὲ τὸ ταυτὸν ἡ ἁρμονικὴ μεσότης, κατὰ δὲ τὸ ἕτερον ἡ ἀριθμητική. μεταξὺ δὲ αὗται παρεμβέβληνται τῆς γεω‐ μετρικῆς καὶ συμπληροῦν λέγονται τὰ διπλάσια καὶ τριπλά‐ σια, διότι δὴ πᾶσα ἡ ταυτότης καὶ πᾶσα ἡ ἑτερότης ὑπὸ
5τῆς οὐσίας καὶ τῆς κατ’ αὐτὴν ἁρμονίας ἑνοειδῶς περιέχονται. ἐκ δὲ τούτων τῶν μεσοτήτων 〈τῶν〉 ἡμιολίων καὶ ἐπιτρίτων καὶ ἐπογδόων ἀνεφάνη πλῆθος συνδετικὸν μὲν καὶ αὐτὸ καὶ συνεκτικὸν ὥσπερ καὶ αἱ μεσότητες, ἀλλὰ μερικώτερον ἐκεί‐ νων, ἐπεὶ καὶ ταῦτα μὲν λόγοι τινές, αἱ δὲ μεσότητες ἐκ
10πλειόνων ἑκάστη λόγων, ἢ τῶν αὐτῶν ἢ ἑτέρων. ὥσπερ δὴ ἡ ἀναλογία τοῦ λόγου περιληπτικωτέρα, οὕτω καὶ αἱ εἰρη‐ μέναι μεσότητες μείζονα παρέχονται τῇ ψυχῇ πρὸς τὴν συνοχὴν τοῦ ἐν αὐτῇ πλήθους αἰτίαν, ἐπὶ πᾶσαν αὐτὴν διήκουσαι νοερῶς. εἰσὶ δ’ οὖν δεσμοί τινες καὶ οἱ ἡμιόλιοι
15καὶ οἱ ἐπίτριτοι καὶ οἱ ἐπόγδοοι μερικώτεροι καὶ περιεχό‐ μενοι ἐν ταῖς μεσότησιν, οὐ κατὰ σχέσεις αὐτῶν διαφόρους πρὸς τοὺς ἄκρους—τοῦτο γὰρ μαθηματικόν—ἀλλὰ κατ’ αἰτίας περιοχὴν καὶ ὁλικωτέραν ὑπόστασιν. οὗτοι δὲ αὖ οἱ δεσμοὶ συνέχουσι τὰς δευτέρας καὶ τρίτας τῶν λόγων προ‐
20όδους, οἱ μὲν ἡμιόλιοι διὰ τῶν πέντε κέντρων τὴν ἁρμονίαν τῶν λόγων σφίγγοντες, οἱ δὲ ἐπίτριτοι διὰ τῶν τεττάρων στοιχείων ὄντων πανταχοῦ τὴν ἑαυτῶν ἐπιδεικνύμενοι δύ‐ ναμιν πάντα τε ῥητὰ καὶ προσήγορα ἀλλήλοις ἀπο‐ τελοῦντες, οἱ δὲ ἐπόγδοοι τὴν εἰς ἐννέα καὶ ὀκτὼ διαίρεσιν
25συναρμόζοντες· διὸ καὶ ποτὲ μὲν ὡς ὀκτὼ τοῦ κόσμου μερί‐ δων οὐσῶν, ποτὲ δὲ ὡς ἐννέα τῶν αὐτῶν οἱ παλαιοὶ καὶ ὀκτὼ Σειρῆνας ἐφιστᾶσι τῷ παντὶ καὶ ἐννέα Μούσας, ἀφ’ ὧν ἡ ἁρμονία τοῖς ὅλοις. οἱ τοίνυν ἐπίτριτοι καὶ ἡμιόλιοι τῶν ἐπογδόων ὁλικώτεροι, διότι δὴ καὶ συμφωνίας εἰσὶ χο‐
30ρηγοὶ τελειοτέρας καὶ τὴν ἐναρμόνιον τοῦ κόσμου τομὴν ἐν ἐλάττοσιν ἀριθμοῖς προειλήφασιν. ἐνταῦθα μὲν οὖν ἐν
τοῖς μετέχουσι διεστᾶσιν ἀλλήλων αἱ διαιρέσεις, ἐν δὲ τοῖς
in Ti
.

2

.

211

ἀσωμάτοις λόγοις τῆς ψυχῆς οἱ ὁλικώτεροι συνέχουσι τοὺς μερικωτέρους. ἐπεὶ δὲ οἱ ἐπόγδοοι τῆς μερικωτάτης εἰσὶ συμφωνίας αἴτιοι, τὸ μετ’ αὐτοὺς εἰκότως εἰς τὴν ἐσχάτην ἀπέωσται τοῦ παντὸς τάξιν, οὐκ ἀσύμφωνον οὐδ’ αὐτὸ τῷ
5ὅλῳ ὄν, ἀφ’ ἑκάστου τῶν στοιχείων μεριστὰς ἀπορροίας εἰς τὸν ὑπὸ γῆς τόπον συνελαῦνον καὶ πολλαχοῦ τῶν στοιχείων ὄντων καὶ ἐν οὐρανῷ καὶ ἐν τοῖς ὑπὸ σελήνην τὰς ἐσχάτας αὐτῶν ὑποστάθμας ἐκεῖ που συνάγον καὶ συντάττον τοῖς ὅλοις, ὡς καὶ αὐτὰς μετ’ ἐκείνων τὴν μίαν ἁρμονίαν πλη‐
10ροῦν τοῦ παντός. συλλήβδην οὖν εἴπωμεν, ὅτι πάσης ἁρ‐ μονίας τῆς ἐν τοῖς κέντροις, τῆς ἐν τοῖς στοιχείοις, τῆς ἐν ταῖς σφαίραις ἡ ψυχὴ περιέχει τοὺς λόγους· διὸ καὶ τὴν ἁρμονίαν αὐτῆς παντελῆ καὶ νοερὰν εἶναί φαμεν καὶ οὐ‐ σιώδη κατ’ αἰτίαν προηγουμένην τῆς αἰσθητῆς ἁρμονίας,
15καὶ τὸν Τίμαιον δι’ εἰκόνων αὐτὴν ἐνδείξασθαι βουλόμενον τοῖς ἁρμονικοῖς χρῆσθαι λόγοις, ἄλλας αἰτίας ἄλλων περι‐ ληπτικωτέρας ἐν αὐτῇ προϋποθέμενον πρὸ παντὸς μὲν εἴ‐ δους, πάσης δὲ γνώσεως ψυχικῆς ὑφεστώσας. διόπερ, οἶμαι, καὶ προσήκει μηδενὸς ἐφάπτεσθαι τῶν τοιούτων ἢ τὰς μοί‐
20ρας ἐξηγούμενον ἢ τοὺς λόγους ἢ τὰς ἀναλογίας, ἀλλ’ οὐ‐ σιωδῶς πάντα θεωρεῖν κατ’ αὐτὴν τὴν πρώτην διαίρεσιν καὶ ἁρμονίαν τῆς ψυχῆς καὶ πάντα ἐπὶ τὴν δημιουργικὴν καὶ νοερὰν αἰτίαν ἀναπέμπειν καὶ τοὺς μὲν ἐπογδόους καὶ τὰ λείμματα περιλαμβάνειν τοῖς ἐπιτρίτοις καὶ ἡμιολίοις,
25ταῦτα δὲ ταῖς μεσότησι καὶ ταύτας τῇ μιᾷ καὶ κυριωτάτῃ πασῶν, καὶ ἀνάγειν τε τὰς μερικωτέρας αἰτίας ἐπὶ τὰς ὁλι‐ κωτέρας καὶ διαιρουμένας ἀπ’ ἐκείνων ὁρᾶν. ὡς μὲν οὖν συλλήβδην εἰπεῖν ταῦτα περὶ τῶν ἁρμονικῶν εἰρήσθω λόγων. πάλιν δὲ ἐξ ἀρχῆς ἐκθέμενοι τὴν λέξιν σαφέστερον περὶ αὐ‐
30τῶν διέλθωμεν. Μίαν ἀφεῖλε τὸ πρῶτον ἀπὸ παντὸς μοῖραν.
μετὰ δὲ ταύτην ἀφῄρει διπλασίαν ταύτης, τὴν δὲ
in Ti
.

2

.

212

αὖ τρίτην ἡμιολίαν μὲν τῆς δευτέρας, τριπλασίαν δὲ τῆς πρώτης [35 B]. Ὅτι μὲν οὐ μόνον μαθηματικῶς, ἀλλὰ καὶ φυσικῶς ἢ φιλοσόφως ἀκροᾶσθαι δεῖ τῶν ὑπὸ τοῦ Πλάτωνος λεγομένων
5ἐν τούτοις, καὶ πρότερον εἴπομεν, [p. 174, 15 ss]· οὐ γὰρ ἐκ μαθηματικῶν ἀριθμῶν ἐστι καὶ λόγων ἡ οὐσία τῆς ψυχῆς, ἀλλ’ οὗτοι πάντες οἱ λόγοι καὶ οἱ ἀριθμοὶ τὴν ὄντως οὐ‐ σίαν αὐτῆς ἀπεικονίζονται καὶ τὰς ἐν αὐτῇ διαιρέσεις τὰς δημιουργικάς τε καὶ ζῳογονικάς. τίνων δέ εἰσιν εἰκότως οἱ
10μαθηματικοὶ λόγοι καὶ πῶς τὴν οὐσίαν ἀποκαλύπτουσι τῆς τοῦ παντὸς ψυχῆς, οὐκέτι ῥᾴδιον ἀποδοῦναι τοῖς μὴ πρὸς αὐτὴν ἀποβλέψασι τὴν διάνοιαν τοῦ Πλάτωνος. δηλοῖ δὲ ἡ τῶν ἐξηγητῶν διαφωνία, καὶ αἱ τῶν δευτέρων ἐνστάσεις πρὸς τοὺς πρεσβυτέρους τὴν χαλεπότητα τῆς τοιᾶσδε θεωρίας
15ἐλέγχουσιν· οἳ μὲν γὰρ αὐτῶν τοὺς ἑπτὰ τούτους ὅρους τοὺς πρώτους, οἷς ἀνὰ λόγον παρειλήφαμεν τοὺς πᾶν τὸ διάγραμμα ἐπιδεξαμένους ἀριθμούς, εἰς τὰς σφαίρας τὰς ἑπτὰ ἀξιοῦσιν ἀνάγειν, οἳ δὲ εἰς τὰς ἀποστάσεις αὐτῶν τὰς πρὸς τὸ κέν‐ τρον τῆς γῆς, ἐκεῖ τὴν μονάδα τάττοντες, οἳ δὲ εἰς τὰς
20κινήσεις, οἳ δὲ εἰς τὰ μεγέθη τῶν ἀστέρων, οἳ δὲ εἰς τὰ τάχη τῶν κύκλων, οἳ δὲ εἰς ἄλλας τινὰς τοιαύτας ἀποδόσεις. οἷς πρόσεστι πολλὰ μὲν καὶ ἄλλα δυσχερῆ· καὶ γὰρ τὸ δια‐ φωνεῖν πρὸς τὰς τῶν νεωτέρων ἀστρονόμων τηρήσεις καὶ πρὸς τὰς ἀποδείξεις τὰς ὑπ’ αὐτῶν καταβεβλημένας, καὶ τὸ
25μηδαμοῦ τὸν Πλάτωνα ὁρίζειν ἢ μέγεθος ἢ ἀπόστασιν ἢ χρόνον ἢ κίνησιν τῶν ἀστέρων, ἀλλ’ ὅτι μείζων ἄλλος ἄλλου, κατὰ τὸ λέγειν μὴ προστιθέντα, ὅσῳ καὶ ὅπως μείζων ἐστί, καὶ τὸ ψυχογονίαν εἶναι τὴν προκειμένην, ἀλλ’ οὐχὶ κοσμο‐ γονίαν (εἰ γὰρ καὶ ἔδει τὰ αὐτά πως ἐν ψυχῇ καὶ ἐν τῷ
30κόσμῳ ποιεῖν, ἀλλὰ πρότερον ἐχρῆν τὰς ἐν αὐτῇ τῇ ψυχῇ
θεωρῆσαι δυνάμεις καὶ τοὺς λόγους τῶν ἐκτὸς ἀποτελουμέ‐
in Ti
.

2

.

213

νων), μάλιστα δὲ τὸ διαπίπτειν τῶν ἐκκειμένων ὅρων καὶ ὑπεναντίως αὐτοῖς ποιεῖσθαι τὴν ἐξήγησιν· ἐν μὲν γὰρ τοῖς ὅροις ὁ πέμπτην ἔχων τάξιν τοῦ ἕκτου μείζων ἐστίν, ὥσπερ ἡ ἐννεὰς τῆς ὀκτάδος· ἐν οἷς δὲ ἐκεῖνοι λέγουσι, τὸ πέμπ‐
5τον μέγεθος ἢ ἀπόστημα ἢ ὅ, τι βούλονται ὑποβάλλειν, τοῦ ἕκτου πάντως ἔλαττόν ἐστιν. οὐκ ἄρα συνᾴδουσι τοῖς ἐκ‐ κειμένοις ἀριθμοῖς αἱ παρ’ αὐτῶν ἐπιβολαὶ προστιθέμεναι. Μετὰ δὴ τούτους ἄλλο πλῆθός ἐστιν ἐξηγητῶν πραγματειω‐ δεστέρων λόγων ἀντεχόμενον· Ἀμέλιος μὲν γὰρ ἣν εἰς
10Πλωτῖνον ἀναπέμπει θεωρίαν ὡς ἐν ἀγράφοις συνουσίαις παραδεδομένην, ὑπὸ τῶν μετ’ αὐτὸν ἱκανῶς ἐληλεγμένην μὴ προσποιησάμενος, τρόπον ἕτερον ἐξηγεῖσθαι πειρᾶται τοὺς ἐκκειμένους λόγους· ἐπεὶ γὰρ ἡ ψυχὴ πάντων ἐστὶ συν‐ εκτικὴ τῶν ἐγκοσμίων, οἷον θεῶν, δαιμόνων, ἀνθρώπων,
15ἀλόγων, κατὰ μὲν τὴν μονάδα φησὶν αὐτὴν πᾶν τὸ ἐγκό‐ σμιον τῶν θεῶν γένος συνέχειν (καὶ τοῦτο μὴ θαυμάσωμεν, εἰ θεῶν ἡ ψυχὴ συνεκτικὴ λέγοιτο· τοῦτο γοῦν ἤδη τις αὐτῷ τῶν μετ’ αὐτὸν ἐπήνεγκε· πολλαχῶς γὰρ ὁ θεός, οὐχὶ τὸ ὑπερούσιον μόνον οὐδὲ ὁ νοῦς μόνος, ἀλλὰ καὶ αἱ θεῖαι
20ψυχαὶ καὶ τὰ θεῖα σώματα· τούτων οὖν ἔστω καὶ ἡ τοῦ παντὸς ψυχὴ συνεκτικὴ κατὰ τὸ ἑαυτῆς μοναδικὸν τὸν ἀριθ‐ μὸν περιλαμβάνουσα τὸν θεῖον)· κατὰ δὲ τὴν δυάδα καὶ τριάδα τὸ δαιμόνιον γένος (ἐπεὶ γὰρ οἱ δαίμονες καὶ τῶν θεῶν ἐξήρτηνται καὶ ἡμῶν προνοοῦσι, κατὰ μὲν δυάδα τὴν
25πρόνοιαν αὐτῶν ἀνεγείρει, κατὰ δὲ τὴν τριάδα τὴν πρὸς θεοὺς αὐτῶν ἐπιστροφὴν τελειοῖ· διττὴ γάρ, ὥσπερ εἴπομεν, ἡ σχέσις αὐτῶν, διότι μεταξὺ θεῶν τέ εἰσι καὶ ἡμῶν)· κατὰ δὲ τὴν τετράδα καὶ ἐννεάδα τῆς ἀνθρωπίνης πάσης προνοεῖ ζωῆς (διττὴ γὰρ καὶ αὕτη, τῷ τε ἀμείνονι καὶ τῷ χείρονι
30διαιρουμένη, καὶ τῇ μὲν ἐννεάδι κοσμεῖ τὴν ἀμείνω, τῇ δὲ τετράδι τάττει τὴν καταδεεστέραν)· κατὰ δὲ τὴν ὀκτάδα καὶ
εἰκοσιεπτάδα πρόεισιν ἐπὶ πᾶν καὶ μέχρι τῶν ἐσχάτων καὶ
in Ti
.

2

.

214

τελειοῖ τὰ μὲν ἥμερα τῷ περιττῷ, τὰ δὲ ἄγρια τῷ ἀρτίῳ (προσφόροις γὰρ δυνάμεσιν ἕκαστα κοσμεῖ, ταῖς μὲν ἀρτίαις τὰ ὑφειμένα πανταχοῦ, ταῖς δὲ περιτταῖς τὰ σεμνότερα καὶ κυριώτερα καὶ θείοις πλέον προσήκοντα). Πορφύριος δὲ
5θαυμαστόν τινα τρόπον καίτοι τούτων προειρημένων ὅτι μὲν ἥρμοσται ἡ ψυχὴ καὶ ὅτι πάντα τὸν κόσμον ἁρμονίας πλη‐ ροῖ, διὰ πολλῶν κατεσκεύασεν, ἔκ τε τοῦ πλῆθος εἶναι τὴν ψυχήν, πλῆθος δὲ οὖσαν ἢ ἀσύντακτον εἶναι ἢ ἡρμοσμένον, τοῦτο δὲ εἶναι ἀληθές, ἀλλ’ οὐκ ἐκεῖνό γε (δημιούργημα γὰρ
10οὖσα τοῦ νοῦ πῶς ἂν ἄτακτος εἴη καὶ ἀνάρμοστος), καὶ ἐκ τοῦ πάντα τὰ ἐγκόσμια κατὰ λόγους ἁρμονικοὺς ποδηγεῖν, τάς τε τῶν ζῴων γενέσεις καὶ τὴν μίαν αὐτῶν σύνταξιν πρὸς τὸ πᾶν. τίνες δέ εἰσιν οἵδε οἱ λόγοι κατὰ τὴν ὑπόστασιν αὐτὴν ὁρώμενοι τῆς ψυχῆς, οὔτε ἐδίδαξεν οὔτε φροντίδος
15ἠξίωσεν, ἀλλ’ ἔφατο τὴν οὐσίαν τῆς ψυχῆς ἔχειν ἐν ἑαυτῇ τοὺς ἁρμονικοὺς λόγους οὐχ ὡς ἄλλων εἰκόνας, οὐδ’ ὡς ἀρχὰς ἑτέρων, ἀλλ’ ὡς συνδέοντας τὸ πλῆθος τῶν ἐν αὐτῇ δυνάμεων· καὶ γὰρ ὄντως εἰ μὴ μόνον ἐστὶν ἀμέριστος. ἀλλὰ καὶ μεριστή, δεῖ μὴ μόνον εἶναι μίαν αὐτῆς τὴν οὐ‐
20σίαν, ἀλλὰ καὶ πεπληθυσμένην, εἰ δὲ πεπληθυσμένην, ἢ ἀνάριθμον ἢ ἠριθμημένην. ἀλλὰ τὸ ἀνάριθμον ἀδύνατον· τὸ γὰρ ἀνάριθμον πλῆθος ἄτακτον. ἠριθμημένην ἄρα. εἰ δὲ ἠριθμημένην, ἢ ἐξ ἀναρμόστων μερῶν ἢ ἐξ ἡρμοσμένων. ἀλλ’ ἐξ ἀναρμόστων ἀδύνατον· οὐδὲν γὰρ τοιοῦτον ὂν ἔχει
25κατὰ φύσιν. ἐξ ἡρμοσμένων ἄρα πάντως. ἀλλ’ εἰ ἐξ ἡρ‐ μοσμένων, ἀνάγκη κατὰ τὴν ἀρίστην ἁρμονίαν, εἴπερ ἐστὶ τὸ πρῶτον τῶν ἡρμοσμένων. ἀρίστη δὲ ἁρμονιῶν ἡ κατὰ τὸ διατονικὸν γένος· τοῦτο γὰρ σεμνὸν καὶ ἁδρόν. κατὰ τοῦτο ἄρα ἥρμοσται πάντως ἡ ψυχή· ὥστ’ εἴη ἂν ἡ οὐσία
30αὐτῆς ἐκ μερῶν κατὰ τὸ διάτονον γένος ἡρμοσμένων. κω‐
λύει δὲ οὐδὲν καὶ τούτων ἀληθῶν ὄντων ὅμως εἶναι καὶ
in Ti
.

2

.

215

εἰκόνας τοὺς ἁρμονικοὺς λόγους θείων τινῶν πραγμάτων οὕτως, ὡς καὶ τὸ σῶμα σφαιρικὸν μέν ἐστιν, ἀλλὰ διὰ τοῦ σφαιρικοῦ μίμημα εἶναι λέγεται νοῦ· καὶ συμβαίνει ταῦτα ἀλλήλοις. ταῦτα μὲν ὁ Πορφύριος εἰπὼν παρέσχεν ἡμῖν
5συλλογίζεσθαί τι περὶ τῆς ψυχῆς ἀληθές. Ὁ δέ γε θεῖος Ἰάμβλιχος ἐξυμνεῖ τοὺς ἀριθμοὺς μετὰ πάσης δυνάμεως ὡς θαυμαστῶν τινων ἰδιωμάτων ὄντας παρεκτικούς, τὴν μὲν μονάδα ταυτότητος καὶ ἑνώσεως αἰτίαν ἀποκαλῶν, τὴν δὲ δυάδα προόδων καὶ διακρίσεως χορηγόν, τὴν δὲ τριάδα τῆς
10ἐπιστροφῆς τῶν προελθόντων ἀρχηγόν, τὴν δὲ τετράδα παν‐ αρμόνιον ὄντως εἶναι, πάντας ἐν ἑαυτῇ περιέχουσαν τοὺς λόγους καὶ διάκοσμον ἐν ἑαυτῇ δεύτερον ἐκφαίνουσαν, τὴν δὲ ἐννεάδα τελειώσεως ἀληθινῆς καὶ ὁμοιότητος ποιητικήν, τελείαν ἐκ τελείων οὖσαν καὶ τῆς ταὐτοῦ φύσεως μετέχου‐
15σαν, τὴν δὲ ὀγδοάδα τῆς ἐπὶ πᾶν προόδου καὶ διὰ πάντων χωρήσεως αἰτίαν προσαγορεύων, λοιπὴν δὲ τὴν ἑπτακαιεικο‐ σάδα τῆς ἐπιστροφῆς καὶ αὐτῶν τῶν ἐσχάτων ποιητικήν. ἵν’ ἐφ’ ἑκάτερα τῆς τετράδος τὸ μένον ᾖ καὶ τὸ προϊὸν καὶ 〈τὸ〉 ἐπιστρέφον, οὗ μὲν πρώτως, οὗ δὲ δευτέρως· καὶ γὰρ ἡ
20ἐννεὰς ἔχει πρὸς τὴν μονάδα συγγένειαν, ἓν νέον οὖσα, καὶ ἡ ὀγδοὰς πρὸς τὴν δυάδα, κύβος ἀπ’ αὐτῆς οὖσα, καὶ ἡ εἰκοσιεπτὰς πρὸς τὴν τριάδα διὰ τὴν ὁμοίαν αἰτίαν. διὰ μὲν οὖν τῶν προτέρων τοῖς ἁπλουστέροις ἐνδίδωσι τὰς μονὰς καὶ ἐπιστροφὰς καὶ προόδους, διὰ δὲ τῶν δευτέρων τοῖς
25συνθετωτέροις, μέση δὲ ἡ τετρὰς οὖσα, διότι μὲν τετράγωνός ἐστι, τὸ μένον ἔχει, διότι δὲ ἀρτιάκις ἀρτία, τὸ προϊόν, διότι δὲ πάντων πεπλήρωται τῶν λόγων 〈τῶν〉 ἀπὸ μονάδος, τὸ ἐπιστρέφον. ταῦτα δὲ σύμβολα θείων ἐστὶ καὶ ἀπορρήτων πραγμάτων. Μετὰ δὴ τὴν παράδοσιν ταύτην οὕτω θαυ‐
30μαστὴν οὖσαν καὶ *** ὁ φιλόσοφος Θεόδωρος οἰκείαν τινὰ διαπορευόμενος λόγων ἀτραπόν· λέγει μὲν γὰρ εἶναι μετὰ
τὴν μίαν ἀρχὴν τὴν ψυχὴν τριττήν, ἄλλην τὴν αὐτὸ καὶ
in Ti
.

2

.

216

πηγαίαν, ἄλλην τὴν καθόλου, ἄλλην τὴν τοῦδε τοῦ παντός· καὶ τὴν μὲν ἀδιαίρετον εἶναι, τὴν δὲ καθ’ ὅλα διῃρημένην, τὴν δὲ παντοίας ἔχουσαν διαιρέσεις. τριττῆς δὲ οὔσης τῆς ψυχῆς τὴν μὲν αὐτὸ καὶ πηγαίαν εἶναι τὴν μεταξὺ τῆς
5ἀμερίστου καὶ μεριστῆς οὐσίας γενομένην, ὧν τὴν μὲν εἶναι τὸν καθόλου νοῦν, τὴν δὲ τὸν εἰς τὰ ἄτομα διῃρημένον· εἶναι δὴ οὖν τούτων μέσην ὡς ἐξ ἀμφοῖν πρὸ αὐτῆς ὄν‐ τοιν ὑποστᾶσαν τὴν πρώτην ψυχήν, ἐκ τῶν τριῶν μέσων γενῶν ἓν ὅλον γεγονυῖαν. τὴν δὲ δευτέραν τὴν μετ’ ἐκείνην
10καὶ καθόλου τὴν εἰς τὰς μοίρας διῃρημένην καὶ ἡρμοσμέ‐ νην· μενούσης γὰρ τῆς πρώτης ὅλης ἐφ’ ἑαυτῆς τὴν διαί‐ ρεσιν γενέσθαι πρόοδον οὖσαν ἀπ’ ἐκείνης, ὅλης πρὸ τῶν μερῶν οὔσης, εἰς τὴν ἐκ τῶν μερῶν ὑφισταμένην. τὴν δὲ τρίτην αὖ εἶναι τὴν διὰ τῶν εὐθειῶν καὶ τῶν κύκλων δη‐
15μιουργουμένην· καὶ γὰρ ἐπὶ ταύτης τὴν σχίσιν τῆς μιᾶς δηλοῦν ὕφεσιν ἀπὸ τῆς ἐκ τῶν μερῶν ὅλης καὶ πρόοδον εἰς τὴν ἐν τῷ μέρει πάλιν ὁλότητα· τὸ γὰρ ὅλον πλῆθος τῶν μοιρῶν εἶναι καὶ ἐπὶ ταύτης ἐν ἑκατέρῳ τῶν εὐθειῶν καὶ τῶν κύκλων· καὶ εἶναι τῆς ὅλης ψυχογονίας εἰς τρία
20τὴν τομὴν κατὰ τὰς τρεῖς ταύτας, ὡς εἴρηται, ψυχάς, τῆς μὲν κατὰ τὴν συγκρατικὴν ἐνέργειαν ὑποστάσης τοῦ νοῦ, τῆς δὲ κατὰ τὴν ἁρμοστικήν, τῆς δὲ κατὰ τὴν σχηματιστικήν. ταύτῃ δὲ διαστησάμενος τά τε κεφάλαια τῆς ψυχογονίας καὶ τὰς ψυχὰς περὶ τῆς καθόλου καὶ εἰς τὰς μοίρας διῃρη‐
25μένης λέγων περὶ μόνων τῶν ἑπτὰ διατάττεται καὶ ἀνάγων αὐτὰς εἰς τὴν καθ’ ὅλα διαίρεσιν ἐκ μὲν τοῦ διπλασίου στί‐ χου τὰ οὐράνια παράγειν οἴεται δεῖν ἀπὸ τῆς ψυχῆς, ἐκ δὲ τοῦ τριπλασίου τὰ ὑπὸ σελήνην· ἀπονέμει γὰρ οἰκείους ἀριθμοὺς ἑκάστῳ τῶν στοιχείων, τῇ μὲν γῇ τὸν ἑπτά, τῷ
30δὲ πυρὶ τὸν ἕνδεκα, τῷ δὲ ὕδατι τὸν ἐννέα, τῷ δὲ ἀέρι τὸν τρία καὶ δέκα· τὸν μὲν γὰρ γεωμετρικὸν λόγον, ὅς ἐστιν ἕν, δύο, τέσσαρα, τῆς γῆς εἶναι, τάχα μὲν καὶ διὰ τὸ ὄνομα,
τάχα δὲ καὶ ὡς τῆς γῆς ἐχούσης τὰ λοιπὰ στοιχεῖα, καθ‐
in Ti
.

2

.

217

άπερ οὗτος περιέχει τὰς ἄλλας μεσότητας· τὸν δὲ ἀριθμητι‐ κόν, ὅς ἐστι τοῦ ὕδατος, εἶναι δύο, τρία, τέσσαρα, διὰ τὸ δύο κοινωνεῖν ὅροις πρὸς τὴν γῆν, καὶ δὴ καὶ διὰ τὸ μά‐ λιστα πλήθει φίλον εἶναι καὶ ἐκ στοιχείου συνεστάναι πάν‐
5των μάλιστα πεπληθυσμένου τοῦ εἰκοσαέδρου· τὸν δὲ ἁρμο‐ νικόν, τρία, τέσσαρα, ἕξ, τοῦ ἀέρος, διότι καὶ οὗτος κατὰ δύο κοινωνεῖ πρὸς τὴν ἀριθμητικὴν ὅρους, τὸν τρία καὶ τέσσαρα, μείζους ὄντας κατ’ ἐκείνην, ἐλάττους δὲ κατὰ ταύ‐ την. διττῆς δὲ οὔσης τῆς ἁρμονικῆς μεσότητος, ἢ ἐν δι‐
10πλασίονι λόγῳ τῶν ἄκρων ὄντων ἢ ἐν τριπλασίῳ—καὶ γὰρ ὁ Πλάτων ἢ τῶν διπλασίων αὐτὴν ἢ τῶν τριπλασίων παραλαμβάνει μέσην—κατὰ μὲν τὸν τῶν ἄκρων διπλάσιον λόγον ποιήσας τοὺς ἄκρους τὸν τρία καὶ τὸν ἓξ ἔσχε τὸ ἴδιον τοῦ ἀέρος στοιχεῖον, τὸ ὀκτάεδρον, ἔχον τὸν μὲν ἓξ
15κατὰ τὰς γωνίας, τὸν δὲ τέσσαρα κατὰ τὴν βάσιν τῶν δύο πυραμίδων, τὸν δὲ τρία κατὰ τὸ ἐπίπεδον τοῦ ὀκταέδρου ὂν τριγωνικόν· τὸν δὲ ἕτερον, ὅς ἐστι δύο, τρία, ἕξ, τὸ τοῦ πυρός, διότι κατὰ δύο καὶ οὗτοι κοινωνοῦσι τοῖς πρὸ αὐ‐ τῶν, τὸν τρία καὶ ἕξ, ἄκρους μὲν ὄντας ἐν ἐκείνῃ, μείζους
20δὲ ὅρους ἐν ταύτῃ, καὶ διότι μέντοι καὶ τὸ στοιχεῖον τοῦ πυρὸς ἓξ μὲν ἔχει πλευράς, δὶς δὲ τὴν τετράδα, γωνιακῶς καὶ ἐπιπέδως, τρίγωνον δὲ βάσιν. εἰκότως οὖν τῆς μὲν γῆς εἶναι τὸν ἑπτά, τοῦ δὲ ὕδατος τὸν ἐννέα, τοῦ δὲ ἀέρος τὸν τρισκαίδεκα, τοῦ δὲ πυρὸς τὸν ἕνδεκα, ληφθέντων τῶν λό‐
25γων ἐν ἀριθμοῖς τοῖς ῥηθεῖσιν, ἐξ ὧν οὗτοι γεγόνασιν· ἐκ μὲν γὰρ τοῦ ἕν, δύο, τέσσαρά ἐστιν ὁ ἑπτά, ἐκ δὲ τοῦ δύο, ἓξ ὁ τρισκαί‐ δεκα, ἐκ δὲ τοῦ δύο, τρία, ἓξἕνδεκα, ἑκάστου δύο κοινοὺς ὅρους ἔχοντος πρὸς τὸν ἐγγύς, ὡς καὶ τὰ στοιχεῖα δύο
30πλευράς. τούτων δὲ συντεθέντων ὁ τριπλάσιος ἀποτελεῖται
στίχος, καὶ τῶν μὲν μέσων τῶν θατέρου μειζόνων ἐλασσόνων
in Ti
.

2

.

218

ὄντων τοῦ λοιποῦ, τῶν δὲ ἄκρων ὄντων τοῦ ἐγγὺς μειζό‐ νων, ὡς ἐπὶ γῆς καὶ ὕδατος, ὅπου δὲ πάλιν ὡσαύτως τοῦ ὑποκειμένου ὡς ἐπὶ πυρὸς καὶ ἀέρος, ὡς δῆλον ἐπὶ τῶν ἐκκειμένων ὅρων. πάλιν τὸν πεντεκαίδεκα τοῖς οὐρανίοις
5διανέμει, τὴν μὲν μονάδα τῷ ταὐτοῦ κύκλῳ, τὴν δὲ διπλῆν ἑβδομάδα τῷ θατέρου κύκλῳ, διὰ τὴν διπλῆν ἑκάστου περι‐ φοράν, αὐτῶν τε τῶν σφαιρῶν καὶ τῶν ἐν αὐταῖς ἀστέρων ἐν ἑπτὰ ἐκείναις ὄντων ἑπτά. ταῦτα δὲ μαθηματικῶς μὲν λεγόμενα φέρει τινὰ θεωρίαν οὐκ ἄμουσον· ὅπως δὲ ἀπεί‐
10κασται τοῖς πράγμασιν, ὑπὲρ ὧν οἱ λόγοι, καὶ ὅπως ἄν τις αὐτὰ Πυθαγορικῶς διερμηνεύσειεν, οὐδὲν λέγεται παρ’ αὐτῷ τόν γε μὴ παρέργως ἀκροώμενον ἀποπιμπλάναι δυνάμενον. ταῦτα δὲ πάντα εὕρηται μὲν κομψῶς, εἰς δὲ τοὺς μοναδι‐ κοὺς ἀριθμοὺς ἀναπέμπει τὴν ἀνάλυσιν τοῦ Πλατωνικοῦ
15διαγράμματος, εἰς τοὺς λόγους τοὺς ἀπ’ ἐκείνων βλέποντος, ἵνα πάντα λάβῃ, τὰς μεσότητας, τοὺς ἡμιολίους, τοὺς ἐπιτρίτους, τοὺς ἐπογδόους, τὰ λείμματα, πολλοῦ δεόντων εὑρίσκεσθαι τούτων ἐν τοῖς πρώτοις ἀριθμοῖς, οἷς ἐκεῖνος 〈ἐν〉 ταῖς εἰρη‐ μέναις ἐχρήσατο εἰς τὰ στοιχεῖα καὶ τὸν οὐρανὸν τῶν λόγων
20διανομαῖς. Ἐπὶ δὲ τούτοις κατίδωμεν ἄλλον τρόπον λόγων, ὃν ὁ ἡμέτερος διδάσκαλος ἐνέκρινε, καὶ οὐχ ἕνα τοῦτον. ἀλλὰ πολλῶν ἡμῖν καὶ θαυμαστῶν ἐπιβολῶν γεννητικόν, οὗ καὶ ἡμεῖς ἐδραττόμεθα πρότερον· λέγει γὰρ οὖν, ὅτι διχῶς τὴν πρώτην ἕκαστα τούτων ἀκουστέον, ἐφ’ ὅλης τε τῆς
25ψυχῆς ὡς μιᾶς καθ’ ἕνωσιν καὶ ἐπὶ τῶν πολλῶν ἐν αὐτῇ λόγων καὶ τοῦ πλήθους τοῦ ἐν αὐτῇ κατὰ διαίρεσιν· ἔστι γὰρ ἡ ψυχὴ καὶ ἓν καὶ πλῆθος καὶ εἷς λόγος καὶ ἀριθμὸς παντοίων εἰδῶν, καὶ μιμεῖται τήν τε ὁλότητα τὴν δημι‐ ουργικὴν καὶ τὴν διάκρισιν τῶν δυνάμεων τοῦ πατρός.
30πρῶτον τοίνυν αὐτὴν καθ’ ὅλην ἥτις ἐστὶ κατανοήσωμεν,
in Ti
.

2

.

219

μένουσάν τε καὶ προϊοῦσαν ἐν ἑαυτῇ καὶ ἐπιστρέφουσαν, καὶ δὴ καὶ προνοοῦσαν ἄλλως μὲν τῶν ἀύλων καὶ καθαρῶν εἰδῶν τῶν ἐγκοσμίων, ἄλλως δὲ τῶν σωμάτων ἁπάντων καὶ τῆς μεριστῆς οὐσίας, καὶ νοήσαντες μένειν μὲν αὐτὴν κατὰ
5τὴν μίαν μοῖραν φῶμεν, προϊέναι δὲ κατὰ τὴν δευτέραν, τῆς προόδου θείας οὔσης, ἀλλ’ οὐχὶ κατὰ πάθος ἢ ἀορι‐ στίαν νοουμένης, ἐπιστρέφειν δὲ κατὰ τὴν τρίτην (τὸ γὰρ τελεσιουργὸν ἀπὸ ταύτης παραγίνεται τοῖς οὖσιν), ὁλοτελῆ δὲ οὖσαν καὶ ἐνιδρυμένην τοῖς νοητοῖς καὶ μένουσαν ἐν
10τῷ νῷ διαιωνίως προνοεῖν καὶ τῶν δευτέρων, καὶ ἄλλως μὲν τῶν προσεχῶς αὐτῆς ἐξημμένων, ἄλλως δὲ τῶν στερεῶν αὐτῶν ὄγκων, ἑκατέρων δὲ διχῶς· τά τε γὰρ προσεχῶς αὐ‐ τῆς ἀπολαύοντα καὶ πρόεισιν ἀπ’ αὐτῆς καὶ ἐπιστρέφει πρὸς αὐτήν, προϊόντα μὲν κατὰ τὴν γόνιμον τῆς τετάρτης δύνα‐
15μιν, ἐπιστρέφοντα δὲ κατὰ τὴν τῆς πέμπτης ἐπὶ τὴν μίαν αἰτίαν ἀναγωγήν. καὶ δὴ καὶ τὰ στερεὰ ταῦτα καὶ ἐν ὄγκοις θεωρούμενα πάντα εἴδη πρόεισι μὲν κατὰ τὴν ὀκταπλασίαν τῆς πρώτης, δυαδικὴν οὖσαν καὶ στερεὰν καὶ ἅμα μὲν γόνι‐ μον, ἅμα δὲ ἐπὶ πᾶν προϊέναι δυναμένην, ἐπιστρέφει δὲ
20κατὰ τὴν εἰκοσικαιεπταπλασίαν, στερεῶν οὖσαν ἐπιστροφήν, ὡς τριαδικὴν καὶ ὡς τῆς ταὐτοῦ φύσεως· τοιοῦτο γὰρ τὸ περιττόν. τρεῖς οὖν αἱ πρόοδοι καὶ τρεῖς αἱ ἐπιστροφαὶ περὶ τὴν μίαν καὶ ἡνωμένην στάσιν τῆς ψυχῆς. διὸ καὶ τρεῖς οἱ ἄρτιοι καὶ οἱ περιττοὶ τρεῖς, ἀπὸ μονάδος προϊόν‐
25τες· καὶ συμπλέκονται ἀλλήλοις, ὅτι καὶ ἡ ψυχὴ πρόεισί τε αὐτὴ καὶ ἐπιστρέφει, καὶ ἐπιστραφεῖσα παράγει τὰς πρώτας αὐτῆς ὑποδοχὰς καὶ τὸ πρώτως ἐσχηματισμένον· καὶ παρά‐ γουσα μὲν αὐτὸ διάστασιν αὐτῷ δίδωσι καὶ ὄγκον, ἐπιστρέ‐ φουσα δὲ αὐτὸ σφαιροειδὲς ποιεῖ· καὶ τοῦτο τοιοῦτον ὑπο‐
30στήσασα καὶ τὸν κόσμον ἐν αὐτῷ παράγει, τὴν μὲν πρόοδον ἀρτιακῶς, τὴν δὲ ἐπιστροφὴν περισσοειδῶς ἀπεργαζομένη,
κυβικῶς δὲ ἀμφοτέρας, ὅτι τὴν τῶν στερεῶν ἀπογέννησιν
in Ti
.

2

.

220

ἐποιεῖτο καὶ ἐπιστροφήν. τριπλῆ οὖν ἡ πρόοδος καὶ ἐπι‐ στροφή, ἣ μὲν ἀσχημάτιστος, ἣ δὲ ἐσχηματισμένη πρώτως, ἣ δὲ ἐσχηματισμένη δευτέρως, πάντα δὲ ὡς ἐν ἀριθμοῖς. Ἐπὶ δὲ τούτοις κατὰ τὸ ἐν αὐτῇ πλῆθος μετίωμεν τὴν θεω‐
5ρίαν καὶ λέγωμεν, ὅτι λόγοι λόγων εἰσὶν ἐν αὐτῇ περιληπτι‐ κοί, καὶ οἳ μὲν τὸν τῶν ὅλων, οἳ δὲ τὸν τῶν μερῶν τρό‐ πον ἐν αὐτῇ διῄρηνται, καὶ οἳ μέν εἰσιν ὁλικοί, οἳ δὲ γενικοί, οἳ δὲ εἰδικοί, οἳ δὲ μερικοί· ὁλικοὶ μέν, ὡς οἱ τῶν μεσοτήτων, γενικοὶ δὲ οἱ τῶν ἐν διπλασίοις ἢ τριπλασίοις,
10εἰδικοὶ δὲ οἱ ὑπὸ τούτους (πολλαχῶς γὰρ ἑκάτεροι), μερικοὶ δὲ οἱ τῶν ἐπογδόων καὶ λειμμάτων, εἰς οὓς ὡς μέρη διαι‐ ροῦνται οἱ ἡμιόλιοι καὶ ἐπίτριτοι λόγοι πάντες. καὶ ὅτι τὴν μὲν μίαν ἕνωσιν τῶν λόγων συνέχει διὰ τῆς οὐσιώδους μονάδος, τὴν δὲ διαίρεσιν τῶν λόγων διὰ τῆς δυοειδοῦς
15προόδου, τὰς δὲ περιοχὰς τῶν λόγων διὰ τῶν πολλαπλασίων· οὗτοι γὰρ περιεκτικοὶ τῶν ἐπιμορίων εἰσὶ καὶ ἔχουσιν ὁλι‐ κωτέραν αὐτῶν οὐσίαν, ὥσπερ καὶ οὗτοι τοὺς ἐπογδόους περιειλήφασι καὶ τὰ λείμματα, τοὺς μὲν εἰδῶν ἐπέχοντας λόγον, τὰ δὲ ἐν τάξει μορίων ἀφωρισμένα. ἐπεὶ καὶ τὸ τὴν
20γεωμετρικὴν μόνην ἀναλογίαν οὖσαν περιληπτικὴν ποιεῖν τῶν ἄλλων δύο μεσοτήτων πρῶτον μὲν ὅλην τὴν οὐσίαν τῆς ψυχῆς οἷον γεωμετρίαν ποιεῖ δημιουργικήν· καὶ γὰρ ἀλλαχοῦ [leg. VI 757 B] Διὸς κρίσιν ταύτην τὴν ἀνα‐ λογίαν προσείρηκεν. ἔπειτα δείκνυσιν, ὅτι καὶ αἱ δύο μεσό‐
25τητες αὗται μετὰ μὲν ἐκείνης ὁρώμεναι καὶ ἐν ἐκείνῃ περι‐ εχόμεναι κατὰ δίκην τὰ ὅλα διατάττουσιν, ἀφιστάμεναι δὲ ἐκείνης πλημμελείας εἰσὶν αἴτιαι καὶ πλεονεξίας· ἡ γὰρ τοῖς ἀνίσοις ἴσον νέμουσα πάντως ἄδικος καὶ ἡ τὰ ἐναντία συν‐ άπτουσα ἀλλήλοις χωρίς τινος γεωμετρικῆς ἀντανισώσεως.
30διόπερ ἥ τε ἁρμονικὴ προσδεῖται τῆς ἀναλογίας, ἵνα ἐμμελῶς τὰ ἐναντία συνάγῃ, καθάπερ αὐτὸς πεποίηκε [Tim. 31 BC]
τὸ πῦρ καὶ τὴν γῆν ἁρμόσας διὰ τῶν δύο στοιχείων, καὶ
in Ti
.

2

.

221

ἡ ἀριθμητικὴ μετὰ ταύτης ἐνεργοῦσα κατορθοῖ· τὸ γὰρ ἄνισον ἐν τοῖς ἀνίσοις ἴσον ἐστί. τοῖς γοῦν ἀνίσοις τὰ ἴσα νέμουσα καὶ τὸ ἰδίωμα φυλάττει τὸ ἑαυτῆς καὶ τὸ κατ’ ἀξίαν ἐπιδείκνυσιν, ὃ δὴ τῆς γεωμετρικῆς ἐξαίρετον ἦν. ἔτι δὴ
5οὖν λέγωμεν, ὅτι μιμεῖται τὰς πρώτας ἀρχὰς ἡ ψυχή, διὰ μὲν τῆς μιᾶς μοίρας τὴν μίαν τῶν ὅλων αἰτίαν, διὰ δὲ τῆς διπλῆς προόδου τὰς μετὰ τὸ ἓν δυοειδεῖς ἀρχάς, διὰ δὲ τῶν ἀρτίων καὶ τῶν περιττῶν τό τε ἄρρεν καὶ τὸ θῆλυ τῶν θεῶν, διὰ δὲ τῆς τριαδικῆς καθ’ ἑκάτερον διαιρέσεως
10τάς τε νοητὰς καὶ νοερὰς τριάδας, διὰ δὲ τῆς ἑβδομάδος τῶν ὅρων τὴν ἑνιαίαν ἑβδομάδα. καὶ τῇ μὲν μιᾷ μοίρᾳ θεὸν ἀποτελεῖ [34 B] τὸν κόσμον, τῇ δὲ δυαδικῇ πλῆθος ἐν αὐτῷ καὶ ποικιλίαν ἐπιδείκνυσι, τῇ δὲ τῶν περιττῶν καὶ ἀρτίων διαιρέσει τό τε ἄρρεν καὶ τὸ θῆλυ διαιρεῖ πᾶν ἀπὸ
15τῶν θεῶν αὐτῶν μέχρι τῶν φυτῶν, κατὰ μὲν δυάδα καὶ τριάδα τὸ ἐν θεοῖς, κατὰ δὲ τετράδα καὶ ἐννεάδα τὸ ἐν τοῖς κρείττοσιν ἡμῶν γένεσιν, κατὰ δὲ τοὺς κύβους καὶ μέχρις αὐτῶν προϊοῦσα τῶν χερσαίων καὶ χθονίων εἰδῶν τῆς ζωῆς, τῇ δὲ ἑπτάδι τῶν ὅρων πάντα συνέχουσα καὶ φρουροῦσα
20καὶ προνοίας ἀξιοῦσα νοερᾶς, μονίμως τε καὶ ἀκλινῶς τὰ ὅλα διατάττουσα δεόντως καὶ τούτων τὰ μέρη καὶ τὰ τῶν μερῶν μέρη κοσμοῦσα, καὶ εἴ τι τῶν ἐσχάτων ἐστὶν ἄλογον καθ’ ἑαυτὸ καὶ οἷον λεῖμμα τῆς τοῦ κόσμου δημιουργίας. κατὰ δὴ ταύτας τὰς ἐπιβολὰς καὶ τὰ ῥήματα τοῦ Πλάτωνος
25ἀφερμηνεύειν ἕκαστα δυνησόμεθα, καὶ πρὸς ταύτας βλέποντες πολλὰ τῶν ἀπόρων διαλύσομεν. Φέρ’ οὖν ἀπ’ ἀρχῆς ἕκαστα τῶν λεγομένων ἐπὶ ταύτας ἀνενέγκωμεν τὰς τοῦ καθηγεμόνος ἡμῶν ὑφηγήσεις. πρῶτον μὲν οὖν τὸ μὴ τὸν δημιουργὸν τὰς μοίρας ἐντιθέναι λέγειν εἰς τὴν ψυχήν, ἀλλ’
30ἀφαιρεῖν ὡς οὔσας ἤδη καὶ ἀφαιροῦντα συμπληροῦν πάλιν ἀπ’ αὐτῶν τὴν οὐσίαν αὐτῆς ἐπιδείκνυσιν ἡμῖν, ὡς ἄρα οὐκ
ἔστι τὸ κρᾶμα τοῦτο οἷον ὑποκείμενον τῆς ψυχῆς, οὐδὲ ὡς
in Ti
.

2

.

222

ὕλη καὶ ὡς ἀσχημάτιστον ὑπὸ τοῦ δημιουργοῦ σχηματίζεται, ἀλλ’ εἶδος οὖσα πλήρωμά ἐστιν εἰδῶν, ὥστε τὰς λεγομένας ὑπὸ τῶν νεωτέρων ἀοριστίας καὶ τὰς ὕλας τὰς ἐν τοῖς νοη‐ τοῖς καιρὸν οὐκ ἔχειν εἰς τὴν τῶν προκειμένων θεωρίαν.
5ἔπειτα τὸ πρὸς τὴν μίαν μοῖραν ἁπάσας τὰς ἄλλας συντάτ‐ τειν, τὴν διπλασίαν, τὴν τριπλασίαν, τὴν τετραπλασίαν, τὴν ἐνναπλασίαν, τὴν ὀκταπλασίαν, τὴν ἑπτακαιεικοσαπλασίαν, τὸ πρεσβεῖον ἀποδίδωσι τῇ μονάδι καὶ οὐ συγχωρεῖ τοιοῦτόν τι νομίζειν αὐτήν, οἷον οἱ πολλοὶ οἴονται εἶναι τὴν μονάδα,
10τὸ ἐλάχιστον ἐν ποσῷ καὶ τὸ ὕλης λόγον ἔχον πρὸς τὸν ἀριθμόν, ἀλλ’ ἀρχηγικὴν πάσης τῆς οὐσίας τῆς ψυχῆς καὶ τῶν ἐν αὐτῇ δυνάμεων ῥίζωμα καὶ ἑστίαν τοῦ ἀριθμοῦ τοῦ συμπληροῦντος αὐτήν. ἐπὶ δὴ τούτοις ἡ διπλασία τῆς μιᾶς μοίρας πῶς οὐχὶ συμφωνεῖ τοῖς ὑφ’ ἡμῶν εἰρημένοις; πάν‐
15τως γὰρ τὸ διπλάσιον ὑπὸ δυάδος μορφοῦται καὶ τῆς ἑνο‐ ειδοῦς ὑπάρξεως ὑφεῖται καὶ πρόεισιν εἰς πλῆθος τῷ μὲν ποσῷ πληθυόμενον, τῇ δυνάμει δὲ ἐλαττούμενον. τοιοῦτος δὲ καὶ ὁ τῆς ψυχικῆς προόδου τρόπος· μένουσα γὰρ κατὰ τὸ θειότατον ἑαυτῆς καί, ὥς φησιν Ὀρφεύς [frg. 207],
20τὴν ἑαυτῆς κεφαλὴν ἐνιδρύσασα τῷ νῷ πρόεισιν ἐκεῖθεν κατὰ τὴν δυάδα τὴν ἐν αὐτῇ. εἰς ἑαυτὴν προϊοῦσα καὶ τὸ πλῆθος ἀπογεννῶσα τῶν ἐν αὐτῇ λόγων καὶ τῶν παντοίων εἰδῶν, προελθοῦσα δὲ πάλιν ἐπιστρέφει πρὸς τὴν ἀρχήν, κύκλον τινὰ τοῦτον οὐσιώδη παρεχομένη, καὶ διὰ τῆς ἐπι‐
25στροφῆς συνάπτεται πρός τε τὴν ἐν ἑαυτῇ γόνιμον δύναμιν, καθ’ ἣν παρήγαγεν ἑαυτήν, καὶ πρὸς τὴν μονάδα τὴν ἑδρά‐ ζουσαν καὶ ἑνοποιοῦσαν αὐτήν· ἡ γὰρ τελεσιουργὸς καὶ ἐπι‐ στρεπτικὴ δύναμις πρὸς ἀμφοτέρας συνῆπται, πρός τε τὴν γόνιμον καὶ πρὸς τὴν ἑνοποιὸν αἰτίαν. καὶ εἰ δεῖ συντόμως
30εἰπεῖν, ὥσπερ ἡ μὲν ζωὴ πρόεισιν ἀπὸ τοῦ ὄντος, ὁ δὲ νοῦς
συνάπτεται πρὸς τὴν ζωὴν καὶ πρὸς τὸ ὄν, οὕτω δὴ καὶ ἡ
in Ti
.

2

.

223

μὲν πρόοδος τῆς ψυχῆς ἀπὸ τῆς γονίμου γέγονεν αἰτίας, ἡ δὲ ἐπιστροφὴ πρὸς ἀμφοτέρας, ἡμιολίως μὲν πρὸς τὴν ὑπὲρ αὐτῆς, τριπλασίως δὲ πρὸς τὴν ἐπέκεινα καὶ ταύτης· προσήκει γὰρ τὸ ἐπιστρεπτικὸν εἶδος τό τε ὅλον ἐπιδιώκειν
5καὶ τὴν διαίρεσιν ἐλαττοῦν, ὃ δὴ παρέχεται τὸ ἡμιόλιον· τοῦ γὰρ διπλασίου κατὰ πᾶν ἑαυτὸ τῇ δυάδι κεκρατημένου τὸ ἡμιόλιόν ἐστι μὲν ἀνὰ λόγον ἐκείνῳ, τὸν δὲ τῆς ὑφέσεως λόγον ἐλαττοῖ. ἔτι δὲ τὸ τριπλάσιον ὅτι μὲν τὴν τρίτην ἀπόστασιν ἐν τῷ ἐπιστρέφοντι δείκνυσιν ἀπὸ τοῦ μείναντος,
10ἐμφανές· πρόσεστι δὲ καὶ τὸ τὴν τριάδα πρῶτον ἀριθμὸν οὖσαν καὶ πρώτως ὅλον ἀρχὴν καὶ μέσα καὶ τελευτὴν ἔχον ὁμοιοῦσθαι πρὸς τὴν μονάδα τὴν ἑνιαίως ἅπαν περιέχουσαν τὸ πλῆθος. διὰ μὲν οὖν τούτων τὸ ὑποκείμενον τῆς ψυχῆς ἐκ τριῶν ὅλον ὑποστὰν ἔδειξε πάλιν τριφυές· διεῖλε γὰρ
15αὐτὸ τῷ μένοντι, τῷ προϊόντι, τῷ ἐπιστρέφοντι κατὰ τὴν τῶν θείων γενῶν διαίρεσιν· καὶ γὰρ ἐν ἐκείνοις τριπλᾶ ἦν γένη, τὸ μὲν μένον, τὸ δὲ προϊόν, τὸ δὲ ἐπιστρέφον, τὸ μὲν ταυτότητος καὶ μονίμου δυνάμεως καὶ οὐσίας αἴτιον, τὸ δὲ γεννητικὸν καὶ προόδων καὶ πολλαπλασιασμῶν ἐξάρχον, τὸ
20δὲ τελεσιουργὸν καὶ ἀναγωγὸν ἐπὶ τὰ πρῶτα τῶν δευτέρων. διὰ δὲ τῶν ἐφεξῆς δείκνυσι καὶ ὅπως τὰ δεύτερα κοσμεῖ κατ’ αὐτὴν τὴν οὐσίαν ἑαυτῆς· πρὶν γὰρ αὐτῇ δῷ δυνάμεις ἢ ἐνεργείας, τοὺς λόγους τούτους ἐν αὐτῇ δείκνυσιν ὄντας, ἀφ’ ὧν καὶ δι’ ὧν κατευθύνει τά τε πρώτως αὐτῆς μετέ‐
25χοντα καὶ ὅσα κατὰ δευτέραν ἀπ’ αὐτῆς ἀπόστασιν κοσμεῖ‐ ται παρ’ αὐτῆς, αὐτῆς μὲν ὅλης μονάδος λόγον ἐχούσης, ἐκείνων δὲ καὶ τὰς προόδους αὐτῆς καὶ τὰς ἐπιστροφὰς μιμουμένων· αὕτη γὰρ πρὸ ἐκείνων προῆλθε μὲν δυαδικῶς, ἐπεστράφη δὲ τριαδικῶς, καὶ τὸ μὲν προελθὸν αὐτῆς ἀπὸ
30τοῦ μένοντος διεκρίθη πᾶν· διπλασίως γάρ· τὸ δὲ ἐπιστρα‐ φὲν ἐξ ἡμισείας· ἴδιον γὰρ προόδου μὲν ἡ διάκρισις, ἐπι‐ στροφῆς δὲ ἡ ταυτότης καὶ ἡ ὁμοιότης· τὸ γὰρ ἐπιστραφὲν
γέγονεν οἷον τὸ μεῖναν, ἀντὶ μὲν ἑνὸς πᾶν γενόμενον, ἀντὶ
in Ti
.

2

.

224

δὲ ὅλου τοῦ πρὸ τῶν μερῶν τὸ ἐκ τῶν μερῶν ὅλον, καὶ δοκεῖ μὲν εἶναι τοῦ μείναντος τριπλοῦν, ἔστι δὲ ἐκείνου μὲν ἔλασ‐ σον τῇ δυνάμει, τῶν δὲ ἐν αὐτῷ μορίων περιληπτικόν. Τετάρτην δὲ τῆς δευτέρας διπλῆν, πέμπτην δὲ
5τριπλῆν τῆς τρίτης, τὴν δὲ ἕκτην τῆς πρώτης ὀκταπλασίαν, ἑβδόμην δὲ ἑπτακαιεικοσαπλασίαν τῆς πρώτης [35 B C]. Αὕτη μὲν ἡ παντελὴς οὐσία τῆς ψυχῆς διὰ τῶν προ‐ ειρημένων ἀριθμῶν περιείληπται, τοῦ μὲν ἐν αὐτῇ μένοντος,
10τοῦ δὲ προϊόντος, τοῦ δὲ ἐπιστρέφοντος· ἐπεὶ δὲ δεῖ καὶ τὰς μοίρας αὐτῆς ἰδεῖν καὶ τὰς αἰτίας τὰς ἐν αὐτῇ τῶν ὄντων, καὶ ταύτας ὁ Πλάτων ἐπεκδιδάσκει, τάς τε περι‐ εχούσας καὶ τὰς περιεχομένας ἐν αὐτῇ τῶν πάντων ἰδέας παραδιδούς. διὰ μὲν οὖν τῆς τετάρτης καὶ τῆς πέμπτης
15τοὺς λόγους περιέχει πάντων τῶν πρώτως αὐτῆς μετεχόν‐ των, τὴν μὲν πρόοδον αὐτῶν διὰ τῆς τετάρτης ἀνεγείρουσα, τὴν δὲ ἐπιστροφὴν διὰ τῆς πέμπτης παρεχομένη· διὸ καὶ τὴν μὲν πρὸς τὴν δευτέραν ἀνήγαγε, τὴν δὲ πρὸς τὴν τρί‐ την, ἐπειδὴ τὰ μέρη μιμεῖται τὰ ὅλα καὶ ἀνὰ λόγον ἐστὶν
20αὐτοῖς. διὰ δὲ τῆς ἕκτης καὶ τῆς ἑβδόμης αὐτοὺς ὡς προ‐ είρηται [p. 219, 15 ss] τοὺς στερεοὺς ὄγκους ὑφίστησι, γεν‐ νῶσα μὲν αὐτοὺς κατὰ τὴν ἕκτην, ἐπιστρέφουσα δὲ κατὰ τὴν ἑβδόμην· καταλήγει γὰρ ἄχρι τῆς τούτων προόδου τὸ ὁλικὸν αὐτῆς εἶδος. καὶ ὁρᾷς, ὅπως οἵ τε ἀριθμοὶ προσή‐
25κοντες αὐτῇ καὶ ἡ τάξις τῆς προόδου· ἡ μὲν γὰρ ἀπὸ μονάδος ἀρχὴ τὴν ἀπὸ νοῦ πάροδον αὐτῇ δίδωσιν, ἡ δὲ εἰς τοὺς κύβους κατάληξις τούτους ἁρμονίαν αὐτὴν ἁρμο‐ νιῶν ἀποφαίνει· συντιθέμενοι γὰρ τὴν οὐρανίαν ἁρμονίαν ποιήσουσιν. ἔστι δὲ καὶ ἑκάτερος αὐτῶν ἁρμονία· τὸν γὰρ
30κύβον ἁρμονίαν εἰώθεσαν καλεῖν οἱ Πυθαγόρειοι, διότι μόνον τῶν σχημάτων τὰς γωνίας ἔχει μέσας ἀνὰ λόγον τῶν
τε πλευρῶν καὶ τῶν ἐπιπέδων. καὶ οἱ μὲν δεύτεροι τῶν
in Ti
.

2

.

225

ὅρων τήν τε πρόοδον ἔχουσι καὶ τὴν ἐπιστροφὴν τὴν εἰς μονάδα. πάλιν δὲ τούτων ὅλων μενόντων οἱ τρίτοι μερί‐ ζονται τό τε προϊὸν καὶ ἐπιστρέφον καὶ ἀνάγονται εἰς τοὺς προσεχῶς ὑπερκειμένους, οἱ δὲ τέταρτοι πάλιν ἐπὶ τὴν μονάδα,
5διότι καὶ τῶν ἑπτὰ ὅρων ἡ μὲν μονὰς πάλιν μιμεῖται τὸ μένον, οἱ δὲ μέσοι δυοειδεῖς ὄντες τὸ προϊόν, οἱ δὲ ἔσχατοι τὸ ἐπιστρέφον· τριαδικοὶ γὰρ ἀμφότεροι· καὶ γὰρ ἡ ὀκτα‐ πλασία τριαδικὴ καὶ ἡ ἑπτακαιεικοσαπλασία τριαδική πώς ἐστι καὶ αὐτή, ὡς εἰς τρίτην προελθοῦσα τάξιν. ἔχομεν οὖν
10τήν τε μίαν ὁλότητα τῆς ψυχῆς ἐν τῷ κράματι καὶ τὸ τρι‐ πλοῦν αὐτῆς ἐν τοῖς τρίτοις ὅροις καὶ τὸ τετραδικὸν ἐν τοῖς τετάρτοις, καθὸ καὶ δημιουργεῖ τὰ ὅλα καθ’ ἑκάτερον εἶδος προνοίας, καὶ τῇ μὲν ὁλότητι περιέχουσαν αὐτὴν εὕρομεν τὸ τριφυὲς εἶδος, τούτῳ δὲ τὸ τετραδικόν, καὶ ἀεὶ τοῖς ὅλοις
15τὰ μέρη συνάγουσαν εἰς ἕνωσιν. Μετὰ δὲ ταῦτα συνεπληροῦτο τά τε διπλάσια καὶ τὰ τριπλάσια διαστήματα, μοίρας ἔτι ἐκεῖθεν ἀπο‐ τέμνων καὶ τιθεὶς εἰς τὸ μεταξὺ τούτων [35 C 36 A]. Ἐν τῷ δημιουργῷ καὶ διαιρετικὰς εἶναι δυνάμεις οἱ
20θεολόγοι φασὶ καὶ συνεκτικάς, καὶ διὰ μὲν τῶν ἑτέρων τὴν ἑαυτοῦ βασιλείαν αὐτὸν ἀπὸ τῆς τοῦ πατρὸς διακρίνειν λέγουσι, διὰ δὲ τῶν λοιπῶν ἐξάπτειν πᾶσαν αὐτοῦ τὴν δημι‐ ουργίαν τῆς πατρικῆς μονάδος· καὶ καλοῦσι τομάς τε καὶ δεσμοὺς τὰς τοιαύτας ἐνεργείας. κατὰ ταύτας τοίνυν τὰς
25δυνάμεις καὶ νῦν ἐν ὅροις δημιουργικοῖς διακρίνων τὴν οὐσίαν τῆς ψυχῆς ἀποτέμνειν λέγεται μοίρας τῆς ὁλότητος αὐτῆς καὶ πάλιν δεσμοῖς τισι τὰ μόρια συνδεῖν τοῖς διὰ τῶν μεσοτήτων, δι’ ὧν συνέχεσθαι ποιεῖ τὸ διῃρημένον, ὥσπερ διὰ τῶν τομῶν διαιρεῖσθαι τὸ ἡνωμένον. ταῦτα μὲν
30οὖν ὅτι τῶν θεολογικῶν ἀρχῶν ἔχεται τὰ τοῦ Πλάτωνος παρίστησιν. ἐπὶ δὲ τὴν λέξιν αὐτὴν ἐλθόντες κατίδωμεν,
ὅπως. ὅτι μὲν ὁμοούσιός ἐστιν ἡ ὅλη ψυχὴ πρὸς ἑαυτὴν
in Ti
.

2

.

226

καὶ ὁμοιομερὴς καὶ οἷον ὁμόχρους, νοερὰ πᾶσα καὶ λόγος οὖσα νοερός, δηλοῖ δήπουθεν ὁ Πλάτων ἀπὸ τοῦ αὐτοῦ κράματος τά τε ὅλα ἐν αὐτῇ καὶ τὰ μέρη ποιῶν· αἱ γὰρ ἀποτεμνόμεναι μοῖραι οὐσίαι τινές εἰσιν ἐν αὐτῇ διῃρημέναι.
5ὅτι δὲ καὶ ἀξία τίς ἐστι πρώτων τε καὶ μέσων καὶ τελευ‐ ταίων εἰδῶν, καὶ τοῦτο δείκνυσι τὸ ἔτι προσθείς· ἐφ’ ὧν γὰρ ἀμυδρότερον τὸ αὐτὸ εἶδος ὁρῶμεν, ἐπὶ τούτων τὸ ‘ἔτι‘ τάττομεν, ὥσπερ ὅταν λέγωμεν ἔτι τὴν σελήνην εἶναι τῆς οὐρανίας συστάσεως, ὁρῶντες μέν τινα περὶ αὐτὴν ἐξαλλα‐
10γήν, ὁρῶντες δὲ καὶ τὴν ὁμοιότητα τὴν πρὸς τὰ θεῖα σώ‐ ματα καὶ ἐν αὐτῇ σῳζομένην. ἵν’ οὖν μὴ τὴν αὐτὴν ἀξίαν καὶ ἡμεῖς οἰηθῶμεν εἶναι πάντων τῶν ἐν τῇ ψυχῇ λόγων, τὸ ἔτι προσέθηκε, τοῦτο, ὅπερ εἴπομεν, ἐνδεικνύμενος· ὅσῳ γὰρ ἐπὶ τὰ ἐντὸς χωροῦμεν καὶ τὰ μέσα τῶν μέσων διερευ‐
15νώμεθα, τοσούτῳ μερικωτέροις ἐντυγχάνομεν εἴδεσι· τὰ γὰρ περιεχόμενα μερικώτερα τῶν περιεχόντων ἐστὶ καὶ τὰ περι‐ έχοντα θειότερα τῶν περιεχομένων, ὃ καὶ ὁ κόσμος μιμού‐ μενος περὶ μὲν τὴν γένεσιν ἔχει τὸ θεῖον σῶμα, περὶ δὲ τὸ σῶμα ὅλως τὴν ψυχήν. πάντ’ οὖν ταῦτα τὰ προειρημένα
20τμήματα τῆς ψυχῆς, τά τε γεννητικὰ—ταῦτα γάρ ἐστι τὰ διπλάσια—καὶ τελεσιουργὰ—ταῦτα γὰρ τὰ τριπλάσια— περιεκτικὰ λόγων ἐστὶ μερικωτέρων, δι’ ὧν τὰ μέρη κοσμεῖ‐ ται τοῦ παντὸς μέχρι καὶ τῶν ἐσχάτων. ἃ δὴ καὶ ὁ Πλά‐ των ἑξῆς παραδίδωσιν.
25 Ὥστε ἐν ἑκάστῳ δύο εἶναι μεσότητας, τὴν μὲν ταὐτῷ μέρει τῶν ἄκρων αὐτῶν ὑπερέχουσαν καὶ ὑπερεχομένην, τὴν δὲ ἴσῳ μὲν κατ’ ἀριθμὸν ὑπερ‐ έχουσαν, ἴσῳ δὲ ὑπερεχομένην [36 A]. Ἐν δὴ τούτοις πρῶτον μὲν ἐκεῖνο κατανοητέον, ὅπως τὰς
30δύο ταύτας μεσότητας ἐν τῇ γεωμετρικῇ περιέχεσθαί φησιν, ἔπειθ’ ὅτι τὴν ἁρμονικὴν προτέραν τίθεται τῆς ἀριθμητι‐
κῆς ὡς ὑπερτέραν· εἰ γὰρ δὴ καὶ ἡ ἀριθμητικὴ τὸ αὐτο‐
in Ti
.

2

.

227

φυὲς ἔχει καὶ τὸ ἁπλοῦν καὶ τὸ πρὸς τὴν ταυτότητα συγ‐ γενές—ἡ γοῦν ἰσότης ταυτότης τίς ἐστι· διὸ καὶ ἐν ταῖς πολιτείαις [leg. VI 757 Ass] φιλίας εἶναι ποιητικὴν τὴν ἀριθμητικὴν ἀπέφαινε, τὸ κατ’ ἀριθμὸν ἴσον ἀσπαζομένην,
5ὥσπερ δικαιοσύνης τὴν γεωμετρικήν, τοῦ κατ’ ἀξίαν στοχα‐ ζομένην, ἔτι δὲ διότι ἣ μὲν τὸ καθ’ αὑτὸ ποσὸν ἔλαχεν, ἣ δὲ τὸ πρός τι, καὶ ἣ μὲν περὶ τὴν ποσότητα θεωρεῖται τῶν μορίων, ἣ δὲ περὶ τὴν πηλικότητα· τὸ γὰρ τρίτον ἢ τέταρ‐ τον πηλικότητός ἐστιν ἴδιον—ἀλλ’ οὖν ὡς ἐγγυτέρω τῆς
10γεωμετρικῆς ἡ ἁρμονικὴ προτάττεται δεόντως· καὶ γὰρ ἐν τοῖς ἄκροις παρέχεται τὸ ταυτὸν καὶ μείζοσι μὲν ὅροις μεί‐ ζους διανέμει λόγους, ἐλάττοσι δὲ ἐλάττους, καὶ ταύτῃ πρὸς τὴν κατ’ ἀξίαν μᾶλλον ᾠκείωται διαίρεσιν. ῥητέον τοίνυν, ὅτι ἡ μὲν ἁρμονικὴ μεσότης καὶ τὴν ταυτότητα συνδεῖ πᾶ‐
15σαν τὴν ψυχικὴν καὶ τοῖς οὐρανίοις δίδωσι τὴν ἀδιάλυτον κοινωνίαν, τοῖς μὲν μείζοσι κύκλοις μείζους δυνάμεις καὶ κινήσεις, τοῖς δὲ ἐλάττοσιν ἐλάττους διανέμουσα· θᾶττον γὰρ κινεῖται τὰ περιέχοντα τῶν περιεχομένων. ἡ δὲ ἀριθμητικὴ καὶ τὴν ἑτερότητα πᾶσαν τὴν ἐν τῇ ψυχῇ συνέχει καὶ τοῖς
20ὑπὸ σελήνην τὴν κοινωνίαν τὴν πρὸς ἄλληλα παρέχεται κατ’ ἴσην ἀμοιβήν· ἕκαστον γὰρ οὐδὲν μᾶλλον πάσχει ὑπὸ τῶν ἄλλων ἢ ποιεῖ εἰς τὰ ἄλλα, καὶ τοῦτο πᾶσιν ἐπ’ ἴσης ὑπ‐ άρχει κατὰ τὴν ἀριθμητικὴν ἰσότητα τοῖς ἐν γενέσει στοι‐ χείοις, τὸ μεταβάλλειν εἰς ἄλληλα, καὶ τοῖς μὲν λεπτομερε‐
25στέροις μείζους καὶ θάττους κινήσεις, τοῖς δὲ μεγαλομερε‐ στέροις βραδυτέρας καὶ ἐλάττους ἐνδίδωσιν. Ἡμιολίων δὲ διαστάσεων καὶ ἐπιτρίτων καὶ ἐπογδόων γενομένων ἐκ τούτων τῶν δεσμῶν ἐν ταῖς πρόσθεν διαστάσεσι τῷ τοῦ ἐπογδόου διαστή‐
30ματι τὰ ἐπίτριτα πάντα συνεπληροῦτο [36 A B]. Ὅτι μὲν ἐκ τῶν εἰρημένων δύο μεσοτήτων, ἁρμονικῆς καὶ ἀριθμητικῆς, δεσμῶν γενομένων ἐν ταῖς διαστάσεσι τῶν
διπλασίων καὶ τριπλασίων τῷ τοῦ ἐπογδόου διαστήματι
in Ti
.

2

.

228

τέμνεται τά τε ἐπίτριτα καὶ ἡμιόλια ἀναφανέντα ἐν ταῖς εἰρημέναις μεσότησι, δῆλον ἔκ τε τῶν εἰρημένων καὶ εἰ νῦν βούλοιο σκοπεῖν ἐν ὅροις ἑξάδι, ὀκτάδι, δυωδεκάδι, ὀκτω‐ καιδεκάδι· καὶ γὰρ τὸ διπλάσιον ἐν τούτοις καὶ τὸ τριπλά‐
5σιον ἐξ ἐπιτρίτων ἐστὶ καὶ ἡμιολίων. πῶς δ’ ἂν καὶ ταῦτα τοῖς προειρημένοις συμφωνήσειεν; ἦ καὶ ταῦτα κατὰ τὸ ἑξῆς ἐκείνοις ληπτέον· ὡς γὰρ αἱ δύο μεσότητες εἰς δύο διεῖλον τὸ πᾶν, οὕτως οἱ ἐπίτριτοι καὶ ἡμιόλιοι μερικωτέραν ὑπέ‐ στησαν διακόσμησιν· οἱ γὰρ τὰ ὅλα μὲν ὄντα, μέρη δὲ τῶν
10μερῶν λόγοι κοσμήσαντες οἵδε εἰσίν. ἔστιν οὖν ἕκαστος αὐ‐ τῶν ὅλον μὲν κατὰ τὸν πρόλογον, μέρος δὲ κατὰ τὸν ὑπό‐ λογον, μέρος δὲ μέρους κατὰ τὴν ὑπεροχὴν θατέρου πρὸς θάτερον. καὶ ἐπειδήπερ ἐν ἑκάστῃ τῶν σφαιρῶν ἐστι θεῖα γένη ψυχῶν καὶ δαιμόνια καὶ μερικά, οἷα δὴ τὰ τῶν ἡμε‐
15τέρων, καὶ τὰ μὲν θεῖα τὰ δεύτερα τῶν προτέρων ὅλα ὅλων μετέχει, τὰ δὲ δαιμόνια τῶν θείων εἰ καὶ ὅλων, ἀλλὰ καθ’ ἕν τι—διὸ καὶ μερικώτερα λέγεται μὴ δυνηθέντα πάσας αὐτῶν δέξασθαι τὰς ἰδιότητας—τὰ δὲ μερικώτερα τῶν δαιμονίων ἄλλοτε ἄλλο καὶ οὐδὲ ἀεὶ τῶν αὐτῶν μετέχει με‐
20ριστῶς, τούτων ἔχει τοὺς λόγους ἡ ψυχή, τὸν μὲν πολλα‐ πλάσιον τῆς καθόλου μετοχῆς, τὸν δὲ ἐπιμόριον τῆς καθ’ ἓν καὶ ταὐτὸν ἀεὶ τὸ κυριώτατον, τὸν δὲ ἐπιμερῆ τῆς κατὰ πολλὰ καὶ μεριστῶς γιγνομένης κοινωνίας τῶν μετεχόντων πρὸς τὰ μετεχόμενα. διὰ τούτων οὖν κοσμεῖται τά τε στοι‐
25χεῖα καὶ αἱ σφαῖραι τοῦ οὐρανοῦ, μετέχουσαι μὲν τῆς τρί‐ της ὁλότητος, μέρη δὲ ὅμως οὖσαι τῶν δύο τοῦ παντὸς τμημάτων. ἐπειδὴ δὲ πᾶσα ὁλότης ἔχει καὶ μέρη μεθ’ ἑαυ‐ τῆς (ἄλλο γοῦν ἄλλῃ σφαίρᾳ πλῆθος οἰκεῖόν ἐστι, καὶ ἄλλος ἀριθμὸς ἄλλῳ στοιχείῳ συμπροῆλθεν), ὁ ἐπόγδοος λόγος ὁ
30τὰ ἐπίτριτα καὶ ἡμιόλια συμπληρῶν γεννᾷ καὶ ταῦτα τὰ πληρώματα τῶν ὅλων μερίδων καὶ συναρμόζει ταῖς οἰκείαις ὁλότησιν. ὁρᾷς, ὅπως ὡς ἐν τοῖς μαθήμασιν ἡ γεωμετρικὴ
περιέχει τὰς δύο λοιπὰς μεσότητας, αὗται δὲ τοὺς ἐπιτρίτους
in Ti
.

2

.

229

καὶ ἡμιολίους λόγους, οὗτοι δὲ τοὺς ἐπογδόους, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ κατὰ μὲν τὴν ὁλότητα τὴν ἑαυτῆς ὑπέ‐ στησε τὸ ὅλον, κατὰ δὲ τὴν δυάδα τὴν οὐσιώδη διεῖλεν εἰς δύο τὸ πᾶν καὶ παρήγαγε τὰ πρῶτα μέρη τοῦ παντός, δευ‐
5τέρως δὲ ὅλα, κατὰ δὲ τοὺς τῆς τρίτης ὁλότητος αἰτίους σφαίρας τε καὶ στοιχεῖα διεκόσμησε, κατὰ δὲ τοὺς οἰκείους ἀριθμοὺς ταῖς μερίσι ταύταις ἀνεπλήρωσεν αὐτὰς τῶν οἰ‐ κείων εἰδῶν τε καὶ μερῶν. λεγέσθω τοίνυν καὶ ὧδε· τοῦτο τὸ πᾶν ἔχει μὲν καὶ σφαίρας ὅλας, ἔχει δὲ καὶ ζῷα ἐν ἑκά‐
10στῃ θεῖα, δαιμόνια, ψυχικά· καὶ γὰρ ψυχῶν εἰσι διανομαὶ περὶ ἑκάστην μερικῶν· πασῶν δὲ καὶ πάντων τὰς μεριστὰς περὶ τοῖς σώμασιν οὐσίας καὶ αὐτὰ τὰ σώματα ἁρμόζουσιν οἱ ἁρμονικοὶ λόγοι τῆς ὅλης ψυχῆς· αὐτῷ γὰρ τῷ εἶναι τούτων ἐστὶ συνεκτική· ὧν δέ ἐστιν αὐτῷ τῷ εἶναι συν‐
15εκτική, τούτων τῆς συνοχῆς περιέχει τοὺς λόγους αὐτῷ τᾷ εἶναι, καθάπερ τὸ πῦρ αὐτῷ τῷ εἶναι θερμαντικὸν ὂν πρώτως ἐστὶ θερμόν. τὴν οὖν διὰ τεσσάρων ἁρμονίαν ἔχει, δι’ ἧς ἁρ‐ μόζει 〈τῆσ〉 σφαίρας ἑκάστης καὶ τῶν ἐν ἑκάστῃ ζῴων, θείων, δαιμονίων, ψυχικῶν τὰς μεριστὰς περὶ τοῖς σώμασιν οὐσίας
20καὶ τὰ σώματα πρὸς ἄλληλα· καὶ γὰρ οὐχ ὡς ἔτυχεν ἄλλη ἄλλων ἐστὶ περιεκτική, οὐδὲ ὡς ἔτυχεν ἄλλοις ἄλλα ἕπεται, ἀλλὰ θείοις ζῴοις ἕπεται δαιμόνια καὶ δαιμονίοις ἄλλα ψυ‐ χικά· ἀλλὰ κατὰ φύσιν ἀεὶ τὰ δεύτερα συνήρμοσται τοῖς προτέροις. ἔστιν οὖν ἡ διὰ τεσσάρων καθ’ ἑκάστην. καὶ οἱ
25μὲν τῆς σφαίρας ἑκάστης πρὸς τὰ ἐν αὐτῇ θεῖα ζῷα λόγοι καὶ οἱ τούτων πρὸς τὰ δαιμόνια οἱ ὄντως ἂν εἶεν ἐπόγδοοι, διάστασιν ἔχοντες τελείαν, ἅμα μὲν ἐμμελῆ πρώτως, ἅμα δὲ σώμασι προσήκουσαν· ἡ γὰρ ὀγδοὰς τριχῇ διαστᾶσα σωματο‐ ειδής ἐστιν, ὡς ἡ ἐννεὰς ἐπίπεδος, ἑκατέρα δὲ ἰσότητι συγ‐
30γενής. καὶ ἀεὶ τῶν δευτέρων αἱ φύσεις ἀνήρτηνται τῶν ἐν τοῖς πρὸ αὐτῶν σωματοειδῶν συστάσεων μετέχουσαι αὐτῶν καὶ τοῦ ἐν αὐτοῖς σωματικοῦ λόγου. τοῦτον δὲ δηλοῖ τὸ
μόριον τοῦ μετεχομένου λεγόμενον ὄγδοον. λοιπὸς δὲ ὁ τῶν
in Ti
.

2

.

230

ψυχικῶν λόγος πρὸς τὰ δαιμόνια ζῷα τὸν τοῦ λείμματος ἐπέχει λόγον καὶ ἐπιμερὴς ὢν καὶ μέρεσι τοῖς δέκα καὶ τρισὶν οἰ‐ κεῖος· καὶ γὰρ ταῦτα μίαν οὐκ ἔχει ζωήν, ἀνιόντα καὶ κατιόντα καὶ μεριστῶς ἀπολαύοντα τῶν πρὸ αὐτῶν καὶ ἀνωμάλως· καὶ
5τοῦ δώδεκα ἀριθμοῦ θεοῖς ἀνειμένου καὶ τοῖς κρείττοσιν ἡμῶν ὁ τρισκαίδεκα τούτοις ἐμπρέπει τοῖς τὸν τῶν θεῶν ἀριθμὸν ἐκβεβηκόσιν. εἰ δὲ καὶ αὐτῶν τῶν ψυχικῶν ζῴων τὰ μὲν εἴη ψυχῶν ἀχράντων, ἃς Πλάτων εἴωθεν ἡρώων καλεῖν, τὰ δὲ τῶν πολλῶν ψυχῶν, καὶ εἴη ἂν καὶ ἡ διὰ
10πέντε καθ’ ἑκάστην σφαῖραν, καὶ τὰ μὲν ἡρωϊκὰ φυλάττοι ἂν καὶ αὐτὰ πρὸς τὰ δαιμόνια τὸν ἐπόγδοον διὰ τὸ ἄχραν‐ τον τῆς ζωῆς εἶδος, τὰ δὲ τῶν πολλῶν ἔχοι ἂν πρὸς ἐκεῖνα τὸν τοῦ λείμματος λόγον, ὥστε καθ’ ἑκάστην εἶναι σφαῖραν καὶ ἐπιτρίτους λόγους καὶ ἡμιολίους καὶ ἐπογδόους. μᾶλλον
15δὲ ὡδί· διῄρηται μὲν τὸ πᾶν κατὰ τὰς τέσσαρας ἰδέας τοῦ παραδείγματος τετραχῇ, καθ’ ἑκάστην δὲ μοῖραν τῶν τεσσά‐ ρων τὰ πάντα ἐστὶ ζῷα, τὰ θεῖα, τὰ δαιμόνια, τὰ ἡρωϊκά, τὰ τῶν ἀνθρωπίνων ψυχῶν, συντεταγμένων ἐναρμονίως ἀλλήλοις καὶ πρὸς τὴν οἰκείαν ὁλότητα, τὸν οὐρανόν, τὸν ἀέρα, τὸ
20ὕδωρ 〈μετὰ〉 τῆς ὁλότητος τὴν διὰ πέντε †ποιοῦσα, ἄνευ δὲ ταύτης τὴν διὰ τεσσάρων ἐν τοῖς τέτρασιν εἴδεσι τῶν ζῴων, ὡς Πλάτων διεῖλεν αὐτὸς τό τε πᾶν καὶ τὰ εἴδη τὰ παντοῖα τῶν ζῴων. λόγους ἄρα λόγων περιεκτικοὺς κατὰ μίαν ἁρμονίαν συμπεπληρωμένους καὶ διὰ τούτων ὁ Πλά‐
25των ἡμῖν παραδίδωσιν, ὧν ἡ ψυχὴ πλήρης οὖσα καὶ τόνδε τὸν ἐμφανῆ κόσμον ἀποπληροῖ, πάντα ῥητὰ καὶ προσ‐ ήγορα ἀλλήλοις ἀποφαίνουσα [rep. VIII 546 C]. Λείπων αὐτῶν ἑκάστου μόριον, τῆς τοῦ μορίου
ταύτης διαστάσεως ληφθείσης ἀριθμοῦ πρὸς ἀριθ‐
in Ti
.

2

.

231

μὸν ἐχούσης τοὺς ὄρους ἓξ καὶ πεντήκοντα καὶ διακο‐ σίων πρὸς τρία καὶ τετταράκοντα καὶ διακόσια [36 B]. Τί μέν ἐστι τὸ λεῖμμα τοῦτο καὶ ὅντινα λόγον ἔχει καὶ πῶς ἐμμελὲς ὂν μετὰ τῶν ἄλλων συνταχθὲν γίνεται ἐναρ‐
5μόνιον, διὰ τῶν μαθημάτων δῆλον. ἔστι δέ τι καὶ ἐν τῷ παντὶ τοιοῦτον, ὡς ἐν ὅλῳ, χωρὶς τῆς εἰρημένης κατὰ τὴν τετραμερῆ τοῦ ὅλου τομὴν ἐμφάσεως τοῦ λόγου τοῦ λείμ‐ ματος ἐν τοῖς ἐσχάτοις τῶν περιεχομένων ζῴων ἐνόντος· ἀφ’ ἑκάστης γὰρ τῶν σφαιρῶν ἀπόρροιαί τινες καθήκουσιν
10εἰς τὰ ὑπὸ γῆν καὶ αὐτῶν τῶν στοιχείων συμμιγεῖς τινες ὑποστάθμαι, πολὺ μὲν τὸ ταραχῶδες ἔχουσαι καὶ σκοτεινὸν καὶ ἔνυλον, συντελοῦσαι δὲ ὅμως καὶ αὗται πρὸς τὴν ὅλην τοῦ κόσμου σύστασιν καὶ ἁρμονίαν. τούτων δὴ τὴν αἰτίαν ἐν τῇ ὅλῃ ψυχῇ τιθεὶς ὁ Πλάτων λεῖμμα κέκληκεν αὐτήν,
15ὃ δὴ τῆς ἐσχάτης ὑφέσεώς ἐστι σημαντικόν· ὅπου γὰρ καὶ θεῶν τῶν ἀκροτάτων δυνάμεις περὶ ἐκεῖνον τὸν τόπον οἱ θεολόγοι τάττουσιν, οὕτω τοῦ Διὸς κἀκεῖνα κοσμήσαντος, ὥστ’ ἐπιτήδεια ποιῆσαι πρὸς μετουσίαν θεῶν τηλικούτων, τί χρὴ οἴεσθαι περὶ τῆς τοῦ παντὸς ψυχῆς; ἆρ’ οὐχὶ πολλῷ
20μᾶλλον αὐτὴν καὶ κοσμεῖν τοῦτο τὸ δοκοῦν ἄτακτον εἶναι πᾶν καὶ αἰτίαν ἔχειν τῆς ὑποστάσεως αὐτοῦ καὶ κατ’ ἐκείνην αὐτὸ διατάττειν δεόντως; καὶ πῶς ἂν ἢ ἄρχοι τοῦ παντὸς ἢ πάντα κατὰ νοῦν ἄγοι μὴ καὶ τὸ ἄτακτον τάττουσα καὶ τὰ ἔσχατα συναρμόζουσα πρὸς τὴν μίαν τοῦ κόσμου ζωήν;
25εἰ δὲ καὶ ἐν τῷ δημιουργῷ προυπάρχει καὶ τούτων τὰ αἴτια, καθάπερ φησὶν Ὀρφεύς [frg. 123, 31]·
πυμάτη δὲ βάσις χθονὸς ἔνδοθι ῥίζαι, Τάρταρά τ’ εὐρώεντα καὶ ἔσχατα πείρατα γαίης, τί θαυμαστὸν τὴν ὅλην ψυχὴν πάντα ἔχουσαν οἰκείως ἑαυτῇ
30ὅσα δημιουργικῶς ὁ θεῖος νοῦς, καὶ τῶν τελευταίων τοῦ
in Ti
.

2

.

232

κόσμου καὶ τῆς οἷον ὑποστάθμης τῶν ὅλων προειληφέναι τὴν αἰτίαν; πρὸ γὰρ τοῦ φαινομένου καὶ αἰσθητοῦ τὸν ἀφανῆ κόσμον ἡ ψυχὴ περιέχει. τί μὲν οὖν τὸ λεῖμμά ἐστι, διὰ τούτων δῆλον. ἔστιν οὖν καὶ τετραχῶς τὸ λεῖμμα καὶ
5μοναχῶς, καὶ ἔδει τὴν ψυχὴν περιέχειν ἀμφοῖν τὸν λόγον, καθ’ ὃν καὶ τετραχῶς ἐστι καὶ μοναχῶς, εἴπερ συντελεῖν ἀνάγκη καὶ τοῦτο πρὸς τὸ πᾶν καὶ πρὸς ἑκάστην μοῖραν. εἰ δὲ τοὺς ἀριθμοὺς ἐθέλοις ἐννοῆσαι τῶν ὅρων, ἴδοις ἂν καὶ τούτους θαυμαστήν τινα σῴζοντας ἀναλογίαν· ἡ μὲν
10γὰρ εἰς τὰς τριῳδουμένας δυάδας πρόοδος τὴν παντελῆ καὶ ἐπὶ πᾶν ἀποστᾶσαν τῆς αἰτίας ὕφεσιν δηλοῖ· καὶ γὰρ ἐν τῇ ψυχῇ τὸ μερικώτατον καὶ ἐν τῷ παντὶ τὸ ἔσχατον καὶ ἐνυλότατον κατείληφεν. ἡ δὲ ἐν ταῖς δεκάσι τετρὰς καὶ πεμπὰς ἐξάπτει καὶ ταῦτα τῶν πρώτων καὶ συντάττει ταῖς
15ἀρχαῖς· ἡ μὲν γὰρ τετρὰς δημιουργικὴν ἔλαχεν ἰδιότητα καὶ κοσμουργόν, ἡ δὲ πεμπὰς ἐπανακαλεῖται πᾶν τὸ προελθὸν ἐπὶ τὰς ἑνικωτέρας δυνάμεις. ἡ δὲ αὖ ἐν ταῖς μονάσι τριὰς καὶ ἑξὰς τελειότητα καὶ τούτοις διὰ τῆς ἐπιστροφῆς ἐνδί‐ δωσιν. εἰ δὲ καὶ ἐπιμερὴς ὁ λόγος ἐστὶ τρισκαίδεκά τινων
20διακοσιοστοτεσσαρακοστοτρίτων, οὐδ’ οὗτος ἂν ὁ ἀριθμὸς ἀνάρμοστος εἴη πρὸς τὸ πᾶν· μετὰ γὰρ τὴν παντελῆ τῶν αἰσθητῶν πρόοδον καὶ τὴν ἄχρι γῆς ὕφεσιν, ἣν δωδεκάτην εἶναι μερίδα τοῦ κόσμου φασί, τὸ ὑπ’ αὐτὴν πᾶν τρισκαι‐ δέκατον ἂν εἴη τῶν ὅλων, καὶ αἱ εἰς αὐτὸ καθήκουσαι τῶν
25στοιχείων ἐμφάσεις πρέποιεν ἂν τῷδε τῷ ἀριθμῷ. καὶ πρό‐ εισιν οὖν ἐπὶ πᾶν καὶ κοσμεῖται προελθὸν καὶ ἐπιστρέφει κοσμηθὲν τὸ ἐνυλότατον τοῦ παντός. καὶ ἐν ἑκάστῃ δὲ μοίρᾳ τὰ ἔσχατα γένη τῶν ἀιδίων ὑφειμένα ἐστίν, οἷς ὁ δώδεκα ἀνεῖται, καὶ κατὰ τὸν τοῦ τρισκαίδεκα λόγον εἰκότως ἔχει
30τὴν πρὸς ἄλληλα σχέσιν καὶ κοινωνίαν, πάλαι τοῦ δώδεκα
λεγομένου θεοῖς ἀνεῖσθαι καὶ τοῖς ἀεὶ θεῶν ἀνημμένοις
in Ti
.

2

.

233

γένεσιν. ταῦτα δ’ οὖν πάντα ἑνιαίως ἡ ψυχὴ περιείληφε τῷ τοῦ λείμματος λόγῳ, καὶ πρὸς τούτοις ἡ τῶν μονάδων ἐννεάς, ἣν ὁ τρία παρέχεται καὶ ὁ ἕξ, τὸ πέρας ἐνεδείκνυτο τῶν ψυχικῶν λόγων· ἀρξάμενοι γὰρ ἀπὸ μονάδος εἰς ἐν‐
5νεάδα προεληλύθασι καὶ ἀπὸ μονάδων ἐπὶ δεκάδας καὶ ἀπὸ τούτων ἐπὶ τὰς ἑκατοντάδας· τριαδικὴ γὰρ ἦν ἡ πᾶσα πρό‐ οδος τῆς ψυχῆς καὶ ἡ ἀπὸ τῆς δημιουργικῆς αἰτίας ἔκφαν‐ σις κατά τε τὴν οὐσίαν καὶ κατὰ τὴν ἁρμονίαν, ὥσπερ καὶ πρότερον εἴπομεν [p. 224 s]. τὸ μὲν οὖν λεῖμμα τίνος
10ἐστὶν ἐν τῇ ψυχῇ δηλωτικόν, εἴρηται. Πᾶν δὲ τὸ διάγραμμα τὸ ψυχογονικὸν ὅρους μὲν ἔχει τριάκοντα καὶ τέτταρας ἢ ἓξ καὶ τριάκοντα διὰ τὴν ἀποτομήν. καὶ εἰ μὲν ἓξ καὶ τριάκοντα τοὺς ὅρους ἔχει, προσήκων ἐστὶν ὁ ἀριθμὸς τῇ ψυχῇ, ὡς ἀπὸ τῆς ἑξάδος εἰς ἑαυτὴν εἰσελθούσης γεγονώς, πάλαι τῆς
15ἑξάδος ἀνειμένης αὐτῇ, διότι πρώτη ἐστὶν ἀρτιοπέρισσος, ὡς ἡ ψυχὴ τῶν ἀμερῶν μέση καὶ μεριστῶν, ὧν τοῖς μὲν τὸ περισσὸν οἰκεῖον, τοῖς δὲ τὸ ἄρτιον, καὶ ὅτι κυκλική ἐστιν, ὡς καὶ ἡ πεμπάς· ἀλλ’ ἐκείνη μὲν εἰκὼν τοῦ νοεροῦ κύκλου, ὡς ἀρσενωπός, αὕτη δὲ τοῦ ψυχικοῦ, ὡς θηλυπρε‐
20πής. εἰ δὲ τέτταρας καὶ τριάκοντα, πάλιν συμβαίνει πρὸς τὴν ψυχὴν καὶ οὗτος ὁ ἀριθμός, εἴπερ μονὰς μὲν ὁ νοῦς ὡς ἀμερής, δεκὰς δὲ ὁ κόσμος, ἡ δὲ ψυχὴ τετράς· διὸ καὶ ὁ πᾶς ἀριθμὸς μουνάδος ἐκ κευθμῶνος προῆλθε τετράδ’ ἐπὶ ζαθέην, ἣ δὴ τέκε μητέρα πάντων
25 ἄτροπον, ἀκαμάτην, δεκάδα κλείουσί μιν ἁγνήν· τετρὰς δὲ πλευρὰν ἔχει δυάδα, καὶ δὶς τετραγωνισθεῖσα καὶ προσλαβοῦσα τὴν πλευρὰν ποιεῖ τὸν εἰρημένον ἀριθμόν. μίμημα ὄντα τῆς ψυχῆς ἀφ’ ἑαυτῆς τε καὶ μετὰ τῆς οἰκείας γονίμου δυνάμεως ἑαυτὴν πληθυούσης. εἰ δὲ καὶ ἐκ τοῦ
30δευτέρου σύγκειται ἐπογδόου, τοῦ δεκαὲξ καὶ τοῦ δεκαοκτώ.
in Ti
.

2

.

234

συμβαίνοι ἂν καὶ ὣς πρὸς τὴν ψυχήν, ἧς μάλιστα οἰκεῖος ὁ ἐπόγδοος· καὶ οὗτος ὁ δεύτερος καὶ παράμεσος ὢν ἐπόγδοος τῶν ἐμμελῶν διαστημάτων καὶ μὴ ἐμμελῶν οἰ‐ κεῖος τῇ μεσότητι τῆς ψυχῆς, καὶ ὅλως χαρακτηρίζει τὸ
5διατονικὸν γένος, καθ’ ὃ ἥρμοσται ἡ ὅλη ψυχή. προσλαβὼν δὲ καὶ τὸ εἶναι δεύτερος ἐμπρέποι ἂν τῇ τάξει τῆς ψυχῆς, ἐν ᾗ πάντα δευτέρως ἐστὶ τὰ γένη τοῦ ὄντος. ἔτι δὲ πρὸς τούτοις τετράκις μὲν ἔχον τὸ διάγραμμα τὴν διὰ πασῶν, τὴν κατακορεστάτην τῶν συμφωνιῶν, ἅπαξ δὲ τὴν διὰ πέντε,
10τελευτῶν δὲ εἰς ἕνα τόνον, ἔχοι ἂν τῆς μὲν τετραμεροῦς τοῦ κόσμου διαιρέσεως, ὡς εἴπομεν [p. 230, 15 ss], ἄνωθεν ἀπὸ τοῦ αὐτοζῴου διὰ τῆς ψυχῆς εἰς τὸ πᾶν ἐλθούσης καὶ τῶν ἐν ἐκείνῳ τεττάρων ἰδεῶν τὴν τετραπλῆν αἰτίαν τῆς ἐν ἑκάστῃ τῶν μερίδων ἁρμονίας τελέας, δι’ ἣν καὶ ὁ οὐρανὸς
15εἷς κόσμος ἐστὶν ἑαυτῷ σύμφωνος οὐρανίως, καὶ ἡ γῆ πάντα ἔχει χθονίως, καὶ ἑκάτερον τῶν ἐν μέσῳ τούτων ὡσαύτως. ἐπειδὴ δὲ οὐ μόνον ἐστὶ τετραμερὴς ὁ κόσμος, ἀλλὰ καὶ πεντάσχημος, ἔχων καὶ τὴν πέμπτην ἰδέαν μετὰ τῶν τεττά‐ ρων, εἰκότως μετὰ τὸ τετράκις διὰ πασῶν καὶ τὴν διὰ πέντε
20συμφωνίαν ἔχει καθ’ ἑαυτὴν ἡ ψυχή. λοιπῆς δὲ οὔσης τῆς εἰς ὀκτὼ μὲν σφαίρας τοῦ οὐρανοῦ τομῆς, εἰς ἐννέα δὲ τοῦ κόσμου παντός, καὶ τῆς μὲν ταῖς ἐν Πολιτείᾳ [X 617 B] Σειρῆσι, τῆς δὲ ταῖς ὅλαις Μούσαις ἀνειμένης, ὑφ’ ἃς καὶ αἱ Σειρῆνες, πάλιν εἰκότως ὁ τόνος συνέκλεισε τὸ διά‐
25γραμμα πᾶν. καὶ ἄλλας παρὰ ταύτας διαιρέσεις οὐδὲ πλά‐ σαι δυνατὸν ὑπὸ Πλάτωνος ἡμῖν παραδεδομένας, τὴν εἰς τέσσαρα λέγω, τὴν εἰς πέντε, τὴν εἰς ὀκτώ, τὴν εἰς ἐννέα, τὰς μὲν ἐνταῦθα, τὰς δὲ ἐν Πολιτείᾳ γεγραμμένας, ὥστ’ εἰκότως ἐκ πάντων ἐστὶ τῶν ῥηθέντων τὸ πᾶν διά‐
30γραμμα τὸ ψυχογονικόν, τοῦ τόνου λέγω, τῆς διὰ πέντε,
in Ti
.

2

.

235

τῆς τετράκις διὰ πασῶν, εἰκότως τοῦ τόνου ληφθέντος ἄλλως νῦν ἡμῖν ἢ πρότερον καὶ τοῦ διὰ πέντε καὶ τοῦ τετράκις διὰ πασῶν, ἵνα καθ’ ὅλον ὀφθῇ ταῦτα τὸν κόσμον ὡς ἂν τοῦ ὅλου διαγράμματος ἔχοντα τὴν δύναμιν. καὶ εἴληπταί
5γε πάντα κατὰ τὰς Πλάτωνος πάσας διαιρέσεις τῶν ἐγκο‐ σμίων τριπλᾶς οὔσας, κατὰ τὰς ἰδέας, κατὰ τὰ σχήματα, κατὰ τὰς σφαίρας. οἱ μὲν οὖν ἄλλοι πάντες ἡμιόλιοι λόγοι καὶ ἐπόγδοοι μερικωτέρων ἦσαν δεσμοὶ τάξεων ἐμπεριεχομένων ἢ ταῖς πέντε μοίραις τοῦ παντὸς ἢ ταῖς εἰς ὀκτὼ καὶ ἐν‐
10νέα τομαῖς, οἷον θεῶν ἢ δαιμόνων ἢ ψυχῶν ἢ φύσεων ἢ σωμάτων, καὶ θεῶν οἳ μὲν ἄλλων, οἳ δὲ ἄλλων (καθ’ ἑκά‐ στην γὰρ μοῖράν εἰσι τάξεις διαφέρουσαι θεῶν καὶ ἀνὰ λόγον αἱ δεύτεραι ταῖς πρὸ αὐτῶν), καὶ δαιμόνων ὡσαύτως οἳ μὲν ἄλλης ὄντες σειρᾶς, οἳ δὲ ἄλλης, καὶ ψυχῶν καὶ
15φύσεων καὶ σωμάτων. αὕτη δὲ ἡ διὰ πέντε συμφωνία καὶ οὗτος ὁ ἐπόγδοος λόγος μετὰ τὸ τετράκις διὰ πασῶν οὐ μάτην ἐλήφθησαν, ἀλλὰ διότι τῶν ὅλων εἰσὶ συνεκτικοὶ κοι‐ νῶς, λέγω δὲ οἷον πάντων ὁμοῦ τῶν κατὰ τὴν πενταμερῆ τομὴν διατεταγμένων καὶ πάντων τῶν εἰς ὀκτὼ καὶ εἰς ἐν
20νέα διῃρημένων, ὡς τὸν ἕνα λόγον συνέχειν τῆς ἐννεασφαίρου πρὸς τὴν ὀκτάσφαιρον, ὥσπερ δὴ καὶ τὰ πάντων λείμματα τῶν ἐπιτρίτων ἢ αἱ καθ’ ἑκάστην μοῖραν τῆς τετραμεροῦς διακοσμήσεως ἔσχαται ὑφέσεις καὶ πολυμέριστοι ἢ αἱ κοιναὶ πάντων εἰσὶν εἰς τὸν ἔσχατον τόπον δόσεις, δι’ ἃς καὶ θεοὶ
25καὶ δαίμονες καὶ ψυχαὶ μερικαὶ καὶ φύσεις εἰς ἐκεῖνον καθήκουσιν, συμφωνοῦσαι μὲν ἀλλήλαις, κατὰ δὲ τὴν ἐσχά‐ την καὶ πάντη μεριστὴν συμφωνίαν, οἵαν εἶναι τὴν τῶν ἐπιμερῶν φαμεν· εἰκότως ἄρα ὁ Πλάτων εἰς τοῦτο καταντή‐ σας ἐπήνεγκεν [36 B], ὅτι ἅπαν ἤδη κατανηλώκει τὸ
30κρᾶμα διαιρῶν ὁ δημιουργός· οὐδὲν γὰρ μάτην οὔτε ὁ θεὸς
ποιεῖ οὔθ’ ἡ φύσις. οὔτ’ οὖν πλέον οὔτ’ ἔλαττον ὑπέστησε
in Ti
.

2

.

236

τὸ κρᾶμα τῶν μοιρῶν, ἀλλ’ ὅσων ἐδεῖτο πρὸς αὐτὴν τὴν ὁλότητα τῆς ψυχῆς, ἐνεργῶν παρήγαγε· τὸ γὰρ ἐκ τῶν μερῶν ὅλον οὔτε πλέον οὔτε ἔλαττόν ἐστι τῶν οἰκείων με‐ ρῶν, ἀλλὰ πάντη τοῖς οἰκείοις μορίοις συμπεπληρωμένον.
5πᾶν οὖν τὸ μιχθὲν ἐκ τῶν ἁρμονικῶν ἐστι λόγων, καὶ ἔστιν ὡς τύπῳ εἰπεῖν ἡ ἁρμονία αὕτη πᾶσα παράδειγμα οὐσιῶδες ἐν τῇ ψυχῇ τοῦ παντὸς τῆς κατὰ πάσας τὰς ἐν τῷ κόσμῳ διαιρέσεις ἁρμονίας. καὶ μὴν καὶ ὁ πᾶς ἀριθμός ἐστι τῆς ψυχῆς τῶν οὐσιωδῶν ἐν αὐτῇ μονάδων μυριάδες
10δέκα, χιλιάδες πέντε, ἑκατοντάδες 〈ἐννέα, δεκάδεσ〉 τέσσαρες, μονάδες ἑπτά, κατὰ πάντας τοὺς τῶν ἀριθμῶν διακόσμους προελθών· δεκαδικῶς μέν, ἵνα κοσμικὴ ψυχὴ γένηται· κόσμου γὰρ ἡ δεκὰς ἀριθμός· πεμπαδικῶς δέ, ἵνα πρὸς ἑαυτὴν ἐπεστραμμένη τυγχάνῃ· ἐπιστρεπτικὴ γὰρ ἡ πεμπὰς εἰς ἑαυ‐
15τήν· ἐννεαδικῶς δέ, ἵνα μὴ μοναδικῶς συνέχῃ τὸ πᾶν, ἀλλὰ καὶ ὡς ἄχρι τῶν ἐσχάτων ἀπὸ μονάδος ἐλθών· τετραδικῶς δέ, ὡς τὴν τετραμερῆ συνάγουσα διαίρεσιν εἰς ἕν· ἑβδομα‐ δικῶς δέ, ὡς πάντα ἐπιστρέφουσα πρὸς τὴν μονάδα, πρὸς ἣν καὶ ἡ ἑβδομὰς ἀνῆκται, μόνη ἀμήτωρ οὖσα καὶ ἀθή‐
20λυντος. καὶ ἐν ταύτῃ μέν ἐστιν ὁλικῶς, ἐν δὲ ταῖς θείαις ψυχαῖς ὡς ἐνεργούσαις πρὸς ἐκείνην ὁλικῶς καὶ μερικῶς, ἐν δὲ ταῖς δαιμονίαις ὡς ἔτι μερικώτερον ἐνεργούσαις ἀνάπαλιν μερικῶς καὶ ὁλικῶς, ἐν δὲ ταῖς ἀνθρωπίναις με‐ ρικῶς μόνον καὶ γνωστικῶς μόνον· οὕτω γὰρ καὶ πάντα ἐν
25αὐταῖς τὰ εἴδη, οἷον ἀνθρώπου, δαίμονος, θεοῦ, ἵνα γινώ‐ σκωσι πάντα διὰ τούτων ἐν τοῖς κρείττοσιν ὄντων ἅμα ποιητικῶς καὶ γνωστικῶς. τοῦτο μὲν οὖν τὸ μῖγμα μόνης ἐστὶ τῆς ὅλης ψυχῆς· καὶ ἐφ’ ἑκάστης τῶν θείων ψυχῶν ὡσαύτως καὶ ὁμοίως ἐπὶ τῶν δαιμονίων ψυχῶν, ὧν ἑκάστη
30νοῦν τε ὑπερκείμενον ἔχει τῆς οἰκείας οὐσίας καὶ ὄχημα
in Ti
.

2

.

237

ἴδιον καὶ ζωὴν τὴν περὶ τοῦτο μεριζομένην. εἰ δὲ καὶ ἐπὶ τῶν μερικῶν ψυχῶν ἑκάστης ἴδιον δεῖ λαμβάνειν τό τε ὑπὲρ αὐτὰς ἀμέριστον καὶ τὸ μετ’ αὐτὰς μεριστόν, ἢ τὸ μὲν οὕτως, τὸ δὲ ἐκείνως, εἰ καὶ ἤδη παρ’ ἡμῶν ἠξίωται
5διαίτης, διαφερόντως ἐν τοῖς περὶ τῆς γενέσεως αὐτῶν λό‐ γοις ἐπιστήσομεν τὴν τοῦ Πλάτωνος περὶ αὐτῶν κρίσιν θηρεύοντες. Ταύτην οὖν δὴ τὴν σύστασιν πᾶσαν διπλῆν κατὰ μῆκος σχίσας, μέσην πρὸς μέσην ἑκατέραν ἀλλή‐
10λαις οἷον χῖ προσβαλών [36 B]. Πρῶτον εἰπεῖν χρὴ μαθηματικῶς, ὁποῖόν ἐστι τὸ σχῆμα τῆς ψυχῆς, ἔπειθ’ οὕτω τὴν τῶν πραγμάτων θεωρίαν ἐπενεγ‐ κεῖν, ἵνα καλῶς ὑπὸ τῆς φαντασίας ποδηγηθέντες καὶ πρὸς τὴν ἐπιστημονικὴν ἀντίληψιν τῶν λεγομένων ἑαυτοὺς ἐπι‐
15τηδείους παράσχωμεν. νενοήσθωσαν οὖν οἱ ἀριθμοὶ πάν‐ τες ἐφ’ ἑνὸς γεγραμμένοι κανόνος, ὥσπερ δὴ καὶ ποιεῖν εἰώθασιν οἱ ἁρμονικοί, καὶ ἔστω ὁ κανὼν καθ’ ὅλον τὸ ἑαυτοῦ βάθος ἔχων τοὺς ἀριθμούς, καὶ διῃρήσθω κατὰ μῆκος ὁ κανών. ἔσονται δὴ καθ’ ἑκάτερον τῶν τμημάτων
20οἱ λόγοι πάντες· εἰ μὲν γὰρ κατὰ πλάτος ἡ διαίρεσις ἐγε‐ γόνει, τοὺς μὲν ὡδί, τοὺς δὲ ὡδὶ τῶν ἀριθμῶν ἀπολαμβά‐ νεσθαι πάντως ἀναγκαῖον ἦν· ἐπεὶ δὲ κατὰ μῆκος ἡ σχίσις, ἐν δὲ παντὶ τῷ μήκει πάντες, ἐν ἑκατέρῳ τῶν μορίων οἱ αὐτοὶ ἔσονται· ἐκεῖνο γὰρ δῆλον, ὅτι οὐ ταὐτὸν τὸ μῆκος
25διελεῖν καὶ κατὰ τὸ μῆκος· τοῦτο μὲν γὰρ σημαίνει δι’ ὅλου φοιτᾶν τοῦ μήκους τὴν σχίσιν, ἐκεῖνο δὲ αὐτὸ τέμνειν δη‐ λοῖ τὸ μῆκος. διῃρήσθω δ’ οὖν ὁ κανὼν οὕτω κατὰ μῆκος, καὶ προσβεβλήσθω τὰ δύο ταῦτα μήκη ἀλλήλοις κατὰ τὰ σημεῖα τὰ δίχα τέμνοντα τὰ μήκη, μὴ πάντως πρὸς ὀρθάς
30(οὐδὲ γὰρ οἱ κύκλοι ἔσονται πρὸς ὀρθάς), καὶ κατακεκάμ‐ φθωσαν αἱ εὐθεῖαι οὕτως, ὥστε κατὰ τὰ ἄκρα πάλιν συν‐ άπτεσθαι. γίγνονται δὴ δύο κύκλοι, καὶ τούτων γεγονέτωσαν
ὃ μὲν ἐντός, ὃ δὲ ἐκτός, λοξοὶ πρὸς ἀλλήλους. καλεῖται
in Ti
.

2

.

238

τοίνυν ὃ μὲν ταὐτοῦ κύκλος, ὃ δὲ θατέρου, καὶ ἔστιν ὃ μὲν οἷον κατὰ τὸν ἰσημερινόν, ὃ δὲ κατὰ τὸν ζῳδιακόν· περὶ μὲν γὰρ τὸν ζῳδιακὸν φέρεται πᾶς ὁ θατέρου κύκλος, περὶ δὲ τὸν ἰσημερινὸν ὁ ταὐτοῦ· διὸ καὶ τὰς εὐθείας οὐκ ᾠό‐
5μεθα δεῖν πρὸς ὀρθὰς λαμβάνειν, ἀλλ’ οἱονεὶ χῖ, καθάπερ ὁ Πλάτων φησίν, ὥστε τὰς κατὰ κορυφὴν ἴσας εἶναι μόνον, τὰς δὲ ἐφ’ ἑκάτερα καὶ ἐφεξῆς ἀνίσους· οὐδὲ γὰρ ὁ ἰση‐ μερινὸς πρὸς ὀρθὰς τέμνει τὸν ζῳδιακόν. τὸ μὲν οὖν μαθη‐ ματικὸν ὡς συντόμως εἰπεῖν περὶ τοῦ σχήματος τῆς ψυχῆς
10τοιοῦτόν ἐστιν. ἐξ ἀρχῆς δὲ πάλιν αὐτὰ τὰ πράγματα θεωροῦντες λέγωμεν πρὸς τὴν ψυχικὴν οὐσίαν ἐπανάγοντες τοὺς λόγους. καὶ πρῶτον ἐκεῖνο διορισώμεθα, ὅτι κατὰ μὲν τὰς μαθηματικὰς ἐπιστήμας διῄρηται ἀπ’ ἀλλήλων τό τε συνεχὲς καὶ τὸ διωρισμένον καὶ ἀντίκειται πρὸς ἄλληλα τρό‐
15πον τινά, καὶ οὔτε τὸ διωρισμένον συνεχὲς εἶναι δυνατὸν οὔτε τὸ συνεχὲς διωρισμένον. ἐπὶ δὲ τῆς ψυχῆς ἀμφότερα συντρέχει, καὶ ἡ ἕνωσις καὶ ἡ διαίρεσις· καὶ γὰρ μονάς ἐστι καὶ ἀριθμός, καὶ εἷς λόγος καὶ πλῆθος, ἕν τε καὶ πολλά, καὶ ὡς μὲν ὅλον οὖσα συνεχής ἐστιν, ὡς δὲ ἀριθμὸς
20διῃρημένη κατὰ τοὺς ἐν αὐτῇ λόγους, καὶ διὰ μὲν τῆς συνεχείας ὁμοιουμένη πρὸς τὴν ἕνωσιν τῶν νοητῶν, διὰ δὲ τοῦ πλήθους πρὸς τὴν διάκρισιν, καὶ ἔτι τούτων ἀνωτέρω κατὰ μὲν τὴν ἕνωσιν εἰκόνα καὶ ἔμφασιν ἔχουσα τοῦ ἑνός, κατὰ δὲ τὴν διαίρεσιν καὶ τὸ πλῆθος τῶν θείων ἀριθμῶν.
25διόπερ οὔτε ἀριθμητικὴν ἔχει μόνον τὴν οὐσίαν (οὐ γὰρ ἂν ἦν συνεχής), οὔτε γεωμετρικήν (οὐ γὰρ ἂν ἦν διωρισμένη), ἅμα δέ ἐστιν ἀμφότερα. καὶ ἀριθμητικὴν ἄρα καὶ γεωμετρι‐ κὴν αὐτὴν ῥητέον. ἀλλὰ καθόσον ἀριθμητική ἐστιν, ἔχει καὶ τὴν ἁρμονικὴν ὁμοῦ κατ’ οὐσίαν (τὸ γὰρ πλῆθος ἡρμο‐
30σμένον ἐστὶ τὸ ἐν αὐτῇ, καὶ ἐν ταὐτῷ τό τε καθ’ αὑτὸ καὶ τὸ πρός τι ποσὸν συνείληφεν), καθόσον δὲ γεωμετρική, τὴν
σφαιρικήν· οἱ γὰρ ἐν αὐτῇ κύκλοι καὶ ἀκίνητοί εἰσι καὶ
in Ti
.

2

.

239

κινούμενοι, κατ’ οὐσίαν μὲν ἀκίνητοι, κατ’ ἐνέργειαν δὲ ζωτικὴν κινούμενοι, μᾶλλον δὲ ὁμοῦ τὸ συναμφότερον ἔχον‐ τες· αὐτοκίνητοι γάρ εἰσι· τὸ δὲ αὐτοκίνητον ὁμοῦ κινεῖται καὶ ἀκίνητόν ἐστιν· ἑαυτὸ γὰρ κινεῖ· τὸ δὲ κινεῖν ἀκινήτου
5δυνάμεώς ἐστι. πάσας ἄρα τὰς ἐπιστήμας οὐσιωδῶς ἡ ψυχὴ προείληφε· τὴν μὲν γεωμετρίαν κατὰ τὴν ὁλότητα, κατὰ τὸ σχῆμα, κατὰ τὰς γραμμάς· τὴν δὲ ἀριθμητικὴν κατὰ τὸ πλῆθος καὶ τὰς οὐσιώδεις ἐν αὐτῇ μονάδας, ὡς ἐδείξαμεν ἔμπροσθεν· τὴν δὲ ἁρμονικὴν κατὰ τοὺς λόγους τῶν ἀριθ‐
10μῶν· τὴν δὲ σφαιρικὴν κατὰ τὰς διττὰς περιφοράς· καὶ ὁ ὡς ἀληθῶς σύνδεσμος τῶν μαθημάτων οὗτός ἐστιν, οὐσι‐ ώδης, αὐτοκίνητος, νοερός, ἡνωμένος, ἀμόρφως καὶ καθαρῶς τὰ πάντα περιέχων, ἀσχηματίστως μὲν τὰ σχήματα, ἡνωμένως δὲ τὰ διωρισμένα, ἀδιαστάτως δὲ τὰ διαστατά· ταῦτα γὰρ
15προσήκει τῇ οὐσίᾳ τῆς ψυχῆς καὶ δεῖ πάντα ἐν αὐτῇ τοῦ‐ τον τὸν τρόπον θεωρεῖν. καὶ μὴν καὶ ἐκεῖνο λαμβάνειν ἐκ τῶν κειμένων δεῖ τὸ πάντα τὰ δεύτερα τοῖς πρὸ αὐτῶν ἀναλογεῖν καὶ πανταχοῦ προηγεῖσθαι τοῦ πλήθους τὸ ἕν· ὡς γὰρ ἡ τῆς ὑπάρξεως θεωρία τὴν ἀρχὴν ἀπὸ τῆς οὐσίας
20ἐποιεῖτο καὶ ἡ τῆς ἁρμονίας τὴν ἀρχὴν ἀπὸ τῆς μιᾶς μοί‐ ρας, οὕτω καὶ ἡ περὶ τοῦ σχήματος διδασκαλία τὸ ἓν μῆκος προτίθησι τοῖν δυοῖν, καὶ ὡς ἀπὸ τῆς οὐσίας ταυτότης καὶ ἑτερότης, οὕτως ἀπὸ μονάδος τριπλάσιος καὶ διπλάσιος λό‐ γος, ἀπὸ τοῦ ἑνὸς μήκους ὅ τε ταὐτοῦ κύκλος καὶ ὁ θατέ‐
25ρου, καὶ ὡς τὰ ἡγούμενα πρὸς τὰ ἡγούμενα, οὕτω τὰ ἑπό‐ μενα πρὸς τὰ ἑπόμενα, καὶ πάντα ἀλλήλοις ὁμόλογα, ἡ οὐσία, ἡ ἁρμονία, τὸ εἶδος, καὶ πανταχοῦ μὲν πάντα διὰ τὸ ὁμόχρουν καὶ ὁμοιομερὲς τῆς ψυχικῆς ζωῆς, μᾶλλον μὴν ἐν 〈μὲν〉 τῷ ταὐτοῦ κύκλῳ τὸ ταυτὸν καὶ τὸ τριπλάσιον,
30ἐν δὲ τῷ θατέρου τὸ θάτερον καὶ τὸ διπλάσιον, καὶ οἱ λό‐ γοι πανταχοῦ μὲν πάντες, ἀλλὰ τρόπον ἕτερον ἔν τε τοῖς
πρωτίστοις καὶ ἐν τοῖς δευτέροις, οὗ μὲν νοερῶς καὶ ὁλικῶς
in Ti
.

2

.

240

καὶ ἡνωμένως, οὗ δὲ δοξαστικῶς καὶ διῃρημένως καὶ μερι‐ κῶς. ταῦτα μὲν οὖν περὶ τούτων. Περὶ δὲ τῆς σχίσεως ταύτης καὶ τῶν δύο μηκῶν ἢ τῶν κύκλων τί ποτε ῥητέον, ἄξιον κατιδεῖν· ὁ μὲν γὰρ θεῖος Ἰάμβλιχος ἄνω που
5μετεωροπολεῖ καὶ τἀφανῆ μεριμνᾷ, τήν τε μίαν ψυχὴν καὶ τὰς ἀπ’ αὐτῆς προελθούσας δύο· πάσης γὰρ τάξεως ἡ ἀμέθ‐ εκτος ἡγεῖται μονὰς πρὸ τῶν μετεχομένων, καὶ ἔστιν οἰ‐ κεῖος ἀριθμὸς τοῖς ἀμεθέκτοις καὶ συμφυής, καὶ ἀπὸ τοῦ ἑνὸς ἡ δυάς, ὥσπερ ἐπ’ αὐτῶν τῶν θεῶν. καὶ οὖν καὶ ὁ
10Τίμαιος, φησί, διὰ τῆς ψυχογονίας τὴν μίαν καὶ ὑπερ‐ κόσμιον τῷ λόγῳ δημιουργήσας ψυχήν, ἀφ’ ἧς καὶ ἡ τοῦ παντὸς καὶ αἱ ἄλλαι, τὴν δυάδα παράγει νῦν ἀπὸ ταύτης ἡ μὲν γὰρ σχίσις τὴν δημιουργικὴν δηλοῖ διαίρεσιν, ἥτις ἐν ταυτότητι καὶ τελειότητι προέρχεται τὰ αὐτὰ κατὰ δευτέ‐
15ρους ἀριθμοὺς ἀπογεννῶσα, ἡ δὲ κατὰ μῆκος διαίρεσις τὴν ἄνωθεν ἀπὸ τοῦ δημιουργοῦ καθήκουσαν πρόοδον. διὰ δὲ τούτων ἀπογεννῶνται ψυχαὶ δύο μετὰ τὴν μίαν, ὧν ἑκατέρα τοὺς αὐτοὺς ἔχει λόγους, καὶ συνάπτονταί τε ἀλλήλαις καὶ ἐν ἀλλήλαις εἰσὶ καὶ διῄρηνται ἀπ’ ἀλλήλων διασῴζουσί τε
20τὴν ἀμιγῆ καθαρότητα μετὰ τῆς δι’ ἀλλήλων ἑνώσεως· αὐ‐ τοῖς γὰρ ἥνωνται τοῖς ἑαυτῶν κέντροις. καὶ τοῦτό ἐστι τὸ μέσην πρὸς μέσην. ἐπειδὴ δὲ καὶ αὗται αἱ ψυχαὶ νοεραί εἰσι καὶ νοῦ θείου μετέχουσι, πρὶν καὶ οὐρανὸν γενέσθαι κατέκαμψεν αὐτὰς ὁ δημιουργὸς εἰς κύκλον καὶ τῇ κατὰ
25ταὐτὰ καὶ ἐν τῷ αὐτῷ κινήσει περιέλαβεν, αὐτάς τε νοερὰς ποιήσας καὶ νοῦ μεταδοὺς αὐταῖς θείου καὶ ἐνθεὶς τὴν δυάδα τῶν ψυχῶν εἰς δυάδα νοερὰν κατ’ οὐσίαν αὐτῶν ὑπερέχουσαν. ἡμεῖς δὲ εὖ μὲν καὶ ταῦτα πάντα λέγεσθαί φαμεν ὡς πρὸς τὴν τῶν πραγμάτων θεωρίαν· ἔστι γὰρ
30ταῦτα καὶ πρὸ τοῦ κόσμου· διὸ καὶ ἐν τοῖς ἐγκοσμίοις ἐστὶν ἡ μονάς, εἶτα ἡ δυάς, εἶτα ἡ ἑπτάς· καὶ γὰρ ἐν τῷ παντὶ
μία μὲν ἡ τοῦ παντός, δύο δὲ μετ’ αὐτὴν 〈αἱ〉 διελοῦσαι τὸν
in Ti
.

2

.

241

οὐρανὸν εἴς τε τὴν ταὐτοῦ καὶ τὴν θατέρου περιφοράν, ἑπτὰ δὲ μετὰ ταύτας αἱ τὰς πλανωμένας διακοσμοῦσαι. συμφωνότερον δὲ τοῖς τοῦ Πλάτωνος ῥήμασιν εἶναι νομί‐ ζομεν τὸ μήτε ἐπὶ τῶν ὑπερκοσμίων ἐκείνων ψυχῶν ἀκούειν
5τὰ λεγόμενα νῦν μήτε ἐπὶ τῶν ἐγκοσμίων τῶν πολλῶν, ἀλλ’ ἐπ’ αὐτῆς τῆς τοῦ παντὸς ψυχῆς. αὐτὸς γοῦν ἐρεῖ μικρὸν προελθὼν [36 D] μετὰ πάσας τὰς διαιρέσεις· ἐπεὶ δὲ κατὰ νοῦν τῷ ξυνιστάντι πᾶσα ἡ τῆς ψυχῆς σύστα‐ σις γεγένητο, μετὰ τοῦτο πᾶν τὸ σωματοειδὲς ἐντὸς
10αὐτῆς ἐτεκταίνετο· μίαν τε ὀνομάζων καὶ ταύτην οὐκ ἄλλην ἢ τὴν τοῦ παντός· αὕτη γάρ ἐστιν ἡ περιέχουσα τὸ σωματοειδές. τάς τε οὖν διαιρέσεις τὰς δημιουργικὰς καὶ τὰς διττὰς γραμμὰς καὶ τοὺς κύκλους ἐπ’ αὐτῆς ληπτέον· καὶ γὰρ οὐκ ἀπορήσομεν λόγων. ἐπειδὴ γοῦν συναγωγός
15ἐστι τῶν τε ἀκινήτων πάντων καὶ τῶν ἑτεροκινήτων, τῶν τε ἀμερίστων καὶ τῶν μεριστῶν, τῶν τε παραδειγμάτων καὶ τῶν ἐσχάτων εἰκόνων, τῶν τε ὄντως ὄντων καὶ τῶν οὐκ ὄντως οὐκ ὄντων, εἰκότως διπλῆ τις αὐτῆς ἐστιν ἡ φύσις, ἣ μὲν πρὸς τοῖς κρείττοσιν, ἣ δὲ πρὸς τοῖς ὑφειμένοις, διότι δὴ
20καὶ ταῦτα παντάπασιν ἀλλήλων κεχωρισμένα δεῖται καὶ αὐτὰ τρόπον τινὰ δυοῖν μεσοτήτων. ἀλλ’ ἐπὶ μὲν τῶν αἰσθητῶν δύο τὰ συνάπτοντα τὰ διῃρημένα ἀπ’ ἀλλήλων, ἐπὶ δὲ τῶν ἀσωμάτων μία ἐστὶν οὐσία δυοειδὴς συνδετικὴ τῶν ἄκρων, ἧς τὸ μὲν τοῖς νοητοῖς συναφές ἐστι νοερόν, ἐπιστημονικόν,
25φρονήσει θείᾳ διαλάμπον, ἀναγωγόν, τὰς αἰτίας τῶν πραγ‐ μάτων περιέχον, τὸ δὲ τοῖς μεριστοῖς προσεχὲς ἑτεροποιόν, ἐφαπτόμενον τῶν αἰσθητῶν, ἐπιτρέχον τῇ προνοίᾳ τῶν δευ‐ τέρων, τεχνικὸν καὶ ὅσα ἄλλα τούτοις ἐστὶ συγγενῆ περι‐ ειληφός. ἐν ἑκατέρῳ δὲ τούτων οἱ λόγοι πάντες εἰσί· ταύτῃ
30γὰρ ἡ οὐσία τῆς ψυχῆς διενήνοχε τῆς νοερᾶς οὐσίας· ἣ μὲν γὰρ μονοειδής ἐστι καὶ πάντα τὰ εἴδη μοναδικῶς προείληφεν,
ἣ δὲ δυαδικὴ καὶ τοὺς αὐτοὺς λόγους ἔχει διανοητικῶς καὶ
in Ti
.

2

.

242

δοξαστικῶς, ἄλλως μὲν ἐν τῷ ταὐτοῦ κύκλῳ, ἄλλως δὲ ἐν τῷ θατέρου· καὶ γὰρ μονάς ἐστι καὶ δυάς, μιμουμένη καὶ ταύτῃ τὴν ἑαυτῆς αἰτίαν, ἣ καὶ μονάς ἐστι καὶ δυὰς ὡς πρὸς μονάδα τὸν πατέρα τῶν νοερῶν θεῶν· καὶ γὰρ αὕτη
5μονὰς μέν ἐστιν ὡς πρὸς τὸ πᾶν, δυὰς δὲ ὡς πρὸς τὸν νοῦν· ὅλως γὰρ ἡ διαίρεσις αὕτη καὶ ὁ πληθυσμὸς ἀπ’ ἐκείνης ὑπάρχει τῆς θεότητος. προόδου γοῦν καὶ πλήθους καὶ πολλαπλασιασμῶν αἴτιόν ἐστι τὸ ζῳογονικόν· διὸ καὶ τῶν φιλοσόφων τινὲς τοῖς θεοῖς ἐξομοιοῦντες τὰ ἀπ’ αὐτῶν
10τοὺς μὲν νόας κατὰ τὸ ἄρρεν γένος τῶν θεῶν, τὰς δὲ ψυ‐ χὰς κατὰ τὸ θῆλυ τάττειν ἀξιοῦσι· νοῦς μὲν γὰρ ἀδιαίρετος καὶ περισσοειδής, ψυχὴ δὲ διαιρετὴ καὶ δυοειδής, καὶ ὃ μὲν ταῖς πατρικαῖς αἰτίαις, ἣ δὲ ταῖς γονίμοις ἀνὰ λόγον, καὶ ὃ μὲν τοῦ πέρατος ὢν συγγενής, ἣ δὲ τῆς ἀπειρίας. καὶ εἴ
15με ἔροιο, πῶς ἡ ψυχὴ μία καὶ πῶς δυοειδής, εἴποιμ’ ἄν, μία μὲν ὡς αὐτοκίνητος (τοῦτο γὰρ κοινὸν ἁπάσης τῆς ψυχικῆς ζωῆς καὶ τῶν ἐν αὐτῇ μερῶν), δυοειδὴς δὲ κατὰ τὰς διττὰς ζωάς, τήν τε πρὸς τὰ πρῶτα ἐπιστρεφομένην καὶ τὴν τῶν δευτέρων προνοοῦσαν. καὶ κατὰ μὲν τὸ οὐσιῶδες
20τὴν μίαν αὐτὴν ἔχειν φήσω ζωήν (καὶ γὰρ τὸ αὐτοκίνητον οὐσία τῆς ψυχῆς), κατὰ δὲ τὸ ταυτὸν καὶ ἕτερον διττὰς 〈τὰσ〉 ἑαυτῆς διορίζειν ζωάς. ἀλλὰ διὰ τί εὐθυγραμμικῶς ὑφί‐ στησι τὴν ψυχὴν πρῶτον, ἔπειτα κυκλικῶς; καὶ τίνα τρόπον ἡ εὐθεῖα γραμμὴ προσήκει τῇ οὐσίᾳ τῆς ψυχῆς; *** ἀνὰ
25λόγον τῇ εὐθείᾳ γραμμῇ νοεῖν· ὡς γὰρ ἡ εὐθεῖα γραμμὴ ποθὲν ποὶ πρόεισιν ἀπαρεγκλίτως καὶ ὡρισμένως—μία γὰρ εὐθεῖα μόνη μεταξὺ δύο σημείων ἐστί—καὶ ὡς ἄπειρός ἐστι τῇ φύσει τῇ ἑαυτῆς, οὕτω καὶ ἡ ψυχὴ γεννᾶται δύνα‐ μις οὖσα ἄπειρος· καὶ ὡς τὸ σημεῖον τὸ ἀδιάστατον ἡγεῖται
30τῆς γραμμῆς, οὕτω δὴ καὶ ὁ νοῦς προηγεῖται τῆς ψυχῆς,
in Ti
.

2

.

243

περιέχων αὐτὴν ἀδιαιρέτως καὶ πᾶσαν αὐτῆς τὴν οὐσίαν ἀμερίστως προειληφώς· νῷ γὰρ τὸ ἀμερὲς οἰκεῖον, ψυχῇ δὲ τὸ πρώτως μεριστόν. τοιοῦτον δὲ τὸ σημεῖον καὶ ἡ γραμμή. ταῦτ’ οὖν διεστήσατο καλῶς, καὶ τῇ ψυχῆ τὴν εὐθεῖαν ἀνῆκεν
5ὁ λόγος καὶ ἐπὶ ταύτῃ τὸν κύκλον, ἃ δὴ γραμμὰς εἶναί φαμεν ἁπλᾶς, τῷ δὲ νῷ τὸ σημεῖον· ἐκεῖθεν γὰρ οἷον ἐξ ἀδύτου τινὸς ἀναφαίνεται ὁ τῆς ψυχῆς λόγος, ἐκφαίνων τοῦ νοῦ τὸ ἀμερὲς καὶ ἀπαγγέλλων αὐτοῦ τὴν σιγωμένην καὶ ἄφραστον ἕνωσιν· αὐτὸς δὲ ὁ νοῦς ἵδρυται ἐν ἑαυτῷ
10μονίμως, πάντα νοῶν ἡσύχως, σημεῖον μὲν ὢν καὶ κέντρον ὡς πρὸς τὴν ψυχήν, εἰ μὲν ἡ ψυχὴ κύκλος, αὐτὸς ὢν τὸ κέντρον, ἡ τοῦ κύκλου δύναμις, εἰ δὲ ἡ ψυχὴ γραμμὴ ὡς εὐθεῖα, σημεῖον ὢν αὐτός, ἀδιαστάτως δὲ τὸ διαστατὸν καὶ ἀμερῶς τὸ μεριστὸν καὶ κεντρικῶς τὸ κυκλικὸν περιέχων
15εἶδος, κύκλος ὡς πρὸς τὴν τἀγαθοῦ φύσιν, περὶ ἣν ὅλος πανταχόθεν συννεύει πόθῳ τοῦ ἑνὸς καὶ τῆς τοῦ ἑνὸς καὶ τῆσ πρὸς τὸ ἓν συναφῆς. ἔτι καὶ καθ’ ἕτερον τρόπον τῇ ψυχῇ τὴν γραμμὴν προσήκειν ἐροῦμεν· νοῦς μὲν γάρ, καὶ εἴ τις αὐτῷ διδοίη κίνησιν, ἀμετάβατον ἔχει ταύτην τὴν
20ἐνέργειαν· ὅλον γὰρ ὁμοῦ θεᾶται τὸ νοητόν, αἰώνιον ζωὴν ἔχων περὶ τὰ αὐτὰ καὶ ἐν τῷ αὐτῷ καὶ κατὰ ταὐτὰ ἐνερ‐ γῶν· ψυχὴ δὲ μεταβατικήν· ἄλλοτε γὰρ ἄλλοις εἴδεσι προσ‐ βάλλει, κἂν τὴν τοῦ παντὸς εἴπῃς· ἴδιον γὰρ τοῦτο ψυχῆς, τὸ διὰ χρόνου ἐνεργεῖν, ὡς ἐν τῷ Φαίδρῳ [247 D] φησί.
25πᾶσα δὲ κίνησις μεταβατικὴ γραμμή ἐστιν· ἔχει γὰρ 〈τὸ〉 ποθὲν ποὶ καὶ τὸ κατ’ εὐθεῖαν καὶ ἑτέραν μὲν τὴν ἀρχήν, ἕτερον δὲ τὸ πέρας. ὥστε καὶ ταύτῃ τὴν γραμμὴν ἐπὶ τὴν ψυχι‐ κὴν ἀναπέμψομεν ζωήν. ἔτι τὸ μὲν ἀκίνητον αἴτιον τῶν αὐτοκινήτων ἐστὶ κινητικόν· ταῦτα γὰρ αὐτοῦ μετέχει προσ‐
30εχῶς· τὸ δὲ αὐτοκίνητον τῶν ἑτεροκινήτων. ἐπεὶ τοίνυν ἡ
in Ti
.

2

.

244

ψυχὴ προνοεῖ τῶν ἑτεροκινήτων, πρὸ αὐτῶν οὖσα κατ’ οὐ‐ σίαν καὶ ὡς αὐτόζως τῶν τὴν ζωὴν ἐχόντων ἐπείσακτον ἀναβεβηκυῖα πάντων, ἔχει καὶ κατὰ τοῦτο τὸ γραμμοειδὲς ἐν τῇ προνοίᾳ τῇ ἑαυτῆς, ἑτέρων οὖσα κινητικὴ καὶ ἑτερο‐
5κινήτων συστατική, καθάπερ ἡ γραμμὴ διάστασίς ἐστιν ἄλλου πρὸς ἄλλο καὶ ἔκστασις ἑαυτῆς ἐξισταμένη. ἐν μὲν οὖν τοῖς περὶ τοῦ μίγματος λόγοις κἀν τοῖς περὶ τῶν ἀριθμῶν καὶ τῶν μεσοτήτων αὐτὸ τὸ ὂν τῆς ψυχῆς ἐξέφαινεν, ὅπως ἕν ἐστι καὶ πολλά, καὶ τίνας ἔχει προόδους καὶ ἐπιστροφὰς
10πρός τε τὰ ἀνωτέρω καὶ πρὸς ἑαυτό, καὶ ὅπως τὰ μετ’ αὐτὸ καὶ παράγει καὶ ἐπιστρέφει, καὶ ὅπως ἐλόγωσε τὸν κόσμον ὅλον καὶ συνέδησεν. ἐν δὲ τοῖς περὶ τῆς εὐθείας καὶ τῶν κύκλων τὸ ζωτικὸν τῆς ψυχῆς καὶ νοερὸν παραδίδωσι, καὶ ὡς μετέχει τῆς ἐν νῷ ζωῆς, καὶ ὡς ἐπέστραπται πρὸς ἑαυτό,
15καθὸ καὶ αὐτόζων ἐστὶ καὶ αὐτοκίνητον· ἡ μὲν γὰρ εὐθεῖα τὴν ἀπὸ τῶν κρειττόνων πρόοδον δηλοῖ τῆς ψυχικῆς ζωῆς, ἡ δὲ εἰς κύκλον κατάκαμψις τὴν νοερὰν στροφήν· καὶ γὰρ ταύτην τὴν δύναμιν καὶ τὴν παρακτικὴν τῆς ἐν ἑαυτῇ ζωῆς ἀπὸ τοῦ πατρὸς ἔλαχεν ἡ ψυχή. διττῆς δὲ οὔσης τῆς ψυχι‐
20κῆς ζωῆς, τῆς μὲν διανοητικῆς, τῆς δὲ δοξαστικῆς, δύο τε εὐθεῖαι προέρχονται καὶ εἰς δύο κατακάμπτονται κύκλους. ὡς οὖν συνελόντι φάναι, ἡ μὲν οὐσία τῆς ψυχῆς ὅλον οὖσα καὶ ἐκ μερῶν ἀριθμός ἐστιν ἡρμοσμένος, ἡ δὲ ζωὴ εὐθεῖα *** μονοειδὴς καὶ δυοειδής, ὁ δὲ νοῦς διανοητικὸς καὶ δοξα‐
25στικός· ἔστι γὰρ ἐν αὐτῇ τὸ ὄν, ἡ ζωή, ὁ νοῦς. μᾶλλον δὲ καὶ πρὸ τῶν γνωστικῶν δυνάμεων τὰς ζωτικὰς ἐφ’ ἑαυτῶν ἰδόντες ὁμοῦ μὲν οὔσας μεταβατικάς, ὁμοῦ δὲ αὐτοκινήτους, τὸ μὲν μεταβατικὸν αὐτῶν τὴν εὐθεῖαν ἐνεικονίζεσθαι φή‐ σομεν, τὸ δὲ αὐτοκίνητον τὸν κύκλον· ἀφ’ ἑαυτῶν γὰρ
30κινοῦνται πρὸς ἑαυτάς. διὸ καὶ ὁ Τίμαιος κατ’ αὐτὴν μόνην ἐν τούτοις τὴν ζωτικὴν κίνησιν λαβὼν τό τε εὐθὺ καὶ κυκλικόν, ἐν τοῖς ἑπομένοις τὰς γνωστικὰς τῶν κύκλων
παραδίδωσι κινήσεις, ὡς ἤδη γενομένης αὐτῷ τῆς ψυχῆς
in Ti
.

2

.

245

αὐτοκινήτου, καὶ πᾶσαν ἑαυτὴν κινοῦσαν ἀποκαλεῖ [37 A]. νῦν δ’ οὖν εἰ ζωὰς τὰς εὐθείας θήσομεν καὶ ταύτας οὐ‐ σιώδεις, διὸ καὶ τὴν σύστασιν αὐτῆς ἐποίησεν εὐθεῖαν τῆς ψυχῆς ὡς ἂν τῷ εἶναι τὸ ζῆν ἔχουσαν, τὸν κύκλον τὸ εἶδος
5τῆς ζωῆς ὁποῖόν ἐστι δηλοῦν ἡμεῖς γε φήσομεν, καὶ ὡς αὐτοκίνητον καὶ ἀφ’ ἑαυτοῦ ἀρχόμενον καὶ εἰς ἑαυτὸ ἐπι‐ στρεφόμενον, ἀλλ’ οὐχ οἷον τὸ τῶν ἀλόγων εἰς τὰ ἔξω φερό‐ μενον οἷον ἐπ’ εὐθείας, ἅτε εἰς ἑαυτὸ συννεῦσαι μηδέποτε δυνάμενον καὶ ὀρεκτικὸν ἄλλων τῶν ἐκτὸς κειμένων· τὸ γὰρ
10αὐτοκίνητον ἀφ’ ἑαυτοῦ πρὸς ἑαυτὸ κινεῖται καὶ ὀρέγεται ἑαυτοῦ καὶ σύνεστιν ἑαυτῷ. διὸ καὶ κυκλικόν ἐστι τὸ τοι‐ όνδε τῆς ζωῆς εἶδος· ἐν γὰρ κύκλῳ τὸ αὐτὸ πέρας ἐστὶ καὶ ἀρχή, καθάπερ καὶ ἐν τῷ πρὸς ἑαυτὸ ἐπιστρεφομένῳ καὶ ἀρχομένῳ ἀφ’ ἑαυτοῦ καὶ τελευτῶντι εἰς ἑαυτό. καὶ ἡ εὐ‐
15θεῖα οὖν ἀδιάστατος καὶ ὁ κύκλος, ἣ μὲν οὖσα ζωῆς εἰκών, ὃ δὲ ἐπιστρεπτικῆς εἰς ἑαυτὴν ζωῆς καὶ οὐ πάσης ἁπλῶς ζωῆς· καὶ γὰρ ἄμφω θεᾶσθαι δυνατὸν ἐπὶ τῶν ψυχῶν, τὸ μὲν εὐθὺ κατὰ τὰς μεταβάσεις τῶν ὀρέξεων, τὸ δὲ κυκλικὸν κατὰ τὴν ἀπὸ τῶν αὐτῶν ἐπὶ τὰ αὐτὰ περιαγωγήν. ἃ δὴ
20καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης [247 D] εἰδὼς κύκλῳ περι‐ φέρεσθαί φησι τὰς ψυχὰς τρεφομένας ὑπὸ τῶν νοητῶν ὡς ὀρεκτῶν καὶ εὐπαθούσας ἄλλοτε ὑπ’ ἄλλων καὶ ἀπὸ τῶν αὐτῶν εἰς τὰ αὐτὰ ἐπανιούσας. τί οὖν ἔτι φοβηθησόμεθα τοὺς δεινοὺς τῶν Περιπατητικῶν, οἳ δὴ ἐρωτῶσιν
25ἡμᾶς, ποίαν ὁ Πλάτων παρείληφεν ἐνταῦθα γραμμήν; τὴν φυσικήν; ἀλλ’ ἄτοπον· πέρας γὰρ αὕτη τῶν σωμάτων. ἀλλὰ τὴν μαθηματικήν; ἀλλὰ ἀκίνητος αὕτη καὶ οὐκ οὐσία· τὴν δὲ ψυχὴν οὐσίαν τε εἶναι καὶ χωριστὴν σωμάτων φαμέν. μάτην οὖν ταῦτα φήσομεν αὐτοὺς ἐρωτᾶν· πάλαι γὰρ γραμ‐
30μὴν ἡμεῖς οὐσιώδη λέγοντες οὐ παυόμεθα, καὶ πρὸ ἡμῶν
in Ti
.

2

.

246

Ξενοκράτης, ἄτομον γραμμὴν τὴν τοιαύτην ἀποκαλῶν· γελοῖον γάρ, εἴ τις ἀδιαίρετον νομίζει μέγεθος· ἀλλὰ δῆλον, ὅτι τὸν λόγον τῆς γραμμῆς τὸν οὐσιώδη γραμμὴν ᾤετο χρῆναι καλεῖν. ὁ δέ γε Πλάτων δι’ ἐπίκρυψιν τοῖς μαθη‐
5ματικοῖς τῶν ὀνομάτων οἷον παραπετάσμασιν ἐχρήσατο τῆς τῶν πραγμάτων ἀληθείας, ὥσπερ οἱ μὲν θεολόγοι τοῖς μύθοις, οἱ δὲ Πυθαγόρειοι τοῖς συμβόλοις· ἔστι γὰρ καὶ ἐν ταῖς εἰκόσι τὰ παραδείγματα θεωρεῖν καὶ διὰ τούτων ἐπ’ ἐκεῖνα μεταβαίνειν. πρὸς μὲν οὖν τούτους οὐδὲν ἱκανόν,
10ἐριστικοὺς ὄντας· ἐπανέλθωμεν δὲ ἐπὶ τὴν λέξιν καὶ θεασώ‐ μεθα τῶν λεγομένων ἕκαστον. Ἐπειδὴ τοίνυν ἡ ψυχὴ καὶ μία ἐστὶ καὶ διῄρηται κατὰ τὰς ἑαυτῆς μοίρας καὶ ἔστιν ἓν καὶ πολλά, ταύτην μὲν αὐτὴν ὡς μίαν προσείρηκε, πᾶσαν δὲ ὡς πλῆθος, σύστασιν δὲ ὡς τὸ συναμφότερον, ὃ καὶ
15δείκνυσιν αὐτῆς διαφέρουσαν τὴν οὐσίαν τῶν τε διωρισμέ‐ νων καὶ τῶν συνεχῶν· ἐκεῖνα μὲν γὰρ ἄμικτα ἀλλήλοις, ἡ δὲ ψυχὴ καὶ μία ἐστὶ καὶ πλῆθος ὁμοῦ καὶ διωρισμένον καὶ συνεχές. ἐπειδὴ δὲ οἱ ψυχικοὶ λόγοι δυοειδεῖς εἰσιν— ἀμφίστομος γὰρ ἡ ψυχὴ καὶ ἀμφιπρόσωπος κατὰ τὸ
20παράδειγμα τὸ ἑαυτῆς, τῷ μὲν ταὐτοῦ κύκλῳ τὴν ἀμέριστον οὐσίαν νοοῦσα, τῷ δὲ θατέρου τὴν μεριστὴν συνέχουσα— διπλῆν αὐτὴν προσηγόρευκε. διότι δὲ τοὺς αὐτοὺς ἔχει λόγους ἄνω τε καὶ κάτω καὶ οὐχ, ὥσπερ οἴονταί τινες, ὡδὶ μὲν τοὺς διπλασίους, ὡδὶ δὲ τοὺς τριπλασίους, κατὰ μῆ‐
25κος αὐτὴν διῃρημένην παραδέδωκεν· μόνη γὰρ ἡ τοιαύτη διαίρεσις τοὺς αὐτοὺς πανταχοῦ φυλάττει λόγους. αὐτὴ δὲ ἡ σχίσις τὴν δημιουργικὴν τομὴν ἐπιδείκνυσιν οἰκείαν οὖ‐ σαν τᾷ δημιουργῷ· δυὰς γὰρ παρ’ αὐτῷ κάθηται καὶ νοε‐ ραῖς ἀστράπτει τομαῖς, ὥς φησί τις θεῶν. καὶ μὴν
30καὶ τὸ μέσην πρὸς μέσην ἐνδείκνυται τάχα μέν, ὅτι καὶ
ἡ διαίρεσις καὶ ἡ συναφὴ τῶν ἀθιγῶν οἰκείως ἐγένετο τῇ
in Ti
.

2

.

247

μεσότητι τῇ ψυχικῇ· μέσως γάρ· ἐπεὶ καὶ ἐν νῷ διαίρεσίς ἐστιν, ὅτι καὶ ἡ ἑτερότης, ἀλλὰ πρώτως καὶ οἷον ἐγκρυφίως καὶ ἀδιαιρέτως, καὶ ἐν τοῖς αἰσθητοῖς ἐστι διαίρεσις, ἀλλὰ κατὰ τὸν ἔσχατον μερισμόν, διὸ καὶ ἡ ἕνωσις ἀμυδρὰ καὶ
5ἐξίτηλος. ἐν δὲ τῇ ψυχῇ μέσως ἀμφότερα κατὰ τὸ αὐτῇ προσῆκον. καὶ εἰ μὲν περὶ νοῦ διελέγετο καὶ ψυχῆς, εἶπεν ἄν, ὅτι μέσον πρώτῳ προσέβαλλε, καὶ εἰ περὶ σώματος καὶ ψυχῆς, ὅτι μέσον ἐσχάτῳ· ἐπειδὴ δὲ περὶ τῆς ψυχικῆς δυάδος ἀναδιδάσκει, μέσην μέσῃ προσβεβλῆσθαί φησι. τάχα
10δὲ καὶ ὅτι κατὰ τὰ κυρίως μέσα γέγονεν ἡ συναφὴ τῆς ψυχῆς· ἔστι γὰρ τό τε ἔσχατον τοῦ διανοητικοῦ καὶ τὸ ἀκρότατον τοῦ δοξαστικοῦ μέσα πάσης τῆς ψυχικῆς συστά‐ σεως. ταῦτα δὲ καὶ συνῆπται ἀλλήλοις, καὶ κατὰ ταῦτα γίνεται μία τῶν δύο τούτων ζωῶν ἕνωσις, ἐπεὶ καὶ ἐν πάσῃ
15τάξει τῶν ὄντων αἱ βάσεις τῶν πρώτων συνήνωνται ταῖς τῶν δευτέρων κορυφαῖς. αὐτὸ δὲ τὸ ἐκ τῆς προσβολῆς γενόμενον σχῆμα τὸ Χ πολλὴν μὲν ἔχει καὶ πρὸς τὸ πᾶν οἰκειότητα καὶ πρὸς τὴν ψυχήν. καὶ ὡς ὅ γε Πορφύριος ἱστορεῖ, παρὰ τοῖς Αἰγυπτίοις ἦν τις τοιοῦτος χαρακτὴρ σύμ‐
20βολον φέρων τῆς κοσμικῆς ψυχῆς, τῷ Χ κύκλον περιβαλών· ἐσήμαινον γὰρ ἴσως διὰ μὲν τῶν εὐθειῶν τὴν δυοειδῆ πρόοδον αὐτῆς, διὰ δὲ τοῦ κύκλου τὴν μονοειδῆ ζωὴν καὶ τὴν κατὰ κύκλον νοερὸν ἐπιστροφήν. μὴ μέντοι νομίσωμεν, ὅτι διὰ τούτων ὁ Πλάτων τὴν θείαν οὐσίαν οἴεται δεῖν
25ἀνευρίσκειν· οὐ γὰρ ἀπὸ χαρακτήρων καὶ θέσεων καὶ ἐκ‐ φωνήσεων ἡ τῶν ὄντων ἀλήθεια γινώσκεται, καθάπερ οἴον‐ ταί τινες, ἀλλὰ ταῦτα ἄλλως σύμβολα τῶν θείων ἐστίν, ὥσπερ ἡ τοιάδε κίνησις, οὕτω καὶ σχῆμα τοιονδὶ καὶ χρῶμα, καθάπερ οἱ τελεστικοί φασιν· ἄλλοι γὰρ ἄλλοις οἰκεῖοι
30τῶν θεῶν χαρακτῆρες, καὶ ἄλλα πρὸς ἄλλους συνθήματα πρέποντά ἐστι, καθάπερ δὴ καὶ ἐπὶ τῆς ψυχῆς οὗτος ὁ νῦν
προκείμενος· ἡ γὰρ τῶν εὐθειῶν συμβολὴ τὴν ἕνωσιν ἐν‐
in Ti
.

2

.

248

δείκνυται τῆς δυοειδοῦς ζωῆς, ἐπεὶ καὶ αὐτὸ τὸ τῆς εὐθείας ζωῆς ἐστι σύμβολον ἄνωθεν ῥυείσης. ἵνα δὲ μὴ παρέντες ἡμεῖς τὰ πράγματα περὶ τὴν τοῦ χαρακτῆρος θεωρίαν πολὺν πόνον ἔχωμεν, τὸ οἷον προσέθηκεν ὁ Πλάτων, ἐνδεικνύ‐
5μενος, ὅτι καὶ τοῦτο παραπετάσματος ἕνεκα καὶ κρύψεως παρέλαβεν ὁ λόγος, τὸ ἀσχημάτιστον τῆς ψυχῆς σχηματίζειν ἐπιχειρῶν. Κατέκαμψεν εἰς ἓν κύκλῳ ξυνάψας αὐταῖς τε καὶ ἀλλήλαις ἐν τῷ κατ’ ἀντικρὺ τῆς προσβολῆς
10[36 BC]. Ὅτι μὲν διὰ τῶν εὐθειῶν τήν τε πρόοδον ἐδήλου τῆς ψυχῆς ὁ λόγος καὶ τὴν ζωὴν τὴν ἀπὸ τῆς οὐσίας προϊ‐ οῦσαν καὶ τὴν τῶν ἑτεροκινήτων προνοητικήν, ἐκ τῶν εἰρη‐ μένων οἶμαι γεγονέναι καταφανές. ἀνὰ λόγον δὲ τούτοις καὶ
15τὴν εἰς κύκλους κατάκαμψιν ἀποδιδόναι νομίζω προσήκειν· ἐπεὶ γὰρ αἱ ἐπιστροφαὶ συνεχεῖς ταῖς προόδοις εἰσίν, ἐπὶ ταὐτὸ πάλιν ἀνακαλούμεναι τὰ προεληλυθότα, τὰς εὐθείας εἰς κύκλους κατακεκάμφθαι φησί, καὶ ἐπειδὴ τὸ ζωτικὸν τῆς ψυχῆς νοερόν ἐστι καὶ ἀποκαταστατικὸν καὶ τὸ νοητὸν
20πλῆθος ἀνελίττον, ἐπὶ τὸ αὐτὸ πάλιν ἀποκαθίσταται, καὶ διότι τὰ ἑτεροκίνητα κινεῖ πρὸς ἑαυτὴν ἐπεστραμμένη καὶ ἑαυτὴν ἡ ψυχὴ κινοῦσα· κατὰ πάντα γὰρ προσήκει ταῦτα τὸ κυκλικὸν αὐτῇ· καὶ γὰρ ἡ πρόοδος αὐτῆς συνεχής ἐστι πρὸς τὴν ἐπιστροφήν· οὐ γὰρ ἀτελής ἐστι· καὶ ἡ τῶν ἑτερο‐
25κινήτων κίνησις ἐξήρτηται τῆς αὐτοκινήτου ζωῆς, καὶ ὥσπερ οὐκ ἀναιρεῖται τὰ ἕτερα διὰ τῶν ἑτέρων, ἀλλὰ τελειοῦται, τὸν αὐτὸν τρόπον καὶ ἡ τῶν εὐθειῶν σύστασις οὐκ ἀναι‐ ρεῖται διὰ τῆς εἰς κύκλους κατακάμψεως, ἀλλὰ μενουσῶν ἐκείνων οἱ κύκλοι γεννῶνται· πάντα γὰρ ὁμοῦ ἐστιν ἐπὶ
30τῆς ψυχῆς, ὡς τῷ διωρισμένῳ τὸ συνεχές, οὕτω τῇ εὐθείᾳ
τὸ κυκλικόν· καὶ γὰρ δεῖ καὶ τὸ εὐθὺ μένειν καὶ τὸ περι‐
in Ti
.

2

.

249

φερές, ὡς ἅμα τὸ ἀμέριστον καὶ μεριστόν· αἰωνίως γὰρ ὁ δημιουργὸς ποιεῖ, ὥστε τὰ γινόμενα ὑπ’ αὐτοῦ πάντως ἀεί ἐστιν. ἅμα οὖν καὶ τὸ εὐθὺ καὶ τὸ περιφερές ἐστιν ἐν τῇ ψυχῇ, ὅ,τι ποτ’ ἂν ᾖ ἑκάτερον. τίνες οὖν οἱ διττοὶ κύκλοι
5καὶ πῶς οἰκειότατοι πρὸς τὴν ψυχήν; εἰ μὲν τοίνυν ἡ οὐ‐ σία τῆς ψυχῆς ἀπὸ νοῦ προελθοῦσα τοιαύτη τις ἦν, οἵα· παντελῶς ἐστερῆσθαι τῆς νοερᾶς ἰδιότητος, οὐκ ἂν αὐτῇ τὸ κυκλικὸν ἔπρεψεν εἶδος· ἐπεὶ δὲ κατὰ μέθεξίν ἐστι νοερὰ καὶ νοῦς ἀνειλιγμένος καὶ δυοειδής, διὰ μὲν τὸ νοερὸν
10ἑαυτῆς κύκλος ἐστὶν ἀσχημάτιστος καὶ ἀμεγέθης καὶ αὐτο‐ κίνητος, διὰ δὲ τὸ δυαδικὸν διττὸς ὥσπερ λέγεται κύκλος· διττὴ γὰρ αὐτῆς καὶ ἡ πρόοδος, ὥστε καὶ ἡ ἐπιστροφὴ διττή, καὶ διττὸς ὁ λόγος, ὥστε καὶ ἡ νοερὰ μετουσία διττὴ κατὰ τὰς διττὰς ζωάς. ἐπειδὴ δὲ συνάπτονται μὲν αὗται κατὰ
15τὴν πρώτην αὐτῶν πρόοδον, προϊοῦσαι δὲ διαιροῦνται ἀπ’ ἀλλήλων, μετὰ δὲ τὴν πρόοδον αὖθις ἐπιστρέφονται πρὸς τὰς ἀρχάς, κατ’ αὐτὸ τὸ τῆς ἐπιστροφῆς ἰδίωμα συνάπτον‐ ται πάλιν, τῆς μὲν πρώτης προσβολῆς τὴν μονὴν δηλούσης, τῆς δὲ ἀπ’ ἀλλήλων σχίσεως τῆς μετὰ τὴν προσβολὴν τὴν
20πρόοδον, τῆς δὲ ἐν τῷ κατ’ ἀντικρὺ συνάψεως τὴν εἰς τὸ αὐτὸ πάλιν ἐπιστροφήν· ἥ τε γὰρ θειοτέρα ζωὴ ἡ κατὰ τὴν ἐπιστροφὴν τὸ ἑαυτῆς τέλος συνάπτει πρὸς τὴν ἀρχὴν καὶ ἡ καταδεεστέρα τὸ προελθὸν αὐτῆς ἐπιστρέφει πρὸς τὸ μεῖ‐ ναν, καὶ διὰ τούτου πρὸς τὸν ἕνα νοῦν αὐτῆς τε καὶ τῆς
25κρείττονος ζωῆς. ἐκεῖ οὖν ἡ συναφὴ τῶν δύο ζωῶν, κατ’ ἀντικρὺ τῆς προσβολῆς οὖσα, διότι δὴ ἐκείνη μὲν κατὰ τὴν πρόοδον ἡ ἕνωσις αὐτῶν, αὕτη δὲ κατὰ τὴν ἐπιστρο‐ φήν. ἐναντία δὲ ἡ ἐπιστροφὴ τῇ προόδῳ, καθόσον ἣ μὲν τῆς ταὐτοῦ φύσεώς ἐστιν, ἣ δὲ τῆς θατέρου, καὶ ἣ μὲν
30διαίρεσιν ἐμποιεῖ τοῖς προϊοῦσιν, ἣ δὲ συναγωγὸν ὁμοιότητα ἐνδίδωσιν· οὐ γὰρ δεῖ τινων ἀποδέχεσθαι λεγόντων ὄντως εἶναι τοιόνδε τὸ σχῆμα τῆς ψυχῆς ἐκ δύο κύκλων· εἰ μὲν γὰρ ἀπλατεῖς οἱ κύκλοι, πῶς σχίζειν αὐτῶν τὸν ἕτερον δυνατόν,
οὐκ ἔχοντα πλάτος; εἰ δὲ κρίκοι τινές εἰσι, πῶς ἡ ἐξ αὐτῶν
in Ti
.

2

.

250

οὖσα ψυχὴ πρὸς τὸν ἔσχατον οὐρανὸν ἐκ μέσου πάντη διαπέπλεκται; τίνα γὰρ τρόπον οἱ κρίκοι δι’ ὅλου τέτανται τοῦ σφαιρικοῦ σώματος; πρὸς τῷ καὶ σωματικοὺς μὲν ὄντας ἀποφαίνειν ἔξω τι σῶμα τοῦ παντὸς καὶ δὴ καὶ κενὸν
5ποιεῖν, περικειμένους κατά τι τῇ ἐπιφανείᾳ τῆς σφαίρας ὡς ἐπὶ τῶν κρικωτῶν σφαιρῶν, κύκλους δὲ ὄντας αὐτοὺς συμ‐ βαθύνεσθαι τῷ σώματι διὰ τὴν ἐκ μέσου μέχρι τῶν ἐσχά‐ των τάσιν. ἀσχημάτιστον ἄρα δεῖ τὸ σχῆμα νοεῖν τὸ ζῳο‐ γόνον τοῦτο τῶν ψυχῶν καὶ ἀδιάστατον, εἰ μὴ μέλλοιμεν
10πολλῆς ἀλογίας ἡμᾶς αὐτοὺς ἀναπλήσειν καὶ τὴν Πλάτωνος θεωρίαν, οἵαν καὶ Ἀριστοτέλης εἰσήγαγε, μέγεθος εἶναι τὴν ψυχὴν ὑπολαβὼν κατ’ αὐτὸν διὰ τὸν κύκλον, καὶ ἀπο‐ δεικνύς, ὡς τοιαύτην οὖσαν ἀδύνατον εἶναι νοεράν· ὁ γὰρ νοῦς ἀμερὴς καὶ τῶν νοητῶν ἀμερῶν ὄντων νοητικός.
15πρόσεστι δὲ καὶ τὸ τοιαύτην οὖσαν μεριστὴν μὲν εἶναι μό‐ νως, ἀμερῆ δὲ οὐδαμῶς καίτοι γε τῆς οὐσίας αὐτῆς πρὸς τῷ μεριστῷ καὶ ἀμεροῦς οὔσης. εἴτε δὲ κύκλος ἐστὶν εἴτε κρίκος, μόνως περὶ τὴν μεριστὴν ἔχει φύσιν καὶ οὐδαμοῦ τὸ ἀμερές.
20 Καὶ τῇ κατὰ ταὐτὰ ἐν ταὐτῷ περιαγομένῃ κινή‐ σει πέριξ αὐτὰς ἔλαβε [36 C]. Δαιμόνιος ὁ τρόπος ὄντως ἐστὶ τῆς ἐν τούτοις ἐπιβολῆς τοῦ θείου Ἰαμβλίχου καὶ αὐτῆς τῆς τοῦ Πλάτωνος δια‐ νοίας ἀπρὶξ ἀντεχόμενος· τὴν γὰρ κατὰ ταὐτὰ καὶ ἐν ταὐτῷ
25περιαγομένην κίνησιν οὐκ ὡς οἱ πρὸ αὐτοῦ τῶν ἐξηγη‐ τῶν ἐπὶ τῆς ψυχῆς οἴεται δεῖν ἀκούειν (ἐν αὐτῇ γάρ ἐστιν ἥδε καὶ οὐ περὶ αὐτὴν ἡ τῆς ψυχῆς κίνησις), ἀλλ’ ἐπὶ τοῦ νοῦ καὶ τῆς νοερᾶς ζωῆς· καὶ γὰρ οὐδαμοῦ φαίνεται τοῦ
λοιποῦ τῷ νῷ τὴν ψυχὴν συνάπτων· δεῖ δέ, ἵνα καὶ τοῦτο
in Ti
.

2

.

251

προσθεὶς ζῷον ἔμψυχον ἔννουν ἀποφαίνῃ τὸ πᾶν. οὕ‐ τως οὖν καὶ ἡμῖν ἀκουστέον τὴν ἐν ταὐτῷ κατὰ ταὐτὰ περιαγομένην κίνησιν, τὴν νοεράν· αὕτη γὰρ περιέχει τὴν ψυχήν, ὥσπερ ἡ ψυχὴ περικαλύπτει τὸν οὐρανόν. ἀλλ’ ὁ
5μὲν νοῦς κίνησίς ἐστιν ἀκίνητος· ὅλη γὰρ ἅμα καὶ ἑνιαίως ὑφέστηκεν· ἡ δὲ ψυχὴ κίνησις αὐτοκίνητος· καὶ ὃ μὲν μονοειδής ἐστιν, ἣ δὲ δυοειδής, καὶ ὃ μὲν εἷς καὶ ἀδιαί‐ ρετος, ἣ δὲ ἑαυτὴν διαιροῦσα καὶ πολλαπλασιάζουσα. μετ‐ έχει δὲ ἡ ψυχὴ τοῦ νοῦ, καθόσον ἐστὶ νοερά, καὶ δι’ αὐτοῦ
10συνάπτεται καὶ πρὸς τὸν θεῖον νοῦν· νοῦ γὰρ ἡ τοῦ παντὸς ψυχὴ μετέχουσα πρὸς τὸ νοητὸν ἄνεισιν. ἀνάγκη τοίνυν νοερὰν εἶναι τὴν ἐν τῷ αὐτῷ καὶ κατὰ ταὐτὰ περι‐ αγομένην κίνησιν, ἄλλην οὖσαν ζωὴν τῶν δύο κύκλων, εἴπερ αὐτοὺς περιέλαβεν. ἢ οὖν τοῦ μεθεκτοῦ ταύτην νοῦ φή‐
15σομεν ὑπερκαθημένου προσεχῶς τῆς ψυχῆς ἢ αὐτοῦ τοῦ δημιουργοῦ τῆς ψυχῆς. ἀλλὰ μὴν ἀδύνατον τούτου· τοῦ ἄρα μεθεκτοῦ νοῦ ταύτην εἶναι φατέον. ὅτι δὲ νοερὰ οὖσα κίνησις ἡ κατὰ ταὐτὰ καὶ ἐν ταὐτῷ περιαγομένη καὶ ὑπὲρ ψυ‐ χὴν οὐκ ἔστιν ἡ αὐτοῦ τοῦ δημιουργοῦ τῆς ψυχῆς, μάθοι τις
20ἄν, ὅτι τὸ πᾶν αὐτὸς ἔννουν ἐποίησεν, οὐχ ἑαυτὸν ἐπιδοὺς τῷ παντὶ καθάπερ τὴν ψυχήν, ἀλλ’ ἕτερον νοῦν μεθεκτόν, ὃν ἐδείξαμεν ἔμπροσθεν [I 406, 14 ss], ὑπερκαθήμενον, ὡς εἴρηται, τῆς ψυχῆς· νοῦν γὰρ ἐν ψυχ, ψυχὴν δὲ ἐν σώ‐ ματι θεὶς τὸ πᾶν συνετεκτήνατο [Tim. 30 B], καὶ δῆλον,
25ὡς οὐχ ἑαυτὸν ἐν τῇ ψυχῇ θείς· γελοῖον γάρ, εἰ ἑαυτὸν ἐγκατέ‐ ταξε τῇ ψυχῇ, χωριστὸς ὤν. πᾶν γοῦν τὸ ὂν αὐτὸς ὁ Πλάτων ἐν τοῖς ἑπομένοις [52 A] οὔτε εἰς ἑαυτό φησιν ἄλλο χω‐ ρεῖν οὔτε αὐτὸ εἰς ἄλλο ἰέναι· τούτου δὲ ὄντος ἀληθοῦς οὐκ ἂν ὁ δημιουργ〈ικ〉ὸς νοῦς εἰς ψυχὴν ἑαυτὸν τιθείη. καὶ
30πρὶν ὑποστήσῃ ψυχὴν καθ’ αὑτὸν ὢν ἄλλον ἐγέννησεν, ὃν ὅτε
in Ti
.

2

.

252

καὶ ψυχὴν ἐγέννησεν, ἐνέθηκεν ἐν τῇ ψυχῇ. εἰ δὲ τοῦτο ἀληθές, ἡ ἐκείνου κίνησις κατὰ ταὐτὰ καὶ ἐν ταὐτῷ περι‐ αγομένη περιέχει τοὺς ψυχικοὺς τούτους κύκλους, ἀλλ’ οὐχ ἡ τοῦ κἀκεῖνον ὑποστήσαντος καὶ τὴν ψυχήν, ὅς γε
5καὶ μένειν ῥηθήσεται [42 E] μικρὸν ὕστερον ἐν τῷ ἑαυ‐ τοῦ κατὰ τρόπον ἤθει, τοῦ παντὸς ἐξῃρημένος καὶ χω‐ ριστός. ὁ οὖν ἐγκόσμιος νοῦς ἐστιν οὗτος, οὗ ἡ ζωὴ περι‐ έχει τὰς ψυχικὰς ζωάς, ἡ μονοειδὴς τὰς δυοειδεῖς, ἡ αἰώνιος τὰς μὴ αἰωνίως κινουμένας. οὕτω μὲν οὖν ἡ ὅλη ψυχὴ
10προελήλυθε, μονάς τε οὖσα καὶ δυὰς καὶ ὅσον ἐπὶ τοῖς εἰρημένοις ἀδιάφορος πρὸς ἑαυτήν· λοιπὸν δὲ ὅπως ἐκ τῶν δημιουργικῶν διαιρέσεων τὸ μὲν ἔσχεν ἐν ἑαυτῇ θειότερον, τὸ δὲ καταδεέστερον, ἑξῆς παραδίδωσιν· ἡμεῖς μὲν γὰρ σα‐ φηνείας ἕνεκα καὶ ταῦτα παρειλήφαμεν, ἐπακούσωμεν δὲ
15καὶ τῶν τοῦ Πλάτωνος αὐτοῦ ῥημάτων, οἷα δή φησιν ἐν τοῖς ἐχομένοις. Καὶ τὸν μὲν ἔξω, τὸν δὲ ἐντὸς ἐποιεῖτο τῶν κύκλων. τὴν μὲν οὖν ἔξω φορὰν ἐπεφήμισεν εἶναι τῆς ταὐτοῦ φύσεως, τὴν δὲ ἐντὸς τῆς θατέρου
20[36 C]. Τούτους τοὺς δύο κύκλους ὁ μὲν θεῖος Ἰάμβλιχος εἰς χωριστὸν τῶν ψυχῶν νοῦν καὶ ἀχώριστον ἀνήνεγκε καὶ τὴν ἐν ταὐτῷ περιαγομένην κίνησιν τὴν πέριξ αὐτοὺς λα‐ βοῦσαν, ὡς τοῦ μὲν περιέχοντος τὰς δύο ψυχάς, τοῦ δὲ
25ἐν αὐταῖς ὄντος, καὶ τοῦ μὲν ἀμιγοῦς ἀπὸ τῆς ἄλλης ζωῆς καὶ τῶν δυνάμεων τῆς ψυχῆς, τοῦ δὲ μιγνυμένου πρὸς αὐτὰς καὶ κατευθύνοντος, ἀφ’ ἧς αἰτίας καὶ ὅλη 〈ἡ〉 ψυχὴ μονίμως ἐνεργεῖ καὶ πρὸς αὐτὸν ἑνοῦται τὸν δημιουργόν. ὁ δὲ ἡμέτερος λόγος τὰς διττὰς νοητικὰς καὶ ἐπιστρεπτι‐
30κὰς ζωὰς ἐξηγεῖται τῆς ψυχῆς καὶ τὰς διττὰς δυνάμεις, τήν
τε διανοητικὴν καὶ τὴν δοξαστικήν· ἔχει γὰρ καὶ ἡ τοῦ
in Ti
.

2

.

253

παντὸς ἀμφότερα. ἐπεὶ καὶ αὐτὸς ὁ Πλάτων ἐν τῷ Φαί‐ δρῳ [246 AB] τὸν μὲν ταὐτοῦ, τὸν δὲ θατέρου τῶν ἵππων ἔλεγε, καίτοι καὶ τοῖς θεοῖς ἵππους ἀποδιδούς, ἀλλ’ ἀγαθοὺς καὶ ἐξ ἀγαθῶν. κἀνταῦθα τοίνυν ὁ μὲν ἔξω τῶν κύκλων
5ὁ διανοητικός ἐστιν, ὁ δὲ ἐντὸς ὁ δοξαστικός· δύναμιν γὰρ ὁ δημιουργὸς ἐνδέδωκε τῷ διανοητικῷ, καθ’ ἣν θειότερός ἐστι τοῦ δοξαστικοῦ· μᾶλλον γὰρ ἥνωται καὶ νοερώτερός ἐστι· τὸ γὰρ ἐπιφημίσαι τοῦτο μήτοι θέσιν ὀνόματος ψιλὴν ὑπολάβῃς, ἀλλὰ μετάδοσιν δυνάμεως ταυτοποιόν, ὥσπερ
10καὶ τῷ δοξαστικῷ τὸ ἑτεροποιὸν ἀπένειμε. πρότερον μὲν οὖν τὴν ὁμοιότητα τῆς ψυχῆς αὐτῆς πρὸς ἑαυτὴν ἀνεδίδασκε, νῦν δὲ καὶ τὴν ὑπεροχὴν αὐτῆς πρὸς ἑαυτὴν καὶ τὴν ὕφε‐ σιν προσέθηκεν, ἣν ἔχει λαβοῦσα παρὰ τοῦ δημιουργοῦ, τὸν μὲν ἔξω ποιοῦντος τῶν κύκλων, καθόσον αὐτὸν ὁμοιότερον
15ποιεῖ πρὸς τὸν νοῦν καὶ τὸ νοητόν (ἐκεῖνα γὰρ τὰ ἔξω κυρίως ἐστίν, ὡς ἐξῃρημένα ἀφ’ ὅλων τῶν δευτέρων), τὸν δὲ ἐντός, ὡς συνεχόμενον ὑπὸ τοῦ κρείττονος καὶ ὡς ὀφεί‐ λοντα κρατεῖσθαι παρ’ αὐτοῦ καὶ ὡς ὄντα φύσεως κατα‐ δεεστέρας. πολλοῦ ἄρα δεῖ τοὺς κύκλους τούτους μαθη‐
20ματικῶς ὁ Πλάτων σκιαγραφεῖν, ὅς γε καὶ ἴσους αὐτοὺς ὄντας ἀνίσους ποιεῖ καὶ ὁμοίους ὑπάρχοντας ἀνομοίους ἀπο‐ τελεῖ, 〈κατὰ〉 τὴν δημιουργικὴν βούλησιν τὴν οὐσίαν αὐτοῖς ἀπονέμων. Ἀλλ’ ἀποροῦσι πρὸς ταῦτά τινες, ὅπως τῆς ψυχῆς ὁμοιομεροῦς οὔσης ὃ μὲν ταὐτοῦ τῶν κύκλων, ὃ δὲ
25θατέρου, καὶ ὃ μὲν ἐντός, ὃ δὲ ἐκτὸς ἀποπέφανται· ταῦτα γὰρ ἀνατρέπειν τὴν ὁμοιομέρειαν. ὁ μὲν οὖν Πορφύριος ἐπὶ τὰ αἰσθητὰ φερόμενος καὶ ἐπὶ τὰς μίξεις τὰς ἐνύλους τὸ μελίκρατον καὶ τὸ οἰνόμελι ἄνω καὶ κάτω θρυλεῖ πᾶν μὲν ὁμοιομερὲς ὄν, ἄλλοις δὲ ἄλλο πάθος ἐμποιοῦν· τοὺς
30μὲν γὰρ ἡ οἰνώδεια μᾶλλον, τοὺς δὲ ἡ γλυκύτης διατίθησιν.
δὲ ἡμέτερος πατὴρ ἠξίου πρέπουσαν τοῖς ἀύλοις καὶ
in Ti
.

2

.

254

ἀσωμάτοις τὴν μῖξιν τῶν γενῶν θεωρεῖν. ἣ δέ ἐστιν οὐ κατὰ σύγχυσιν τῶν εἰδῶν οὐδὲ κατὰ σύμφθαρσιν τῶν δυνά‐ μεων, ἀλλ’ ἐκείνων σῳζομένων καθ’ ἕνωσίν τε καὶ τὴν δι’ ἀλλήλων χώρησιν· αἱ γὰρ φθοραὶ καὶ αἱ τούτων τῶν δυνά‐
5μεων ἐλαττώσεις ἐν τοῖς ἐνύλοις εἰσίν, οὐ δυναμένης τῆς ὕλης τὰς διαφόρους ἰδιότητας ἀσυγχύτους ἐν ἑαυτῇ καὶ ἀκραιφνεῖς διαφυλάττειν· ἴδιον γὰρ τῆς μὲν ἀύλου μίξεως τὸ ταὐτὰ καὶ ἡνωμένα καὶ διῃρημένα καὶ συγκεκραμένα καὶ ἀμιγῆ διαμένειν, τῆς δὲ ἐνύλου τὸ τὰ μεμιγμένα ἀδιάκριτα ἀπ’ ἀλλήλων εἶναι·
10κατὰ γὰρ σύμφθαρσιν ἡ μῖξις. καὶ ὅτι δυνατὸν εἶναι καὶ τοι‐ αύτας ἀύλους μίξεις, οἵας ἡμεῖς φαμεν, ῥᾴδιον ὑπομιμνήσκειν ἀπὸ τῶν ἐπιστημῶν, ἀπὸ τῶν φυσικῶν λόγων, ἀπὸ τῶν πολ‐ λῶν λαμπάδων· τά τε γὰρ πολλὰ φῶτα ἓν ποιοῦντα φῶς ὅμως ἀσύγχυτα διαμένει, καὶ οἱ πολλοὶ λόγοι πάντες ὁμοῦ ὄντες
15καὶ διεκρίθησαν ἀπ’ ἀλλήλων κατὰ τὴν ἑτερότητα τὴν φυσι‐ κήν, καὶ αἱ πολλαὶ ἐπιστῆμαι ἐν ἀλλήλαις οὖσαι καὶ ἀμιγεῖς εἰσι πρὸς ἀλλήλας. δῆλον δὲ ἐκ τῶν ἐνεργειῶν· τὰ μὲν γὰρ συγκεχυμένα τὰς οἰκείας ἐνεργείας ἀποδιδόναι καθαρὰς ἀδύ‐ νατον. αἱ δὲ ἐπιστῆμαι τὰ οἰκεῖα ἐνεργοῦσιν ἑκάστη καθαρὰ
20ἐφ’ ἑαυτῆς. εἰ τοίνυν τὰ γένη τῆς ψυχῆς ἀύλως μέμικται, καὶ ἐν ἀλλήλοις ἐστὶ καὶ ἐφ’ ἑαυτῶν ἵδρυται, καὶ τῷ μὲν ἐν ἀλλήλοις εἶναι πᾶσαν ὁμόχρουν ἀποτελεῖ τὴν ψυχήν, διὸ πᾶν μόριον αὐτῆς ἐκ τῶνδε τῶν γενῶν ἐστι, τῷ δὲ ἐφ’ ἑαυτῶν ἱδρῦσθαι καὶ τὴν οἰκείαν καθαρότητα διασῴζειν
25ἄλλα κατ’ ἄλλας αὐτῆς δυνάμεις διαλάμπει καὶ μᾶλλον ἄλλων ἄλλα κρατεῖ· τὸ γὰρ ὁμοιομερὲς πάντη καὶ ὁμοειδὲς ἐν τοῖς δι’ ὅλων κεκραμένοις καὶ συνεφθαρμένοις ἐστίν. ὅπου δὲ καὶ τὸ ἀμιγές ἐστιν ἐν τῇ μίξει καὶ τὸ ἀσύγχυτον ἐν τῇ διαπλοκῇ καὶ ἐν τῇ κράσει τὸ καθαρόν, ἐνταῦθα καὶ ὅλα
30δι’ ὅλων διήκειν δυνατόν, ἵν’ ἕκαστον μόριον ἐκ πάντων ᾖ,
καὶ ἕκαστον ἐφ’ ἑαυτοῦ μένειν, ἵν’ ἄλλο ἐν ἄλλῳ κρατῇ.
in Ti
.

2

.

255

διὰ δὴ ταῦτα θαυμαστὸν οὐδὲν δι’ ἀλλήλων ἐν τῇ ψυχῇ πάντων τῶν γενῶν πεφοιτηκότων μετὰ τοῦ σῴζειν τὴν ἑαυ‐ τῶν ἰδέαν ὅπου μὲν τὸ ταυτὸν κρατεῖν, ὅπου δὲ τὴν θατέ‐ ρου φύσιν, τὸ δὲ τῆς οὐσίας γένος εἶναι κοινόν, ἀφορίζον
5τὴν μίαν μεσότητα τῆς ψυχῆς, καθ’ ἥν ἐστι μέση τῆς ἀμε‐ ροῦς οὐσίας καὶ τῆς γιγνομένης περὶ τοῖς σώμασι μεριστῆς. μία οὖν ζωή ἐστιν ὡς μία οὐσία, δυοειδὴς δὲ ὡς διπλῆ τοῖς δύο γένεσι. πρὸς μὲν οὖν τὴν ἀπορίαν τοσαῦτα ῥητέον. Ὅτι δὲ καὶ τὸ ἐποιεῖτο κυριώτατα παρέλαβεν, ἵνα πάλιν
10διασώσηται τὸ τῆς μεσότητος εἶδος, ὡς ἐν τῷ συνεπλη‐ ροῦτο [35 C] καὶ ἐν τῷ συνεκεράσατο [35 A], δῆλον. καὶ τὸ ἐπεφήμισε δὲ οἰκειότατα τοῖς προκειμένοις ἐπή‐ νεγκεν· ἐπεὶ γὰρ κατὰ τὸ ἐπικρατοῦν τὰ ὀνόματα κεῖται τοῖς κύκλοις, τὸ ἐπεφήμισε δηλοῖ τὸ μὴ ἀφ’ ὅλης τῆς
15ὑπάρξεως, ἀλλ’ ἀπὸ τοῦ ἐπικρατοῦντος αὐτοῖς θέσθαι τὴν ἐπωνυμίαν. καὶ τὸ μετὰ τὴν ποίησιν καὶ τὰ ὀνόματα θέ‐ σθαι δηλοῖ τὸ τὰ κυρίως ὀνόματα τῆς τῶν πραγμάτων στοχά‐ ζεσθαι φύσεως· οὐ γὰρ τὸν μὴ ὄντα ταὐτοῦ κύκλον οὕτως ἐπεφήμισεν ὁ δημιουργός, ἀλλὰ τὸν ὑπ’ αὐτοῦ τοιοῦτον ὑπο‐
20στάντα. μᾶλλον δὲ ἥ τε ποίησις αὐτοῦ τὴν κυριωτάτην ἔχει τοῦ ὀνόματος αἰτίαν καὶ ἡ τοῦ ὀνόματος θέσις ποίησίς ἐστιν, εἴπερ καὶ ἡ νόησις ἐκεῖ οὐκ ἀποτέτμηται τῆς δημιουργίας, ἀλλ’ αὐτῷ τῷ νοεῖν οἱ θεοὶ ποιοῦσιν· οὕτω γὰρ καὶ αὐτῷ τῷ ὀνοματίζειν ὑφιστᾶσι τὰ πράγματα. καὶ εἴ με δεῖ τοὐ‐
25μὸν εἰπεῖν, ἔξεστι διὰ τούτων συνορᾶν τὰ ἀπόρρητα τῆς Πλάτωνος θεωρίας, ὅτι τὸν δημιουργὸν οὐ μόνον ὀνοματο‐ θέτην παραδέδωκε πρῶτον, τιθέντα τὰ ὀνόματα ταῖς τῆς ψυχῆς αὐτὸν δύο περιφοραῖς, ἀλλὰ καὶ πρὸ τούτων τὸν οὐσιώδη χαρακτῆρα ταύτης ἐκφαίνοντα, τὰς δύο εὐθείας χω‐
30ρὶς καὶ τὸ ἐκ τούτων γεγονὸς χῖ καὶ τοὺς ἐκ τούτου δύο κύκλους· ἃ δὴ καὶ ἡ θεουργία μετ’ αὐτὸν ἐξέφηνε διὰ τῶν χιασμῶν καὶ τῶν ἡμικύκλων τὸν χαρακτῆρα συμπλη‐
ρώσασα τῆς ψυχῆς. καὶ ὀνόματα οὖν καὶ χαρακτῆρες ψυχι‐
in Ti
.

2

.

256

κοὶ παρὰ πρώτου Πλάτωνος ἡμῖν ἐξεδόθησαν, οὓς αὐτὸς κατεῖδε νοερῶς καὶ οἱ μετ’ αὐτὸν σοφοὶ γεγονότες ἠσπά‐ σαντο· δεῖ γὰρ οἴεσθαι καὶ ψυχικοὺς εἶναι χαρακτῆρας καὶ οὐ μόνον κοινοὺς πάσης ψυχῆς, ὥσπερ τούτους, ἀλλὰ καὶ
5ἰδίους ἄλλης ἄλλους, ὥσπερ δὴ καὶ ἐξεδόθησαν παρ’ αὐτῶν τῶν θεῶν, Ἡρακλέους, Πενθέως, Ἀγαύης, καὶ αὐτοῦ τοῦ Πλάτωνος. ἀλλὰ τούτους μὲν θεῶν ἦν μόνων καὶ εἰδέναι καὶ ἐκφαίνειν· τὸν δὲ πάσης ψυχῆς κοινὸν ἀρξάμενον ἀπὸ τῆς τοῦ παντὸς καὶ ἐθεάσατο Πλάτων πρῶτος καὶ ἀνέγραψε καὶ τού‐
10του ποιητὴν τὸν δημιουργὸν ἀπέφηνεν ἐγγράψαντα τῇ οὐσίᾳ τῆς ψυχῆς τὸν ζῳογονικὸν αὐτῆς χαρακτῆρα καὶ ὀνόματα θέντα ταῖς νοεραῖς αὐτῆς, ὡς εἴπομεν, περιφοραῖς δύο διτ‐ ταῖς ὑπαρχούσαις, καὶ ταῦτα ἀπὸ τῆς οἰκείας οὐσίας προ‐ χειρισάμενον· αὐτὸς γάρ ἐστιν ὁ κατὰ ταῦτα μάλιστα τὰ
15γένη τοῦ ὄντος χαρακτηριζόμενος, τὸ ταὐτὸν λέγω καὶ τὸ ἕτερον, ἐπεὶ καὶ δημιουργῷ μάλιστα προσήκει τὸ μὲν ὡς κατὰ τὰ πέρατα τῶν εἰδῶν μορφοῦντι τὴν ὕλην, τὸ δὲ ὡς συνάγοντι τὰ πολλὰ πρὸς τὴν τοῦ δημιουργήματος ὡς ἑνὸς μίαν ἰδέαν. διὸ καὶ ὁ παρ’ Ὀρφεῖ [frg. 121. 122] δημι‐
20ουργὸς περὶ τούτων ἐρωτᾷ διαφερόντως τὴν Νύκτα, λέγων πῶς δέ μοι ἕν τε τὰ πάντ’ ἔσται καὶ χωρὶς
ἕκαστο
ν; τὸ μὲν γὰρ χωρὶς ἕκαστον διὰ τῆς ἑτερότητος ποιεῖ, τὸ δὲ ‘ἓν εἶναι τὰ πάντα‘ διὰ τῆς ταυτότητος. καὶ τὰ λόγια
25δὲ νοεραῖς μὲν στράπτειν τομαῖς τὸν δημιουργὸν λέ‐ γοντα τὴν ἑτεροποιὸν αὐτοῦ δηλοῖ δύναμιν, ἔρωτος δὲ ἐμ‐ πλῆσαι πάντα διὰ τὴν ταυτοποιόν. ὥστ’ εἰκότως ἀπὸ τῆς ἑαυτοῦ ταῦτα τὰ ὀνόματα οὐσίας καὶ τοῖς κύκλοις ἔθετο τῆς τοῦ παντὸς ψυχῆς, δημιουργικὰ ὄντα συνθήματα. θεῖον
30οὖν ὄνομα τοῦτό ἐστιν, ὁ· ταὐτοῦ κύκλος, ὡς σύνθημα φέ‐
ρων τῆς ταὐτοῦ νοητῆς αἰτίας, καὶ ὁ θατέρου κύκλος, ὡς
in Ti
.

2

.

257

σύμβολον ἔχων τῆς θατέρου φύσεως· ἔστι γὰρ ὡς μὲν ἐν τοῖς γένεσι τοῦ ὄντος ὃ μὲν ταυτότητος, ὃ δὲ ἑτερότητος συγγενής, ὡς δὲ ἐν θεοῖς τοῖς νοεροῖς ὃ μὲν τῶν πατρικῶν αἰτίων καὶ συνοχικῶν καὶ ἀτρέπτων, ὃ δὲ τῶν γονίμων καὶ
5ζῳογονικῶν ἐξηρτημένος, ὡς δὲ ἐν τοῖς νοητοῖς ὃ μὲν τοῦ πέρατος, ὃ δὲ τῆς ἀπειρίας μᾶλλον μετέχων. ταῦτ’ οὖν τὰ ἀπὸ τούτων τῶν τάξεων συνθήματα τὸν μὲν τοιούτου, τὸν δὲ τοῦ ἐναντίου πεποίηκεν ὀνόματος τυχεῖν. τί οὖν; φαίη τις ἄν· ἀπόλωλεν ἡ μία οὐσία τῆς ψυχῆς ἐν τῇ διαιρέσει
10τῶν διττῶν τούτων κύκλων; οὐδαμῶς, φήσομεν· ἐπὶ γὰρ τῶν θείων ἡ διαίρεσις δευτέρα τῆς ἑνώσεώς ἐστι καὶ ἡ πρόοδος μέση τῆς τε μονίμου δυνάμεως καὶ τῆς ἐν τῇ ἐπι‐ στροφῇ τελειότητος. ἀλλ’ ἐπεὶ καὶ μονάς ἐστιν οὐσιωδῶς ἡ ψυχὴ καὶ δυὰς καὶ μία καὶ πλῆθος, μένουσά τε ἅμα καὶ
15προϊοῦσα καὶ ἐπιστρέφουσα, καὶ ἥνωται πρὸ τῆς διαιρέσεως, διὸ πρὸ τῶν πολλῶν μοιρῶν ὑπέστη τὸ ἓν ὅλον κρᾶμα τῆς ψυχῆς, καὶ κατὰ τὴν πρόοδον μερισθεῖσα πάλιν ἡνώθη κατὰ τὴν ἐπιστροφήν. ὁ γοῦν ἐλάττων κύκλος ἐν τῷ μείζονι περιείληπται· καθάπερ γὰρ ὁ νοῦς περιέχει τὴν ψυχήν.
20ἐλλάμπων εἰς αὐτὴν τὸ ἀφ’ ἑαυτοῦ φῶς, οὕτω δὴ καὶ ὁ ταὐτοῦ κύκλος ἑνώσεως καὶ τελειότητος τῷ θατέρου μετα‐ δίδωσιν, ἄχραντον μὲν αὐτὸν ἐν ταῖς προνοίαις, ἡνωμένον 〈δὲ〉 ἐν ταῖς προόδοις, νοερὸν δέ πως καὶ τοῦτο〈ν〉 ἐν τῇ γνώσει τῶν αἰσθητῶν ἀπεργαζόμενος. διὸ καὶ θαυμαστῶς
25ὃ μὲν τοῖν κύκλοιν κατὰ τὸ ταυτόν, ὃ δὲ κατὰ τὸ θάτερον καὶ ὑφέστηκε καὶ ὠνόμασται, τὸ δὲ οὐσιῶδες ὡς κοινὸν ἀμφοτέρων ἀφεῖται μηδενὶ τῶν μερῶν ἀποδοθέν. κατὰ τοῦτο οὖν ἡ ψυχὴ μία, δυοειδὴς δὲ κατ’ ἐκεῖνα τρόπον τινὰ ἀντι‐ κείμενα ἀλλήλοις.
30 Τὴν μὲν δὴ ταὐτοῦ κατὰ πλευρὰν ἐπὶ δεξιὰ περιήγαγε, τὴν δὲ θατέρου κατὰ διάμετρον ἐπ
ἀριστερά [36 C].
in Ti
.

2

.

258

Περὶ τῶν δυνάμεων λοιπὸν τῶν ψυχικῶν ὁ λόγος ἐν τούτοις καὶ τῆς δημιουργικῆς αὐτῶν ἀπ’ ἀλλήλων διακρί‐ σεως· μετὰ γὰρ τὴν οὐσίαν ἡ δύναμις, ἡ δὲ ἐνέργεια τρί‐ την ἔχει τάξιν, ὡς καὶ ἔμπροσθεν [p. 125 ss] εἴπομεν.
5δεδήλωκε δὲ καὶ αὐτός, φορὰν ταὐτοῦ καὶ θατέρου καλέ‐ σας, ἀλλ’ οὐκ οὐσίαν, καὶ ἀπὸ τούτων τῶν δύο κύκλων ἄλλας καὶ ἄλλας δυνάμεις ἀπογεννῶν καὶ τὰς ἐνεργείας αὐ‐ τῶν ἐπὶ τούτοις ἑξῆς ὁποῖαί τινές εἰσι παραδιδούς. τοιαῦτα δὲ καὶ ἐν τῷ Φαίδρῳ [253 D] περὶ τῶν ἵππων ἔλεγε, τοῦ
10τε ἀμείνονος καὶ τοῦ χείρονος. τί δὴ οὖν ἐνταῦθά φησιν περὶ τῶν δυνάμεων τῆς τοῦ παντὸς ψυχῆς; πρῶτον μέν, ὡς ἔφην, εἰς δύο διαιρεῖ τὰς ὅλας δυνάμεις, τὴν ταὐτοῦ λέγω καὶ τὴν θατέρου, τὴν μὲν ἀνὰ λόγον τῷ πέρατι, τὴν δὲ πρὸς τῆς ἀπειρίας οὖσαν. ἔπειτα καὶ τὴν θατέρου διαι‐
15ρεῖ κατ’ ἄλλας ἰδιότητας καὶ πάλιν εἰς ἐλάττους ἀριθμοὺς συνάγει, καὶ διὰ τῆς ταυτότητος ἑνίζει τὸ πλῆθος. ἐπὶ τού‐ τοις τὰ μὲν κρείττω καὶ θειότερα ταῖς κρείττοσι, τὰ δὲ ὑφει‐ μένα ταῖς ὑποδεεστέραις ἀπονέμει δυνάμεσιν, οἷον, εἰ βούλει, τῇ μὲν ταὐτοῦ τὸ ἐπὶ δεξιά, τῇ δὲ θατέρου τὸ ἐπ’ ἀριστερά,
20καὶ τῇ μὲν τὸ πλευρικόν, τῇ δὲ τὸ διαμετρικόν· καὶ γὰρ ἐν ταῖς συστοιχίαις ἐπὶ μὲν τῆς κρείττονός ἐστι σειρᾶς τὸ ταυτόν, τὸ δεξιόν, τὸ τετράγωνον, τὸ ῥητόν, ἐπὶ δὲ τῆς λοιπῆς ὡσαύτως τὰ ἐναντία τούτων, τὸ θάτερον, τὸ ἀριστε‐ ρόν, τὸ ἑτερόμηκες, τὸ ἄλογον. ἡ μὲν οὖν ὅλη διάνοια τῶν
25προκειμένων τοιάδε τίς ἐστι. Κατίδωμεν δὲ καὶ τῶν πραγ‐ μάτων τὴν ἀλήθειαν, ὁποία τίς ἐστι, καὶ πρῶτον ἐπὶ τοῦ παντός, εἰ βούλει, λέγωμεν, πῶς ἐν αὐτῷ τὸ δεξιόν ἐστι τοῦτο καὶ ἀριστερόν. οἶδα μὲν οὖν, ὅτι καὶ ὁ δαιμόνιος Ἀριστοτέλης [de caelo β. 2. 285b 16 ss] δεξιὸν μὲν τὸ
30ἀνατολικόν, ἀριστερὸν δὲ καλεῖ τὸ δυτικόν, ἐπειδήπερ ἡ μὲν πρώτη κίνησις ἀπ’ ἀνατολῶν ἐστιν, ἡ δὲ μετὰ ταύτην ἀπὸ δυσμῶν, ἀρχὴ δὲ κινήσεως ἐν πᾶσι ζῴοις τὸ δεξιόν. καὶ
κατ’ αὐτό γε τοῦτο συμφωνεῖ πρὸς τὴν τοῦ Πλάτωνος παρά‐
in Ti
.

2

.

259

δοσιν, ὅπου γε καὶ κατὰ τὸ ταυτὸν καὶ θάτερον. λέγει γοῦν τὴν μὲν ἀπλανῆ τοῦ ὡσαύτως εἶναι πᾶσιν αἰτίαν, τὰς δὲ πλανωμένας τοῦ ἄλλοτε ἄλλως. οὐ μὴν ἀλλ’ ἐκεῖνό γέ μοι δοκεῖ τῆς Πλατωνικῆς εἶναι διδασκαλίας ἐξαίρετον, τὸ μὴ
5κατὰ τὴν ἡμετέραν σχέσιν ταῦτα διορίζειν, ἀλλ’ ἀπ’ αὐτῆς τῆς δημιουργίας προϊούσας παραδιδόναι ταύτας τὰς ἰδιότητας· εἰ γὰρ αὐτὸς ὁ δημιουργὸς καὶ εἰς αὐτὰς τὰς ψυχὰς ἐνέ‐ θηκε τὰς θείας τό τε δεξιὸν καὶ τὸ ἀριστερόν, οὔτε πρὸς τὴν ἡμετέραν θέσιν οὔτε ὡς σχέσις ψιλὴ τούτων ἑκάτερον
10ἐν τῷ κόσμῳ προελήλυθεν, ἀλλ’ ἰδιότητές εἰσιν οὐσιώδεις, ὥσπερ καὶ τὸ πατρικὸν ἐν τοῖς θεοῖς καὶ τὸ μητρικὸν οὐ‐ σιῶν εἰσι θείων ἰδιότητες· ὅπου γὰρ καὶ ἐν τοῖς μερικοῖς ζῴοις ἡ φύσις οὐ κατὰ ψιλὴν σχέσιν τὰ μὲν ὑπέστησε δεξιά, τὰ δὲ ἀριστερὰ τῶν μερῶν, ἀλλὰ κατὰ φυσικὰς δυνάμεις—
15δηλοῖ δὲ ἄλλα μὲν ὡδὶ πλάττουσα, ἄλλα δὲ ἐν θατέρῳ μό‐ ρια, καὶ τὸ μὲν ἀρχὴν ποιήσασα κινήσεως, τὸ δ’ οὔ—τί χρὴ περὶ αὐτῆς οἴεσθαι τῆς δημιουργίας; ἆρ’ ὅτι κατὰ σχέ‐ σιν μόνον ἀποφαίνει τὸ μὲν δεξιόν, τὸ δὲ ἀριστερόν; καὶ πῶς ἢ τῷ εἶναι παράγειν αὐτὴν ἃ παράγει φυλάξομεν, ἢ
20τὴν θείαν ψυχὴν οὐσίαν εἶναι καθαρὰν ἁπάσης τῆς τῶν συμβεβηκότων ἐπεισαγωγῆς, ἢ μὴ τὴν φύσιν τῆς δημιουρ‐ γίας μᾶλλον οὐσίας ἀπογεννᾶν; ἀλλ’ ὥσπερ, οἶμαι, ταύτην ἐν τοῖς σώμασι φυσικῶς τὸ δεξιὸν καὶ ἀριστερὸν ἀποτίθε‐ σθαί φαμεν καὶ ἑαυτῆς ἐξάπτειν μᾶλλον τὸ δεξιὸν ὡς ἀρ‐
25χὴν κινήσεως, οὕτω δὴ προσήκει καὶ τὸν ὑποστάτην τῆς ψυχῆς πολλῷ πρότερον ἐν αὐτῇ δημιουργικῶς ἀμφότερα παράγειν, καὶ οἷον εἰκόνα ἑαυτοῦ τὸ δεξιόν, οὕτω δὲ καὶ ἐν τῷ κόσμῳ τὸ μὲν ἀπλανὲς ἐπὶ δεξιὰ περιάγειν, τὸ δὲ πλανώμενον ἐπ’ ἀριστερά, τὸ μὲν πρωτουργὸν ἔχον ζωὴν
30καὶ δυνάμεως ἀκμὴν καὶ δραστήριον ἐνέργειαν, τὸ δὲ γόνι‐ μον ὂν καὶ ποικίλον καὶ τὰς ἀρχὰς τῆς κινήσεως ἀλλαχόθεν ὑποδεχόμενον. διὸ καὶ ἐν τῷ παντὶ τὸ μὲν ἀπλανὲς πάν‐
των ἐστὶ κρατητικόν, καθ’ ἕνα κύκλον τὰ πάντα περιάγον,
in Ti
.

2

.

260

τὸ δὲ πλανώμενον πολυειδὲς καὶ τῆς ἑτερότητος, ὡς εἴρηται, τοῖς γιγνομένοις αἴτιον, καὶ τὸ μὲν νοῦ, τὸ δὲ ψυχῆς εἰ‐ κών· ἔστι γὰρ καὶ ὁ ταὐτοῦ κύκλος νοερός. ἐπ’ αὐτῆς δὲ τῆς ψυχῆς τὸ μὲν δεξιόν ἐστι τὸ πρὸς τὰ νοητὰ καὶ τὰ
5ὄντως ὄντα καὶ αὐτοὺς τοὺς θεοὺς ἐστραμμένον (δύναμις γάρ ἐστι ζωῆς θείας ἀποπληροῦσα τὴν ψυχήν), τὸ δὲ ἀρι‐ στερὸν τὸ πρὸς ἐπιμέλειαν τῶν αἰσθητῶν καὶ διακόσμησιν τετραμμένον (δύναμις γάρ ἐστι πάντων τῶν δευτέρων κινη‐ τικὴ καὶ ἀναιρετικὴ τῆς ἀταξίας διάκρισίν τε ἐμποιοῦσα τοῖς
10δημιουργικοῖς ἔργοις καὶ ποικιλίαν). ἔτι δὲ καὶ τὸ κατὰ διάμετρον μετὰ τοῦ π’ ἀριστερὰ τήν τε ἐπ’ ἀνατολὰς ἀπὸ δύσεως περιέχει〈ν〉 κίνησιν καὶ τὴν ἐπὶ τὰ πλάγια διὰ τὴν λόξωσιν εἴποις ἄν, ἐπὶ δὲ τῆς ψυχῆς αὐτῆς τὸν θατέρου κύκλον, γνωστικὸν ὄντα τῶν αἰσθητῶν ὁμοῦ πάντων, τὴν
15τετραμερῆ διακόσμησιν συνειληφέναι διὰ τῶν τεσσάρων κέν‐ τρων, καθὰ καὶ ἡ φαινομένη γίνεται κίνησις τῶν καὶ ἐπ’ ἀριστερὰ καὶ κατὰ τὴν διάμετρον θεόντων, ὥσπερ τὸν ταὐ‐ τοῦ τὰ νοητὰ γινώσκειν ὡς αἴτια πρωτουργὰ καὶ ὡς ἄνωθεν ἐκφαίνοντα πάντα τὰ δεύτερα καὶ συνελίσσοντα κατὰ μίαν
20ἕνωσιν τὴν ποικίλην τῶν αἰσθητῶν διάταξιν. καὶ ταῦτα πάλιν εἰς τὴν ψυχὴν διήκει καθ’ ὁμοιότητα τὴν πρὸς τὴν ὅλην ζῳογονίαν· ὥσπερ γὰρ μονάς ἐστι καὶ δυὰς κατ’ ἐκεί‐ νην, οὕτω καὶ τὸ δεξιὸν ἔλαχε τοῦτο καὶ τὸ ἀριστερὸν δι’ ἐκείνην ἐν αὐτῇ γὰρ πρῶτον ἀνεφάνη ταῦτα καὶ ἐξ αὐ‐
25τῆς, ἄλλο μὲν τὸ ἀπὸ τῶν δεξιῶν τικτόμενον, ἄλλο δὲ τὸ ἀπὸ τῶν ἀριστερῶν, εἴτε κροτάφων λέγοις εἴτε χειρῶν εἴτε λαγόνων· κατὰ πάντα γὰρ ταῦτα τὰς γονίμους αὐτῆς δυνά‐ μεις οἱ θεολόγοι παραδεδώκασιν. τούτων δὲ εὖ εἰρη‐ μένων ἐκεῖνο δῆλον, ὅτι μὴ ταὐτόν ἐστιν εἰπεῖν εἰς τὸ
30δεξιὸν ἢ ἀριστερὸν κινεῖσθαί τι καὶ ἐπὶ δεξιὰ καὶ ἐπ’ ἀρι‐
στερά· ταῦτα μὲν γὰρ καὶ τοῖς κύκλῳ κινουμένοις ἀποδί‐
in Ti
.

2

.

261

δοται δηλοῦντα τὸ μὲν ἐφ’ ἃ τὸ δεξιὸν κινεῖ, τοῦτ’ εἶναι τὸ ἐπὶ δεξιὰ κινεῖσθαι, τὸ δὲ ἐφ’ ἃ τὸ ἀριστερόν, τοῦτ’ εἶναι τὸ ἐπ’ ἀριστερά· δεξιοῦ τοίνυν καὶ ἀριστεροῦ κεκλημένων τοῦ ἀνατολικοῦ καὶ δυτικοῦ διὰ τὰς εἰρημένας αἰτίας, ὡς
5τοῦ μὲν ἄρχοντος τῆς κινήσεως, τοῦ δὲ ἑπομένου, καὶ ὁμοίως τοῦ μὲν ἐν τῷ ταὐτοῦ κύκλῳ, τοῦ δὲ ἐν τῷ θατέ‐ ρου *** δυνάμεως ὄντος, ἀφ’ ἧς ἡ ἑκατέρου κίνησις, εἰκό‐ τως ἐστὶ καὶ ἐν τούτοις τὸ ἐπὶ δεξιὰ καὶ ἐπ’ ἀριστερά. τὸ δὲ εἰς τὸ δεξιὸν κινεῖσθαι ἢ εἰς τὸ ἀριστερὸν τῶν ἐπ’ εὐθείας
10ἐστὶ κινουμένων, πέρατα ὄντα τῶν κινήσεων τῶν κατὰ πλά‐ τος. ὅθεν εἰκότως ὁ Τίμαιος ἔμπροσθεν ἀφελὼν τῆς κύκλῳ κινήσεως τὰς κατ’ εὐθεῖαν ἓξ κινήσεις ὅμως ἐν τούτοις ἀπὸ τῆς ψυχῆς ἀρξάμενος δέδωκεν αὐτῇ τήν τε τοῦ ἐπὶ δεξιὰ καὶ τὴν τοῦ ἐπ’ ἀριστερὰ διαφοράν. ταῦτα μὲν οὖν δὴ
15περὶ τοῦ ἐπὶ δεξιὰ καὶ ἐπ’ ἀριστερὰ ῥητέον. Ἴδωμεν δὲ καὶ τὴν λοιπὴν ἀντίθεσιν· περιάγει γὰρ ὡς ἐν κόσμῳ τὴν μὲν ἀπλανῆ κατὰ πλευράν, τὴν δὲ πλανωμένην κατὰ διά‐ μετρον, καὶ ὡς ἐν ψυχῇ τὸν μὲν ταὐτοῦ κύκλον κατὰ πλευράν, τὸν δὲ θατέρου κατὰ διάμετρον. οὐκοῦν πρώτως
20μὲν αὐτὸ μαθηματικῶς νοητέον, ἐν τετραπλεύρῳ τὸ διά‐ μετρον ἀγαγόντας, καὶ τὸν μὲν ταὐτοῦ κύκλον κατὰ τὴν πλευρὰν περιακτέον, τὸν δὲ λοιπὸν κατὰ διάμετρον, τὸ τε‐ τράπλευρον ἐναρμόσαντας τοῖς δύο κύκλοις, τῷ θερινῷ καὶ τῷ χειμερινῷ, καὶ κατὰ τὰς δύο πλευρὰς ὁμοίως ἐν ἀμφοῖν κει‐
25μένας κινοῦντας τὴν ἐπὶ τὰ δεξιὰ κίνησιν καὶ κατὰ τὸν μέγι‐ στον 〈τὸν〉 ἀμφοτέρων μέσον, κατὰ δὲ τὴν διάμετρον τούτου τοῦ τετραπλεύρου τὴν θατέρου, λοξὴν οὖσαν πρὸς ἀμφο‐ τέρους· περὶ γὰρ ταύτην καὶ ὁ λοξὸς γέγραπται, καθ’ ὃν ἡ θατέρου περιάγεται πᾶσα περίοδος. ἔπειτα τῶν μαθημά‐
30των ἀποστάντες κατίδωμεν, τίνα μὲν ἰδιώματα τῆς διαμέτρου, τίνα δὲ τῆς πλευρᾶς· οἷον ὅτι τῆς μὲν τὸ ἀπλαγίαστον, τὸ
ῥητόν, τὸ περιεκτικόν, τὸ συνεκτικὸν τῶν γωνιῶν, τῆς δὲ
in Ti
.

2

.

262

τὰ ἐναντία, τὸ πεπλαγιασμένον, τὸ ἄλογον, τὸ περιεχόμενον, τὸ διαιρετικὸν τῶν γωνιῶν· κατὰ πάντα γὰρ ταῦτα πλευρὰ διαμέτρου διενήνοχε. ταῦτα δὲ ὑπάρχει καὶ τοῖς τῆς ψυχῆς κύκλοις· ὃ μὲν γάρ ἐστιν ἁπλότητι καὶ ὅρῳ καὶ πέρατι συγ‐
5γενής, ὃ δὲ ποικιλίᾳ καὶ πλήθει καὶ τῇ ἀπειροδυνάμῳ φύ‐ σει, καὶ ὃ μὲν συνεκτικός ἐστιν, ὃ δὲ διαιρετικός, καὶ ὃ μὲν τὴν τοῦ περιέχειν ἔλαχεν ἀξίαν, ὃ δὲ τὴν τοῦ περιέχεσθαι. εἰκότως ἄρα ὃ μὲν λέγεται περιάγεσθαι κατὰ πλευρὰν ὡς ἀπαρέγκλιτος, ὡς ἡνωμένος, ὡς μονοειδής, ὃ δὲ κατὰ διά‐
10μετρον ὡς προόδῳ χαίρων καὶ πολλαπλασιασμοῖς καὶ ὡς ἑτεροποιός· καὶ γὰρ ἡ διάμετρος μεῖζον δύναται τῆς πλευ‐ ρᾶς καὶ διαιρεῖ τὰς γωνίας καὶ ἐξ ἑνὸς πλείω ποιεῖ τὰ χωρία καὶ πλαγία κεῖται· διὸ καὶ ἐν τοῖς ἑπομένοις ἐρεῖ [39 A] τὴν θατέρου φορὰν εἶναι πλαγίαν. ταῦτα δὲ
15πάντα τῆς τοῦ ἀπείρου φύσεως γνωρίσματά ἐστι. Κράτος δὲ ἔδωκε τῇ ταὐτοῦ καὶ ὁμοίου περι‐ φορ· μίαν γὰρ αὐτὴν ἄσχιστον εἴασεν [36 D]. Θεσμὸς οὗτός ἐστι δημιουργικὸς ἄνωθεν ἀπὸ τῶν νοητῶν νοητῶς καθήκων, τὰ ἁπλούστερα τῶν ποικιλωτέρων κρατεῖν,
20τὰ μονοειδέστερα τῶν πληθυομένων, τὰ πεπερασμένα τῶν ἀπείρων, τὰ νοερώτερα τῶν ἧττον τοιούτων. ὥσπερ οὖν ἐν τοῖς νοητοῖς τὸ πέρας κρατεῖ τοῦ ἀπείρου καὶ ἐν τοῖς νοεροῖς τὸ ἄρρεν τοῦ θήλεος καὶ ἐν τοῖς ὑπερκοσμίοις ἡ ταυτότης τῆς ἑτερότητος καὶ ἡ ὁμοιότης τῆς ἀνομοιότητος, οὕτω καὶ
25ἡ ταὐτοῦ περίοδος ἐπὶ τῆς ψυχῆς κρατεῖ τῆς θατέρου περι‐ φορᾶς. διὸ δὴ καὶ ἐν τοῖς αἰσθητοῖς κρατεῖται τὸ πλανώ‐ μενον ὑπὸ τοῦ ἀπλανοῦς, καὶ πᾶν τὸ πολυειδὲς γένος τῆς ζωῆς ὑπὸ τῶν μονοειδῶν αἰτίων συνέχεται. ληπτέον οὖν καὶ ἀπὸ τούτων, ὅτι ἡ ταυτότης ἑτερότητός ἐστι κρείττων,
30καὶ ὅτι πάλιν ἡ ὁμοιότης ἀναφαίνεται κρείττων τῆς ἀνο‐ μοιότητος, ἀλλ’ οὐχ ὡς οἱ πολλοὶ τῶν Πλατωνικῶν τὴν ἑτερότητα τῆς ταυτότητος ἀμείνω λέγουσι καὶ τὴν ἀνομοιό‐ τητα τῆς ὁμοιότητος· δι’ αὐτὸ γὰρ τὸ τῆς ταυτότητος εἶδος
ὁ ταὐτοῦ κύκλος θειότερος· τὸ γὰρ ἄσχιστον τὴν ἕνωσιν
in Ti
.

2

.

263

σημαίνει τὴν θείαν καὶ τὴν ἀδιαίρετον ζωὴν καὶ τὸ μονοει‐ δὲς ἐν ταῖς δυνάμεσι. καὶ διὰ τί οὖν, φαίη τις ἄν, εἰ τοῦτο κρεῖττον, οὐχὶ πᾶσαν τὴν ψυχὴν ἄσχιστον εἴασεν; ὅτι, φήσω, πάντα ἔδει τὰ εἴδη τὴν ψυχὴν ἔχειν καὶ τοὺς λόγους
5πάντας καὶ τὰς αἰτίας τῶν ἐγκοσμίων· καὶ τελειότερόν ἐστι τὸ τῶν διττῶν κύκλων περιεκτικὸν τοῦ κατὰ μίαν ἀφωρι‐ σμένου δύναμιν· τὸ μὲν γὰρ οὕτω ταὐτόν, ὡς ἐν τῇ ταυτό‐ τητι τὴν ἑτερότητα κρυφίως περιέχειν, κρεῖττόν ἐστιν ἢ κατὰ τὴν μεσότητα τὴν ψυχικήν· τὸ δὲ μετὰ τῆς ταυτότητος καὶ
10τῆς ἑτερότητος ἐπικρατεῖν προσήκει τῇ οὐσίᾳ τῆς ψυχῆς· ἔστι γὰρ τὸ μὲν νοητὸν καὶ ὁ νοῦς οἱονεὶ μόνης ταυτό‐ τητος κύκλος, τὸ δὲ αἰσθητὸν καὶ ὁ κόσμος ἑτερότητος κύκλος· οὗ μὲν γὰρ ἐγκρυφίως ἐστὶν ἡ ἑτερότης, οὗ δὲ ἀμυδρὰ καὶ ἐπιπολῆς ἡ ταυτότης· μέση δὲ ἡ ψυχή, δυὰς οὖσα καὶ διτ‐
15τοὺς ἔχουσα κύκλους, τὸν μὲν πρὸς τοῦ νοῦ, τὸν δὲ πρὸς τῆς αἰσθητῆς οὐσίας, καὶ λόγους διττούς, τοὺς μὲν νοερούς, τοὺς δὲ κοσμουργούς, καὶ τοὺς μὲν ἐπὶ τὰ ὄντα διαβαίνον‐ τας, τοὺς δὲ τῶν αἰσθητῶν ἐφαπτομένους. Τὴν δὲ ἐντὸς σχίσας ἑξαχῇ ἑπτὰ κύκλους ἀνί‐
20σους κατὰ τὴν τοῦ διπλασίου καὶ τριπλασίου διά‐ στασιν ἑκάστην οὐσῶν ἑκατέρων τριῶν κατὰ τἀναν‐ τία μὲν ἀλλήλοις προσέταξεν ἰέναι τοὺς κύκλους, τάχει δὲ τρεῖς μὲν ὁμοίως, τοὺς δὲ τέτταρας ἀλλή‐ λοις τε καὶ τοῖς τρισὶν ἀνομοίως, ἐν λόγῳ δὲ φερο‐
25μένους [36 D]. Πρῶτον ἀστρονομικῶς, εἰ βούλει, θεασώμεθα ταῦτα τὰ νῦν ὑπὸ τοῦ Πλάτωνος εἰρημένα (τρόπος γὰρ οὗτος διδα‐ σκαλίας ἐμμελής), καὶ νοήσωμεν ἓν μὲν καὶ ὁμόχρουν ἑαυτῷ τὸ τῶν πλανωμένων βάθος, διότι καὶ μιᾶς ἐστιν ὕλης,
30ὥσπερ φασὶν οἱ σοφοὶ τὰ τοιαῦτα, διῃρημένον δὲ εἰς τοὺς
ἑπτὰ κύκλους ἐναντίως πως ἀλλήλοις φερομένους, εἴτε, ὥς
in Ti
.

2

.

264

τινες λέγουσιν, ὅτι Σελήνη μὲν καὶ Ἥλιος ὁμοίως ἐπὶ τῶν ἐπικύκλων κινοῦνται, τῇ ἀπλανεῖ τοῖς ἑαυτῶν κύκλοις ἀντι‐ φερόμενοι κατὰ τὴν αὑτῶν κίνησιν, οἱ δὲ ἄλλοι μίαν φορὰν ποιοῦνται τήν τε ὁμαλὴν καὶ τὴν ἀνώμαλον. εἴτε, ὅτι Κρό‐
5νος μὲν καὶ Ζεὺς καὶ Ἄρης τὰς πρώτας φάσεις μετὰ τὰς πρὸς τὸν Ἥλιον συνόδους ἑῴας ποιοῦνται τῷ θᾶττον αὐτῶν ἐπὶ τὰ ἡγούμενα κινεῖσθαι τὸν Ἥλιον, Σελήνη δὲ ἑσπερίαν διὰ τὸ θᾶττον κινουμένην ἀνατολικωτέραν ὁρᾶσθαι τοῦ Ἡλίου, Ἑρμῆς δὲ καὶ Ἀφροδίτη ποτὲ μὲν οὕτως, ποτὲ δὲ
10ἐκείνως. εἴτε, ὅτι στηριγμοὺς ποιοῦνται φαινομένους καὶ προποδισμοὺς καὶ ὑποποδισμούς, διαμετροῦσί τε ἀλλήλους καὶ πρὸς τὰ ἐναντία φέρονται, τῶν μὲν ἐπὶ βορρᾶν, τῶν δὲ ἐπὶ νότον κινουμένων, εἴθ’ ὅντινα βούλει τρόπον· ἄλλοι γὰρ ἄλλα λέγουσιν. εἴθ’, ὃ καὶ ἀληθέστερον εἰπεῖν, ὅτι φησὶ
15κατὰ τἀναντία προστάξαι τὸν δημιουργὸν ἰέναι τοὺς κύκλους, οὐ τοὺς ἑπτὰ ἀλλήλοις, ἀλλὰ τὸν ἕνα καὶ τοὺς ἑπτὰ διὰ τὴν ἀντιπεριφοράν· οὕτω γὰρ καὶ ἑξῆς κατὰ τἀναντία ἅμα προϊέναι τοὺς πλανήτας τήν τε ἰδίαν κινουμένους κίνησιν καὶ τὴν τῆς ἀπλανοῦς ἐρεῖ [39 AB]. ἀλλ’ οὐδὲ Πλάτων
20ἢ ἐν τούτοις ἢ ἐν ἄλλοις ἐπικύκλων ἢ ἐκκέντρων ποιεῖται μνείαν, ἀλλὰ τοὺς μὲν ἑπτὰ κύκλους περὶ ἓν γράφει κέν‐ τρον, ἄλλους δὲ τούτοις οὐκ ἐπιτίθησιν οὐδὲ μεμηχανημένην ποιεῖ τὴν τῶν κινήσεων διαφοράν· καὶ γὰρ ἄνευ τούτων καὶ ἡ τῶν ἐπικύκλων ὑπόθεσις καὶ ἡ τῶν φάσεων οὐδαμῶς
25ἐστιν οἰκεία πρὸς τοὺς ἐν ψυχῇ κύκλους. διῄρηται δ’ οὖν εἰς τοὺς ἑπτὰ τούτους κύκλους ἡ θατέρου, τάχει, φησίν, ἔχουσα τοὺς μὲν τρεῖς ὁμοίως φερομένους, τοὺς δὲ τέτταρας ἀνομοίως· ἰσόδρομοι μὲν γὰρ οἱ τρεῖς, ὡς καὶ ἐν Πολιτείᾳ [X AB] λέλεκται, Ἥλιος, Ἑρμῆς, Ἀφρο‐
30δίτη, ἀνόμοιοι δὲ οἱ τέτταρες, Σελήνη, Κρόνος, Ἄρης, Ζεύς· πάντες δὲ ὅμως ἐν λόγῳ φέρονται πρός τε ἀλλήλους καὶ τὸ πᾶν, διότι κατ’ ἀριθμοὺς ὡρισμένους ἡ κίνησις αὐτῶν ἀνε‐
λίττεται καὶ αἱ περιοδικαὶ πᾶσαι ἀποκαταστάσεις ἀποτελοῦνται.
in Ti
.

2

.

265

καὶ ἔοικεν, ὡς ἐν τούτοις δηλοῖ τὴν διαφορὰν τῶν ἰσοδρό‐ μων ἀστέρων πρὸς τοὺς ἀνισοδρόμους, καὶ ἐν τοῖς φαινο‐ μένοις πρὸ αὐτῶν τῶν ἀστέρων ἀντιτιθέναι πρὸς τοὺς ἀνί‐ σως 〈τοὺς ἴσωσ〉 θέοντας τῶν κύκλων, ἐφ’ ὧν φέρονται.
5μόνους γοῦν τοὺς κύκλους ἐν τῇ ψυχῇ θεὶς ἄνευ τῶν ἀστέ‐ ρων—οὔπω γὰρ ὑπέστησαν—τούτους ἔφατο κινεῖσθαι, τοὺς μὲν ὡς ἰσοδρόμους, τοὺς δὲ ἀλλήλοις τε καὶ τούτοις ἀνίσως. καὶ ταῦτα μὲν δῆλα. τὸ δὲ κατὰ τὴν τοῦ διπλασίου καὶ τριπλασίου διάστασιν ἑκάστην, τῶν
10διαστάσεων οὐσῶν ἑκατέρων τριῶν, γεγονέναι τὴν σχίσιν τῶν ἑπτὰ τούτων κύκλων ἔστι μὲν ὥς γε κατὰ τὴν λέξιν ὑποδύσκολον, σημαίνει δὲ ὅμως, ὅτι κατὰ ἑκάστην διάστασιν τῶν διπλασίων τε καὶ τριπλασίων διαστάσεων, οὐσῶν ἑκα‐ τέρων τριῶν—ἐν γὰρ τέτρασιν ὅροις αἱ διαστάσεις τρεῖς—
15ἡ σχίσις γέγονεν, ὅ ἐστι τῷ κατὰ μῆκος ταὐτόν, ἵν’ 〈ἐν〉 ἑκάστῳ τῶν ἑπτὰ κύκλων ἐνῶσιν αἱ διαστάσεις πᾶσαι καὶ οἱ λόγοι πάντες· εἰ μὲν γὰρ κατὰ μίαν διάστασιν ἡ τομὴ γε‐ γένητο, αἳ μὲν ἐν ἄλλοις, αἳ δὲ ἐν ἄλλοις κύκλοις τῶν δια‐ στάσεων ἀπεμερίζοντο 〈ἄν〉· διότι δὲ καθ’ ἑκάστην ἡ διαίρεσις
20προῆλθεν, ἔστιν ἑκάστης ἑκάστη μοῖρα, καὶ πάντες οἱ κύκλοι πάντων μετέχουσι τῶν λόγων. εἰ μὴ ἄρα τούτων ἀληθέ‐ στερόν ἐστι λέγειν, ὅτι κατὰ τὸν ἀριθμὸν τῶν τοῦ διπλα‐ σίου καὶ τριπλασίου διαστάσεων ἓξ οὐσῶν ἑξαχῇ τοὺς κύκλους ἔτεμεν· ἐφεξῆς γὰρ κειμένων τῶν διαστάσεων, ἀλλ’ οὐχὶ
25κατὰ βάθος διῃρημένων—λέγω δὲ ἐφεξῆς ὥστε τετάσθαι κατὰ τὸν ὅλον κύκλον, ὡς ἦσαν τεταμέναι κατὰ τὴν ὅλην εὐθεῖαν, ἧς ἐγένετο καμφθείσης ὁ κύκλος—γελοῖον ἦν τὴν κατὰ βάθος τομὴν τοιαύτην ποιεῖν, ὥστε μοίρα μιᾷ
τῶν κύκλων ἕκαστον διορίζειν. Τούτων δὴ προειλημμένων
in Ti
.

2

.

266

ἀπ’ αὐτῶν ἀρξάμενοι τῶν φαινομένων λέγωμεν, ὅτι τὴν τοῦ παντὸς ψυχήν, λόγους ἔχουσαν πάντων τῶν ἐγκοσμίων καὶ δυνάμεις ὑποστατικάς, ἀνάγκη μὴ μόνον ἀνθρώπου καὶ ἵπ‐ που καὶ τῶν ἄλλων ἁπάντων ζῴων ἔχειν τὰς νοερὰς αἰτίας,
5ἀλλὰ καὶ πρὸ τούτων τῶν ὅλων τοῦ κόσμου μερίδων, αὐτῆς, λέγω, τῆς ἀπλανοῦς καὶ τῆς πλανωμένης, καὶ ἀπὸ τῆς ἐν αὐτῇ δυάδος καὶ τὸν οὐρανὸν ὑπομεῖναι τὴν εἰς δύο διαί‐ ρεσιν, καὶ πρὸ τῶν ἑπτὰ πλανωμένων εἶναι τὴν ὄντως ἑβδο‐ μάδα πρὸ τῶν φαινομένων ἐν αὐτῇ προϋπάρχουσαν, καὶ τῆς
10τε ἀνομοιότητος τῆς τῶν κύκλων καὶ τῆς ὁμοιότητος αὐτὴν ἔχειν τὰς αἰτίας· ὥσπερ γὰρ ἡ ἡμετέρα φύσις δύο μὲν ὀφθαλμούς, δακτύλους δὲ πέντε, σπλάγχνα δὲ ἑπτὰ γεννᾷ κατὰ τοὺς ἐν αὐτῇ λόγους (προείληφε γὰρ τῶν μερῶν τού‐ των τοὺς ἀριθμούς· διὸ καὶ ἀεὶ ὡσαύτως ποιεῖ καὶ τὸ αὐτὸ
15εἶδος, ὅταν μὴ τὰ ἐκ τῆς ὕλης ἐμπόδια παρεμπίπτοντα δια‐ κωλύῃ τὴν κατὰ φύσιν ἀπογέννησιν) καὶ ὥσπερ ἐν ἡμῖν μία αἴσθησις τῶν πέντε τούτων αἰσθήσεων τὰς αἰτίας ἔχουσα γεννᾷ δευτέρως ἀφ’ ἑαυτῆς τὰς περὶ τὸ σῶμα μεριζομένας δυνάμεις, τὸν αὐτὸν τρόπον καὶ ὁ θατέρου κύκλος τῶν
20ἑπτὰ κύκλων τὰς πρωτουργοὺς αἰτίας ἐν αὑτῷ περιείληφε, καθ’ ἃς καὶ οὗτοι διεκοσμήθησαν· μετέχει μὲν γὰρ ἀμφο‐ τέρων τῶν κύκλων ἅπας ὁ οὐρανός, ἀλλὰ μᾶλλον τὸ μὲν ἀπλανὲς τοῦ ταὐτοῦ, τὸ δὲ πλανώμενον τοῦ θατέρου· διὸ κἀκεῖνο μὲν ἀδιαίρετον, τοῦτο δὲ διαιρετόν, κἀκεῖνο μὲν ἀπ’
25ἀνατολῆς, τοῦτο δὲ ἀπὸ δυσμῶν κινεῖται· μιμεῖται γὰρ τὸ μὲν τὴν μονοειδῆ καὶ νοερὰν δύναμιν τῆς ψυχῆς, τὸ δὲ τὴν πολυειδῆ καὶ κινήσει καὶ ποικιλίᾳ χαίρουσαν. καίτοι καὶ ἡ ἀπλανὴς πολλῶν ἐστι περιεκτικὴ ζῴων θείων, καὶ ὁ ταὐτοῦ κύκλος περιέχει τὰς πάντων αἰτίας, ἀλλ’ ἄσχιστός
30ἐστι, διότι πᾶν τὸ πλῆθος ἐν αὐτῷ δι’ ἑνώσεως πρὸς ἑαυτὸ συμπέφυκε καὶ τῷ δεσμῷ κρατεῖται τῆς ταυτότητος· διὸ καὶ ἡ ἀπλανὴς μίαν κινεῖται φοράν. ἐπεὶ καὶ ἕκαστος τῶν ἑπτὰ
κύκλων πλῆθος περιείληφε δυνάμεων, τῶν μὲν ὁλικωτέρων,
in Ti
.

2

.

267

τῶν δὲ μερικωτέρων, ἀλλὰ νῦν τὰς ἑνάδας αὐτῶν καὶ τὰς πρώτας περιοχὰς ὁ Τίμαιος παραδίδωσι, τὰς δὲ ἀπεριηγή‐ τους τῶν θείων λόγων ὑποβάσεις ἀφίησιν· ἕκαστος γὰρ κύκλος πλήρωμα ζωῆς ἐστιν ἰδιαζούσης, 〈ἢ〉 συνοχικῆς ἢ
5διαιρετικῆς, ἢ συνδετικῆς ἢ ἀσυναγώγου, ἢ ἄλλης τοιαύτης, καὶ πολλαὶ τελοῦσιν εἰς αὐτὸν δυνάμεις, αἳ μὲν θεῶν γεν‐ νητικαὶ πρώτων καὶ δευτέρων, αἳ δὲ δαιμόνων, αἳ δὲ καὶ μερικῶν ψυχῶν. διὰ τί οὖν, φαίη τις ἄν, οὐχὶ καὶ τῆς οὐσίας ἴδιός τις γέγονε κύκλος, ὡς τῆς ταυτότητος καὶ τῆς
10ἑτερότητος; ὅτι, φήσω, τούτων μέν ἐστιν ἀντίθεσις, ἡ δὲ οὐσία κοινὴ τῆς πάσης ἐστὶ ψυχῆς. μία μὲν οὖν ἐστι κατ’ ἐκείνην ἡ πᾶσα, δυοειδὴς δὲ κατὰ τούτους, ὥσπερ καὶ τῶν εὐθειῶν ἡ μία προηγεῖται ταῖν δυοῖν. καὶ ἡ μὲν μονὰς κἀνταῦθα πρὸ τῆς ἑβδομάδος ἐστίν, ὥσπερ καὶ τὸ ἀμερὲς
15τῆς ψυχῆς ἡγεῖτο τῆς εἰς ἑπτὰ διαιρέσεως· τῆς δὲ ἑβδομά‐ δος ἡ μὲν εἰς τέσσαρας καὶ τρεῖς διαίρεσις τὸν ἐπίτριτον ἔχει λόγον, πρώτιστον ὄντα τῶν συμφωνιῶν, καὶ ἀριθμοὺς τοὺς πρωτίστους τῶν περιττῶν καὶ ἀρτίων, ἀλλὰ τῶν μὲν τριῶν τὸν μὲν ἀνὰ λόγον τῇ ἀληθείᾳ, τὸν δὲ τῷ κάλλει, τὸν
20δὲ τῇ συμμετρίᾳ, ταῖς ἐν προθύροις τοῦ ἀγαθοῦ μονά‐ σιν, ὡς ἐν Φιλήβῳ [64 C] μεμαθήκαμεν, τῶν δὲ τεσσάρων τὸν μὲν τῇ στάσει, τὸν στασιμώτατον, τὸν δὲ κινήσει, τὸν εὐκινητότατον, τὸν δὲ ταυτότητι, τὸν εὐκραέστατον, τὸν δὲ ἑτερότητι, τὸν διαιρετικώτατον. διὰ τί δὲ οὐχὶ καὶ τὰ μερικὰ
25εἴδη ἐνέθηκεν αὐτὸς τῇ ψυχῇ τοῦ παντός, ἀλλὰ μόνα τὰ γένη τῶν παντοίων εἰδῶν; ὅτι, φήσω, τῇ ὅλῃ δημιουργίᾳ τοῦτο προσήκει· τὸ γὰρ πολυμέριστον τῶν λόγων τῆς μερι‐ στῆς ἐστι ποιήσεως, ἥτις ἑκάστην παραλαβοῦσα ψυχὴν εἰς τὰ κοινὰ πάντων γένη τῶν ὄντων διῃρημένην, ἐπιδιαρ‐
30θροῦσα τὴν ἐν αὐταῖς ποικιλίαν κατὰ τὴν θείαν διαιρετικὴν προάγει τὴν ἑκάστης ἐπιδιαίρεσιν μέχρι τῶν ἀτόμων εἰδῶν·
διὸ καὶ λέγεται μεριστὴ καὶ τῆς ὅλης δευτέρα δημιουργίας.
in Ti
.

2

.

268

προσήκουσα οὖν ἡ εἰς τὰ ὅλα γένη τῶν ψυχῶν παραδέδοται διαίρεσις καὶ ἡ ἐκ τῶν ὅλων σύγκρασις πρὸς τὴν ὑποκει‐ μένην δημιουργίαν ὁλικὴν ὑπάρχουσαν. ἀλλὰ ταῦτα μὲν δῆλα. διὰ τί δέ, φαίη τις ἄν, εἰς τὴν ἀπλανῆ καὶ πλανω‐
5μένην πεποιήμεθα τὴν διαίρεσιν μόνην, μᾶλλον δὲ εἰς τὰς δυνάμεις τὰς τούτων παραδειγματικάς, ἀλλ’ οὐχὶ καὶ εἰς τὸ τετράστοιχον; ἡ γὰρ τοῦ παντὸς ψυχὴ κἀκεῖνα συνέχει ταῖς ἑαυτῆς δυνάμεσι καὶ ποδηγεῖ ταῖς ἑαυτῆς κινήσεσιν. εἴρηται μὲν οὖν ὑπό τινων, ὅτι τὸ τετράστοιχον πᾶν ἐν τῷ κύκλῳ
10συνείληπται τῷ τῆς σελήνης· σμικρὸν γάρ ἐστιν ὡς πρὸς τὸ πᾶν καὶ οἷον πυθμήν τις τοῦ κόσμου τὸ ἔνυλον· οὕτω γὰρ καὶ ἐν Πολιτείᾳ [X 616 D] τὸν ὅλον κόσμον εἰς ὀκτὼ σφονδύλους διεῖλεν, ἐν τῷ ὀγδόῳ πᾶν τὸ ἔνυλον περι‐ λαβών. εἴρηται μὲν οὖν καὶ ταῦτα καὶ εἴρηται καλῶς.
15ἔτι δ’ ἂν ῥηθείη τελεώτερον, ὅτι διὰ ταύτης τῆς μονάδος τε καὶ ἑπτάδος τῶν κύκλων πάσας περιέχει τὰς τοῦ κόσμου μοίρας· ὡς γὰρ ἐν οὐρανῷ μονάς ἐστι καὶ ἑπτάς, οὕτω καὶ ἐν τῇ σφαίρᾳ τοῦ αἰθέρος ἐστὶ τὸ ἀνὰ λόγον, τὰ μὲν τῷ ἀπλανεῖ κύκλῳ, τὰ δὲ τῷ πλανωμένῳ σύστοιχα, καὶ διά‐
20κοσμος ὅλος καὶ ἐκεῖ μιμούμενος τὸν οὐρανὸν αἰθερίως καὶ ἐν τῷ βάθει τοῦ ἀέρος καὶ ἐν τοῖς ὄγκοις τοῦ ὕδατος καὶ ἐν τοῖς κόλποις τῆς γῆς· οὐ γὰρ μόνον ἡ γῆ κατὰ τὸ ἀνὰ λόγον τῷ οὐρανῷ διῄρηται, ἀλλὰ καὶ τὰ ἄλλα στοιχεῖα, καὶ ἐν ἑκάστῳ μονάδες εἰσὶ καὶ ἑπτάδες περιληπτικαὶ τῶν
25ἐν αὐτοῖς διακόσμων καὶ τῶν πληρωμάτων, τῶν τε ἐμπυρίων καὶ τῶν ἀερίων καὶ τῶν ἐνυδρίων. ταύτας οὖν ἁπάσας τὰς μονάδας καὶ τὰς ἑβδομάδας οἱ κύκλοι κατ’ αἰτίαν προειλή‐ φασι τῆς ψυχῆς, τὰς μὲν ὁ ταὐτοῦ, τὰς δὲ ὁ θατέρου. καὶ τοῦτο δοκεῖ μὲν καὶ τοῖς ἐπιστημονικωτάτοις τῶν πώποτε
30θεολόγων. συγχωρήσειε δ’ ἂν καὶ Πλάτων καὶ ἀπὸ τῆς ἀπλανοῦς καὶ ἀπὸ τῆς πλανωμένης διατείνειν τὰς σειρὰς
μέχρι τῶν χθονίων, εἴτε θείας εἴτε δαιμονίας εἴτε μερικῶν
in Ti
.

2

.

269

ψυχῶν, ὅπου γε καὶ τῶν ἀπολύτων ἡγεμόνων τῶν δώδεκα τὰς σειρὰς ἄνωθεν καθήκειν ἐθέλει μέχρι τῶν ἐσχάτων· καὶ γὰρ δεῖ ταῖς κυριωτέραις περιόδοις ἕπεσθαι τὰς ἀκυροτέρας καὶ μιμεῖσθαι τὰς οὐρανίας ἑκάστας τῶν ὑπὸ τὸν οὐρανόν·
5ὥστε καὶ τούτων ὡς ἀνὰ λόγον ἐκείναις διατεταγμένων οἱ ψυχικοὶ κύκλοι τὰς αἰτίας περιέχουσιν. εἰ δὲ ταῦτα κρατοίη, δηλονότι τοὺς μὲν ἰσοδρόμους φήσομεν πάλιν ἐν μέσῳ τετάχθαι τῶν ὅλων οὐ μόνον ὡς ἀνὰ λόγον ταῖς ἐν προ‐ θύροις τοῦ ἀγαθοῦ μονάσιν, ἀληθείᾳ, κάλλει, συμμετρίᾳ,
10ἀλλὰ καὶ τρόπον ἄλλον ἢ ὃν πρότερον εἴπομεν τὸν σύν‐ δεσμον κατέχοντας τῶν ὅλων ἵστασθαι κατὰ τὸ ἀναγωγὸν εἰς τὰ πρῶτα τῶν δευτέρων, κατὰ τὸ ἐκφαντικὸν τῶν πρώ‐ των εἰς τὰ δεύτερα, κατὰ τὸ συνδετικὸν ἀμφοῖν ὁμοίως. τῶν δὲ λοιπῶν γῆν μὲν καὶ τὴν ἀπλανῆ τοῖς συνοχεῦσιν,
15Οὐρανῷ καὶ Γῇ, ὕδωρ δὲ καὶ Κρόνον Ῥέᾳ καὶ Κρόνῳ, ἀέρα δὲ καὶ Δία Διὶ καὶ Ἥρᾳ· Σελήνην δὲ καὶ Ἄρεα μετὰ τούτους οὐκ ἂν ἄπο τρόπου λέγοιμεν τάξιν ἔχειν, τὸν μὲν διακριτικὴν τῶν πρώτων καὶ ἠρρενωμένων ἀπὸ τῶν μέσων, τὴν δὲ διοριστικὴν τῶν τρίτων καὶ οἷον τεθηλυσμένων ἀπὸ
20τῶν αὐτῶν· ἐν δὲ τοῖς μέσοις ἄκρα μὲν εἶναι τὸ ἀναγωγὸν καὶ τὸ ἐκφαντικόν, μέσον δὲ τὸ τοῖς ἐρωτικοῖς δεσμοῖς πάντα συνέχον. δηλοῦσι δὲ καὶ οἱ θεολόγοι, τὸν μὲν καλοῦντες ἄγγελον θεῶν, τὸν δὲ ἀνόδου πύλην, τὴν δὲ ἀμφοῖν ἐν μέσῳ φιλίαν τοῦ παντός, μέσην οὖσαν, εἴτε
25πρὸ αὐτῆς Ἥλιος καὶ μετ’ αὐτὴν ὁ Ἑρμῆς, εἴτε ἔμπαλιν. καὶ ἴσως εἶεν ἂν ἰσόδρομοι καθόσον εἰς ἓν βλέπουσι πάντες, τὸν τῶν ὅλων σύνδεσμον, καὶ αἱ ἐνέργειαι αὐτῶν τέλος ἔχουσι ταὐτόν, συνερείδειν τὰ πάντα πρὸς τὴν μίαν ἕνωσιν, ὥστε τὸ πᾶν συμπεπληρῶσθαι τοῖς οἰκείοις αἰτίοις. πάντ’
30οὖν ἐστιν ἐν αὐτῇ κατὰ τὴν ἑνιαίαν περιοχήν· οἱ γὰρ ὀκτὼ
κύκλοι δυνάμεις εἰσὶν ἡνωμένως περιέχουσαι τὰ διῃρημένως
in Ti
.

2

.

270

ἐν τοῖς αἰσθητοῖς ὑπάρχοντα κατ’ οὐρανόν τε καὶ ἐν ἑκάστῳ τῶν στοιχείων. οὕτω μὲν οὖν περὶ πάντων ὡς συλλήβδην εἰπεῖν τῶν κύκλων ῥητέον. Πάλιν δὲ αὐτὸν καθ’ αὑτὸν τὸν θατέρου σκοπούμενοι τὴν μὲν εἰς ἓξ διαίρεσιν οἰκειοτά‐
5την εἶναι τῇ ψυχῇ φήσομεν· ἔστι γὰρ ἑξάς, ὡς μὲν ὁ τῶν Πυθαγορείων λόγος, ἀνὰ λόγον ταττόντων σημείῳ μὲν μο‐ νάδα, γραμμῇ δὲ δυάδα, τῷ δὲ ἐπιπέδῳ τριάδα, τῷ δὲ σώ‐ ματι τετράδα, τῷ δὲ πεποιωμένῳ τὴν πεντάδα, τῷ δὲ ἐψυχω‐ μένῳ τὴν ἑξάδα, τῷ δὲ νοερῷ τὴν ἑπτάδα· τὸν δὲ τῶν
10ἑπτὰ κύκλων ἀριθμὸν πῶς οὐκ οἰκεῖον εἶναι τῇ ψυχῇ φή‐ σομεν, ἀπὸ τῆς ζῳογόνου παρηγμένῃ θεᾶς, ἣ καὶ μονὰς ἦν καὶ δυὰς καὶ ἑπτάς, περιέχουσα πάσας ἐν ἑαυτῇ τὰς Τιτανί‐ δας; ἔτι δὲ καὶ κατ’ ἄλλον τρόπον· ἡ γὰρ ἑπτὰς καιρο‐ φυής ἐστιν ἀριθμὸς καὶ τελεσιουργὸς τῶν περιόδων καὶ
15ἀποκαταστατικός. οἰκείως οὖν ἔχει καὶ ταύτῃ πρὸς τὴν ψυ‐ χὴν τὴν πάντα παράγουσαν καὶ κατευθύνουσαν ταῖς ἑαυτῆς κινήσεσιν. εἰ δὲ καὶ τοῦτο, δηλονότι δυνάμεις οἵδε εἰσὶν οἱ κύκλοι τῆς ψυχῆς γνωστικαί τε καὶ πολλῷ πρότερον ζωτικαὶ τῆς ψυχῆς, τετραδικαί τε καὶ τριαδικαί· πάντων γάρ εἰσι
20τῶν αἰσθητῶν περιληπτικαὶ κατ’ ἄμφω, καὶ πᾶσαν τὴν ἐν αὐτοῖς ὁμοιότητα διὰ τῆς τριάδος καὶ ἀνομοιότητα διὰ τῆς τετράδος γιγνώσκουσι καὶ πᾶσαν τὴν ποικιλίαν τά τε γένη τὰ ἐν αὐτοῖς πάντα, καὶ εἴ τινος ἀληθείας ἐν τῷ ὁπωσοῦν εἶναι μέτεστιν αὐτοῖς ἢ συμμετρίας ἢ κάλλους ἀπὸ τῶν ὄντως
25ὄντων. καὶ μὴν καὶ τὸ ἐν ἑκάστῳ τῶν κύκλων εἶναι τοὺς ἑπτὰ τούτους ὅρους τοὺς γεωμετρικοὺς ἑπταπλασιάζει τοὺς λόγους, τοῦτο δὲ τῆς αὐτοκινησίας ἐστὶ γνώρισμα τῆς ψυ‐ χικῆς· αὕτη γὰρ ἑαυτὴν γεννᾷ καὶ πολλαπλασιάζει καὶ ἅμα ἑπτάς τέ ἐστι καὶ ὁ ἀπὸ τῆς ἑπτάδος ἀριθμός. ἔτι δὲ τὸ
30κατὰ τἀναντία ἀλλήλοις πορεύεσθαι τοὺς κύκλους τοὺς ψυ‐
in Ti
.

2

.

271

χικοὺς δηλοῖ τὸ πανταχοῦ προϊέναι τὰς δυνάμεις ταύτας καὶ πάντων εἶναι γονίμους καὶ αἰτίας τῆς πανταχοῦ μεριζομένης ἑτερότητος καὶ αὐτῶν τῶν περὶ τὴν γένεσιν ἐναντιώσεων· ἔστι γὰρ τὰ ἐναντία καὶ ἐν ψυχῇ καὶ ἐν οὐρανῷ καὶ ἐν
5ὕλῃ, ἀλλ’ ἐκ μὲν τῶν ἐνύλων ἐναντίων ἡ γένεσις, διὰ δὲ τῶν οὐρανίων, ἀπὸ δὲ τῶν ψυχικῶν λόγων ὑφέστηκεν· ἔχει γὰρ τὰ μὲν τὸν ἐξ ὧν, τὰ δὲ τὸν δι’ ὧν, τὰ δὲ τὸν ἀφ’ ὧν λόγον ἐν ταῖς ἀπογεννήσεσι. καὶ μὴν καὶ ἡ ὁμοιότης τῶν τριῶν καὶ ἡ ἀνομοιότης τῶν τεττάρων οἰκείως εἴληπται
10τοῖς ἀριθμοῖς· ἔστι γὰρ τελεσιουργὸς μὲν ἡ τριὰς καὶ ἐπι‐ στρεπτικὴ πρὸς ταὐτὸν εἶδος, γόνιμος δὲ ἡ τετρὰς καὶ αἰτία τοῦ ὅλου πλήθους· πάντως ἄρα οἱ ἀριθμοὶ πάντες εἰσὶ τῇ οὐσίᾳ τῆς ψυχῆς, μονάς, δυάς, τριάς, τετράς, πεντάς, ἑξάς, ἑπτάς, καὶ ἐπὶ πᾶσιν ὁ ἀπὸ τῆς ἑπτάδος τετράγωνος, καὶ
15οὗτοι πάντες εἰς ἑπτάδα τελοῦσι. πανταχόθεν ἄρα ἑβδομα‐ τική τίς ἐστιν ἡ οὐσία τῆς ψυχῆς, καὶ ὁ μὲν ταὐτοῦ κύκλος μονάς, ὁ δὲ θατέρου, καθάπερ εἴπομεν, ἑπτάς· ὃ μὲν γὰρ νοῦς ἐστι κινούμενος, ὃ δὲ τὸ κατὰ νόον φῶς, ὥσπερ δὴ καὶ ἡ ἑπτὰς κατὰ τοὺς Πυθαγορείους, καὶ ὃ μὲν ἀμέ‐
20ριστος, ἀνὰ λόγον τῷ νῷ, καίτοι καὶ αὐτὸς ἐκ τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριστῆς οὐσίας ἐστίν, ἀλλ’ ἐν αὐτῷ κρατεῖ τὸ ἀμέριστον, καθάπερ ἡ ταυτότης· ὃ δὲ μεριστός· κρατεῖ γὰρ ἐν αὐτῷ ἡ ἑτερότης. διόπερ ὃ μέν ἐστι μονα‐ δικός, ὃ δὲ ἑβδομαδικός, οὐ μόνον ὅτι διὰ τὴν πρὸς τὴν
25ζῳογόνον θεὸν ὁμοίωσιν 〈ἡ〉 ἑπτὰς προσήκει τῇ οὐσίᾳ τῆς ψυχῆς· καὶ γὰρ ἐκείνη μονάς ἐστι δύο περιεκτικὴ τριά‐ δων, ἃς ἐν αὑτῇ περιείληφεν· ἀλλὰ καὶ διότι τὸ πρώτως τῆς ψυχῆς μεριζόμενον τὴν εἰς ἑπτὰ διαίρεσιν ὑπέμεινεν, ὡς ἔμπροσθεν δῆλον ὅτι γέγονε· τὰ γὰρ ἀπὸ μιᾶς
30καὶ ἀμερίστου μεριζόμενα δυνάμεως ἑβδομαδικὸν ἔσχε τὸν
πρῶτον ἀριθμόν. ἔστι δὲ καὶ ὁ ἀπὸ τῆς ἑπτάδος ἀριθμὸς
in Ti
.

2

.

272

προσήκων ταῖς διαιρετικαῖς δυνάμεσιν, ὥσπερ δὴ καὶ ἡ ἑπτάς· ἀλλ’ αὕτη μὲν ταῖς ὑπερκοσμίοις, ἐκεῖνος δὲ ταῖς ἐγκοσμίοις. εἰ δὲ δεῖ καὶ σύμπασαν τὴν τῆς ψυχῆς σύ‐ στασιν εἰς τὰς θείας ἀναπέμπειν τάξεις—εἰκόνας γὰρ ἔχει
5πασῶν—ληπτέον τὴν ἀρχὴν ἀπ’ αὐτῶν τῶν πρώτων περὶ αὐτῆς λόγων, ἐν οἷς ἔλεγε [34 BC] δεδημιουργῆσθαι τὴν ψυχὴν οὐχ ὡς ἡμεῖς φαμεν, νεωτέραν τοῦ σώματος, ἀλλὰ γενέσει καὶ ἀρετῇ προτέραν καὶ πρεσβυτέραν, ὡς δεσπότιν καὶ ἄρξουσαν· ἐκεῖθεν γὰρ ὡρμήθη λέγειν
10περὶ αὐτῆς ὁ Τίμαιος, τὰ πρεσβεῖα δοὺς αὐτῇ πρὸς τὴν γένεσιν τῆς σωματικῆς ὅλης συστάσεως. λεκτέον δὴ οὖν ἀνάγεσθαι τὴν πρόοδον αὐτῆς ὡς μὲν ἄρχουσαν καὶ δε‐ σπότιν εἰς τὴν πάντων ἀρχήν, ὡς δὲ τριπλεκῆ καὶ ἅμα ἡνωμένην ὑπόστασιν λαχοῦσαν εἰς τὴν ἀκρότητα τῶν νοη‐
15τῶν ἀναπέμψομεν, καὶ ὡς ἐξ οὐσίας καὶ ταὐτοῦ καὶ θατέ‐ ρου γενομένην εἰς πᾶν τὸ νοητὸν ὄντως πλάτος, οὗ τὸ μὲν ἄκρον ἡ οὐσία κατέχει καὶ τὸ ὄν, τὸ δὲ μέσον ὁ αἰὼν τῆς ἐν ταὐτῷ διαμονῆς πᾶσιν αἴτιος ὤν, τὸ δὲ πέρας τὸ νοητὸν ζῷον ἑτεροιῶσαν ἑαυτὸ ταῖς εἰς τὰ νοητὰ ζῷα προόδοις,
20ἐπεὶ καὶ τὸ ὅλον ἐκεῖ τὸ ἐξ ἀνομοίων μερῶν, ὡς ὁ Παρ‐ μενίδης [129A ss] διδάσκει· τοιοῦτον δὲ καὶ τὸ τριπλεκὲς ὅλον τοῦτο στοιχείων ἀνομοίων φύραμα γεγονός. ὡς δὲ ἀριθμὸν αὐτόγονον καὶ νοητὸν εἰς τὴν ἀκρότητα τῶν νοη‐ τῶν καὶ νοερῶν διακόσμων· ἐκεῖ γὰρ ὁ πρῶτος ἀριθμὸς
25μετὰ τῆς ἑτερότητος, ἐπεὶ καὶ πρώτην ἐκείνην τὴν τάξιν, ὡς οἱ θεολόγοι φασί, τεθεάμεθα σειρῶν οὖσαν αἰτίαν κατ’ ἀριθμὸν διῃρημένων. ἐκεῖ δὲ καὶ ὁ Παρμενίδης τὸν ὅλον ὑπέστησεν ἀριθμὸν καὶ ἐκεῖθεν πάντα τὰ ὄντα ἐξέφηνεν. ὡς δὲ ἐκ τῶν τριῶν μεσοτήτων συγκειμένην καὶ ὅλον οὖσαν
30ἐκ μερῶν ὁμοίων—πάντα γὰρ ἐκ τῶν τριῶν ἐστι στοι‐ χείων—εἰς τὴν ὁλότητα τὴν νοερὰν τὴν συνεκτικὴν τῶν
τε ὅλων καὶ τῶν μερῶν· αἱ γὰρ τρεῖς μεσότητες ἀπ’ ἐκείνων
in Ti
.

2

.

273

ἐφήκουσι τῶν συνεκτικῶν θεῶν, ἣ μὲν ἀπὸ τοῦ πρώτου τοῦ περιέχοντος τοὺς λοιποὺς καὶ καθ’ ἕνα λόγον πάντα συνά‐ γοντος εἰς ἕνα κόσμον καὶ μίαν ἕνωσιν, ἣ δὲ ἀπὸ τοῦ δευ‐ τέρου τοῦ τοῖς μὲν ἄλλην, τοῖς δὲ ἄλλην ἐνδιδόντος σύν‐
5δεσιν, μείζοσι μὲν μείζονα, ἐλάσσοσι δὲ ἐλάσσονα, ἣ δὲ ἀπὸ τοῦ τρίτου τοῦ τοῖς τρίτοις ἐλλάμποντος ἀφ’ ἑαυτοῦ κοινω‐ νίαν, παρ’ οἷς τὰ μὲν ἐλάττονα κατὰ τὸν ὄγκον ἥνωται μᾶλλον, τὰ δὲ μείζονα ἐλασσόνως· τοῦτο δὴ τὸ τῆς ἀριθ‐ μητικῆς μεσότητος ἐξαίρετον. ὡς δὲ ἰδέαν ἔχουσαν τοιάνδε
10καὶ διασχημάτισιν καὶ εὐθείᾳ προόδῳ καὶ ἐπιστροφῇ κυκλικῇ χρωμένην, καθ’ ἣν προείπομεν [p. 247 s] αἰτίαν, εἰς τὴν τοῦ νοεροῦ σχήματος τριάδα· τὸ γὰρ εὐθὺ πρῶτον ἐκεῖ καὶ τὸ περιφερές, διὸ καὶ ἐν τῇ ἰδέᾳ τῆς ψυχῆς γραμ‐ μαί τε παρελαμβάνοντο καὶ κύκλοι μετ’ ἀλλήλων τε καὶ χω‐
15ρίς. ὡς δὲ δυνάμεις ὑποδεξαμένην μοναδικάς τε καὶ ἑβδο‐ μαδικὰς εἰς τὴν ἑβδομάδα τὴν νοεράν, ὡς δὲ μέσην τῶν τε αἰσθητῶν καὶ νοητῶν καὶ ὡς ἀφομοιοῦσαν τὰ αἰσθητὰ τοῖς νοητοῖς εἰς τὴν ἡγεμονικὴν σειράν· αὕτη γάρ ἐστιν ἀφομοιωτικὴ τῶν δευτέρων πρὸς τὰς ἑνιαίας ἀκρότητας.
20ὡς δὲ ἐνεργοῦσαν ἐνεργείας διττάς, τὰς μὲν προστάτιδας τῶν αἰσθητῶν, τὰς δὲ τῶν νοητῶν ἀντεχομένας, πρὸς τοὺς ἀπο‐ λύτους, οἳ καὶ ἅπτονται καὶ οὐχ ἅπτονται τοῦ παντός. ταῦτα μὲν οὖν διὰ βραχέων εἰρημένα τοὺς παρηκολουθηκότας ὑπομνήσει τοῖς τοῦ καθηγεμόνος ἡμῶν συγγράμμασιν,
25ἐν οἷς περὶ τούτων ἐκφαίνει τὰ ἀπόρρητα τοῦ Πλάτωνος ὄντως νοήματα. θαυμάζω δὲ ἔγωγε τῶν Πλατωνικῶν ὅσοι τε τὴν ψυχὴν κατὰ μόρια διαιρεῖσθαι νομίζουσιν εἰς τὰς οὐρανίας ψυχάς, τήν τε μίαν καὶ τὰς ἑπτά (ποῦ γὰρ δυνα‐ τὸν ἐπὶ τῶν ἀσωμάτων τοιαύτην γίνεσθαι διαίρεσιν, ἀφανί‐
30ζουσαν τὸ ὅλον; ἴδιος γὰρ τῶν μεριστῶν ὄγκων ὁ τοιοῦτος μερισμός) καὶ ὅσοι παντελῶς ὑπερουρανίους εἶναι νομίζουσι
ταύτας τὰς ψυχάς, τοῦ Πλάτωνος εὐθὺς ἐν τοῖς ἐχομένοις
in Ti
.

2

.

274

ὡς περὶ μιᾶς τε ψυχῆς τῆς εἰρημένης πάσης καὶ ἐγκοσμίου γε ταύτης ἐνδειξομένου. διόπερ ἄμεινον ἡγοῦμαι παρὰ μὲν τούτων ἐκεῖνο λαβεῖν ὡς ἀρχήν, ὅτι δεῖ τὸ ὅλον μένειν ἐν ταῖς διαιρέσεσι, παρὰ δὲ ἐκείνων τὸ περὶ ἐγκοσμίων εἶναι
5ψυχώσεων τὸν λόγον, καὶ λαβόντας εἰπεῖν, ὅτι δὴ ἡ μία ψυχὴ τοῦ κόσμου καὶ ἀδιαίρετός ἐστι καὶ διῄρηται κατὰ τάσδε τὰς δυνάμεις, πρώτην μὲν δυάδα, δευτέραν δὲ τριάδα καὶ τετράδα, τρίτην δὲ ἑβδομάδα· κατὰ γὰρ τοὺς ἀριθμοὺς τούτους ἡ διαίρεσις γέγονεν αὐτῆς. καὶ ταῦτα μὲν ὁ παρ’
10ἡμῶν λόγος. Θεόδωρος δὲ ὁ ἐκ τῆς Ἀσίνης φιλό‐ σοφος, τῶν Νουμηνείων λόγων ἐμφορηθείς, καινοπρεπέστε‐ ρον τοὺς περὶ τῆς ψυχογονίας διέθηκε λόγους, ἀπὸ τῶν γραμμάτων καὶ τῶν χαρακτήρων καὶ τῶν ἀριθμῶν ποιού‐ μενος τὰς ἐπιβολάς. ἵνα οὖν καὶ τὰ τούτῳ δοκοῦντα συντό‐
15μως ἔχωμεν ἀναγεγραμμένα, φέρε, καθ’ ἕκαστον ὧν λέγει, ποιησώμεθα σύνοψιν ἐν κεφαλαίοις. τὸ μὲν οὖν πρῶτον ἄρρητον αὐτῷ καὶ ἀνεκλάλητον καὶ πηγὴ τῶν πάντων καὶ τῆς ἀγαθότητος αἴτιον καλῶς ἀνύμνηται. μετὰ δὲ τοῦτο 〈τὸ〉 οὕτως ἐξῃρημένον τῶν ὅλων τριάς ἐστιν ἡ τὸ νοητὸν αὐτῷ
20πλάτος ὁρίζουσα, ἣν καλεῖ τὸ ἕν, ἔκ τε τοῦ ἄσθματος οὖσαν τοῦ ἀρρήτου πως ὄντος, ὃ μιμεῖται ἡ δασεῖα τοῦ ἕν, καὶ ἐκ τῆς ἁψῖδος αὐτοῦ τοῦ ε μόνου, χωρὶς τοῦ συμφώνου, καὶ αὐτοῦ ἤδη τοῦ ν. ἄλλη δὲ μετὰ ταύτην τριὰς ὁρί‐ ζει τὸ νοερὸν βάθος καὶ ἄλλη τὸ δημιουργικόν· ἣ μὲν
25γάρ ἐστι τὸ εἶναι πρὸ τοῦ ὄντος, τὸ νοεῖν πρὸ τοῦ νοῦ, τὸ ζῆν πρὸ τῆς ζωῆς. ἡ δὲ δημιουργικὴ τριὰς μετὰ ταύτας ἐστί, πρῶτον μὲν ἔχουσα τὸ ὄν, δεύτερον δὲ τὸν νοῦν, τρίτον δὲ τὴν πηγὴν τῶν ψυχῶν, ἀπὸ δὲ ταύτης τῆς τριάδος ἄλλη τριάς, ἡ αὐτοψυχὴ καὶ ἡ καθόλου καὶ ἡ
30τοῦ παντός, περὶ ὧν τῆς διαιρέσεως καὶ ἔμπροσθεν εἴ‐
πομεν, ὧν ἑκάστη προῆλθε μὲν ἀπὸ πάσης τῆς δημιουργικῆς
in Ti
.

2

.

275

τριάδος, ἀλλὰ μᾶλλον ἣ μὲν ἀπὸ τοῦ ὄντος, ἣ δὲ ἀπὸ τοῦ νοῦ, ἣ δὲ ἀπὸ τῆς πηγαίας ψυχῆς. περὶ δὴ ταύτης τῆς τοῦ παντὸς ψυχῆς τῷ Πλάτωνι προκεῖσθαι λέγειν, μᾶλλον δὲ περὶ τῆς ἁπλῶς ψυχῆς τῆς ἀπὸ τῆς πηγῆς τῶν ψυχῶν
5καὶ περὶ τῆς καθόλου καὶ τῆς τοῦ παντὸς καὶ περὶ αὐτῆς τῆς πηγῆς· εἶναι γὰρ πάντα ἐν πᾶσιν, εἰ καὶ ὅπου μὲν ἄλλως, ὅπου δὲ ἄλλως, καὶ ἐν μὲν τῇ πρὸ τῆς τριάδος ψυχῇ καθ’ ἕνωσιν, ἐν δὲ τῇ ἁπλῶς καθ’ ὁλότητα τὴν πρὸ τῶν μερῶν, ἐν δὲ τῇ καθόλου κατὰ τὴν ἐκ τῶν μερῶν ὁλότητα,
10καὶ ἐν τῇ τρίτῃ κατὰ τὴν ἐν τοῖς μέρεσιν, ὡς τοῦ Πλά‐ τωνος περὶ πασῶν διαταττομένου τούτων καὶ δέοντος εἰς πάσας ἀνάγειν τοὺς λόγους ἅπαντας, μηδὲ τὴν διαφορὰν αὐτῶν παριέντας. καὶ πρῶτον δι’ ἣν αἰτίαν ἐκ τριῶν ἐστι μεσοτήτων, οἴεται δεῖν λέγειν. καὶ δὴ καί φησιν, ὅτι τὸ
15μὲν ὅλον γεωμετρικός ἐστιν ἡ ψυχὴ λόγος, ὑποστὰς ἔκ τε τοῦ πρώτου θεοῦ τοῦ κατὰ τὸ ὂν καὶ τοῦ δευτέρου τοῦ κατὰ τὸν νοῦν· αὗται γὰρ αἱ δύο οὐσίαι, ἡ ἀμέριστος καὶ ἡ μεριστή· τελοῦσι δὲ εἰς αὐτὸν ὅ τε ἀριθμητικὸς λόγος εἰκόνα φέρων τῆς πρώτης οὐσίας καὶ ὁ ἁρμονικὸς τῆς δευ‐
20τέρας· ὃ μὲν γάρ ἐστι μοναδικός, ἀδιάστατος ὤν, ὃ δὲ δι‐ εστὼς μέν, ἀλλὰ ἁρμονικῶς. ἔπειθ’, ὅτι ἀπὸ μὲν τῆς τετρά‐ δος τῶν στοιχείων δείκνυται οὖσα τετράς, καὶ ὁ σύμπας ἀριθμὸς γεωμετρικὸς ἂν εἴη τις ἀριθμός. ἵνα δὲ μὴ ἄζων τοῦτον ὑπολάβῃς τὸν ἀριθμόν, ἐν τοῖς ἄκροις γράμμασιν
25εὑρήσεις τὸ ζῆν, ἀντὶ τῆς τρίτης ἑπτάδος τὴν πρώτην λα‐ βών. μᾶλλον δὲ ἐκθέμενος τοὺς πυθμένας τοῦ πρώτου γράμ‐ ματος ἐφεξῆς αὐτῷ ζωὴν νοερὰν οὖσαν θεάσῃ τὴν ψυχήν· οἷον ζ ο ψ· μέσος δὲ ὁ κύκλος, ὁ νοερὸς ὤν, ὅτι νοῦς αἴτιος τῆς ψυχῆς. καὶ ὁ μὲν ἐλάχιστος γεωμετρικὸν αὐτὴν
30ἀποφαίνει τινὰ νοῦν διὰ τῆς τῶν παραλλήλων συναφῆς καὶ τῆς διαμετρικῆς εὐθείας, ἄνω τε μένοντα καὶ ἐπὶ τἀναντία
χωροῦντα καὶ ἀπλαγίαστον ἅμα καὶ πεπλαγιασμένον ζωῆς
in Ti
.

2

.

276

εἶδος ἐπιδεικνύμενον. ὁ δὲ μέγιστος στοιχεῖόν ἐστι σφαίρας· κατακαμφθεῖσαι γοῦν αἱ γραμμαὶ τὴν σφαῖραν ποιήσουσιν. ἐπὶ δὲ τούτῳ τοῦ ἑξῆς γράμματος οἱ πυθμένες, δ μ υ, τρεῖς τε ὄντες πάλιν καὶ τετραδικοὶ καὶ διὰ τοῦτο τὸν δώδεκα
5γεννῶντες, τὰς δώδεκα σφαίρας ἀποτελοῦσι τοῦ παντός. αὐτὸς δὲ ὁ μέγιστος τῶν πυθμένων δείκνυσι τὴν οὐσίαν αὐτῆς δυοῖν τινων ὀρεγομένην καὶ πρὸς δύο πράγματα ἀνατεινομένην· διὸ καὶ τοῦτο τὸ γράμμα τινὲς καλοῦσι φιλό‐ σοφον· *** αὐτὴν δὲ εἰς τὸ κάτω ῥυεῖσαν ἀμφοτέρων. οὕτω
10γοῦν εὕρομεν αὐτὸ καὶ ἡμεῖς τὸ υ παρά τισι τῶν περιττῶν ὀνομαζόμενον, μεταξύ τέ ἐστι δύο σφαιρῶν, τοῦ τε ψ καὶ τοῦ χ, τούτου μὲν θερμοτέρου διὰ τὸ πνεῦμα καὶ ζωτικω‐ τέρου μᾶλλον ὄντος, ἐκείνου δὲ ἧττον ἑκάτερον ἔχοντος· ὥστε πάλιν δύο νόων ἐστὶ μεσότης, τοῦ μὲν προτέρου, τοῦ
15δὲ ὑστέρου, καὶ ὁ μέσος χαρακτὴρ τὴν πρὸς ἑκάτερον αὐ‐ τῆς οἰκειότητα καὶ σχέσιν δηλοῖ. μᾶλλον μὴν ὁ Πλάτων τὸ χ τῇ ψυχῇ δέδωκε, καίτοι καὶ τοῦ ψ στοιχείου σφαίρας ὄντος, ἵνα τὸ ἰσορρεπὲς ἐνδείξηται τῆς κινήσεως αὐτῆς, πασῶν τῶν εὐθειῶν ἴσων οὐσῶν ἐν τῷ χ, καὶ οὕτω τὸ αὐτο‐
20κίνητον γνώριμον ποιήσῃ τῆς ψυχῆς. εἰ δὲ αὐτῷ τῷ εἶναι παράγει τὴν ψυχὴν ὁ δημιουργός, δῆλον, ὅτι καὶ αὐτὸς ἐν ἀναλογίᾳ τέτακται τοῦ χ· τοῦτο γάρ ἐστιν ὁ πρώτιστος νοῦς. διὰ μὲν οὖν τούτων φησίν, ὅτι μέση τίς ἐστιν οὐσία δύο νόων ἡ ψυχὴ προϊοῦσα καὶ ἑαυτὴν παράγουσα. καὶ ταῦτα
25μὲν οὕτω ληπτέον. διὰ δὲ τοῦ τελευταίου γράμματος, τοῦ η, θεατέον τὴν ἄχρι τοῦ κύβου πρόοδον αὐτῆς. εἰ δὲ διὰ τὴν ἑτερότητα τῆς ζωῆς δυάς ἐστι, διὰ δὲ τὸ τριμερὲς τῆς οὐσίας αὐτῆς τριάς, αὐτόθεν μὲν ἔχει τὸν ἡμιόλιον λόγον, εἰς ἑαυτὴν δὲ εἰσιοῦσα καὶ διὰ τὴν εἴσοδον ταύτην ἐπὶ τὴν
30τριάδα ποιοῦσα τὴν δυάδα γεννᾷ μὲν τὴν ἑξάδα, συνάπτουσα
in Ti
.

2

.

277

δὲ τῷ τε ἀμερίστῳ καὶ τῷ τριμερεῖ τὴν ἐν διπλασίῳ διὰ τούτων ἁρμονίαν ὑφίστησι. καὶ ὡς μὲν τριὰς εἰς ἑαυτὴν ἐπιστρέφουσα τὴν ἐννεάδα, ὡς δὲ δυὰς δυαδικῶς εἰς ἑαυτὴν ἰοῦσα τὴν ὀκτάδα πάντως, ἐκ δὲ ἀμφοῖν τὸν ἐπόγδοον λό‐
5γον ἀποτελεῖ. καὶ ἡ μὲν κατὰ γραμμὴν ἀπογέννησις τό τε ἀμέριστον αὐτῆς δηλοῖ καὶ τὸ δι’ ὅλου ταυτόν· πᾶν γὰρ μόριον γραμμῆς γραμμή· καὶ τὸ πάντας εἶναι πανταχοῦ τοὺς λόγους· ἡ δὲ κατὰ δύο σχίσις ὅτι δυαδικόν ἐστι τὸ εἶδος αὐτῆς ἐπιδείκνυσι. καὶ ἡ μὲν ὁλότης αὐτῆς ἡ ἀδιαίρετος
10εἰκών ἐστι τοῦ πρώτου νοῦ, ἡ δὲ ἄσχιστος τῶν δύο, ἣν ἐκάλεσε ταὐτοῦ κύκλον, τοῦ δευτέρου· ἡ δὲ εἰς ἓξ σχιζομένη τοῦ τρίτου τοῦ λοιποῦ διηριθμημένου. καὶ ἡ μὲν ὀκτὰς ὡς ἀπὸ δυάδος ἀνεφάνη τῆς ψυχῆς· ἡ δὲ ἑπτάς, ἣ μὲν ἐν μονάσι τὸ πρῶτον ἐνεικονίζεται τῆς ζωῆς εἶδος, ἣ δὲ ἐν
15δεκάσι τὸ νοερόν, διὰ τὸν κύκλον, ἣ δὲ ἐν ἑκατοντάσι τρί‐ τον κατ’ αὐτὸ λοιπὸν τὸ ἰδίωμα τὸ ψυχικόν. καὶ ἡ μὲν ἀπαρέγκλιτος αὐτῆς σύμφυσις πρὸς τὸ γεννῆσαν ὑπέστησε τὸ ἀπλανές, ἡ δὲ ἔξοδος καὶ ἡ ἀοριστία τὸ πλανώμενον, ἡ δὲ ἐπιστροφὴ μετὰ τὴν πρόοδον τὴν ἀπλανῶς πλανωμένην
20ζωήν. καὶ ἐπειδὴ τὸ μὲν σχῆμα τῆς ψυχῆς ἐστιν οἷον χ, τὸ δὲ εἶδος δυαδικόν (εἰς δύο γὰρ ἡ σχίσις), ἡ δὲ δυὰς ἐπὶ τὴν ἑξάδα πρῶτον οὖσαν πυθμένα τοῦ χ τὴν δυωδεκάδα ποιεῖ, λάβοις ἂν καὶ ἀπὸ τούτου τὰς δώδεκα πρώτας ἀρχικὰς ψυχάς. ὁ μὲν οὖν Θεόδωρος τοιαῦτα ἄττα φιλοσοφεῖ περὶ
25τούτων, ἀπὸ τῶν γραμμάτων καὶ τῶν ἐκφωνήσεων τὰς ἐξη‐ γήσεις ποιούμενος, ὡς ἐκ πολλῶν ὀλίγα παραθέσθαι. Ὁ δέ γε θεῖος Ἰάμβλιχος ἅπασαν τὴν τοιαύτην θεωρίαν ἐπερ‐ ράπισεν ἐν ταῖς πρὸς τοὺς ἀμφὶ Ἀμέλιον—οὕτω γὰρ ἐπιγράφει τὸ κεφάλαιον—καὶ δὴ καὶ Νουμήνιον ἀν‐
30τιρρήσεσιν, εἴτε τοῦτον εἰς ἐκείνους ἀναπέμπων εἴτε καὶ
ἐκείνοις ἐντυχών που τὰ ὅμοια γράφουσι περὶ τούτων· οὐ
in Ti
.

2

.

278

γὰρ ἔχω λέγειν. λέγει δ’ οὖν ὁ θεῖος Ἰάμβλιχος πρῶτον μέν, ὡς οὐκ ἔδει διὰ τὸ πλῆθος τῶν γραμμάτων τὴν ψυχὴν ποιεῖν τὸν σύμπαντα ἀριθμὸν ἢ τὸν γεωμετρικὸν ἀριθμόν· καὶ γὰρ τὸ σῶμα ἐκ τῶν ἴσων ἐστὶ γραμμάτων, καὶ αὐτὸ
5τὸ μὴ ὄν· ἔσται οὖν καὶ τὸ μὴ ὂν ἀριθμὸς ὁ σύμπας· πολλὰ δ’ ἂν καὶ ἄλλα εὕροις ἐκ τῶν ἴσων ὄντα γραμμάτων καὶ αἰσχρὰ καὶ τὰ ἐναντιώτατα ἀλλήλοις, ἃ δὴ πάντα συγ‐ χεῖν εἰς ἄλληλα καὶ φύρειν οὐκ ὀρθῶς ἔχει. δεύτερον δέ, ὅτι τὸ ἀπὸ τῶν χαρακτήρων ἐπιχειρεῖν οὐκ ἀσφαλές· θέσει
10γάρ ἐστι ταῦτα, καὶ τὸ μὲν ἀρχαῖον ἄλλος ἦν ὁ τύπος, νῦν δὲ ἄλλος· αὐτίκα τὸ ζ, ἐφ’ οὗ πεποίηται τὸν λόγον ἐκεῖνος, οὔτε παραλλήλους εἶχε τὰς ἀπεναντίον πάντως οὔτε τὴν μέσην λοξήν, ἀλλὰ πρὸς ὀρθάς, ὡς καὶ ἀπὸ τῶν στηλῶν ἐστι τῶν ἀρχαίων καταφανές. τρίτον τὸ εἰς τοὺς πυθμένας ἀναλύειν
15καὶ περὶ ἐκείνους διατρίβειν ἀπ’ ἄλλων ἀριθμῶν εἰς ἄλλους μεθίστησι τὴν θεωρίαν· οὐ γὰρ ταὐτόν ἐστιν ἡ ἐν μονάσιν ἑπτὰς καὶ ἡ ἐν δεκάσι καὶ ἡ ἐν ἑκατοντάσι. ταύτης οὖν ἐν τῷ ὀνόματι τῆς ψυχῆς οὔσης τί ἔδει παρεισκυκλεῖν τὸν περὶ τῶν πυθμένων λόγον; οὕτω γὰρ ἂν πάντα εἰς πάντας ἀριθ‐
20μοὺς μεταβάλλοιμεν διαιροῦντες ἢ συντιθέντες ἢ πολλαπλασιά‐ ζοντες. καθόλου μὲν οὖν ταῦτα. διελέγχει δὲ καὶ ἑκάστην ἀπόδοσιν ὡς ἐσκευωρημένην καὶ οὐδὲν ἔχουσαν ὑγιές. καὶ ὅτῳ φίλον πάντων τὴν σαθρότητα κατανοῆσαι, ῥᾴδιον παραθε‐ μένῳ τὸ βιβλίον ἀναλέγεσθαι τὰς οἰκείας ἀντιλογίας πρὸς
25ἕκαστον ἀπὸ τῶν γεγραμμένων. ἡμῖν δὲ ἱστορίας ἕνεκα τούτων ἐφαψαμένοις ἀκόλουθόν ἐστι τῶν ἐχομένων τοῦ Πλάτωνος δογμάτων ποιεῖσθαι τὴν ἐξήγησιν· ἐπεὶ καὶ τὰς Ἀριστοτέλους ἀντιρρήσεις εἰδὼς τὰς πρὸς τὴν ψυχο‐ γονίαν γεγραμμένας καὶ τὰς τῶν Πλατωνικῶν πρὸς αὐτὰς
30ἐπενηνεγμένας λύσεις οὐδὲν ἡγοῦμαι δεῖν περιεργάζεσθαι πλέον, ἄλλως τε καὶ πάντη παρελκούσης τῆς ἀντιλογίας· οὐ γὰρ
ὡς μέγεθος ἡ ψυχὴ κύκλος ἐστίν, οὐδὲ ἔδει ταύτην ἐλέγ‐
in Ti
.

2

.

279

ξαντα τὴν ὑπόθεσιν οἴεσθαι καθάπτεσθαι τῆς Πλατωνικῆς θεωρίας. διὸ δὴ ταῦτα μὲν παρήσειν μοι δοκῶ· καὶ γὰρ βίβλον ἰδίᾳ ἐκδεδωκὼς οἶδα τῶν πρὸς τὸν Τίμαιον Ἀριστοτέλους ἀντιρρήσεων ἐπισκέψεις ποιουμένην, ἐν
5ᾗ καὶ περὶ τούτων οὐκ ὀλίγα πεπραγμάτευται δεικνύντα μήτε μέγεθος αὐτὸν ὀρθῶς ἐπὶ τὴν ψυχὴν ἀναπέμποντα κατὰ τὸν Τίμαιον καὶ ἐντεῦθεν ἀποδεικνύντα μὴ δυναμένην αὐτὴν τῷ μεγέθει μεριστῷ ὄντι νοεῖν τὰ νοητὰ ἀμερῆ ὄντα, καθάπερ οὐδὲ τὸ ἀμερὲς ἐφαρμόσαι τῷ μεριστῷ δυνατόν,
10μήτε τὰς τοῦ οὐρανοῦ κινήσεις τῆς ψυχῆς οὔσας κινήσεις, ἀλλὰ ἀπ’ αὐτῆς ὑφισταμένας κατὰ τὴν τοῦ Τιμαίου παρά‐ δοσιν, μήτε τὸ αὐτὸ πολλάκις νοεῖν τῷ αὐτῷ ἀδύνατον ὄν, ἀλλὰ καὶ ἀναγκαῖον ἐπὶ τῶν μεταβατικῶν νοήσεων, εἴπερ τά τε νοητὰ πεπέρασται, καὶ κύκλῳ ἡ νόησις· ταῦτα δ’ οὖν παρ‐
15ήσειν μοι δοκῶ νυνὶ διὰ πλειόνων ἐν ἐκείνῃ τῇ βίβλῳ πε‐ πραγματευμένα, τῶν δὲ ἑξῆς τοῦ Πλάτωνος ἁψάμενος αὐτοῖς τοῖς τοῦ φιλοσόφου ῥήμασιν προσέχων ἅ μοι δοκεῖ Πλάτων περὶ τῶν πραγμάτων ἐνδείκνυσθαι, παραδώσειν. Ἐπεὶ δὲ κατὰ νοῦν τῷ συνιστάντι πᾶσα ἡ τῆς
20ψυχῆς σύστασις ἐγεγένητο, μετὰ τοῦτο πᾶν τὸ σω‐ ματοειδὲς ἐντὸς αὐτῆς ἐτεκταίνετο [36 D]. Πρῶτον ἦν κεφάλαιον, ὡς προείρηται [p. 125, 12 ss], τῶν περὶ ψυχῆς λόγων τὸ περὶ τῆς ὑπάρξεως αὐτῆς, δεύτερον τὸ περὶ τῆς ἁρμονίας, τρίτον τὸ περὶ τοῦ σχήματος, τέταρ‐
25τον τὸ περὶ δυνάμεων, πέμπτον τὸ περὶ ἐνεργειῶν. τὰ μὲν οὖν ἄλλα πάντα τελεώτατα ἀνεδίδαξεν ὁ φιλόσοφος, τελευ‐ ταῖον δὲ ἦν τοῦτο τὸ περὶ τῶν ἐνεργειῶν, ὃ δὴ προστίθησιν ἐν τούτοις. ἀλλ’ ἐπειδὴ διττόν ἐστιν ἐνεργείας εἶδος ἐν ψυχῇ, τό τε γνωστικὸν λέγω καὶ τὸ κινητικόν, ἰδίᾳ μὲν περὶ
30τῆς κινητικῆς, ἰδίᾳ δὲ περὶ τῆς γνωστικῆς ποιήσεται τὸν
in Ti
.

2

.

280

λόγον, ὅπως τε ἑαυτὴν κινοῦσα καὶ τὰ ἄλλα κινεῖ παρα‐ διδούς, καὶ ὅπως ἑαυτὴν γιγνώσκουσα γιγνώσκει καὶ τὰ πρὸ αὐτῆς καὶ τὰ μετ’ αὐτήν. σκοπὸς μὲν οὖν τῶν ῥηθησο‐ μένων λόγων τοιοῦτος. ὅτι δὲ οὔτε περὶ πολλῶν ψυχῶν
5ἐν τοῖς ἔμπροσθεν ἀνεδίδασκεν, ὡς εἰρήκασιν οἱ λέγοντες τὸ μὲν περὶ τῆς οὐσίας τὴν ἄσχετον αὐτῷ πραγματεύεσθαι, τὸ δὲ περὶ τῆς ἁρμονίας τὴν ἐν σχέσει παρ’ αὐτοῖς καλου‐ μένην, τὸ δὲ περὶ τοῦ σχήματος τὴν ἐν κατατάξει, οὔτε περὶ ὑπερκοσμίων, ὡς ἄλλοι γεγράφασι, μίαν εἰπόντες καὶ
10ἑπτὰ ὑπερκοσμίας ψυχὰς αὐτὸν παραγαγεῖν, δεδήλωκεν, οἶμαι, διὰ τούτων ἱκανῶς· τὴν γὰρ κατὰ νοῦν τῷ πατρὶ δεδημι‐ ουργημένην ψυχὴν τῷ παντὶ συνῆψεν, ἐντὸς αὐτῆς τὸ σω‐ ματοειδὲς τεκτηνάμενος. καὶ τοῦτο μὲν καὶ ἐκ τῆς ὅλης προθέσεως δῆλον· περὶ κόσμου γὰρ ἦν ὁ σύμπας λόγος,
15ἀλλ’ οὐ περὶ ὑπερκοσμίων ἀπογεννήσεων. Ὅρα δέ, ὅπως καὶ ἑκάστην τῶν. λέξεων σὺν ἀκριβείᾳ προστίθησιν ὁ Τί‐ μαιος· τὸ μὲν γὰρ κατὰ νοῦν δηλοῖ τό τε νοῦν εἶναι τὸ παράδειγμα τοῦ παντός (τὸ γὰρ παντελὲς ζῷον νοῦς ἦν νοητός, καθ’ ὃν ὑπέστη τό τε πᾶν τοῦτο καὶ ἡ ψυχὴ τοῦ
20παντός). καὶ τὸ μηδὲν μάτην μήτε πλέον μήτε ἔλαττον ὑπο‐ στῆναι, πάντα δὲ συμπληρωτικὰ τῆς ψυχικῆς οὐσίας, καὶ τὸ πᾶσαν τὴν δημιουργικὴν βούλησιν ὑποδέχεσθαι τὴν οὐ‐ σίαν τῆς ψυχῆς· τὰ μὲν γὰρ ἔνυλα διὰ τὴν ὕλην μερίζει τὸ ἀμέριστον εἶδος καὶ ὡς μερικὸν ὑποδέχεται τὸ ὅλον καὶ
25ὡς διαστατὸν τὸ ἀδιάστατον, ἡ δὲ ψυχὴ πᾶσαν ὑπεδέξατο τὴν δημιουργικὴν ὡς ὁ δημιουργὸς ἐβούλετο ποίησιν. τὸ δὲ τῷ συνιστάντι τὴν καθόλου αὐτῆς ἐνέργειαν· τὸ μὲν γὰρ ‘τῷ συστάντι‘ τῆς ἀποπληρώσεώς ἐστι δηλωτικόν, τὸ δὲ τῷ συνιστάντι τῆς ὁμοῦ πάσης ἀεὶ παρούσης ἐνεργείας. τὸ
30δὲ πᾶσα ἡ τῆς ψυχῆς σύστασις τὸ μηδὲν ἐκπεφευγέναι τὴν δημιουργικὴν τέχνην, ἀλλὰ τῷ εἴδει καὶ τῇ δυνάμει τοῦ
δημιουργοῦ πᾶσαν κεκρατῆσθαι τὴν πρόοδον τῆς ψυχῆς.
in Ti
.

2

.

281

τὸ δὲ μετὰ τοῦτο μὴ χρονικὸν ὑπολάβῃς, ἀλλὰ τάξεως ση‐ μαντικόν· ἄλλη γάρ ἐστιν ἡ χωριστὴ ζωὴ τῆς ψυχῆς, καὶ ἄλλη 〈ἡ〉 δευτέρα μετὰ ταύτην ἡ πρὸς τὸ σῶμα κοινωνοῦσα, καὶ προηγεῖται τὰ τελειότερα τῶν ἀτελεστέρων ἐπὶ τῆς θείας
5οὐσίας. τὸ δὲ ἐντὸς αὐτῆς συμφυὲς ἀποφαίνει τὸ σῶμα τῇ ψυχῇ καὶ ἔγγονον αὐτῆς· εἰ γὰρ ἐν αὐτῇ προῆλθε, κυρία τῆς ὑποστάσεώς ἐστιν αὐτοῦ καὶ περιείληφε πᾶσαν αὐτοῦ τὴν οὐσίαν καὶ συνεργεῖ τῷ δημιουργῷ πρὸς τὴν διακόσμησιν τοῦ σώματος· οὐ γὰρ ὥσπερ αἱ μερικαὶ ψυχαὶ
10παρ’ ἄλλων πεπλασμένα τὰ σώματα παραδέχονται καὶ διὰ τοῦτο ποτὲ μὲν αὐτῶν κρατοῦσι, ποτὲ δὲ ἀκρατεῖς γίνονται τῶν οἰκείων ὀργάνων, οὕτω καὶ ἡ τοῦ παντός· ἀλλ’ αὐτὴ προελθοῦσα συμπαράγει τῷ πατρὶ τὸν ἑαυτῆς οἶκον, μᾶλλον δὲ τὸ ὄχημα ἑαυτῆς· διὸ καὶ κρατεῖ τοῦ παντὸς ἀιδίως καὶ
15ἀπραγμόνως ἐνεργεῖ· πᾶν γὰρ τὸ κατ’ οὐσίαν ποιοῦν ἃ ποιεῖ μετὰ ῥᾳστώνης ποιεῖ. τὸ δὲ ἐτεκταίνετο δηλοῖ μὲν καὶ τὴν διὰ τῶν στερεῶν καὶ ἀντιτύπων προϊοῦσαν τοῦ δημιουργοῦ ποίησιν, δηλοῖ δὲ καὶ τὴν ἔξωθεν ἐπισκευαστὴν διαμόρφωσιν καὶ εἰδοποιίαν τῶν αἰσθητῶν, καὶ μονονουχὶ
20τοῖς Ἡφαιστείοις ὀργάνοις παραδίδωσιν αὐτὸν χρώμενον, οἷς ἐκεῖνος χαλκεύει τὸν ὅλον οὐρανόν, διαζωγραφῶν τὰ πάντα τοῖς εἴδεσι καὶ τορνεύων τοὺς ὄγκους καὶ σχηματίζων ἑκά‐ στους κατὰ τὸ προσῆκον αὐτοῖς εἶδος. τριττῆς δὲ οὔσης τῆς περὶ τὸ πᾶν δημιουργίας, πρώτης μὲν καθ’ ἣν ἐκ τῶν
25στοιχείων ἀναλογίᾳ δεθέντων ὅλον ἐξ ὅλων αὐτὸ παρήγαγε, τῆς δὲ δευτέρας καθ’ ἣν ἐκ τῶν ὅλων αὐτὸ σφαιρῶν διεκό‐ σμησεν· ἀδύνατον γὰρ ἐκ τῶν στοιχείων ὂν μὴ διῃρῆσθαι ταῖς σφαίραις· τρίτης δὲ τῆς ἐκ τῶν μερικῶν αὐτὸ συμπλη‐ ρούσης ζῴων, οὐρανίων, ἀερίων, ἐνυδρίων, χθονίων, ἐν
30τούτοις τὴν μέσην ἡμῖν ἐξέφηνεν· ὁ γὰρ τεκταινόμενος
εἴσω τῆς ψυχῆς πᾶν τὸ σωματοειδὲς τῆς διῃρημένης εἰς
in Ti
.

2

.

282

τοὺς κύκλους δηλονότι κατὰ τὰς σφαίρας αὐτὸ διαιρῶν τεκταίνεται· τῶν γὰρ κύκλων αἱ σφαῖραι δήπου εἰκόνες, ἃς διαμορφῶν τεκταίνεσθαι λέγεται πᾶν τὸ σωματοειδὲς ἐντὸς τῶν τῆς ψυχῆς κύκλων. ᾧ καὶ δῆλον, ὅτι οἱ ὀκτὼ κύκλοι
5καὶ τὸ ὑπὸ σελήνην ἐν ἑαυτοῖς περιεῖχον, εἴπερ πᾶν τὸ σωματοειδὲς ἐνέθηκεν αὐτοῖς ὁ δημιουργός· εἰ γὰρ μή, πάντως ἂν εἶπεν, ὅτι πᾶν τὸ οὐράνιον ἐντὸς αὐτῶν, ἀλλ’ οὐχ ὅτι πᾶν ἐτεκταίνετο τὸ σωματοειδές. ἔστιν οὖν ἐν ἐκεί‐ νοις καὶ τὸ ὑπὸ τὸν οὐρανὸν πᾶν, ὡς τῷ οὐρανῷ συν‐
10διῃρημένον ἢ ὡς ἐν τῷ τῆς σελήνης κύκλῳ περιεχόμενον, καὶ τῶν θεολόγων τὴν σελήνην καλούντων γῆν διὰ τὴν τῆς γῆς ταύτης οἰκειότητα πρὸς αὐτήν· κοινὸν γοῦν αὐτοῖς τὸ ἀποκρύπτειν τὸ φῶς. Καὶ μέσον μέσῃ ξυνάγων προσήρμοττεν [36 E].
15 Ὁ μὲν Πορφύριος τὸ μέσον ἀντὶ τοῦ φυτικοῦ τῆς ψυχῆς ἀκούσας πειρᾶται συναρμόζειν αὐτὸ τῷ μέσῳ τοῦ παντός, καίτοι φυτικὸν ἐνταῦθα μηδαμοῦ τοῦ Πλάτωνος μηδ’ ἄχρις ὀνόματος παραλαβόντος· εἰ δέ γε συμφυέστερον ἐθέλοιμεν ἐξηγεῖσθαι τὴν λέξιν ταύτην, ἐκεῖνο ῥητέον, ὅτι
20τὸ τοῦ κόσμου μέσον ἐνετίθει τῇ ψυχῇ μέσην ἐχούσῃ τάξιν τοῦ τε νοῦ καὶ τοῦ σώματος, καὶ οὐχ ἁπλῶς ἐν αὐτῇ, ἀλλ’ ἐν τῷ μεσαιτάτῳ τῆς ψυχῆς· τοῦτο γὰρ τὸ μέσῃ αὐτῇ τὸ μέσον συναγαγεῖν. δηλοῖ δὲ ταύτην τὴν διάνοιαν τὸ ἑξῆς ἡ δὲ ἐκ μέσου πρὸς τὸν ἔσχατον οὐρανὸν πάντη δια‐
25πλεκεῖσα. λάβωμεν τοίνυν ἀπὸ τούτων, ὅτι δὴ καὶ πᾶν τὸ σωματικὸν ὁμοίως πανταχόθεν ἐψύχωται, καὶ πᾶσα ἡ ψυχὴ πανταχόθεν ἐξῄρηται τοῦ σώματος, ἵνα δὴ μιμῆται τὸν ὅλον δημιουργὸν καὶ παρόντα πᾶσι καὶ τῶν ὅλων ἐξῃρημένον, καὶ ὡς τὸ μὲν μέσον εἶναι τὸ σωματικὸν τῆς ψυχῆς ποιεῖ παν‐
30ταχόθεν ὁμοίως αὐτοῦ διήκειν τὴν ψύχωσιν· εἰ γὰρ τὰ ἄκρα τοῦ παντὸς τοῖς μέσοις αὐτῆς συνῆπτον, τὰ μὲν ἂν ἦν
πορρωτέρω, τὰ δὲ ἐγγυτέρω τῆς ψυχῆς· δεῖ δὲ πάντα ἐν
in Ti
.

2

.

283

αὐτῇ μένειν οἷον ἐρριζωμένα καὶ πληρούμενα ζωῆς ἀπ’ αὐ‐ τῆς. τὸ δὲ μέσῃ προσηρμόσθαι τῇ ψυχῇ τὸ καὶ ταύτην ὁμοίως ἐξῃρῆσθαι πάντων καὶ ἴσον ἀπέχειν ἀπὸ πάντων· εἰ γὰρ τῶν μὲν πλέον ἀπέχει, τῶν δὲ ἔλαττον, σχέσιν αὐτῇ
5πρὸς τὰ δεύτερα δώσομεν. ἑκάτερον ἄρα ἀληθές, καὶ τὸ μέ‐ σον τὸ σῶμα καὶ τὸ μέσῃ συνηρμόσθαι τῇ ψυχῇ. καὶ μὴν καὶ τὸ συναγαγεῖν τὴν ἕνωσιν ἐμφαίνει τὴν δημιουργικὴν καὶ τὸν δεσμὸν τὸν αὐτόν, καθ’ ὃν ἀίδιόν ἐστι τὸ πᾶν, τὸ δὲ προσαρμόσαι τὴν ἐναρμόνιον ὁμιλίαν τοῦ σώματος πρὸς
10τὴν ψυχήν, ἐκείνης τε τὰ ἑαυτῆς πραττούσης καὶ τούτου τὴν οἰκείαν τάξιν διαφυλάττοντος καὶ οὐ περισπῶντος τὴν νόησιν τῆς θείας οὐσίας οὐδὲ καθέλκοντος· τοῦτο γάρ ἐστι τὸ ἐναρμόνιον τῆς κοινωνίας εἶδος. εἰ δὲ ἐν τῇ τοῦ χεί‐ ρονος ὁμιλίᾳ καὶ κρείττονος ἀφίσταται τὸ κρεῖττον τῆς ἑαυ‐
15τοῦ τελειότητος, ἢ τὸ χεῖρον παρεμπῖπτον θόρυβον παρέχει ταῖς τοῦ κρείττονος ἐνεργείαις, ἀνάρμοστός ἐστιν ἡ τοιαύτη κοινωνία καὶ πλημμελής. καὶ ἡ ψυχὴ ἄρα κατὰ τοὺς ἁρ‐ μονικοὺς ὑπέστη λόγους, καὶ τὸ σωματοειδὲς ἅπαν πρὸς αὑτὸ δι’ ἀναλογίας ἐγένετο φίλον, καὶ τὸ ὅλον ἐναρμονίως
20συνετέθη. τίνες οὖν τῶν δεσμῶν τούτων ἀλυτώτεροι καὶ ἀιδιώτεροι καὶ θειότεροι φανεῖεν ἄν; οὐδένες· πλὴν εἰ λέγοι τις τὴν τοῦ δήσαντος βούλησιν αὐτὴν τὴν τῶν δεδεμένων ἐξῃρημένην. δ’ ἐκ μέσου πρὸς τὸν ἔσχατον οὐρανὸν πάντη
25διαπλεκεῖσα, κύκλῳ τε αὐτὸν ἔξωθεν περικαλύψασα, αὐτὴ ἐν ἑαυτῇ στρεφομένη, θείαν ἀρχὴν ἤρξατο ἀπαύστου καὶ ἔμφρονος βίου πρὸς τὸν σύμπαντα χρόνον [36 E].
Ὁ κατ’ ἐπιστροφὴν τῆς ψυχώσεως τρόπος, ὥσπερ καὶ
in Ti
.

2

.

284

πρότερον [p. 244, 5 ss] εἴπομεν, κάτωθεν ἀρχόμενος ἐπὶ τὰ ἄνω πρόεισι καὶ ἀπὸ τῶν ἐσχάτων εἰς τὰς ἀκρότητας ἀπο‐ λήγει τῶν πραγμάτων, οἷος δή ἐστι καὶ οὗτος ὁ νῦν ὑπὸ τοῦ Πλάτωνος παρειλημμένος· τῆς γὰρ ψυχῆς ἄνωθεν ἄχρι
5τῶν ἐσχάτων μυχῶν τῆς γῆς προελθούσης καὶ πάντα κατα‐ λαμψάσης τῷ φωτὶ τῆς ζωῆς ὁ κόσμος εἰς αὐτὴν ἐπιστρεφό‐ μενος ἀπὸ τῶν ἐσχάτων ἀρχόμενος ψυχοῦται κατά τε τὸ μέσον ἑαυτοῦ καὶ κατὰ πᾶσαν τὴν διάστασιν καὶ ἔτι ἔξωθεν ἀπολαύει τῆς νοερᾶς ἐλλάμψεως τῆς ψυχῆς. καὶ διὰ ταῦτα
10ἡ ψυχὴ λέγεται τὸ μέσον κατειληφέναι τοῦ παντός, ὡς καὶ ἐν ἐκείνῳ δυνάμεις ἑαυτῆς ἀποθεμένη καὶ σύμβολον τῆς οἰκείας παρουσίας, καὶ πρὸς τὸν ἔσχατον διατείνειν οὐρανόν, ὡς πανταχόθεν ὁμοίως αὐτὸν ζωοποιοῦσα, καὶ περικαλύπτειν τὸ πᾶν, ὡς ἐξῃρημένας ἔχουσα δυνάμεις τῶν μεριστῶν ὄγ‐
15κων, μονονουχὶ τὴν Ἀθηναϊκὴν αἰγίδα προβεβλημένη [Hom. Β 448], τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται καὶ διὰ ταύτης ἔξωθεν τὸν ὅλον περιβάλλουσα κόσμον. καὶ εἰ δεῖ τἀληθῆ λέγειν, ἀπέρραψε διὰ τῆς ῥήσεως ταύτης τὰ
20στόματα τῶν οἰομένων ὄντως κυκλικὸν εἶναι τὸ σχῆμα τῆς ψυχῆς καὶ διαστατὸν οὕτως· πῶς γὰρ ἐνδέχεται τῷ σώματι κύκλον συνδιαπλακῆναι καὶ ἐξ ἴσου διαταθῆναι, περικαλύ‐ πτειν τε αὐτὸ μετὰ τοῦ κατὰ πᾶσαν αὐτῷ τὴν τοῦ ὄγκου διάστασιν ἐφαρμόσαι; τοῦτο μὲν οὖν αὐτόθεν δῆλον ψευδῆ
25τὴν φαντασίαν δεικνύον τῶν οὕτως ὑπολαβόντων. πρὸς δὲ τούτῳ δεῖ θεωρεῖν, ὃ καὶ πρότερον εἴπομεν, ὅπως ‘ἥ τε διαπλοκὴ‘ καὶ τὸ ‘κύκλῳ πάντη περικαλύπτειν τὸν οὐρανὸν‘ ἐξωμοίωσε τὴν ψυχὴν πρὸς τὴν νοερὰν ζωήν, ἣν εἶπεν ἔμπροσθεν [36 C] πέριξ λαβεῖν τοὺς δύο κύκλους
30αὐτῆς· ὡς γὰρ ἐκείνη τὴν ψυχήν, οὕτως αὕτη περιείληφε τὸν οὐρανόν. πρὸς δὲ τούτοις ἀμφοτέροις ἐννοητέον, ὅπως
ἀπείκασται τοῖς θεοῖς ἐκείνοις, οἷς τὸ ὅμοιον ὁ Παρμενί‐
in Ti
.

2

.

285

δης ἀνῆκε καὶ τὸ ἀνόμοιον· ἡ μὲν γὰρ διαπλοκὴ τὴν δι’ ὁμοιότητος εἰς τὸν κόσμον δείκνυσι παρουσίαν· πᾶσα γὰρ κοινωνία καὶ οὐσιῶν καὶ δυνάμεων καὶ ἐνεργειῶν ἀπὸ ταύ‐ της ὑφέστηκεν. ἡ δὲ περικάλυψις τὴν ὑπερβολὴν ἐμφαί‐
5νουσα παρίστησιν, ὅπως ἀσύμμετρός ἐστι πρὸς αὐτὸν καὶ διὰ τὴν ἀσυμμετρίαν ἀμέθεκτος· τὸ γὰρ ἀσύμμετρον ἀνό‐ μοιον δήπου πρὸς ὅ ἐστιν ἀσύμμετρον. τάχα δὲ ἄμφω τὸ συναμφότερον ἔχει· καὶ γὰρ τὸ διαπεπλέχθαι τῶν πῃ μὲν ὁμοίων ἐστί, πῂ δὲ ἀνομοίων, καὶ τὸ περικαλύπτειν ὁμοῦ
10τῷ ἀχωρίστῳ καὶ τὸ νοερὸν ἐμφαίνει τῆς περιοχῆς, ὃ δὴ καὶ τῷ παντὶ ὑπάρχει δευτέρως· δι’ αὐτὴν γὰρ τὸ πᾶν νοῦν μιμεῖται, πρῶτον ἄγαλμα τοῦ νοῦ γενόμενον. πάρεστιν ἄρα τῷ παντὶ χωριστῶς καὶ ἐλλάμπει τοῖς πᾶσιν αὐτὴ μὴ ἐπιστρεφομένη πρὸς τὰ ἐλλαμπόμενα μηδὲ σχέσιν ἐν αὐτοῖς
15ἢ κατάταξιν δεχομένη· ταῦτα γὰρ ἀλλότρια τῆς ὅλης ἐστὶ ψυχῆς, διότι δὴ τὸ σῶμα συμπρόεισι τῇ ψυχῇ, καὶ οὐκ αὐτὴ τῷ σώματι, περιέχει δὲ τὸν κόσμον τῇ ἀπείρῳ αὐτῆς δυνάμει καὶ τῷ ἀδιαστάτῳ πᾶσαν διάστασιν καὶ τῷ ἀμερί‐ στῳ πᾶν τὸ μεριστὸν καὶ τῷ ἁπλῷ τὸ σύνθετον· διὸ καὶ
20συνήρτηται πρὸς τὴν γέννησιν τῆς ψυχῆς ἡ δημιουργία τοῦ σώματος, ἀλλ’ οὐκ ἔμπαλιν. ἡγεῖται οὖν ἡ οὐσία τῆς ψυ‐ χῆς ὡς τῷ νῷ συγγενεστέρα, καὶ τὸ σῶμα ὡς ἀπ’ αἰτίας ἐξήρτηται τῆς ψυχῆς. τί οὖν; ἔτι τὴν διαπλοκὴν τοιαύτην ἀνεξόμεθα λέγειν, οἵαν τινὲς λέγουσιν, ὡς μερισταῖς δυνά‐
25μεσι καὶ ἐντελεχείαις καὶ ζωαῖς ἀχωρίστοις τῆς ψυχῆς τῷ σώματι παρούσης; μηδαμῶς· δευτέρα γάρ ἐστιν ἡ τοιαύτη πᾶσα διανομὴ τῆς μιᾶς ψυχῆς· ἐπεὶ καὶ ἐφ’ ἡμῶν ἄλλως μὲν ἡ ἐντελέχεια ψυχοῖ τὸ σῶμα, ἄλλως δὲ ἡ χωριστή, ἣ μὲν μεριζομένη περὶ τοὺς ὄγκους, ἣ δ’ ἐφ’ ἑαυτῆς ἱδρυ‐
30μένη καὶ ἀμερίστως παροῦσα ἡ αὐτὴ πανταχοῦ καὶ ταῖς ἀμερίστοις ἑαυτῆς δυνάμεσι συνέχουσα τὰς μεριστὰς ζωάς. ἀλλ’ εἰ χρὴ τῆς ὅλης ψυχῆς ἐπαξίως λέγειν, ἕνωσίς ἐστιν
ἀμιγὴς τοῦ σώματος πρὸς τὴν ψυχὴν ἡ διαπλοκὴ καὶ κοι‐
in Ti
.

2

.

286

νωνία ζωῆς καὶ συνέχεια καὶ ζῳογονία προϊοῦσά τε ἀπὸ τοῦ δημιουργοῦ καὶ ἐπιστρέφουσα πάλιν πρὸς αὐτόν· ὡς γὰρ τὸ περικαλύπτειν οὐ διαστηματικῶς οὐδὲ τοπικῶς ἠκούομεν, ἀλλ’ ὡς πανταχόθεν τῆς ψυχῆς ὡσαύτως ἐξῃρημένης τοῦ
5σώματος καὶ αὐτῷ τῷ ἐξῃρῆσθαι μονοειδῶς αὐτὸ περιεχού‐ σης, οὕτω δὴ καὶ τὸ διαπλακῆναι μὴ περισσῶς ἀκούσωμεν, ἀλλὰ τὴν διὰ πάντων διήκουσαν ψύχωσιν καὶ τὴν ἕνωσιν πάντων τὴν πρὸς αὐτὴν ἐν τούτῳ δηλοῦσθαι νομίσωμεν· καὶ γὰρ πάντα πληροῦσα ἑαυτῆς ἐστι καὶ πάντα συνέχουσα
10πρὸ τῶν ἄλλων ἑαυτὴν ἐν τῇ καθαρότητι συνέχει καὶ τὸν κόσμον εἰς ἑαυτὴν ἐπιστρέφουσα πολλῷ δήπου μᾶλλον αὐτὴ πρὸς ἑαυτὴν ἐπέστραπται. διὸ δὴ καὶ ὁ Τίμαιος ἐπήνεγκεν, ὅτι αὐτὴ ἐν αὑτῇ στρέφεται πρὸς ἀντιδιαστολὴν τοῦ σώ‐ ματος στρεφομένου μέν, οὐκ ἐν αὐτῷ δέ, ἀλλ’ ἐν τῷ τόπῳ
15παντί, ὃν κατέχει· τοῦτο μὲν γὰρ στρέφεται τοπικῶς, ἡ δὲ ψυχὴ ζωτικῶς καὶ νοερῶς, νοοῦσα ἑαυτὴν καὶ ἑαυτὴν εὑρί‐ σκουσα τὰ πάντα οὖσαν· πλήρωμα γάρ ἐστι τῶν ὅλων, εἰ‐ κόνας ἔχουσα τῶν πάντων, ἃς θεωμένη στρέφεσθαι ἐν ἑαυτῇ λέγεται, τῆς μὲν στροφῆς τὸ νοερὸν ἅμα καὶ ἀποκαταστατι‐
20κὸν ἐνδεικνυμένης, τοῦ δὲ αὐτὴ ἐν ἑαυτῇ τὸ τῆς αὐτο‐ κινησίας ἰδίωμα· στρέφεται γὰρ καὶ αὐτὸ τὸ πᾶν, ἀλλ’ ὑπ’ ἄλλου κινούμενον. ἐνταῦθα δὴ κἀκεῖνο διαλέλυται τὸ παρ’ ἡμῶν ζητούμενον. ἐζητοῦμεν δὲ εἰς πᾶσαν τὴν ψυχογονίαν βλέποντες, ποῦ τὴν γνωστικὴν ἰδιότητα δέδωκεν, ὥσπερ τὴν
25οὐσιώδη καὶ τὴν ζωτικήν, τὴν μὲν διὰ τοῦ τριπλεκοῦς μίγματος, τὴν δὲ διὰ τῆς κινήσεως τῆς ἐν ταὐτῷ· καὶ ἐλέγομεν [p. 244, 17], ὅτι διὰ τῆς εἰς κύκλον περιαγωγῆς ἐπιστρέψας αὐτὴν πρὸς αὐτὴν γνωστικὴν ἑαυτῆς ἀπετέλεσε. τοῦτο τοίνυν ἐν τούτοις σαφέστερον ἐδήλωσεν· ἐγχειρήσας
30γὰρ εἰπεῖν, ὅπως γινώσκει τὰ πάντα, στρέφεσθαί φησιν αὐ‐ τὴν εἰς ἑαυτὴν καὶ στρεφομένην ἄρξασθαι βίον διαζῆν ἔμ‐ φρονα καὶ νοερόν. αὐτόθεν οὖν δῆλον, ὅτι ἡ πρὸς ἑαυτὴν
ἐπιστροφὴ γνῶσίς ἐστιν ἑαυτῆς καὶ τῶν ἐν αὐτῇ πάντων
in Ti
.

2

.

287

καὶ τῶν πρὸ αὐτῆς καὶ τῶν ἀπ’ αὐτῆς· καὶ γὰρ ἔοικε πᾶσα γνῶσις εἶναι οὐδὲν ἄλλο ἢ ἐπιστροφὴ πρὸς τὸ γνωστὸν καὶ οἰκείωσις καὶ ἐφάρμοσις πρὸς αὐτό, καὶ διὰ τοῦτο καὶ ἀλή‐ θεια εἶναι ἡ πρὸς τὸ γινωσκόμενον ἐφαρμογὴ τοῦ γιγνώ‐
5σκοντος, διττῆς δὲ οὔσης τῆς ἐπιστροφῆς, τῆς μὲν ὡς πρὸς τὸ ἀγαθόν, τῆς δὲ ὡς πρὸς ὄν, ἡ μὲν ζωτικὴ ἐπιστροφὴ γίνεσθαι πάντων ὡς πρὸς ἀγαθόν, ἡ δὲ γνωστικὴ ὡς πρὸς ὄν. διὸ καὶ ἣ μὲν ἐπιστραφεῖσα λέγεται ἔχειν τὸ ἀγαθόν, ἣ δὲ ἔχειν τὸ ὄν, οὗ ἑκατέρα ἦν, καὶ ἔστι τὸ ἀληθεύειν ἡ
10κατάληψις τοῦ ὄντος, εἴτε ἐν αὐτῷ ὂν τῷ ἑλόντι εἴτε πρὸ αὐτοῦ εἴτε μετ’ αὐτό. τοῦτο μὲν οὖν, ὅπερ ἔφην, δῆλον ἡμῖν γέγονεν ἐκ τούτων. ἐπειδὴ δὲ καὶ ἐν ταῖς τῶν μερι‐ κῶν ζῴων ψυχαῖς ἐνεργεῖ μέν ποτε νοερῶς ὁ λόγος καὶ ἐπιστρέφεται πρὸς ἑαυτόν, ἀλλ’ οὐκ εὐθὺς ἐκ τῆς πρώτης
15γενέσεως—ἀπὸ γὰρ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον ἡ πρόοδος αὐτῷ καὶ ἡ ἀνάμνησις μετὰ τὴν λήθην—διὰ δὴ τοῦτο θείαν ἀρχήν φησιν ἄρξασθαι τὴν ψυχὴν ἄνωθεν ἀρχο‐ μένην καὶ ἀπὸ τῶν πρωτίστων ἑαυτῆς ἐνεργειῶν· ἔχει γὰρ τὰς μὲν θείας χωριστὰς ἐνεργείας, τὰς δὲ κινητικὰς τοῦ
20παντός, καὶ ἀεὶ τὰς τελειοτέρας πρὸ τῶν δευτέρων· προ‐ ελθοῦσα γὰρ ἀπὸ τοῦ δημιουργοῦ καὶ ἀρχομένη τοῦ ἐνερ‐ γεῖν ἀπὸ τῶν θειοτέρων ἐνεργειῶν ἄρχεται καὶ διὰ τούτων κινεῖ καὶ τὰς δευτέρας, τάς τε νοερὰς καὶ τὰς δοξαστικάς. αὕτη δὲ ἡ ἀρχὴ θεία πάντως ἐστίν, ἡ δὲ ἀπὸ τῶν ἀτελῶν
25ὁρμωμένη δῆλον ὡς ἔνυλός ἐστι· καὶ γὰρ ἐν θεοῖς μὲν τὰ τελειότερα πρὸ τῶν ἀτελεστέρων ἐστίν, ἐν δὲ τοῖς ἐνύλοις ἔμπαλιν· ἀπὸ γὰρ τῶν ἀτελῶν ἡ γένεσις ἄρχεται καὶ πρό‐ εισιν ἐπὶ τὸ τέλειον. ἡ μὲν οὖν ἀνθρωπίνη ψυχὴ καὶ εἰ θείως ἐνεργεῖ ποτε, ἀλλ’ εἰς ταύτην τελευτᾷ τὴν ἐνέργειαν,
30ἀγαπῶσα τὴν ἀρχὴν ὀρθοδοξαστικῶς ἐνεργῆσαι καὶ μετὰ ταῦτα ἐπιστημόνως, εἶτα ἐνθέως, ἐγείρασα τὸ ἑαυτῆς ἕν, ὅ ἐστι καὶ τοῦ ἐν αὐτῇ νοῦ κρεῖττον. ἡ δὲ θεία τοῦτο
πρῶτον ἐνεργοῦν ἔχει, καὶ διὰ τούτου κινεῖ πάσας τὰς δευ‐
in Ti
.

2

.

288

τέρας ἑαυτῆς γνωστικὰς δυνάμεις καὶ ἀεὶ διὰ τῶν ὑπερ‐ τέρων τὰς ὑφειμένας. πολλῷ οὖν πρότερον ἡ τοῦ παντὸς ἤρξατο θείαν ἀρχὴν τῆς ἔμφρονος ζωῆς κατ’ αὐτὸ ἐνεργή‐ σασα πρῶτον, εἶτα κατὰ τὸ διανοητικόν, ἄνωθεν καὶ τοῦτο
5κινήσασα καὶ ποιήσασα θεοειδές. τούτῳ δὲ ἕπεται τὸ ἄπαυ‐ στον τῆς ἐνεργείας· τὸ μὲν γὰρ γενητὸν καὶ τὸ ἐν χρόνῳ προβάλλον τὴν θείαν ἐνέργειαν ἀπὸ τῶν ἀτελῶν ἐπὶ τὸ τέ‐ λειον ὁδεύειν πέφυκε, τὸ δὲ ἀπὸ τῶν τελειοτάτων καὶ θείων ἐνεργειῶν ἀρχόμενον οὔτε παύεταί ποτε τῆς ἐνεργείας οὔτε
10τῶν κατὰ χρόνον ἐστὶν ὑφεστηκότων. εἰ ἄρα θείαν ἀρχὴν ἤρξατο τῆς ἐνεργείας ἡ ψυχὴ τοῦ παντός, ἀπαύστως ἐνεργεῖ καὶ ἀεὶ καὶ ὡσαύτως· τὸ γὰρ κατὰ χρόνον τὴν ἑαυτοῦ τελειότητα δεχόμενον ἀπὸ τῆς ἀτελοῦς ἄρχεται καὶ οὐκ ἀπὸ τῆς θείας ἀρχῆς. τούτῳ δὲ πάλιν ἀκόλουθόν ἐστι τὸ ἔμ‐
15φρονα εἶναι τὸν βίον τῆς θείας ψυχῆς· εἰ γὰρ ἄπαυστός ἐστιν ὁ βίος αὐτῆς, κατὰ νοῦν ἀφορίζεται καὶ φρόνησιν· τριῶν γὰρ ἕν τι φήσομεν, ἢ ἀεὶ ἔμφρονα εἶναι τὸν βίον αὐτῆς, ἢ ἀεὶ ἄφρονα, ὃ μηδὲ θέμις εἰπεῖν, ἢ ποτὲ μὲν οὕτως, ποτὲ δὲ ἐκείνως. τῷ ἀπαύστῳ δὴ *** λείπεται ἄρα
20τὸν ἔμφρονα βίον ἐπὶ τῆς θείας ψυχῆς ἀπολιπεῖν· ἔστι γὰρ καὶ ἄλλως τὸ μὲν ἔμφρον αὐτῇ πρέπον ὡς μετεχούσῃ τῆς θείας φρονήσεως, ὁ δὲ βίος ὡς ἀνελιττούσῃ τὸ ἀμερὲς τῆς νοερᾶς ζωῆς καὶ ὡς παράτασιν ἐν ταῖς ἐνεργείαις ἐχούσῃ καὶ μετάβασιν ἐν ταῖς κινήσεσι· ψυχῆς γὰρ οἰκειότατος ὁ
25βίος. εἰ δέ ποτε καὶ ἐπὶ νοῦ λέγοιτο, καθάπερ ἐν Φιλήβῳ λέγεταί τις τοῦ νοῦ βίος, ἄλλος δὲ τῆς ἡδονῆς, τὴν ἰδιό‐ τητα σημαίνει τῆς ζωῆς· δύο γὰρ ὁ βίος ταῦτα δηλοῖ, τό τε ἴδιον ἑκάστου τῆς ζωῆς εἶδος καὶ τὴν ἀνέλιξιν τῆς αἱ‐ ρέσεως, ἀφ’ ἧς ἔχει τὴν πρόοδον. λέγεται οὖν κυρίως μὲν
30ἐπὶ τῶν ψυχῶν· ἐν ταύταις γὰρ ἡ ἀνέλιξις· ἔστι δὲ ὅτε καὶ
ἐπὶ νοῦ, τὴν ἰδιότητα τῆς ζωῆς δηλούντων ἡμῶν. ἀλλὰ
in Ti
.

2

.

289

ταῦτα πάντα, φαίη τις ἄν, πάσαις ὑπάρχει ταῖς θείαις ψυ‐ χαῖς, τὸ θείαν ἀρχὴν ἄρξασθαι, τὸ ἀπαύστως ἐνεργεῖν, ὁ ἔμφρων βίος. τίνι οὖν ὑπερέξει τῶν ἄλλων ἡ ψυχὴ τοῦ παντός; τοῦτο δὴ προιδόμενος ὁ Πλάτων ἐπήνεγκε τὸ πρὸς
5τὸν σύμπαντα χρόνον· πᾶσαι μὲν γὰρ αἱ ψυχαὶ μετα‐ βατικῶς ἐνεργοῦσι καὶ περιόδους ἔχουσιν, αἳ μὲν ἄλλας, αἳ δὲ ἄλλας, μείζους ἢ ἐλάττους, μόνη δὲ ἡ ὅλη ψυχὴ τὴν πρωτίστην καὶ μίαν τοῦ χρόνου διάστασιν ὑποδέχεται καὶ τὸ ὅλον καὶ πρῶτον μέτρον, ᾧ περιέχει τὰς τῶν ἄλλων περι‐
10όδους· ὥσπερ γὰρ τῶν σωμάτων τῶν θείων εἰσὶ περίοδοί τινες ἄλλαι ἄλλων, πάσας δὲ αὐτὰς ἡ τοῦ θείου γενητοῦ περίοδος συνείληφε, πολλὰς μὲν Κρονίας ἀποκαταστάσεις, πολλὰς δὲ Ἡλιακάς, πολλὰς δὲ Σεληνιακὰς περιέχουσα, καὶ ἔστιν ὁ πᾶς χρόνος ἐν τῇ μιᾷ περιόδῳ τοῦ παντός, τὸν αὐ‐
15τὸν τρόπον καὶ αἱ μὲν ἄλλαι θεῖαι ψυχαὶ μερικωτέροις ἀποκαθίστανται χρόνοις (δεῖ γὰρ ἀποκαταστῆναι πάντως, ἐπειδὴ δὲ πεπέρασται τὸ νοητὸν πλάτος, ἡ δὲ ἀποκατά‐ στασις ἄλλη ἄλλαις, ταῖς μὲν βραχυπορωτέρα, ταῖς δὲ μα‐ κροπορωτέρα, διὰ τὸ καὶ τὸ νοούμενον εἶναι κρεῖττον 〈ἢ
20ἧττον〉), ἡ δὲ τοῦ παντὸς μέτρον ἔχει τὴν ὅλην ἔκτασιν τοῦ χρόνου καὶ τὴν ὅλην ἐξάπλωσιν, ἧς μείζων οὐκ ἔστι παρά‐ τασις, εἰ μὴ τῷ πάλιν καὶ πάλιν· οὕτω γὰρ ἄπειρος ὁ χρό‐ νος· ἐπεὶ γὰρ ἡ πρώτη μετέχουσα χρόνου τῶν καθ’ ἓν νοουσῶν εἶδος ἡ τοῦ παντός ἐστι, δεῖ δήπου καὶ ὅλον αὐ‐
25τὴν ὑποδέχεσθαι τὸ μέτρον, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων εἰ‐ δῶν τὰ πρώτως αὐτῶν μετασχόντα ὅλον αὐτῶν καταδέχεται τὸ εἶδος. μόνην ἆρα δεῖ πρὸς τὸν σύμπαντα χρόνον ἐνερ‐ γεῖν, αἱ δὲ ἄλλαι πρὸς μόριον τοῦ σύμπαντος χρόνου ἐνερ‐ γοῦσι, καθ’ ὃ καὶ ἡ ἀποκατάστασις αὐταῖς. αἱ μὲν οὖν
30ὑπερκόσμιοι ψυχαί, εἴ τινες ἄρα εἰσίν, εἰ καὶ μεταβατικῶς
νοοῦσι—πᾶσα γὰρ ψυχὴ τοῦτον νοεῖ τὸν τρόπον, καθ’ ὃν
in Ti
.

2

.

290

καὶ διαφέρετον ψυχὴ καὶ νοῦς—ἀλλὰ κατὰ πλείω ποιοῦνται τὴν τῶν νοουμένων ἀντίληψιν· δεῖ γὰρ ἐγγυτέρω τοῦ νοῦ οὔσας τοῦ ἅμα πάντα νοοῦντος πλείω ἅμα νοεῖν· ἡ δὲ τοῦ παντὸς πρώτη τῶν καθ’ ἕν ἐστι νοουσῶν, ὃ καὶ ἐποίησεν
5αὐτὴν ἐγκόσμιον· ταύτῃ γοῦν διεστᾶσιν αἱ ἐγκόσμιοι πᾶσαι τῶν ὑπερκοσμίων· νοοῦσα δ’ οὖν καθ’ ἓν ἔχει τὴν ἀποκατά‐ στασιν κατὰ τὸν ὅλον χρόνον τὸν περιέχοντα τὴν τοῦ θείου γενητοῦ περίοδον, καὶ κατ’ ἐκεῖνο μὲν ὑφεῖται τῶν ὑπερ‐ κοσμίων ψυχῶν, κατὰ δὲ τοῦτο πασῶν ὑπερέχει τῶν ἐγκο‐
10σμίων· πᾶσαι γὰρ ἐν μέρει τοῦ ἑνὸς ἐν τῷ παντὶ χρόνῳ τὰς ἀποκαταστάσεις ἔχουσιν, ἅτε καὶ μερικώτερα ἀνελίττου‐ σαι, ἡ δὲ νοερὰ τοῦ ἑνὸς νοητοῦ κόσμου νοοῦσα καὶ ἐκ‐ περιιοῦσα τῷ ὅλῳ χρόνῳ συμπεραίνει τὴν ἑαυτῆς περίοδον· δεῖ γὰρ κόσμου ψυχὴν οὖσαν τὸ κοσμικὸν αὐτῆς ὅλον νοητὸν
15ἀνελίττειν καὶ διὰ τοῦτο κατὰ τὸν τέλειον ἀριθμὸν τῆς κο‐ σμικῆς περιόδου ποιεῖσθαι τὴν νοητικὴν ἑαυτῆς ἀποκατά‐ στασιν, καθ’ ὃν ποιεῖται καὶ τὴν σωματικὴν ὅλην περίοδον· μιμεῖται γὰρ τόδε τὸ πᾶν τὴν ἀφανῆ περίοδον ἐκείνης διὰ τῆς οἰκείας σωματικῆς ἀνακυκλήσεως καὶ συναποκαθίσταται
20τοπικῶς τῇ ἀποκαταστάσει τῇ ἐκείνης, ἣν ποιεῖται νοητικῶς, καὶ τοῦτ’ ἔστι τὸ ἐξαίρετον τῆς κοσμικῆς ψυχῆς, ὃ καὶ ὁ Πλάτων ἀπέφηνεν ἐν τούτοις τοῖς παρέπεσθαι δυναμένοις. ἀλλὰ τοῦτο μὲν οὑτωσὶ διηρθρωμένως ἀκουσόμεθα. πάλιν δὲ ζητητέον, τίς ἐποίησεν ἐν τῇ ψυχῇ μεταβατικὴν κίνησιν
25καὶ νόησιν μὴ μένουσαν ὡς τὴν τοῦ νοῦ καὶ χρόνον ἀντὶ αἰῶνος· καὶ λεκτέον, ὅτι ὡς τὴν οὐσίαν ἔχει μεριστήν, οὕτω καὶ τὴν ζωὴν αὐτὴν ἔχει οὐ μίαν, ἀλλὰ συνδιῃρημένην τῇ οὐσίᾳ, καὶ τὴν νόησιν ὡσαύτως· οὐσιωμένη γάρ ἐστιν ἀντὶ οὐσίας καὶ ἐζῳωμένη ἀντὶ ζωῆς καὶ νενοωμένη ἀντὶ νοῦ,
30μετέχουσα τούτων πρώτως ὡς πρὸ ψυχῆς ὄντων. ἐκεῖ μὲν οὖν ἡ οὐσία μία καὶ ἡ ζωή, καὶ ἡ νόησις τῆς οὐσίας ἀμε‐ ρὴς ὡς ἡ οὐσία καὶ ἐφαρμόζουσα πρὸς αὐτὴν οὐκ ἔχει
μετάβασιν †ὡς σημείῳ σημεῖον· ἡ δὲ τῆς ψυχῆς ζωὴ καὶ
in Ti
.

2

.

291

νόησις οὐκ ἀμερὴς οὖσα μόνον, ἀλλ’, ὡς εἴπομεν, καὶ μερι‐ στὴ καὶ ἐφαρμόσαι τῷ ἀμερεῖ μὴ σθένουσα, μερίσασα δὲ ἑαυτὴν περὶ τὸ ἐκείνου ἀμερές, ἄλλο καὶ ἄλλο ἑαυτῆς προσ‐ άγουσα τῷ αὐτῷ ἐκείνῳ μένοντι, ἵνα κατὰ πᾶσαν ἑαυτὴν
5ἕλῃ τὸ πρὸ πάσης αὐτῆς ἱδρυμένον, μετάβασίν τε ἐγέννησεν οὕτως, τοῦ μεριστοῦ τοῦ ἐν αὐτῇ ἐξελίττοντος ἑαυτὸ περὶ τὸ ἀμερές, καὶ ὁμοῦ τῇ μεταβάσει χρόνον, διχῶς δὲ μετα‐ βαίνουσα, καθ’ ἕνα μὲν τρόπον τῷ περὶ τὸ ἓν ἐξελίττεσθαι καὶ κατὰ πάντα τὰ ἑαυτῆς μέρη ἔχουσα τὸ ἕν (ὅσα γὰρ διῄρη‐
10ται μέρη, τοσαυταχῶς ἐν αὐτῇ καὶ τὸ οὐσιῶδες καὶ τὸ ταυτὸν καὶ τὸ ἕτερον. ἑκάστῳ οὖν τῷ ἑαυτῆς ἐκείνῳ προσβάλλουσα καὶ θιγγάνουσα πολλοῖς τοῦ ἑνὸς εἰσήγαγε τὴν μετάβασιν εἰς τὴν ἑαυτῆς νόησιν, ἵνα πᾶσα νοήσῃ τὸ πρὸ πάσης), καθ’ ἕτερον δὲ τῷ καὶ ἕκαστον αὐτῆς περὶ πάντα ἐνεργεῖν· πᾶν
15γὰρ μέρος αὐτῆς ἔχει τὰ τρία, τὴν οὐσίαν, τὸ ταυτόν, τὸ ἕτερον· ὅλῳ οὖν ἑκάστῳ μὴ ἐφαρμόζουσα πρὸς ἕκαστον ἐκεί‐ νων ὅλῳ προσβάλλει, καθ’ ὅσον ἑκάστου μετέχει, πρὸς ἕκα‐ στον, τῇ μὲν οὐσίᾳ διὰ τοῦ ἐν τῷ μέρει τοιούτου, καὶ τοῖς ἄλλοις ὡσαύτως. τοῦτο μὲν οὖν ταύτῃ διαλύσομεν. ἕτερον
20δὲ αὖ πρὸς τούτῳ ζητητέον, πῶς μηδέπω χρόνου γένεσιν ἡμῖν παραδοὺς τὴν ψυχὴν εἶπεν ἤδη πρὸς τὸν σύμπαντα χρόνον ζῆν· καὶ ῥητέον καὶ πρὸς ταύτην τὴν ζήτησιν, ὅτι χρόνου παραδώσει γένεσιν, οὗ μετέχει τὸ ζῳῶδες τοῦ κόσμου· κινηθὲν γὰρ αὐτό, φησί [37 C], καὶ ζῶν θεασάμενος ὁ
25πατὴρ τὸν χρόνον ὑπέστησε μετροῦντα τὴν ἐν αὐτῷ κίνησιν. ὥσπερ οὖν τὸ ζῆν τούτῳ καὶ τὸ κινεῖσθαι σῶμα ἔχοντι ἐπι‐ σκευαστόν, οὕτω καὶ ὁ χρόνος ἀπὸ τοῦ γεννήσαντος ἐνδέ‐ δοται, παρ’ οὗ καὶ ἡ ζωὴ καὶ ἡ κίνησις διὰ ψυχῆς. ἡ δὲ ψυχὴ καὶ ἀπὸ τοῦ πατρὸς μὲν ἔχει ταῦτα, τὸ ζῆν λέγω καὶ
30τὴν κίνησιν τὴν κατὰ χρόνον, ἅτε δὲ ἔχουσά τι καὶ αὐθυπό‐ στατον συνεισάγει τι τῇ ἑαυτῆς εἰς τὸ εἶναι παρὰ τοῦ γεννή‐
σαντος προόδῳ. καθάπερ οὖν καὶ ὁ δημιουργὸς αὐτὴν κινεῖ
in Ti
.

2

.

292

καὶ αὐτοκίνητός ἐστι, κατὰ τὰ αὐτὰ δὴ καὶ αὐτὴ ἑαυτῇ αἰ‐ τία τοῦ κινεῖσθαι κατὰ χρόνον, ὅθεν καὶ πρὶν ἐκεῖνος δῷ τῷ παντὶ τούτῳ χρόνον, αὕτη λέγεται κινεῖσθαι πρὸς τὸν σύμπαντα χρόνον· καὶ γὰρ καὶ οὕτως συνυποστήσει τῷ δη‐
5μιουργῷ τὸν ζῳώδη χρόνον, ὥσπερ συνυφίστησι καὶ τὴν ζωήν, καθ’ ἣν ἡ κίνησις, καὶ κατὰ φύσιν ἄρξει τοῦ δι’ αὐτὴν ζῶντος καὶ κινουμένου, καὶ οὐχ οἷον ηὐτοματισμένην ἕξει τὴν ἐπιστασίαν, μηδὲν δοῦσα τῷ ἀρχομένῳ. περὶ μὲν οὖν χρόνου ῥηθήσεται καὶ ἐσαῦθις. ἐκ δὲ τούτων μὲν
10τοῦτο συγκεφαλαιωτέον, ὅτι δὴ ἡ τοῦ παντὸς ψυχὴ κινεῖ μὲν καὶ τὸ πᾶν τῷ τε μέσῳ φρουρητικὰς ἐπιστήσασα δυνά‐ μεις καὶ ὅλον αὐτὸ ζῳογονίας ἀποπληρώσασα καὶ ἔξωθεν αὐτὸ συνέχουσα νοερῶς, μιμουμένη καὶ ταύτῃ τὴν ἑαυτῆς αἰτίαν ἀπογεννήσασαν τριττὰς ἡγεμονίας θεῶν, φρουρητικάς,
15ζῳογονικάς, δημιουργικάς, αὐτὴ δὲ ἑαυτὴν πολλῷ πρότερον κινεῖ θείως ἀπὸ τῶν πρωτίστων ἐνεργειῶν ἀρχομένη καὶ διὰ τοῦτο ἀπαύστως ἑαυτήν τε κινοῦσα καὶ τὸ πᾶν, καὶ διὰ ταῦτα ἐμφρόνως ἑαυτήν τε ἄγουσα καὶ τὸν ὅλον οὐρανόν. ἔτι δὲ αὐτή τε τὴν μίαν παράτασιν τοῦ χρόνου μέτρον ποιου‐
20μένη τῆς οἰκείας περιόδου καὶ τὸ πᾶν ὡσαύτως περιάγουσα· τῇ γὰρ αὑτῆς ἀποκαταστάσει συναποκαθίσταται τὸ πᾶν· οὔτε γὰρ πρότερον, ἐπειδὴ πάλιν ἐν τῷ κόσμῳ τὰ αὐτὰ γίνεται, κατὰ δὲ τὰς τῆς ψυχῆς νοήσεις τὰ γιγνόμενα γίγνεται· οὔθ’ ὕστερον, ἵνα μὴ ἀναίτιος ἡ ἀποκατάστασις ᾖ· τί γὰρ ἔσται
25τὸ περιέχον αὐτὴν ὅλην, εἰ μὴ ἡ τῆς ψυχῆς περίοδος; εἰ δὲ ταῦτα ὀρθῶς ἔφαμεν, ἔχοι ἂν πάλιν ἡ ψυχὴ τὸ μὲν θεῖον ἀπὸ τοῦ ἑνὸς ὄντος, τὸ δὲ ἄπαυστον ἀπὸ τοῦ αἰῶνος, τὸ δὲ ἔμφρον ἀπὸ τοῦ νοῦ, πάντα δὲ ἀπὸ τῆς μιᾶς τῶν ὅλων αἰτίας.
30 Καὶ τὸ μὲν δὴ σῶμα τοῦ οὐρανοῦ ὁρατὸν γέ‐ γονεν, αὐτὴ δὲ ἀόρατος μέν, λογισμοῦ δὲ μετέχουσα
καὶ ἁρμονίας ψυχὴ τῶν νοητῶν ἀεί τε ὄντων, ὑπὸ
in Ti
.

2

.

293

τοῦ ἀρίστου ἀρίστη γεγενημένη τῶν γεννηθέντων [37 A]. Ἐπειδὴ πάντα ὅσα τῷ σώματι πρότερον, ταῦτα καὶ τῇ ψυχῇ δέδωκεν ὕστερον, τὴν οὐσίαν, τὴν ἁρμονίαν, τὸ σχῆμα,
5τὰς δυνάμεις, τὴν κίνησιν, καὶ συνῆψεν ἀμφότερα πρὸς ἑνὸς ζῴου συμπλήρωσιν, ἵνα μὴ σαυτὸν λάθῃς ὑπονοήσας τὴν ὁμοίαν ἀξίαν εἶναι τοῦ τε σώματος καὶ τῆς ψυχῆς ταῖς ὁμωνυμίαις ἠπατημένος, τῆς διαφορᾶς αὐτῶν ὑπομιμνήσκει συντόμως ὁ Πλάτων καὶ οὐ παρέργως ἐμβέβληκε τὸν λόγον
10τοῦτον, ὅτι τὸ μὲν σῶμα ὁρατόν ἐστιν, ἡ δὲ ψυχὴ ἀόρατος, καὶ τὸ μὲν σῶμα δείκνυσιν ὂν δοξαστόν, εἴπερ αἰσθητόν ἐστι καὶ γενητόν, τὴν δὲ ψυχὴν ἀγένητον μὲν ὡς πρὸς τὸ σῶμα, γενητὸν δὲ ὡς πρὸς τὸν νοῦν· ἔστι γὰρ καὶ τῶν ἀεὶ ὄντων ἅμα καὶ τῶν γενομένων, ἐσχάτη δὲ τῶν ἀεὶ ὄν‐
15των· ἤδη γὰρ ἐν αὐτῇ χώραν ἔσχεν ὁ χρόνος. καὶ τὸ μὲν πρώτως ἀεὶ ὂν ἀμφοτέρως ἐστὶν αἰώνιον, κατά τε τὴν οὐ‐ σίαν καὶ τὴν ἐνέργειαν (οὐδὲ γὰρ ἄλλην ἔχει τὴν ἐνέργειαν παρὰ τὴν οὐσίαν), τὸ δὲ γενητὸν ἀμφοτέρως ἐστὶ γενητόν, ἀεί τε γιγνόμενον καὶ ἀεὶ ἐνεργοῦν ὡς ἐν γενέσει ὂν κατὰ
20χρόνον. ἡ ψυχὴ δέ ἐστι μὲν πῂ αἰῶνος μετέχουσα, πῂ δὲ καὶ γενέσεως, ἐνεργεῖ δὲ χρονικῶς. καὶ τὰ μὲν ἄκρα μονα‐ χῶς ἀεί, τὸ μὲν αἰωνίως, τὸ δὲ κατὰ χρόνον, τὸ δὲ μέσον διχῶς, ἅτε ἀμφιπρόσωπον ὂν καὶ ταύτῃ καὶ ἀμφίστομον, οὐ μόνον κατὰ τὸ μεριστὸν καὶ ἀμέριστον καὶ κατὰ τοὺς δύο
25κύκλους, ἀλλὰ καὶ κατὰ τὸ ἀεὶ ὂν καὶ γενητόν. διὸ καὶ τῶν ἀεὶ ὄντων καὶ ἀρίστη τῶν γεννηθέντων ὑπὸ τοῦ ἀρί‐ στου γενομένη. καὶ ὁρᾷς πάλιν τὸ πρὸς τὸ σῶμα διά‐ φορον αὐτῆς· τὸ μὲν γὰρ κάλλιστον τῶν γεγονότων ἐπεκά‐ λεσε πρότερον, τὴν δὲ ἀρίστην τῶν γενομένων νῦν· κοινὸν
30δὲ ἀμφοτέρων τὸ ὑπὸ τοῦ ἀρίστου γεγονέναι. ἀλλ’ ἣ μὲν ὡς ἔγγιον τοῦ ποιήσαντος ἀρίστη καὶ αὐτή ἐστι, τὸ δὲ ὡς
πορρωτέρω κάλλιστον μέν, οὐκ ἄριστον δέ· δεύτερον γὰρ τοῦ
in Ti
.

2

.

294

ἀρίστου τὸ κάλλιστον, ὥσπερ τοῦ ἀγαθοῦ τὸ κάλλος. δόξειε δ’ ἂν ἐν τούτοις τὸν δημιουργὸν ἄριστον λέγειν τῶν νοη‐ τῶν καὶ ἀεὶ ὄντων, ὡς τὴν ψυχὴν ἀρίστην τῶν γεννηθέν‐ των, καὶ μαρτυρεῖν τοῖς ἕνα θεὸν πρὸ τοῦ κόσμου ποιοῦσιν.
5ἀλλὰ καὶ εἰ οὕτω τις ἀκούοι τῆς ῥήσεως ἀναστρέψας αὐτήν, ὅμως ἐκ τῆς ἀναλογίας δῆλον, ὅτι τὰ νοητὰ καὶ ἀεὶ ὄντα οὐ τὰ ἐν αὐτῷ εἴδη θήσομεν, ἀλλὰ μετ’ αὐτὸν ἑτέρας οὐ‐ σίας, εἴπερ ὃν ἔχει λόγον ἡ ψυχὴ πρὸς τὰ γεννηθέντα πάντα, τοῦτον ὁ δημιουργὸς πρὸς τὰ ἀεὶ ὄντα. καὶ ἢ ποιήσομεν
10αὐτὸν εἰς τὰ μετ’ αὐτὸν βλέπειν, καίτοι γε δημηγορῶν αὐ‐ τὸς καὶ τοῖς νέοις θεοῖς ἐγχειρίζων τὴν τῶν θνητῶν δημι‐ ουργίαν ὅρα τί φησι [41 C]· μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν· οὐκ αὐτὸς ἄρα μιμούμενος τὰ μετ’ αὐτὸν δημιουργεῖ τὰ ἀθάνατα τῶν ζῴων,
15ἀλλὰ τὰ πρὸ αὐτοῦ πάντως, ὡς καὶ ἐκείνους βούλεται τὰ θνητὰ δημιουργεῖν αὐτὸν μιμουμένους· ἢ εἰ τοῦτο φυλατ‐ τοίμεθα, δώσομεν πολλοὺς εἶναι νοητοὺς θεούς, εἰ καὶ μετὰ τὸν δημιουργόν, ὅπερ οὐ συγχωροῦσι. μήποτε οὖν ἄμεινον λέγειν ἢ τὴν ψυχὴν αὐτὴν λέγεσθαι τῶν νοητῶν εἶναι ἀεί
20τε ὄντων ὡς ἀρίστην τῶν γενητῶν οὕτως, ὡς ἀμέριστον καὶ μεριστήν, μέσην οὖσαν, ἢ ἐπειδήπερ μετέχειν αὐτήν φησι λογισμοῦ καὶ ἁρμονίας, δηλοῦν διὰ ταύτης τῆς λέξεως ποῦ ὄντων ἐκείνων μετέχει, τοῦ λογισμοῦ λέγω καὶ τῆς ἁρμονίας, ὅτι νοητῶν ὄντων καὶ ἀεὶ ὄντων· ἡ γὰρ ἐν αὐτῇ ἁρμονία
25γενητή ἐστιν, οὐκ οὖσα αὐτοαρμονία, ἀλλ’ ἐνηρμοσμένη, καὶ ὁ λογισμὸς οὐκ ἀεὶ ὤν, ἀλλὰ γένεσιν ἔχων, ἅτε κατὰ χρόνον ὑφεστὼς καὶ μεταβατικὸς ὤν. πῶς οὖν λογισμοῦ μετέχει καὶ ἁρμονίας ἡ ψυχή; πῶς δὲ οὐκ ἐν αὐτῇ πρώτως καὶ ἡ ἁρ‐ μονία καὶ ὁ λογισμός, ἀλλὰ κατὰ μέθεξιν; διότι, φήσω, καὶ
30ἐν τῷ δημιουργῷ ταῦτα προῆν, λογισμὸς καὶ ἁρμονία· καὶ γὰρ Μούσας καὶ τὸν Μουσηγέτην αὐτὸς ὑπέστησε καὶ τὴν Ἑρμαϊκὴν σειράν. ἐν αὐτῷ οὖν καὶ ὁ λογισμὸς ὁ δημιουρ‐
γικὸς καὶ ἡ ἁρμονία πρώτως, ὃ μὲν Ἑρμαϊκὸς ὤν, ἣ δὲ
in Ti
.

2

.

295

Ἀπολλωνιακή, καὶ ἀπ’ αὐτῶν ἡ ψυχὴ πληρουμένη λογισμοῦ μετέχει καὶ ἁρμονίας. καὶ εἰ δεῖ τὸ δοκοῦν διαρρήδην λέ‐ γειν, τριχῶς τὴν ἁρμονίαν νοητέον, ἢ τὴν αὐτοαρμονίαν, ἢ τὸ πρώτως ἡρμοσμένον καὶ καθ’ ὅλον ἑαυτὸ τοιοῦτον ὄν,
5ἢ τὸ δευτέρως ἡρμοσμένον καὶ πῂ μετέχον ἁρμονίας, καὶ τὴν μὲν ἀποδοτέον τῷ νῷ, τὴν δὲ τῇ ψυχῇ, τὴν δὲ τᾷ σώματι. τριχῶς δὲ καὶ τὸν λογισμόν, τὸν μὲν πρωτουργόν, τὸν δὲ κατὰ μέθεξιν, τὸν δὲ κατ’ ἔμφασιν· ἔστι γάρ τι λογισμοῦ καὶ ἔν τισι τῶν ἀλόγων ἴχνος. ἐπεὶ καὶ τὴν οὐ‐
10σίαν καὶ τὸ σχῆμα καὶ τὴν δύναμιν τριχῶς νοήσομεν· ἡ μὲν γὰρ πρώτως οὐσία καὶ τὸ πρῶτον σχῆμα καὶ ἡ πρώτη δύναμις ἐν τοῖς νοητοῖς, τὸ δὲ πῂ κατὰ πάντα ταῦτα μετ‐ έχον τὸ σωματικόν ἐστιν· ἔστι γάρ τι καὶ ἀσχημάτιστον καὶ ἀνούσιον καὶ ἀδύναμον. ἡ δὲ ψυχὴ κατὰ μέθεξιν μὲν ἕκα‐
15στον ἔχει τούτων, καθ’ ὅλην δὲ ἑαυτὴν μετείληφεν ὅλη· καὶ γὰρ δεδυνάμωται 〈ὅλη〉 καὶ ὅλη καθ’ ὅλην ἐσχημάτισται καὶ οὐσίωται ὁμοίως· οὐ γὰρ προηγεῖται καὶ ἐπ’ αὐτῆς τὸ ἀσχη‐ μάτιστον τοῦ ἐσχηματισμένου καὶ τὸ ἀδύναμον τοῦ δυνατοῦ καὶ τὸ ἀνούσιον τῆς οὐσίας· οὐδὲν γὰρ ἂν διαφέροι τῶν
20ἐνύλων σωμάτων. μετέχει οὖν ἡ ψυχὴ λογισμοῦ καὶ ἁρμο‐ νίας καὶ σχήματος καὶ δυνάμεως, καὶ ὅλη μετέχει, τὸ δὲ σῶμα μερικῶς. πάλιν οὖν καὶ ἐκ τούτων ἡ μεσότης αὐτῆς ἀναφαίνεται, καὶ ὡς εἰκότως εἶπεν αὐτὴν ὁ Πλάτων ὑπὸ τοῦ ἀρίστου γεγονέναι πρώτην καὶ ἀρίστην τῶν γεννηθέντων, καὶ
25ἀόρατον μέν, πρῶτον δὲ μετέχουσαν τῆς νοητῆς ἁρμονίας. Ἅτε οὖν ἐκ τῆς ταὐτοῦ καὶ τῆς θατέρου φύσεως ἔκ τε οὐσίας τριῶν τούτων συγκραθεῖσα μοιρῶν καὶ ἀνὰ λόγον μερισθεῖσα καὶ συνδεθεῖσα, αὐτή τε ἀνα‐ κυκλουμένη πρὸς ἑαυτήν, ὅταν οὐσίαν σκεδαστὴν
30ἔχοντός τινος ἐφάπτηται καὶ ὅταν ἀμέριστον, λέγει
κινουμένη διὰ πάσης αὐτῆς [37 A].
in Ti
.

2

.

296

Τὰς τῆς ψυχῆς ἐνεργείας διείλομεν διχῇ τὴν πρώτην, εἴς τε τὰς κινητικὰς καὶ τὰς γνωστικάς· ἀμφότεραι γὰρ τῇ ψυχῇ προσήκουσιν, ὡς καὶ ὁ δαιμόνιος Ἀριστοτέλης φησίν. ἀλλὰ καὶ τῶν κινητικῶν τὰς μὲν εὕρομεν ἐν αὐτῇ τῇ ψυχῇ
5ἐνούσας, τὰς δὲ προελθούσας εἰς τὸ πᾶν, τὰς δὲ καὶ με‐ ταξὺ τούτων ἀμφοτέρων· αἱ μὲν γὰρ διατείνουσαι διὰ τοῦ κόσμου παντὸς ἐκ μέσου πρὸς τὸν ἔσχατον οὐρανὸν ἐγκόσμιοι μόνον εἰσίν, αἱ δὲ αὐτὴν στρέφουσαι τὴν ψυχὴν χωρισταὶ μόνον, αἱ δὲ περικαλύπτουσαι τὸν οὐρανὸν κύκλῳ χωρισταί
10τε ἅμα καὶ ἀχώριστοι, μένουσαι καὶ προϊοῦσαι περὶ τὸ πᾶν. καὶ τῶν γνωστικῶν αἳ μέν εἰσι τῶν πρώτων, αἳ δὲ τῶν μέσων, αἳ δὲ τῶν ἐσχάτων· καὶ γὰρ ἑαυτὴν ἡ ψυχὴ γιγνώ‐ σκει καὶ τὰ πρὸ αὐτῆς καὶ τὰ μετ’ αὐτήν· εἰκὼν μὲν γάρ ἐστι τῶν πρὸ αὐτῆς, παράδειγμα δὲ τῶν μετ’ αὐτήν. ἑαυ‐
15τὴν οὖν ὁρῶσα καὶ ἑαυτὴν ἀνελίττουσα τὰ πάντα γιγνώσκει μηδαμοῦ τῆς οἰκείας ἐξισταμένη δυνάμεως· οὐ γὰρ ἀλλα‐ χοῦ δεῖ δραμοῦσαν αὐτὴν τὰ ὄντα ἰδεῖν, ἀλλ’ ἑαυτὴν νοήσα‐ σαν. περὶ μὲν οὖν τῶν κινητικῶν ἐνεργειῶν ἱκανῶς εἴρηται. περὶ δὲ τῶν γνωστικῶν ἐν τούτοις τε καὶ τοῖς ἐχομένοις
20ποιήσεται τὸν λόγον· ὅτι μὲν γὰρ γιγνώσκει τὰ ὄντα ἡ ψυχὴ καὶ μάλιστα ἡ τοῦ παντός, ἐναργές, ὅπου γε καὶ τὴν ἡμε‐ τέραν αὐτοῖς ἐπιβάλλουσαν ὁρῶμεν. εἰ δὲ γιγνώσκει, πῶς γιγνώσκει, τὸ λοιπὸν σκεπτέον, καὶ πῶς μὲν τὰ νοητά, πῶς δὲ τὰ αἰσθητά, πότερον ταῖς αὐταῖς δυνάμεσιν ἢ ἄλλαις καὶ
25ἄλλαις, καὶ πότερον εἰς ἑαυτὴν ὁρῶσα καὶ τοὺς ἐν αὐτῇ λόγους ἢ πρὸς αὐτὰ τὰ γνωστὰ τεταμένη, καθάπερ ἡ ὄψις πρὸς τὸ ὁρατὸν ἐκτὸς ὄν. ὡς μὲν οὖν συντόμως εἰπεῖν, τὰς γνωστικὰς ταύτας αὐτῆς κινήσεις ἐπαφὰς προσαγορεύει τῶν γνωστῶν, τὴν ἄμεσον αὐτῶν ἀντίληψιν ἐνδεικνύμενος
30καὶ τὴν ἀμερῆ πρὸς αὐτὰ κοινωνίαν· εἰ δὲ ἑκατέρα γνῶσις ἐπαφή ἐστιν, εἴη ἂν ἁπτομένη μὲν ἀμφοῖν κατὰ τὴν οἰκείαν
πρὸς αὐτὰ προσβολήν, οὐχ ἁπτομένη δὲ κατὰ τὴν ἑτέραν·
in Ti
.

2

.

297

οὔτε γὰρ τῇ πρὸς τὰ νοητὰ τῶν αἰσθητῶν οὔτε τῇ πρὸς τὰ αἰσθητὰ τῶν νοητῶν ἐφάπτεται. ταῦτα δὲ ἦν ἄμφω, τό τε ἅπτεσθαι καὶ τὸ μὴ ἅπτεσθαι, ἀπολύτων ἴδια θεῶν, ὡς ὁ Παρμενίδης ἐδίδαξεν. ὀρθῶς ἄρα πρότερον [p. 296, 12 s]
5ἐλέγομεν κατὰ τὰς ἐνεργείας αὐτὴν ἐκείνοις εἰκάσθαι τοῖς θεοῖς, ἃς ἔχει κατ’ οὐσίαν γνωστικὰς τῶν τε πρὸ αὐτῆς καὶ τῶν μετ’ αὐτήν. περὶ δ’ οὖν τούτων ὄντος τοῦ λόγου πρῶτον ἡμᾶς ὑπομνῆσαι βούλεται τῶν προειρημένων, οὐ πάρεργον ποιούμενος τὴν ἀνάμνησιν, ἀλλὰ συντελοῦσαν τοῖς
10ῥηθησομένοις· ἐκ γὰρ τούτων καὶ ἐκεῖνα τὴν πρέπουσαν ἕξει διάρθρωσιν. ἦν δὲ τὰ προειρημένα ταῦτα· τὸ περὶ οὐ‐ σίας τῆς ψυχῆς, τὸ περὶ ἁρμονίας, τὸ περὶ τοῦ εἴδους, τὸ περὶ τῶν δυνάμεων. ταῦτ’ οὖν ὁ Πλάτων ἀνακεφαλαιού‐ μενός φησιν, ὅτι συγκέκρατο μὲν ἡ ψυχὴ πάντως ἐκ τριῶν
15μοιρῶν, οὐσίας, ταὐτοῦ, θατέρου, καὶ εἴρηται, τίς ἡ σύγ‐ κρασις, καὶ ὅτι ζῳογονική (μετὰ τοῦ δημιουργοῦ γὰρ ὑφί‐ στησι τὴν ψυχὴν ἡ μονοειδὴς αἰτία τῶν ψυχῶν), καὶ πῶς ἡ τριὰς προσήκει τῇ ψυχῇ, καὶ ἐκ ποίων γενῶν, ὅτι τῶν μέσων· ἐμεμέριστο δὲ ἀνὰ λόγον κατὰ τὴν γεωμετρικὴν τοῖς
20διπλασίοις καὶ συνεδέδετο πάλιν διὰ τῶν λοιπῶν μεσοτήτων (δεσμοὺς γὰρ αὐτὰς ἐκάλεσε) καὶ ἀνεκυκλεῖτο διὰ τοὺς κύκλους, ἃ δὴ τήν τε ἁρμονίαν αὐτῆς καὶ τὸ εἶδος συνείληφε· καὶ γὰρ ἐπὶ τῆς ἁρμονίας ὁ μερισμὸς προηγεῖται τῆς ἀναλογίας καὶ ἐπὶ τοῦ εἴδους ἡ σχίσις τῆς συναφῆς, ἔστι δὲ ἐν ἑκα‐
25τέρῳ καὶ τὸ λοιπόν· ἥ τε γὰρ σύνδεσις ἔμφασιν ἔχει τῆς λύσεως (ἐκ γὰρ τῶν λελυμένων ἡ δέσις) καὶ ἀνὰ λόγον ὁ μερισμὸς τῆς συνδέσεως· ἡ γὰρ ἀναλογία δεσμῶν ὁ κάλ‐ λιστος, ὡς εἴρηται πρότερον [31 C], καὶ ἡ ψυχὴ μεμέ‐ ρισται μὲν Τιτανικῶς, ἥρμοσται δὲ Μουσικῶς, ἐπεὶ καὶ ἡ
30ὕπαρξις αὐτῆς διῄρηται μὲν τριχῇ Διονυσιακῶς, συγκέκρα‐ ται δὲ ζῳογονικῶς. ἔτι τοίνυν τὸ τρίτον εἰς τὰς ἐν αὐτῇ
δυνάμεις διῄρητο, καθ’ ἃς ἀνακυκλεῖται πρὸς ἑαυτήν· οἱ
in Ti
.

2

.

298

γὰρ διττοὶ κύκλοι δυνάμεις ἦσαν αὐτῆς. τούτων δὴ οὖν ὄντων τῶν προρρηθέντων καὶ τὰ ἑξῆς ἀποδεικτέον. ἐπειδὴ τοίνυν ἐκ τριῶν σύγκειται μοιρῶν, οὐσίας, ταὐτοῦ, θατέρου, καὶ ἔχει ταῦτα τὰ γένη μέσα τῶν τε ἀμερίστων καὶ τῶν
5μεριστῶν, ἀμφότερα γιγνώσκει δι’ αὐτῶν· ἔστι γὰρ τῶν μὲν εἰκών, τῶν δὲ παράδειγμα. καθάπερ οὖν ὁ Ἐμπεδοκλῆς [frg. 109D.] φησι τό· γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δὲ ὕδωρ καὶ
10 στοργῇ δὲ στοργήν, νεῖκος δέ γε νείκεϊ λυγρῷ, τὸν αὐτὸν δήπου τρόπον καὶ ἡμεῖς ἐροῦμεν, ὅτι τῇ ἑαυτῆς οὐσίᾳ πάσας γιγνώσκει τὰς οὐσίας, ἀφ’ ὧν τέ ἐστι καὶ ὧν κατ’ αἰτίαν προηγεῖται, τῇ δὲ ταυτότητι τὴν ἐν ὅλοις τοῖς οὖσι ταυτότητα, νοητοῖς, νοεροῖς, αἰσθητοῖς, τῇ δὲ ἑτερότητι
15τὴν διήκουσαν ἑτερότητα διὰ πάντων· καὶ ἐπειδὴ κατ’ οὐ‐ σίαν ἥρμοσται, διὰ τῆς οἰκείας ἁρμονίας γιγνώσκει τήν τε νοητὴν ἁρμονίαν καὶ τὴν αἰσθητήν, καὶ ἐπειδὴ δυνάμεις ἔχει καὶ αὕτη νοεράς, διὰ τούτων οἶδε τὴν πανταχοῦ δύ‐ ναμιν. ἀπὸ τῶν προειρημένων ἄρα καὶ ὁ περὶ τῶν γνωστι‐
20κῶν τῆς ψυχῆς ἐνεργειῶν διατρανοῦται λόγος· ἃ γὰρ ἔχει κατ’ οὐσίαν, ἀπὸ τούτων γιγνώσκει τά τε παραδείγματα αὐ‐ τῶν καὶ τὰς εἰκόνας, καὶ ἀφ’ ὧν ὁ δημιουργὸς αὐτῇ δέ‐ δωκε λόγων, δι’ αὐτῶν νοεῖ τά τε πρὸ αὐτῆς καὶ τὰ μετ’ αὐτήν· αὕτη γὰρ ἀνακυκλουμένη πρὸς ἑαυτὴν ἐφάπτεται
25τῶν τε ἀμερίστων καὶ τῶν μεριστῶν, ὥς φησιν ὁ Τίμαιος, καὶ εἰς ἑαυτὴν εἰσιοῦσα λόγον εὑρίσκει τῶν πάντων ἑαυτήν· πᾶσα γὰρ γνῶσις δι’ ὁμοιότητος ἐπιτελεῖται τοῦ γιγνώσκοντος πρὸς τὸ γνωστόν, ἡ δὲ ὁμοιότης καθ’ ἑνὸς εἴδους ἐπιτελεῖ‐ ται κοινωνίαν. εἷς ἄρα λόγος ἔν τε τῷ γιγνώσκοντι καὶ ἐν
30τῷ γιγνωσκομένῳ καὶ ὁ αὐτὸς ὢν συνάπτει ταῦτα ἀλλή‐ λοις. ἐπειδὴ δὲ διαφόρως εἰσὶν ἐν τοῖς γνωστικοῖς οἱ λόγοι κατὰ τὰ μέτρα τῶν οὐσιῶν καὶ τὰς ὑφέσεις, διὰ δὴ τοῦτο καὶ αἱ γνώσεις παμπόλλην ἐπιδέχονται διαφοράν· ἡ μὲν γὰρ
νοερὰ γνῶσις ἀμερὴς καὶ αἰώνιος, διότι καὶ οἱ λόγοι τῶν
in Ti
.

2

.

299

πραγμάτων οἱ ἐν αὐτῷ τοιοίδε τινές εἰσιν· ἡ δὲ ψυχικὴ γνῶσις ἀνελίττεται καὶ ἐν διεξόδοις ὑφέστηκε, διότι καὶ οἱ λόγοι τῆς ψυχῆς, δι’ ὧν γινώσκει τὰ πράγματα, τοιαύτην ἔχουσι τὴν φύσιν. ἔτι ἡ μὲν νοερὰ γνῶσις μονοειδής, ὅτι
5καὶ οἱ λόγοι μοναδικῶς εἰσιν ἐν αὐτῷ· πρώτως γάρ εἰσιν· ἡ δὲ ψυχικὴ δυοειδής, διότι καὶ οἱ λόγοι διχῶς, ἄλλως μὲν οἱ διανοητικοί, ἄλλως δὲ οἱ δοξαστικοί. καὶ ἡ γνῶσις οὖν μία ἐστὶ καὶ διπλῆ κατὰ τὴν τῶν λόγων οὐσιώδη διαίρεσιν· καὶ γὰρ εἰ ὃ μὲν τοῖν κύκλοιν γιγνώσκοι τὸ νοητόν, ὃ δὲ
10τὸ αἰσθητόν, τί ποτέ ἐστιν τὸ λέγον, ὅτι ἕτερα ταῦτα ἀλλή‐ λων, καὶ τὸ μὲν παράδειγμα, τὸ δὲ εἰκών; οὐ γὰρ ἐνδέχεται μὴ γιγνῶσκον ἀμφότερα λέγειν περὶ τῆς διαφορᾶς αὐτῶν, ὡς ἐν Θεαιτήτῳ [185 B] μεμαθήκαμεν. ὡς οὖν ἐκεῖ λέ‐ γεται τὸ γιγνῶσκον τὰ ὁρατὰ καὶ ἀκουστά, τὰ μὲν δι’ ὄψεως,
15τὰ δὲ δι’ ἀκοῆς, καὶ ἕτερα ταῦτα λέγον ἄμφω χρῆναι γιγνώ‐ σκειν, οὕτως ὁ λόγος οὗτος τῶν δύο κύκλων ἕτερος, λέγων διὰ πάσης τῆς ψυχῆς τὰ μὲν περὶ τῶν νοητῶν, τὰ δὲ περὶ τῶν αἰσθητῶν, κοινὸς ὢν ἀμφοτέρων, ἐνέργεια, ὡς ἂν ἐγὼ φαίην, τοῦ οὐσιώδους τῆς ψυχῆς· καθὸ γὰρ μία ἐστὶν οὐ‐
20σία, κατὰ τοῦτο μίαν ἐνέργειαν ἔχει γνωστικὴν ταύτην, ἣν καλεῖ λόγον, δι’ ὃν καὶ λογικὴν λέγομεν ἁπλῶς τὴν ὅλην ψυχήν. ὁ δ’ οὖν λόγος οὗτος ἡ μία ἐστὶν γνῶσις τῆς ψυ‐ χῆς. καὶ διὰ μὲν τοῦ ταὐτοῦ κύκλου νοεῖ τὴν ἀμέριστον οὐσίαν, διὰ δὲ τοῦ θατέρου τὴν σκεδαστήν· εἰ γὰρ καὶ
25ἀμφότεροι μεταξὺ τῆς ἀμερίστου καὶ τῆς μεριστῆς οὐσίας εἰσίν, ἀλλὰ μᾶλλον ὁ μὲν ταὐτοῦ τῆς ἀμερίστου μετείληχεν, ὁ δὲ αὖ θατέρου τῆς μεριστῆς. καὶ οὗτος ἐστιν ὁ εἷς λόγος οὐσιώδης, ὡς ἡ οὐσία μία ἡ πρὸ τοῦ ταυτοῦ καὶ ἑτέρου, καὶ ἡ μὲν ζωὴ αὐτοῦ ἐστιν ἡ αὐτοκινησία, ἥτις ὑπάρχει
30τοῖς δύο κύκλοις, ἡ δὲ γνῶσις μεταβατική, κοινὴ οὖσα καὶ αὕτη ἀμφοτέροις, καὶ διὰ τοῦτο οὐ μόνον ἐστὶν δυοειδὴς ἡ ψυχή, ἀλλὰ καὶ μονοειδής. ταῦτα μὲν οὖν εἴρηται τῆς ὅλης ἕνεκα τοῦ δόγματος περιλήψεως. παρατηρητέον δὲ καὶ ἐν
τοῖς καθ’ ἕκαστον, ὅτι δὴ καὶ ἐκ τριῶν εἶπεν εἶναι μοιρῶν
in Ti
.

2

.

300

τὴν ψυχὴν καὶ συγκεκρᾶσθαι αὐτὴν ἐκ τούτων, διὰ μὲν τῆς συγκράσεως τὴν ἕνωσιν ἐνδεικνύμενος τῶν συνελθόντων, διὰ δὲ τοῦ ἀριθμοῦ τὴν ἀμιγῆ καθαρότητα· οὐ γὰρ ἂν ἔμενε τρία μὴ σῴζοντα τὴν οἰκείαν οὐσίαν ἀσύγχυτον· καὶ
5ὅτι περὶ μὲν τῶν μεριστῶν διαλεγόμενος εἶπεν· ὅταν οὐ‐ σίαν σκεδαστὴν ἔχοντός τινος ἐφάπτηται· τό τε γὰρ ‘ἔχειν‘ προσήκει τοῖς ἐπίθετον μὲν ἔχουσι τὸ οὐσιῶδες καὶ τὸ ὄν, ὑποκείμενον δὲ τὸ ἀνούσιον καὶ τὸ μὴ ὄν, καὶ τὸ τινὸς τοῖς μεριστοῖς καὶ τοῖς διαστατοῖς ὁπωσοῦν οἰκειότα‐
10τον. ἔτι δὲ τὸ ‘ἐφάπτεσθαι‘ πρεπόντως εἴρηται, διότι προσ‐ εχῶς ἡ ψυχὴ καὶ ἐφέστηκε τοῖς αἰσθητοῖς καὶ ἐξήρτηται τῶν νοητῶν, τῆς ἐπαφῆς τὴν ἐναργῆ καὶ ἄμεσον καὶ κατ’ ἐπι‐ βολὴν ὡρισμένην ἑστῶσαν γνῶσιν δηλούσης καὶ τὰ αἰσθητὰ νοούσης ὡς ἐπαφητ, φησί τις θεῶν. περὶ δὲ τῶν ἀμε‐
15ρίστων ἤρκεσεν αὐτῷ μόνον εἰπεῖν· ὅταν δὲ ἀμέριστον· τὸ γὰρ ἁπλοῦν καὶ μονοειδὲς ἴδιόν ἐστι τῆς οὐσίας ἐκεί‐ νης· εἰ μὴ ἄρα τὸ οὐσίαν ἔχοντος δεῖ προσυπακούειν τῷ ἀμέρ〈ιστον〉 ὡς κοινόν, ἵνα τὰ εἴδη λέγῃ τὰ νοητά, μετ‐ έχοντα καὶ αὐτὰ οὐσίας, ἀλλὰ ἀμερίστου μόνως. καὶ μὴν
20καὶ τὸ λέγειν προσφυῶς σημαίνει τὴν ψυχικὴν νόησιν· λόγος γάρ ἐστιν ἡ ψυχή, λόγου δὲ ἐνέργημα τὸ λέγειν ὡς νοῦ τὸ νοεῖν, ὡς φύσεως τὸ φύειν· ταῖς γὰρ οὐσίαις παρ‐ ωνύμως αἱ ἀπ’ αὐτῶν ἐνέργειαι λέγονται. μὴ λανθανέτω δὲ ἡμᾶς ἐν τούτοις, ὅσα ὁ Πορφύριος ἱστόρησε περὶ τοῦ
25λέγει καὶ λήγει, καὶ ὅτι εἰσελθὼν πρὸς τὸν Ἀμέλιον ἐξη‐ γούμενον τὴν ῥῆσιν ταύτην ὡς ἔχουσαν ἀντὶ τοῦ λέγει κινουμένη λήγει κινουμένη καὶ πράγματα ἔχοντα μὴ δυνάμενον ἐφαρμόσαι τῷ λήγει κινουμένη τινὰ καὶ ὁπωσ‐ οῦν ἐξήγησιν, ἀεὶ κινουμένης τῆς ψυχῆς ἀπαύστως, ὡς εἴ‐
30ρηται καὶ ἔμπροσθεν [36 E], εἰπεῖν μὲν πρὸς αὐτόν, ὅτι λέγει γραπτέον καὶ οὐχὶ λήγει, καὶ λυπῆσαι σφόδρα τὸν Ἀμέλιον, εὑρεῖν δὲ ὕστερον οὕτω γράφοντα καὶ τὸν Σωσι‐
κράτην, ὡς τὸν Ἀμέλιον, καὶ ἡ〈σθῆναι〉 ἂν πάνυ τὸν γεν‐
in Ti
.

2

.

301

ναῖον Ἀμέλιον, εἰ ἔγνω καὶ ἄλλον τὴν αὐτὴν δοκιμάζοντα γραφήν, ἀλλὰ προτελευτήσαντα τυχεῖν. γραπτέον δ’ οὖν καὶ ἡμῖν οὕτω, λέγει κινουμένη διὰ πάσης ἑαυτῆς, ἀλλ’ οὐχὶ λήγει κινουμένη, ὡς ὁ Σωσικράτης ἐκεῖνος καὶ ὁ
5Ἀμέλιος ἐγραφέτην, ὡς ὁ Πορφύριος ἱστόρησε· λόγου γὰρ οὐσιώδους ἐνέργεια τὸ λέγειν ἐστί. λόγος δὴ οὖν οὖσα ἡ ψυχὴ καὶ νοῦς λογικὸς λέγει καὶ νοεῖ διὰ πάσης ἑαυτῆς, ὅταν ἐφάψηται μεριστῆς οὐσίας ἢ ἀμερίστου, τί ποτέ ἐστι τὸ νοηθέν, διότι δὴ καὶ ἀμέριστος ἦν καὶ μεριστή. καὶ εἰ
10μὲν τὰ ἐν αὐτῇ γένη διῃρημένα μόνον ἦν ἀπ’ ἀλλήλων, οὐκ ἄν, τῆς οὐσίας γνούσης τὴν οὐσίαν, ἡ πᾶσα ψυχὴ διεγίνωσκεν, εἰ δὲ συνεφθαρμένα παντελῶς, οὐκ ἂν ἦν δι‐ ωρισμένη τῶν ὄντων γνῶσις, οὐδὲ ὡς ἄλλο μὲν ἡ οὐσία, ἄλλο δὲ ἡ ταυτότης δυνατὸν ἦν λέγειν· ἐπειδὴ δὲ καὶ μέ‐
15μικται ἀλλήλοις τὰ μέσα γένη καὶ ἄμικτά ἐστιν, ἕκαστόν τε ἀφωρισμένως ἡ ψυχὴ νοεῖ καὶ διὰ πάσης ἑαυτῆς, ὥς φη‐ σιν ὁ Πλάτων. εἰ δὲ λέγει κινουμένη διὰ πάσης ἑαυ‐ τῆς, δῆλον δήπουθεν, ὡς ἄρα μία τε οὖσα καὶ οὐ μία καὶ τὴν γνῶσιν ἔχει κοινὴν τῶν ἄκρων καὶ διαφέρουσαν, καὶ
20ὅλη λέγει περὶ πάντων ὡς μία, καὶ οὐχ ὅλη ὡς οὐ μία, καὶ ὅ τε ταὐτοῦ κύκλος ἐν τῇ γνώσει τῶν νοητῶν οἶδε καὶ τὰ αἰσθητὰ ὡς ἀπὸ παραδειγμάτων καὶ ὁ θατέρου τὰ νοητὰ γιγνώσκει ὡς ἀπ’ εἰκόνων· ἑκάτερος γὰρ τελέως ἔχων τὸ ἑαυτοῦ γνωστὸν ἐξ ἀνάγκης ὁρᾷ καὶ τὸ εἶναι, τὸ μὲν παρά‐
25δειγμα θατέρου, τὸ δὲ εἰκόνα, ἢ ἀγνοῶν, ὅτι παράδειγμα ἢ ὅτι εἰκών, οὐκ οἶδεν αὐτὸ τελέως. εἰδὼς δέ, ὅτι παρά‐ δειγμα, οἶδε καὶ οὗ ἐστι παράδειγμα, καὶ ὅτι εἰκών, οἶδε καὶ οὗ ἐστιν. εἰκότως ἄρα εἴρηται πάντα διὰ πάσης ἑαυτῆς ἡ ψυχὴ λέγειν. ταῦτα περὶ τῶν πραγμάτων. ἐπειδὴ δὲ
30γράφουσί τινες ἐσφαλμένως οὐ λέγει διὰ πάσης ἑαυτῆς, ἀλλὰ λήγει, ὡς τὸν Πορφύριον ἱστορεῖν εἴπομεν, καὶ ὅτι καὶ Ἀμέλιον οὕτω γράφοντα καὶ καταστήσασθαι μὴ δυνά‐
μενον τὴν διάνοιαν τῆς ῥήσεως εἰπὼν χρῆναι γράφειν οὐ
in Ti
.

2

.

302

λήγει διὰ πάσης ἑαυτῆς, ἀλλὰ λέγει, δεινῶς ἠνίασε, τοσοῦτον προσθετέον, ὅτι ἀπραγμονέστερον μέν ἐστι γράφειν λέγει κινουμένη, δύναιτο δ’ ἂν καὶ λήγει γράφεσθαι, τὴν ἐκ τῶν πολλῶν νοήσεων μίαν ἀντίληψιν τῶν γνωστῶν
5καταντῶσαν εἰς τὴν ἰδίαν ἑκάστῳ ὡρισμένην ἐπιβολὴν τοῦ λήγει σημαίνοντος, ἵν’ ᾖ τὸ ὅλον κινουμένην τὴν ψυχὴν λήγειν εἰς τὴν ἑκάστου γνῶσιν· τέλος γὰρ τοῦ κινεῖσθαι τὸ λήγειν, τῆς ψυχῆς οὔτε τοῦ κινεῖσθαι παυομένης καὶ ἀεὶ καταντώσης εἴς τινα νόησιν, οἷον καὶ Ἀριστοτέλης ἰδὼν
10ἐπὶ τοῦ οὐρανοῦ εἶπεν, ὅτι ἀεὶ ἐν τέλει κινεῖται. Ὅτῳ τε ἄν τι ταὐτὸν ᾖ καὶ ὅτου ἄν τι ἕτερον, πρὸς , τί τε μάλιστα καὶ ὅπῃ καὶ ὅπως καὶ ὁπότε ξυμβαίνει κατὰ τὰ γινόμενά τε πρὸς ἕκαστον ἕκα‐ στα εἶναι καὶ πάσχειν καὶ πρὸς τὰ κατὰ ταὐτὰ
15ἔχοντα ἀεί [37 B]. Τρεῖς εἰσι τῶν προκειμένων τούτων λέξεων ἐξηγήσεις, λόγον ἔχουσαι πᾶσαι, καὶ δεῖ τὴν ἑκάστης παραστῆσαι δύ‐ ναμιν· ἣ μὲν γὰρ μίαν ποιεῖ πᾶσαν τὴν ῥῆσιν, ἣ δὲ δύο, τὴν διαίρεσιν οὕτως ποιουμένη τῶν ῥημάτων, ὥσπερ ἡμεῖς,
20ἣ δὲ τρεῖς, καθ’ ἕκαστον διαιροῦσα τῶν κώλων. καὶ ἡ μὲν πρώτη τοιάδε τίς ἐστιν· ὅταν οὐσίαν σκεδαστὴν ἔχον‐ τός τινος ἐφάπτηται καὶ ὅταν ἀμέριστον, ἐνταῦθα μικρὸν ὑποστίξασα ἐπάγει τὰ ἑξῆς· λέγει κινουμένη διὰ πάσης αὐτῆς, ὅτῳ τε ἄν τι ταὐτὸν ᾖ καὶ ὅτου ἄν τι
25ἕτερον, πρὸς , τί τε μάλιστα καὶ ὅπῃ καὶ ὅπως καὶ ὁπότε ξυμβαίνει κατὰ τὰ γιγνόμενά τε πρὸς ἕκαστον ἕκαστα εἶναι καὶ πάσχειν καὶ πρὸς τὰ κατὰ ταὐτὰ ἔχοντα ἀεί· ταῦτα γὰρ πάντα λέγει κινουμένη διὰ πά‐ σης αὐτῆς ἡ ψυχή, φησί, τῆς τε ἀμερίστου καὶ μεριστῆς
30οὐσίας ἐφαψαμένη, τὴν ταυτότητα τὴν ἐν ἀμφοῖν, τὴν ἑτερό‐
in Ti
.

2

.

303

τητα, τὰς σχέσεις, τὰς ποιότητας, τὰς ποιήσεις, τὰ πάθη· πάντα γὰρ ταῦτα καὶ ἐν τοῖς νοητοῖς εἶναι καὶ ἐν τοῖς αἰσθητοῖς ἀνὰ λόγον. ἡ δὲ δευτέρα μίαν μὲν ποιεῖ ῥῆσιν ἣν πρότερον ἀνεγράψαμεν, δευτέραν δὲ ταύτην οὕτως· ὅτῳ
5τε ἄν τι ταὐτὸν ᾖ καὶ ὅτου ἄν τι ἕτερον, λέγει κινου‐ μένη, πρὸς , τί τε μάλιστα καὶ ὅπῃ καὶ ὅπως καὶ ὁπότε ξυμβαίνει κατὰ τὰ γιγνόμενά τε πρὸς ἕκαστον καὶ ἐφεξῆς· διαφέρει δὲ αὕτη τῆς προτέρας, ὅτι χωρὶς μὲν τὸν περὶ τῆς οὐσίας διακρίνει λόγον, χωρὶς δὲ τὸν περὶ τῶν
10περὶ τὴν οὐσίαν. ἡ δὲ λοιπὴ τριχῇ διεῖλε τὰ κῶλα· τίθησι γὰρ ἓν μὲν τὸ προειρημένον, δεύτερον δὲ ὅτῳ τε ἄν τι ταὐτὸν ᾖ καὶ ὅτου ἄν τι ἕτερον, τρίτον δὲ τὰ ἑξῆς πάντα. τὴν μὲν οὖν λέξιν τριχῶς ἆν τις, ὡς εἴπομεν, ἐφερμη‐ νεύσειεν. ὑπὲρ δὲ τῶν πραγμάτων αὐτῶν μάλιστα σκεπτέον·
15ὅτι μὲν γὰρ ταυτότης ἐστὶ καὶ ἑτερότης ἐν τοῖς νοητοῖς, δῆλον· ὅπως δὲ καὶ τὸ πρός τι καὶ τὸ ὅπῃ καὶ τὸ ὅπως καὶ τὸ πότε καὶ τὸ πάσχειν; ταῦτα γὰρ ἐπὶ μὲν τῶν αἰ‐ σθητῶν γνώριμα πάντως ἐστίν, ἐν δὲ τοῖς νοητοῖς πῶς; ἦ τὰ μὲν γένη τοῦ ὄντος ἔκδηλά ἐστιν ἐν ἐκείνοις, διότι τὰ
20κυρίως ὄντα ἐστὶν ἐκεῖνα. λάβοις δ’ ἂν καὶ ταῦτα κατὰ τὸ ἀνὰ λόγον θεωρῶν, τὸ μὲν πρός τι κατὰ τὸ πατρικόν, εἰ βούλει, καὶ κατὰ τὸ μητρικόν, τό τε ὅμοιον καὶ ἀνόμοιον καὶ ἴσον καὶ ἄνισον, μόνον μὴ ἀνουσίους ὑπολάβῃς τὰς σχέσεις, ἀλλ’ ὡς προσήκει τοῖς νοητοῖς οὐσίας· ἐκεῖ γὰρ ἡ
25κυριωτάτη σχέσις, ὅπου καὶ ἡ κοινωνία πλείων, διὸ καὶ αὐ‐ τὸς εἶπε πρὸς , τι μάλιστα, καὶ πάντα πρώτως ἐστί. τὸ δὲ ὅπῃ καθόσον ἐστὶν ἐκείνοις καὶ τὸ μὴ κατὰ πᾶν τοι‐ οῦτον, ἀλλὰ πῄ· λέγεται γοῦν πῃ ἓν ἕκαστον τῶν νοητῶν ἕν· ἁπλῶς γὰρ ἓν τὸ μόνως ἕν. καὶ πάλιν τὸ ἐκεῖ ταὐτὸν
30καὶ ἕτερον, ἀλλ’ οὐχ ἁπλῶς ἕτερον· οὐδὲ γὰρ ἂν ἦν ἑτέρα τῆς ταυτότητος ἡ ἑτερότης, καὶ οὕτω καὶ ἐπὶ τῶν λοιπῶν· πάντα γοῦν εἶναί φησι πάντα, καὶ ἓν μὲν ἕκαστον κατὰ τὴν
οὐσίαν, πάντα δὲ κατὰ μετουσίαν· τοῦτο δ’ ἐστὶ τὸ ὅπῃ καὶ
in Ti
.

2

.

304

ἐκείνοις. τὸ δὲ ὅπως κατὰ τὰς διαφορὰς τῶν μεθέξεων· τῆς γὰρ αὐτῆς ἰδιότητος πολλὰ μετέχει διαφόρως· τοῦ γὰρ ταυτοῦ μετέχει μέν, εἰ τύχοι, στάσις, μετέχει δὲ κίνησις, ἀλλ’ οὐχ ὡσαύτως, ἀλλ’ ἣ μὲν μᾶλλον, ἣ δὲ ἧττον· καὶ δὴ
5καὶ κατὰ τοὺς διακόσμους τῶν εἰδῶν, οἷον τοῦ ἑνὸς ἢ τῆς οὐσίας, ἄλλως μὲν τὰ νοητά, ἄλλως δὲ τὰ νοερά, καὶ τού‐ των τὰ μὲν ἄλλως, τὰ δὲ ἄλλως, κατὰ τὰ μέτρα τῆς ἑκά‐ στου οὐσίας. ἔστιν ἄρα ἐκεῖ καὶ τὸ ὅπως. τὸ δὲ ὁπότε ἢ κατὰ τὰς ποιήσεις τὰς εἰς τὰ τῇδε τῶν νοητῶν (ποτὲ γὰρ
10αὐτῶν μετέχει τὰ τῇδε καὶ γίνεταί τισι ποτὲ μεθεκτά) ἢ καὶ κατ’ αὐτὰς τὰς νοήσεις τῆς ψυχῆς· ἄλλοτε γὰρ ἄλλοις εἴδεσι προσβάλλουσα ποτὲ μὲν τάδε νοεῖ, ποτὲ δὲ ἄλλα, καὶ γίγνε‐ ται τὸ ἀεὶ ὂν ποτὲ αὐτῇ ὡς ποτὲ νοητόν. τὸ δὲ πρὸς ἕκαστον ἕκαστα εἶναι καθόσον πάντα ἐν ἀλλήλοις ἐστὶ
15καὶ δι’ ἀλλήλων πεφοίτηκε καὶ πάντα οἰκεῖα πᾶσίν ἐστιν, ἢ ὡς ἑνός τινος ἐξημμένα ἢ ὡς τὸ μὲν αἴτιον, τὸ δὲ αἰ‐ τιατόν, ἢ ἄλλως ὁπωσοῦν. τὸ δὲ πάσχειν καθόσον πλη‐ ροῦται ἀπ’ ἀλλήλων καὶ πάντα πᾶσι μεταδίδωσι τῶν οἰκείων ἰδιοτήτων· καὶ γὰρ τὸ μετέχειν ὁ Πλάτων διὰ τοῦ πεπον‐
20θέναι δηλοῖ πολλάκις, ὡς ἐν Σοφιστῇ [245 A] μεμαθή‐ καμεν, ὅπου λέγει τὸ ὅλον πεπονθὸς εἶναι τὸ ἕν, ἀλλ’ οὐκ αὐτοέν, ὡς μετέχον τοῦ ἑνός. ἔστιν ἄρα καὶ ἐν τοῖς νοητοῖς ταῦτα καὶ ἐν τοῖς αἰσθητοῖς, κατὰ τὰ γιγνόμενά τε πρὸς ἕκαστον ἕκαστα εἶναι καὶ πάσχειν συμβαίνει, καὶ πρὸς τὰ
25κατὰ ταὐτὰ ἔχοντα ἀεὶ παραπλησίως ἕκαστον εἶναι καὶ πά‐ σχειν συμβαίνει τῶν τε αἰσθητῶν καὶ τῶν ἀεὶ ὄντων. εἴωθε γοῦν καὶ αὐτὸς τάς τε μεθέξεις διὰ τοῦ πεπονθέναι δηλοῦν καὶ πᾶν τὸ μετέχον καλεῖν πεπονθὸς ἐκεῖνο, οὗ μετέσχεν, ὡς εἴπομεν. ὡς οὖν συλλήβδην εἰπεῖν, λέγει τοῦ παντὸς
30ἡ ψυχὴ διὰ πάσης ἑαυτῆς κατὰ μίαν γνῶσιν καὶ κατά τε τὰ γιγνόμενα καὶ τὰ 〈ὄντα, καὶ〉 κατὰ τὰ αὐτὰ λέγει κατ’ ἄμφω ἕκαστα τῶν γιγνομένων καὶ ἕκαστα τῶν ἀεὶ ὄντων
τίνι ταὐτά ἐστιν, τίνος ἕτερα, καὶ ἕκαστον τῶν γιγνομένων
in Ti
.

2

.

305

πρὸς ἕκαστον καὶ τῶν ὄντων ἕκαστον πρὸς ἕκαστον πῶς ἔχει κατὰ τὸ εἶναι ἢ κατὰ τὸ ποιεῖν ἢ κατὰ τὸ πάσχειν μάλι‐ στα· ἄλλο γὰρ ὑπ’ ἄλλου πάσχει μᾶλλον, καὶ ἄλλο εἰς ἄλλο ποιεῖ μᾶλλον καὶ τῶν ὄντων καὶ τῶν γιγνομένων. ἃ δὴ
5πάντα ἡ ψυχὴ λέγει νοοῦσα τὰ μὲν διὰ τοῦ ταὐτοῦ κύκλου, τὰ δὲ διὰ τοῦ θατέρου· πάντα γὰρ καὶ τὰ αἰσθητὰ προ‐ είληφε καὶ τὰς ποιήσεις αὐτῶν καὶ τὰς πείσεις· ἐπεὶ γὰρ ἕν ἐστι ζῷον τὸ πᾶν, ἑαυτῷ συμπαθές ἐστιν, ὥστε τὰ γιγνό‐ μενα πάντα μέρη τῆς τοῦ παντός ἐστι ζωῆς, ὥσπερ δράμα‐
10τος ἑνός, οἷον εἴ τις τραγῳδίας ποιητὴς δρᾶμα ποιήσας, ἐν ᾧ καὶ θεῶν ἐπιφοιτήσεις καὶ ἡρώων φωνὰς καὶ ἄλλων προσώπων *** ἐφῆκε τοῖς βουλομένοις τῶν ὑποκριτῶν ἢ τῶν ἡρωϊκῶν προστῆναι ῥήσεων ἢ ἄλλων τινῶν, αὐτὸς ὁ πάντων τῶν λεγομένων περιέχων τὴν μίαν αἰτίαν, τοιοῦτον δεῖ νοεῖν
15καὶ ἐπὶ τῆς ὅλης ψυχῆς, ὅτι δὴ πᾶσαν ὑποστήσασα τὴν τοῦ κόσμου ζωὴν μίαν οὖσαν καὶ ποικίλην, οἷον ζῷον πολυ‐ κέφαλον κατὰ πάσας φθεγγόμενον τὰς κεφαλὰς καὶ πῂ μὲν Ἑλληνικήν, πῂ δὲ βάρβαρον φωνὴν ἀφιέν, πάντων περιέχει τῶν γιγνομένων τὰς αἰτίας, τὰ μὲν καθ’ ἕκαστα τοῖς καθό‐
20λου, τὰ δὲ συμβεβηκότα ταῖς οὐσίαις, τὰ δὲ μέρη τοῖς ὅλοις γιγνώσκουσα, πάντα δὲ κατὰ τὸ ἐν αὐτῇ θεῖον ἁπλῶς· θεὸς γὰρ ᾗ θεὸς καὶ τὰ μερικὰ γιγνώσκει καὶ τὰ παρὰ φύσιν καὶ πάντα ἁπλῶς, κἂν αὐτὴν εἴπῃς τὴν ὕλην· πᾶν γὰρ ὅ,τι περ ἂν λάβῃς, ἕν ἐστι καθὸ ἐκ τοῦ ἑνός. θεία οὖν ἡ
25πάντων ἁπλῶς καὶ αὐτόθεν γνῶσις. Λόγος δὲ ὁ κατὰ ταὐτὸν ἀληθὴς γιγνόμενος περί τε θάτερον ὂν καὶ περὶ ταὐτὸν ἐν τῷ κινουμένῳ
π’ αὐτοῦ φερόμενος ἄνευ φθόγγου καὶ ἠχῆς [37 B].
in Ti
.

2

.

306

Τὸν λόγον τοῦτον ὁ μὲν Ἀττικὸς ἐπὶ τῆς προσεκτικῆς δυνάμεως ἤκουσεν, ὁ δὲ Πορφύριος ἐπὶ τοῦ ἡνιόχου τοῦ κινοῦντος τοὺς διττοὺς ἵππους, ὁ δὲ Ἰάμβλιχος ἐπὶ τῆς ὅλης ψυχῆς· αὕτη γὰρ ἑαυτὴν πᾶσαν κινεῖ καὶ δι’ ὅλης ἑαυ‐
5τῆς λόγος ἐστὶ τῶν ὄντων. καὶ δοκοῦσι μὲν αἱ ἐξηγήσεις πᾶσαι καταδράττεσθαι τῆς τοῦ Πλάτωνος διανοίας, μᾶλλον μὴν ἡ τοῦ Πορφυρίου συμφωνοτέρα καὶ τοῖς ἐνταῦθα καὶ τοῖς ἀλλαχοῦ λεγομένοις ἐστίν· ὁ γὰρ λόγος οὗτος οὔτε ὁ οὐσιώδης παρείληπται νῦν οὔτε ὁ κατ’ ἐνέργειαν, ἀλλ’ ὁ
10ὡς δύναμις μία τῆς οὐσίας τῶν ψυχῶν, καθ’ ἣν καὶ μία ἐστὶν ἡ ψυχή, καθάπερ κατὰ τὸ ταυτὸν καὶ ἕτερον δυοειδής. ἢ διὰ τί μὴ τρεῖς γεγόνασι κύκλοι, καθ’ ἕκαστον τῶν στοι‐ χείων τριῶν ὄντων εἷς, ἀλλὰ δύο μόνον, ἢ ὡς τῆς οὐσίας οὔσης μιᾶς ἐν ἀμφοῖν; ταύτης οὖν ἡ δύναμίς ἐστιν ὁ λόγος
15οὗτος, οὐκ ὢν οὔτε αὐτὴ ἡ οὐσία οὔτε ἡ ἀπὸ τῆς οὐσίας ἐνέργεια τρίτην ἔχουσα τάξιν. οὗτος οὖν εἷς ὢν γιγνώσκει κατὰ ταὐτόν· οὐ γὰρ τοτὲ μὲν τὸ νοητόν, τοτὲ δὲ τὸ αἰ‐ σθητόν, ὡς ὁ ἡμέτερος λόγος οὐ δυνάμενος κατὰ ταὐτὸν εἶναι πρὸς ἀμφοτέροις. ἐκεῖνος δ’ οὖν ἅμα γιγνώσκει περί τε
20τὸ νοητὸν καὶ περὶ τὸ αἰσθητὸν ταυτὸν καὶ ἕτερον, ἀληθὴς οὐχὶ ὤν, ὡς ὁ νοῦς, ἀλλὰ γιγνόμενος ἀληθὴς περὶ ἀμφό‐ τερα, διὰ τὸ μεταβατικὸν τῆς κατ’ ἄμφω γνώσεως, ἵνα τὸ μὲν κατὰ ταὐτὸν σημαίνῃ τὴν διαφορὰν τῆς θείας ψυ‐ χῆς πρὸς τὴν μερικὴν τῆς γνώσεως, τὸ δὲ γιγνόμενος
25ὅλως τῆς ψυχικῆς πρὸς τὴν νοεράν. οὗτος δ’ οὖν ὁ λόγος γιγνώσκει τά τε νοητὰ καὶ τὰ αἰσθητά, τῆς τε νοητῆς ταυ‐ τότητος καὶ ἑτερότητος ἁπτόμενος καὶ τῆς αἰσθητῆς, φερό‐ μενος δὲ εἰς πᾶσαν τὴν ψυχὴν καὶ ὡδὶ μὲν τὸν ταὐτοῦ κύκλον κινῶν, ὡδὶ δὲ τὸν θατέρου, καὶ τῷ μὲν τὰ νοητά,
30τῷ δὲ τὰ αἰσθητὰ θεώμενος καὶ ταύτῃ τὸν ὅλον δημιουργὸν ἀπεικονιζόμενος, περὶ οὗ λέλεκται τό·
νῷ μὲν κατέχει τὰ νοητ,
αἴσθησιν δὲ ἐπάγει κόσμοις·
in Ti
.

2

.

307

οὕτω γὰρ καὶ ὁ ψυχικὸς λόγος ἐν τῇ ψυχῇ φερόμενος, ὡς καὶ ἑαυτὸν καὶ ἐκείνην πᾶσαν κινεῖν, περί τε τὴν ἑτερότητα καὶ τὴν ταυτότητα, τάς τε νοητὰς καὶ τὰς αἰσθητάς, ποτὲ μὲν δόξας καὶ πίστεις ἀποτελεῖ, ποτὲ δὲ νοῦν καὶ ἐπιστήμην,
5γιγνόμενος μὲν ἀληθὴς καὶ οὐκ ὤν, καθάπερ αὐτὸς ὁ νοῦς (ἐκεῖνος γὰρ ἦν ὄντως ἀληθής), κατὰ ταὐτὸν δὲ ἀληθής, ἢ ὡς ἅμα γιγνώσκων ἄμφω, τά τε ὄντα καὶ τὰ γιγνόμενα, ἢ ὡς· ἀεὶ τοιοῦτος ὢν καὶ οὐ ποτέ, καθάπερ ὁ τῶν μερι‐ κῶν ψυχῶν λόγος· οὗτος γὰρ οὐκ ἀεὶ ὡσαύτως ἀληθής,
10πλάνης καὶ ἀγνοίας ἀναπιμπλάμενος κατὰ τὴν γένεσιν· ἢ γιγνόμενος μὲν ἀληθής, ὡς μεταβατικὸς ἐν ταῖς γνώσεσι ταῖς διτταῖς, κατὰ ταὐτὸν δὲ ἀληθής, ὡς ὅλον ἀεὶ τὸ εἶδος περιλαμβάνων ἑκάστου γνωστοῦ καὶ μὴ κατὰ τὸν ἡμέτερον λόγον ἀνελίττων καὶ τῶν εἰδῶν ἕκαστον, ἀλλὰ πᾶν ὅπερ
15ὁρᾷ, θεώμενος ἅμα ὅλον· ἡμεῖς γὰρ ἄλλῳ καὶ ἄλλῳ τοῦ αὐτοῦ προσπίπτοντες οὐ κατὰ ταὐτὸν ὁρῶμεν, ἀλλὰ κατὰ μέρος ἕκαστον· ἢ καὶ κατὰ ταὐτὸν περί τε τὸ ἕτερον καὶ περὶ τὸ ταυτόν, ἁπλῶς περὶ τὸ νοητὸν καὶ περὶ τὸ αἰσθη‐ τὸν ὡσαύτως ἀληθὴς γιγνόμενος, ὡς ἅμα ἄμφω γιγνώσκων,
20ᾗ ταὐτὸν καὶ ᾗ ἕτερον, ὅπως ὁρᾷ καὶ λέγει θάτερον ἐκ θατέρου τὴν πρόοδον ἔχειν. τὸ οὖν κατὰ ταὐτὸν εἶναι δηλωτικὸν τοῦ κατὰ μίαν ἐπιβολὴν ἀμφοτέρων εἶναι τὸν λόγον τοῦτον γνωριστικόν, τοῦ τε ὄντως θατέρου καὶ τοῦ ὄντως ταυτοῦ· τούτων γὰρ ἔχων ὁμοῦ τὴν μεταβατικὴν γνῶ‐
25σιν γιγνόμενός ἐστιν ἀληθὴς οὗτος ὁ λόγος, οὗ ἡ μὲν ἐν‐ έργεια τὸ λέγειν *** καὶ τοῦ ἐν τῷ αἰσθητῷ μέντοι ὄντος ταυτοῦ καὶ θατέρου· τούτου γὰρ ἔργον ἐστὶν ἰδεῖν καὶ ὅτῳ τὰ νοητὰ διέστηκε τῶν αἰσθητῶν· δεῖ γὰρ ἕν τι εἶναι τὸ γνωστικὸν ἀμφοῖν, ἵνα λέγῃ τὰ μὲν ἄλλα, τὰ δὲ ἄλλα εἶναι
30τὰ νοητὰ τῶν αἰσθητῶν. ἐν δὲ τῷ ὑπ’ αὐτοῦ κινου‐ μένῳ φερόμενός ἐστιν ὡς προϊὼν εἰς τοὺς διττοὺς κύκλους
καὶ κινῶν ἑαυτόν τε καὶ ἐκείνους· ἡ γὰρ φορὰ τὴν πρό‐
in Ti
.

2

.

308

οδον δηλοῖ τὴν ἀπὸ τῆς μιᾶς γνώσεως μεριζομένην εἰς τὰς διττὰς γνώσεις. ὁ δὲ λόγος αὐτὸς ἑνοειδής ἐστι γνῶσις τῶν τε νοητῶν καὶ τῶν αἰσθητῶν, ἢ τί τὸ ἐν αὐτῇ λέγον, ὅτι ἄλλο τὸ νοητὸν καὶ ἄλλο τὸ αἰσθητὸν ἢ τὸ ἄμφω εἰδός,
5πρὸ ἀμφοῖν ὂν τῶν διῃρημένως ταῦτα εἰδότων; ἐπεὶ καὶ μονάς ἐστιν ἡ ψυχὴ καὶ δυάς, καὶ ἔστιν ὅπῃ κατὰ μίαν γνῶσιν ἡνωμένως περιέχει τά τε νοητὰ καὶ τὰ αἰσθητά, καὶ αὖ πάλιν τὰ μὲν κατὰ τὸν ταὐτοῦ κύκλον, τὰ δὲ κατὰ τὸν θατέρου. ὡς οὖν ἐπὶ τῆς οὐσίας τὸ μοναδικὸν προηγεῖται
10τοῦ δυοειδοῦς, ὡς ἐπὶ τῆς ἁρμονίας, ὡς ἐπὶ τοῦ εἴδους, ὡς ἐπὶ τῶν δυνάμεων, οὕτω καὶ ἐπὶ τῶν γνωστικῶν ἐνεργειῶν ὁ εἷς λόγος τῶν διῃρημένων προκατάρχει γνώσεων. καὶ εἴ‐ ρηταί μοι ταῦτα πολλάκις διὰ τὴν τῶν ἐξηγητῶν περὶ ταῦτα πλάνην. ταῦτα γοῦν καὶ ὁ Πλάτων ἐνδεικνύμενος εἶπε
15φέρεσθαι τὸν λόγον αὐτὸν ἀληθῆ περὶ ἀμφότερα γιγνόμενον, τό τε νοητὸν καὶ αἰσθητόν, εἰς τὸ ὑπ’ αὐτοῦ κινούμενον, ὃ δή ἐστι τῶν κύκλων ἑκάτερος, φέρεσθαι δὲ ἄνευ φθόγ‐ γου καὶ ἠχῆς· ὁ γὰρ ἔνδον λόγος τούτων οὐδὲν δεῖται παντελῶς, ἀλλ’ ὁ προφορικός· ὡσεὶ ἔλεγεν, ὅτι πάσης τῆς
20εἰς τὸ ἔξω φερομένης ἐνεργείας ὁ λόγος οὗτος ἔχει κίνησιν τελειοτέραν· ὁ γὰρ φθόγγος καὶ ὁ ἦχος τῶν αἰσθητῶν κινή‐ σεων εἴληπται σύμβολα. φερόμενος δ’ οὖν ὁ ἔνδον λόγος, ἅτε ἡνίοχος ὢν καὶ κινῶν τῶν κύκλων ἑκάτερον, διττὰς ἀποτελεῖ γνώσεις ἐν ἡμῖν, ἃς ἐφεξῆς ὁ Πλάτων παραδίδω‐
25σιν. εἰ δέ, ὡς ἐν τοῖς ἀκριβεστέροις εὕρομεν τοῖς κεκο‐ λασμένοις, μὴ γράφοιτο ἐν τῷ π’ αὐτοῦ κινουμένῳ, ἵν’ ἐπὶ τὸν λόγον ἔχῃ τὴν ἀναφοράν. ἀλλὰ τῷ φ’ ἑαυτοῦ κινουμένῳ, πᾶσαν ἂν δηλοίη τοῦτο τὴν ψυχήν, ἀπὸ τοῦ ὁρισμοῦ σημαῖνον αὐτήν· τὸ γὰρ ὁριστὸν τῷ ὁρισμῷ ταὐτόν
30πώς ἐστι. τὸν τοίνυν λόγον φερόμενον ἐν τῇ ψυχῇ—ταύ‐ την γὰρ εἶναι τὸ ὑφ’ ἑαυτοῦ κινούμενον—τοτὲ μὲν τῶν αἰσθητῶν, τοτὲ δὲ τῶν νοητῶν γιγνώσκειν τὸ ταυτὸν καὶ ἕτερον. καὶ ἔοικε μάλιστα τὴν γνῶσιν ταῦτα χαρακτηρίζειν,
ὥσπερ τὴν ζωὴν κίνησις καὶ στάσις· διὸ καὶ διαφερόντως
in Ti
.

2

.

309

τούτων ἐποιήσατο μνήμην, ὡς πρὸς ταῦτα πάσης γνώσεως ἐχούσης συγγενῶς. Ὅταν μὲν περὶ τὸ αἰσθητὸν γίγνηται, καὶ ὁ τοῦ θατέρου κύκλος ὀρθὸς ἰὼν εἰς πᾶσαν αὐτοῦ τὴν
5ψυχὴν διαγγείλ, δόξαι καὶ πίστεις γίγνονται βέ‐ βαιοι καὶ ἀληθεῖς [37 B]. Ἐν δὴ τούτοις περὶ τῆς τῶν αἰσθητῶν διαλέγεται γνώ‐ σεως, ὅπως ὁ λόγος ὁ ἐν τῇ ψυχῇ τοῦ παντὸς ἀπογεννᾷ τὴν γνῶσιν ταύτην, ὅτι τὸν θατέρου κύκλον κινῶν καὶ τοὺς
10ἐν αὐτῷ λόγους τοὺς προϊσταμένους τῆς διακοσμήσεως τῶν ὅλων, καὶ ἀκλινῆ φυλάττων αὐτόν· ἡ γὰρ ὀρθότης δηλοῖ μὲν καὶ τὴν ὀρθοδοξίαν, ὡς ὅ τε Πορφύριος ἐξηγήσατο καὶ ὁ Ἰάμβλιχος ἐπέκρινε, δηλοῖ δὲ καὶ τὸ ἀδάμαστον ἐν τῇ προνοίᾳ καὶ τὸ ἀρρεπές· οἰκεῖον γὰρ νοήσει μὲν ἡ
15ἄκμητος καὶ ὀξυκίνητος δύναμις, προνοίᾳ δὲ καὶ γονίμοις ἐνεργείαις ἡ ἀμείλικτος καὶ ἀκλινής, καὶ ἀμερίστῳ μὲν οὐ‐ σίᾳ 〈ἡ〉 καθαρότης 〈τῆσ〉 νοήσεως, μεριστῇ δὲ ἡ ἄχραντος ἐνέργεια. ἀμέριστον μὲν οὖν τὸν ὀρθὸν κύκλον, 〈μεριστὸν δὲ〉 τὸν μὴ ἀκριβῆ κύκλον, ἀλλὰ μετέχοντά πως τῆς εὐθείας ἀκούει,
20διότι φέρεταί τε εἰς τὸ ἐκτὸς ἡ γνῶσις τῶν αἰσθητῶν καὶ εἰς αὐτὴν πάλιν ἀνακάμπτει τὴν ψυχήν, ὡς μήτε εὐθεῖαν εἶναι μόνον οἵα ἡ τῆς αἰσθήσεως γνῶσις, μήτε κύκλον οἵα ἡ τῆς διανοίας. Ἰάμβλιχος δὲ πᾶν τοῦτο ἀπεδοκίμασεν ὡς ταῖς ἀνθρωπίναις γνώσεσιν, ἀλλ’ οὐ ταῖς θείαις προσῆκον.
25ὅταν τοίνυν ὁ ἡνίοχος κινῇ τὸν θατέρου κύκλον, ὃ δὲ ἀρρε‐ πὴς μένων καὶ εἰς αὐτὸν ἐπεστραμμένος τοὺς λόγους ἀν‐ εγείρῃ τῶν αἰσθητῶν καὶ εἰς πᾶσαν διαγγείλῃ τὴν ψυχήν, οἷον ἕκαστόν ἐστι τῶν αἰσθητῶν—πᾶσα γὰρ ἡ ψυχὴ γιγνώ‐
σκει κατὰ τοῦτον μέντοι τὸ αἰσθητὸν πᾶν· καὶ γὰρ ὁ ταὐ‐
in Ti
.

2

.

310

τοῦ κύκλος τὰ νοητὰ βλέπων οἶδε καὶ τὸ αἰσθητὸν ὡς ἀπ’ αἰτίας, οὗτος δὲ αὐτόθεν καὶ οἷον συστοίχως—ἐν αὐτῷ δόξαι καὶ πίστεις ἀπογεννῶνται· τῆς γὰρ θειοτέρας ψυχῆς οἷον ἐπικρινάσης, μᾶλλον δὲ νοερωτέραν ἐνέργειαν
5εἰς αὐτὸν ἐλλαμψάσης ὁ δοξαστικὸς κύκλος καθαρὰν ἔχει τὴν οἰκείαν ζωήν, καὶ ἡ γνῶσις ἐν αὐτῷ μόνιμος ἀποτε‐ λεῖται, τὰ μὲν φερόμενα μονίμως, τὰ δὲ μεταρρέοντα καὶ ἐνδεχόμενα πιστῶς καὶ ἀραρότως ἐν ἑαυτῇ προειληφυῖα· ἔστι γὰρ ἡ μὲν δόξα τῆς δοξαστικῆς ψυχῆς ἐνέργεια καὶ γνῶσις,
10ἡ δὲ πίστις ἡ μόνιμος καὶ ἀμετάπτωτος τῆς δόξης κρίσις. ταῦτα μὲν οὖν ταύτῃ. ζητήσεως δὲ ἄξιον, πῶς ὁ θατέ‐ ρου κύκλος παντός ἐστι τοῦ αἰσθητοῦ γνωστικός, ὡς εἴρη‐ ται, καὶ ὁ ταὐτοῦ τῶν νοητῶν, ὡς ῥηθήσεται· πῶς γὰρ ὃ μὲν τῆς ἐπὶ δεξιὰ κινήσεως αἴτιος, ὃ δὲ τῆς ἐπ’ ἀριστερά,
15καὶ ταῖς κινητικαῖς δυνάμεσιν οὕτω διαιρεθέντες ἀπ’ ἀλλή‐ λων, οὐκέτι ταῖς γνωριστικαῖς ὡσαύτως διεκρίθησαν, ἀλλὰ τῷ τῶν αἰσθητῶν ἢ νοητῶν ἔχειν γνῶσιν; μήποτε οὖν ῥη‐ τέον, ὡς αἱ μὲν ζωτικαὶ κινήσεις προόδων εἰσίν, αἱ δὲ γνωριστικαὶ ἐπιστροφῶν, καὶ ὁ μὲν ταὐτοῦ κύκλος, ἅτε
20προσεχὴς ὢν τοῖς νοητοῖς ἐκεῖθεν προϊὼν αὐτῷ τῷ προϊέναι καὶ κινεῖσθαι ζωτικῶς αὐτὸς κατὰ τὴν πρόοδον κινεῖ τὴν πρωτίστην περίοδον καὶ δι’ ἐκείνης πάντα τὸν κόσμον· ἕπονται γὰρ αἱ ἀκυρότεραι περίοδοι ταῖς κυριωτέραις κατὰ τὸ τοῦ Ἀριστοτέλους ἀληθές, ὅτι καὶ ἡ γένεσις κατ’ ἄμ‐
25φω κινεῖται, τὸ μὲν ὡσαύτως ἔχουσα ἀπὸ τῆς ἐπὶ δεξιὰ κινήσεως, τὸ δὲ ἑτέρως ἀπὸ τῆς ἐπ’ ἀριστερὰ περιφορᾶς. ἐπιστρέφων οὖν εἰς τὸ νοητὸν ἐπιστρέφει, καὶ διὰ τοῦτο γνωριστικός ἐστι τῶν νοητῶν· δεῖ γοῦν πανταχοῦ τῇ μονῇ συνέπεσθαι τὴν ἐπιστροφήν· ὁ δὲ δὴ θατέρου κύκλος μένων
30ἐν τῷ ταὐτοῦ—περιέχεται γὰρ ἐν τούτῳ προσεχῶς, ὡς ἐκεῖνος ὑπὸ τοῦ νοῦ—πρόεισι διὰ τῆς ζωτικῆς κινήσεως
εἰς τὸ δεύτερον τοῦ κινηθέντος ὑπ’ ἐκείνου, λέγω δὲ εἰς
in Ti
.

2

.

311

τὴν δευτέραν περιφοράν, καὶ διὰ ταύτης κινεῖ καὶ τὴν γέ‐ νεσιν, ὡς ἐκεῖνος διὰ τῆς ἀπλανοῦς ἐκίνει τὸ πᾶν· ἐπιστρέ‐ φων δὲ διὰ τῆς γνώσεως εἰς τὴν ἐκείνου ζωτικὴν ἐπιστρέφει κίνησιν, οὖσαν προσεχῶς ὑπὲρ αὐτόν, εἰς ἐκείνην δὲ ἐπι‐
5στρέφων διὰ τῆς γνώσεως ὅπερ ἐκείνη ζωτικῶς ἐπετρόπευε, τοῦτο γνωστικῶς ἐπιστρέφεται, καὶ οὕτω δὴ τοῦ κόσμου παντὸς ἔσχε τὴν γνῶσιν, συνάψας τὸ ἑαυτοῦ ἐπιστρέφον πρὸς τὸ τοῦ πρὸ αὐτοῦ μένον, καὶ ἐγενέσθην ὃ μὲν τῶν νοητῶν, ὃ δὲ τῶν αἰσθητῶν γνωριστικός· καὶ γὰρ εἰ τὴν θατέρου
10κινεῖ περίοδον, ἔδει γιγνώσκειν αὐτὸν καὶ ὧν ἡγεῖται καὶ ᾧ ἕπεται μέσην οὖσαν, καθάπερ τὸν τοῦ ταυτοῦ κύκλον, εἰ κινεῖ τὸ πᾶν, ἔδει γιγνώσκειν, τίνι ὁμοιούμενον ζῇ τὴν μίαν ταύτην ζωήν· ὥστε τῷ μὲν ἡ ἐπιστροφὴ διὰ τοῦ μέρους εἰς τὸ ὅλον, τῷ δὲ διὰ τοῦ ὅλου εἰς ἕτερον ὅλον. τοσαῦτα καὶ
15πρὸς ταύτην ἡμῖν εἰρήσθω τὴν ζήτησιν, βαθείας ἐπιστάσεως δεομένην. οὐ δεῖ δὴ οὖν νομίζειν, ὅτι ἔξωθεν εἰσδέχεται τὴν γνῶσιν ἡ ψυχὴ τοῦ παντὸς τῶν αἰσθητῶν, οὐδ’ ὅτι ὀργάνων δεῖται πρὸς τὴν κατάληψιν αὐτῶν· μερικῶν γάρ ἐστι ταῦτα ψυχῶν· ἀλλ’ ὅτι εἰς ἑαυτὴν ἐστραμμένη προ‐
20βεβλημένους ἔχει τοὺς λόγους τῶν αἰσθητῶν ἀφ’ ἑαυτῆς. διὸ καὶ ὁ Πλάτων ἀκριβῶς περὶ τὸ αἰσθητὸν εἶπεν ἐνεργεῖν τὸν θατέρου κύκλον, ἀλλ’ οὐ πρὸς τὸ αἰσθητόν, ἵνα τὴν κατ’ αἰτίαν περιοχὴν ἐνδείξηται τῶν αἰσθητῶν ἐν τοῖς λό‐ γοις, ἀλλ’ οὐχὶ τὴν σύζυγον πρὸς αὐτὰ καὶ τὴν ἐν αὐτοῖς
25ἀπερειδομένην γνῶσιν. ταῦτα μὲν οὖν περὶ τῶν πραγμάτων. τὸ δὲ εἰς πᾶσαν διαγγεῖλαι τὴν ψυχὴν σύμφωνον μέν ἐστι τῷ λέγει κινουμένη διὰ πάσης ἑαυτῆς, ἐν‐ δείκνυται δέ, ὅτι καὶ τῶν αἰσθητῶν προσεχῶς μὲν ὁ θατέ‐ ρου κύκλος ἐφάπτεται, διὰ δὲ τούτου καὶ ἡ πᾶσα ψυχὴ τὴν
30γνῶσιν ὑποδέχεται. τὸ δὲ αὐτοῦ πολλαχῶς μὲν ἐξηγήσαιτο ἄν τις, ὡς καὶ ὁ Πορφύριος ἐπέστησε, μᾶλλον δὲ ὡς πρὸς τὸν λόγον ἀποδοτέον· δόξαι γὰρ αὐτοῦ γίγνονται τοῦ λόγου
καὶ πίστεις, τοῦ ὀρθοῦ κύκλου τὰ αἰσθητὰ διαγγέλλοντος·
in Ti
.

2

.

312

εἰσὶ γὰρ καὶ αἱ δόξαι καὶ αἱ πίστεις ἐν τῷ δοξαστικῷ μέν, αὐτοῦ δὲ τοῦ λόγου, καθόσον ὑπ’ ἐκείνου κινοῦνται καὶ ἀνεγείρονται καὶ συνέχονται. ταῦτα μὲν περὶ τῆς τοῦ λά‐ γου πρὸς τὸν θατέρου κύκλον συντάξεως· ἑξῆς δὲ καὶ περὶ
5τῆς πρὸς τὸν ταὐτοῦ διαλέγεται ταύτῃ προστιθείς. Ὅταν δὲ αὖ περὶ τὸ λογιστικὸν , καὶ ὁ τοῦ ταυτοῦ κύκλος εὔτροχος ὢν αὐτὰ μηνύσ, νοῦς ἐπι‐ στήμη τε ἐξ ἀνάγκης ἀποτελεῖται [37 C]. Πάντα πᾶσιν ἀντέθηκε, τῷ μὲν αἰσθητῷ τὸ λογιστι‐
10κόν, τῷ δὲ ‘ὀρθῷ‘ τὸ ‘εὔτροχον‘, τῷ δὲ γίγνηται τὸ ‘ᾖ‘, τῷ δὲ ‘ἀναγγείλῃ‘ τὸ μηνύσῃ, τῇ δὲ ‘δόξῃ‘ τὸν ‘νοῦν‘, τῇ δὲ ‘πίστει‘ τὴν ‘ἐπιστήμην‘. ἔστι δὲ λογιστικὸν μὲν οὐ τὸ λογιζόμενον, ὡς ἂν οἰηθείη τις, ἀλλ’ αὐτὸ τὸ νοητόν (τοῦτο γὰρ ἀντέθηκε τῷ αἰσθητῷ), διότι καὶ λογισμός ἐστιν
15ἐκεῖ θειότερος ἢ κατὰ τὴν ψυχήν, ὡς πολλάκις εἴπομεν, καὶ κατ’ ἐνέργειαν ἀεὶ ὢν ὁ αὐτὸς λογισμὸς ἐν ἐκείνοις. καὶ ἔοικεν οὕτω τὸ νοητὸν καλέσαι λογιστικόν, ὡς ὕστερον κα‐ λέσει τὸ αἰσθητὸν αἰσθητικόν· καὶ γὰρ τὸ αἰσθητὸν κινητι‐ κόν ἐστι τῆς αἰσθήσεως καὶ τὸ νοητὸν τοῦ λογισμοῦ τῆς
20ψυχῆς· εἴη ἂν οὖν λογιστικὸν τὸ τῷ λογισμῷ τῆς ψυχῆς περιληπτόν, οὗ δὴ προειληφὸς ἐκεῖνο τὴν αἰτίαν ὁμωνύμως τούτῳ προσείρηται λογιστικόν. εὔτροχον δὲ τὸ νοερὸν καὶ ἐν τῇ μεταβάσει τὸ ἀνεμπόδιστον ἔχον καὶ τὸ κυκλικὸν ἐν τῷ μεταβαίνειν καὶ τὸ ἀκμαῖον ἐν ταῖς νοήσεσι, τὸ τέ‐
25λειον, τὸ περὶ τὸ θεῖον ἐνεργοῦν, τὸ ἀγαθοειδές, τὸ περὶ τὸ νοητὸν ὡς κέντρον φερόμενον· κέντρῳ ἐπισπέρχων σαυτὸν φωτὸς κελάδοντος φησί τις θεῶν. ὂν δὲ τὸ πεπληρωμένον τῶν ὄντως ὄντων καὶ ἡνωμένον αὐτοῖς. μηνῦσαι δὲ τὸ οἷον ἐκφῆναι, τὸ
30ἀναδιδάξαι, τὸ ἐκ τοῦ ἀπορρήτου προαγαγεῖν. νοῦς δὲ
in Ti
.

2

.

313

ὁ καθ’ ἕξιν· τριχῶς γὰρ ὁ νοῦς· πρῶτος μὲν ὁ θεῖος, οἷος δὴ καὶ ὁ δημιουργικός, δεύτερος δὲ ὁ μετεχόμενος ὑπὸ τῆς ψυχῆς, οὐσιώδης καὶ αὐτοτελής, τρίτος δὲ ὁ καθ’ ἕξιν, δι’ ὃν ἡ ψυχὴ νοερά ἐστιν. ἐπιστήμη δὲ ἡ πρώτη πληρου‐
5μένη γνῶσις ἀπὸ τῶν νοητῶν, ἀκλινὴς καὶ ἀρρεπὴς καὶ ἀμετάπτωτος ὑπάρχουσα, διαφέρουσα δὲ τοῦ νοῦ καθόσον ἐκεῖνος μὲν ἐν ταῖς ἁπλαῖς μόναις ἐπιβολαῖς θεωρεῖται τῆς ψυχῆς· δι’ αὐτοῦ γὰρ ἕκαστον τῶν νοουμένων ὅλον ἅμα νοεῖ—νοῦ γὰρ ἴδιον τὸ ἀθρόον ἐν ταῖς ἐνεργείαις—αὕτη
10δὲ ἐν ταῖς ἀπ’ αἰτίας γνώσεσι—τοῦτο γὰρ ἐπιστήμης ἴδιον— ἥ τε σύνθεσις καὶ ἡ διαίρεσις τῶν εἰδῶν· δῆλον γὰρ ὅτι γιγνώσκουσα τὰ ὄντα γιγνώσκει, τίνα μὲν αἰτίων ἔχει τάξιν ἐν ἐκείνοις, τίνα δὲ αἰτιατῶν· τὴν δὲ τοιαύτην πᾶσαν γνῶ‐ σιν ἐπιστήμην καλοῦσιν, ὥσπερ νόησιν τὴν ἁπλῆν ἐπιβολὴν
15ἑκάστου τῶν νοουμένων. καὶ ἡμεῖς μὲν οὕτως. Ἰάμβλι‐ χος δὲ τὸν νοῦν τοῦτον πρεσβύτερον ἀκούει τῆς ψυχῆς, ἄνωθεν αὐτὴν συνέχοντα καὶ τελειοῦντα, καὶ διαγωνίζεται πρὸς τοὺς ἢ αὐτόθι τῷ παντελεῖ νῷ συνάπτοντας τὴν ψυ‐ χήν (δεῖν γὰρ μὴ ἀθρόαν γίνεσθαι τὴν μετάβασιν ἀπὸ τῶν
20ἐξῃρημένων ἐπὶ τὰ μετέχοντα, ἀλλὰ μέσας εἶναι τὰς συντε‐ ταγμένας τοῖς μετέχουσιν οὐσίας) ἢ τὸν νοῦν ἕξιν ὑποτιθε‐ μένους τῆς ψυχῆς (δεῖν γὰρ εἶναι τὸ ἐν αὐτῷ ὂν πρὸ τοῦ ἐν ἄλλῳ ὄντος). ταῦτα δὲ πρὸς μὲν τὰ πράγματα λέγεται ὀρθῶς. συμφωνότερον δὲ τῇ λέξει τὸ τὸν νοῦν τοῦτον
25ὡς ἕξιν ἐν αὐτῇ τῇ ψυχῇ θεωρεῖν· καὶ γὰρ ἐκ τῆς ἐνερ‐ γείας τοῦ ταὐτοῦ κύκλου φησὶν αὐτὸν ὁ Τίμαιος ἀποτελεῖ‐ σθαι· τὸν δὲ ὑπὲρ τὴν ψυχὴν νοῦν ἐκεῖνον ῥητέον, ὃν ὁ δημιουργὸς ὑπέστησεν, ἀνὰ λόγον θεὶς ὡς ψυχὴν ἐν τῷ σώ‐ ματι καὶ τὸν νοῦν ἐν τῇ ψυχῇ· δῆλον γὰρ ὅτι πρεσβύ‐
30τερος οὗτος ὁ νοῦς τῆς ψυχῆς, ὡς ἡ ψυχὴ κατ’ αὐτὸν τοῦ σώματος· ὁ δὲ νῦν λεγόμενος νοῦς, ἀποτέλεσμα ὢν τῆς τοῦ
λόγου διὰ τοῦ ταὐτοῦ κύκλου περὶ τὸ νοητὸν κινήσεως—
in Ti
.

2

.

314

ἀποτελεῖσθαι γὰρ αὐτὸν εἶπεν εὐτρόχως ἐκείνου κινου‐ μένου περὶ τὸ τῷ λογισμῷ ληπτόν—οὐκ ἂν εἴη πρεσβύ‐ τερος τῆς ψυχῆς, ἀλλ’ ἕξις τις αὐτῆς, ὡς καὶ ἐπιστήμη· διὸ καὶ ἐγγίνεσθαί φησιν αὐτὸν ὥσπερ καὶ τὴν ἐπιστήμην
5ἐν αὐτῇ καὶ τὴν δόξαν καὶ τὴν πίστιν. ἐκ δὴ τούτων ἁπάντων ἓν ἐκεῖνο συγκεφαλαιωτέον, ὅτι ἡνίκ’ ἂν ὁ λόγος περὶ τὸ νοητὸν ᾖ καὶ ὁ ταὐτοῦ κύκλος ἐμφαίνῃ διὰ τῆς ἑαυτοῦ νοερᾶς ἐνεργείας τὴν τῶν ὄντων φύσιν τῷ λόγῳ, νοῦς καὶ ἐπιστήμη φύεται ἐν τῇ ψυχῇ, καὶ ταῦτα ἐξ
10ἀνάγκης· συνυπάρχει γὰρ ταῖς τοιαῖσδε ἐνεργείαις ἡ τελειότης ἡ προσήκουσα αὐταῖς. τί οὖν; φαίης ἄν· ποτὲ μὲν γίνεται πρὸς τοῖς νοητοῖς λόγος, ποτὲ δὲ πρὸς τοῖς αἰσθητοῖς; οὐδαμῶς ἐπί γε τῆς ὅλης ψυχῆς τοῦτο φήσομεν, ἀλλ’ ἀεὶ ἄνω καὶ ἀεὶ πρὸς τοῖς νοητοῖς καὶ τὸ ἐκεῖ μένειν
15καὶ προσιδρῦσθαι, καὶ τῶν αἰσθητῶν ἀδαμάστως προνοεῖ, καὶ διὰ τὸ εὔτροχον τοῦ ταὐτοῦ κύκλου καὶ ὀρθότης δια‐ μένει τοῦ θατέρου. τὸ δὲ ὅταν καὶ τὸ γίγνηται καὶ τὰ τοιαῦτα δυνάμεων δηλοῖ διαφοράς· οὐ γὰρ κατὰ πάσας τὰς δυνάμεις πανταχοῦ παραπλησίως ἐστί (τοῦτο γὰρ ἴδιον τῶν
20θείων νοητῶν διὰ τὴν ἁπλότητα τῆς οὐσίας), ἀλλὰ μᾶλλον μὲν κατὰ τὴν ταὐτοῦ πρὸς τοῖς νοητοῖς, μᾶλλον δὲ κατὰ τὴν θατέρου πρὸς τοῖς αἰσθητοῖς ἐστι. δεῖ δὲ μηδ’ ἐκεῖνα παριδεῖν, ὅτι τὸν μὲν θατέρου κύκλον εἶπεν ὀρθὸν ἰόντα γιγνώσκειν τὰ αἰσθητά, τὸν δὲ ταὐτοῦ εὔτροχον ἰόντα 〈τὰ
25νοητά〉, πρὸς τὰ τῆς μερικῆς ἀποβλέπων, ἧς πεσούσης ἐρεῖ [43 D] τὸν μὲν ταὐτοῦ κύκλον πεδᾶσθαι, τὸν δὲ θατέρου διαστρέφεσθαι· τούτοις γὰρ ἀντέθηκε, τῇ μὲν διαστροφῇ τὴν ὀρθότητα, τῇ δὲ πέδῃ τὴν εὔτροχον κίνησιν τὸ εὔλυ‐ τον σημαίνουσαν, ὡς ἡ ὀρθότης ἐκεῖ τὴν ἀδιάστροφον ὑπὸ
30τῶν κάτω φορὰν καὶ τὴν ἀνέλεγκτον κρίσιν· ὥστε οἰκείως ἑκάτερον ὕμνησε τῶν κύκλων. Τούτω δὲ ἐν ᾧ τῶν ὄντων ἐγγίνεσθον, ἄν ποτέ τις αὐτὸ ἄλλο πλὴν ψυχὴν εἴπ, πᾶν μᾶλλον ἢ τἀ‐
ληθὲς ἐρεῖ [37 C].
in Ti
.

2

.

315

Τούτω τίνε φησί; πότερον νοῦν καὶ ἐπιστήμην; ταῦτα γὰρ εἴρητο προσεχῶς· ἢ οὐ πᾶσαν περιλήψεται τὴν ψυχήν, οὔκουν τόν γε θατέρου κύκλον; ἢ μᾶλλον τὰς διττὰς συ‐ ζυγίας εἶπε, δόξαν καὶ πίστιν, μίαν μὲν ταύτην, νοῦν τε
5καὶ ἐπιστήμην· δευτέρα γὰρ αὕτη· διὰ δὲ τούτων πᾶσαν περιλήψεται τὴν ψυχήν. πᾶν οὖν τὸ δεκτικὸν νοῦ καὶ ἐπι‐ στήμης καὶ δόξης καὶ πίστεως ψυχή ἐστι· πᾶσαι γὰρ αἱ γνώσεις αὗται καὶ λογικαί εἰσι καὶ μεταβατικαί, καὶ διότι μὲν λογικαί, τῶν ἀλόγων ἐξῄρηνται δυνάμεων, διότι δὲ μετα‐
10βατικαί, τῆς νοερᾶς ὑφεῖνται γνώσεως· καὶ γὰρ εἰ ἔστιν ἐπιστήμη καὶ νοῦς ἐν τοῖς νοητοῖς, ἀλλ’ οὐκ ἐγγίγνεται αὐ‐ τοῖς, ἐν δὲ τῇ ψυχῇ καθάπερ εἶπεν ἐγγίγνεσθον, διότι δὴ κατὰ μέθεξιν ἐπιστήμων· μετέχει γὰρ τῆς αὐτοεπιστήμης· καὶ γὰρ οὐσίωτο κατὰ μέθεξιν (ἀπὸ γὰρ τῶν πρώτων γε‐
15νῶν τὰ μέσα πρόεισι), καὶ ἥρμοστο παραπλησίως (ἀπὸ γὰρ τῆς αὐτοαρμονίας ἡ ἐν αὐτῇ), καὶ ἐσχημάτιστο ὁμοίως (τὸ γὰρ νοερὸν σχῆμα παντοίων σχημάτων περιληπτικόν), καὶ δυνάμεις εἶχεν ὡσαύτως· αἱ γὰρ νοεραὶ καὶ νοηταὶ δυνά‐ μεις πρὸ αὐτῆς ἦσαν, κίνησίν τε ἀπὸ τῶν γενῶν τοῦ ὄντος
20ὑπεδέξατο καὶ γνῶσιν ἀπὸ τῆς δημιουργικῆς νοήσεως, οὗ δὴ καὶ ἡ στάσις ἀναφαίνεται· πᾶσα γὰρ γνῶσις στάσις τίς ἐστι καὶ περίληψις τοῦ γνωστοῦ καὶ ἐφαρμογὴ πρὸς τὸ γνωστόν. μετέχει μὲν οὖν καὶ ἡ κίνησις τῆς ὅλης ψυχῆς γνώσεως, καθόσον ἑαυτὴν γιγνώσκει καὶ εἰς ἑαυτὴν βλέ‐
25πουσα κινεῖ, μετέχει δὲ καὶ ἡ γνῶσις κινήσεως, καθόσον μεταβατική ἐστιν. ἰδίως δὲ ἡ μὲν κινητικὴ ἐνέργεια κατὰ τὴν κίνησιν ἀφορίζεται, ἡ δὲ γνωστικὴ κατὰ τὴν στάσιν, καὶ μᾶλλον ὁ θατέρου κύκλος κινητικός ἐστι, μᾶλλον δὲ ὁ ταὐτοῦ γνωστικός, διότι καὶ προσήκει ταυτότητι μὲν στάσις,
30ἑτερότητι δὲ κίνησις, ἔστι δὲ καὶ ἐν τῷ θατέρου γνῶσις καὶ ἐν τῷ ταὐτοῦ κίνησις, ὥσπερ καὶ ἐν ἐκείνῳ μὲν ταυτότης, καὶ ἐν τούτῳ δὲ καὶ ἑτερότης· ὅλη γὰρ δι’ ὅλης ἡ ψυχὴ
μετέχει τῶν γενῶν τοῦ ὄντος. Μέχρι δὴ τούτων ἡ ψυχο‐
in Ti
.

2

.

316

γονία συμπεπλήρωται, διῃρημένη τοῖς προαναγεγραμμένοις κεφαλαίοις· εἴρηται γὰρ περὶ τῆς ὑποστάσεως τῆς ψυχῆς, περὶ τῆς ἁρμονίας, περὶ τοῦ σχήματος, περὶ τῶν δυνάμεων, περὶ τῶν ἐνεργειῶν.
5 Τί βούλεται ἡ ψυχογονία; ἐπειδὴ ἡ ψυχὴ πλῆθος καὶ πρώτη τῶν συνθέτων, συντέθειται δὲ οὐκ ἐξ ἀπείρων, ἀλλ’ ἐξ ἠριθμη‐ μένων καὶ τούτων οὐκ ἀσυντάκτων, ἀλλὰ ἡρμοσμένων, εἰκότως καὶ ἀριθμοὶ καὶ ἁρμονία ἐν τῇ γενέσει αὐτῆς παρελήφθησαν. ἐπειδὴ δὲ πάσης ἀναλογίας καὶ πάσης ἁρμονίας ἀρχὰς περιέχει,
10κόσμου οὖσα ψυχή, οὐδεμία ἀναλογία παρεῖται. ὅτι δὲ θεὸς ὁ συνιστάς, τὸ θειότερον τῶν γενῶν παρείληπται τὸ διατονικόν· ἐνθεαστικὸν γάρ. καὶ κατ’ ἀρχὰς μέν, ὅτι ἥ τε οὐσία καὶ ταὐ‐ τὸν παρελαμβάνετο καὶ θάτερον, τὸ πρὸ τῶν μερῶν ὅλον αὐτῆς ὑφίστατο, νῦν δὲ διὰ τῆς ψυχογονίας τὸ ἐν τοῖς μέρεσιν ὅλον·
15καὶ γὰρ διαιρεῖ καὶ ἑνοῖ τὰ μέρη ὁ δημιουργὸς διὰ τῶν ἀνα‐ λογιῶν, διὰ δὲ τῶν κύκλων ἡ ἐν ἑκάστῳ ὁλότης τῶν μερῶν παραδίδοται. καὶ ληπτέον, ὅτι ὁ δημιουργὸς ὁ ἐν τῷ Τιμαίῳ ὁ μετὰ πάντων τῶν δημιουργῶν ἐνεργῶν ἐστι· καὶ γὰρ τέμνει Τιτανικῶς εἰς ἑπτὰ καὶ ἑνοῖ Ἀπολλωνιακῶς καὶ σωματουργεῖ
20καὶ σχηματίζει ὡς τὸν Ἥφαιστον ἔχων καὶ ὁρίζει τὰ μέτρα τῶν ἀνόδων καὶ καθόδων, καὶ νόμους εἱμαρμένους ἐγγράφει ὡς τὴν Ἀνάγκην ἔχων. Σκοπὸν δεῖ ἔχειν εἰς τὴν ψυχογονίαν 〈ἢ〉 εἰς τὴν οὐσίαν αὐτῆς ἀναπέμπειν τὰ λεγόμενα ἢ εἰς τὰ ὑπ’ αὐτῆς διοικούμενα, μᾶλλον δὲ εἰς ἄμφω· τὰ γὰρ ἐν τῷ κόσμῳ
25ὑπὸ τῶν κατ’ οὐσίαν ἐν αὐτῇ ὑπαρχόντων ἐστίν. Ὅτι δεῖ ζητεῖν, τίνες αἱ μεσότητες, τίνες οἱ πολλαπλάσιοι λόγοι, οἱ ἐπι‐ μόριοι, οἱ ἐπιμερεῖς, τί τὸ λεῖμμα, τίνες αἱ ἑπτὰ μοῖραι, διὰ τί εἰς τὸ τετράκις διὰ πασῶν καὶ διὰ πέντε καὶ τόνον προῆλθε τὸ διάγραμμα. Ὅτι τριῶν οὐσῶν τῶν μεσοτήτων, γεωμετρικῆς,
30ἀριθμητικῆς, μουσικῆς, ἡ μὲν στερεὰ ἀναλογία ἡ ἐκ τῶν τριῶν συγκειμένη ἰσότης τῆς Θέμιδος, ἀφ’ ἧς πᾶσα τάξις, αἱ δὲ τρεῖς τῶν τριῶν θυγατέρων, Εὐνομίας Δίκης καὶ Εἰρήνης· ἡ ἀριθμη‐ τικὴ τῆς Εἰρήνης, τῷ ἴσῳ ὑπερεχούσης καὶ ὑπερεχομένης, ᾗ καὶ ἐν τοῖς συναλλάγμασι χρώμεθα ἐν εἰρήνῃ, δι’ ἣν καὶ τὰ στοι‐
35χεῖα ἠρεμεῖ· ἡ δὲ γεωμετρικὴ τῆς Εὐνομίας, ἣν καὶ Διὸς κρίσιν
in Ti
.

2

.

317

ὁ Πλάτων προσαγορεύει, δι’ ἧς γεωμετρικαῖς ἀναλογίαις κεκόσμη‐ ται ὁ κόσμος· ἡ δὲ ἁρμονικὴ τῆς Δίκης, δι’ ἣν μείζονα μὲν μεί‐ ζονα ἔχει λόγον, ἐλάσσονα δὲ ἐλάσσονα. ἐπεὶ οὖν ἡ γεωμετρικὴ περιέχει τὰς δύο, ὡς δέδεικται, ἡ μὲν οὐσία τῆς ψυχῆς τῇ γεω‐
5μετρικῇ κατακεκόσμηται, ἡ αὐτὴ οὖσα δι’ ὅλης ἑαυτῆς, πανταχοῦ μεριστὴ καὶ ἀμέριστος· τὴν δὲ ἀριθμητικὴν μεσότητα, διότι αἱ κοιναὶ ἐν αὐτῇ δυνάμεις, αἱ ἀπὸ τῆς ἀμερίστου εἰς τὸ μεριστὸν ἐκτρέχουσαι ἢ ἀπὸ τῶν ἀμερίστων εἰς τὸ ἀμέριστον, ἴσα ὑπερ‐ έχουσι καὶ ὑπερέχονται τῶν πάντη μεριστῶν καὶ ἀμερίστων· ἡ
10δὲ ἁρμονικὴ μεσότης, καθ’ ὅτι τῶν ἐν αὐτῇ δυνάμεων αἳ μὲν μᾶλλον ἀφεστήκασι τῶν προαγουσῶν καὶ μείζονα ἔχουσιν ὑπερ‐ οχήν, αἳ δὲ ἐλάττονα. καὶ πάλιν ἡ μὲν ταυτότης τῶν εἰδῶν διὰ παντὸς τοῦ κόσμου οἰκείως ἑκασταχοῦ, σωματικῶς, ζωτικῶς, ἐν φυτῷ, ἐν ζῴῳ, ἐν λίθῳ· διότι γεωμετρικὴ κατεκόσμησε τὸν ὅλον
15κόσμον· ἡ δὲ ἀριθμητικὴ ἐν τοῖς ὑπὸ σελήνην στοιχείοις δια‐ φαίνεται, ἃ ἐξισάζει κατὰ τὰς δυνάμεις· ἡ δὲ ἁρμονικὴ κατὰ τὰς σφαίρας καὶ τὰς κινήσεις αὐτῶν καὶ τὰ ἀποστήματα· ἔδειξε γὰρ ὁ Πτολεμαῖος, ὅτι κατὰ τοὺς ἁρμονικοὺς λόγους ἐστὶ τὰ
ἀποστήματα.
in Ti
.

3

.

1

(1t)

ΠΡΟΚΛΟΥ ΔΙΑΔΟΧΟΥ
2tΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ ΠΛΑΤΩΝΟΣ
3tΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ
4Ὡς δὲ κινηθὲν αὐτὸ καὶ ζῶν ἐνόησε τῶν ἀιδίων
5θεῶν γεγονὸς ἄγαλμα ὁ γεννήσας πατήρ, ἠγάσθη τε καὶ εὐφρανθεὶς ἔτι δὴ μᾶλλον ὅμοιον πρὸς τὸ παράδειγμα ἐπενόησεν ἀπεργάσασθαι. καθάπερ οὖν αὐτὸ τυγχάνει ζῷον ἀίδιον ὄν, καὶ τόδε τὸ πᾶν οὕτως εἰς δύναμιν ἐπεχείρησεν ἀποτελεῖν [37 CD].
10 Ὁ μὲν εἷς καὶ ὅλα δημιουργῶν ἀθρόως κατὰ ταὐτὸν ἀπογεννᾷ τε καὶ ἐπιστρέφει καὶ τελειοῖ καὶ ἀφομοιοῖ τοῖς παραδείγμασι τὰ ἑαυτοῦ δημιουργήματα, εἴτε μιᾶς καὶ τῆς αὐτῆς οὔσης 〈τῆσ〉 γεννητικῆς τε καὶ ἀνακλητικῆς καὶ τελεσιουργοῦ καὶ ἀφομοιωτικῆς δυνάμεως, καθά τισιν ἤρεσε
15τῶν πρεσβυτέρων, εἴτε καὶ διαφόρων, καθάπερ ἑτέροις δοκεῖ τισιν· οὐ γὰρ πολὺ τὸ μέσον τῆς τῶν ἀνδρῶν τούτων ὡσανεὶ διαστάσεώς τε καὶ ἀντιθέσεως, ἔστ’ ἂν μήθ’ οἱ ἑνί‐ ζοντες ἀνέμφατον τοῦ πλήθους τὸ ἓν εἶναι βούλωνται μήθ’ οἱ διαιροῦντες ἀσύντακτον τὸν ἀριθμὸν τῶν δυνάμεων καὶ
20ἀπηρτημένον ἀνέχωνται λέγειν, περιέχεσθαι δὲ τῇ οἰκείᾳ μονάδι καὶ παρ’ αὐτῆς ἑνοῦσθαι καὶ διακρατεῖσθαι καὶ θέ‐ λωσι καὶ ἀποφαίνωνται, ὡς συμβαίνειν τοὺς μὲν μονάδα τετραδικὴν εἶναι λέγειν ταυτασὶ τὰς δυνάμεις, τοὺς δὲ τε‐
τράδα πάλιν ἡνωμένην ἢ εἴ τῳ φίλον καλεῖν μοναδιζομένην.
in Ti
.

3

.

2

δηλοῖ δὲ καὶ ὁ ἐνταῦθα δημιουργὸς ὢν εἷς καὶ τοῖς μετ’ αὐτὸν νέοις δημιουργοῖς ὁμοῦ μὲν τὴν ἀφομοιωτικὴν δύνα‐ μιν ἐντιθείς, ὅταν αὐτοῖς παρακελεύηται μιμεῖσθαι τὴν ἑαυ‐ τοῦ δύναμιν περὶ τὴν αὐτῶν γένεσιν, ὁμοῦ δὲ τὴν γεννη‐
5τικήν, ἡνίκ’ ἂν κινῇ ζῷα αὐτοὺς ἀπεργάζεσθαι καὶ γεννᾶν, ὁμοῦ δὲ τὴν ἀνακλητικήν, ὁπόταν αὐτοῖς κελεύῃ τὰ δα‐ νεισθέντα μόρια ἀπὸ τῶν ὅλων στοιχείων φθινόντων τῶν ἀπ’ αὐτῶν συστάντων δέχεσθαι πάλιν εἰς τὰ ὅλα ἀνακαλου‐ μένοις, καὶ ἐπὶ πάσαις τὴν φρουρητικήν, ὅς γε καὶ αὐτόθεν
10τοὺς κοσμοκράτορας φύλακας ὑφίστησι τῶν ἀριθμῶν τοῦ χρόνου καὶ τὴν γῆν φύλακα νυκτὸς καὶ ἡμέρας. ὁ μὲν οὖν δημιουργός, ὅπερ ἐξ ἀρχῆς ὡρμήθην εἰπεῖν, ἀφ’ οὗπέρ ἐστι πάντα συνυπέστησεν ἑαυτῷ καὶ ἐξωμοίωσε καὶ ἐτελεώσατο καὶ πρὸς αὑτὸν ἐπέστρεψε, τῆς αὐτῶν τάξεως
15οὐ συγχεομένης ἐκ τῆς οἷον ἀθρόας ἁπάντων ἐκφάνσεως, ἀλλὰ πολλῷ πλέον φρουρουμένης καὶ συνεχομένης, ὅσῳ μήτε τὰ καταδεέστερα τῆς τῶν ἀμεινόνων ἀμοιρεῖ προστασίας μήτε τὰ τελειότερα τῆς ἐπιβαλλούσης αὐτοῖς κατὰ τῶν ἀτελεστέ‐ ρων ἐπικρατείας· οὐδὲ γὰρ θάτερα προέφθη τῷ χρόνῳ ἢ
20τῶν δευτέρων ἀπρονοήτων μεινάντων ἢ τῶν πρεσβυτέρων ἀργῶν καὶ ἀγόνων, ἅτε μηδέπω τῶν δεξομένων αὐτῶν τὰς προνοητικὰς ἐνεργείας ὑποστάντων. ἡμεῖς δὲ οὔτε νοεῖν οὔτε πολλῷ πλέον ἑρμηνεύειν δυνάμενοι τὴν ἐξ ἀιδίου τοῦ πατρὸς τῶν ὅλων περὶ τὸν κόσμον ἀγαθουργίαν ἀγαπῶμεν
25νῦν μὲν αὐτὸν γεννῶντα, νῦν δὲ ἐπικοσμοῦντα, νυνὶ δὲ τελειοῦντα καὶ ἄλλοτε ἀφομοιοῦντα καθορῶντές τε καὶ παρα‐ διδόντες· ὃ δὴ καὶ νῦν ὁ τοῦ φιλοσόφου λόγος προπεπονθὼς εἰς ἡμᾶς δρᾶν παρασκευάζεται· κινήσεως γὰρ καὶ ζωῆς με‐ τασχόντος ἤδη κατὰ τὴν διδασκαλίαν τοῦ παντός (ψυχὴ γὰρ
30αὐτῷ συνῴκει τὰς μὲν ἰδίας ἑαυτῆς γνώσεις, καθ’ ἃς τά τε
νοητὰ καὶ τὰ ἐγκόσμια γιγνώσκει, σῴζουσα παρ’ ἑαυτῇ, κινή‐
in Ti
.

3

.

3

σεως δὲ καὶ ζωῆς οὐ μόνον αὐτὴ βρύουσα, μεταδιδοῦσα δὲ καὶ τῷ παντὶ τοῦ σώματος ὄγκῳ) καὶ δι’ αὐτὸ τοῦτο ἢ μό‐ νον ἢ μάλιστα τῶν νοητῶν θεῶν ἀγάλματος ἀποτετελεσμένου τοῦ δημιουργήματος ἐπὶ πλέον ἀγασθέντα καὶ εὐφρανθέντα
5τὸν δημιουργὸν εἰς ὁμοίωσιν μείζονα καὶ τελεωτέραν αὐτὸ τῶν νοητῶν ἀγαγεῖν διὰ τοῦ καὶ οἷον ἀίδιον ποιεῖν· κυρίως μὲν γὰρ καὶ πρώτως ἀίδιον τὸ νοητόν, δευτέρως δὲ τὸ τῇ τοῦ χρόνου προόδῳ καὶ ἀνελίξει συμπαρατεινόμενον· διττὸν γὰρ καὶ τὸ ἀεί, τὸ μὲν αἰώνιον, τὸ δὲ χρονικόν. διὰ τί
10οὖν σχεδὸν ἐπὶ πᾶσι τούτου μεταδίδωσι τῷ ὅλῳ κόσμῳ τοῖς ἔμπροσθεν ὄγδοον τοῦ δημιουργοῦ τοῦτο τὸ δῶρον εἰσαγα‐ γών; διότι δὴ μέγιστόν ἐστι καὶ τελεώτατον καὶ εἰς ἄκραν ὁμοιότητα περιιστᾷ τὴν εἰκόνα τῷ παραδείγματι. τῷ δ’ ἅπαξ ἐν τοῖς λόγοις γένεσιν διατιθέντι τῶν ὅλων ἀπὸ τῶν ἀτε‐
15λεστέρων ἐπὶ τὰ τελεώτερα μεταβαίνειν ἀναγκαῖόν ἐστι· καὶ γάρ πως κατ’ αὐτὸ τοῦτο καὶ ὥσπερ ἀλλήλοις ἀντίκειται τά τε καθ’ αὑτὰ ὄντα καὶ τὰ ἑτέροις ἐγγιγνόμενα, ὅτιπερ ἐν μὲν τοῖς ἱδρυμένοις ἐν ἑαυτοῖς καὶ μηδαμῇ μηδαμῶς ἑτέρων γιγνο‐ μένοις ἀνάγκη τὰ σεμνότερα λέγειν ἡγεῖσθαι, καθ’ ἃ καὶ δι’
20ἃ καὶ ὑφ’ ὧν καὶ τὰ ἐφεξῆς ἀναφαίνεται, ἐν δὲ τοῖς ὑφ’ ἑτέρων μετεχομένοις προλαμβάνει τὰ ἀτελέστερα, καὶ ὥσπερ ὑποκείμενα γίγνεται τοῖς τελειοτέροις καὶ ὕστερον ἐπιφοιτᾶν μεμελετηκόσιν. Ἡ μὲν οὖν πᾶσα τῶν προκειμένων ῥημάτων προαίρεσις τοιαύτη. ἕπεται δὲ εἰπεῖν, διὰ τίνας αἰτίας καὶ
25ὁποῖον ὄντα τὸν χρόνον καὶ ἡλίκων καὶ ὅσων ἀγαθῶν αἴ‐ τιον τῇ τε ψυχῇ καὶ τῷ οὐρανῷ συνυπέστησεν ὁ τῶν ὅλων δημιουργός, καὶ μάλισθ’ ὅτι πολλοὶ τὸν χρόνον καὶ τῶν Πλάτωνι φίλων ἀμυδρόν τι εἶδος ὑπέλαβον εἶναι καὶ μόνον αὐτὸ τὸ ἀριθμητὸν τῶν κινήσεων, οὐκ ἐνθυμηθέντες, ὅτι
30δέκα τῶν πάντων ὄντων, ἃ δὴ τῷ κόσμῳ δίδωσιν ὁ πατήρ, ἕκαστον τῶν ἑπομένων μεῖζόν ἐστι τῶν πρὸ αὐτοῦ πάντως.
εἰ οὖν ἐψύχωσε μὲν ἤδη τὸν κόσμον καὶ εὐδαίμονα θεὸν
in Ti
.

3

.

4

ἀπετέλεσεν, ἐπὶ δὲ τούτῳ τὸν χρόνον ἐπέστησεν αὐτῷ, δῆλον δήπουθεν ὅτι καὶ ψυχῆς καὶ τῆς διὰ τὸ ψυχὴν ἔχειν εὐ‐ δαίμονος ζωῆς ὑπέρτερον ἂν εἴη τι ὁ χρόνος καὶ τὸ κατὰ χρόνον ἀφοριζόμενον περιοδικῶς ζῆν. ὥστ’ οὐκ ἂν εἴη τι
5τοιοῦτον, οἷον οἱ πολλοί φασιν, ὁ χρόνος, ἀλλὰ θειοτέραν ἂν ἔχοι καὶ ψυχῶν καὶ τῶν ψυχικῶν ἀγαθῶν τὴν οὐσίαν. τοῦτο μὲν οὖν καὶ αὖθις [p. 27, 18 ss] ἡμεῖς διὰ πλειόνων πιέσομεν ἐπιβολῶν. ἐφεπόμενοι δὲ τῇ λέξει νοεῖν μὲν αὐ‐ τὸν τήν τε ζωὴν καὶ τὴν κίνησιν καὶ τὴν τάξιν καὶ τὴν
10εἰδοποιίαν τοῦ παντὸς οὐκ εἰς αὑτὸν ὁρῶντα τὸν κόσμον φήσομεν (οὐδὲ γὰρ ὅλως νοητός ἐστι καθ’ ὅλον ἑαυτὸν ὁ κόσμος, μᾶλλον δὲ δόξῃ μετ’ αἰσθήσεως ἀλόγου κατὰ τὸν ὄγκον δοξαστός, οὐδ’ ὁ δημιουργὸς ἔξω που ταῖς ἑαυτοῦ νοήσεσι φέρεται, πᾶς δὲ εἰς ἑαυτὸν ἐπέστραπται),
15ἀλλ’ ὅτι νοῶν ἑαυτὸν καὶ ἔχων ἐν ἑαυτῷ τὴν γεννητικὴν αἰτίαν τῶν ὅλων καὶ τὴν προνοητικὴν αὐτῷ τῷ ἑαυτὸν νοεῖν τήν τε οὐσίαν τῶν ἑαυτοῦ γεννημάτων θεωρεῖ καὶ τὴν τελείωσιν. τῶν δὲ ἀιδίων θεῶν ἄγαλμά φησι γεγενῆ‐ σθαι τὸν κόσμον, οὐχ ὅτι τῶν ἐγκοσμίων ἐστὶν ἄγαλμα
20θεῶν (οὐ γὰρ περὶ τοῦ σωματοειδοῦς μόνου λέγει τοῦ παν‐ τός, ἀλλὰ καὶ περὶ τοῦ ἐμψύχου καὶ ἔννου ζῴου, ὃ δὴ καὶ τοὺς ἐγκοσμίους ἐν ἑαυτῷ περιέχει θεούς), ἀλλ’ ὅτι τῶν νοητῶν ἐστι θεῶν ἄγαλμα· πληροῦται γὰρ ἐξ αὐτῶν θεό‐ τητος, καί εἰσιν αἱ εἰς αὐτὸν πρόοδοι τῶν ἐγκοσμίων θεῶν
25ὥσπερ ὀχετοί τινες καὶ ἐλλάμψεις τῶν νοητῶν θεῶν, καὶ ταύτας ὁ κόσμος ὑποδέχεται τὰς προόδους οὐ μόνον κατὰ τὸ οὐράνιον αὑτοῦ μέρος, ἀλλὰ καὶ κατὰ πάντα ἑαυ‐ τόν· καὶ γὰρ ἐν ἀέρι καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ θεῶν εἰσι παρουσίαι χθονίων καὶ ἐνυδρίων καὶ ἀερίων. καθ’
30ὅλον οὖν ἑαυτὸν ὁ κόσμος πληροῦται θεότητος καὶ διὰ τοῦτο ἄγαλμά ἐστι καθ’ ὅλον ἑαυτὸν τῶν νοητῶν θεῶν,
αὐτοὺς μὲν οὐχ ὑποδεχόμενος τοὺς νοητοὺς θεούς (οὐδὲ
in Ti
.

3

.

5

γὰρ τὰ ἀγάλματα τὰς οὐσίας τὰς ἐξῃρημένας τῶν ὅλων ὑπο‐ δέχεται τῶν θεῶν), ἀλλ’ ἐκλάμψεις ἐκεῖθεν ἐποχετευομένας, δευτέραις τάξεσι, πρὸς ἃς ἔχει συμμέτρως, ἐξ αὐτῶν ἀπο‐ γεννωμέναις κατακοσμούμενος. ὅτι δὲ ἀιδίους θεοὺς τοὺς
5νοητοὺς λέγει πάντας καὶ οὐχὶ τοὺς ἐν αὐτῷ ὄντας, φανε‐ ρὸν ἐποίησεν εὐθέως ἐπαγαγών· καθάπερ οὖν αὐτὸ τυγ‐ χάνει ζῷον ἀίδιον 〈ὄν〉, λέγων αὐτὸ δῆλον ὅτι τὸ νοη‐ τόν. τίνες δὲ οἱ νοητοὶ θεοί, λάβοιμεν ἂν ἐκ διαιρέσεως· ἢ γὰρ πρὸ τοῦ αὐτοζῴου ληπτέον αὐτοὺς ὄντας, ἢ ἐν τῷ
10αὐτοζῴῳ, τὰς οἷον μονάδας τῶν ἰδεῶν ἐκεῖ τῶν τεσσάρων, ἢ μετὰ τὸ αὐτοζῷον. πρὸ μὲν οὖν τοῦ αὐτοζῴου τάττειν αὐτοὺς γελοῖον (εἶεν γὰρ ἂν καὶ τὸν αἰῶνα περιέχοντες, ᾧ μήπω φησὶν ὡμοιῶσθαι τὸ πᾶν), ἐν δὲ τῷ αὐτοζῴῳ τάττειν αὐτοὺς ἀδύνατον· τὸ γὰρ πᾶν 〈εἰ, ὥσ〉 φησι, μηδενὶ τῶν
15ἐν μέρους εἴδει περιεχομένων ὑπὸ τοῦ παντελοῦς ζῴου ἐστὶν ἄγαλμα, οὐκ ἂν εἶεν οἱ νοητοὶ καὶ ἀίδιοι οὗτοι θεοί· οὐ θεοὶ γὰρ αἱ ἐν μέρους εἴδει περιεχόμεναι ἰδέαι ὑπὸ τοῦ παντελοῦς ζῴου. λείπεται οὖν εἶναι τοὺς ἀιδίους θεοὺς μετὰ τὸ αὐτοζῷον, πάντας ὄντας τοὺς μεταξὺ τοῦ τε νοητοῦ
20παραδείγματος καὶ τοῦ δημιουργοῦ· πᾶσι γὰρ αὐτοῖς ἔοικε τὸ πᾶν, καθ’ ὅσον καὶ ἐκείνων ἕκαστος τῆς ὁλότητος τοῦ κόσμου περιέχει τὸ εἶδος. τοῦτο μὲν οὖν δέδεικται, καὶ μά‐ την ἄρα ὑπέλαβόν τινες ἀιδίους λέγεσθαι θεοὺς τὰς ἐν τῷ αὐτοζῴῳ περιεχομένας ἰδέας, αἷς οὐ βούλεται τὸ πᾶν ὡμοι‐
25ῶσθαι· καὶ γὰρ πῶς ἔμελλεν ἐκείνων ἄγαλμα τὸ πᾶν ἀπο‐ καλεῖν, αἷς μηδέπω κατὰ τὴν τοῦ λόγου τάξιν ὡμοίωσε τὰ πληρώματα τοῦ παντός; ὕστερον γὰρ τοῦτο ποιεῖ προελθών, ἡνίκ’ 〈ἂν〉 καὶ τὰ μερικὰ παράγῃ πληρώματα τοῦ παντός· ὥστε οὐκ ἂν εἶπεν ἄγαλμα ἐκείνων τὸ πᾶν ἤδη γεγονός,
30ἀλλ’ εἴπερ ἄρα, ‘ἐσόμενον‘. ἄγαλμα δ’ οὖν ἐστιν ὁ κόσμος τῶν νοητῶν θεῶν μετὰ τῆς ψυχῆς καὶ τοῦ νοῦ καὶ τῆς
ἐπιφοιτησάσης αὐτῷ θεότητος λαμβανόμενος, ἄγαλμα δὲ
in Ti
.

3

.

6

κινούμενον καὶ ζῶν καὶ θεότητος πλῆρες καὶ χρηματίζον πᾶσι τοῖς ἐντὸς ἑαυτοῦ καὶ τοῦ σῴζοντος τὰ πάντα καὶ πληρούμενον ἀθρόως μὲν ἁπάντων ἀγαθῶν ἀπὸ τοῦ πατρός, ἰδίᾳ δὲ παρὰ φύσεως μὲν μᾶλλον κίνησιν δεχόμενον, παρὰ
5ψυχῆς δὲ κίνησιν καὶ ζωήν, παρὰ νοῦ δὲ νόησιν καὶ ζωὴν καὶ τὴν τῶν ἐγκοσμίων θεῶν ὑποδοχήν, παρ’ αὐτῶν δὲ λοιπὸν τῶν ἐγκοσμίων θεῶν ἀληθέστατον ἄγαλμα τῶν νοη‐ τῶν θεῶν ἀποτελούμενον. καὶ πάλιν καὶ ἐκ τούτου δῆλον, ὅπως τὸν δημιουργὸν κατὰ τοὺς ἄκρους ἱδρύει τῶν τελεστῶν,
10ἀγαλματοποιὸν αὐτὸν ἀποφαίνων τοῦ κόσμου, καθάπερ ἔμ‐ προσθεν ὀνομάτων ποιητὴν θείων καὶ χαρακτήρων θείων ἐκφαντικόν, δι’ ὧν τὴν ψυχὴν ἐτέλεσε· ταῦτα γὰρ καὶ οἱ τῷ ὄντι τελεσταὶ δρῶσι, διὰ χαρακτήρων καὶ ὀνομάτων ζωτι‐ κῶν τελοῦντες τὰ ἀγάλματα καὶ ζῶντα καὶ κινούμενα ἀπο‐
15τελοῦντες. εἰκότως οὖν ἄγαται τὴν ἑαυτοῦ δημιουργίαν ὁ πατὴρ τῶν ὅλων, εὐφραινόμενος ἐπ’ αὐτῇ, ὅτι μᾶλλον ὁμοιο‐ τέραν αὐτὴν ἀποτελεῖ τῷ παραδείγματι, ἄγαται δὲ καὶ θαυ‐ μάζει οὐ τὸ προελθὸν καὶ δι’ αὑτὸν τοιοῦτον ἀποτελεσθέν, ἀλλὰ τὴν ἑαυτοῦ δύναμιν τὴν ἐξ ἀτάκτως κινουμένου καὶ
20πλημμελῶς εὔτακτον καὶ ἔμψυχον καὶ ἔννουν καὶ ἔνθεον τὸ πᾶν ἀπεργασαμένην, καὶ ὥσπερ ἑαυτὸν γιγνώσκων οἶδε τὸν κόσμον, οὕτω τὴν δημιουργικὴν ἑαυτοῦ θαυμάζων δύ‐ ναμιν ἀγαστὸν ποιεῖ τὸ δημιούργημα καὶ ἀληθινὸν ἄγαλμα τῶν ἀιδίων θεῶν· καὶ γάρ πως τὸ ἄγαλμα παρὰ τὸ ἀγάλ‐
25λεσθαι τὸν θεὸν ἐπ’ αὐτῷ λέλεκται. ἀγάλλεται δὲ οὐ χαίρων ἐπὶ τῷ ἔξω κειμένῳ πράγματι (πῶς γὰρ ἔξω βλέπει νοῦς ὤν;), ἀλλὰ πληρουμένης τῆς ἀγαθοειδοῦς ἑαυτοῦ βουλήσεως καὶ προϊούσης αὐτῆς τῆς ἀγαθουργοῦ δυνάμεως εἰς μετά‐ δοσιν ἄφθονον καὶ χορηγίαν τῶν τελειοτέρων ἀγαθῶν· ὃ
30καὶ αὐτὸς ἐνεδείξατο ἱκανῶς εἰπών· καὶ εὐφρανθεὶς ἔτι δὴ μᾶλλον ὅμοιον πρὸς τὸ παράδειγμα ἐπενόησεν
ἀπεργάσασθαι· εὐφραίνεται μὲν γὰρ πρώτως κατὰ τὴν
in Ti
.

3

.

7

ἔνδον ἑαυτοῦ νόησιν ἁπλῇ καὶ ἀνεμποδίστῳ καὶ ἀθρόᾳ περι‐ βολῇ 〈τῇ〉 πᾶν τὸ νοητὸν περιλαμβανούσῃ καὶ φιλοφρο‐ νουμένῃ διὰ τῆς πρὸς αὐτὸ στάσεως καὶ ἑνώσεως τελέας. εὐφραίνεται δέ, εἰ θέμις εἰπεῖν, καὶ δευτέρως διὰ τὴν ἐπι‐
5τηδειότητα τῶν ὑποδεχομένων τὴν ἔξω προϊοῦσαν αὐτοῦ τῶν ἀγαθῶν χορηγίαν. καὶ ὁρᾷς, ὅπως τρεῖς αἰτίας παραδίδωσι τῆς τῶν εἰς τόνδε τὸν κόσμον προϊόντων ἀπὸ τοῦ πατρὸς ἀγαθῶν μετουσίας· μίαν μὲν καὶ πρωτίστην τὴν ἀπὸ τῆς τοῦ ποιητικοῦ αἰτίου δυνάμεως (αὐτὸς γάρ ἐστι καὶ νῦν ὁ
10τὸν χρόνον ἀπογεννῶν διὰ τὴν οἰκείαν ἀφθονίαν καὶ τὴν γόνιμον περιουσίαν πάντα πληροῦν ἐφιέμενος πρώτων καὶ μέσων καὶ τελευταίων ἀγαθῶν), δευτέραν δὲ τὴν ἀπὸ τῆς ἐπιτηδειότητος τοῦ δεξομένου πράγματος (τότε γὰρ εὐφραί‐ νεται τὸ μεταδιδὸν τῶν ἀγαθῶν, ὅτε τὸ μεταλαμβάνον
15ἐπιτηδείως διάκειται πρὸς τὴν ὑποδοχὴν αὐτῶν), τρίτην δὲ τὴν ἐκ τῆς ἀμφοῖν συμμετρίας καὶ ὡσανεὶ συμπνοίας καὶ συμφωνίας· διὰ γὰρ τοῦτο, καίπερ ἀεὶ τῶν θεῶν πᾶσι προτεινόντων τὰ σύστοιχα ταῖς οὐσίαις αὐτῶν ἀγαθά, οὐκ ἀεὶ πάντες αὐτὰ καταδεχόμεθα, διότι μήτ’ ἐπιτηδείως ἔχομεν
20μήτε σύμμετροί πως τῇ δυνάμει τῶν μεταδιδόντων καθέστα‐ μεν. εἰ δὲ βουλοίμεθα χαίρειν ἐφ’ ἡμῖν τὸ θεῖον, ὡς δὴ πέφυκε χαίρειν καὶ εὐφραίνεσθαι καὶ δι’ ἡμᾶς καίπερ ὡσαύ‐ τως ἀεὶ διακείμενον, ἐπιτηδείους πρὸς ὑποδοχὴν τῶν παρ’ αὐτοῦ προτεινομένων ἡμῖν ἀγαθῶν ἡμᾶς αὐτοὺς ποιητέον,
25ἵνα μὴ ἀργῇ εἰς ἡμᾶς ἡ τοῦ θεοῦ δόσις καίπερ ὑπ’ οὐδενὸς ἐμποδίζεσθαι πεφυκυῖα. ταῦτα μὲν οὖν ἄλλης ἐστὶ προ‐ θέσεως ἐπὶ πλέον θεωρεῖν. νυνὶ δὲ ἴδωμεν, πῶς ὁμοιότερον γίγνεται τὸ πᾶν πρὸς τὸ παράδειγμα χρόνου γεννηθέντος. ὅτι μὲν οὖν ἀιδίου πρώτως ὄντος τοῦ παραδείγματος, εἰ μὴ
30τὴν γοῦν δευτέραν ἀιδιότητα προσειλήφει, τὸ αἰσθητὸν ἧττον ἂν ὡμοίωτο τῷ νοητῷ, παντὶ πρόδηλον· καὶ ὅτι τὸ ἐν μετα‐ βολῇ τὴν γένεσιν ἔχον τοῦ χρόνου χωρὶς οὐκ ὅτι ἀίδιον,
ἀλλ’ οὐδ’ ἀκαρῆ διαμένειν οἷόν τ’ ἦν, οὐ χαλεπὸν συνιδεῖν.
in Ti
.

3

.

8

ὥστε δεῖ τῷ μὲν ἐπὶ πλέον ὁμοιωθησομένῳ πρὸς τὸ νοητὸν ἀιδιότητός τινος, τῷ δὲ ἀιδίῳ μέν, οὐκ ἔχοντι δὲ ὁμοῦ παροῦσαν αὑτῷ τὴν ἀιδιότητα, καθάπερ τὸ νοητὸν πᾶσαν ἔχει, χρόνου τοῦ σύμπαντος. οὐ μὴν ἀλλ’ εἴ τις ἐπισκέ‐
5ψαιτο τὴν φύσιν τοῦ χρόνου, σαφέστερον εἴσεται, πῶς οὐ πρὸς ἀιδιότητα μόνον συντελεῖ τῷ τε σύμπαντι κόσμῳ καὶ ταῖς τοῦ κόσμου μεγάλαις μερίσιν ὁ χρόνος, ἀλλὰ καὶ πρὸς τελειότητα καὶ πρὸς εὐδαιμονίαν ἑκάστῳ τε αὐτῶν καὶ πᾶσιν ὁμοῦ συλλαμβάνει. ὅπερ προϊούσης τῆς ἐξηγήσεως καὶ ἡμεῖς
10ἀναφῆναι πειρασόμεθα τὰ περὶ χρόνου πληρώματα διερευ‐ νώμενοι. Ἡ μὲν οὖν τοῦ ζῴου φύσις ἐτύγχανεν οὖσα αἰ‐ ώνιος, καὶ τοῦτο μὲν τῷ γενητῷ παντελῶς προσά‐ πτειν οὐκ ἦν δυνατόν. εἰκὼ δὲ ἐπινοεῖ κινητόν τινα
15αἰῶνος ποιῆσαι, καὶ διακοσμῶν ἅμα οὐρανὸν ποιεῖ μένοντος αἰῶνος ἐν ἑνὶ κατ’ ἀριθμὸν ἰοῦσαν αἰ‐ ώνιον εἰκόνα τοῦτον ὃν δὴ χρόνον ὠνομάκαμεν [37 D]. Ὅτι μὲν τὸ αὐτοζῷον πλήρωμά ἐστι τοῦ πλήθους τῶν νοητῶν ζῴων καὶ ὅτι ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει,
20τῶν πολλάκις καὶ τεθεωρημένων καὶ πεπιεσμένων ἐστὶ καὶ οὐδεμίαν ἐπιδεξαμένων ἀμφισβήτησιν παρὰ τοῖς ἀπὸ Πλά‐ τωνος φιλοσόφοις. ἀλλὰ τίς ὁ αἰὼν καὶ τίς ὁ κινητῶς αὐτὸν ἀπομιμούμενος χρόνος, τοῦτο δὲ καὶ νοῆσαι καὶ κε‐ κρατημένως ἑρμηνεῦσαι παγχάλεπον. ῥητέον δὲ ὅμως περὶ
25αὐτοῖν τῶν ἀρεσάντων τοῖς πρεσβυτέροις τὰ χαριέστατα καὶ εἴ τι συντεῖνον εἰς σαφήνειαν καὶ διάρθρωσιν τῶν προ‐ κειμένων εἰς ἐπίσκεψιν πραγμάτων προσθεῖναι δυνηθείημεν. χρόνου μὲν οὖν ἔννοιαν καὶ συναίσθησιν καὶ οἱ πολλοὶ τῶν ἀνθρώπων ἔχουσιν, εἴς τε τὴν 〈τῶν〉 ὑπὸ σελήνην καὶ
30τὴν τῶν οὐρανίων κίνησιν ἀποβλέποντες καὶ κινήσεώς τι τὸν
in Ti
.

3

.

9

χρόνον εἶναι νομίζοντες, οἷον ἀριθμὸν ἢ παράτασιν ἢ ἄλλο τι τοιοῦτον. αἰῶνος δὲ οἱ περιττότεροι προῆλθον εἰς ἐπί‐ στασιν, κατιδόντες οὐχὶ κίνησιν ἁπλῶς, ἀλλὰ κίνησιν ἀίδιον οὖσαν ἐν τῷ παντὶ καὶ τεταγμένην καὶ ἀεὶ ὡσαύτως ἀνα‐
5κυκλουμένην, εἶτ’ ἀπὸ ταύτης ἐνθυμηθέντες, ὡς ἄρα τοῦτο τὸ ἀεὶ ὡσαύτως ἀπ’ ἄλλου τινὸς ὑπάρχει τοῖς κινουμένοις καὶ οὐκ ἀφ’ ἑαυτῶν. ἐκεῖνο τοίνυν ἢ ἀκίνητον ἔσται ἢ κινούμενον, καὶ εἰ κινούμενον, ἢ ποτὲ κινούμενον ἢ οὐ ποτέ, ἀλλ’ ἀεὶ κινούμενον. εἰ μὲν ποτέ, πῶς τοῦ ἀεὶ ὡσαύ‐
10τως αἴτιον; εἰ δὲ ἀεί, πάλιν καὶ τῇ τούτου κινήσει τὸ ἀεὶ τοῦτο παρ’ ἄλλου, καὶ ἢ ἐπ’ ἄπειρον ἢ ἀκίνητον ἔσται τι τοῖς ἀεὶ κινουμένοις τῆς ἀεικινησίας αἴτιον, καὶ ἡ τούτου ἐνέργεια ἀκινήτου ὄντος οὐκέτι κατὰ χρόνον, ἀλλ’ αἰώνιος· ἴδιον γὰρ τῶν μὲν κατὰ χρόνον τὸ γίνεσθαι ἀεί, τῶν δὲ
15αἰωνίων τὸ εἶναι ἀεί· καὶ γὰρ ἡ κοινὴ ἔννοια παρὰ τὸ ἀεὶ εἶναι τὸν αἰῶνα λέγεσθαι οἴεται, καθάπερ τὸν χρόνον παρὰ τὴν χορείαν κίνησιν οὖσαν καὶ ἐν γενέσει τὴν ὕπαρξιν ἔχου‐ σαν. διὰ τούτων μὲν οὖν ἐμοὶ δοκοῦσιν οἵ τε πολλοὶ καὶ οἱ σοφοὶ χρόνου μὲν ἅπαντες, αἰῶνος δὲ οἱ σοφοὶ τὴν πρώ‐
20την ἔννοιαν λαβεῖν, εἴς τε τὴν ἀεὶ κινουμένην καὶ τὴν ἀεὶ μόνιμον ἀποβλέψαντες φύσιν. τί δὲ τούτων ἑκάτερον, ἤδη λεκτέον, καὶ μάλιστα κατὰ τὴν τοῦ θείου Πλάτωνος ὑφή‐ γησιν. Ἀριστοτέλης μὲν γὰρ τὸν χρόνον ἀριθμὸν τῆς κινήσεως θέμενος οὐ κατὰ τὸ ἀριθμοῦν, ἀλλὰ κατὰ
25τὸ ἀριθμητὸν ἔθετο, διὸ καὶ εἰκότως ἐζήτησε, τί τὸ ἀριθ‐ μοῦν, εἴπερ ὁ χρόνος ἀριθμητόν (πρός τι γὰρ ταῦτα, καὶ θατέρου ὄντος ἔστι καὶ τὸ λοιπόν), καὶ ἔλυσε μαλακῶς, ψυχήν τινα τὸ ἀριθμοῦν εἰπών· δεῖ γὰρ πρὸ τοῦ ἀριθμοῦ ἀιδίου ὄντος εἶναι τὸ ἀριθμοῦν ἀίδιον, ἵνα ἀεὶ ποιῇ τοῦ
30γιγνομένου ἀεὶ ὄντος. θέμενος δ’ οὖν τὸ ἀριθμητὸν τῆς κινήσεως εἶναι τὸν χρόνον τὸν αἰῶνα νοητὸν εἶναί φησι καὶ αὐτός, ἀπὸ τοῦ ἀεὶ εἶναι τὴν ἐπωνυμίαν εἰλη‐
φότα ἔχοντά τε καὶ περιέχοντα τὸν ἅπαντα χρόνον, ὅθεν
in Ti
.

3

.

10

ἐξηρτῆσθαι πᾶσι τοῖς μὲν ἀμυδρότερον, τοῖς δὲ ἐναργέ‐ στερον τὸ εἶναι καὶ τὸ ζῆν. Δεῖ δὲ ἡμᾶς ἐν τῷ παρόντι διαφερόντως ἰδεῖν, τίς ὁ αἰὼν κατὰ Πλάτωνα καὶ τίς ὁ χρόνος, καὶ μήτε τὸ εἴδωλον τοῦ χρόνου χρόνον τί‐
5θεσθαι μόνον μήτε τὸν αἰῶνα νοητὸν ἁπλῶς εἶναί τινα θεόν, ἀλλ’ ἐν ποίᾳ τάξει τῶν νοητῶν ὑφέστηκε πρῶτον καταδήσασθαι· τοῦτο γάρ ἐστι μάλιστα τῆς Πλάτωνος ἐπι‐ στήμης τὸ ἐξαίρετον. ὁ τοίνυν αἰὼν ὅτι σεμνότερός ἐστι καὶ ἀρχηγικώτερος καὶ οἷον μονιμώτερος τοῦ αὐτοζῴου, καί‐
10περ ὄντος καλλίστου καὶ τελειοτάτου τῶν νοητῶν ζῴων, ὡς αὐτὸς ἐν τοῖς πρώτοις εἴρηκε [30 D], παντὶ πρόδηλον· εἰ γὰρ τὸ μὲν αἰώνιον ὡς μετέχον λέγεταί τε καὶ ἔστιν, ὁ δὲ αἰὼν οὔτε μετέχειν εἴρηται τοῦ αὐτοζῴου οὔτε ἐπωνυμίαν ἀπ’ αὐτοῦ κατεδέξατο, δῆλον, ὡς τὸ μέν ἐστι δεύτερον, τὸ
15δὲ ἁπλούστερον καὶ ἀρχηγικώτερον· οὔτε γὰρ μετέχει τοῦ αὐτοζῴου, διότι μὴ ἔστι ζῷον (οὐδὲ γὰρ ὁ χρόνος ὁρατὸν ζῷόν ἐστιν), οὔτε ἄλλο τι ζῷόν ἐστι (δέδεικται γάρ, ὅτι μονογενὲς τὸ αὐτοζῷον αἰώνιον 〈ὄν〉), διότι κρείττων ὁ αἰών· τὸ γὰρ αἰώνιον οὔθ’ ὅπερ αἰὼν οὔτε κρεῖττον αἰῶνος, ἀλλ’
20ὥσπερ τὸ ἔννουν καὶ τὸ ἔμψυχον νοῦ καὶ ψυχῆς ἐπίταδε πάντες φαμέν, οὕτω δὴ καὶ τὸ αἰώνιον αἰῶνος δεύτερον. καὶ τί ἂν εἴη, φαίη τις ἄν, εἰ τοῦ αὐτοζῴου σεμνότερόν ἐστιν, ὃ κάλλιστόν τε εἴρηται [30 D] τῶν νοουμένων καὶ κατὰ πάντα τέλειον; ἦ μάλιστα μὲν τὸ κάλλιστον,
25καὶ εἰ τὴν τοῦ καλοῦ προσείληφεν ἀκρότητα διὰ τὴν ἄγαν μέθεξιν, ἀλλ’ οὐχὶ τὴν τοῦ ἀγαθοῦ· οὐ γὰρ εἴρηται ἄριστον· ὥστε δύναιτ’ ἂν ὑπὸ τοῦ ἀρίστου κρατεῖσθαι, πρὸς τῷ καὶ οὐ πάντων ἁπλῶς τῶν νοητῶν, ἀλλὰ ζῴων αὐτὸ τῶν νοου‐ μένων εἶναι κάλλιστον. οὐδὲν οὖν ζῷον, ἀλλ’ εἴπερ, ζωὴ
30ἄπειρος. ἔπειτα δὲ οὐκ ἀνάγκη πρώτιστον εἶναι τὸ κατὰ πάντα τέλειον· τὸ μὲν γὰρ τέλειον πάντα ἔχει, ὥστε καὶ
πρῶτα καὶ μέσα καὶ τελευταῖα· ὃ δέ ἐστιν ὑπὲρ ταύτην τὴν
in Ti
.

3

.

11

τομήν, ὑπερτέλειον ἂν εἴη. κωλύεται δ’ οὖν οὐδαμῶς ὁ αἰὼν ὑπέρτερος εἶναι τοῦ καλλίστου καὶ κατὰ πάντα τε‐ λείου ζῴου, τῶν νοουμένων ζῴων πολλῶν ὄντων, εἰ ἄριστος εἴη καὶ ὑπερτέλειος. ἔπειτα δὲ καὶ τὸ μὲν αὐτοζῷον τοῦ
5πλήθους τῶν νοητῶν ζῴων προτετίμηται· διὰ τοῦτο οὖν εἶπε· τῷ γὰρ τῶν νοουμένων καλλίστῳ καὶ κατὰ πάντα τελείῳ. ὁ δ’ αἰὼν πρὸ τοῦ πλήθους ἐστὶ τῶν νοητῶν ζῴων (καὶ γὰρ ταῦτα αἰώνια, τὰ δὲ αἰώνια μετέχει τοῦ αἰῶνος) καὶ ἀσύντακτός ἐστι πρὸς τὸ πλῆθος αὐτῶν
10καὶ μᾶλλον ὡς ἀντίξους αὐτῷ· ἑνοῖ τε γὰρ τὸ πλῆθος καὶ αὐτὸς ἐν τῷ ἑνὶ μένειν εἴρηται, ὡς ἂν ἀπλήθυντος ὤν, τὸ δὲ αὐτοζῷον περιέχει πάντα ὅσα νοητὰ ζῷα, διὸ καὶ δεῖται τοῦ αἰῶνος, ἵνα ἑνώσεως καὶ συνοχῆς καὶ ζωῆς ἀστεμφοῦς καὶ ἀμεταβλήτου παρ’ αὐτοῦ μεταλαγχάνῃ. διὸ δὴ καὶ αἰ‐
15ώνιον αὐτὸ προσειπὼν οὐκ εἶπεν αὐτὸ πλῆθος ἔχειν ἐν ἑαυτῷ, ἀλλ’ ἑνικῶς αὐτὸ προηνέγκατο, σημαίνων, ὅτι παρὰ τοῦ αἰῶνος ἡ ἕνωσις αὐτῷ μάλιστα πάρεστιν, ὡς μίαν φύσιν διὰ τὸν αἰῶνα πᾶσαν τὴν οὐσίαν τῶν νοητῶν ζῴων ἀνα‐ φαίνεσθαι. εἰ δὴ ταῦτα ὀρθῶς λέγεται, οὔτ’ ἂν ἕν τι γένος
20τοῦ ὄντος ὁ αἰὼν εἴη, ὥς τινες ᾠήθησαν, οἷον οὐσία ἢ στάσις ἢ ταυτότης (ταῦτα γὰρ πάντα μόρια τοῦ αὐτοζῴου, καὶ ἔχει αὐτῶν ἕκαστον ὡσανεὶ ἀντίθεσιν, ἣ μὲν τὸ μὴ ὄν, ἣ δὲ κίνησιν, ἣ δὲ θάτερον, αἰῶνι δὲ οὐδὲν ἀντίκειται· πάντα γοῦν ὁμοίως αἰώνια ταῦτα, τὸ ταυτόν, τὸ ἕτερον, ἡ στάσις,
25ἡ κίνησις, οὐκ ἂν δέ, εἰ ἕν τι τούτων ἦν ὁ αἰών· οὐ γὰρ ὁμοίως στάσις ἡ στάσις καὶ ἡ κίνησις, πάντα δὲ νοητὰ ὁμοίως ἐστὶν ἀεὶ ὄντα καὶ αἰώνια. πρὸς οὐδὲν οὖν ἀντίθετος ὁ αἰὼν ἢ τούτων ἢ τῶν μετ’ αὐτόν· καὶ γὰρ ὁ χρόνος, ὃς ἂν δόξειεν ἔχειν πρὸς αὐτὸν ἀνομοίως, πρῶτον μὲν οὐ περὶ τὰ αὐτὰ στρέ‐
30φεται τῷ αἰῶνι, ἀλλὰ περὶ τὰ μὴ δεχόμενα τὴν ἐκ τοῦ αἰῶνος συνοχήν, ἔπειτα δὲ εἰκών ἐστι καὶ οὐκ ἀντίθεσις αὐτοῦ, καθ‐ άπερ ἤδη τε λέλεκται καὶ προσυποδείξομεν [p. 17, 17 ss 32, 32 ss])· οὔτ’ ἂν οὖν ἓν εἴη γένος τοῦ ὄντος ὁ αἰὼν οὔτε
τὸ σύμπαν αὐτῶν ἄθροισμα· πάλιν γὰρ ἂν πλῆθος ἐν αὐτῷ
in Ti
.

3

.

12

ὂν καὶ ἑνώσεως τῆς ἐκ τοῦ μένοντος ἐν ἑνὶ προσδέοιτο. αὐτὸς δέ ἐστιν ὁ μένων ἐν τῷ ἑνί. ὥστε καὶ μένοι ἂν ἐν ἑνὶ καὶ οὐ μένοι· μένοι μὲν 〈ἂν〉 ὡς αἰὼν καὶ ὡς ἑνώσεως τοῖς οὖσιν αἴτιος, οὐ μένοι δ’ ἂν ὡς ἐκ πλήθους συγκείμενος.
5 πρὸς δὲ τούτοις πᾶσι νοῦς ἐστιν ὁ ἐκ τῶν γενῶν καὶ νοεῖ τὰ ἀποτελούμενα, ἄλλη δὲ ἔννοια νοῦ καὶ ἄλλη αἰῶνος, ὡς καὶ ψυχῆς καὶ χρόνου· νοῦ μὲν γὰρ ἐνέργεια ἀμετά‐ βατος νόησις, αἰῶνος δὲ ἀιδιότης ἀμέριστος. καὶ διακέκρι‐ ται μὲν οὕτω τὰ πράγματα. οἱ δὲ πάντα εἰς ταὐτὸν συγ‐
10κυκῶντες καὶ ἕνα νοῦν μεταξὺ ψυχῆς καὶ τἀγαθοῦ μόνον εἶναι λέγοντες ἀναγκάζονται νοῦν καὶ αἰῶνα ταὐτὸν ὁμο‐ λογεῖν εἶναι. τί οὖν ἂν εἴη ὁ αἰών, εἰ μήτε ἕν τι τῶν γενῶν μήτε τὸ ἐκ τῶν πέντε συνιστάμενον, ἐπειδὴ ταῦτα πάντα αἰώνια καὶ αἰῶνος ἐπίταδε; τί δὲ ἄλλο γε ἢ τῶν
15νοητῶν ἑνάδων (λέγω δὲ ἑνάδας τὰς ἰδέας τῶν νοητῶν ζῴων καὶ τὰ γένη τῶν νοητῶν τούτων ἰδεῶν πασῶν) τούτων δ’ οὖν καὶ τῆς ἀκρότητος τοῦ πλήθους αὐτῶν ἡ μία περιοχὴ καὶ αἰτία τῆς ἀνεξαλλάκτου πάντων διαμονῆς, οὐκ ἐν αὐτοῖς οὖσα τοῖς πολλοῖς νοητοῖς οὐδ’ ἐξ αὐτῶν ἀθροιζομένη, ἀλλ’
20ἐξῃρημένως αὐτοῖς παροῦσα καὶ καθ’ ἑαυτὴν αὐτὰ διατι‐ θεῖσα καὶ οἱονεὶ μορφοῦσα καὶ αὐτὸ τοῦτο 〈τῷ〉 ἅμα ὅλα εἶναι ποιοῦσα; οὐ γὰρ εὐθέως μετὰ τἀγαθὸν τὸ πάντη πλήθους ἀνέμφατον ἡ παντοδαπὴ τῶν νοητῶν ἰδέα παρά‐ γεται, ἀλλ’ εἰσί τινες μεταξὺ φύσεις ἡνωμέναι μὲν μᾶλλον
25τοῦ πλήθους τοῦ παντελοῦς, ὠδῖνα δὲ καὶ ἔμφασιν τῆς ἀπογεννήσεως τῶν ὅλων καὶ τῆς συνοχῆς ἐν ἑαυταῖς ἐπι‐ δεικνύμεναι. πόσαι δὲ αὗται καὶ οἷαι, θείως μὲν οἱ θεοὶ γιγνώσκουσιν, ἀνθρωπίνως δὲ καὶ φιλοσόφως ἡ τοῦ Παρ‐ μενίδου διδάσκει μυστικὴ παράδοσις, εἰς ἣν καὶ ἡμεῖς
30τὴν ἀκριβῆ περὶ τούτων ἐξεργασίαν ἀναβαλλόμεθα. νῦν δὲ ὅτι καὶ ὁ αἰὼν ὑπὲρ τὸ παντελὲς ζῷον καὶ ὅτι προσεχῶς
ὑπὲρ αὐτό, δι’ αὐτῶν τῶν τοῦ φιλοσόφου ῥημάτων ἐπι‐
in Ti
.

3

.

13

δείκνυμεν· ὅτι μὲν γὰρ αἰώνιον εἴρηται, δεύτερον ἂν εἴη τοῦ αἰῶνος· ὅτι δὲ οὐδὲν πρὸ αὐτοῦ αἰώνιον, προσεχῶς ἂν εἴη μετὰ τὸν αἰῶνα. πόθεν οὖν, ὅτι μηδὲν πρὸ αὐτοῦ αἰ‐ ώνιον; ὅτι, φαίην ἄν, μηδὲ πρὸ τῆς εἰκόνος αὐτοῦ ἔστι τι
5ἔγχρονον, ἀλλ’ ὅ τε κόσμος πρώτως χρόνου μετέχει καὶ τὸ αὐτοζῷον πρώτως αἰῶνος· εἰ γὰρ ὃν ἔχει λόγον ὁ αἰὼν πρὸς τὸν χρόνον, τοῦτον ἔχει καὶ τὸ αὐτοζῷον πρὸς τὸν κόσμον, καὶ ἐναλλάξ, φαῖεν ἂν γεωμετρῶν παῖδες, ὃν ἔχει λόγον ὁ αἰὼν πρὸς τὸ αὐτοζῷον, τοῦτον ὁ χρόνος πρὸς τὸν
10κόσμον. ἀλλὰ μὴν ὁ χρόνος ὑπὸ πρώτου μετέχεται τοῦ κόσμου (καὶ γὰρ οὐδ’ ἦν ὅλως πρὸ τῆς οὐρανοῦ διακοσμή‐ σεως), καὶ ὁ αἰὼν ἄρα ὑπὸ πρώτου μετέχεται τοῦ αὐτο‐ ζῴου. καὶ εἰ ὁ χρόνος μὴ ἔστι τὸ πᾶν αἰσθητὸν ζῷον (μετ’ αὐτοῦ γὰρ γέγονε, τὸ δὲ μετ’ αὐτοῦ γεγονὸς οὐκ ἔστιν
15αὐτὸ μεθ’ οὗ γέγονεν), οὐδ’ ἂν ὁ αἰὼν εἴη τὸ νοητὸν ζῷον· ὥστε οὐδὲ ζῷον, ἵνα μὴ δύο ᾖ νοητὰ ζῷα· δέδεικται γὰρ ὅτι μονογενές ἐστι τὸ αὐτοζῷον ὑπ’ αὐτοῦ πρότερον· ὥστ’ οὐχὶ ζῷον μὲν ὁ αἰών, ἄλλο δὲ τοῦ αὐτοζῴου τὸ ζῷον· οὐδ’ ἄρα ζῷον ὅλως· ἢ γὰρ ἕτερον τοῦ αὐτοζῴου ἢ ταὐτόν.
20οὐδέτερον δὲ δυνατὸν λέγειν, ὡς δεδείχαμεν· τὸ μέν, ὅτι μονογενὲς τὸ αὐτοζῷον, τὸ δέ, ὅτι μηδὲ χρόνος καὶ τὸ ἔγ‐ χρονον ταὐτόν. εἰ δὲ μετέχεται μέν, οὐ μετέχει δὲ τοῦ νοη‐ τοῦ ζῴου, εἴη ἂν πρὸ τοῦ αὐτοζῴου, θεὸς ὢν νοητὸς μέν, οὔπω δὲ ζῷον, εἴπερ θεὸς καὶ τὸ αὐτοζῷον, τοῦτο δέ, εἴπερ
25καὶ ὁ κόσμος· τὸ γὰρ μετεχόμενον ἐκεῖ, μὴ μετέχον δὲ τοῦ μετεχομένου πάντως ὁλικώτερον. δῆλον δέ, ὅτι τὰ τῆς μετ‐ οχῆς οὐκ ἐπ’ ἴσης ἐπ’ ἀμφοῖν· ἄλλη γὰρ ἡ τῶν νοητῶν κοινωνία καὶ ἕνωσις, ἣν καταχρώμενοι νῦν μετοχὴν ἐκαλέ‐ σαμεν, καὶ ἄλλη ἡ τῶν ἐπίταδε φύσεων. πέφηνεν ἄρα ἡ
30τάξις τοῦ αἰῶνος ἡ πρὸς τὸ αὐτοζῷον, ὅτι τε ὑπερτέρα καὶ προσεχῶς ὑπερτέρα καὶ ὅτι τοῦ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἐστὶν αἰτία τοῖς νοητοῖς (καὶ γὰρ εἰ τὴν στάσιν τού‐
του τις αἰτιῷτο, ἀλλ’ ἣ μέν ἐστι συντεταγμένη αἰτία καὶ
in Ti
.

3

.

14

περὶ τὴν ἐνέργειαν παρεχομένη μᾶλλον τὸ ὡσαύτως, ἣ δὲ ἐξῃρημένη) καὶ ὅτι περιοχή ἐστι τῶν πολλῶν νοητῶν ἑνά‐ δων καὶ ἕνωσις. διὸ καὶ ὑπὸ τῶν λογίων πατρογενὲς φάος εἴρηται, διότι δὴ τὸ ἑνοποιὸν φῶς πᾶσιν ἐπιλάμπει·
5
πολὺ γὰρ μόνος ἐκ πατρὸς ἀλκῆς δρεψάμενος νόου ἄνθος ἔχει τὸ νοεῖν πατρικὸν
νοῦν
καὶ νόονἐνδιδόναι πάσαις πηγαῖς τε καὶ ἀρ‐
χαῖς
10 καὶ τὸ νοεῖν αἰεί τε μένειν ἀόκνῳ στροφάλιγγι· πατρικῆς γὰρ θεότητος διακορὴς ὤν, ἣν καλεῖ νόου ἄν‐ θος, νοῦν ἐπιλάμπει τοῖς πᾶσι καὶ τὸ ἀεὶ ὡσαύτως νοεῖν καὶ ἐρωτικῶς περὶ τὴν πάντων ἀρχὴν στρέφεσθαι καὶ ἐνερ‐ γεῖν. ἀλλὰ ταῦτα μὲν 〈ἐν〉 ἀβάτοις σηκοῖς τῆς διανοίας
15ἀνελίττω. Πάλιν δὲ πανταχόθεν ἀνιχνεύοντες τὴν τοῦ φιλοσόφου περὶ αἰῶνος ἐπιβολὴν δραξώμεθα τοῦ μένοντος αἰῶνος ἐν ἑνί· ποίῳ γὰρ ἑνί, ζητῶμεν. ἆρα τἀγαθῷ, καθάπερ ἔδοξε τῷ θεολογικωτάτῳ τῶν ἐξηγητῶν; ἀλλ’ οὐδ’ αὐτὸ
20ἐν ἑαυτῷ μένει δι’ ἁπλότητα, καθὰ μεμαθήκαμεν ἐν τῇ πρώτῃ τοῦ Παρμενίδου [127 D ss] ὑποθέσει καὶ αὐτὸν ἤρεσε, μή τί γε ἄλλο ἐν αὐτῷ· οὐδὲν γὰρ ὅλως ἐν ἐκείνῳ οὐδὲ σὺν ἐκείνῳ διὰ τὸ ἐξῃρῆσθαι τῆς πρὸς ὁτιοῦν τῶν ἁπάντων αὐτὸ συν‐ τάξεως, ἄλλως τε οὐδὲ ἀγαθὸν οὔτε ἓν εἴωθε λέγεσθαι, ἀλλὰ
25τἀγαθὸν καὶ τὸ ἓν μετὰ τοῦ ἄρθρου, ἵνα τὴν μοναδικὴν αὐτοῦ καὶ ἐπέκεινα πάσης τῆς συνεγνωσμένης φύσεως ὑπερ‐ οχὴν ἐννοήσωμεν. νυνὶ δὲ οὐκ ‘ἐν τῷ ἑνὶ‘ μένειν ὁ αἰὼν εἴρηται, ἀλλ’ ἐν ἑνί· ὥστε οὐκ ἐν τἀγαθῷ. ἀλλ’ ἆρα τοῦτο δηλοῖ τὸ μένοντος αἰῶνος ἐν ἑνί, τὸ οἷον ἡνωμένου τοῦ
30αἰῶνος καὶ μένοντος ἐν τῷ ἑαυτοῦ ἑνὶ καὶ εἰς πλῆθος ἢ
in Ti
.

3

.

15

ὅλως ἀριθμὸν οὐ προϊόντος, ἵνα καὶ ἑνώσεως αἴτιος ᾖ τοῖς πολλοῖς νοητοῖς; ἢ καὶ τοῦτο μὲν ἀληθές, 〈ὡσ〉 ἡμεῖς γέ φαμεν, ἵνα ἑαυτῷ πρὸ τῶν αἰωνίων παρέχῃ τὸ μόνιμον καὶ τὸ ὅλον (τοῦτο γὰρ τὸ ἐν ἑνὶ μένειν), τὴν ὅλην ὁμοῦ παρ‐
5οῦσαν καὶ τὴν αὐτὴν ὕπαρξιν καὶ ἀνεξάλλακτον. ἕκαστον γοῦν τῶν θείων ἀφ’ ἑαυτοῦ ἄρχεται τῆς ἐνεργείας, ὡς καὶ ὁ αἰὼν ἑαυτὸν ἑδράζει πρὸ τῶν αἰωνίων ἐν τῷ ἑνὶ καὶ συνέχει ὡσαύτως· ὥστε οὐχὶ τὸ ὄν ἐστιν, ὥς φησι Στρά‐ των ὁ φυσικός, τὸ τῆς διαμονῆς αἴτιον, ἀλλ’ ὁ αἰών, καὶ
10διαμονῆς οὐ γιγνομένης ἀεί, ἀλλ’ ἐν ἑνὶ οὔσης ἀνεξαλλάκτως, ὡς εἶπεν ὁ Τίμαιος. εἰ δὲ ὁ αἰὼν δυάδα ἐμφαίνει, κἂν πολλάκις αὐτὸ κρύπτειν σπουδάζωμεν (τὸ γὰρ ἀεὶ τῷ ὄντι συνάπτεται κατὰ ταὐτὸν καὶ ἔστιν αἰὼν ὁ ἀεὶ ὤν), ἔοικεν ἔχειν τὴν μονάδα τοῦ ὄντος πρὸ αὐτοῦ καὶ τὸ ἓν ὂν καὶ
15μένειν ἐν τούτῳ τῷ ἑνί, ὡς ᾤετο περὶ τούτου τοῦ ἑνὸς καὶ ὁ ἡμέτερος καθηγεμών, ἵνα καὶ αὐτὸς ἓν ᾖ πρὸ τῆς δυάδος, ἅτε τοῦ ἑνὸς μὴ ἀφιστάμενος, καὶ ἡ μὲν ἐν αὐτῷ προεμφαίνουσα τὸ πλῆθος δυὰς ἑνίζηται τῷ ἑνὶ ὄντι, ἐν ᾧ μένει ὁ αἰών, τὸ δὲ πλῆθος τῶν νοητῶν αὐτῷ τῷ αἰῶνι
20περιέχοντι αὐτῶν καὶ συνέχοντι πάσας ἐξῃρημένως καὶ ἑνι‐ αίως τὰς ἀκρότητας· ὅτι γὰρ ἡ τοῦ ὄντος ἑνὸς καὶ ἡ τοῦ αἰῶνος ἔννοια διαφέρουσι, δῆλον· τὸ γὰρ ἀεὶ εἶναι καὶ τὸ ἁπλῶς εἶναι πάντως ἕτερον. εἴ τι γοῦν ἀεί ἐστι, τοῦτο καὶ ἔστιν· οὐκ ἀνάπαλιν δὲ εἴ τι ἔστι, τοῦτο καὶ ἀεί ἐστιν· ὁλι‐
25κώτερον ἄρα καὶ γενικώτερον τοῦ ἀεὶ εἶναι τὸ εἶναι καὶ διὰ ταῦτα ἐγγυτέρω τοῦ πάντων αἰτίου καὶ τῶν ὄντων καὶ τῶν ἑνάδων τῶν ἐν τοῖς οὖσι καὶ αὐτῆς τῆς γενέσεως καὶ τῆς ὕλης. τρία οὖν ταῦτά ἐστιν ἑξῆς· τὸ ἓν ὂν ὡς μονὰς τῶν ὄντων, ὁ αἰὼν ὡς δυὰς μετὰ τοῦ εἶναι τὸ ἀεὶ ἔχουσα,
30τὸ αἰώνιον μετέχον καὶ τοῦ εἶναι καὶ τοῦ ἀεὶ καὶ οὐ τὸ πρώτως ἀεὶ ὂν ὡς αἰών. καὶ τὸ μὲν ἓν ὂν τοῦ εἶναι μόνως
αἴτιον πᾶσι τοῖς ὁπωσοῦν *** εἴτε ὄντως εἴτε οὐκ ὄντως, ὁ δὲ
in Ti
.

3

.

16

αἰὼν τῆς ἐν τῷ εἶναι διαμονῆς. καὶ τοῦτο ἔδει μᾶλλον τὸν Στράτωνα λέγειν, ἀλλ’ οὐχὶ τὴν διαμονὴν ὁρίζεσθαι τῶν ὄντων τὸ ὄν, ὡς ἐκεῖνος ἐν τῷ Περὶ Τοῦ Ὄντος βιβλίῳ γέγραφε, τὸ ἴδιον τοῦ αἰῶνος μετάγων ἐπὶ τὸ ὄν· οὐδὲ γὰρ
5ἐν τοῖς γενητοῖς ταὐτόν ἐστι τὸ γίνεσθαι τῷ διαμένειν γιγνό‐ μενον, ἀλλὰ τῆς μὲν γενέσεως ἴδιον τὸ ἄλλο καὶ ἄλλο δει‐ κνύναι τὸ ἔχον, τοῦ δὲ διαμένειν τὴν γένεσιν ὁ χρόνος, ἐν ᾧ ἡ γένεσις· καὶ ὅπερ ἐπὶ ταύτης ὁ χρόνος, τοῦτο ἐπὶ τῆς οὐσίας ὁ αἰών. ἀλλὰ περὶ μὲν τοῦ μεγίστου τοῦ μείναντος
10ἐν τῷ ἑνὶ τῶν θεῶν αἰῶνος ἄχρι τοσούτου παραγεγυμνώ‐ σθω. Διὰ τί δὲ ἐτύγχανεν οὖσα αἰώνιος ἡ τοῦ ζῴου φύσις, ἀλλ’ οὐχὶ ‘τυγχάνει‘, καίπερ τῷ αἰῶνι τοῦ νῦν ᾠκειωμένου μᾶλλον ἢ τοῦ παρεληλυθότος; ἐχρήσατο μὲν οὖν καὶ ἐν ἄλλοις [29 E] τούτῳ τῷ εἴδει τῆς ἀπαγγελίας, ἀγα‐
15θὸς ἦν εἰπὼν περὶ τοῦ ἀγαθοῦ ὄντος ἀεί, σημαίνων, ὅτι οὐκ ἀπὸ χρόνου τοῦτο, ἀλλ’ ἀεὶ ἦν, καὶ ὅτι τὰ τέλη προείληπται καὶ συνείληπται ταῖς ἀρχαῖς πρὸ πάσης παρατάσεως ἐπὶ τῶν θείων. νυνὶ δὲ καὶ πλείονα καιρὸν ἔσχε τὸ ἐτύγχανεν· ἐπεὶ γὰρ καθ’ ὑπόθεσιν διακοσμεῖ, πρὸ δὲ τῆς διακοσμήσεως
20εἰ καὶ μὴ χρόνῳ, ἀλλ’ οὖν τῇ ἀξίᾳ ὑπάρχει τὰ νοητὰ καὶ ὅσα σύνεστι τοῖς νοητοῖς, διὰ τοῦτ’ εἶπεν ἐτύγχανε. πάλιν δὲ τῷ οὖσα τῇ ἀσθενείᾳ τοῦ παρατατικοῦ ῥήματος ἐβοή‐ θησε· πεποίηκε γὰρ αὐτὸ καὶ οὐσιῶδες, καὶ οὐχ ἧττον τοῦ ἐνεστῶτος ᾠκείωσέ γε τῷ αἰῶνι τὸν λόγον περὶ αὐτοῦ, τε‐
25λειότητα μὲν αὐτῷ διὰ τοῦ ἐτύγχανεν ἐπιδούς, τὸ ὂν δὲ τὸ οὐσιῶδες διὰ τοῦ οὖσα συνεισενεγκών. καὶ περὶ μὲν τῶν λεξειδίων ἅλις. Διὰ τί δὲ τῷ γενητῷ τὸ αἰώνιον παντελῶς προσάπτειν οὐκ ἦν δυνατόν; ἦ ὅτι πᾶν τὸ γενητόν. φαίης ἄν, ἐν μεταβολῇ τὸ εἶναι ἔχει, τὸ δὲ παν‐
30τελῶς αἰώνιον ἀμετάβλητόν ἐστι καὶ ἀγένητον. ἀντικειμένων οὖν ἀλλήλαις τῶν φύσεων εἴ τις ἐβιάσατο τῷ γενητῷ προσ‐ άψαι τὸ παντελῶς αἰώνιον, οὔτε 〈ἂν〉 ἀμετάβλητον αὐτὸ ἐποίει
καὶ ἀνῄρει αὐτοῦ τὴν φύσιν. ἆρ’ οὖν ἀμηγέπῃ πάρεστι τῷ
in Ti
.

3

.

17

αἰσθητῷ ὁ αἰών, εἰ καὶ μὴ παντελῶς; πῶς δὲ οὐκ ἂν ὁμο‐ λογήσαιμεν; ὁ γὰρ τῆς εἰκόνος μετέχων τοῦ αἰῶνος μετέχει πως καὶ τοῦ αἰῶνος, εἰ καὶ μὴ οὕτως, ὡς ὁ ἀμέσως αὐτοῦ μετέχων, καὶ ὅλως ἀεὶ τὰ ὑπέρτερα αἴτια κοσμεῖ καὶ τὰς
5τῶν ὑφειμένων ἐπικρατείας. ὥστε καὶ ὁ αἰὼν πάρεστί πως τοῖς ὑπὸ τοῦ χρόνου κοσμουμένοις· καθ’ ἓν μὲν γὰρ παν‐ τελὲς πέρας μόνοις τοῖς νοητοῖς σύνεστι, πεπληθυσμένως δὲ κατὰ τὰς διῃρημένας τελειότητας καὶ κατὰ τὰ ὡρισμένα τῆς ζωῆς μέτρα καὶ μάλιστα κατὰ τὰς οὐσίας τῶν οὐρανίων
10ψυχῶν δύναται παρεῖναι καὶ τοῖς ἐγκοσμίοις πράγμασι. καὶ δέχεται αὐτὸς ὁ κόσμος οὐχ ὡς ἔστιν † αὐτὸς ὁ αἰών, διὸ μηδ’ αἰώνιος εἶναι λέγεται, ἀλλ’ ὡς δύναται τὴν ἀμέριστον αὐτοῦ παρουσίαν καὶ ἔλλαμψιν. θείας ἄρα καὶ τοῦτο αἰτίας καὶ περιοχῆς ἐξαίρετον ἀγαθόν ἐστιν ἐν τῷ αἰῶνι, διόπερ
15δὴ καὶ τὰ μεριστὰ καὶ ὥσπερ ὑπεναντία πρὸς τὴν ἑαυτοῦ φύσιν κατ’ αἰτίας ἐπιπλοκὴν περιέχει. καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. Πῶς δὲ ‘εἰκὼν‘ ὁ χρόνος εἴρηται τοῦ αἰῶνος; ἆρ’ ὅτι μένει μὲν ὁ αἰὼν ἐν τῷ ἑνί, πρόεισι δὲ ὁ χρόνος κατ’ ἀριθμόν; ἀλλὰ ταῦτα τὴν ἀνομοιότητα μᾶλλον αὐτοῖν
20ἢ τὴν ὁμοίωσιν ἐπιδείκνυσι· σχεδὸν γὰρ τὰ πάντα τοῖς πᾶ‐ σιν ἀντέθηκε, τῷ ‘μένειν‘ τὸ ‘ἰέναι‘, τῷ 〈ἐνἑνὶ τὸ κατ’ ἀριθμόν, τῷ †‘αὐτὸ‘ τὴν ‘εἰκόνα‘. βέλτιον οὖν λέγειν, ὅτι δὴ δύο μέτρα ταῦτα τῶν ὄντων ὁ θεὸς παρήγαγε, τὸν αἰ‐ ῶνά φημι καὶ τὸν χρόνον, τὸν μὲν τῶν νοητῶς ὄντων, τὸν
25δὲ τῶν ἐγκοσμίων. καθάπερ οὖν ὁ κόσμος εἰκὼν εἴρηται τοῦ νοητοῦ, καὶ τὸ κοσμικὸν μέτρον εἰκὼν τοῦ μέτρου τοῦ νοητοῦ κατωνόμασται. ἀλλ’ ὁ μὲν αἰὼν μέτρον ὡς τὸ ἕν, ὁ δὲ χρόνος ὡς ὁ ἀριθμός· μετρεῖ γὰρ ἑκάτερος, ὃ μὲν τὰ ἑνιζόμενα, ὃ δὲ τὰ ἀριθμούμενα, καὶ ὃ μὲν τὴν διαμονὴν
30τῶν ὄντων, ὃ δὲ τὴν παράτασιν τῶν γινομένων. αἱ δὲ δοκοῦσαι ἀντιθέσεις αὐτῶν οὐκ ἀνομοιότητά 〈τινα〉 τῶν μέ‐
τρων ἐμφαίνουσιν, ἀλλὰ τὸ παρῆχθαι τὰ δεύτερα παρὰ τῶν
in Ti
.

3

.

18

πρεσβυτέρων· ἥ τε γὰρ πρόοδος ἀπὸ τῆς μονῆς καὶ ὁ ἀριθμὸς ἀπὸ τοῦ ἑνός. μήποτε δὲ καὶ εἰκὼν ὁ χρόνος διὰ τοῦτο τοῦ αἰῶνος, διότι τῆς τελειότητός ἐστι τῶν ἐγκοσμίων ποιητικός, ὥσπερ ὁ αἰὼν τῆς τῶν ὄντων, ὡς συνοχεὺς καὶ φρου‐
5ρός· ὡς γὰρ τὰ μὴ δυνάμενα κατὰ νοῦν ζῆν ὑπὸ τὴν τῆς εἱμαρμένης ἄγεται τάξιν, ἵνα μὴ φυγόντα τὸ θεῖον τελέως ἄτακτα γένηται, οὕτω δὴ καὶ τὰ προελθόντα τοῦ αἰῶνος καὶ μὴ δυνηθέντα μετέχειν τῆς ἑστώσης τελειότητος ὅλης ἅμα καὶ ἀεὶ ταῦτα τελεῖ μὲν εἰς τὴν ἐπικράτειαν τοῦ χρόνου,
10διεγείρεται δὲ παρ’ αὐτοῦ πρὸς τὰς προσφόρους ἑαυτοῖς ἐνεργείας, δι’ ὧν τοῦ προσήκοντος αὐτοῖς τέλους διά τινων περιόδων ἀποκαταστατικῶν ἀπολαύειν δυνήσεται. Εὖ δὲ ὅτι καὶ ‘ἐπίνοιαν‘ ἐκάλεσε τοῦ δημιουργοῦ τὴν τοῦ χρόνου ποίησιν· τὸ γὰρ τοῖς τὴν φύσιν μὴ ἀιδίοις ἐπικτήτου μετα‐
15δοῦναι καὶ χρονικῆς ἀιδιότητος, καὶ τὸ τοῖς ἀτελέσι τελειό‐ τητος, καὶ τὸ τοῖς εὐθυπόροις κυκλικῆς ἀποκαταστάσεως οὐ πόρρω δοκεῖ πίπτειν ἐπινοίας καὶ μηχανήματος. διὸ καὶ ἐν τοῖς ἑξῆς [37 E] τὴν γένεσιν τῶν μερῶν τοῦ χρόνου τὸν θεὸν ἔφη μεμηχανῆσθαι. Ἀλλὰ πῶς λέγεται ‘κινητὴ‘ εἶναι
20ἡ τοῦ αἰῶνος εἰκών; ἆρ’ ὅτι πᾶσα κινεῖται καὶ τὸ ὅλον αὐτῆς ἐστιν ἐν κινήσει; ἦ τοῦτο μὲν ἀδύνατον· οὐδὲν γὰρ καθ’ ὅλον ἑαυτὸ κινεῖται, οὐδὲ ὅσα μεταβάλλει κατ’ οὐσίαν· καὶ γὰρ τούτων μένει τὸ ὑποκείμενον. πολλῷ δὲ μᾶλλον τὰ τὰς ἄλλας κινούμενα κινήσεις μένει κατὰ τὴν οὐσίαν καὶ εἰ
25αὔξοιτο καὶ εἰ ἀλλοιοῖτο καὶ εἰ τοπικῶς κινοῖτο, ἢ μὴ μένον κατά τι συνεξαφανίσει καὶ τὴν κίνησιν· ἔν τινι γὰρ πᾶσα κίνησις. οὐδὲν οὖν ὅλον κινεῖται, καθάπερ εἴπομεν, καὶ μάλιστα ὅσα τῶν ἀιδίων, ἅ γε καὶ ἐνιδρῦσθαι χρὴ ταῖς οἰ‐ κείαις ἀρχαῖς καὶ ἐν ἑαυτοῖς μένειν, εἰ μέλλοι σῴζεσθαι
30διηνεκῶς. διαφερόντως δὲ ἡ τοῦ αἰῶνος εἰκὼν τὸ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχειν πῃ ὀφείλει καὶ τὸ στάσιμον· ὥστε ἀδύνα‐ τον τὸν χρόνον καθ’ ὅλον ἑαυτὸν εἶναι κινητόν, εἴπερ μηδὲ
ἄλλο τι τῶν πάντων. δεῖ οὖν αὐτοῦ τι μένειν ἐξ ἀνάγκης,
in Ti
.

3

.

19

εἴπερ πᾶν κινούμενον κινεῖται κατά τι μένον ἑαυτοῦ 〈*** τοῦ〉το ἔχον. μένει τοίνυν καὶ ἡ τοῦ χρόνου μονάς, ἐξηρ‐ τημένη τοῦ δημιουργοῦ, πλήρης δὲ οὖσα μετρητικῆς δυνά‐ μεως καὶ βουληθεῖσα μετρῆσαι τῆς τε ψυχικῆς οὐσίας τὰς
5κινήσεις καὶ τῆς φυσικῆς τε καὶ σωματικῆς τό τ’ εἶναι καὶ τὰς ἐνεργείας καὶ τὰ παθήματα προῆλθε κατ’ ἀριθμόν. μένων οὖν ὁ χρόνος τῇ ἀμερεῖ ἑαυτοῦ καὶ ἔνδον ἐνεργείᾳ τῇ ἔξω καὶ ὑπὸ τῶν μετρουμένων κατεχομένῃ πρόεισι κατ’ ἀριθμόν, τουτέστι κατά τινα εἴδη νοερά, μᾶλλον δὲ κατ’
10αὐτὸν τὸν πρώτιστον ἀριθμόν, ὃς ἀνὰ λόγον τῷ ἑνὶ ὄντι προέστηκε τῶν νοερῶν, φαίη ἂν ὁ Παρμενίδης, ὡς ἐκεῖνο τῶν νοητῶν. κατ’ ἀριθμὸν οὖν ἐκεῖνον πρόεισι, διὸ καὶ ἑκάστοις τῶν ἐγκοσμίων εἰδῶν τὸ πρόσφορον ἀπονέμει μέ‐ τρον. λέγοις δ’ ἂν ἔτι προσεχέστερον, ὅτι πρόεισι κατ’
15ἀριθμὸν ὁ ὡς ἀληθῶς χρόνος ἀριθμῶν τὰ μετέχοντα αὐτοῦ καὶ αὐτὸς ὢν νοερὸς ἀριθμός, ὃν καὶ ὁ Σωκράτης ἔλεγε καὶ ᾐνίσσετο, ἡνίκα ἔλεγεν [rep. VII 529 D] ἐν τῷ ἀλη‐ θινῷ ἀριθμῷ [λέγων] εἶναι τὸ αὐτοτάχος καὶ τὴν αὐτο‐ βραδυτῆτα, οἷς διαφέρει τὰ ὑπὸ τοῦ χρόνου ἀριθμούμενα
20θᾶττον ἢ βραδύτερον κινούμενα· διὸ καὶ ὁ Τίμαιος πολὺν περὶ ἐκείνου 〈οὐ〉 πεποίηκε λόγον, ὡς τῇ προτεραίᾳ τοῦ Σωκράτους αὐτὸν τελέως ἐκφήναντος, ἀλλὰ περὶ τοῦ ἀπ’ αὐτοῦ προελθόντος· ἐκείνου γὰρ ἀριθμοῦ ἀληθινοῦ ὄντος τοῦτον εἶπε κατ’ ἀριθμὸν προϊέναι. προΐτω μὲν οὖν καὶ
25κατὰ τὸν νοητὸν ἀριθμόν, πρόεισι δὲ καὶ καθ’ ὃν αὐτὸς ἀριθμεῖ τὰ μετέχοντα, καθάπερ καὶ ὁ ἐν τούτοις ἀνάπαλιν κατὰ τὸν ἀριθμοῦντα πρόεισιν, αὐτὸς ὢν ὁ ἀριθμητός, εἴ‐ δωλόν τι ἔχων τοῦ οὐσιώδους χρόνου, δι’ ὃν πάντα ἀριθ‐ μεῖται μείζοσι καὶ ἐλάσσοσι τῆς ἑαυτῶν ζωῆς ἀριθμοῖς, ὡς
30βοῦν μὲν τοσόνδε ζῆν χρόνον, ἄνθρωπον δὲ τοσόνδε, ἥλιον δὲ ἐν τοσῷδε ἀποκαθίστασθαι καὶ σελήνην καὶ φαίνοντα
καὶ ἄλλους κατ’ ἄλλα μέτρα ποιεῖσθαι τὰς ἑαυτῶν περιόδους.
in Ti
.

3

.

20

μέτρον δ’ οὖν ὁ χρόνος τῶν κινήσεων, οὐχ ὡς τὸ ᾧ με‐ τροῦμεν (τοῦτο γὰρ ἡ ἔννοια δρᾷ ἡ περὶ χρόνου καὶ οὐκ αὐτὸς ὁ χρόνος), ἀλλ’ ὡς ποιητικὸν καὶ ἀφοριστικὸν τοῦ εἶναι τῆς ζωῆς καὶ πάσης τῆς ἄλλης κινήσεως τῶν ἐν χρόνῳ
5πραγμάτων, καὶ ὡς κατὰ τὰ παραδείγματα μετρῶν αὐτὰ καὶ πρὸς ἐκεῖνα ἀφομοιῶν· ὡς γὰρ ἑαυτὸν ἀναφέρει πρὸς τὴν τοῦ αἰῶνος ὁμοίωσιν τοῦ περιέχοντος καὶ μετροῦντος τὰς παραδειγματικὰς αἰτίας, οὕτω καὶ τὰ ὑφ’ ἑαυτοῦ τελειού‐ μενα κύκλῳ συνελισσόμενα πρὸς μίμησιν ἀναπέμπει σεμνο‐
10τέραν τῶν αἰωνίων ἀρχῶν. ἢ πῶς ἄρα τηλικοῦτος ὢν καὶ τοιοῦτος θεὸς μέτρον ἂν εἴη κινήσεως ὡς τὸ ᾧ μετροῦμεν ἢ τὸ ἀριθμητὸν τῆς τῶν ἐγκυκλίων σωμάτων κινήσεως ἢ ὅλως κινήσεως, ὥσπερ τισὶν ἔδοξε μήτε τῆς δυνάμεως αὐ‐ τοῦ συναισθανομένοις μήτε τῆς δημιουργικῆς ἐπὶ πάντα
15παρουσίας; ὅταν δὲ καὶ φθορᾶς αὐτὸν αἴτιον εἶναι λέγωσι μᾶλλον ἢ γενέσεως, καὶ λήθης μᾶλλον ἢ σωτηρίας, καὶ τού‐ των κατὰ συμβεβηκὸς καὶ οὐ καθ’ αὑτό, κομιδῇ τότε τοῖς καθεύδουσιν ἐοίκασιν καὶ μήθ’ ὅσα αὐτοὶ κατά τε σῶμα καὶ ψυχὴν ὑπὸ τοῦ χρόνου *** ἐπισκεπτομένοις, μήθ’ ὅσα
20ὁ σύμπας οὐρανὸς καθ’ ὅλον ἑαυτὸν καὶ πᾶσα ἡ γένεσις ἀγαθὰ παρὰ τοῦ χρόνου καὶ διὰ τοῦ χρόνου κομίζονται λογίζεσθαι δυναμένοις. ἀλλ’ οὐχ οἱ θεουργοὶ ταῦτα φαῖεν ἄν, οἵ γε καὶ θεὸν αὐτὸν εἶναί φασι καὶ ἀγωγὴν αὐτοῦ παρέδοσαν ἡμῖν, δι’ ἧς εἰς αὐτοφάνειαν κινεῖν αὐτὸν δυνατόν,
25καὶ ὑμνοῦσι πρεσβύτερον καὶ νεώτερον καὶ κυκλοέλικτον 〈τοῦτον〉 τὸν θεὸν καὶ αἰώνιον, οὐ μόνον ὡς αἰῶνος εἰκόνα, ἀλλὰ καὶ ὡς αὐτὸν αἰωνίως προειληφότα καὶ νοοῦντα τὸν σύμπαντα τῶν ἐν τῷ κόσμῳ κινουμένων ἁπάντων ἀριθμόν, καθ’ ὃν πάντα τὰ κινούμενα περιάγει καὶ ἀποκαθίστησι
30περιόδοις θάττοσιν ἢ βραδυτέραις, καὶ πρὸς τούτοις ἀπέ‐
in Ti
.

3

.

21

ραντον διὰ τὴν δύναμιν (τὸ γὰρ πάλιν καὶ πάλιν ἀνακυκλεῖν ἀπειροδυναμίας ἐστί), καὶ ἑλικοειδῆ φασι μετὰ τούτων, ὡς καὶ τῶν κατ’ εὐθεῖαν κινουμένων καὶ τῶν κύκλῳ μετρητι‐ κὸν κατὰ μίαν δύναμιν, ὡς ἡ ἕλιξ ἑνοειδῶς περιέχει τὸ
5εὐθὺ καὶ περιφερές. οὐκ ἄρα ἀκολουθητέον τοῖς ἐν ψιλαῖς ἐπινοίαις αὐτὸν ἱστᾶσιν ἢ συμβεβηκός τι ποιοῦσιν. Ἀλλ’ οὐδ’ εἴ τινες ἔτι τούτων σεμνότεροι καὶ τῆς τῶν πραγμάτων ἐγγυτέρω χωροῦντες ἰδιότητος ἐκ τῆς ὅλης ψυχῆς γεννᾶσθαί φασι τὸν χρόνον μεταβατικῶς ἐνεργούσης αὐτῆς μὲν ἀθρόως
10καὶ ἀμεταστάτως, μετρούσης δὲ τῷ χρόνῳ τάς τε οὐρανίας περιφορὰς καὶ τὰς περιόδους τῶν ἄλλων ψυχῶν, οὐδὲ τού‐ τοις τό γε ἡμέτερον ἐπιτρέψει, καίπερ οὐ πόρρω τῆς ἀλη‐ θείας κατηντηκόσι. πρῶτον γὰρ οὖν Πλάτων, ᾧ συμφω‐ νεῖν περὶ τῶν θείων ἅπαντες ἐφιέμεθα, παρὰ τοῦ δημι‐
15ουργοῦ φησιν ὑποστῆναι τὸν χρόνον ἤδη τοῦ κόσμου κατά τε ψυχὴν καὶ κατὰ σῶμα διατεταγμένου, καὶ οὐκ ἔνδον ἐν αὐτῇ τῇ ψυχῇ καθάπερ τοὺς ἁρμονικοὺς λόγους ἐντεθεῖ‐ σθαι παρ’ αὐτοῦ, οὐδ’ ὥσπερ τὸ σωματοειδὲς ἐντὸς τῆς ψυχῆς ἔφη τεκτήνασθαι τὸν θεόν, ἵνα ᾖ δεσπότις αὐτοῦ
20καὶ ἄρχουσα ἡ ψυχή, οὐχ οὕτω καὶ τὸν χρόνον ἐν τῇ ψυχῇ τὸν θεὸν ἐργαζόμενον καὶ ἀπογεννῶντα παραδίδωσιν, ἀλλὰ διαλεχθεὶς περί τε οὐσίας καὶ ἁρμονίας καὶ δυνάμεως καὶ κινήσεων καὶ γνώσεων παντοδαπῶν τῆς ψυχῆς ἐπὶ πᾶσι τελειωθείσῃ τῇ ψυχῇ καὶ τῷ σώματι μίαν οὐσίαν τούτων
25ἁπάντων φρουρητικὴν καὶ μετρητικὴν καὶ ἀφομοιωτικὴν πρὸς τὰς παραδειγματικὰς ἀρχὰς τὴν τοῦ χρόνου παρήγαγε· τί γὰρ ἦν ὄφελος ἔχειν μὲν πάντα καλῶς τὰ ἐγκόσμια, μὴ ἀεὶ δὲ διαμένειν, καὶ μιμεῖσθαι μὲν ἀμηγέπῃ τὴν τοῦ παρα‐ δείγματος ἰδέαν, μὴ πᾶσαν δὲ εἰς δύναμιν ἐξελίττειν αὐτοῦ
30καὶ μεριστῶς ὑποδέχεσθαι τὴν ἀμέριστον νόησιν; διὰ μὲν δὴ ταῦτα δημιουργικὴν αἰτίαν ἐπέστησεν ὁ φιλόσοφος τῇ
τοῦ χρόνου προόδῳ, ἀλλ’ οὐχὶ ψυχικήν. ἔπειτα δὲ εἰς
in Ti
.

3

.

22

αὐτὰ ἀφορῶν τὰ πράγματα φαίης ἄν, ὡς εἰ ἐγέννα τὸν χρόνον ἡ ψυχή, οὐκ ἂν οὕτω μετεῖχεν αὐτοῦ, ὡς τελειου‐ μένη ὑπ’ αὐτοῦ· ὅτι γὰρ τελειοῦται ὑπ’ αὐτοῦ καὶ μετρεῖται κατά γε τὰς ἐνεργείας, οὐκ ἀσαφές, ἐπεὶ καὶ πᾶν, ὃ μὴ
5ἀθρόως καὶ ἤδη καὶ ὁμοῦ τὸ πᾶν ἔχει τῆς ἐνεργείας, δεῖται τοῦ χρόνου πρὸς τελείωσιν καὶ ἀποκατάστασιν, δι’ οὗ συλ‐ λέγει πᾶν τὸ οἰκεῖον ἀγαθόν, ὃ ἀμερίστως καὶ ἀχρόνως χωρεῖν οὐκ ἠδύνατο· δύο γάρ, ὡς καὶ ἤδη προείρηται [p. 17, 23], ταῦτα μέτρα τῆς τε διαμονῆς καὶ τῆς τελειότητός ἐστι τῶν
10ὄντων, αἰὼν καὶ χρόνος, ὃ μὲν τῶν νοητῶν ἑνάδων περι‐ οχὴ μία καὶ ἀπλήθυντος ὤν, ὃ δὲ τῶν ἐκεῖθεν προελθόν‐ των τῆς ἀιδιότητος ἢ τῆς ἐπὶ πλέον ἢ ἐπ’ ἔλαττον διαμονῆς ὅρος ὢν καὶ μέτρον δημιουργικόν. εἰ μὲν οὖν καὶ ἡ ψυχὴ κατὰ ταὐτὰ τῷ νῷ καὶ τοῖς θεοῖς ἐπιβολῇ μιᾷ καὶ ἀεὶ τῇ
15αὐτῇ πᾶν ᾕρει τὸ ἑαυτῆς γνωστὸν ἀμεταστάτως νοοῦσα, χρόνον μὲν ἐγέννησεν ἂν ἴσως, χρόνου δὲ πρὸς τὸ ἑαυτῆς τέλος οὐκ ἂν ἐδεήθη. ἐπειδὴ δὲ μεταβατικῶς νοεῖ καὶ ἀποκαταστατικῶς, ἣ μέν τις ὅλου δεῖται τοῦ χρόνου, ἣ δὲ μορίου γέ τινος χρονικοῦ τοῦ αὐτῇ πρός τε τὰς νοερὰς καὶ
20τὰς γενεσιουργοὺς ἀρκέσοντος ζωάς. οὐδὲν δὲ ὅλως αἴτιον 〈ὂν〉 τοῦ ἑαυτοῦ δεῖται γεννήματος πρὸς τελείωσιν 〈τὴν〉 ἑαυτοῦ· εἴη γὰρ ἂν οὕτω καὶ τέλειον καὶ ἀτελές, πρὶν ὑπο‐ στήσῃ τὸ δεύτερον· τέλειον μέν, ἵνα καὶ γεννήσῃ, ἐπεὶ μη‐ δὲν ἀτελὲς ἄλλου γεννητικόν· ἀτελὲς δέ, ὅτι μηδέπω μετέσχε
25τοῦ τελειοῦντος αὐτό. καὶ καθάπαξ δὲ ἄτοπον τῶν ἀπ’ αὐτῶν προελθόντων λέγειν δεῖσθαι τὰ αἴτια. μέγιστον μὲν οὖν τοῦτό σοι τεκμήριον ἔστω τοῦ τὸν χρόνον μὴ εἶναι γέννημα τῆς ψυχῆς, ἀλλ’ ὑπὸ πρώτης αὐτῆς μετέχεσθαι. μετὰ τοῦτο δὲ χρὴ νοεῖν, ὡς καὶ τὰ ἄψυχα χρόνου μετ‐
30έχει. καὶ οὐ τότε μετέσχε μόνον, ὅτ’ ἐφύετο, καθάπερ τοῦ εἴδους καὶ τῆς ἕξεως, ἀλλὰ καὶ νῦν, ὅτε δοκεῖ πάσης ἐστε‐
ρῆσθαι ζωῆς, μετέχει τοῦ χρόνου, καὶ οὐχ ὥσπερ λέγεται
in Ti
.

3

.

23

καὶ ζῆν, ὅτι συντέτακται τοῖς ὅλοις καὶ συμπαθῆ πρὸς τὸ πᾶν ἐστιν, ἀλλὰ καὶ ἰδίως καθ’ αὑτὰ χρόνου μετέχει τινὸς καὶ ταύτῃ, ᾗ ἄψυχά ἐστιν, ἀεὶ ἀπολλύμενα μέχρι τελέας φθορᾶς· οὐ γὰρ ἔστιν ὅπου μὴ πάρεστιν ὁ χρόνος. καὶ
5εἴποι δ’ ἂν ὁ μὲν οἰκοδόμος, πόσον χρόνον ἀντίσχοι ἂν ὁ τοῖχος, ὁ δ’ ὑφάντης περὶ χιτῶνος ἢ ὅλως ἐσθῆτος, ὁμοίως καὶ ἕκαστος τῶν τεχνιτῶν περὶ τῆς ἑαυτοῦ δημιουργίας, εἰ καὶ μὴ οὕτως ἀφωρισμένως, ὡς περὶ τῆς φυσικῆς ποιήσεως ἔστιν εἰπεῖν, ὁ δὲ μάντις περὶ πάντων, ἅτε καὶ τὴν ἐκ τοῦ
10παντὸς ἀπονενεμημένην τοῖς πράγμασι διάστασιν χρονικὴν δυνάμενος θεωρεῖν. πρὸς τούτοις δέ, ἐπειδὴ καὶ ψυχικαὶ καὶ σωματικαὶ μεταβολαὶ καὶ κινήσεις καὶ ἠρεμίαι καὶ ὅλως πάντα τὰ ὡς ἂν ἀντικείμενα τῶν ἐγκοσμίων πραγμάτων μετρεῖται τῷ χρόνῳ, δεῖ πάντων αὐτὸν ἐξῃρῆσθαι τούτων· τὸ
15γὰρ ὑπὸ πλειόνων καὶ τούτων ἀνομοίων 〈ὄντων〉 μετεχόμενον ἓν καὶ ταὐτὸν ὂν ἀεὶ καθ’ αὑτὸ προϋφεστὼς οὕτω μετέχεται ὑπ’ ἐκείνων, καὶ ἔτι μᾶλλον ἐν πᾶσιν ὂν πανταχοῦ ἐστιν ἀμερίστως, ὡς τὸ νῦν πανταχοῦ ἐστιν ἓν ὂν κατ’ ἀριθμὸν ἀμερὲς καὶ οὐδενὸς ἴδιον τῶν εἶναι κατ’ αὐτὸ λεγομένων.
20ὃ καὶ Ἀριστοτέλης [phys. θ 10. 266a 10 ss] ἰδὼν ἔδειξεν εἶναί τι ἀσώματον καὶ ἀμερὲς ἓν πανταχοῦ ταὐτὸν ὄν, τὸ νῦν· τοῦτο λαβών. ἔτι δὲ μὴ ὂν μὲν οὐσία, ἀλλὰ συμβε‐ βηκός, οὐκ ἂν οὕτω δημιουργικὴν ἐπεδείκνυτο δύναμιν, ὡς τὰ μὲν ἀιδίως γιγνόμενα ποιεῖν, τὰ δὲ χρονιώτερα, τὰ δὲ
25τούτων μὲν βραχυπορώτερα, τῶν δὲ ἀσθενεστέρων φύσεων μακροπορώτερα, πᾶσι δὲ τὸ πρόσφορον καὶ οἰκεῖον ἀπονέμειν μέτρον τῆς ἐν τοῖς οὖσι διαμονῆς. εἰ δ’ ἔστιν οὐσία δημι‐ ουργική, οὔτ’ ἂν ἡ ὅλη ψυχὴ εἴη οὔτ’ ἂν ψυχῆς μόριον· ἄλλη γὰρ ἔννοια ψυχῆς καὶ ἄλλη χρόνου, καὶ ἑτέρων καὶ
30οὐ τῶν αὐτῶν ἑκάτερον αἴτιον· ψυχὴ μὲν γὰρ ζωῆς μετα‐ δίδωσι καὶ κινεῖ τὰ πάντα (διὸ καὶ ὁ κόσμος, ὡς ἐπλησίασε
τῇ ψυχῇ, ζωῆς ἐπληρώθη καὶ μετέσχε κινήσεως), χρόνος δὲ
in Ti
.

3

.

24

διεγείρει τὰ δημιουργήματα πρὸς τὴν αὑτῶν τελείωσιν καὶ μέτρον ἐστὶ τῶν ὅλων καὶ ἀιδιότητός τινος χορηγός. κατα‐ δεέστερος δὲ ψυχῆς οὐκ ἂν εἴη, εἴπερ αὐτοῦ καὶ ψυχὴ μετέχει, καὶ εἰ μὴ κατὰ τὴν οὐσίαν, ἀλλὰ κατά γε τὰς μετα‐
5βατικὰς ἑαυτῆς ἐνεργείας· καὶ γὰρ ἡ τοῦ παντὸς ἀπαύστως ἐνεργεῖν εἴρηται καὶ ζῆν ἐμφρόνως πρὸς τὸν σύμπαντα χρόνον. λείπεται ἄρα καὶ οὐσίαν εἶναι καὶ ψυχῆς μὴ δεύτερον. ἐπὶ πᾶσι δὲ ἐνθυμητέον, ὡς εἰ μὲν ὁ αἰὼν ἢ γέννημα ἦν τοῦ νοῦ ἢ δύναμίς τις νοερά, ἔδει καὶ τὸν
10χρόνον τοιοῦτόν τι λέγειν εἶναι τῆς ψυχῆς. εἰ δὲ μέτρον ἐξῃρημένον τοῦ πλήθους τῶν νοητῶν ὁ αἰὼν καὶ περιοχὴ τῆς πάντων ἀιδιότητος καὶ τελειότητος, πῶς οὐχὶ καὶ ὁ χρόνος τοῦτον ἕξει τὸν λόγον πρὸς τὴν ψυχὴν καὶ τὸν ψυχικὸν διάκοσμον, ταύτῃ διαφέρων, ᾗ καὶ τὰ προελθόντα
15πάντα τῶν μεινάντων αἰτίων; ὅ τε γὰρ αἰὼν πλείονα δεί‐ κνυσι τὴν πρὸς τὰ ὑφ’ ἑαυτοῦ μετρούμενα ὑπεροχὴν ἤπερ ὁ χρόνος· ὃ μὲν γὰρ καὶ τὰς οὐσίας τῶν νοητῶν καὶ τὰς ἑνάδας ἐξῃρημένως περιέχει, ὃ δὲ τὰς οὐσίας οὐ μετρεῖ τῶν πρώτων ψυχῶν, ἅτε συντεταγμένος αὐταῖς μᾶλλον καὶ σὺν
20αὐταῖς ἀπογεννηθείς, ὡς δέ φασιν ἔνιοι τῶν Πλατωνι‐ κῶν, οὐδὲ τὰς νοερὰς ἐνεργείας, καίτοι σαφῶς τοῦ Πλά‐ τωνος τὴν μίαν καὶ ὅλην ψυχὴν καὶ θείου καὶ ἔμφρονος ἦρχθαι βίου πρὸς τὸν ξύμπαντα χρόνον ἀποφηναμένου· τά τε νοητὰ μᾶλλον ἥνωται πρὸς τὸν αἰῶνα ἤπερ τὰ ἐγ‐
25κόσμια πρὸς τὸν χρόνον, οὕτως ἄγαν, ὡς καὶ τῶν θεωρητι‐ κωτέρων φιλοσόφων ἐνίους μηδὲν ἄλλο τὸν αἰῶνα ἢ τὸν ἕνα καὶ ὅλον νοῦν ὑπολαβεῖν εἶναι. τὸν δὲ χρόνον τοῖς ἐν χρόνῳ πράγμασιν οὐδεὶς ἂν τῶν σωφρονούντων εἰς ταὐ‐ τὸν ἄγειν ἐθελήσειε διὰ τὴν πολλὴν αὐτῶν ἀπόστασιν καὶ
30ἑτερότητα. Εἰ τοίνυν μήτε κινήσεώς τι ὁ χρόνος μήτε παρακολούθημα ψυχικῆς ἐνεργείας ἢ ὅλως γέννημα ψυχῆς, μήθ’ ὥς τινες νεανιευόμενοι κατὰ τῶν θείων πραγμάτων
λέγουσιν, ὡς ὁ μὲν τοῦ θατέρου κύκλος ὁ ψυχικὸς χρόνος
in Ti
.

3

.

25

ἐστίν, αἰὼν δὲ ὁ ταὐτοῦ (τοιαῦτα γὰρ ἤκουσα καὶ τοῦ Θεοδώρου φιλοσοφοῦντος), ἵνα δὴ αὐτοὶ κατὰ τὸν ἡνίοχον τεταγμένοι κρείττους ὦσι καὶ χρόνου καὶ αἰῶνος· ὧν εἴ τις ἐπανορθοῦσθαι σπουδάζοι τὴν ὑπόληψιν, αὐτὰ μὲν ἐκεῖνα
5τὰ μόρια τῆς ψυχῆς οὐκ ἂν εἰς ταὐτόν ποτε χρόνῳ καὶ αἰῶνι συναγάγοι, ῥέπειν δὲ τὸν μὲν θατέρου κύκλον ἐπὶ τὰ ἔγχρονα, τὸν δὲ ταὐτοῦ πρὸς τὰ αἰώνια συγχωρήσειεν— ἐπειδὴ τοίνυν τούτων οὐδὲν δοκιμάζομεν, τί ἂν εἴη ὁ χρόνος; οὐ γὰρ ἱκανὸν ἴσως μέτρον εἰπεῖν τῶν ἐγκοσμίων, οὐδ’ ὧν
10ἐστιν ἀγαθῶν αἴτιος, ἀλλ’ εἰς δύναμιν ἀντιληπτέον αὐτοῦ τῆς ἰδιότητος. ἆρ’ οὖν κράτιστον οὐσίαν αὐτὸν ὄντα καὶ ψυχῆς τελειωτικὸν καὶ πᾶσι παρόντα νοῦν εἶναι λέγειν οὐχὶ μένοντα μόνον, ἀλλὰ καὶ κινούμενον, μένοντα μὲν κατὰ τὴν ἔνδον ἐνέργειαν, καθ’ ἣν καὶ ἔστιν αἰώνιος ὄντως, κινού‐
15μενον δὲ κατὰ τὴν ἔξω προϊοῦσαν, καθ’ ἣν ὁρίζει πᾶσαν μετάβασιν; τοῦ γὰρ αἰῶνος καὶ καθ’ ἣν ἔνδον ἔχει καὶ καθ’ ἣν εἰς τὰ αἰώνια ἐνεργεῖ τὸ μένειν ἔχοντος αὐτὸς κατὰ τὴν ἑτέραν ἐκεῖνον ἀπεικονισάμενος, κατὰ δὲ τὴν λοιπὴν διαστὰς ἐγένετο μένων καὶ κινούμενος. τί δ’ ἂν εἴη νοητὸν
20ἅμα καὶ γενητόν; τί δ’ ἂν εἴη μεριστὸν ἅμα καὶ ἀμέριστον; ἀλλ’ ὅμως ἐπὶ τῆς ψυχικῆς οὐσίας πάντα ταῦτα προσηκάμεθα, καὶ οὐδ’ ἄλλως δυνάμεθα τῆς μεσότητος ταύτης κατακρατῆ‐ σαι τελέως, εἰ μὴ τρόπον τινὰ τοῖς ἀντικειμένοις ἐπ’ αὐτῆς χρησαίμεθα. τί οὖν θαυμαστόν, εἰ καὶ τὴν τοῦ χρόνου
25φύσιν ὁρῶντες πῂ μὲν ἀκίνητον οὖσαν, πῂ δὲ κινουμένην, μᾶλλον δὲ οὐχ ἡμεῖς, ἀλλὰ πρὸ ἡμῶν ὁ φιλόσοφος διὰ μὲν τοῦ εἶναι αἰώνιον τὴν ἐν ταὐτῷ μένουσαν αὐτοῦ νοερὰν μονάδα παρέστησε, διὰ δὲ τοῦ κινητὸν τὴν ἔξω φερομένην αὐτοῦ καὶ μετεχομένην ἐνέργειαν ὑπό τε ψυχῆς καὶ κόσμου
30τοῦ σύμπαντος ἐνεδείξατο; μὴ γὰρ οἰηθῶμεν τὸ αἰώνιον τοῦτο ψιλὸν δηλοῦν τὸ αἰῶνος αὐτὸν ὑπάρχειν εἰκόνα (τί γὰρ ἐκώλυεν αὐτόθεν εἰπεῖν αἰῶνος εἰκόνα, ἀλλ’ οὐκ αἰ‐
ώνιον;), ἀλλ’ αὐτὸ τοῦτο δηλοῦν ἐθέλει, φύσιν αὐτὸν αἰ‐
in Ti
.

3

.

26

ώνιον ἔχειν, οὐχ οὕτως, ὡς τὸ αὐτοζῷον ἔλεγεν αἰώνιον· ἐκεῖνο γὰρ καὶ τῇ οὐσίᾳ καὶ τῇ ἐνεργείᾳ τοιοῦτον, ὁ δὲ χρόνος τῇ μὲν αἰώνιος, τῇ δὲ ἔξω δόσει κινητός. διὸ καὶ οἱ θεουργοὶ καλοῦσιν αὐτὸν αἰώνιον καὶ οὐ Πλάτων μόνος·
5εἰκότως· καὶ γὰρ 〈εἰ〉 τὸ μέν ἐστι μόνως κινητὸν καὶ καθ’ αὑτὸ καὶ κατὰ τὰ μετέχοντα αὐτοῦ, κινήσεως μόνης αἴ‐ τιον ὂν ὥσπερ ψυχή (μόνως γοῦν ἑαυτήν τε κινεῖ καὶ τὰ ἄλλα), τὸ δὲ μόνως ἀκίνητον, ἑαυτό τε ἀμετάβατον φυλάτ‐ τον καὶ τοῖς ἄλλοις τοῦ ἀεὶ ὡσαύτως ὂν αἴτιον, καὶ τοῖς
10κινουμένοις διὰ ψυχὴν τὸ μέσον εἶναι δεῖ τούτων ἄκρων ὄντων (τοῦ μὲν ἀκινήτου κατ’ ἄμφω, τοῦ δὲ κινητοῦ τὸκαὶ κατὰ τὴν αὑτοῦ φύσιν καὶ κατὰ τὴν εἰς ἄλλο δόσιν) ἀκίνητον ὂν ἅμα καὶ κινούμενον, ἀλλὰ ἀκίνητον μὲν καθ’ αὑτό, κινούμενον δὲ ἐν τοῖς μετέχουσι. τοιοῦτος δὲ ὁ χρό‐
15νος· καὶ γὰρ εἰ ὁ ἐν τοῖς μετέχουσίν ἐστιν ὡς τὸ ἀριθμού‐ μενον ἀριθμός, τίς ἔσται ὁ κατὰ τὸ ἀριθμεῖν ἐκεῖνον ὢν ἀριθμός; τὸ μὲν οὖν τὴν μερικὴν ψυχὴν λέγειν ἄτοπον· ὑστερογενὴς γάρ ἐστιν ὁ ἐν ταύτῃ τὸν χρόνον ἀριθμῶν ἀριθμὸς οὕτως, ὡς ὁ τοὺς δακτύλους ἀριθμῶν ἐν ἡμῖν.
20οὔκουν ἐκεῖνος ὁ ποιήσας πέντε τοὺς δακτύλους, ἀλλ’ ὁ γενομένους ἀριθμῶν ὑπὸ τῆς φύσεως τοσούτους. ἡμεῖς δὲ ζητοῦμεν τὸ αἴτιον τοῦ εἶναι τὸν ἀριθμούμενον χρόνον. οὗτος οὖν ἐστιν ὁ αὐτὸς μὲν ἀκίνητος μένων, καθ’ ἑαυτὸν δὲ ἀνελίττων τὸν ἀριθμούμενον. ὅλως δὲ εἰ κινητός ἐστιν
25ὁ ἐμφανὴς χρόνος, πᾶν δὲ τὸ κινητὸν ἄλλο τι ὂν κινητόν ἐστιν (οὐ γὰρ ἡ κίνησις κινητόν, ἀλλὰ τὸ κινούμενον), εἶναι δεῖ καθ’ ἑαυτὸν *** τὸν χρόνον, ἵν’ ᾖ κινητός. κατ’ ἐκεῖνο 〈μὲν〉 οὖν ἐστιν ὡς ἀληθῶς καὶ ἐν ἑαυτῷ, καθὸ δὲ ἐν τοῖς μετέχουσίν ἐστι, κινητός ἐστι καὶ μετ’ ἐκείνων, ἐξαπλῶν
30ἑαυτὸν εἰς ἐκεῖνα. ἔστιν οὖν αἰώνιος μὲν καὶ μονὰς καὶ
in Ti
.

3

.

27

κέντρον κατ’ οὐσίαν ὁ χρόνος καὶ κατὰ τὴν ἐν αὑτῷ μεί‐ νασαν ἐνέργειαν, συνεχὴς δὲ ἅμα καὶ ἀριθμὸς καὶ κύκλος κατὰ τὸ προϊὸν καὶ τὸ μετεχόμενον. νοῦς ἄρα τις οὗτός ἐστι προϊών, ἱδρυμένος μὲν ἐν αἰῶνι καὶ διὰ τοῦτο αἰώνιος
5καὶ αὐτὸς εἶναι λεγόμενος, ἐπεὶ μηδὲ ἄλλως εἰς τελειοτέραν ἀφομοίωσιν τῶν παραδειγμάτων τοῖς ἐγκοσμίοις συνετέλεσεν, εἰ μὴ πρότερον αὐτὸς ἐκείνων ἐξήρτητο, προϊὼν δὲ καὶ πολὺς ῥέων ἐπὶ τὰ ὑπ’ αὐτοῦ φρουρούμενα πράγματα. ὅθεν, οἶμαι, καὶ οἱ τῶν θεουργῶν ἀκρότατοι θεὸν καὶ τοῦτον
10ὕμνησαν, ὡς Ἰουλιανὸς ἐν ἑβδόμῳ Τῶν Ζωνῶν, καὶ τοῖς ὀνόμασι τούτοις ἐσέμνυναν, δι’ ὧν ἐκφαίνεται ἐν τοῖς μετέχουσι τὰ μὲν πρεσβύτερα ποιῶν, τὰ δὲ νεώτερα, καὶ πάντα κύκλῳ περιάγων· καὶ γὰρ γελοῖον αἰῶνος ὄντα εἰκόνα τοῦτο δὴ εἶναι τὸ ἐν τοῖς ἀριθμουμένοις μόνον ὑφεστὸς
15χρονικὸν εἴδωλον· πῶς γὰρ εἰκὼν θεοῦ τοσούτου τοῦ αἰῶνος τὸ τοιοῦτον ἐν ὑποκειμένῳ ὄν, μᾶλλον δὲ ἐν τῷ ἐν ὑπο‐ κειμένῳ ὄντι φανταζόμενον καὶ συμβεβηκὸς ὂν αὐτὸ συμ‐ βεβηκότος; εἰ δὲ καὶ νοῦς μὲν αἰῶνος δεύτερος, ψυχὴ δὲ νοῦ μίμημα, πῶς οὐχὶ ὁ χρόνος αἰῶνος ὢν εἰκὼν κρεῖττόν
20τι καὶ αὐτῆς 〈ἂν〉 εἴη τῆς ψυχῆς καὶ οὐσιωδέστερον; ὡς γὰρ νοῦς πρὸς ψυχήν, οὕτως αἰὼν ἔσται πρὸς χρόνον, καὶ ἐναλλάξ· ὥστε χρόνος πρὸ ψυχῆς, ὡς πρὸ νοῦ αἰών, καὶ μετέχοιτο μὲν 〈ἂν〉 ὑπ’ αὐτῆς, οὐ μετέχοι δ’ ἂν αὐτῆς, ὡς οὐδὲ τοῦ νοῦ ὁ αἰών, ἀλλ’ ἔμπαλιν. νοερὰν ἄρα τινὰ φύ‐
25σιν ἔχων κατ’ ἀριθμὸν περιάγει τὰ μετέχοντα αὐτοῦ, τά τε ἄλλα καὶ τὰς ψυχάς· καὶ γὰρ ὁ μὲν χρόνος αἰώνιός ἐστιν οὐ τῇ οὐσίᾳ μόνον, ἀλλὰ καὶ τῇ ἐνεργείᾳ τῇ ἔνδον ἀεὶ ὁ αὐτὸς ὤν, καθ’ ἣν δὲ μετέχεται μόνην ὑπὸ τῶν ἔξω κινη‐ τός ἐστι συνεκτείνων ἐκείνοις τὴν ἑαυτοῦ δόσιν καὶ ἐφαρ‐
30μόζων. ψυχὴ δὲ πᾶσα καὶ κατὰ τὰς ἔνδον ἐνεργείας μετα‐ βατικῶς κινεῖται καὶ κατὰ τὰς ἐκτός, δι’ ὧν τὰ σώματα
κινεῖ. καί μοι δοκοῦσιν 〈οἱ〉 τὴν φύσιν αὐτοῦ ταύτην κατα‐
in Ti
.

3

.

28

νενοηκότες οὕτως αὐτὸν ὀνομάσαι χρόνον, χορόνοόν τινα ἐθελήσαντες εἰπεῖν καὶ οἷον χορεύοντα νοῦν, συντεμόντες δὲ τάχα μὲν δι’ ἐπίκρυψιν χρόνον ὠνόμασαν, τάχα δὲ καὶ διότι μένων τε ἅμα καὶ χορεύων καὶ τῷ μὲν ἑαυτοῦ μένων,
5τῷ δὲ χορεύων, ὥσπερ ἐφ’ ἡμισείας ἐστὶ νοῦς καὶ χορευτι‐ κός. μέρος οὖν ἑκατέρου συντιθέντες τὴν θαυμαστὴν καὶ δημιουργικὴν φύσιν τοῦ θεοῦ τούτου σημαίνουσι. καὶ ἔοικεν, ὡς ὁ δημιουργὸς ἀπὸ νοῦ ἄρχεται κοσμεῖν τὸ πᾶν νοερὸς ὤν, οὕτως ὁ χρόνος ἀπὸ ψυχῆς ἄρχεσθαι τελειοῦν αὐτὸς
10ὑπερκόσμιος ὤν· ὅτι γὰρ οὐ μόνον ἐστὶν ἐγκόσμιος, ἀλλὰ καὶ πολὺ πρότερον ὑπερκόσμιος, δῆλον, εἴπερ ὡς ὁ αἰὼν ἔχει πρὸς τὸ αὐτοζῷον, οὕτως ἔχει ὁ χρόνος πρὸς τόνδε τὸν κόσμον ἔμψυχον ὄντα καὶ ἔννουν καὶ ὅλον εἰκόνα τοῦ αὐτο‐ ζῴου, καθάπερ ὁ χρόνος αἰῶνος. εἰ δ’ οὖν χορόνοός ἐστι,
15μένων χορεύει, καὶ διὰ τὸ μένον αὐτοῦ καὶ αἱ χορεῖαι ἄπει‐ ροί εἰσι καὶ ἀποκαθίστανται· πρῶτος γὰρ τῶν νῶν περὶ τὴν ὅλην χορεύσας δημιουργίαν ᾗ μὲν ἀεὶ κατὰ τὰ αὐτὰ ἔχει καὶ νοῦς ἐστι κατ’ οὐσίαν, αἰώνιος εἴρηται, ᾗ δὲ χορεύει, ψυχάς τε καὶ φύσεις καὶ σώματα κύκλῳ περιάγει καὶ περι‐
20οδικῶς ἀποκαθίστησιν, ὡς συντόμως εἰπεῖν· ὁ γὰρ κόσμος κινεῖται μὲν ὡς ψυχῆς μετασχών, τεταγμένως δὲ κινεῖται, διότι νοῦ μετέσχεν (οὕτω γὰρ καὶ ἐν Νόμοις [X 897 B] εἶπεν νοῦν θεῖον προσλαβοῦσαν τὴν ψυχὴν ὀρθὰ καὶ ἔμφρονα παιδαγωγεῖν), περιοδικῶς δὲ κινεῖται τῇ ἀπὸ
25τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ κινήσει, μιμούμενος, λέγοιτο ἄν, τὴν ἐν τῷ αὐτῷ τοῦ νοῦ μονὴν διὰ τὴν πρὸς τὸν αἰῶνα τοῦ χρόνου μίμησιν. καὶ τοῦτ’ ἔστι τὸ ὁμοιότερον αὐτὸν τῷ παραδείγματι ποιῆσαν τῷ ἐν ἑνὶ μένοντι, τὸ εἰς τὸ αὐτὸ ἀποκαθίστασθαι καὶ ἓν διὰ τῆς κατὰ τὸν χρόνον κυκλήσεως.
30καὶ ἔχεις ἐκ τούτων πάντων πάντα τὰ αἴτια τοῦ χρόνου κατὰ Πλάτωνα· ποιητικὸν μὲν αἴτιον τοῦ χρόνου ὁ δημι‐ ουργός, παράδειγμα δὲ ὁ αἰών, τέλος δὲ ἡ κατὰ τὰς περι‐
όδους τῶν κινουμένων εἰς τὸ ἓν περιαγωγή· τὸ γὰρ μὴ
in Ti
.

3

.

29

μεῖναν ἐν τῷ ἑνὶ τῆς γε εἰς τὸ ἓν περιαγωγῆς ἐφίεται, διὰ ταύτης τυχεῖν ἐφιέμενον τοῦ ἑνός, ὅ ἐστι τῷ ἀγαθῷ ταὐτόν· ὅτι γὰρ οὐδ’ ἡ πρόοδος αὐτοῦ μία τις καὶ ἐπ’ εὐθείας καὶ οἷον γραμμή τις ἄπειρος ἐφ’ ἑκάτερα, ἀλλ’ ὡρισμένη τε καὶ
5περιγεγραμμένη καὶ περί τε τὸν πατέρα τῶν ὅλων καὶ τὴν τοῦ χρόνου μονάδα χορεύουσα καὶ ἀνελίττουσα πᾶν τὸ τῆς δημιουργίας σθένος καὶ πάλιν ἀποκαθισταμένη καὶ τοῦτο ποιοῦσα πολλάκις, μᾶλλον δὲ ἀπειράκις, οὐ μόνον ἀπαιτεῖ τὸ εὔλογον, εἰ δεῖ τὸ ἀναγκαῖον εὔλογον καλεῖν (πόθεν γὰρ
10τοῖς μετέχουσι τοῦ χρόνου τὸ ἀποκαθίστασθαι μὴ τοῦ μετ‐ εχομένου ταύτην ἔχοντος τὴν δύναμιν καὶ τὴν ἰδιότητα τῆς κινήσεως;), οὐδ’ ἂν πρὸς τῷ εὐλόγῳ καὶ τὴν ἀπὸ τοῦ. ὀνό‐ ματος ἀνάπτυξιν μόνην ἐπιμαρτύραιο, δι’ ἧς ὁμογνωμονοῦν σοι καὶ τὸ τῶν ὀνοματοθετῶν ἐπηβολώτατον ἐπιδείξεις, ἀλλὰ
15καὶ τὴν φωνὴν τοῦ Πλάτωνος αὐτοῦ φήσαντος [38 A]· ἀλλὰ χρόνου ταῦτα αἰῶνα μιμουμένου καὶ κατ’ ἀριθμὸν κυκλουμένου γέγονεν εἴδη· πρῶτος γὰρ τῶν κινουμένων κυκλούμενος κατὰ τὴν εἰς τὰ ἔξω προϊοῦσαν ἐνέργειαν καὶ μετὰ τὴν πᾶσαν ἀνέλιξιν τῆς ἑαυτοῦ δυνά‐
20μεως ἀποκαθιστάμενος οὕτω καὶ τὰς τῶν ἄλλων ἀποκαθί‐ στησι περιόδους, ὅλῳ μὲν ἑαυτοῦ τῷ προελθόντι τὴν πρώ‐ τως αὐτοῦ μετέχουσαν ψυχὴν περιάγων, μορίοις δέ τισιν ἑαυτοῦ τάς τε ἄλλας ψυχὰς καὶ τὰς φύσεις καὶ τὰς οὐρανί‐ ους περιφορὰς καὶ πρὸς τοῖς τελευταίοις πᾶσαν τὴν γένεσιν·
25διὰ γὰρ αὐτὸν κυκλούμενον κύκλῳ πάντα περιάγεται. κύκλοι δὲ ἄλλων ἄλλοι βραχυπορώτεροί τε καὶ μακροπορώτεροι· καὶ γὰρ αὖ πάλιν εἰ ὁ δημιουργὸς αὐτὸς εἰκόνα κινητὸν τοῦ αἰῶνος τὸν χρόνον ποιεῖ καὶ κατὰ τὴν νόησιν ἑαυτοῦ τὴν περὶ τὸν αἰῶνα τοῦτον ὑφίστησι, δεῖ τὸ κινητὸν τοῦ χρόνου
30κυκλικὸν εἶναι καὶ χορευτικόν, ἵνα μηδὲ τοῦ αἰῶνος ἀπο‐ στατῇ καὶ τὴν περὶ αὐτοῦ νόησιν τοῦ πατρὸς ἀνελίττῃ· καὶ
γὰρ ὅλως τὸ κινητὸν τοῦ χρόνου περιληπτικὸν ὂν τῶν κινή‐
in Ti
.

3

.

30

σεων πασῶν ὡρίσθαι πολὺ πρότερον τῶν ὑπ’ αὐτοῦ μετρου‐ μένων ὀφείλει· οὐ γὰρ ἡ ἀμετρία μετρεῖ τὰ ὄντα, ἀλλὰ τὸ πρῶτον μέτρον, ὥσπερ οὐδ’ ἡ ἀπειρία περατοῖ, ἀλλὰ τὸ πρώτιστον πέρας. κινεῖται δὲ ὁ χρόνος οὔτε κατὰ τὴν ψυ‐
5χὴν οὔτε κατὰ τὴν φύσιν οὔτε κατὰ τὸ σωματοειδὲς καὶ φαινόμενον· μερισταὶ γὰρ ἂν οὕτως αὐτοῦ καὶ οὐ περι‐ ληπτικαὶ τῶν ὅλων αἱ κινήσεις ἐπιτελοῖντο, ἔτι δὲ ἀνωμαλίας ἂν μετέχοιεν ἢ πλείονος ἢ ἐλάττονος καὶ χρόνου δέοιντ’ ἂν καὶ αὐταί· πᾶσαι γὰρ αὗται ἐν χρόνῳ καὶ οὐκ ἐν προόδῳ
10θεωροῦνται, ὡς αἱ μετρητικαὶ τῶν ὅλων, ἀλλ’ ἐν ποιότητι ζωῆς ἢ φορᾶς ἢ πάθους. ἡ δὲ τοῦ χρόνου κίνησις καθαρὰ καὶ ἀδιάφορός ἐστι καὶ πρόοδος ἀνεπίτατος καὶ ἀχάλαστος καὶ εὔτακτος καὶ ἴση καὶ ὁμοία καὶ ἡ αὐτή· καὶ γὰρ τῶν ὁμαλῶν καὶ τῶν ἀνωμάλων ἐξῄρηται καὶ ὁμοίως ἀμφοτέραις
15πάρεστιν, οὐκ ἀλλοιουμένη διὰ τὰς κινήσεις αὐτὰς ἀλλοιου‐ μένας, ἀλλὰ μένουσα ἡ αὐτὴ χωρὶς ἀνωμαλίας πάσης, ἐγερ‐ τικὴ τῶν κατὰ φύσιν ὅλων κινήσεων καὶ ἀποκαταστατικὴ καὶ μετρητική, ἀμιγῶς μὲν ἔχουσα πρὸς τὰ μετρούμενα παρ’ αὐτῆς κατὰ τὸ τῆς νοερᾶς ἐνεργείας ἰδίωμα, προϊοῦσα δὲ
20μεταβατικῶς καὶ αὐτοκινήτως, καὶ ταύτῃ τῷ ψυχικῷ δια‐ κόσμῳ προσήκουσα, ἐνυπάρχουσα δὲ τοῖς ὑπ’ αὐτῆς ἀφοριζο‐ μένοις καὶ τελειουμένοις κατὰ πρωτουργὸν αἰτίαν τῆς φύ‐ σεως, ἑνὶ δὲ οὐδενὶ τῶν ὄντων κατὰ πάντα προσεοικυῖα· καὶ γάρ πως ἔδει τὸ τῶν ὅλων μέτρον ἐοικέναι μὲν τοῖς
25πᾶσι καὶ συγγενῶς ἔχειν πρὸς πάντα, μηδενὶ δ’ εἶναι τῶν μετρουμένων ταὐτό. πρόεισιν οὖν ἡ τοῦ χρόνου κίνησις ἀνελίττουσα καὶ διαιροῦσα καὶ μεριστῶς ἐκφαίνουσα τὴν ἀμερῆ καὶ μείνασαν δύναμιν, καθάπερ τις ἀριθμὸς πάντα τὰ εἴδη τῆς μονάδος διῃρημένως ὑποδεχόμενος καὶ πρὸς
30ἑαυτὸν ἐπιστρέφων καὶ ἀνακυκλούμενος· οὕτω γὰρ δὴ καὶ ἡ τοῦ χρόνου κίνησις κατὰ τὰ ἐν τῇ χρονικῇ μονάδι μέτρα
προελθοῦσα πέρας ἀρχῇ συνάπτει, καὶ τοῦτο ἀπειράκις, τάξιν
in Ti
.

3

.

31

μὲν ἔχουσα καὶ αὐτὴ θείαν, οὐ μέντοι τὴν ταττομένην, ὥς φησι καὶ ὁ φιλόσοφος Ἰάμβλιχος, ἀλλὰ τὴν τάττουσαν, οὐδὲ τὴν ἑπομένην τοῖς προηγουμένοις, ἀλλὰ τὴν ἀρχηγὸν τῶν ἀποτελουμένων. μετρεῖται δὲ ὅμως καὶ αὐτὴ ἐξ οὐδενὸς
5μὲν διαστατοῦ (καὶ γὰρ γελοῖον ἐκ τῶν ὑστέρων μετρεῖσθαι λέγειν τὰ πρεσβυτέραν ἔχοντα τὴν φύσιν καὶ τὴν ἀξίαν), ἐκ μόνης δὲ τῆς χρονικῆς μονάδος, ἣν ἀνελίττειν ἡ πρόοδος εἴρηται, καὶ πολὺ πρότερον ἔκ τε τοῦ δημιουργοῦ καὶ ἐξ αὐτοῦ τοῦ αἰῶνος, οὗ δὴ λέγεται καὶ εἰκών, πρὸς ὃν καὶ
10κινητὸς ἀπετελέσθη. πρὸς γοῦν αὐτὸν τὸν αἰῶνα λέγεται κινητὸς τὸν πάντη ἀκίνητον, ὥσπερ ἂν εἴ τις καὶ τὴν ψυ‐ χὴν μεριστὴν περὶ τοῖς σώμασιν ἔλεγεν ὡς πρὸς τὸν νοῦν, οὐχ ὅτι τοῦτο μόνον ἐστίν, ἀλλ’ ὅτι πρὸς νοῦν μὲν παρα‐ βαλλομένη τοιοῦτο δόξειεν ἂν εἶναι, πρὸς δὲ τὴν μεριστὴν
15οὐσίαν ἀμέριστος. οὕτω καὶ ὁ χρόνος καίπερ αἰώνιος ὢν κατὰ φύσιν ὅμως εἴρηται κινητὸς ὡς πρὸς αὐτὸν τὸν αἰῶνα, διὰ δὲ τὴν τάξιν αὐτοῦ καὶ τὴν ἐν τῇ προόδῳ συνέχειαν τό τε πρότερον καὶ ὕστερον παρ’ αὐτῷ πολλοῦ δεῖ τοιοῦτον εἶναι, οἷον αὐτό τινες ὑπειλήφασιν· οὔτε γὰρ κατὰ κινή‐
20σεων μεταβάσεις μόνον, ὥσπερ ἐπὶ τῶν κατ’ οὐρανόν, οὔτε κατὰ ζῴων ἀνελίξεις, ὥσπερ ἐπὶ τῆς ψυχῆς, οὔτε κατὰ σω‐ ματικῶν γενέσεων διεξόδους, ὥσπερ ἐπὶ τῆς φύσεως, οὔτε κατ’ ἄλλο τοιοῦτον οὐδὲν αὐτὸ θεωρητέον ἀφωρισμένως (τῶν γὰρ μετ’ αὐτὸν τάξεων ἴδια ταῦτα καθέστηκεν), ἀλλὰ κατ’
25αἰτίων προήγησιν καὶ συμπλοκὴν τῷ συνεχεῖ τῶν ἀπογεννή‐ σεων καὶ πρωτουργὸν ἐνέργειαν καὶ δύναμιν ἐνεργητικὴν τῶν ποικίλων καὶ παντοδαπῶν κινήσεων. ἔστιν οὖν κινητὸς οὐ καθ’ αὑτόν, ἀλλὰ κατὰ τὴν ἀπ’ αὐτοῦ μέθεξιν τὴν ἐν ταῖς κινήσεσι φανταζομένην καὶ μετροῦσαν καὶ ὁρίζουσαν
30τὰς κινήσεις, ὥσπερ εἴ τις λέγοι καὶ τὴν ψυχὴν μεριστὴν περὶ τοῖς σώμασι καθ’ ὅσον ἐστὶν αὐτῆς μέθεξίς τις περὶ τὰ σώματα μεριστή, ἧς αὐτὴ περιέχει τὴν αἰτίαν· οὕτω γὰρ
καὶ ὁ χρόνος κινητός, ὡς ἔχων τὴν αἰτίαν τῆς ἐνεργείας
in Ti
.

3

.

32

τῆς ἔξω προϊούσης ἀπ’ αὐτοῦ καὶ ἐν ταῖς κινήσεσι μεριστῶς ὁρωμένης καὶ συνδιισταμένης αὐταῖς. ὡς οὖν αἱ κινήσεις ἔγχρονοι γίνονται διὰ τὴν μέθεξιν, οὕτως ὁ χρόνος κινητὸς διὰ τὸ μετέχεσθαι ὑπὸ τῶν κινήσεων· πρὸς ὃ καὶ μόνον
5ὁρῶντες οἱ φυσικοὶ τῆς κινήσεως αὐτὸν ᾠήθησαν εἶναι τὸ ἀριθμητόν, τὸ αἴτιον τούτου κατιδεῖν οὐ δυνηθέντες. Πρῶτον μὲν οὖν ῥητέον, ὅτι οὐδὲ τὸ πᾶν ἐν κινήσει μόνον ὑφέστηκεν, ἀλλὰ δεῖ τι μένειν αὐτοῦ πάντως, ἵνα μένον κινῆται· δέδεικται γοῦν ἐν Θεαιτήτῳ [181 s], ὅτι κατὰ
10πάντα κινεῖσθαί τι παντελῶς ἀδύνατον. τοῦ τοίνυν ἐν μεθ‐ έξει χρόνου ἐν κινήσει ὄντος διὰ τὸ συμπαρατείνεσθαι τῇ κινήσει δεῖ τι μένειν πρὸ τούτου, καὶ τοῦτο, εἰ μὲν ἀνενέρ‐ γητον, ἀδύνατον, εἰ δὲ ἐνεργοῦν, εἰ μὲν κινούμενον, πάλιν ἄλλου δεήσεται τοῦ μετροῦντος αὐτοῦ τὴν κίνησιν, εἰ δὲ
15ἀκινήτως ἐνεργοῦν, τοῦτ’ ἔστι τὸ ὡς ἀληθῶς ἰδίωμα τοῦ χρόνου. δεύτερον δὲ κοινῆς οὔσης ἐννοίας εἶναι τὰς Ὥρας θεὰς καὶ τὸν Μῆνα θεόν, ὧν καὶ ἱερὰ παρειλήφαμεν, καὶ Ἡμέραν καὶ Νύκτα θεὰς εἶναί φαμεν, ὧν καὶ κλήσεις ἔχομεν ἐκδεδομένας παρ’ αὐτῶν τῶν θεῶν, πολλῷ μᾶλλον
20ἀνάγκη τὸν χρόνον αὐτὸν εἶναι θεὸν καὶ μηνὸς καὶ ὡρῶν καὶ νυκτὸς καὶ ἡμέρας ὄντα περιληπτικόν. τρίτον τοίνυν, εἰ ἔστιν ἀριθμητόν τι ὁ χρόνος, δεῖ πρὸ τοῦ ἀριθμητοῦ τὸ ἀριθμοῦν προυπάρχειν (ταῦτα γὰρ πρὸς ἄλληλα λέγεται καὶ τοῦ ἀριθμητοῦ προϋπάρχει τὸ ἀριθμοῦν), τοῦ μὲν δυνάμει
25τὸ κατὰ δύναμιν, τοῦ δὲ ἐνεργείᾳ τὸ κατ’ ἐνέργειαν. ἐκεῖνο τοίνυν ἐστὶν ὁ τῷ ὄντι χρόνος, ὅς ἐστιν αὐτοαριθμὸς πα‐ σῶν τῶν περιόδων ἑκάστην ἀριθμῶν. τέταρτον, εἴ τι μὲν ψυχῆς μετέχει, καὶ χρόνου μετέχει, οὐκ ἀνάπαλιν δέ· καὶ γὰρ τὰ ἄψυχα μετέχει χρόνου· τὸν ἄρα χρόνον ἐπέκεινα
30ψυχῆς θετέον. ψυχὴ δὲ πρὸ τῶν μετεχόντων ἐστὶν αὐτὴ καθ’ αὑτήν. πολλῷ ἄρα μᾶλλον αὐτός ἐστιν καθ’ ἑαυτὸν ἐπέκεινα τῶν χρόνου μετεχόντων. Πῶς οὖν ὁ τοιοῦτος
εἰκὼν ἂν εἴη τοῦ αἰῶνος; λεγέσθω γὰρ πάλιν διὰ τὴν τῶν
in Ti
.

3

.

33

πραγμάτων δυσεπίγνωστον ἰδέαν. ὅτι, φησὶν ὁ θεῖος Ἰάμβλιχος, τὸ ἓν καὶ ἄπειρον τοῦ αἰῶνος καὶ ἤδη ὂν καὶ ὁμοῦ πᾶν καὶ ἐν τῷ νῦν μένον καὶ ἀμέτρη‐ τον ὂν μέτρον τῶν νοητῶν ἐν ἀνελίξει κυκλικῇ καὶ ἐν
5συνεχείᾳ καὶ τῷ ἐφεξῆς ἐπιδείκνυσι καὶ τῷ ἀρχὰς καὶ μέσα καὶ τέλη διακρίνοντι καὶ μηδ’ ὁτιοῦν ἀπο‐ λείποντι τῶν ὑπ’ αὐτοῦ περιεχομένων, καὶ ὥσπερ οὐ κινητὸς ἁπλῶς, ἀλλ’ ὡς πρὸς τὸν αἰῶνα κινη‐ τός, οὕτως οὐδ’ ἁπλῶς εἰκών, ἀλλὰ τὸ σύνολον τοῦτο
10αἰῶνος εἰκὼν ἂν ῥηθείη δικαίως· ἀληθινὴ γὰρ ὢν οὐσία καὶ ἀποκαταστατικὴ καὶ μετρητικὴ καὶ περι‐ εκτικὴ τῶν κινήσεων ὅλως ὅμως εἰκὼν αἰῶνος εἶναι λέγεται, καὶ ἔοικεν ἡ πρώτη τῶν εἰκόνων αὐτὸς εἶ‐ ναι· νοῦς μὲν γὰρ ὁ παντελὴς οὐ κυρίως εἰκὼν λέ‐
15γεται τοῦ πρώτου (τί γὰρ ἂν ἀφωμοίωτο τῷ πάντη ἀνειδέῳ), τῶν δὲ ἐπίταδε νοῦ καὶ τῆς ἀμερίστου φύσεως χρόνος ἂν εἴη τὸ πρώτιστον, καὶ ὅλως, εἰ δεῖ τῶν μετεχόντων εἶναι τὴν εἰκόνα (τύπον γὰρ ἄλλου πρεσβυτέρου διασῴζειν βούλεται, παρ’ οὗ καὶ
20τὸ ἰδίωμα τῆς ἰδέας καταδέχεται), χρὴ μήτε ἐν ταῖς πρωτίσταις οὐσίαις εἶναι τὴν εἰκόνα (οὐ γὰρ μετ‐ έχουσιν ἐκεῖναι πρώτισταί γε οὖσαι, μᾶλλον δὲ αὐ‐ ταὶ ὑφ’ ἑτέρων μετέχονται, οὐκ ἐγγινόμεναι τοῖς μετέχουσιν, ἀλλ’ ἕτερον τρόπον αὐτὰ πρὸς ἑαυτὰς
25ἐπιστρέφουσαι), μήτ’ ἐν ταῖς αἰσθηταῖς μόναις (μετ‐ έχει γὰρ καὶ τὰ μέσα τῶν πρώτων καὶ οὐ μόνα τὰ αἰσθητ, ἐπεὶ καὶ τὰ αἰσθητὰ διὰ τὰς ἐκ τῶν μέ‐ σων ἐμφάσεις ἀφομοιοῦται τοῖς πρώτοις)· ὀρθῶς ἄρα καὶ ὁ χρόνος αἰῶνος εἰκὼν εἴρηται καὶ πᾶς ὁ κό‐
30σμος κατά τε ψυχὴν καὶ κατὰ σῶμα τοῦ αὐτοζῴου. εἰ μὲν γάρ, ὡς ᾤετο Πορφύριος καί τινες ἄλλοι Πλα‐ τωνικοί, μόνα μετεῖχε τῶν ὄντως ὄντων τὰ αἰσθητά, ἐν
αὐτοῖς μόνοις ἂν ἐζητοῦμεν τὰς εἰκόνας. εἰ δ’, ὡς Ἀμέ‐
in Ti
.

3

.

34

λιος γράφει καὶ πρὸ Ἀμελίου Νουμήνιος [frg. 37 Thed.], μέθεξίς ἐστι κἀν τοῖς νοητοῖς, εἶεν ἂν εἰκόνες καὶ ἐν αὐτοῖς. εἰ δὲ ὁ θεῖος Πλάτων οὔτε ἐν τοῖς πρωτίστοις τῶν ὄντων ἀπέθετο εἰκόνας οὔτ’ ἐν μόνοις τοῖς αἰσθητοῖς,
5νικῴη ἂν καὶ τούτοις ὁ πάντας ἐν πᾶσιν ὀλίγου δέω φάναι κρατῶν Ἰάμβλιχος ὁ τὰς μεθέξεις ἐπί τε τῶν μέσων κἀπὶ τῶν τελευταίων θεωρεῖν παρακελευόμενος. Καὶ περὶ μὲν αἰῶνος ἀρκείτω ταῦτα πρὸς τὸ παρὸν καὶ τῆς κινητῆς ἅμα καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης τοῦ αἰῶνος εἰ‐
10κόνος, ἣν ὁ πατὴρ τῶν ὅλων κατὰ τὰ νοερὰ προϊοῦσαν εἴδη τοῖς ἑαυτοῦ δημιουργήμασιν ἐπέστησεν, ἐπειδὴ τὸ παν‐ τελὲς τοῦ αἰῶνος μέτρον ὑπομένειν οὐκ ἠδύναντο. τραπώ‐ μεθα δὲ λοιπὸν κἀπὶ τὴν τῶν ἑπομένων ῥημάτων ἐξέτασιν. Ἡμέρας γὰρ καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυ‐
15τούς, οὐκ ὄντας πρὶν οὐρανὸν γενέσθαι, τότε ἅμα ἐκείνῳ συνισταμένῳ τὴν γένεσιν αὐτῶν μηχανᾶται. ταῦτα δὲ πάντα μέρη χρόνου, καὶ τό τε ἦν καὶ ἔσται χρόνου γεγονότα εἴδη [37 D E]. Ὅτι μὲν πρὶν οὐρανὸν γενέσθαι (καλῶ δὲ οὐρανὸν νῦν
20τὸν μετὰ τῆς ψυχῆς καὶ τῆς ὅλης αὐτοῦ ζωῆς θεωρούμενον) ἡ ἀμέριστος ἦν οὐσία μένουσα ἐν αἰῶνι, καθάπερ ὁ αἰὼν ἐν τῷ ἑνί, καὶ μόρια οὐκ ἦν τοῦ προϊόντος καὶ μετεχομένου χρόνου, παντὶ προφανές. ἀλλὰ τί ἐστιν ἡμέρα καὶ τί νὺξ καὶ τί μὴν καὶ τί ἐνιαυτὸς καὶ πῶς ταῦτα μὲν μόρια
25χρόνου, τὸ δ’ ἦν καὶ τὸ ἔσται εἴδη καὶ οὐ μόρια λέ‐ λεκται, πλείονος ἂν δέοιτο λόγου καὶ βαθυτέρας τῆς ἐπι‐ σκέψεως. εἰ μὲν οὖν ἡμέραν εἶναι λέγοιμεν τὸν ὑφ’ ἡλίου φωτιζόμενον ἀέρα, πρῶτον μὲν γιγνόμενον ἄν τι λέγοιμεν ἐν ἡμέρᾳ καὶ οὐχ ὅπερ ἐστὶν ἡμέρα (μεγάλην γὰρ καὶ βρα‐
30χεῖαν λέγοντες ἡμέραν οὐ δήπου τοῦ ἀέρος αὔξησιν ἢ μεί‐
ωσιν κατηγοροῦμεν.), ἔπειτα δὲ πῶς τοῦτο μόριον ἂν εἴη
in Ti
.

3

.

35

τοῦ χρόνου, χαλεπὸν καὶ πλάσαι. εἰ δὲ τὸ διάστημα τὸ χρονικόν, καθὸ ὁ ἥλιος ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς ἔρχεται, λέγοιμεν εἶναι ἡμέραν, διαφευξούμεθα μὲν ἴσως τὰς προτέρας ἐνστάσεις, περιπεσούμεθα δὲ δυσκολίαις ἀπορωτέραις· εἴτε
5γὰρ αὐτὸ τὸ διάστημα ἄνευ τῆς πρὸς τὸν ἥλιον σχέσεως θεωροῦντες ἡμέραν εἶναι λέγοιμεν, ἄπορον φανεῖται, πῶς πανταχοῦ κατὰ ταὐτὸν τοῦ αὐτοῦ διαστήματος ὄντος οὐκ ἔστιν ἡμέρα πανταχοῦ, εἴτε μετὰ τῆς πρὸς τὴν ἡλιακὴν κίνησιν ἐπιπλοκῆς, εἰ μὲν ψιλῶς, ἔσται μὲν ἀεὶ ἡμέρα ἐν
10οὐρανῷ, νὺξ δὲ οὐκ ἔσται (καὶ πῶς μόριον χρόνου δύναται μὴ εἶναι πανταχοῦ; σαφῶς γὰρ ἐνταῦθα μόρια χρόνου καὶ νὺξ καὶ ἡμέρα καὶ μὴν εἴρηται), εἰ δὲ μὴ ψιλῶς ἐπιπλέ‐ κοιμεν τῇ τοῦ ἡλίου περιφορᾷ τὸ διάστημα, ἀλλὰ τὸ μὲν ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς ἡμέραν εἶναι λέγοιμεν, τὸ δ’ ἀπὸ
15δυσμῶν ἐπὶ τὰς ἀνατολὰς νύκτα, οὔθ’ ἡμέρας οὔτε νύκτας ὁ οὐρανὸς ἕξει μόρια χρόνου λεγομένας εἶναι, καὶ δῆλον, ὡς οὐδὲ μῆνα· οὐδ’ ἐνιαυτούς. ἀξιοῦμεν δὲ τὸν χρόνον καθ’ ὅλον τε ἑαυτοῦ τὸ μένον καὶ κατὰ πᾶν τῆς προόδου μόριον παντὶ παρεῖναι τῷ κόσμῳ· τὸ γὰρ αὐτὸ καὶ ἓν νῦν
20ἁπανταχοῦ ταὐτόν ἐστι. δεῖ τοίνυν καὶ τὴν ἡμέραν καὶ τὰ ἄλλα ὅσα μόρια λέγομεν εἶναι τοῦ χρόνου πανταχοῦ τὰ αὐτὰ εἶναι, καὶ εἰ μεριστῶς καὶ 〈εἰ〉 διαπεφορημένως ὑπὸ τῶν αἰσθητῶν δημιουργημάτων μετέχονται· εἰς ἃ καὶ βλέποντες ἔνιοι ἐπὶ συνηθέστερα μᾶλλον ἢ ἀκριβέστερα σημαινόμενα
25τῶν ὀνομάτων καταφέρονται. ἔστι τοίνυν, ὡς ὁ ἡμέτερος ἐφιλοσόφει πατήρ, οὐκ ἐπ’ ἀναιρέσει〈σ〉 τῶν φαινομένων (λεγέτω γὰρ καὶ ταῦτα ὁ Τίμαιος, ἃ καὶ τοῖς πολλοῖς εἴωθε λέγεσθαι), ἀλλ’ ἐπὶ τὰς κυριωτέρας ὑποστάσεις καὶ ταῦτα ἀνάγων, ὥσπερ εἰώθει ποιεῖν, ἡμέρα μὲν καὶ νὺξ μέτρα
30τοῦ χρόνου δημιουργικά, πᾶσαν διεγείροντα καὶ συνελίσσοντα τήν τε ἐμφανῆ ζωὴν καὶ τὴν ἀφανῆ ζωήν τε καὶ κίνησιν καὶ διακόσμησιν τῆς ἀπλανοῦς· ταῦτα γὰρ καὶ μόριά ἐστιν
ἀληθινὰ τοῦ χρόνου καὶ πᾶσι κατὰ ταὐτὸν πάρεστι, καὶ τῆς
in Ti
.

3

.

36

φαινομένης ἡμέρας καὶ νυκτὸς τὴν πρωτουργὸν αἰτίαν προ‐ είληφεν ἄλλης οὔσης ἐν τῷ ἐμφανεῖ χρόνῳ τούτων ἑκατέρας, εἰς ἣν καὶ ὁ Τίμαιος ὁρῶν ὑπομιμνήσκει, πῶς ἅμα τῷ οὐρανῷ γέγονε χρόνος, διὸ καὶ πληθυντικῶς εἶπεν ἡμέρας
5καὶ νύκτας, ὡς καὶ μῆνας καὶ ἐνιαυτούς. ταῦτα δὴ τὰ πρόχειρα πᾶσιν· αἱ γὰρ ἀφανεῖς τούτων αἰτίαι μονοειδεῖς εἰσι πρὸ τῶν πεπληθυσμένων καὶ ἐπ’ ἄπειρον ἀνακυκλου‐ μένων, καὶ ἀκίνητοι προϋπάρχουσι τῶν κινουμένων καὶ νοεραὶ πρὸ τῶν αἰσθητῶν. ἡμέρα μὲν οὖν καὶ νὺξ ἡ πρω‐
10τίστη νοείσθω τοιάδε τις ἑκατέρα. μὴν δὲ τὸ τὴν σελη‐ νιακὴν σφαῖραν καὶ πᾶσαν τὴν ἀποτελεύτησιν τῆς θατέρου περιφορᾶς συνελίσσον, θεῖον ὡς ἀληθῶς χρονικὸν μέτρον. ἐνιαυτὸς δὲ τὸ τὴν μέσην ὅλην δημιουργίαν τελειοῦν καὶ συνέχον, καθ’ ἣν καὶ ὁ ἥλιος ὁρᾶται τὸ μέγιστον ἔχων
15κράτος καὶ πάντα σὺν τῷ χρόνῳ μετρῶν· οὔτε γὰρ ἡμέρα ἢ νὺξ ἄνευ ἡλίου οὔτε μὴν οὔτε πολλῷ πλέον ἐνιαυτὸς οὔτ’ ἄλλο τι τῶν περικοσμίων μέτρον οὐδέν. καὶ οὐ λέγω κατὰ τὴν ἐμφανῆ μόνον δημιουργίαν (τούτων γὰρ τῶν μέ‐ τρων καὶ ὁ φαινόμενος ἥλιος αἴτιος), ἀλλὰ καὶ κατὰ τὴν
20ἀφανῆ καὶ ἐπαναβεβηκυῖαν ὁ ἀληθέστερος ἥλιος συμμετρεῖ τῷ χρόνῳ τὰ πάντα, χρόνου χρόνος ὢν ἀτεχνῶς κατὰ τὴν περὶ αὐτοῦ τῶν θεῶν ὀμφήν· ὅτι γὰρ καὶ Πλάτων οὐ τὰ φαινόμενα ταῦτα μόνον οἶδεν, ἀλλὰ καὶ τὰ θεῖα, οἷς ταῦτα ὁμώνυμα, δηλοῖ τὰ ἐν τῷ δεκάτῳ τῶν Νόμων
25[899 A B]· δείξας γὰρ μεστὰ πάντα θεῶν ἐπήγαγεν, ὅτι καὶ Ὥρας ἄρα καὶ Μῆνας θεῖα ἐροῦμεν οὕτως, ὡς ἔχοντα θείας ζωὰς ἐφεστώσας καὶ νόας θείους, οὓς καὶ τὸ πᾶν. εἰ δὲ νῦν μᾶλλον λέγει περὶ τῶν φαινομένων, οὐ θαυμα‐ στόν, διότι φυσιολογεῖν πρόκειται νῦν. ταῦτα μὲν οὖν ἔστω
30μόρια χρόνου, ὧν τὰ μὲν ᾠκείωται τοῖς ἀπλανέσι, τὰ δὲ τοῖς περὶ τοὺς πόλους τοῦ λοξοῦ στρεφομένοις, τὰ δὲ ἄλλοις θεοῖς ἢ θεῶν ὀπαδοῖς ἢ ζῴοις θνητοῖς ἢ ἀθανάτοις ἢ με‐
ρίσι τοῦ παντὸς ὑψηλοτέραις ἢ χαμαιζηλοτέραις. τὸ δ’ ἦν
in Ti
.

3

.

37

καὶ τὸ ἔσται χρόνου φησὶν εἴδη εἶναι καὶ οὐ μέρη, καθ‐ άπερ ἡμέρας καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυτούς· τούτοις μὲν γὰρ καὶ θείας ἐφεστάναι τάξεις, συμπληρούσας τὴν τοῦ χρόνου σειρὰν ὅλην, διὸ μέρη κέκληκεν αὐτὰ χρόνου. τὸ δ
5ἦν καὶ ἔσται καθ’ ἕκαστον τούτων θεωρεῖται πάντως, διόπερ εἴδη τινά ἐστιν, οἷον ὕλην ἰδίαν οὐκ ἔχοντα· λέγω δὲ ἡμερινὴν ἢ νύχιον ἢ ἄλλην τοιαύτην. εἰ δὲ χρόνου εἴδη ταῦτά ἐστι τοῦ μετ’ οὐρανοῦ γεγονότος, οὐκ ἦν πρὸ οὐρανοῦ γενέσεως. εἰ δὲ οὐκ ἦν, οὐδὲ κίνησις ἦν· ἐν πάσῃ
10γὰρ κινήσει ταῦτά ἐστι, διότι καὶ τὸ πρότερον καὶ ὕστερον. εἰ δὲ κίνησις οὐκ ἦν, οὐδὲ πλημμελὴς κίνησις. μάτην ἄρα λέγουσιν οἱ περὶ Ἀττικόν, ὅτι χρόνος μὲν ἦν καὶ πρὸ οὐρανοῦ γενέσεως, τεταγμένος δὲ χρόνος οὐκ ἦν· ὅπου γὰρ χρόνος, ἐκεῖ καὶ τὸ παρελθόν ἐστι καὶ τὸ μέλλον, ὅπου δὲ
15ταῦτα, ἐκεῖ καὶ τὸ ‘ἦν‘ καὶ τὸ ‘ἔσται‘ πάντως. ἀλλὰ μὴν τὸ ‘ἦν‘ καὶ τὸ ‘ἔσται‘ χρόνου ἐστὶν εἴδη γεγονότα παρὰ τοῦ δημιουργοῦ· διὸ καὶ γεγονότα αὐτὰ προσεῖπεν. οὐδ’ ἄρα χρόνος τις ἦν πρὸ τῆς δημιουργίας. ἀνάγκη τοίνυν τὴν πολυθρύλητον ἐκείνην πλημμελῆ κίνησιν ἤ, εἰ ἔστι, μὴ εἶναι
20ἐν χρόνῳ, ἢ μηδὲ ὅλως εἶναί ποτε γεγονυῖαν. ἀλλὰ μὴν ἀνάγκη κίνησιν οὖσαν ἔχειν καὶ χρόνον ἐν ᾧ γίνεται, τὸ μὲν ἔχουσαν παρελθὸν ἑαυτῆς, τὸ δὲ παρόν, τὸ δὲ μέλλον. οὐκ ἄρα οὐδὲ κίνησιν εἶναι πρὸ τῆς δημιουργίας τοῦ χρό‐ νου δυνατόν· οὐδὲ γὰρ χρόνον ἄτακτον· καὶ γὰρ ὁ ἄτακτος
25χρόνος ὢν ἔχοι ἂν τὸ ‘ἦν‘ καὶ τὸ ‘ἔσται‘, καὶ τὸ μὲν παρ‐ ελθόν, τὸ δὲ μέλλον, ἤ, εἰ μόνον ἔχοι τὸ ‘ἔστιν‘ ἄνευ τού‐ των, αἰὼν ἔσται καὶ οὐ χρόνος καὶ ἡ πλημμελὴς κίνησις αἰώνιος, ὅπερ ἀδύνατον, ἤ, εἰ μηδὲ τὸ ‘ἔστιν‘, ὥσπερ οὐδὲ τὸ ‘ἦν‘ ἢ ‘ἔσται‘, παντελῶς οὐκ ἦν τότε τις χρόνος, ὥστ’
30οὐδὲ κίνησις ἢ ἄχρονος κίνησις, ὃ καὶ αὐτοί φασιν εἶναι πάντων ἀδυνατώτατον, καὶ τοῦ Ἀριστοτέλους ἱκανῶς ἀπο‐ δείξαντος, ὅτι πᾶσα κίνησις ἐν χρόνῳ, καὶ ἡ ἄτακτος καὶ
ἡ τεταγμένη, πάντως ἔχουσα τὸ πρότερον ἑκατέρα καὶ τὸ
in Ti
.

3

.

38

ὕστερον, ἵνα καὶ αὐτὸ τοῦτο, ὃ λέγεται, κίνησις ᾖ καὶ μὴ ἀντὶ κινήσεως στάσις. ὅτι δὲ τὸ ‘ἦν‘ καὶ τὸ ‘ἔσται‘ οὐκ ἦν πρὸ τῆς δημιουργίας, σαφῶς ἡμᾶς ἐδίδαξεν, ὡς προ‐ εῖπον, εἰπὼν ὡς τὰς ἡμέρας καὶ νύκτας, οὕτω καὶ ταῦτα
5χρόνου γεγονότα εἴδη. τὴν δὲ πλημμελῆ κίνησιν ἀγέ‐ νητον ἐκεῖνοι λέγουσιν· ὥστε καὶ εἴ τις ἦν τότε χρόνος, ἀγένητος ἦν· ὥστε καὶ τὸ ‘ἦν‘ καὶ τὸ ‘ἔσται‘ ἀγένητα ἂν ἦν. οὐκ ἄρα καὶ τὸ ‘ἦν‘ καὶ τὸ ‘ἔσται‘ πρὸ τῆς τοῦ κόσμου γενέσεως ἦν, ἀλλ’ ἅμα τῷ κόσμῳ καὶ ταῦτα καὶ ὁ χρόνος
10εἷς ὢν καὶ ὁ αὐτὸς καὶ τῶν ἀτάκτων κινήσεων 〈ὢν〉 ἀριθμὸς καὶ τῶν τεταγμένων καὶ ἀδιάφορος. τοῦτο μὲν οὖν δέδεικται καὶ διὰ τούτων ὥσπερ πόρισμα πάλιν τῶν ἐφόδων. ταῦτα δέ, ὥσπερ ἐδόκει καὶ τοῦτο τῷ ἡμετέρῳ καθηγεμόνι περὶ τούτων, εἴπερ τῷ ὄντι θέλεις ὡς εἴδη θεωρῆσαι τοῦ
15χρόνου, λαβέ μοι τελείαν περίοδον καὶ ὁλοτελῆ τοῦ χρόνου χορείαν, τὴν μὲν φθάσασαν ἤδη γενέσθαι, τὴν δὲ μέλλου‐ σαν, καὶ ὄψει τὸ ‘ἦν‘ καὶ τὸ ‘ἔσται‘ τὰ ὡς εἴδη τοῦ χρό‐ νου. ἐπειδάν γε μὴ οὕτως, ἀλλὰ μεριστῶς ἀκούσωμεν τῶν ῥημάτων, οὐκ ἀναφανήσεται καθ’ ἑκάτερον ἡμῖν ἡ σεμνὴ
20καὶ ὁλοτελὴς ἰδέα τοῦ χρόνου, ἀλλά τι συμβεβηκὸς ἐνίοις τῶν ἐν γενέσει καὶ μεταβολῇ πραγμάτων· εἰ μὴ ἄρα καὶ τὸ μὲν ‘ἦν‘ τὴν τελεσιουργὸν ἐνδείκνυται τοῦ χρόνου τάξιν, τὸ δὲ ‘ἔσται‘ τὴν ἐκφαντορικήν, ὥσπερ τὸ ‘ἔστι‘ τὴν συνεκτι‐ κήν· καὶ γὰρ ἐκφαίνει τὰ μήπω ὄντα ὁ χρόνος καὶ συνέχει
25τὰ παρόντα καὶ τελειοῖ τὰ γεγονότα καὶ πέρας αὐτῶν ἐπάγει ταῖς περιόδοις τὸ πρόσφορον. τοσαῦτα καὶ περὶ τῶν μορίων καὶ τῶν εἰδῶν ἡμῖν εἰρήσθω τοῦ χρόνου. περὶ γὰρ τοῦ ‘μηχανᾶται‘ κἀν τοῖς φθάσασιν ἐπεσημηνάμεθα [p. 18 ss], ὅτι μηχανῆς τῷ ὄντι θείας καὶ δημιουργικῆς ἔργον ὁ χρό‐
30νος, δι’ οὗ τὰ μεταβάλλοντα δι’ ὅλου μένει καὶ τελειότητος καὶ ἀιδιότητος καὶ φρουρᾶς καὶ μέτρου καὶ περιοχῆς περιλήψε‐
ται. τί δὲ οὐχὶ καὶ ἑαυτὰ μετρεῖν τὰ θεῖα φαίη τις ἄν, καὶ
in Ti
.

3

.

39

μάλιστα τοὺς κατ’ οὐρανὸν περιιόντας οὐχὶ καὶ ἑαυτοῖς ἀφορί‐ ζειν τὴν κίνησιν; καὶ σφόδρα συγχωρήσαιμι ἄν· τὰ μὲν γὰρ ἔνυλα καὶ φθαρτὰ παρ’ ἄλλων ἔχει καὶ τὸ εἶναι καὶ τὸ ἐπὶ τοσόνδε εἶναι, τὰ δὲ θεῖα καὶ παρὰ τῶν ἀρχηγικῶν αἰ‐
5τίων καὶ παρ’ ἑαυτῶν. διὸ καὶ ἡνίκ’ ἂν περὶ τῶν κατ’ οὐρανὸν ἐκφαινομένων χρόνων ἄρξηται διαλέγεσθαι, φησὶ τὰ ἄστρα γεγονέναι χάριν τοῦ συναπεργάζεσθαι χρόνον [38 E], καὶ πάλιν ὄργανα χρόνου [41 E], κἀκ τρίτων εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου [38 C] γε‐
10γενῆσθαι· ὧν τὸ μὲν συναπεργάζεσθαι τὸ εἶναι μὲν χρό‐ νον καὶ πρὸ τούτων, ἐκφαίνεσθαι δὲ περὶ τὸν κόσμον διὰ τούτων παρίστησιν (ἐν αὐτοῖς γὰρ ὢν ὁ χρόνος διὰ τῆς αὐτῶν κινήσεως ἐκφαίνεται), τὰ δὲ ὄργανα πάλιν ἕτερον τρόπον ταὐτὸ τοῦτό πως ἐνδείκνυται, ὡς ὁ μὲν ὅλος παρά‐
15γεται χρόνος, ὅ τε μένων καὶ ὁ προϊών, ἐπὶ καταμετρήσει τῶν ἐγκοσμίων παρ’ αὐτοῦ τοῦ πατρὸς καὶ ποιητοῦ τῶν πάντων, οἱ δὲ κατ’ οὐρανὸν τὰ μερικὰ μέτρα καὶ περιεχό‐ μενα τῷ ἑνὶ χρόνῳ καὶ μάλιστα τὰ ἐν αὑτῷ προσήκοντα ἕκαστος ὀργανικώτερον συνυφιστᾶσι· καὶ γὰρ ὅλως ἡ δευ‐
20τέρα πᾶσα δημιουργία τοῦτον ἔχει τὸν λόγον πρὸς τὴν μίαν καὶ ἀμέριστον ποίησιν· ἕκαστος γὰρ τῶν κατ’ οὐρανὸν μά‐ λιστα συντελεῖν εἰς τὸ ἑαυτοῦ μέτρον λέγεται· οἷον ἥλιος μέν, εἰ καὶ εἰς πάντα διὰ τὴν ἡγεμονικὴν ἀξίαν, ἀλλ’ οὖν διαφερόντως εἰς ἐνιαυτόν, ὃν καὶ συνυφίστησιν ὡς ἴδιον
25ἑαυτοῦ μέτρον τῷ δημιουργῷ καὶ τῷ ὅλῳ χρόνῳ, σελήνη δὲ εἰς μῆνα, ἡ δ’ ἀπλανὴς εἰς ἡμέραν καὶ νύκτα, καὶ δῆ‐ λος ὁ τύπος κἀπὶ τῶν λοιπῶν· καίτοι οὔτε νὺξ οὔτε πολλῷ πλέον ἡμέρα χωρὶς ἡλίου, οὔτ’ ἐνιαυτὸς ἄνευ τῆς ἀπλανοῦς καὶ τοῦ ζῳδιακοῦ· ἀλλ’ ὅμως ἄλλοις ἄλλα μέτρα μᾶλλον
30ᾠκείωται. δύναιτο δ’ ἂν τὰ ἄστρα καὶ ὄργανα λέγεσθαι χρόνου ὡς τοῦ χρόνου ποιητικὴν ἔχοντος ἀξίαν πρὸς αὐτὰ καὶ δι’ αὐτῶν ὥσπερ δι’ ὀργάνων τὴν γένεσιν διακοσμοῦν‐
τος. ᾧ καὶ δῆλον, ὡς ἄρα ὁ χρόνος οὐκ ἔστιν ὁ μετεχόμενος
in Ti
.

3

.

40

μόνον καὶ ἀριθμὸς ὢν τῆς κινήσεως, εἴπερ ὀργάνων ἔχουσι πρὸς αὐτὸν τάξιν οἱ κοσμοκράτορες, ἀλλὰ θεὸς ἀφανὴς καὶ κατ’ οὐσίαν αἰώνιος ἐνεργῶν περὶ πάσας τὰς κινήσεις καὶ τὴν ὅλην τοῦ κόσμου περίοδον, ὀργάνοις δὲ χρώμενος
5ὡς μερικωτέροις μέτροις ἑαυτοῦ τούτοις τοῖς θεοῖς. τὸ δέ γε ‘πρὸς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γε‐ γενῆσθαι τὰ ἄστρα‘ σαφῶς ἑρμηνεύει τὸν ἕνα χρόνον ὑπὸ τοῦ δημιουργοῦ καὶ τῆς ἑαυτοῦ προελθόντα βουλήσεως μέ‐ νοντα ἕνα καὶ ὅλον καὶ ἀδιάφορον ὑπὸ τῆς τούτων κινή‐
10σεως πολὺν κατ’ ἀριθμὸν γίγνεσθαι καὶ οἱονεὶ τέμνεσθαι καὶ διορίζεσθαι, ἑκάστου τὸ πρόσφορον ἑαυτῷ μέτρον ἀπὸ τοῦ χρόνου τοῦ σύμπαντος οἷον ἀποτεμνομένου καὶ τοῦτο φρου‐ ροῦντος ἀεὶ διὰ τῆς ὁμαλῆς καὶ τεταγμένης κινήσεως. καί‐ τοι κατά γε τὸ ἀληθὲς φρουροῦνται μᾶλλον ὑπὸ τῶν ἀριθ‐
15μῶν τοῦ χρόνου καὶ διορισμοῦ μεταλαγχάνουσιν οἱ κατ’ οὐρανὸν θεοὶ τῶν περιόδων, ἃς ποιοῦνται, καὶ τῶν ἀπο‐ καταστάσεων. ἀλλ’ ὅμως, ἐπείπερ ἡμεῖς ἐκ τῶν ἐμφανῶν τὰ ἀφανέστερα συλλογίζεσθαι μεμελετήκαμεν, ἡμῖν οἱ ἀριθμοὶ τοῦ χρόνου φρουροῦνται διὰ τῆς ἐγκυκλίου φορᾶς. τούτοις
20δὲ οὐ μόνον, ὃ καὶ πρότερον εἴπομεν [p. 20, 22 ss], Πλάτων, ἀλλὰ καὶ οἱ θεουργοὶ συνᾴδουσι, θεὸν ἐγκόσμιον τὸν χρόνον ὑμνοῦντες, 〈ὡσ〉 αἰώνιον, ἀπέραντον, νέον καὶ πρεσβύτην, ἑλικοειδῆ, πρὸς τούτοις ὡς ἔχοντα τὴν οὐσίαν ἐν αἰῶνι καὶ μένοντα ἀεὶ τὸν αὐτὸν καὶ ὡς ἀπειροδύναμον. ἢ
25πῶς προσείληφε τοῦ ἐμφανοῦς χρόνου τὴν ἀπειρίαν τὰ κατὰ κύκλον ἐπανάγοντα πάντα εἰς ταὐτὸν καὶ ἀνανεάζοντα καὶ καταγηράσκοντα, δι’ αὐτὸν ἀνακαλούμενα εἰς τὸ οἰκεῖον μέ‐ τρον, ὡς ὁμοῦ περιεκτικὸν τῶν κύκλῳ κινουμένων καὶ κατ’ εὐθεῖαν; τοιαύτη γὰρ ἡ ἕλιξ, καὶ διὰ τοῦτο καὶ ὁ χρόνος
30ὑμνεῖται παρ’ ἐκείνων ἑλικοειδής, ὡς εἴρηταί μοι καὶ πρό‐ τερον [p. 21, 2]. ἐπεὶ καὶ οὐ τὸν χρόνον μόνον ὡς θεὸν
ὑμνήκασιν, ἀλλὰ καὶ ἡμέραν αὐτὴν καὶ νύκτα καὶ μῆνα
in Ti
.

3

.

41

θεὸν καὶ ἐνιαυτόν· καὶ εἰκότως· τῶν γὰρ ἀιδίως ἀνακυκλου‐ μένων εἶναι δεῖ πάντως ἀκίνητον αἰτίαν καὶ τῶν κατ’ εἶδος διαφερόντων ἄλλην καὶ ἄλλην. καὶ τούτων δ’ οὖν ἐντυχίας καὶ κλήσεις καὶ θεσμοὺς τελεστικοὺς ἐκεῖνοι παρέδοσαν. καὶ
5δεῖ μὴ ἐπὶ δακτύλων πάντα ταῦτα μόνον σκοπεῖν, ἀλλὰ καὶ ὡς θεῖα σέβειν τὰ ἀφανῆ καὶ ἀκίνητα πρὸ τῶν κινου‐ μένων τούτων καὶ πᾶσι φανερῶν, οἷς καὶ αὐτὸν εἴπομεν [p. 36, 22 ss] ἐν Νόμοις [X 899 B] τὸν Πλάτωνα μαρ‐ τυρεῖν ὡς περὶ θεῶν τούτων διαλεγόμενον. ἐπεὶ καὶ παρ’
10Ἕλλησι μηνὸς ἱερὰ παρειλήφαμεν καὶ παρὰ Φρυξὶ μῆνα Σαβάζιον ὑμνούμενον καὶ ἐν μέσαις ταῖς τοῦ Σαβαζίου τελεταῖς· ὃν γὰρ πρῶτον ἐθεάσαντο περιφορᾶς ἀιδίου μετρη‐ τικόν, θεὸν ὑπέλαβον εἶναι καὶ διὰ τελετῶν καὶ πάσης ἱερᾶς θρησκείας ἐτίμησαν, ὡς καὶ τὰς Ὥρας· καὶ γὰρ ταύ‐
15τας κατιδεῖν ἠδυνήθησαν ἀπὸ τῶν κατ’ αὐτὰς γιγνομένων. εἰ καὶ ἐνιαυτὸν οὐκέθ’ ὁμοίως· οἱ μὲν γὰρ θεόσοφοι καὶ τοῦτον ἡμῖν ἐξύμνησαν, οὐ πᾶσι δὲ γνῶναι καὶ σεφθῆναι ῥᾴδιον ἦν διὰ τὸ τῆς περιόδου τῆς ὑπ’ αὐτοῦ μετρουμένης δυσκατανόητον, ὥσπερ καὶ τὸν ὅλον χρόνον διὰ τὴν ἄγνοιαν
20τῆς μιᾶς περιόδου πάντων θηρᾶσαι καὶ ὄντα καὶ θεὸν ὄντα παγχάλεπον. καίτοι γε εἰ τῆς ἀιδίου κινήσεως προηγεῖται τὸ ἀκίνητον αἴτιον, καὶ αὖ τῆς ἀιδιότητος ἀνάγκη προϋπάρ‐ χειν τὸ πᾶσαν ἡνωμένως ἀφορίζον καὶ ἀριθμοῦν αὐτὴν οὖ‐ σαν ἀριθμουμένην.
25 Ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀίδιον οὐ‐ σίαν οὐκ ὀρθῶς· λέγομεν γὰρ ὡς ἦν ἔστι τε καὶ ἔσται, τῇ δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει [37 E 38 A]. Πρῶτον μὲν ἐπισημήνασθαι ἄξιον, ὅτι τὴν ἀίδιον οὐ‐
30σίαν εἰς ταὐτὸν ἄγει πάλιν τῇ νοητῇ, ἵνα καὶ πεισθῶμεν ἐναργέστερον, ὅτι τῶν νοητῶν θεῶν ἄγαλμα γεγενῆσθαι τὸν
κόσμον ἠβούλετο, ἡνίκα τῶν ἀιδίων αὐτὸν ἄγαλμα θεῶν
in Ti
.

3

.

42

ἀπεφαίνετο γεγονέναι. ἔπειτα δὲ προσεκτέον, ὅπως ὁρῶν τοὺς ἀνθρώπους οὐδὲν ὑγιὲς περὶ τούτων φρονοῦντας καὶ λέ‐ γοντας αὐτὸς ἐπὶ τὰς ἀληθινὰς ἀνατρέχει τῶν πραγμάτων ἐννοίας, διακαθαίρων ἅμα καὶ τὴν χρῆσιν τῶν ὀνομάτων,
5δι’ ὧν ἀνάγκη τὸν διδάσκαλον τὰς ἀναμνήσεις ἐν ταῖς τῶν εὖ πεφυκότων διανοίαις ἐργάζεσθαι. δοκεῖ μὲν οὖν δι’ ἐπι‐ είκειαν ἤθους ὁ λόγος οὐ βαρέα τοῖς λόγοις τῶν ἀνθρώπων ἐπιφέρειν ἐγκλήματα· τὸ γὰρ μὴ ὀρθῶς λέγειν, ἄλλως τε κἂν κοινὸν ᾖ τοῦ τε ἐλέγχοντος καὶ τῶν ἐλεγχομένων, οὐ μέγα
10φέρειν εἴωθεν ὄνειδος. δύναμιν δὲ ὁ λόγος ἔχει δριμεῖαν καὶ πληκτικήν· εἰ γὰρ ἃ ὁ δημιουργὸς τοῖς τελευταίοις ἀπέ‐ νειμε διὰ τὸ ἄδεκτον αὐτῶν τῆς σεμνοτέρας περιοχῆς, ταῦτα οὗτοι τοῖς ἐν αἰῶνι μένουσι προσάπτειν ἐπιχειροῦσι, γιγαν‐ τικόν τινα πόλεμον μεταχειρίζονται τῇ βουλήσει καὶ τῇ
15δυνάμει τῆς δημιουργίας ἀντιφθεγγόμενοι, πέτρας ἀτεχνῶς καὶ δρῦς εἰς οὐρανὸν ἀναπέμπειν ἐπειγόμενοι. διὰ τί οὖν τὸ ἦν καὶ τὸ ἔσται οὐχ ἁρμόζει τοῖς νοητοῖς; ὅτι τὸ μέ‐ τρον αὐτῶν αὐτό τέ ἐστιν ἀστεμφὲς καὶ ἀκίνητον καὶ τὰ μετρούμενα ὑφ’ ἑαυτοῦ πάσης ἐξῃρῆσθαι ποιεῖ μεταβολῆς.
20διὰ τί δὲ τὸ ἔστι κατὰ τὸν ἀληθῆ λόγον αὐτοῖς προσ‐ ήκει μόνον; ὅτι ἅ ἐστιν ἔστιν ἀεί, οὐδὲν οὔτε ἀφιέντα οὔτε προσλαμβάνοντα οὔτε κατ’ οὐσίαν οὔτε κατὰ ζωὴν οὔτε κατὰ τὴν νόησιν οὔτε πολλῷ πλέον κατ’ αὐτὴν τὴν ἕνωσιν. ἆρ’ οὖν τῶν τριῶν τούτων, τοῦ ἦν ἔστι τε καὶ ἔσται, τὰ μὲν
25ἄκρα οὐ προσήκει λέγειν ἐπὶ τῶν νοητῶν, μόνον δὲ τὸ μέ‐ σον, ἢ οὐδαμῶς; οὐδὲ γὰρ τὸ ἔστι τὸ συνταττόμενον τῷ τε ἦν καὶ τῷ ἔσται προσήκει †τι τοῖς νοητοῖς, ἀλλ’ ὃ πάν‐ των μὲν τούτων ἐξῄρηται, χρόνου δὲ οὐδεμίαν ἔμφασιν ἔχει, κατ’ αὐτὸ δὲ τὸ αἰώνιον ὥρισται μέτρον, ἀπονεμητέον ἐστὶ
30τοῖς θεοῖς καὶ τοῖς νοητοῖς· ὥσπερ γὰρ τὸ ἀεὶ τὸ μὲν ἦν αἰώνιον, τὸ δὲ χρονικόν, οὕτω καὶ τὸ ἔστι διττόν ἐστι καὶ τὸ μὲν τοῖς ὄντως οὖσιν ἁρμόζει, τὸ δὲ τοῖς ἐγκοσμίοις
πράγμασιν. ὅταν οὖν λέγῃ τῇ δὲ τὸ ἔστι μόνον κατὰ
in Ti
.

3

.

43

τὸν ἀληθῆ λόγον προσήκει, τὸ μόνον μεταθέντες ἐπι‐ στημονικώτερον εὑρήσομεν τὸν λόγον· τῇ δὲ τὸ μόνον ἔστι προσήκει, τουτέστι τὸ καθ’ ἑαυτὸ καὶ ἐξῃρημένον τῆς πρὸς τὰ εἴδη τοῦ χρόνου συντάξεως. πόθεν οὖν ἐπῆλθε
5τοῖς ἀνθρώποις τηλικαῦτα πλημμελεῖν καὶ τὰ μηδὲν προσ‐ ήκοντα τοῖς νοητοῖς θεοῖς ἐπ’ αὐτοὺς ἀναπέμπειν; τὸ μὲν ὅλον αἴτιον ἡ λήθη τῶν θείων ἡ διὰ τὴν πτερορρύησιν καὶ τὴν πτῶσιν καὶ τὴν τῶν ἐπικήρων σωμάτων κοινωνίαν ἡμῖν ἐπιγεγενημένη· διὸ καὶ αὐτὸς οὗτος ἔφη· λανθάνομεν φέ‐
10ροντες ἐπὶ τὴν ἀίδιον οὐσίαν οὐκ ὀρθῶς. ἀλλ’ οὐχ οἵ γε θεουργοὶ ταῦτα πεπόνθασιν· οὐ γὰρ θέμις αὐτοῖς· ἀλλὰ τὸν χρόνον αὐτὸν ὑμνήκασιν ὡς θεόν, καὶ ἄλλον μὲν τὸν ζωναῖον, ὡς εἴπομεν, ἄλλον δὲ ἄζωνον, μετροῦντα τὴν περίοδον τοῦ τρίτου τῶν αἰθερίων, ἄλλον δὲ τὸν ἐπὶ τοῦ
15μέσου τῶν κόσμων ἐκείνων, ἀρχαγγελικόν τινα χρόνον, ἄλλον δὲ ἀρχικὸν αὐτῷ ἐφεστῶτα τῷ πρωτίστῳ τῶν αἰθερίων, ἐφ’ ἅπασι δὲ τούτοις πηγαῖον ἄλλον, ὃς τὸν ἐμπύριον κόσμον ἄγει καὶ περιάγει καὶ ἀφορίζει τὴν ἐκείνου περίοδον, ἀπ’ αὐτῆς προελθὼν τῆς πηγαίας θεοῦ τῆς πᾶσαν μὲν ζωήν,
20πᾶσαν δὲ κίνησιν τεκούσης· αὕτη γὰρ παρήγαγε καὶ τὸν πηγαῖον χρόνον καὶ πᾶσι τοῖς κινουμένοις ἐπέστησε με‐ τροῦντα τὰς πάντων περιόδους μέχρι τῶν ἐσχάτων, ἃ δὴ καὶ αὐτὰ κατὰ περιόδους μετρεῖται, κἂν ᾖ τῶν παμφθόρων πραγμάτων, καὶ Πλάτωνος [Phaed. 77C s] ἡμᾶς διδάξαντος,
25ὅτι πᾶν τὸ ζῶν ἐκ τεθνηκότος γίγνεται καὶ πᾶν τὸ τεθνη‐ κὸς ἐκ ζῶντος, καὶ ὡς ἔστι πάντων περίοδος καὶ ἀποκατά‐ στασις καὶ τῶν γενητῶν, οὐ τῶν ἀδιαφθόρων μόνων· καὶ γὰρ τὸ καθ’ ἕκαστον κατά τινα περίοδον ἀπὸ τοῦ μὴ ὄντος γεγονὸς ἄπεισιν εἰς τὸ μὴ ὄν, εἴπερ ἡ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ
30αὐτὸ κίνησίς ἐστι περίοδος. πάντων οὖν ὁ χρόνος μετρη‐ τικὸς ἕως τῶν ἐσχάτων, πᾶσι τὰς περιόδους ἀφορίζων· καὶ τοῦτο προστίθησι τοῖς κινουμένοις, ἵνα μιμῆται τοῦ νοῦ
τὴν ἐν αὑτῷ μονὴν †ὁ αἰὼν συνεχῆ διὰ τῆς εἰς τὸ αὐτὸ
in Ti
.

3

.

44

ἀπὸ τοῦ αὐτοῦ περιόδου, ἣν ὁ χρόνος ἀφορίζει πᾶσι τοῖς κινουμένοις. οἱ δὲ πολλοὶ πολλαχοῦ μὲν συγχέουσι τὴν τῶν πραγμάτων διάφορον σύστασιν, μὴ διορίζοντες τὰ προσ‐ ήκοντά πῃ τοῖς οὖσι καὶ τοῖς γιγνομένοις, διαφερόντως δὲ
5ἡ περὶ τὸν αἰῶνα καὶ τὸν χρόνον ἄγνοια τὴν δεινὴν ταύ‐ την σύγχυσιν καὶ παρανομίαν ἀπεργάζεται. δρᾷ δέ τι καὶ ἡ τῶν πραγμάτων ὁμοιότης· οὐ γὰρ ἀπήρτηται τῶν πρωτί‐ στων τὰ τελευταῖα, ἐξήρτηται δὲ αὐτῶν καὶ πρόεισι κατ’ ἐκεῖνα 〈τὰ μέσα〉 καὶ τὴν εἰκόνων ὑποδύεται μορφήν. δει‐
10ναὶ δὲ τοὺς μὴ ἐπιστήμονας αἱ ὁμοιότητες παραλογίσασθαι καὶ ἀπαγαγεῖν ἀπὸ τῶν ἑτέρων ἐπὶ τὰ ἕτερα καὶ πεῖσαι ταῖς εἰκόσιν οἷα τοῖς παραδείγμασιν ὁμιλεῖν καὶ μηδὲν ἄλλο τὴν ἀρχηγέτιν οὐσίαν εἶναι νομίζειν ἢ ὅπερ ἐστὶν αὐτῆς τὸ φαινόμενον εἴδωλον. ὁρῶντες οὖν ἐνταῦθα μῖξιν τοῦ ὄντος
15πρὸς τὸ μὴ ὂν καὶ πῂ μὲν τοῦ ὄντος ἐπικράτειαν, ὅταν εἶναι τὸ πρᾶγμα λέγωμεν, πῃ δὲ τοῦ μὴ ὄντος, ὅταν τὸ ‘ἦν‘ ἢ τὸ ‘ἔσται‘ περὶ αὐτοῦ φθεγγώμεθα, μεταφέρομεν ταῦτα καὶ ἐπὶ τὴν αἰώνιον τῶν ὄντων διακόσμησιν, ὅπου μήτε παρα‐ τρέχει τι μήτε μέλλει μήθ’ ὅλως μεταβάλλει, *** μὴ χρόνου
20πρόοδος μηδὲ τοῦ ὄντος τοῦ κατὰ στέρησιν ἔμφασις, ἀλλ’ ἀληθὴς οὐσία καὶ τὸ ὄντως ὂν καὶ τὸ ἀεὶ ὡσαύτως καὶ ἐν τῷ νῦν τὸ πᾶν καὶ ἤδη καὶ ὁμοῦ τὰ τέλη, οὐχ ὡς ἕτερα ἐν ἑτέροις 〈οὐδ’〉 ὡς ταὐτὰ τοῖς ἐν ὑποκειμένοις ὄντα, ἐπεὶ μηδὲ τὸ εὖ τοῦ εἶναι διέστηκεν ἐν αὐτοῖς, οἷς
25καλλονὴ καὶ ἀγαθότης τὸ πᾶν ὡς εἰπεῖν τῆς ὑπάρξεως. Τὸ δὲ ἦν τό τε ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν ἰοῦσαν πρέπει λέγεσθαι· κινήσεις γάρ ἐστον. τὸ δὲ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχον ἀκινήτως οὔτε πρεσβύτερον οὔτε νεώτερον προσήκει γίγνεσθαι διὰ χρόνον οὐ‐
30δὲ γενέσθαι ποτὲ οὐδὲ γεγονέναι νῦν, οὐδ’ εἰσαῦ‐
in Ti
.

3

.

45

θις ἔσεσθαι, τὸ παράπαν τε οὐδὲν ὅσα γένεσις τοῖς ἐν αἰσθήσει φερομένοις προσῆψεν, ἀλλὰ χρόνου ταῦτα αἰῶνα μιμουμένου καὶ κατ’ ἀριθμὸν κυκλου‐ μένου γέγονεν εἴδη [38 A].
5 Τρία ταῦτα προσήκει, φησί, διὰ χρόνον τῇ γενέσει, ἓν μὲν ‘τὸ ἦν καὶ τὸ ἔσται‘, δεύτερον δὲ ‘τὸ νεώτερον γίγνε‐ σθαι καὶ πρεσβύτερον‘, τρίτον ‘τὸ γίγνεσθαί ποτε ἢ νῦν γεγονέναι ἢ εἰσαῦθις ἔσεσθαι‘. ὧν τὸ μὲν πρῶτόν φησιν ὁ θεῖος Ἰάμβλιχος δρᾶν τὸν χρόνον εἰς τὴν γένεσιν ὡς ἀπὸ
10τοῦ ὄντος προελθόντα, τὸ δὲ δεύτερον ὡς ἀπὸ ζωῆς ὁρμώ‐ μενον, τὸ δὲ τρίτον ὡς τῆς νοερᾶς τάξεως ἐξηρτημένον. τούτων δὲ λίαν ἐμφρόνως εἰρημένων πρῶτον ἐπιζήτησον αὐ‐ τός, εἰ ὡς τρία χρὴ θεωρεῖν αὐτὰ μᾶλλον, ἀλλὰ μὴ ὡς δύο τῷ ‘γενέσθαι ποτὲ‘ προσυπακούοντας τὸ ‘πρεσβύτερον ἢ νεώ‐
15τερον‘ καὶ τῷ ‘γεγονέναι νῦν‘ καὶ τῷ ‘εἰσαῦθις ἔσεσθαι‘, ἵνα μὴ μόνον κατὰ τὸ γίγνεσθαι, ἀλλὰ καὶ κατὰ πάντα μόρια τοῦ χρόνου καὶ τῆς γενέσεως πλημμελὲς ᾖ προσάπτειν τι τοιοῦτο τοῖς θεοῖς. ἔπειτα δὲ εἰς τὴν ἀρχὴν ἀναδραμὼν τοῦ λόγου παντὸς ἐπίστησον, εἰ μόνα τὰ δύο λέγοιμεν ἂν
20ὀρθῶς ἐπὶ τῆς γενέσεως (λέγω δὲ τὸ ‘ἦν‘ καὶ τὸ ‘ἔσται‘) ἢ καὶ τὸ ὡσανεὶ μέσον αὐτοῖν τὸ ‘ἔστιν‘, ὅπερ οὐκ ὠνό‐ μασται νῦν, ἐπείπερ προσῆκον τὸ αἰώνιόν ἐστι τοῖς νοητοῖς, ἵνα μὴ πάλιν ἡ ὁμωνυμία ταραχὴν ἐμποιήσῃ τῷ λόγῳ. καὶ μὴν πρόδηλόν ἐστι πᾶσιν, ὡς ἑκάστη μὲν εἰκὼν μετέχει πῃ
25τοῦ παραδείγματος, διαφερόντως δὲ ὁ σύμπας κόσμος τοῦ νοητοῦ· ὥστε εἰ ἐκεῖ τὸ ὄντως ὄν, εἴη ἂν ἀμηγέπῃ κἀν‐ ταῦθα τὸ ὄν. οὐ συνηρίθμηται δὲ τῷ ‘ἦν καὶ ἔσται‘ τὸ ‘ἔστι‘, διότι τε μὴ τὸ κυρίως ἐστὶν ἐνταῦθα καὶ διότι καὶ τὸ δευτέρως ἀπὸ τοῦ νοητοῦ, ὥστ’ ἐκείνῳ μᾶλλον ἂν προσήκοι,
30καὶ ὅτι τὰ ἴδια ἑκατέρων τῶν φύσεων προὔκειτο λέγειν, οὐκ εἴ τινος ἡ ἑτέρα παρὰ τῆς ἑτέρας μετείληφε. καίτοι καὶ τὸ ‘ἦν‘ καὶ τὸ ‘ἔσται‘, καὶ εἰ τῷ μὴ ὄντι μᾶλλον χαρακτηρί‐
ζεται τὸ μὲν τῷ μηκέτι, τὸ δὲ τῷ μηδέπω, ἀλλ’ οὖν μετέχει
in Ti
.

3

.

46

γε πάντως ἀμηγέπῃ τοῦ ὄντος, ἢ οὐδ’ ἂν κατὰ παρέγκλισιν ἀπ’ αὐτοῦ κατωνομάζετο, ἀλλὰ διὰ τὴν ἐπικράτειαν τὴν ἐν αὐτοῖς τοῦ μὴ ὄντος τῇ γενέσει μόνως ᾠκείωται, τοῖς δὲ ὄντως οὖσιν οὐδαμῶς προσήκει. καὶ ἄλλως δὲ ἡ μὲν μονὰς
5τοῦ ‘ἔστι‘ τῷ αἰῶνι μᾶλλον ᾠκείωται καὶ τοῖς νοητοῖς, ἡ δὲ δυὰς τοῦ ‘ἦν‘ καὶ τοῦ ‘ἔσται‘ γενέσει καὶ χρόνῳ. μέγα δὴ καὶ τοῦτο σθένος τῆς χρονικῆς ἐνεργείας, ὅτι συντάττει καὶ τὸ μηκέτι ὂν τοῖς οὖσι καὶ τὸ μηδέπω τοῖς ἐνεστῶσι· κατὰ γὰρ τὸν χρόνον συνεχῆ πάντα ταῦτα γίγνεται, καὶ τὸ
10ἐνεστὼς διὰ χρόνου ἐπὶ τὸ ‘ἦν‘ ἐκπέμπεται, οὐδὲ τότε ἐπὶ τὸ μηδαμῇ μηδαμῶς ὂν ὑποφερόμενον, ἀλλ’ ἀμηγέπῃ διὰ τὸν χρόνον τοῖς οὖσι συνταττόμενον. πῶς οὖν τὸ ‘ἦν‘ καὶ τὸ ‘ἔσται‘ εἴδη χρόνου καὶ ἐπὶ γενητῶν πρέπει λέγεσθαι; ἦ ἄλλα 〈μὲν〉 ἦν τὰ εἴδη τοῦ χρόνου (ἁπλούστερα γὰρ καὶ
15πρόοδοι μόναι χρονικαὶ καὶ διαστάσεις τῶν ὅλων μετρητικαί), ἄλλα δὲ τὰ κατὰ τῶν ἐν χρόνῳ γιγνομένων ταττόμενα· οὐ γὰρ ταὐτὸν τὸ ‘ἦν χρόνοσ‘ καὶ τὸ ‘ἦν ὁ πόλεμοσ‘, ὥσπερ οὐδὲ τὸ κάτω ἐπί τε τοῦ τόπου καὶ τῆς γῆς, ἀλλὰ τὸ μὲν ἁπλοῦν καὶ ἕν, τὸ δὲ σύνθετον καὶ διπλοῦν, καὶ τὸ μὲν
20περιέχον, τὸ δὲ περιεχόμενον. οὕτως οὖν καὶ ἐπὶ τοῦ ‘ἦν‘ τὸ μὲν χρονικὸν περιέχει καὶ μετρεῖ καὶ ἔστιν ἁπλοῦν, τὸ δ’ ἐπὶ τῆς ἐν χρόνῳ γενέσεως παραλαμβανόμενον περιέχεται καὶ μετρεῖται, καὶ μετέσχε μὲν χρόνου, χρόνος δὲ οὐκ ἔστιν. ὅτι δὲ περιέχεται πᾶσα ἡ γένεσις ὑπὸ τοῦ χρόνου, καθάπερ
25αὐτὸς ὁ χρόνος ὑπὸ τῶν νοητῶν, δῆλον, ἐξ ὧν ὁ μὲν χρό‐ νος ἰέναι κατ’ ἀριθμὸν λέγεται, ὡς κατὰ τὰ νοερὰ εἴδη τὰ ἐν αὑτῷ καὶ μέτρα ποιούμενος τὴν πρόοδον, ἡ δὲ γένεσις ἐν χρόνῳ ἰέναι, ὡς ἂν ὑπὸ χρόνου μετρουμένη καὶ κοσμου‐ μένη καὶ τελειουμένη. πάλιν ὁ χρόνος διὰ τὴν πρὸς τὸν
30αἰῶνα μίμησιν κυκλεῖσθαι λέγεται, ὡς καὶ ὁ οὐρανὸς διὰ τὴν πρὸς τὸν νοῦν μίμησιν ἐσφαιρῶσθαι, καὶ εἴδη ἔχειν τὸ ‘ἦν‘ καὶ τὸ ‘ἔσται‘ καὶ ὅσα τούτοις ὁμόφυλα, δῆλον ὅτι
τὰ ἁπλᾶ καὶ τὰ ἀρχηγικὰ τῶν ἐν γενέσει φερομένων· τὰ
in Ti
.

3

.

47

γὰρ μέτρα πάσης ἔχων ἐν αὑτῷ τῆς γενέσεως εἰκόνας αὐ‐ τῶν καὶ τύπους τοῖς κατ’ αὐτὸν ἰοῦσιν ἐντίθησιν. ἡ μὲν οὖν γένεσις καὶ παρακμάζει καὶ δι’ αὐτὸ τοῦτο προσδεῖται τοῦ ἀνανεώσαντος αὐτὴν χρόνου καὶ ἀτελής ἐστι τὴν ἀρχὴν
5καὶ χρῄζει τοῦ τελειοτέραν αὐτὴν ποιήσοντος καὶ πρεσβυ‐ τέραν χρόνου. τὸ δὲ νοητὸν ἀεὶ τέλειον, ἀεὶ ἀκμαῖον, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει· ὅθεν καὶ πρεσβύτερόν ἐστί τι ἐκεῖ· ἀλλὰ καὶ Ζεὺς πρότερος γεγόνει [Hom. Ν 355]·
10καὶ νεώτερον·
μετά σφισι πότνια Ἥβη νέκταρ ἐῳνοχόει [Hom. Δ 2 s]. ἀλλ’ οὐχὶ διὰ χρόνου τοῦτο αὐτοῖς παραγίνεται. καὶ τοῦτο λίαν ἀκριβῶς αὐτὸς προσέθηκεν, ὡς τὸ νοητὸν οὔτε πρεσβύ‐
15τερον οὔτε νεώτερον προσήκει γίγνεσθαι διὰ χρόνου, οὐδ’ ὅλως γίγνεσθαι τὸ ἀγένητον οὐδὲ γεγονέναι οὐδὲ γενήσε‐ σθαι. ἑνὶ δὲ λόγῳ γένεσις μέν, εἰ καὶ μὴ οὐσία ἐστίν, ἀλλ’ οὖν οὐσίας μεταλαγχάνει, οὐσίαν δὲ γενέσεως θέμις οὐδα‐ μῶς ἀναπιμπλάναι, ὅθεν οὐδὲ τὰ γενέσει διὰ χρόνον
20προσήκοντα τοῖς ὄντως οὖσι προσφέρειν ὀρθόν. Καὶ πρὸς τούτοις ἔτι τὰ τοιάδε, τό τε γεγονὸς εἶναι γεγονὸς καὶ τὸ γιγνόμενον εἶναι γιγνόμενον, τὸ γενησόμενον εἶναι γενησόμενον καὶ τὸ μὴ ὂν μὴ ὂν εἶναι, ὧν οὐδὲν ἀκριβὲς λέγομεν. περὶ μὲν οὖν
25τούτων τάχ’ ἂν οὐκ ἂν εἴη καιρὸς πρέπων ἐν τῷ παρόντι διακριβολογεῖσθαι [38 A B]. Πρῶτον μὲν *** ὡς τὰ τῇ γενέσει πρέποντα ῥήματα τοῖς ὄντως οὖσι προσφέρουσαν τὴν συνήθειαν τῶν Ἑλλή‐
νων διήλεγχε, νυνὶ δὲ ὡς τὸ εἶναι συντάττοντας τῇ γενέσει
in Ti
.

3

.

48

τὸ προσῆκον τοῖς νοητοῖς αἰτιᾶται τοὺς πολλοὺς τῶν ἀν‐ θρώπων· ἢ γὰρ διπλῆν ἢ πάντως γε μίαν τινὰ καὶ μεγά‐ λην αὐτῶν εἶναι τὴν παρανομίαν· ὅταν μὲν γὰρ τὸ γε‐ γονὸς εἶναι γεγονὸς λέγωσι καὶ τὸ γενησόμενον εἶναι γενησό‐
5μενον, πλημμελῶς μὲν τὸ τῶν αἰωνίων οὐσιῶν ἴδιον τοῖς γενητοῖς προσάπτουσι (τὸ γὰρ εἶναι τοῦτο τοῖς ἄνω προσήκει καὶ θείοις, ὥσπερ τὸ γίγνεσθαι τοῖς αἰσθητοῖς), οὐκ ὀρθῶς δὲ οὐδὲ τὰ μόρια τοῦ χρόνου συγχέουσι καὶ τὴν ἐν αὐτῷ τάξιν ἀνατρέπουσι τῷ παρελθόντι τὸ νῦν εἰς ταὐτὸν ἄγον‐
10τες. ὅταν δὲ τὸ γιγνόμενον εἶναι λέγωσι, τῷ προτέρῳ μόνῳ περιπετεῖς εἰσιν ἁμαρτήματι. μεγίστου δὲ ὄντος τούτου μεῖ‐ ζον, εἰ θέμις εἰπεῖν, ἐστὶ τὸ τὸ μὴ ὂν εἶναι λέγειν· εἰ γάρ ἐστιν ἡ γένεσις μέση μὴ ὄντος καὶ ὄντος, ἧττόν ἐστι πλημ‐ μελὲς τὰ τοῦ ὄντος τῇ γενέσει προσφέρειν ἢ τῷ μὴ ὄντι.
15μία δὴ καὶ ὑπὲρ τούτων ἀπολογία κατὰ φύσιν ἂν γένοιτο· μεταλαγχάνον γὰρ τὸ μὴ ὂν ἐν τῇ γενέσει τοῦ ὄντος, ὡς καὶ πᾶν τὸ ἔγχρονον τοῦ αἰῶνος, εἶναι δοκεῖ τοῖς ἐπὶ τὸν ἐξῃρημένον ἁπάσης διαστάσεως καὶ μερισμοῦ αἰῶνα καὶ τὸ ὄντως ὂν οὐκ εἰωθόσιν ἀνάγεσθαι. πάλιν τὸ ἐνεστὼς τοῦ
20χρόνου τὴν ἐν κινήσει φερομένην γένεσιν εἴωθε σῴζειν καὶ διακατέχειν. θαυμαστὸν οὖν οὐδὲν ὑπομένουσιν οἱ ἄνθρω‐ ποι, εἰ καὶ τὸ παρῳχηκὸς ἀμηγέπῃ διακατέχειν ἐν τοῖς οὖσι βουλόμενοι, καίπερ ἤδη γεγονὸς εἶναι γεγονὸς αὐτὸ λέγοιεν, τὸ δὲ μηδέπω γιγνόμενον συντάττειν ἐθέλοντες τοῖς οὖσιν
25εἶναι γενησόμενον αὐτὸ λέγοιεν· διὰ γὰρ δυεῖν τούτων τὸ μὴ ὂν ἀμηγέπῃ προσιέναι τοῖς πράγμασι καὶ συντάττεσθαι δύναται, διά τε τῆς μετοχῆς τοῦ ὄντος καὶ διὰ τοῦ παρόν‐ τος χρονικοῦ διαστήματος, ἅπερ ἀμφότερα τὸ εἶναι δόξειεν ἂν ἐπιφέρειν. καὶ ἡ μὲν ἀφορμὴ τῆς πολλῆς χρήσεως ἐν‐
30τεῦθεν ἐλήφθη ποθέν· οὐ μὴν ἀκριβὲς καὶ ἐπιστημονικὸν ἔχει τι τῆς ἐπιταράξεως ταύτης ἡ μετάθεσις. διὸ ἐπισημη‐ νάμενος ἐφ’ ὅσον ἔπρεπε τῇ παρούσῃ σκέψει φυσικωτέρᾳ
οὔσῃ περὶ τούτων ἐπιπλέον ἐξετάζειν ἄλλης εἶναί φησι
in Ti
.

3

.

49

πραγματείας, ὡς μὲν οἱ πολλοὶ νομίζουσι τῶν ἐξηγητῶν, λογικῆς (ἐν γὰρ ταῖς λογικαῖς συνουσίαις εἰώθασι ζητεῖν, εἰ δοξαστόν ἐστι τὸ μὴ ὄν), ὡς δὲ ὁ θεῖος Ἰάμβλιχος εἶπε κἀγὼ πείθομαι, θεολογικῆς· ἔν τε γὰρ τῷ Σοφιστῇ πολὺς
5ὁ περὶ τοῦ παντοδαπῶς μὴ ὄντος λόγος κἀν τῷ Παρμε‐ νίδῃ, ὧν δὴ καὶ τὸ σκέμμα οἰκεῖον ὁ Τίμαιος εἶναι ἀπο‐ φαίνεται, νῦν μέν, ὥσπερ τὰ πράγματα διέκρινε καὶ διέστη‐ σεν ἀπ’ ἀλλήλων εἴς τε τὸ ὂν ἀεὶ καὶ εἰς τὸ γιγνόμενον καὶ ἀπολλύμενον, εἰς εἰκόνα καὶ παράδειγμα, εἰς τὸ αἰώνιον
10καὶ τὸ ἔγχρονον, οὕτως ἐθελήσας καὶ τὰς προσρήσεις οἰκείας ἑκατέροις ἀποδοῦναι, ὡς μήτε τὰ διὰ χρόνον τῇ γενέσει προστεθέντα μεταφέρειν ἐπὶ τὰς ἁπλουστέρας καὶ θειοτέρας οὐσίας, μήτε τὰ ἐξαίρετα τῶν κρειττόνων ἀγαθὰ συνανα‐ φύρειν τοῖς ἐν κινήσει καὶ μεταβολῇ φερομένοις, τὰς δὲ
15βαθυτέρας τούτων ἐρεύνας τοῖς οἰκειοτέροις ἀπονέμων και‐ ροῖς· εἰωθὸς γὰρ ἦν τοῦτο καὶ αὐτῷ Πλάτωνι καὶ πρὸ Πλάτωνος τοῖς Πυθαγορείοις, ὃ δὴ καὶ Ἀριστοτέλης δια‐ φερόντως ἐζήλωσε, προσφόρως ταῖς προθέσεσι τῶν πραγμα‐ τειῶν τὰ κατὰ φιλοσοφίαν προβλήματα μεταχειρίζεσθαι.
20 Χρόνος δ’ οὖν μετ’ οὐρανοῦ γέγονεν, ἵνα ἅμα γεννηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γίγνηται, καὶ κατὰ τὸ παράδειγμα τῆς διαι‐ ωνίας φύσεως, ἵνα ὡς ὁμοιότατος αὐτὸς αὐτῷ κατὰ δύναμιν · τὸ μὲν γὰρ δὴ παράδειγμα πάντα αἰῶνά
25ἐστιν ὄν, ὁ δ’ αὖ διὰ τέλους τὸν ἅπαντα χρόνον γε‐ γονώς τε καὶ ὢν καὶ ἐσόμενος [38 BC]. Μετ’ οὐρανοῦ φησι γεγενῆσθαι τὸν χρόνον τοῦ ἐμψύ‐ χου καὶ ἔννου, διότι δὴ πρῶτος ὁ κόσμος αὐτοῦ μετέχει κατά τε ψυχὴν καὶ κατὰ τὸ σωματοειδές. τὸ δ’ ἵνα ἅμα γεν‐
30νηθέντες ἅμα καὶ λυθῶσιν, ἐάν ποτε λύσις τις αὐ‐
in Ti
.

3

.

50

τῶν γίγνηται, σαφῶς ἀγένητον καὶ ἄφθαρτον δείκνυσι τὸν οὐρανόν· εἰ γὰρ γέγονεν, ἐν χρόνῳ γέγονεν. εἰ δὲ μετὰ χρόνου γέγονεν, οὐκ ἐν χρόνῳ γέγονεν· οὐδὲ γὰρ ὁ χρόνος ἐν χρόνῳ γέγονεν, ἵνα μὴ πρὸ χρόνου χρόνος ᾖ. εἰ ἄρα
5μετὰ χρόνου γέγονεν, οὐ γέγονε· δεῖ γὰρ πᾶν τὸ γιγνόμενον μεταγενέστερον εἶναι χρόνου· ὁ δ’ οὐρανὸς οὐδαμῶς ἐστι χρόνου μεταγενέστερος. πάλιν δὲ εἰ πᾶν τὸ λυόμενον ποτὲ λύεται, χρόνος δὲ ἐν μορίῳ ἑαυτοῦ οὐκ ἂν λύοιτο, χρόνος οὐκ ἂν λύοιτο· ὥστε οὐδὲ οὐρανός· ἄλυτος γὰρ καὶ οὗτος,
10ἔστ’ ἂν ὁ χρόνος ἄλυτος ᾖ. καὶ ἄλλως δὲ ὁ χρόνος ἄλυτος δι’ ἁπλότητα φύσεως, εἰ μή τις τὴν αἰτίαν αὐτοῦ τῆς τε προόδου καὶ τῆς ἐπὶ τὸν δημιουργὸν ἐπανόδου γένεσιν αὐ‐ τοῦ καὶ λύσιν ἐπονομάζειν ἐθέλοι· οὕτω δ’ ἂν καὶ ὁ οὐρα‐ νὸς τὴν κατ’ αἰτίαν ἔχοι λύσιν καὶ γένεσιν. ὅμοιον οὖν ὡς
15εἴ τις περιττὰς εἶναι βουλόμενος τὰς θατέρου περιφορὰς ἑπτάδα λέγοι συνυπάρχειν αὐταῖς, ἵν’ ἐάν ποτε ἡ ἑπτὰς ἀρτία γίγνηται, καὶ αὗται ἄρτιαι γένωνται, σημαίνων μὴ μεταπεσεῖσθαι τὰς περιφορὰς ἐπὶ τὸ ἄρτιον, οὕτω δὴ καὶ νῦν εἰρῆσθαι νομιστέον περὶ τῆς ἀλυσίας τοῦ κόσμου τε
20καὶ τοῦ χρόνου τῆς παντοδαπῆς διὰ τὸ τὸν χρόνον ἄλυτον ἔχειν τὴν φύσιν. μία μὲν οὖν αἰτία τοῦ γεγενῆσθαι μετ’ οὐρανοῦ τὸν χρόνον εἴρηται, ἵνα ἄλυτον ᾖ τὸ πᾶν καὶ ἀίδιον. δευτέρα δέ, ἵνα καὶ ὁμοιότατον ᾖ τῷ παρα‐ δείγματι· τὸ γὰρ αὐτὸς αὐτῷ ὁ οὐρανὸς λέγει τῷ παρα‐
25δείγματι. πῶς οὖν διὰ χρόνον ὁμοιότερος ὁ οὐρανὸς τῷ αὐτοζῴῳ γίγνεται; ὅτι, φησίν, ὥσπερ τὰ νοητὰ τὴν σύμπα‐ σαν δύναμιν τοῦ αἰῶνος ἑνωτικὴν οὖσαν καὶ συνεκτικὴν ἤδη καὶ ὁμοῦ καὶ ἀθρόως καὶ ἑνιαίως ὑποδέχεται, οὕτω καὶ ὁ κόσμος τὴν σύμπασαν τοῦ χρόνου χορείαν μεριστῶς καὶ
30διῃρημένως ὑπομεμένηκε, δι’ ἣν καὶ γεγονὼς καὶ ὢν καὶ ἐσόμενός ἐστιν, οὐκ ἐν τῷ σύμπαντι χρόνῳ τὰ τρία ἔχων, ἕκαστον δὲ ἐν μορίῳ χρόνου, ἀλλὰ καὶ ἕκαστον τῶν τριῶν
ἐν τῷ σύμπαντι χρόνῳ διά τε τὴν φθάσασαν καὶ τὴν μέλ‐
in Ti
.

3

.

51

λουσαν περίοδον, καὶ ὅτι τῆς τῶν γενητῶν φύσεως ὢν ἔσχε τὸ ἐν τῇ γενέσει τέλειον κατὰ πᾶν τοῦ χρόνου μόριον, ὢν μέν, ἐπειδὴ κἀν τῇ ἐνεστώσῃ συμπάσῃ τοῦ χρόνου περι‐ φορᾷ μεταλαγχάνει τοῦ ὄντος, 〈γεγονὼς δὲ ***〉 ἐσόμενος
5δέ, ἐπειδὴ οὐ λήξουσιν αἱ χορεῖαί ποτε τοῦ σύμπαντος χρό‐ νου καὶ περιτροπαὶ 〈αἱ〉 συνάπτουσαι τὸν κόσμον τοῖς νοη‐ τοῖς αἰτίοις καὶ ἀφομοιοῦσαι. εἰ δὲ δὴ τὸν πάντα χρόνον ἐστὶν ὁ οὐρανὸς καὶ ὢν καὶ γεγονὼς καὶ ἐσόμενος, ἔστι δὲ ἐσόμενος τὸν ἔπειτα χρόνον ὡς ἄφθαρτος, καὶ τὸν ἔμ‐
10προσθεν ἄρα πάντα γέγονεν ὡς ἀγένητος· ὁμοίως γὰρ καθ’ ἑκάτερον τῷ παντὶ χρόνῳ συνὼν ἢ οὐδὲ ἔσται ἔτι ἄπειρον ἢ καὶ γέγονεν ἐξ ἀπείρου. καὶ γελοῖοί τινές εἰσιν οἱ ποτὲ μὲν αὐτὸν γενέσθαι λέγοντες, ἔσεσθαι δὲ μηκέτι ποτέ, τοῦ Πλάτωνος ὁμοίως ἐπ’ ἄμφω τὸν ἅπαντα χρόνον αὐτῷ δόν‐
15τος. καὶ ὁρᾷς, ὅτι τὰ τρία νῦν αὐτῷ νέμει καὶ οὐ παραι‐ τεῖται τὸ ὂν ἐπ’ αὐτοῦ. δῆλον οὖν, ὅτι, καὶ ἀνωτέρω τὸ ἔστι τῇ διαιωνίᾳ φύσει νέμων καὶ οὐχὶ τῇ γενέσει, τὸ ἐξῃρη‐ μένον πάσης χρονικῆς παρατάσεως ἔστι, καὶ κατ’ αὐτὸ τὸ αἰώνιον νῦν ἱστάμενον ἀπεκλήρου τοῖς νοητοῖς, ἐπεὶ τὸ
20σύμφυλον τῷ ἦν καὶ τῷ ἔσται συγχωρεῖ καὶ τοῖς αἰσθητοῖς κατὰ μέθεξιν τοῦ ὄντως ὄντος παραγίγνεσθαι. πῶς οὖν, εἴπερ ἡ τοῦ χρόνου φύσις, ὥς φησι καὶ ὁ θεῖος Ἰάμβλι‐ χος κἀγὼ πείθομαι, μέση ἐστὶν αἰῶνος καὶ οὐρανοῦ καὶ τοῦ μὲν ἡγεῖται, τῷ δὲ ἀφομοιοῦται, χρόνος οὐρανοῦ χάριν
25ὑπέστη; τὸ γὰρ περιεκτικὸν καὶ τελειωτικὸν καὶ πλέον ἀφο‐ μοιοῦν τὴν εἰκόνα τῷ παραδείγματι πῶς τοῦ περιεχομένου καὶ ἀφομοιουμένου γέγονεν ἕνεκεν; οὕτω γὰρ ἂν τῶν τελῶν τὰ ἕνεκά του σεμνότερα ἂν εἴη καὶ τῶν ὑφειμένων χάριν τὰ κρείττω τὴν ἐπὶ τὰ ὄντα ποιοῖτο πρόοδον. ἔστι δὲ οὐδὲν
30τοιοῦτον ἐν τοῖς ὑπὸ Πλάτωνος διατεταγμένοις εὑρεῖν· οὔτε γὰρ ὁ χρόνος οὐρανοῦ μόνου γέγονε χάριν οὔτε ὁ οὐρανὸς
τοῦ χρόνου μόνου χάριν ὑπέστη, ἀλλ’ ἑκάτερος καὶ ἑαυτοῦ
in Ti
.

3

.

52

καὶ τοῦ ἑτέρου καὶ τοῦ συναμφοτέρου· ἵνα γὰρ ἡ πᾶσα δημι‐ ουργία τὸ τέλειον ἔχῃ, τοιοῦτος μὲν ὁ οὐρανός, τοιοῦτος δὲ ὁ χρόνος ἀπετελέσθη. συμβαίνει μέντοι καὶ ἑκάτερον τῷ ἑτέρῳ μεγάλα συναίρεσθαι πρὸς τὴν τοῦ οἰκείου παρα‐
5δείγματος ἀφομοίωσιν· οὔτε γὰρ ὁ χρόνος ἐμιμήσατο ἂν τὸν αἰῶνα μὴ ὄντος οὐρανοῦ (ποῖ γὰρ ἂν προῆλθεν ἢ τί ποτ’ ἂν ἐμέτρησε τῶν ὄντων ἢ συνέσχεν ἢ ἐτελεώσατο;), οὔτ’ ἂν ὁ οὐρανὸς μὴ ὄντος χρόνου τὸ παντελὲς καὶ τὸ ἀίδιον τοῦ αὐτοζῴου κατὰ δύναμιν ἀπεμιμήσατο. γέγονε μὲν οὖν ἑκά‐
10τερος οὐχ ἑαυτοῦ μόνου οὐδ’ αὖ τοῦ ἑτέρου χάριν, ἀλλὰ τῆς συμπάσης δημιουργίας, ἵνα ὡς ὅτι τελειοτάτη καὶ ὁμοιο‐ τάτη τοῖς παραδείγμασιν ἀποτελεσθῇ· μᾶλλον δὲ τῆς ἀγαθό‐ τητος εἵνεκα τῆς τοῦ πατρὸς τῶν ὅλων, δι’ ἣν καὶ ἡ ποί‐ ησις ἔχει τὸ τέλειον. γενόμενος δὲ ὅ ἐστι θατέρῳ ὁ ἕτερος
15καὶ πᾶσι τοῖς ἐγκοσμίοις ἑκάτερος πρὸς διαμονὴν καὶ τάξιν καὶ εὐμοιρίαν μεγάλα συναίρεται. Καὶ τοσαῦτα μὲν περὶ τοῦ ἑνὸς καὶ ὅλου καὶ μετρητικοῦ τῶν πάντων κἀκ μόνου τοῦ δημιουργοῦ κἀκ τῆς οἰκείας μονάδος κινηθέντος καὶ προϊόντος χρόνου τῷ Πλάτωνι πεφιλοσόφηται. λοιπὸν δὲ ἐν
20τοῖς ἑπομένοις περὶ τοῦ κατ’ οὐρανὸν ἐκφαινομένου καὶ οἱονεὶ πληθυομένου καὶ οἱονεὶ συμμεριζομένου ταῖς ποικίλαις τῶν ἄστρων φοραῖς διαλήψεται, ὃς οὐκ ἂν ὑπέστη μὴ τῆς ταὐτοῦ καὶ τῆς θατέρου περιφορᾶς περὶ τὸν ἀφανῆ καὶ ἕνα κυκλουμένης χρόνον καὶ ἀπ’ αὐτοῦ τὸ πρόσφορον ἑαυτῇ
25μέτρον ἑκατέρας ὑποτεμνομένης καὶ ἐκφηνάσης καὶ διὰ παν‐ τὸς φυλαττούσης. ὅπου δέ, ἵνα καὶ οὗτος ὁ δεύτερος χρόνος καὶ εἰς τὸ ἐμφανὲς προϊὼν καὶ πᾶσι γνώριμος διὰ τῶν τὰ μερικὰ αὐτοῦ μέτρα προχειριζόντων καὶ μᾶλλον μεριστὸς ὑποστῇ, τὰ πλανητὰ τῶν ἄστρων, ἐν οἷς καὶ ὁ ἥλιος καὶ
30〈ἡ〉 σελήνη κατηρίθμηνται, γεγενῆσθαι λέγεται, πηλίκον δεῖ νομίζειν ἀξίωμα τῷ πρωτίστῳ καὶ ἑνὶ χρόνῳ παρὰ τοῦ φιλοσόφου, μᾶλλον δὲ παρ’ αὐτοῦ τοῦ δημιουργοῦ τῶν ὅλων
ἀποκεκληρῶσθαι;
in Ti
.

3

.

53

Ἐξ οὖν λόγου καὶ διανοίας θεοῦ τοιαύτης πρὸς χρόνου γένεσιν, ἵνα γεννηθῇ χρόνος, ἥλιος καὶ σε‐ λήνη καὶ πέντε ἄλλα ἄστρα, ἐπίκλην ἔχοντα πλα‐ νητ, εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου
5γέγονε [38 C]. Διττῆς τῆς δημιουργίας οὔσης, ὡς πολλάκις ὑπεμνή‐ σαμεν, τῆς μὲν ἀφανοῦς καὶ μιᾶς καὶ ἁπλῆς καὶ ὑπερ‐ κοσμίου καὶ ὁλικῆς, τῆς δὲ ἐμφανοῦς καὶ πεπληθυσμένης καὶ πολυειδοῦς καὶ ἐν τῷ κόσμῳ μεριζομένης, καὶ διττὰς
10ἐχούσης τὰς ἐνεργείας, τὰς μὲν πρωτουργοὺς καὶ ἀκινήτους καὶ νοεράς, τὰς δὲ δευτερουργοὺς καὶ μετὰ κινήσεως προϊ‐ ούσας καὶ περὶ νοῦν χορευούσας, καὶ τῆς μὲν ἐξῃρημένης τῶν ἀποτελουμένων, τῆς δὲ συντεταγμένης αὐτοῖς, διττὸς καὶ ὁ χρόνος προελήλυθεν εἰς τὰ ὄντα, ὃ μὲν ὑπερκόσμιος,
15ὃ δὲ ἐγκόσμιος, καὶ ὃ μὲν ἅμα μένων τε καὶ προϊών, ὃ δὲ ἐν κινήσει φερόμενος. καὶ ὁ μετεχόμενος διττός, ὃ μὲν κατὰ ἁπλῆν μέθεξιν, ὃ δὲ ἐν ταῖς περιόδοις τῶν οὐρανίων ἄστρων, ὃς ἀποτελεῖ μῆνας καὶ ἡμέρας καὶ νύκτας καὶ ἐνιαυτούς. τοιαύτης τοίνυν οὔσης τῆς τῶν χρόνων διαφορᾶς ὁ Πλά‐
20των τὰ νοήματα περὶ τῆς μιᾶς καὶ ἁπλῆς οὐσίας τοῦ χρό‐ νου παραδεδωκὼς μέλλει τὸ λοιπὸν ἐντεῦθεν καὶ περὶ τῆς ποικιλίας τοῦ χρόνου ποιεῖσθαι τὸν λόγον τοῦ μετεχομένου μεριστῶς, εἰς ὃν αὐτῷ καὶ ἡ περὶ τῶν πλανητῶν συντελέσει θεωρία (διὰ γὰρ τῆς τούτων κινήσεως περὶ τὸν ἥλιον χο‐
25ρευόντων ὁ συνεγνωσμένος ἀποτελεῖται χρόνος), ἔνατον τοῦτο δημιουργικὸν δῶρον εἰς τὸν κόσμον εἰσαγαγών. ἵνα δέ σοι καὶ ἀπ’ αὐτῶν τῶν προοιμίων ἔνδειξιν παράσχηται τῆς τοῦδε τοῦ χρόνου πρὸς ἐκεῖνον ὑφέσεως, ἐκ λόγου τε καὶ διανοίας θεοῦ τοῦτον ὑποστῆναί φησι, καὶ ἔτι διορισμὸν
30παρασχέσθαι καὶ φυλακὴν ἀριθμῶν χρόνου κατὰ τὴν τῶν ἄστρων κίνησιν. καὶ προσεκτέον ἀμφοτέροις, τῷ τε
διορισμῷ τῶν χρονικῶν μέτρων τῶν πολλῶν μετὰ τὸν ἕνα
in Ti
.

3

.

54

χρόνον καὶ τῇ φυλακῇ τῶν αὐτῶν ἀεὶ μέτρων, ὧν ἕνεκά φησι τὰ ἄστρα γενέσθαι. τὸν μὲν πρότερον χρόνον παρῆγε τοῦ δημιουργοῦ πρὸς τὸν αἰῶνα βλέποντος καὶ κατὰ μίαν καὶ ἁπλῆν νόησιν ἐνεργοῦντος, τὸν δὲ δεύτερον, ὡς καὶ
5αὐτός φησιν, ἐκ λόγου καὶ διανοίας, τὸ διῃρημένον τῆς αἰτίας καὶ τὸ μεριζόμενον εἰς πλῆθος ἀπὸ τῆς μιᾶς νοήσεως ἐνδεικνύμενος· ἄλλος γὰρ ὁ θεῖος νοῦς καὶ ἄλλος ὁ θεῖος λόγος· ὃ μὲν ἡνωμένος, ὃ δὲ πεπληθυσμένος, καὶ ὃ μὲν τὰ ὅλα περιέχων, ὃ δὲ διαιρῶν τὴν ἕνωσιν εἰς πλῆθος, καὶ ὃ
10μὲν ἐν ἑαυτῷ μένων, ὃ δὲ ἐκφαίνων ἑαυτόν. ὥστε καὶ ὁ δεύτερος χρόνος, εἰ πᾶσιν ἐμφανής ἐστιν, εἰ ἐκφαίνει τὸν ὑπερκόσμιον χρόνον, εἰ διῃρημένος ἐστίν, εἰκότως ἐκ λόγου δημιουργικοῦ προελήλυθεν, ἐκείνου τὴν ὡς ἀπὸ νοῦ λαβόν‐ τος πάροδον, τοῦ μὲν λόγου δηλοῦντος τὴν αἰτίαν, τῆς δὲ
15διανοίας τὴν ἐν τῷ δημιουργῷ γνῶσιν δυοειδῆ οὖσαν καὶ ἄλλην μὲν τοῦ ὡς ἀληθῶς χρόνου, ὅς ἐστιν ἀριθμὸς τῶν ἐν τῷ παντὶ περιόδων πασῶν, ἄλλην δὲ τοῦ ἀπ’ ἐκείνου ῥέοντος, ὅς ἐστι κατ’ ἀριθμὸν προϊών. ἔτι τοίνυν ἐκείνου τὰ μέτρα πάντα περιέχοντος ἑνοειδῶς, καθ’ ἃ καὶ ταῖς ψυ‐
20χαῖς αἱ περίοδοι καὶ τοῖς σώμασιν ἐπιτελοῦνται καὶ τὸ ἓν μέτρον τῆς ὅλης ἀποκαταστάσεως (ἔστι γὰρ θείου γενη‐ τοῦ περίοδος, ἣν ἀριθμὸς περιλαμβάνει τέλειος, ὥς πού φησιν ὁ ἐν Πολιτείᾳ [VIII 546 B] Σωκράτης), οὗτος ὁ χρόνος διοριστικός ἐστι τῶν μέτρων τῶν ἐν ταῖς
25ψυχ〈ικ〉αῖς ἢ σωματικαῖς φοραῖς καὶ φρουρητικός· ἀπονέμει γὰρ ἄλλοις ἄλλα μέτρα τὰ οἰκεῖα ἑκάστοις. καὶ τούτῳ μὲν διαιρεῖ τὴν ἑνιαίαν ἐκείνου δύναμιν, φρουρεῖ δὲ τὸ προσῆ‐ κον ἑκάστοις μέτρον καὶ κατὰ τοῦτο ποιεῖται τὰς ἀποκατα‐ στάσεις· ἄλλο μὲν γὰρ τῆς ἡλιακῆς περιόδου μέτρον, ἄλλο
30δὲ τῆς σεληνιακῆς, ἄλλο δὲ τῶν μετεώρων (ἐπεὶ καὶ ἐν τούτοις ἔστι τις κύκλος τὸν οὐράνιον κύκλον ἀπεικονισά‐ μενος) καὶ ἄλλο ἄλλων ζῴων· καὶ γὰρ τούτων εἰσὶ περίοδοι
καὶ μέτρα ζωῆς, ὡς καὶ ὁ δαιμόνιος Ἀριστοτέλης φησί.
in Ti
.

3

.

55

ταῦτα μὲν οὖν καὶ ἀπὸ τούτων λάβοις ἂν περὶ τῶν χρόνων τούτων τῆς διαφορᾶς. καὶ ἔοικε καὶ τὸ ἵνα γεννηθῇ χρόνος εἰπεῖν οὐ μάτην, ἀλλ’ ἵνα δηλώσῃ καὶ ὅτι προῆν ὁ ἀφανὴς χρόνος ἀριθμὸς ὢν ὅλος καὶ εἷς καὶ νοερὸς πρὸ
5τοῦ μετεχομένου καὶ κατ’ ἀριθμὸν ἰόντος. πᾶν γοῦν τὸ γενόμενόν ἐστι πρὸ τῆς γενέσεως ἀφανῶς ἱδρυμένον ἐν τῇ ἑαυτοῦ αἰτίᾳ. σημαίνει οὖν ἡ γέννησις τὴν εἰς τὰ μετ‐ έχοντα πρόοδον, καθ’ ἣν ἄλλων ἐστὶν ἤδη πρώτως καὶ δευ‐ τέρως ἐκφαινόμενος, καὶ ὡς αὐτὸς μὲν ἀπὸ τῶν ὁλικωτέρων
10εἰς τὰ μερικώτερα πρόεισιν ἄχρι καὶ τῶν ἐσχάτων οἷον ζῴων καὶ φυτῶν, ἡμῖν δὲ ἀπὸ τῶν μερικῶν μέν, τεταγμένων δὲ μέτρων ὅλως γίγνεται γνώριμος· τό τε γὰρ ὅλον δύσγνωστον καὶ τὸ ἄτακτον οὐκ ἂν ἄλλων γένοιτο μέτρον. ἐπειδὴ δέ, ὥσπερ εἴπομεν, εἰς τὴν τοῦ δευτέρου χρόνου γένεσιν, μᾶλλον
15δὲ εἰς τὴν τῶν πολλῶν μέτρων τῶν ἐν αὐτῷ κατάληψιν, δι’ ὧν ὅλον αὐτὸν μετρεῖν διαφερόντως εἰώθαμεν, οἷον μηνῶν καὶ ἐνιαυτῶν, δι’ ὧν μετροῦμεν τὸν χρόνον, ἡ περίοδος συντελεῖ τῶν πλανωμένων καὶ διαφερόντως ὁ ἡλιακὸς κύκλος, ταῦτα πρῶτον ὑπὸ τοῦ δημιουργοῦ γεγονέναι φησίν, ἥλιον
20καὶ σελήνην καὶ τοὺς πέντε πλανήτας, καίτοι καὶ τῶν ἀπλα‐ νῶν ἑκάστου πάντως κατά τι μέτρον χρονικὸν τὴν ἑαυτοῦ ποιουμένου περὶ τὸ κέντρον, ὃ ἔχει σφαιρικὸς ὤν, περίοδον, ἀλλ’ ἡμῖν οὐκ ὄντων ἐκείνων τῶν μέτρων γνωστῶν ὡς τῶν ἐν τοῖς πλανήταις, καθ’ ἃ ποιοῦνται τὰς περὶ τὸν λοξὸν
25περιόδους· οὐδὲ γὰρ ἐπὶ τούτων ἴσμεν τὰς περὶ τὰ οἰκεῖα κέντρα περιόδους αὐτῶν. περὶ δ’ οὖν τούτων διαλέγεται καί φησιν αὐτὰ γενέσθαι, ἵνα συναπεργάζωνται τὸν ἐμφανῆ χρό‐ νον, ἄλλων ἄλλο μέτρον ἐκφαίνοντα μετρητικόν, τοῦ μὲν ἡλίου πρωτουργὸν καὶ ἡγεμονικὴν ἀξίαν λαχόντος καὶ δια‐
30φερόντως κατὰ τὴν τοῦ χρόνου γένεσιν (διὸ καὶ χρόνου χρόνος οὗτος καλεῖται παρὰ τοῖς θεολόγοις [or. chald.
33], ὡς τὸν πρώτιστον ἐκφαίνων χρόνον, καὶ ἡ τῶν ὡρῶν
in Ti
.

3

.

56

περίοδος ἀποτελεῖται κατ’ αὐτόν), τῆς δὲ σελήνης δευτέραν ἐχούσης τάξιν, ὡς προσεχῶς κινούσης τὰ ἐν γενέσει πάντα καὶ πάντα αὐξανούσης καὶ μειούσης ταῖς ἑαυτῆς δυνάμεσι (διὸ καὶ ὥσπερ τὸν ἥλιον κατὰ ὥραν καὶ κατὰ ζῴδιον εἰρή‐
5κασιν ἀμείβειν τὰς μορφάς, οὕτω καὶ τὴν σελήνην κατὰ ἑκάστην ἡμέραν, ὄφρ’ ἐν μηνὶ τρέπῃ ὅπερ ἥλιος εἰς ἐνιαυτόν, ὥς φησιν ὁ θεολόγος [Orph. frg. 82]), τῶν δὲ ἄλλων πλανήτων ταῖς ποικίλαις ἑαυτῶν περιόδοις τὴν ποικιλίαν τῆς
10γενέσεως διαπλεκόντων· ἕπεται γὰρ ἄλλα ἄλλων ἀποκατα‐ στάσε〈σ〉ι καὶ κατ’ ἄλλα μέτρα τὰς ἑαυτῶν συμπεραίνει ζωάς. ἐπειδὴ δὲ καὶ οὗτοι μίαν καὶ συνεχῆ καὶ ὁμαλὴν καὶ ἄπαυ‐ στον ποιοῦνται κίνησιν, λανθάνει δὲ ἡ τάξις αὐτῶν καὶ 〈ἡ〉 ὁμαλότης καὶ ἡ ταυτότης τῆς κινήσεως διὰ τοὺς φαινο‐
15μένους προποδισμοὺς καὶ ὑποποδισμοὺς καὶ στηριγμούς, διὰ τοῦτο ἐπίκλην ἔχοντα πλανητά φησιν. ἐξ ὧν λάβοις ἄν, ὅτι τὰ ἄστρα ἐστίν, ἀλλ’ οὐχὶ αἱ σφαῖραι, ἐν αἷς τὰ ἄστρα ὑποποδίζοντα καὶ προποδίζοντα, ὅσα τοῦτο πάσχει, καὶ τὰ ἄνω καὶ τὰ κάτω κινούμενα, τῶν ὑπὸ σελήνην παντοίων
20κινήσεων, 〈τῶν〉 ἄνω, κάτω, πρόσω, ὀπίσω, τὰ οἷον παρα‐ δείγματα προειληφότα τεταγμένα τῶν ἀτάκτων· ὡς γὰρ καὶ ἐν Νόμοις [VII 821 B 822 C] εἴρηκε, πλημμελοῦσιν οἱ τὴν πλάνην ἐπὶ τοὺς ἐν οὐρανῷ θεοὺς ἀναπέμπειν τολμῶντες, οὐκ εἰδότες αὐτῶν τὴν τάξιν καὶ τὴν ἐναρμόνιον χορείαν
25καὶ τὴν ὁμαλότητα τῆς κινήσεως· ἡ γὰρ ἀνωμαλία φαίνεται μόνον ἐπ’ αὐτῶν διὰ τῆς τῶν ἀνελιττουσῶν φορᾶς καὶ ἀντι‐ περιφορᾶς, εἴτε διὰ τοὺς ἐπικύκλους καὶ ἐκκέντρους εἴτε δι’ ἄλλας αἰτίας· οὐδὲ γὰρ αὗται τὸ εἰκὸς ἔχουσιν αἱ ὑποθέ‐ σεις, ἀλλ’ αἳ μὲν τῆς ἁπλότητος ἀφίστανται τῶν θείων, αἳ
30δὲ ὥσπερ ὑπὸ μηχανῆς ὑποτίθενται τὴν κίνησιν τῶν οὐρα‐ νίων, ἐσκευωρημέναι παρὰ τῶν νεωτέρων. καὶ ὅ γε Πλάτων ἔοικεν ἔν τε Πολιτείᾳ [X 616 DE] ποιῶν ὁμοκέντρους
τοὺς σφονδύλους καὶ ἐν τούτοις τοὺς ἑπτὰ κύκλους, καὶ
in Ti
.

3

.

57

μόνον τούτων μεμνημένος, ἀλλ’ οὐ τῶν ἐπικύκλων, αὐτοῖς τοῖς ἄστροις ἀνατιθέναι τὴν ἀνωμαλίαν καὶ ταύτην τὸ τε‐ ταγμένον ἔχουσαν (ἀποκαθίσταται γὰρ πρὸς ἑαυτὴν διὰ τε‐ ταγμένων χρόνων) ὡς μέσοις τῶν πάντη ὁμαλῶς κινουμένων
5καὶ τῶν πάντη ἀνωμάλως· ὁμαλῶς γὰρ ἀνώμαλον ἢ ἀνω‐ μάλως ὁμαλὴν ἔλαχον κίνησιν. διὰ πάντων γοῦν τῶν οὐρα‐ νίων κύκλων ὁ χρόνος ἐκφαίνεται καὶ τὴν εἰς τὸ πᾶν ποι‐ εῖται πρόοδον, καὶ οὐ τούτων μόνον, ἀλλὰ καὶ τῶν ἀπλανῶν. ὁ δὲ Πλάτων τούτων μάλιστα διεμνημόνευσεν ἐν τῇ γενέσει
10τοῦ χρόνου, διότι τῶν μὲν ἀπλανῶν τῇ ποικιλίᾳ διαφέρουσι τῶν περιόδων, τῶν δὲ ὑπὸ σελήνην τῷ ἀεὶ ὡσαύτως. ὧν τὸ μὲν ὁ διορισμὸς δηλοῖ τῶν πολλῶν χρονικῶν μέτρων, τὸ δὲ ἡ φυλακὴ τῶν αὐτῶν ἀεὶ περιόδων καὶ ἀποκαταστάσεων· δεῖ γὰρ τὰ πολλὰ μέτρα μένοντα ἀεὶ τὰ αὐτὰ θεωρεῖν. ἔστι
15γοῦν καὶ ταῦτα τεταγμένα μετὰ τὸ ἓν τῆς ὅλης περιόδου μέτρον, καὶ ἡ μὲν μία τοῦ χρόνου μονὰς αὕτη τέλειός ἐστιν ἀριθμὸς καὶ παντελής, ἀπὸ δὲ ταύτης καὶ ἐν ἑκάστῃ περι‐ φορᾷ μέτρον ἐστὶν οἰκεῖον, Κρόνιον ἢ Δίιον ἢ Σεληνιακόν, τὴν ἰδιότητα προσλαμβάνον ἀπὸ τῆς ἐν ἑκάστῳ ψυχῆς καὶ
20τῆς κινητικῆς θεότητος· ἄλλος γὰρ ἀριθμὸς ἡλίῳ προσήκει καὶ ἄλλος ἵππῳ καὶ ἄλλος φυτῷ, κοινὸς δὲ ὁ κοσμικὸς ἀριθ‐ μός. διὸ καὶ τὸν αὐτὸν χρόνον εἶναι πανταχοῦ λέγομεν· ἔχει γὰρ καὶ μίαν ὁ κόσμος ζωήν, ὡς μίαν φύσιν καὶ ἕνα νοῦν. εἰ δὲ μίαν ἔχει ζωήν, ἔχει καὶ ἕνα βίον, εἰ δὲ τοῦτο,
25καὶ μέτρον χρονικὸν ἕν, καὶ ὥσπερ τῶν ἐν αὐτῷ μερῶν ἕκα‐ στον ζῇ κατὰ τὴν ὅλην φύσιν, οὕτω καὶ κατὰ τὸν ὅλον χρόνον μετρεῖται, καὶ τοῦτο κοινόν ἐστι μέτρον ἁπάντων. μετὰ δὲ τὴν μονάδα ταύτην τριάς ἐστιν, ἧς τὸ μὲν ἀκρό‐ τατον μέτρον ἐστὶ τῆς πρώτης περιφορᾶς, τὸ δὲ μέσον τῆς
30θατέρου πάσης (ἔστι γὰρ καὶ πάντων τῶν πλανωμένων ὡς ἑνὸς ζῴου βίος εἷς καὶ μία περίοδος καὶ ἀποκαταστατικὸς χρόνος εἷς), τὸ δὲ τρίτον τῆς ἐν γενέσει φερομένης ἀνα‐ κυκλήσεως· διὰ τοῦτο γὰρ καὶ αἱ μεταβολαὶ τῶν στοιχείων
καὶ αἱ τῶν κινουμένων ἀντιμεταστάσεις καὶ ἡ παλιγγενεσία
in Ti
.

3

.

58

πᾶσαν τὴν ὑπόστασιν ἔλαχε. μετὰ δὲ τὴν τριάδα ταύτην κατ’ ἄλλους καὶ ἄλλους ἀριθμοὺς ὁ χρόνος πρόεισι τὰ ὅλα μετρῶν καὶ ἀφορίζων τοῖς οἰκείοις ἅπαντα μέτροις. ταῦτα μὲν οὖν καὶ εἰσαῦθις. ἐκεῖνό γε μὴν οὐκ ἄξιον παρα‐
5δραμεῖν, ὅτι δὴ τὰ ὅλα συνυφιστὰς καὶ μήπω μερικῶν ζῴων μνησθεὶς τοὺς πλανήτας ὑφίστησι, τοὺς δὲ ἀπλανεῖς ὕστε‐ ρον ἐν τῇ γενέσει τῶν μερικῶν ζῴων· οἱ γὰρ καλούμενοι πλάνητες κοσμοκράτορές εἰσι καὶ ὁλικὴν εἰλήχασι δύναμιν, καὶ ὥσπερ ἡ ἀπλανὴς ἔχει ζῴων ἀστρῴων ἀριθμόν, οὕτω
10καὶ ἕκαστος τούτων ἡγεῖται πλήθους οἰκείου ἢ ζῴων ἢ ἄλ‐ λων τινῶν τοιούτων. διὸ κἀκείνην ἐντεῦθεν λυτέον τὴν ἀπορίαν, πῶς ἡ μὲν μία σφαῖρα πλῆθος ἀστέρων περιεί‐ ληφεν, αἱ δὲ πολλαὶ σφαῖραι ἓν ἄστρον ἑκάστη περιάγει. ῥητέον γάρ, ὅτι ἐκεῖ μὲν ἡ σφαῖρα μονὰς ἦν τὸ πλῆθος ἐν
15ἑαυτῇ τὸ οἰκεῖον συλλαβοῦσα, μία οὖσα, καὶ ἤρκει πρὸς τὴν τοῦ πλήθους περιοχὴν πρώτου πλήθους ὄντος, ἐπὶ δὲ τού‐ των διττὸν τὸ ἡγούμενον, τὸ μὲν ἡ σφαῖρα, τὸ δὲ ἕκαστος τῶν κοσμοκρατόρων, μονὰς ὢν τῷ πλήθει συντεταγμένη· τὰ γὰρ ὑφειμένα πλειόνων δεῖται τῶν ἡγουμένων, καὶ τὸ πλῆ‐
20θος καθ’ ἑκάστην διὰ τὴν ὕφεσιν ἀφανές. ἐν δὲ τοῖς ὑπὸ σελήνην ἔτι πλείους αἱ ἡγούμεναι τάξεις τῶν καθ’ ἕκαστον στοιχεῖον θείων γενῶν, ὡς μαθησόμεθα διὰ τῆς παραδοθη‐ σομένης θεογονίας. ἀλλὰ ταῦτα μὲν ἔστω δῆλα. Τοσοῦτον δὲ ἄξιον ἐν τοῖς περὶ τῆς τοῦ χρόνου γενέσεως ἐπιστάσεως·
25εἰ μὲν μετὰ ψυχὴν ὁ χρόνος, πῶς ἐκείνη κινεῖται κατὰ χρό‐ νον; εἰ δὲ πρὸ ψυχῆς, πῶς γενέσθαι λέγεται (τῶν γὰρ γεν‐ νηθέντων ἀρίστην εἶπεν εἶναι τὴν ψυχήν); εἰ δὲ ψυχῇ σύ‐ στοιχος, πῶς οὐχὶ καὶ ὁ αἰὼν τῷ νῷ σύστοιχος, ἀλλὰ πρὸ νοῦ; καὶ ῥητέον, ὅτι πρὸ ψυχῆς μὲν ὁ χρόνος, ὡς πρὸ
30τοῦ νοῦ ὁ αἰών, ἀρίστη δὲ ψυχὴ τῶν γεννηθέντων, ἃ δὴ καὶ καθ’ αὑτὰ γενητά ἐστι καὶ οὐ μόνον κατὰ τὴν εἰς τὰ δεύτερα παρουσίαν ἑαυτῶν, ἀλλὰ καὶ τὴν ἐντὸς ἐνέργειαν
ἔχει γένεσιν καὶ τὴν οὐσίαν μεριστὴν εἰς πλῆθος μερῶν,
in Ti
.

3

.

59

οἷον αὐτὸς ἡμῖν παραδέδωκεν. ὁ δὲ χρόνος καθ’ αὑτὸν μὲν αἰώνιος, νοῦς ὤν, ὡς δέδεικται, μετέχεται δὲ γενητῶς, οὐχ ὅλος ἅμα οὐδὲ ἀκινήτως, ὥσπερ οἱ πρὸ αὐτοῦ νόες, ἀλλὰ κινητῶς· ὅθεν καὶ τελειοῖ τὴν ψυχὴν ὡς νοῦς, καὶ γενητός
5ἐστι κατὰ τὰς μεθέξεις, ῥεύσας πολὺς εἰς τὰ μετέχοντα, καὶ ὡς ἀριθμητὰς ἐποίησε τὰς γενέσεις. οὕτω δὴ γενητὸν ἀπο‐ φήνας τὸν ἐκείναις συνεκδραμόντα πάντως ἀριθμόν (διὸ καὶ εἴρηται κατ’ ἀριθμὸν ἰὼν εἶναι κινητός, ἀλλ’ οὐκ ἀριθ‐ μὸς ὤν, ὅς ἐστιν αὐτὸς πρὸ τῶν ἠριθμημένων), καὶ διὰ ταῦτα
10ἄρα τὸν μὲν χρόνον αἰώνιον εἰκόνα προσείρηκεν ἐνταῦθα, διότι κατὰ τὴν ἔνδον ἐνέργειαν αἰώνιός ἐστιν, ὅλην ἅμα παροῦσαν αὐτὴν ἔχων, ἐν δὲ τοῖς Νόμοις [X 904 A] εἶπε τὴν ψυχὴν ἀνώλεθρον μέν, οὐ μέντοι αἰώνιον, διότι μηδὲ τὴν ἔνδον ἐνέργειαν ἀμετάβατον εἴληχε.
15 Σώματα δὲ αὐτῶν ἑκάστων ποιήσας ὁ θεὸς ἔθη‐ κεν εἰς τὰς περιφοράς, ἃς ἡ θατέρου περίοδος ἤιεν ἑπτὰ οὔσας ὄντα ἑπτά [38 C]. Ὅτι μὲν σελήνην καὶ ἥλιον καὶ τὰ ἄλλα πέντε ἄστρα κατωνόμαζεν ὡς ἔμψυχα καὶ νοερὰ ζῷα, δεδήλωκεν ἐν τού‐
20τοις ἐπενεγκὼν σώματα δὲ αὐτῶν ἑκάστων ποιήσας, ὡς ἐκείνων νοερῶν καὶ ζωτικῶν ὄντων· οὐ γὰρ εἶπε σώ‐ ματα ‘αὐτοὺσ‘ ποιήσας, ἀλλ’ αὐτῶν. τὰς δὲ περιφορὰς αὐτῶν ἆρα τοὺς ἐπικύκλους ῥητέον ἢ τὰς ἀνελιττούσας ἢ τὰς ὅλας σφαίρας, ἐν αἷς ἕκαστόν ἐστι τῶν ἄστρων, ἢ τού‐
25των μὲν οὐδέν, τὰς δὲ ψυχὰς αὐτῶν τὰς νοεράς, ὥσπερ ὁ θεῖος Ἰάμβλιχος ὑπέλαβεν; ὡς γὰρ τὸν ὅλον ὄγκον εἴσω τῆς ψυχῆς ἐτεκτήνατο πρότερον, οὕτω καὶ νῦν τὰ ἑπτὰ σώ‐ ματα ταῖς ἑπτὰ νοεραῖς ψυχαῖς ἐντίθησιν ἅμα καὶ ψυχὰς καὶ νόας αὐτοῖς ἐφιστάς. ἐπειδὴ δὲ καὶ ἡ θατέρου περί‐
30οδος τῆς ὅλης ψυχῆς τοῖς ἑπτὰ τούτοις θείοις σώμασιν ἐπιβέβηκε πολλῷ πρότερον, εἰκότως ἐπήνεγκεν ὑπομιμνήσκων
τῶν εἰρημένων ἡμᾶς· ‘ἃς ἡ θατέρου περίοδος περιάγει
in Ti
.

3

.

60

τῆς ὅλης ψυχῆσ‘. καὶ πάλιν τοῦτο δηλούτω ῥηθὲν ἑνικῶς, ὅτι ἄσχιστός ἐστιν ἐκείνη, κἂν ἐσχίσθαι λέγηται, καὶ ὡς οὐκ ἀπόλωλεν αὐτῆς τὸ ἓν τῇ εἰς τοὺς ἑπτὰ κύκλους κατατομῇ. τάχα δ’ ἂν εἴη κάλλιον λέγειν, ὅτι ταῖς δυνάμεσι τῆς ὅλης
5ψυχῆς ἐνήδρασε τὰ σώματα τῶν κοσμοκρατόρων, ἀλλ’ οὔπω ταῖς ἰδίαις ψυχαῖς οὐδὲ ταῖς σφαίραις· τὸ γὰρ ἃς ἡ θατέ‐ ρου περίοδος ἤιε τοῦτο δηλοῖ τὸ αὐτὴν ἰέναι, ἀλλ’ οὐ τὸ περιάγειν αὐτάς. τὰς γοῦν ζωὰς ἐκείνας περιῄει καὶ περι‐ επορεύετο ἡ θατέρου περίοδος μία καὶ ἑπτάτομος οὖσα· καὶ
10γὰρ τὰ ἀπλανῆ ἄστρα ἐντεθεῖσθαι προϊὼν ἐρεῖ [40 A] εἰς τὴν τοῦ νοῦ φρόνησιν, ἥτις ἐστὶν ἡ τοῦ ταὐτοῦ κύκλου ψυχή· ‘κράτιστον‘ μὲν γάρ ἐστιν ᾧ δέδωκε τὸ κράτος, τού‐ του δὲ φρόνησις ἡ ἐν αὐτῷ νοερὰ ζωή. οὕτως οὖν καὶ νῦν τοῖς ἑπτὰ κύκλοις τῆς ὅλης ψυχῆς ἐνέθηκε τὰ ἑπτὰ σώ‐
15ματα. καὶ πάλιν δῆλον ἔστω διὰ τούτων, ὅπως ἡ ἁπλότης σῴζεται τῆς ψυχῆς ὡς πρὸς τὰς σωματικὰς περιόδους· ὁ γὰρ εἷς ταὐτοῦ κύκλος κατὰ μίαν ἕνωσιν ψυχοῖ καὶ τὸ ἀπλανὲς καὶ τὰ ἐν αὐτῷ ἄστρα, καὶ τῶν ἑπτὰ ἕκαστος ὁμοίως κατὰ δύναμιν μίαν καὶ τὰς σφαίρας καὶ τὰ ἐν αὐταῖς ἄστρα.
20νῦν μὲν οὖν τὴν κοινὴν αὐτῶν λέγει ψύχωσιν, μικρὸν δὲ ὕστερον [38 E] παραδώσει καὶ τὴν ἰδίαν, ὅταν λέγῃ δε‐ σμοῖς τε ἐμψύχοις δεθέντα ζῷα ἐγεννήθη· οὐκέτι γὰρ ὡς μόρια ψυχοῦται, ἀλλ’ ὡς ζῷα διὰ τῶν οἰκείων ψυχῶν. Σελήνην μὲν εἰς τὸν περὶ γῆν πρῶτον, ἥλιον δὲ
25εἰς τὸν δεύτερον ὑπὲρ γῆς, ἑωσφόρον δὲ καὶ τὸν ἱερὸν Ἑρμοῦ λεγόμενον εἰς τὸν τάχει μὲν ἰσόδρο‐ μον ἡλίῳ κύκλον ἰόντα, τὴν δὲ ἐναντίαν εἰληχότα αὐτῷ δύναμιν, ὅθεν καταλαμβάνουσί τε καὶ κατα‐ λαμβάνονται κατὰ ταὐτὰ ὑπ’ ἀλλήλων ἥλιός τε καὶ
30ὁ τοῦ Ἑρμοῦ καὶ ὁ ἑωσφόρος [38 D]. Ἡ μὲν κατὰ Πλάτωνα σφαιροποιία ποίαν ἀποδίδωσι τοῖς
πλανωμένοις τάξιν, οὐ μόνον ἐκ τούτων δῆλόν ἐστιν, ἀλλὰ
in Ti
.

3

.

61

καὶ ἐκ τῶν ἐν Πολιτείᾳ [X 616 E] γεγραμμένων· τὸν γὰρ ἥλιον δεύτερον τάττει μετὰ σελήνην, ἐπεὶ καὶ ἡ κοινωνία τῶν θεῶν τούτων ἡ περὶ τὴν ἐμφανῆ ποίησιν πλείστη τίς ἐστιν· ὃ μὲν γὰρ πατρός, ἣ δὲ μητρὸς ἐπέχει τάξιν, καὶ τὰ
5αἴτια αὐτῶν τά τε νοητὰ καὶ τὰ νοερὰ συνήνωται ἀλλήλοις, καὶ ἀπὸ μιᾶς αἰτίας ἐξεφάνησαν· τίκτει γὰρ ἡ αὐτὴ θεὸς Ἠέλιόν τε μέγαν καὶ λαμπρὰν Σελήνην [Hes. theog. 18], τάχα καὶ τῶν λογίων ἡμᾶς τοῦτο διδασκόντων, πανταχοῦ μετὰ τὸν ἥλιον τὴν σελήνην ταττόντων καὶ μετὰ τὴν σελή‐
10νην τὸν ἀέρα, καὶ ὅταν ἄνωθεν τὴν τάξιν αὐτῶν παραδιδῶ καὶ ὅταν κάτωθεν· αἰθέριός τε δρόμος καὶ μήνης ἄπλετος ὁρμή, φησίν, ἠέριοί τε ῥοαί.
15καὶ πάλιν· αἰθὴρ ἥλιε πνεῦμα σελήνης ἠέρος ἀγοί. καὶ ἐν ἄλλοις· ἡλιακῶν τε κύκλων καὶ μηναίων καναχισμῶν κόλπων τ’ ἠερίων.
20καὶ ἑξῆς·
αἴθρης μέρος ἠελίου τε καὶ μήνης ὀχετῶν ἠδ’ ἠέρος. καὶ ἀλλαχοῦ·
καὶ πλατὺς ἀήρ
25 μηναῖός τε δρόμος καὶ ἀείπολος ἠελίοιο. τάχα μὲν οὖν, ὅπερ ἔφην, καὶ ἀπὸ τῶν λογίων πιστοῦσθαι δυνατόν, ὅτι πρὸ σελήνης εὐθὺς ὁ ἥλιος, ὡς πρὸ τοῦ ἀέρος ἡ σελήνη, τοῦ οὐρανοῦ παντὸς τὴν πυρὸς ἔχοντος τάξιν, ὃ καὶ Πλάτωνι δοκεῖ μετὰ τὴν οὐρανίαν ἰδέαν τάττοντι τὴν
30ἀερίαν ἐν τοῖς περὶ τῶν τεττάρων ἰδεῶν λόγοις, ὡς ἐρεῖ μικρὸν ὕστερον [40 A]. εἰ μὴ ἄρα οὐκ ἀναγκαῖον ὑπὲρ
σελήνην εὐθὺς εἶναι τὸν ἥλιον διὰ τὴν πρὸς τὸν αἰθέρα
in Ti
.

3

.

62

ἀναλογίαν· οὐδὲ γὰρ ὁ αἰθὴρ εὐθὺς ὑπὲρ ἥλιον· ὥστε πάλιν οὗτος ὁ λόγος οὐκ ἐᾷ τὸν ἥλιον ἀμέσως ὑπὲρ σελήνην τάτ‐ τειν, ὡς οὐδὲ τὸν αἰθέρα ἀμέσως ὑπὲρ τὸν ἥλιον. ἀλλ’ οὖν ἡ τῶν παλαιῶν φήμη ταύτην ἐδίδου τῷ ἡλίῳ τὴν τάξιν·
5καὶ γὰρ Ἀριστοτέλης οὕτως ᾤετο καὶ οἱ ἀμφὶ τὸν Εὔ‐ δοξον. εἰ δέ τινες ταῖς τῶν μαθηματικῶν ὑποθέσεσι χαίροντες μέσον τῶν ἑπτὰ πλανήτων τάττειν ἀξιοῖεν τὸν ἥλιον, συνάγοντα καὶ συνδέοντα τὰς ἐφ’ ἑκάτερα αὐτοῦ τριάδας, ἴστωσαν μηδὲν ἐχυρὸν μηδὲ αὐτοὺς τοὺς ἀπὸ τῶν
10μαθημάτων λέγοντας· τὸ μὲν γὰρ λέγειν, ὅτι ἐπεπρόσθησαν ἄν, εἰ μετὰ τὸν ἥλιον ἦσαν, Ἀφροδίτη καὶ Ἑρμῆς, ὡς ἡ σελήνη ποτὲ τῷ ἡλίῳ, διελέγχουσι δεικνύντες, ὅτι ἡνίκα ἂν κατὰ μῆκος συνοδεύσωσιν αὐτῷ, κατὰ πλάτος διαφέρουσιν ἐκ παντός, καὶ τοῦτο τοῦ μὴ ἐπιπροσθεῖν αὐτοὺς αἴτιον. αὐτὸ
15δὲ τοῦτο 〈τὸ〉 δεόμενον ἀνάγκης, ὅτι μέσος ὁ ἥλιος, οὐκ ἔχουσι πιστώσασθαι δι’ ἀποδείξεων, δι’ οἵων εἰώθασι τὰ πολλὰ πιέζειν. ὅ γέ τοι Πτολεμαῖος ἐν μὲν τῇ Συντάξει [9, 1] τῷ εὐλόγῳ καὶ τῷ πιθανῷ φησιν ἀκολουθοῦντας τίθεσθαι προσήκειν τῶν ἑπτὰ μέσον τὸν ἥλιον, ἵνα τῶν πέντε πλανω‐
20μένων πρὸ αὐτοῦ μὲν ὦσιν οἱ παντελῶς αὐτοῦ ἀφιστάμενοι, μετ’ αὐτὸν δὲ οἱ συνόντες αὐτῷ καὶ προπομπεύοντες ἢ δορυ‐ φοροῦντες αὐτόν. ἐν δὲ ταῖς Ὑποθέσεσιν ἐκ τῶν ἀποστη‐ μάτων οὐ πάνυ διατεινόμενος οὐδὲ ἐν τούτοισ οὐδὲ ἐν ταύταις συλλογίζεται περὶ αὐτῶν· ἐπειδὴ γὰρ ἐκ τῶν ἐν 〈τῇ〉 Συντάξει
25[5, 15 init. cf. 5, 13 fin.] δεδειγμένων, οἵου ποτέ ἐστιν ἡ ἐκ τοῦ κέντρου τῆς γῆς ἑνός, τοιούτων συνάγεται τὸ μὲν ἐλάχι‐ στον ἀπόστημα τῆς σελήνης λγ, τὸ δὲ μέγιστον ξδ (συναπαρτι‐ ζέσθω γὰρ τὰ μόρια, ἵνα ἐν ὅλαις μονάσιν ἔχωμεν τὸν λόγον) καὶ πάλιν τὸ μὲν ἐλάχιστον ἀπόστημα τοῦ ἡλίου τῶν αὐτῶν
30͵αοϛ, τὸ δὲ μέγιστον ͵ασξ, καὶ λόγος ἐπὶ τῆς ὑποθέσεως
in Ti
.

3

.

63

τοῦ Ἑρμοῦ ἐλαχίστου ἀποστήματος πρὸς τὸ μέγιστον ὁ τῶν λδ πρὸς τὰ πη ἔγγιστα, δῆλον, ὅτι συναπτομένου τοῦ μεγίστου ἀποστήματος τῆς σελήνης τῷ ἐλαχίστῳ τοῦ Ἑρμοῦ τοιούτων ἔσται καὶ τὸ μέγιστον αὐτοῦ ἀπόστημα ρξϛ, οἵων τὸ ἐλά‐
5χιστον ξδ. πάλιν ἐπειδὴ καὶ ἐπὶ τῆς Ἀφροδίτης ὁ τοῦ ἐλαχίστου ἀποστήματος λόγος πρὸς τὸ μέγιστον ὁ αὐτὸς συνάγεται τῷ τῶν ιϛ πρὸς τὰ ρδ ἔγγιστα, φανερόν, ὅτι συναπτομένου τοῦ μεγίστου ἀποστήματος τοῦ Ἑρμοῦ τῷ ἐλαχίστῳ τῆς Ἀφροδίτης, τοιούτων ἔσται καὶ τὸ μέγιστον
10ἀπόστημα τῆς Ἀφροδίτης ͵αοθ, οἵων τὸ ἐλάχιστον αὐτῆς ρξϛ· ὥστε ἐπεὶ καὶ τὸ τοῦ ἡλίου ἐλάχιστον ἀπόστημά ἐστι ͵αοϛ, τοσοῦτον λειπόμενον τοῦ μεγίστου τῆς Ἀφροδίτης, ὅσον ἂν καὶ διαλάθοι καὶ παρ’ αὐτὰς τὰς ὑποθέσεις, δῆλον, ὅτι μεταξὺ σελήνης καὶ ἡλίου τήν τε τοῦ Ἑρμοῦ σφαῖραν καὶ
15τὴν τῆς Ἀφροδίτης ἐστὶ τακτέον· συνάπτει γὰρ τὸ μὲν μέ‐ γιστον τῆς σελήνης τῷ ἐλαχίστῳ τοῦ Ἑρμοῦ, τὸ δὲ μέγιστον τοῦ Ἑρμοῦ τῷ ἐλαχίστῳ τῆς Ἀφροδίτης, τὸ δὲ ταύτης μέ‐ γιστον τῷ ἐλαχίστῳ τοῦ ἡλίου σύνεγγυς. δεῖ δὲ οὐδὲν εἶναι κενόν. ὁ μὲν οὖν Πτολεμαῖος ἐν τοιούτοις λόγοις συν‐
20άγει μέσον εἶναι τὸν ἥλιον τῶν ἑπτὰ πλανήτων. ἀλλὰ τῶν μὲν μαθηματικῶν οὐ πολὺς λόγος πιθανολογούντων. ὁ δὲ θεουργὸς οὕτως οἴεται σαφῶς εἰπὼν τὸν δημιουργὸν ἓξ ἀνακρεμάσαι ζώνας ἕβδομον ἡλίου μεσεμβολή‐ σαντα πῦρ, ᾧ μὴ θέμις ἀπιστεῖν. ὁ δ’ οὖν Πλάτων εἰς
25τὴν πολλὴν κοινωνίαν καὶ τὴν ὁμοφυῆ πάροδον ἀπὸ τῆς αὐτῆς αἰτίας ἡλίου καὶ σελήνης *** καὶ τὴν εἰς τὸν κό‐ σμον πρόοδον αὐτῶν ὡς συνημμένην παραδέδωκε. καὶ οὐδὲ ταύτης ἦρξεν αὐτὸς τῆς ὑποθέσεως, ἀλλ’ Ἀναξαγόρας [A 75 p. 320 D.] τοῦτο πρῶτος ὑπέλαβεν, ὡς ἱστόρησεν
30Εὔδημος [frg. 98]. πάλιν δὲ αὐτὸ τοῦτο τῶν ἐζητη‐ μένων ἐστί, διὰ ποίαν αἰτίαν ἰσόδρομοί εἰσιν ἥλιος καὶ
Ἀφροδίτη καὶ Ἑρμῆς. καὶ οἱ μὲν ἀπὸ τῶν μαθημάτων
in Ti
.

3

.

64

φασίν, ὅτι δὴ συνάπτουσιν οἱ ἐπίκυκλοι τῶν τριῶν τούτων ἀστέρων, καὶ ἐπὶ μιᾶς αὐτῶν ἐστιν εὐθείας τὰ κέντρα· ὥσπερ οὖν μιᾶς εὐθείας κινουμένης ἡ ἀποκατάστασις μία, οὕτω καὶ οἱ τούτων ἐπίκυκλοι ποιοῦνται τὴν αὐτὴν ἀπο‐
5κατάστασιν, καὶ αὐτῶν δὲ τῶν ἐπικύκλων οἱ μὲν ἄκροι ἐλάττους εἰσίν, ὁ δὲ μέσος μείζων, ὥστε τὰς ὁμαλὰς αὐτῶν κινήσεις κατὰ λόγον ἀναφέρεσθαι τὸν αὐτὸν καὶ τὰς ἀνω‐ μάλους. οἱ δὲ ἀπὸ τοῦ Πλάτωνος ἐξηγηταὶ τὴν αἰτίαν ζητήσαντες ἐπὶ τὰς ζωὰς αὐτῶν ἀνήγαγον τὴν τῆς ἰσότητος
10καὶ ἀνισότητος τῶν δρόμων ἀρχήν, ὥσπερ δή φασι Πορ‐ φύριός τε καὶ Θεόδωρος· ἔστι γὰρ κατ’ αὐτοὺς τὸ ἀν‐ ισοταχὲς ἢ ἰσοταχὲς παρὰ τὸ αὐτόθεν ἢ διὰ πλειόνων φέ‐ ρεσθαι τοὺς νόας ἐπὶ τὴν οὐσίαν, καὶ παρὰ τὸ εἰς τὸ αὐτὸ καταστρέφειν, εἰ καὶ δι’ ἄλλων μέσων, ἢ καὶ εἰς ἄλλο καὶ
15ἄλλο· ἥλιος μὲν γὰρ οὐσία ὢν ἐπὶ νοῦν ὁδεύει διὰ ζωῆς, Ἀφροδίτη δὲ νοῦς μέν, ἀλλὰ διὰ ζωῆς ἐπὶ νοῦν, Ἑρμῆς δὲ ζωὴ μέν, διὰ δὲ 〈οὐσίασ〉 εἰς νοῦν· εἰ καὶ ὁ νοῦς οὗτος, ἐφ’ ὃν ἡ καταστροφὴ τοῖς τρισίν, ὅπου μέν ἐστιν οὐσιώδης, ὅπου δὲ νοερός, ὅπου δὲ ζωτικός· διὸ καὶ ἀνισοταχῶς κινού‐
20μενοι καὶ ἀλλήλων ἀπολείπεσθαι καὶ προηγεῖσθαι δοκοῦντες εἰς ταὐτὸν καταλήγουσι. Κρόνος δὲ καὶ Ζεὺς καὶ Ἄρης δύναιντο μὲν ἂν καὶ διαφόρων εἶναι τμημάτων καὶ διὰ τοῦτο οὐκ ἰσοταχεῖς· εἰ δὲ καὶ τοῦ αὐτοῦ εἶεν, ἀλλὰ τῷ μὴ πρὸς 〈τὸ〉 αὐτὸ καταστρέφειν ἢ μὴ διὰ τῶν ἴσων μεσοτήτων
25οὐκ ἰσοταχεῖς· οἷον εἰ Κρόνος μὲν αὐτόθεν οὐσία ὢν ἐπὶ τὴν οὐσίαν ἴοι, Ζεὺς δὲ διὰ νοῦ μόνον, Ἄρης δὲ διὰ νοῦ καὶ ζωῆς, ἔσται ὃ μὲν ἀμέσως ἐν τῇ οὐσίᾳ, ὃ δὲ διὰ μιᾶς μεσότητος, ὃ δὲ διὰ δυεῖν, καὶ οὕτως οὐκ ἰσοταχεῖς· ἔστι γὰρ τῶν πλανωμένων ἡ μὲν πρώτη τριὰς ἐπὶ οὐσίαν, ἡ δὲ
30δευτέρα ἐπὶ νοῦν ἀναγομένη, σελήνη δὲ ἐπὶ ζωήν, πᾶσαν
τὴν γένεσιν ἐν ἑαυτῇ περιέχουσα καὶ προϊοῦσα μέχρι τῶν
in Ti
.

3

.

65

ἐσχάτων μυχῶν τῆς γῆς. ταῦτα μὲν οὖν φασι Πορφύριός τε καὶ Θεόδωρος, οἰκείας ὑποθέσεις περαίνοντες, πανταχοῦ μὲν πάντα λέγοντες, καὶ τὴν οὐσίαν καὶ τὸν νοῦν καὶ τὴν ζωήν, καὶ ἕκαστον τῶν θεῶν μετέχειν τιθέμενοι τῶν τριῶν
5πατέρων, ἐπικρατεῖν δὲ ἄλλο ἐν ἄλλοις ἰδίωμα, καὶ τὴν ἐνέργειαν ἄλλων εἶναι ἄλλην καὶ δι’ ἄλλων μέσων τὴν ἀναγωγήν. ὁ δέ γε θεῖος Ἰάμβλιχος οὔτε τὰς τῶν ἐπι‐ κύκλων παρεισκυκλήσεις ἀποδέχεται ὡς μεμηχανημένας καὶ ἀλλοτρίως τοῦ Πλάτωνος εἰσαγομένας οὔτε τὴν ἀπὸ τῆς
10ζωῆς ἐπιβολὴν ὡς μάτην ὀνειροπολοῦσαν τὰς τοιαύτας δια‐ στάσεις καὶ εἰσόδους καὶ ἐξόδους καὶ διαπλοκὰς καὶ οὐδαμῇ τῷ Πλάτωνι συνεπομένην· ποῦ γὰρ ὁ Πλάτων ἐμέρισε τὴν διὰ ζωῆς καὶ διὰ νοῦ καὶ 〈δι’〉 οὐσίας ἐπὶ τὴν οὐσίαν ἀναφο‐ ράν; ποῦ δὲ τὸν μὲν Κρόνον κατὰ τὴν οὐσίαν ἔταξε, τὸν δὲ
15μετ’ αὐτὸν κατὰ τὸν νοῦν, τὸν δὲ τρίτον κατὰ τὴν ζωήν; ταῦτα δὲ ἀποδοκιμάζων ἁπλουστέραν παραδίδωσι θεωρίαν, τὴν μὲν σελήνην πρώτην εἰς τὸν περὶ γῆν τόπον τετάχθαι λέγων, ὡς φύσεως ἔχουσαν λόγον καὶ μητρὸς πρὸς τὴν γέ‐ νεσιν (πάντα γὰρ αὐτῇ συντρέπεται καὶ συναύξεται μὲν αὐξο‐
20μένης, ἐλαττοῦται δὲ ἐλασσουμένης), τὸν δὲ ἥλιον ὑπὲρ σελή‐ νην, διότι περιφανῶς τὴν σελήνην πληροῖ δυνάμεων καὶ πατρὸς ἔχει πρὸς τὴν γένεσιν λόγον, ὑπὲρ δὲ ἥλιον Ἀφρο‐ δίτην καὶ Ἑρμῆν, ἡλιακοὺς ὄντας καὶ συνδημιουργοῦντας αὐτῷ καὶ πρὸς τὴν τελεσιουργίαν τῶν ὅλων αὐτῷ συντε‐
25λοῦντας· διὸ καὶ ἰσόδρομοι τυγχάνουσιν ὄντες ἡλίῳ καὶ περὶ αὐτόν εἰσιν ὡς συγκοινωνοῦντες αὐτῷ τῆς ποιήσεως. ἐναν‐ τιοῦνται δὲ πρὸς αὐτὸν οὐ κατὰ τὴν ἐν τοῖς ἐπικύκλοις μόνον φοράν, ὡς εἴπομεν πρότερον [p. 64, 1 ss] καὶ οἱ μαθηματικοί φασιν, οὐδὲ καθ’ ὅσον ὃ μὲν ἐκφάνσεως τῶν
30κρυπτῶν ἐστιν αἴτιος, οἳ δὲ κρύψεως, ὡς οἱ ἀστρολογικοὶ διατείνονται· καὶ διὰ ταῦτα μὲν γάρ, ἀλλὰ καὶ καθ’ ἣν
εἶπεν αὐτὸς θείαν δύναμιν, ἡ μὲν τοῦ ἡλίου θαυμαστή τίς
in Ti
.

3

.

66

ἐστι καὶ ἀνυπέρβλητος δύναμις καὶ διὰ τοῦτο καθ’ ἑαυτὴν ἀσύμμετρος, αἱ δὲ τῆς Ἀφροδίτης καὶ αἱ τοῦ Ἑρμοῦ συμ‐ μετρίαν ἐπιλάμπουσαι καὶ εὐκρασίαν διὰ τὸ ἀεὶ μετὰ ἡλίου περιπολεῖν ἐναρμόνιον παρέχονται τὴν ἡλιακὴν ποίησιν· ἄμ‐
5φω γὰρ κοινωνίας εἰσὶν αἴτιοι καὶ ὁ Ἑρμῆς, κοινωνὸς ὢν ἐν ταῖς ποιήσεσι τῶν τε ἡμερινῶν καὶ τῶν νυκτερινῶν καὶ ἀρρενούμενος καὶ θηλυνόμενος, καὶ ἡ Ἀφροδίτη, συνδετικὴν ἔχουσα δύναμιν καὶ συναρμοστικὴν τῶν διεστώτων. εἴποις δ’ ἂν καὶ διότι ὁ μὲν ἥλιος οὔτε ἀφαιρέσεσιν οὔτε προσθέ‐
10σεσι χρῆται τῶν κινήσεων οὔτε στηριγμοῖς, Ἑρμῆς δὲ καὶ Ἀφροδίτη προποδισμοῖς χρῶνται καὶ στηριγμοῖς καὶ ὑπο‐ ποδισμοῖς, ἐναντίας αὐτοὺς εἰληχέναι πρὸς τὸν ἥλιον κατὰ τὸ φαινόμενον δυνάμεις. καὶ μήποτε, καθὰ καὶ πρότερον εἴπομεν [II 267, 19 ss], ταῖς πρώταις τρισὶ μονάσι ταῖς
15ἐν προθύροις τἀγαθοῦ [Phil. 64 C] προῆλθον ἀνὰ λόγον· ὁ μὲν γὰρ ἥλιος, ὡς ἐμάθομεν ἐν Πολιτείᾳ [VI 508A s], τῆς ἀληθείας εἰκόνα τὸ φῶς ὑπέστησεν, ἡ δὲ Ἀφροδίτη κάλλους ἐστὶν αἰτία τοῖς γενητοῖς, ὅ ἐστιν ἐκείνου μίμημα τοῦ κάλλους, ὁ δὲ Ἑρμῆς συμμετρίας πᾶσιν αἴτιος λό‐
20γος ὢν τοῖς περὶ τὴν γένεσιν· πᾶσα γὰρ συμμετρία καθ’ ἕνα πρόεισι λόγον καὶ κατ’ ἀριθμόν, ὧν ἐστιν ὁ θεὸς οὗτος δοτήρ. ἐκείνων οὖν τῶν μονάδων ὄντες ἀνὰ λόγον μετ’ ἀλλήλων οὐσῶν εἰκότως καὶ αὐτοὶ συνεῖναι ἀλλήλοις ἐφίενται καὶ συμπεριπολεῖν. διὰ δὴ τοῦτο καὶ καταλαμβάνουσι καὶ
25καταλαμβάνονται διὰ τὴν μετ’ ἀλλήλων ποίησιν καὶ τὴν συναπεργασίαν τῶν δημιουργικῶν ἔργων. εἰ δὲ καὶ τοτὲ μὲν κινοῦνται θᾶττον, τοτὲ δὲ βραδύτερον, καὶ οὐχ ὅτε θᾶττον οἱ ἕτεροι, τότε καὶ οἱ λοιποί, οὐδ’ ὅτε βραδύτερον, καὶ οἱ ἄλλοι, εἰκότως καταλαμβάνουσιν ἀλλήλους οἱ θᾶττον κινού‐
30μενοι τοὺς βραδύτερον καὶ καταλαμβάνονται ἔμπαλιν. καὶ ἡ μὲν πάντων περίοδος μία, τὰ δὲ μέρη τῶν περιόδων δια‐
φέροντα τῷ θάττονι καὶ βραδυτέρῳ κατ’ ἄλλα καὶ ἄλλα μέρη
in Ti
.

3

.

67

τῶν περιόδων ποιεῖ καταλαμβάνεσθαι καὶ καταλαμβάνειν αὐ‐ τοὺς ἀλλήλους ἄλλοτε ἄλλους. οὐκοῦν διά τε τούτων καὶ τῶν ἔμπροσθεν προειρημένων συναγάγωμεν, ὅτι κατὰ Πλά‐ τωνα ἡ μὲν ἀπλανὴς μία καὶ ὁμαλής, αἱ δὲ ἑπτὰ πλανώ‐
5μεναι ἑαυταῖς μὲν ὁμαλεῖς, πρὸς δὲ ἀλλήλας ἀνώμαλοι, πλὴν ὅτι αἱ τρεῖς καὶ ἀλλήλαις ἰσόδρομοί εἰσι· πρὶν γὰρ παραγάγῃ τοὺς ἑπτὰ τού〈του〉ς κύκλους, εἶπεν αὐτοὺς ἰσο‐ δρόμους εἶναι. ὅτι δὲ ἑκάστη ἑαυτῇ ὁμαλής, δηλοῖ καὶ ὁ ἐν Πολιτείᾳ [X 617 B] Σωκράτης εἰπὼν ἐπὶ τῶν ὀκτὼ
10κύκλων ἐφεστάναι Σειρῆνα μίαν φωνὴν ἱεῖσαν, ἕνα τόνον. ὥστε τὸ ὁμαλὲς κοινὸν αὐτοῖς. οἱ δὲ ἑπτὰ ἀστέρες κινοῦνται μὲν καὶ περὶ τὰ ἑαυτῶν κέντρα, κινοῦνται δὲ καὶ διὰ τοῦ βάθους τῶν σφαιρῶν, οἵ τε ἄλλοι καὶ οἱ τρεῖς καταλαμβάνοντες καὶ καταλαμβανόμενοι, διὰ τὴν ἀνωμαλίαν
15τῶν ἰδίων κινήσεων· ἐπεὶ εἴ γε καὶ αὐτοὶ ὡς αἱ σφαῖραι ὁμαλῶς ἐκινοῦντο, οὐκ ἄν ποτε τοῦτο ὑπέμειναν, ἀλλ’ ἦσαν ἂν ὁμοίως ἀεὶ διεστῶτες ἀλλήλων. τοῦτο γοῦν ἐρεῖ [39 D] καὶ αὐτός, δι’ οὐρανοῦ πορευομένους αὐτοὺς ἔχειν τροπάς. ὑπὲρ οὖν τὴν τριάδα ταύτην οὕτως οὖσαν ἐναρ‐
20μόνιον, ἅτε τῆς Ἀφροδίτης ἑνοποιούσης καὶ εἰς κοινωνίαν ἀγούσης τὴν Ἑρμαϊκὴν ποίησιν ἀνειμένην οὖσαν καὶ τὴν ἡλιακὴν δημιουργίαν ἐπιτεταμένην, ἄλλη τριάς ἐστι Κρόνου μὲν καὶ Ἄρεος ἄκρων ὄντων καὶ ἐναντίων ἀλλήλοις, καθ’ ὅσον ὃ μὲν συνοχῆς, ὃ δὲ διαιρέσεως αἴτιος, καὶ ὃ μὲν ψύξεως,
25ὃ δὲ θερμότητος, τοῦ δὲ Διὸς ἐν μέσῳ τεταγμένου καὶ εἰς εὐκρασίαν ἄγοντος αὐτῶν τὰς δημιουργικὰς ποιήσεις. εἰ δὲ καὶ κατὰ ἄλλον τρόπον ἐθέλοις τὴν μεσότητα τὴν ἡλίου θεωρεῖν, νόησον τὰς ἐφ’ ἑκάτερα αὐτοῦ δύο πεμπάδας, κάτωθεν μὲν σελήνην καὶ τὴν τῶν στοιχείων τετρακτύν,
30ἵνα καὶ τὸ αἰθέριον νοήσῃς ὡς ἔχον τι διαφέρον πρὸς τὸν
in Ti
.

3

.

68

κυρίως ἀέρα λεγόμενον ἢ καὶ τὴν τοῦ πυρὸς τοῦ ἐνταῦθα συμπαραλάβῃς φύσιν, ὃ δὴ ταῖς τῶν στοιχείων πάντων συν‐ διήκει στάσεσι, κινοῦν πάντα καὶ διεγεῖρον εἰς τὰς ποιήσεις (τὰ γὰρ ἄμοιρα πυρὸς νεκρὰ πάντα, τῆς ψύξεως ἐναντίας οὔσης
5πρὸς τὴν ζωήν), ἄνωθεν δὲ τοὺς κυβερνήτας τῆς ὅλης γενέ‐ σεως, κοινὸν ἔχοντας πάντας ὃ μήτε ἥλιος ἔχει μήτε σελήνη, τοὺς προποδισμοὺς 〈καὶ στηριγμοὺσ〉 καὶ ὑποποδισμούς, δι’ ὧν ἡ τῶν ὑπὸ σελήνην φύσις παντοίως ἐξαλλάττεται προσ‐ θέσεσι καὶ ἀφαιρέσεσιν ἐπιδόσεσί τε καὶ ἀνέσεσι τῶν λό‐
10γων καὶ τῆς ζωῆς καὶ τῆς συμπάσης αὐτῶν οὐσίας, αὐτὸν δὲ ἐκ μέσου πάντη διατείνοντα καὶ τὰς μὲν τῶν πρὸ αὐτοῦ θεῶν ποιήσεις τελειοῦντα, τὰς δὲ τῶν μετ’ αὐτὸν ἀνεγεί‐ ροντα δυνάμεις καὶ ἀναζωπυροῦντα καὶ ποικίλως μεταβάλ‐ λοντα· διὸ καὶ φύλακα τοῦ παντὸς αὐτὸν προσείρηκεν ὁ
15θεολόγος καὶ περὶ αὐτὸν δυνάμεις ἀπέλιπε δημιουργικάς, ἀχράντους, ἀναγωγούς, τελεσιουργοὺς καὶ ἄλλας πολλὰς κα‐ θαρτικάς τε καὶ κριτικάς, καθ’ ἃς διακοσμεῖ τὸ πᾶν ἀιδίως περιπολῶν. Τὰ δὲ ἄλλα οἷ δὴ καὶ δι’ ἃς αἰτίας ἱδρύσατο, εἴ
20τις ἐπεξίοι πάσας, ὁ λόγος πάρεργος ὢν πλεῖον ἂν ἔργον ὧν ἕνεκα λέγεται παράσχοι. ταῦτα μὲν οὖν τάχ’ ἂν ἴσως κατὰ σχολὴν ὕστερον τῆς ἀξίας τύχοι διηγήσεως [38 D E]. Τὰ μὲν ἄλλα δῆλον ὅτι λέγοι ἂν Ἄρεα καὶ Δία καὶ
25Κρόνον, τὸ δὲ ἱδρύσατο τὴν ἀίδιον καὶ ἄφθαρτον αὐτῶν ἐμφαίνει δημιουργίαν. εἰ δέ, ὥσπερ ἔν τισιν εὕρομεν, ἱδρύ‐ σαντο γράφοις, ἔνδειξίν σοι τοῦτο παρέξεται τοῦ καὶ ἀπὸ δημιουργοῦ μὲν καὶ ἀπ’ ἄλλων δὲ αἰτίων ἀπογεννᾶσθαι καὶ διακοσμεῖσθαι τὸν οὐρανόν· καὶ γὰρ μικρῷ πρότερον τὰ
30ἑπτὰ σώματα τὸν θεὸν ἔλεγε διακοσμῆσαι καὶ τὴν θατέρου περίοδον, πρὸς δὲ ταύτῃ καὶ τὰς ἰδίας αὐτῶν ψυχάς, ἃς
ὠνόμασε περιφοράς. ταῦτα δὲ καὶ ὡς ἀπὸ πάντων τῶν
in Ti
.

3

.

69

ἀιδίων θεῶν †ὑφισταμένων πάντων εἴρηται τῷ ἱδρύσαντο, μεθ’ ὧν ὁ δημιουργὸς ἕκαστα ἀπεργάζεται καὶ τὸν ὅλον κόσμον ἄγαλμα ποιῶν καὶ τὰ τῶν μερικῶν θεῶν ἀγάλματα ἐν αὐτῷ ἱδρυόμενος. δεῖ δὲ ἐν τούτοις μεμνῆσθαι καὶ ὧν
5εἰώθαμεν λέγειν περὶ τῆς τάξεως τῶν ἐγκοσμίων πάντων, ὅτι μονὰς μὲν ἡ ἀπλανής ἐστι, τοῦ ὡσαύτως οὖσα αἰτία πᾶσι, τριὰς δὲ ὑπ’ αὐτὴν Κρόνος, Ζεύς, Ἄρης, ὃ μὲν συν‐ οχῆς αἴτιος, ὃ δὲ συμμετρίας, ὃ δὲ διακρίσεως. καὶ πάλιν μονὰς μὲν ἡ σελήνη, πάσης αἰτία γενέσεως καὶ φθορᾶς,
10τριὰς δὲ τὰ ἐν γενέσει στοιχεῖα τὰ ὑπ’ αὐτήν· μέσοι δὲ τού‐ των οἱ ἰσόδρομοι, καὶ ὁ μὲν ἥλιος τῆς ἀληθείας ἐκφαντικός, ὡς ἤδη πολλάκις εἴπομεν, ἡ δὲ Ἀφροδίτη τοῦ κάλλους, Ἑρμῆς δὲ τῆς τῶν λόγων συμμετρίας, τῶν ἐν προθύροις τοῦ ἀγαθοῦ μονάδων. εἰ δὲ βούλει καὶ ὅτι τῶν ἑπτὰ
15πλανήτων σελήνη μὲν αἰτία τοῖς θνητοῖς τῆς φύσεως, τὸ αὔτοπτον ἄγαλμα οὖσα τῆς πηγαίας φύσεως, ἥλιος δὲ δημιουργὸς τῶν αἰσθήσεων πασῶν, διότι καὶ τοῦ ὁρᾶν καὶ τοῦ ὁρᾶσθαι αἴτιος, Ἑρμῆς δὲ τῶν τῆς φαντασίας κινήσεων (αὐτῆς γὰρ τῆς φανταστικῆς οὐσίας ὡς μιᾶς οὔσης αἰσθή‐
20σεως καὶ φαντασίας ἥλιος ὑποστάτης), Ἀφροδίτη δὲ τῶν ἐπιθυμητικῶν ὀρέξεων, Ἄρης δὲ τῶν θυμοειδῶν κινήσεων τῶν κατὰ φύσιν ἑκάστοις, κοινῇ δὲ τῶν μὲν ζωτικῶν πασῶν δυνάμεων Ζεύς, τῶν δὲ γνωστικῶν Κρόνος· διῄρηται γὰρ πάντα τὰ εἴδη τὰ ἄλογα εἰς ταύτας τούτων οὖν τὰ αἴτια
25προείληπται ἐν τοῖς οὐρανίοις, ἃ δὴ παρήγαγεν ὁ πατὴρ καὶ ἵδρυσεν ἄλλα ἀλλαχοῦ κατὰ τὴν ἑαυτῶν ἕκαστα τάξιν αἴτια τούτων ἐν τοῖς οὐρανίοις κύκλοις. ἀλλὰ ταῦτα μὲν ὑπεμνήσθη διὰ τούτων. Ἀπορήσειε δ’ ἄν τις ἐπὶ τοῖς εἰρημένοις εἰκότως, ποῦ τὴν τῆς ἀπλανοῦς ψυχὴν ὑφίστησιν
30ὁ Πλάτων εὐλαβούμενος, μήποτε τὴν αὐτὴν 〈τοῦ〉 τε κόσμου
καὶ τῆς ἀπλανοῦς ποιεῖ ψυχήν, ὥσπερ καὶ ὁ Ἀριστοτέλης
in Ti
.

3

.

70

ὕστερον· τὰς μὲν γὰρ τῶν πλανωμένων ἰδίας ἄστρων ἔχομεν διὰ τῶν προειρημένων περιφορῶν, καὶ μικρὸν δὲ προελθὼν ἐρεῖ [38 E] περὶ αὐτῶν δεσμοῖς τε ἐμψύχοις δεθέντα ζῷα ἐγεννήθη. μήποτε οὖν ἐν τῇ ὅλῃ ψυχῇ διττοὺς
5ἀποθέμενος κύκλους καὶ διττὰς περιφορὰς συνυφίστησιν αὐ‐ τοῖς καὶ διττὰς ψυχάς, τὴν μὲν τῆς ἀπλανοῦς, τὴν δὲ τῆς πλανωμένης ὅλης ὡς μιᾶς περιφορᾶς, καὶ αὖ πάλιν ἐν τῇ θατέρᾳ τοὺς ἑπτὰ κύκλους λαβὼν ἔχει σὺν αὐτοῖς καὶ τὰς ἑπτὰ ψυχὰς τὰς ταῖς ἑπτὰ σφαίραις ἐποχουμένας· ἡ γὰρ
10ἀρτίως παραδεδομένη ψύχωσις οὐ τῶν σφαιρῶν ἦν αὐτῶν, ἀλλὰ τῶν ἄστρων τῶν ἡγεμονικὴν ἀξίαν ἐν ταῖς σφαίραις λαχόντων, διὸ καὶ ἐπὶ τῆς ἀπλανοῦς μνησθήσεται τῆς τῶν ἄστρων ψυχώσεως παρεὶς τὴν τῶν ὅλων σφαιρῶν ψύχωσιν, ὡς ἐν τοῖς κύκλοις τῆς ὅλης ψυχῆς περιεχομένην· διὰ γὰρ
15ἀρχαιότροπον παραδόσεως εἶδος τὴν λεπτουργίαν παραλέλοιπε τῆς ποικίλης ψυχώσεως· ἄλλη γάρ ἐστιν ἡ καθόλου ψύχωσις καὶ ἄλλη μετὰ ταύτην ἡ καθόλου μερικὴ καὶ ἄλλη ἡ μερικὴ καθόλου, καὶ τελευταία πασῶν ἡ μερική, καὶ κατὰ πάντα τὰ εἴδη τῆς ψυχώσεως ὅ τε κόσμος ὅλος καὶ αἱ τοῦ κόσμου
20μερίδες ἐψύχωνται. μήποτε δὲ καὶ τοῦ Σωκράτους ἀκού‐ σας τῇ προτεραίᾳ [rep. X 616 E ss] τοὺς περὶ τῶν ψυχώ‐ σεων ἐκείνων λεπτουργήσαντος λόγους περιττὴν ὑπέλαβεν αὐτῶν τὴν ἰδίαν ἐργασίαν. ἐκεῖνος γοῦν καὶ τοῖς ὀκτὼ σφονδύλοις ψυχὰς ἐπέστησεν, ἃς ἐκάλεσε Σειρῆνας, καὶ
25πάλιν μίαν τῇ ἀπλανεῖ Μοῖραν καὶ ὅλῃ τῇ πλανωμένῃ μίαν καὶ ὅλῳ τῷ οὐρανῷ μίαν, τὰς ἰδίας πάντων τούτων ψυχὰς ἀναπλώσας καὶ τὴν ἀπλανῆ διχῶς ψυχώσας, καὶ ὡς κύκλον ἕνα τοῖς ἑπτὰ κύκλοις ἀντιδιῃρημένον, καὶ ὡς περι‐ έχοντα τὸ πλῆθος τῶν ἀπλανῶν καὶ ὄντα κόσμον καὶ αὐτὸν
30καθολικὸν ἅμα καὶ μερικόν. ταῦτα μὲν οὖν περὶ τῆσδε τῆς ἀπορίας εἰρήσθω. τὸ δὲ ‘πάρεργον‘ ποιεῖν τὸν περὶ τῶν ἄστρων λόγον πρόδηλόν ἐστιν, ἐπειδὴ τὸ προκείμενον ἦν περὶ τοῦ δευτέρου διδάξαι χρόνου, τίς ἐστι καὶ ὅπως ἀπο‐
τελεῖται καὶ πόθεν.
in Ti
.

3

.

71

Ἐπειδὴ οὖν εἰς τὴν ἑαυτῷ πρέπουσαν ἕκαστον ἀφίκετο φορὰν τῶν ὅσα ἔδει συναπεργάζεσθαι χρό‐ νον, δεσμοῖς τε ἐμψύχοις δεθέντα ζῷα ἐγεννήθη τό τε προσταχθὲν ἔμαθε [38 E].
5 Τίς μὲν ἡ ψύχωσις τῶν ἑπτὰ σωμάτων τῶν κοσμοκρατό‐ ρων καὶ τίς ἡ τάξις, εἴρηται διὰ τῶν ἔμπροσθεν λόγων. ὅπως δὲ ἕκαστον αὐτῶν καὶ ζῷόν ἐστι καὶ θειοτέρας ἐξήρ‐ τηται ψυχῆς καὶ ὁποίαν εἰς τὸ πᾶν παρέχεται συντέλειαν, διὰ τῶνδε παραδίδωσι τοῖς ὁρᾶν δυναμένοις τῶν ῥημάτων·
10ἕκαστον γὰρ αὐτῶν καὶ ζωὴν ἔλαχε καὶ κίνησιν τὴν ἑαυτῷ πρέπουσαν· ὅπου γὰρ καὶ τῶν θνητῶν ἑκάστῳ νέμει τὸ προσῆκον ὁ δημιουργικὸς θεσμὸς καὶ πάντα συντάττει πρὸς τὴν μακαριότητα τοῦ παντός, τί ἂν φαίης περὶ αὐτῶν τῶν ἡγεμόνων τοῦ παντός; οὐχὶ καὶ πᾶν τὸ πρέπον αὐτοῖς καὶ
15τὸ ἀγαθὸν αὐτῶν ἀπειληφέναι παρὰ τοῦ πατρὸς καὶ τῷ καλῷ διαλάμποντας αὐτοὺς οὐ μόνον τὴν τοῦ χρόνου τῷ πατρὶ συναπεργάζεσθαι γένεσιν, ἀλλὰ καὶ τὸν ὅλον κόσμον ποδηγετεῖν καὶ κυβερνᾶν; καὶ πῶς οὐχὶ ταῦτα περὶ αὐτῶν λέγοντες ὀρθῶς ἂν λέγοιμεν, καὶ πρὸς τούτοις, ὅτι τὸ καλὸν
20καὶ τὸ ἀγαθὸν οὐ μόνον παρὰ τῆς· δημιουργικῆς δέχονται μονάδος, ἀλλὰ καὶ αὐτοὶ ἑαυτοῖς παρέχουσιν, αὐτοκίνητοι ὄντες καὶ ἀφ’ ἑαυτῶν ἀρχόμενοι τῆς δόσεως τῶν ἀγαθῶν; ὃ δὴ καὶ ὁ Πλάτων ἐνδεικνύμενος ἀφικέσθαι φησὶν εἰς τὴν πρέπουσαν ἕκαστον φοράν, ὡς καὶ ἑαυτῷ τὸ μέτρον
25ἀφορίζον τῆς τε ζωῆς καὶ τῆς τάξεως, ἣν ἔλαχεν ἐν τῷ παντί, καὶ τῆς κινήσεως. ἐπειδὴ δὲ ἕκαστον αὐτῶν, τῶν ἑπτὰ λέγω σωμάτων, ἔχει διττὴν ζωήν, τὴν μὲν ἀχώριστον, τὴν δὲ χωριστήν, καὶ τὴν μὲν νοερὰν καὶ ἐφ’ ἑαυτῆς ἱδρυ‐ μένην ἡγεμονικῶς, τὴν δὲ περὶ τὸ σῶμα μεριζομένην καὶ
30συνέχουσαν αὐτὸ καὶ κινοῦσαν, καὶ κατὰ μὲν ταύτην ζῷόν ἐστι, κατ’ ἐκείνην δὲ θεός, διακρίνων ἀμφότερα ταῦτα ὁ
Πλάτων καὶ ὡς ἄλλο μὲν ἡ θεία ψυχὴ καὶ νοερὰ καὶ
in Ti
.

3

.

72

ἀνεκφοίτητος τῶν νοητῶν, ἄλλο δὲ τὸ ζῷον τὸ ἐξηρτημένον αὐτῆς, ζωὴν ἔχον ἀπ’ ἐκείνης καὶ εἴδωλον ἐκείνης, 〈ἐπή‐ νεγκε〉· δεσμοῖς τε ἐμψύχοις δεθέντα ζῷα ἐγεννήθη καὶ τὸ προσταχθὲν ἔμαθε· μανθάνει μὲν γὰρ τὴν δημι‐
5ουργικὴν βούλησιν καὶ νοεῖ τὰ ἔργα τοῦ πατρὸς ἡ θεία ψυχὴ καὶ συναπεργάζεται αὐτῷ τὰ περὶ τὸν κόσμον τῷ νοεῖν ἐκεῖνον καὶ πληροῦσθαι θείων δυνάμεων ἀπ’ αὐτοῦ· οὐ γὰρ ἄλλως δυνατὸν ἢ νοῦν ἢ ψυχὴν προνοεῖν τῶν ὅλων ἐξῃρημένως ἢ θεότητος μεθέξει καὶ δι’ ἐνθέου ζωῆς.
10τὸ δ’ οὖν συναπεργάζεσθαι τὸν χρόνον δηλοῖ δευτερ‐ ουργὸν αὐτοὺς εἰληχέναι δύναμιν τῆς τοῦ χρόνου ἀπεργασίας, ὡς τοῦ πατρὸς αὐτῶν τὴν πρωτουργὸν ἔχοντος, 〈καὶ〉 ὡς ἐκείνου μὲν τὴν ὁλότητα τοῦ χρόνου γεννήσαντος, τούτων δὲ τὰ μέρη συναποτελούντων, ἐξ ὧν ὁ χρόνος· αἱ γὰρ τού‐
15των περίοδοι μέρη τοῦ παντός εἰσι χρόνου, ὡς καὶ αὐτοὶ μέρη τοῦ κόσμου γεγόνασι. δεσμοῖς δὲ ἐμψύχοις δεθὲν ζῷόν ἐστι τὸ ἔμψυχον σῶμα ζωὴν ἔχον ἀπὸ τῆς λαχούσης αὐτὸ κατὰ τοὺς δημιουργικοὺς κλήρους ψυχῆς· εἰ γὰρ καὶ ἐφ’ ἡμῶν ἕτερόν ἐστι τὸ ζῷον παρὰ τὸν ἄνθρωπον καὶ
20ἄλλος μὲν ὁ φαινόμενος Σωκράτης, ἄλλος δὲ ὁ ἀληθινός, πολλῷ δήπου μᾶλλον καὶ ἥλιος καὶ Ζεὺς ἄλλος ἐστὶ καὶ οὐ τὸ ἐκ τοῦ σώματος καὶ τῆς ψυχῆς. τοῦτο γοῦν καὶ ὁ ἐν Φαίδρῳ [246 CD] Σωκράτης ἐπέπληξε τοῖς ἐξ αὐτῆς 〈τῆσ〉 ψυχῆς καὶ τοῦ σώματος συνιστᾶσι τὸ θεῖον ζῷον· πλάτ‐
25τομεν γάρ, φησίν, οὔτ’ εἰδότες οὔτε ἱκανῶς νοήσαν‐ τες θεόν, ἀθάνατόν τι ζῷον, ἔχον μὲν ψυχήν, ἔχον δὲ σῶμα, τὸν ἀεὶ δὲ χρόνον ταῦτα συμπεφυκότα. καὶ εἰ δεῖ τὸ δοκοῦν λέγειν, πρώτως μέν ἐστιν ὁ θεὸς ἡ ἑνὰς ἡ ἐν ἑκάστῳ καὶ 〈ἡ〉 ἄρρητος μετουσία τῆς πηγῆς τῶν ὅλων
30ἑνιαίων ἀριθμῶν, δευτέρως δὲ ὁ νοῦς ὁ μονίμως καὶ ἑνο‐
ειδῶς καὶ ἀκλινῶς ἕκαστον συνέχων, τρίτως δὲ ἡ ψυχὴ 〈ἡ〉
in Ti
.

3

.

73

παρὰ νοῦ πληρουμένη καὶ ἀνελίττουσα τὴν μίαν τοῦ νοῦ περιοχήν. καὶ ἣ μέν ἐστιν ὄντως θεός, ὃ δὲ θειότατος, ἣ δὲ θεία μὲν καὶ αὐτή, προσλάμπουσα δὲ καὶ τῷ ζῴῳ τὸ τῆς θεότητος ἰδίωμα, καθὸ καὶ τοῦτο θεῖόν ἐστι, δεσμοῖς
5ἐμψύχοις δεθέν, οὓς εἴποις ἂν εἶναι ζῳογόνους δεσμοὺς καὶ δημιουργικοὺς καὶ ἀλύτους, ὡς αὐτὸς ἐρεῖ προελθών [43 A]· ὅλα γὰρ τὰ σώματα τὰ θεῖα ταῖς ψυχαῖς ἐνδέδεται καὶ περιέχεται ὑπ’ αὐτῶν καὶ ἐνίδρυται ἐν αὐταῖς, καὶ τὸ δεθῆναι τὴν μόνιμον καὶ ἀμετάβλητον ἐνδείκνυται τῶν σω‐
10μάτων ἐν ταῖς ψυχαῖς περιοχὴν καὶ τὴν ἀδιάζευκτον αὐτῶν πρὸς τὰς ψυχὰς κοινωνίαν. τοιαῦτα δὲ ὄντα τὰ θεῖα σώ‐ ματα συναπεργάζεται τῷ δημιουργῷ τὸν χρόνον προκαλού‐ μενα τὴν μίαν καὶ ἀφανῆ τοῦ χρόνου δύναμιν καὶ τὴν πρόοδον τὴν εἰς τὸν κόσμον αὐτῷ παρεχόμενα, τῶν πολλῶν
15ὄντα χρονικῶν μέτρων ἐκφαντικά, δι’ ὧν ὁ σύμπας χρόνος συμπληροῦται μιμούμενος τὸν ἐν τῷ ἀριθμεῖν χρόνον, αὐτὸς ἐν τῷ ἀριθμεῖσθαι συνεστὼς καὶ ὅλος ἐκ πολλῶν ἀριθμῶν γινόμενος, ἵνα ὁμοιωθῇ τῷ ὅλῳ ὡς ἀληθῶς καὶ πάντων περιεκτικῷ τῶν ἀποκαταστατικῶν ἀριθμῶν. τὸ δ’ οὖν ‘συν‐
20απεργάζεσθαι‘ τὴν εἰς τέλος προϊοῦσαν ποίησιν καὶ τὴν τελείαν ἐνέργειαν ἐνδείκνυσι. Κατὰ δὴ τὴν θατέρου φορὰν πλαγίαν οὖσαν, διὰ τῆς ταὐτοῦ φορᾶς ἰούσης τε καὶ κρατουμένης, τὸ μὲν μείζω αὐτῶν, τὸ δὲ ἐλάττω κύκλον ἰόν, θᾶτ‐
25τον μὲν τὰ τὸν ἐλάττω, τὰ δὲ τὸν μείζω βραδύτερον περιῄειν [39 A]. Τὸ μὲν ‘πλάγιον‘ τῆς θατέρου φορᾶς εἴποις ἂν ἢ τὴν
λόξωσιν τοῦ ζῳδιακοῦ δηλοῦν (κατὰ γὰρ τοὺς τοῦ ζῳδιακοῦ
in Ti
.

3

.

74

πόλους ἔστιν ἡ τῶν πλανήτων κίνησις, ἵνα μαθηματικῶς εἴπωμεν· οὐ γάρ που τὴν τοιαύτην ἀτιμαστέον ἀπόδοσιν τοῖς περὶ τῶν οὐρανίων σωμάτων διαλεγομένοις) ἤ, ὅπερ καὶ ἐποπτικώτερόν ἐστι, τὴν αἰτίαν τῆς γενέσεως καὶ τὴν παράλ‐
5λαξιν τὴν ἐν τοῖς οὐρανίοις προϋπάρχουσαν· μετέχει γὰρ ἡ γένεσις ἑτερότητος μὲν καὶ ποικιλίας ἀπὸ τῆς θατέρου περι‐ φορᾶς, ταυτότητος δὲ καὶ τοῦ ἀεὶ ὡσαύτως ἀπὸ τῆς ταὐτοῦ, καθάπερ φησὶν ὁ Ἀριστοτέλης· εἴτε γὰρ ἡ ταὐτοῦ μόνον ἦν, μεταβολὴ καὶ γένεσις οὐκ ἂν ἦν, ἀλλὰ πάντα μονοειδῆ
10καὶ γενόμενα ἂν ἀεὶ ὡσαύτως διέμενεν, εἴτε ἡ θατέρου, πάντα ἀνίδρυτα καὶ φερόμενα ἂν ὑπῆρχεν. ἵνα οὖν καὶ μονὴ καὶ κίνησις ᾖ καὶ τὸ ὅλον τοῦτο, φασίν, ἀμετάβλητος ᾖ μεταβολὴ καὶ ἀκίνητος κίνησις, ἀμφοτέρας ἔχει τὰς περι‐ φορὰς τὸ πᾶν. καὶ ἡ μὲν ποικιλία τῆς γενέσεως διὰ τὴν
15θατέρου περιφορὰν ἐφάνη, ἡ δὲ κοινωνία καὶ τὸ ἀμετάβλητον διὰ τὴν ταὐτοῦ, τούτων δὲ πάλιν ἣ μὲν διὰ τὸν ταὐτοῦ κύκλον τῆς ψυχῆς, ἣ δὲ διὰ τὸν θατέρου, καὶ αὐτῶν δὲ τούτων ὃ μὲν διὰ τὴν ταυτότητα τὴν νοεράν, ὃ δὲ διὰ τὴν ἑτερότητα τὴν δημιουργικήν, καὶ τούτων ἣ μὲν διὰ τὸ πέ‐
20ρας τὸ νοητόν, ἣ δὲ διὰ τὴν ἀπειρίαν. τὸ μὲν οὖν ‘πλά‐ γιον‘ τοιόνδε νοείσθω. καὶ ὁρᾷς, ὁποίαν διαφορὰν παρα‐ δέδωκε τῆς τε ψυχικῆς θατέρου φορᾶς καὶ τῆς σωματικῆς· τὴν μὲν γὰρ ὀρθήν, τὴν δὲ πλαγίαν ἐκάλεσεν· ἐκείνη μὲν γὰρ ἄχραντός ἐστι καὶ ἀκλινής, αὕτη δὲ προσεχῶς κυβερνᾷ
25τὴν ποικιλίαν τῶν γενητῶν καὶ ἀνωμαλίαν ἔχει φαινομένην καὶ θέσιν τοιάνδε καὶ σχέσιν πρὸς τὸ ὅλον. τοιαύτη δὲ οὖσα ἡ θατέρου περιφορὰ διὰ τῆς ταὐτοῦ τε εἶσι καὶ κρατεῖται ὑπ’ αὐτοῦ· κινεῖται μὲν γὰρ ὑπὸ τῶν ἀφανῶν αἰτίων, κινεῖ‐ ται δὲ καὶ ὑπὸ τῆς ἀπλανοῦς αὐτῆς, μᾶλλον δὲ δι’ αὐτῆς
30δυνάμεις ὑποδεχομένη κινητικάς, καὶ κρατεῖται ὑπ’ αὐτῆς, ὅτι περιάγεται κατὰ τὴν αὐτῆς μίαν καὶ ἁπλῆν κίνησιν.
καὶ τοῦτο μὲν μαθηματικῶς. ἄλλως δὲ φαίης ἂν κράτος
in Ti
.

3

.

75

ἔχειν τὴν ταὐτοῦ καὶ ὁμοίου φύσιν, ἵνα εἷς ὁ κόσμος ᾖ καὶ ἵνα πάντα κατὰ δύναμιν ἀίδια ᾖ καὶ μιμῆται τὸ αὐτο‐ ζῷον ὁ κόσμος, ἐν ᾧ πάντα διαιωνίως ἐστίν· εἰ γὰρ ἐπεκρά‐ τει τῆς ταὐτοῦ περιφορᾶς ἡ θατέρου, ἔλαττον ἂν ἦν ἐν τῷ
5παντὶ τὸ ἀμετάβλητον, καὶ οὐ πᾶν ὅσον οἷός τε ἦν ὁ κό‐ σμος τῆς ἀιδιότητος μέτρον ἐδέξατο ἄν, τούτου δὲ οὕτως ἔχοντος ἐλάττων ἂν αὐτοῦ καὶ ἡ πρὸς τὸ αὐτοζῷον ὁμοιότης ἦν. τῆς δὴ θατέρου φορᾶς ἰούσης διὰ τῆς ταὐτοῦ καὶ κρατουμένης ὑπ’ αὐτῆς *** καὶ ἐντὸς ἐκείνης εἶσι διὰ τῆς
10κοιλότητος αὐτῆς ἀνακυκλουμένη καὶ συμπερίεισιν αὐτῇ. 〈καὶ〉 κατ’ αὐτὴν τὴν θατέρου φορὰν κινεῖται τὰ ἑπτὰ σώματα τὰ μὲν βραδύτερα ὄντα, τὰ δὲ θάττω, τὰ μὲν μείζω περι‐ ιόντα κύκλον, τὰ δὲ ἐλάττω· σελήνη μὲν γὰρ ἐλάττονα περι‐ ιοῦσα κύκλον θᾶττον περίεισιν, ὁ δὲ Κρόνος μείζω περιιὼν
15βραδύτερον. Ταῦτα δὲ ὁ Πλάτων πρὸς τὰς ἀποκαταστά‐ σεις ὁρῶν διατάττεται, διὸ καὶ περιιέναι φησὶ θᾶττον ἢ βραδύτερον, ἀλλ’ οὐχὶ ἁπλῶς ἰέναι μὲν θᾶττον, ἐκπεριιέναι δὲ βραδύτερον· ὅταν μὲν γὰρ τὸν αὐτὸν ἔχῃ λόγον ὅ τε κύκλος πρὸς τὸν κύκλον καὶ ὁ χρόνος πρὸς τὸν χρόνον,
20τότε τὰ κινούμενα ὁμοταχῆ ἐστιν· ἔστω γὰρ διπλασίων ὅ τε κύκλος τοῦ κύκλου καὶ ὁ χρόνος τοῦ χρόνου. τὸ δὴ τὸν μείζονα κύκλον ἐν τῷ διπλασίῳ κινηθὲν ἐν τῷ ἡμίσει τὸν ἐλάττω κινηθήσεται. ἐκινεῖτο δὲ καὶ θάτερον ἐν τῷ ἡμίσει τὸν αὐτόν· ὁμοταχῆ ἄρα ἐστί· τὰ γὰρ ἐν τῷ αὐτῷ χρόνῳ
25τὸ αὐτὸ κινούμενα ὁμοταχῆ ἐστιν. ὅταν δὲ ὁ κύκλος πρὸς τὸν κύκλον μείζονα ἔχῃ λόγον ἢ ὁ χρόνος πρὸς τὸν χρόνον, θᾶττόν ἐστι τὸ τὸν μείζω κύκλον διιόν· ἔστω γὰρ οὕτως καὶ γεγονέτω ὡς ὁ κύκλος πρὸς τὸν κύκλον ὁ χρόνος πρὸς χρόνον τινά· πρὸς ἐλάττω δὴ ἔσται τοῦ ἐξ ἀρχῆς· τὸ γὰρ
30αὐτὸ πρὸς τὸ ἔλαττον μείζω λόγον ἔχει. τὸ ἄρα μείζω κύκλον διιὸν ἐν τούτῳ τῷ ἐλάττονι τοῦ ἐλάσσονος ἐξ ἀρχῆς τὸν
ἐλάσσονα διελεύσεται κύκλον· δέδεικται γάρ, ὅτι, ἐὰν ὡς
in Ti
.

3

.

76

ὁ κύκλος πρὸς τὸν κύκλον ὁ χρόνος πρὸς τὸν χρόνον, ὁμοταχές ἐστι τὸ τὸν ἐλάσσω καὶ μείζω διιόν. ἀλλὰ μὴν τὸ τὸν ἐλάσσονα κύκλον ἐξ ἀρχῆς διιὸν ἐν τῷ ἐξ ἀρχῆς ἐλάτ‐ τονι διῄει. τὸ ἄρα αὐτὸ διάστημα τὸ μὲν ἐν πλείονι, τὸ
5δὲ ἐν ἐλάσσονι χρόνῳ δίεισι. βραδύτερον ἄρα κινεῖται τὸ τὸν ἐλάττω κύκλον διιὸν τοῦ τὸν μείζονα. πάλιν ἐὰν ὁ κύκλος πρὸς τὸν κύκλον ἐλάσσονα ἔχῃ λόγον ἢ ὁ χρόνος πρὸς τὸν χρόνον, βραδύτερόν ἐστι τὸ τὸν μείζω κύκλον διιόν· ἐὰν γὰρ ποιήσῃς ὡς ὁ κύκλος πρὸς τὸν κύκλον, οὕτω τὸν χρό‐
10νον πρὸς ἄλλον χρόνον, πρὸς μείζω ποιήσεις· τὸ γὰρ αὐτὸ πρὸς τὸ μεῖζον ἐλάσσονα ἔχει λόγον· ὥστε τὸ μείζω κύκλον διιὸν ἐν μείζονι χρόνῳ διελεύσεται τὸν ἐλάσσονα κύκλον ἢ τὸ τὸν ἐλάσσονα διιόν. βραδύτερον ἄρα ἐστί. τούτων τοί‐ νυν οὕτως ἐχόντων τὸ μὲν ὅπως ἔχουσι τάχους καὶ βραδυ‐
15τῆτος οἱ πλάνητες, οὐ ζητεῖ νῦν ὁ Πλάτων (δεῖται γὰρ πλείονος ἐπισκέψεως), ὅτι δὲ ἡ ἀποκατάστασις ἄλλη ἄλλων καὶ τῶν μὲν βραδυτέρα, τῶν δὲ θάττων, τοῦτο προστίθησι, τοῦ βράδους καὶ τῆς ταχυτῆτος ἢ παρὰ τὴν ἀνωμαλίαν τῶν κινήσεων ἐπιτελουμένων, ἤ, ὅπερ ἀληθέστερον, τῶν 〈μὲν〉
20ἀστέρων πάντων ὁμοταχῶς φερομένων, τοῦ δὲ κύκλου πρὸς τὸν κύκλον ἔχοντος μείζω λόγον ἢ τοῦ χρόνου πρὸς τὸν χρόνον. ὅλως δὲ περὶ αὐτῆς τῆς τῶν ἄστρων κινήσεως τοσοῦτον εἰδέναι προσῆκεν, οὐχ ὅτι κυλίονται μόνον ἐπὶ τῶν σφαιρῶν (ἀλλοτρία γὰρ ἡ κίνησις αὕτη 〈τῆσ〉 τῶν σφαιρικῶν
25σωμάτων) οὐδ’ ὅτι μένουσι μόνον (πῶς γὰρ ἔτι τῆς κυκλο‐ φορητικῆς ἔσονται φύσεως;), ἀλλ’ ὅτι καὶ περὶ τὰ ἑαυτῶν κέντρα περιφέρονται μιμούμενοι τὸ πᾶν κατὰ τὴν Πλάτωνος δόξαν, οὐδὲν ὅλως δεόμενοι τῶν παρὰ τοῖς ἀστρονόμοις ἐπισκευαστῶν ὑποθέσεων, ὡς εἴρηται καὶ πρότερον·
30εἰ γὰρ τοὺς ἀπλανεῖς ἀστέρας οὕτω βούλεται κινεῖσθαι ὁ Πλάτων διὰ τὴν πρὸς τὸ πᾶν μίμησιν, πολλῷ μᾶλλον δώ‐ σει τοὺς κοσμοκρατορικὴν καὶ ἡγεμονικὴν ἀξίαν λαχόντας μιμεῖσθαι τὸν ὅλον κόσμον. αὐτοὶ μὲν δὴ κινήσονται περὶ
τὰ ἑαυτῶν κέντρα, αἱ δὲ σφαῖραι, ἐν αἷς εἰσιν οἷον κυβερνῆται
in Ti
.

3

.

77

βεβηκότες, περιάξουσιν αὐτοὺς ἢ θᾶττον ἢ βραδύτερον. πλὴν ὅτι ποικιλωτέραν τούτοις ἀποδίδωσι κίνησιν, διότι μέσοι τῶν τε εὐθυπορουμένων εἰσὶ καὶ τῶν κύκλῳ μόνως καθ’ αὑτὰ κινουμένων, καὶ περὶ τὰ κέντρα κινῶν ἕκαστον 〈τὸν〉 καὶ
5διὰ τῶν οἰκείων σφαιρῶν ὑψούμενον καὶ πρόσγειον γινό‐ μενον καὶ περὶ τὰ βόρεια καὶ νότια τρεπόμενον, οὓς καὶ ἐλασσοῦσθαι τῶν ἀπλανῶν ἄλλως ἐξουσίαν ἀπόλυτον λαχόντας. Τῇ δὴ ταὐτοῦ φορᾷ τὰ τάχιστα περιιόντα ὑπὸ τῶν βραδύτερον περιιόντων ἐφαίνετο καταλαμβά‐
10νοντα καταλαμβάνεσθαι· πάντας γὰρ τοὺς κύκλους αὐτῶν στρέφουσα ἕλικα διὰ τὸ διχῇ κατὰ τἀναντία ἅμα προϊέναι τὸ βραδύτατα ἀπιὸν ἀφ’ αὑτῆς οὔσης ταχίστης ἐγγύτατα ἀπέφαινε [39 A B]. Διττῆς, ὡς πολλάκις ὑπέμνησται, τῆς περιφορᾶς οὔσης,
15τῆς μὲν ἀπ’ ἀνατολῆς ἐπὶ δύσιν, τῆς δὲ ἀπὸ δύσεως ἐπ’ ἀνατολὴν ὁ μὲν ἀμφοτέρας τὰς περιφορὰς κατανοήσας οἶδε, τίς μὲν 〈ἡ〉 κοινὴ τῶν ἀστέρων κίνησις, τίς δὲ ἡ ἰδία, καὶ τίνες μὲν θᾶττον κινοῦνται, τίνες δὲ βραδύτερον· ἀφορᾷ γὰρ πρὸς τὰς ἰδίας αὐτῶν κινήσεις καὶ οἶδεν, ὅτι τὰ ἐν
20τοῖς ἑπομένοις γιγνόμενα θάττονά ἐστι, καὶ οὕτως οὐ τὸν Κρόνον τῆς σελήνης εἶναι τίθεται ταχύτερον, ἀλλὰ τὴν σελή‐ νην, ἀνατολικωτέραν αὐτὴν ἰδών, καὶ τὸν μὲν καταλαμβά‐ νεσθαι, τὴν δὲ καταλαμβάνειν. ὁ δὲ οἰόμενος μίαν εἶναι μόνην καὶ ἁπλῆν πάντων κίνησιν τὴν ἀπ’ ἀνατολῶν ἐπὶ
25δύσιν, ὅταν ἴδῃ τὸν Κρόνον καὶ τὴν σελήνην νῦν μὲν ἅμα ὄντας, νῦν δὲ δυτικώτερον, ὡς μᾶλλον κεκινημένον θάττονά φησι, καὶ ὑπ’ αὐτοῦ καταλαμβάνεσθαι τὴν σελήνην φησίν, ὑπὸ θάττονος βραδυτέραν. τὸ δ’ αἴτιον τῆς πλάνης ἐστὶ τὸ πρὸς τὴν ταὐτοῦ περίοδον μόνην ἀποβλέπειν πολὺ τὸ κράτος
30ἔχουσαν, τὰς δὲ ἰδίας κινήσεις μὴ συλλογίζεσθαι τῶν πλανή‐
των, καὶ ὅτι οὐκ ἐπὶ τὰ προηγούμενα ποιοῦνται τὴν μετά‐
in Ti
.

3

.

78

βασιν, ἀλλ’ ἐπὶ τὰ ἑπόμενα. τοῦτο δὴ καὶ ὁ Ἀθηναῖος Ξένος [leg. VII 822 B] ἐπέπληξε τοῖς πολλοῖς καὶ ἀστρο‐ νομίας ἀπείροις αἰσχρὸν γάρ, φησίν, εἰ μὲν στάδιον ἐθεω‐ ροῦμεν, τὸ μὴ εἰδέναι τὸν θάττονα καὶ βραδύτερον καὶ τὸν
5οἰόμενον τὸν θάττονα δρομέα βραδύτερον ἄτοπον οἴεσθαι, τὰ δὲ ὄντως Ὀλύμπια ὁρῶντας ἀγνοεῖν τήν τε θάττω καὶ βραδυτέραν περίοδον δι’ ἀπειρίαν ἀστρονομίας· τὰ γὰρ τά‐ χιστα περιιόντα ὑπὸ τῶν βραδύτερον περιιόντων φαίνεται καταλαμβάνεσθαι, καίτοι γε αὐτὰ καταλαμβάνοντα· τοῖς
10〈γὰρ〉 πρὸς τὴν ἰδίαν αὐτῶν κίνησιν ἀποβλέπειν δυναμένοις ἐπικρατοῦσα ἡ ταὐτοῦ φορὰ τὸ ἐγγύτατα αὐτῆς τάχιστον φαίνεσθαι ποιεῖ. ἔστι δὲ ἐγγύτατα αὐτῆς τὸ ἐπ’ ἔλαττον ἀφιστάμενον αὐτῆς· ἔστωσαν γὰρ πρὸς τῇ καρδίᾳ τοῦ λέ‐ οντος, εἰ τύχοιεν, σελήνη καὶ Κρόνος, ἡ δὲ σελήνη τὴν ἰδίαν
15αὑτῆς κινουμένη κίνησιν ἀφίσταται τοῦ ἀπλανοῦς ἀστέρος, ὁ δὲ Κρόνος ἐν πολλαῖς νυξὶν ὁρᾶται περὶ τὸν αὐτὸν τόπον. ὁ μὲν οὖν ἀστρονομικὸς οἶδεν, ὅτι θᾶττον ἀπέστη ἡ σελήνη διὰ τὴν ἐπὶ τὰ ἑπόμενα τῆς καρδίας κίνησιν· ὁ δὲ πολὺς οἴεται καὶ τὴν σελήνην καὶ τὸν Κρόνον ἐπὶ τὰ αὐτὰ τῷ
20παντὶ κεκινημένους ἀποκαταστῆναι μὴ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸν μὲν ὡς θάττονα ἐπὶ τὴν δύσιν πρότερον ἐλθεῖν, τὴν δὲ ὡς βραδυτέραν ὑπολειφθῆναι καὶ μὴ προτέραν ἐπὶ τὸ δυτικώτερον ἐλθεῖν. οὕτω μὲν οὖν κατὰ τὴν τῶν πολλῶν ὑπόνοιαν. ἔστι δὲ ὅπῃ καὶ τοῦτο ἀληθές (λέγω δὴ τὸ θάτ‐
25τονα τὸν Κρόνον εἶναι), εἴπερ, ὡς προείρηται [p. 75, 25 ss], μείζων ὁ τοῦ κύκλου τοῦ Κρονίου λόγος πρὸς τὸν κύκλον 〈τὸν σεληνιακὸν〉 ἢ ὁ τοῦ χρόνου πρὸς τὸν χρόνον τῆς ἀποκατα‐ στάσεως· τὸ γὰρ ἐγγυτέρω τῆς ἀπλανοῦς ἔσται θᾶττον διὰ τοὺς προειρημένους λόγους. ἀλλὰ τί τὸ ‘στρέφειν ἕλικα
30διὰ τὸ διχῇ κατὰ τἀναντία ἅμα προϊέναι‘ καὶ πῶς ἐναντίωσιν ἐπὶ τῆς κυκλικῆς παραδεξόμεθα κινήσεως; οὔτε
γὰρ τοῦτο αἴτιον τῆς ἕλικος, τὸ δύο φέρεσθαι φορὰς τῶν
in Ti
.

3

.

79

πλανήτων ἕκαστον, ἀλλὰ τὸ ἐπὶ λοξοῦ κινεῖσθαι κύκλου πρὸς τὸν ἰσημερινόν (αὐτίκα εἴ τις ὑπόθοιτο τὸν ἥλιον ἐπὶ τοῦ ἰσημερινοῦ κινεῖσθαι τῷ παντὶ τὴν ἐναντίαν, ἕλιξ οὐκ ἔσται καίτοι τῆς ἀντιπεριφορᾶς γιγνομένης), οὔτε τὸ ἐναντίαν
5εἶναι τῇ κύκλῳ κινήσει κίνησιν ἄλλην προσδεκτέον ἁπλῶς· πολλοὶ γὰρ καὶ καλοὶ πρὸς ταύτην λόγοι τὴν δόξαν κατα‐ βεβλημένοι τυγχάνουσι. μήποτε οὖν τὸ μὲν διχῇ κατὰ τἀναντία προϊέναι τοιοῦτόν ἐστιν, οὐ μόνον τὸ ἅμα κινεῖσθαι πρὸς ἀνατολὰς καὶ δύσεις, ἀλλὰ καὶ κατὰ πλάτος
10καὶ κατὰ βάθος, προσγειοτέρους ἢ ἀπογειοτέρους γιγνομένους καὶ βορειοτέρους ἢ νοτιωτέρους· αὗται γὰρ αἱ δύο κινήσεις τὴν ἕλικα ποιοῦσι μετὰ τῆς τοῦ παντὸς φορᾶς. καὶ ἔστι καὶ ἡ ἕλιξ πρέπουσα τοῖς πλανωμένοις μέσοις οὖσι τῶν τε ἀπλα‐ νῶν καὶ τῶν ὑπὸ σελήνην, τῶν μὲν κατὰ μόνον κύκλον κινου‐
15μένων, τῶν δὲ εὐθυπορουμένων, καθάπερ αὖ τοῖς κατὰ φύσιν ἔστι μέσοις οὖσι τούτων τὸ καὶ ἀνωμάλως κινεῖσθαι καὶ ὁμαλῶς κατά τε μῆκος καὶ πλάτος καὶ βάθος, ἵνα καὶ τῶν μεθ’ ἑαυτοὺς παντοίως κινουμένων τὰ παραδείγματα ἔχωσι καὶ τῶν πρὸ αὑτῶν τὸ μονοειδὲς μιμῶνται διὰ τῆς
20κυκλήσεως. ταῦτα μὲν οὖν δῆλα παντί. τὸ δὲ ἐναντίωσιν εἶναι καὶ ἐν οὐρανῷ τὴν προϋπάρχουσαν τῶν ἐναντίων ἐν τῇ θατέρου περιφορᾷ οὐδὲν θαυμαστόν, ὅπου καὶ ἐν τοῖς γένεσι τοῦ ὄντος ἐναντίωσιν εἶναί φαμεν ταυτότητος καὶ ἑτερότητος, κινήσεως καὶ στάσεως, καὶ ἐν αὐταῖς ταῖς τού‐
25των ἀρχαῖς πέρατος καὶ ἀπειρίας· καὶ γὰρ ταῦτα τὰ ἐναν‐ τία. διότι ἐν τοῖς πέρασιν αὐτῶν ἔστι τις μάχη καὶ διά‐ στασις, κἂν αὐτὰ μετ’ ἀλλήλων ἀεὶ τὴν τοῦ ποιεῖν ἔχῃ δύ‐ ναμιν. οὐδὲν οὖν θαυμαστὸν εἶναί τινα καὶ ἐν οὐρανῷ κινήσεών τινων ἐναντίωσιν· καὶ γὰρ οὐ ταῦτα λαμβάνει νῦν
30ἐναντία τὰ μαχόμενα πρὸς ἄλληλα καὶ φθαρτικὰ ἀλλήλων (ἔνυλα γὰρ καὶ μεριστά ἐστι ταῦτα), ἀλλ’ ἁπλῶς τὰ τῶν
ἐναντίων ποιητικὰ καὶ τὰ πλεῖστον ἀπέχοντα ἀπ’ ἀλλήλων
in Ti
.

3

.

80

(ἔστι γάρ τις καὶ οὗτος ἐναντιότητος ἐν τῇ φύσει τρόπος), ἐπεὶ καὶ τὸ ἄλλο μὲν εἶναι τὸ φαινόμενον, ἄλλο δὲ τὸ ἀλη‐ θὲς ἐπὶ τῶν οὐρανίων κινήσεων ἐνδείκνυται τὴν τοῦ μὴ ὄντος ἐκεῖ προϋπόστασιν καὶ τὴν πρὸς τὸ ὂν συμπλοκήν.
5 καὶ τὸ σχῆμα τῆς ἕλικος οὐκ ἔστι σύμπτωμα κενόν, ἀλλὰ τὴν μεσότητα συμπληροῖ τῶν τε εὐθυπορουμένων καὶ τῶν κυκλοφορουμένων σωμάτων· κύκλος μὲν γάρ, ὡς εἴρηται, μόνον ἐπὶ τῆς ἀπλανοῦς, εὐθεῖα δὲ ἐπὶ τῆς γενέσεως, ἡ δὲ ἕλιξ ἐπὶ τῶν πλανωμένων, σύμμιξιν ἔχουσα περιφερείας
10τε καὶ εὐθείας, αἱ δὲ κατὰ πλάτος καὶ κατὰ βάθος κινήσεις αἰτίαι προσεχεῖς εἰσι καὶ παραδείγματα τῶν ἐνταῦθα κινή‐ σεων, τῆς ἄνω τῆς κάτω τῆς ἐπὶ τὰ πλάγια. καὶ μήποτε καὶ ὁ θεουργὸς [or. chald. 46] ἑλικοειδῆ τὸν χρόνον ὑμνή‐ σας ὡς νέον ἅμα καὶ πρεσβύτην καὶ εἰς τοῦτο ἀπέβλεπε τὸ
15μάλιστα διὰ τῆς τῶν πλανήτων κινήσεως τῆς καθ’ ἕλικα γιγνομένης ἡμῖν ἐμφανῆ γίγνεσθαι τὰ μέτρα τῶν χρονικῶν παντοίων περιόδων, καὶ οὐ μόνον εἰς τὸ πᾶσαν αὐτὸν κί‐ νησιν ἀριθμεῖν εὐθεῖαν καὶ κυκλικήν, ὧν ἡ ἕλιξ ἐστὶν ἑνο‐ ειδῶς περιληπτική, καὶ συνᾴδοι ἂν καὶ ταύτῃ τῷ Πλάτωνι,
20διὰ τῆς τῶν πλανήτων κινήσεως οἰόμενος καὶ αὐτὸς γνωρί‐ ζεσθαι τὰς χρονικὰς περιόδους. ταῦτα καὶ περὶ τούτων. τὰ δὲ ἑξῆς ὁ Πλάτων ἐπιφέρει τοῦτον τὸν τρόπον· Ἵνα δὲ εἴη μέτρον ἐναργές τι πρὸς ἄλληλα βρα‐ δυτῆτι καὶ τάχει καὶ τὰ περὶ τὰς ὀκτὼ φορὰς
25πορεύοιτο, φῶς ὁ θεὸς ἀνῆψεν ἐν τῇ πρὸς γῆς δευ‐ τέρᾳ τῶν περιόδων, ὃ δὴ νῦν κεκλήκαμεν ἥλιον, ἵνα ὅτι μάλιστα εἰς ἅπαντα φαίνοι τὸν οὐρανὸν μετάσχοι τε ἀριθμοῦ τὰ ζῷα, ὅσοις ἦν προσῆκον, μαθόντα παρὰ τῆς ταὐτοῦ καὶ ὁμοίου περιφορᾶς
30[39 B]. Τὴν μίαν καὶ ἡγεμονικὴν αἰτίαν τῆς τοῦ φανεροῦ χρό‐ νου γενέσεως ἐν τούτοις παραδίδωσιν ὁ Πλάτων· ὡς γὰρ
τὸν ἀφανῆ χρόνον ὁ δημιουργὸς ὑφίστησιν, οὕτω τὸν ἐμφανῆ
in Ti
.

3

.

81

καὶ μετροῦντα τὴν τῶν σωμάτων κίνησιν ὁ ἥλιος· διὰ γὰρ τοῦ φωτὸς εἰς τὸ ἐμφανὲς ἄγει πᾶν διάστημα τὸ χρονικὸν καὶ τὰς περιόδους ὁρίζει πάσας καὶ τὰ μέτρα δείκνυσι τῶν ἀποκαταστάσεων. μέτρον οὖν ἐστιν ἐναργές, ὡς μάλιστα
5ἐκφαίνων τὴν τοῦ χρόνου κατ’ ἀριθμὸν πρόοδον εἰς τὸ πᾶν· εἰκότως· καὶ γὰρ τῶν μὲν πέντε πλανήτων ἀκριβεστέραν ἔχει περίοδον τῶν προποδισμῶν καὶ ὑποποδισμῶν καθα‐ ρεύων, τῆς δὲ σελήνης τῷ τὰς εἰς τὸ βόρειον καὶ νότιον παρόδους ἀεὶ κατὰ τῶν αὐτῶν περατοῦν σημείων. εἰ δὲ
10ἀκριβεστέραν ἔχει περίοδον, εἰκότως μέτρον ἐστὶ μέτρων, καὶ παρ’ ἑαυτοῦ προξενεῖ γνωρίζειν καὶ τὰ τῶν ἄλλων περι‐ οδικὰ μέτρα καὶ τοὺς λόγους, οὓς ἔχει τὰ τάχη τῶν ἄλλων πρὸς ἄλλα, καὶ μᾶλλον μιμεῖται τὸ ἀεὶ μένον τοῦ αἰῶνος διὰ τοῦ ἀεὶ ὡσαύτως περιπολεῖν. τῶν μὲν οὖν πλανωμένων
15ταύτῃ διενήνοχε. τοῦ δὲ μέτρου τῆς ἀπλανοῦς ἄλλον ἐστὶ τρόπον ἐναργέστερον μέτρον ὁ ἥλιος, ἐπεὶ καὶ ἡ ἀπλανὴς ἔχει τι μέτρον οἰκεῖον καὶ διάστασιν οἰκείαν καὶ ἀριθμὸν τῆς ἰδίας κινήσεως ἕνα καὶ ἀπαράλλακτον· ἀλλὰ καὶ τοῦτο τὸ μέτρον καὶ πᾶσαν τοῦ ἐμφανοῦς χρόνου τὴν ἀνέλιξιν
20ἐναργῆ ποιεῖ καὶ γνώριμον τὸ ἡλιακὸν φῶς. διὸ καὶ αὐτὸς οὕτως εἶπεν· ἵνα δὲ εἴη μέτρον ἐναργές τι· καὶ γὰρ εἰ καὶ ἐπὶ τῶν ἄλλων ἐστί τι μέτρον, ἀλλ’ οὐκ ἐναργές, ἥλιος δὲ ἐκφαίνει τά τε ἄλλα νοητὰ καὶ τὸν χρόνον. καὶ οὐ διὰ τοῦτο φαίης ἂν τὸ φῶς τὸ ἡλιακὸν γεγονέναι τῆς ἡμετέρας
25ἀναμετρήσεως χάριν· ποῦ γὰρ τὰ ὅλα τῶν μερῶν χάριν ὑφίστασθαι δυνατὸν καὶ τὰ ἡγεμονοῦντα τῶν κρατουμένων καὶ τὰ ἀίδια τῶν φθαρτῶν; ἐκεῖνο δὲ μᾶλλον φαίημεν ἄν, ὅτι τὸν ὅλον χρόνον ἐκφαίνει τὸ φῶς, ἐκφαντορικὴν ἔχον δύναμιν, καὶ προκαλεῖται τὴν ὑπερκόσμιον αὐτοῦ μονάδα
30καὶ τὸ ἓν μέτρον εἰς καταμέτρησιν τῶν περιόδων τῶν σω‐ ματικῶν, καὶ τοῦτο ποιεῖ τὸν χρόνον οἷον αἰσθητόν. ἔστιν ἄρα τὸ πάντα τὰ κινούμενα ποιοῦν ἐναργὲς μέτρον ἔχειν τὸ τοῦ ἡλίου φῶς. καὶ τοῦτο μὲν τὸ ὅλον ἀγαθόν. μετὰ δὲ
τὰ ὅλα καὶ τὰ μέρη δευτέρως εὐεργετεῖ· δίδωσι γὰρ αὐτοῖς
in Ti
.

3

.

82

ἀριθμοῦ γένεσιν καὶ μέτρων, οἷς ἐστι προσῆκον τούτων μετασχεῖν· τὰ μὲν γὰρ ἄλογα τούτων ἄμοιρα, δαιμόνων δὲ γένη παρακολουθοῦντα ταῖς τῶν θεῶν περιόδοις καὶ ἄν‐ θρωποι τῆς τούτων τυγχάνουσι μετουσίας. ἄνωθεν οὖν ἀπὸ
5τῶν ὅλων ἀρξαμένη κάτεισιν ἄχρι τῶν μερῶν ἡ τοῦ ἡλίου χορηγία τῶν ἀγαθῶν διὰ τοῦ φωτός, καὶ εἰ ἀπὸ τῶν ἐμ‐ φανῶν ὁρμώμενος ἐθέλοις καὶ τὰ ἀφανῆ λέγειν, ἀπολαμ‐ πρύνει μὲν τὸν κόσμον ὅλον καὶ θεῖον ποιεῖ τὸ σωματοειδὲς καὶ ὅλον δι’ ὅλου ζωῆς πεπληρωμένον, ἄγει δὲ τὰς ψυχὰς
10διὰ τοῦ ἀχράντου φωτὸς καὶ ἄχραντον αὐταῖς ἐνδίδωσι δύ‐ ναμιν ἀναγωγὸν καὶ ταῖς ἀκτῖσι ταῖς ἑαυτοῦ κυβερνᾷ τὸν κόσμον, πληροῖ δὲ τὰς ψυχὰς τῶν ἐμπυρίων καρπῶν· ἔστι γὰρ ἡ τοῦ ἡλίου τάξις ἄνωθέν ποθεν ἀπὸ τῶν ὑπερ‐ κοσμίων ἥκουσα. διὸ καὶ ὁ Πλάτων οὐκ ἐντεῦθέν ποθεν
15συνέστησε τὸ φῶς, ἀλλ’ ἀνάψαι φησὶν αὐτὸ τὸν δημιουργόν, ὡς ἀπὸ τῆς ἑαυτοῦ οὐσίας ὑποστήσαντα τὴν σφαῖραν ταύ‐ την καὶ ἀπὸ τῆς ἡλιακῆς πηγῆς προβαλόντα ζωὴν διαστᾶσαν καὶ νενοωμένην, ὃ δὴ καὶ περὶ τῶν ὑπερκοσμίων στερεω‐ μάτων οἱ θεολόγοι φασί. καὶ διὰ τοῦτό μοι δοκεῖ καὶ
20διττὴν παραδοῦναι τοῦ ἡλίου γένεσιν, μίαν μὲν ὁμοῦ τοῖς ἑπτὰ κοσμοκράτορσιν, ὅτε σώματα αὐτῶν ἔπλαττε καὶ ἐνετί‐ θει ταῖς περιφοραῖς, ἑτέραν δὲ τὴν τοῦ φωτὸς ἔξαψιν, καθ’ ἣν ὑπερκοσμίου δυνάμεως αὐτῷ μεταδίδωσιν· ἄλλο γάρ ἐστιν αὐτὸν καθ’ ἑαυτὸν τὸν ὄγκον ἀπογεννᾶν, ἄλλο μετὰ τῆς
25ἡγεμονικῆς ἰδιότητος, δι’ ἣν βασιλεὺς καλεῖται τοῦ ὁρατοῦ παντὸς καὶ ἀνὰ λόγον ἵσταται πρὸς τὴν μίαν τῶν ἀγαθῶν πηγήν· ὡς γὰρ ἐκεῖνο τοῦ νοητοῦ κρεῖττον ὂν καταλάμπει τόν τε νοῦν καὶ τὸ νοητόν, οὕτως ὁ ἥλιος τοῦ ὁρατοῦ κρείτ‐ των ὑπάρχων καταλάμπει τό τε ὁρατὸν καὶ τὴν ὄψιν. εἰ δὲ
30ἐπέκεινα τοῦ ὁρατοῦ ἐστιν, ὑπερκόσμιον ἂν ἔχοι φύσιν· ὁ γὰρ κόσμος ὁρατός τε καὶ ἁπτός ἐστι καὶ σῶμα ἔχων. διχῶς
ἄρα θεωρήσομεν τὸν ἥλιον, καὶ ὡς ἕνα τῶν ἑπτὰ καὶ ὡς
in Ti
.

3

.

83

ἡγεμόνα τῶν ὅλων καὶ ὡς ἐγκόσμιον καὶ ὡς ὑπερκόσμιον, καθὸ καὶ προσλάμπει τὸ θεῖον φῶς ὡς τἀγαθὸν τὴν ἀλή‐ θειαν τὴν ἐκθεοῦσαν τούς τε νοητοὺς καὶ τοὺς νοεροὺς διακόσμους, ὡς ὁ Φάνης παρὰ τῷ Ὀρφεῖ [frg. 58] προΐησι
5τὸ νοητὸν φῶς, ὃ πληροῖ νοήσεως πάντας τοὺς νοεροὺς θεούς, ὡς ὁ Ζεὺς νοερὸν καὶ δημιουργικὸν ἀνάπτει φῶς εἰς πάντας τοὺς ὑπερκοσμίους· οὕτω γὰρ καὶ ὁ ἥλιος τὸ ὁρατὸν πᾶν ἀπολαμπρύνει διὰ τοῦ ἀχράντου τούτου φωτός, καὶ ἀεὶ τὸ προσλάμπον ἐν ὑπερτέρᾳ τάξει τῶν προσλαμπο‐
10μένων ἐστίν· οὔτε γὰρ τἀγαθὸν νοητόν ἐστιν οὔτε ὁ Φάνης νοερὸς οὔτε ὁ Ζεὺς ὑπερκόσμιος. κατὰ δὴ τοῦτον τὸν λό‐ γον καὶ ὁ ἥλιος ὑπερκόσμιος ὢν τὰς πηγὰς ἀφίησι τοῦ φωτός, καὶ οἵ γε μυστικώτατοι τῶν λόγων καὶ τὴν ὁλότητα αὐτοῦ τὴν ἐν τοῖς ὑπερκοσμίοις παραδεδώκασιν· ἐκεῖ γὰρ
15ἡλιακὸς κόσμος καὶ τὸ ὅλον φῶς, ὡς αἵ τε Χαλ‐ δαίων φῆμαι [or. chald. 32 s] λέγουσι καὶ ἐγὼ πείθομαι. ταῦτα καὶ περὶ τούτων. Ἐπανιτέον δὲ ἐπὶ τὴν λέξιν καὶ ῥητέον οὑτωσί· τὸ μὲν ἵνα δὲ εἴη μέτρον οὐ τὸ ἐπινοηματικὸν σημαίνει μέτρον,
20ἀλλ’ αὐτὸ τὸ μετροῦν καὶ ἀφορίζον τὰς σωματικὰς κινήσεις καὶ τὸν χρόνον τὸν ἐμφανῆ γεννῶν. τὸ δὲ καὶ 〈τὰ〉 περὶ τὰς ὀκτὼ φορὰς πορεύοιτο πρὸς τὸ μέτρον ἀποδέδοται 〈καὶ〉 δῆλον ὅτι τοῦτο τὸ μέτρον τὰ μέτρα τὰ περὶ τὰς ὁδοὺς τῶν ὀκτὼ φορῶν διέξεισι καὶ καταμετρεῖ· λέγομεν γὰρ ἐκ
25πόσων ἐστὶν ἐνιαυτῶν ἡ κοινὴ τῶν ὀκτὼ συναποκατάστασις, τὸν δὲ ἐνιαυτὸν ἴσμεν τὸν ἡλιακὸν διὰ τὸ φῶς· διὰ γὰρ τούτου γιγνώσκομεν, οἵαν ἐπέχει τοῦ λοξοῦ ὁ ἥλιος καὶ ποίαν ἀπολείπει καὶ εἰς ποίαν πορεύεται. διὰ δὲ τούτων καὶ αὐτὸς ἐν πόσῳ χρόνῳ δίεισι τὸν ἴδιον κύκλον καὶ περι‐
30πορεύεται καὶ πᾶσαι αἱ περίοδοι τῶν ὀκτὼ κύκλων ἐν πό‐ σοις ἐνιαυτοῖς συμπληροῦνται γιγνώσκομεν, τῇ μεταβάσει τοῦ φωτὸς καὶ τὴν ἡλιακὴν περίοδον καὶ τῶν ἄλλων τὴν
κοινὴν δυνάμενοι τούτῳ μετροῦμεν ὃ ἦν ταύτης μέτρῳ τὴν
in Ti
.

3

.

84

συναποκατάστασιν μετρεῖν. τὸ δὲ φῶς ἀνῆψε τὴν ἐξ ἀφανοῦς προϊοῦσαν καὶ ἀπὸ τῆς δημιουργικῆς οὐσίας ἄχρο‐ νον ὑπόστασιν ἐμφαίνει τοῦ φωτός. τὸ δὲ ἵνα ὅτι μά‐ λιστα εἰς ἅπαντα φαίνοι τὸν οὐρανὸν αἰτίαν 〈ἂν〉
5ἔχοι τοιαύτην· ἔδει τὸν ὅλον κόσμον κατὰ δύναμιν πεπλη‐ ρῶσθαι τοῦ ἡλιακοῦ φωτός. ἀλλὰ φύσει σκοτεινὸς ὁ τῆς γῆς ὄγκος. ἔδει οὖν καὶ ἐγγυτέρω τῆς γῆς εἶναι τὸν ἥλιον, ἵνα παραμυθῆται τὸ σκοτεινὸν αὐτῆς· τὸ γὰρ ἐγγυτέρω ὂν πλέον φωτίζει καὶ πλέον δύναται περιλάμπειν, ὅταν μεῖζον
10ᾖ τοῦ φωτιζομένου τὸ φωτίζον. δηλοῖ δὲ καὶ διὰ τοῦ ὅτι μάλιστα κατὰ τὸ δυνατὸν αὐτὸν πάντα φωτίζειν τὸν κό‐ σμον, διότι τὴν γῆν οὐ πᾶσαν ἅμα δύναται περιλάμπειν, ἀλλὰ κύκλῳ περιιὼν παρὰ μέρος. ἐν ἐλαχίστῳ δὲ χρόνῳ πᾶσαν ἅμα φωτίζει κατὰ τὸν ἰσημερινὸν ὤν· ἀνατέλλων τε
15γὰρ καὶ δύνων πλέον ἢ τὸ ἥμισυ φωτίσας ὅλην ἐν μιᾷ ταύτῃ περιφορᾷ καταλάμπει τὴν γῆν. εἰ δὲ καὶ οὐρανὸν ἀκούοιμεν τὸ κύκλῳ κινούμενον, οὐδὲ ἐκεῖνον ὁμοῦ φωτίζει τὸν ὅλον· σκιαὶ γάρ εἰσι καὶ ἐκεῖ διὰ τὰς ἐπιπροσθήσεις τάς τε τῶν ἄστρων καὶ τῆς σελήνης, οὐδὲν δὲ καθαρεύει
20τῶν ἐν τῷ κόσμῳ σκιᾶς, ὡς οὐδὲ ὕλης, μόνα δὲ τὰ ὑπὲρ τὸν κόσμον καὶ ἄσκια καὶ ἄυλά ἐστι πλὴν ἡλίου. διὸ καὶ ὄντως ἄσκιος οὗτός ἐστι καὶ γενέσεως ἄδεκτος πάντων τῶν ἄλλων προσθέσεις φωτιστικὰς ἄλλοτε ἄλλας δεχομένων. διὰ τί οὖν, φαίη ἄν τις, μὴ ἐν τῇ πρώτῃ τῶν ἀπὸ γῆς περι‐
25όδων τὸ φῶς ἀνῆψεν; ὅτι, φήσω, καθ’ ἑαυτὴν ἀσύμμετρός ἐστι πρὸς τὴν γένεσιν ἡ τοῦ ἡλίου μαρμαρυγή, μέση δὲ οὖσα ἡ σελήνη καὶ πρώτη δεχομένη τὸ φῶς συμμετρότερον αὐτὸ ποιεῖ πρὸς τὴν γένεσιν· ἔστι γὰρ οἷον ἐλάττων ἥλιος, ὥς φησιν Ἀριστοτέλης. ἔδει δὲ καὶ τὸ προσεχῶς
30ὑπὲρ τὴν γένεσιν ὂν οὐ τὸ λαμπρότατον εἶναι καὶ φωτεινό‐ τατον· οὐ γὰρ θέμις τῷ σκοτεινῷ τὸ τοιοῦτο πελάζειν, ἀλλὰ
τὸ δευτέρως τοιοῦτον καὶ ἀεὶ μὲν ἔχον τὸ οἰκεῖον φῶς,
in Ti
.

3

.

85

μεταβολὴν δὲ ἐν τῇ μετουσίᾳ τοῦ κρείττονος φωτὸς ἐπι‐ δεικνύμενον, καὶ τοῦτο τεταγμένως (τοῦ γὰρ ἀτάκτου κρεῖτ‐ τόν ἐστι τὸ τεταγμένον), ἵνα διὰ τῆς μεταβολῆς ταύτης παράδειγμα ᾖ τῆς πολυμεταβόλου φύσεως, ἣν ἡ ὕλη τοῖς
5γενητοῖς ἐπιφέρει πράγμασιν, ὥσπερ αὖ τὴν στέρησιν τοῦ φωτὸς ἡ ἀντίφραξις τῆς γῆς. ταῦτα μὲν οὖν ἐπὶ πλέον ἔξεστι μηκύνειν. ὅτι δὲ καὶ τὰ ἄστρα καὶ πᾶς ὁ οὐρανὸς ἀφ’ ἡλίου δέχεται τὸ φῶς, ῥᾴδιον συνιδεῖν· ὃ γάρ ἐστιν ἐν πολλοῖς κοινόν, τοῦτο ἀπὸ μιᾶς 〈αἰτίασ〉 ὑπάρχει καὶ ταύ‐
10της ἄλλως μὲν τῆς ἐξῃρημένης, ἄλλως δὲ τῆς συντεταγμένης. αὕτη δέ ἐστιν ἡ πρώτως μετασχοῦσα τοῦ εἴδους ἐκείνου. πρώτως δὲ μετέσχεν ἐν ᾗ μάλιστα τοῦτό ἐστιν. εἰ τοίνυν ἐν ἡλίῳ μάλιστα τὸ φῶς, οὗτος ἂν εἴη τὸ πρῶτον φῶς, καὶ ἀπὸ τούτου καὶ τὸ ἐν τοῖς ἄλλοις. καὶ τοῦτο μὲν τοιοῦτον.
15εἴρηται δ, τί δηλοῖ καὶ ἐκεῖνο τὸ ἵνα ὅτι μάλιστα εἰς ἅπαντα φαίνοι τὸν οὐρανόν· εἰ μὲν γὰρ οὐρανὸν ἀκούοις τὸ κυκλοφορητικόν, εἴποις ἂν εἰρῆσθαι διὰ τὴν σελήνην, 〈ἣν〉 οὐ πᾶσαν ἀεὶ φωτίζει, ἀλλ’ ἐν τῷ ἀπὸ συν‐ όδου μέχρι πανσελήνου πᾶσαν· εἰ δὲ τὸν κόσμον ὅλον, διὰ τὴν
20γῆν μάλιστα, ἣν ἐν μιᾷ μόνῃ, καθάπερ εἴπομεν [84, 14 ss], ἡμέρᾳ τῇ τῆς ἰσημερίας ὅλην ἀκριβῶς φωτίζει, ἀνατέλλων καὶ δύνων ἑαυτῷ κατὰ διάμετρον γινόμενος. λείπεται δὴ τὸν ἀριθμὸν ἰδεῖν τίς ἐστιν οὗτος 〈ὁ〉 ἀπὸ τῆς ταὐτοῦ καὶ ὁμοίου φορᾶς ἀποτελούμενος κατὰ τὴν ἐπίστασιν τῆς ἡμέρας
25καὶ νυκτός. ἔστι δὴ οὖν οὔτε νοερὸς οὗτος ὁ ἀριθμὸς οὔτε διανοητικός, ἀλλὰ δοξαστικός, ἔνδειγμα παρεχόμενος τῶν ἐν εἴδεσι προϋπαρχόντων ἀριθμῶν· πολλαὶ γὰρ κατὰ πολλὰ γένη τῶν ἀριθμῶν εἰσι διαφορότητες, καὶ ὥσπερ τῷ δια‐ νοητικῷ ἀριθμῷ τὸν ἀριθμὸν τοῦ ἀφανοῦς χρόνου γιγνώ‐
30σκομεν, οὕτως τῷ δοξαστικῷ τὸν ἀριθμὸν τοῦ ἐμφανοῦς
καταλαμβάνομεν.
in Ti
.

3

.

86

Νὺξ μὲν οὖν ἡμέρα τε γέγονεν οὕτω καὶ διὰ ταῦτα ἡ τῆς μιᾶς καὶ φρονιμωτάτης κυκλήσεως περίοδος, μὴν δὲ ἐπειδὰν σελήνη περιελθοῦσα τὸν ἑαυτῆς κύκλον ἐπικαταλάβῃ τὸν ἥλιον, ἐνιαυτὸς δὲ
5ὁπόταν ὁ ἥλιος τὸν ἑαυτοῦ περιέλθῃ κύκλον. τῶν δὲ ἄλλων τὰς περιόδους οὐκ ἐννενοηκότες ἄνθρω‐ ποι, πλὴν ὀλίγοι τῶν πολλῶν, οὔτε ὀνομάζουσιν οὔτε πρὸς ἄλληλα συμμετροῦνται σκοποῦντες ἀριθ‐ μοῖς, ὥστε ὡς ἔπος εἰπεῖν οὐκ ἴσασι χρόνον ὄντα
10τὰς τούτων πλάνας, πλήθει μὲν ἀμηχάνῳ χρωμένας, πεποικιλμένας δὲ θαυμαστῶς [39 B C D]. Διὰ τὴν τοῦ φωτὸς γένεσιν νύκτες καὶ ἡμέραι τὴν πάρ‐ οδον ἔσχον, καὶ τὸ ἐλάχιστον τοῦ χρόνου μέτρον τούτοις διῄρηται τοῖς διαστήμασιν· ἔστι γάρ, φησίν, ἡ τῆς μιᾶς
15καὶ φρονιμωτάτης κυκλήσεως περίοδος ἡμέρα καὶ νύξ, οὐ τὴν ἀπλανῆ λέγων μίαν καὶ φρονιμωτάτην κύκλη‐ σιν καὶ ταύτης τὴν περίοδον νύκτα καὶ ἡμέραν, ὡς δοκεῖ τοῖς πολλοῖς, ἀλλὰ μίαν μὲν κύκλησιν καὶ φρονιμωτάτην τὴν τοῦ ταὐτοῦ κύκλου νόησιν, περίοδον δὲ ταύτης τὴν τῆς
20ἀπλανοῦς περιφοράν, ἣν ἐκείνη περιάγει· καὶ γὰρ ἡ κύκλη‐ σις ἐνέργειά ἐστι καὶ ἡ περίοδος, ἀλλ’ ἣ μὲν ἀρχηγικωτέρα, ἣ δὲ ἀποτέλεσμα ἐκείνης, μιμουμένη τὴν κύκλησιν. νυχθή‐ μερον μὲν οὖν τοῦτό ἐστιν, ἐκ δὲ τούτου μετροῦνται καὶ ἐνιαυτοὶ καὶ μῆνες· τοῖς γὰρ ἐλάττοσι διαστήμασι μετροῦμεν
25τὰ μείζω, ὥσπερ καὶ τοῖς ἐνιαυτοῖς τὸν ὅλον χρόνον τὸν ἀποκαταστατικὸν τοῦ κόσμου παντός. καὶ δεῖ ἐφιστάνειν τῇ ἰδιότητι τούτων, ὅπως μέση ἐστὶ τῶν τε μοναδικῶν εἰδῶν καὶ τῶν ἐν πολλοῖς ὑφισταμένων τοῖς ἀτόμοις· τὰ μὲν γὰρ ἐν ἑνί ἐστιν, ἀλλ’ ἀεὶ τῷ αὐτῷ κατ’ ἀριθμόν, τὰ δὲ ἐν ἄλ‐
30λοις καὶ ἄλλοις κατ’ ἀριθμόν, ἀλλὰ πλείοσιν, ἐνιαυτὸς δὲ καὶ μὴν ἐν ἑνὶ μὲν ἀεὶ κατ’ ἀριθμόν, ἄλλοτε δὲ ἄλλῳ
κατ’ ἀριθμὸν διὰ τὴν κατὰ κύκλον ἀλλήλων τῶν ἀτόμων
in Ti
.

3

.

87

ἀμοιβήν· ἄλλος γὰρ ἄλλον διαδέχεται μῆνα μὴν καὶ ἐνιαυτὸν ἐνιαυτός, εἷς δὲ ἀεί ἐστιν ἑκάτερος. ἀλλὰ ταῦτα μὲν οὐ δεῖται λόγου πλείονος. ἐκεῖνο δὲ ἴσως ἀπορήσειεν ἄν τις ἐν τοῖς λεγομένοις, πῶς φησι νύκτα καὶ ἡμέραν γεγονέναι
5τὴν περίοδον τῆς φρονιμωτάτης καὶ μιᾶς κυκλήσεως· τοῦτο γὰρ αὐτό ἐστιν, ὃ καὶ ὁ Ἀριστοτέλης ἔγκλημα ἐπήνεγκε τῷ Πλάτωνι, τὸ χρόνον λέγειν τὴν περιφοράν, καίτοι γε ἤδη κινηθέντι τῷ παντὶ τὸν χρόνον προσέθηκεν ὡς ἄλλον ὄντα παρὰ τὴν κίνησιν. εἰ δὲ ἡ τοῦ παντὸς κίνησις ἄλλη παρὰ
10τὸν τοῦ παντὸς χρόνον, καὶ ἡ ἑκάστου τῶν κύκλῳ κινου‐ μένων κίνησις ἄλλη παρὰ τὸν περιοδικὸν αὐτῆς ἐστι χρόνον. τοῦτο δ’ οὖν ἄν τις ἀπορήσειεν ἐν ταῖς ἐκκειμέναις ῥήσεσι. πῶς δὲ καὶ ἡ τῆς ἀπλανοῦς περίοδός ἐστι ταχίστη, τὰ δὲ ἔγγιον αὐτῆς βραδύτερα τῶν πορρωτέρω κατὰ τὴν ἀπο‐
15κατάστασιν; μήποτε οὖν πρὸς μὲν τὸ πρότερον χρὴ λέγειν, ὅτι δύο σημαίνει ἡ περίοδος, ποτὲ μὲν αὐτὴν τὴν κίνησιν, ποτὲ δὲ τὸ μέτρον καὶ τὴν παράτασιν τῆς κινήσεως, ὥσπερ καὶ ὁ μέδιμνος λέγεται διχῶς καὶ ἡ κοτύλη καὶ τῶν τοιού‐ των ἕκαστον, καὶ ὡς νῦν περίοδον τῆς ἀπλανοῦς οὐ τὴν
20κίνησιν ῥητέον, ἀλλὰ τὸ διάστημα τὸ χρονικὸν τῆς κινήσεως. μήποτε δὲ καὶ χρόνον εἰπὼν εἶναι τὰς πλάνας οὐδὲν ἄλλο λέγει ἢ ὅτι αἱ περίοδοι τούτων εἰσὶ χρόνος· αὗται γάρ εἰσιν αἱ ἀριθμηταί, τὸ δὲ ἀριθμητὸν ἦν τῆς κινήσεως χρόνος, ὡς καὶ ἐκεῖνοί φασιν. ὅμοιον οὖν ὡς εἰ ἔλεγεν οὗτοι οἱ
25βόες ἀριθμός ἐστι τοσόσδε· οὕτω γὰρ καὶ αἱ περίοδοι χρόνος, ὡς τοσόσδε ἀριθμός. πρὸς δὲ τὸ δεύτερον, ὅτι τὴν φαινο‐ μένην ἀποκατάστασιν ὁ Πλάτων ἔλαβε τῆς ἀπλανοῦς τὴν τὸ νυχθήμερον ποιοῦσαν, ἐπεὶ ἥ γε ἀληθής ἐστιν ἑτέρα· τὸ γὰρ νῦν ἀνατεῖλαν σημεῖον οὐ κατὰ τὴν αὐτὴν ὥραν τῇ
30ἑξῆς ἀνίσχει οὐδὲ ὡσαύτως ἐχόντων τῶν ἄλλων, ἃ δὴ πάντα συντελεῖ πρὸς τὴν ἀποκατάστασιν τῆς ἀπλανοῦς· οὐδὲ γὰρ
καὶ πάντα τὰ ἐν αὐτῇ σημεῖα καὶ πάντα τὰ ἀπλανῆ ἄστρα
in Ti
.

3

.

88

συναποκαθίσταται κατὰ ταύτην τὴν περίοδον. δεῖ δέ, εἴπερ τὴν ἀκριβῆ λαμβάνοιμεν ἀποκατάστασιν, *** ἥτις ἐν πολλῷ γίνεται χρόνῳ· δῆλον γάρ, ὅτι πάντων κινουμένων ὑπ’ αὐ‐ τῆς τῶν ὄντων ἐν αὐτῇ καὶ σχέσεις πρὸς ἄλληλα καὶ πρὸς
5αὐτὴν πάντως ἄλλοτε ἄλλως ἔχουσι, καὶ μετὰ τούτων τὴν εἰς τὰ κέντρα φορὰν ἄλλοτε ἄλλην ἔχει καὶ τὴν εἰς τὰ αὐτὰ κατὰ πάντα ἀποκατάστασιν πολυχρονιωτάτην. καὶ μὴν κἀκεῖνο ἄν τις ἀπορήσειεν, ὅπως τὸ μέτρον τῆς ἀποκατα‐ στάσεως τῆς ταὐτοῦ φορᾶς καλεῖ νύκτα καὶ ἡμέραν· τὸ μὲν
10γὰρ μέτρον τοῦτο πανταχοῦ ἐστιν ἄνωθεν ἀπὸ τῆς μιᾶς καὶ νοητῆς αἰτίας τοῦ παντὸς καὶ τοῦ πρώτου παραδείγματος, τὸ δὲ νυχθήμερον ἐν τοῖς ὑπὸ σελήνην. ῥητέον δέ, ὅτι τοῦ νυχθημέρου ποιητικόν ἐστι τό τε διάστημα τὸ χρονικόν, ὃ δὴ πρώτως ἐστὶν ἐν τῇ περιφορᾷ τῆς ἀπλανοῦς, καὶ τὸ
15ἡλιακὸν φῶς. ἀπὸ τῶν ἐσχάτων οὖν καὶ τῶν ἡμῖν γνωρί‐ μων τὸ σύμπαν ἀφορίζεται μέτρον· ἄλλο γὰρ τοῦτο 〈τὸ〉 νυχθήμερον καὶ ἄλλο τὸ ἐν τῷ ἀφανεῖ χρόνῳ, καὶ εἴδωλον τοῦτο ἐκείνου καὶ ἀποπεράτωσις ἐσχάτη· καὶ γὰρ τῆς νυκτὸς καὶ τῆς ἡμέρας τάξεις πολλαί, νοηταὶ καὶ νοεραὶ καὶ ὑπερ‐
20κόσμιοι καὶ οὐράνιοι καὶ ὑπὸ σελήνην, ὡς καὶ ἡ Ὀρφικὴ διδάσκει θεολογία [frg. 60], καὶ αἳ μὲν πρὸ τῆς δημι‐ ουργίας, αἳ δὲ ἐν αὐτῇ περιεχόμεναι, αἳ δὲ ἀπ’ αὐτῆς προϊ‐ οῦσαι, καὶ αἳ μὲν ἀφανεῖς, αἳ δὲ ἐμφανεῖς, ἐπεὶ καὶ ὁ μὴν καὶ ὁ ἐνιαυτὸς ἄλλος μὲν ὁ ἀφανὴς καὶ ὁ μετρητικὸς καὶ
25συνοχικὸς καὶ τελεσιουργὸς τῶν νοερῶν τε καὶ σωματικῶν περιόδων, ἄλλος δὲ ὁ ἐμφανής, ὃς περάτωσίς ἐστι καὶ μέ‐ τρον τῆς ἡλιακῆς περιπολήσεως. οὕτω δὲ καὶ ἐπὶ τῶν ἄλλων θεῶν· ἄλλος γὰρ ἀριθμὸς Κρόνιος ὁ ἀφανὴς καὶ ἄλλος 〈ὁ〉 ἐμφανής, Ἀρεϊκός τε καὶ Δίιος καὶ Ἑρμαϊκὸς ὡσαύτως· καὶ
30γὰρ ὁ μὴν αὐτὸς καὶ ὁ ἐνιαυτὸς ὁ καθ’ ἑκάστην περίοδον εἷς ὢν ἀεὶ ὁ αὐτὸς θεός τίς ἐστιν ἀκινήτως τὸ τῆς κινή‐ σεως μέτρον ὁρίζων· πόθεν γὰρ τὸ ἀεὶ ὡσαύτως ὑπάρχει
ταῖς περιόδοις ἢ ἀπὸ ἀκινήτου τινὸς αἰτίας; πόθεν δὲ τὸ
in Ti
.

3

.

89

διάφορον τῶν ἀποκαταστάσεων ἢ ἀπὸ τῶν διαφερόντων ἀκινή‐ των αἰτίων; πόθεν δὲ τὸ ἀκατάληκτον καὶ τὸ πάλιν καὶ πάλιν ἐπ’ ἄπειρον ἢ ἀπὸ τῶν ἀπείρων ἐν ἐκείναις δυνά‐ μεων; πᾶσαν δὴ ταύτην τὴν σειρὰν χρονικὴν θέμενος ὑφ’
5ἕνα τὸν πρώτιστον ἄναγε χρόνον, ὃς ἀφορίζει τὴν τοῦ θείου γενητοῦ περίοδον, αὐτὸς ὢν ὁ ἀληθινὸς ἀριθμός, ὡς εἴρη‐ ται πρότερον [p. 19, 14ss]. ἀπὸ δὲ τῶν ἀφανῶν τούτων νόησον λοιπὸν τοὺς ἐμφανεῖς, οἳ κατὰ τὸ ἀριθμεῖσθαι προΐ‐ ασιν ἀπ’ ἐκείνων ἀριθμεῖν τούτους καὶ γεννᾶν δυναμένων,
10οὓς δὴ πάντας ἀστρονομία καλῶς ἀναδιδάσκει δοξαστικῶς αἱροῦσα τὸν ἀριθμὸν τῶν ἑκάστου περιοδικῶν ἀποκαταστά‐ σεων παραβολάς τε ποιουμένη τῶν περιόδων, τίνα λόγον ἔχουσι πρὸς ἀλλήλας, οἷον ὅτι διπλασιεφήμισυς ἡ Κρονία περίοδος τῆς τοῦ μετ’ αὐτόν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως·
15εἰ γὰρ καὶ διαφέρουσαί εἰσιν αὐτῶν αἱ ἀποκαταστάσεις, ἀλλὰ λόγον ἔχουσι πρὸς ἀλλήλας· ὥσπερ δὴ καὶ τοὺς ἀφανεῖς ἐκείνους καὶ τούτων αἰτίους ἡ ἱερὰ φήμη θεραπεύει, ὀνό‐ ματά τε θεῖα νυκτὸς καὶ ἡμέρας ἐκδιδοῦσα καὶ μηνὸς καὶ ἐνιαυτοῦ συστατικὰ καὶ κλήσεις καὶ αὐτοφανείας, ὡς
20οὐκ ἐπὶ δακτύλων θεωρουμένων, ἀλλ’ ἐν ὑπάρξεσι θείαις, ἃς καὶ θρησκεύειν καὶ τιμᾶν ἀγάλμασί τε καὶ θυσίαις οἱ τῶν ἱερῶν παρεκελεύσαντο θεσμοί, καὶ ἐπεψήφισαν αἱ χρησμῳ‐ δίαι τοῦ Ἀπόλλωνος, ὡς αἱ ἱστορίαι λέγουσι, καὶ τιμω‐ μένων μὲν αὐτῶν καὶ τὰ ἀπὸ τῶν περιόδων ὑπῆρχεν ἀγαθὰ
25τοῖς ἀνθρώποις τῶν τε ὡριαίων καὶ τῶν ἄλλων ὁμοίως, ἀμεληθέντων δὲ πᾶσα τῶν περὶ γῆν ἐπηκολούθησε πάντων παρὰ φύσιν διάθεσις. οὐ μὴν ἀλλὰ καὶ αὐτὸς Πλάτων ἐν Νόμοις [X 899 B] κέκραγεν, ὅτι ταῦτα πάντα θεοί εἰσιν, ὧραι καὶ ἐνιαυτοὶ καὶ μῆνες, ὥσπερ καὶ τὰ ἄστρα καὶ
30ὁ ἥλιος, καὶ οὐδὲν ἡμεῖς καινὸν εἰσάγομεν ἀξιοῦντες πρὸ τῶν ἐμφανῶν νοεῖν τὰς ἀφανεῖς δυνάμεις τούτων. ταῦτα
καὶ περὶ τούτων. Ἐπὶ δὲ τὴν λέξιν τῷ λόγῳ πάλιν ἰτέον.
in Ti
.

3

.

90

τὴν μὲν δὴ ‘νύκτα‘ προτέραν τῆς ‘ἡμέρασ‘ κατέλεξεν ὡς ἴνδαλμα φέρουσαν τῶν ἀφανῶν καὶ νοερῶν μέτρων· καὶ γὰρ ἡ κοινὴ φήμη προτάττει τὴν νύκτα τῆς ἡμέρας. νυχθή‐ μερον οὖν λέγειν εἰώθαμεν, διότι καὶ ἐν ταῖς νοηταῖς αὐ‐
5τῶν αἰτίαις πρὸ τῆς ἡμέρας αἱ Νύκτες ὑπέστησαν· ἅμα γὰρ αὐτῇ τῇ τρίτῃ Νυκτὶ *** τὸ δὲ οὕτως καὶ διὰ ταῦτα τὸ μὲν οὕτως δηλοῖ τὴν ποιητικὴν αἰτίαν τῆς νυκτὸς καὶ ἡμέρας, ὅτι τὸ φῶς μετὰ τῆς ἀπλανοῦς, τὸ δὲ διὰ ταῦτα τὴν τελικήν, ἵνα μέτρον ἐναργὲς εἴη τὸ νυχθήμερον πασῶν
10τῶν περιφορῶν. μίαν δὲ καὶ φρονιμωτάτην κύκλησιν ἐπονομάζει τὴν ταὐτοῦ περιφοράν, ὡς μονοειδῆ καὶ νοερὰν καὶ τῇ στάσει καὶ τῇ ταυτότητι τοῦ νοῦ συγγενεστάτην καὶ ὡς ἔχουσαν τὸ μὲν μονοειδὲς ἀπὸ τῆς μιᾶς ἀρχῆς, τὸ δ’ ‘ἔμφρον‘ ἀπὸ τοῦ νοῦ, τὴν δὲ κύκλησιν ἀπὸ τῆς ψυχικῆς
15ἰδιότητος. χρόνον δὲ τίθεται εἶναι τὰς πλάνας τῶν ἀστέρων, οὐχ ὡς αὐτὴν τὴν κίνησιν χρόνον ποιῶν, ἀλλ’ ὡς μέτρα τῶν κινήσεων τὰ χρονικὰ διαστήματα οἰόμενος· καὶ γὰρ ἀριθμὸν τῆς ἑκάστου ζωῆς τῆς ἐμφανοῦς τὸν δεύτερον χρόνον 〈τίθεται〉. πλήθει δὲ ἀμήχανον ἀποκαλεῖ τὸν
20χρόνον τόν τε ἴδιον τῶν κινήσεων ἑκάστου καὶ τὸν κοινόν· παντοίας γὰρ οὗτος αὐτῶν ἀνακυκλήσεις συνείληφε καὶ παν‐ τοίους σχηματισμούς. πεποικιλμένον δὲ θαυμαστῶς διὰ τὰς χορείας αὐτῶν καὶ παραβολὰς καὶ τὴν ἐναρμόνιον κίνησιν καὶ τὴν τάξιν τῶν ἀποκαταστάσεων· τοιαῦται γὰρ
25αἱ πλάναι τῶν οὐρανίων, ἀπλανεῖς πλάναι τὸ ὅλον τοῦτο ὑπάρχουσαι καὶ ἀεὶ ἐν τέλει οὖσαι καὶ πρὸς ἓν σπεύ‐
δουσαι τέλος.
in Ti
.

3

.

91

Ἔστι δὲ ὅμως οὐδὲν ἧττον κατανοῆσαι δυνατόν, ὡς ὅ γε τέλειος ἀριθμὸς χρόνου τὸν τέλειον ἐνιαυ‐ τὸν πληροῖ τότε, ὅταν ἁπασῶν τῶν ὀκτὼ περιόδων τὰ πρὸς ἄλληλα συμπερανθέντα τάχη σχῇ κεφαλὴν
5τῷ ταὐτοῦ καὶ ὁμοίως ὄντος ἀναμετρηθέντα κύκλῳ [39 D]. Μετὰ τὴν δημιουργικὴν ἀπογέννησιν τῶν σφαιρῶν καὶ τὴν τῶν ἑπτὰ σωμάτων πρόοδον καὶ τὴν ψύχωσιν αὐτῶν καὶ τὴν τάξιν, ἣν ἐνέθηκεν αὐτοῖς ὁ πατήρ, καὶ τὰς κινή‐
10σεις αὐτῶν τὰς ποικίλας καὶ τὰ μέτρα τὰ χρονικὰ τῆς ἑκά‐ στων περιόδου καὶ τὰς διαφορὰς τῶν ἀποκαταστάσεων ἐπὶ τὴν μονάδα τοῦ χρονικοῦ πλήθους καὶ τὸν ἕνα ἀριθμόν, καθ’ ὃν μετρεῖται πᾶσα κίνησις, ὑφ’ οὗ περιέχεται πάντα τὰ ἄλλα μέτρα καὶ καθ’ ὃν ἀφορίζεται πᾶσα ἡ ζωὴ τοῦ
15κόσμου καὶ ἡ παντοία τῶν σωμάτων ἀνέλιξις καὶ ὁ βίος ὅλος κατὰ τὴν παντελῆ περίοδον, ἐπὶ δὴ τοῦτον τὸν ἀριθ‐ μὸν προελήλυθεν ὁ λόγος, ὃν οὐ χρὴ θεωρεῖν δοξαστικῶς, ἐπισυντιθέντα μυριάδας ἐπὶ μυριάσιν· εἰώθασι γὰρ οὕτω τινὲς λέγειν, λαμβάνοντες τὴν ἀκριβῆ τῆς σελήνης ἀποκατά‐
20στασιν καὶ τὴν ἡλιακὴν ὁμοίως καὶ ποιοῦντες τὴν ἑτέραν ἐπὶ τὴν λοιπὴν καὶ τὴν Ἑρμαϊκὴν ἐπὶ ταύτας καὶ τὴν Ἀφροδισιακὴν ἐπὶ τὰς τρεῖς καὶ τὴν Ἀρεϊκὴν ἐπὶ πάσας καὶ τὴν Δίιον ὁμοίως καὶ λοιπὴν τὴν Κρόνιον ἐπὶ ταύτας ὅλας καὶ τὴν τῆς ἀπλανοῦς ἐπὶ τὴν μίαν καὶ κοινὴν τῶν
25πλανωμένων ἀποκατάστασιν. οὕτω μὲν οὖν λέγουσιν, εἴπερ εἶεν οἱ ἀποκαταστατικοὶ χρόνοι πρῶτοι πρὸς ἀλλήλους οἱ προσβαλλόμενοι· εἰ δὲ μὴ πρῶτοι, λαβόντες τὸ κοινὸν μέ‐ τρον ὁρῶσι, κατὰ τίνας μετρεῖ τοῦτο ἀριθμοὺς ἑκάτερον τῶν
δοθέντων ἀποκαταστατικῶν χρόνων, καὶ καθ’ ὃν μὲν τὸν
in Ti
.

3

.

92

ἐλάσσω μετρεῖ, τούτῳ πολλαπλασιάζουσι τὸν μείζονα, καθ’ ὃν δὲ τὸν μείζονα, τούτῳ τὸν ἐλάσσονα, καὶ ἔχουσι τὸν αὐ‐ τὸν ὑπ’ ἀμφοτέρων τῶν πολλαπλασιασμῶν κοινὸν τῆς ἀμ‐ φοτέρων ἀποκαταστάσεως χρόνον, ὅστις καὶ μετρεῖται ὑπὸ
5ἀμφοτέρων ἐκείνων. οὗτοι μὲν οὖν τοιαῦτα ἄττα φασίν. οὐ δεῖ δὲ τοῦτον αὐτὸν τρόπον μόνον ψιλῶς θεωρεῖν τὸν ὅλον ἐγκόσμιον χρόνον, ἀλλὰ τῷ νῷ καὶ τῇ διανοίᾳ καθορᾶν ἐπιστημονικῶς ἕνα ἀριθμὸν καὶ μίαν δύναμιν ἀνελιττομένην καὶ μίαν τελεσιουργὸν πρόοδον διατείνουσαν ἐπὶ πάντα τὸν
10βίον τοῦ κόσμου, καὶ τοῦτον προϊόντα τε εἰς τέλος καὶ ἀνακάμπτοντα ἐπ’ ἀρχὴν καὶ εἰς ἑαυτὸν συννεύοντα καὶ διὰ τοῦτο καὶ τὴν μετρουμένην κίνησιν ποιοῦντα κυκλικήν· ὥσπερ γὰρ ἡ μονὰς τὴν ἀπειρίαν ὁρίζει τοῦ ἀριθμοῦ καὶ προκαταλαμβάνει τὴν ἀοριστίαν τῆς δυάδος, οὕτω καὶ ὁ
15χρόνος μετρεῖ τὴν ὅλην κίνησιν καὶ τὸ τέλος αὐτῆς ἐπι‐ στρέφει πρὸς τὴν ἀρχήν. διὸ καὶ ὁ ἀριθμὸς ἐπονομάζεται καὶ τέλειος· ἀριθμὸς γὰρ καὶ ὁ μὴν καὶ ὁ ἐνιαυτός, ἀλλ’ οὐ τέλειος· μόρια γάρ ἐστιν ἄλλων· ὁ δὲ τῆς τοῦ παντὸς περιόδου χρόνος τέλειος, ὅτι μόριόν ἐστιν οὐδενός, ἀλλ’ ὅλος,
20ἵνα μιμῆται τὸν αἰῶνα· πρώτως γὰρ ἡ ὁλότης ἐκεῖνος, ἀλλ’ ὃ μὲν τὴν ὁλότητα ὁμοῦ πᾶσαν ἐπιφέρει τοῖς οὖσιν, ὁ δὲ χρόνος μετὰ παρατάσεως· ἀνέλιξις γάρ ἐστιν ἡ ὁλότης ἡ χρονικὴ τῆς ἐν ἐκείνῳ συνεσπειραμένως μενούσης ὁλότητος. μετρεῖ δὴ οὖν ὁ ὅλος χρόνος ὁ ἐγκόσμιος τὴν μίαν ζωὴν
25τοῦ παντός, καθ’ ἣν πάντα συμπεραίνεται τὰ τάχη τῶν κύκλων τῶν τε οὐρανίων καὶ τῶν ὑπὸ σελήνην (εἰσὶ γὰρ καὶ ἐν τούτοις περίοδοι καὶ ἀποκαταστάσεις), ἔχοντα κεφαλὴν τὴν ταὐτοῦ φοράν· ὡς γὰρ ἐπ’ ἀρχὴν ἐκείνην ἀνάγεται, διότι δὴ πασῶν ἐστιν ἁπλουστάτη· καὶ γὰρ αἱ ἀποκαταστάσεις
30θεωροῦνται πρὸς τὰ αὐτῆς σημεῖα, οἷον ὅτι πάντες ἀποκατέ‐ στησαν περὶ τὸ ἰσημερινὸν σημεῖον ἢ περὶ τὸ θερινὸν τροπι‐ κόν, ἤ, εἰ καὶ μὴ κατὰ τὸ αὐτὸ νοοῖτο ἡ συναποκατάστασις,
ἀλλὰ πρὸς τὸ αὐτὸ οἷον ἀνατέλλον ἢ μεσουρανοῦν, πάντες
in Ti
.

3

.

93

ἔχουσι σχῆμα τοιόνδε πρὸς αὐτό· καὶ γὰρ νῦν πάντως ἐστὶ πάντων ἡ παροῦσα τάξις ἀποκατάστασίς τις, ἀλλ’ οὐ περὶ τὸ αὐτό, ἀλλὰ πρὸς τὸ αὐτὸ τῆς συσχηματίσεως ὁρωμένης, γέγονε δέ ποτε καὶ περὶ ταὐτὸν καὶ καθ’ ἕν τι σημεῖον,
5καθὸ πάλιν εἰ γένοιτο, τέλος ἕξει ὁ πᾶς χρόνος. καὶ ἔοικε μία τις μνημονεύεσθαι ἀποκατάστασις, διὸ καὶ λέγουσιν ὡροσκόπον εἶναι τοῦ κόσμου τὸν Καρκίνον, καὶ καλοῦσι τὸν ἐνιαυτὸν τοῦτον κυνικόν, διότι τῷ Καρκίνῳ συνανατέλλει τῶν ἀπλανῶν λαμπρὸς ἀστὴρ ὁ τοῦ Κυνός. πάλιν οὖν ἐὰν
10κατὰ ταὐτὸν τοῦ Καρκίνου σημεῖον συνδράμωσιν, ἔσται περί‐ οδος αὕτη μία τοῦ παντός· ἐὰν δὲ Καρκίνῳ τῆς ἀποκατα‐ στάσεως γενομένης περὶ τὸ ἰσημερινὸν ἄλλη γένηται πάλιν, οὐκ ἔσται αὕτη περίοδος (οὐ γὰρ ἀπὸ τοῦ αὐτοῦ πρὸς τὸ αὐτὸ γέγονεν), ἀλλ’ ἡ ἀπὸ τοῦ ἰσημερινοῦ πρὸς τὸ ἰσημερι‐
15νὸν καὶ ἡ ἀπὸ τοῦ θερινοῦ εἰς τὸ θερινόν, καὶ ἴσος ὅδε ἀριθμὸς ἐκείνῳ καὶ ὁ χρόνος τῷ χρόνῳ· μία γάρ ἐστι περί‐ οδος ἑκάτερος αὐτῶν καὶ ὥρισται κατὰ τὸ ποσὸν διὰ τὴν τάξιν τῶν κινουμένων. ταῦτα καὶ περὶ τοῦ ἑνὸς χρόνου τοῦ πάσας τὰς κινήσεις τὰς σωματικὰς μετροῦντος, ὥσπερ κόσμος
20μετρεῖ καὶ τὰς ψυχικάς, ὡς ὁ αἰὼν τὰς νοερὰς ζωάς. καὶ δῆλον ἐκ τῶν εἰρημένων, τίς τέ ἐστι καὶ πόθεν ὑφίσταται καὶ τίνα παρέχεται συντέλειαν τῷ παντί. πλὴν προσκείσθω τοῖς εἰρημένοις, ὅτι τοῦτον τὸν τέλειον ἀριθμὸν ἐκείνου τοῦ ἐν Πολιτείᾳ [VIII 546 B] ῥηθέντος, ὃς τὴν παντὸς
25τοῦ θείου γενητοῦ περιλαμβάνει περίοδον, οἰητέον διαφέρειν, μερικώτερον ὄντα καὶ μόνων τῶν ὀκτὼ περιόδων ἀποκαταστατικόν· ἐκεῖνος γὰρ καὶ τῶν ἐν τοῖς ἀπλανέσι κινή‐ σεων ἰδίων καὶ τῶν ἐν πᾶσιν ἁπλῶς τοῖς ἐν οὐρανῷ κινου‐ μένοις ἀφανῶς ἢ ἐμφανῶς, θείοις γένεσιν ἢ μετὰ θεούς,
30καὶ τῶν ἐν τοῖς ὑπὸ σελήνην μακροπορωτέρων ἢ βραχυ‐
in Ti
.

3

.

94

πορωτέρων περιόδων φορῶν τε καὶ ἀφοριῶν ἐστι περιληπτι‐ κός. διὸ καὶ τοῦ ἀνθρωπείου γένους τῆς περιόδου κύ‐ ριός ἐστι. Κατὰ ταῦτα δὴ καὶ τούτων ἕνεκα ἐγεννήθη τῶν
5ἄστρων ὅσα δι’ οὐρανοῦ πορευόμενα ἔσχε τροπάς, ἵνα τόδε ὡς ὁμοιότατον ᾖ τῷ τελείῳ καὶ νοητῷ ζῴῳ πρὸς τὴν τῆς διαιωνίας μίμησιν φύσεως. καὶ τὰ μὲν ἄλλα ἤδη μέχρι χρόνου γενέσεως ἀπείργαστο εἰς ὁμοιότητα ᾧπερ ἀπεικάζετο [39 DE].
10 Ὅτι μὲν καὶ ὁ κόσμος τελειότερος γέγονε διὰ τῆς τοῦ χρόνου γενέσεως τὸ παντελὲς ζῷον μιμησάμενος κατὰ τὸ αἰώνιον καὶ ἡ γένεσις ὑπέστη διὰ τὴν τῶν ἑπτὰ κοσμοκρα‐ τόρων φοράν (ἀπὸ γὰρ ταύτης ἡ ποικιλία κατὰ τὴν γένεσιν ἀνεφάνη), δῆλόν ἐστι διὰ τῶν προειρημένων. ἐκεῖνο δὲ λοι‐
15πὸν τῶν περὶ χρόνου σκεμμάτων ἄξιον παρὰ τοῦ Πλάτωνος λαμβάνειν, ὅτι καὶ αὐτὸς ἀνὰ λόγον τῇ ψυχῇ προελήλυθεν αἰώνιος ἅμα καὶ γενητός, ὥσπερ καὶ ἡ ψυχὴ τῶν τε ἀεὶ ὄντων ἐστὶ καὶ ἀρίστη τῶν γενομένων. κατὰ ταῦτα γὰρ καὶ ὁ χρόνος αἰώνιός τέ ἐστι καὶ γενητός, καθ’ ὅσον καὶ αὐτὸς
20συμμίγνυται ψυχαῖς καὶ σώμασι, καὶ καθ’ ὅσον πρόεισι καὶ φοιτᾷ διὰ πάντων τῶν δευτέρων, ἐπεὶ καὶ ἀριθμός ἐστι προϊὼν καὶ κύκλος, αὐτὸς δὲ καθ’ ἑαυτὸν μονάς ἐστι καὶ κέντρον· τοιαύτην γὰρ ὁ δημιουργὸς μεσότητα παρήγαγε τῶν τε ἀκινήτων καὶ τῶν κινουμένων κατὰ τὴν πρὸς ἑαυτὸν
25ὁμοίωσιν (μέσος γὰρ καὶ αὐτός ἐστι τῶν τε μεινάντων θεῶν καὶ τῶν προεληλυθότων) καὶ κατὰ τὴν πρὸς τὸ παρά‐ δειγμα ἀπεικασίαν, διότι δὴ κἀκεῖνο μέσον ἐστὶ τῶν τε νοη‐ τῶν καὶ νοερῶν, τοῦ τε αἰῶνος καὶ τοῦ ἀριθμοῦ, τῶν τε αἰωνίων θεῶν καὶ τῶν ἀιδίων· μετέχει μὲν γὰρ τοῦ αἰῶνος,
30πρώτως δὲ μετέχει καὶ μονάς ἐστι τῶν νοητῶν ζῴων. διὰ δὴ ταῦτα καὶ ὁ κόσμος ἀίδιος εἰς ἅπαντα τὸν χρόνον γε‐ γονὼς ἀπείκασται πρὸς τὸ παράδειγμα τελέως· ὡς γὰρ ἐκεῖνο
τὴν ὅλην ὑπεδέξατο τοῦ αἰῶνος δόσιν (πᾶν γὰρ τὸ πρώτως
in Ti
.

3

.

95

τινὸς μετέχον ὅλης αὐτοῦ μεταλαγχάνει τῆς δόσεως), οὕτω δὴ καὶ ὁ κόσμος πρὸς τὸν ἅπαντα ζῇ χρόνον καὶ καθ’ ὅλον ζῇ τὸν τέλειον ἀριθμόν, διὸ δὴ καὶ ἀίδιός ἐστι· πᾶν γὰρ τὸ τὴν ὅλην ἀνέλιξιν τοῦ χρόνου διαρκεῖν δυνάμενον ἀνώ‐
5λεθρόν ἐστιν. ὅλος δέ ἐστι χρόνος ὁ τέλειος ἀριθμὸς τῆς τοῦ παντὸς ἀποκαταστάσεως, ὥσπερ ὑπέμνησται πολλάκις. ἔτι δὲ κἀκεῖνο ληπτέον ἀπὸ τῶν προειρημένων, ὅτι πολλοῦ δεῖ τοιοῦτον ὑπονοῆσαι τὸν χρόνον ὁ Πλάτων, οἷον οἱ ἀπὸ τῆς Στοᾶς [II frg. 521 v. Arn.] ὑπέλαβον ἢ τῶν ἐκ τοῦ
10Περιπάτου πολλοί, οἳ μὲν κατ’ ἐπίνοιαν ψιλὴν αὐτὸν συνιστάντες ἀμενηνὸν καὶ ἔγγιστα τοῦ μὴ ὄντος (ἓν γὰρ ἦν τῶν παρ’ αὐτοῖς ἀσωμάτων ὁ χρόνος, ἃ δὴ καταπεφρό‐ νηται παρ’ αὐτοῖς ὡς ἀδρανῆ καὶ οὐκ ὄντα καὶ ἐν ἐπινοίαις ὑφιστάμενα ψιλαῖς), οἳ δὲ συμβεβηκὸς τῆς κινήσεως λέγον‐
15τες. ποίας κινήσεως; πότερον τῆς συνεχοῦς; ἀλλὰ πανταχοῦ ὁ χρόνος, ἡ δὲ κίνησις ἐν τοῖς κινουμένοις. ἀλλὰ πάσης; πολλοὶ οὖν οἱ χρόνοι. καὶ τίς αὐτῶν ἡ μονάς; πῶς δὲ καὶ τὸ ἀριθμητὸν τῆς κινήσεως; ἐν σχέσει γὰρ οὕτως ἔσται καὶ τῶν πρός τι ὁ χρόνος, καὶ τοῦ ἀριθμοῦντος οὐκ ὄντος οὐδὲ
20ὁ χρόνος ἔσται. ταῦτ’ οὖν ἅπαντα ἀνάξια ὄντα τῆς περὶ χρόνου θεωρίας ὁ Πλάτων κατιδὼν ἄνωθεν ἀπὸ τῶν νοη‐ τῶν καὶ νοερῶν θεῶν ὑφίστησι τὸν χρόνον ὑπερκόσμιον ὄντα νοῦν, συνέχοντα μὲν τὴν ψυχικὴν ζωὴν πᾶσαν, μετροῦντα δὲ τὰς ψυχικὰς καὶ σωματικὰς περιόδους, τελεσιουργοῦντα
25δὲ τὴν εἰς παράτασιν προϊοῦσαν αὐτῶν κίνησιν, καὶ ἀπὸ τῆς μονάδος ταύτης διαφόρους ὑφίστησι χρόνους κατά τε τριάδα καὶ ἑπτάδα καὶ τούτους πάντας περὶ ἕνα χρόνον παράγει τὸν μετροῦντα τὴν μίαν ζωὴν τοῦ παντός, καὶ τοσαύτην ἀξίαν ἀποδίδωσι τῷ χρόνῳ καὶ δύναμιν, ὥστε
30ὁμοιότερον δι’ αὐτοῦ πρὸς τὸ παράδειγμα ποιεῖ τὸν κόσμον καὶ ἕνεκα τῆς τούτου γενέσεως ἀπογεννᾷ καὶ ἥλιον καὶ τοὺς ἄλλους κοσμοκράτορας ὡς προκαλουμένους μὲν τὸν ἀφανῆ χρόνον καὶ ἐκφαίνοντας καὶ μεριζομένους αὐτὸν καὶ διαι‐
ροῦντας καὶ ἀεὶ ὡσαύτως συνελίσσοντας. ἐπειδὴ δὲ τὰ
in Ti
.

3

.

96

πλανητὰ δι’ οὐρανοῦ πορευόμενά φησιν ἐσχηκέναι τρο‐ πάς, ἐπεστήσαμεν, μήποτε τὴν τούτων κίνησιν ποικίλην οἴεται εἶναι, περὶ τὰ κέντρα μὲν τὰ ἑαυτῶν κινουμένων, καὶ κατὰ μῆκος δὲ καὶ κατὰ πλάτος καὶ κατὰ βάθος τρεπομένων
5αὐτῶν διὰ τοῦ οὐρανοῦ, τουτέστι διὰ τῶν οἰκείων σφαιρῶν, αἵ εἰσι τοῦ οὐρανοῦ μερίδες συμπληροῦσαι τὸν ὅλον οὐρα‐ νόν· οὐ γὰρ εἶπεν αὐτὰ ‘ἐν τῷ οὐρανῷ‘ φέρεσθαι ὡς ἂν τὸν αὐτὸν κατέχοντα τόπον, ἀλλὰ ‘διὰ τοῦ οὐρανοῦ‘, ὡς ἂν διὰ τῶν ἁψίδων κινούμενα καὶ ὅλα μεθιστάμενα κατὰ
10τόπον πρὸς τῷ ἀεὶ καὶ περὶ τὰ κέντρα τὰ ἑαυτῶν φέρεσθαι, ἵν’ ἔχῃ μικτήν τινα κίνησιν, ὥσπερ δὴ καὶ ἔστι μέσα τῶν ἀπλανῶν τῶν ἀεὶ τὸν αὐτὸν κατεχόντων τόπον καὶ τῶν ὑπὸ σελήνην μὴ κινουμένων περί τι μέσον. ἤδη τοίνυν φανερόν, ὅτι κατ’ αὐτὸν ὁμόκεντροι μέν εἰσιν αἱ σφαῖραι πᾶσαι καὶ
15ἔχουσι κέντρον τῷ παντὶ ταὐτόν, ἡ δὲ φαινομένη τῶν κινή‐ σεων ἀνωμαλία κατὰ τοὺς ἑπτὰ παρὰ τὴν αὐτῶν γίνεται τροπὴν παντοίως μεταβαλλόντων τὴν κίνησιν, προστιθέντων αὐτῶν, ἀφαιρούντων αὐτῶν, προποδιζόντων αὐτῶν, ὑψου‐ μένων, προσγείων γιγνομένων ἄνευ τῶν μεμηχανημένων ἐπι‐
20κύκλων· καὶ γὰρ οὐδενὸς τοιούτου πεποίηται μνήμην αὐτός, καὶ ἡ φύσις ἀπαιτεῖ τὸ μέσον πανταχοῦ. μέσον δὲ πάντων τῶν ὁμαλῶν καὶ τεταγμένων καὶ τῶν ἀνωμάλων καὶ ἀτάκτων ἐστὶν ὃ καὶ ἀνώμαλόν ἐστι καὶ τεταγμένον, οἷον δή ἐστι τὸ τῶν πλανωμένων τῆς κινήσεως εἶδος τὴν ἀνωμαλίαν ἀντα‐
25ποδιδὸν κατά τινα τάξιν ἀεὶ τὴν αὐτὴν τοῦ τε τάχους καὶ τῆς βραδυτῆτος καὶ τῆς ἐπὶ τὰ αὐτὰ ἢ τὰ ἐναντία τροπῆς. εἰ δέ τινες ἢ ἐπικύκλοις ἐχρήσαντό τισιν ἢ ἐκκέντροις, ὁμα‐ λεῖς ὑποθέμενοι κινήσεις, ἵν’ ἔχοιεν εὑρίσκειν τοὺς ἀριθμοὺς τῶν κινήσεων κατ’ ἐπισύνθεσιν τούτων, ὧν οἱ ἐπίκυκλοι
30κινοῦνται καὶ οἱ ἔκκεντροι καὶ ὧν οἱ ἀστέρες ἐπ’ αὐτῶν, καλὴ μὲν ἡ ἐπίνοια καὶ ψυχαῖς ἐμπρέπουσα λογικαῖς, τῆς
δὲ τῶν ὅλων ἄστοχοι φύσεως, ἧς μόνος ἀντελάβετο Πλάτων.
in Ti
.

3

.

97

Τῷ δὲ μήπω τὰ πάντα ζῷα ἐντὸς αὑτοῦ γεγενη‐ μένα περιειληφέναι, ταύτῃ ἔτι εἶχεν ἀνομοίως. τοῦτο δὴ τὸ κατάλοιπον ἀπειργάζετο αὐτοῦ πρὸς τὴν τοῦ παραδείγματος ἀποτυπούμενος φύσιν [39 E].
5 Ὅτι μὲν ἀεὶ πρὸς τὸ αὐτοζῷον ἐξομοιῶν τὸν κόσμον ὅμως τὴν μνήμην αὐτοῦ πεποίηται τρίς, μονογενὲς ποιῶν τόδε τὸ πᾶν, αἰώνιον ἀποτελῶν, παντελὲς ἀπεργαζόμενος, δῆλον, καὶ εἰκότως· τὸ γὰρ αὐτοζῷον τρισὶ τούτοις χαρακτηρί‐ ζεται, τῷ μονογενεῖ, τῷ αἰωνίῳ, τῷ παντελεῖ· τρίτην γὰρ
10εἰληχὸς τάξιν ἐν τοῖς νοητοῖς τὸ μὲν μονογενὲς ἀπὸ τῆς πρώτης ἔχει, καθ’ ἣν τὸ ἓν ὄν, τὸ δὲ αἰώνιον ἀπὸ τῆς δευτέρας, καθ’ ἣν ὁ αἰών, τὸ δὲ παντελὲς ἀφ’ ἑαυτῆς. τί δὲ τὸ παντελές ἐστι τοῦτο, δεῖ μὴ παρέργως ἰδεῖν. τῆς τοί‐ νυν ὁλότητος, ὥσπερ πολλάκις ὑπέμνησται, τριπλῆς οὔσης
15καὶ ἀπ’ αὐτῶν ἄνωθεν ἀρχομένης τῶν νοητῶν ἔδει καὶ τόνδε τὸν κόσμον εἰκόνα τοῦ καλλίστου τῶν νοητῶν ὄντα καθ’ ἑκάστην τούτων ὑποστῆναι τῶν ὁλοτήτων, κατὰ πρώ‐ την μὲν τὴν πρὸ τῶν μερῶν, κατὰ δευτέραν δὲ τὴν ἐκ τῶν μερῶν καὶ διὰ ταύτης κατὰ τὴν λοιπήν. ἤδη μὲν οὖν αὐ‐
20τὸν ὁ δημιουργὸς ἐκόσμησε κατὰ τὸ πρῶτον εἶδος τῆς ὁλό‐ τητος· γέγονε γὰρ ζῷον ἔμψυχον ἔννουν τὴν πρώτην, κοσμηθέντος μὲν τοῦ πλημμελῶς κινουμένου καὶ ἀτάκτως καὶ λαβόντος τάξιν, ψυχῆς δὲ ἐπιγενομένης καὶ νοῦ καὶ θείας ἑνώσεως. προϊὼν δὲ ὁ λόγος καὶ τὴν δευτέραν αὐτῷ
25δέδωκεν ὁλότητα τὴν ἐκ τῶν μερῶν, διττὰς περιφορὰς ὑπο‐ στήσας καὶ στοιχεῖα δι’ ἀναλογίας δεθέντα καὶ ψυχῆς κύ‐ κλους κατά τε μονάδα καὶ τριάδα καὶ τετράδα καὶ ἑπτάδα διατεταγμένους· ἐκ γὰρ τούτων ἁπάντων ὡς μερῶν ἐστι τὸ πᾶν, διότι ταῦτα τοῦ παντὸς ὡς παντός ἐστι συμπληρωτικά.
30ἐν δέ γε τοῖς προκειμένοις καὶ τὸ τρίτον εἶδος αὐτῷ δίδωσι τῆς ὁλότητος· δεῖ γὰρ καὶ ἑκάστην αὐτοῦ μοῖραν ὅλην γενέ‐
σθαι καὶ πάντα σχεῖν ἑαυτῇ οἰκείως, οὐρανίως μὲν τὸν
in Ti
.

3

.

98

οὐρανόν, ἀερίως δὲ τὸν ἀέρα, χθονίως δὲ τὴν γῆν· τοῦτο γὰρ τὸ ἐν τῷ μέρει ὅλον, καὶ διὰ τούτου μειζόνως ὁμοιοῦ‐ ται πρὸς τὸ παράδειγμα τὸ πάντων ζῴων περιεκτικόν· ἔστι γὰρ καὶ ἐκεῖνο μονὰς καὶ ἀριθμός, καὶ δεῖ καὶ τὸν κόσμον
5πάντα ἐν αὑτῷ τὰ ζῷα σχεῖν, ἵνα προσόμοιος γένηται τε‐ λέως πρὸς τὴν παντότητα τοῦ παραδείγματος, μὴ μόνον τὰ ὅλα πληρώματα τοῦ κόσμου λαβὼν καὶ ὅλος ἐξ ὅλων ὑφι‐ στάμενος, ἀλλὰ καὶ τὰ μερικὰ ζῷα, δι’ ὧν συμπεπλήρωται πᾶσα μερὶς τοῦ παντός, ἐν ἑαυτῷ περιλαβὼν καὶ πάσας
10τάξεις τὰς θείας τε καὶ δαιμονίας καὶ θνητάς· τελειοτάτη γὰρ πρὸς τὸ αὐτοζῷον ὁμοίωσις ἂν οὕτω γένοιτο τοῦ παντός. καὶ ἔστι τοῦτο 〈τὸ〉 δέκατον δῶρον εἰς τὸν κόσμον τοῦ δημιουργοῦ καὶ τὸ πάντων μέγιστον. καὶ οὐ τοῦτό φαμεν, ὅτι τὸν κό‐ σμον ὁ δημιουργὸς ἐξ ἀνομοιότητος εἰς ὁμοίωσιν ἄγει πρὸς τὸ
15νοητόν (οὕτω γὰρ ἂν τὸ ἀτελὲς προηγεῖτο τοῦ τελείου κατὰ τὴν δημιουργικὴν ἀπογέννησιν), ἀλλ’ ἡ τάξις αὐτὴν τὴν ἐν εἴδεσι προήγησιν καὶ κατ’ αἰτίαν προηγουμένην ἐπικράτειαν τῶν ἐνδιδομένων δευτέρων καὶ τρίτων ἀγαθῶν παραδίδωσιν, ἵνα πάντας τοὺς ἐξελιγμοὺς τῶν νοητῶν εἰδῶν ἀποτυπώ‐
20σηται κατὰ δύναμιν ὁ κόσμος. ἐπεὶ οὖν τὸ παράδειγμα καὶ μοναδικὸν ἦν καὶ πάντων περιληπτικὸν τῶν νοητῶν ζῴων, δεῖ καὶ τὸν κόσμον μὴ μονογενῆ μόνον εἶναι καὶ ὅλον ἐξ ὅλων, ἀλλὰ καὶ πάντων τῶν αἰσθητῶν ζῴων περιεκτικόν. Ἧιπερ οὖν νοῦς ἐνούσας ἰδέας τῷ ὅ ἐστι ζῷον
25ὅσαι τε καὶ οἷαι καθορ, τοσαύτας διενοήθη δεῖν καὶ τόδε σχεῖν [39 E]. Ἐνταῦθα δὴ οὖν ὁ περὶ τῆς ζῳογονίας λόγος πρόεισι
πάσας τὰς μοίρας ἀναπληρῶν τοῦ παντὸς τοῖς οἰκείοις γέ‐
in Ti
.

3

.

99

νεσι τῶν ζῴων καὶ πάντα τὰ γένη κατακοσμῶν τοῖς οἰκείοις ἀριθμοῖς καὶ τοὺς ἀριθμοὺς ἅπαντας καθ’ ὁμοιότητα τοῦ παραδείγματος ἀπογεννῶν, καὶ ἡ τρίτη διὰ τῆς δημιουρ‐ γίας ὁλότης ἐφήκει τῷ κόσμῳ, τοῖς ὅλοις τὰ μέρη συνυφαί‐
5νουσα καὶ ταῖς μονάσι τοὺς ἀριθμοὺς καὶ ἑκάστην μοῖραν τοῦ παντὸς κόσμον ποιοῦσα καὶ ὅλον τὸ ἐν μέρει καὶ πᾶν· καὶ γὰρ καὶ τοῦτο κατὰ τὴν πρὸς τὸ αὐτοζῷον ὁμοίωσιν ἔλαχεν ὁ κόσμος, διότι δὴ καὶ ἐκεῖνο καὶ μονάς ἐστιν ὁλοτελὴς καὶ ἀριθμὸς καὶ νοῦς νοητὸς παντέλειος καὶ πλήρωμα τῶν νοη‐
10τῶν αἰτιῶν, ἃς αὐτὸς ἀπεγέννησεν ἐν αὑτῷ μενούσας διαι‐ ωνίας· ἄλλο γὰρ τὸ μένον ἐν τοῖς αἰτίοις ἐστὶ πλῆθος καὶ ἄλλο τὸ προϊὸν καὶ μεριζόμενον. ἐπεὶ καὶ αὐτὸς ὁ δημιουρ‐ γὸς τὰ μὲν ἐν ἑαυτῷ γένη τῶν θεῶν ὑφίστησι, τὰ δὲ εἰς δευτέρας ἀφ’ ἑαυτοῦ καὶ τρίτας προάγει τάξεις, καὶ ὁ τού‐
15του πατὴρ ἄλλα μὲν ἀπογεννᾷ τὰ παραδειγματικὰ τῆς δημι‐ ουργίας αἴτια τὰ μένοντα ἐν αὑτῷ, ἄλλα δὲ αὐτὰ τὰ δημι‐ ουργικὰ αἴτια τὰ προτεταγμένα τῶν ὅλων, καὶ ὁ προπάτωρ Οὐρανὸς τοὺς μὲν ἐν ἑαυτῷ κατέχει, τοῖς δὲ τὴν ἀφ’ ἑαυτοῦ δίδωσι διάκρισιν. καὶ δηλοῦσιν οἱ θεολόγοι ταῦτα μυστι‐
20κοῖς ὀνόμασιν, ὅπου μὲν ‘κρύψιν‘, ὅπου δὲ ‘κατάποσιν‘ λέγοντες, ὅπου δὲ ‘τὴν ἐν τῷ μηρῷ τροφήν‘. πολλῷ δὴ πρότερον τούτων ὁ νοητὸς νοῦς, ὁ πατὴρ τῶν ὅλων, τὰς μὲν ἐν ἐκείνῳ γεννᾷ καὶ ἐκφαίνει τῶν αἰτιῶν, τὰς δὲ ἀφ’ ἑαυτοῦ προάγει καὶ ταῖς μεθ’ ἑαυτὸν τάξεσιν ἐφίστησι τῶν
25θεῶν, τὰ μὲν ἑνοειδῆ καὶ ὅλα καὶ παντελῆ κατέχων ἐντὸς τῆς ἑαυτοῦ περιοχῆς, τὰ δὲ πληθυόμενα καὶ μεριζόμενα δι’ ἑτερότητος εἰς ἑτέρας τάξεις προάγων. ἐπεὶ τοίνυν πᾶσα ἡ πατρικὴ τάξις τοῦτον ὑφίστησι τὸν τρόπον, εἰκότως καὶ ὅδε ὁ κόσμος, μίμημα ὢν τῶν νοητῶν τάξεων καὶ εἰς ἐκείνας
30ἀνηρτημένος, ἄλλην μὲν ἔχει τὴν πρὸ τῶν μερικῶν ζῴων παντότητα, ἄλλην δὲ τὴν ἀπ’ αὐτῶν συμπληρουμένην, καὶ μετὰ τῆς προτέρας ὑποδέχεται καὶ τὴν δευτέραν, ἵνα ὁμοιό‐
τατος ᾖ καὶ πρὸς τὴν δημιουργικὴν καὶ πρὸς τὴν παρα‐
in Ti
.

3

.

100

δειγματικὴν αἰτίαν. καὶ τοῦτο μὲν οὕτως. αὐτὸ δὲ τὸ ὅ ἐστι ζῷον εἴρηται μὲν καὶ πρότερον [I 306, 1 ss] τί ἐστιν, ὥς γε ἡμεῖς οἰόμεθα, λεγέσθω δὲ καὶ νῦν, ὅτι τοῦ νοητοῦ πλάτους τὸ μέν ἐστιν ἀκρότατον καὶ ἡνωμένον καὶ κρύφιον,
5τὸ δὲ δύναμις ἐκείνου καὶ προϊὸν ἅμα καὶ μένον, τὸ δὲ ἐκφῆναν ἑαυτὸ δι’ ἐνεργείας καὶ τὸ πλῆθος ἐν αὑτῷ δεῖξαν τὸ νοητόν. καὶ τούτων τὸ μὲν ὄν ἐστι νοητόν, τὸ δὲ ζωὴ νοητή, τὸ δὲ νοῦς νοητός. ἀλλ’ οὔτε τὸ ὂν αὐτὸ τὸ πρώ‐ τιστον αὐτοζῷον εἶναι δυνατόν· οὐ γάρ ἐστιν ἐκεῖ πλῆθος
10οὐδὲ τετρὰς ἰδεῶν, ἀλλὰ διὰ τὴν μόνωσιν αὐτοῦ καὶ τὴν ἄφραστον ἕνωσιν ἓν ὂν ὑπὸ τοῦ Πλάτωνος προσηγόρευται, καὶ ὅλως τὸ μὲν αὐτοζῷον αἰῶνος λέγεται μετέχειν, ἐκεῖνο δὲ οὐδενὸς μετέχει, πλὴν εἰ τοῦ ἑνὸς λέγοι τις, ὃ δὴ καὶ αὐτὸ πάντως ἐπιστάσεως ἄξιον· μήποτε γὰρ τὸ μὲν ὑπὲρ
15αὐτὸ κρεῖττον καὶ ταύτης τῆς προσρήσεως, αὐτὸ δέ ἐστι τὸ πρώτως ὃ οὐ κατὰ μέθεξίν ἐστι τοιοῦτον. οὔτ’ οὖν τὸ ὂν αὐτὸ τὸ αὐτοζῷον εἶναι δυνατὸν διὰ τὰς εἰρημένας αἰτίας οὔτε τὴν ζωὴν τὴν νοητήν· τὸ γὰρ ζῷον δεύτερόν ἐστι τῆς ζωῆς καὶ κατὰ μετουσίαν ζωῆς λέγεται ζῷον, ὅλως
20δέ, εἰ τὸ αὐτοζῷον δεύτερον ἦν, ὁ αἰὼν τὸ ὄν. ἀλλ’ ἀδύ‐ νατον· ἄλλο γὰρ τὸ ἓν ὂν καὶ ἄλλο τὸ ἀεὶ ὄν· τὸ μὲν μο‐ νὰς τοῦ ὄντος, τὸ δὲ δυὰς μετὰ τοῦ ὄντος ἔχουσα τὸ ἀεὶ συμπεπλεγμένον, καὶ τὸ μὲν τοῦ εἶναι πᾶσιν αἴτιον, τὸ δὲ τῆς κατὰ τὸ εἶναι διαμονῆς. εἰ τοίνυν μήτε αὐτὸ τὸ ἓν ὄν
25ἐστι μήτε τὸ μετ’ αὐτό (τοῦτο γὰρ ὁ αἰών, ἡ νοητὴ δύναμις καὶ ἡ ἄπειρος ζωὴ καὶ ἡ ὁλότης αὐτή, καθ’ ἣν ὁμοῦ τὸ ὅλον ἐστὶν ἕκαστον τῶν θείων), ἀνάγκη τρίτον εἶναι λοιπὸν τὸ αὐτοζῷον· καὶ γὰρ ἀνάγκη καὶ νοῦν εἶναί πῃ τὸ αὐτο‐ ζῷον, εἴπερ καὶ ἡ εἰκὼν αὐτοῦ πάντως μετ’ αἰσθήσεως, νοῦ
30δὲ εἰκὼν ἡ αἴσθησις· ὥστε καὶ ἐν ἐκείνῳ πρώτως ὁ νοῦς, ὅ ἐστι πρώτως ζῷον· ὥστε εἰ δεύτερόν ἐστι τῆς ζωῆς, ἐξ ἀνάγκης κατὰ τὸν νοητὸν ὑφέστηκε νοῦν· νοητὸν γὰρ ὂν
καὶ ζῷον, ὡς αὐτὸς εἶπε, τῶν νοουμένων κάλλιστον
in Ti
.

3

.

101

καὶ μονογενὲς ταύτην ἂν ἔχοι τὴν τάξιν· πάντα γὰρ τὰ μετὰ τοῦτο τὸ εἶδος μετ’ ἄλλων τε παράγεται καὶ τῆς παντό‐ τητος ἀπολείπεται τῆς νοητῆς. ἔστιν ἄρα τὸ αὐτοζῷον νοῦς νοητός, περιέχων τὰς νοερὰς διακοσμήσεις τῶν θεῶν ἐν ἑαυ‐
5τῷ καὶ συναγωγὸς αὐτῶν καὶ ἑνοποιὸς καὶ τελεσιουργός, πέρας μὲν ὢν τῶν νοητῶν τὸ κάλλιστον, τὴν δὲ ἡνωμένην αὐτῶν καὶ ἄγνωστον αἰτίαν ἐκφαίνων τοῖς νοεροῖς, ἐγείρων μὲν ἑαυτὸν πρὸς ἰδέας καὶ δυνάμεις παντοίας, παράγων δὲ πάσας τὰς δευτέρας τάξεις τῶν θεῶν. διὸ δὴ καὶ Ὀρφεὺς
10[frg. 119] Φάνητά τε τὸν θεὸν τοῦτον προσηγόρευσεν ὡς ἐκφαίνοντα τὰς νοητὰς ἑνάδας καὶ ζῴων αὐτῷ μορφὰς ἀν‐ έθηκεν ὡς ἐν αὐτῷ τῆς πρώτης αἰτίας τῶν νοητῶν ζῴων ἐκφανείσης καὶ ἰδέας πολυειδεῖς ὡς τῶν νοητῶν ἰδεῶν πρώτως περιληπτικῷ, καὶ κληῖδα νόου προσειπὼν κλεῖν
15τε αὐτὸν ἐκάλεσε τοῦ νοῦ, διότι περατοῖ πᾶσαν τὴν νοη‐ τὴν οὐσίαν καὶ συνέχει τὴν νοερὰν ζωήν. πρὸς δὴ τοῦτον τὸν τοσοῦτον θεὸν ὁ δημιουργὸς ἀνήρτηται τοῦ παντὸς νοῦς μὲν καὶ αὐτὸς ὤν, ὥσπερ εἴπομεν πρότερον, ἀλλὰ νοερὸς νοῦς ὡς νοῦ διαφερόντως αἴτιος. διὸ καὶ ὁρᾶν λέγεται τὸ
20αὐτοζῷον· ἴδιον γὰρ τὸ ὁρᾶν τῶν νοερῶν θεῶν, ἐπεὶ τόν γε νοητὸν νοῦν καὶ ἀνόμματον ὁ θεολόγος [frg. 68] προσηγόρευσε· λέγει γοῦν περὶ αὐτοῦ· ποιμαίνων πραπίδεσσιν ἀνόμματον ὠκὺν Ἔρωτα· ἔστι γὰρ αὐτοῦ καὶ τὸ ἐνέργημα νοητόν. νοῦς δὲ ὁ δημι‐
25ουργὸς ὢν οὐκ ἔστι τῶν μετεχομένων, ἵνα τῶν ὅλων ᾖ δημιουργὸς καὶ ἵνα δύνηται πρὸς τὸ αὐτοζῷον ὁρᾶν· ἀμέθ‐ εκτος δὲ ὢν ὄντως νοερός ἐστι νοῦς, καὶ διὰ μὲν τῆς ἁπλῆς νοήσεως συνήνωται πρὸς τὸ νοητόν, διὰ δὲ τῆς ποι‐ κίλης εἰς ἀπογέννησιν σπεύδει τῶν δευτέρων. ἐκείνην μὲν
30αὐτοῦ τὴν νόησιν ὅρασιν προσείρηκεν ὁ λόγος, ὡς ἀπλή‐ θυντον καὶ ὡς τῷ νοητῷ φωτὶ καταλαμπομένην, τὴν δὲ δευτέραν ἐνέργειαν διανόησιν, ὡς διὰ τῆς ἁπλῆς νοήσεως
προϊοῦσαν καὶ εἰς ἀπογέννησιν τῶν δημιουργικῶν ἔργων
in Ti
.

3

.

102

προχωροῦσαν. καὶ ὁ μὲν Πλάτων ὁρᾶν αὐτὸν εἰς τὸ αὐτο‐ ζῷον εἶπεν, ὁ δὲ Ὀρφεὺς καὶ ἐπιπηδᾶν αὐτῷ καὶ κατα‐ πίνειν δειξάσης μέντοι τῆς Νυκτός· ἀπὸ γὰρ ταύτης νοητῆς οὔσης ἅμα καὶ νοερᾶς ὁ νοερὸς νοῦς συνάπτεται
5πρὸς τὸ νοητόν. καὶ οὐ διὰ τοῦτο φαίης ἂν εἰς τὸ ἔξω ἑαυτοῦ τὸν δημιουργὸν βλέπειν (οὐ γὰρ θέμις αὐτῷ), πρὸς δὲ ἑαυτὸν ἐστραμμένον καὶ εἰς τὴν ἐν αὑτῷ πηγὴν τῶν ἰδεῶν καὶ πρὸς τὴν μονάδα συνάπτεσθαι τῶν παντοίων εἰ‐ δητικῶν διακόσμων·
10 οὐ γὰρ ἄνευ νόος ἐστὶ νοητοῦ καὶ τὸ νοητόν οὐ νοῦ χωρὶς ὑπάρχει κατὰ τὸ λόγιον [or. chald. 11 s]. ὅπου δὲ καὶ τὴν ἡμε‐ τέραν ψυχὴν εἰς ἑαυτὴν ὁρῶσαν τὰ πάντα γιγνώσκειν φαμὲν καὶ οὐκ ἔστιν ἔξω αὐτῆς τὰ πρὸ αὐτῆς, πῶς οὐχὶ μειζόνως
15ὁ δημιουργικὸς νοῦς ἑαυτὸν νοῶν τὸν νοητὸν θεᾶται κόσμον; ἔστι μὲν γὰρ καὶ ἐν αὐτῷ τὸ αὐτοζῷον, ἀλλ’ οὐ μοναδικῶς, ἀλλὰ κατά τινα θεῖον ἀριθμόν, διὸ καὶ καταπίνειν λέγεται τὸν νοητόν, ὡς εἴπομεν [p. 99, 20], ἐκεῖνον θεὸν αὐτὸς νοερὸς ὢν παρὰ τοῖς θεολόγοις ὡς ἑνούμενος τούτῳ,
20〈καὶ〉 τὸ νοητὸν πᾶν καὶ αἱ εἰδητικαὶ διαιρέσεις καὶ ὁ νοη‐ τὸς ἀριθμός· ἃ καὶ ὁ Πλάτων ἐνδεικνύμενος ὅσας καὶ οἵας ἐπωνόμασεν αὐτοῦ τὰς ἰδέας, τῷ μὲν τὰς ἰδιότητας τῶν αἰτίων δηλῶν, τῷ δὲ τὴν κατ’ ἀριθμὸν διάκρισιν. εἰ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, οὐ χρὴ τὴν ἀπειρίαν τῶν
25εἰδῶν ἐν τοῖς νοητοῖς ὑποτίθεσθαι, καθάπερ λέγουσί τινες (τὸ γὰρ ὡρισμένον τοῦ ἀορίστου ταῖς ἀρχαῖς οἰκειότερον, ὡς καὶ ὁ Πλάτων ἐνδείκνυται), καὶ ἀεὶ τὰ πρῶτα τῷ ποσῷ μὲν εἶναι συνεσταλμένα, τῇ δὲ δυνάμει διαφέροντα τῶν μετὰ ταῦτα καὶ ἀπ’ αὐτῶν προϊόντων, ἀλλ’ οὐδὲ λέγειν, ὅτι οἱ
30τὸ αὐτοζῷον τοῦ δημιουργοῦ διορίζοντες ἔξω ποιοῦσι τοῦ
νοῦ τὸ νοητόν· οὐ γὰρ καταδεέστερον τοῦ ὁρῶντος ποιοῦμεν
in Ti
.

3

.

103

τὸ ὁρώμενον, ἵνα ἔξω ᾖ, ἀλλὰ πρὸ αὐτοῦ. τὰ δὲ θειότερα νοητὰ ὑπὸ τῶν κοιλοτέρων ὡς ἐν αὐτοῖς ὄντα νοεῖται· ὅπου γε καὶ ἡ ψυχὴ εἰς ἑαυτὴν εἰσιοῦσα πάντα εὑρίσκειν λέγεται τὰ ὄντα, θεόν τε καὶ φρόνησιν, φησὶν ὁ Σω‐
5κράτης [Alc. I 133 C], καὶ πρὸ τοῦ δημιουργοῦ τοίνυν τὸ αὐτοζῷον καὶ οὐκ ἔξω αὐτοῦ, κἀκεῖ μὲν ὁλικῶς πάντα καὶ νοητῶς, ἐν τῷ δημιουργῷ δὲ νοερῶς καὶ διῃρημένως· ἐν τούτῳ γὰρ ἡλίου καὶ σελήνης αἴτια προϋφέστηκε διωρισμένα καὶ οὐ μόνον ἡ μία τῶν οὐρανίων θεῶν ἰδέα πάντων ὑπο‐
10στατικὴ τῶν οὐρανίων γενῶν· ὅθεν καὶ τὰ λόγια [or. chald. 24, 10 s] τὰς δημιουργικὰς 〈ἰδέασ〉 σμήνεσσιν ἐοικυίας φέρεσθαι λέγει
ῥηγνυμένας κόσμου περὶ σώμασι· τὴν γὰρ ὁλικὴν αὐτῶν ἐν τῷ νοητῷ διάκρισιν ἀνείλιξεν εἰς
15πᾶν τὸ δημιουργικὸν πλῆθος ὁ θεῖος νοῦς. ταῦτα μὲν οὖν ὥσπερ πορίσματα ληπτέον. Εἰρημένων δὲ τούτων ἄξιον ἱστορῆσαι καὶ τὰς τῶν παλαιοτέρων δόξας ὅσαι καινότερον ἐπικεχείρηνται περὶ τήνδε τὴν λέξιν. Ἀμέλιος μὲν οὖν τὴν τριάδα τῶν δημιουργικῶν νόων ἀπὸ τούτων μάλιστα
20συνίστησι τῶν ῥημάτων, τὸν μὲν πρῶτον ‘ὄντα‘ καλῶν ἀπὸ τοῦ ὅ ἐστι ζῷον, τὸν δὲ δεύτερον ‘ἔχοντα‘ ἀπὸ τοῦ ἐν‐ ούσας (οὐ γὰρ ἔστιν ὁ δεύτερος, ἀλλ’ εἴσεισιν ἐν αὐτῷ), τὸν δὲ τρίτον ‘ὁρῶντα‘ ἀπὸ τοῦ καθορᾶν, καίτοι τοῦ Πλάτωνος ἐν τῷ ὅ ἐστι ζῷον εἶναι τὰς ἰδέας εἰπόντος καὶ
25οὐκ ἄλλο μὲν εἶναι τὸ αὐτοζῷον, ἄλλο δὲ τὸ ἐν ᾧ ἔνεισιν αἱ ἰδέαι τῶν ζῴων, ὥστε οὐκ ἄλλος ἐστὶν ὁ ὢν τοῦ ἔχον‐ τος, εἴπερ ὃ μέν ἐστι τὸ ὅ ἐστι ζῷον, ὃ δὲ ἐν ᾧ ἔνεισιν αἱ ἰδέαι. Νουμήνιος [frg. 39 Thed.] δὲ τὸν μὲν πρῶτον κατὰ τὸ ὅ ἐστι ζῷον τάττει καί φησιν ἐν προσχρήσει τοῦ
30δευτέρου νοεῖν, τὸν δὲ δεύτερον κατὰ τὸν 〈πρῶτον〉 νοῦν καὶ τοῦτον αὖ ἐν προσχρήσει τοῦ τρίτου δημιουργεῖν, τὸν δὲ τρίτον κατὰ τὸν διανοούμενον. ταῦτα δὲ ὅτι μὲν ἔχει τινὰς
καθ’ ἑαυτὰ διαφοράς, πρόδηλον, οὐχ οὕτω δὲ διῄρηται νῦν
in Ti
.

3

.

104

ὑπὸ τοῦ Πλάτωνος, ὥστε ἕτερον μὲν εἶναι τὸν νοοῦντα νοῦν, ἕτερον δὲ τὸν διανοούμενον· οὐ γὰρ ἀντιδιαιρεῖ τὰς ἐνεργείας ὁ Πλάτων τοῖς ἐνεργοῦσιν· ἀπὸ γὰρ τῶν ἐνεργούν‐ των αἱ ἐνέργειαι, μᾶλλον δὲ ἐπὶ τῶν θείων οὐσιῶν σύνδρο‐
5μοι πρὸς τὰς οὐσίας. τὸ δὲ διενοήθη καὶ τὸ καθορᾷ τοῦ δημιουργικοῦ νοῦ πρὸς τὸ παρὸν ὡς ἐνεργήματα παρα‐ λαμβάνεται. πολλοῦ ἄρα δεῖ ταῦτα ἀντιδιαιρεῖσθαι πρὸς αὐτόν, ἃ σύνδρομά ἐστι πρὸς τὴν ὑπόστασιν αὐτοῦ. πρὸς μὲν οὖν τούτους καὶ ὁ θεῖος Ἰάμβλιχος ἱκανῶς ἀντείρηκε
10προστιθείς, ὅτι καὶ τὰς διακρίσεις τῶν θείων οὐ τοιαύτας ὁ Πλάτων πεποίηται, οἵας οὗτοι λέγουσιν, ἔν τε Σοφιστῇ καὶ Φιλήβῳ καὶ Παρμενίδῃ, ἀλλὰ διωρισμένους περὶ ἑκάστης ἐκεῖ τάξεως ἀποδέδωκε λόγους καὶ διεῖλε τὰς ὑπο‐ θέσεις ἀπ’ ἀλλήλων, χωρὶς μὲν τὴν περὶ τοῦ ἑνός, χωρὶς
15δὲ τὴν περὶ τοῦ ὅλου, καὶ ἐφεξῆς ὁμοίως ἑκάστην τοῖς οἰ‐ κείοις περιγράφων ἀφορισμοῖς. ἡμεῖς δέ (οὐδὲ γὰρ τοῦτο πρόκειται τὰς τῶν ἄλλως εἰπόντων δόξας διελέγχειν) ἀναμνή‐ σαντες ἡμᾶς αὐτούς, ὅτι τὰ εἰρημένα ταῦτά ἐστι· τί τὸ παρά‐ δειγμα τὸ ἓν καὶ τὸ νοητόν; τίς ὁ ὅλος δημιουργός; τίς ἡ
20ἕνωσις ἀμφοτέρων; κατίδωμεν, ὅπως ἐφεξῆς καὶ τὸ πλῆθος τῶν παραδειγμάτων καὶ τὰς πολλὰς δημιουργίας παραδίδω‐ σιν ὁ λόγος. Εἰσὶ δὲ δὴ τέτταρες, μία μὲν οὐρανίων θεῶν γένος, ἄλλη δὲ πτηνὸν καὶ ἀεροπόρον, τρίτη δὲ
25ἔνυδρον εἶδος, πεζὸν δὲ καὶ χερσαῖον τέταρτον [39 E 40 A]. Ὥσπερ οὖν ἐπ’ αὐτῆς τῆς δημιουργικῆς νοήσεως ἡγεῖται τοῦ νοεροῦ πλήθους ἡ μονὰς καὶ ὡς ἐπὶ τοῦ παραδείγμα‐ τος προϋπάρχει τοῦ ἀριθμοῦ τὸ ἑνιαῖον εἶδος, οὕτω δὴ καὶ
30ὁ λόγος ὁ τῶν θείων ἐξηγητὴς τὴν τῶν πραγμάτων ἀπει‐
κονιζόμενος φύσιν, ὧν ἐστιν ἄγγελος, πρῶτον μὲν ἀθρόως
in Ti
.

3

.

105

καὶ κατ’ ἐνθουσιαστικὴν ἐπιβολὴν ὅλον περιλαμβάνει τὸ γνω‐ στόν, ἔπειτα ἀναπτύσσει τὸ συνεσπειραμένον καὶ ἀνελίσσει τὴν μίαν νόησιν διὰ τῶν λόγων καὶ τὸ ἡνωμένον διαιρεῖ κατ’ αὐτὴν τὴν τῶν πραγμάτων φύσιν, ποτὲ μὲν τὴν ἕνω‐
5σιν αὐτῶν, ποτὲ δὲ τὴν διάκρισιν ἑρμηνεύων, ἐπειδήπερ ἑκάτερον ἅμα περιλαμβάνειν οὐ πέφυκεν οὐδὲ οἷός τέ ἐστι. τοῦτο δὴ οὖν καὶ ὁ τοῦ Πλάτωνος λόγος πεπονθὼς πρῶτον μὲν ἐνθέως τὸν ὅλον ἀριθμὸν ἐξέφηνε τῶν νοητῶν ἰδεῶν, ἔπειτα τὰς ἐν αὐτῷ προόδους κατεμέρισεν· ἐκεῖ γὰρ τὸ πλῆ‐
10θός ἐστι τὸ νοητὸν ἐκφανές, ὅπου καὶ αἱ πρώτισται τῶν ἰδεῶν μονάδες. καὶ τοῦτο μὲν ὅτι Πλατωνικόν ἐστιν ἔθος, διὰ πολλῶν ὑπέμνησται καὶ πρότερον, οἷον ἐκ τοῦ γέγονεν [28 B], ἐκ τοῦ ἀγαθὸς ἦν [29 E], ἐκ τοῦ ἕνα [31 A], ἐκ πάντων τῶν προειρημένων. ἀπὸ δὲ τῶν λόγων ἐπὶ τὰ
15πράγματα μεταβάντες κατίδωμεν πρῶτον μέν, τίς ἡ τετρὰς αὕτη τῶν ἰδεῶν καὶ πόθεν οὗτος ὁ ἀριθμός; ἔπειτα τίνες αἱ τέτταρες ἰδέαι καὶ πῶς εἰσιν ἐν τῷ αὐτοζῴῳ, πότερον ὡς συμπληροῦσαι δι’ ἑαυτῶν τὸ ἐκείνου παντελὲς ἢ ἄλλως πως; διὰ γὰρ τούτων τῶν σκεμμάτων καθ’ ὁδὸν ἰόντες εὑ‐
20ρήσομεν τὴν ἔνθεον τοῦ Πλάτωνος ἐπιβολήν. δεῖ δὴ πάλιν ἐπὶ τὰς εἰρημένας ἀποδείξεις ἀναδραμεῖν, ἐν αἷς ἐλέγομεν, ὅτι τῆς πρωτίστης καὶ ἡνωμένης καὶ ἁπλουστάτης τῶν θεῶν νοητῆς οὐσίας ἄνωθεν ἀπὸ τῆς ἑνάδος τῶν ἑνάδων προϊού‐ σης κατὰ δή τινα τρόπον ἄρρητον καὶ ἄληπτον τοῖς πᾶσι
25τὸ μέν ἐστι πρώτιστον καὶ κρύφιον καὶ πατρικόν, τὸ δὲ δεύτερον καὶ μία δύναμις τῶν ὅλων καὶ ἀπερίληπτον μέ‐ τρον, τὸ δὲ τρίτον εἰς ἐνέργειαν προελθὸν καὶ παντοίας δυνάμεις καὶ ἅμα πατρικόν τε καὶ ποιητικὸν ὑφεστηκός. καὶ τὸ μὲν μονάς, ὅτι δὴ κορυφὴ παντός ἐστι τοῦ νοητοῦ
30πλάτους καὶ αἰτία καὶ πηγὴ τῶν θείων ἀριθμῶν, τὸ δὲ δυάς· καὶ γὰρ μένει καὶ πρόεισιν ὡς ἐν νοητοῖς γένεσι καὶ τὸ ἀεὶ μετὰ τοῦ ὄντος ἔχει συμπεπλεγμένον. τὸ δὲ νῦν ζητούμενον ἡ τετρὰς ἡ πᾶσαν μὲν ὑποδεξαμένη τὴν κρύφιον
τῆς μονάδος αἰτίαν, ἐκφήνασα δὲ ἐν ἑαυτῇ τὴν ἀνεκφοίτητον
in Ti
.

3

.

106

ἐκείνης δύναμιν· ὅσα γὰρ ἦν ἐν τῇ μονάδι πρώτως καὶ ἑνι‐ αίως 〈καὶ〉 ἀνεκφοιτήτως, ταῦτα ἡ τετρὰς ἔδειξε διῃρημένως καὶ κατ’ ἀριθμὸν ἤδη διαστήσασα καὶ κατὰ τὴν εἰς τὰ δεύ‐ τερα ποίησιν. ἐπειδὴ δὲ τὸ τρίτον ἔχει μὲν καὶ τὴν αὑτῷ
5πρέπουσαν τάξιν, μετέχει δὲ καὶ τῶν πρὸ αὑτοῦ πάντως αἰτίων, οὐ μόνον ἐστὶ τετράς, ἀλλὰ καὶ πρὸ τῆσδε μειζόνως μονάς τε καὶ δυάς, καὶ ὡς μὲν μονὰς πατρικὴν ἔλαχεν ὑπεροχήν, ὡς δὲ δυὰς ποιητικὴν καὶ γόνιμον. καθὸ μὲν οὖν αὐτοζῷον ἀποκαλεῖται, μονάς ἐστι τῆς τῶν ζῴων ἁπάν‐
10των φύσεως, τῶν τε νοερῶν καὶ ζωτικῶν καὶ σωματικῶν, καθὸ δὲ τοῦ τε ἄρρενός ἐστιν ἅμα καὶ τοῦ θήλεος περι‐ εκτικόν, δυάς ἐστι· ταῦτα γὰρ ἐν πάσαις τάξεσι τῶν ζῴων οἰκείως ἐστίν, ἄλλως μὲν ἐν θεοῖς, ἄλλως δὲ ἐν δαίμοσιν, ἄλλως δὲ ἐν θνητοῖς, καὶ δεῖ προάρχειν αὐτῶν τὰς πρώτας
15ἑνάδας ἐν τῇ μιᾷ τοῦ ζῴου περιοχῇ. καθὸ δὲ ἐκ τῆς δυά‐ δος ταύτης τὰς τέτταρας ἐν ἑαυτῷ τῶν ζῴων ἰδέας ὑπεστή‐ σατο, τετράς· κατὰ γὰρ ταύτας τὰς ἰδέας ἡ τετραμερὴς δημιουργία προελήλυθε, καὶ ἡ πρώτη ποιητικὴ τῶν ὅλων αἰτία τετράς ἐστι. ταύτην οὖν ὁ Πλάτων τὴν τετραδικὴν
20δύναμιν τοῦ παραδείγματος ἀναδιδάσκων καὶ τὰς ἑνικωτάτας ἰδέας τῶν ἐγκοσμίων τέτταρας αὐτὰς εἶναί φησιν ὑφ’ ἑνὸς τοῦ αὐτοζῴου περιεχομένας· ἔστι μὲν γὰρ ἐκεῖ καὶ ἡ μία ἰδέα, τὸ αὐτοζῷον, ἔστι δὲ καὶ ἡ δυάς, τὸ θῆλυ καὶ τὸ ἄρρεν, εἰ δὲ βούλει καὶ ὡς αὐτὸς διεῖλε γένη τε ἔχον καὶ
25εἴδη· κέκληκε γὰρ γένη τὸ νοερὸν μὲν καὶ ἀεροπόρον, τὰς δύο ἰδέας, εἴδη δὲ τὰς λοιπάς, ὡς ἐκείνων ὑφειμένας. ἔστι δὲ καὶ ἡ τετρὰς καὶ μέχρι ταύτης τὰ νοητὰ εἴδη· κατὰ ταύτην γὰρ ἀφωρίζετο τὸ πέρας τῶν νοητῶν. ἐντεῦθεν δὲ ἤδη καὶ ἐπ’ ἄλλους πρόεισι διακόσμους κατ’ ἄλλον καὶ
30ἄλλον ἀριθμόν· οἰκεῖος γάρ ἐστι καθ’ ἑκάστην τάξιν ἀριθ‐ μός, καὶ ὁ μὲν ἐλάττων ὁλικωτέρων ἐστὶν ἰδεῶν περιεκτικός, ὁ δὲ πεπληθυσμένος μερικωτέρων, ἐπειδὴ τὰ θειότερα τῷ
ποσῷ συνεσταλμένα δύναμιν ὑπερφέρουσαν ἔχει, καὶ τὰ τῶν
in Ti
.

3

.

107

δευτέρων εἴδη πληθύνεται μᾶλλον τῶν πρὸ αὐτῶν, τὰ μὲν νοερὰ τῶν νοητῶν, τὰ δὲ ὑπερκόσμια τῶν νοερῶν, τὰ δὲ ἐγκόσμια τῶν ὑπερκοσμίων. ταῦτα γοῦν ἐστι τὰ εἰς τὸν ἔσχα‐ τον ἀφικόμενα μερισμόν, ὥσπερ τὰ νοητὰ τὴν ἀκροτάτην
5ἕνωσιν καταδεξάμενα· πᾶσα γὰρ πρόοδος ἐλαττοῖ μὲν τὴν δύναμιν, αὔξει δὲ τὸ πλῆθος. εἰ μὲν οὖν περὶ νοερᾶς τινος τάξεως ἐποιεῖτο τὸν λόγον ὁ Τίμαιος, ἄλλον ἂν εἶπεν ἀριθ‐ μόν, οἷον ἑβδομαδικὸν ἢ δεκαδικόν. ἐπειδὴ δὲ περὶ τῆς νοητῆς αἰτίας τῶν ἰδεῶν τῆς περιεχούσης πάντα ὅσα νοητὰ
10ζῷα, τέτταρας εἶναί φησι τὰς πρώτας ἰδέας· ἐκεῖ γὰρ ἡ τε‐ τράς, ἀπὸ τῆς μονάδος προελθοῦσα τῆς νοητῆς καὶ πλη‐ ροῦσα τὴν δεκάδα τὴν δημιουργικήν· πρόεισι γὰρ ὁ θεῖος ἀριθμός, ὥς φησιν ὁ Πυθαγόρειος εἰς αὐτὸν ὕμνος, μουνάδος ἐκ κευθμῶνος ἀκηράτου, ἔστ’ ἂν ἵκηται
15 τετράδα ἐπὶ ζαθέην· ἣ δὴ τέκε μητέρα πάντων, πανδοχέα, πρέσβειραν, ὅρον περὶ πᾶσι τιθεῖσαν, ἄτροπον, ἀκαμάτην· δεκάδα κλείουσί μιν ἁγνήν· μονάδα μὲν ἀκήρατον λέγων καὶ κευθμῶνα τῆς μονάδος τὴν ἑνοειδῆ καὶ κρύφιον τοῦ ἑνὸς ὄντος αἰτίαν, τετράδα
20δὲ ζαθέην τὴν τοῦ νοητοῦ πλήθους ἔκφανσιν, ἣν ἡ δυὰς ἐξέφηνεν ἡ μέση τῆς τε μονάδος καὶ τετράδος, δεκάδα δὲ αὐτὸν τὸν κόσμον τὸν πάντων ὑποδεχόμενον τῶν θείων ἀριθμῶν εἰκόνας ἄνωθεν εἰς αὐτὸν ἐκδοθείσας· δυνατὸν γὰρ καὶ οὕτως ἀκούειν τῶν εἰρημένων εἰς τὴν τοῦ κόσμου δη‐
25μιουργίαν βλέποντα. ταῦτα μὲν περὶ τῆς τετράδος αὐτῆς εἰρήσθω. τίνες δὲ αἱ τέτταρες ἰδέαι μετὰ ταῦτα λέγωμεν καὶ ποίων εἰσὶν ὑποστατικαὶ πραγμάτων· ἄλλοι γὰρ ἄλλως δοξάζουσιν· οἳ μὲν εἰς θεοὺς καὶ τὰ θνητὰ γένη τὴν πρό‐ οδον γίγνεσθαι λέγοντες τῆς λέξεως καταδραττόμενοι μάλιστα
30τῆς τοῦ Πλάτωνος, οἳ δὲ εἰς θεοὺς καὶ τὰ κρείττονα ἡμῶν γένη πρὸς τὰ πράγματα ἀποβλέποντες, διότι προϋφέστηκε
ταῦτα πρὸ τῶν θνητῶν καὶ δεῖ τὸν δημιουργὸν μὴ ἀμέσως
in Ti
.

3

.

108

τὰ θνητὰ ποιεῖν ἀπὸ τῶν θείων, οἳ δὲ καὶ συνάπτοντες ἀμφότερα καὶ τοῖς ἐν τῇ Ἐπινομίδι [984s] γεγραμμένοις ἀκολουθοῦντες, ἐν οὐρανῷ μὲν θεοὺς ὑποστῆναι λέγοντες, ἐν ἀέρι δὲ τοὺς δαίμονας, ἐν ὕδατι δὲ τοὺς ἡμιθέους, ἐν
5γῇ δὲ ἀνθρώπους καὶ τὰ ἄλλα θνητὰ ζῷα. τοιαύτης δὲ τῆς τῶν ἐξηγησαμένων διαφορᾶς οὔσης θαυμάζομεν μὲν τὸν φιλοθεάμονα τῶν πραγμάτων, πειρώμεθα δὲ ἕπεσθαι τῷ ἡμετέρῳ καθηγεμόνι καί φαμεν τὸ μὲν οὐράνιον τῶν θεῶν γένος πάντων εἶναι περιληπτικὸν τῶν οὐρανίων γενῶν
10εἴτε θείων εἴτε ἀγγελικῶν εἴτε δαιμον〈ί〉ων, τὸ δὲ ἀερο‐ πόρον πάντων τῶν ὁπωσοῦν ἐν ἀέρι τεταγμένων εἴτε θεῶν τῶν τὸν ἀέρα κληρωσαμένων εἴτε δαιμόνων ἑπομένων τούτοις εἴτε ζῴων θνητῶν ἐν ἀέρι διαιτωμένων, τὸ δὲ ἔνυδρον πάντων τῶν διαλαχόντων τὸ ὕδωρ γενῶν καὶ τῶν ἐν
15ὕδατι τρεφομένων, τὸ δὲ πεζὸν τῶν τὴν γῆν κατανειμα‐ μένων καὶ ἐν γῇ συνισταμένων τε καὶ φυομένων ζῴων· ὅ τε γὰρ δημιουργὸς ἅπαξ ἁπάντων ἐστὶν αἴτιος τῶν ἐγ‐ κοσμίων εἰδῶν καὶ κοινὸς πάντων πατήρ, τὰ μὲν θεῖα γένη καὶ τὰ δαιμόνια παρ’ ἑαυτοῦ μόνου καὶ δι’ ἑαυτοῦ γεννῶν,
20τὰ δὲ θνητὰ τοῖς νέοις παραδιδοὺς θεοῖς [42 D], ὡς ἐκείνων προσεχῶς αὐτὰ γεννᾶν δυναμένων, καὶ τὸ παρά‐ δειγμα οὐ τινῶν μέν ἐστι ζῴων αἴτιον, τινῶν δὲ οὐκ ἔστιν, ἀλλὰ πάντων ἔχει τὰς ὁλικωτάτας αἰτίας· καὶ γὰρ αὖ καὶ εἰ τῶν μὲν θείων γενῶν αἴτιον εἴη καὶ τῶν δαιμονίων, τῶν δὲ
25θνητῶν μηδαμῶς, οὐκέτι τῶν θνητῶν μὴ γενομένων οὐρανὸς 〈π〉α〈ν〉τελής, ὡς τὰ πάντα γένη τῶν ζῴων οὐκ ἔχων· ἔστι γὰρ ὅμοιος τῷ παραδείγματι καὶ παντελής, τὰς τέτταρας ἰδέας τοῦ αὐτοζῴου μιμησάμενος. εἰ δὲ ἔμπαλιν λέγοι τις, ὅτι τὰ γένη ταῦτα θεούς τε περιέχει καὶ τὰ θνητά, πῶς τῷ Πλά‐
30τωνι συμφωνήσομεν μετὰ τὴν δημιουργίαν τῶν οὐρανίων ζῴων λέγοντι [40 D]· περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ’ ἡμᾶς·
καὶ μεμνημένῳ [40E s] θεῶν τῶν εἰς τὸν ὑπὸ σελήνην
in Ti
.

3

.

109

κόσμον προεληλυθότων; καὶ γὰρ ἐνταῦθα μὲν μετὰ τὸ ἀέριον τάττει τὸ ἐνύδριον καὶ μετὰ τοῦτο τὸ πεζόν, ἐν δὲ τῇ γενέ‐ σει τῶν θνητῶν ζῴων [91 s] οὐκέτι ταύτην φυλάττει τὴν τάξιν, ἀλλὰ διὰ τῆς ψυχῆς πάντα γεννῶν τῆς ἀνθρωπίνης
5μετὰ τὴν ἐν οὐρανῷ πολιτείαν αὐτῆς εἰς τὸ πεζὸν ἄγει γέ‐ νος, ἵνα ἄνθρωπον ἀποτελέσῃ, καὶ μετὰ τοῦτο ἁμαρτοῦσαν εἰς τὸ πτηνὸν καὶ εἰς τὸ πεζὸν αὖθις καὶ ἄγριον γένος, εἶτ’ εἰς τὸ ἔνυδρον· ὥστ’ ἔοικεν οὐ μόνον εἶναι τὰ τρία γένη τούτων αἴτια τῶν θνητῶν, ἀλλὰ πρὸ τούτων ἄλλων,
10ἐν οἷς ἡ τάξις σῴζεται τῶν τριῶν ἰδεῶν ἡ αὐτή, δι’ ὑφέ‐ σεως τῶν δευτέρων ἀπὸ τῶν πρὸ αὐτῶν προϊόντων. ἀνάγκη ἄρα πάντα διὰ τούτων ἀπογεννᾶσθαι τῶν ἰδεῶν τά τε θεῖα γένη καὶ τὰ θνητά, καὶ τὰς νοητὰς ἰδέας ἅτε ὁλικωτάτας οὔσας πάντων ὑποστατικὰς εἶναι τῶν γενῶν. Καὶ δεῖ καὶ
15τὰ προκείμενα ῥήματα καθ’ ἑκάστην τάξιν οἰκείως θεωρεῖν, οἷον τὸ τῶν θεῶν γένος ἄλλως μὲν ἐπὶ τῶν ἰδίως καλου‐ μένων θεῶν, ἄλλως δὲ ἐπὶ τῶν κρειττόνων ἡμῶν γενῶν τῶν ἐν οὐρανῷ τεταγμένων· καὶ γὰρ ἀγγέλους καὶ δαίμονας καὶ ἥρωας οὐρανίους εἶναί φαμεν καὶ θεοὺς πάντας τούτους
20ἀποκαλεῖσθαι, διότι τὸ θεῖον ἰδίωμα κρατεῖ τῆς ἰδίας αὐ‐ τῶν ἰδιότητος, καί εἰσιν ἐκεῖ δαίμονες τὸ ὅλον τοῦτο θεοὶ δαίμονες καὶ ἄγγελοι καὶ ἥρωες ὁμοίως. πάλιν τὸ πτηνὸν καὶ ἀεροπόρον ἄλλως μὲν ἐπὶ τῶν ἀερίων θεῶν, ἄλλως δὲ ἐπὶ τῶν δαιμόνων, ἄλλως δὲ ἐπὶ τῶν θνητῶν· τὸ μὲν
25γὰρ νοερὸν τῶν θεῶν πτηνὸν ἐπονομάζεται, τὸ δὲ προνοη‐ τικὸν ἀεροπόρον, ὡς διατεῖνον διὰ πάσης τῆς τοῦ ἀέρος σφαίρας καὶ συνέχον πᾶσαν αὐτήν. ἐπὶ δὲ τῶν δαιμόνων τὸ μὲν πτηνὸν τῆς ὀξυτάτης ἐστὶν ἐνεργείας σύμβολον, τὸ δὲ ἀεροπόρον δηλοῖ τὸ ἀκωλύτως πανταχοῦ παρὸν καὶ διὰ
30πάντων προϊόν. ἐν δὲ τοῖς θνητοῖς τὸ μὲν πτηνὸν τὴν
δι’ ἑνὸς ὀργάνου κίνησιν δηλοῖ τῶν πτέρυξι χρωμένων μόνον,
in Ti
.

3

.

110

τὸ δὲ ἀεροπόρον τὴν παντοίαν διὰ τῶν σωμάτων κίνησιν· οὐδὲν γὰρ κωλύει καὶ ψυχὰς μερικὰς ἐν ἀέρι ζώσας ἀερο‐ πορεῖν. ἔτι τὸ ἔνυδρον ἐπὶ μὲν τῶν θείων τὴν ἀχώρι‐ στον ἐπιστασίαν ἐνδείκνυται τοῦ ὕδατος, διὸ καὶ τὸ λόγιον
5[or. chald. 45] ὑδροβατῆρας καλεῖ τοὺς θεοὺς τούτους, ἐπὶ δὲ τῶν ἑπομένων τοῖς θεοῖς γενῶν τὸ συνεκτικὸν τῆς ὑγρᾶς φύσεως. καὶ μὴν καὶ τὸ πεζὸν οὗ μὲν τὸ συνέχον τὴν τελευταίαν ἕδραν καὶ χωροῦν δι’ αὐτῆς, ὡς τὸ χερσαῖον τὸ μονίμως αὐτὴν διακρατοῦν καὶ τελεσιουργοῦν δυνάμεσι
10καὶ ζωαῖς παντοίαις, οὗ δὲ τὸ ἄλλοτε ἄλλας μερίδας κατευ‐ θῦνον τῆς γῆς ἐπιδείκνυσι διὰ τῆς οἰκείας αὐτοῦ κινήσεως. καὶ ταῦτα μὲν περὶ τῶν ὀνομάτων. Λάμβανε δὲ ἀπὸ τού‐ των καὶ ὅτι τὸ αὐτοζῷον τὸ νοητὸν ἕτερον τοῦ ἐν τῷ δημι‐ ουργῷ πάντως ἐστίν· ἐκεῖνο μὲν γὰρ τῶν θνητῶν ζῴων οὐκ
15ἔχει διωρισμένας ἰδέας (ἦ γὰρ ἂν καὶ τὰ θνητὰ ὁ δημι‐ ουργὸς ἐποίει, πᾶσι τοῖς ἐν ἐκείνῳ τὰ ἐν τῷ κόσμῳ βουλό‐ μενος εἰκάζειν, ἵνα ποιήσῃ παντελῆ τὸν κόσμον), αὐτὸς δὲ περιέχει καὶ τούτων ἰδέας διωρισμένας ἀπὸ τῶν τὰ ἀθάνατα παραγουσῶν. οἶδε γοῦν τὰ θνητὰ καὶ δῆλον ὅτι οἶδεν εἰ‐
20δητικῶς, καὶ ἀξιοῖ τοὺς νέους θεοὺς εἰς αὐτὸν βλέπον‐ τας αὐτὰ δημιουργεῖν, ἀλλ’ οὐκ εἰς τὸ αὐτοζῷον, ὡς ἂν αὐτὸς ἔχων καὶ τῶν θνητῶν τὰς ἰδέας χωρίς, ὡς τὰς τῶν ἀθανάτων. ἐκεῖ μὲν οὖν τὸ ἀέριον ἢ τὸ ἔνυδρον ἢ τὸ πε‐ ζὸν μία ἦν ἕκαστον ἰδέα πάντων τῶν ὁπωσοῦν ἀερίων ζῴων
25ἢ ἐνυδρίων ἢ πεζῶν, ἐν δὲ τῷ δημιουργῷ διῄρηνται, καὶ αἳ μέν εἰσιν ἀθανάτων ἀερίων, αἳ δὲ θνητῶν ζῴων εἰδητι‐ καὶ περιοχαὶ καὶ ἐνύδρων ὡσαύτως καὶ χθονίων. οὐκ ἄρα ταὐτόν ἐστι τὸ ἐν τῷ αὐτοζῴῳ πλῆθος εἰδητικὸν καὶ τὸ δημιουργικόν, ὡς ἄν τις ἐκ τούτων συλλογίσαιτο τῶν ἐφό‐
30δων. θεατέον δὲ ὅπως καὶ τὴν τούτων τῶν γενῶν πε‐ ποίηται διαίρεσιν εἴς τε μονάδα καὶ τριάδα (τὴν ἀκρότητα
τοῦ οὐρανίου γένους ἀντιθεὶς τοῖς ἄλλοις γένεσι) καὶ εἰς
in Ti
.

3

.

111

δύο δυάδας· τὸ μὲν γὰρ ‘οὐράνιον‘ καὶ τὸ ‘πτηνὸν‘ γένος προσηγόρευσε, τὸ δὲ ‘ἔνυδρον‘ καὶ τὸ ‘πεζὸν‘ εἶδος, ὡς ὑφειμένην ἐχόντων τούτων πρὸς ἐκεῖνα τάξιν, ὥσπερ καὶ τὸ εἶδος τοῦ γένους. καὶ μὴν κἀκεῖνο δεῖ θεωρεῖν, ὅτι τὴν
5τοῦ πυρὸς παρῆκε χώραν ἐν τούτοις, διότι τὸ θεῖον γένος τὴν ἀκρότητα περιέχει τοῦ πυρὸς κατὰ τὴν ἑαυτοῦ σύστα‐ σιν· καὶ γὰρ μόνον τὸ πῦρ τῶν ὑπὸ σελήνην σωμάτων οὐδέποτε ἔστιν, ἀλλὰ κατὰ μόνην μεταβολὴν ὑφέστηκεν, ἀεὶ τροφῆς δεόμενον τοῦ ἀέρος καὶ τοῦ ὕδατος, ὄντων μετὰ τὴν
10γένεσιν, καὶ μόνον οὐκ ἔχει τόπον οἰκεῖον· ἔστι γὰρ ὡς πυρὶ τόπος οἰκεῖος ὁ ἄνω· οὔτε δὲ ἐκεῖ ἐστιν (ἦ γὰρ ἂν ἑωρᾶτο φύσει ὁρατὸν ὄν), οὔτε ἀφικνεῖται ἐκεῖσε, σβεννύμενον ὑπὸ τοῦ πέριξ ἀέρος ὄντος ἀνομοίου. εἰ οὖν δεῖ καὶ ὁλότητα εἶναι πυρὸς καὶ εἶναί που αὐτό, εἶδος ἔχον, ἀλλὰ μὴ ἐν τῷ
15γίνεσθαι μόνον ὑφεστώς, οὐκ ἔστι δὲ τὸ ὑπὸ σελήνην πῦρ τοιοῦτον, μόνως ἂν εἴη πῦρ ἐν τῷ οὐρανῷ καὶ μόνον οἷόν ἐστι καὶ τὸν οἰκεῖον τόπον ἀεὶ κατέχον· ἡ γὰρ ἐπὶ τὸ ἄνω κίνησις οὐκ ἔστι τοῦ κατὰ φύσιν ἔχοντος πυρός, ἀλλὰ μόνως τοῦ παρὰ φύσιν. οὕτω δὲ καὶ ὁ ἱερὸς λόγος ὁ παρὰ
20Χαλδαίοις [or. chald. 332] συνάπτει τοῖς μηναίοις κανα‐ χισμοῖς τὰ ἀέρια, τῷ πυρὶ τὸ οὐράνιον ἀπονέμων κατὰ τὴν τῶν στοιχείων εἰς τὸν κόσμον διαίρεσιν· τὸ γὰρ ἐν τῇ γενέ‐ σει πῦρ ἀπόρροιά τίς ἐστι τοῦ οὐρανίου πυρὸς καὶ ἔστιν ἐν τοῖς κοιλώμασι τῶν ἄλλων στοιχείων, αὐτὴ δὲ καθ’ αὑτὴν
25σφαῖρα πυρὸς οὐκ ἔστιν, ἀλλὰ τοῦ ἀέρος τὰ ἄκρα τὴν κα‐ θαρότητα μιμεῖται τοῦ ἄνω πυρός. καὶ ταῦτα λέγομεν πῦρ ὑποσέληνον καὶ πυρὸς τόπον τὸν ὑπὸ τῷ οὐρανῷ· καὶ γάρ ἐστιν ὁμοιότατον ἐκεῖνο πρὸς τὸ οὐράνιον βάθος, ὥσπερ τὸ πέρας τοῦ ἀέρος πρὸς τὸ ὕδωρ, παχὺ καὶ ὁμιχλῶδες ὄν. οὕτω
30δὲ διανοηθεὶς καὶ ὁ Ἀριστοτέλης [de mund. 2. 392a 5 ss], ὡς ἔοικεν, ἠξίωσε τὸ μὲν ἐνταῦθα πῦρ οὕτω καλεῖν, τὸ δὲ
ὑπὸ τὸν οὐρανὸν εὐθύς. ὃ δὴ καὶ συμπεριφέρεσθαι λέγει
in Ti
.

3

.

112

τῇ τοῦ οὐρανοῦ περιφορᾷ, πυροειδές. εἰ δὲ ταῦτα, δεῖ πάντως ἀπαιτεῖν αὐτόν, ποῦ τὸ ὡς ἀληθῶς καὶ τὸ ὅλον πῦρ· οὔτε γὰρ τὸ ἐνταῦθα (οὐ γάρ ἐστιν ὅλον) οὔτε ἐκεῖνο· (οὐ γάρ ἐστι πυροειδὲς ὂν ὡς ἀληθῶς πῦρ)· ἀναγκασθήσεται
5γὰρ ἐν οὐρανῷ τίθεσθαι τὸ ὄντως πῦρ, φῶς ὂν καθαρόν. οὐκ ἂν δὲ θαυμάσαις, εἰ καὶ τὸ λεπτομερέστατον πῦρ καὶ καθαρώτατον ἐν τοῖς ἄκροις εἴη τοῦ ἀέρος, ὥσπερ ἐν τοῖς τῆς γῆς κόλποις τὸ παχύτατον καὶ θολερώτατον, οὐχ ὡς ὁλότητα ποιοῦν ἑτέραν τοῦ ὅλου ἀέρος, ἀλλ’ ὡς ἐμφερόμενον
10τοῖς πόροις αὐτοῦ στενοτάτοις οὖσι λεπτομερέστατον ὄν. διὸ καὶ οὐχ ὁρᾶται διὰ δύο αἰτίας, τῷ τε μὴ ἄθρουν εἶναι καὶ τῷ σμικρομερέστατον ὑπάρχον μὴ ἀντερείδειν ταῖς ὄψεσιν ἡμῶν, ὥσπερ καὶ τὸ τῶν ὄψεων φῶς. τὸ δ’ οὖν ὄντως πῦρ ἐν οὐρανῷ ἐστι, τοῦ δὲ ὑπὸ σελήνην τὸ μὲν καθαρώτατον
15ἐν τῷ προσεχεῖ τοῖς οὐρανίοις ἀέρι, ὃν αἰθέρα καλέσει [58 D] προϊών, τὸ δὲ παχύτατον ἐν τοῖς κοίλοις περιέχεται τῆς γῆς. ἐπειδὴ τοίνυν εἴρηται περὶ τῶν τεττάρων γενῶν ὁ κοινὸς λόγος, ἴδωμεν, ὅπως καὶ ἕκαστον αὐτῶν συνίστη‐ σιν ἐν τῷ ἐφεξῆς.
20 Τοῦ μὲν οὖν θείου τὴν πλείστην ἰδέαν ἐκ πυρὸς ἀπειργάζετο, ὅπως ὅτι λαμπρότατον ἰδεῖν καὶ κάλ‐ λιστον εἴη [40 A]. Πρῶτόν ἐστι τῶν μερικῶν ζῴων τὸ ἀπλανές, ὃ δὴ καὶ πρῶτον ὑφίστησιν ὁ δημιουργὸς ἐκ πυρὸς αὐτοῦ τὴν πλεί‐
25στην ἰδέαν ἀπεργαζόμενος· δεῖ γὰρ πρῶτον ἡμᾶς περὶ τῆς οὐσίας αὐτοῦ διελθεῖν, ἔπειτα περὶ τοῦ σχήματος καὶ τρίτον περὶ τῆς θέσεως καὶ τέταρτον περὶ τῆς κινήσεως. ὁ δὲ περὶ τῆς οὐσίας λόγος πολλὴν ἐπεισκυκλεῖ τὴν τῶν ἐξηγη‐ τῶν διαφωνίαν· πῶς γὰρ ἐκ πυρὸς ἔχει τὴν πλείστην ἰδέαν;
30πότερον οὕτως, ὥσπερ ἔνιοί φασιν, ὅτι συγκέκραται μὲν
in Ti
.

3

.

113

ἀπὸ πάντων τῶν στοιχείων, τοῦ δὲ πυρὸς πλείστου μετεί‐ ληχεν, ἢ ὅτι πᾶν μὲν τὸ οὐράνιον γένος ἐκ πάντων ἐστί, τὸ δὲ πλεῖστον αὐτοῦ πύριόν ἐστι; δυνατὸν γὰρ ἑκατέρως λέγειν, οἷον εἰ λέγοιμεν· πάντα μὲν ἐκ πάντων τῶν γενῶν
5τοῦ ὄντος, τὰ δὲ νοητὰ πλείστην ἔχει τὴν ταυτότητα. ἀλλ’ ἆρα μὴ οὕτως, ὥσπερ ὁ τῶν πραγμάτων θεατὴς ὄντως ἐξη‐ γήσατο τὴν πλείστην ἰδέαν τοῦ πυρός, ἀντὶ τοῦ πέμπτου σώματος τὸ πῦρ ἀκουστέον πλείστην ἰδέαν ἔχον, ὡς πολ‐ λοὺς λόγους ὑποδεξάμενον, ὧν ἐστι πλῆρες ἕκαστον τῶν θείων
10σωμάτων; ἢ κατὰ τούτων μὲν οὐδένα τῶν τρόπων, ὡς δὲ ἔνιοι λέγουσιν, ὅτι τὰ θεῖα ζῷα συνέστηκε μὲν ἐκ πυρός, ἀλλὰ διαστατὴν ἔχει καὶ πεπληθυσμένην τὴν οὐσίαν (ἑνο‐ ειδὲς γὰρ τὸ νοητόν, πλεῖστον δὲ τὸ σωματικὸν ὡς μεριστόν, ὡς διαστατόν, ὡς ὄγκον ἔχον), ἤ, ὅπερ ἐστὶ πάντων ἀληθέ‐
15στατον, εἰς πάσας ἀποβλέψομεν τὰς ἐπιβολὰς καὶ μίαν ἀπὸ πασῶν ἀλήθειαν θεωρήσομεν; καὶ γὰρ πάντα ἐν οὐρανῷ τὰ στοιχεῖα θήσομεν, ἀλλ’ ἀύλως ὡς ἐν ὑλαίοις καὶ κατ’ αὐ‐ τὰς μόνον τὰς ἀκρότητας αὐτῶν· εἰ γὰρ καὶ ἐν τοῖς νοη‐ τοῖς ἐστιν εἶδος πυρὸς καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς, δεῖ
20τὸν οὐρανὸν τῆς τετράδος ταύτης πρῶτον μετασχεῖν. προϊ‐ οῦσα δὲ ἡ δημιουργία καὶ τὴν ἐσχάτην ὑφίστησι τῶν στοι‐ χείων φύσιν τὴν ὄντως οὖσαν ὑλαίαν, καὶ τὴν πλείστην ἰδέαν τοῖς ἄστροις ἐκ πυρὸς εἶναι δώσομεν· εἰ γὰρ καὶ πάντα ἐστὶν ἐν αὐτοῖς, ἀλλὰ ἐπικρατεῖ τὸ πῦρ, διότι καὶ ἐν
25τοῖς τῆς γενέσεως στοιχείοις εἴδους ἐπέχει λόγον τὸ πῦρ πρὸς τὰ ἄλλα στοιχεῖα. δεῖ οὖν ἐν τοῖς θεοῖς πλεῖστον μὲν εἶναι τὸ πύριον, ἵνα τὸ εἶδος ἐπικρατῇ τῆς ὑποκειμένης οὐσίας, ἐλάχιστον δὲ ἐκ τῶν ἄλλων, ὡς ὑποκειμένου τάξιν ἔχον. ἔστιν οὖν ἐκεῖ καὶ τὸ γήινον ὡς στερεά τις οὐσία
30καὶ ἁπτὸς ὄγκος, διὸ καὶ ἀντερείδει τοῖς ὄμμασιν ἡμῶν, καὶ τὸ πύριον ὡς φωτιστικὸν καὶ εἰδοποιὸν τοῦ ὄγκου καὶ τῆς
διαστάσεως. ἔστι δὲ καὶ τὰ μέσα τούτων ὡς συνεκτικὰ τῶν
in Ti
.

3

.

114

ἄκρων καὶ ἑνοποιά, ἐπικρατεῖ δὲ πάντων τὸ πύριον, ὅτι καὶ τὸ εἶδος τὸ ἐκεῖ διακρατεῖ τὸ ὑποκείμενον καὶ συνέχει καὶ τηρεῖ τὸ αὐτὸ πανταχόθεν καὶ αὐτὸ ζωῆς ὂν πλῆρες καὶ αὐτο‐ κινήτου δυνάμεως· ὥστε καὶ λόγων ἔσται πλῆρες θείων καὶ
5δημιουργικῶν καὶ εἰς πλῆθος προελήλυθε καὶ διάστασιν, παν‐ ταχόθεν ὁρίζον τὸ διαστατὸν καὶ περιέχον τὸν ὄγκον τοῦ σώ‐ ματος. καὶ οὐ φοβηθησόμεθα τοὺς δεινοὺς τῶν διαλεκτι‐ κῶν, οἳ σμικρόν τι μόριον τῆς φύσεως ἰδόντες οἴονται τὸν Πλάτωνα διασύρειν τὸ πῦρ ἀνωφερὲς λέγοντες, τὰ δὲ ἄστρα
10κυκλοφορητικά· ταῦτα γὰρ οὐκ ἔχει χώραν ἐπὶ τοῦ οὐρανίου πυρός· ὥσπερ γὰρ οὐχ ἡ αὐτὴ κίνησις τοῦ τε νοητοῦ πυρός (ἔστι γὰρ καὶ πῦρ νοερὸν ὁ ἐν τῷ νῷ τοῦ πυρὸς λόγος) καὶ τοῦ σωματοειδοῦς, οὕτως οὐδὲ τοῦ οὐρανίου καὶ τοῦ ὑπουρανίου· κατὰ γὰρ τὴν τάξιν τῶν οὐσιῶν καὶ αἱ κινή‐
15σεις συνυπάρχουσι τοῖς πράγμασιν. εἰ δὴ θεῖόν ἐστι πῦρ τὸ τῶν ἄστρων συστατικόν, οὐκ ἔστιν οἷον τὸ ἐνυλότατον τοῦτο καὶ παχύτατον, καὶ εἰ λαμπρότατόν ἐστι καὶ κάλλιστον, τοῦ σκοτεινοῦ καὶ τῇ αἰσχρότητι τῆς ὕλης συμμιγοῦς ἕτερόν ἐστιν· ἡ γὰρ ἐσχάτη ὕλη σκότος ἐστὶ καὶ αἶσχος, τοῦτο δὲ
20λαμπρότατον καὶ κάλλιστον, ἃ δὴ ἀληθείας ἐστὶ τεκμήρια· τό τε γὰρ ὑπέρλαμπρον διαύγασμα τοῦ φωτὸς αὐτῆς τῆς θείας ἐστὶν εἰκὼν ἀγαθότητος καὶ τὸ τῷ κάλλει διαπρέπον τῆς νοητῆς συμμετρίας ἔνδειγμα. ἄλλο ἄρα τὸ θεῖον πῦρ καὶ ἄλλο τὸ μὴ θεῖον. ἔοικεν οὖν ἐκεῖ μὲν εἶναι τὸ ὄντως
25πῦρ ἐν τῷ ἀκροτάτῳ τόπῳ, καὶ διὰ τοῦτο καὶ τὰ ἄστρα εἶναι πύρια ὡς τὸν τόπον εἰληχότα τοῦ πυρός, γῆς δὲ ἐκεῖ τὸ ἀκρότατον εἶναι, γῆ δὲ ἀνάπαλιν ἐνταῦθα μὲν εἶναι ἡ ὅλη, πυρὸς δὲ τοῦ ἐσχάτου μετέχειν, ὡς ἦν δυνατὸν γῆν οὖ‐ σαν, τοῦ γηινωτάτου καὶ παχυτάτου, καθάπερ καὶ τὸ ἐκεῖ
30πῦρ γῆν εἶχε τὴν ἀκρότητα τῆς γῆς, κρατοῦντος καὶ ἐκείνου τοῦ λόγου πάντως, ὃν Πτολεμαῖος καὶ Πλωτῖνος [enn. 2, 2, 1] ἐξέφηναν, πᾶν σῶμα ἐν τῷ οἰκείῳ τόπῳ ὂν ἢ μέ‐
νειν ἢ κυκλοφορεῖσθαι, τὸ δὲ ἀνωφερὲς ἢ κατωφερὲς τῶν
in Ti
.

3

.

115

μὴ ἐν οἰκείοις ὄντων εἶναι τόποις τὸν οἰκεῖον καταλαβεῖν ἐφιεμένων. ὥστε καὶ τῶν ἄλλων ἕκαστον ἐν τῷ οἰκείῳ τόπῳ ὂν ἢ μένοι ἂν ἢ κυκλίζοιτο, κἂν ᾖ πύριον καὶ ἀνωφερές, ἐν ἀλλοτρίῳ τόπῳ πάντως ἐστί. καὶ οὐκ ἀπιστητέον τοῖς
5θεολόγοις καὶ ἐν οὐρανῷ τὴν ἐμπύριον οὐσίαν τιθεμένοις· πολλὰ γὰρ εἴδη πυρός. ἐπεὶ καὶ τὸ μὲν λέγειν ἁπλῶς, ὅτι πέμπτον ἐστὶ σῶμα τὸ οὐράνιον, οὐδέν ἐστι περὶ αὐτοῦ διασαφεῖν πλὴν ὅτι τῶνδε τῶν στοιχείων ἕτερον, ὁ δέ γε Πλάτων καὶ τὴν φύσιν αὐτοῦ πᾶσαν ἀνέπτυξεν, ἀπολείπων
10καὶ ἐν ἐκείνοις τὰς τῶν στοιχείων ἀκρότητας. τὸν οὖν συλ‐ λογισμὸν ἐλεγκτέον τῶν οἰομένων ἐλέγχειν τὸν Πλάτωνος λόγον περὶ τῶν ἄστρων ὡς τὴν πλείστην 〈ἰδέαν〉 ἐκ πυρὸς ἐχόντων, 〈ὡσ〉 οὐ συγχωροῦσι τῇ ἑτέρᾳ προτάσει τῇ λεγούσῃ τὸ πῦρ ἀνωφερές· οὐ γὰρ δεῖ χαρακτηρίζειν αὐτοῦ τὴν φύ‐
15σιν ἐκ τοῦ παρὰ φύσιν ἔχοντος καὶ ἐπὶ τὸ κατὰ φύσιν ἰόν‐ τος, ἀλλ’ ἐκ τοῦ κατὰ φύσιν ἔχοντος· τοιοῦτον δὲ τὸ ἢ μένον ἢ κυκλιζόμενον. Τῷ δὲ παντὶ προσεικάζων εὔκυκλον ἐποίει [40 A]. Ἕκαστον τῶν μερῶν διττὴν ἔχει τὴν ὁμοίωσιν, τὴν μὲν
20πρὸς τὴν οἰκείαν ὁλότητα, τὴν δὲ πρὸς τὸ παράδειγμα τῆς ὅλης αὑτοῦ σειρᾶς· τὰ μὲν γὰρ ὅλα μίαν, ὡς εἰς τὸ παρά‐ δειγμα τὸ ἑαυτῶν ἀνηρτημένα, τὰ δὲ μέρη διπλῆν, καὶ πρὸς τὸ ὅλον καὶ πρὸς τὴν ἰδέαν τῆς ὁλότητος. οὕτω καὶ ἡ μερικὴ ψυχὴ πρός τε τὴν ὅλην ὁμοιοῦται ψυχὴν καὶ πρὸς
25τὸν νοῦν, ἡ δὲ ὅλη καὶ μία πρὸς τὸν ἕνα νοῦν καὶ ὅλον, καὶ ἡ μὲν ὅλη φύσις πρὸς τὴν ψυχήν, ἡ δὲ μερικὴ πρός τε τὴν ἑαυτῆς ὁλότητα καὶ πρὸς τὴν ψυχήν. κατὰ ταῦτα δὴ οὖν καὶ τῶν ἄστρων ἕκαστον ἀπεικάζεται τῷ τε παντὶ κόσμῳ καὶ τῷ οἰκείῳ παραδείγματι, καὶ ἡ ὁμοίωσις διά‐
30φορος· ἐκείνῳ μὲν γὰρ κατὰ τὴν οὐσίαν ὅλην ὁμοιοῦται, τούτῳ δὲ καὶ κατὰ τὸ σχῆμα καὶ τὴν κίνησιν· δημιουργεῖται
γὰρ εὔκυκλον, ὥσπερ καὶ ὁ κόσμος ἐστὶ σφαιροειδής· πρώ‐
in Ti
.

3

.

116

τως γὰρ σφαῖρα τὸ πᾶν ὡς ἐν αἰσθητοῖς. δι’ αὐτοῦ δὲ τούτου μιμεῖται καὶ τὸν δημιουργὸν καὶ τὸ παράδειγμα τὸ νοητόν· ἑκάτερον γὰρ αὐτῶν εἰς ἑαυτὸ συννεῦον ὑφίστησι τὸ ἐμφανὲς τοῦτο ζῷον, ἡ δὲ ἐκεῖ σύννευσις συνέπλεξε κἀν‐
5ταῦθα τῷ κύκλῳ τὸ εὖ, διότι πᾶσαν ἀπετυπώσατο κατὰ δύναμιν τοῦ παραδείγματος τὴν ἰδιότητα τὸ γεγονός. ταῦτα μὲν οὖν περὶ τούτων. Δι’ ἣν δὲ αἰτίαν καὶ τῷ παντὶ προσόμοιον γέγονε τὸ μέρος, εἰ θέλοιμεν ἀναζητεῖν, οὐκ ἀπορήσομεν λόγων· οὐ γὰρ ἐπὶ πάντων τοῦτο συμβαίνειν
10δυνατόν· οὐδὲ γὰρ τῷ ὀφθαλμῷ τὸ ὁμοιοσχήμονι γενέσθαι πρὸς τὸ ὅλον ἄριστον, οὐδὲ ἐπὶ καρδίας οὐδὲ ἐπὶ κεφαλῆς ἀληθὴς ὁ λόγος, ἀλλ’ ὅταν μὲν ἡ ὁλότης πρὸ τῶν μερῶν ᾖ, δυνατὸν ὁμοιοῦσθαι τὰ μέρη πρὸς τὸ ὅλον καὶ τὸ ἀγαθὸν αὐτοῖς ὑπάρχειν διὰ τῆς ἀφομοιώσεως ταύτης, ὅπου δὲ ἡ
15ὁλότης ἐκ τῶν μερῶν ἐστιν, ἐνταῦθα οὐκέτι τὸ μέρος ὁμοιούμενον πρὸς τὸ ὅλον ἔχει τὸ εὖ. τοιοῦτον δὲ τὸ πᾶν· ὅλον γάρ ἐστι πρὸ τῶν μερῶν καὶ συμπληροῦται τοῖς μερι‐ κοῖς γένεσι τῶν ζῴων κατὰ τὸ τρίτον τῆς ὁλότητος εἶδος, ὥσπερ καὶ πρότερον εἴπομεν [p. 97 s], ἐπεὶ καὶ τὸ αὐτο‐
20ζῷον ὅλον ἐστὶ καὶ παντελὲς ὡς μονάς, περιέχει δὲ καὶ πάντα τὰ νοητὰ ζῷα διὰ τῆς εἰρημένης τετράδος. Τίθησί τε εἰς τὴν τοῦ κρατίστου φρόνησιν ἐκεί‐ νῳ ξυνεπόμενον, νείμας περὶ πάντα κύκλῳ τὸν οὐ‐ ρανόν, κόσμον ἀληθινὸν ἐν αὐτῷ πεποικιλμένον
25εἶναι καθ’ ὅλον [40 A]. Περὶ τῆς θέσεως ἐνταῦθα διαλέγεται τῶν ἄστρων, ὅτι τῇ ταὐτοῦ περιφορᾷ κύκλῳ πανταχόθεν ἐντέθειται καὶ ὅτι περιστέφει τὸν οὐρανόν, ὡς ἡ ποίησίς φησιν, ἄλλων κατ’ ἄλλην τάξιν τεταγμένων καὶ ποικιλίαν θαυμαστὴν παρ‐
30εχομένων. εἰ δὲ καὶ τοῦδε μειζόνως ἐθέλοις λέγειν, ἐντίθησι τὰ ἄστρα τῇ θείᾳ ψυχῇ τῆς ἀπλανοῦς, ψυχώσας αὐτὰ δη‐
λαδὴ καὶ δοὺς αὐτοῖς ζωὴν οἰκείαν καὶ νοῦν. οὕτω δὲ καὶ
in Ti
.

3

.

117

τὰ πλανώμενα ἐνετίθει ταῖς περιφοραῖς, ἃς ἡ θατέρου περίοδος ἤϊεν, ὡς εἴρηται ἐν ἐκείνοις [38 C]· θεῖα γὰρ ὄντα ζῷα δεῖ καὶ ψυχὴν ἔχειν νοερὰν καὶ νοῦν θεῖον· ὅτι γὰρ οὐχ ὑπὸ τῆς τοῦ ὅλου ψυχῆς ψυχοῦται μόνης, ἀλλὰ
5καὶ ἰδίαν ἔχει τὴν ἐφεστῶσαν ἕκαστον, μάθοιμεν ἂν συννοή‐ σαντες, ὅτι καὶ τῶν ἐνταῦθα ζῴων κρείττονά ἐστιν ὅσα μετὰ τῆς ὅλης καὶ ὑπὸ ἰδίας ψυχοῦται ψυχῆς 〈τῆσ〉 ἐλλαμπούσης ζωήν, οἷον ἄνθρωπος, ἢ ὅσα ὑπὸ τῆς ὅλης μόνης, οἷον τὰ ἔσχατα τῆς δημιουργίας, τὰ μὲν διχόθεν σῳζόμενα, τὰ δὲ μόλις
10ἀπὸ τῆς ὅλης. εἰ δὲ τοῦτ’ ἀληθὲς καὶ τὰ οὐράνια κρείσσονα τῶν ἡμετέρων σωμάτων, μειζόνως ἐκεῖνα ἂν ψυχοῦται μετὰ τῆς κοσμικῆς καὶ ὑπὸ ἰδίας ἕκαστα ψυχῆς, ἐπεὶ καὶ εἰ ἔοικε τῷ ὅλῳ οὐρανῷ, ἐν ᾧ ἐστι, κυκλοφορητικά ἐστι, εἰ δὲ τοῦτο, κύκλῳ πάντα κινεῖται περὶ τὰ κέντρα τὰ ἑαυτῶν. εἰ δὲ
15τοῦτο, πᾶσα δὲ κίνησις ἀίδιος ἴδιον ἔχει καὶ τὸ κινοῦν αἴ‐ τιον καὶ ὅσα τὰ ἰδίως κινούμενα, τοσαῦτα καὶ τὰ κινητικὰ αἴτια, φησὶν Ἀριστοτέλης, ἀνάγκη καὶ ψυχὰς εἶναι τοῖς ἄστροις ἰδίας ἐφεστώσας τὰς κινούσας, καὶ εἰ μὲν τεταγ‐ μένως κινοῦσι, νοεράς, εἰ δ’, ὃ μὴ θέμις εἰπεῖν ἐπὶ θείων
20σωμάτων, ἀλόγους· ὧν ὄντως ἀλόγων ὄντων ἕκαστον ἀνάγκη τῶν ἄστρων ἰδίαν ἔχειν ἐπιβεβηκυῖαν θείαν ψυχήν, καὶ διὰ μὲν τῶν ἐν αὐτοῖς οὐσῶν ψυχῶν συνάπτεσθαι πρὸς τὴν ὅλην ψυχήν, διὰ δὲ τοῦ νοῦ πρὸς τὸν ὅλον ἡνῶσθαι νοῦν· ὅπου γὰρ καὶ τοῖς θνητοῖς μέτεστι λόγου καὶ νοῦ, τί χρὴ
25περὶ αὐτῶν νομίζειν τῶν θείων σωμάτων; ἐντέθειται οὖν διὰ τῆς ἑαυτῶν ψυχῆς εἰς τὴν ψυχὴν τῆς ταὐτοῦ φορᾶς, ἣν ‘κρατίστην‘ εἰκότως ἐκάλεσεν ὡς κρατοῦσαν πασῶν τῶν περιφορῶν καὶ πάσας αὐτὰς νοερῶς συνελίσσουσαν· ὥσπερ γὰρ τὸ τῶν ἄστρων γένος περιάγεται ὑπὸ τῆς ὅλης φορᾶς,
30οὕτω δὴ καὶ αἱ ψυχαὶ αὐτῶν περιέχονται ὑπὸ τῆς μιᾶς ψυχῆς τῆς ταὐτοῦ κυκλήσεως καὶ οἱ νόες ὑπὸ τοῦ νοῦ·
καὶ γὰρ αὖ καὶ δεῖ μετὰ τὴν μονάδα τὴν ἐξῃρημένην
in Ti
.

3

.

118

εἶναι καὶ τὴν συντεταγμένην μονάδα τῷ πλήθει. μονάδος οὖν ἐξῃρημένης οὔσης τῆς πρωτίστης τῶν τεττάρων ἰδεῶν τὸ τῶν ἄστρων πλῆθος ἀπ’ ἐκείνης προϊὸν ὑπὸ συντεταγ‐ μένης περιέχεται μονάδος τῆς ἀπλανοῦς. ὁμοίως δὲ καὶ καθ’
5ἑκάστην τῶν οὐρανίων σφαιρῶν ἡ μὲν ὅλη σφαῖρα μονάδος ἔχει λόγον, οἱ δὲ κοσμοκράτορες ἡγεμόνες εἰσὶ τοῦ καθ’ ἑκάστην πλήθους· ἔστι γὰρ καθ’ ἑκάστην ἀριθμὸς ἀνὰ λόγον τῷ τῶν ἄστρων χορῷ συνυφεστὼς ταῖς οἰκείαις περιφοραῖς. εἰ δὲ ἐπὶ μὲν τῶν ἀπλανῶν μία μονὰς ἡ ὁλότης αὐτῶν,
10ἐπὶ δὲ τῶν πλανωμένων ἔστι μὲν καὶ ἡ ὁλότης, ἔστι δὲ καὶ τῶν πλανωμένων ἕκαστος ἡγεμών, οὐ θαυμαστόν· ὡς γὰρ ποικιλωτέρα τῶν θατέρου περιφορῶν ἡ κίνησις, οὕτω καὶ τὰ ἡγεμονοῦντα πλείω· καὶ γὰρ τὸ πλῆθος μᾶλλον προελήλυθεν. ἐπὶ δὲ τῶν ὑπὸ σελήνην ἔτι πλείους οἱ ἡγεμόνες· αἱ γὰρ
15ἐν οὐρανῷ μονάδες ἀριθμοὺς ἀπογεννῶσιν ἀνὰ λόγον αὑταῖς. ἀλλ’ οὖν, ὅπερ ἐλέγομεν, ἡ ψύχωσις τῶν ἄστρων ἐντίθησι μὲν αὐτὰ ταῖς οἰκείαις ψυχαῖς, συνάπτει δὲ καὶ πρὸς τὴν ὅλην ψυχὴν τῆς ταὐτοῦ φορᾶς, ἀνάγει δὲ καὶ ἐπὶ τὴν κοσμι‐ κὴν ψυχήν, ἐνιδρύει δὲ καὶ εἰς αὐτὸ τὸ παράδειγμα τὸ νοη‐
20τόν, ὃ καὶ διαφερόντως ὁρῶν ὁ θεῖος Ἰάμβλιχος τὴν τοῦ κρατίστου φρόνησιν ἐν τῷ παραδείγματι τίθεται. κόσμος δὲ ἀληθινὸς ἡ ἀπλανὴς γέγονε, διότι κυριώτερόν ἐστιν αὕτη κόσμος ἢ τὸ ὑπὸ σελήνην ἀλλοτρίας διατάξεως ἀεὶ δεόμενον καὶ συνεχῶς μεταβαλλόμενον. καὶ πεποι‐
25κιλμένος οὕτω κόσμος, ὡς τὴν νοερὰν ποικιλίαν ἀποτυπω‐ σάμενος καὶ οἷον ἄνθη περὶ αὑτὸν ἑνοειδῆ καθ’ ὅλον ἑαυτὸν ὑποδεξάμενος μιμούμενα τῶν οὐρανίων παραδειγμάτων τὸ κάλλος. οἰκεῖον δὲ αὐτῷ καὶ τὸ ‘νεῖμαι‘ καὶ τὸ ‘κύκλῳ νεῖμαι‘· τὸ μὲν γὰρ τὴν νοερὰν σημαίνει διανομήν, τὸ δὲ
30τὴν τάξιν τὴν δημιουργικήν· διὰ γὰρ τοῦτο καὶ οἱ θεο‐ λόγοι τὴν Εὐνομίαν ἐπέστησαν τῇ ἀπλανεῖ, τὸ ἐν αὐτῇ
πλῆθος διακρίνουσαν καὶ ἕκαστον ἐπὶ τῆς οἰκείας διατη‐
in Ti
.

3

.

119

ροῦσαν ἀεὶ τάξεως. διὰ τοῦτο δὲ ἄρα καὶ τὸν Ἥφαιστον ὑμνοῦντες τοῦ οὐρανοῦ ποιητὴν συνάπτουσιν αὐτῷ τὴν Ἀγλαΐαν ὡς ἀγλαΐζοντι πάντα τὸν οὐρανὸν διὰ τῆς τῶν ἄστρων ποικιλίας. καὶ πάλιν τῷ μὲν πλανωμένῳ τὴν 〈μὲν〉
5Δίκην ἐφιστᾶσι τῶν Ὡρῶν ὡς ὀφείλουσαν τὴν ἀνωμαλίαν κατὰ λόγον εἰς ὁμαλότητα περιάγειν, τὴν δὲ Θάλειαν τῶν Χαρίτων ὡς τὰς ζωὰς αὐτῶν ἀειθαλεῖς ἀποτελοῦσαν, τῷ δὲ ὑπὸ σελήνην τὴν μὲν Εἰρήνην ὡς τὸν πόλεμον τῶν στοι‐ χείων ἐξιωμένην, τὴν δὲ Εὐφροσύνην τῶν Χαρίτων ὡς
10ἑκάστοις ἐνδιδοῦσαν ῥαστώνην τῆς κατὰ φύσιν ἐνεργείας. Κινήσεις δὲ δύο προσῆψεν ἑκάστ, τὴν μὲν ἐν ταὐτῷ κατὰ ταὐτὰ περὶ τῶν αὐτῶν ἀεὶ ταὐτὸν ἑαυ‐ τῷ διανοουμέν, τὴν δὲ εἰς τὸ πρόσθεν, ὑπὸ τῆς ταὐτοῦ καὶ ὁμοίου περιφορᾶς κρατουμέν· τὰς δὲ
15πέντε κινήσεις ἀκίνητον καὶ ἑστώς, ἵνα ὡς ὅτι μάλιστα αὐτῶν ἕκαστον γένοιτο ὡς ἄριστον [40 A B]. Ὁ περὶ τῆς κινήσεως λόγος ἑπόμενός ἐστι τῷ περὶ τῆς ψυχώσεως· διότι γὰρ ἕκαστον τῶν ἄστρων ἐψύχωται, διὰ τοῦτο καὶ κίνησιν οἰκείαν ἔλαχεν· ἀρχὴ γὰρ ἡ ψυχὴ κινή‐
20σεως. ἔτι δὲ συνήρτηται τῇ περὶ τοῦ σχήματος θεωρίᾳ· τὸ γὰρ οἰκεῖον ἔχον σχῆμα κυκλικὸν καὶ τοῦτο παραδεξάμενον ἀπὸ τῆς δημιουργικῆς αἰτίας ἀνάγκη καὶ ἐνέργειαν ἔχειν οἰ‐ κείαν τῷ σχήματι καὶ κυκλικὴν φοράν· πᾶν μὲν γὰρ σῶμα φυ‐ σικὸν κινεῖται καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός, ἐπείπερ ἡ
25φύσις ἀρχὴ κινήσεως καὶ μεταβολῆς, ἐν ᾧ ἐστι πρώτως καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός. τὸ δὲ ἀστρῷον σῶμα πάσας μὲν τὰς ἄλλας κινήσεις ἀκίνητόν ἐστιν ἅτε τὸν πάντα χρόνον ἀίδιον 〈ὄν〉, μόνην δὲ τὴν κατὰ τόπον ἐπιδέχεσθαι δυνατόν, καὶ ταύτης τὴν κυκλικήν, ὡς ἐν τῷ ἑαυτοῦ τόπῳ
30κινούμενον. ἔτι δέ, ὃ καὶ πρότερον ἔφην [p. 117,10 ss],
in Ti
.

3

.

120

πῶς τῆς αὐτῆς οὐσίας ἔσται τῷ ὅλῳ οὐρανῷ μὴ ὂν κυκλο‐ φορητικὸν κατὰ δή τινα κίνησιν ἰδίαν; πῶς δὲ μιμήσεται τὸ πᾶν ἄλλως ἢ περὶ τὸ ἑαυτοῦ κέντρον φερόμενον; ἀνάγκη ἄρα καὶ τὰ ἄστρα διττὰς κινεῖσθαι κινήσεις, τὴν μὲν καθ’
5αὑτὰ περὶ τὸ ἑαυτῶν κέντρον, τὴν δὲ μετὰ τῆς ἑαυτῶν ὁλό‐ τητος. τίνες οὖν αὗται αἱ δύο κινήσεις; ἄλλοι γὰρ ἄλλας λέγουσιν, οἳ μὲν σωματικὰς ἀμφοτέρας, οἳ δὲ τὴν μὲν ψυχι‐ κήν, τὴν δὲ σωματικήν. κάλλιον δὲ καὶ τὴν ψυχικὴν κίνη‐ σιν καὶ τὴν σωματικὴν διττὴν ποιεῖν· καὶ γὰρ ἡ ψυχὴ τῶν
10θείων τούτων ζῴων οἰκείαν ἔχει ζωὴν καὶ δι’ οἰκείας ἐνερ‐ γείας συνῆπται τοῖς νοητοῖς καὶ ἔτι τῇ ὅλῃ συμπεριάγεται ψυχῇ, διότι δὴ ἐπὶ τῶν θείων τὰ οἷον μέρη καὶ τὰς ἑαυ‐ τῶν ἐνεργείας ἐνεργεῖ καὶ μετὰ τῶν ὅλων. ἥ τε οὖν ψυχὴ κινεῖται διχῶς καὶ τὸ σῶμα περί τε τὸ ἑαυτοῦ κέντρον
15περιάγεται μιμούμενον τὴν ἰδίαν ἐνέργειαν τῆς ἑαυτοῦ ψυ‐ χῆς καὶ τὸν ἑαυτοῦ νοῦν καὶ τὴν εἰς τὸ πρόσθεν φέρεται φορὰν τῆς ἀπλανοῦς, μιμούμενον τὴν τῆς ψυχῆς πρὸς τὴν ὁλότητα τὴν ἑαυτῆς συνεργίαν καὶ τοῦ ἐν αὐτῇ νοῦ τὴν εἰς τὸν ὅλον ἐνίδρυσιν. ἐπ’ ἀμφοτέρων ἄρα τὸ διπλοῦν τῆς
20κινήσεως ληπτέον, τῆς τε ψυχῆς τῆς ἀστρῴας καὶ τοῦ σώ‐ ματος· καὶ γὰρ ἡ ψυχὴ μάλιστα τὰ αὐτὰ φρονεῖ περὶ τῶν αὐτῶν καὶ ἀεὶ ὡσαύτως νοεῖ καὶ εἰς τὸ πρόσθεν κινεῖται τῇ ὁλότητι τῇ ἑαυτῆς ἑπομένη, διότι θειοτέρας μεταλαγχά‐ νουσα δυνάμεως ἐπ’ αὐτὴν ἀνατρέχει τὴν ἀκρότητα τῶν
25νοητῶν, ἣν εἴποι τις ἂν ἡγουμένων τάξιν ἔχειν καὶ ἔμπρο‐ σθεν εἶναι τῆς ψυχῆς ὡς νοουμένην τε καὶ ὁρωμένην ὑπ’ αὐτῆς, οὕτω καὶ τοῦ Σωκράτους ἐν Πολιτείᾳ [X 614 C] διελόντος ἐπὶ τῶν σημείων τῶν περιαπτομένων ταῖς ψυχαῖς ἔμπροσθεν καὶ ὄπισθεν, ὡς σημαίνοντα τὸ ἐπὶ νοῦν καὶ
30ἐπὶ φύσιν στέλλεσθαι τὰς ψυχάς. τὸ δὲ σῶμα κινεῖται μὲν ἐπὶ τὰ ἡγούμενα μετὰ τῆς ὅλης περιφορᾶς, ἔχει δὲ καὶ ἰδίαν κίνησιν αὐτὴν ἀφ’ ἑαυτῆς ὁρμωμένην καὶ φέρουσαν ἴνδαλμα
τῆς διανοητικῆς ἐνεργείας καὶ τῆς νοερᾶς καὶ διαιωνίου
in Ti
.

3

.

121

κινήσεως, 〈καὶ〉 διὰ μὲν τὸ ἐν ταὐτῷ τὴν αὐτὴν ἔχει πρὸς τὸ ὅλον, διὰ δὲ τὸ περὶ τῶν αὐτῶν ἀεὶ διανοεῖσθαι πρὸς τὸ αὐτὸ τέλος ἀεὶ τέτακται καὶ τῆς αὐτῆς μετέχει ψυχῆς καὶ πρὸς τὸν αὐτὸν ἔστραπται νοῦν.
5 Δεῖ τοίνυν καὶ τῶν λέξεων ποιεῖσθαι τὴν διαίρεσιν ἑπο‐ μένην τοῖς δόγμασι τούτοις τὸν τρόπον τοῦτον. ἑκάστῳ τῶν ἄστρων δύο δέδωκε κινήσεις, τὴν μὲν ἐν τῷ αὐτῷ κατὰ ταὐτά, ταύτην λέγοντας τὴν περὶ τὸ οἰκεῖον κέντρον τοῦ ἄστρου, καὶ ὑποστίξαντας ἐπάγειν περὶ τῶν αὐτῶν ἀεὶ
10ταὐτὸν ἑαυτῷ διανοουμένῳ (δέδωκε γὰρ τὴν σωματικὴν τὴν περὶ τὸ οἰκεῖον κέντρον ἑκάστῳ δεδωκὼς καὶ τὴν ψυχι‐ κὴν ἀεὶ ταὐτὸν ἑαυτῷ διανοουμένῳ), ταύτην λέγοντας τὴν ψυχικὴν διανοητικὴν οὖσαν τῶν ὄντων ἀεί δῆλον(τοῦτο γὰρ δηλοῖ τὸ περὶ τῶν αὐτῶν καὶ ταὐτόν· οὐ
15γὰρ ἄλλοτε ἄλλα διανοεῖται περὶ τῶν αὐτῶν, ἅπερ ἡμεῖς πάσχομεν ἢ ἀφιστάμενοι τῶν νοουμένων ἢ οὐ τὰ αὐτὰ περὶ τῶν αὐτῶν διανοούμενοι)· καὶ αὖθις ἐπὶ τῆς λοιπῆς τὴν δὲ εἰς τὸ πρόσθεν, 〈ταύτην〉 λέγοντας τὴν σωματικήν, καθ’ ἣν ὅλον ἐκ τόπου μέτεισιν· εἶθ’ ὑποστίξαντας ἐπι‐
20φέρειν ὑπὸ τῆς ταὐτοῦ καὶ ὁμοίου φορᾶς κρατου‐ μένῳ, ταὐτοῦ καὶ ὁμοίου φορᾶς λέγοντας τὴν κίνησιν τοῦ ταὐτοῦ κύκλου τῆς ὅλης ψυχῆς, ὑφ’ ἧς κρατουμένη καὶ ἡ ἑκάστου τῶν ἄστρων ψυχὴ καὶ μιμουμένη κινεῖται εἰς τὸ ἑαυτῆς πρόσθεν, ὅπερ ἐστὶ τὸ ὄντως 〈ὄν〉, συναγομένη ταῖς
25ἐκείνης νοεραῖς ἐνεργείαις καὶ συνεξομοιοῦσα ἑαυτὴν ταῖς περιόδοις αὐτῆς ταῖς θείαις. ὅτι δὲ ἡ εἰς τὸ πρόσθεν κί‐ νησις μόνοις ὑπάρχει τοῖς ὅλοις μεθισταμένοις τόπον ἐκ τό‐ που, δῆλον· ὥστε τὰ μὲν ἄστρα κινοῖτ’ ἂν εἰς τὸ πρόσω, ἡ δὲ ἀπλανὴς οὐκέτ’, ἀλλὰ κύκλῳ μόνον, οὕτω δὲ καὶ τὰ
30πλανώμενα, οὐκέτι δὲ 〈αἱ σφαῖραι〉 αἱ πλανώμεναι. Πάλιν
τοίνυν ἀπὸ τοῦ ἀριθμοῦ τῶν κινήσεων τὴν τάξιν τῶν πραγ‐
in Ti
.

3

.

122

μάτων κατίδωμεν· μονοειδὴς μὲν γάρ ἐστι κίνησις ἡ τοῦ παντός, δυοειδὴς δὲ ἡ τῶν ἀπλανῶν, πολυειδὴς δὲ καὶ ἀόριστος ἡ τῶν ὑπὸ σελήνην, ἐπεὶ καὶ τῶν πλανωμένων ἑκάστη μονοειδῆ κινεῖται κίνησιν, ἀλλ’ ἡ σύμμιξις τῶν πολ‐
5λῶν περιόδων, τῆς τε οἰκείας ἑκάστης καὶ τῆς μετὰ τοῦ ἀπλανοῦς, ποικίλην ἀπεργάζεται τὴν φοράν· ἔδει γὰρ ἐν τῷ οὐρανῷ προειλῆφθαι τῆς ποικιλίας αἰτίαν καὶ τῆς ἐναντιώ‐ σεως τὰς ἀρχάς· ἢ πῶς περιέξει τὴν γένεσιν ὁ οὐρανός, πῶς δὲ ποδηγετήσει τὴν μεταβολὴν τῶν ὑπὸ σελήνην στοιχείων
10μὴ περιέχων ἐν ἑαυτῷ τὴν τῆς ἐναντιώσεως 〈ἀρχήν〉; ἐπειδὴ δὲ ἄυλος ὡς ἐν αἰσθητοῖς ἐστιν, οὐ μάχεται τὰ ἐναντία ἐν αὐτῷ οὐδὲ στασιάζει πρὸς ἄλληλα, συνυπάρχει δὲ ἀλλήλοις, καὶ τὸ αὐτὸ κινεῖται τὰς διττὰς περιφορὰς καὶ οὐ τὴν μὲν καθ’ αὑτό, τὴν δὲ κατὰ συμβεβηκός, εἰ δεῖ τὸ δοκοῦν λέ‐
15γειν, ἀλλ’ ἀμφοτέρας καθ’ αὑτό· τί γάρ ἐστιν ἐκεῖ συμβε‐ βηκὸς ἁπάντων ἀύλων ὄντων καὶ πάντων ἐκ τῆς ὅλης δημι‐ ουργίας ὑφισταμένων; καὶ τὸ σχῆμα οὖν οὐσιῶδες ἐκεῖ καὶ ἡ κίνησις. ἐπειδὴ δ’ οὖν ἄυλός ἐστι (ταύτην λέγω τὴν ὕλην τὴν ἀνέδραστον καὶ νόθον κάλλος κεκτημένην, αἶσχος δὲ
20οὖσαν αὐτήν), ὁ οὐρανὸς καὶ τὰς ἐναντίας κινήσεις ἅμα συνείληφεν· ἔξω γὰρ ὄντα τῆς ὕλης ταύτης τῆς οὐδὲν στε‐ γούσης τὰ ἐναντία σύνδρομά ἐστι καὶ ἥνωται ἀλλήλοις, ἐν δὲ τῇ ὕλῃ μάχεται μὴ δυναμένῃ καταδέξασθαι διὰ τὴν αὑ‐ τῆς ἀσθένειαν τὴν ἀμφοτέρων τῶν εἰδῶν παρουσίαν. ταῦτα
25μὲν οὖν περὶ τῶν κινήσεων εἰρήσθω. Ποίας δὲ πέντε κινή‐ σεις ἀφεῖλε τῶν ἀπλανῶν; 〈ἦ〉 πρόδηλον, ὅτι τὴν ἄνω καὶ κάτω καὶ τὴν ἐπὶ τὸ ὀπίσω καὶ τὴν ἐπὶ δεξιὰ καὶ ἐπ’ ἀριστερά· τῆς μὲν γὰρ ἀπλανοῦς τὰς ἓξ ἤδη πρότερον [34 A] ἀφεῖλε, τοῖς δὲ ἄστροις τὴν εἰς τὸ πρόσθεν δέδωκεν, ἵνα καὶ τὴν
30τοῦ ὅλου κινῆται κίνησιν, τοῖς δὲ πλάνησιν οὐ τὴν εἰς τὸ
πρόσθεν μόνην, ἀλλὰ καὶ τὴν εἰς τὰ ἑπόμενα· κατὰ γὰρ
in Ti
.

3

.

123

ταύτην καὶ πλανᾶσθαι λέγεται μόνην. εἰ δὲ ἣν πρότερον ἐκάλεσεν [36 C] ἐπὶ δεξιά, ταύτην νῦν εἰς τὸ πρόσθεν ἐπωνόμασεν, οὐ δεῖ θαυμάζειν· ἐπὶ δεξιὰ μὲν γάρ ἐστιν ὡς πρὸς τὴν ὅλην περιφοράν, εἰς τὸ πρόσθεν δὲ ὡς πρὸς
5τοὺς ἀστέρας. καὶ ἔοικεν ὡς μὲν εἷς κόσμος μίαν ἔχειν κίνησιν τὴν περὶ νοῦν καὶ φρόνησιν μάλιστα οὖσαν καὶ τῶν ἓξ μηδεμίαν, ὡς δὲ διῃρημένος εἰς ἀπλανὲς καὶ πλανώμενον τὴν ἐπὶ δεξιὰ καὶ ἐπ’ ἀριστερὰ διὰ τὴν διττὴν περιφοράν, ὡς δὲ ἔχων μερικὰ ζῷα ἀπλανῆ καὶ πλανώμενα
10καὶ τὴν εἰς τὸ πρόσθεν κίνησιν καὶ τὴν εἰς τὰ ὀπίσω, τὴν μὲν ἐπὶ τῶν ἀπλανῶν, τὴν δὲ ἐπὶ τῶν πλανωμένων. καὶ ἔοικεν, ὡς ἐκ τούτων ἀπομαντεύεσθαι δυνατόν, ἕκαστον τῶν ἀπλανῶν κινεῖν ὁμοίως τῇ ἀπλανεῖ περὶ τὸ ἑαυτοῦ μὲν κέντρον, ἀλλ’ ὡς ἐπὶ δυσμὰς κυκλούμενον· οὕτω γὰρ καὶ
15ὑπὸ τοῦ ὅλου κινούμενος ἕκαστος εἰς τὸ πρόσω ἑαυτοῦ κινή‐ σεται· ἐφ’ ὃ γὰρ ἡ κατὰ φύσιν ἑκάστου κίνησις, τοῦτό ἐστιν ἑκάστου πρόσω. τὸ οὖν ἐφ’ ὃ τῆς ἑκάστου κυκλήσεως τοῦτό ἐστι τὸ ἐπὶ δύσιν, ἵνα καὶ ταύτῃ *** ὁμοίως †ἐν τῇ ἑαυτῶν ὁλότητι, ὥσπερ τῶν πλανωμένων τὸ ἀνατολικόν ἐστι πρόσω, ἐφ’
20ὃ φέρονται κατὰ φύσιν. ἡ δ’ οὖν εἰς τὸ πρόσω κίνησις τῶν ἀπλανῶν ἐστιν, ἀλλ’ οὐ τῆς πλανωμένης· τούτων γάρ ἐστί τι ἐκτός· καὶ τὸ μὲν γὰρ αὐτῶν ἡγεῖται, τὸ δὲ ἕπεται. ἡ δὲ ὅλη σφαῖρα πάσης μὲν ὑπερέχει τῆς κατ’ εὐθεῖαν κινήσεως, κατὰ μόνην δὲ φέρεται τὴν κυκλικήν. τοὺς δὲ πλάνητας
25εἴποις ἂν τὴν ἰδίαν μὲν ποιεῖσθαι κίνησιν ἐπ’ ἀνατολὰς αὐτοὺς φερομένους κύκλῳ τε ὁμοῦ καὶ ὅλους διὰ τοῦ βά‐ θους τῶν σφαιρῶν, καὶ εἶναι αὐτῶν πρόσω τὸ ἀνατολικόν, ὑπὸ δὲ τῆς ἀπλανοῦς ἀντιπεριάγεσθαι εἰς τὰ ὀπίσω ἑαυτῶν ἀντικειμένως πρὸς τὴν ἰδίαν κίνησιν. τῶν οὖν ἓξ κινήσεων
30τὴν εἰς τὸ πρόσω τοῖς ἄστροις ἀποδέδωκε μόνην. καὶ κατα‐
σκευάσειας ἄν, ὅτι τιμιωτάτη τῶν λοιπῶν αὕτη· καθάπερ
in Ti
.

3

.

124

γάρ φησιν Ἀριστοτέλης, ἡ τοῦ ἀρίστου κίνησις ἀρίστη ἐστί. διὸ τῶν μὲν ἄλλων ἡ τοπικὴ κρείττων, τῶν δὲ τοπι‐ κῶν πρώτη μὲν ἡ κύκλῳ, δευτέρα δὲ ἡ ἐπὶ τὸ πρόσω· τοῖς γὰρ ἀπλανέσιν ὑπάρχει καὶ αὕτη, τὰς δὲ πέντε κινήσεις
5ἕκαστον αὐτῶν ἀκίνητόν ἐστι καὶ ἑστώς· ἄμφω γὰρ εἶπεν ὁ Πλάτων, ἵνα μὴ τὴν ἀκινησίαν πάρεσιν εἶναι νομί‐ σῃς καὶ ἀργίαν καὶ στέρησιν, ἀλλὰ δι’ ὑπεροχὴν αὐτὴν ὑπο‐ λάβῃς ὑπάρχειν τοῖς οὐρανίοις. δηλοῖ δὲ καὶ τὸ ἑξῆς· ἵνα γάρ, φησίν, ὅτι μάλιστα αὐτῶν ἕκαστον γένοιτο ὡς
10ἄριστον· εἰ γὰρ τοῦ κάλλους τῆς τῶν οὐρανίων τάξεως καὶ τοῦ ἀγαθοῦ στοχάζεται ἡ ἀκινησία τῶν πέντε κινήσεων, οὐκ ἔστιν ἀζωΐα καὶ στέρησις, ἀλλὰ δύναμις κρατητικὴ τῆς ποικιλίας· ὁ μὲν γὰρ τῆς ἀπλανοῦς κύκλος πᾶσαν περιέχει κίνησιν ὁπωσοῦν ἐπιτελουμένην, ἡ δὲ εἰς τὸ πρόσω τοῖς
15ἄστροις προστεθεῖσα δῆλον ὡς ἀρχὴν ταύτην ἐμφαίνει τῆς εὐθυπορίας, ἡ δὲ ποικιλία τῶν πλανωμένων πᾶσαν ποδη‐ γετεῖ τὴν τῆς γενέσεως ἀοριστίαν, ἅτε προσεχῶς αὐτὴν κινοῦσα ταῖς ἑαυτῆς ἀνελίξεσι παντοίαις. ὁ μὲν οὖν Πλάτων τοι‐ αύτην κίνησιν ἀποδέδωκε τοῖς ἀπλανέσιν. Ὅσοι δὲ καὶ
20τούτους ἐπὶ τὰ ἑπόμενα κινοῦσι περὶ τοὺς τοῦ ζῳδιακοῦ πόλους δι’ ἑκατὸν ἐτῶν μοῖραν μίαν, ὡς Πτολεμαῖος καὶ Ἵππαρχος πρὸ τούτου, τηρήσεσι πιστεύσαντες, πρῶτον μὲν ἴστωσαν, ὅτι καὶ Αἰγύπτιοι πρὸ αὐτῶν τηρήσεσι χρησά‐ μενοι καὶ ἔτι πολλῷ πρότερον Χαλδαῖοι καὶ πρὸ τῶν τη‐
25ρήσεων ὑπὸ θεῶν διδαχθέντες ὁμοίως Πλάτωνι περὶ τῆς τῶν ἀπλανῶν κινήσεως ἐδόξασαν· καὶ γὰρ τὰ λόγια τῶν ἀστέρων τὸ προπόρευμα τῶν ἀπλανῶν οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις λέγοντα [or. chald. 34]· μηναῖόν τε δρόμημα καὶ ἀστέριον προπόρευμα
30καὶ πάλιν· ἀστέριον προπόρευμα σέθεν χάριν οὐκ ἐλοχεύθη· τὴν εἰς τὸ πρόσθεν κίνησιν αὐτοῖς ἀποδίδωσι καὶ ὁ θε‐ ουργὸς ἐν Τοῖς Ὑφηγητικοῖς [or. chald. 38 s] λέγων
περὶ τοῦ τρίτου πατρός· ἔπηξε δὲ καὶ πολὺν ὅμιλον ἀστέρων
in Ti
.

3

.

125

ἀπλανῶν, τὸ πῦρ πρὸς τὸ πῦρ ἀναγκάσας πήξει πλάνην οὐκ ἐχούσῃ φέρεσθαι· σαφῶς ἐν τῷ αὐτῷ κατὰ τὰ αὐτὰ μαρ‐ τυρεῖ κινεῖσθαι τοὺς ἀπλανεῖς, ὥστε δι’ ἀμφοτέρων εἶναι πιστὴν τὴν Πλάτωνος δόξαν. Πρὸς δὲ τούτοις καὶ τὰ
5φαινόμενα τοὺς ἔχοντας ὄμματα πείθειν ἱκανά· δῆλον γάρ, ὅτι περὶ τοὺς πόλους τοῦ ζῳδιακοῦ κινουμένων αὐτῶν εἰς τὰ ἑπόμενα καὶ τῆς Ἄρκτου δύνειν ἐν τούτοις ἔδει τοῖς τόποις οὐκ ὀλίγον, ἀπὸ τῶν Ὁμήρου χρόνων ἀειφανοῦς λεγομένης, οὕτως, ὥσπερ καὶ νῦν πλείονας μοίρας κεκινῆ‐
10σθαι τῶν πεντεκαίδεκα, καὶ οὐ περὶ τὸν τοῦ ἰσημερινοῦ πόλον καὶ τὸν Κάνωβον μηκέτι φαίνεσθαι βραχεῖαν μὲν ὑπὲρ τὸν ὁρίζοντα ποιοῦντα περίοδον τοῖς ἐν τῷ τρίτῳ κλίματι, τοῖς δὲ ἐν Ῥόδῳ παραξέοντα τὸν ὁρίζοντα, καθάπερ λέγει Ποσειδώνιος. ἀλλὰ μὴν καὶ ἡ Ἄρκτος ἀειφανὴς
15καὶ ὁ Κάνωβος τὴν αὐτὴν φυλάττει θέσιν. οὐκ ἄρα ἀλη‐ θὴς ἡ θρυλουμένη παρ’ αὐτοῖς ἐπὶ τὰ ἑπόμενα τῶν ἀπλα‐ νῶν κίνησις. εἰ δὲ καὶ τὰς ψηφηφορίας τῆς τῶν πλανω‐ μένων κινήσεως καὶ τὰς ἐκθέσεις τῶν γενέσεων ὡς ταύτην κινουμένων τὴν ἐπὶ τὰ ἑπόμενα κίνησιν τῶν ἀπλανῶν συμ‐
20παραλαμβάνοντες σύμφωνα λέγειν οἴονται τοῖς φαινομένοις, ῥητέον πρὸς αὐτούς, ὅτι καὶ οἷς οὐκ ἀρέσκει ταύτην κινεῖ‐ σθαι τοὺς ἀπλανεῖς τὴν κίνησιν καὶ ἐκεῖνοι διαφερόντως συμφωνοῦσι τοῖς φαινομένοις, καὶ περὶ τῶν ἐν τοῖς πλά‐ νησι κινήσεων κανόνας ἐκδεδωκότες καὶ περὶ τὰ κατὰ γε‐
25νεθλιαλογίαν σπουδάσαντες οὐδὲν δεηθέντες καὶ ταύτην συμπαραλαβεῖν εἰς τὴν τῶν κανόνων ἔκθεσιν ἢ τὴν τῶν γενέσεων εὕρεσιν, οἵους γεγονέναι μάλιστα ἂν εἴποιμι Χαλ‐ δαίους, ὧν καὶ αἱ τηρήσεις ὅλων ἦσαν κοσμικῶν περιόδων καὶ προρρήσεις ἀνέλεγκτοι τῶν τε ἰδίων καὶ τῶν κοινῶν
30παθημάτων. τί δὴ οὖν ἡμεῖς μαρτυρόμεθα τὰ ἐξ ὀλίγων τηρήσεων ἱστορημένα καὶ τὰ μὴ μετὰ τοσαύτης ἀκριβείας
νεαροπρεπῆ θεάματα, μαρτυρούντων ἐκείνων τοῖς τῶν ἀρ‐
in Ti
.

3

.

126

χαίων περὶ τῆς τῶν ἀπλανῶν κινήσεως δόγμασιν, οὐδὲ τοῦτο εἰδότες, ὅτι ἔστι καὶ ἐκ ψευδῶν ὑποθέσεων ἀληθές τι συν‐ άγειν καὶ ὡς οὐ δεῖ τὸ συναγόμενον ὡς σύμφωνον τοῖς φαινομένοις τεκμήριον ἱκανὸν ἡγεῖσθαι τῆς τῶν ὑποθέσεων
5ἀληθείας; Ἐξ ἧς δὴ τῆς αἰτίας γέγονεν ὅσα ἀπλανῆ τῶν ἄστρων ζῷα θεῖα ὄντα καὶ διὰ ταῦτα ἐν ταὐτῷ στρεφόμενα ἀεὶ διαμένει. τὰ δὲ τρεπόμενα καὶ πλά‐ νην τοιαύτην ἴσχοντα, καθάπερ ἐν τοῖς ἔμπροσθεν
10ἐρρήθη, κατ’ ἐκεῖνα γέγονεν [40 B]. Ἡ μὲν ‘αἰτία‘ πάσας περιέχει τὰς κυριωτάτας ἀρχὰς τῆς τῶν ἄστρων ἀπογεννήσεως, τὴν παραδειγματικήν, τὴν δημι‐ ουργικήν, τὴν τελικήν· ἀπὸ πασῶν γὰρ τούτων ἐγεννήθη τοιαῦτα καὶ οὕτω κινούμενα τὰ ἄστρα. τὸ δὲ ‘ἀπλανὲσ‘ τῆς
15μονοειδοῦς ἐστι καὶ ἀεὶ ὡσαύτως προϊούσης κινήσεως παρα‐ στατικόν. τὸ δὲ ‘θεῖον ζῷον‘ τὴν εἰς αὐτὰ παρουσίαν ἐν‐ δείκνυται τοῦ τε νοῦ καὶ τῆς θείας ψυχῆς καὶ πρὸ τούτων τῆς μιᾶς ἑνάδος, καθ’ ἣν ἕκαστόν ἐστι θεός· διότι μὲν γὰρ ἕκαστον ‘ζῷον‘, ψυχὴν ἔχει τὴν κινοῦσαν, διότι δὲ ‘θεῖον
20ζῷον‘, εἰς νοῦν ἀνήρτηται θεῖον· οὐ γὰρ νοῦς ὃ ποιεῖ θεῖόν ἐστιν, ἐπεὶ καὶ ἀγγελικός ἐστι νοῦς καὶ δαιμόνιος, ἀλλὰ τὸ ὅλον τοῦτο θεῖος νοῦς, διαφέρων τοῦ μὴ θείου τῷ θεό‐ τητος ἀνηρτῆσθαι τῆς θεῖον αὐτὸν ἀποτελούσης νοῦν. ἡ δὲ ‘ἐν ταὐτῷ διαμένουσα ἀεὶ στροφὴ‘ τὴν κατ’ οὐρανὸν
25ἀιδιότητα, καθ’ ἣν καὶ τὸν αὐτὸν ἀεὶ κατέχουσι τοῦ οὐ‐ ρανοῦ τόπον περὶ τὰ ἑαυτῶν κέντρα κινούμενοι, καὶ τὴν ἀνέκλειπτον αὐτῶν ἐνέργειαν παρίστησι καὶ τὴν ἀκατάληκτον ζωήν. ὅσοι τοίνυν ἢ ἄψυχα τὰ ἄστρα ποιοῦσιν ἢ μετα‐ βάλλειν οἴονται τὰς τῶν οὐρανίων ψυχὰς ὥσπερ τὰς ἡμε‐
30τέρας ἢ κατὰ χρόνον εἶναι τὴν γένεσιν αὐτῶν, ἀποπίπτουσι τῆς τοῦ Πλάτωνος γνώμης· εἰ γάρ τι ζῷόν ἐστι θεῖον, ψυ‐
χὴν ἔχει θείαν καὶ νοῦν θεῖον, ἀλλ’ οὐκ ἀπὸ τοῦ ὅλου
in Ti
.

3

.

127

ψυχοῦται μόνον· ἔστι γὰρ καὶ ἡ γῆ ζῷον θεῖον, εἴπερ καὶ πρεσβυτάτη θεῶν, καὶ ἐν αὐτῇ τινα ζῶντα ἀπὸ τῆς ὅλης ἐντελεχείας ἔχοντα μόνας, ἀλλὰ ταῦτα ζῷα θεῖα οὐκ ἔστι. καὶ εἴ τι διαμένει ἀεὶ κινούμενον, οὔτε ἀπὸ χρόνου τὴν
5ψυχὴν ἔσχεν οὔτε ἀφήσει ποτὲ αὐτήν· τὸ γὰρ ἀεὶ τὴν ἐφ’ ἑκάτερα δηλοῖ κατὰ τὸν χρόνον ἀμεταβλησίαν. ταῦτα μὲν περὶ τῶν ἀπλανῶν. Περὶ δὲ τῶν πλανωμένων ὑπο‐ μιμνήσκει πάλιν, ὅτι ποικίλας ἔχουσι κινήσεις, ἀλλ’ ἐν τάξει καὶ κατὰ μέτρα καὶ ὅρους· ἡ γὰρ ἁπλότης αὐτῶν περιέχει
10τὸ πλῆθος καὶ ἡ τάξις συνέχει τὴν ποικιλίαν καὶ τὸ μέτρον ὁρίζει τὴν πλάνην. τί οὖν βούλεται νῦν ἡ ὑπόμνησις καὶ τίνα παρέχεται ἡμῖν ἔνδειξιν; ἦ τοῦτο, φασί τινες, ἐκεῖνο δηλοῖ τὸ τὰ πλανώμενα, εἰ καί πῃ ὑπερέχει τῶν ἀπλανῶν ἄστρων, καθ’ ὅσον ἡγεμονικὴν ἔλαχε καὶ κοσμοκρατορικὴν
15ἀξίαν ἐν τῷ παντὶ καί, ὡς οἱ θεολόγοι φασίν, ἀζωνικήν (ἐν ἑκάστῳ γὰρ τῶν κοσμοκρατόρων ἐστὶν ἀζωνικὴ τάξις θεῶν), ὅμως αὐτῶν ἐλασσοῦσθαι κατὰ τὴν ποικιλίαν τῆς κινήσεως καὶ τὰς πλάνας καὶ τὴν παντοίαν κίνησιν. καὶ οὐδέν γε ἄτοπον ἡμεῖς φήσομεν καὶ αὐτὸ καὶ ὑπερέχειν καὶ
20ὑπερέχεσθαι τῶν αὐτῶν κατ’ ἄλλας καὶ ἄλλας ἐπιβολάς, ἀλλ’ ἐπιστήσομεν, εἰ τοῦτο ὁ Πλάτων ἐνδεικνύμενος καὶ πρὸ τῶν ἀπλανῶν περὶ τῶν πλανωμένων εἴρηκε τήν τε τάξιν αὐτῶν καὶ τὴν κίνησιν καὶ τὰς δυνάμεις παραδιδοὺς καὶ τὰς περι‐ όδους καὶ τὰς ἀποκαταστάσεις καὶ μετὰ τοὺς ἀπλανεῖς τὸν
25περὶ αὐτῶν πάλιν ἀνεκαλέσατο λόγον, διότι κατὰ τὴν ποι‐ κιλίαν τῆς κινήσεως δεύτερός ἐστιν ὁ περὶ αὐτῶν λόγος τοῦ περὶ ἐκείνων. κοινὸν μὲν τοίνυν ἐστὶ τῶν τε ἀπλανῶν καὶ τῶν πλανωμένων τὸ ζῷα θεῖα εἶναι πάντα· περὶ γὰρ ἀμφοτέρων εἴρηται τοῦτο σαφῶς. ἴδιον δὲ τὸ τὰ μὲν ἐν
30τῷ αὐτῷ κατὰ τὰ αὐτὰ κινεῖσθαι τὴν ἰδίαν κίνησιν (τοῦτο γὰρ εἶπε περὶ τῶν ἀπλανῶν), τὰ δὲ δι’ οὐρανοῦ πορευό‐
μενα τροπὰς ἔχειν· καὶ γὰρ τοῦτο λέλεκται περὶ τῶν πλανω‐
in Ti
.

3

.

128

μένων, ὥσπερ καὶ νῦν αὐτὰ τρεπόμενα προσεῖπε. δῆλον οὖν ὅτι ταῦτα βούλεται δι’ ἑαυτῶν ἀπογειότερα γίνεσθαι καὶ περιγειότερα καὶ τὰς κατὰ πλάτος ποιεῖσθαι τροπὰς αὐτὰ πορευόμενα καὶ οὐχ ὑπ’ ἄλλων φερόμενα, καθάπερ
5†φησὶ τῶν ἀνελιττουσῶν †τινες ἢ τῶν ἐπικύκλων, ὡσὰν κατὰ τὴν ἑαυτῶν μίαν φύσιν μίαν καὶ ποικίλην ἔχοντα κίνησιν καὶ προποδίζοντα καὶ ὑποποδίζοντα ἑλικοειδῶς καὶ παντοίως μετασχηματίζοντα τὴν ἑαυτῶν περιπόλησιν, ὥστε εἶναι τρι‐ πλῆν αὐτῶν τὴν φοράν, τὴν μέν, ἣν αὐτὰ τρέπεται μετὰ
10τοῦ περὶ τὰ ἑαυτῶν κέντρα κινεῖσθαι καὶ κατὰ πλάτος κινού‐ μενα καὶ κατὰ βάθος, τὴν δέ, ἣν ὑπὸ τῶν ἰδίων ἐπ’ ἀρι‐ στερὰ περιάγεται κύκλων, τὴν δέ, ἣν ὑπὸ τῆς ταὐτοῦ φορᾶς κρατούσης τῆς θατέρου πάσης. τοσαῦτα περὶ τούτων ἐξαι‐ ρέτων ὄντων τῆς Πλάτωνος φιλοσοφίας θεαμάτων. Εἰ δὲ
15ἐπιζητοίης, τίς ἡ τῶν πλανωμένων σύστασις αὐτῶν τε τῶν ἄστρων καὶ τῶν ὅλων σφαιρῶν καὶ πότερον ἡ αὐτὴ τῶν τε ἄστρων καὶ τῶν σφαιρῶν ἢ ἑτέρα, δι’ αὐτῶν ἀπαντησόμεθα τῶν Πλατωνικῶν ἀρχῶν, ὅτι πᾶς μὲν ὁ οὐρανὸς ἐκ πάντων ἐστὶ τῶν στοιχείων λέγοντες, ἐπικρατεῖ δὲ ὅπου μὲν τὸ πῦρ
20μετὰ τῆς γῆς, ὅπου δὲ τὸ πῦρ μετὰ τοῦ ἀερώδους, ὅπου δὲ τὸ πῦρ μετὰ τοῦ ὕδατος τῆς ἀκρότητος, ὥσπερ καὶ τοῦ ἀέρος καὶ αὐτοῦ τοῦ πυρὸς καὶ καθ’ ἕκαστον τούτων ἡ ἐξαλλαγὴ παμπόλλη τίς ἐστι, διὸ δὴ καὶ τὰ μὲν ὁρατὰ μᾶλ‐ λόν ἐστιν, ὅσα τὸ πῦρ ἔχει μετὰ τοῦ στερεοῦ, τὰ δὲ ἀορατό‐
25τερα, ὅσα τὸ πῦρ ἔχει μετὰ τοῦ διαυγοῦς καὶ διαφανοῦς, καὶ διὰ τούτων μὲν τὰ ἀνωτέρω δυνατὸν ὁρᾶν, ὥσπερ καὶ διὰ τοῦ ἀέρος, ἐκεῖνα δὲ ἐπιπροσθεῖ πρὸς τὴν ἡμετέραν ὄψιν. εἰ δὴ ταῦτα ὀρθῶς λέγομεν, εἰκότως αἱ μὲν σφαῖραι λεπτο‐ τέραν ἔχουσι καὶ διαφανεστέραν οὐσίαν, τὰ δὲ ἄστρα στε‐
30ρεωτέραν, πανταχοῦ δὲ ἐπικρατεῖ τὸ πῦρ, καὶ ὁ πᾶς οὐρανὸς κατὰ τὴν τούτου χαρακτηρίζεται δύναμιν, καὶ οὔτε καυστι‐
κὸν τὸ ἐκεῖ πῦρ ὅπου γε οὐδὲ τὸ ὑπὸ σελήνην τὸ πρώτιστον
in Ti
.

3

.

129

τῶν ἐνταῦθα στοιχείων, ὃ καλεῖν εἴωθεν Ἀριστοτέλης πυροειδές, οὔτε φθαρτικόν τινος οὔτε ἐναντίον πρὸς τὴν γῆν, ἀλλὰ θερμότητι ζῳογόνῳ καὶ δυνάμει φωτιστικῇ καὶ καθαρότητι καὶ διαυγείᾳ διαλάμπον· ἄλλο γάρ ἐστι τὸ σφο‐
5δρὸν καὶ ἄλλο τὸ καθαρόν, ὡς ἔδειξεν ὁ ἐν Φιλήβῳ [52 C] Σωκράτης. φῶς οὖν τὸ ἐκεῖ πῦρ, καὶ οὐ δεῖ τὸν περὶ αὐτοῦ λόγον ἐπιταράττειν ἐπὶ τὸ παχὺ τοῦτο καὶ σκοτεινὸν πῦρ φερομένους. οὕτω μὲν οὖν ὁ περὶ τῶν πλανήτων λό‐ γος οἰκείως τοῖς εἰρημένοις ἀποδοθήσεται. Εἰ δέ τινα καὶ
10ἄλλα ζῷα θεῖα εἴη οὐράνια συνεπόμενα ταῖς τῶν πλανω‐ μένων περιφοραῖς, ὧν ἡγεμόνες εἰσὶν οἱ ἑπτά, καὶ ταῦτα πάντα περιέλαβεν ἐν τούτοις ὁ Πλάτων· καὶ γὰρ ταῦτα τρεπόμενά ἐστι καὶ πλάνην ἔχοντα τοιαύτην, οἵαν εἴ‐ ρηκε περὶ τῶν ἑπτὰ μικρῷ πρότερον· καὶ γὰρ συμπεριπολεῖ
15καὶ συναποκαθίσταται ταῖς ἑαυτῶν ἀρχαῖς, ὥσπερ καὶ τὰ ἀπλανῆ κρατεῖται ὑπὸ τῆς ὅλης περιφορᾶς. ταῦτα δ’ οὖν τὰ πλανώμενα γίνεσθαί φησι κατ’ ἐκεῖνα τὰ ἔμπροσθεν χρόνου γενέσεως χάριν, ἵνα συναπεργάζηται χρόνον, διά τε τῆς ἀνωμαλίας καὶ τῆς ἀεικινησίας τὰ διάφορα χρονικὰ
20μέτρα προάγοντα εἰς τὸν κόσμον, ὧν ὁ εἷς χρόνος περι‐ ληπτικός, τὸν ἕνα περιοδικὸν ἔχων ἀριθμὸν τὸν τῶν παντο‐ δαπῶν ἀριθμῶν τῶν περιοδικῶν περιεκτικόν. καὶ οὐ δὴ τὰ ἀπλανῆ κινεῖσθαι καὶ αὐτὰ λέγων περὶ τὰ ἑαυτῶν κέντρα μετὰ τῆς εἰς τὸ πρόσθεν πορείας οὐχὶ κἀκεῖνα φαίη ἂν
25συναπεργάζεσθαι χρόνον, ἔχοντα καὶ αὐτὰ περιοδικὸν ἀριθ‐ μὸν τῆς ἰδίας ἀποκαταστάσεως, καθ’ ὃν μετρεῖται ὁ σύμπας χρόνος, ἀλλὰ τὸν προσήκοντα τῇ φυσιολογίᾳ τρόπον λέγων περὶ τῶν πλανωμένων ταῦτα διαφερόντως εἶπεν, ἐφ’ ὧν καὶ τὴν αἴσθησιν εἶχε μαρτυροῦσαν τῇ διαφόρῳ κινήσει
30τῶν πλανωμένων, οὐδὲν ἐχόντων ἡμῶν ἀπὸ τῆς αἰσθή‐ σεως λαβεῖν 〈περὶ〉 τῶν διαφόρων ἀριθμῶν τῆς κινήσεως
τῶν ἀπλανῶν καὶ τῶν περιόδων, ἃς ποιοῦνται περιιόντες.
in Ti
.

3

.

130

τοῦτο μὲν οὖν (λέγω δὴ τὸ τὰ πλανώμενα χρόνου ἕνεκα γεγονέναι) διαφερόντως ὑπεμνήσθω διὰ τούτων παρ’ ἡμῶν, ὥσπερ καὶ αὐτὸς ὑπέμνησεν. Ὅσοι δὲ τὸ ἐκ πυρὸς εἶναι τὸν οὐρανὸν ἀθετοῦσιν ὡς τοῦ πυρὸς ἄνω φέρεσθαι πεφυ‐
5κότος, ἤδη μὲν προείπομεν, δεῖ δὲ ἄρα πάλιν καὶ πάλιν ὑπομιμνήσκειν αὐτοὺς φιλέριδας ὄντας, ὡς ἀτόπως λέγουσιν· εἰς γὰρ τοῦτο τὸ ἐνταῦθα πῦρ ἀποβλέπουσιν, ὃ παρὰ φύσιν· ἐπεὶ τῷ γε πυρί, κἂν τὸ ὑπὸ σελήνην λάβῃς, οὐ τὸ ἄνω κινεῖσθαι κατὰ φύσιν, ἀλλὰ τὸ μένειν ἐν τῇ αὑτοῦ χώρᾳ,
10τὸ δὲ ἄνω κινεῖσθαι ἄγει μὲν εἰς τὸ κατὰ φύσιν, αὐτὸ δὲ οὐ κατὰ φύσιν· οὐδὲ γὰρ σώματι τὸ ὑγιάζεσθαι κατὰ φύσιν, ἀλλὰ τὸ ὑγιαίνειν, νενοσηκότι δὲ τὸ ὑγιάζεσθαι μόνῳ κατὰ φύσιν, ὥστε καὶ πυρὶ τῷ μὴ τελέως πυρὶ τὸ ἄνω φέρε‐ σθαι κατὰ φύσιν, τῷ δὲ κατ’ ἐνέργειαν πυρὶ τὸ μένειν ἐν
15τῷ ἄνω κατὰ φύσιν, ἐν ᾧ μένον, εἰ κινοῖτο, μίαν ἕξει μό‐ νην τὴν κύκλῳ κίνησιν. εἰ δὲ ὅτι καὶ τούτου τὸ ἄκρον ἐν τοῖς τῇδε φέρεται κύκλῳ μετὰ τοῦ αἰθέρος, ὥς φησιν Ἀριστοτέλης, ἀληθές, ἔτι μειζόνως ἀποδείκνυται κυκλο‐ φορητικὸν ὄν· εἰ γὰρ καὶ τοῦτο κύκλῳ φέρεται καθ’ ὅσον
20δύναται ἀεί, κατὰ φύσιν κινεῖται· τὸ γὰρ παρὰ φύσιν οὐκ ἀίδιον· τοιοῦτον δὲ πᾶν τὸ βίαιον. εἰ δὴ καὶ ὑπὸ σελή‐ νην ἐστὶ πῦρ τοιοῦτον, τί περὶ τῶν οὐρανίων ἀμφισβητοῦσι τὴν ἐπὶ τὸ ἄνω κίνησιν τοῦ πυρὸς ἄνω καὶ κάτω δια‐ θρυλοῦντες; ταῦτα μὲν οὖν, ὡς ἔφην, εἴρηταί που
25καὶ ἔμπροσθεν. ζητήσαντος δὲ τοῦ Ἀριστοτέλους, δι’ ἣν αἰτίαν ἡ μὲν ἀπλανὴς πολλὰ περιείληφεν ἄστρα μία οὖσα, αἱ δὲ πλανώμεναι πολλαὶ οὖσαι ἓν ἑκάστη, τὰ μὲν ἐκείνῳ ἀρέσαντα λαμβάνειν ἀπὸ τῶν ἐκείνου δυνατόν, ἡμεῖς δὲ καὶ ἤδη τι περὶ τούτου προείπομεν [p. 122, 25 ss] καὶ
30νῦν ἑπόμενα τοῖς ἔμπροσθεν γράφοντες φήσομεν καὶ τῶν
in Ti
.

3

.

131

πλανωμένων ἑκάστην κόσμον ὅλον εἶναι πολλῶν ἡμῖν ἀφα‐ νῶν θείων γενῶν περιληπτικόν, πάντων δὲ ἐκείνων τὴν ἡγεμονίαν ἔχειν τὸ φαινόμενον ἄστρον, καὶ ταύτῃ διαφέρειν τὰ ἀπλανῆ τῶν ἐν ταῖς πλανωμέναις σφαίραις, ὅτι ἐκεῖνα
5μὲν μίαν ἔχει μονάδα, τὴν ὁλότητα τὴν ἑαυτῶν, ταῦτα δὲ τὰ καθ’ ἑκάστην τῶν πλανωμένων ἀφανῆ συμπεριπολοῦντα ταῖς ἑαυτῶν σφαίραις διπλῆν, τήν τε ὁλότητα καὶ τὴν ἐν τοῖς περιεχομένοις ἐξῃρημένην λαχοῦσαν ὑπεροχήν· δεύτερα γὰρ ὄντα τῶν ἀπλανῶν διττῆς ἐπιστασίας ἐδεῖτο, τῆς μὲν
10ὁλικωτέρας, τῆς δὲ μερικωτέρας. ὅτι δὲ καὶ ἐν ἑκάστῃ τούτων πλῆθός ἐστιν ἑκάστῃ σύστοιχον, κατασκευάσειας ἂν ἀπὸ τῶν ἄκρων· εἰ γὰρ ἡ ἀπλανὴς ἔχει σύστοιχον ἑαυτῇ πλῆθος καὶ ἡ γῆ τῶν χθονίων ζῴων, ὡς ἐκείνη τῶν οὐ‐ ρανίων, ἀνάγκη καὶ ἑκάστην ὁλότητα πάντως ἔχειν μερικὰ
15ἄττα σύστοιχα †πρὸς αὐτῇ ζῷα, δι’ ἃ καὶ ὁλότητες λέγονται. λανθάνει δὲ ἡμῶν τὰ μέσα τὴν αἴσθησιν, τῶν ἄκρων δή‐ λων ὄντων, τῶν μὲν διὰ τὴν ὑπέρλαμπρον οὐσίαν, τῶν δὲ διὰ τὴν πρὸς ἡμᾶς συγγένειαν. εἰ δὲ καὶ μερικαὶ ψυχαὶ περὶ αὐτοὺς ἐσπάρησαν, ἄλλαι μὲν περὶ ἥλιον, ἄλλαι δὲ περὶ
20σελήνην, ἄλλαι δὲ περὶ ἕκαστον τῶν λοιπῶν, καὶ πρὸ τῶν ψυχῶν δαίμονες συμπληροῦσι τὰς ἀγέλας ὧν εἰσιν ἡγεμόνες, δῆλον, ὅτι καλῶς εἴρηται κόσμον ἑκάστην εἶναι τῶν σφαι‐ ρῶν, καὶ τῶν θεολόγων ἡμᾶς ταῦτα διδασκόντων, ὁπόταν περὶ ἑκάστου θεοὺς ἐν αὐτοῖς εἶναι πρὸ τῶν δαιμόνων ἄλ‐
25λους ὑπὸ τὴν ἄλλου τελοῦντας ἡγεμονίαν ***, οἷον καὶ περὶ τῆς δεσποίνης ἡμῶν τῆς σελήνης, ὅτι καὶ ἡ Ἑκάτη θεαί τινές εἰσιν ἐν αὐτῇ καὶ ἡ Ἄρτεμις, καὶ περὶ τοῦ βασιλέως Ἡλίου καὶ τῶν ἐκεῖ θεῶν, τὸν ἐκεῖ Διόνυσον ὑμνοῦντες·
30Ἠελίοιο πάρεδρος ἐπισκοπέων πόλον ἁγνόν,
τὸν Δία τὸν ἐκεῖ, τὸν Ὄσιριν, τὸν Πᾶνα τὸν ἡλιακόν, τοὺς
in Ti
.

3

.

132

ἄλλους, ὧν αἱ βίβλοι πλήρεις εἰσὶ τῶν θεολόγων καὶ τῶν θεουργῶν· ἐξ ὧν ἁπάντων δῆλον, ὅπως ἀληθὲς καὶ τῶν πλανωμένων ἕκαστον ἀγελάρχην εἶναι πολλῶν θεῶν συμπλη‐ ρούντων αὐτοῦ τὴν ἰδίαν περιφοράν. ταῦτα μὲν οὖν ταύτῃ
5διαλύσομεν. Ἓν δὲ ἐκεῖνο χρὴ συλλογίζεσθαι διὰ τῶν εἰρημένων, ὅτι τὰ ἀπλανῆ κατὰ Πλάτωνα τῶν πλανωμένων ἐστὶν οὐ τῷ τόπῳ μόνον, ἀλλὰ καὶ τῇ ἀξίᾳ κρείττονα· τὰ μὲν γὰρ ἐντεθῆναί φησι [40 A] τῇ ταὐτοῦ κύκλου φρονή‐ σει, τὰ δὲ ταῖς περιφοραῖς, ἃς ἡ θατέρου περίοδος
10ἤιεν [38 C], ὡς τὰ μὲν μόνῃ συζῶντα τῇ ταὐτοῦ νοερᾷ ζωῇ, τὰ δὲ καὶ τῇ θατέρου περιφορᾷ· πάντως μὲν γὰρ καὶ ἐκείνῃ, διότι καὶ αὐτὰ συμπεριφέρεται τῇ ἀπλανεῖ καθάπερ καὶ τὰ ἀπλανῆ, μετὰ δὲ τοῦ καὶ τῇ θατέρου περιόδῳ συμ‐ περιάγεσθαι. εἰ οὖν τὰ μὲν αὐτόθεν ἐκείνης μετέχει τῆς
15θειοτέρας, τὰ δὲ διὰ μέσης τῆς καταδεεστέρας, ἀνάγκη δή‐ που τὰ μὲν εἶναι κρείττονος ἀξίας, τὰ δὲ καταδεεστέρας. ἐοίκασιν οὖν, εἴ τι δεῖ τεκμαίρεσθαι διὰ τούτων, αἱ μὲν τῶν ἀπλανῶν ψυχαί, κἂν ἔχωσιν ἀμφοτέρους τοὺς κύκλους (ἔχουσι δέ, εἴπερ καὶ αἱ ἡμέτεραι τὸν ταὐτοῦ καὶ τὸν θατέ‐
20ρου, καθάπερ αὐτός φησι), μᾶλλον ζῆν κατὰ τὸν ταὐτοῦ καὶ διὰ τοῦτο μᾶλλον συζῆν τῷ ὁμοίῳ τῆς ὅλης ψυχῆς, αἱ δὲ τῶν πλανωμένων μᾶλλον κατὰ τὸν θατέρου, διὸ καὶ ποι‐ κίλας κινεῖσθαι τὰ σώματα αὐτῶν κινήσεις καὶ ἐντίθεσθαι ταῖς τοῦ θατέρου περιφοραῖς. καὶ ἔχοι ἂν ταῦτα λόγον τοῖς
25εἰς μόνας αὐτῶν βλέπουσι τὰς κινήσεις, ὃ δὴ τῆς φυσικῆς ἐστι θεωρίας ἴδιον, οὕτω καὶ τοῦ θεουργοῦ διδάξαντος ἡμᾶς περί τε τῶν ἄστρων καὶ τῶν πλανωμένων φρονεῖν· περὶ μέν γε τῶν ἀπλανῶν τῆς δημιουργίας λέγων φησίν· ἔπηξε δὲ καὶ πολὺν ὅμιλον ἀστέρων ἀπλανῶν μὴ τάσει ἐπι‐
30πόνῳ πονηρᾷ, πήξει δὲ πλάνην οὐκ ἐχούσῃ χρωμένων (τὴν ἐν τῷ αὐτῷ δήπου κατὰ τὰ αὐτὰ κίνησιν αὐτῶν δηλῶν διὰ τῆς πήξεως)· περὶ δὲ τῶν πλανωμένων, ὅτι ἓξ αὐτοὺς ὑπέ‐
στησεν ἕβδομον ἡλίου μεσεμβολήσας πῦρ, τὸ ἄτακτον
in Ti
.

3

.

133

αὐτῶν εὐτάκτοις ἀνακρεμάσας ζώναις, τὴν μὲν ἀνωμα‐ λίαν ἣν ἔχουσι τῶν κινήσεων ἀταξίαν εἰπών, τὴν δὲ τῶν ἐπιτεταγμένων αὐτοῖς ζωνῶν εὐταξίαν κρατοῦσαν εἰς τάξιν περιάγειν τὴν ἀταξίαν παριστάς (οὐ γὰρ δι’ ἀσθένειαν ἀνω‐
5μάλως κινοῦνται καθάπερ τὰ ἄψυχα, ἀλλὰ διὰ τὴν βούλησιν τῶν ἐπιβεβηκότων) καὶ τὰς διαφόρους νοήσεις, ἃς δὴ ζώνας ἐκάλεσε, διὰ τὴν ἑαυτῶν τάξιν ἔφατο καὶ τὴν φαινομένην τῶν σωμάτων ἀταξίαν εἰς τὴν πρέπουσαν τάξιν περιάγειν ἑαυταῖς, διασωσαμένας ἕκαστα τῶν πλανωμένων ταῖς ἑαυτῶν
10δυνάμεσι. Γῆν δὲ τροφὸν μὲν ἡμετέραν, ἰλλομένην δὲ περὶ τὸν διὰ παντὸς πόλον τεταμένον, φύλακα καὶ δη‐ μιουργὸν νυκτός τε καὶ ἡμέρας ἐμηχανήσατο, πρώ‐ την καὶ πρεσβυτάτην θεῶν ὅσοι ἐντὸς οὐρανοῦ γε‐
15γόνασιν [40 BC]. Ἡ περὶ γῆς φυσιολογία προσεχῶς συνυφαίνεται τῷ λόγῳ τῷ περὶ τῆς κινήσεως τῶν ἄστρων, οὐχ ὡς διὰ τούτων νῦν πρῶτον αὐτὴν τοῦ λόγου παράγοντος (ἤδη γὰρ ὑπέστησεν αὐτήν, ἡνίκα τὸν κόσμον ἐκ τῶν ὅλων ὑπέστησε στοιχείων,
20τῶν τε ἄκρων καὶ τῶν μέσων), ἀλλ’ ὡς τοῖς περὶ τῆς πο‐ ρείας τῶν πλανωμένων καὶ ἀπλανῶν λόγοις καὶ τοῖς περὶ χρόνου καὶ τῶν χρονικῶν περιόδων καὶ τοῦ περὶ γῆς λόγου συντελοῦντος, φύλακος γενομένης νυκτὸς καὶ ἡμέρας· ἅπας γὰρ ὁ οὐρανὸς χορεύει περὶ αὐτὴν καὶ κύκλῳ περιπολεῖ,
25καὶ αὕτη κέντρον ἐστὶ τοῦ παντὸς ὡς ἐν φυσικοῖς σώμα‐ σιν· ἄλλο γὰρ τὸ ἀμερὲς κέντρον, ὡς ἐν τῇ ἀληθεστάτῃ
σφαίρᾳ τῇ περιεχούσῃ τὸν φυσικὸν πάντα καὶ αἰσθητὸν
in Ti
.

3

.

134

κόσμον τὴν μέσην τάξιν ἔχον καὶ ἐκ μέσου πανταχόσε δια‐ τεῖνον, ὃ καὶ δύναμίς ἐστι τῆς σφαίρας ἀνὰ λόγον τοῖς πόλοις τεταγμένον, ἄλλο τὸ φυσικόν, ὃ ἡ φύσις ἐνίδρυσε τῷ μέσῳ, περὶ ὃ κύκλῳ κινεῖται πάντα τὰ ἄστρα καὶ εἰς ὃ
5καταπέμπει τὰς ἑαυτῶν ἐνεργείας, ὃ δὴ καὶ τὴν γῆν εἶναί φαμεν. ὥστε ἐπεὶ περὶ τῆς κυκλοφορίας διελέχθη τῶν οὐ‐ ρανίων, εἰκότως καὶ τὸν περὶ γῆς λόγον συνῆψε τοῖς εἰρη‐ μένοις. ἔτι δὲ καὶ κατ’ ἄλλον τρόπον ἡ τῆς γῆς φύσις πρὸς τὴν οὐράνιον τάξιν μητρὸς ἐπέχει λόγον· ὅσα γὰρ ὁ
10οὐρανὸς ποιήσει πατρικῶς, ταῦτα ἡ γῆ μητρικῶς· καὶ γὰρ τὰ μετέωρα πάντα, δι’ ὧν ὁ κύκλος ἐπιτελεῖται τῆς γενέ‐ σεως, ὡς μὲν ἀπὸ πατρὸς ὑφίσταται τοῦ οὐρανοῦ, κυβερ‐ νῶντος ἄνωθεν τὴν ἔνυλον πᾶσαν καὶ φερομένην οὐσίαν, ὡς δὲ ἀπὸ μητρὸς τῆς γῆς· αὕτη γὰρ παρέχει τὴν ὕλην
15ταῖς ἀναθυμιάσεσιν ἀπὸ τῶν εἰς αὐτὴν συνερρυηκότων καὶ ἑαυτῆς, ὥσπερ τὸ εἶδος καὶ τὴν μορφὴν ὁ οὐρανός. καὶ διὰ ταύτην ἄρα τὴν αἰτίαν εἰκότως τῷ περὶ τοῦ οὐρανοῦ λόγῳ συνέταξε τὸν περὶ γῆς, εἰς αὐτὴν τὴν τῶν πραγμάτων ἀποβλέπων φύσιν, καὶ τὴν συμφωνίαν αὐτῶν καὶ κοινωνίαν
20καὶ τὴν ἐν ἀρχαῖς ὁμοφυῆ σύζευξιν θεωρῶν. καὶ μὴν καὶ τὴν τῆς ἀναλογίας δύναμιν ἔργῳ κατάδηλον αὐτὸς ἐποίησε διὰ τῆς τάξεως, τὸν περὶ τῶν πλανήτων λόγον καὶ πρῶτον καὶ μέσον παραλαβὼν καὶ τὸν περὶ γῆς λόγον πρὸ τῶν ἄλλων δαιμόνων τῶν ὑπὸ σελήνην παραδούς· οὕτω γὰρ τὰ
25μὲν ἄκρα καὶ πρῶτα καὶ μέσα γίνεται, τὰ δὲ μέσα πάλιν εἰς τὴν τῶν αὐτῶν ἄκρων μεθίσταται τάξιν· τοῦτο δὲ πέ‐ φυκεν ἀναλογία κάλλιστα ἀποτελεῖν [31 C]. κατὰ πάντας ἄρα τοὺς τρόπους ὁμοφυής ἐστιν ἡ περὶ γῆς φυσιο‐ λογία τῇ περὶ τοῦ οὐρανοῦ θεωρίᾳ. καὶ περὶ μὲν τῆς τά‐
30ξεως τοσαῦτα. Τίς δὲ ἡ γῆ καὶ πόθεν πρόεισι καὶ πῶς ἡμετέρα λέγεται τροφός, πῶς δὲ πρεσβυτάτη καὶ πρω‐ τίστη θεῶν; ἐὰν γὰρ ταῦτα κατανοῆσαι δυνηθῶμεν, ἕξομεν
ὥς γε πρὸς τὰ παρόντα ἱκανῶς τὴν περὶ αὐτῆς θεωρίαν.
in Ti
.

3

.

135

πρόεισι μὲν οὖν ἡ γῆ πρώτως ἀπό τε τῆς νοητῆς γῆς τῆς ἑνιαίως πάντας περιεχούσης τοὺς νοητοὺς διακόσμους τῶν θεῶν καὶ ἐνιδρυμένης τῷ πατρὶ διαιωνίως καὶ τῆς νοερᾶς τῆς τῷ οὐρανῷ συντεταγμένης καὶ πάσας ὑποδεχομένης τὰς
5τοῦ οὐρανοῦ ποιήσεις· ἐκείναις γὰρ ἀνὰ λόγον καὶ αὕτη μένουσα ἀιδία ὡς ἐν τῷ κέντρῳ τοῦ οὐρανοῦ καὶ παντα‐ χόθεν ὑπ’ αὐτοῦ συνεχομένη πλήρης ἐστὶ γεννητικῆς δυνά‐ μεως καὶ τελειότητος δημιουργικῆς. ἔστι δὲ ἄρα ἡ ὡς ἀλη‐ θῶς γῆ οὔτε ὁ σωματοειδὴς οὗτος καὶ παχὺς ὄγκος (οὐ γὰρ
10ἂν εἴη πρεσβυτάτη θεῶν διὰ τὸν ὄγκον οὐδὲ πρώτη τῶν ἐντὸς οὐρανοῦ τεταγμένων), οὔτε ἡ ψυχὴ τοῦδε τοῦ σώματος (οὐ γὰρ ἂν εἴη περὶ τὸν διὰ παντὸς τετα‐ μένον πόλον)· οὐ γὰρ ἡ ψυχὴ τοιοῦτον, ἀλλὰ τὸ σῶμα τῆς γῆς· ἀλλ’ εἰ δεῖ τὸ ἀληθέστατον περὶ αὐτῆς εἰπεῖν,
15ζῷόν ἐστιν ἐκ ψυχῆς θείας καὶ σώματος ζῶντος· διὸ καὶ τὸ ὅλον ζῷόν ἐστιν, ὥς φησιν ὁ Πλάτων· ἔστι γὰρ ἐν αὐτῷ νοῦς ἄυλος καὶ χωριστὸς ἐν ταὐτῷ συνέχων καὶ τόνδε τὸν ὄγκον καὶ ψυχὴ θεία περὶ τόνδε χορεύουσα τὸν νοῦν καὶ σῶμα αἰθέριον προσεχῶς ἐξηρτημένον ἀπὸ τῆς ψυχῆς καὶ
20τελευταῖος οὗτος ὁ φαινόμενος ὄγκος, ἐμπνεόμενος παντα‐ χόθεν ὑπὸ τοῦ ὀχήματος αὐτῆς καὶ ζωῆς πληρούμενος, ἀφ’ ἧς καὶ γεννᾷ καὶ τρέφει ζῷα παντοῖα, τὰ μὲν γὰρ ἐν αὐτῇ κατερριζωμένα, τὰ δὲ κινούμενα περὶ αὐτήν. καὶ τοῦτό γε καὶ ὁ Ἀριστοτέλης ἰδὼν ᾐσχύνθη μὴ οὐχὶ ζωὴν αὐτῇ
25δοῦναι φυσικήν· πόθεν γὰρ ἐν γῇ μὲν ἔτι μένοντα τὰ φυτὰ ζῇ, ἀποσπασθέντα δὲ νεκροῦται, μὴ καὶ τοῦδε τοῦ ὄγκου τῆς γῆς ζωῆς ὄντος πλήρους; δεῖ δὲ καὶ καθ’ ὅλου λαμβά‐ νειν, ὅτι τὰ ὅλα πρὸ τῶν μερῶν ἐψύχωται· γελοῖον γάρ, εἰ ἄνθρωπος μὲν μετέχοι καὶ ψυχῆς λογικῆς καὶ νοῦ, τῇ δὲ
30γῇ καὶ τῷ ἀέρι μηδεμίαν ἀποδοίη ψυχὴν ἄνωθεν ἐποχου‐ μένην καὶ διακυβερνῶσαν τὰ στοιχεῖα καὶ ἐν οἰκείοις ὅροις
φυλάττουσαν· τὰ γὰρ ὅλα κυριώτερα τῶν μερῶν καὶ τὰ
in Ti
.

3

.

136

ἀίδια τῶν φθαρτῶν, οὐδὲν δὲ τίμιον ἄνευ ψυχῆς, ὥς φησι καὶ ὁ Θεόφραστος. ἀναγκαῖον ἄρα καὶ ψυχὴν ἐντῇ γῇ διδόναι καὶ νοῦν, τὴν μὲν γόνιμον αὐτὴν ποιοῦσαν, τὸν δὲ συνέχοντα αὐτὴν ἐν τῷ μέσῳ τοῦ παντός. αὕτη
5μὲν οὖν ἡ γῆ, ζῷον οὖσα θεῖον καὶ πλήρωμα νοερῶν τε καὶ ψυχικῶν οὐσιῶν ἀύλων τε δυνάμεων (εἰ γὰρ τὴν μερικὴν ψυχὴν μετὰ τοῦ ἰδίου ὀχήματος ἐνύλῳ σώματι πλεονάζειν φαμέν, ὡς ἐν ἄλλοις δέδεικται, τί χρὴ οἴεσθαι περὶ θείας οὕτω ψυχῆς; ἦ ὅτι πολλῷ πρότερον ταύτης διὰ
10μέσων ἄλλων ὀχημάτων ἀποκρέμαται τὰ ἐμφανῆ σώματα, δι’ ὧν ἐλλάμψεις καὶ ταῦτα δέχεσθαι δυνατόν) τοιαύτη δ’ οὖν οὖσα λέγεται τροφὸς ἡμετέρα πρῶτον μὲν ὡς τῷ οὐρανῷ δύναμιν ἔχουσά πως ἀντίρροπον, καὶ ὥσπερ ἐκεῖνος ζῴων ἦν θείων περιεκτικός, οὕτω καὶ αὕτη γήινα φαίνεται
15περιέχουσα ζῷα, δεύτερον δὲ ὡς ἐμπνέουσα τὰς ζωὰς τὰς ἡμετέρας ἀπὸ τῆς οἰκείας ζωῆς· οὐ γὰρ μόνον καρποὺς ἀνίησι καὶ τρέφει τὰ σώματα ἡμῶν διὰ τούτων, ἀλλὰ καὶ τὰς ψυχὰς ἀποπληροῖ τῶν ἑαυτῆς ἐλλάμψεων· ζῷον γὰρ οὖσα θεῖον καὶ ἡμᾶς γεννησαμένη ζῷα μερικὰ γεγονότας
20διὰ μὲν τοῦ σώματος 〈τοῦ〉 ἑαυτῆς τρέφει καὶ συνέχει τὸν ἡμέτερον ὄγκον, ἀπὸ δὲ τῆς οἰκείας ψυχῆς τελειοῖ τὴν ἡμε‐ τέραν ψυχήν, κατὰ δὲ τὸν νοῦν τὸν ἑαυτῆς ἀνεγείρει τὸν ἐν ἡμῖν νοῦν, καὶ οὕτω δὴ καθ’ ὅλην ἑαυτὴν γίνεται τρο‐ φὸς ὅλης ἡμῶν τῆς συστάσεως. ὅθεν ἐμοὶ δοκεῖν καὶ τρο‐
25φὸν αὐτὴν ἡμετέραν προσειπεῖν τὴν νοερὰν αὐτῆς θρεπτι‐ κὴν ἐνέργειαν ἐνδεικνύμενος· εἰ γὰρ δὴ ἡμετέρα τροφός ἐστιν, οἱ δὲ ὄντως ἡμεῖς ψυχαὶ καὶ νόες, κατ’ ἐκεῖνα ἂν μάλιστα τελεσιουργὸς ἡμῶν εἴη, τὸν ἡμέτερον κινοῦσα νοῦν. ζῷον δὲ οὖσα θεῖον καὶ πολλῶν ζῴων μερικῶν περι‐
30ληπτικὸν ἴλλεσθαι λέγεται περὶ τὸν διὰ παντὸς τετα‐ μένον πόλον, διότι δὴ περὶ τὸν ἄξονα τοῦ παντὸς συν‐ έχεται καὶ συσφίγγεται· πόλος μὲν γάρ ἐστι καὶ ὁ ἄξων,
καὶ νῦν οὕτω λέγεται πόλος, διότι περὶ αὐτὸν πολεῖ τὸ πᾶν.
in Ti
.

3

.

137

διότι δὲ ὁ πόλος ἀμερής, ὁ δὲ ἄξων πόλος ἐστὶ μετὰ δια‐ στάσεως, ὡς εἰ καὶ τὴν γραμμὴν λέγοι τις σημεῖον ῥυέν, τετάσθαι λέγεται διὰ παντός, ὡς διαμπὰξ διήκων διὰ τοῦ κέντρου τῆς γῆς· οὐ γὰρ διὰ παντὸς ὡς ‘διὰ τοῦ παν‐
5τὸσ‘ εἴρηται τεταμένος· οὐ γὰρ ἄνευ ψελλισμοῦ τὸ οὕτω λέγειν. ἰλλομένην δὲ τὴν σφιγγομένην δηλοῖ καὶ συνεχο‐ μένην· οὐ γάρ, ὡς Ἀριστοτέλης [de cael. β 13. 293b 31. 14. 296a 26] οἴεται, τὴν κινουμένην· διαφερόντως γὰρ ὁ Πλάτων ἀκίνητον φυλάττει τὴν γῆν καὶ τὴν αἰτίαν προσ‐
10τιθεὶς ἐν τῷ Φαίδωνι [109 A], δι’ ἣν ἀκίνητος ἵδρυται, λέγει οὖν· ἰσόρροπον γὰρ πρᾶγμα ὁμοίου τινὸς ἐν μέσῳ τεθὲν οὐχ ἕξει μᾶλλον οὐδ’ ἧττον οὐδαμόσε κλιθῆναι· πρὸς τῷ καὶ ἀπὸ τῆς Ἑλληνικῆς χρήσεως μαρ‐ τυρεῖσθαι τὸν λόγον, ὅτι τὸ ἰλλομένην τὸ ‘συναγομένην‘
15δηλοῖ καὶ οὐχὶ τὸ ‘κινουμένην‘, ἰλλάδας καλούσης τοὺς δεσμούς. ἐρεῖ δὲ καὶ αὐτὸς ὁ Τίμαιος ἐν τοῖς ἑπο‐ μένοις [76 B C] ἴλλεσθαι τὰς τρίχας ἐπὶ τὴν κεφαλὴν ῥι‐ ζουμένας καὶ συσπειρωμένας εἴσω τοῦ δέρματος, ὥστ’ εἶναι κἀκ τούτου δῆλον, ὅπως ‘ἴλλεσθαι‘ καὶ ἐν τούτοις εἶπε τὴν
20γῆν. εἰ δὲ καί, ὡς ἔνιοί φασι, τὸ μένει γὰρ Ἑστία ἐν θεῶν οἴκῳ μόνη [Phaedr. 247 A] περὶ ταύτης εἴρηται τῆς γῆς, πολλοῦ ἂν δέοι κινεῖν ὁ Πλάτων τὴν γῆν. εἰ δὲ καὶ μὴ τὴν ἐκεῖ Ἑστίαν θείμεθα τὴν γῆν, ἀλλ’ οὖν ἑστι‐ οῦχον ἐν αὐτῇ δύναμιν ὑποληπτέον· ὡς γὰρ ἐν οὐρανῷ
25τοὺς πόλους ὑπὸ τῆς Ἑστίας συνέχεσθαί φαμεν, οὕτως ἐν
in Ti
.

3

.

138

τοῖς στοιχείοις τὴν γῆν, καὶ ἔστιν ἀνὰ λόγον ὡς ἡ ὑπερκόσμιος Ἑστία πρὸς τὸν μέγαν ἡγεμόνα τῶν δώδεκα θεῶν, οὕτως ἐν τοῖς ἐγκοσμίοις ἡ γῆ πρὸς τὸν οὐρανόν. εἰ δὲ δὴ καὶ πρὸς τὸν Πυθαγόρειον Τίμαιον [97 D] ἀποβλέψαιμεν,
5ἔτι μᾶλλον οὐκ ἂν ὑπολάβοιμεν κινεῖσθαι τὴν γῆν· λέγει γὰρ κἀκεῖνος τὰν γᾶν ἐν τῷ μέσῳ εἶναι ἱδρυμέναν. ποῦ δὴ οὖν εὔλογον ἡμᾶς ἰλλομένην ἀκούσαντας εἱλουμένην καὶ στρεφομένην αὐτὴν ποιεῖν, ὡς Πλάτωνι ἀρέσκον λέ‐ γοντας; Ἡρακλείδης μὲν οὖν ὁ Ποντικός, οὐ Πλάτωνος
10ὢν ἀκουστής, ταύτην ἐχέτω τὴν δόξαν, κινῶν κύκλῳ τὴν γῆν· Πλάτων δὲ ἀκίνητον αὐτὴν ἵστησιν. ἦ γὰρ τὸν τέλεον ἐνιαυτὸν οὐκ ἀπὸ τῶν ὀκτὼ περιόδων 〈ἂν〉 ἐποίει μόνον, ἀλλὰ καὶ τὴν τῆς γῆς ἐνάτην συνηρίθμει συναποκαθιστὰς αὐτὴν ταῖς ἄλλαις καὶ ποιῶν ἐκ πασῶν μίαν πρὸς τὸν ταὐ‐
15τοῦ κύκλον ἀποκατάστασιν. οὕτω μὲν οὖν ἐξηγησόμεθα τὸν πόλον καὶ τὸν ἄξονα καὶ τὴν περὶ τοῦτο〈ν〉 συνεχομένην ἐν τῷ μέσῳ γῆν. Δεῖ δὲ ἀπὸ τῶνδε τῶν λόγων ἐπὶ τὴν φύσιν μετιέναι καὶ θεωρεῖν τοὺς μὲν πόλους δυνάμεις ἑδραστικὰς καὶ συνεκτικὰς τοῦ παντός, ἀνεγειρούσας μὲν
20τὸν ὅλον ὄγκον εἰς ἔρωτα τῶν νοητῶν, ἀμερίστως δὲ τὸ μεριστὸν καὶ ἡνωμένως καὶ ἀδιαστάτως τὸ διαστατὸν συν‐ εχούσας (διὸ δὴ καὶ ἐν Πολιτείᾳ [X 616 C] τὰ ἄγκιστρα τῆς ἠλακάτης ἐξ ἀδάμαντος ἐποίει, τὸ ἀκλινὲς αὐτῶν, ὡς εἴρηται, καὶ ἀδαμάντινον ἐνδεικνύμενος)· τὸν δὲ ἄξονα
25μίαν θεότητα συναγωγὸν μὲν τῶν κέντρων τοῦ παντός, συνεκτικὴν δὲ τοῦ ὅλου κόσμου, κινητικὴν δὲ τῶν θείων περιφορῶν, περὶ ἣν ἡ χορεία τῶν ὅλων, περὶ ἣν αἱ ἀνα‐ κυκλήσεις, ἀνέχουσαν τὸν ὅλον οὐρανόν, ἣν καὶ Ἄτλαντα διὰ τοῦτο προσειρήκασιν, ὡς ἄτρεπτον καὶ ἄτρυτον ἐνέργειαν
30ἔχουσαν. καὶ μέντοι καὶ τὸ τεταμένον ἐνδείκνυται Τιτή‐
in Ti
.

3

.

139

νιον εἶναι τὴν μίαν ταύτην δύναμιν τὴν φρουρητικὴν τῆς ἀνακυκλήσεως τῶν ὅλων. εἰ δὲ καί, ὥς φησιν ὁ θεῖος Ἰάμβλιχος, τὸν διὰ παντὸς τεταμένον πόλον ἐπὶ τοῦ οὐρανοῦ θέλοιμεν ἀκούειν, οὐδὲ οὕτως ἔξω τῆς Πλάτωνος
5ἀποπλανησόμεθα διανοίας· ὡς γὰρ αὐτὸς ἐν Κρατύλῳ [405 CD] λέγει, τὸν οὐρανὸν πόλον καλοῦσιν οἱ δεινοὶ περὶ ἀστρονομίαν ὡς ἐναρμονίως περιπολοῦντα. λέγοιτ’ ἂν οὖν κατὰ ταύτην τὴν ἐπιβολὴν διὰ παντὸς μὲν πόλος τετα‐ μένος 〈ὁ〉 δι’ ὅλου ἑαυτοῦ κεκυρτωμένος οὐρανός, ὡς ἀγώνιος
10ὤν (οὕτω γὰρ τέταται ἡ τοῦ κύκλου ἐπιφάνεια), περὶ δὲ τοῦτον ἴλλεσθαι ἡ γῆ, οὐ τοπικῶς, ἀλλὰ δι’ ὄρεξιν τῆς πρὸς αὐτὸν ὁμοιότητος συννεύουσα εἰς τὸ μέσον, ἵν’ ὡς ἐκεῖνος περὶ τὸ κέντρον κινεῖται, οὕτως αὕτη συναγομένη εἰς τὸ κέντρον ὁμοία γένηται τῷ κατ’ οὐσίαν σφαιρικῷ, κατὰ δύ‐
15ναμιν σφαιρωθεῖσα, σφιγγομένη περὶ τὸν οὐρανὸν οὕτως, ὡς τεταμένον ὅλον περὶ αὐτήν. καθ’ ἑκατέραν μὴν τῶν ἐπιβολῶν τὴν αἰτίαν ὁ Πλάτων παραδέδωκε, δι’ ἣν ἐν τῷ μέσῳ συνέχεται ἡ γῆ, διότι δύναμίς ἐστι συνεκτικὴ τῆς γῆς ὁ ἄξων ἢ ὅτι πανταχόθεν ὑπὸ τῆς περιφορᾶς συνέχεται καὶ
20ἐν τῷ κέντρῳ συνάγεται τοῦ παντός. τίνα οὖν ἡ γῆ παρ‐ έχεται τῷ παντὶ χρείαν τοιάδε οὖσα; τοῦτο ἐφεξῆς ὁ Τίμαιος διασαφεῖ, φύλακα καὶ δημιουργὸν αὐτὴν ἀποκαλῶν νυκτὸς καὶ ἡμέρας. καὶ ὅτι μὲν ποιητικὴ νυκτός ἐστι, δῆλον· αὐτὴ γὰρ ἀποτελεῖ τὸν κῶνον, ἐπειδὴ σκιὰ αὐτῆς
25ἐστιν ὁ κῶνος καὶ τὸ μέγεθος καὶ τὸ σχῆμα αὐτῆς δίδωσι τοσονδὶ καὶ τοιονδὶ σχῆμα τῇ σκιᾷ. πῶς δὲ καὶ τῆς ἡμέρας δημιουργός; ἦ καὶ ταύτην τὴν ἡμέραν τῇ νυκτὶ συνεζευγ‐ μένην ἀποτελεῖ· πρὸς γὰρ αὐτὴν αἵ τε ἀνατολαὶ θεωροῦνται καὶ αἱ δύσεις. ὅτι δὲ ταύτην τὴν ἡμέραν παρέλαβε τὴν
30ἀντιπεριαγομένην τῇ νυκτί, δεδήλωκεν ὑποτάξας αὐτὴν τῇ νυκτί, καθάπερ καὶ πρότερον ἐν οἷς ἔλεγε [39 B]· νὺξ μὲν
οὖν ἡμέρα τε γέγονεν οὕτως. ἔστιν οὖν ἀμφοῖν δημι‐
in Ti
.

3

.

140

ουργὸς ἡ γῆ συναποτελοῦσα τῷ ἡλίῳ τὰ συνάμφω· μᾶλλον μὴν ὁ μὲν ἥλιος ἡμέρας, ἡ δὲ γῆ νυκτὸς αἰτία. ‘δημιουρ‐ γὸσ‘ δὲ οὖσα καὶ ‘φύλαξ‘ ἐστὶν αὐτῶν, φυλάττουσα τούς τε ὅρους αὐτῶν καὶ τὴν ἀντανίσωσιν τὴν πρὸς ἀλλήλας καὶ
5τὰς αὐξήσεις καὶ τὰς ἐλαττώσεις αὐτῶν κατὰ δή τινα ἀνα‐ λογίαν, διὸ δὴ καὶ Ἶσιν αὐτὴν προσηγόρευσάν τινες, ὡς ἐπανισοῦσαν τὴν ἀνισότητα καὶ εἰς ἀναλογίαν ἄγουσαν τάς τε αὐξήσεις καὶ τὰς μειώσεις ἀμφοτέρων. ἄλλοι δὲ εἰς τὸ γόνιμον αὐτῆς ἀπιδόντες Δήμητραν προσεῖπον, ὥσπερ δὴ καὶ
10Πλωτῖνος [enn. 4, 4, 27. p. 419. 30 p. 423], τὸν μὲν νοῦν αὐτῆς Ἑστίαν καλῶν, Δήμητραν δὲ τὴν ψυχήν. ἡμεῖς δὲ αὐτὰς μὲν τὰς πρωτίστας τούτων τῶν θεαινῶν αἰτίας νοεράς τε καὶ ἡγεμονικὰς καὶ ἀπολύτους εἶναί φαμεν, καθήκειν δὲ εἰς τὴν γῆν ἀπ’ αὐτῶν ἐλλάμψεις καὶ δυνάμεις, καὶ εἶναι
15〈καὶ〉 Δήμητραν χθονίαν καὶ Ἑστίαν καὶ Ἶσιν χθονίαν, ὥσπερ καὶ Δία χθόνιον καὶ Ἑρμῆν χθόνιον, περὶ τὴν μίαν θεό‐ τητα τῆς γῆς τούτων τεταγμένων τῶν χθονίων, ὥσπερ δὴ καὶ περὶ τὴν μίαν τοῦ οὐρανοῦ θεότητα προελήλυθε τὸ πλῆθος τῶν οὐρανίων θεῶν· πάντων γὰρ τῶν ἐν οὐρανῷ
20θεῶν πρόοδοι γεγόνασιν εἰς τὴν γῆν καὶ ἀποπερατώσεις, καὶ ἔστιν ἐν αὐτῇ πάντα χθονίως, ὅσα ἐν οὐρανῷ οὐρανίως εἰκότωσ· καὶ γὰρ ἡ νοερὰ γῆ πάσας ὑποδέχεται τὰς πα‐ τρικὰς τοῦ οὐρανοῦ δυνάμεις καὶ ἔχει πάντα γεννητικῶς. οὕτως οὖν καὶ Διόνυσον χθόνιον ἐροῦμεν καὶ Ἀπόλλωνα
25χθόνιον, ὃς καὶ ὕδατα μαντικὰ πολλαχοῦ τῆς γῆς ἀναδίδωσι καὶ στόμια προφητεύοντα τὸ μέλλον. ἄλλους δὲ τόπους αὐ‐ τῆς καθαρτικοὺς ἢ κριτικοὺς ἢ ἰατικοὺς ἀποτελοῦσιν αἱ εἰς αὐτὴν καθήκουσαι παιώνιοι καὶ κριτικαὶ δυνάμεις. ἀλλὰ τὰς μὲν χθονίας πάσας δυνάμεις ἐπεξελθεῖν ἀδύνατον· εἰσὶ
30γὰρ ἀπεριήγητοι μὲν αἱ θεῖαι, τούτων δὲ ἔτι πλείους αἱ συνεπόμεναι τάξεις αὐταῖς ἀγγέλων τε καὶ δαιμόνων, δια‐ λαχοῦσαι τὴν γῆν κύκλῳ πᾶσαν καὶ περὶ τὴν μίαν αὐτῆς
θεότητα χορεύουσαι καὶ τὸν ἕνα νοῦν καὶ τὴν μίαν ψυχήν.
in Ti
.

3

.

141

λοιπὸν δέ ἐστι θεωρῆσαι, πῶς πρεσβυτάτη θεῶν ἡ γῆ καὶ πρωτίστη λέγεται τῶν ἐντὸς οὐρανοῦ· τοῦτο γὰρ ἁπλῶς εἰρῆσθαι φανήσεται τοῖς πρὸς τὸ ἔνυλον αὐτῆς καὶ παχὺ καὶ σκοτεινὸν ἀποβλέπειν εἰθισμένοις. ἡμεῖς δὲ ὅτι
5μέν ἐστί τι καὶ τοιοῦτον ἐν τῷ ὄγκῳ τῆς γῆς, οἷον ἐκεῖνοι λέγουσι, συγχωρήσομεν, ἀξιώσομεν δὲ αὐτοὺς καὶ τὰ ἄλλα τῆς γῆς ὁρᾶν ἀγαθά, δι’ ὧν πλεονεκτεῖ τὰ λοιπὰ στοιχεῖα, τὸ μόνιμον, τὸ γεννητικόν, τὴν πρὸς τὸν οὐρανὸν συμφω‐ νίαν, τὴν ἐν τῷ κέντρῳ τοῦ παντὸς θέσιν· μεγάλην γὰρ
10ἔχει τὸ κέντρον ἐν τῷ παντὶ δύναμιν, ὡς συνεκτικὸν ἁπά‐ σης τῆς περιφορᾶς. διὸ καὶ οἱ Πυθαγόρειοι Ζανὸς πύργον ἐκάλουν τὸ κέντρον, ὡς δημιουργικῆς φρουρᾶς ἐν ἐκείνῳ τεταγμένης. ὑπομνήσομεν δὲ τοὺς ἀντιλέγοντας καὶ τῶν Πλατωνικῶν ὑποθέσεων περὶ γῆς καὶ τῶν ἔργων αὐ‐
15τῆς, ὥς φησιν ὁ ἐν Φαίδωνι [110 E 111 B] Σωκράτης. τοῦτο μὲν οὖν, ὃ ἡμεῖς οἰκοῦμεν, κοῖλόν ἐστι καὶ σκοτεινὸν καὶ ὑπὸ ἅλμης κατεδηδεσμένον, ἄλλη δέ ἐστιν ἡ ἀλη‐ θινὴ γῆ, θεῶν ὑποδοχὰς ἔχουσα καὶ ἄλση καὶ κάλλος τῷ οὐρανῷ προσεοικός. οὐ χρὴ οὖν θαυμάζειν, εἰ καὶ νῦν
20πρεσβυτάτη λέγοιτο θεῶν ἡ γῆ καὶ πρωτίστη τῶν ἐν‐ τὸς οὐρανοῦ, τηλικοῦτον μὲν ὕψος ἔχουσα, τοιοῦτον δὲ κάλ‐ λος, ἐοικυῖα δὲ ταῖς δωδεκασκύτοις σφαίραις [Phaed. 110 B], ὥσπερ ὁ οὐρανὸς τῷ δωδεκαέδρῳ παρὰ τοῦ δημι‐ ουργοῦ διεζωγράφηται, καθὰ καὶ αὐτὸς ἐρεῖ προϊών [55 C].
25ἐννοήσωμεν δὲ καὶ ὅτι μόνῃ τῶν στοιχείων τῇ γῇ δέδωκε πάντα στοιχεῖα διακεκριμένως ἔχειν, κόσμον αὐτὴν ὅλον ἀποτελῶν ἀνὰ λόγον τῷ οὐρανῷ πεποικιλμένον· ἔστι γὰρ ἐν αὐτῇ καὶ πυρὸς ποταμὸς καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς ἄλλης λόγον ἐχούσης πρὸς αὐτήν, ὃν ἂν αὐτὴ πρὸς τὸ πᾶν,
30ὥς φησιν ὁ ἐν Φαίδωνι [112E ss] Σωκράτης. εἰ δὲ τοῦτο, πολλὴν ὑπεροχὴν ἔχει κατὰ τῶν λοιπῶν στοιχείων, ὡς μιμουμένη τὸν οὐρανὸν καὶ πάντα ἔχουσα χθονίως ἐν
ἑαυτῇ. προσθῶμεν δὲ τούτοις καὶ ὅτι τὰ δύο ταῦτα στοι‐
in Ti
.

3

.

142

χεῖα πρῶτα παρήγαγεν ὁ δημιουργός, γῆν καὶ πῦρ, τὰ δ’ ἄλλα ἕνεκα τούτων, ἵνα τὸν τῶν δεσμῶν ἐπέχοιεν πρὸς αὐτὰ λόγον, καὶ ὅτι τὰ τέτταρα καὶ ἐν οὐρανῷ ἐστι καὶ ὑπὸ σε‐ λήνην, ἀλλ’ ἐκεῖ μὲν πυρίως (ἡ γὰρ πλείστη ἰδέα, καθὰ
5προεῖπεν [40 A], ἐκ πυρός), ἐνταῦθα δὲ γηίνως (καὶ γὰρ τὸ τοῦ ἀέρος βάθος καὶ ὁ τοῦ ὕδατος ὄγκος περικέχυται τὴν γῆν καὶ πολὺ τὸ γήινον ἔχει, διὸ καὶ τῇ ἑαυτῶν φύ‐ σει σκοτεινά ἐστιν). ἔστιν οὖν ἐν οὐρανῷ μὲν ἐπικράτεια τοῦ πυρός, ὑπὸ σελήνην δὲ τῆς γῆς. ἐπειδὴ δὲ συνῆπται
10ἡ γένεσις πρὸς τὸν οὐρανὸν συμφυῶς, τὸ μὲν πέρας τοῦ οὐρανοῦ γῆ ἐστιν ὡς ἐν οὐρανῷ, ἡ δὲ ἀρχὴ τῆς γενέσεως πῦρ ὡς ἐν γενέσει· τὴν μὲν γὰρ σελήνην γῆν εἰώθασι κα‐ λεῖν, ὡς τοῦτον ἔχουσαν τὸν λόγον πρὸς τὸν ἥλιον, ὃν ἡ γῆ πρὸς τὸ πῦρ·
15 μήσατο δ’ ἄλλην γαῖαν ἀπείριτον, ἥν τε σελήνην ἀθάνατοι κλῄζουσιν, ἐπιχθόνιοι δέ τε μήνην, φησὶν Ὀρφεύς [frg. 81], τὴν δὲ ἀκρότητα τῆς γενέσεως πῦρ, ὡς καὶ Ἀριστοτέλης, τὸν αἰθέρα πῦρ ὀνομάζων, ἔστι δὲ ὅπου καὶ οὐ πῦρ, ἀλλὰ πυροειδῆ δοκιμάζων καλεῖν,
20ὡς εἴρηται πολλάκις [p. 129, 1]. τὸ μὲν τοῦ οὐρανοῦ πέρας οὐκ ἔστι πάντη μεταβολῆς ἄμοιρον, ὡς τῇ γενέσει πελάζον· ἡ δὲ ἀρχὴ τῆς γενέσεως κύκλῳ κινεῖται, μιμουμένη τὸν οὐρανόν. ἔτι κἀκεῖνον παραλάβωμεν τὸν λόγον, ὅτι δὴ οὐ τοῖς τόποις δεῖ κρίνειν τὴν ἀξίαν τῶν πραγμάτων, ἀλλὰ
25ταῖς δυνάμεσι καὶ τῇ οὐσίᾳ, καθάπερ δέδεικται ἐν ἄλλοις. τίσιν οὖν ἰδιότησι κριτέον τὰς ὑπεροχάς; τίσι δὲ ἄλλαις ἢ ἃς αἱ θεῖαι τάξεις ἐπιδεικνύουσιν; ἡ γὰρ ὄντως ὑπεροχὴ παρὰ τοῖς θεοῖς. ληπτέον οὖν ἐκ τῶν θείων τάξεων τὸ μοναδικόν, τὸ μόνιμον, τὸ παντελές, τὸ γόνιμον, τὸ συν‐
30εκτικόν, τὸ τελεσιουργόν, τὸ πάντη διατεῖνον, τὸ ζωοποιόν,
τὸ κοσμητικόν, τὸ ἀφομοιωτικόν, τὸ περιεκτικόν· ταῦτα γάρ
in Ti
.

3

.

143

ἐστι τὰ ἰδιώματα πασῶν τῶν θείων διακοσμήσεων. κατὰ ταῦτα δὲ ἡ γῆ τῶν ἄλλων πλεονεκτεῖ στοιχείων· ὥστε εἰκότως ἂν λέγοιτο πρεσβυτάτη τε καὶ πρωτίστη τῶν θεῶν. ἔτι διττὴν θεωρητέον τὴν τῶν πραγμάτων φύσιν, τὴν μὲν
5κατὰ πρόοδον, ἥτις ἀεὶ τὰ δεύτερα τεταγμένα καταδεέστερα ποιεῖ τῶν πρὸ αὐτῶν, τὴν δὲ κατ’ ἐπιστροφήν, ἣ τὰ ἔσχατα συνάπτει καθ’ ὁμοιότητα τοῖς πρώτοις καὶ ἕνα κύκλον ἀπο‐ τελεῖ τῆς ὅλης ἀπογεννήσεως. καὶ ἐπειδήπερ ὁ κόσμος σφαι‐ ρικός ἐστι, τὸ δὲ τοιοῦτον σχῆμα τῶν κατ’ ἐπιστροφὴν ἴδιόν
10ἐστι, καὶ τὴν γῆν ἐν αὐτῷ συναπτέον τῷ οὐρανῷ δι’ ἑνὸς κύκλου καὶ μιᾶς ὁμοιότητος· οὕτω γὰρ καὶ τὸ κέντρον ὁμοιό‐ τατόν ἐστι τοῖς πόλοις· ὁ μὲν γὰρ οὐρανὸς πάντη περιέχει τὰ ὅλα περὶ τοὺς πόλους κινούμενος, ἡ δὲ γῆ τὴν ἐν τῷ κέντρῳ μονὴν ἔλαχεν· ἔπρεπε γὰρ τῇ γενέσει τὸ ἀκίνητον
15εἶναι τοῦ κινουμένου πρεσβύτερον. κατὰ πάσας δὴ ταύτας τὰς ἐπιβολὰς φαίης ἂν τὴν γῆν ὡς τῷ οὐρανῷ σύστοιχον πρεσβυτάτην τῶν ἐντὸς οὐρανοῦ θεῶν· καὶ γὰρ αὕτη ἐντὸς οὐρανοῦ ἐστιν, ὡς ὑπ’ αὐτοῦ περιεχομένη πανταχόθεν· ὡς γὰρ τὸ πᾶν τὸ σωματικὸν ἐντὸς ἐτεκτήνατο τῆς ψυχῆς,
20οὕτω καὶ τὴν γῆν ἐντὸς τοῦ οὐρανοῦ δεδημιούργηκεν, ὡς ὑπ’ αὐτοῦ σφιγγομένην καὶ συνεχομένην καὶ μετ’ αὐτοῦ τὰ ὅλα δημιουργοῦσαν. ἔχει δὲ κατὰ μὲν τὸ πρώτιστον τὴν τῆς κατ’ οὐσίαν ὑπεροχῆς ἔνδειξιν, τὸ δὲ πρεσβύτατον τὴν ἀπὸ τῶν πρεσβείων, ὧν ἔλαχεν ἡ γῆ· πῶς γὰρ οὐκ ἂν εἴποις
25αὐτὴν μεγάλην μοῖραν ἐν τῷ κόσμῳ λαχεῖν καὶ εἶναι πολυ‐ τίμητον, ἐν ᾗ καὶ ὁ Ζανὸς πύργος καὶ ἡ τοῦ Κρόνου πρόοδος; οὐ γὰρ μόνον ὁ Τάρταρος, τὸ ἔσχατον ὢν τῆς γῆς, ὑπὸ τοῦ Κρόνου καὶ τῆς Κρονίας κατείληπται δυνάμεως, ἀλλὰ καὶ εἴ τι τούτου καταδεέστερον ἐπινοοίης· καὶ γὰρ
30τοῦτο συνέχεται διὰ τῶν ὑποταρταρίων θεῶν, ὥς φησιν Ὅμηρος [C 278 s], οὐχ ὅτι τοὺς θεοὺς ἐπέκεινα τάττει τοῦ Ταρτάρου, ὡς τὰ ῥήματα ἐνδείκνυται, ἀλλ’ ὅτι πανταχόθεν
ὑπ’ αὐτῶν περιείληπται καὶ αὐτὸς ὁ Τάρταρος. ἔτι τοίνυν
in Ti
.

3

.

144

θεατέον τὴν ἀναλογίαν τῆς γῆς, ἣν ἔχει πρὸς τὴν νοερὰν γῆν· ὡς γὰρ ἐκείνη περιέχει τάξεις θεῶν καὶ ὑφίστησι τελεσιουργούς, φρουρητικάς, Τιτανικάς, ὧν αἱ Ὀρφικαὶ θεολογίαι πλήρεις, οὕτω δὴ καὶ αὕτη δυνάμεις ἔχει ποι‐
5κίλας, καὶ ὡς μὲν ‘τροφὸσ‘ τὴν τελεσιουργὸν μιμεῖται τάξιν, καθ’ ἣν καὶ πάτριον Ἀθηναίοις ‘κουροτρόφον‘ αὐτὴν ὑμνεῖν καὶ ‘ἀνησιδώραν‘, ὡς καὶ ἀνιεῖσαν τὰ φυτὰ καὶ τὰ ζῷα καὶ τρέφουσαν, ὡς δὲ ‘φύλαξ‘ τὴν φρουρητικήν, ὡς δὲ ‘τετα‐ μένη περὶ τὸν διὰ παντὸς πόλον‘ τὴν Τιτανικήν. ἐπειδὴ
10δὲ καὶ ἐκείνη πρὸ τῶν ἄλλων Αἴγλην τε καὶ τὴν ἐσπερέ‐ θουσαν Ἐρίθυιαν ἀπεγέννησε, καὶ αὕτη νυκτός ἐστι καὶ ἡμέρας δημιουργός· καὶ δήλη καὶ ἡ τούτων ἀναλογία πρὸς ἐκείνας. ταῦτα καὶ περὶ τούτων. εἰ δὲ καὶ κατ’ ἄλλον τρόπον ἐθέλοις πρωτίστην αὐτὴν ἀκούειν καὶ πρεσβυτάτην
15θεῶν, ὡς ἀπὸ πρωτίστων καὶ πρεσβυτάτων αἰτίων ὑφιστα‐ μένην, ἔχοι ἂν τὸ πιθανὸν καὶ οὗτος ὁ λόγος 〈τῷ〉 τὰ πρώτιστα φθάνειν ταῖς ἑαυτῶν ἐνεργείαις ἐπὶ πλεῖστον· καὶ ἔστι πολλαχοῦ τὰ τελευταῖα σῴζοντα τὴν τῶν πρώτων ἀνα‐ λογίαν, ἅτε ἀπ’ ἐκείνων μόνων ἔχοντα τὴν ὕπαρξιν. ὥστε
20πανταχόθεν ὁ τοῦ Πλάτωνος λόγος ἀληθής, εἴτε πρὸς τὸν ὄγκον τῆς γῆς εἴτε πρὸς τὰς ἐν αὐτῇ δυνάμεις ἀποβλέπειν ἐθέλοις. τὸ δὲ ἐμηχανήσατο πόσην οἴεσθαι χρὴ μαρτυ‐ ρεῖν τὴν νοερὰν δύναμιν τῇ δημιουργίᾳ; τὸ γὰρ μήτε ἡλίου καθ’ ἑαυτὸν νύκτα καὶ ἡμέραν δυναμένου ποιεῖν μήτε γῆς
25μόνης (ἄλλο γάρ ἐστι φωτὸς στέρησις καὶ ἄλλο νύξ) εὑρεῖν ὅπως ἂν δι’ ἀμφοῖν ἐπιτελεῖται ταῦτα, τῆς δημιουργικῆς ἐστιν ὄντως ἔργον μηχανῆς· ἡ γὰρ τῆς γῆς ἐν μέσῳ τάξις καὶ ἡ τοῦ ἡλίου χορεία περὶ αὐτὴν καὶ ἡ τῆς ἀπλανοῦς ἀνακύκλησις νύκτας περὶ γῆν καὶ ἡμέρας ἀποτελοῦσιν. ἔτι
30δὲ καὶ ἡ ἐν τῷ κέντρῳ θέσις τῆς γῆς ἀνὰ λόγον ποιεῖ τὴν τῶν νυχθημέρων ἐξαλλαγήν, οὐκ ἂν γενομένην, εἰ τοῦ μέσου τις αὐτὴν ἐξελὼν ἵδρυσεν ἀλλαχοῦ. ταῦτα δὴ καὶ ἔτι τού‐
των πλείω διὰ τοῦ τῆς μηχανῆς ὀνόματος συνάγειν δυνατόν.
in Ti
.

3

.

145

Χορείας δὲ τούτων αὐτῶν καὶ παραβολὰς ἀλλή‐ λων καὶ περὶ τὰς τῶν κύκλων πρὸς ἑαυτοὺς ἀνα‐ κυκλήσεις καὶ προσχωρήσεις, ἔν τε ταῖς συνάψεσιν ὁποῖοι τῶν θεῶν κατ’ ἀλλήλους γινόμενοι καὶ ὅσοι
5κατ’ ἀντικρ, μεθ’ οὕστινάς τε ἐπίπροσθεν ἀλλή‐ λοις ἡμῖν τε κατὰ χρόνους οὕστινας ἕκαστοι κατα‐ καλύπτονται καὶ πάλιν ἀναφαινόμενοι φόβους καὶ σημεῖα τῶν μετὰ ταῦτα γενησομένων τοῖς δυνα‐ μένοις λογίζεσθαι πέμπουσι, τὸ λέγειν ἄνευ δι‐
10όψεως τούτων αὖ τῶν μιμημάτων, μάταιος ἂν εἴη πόνος [40 CD]. Οὐκ ἔστι τὸ προκείμενον τῷ Πλάτωνι νῦν τὴν ἀπὸ τῆς ἀστρονομίας παρεισκυκλῆσαι θεωρίαν καὶ τοὺς λόγους, οὓς κακῶς ἔνιοι ποιοῦντες περὶ τῶν ὑποθέσεων καταβάλλονται
15καὶ τῆς ἀστρολογικῆς τηρήσεως, μηδὲ κατ’ αὐτὸ τοῦτο τῷ Πλάτωνι συνεπόμενοι, διότι δὴ παραιτεῖται νῦν ὁ φιλόσοφος (ἔτι γὰρ νῦν μέγα ἔργον ἄρεκτον [Hom. Τ 150]), καὶ οὐ δεῖ περὶ ταῦτα διατρίβειν· ἄλλο γάρ ἐστιν ἀστρονομία καὶ ἄλλο φυσιολογία, ὡς καὶ Ἀριστοτέλης διέκρινεν ἐν τῷ
20δευτέρῳ τῆς Φυσικῆς Ἀκροάσεως [2. 193b26 ss]. ἄλ‐ λως τε καὶ πολλῆς δεῖ σχολῆς εἰς τὸ πρῶτον ἐν εἰκόσι ταῦτα ἰδεῖν, εἶθ’ οὕτως ἀποδοῦναι τοὺς λόγους· τὸ γὰρ λέγειν περὶ τούτων ἄνευ τῶν διόψεως μιμημάτων μάταιός ἐστι πόνος, ὥς φησιν αὐτός· δεῖ γὰρ καὶ ἐπὶ τοῦ ἀβακίου
25καὶ ἐπὶ τῆς κρικωτῆς σφαίρας καὶ ἐπὶ τοῦ παραδείγματος καὶ ἐπὶ τοῦ ἀστρολάβου ταῦτα κατιδόντας οὕτως ἐπὶ τὴν τῶν ὅλων στέλλεσθαι θεωρίαν· δεῖ δὲ καὶ τηρήσεως, ἣν τὰ ὄργανα παρέχεται τοῖς περὶ ταῦτα διατρίβουσι. διὰ ταῦτα μὲν οὖν ὁ φιλόσοφος παραιτεῖται τὸν περὶ τούτων λόγον.
30 αὐτὰ δὲ ταῦτα, ἃ νῦν λέγει, διχῶς ἐκληπτέον, μαθηματι‐ κῶς τε καὶ φιλοσόφως· ὑπάρχει γὰρ καὶ ταῖς σωματικαῖς
τῶν ἄστρων κινήσεσι καὶ ταῖς ψυχικαῖς. καὶ πρότερον, εἰ
in Ti
.

3

.

146

βούλει, μαθηματικῶς τε καὶ φιλοσόφωσ χορείας μὲν ἀκούσωμεν τὰς εὐτάκτους αὐτῶν καὶ ἐναρμονίους περιφοράς· καὶ προσέθηκε χορείας αὐτῶν τούτων, λέγει τῶν ἄστρων, ὧν ἕνεκα καὶ τὸν περὶ τῆς γῆς λόγον ἐμβέβληκεν· οὐ γὰρ
5τὴν γῆν χορεύειν, τὴν ἰλλομένην, ἀλλὰ περὶ τὴν γῆν τοὺς ἀστέρας· χορεύουσι γὰρ οἱ μίαν κίνησιν καὶ σύμφωνον περὶ τὸ αὐτὸ κινούμενοι. παραβολὰς δὲ τὰς κατὰ μῆκος αὐ‐ τῶν συντάξεις, ὅταν κατὰ τὸ πλάτος διαφέρωσιν ἢ κατὰ τὸ βάθος, τὰς συνανατολὰς λέγω καὶ συγκαταδύσεις. τὰ δὲ
10περὶ τὰς τῶν κύκλων πρὸς ἑαυτοὺς ἀνακυκλήσεις καὶ τὰς προσχωρήσεις τοὺς προποδισμοὺς δηλοῖ καὶ τοὺς ὑποποδισμούς· προποδίζοντες μὲν γὰρ προσχωροῦσι ταῖς ἑαυτῶν ἀποκαταστάσεσιν, ὑποποδίζοντες δὲ ἀνακυκλοῦνται πρὸς ἑαυτούς. κύκλους δὲ λέγει νῦν τὰς σφαίρας, καθ’
15ὧν κινοῦνται οἱ ἀστέρες, ἀλλ’ οὐχὶ τοὺς ἐπικύκλους· οὐδα‐ μοῦ γὰρ ἐκείνων ἐμνημόνευσεν, ὥσπερ οὐδὲ τοὺς ἐκκέντρους εἶναι τῶν κύκλων· καὶ γὰρ γελοῖον ἢ κυκλίσκους τινὰς ποιεῖν καθ’ ἑκάστην σφαῖραν τὴν ἐναντίαν αὐτῇ κινουμέ‐ νους, εἴτε μέρη ὄντας τῆς σφαίρας εἴτε καὶ ἄλλης συστά‐
20σεως, ἢ ἐκκέντρους σφαίρας περιεχούσας μὲν τὸ κέντρον, οὐ περὶ αὐτὸ δὲ κινουμένας· τοῦτο μὲν γὰρ ἀναιρεῖ τὸ κοινὸν ἀξίωμα τῶν φυσικῶν, πᾶσαν κίνησιν ἁπλῆν ἢ περὶ τὸ μέσον εἶναι τοῦ παντὸς ἢ ἀπὸ τοῦ μέσου ἢ ἐπὶ τὸ μέσον. ἐκεῖνο δὲ ἢ διαιρεῖ τὰς σφαίρας εἰς ἁψῖδας ἐναντίως φερο‐
25μένας καὶ ἀφανίζει τὴν συνέχειαν ἑκάστης ἢ κύκλους ἐπεισ‐ άγει τοῖς οὐρανίοις φύσεως ἄλλης ὄντας καὶ συνείρει κινήσεις ἐκ τῶν ἀνομοίων καὶ ἀσυμπαθῶν ἀλλήλοις διὰ τὴν ἀνομοιότητα τῶν συστάσεων. εἰ δὲ ταῦτα οὕτως ἔχει, δεῖ ἐφιστάνειν (πάλιν γὰρ τὰ δοκοῦντα λεκτέον πολλῆς ἐπιστά‐
30σεως δεόμενα), μήποτε ὁ Πλάτων αὐτοὺς τοὺς ἀστέρας κινῇ
in Ti
.

3

.

147

διαφόρως, οὐδὲν δεόμενος τῶν τοιούτων μηχανημάτων ὡς ἀναξίων τῆς θείας οὐσίας, καὶ δεῖ τὴν ποικιλίαν αὐτὴν ἐξάπτειν τῆς κινήσεως τῶν ψυχῶν, κατὰ τὴν ἐκείνων βού‐ λησιν θᾶττον ἢ βραδύτερον κινουμένων τῶν σωμάτων, ἀλλ’
5οὐ δι’ ἀσθένειαν, ὅπερ οἱ πολλοὶ νομίζοντες τὴν διαφορὰν ταύτην παραιτοῦνται καὶ τὴν ἀνωμαλίαν, καὶ ταύτην ἐν τε‐ ταγμένοις χρόνοις γιγνομένην, τῶν ἀστέρων αὐτῶν περί τε τὰ ἑαυτῶν κέντρα κινουμένων καὶ διὰ τῶν οἰκείων σφαιρῶν πορευομένων ποικίλως, ἵνα μέσοι τῶν ἀπλανῶν ὄντες καὶ τῶν
10κατ’ εὐθεῖαν κινουμένων μικτὴν ἔχωσι κίνησιν, εἰς ὕψος φερό‐ μενοι καὶ βάθος, καὶ προποδίζοντες αὐτοὶ καὶ ὑποποδίζον‐ τες, καὶ πάντα ἐν χρόνοις τεταγμένως· τὰ γὰρ ἄστρα εἶπεν ἔμπροσθεν [39 D] δι’ οὐρανοῦ πορευόμενα τροπὰς ἔχειν (εἰ δὲ δι’ οὐρανοῦ πορεύεται, δῆλον ὅτι διὰ τοῦ τῶν
15σφαιρῶν κινεῖται παντοίως βάθους· τὰ γὰρ διά τινος πορευό‐ μενα οὐ μένει ἐν ταὐτῷ, μεταβαίνει δὲ ἀπ’ ἄλλου μέρους ἐκείνου, δι’ οὗ πορεύεται, εἰς ἄλλο τοῦ αὐτοῦ μέρος, καὶ εἰ ταῦτ’ ἐστὶ τὰ ἔχοντα τροπάς, αἱ παντοῖαι μεταβολαὶ τού‐ των εἰσὶν ἐν ταῖς σφαίραις τρεπομένων κατά τε πλάτος καὶ
20βάθος), τὰς δὲ δὴ σφαίρας ἐπ’ ἀνατολὰς κινεῖσθαι μόνον, ἀλλ’ οὐ περὶ τοὺς αὐτοὺς τῇ ἀπλανεῖ πόλους· ἕνα μὲν γὰρ αὐτῶν ἐποίησεν ἄξονα τὴν ἀρχὴν ἐν Πολιτείᾳ [X 616 C ss 617 C] τὸν ἄτρακτον, καὶ πόλους τοὺς τῶν ὀκτὼ σφαιρῶν τὰ ἄγκιστρα, καὶ εἶναι καὶ τούτων ὡς τῆς ἀπλανοῦς περὶ
25ταῦτα μίαν εἶπε κίνησιν καὶ ἁπλῆν, προϊὼν δὲ καὶ ἐκεῖ Μοίρας ἐφεστάναι τοῖς κύκλοις εἶπε καὶ ἄλλην ἄλλως κι‐ νεῖν, ἐνταῦθα δὲ τὴν μὲν κατὰ πλευρὰν περιήγαγε, τὴν δὲ κατὰ διάμετρον, ὡς τοὺς κύκλους τῆς ψυχῆς, ἐν οἷς καὶ αὐτῶν τῶν ὅλων σφαιρῶν τὰς αἰτίας ἔθετο, διὸ κατὰ διά‐
30μετρον αὐτοὺς ἐκίνησε λοξῶς, καὶ τῶν πλανωμένων ἄστρων, διὸ καὶ τούτους εἶπεν ὁμοίως τινὰς καὶ ἄλλους ἀνομοίως κινεῖσθαι, καθάπερ ἐκεῖνα. τὴν οὖν διαφορὰν εἶναι κατὰ
ταῦτα καὶ κατὰ τὸ ἐπὶ δεξιὰ ἢ ἐπ’ ἀριστερὰ τῶν πλανω‐
in Ti
.

3

.

148

μένων σφαιρῶν καὶ τῆς ἀπλανοῦς. εἶναι δ’ οὖν τὴν κατὰ Πλάτωνα σφαιροποιίαν τοιαύτην, ὁμοπόλων μὲν οὐσῶν τῶν ἑπτὰ σφαιρῶν, τὴν δὲ διαφορὰν πρὸς τὴν μίαν ἐχουσῶν ὡς εἴπομεν, καὶ τὰ μὲν ἀπλανῆ τῶν ἄστρων κινεῖσθαι μόνως
5περὶ τὰ ἑαυτῶν κέντρα, τὰ δὲ πλανώμενα καὶ περὶ τὰ ἑαυ‐ τῶν κέντρα καὶ διὰ τοῦ βάθους πορευόμενα τῶν σφαιρῶν, ἐν αἷς ἐστιν ἕκαστον, ποικίλως τρεπόμενα εἰς τὸ ἄνω, εἰς τὸ κάτω, 〈εἰς τὸ πρόσω〉, εἰς τοὐπίσω, καὶ ταῦτα μὲν κινεῖσθαι περὶ λοξὸν ἕκαστον ἄλλον κύκλον καὶ τοὺς τούτων πόλους, τὰς
10δὲ σφαίρας, ἐν αἷς εἰσι, πάσας ὁμοίως τῇ ἀπλανεῖ, τοῦτ’ ἔστι περὶ τὸν αὐτὸν κινεῖσθαι πόλον ἕνα ὄντα πασῶν, καὶ τὴν μὲν ἀπλανῆ μίαν κινεῖσθαι κίνησιν αὐτὴν καθ’ αὑτήν, τὴν δὲ πλανωμένην διπλῆν, καὶ τὴν ἑαυτῆς λοξῶς καὶ μετὰ τῆς ἀπλανοῦς περιαγομένην, τὰ δὲ ἄστρα τὰ μὲν ἀπλανῆ καὶ
15περὶ τὰ ἑαυτῶν κέντρα καὶ εἰς τὸ πρόσω μετὰ τῆς σφαίρας, τὰ δὲ πλανώμενα καὶ μετὰ τῆς ἀπλανοῦς περιφέρεσθαι, καὶ μετὰ τῶν πλανωμένων ἕκαστον *** τῇ ἑαυτοῦ σφαίρᾳ τὴν ἐπ’ ἀνατολάς, καὶ καθ’ αὑτὸ κατὰ πλάτος καὶ βάθος, καὶ περὶ τὰ οἰκεῖα κέντρα· δεῖ γὰρ καὶ ταύτῃ κινεῖσθαι καὶ τούτων
20ἕκαστον, σφαιρικὸν ὄν, μιμούμενον τὴν οἰκείαν ὁλότητα, καθάπερ τὰ ἀπλανῆ συντέτακται ***, πρὸς τῷ καὶ δι’ οὐ‐ ρανοῦ πορεύεσθαι παντοίως ἴσχον τροπάς, ὡς εἶπεν [39 D] αὐτός. καὶ τούτων ὄντων ἀληθῶν, ὡς ἐνεδειξάμεθά που καὶ πρότερον [p. 64 ss 96, 27 ss], οὐδὲ τὰς τῶν ἐπικύκλων ἢ τῶν
25ἐκκέντρων ὑποθέσεις εἶναι ματαίας, ἀλλ’ εἰς ἁπλᾶς κινήσεις ἀναλῦσαι τὰς ποικίλας, ἵνα εὐλήπτους σχῶμεν δι’ ἐκείνων τὰς τῶν ποικίλων ἀποκαταστάσεις, οὐκ οὔσας ἀφ’ ἑαυτῶν εὐλήπτους, ἀλλ’ ἐκ τῶν ἀπλανῶν μόνως γιγνομένας κατα‐ ληπτάς. εὐμήχανον οὖν τὸ εὑρεῖν, τίνες ἁπλαῖ ποιοῦσι τὰς
30ποικίλας καὶ δι’ ἐκείνων θηρᾶσαι τὰ μέτρα τῶν ποικίλων, καὶ ὅμοιον ὡς εἴ τις τὴν περὶ κύλινδρον ἕλικα μετρῆσαι μὴ δυνάμενος, εἶτα λαβὼν εὐθεῖαν περὶ αὐτὸν κινουμένην καὶ
σημεῖον ἐπὶ τῆς εὐθείας τὰς τούτων κινήσεις μετρῶν ηὕρισκε,
in Ti
.

3

.

149

πόση τίς ἐστι καὶ ἡ περὶ τὴν ἕλικα κίνησις, ἐν τῷ πόσῳ δὲ χρόνῳ. πρὸς γοῦν τοῦτο βλέπουσι καὶ οἱ ταῖς ἀνελιτ‐ τούσαις χρώμενοι καὶ οἱ τοῖς ἐπικύκλοις καὶ ἐκκέντροις διὰ τὰς ἁπλᾶς κινήσεις, ἐξ ὧν τὴν ποικίλην ἀνευρίσκουσιν.
5ἀλλὰ ταῦτα μὲν ἐπιστάσεως ἄξια, καὶ διὰ τοῦτο καὶ πλεονά‐ κις αὐτὰ τοῖς φιλοθεάμοσιν εἰς ἐπίσκεψιν προτείνω καὶ ἀνεγείρω 〈ἐ〉ν αὐτοῖς καὶ τὰς περὶ τούτων ἀκριβεστέρας κατανοήσεις. τὰς δὲ συνάψεις νοητέον τὰς συνόδους αὐτῶν καὶ τοὺς σχηματισμούς, οὓς ποιοῦνται πρὸς ἀλλήλους,
10εἴτε τριγωνικῶς εἴτε τετραγωνικῶς εἴτε ἑξαγωνικῶς εἴτε δια‐ μετρικῶς· αὐτὸς γὰρ τὴν σύνοδον μόνην καὶ τὴν κατ’ ἀντι‐ κρὺ στάσιν παραλαβὼν ἐν τούτοις ὡς ἐν ἄκροις περιέχει τὰ λοιπὰ πάντα σχήματα. τὰς δὲ ‘ἐπιπροσθήσεισ‘, καθ’ ἃς ἡμῖν τε καὶ ἀλλήλοις ἐπιπροσθοῦσιν· ὅδε γὰρ μετὰ τόνδε
15τεταγμένος ἐπίπροσθεν γίγνεται τῷ μετ’ αὐτὸν καὶ ἡμῖν δὲ ἐπιπροσθοῦσιν ὑποτρέχοντες ἀλλήλους. τὰς δὲ ‘κατὰ χρό‐ νους αὐτῶν κατακαλύψεις καὶ πάλιν ἐκφάνσεισ‘ οἰητέον τὰς κρύψεις τὰς ὑπὸ τὸν ἥλιον καὶ τὰς φάσεις, ἃς ἀμφοτέρας μεγάλων τινῶν εἶναι ποιητικὰς καὶ σημαντικὰς λέγουσιν οἱ
20ταῦτα δεινοί. τὸ δ’ οὖν ταῦτα πάντα λέγειν χωρὶς τούτων, λέγει δὲ τούτων τῶν διόψεως μιμημάτων, ἃ δή ἐστιν ὀργανικά, μάταιός ἐστι πόνος. Μετὰ δὴ τὸ μαθηματικὸν κατίδωμεν φιλοσόφως ἕκαστα τῶν εἰρημένων. οὐκοῦν χορεῖαι μέν εἰσι τῶν ψυχῶν αἱ
25περὶ τὸ νοητὸν βακχεῖαι καὶ αἱ περίοδοι καὶ ἀποκατα‐ στάσεις αἱ νοεραί· συνεπόμεναι γὰρ τῷ θειοτέρῳ τῶν ἡγε‐ μόνων καὶ αὐταὶ χορεύουσιν, ὥς φησιν ὁ ἐν Φαίδρῳ [250 B 252 D] Σωκράτης. παραβολαὶ δὲ αἱ γνώσεις αἱ ἀλλή‐ λων· φανὰ γὰρ πάντα ἐκεῖ, καὶ ὁρῶσιν ἀλλήλας, καὶ οὐκ
30ἀγνοεῖ ἡ ἑτέρα τὰ τῆς ἄλλης. ἔτι δὲ τὰ ἑαυτῶν εἴδη τοῖς νοητοῖς ἐφαρμόζουσιν ὡς ἴχνη καὶ τύπους τοῖς ἑαυτῶν
παραδείγμασιν. αἱ δὲ τῶν κύκλων ἀνακυκλήσεις καὶ
in Ti
.

3

.

150

αἱ προσχωρήσεις αἱ ἀφ’ ἑαυτῶν ἐπὶ νοῦν καὶ ἀπὸ νοῦ πάλιν εἰς αὑτὰς ἐπιστροφαί· ποιοῦσι γὰρ ἀμφότερα τὸν ἀεὶ χρόνον, καὶ ἀφ’ ἑαυτῶν γιγνώσκουσι τὸν νοῦν καὶ ἀπὸ τοῦ νοῦ ἑαυτάς. συνάψεις δὲ καὶ ‘διάμετροι στάσεισ‘ αἵ τε
5ἑνώσεις αἱ πρὸς τὸ νοητὸν ἀλλήλων, συναπτομένων κατὰ τὸ νοητὸν ἀλλήλαις, καὶ αἱ πρόοδοι αὐτῶν· ὅταν μὲν γὰρ τὸ ἑαυτῶν ἓν τῷ ἑνὶ τοῦ νοῦ συνάπτωσι, σύνοδος ἀμφοῖν· καὶ γὰρ ἐν ταῖς συνόδοις ταύταις δεῖ τὰ κέντρα γενέσθαι τῶν συν‐ ιόντων ἐπὶ μιᾶς εὐθείας· προϊοῦσαι δὲ ἐκεῖθεν εἰς πρόνοιαν
10τῶν δευτέρων εἰς τὸ κατ’ ἀντικρὺ χωροῦσι τῆς ἑνώσεως ταύ‐ της. ἐπειδὴ δὲ ἀεὶ ὡσαύτως ἔχουσι καὶ μένουσιν ἅμα καὶ προΐασι, καὶ συνέχονται καὶ διάμετροί εἰσιν. αἱ δὲ ‘ἐπι‐ προσθήσεις ἀλλήλοις τε καὶ ἡμῖν‘ αἱ μεσότητές εἰσιν αἱ μεταξὺ τῶν τε θείων ψυχῶν καὶ ἡμῶν· οὐ γὰρ πᾶσαι πά‐
15σαις ἀμέσως ἥνωνται, ἀλλὰ διὰ μέσων ἄλλαι ἄλλων πλειό‐ νων ἢ ἐλαττόνων. αἱ δὲ ‘κατακαλύψεις καὶ ἐκφάνσεις αἱ κατὰ χρόνουσ‘ αἵ τε ἀποκαταστάσεις καὶ αἱ ἀρχαὶ τῶν περι‐ όδων· κατὰ γὰρ ταύτας μάλιστα τρέπουσι τὰ ἐν τῷ κόσμῳ καὶ μεταβάλλουσιν, ἀθρόας ἐπάγουσαι φθορὰς καὶ μεγάλας
20μεταβολάς, ὥς φησιν αὐτὸς ἐν τῷ Πολιτικῷ [270B s]. τὸ δ’ οὖν ταῦτα πάντα λέγειν ἄνευ διόψεως τῶν μιμη‐ μάτων τούτων τῶν περὶ τὸν οὐρανὸν θεωρουμένων μά‐ ταιος ἂν εἴη πόνος· δεῖ γὰρ ἀπὸ τῶν φαινομένων εἰς ἀνάμνησιν τῶν ἀφανῶν ἀναδραμεῖν· ὡς γὰρ ἀπὸ τῶν τῇδε
25ὀργάνων καὶ τῶν σκιῶν εἰς ἀρχὴν καθιστάμεθα τῆς τῶν οὐρανίων κατανοήσεως, οὕτω δὴ καὶ ἀπ’ ἐκείνων ἀνεμιμνη‐ σκόμεθα τῶν ἀφανῶν περιπολήσεων· μέσος γάρ ἐστιν ὁ οὐ‐ ρανὸς τῶν τε γενητῶν καὶ τῶν νοητῶν. ἐπειδὴ δὲ τὰ σχήματα καὶ τὰς κινήσεις τῶν οὐρανίων φόβους εἶπε καὶ
30σημεῖα τῶν γιγνομένων παρέχειν τοῖς δυναμένοις λογίζεσθαι, τοσοῦτον ἰστέον, ὅτι οὐ μόνον ἐκεῖνα ση‐ μαίνειν οἰητέον, ἀλλὰ σημεῖα γεγονότων ὄντα σημαντικά
τινων. διὸ καὶ αὐτὸς τῶν σημαντικῶν ἑαυτοῖς ἐνεργειῶν
in Ti
.

3

.

151

προηγουμένως ἐμνήσθη. θαυμασιωτάτην δὲ εἶναί φησιν ὁ Θεόφραστος ἐν τοῖς κατ’ αὐτὸν χρόνοις τὴν τῶν Χαλδαίων περὶ ταῦτα θεωρίαν, τά τε ἄλλα προλέγουσαν καὶ τοὺς βίους ἑκάστων καὶ τοὺς θανάτους, καὶ οὐ τὰ κοινὰ μόνον, οἷον
5χειμῶνας καὶ εὐδίας, ὥσπερ καὶ τὸν ἀστέρα τοῦ Ἑρμοῦ χει‐ μῶνος μὲν ἐκφανῆ γενόμενον ψύχη σημαίνειν, καύματα δὲ θέρους εἰς ἐκείνους ἀναπέμπει· πάντα δ’ οὖν αὐτοὺς καὶ τὰ ἴδια καὶ τὰ κοινὰ προγινώσκειν ἀπὸ τῶν οὐρανίων ἐν τῇ Περὶ Σημείων βίβλῳ φησὶν ἐκεῖνος.
10 Ἀλλὰ ταῦτά τε ἱκανῶς ἡμῖν ταύτῃ καὶ τὰ περὶ θεῶν ὁρατῶν καὶ γενητῶν εἰρημένα φύσεως τέλος ἐχέτω [40 D]. Ἓν καὶ τοῦτο τῆς ἐπιστήμης ἐστὶν ἔργον, τὸ μέτρον ἐφαρμόζειν τὸ προσῆκον τοῖς λόγοις καὶ τοσοῦτον αὐτοῖς
15ἐνδιδόναι φερομένοις, ὁπόσον εἰς τὴν προκειμένην συντελεῖν δύναται θεωρίαν. τοῦτο δὴ καὶ ὁ Πλάτων ἐν τούτοις ποιεῖ, τέλος ἐπιτιθεὶς τοῖς περὶ τῶν οὐρανίων καὶ τῶν ζῴων τῶν ἀστρῴων λόγοις, ὧν ἕνεκα καὶ τὸν περὶ γῆς παρέλαβε λόγον, διότι δὴ καὶ αὕτη χρόνον συναποτελεῖ ταῖς οὐρανίαις περι‐
20φοραῖς. ἐνταῦθα δὲ συμπεραίνεται τὰ εἰρημένα· τέλος γὰρ ἔχει αὐτῷ τὰ περὶ θεῶν ὁρατῶν καὶ γενητῶν, οἵους δὴ τοὺς ἀστρῴους φαμὲν καὶ ὅλως τοὺς οὐρανίους· ὁρατοὺς μὲν αὐτοὺς εἰπών, ὅτι δὴ ἐγκόσμιοί εἰσι καὶ ἔχουσί τι τῶν αἰσθητῶν ἐξημμένον τῆς νοερᾶς αὐτῶν οὐσίας, γενητοὺς δέ,
25ὡς καὶ ψυχὴν ἔχοντας, ἣν πρωτίστην ἀποκαλεῖ τῶν γενη‐ τῶν· οὐ γάρ εἰσι πᾶν ὅπερ εἰσὶν ὁρατοί, ἀλλ’ ἔστι τι ἐν αὐτοῖς γενητὸν μέν, ἀόρατον δὲ ὅμως. ὅτι δὲ ὁ περὶ γῆς λόγος τῆς τῶν ἄστρων ἕνεκα περὶ αὐτὴν χορείας παρείληπται, δεδήλωκεν εὐθὺς μετὰ τὸν περὶ αὐτῆς λόγον ἐπενεγκών·
30χορείας δὲ τούτων αὐτῶν καὶ παραβολὰς ἀλλήλων καὶ τὰ τούτοις ἐφεξῆς, δι’ ὧν ἐμφανῶς, οἶμαι, δεδήλωκεν, ὅτι τὸ προκείμενόν ἐστιν αὐτῷ περὶ τῶν οὐρανίων εἰπεῖν
θεῶν καὶ τῶν συνεπομένων αὐτοῖς γενῶν, ἃ δὴ ποτὲ μὲν
in Ti
.

3

.

152

καλύπτεται ὑπὸ τὰς αὐγὰς τῶν ἡγεμόνων θεῶν, ποτὲ δὲ ἀναφαινόμενα φόβους καὶ σημεῖα ποιεῖται τῶν μελλόντων· ἐφαρμόσει γὰρ καὶ τούτοις τὰ λεγόμενα κατὰ τὸν οἰκεῖον αὐτῶν ὅρον.
5 Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ’ ἡμᾶς [40 D]. Μέλλων ἐπὶ τὸν περὶ τῶν ὑπὸ σελήνην θεῶν μετιέναι λόγον θαυμαστὸν εἶναί φησιν αὐτὸν καὶ μείζονα ἢ καθ’ ἡμᾶς, ὡς ὑπεραίροντα δήπου τὴν ἡμετέραν ἀκοήν, εἰ μέλ‐
10λοιμεν εὑρήσειν τε τὴν γένεσιν αὐτῶν καὶ εἰς ἄλλους ἐξοί‐ σειν· ὃ γὰρ εἶπε περὶ τοῦ δημιουργοῦ πρότερον [28 C], ὅτι χαλεπὸν αὐτὸν εὑρεῖν τε καὶ εἰς ἅπαντας λέγειν, τοῦτο δὴ νῦν φησι περὶ τῶν ὑπὸ σελήνην θεῶν, ὅτι καὶ γνῶναι τὴν γένεσιν αὐτῶν καὶ εἰπεῖν μεῖζον ἢ καθ’ ἡμᾶς.
15 τί δὴ οὖν αὐτῷ βούλεται τῆς ἐνδείξεως ταύτης ὁ τρόπος; καὶ γὰρ οὕτω πολλοὺς καὶ θαυμαστοὺς λόγους εἰπὼν καὶ περὶ τοῦ παντὸς οὐρανοῦ καὶ περὶ τοῦ νοητοῦ παραδείγματος πῶς μείζονα ἢ καθ’ ἑαυτὸν εἶναι τὸν περὶ τῶν γενεσιουργῶν θεῶν λόγον φησίν; ἦ τάχα μὲν καὶ ἐκεῖνα λέγειν δυνατόν,
20ὅτι πολλοῖς τῶν φυσιολόγων ἄψυχα καὶ εἰκῇ φερόμενα καὶ καὶ ἀπρονόητα ταῦτα εἶναι τὰ στοιχεῖα νενόμιστο· τὰ μὲν γὰρ οὐράνια διὰ τὴν ἐν αὐτοῖς τάξιν νοῦ καὶ θεῶν μετέχειν ὡμολόγουν, τὴν δὲ γένεσιν ὡς πολυμετάβολον καὶ ἀόριστον καὶ ἀπρονόητον ἀπέλειπον, οἷα δὴ καὶ Ἀριστοτέλης ὕστε‐
25ρον ἐδόξασε, ταῖς οὐρανίαις περιφοραῖς μόναις ἐπιστήσας τὰς ἀκινήτους αἰτίας, εἴτε ὀκτὼ εἶεν εἴτε πλείους, ἄψυχα δὲ τὰ στοιχεῖα ταῦτα καταλείπων ἵν’ οὖν μὴ καὶ ἡμεῖς ταὐτὸν ἐκείνοις πάθωμεν, προεξυμνεῖ καὶ προανακηρύττει τὴν γένεσιν τῶν ὑπὸ σελήνην θεῶν ὡς θείαν καὶ νοεράν,
30οὐδεμιᾶς τοιαύτης ἐνδείξεως ἐπὶ τῶν οὐρανίων δεηθείς. τάχα δὲ καὶ τοῦτο ἂν εἴποις, ὅτι δὴ αἱ ψυχαὶ τῶν ἑαυταῖς προσεχεστέρων θᾶττον ἐπιλανθάνονται, τῶν δὲ ὑπερτέρων ἀρ‐ χῶν μᾶλλον μνημονεύουσι· δρῶσι γὰρ μᾶλλον εἰς αὐτὰς
δι’ ὑπεροχὴν δυνάμεως καὶ δοκοῦσιν αὐταῖς παρεῖναι δι’
in Ti
.

3

.

153

ἐνέργειαν· ὃ δὴ καὶ περὶ τὴν ὄψιν γίγνεται τὴν ἡμετέραν· πολλὰ γὰρ τῶν ἐν γῇ κειμένων οὐχ ὁρῶντες ὅμως αὐτὴν ὁρᾶν δοκοῦμεν τὴν ἀπλανῆ καὶ αὐτοὺς τοὺς ἀστέρας, διότι καταλάμπουσιν ἡμῶν τὴν ὄψιν τῷ ἑαυτῶν φωτί. μᾶλλον
5οὖν καὶ τὸ ὄμμα τῆς ψυχῆς λήθην ἴσχει καὶ ἀορασίαν τῶν προσεχεστέρων ἢ τῶν ἀνωτέρω καὶ θειοτέρων ἀρχῶν. οὕτω τὴν μὲν πρωτίστην ἀρχὴν πᾶσαι θρησκεῖαι καὶ αἱρέσεις συγχωροῦσιν εἶναι, καὶ θεὸν πάντες ἄνθρωποι καλοῦσι βο‐ ηθόν, θεοὺς δὲ εἶναι μετ’ αὐτὴν καὶ πρόνοιαν ἀπ’ αὐτῶν
10ἐν τῷ παντὶ οὐ πᾶσαι πιστεύουσιν· ἐναργέστερον γὰρ αὐταῖς καταφαίνεται τὸ ἓν τοῦ πλήθους. ἄλλαι δὲ θεοὺς μὲν εἶναι νομίζουσι, μετὰ δὲ θεοὺς δαιμόνιον γένος ὑποτιθέμεναι τὴν ἡρωικὴν ἀγνοοῦσι τάξιν· καὶ ὅλως τοῦτο καὶ μέγιστόν ἐστι τῆς ἐπιστήμης ἔργον, τὸ τὰς μεσότητας καὶ τὰς προόδους
15τῶν ὄντων λεπτουργεῖν. εἰ δὴ ταῦτα ὀρθῶς φαμεν, εἰκότως περὶ μὲν τῶν οὐρανίων θεῶν διαλεγόμενος οὐδὲν ἐνεδείκνυτο τῆς τοῦ λόγου πέρι χαλεπότητος, ὑπὲρ δὲ τῶν ὑπὸ σελήνην μέλλων λέγειν μεῖζον ἢ καθ’ ἑαυτὸν εἶναι τὸ ἔργον φησί· χαλεπώτερος γὰρ ὁ περὶ τούτων λόγος, διότι μηδὲ ἔστιν ἀπὸ
20τῶν ἐμφανῶν συλλογίσασθαι περὶ αὐτῶν, ἀλλ’ ἐνθέου μόνης δεῖ καὶ νοερᾶς ἐπιβολῆς. ταῦτα μὲν εἰρήσθω πρὸς τὴν ἀπορίαν ταύτην. πάλιν δὲ ἀπορήσειεν ἄν τις, διὰ ποίαν αἰτίαν ‘δαίμονασ‘ αὐτοὺς προσηγόρευσεν· ἐκ τούτων γάρ τινες ὁρμηθέντες ἐν οὐρανῷ μὲν ἔθεντο θεούς, δαίμονας
25δὲ τῶν ὑπὸ σελήνην προστατεῖν. ὅτι μὲν οὖν καὶ τούτους οἴεται εἶναι θεούς, ῥᾴδιον ἐκ τῶν ἐπαγομένων λαβεῖν· λέγει γάρ [40 E]· οὕτως οὖν κατ’ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω τε καὶ λεγέσθω· καὶ γὰρ ὅλως τε περὶ τῶν ἰδίως ὀνομαζομένων δαιμόνων ἰδίᾳ
30φαίνεται μὴ λέγων, ὡς ἂν οὐκ ἔχων αὐτῶν ἀρχὰς φυσικὰς ἀπὸ τῆς αἰσθήσεως, ἀφ’ ἧς ὡρμῆσθαι δεῖ τοὺς φυσικοὺς
λόγους, δὶς δὲ μέμνηται τοῦ τῶν δαιμόνων ὀνόματος, ὅπου
in Ti
.

3

.

154

μὲν τὴν λογικὴν ἡμῶν ψυχὴν τοῦ ζῴου δαίμονα λέγων [90 A], ὅπου δὲ τοὺς γενεσιουργοὺς θεοὺς δαίμονας ἀπο‐ καλῶν ὥσπερ ἐν τούτοις. τί δήποτε οὖν, φαίης ἄν (τοῦτο γὰρ πρῶτον διαλυτέον) τῶν κατ’ οὐσίαν ὄντων δαιμόνων
5οὐ πεποίηται μνήμην; ἦ διότι καὶ τοῦτο εἶχεν ὑπὸ τοῦ Σω‐ κράτους τῇ προτεραίᾳ [X 617 E 615 E] τοῖς αὐτοῖς ἀκροαταῖς ἐμπεφανισμένον, ἐν οἷς ἔλεγεν ἐκεῖνος περὶ τῶν τοῖς βίοις τῶν ψυχῶν ἐφεστώτων καὶ τῶν ἐν Ἅιδου κολα‐ ζόντων τοὺς ἁμαρτόντας. ὡς οὖν δήλων ὄντων ἤδη τούτων
10παρῆκε τὴν μνήμην, ἐκ δὲ ὧν εἶπε κἀκείνων εἰς ὑπόνοιαν ἤγαγε τῶν ὑπ’ αὐτοῦ δαιμόνων ὑμνημένων. οὕτω δὲ καὶ τὰς τῶν ὀκτὼ σφαιρῶν αὐτῶν ψυχώσεις ἰδίας καὶ τὴν τοῦ ἀπλανοῦς κύκλου παντὸς ὡς ἑνὸς καὶ τῶν ὑπ’ αὐτοῦ περι‐ εχομένων ἄστρων καὶ τοῦ πλανωμένου παντὸς ὡς ἑνὸς καὶ
15τῶν πλανωμένων ἀφῆκεν ὡς ὑπὸ τοῦ Σωκράτους προπαρα‐ δοθεῖσαν. ἀλλὰ τοῦτο μὲν ἔχει τὸν εἰκότα λόγον. ἐπανελ‐ θόντες δὲ εἰς τὴν προρρηθεῖσαν ζήτησιν λέγωμεν περὶ τῶν γενεσιουργῶν θεῶν τούτων, ὑπὲρ ὧν ὁ λόγος, τί δήποτε δαίμονας ἐν τούτοις ἄρα τοῖς ῥήμασι προσωνόμασεν. ὁ μὲν
20οὖν Θεόδωρος ἄλλον τρόπον ταῦτα μεταχειριζόμενος δαί‐ μονας μὲν ὡς ἐν σχέσει, θεοὺς δὲ αὐτοὺς ὡς ἀσχέτους κα‐ λεῖσθαί φησιν, ὡς ἐν τοῖς ὑπὸ σελήνην τάττων αὐτοὺς μέρεσι τοῦ παντὸς κόσμου ἄλλους ἄλλως ψυχώσαντας τὸ πᾶν. ὁ δὲ ἡμέτερος καθηγεμὼν πρῶτον ἠξίου δαίμονας
25αὐτοὺς ἀκούειν ὡς πρὸς θεοὺς τοὺς οὐρανίους· ἐκείνων γὰρ ἐξήρτηνται καὶ μετ’ ἐκείνων προνοοῦσι τῶν οἰκείων κλή‐ ρων. καὶ ἔστιν ἡ διάταξις αὕτη Πλατωνική· καὶ γὰρ ἐν Συμποσίῳ [202 E 203 BC] δαίμονα τὸν Ἔρωτα προσεί‐ ρηκεν ὡς ὀπαδὸν τῆς Ἀφροδίτης καὶ ὡς ἀπὸ τοῦ Πόρου
30θεοῦ ὡς ἀληθῶς ὄντος προεληλυθότα, καίτοι γε ἐν Φαί‐ δρῳ [242 D] θεὸν αὐτὸν εἶναι τιθέμενος ὡς πρὸς τὴν ἀναγομένην ὑπ’ αὐτοῦ ζωήν. ἔπειτα κατ’ ἄλλην ἐπιβολὴν
εἶναι μὲν καὶ ἐν τοῖς οὐρανίοις δαίμονας καὶ ἐν τοῖς ὑπὸ
in Ti
.

3

.

155

σελήνην θεούς, ἀλλ’ ἐκεῖ μὲν τὸ γένος ἅπαν καλεῖσθαι θεούς, διὸ καὶ τὴν ἰδέαν τῶν οὐρανίων θεῶν ἐκάλει [39 E] γέ‐ νος, καίτοι καὶ δαιμόνων κατ’ ἐκείνην παραγομένων, ἐνταῦθα δὲ πᾶν τὸ πλῆθος δαίμονας, ἐκεῖ μὲν τῆς θείας, ἐνταῦθα
5δὲ τῆς δαιμονίας κρατούσης ἰδιότητος, εἰς ἥν τινες καὶ μόνην ἀποβλέψαντες διεῖλον τό τε θεῖον καὶ τὸ δαιμόνιον κατά τε τὸν οὐρανὸν καὶ τὴν γένεσιν, δέον ἐν ἀμφοῖν μὲν ἄμφω τάττειν, ἀλλ’ ἐκεῖ μὲν πλεονάζειν τὸ θεῖον, ἐνταῦθα δὲ τὸ δαιμόνιον, εἶναι δὲ κἀνταῦθα τὸ θεῖον· εἰ γὰρ ὅλος
10ὁ κόσμος θεὸς εὐδαίμων ἐστίν [34 B], οὐδέν ἐστι τῶν συμ‐ πληρούντων αὐτὸν μορίων ἄθεον καὶ ἀπρονόητον. εἰ δὲ καὶ θεοῦ πάντα μετέχει καὶ προνοίας, θείαν ἔλαχε φύσιν. εἰ δὲ τοῦτο, καὶ οἰκεῖαι τάξεις θεῶν ἐφεστήκασιν αὐτοῖς· εἰ γὰρ καὶ ὁ οὐρανὸς διὰ μέσων ψυχῶν καὶ νόων μετέχει
15τῆς μιᾶς ψυχῆς καὶ τοῦ ἑνὸς νοῦ, τί χρὴ περὶ τούτων οἴεσθαι τῶν στοιχείων; πῶς οὐ πολλῷ μᾶλλον ταῦτα διὰ δή τινων μέσων θείων τάξεων μετείληχε τῆς μιᾶς τοῦ κό‐ σμου θεότητος; ἔτι δὲ κἀκεῖνο ἄτοπον, τὸ τὴν μὲν τελεστι‐ κὴν καὶ χρηστήρια καὶ ἀγάλματα θεῶν ἱδρῦσθαι ἐπὶ γῆς
20καὶ διά τινων συμβόλων ἐπιτήδεια ποιεῖν τὰ ἐκ μερικῆς ὕλης γενόμενα καὶ φθαρτῆς εἰς τὸ μετέχειν θεοῦ καὶ κινεῖ‐ σθαι παρ’ αὐτοῦ καὶ προλέγειν τὸ μέλλον, τὸν δὲ τῶν ὅλων δημιουργὸν μὴ ἐπιστῆσαι τοῖς ὅλοις στοιχείοις ἀφθάρτοις οὖσι τοῦ κόσμου πληρώμασι ψυχὰς θείας καὶ νόας καὶ
25θεούς· πότερον γὰρ οὐ βούλεται; καὶ πῶς οὐ βούλεται, πάντα ἑαυτῷ παραπλήσια ποιῆσαι βουλόμενος; ἀλλ’ ἀδυνα‐ τεῖ; καὶ τί τὸ ἐμποδίζον; ὁρῶμεν γὰρ τοῦτο δυνατὸν ἐκ τῶν τῆς τελεστικῆς ἔργων. εἰ δὲ καὶ βούλεται καὶ δύναται, δῆλον ὅτι καὶ ὑπέστησε θεοὺς τῆς γενέσεως ἐφόρους λήξεις
30τε κεκληρωμένας. ἐπειδὴ δὲ πανταχοῦ τὸ τῶν δαιμόνων γένος ὀπαδόν ἐστι τῶν θεῶν, εἰσὶ καὶ γενεσιουργοὶ δαί‐ μονες, οἳ μὲν ὅλων στοιχείων ἐπάρχοντες, οἳ δὲ κλιμάτων
φύλακες, οἳ δὲ ἐθνῶν ἄρχοντες, οἳ δὲ πόλεων, οἳ δέ τινων
in Ti
.

3

.

156

γενῶν, οἳ δὲ καὶ τῶν καθ’ ἕκαστα ἔφοροι· κάτεισι γὰρ ἡ φρουρὰ τῶν δαιμόνων εἰς τὸν ἔσχατον μερισμόν. τοῦτο μὲν οὖν ἓν πρόβλημα περὶ ὧν μέλλει λέγειν ἐζητήσθω. δεύ‐ τερον δὲ ἕτερον μετὰ τὸ περὶ τῆς ὑπάρξεως σκέμμα τὸ περὶ
5τῆς τάξεως αὐτῶν· ἔστωσαν γὰρ θεοὶ καὶ καλείσθωσαν δαί‐ μονες διὰ τῆς εἰρημένης ἡμῖν αἰτίας. ποῦ δὴ αὐτοὺς τάξο‐ μεν; ἆρα ὡς προείπομεν ὑπὸ σελήνην ἢ πρὸ τῶν θεῶν; τοῦτο γὰρ ἂν δόξειε διὰ δύο ταῦτα· ἓν μέν, ὅτι ἐνδείκνυται ὡς ἐπὶ μείζονα τάξιν ἀνιὼν εἰπὼν μεῖζον ἢ καθ’ ἡμᾶς εἶναι
10τὸ περὶ αὐτῶν εἰπεῖν, ἤδη περὶ τῶν οὐρανίων διαλεχθείς· ἕτερον δέ, ὅτι τοῖς τὰς θεογονίας παραδοῦσιν ἑπόμενος δια‐ θήσειν τὸν λόγον φησίν. ἐκεῖνοι δὲ πρὸ τοῦ κόσμου καὶ τοῦ δημιουργοῦ ταύτας τὰς γενέσεις παρέδοσαν, τῶν ἐξ οὐρανοῦ προελθόντων λέγω καὶ γῆς. ἡμεῖς δὲ ὅτι μὲν μετὰ
15τοὺς οὐρανίους αὐτοὺς παράγει καὶ διὰ τοῦτο ἐξ οὐρανοῦ καὶ γῆς, περὶ ὧν προεῖπεν ἤδη (καὶ γὰρ τὴν γῆν διὰ τοῦτο πρεσβυτάτην τῶν ἐντὸς οὐρανοῦ θεῶν εἶπεν [40 C], ἀπό τε ταύτης καὶ τοῦ οὐρανοῦ μέλλων τοὺς ἄλλους παρά‐ γειν τοὺς ἐντὸς οὐρανοῦ) τοῦτο δ’ οὖν δείξομεν ἀπὸ τοῦ δημι‐
20ουργοῦ πρός τε τούτους καὶ τοὺς ἄλλους πάντας ὡς ὑπ’ αὐτοῦ παραχθέντας εἴσω τοῦ παντὸς ποιεῖσθαι τοὺς λόγους. δι’ ἣν δὲ αἰτίαν ἕπεσθαι ταῖς θεογονίαις ἐρεῖ καὶ διὰ τί παρελθεῖν προεῖπε τὸ περὶ τούτων λέγειν, ἀνοίσομεν εἰς τὸ μηδὲν ἔχειν ἀπὸ τῶν φαινομένων ἐναργὲς τῆς τούτων ὑπο‐
25στάσεως γνώρισμα, καθάπερ ἐπὶ τῶν οὐρανίων τὴν τῶν περιόδων τάξιν, πρέπουσαν θεῶν ἐπιστασίαις. μεῖζον οὖν φυσιολογίας ἐστὶ διαλέγεσθαι περὶ ὧν οὐ δίδωσιν ἡμῖν τὰ φυσικὰ πράγματα πίστιν ἀραρυῖαν, καὶ διὰ τοῦτό φησιν ὡς φυσιολόγος ὑπὲρ αὑτὸν εἶναι τὸν περὶ τούτων λόγον.
30εἰ δὲ ἕπεσθαι μέν φησι τοῖς ἐνθεάζουσιν, ἐκείνων δὲ περὶ θεῶν ὑπερουρανίων λεγόντων αὐτὸς τὴν ὁμοίαν θεογονίαν
διατίθησι περὶ τῶν ὑπ’ οὐρανὸν λέγων, οὐ θαυμαστόν· οἶδε
in Ti
.

3

.

157

γάρ, ὅτι πᾶσαι τάξεις θεῶν, ἀφ’ ἧς ἂν ἄρξωνται διακοσμή‐ σεως, χωροῦσι μέχρι τῶν ἐσχάτων, σειρὰς ἀφ’ ἑαυτῶν γεν‐ νῶσαι πανταχοῦ τὰς ἀνὰ λόγον ἑαυταῖς· ὥστε κἂν ὑπὲρ τὸν κόσμον ὦσιν αἱ παρὰ τοῖς θεολόγοις ὑμνημέναι τῶν
5θεῶν τούτων τάξεις, ἀλλ’ εἰσὶ καὶ ἐν τῷδε τῷ παντί, καὶ ὡς οὗτος ὁ οὐρανὸς συγγενὴς πρὸς ἐκεῖνον καὶ ἥδε ἡ γῆ πρὸς τὴν ἐκεῖ γῆν, οὕτω καὶ αἱ ἀπὸ τούτων ὑποστᾶσαι τάξεις ταῖς ἀπ’ ἐκείνων προελθούσαις. ἀπὸ δὴ τούτων κἀκεῖνο ληπτέον, ὅτι καὶ κατ’ αὐτὸν ὥσπερ κατὰ τοὺς ἄλλους
10θεολόγους τὰ πρῶτα προϊόντα συμπαράγει τοῖς ἑαυτῶν αἰ‐ τίοις τὰ ἐφεξῆς· καὶ γὰρ οὗτοι οἱ θεοὶ προϊόντες ἀπὸ τοῦ δημιουργοῦ καὶ ἀπὸ τῶν πρώτων ἀπ’ αὐτοῦ προελθόντων γεννᾶσθαι λέγονται γῆς καὶ οὐρανοῦ. λέγει [41 C] γοῦν ἐκεῖνος πρὸς πάντας, ὅτι τὰ θνητὰ δημιουργεῖν ὀφείλουσι
15μιμούμενοι τὴν ἑαυτοῦ δύναμιν περὶ τὴν αὑτῶν γένεσιν. πάντες ἄρα προῆλθον ἀφ’ ἑνός, εἰ καὶ οἱ δεύτεροι καὶ ἀπὸ τῶν πρὸ αὐτῶν. τούτῳ δὴ ἕπεται μὴ πᾶν τὸ ὑπὸ τῶν νέων θεῶν παραγόμενον εἶναι θνητόν, εἴπερ καὶ τούτων τινὲς ἄλλοι προῆλθον ἀπ’ ἄλλων, ἀλλὰ τὸ ἔμπαλιν εἶναι μό‐
20νον ἀληθές, πᾶν τὸ θνητὸν ὑπὸ τῶν νέων παράγεσθαι θεῶν. τούτῳ δὲ πάλιν ἀκόλουθον τὸ καὶ τοὺς νέους θεοὺς παράγειν τὰ μὲν κατὰ τὰς ἀκινήτους ἑαυτῶν ὑπάρξεις, τὰ δὲ κατὰ τὰς κινουμένας· οὐ γὰρ ἂν ἀθανάτων ἦσαν αἴτιοι κατὰ τὰς κινουμένας μόνας πάντα παράγοντες, εἴπερ ἀλη‐
25θές, ὅτι πᾶν τὸ ἀπὸ κινουμένης ὑποστὰν αἰτίας μεταβολὴν ἔχει κατ’ οὐσίαν. ἐκ δὲ ταύτης τῆς ἐπιβολῆς κἀκείνην λύ‐ σωμεν τὴν ζήτησιν· εἴπερ γάρ εἰσιν ἄλογοι δαίμονες, ὡς οἱ θεουργοὶ λέγουσι, πόθεν ὑπέστησαν; εἰ μὲν γὰρ ἀπὸ τῶν νέων θεῶν, ζητητέον, πῶς εἰσιν ἀθάνατοι (θνητῶν γὰρ
30οὗτοι πατέρες), εἰ δὲ ἀπὸ τοῦ δημιουργοῦ, πῶς ἄλογοι (μετὰ νοῦ γὰρ ἐκεῖνος πάντως ἐστὶ πατήρ). λύσις οὖν ταύτης τῆς ζητήσεως, ὅτι καὶ ἀπὸ τῶν νέων ὑφίστανται θεῶν καὶ
οὐ διὰ τοῦτο θνητοί, ὅπου γε καὶ νέους ἄλλους γεννῶσιν
in Ti
.

3

.

158

ἄλλοι, τάχα καὶ τῶν γεννωμένων διὰ τοῦτο δαιμόνων κληθέν‐ των, ἵν’ ἔχωμεν, ὅτι καὶ οἱ ὡς ἀληθῶς δαίμονες ἀπὸ τῶν αὐτῶν ὑπέστησαν. ἀλλὰ μὴν καὶ ἀπὸ τοῦ ἑνὸς δημιουργοῦ προῆλθον· πάντων γὰρ τῶν ἀθανάτων ἐκεῖνος αἴτιος, ὡς
5αὐτός φησιν ὁ Τίμαιος [41 C]. εἰ δὲ νοῦ πᾶσι μετα‐ δίδωσιν ὁ εἷς δημιουργός, ἔστι τι καὶ ἐν ἐκείνοις ἴχνος τῆς νοερᾶς ἰδιότητος ἔσχατον, καθόσον εἰσὶν εὐφάνταστοι (τοῦτο γάρ ἐστιν ἀπήχημα τοῦ νοῦ τελευταῖον, καὶ νοῦς διὰ τοῦτο παθητικὸς ἡ φαντασία λέγεται καὶ ὑπ’ ἄλλων οὐ κακῶς
10λεγόντων), ὥστε καὶ 〈οἱ〉 ἡμιθνῆται τῶν ἰδίως καλουμένων δαιμόνων. ἀλλὰ καὶ πρὸς τὴν περὶ τῶν ἐν αὐτοῖς ἐσχάτων γενῶν ζήτησιν τῆς λύσεως αὐτὸς ἡμῖν προκατέσπειρε τὰς ἀρχάς· εἰ γάρ τι δαιμόνιόν ἐστι γένος λόγῳ χρώμενον, τοῦτο δῆλον ὅπως ἐπὶ τὸν ἕνα δημιουργὸν ἀνοίσομεν, εἴτε ὡς ἀπ’
15αὐτοῦ παραχθὲν εἴτε ὡς διὰ μέσων τῶν ἀπ’ αὐτοῦ παρηγ‐ μένων θεῶν, τὸ μὲν οὐράνιον τῶν οὐρανίων, τὸ δὲ ὑπ‐ ουράνιον παρὰ τῶν ὑπουρανίων θεῶν, ἐπεὶ καὶ αὐτῶν τῶν ὑπουρανίων ἄλλοι πατέρες εἰσὶν ἄλλων, ὡς αὐτὸς διδάσκει ταῖς θεογονίαις ἑπόμενος. ὥστε οὐδὲν θαυμαστόν, εἰ καὶ
20δαίμονας γεννῷεν τοὺς ἑαυτοῖς καὶ οὗτοι συστοίχους, οὐκ ἀλόγους μόνον, ἀλλὰ καὶ λογικούς, θεῶν ὄντες γεννῆται, καθάπερ καὶ οἱ οὐράνιοι τῶν οὐρανίων δαιμόνων· ὥστε καὶ τὸ περὶ τῶν δαιμόνων σκέμμα δήλην ἔχειν ἐκ τούτων τὴν δίαιταν ἑπομένως ταῖς Πλατωνικαῖς ὑφηγήσεσιν· ἐξ ὧν γὰρ
25εἶπε περὶ τῶν γενεσιουργῶν θεῶν ἐναργὲς γέγονε, τί ἂν ἀπεκρίνατο περὶ τῆς τῶν δαιμόνων ὡς ἀληθῶς γενέσεως ἐρωτηθείς· ὅλως γὰρ τὸ κατὰ τὴν σχέσιν γένος τῶν δαι‐ μόνων εἰδὼς πολλῷ δήπου πρότερον τοὺς καθ’ ὕπαρξιν ἂν εἰδείη δαίμονας τόδε τὸ πᾶν συμπληροῦντας. πῶς δὲ οὐχὶ
30συγχωρήσει τὸ κατὰ σχέσιν εἶναι 〈τὸ〉 τῶν δαιμόνων γένος
αὐτὸς λέγων [90 A] τὴν ἡμετέραν ψυχὴν ὑπὸ τῶν τὰ
in Ti
.

3

.

159

θνητὰ δημιουργούντων δαίμονος τάξιν λαχεῖν πρὸς τὸ θνη‐ τὸν ζῷον; ἀνάγκη ἄρα πρὸ ταύτης εἶναι τῆς σχετικῆς δαι‐ μονίας ζωῆς τὴν οὐσιώδη καὶ τοὺς ταύτῃ τὴν σχέσιν δεδω‐ κότας κἀκείνῃ δεδωκέναι τὴν οὐσίαν. ἀλλ’ αὐτὸς τοὺς ἄρ‐
5χοντας τοῦ παντὸς ὑποστήσας ἔχειν οἴεται μετὰ τούτων καὶ ἀπὸ τούτων τοὺς ἀιδίους αὐτῶν ὀπαδοὺς *** τὴν ὑπό‐ στασιν λαβόντας. Πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐγγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ που τούς γε
10αὐτῶν προγόνους εἰδόσιν· ἀδύνατον οὖν θεῶν παι‐ σὶν ἀπιστεῖν, καίπερ ἄνευ τε εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν [40 D E]. Ὁ ἁπλῶς ἐπιστήμων καὶ ἐν τοῖς δοκοῦσι δυσγνώστοις καὶ ἀπόροις θεῖ τὰς τῆς εὐπορίας ὁδοὺς ἐπὶ τὴν θείαν
15γνῶσιν ἀνατρέχων καὶ τὴν ἔνθεον νόησιν, δι’ ἧς πάντα φανὰ καὶ γνώριμα γίγνεται· πάντα γάρ ἐστιν ἐν θεοῖς. τὸ δὲ πάντα προειληφὸς δύναται καὶ τὰ ἄλλα τῆς ἑαυτοῦ γνώ‐ σεως πληροῦν. τοῦτο δὴ καὶ ἐνταῦθα πεποίηκεν ὁ Τίμαιος, ἐπὶ τοὺς θεολόγους ἡμᾶς ἀναπέμπων καὶ τὴν παρ’ ἐκεί‐
20νων ὑμνημένην γένεσιν τῶν θεῶν. τίνες οὖν εἰσιν οὗτοι καὶ τίς αὐτῶν ἡ γνῶσις; αὐτοὶ μὲν οὖν εἰσιν ἔγγονοι θεῶν καὶ σαφῶς τοὺς ἑαυτῶν προγόνους εἰδότες, ἔγγονοι μὲν καὶ παῖδες ὄντες θεῶν ὡς τὸ εἶδος σῴζοντες τοῦ ἑαυτῶν προστάτου κατὰ τὴν παροῦσαν ζωήν· αἱ γὰρ
25Ἀπολλωνιακαὶ ψυχαὶ μαντικὸν ἢ τελεστικὸν ἑλόμεναι βίον παῖδες καὶ ἔγγονοι καλοῦνται τοῦ Ἀπόλλωνος, παῖδες μὲν καθὸ ψυχαὶ προσήκουσαι τῷδε τῷ θεῷ καὶ ᾠκειωμέναι πρὸς τήνδε τὴν σειράν, ἔγγονοι δὲ ὅτι καὶ τὸν παρόντα βίον τοιοῦτον ἐπιδείκνυνται. πᾶσαι μὲν οὖν ψυχαὶ θεῶν παῖδες,
30ἀλλ’ οὐ πᾶσαι τὸν ἑαυτῶν ἐπέγνωσαν θεόν· αἱ δὲ ἐπιγνοῦ‐
σαι καὶ τὴν ὁμοίαν ἑλόμεναι ζωὴν καλοῦνται παῖδες θεῶν.
in Ti
.

3

.

160

διὸ καὶ τὸ ὡς ἔφασαν προσέθηκεν· αὐταὶ γὰρ ἑαυτὰς ἐκφαίνουσιν ἀφ’ ἧς ἥκουσι τάξεως, ὥσπερ καὶ ἡ Σίβυλλα παρ’ αὐτὴν τὴν ἀποκύησιν χρησμῳδήσασα καὶ ὁ Ἡρακλῆς κατὰ τὴν γένεσιν μετὰ συμβόλων δημιουργικῶν ἐκφανείς.
5αἱ δὲ τοιαῦται ψυχαὶ καὶ ἐπιστρέφουσιν ἐπὶ τοὺς ἑαυτῶν προγόνους καὶ πληροῦνται παρ’ ἐκείνων ἐνθέου νοήσεως, ἡ δὲ γνῶσις αὐτῶν ἐστιν ἐνθουσιαστική, διὰ τοῦ θείου φωτὸς τῷ θεῷ συναπτομένη, πάσης ἄλλης ἐξῃρημένη γνώ‐ σεως τῆς τε δι’ εἰκότων καὶ τῆς ἀποδεικτικῆς· ἣ μὲν γὰρ
10περὶ τὴν φύσιν διατρίβει καὶ τὰ καθ’ ὅλου τὰ ἐν τοῖς καθ’ ἕκαστα, ἣ δὲ περὶ τὴν ἀσώματον οὐσίαν καὶ τὰ ἐπιστητά· μόνη δὲ ἡ ἔνθεος γνῶσις αὐτοῖς συνάπτεται τοῖς θεοῖς. Ἀλλ’ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπο‐ μένους τῷ νόμῳ πιστευτέον. οὕτως οὖν κατ’ ἐκεί‐
15νους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω τε καὶ λεγέσθω [40 E]. Πολλὰ ἄν τις ἀπὸ τούτων λάβοι τῶν τοῦ Πλάτωνος ῥημάτων σκοπῶν ἀκριβῶς, οἷον τὸ τὴν ἔνθεον γνῶσιν δι’ οἰκειότητος ἐπιτελεῖσθαι τῆς πρὸς τοὺς θεούς (καὶ γὰρ
20ἥλιος ὁρᾶται διὰ τοῦ ἡλιοειδοῦς φωτὸς καὶ τὸ θεῖον ἐκ‐ φαίνεται διὰ τῆς θείας ἐλλάμψεως)· τὸ τὸν θεῖον νόμον διορίσαι τὰς θείας τάξεις, ὃν ἐκφαίνουσιν αἱ ἐνθεαστικαὶ τῶν παλαιῶν νοήσεις, καθ’ ὃν καὶ ψυχαὶ ἐνεργοῦσαι καὶ μὴ ἐνθουσιάζουσαι πείθονται ταῖς ἐνθουσιαζούσαις. τούτῳ
25δὲ τῷ νόμῳ πειθόμενος καὶ ἐν προοιμίοις [27 C] εἶπε θεοὺς καὶ θεὰς παρακαλέσειν τὸ κατὰ τὰς πρωτίστας καὶ νοερὰς ἀρχὰς πάσας διακεκοσμῆσθαι τὰς βασιλείας τάς τε ἐν οὐρανῷ καὶ τὰς ὑπὸ σελήνην καὶ εἶναι πανταχοῦ πά‐ σας κατὰ τὸ ἀνὰ λόγον, τὴν δὲ τάξιν τῶν πραγμάτων
30προηγεῖσθαι τῶν ἡμετέρων νοήσεων· τὸ γοῦν ἐχέτω
πρὸ τοῦ λεγέσθω ταχθὲν ἀπὸ τῶν πραγμάτων ἐπὶ τοὺς
in Ti
.

3

.

161

λόγους μετάγει τὴν τάξιν. τοιαῦτα μὲν ἄν τις ἀπὸ τῶν προκειμένων λάβοι δόγματα. Πυθαγόρειον δὲ καὶ τὸ ταῖς Ὀρφικαῖς ἕπεσθαι γενεαλογίαις· ἄνωθεν γὰρ ἀπὸ τῆς Ὀρ‐ φικῆς παραδόσεως διὰ Πυθαγόρου καὶ εἰς Ἕλληνας ἡ περὶ
5θεῶν ἐπιστήμη προῆλθεν, ὡς αὐτὸς ὁ Πυθαγόρας φησὶν
ἐν τῷ Ἱερῷ λόγῳ.
in Ti
.

3

.

162

(t1)

ΠΡΟΚΛΟΥ ΔΙΑΔΟΧΟΥ
t2ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ ΠΛΑΤΩΝΟΣ
t3ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ
1Ὁ περὶ τῶν ὑπὸ σελήνην θεῶν λόγος συνεχής ἐστι τῇ θεωρίᾳ τῶν οὐρανίων θεῶν καὶ τῷ ἐκείνης ἐξηρτῆσθαι τὸ τέλειον ἔχει καὶ τὸ ἐπιστημονικόν, ἐπειδὴ καὶ αὐτὸς ὁ γενεσιουργὸς τῶν θεῶν χορὸς συνέπεται τοῖς ἐν οὐρανῷ
5θεοῖς καὶ κατὰ μίμησιν τοῦ οὐρανίου κύκλου συνελίσσει καὶ τὰ ἐν τῇ γενέσει κύκλῳ· κατὰ γὰρ τὴν ἀδιαίρετον καὶ ἡνωμένην πρόοδον ἕπεται τὰ δεύτερα τοῖς πρὸ αὐτῶν. διότι δὴ οὖν συνεχῶς ὑπέστησαν οἱ τὴν γένεσιν διακυβερνῶντες ἀπὸ τῶν οὐρανίων, διὰ δὴ τοῦτο καὶ ἐπιστρέφονται πρὸς
10αὐτοὺς κατὰ μίαν καὶ ἀδιάζευκτον ἕνωσιν, ὥσπερ δὴ καὶ ἐκεῖνοι πρὸς τοὺς ὑπερουρανίους, ἀφ’ ὧν προσεχῶς ἀπε‐ γεννήθησαν, οἳ δὲ πρὸς τοὺς νοερούς, ὑφ’ ὧν διεκοσμή‐ θησαν, οἱ δὲ αὖ νοεροὶ πρὸς τοὺς νοητούς, ἀφ’ ὧν ἐξε‐ φάνησαν ἀρρήτως καὶ ἀφθέγκτως τὰ πάντα καὶ κρυφίως
15περιεχόντων. αὐτῆς γοῦν πάσης τῆς χρυσῆς ὄντως σειρᾶς ἀκρότης μέν ἐστι τὸ τῶν νοητῶν θεῶν γένος, πέρας δὲ τὸ τῶν ὑπὸ σελήνην τῶν τὴν γένεσιν ἀγενήτως καὶ τὴν φύσιν ὑπερφυῶς ἐπιτροπευόντων, ὃ δὴ καὶ νῦν ὁ δημιουργικὸς ὑφίστησι νοῦς, ἄνωθεν ἀπὸ τοῦ οὐρανοῦ τῆς τῶν θεῶν
20ἡγεμονίας διατεινούσης ἄχρι τῶν ἐσχάτων· περὶ οὗ καὶ ἡμῖν προκείσθω λέγειν, καὶ πρῶτον, ὅτι πάντες μὲν οἱ νῦν ὑφιστά‐ μενοι θεοὶ τὸ γεννητικὸν καὶ τὸ τελεσιουργὸν ἀποσῴζουσι
τοῦ γεννήσαντος τό τε δημιουργικὸν καὶ τὸ σταθερὸν τῆς
in Ti
.

3

.

163

ποιήσεως, μέτρα δὲ καὶ ὅρους καὶ τάξιν ἀπὸ τοῦ πατρὸς παρεδέξαντο, καὶ ὅσα ἐκεῖνος ἐξῃρημένως ἐπιτροπεύει καὶ ὁλικῶς, ταῦτα οὗτοι διελόμενοι κατὰ κλήρους δημιουργοῦσι καὶ γεννῶσι καὶ τελειοῦσι. καὶ οἳ μὲν αὐτῶν ἐγγύς εἰσι
5τῶν οὐρανίων θεῶν, οἳ δὲ πορρωτέρω προεληλύθασιν, ὥστε τοὺς μὲν τὴν ἰδέαν αὐτῶν ἀποσῴζειν ὡς ἐν τῇδε τῇ τάξει, τοὺς δὲ κατὰ τὴν οἰκείαν ἵστασθαι δύναμιν· πάσης γὰρ τάξεως τὸ ἀκρότατον ἀνὰ λόγον ἐστὶ τῇ πρὸ αὐτῆς τάξει, καθάπερ ἡ μὲν τῶν νοητῶν ἀκρότης ἑνάς ἐστιν, ἡ δὲ τῶν
10νοερῶν νοητή, νοερὰ δὲ ἡ τῶν ὑπερκοσμίων, ὑπερκόσμιος δὲ ἡ τῶν ἐγκοσμίων. καὶ οἳ μὲν μᾶλλον συνήνωνται πρὸς τὴν μονάδα τὴν δημιουργικήν, οἳ δὲ πλέον αὐτῆς ἀφεστή‐ κασιν, ὡς τοὺς μὲν ἀνὰ λόγον αὐτῇ πάσης ἐξηγεῖσθαι ταύ‐ της τῆς σειρᾶς, τοὺς δὲ μερικωτέραν ἔχειν πρὸς αὐτὴν
15ὁμοιότητα· πάσῃ γὰρ τάξει δυνάμεις ἐφίστησιν ὁ πατὴρ ἀνὰ λόγον αὑτῷ τεταγμένας· οὕτω γὰρ καὶ ἐν πάσαις διακοσμή‐ σεσιν ἀνὰ λόγον τῷ ἀγαθῷ προέστηκέ τις αἰτία καὶ [ταύτῃ οὐ μ]όνον δεῖ τὰς † ἐτη...αι μονάδας, ἀλλ[ὰ καὶ τὰς ...τετα‐] γμένας. ὅτι δὲ οἱ ...ν ἔχουσιν οὐσί[αν οἳ μὲν τῶν]
20πρώτων, [οἳ δὲ τῶν μέσων], οἳ δὲ τῶν ἐσχάτων [κατ’ ἄλλας καὶ] ἄλλας ἰδέας. οἳ δὲ κα[ὶ τῇ ὕλῃ ἀναλο]γοῦσιν· οἳ μὲν γὰρ πρὸς τὸ 〈οὐράνιον, οἳ δὲ πρὸς τὸ〉 ἀεροπόρον, οἳ δὲ
πρὸς τὸ ἔνυδρον, οἳ δὲ πρὸς τὸ πεζόν· κατὰ γὰρ ταύτας
in Ti
.

3

.

164

τὰς μονάδας αὐτοί τε προῆλθον καὶ τὴν γένεσιν διεκόσμησαν. καὶ οἳ μὲν τάσδε τὰς βουλήσεις ἀποπληροῦσι τοῦ πατρός, οἳ δὲ ἑτέρας τινάς· οἳ μὲν γὰρ τὰς συνεκτικὰς τῶν ὅλων, οἳ δὲ τὰς γονίμους, οἳ δὲ τὰς κινητικάς, οἳ δὲ φρουρητικάς,
5οἳ δὲ ἄλλας τινάς. καὶ οἳ μὲν ἐπὶ ψυχαῖς, οἳ δὲ ἐπὶ δαί‐ μοσιν, οἳ δὲ καὶ ἐπὶ θεῶν ἡγεμονίαις ἐτάχθησαν. πάντες δέ εἰσιν οὗτοι νοεροὶ μὲν κατὰ τὴν οὐσίαν, ἐγκόσμιοι δὲ κατὰ τὴν λῆξιν, τελεσιουργοὶ *** δυνατοί, τὴν γένεσιν ἀγενήτως ἐπιτροπεύοντες καὶ τὰ ἀνόητα νοερῶς καὶ τὰ
10ἄψυχα ζωτικῶς· πάντα γὰρ κατὰ τὴν ἑαυτῶν οὐσίαν δια‐ κοσμοῦσιν, ἀλλ’ οὐ κατὰ τὴν ἀσθένειαν τῶν δεχομένων. δηλοῖ δὲ ὁ Πλάτων, ὅτι μὲν σώμασιν αὐτοὺς χρῆσθαι βού‐ λεταί τισιν ἄλλοις, τῶν στοιχείων τούτων ἁπλουστέροις καὶ ἀιδιωτέροις, λέγων [41 A] φαίνεσθαι αὐτοὺς ὅταν ἐθέλωσι
15καὶ γίγνεσθαι καὶ ἡμῖν ὁρατούς, ὅτι δὲ καὶ ψυχὰς αὐτοῖς δίδωσιν, ἐκ τοῦ πάντα θεὸν ἐγκόσμιον φάναι διὰ ψυχῆς συνάπτεσθαι τοῖς σώμασι (καὶ γὰρ τὸν κόσμον τότε θεὸν αὐτὸς ἐκάλεσεν [34 B], ὅτε ψυχὴν αὐτῷ πρῶτον ἐπέστησεν). ὅτι δὲ αὖ καὶ νόας αὐτῶν ἐξάπτει, ἐξ ὧν τὰς ψυχὰς αὐτῶν
20εἶναι νοερὰς καὶ ἀμέσως ἐπιστρέφεσθαι πρὸς τὸν δημιουργὸν ὁ [ἑπόμεν]ος περὶ αὐτῶν λόγος [ἐνδείξεται]. δεῖ δὲ καὶ τοὺς ἑ[... θεωρεῖ]ν ἀγγέλους [καὶ τοὺς ... αὐ]τῶν δαίμονας [καὶ
ἥρωας] †ἐ διορίζοντας [καὶ συνάπτοντ]ας τὰ ἡμέτερα τ[οῖς
in Ti
.

3

.

165

θεοῖς], εἰ μὴ διώρισε ν[ῦν μὲν ἐν το]ύτοις τὰ κρείττονα [... τῶν χειρόν]ων ἐν ἄλλοις ὑπὸ τῶν Πλάτωνος διώρισται λόγων. καὶ ἐ[πειδ]ὴ δεῖ τὸν ὅλον κόσμον τέλεον εἶναι, δεῖ μετὰ τῶν θείων γενῶν κἀκεῖνα νοεῖν συναπογεννώμενα πρὸ
5τῶν ἡμετέρων ψυχῶν, ἃς ὑποστήσει μικρὸν ὕστερον· πᾶν γὰρ τὸ δαιμόνιον τὴν μεταξὺ χώραν ἀναπληροῖ θεῶν τε καὶ ἀνθρώπων. διότι δὴ παντελὴς ἀπόστασίς ἐστι τῶν τε ἡμε‐ τέρων καὶ τῶν θείων πραγμάτων (τὰ μὲν γὰρ αἰώνιά ἐστι, τὰ δὲ ἐπίκηρα καὶ θνητά, καὶ τὰ μὲν ἀγαπᾷ τοῦ κατ’ ἐνέρ‐
10γειαν ἀπολαύοντα νοῦ μερικῶς, τὰ δὲ καὶ αὐτοῖς ἐπιβέβηκε τοῖς ὅλοις νοῖς), διὰ δὴ τοῦτο καὶ τριάς ἐστιν ἡ συνάπτουσα τὰ ἡμέτερα τοῖς θεοῖς, ἀνὰ λόγον προελθοῦσα ταῖς τρισὶν ἀρχικαῖς αἰτίαις, εἰ καὶ πᾶσαν δαιμόνιον αὐτὸς εἴωθε κα‐ λεῖν· τὸ μὲν γὰρ ἀγγελικὸν πρὸς τὸ νοητὸν τὸ πρώτως ἐκ‐
15φανὲν ἀπὸ τῆς ἀρρήτου καὶ ἀποκεκρυμμένης τῶν ὄντων πηγῆς ἀναλογίαν ἀποσῴζει, διὸ καὶ αὐτὸ τοὺς θεοὺς ἐκ‐ φαίνει καὶ τὸ κρύφιον αὐτῶν ἐξαγγέλλει. τὸ δὲ δαιμόνιον πρὸς τὴν ζωὴν τὴν ἄπειρον, διὸ πανταχοῦ πρόεισι κατὰ πολλὰς τάξεις καὶ πολυειδές ἐστι καὶ πολύμορφον. τὸ δὲ
20ἡρωικὸν κατὰ τὸν νοῦν καὶ τὴν ἐπιστροφήν, διὸ καὶ αὐτὸ καθάρσεώς ἐστιν ἔφορον καὶ ζωῆς μεγαλουργοῦ καὶ ὑψηλῆς χορηγόν. ἔτι δὲ τὸ μὲν ἀγγελικὸν κατὰ τὴν νοερὰν τοῦ δημιουργοῦ προέρχεται ζωήν, διὸ καὶ αὐτὸ νοερόν ἐστι κατὰ τὴν οὐσίαν καὶ ἑρμηνεύει καὶ διαπορθμεύει τὸν θεῖον νοῦν
25εἰς τὰ δεύτερα. τὸ δὲ δαιμόνιον κατὰ τὴν δημιουργικὴν τῶν ὅλων πρόνοιαν καὶ τὴν φύσιν κατευθύνει καὶ τὴν τάξιν ὀρθῶς συμπληροῖ τοῦ παντὸς κόσμου. τὸ δὲ ἡρωικὸν κατὰ τὴν ἐπιστρεπτικὴν αὖ τούτων πάντων προμήθειαν, διὸ καὶ τοῦτο τὸ γένος ὑψηλόν ἐστι καὶ ἀναγωγὸν τῶν ψυχῶν καὶ
30ἁδρότητος αἴτιον. τοιαῦτα δὲ ὄντα τὰ τριπλᾶ ταῦτα γένη
in Ti
.

3

.

166

συνήρτηται τοῖς θεοῖς, τὰ μὲν 〈τοῖς ὑπερουρανίοις, τὰ δὲ〉 τοῖς οὐρανίοις, τὰ δὲ τοῖς ἐφόροις τῆς γενέσεως, καὶ ἔστι περὶ ἕκα‐ στον θεὸν οἰκεῖος ἀγγέλων τε καὶ ἡρώων καὶ δαιμόνων ἀριθμός· ἕκαστος γὰρ ἡγεῖται πλήθους παραδεξαμένου τὴν ἑαυτοῦ μορ‐
5φήν, καὶ διὰ τοῦτο τῶν μὲν οὐρανίων θεῶν 〈ἐξήρτηνται〉 οἱ οὐράνιοι καὶ οἱ ἄγγελοι καὶ οἱ δαίμονες, τῶν δὲ γενεσιουργῶν γενεσιουργοί, καὶ τῶν μὲν ἀναγωγῶν ἀναγωγοί, τῶν δὲ δημι‐ ουργικῶν δημιουργικοί, τῶν δὲ ζῳογόνων ζῳογονικοί, τῶν δὲ ἀτρέπτων ἄτρεπτοι, καὶ πάλιν ἐν τοῖς ἀναγωγοῖς τῶν μὲν
10Κρονίων Κρόνιοι, τῶν δὲ Ἡλιακῶν Ἡλιακοί, καὶ ἐν τοῖς ζῳο‐ γονικοῖς τῶν μὲν Σεληνιακῶν Σεληνιακοί, τῶν δὲ Ἀφροδισιακῶν Ἀφροδισιακοί· φέρονται γὰρ ἀπὸ τῶν θεῶν, ὧν ἐξήρτηνται, τὰς ἐπωνυμίας, ὡς συνεχεῖς ὄντες πρὸς αὐτοὺς καὶ τὴν μίαν ἰδέαν μετὰ ὑφέσεως ὑποδεξάμενοι. καὶ τί θαυμαστόν, ὅπου
15γε καὶ ψυχαὶ μερικαὶ τοὺς ἑαυτῶν προστάτας καὶ ἡγεμόνας ἐπιγνοῦσαι θεοὺς τοῖς ἐκείνων ὀνόμασιν ἑαυτὰς προσεῖπον; ἢ πόθεν ἡμῖν Ἀσκληπιοὶ καὶ Διόνυσοι καὶ Διόσκουροι προσηγορεύθησαν; ὥσπερ οὖν ἐπὶ τῶν οὐρανίων θεῶν, οὕτω χρὴ καὶ ἐπὶ τῶν γενεσιουργῶν θεωρεῖν περὶ ἕκαστον αὐτῶν
20πλῆθος ὁμόστοιχον ἀγγελικόν, δαιμόνιον, ἡρωικόν, καὶ ἀπὸ τῆς μονάδος τὴν ἐπωνυμίαν φέρειν τὸν ἐξηρτημένον αὐτῆς ἀριθμόν, ὥστε καὶ οὐράνιον εἶναι θεὸν εἶναι καὶ ἄγγελον καὶ δαίμονα καὶ ἥρωα, καὶ ἐπὶ γῆς ὁμοίως, καὶ τὸν Ὠκεα‐ νὸν κατὰ πάσας τὰς τάξεις προϊέναι καὶ τὴν Τηθὺν παρα‐
25πλησίως, καὶ ἐπὶ τῶν ἄλλων κατὰ ταὐτὰ θεῶν· ἔστι γὰρ καὶ Δίιον πλῆθος καὶ Ἡραῖον καὶ Κρόνιον, ὃ διὰ τοῦ αὐτοῦ προσαγορεύεται τοῖς θεοῖς ὀνόματος· καὶ οὐδὲν ἄτοπον· ἄνθρωπον γὰρ καὶ τὸν νοητὸν καὶ τὸν αἰσθητὸν λέγομεν, καίτοι γε τῆς ἀποστάσεως ἐν τούτοις πλείονος οὔσης.
30 Ταῦτα μὲν οὖν κοινῇ περί τε θεῶν εἰρήσθω καὶ δαιμόνων τῶν γενεσιουργῶν, ὅπως ἂν ὁμοῦ τοῖς θεοῖς καὶ τὸν περὶ
τῶν δαιμόνων θεωρῶμεν συνεζευγμένον λόγον· διὰ γὰρ τῶν
in Ti
.

3

.

167

αὐτῶν ὀνομάτων ἑκάτερα τὰ γένη περιέλαβε, καὶ ἔοικε καὶ διὰ ταύτην τὴν αἰτίαν τοὺς αὐτοὺς καὶ δαίμονας καλέσαι καὶ θεούς, ἵνα νοῶμεν καὶ τὸ δαιμόνιον γένος μετὰ τῶν θεῶν τούτων ὁμοῦ συνηρτημένον καὶ τὰ ὀνόματα ὡς δαί‐
5μοσι καὶ θεοῖς ἐφαρμόζωμεν. καὶ τοῦτο καὶ ἐν ἄλλοις πε‐ ποίηκε, τὸ πανταχοῦ διατεῖνον τῆς θεωρίας ἐπιδεικνύμενος καὶ τὸ τῆς ἐπιστήμης ὄμμα τὸ πάντα ὁμοῦ καὶ συνεχῆ θεωροῦν. δῆλον δὲ αὖ, ὅτι καὶ τὴν κατ’ εἶδος διάκρισιν τῶν γενῶν τούτων φυλάξομεν, πάντα μὲν γενεσιουργὸν θεὸν
10κατ’ αὐτὴν ὁρῶντες τὴν ἀγαθότητα, νοῦν περὶ ἑαυτὴν ἔχου‐ σαν καὶ ψυχὴν καὶ σῶμα θεῖον, καταλάμπουσαν δὲ καὶ τούτων τινὰ μοῖραν τῶν ὑπὸ σελήνην, καὶ ταύτῃ πλεονά‐ σαντα τὰ ὑπὸ σελήνην τῶν οὐρανίων, πάντα δὲ δαίμονα τῶν ἡμετέρων κρείττονα ψυχῶν καὶ νοερὰν ἔχοντα ψυχὴν
15καὶ ὄχημα αἰθέριον, ὅπου γε καὶ τῆς ἀνθρωπίνης ψυχῆς ἐξήρτηταί τι τοιοῦτον, ὡς αὐτός φησιν· ἐμβιβάσαι γοῦν εἰς ὄχημα καὶ αὐτήν φησι [41 D E] τὸν δημιουργόν· καὶ γὰρ πᾶσαν ψυχὴν ἀνάγκη πρὸ τῶν θνητῶν σωμάτων ἀιδίοις καὶ ἀεικινήτοις καὶ κυκλοφορητικοῖς τισι χρῆσθαι σώμασιν,
20ὡς κατ’ οὐσίαν ἔχουσαν τὸ κινεῖν. εἴρηται δὲ καὶ περὶ τῶν ἀλόγων δαιμόνων ἔμπροσθεν [p. 157 ss] ἡμῖν, τίνας αὐτῶν οἴεσθαι δεῖ τοὺς ὑποστάτας· ἐπεὶ περί γε τῶν λογι‐ καῖς ψυχαῖς χρωμένων δῆλον, ὡς καὶ τούτων τὸν δημι‐ ουργὸν αἰτιατέον. καὶ μήποτε διὰ ταῦτα, ὡς εἴρηται, καὶ
25ποτὲ μὲν καλεῖ δαίμονας οὓς ὑφιστάνειν μέλλει, ποτὲ δὲ θεούς, οὐ μόνον ὡς τῶν μὲν οὐρανίων, καὶ εἰ δαίμονες εἶεν, ὀφειλόντων καλεῖσθαι θεῶν, τῶν δὲ ὑπὸ σελήνην, καὶ εἰ θεοὶ εἶεν, δαιμόνων, ἀλλὰ καὶ πρὸς τούτοις ἵνα κοινοὺς ποιήσῃ τοὺς περὶ αὐτῶν λόγους τοῖς τε θεοῖς τοῖς γενεσι‐
30ουργοῖς καὶ τοῖς προσεχῶς αὐτῶν ἐξημμένοις δαίμοσι. τού‐ του μὲν οὖν καὶ ἄλλας εἴπομεν αἰτίας οὐκ ἀπιθάνους.
Λοιπὸν δὲ περὶ αὐτῶν τῶν θεῶν τούτων, ὧν ἐμνημό‐
in Ti
.

3

.

168

νευσεν ὁ Πλάτων, ὁποίας ἔχειν ἐννοίας προσήκει ῥητέον, διότι καὶ τῶν παλαιῶν οἳ μὲν εἰς μύθους τὸν περὶ αὐ‐ τῶν λόγον ἀνήνεγκαν, οἳ δὲ εἰς πάτρια πόλεων, οἳ δὲ εἰς φυλακ〈ικ〉ὰς δυνάμεις, οἳ δὲ εἰς ἠθικὰς ἀποδόσεις, οἳ δὲ
5εἰς ψυχάς. οὓς καὶ ὁ θεῖος Ἰάμβλιχος αὐτάρκως διήλεγξεν ὡς τῆς τε τοῦ Πλάτωνος διανοίας ἁμαρτόντας καὶ τῆς τῶν πραγμάτων ἀληθείας. ῥητέον δ’ οὖν τοῦτον τὸν τρόπον, ὅτι Πυθαγόρειος ὢν ὁ Τίμαιος ἕπεται ταῖς τῶν Πυθαγο‐ ρείων ἀρχαῖς. αὗται δέ εἰσιν αἱ Ὀρφικαὶ παραδόσεις· ἃ γὰρ
10Ὀρφεὺς δι’ ἀπορρήτων λόγων μυστικῶς παραδέδωκε, ταῦτα Πυθαγόρας ἐξέμαθεν ὀργιασθεὶς ἐν Λεβήθροις τοῖς Θρᾳκίοις Ἀγλαοφάμω τελεστᾶ μεταδόντος ἣν περὶ θεῶν Ὀρφεὺς σοφίαν παρὰ Καλλιόπης τῆς μη‐ τρὸς ἐπινύσθη· ταῦτα γὰρ αὐτός φησιν ὁ Πυθαγόρας
15ἐν τῷ Ἱερῷ λόγῳ. τίνες οὖν αἱ Ὀρφικαὶ παραδόσεις [frg. 85], ἐπειδήπερ εἰς ταύτας ἀναφέρειν οἰόμεθα χρῆναι τὴν τοῦ Τιμαίου περὶ θεῶν διδασκαλίαν; θεῶν βασιλέας παραδέδωκεν Ὀρφεὺς κατὰ τὸν τέλειον ἀριθμὸν τῶν ὅλων προεστηκότας Φάνητα Νύκτα Οὐρανὸν Κρόνον Δία Διόνυ‐
20σον· πρῶτος γὰρ ὁ Φάνης κατασκευάζει τὸ σκῆπτρον· καὶ πρῶτος βασίλευσε περικλυτὸς Ἠρικεπαῖος· δευτέρα δὲ ἡ Νύξ, δεξαμένη παρὰ τοῦ πατρός, τρίτος δὲ 〈ὁ〉 Οὐρανὸς παρὰ τῆς Νυκτός, καὶ τέταρτος ὁ Κρόνος, βιασάμενος, ὥς φασι, τὸν πατέρα, καὶ πέμπτος ὁ Ζεύς,
25κρατήσας τοῦ πατρός, καὶ μετὰ τοῦτον ἕκτος ὁ Διόνυσος. οὗτοι δὴ πάντες οἱ βασιλεῖς ἄνωθεν ἀπὸ τῶν νοητῶν καὶ νοερῶν ἀρξάμενοι θεῶν χωροῦσι διὰ τῶν μέσων τάξεων καὶ ἐς τὸν κόσμον, ἵνα καὶ τὰ τῇδε κοσμήσωσι· Φάνης γὰρ οὐ
μόνον ἐστὶν ἐν τοῖς νοητοῖς, ἀλλὰ καὶ ἐν τοῖς νοεροῖς, ἐν
in Ti
.

3

.

169

τῇ δημιουργικῇ τάξει καὶ ἐν τοῖς ὑπερκοσμίοις καὶ τοῖς ἐγκοσμίοις, καὶ Νὺξ καὶ Οὐρανὸς ὁμοίως· αἱ γὰρ ἰδιότητες αὐτῶν διὰ πάντων χωροῦσι τῶν μέσων. αὐτὸς δὲ ὁ μέγι‐ στος Κρόνος οὐχὶ καὶ πρὸ τοῦ Διὸς τέτακται καὶ μετὰ τὴν
5Δίιον βασιλείαν, μετὰ τῶν ἄλλων Τιτάνων τὴν Διονυσιακὴν μερίζων δημιουργίαν, καὶ ἄλλος μὲν ἐν τῷ οὐρανῷ, ἄλλος δὲ ἐν τοῖς ὑπὸ σελήνην, καὶ ἐν μὲν τῇ ἀπλανεῖ ἄλλος, ἐν δὲ ταῖς πλανωμέναις ἄλλος, καὶ Ζεὺς ὁμοίως καὶ Διόνυσος; ταῦτα μὲν οὖν καὶ διαρρήδην εἴρηται τοῖς παλαιοῖς.
10εἰ δὲ ταῦτα ὀρθῶς φαμεν, 〈πάντα〉 πανταχοῦ ἀνὰ λόγον ἐστί, καὶ ὁ βουλόμενος τὰς ἐν οὐρανῷ τῶν θεῶν προόδους ἢ τὰς ὑπὸ σελήνην θεωρῆσαι πρὸς τὰς πρώτας ἀποβλέψει καὶ ἀρχηγικὰς αἰτίας τῶν βασιλειῶν· ἐκεῖθεν γὰρ πάσαις καὶ κατ’ ἐκείνας ἡ γένεσις, διὸ δὴ καὶ ἡμῖν πρὸς ἐκείνας ἀποβλεπτέον.
15ἔνιοι μὲν οὖν φασιν, ὅτι τοὺς μὲν ἀνὰ λόγον τοῖς δύο βασιλεῦσιν ἐν οὐρανῷ καταλέλοιπε ζητεῖν, Φάνητι λέγω καὶ Νυκτί· δεῖ γὰρ αὐτοὺς ἐν ὑπερτέρᾳ τάξει ποιεῖν καὶ ἐν τοῖς ἐγκοσμίοις, διότι δὴ καὶ πρὸ τοῦ κόσμου τῶν νοερῶν ἡγοῦνται θεῶν, ἐν τῷ ἀδύτῳ διαιωνίως ἱδρυμένοι, καθά
20φησιν Ὀρφεύς, αὐτοῦ τοῦ Φάνητος, τὴν κρύφιον αὐτῶν τάξιν καὶ ἀνέκφαντον ἐκεῖνος ἄδυτον ἀποκαλῶν. εἴτε οὖν τὴν ταὐτοῦ περιφορὰν καὶ τὴν θατέρου τάττειν 〈ἐθέλοι τισ〉 εἰς τὴν τούτων ἀναλογίαν ὡς ἄρρεν καὶ θῆλυ καὶ πατρικὸν καὶ γεννητικόν, οὐκ ἂν ἁμαρτάνοι τῆς ἀληθείας, εἴτε ἥλιον
25καὶ σελήνην ὡς ἐν τοῖς πλανωμένοις ἀντιθέτους, ὁ μὲν ἥλιος τὴν ὁμοιότητα [τὴν] πρὸς τὸν Φάνητα δια[σώσει, ἡ δὲ] σελήνη τὴν πρὸς τὴν Νύκτα. [εἰ δὲ τοῦτο] ἀληθές,
ὡς ἐμοὶ δοκεῖ, [τὸν ἕν]α τῶν ὅλων δημιουργὸν [ἀνὰ λό‐
in Ti
.

3

.

170

γ]ον ἱδρύσας τῷ πατρὶ [τῷ] Φάνητι νοερὸν ... καὶ αὐ‐ τόν (καὶ γὰρ ... ταύτης ἐστὶ τῶν κόσμων ... ποιεῖν ὁ θεολόγος, ὥσπερ οὗτος τοῦ τε Οὐρανοῦ καὶ τῆς Γῆς)· τὸν δὲ κρατῆρα τὸν ζῳογόνον τῇ Νυκτὶ τῇ πᾶσαν ἐκ τῶν
5ἀφανῶν παραγούσῃ ζωὴν μετὰ τοῦ Φάνητος, ὡς καὶ ὁ κρατὴρ πᾶσαν λοχεύει τοῖς ἐν τῷ κόσμῳ ψυχήν· βέλτιον γὰρ ἄμφω πρὸ τοῦ κόσμου νοεῖν καὶ τὸν μὲν δημιουργὸν αὐτὸν ἀνὰ λόγον τῷ Φάνητι τάττειν, ἐπειδὴ καὶ πρὸς αὐ‐ τὸν ἀφομοιοῦσθαι λέγεται κατὰ τὴν ποίησιν τῶν ὅλων, τὴν
10δὲ συνεζευγμένην αὐτῷ καὶ γεννητικὴν τῶν ὅλων δύναμιν τῇ Νυκτὶ ἀφανῶς τὰ πάντα ἐκ τοῦ πατρὸς προαγούσῃ, μετὰ δὲ τούτους τὰς λοιπὰς παραδιδόναι βασιλείας διακεκοσμημένας ἀνὰ λόγον ταῖς νοεραῖς. καὶ εἰ καὶ αὐτὸ τοῦτο ζητοίημεν, διὰ τί μὴ καὶ τὰς δύο διαρρήδην βασιλείας ἔλαβεν ἀνὰ
15λόγον, προσεχέστερόν ἐστι λέγειν, ὅτι καὶ ἐκείνους μὲν ἡ Ὀρφέως εἶχε παράδοσις *** δι’ οὗ τὴν Οὐρανοῦ πρώ‐ την καὶ Γῆς ἐξυμνεῖ βασιλείαν, συνηθεστέρα τοῖς Ἕλλησιν οὖσα, καθάπερ καὶ αὐτὸς ἐν τῷ Κρατύλῳ [396 C] λέγει, τῆς Ἡσιόδου μεμνημένος διαφερόντως Θεογονίας καὶ
20μέχρι ταύτης ἀνατρέχων κατὰ τὸν Ἡσίοδον. ἀπὸ ταύτης οὖν ὡς γνωριμωτέρας ὁρμηθεὶς καὶ τὸν Οὐρανὸν καὶ τὴν Γῆν ὡς πρώτους βασιλέας ὑπὲρ τὸν κόσμον λαβὼν † εἶδε καὶ ἐν
τῷ κόσμῳ τοὺς ἀνὰ λόγον ἐκείνοις τόνδε τὸν οὐρανὸν παρ‐
in Ti
.

3

.

171

ήγαγε καὶ τὴν γῆν, ἣν ἐντὸς αὐτοῦ πρεσβυτάτην ἐξύμνησε [40 C], καὶ ἀπὸ τούτων ἄρχεται τῆς θεογονίας τῶν ὑπὸ σελήνην θεῶν. ταῦτα μὲν οὖν διὰ τῶν ἑπομένων, εἰ ταύτῃ τοῖς θεοῖς φίλον ἐστίν, ἔστω κατάδηλα. νῦν δὲ
5τοσοῦτον προσθέντες τοῖς εἰρημένοις ἐπὶ τὴν λέξιν χωρῶμεν, ὅτι δὴ καὶ κατὰ τοὺς εἰρημένους μὲν τρόπους δεῖ ταῦτα πάντα τὰ ὀνόματα θεωρεῖν, θείως ἢ δαιμονίως, καὶ κατὰ τὰς λήξεις δὲ τὰς ἐν τοῖς τέτρασι στοιχείοις· ἔστι γὰρ ἡ ἐννεὰς αὕτη καὶ ἐν αἰθέρι καὶ 〈ἐν〉 ὕδατι καὶ ἐν γῇ καὶ ἐν
10ἀέρι παντοίως, κατά τε τὴν θείαν ἰδιότητα καὶ κατὰ τὴν δαι‐ μόνιον, καὶ πάλιν τὰ αὐτὰ 〈ἐν ὕδατι〉 ἐνυδρίως καὶ ἐν 〈ἀέρι〉 ἀερίως καὶ δὴ καὶ ἐν γῇ χθονίως, ἵνα πάντα ᾖ πανταχοῦ παντοίως· εἰσὶ γὰρ καὶ τρόποι τῆς προνοίας πολλοὶ θεῖοι καὶ δαιμόνιοι καὶ λήξεις πλείους κατὰ τὴν τῶν στοιχείων
15διαίρεσιν, πανταχοῦ δὲ πάντων ὄντων ὁ τοῦ ταυτοῦ καὶ ὁμοίου πάλιν ἀριθμὸς ἀναφανήσεται. ταῦτα καὶ περὶ τού‐ των. αὐτὴν δὲ τὴν λέξιν ἐκθεμένοις κατὰ δύναμιν ἕκαστον αὐτὸ καθ’ ἑαυτὸ βασανιστέον. Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανὸς καὶ Τηθὺς
20ἐγενέσθην [40 E]. Ὥσπερ ὁ σύμπας οὑτοσὶ κόσμος πολὺς καὶ ποικίλος ὤν, ἅτε δὴ τὴν νοερὰν τάξιν τῶν εἰδῶν ἀπεικονισάμενος, ἔχει δύο ταύτας ἀκρότητας ἐν ἑαυτῷ, γῆν καὶ οὐρανόν, τὸν μὲν ἐν πατρὸς ὄντα μοίρᾳ, τὴν δὲ ἐν μητρός (διὰ γὰρ τοῦτο
25καὶ πρεσβυτάτην εἶπεν [40 C] εἶναι τὴν γῆν τῶν ἐντὸς οὐρανοῦ θεῶν, ἵνα ἑπομένως λέγῃ μητέρα τὴν γῆν ὧν ἐστιν ὁ οὐρανὸς πατήρ, ἅμα κἀκεῖνο δηλῶν, ὅτι τὰ μερικὰ αἴτια οὐ μόνον ἐστὶ καταδεέστερα τῶν γεννημάτων, ὡς ἡ Πενία τοῦ Ἔρωτος, ἀλλὰ καὶ κρείττονα γεννῶντα, ὡς ὑπο‐
30δεχόμενα μόνον τὰ γεννώμενα προϊόντα ἀπὸ τῶν πατέρων· δύο δ’ οὖν αὗται καὶ ἐν τῷ κόσμῳ νοείσθωσαν 〈αἱ〉 ἀκρό‐
τητες, ὁ οὐρανὸς ὡς πατὴρ καὶ ἡ γῆ μήτηρ οὖσα τῶν κοινῶν
in Ti
.

3

.

172

αὐτῆς γεννημάτων· καὶ γὰρ τὰ ἄλλα πάντα εἰς ταῦτα τελεῖ, τὰ μὲν τὸν οὐράνιον ἀριθμὸν συμπληροῦντα, τὰ δὲ τὴν ὁλότητα τῆς γῆς), τὸν αὐτὸν δὲ τρόπον καὶ ἐν ἑκάστῳ τῶν τοῦ κόσμου στοιχείων τὰς δύο ταύτας ἀρχὰς ὑποθετέον, γῆν
5καὶ οὐρανόν, ἀερίως μὲν ἐν ἀέρι, ἐνυδρίως δὲ ἐν ὕδατι, χθονίως δὲ ἐν γῇ, καὶ κατὰ πάντας τοὺς εἰρημένους τρό‐ πους, ἵνα καὶ ἕκαστον ᾖ κόσμος τέλειος ἐκ τῶν ἀνὰ λόγον ἀρχῶν διακεκοσμημένον· ὅπου γὰρ καὶ ὁ ἄνθρωπος λέγεται μικρὸς εἶναι κόσμος, πῶς οὐ πολλῷ πρότερον δεῖ τῶν στοι‐
10χείων ἕκαστον οἰκείως ἔχειν ἑαυτῷ πάντα ὅσαπερ ὁ ὅλος κόσμος ὁλικῶς; διό μοι δοκεῖ προσεχῶς μετὰ τὸν περὶ οὐ‐ ρανοῦ καὶ γῆς λόγον παραδοῦναι τὴν περὶ τῶν θεῶν τού‐ των θεωρίαν, ἀπὸ γῆς καὶ οὐρανοῦ τὴν ἀρχὴν ποιούμενος· ἐκείνοις γὰρ ἀνὰ λόγον καὶ οὗτοι προεληλύθασιν. ἀλλ’ ἐκεῖ‐
15νοι μὲν ὁλικῶς αἴτιοι πάντων τῶν νῦν παραγομένων, οἳ δὲ ἐκείνοις ἀνὰ λόγον τῷ ὅλῳ οὐρανῷ καὶ τῇ ὅλῃ γῇ καὶ ἑκάστῳ πάντως εἰσὶ τῶν στοιχείων κατὰ τὴν αὐτοῦ τάξιν, οἷον, ὡς εἴπομεν, ἀερίως ἢ ἐνυδρίως ἢ χθονίως· ἔστι γὰρ καὶ ἐν γῇ οὐρανὸς καὶ ἐν οὐρανῷ γῆ, καὶ ἐνταῦθα μὲν ὁ
20οὐρανὸς χθονίως, ἐκεῖ δὲ οὐρανίως ἡ γῆ (καὶ γὰρ οὐρανίαν καὶ 〈γῆν〉 τὴν σελήνην Ὀρφεὺς [frg. 81] προσηγόρευσε, καὶ οὐ δεῖ πρὸς ταῦτα θαυμάζειν, καὶ πῶς ὁ οὐρανὸς ἐν γῇ· πῶς γὰρ ἄνθ[ρωπος ἐν γ]ῇ, πῶς δὲ ἵππος, πῶς δὲ [ἕκαστον] τῶν νοητῶν εἰδῶν α... πρόοδον εὔτακτον; τί
25ο[ὖν θαυμαστὸν] καὶ οὐρανὸν εἶναι [ἐν γῇ ... ] ἰδιότητα
in Ti
.

3

.

173

σῴζο[ντα τῆς οἰκεί]ας σειρᾶς τὴν συν...ν τῇ διακοσμή‐ σει [τοῦ παντός]; ἀλλὰ τοῦτο μὲν παραμυθίας ὅλως τινὸς ἀξιοῦν περίεργον εἰθισμένους τὰ αὐτὰ πανταχοῦ κατὰ τὸ ἀνὰ λόγον θεωρεῖν, ἐν νοητοῖς, ἐν νοεροῖς, ἐν ὑπερκοσμίοις,
5ἐν οὐρανῷ, ἐν τῇ γενέσει, κατὰ τὴν οἰκείαν ἕκαστον τάξιν. περὶ δὲ ἑκάστου τῶν θεῶν τούτων ἀποδοτέον τοὺς ἡμῖν δοκοῦντας λόγους. οἶδα μὲν γάρ, ὅτι τῶν ἐξηγητῶν οἳ μὲν τὴν στερεὰν ταύτην ἤκουσαν εἶναι τὴν γῆν, οἳ δὲ τὴν ἐν ὕλης τάξει προϋποτεθεῖσαν τοῖς γιγνομένοις, οἳ δὲ τὴν
10νοητὴν ὕλην, οἳ δὲ τοῦ νοῦ δύναμιν, οἳ δὲ ζωήν, οἳ δὲ ἀσώματον εἶδος τῆς γῆς ἀχώριστον, οἳ δὲ ψυχὴν αὐτὴν ὑποτίθενται, οἳ δὲ νοῦν, καὶ οὐρανὸν ὡσαύτως οἳ μὲν τὸν φαινόμενον, οἳ δὲ κίνησιν τὴν περὶ τὸ μέσον, οἳ δὲ δύνα‐ μιν τὴν μετὰ κινήσεως ἐμμελῶς προϊοῦσαν, οἳ δὲ τὸν ἔχοντα
15νοῦν, οἳ δὲ τὸν καθαρὸν καὶ χωριστὸν νοῦν, οἳ δὲ φύσιν τῆς περιφορᾶς, οἳ δὲ ψυχήν, οἳ δὲ νοῦν. οἶδά γε μήν, ὅτι καὶ ὁ θεῖος Ἰάμβλιχος γῆν μὲν ἀκούει τὴν τὸ μόνι‐ μον πᾶν καὶ σταθερὸν κατά τε οὐσίαν τῶν ἐγκοσμίων θεῶν καὶ κατ’ ἐνέργειαν καὶ κατὰ τὴν ἀίδιον περιφορὰν καὶ δυνά‐
20μεις κρείττονας καὶ ζωὰς ὅλας περιέχουσαν, οὐρανὸν δὲ τὴν προϊοῦσαν ἀπὸ τοῦ δημιουργοῦ δημιουργικὴν ἐνέργειαν ὅλην καὶ τελείαν καὶ πλήρη τῆς οἰκείας δυνάμεως καὶ περὶ τὸν δημιουργὸν ὑπάρχουσαν, ὡς ὅρον ἑαυτῆς οὖσαν καὶ τῶν ὅλων. οἶδα δέ, ὅπως καὶ ὁ θαυμαστὸς Θεόδωρος ἐν
25τῇ πρώτῃ κατὰ σχέσιν ζωῇ ταύτας ἀμφοτέρας τὰς δυνάμεις ὑφίστησιν· ἐν γὰρ τῇ κατὰ σχέσιν ζωῇ τῆς τοῦ κόσμου ψυχῆς, δι’ ἧς εἰς ἑαυτὴν κατελθοῦσα πάλιν εἰς τὴν πηγαίαν
ἐτέλει σὺν ἑτερότητι, τρεῖς εὐθὺς αἱ πρῶται σὺν ὁλότητι
in Ti
.

3

.

174

σχέσεις ἐθεωροῦντο, τοῦ μὲν ἐκ τῆς ἑκατέρωθεν ὁλότητος ὑφισταμένου τοῦ πρώτου καὶ τὴν πρὸ τῶν μερῶν ἔχοντος ὁλότητα τῆς τελούσης ὅλης εἰς ὅλην τὴν πηγαίαν, τοῦ δὲ τὴν μὲν πηγαίαν ὅλην τηροῦντος, ἑαυτὸν δὲ μερίζοντος καὶ
5τὴν ἐκ τῶν μερῶν ὁλότητα ἔχοντος, τοῦ δὲ τὴν πηγαίαν μερίζοντος, ἑαυτὸν δὲ ὅλον τηροῦντος, καὶ τριῶν ἐν τῷ πρώτῳ γῆν τε εἶναι καὶ οὐρανόν· τὸ μὲν γὰρ ὑλικὸν τὸ ἐν τῷ πρώτῳ γῆν καλεῖσθαι, τῶν ἀρχαίων θεολόγων τῷ ὀνόματι τούτῳ τὴν ὕλην προσαγορευόντων, οὐρανὸν δὲ αὐ‐
10τὸν τὸν τοιοῦτον νοῦν, ὡς διορίζοντα τὸ ἔσχατον ἀπὸ τοῦ ἐν σχέσει πρῶτον καὶ ὡς ὑφιστάντα τόνδε τὸν οὐρανὸν διὰ τῆς ἑαυτοῦ σχέσεως· σῴζει γοῦν τὸ σῶμα καὶ ἐφ’ ἡμῶν ἡ τῆς ψυχῆς πρὸς αὐτὸ σχέσις. ταῦτα δὲ εἰδὼς ἡγοῦμαι δεῖν ὥσπερ ἀσφαλοῦς πείσματος ἔχεσθαι τῆς τοῦ καθ‐
15ηγεμόνος ἡμῶν παραδόσεως· διὰ γὰρ ταύτης τὰ μὲν πλημμελῆ τῶν δοξασμάτων φευξόμεθα, ταῖς δὲ καθαρωτάταις ἐννοίαις Ἰαμβλίχου συνεψόμεθα. πρῶτον οὖν ὑπομνή‐ σομεν ἡμᾶς αὐτούς, ὅτι περὶ τῶν ὑπὸ σελήνην θεῶν ὁ λόγος καὶ ὅτι πανταχοῦ πάντες καὶ ὅτι κατ’ ἀναλογίαν προεληλύ‐
20θασι τῶν νοητῶν καὶ νοερῶν βασιλέων. ἔπειθ’ οὑτωσὶ τού‐ τοις πιστεύοντες λέγομεν, ὅτι καθάπερ ὁ πρώτιστος οὐρανὸς τῶν νοερῶν θεῶν ὅρος ἐστὶ καὶ συνοχεὺς τὸ μέτρον ἔκ τ’ αὐτοῦ 〈τἀγαθοῦ〉 καὶ ἀπὸ τῶν νοητῶν θεῶν εἰς τοὺς νοε‐ ροὺς διακόσμους ἧκον συνέχων, τὸν αὐτὸν τρόπον καὶ οὗτος
25ὁ οὐρανὸς ὅρος ἐστὶ τῶν γενεσιουργῶν θεῶν καὶ συνοχεὺς τὸ μέτρον τὸ δημιουργικὸν καὶ τὸ ἐκ τῶν οὐρανίων θεῶν προελθὸν εἰς τοὺς τὴν γένεσιν λαχόντας συνέχων ἐν ἑνὶ πέρατι καὶ συνάπτων αὐτοὺς πρὸς τὴν οὐράνιον ἡγεμονίαν τῶν θεῶν· ἀνὰ λόγον γὰρ ὡς ὁ δημιουργὸς πρὸς αὐτὸ τἀ‐
30γαθόν, οὕτως ἡ μία τοῦ οὐρανοῦ τοῦδε θεότης πρὸς τὸν
νοερὸν οὐρανόν. ὥσπερ οὖν ἐκεῖ τὸ μέτρον καὶ τὸ πέρας
in Ti
.

3

.

175

ἐκ τοῦ ἀγαθοῦ ἐφήκει διὰ τοῦ οὐρανοῦ πᾶσι τοῖς νοεροῖς, οὕτω δὴ καὶ ἐνταῦθα τοῖς γενεσιουργοῖς θεοῖς τε καὶ τοῖς κρείττοσι γένεσιν ἀπὸ τοῦ δημιουργοῦ καὶ τῆς ἀκρότητος τῶν ἐγκοσμίων ὁ ὅρος ἐφήκει, λέγω δὴ τῆς τοῦ οὐρανοῦ
5τοῦδε συνοχικῆς μεσότητος· ταύτην γὰρ ἔλαχε τὴν τάξιν ὁ πανταχοῦ προϊὼν οὐρανός, ὅπου μὲν ἡνωμένως καὶ κρυφίως, ὅπου δὲ ἐκφανῶς καὶ διῃρημένως· ὅπου μὲν γὰρ ψυχαῖς ἐπιφέρει τὸν ὅρον, ὅπου δὲ τοῖς τῆς φύσεως ἔργοις, ὅπου δὲ ἄλλως ἄλλοις, καὶ ἐν ἀέρι μὲν πρώτως, ἐν δὲ ταῖς
10ἐνυδρίοις τάξεσι δευτέρως, ἐν δὲ τῇ γῇ καὶ τοῖς χθονίοις ἔργοις ἐσχάτως. εἰσὶ δὲ καὶ συμπλοκαὶ τούτων· ἄλλο γὰρ τὸ θείως ἐν ἀέρι καὶ τὸ δαιμονίως καὶ ἐπὶ γῆς· ὅπου μὲν γὰρ ὁ τρόπος ὁ αὐτὸς ἐν διαφόροις τάξεσιν, ὅπου δὲ ὁ τρόπος ἕτερος ἐπὶ μιᾶς λήξεως. ταῦτα μὲν οὖν περὶ τῆς
15οὐρανοῦ δυνάμεως. Ἐπὶ δὲ τὴν γῆν μετὰ τοῦτον τραπό‐ μενοι καὶ παρακαλέσαντες αὐτὴν συνεφάψασθαι τῶν περὶ αὐτῆς λόγων ἡμῖν πάλιν ἀπὸ τῆς πρώτης αὐτῆς ἐκφάνσεως τὸν περὶ αὐτῆς ὅρον ἀποδῶμεν. ἐκείνη μὲν οὖν ἐν ταῖς μέσαις τριάσιν ἐκφανεῖσα τῶν νοερῶν θεῶν ἅμα οὐρανῷ
20τῷ συνοχεῖ τῶν ὅλων νοερῶν θεῶν ἀνὰ λόγον τε πρόεισι πρὸς τὴν νοητὴν γῆν, ἣν καὶ πρωτίστην εὑρίσκομεν τῶν νοερῶν τριάδων, καὶ ὡς ἐν ζῳογόνοις τάξεσιν ἀφομοιοῦται πρὸς τὴν ἀπειρίαν τὴν πρώτην, ἔστι δὲ ὁ ἐκδόχιος κόλ‐ πος τῆς οὐρανοῦ γεννητικῆς θεότητος καὶ τὸ μέσον κέντρον
25τῆς ἐκείνου πατρικῆς ἀγαθότητος, συμβασιλεύουσα αὐτῷ καὶ οὖσα δύναμις αὐτοῦ πατρὸς ὄντος. ἡ δὲ ἀνὰ λόγον αὐτῇ καὶ ἐν τοῖς ὑπὸ σελήνην προϊσταμένη γῆ οἷον δύναμίς ἐστι γόνιμος τοῦ οὐρανοῦ, τὴν πατρικὴν αὐτοῦ καὶ ὁριστικὴν καὶ μετρητικὴν καὶ συνοχικὴν πρόνοιαν ἐκφαίνουσα, καὶ
30γονίμοις ἐπὶ πάντα διατείνουσα 〈δυνάμεσιν〉, αὐτὴ τὴν ἀπειρίαν πᾶσαν τῶν ὑπὸ σελήνην ἀπογεννῶσα, ὥσπερ ὁ
οὐρανὸς τὴν τοῦ πέρατος συστοιχίαν, ὁ τὸν ὅρον καὶ τὸ
in Ti
.

3

.

176

πέρας ἐπιφέρων τοῖς δευτέροις. ὁ μὲν οὖν ὅρος οὗτος καὶ τὸ πέρας ἀφορίζει τὴν ὕπαρξιν ἑκάστου, καθ’ ἣν καὶ δαί‐ μονες καὶ θεοὶ καὶ ψυχαὶ καὶ σώματα συνέχεται, καὶ ἑνο‐ ποιεῖ τὰ μιμούμενα τὴν μίαν ἑνάδα τῶν ὅλων. ἡ δὲ ἀπειρία
5πολλαπλασιάζει τὰς ἑκάστων δυνάμεις· πολὺ γὰρ τὸ πέρας ἐν ἅπασι τοῖς ὑπὸ σελήνην, πολὺ δὲ καὶ τὸ ἄπειρον διά τε θεοῦ καὶ τῶν μετὰ θεοὺς διατεῖνοντα πάντων. ἔχομεν οὖν τὰς δύο ταύτας τάξεις γεννητικὰς τῶν ἐν πᾶσι τοῖς γένεσι καὶ πᾶσι τοῖς στοιχείοις προόδων θείων ἢ δαιμονίων, καὶ
10μίαν αὐτῶν τὴν βασιλείαν ὥσπερ ἐν τοῖς νοεροῖς. ἀπὸ δὲ τούτων δευτέρα πρόεισι δυάς, Ὠκεανὸς καὶ Τηθύς, οὐ κατὰ συνδυασμὸν γενεσιουργὸν οὐδὲ κατά τινα σύνοδον τῶν κε‐ χωρισμένων οὐδὲ κατὰ μερισμὸν οὐδὲ κατά τινα ἀποτομὴν τῆς ἀπογεννήσεως ταύτης γενομένης (πάντα γὰρ ταῦτα ἀλ‐
15λοτρίως τῶν θεῶν διαδοξάζουσί τινες), ἀλλὰ κατὰ μίαν ἕνω‐ σιν καὶ συμπλοκὴν τῶν δυνάμεων ἀδιαίρετον, 〈ὃν〉 καὶ εἰώθασι γάμον οἱ θεολόγοι [frg. 90] προσαγορεύειν· οἰ‐ κεῖος γὰρ καὶ ὁ γάμος τῇ τάξει ταύτῃ, καθά φησιν ὁ θεο‐ λόγος· πρώτην γὰρ νύμφην ἀποκαλεῖ τὴν γῆν καὶ πρώτι‐
20στον γάμον τὴν ἕνωσιν αὐτῆς τὴν πρὸς τὸν οὐρανόν· οὐ γὰρ ἐν τοῖς μάλιστα ἡνωμένοις ὁ γάμος, διὸ Φάνητος οὐκ ἔστι γάμος καὶ Νυκτός, ἡνωμένων ἀλλήλοις νοητῶς, ἀλλ’ ἐν τοῖς μετὰ τῆς ἑνώσεως καὶ τὸ διῃρημένον τῶν δυνάμεων καὶ τῶν ἐνεργειῶν ἐπιδεικνυμένοις. καὶ ἔοικε διὰ ταῦτα καὶ
25οὐρανῷ τούτῳ καὶ γῇ 〈ταύτῃ〉 προσήκειν ὁ γάμος, ὡς ἐκεῖνον οὐρανὸν καὶ γῆν ἐκείνην ἐνεικονιζομένοις. ὃ δὴ καὶ οἱ θεσμοὶ τῶν Ἀθηναίων εἰδότες προσέταττον οὐρανῷ καὶ γῇ προτελεῖν τοὺς γάμους, εἰς δὲ τούτους βλέποντες καὶ ἐν τοῖς Ἐλευσινίοις ἱεροῖς εἰς μὲν τὸν οὐρανὸν ἀναβλέ‐
30ποντες ἐβόων ‘ὕε‘, καταβλέψαντες δὲ εἰς τὴν γῆν τὸ ‘κύε‘,
in Ti
.

3

.

177

διὰ τούτων ὡς πατρὸς καὶ μητρὸς τὴν γένεσιν εἶναι πάντων γινώσκοντες. κατὰ ταύτην δ’ οὖν τὴν ἕνωσιν, τὴν μετὰ διακρίσεως λέγω, διὰ τὴν ἀγαθότητα τὴν ἑαυτῶν παράγουσιν Ὠκεανὸν καὶ Τηθύν, μᾶλλον δὲ οὐ τούτους εὐθὺς ἐν ἐκεί‐
5νοις, ἀλλὰ πρὸ τούτων δύο μονάδας καὶ δύο τριάδας καὶ διπλᾶς ἑβδομάδας, ἐν αἷς ὅ τε Ὠκεανὸς καὶ ἡ Τηθύς. καὶ αἱ μὲν μονάδες μετὰ τῶν τριάδων παρὰ τῷ πατρὶ μένουσι, τῶν δὲ ἑβδομάδων ὁ μὲν Ὠκεανὸς μετὰ τῆς Τηθύος μένει τε ἅμα καὶ πρόεισιν, οἱ δὲ ἄλλοι προεληλύθασιν εἰς ἑτέραν
10διακόσμησιν τῶν θεῶν. ἐκεῖ μὲν οὖν οὕτως. ἐνταῦθα δὲ τὰς μὲν πάντη μεινάσας αἰτίας ἐν τῷ πατρὶ παρῆκεν ὁ λό‐ γος, τὰς δὲ προελθούσας ἅμα καὶ μεινάσας παραδέδωκε, διότι περὶ θεῶν γενεσιουργῶν ὁ λόγος ἐστὶν ὁ προκείμενος, οἰκεία δὲ τούτοις ἡ πρόοδος καὶ ἡ κίνησις καὶ ἡ ἑτερότης
15καὶ τὸ μετὰ τοῦ ἄρρενος τὸ θῆλυ συντάττειν, ἵνα καὶ γέ‐ νεσις ᾖ καὶ διακόσμησις τῆς ὕλης τοῖς εἴδεσι κοσμουμένης καὶ τῇ ταυτότητι τῆς ἑτερότητος συμπλεκομένης. διὸ καὶ ἐξ ἀρχῆς ἀπὸ δυάδος ἤρξατο καὶ πρόεισι δι’ αὐτῆς καὶ καταστρέψει προϊὼν εἰς αὐτήν (ἡ γὰρ δυὰς προσήκει τοῖς
20ἐνύλοις, ὡς ὑπέμνησται πολλάκις, ὥσπερ καὶ ἡ ἑτερότης διὰ τὸν περὶ τὴν ὕλην μερισμὸν τῶν εἰδῶν) καὶ τὴν δυάδα λέγων ἤρξατο ἀπὸ τῆς γῆς· τοῦτο γάρ ἐστι τοῖς γενεσι‐ ουργοῖς πράγμασιν οἰκειότερον. ἀλλὰ τίνες οὗτοι οἱ θεοὶ μένοντες ἅμα ἐν τοῖς αἰτίοις καὶ προϊόντες ἀπ’ αὐτῶν; τὸν
25μὲν οὖν Ὠκεανὸν οἳ μὲν τὴν σωματικὴν οὐσίαν λέγουσιν, οἳ δὲ τὴν ὠκέως διανύουσαν φύσιν, οἳ δὲ 〈τὴν〉 τῆς ὑγρᾶς οὐσίας φοράν, οἳ δὲ τὸν αἰθέρα διὰ τὴν ὀξύτητα τῆς κινή‐ σεως, οἳ δὲ τὸ νοητὸν αὐτὸ τῆς ζωῆς βάθος. ὁ δὲ θεῖος Ἰάμβλιχος τὴν μέσην κινητικὴν αἰτίαν αὐτὸν ἀφορίζεται
30θείαν οὖσαν, ἧς πρώτως αἱ μέσαι ψυχαὶ καὶ ζωαὶ καὶ νοή‐ σεις μετέχουσιν αἵ τε δραστήριοι φύσεις καὶ τὰ πνευματικὰ τῶν στοιχείων, ὥσπερ ἀήρ τε καὶ πῦρ. τὴν δὲ Τηθὺν οἳ
μὲν τὴν ὑγρὰν αὐτὴν οὐσίαν φασίν, οἳ δὲ τὴν πολυμετά‐
in Ti
.

3

.

178

βολον φύσιν, οἳ δὲ τὴν τοῦ παντὸς εὐθημοσύνην. ὁ δὲ θεῖος Ἰάμβλιχος ποιητικὴν διάθεσιν *** εἶναι αὐτὴν τὴν ἐν τῷ ἐνεργεῖν δραστήριον ὑποτίθεται κατάστασιν, ἧς αἱ μόνιμοι νοήσεις καὶ ψυχαὶ καὶ φύσεις καὶ δυνάμεις μετ‐
5έχουσι καὶ πρὸς τούτοις αἱ τὴν ἕδραν παρασκευάζουσαι τῶν στοιχείων στερεαί τινες χῶραι ἢ τῆς γῆς καὶ τοῦ ὕδατος. ταῦτα μὲν 〈οὖν〉 οὗτοι λέγουσιν. ὁ δέ γε Θεόδωρος τῆς προειρημένης πρωτίστης τριάδος κατὰ τὴν ἐν σχέσει ψύχω‐ σιν ἐν τῷ πρώτῳ, λέγω δὴ τῷ πρὸ τῶν μερῶν ὅλῳ, τήν τε
10γῆν καὶ τὸν οὐρανὸν ἀποθέμενος, τὸν μὲν κατὰ τὸ νοερόν, τὴν δὲ κατὰ τὸ ὑλικόν, τῶν λοιπῶν τὸν μὲν δεύτερον τὸν κατὰ τὸ ἐκ τῶν μερῶν ὅλον Ὠκεανὸν ἀποκαλεῖ, τὸν δὲ τρί‐ τον κατὰ τὴν τοῦ μέρους ὁλότητα Τηθὺν προσαγορεύει. πά‐ λιν δὲ ἡμεῖς ἀντιλαβώμεθα τῶν ἡμετέρων ἀρχῶν καὶ φῶμεν
15εἶναι μὲν καὶ ἐν τοῖς νοεροῖς θεοῖς τὰς τούτων αἰτίας, εἶναι δὲ καὶ ἐν τῷδε τῷ κόσμῳ· πανταχοῦ γὰρ διορίζειν 〈δεῖν〉 τὰς πρώτας τάξεις ἀπὸ τῶν δευτέρων, οὐκ ἀλόγως καὶ τῶν ποιητῶν Ὠκεανὸν καλούντων τὸν ὁρίζοντα τῆς γῆς. τοῦ‐ τον δὲ αὖ τὸν Ὠκεανόν, περὶ οὗ νῦν ὁ λόγος, κινήσεως
20αἴτιον εἶναι καὶ προόδου καὶ δυνάμεως, ταῖς μὲν νοεραῖς ζωαῖς ἀκμὴν ἐντιθέντα καὶ γόνιμον περιουσίαν, ταῖς δὲ ψυ‐ χαῖς ὀξύτητα μὲν ἐν ταῖς ἐνεργείαις, καθαρότητα δὲ ἐν ταῖς ἀπογεννήσεσι, τοῖς δὲ σώμασιν εὐκινησίαν, καὶ ἐν μὲν θεοῖς κινητικῆς καὶ προνοητικῆς αἰτίας παρεκτικόν, ἐν δὲ ἀγγέλοις
25ἐκφαντορικῆς καὶ νοερᾶς ὀξύτητος, ἐν δὲ αὖ δαίμοσι δρα‐ στηρίου δυνάμεως, ἐν δὲ ἥρωσι μεγαλουργοῦ καὶ ἀκμαζούσης χορηγὸν ζωῆς, καὶ δὴ καὶ καθ’ ἕκαστον στοιχεῖον ἰδίως, τὸν 〈μὲν〉 ἀέριον πάσης τῆς μεταβολῆς τῶν ἀερίων καὶ τοῦ κύκλου τῶν μετεώρων αἴτιον, ὡς καὶ Ἀριστοτέλης [meteor.
30α 9. 347a 6 ss] φησί, τὸν δὲ ἐνύδριον εὐγονίας τε καὶ εὐ‐
κινησίας καὶ δυνάμεων παντοίων ὑποστατικόν (ἐκ γὰρ τούτου
in Ti
.

3

.

179

πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα κατὰ τὴν ποίησιν [Hom. Φ 196]), τὸν δὲ χθόνιον γεννη‐ τικῆς τελειότητος καὶ διακριτικῆς τῶν εἰδῶν τῆς τε γενέ‐ σεως καὶ φθορᾶς ποιητήν, εἴτε τινὲς εἶεν χθόνιοι τάξεις
5ζῳογόνοι καὶ δημιουργικαί, διοριστικὸν αὐτῶν, εἴτε δυνά‐ μεις συνεκτικαὶ τῆς γῆς τῶν λόγων καὶ τῶν γεννήσεων ἔφοροι, καὶ ταύτας ἀνεγείροντα καὶ πολλαπλασιάζοντα καὶ εἰς κίνησιν προκαλούμενον. τὴν δὲ Τηθύν, ὡς μὲν τὸ ὄνομα δηλοῖ, πρεσβυτάτην θεῶν καὶ πρόγονον, ὥσπερ μητέρα τὴν
10Ῥέαν, ὑπονοεῖν ἄξιον· καὶ γὰρ ἄλλην πρὸ αὐτῆς θεὸν μαῖαν προσηγόρευσεν ὁ θεολόγος [frg. 117. 118]· μαῖα, θεῶν ὑπάτη, Νὺξ ἄμβροτε, πῶς τάδε
φράζει
ς; ὡς δὲ ὁ Πλάτων ἠτυμολόγησε [Crat. 402C s], πηγαίαν
15ἄν τις προσείποι θεόν· τὸ γὰρ ἄχραντον καὶ καθαρὸν καὶ διηθημένον σημαίνεσθαι διὰ τοῦ ὀνόματος αὐτῆς· καὶ γὰρ ἔοικε τοῦ Ὠκεανοῦ πάντα ποιοῦντος καὶ πάσας κινήσεις παράγοντος, ὅθεν καὶ γένεσις καλεῖται θεῶν, τὴν ἑνι‐ αίαν ἐκείνου τῶν κινήσεων αἰτίαν διακρίνειν ἡ Τηθὺς εἰς
20τὰς πρωτουργοὺς καὶ δευτερουργοὺς κινήσεις, ὅθεν ἀπὸ τοῦ ‘διαττᾶν‘ καὶ ‘διηθεῖν‘ αὐτὴν εἶπεν ἔχειν τὴν ἐπωνυμίαν· ταῦτα γὰρ ὀνόματά ἐστι διακριτικά, ὡς καὶ τὸ ξαίνειν καὶ κερκίζειν, ᾗ φησιν αὐτὸς ἐν τῷ Σοφιστῇ [226 B C]. τοῦ οὖν Ὠκεανοῦ πᾶσαν κίνησιν γεννῶντος ἀθρόως, θείαν
25νοερὰν ψυχικὴν φυσικήν, ἡ Τηθὺς οὖσα διακριτικὴ τῶν κινήσεων τῶν ἔνδον καὶ τῶν ἔξω καλεῖται Τηθύς, ‘διαττῶσα καὶ διηθοῦσα‘ τὰς ὑλικὰς ἀπὸ τῶν ἀύλων κινήσεων· πρέ‐ πει γοῦν τῷ θήλει τὸ διακριτικὸν καὶ τῷ ἄρρενι τὸ ἑνιαῖον. Πλάτων μὲν οὖν τοιαῦτα ἂν φαίη περὶ τούτων καὶ εἶπεν
30ἐν Κρατύλῳ [l. c.] σαφῶς. ὡς δὲ ὁ θεῖος Ἰάμβλιχος παραδέδωκε, τὴν τῆς θέσεως καὶ μονίμου καταστάσεως χορη‐
γὸν ἀφοριστέον. ὡς δ’ ἂν ἐκ πάντων τούτων συγκεφαλαιού‐
in Ti
.

3

.

180

μενος εἴπειέ τις, τῆς ἐν ἑαυτῇ στάσεως καὶ μονῆς καὶ ἱδρύσεως τῶν κινήσεων ἀπὸ τῶν εἰς τὸ ἔξω προϊουσῶν αὐτὴν αἰτίαν θετέον. συλλήβδην οὖν ὃ μέν ἐστι πάσης κινήσεως, 〈θείασ〉 νοερᾶς ψυχικῆς φυσικῆς, πᾶσιν αἴτιος τοῖς δευτέροις, ἣ δὲ
5πάσης διακρίσεως τῶν ἐκ τοῦ Ὠκεανοῦ προϊόντων ὀχετῶν, ἑκάστῳ διδοῦσα τὴν οἰκείαν καθαρότητα τῆς ἐπιβαλλούσης αὐτῷ κατὰ φύσιν κινήσεως, δι’ ἣν ἕκαστον, κἂν ἑαυτὸ κινῇ κἂν ἄλλα, διαφερόντως κινεῖ. δηλοῦσι δὲ οἱ θεολόγοι τὸν Ὠκεανὸν ἁπάσης εἶναι κινήσεως χορηγόν, δέκα λέγοντες αὐ‐
10τὸν ἐκπέμπειν ὀχετούς, ὧν ἐπὶ θάλατταν τοὺς ἐννέα χωρεῖν, διότι δὴ καὶ τῶν κινήσεων αἱ μὲν ἐννέα σωματικαί εἰσι, μία δὲ μόνη τῆς χωριστῆς τῶν σωμάτων οὐσίας, ὡς ἐν Νόμοις [X 894 C D] ἠκούσαμεν. ὅσα δ’ οὖν τῶν θείων συναπογεννῶσιν, ὁ μέγιστος Ὠκεανὸς εἰς κίνησιν διεγείρει
15καὶ δραστήρια ἀποτελεῖ ταῦτα, ἡ Τηθὺς δὲ διορίζει τῶν γεννωμένων καθαρὰ φυλάττουσα τὰ γεννητικὰ αἴτια καὶ ἱδρύ‐ ουσα ἐν ταῖς πρεσβυτέραις τῶν προϊόντων ἐνεργείαις. ταῦτα μὲν οὖν περὶ αὐτῶν εἰρήσθω χωρίς. ἐπειδὴ δέ, ὥσπερ εἴπομεν [p. 176, 10 ss], ἡ ἀπογέννησις αὐτῶν ἀπὸ τῶν προ‐
20τέρων οὐρανοῦ καὶ γῆς οὔτε κατὰ συνδυασμὸν ἐπιτελεῖται τοιοῦτον, οἷός ἐστιν ἐν τοῖς αἰσθητοῖς, οὔτε κατὰ ἕνωσιν τοιαύτην, οἵαν ἐπὶ τῶν νοητῶν ἐθεωροῦμεν τῆς Νυκτὸς καὶ τοῦ Φάνητος, εἰκότως καὶ τὰ γεννώμενα ἀπ’ αὐτῶν καὶ δια‐ κέκριται ἀπ’ ἀλλήλων κατὰ τὴν πρὸς τοὺς γεννήσαντας ἀνα‐
25λογίαν, καὶ ἑκάτερον τὴν πρὸς ἀμφοτέρους ὁμοιότητα παρε‐ δέξατο· καὶ γὰρ ὁ Ὠκεανὸς ὡς μὲν ἄρρην ὁμοιοῦται πρὸς τὴν πατρικὴν αἰτίαν, ὡς δὲ κινήσεως χορηγὸς πρὸς τὴν μητρικὴν προόδων οὖσαν αἰτίαν, καὶ ἡ Τηθὺς ὡς μὲν θή‐ λεια πρὸς τὴν γόνιμον, ὡς δὲ μόνιμον ἐμποιοῦσα κατάστασιν
30τοῖς παράγουσιν ἐν ταῖς οἰκείαις ζωαῖς πρὸς τὴν ποιητικήν· ἀνὰ λόγον γὰρ τῷ μὲν μοναδικῷ τὸ ἄρρεν, τῷ δὲ δυαδικῷ τὸ θῆλυ, καὶ τῷ μὲν τὸ μόνιμον, τῷ δὲ τὸ κινητικόν. δυὰς
οὖν ἐκ δυάδος προελθοῦσα καὶ κατὰ πᾶσαν ἑαυτὴν ὡμοιω‐
in Ti
.

3

.

181

μένη πρὸς τὴν γεννητικὴν αὐτῆς δυάδα διορίζει τά τε αἴτια αὐτῆς καὶ πάντα τὸν μετ’ αὐτὴν ἀριθμόν, ἵνα πανταχοῦ τὸ διοριστικὸν ἀποδῶμεν τῇ τοῦ Ὠκεανοῦ τάξει καὶ τῆς Τη‐ θύος· διὰ γὰρ τοῦτο καὶ πολλοὺς Ὠκεανοὺς παραδεδώκασιν,
5ὡς [πολυειδῆ] καὶ τὴν τάξιν 〈τῶν〉 θεῶν τῆς διοριστικῆς ταύτης θεότητος ὁρῶ[μεν. καὶ] ταῦτα μὲν ἔχει ταύτῃ. [ζητη‐ τέον] δὲ πάλιν, ἐπειδὴ [τὸ ὅλον] πλῆθος τῶν ὑπὸ σελήνην [θεῶν πρόεισιν] ἐξ Οὐρανοῦ καὶ Γῆς καὶ ... ἐκ τῶν θεῶν αὐτῶν ... τῶν σωμάτων, ποῦ τ[ὸν οὐρανὸ]ν ἐψύχωσεν ἰδίᾳ,
10καθάπερ [αὐτὴν τὴν] γῆν, ὅτε θεῶν αὐτὴν πρεσβυτά‐ την ἔλεγε [40 C] γεγονέναι τῶν ἐντὸς οὐρανοῦ; θεὸς γὰρ πᾶς κατὰ τὴν [ἑαυτοῦ τάξιν ἄρχει]ν ἂν λέγοιτο, καθάπερ καὶ ... τὸ κρεῖττον καὶ ψυχῆς· εἰ μὲν γὰρ ὁ *** τὴν ὅλην ἐγέννα ψυχήν, πῶς ἐκείνην τοῦ παντὸς ἔλεγε καὶ ἐρεῖ
15προϊών; οὐ γὰρ τὸ πᾶν ὁ οὐρανὸς ὡς κοσμικὴν ὑφίστη 〈ψυχήν〉. πῶς ἐξ Οὐρανοῦ καὶ Γῆς ἡ γένεσις τῶν θεῶν τούτων, ἀλλ’ οὐκ ἐκ τῆς τοῦ παντὸς ψυχῆς, εἴπερ ἄρα καὶ τῆς γῆς; οὐδαμοῦ γὰρ τῷ οὐρανῷ ψυχὴν ἰδίαν ἐπέστησε. λύσις δὲ τούτων τῶν ἀπόρων ἥδε· τὴν ὑποστᾶσαν ψυχὴν
20ἐκ τῆς ψυχογονίας κοσμικὴν μὲν πάντως ῥητέον (καὶ γὰρ
πᾶν τὸ σωματοειδὲς ἐντὸς αὐτῆς ἔφατο [36 D] τεκτή‐
in Ti
.

3

.

182

νασθαι τὸν θεόν, ἀλλ’ οὐχὶ μόνον τὸν οὐρανόν), τοῦ δὲ παντὸς οὖσαν πρώτως τὸν οὐρανὸν καταλάμπειν καὶ τὸ ὑπὸ σελήνην ὡς ἐξημμένον ἐκείνου ζῳογονεῖν· καὶ διὰ τοῦτο καὶ οὐρανίαν εἶναι πρώτως. καὶ ἱκανὸν τούτου παράδειγμα
5λάβοις ἂν καὶ ἀπὸ τῆς ἀνθρωπίνης ψυχῆς· καὶ γὰρ ταύτην ὅλον τὸ ζῷον ἡμῶν διοικοῦσαν ὅμως τὴν κεφαλὴν οἰκητή‐ ριον αὐτὸς εἰληχέναι φησίν [44D ss], ὡς ἐκεῖθεν καὶ τὸ λοιπὸν σῶμα διοικοῦσαν τῷ τὴν αἴσθησιν ἐποχετεύειν εἰς πᾶν. οὕτω δὴ οὖν καὶ τὴν [τοῦ κόσμου ψυχὴν] τοῦ μὲν εἶναι
10τοῦ [παντὸς] ...ον, τοῦ δὲ οὐρανοῦ πρώ[τως μετέχειν], καὶ 〈καθ’〉 ὅσον ἐστὶν οὐρανία ... ἧς ἀπογεννᾶν τοὺς κατ’ οὐρανὸν θεούς. ταύτῃ ... ἔχει τῆς γῆς, οὐ καθ’ ὅσον [ἐφέστηκε] καὶ τοῖς ὑπὸ τὸν οὐρανὸν [θεοῖς, ἀλλὰ] καθ’ ὅσον ἐστὶν οὐρανία [... νῦν] δὲ δὴ τοῦτο αὐτὸ ζητητέον, τί δή ποτε μὴ καὶ
15αὐτὸν [τὸν] οὐρανὸν ἐψύχωσε ταύτ[ῃ. ἐνταῦθ]α λέγειν προσῆκεν ἅ[περ] καὶ [πρότ]ερον [p. 147, 21 ss], ὅτι τῷ Σωκράτει [οὐκ] ... τῇ προτεραίᾳ [X 617A C] ... πρὸς εἰδότας ἀνακυκλεῖν τοὺς παρόντας, ἡνίκα τὰς Μοίρας ἐκεῖνος
ἐφίστη τῷ ἀτράκτῳ. διὸ καὶ τῆς ἀπλανοῦς ἢ τῆς πλανωμένης
in Ti
.

3

.

183

ἰδίαν οὐκ ἐπεισήγαγε ψύχωσιν, ἀλλ’ ὡς ἐκείνων ἀποχρώντων τὰς περιφορὰς τῆς ὅλης ψυχῆς ταύτας ἐπέστησε, τοῖς δὲ ἄστροις αὐτὸς ἰδίας αὐτοῖς διένειμε ψυχάς, περὶ ὧν οὐδὲν ἐκεῖνος ἐτύγχανεν εἰπών, οὐδ’ ἦν τι τοῖς ἀκροαταῖς προ‐
5εγνωσμένον· ὅσα γὰρ ἠγνόουν ἔδει κατατείνειν, ἀλλ’ οὐ τὰ καταφανῆ προσποιεῖσθαι λέγοντα ἀπομηκύνειν. Τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων [40 E]. Ἐπὶ μὲν τῆς προτέρας ἀπογεννήσεως δυὰς ἀπὸ δυάδος
10ἀπεγεννήθη τῆς περατωτικῆς καὶ ὁριστικῆς ἡ γεννητικὴ καὶ κινητική. κατὰ δὲ τὴν δευτέραν ἀπὸ δυάδος τίκτεται πλῆ‐ θος ἐπιστρεφόμενον ἐπὶ τὰς αἰτίας διὰ τῆς τριάδος, ἐν‐ δεικνύμενον δὲ καὶ τὴν παντελῆ πρόοδον· διαιρεῖται γὰρ καὶ τοῦτο τὸ πλῆθος εἴς τε τὸ ἀνὰ λόγον τῷ πέρατι καὶ εἰς
15τὸ τῇ ἀπειρίᾳ σύστοιχον· ἡ μὲν γὰρ τριὰς τὸ ἐν ταύτῃ πέρας ἐστίν, ὁ δὲ ἀριθμὸς ὁ ἀκατονόμαστος τὸ ἐν ταύτῃ ἄπειρον. καὶ αὐτῆς δὲ τῆς τριάδος τὸ μὲν ἀνὰ λόγον μονάδι καὶ πέρατι, τὸ δὲ τῇ δυάδι καὶ τῇ ἀπειρίᾳ. καὶ ἐπὶ μὲν τῆς προτέρας προόδου μόνως κατὰ τὸ πέρας καὶ
20τὸ νοερὸν προῄει τὰ γεννώμενα, ἐν ταύτῃ δέ ἐστι καὶ τοῦ ἀορίστου μῖξις· μετὰ γὰρ τὸν ἀπὸ τῆς τριάδος ὅρον πρόσ‐ κειται τὸ καὶ ὅσοι μετὰ τούτων, τὴν ὁλοτελῆ πρόοδον καὶ τὴν διάκρισιν τῶν τριττῶν τούτων τάξεων ἐνδεικνύμενον, ὥστε καὶ τριαδικὴν εἶναι τὴν ἀπογέννησιν ταύτης διὰ τὸ
25τῆς ἐπιστροφῆς ἰδίωμα καὶ δυαδικὴν διὰ τὴν τοῦ ἀπείρου καὶ ἀορίστου παρεμπλοκήν. ἀλλ’ ἐπειδὴ καὶ ταῦτα πρὸς τὰς νοερὰς αἰτίας ἀναφέρειν βουλόμεθα, καθάπερ καὶ τὰς προ‐ ειρημένας τάξεις, ἐν δὲ ἐκείναις Ὠκεανὸς καὶ Τηθὺς ἀδελ‐ φοὶ λέγονται Κρόνου καὶ Ῥέας, ἀλλ’ οὐχὶ πατέρες (ἀπὸ γὰρ
30Οὐρανοῦ καὶ Γῆς καὶ τούτοις ἡ πρόοδος καὶ πᾶσα ἡ Τι‐ τανικὴ τάξις ἐκεῖθεν), κατίδωμεν, διὰ ποίαν αἰτίαν ὁ Πλάτων
ἐνταῦθα Φόρκυν καὶ Κρόνον καὶ Ῥέαν ἀπ’ Ὠκεανοῦ καὶ
in Ti
.

3

.

184

Τηθύος ὑφίστησι· δόξειε γὰρ ἂν τοῦτο λέγειν οὐχ ἑπομένως ταῖς ἀρχαῖς· ἐκεῖ γὰρ ἀδελφοὶ λέγονται τούτων, ἀλλ’ οὐ γεννή‐ τορες· τίκτει γὰρ ἡ Γῆ λαθοῦσα τὸν Οὐρανόν, ὥς φησιν ὁ θεολόγος [frg. 95],
5ἑπτὰ μὲν εὐειδεῖς κούρας, ἑπτὰ δὲ παῖδας ἄνακτας· θυγατέρας μὲν Θέμιν καὶ εὔφρονα Τηθύν Μνημοσύνην τε βαθυπλόκαμον Θείαν τε μάκαι‐
ρα
ν,
10 ἠδὲ Διώνην τίκτεν ἀριπρεπὲς εἶδος ἔχουσαν Φοίβην τε Ῥείην τε, Διὸς γενέτειραν ἄνακτος· παῖδας δὲ ἄλλους τοσούτους, Κοῖόν τε Κροῖόν τε μέγαν Φόρκυν τε κραταιόν καὶ Κρόνον Ὠκεανόν θ’ Ὑπερίονά τ’ Ἰαπετόν τε.
15τούτων οὖν παρὰ τῷ θεολόγῳ προαναγεγραμμένων πῶς ὁ Τίμαιος ἐξ Ὠκεανοῦ καὶ Τηθύος παράγει Κρόνον τε καὶ Ῥέαν; πρὸς δὴ ταῦτα ῥητέον, προϋποκειμένων ἡμῖν τὸν Ὠκεανὸν ἐκεῖνον καὶ τὴν Τηθὺν ἐκείνην ὑπὲρ τὸν Κρόνον εἶναι καὶ Ῥέαν, ὡς μέσους τούτων τε καὶ τῶν πατέρων καὶ
20ὁροφύλακας ἀμφοῖν, ὥσπερ εἰώθασιν αὐτοὺς ὑμνεῖν, πρὸς δ’ οὖν τὰ ἄπορα τούτων ὑποκειμένων, πρῶτον μέν, ὅτι τοὺς αὐτοὺς καὶ ἀδελφοὺς καὶ δι’ ὑπεροχὴν ἀξίας πατέρας προσ‐ αγορεύεσθαί τινων οὐ θαυμαστόν· τὰ γὰρ πρῶτα προϊόντα συμπαράγει τὰ μεθ’ ἑαυτὰ τοῖς σφετέροις αἰτίοις· οὕτως ἀδελ‐
25φαὶ μὲν αἱ ψυχαὶ πᾶσαι κατὰ τὴν μίαν δημιουργικὴν αἰτίαν καὶ κατὰ τὴν ζῳογόνον αὐτῶν ἀρχήν τε καὶ πηγήν, ὑφιστᾶ‐ σιν 〈δ’〉 ὅμως αἱ θεῖαι ψυχαὶ μετὰ τοῦ δημιουργικοῦ 〈νοῦ〉 καὶ τῶν ζῳογονικῶν αἰτίων τὰς μερικὰς ψυχὰς τῷ πρῶται προελθεῖν καὶ ἐν τῇ ὁλότητι μεῖναι, λαβοῦσαι τὴν τοῦ δημι‐
30ουργεῖν τὰ ὅμοια δύναμιν. καὶ δὴ καὶ ἐν αὐτοῖς τοῖς θεοῖς
in Ti
.

3

.

185

οἱ Κρονίδαι πάντες ἀδελφοὶ κατὰ τὴν μίαν αὑτῶν μονάδα τὴν γεννητικήν, ἀλλ’ ὅμως ὁ Ζεὺς πατὴρ καλεῖται καὶ ὑπὸ τῆς Ἥρας καὶ ὑπὸ τοῦ Ποσειδῶνος παρὰ τῷ θείῳ ποιητῇ [Hom. Τ 121]·
5 Ζεῦ πάτερ, ἀργικέραυνε, ἔπος τί τοι ἐν φρεσὶ
θήσ
ω. καὶ [Η 446]· Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπ’ ἀπείρονα
γαῖα
ν·
10οὗ μὲν γὰρ ὁ Ποσειδῶν, οὗ δὲ ἡ Ἥρα προηνέγκατο τὸ Ζεῦ πάτερ. ὥστε οὐδὲν θαυμαστόν, εἰ καὶ Ὠκεανὸς καὶ Τηθὺς καὶ ἀδελφοὶ λέγοιντο Κρόνου καὶ Ῥέας καὶ πατέρες, ὡς ἐν ἀδελφοῖς σῴζοντες τὸ πατρικόν. πρῶτον μὲν οὖν οὑτωσὶ λυτέον τὴν ἀπορίαν. ἔπειθ’ ὅτι τῶν δύο Τιτανι‐
15κῶν ἑβδομάδων ὁ μὲν Ὠκεανὸς πρόεισι καὶ μένει ἑαυτὸν ἑνώσας τῷ πατρὶ καὶ οὐκ ἀφίσταται τῆς ἐκείνου βασιλείας, οἱ δὲ ἄλλοι προόδῳ χαίροντες τῆς μὲν Γῆς τὴν βούλησιν ἀποπληροῦν λέγονται, τῷ πατρὶ δὲ ἐπιβουλεύειν διαιροῦντες ἑαυτοὺς ἀπὸ τῆς ἐκείνου βασιλείας εἰς ἑτέραν διακόσμησιν.
20μᾶλλον δὲ πάντων τῶν οὐρανίων γενῶν τὰ μὲν μένει μόνον ἐν ταῖς ἀρχαῖς, ὥσπερ αἱ δύο πρῶται τριάδες (ὡς γὰρ ἐνό‐ ησε, φησίν, αὐτοὺς ὁ Οὐρανὸς
ἀμείλιχον ἦτορ ἔχοντας καὶ φύσιν ἐκνομίην,
25 ῥῖψε βαθὺν γαίης ἐς Τάρταρον· κρύπτονται οὖν ἐν ἀφανεῖ δι’ ὑπεροχὴν δυνάμεως), τὰ δὲ καὶ μένει καὶ πρόεισιν, ὥσπερ ὁ Ὠκεανὸς καὶ ἡ Τηθύς· τῶν γὰρ ἄλλων Τιτάνων εἰς τὴν κατὰ τοῦ πατρὸς ἐπιβουλὴν ἱεμένων ὁ Ὠκεανὸς ἀπαγορεύει τε πρὸς τὰς τῆς μητρὸς ἐπι‐
30τάξεις καὶ ἐνδοιάζει περὶ τῆς πράξεως· ἔνθ’ αὖτ’ Ὠκεανὸς μὲν ἐνὶ μεγάροισιν ἔμιμνεν
ὁρμαίνων, ποτέρωσε νόον τράποι, ἢ πατέρα ὅν
in Ti
.

3

.

186

γυ〈ι〉ώσῃ τε βίης καὶ ἀτάσθαλα λωβήσαιτο σὺν Κρόνῳ ἠδ’ ἄλλοισιν ἀδελφοῖς, οἳ πεπίθοντο μητρὶ φίλ, ἢ τούς γε λιπὼν μένοι ἔνδον ἕκηλος. πολλὰ δὲ πορφύρων μένεν ἥμενος ἐν μεγάροισι,
5 σκυζόμενος ᾗ μητρ, κασιγνήτοισι δὲ μᾶλλον. μένει οὖν οὗτος ἅμα καὶ πρόεισι μετὰ τῆς Τηθύος· συν‐ έζευκται γὰρ αὐτῷ κατὰ τὴν πρώτην ἀπογέννησιν. οἱ δὲ ἄλλοι Τιτᾶνες εἰς διάκρισιν ἐπείγονται καὶ πρόοδον, ἡγεῖται δὲ αὐτῶν ὁ μέγιστος Κρόνος, ὥς φησιν ὁ θεολόγος. καί‐
10τοι γε ὅτι ὁ Κρόνος ὑπέρτερός ἐστι τοῦ Ὠκεανοῦ, δεδήλωκεν ὁ θεολόγος πάλιν λέγων τὸν μὲν Κρόνον αὐτὸν καταλαμβά‐ νειν τὸν οὐράνιον Ὄλυμπον κἀκεῖ θρονισθέντα βασιλεύειν τῶν Τιτάνων, τὸν δὲ Ὠκεανὸν τὴν λῆξιν ἅπασαν τὴν μέ‐ σην· ναίειν γὰρ αὐτὸν ἐν τοῖς θεσπεσίοις ῥείθροις τοῖς
15μετὰ τὸν Ὄλυμπον καὶ τὸν ἐκεῖ περιέπειν Οὐρανόν, ἀλλ’ οὐ τὸν ἀκρότατον, ὡς δέ φησιν ὁ μῦθος, τὸν ἐκπεσόντα τοῦ Ὀλύμπου καὶ ἐκεῖ τεταγμένον. τούτων δ’ οὖν οὕτως ἐχόντων ὁ Ὠκεανὸς καὶ ἡ Τηθὺς καθ’ ὅσον μένουσι καὶ ἥνωνται πρὸς τὸν Οὐρανὸν συμπαράγουσιν αὐτῷ τὴν τῶν προϊόντων
20βασιλείαν, Κρόνου τε καὶ Ῥέας, καὶ καθ’ ὅσον 〈ἐν〉ίδρυνται τῇ μονίμῳ δυνάμει τῆς μητρός, κατὰ τοσοῦτον τὸν Φόρκυν μετ’ αὐτῆς· αὕτη γὰρ αὐτὸν παράγει Πόντου φιλότητι μιγεῖσα μετὰ Νηρέως καὶ Θαύμαντος· οὐ γάρ ἐστιν ὁ Φόρκυς 〈ὁ〉 Οὐρανίδης, ἀλλὰ ὁ Φόρκυς 〈ὁ Πόντιοσ〉, ὡς ἔστι δῆ‐
25λον ἐκ τῆς θεογονίας. 〈καὶ〉 καθ’ ὅσον ἡ Τηθὺς τῆς Γῆς ἐστι πλήρης, κατὰ τοσοῦτον οἷον Γῆ τις οὖσα λέγοιτ’ ἂν τὸν Φόρκυν τοῦτον παράγειν μετὰ τοῦ Ὠκεανοῦ, καθ’ ὅσον καὶ οὗτος ἐν ἑαυτῷ τὸν νοητὸν περιείληφεν· ὥσθ’ ἣ μὲν καθ’ ὅσον ἐστὶ Γῆ κατὰ μέθεξιν, ὃ δὲ καθ’ ὅσον ἐστὶ Πόντος
30κατ’ αἰτίαν ὑφιστᾶσι μετὰ Κρόνου καὶ Ῥέας τόνδε τὸν θεόν.
in Ti
.

3

.

187

εἰ δέ τις ἀποδείξοι λόγος ἐκεῖ τὸν Κρόνον ὑπὲρ τὸν Ὠκεα‐ νὸν ἢ τὴν Ῥέαν ὑπὲρ τὴν Τηθύν, λεκτέον, ὅτι ἐκεῖ μὲν ἡ τάξις αὕτη (κρατεῖ γὰρ τὰ τοῦ νοεῖν αἴτια τῶν τῆς κινή‐ σεως), ἐνταῦθα δὲ ἔμπαλιν ἐν μεταβολῇ καὶ ῥύσει πάντων
5ὄντων· ὥστ’ εἰκότως ὁ Ὠκεανὸς πρὸ τοῦ Κρόνου πηγὴ κινή‐ σεως ὢν καὶ ἡ Τηθὺς προτέρα τῆς Ῥέας, ὥστε ἄλλον τρό‐ πον λελύσθαι τὴν ἀπορίαν· εἰ μὲν κρείττους ὁ Ὠκεανὸς καὶ ἡ Τηθὺς Κρόνου καὶ Ῥέας ὡς ἡνωμένοι τῷ πατρὶ τῶν τῇ μητρὶ συνενουμένων καὶ διαιρούντων ἑαυτοὺς ἀπὸ τοῦ πα‐
10τρός, *** μέσων ὄντων καὶ πατρικὴν ὑπεροχὴν ἐχόντων πρὸς αὐτούς· εἰ δὲ σύστοιχοι ἢ ὑφειμένοι, διὰ τὴν ἐν τοῖς ὑπὸ σελήνην τῶν κινητικῶν αἰτίων ἐπικράτειαν τάχα ἂν τῶν οὕτω λεγομένων ὑπερτέραν εἰληχέναι τάξιν ***. πρὸς μὲν οὖν τὴν εἰρημένην ἀπορίαν καὶ ταῦτα ἀρκέσει. Περὶ δὲ
15ἑκάστου τῶν θεῶν τούτων λέγωμεν πάλιν ὁμοίως ὥσπερ καὶ πρότερον. ὁ μὲν οὖν Θεόδωρος τὰς ἐν σχέσει ψυχὰς τῶν τριῶν τοῦ κόσμου τμημάτων ἐπὶ τούτους ἀναπέμπει τοὺς θεούς, τὸν μὲν Φόρκυν ἐπὶ τῇ ἀνάστρῳ σφαίρᾳ τάττων, ὡς κυοῦντα τὴν φοράν (ἔδει δὲ αὐτὸν ἡμᾶς πείθειν, ὅτι Πλάτων
20οἶδέ τινα σφαῖραν ἄναστρον, εἶθ’ οὕτω τάττειν ἐπὶ ταύτης τὸν Φόρκυν), τὸν δὲ Κρόνον ἐπὶ ταῖς τῶν ἄστρων φοραῖς, διότι χρόνος ἀπὸ τούτων καὶ γενέσεις καὶ φθοραὶ τῶν αὐ‐ τῶν, Ῥέαν δὲ ἐπὶ τῷ ὑλικῷ, διότι τῷ ὑλικῷ πλεονάζει τῶν πρὸ αὐτῆς. ὁ δὲ θεῖος Ἰάμβλιχος ἐπὶ ταῖς τρισὶ σφαί‐
25ραις αὐτοὺς τάττει ταῖς μεταξὺ γῆς καὶ οὐρανοῦ· οἱ μὲν γὰρ πρὸ αὐτῶν διχῇ διεῖλον τὸν ὑπὸ σελήνην κόσμον, οὗτοι δὲ τριχῇ, καὶ ὁ μὲν Φόρκυς τῆς ὑγρᾶς ὅλης οὐσίας ἐξάρχει κατ’ αὐτόν, πᾶσαν αὐτὴν ἀμερίστως συνέχων, ἡ δὲ Ῥέα τῶν ῥεόντων ἐστὶ καὶ ἀεροειδῶν πνευμάτων συνεκτικὴ θεός, ὁ δὲ
30Κρόνος τὴν ὑψηλοτάτην χώραν καὶ λεπτοτάτην κατευθύνει
τοῦ αἰθέρος, μέσος παρὰ τῷ Πλάτωνι τεταγμένος, διότι τὸ
in Ti
.

3

.

188

μέσον ἐν ταῖς ἀσωμάτοις οὐσίαις καὶ τὸ κέντρον κυριώτερον ὑπάρχει τῶν περὶ τὸ μέσον. ἡμεῖς δὲ θαυμάζομεν μὲν τὴν ἐπιβολὴν ταύτην, ἀξιοῦμεν δὲ πανταχοῦ τοὺς θεοὺς τούτους ὁρᾶν καὶ ἐν πᾶσι τοῖς στοιχείοις καὶ ἐν πάσαις
5〈ταῖσ〉 τάξεσιν· οὕτω γὰρ αὐτῶν τὸ κοινὸν καὶ διατεῖνον ἐπὶ πάντα θεασόμεθα. καὶ τὸν μὲν Φόρκυν ἁπάσης τῆς σπερματικῆς οὐσίας καὶ τῶν λόγων τῶν φυσικῶν καὶ οἷον σπερματικῶν ἔφορον εἶναι φήσομεν, ὡς φέροντα τὴν κύησιν καὶ γεννήσεως αἴτιον· οἱ γὰρ σπερματικοὶ λόγοι καθ’ ἕκαστον
10στοιχεῖόν εἰσι, καὶ προεστᾶσιν αὐτῶν διάφοροι τάξεις θεῶν τε καὶ δαιμόνων, ἃς δὴ πάσας διὰ τοῦ Φόρκυος περιέλαβε. τὸν δὲ βασιλέα Κρόνον τὸν διαιροῦντα τὰ εἴδη καὶ τοὺς λόγους καὶ τὰς ὁλικωτέρας δυνάμεις ἐπὶ τὰς μερικωτέρας προάγοντα· διὰ γὰρ τοῦτον οὐ μόνον ζῷόν ἐστιν, ἀλλὰ καὶ
15πεζὸν καὶ ἔνυδρον καὶ πτηνόν, καὶ οὐ μόνον πεζόν, ἀλλὰ καὶ ἄνθρωπος καὶ ἵππος· οἱ γὰρ ἐν αὐτῷ λόγοι μερικώ‐ τεροι τῶν οὐρανίων εἰσί· ταύτην γοῦν καὶ ἐν τοῖς νοεροῖς θεοῖς ἔλαχε δύναμιν, πολλαπλασιάζειν τὰ νοητὰ καὶ διαιρεῖν, διὸ καὶ ἡγεῖται τῶν Τιτάνων, ὡς μάλιστα κατὰ τὸ διαιρετι‐
20κὸν ἰδίωμα χαρακτηριζόμενος. Ῥέαν δὲ τὴν ὑποδεχομένην τὰς ἀφανεῖς τοῦ βασιλικοῦ Κρόνου διαιρέσεις καὶ προάγου‐ σαν εἰς τὰ δεύτερα καὶ τὴν προκαλουμένην τὰς πατρικὰς δυνάμεις εἰς τὴν τῶν ἐμφανῶν δημιουργίαν· οὕτω γὰρ καὶ ἡ πρωτίστη τάξις αὐτῆς κινεῖται καὶ πληροῖ δυνάμεων καὶ
25ζωῆς καὶ εἰς τὸ ἐμφανὲς προάγει τὰς ἐν τῷ Κρόνῳ μενούσας αἰτίας. ὥσθ’ ὃ μέν ἐστι νοερῶν εἰδῶν χορηγὸς πανταχοῦ, ἣ δὲ ψυχῶν πασῶν καὶ ζωῆς πάσης αἰτία προέστηκεν, ὃ δὲ τῶν φυσικῶν ἐστι λόγων γόνιμος. ἐπειδὴ δὲ εἰς τὴν τούτων βασιλείαν τελεῖ καὶ ἄλλος ἀριθμὸς θεῶν, ὧν ὁ Κρό‐
30νος περιεκτικὸς καὶ ἡ Ῥέα, διὰ δὴ τοῦτο προσέθηκε καὶ τὸ ὅσοι μετὰ τούτων· οὐ γὰρ δαίμονας μόνον διὰ τούτου περιλαμβάνει, καθάπερ λέγουσί τινες, ἀλλὰ καὶ ὁ ἀγγελικὸς Κρόνος καὶ ὁ δαιμόνιος ἔχει μεθ’ ἑαυτοῦ πλῆθος, ὃ μὲν
ἀγγελικόν, ὃ δὲ δαιμόνιον καὶ ὁ ἐν θεοῖς θεῖον, καὶ ὃ μὲν
in Ti
.

3

.

189

ἀέριος ἀέριον, ὃ δὲ ἔνυδρος ἐνύδριον, ὃ δὲ χθόνιος χθόνιον. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν κρειττόνων γενῶν τῶν ὑπ’ αὐτοὺς τεταγμένων ἔοικε τὸ ὅσοι μετὰ τούτων δη‐ λοῦν τούς τε λοιποὺς Τιτᾶνας, Κοῖον καὶ Ὑπερίονα, Κρεῖον,
5Ἰαπετόν, Φόρκυν, καὶ τὰς λοιπὰς Τιτανίδας, τὴν Φοίβην, τὴν Θείαν, τὴν Μνημοσύνην, τὴν Θέμιν, τὴν Διώνην, μεθ’ ὧν ὁ Κρόνος καὶ ἡ Ῥέα προῆλθον, καὶ τοὺς ἅμα τῷ Φόρκυι προελθόντας, τὸν Νηρέα, τὸν Θαύμαντα, τὴν κινητικωτάτην Εὐρυβίαν, καὶ τοὺς μάλιστα τὴν γένεσιν ὅλην συνέχοντας.
10ἐκεῖνο μὴν γινώσκειν ἄξιον, ὡς οὐ προσῆκεν ἀκριβολογεῖ‐ σθαι περὶ τῆς ἐν αὐτοῖς τάξεως, πότερον ὁ Κρόνος ἐστὶν ὑπέρτερος ἢ ὁ Φόρκυς· ἕνωσις γὰρ αὐτῶν ἐστι καὶ ὁμοιότης. εἰ δὲ χρὴ διαιρεῖν, ἄμεινον κατὰ τὸν θεῖον Ἰάμβλιχον τάττειν, ὡς τοῦ μὲν Κρόνου μονάδος ὄντος, τῆς δὲ Ῥέας
15δυάδος τινὸς προκαλουμένης τὰς ἐν αὐτῷ δυνάμεις, τοῦ δὲ Φόρκυος τελεσιουργοῦντος τὴν πρόοδον, λοιπὸν δὲ τῶν ἑξῆς βασιλέων ἀπὸ τούτου τὴν ἐμφανῆ διακόσμησιν παραγόντων· ταύτην γὰρ εἰλήχασιν οὗτοι τάξιν. Ἐκ δὲ Κρόνου καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάν‐
20τες ὅσους ἴσμεν πάντας ἀδελφοὺς λεγομένους αὐ‐ τῶν [40 E 41 A]. Τρίτη πρόοδος αὕτη θεῶν γενεσιουργῶν, τετάρτη δὲ τάξις, πέρας μὲν ἐπιτιθεῖσα ταῖς ὀνομασίαις τῶν ἡγεμόνων ὡς τετράς· περιεκτικὴ γὰρ αὕτη τῶν θείων διακόσμων·
25ὁμοιουμένη δὲ πρὸς τὴν πρώτην βασιλείαν ὡς δυάς, διὸ καὶ αὕτη δυαδική ἐστιν ὥσπερ ἐκείνη, πρόσεστι δὲ αὐτῇ τό τε παντελὲς κατὰ τὴν πρόοδον καὶ τὸ ἀπερίγραφον κατὰ τὸν ἀριθμόν. οὐ μόνον ἠρκέσθη τῷ ὅσους, καθάπερ ἐπὶ τῆς πρὸ αὐτῆς, ἀλλὰ προσέθηκε καὶ τὸ πάντας, ἵνα τὴν ἐπὶ
30πᾶν αὐτῶν ἐνδείξηται πρόοδον· ἔστι γὰρ τὸ ‘ὅσον‘ καὶ ἐπὶ τῶν ἡνωμένων εἰπεῖν, τὸ δὲ πάντας ἐπὶ τῶν διῃρη‐
μένων ἤδη καὶ πεπληθυσμένων. ὑπάρχει δὲ αὐτῇ καὶ τὸ
in Ti
.

3

.

190

ὁλικόν· οἱ γὰρ ἐν αὐτῇ κατωνομασμένοι θεοὶ καὶ οἱ συμ‐ προελθόντες αὐτοῖς πανταχοῦ κατὰ τοῦτο χαρακτηρίζονται τὸ τῆς δημιουργίας εἶδος· ὁλικοὶ γάρ εἰσι δημιουργοὶ πάν‐ τες. τίνες οὖν εἰσιν οὗτοι καὶ ποίαν ἔχουσι τάξιν; ὁ μὲν
5δὴ θεῖος Ἰάμβλιχος τὸν Δία μὲν εἶναι τίθεται τὸν τελεσι‐ ουργὸν πάσης τῆς γενέσεως, Ἥραν δὲ τὴν δυνάμεως αἰτίαν καὶ συνοχῆς τοῖς πᾶσι καὶ πληρώσεως καὶ ζωῆς, ἀδελφοὺς δὲ αὐτῶν τοὺς κοινωνοῦντας αὐτοῖς τῆς γενεσιουργοῦ δημι‐ ουργίας, νόας καὶ αὐτοὺς ὄντας καὶ συμπληρουμένους κατὰ
10τὴν ὁμοίαν ἐκείνοις τελειότητα καὶ δύναμιν. ὁ δέ γε Θεόδωρος τὴν τὸ ὑλικὸν ἐν σχέσει ψυχώσασαν ζωὴν πά‐ λιν τριχῇ διελών, ὥσπερ εἴωθε τὰς τριάδας ἀποτελεῖν, Δία μὲν καλεῖ τὴν μέχρις ἀέρος τὸ ἄνω διοικοῦσαν, Ἥραν δὲ τὴν τὸ ἀέριον λαχοῦσαν μέρος, ἀδελφοὺς δὲ αὐτῶν τοὺς τὰ
15λοιπὰ κληρωσαμένους· Ζεὺς μὲν γάρ ἐστι τὸ οὐσιῶδες τῆς ἐν σχέσει τοῦ ὑλικοῦ ψυχῆς, ὅτι μηδέν ἐστι τῆς οὐσίας ζωτικώτερον, Ἥρα δὲ τὸ νοερόν, ὅτι τοῖς ἀπὸ τοῦ ἀέρος λόγοις διοικεῖται τὰ ἐπὶ γῆς, ὁ δὲ ἄλλος ἀριθμὸς τὸ ψυχι‐ κὸν εἰς τὰ καθ’ ἕκαστα διῃρημένον. πάλιν δὲ ἡμεῖς ἑπό‐
20μενοι τοῖς εἰρημένοις λέγομεν, ὅτι πολλαὶ μέν εἰσι τάξεις καὶ παρὰ Πλάτωνι τοῦ Διός· ἄλλος γὰρ ὁ δημιουργὸς Ζεύς, ὡς ἐν Κρατύλῳ [396 A] γέγραπται, καὶ ἄλλος ὁ πρῶτος τῆς Κρονίας τριάδος, ὡς ἐν Γοργίᾳ [523 A] λέλεκται, καὶ ἄλλος ὁ ἀπόλυτος, ὡς ἐν τῷ Φαίδρῳ [246 E] παραδέ‐
25δοται, καὶ ἄλλος ὁ οὐράνιος, εἴτε 〈ὁ〉 ἐπὶ τῆς ἀπλανοῦς εἴτε ὁ ἐν τῇ θατέρου περιόδῳ. καθάπερ μὴν ὁ πρώτιστος Ζεὺς τὴν ἐν ἀφανεῖ κρυπτομένην τοῦ πατρὸς δύναμιν εἰς ἐμφανῆ δημιουργίαν προήγαγεν ὑπὸ τῆς μητρὸς Ῥέας δυνα‐ μωθείς, τὸν αὐτὸν τρόπον καὶ οὗτος ὁ παραδιδόμενος ἐν‐
30ταῦθα γενεσιουργὸς Ζεὺς τὰς ἀφανεῖς διαιρέσεις καὶ δια‐ κρίσεις τῶν εἰδῶν, ἃς ἐποιεῖτο μὲν ὁ Κρόνος, προὐκαλεῖτο
δὲ ἡ Ῥέα, προῆγε δὲ εἰς κύησιν καὶ γέννησιν ὁ Φόρκυς,
in Ti
.

3

.

191

αὐτὸς ἐπιτίθησι τῇ ὕλῃ καὶ τὰ αἰσθητὰ παράγει καὶ δια‐ κοσμεῖ τὸ ἐμφανές, ἵνα μὴ μόνον ἐν φύσεσι καὶ ἐν ψυχαῖς ὦσιν αἱ διαιρέσεις τῶν λόγων καὶ ἐν ταῖς νοεραῖς πρὸ τού‐ των οὐσίαις, ἀλλὰ καὶ ἐν τοῖς αἰσθητοῖς· τοῦτο γὰρ ἴδιον
5δημιουργίας. καὶ εἰ δεῖ φάναι τὸ δοκοῦν, ὁ μὲν Κρόνος νοερὰς ποιεῖται τὰς τομάς, ἡ δὲ Ῥέα ψυχικάς, ὁ δὲ Φόρκυς φυσικάς (ὑπὸ τὴν φύσιν γὰρ οἱ σπερματικοὶ λόγοι πάντες), ὁ δὲ Ζεὺς αἰσθητὰς καὶ ἐμφανεῖς, διακοσμῶν καὶ οὗτος καὶ εἰδοποιῶν τὰ τῇδε ὁλικῶς ζῶντα καὶ κινούμενα ποιῶν.
10ἐπειδὴ δὲ τὰ αἰσθητὰ ταῦτα εἴδη γενόμενα καὶ τελεσιουργη‐ θέντα πολυειδῶς ἀνελίττεται κατὰ παντοίους ἐξελιγμοὺς κινού‐ μενα καὶ μεταβάλλοντα, διὰ δὴ τοῦτο τῷ Διὶ συνέζευκται ἡ βασιλὶς Ἥρα, τὴν κίνησιν ταύτην ἐπιτελοῦσα τὴν τῶν ἐμ‐ φανῶν καὶ τὸν ἐξελιγμὸν τῶν εἰδῶν (διὸ καὶ οἱ μῦθοι
15παραδεδώκασιν αὐτὴν ὁτὲ μὲν μανίαν ἐπιπέμπουσάν τισιν, ὁτὲ δὲ ἄθλους ἄλλοις ἐπιτάττουσαν), ἵνα διά τε νοῦ παρ‐ ουσίαν εἰς πάντα καὶ ψυχῶν μερικῶν ἐνθέως ἀμφοτέρων ἐνεργούντων πᾶσα ἡ γέννησις καὶ πᾶσα ἡ πρόοδος ἐπιτελε‐ σθῇ τῶν ὑπὸ σελήνην. ταύτης δὲ τῆς δυάδος τοιαύτης οὔ‐
20σης εἰσὶ καὶ ἄλλαι δημιουργικαὶ δυνάμεις, τριχῇ διελόμεναι τὸν ἐμφανῆ κόσμον τῆς γενέσεως, τῆς μὲν τὸν ἀέρα διοικεῖν λαχούσης, τῆς δὲ τὸ ὕδωρ, τῆς δὲ τὴν γῆν κατὰ τοὺς δημι‐ ουργικοὺς κλήρους, διὸ καὶ ἀδελφοὶ λέγονται τούτων, ὡς καὶ αὐταὶ προϊστάμεναι τῆς ἐμφανοῦς ποιήσεως.
25 Ἔτι δὲ τούτων ἄλλους ἐγγόνους [41 A]. Αὕτη ἐστὶν ἐσχάτη πρόοδος τῶν ἐνταῦθα παραδεδομένων, διὸ καὶ ἀνωνύμως παραδέδοται, τὴν εἰς ἔσχατον μερισμὸν ὑπόβασιν αὐτῆς ἐνδεικνυμένου τοῦ Πλάτωνος· ὥσπερ γὰρ ἐν τοῖς ὑπὲρ τὸν κόσμον θεοῖς ἀπὸ τῆς ὁλικῆς δημιουργίας
30προῆλθεν ἡ μεριστὴ καὶ εἰς ταύτην ἡ τῶν βασιλέων ἐπερα‐ τώθη σειρά, τὸν αὐτὸν τρόπον καὶ ἐν τοῖς ὑπὸ σελήνην
ἀπὸ τῆς Διίου τάξεως οἱ ἔγγονοι προέρχονται τοῦ Διός, ἐν
in Ti
.

3

.

192

οἷς καὶ ὁ τῆς μεριστῆς δημιουργίας χορός· ὁλικῶς γὰρ τῶν εἰρημένων δημιουργῶν τὰ αἰσθητὰ ποιούντων ἔδει καὶ τοὺς διανέμοντας εἶναι δυνάμεις ἄλλας ἄλλοις καὶ ἰδιότητας καὶ μερίζοντας τὴν τῶν ὑπὸ σελήνην γένεσιν εἰς πλῆθος, διὸ
5καὶ ἄλλους αὐτοὺς προσείρηκε μόνον, ὡς ἑτερότητι παντοίᾳ συνόντας, καὶ οὔτε τὸ ὅσους οὔτε τὸ πάντας παρέλαβεν. ἔχομεν οὖν τὰς ὅλας βασιλείας ἀνὰ λόγον ἐν τοῖς εἰρη‐ μένοις, δύο μὲν τῶν πρώτων τεταγμένων, Οὐρανοῦ καὶ Γῆς, τῶν δὲ λοιπῶν ὑπὸ σελήνην, τῆς Οὐρανίας τῆς Κρο‐
10νίας τῆς Διίου τῆς Διονυσιακῆς. μεταξὺ δὲ τῶνδε τῶν δύο τῶν ἐν ἑνὶ τούτοις πρώτων ἡ τοῦ Ὠκεανοῦ παρεί‐ ληπται τάξις ὡς διορίζουσα πάντα τὰ προϊόντα ἀπὸ τῶν αἰτίων αὐτῶν τῶν πατέρων καὶ ὡς αὐτὴ μένουσά τε ἅμα καὶ προϊοῦσα κατὰ τὴν πρὸς τὰς νοερὰς αὐτῶν ὑποστάσεις
15ἀναλογίαν. τί οὖν δεῖ προϊέναι λοιπόν, τῶν ἡγεμονιῶν πασῶν ἐνταῦθα παραδεδομένων καὶ ἑκάστῃ τοῦ οἰκείου συνε‐ ζευγμένου πλήθους; ὁ μὲν γὰρ Οὐρανὸς περατοῖ πᾶσαν τὴν γένεσιν, ἡ δὲ Γῆ δυναμοῖ, κινεῖ δὲ ὁ Ὠκεανός, ἑδράζει δὲ ἡ Τηθὺς ἕκαστον ἐπὶ τῆς ἰδίας κινήσεως, τῆς νοερᾶς τὰ
20νοερά, τῆς ψυχικῆς τὰ μέσα, τῆς φυσικῆς τὰ σωματικά, τοῦ Ὠκεανοῦ πάντα κινοῦντος ἀθρόως· διαιρεῖ δὲ νοερῶς μόνον ὁ Κρόνος, ζωοποιεῖ δὲ ἡ Ῥέα, λόγοις δὲ σπερματικοῖς ὁ Φόρκυς διακοσμεῖ, φανερὰ δὲ ἐξ ἀφανῶν ὁ Ζεὺς ἀποτε‐ λεῖ, ἐξελίττει δὲ ἡ Ἥρα κατὰ παντοίας τῶν ἐμφανῶν μετα‐
25βολάς. καὶ οὕτω δὴ διὰ τῆς ἐννεάδος ταύτης ὁ πᾶς ὑπὸ σελήνην κόσμος συμπληροῦται καὶ ὑποτάττεται δεόντως, θείως μὲν ἀπὸ τῶν θεῶν, ἀγγελικῶς δὲ ἀπὸ τῶν ἀγγέλων, ὡς εἴπομεν ἡμεῖς [p. 164 s], δαιμονίως δὲ ἀπὸ τῶν δαι‐ μόνων, τῶν μὲν θεῶν καὶ τὰ σώματα καὶ τὰς ψυχὰς καὶ
30τοὺς νοῦς ὑφιστάντων, τῶν δὲ ἀγγέλων περί τε ψυχὰς καὶ σώματα τὴν ἑαυτῶν πρόνοιαν ἐπιδεικνυμένων, τῶν δὲ αὖ
δαιμόνων περὶ τὴν τῆς φύσεως δημιουργίαν καὶ τὴν τῶν
in Ti
.

3

.

193

σωμάτων προμήθειαν μεριζομένων. ἔστι δὲ αὖ καὶ ὁ τῆς ἐννεάδος ἀριθμὸς τῇ γενέσει πρέπων· ἀπὸ γὰρ μονάδος πρόεισιν ἄχρι τῶν ἐσχάτων ἀνεπιστρόφως· τοῦτο δὲ ἴδιον γενέσεως, διότι πίπτουσιν εἰς ὕλην οἱ λόγοι καὶ εἰς ἑαυτοὺς
5πάσας 〈τὰσ〉 ἑαυτῶν ἀρχὰς ἐπιστρέφειν ἀδυνατοῦσι. καὶ μὴν καὶ ἡ δυὰς οὖσα τριαδική (τρεῖς γὰρ ἐλήφθησαν τάξεις δυαδι‐ καί, πρώτη, δευτέρα, τετάρτη) τὴν ἐπιπλοκὴν ἐνταῦθα δηλοῖ τοῦ τελείου καὶ ἀτελοῦς καὶ τοῦ ὅρου πρὸς τὴν ἀοριστίαν· τὰ μὲν γὰρ οὐράνια πάντα ὡρισμένα καὶ ἀεὶ ἐν τέλει,
10φησὶν ἐκεῖνος, τὰ δὲ ἐν γενέσει ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον εἶσι καὶ αὐτὸν τὸν ὅρον ἀορίστως καταδέχεται. πρὸς τούτοις ἡ τῶν ἀπογεννήσεων τετρὰς οἰκεία ταῖς τάξεσίν ἐστι ταῖς γενεσιουργοῖς, ἵνα τὸ πλῆθος ἡνωμένως περιέχωσι καὶ τὸ μεριστὸν ἀμερίστως, καὶ αὐτοῖς τοῖς ἐν γενέσει· καὶ γὰρ
15τὰ τῇδε στοιχεῖα τέτταρα καὶ αἱ ὧραι, καθ’ ἃς ἡ γένεσις ἀνελίττεται, τέτταρες καὶ τὰ κέντρα τέτταρα καὶ ὅλως πολλὴ τῆς τετράδος ἡ ἐπικράτεια περὶ τὴν γένεσιν. ἀλλὰ διὰ τί, φαίη ἄν τις, ἐν τῇ ἐννεάδι ταύτῃ περιέλαβε πᾶν τὸ πλάτος τῶν γενεσιουργῶν θεῶν; διότι, φήσω, πᾶσαν ἡ ἐννεὰς αὕτη
20συμπληροῖ τὴν δημιουργίαν τῆς γενέσεως· ἔστι μὲν γὰρ ἐν τοῖς ὑπὸ σελήνην καὶ σώματα καὶ φύσεις καὶ ψυχαὶ καὶ νόες καὶ ὁλικῶς καὶ μερικῶς· καθ’ ἕκαστον γὰρ στοιχεῖον πάντα ταῦτά ἐστιν ἀμφοτέρως, διότι καὶ τὰ ὅλα καὶ τὰ μέρη συνυφέστηκεν ἀλλήλοις. ἀλλ’ ὁ μὲν Οὐρανὸς καὶ ἡ
25Γῆ τὰς ἀφανεῖς οὐσίας αὐτῶν ἀπογεννῶσιν, ὃ μὲν καθ’ ἕνωσιν, ἣ δὲ κατὰ πληθυσμόν, καὶ ὃ μέν, εἰ βούλει, κατὰ τὸ πέρας, ἣ δὲ κατὰ τὸ ἄπειρον ἡγούμενοι τῆς οὐσίας πᾶσιν. ὁ δὲ Ὠκεανὸς καὶ ἡ Τηθὺς τήν τε κίνησιν αὐτῶν τὴν κοινὴν καὶ τὴν διῃρημένην ἀποτελοῦσιν, ἄλλη δὲ ἄλλων κίνησις,
30τοῦ ὁλικοῦ νοῦ, τῆς ὁλικῆς ψυχῆς, τῆς ὁλικῆς φύσεως, ὁμοίως δὲ καὶ τῶν μερικῶν. οὕτω δὲ τῶν ὁλοτήτων διακε‐ κοσμημένων ὁ μὲν Κρόνος διαιρεῖ τὰ μερικὰ ἀπὸ τῶν ὁλι‐
κῶν, ἀλλὰ νοερῶς, ἡ δὲ Ῥέα προκαλεῖται τὴν διαίρεσιν ταύ‐
in Ti
.

3

.

194

την ἀπὸ τῶν νοερῶν καὶ ἐπὶ τὰς παντοίας *** μέχρι καὶ τῶν ἐσχάτων εἰδῶν τῆς ζωῆς, ζῳογόνος οὖσα θεός, ὁ δὲ Φόρκυς καὶ ἐπὶ τοὺς φυσικοὺς λόγους προάγει τὴν Τιτήνιον διά‐ κρισιν. μετὰ δὲ τοὺς τρεῖς τούτους αὐτῶν τῶν συνθέτων
5εἰσὶν οἱ πατέρες, καὶ ὁ μὲν Ζεὺς τὰ αἰσθητὰ διακοσμεῖ κατὰ τὴν πρὸς τὸν Οὐρανὸν μίμησιν ὁλικῶς (καὶ γὰρ ὁ ἐν τοῖς νοεροῖς ἀνὰ λόγον τῷ Οὐρανῷ προελήλυθεν ἐν τῇ βασιλικῇ σειρᾷ), ἡ δὲ Ἥρα κινεῖ τὰ ὅλα καὶ δυνάμεων πληροῖ καὶ ἐξελίττει κατὰ πᾶσαν πρόοδον, ὡς οἵ γε μετὰ τούτους καὶ
10τὰ μερικὰ δημιουργοῦσιν ἔργα τῶν αἰσθητῶν, ἄλλοι κατ’ ἄλλην ἰδιότητα δημιουργικὴν ἢ ζῳογονικὴν ἢ τελεσιουργὸν ἢ συνεκτικὴν μέχρι τῶν ἐσχάτων ἀνελιττόμενοι καὶ μερίζοντες ἑαυτούς, ἀνὰ λόγον ὄντες τῇ Κρονίᾳ τάξει· τὸ γὰρ διαιρετι‐ κὸν ἀπὸ ταύτης ἄρχεται τῆς ἡγεμονίας. ταῦτα καὶ περὶ
15τούτων. ἐπὶ δὲ τὰ ἑξῆς ἰτέον. Ἐπεὶ δὲ πάντες ὅσοι τε περιπολοῦσι φανερῶς καὶ ὅσοι φαίνονται θεοὶ καθ’ ὅσον ἂν ἐθέλωσι, γέ‐ νεσιν ἔσχον, λέγει πρὸς αὐτοὺς ὁ τόδε τὸ πᾶν γεν‐ νήσας τάδε [41 A].
20 Πάσας τὰς τάξεις τῶν ἐγκοσμίων θεῶν περιλαβών, τάς τε ἐν οὐρανῷ καὶ τὰς τῆς γενέσεως προϊσταμένας, καὶ προ‐ αγαγὼν αὐτὰς ἀπὸ τῆς δημιουργικῆς μονάδος, τὰς μὲν μονα‐ δικῶς, τὰς δὲ ἑβδομαδικῶς, τὰς δὲ κατὰ τὸν τῆς ἐννεάδος ἀριθμόν, ἐπιστρέφει πάλιν αὐτὰς ἐπὶ τὴν δημιουργικὴν αἰ‐
25τίαν καὶ συνάγει περὶ τὸν ἕνα πατέρα, καθ’ ὃν ὁμόγνιοι πᾶσαι καὶ ὁμοειδεῖς εἰσι, καὶ πληροῖ τῶν νοήσεων τῶν δημι‐ ουργικῶν, ἵνα καὶ αὐτοὶ μιμήσωνται τὴν πρόνοιαν τοῦ πα‐ τρός. καὶ τοῦτο μὲν εἰς ὕστερον ἔσται δῆλον. νῦν δὲ ὅτι μὲν ‘φανερῶς περιπολοῦντασ‘ ἀποκαλεῖ τοὺς οὐρανίους πρό‐
30δηλον· ἡλιοειδῆ γὰρ αὐτῶν ἐστι τὰ ὀχήματα καὶ μιμούμενα τὴν
νοερὰν αἴγλην. ‘φαινομένους δὲ καθ’ ὅσον ἂν ἐθέλωσι‘ τοὺς
in Ti
.

3

.

195

ὑπὸ σελήνην ἐπονομάζει διὰ τίνα αἰτίαν; ἦ ὅτι προβέβληται μὲν αὐτῶν τὰ ἔνυλα ταῦτα στοιχεῖα οἷον παραπετάσματά τινα τῆς αὐγῆς τῶν αἰθερίων ὀχημάτων, ἃ προσεχῶς ἐξήρ‐ τηται τῶν γενεσιουργῶν θεῶν (δῆλον γὰρ ὡς ἐγκοσμίους ὄντας
5ἀνάγκη καὶ ὄχημα ἔχειν ἐγκόσμιον ἀστροειδές), ἐκφαίνεται δὲ αὐτῶν τὸ φῶς, ὅταν τοῖς τῇδε τόποις μέλλῃ συνοίσειν τοῖς τὴν ἔλλαμψιν αὐτῶν δεχομένοις. εἰ δὲ φαίνεσθαί φη‐ σιν αὐτοὺς καθ’ ὅσον ἂν ἐθέλωσιν, ἀνάγκη δήπουθεν ἢ τῶν ἀσωμάτων ἐν αὐτοῖς δυνάμεων τὴν ἔκφανσιν αὐ‐
10τῶν λέγειν ἢ σωμάτων, ἃ δὴ πάντως ὑπέστρωται αὐτοῖς. ἀλλ’ εἰ τῶν ἀσωμάτων 〈δυνάμεων〉, κοινόν ἐστι τοῦτο καὶ πρὸς τοὺς ὁρατοὺς θεούς (καὶ γὰρ ἐκεῖνοι ταῖς ἀσωμάτοις δυνά‐ μεσιν οὐκ ἀεὶ φαίνονται, ἀλλὰ ποτὲ καὶ ὅταν ἐθέλωσιν. οὐκ ἔδει τοίνυν ἀντιδιαιρεῖσθαι τούτους ἐκείνοις κατὰ τὸ κοινὸν
15ἀμφοτέρων, ἀλλὰ καθ’ ὅσον ἔχουσιν ἴδιόν τι πάντως), εἰ δὲ σωμάτων ποιοῦνταί τινων ἔκφανσιν ὅταν ἐθέλωσιν, ἀνάγκη κἀκείνους πρὸ τῶνδε τῶν ἐμφανῶν ἄλλοις χρῆσθαι σώμασιν ἀφανέσιν ἡμῖν, τότε δὲ φαινομένοις, ὅταν τοῖς χρωμένοις δοκῇ. πάντως ἄρα καὶ τοῖς μὴ ὁρατοῖς θεοῖς ἄλλα ὑπέ‐
20στρωται σώματα θειότερα τῶν φαινομένων, καὶ κατ’ ἐκεῖνα λέγονταί τε ἐγκόσμιοι καὶ εἰσὶ καὶ δι’ ἐκείνων μέσων καὶ τούτοις ἐπιβεβήκασι τοῖς στοιχείοις, διδόντες καὶ αὐτοῖς ὅσον δύνανται δέξασθαι καὶ συνέχοντες αὐτῶν τὰ εἴδη καὶ τὰς φύσεις ταῖς ἑαυτῶν δυνάμεσι· καὶ γὰρ ἐπειδὴ τούτων
25οὐδὲν 〈μὲν〉 αἰσθητικόν ἐστι, δεῖ δὲ τὰ ὀχήματα τῶν λογικῶν ψυχῶν εἶναι τοιαῦτα, δῆλον δήπουθεν, ὡς ἄλλοις χρῶνται πρὸ τούτων ὀχήμασιν. ἔτι δὲ εἰ μὲν μηδὲν αὐτῶν ὅλως ἐξῆπται σῶμα, θαυμαστόν, εἴπερ καὶ αἱ οὐράνιαι ψυχαὶ σώμασι χρῶνται, τούτους ἐξῃρημένους εἶναι πάντη σωμάτων καὶ
30ταῦτα ἐγκοσμίους ὄντας. εἰ δὲ ἔχουσί τι καὶ σωματικόν, ἢ τὰ φαινόμενα ταῦτα ἕξουσι σώματα, καὶ πῶς ἐπιβεβήκασι σώμασι γινομένοις καὶ ἀπολλυμένοις; εἴτε γὰρ αἴσθησιν ἔχει
ταῦτα, τῆς ἐν αὐτοῖς παρὰ φύσιν διαθέσεως αἰσθανόμενα
in Ti
.

3

.

196

τὴν τῶν χρωμένων ζωὴν ἀπράγμονα μένειν οὐκ ἐᾷ, εἴτε μὴ ἔχοι, οὐδ’ ἂν ζῷα εἴη· πᾶν γὰρ ζῷον αἰσθητικόν, ὡς καὶ αὐτῷ δέδοκται, διὸ καὶ τοῖς φυτοῖς αἰσθήσεως μεταδώσει [77 B] τῆς ἐσχάτης, ζῷα καὶ ταῦτα προσειπών. ὅτι δὲ πᾶν
5τὸ ψυχῆς ἐξημμένον ἔμψυχόν ἐστι καὶ ζῷον, καὶ τοῦτο πάλιν αὐτός ἐστι λέγων. ἢ οὖν ταῦτα προσεχῶς ἐξήρτηται τῶν ὑπὸ σελήνην θείων ψυχῶν καὶ ἄπορος ὁ λόγος ἢ ἄλλα πρὸ τούτων· καὶ τοῦτ’ ἦν ὅπερ καὶ αὐτὸς ἐδήλωσεν εἰπών, ὅτι φαίνονται καθ’ ὅσον ἂν ἐθέλωσιν, ἀφανεῖς ὄντες
10ἡμῖν τέως. ταῦτα μὲν οὖν πρὸς τὴν τοῦ Πλάτωνος λέξιν. Περὶ δὲ ἁπάντων τῶν κατευθυνόντων τὴν γένεσιν θεῶν λέγωμεν, ὡς οὔτε τὴν οὐσίαν ἔχουσι τῇ ὕλῃ συμμεμιγμένην, καθάπερ φασὶν οἱ ἀπὸ τῆς Στοᾶς [II frg. 307 Arn.] (οὐδὲν γὰρ δῦνον κατὰ τῆς ὕλης νῷ καὶ φρονήσει δύναται
15διοικεῖν οὐδὲ κυρίως ἐστὶ ποιητικὸν αἴτιον, ἀλλ’ ὄργανον ἑτέρου τινός), οὔτε τὴν μὲν οὐσίαν ἔχουσιν ἀμιγῆ πρὸς τὴν ὕλην, τὰς δὲ δυνάμεις καὶ τὰς ἐνεργείας ἀναμεμιγμένας πρὸς αὐτήν, ὡς οἱ περὶ Νουμήνιον [frg. 38 Thed.] λέγουσιν· ἐπεὶ γὰρ τῶν θεῶν αἱ ἐνέργειαι σύνδρομοι πρὸς
20τὰς οὐσίας εἰσὶ καὶ πρὸ τῶν ἔξω προϊουσῶν ἐνεργειῶν αἱ ἔνδον ὑφεστήκασιν, ὅπου γε καὶ ἡ μερικὴ ψυχὴ πρὸ τῆς εἰς τὸ ζῷον ἐνδιδομένης ζωῆς ἔχει κυριωτέραν ἐν ἑαυτῇ ζωὴν καὶ πρὸ τῆς ἔξω χωρούσης κινήσεως, δι’ ἧς τὰ ἄλλα κινεῖ, τὴν εἰς ἑαυτὴν ἐπεστραμμένην κέκτηται κίνησιν, πάντη
25ἄρα ἀμιγεῖς ἐκεῖνοι οἱ θεοὶ πρὸς τὴν ὕλην, ἀμιγῶς μὲν τὰ μεμιγμένα διακοσμοῦντες, ἀγενήτως δὲ τὰ γενητὰ καὶ ἀμε‐ ρίστως τὰ μεριστὰ συνέχοντες, ζωῆς αἴτιοι νοῦ χορηγοὶ δυνά‐ μεως ἀποπληρωταὶ ψυχῆς δοτῆρες ἀγαθῶν ἀρχηγοὶ πάντων, τάξεως καὶ προνοίας καὶ διοικήσεως ἀρίστης ἐξάρχοντες καὶ
30ζῷα κρείττονα περὶ ἑαυτοὺς ὑποστήσαντες, ἀγγέλων ἡγού‐ μενοι, δαιμόνων ἄρχοντες, ἡρώων προϊστάμενοι κατὰ τάξιν
καὶ διὰ τῆς τριφυοῦς ταύτης στρατιᾶς πᾶσαν κατευθύνοντες
in Ti
.

3

.

197

τὴν γένεσιν. εἰ δὴ βάσιν καὶ ἕδραν ἀποφηναίμεθα τῶν θεῶν ὅλην τὴν περὶ γένεσιν αὐτῶν καθήκουσαν διάταξιν, ὀρθῶς ἂν εἴποιμεν, καὶ εἰ τὸ τέλος αὐτοὺς φαῖμεν συν‐ ελίσσειν εἰς τὴν ἀρχὴν τῆς θείας ὑποβάσεως, οὐκ ἂν τῆς
5ἀληθείας ἁμαρτάνοιμεν. τοιούτων δὲ ὄντων αὐτῶν ὁ μὲν Πλάτων εἰς τοὺς νοερούς τε καὶ νοητοὺς θεοὺς καὶ τοὺς ἰδίως νοεροὺς καλουμένους ἀποβλέπων τὰς τέτταρας αὐτῶν προόδους κοινῶς ἐθεώρησεν. εἰσὶ δὲ ἐν αὐτοῖς καὶ ἀπὸ τῶν ὑπερκοσμίων θεῶν δυνάμεις, εἴτε ἀπὸ τῶν δώδεκα ἡγε‐
10μόνων εἴτε ἀπ’ ἄλλων τινῶν καθήκουσαι, καὶ ἀπὸ τῶν οὐ‐ ρανίων δὲ χορῶν πρόεισί τις εἰς τὴν γένεσιν διάταξις δι‐ πλασιαζομένη, ὥς φησιν ὁ θεῖος Ἰάμβλιχος· ἀπὸ μὲν γὰρ τῶν εἴκοσι καὶ ἑνὸς ἡγεμόνων γενέσθαι δύο καὶ τεσσαράκοντα καθ’ ἑκάστην στοιχείου λῆξιν ἡγεμονίας θεῶν γενεσιουργῶν,
15ἀπὸ δὲ τῶν ἓξ καὶ τριάκοντα δεκαδαρχῶν δύο καὶ ἑβδομή‐ κοντα προεληλυθέναι, καὶ ἄλλους ὡσαύτως θεούς, πλήθει μὲν διπλασίους τῶν οὐρανίων, δυνάμει δὲ ἀπολειπομένους. δεῖ δὲ καὶ τὰς τριπλᾶς αὐτῶν προόδους θεωρεῖν καὶ τὰς πενταμερεῖς διαιρέσεις καὶ τὴν καθ’ ἑβδομάδα θείαν ἀπο‐
20γένεσιν· ἀνὰ λόγον γὰρ τῷ κόσμῳ παντὶ καὶ τριχῇ διεκοσμή‐ θησαν καὶ πενταχῇ καὶ ἑπταχῇ, ἵνα καὶ ἕκαστον τῶν στοι‐ χείων κόσμος ᾖ καὶ ὄντως μίμημα τοῦ παντός. ἡ μὲν δὴ σύντομος διδασκαλία περὶ τῶν ὑπὸ σελήνην θεῶν τοιαύτη τίς ἐστι κατὰ τὰς διπλᾶς οὐσίας καὶ τὰς διφυεῖς ζωὰς καὶ
25διττὰς λήξεις προεληλυθότων, ὥσπερ καὶ ὁ Πλάτων δυαδικὰς αὐτῶν πεποίηται τὰς ἡγεμονικὰς ἀπογεννήσεις. ἐφεξῆς δὲ τούτοις ἴδωμεν, τίνες εἰσὶν οἱ λόγοι τοῦ πατρὸς καὶ τίνος ἕνεκα προεληλύθασιν. εἰσὶ μὲν οὖν οἱ λόγοι πάντως οὔτε προφορικοί (τοῦτο γὰρ ἀλλότριον τῆς ἀύλου καὶ χωριστῆς
30οὐσίας), οὔτε φυσικοί (τούτους γὰρ οὐχ ὁ δημιουργὸς ἐν‐ δίδωσι πρώτως τοῖς ἐγκοσμίοις, ἀλλὰ ἡ μία φύσις), οὔτε
ψυχικοί (τούτους γὰρ ἡ ψυχὴ προείληφεν ἥ τε μία καὶ αἱ
in Ti
.

3

.

198

ἄλλαι πᾶσαι, ὅσαι γένεσιν ἔσχον), οὔτε νοεροί (καὶ γὰρ τού‐ τους ὁ νοῦς ὁ τοῦ παντὸς ἐν ἑαυτῷ περιέχει καὶ πάντες οἱ ὑποστάντες νόες), ἀλλ’ ὅπερ ἐστὶν ἐπάξιον τοῦ λέγοντος, δημιουργικοὶ καὶ θεῖοι, πάντας τοὺς ἀπογεννηθέντας θεοὺς
5δημιουργικοὺς ἀποτελοῦντες, κατὰ τὴν τοῦ λέγοντος θεοῦ δύναμιν χαρακτηριζόμενοι· εἰσὶ γὰρ οἱ λόγοι δυνάμεων μετα‐ δόσεις ἀπὸ τῶν πρώτων εἰς τὰ δεύτερα καὶ θείας προνοίας καὶ ζωῆς θαυμαστῆς, ἣν ὁ τῶν ὅλων δημιουργὸς ἐν ἑαυτῷ προείληφεν. εἰσὶ μὲν οὖν, ὥσπερ εἴπομεν, οἱ λόγοι τοιοῦτοι,
10τέλος δὲ αὐτῶν ἐστι τὸ δημιουργικοὺς ἀποτελέσαι τοὺς θεοὺς τοὺς δεχομένους τοὺς λόγους· ὡς γὰρ οἱ ἀπὸ τῆς τέχνης λόγοι προϊόντες εἰς τὴν ὕλην τεχνητὰ ποιοῦσι καὶ ὡς οἱ ἀπὸ τῆς φύσεως φυσικὰ καὶ ὡς οἱ ἀπὸ ψυχῆς ἔμψυχα, νοερὰ δὲ οἱ ἀπὸ νοῦ, τὸν αὐτὸν τρόπον καὶ οἱ ἀπὸ τῶν
15θεῶν λόγοι θεῖα ποιοῦσι τὰ κατ’ εἰκόνα γένη πάντα τῶν λόγων. ἐπεὶ δὲ καὶ τῶν θεῶν αὐτῶν οἳ μέν εἰσι δημι‐ ουργικῆς τάξεως, οἳ δὲ ζῳογονικῆς, οἳ δὲ ἀτρέπτου καὶ καθαρᾶς ζωῆς, οἳ δὲ ἄλλης τινός, κατὰ τὰς τῶν λεγόντων ἰδιότητας ἀφορίζεται καὶ τὸ εἶδος τῶν λόγων, ὅπου μὲν
20δημιουργικόν, ὅπου δὲ ζωῆς θείας παρεκτικόν, ὅπου δὲ ἀτρέπτου καθαρότητος χορηγόν· ὥστ’ ἐπειδὴ καὶ νῦν ὁ τοὺς λόγους προϊέμενός ἐστι δημιουργικὸς θεός, οἵ τε λό‐ γοι κατὰ τὴν ἰδιότητα τοῦ λέγοντος προέρχονται δημιουρ‐ γικοί τινες ὄντες καὶ τοὺς δεχομένους ἀποτελοῦσι δημιουρ‐
25γούς· εἰ γὰρ καὶ διάφοροι τάξεις εἰσὶ τῶν ἐγκοσμίων θεῶν, δημιουργικαὶ ζῳογονικαὶ συνοχικαὶ τελεσιουργοὶ φρουρητικαὶ κριτικαὶ καθαρτικαί, καθάπερ καὶ τῶν ὑπὲρ τὸν οὐρανὸν ἱδρυμένων (κατὰ γὰρ ἐκείνους καὶ οὗτοι προεληλύθασιν), ἀλλ’ ὅμως καὶ πάντες πασῶν τῶν δυνάμεων μετέχουσιν, ἀφορί‐
30ζονται δὲ ἄλλοι κατ’ ἄλλην ἰδιότητα μᾶλλον καὶ ἧττον, ὥστε καὶ δημιουργικῆς ἑκάστῳ μέτεστι δυνάμεως, καθ’ ὅσον συν‐
τέτακται πρὸς τὴν μονάδα τὴν δημιουργικήν, καὶ ζῳογονικῆς,
in Ti
.

3

.

199

καθ’ ὅσον ὑπὸ τῆς ζῳογονικῆς ἐλλάμπεται πηγῆς, κἀπὶ τῶν ἄλλων ὁμοίως. ἀλλ’ εἰ μὲν ἦν ζῳογονικὸς θεὸς ὁ λέγων, ἔφαμεν ἂν διὰ τῶν λόγων ζωῆς θείας τοὺς ἀκούοντας αὐ‐ τὸν πληροῦν, ἐπειδὴ δὲ δημιουργός ἐστιν ὁ δημηγορῶν,
5δημιουργικῆς ἰδιότητος μεταδίδωσι τοῖς θεοῖς καὶ διασπείρει τὴν μίαν ἑαυτοῦ δημιουργίαν εἰς τὰ πλήθη τῶν ἐγκοσμίων θεῶν καὶ δημιουργοὺς αὐτοὺς ἄλλων ἀποφαίνει τῶν θνη‐ τῶν γενῶν, αὐτὸς ἐν τῇ ἑαυτοῦ περιωπῇ διαιωνίως ἱδρυ‐ μένος, ἐν τῇ τοῦ Ὀλύμπου κορυφῇ κατὰ τὴν ἔνθεον
10ποίησιν [Hom. Α 498 s]. οἱ μὲν οὖν λόγοι τοιοῦτοι καὶ τέλος τοῦτο τῆς δημιουργικῆς ταύτης δημηγορίας. λοιπὸν δὲ ἐπὶ τὴν λέξιν προϊτέον. Θεοὶ θεῶν [41 A]. Ὁ μὲν σκοπὸς τῆς δημηγορίας ἐστίν, ὡς προείρηται,
15δύναμιν δημιουργικὴν καὶ πρόνοιαν ἐνθεῖναι τοῖς ἐγκοσμίοις γένεσι τῶν θεῶν καὶ προαγαγεῖν εἰς τὴν τῶν λειπομένων γενῶν ἀπογέννησιν καὶ ἀνὰ λόγον αὐτοὺς ἐπιστῆσαι τοῖς θνητοῖς, ὥσπερ αὐτὸς ἐπιβέβηκε τῇ μιᾷ διακοσμήσει τοῦ παντὸς ὁ τῶν ὅλων πατήρ· δεῖ γὰρ τὰ μὲν πρώτως ἀπο‐
20γεννᾶσθαι παρὰ τῆς δημιουργικῆς μονάδος, τὰ δὲ διὰ μέ‐ σων ἄλλων, τοῦ μὲν δημιουργοῦ πάντα παράγοντος ἀφ’ ἑαυτοῦ καὶ ὁμοῦ καὶ διαιωνίως, τῶν δὲ παραγομένων τάξιν ἐχόντων, καὶ τῶν πρώτων προϊόντων συμπαραγόντων ἐκείνῳ τὰ μεθ’ ἑαυτούς, οἷον τῶν μὲν οὐρανίων τοὺς ὑπὸ σελή‐
25νην, τούτων δὲ τὰ θνητὰ ζῷα, κἀκείνου μετ’ αὐτῶν ταῦτα παράγοντος (ἐν γὰρ τῷ λέγειν πάντα νοεῖ, τῷ δὲ νοεῖν ποιεῖ καὶ τὰ θνητὰ γένη τῶν ζῴων), ἐκείνων δὲ ἄλλης δεο‐ μένων προσεχοῦς γεννητικῆς αἰτίας καθ’ ὅσον ἐστὶ θνητὰ καὶ δι’ ἐκείνης τὴν εἰς τὸ εἶναι πάροδον δεχομένων. ὁ δὲ
30χαρακτὴρ τῶν λόγων ἐστὶν ἐνθουσιαστικὸς 〈ὡσ〉 διαλάμπων ταῖς νοεραῖς ἐπιβολαῖς, καθαρός τε καὶ σεμνὸς ὡς ἀπ’ αὐτῶν
τελειούμενος τῶν θεῶν, ἐξηλλαγμένος τε καὶ ὑπερέχων τῶν
in Ti
.

3

.

200

ἀνθρωπίνων ἐννοιῶν, ἁδρός τε ὁμοῦ καὶ καταπληκτικὸς καὶ χαρίτων ἀνάμεστος, κάλλους τε πλήρης καὶ σύντομος ἅμα καὶ ἀπηκριβωμένος. διαφερόντως μὲν οὖν ὁ Πλάτων ἐπιτηδεύει ταῦτα ἐν ταῖς μιμήσεσι τῶν θείων λόγων, ὥσπερ καὶ ἐν
5Πολιτείᾳ [VIII 545 E et X 617 D] δεδήλωκε τὰς Μούσας ὑψηλολογουμένας παραδοὺς καὶ τὸν προφήτην ἐπί τι βῆμα ὑψηλὸν ἀνιόντα καὶ δὴ καὶ ἑκατέρους συντομίᾳ καὶ σεμνότητι κοσμήσας καὶ ταῖς τῶν κώλων ἀπηκριβωμέναις δυνάμεσι χρωμένους, ἄντικρυς διὰ τοῦ τοιοῦδε τύπου τῶν
10λόγων τὰς θείας νοήσεις ἀπεικονιζόμενος. ἐν δὲ τοῖς προ‐ κειμένοις λόγοις οὐδεμίαν ὑπερβολὴν καταλέλοιπεν ἢ ἁδρό‐ τητος ἔν τε τοῖς διανοήμασι καὶ ἐν τοῖς ὀνόμασι τοῖς τούτῳ τῷ πλάσματι πρέπουσιν ἢ μεγέθους ἔν τε ταῖς ἐννοίαις καὶ τοῖς σχήμασι τοῖς τὴν ἰδέαν ταύτην συμπληροῦσι, μετὰ τοῦ
15καὶ τὴν εὐκρίνειαν καὶ τὴν καθαρότητα πολλὴν εἶναι καὶ τὰ τῆς ἀληθείας ἐπιφαίνεσθαι καὶ τὰ τοῦ κάλλους ἐξαίρετα συγκεκραμένα πρὸς τὴν τοῦ μεγέθους ἰδέαν μάλιστα ταύτην προσήκουσαν τοῖς ὑποκειμένοις πράγμασι καὶ τῷ λέγοντι καὶ τοῖς ἀκούουσι· τὰ μὲν γάρ ἐστιν ἡ τοῦ παντὸς τελείωσις
20καὶ ἡ πρὸς τὸ παντελὲς ζῷον ἐξομοίωσις καὶ ἡ σύμπασα γένεσις τῶν θνητῶν ζῴων, ὁ δὲ πάντων ποιητὴς προυπάρ‐ χων καὶ πάντα κοσμῶν ἐξῃρημένως, οἱ δὲ δεύτεροι δημι‐ ουργοὶ 〈πρὸσ〉 τὴν τοῦ πατρὸς δημιουργίαν τὸ κατάλοιπον προστιθέντες. ἅτε οὖν πάντων μεγάλων ὄντων καὶ θείων, καὶ
25τῶν προσώπων καὶ τῶν πραγμάτων, καὶ τῷ κάλλει διαλαμ‐ πόντων καὶ τῇ ἀπ’ ἀλλήλων διακρίσει τὰς πρεπούσας αὐτοῖς ἰδέας προσήρμοσεν. Ὅμηρος μὲν οὖν καὶ αὐτὸς ἐνθουσιά‐ ζων παραδίδωσι τὸν Δία δημηγοροῦντα καὶ τὰς διττὰς τῶν θεῶν συστοιχίας εἰς ἑαυτὸν ἐπιστρέφοντα καὶ ὥσπερ κέντρον
30αὐτὸν γιγνόμενον πάντων τῶν ἐν τῷ κόσμῳ θείων γενῶν
καὶ πάντα κατήκοα τῆς ἑαυτοῦ ποιοῦντα νοήσεως. ἀλλὰ
in Ti
.

3

.

201

ποτὲ μὲν ἀμέσως αὐτῷ συνάπτει τὸ πλῆθος τῶν θεῶν, ποτὲ δὲ διὰ μέσης τῆς Θέμιδος [Hom. Υ 4 s]· Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορήνδε καλέσ‐
σα
ι,
5πάντη δὲ αὕτη φοιτήσασα συνάγει τὸν θεῖον ἀριθμὸν καὶ ἐπιστρέφει πρὸς τὴν μονάδα τὴν δημιουργικήν· ἐπειδὴ γὰρ οἱ θεοὶ καὶ χωριστοὶ τῶν ἐγκοσμίων εἰσὶ καὶ προνοοῦσιν ἁπάντων διαιωνίως καὶ ὁμοῦ κατ’ ἄκραν τε ὑπεροχὴν ἐξῄρην‐ ται καὶ πάντη διατείνουσι τὴν ἑαυτῶν προμήθειαν (οὔτε γὰρ
10τὸ ἄμικτον αὐτῶν ἀπρονόητόν ἐστιν οὔτε τὸ προνοητικὸν συμμιγὲς πρὸς τὴν ὕλην· διὰ μὲν γὰρ δυνάμεως· ὑπερβολὴν οὐκ ἀναπίμπλανται τῶν διοικουμένων, διὰ δὲ ἀγαθοειδῆ βούλησιν πάντα ἑαυτοῖς παραπλήσια ποιοῦσιν, ἐν τῷ μένειν προϊόντες καὶ τῷ πάντων κεχωρίσθαι πᾶσιν ὁμοίως παρόν‐
15τες), ἐπεὶ δ’ οὖν ταῦτα τοῦτον ἔχει τὸν τρόπον καὶ δέχον‐ ται τήν τε ἀμιγῆ καθαρότητα καὶ τὴν προνοητικὴν ἐπιστα‐ σίαν παρὰ τοῦ πατρὸς αὐτῶν οἱ τὸν κόσμον κατευθύνοντες θεοὶ καὶ οἱ τούτων ὀπαδοὶ δαίμονες, ὅτε μὲν ἀμέσως αὐ‐ τοὺς ἐπιστρέφει πρὸς ἑαυτὸν ὁ πατήρ, τὸ χωριστὸν αὐτοῖς
20ἐπιλάμπει καὶ τὸ ἀμιγὲς καὶ ἄχραντον εἶδος τῆς ζωῆς (ὅθεν, οἶμαι, καὶ προστάττει κεχωρίσθαι πάντων καὶ ἐν τῷ Ὀλύμ‐ πῳ μένειν ἐξῃρημένους καὶ μήτε Ἕλληνας μήτε βαρβάρους ἐπιστρέφεσθαι, ταὐτὸν δὲ εἰπεῖν, τῶν διττῶν στοιχείων τῶν ἐγκοσμίων ὑπερανέχειν, ἐν τῇ νοήσει τῇ ἀχράντῳ μένοντας
25ἀτρέπτως), ὅτε δὲ διὰ τῆς Θέμιδος, εἰς τὴν πρόνοιαν αὐ‐ τοὺς τρέπει τῶν δευτέρων καὶ κατευθύνειν παρακελεύεται τὸν κοσμικὸν πόλεμον καὶ ἄλλους ἐπ’ ἄλλας ἀνεγείρει ποιή‐ σεις· τῆς οὖν Θέμιδος μάλιστα δέονται τῆς συνεχούσης ἐν ἑαυτῇ τοὺς θείους θεσμούς, καθ’ οὓς ἡ πρόνοια συνυφαίνε‐
30ται τῶν ὅλων. Ὅμηρος μὲν οὖν τοιαῦτα ἄττα διατίθησιν ἐνθέως, διττὰς δημηγορίας ἐπὶ διτταῖς ἐνεργείαις τοῦ Διὸς
παραδιδούς. Πλάτων δὲ διὰ τῆς μιᾶς ταύτης δημηγορίας
in Ti
.

3

.

202

τοὺς διττοὺς τρόπους ἐκείνους τῶν λόγων ὁμοῦ συνείληφε· καὶ γὰρ ἀμιγεῖς ἀποτελεῖ τοὺς θεοὺς ὁ δημιουργὸς πρὸς τὰ δεύτερα καὶ προνοητικοὺς καὶ ὑποστάτας τῶν θνητῶν· προστάττει γὰρ αὐτοῖς κατὰ μίμησιν αὐτοῦ δημιουργεῖν. ἐν
5δὲ τῷ τοιῷδε *** συνείληπται ἑκάτερα, διὰ μὲν τῆς μιμή‐ σεως τοῦ πατρὸς τὸ ἀμιγές (καὶ γὰρ ἐκεῖνος χωριστός ἐστιν ἀφ’ ὅλων τῶν ἐγκοσμίων ἐξῃρημένος), διὰ δὲ τοῦ δημι‐ ουργεῖν καὶ τρέφειν τὰ θνητὰ καὶ αὔξειν τὸ προνοητικόν. μᾶλλον δὲ καθ’ ἑκάτερον ἀμφότερα θεωρεῖν ἔξεστιν· ἔν
10τε γὰρ τῇ μιμήσει τοῦ δημιουργοῦ προνοητικοὶ τῶν δευ‐ τέρων εἰσίν, ὥσπερ ἐκεῖνος τῶν ἀθανάτων, αὐτοὶ τῶν θνητῶν προνοοῦντες, καὶ ἐν τῷ δημιουργεῖν χωριστοὶ τῶν δημιουργουμένων ὑπάρχουσι· πᾶν γὰρ τὸ δημιουργικὸν αἴτιον ἐξῄρηται τῶν ὑφ’ ἑαυτοῦ γεννωμένων, τὸ δὲ συμ‐
15μιγνύμενον πρὸς αὐτὰ καὶ ἀναπιμπλάμενον ἀπ’ αὐτῶν ἀσθενές ἐστι καὶ ἀδρανὲς καὶ κοσμεῖν αὐτὰ καὶ δημιουργεῖν ἀδύνα‐ μον. ταῦτα μὲν οὖν κοινῇ περὶ πάσης εἰρήσθω τῆς δημη‐ γορίας. Αὐτὸ δὲ τοῦτο πρῶτον τὸ θεοὶ θεῶν τί ποτέ ἐστι καὶ
20ποίαν ἔχει δύναμιν; ὅτι μὲν γὰρ ἡ ἀνάκλησις αὕτη συνα‐ γωγός ἐστι τοῦ πλήθους καὶ τῆς μονάδος καὶ ἐπιστρεπτικὴ καὶ ἀνακλητικὴ τῶν προελθόντων ἐπὶ τὸν ἕνα δημιουργὸν αὐτῶν καὶ ὡς ὅρον αὐτοῖς ἐντίθησι καὶ μέτρον θεῖον, ἐναργές ἐστι τοῖς μὴ παντάπασι τῶν τοιούτων λόγων ἀνηκόοις. πῶς
25δὲ καλοῦνται θεοὶ θεῶν οἱ τὸν κόσμον διαλαχόντες παρὰ τοῦ πατρὸς καὶ κατὰ ποίαν ἔννοιαν, οὐκέτι ῥᾴδιον ἐνδεί‐ ξασθαι τοῖς πολλοῖς, εἰκότως· ἀιδίας γάρ ἐστι καὶ θείας νοή‐ σεως ἐν τοῖσδε τοῖς ὀνόμασιν ἔκφανσις. διὰ δὴ ταύτην τὴν αἰτίαν καὶ οἳ μὲν τοῖς ἐφεξῆς συνάπτουσι τὸ θεῶν, τὸ
30ὅλον ποιοῦντες ὧν θεῶν ἐγὼ δημιουργός, οὐκ ὀρθῶς λέγοντες· οὔτε γὰρ ἄλλων μὲν ἔδει τὸν δημιουργὸν ποιεῖν
δημιουργόν, ἄλλων δὲ πατέρα (καὶ ταῦτα τῶν ἀτιμοτέρων·
in Ti
.

3

.

203

τὰ γὰρ ἔργα τοῦ πατρὸς τῶν θεῶν αὐτῶν ὡς ἕτερα καὶ ἀτιμότερα διαστέλλειν αὐτόν φασι τῷ λέγειν δημιουργὸν μὲν ἑαυτὸν θεῶν, πατέρα δὲ ἔργων· τὸ γὰρ πατρικὸν τοῦ δημι‐ ουργικοῦ σεμνότερον), οὔτε περὶ τὴν λέξιν οὑτωσὶ πλημ‐
5μελεῖν ἐν τοῖς συνεχέσι τὰς ἐπαναλήψεις ταύτας παρεισκυ‐ κλοῦντας· ὅταν γὰρ πολλὰ τὰ μεταξὺ ῥηθέντα τυγχάνῃ, τότε τῆς τοιαύτης παρενθήκης καιρός, ἄλλως δὲ τὸ πρᾶγμα περί‐ εργον. οἳ δὲ θεοὺς τοὺς ἐγκοσμίους θεῶν τῶν νοητῶν εἰρῆσθαί φασιν, ὡς εἰκόνας ὄντας ἐκείνων, ὥσπερ δὴ καὶ
10ὅλος ὁ κόσμος ἄγαλμά ἐστι τῶν ἀιδίων θεῶν, καθάπερ εἶπεν ὁ Τίμαιος [37 C], οὐδ’ οὗτοι λέγοντες ὀρθῶς, ὅτι μηδὲν ἐξαίρετον λέγουσι τῶν θεῶν· ὁμοίως γὰρ ἂν ἐφαρ‐ μόσειε καὶ ἑκάστῳ τῶν θνητῶν ὁ λόγος· καὶ γὰρ ταῦτα πάντα θεῶν ἐστιν, ὡς τῶν νοητῶν εἰκόνες. καὶ εἰ ἔδει
15πρὸς ἐκεῖνα τὸ θεῶν ἀναπέμπειν, μᾶλλον ἐχρῆν, οἶμαι, θεοὺς θεοῦ προσειπεῖν αὐτούς, ὡς ὑφ’ ἑνὸς τοῦ δημιουργοῦ παραχθέντας μόνους, τῶν θνητῶν οὐχ ὑπ’ ἐκείνου παραγο‐ μένων· ἐπεὶ καὶ αὐτός ἐστιν ὁ λέγων ὁ δημιουργός, καὶ διὰ τοῦτο πρεπωδέστερον ἦν ἑνικῶς εἰπεῖν μᾶλλον ἢ πληθυντι‐
20κῶς. οἳ δὲ τὰς ὁλικωτάτας ἑνάδας τῶν ἐγκοσμίων θεῶν θεοὺς ἔφασαν καλεῖσθαι παρὰ τοῦ πατρός, ὡς ἡγεμόνας ἡγεμόνων καὶ βασιλέας βασιλέων, ἀνὰ λόγον ὄντας αὐτῷ τῷ πατρί, διότι καὶ αὐτὸς πατήρ ἐστι πατέρων καὶ ὕπα‐ τος κρειόντων [Hom. α 45] κατὰ τοὺς ποιητάς. πρὸς
25δὲ τούτους ῥᾴδιον ἀπαντᾶν, ὅτι πρὸς πάντας τοὺς ἐγκο‐ σμίους θεοὺς ἢ θεῶν ὀπαδοὺς ὁ Πλάτων λέγοντα παρεισή‐ γαγε τὸν δημιουργόν, ἀλλ’ οὐ πρὸς τινὰς αὐτῶν· εἰ γὰρ ὅσοι τε φανερῶς περιπολοῦσι καὶ ὅσοι φαίνονται καθ’ ὅσον ἂν ἐθέλωσι συνήγαγον ἑαυτοὺς πρὸς τὸν ἕνα
30δημιουργὸν καὶ λέγει τάδε πρὸς αὐτοὺς ἐκείνους, οὐ χρὴ μερικῶς τὸ θεοὶ θεῶν ἀκούειν ὡς ἐπὶ τῶν ἡγεμόνων μό‐
νων φερόμενον. εἰ δὲ μηδὲν τῶν εἰρημένων ἀντιλαμβάνεται
in Ti
.

3

.

204

τῆς Πλατωνικῆς ἐννοίας, τί ποτε αὐτὸ δηλοῦν ῥητέον; κάλ‐ λιον δὴ καὶ ἐνταῦθα πρὸς τὴν τοῦ καθηγεμόνος ἡμῶν διάνοιαν ἀνατρέχειν. λέγει δὲ αὕτη τοὺς ἐγκοσμίους πάντας θεοὺς οὐχ ἁπλῶς εἶναι θεούς, ἀλλὰ τὸ ὅλον τοῦτο μεθεκτοὺς
5θεούς· ἔστι γὰρ ἐν αὐτοῖς τὸ μέν τι χωριστὸν καὶ ἀφανὲς καὶ ὑπερκόσμιον, τὸ δὲ ἐμφανὲς ἄγαλμα αὐτῶν ἐν τῷ κόσμῳ τεταγμένον. καὶ πρώτως μέν ἐστι θεὸς τὸ ἀφανὲς αὐτῶν (νοείσθω γὰρ δὴ νῦν ὡς ἀδιαίρετον καὶ ἕν), δευτέρως δὲ τὸ ὄχημα τοῦτο τὸ ἐξηρτημένον τῆς ἀφανοῦς ἐν αὐτοῖς οὐ‐
10σίας· εἰ γὰρ καὶ ἐφ’ ἡμῶν διττὸς ὁ ἄνθρωπος, ὃ μὲν ἐντὸς κατὰ τὴν ψυχήν, ὃ δὲ φαινόμενος ὃν ὁρῶμεν, πόσῳ μᾶλλον ἐπὶ τῶν θεῶν ἀμφότερα ῥητέον καὶ τὸν θεὸν διττόν, τὸν μὲν ἀφανῆ, τὸν δὲ φαινόμενον; τούτων δὲ οὕτως ἐχόντων τὸ θεοὶ θεῶν ῥητέον πρὸς ἅπαντας λέγεσθαι τοὺς ἐγκο‐
15σμίους, ἐν οἷς συμπλοκή τίς ἐστι τῶν ἀφανῶν θεῶν πρὸς τοὺς ἐμφανεῖς· μεθεκτοὶ γάρ εἰσιν. ὅλως δὲ διττῶν δια‐ κόσμων ὑπὸ τοῦ δημιουργοῦ παραγομένων, τῶν μὲν ὑπερ‐ κοσμίων, τῶν δὲ ἐγκοσμίων καὶ τῶν μὲν ἀμεθέκτων ὄντων, τῶν δὲ μεθεκτῶν, εἰ μὲν πρὸς τοὺς ὑπερκοσμίους διελέγετο
20νῦν, εἶπεν ἂν πρὸς αὐτοὺς θεοὶ μόνον (εἰσὶ γὰρ ἀμέθεκτοι καὶ χωριστοὶ καὶ ἀφανεῖς), ἐπειδὴ δὲ πρὸς ἐγκοσμίους ὁ λόγος, θεοὺς αὐτοὺς ἀποκαλεῖ θεῶν, ὡς μετεχομένους ὑπ’ ἄλλων ἐμφανῶν θεῶν. ἐν δὴ τούτοις περιλαμβάνονται καὶ οἱ δαίμονες· καὶ γὰρ αὐτοὶ κατὰ τὴν πρὸς τοὺς θεοὺς τάξιν
25εἰσὶ θεοί, μετέχοντες ἀδιαιρέτως τῆς ἐκείνων ἰδιότητος. οὕτω τοι καὶ ἐν Φαίδρῳ [246 E] θεῶν καὶ δαιμόνων ἡγε‐ μόνας εἰπὼν τοὺς δώδεκα θεοὺς ὅμως τοὺς ἑπομένους ἅπαν‐ τας θεοὺς ἀπεκάλεσεν ἐπενεγκών [247 E]· καὶ οὗτος μὲν θεῶν βίος. πάντες οὖν εἰσι θεοὶ θεῶν, ὡς συμπεπλεγ‐
30μένον ἔχοντες τῷ ἀφανεῖ τὸ ἐμφανὲς καὶ τῷ ὑπερκοσμίῳ τὸ ἐγκόσμιον. ταῦτα μὲν οὖν περὶ τῆς ὅλης εἰρήσθω τοῦδε
τοῦ προσρήματος ἐννοίας. Δεῖ δέ, ἐπειδὴ δημιουργικοὺς
in Ti
.

3

.

205

εἶναι τοὺς λόγους ἔφαμεν, οἰκείως αὐτοὺς πρὸς τὴν δημι‐ ουργικὴν πρόνοιαν ἐκλαμβάνειν. εἰ δὴ οἱ λόγοι οὗτοι νοή‐ σεις εἰσίν, αἱ δὲ νοήσεις αὗται ποιήσεις, τί ἂν φαῖμεν ἀπὸ τῆς πρωτίστης ἐπιβολῆς τὸν δημιουργὸν εἰς τὸ πλῆθος τῶν
5ἐγκοσμίων θεῶν ποιεῖν; ἦ δῆλον, ὅτι ταύτην αὐτοῦ τὴν ἐνέργειαν ἐκθεωτικὴν ἐροῦμεν· μία γὰρ αὕτη νόησις ἀπὸ τοῦ δημιουργοῦ προϊοῦσα θεία πρωτίστη καὶ ἁπλουστάτη, 〈ἣ〉 πάντας ἐκθεοῖ τοὺς δεχομένους αὐτὴν καὶ ποιεῖ θεοὺς δημιουργικούς, θεοὺς μεθεκτούς, θεοὺς ἀφανεῖς ἅμα καὶ
10ἐμφανεῖς· τοῦτο γὰρ ἦν, ὥσπερ εἴρηται, τὸ θεοὺς εἶναι θεῶν· οὔτε γὰρ τὸ θεοὶ μόνον αὐτοῖς οἰκεῖον (οὐ γάρ εἰσιν ἀφανεῖς), οὔτε τὸ θεοὶ δὶς ῥηθέν, ὡς ἂν εἴ τις φαίη θεοὶ καὶ θεοί· πᾶς γὰρ ὁ τοιοῦτος δεσμὸς μεμηχανημένος ἐστὶ καὶ ἀλλότριος τῆς θείας ἑνώσεως. εἴρηται μὲν οὖν καὶ
15ταῦτα μετρίως. δεῖ δὲ μηδὲ ἐκεῖνον ἀπεῖναι τὸν λόγον, τὸν τὰς ἐξηγήσεις εἰς μίαν ἄγοντα συμφωνίαν, ὅτι πᾶς ἐγ‐ κόσμιος θεὸς ἔχει μὲν καὶ ζῷον ἐξηρτημένον, καθ’ ὃ δὴ καλεῖται ἐγκόσμιος, ἔχει δὲ καὶ ψυχὴν θείαν, ἣ διοικεῖ τὸ ἐξημμένον ὄχημα αὐτῆς, ἔχει δὲ καὶ νοῦν ἄυλον καὶ χωρι‐
20στόν, καθ’ ὃν ἥνωται πρὸς τὸ νοητόν, ἵνα καὶ μιμῆται τὸν κόσμον, ἐν ᾧ πάντα ταῦτά ἐστι, καὶ τῷ μὲν ζῴῳ τοῦ αἰσθη‐ τοῦ μέρος ᾖ, τῷ δὲ νῷ τῆς νοητῆς οὐσίας, τῇ δὲ ψυχῇ συνάπτῃ τὴν ἀμέριστον ἐν αὐτῷ ζωὴν πρὸς τὴν περὶ τὸ σῶμα μεριστήν. τριπλῆς δὲ οὔσης τοιαύτης ἐν ἑκάστῳ συστά‐
25σεως οὔτε πρὸς τοὺς νοῦς ὁ Πλάτων ἐνταῦθα παραδίδωσι λέγοντα τὸν δημιουργόν (ἀνεκφοίτητοι γάρ εἰσιν οἱ νόες τοῦ θείου νοῦ καὶ ἀγένητοι παντελῶς· ἡ γοῦν ψυχὴ πρώτη τῶν γενομένων ἐστί, μικρὸν δὲ ὕστερον ἐρεῖ [41 B] πρὸς αὐτοὺς τὸ ἐπείπερ ἐγένεσθε), οὔτε πρὸς τὰ ζῷα μόνα τὰ
30ἐξημμένα τῶν ψυχῶν (ἐκεῖνα γὰρ ἄλλων ἐστὶ καὶ οὐ πέ‐ φυκεν ἀμέσως τῆς μιᾶς δημιουργικῆς ἀπολαύειν νοήσεως),
οὔτε πρὸς τὰς ψυχὰς καθ’ ἑαυτάς (αὗται γὰρ ἀθάνατοι
in Ti
.

3

.

206

πάμπαν εἰσί, τούτους δέ, πρὸς οὓς ὁ λόγος, ἐρεῖ [41 B] μὴ εἶναι τὸ πάμπαν ἀθανάτους), ἀλλ’, εἰ χρὴ τὸ δοκοῦν εἰπεῖν, πρὸς τὸ σύνθετον ἔκ τε τῆς ψυχῆς καὶ τοῦ ζῴου, τοῦτο δέ ἐστι πρὸς τὸ ζῷον τὸ θεῖον καὶ ἔμψυχον· νοῦς μὲν γὰρ
5οὐ διὰ λόγου γιγνώσκει τὴν δημιουργικὴν βούλησιν, ἀλλὰ διὰ νοήσεως, οὐδὲ δι’ ἐπιστροφῆς, ἀλλὰ δι’ ἑνώσεως τῆς πρὸς τὸν ὅλον νοῦν, ἅτε νοῦς ὢν καὶ οἷον ὁμόχρους πρὸς αὐτὸν ὑπάρχων· ψυχὴ δέ, ἅτε λόγος οὖσα καὶ οὐκ αὐτονοῦς, οἰκείως τῇ ἑαυτῆς οὐσίᾳ λόγου δεῖται καὶ τῆς κατὰ λόγον
10πρὸς τὸ νοητὸν ἐπιστροφῆς. πρὸς ταύτας οὖν ὁ δημιουρ‐ γικὸς πρόεισι λόγος ὡς λογικὰς κατ’ οὐσίαν καὶ ἐν λόγοις οὐσιωμένας, διχῶς αὐταῖς ἐφαρμόζων καὶ ὡς μετεχομέναις ὑπὸ σωμάτων (θεοὶ γάρ εἰσιν οὗτοι θεῶν ἐκείνων) καὶ ὡς μετεχούσαις τῶν νόων (καὶ γὰρ ἐκείνων θεῶν ὄντων εἰσὶ
15θεοὶ μετέχουσαί τε τῶν νόων καὶ μεθεκταὶ οὖσαι τοῖς σώ‐ μασι). διὸ καὶ τὸ γενητὸν καὶ τὸ οὐκ ἀθάνατον καὶ πάντα αὐταῖς οἰκείως ἐφαρμόσει, καθ’ ὅσον ἔχουσι πρὸς τὰ ἐγκό‐ σμια σύνταξίν τινα καὶ συμπλοκὴν καὶ καθ’ ὅσον μετέχονται ὑπ’ αὐτῶν, καὶ τὸ μάθετε [41 B] καὶ τὸ γεννᾶτε [41 D],
20καὶ εἴ τι ἄλλο τοιοῦτόν ἐστι τῶν γεννωμένων θειότερον τοῖς νοεροῖς ἐμπρέπον. Ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἃ δι’ ἐμοῦ γενόμενα ἄλυτα ἐμοῦ γε ἐθέλοντος [41 A]. Ἔοικεν, ὡς συντόμως εἰπεῖν, εἰς τρία τὴν ὅλην δημι‐
25ουργίαν ἀναπέμπειν ἐνεργήματα τοῦ ἑνὸς δημιουργοῦ πρὸς τοὺς πολλούς, τὸ ἐκθεωτικόν, τὸ τῆς συνοχῆς παρεκτικόν, τὸ τῆς πρὸς τὸ αὐτοζῷον ὁμοιότητος χορηγόν· αὐτὴ μὲν γὰρ ἡ ἀνάκλησις θεοὺς ἀποφαίνει τοὺς ὑπ’ αὐτοῦ προελ‐ θόντας, οἱ δὲ περὶ τοῦ ἀλύτου καὶ λυτοῦ λόγοι τὸ μέτρον
30αὐτοῖς τῆς ἐν τούτοις μεσότητος ἀφορίζοντες τὴν σύμμετρον αὐτῶν τῇ τάξει διαμονήν τε καὶ συνοχὴν ἐπορέγουσιν, οἱ
δὲ περὶ τῆς δημιουργίας τῶν θνητῶν αὐτοῖς παρακελευό‐
in Ti
.

3

.

207

μενοι τελειωτικούς τε τοῦ παντὸς αὐτοὺς ἀπεργάζονται καὶ ὑποστάτας ζῴων δευτέρων κατὰ τὴν τοῦ παραδείγματος μί‐ μησιν. διὰ δὲ τῶν τριττῶν τούτων ἐνεργειῶν ἐπὶ πάντας τοὺς νοητοὺς θεοὺς ἀνάγει τοὺς ἑαυτοῦ παῖδας ὁ δημι‐
5ουργὸς καὶ ἐνιδρύει ταῖς νοηταῖς αὐτοὺς τριάσι, τῷ μὲν ἑνὶ ὄντι διὰ τῆς πρώτης (ἐκεῖνο γάρ ἐστι τὸ πρώτως ἐκθεού‐ μενον, ἐν ᾧ τὸ μὲν ἓν θεότης, τὸ δὲ ὂν τὸ πρώτως μετέχον ἐκείνης· τὸ μὲν οὖν αὐτοὲν μόνως θεὸς καὶ αὐτοθεός, οὐ‐ δενὸς ὂν οὐδὲ μεθεκτὸν ὑπάρχον, τὸ δὲ ἓν ὄν, ἐν ᾧ πρώτη
10μέθεξις, θεοῦ θεός· καὶ γὰρ τὸ ὂν θεὸς ὡς ἀκρότατον τῶν πάντων καὶ τὸ ἓν ὡς ἀπὸ τοῦ αὐτοενὸς προελθόν, ὃ δὴ πρώτως ἦν θεός), τῷ δὲ αἰῶνιον διὰ τῆς δευτέρας (ὁ γὰρ αἰὼν πᾶσι τοῖς ὁπωσοῦν τὴν ἄλυτον ἔχουσι διαμονὴν αἴτιος ταύτης ἐστὶ τῆς ἀλύτου διαμονῆς, ὥστε καὶ τὰ ἐγκόσμια
15πάντα δέδεται κατὰ τὴν δημιουργικὴν βούλησιν καὶ μετέχει τι τοῦ ἀλύτου διὰ τὴν ἐκείνου μετουσίαν, ἄλλων ὄντων τῶν πρώτων ἀλύτων καὶ ὄντως ἀθανάτων δι’ ἐκείνων ὄντων), τῷ δὲ παντελεῖ ζῴῳ διὰ τῆς τρίτης (τὸ γὰρ ζῳογονικὸν πρὸς ἐκεῖνο καὶ τοὺς ἐγκοσμίους ἐξομοιοῖ καὶ ἐντίθησιν αὐ‐
20τοῖς τὰ παραδείγματα τῶν ζῴων, ὧν γεννῶσι). καὶ οὗτος εἷς μὲν ἂν εἴη σκοπὸς τῆς δημιουργίας ἐπιστρεπτικὸς καὶ τελεσιουργὸς τοῦ προελθόντος πλήθους τῶν θεῶν. μετὰ δὲ τὸν ἕνα τριπλοῦς ὁ ἐνιδρύων αὐτοὺς τοῖς τρισὶ νοητοῖς δια‐ κόσμοις. δευτέρα οὖν νόησις αὕτη δημιουργικὴ μετὰ τὴν
25πρώτην καὶ ἐκθεωτικήν, μόνιμον κατάστασιν καὶ δύναμιν ἄτρεπτον καὶ αἰώνιον τρόπον τινὰ κατὰ τὴν μίμησιν οὐσίαν ἐπιλάμπουσα τοῖς ἐγκοσμίοις θεοῖς, δι’ ἣν καὶ πᾶς ὁ κόσμος καὶ πᾶσαι αἱ θεῖαι λήξεις ἀεὶ ὡσαύτως ἔχουσι, μετασχοῦσαι διὰ τοῦ πατρὸς τῆς ἀτρέπτου φύσεως καὶ τῆς ἀμεταβλήτου
30δυνάμεως· πάντα γὰρ τὰ ἐξ ἀκινήτου γιγνόμενα αἰτίας ἄλυτα καὶ ἀμετάβλητά ἐστι, τὰ δὲ ἐκ κινουμένης μεταβλητά. καὶ
οὖν καὶ ἐν τοῖς ἐγκοσμίοις ὅσα μὲν ἐκ μόνης προῆλθε τῆς
in Ti
.

3

.

208

δημιουργικῆς αἰτίας, ἀεὶ ὡσαύτως γιγνόμενα διαμένει καὶ πάσης ἐξῄρηται τῆς τρεπτῆς καὶ ἀλλοιωτῆς οὐσίας, ὅσα δὲ καὶ ἀπ’ ἐκείνης μὲν καὶ ἐξ ἄλλων δὲ κινουμένων ἀρχῶν, ἀμετάβλητα μέν ἐστι καθ’ ὅσον ἀπ’ ἐκείνης, μεταβλητὰ δὲ
5καθ’ ὅσον ἀπὸ τούτων· ἃ γὰρ μόνος ὁ δημιουργὸς ἀπο‐ γεννᾷ, ταῦτα ἄτρεπτα δημιουργεῖ καὶ ἄλυτα κατά τε τὴν αὐτῶν φύσιν καὶ κατὰ τὴν αὑτοῦ δύναμίν τε καὶ βούλησιν· ἐκείνοις τε γὰρ ἐνδίδωσι φρουρητικὴν αὐτῶν καὶ σωστικὴν δύναμιν καὶ αὐτὸς ἐξῃρημένως συνέχει τὴν οὐσίαν αὐτῶν·
10πάντα γὰρ σῴζεται διχῶς καὶ ἐκ τῆς ἐν αὐτῷ δυνάμεως καὶ ἐκ τῆς προνοητικῆς ἀγαθότητος καὶ δυναμένης ὄντως καὶ βουλομένης πάντα διατηρεῖν, ὅσοις ἀεὶ σῴζεσθαι θέμις. ἔστι μὲν οὖν, ὥσπερ εἴπομεν, καὶ παρὰ τὴν ἑαυτῶν φύσιν ἄλυτα τὰ θειότατα τῶν φανερῶν, ἔστι δὲ καὶ παρὰ τὴν δημι‐
15ουργικὴν δύναμιν τὴν διήκουσαν δι’ ὅλων καὶ συνέχουσαν αὐτὰ διαιωνίως· αὕτη γάρ ἐστιν ἡ φρουρὰ καὶ ὁ θεῖος θεσμὸς ὁ πάντων συνοχεύς. τούτων δὲ ἔτι κυριωτέρα καὶ μείζων αἰτία ἡ δημιουργικὴ βούλησις καὶ τῇ δυνάμει χρωμένη· τί γὰρ ἄλλο τῆς ἀγαθότητος ὑπέρτερον ἢ ποῖος δεσμὸς ταύτης
20τελειότερος, ἣ τὴν ἕνωσιν ἐπιλάμπει καὶ τὴν αἰώνιον οὐσίαν συνέχει καὶ πέρας ἐστὶ καὶ μέτρον ἁπάντων; εἰς ἣν καὶ νῦν ὁ δημιουργὸς ἀνήνεγκε τὴν τῆς ἀτρέπτου δυνάμεως αἰτίαν εἰπὼν ἐμοῦ γε ἐθέλοντος· ἐπέστησε γὰρ φρουρὸν τοῖς οἰκείοις ἔργοις τὴν ἑαυτοῦ βούλησιν, ἑνοποιὸν καὶ συνεκτι‐
25κὴν καὶ μετρητικὴν ὑπάρχουσαν τῶν ὅλων. ἀλλὰ τίς ὁ δημιουργὸς καὶ τίς ὁ πατήρ, εἴρηται μὲν καὶ πρότερον [I 299 ss], λεγέσθω δὲ συντόμως καὶ νῦν, ὅτι τέτταρά ἐστι ταῦτα, ὁ πατὴρ καὶ ὁ ποιητής, καὶ τέτταρες οὗτοι 〈οἱ〉 τὴν ἀναλογίαν ταύτην σῴζοντές εἰσιν ἐφεξῆς· πατὴρ μὲν ὁ πρῶ‐
30τος ἀπὸ τοῦ ἑνὸς προελθὼν Αἰθήρ. πατὴρ δὲ καὶ ποιητὴς
ὁ κατὰ παράδειγμα θεός,
in Ti
.

3

.

209

ὅν τε Φάνητα πρωτόγονον μάκαρες κάλεον. ποιητὴς δὲ καὶ πατὴρ ὁ Ζεύς, ὃς καὶ νῦν λέγεται δημι‐ ουργὸς ὑφ’ ἑαυτοῦ πατήρ τε ἔργων, φαῖεν ἂν οἱ Ὀρφι‐
5κοί. ποιητὴς δὲ μόνως ὁ τῆς μεριστῆς ἐστι δημιουργίας αἴ‐ τιος, ὡς ἂν οἱ αὐτοὶ φαῖεν. τῷ μὲν οὖν πατρὶ μόνως ὑπό‐ κειται τὰ νοητὰ πάντα, 〈τὰ νοερὰ πάντα〉, τὰ ὑπερκόσμια, τὰ ἐγκόσμια· τῷ δὲ πατρὶ καὶ ποιητῇ τὰ νοερὰ πάντα, τὰ ὑπερκόσμια, τὰ ἐγκόσμια· τῷ δὲ ποιητῇ καὶ πατρὶ νοερῷ
10ὄντι τὰ ὑπερκόσμια, τὰ ἐγκόσμια· τᾷ δὲ ποιητῇ μόνως τὰ ἐγκόσμια. καὶ ταῦτα πάντα ἡμᾶς ἡ Ὀρφέως ἐδίδαξεν ὑφή‐ γησις· καθ’ ἑκάστην γὰρ ἰδιότητα τῶν τεττάρων πλῆθος ὑποτέτακται θεῶν. τίνα δὲ τὰ ἔργα τοῦ δημιουργοῦ καὶ πατρός; ἦ δῆλον ὅτι τά τε σώματα πάντα καὶ ἡ τῶν ζῴων
15σύστασις καὶ ὁ τῶν ψυχῶν τῶν μεθεκτῶν ἀριθμός. ταῦτα οὖν πάντα ἄλυτά ἐστι διὰ τὸ θέλημα τοῦ πατρός· τοῦτο γὰρ καὶ αὐτοῖς ἐνδέδωκε δύναμιν τῆς ἀτρέπτου διαμονῆς, συν‐ εκτικὸν αὐτῶν καὶ φρουρητικὸν ὑπάρχον ἐξῃρημένως. οἱ δὲ νόες οἱ ταῖς ψυχαῖς ἄνωθεν ἐπιβεβηκότες οὐκ ἂν λέγοιντο
20ἔργα τοῦ πατρός· οὐδὲ γὰρ γένεσιν ἔσχον, ἀλλ’ ἀγενήτως ἐξεφάνησαν, οἷον ἐντὸς ἀδύτων τεχθέντες καὶ οὐ προελθόν‐ τες ἐξ αὐτῶν· ἐκείνων γὰρ οὐδὲ παραδείγματά ἐστιν, ἀλλὰ τῶν μέσων τε καὶ τῶν τελευταίων· ψυχὴ γὰρ πρώτη τῶν εἰκόνων, τὰ δὲ ὅλα, οἷον τὰ ζῷα καὶ ἔμψυχα καὶ ἔννοα καὶ
25γενητά, καὶ ἐκ τῶν νοητῶν ὑπέστη παραδειγμάτων, ὧν καὶ τὸ αὐτοζῷον ἦν περιληπτικόν. Τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν, τό γε μὴν κα‐ λῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ [41 A B].
30Τὸ λυτὸν καὶ τὸ ἄλυτον ὅπως ἐπὶ τῶν θεῶν λέγεται,
σκοπεῖν χρὴ καὶ τοὺς οἰκείους τρόπους τῆς λύσεως συνάπτειν
in Ti
.

3

.

210

τοῖς προσήκουσι δεσμοῖς· οὐ γὰρ ὡσαύτως δέδεται πᾶν οὐδὲ τὸ καθ’ ἕνα τρόπον δεθὲν κατ’ ἄλλον λύεται καὶ ἄλλον, ἀλλὰ τὸ μὲν πῂ δεδεμένον καὶ τὴν λύσιν ἔχει κατ’ ἐκεῖνο, τὸ δὲ πάντη δεδεμένον καὶ λύεται πάντη, καὶ τὸ μὲν ὑφ’
5ἑαυτοῦ δεδεμένον καὶ ὑφ’ ἑαυτοῦ λύεται, τὸ δὲ παρ’ ἑτέρου δεθὲν ἐπ’ ἐκεῖνο καὶ τὴν λύσιν ἀνηρτημένην ἔχει, καὶ τὸ μὲν ἐν χρόνῳ δεθὲν καὶ λύεται κατὰ χρόνον, τὸ δὲ ἀίδιον τὸν δεσμὸν λαχὸν ἀιδίως καὶ λελύσθαι ῥητέον· παντὶ γάρ, ἁπλῶς εἰπεῖν, δεσμῷ συνέζευκται καὶ λύσις εἰκότως· ἔστι
10γὰρ ὁ δεσμὸς οὔτε ἕνωσις ἀπλήθυντος (οὐδὲ γὰρ δεῖται δεσμοῦ τὸ ἕν), οὔτε πολλῶν μὲν καὶ διαφερόντων σύνοδος, μηκέτι σῳζόντων τὴν ἰδιότητα τὴν ἑαυτῶν· σύγχυσις γὰρ τὸ τοιοῦτον καὶ τὸ ἐξ αὐτῶν ἕν ἐστιν ἐκ συνεφθαρμένων, ἀλλ’ οὐ δεδεμένων γενόμενον· τὰ γὰρ δεδεμένα δεῖ μένοντα
15ἅπερ ἐστίν, ἀλλ’ οὐκ ἐφθαρμένα δεδέσθαι. μόνως ἄρα δεσμός ἐστιν, ὅταν καὶ πολλὰ ᾖ καὶ σῳζόμενα μίαν ἔχοντα συνεκτι‐ κὴν αὐτῶν καὶ συναγωγὸν δύναμιν εἴτε σωματικὴν εἴτε ἀσώ‐ ματον. εἰ δὲ τοῦτο, καὶ ἥνωται τὰ δεδεμένα διὰ τὸν δεσμὸν καὶ διακέκριται, διότι σῴζει τὴν οἰκείαν ἕκαστον φύσιν.
20πανταχοῦ μὲν οὖν, ὅπερ εἴπομεν, ὁ δεσμὸς ἔχει καὶ τὴν λύσιν αὑτῷ συμπεπλεγμένην, ἀλλὰ διαφέρουσιν οἵ τε δεσμοὶ καὶ αἱ λύσεις τῷ πῂ καὶ ἁπλῶς, τῷ παρ’ ἑαυτοῦ καὶ παρ’ ἄλλου, τῷ κατὰ χρόνον καὶ ἀιδίως· ἐν γὰρ τούτοις αὐτῶν αἱ διαφορότητες. μὴ τοίνυν θαυμάσωμεν, εἰ τὸ αὐτὸ λυ‐
25τόν ἐστι καὶ ἄλυτον, καὶ εἰ πὼς μὲν ἄλυτον, πὼς δὲ λυτόν· ὥστε καὶ τὰ ἔργα τοῦ πατρὸς εἰ ἄλυτα μέν ἐστιν οὕτως, ὡς κατὰ χρόνον τινὰ μὴ λυθησόμενα, λυτὰ δὲ ὡς ἔχοντα μετὰ τοῦ δεσμοῦ κατὰ τὰς ἐν αὐτῷ τῷ δήσαντι διωρισμένας τῶν δεθέντων αἰτίας καὶ τὴν διάκρισιν τῶν ἁπλῶν, οὐδὲν
30θαυμαστόν· ὡς γὰρ τὸ αὐθυπόστατον λέγεται διχῶς, τὸ μὲν ὡς μόνον πάντα ἑαυτῷ χορηγοῦν, τὸ δὲ ὡς καὶ παρ’ ἑαυτοῦ μὲν ὑφιστάμενον καὶ παρ’ ἄλλης δὲ τῆς πρὸ ἑαυτοῦ αἰτίας,
οὕτως καὶ τὸ ἄλυτον ῥηθήσεται διχῶς, τὸ μὲν ὡς ἁπλοῦν
in Ti
.

3

.

211

πάντη καὶ ὑφ’ ἑτέρου παντὸς ἄλυτον καὶ ὑφ’ ἑαυτοῦ ***, καθάπερ καὶ κινούμενόν ἐστι διχόθεν καὶ ὑφεστὼς ὁμοίως. τούτοις δὲ τοῖς δύο τρόποις ἀντίκεινται τοῦ λυτοῦ δύο τρόποι, τῷ μὲν πῂ παρ’ ἑτέρου τε παντὸς καὶ ὑφ’ ἑαυτοῦ ἀλύτῳ τὸ
5παρ’ ἑτέρου καὶ ἑαυτοῦ λυτόν, ὃ δὴ καθ’ ἑαυτὸ μέν ἐστι λυτὸν ὡς ἐκ διῃρημένων ὄν, τῷ δὲ ἐν ἄλλῳ τῷ πρὸ αὐτοῦ τὰς αἰ‐ τίας προεῖναι τῶν ἁπλῶν, ἐξ ὧν ὑφέστηκε, καὶ ὑπ’ ἐκείνου πῃ καὶ κατ’ αὐτὸ τοῦτο μόνον γίγνεται λυτόν. τῷ δὲ ἁπλῶς ὄντι διχόθεν ἀλύτῳ παρ’ ἑαυτοῦ καὶ παρ’ ἄλλου τὸ διχόθεν
10ἁπλῶς λυτὸν καὶ ἐν αὑτῷ τε τὴν τῆς λύσεως αἰτίαν ἔχον καὶ ἀπ’ ἄλλου ταύτην ὑποδεχόμενον. τέτταρα δ’ οὖν ταῦτά ἐστιν· ἄλυτον ἁπλῶς παρ’ ἑτέρου καὶ ἑαυτοῦ 〈καὶ λυτὸν ἁπλῶς παρ’ ἑτέρου καὶ ἑαυτοῦ〉 καὶ πάλιν ἄλυτόν πῃ διχῶς, λυτόν πῃ διχῶς. τούτων δὴ τῶν τεττάρων τὸ μὲν πρῶτον ὑπάρχει
15τοῖς νοητοῖς (ἐκεῖνα γὰρ ἄλυτά ἐστιν ὡς ἁπλᾶ πάντη καὶ οὐδεμίαν ἐνδεχόμενα σύνθεσιν ἢ λύσιν), τὸ δὲ τέταρτον τοῖς θνητοῖς, ἃ καὶ παρ’ ἑαυτῶν ἐστι λυτὰ καὶ παρ’ ἄλλων, ὡς καὶ ἐκ πολλῶν ὄντα καὶ οὕτως σύνθετα ὑπὸ τῶν αἰτίων. ὡς καὶ λυθησόμενα, τὰ δὲ μέσα τοῖς ἐγκοσμίοις θεοῖς· συντρέ‐
20χει γὰρ τόδε τὸ δεύτερον καὶ τρίτον ἐπὶ τούτων· καὶ γὰρ ἄλυτά πῄ ἐστι τὰ ἔργα τοῦ πατρός, 〈ὡσ〉 καὶ παρ’ ἑαυτῶν τε σῳζόμενα καὶ διὰ τὴν ἐκείνου βούλησιν, καὶ αὖ πάλιν πῃ λυτά, διότι δέδεται μὲν ὑπ’ ἐκείνου, τὸν δὲ λόγον ἔχει τῶν ἁπλῶν ἐκεῖνος, ἐξ ὧν ἡ σύνθεσις τούτοις γεγένηται. πᾶν
25οὖν τὸ δεθὲν λυτόν, καὶ τὰ ἔργα 〈ἄρα〉 τοῦ πατρός· δέδεται γὰρ τὰ μὲν σώματα διὰ τῆς ἀναλογίας (δεσμὸς γὰρ αὐτῶν αὕτη κάλλιστος), τὰ δὲ ζῷα τοῖς ἐμψύχοις δεσμοῖς, ὥσπερ εἴρηται πρότερον [31 C 38 E]· αἱ δὲ ψυχαὶ μεριστόν τι
ἔχουσαι καὶ αὐταὶ δέδενται ταῖς μεσότησι· δεσμοὺς γὰρ κἀ‐
in Ti
.

3

.

212

κείνας ἐκάλεσε καὶ τοὺς λόγους πάντας, ἐξ ὧν ἐστιν ἡ ψυχή· μόνα γὰρ τὰ ἀμέριστα δεσμῶν ἐστιν ἀπροσδεῆ· δεδεμένα δὲ ἐκ διακεκριμένων ἐστίν, οὐ κατὰ χρόνον διακεκριμένων τού‐ των, ἀλλὰ κατὰ τὴν ἐν τῷ δημιουργῷ περιοχὴν τῆς τῶν
5ἁπλῶν αἰτίας. οὕτως οὖν ἔχει καὶ τὸ λυτὸν ὡς παρ’ ἄλλου, μᾶλλον δὲ ὡς ἐν ἄλλῳ, πῂ οὖν, ἁπλῶς δὲ οὐδαμῶς. φέρε γάρ, εἰ παρ’ ἑαυτῶν μὲν λυτά ἐστι, κατὰ δὲ τὴν βούλησιν ἄλυτα τοῦ πατρός, ὥσπερ εἰώθασι λέγειν Σευῆρος Ἀττι‐ κὸς Πλούταρχος, πρὸς οὓς καὶ οἱ ἀπὸ τοῦ Περιπά‐
10του πολλὰ διὰ πολλῶν ἀντειρήκασι, πόθεν ἔχει τοῦτο τὸ παρ’ ἑαυτῶν λυτόν; εἰ μὲν γὰρ κατὰ φύσιν αὐτοῖς ἡ λύσις, τίς ὁ τὴν φύσιν δεδωκώς; οὐ γὰρ ἄλλος ἦν ἢ ὁ δημι‐ ουργός· εἰ δὲ ἐκεῖνος ὁ τῆς φύσεως αὐτοῖς χορηγός, ἐκεῖνος καὶ ὁ τῆς λύσεως αἴτιος. εἰ δὲ παρὰ φύσιν τὸ λυτόν, κατὰ
15φύσιν δήπου τὸ ἐναντίον, τὸ ἄλυτον. εἰ δὲ κατὰ φύσιν, παρ’ ἑαυτῶν ἔχοιεν ἂν τοῦτό που τὸ ἄλυτον, καὶ αὐτὸ τὸ εἶναι αὐτῶν ἔσται τοιοῦτον, ἄδεκτον πάντη τῆς λύσεως· πανταχοῦ γὰρ τὸ κατὰ φύσιν τοιοῦτον. οἷον εἰ τῇ ψυχῇ τὸ ἑαυτὴν κινεῖν κατὰ φύσιν, εἰ τῷ πυρὶ τὸ κοῦφον, εἰ ἑκά‐
20στῳ τῶν πάντων ὁτιοῦν, ἀνάγκη κατ’ οὐσίαν ὑπάρχειν τοῦτο πᾶσιν, ὥστε παρ’ ἑαυτῶν ἕξει τοῦτο· λέγω δὲ παρ’ ἑαυτῶν, ὅτι ἀπὸ τῆς οἰκείας συστάσεως, ἣν κατ’ οὐσίαν ἔλαχεν· οὐ γὰρ ὡς αὐθυπόστατον. γελοῖον οὖν τὸ λέγειν λυτὰ ὄντα καθ’ αὑτὰ ἄλυτα μόνως εἶναι διὰ τὴν τοῦ πατρὸς βούλησιν,
25ὃ δὴ λέγουσιν ἐκεῖνοι, σῴζειν ἐθέλοντες τὸ λέγον ἀξίωμα πᾶν γενητὸν ἔχειν φθορὰν καὶ τὸν κόσμον γενητὸν ποι‐ οῦντες, ἵνα μὴ δοκῇ τῇ προτεραίᾳ τοῦ Σωκράτους [rep. VIII 546 A] ἀκούσας ὁ Τίμαιος τοῦτο λέγοντος ἀντιφάσκειν τὸ γενητὸν ἄφθαρτον τιθείς. ὥστ’ εἰ καθ’ αὑτὸ ἄλυτον τὸ
30τῶν ἐγκοσμίων θεῶν γένος, καὶ καθ’ αὑτὸ ἀγένητόν ἐστι καὶ οὐ δι’ ἓν μόνον τὴν βούλησιν τοῦ θεοῦ· πῶς γὰρ καὶ
τῷ Πλάτωνι συνᾳσόμεθα διττὸν ποιοῦντι, τὸν μὲν κατὰ
in Ti
.

3

.

213

φύσιν, τὸν δὲ κατὰ τὴν δημιουργικὴν βούλησιν; πῶς δὲ οὐχὶ καὶ εἰς αὐτὸν ἀσεβήσομεν τὸν δημιουργὸν ταῦτα λέ‐ γοντες; εἰ μὲν γὰρ βουλόμενος ἄλυτα ποιῆσαι τὰ ἑαυτοῦ δημιουργήματα δύναμιν οὐκ ἔχει ποιητικήν, ἄτοπον τὸ διε‐
5ζεῦχθαι τὴν βούλησιν ἐκεῖ τῆς δυνάμεως, ὃ μηδὲ ἐπὶ τῶν σπουδαίων ἔχει τινὰ λόγον. εἰ δὲ βούλεται καὶ δύναται ποιεῖν ἄλυτα ταῦτα, καὶ ποιεῖ ἄλυτα δυνάμενος· ὥστε καὶ κατὰ φύσιν ἐστὶν ἐν τούτοις τὸ ἄλυτον· γέγονε γὰρ ἄλυτον αὐτῶν ἕκαστον, ἀλλ’ οὐχὶ γεγονὸς λυτὸν εἰσαῦθις ἄλυτον
10γέγονε· παρ’ ἑαυτῶν γὰρ ἄλυτα τὰ ἔργα τοῦ πατρὸς διὰ τὴν ἐκείνου δύναμιν γεγονότα καὶ κατὰ βούλησιν τὴν δημι‐ ουργικὴν ἄλυτά ἐστιν. ἐπεὶ δὲ σύνθετά ἐστι καὶ δεσμῷ τὸ ἄλυτον ἔχοντα, δῆλον ὅτι καὶ λύσις πῂ αὐτῶν ἐστι, καθ’ ὅσον ἐξ ἁπλῶν συνέστηκεν, ὧν ἔχει διωρισμένας αἰτίας καὶ
15ὁ πατήρ· ἅμα ἄρα καὶ ἄλυτά ἐστι καὶ λυτὰ καὶ οὐχ οὕτως ἄλυτα, ὡς τὸ νοητόν· ἐκεῖνο γὰρ ἄλυτον δι’ ἁπλότητος ὑπεροχήν, τὸ δὲ ἐν τούτοις ἄλυτον ἅμα καὶ λυτόν ἐστιν, ὡς ἐξ ἁπλῶν σύνθετον καὶ ὡς δεδεμένον ἀιδίως· τῶν γὰρ δεδε‐ μένων ἁπάντων λυτῶν ὄντων τὰ μὲν ἀίδια κατὰ τὸν πάντα
20χρόνον κάλλους μετασχόντα ἀπὸ τοῦ νοητοῦ καὶ ἑνώσεως θείας καὶ ἁρμονίας δημιουργικῆς ἄλυτά ἐστι, τὰ δὲ θνητὰ μόνως ἐστὶ λυτά, διότι σύνεστι τῷ αἰσχρῷ καὶ τῷ ἀναρμόστῳ τῆς ὕλης, καὶ τὰ μὲν ἥρμοσται καλῶς κατὰ τὴν ἀπὸ τοῦ ἁρμό‐ σαντος ἐνδοθεῖσαν αὐτοῖς ἕνωσιν, τὰ δὲ οὐκέθ’ οὕτως διὰ
25τὸ πλῆθος τῶν αἰτίων οὐκέτι τὴν ὁμοίαν ἕνωσιν ἐνδιδόν‐ των· πολυμιγῆ γὰρ ὄντα τὴν ἕνωσιν ἔχει διαπεφορημένην, ὥστ’ εἰκότως καὶ τὴν ἁρμονίαν ἔλαχε κεχαλασμένην· ὥστε πᾶν μὲν τὸ δεδεμένον λυτόν, ἀλλὰ τὸ μὲν οὕτω, λυτὸν καὶ ἄλυτον, τὸ δὲ λυτὸν μόνον, ὥσπερ καὶ τὸ νοητὸν ἄλυτον
30μόνον. Διὰ τί οὖν τὸ πρώτως δεδεμένον ἅμα λυτὸν καὶ ἄλυτον; διότι καλῶς ἥρμοσται καὶ ἔχει τὸ εὖ· κέκτηται γὰρ
ἀπὸ μὲν τοῦ εὖ τὴν ἕνωσιν (ἑνοποιὸς γὰρ ἡ ἀγαθότης),
in Ti
.

3

.

214

ἀπὸ δὲ τοῦ νοητοῦ τὸ καλῶς (ἐκεῖθεν γὰρ ἐφήκει τὸ κάλλος), ἀπὸ δὲ τῆς δημιουργίας τὴν ἁρμονίαν (αὕτη γὰρ ἡ τῶν Μουσῶν αἰτία καὶ τοῦ ἡρμόσθαι τοῖς ἐγκοσμίοις χορηγὸς δύναμις), ἵνα πάλιν ἔχωμεν τὰς τρεῖς αἰτίας, τὴν τελικὴν
5διὰ τοῦ εὖ, τὴν παραδειγματικὴν διὰ τοῦ καλῶς, τὴν δημι‐ ουργικὴν διὰ τοῦ ἁρμοσθέν. τὴν δὲ τοιαύτην σύστασιν, τὴν ἁρμοσθεῖσαν μὲν ὑπὸ τῆς μιᾶς δημιουργίας, κάλλους δὲ θείου πληρωθεῖσαν, ἑνώσεως δὲ ἀγαθοειδοῦς τυχοῦσαν, ἄλυτον ὑπάρχειν ἀναγκαῖον· τὸ γὰρ λύειν ἐθέλειν αὐτὴν
10κακοῦ φησιν αὐτός. ἀλλὰ μὴν καὶ ἀνωτέρω προείρηκεν [32 C], ὅτι τὸ πᾶν ἄλυτόν ἐστι πλὴν ὑπὸ τοῦ συνδή‐ σαντος. εἰ δὲ παντὶ μὲν ἄλλῳ λύειν τὸ πᾶν ἀδύνατον, μόνος δὲ ὁ πατὴρ δύναται λύειν, ἀδύνατον δὲ καὶ τοῦτον λύειν (κακοῦ γὰρ τὸ λύειν), ἀδύνατον λυθῆναι τὸ πᾶν· ἤτοι
15γὰρ αὐτὸς λύσει ἢ ἄλλος· ἀλλ’ εἰ μὲν ἄλλος, τίς δύναται βιάζεσθαι τὸν δημιουργόν; ἀδύνατον γὰρ λύσιν γενέσθαι μὴ ὑπὸ τοῦ δήσαντος· εἰ δὲ αὐτός, πῶς ἀγαθὸς ὢν λύσει τὸ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ; τὸ γὰρ τούτων ἀνατρεπτι‐ κὸν κακοποιόν ἐστιν, ὥσπερ τὸ τῶν κακῶν ἀναιρετικὸν ἀγαθ‐
20ουργὸν ἔλαχε φύσιν. ἴση ἄρα ἀνάγκη τόν τε δημιουργόν, εἰ θέμις εἰπεῖν, κακυνθῆναι καὶ τόνδε τὸν κόσμον λυθῆναι. τοιαύτην οὖν ὁ Πλάτων ἀνάγκην ἐπέθηκε τῇ ἀφθαρσίᾳ τοῦ παντός. ὅτι μὲν οὖν καὶ τὸ ἄλυτον αὐτῶν τῇ συστάσει δίδωσι, δηλοῖ σαφῶς ἡνίκα λέγει τὰ θνητὰ συνδεῖν αὐτοὺς
25οὐ τοῖς ἀλύτοις, οἷς αὐτοὶ συνείχοντο, δεσμοῖς· εἰ γὰρ οἱ συνεκτικοὶ αὐτῶν δεσμοὶ ἄλυτοί εἰσιν, ἄλυτοι δήπου κατ’ οὐσίαν ὑπάρχουσιν αὐτοί· ἀλλὰ μὴν καὶ ἐν τούτοις εἶπε πάμπαν αὐτοὺς ἀλύτους μὴ εἶναι. δῆλον ἄρα ἐξ ἀμφοτέρων, ὅτι καὶ λυτοί εἰσιν ἅμα καὶ οὐ πάμπαν ἄλυτοι κατὰ τὴν οἰ‐
30κείαν σύνδεσιν. εἰ δὲ ταῦτα ἀληθῆ, πᾶσα ἀνάγκη τὴν λύσιν ἄλλην εἶναι καὶ οὐ τοιαύτην, οἵαν τὴν φθορὰν λέγομεν· τὸ γὰρ οὕτω λυτόν, ὡς τὸ φθαρτόν, οὐχὶ ἄλυτον ὂν οὐ πάμπαν ἐστὶν ἄλυτον, ἀλλὰ πάμπαν λυτόν. οὐκ ἄρα δεῖ λέγειν, ὅτι φθαρτὰ μέν ἐστι καθ’ αὑτά, διὰ δὲ τὴν βούλησιν τοῦ πατρὸς
35ἄφθαρτα μένει, ἀλλὰ καὶ κατὰ τὴν αὑτῶν φύσιν ἄφθαρτά ἐστι.
in Ti
.

3

.

215

Δι’ ἃ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὔκ ἐστε οὐδ’ ἄλυτοι τὸ πάμπαν, οὔ τι μὲν δὴ λυθή‐ σεσθέ γε οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λα‐
5χόντες ἐκείνων, οἷς ὅτε ἐγίγνεσθε συνεδεῖσθε [41 B]. Ἐπειδὴ τοὺς ἐγκοσμίους θεούς, πρὸς οὓς ὁ λόγος, ὡς εἴρηται, τοὺς ἔκ τε τῶν ψυχῶν τῶν θείων καὶ τῶν ζῴων τῶν ἐξηρτημένων ἀπὸ τῶν ψυχῶν (ταὐτὸν γὰρ οὕτως εἰ‐ πεῖν καὶ ψυχὰς μεθεκτάς), ἐπειδὴ δ’ οὖν τούτους ἅπαντας
10ἀλύτους ἅμα καὶ λυτοὺς προσηγόρευσε, διότι καὶ τὸ ἄλυτον αὐτῶν οὐκ ἔστι νοητὸν καὶ τὸ λυτὸν οὐκ ἔστι θνητόν, ἀλλὰ τοῦτο μὲν διὰ τὴν ἐξ ἁπλῶν πάροδον, ὧν τὰ αἴτια διῃρη‐ μένα περιείληφεν ὁ δημιουργός, ἐκεῖνο δὲ διὰ τὴν ἄτρεπτον τοῦ δεσμοῦ συνοχήν, ἣν ὁ πατὴρ ἐνέθηκεν αὐτοῖς, βούλεται
15λοιπὸν ἃ χωρὶς καὶ διῃρημένως εἶπε περὶ αὐτῶν, ταῦτα εἰς μίαν ἀλήθειαν ἐν ταὐτῷ συναγαγεῖν. καὶ δὴ καὶ ἐργάζεται τοῦτο διὰ τῶνδε τῶν ῥημάτων· ἀφαιρεῖ γὰρ αὐτῶν ἅμα τὸ ἀθάνατον καὶ ἄλυτον καὶ τίθησι πάλιν διὰ τῆς τῶν ἀντι‐ κειμένων ἀναιρέσεως· τὰ γὰρ μέσα τοιαύτην ἔλαχε φύσιν,
20οὐκ ἐπιδεχομένην τὸν τῶν ἄκρων λόγον καὶ πάλιν ἀμφότερα δοκοῦσαν περιέχειν, ὥσπερ εἴ τις καὶ τὴν ψυχὴν ἀμέριστόν τε ἅμα καλοίη καὶ μεριστὴν ὡς ἐξ ἀμφοῖν οὖσαν, καὶ οὔτε ἀμέριστον οὔτε μεριστὴν ὡς τῶν ἄκρων ἐξηλλαγμένην· ὅρα γὰρ ὅπως καὶ ἐπὶ τῶν ἐγκοσμίων θεῶν ἡ τοιαύτη θεωρεῖται
25μεσότης. τὸ ἀθάνατον λέγεται κυριώτατα καὶ πρώτως τὸ ἑαυτῷ χορηγὸν τῆς ἀθανασίας, ἐπεὶ καὶ ὂν πρώτως ἐστὶ τὸ παρ’ ἑαυτοῦ ὂν καὶ νοῦς ὁ παρ’ ἑαυτοῦ νοῦς καὶ ἓν τὸ παρ’ ἑαυτοῦ ἕν· πανταχοῦ γὰρ τὸ πρώτως ὁτιοῦν κεκτημένον παρ’ ἑαυτοῦ τοιοῦτόν ἐστιν· ἐπεἰ γὰρ μὴ παρ’ ἑαυτοῦ, ἀλλὰ
30παρ’ ἄλλου, ἐκεῖνο ἔσται πρώτως ἢ ἓν ἢ νοῦς ἢ ζῶν ἢ ἄλλο τι, καὶ ἤτοι τοῦτο πρώτως ἢ εἰ μηδὲν πρώτως ἐπ’
ἄπειρον ἡ ἄνοδος. οὕτως ἄρα καὶ ἀθάνατον ὄντως ἐστὶ τὸ
in Ti
.

3

.

216

παρ’ ἑαυτοῦ ἀθάνατον καὶ ὃ ἑαυτῷ τῆς ἀθανασίας ἐστὶ παρεκτικόν, τὸ δὲ μήτε καθ’ ὅλον αὑτὸ ζωὴ ὑπάρχον μήτε αὐθυπόστατον ὂν μηδὲ παρ’ ἑαυτοῦ τὴν ἀθανασίαν ἔχον οὐκ ἔστι πρώτως ἀθάνατον. ὥσπερ οὖν τὸ δευτέρως ὂν οὐκ
5ὄν ἐστιν, οὕτω καὶ τὸ δευτέρως ἀθάνατον οὐκ ἀθάνατόν ἐστιν, οὐ μὴν οὐδὲ θνητόν· τοῦτο γάρ ἐστι τὸ τοῦ 〈ἀ〉θανά‐ του παντελῶς ἀποστὰν καὶ μηδὲ συμφυᾶ ζωὴν ἔχον μηδὲ ἄπειρον δύναμιν· τρία γὰρ ταῦτά ἐστιν ἑξῆς· τὸ παρ’ ἑαυ‐ τοῦ ἄπειρον ζωὴν ἔχον, τὸ παρ’ ἄλλου ζωὴν ἄπειρον ὑπο‐
10δεξάμενον, τὸ μήτε παρ’ ἑαυτοῦ μήτε παρ’ ἄλλου τὴν ἀπει‐ ρίαν τῆς ζωῆς ἐπιδεικνύμενον. καὶ τὸ μὲν πρῶτον ἀθάνατόν ἐστι, τὸ δὲ δεύτερον οὐκ ἀθάνατον, τὸ δὲ τρίτον θνητόν. τὸ δὲ μέσον ἐφήρμοσε τοῖς ἐγκοσμίοις θεοῖς· οὔτε γὰρ παρ’ ἑαυτῶν ἔχουσι τὸ ἀθάνατον, καθ’ ὅσον ἀπὸ τοῦ ὡς ἀληθῶς
15ἀθανάτου καὶ πρώτως εἰσὶ καὶ καθ’ ὅσον ἐξήρτηται σώματα αὐτῶν, οὔτε πεπερασμένην ἔχουσι ζωήν, ἀλλὰ πληροῦνται μὲν ἀπὸ τῶν ἀιδίων θεῶν, παράγουσι δὲ τὰ θνητά· συνεχὴς γάρ ἐστιν ἡ δευτέρα δημιουργία πρὸς τὴν πρώτην καὶ περὶ ἐκείνην πρόεισι καὶ ἀπ’ ἐκείνης κατευθύνεται καὶ πρὸς ἐκεί‐
20νην ἀναπέμπει καὶ τὴν γένεσιν τῶν θνητῶν γενῶν. πά‐ λιν τὸ ἄλυτον κυριώτατα μὲν καὶ πρώτως ἐστὶ τοιοῦτον τὸ ἁπλοῦν καὶ πᾶσαν σύνθεσιν ἐκπεφευγός· ὅπου γὰρ μή ἐστι σύνθεσις, ποία τῆς λύσεως ἔμφασις; δευτέρως δὲ ἄλυτον τὸ συνδέσμῳ ἄλυτον, ὃ καὶ λυτόν ἐστιν ἅμα διὰ τὸ προελθεῖν
25ἐξ αἰτίων διῃρημένων· οὐ γὰρ ἁπλῶς λυτόν, ἀλλὰ τῇ αἰτίᾳ λυτόν· τὸ γὰρ πρὸ χρόνου παντὸς δεδεμένον κατ’ αἰτίαν δέ‐ δεται μόνον, τὸ δὲ κατ’ αἰτίαν μόνον δεδεμένον κατ’ αἰτίαν λύεται μόνον ἕκαστον· ἕκαστον γὰρ ᾗ δέδεται καὶ ὑφ’ οὗ καὶ ὅπως, ταύτῃ καὶ ὑπὸ τούτου καὶ οὕτως λύεσθαι πέφυκε. τρί‐
30τον δέ ἐστιν ἀπὸ κυρίως ἀλύτου τὸ ποτὲ ἄλυτον, διότι τὸ μὲν
κυρίως ἄλυτον μετὰ ἁπλότητος ἄλυτον, τὸ δὲ δευτέρως μετὰ
in Ti
.

3

.

217

συνθέσεως· τὸ δὲ τρίτον ἀμφοτέρων ἀποπεπτωκὸς τῇ ἑαυτοῦ φύσει τὸ 〈ἄ〉λυτόν ἐστιν. οὔτε δὴ ἄλυτοι πάμπαν οἱ ἐγκόσμιοι θεοί (τὸ γὰρ πάμπαν ἄλυτον προσήκει τοῖς ἁπλου‐ στάτοις), οὔτε λυτοὶ κατὰ χρόνον (τοῦτο γὰρ τὸ οὐ λυθή‐
5σεσθε διὰ τοῦ ῥήματος τὴν κατὰ χρόνον λύσιν ἐνδεικνύ‐ μενον· ἡ γὰρ σύνθεσις αὐτῶν ἀπὸ τῆς ἑνώσεως γέγονε τῆς δημιουργικῆς). ὡς οὖν ἐν τῇ αἰτίᾳ τῶν ἁπλῶν ἡ ἕνωσις προηγεῖται, τὸν αὐτὸν τρόπον καὶ ἐνταῦθα τῆς λύσεως ὁ δεσμός· κρείττων γάρ ἐστι καὶ θειοτέρας ἴνδαλμα δυνάμεως
10ἔν τε ψυχαῖς ὁρώμενος (δεσμοὶ γὰρ ἦσαν καὶ ἐν ἐκείναις αἱ μεσότητες, ὡς ἐν τῇ ψυχογονίᾳ προείρηται [36 A]) καὶ ἐν τοῖς σώμασιν (ἡ γὰρ ἀναλογία δεσμός [31 C]) καὶ ἐν τοῖς ζῴοις (δεσμοῖς γὰρ ἐμψύχοις δεθέντα ζῷα ἐγεν‐ νήθη [38 E]). καὶ τὸ ἀθάνατον οὖν καὶ τὸ ἄλυτον πάμ‐
15παν μὲν οὐχ ὑπάρχει τοῖς ἐγκοσμίοις θεοῖς, ὑπάρχει δὲ ὅμως, καὶ οὐ διὰ τὸ μὴ πάμπαν ὑπάρχειν μηδ’ οὕτως, ὡς τοῖς νοητοῖς, ἀναιρετέον ἀπ’ αὐτῶν τὴν ἀθανασίαν. ἐπεὶ καὶ τὸν Ἔρωτα ἐν Συμποσίῳ [202 DE] προσειπεῖν ἀθά‐ νατον οὐκ ἠξίωσεν, οὐ μὴν οὐδὲ θνητόν, ἀλλά τι μεταξὺ
20τούτων ἀμφοτέρων· πολὺ γὰρ τὸ πλάτος τοῦ θνητοῦ καὶ ἀθανάτου καὶ πολλαὶ ταῦτα συνδέουσι μεσότητες. καὶ ἔοικε τὸ ἀθάνατον τὸ μὲν εἶναι πασῶν κοινὸν τῶν τοῦ μὴ θνη‐ τοῦ διαφορῶν, ὅ ἐστι τὸ μὴ στερισκόμενον ἧς ἔχει ζωῆς, καθὸ καὶ ἐρεῖ [41 C D] τὸν δημιουργὸν τῶν ἀθανάτων
25αἴτιον, τῶν δὲ θνητῶν τοὺς νέους θεούς· τὸ δὲ ἴδιον τῶν νοητῶν, ὅ ἐστι τὸ ἀθάνατον ἀεὶ ὂν τοιοῦτον· τὸ δὲ τῶν ἐγκοσμίων, ὅ ἐστιν ἀεὶ γιγνόμενον ἀθάνατον, ἐν τῷ γίγνε‐ σθαι ἀεὶ τὴν ὑπόστασιν ἔχον. ὅθεν καὶ ἀμέσως εἴποις 〈ἂν〉 ἀντιδιῃρῆσθαι τὸ ἀθάνατον καὶ θνητόν, εἰ λάβοις τὸ κοινὸν
30τοῦ ἀθανάτου σημαινόμενον, καὶ οὐκ ἀμέσως, εἰ τὸ πρώτως ἀθάνατον, ὃ δή ἐστι τὸ ἀεὶ ὂν ἀθάνατον· τούτου γὰρ καὶ τοῦ θνητοῦ μέσον τὸ ἀεὶ γιγνόμενον ἀθάνατον, κυρίως δὲ
ἀθάνατον τὸ ἐν αἰῶνι πᾶσαν ἔχον τὴν ζωήν· τὸ δὲ ἀνὰ
in Ti
.

3

.

218

πάντα τὸν χρόνον ἀνελιττομένην καὶ μὴ μίαν καὶ ἄτομον τὴν αὐτὴν ἀεί, τοῦτο γιγνόμενόν ἐστιν, ἀλλ’ οὐκ ὂν ἀθά‐ νατον. τούτου δὲ πάλιν τὸ γιγνομένην ἔχον τὴν ζωήν, μὴ μεθισταμένην δὲ ἀπὸ τῆς ἑτέρας ἐπὶ τὴν ἑτέραν, μηδὲ
5ἀνιὸν καὶ κατιόν, μόνον ἀθάνατον, ὡς οὐκ ἀπολειπομένην ἔχον ζωήν· τὸ δὲ ἀνιὸν καὶ κατιὸν ἐν τῷ νοεῖν ἐγγυτέρω τῶν θνητῶν, 〈ὡσ〉 ἀπολεῖπον μὲν τὴν κρείσσονα νόησιν, μεθιστάμενον δὲ εἰς τὴν ὑφειμένην καὶ αὖθις ἀνατρέχον ἄνευ λήθης. καὶ ἔστι τὸ μὲν τῶν ἐγκοσμίων θεῶν ἴδιον,
10τὸ δὲ τῶν δαιμόνων τῶν τούτοις ἑπομένων. εἰ δὲ τὸ λοι‐ πὸν καὶ λήθης ἀναπίμπλαται κατιόν, ἐγγυτάτω τῶν θνη‐ τῶν ἐστιν, ἀπολλύον πάντη τὴν ὡς ἀληθῶς ἐν αὑτῷ ζωὴν καὶ μόνην ἔχον τὴν οὐσιώδη. τοιοῦτον δὲ τὸ τῶν μερικῶν ψυχῶν ἀθάνατον· διὸ καὶ αὐτὸς ἀθανάτοις ὁμώνυμον
15ἀποκαλέσει [41 C] τὸ ἐν ταύταις ἀθάνατον. εἰ δέ τι μετὰ ταύτας καὶ τὴν οὐσιώδη ζωὴν ἀποβάλλοι, τοῦτο θνητὸν μόνως ἐστίν. ὥστε τὸ μὲν πρώτως ἀθάνατον καὶ τὸ θνη‐ τὸν ἄκρα, τὸ δὲ τῶν ἐγκοσμίων θεῶν καὶ τὸ τῶν μερικῶν ψυχῶν ὕπακρα, μέσον δὲ ὄντως τούτων τὸ τῶν δαιμόνων,
20διὸ καὶ μέσοι τῷ ὄντι πάντων οἱ δαίμονες. ταῦτα μὲν οὖν περὶ τῆς ὅλης προθέσεως τῶνδε τῶν λόγων. Φέρε δὲ καὶ τὰ καθ’ ἕκαστον, εἰ δοκεῖ, συντόμως ἐπι‐ δράμωμεν. ἡ μὲν δὴ ‘γένεσισ‘ ὅπως ἐφαρμόζει τοῖς ἐγκο‐ σμίοις θεοῖς, εἴρηταί μοι πολλάκις καὶ ὅτι τὴν σύνθεσιν δηλοῖ
25καὶ τὴν μετὰ χρόνου ζωὴν καὶ τὴν ἀπ’ ἄλλης αἰτίας πάροδον καὶ τὴν τῷ χρόνῳ παντὶ συμπαρεκτεινομένην, ἀλλ’ οὐκ ἀεὶ οὖσαν. τὸ δὲ ἀθάνατοι μὲν οὔκ ἐστε οὐδὲ ἄλυτοι δηλοῖ, ὅτι γίγνεσθε ἀθάνατοι καὶ ἄλυτοι· τὸ γὰρ ‘εἶναι‘ τού‐ των ἑκάτερον μόνοις τοῖς αἰωνίοις πάρεστι, τὸ δὲ ‘γίγνεσθαι‘
30πρέπει τοῖς γενητοῖς, ὧν τὸ ζῆν εἰς τὸν ὅλον χρόνον παρα‐ τείνει. τὸ δὲ ‘μὴ πάμπαν ἀθάνατον μηδὲ πάμπαν ἄλυτον‘ εἴδη πολλὰ τῆς ἀθανασίας παραδίδωσιν· αὐτὸς γοῦν μικρὸν
προελθὼν ἀθανάτους ἀποκαλέσει [41 C] τὰς θείας ψυχάς,
in Ti
.

3

.

219

ὁμωνύμως δὲ ἀθανάτους τὰς μερικάς. τὸ δὲ οὐ λυθή‐ σεσθε οὐδὲ τεύξεσθε θανάτου μοίρας ἀφαιρεῖ πᾶσαν τὴν θνητοειδῆ φύσιν ἀπὸ τῶν θεῶν καὶ τὴν ἀεὶ τρεπομένην καὶ μεταβαλλομένην ζωήν· τὸ γὰρ θνητὸν ζωῆς ἐστι κατά‐
5ληξις ἤδη τῷ μὴ ὄντι συμμεμιγμένης. αὐτὴ δὲ ‘ἡ τοῦ θανάτου μοῖρα‘ πολλὰς πάλιν ἡμῖν ὑποφαίνει θανάτων δια‐ φοράς· ἄλλος γὰρ ὁ θάνατος τῶν κατὰ σχέσιν λεγομένων δαιμόνων, ἄλλος ὁ τῶν μερικῶν ψυχῶν, ἄλλος ὁ τῶν ζῴων, ἄλλος ὁ τῶν ἐψυχωμένων σωμάτων, ὃ μὲν μιμούμενος οἷον
10χιτῶνος ἀπόθεσιν, ὃ δὲ μετὰ συμπαθείας τῆς πρὸς τὸ γενη‐ τὸν πτῶσις ὢν εἰς αὐτὸ τῆς ψυχῆς, ὃ δὲ διάλυσις ὢν σώματος καὶ ψυχῆς ἀπ’ ἀλλήλων, ὃ δὲ στέρησις τῆς ἐν ὑποκειμένῳ οὔσης τῷ σώματι ζωῆς. τούτων δὴ πάλιν ἐξῄρην‐ ται παντελῶς οἵ τε ἐγκόσμιοι θεοὶ καὶ οἱ δαίμονεσ οἱ κατ’
15οὐσίαν δαίμονες, οἱ συνεπόμενοι τοῖς θεοῖς· οὐδὲ γὰρ ὁ πρῶ‐ τος τοῦ θανάτου τρόπος ἐφαρμόσει τούτοις, ὡς καὶ ὁ θεῖος Ἰάμβλιχος παραδέδωκεν ἄτρεπτον φυλάττων τὸ ὡς ἀληθῶς δαιμόνιον γένος. ταῦτα μὲν οὖν δὴ 〈διὰ τί〉 ἐστι ‘δεσμόσ‘; ἦ ὅτι πάντα ἑνοῖ καὶ μετρεῖ καὶ εἰς μίαν ἄγει σύμπνοιαν
20ἡ ἀγαθότης, καθ’ ἣν ἡ δημιουργικὴ βούλησις ἀφορίζεται, καὶ ἔοικε κατ’ αὐτὴν μάλιστα θεοὺς ἀποτελεῖν τοὺς ἐγκο‐ σμίους· δεσμῶν γάρ ἐστι δεσμὸς ὑπὲρ τὸν νοῦν οὔσα τῶν συνδεομένων. τὸ δὲ λαχόντες τὴν ἀφ’ ἑνὸς τοῦ δημι‐ ουργοῦ διακλήρωσιν τῆς ἀγαθῆς προνοίας τῶν πολλῶν ἐκφαίνει
25θεῶν· κατὰ γὰρ τοὺς τῆς δίκης κλήρους διῃρημένοι δια‐ νέμονται τὴν μίαν τοῦ πατρὸς καὶ ὅλην πρόνοιαν καὶ τὸν ἕνα δεσμὸν τὸν προϊόντα ἀπὸ τῆς δημιουργικῆς μονάδος. οὔτε οὖν ἀθάνατοι οὔτε θνητοὶ οἱ οὐράνιοι θεοὶ καὶ ὅλως οἱ ἐγκόσμιοι πάντες οὔτε ἄλυτοι οὔτε λυτοί, ἀλλ’ ἁπλῶς ***
30ἀμφοῖν. κατεσκεύασε δὲ τὸ μὲν μήτε ἀθάνατον αὐτῶν μήτε
ἄλυτον ἐκ τοῦ γενητοὺς εἶναι (τοῦτο γὰρ δηλοῖ τὸ ἐπείπερ
in Ti
.

3

.

220

γεγένησθε· πᾶν γὰρ γενητὸν ἐπισκευαστὴν ἀθανασίαν ἔχει καὶ δεσμὸν ἀλλαχόθεν ἐνδεδομένον, ἑαυτὸ συνέχειν ἢ ζωοποιεῖν οὐ δυνάμενον), τὸ δὲ μήτε λυτοὺς αὖ μήτε θνη‐ τοὺς ἐκ τῶν δεσμῶν, ὧν τε κατ’ οὐσίαν μετέχουσι καὶ ὧν
5ἐκ τῆς δημιουργικῆς βουλήσεως. ἀλλὰ τούτους μὲν δι’ ἑνώ‐ σεως ἐδήλωσεν, ἐκείνους δὲ διὰ πλήθους, ἐπείπερ ἡ πατρικὴ ἕνωσις δεσμῶν ἐστι δεσμὸς καὶ τῶν μετεχομένων ἑνώσεων μονάς. Νῦν οὖν ὃ λέγω πρὸς ὑμᾶς ἐνδεικνύμενος, μά‐
10θετε [41 B]. Ἡ μὲν οὖν πρωτίστη τῶν ἐγκοσμίων θεῶν ἀνάκλησις ἐκθεωτικὴ τῶν ἀκουόντων ἦν· πάντας γὰρ αὐτοὺς ἀπέφαινε θεούς, μεθεκτοὺς μὲν τοῖς σώμασιν, οἷς ἐποχοῦνται (θεοὶ γὰρ καὶ ταῦτα, ὡς ἀγάλματα θεῶν, ὅπου καὶ τὴν γῆν πρώ‐
15την εἶπε [40 C] καὶ πρεσβυτάτην τῶν ἐντὸς οὐρανοῦ θεῶν), μετόχους δὲ τῶν ὡς ἀληθῶς θεῶν, ὧν ἐξήρτηνται πρὸ γενέσεως ὄντων· οὗτοι γάρ, ὡς εἶπε, γένεσιν ἔσχον. ἡ δὲ μετὰ ταύτην ῥῆσις αἰώνιον αὐτοῖς ἐνετίθει δύναμιν διὰ τὴν μετουσίαν τῆς ἀλύτου συνοχῆς. αὕτη δὲ ἡ νῦν προ‐
20κειμένη πληροῖ νοήσεων αὐτοὺς θείων καὶ δημιουργικῶν ἄνωθεν ἀπὸ τοῦ νοητοῦ ζῴου προϊουσῶν· ἡ γὰρ μάθησις τῆς τῶν ζῴων δημιουργίας πρέπουσα μέν ἐστι ψυχαῖς ὡς μάθησις, ἀποπληροῖ δὲ τῆς δημιουργικῆς νοήσεως τῶν ἐν τῷ νοητῷ ζῴῳ πάντων εἰδῶν τὸ πλῆθος τῶν θεῶν, διὰ μὲν
25τοῦ νῦν τὸ αἰώνιόν πως ἐπιδεικνυμένη, διὰ δὲ τοῦ ὅπερ τὸ ἡνωμένον αὐτῆς καὶ συνεσπειραμένον, διὰ δὲ τοῦ λέγω τὸ προϊὸν εἰς τὸ πλῆθος καὶ διασπειρόμενον περὶ τοὺς πολ‐ λοὺς θεούς, διὰ δὲ τῆς ‘ἐνδείξεωσ‘ τὴν ἀπὸ τῶν νοητῶν καὶ ἀφανῶν αἰτίων πλήρωσιν· ἐνδεικνύμεθα γὰρ μόνον ἐπὶ
30τῶν ἀφανῶν τοῖς πολλοῖς. διὰ δὲ πάντων ὁμοῦ δῆλον ὡς ἑαυτὸν μὲν ἀνὰ λόγον ἵστησι πρὸς τὸν νοητὸν νοῦν, πληροῖ
δὲ νοήσεως τὸν ἐγκόσμιον ἀριθμὸν τῶν θεῶν, ἔτι δὲ ἐπι‐
in Ti
.

3

.

221

στρέφει τὸ πλῆθος εἰς τὴν μίαν νόησιν τὴν δημιουργικὴν καὶ πρὸ τῆς εἰς τὰ δεύτερα προνοίας ἄμικτον αὐτῷ καθαρότητα καὶ σταθερὰν ἐπιλάμπει νόησιν· ὡς γὰρ αὐτὸς νοήσας ποιεῖ καὶ ἀπὸ τῆς ἔνδον ἐνεργείας ἀπογεννᾷ τὴν ἔξω προϊοῦσαν,
5οὕτω δὴ καὶ ἐκείνους βούλεται μαθεῖν πρῶτον καὶ νοῆσαι τὴν βούλησιν τοῦ πατρός, ἔπειθ’ οὑτωσὶ μιμήσασθαι τὴν δύναμιν αὐτοῦ. Θνητὰ ἔτι γένη λοιπὰ τρία ἀγένητα. τούτων δὲ μὴ γενομένων οὐρανὸς ἀτελὴς ἔσται· τὰ γὰρ πάντα
10ἐν αὑτῷ ζῴων γένη οὐχ ἕξει, δεῖ δ, εἰ μέλλει τε‐ λέως ἱκανὸς εἶναι. δι’ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτ’ ἄν [41 BC]. Αἱ μὲν ὁλικώταται καὶ πρώτισται καὶ θειόταται τῶν ἰδεῶν οὐ μόνον τὰ ἀίδια τῶν ἐγκοσμίων ὑφιστᾶσιν ἐξῃρημένως,
15ἀλλὰ καὶ τὰ θνητὰ πάντα κατὰ μίαν καὶ ἡνωμένην αἰτίαν· τὸ γὰρ ἐκεῖ πτηνὸν πάντων ἐστὶ τῶν ὁπωσοῦν λεγομένων πτηνῶν παράδειγμα καὶ τὸ ἐνύδριον τῶν ἐνύδρων πάντων καὶ τὸ πεζὸν τῶν πεζῶν 〈πάντων〉. αἱ δὲ πρόοδοι τῶν νοητῶν ἐπὶ τὰς νοερὰς τάξεις διαιρετικαὶ γίνονται τῶν ἡνω‐
20μένων ἰδεῶν καὶ εἰς πλῆθος προάγουσι τὰς ὁλικὰς αἰτίας καὶ τῶν πολυειδῶν πραγμάτων διωρισμένας ἀναφαίνουσιν ἀρχάς· οὐ γὰρ ἔτι μία πάντων αἰτία νοερὰ τῶν ἀεροπόρων (οὐ γὰρ ἂν διακεκριμένη νόησις ἦν τῶν ἀιδίων ἀερίων ζῴων καὶ τῶν μὴ ἀιδίων), οὐδὲ μία τῶν ἐνυδρίων οὐδὲ τῶν χθο‐
25νίων ὁμοίως, ἀλλ’ ἡ τῆς ἑτερότητος δύναμις κατακερματίζει τὸ ὅλον εἰς τὰ μέρη καὶ τὰς μονάδας εἰς τοὺς ἀριθμούς. καὶ διὰ ταῦτα λοιπὸν χωρὶς μὲν αἱ τῶν θείων ζῴων αἰτίαι παρὰ τῷ δημιουργῷ, καθ’ ἃς ὑπέστησε τὰς τάξεις τῶν γε‐
νεσιουργῶν θεῶν τε καὶ δαιμόνων, χωρὶς δὲ αἱ τῶν θνη‐
in Ti
.

3

.

222

τῶν, καθ’ ἃς ὑφιστάνειν παρακελεύεται τὰ θνητὰ γένη τοῖς νέοις θεοῖς· προκατάρχει γὰρ αὐτὸς καὶ τῆς τούτων ποιή‐ σεως καὶ αὐτῷ τῷ λέγειν, ὅτι ποιητέον, ποιῶν (οἵ τε γὰρ λόγοι τοῦ πατρὸς νοήσεις εἰσὶ δημιουργικαὶ καὶ αἱ νοήσεις
5ποιήσεις)· ἐπιτρέπει δὲ τὴν προσεχῆ ποίησιν τοῖς πολλοῖς. καὶ ὁρᾷς πάλιν, ὅπως ἡ τάξις ἀναφαίνεται τῶν ποιητικῶν αἰτίων καὶ γεννητικῶν· τὰ γὰρ θνητὰ ζῷα ποιεῖ μὲν καὶ ὁ τῶν ἐγκοσμίων χορὸς θεῶν, ἀλλὰ μετὰ κινήσεως καὶ μετα‐ βολῆς, ποιεῖ δὲ καὶ ὁ δημιουργός, ἀλλὰ τῷ λέγειν (τοῦτο δὲ
10ταὐτὸν τῷ νοεῖν· λέγει γὰρ δήπου νοῶν καὶ ἀκινήτως καὶ νοερῶς), ποιεῖ δὲ καὶ τὸ αὐτοζῷον (ἔχει γὰρ μίαν αἰτίαν πάντων πτηνῶν καὶ πάντων ἐνύδρων καὶ πάντων χθονίων), ἀλλὰ μετὰ σιωπῆς καὶ αὐτῷ τῷ εἶναι καὶ νοητῶς· διαδέχε‐ ται γὰρ τὴν μὲν πατρικὴν σιγὴν ὁ δημιουργικὸς λόγος,
15τὴν δὲ νοητὴν αἰτίαν ἡ νοερὰ ποίησις, τὴν δὲ κατὰ τὸ εἶναι πρόνοιαν ἡ κατὰ τὸ ἐνεργεῖν ἀπογέννησις, καὶ τὸν μὲν λόγον ἡ κίνησις, τὴν δὲ νοερὰν ἐνέργειαν ἡ τῷ αἰσθητῷ συμμεμιγμένη διακόσμησις· τὰ γὰρ ἔσχατα δημιουργήματα δεῖται τοιαύτης ποιητικῆς αἰτίας. πᾶν γοῦν τὸ μεταβλητὸν
20καὶ ἀλλοιωτὸν καὶ γενητὸν καὶ φθαρτὸν ἐξ αἰτίας γέγονεν ἀκινήτου μὲν κατ’ οὐσίαν, ἄλλως δὲ κινουμένης κατ’ ἐνέρ‐ γειαν· ἡ γὰρ ἐκεῖ διῃρημένη κίνησις ἀπὸ τῆς οὐσίας ἐν‐ ταῦθα κινουμένην ἀπετέλεσεν οὐσίαν, διότι δὴ τὸ ποιοῦν καὶ κατ’ οὐσίαν ἐποίει καὶ κατ’ ἐνέργειαν, ὧν δὴ διαπλεκο‐
25μένων ἡ μεταβολὴ τῆς οὐσίας ἔσχε τὴν πάροδον. δεῖται οὖν τὰ θνητὰ κινουμένων αἰτίων καὶ τὰ πολυμετάβολα πολλῶν· μονογενῆ γὰρ αὐτὰ διαμένειν ἀμήχανον· οὐ γὰρ ἂν εἴη γένη θνητά. δεῖ δὲ εἶναι καὶ τὸ θνητόν, πρῶτον μέν, ἵνα πάντα ὅσα δυνατὸν ἦν γενέσθαι, ταῦτα ὑποστῇ,
30τά τε ὄντα ἀεὶ καὶ τὰ μὴ ὄντα ποτέ· τούτων γὰρ ἐπέκεινα τὸ μηδαμῶς ὄν. ἔπειτα, ἵνα μὴ τὰ θεῖα τελευταῖα τῶν ὄντων ᾖ καὶ τὸ ὄν· ἅπαν γὰρ τὸ γεννητικόν τινος κρεῖττόν ἐστιν αὐτοῦ καὶ θειότερον. καὶ τρίτον ἔτι, ἵνα μὴ ἀτελὴς
ὁ κόσμος ᾖ μὴ πάντα περιέχων ὅσων εἶχε τὰς αἰτίας τὸ
in Ti
.

3

.

223

αὐτοζῷον· τὸ γὰρ ἐκεῖ πτηνὸν πάντων πτηνῶν αἴτιον καὶ τὸ ἔνυδρον τῶν ἐνύδρων καὶ τὸ χθόνιον τῶν χθονίων εἴτε θείων εἴτε θνητῶν. καὶ διὰ ταῦτα ἄρα Ὀρφεὺς [frg. 211] τὴν τῶν μεριστῶν ζωοποιὸν αἰτίαν ἄνω μένουσαν καὶ ὑφαί‐
5νουσαν τὸν διάκοσμον τῶν οὐρανίων νύμφην τε εἶναί φη‐ σιν ὡς ἄχραντον καὶ ταῦτα τῷ Διὶ συναφθεῖσαν καὶ μένειν ἐν οἰκείοις ἤθεσι, προελθοῦσαν δὲ ἀπὸ τῶν ἑαυτῆς οἴκων ἀτελεῖς τε καταλείπειν τοὺς ἱστοὺς καὶ ἁρπάζεσθαι καὶ ἀναρ‐ πασθεῖσαν γαμεῖσθαι καὶ γαμηθεῖσαν γεννᾶν, ἵνα ψυχώσῃ
10καὶ τὰ ἐπείσακτον ἔχοντα ζωήν· τὸ γὰρ ἀτελές, οἶμαι, τῶν ἱστῶν ἐνδείκνυται κἀκεῖνο τὸ μέχρι τῶν ἀιδίων ζῴων ἀτελὲς εἶναι τὸ πᾶν. διὸ καὶ ὁ Πλάτων παρακελεύεσθαί φησι [41 D] τὸν ἕνα δημιουργὸν τοῖς πολλοῖς ‘προσυφαίνειν τὰ θνητὰ τοῖς ἀθανάτοισ‘, ἀναμιμνήσκων πως ἡμᾶς, ὅτι τῆς
15τοῦ παντὸς ὑφαντικῆς ζωῆς τελείωσίς ἐστιν ἡ προσθήκη τῶν θνητῶν, καὶ τῆς Ὀρφικῆς θεομυθίας καὶ τῶν ἀτελῶν ἱστῶν ἐξηγητικὰς ἐννοίας παρεχόμενος. ὁ μὲν οὖν θεῖος ἀριθμὸς ὅρον οἰκεῖον ἔσχε καὶ πέρας καὶ ἔστι τέλειος. δεῖ δὲ καὶ τὸ θνητὸν σχεῖν καὶ τοῦτο τριχῶς, ἀερίως ἐνύ‐
20δρως χθονίως· οὐρανίως γὰρ ἀδύνατον, διότι πάσης δια‐ κοσμήσεως ἡ ἀκρότης καὶ τὸ πρώτιστον γένος ἄχραντόν ἐστι καὶ ἀίδιον, ὁμοιούμενον πρὸς τὴν πρὸ αὐτοῦ αἰτίαν. ὡς οὖν τὸ πρώτιστον τῶν νοερῶν νοητὸν καὶ τὸ πρώτιστον τῶν ἀγγέλων θεός, οὕτω καὶ τὸ πρώτιστον τῶν αἰσθητῶν ἀίδιον
25καὶ θεῖον πᾶν. ἐν δὲ τῇ γενέσει συμπέπλεκται τῷ θείῳ τὸ θνητόν. διὸ καὶ ὑπόλοιπα τὰ θνητὰ γένη προσηγόρευσεν [41 D], ὥσπερ ἐλλείμματα ὄντα τῆς τῶν θείων δημιουργίας καὶ οἷον ὑποστάθμαι παρ’ αὐτῶν ἀποτικτόμεναι τῶν θεῶν. ἀλλὰ πῶς ἀγένητα ταῦτα; ἦ ὡς μήπω γενόμενα, διότι δὴ
30τάξις ἐστὶ τῶν τὸ πᾶν συμπληρούντων καὶ τὰ δεύτερα τῇ τάξει διαφέροντα τῶν πρὸ αὐτῶν διορίζων ὁ δημιουργὸς
οὔπω γεγονέναι φησὶν ἐκείνων προϋποστάντων. τάχα δὲ
in Ti
.

3

.

224

καὶ ἄλλως ἀγένητα· τὰ γὰρ αὐτὰ καὶ θνητά ἐστι καὶ ἀγέ‐ νητα· ὡς μὲν ἀπὸ τῆς δημιουργικῆς γιγνόμενα μονάδος καὶ τῆς ἀκινήτου καὶ αἰωνίου ποιήσεως ἀγένητα, ὡς δὲ ὑπὸ τῶν νέων θεῶν θνητά· μέτεστι γὰρ καὶ τούτοις ἀιδίου τινός,
5διότι κατ’ εἶδος μέν ἐστιν ἄφθαρτα, κατὰ δὲ τὸ καθ’ ἕκα‐ στον φθαρτά· διῄρηται γὰρ ἐπὶ τούτων τὸ εἶδος τοῦ καθ’ ἕκαστον καὶ οὐχ ὥσπερ ἐπὶ τῶν θείων καὶ μόνως ἀιδίων ζῴων ἔνεστι πᾶν τὴν ὅλην τῶν παραδειγμάτων πρόοδον ὑπο‐ δέξασθαι δεδυνημένον. τὸ μὲν οὖν ἀίδιον τῶν θνητῶν ἀπὸ
10τῆς δημιουργίας τῆς μιᾶς ἐστι, δι’ ἣν ἀμετάβλητον τὸ εἶδος καὶ ἓν καὶ ταὐτὸν ἐν πολλοῖς ἐστι, τὸ δὲ μεταβλητὸν ἀπὸ τῆς μεριστῆς κινήσεως τῶν αἰτίων ἐξαλλάττει τὴν τῶν ὑπο‐ στάντων φύσιν. δεῖ δὲ εἶναι καὶ τὸ θνητόν, ἵνα τέλειος ὁ κόσμος ᾖ, οὐ διῃρημένως μὲν διὰ τὴν νοητὴν αἰτίαν,
15παντοδαπῶς δὲ ὅμως ἀποτυπωσάμενος· ὅσα γὰρ ἡ μία τῶν πτηνῶν αἰτία περιεῖχε, περὶ ταῦτα ἔλαχε τὸ αἰσθητὸν με‐ ριστῶς καὶ ἡ ἐκεῖ μονὰς ἐνταῦθα γέγονεν ἀριθμός. εἰ δὲ ταῦτα κρατοίη, νοῶν ὁ δημιουργὸς ἕκαστον τῶν θνητῶν ᾗ ἀγένητον, περιέχων μέντοι τὸ θνητὸν ἀγενήτως, οὐ μόνον
20ἔχει τὰς τέτταρας ἰδέας, ἀλλὰ καὶ τοὺς τούτων ὑπομερισμοὺς εἰς τὰ ἀγένητα τῶν ἀθανάτων αἴτια καὶ τὰ ἀγένητα τῶν θνητῶν. ἄλλο οὖν τὸ νοητὸν ζῷον καὶ ἄλλο τὸ ἐν αὐτῷ νοερὸν ζῷον, πλήθει μὲν τοῦτο μερικωτέρων ζῴων χρώμενον, δυνάμει δὲ ἐλάσσονι τοῦ νοητοῦ ζῴου. ἐπειδὴ δὲ πολλαὶ
25τοῦ κόσμου τελειότητές εἰσι (τέλειος γὰρ καὶ ὅλος ἐξ ὅλων [33 A], τέλειος καὶ τὸν χρόνον προσλαβών [39 D E], τέλειος δὲ καὶ τὰ πάντα περιλαβὼν ζῷα [41 BC]), τὸ τῆς τελειότητος ταύτης εἶδος ἐνδεικνύμενος ὁποῖόν ἐστι, προσέθηκε τὸ ἱκα‐ νὸς εἶναι· παντελὴς γὰρ οὕτως ἔσται πάντα τά τε ζῷα
30περιέχων καὶ πάσας τὰς νοητὰς καὶ νοερὰς ἐγκολπισάμενος δυνάμεις καὶ πάντων τῶν ἡνωμένων παραδειγμάτων διῃρη‐
μένας εἰκόνας ὑποδεξάμενος. διὰ τί οὖν, φαίη τις ἄν, εἰ
in Ti
.

3

.

225

δεῖ τὸν κόσμον πάντα σχεῖν ἐντὸς τὰ ζῷα καὶ ὅσα θνητὰ διὰ τὴν πρὸς τὸ παράδειγμα ἀφομοίωσιν, οὐκ αὐτὸς ὁ δημι‐ ουργὸς καὶ ταῦτα ὑφίστησι; τούτου δὴ τὴν αἰτίαν εὐθὺς ἐπήνεγκεν αὐτός· δι’ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου
5μετασχόντα θεοῖς ἰσάζοιντο ἄν· ἄντικρυς τὸν εἰρημένον λόγον βεβαιῶν, ὅτι πᾶν τὸ ὑπὸ ἀκινήτου γενόμενον αἰτίας ἀγένητόν ἐστι καὶ ἀμετάβλητον, τὸ δὲ ὑπὸ ἀκινήτου μέν, διὰ μέσης δὲ τῆς κινουμένης τῇ μὲν ἀγένητον, τῇ δὲ μετα‐ βλητόν· δέχεται γὰρ ἀπὸ μὲν τῆς ἀκινήτου τὸ ἕν, ἀπὸ δὲ
10τῆς κινουμένης τὸ πλῆθος, καὶ ἀπ’ ἐκείνης μὲν τὸ εἶναι καὶ τὸ εἶδος, ἀπὸ δὲ ταύτης τὸ ἄτομον καὶ τὸ γενέσθαι· δι’ ἃ δὴ σῴζεται μὲν κατὰ τὸ εἶδας, ἀπόλλυται δὲ τὸ καθ’ ἕκαστον. ἆρ’ οὖν, φαίη τις ἄν, ἐπειδὴ τὰς λογικὰς ψυχὰς ὁ δημιουργὸς ὑφίστησιν αὐτὸς καθ’ αὑτόν, θεοῖς αὗται ἰσά‐
15ζονται; καὶ πῶς ‘ὁμωνύμουσ‘ αὐτὰς ταῖς θείαις κατὰ τὸ ἀθάνατον μικρὸν ὕστερον ἀποκαλέσει [41 C]; μήποτε οὖν τὸ ἰσάζοιτο πάνυ μετ’ ἀσφαλείας προσκεῖσθαι φατέον, οὐ τοῦτο λέγον, ὅτι πάντως ἴσον ἔσται θεοῖς, ἀλλ’ ὅτι ὅμοιον· τὸ γὰρ ἰσαζόμενον εἰς ὁμοιότητα χωρεῖ πρὸς τὸ ἴσον, τὸ δὲ
20ἴσον σύμβολόν ἐστι τῶν ἐγκοσμίων θεῶν, ὡς αὐτὸς ἐν τῷ Παρμενίδῃ [150 D] παραδέδωκεν· ἄλλως τε καὶ τὸ λογικὸν εἶδος τῆς ζωῆς ἀποκαθαρθὲν καὶ τέλεον γενόμενον θεῖόν ἐστιν· ὥστε τινὰς μηδὲ θεὸν αὐτὸ προσαγορεύειν ἀπογνῶναι διὰ τὸ προβεβλῆσθαι τὸ θεῖον ἐν αὐτῷ καὶ κατὰ τοῦτο
25συνηνῶσθαι πρὸς τοὺς ὄντως θεούς. τοῦτο μὲν δὴ τοι‐ οῦτον. κἀκεῖνο δὲ ἀκριβῶς εἴρηται τὸ δι’ ἐμοῦ· καὶ γὰρ τὰ θνητὰ τῶν γενῶν ὑπ’ αὐτοῦ γίγνεται, δι’ αὐτοῦ δὲ τὰ ἀίδια· κατὰ μίαν γὰρ αἰτίαν ἡνωμένην ἔχει τό τε ὑφ’ οὗ καὶ τὸ δι’ οὗ, καὶ ὡς μὲν πατὴρ ὑφ’ ἑαυτοῦ πάντα ποιεῖ,
30ὡς δὲ δημιουργὸς τὰ ἀίδια μὲν δι’ ἑαυτοῦ, τὰ δὲ θνητὰ διῃρημένως ὑπ’ αὐτοῦ μέν, διὰ τῶν νέων δὲ γίγνεται θεῶν.
καὶ οὐ διὰ τοῦτο οἰητέον τὴν νέαν ἀτιμάζεσθαι δημιουργίαν,
in Ti
.

3

.

226

ὅτι τὸν δι’ οὗ λόγον ἔχει πρὸς τὴν ὑπερκόσμιον αἰτίαν· ἀεὶ γὰρ τὰ προσεχέστερα αἴτια τὴν τοῦ δι’ οὗ τάξιν ἀπο‐ φέρεται πρὸς τὰς ἐξῃρημένας ποιήσεις. ἐπεὶ καὶ τῆς νέας δημιουργίας ὄργανον ἡ φύσις καὶ ταύτης πάλιν ἄλλο τὸ
5ἔμφυτον θερμόν· ὥστε ὅσοι τῶν Πλατωνικῶν τῷ μὲν πρώτῳ τὸ ἀφ’ οὗ καὶ ἐφ’ ὃ προσοικειοῦσιν, ὥσπερ ὁ μέγας Θεόδωρος, τῷ δὲ νῷ τὸ δι’ ὃ καὶ πρὸς ὅ, τῇ δὲ ψυχῇ τὸ ὑφ’ οὗ καὶ τὸ καθ’ ὅ, λέγουσι μέν τινα τῶν ὀνομάτων διαίρεσιν οὐκ ἄμουσον, ἁμαρτάνουσι δὲ τῆς τοῦ Πλάτωνος
10κρίσεως· τῷ γὰρ δημιουργικῷ νῷ καὶ τὸ ὑφ’ οὗ καὶ τὸ δι’ οὗ προσῆψεν αὐτὸς καὶ οὐδὲν δεῖ τὰ ὀνόματα διαιρεῖν κατὰ τὰς θείας τάξεις, πλὴν ὅτι τὸ μὲν δι’ ὃ τελικόν ἐστι, τὸ δὲ πρὸς ὃ παραδειγματικόν. κωλύει δὲ οὐδὲν πάντα ταῦτα ἐν τῷ δημιουργῷ θεωρεῖν, ὡς μὲν θεῷ τὸ δι’ ὅ (τέλος γὰρ ἡ
15ἀγαθότης), ὡς δὲ νοητικῷ τὸ δι’ οὗ (ποιεῖ γὰρ δι’ ἐνερ‐ γείας νοητικῆς οὐ προηγουμένης οὔσης τῆς γνώσεως, συν‐ τελούσης δὲ δι’ ἑαυτῆς τῇ δημιουργίᾳ, καθ’ ὅσον δημιουργεῖ πρότερον νοῶν). καὶ μὴν καὶ τὸ βίου μετασχόντα πάνυ δαιμονίως προσέθηκε· τί γάρ; εἰ γένοιτο μὲν ὑπ’ αὐτοῦ τὰ
20ὅλα στοιχεῖα, πῦρ καὶ ἀὴρ καὶ ὕδωρ, ἄψυχα δὲ ὅμως, ἆρα θεοῖς ἰσάζοιτο ἂν ὥσπερ δὴ καὶ καλοῦμεν τὴν γῆν θεὸν καὶ τὸ πῦρ; οὐδαμῶς· τὸ γὰρ πρώτως ἐκθεοῦν τὰ ὅλα σώ‐ ματα ψυχή ἐστιν, ὥσπερ καὶ ἐν Νόμοις [X 899 B] εἴρηκεν. εἰ δὲ καὶ γένοιτο δι’ αὐτοῦ καὶ βίου μετάσχοι δι’ αὐτοῦ,
25ζωὴν ἕξει καὶ ψυχήν· ὁ γὰρ βίος ἐν ψυχαῖς. εἰ δὲ μετὰ τῆς ὁλότητος ἔχοι καὶ τὴν ψύχωσιν, θεοῖς ἰσάζοιτο ἄν· καὶ γὰρ ὅτε τῷ κόσμῳ ψυχὴν ἐπέστησε, θεὸν εὐδαίμονα τότε πρῶτον αὐτὸν ὕμνησεν [34 B], ὡς τῆς ψυχῆς θεοποιὸν ἐχούσης δύναμιν πρὸς πᾶν τὸ σωματικὸν καὶ θείας οὔσης
30κατ’ οὐσίαν.
in Ti
.

3

.

227

ν’ οὖν θνητά τε ᾖ τό τε πᾶν ὄντως ἅπαν , τρέ‐ πεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν ζῴων δημι‐ ουργίαν [41 C]. Διττοὺς παραδίδωσιν ἐν τούτοις τῆς δευτέρας δημιουρ‐
5γίας σκοπούς, ἕνα μὲν τὸν προνοητικόν, δεύτερον δὲ τὸν ἀφομοιωτικόν, τὸν μὲν προσεχέστερον ὄντα, τὸν δὲ ὁλικώ‐ τερον· τῆς μὲν γὰρ τῶν θνητῶν ὑποστάσεως ἕνεκα ποιοῦσα πρόνοιαν καὶ τελειότητα δυνάμεως ἐνδείκνυται· τὸ γὰρ ὑπερ‐ πλῆρες τῆς δυνάμεως πᾶν γόνιμόν ἐστιν ἄλλων μεθ’ ἑαυτὸ
10δευτέρων. τῆς δὲ τοῦ παντὸς συμπληρώσεως κατὰ τὴν ἀφο‐ μοιωτικὴν δύναμιν, ἵνα τῷ παντελεῖ ζῴῳ καὶ τόδε τὸ πᾶν ὅμοιον ἀποτελεσθῇ, πᾶσι τοῖς τῶν θείων τε καὶ θνητῶν ζῴων ἀριθμοῖς διακεκοσμημένον· εἴτε γὰρ ἀθάνατα πάντα ἦν, τὰ θειότατα τῶν αἰσθητῶν ἄγονα ἂν ἦν, εἴτε μὴ τὸ
15πᾶν πᾶσι συμπεπληρωμένον τοῖς εἴδεσι τῆς ζωῆς, οὐκ ἂν τέλειον ἦν οὐδὲ ἱκανῶς ὅμοιον πρὸς τὸ παντελὲς ζῷον. ἵν’ οὖν μηδέτερα τούτων ᾖ, κινεῖ τὴν δευτέραν δημιουργίαν ὁ πρῶτος δημιουργὸς ἄνωθεν ἀπ’ ἄκρας τῆς ἑαυτοῦ περιωπῆς καὶ δύναμιν ἐπιρρεῖ ζῳογονικήν τε καὶ δημιουργικήν, δι’
20ἧς καὶ γεννήσουσι τὰς δευτέρας ἀφ’ ἑαυτῶν οὐσίας καὶ ζωῆς πληρώσουσι καὶ εἰδοποιήσουσιν· ἴδιον γὰρ ζῳογόνου μὲν θεό‐ τητος 〈τὸ〉 ζωοποιεῖν, δημιουργικῆς δὲ τὸ εἰδοποιεῖν. καὶ τὸ τρέπεσθε οὖν κινητικόν, ἄντικρυς ἐοικὸς τῷ· ἔρχεσθ’, ὄφρ’ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαι‐
25
ού
ς, ἐπὶ τὸν πόλεμον τῆς γενέσεως καὶ τὴν δημιουργίαν τῶν θνητῶν αὐτοὺς ἀνεγεῖρον, ἣν ἐπιτελοῦσι διὰ κινήσεως πάν‐ τες μέν, οὐχ ἥκιστα δὲ οἱ κοσμοκράτορες· οὗτοι γάρ εἰσιν οἱ τρεπόμενοι καὶ διαφερόντως ὁ βασιλεὺς Ἥλιος· τοῦτον
30γὰρ ἐπέστησε τοῖς ὅλοις ὁ δημιουργός· καὶ φύλακ’ αὐτὸν ἔτευξε κέλευσέ τε πᾶσιν ἀνάσ‐
σει
ν,
ὥς φησιν Ὀρφεύς [frg. 79]. καὶ μὴν καὶ τὸ κατὰ φύσιν
in Ti
.

3

.

228

ὁρίζει μὲν τὴν ποίησιν αὐτῶν κατὰ τὸ μέτρον καὶ τὸ ἀγα‐ θόν· ἔτι δὲ ὡς ὄργανον αὐτοῖς ὑποστρώννυσι τὴν φυσικὴν πᾶσαν ποίησιν (κινοῦσι γοῦν αὐτὴν καὶ ποδηγετοῦσιν ὑπηρε‐ τουμένην ταῖς βουλήσεσι)· καὶ τρίτον ἀφορίζει τὴν μεσότητα
5αὐτῶν· τῷ γὰρ μέσῳ τὸ τὰ ἔσχατα δημιουργεῖν κατὰ φύσιν· ἀνήρτηται γὰρ τὰ μὲν ποτὲ ὄντα εἰς τὰ κατὰ χρόνον ἀιδίως ὄντα, ταῦτα δὲ εἰς τὰ αἰωνίως ὄντα· καὶ τὰ μὲν πρῶτα γεννητικὰ τῶν μέσων ἐστί, ταῦτα δὲ τῶν τελευταίων. καὶ τὸ ὑμεῖς δὲ αὐτουργίαν δηλοῖ καὶ αὐτὰς ἀνεγείρει τὰς ζωὰς
10τὰς θείας ἐπὶ τὴν δημιουργίαν. μὴ δὴ θαυμάζωμεν ἔτι, πόθεν ὑπάρχει ταῖς θείαις ψυχαῖς τὸ δημιουργικόν, ἴδιον ὂν τῶν θεῶν τῶν ὑπερουσίων· ὥσπερ γὰρ Ὀρφεὺς τὴν νοερὰν οὐσίαν ἐνθεὶς τῷ Διὶ 〈τὴν〉 δημιουργικὴν ἀπετέλεσεν, οὕτω δὴ καὶ ὁ Πλάτων τοὺς λόγους προαγαγὼν ἀπὸ τοῦ πατρὸς
15ἐνθέους τε καὶ δημιουργικὰς ἀπέφηνε τὰς ὅλας ψυχάς. μηδὲ ἀπορῶμεν, διὰ τί τῶν ἐγκοσμίων τὰ μὲν ἀθάνατα, τὰ δὲ θνητά, πάντων κατὰ τὰς νοητὰς αἰτίας γεγονότων· ἔστι γὰρ τὰ μὲν ἀπ’ ἄλλης, τὰ δὲ ἀπ’ ἄλλης προσεχοῦς ποιητι‐ κῆς αἰτίας, δεῖ δὲ καὶ πρὸς ταύτας ὁρᾶν, ἀλλ’ οὐ πρὸς τὰ
20παραδείγματα μόνον. μηδὲ ἐπιζητῶμεν 〈τὴν〉 ἰδέαν Σωκράτους ἢ Πλάτωνος ἢ τῶν καθ’ ἕκαστά τινος· κατὰ γένη γὰρ ὁ δημιουργὸς καὶ τὰ θνητὰ ζῷα διεῖλε καὶ μέχρι τῶν ὁλικῶν ἵσταται νοήσεων καὶ διὰ τούτων περιλαμβάνει πᾶν τὸ μερι‐ κόν· ὡς γὰρ τὸ ἔνυλον ἀύλως καὶ τὸ γενητὸν ἀγενήτως,
25οὕτω καὶ τὸ καθ’ ἕκαστον ὁλικῶς προείληφε. μηδὲ λέγωμεν, ὅτι οὐ ποιεῖ καὶ τὰ θνητὰ ὁ δημιουργός· ποιεῖ γάρ, ἀλλὰ διὰ τῶν νέων θεῶν· πρὶν γὰρ οὗτοι ποιήσουσιν, ἐκεῖνος πεποίηκε τῷ νοῆσαι μόνον. μηδὲ ἀπογιγνώσκωμεν, ὅτι καὶ θείως ἐστὶ τὰ θνητὰ καὶ οὐ θνητῶς μόνον· ἃ γὰρ προτείνει
30νῦν ὁ δημιουργὸς ἐν τοῖς λόγοις, ὑποστάσεις εἰσὶ περὶ τοὺς νέους θεούς, ἃς ὁ οὐρανὸς ὑπεδέξατο πρώτως, καθ’ ἃς καὶ δημιουργοῦσιν οἱ νέοι θεοὶ τὰ θνητά· μονάδες γὰρ ἀπὸ
τῶν νοητῶν εἰδῶν εἰς τὸν οὐρανὸν προῆλθον πάσης τῆς
in Ti
.

3

.

229

θνητοειδοῦς ζωῆς, ἀπὸ δὲ τούτων τῶν μονάδων θείων οὐ‐ σῶν πᾶν ἀπεγεννήθη τὸ πλῆθος τῶν ἐνύλων ζῴων· ἐὰν γὰρ τούτων ἀνεχώμεθα τῶν νοημάτων, τῷ τε Πλάτωνι συν‐ ακολουθήσομεν καὶ τῆς φύσεως οὐκ ἀπολειφθησόμεθα τῶν
5πραγμάτων. Μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέ‐ ραν γένεσιν [41 C]. Τοῦτό ἐστι τὸ ἀκρότατον τέλος τῆς δευτέρας δημιουργίας, ἡ πρὸς τὴν μίαν καὶ ἐξῃρημένην δημιουργίαν ὁμοίωσις καὶ
10πρὸς αὐτὴν ἐπιστροφή· δεῖ γὰρ τὰ μὲν ἀεικίνητα τοῖς ἀκινή‐ τοις, τὰ δὲ πολυμετάβολα τοῖς ἀεικινήτοις ἕπεσθαι, καὶ μίαν εἴναι σειρὰν ἀεὶ τῶν δευτέρων ὁμοιουμένων πρὸς τὰ πρὸ αὐτῶν. ἐπεὶ δὲ ἐν τῷ δημιουργῷ καὶ βούλησις ἦν θεία καὶ δύναμις, τὴν μὲν βούλησιν αὐτοῖς ἐξέφηνε διὰ τῆς μαθή‐
15σεως καὶ δι’ ἐκείνης ἀπετέλεσεν αὐτῶν δημιουργικὴν τὴν βούλησιν, τὴν δὲ δύναμιν διὰ ταύτης τῆς μιμήσεως, καθ’ ἣν προστάττει τὴν δύναμιν αὐτοὺς ἐκμιμεῖσθαι τὴν τοῦ ἑνὸς δημιουργοῦ, καθ’ ἣν ἀπεγεννήθησαν ὑπ’ αὐτοῦ· τῷ γὰρ λέγειν ὃ βούλεται βούλησιν αὐτοῖς ἐνδίδωσι καὶ τῷ λέγειν
20ὃ δύναται δύναμιν αὐτοῖς χορηγεῖ, καὶ τέλος ἀποφαίνει δημιουργοὺς δευτέρους μιμητὰς τοῦ πατρός. εἴτε οὖν δύνα‐ μίς ἐστιν ἐγκόσμιος εἴτε δαιμόνων ἐνέργεια δραστήριος εἴτε ἡρώων ἀλκὴ καὶ ὑπερφυὴς ῥώμη, πᾶσαν ὁ δημιουργὸς ὑφίστησι καὶ ἐνδίδωσιν εἰς τοὺς συμπληροῦντας ὅλην τὴν
25δευτέραν δημιουργίαν· ἔστι γὰρ ἡ πρώτη δύναμις ἐν αὐτῷ καὶ ἡ τῶν δημιουργικῶν δυνάμεων μονάς. ἐπεὶ δὲ καὶ νοῦς ἐστι καὶ πατήρ, εἴη ἂν ἐν αὐτῷ πάντα, ὁ πατήρ, ἡ δύναμις τοῦ πατρός, ὁ νοῦς ὁ πατρικός· ὥστε οὐδὲ ταύτης τῆς διαιρέσεως ὁ Πλάτων ἀνεννόητος. διὸ καὶ νῦν τὴν δύναμιν
30τὴν ‘ἑαυτοῦ‘ προσείρηκεν ὡς πατρὸς καὶ τοῦτο δεδήλωκεν ἐπαγαγὼν τὸ περὶ τὴν ὑμετέραν γένεσιν· ταύτης γὰρ ὁ πατὴρ αἴτιος μετὰ τῆς δυνάμεως, ὥσπερ καὶ τῆς ἐνταῦθα
γενέσεως ὁ πατὴρ μετὰ τοῦ θήλεος.
in Ti
.

3

.

230

Καὶ καθ’ ὅσον μὲν αὐτῶν ἀθανάτοις ὁμώνυμον εἶναι προσήκει, θεῖον λεγόμενον ἡγεμονοῦν τε ἐν αὐτοῖς τῶν ἀεὶ δίκῃ καὶ ὑμῖν ἐθελόντων ἕπεσθαι, σπείρας καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω [41 C].
5 Τῆς τῶν ζῴων ἁπάντων δημιουργίας διῃρημένης εἴς τε τὴν τῶν θείων ζῴων ἀπογέννησιν καὶ τὴν τῶν θνητῶν, καὶ αὖ πάλιν τῆς τούτων γεννήσεως συμπλεκομένης ἔκ τε ἀθανάτου καὶ θνητοῦ τινος, οὐ πάσης, ἀλλ’ ἐκείνης, ἧς ἐστι καὶ τὸ λογικὸν εἶδος τῆς ζωῆς, εἴτε ἐν ἀερίοις εἴη
10τι τοιοῦτον εἴτε ἐν πεζοῖς εἴτε ἐν τοῖς μεταξὺ τούτων (καὶ γὰρ τὰ φυτά, ζῷα κατ’ αὐτὸν ὄντα, θνητά ἐστιν, οὐκ ἔχοντα ψυχὴν λογικὴν τὴν ψυχοῦσαν, ὡς αὐτὸς ἐρεῖ [77 As] σα‐ φῶς), πᾶσάν τε τὴν τῶν θείων ζῴων δημιουργίαν ὑφίστησι καθ’ ἑαυτὸν ὁ τῶν ὅλων πατὴρ καὶ τῆς τῶν θνητῶν συστά‐
15σεως τὸ λογικὸν εἶδος τῆς ζωῆς ἐν ἑκάστῳ τῶν τριῶν γενῶν θεωρούμενον· τὸ δὲ λοιπὸν ὑφίστησι μέν, ἀλλὰ προσ‐ εχῶς τοῖς νέοις θεοῖς παραδίδωσιν αὐτοῦ τὴν ἀπογέννησιν καὶ ἐκείνους κυρίους ἀποφαίνει τῆς θνητῆς ἁπάσης φύσεως καὶ ὥσπερ αὐτὸς παραλαβὼν προϋποστὰν ἀλλαχόθεν πᾶν
20ὅσον ἦν ὁρατὸν πλημμελῶς κινούμενον εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας [30 A], οὕτως ἄρα τὰ τέλη τῆς τοῦ παντὸς ποιήσεως ἄλλως παραδίδωσι τοῖς νέοις θε‐ οῖς. παραλαμβάνων οὖν καὶ παραδιδοὺς μέσος ἐστὶ τοῦ τε νοητοῦ θεοῦ τοῦ κατὰ τὸ αὐτοζῷον καὶ τῶν πολλῶν δημι‐
25ουργῶν. τί δὴ οὖν οὐχὶ καὶ τὸ τοῖς ἀθανάτοις ὁμώνυ‐ μον ἐν ἡμῖν παραδέδωκε τοῖς ἐγκοσμίοις θεοῖς γεννᾶν, εἴπερ καὶ ἀθανάτων αὐτῶν τινές εἰσι πατέρες, ὡς ἐκ τῆς θεογονίας μεμαθήκαμεν; ἦ ἵνα γνῶμεν, ὅτι πάντων αὐτός ἐστιν αἴτιος ὁ εἷς δημιουργός, εἴπερ καὶ τὰ πρῶτα τῶν
30ἀθανάτων αὐτὸς παρήγαγε καὶ τὰ ὁμώνυμα τοῖς ἀθανάτοις. εἰ δ’ ἦν καὶ τούτων ἐκείνοις ἐπιτρέψας τὴν γένεσιν, ἔδοξεν ἂν μόνων εἶναι τῶν οὐρανίων αἴτιος, τοὺς μὲν ὑπὸ σελήνην ἀπὸ τούτων παραγαγών, τὰς δὲ ψυχὰς ἀπὸ πάντων τούτων.
ἀλλὰ μεμηχάνηται διὰ τῆς τῶν ἄκρων παραγωγῆς ἐνδεῖξαι
in Ti
.

3

.

231

τὴν πάντων τῶν ὁπωσοῦν ἀθανάτων ἀφ’ ἑνὸς τοῦ δημι‐ ουργοῦ γένεσιν· ὃ δὴ καὶ ἐρεῖ προελθών, ὡς τῶν ἀθανά‐ των πάντων αὐτός ἐστι πατήρ, τῶν δὲ θνητῶν τὴν γένεσιν ἄλλοις ἐπέτρεψε. ταῦτα μὲν περὶ τῆς ὅλης προθέσεως τῶνδε
5τῶν ῥημάτων. Ἐκ δὲ τούτων ὁρμώμενοι παρρησιασόμεθα πρὸς τοὺς Πλατωνικούς, ὅσοι τὴν ἡμετέραν ψυχὴν ἰσο‐ στάσιόν τε ἀποφαίνουσι τοῖς θεοῖς καὶ ὁμοούσιον ταῖς θείαις ψυχαῖς καὶ ὅσοι φασὶν αὐτὴν αὐτὸν γίγνεσθαι τὸν νοῦν καὶ αὐτὸ τὸ νοητὸν καὶ αὐτὸ τὸ ἕν, ἀπολείπουσαν πάντα
10καὶ στᾶσαν κατὰ τὴν ἕνωσιν· πολλοῦ γὰρ δεῖ τοιοῦτόν τι περὶ αὐτῆς λέγειν ὁ Πλάτων, ὅς γε ὁμωνύμως ἀθάνατον αὐτὴν ἀποκαλεῖ ταῖς θείαις ψυχαῖς, καὶ οὐ παρὰ τὴν γένε‐ σιν τοῦτο ὑπομένειν, ἀλλὰ ταύτην εἰληχέναι τὴν ἀπὸ τοῦ δημιουργοῦ τάξιν, καὶ λέγεσθαι θείαν, ἀλλ’ οὐχ ἁπλῶς εἶναι
15θείαν· τὸ γὰρ θεῖον προσήκει ταῖς ἀχράντοις καὶ ἀεὶ νοού‐ σαις καὶ τὸ ἀθάνατον ταῖς πόρρω τῶν θνητῶν ἱδρυμέναις. τὸ δὲ πῖπτον εἰς γένεσιν καὶ τὸ τοιαύτην οὐσίαν ἔχον καὶ δυνατὸν συμμίγνυσθαι τοῖς θνητοῖς οὔτε θεῖόν ἐστιν ἁπλῶς οὔτε ἀθάνατον. καὶ ὁρᾷς πάλιν ἄλλας μεσότητας καὶ τάξιν
20ἄλλην· τὰ μὲν γάρ ἐστι πρώτως ἀθάνατα, τὰ δὲ ἀθάνατα μέν, ἀλλὰ δευτέρως, τὰ δὲ ὁμωνύμως ἀθάνατα, τὰ δὲ θνητά· τελευτᾷ γὰρ μέχρι τούτων ἡ φύσις, ὧν ἐπέκεινα τὸ μηδα‐ μῶς ὄν. οὔτ’ οὖν θείαν ἁπλῶς τὴν ἡμετέραν ψυχὴν ῥητέον οὔτε ἀθάνατον, καίτοι πολλαχοῦ δέδεικται ἀθάνατος, ἀλλ’
25οὐ πρώτως ἔχει τὴν ἀθανασίαν οὐδὲ δευτέρως μέν, εἰλικρι‐ νῶς δὲ ὑπάρχουσαν, ἀλλὰ συμμιγῆ πρὸς τὸ θνητόν. εἰς ὃ καὶ ἀποβλέποντές τινες θνητὴν αὐτὴν ὑπέλαβον. ἀλλὰ μὴν οὐδὲ εἰς ταὐτὸν ἄξομεν τοῖς ἀχωρίστοις εἴδεσι τῆς ὕλης ἢ ταῖς ἀλόγοις ζωαῖς· ἡγεμονοῦσαν γὰρ ἔλαχε φύσιν, ὥς φησι
30καὶ αὐτὸς ἐν τούτοις ὁ γεννήσας αὐτὴν πατήρ, διὸ κατὰ φύσιν αὐτῆς τὸ κρατεῖν τῆς ἀλόγου ζωῆς, καὶ ἕπεται δίκῃ
καὶ θεοῖς ὡς ἐπιστρεφομένη πρὸς αὐτοὺς καὶ πληρουμένη
in Ti
.

3

.

232

παρ’ αὐτῶν καὶ ὀπαδὸς οὖσα αὐτῶν. πᾶν οὖν τὸ τοιοῦτον εἶδος τῆς ζωῆς τὸ λογικὸν ἐκ τῆς μιᾶς ὑφίσταται δημι‐ ουργίας· δεῖ γὰρ αὐτὸ καὶ ἀπὸ νοῦ παράγεσθαι καὶ ἀπὸ τοῦ ὅλου νοῦ· τρία γάρ ἐστι ταῦτα, τὸ τῆς αὐτῆς μὲν τά‐
5ξεως, ὁλικὸν δέ, τὸ κρείττονος μὲν τάξεως, μερικὸν δέ, ὁ καὶ κρείττονος ὂν τάξεως καὶ ὁλικόν· τὸ γὰρ τέταρτον οὐδ’ ἀμφισβητεῖ πρὸς τὸ γεννᾶν· τί γὰρ διοίσει τοῦ γεννωμένου; καὶ γὰρ τοῦτο μερικόν ἐστι τῆς αὐτῆς ἐκείνῳ τάξεως. ἀλλὰ τὸ μὲν ἐν κρείττονι τάξει τεταγμένον, μερικὸν δὲ κύριον
10εἶναι τῆς ὅλης ἀπογεννήσεως ἀδύνατον· δεῖ γὰρ πάντη κρατεῖν τὸ ὄντως αἴτιον. τὸ δὲ ὁλικὸν μέν, τῆς δὲ αὐτῆς ὑπάρχον τάξεως ὡς μιᾶς ὂν σειρᾶς οὐκ ἔχει τὴν ἀληθινὴν τοῦ γεννᾶν δύναμιν. μόνον δὴ τὸ ὅλον ἐν τῇ κρείττονι κυριώτατόν ἐστιν αἴτιον, ἀμφοτέροις ὑπερέχον τοῦ γεννή‐
15ματος, τὰ δ’ ἄλλα τούτῳ συμπαράγει καὶ μετὰ τούτου δημι‐ ουργεῖ. καὶ διὰ τοῦτο ἡ ψυχὴ πρώτως μὲν ἀπὸ τοῦ δημι‐ ουργοῦ πρόεισι, δευτέρως δὲ καὶ ἀπὸ τῆς ὅλης ψυχῆς, προσεχῶς δὲ καὶ ἀπὸ τοῦ μερικοῦ νοῦ· ποιεῖ γὰρ οὗτος μέν, ὁ μερικὸς λέγω νοῦς, τοῦτο ὢν ἐν τῇ τάξει τῶν νοητῶν,
20ὅπερ ἐστὶν αὕτη κατὰ τὴν σειρὰν τῶν ψυχῶν, ποιεῖ δ’ οὖν οὗτος αὐτὴν μερικήν, ἡ δὲ ὅλη ψυχὴ λογικήν, ὁ δὲ δημι‐ ουργὸς ἀμφότερα, διὸ καὶ πρώτως αἴτιός ἐστι. διόπερ ἐν‐ ταῦθα μὲν τὸν δημιουργὸν ἐφίστησι τῇ ἀπογεννήσει τῆς ψυχῆς, ἐν Φιλήβῳ [30 AB] δὲ ἀπὸ τῆς ὅλης ψυχῆς ἐνδί‐
25δωσιν αὐτῇ τὴν οὐσίαν· ὡς γὰρ τὸ ἐν ἡμῖν πῦρ ἀπὸ τοῦ κοσμικοῦ πυρὸς καὶ ἡ γῆ καὶ τὸ ὕδωρ καὶ ὁ ἀὴρ τὰ ἐν ἡμῖν ἀπὸ τῶν ὅλων, οὕτω δὴ καὶ τὴν μερικὴν ἐκεῖ ψυχὴν ἀπὸ τῆς τοῦ παντὸς γεννᾶσθαί φησι. ταῦτα μὲν οὖν περὶ τούτου. τὴν δὲ ‘δίκην‘ συντάττει τοῖς ἐγκοσμίοις θεοῖς
30εἰκότως· ἔστι γὰρ ὀπαδὸς μὲν τοῦ Διός, ὥς φησιν ὅ τε Ὀρφεύς, ὅταν λέγῃ [frg. 125]·
τῷ δὲ Δίκη πολύποινος ἐφέσπετο,
καὶ ὁ Ἀθηναῖος Ξένος [leg. IV 716 A]· τῷ ἀεὶ συνέπεται
in Ti
.

3

.

233

Δίκη, συνιδρυμένη δὲ τοῖς ἐγκοσμίοις θεοῖς καὶ συγκατευ‐ θύνουσα τὸ πᾶν κατ’ ἀξίαν· ἐκ μέσης γὰρ τῆς ἡλιακῆς σφαίρας πάντη διατείνει τὴν ἑαυτῆς πρόνοιαν καὶ διασπείρει τὴν τῶν ἀγαθῶν διανομήν. τὴν δὲ δὴ ‘σπορὰν‘ τίνα ῥη‐
5τέον; ἆρα ταύτην, ἣν οἱ πολλοὶ τῶν Πλατωνικῶν δια‐ θρυλοῦσι, τὴν περὶ τὰ ἄστρα τῶν ψυχῶν διανομήν; ἔσπειρε γάρ, φησί [42 D], τὰς μὲν εἰς γῆν, τὰς δὲ εἰς ἥλιον, τὰς δὲ εἰς σελήνην· καὶ διττὴν τὴν σπορὰν θησόμεθα, τὴν μὲν περὶ τοὺς θεούς, τὴν δὲ περὶ τὴν γένεσιν, ἣν ἐν
10τῷ Πολιτικῷ [272 E] παραδέδωκεν; ἀλλὰ νῦν ὁ Πλάτων βούλεται τῆς οὐσίας τῶν ψυχῶν ἐπὶ τὸν δημιουργὸν τὴν αἰτίαν ἀνενεγκεῖν· δεῖ γὰρ αὐτὰς γενέσθαι πρῶτον, ἔπειτα οὕτως ἄλλας περὶ ἄλλους ἡγεμόνας διανεμηθῆναι. βέλτιον οὖν, ὡς ὁ διδάσκαλος ἡμῶν ἐπέκρινε, σπορὰν τὴν γένεσιν
15ἀκούειν, ἐπεὶ καὶ προσήκει τῷ πατρὶ τὸ σπείρειν καὶ τὸ λόγους γεννᾶν, ἡ δὲ ψυχὴ λόγος ἐκ λόγων ἐστὶ καὶ ὡς ἀπὸ πατρὸς πρόεισι τοῦ δημιουργοῦ τῶν ὅλων· καὶ γὰρ αὕτη μέν ἐστιν ἡ πρώτη σπορά, δευτέρα δὲ ἡ περὶ τοὺς νέους θεούς, τρίτη δὲ ἡ περὶ τὴν γένεσιν. καὶ τῆς μὲν πρώτης
20μετέχουσι καὶ αἱ θεῖαι ψυχαί, τῆς δὲ δευτέρας καὶ οἱ δαί‐ μονες (καὶ γὰρ τούτων αἱ τάξεις διανενέμηνται περὶ τοὺς θεούς), ἡ δὲ τρίτη μόνων τῶν γενεσιουργῶν ἐστι ψυχῶν. καὶ μὴν καὶ τὸ ‘ὑπάρξασθαι‘ σφόδρα οἰκείως εἴρηται· διότι γὰρ συναπογεννᾷ καὶ ἄλλα αἴτια τῷ δημιουργῷ τὴν
25ψυχήν, οἷον τὰ ζῳογονικὰ λέγω, διὰ τοῦτο αὐτὸς ὑπάρχεσθαι λέγεται. καὶ διότι καὶ τὸ ὄχημα τῆς ψυχῆς αὐτὸς ἀπογεννᾷ καὶ πᾶσαν τὴν ἐν αὐτῷ ζωήν, ᾗ προσυφαίνουσιν οἱ νέοι θεοὶ τὸ θνητὸν εἶδος τῆς ζωῆς, δι’ ὅ μοι δοκεῖ καὶ τὸ ἀθά‐ νατον κοινὸν ὑπάρχον ἐπ’ ἀμφοτέρων παραλαβεῖν, ἀλλὰ μὴ
30τὸ λογικόν, καὶ τοῦτο προάγειν ἀπὸ τῆς μιᾶς δημιουργίας, λέγων καὶ καθ’ ὅσον μὲν αὐτῶν ἀθανάτοις ὁμώνυ‐ μον εἶναι προσήκει· πᾶν γὰρ ἀεὶ τὸ ὄχημα μετὰ τῆς
οἰκείας αὐτοῦ ζωῆς καὶ τῆς λογικῆς ψυχῆς, ἧς ἐξήρτηται,
in Ti
.

3

.

234

κατ’ οὐσίαν ἀίδιόν ἐστιν. ἄμφω γοῦν ἀπὸ τοῦ δημιουργοῦ γεννᾶται καθ’ ὁμοιότητα τῶν ἄστρων, ὧν καὶ τὰς ψυχὰς καὶ τὰ ὀχήματα παρήγαγεν ὁ δημιουργός. σπείρει μὲν οὖν τὴν ψυχὴν γεννῶν ὡς λόγων πατήρ, ὑπάρχεται δὲ τὸ ὄχημα
5παράγων· τοῦτο γὰρ ἀρχή ἐστιν ἤδη τῆς θνητοειδοῦς ζωῆς. Τὸ δὲ λοιπὸν ὑμεῖς, ἀθανάτῳ θνητὸν προσυ‐ φαίνοντες [41 C D]. Τί τὸ ἀθάνατόν ἐστι τοῦτο καὶ τί τὸ θνητόν, ἐζήτηται παρὰ τοῖς τοῦ Πλάτωνος ἐξηγηταῖς. καὶ οἱ μὲν τὴν λογι‐
10κὴν ψυχὴν μόνην ἀθάνατον ἀπολείποντες φθείρουσι τήν τε ἄλογον ζωὴν σύμπασαν καὶ τὸ πνευματικὸν ὄχημα τῆς ψυ‐ χῆς, κατὰ τὴν εἰς γένεσιν ῥοπὴν τῆς ψυχῆς τὴν ὑπόστασιν διδόντες αὐτοῖς μόνον τε τὸν νοῦν ἀθάνατον διατηροῦντες ὡς μόνον καὶ μένοντα καὶ ὁμοιούμενον τοῖς θεοῖς καὶ μὴ
15φθειρόμενον, ὥσπερ οἱ παλαιότεροι καὶ ἕπεσθαι τῇ λέξει κρίναντες, δι’ ἧς ὁ Πλάτων φθείρει τὴν ἄλογον, θνητὴν αὐτὴν καλῶν, τοὺς Ἀττικοὺς λέγω καὶ Ἀλβίνους καὶ τοιούτους τινάς. οἱ δὲ τούτων μετριώτεροι, ὥσπερ οἱ περὶ Πορφύριον, καὶ πρᾳότεροι παραιτοῦνται μὲν τὴν καλου‐
20μένην φθορὰν κατασκεδαννύναι τοῦ τε ὀχήματος καὶ τῆς ἀλόγου ψυχῆς, ἀναστοιχειοῦσθαι δὲ αὐτά φασι καὶ ἀναλύ‐ εσθαί τινα τρόπον εἰς τὰς σφαίρας, ἀφ’ ὧν τὴν σύνθεσιν ἔλαχε, φυράματα δὲ εἶναι ταῦτα ἐκ τῶν οὐρανίων σφαιρῶν καὶ κατιοῦσαν αὐτὰ συλλέγειν τὴν ψυχήν, ὥστε καὶ εἶναι
25ταῦτα καὶ μὴ εἶναι, αὐτὰ δὲ ἕκαστα μηκέτ’ εἶναι μηδὲ δια‐ μένειν τὴν ἰδιότητα αὐτῶν. καὶ δοκοῦσιν ἕπεσθαι τοῖς λογίοις [or. chald. 47] ἐν τῇ καθόδῳ τὴν ψυχὴν λέγουσι συλλέγειν αὐτὸ λαμβάνουσαν αἴθρης μέρος
ἠελίου τε σεληναίης τε καὶ ὅσ〈σ〉α
30 ἠέρι συννήχονται· πρὸς οὓς ἐπακτέον τὰ τοῦ Πλάτωνος οὐκ ἐναργῶς φθείροντα πᾶν τὸ ἄλογον. τρίτοι δὲ αὖ εἰσιν οἱ πᾶσαν φθορὰν ἀνελόντες
ἀπό τε τοῦ ὀχήματος καὶ τῆς ἀλογίας καὶ εἰς ταὐτὸν ἄγοντες
in Ti
.

3

.

235

τήν τε τοῦ ὀχήματος διαμονὴν καὶ τὴν τοῦ ἀλόγου καὶ τὸ θνητὸν ἐπ’ αὐτοῦ τὸ σωματοειδὲς καὶ περὶ τὴν ὕλην ἐπτο‐ ημένον καὶ ἐπιμελούμενον τῶν θνητῶν ἐξηγούμενοι, ὡς Ἰάμβλιχος οἴεται καὶ ὅσοι τούτῳ συνᾴδειν ἀξιοῦσι, καὶ
5οὐχ ἁπλῶς ἀπὸ τῶν σωμάτων τῶν θείων αὐτῷ διδόντες τὴν ὑπόστασιν, ἵνα δὴ γενόμενον ἐκ κινουμένων αἰτίων καὶ μεταβλητὸν ᾖ κατὰ τὴν ἑαυτοῦ φύσιν, ἀλλ’ ἀπὸ τῶν θεῶν αὐτῶν τῶν τὸν κόσμον κατευθυνόντων καὶ πάντα διαιωνίως ποιούντων. ἐπὶ δὲ τοσούτοις καὶ τοιούτοις δοξάσμασιν
10ἥκει τις λόγος τό τε θνητὸν αὐτόθεν ἀποδεχόμενος καὶ τοῖς πράγμασι καὶ πᾶσι τοῖς Πλατωνικοῖς δόγμασι συνᾴδων· ὅτι μὲν γὰρ τὴν ἄλογον ζωὴν ὁ Πλάτων καὶ μετὰ τὴν τοῦ ἐνύλου σώματος διατηρεῖν βούλεται φθοράν, δῆλον ἡμῖν ποιεῖ δι’ ὧν καὶ κολαζομένην ἐν Ἅιδου παραδίδωσι τὴν
15ψυχὴν διά τε θυμοὺς καὶ ἐπιθυμίας, οὐδὲν δεομένην κολά‐ σεων, εἰ πάντων ἀφῄρηται τῶν παθῶν (λόγος γὰρ ἂν ἦν καθαρός), καὶ πρὸ τοῦ σώματος ἐν ταῖς αἱρέσεσι τῶν βίων τυραννικοὺς βίους αἱρουμένην ὑπὸ λαιμαργίας καὶ σοφι‐ στικοὺς καὶ δημοκοπικοὺς ὑπὸ φιλοδοξίας, καὶ ταῦτα τὴν
20πρώτως ἀπὸ τοῦ οὐρανοῦ κατιοῦσαν καὶ αὐτὴν τὴν νεοτελῆ ψυχήν. ὅτι δὲ καὶ τὸ ὄχημα διασῴζει τῆς ψυχῆς ἀίδιον, ἐμφανές· καὶ γὰρ ἐν Ἅιδου τὰς ψυχὰς ποιεῖ τοῖς ἑαυτῶν ὀχήμασι χρωμένας (ἀναβάντες γάρ, φησίν, ἃ δὴ αὐτοῖς ὀχήματά ἐστιν, ἐπεραιοῦντο τὸν ποταμόν, ὥς φησιν ὁ ἐν
25Φαίδωνι [113 D] Σωκράτης) καὶ νῦν ἀπὸ τοῦ δημι‐ ουργοῦ τὸ ὄχημα γεννᾷ· αὐτὸς γάρ ἐστιν ὁ εἰς ὄχημα ἐμ‐ βιβάζων τὴν ψυχὴν καθ’ ὁμοιότητα τῶν θείων ψυχῶν. καὶ πῶς γὰρ ἂν ἄλλως εἴη δυνατὸν ἐγκόσμιον εἶναι τὴν ψυχὴν ἢ ὄχημα ἔχουσαν ἐν τῷ παντί; τὸ γὰρ ἐγκόσμιον πᾶν ἕδραν
30ἔχει καὶ τάξιν ἐν τῷ κόσμῳ καὶ μόριον αὐτοῦ συμπληροῖ.
πότερον οὖν ἡ μερικὴ ψυχὴ κρείττων ἔσται πρὸ τῆς τοῦ
in Ti
.

3

.

236

ὀχήματος συναρτήσεως ἢ χείρων; εἰ μὲν γὰρ κρείττων, ἔσται θειοτέρα καὶ τῶν ὅλων ψυχῶν, αἷς ὀχήματα δέδωκεν ὁ δημιουργός· εἰ δὲ χείρων, πῶς γεννηθεῖσαν αὐτὴν εἰς ὄχημα ἐνεβίβασεν εὐθύς; οὐ γὰρ ἀπὸ τοῦ παρὰ φύσιν ἄρχεται τὰ
5ἀίδια τῶν πραγμάτων, ἀλλ’ ἀπὸ τοῦ κατὰ φύσιν. ταῦτα μὲν οὖν ὅτι δέδοκται τῷ Πλάτωνι, φανερόν. Ἐπεὶ δὲ διαρρή‐ δην ἐνταῦθα προσαγορεύει θνητὸν τὸ προσυφαινόμενον ἀπὸ τῶν ἐγκοσμίων θεῶν, τί ποτε περὶ αὐτοῦ ῥητέον; ἆρα τοῦτο, ὅ φασί τινες, ὅτι τὴν ἐν τῷ ὀχήματι ζωὴν καὶ προσυφαί‐
10νεσθαι λέγει παρὰ τῶν νέων θεῶν καὶ θνητὴν προσαγορεύει, διὸ σωματοειδής ἐστι καὶ περὶ τὸ θνητὸν διατρίβει; καὶ ποῦ ταύτην ὁ Πλάτων τὴν προσυφαινομένην ἀπὸ τῶν νέων θεῶν ἀθάνατον προσεῖπεν, ἵνα τὸ θνητὸν ἐν τούτοις τοιοῦτον ὑπολάβωμεν; πῶς δὲ κἀκεῖνο παραδέδωκε κοινόν, ὅτι τῶν
15μὲν ἀθανάτων αὐτός ἐστι δημιουργός, τῶν δὲ θνητῶν τὴν γένεσιν ἐκείνοις παραδέδωκε; μετὰ γοῦν τὴν παράδοσιν τῆς δημιουργίας μόνων εἰσὶ δημιουργοὶ θνητῶν οἱ νέοι θεοί. ἀλλ’ ἆρα τοῦτο, ὃ λέγουσί τινες, ὅτι μένει καὶ διαλύεται τὸ αὐτὸ διὰ τῆς ἀναστοιχειώσεως, καὶ διὰ τοῦτο θνητόν τε
20ἅμα καὶ οὐ θνητόν ἐστιν; ἀλλὰ τοῦτο καὶ καθ’ ἑαυτὸ μὲν ἄτοπον· τῆς γὰρ ἑνώσεως ἀπολομένης πῶς ἔτι τὸ αὐτὸ δια‐ μένειν φήσομεν; οὐ γάρ ἐστι ζωῶν συμφόρησις ἡ ἄλογος, ἀλλὰ μία ζωὴ πολυειδής. πρὸς δὲ τούτοις καὶ τὰ οὐράνια ποτὲ μὲν ἀφαιρέσεις, ποτὲ δὲ προσθέσεις δέχεσθαι δίδωσιν,
25ὃ δὴ παντάπασιν αὐτῶν ἀλλότριόν ἐστιν. ἀλλ’ ἆρα φθαρτὴν ἀπολείψομεν τὴν ζωὴν ταύτην ἅμα τῷ σώματι σκεδαννυμένην; καὶ πῶς αἱ κολάσεις, πῶς δὲ αἱ καθάρσεις, πῶς δὲ αἱ τῶν βίων αἱρέσεις, αἳ μὲν κατὰ φαντασίαν, αἳ δὲ κατὰ θυμόν, αἳ δὲ κατ’ ἐπιθυμίαν; αἵ τε εἰς τὰ ἄλογα τῶν ζῴων εἰσδύ‐
30σεις πῶς; δι’ ἀλογίας γὰρ ἡ συναφὴ πρὸς τὸ ἄλογον, ὥσπερ διὰ νοῦ πρὸς τὸν νοῦν. μήποτε οὖν κάλλιον οὕτω λέγειν, ὥσπερ ὁ ἡμέτερος διδάσκαλος,) τὰς μὲν ἀκρότητας τῆς
ἀλόγου ζωῆς τὸ πνεῦμα περιέχειν καὶ εἶναι ταύτας μετὰ
in Ti
.

3

.

237

τοῦ ὀχήματος ἀιδίους ὡς ἀπὸ τοῦ δημιουργοῦ παρηγμένας, ταύτας δὲ ἐκτεινομένας καὶ μεριζομένας ποιεῖν τὴν ζωὴν ταύτην, ἣν προσυφαίνουσιν οἱ νέοι θεοί, θνητὴν μὲν οὖσαν διότι τὸν μερισμὸν τοῦτον ἀποτίθεσθαί ποτε τὴν
5ψυχὴν ἀναγκαῖον, ὅταν ἀποκαταστῇ τυχοῦσα καθάρσεως, πολυχρονιωτέραν δὲ τῆς τοῦ σώματος τούτου ζωῆς· καὶ διὰ τοῦτο τὴν ψυχὴν καὶ ἐν Ἅιδου καὶ τοὺς βίους αἱρουμένην ἔχειν τὴν τοιαύτην ζωήν· κατὰ γὰρ αὐτὴν τὴν ῥοπὴν προσ‐ λαμβάνει τὴν θνητὴν ταύτην ζωὴν ἀπὸ τῶν νέων θεῶν.
10εἰ οὖν ταῦτα κρατήσειε, τὴν μὲν ἀκρότητα τῆς ἀλόγου ζωῆς ὑφίστησιν ὁ δημιουργός, αὐτὴν δὲ οὐχ ὑφίστησιν, ἐπεὶ καὶ τοὺς δαίμονας ὑφιστὰς δῆλον ὅτι παρήγαγε καὶ ἐν ἐκείνοις ἄλογον ζωήν, ἀλλ’ οὐχὶ ταύτην, ἣν οἱ νέοι θεοὶ προσυφαί‐ νουσιν ἡμῖν· οἰκεία γὰρ αὕτη τῶν εἰς γένεσιν πιπτουσῶν
15ἐστι μόνον ψυχῶν· οἱ γὰρ οὖν θεοὶ καὶ τοῖς ὀχήμασιν αὐτῶν λογοειδεῖς ἐλλάμπουσι ζωάς, αὐτοὶ νοερὰς ἔχοντες ψυχάς, δαίμονες δὲ οἱ κατὰ λόγον ἰδίως ἀφωρισμένοι καὶ ἀλόγοις χρῶνται δυνάμεσι κρατοῦντες αὐτῶν, αἱ δὲ ἡμέτεραι ψυχαὶ πολλῷ πλέον ἔχουσι τὴν ἐν τῷ ὀχήματι ζωὴν ἄλογον
20οὖσαν ὡς πρὸς αὐτάς, πλεονάζουσι δὲ τῷ καὶ ἄλλην ἄλογον προσλαμβάνειν, ἔκτασιν οὖσαν τῆς ἐν τῷ πνεύματι ζωῆς, ἣν οἱ νέοι θεοὶ προσυφαίνουσι. πᾶν μὲν οὖν ἐκεῖνο ἀθά‐ νατον, ὃ κατὰ μίμησιν ἔχουσι τῶν ὅλων, ἡ δὲ προσθήκη τῆς δευτέρας ἐστὶ θνητοειδής. ἡ δ’ οὖν ἐν ἐκείνῳ μία αἴ‐
25σθησις καὶ ἀπαθὴς ἐν τῷ πνευματικῷ ὀχήματι μίαν αἴσθη‐ σιν ἀπογεννᾷ παθητικήν, αὕτη δὲ τὰς ἐν τῷ ὀστρεώδει σώ‐ ματι πολλὰς καὶ παθητικάς, καὶ ἡ ἐν ἐκείνῳ μία δύναμις ὀρεκτικὴ τὰς ἐν τῷ πνεύματι παρήγαγε πλείους ὀρεκτικὰς δυνάμεις ἐχούσας τι χωριστὸν ἀπὸ τοῦ ὀστρεώδους σώματος
30καὶ παιδεύεσθαι δυναμένας, αὗται δὲ τὰς ἐν τῷδε τῷ σώ‐ ματι τελευταίας καὶ ἐνύλους. ἐπειδὴ δὲ τὰ μέρη μετὰ τῶν ὅλων ἐνεργεῖ, πάντως καὶ οἱ θεοὶ πολλῷ πρότερόν εἰσιν αἴ‐
τιοι τῶν δευτερουργῶν τούτων δυνάμεων, καὶ αἱ τῶν ψυχῶν
in Ti
.

3

.

238

δυνάμεις συμπαράγουσιν ἐκείνοις τὰ ἑαυταῖς ἀνὰ λόγον, διὸ καὶ ἐμπνέουσιν αὐτὰς καὶ δυναμοῦσι. καὶ ὅτι μὲν ὄχημά τι δίδωσι τῇ ψυχῇ καὶ αὐτὸς ἐνταῦθα δῆλον· ἐμβιβάσει γὰρ αὐτὴν μικρὸν ὕστερον [41 D E] ὡς εἰς ὄχημα, ποιῶν
5ἐγκόσμιον καὶ πολῖτιν τοῦ παντός. δεῖ δὲ κατανοεῖν, ὡς καὶ τὴν ἄλογον προϋφίστησι τοῦδε τοῦ σώματος· εἰ γὰρ μὴ τοῦτο, δυοῖν θάτερον, ἢ ὡς ἐν ἐκείνῳ τῷ ὀχήματι παραγαγὼν αὐτὴν οὐκέτι παρήγαγεν ἐν ἄλλῳ ὀχήματι καὶ ταύτην ἱδρύ‐ σας, ἢ ἐν μόνῳ τῷδε τῷ σώματι τὴν ὑπόστασιν αὐτῇ δί‐
10δωσιν. ἀλλ’ εἰ μὲν τοῦτο, θνητὴ μὲν εἰκότως ἂν αὐτὴ λέ‐ γοιτο· πῶς δὲ ἔτι φυλάξομεν τὰ ἐν ἄλλοις ῥηθέντα περὶ αὐτῆς, οὐχ ἕξομεν, λέγω δὲ τὰς αἱρέσεις τῶν βίων, τὰς ἐν Ἅιδου κολάσεις, ἐν αἷς πάντως ἐστὶ καὶ τὸ ἄλογον. εἰ δὲ ἐν τῷ ὀχήματι καὶ ταύτην εἶναι φήσομεν, ἀθάνατος ἂν ἐξ
15ἀνάγκης εἴη καὶ κρατοίη ἂν ὁ ἀπαθανατίζων καὶ ταύτην λόγος, καὶ οὐκέτ’ ἀληθὲς τὸν μὲν ἕνα δημιουργὸν ἀθανάτων αἴτιον εἶναι, τοὺς δὲ πολλοὺς θνητῶν, τοὺς ἐγχειρισθέντας τὴν τῶν θνητῶν δημιουργίαν. δειχθέντος δέ, ὡς εἴπομεν, ὅτι οἱ νέοι θεοὶ παράγουσι πρὸ τοῦδε τοῦ σώματος τὴν
20ἄλογον καὶ ὄχημα ἄλλο πνευματικόν, οἷον καὶ Ἀριστοτέλης ὑπέλαβε, συνεξιὸν τῷ ἀθανάτῳ τῷ ἐν ἡμῖν καὶ συνεισιόν, θνητὸν δὲ ὅμως ὄν, λέλυται πάντα ἡμῖν τὰ ποιοῦντα τὰς ἀπορίας. ταῦτα μὲν οὖν καὶ προϊόντος τοῦ λόγου ἔσται καταφανέστερα. πόθεν δὲ ἄρχονται τῆς δημιουργίας οἱ νέοι
25θεοὶ καὶ ποίας μεσότητας ἔχουσι καὶ ποίοις χρῶνται τέλεσιν, ἱκανῶς ὁ φιλόσοφος ἀναδιδάσκει διὰ τούτων. Ζῷα ἀπεργάζεσθε καὶ γεννᾶτε τροφήν τε διδόν‐ τες αὐξάνετε καὶ φθίνοντα πάλιν δέχεσθε [41 D]. Ἀρχὴ μὲν οὖν ἐστι τῆς δημιουργίας ἡ ἀπογέννησις τῆς
30ἀλόγου ζωῆς, ἧς τὰς ἀκρότητας περιεῖχε τὸ ὄχημα τῆς ψυ‐ χῆς. ἐπὶ δὲ ταύτῃ πρόεισιν ἡ τῶν ζῴων ἀπεργασία καὶ
γένεσις. κελεύει γοῦν αὐτοῖς ζῷα ἀπεργάζεσθαι καὶ γεννᾶν
in Ti
.

3

.

239

τῷ ἀθανάτῳ προσυφαίνουσι τὸ θνητόν, καὶ τοῦτο ἀδιορί‐ στως εἰπών, ἀλλ’ οὐχὶ πάντα τὰ ζῷα, διότι καὶ τὰ φυτὰ ζῷα προελθὼν ἐρεῖ [77 A] καὶ ἀποδείξει χρῆναι ζῷα προσονο‐ μάζειν καὶ ἐκεῖνα. ζῷα δὴ οὖν ἀπεργάσονται διὰ τῆς ἀθα‐
5νάτου ψυχῆς, ὅσα μὴ τὸ ἔσχατον ἔχοντα μόνον τῆς ζωῆς εἶδος, τὸ ἐπιθυμητικόν, διὰ τοῦτο ζῷα προσαγορεύεται, ἀλλὰ πᾶν τὸ θνητόν, ὃ δημιουργήσουσιν αὐτοὶ καὶ ἀπεργά‐ σονται καὶ γεννήσουσιν. εἰ δὲ μὴ μόνον ἄνθρωπον αὐτοῖς δημιουργεῖν παρεκελεύσατο τῷ ἀθανάτῳ τὸ θνητὸν προσυ‐
10φαίνουσιν, ἀλλὰ ζῷα, δῆλον ὅτι καὶ τὰ ἄλλα ζῷα, ὁπόσα δημιουργοῦσιν· ὥστε εἰκότως καὶ ὁ Τίμαιος πρὸς τῷ τέλει τὴν τῶν ἄλλων ζῴων γένεσιν διὰ τῆς ἀνθρωπίνης ψυχῆς εἰς αὐτὰ μετιούσης μεταπλάττει, καὶ τοῦτο κατὰ τὴν δημι‐ ουργικὴν πρόσταξιν τῶν νέων ποιούντων θεῶν, τὰ δὲ φυτὰ
15μόνα χωρὶς ταύτης γεννώντων· οὐ γὰρ εἶναι καὶ ἐν τούτοις λογικὴν ψυχὴν ἀκινήτοις οὖσι κατὰ τόπον· *** τούτοις πᾶ‐ σιν αἰτίαν εἶναι τὴν αὐτοκίνητον ψυχήν· διότι γὰρ ἀρχὴ κινήσεώς ἐστιν, ἀνάγκη τῆς πρωτίστης εἶναι κινήσεως ἀρχὴν αὐτὴν τοῖς ζῴοις. πρωτίστη δὲ ἡ κατὰ τόπον τῶν ἄλλων,
20ὡς καὶ Ἀριστοτέλης [phys. ε 2. 226a 32 ss] ἔδειξεν· ὥστε πᾶν ζῷον κατὰ τόπον κινούμενον ἔχει τὴν αὐτοκίνητον αὐτῷ παροῦσαν ψυχήν· διὸ τὸ φυτὸν ἐν γῇ κατερρίζωται ταύτην οὐκ ἔχον· ὥστ’ εἰκότως οἱ νέοι θεοὶ πλὴν τῶν φυτῶν τὰ ἄλλα ζῷα γεννῶσι καὶ ἀπεργάζονται τῷ ἀθανάτῳ τὸ θνη‐
25τὸν αὐτοὶ προσυφαίνοντες. τροφὴν δὲ διδόντες τῶν φυτῶν μηχανῶνται τὴν γένεσιν, ὑφ’ ὧν ἄνθρωποι τρέφονται, καὶ τἆλλα ζῷα· καὶ γὰρ ὑφ’ ὅσων ἄνθρωποι μὴ τρέφονται, πάντως οὐδὲ〈ν〉 κωλύει τινὰ τρέφεσθαι τῶν ζῴων, ἄλλα ὑπ’ ἄλλων, οἷς ἐστι συγγενὴς ἡ ἐκείνων φύσις, ὥσπερ ἡμῖν ἡ
30τούτων, ὑφ’ ὧν τρεφόμεθα. διὰ μὲν οὖν τῆς ἀπεργασίας συμπληροῦσι τὴν τοῦ ἑνὸς δημιουργοῦ ποίησιν (ἐκεῖνος μὲν
γὰρ ὑπήρξατο μόνον, οὗτοι δὲ ἀπεργάζονται), διὰ δὲ τῆς
in Ti
.

3

.

240

γεννήσεως ὅλον ὑφιστᾶσι τὸ ζῷον. καὶ διὰ μὲν τῆς ἀπερ‐ γασίας μιμοῦνται τὴν δημιουργικὴν δύναμιν, διὰ δὲ τῆς γεννήσεως τὴν πατρικήν, καὶ διὰ μὲν τῆς ἀπεργασίας τὰ μέρη τῶν λογικῶν ζῴων τὰ θνητοειδῆ ποιοῦσι, διὰ δὲ τῆς
5γεννήσεως τὰ ἄλογα ζῷα καθόσον ἐστὶν ἄλογα τίκτουσιν· ὅλων γάρ εἰσιν ὑποστάται τῶν τοιούτων ζῴων. εἰ δὲ παρα‐ λαβόντας ἀθάνατον, ἣν ὁ δημιουργὸς ὑφίστησι, κελεύει θνητὸν ἀθανάτῳ προσυφαίνοντας ζῷα δημιουργεῖν, ἤδη ποιεῖ φανερόν, ὅτι κατὰ τὴν δημιουργικὴν βούλησιν ἅπαν
10ζῷον ἐθέλει ψυχὴν ἔχειν ἀθάνατον πρὸ τῆς θνητῆς, καὶ τὴν μὲν ἀπεργάζεσθαι τοὺς νέους θεούς, τὴν δὲ τὸν ἕνα δημιουργόν. καὶ εἰ μὲν ἀλόγους ὁ δημιουργὸς καὶ λογικὰς ὑφίστησι ψυχάς, οὐδὲν ἐκώλυετο τὸ ἐν ἐκείνοις ἀθάνατον εἶναι ἄλογον. ἐπειδὴ δὲ μόνας ἐνταῦθα γεννᾷ λογικάς,
15πρὸς ἃς καὶ διαλέγεται τοὺς εἱμαρμένους νόμους αὐ‐ ταῖς ἐντιθείς, δῆλον, ὅτι πᾶν ζῷον ἀνάγκη λογικὴν ἔχειν καὶ ἀθάνατον ψυχήν, ὃ καὶ κυρίως ἐστὶ ζῷον, κινήσεως μετέχον. ὅταν ἄρα μετάγῃ τὴν ψυχὴν καὶ εἰς ἀλόγους οἰ‐ κήσεις, οὐκ ἐπιτρέψει τοῖς λέγουσιν ἀνθρωπίνας ταύτας εἶναι
20κατὰ τὸ ἄλογον ζῷον τῶν ἀνθρώπων, ἀλλ’ ὄντως ἀλόγων ζῴων· καὶ γὰρ οὐ μόνον διὰ τούτων δῆλός ἐστι ταῦτα λέ‐ γων, ἀλλὰ καὶ ἐν τῇ γενέσει τῶν θνητῶν εἰπὼν περὶ τῶν ἄλλων τι ζῴων ἐρεῖν διὰ τῆς ἀνθρωπίνης ψυχῆς πάντων παραδίδωσι τὴν γένεσιν, ἑξῆς μεθιστὰς αὐτὴν ἀπ’ ἄλλων
25εἰς ἄλλα καὶ μεταπλάττων τὰς τῶν σωμάτων ἰδέας κατὰ τὴν ταύτης μετάβασιν καὶ κατὰ τὸ εἶδος τῆς ζωῆς, ὃ δὴ προ‐ βάλλουσα τὴν πρὸς αὐτὰ καταδέχεται σχέσιν. πάντα δ’ οὖν τὰ ζῷα καὶ νῦν ἀπεργάζεσθαι προστάττει τοῖς νέοις 〈θεοῖσ〉 ὁ πατὴρ καὶ γεννᾶν τῷ ἀθανάτῳ τὸ θνητὸν προσυφαίνουσι, καὶ
30ὅτι τὸ ἀθάνατον διττὸν εἴπομεν, ψυχὴν καὶ ὄχημα, καὶ ὅτι τὸ θνητὸν ὡσαύτως, καὶ ὡς τὰ ἕτερα τοῖς ἑτέροις ἀνὰ λόγον
ἐστί, τὰ θνητὰ τοῖς ἀθανάτοις, ἐπειδὴ τούτοις ἡ τῆς τροφῆς
in Ti
.

3

.

241

ἕπεται δόσις, τελεσιουργὸς οὖσα τῶν θνητῶν, διὰ δὲ ταύτην καὶ τὰ φυτὰ πάντα παράγουσι, τῶν τιμιωτέρων ἕνεκα ταῦτα ὑποστήσαντες· πολλοῦ ἄρα δεῖ τὴν ζῳοφαγίαν ὁ δημιουργὸς ἀποδέχεσθαι, ὅς γε μετὰ τὴν τῶν ζῴων ἁπάντων γέννησιν
5τὴν τροφὴν ἀποτίκτειν αὐτοῖς παρακελεύεται. τελευτᾷ δὴ καλῶς ἡ δημιουργία τῶν νέων θεῶν κατὰ τὴν τοῦ πατρὸς βούλησιν εἰς τὴν παλιγγενεσίαν· τὸ γὰρ ‘τὰ φθίνοντα δέχε‐ σθαι πάλιν‘ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ τὴν γένεσιν ἀνανεοῦν καὶ τὴν φθορὰν ἐπανάγειν εἰς τὴν γένεσιν· διὰ γὰρ τοῦτο
10καὶ οὐδὲν εἰς τὸ μηδαμῶς ὂν ὅλον ἄπεισιν, ὅτι δὴ οἱ προεστῶτες θεοὶ τῆς γενέσεως συνάπτουσι ταῖς ἑαυτῶν πε‐ ριόδοις τὰς τῆς γενέσεως μεταβολὰς καὶ συνεχῆ ποιοῦσι τῇ φθορᾷ τὴν γένεσιν, τὸ μὴ ὂν τῆς φθορᾶς εἰδοποιοῦντες καὶ τὴν στέρησιν εἰς μορφὴν περιάγοντες. ἐν τοῖς νέοις ἄρα θεοῖς
15καὶ τὴν ἐξ ἀρχῆς δημιουργίαν τῶν θνητῶν καὶ τὴν τῆς παλιγγενεσίας αἰτίαν ὁ δημιουργὸς ἐνέθηκεν, ὥσπερ ἁπάν‐ των τῶν ἐγκοσμίων ἐν τῇ μονάδι τῶν νέων θεῶν, ἣν καὶ αὐ‐ τὴν νέον θεὸν προσηγόρευσεν Ὀρφεύς [frg. 206. 191]. ὁρᾷς οὖν, ὅπως καὶ ἑνοποιοὺς αὐτοῖς καὶ 〈ἐκ〉θεωτικὰς δυνάμεις
20ἐνδέδωκε θεοὺς θεῶν ἀποκαλέσας, καὶ συνεκτικὰς καὶ μονί‐ μους διὰ τῆς τοῦ λυτοῦ καὶ ἀλύτου μεσότητος καὶ γνωστι‐ κὰς διὰ τῆς μαθήσεως καὶ τελειωτικὰς διὰ τοῦ τελειοῦν τὸν κόσμον ταῖς προσθήκαις τῶν θνητῶν καὶ δημιουργικὰς διὰ τῆς δημιουργικῆς 〈καὶ〉 κινητικὰς καὶ ἀφομοιωτικὰς διὰ τῆς μιμή‐
25σεως τοῦ πατρός, καὶ πάλιν, εἰ βούλει λέγειν, Ἡφαιστιακὰς μὲν διὰ τῆς κατὰ φύσιν ἐνεργείας, Ἀθηναϊκὰς δὲ διὰ τῆς τοῦ προσυφαίνειν τῷ ἀθανάτῳ τὸ θνητὸν παρακελεύσεως, Δημητριακὰς δὲ καὶ Κορικὰς διὰ τοῦ γεννᾶν καὶ τρέφειν, Τιτανικὰς δὲ διὰ τοῦ θνητὰ καὶ ἐπίκηρα παράγειν, Διονυ‐
30σιακὰς δὲ διὰ τῆς παλιγγενεσίας· ἃ γὰρ γεννῶσι, φθίνοντα δέχονται πάλιν εἰς τὰς ὁλότητας αὐτῶν ἀναπέμποντες καὶ ἕκαστα τοῖς οἰκείοις διανέμοντες καὶ ἐκ τούτων ἄλλα πάλιν
λαμβάνοντες καὶ συντιθέντες εἰς ἄλλων γενέσεις· πάντα γὰρ
in Ti
.

3

.

242

αὐτοῖς ὑπόκειται τὰ στοιχεῖα πρὸς τὰς γεννήσεις τῶν θνητῶν ζῴων καὶ τὸν κύκλον ἀεὶ πληροῦσιν ἀπαύστως τῶν γενέσεων καὶ φθίσεων. δέχονται οὖν φθίνοντα ὅσα ἔδοσαν γιγνο‐ μένοις καὶ προστιθέασι τοῖς ὅλοις ὅσα ἀφαιροῦσι τῶν ὅλων,
5καὶ τοῦτο ἀπέραντον ἔχει τὴν ἀμοιβὴν διὰ τὴν ἀεικινησίαν τῶν δημιουργούντων τὰ θνητὰ θεῶν πάντων, οἷς ἐπέτρεψε τὴν δημιουργίαν ὁ πατήρ. Ταῦτ’ εἶπε [41 D]. Τὴν πᾶσαν δημιουργίαν διεῖλεν εἴς τε τὴν τῶν θείων
10γέννησιν καὶ τὴν τῶν θνητῶν, καὶ τὴν μὲν τῶν θείων εἴς τε τὴν τοῦ ὅλου κόσμου τοῦ πρὸ τῶν μερῶν καὶ εἰς τὴν τῶν μεγάλων ἐν αὐτῷ καὶ ἀιδίων μερῶν, καὶ ταύτην αὖ εἴς τε τὴν τῶν οὐρανίων ζῴων ἀπογέννησιν καὶ τῶν ὑπὸ σελήνην, πάλιν δὲ τὴν τῶν θνητῶν εἴς τε τὴν τοῦ ἐν
15αὐτοῖς θείου καὶ ἀθανάτου ποίησιν εἴς τε τὴν τοῦ θνητοῦ παντὸς πλαττομένην γένεσιν, καὶ ταύτην εἴς τε τὴν τῶν ψυ‐ χῶν καὶ τὴν τῶν σωμάτων ποίησιν, καὶ τὴν τῶν σωμάτων εἴς τε τὴν τῶν ὅλων καὶ τὴν τῶν μερῶν, οἷον κεφαλῆς, καρδίας, ἥπατος. καὶ τὴν μὲν πρώτην πᾶσαν δημιουργίαν
20εἰς ἑαυτὸν ὁ τῶν ὅλων δημιουργὸς ἀνεδήσατο, τῆς δὲ δευ‐ τέρας τὸ ἀθάνατον πάλιν αὐτὸς παραγαγὼν ἐφίστησι τῇ λοιπῇ τοὺς πολλοὺς δημιουργούς· οὗτοι γὰρ οἱ τῶν θνητῶν κηροπλάσται ζῴων, αὐτοὶ μὲν ἀεὶ πληρούμενοι ζωῆς, δι‐ δόντες δὲ καὶ τούτοις καθ’ ὅσον αὐτοῖς δέχεσθαι δυνατὸν
25τὴν ἀφ’ ἑαυτῶν πρόνοιαν, καὶ πληροῦντες καὶ ταῦτα ζωῆς γενεσιουργοῦ καὶ ἐνύλου δημιουργίας· πανταχοῦ γὰρ ἀπὸ τῶν μέσων ὑφίσταται τὰ ἔσχατα, μέσα δὲ τῶν τε πρώτως ἀθανάτων καὶ τῶν θνητῶν τὰ ἀεὶ πληρούμενα τῆς ἀειγενοῦς ζωῆς. τὰ μὲν οὖν ἀφ’ ἑαυτῶν ἀθάνατα ταῖς τῶν ὑδάτων
30ἔοικε πηγαῖς, τὰ δὲ ἀεὶ πεπληρωμένα παρὰ τῶν πρώτων τοῖς ἀενάοις ποταμοῖς, τὰ δὲ ποτὲ μὲν ζωοποιούμενα,
ποτὲ δὲ ἀπολείποντα τὴν ζωὴν τοῖς ἐκλείπουσι τῶν ποταμῶν.
in Ti
.

3

.

243

πανταχοῦ δὲ τὸ πληρέστερον πληροῦν ἐφίεται καὶ σπεύδει καὶ αὐτὸ γεννᾶν. ἀνάγκη ἄρα τὰ μέσα τοῖς ἐσχάτοις ἀφ’ ἑαυτῶν διδόναι τὴν πάροδον καὶ τὰ ἀεὶ πληρούμενα ζωῆς τοῖς ποτὲ ζῆν δυναμένοις. ταῦτα μὲν περὶ τῆς τῶν πραγ‐
5μάτων αὐτῶν πρὸς ἄλληλα τάξεως. Τὸ δὲ ταῦτ’ εἶπε τοῦτο δὴ τὸ ἐκκείμενον κῶλον θαυμαστὴν ἔνδειξιν φέρει πρῶτον μὲν τοῦ τελείου καὶ συμπεπληρωμένου τοῖς οἰκείοις ὅροις· μὴ δυνάμενοι γὰρ ἑνὶ περιλαβεῖν ἡμεῖς ὀνόματι τὴν ἑνιαίαν τελειότητα τῶν θείων καὶ τὴν αἰώνιον ἐνέργειαν καὶ
10τὴν ἄπειρον δύναμιν μεμερισμένως αὐτῆς ἀντιλαμβανόμεθα διὰ τῶν χρονικῶν ὀνομάτων, καὶ διὰ μὲν τοῦ παρεληλυθότος τὴν τελειότητα, διὰ δὲ τοῦ παρόντος τὸ ἀνέκλειπτον σημαί‐ νομεν. καὶ τὸ εἶπεν οὖν τῆς τελειότητος τῶν δημιουργικῶν νοήσεών ἐστι σύμβολον· ὡς γὰρ ἐκεῖναι παντελεῖς εἰσιν,
15οὕτω καὶ οἱ δημιουργικοὶ λόγοι παντελεῖς εἰσιν, ἐκείνων ὄντες ἐνέργειαι προϊοῦσαι εἰς τὸ πλῆθος τῶν θεῶν. οὕτω καὶ ἐν τοῖς λογίοις [or. chald. 18] αἱ ἐνέργειαι τῶν θεῶν καὶ αὐτοῦ τοῦ πατρὸς ὑπ’ αὐτῶν δηλοῦνται διὰ τοῦ εἰπεῖν, ὡς ὅταν λέγῃ·
20 εἰς τρία γὰρ νοῦς εἶπε πατρὸςτέμνεσθαι ἅπαντα
*** 〈πατρὸσ〉 ἀιδίου νῷ πάντα κυβερνῶν· καὶ γὰρ οὔτε τοῦ εἶναι οὔτε τοῦ ζῆν ἐστιν ἐνέργεια τὸ εἰ‐ πεῖν, ἀλλὰ τοῦ νοεῖν. τοῦτο μὲν οὖν πρῶτον. ἔτι δὲ κἀκεῖνο δηλοῖ τοῦτο τὸ ‘εἰπεῖν‘, τὸ οἰκείους εἶναι τοὺς λό‐
25γους ταῖς ψυχαῖς· ταύταις γὰρ οἰκεῖον τὸ εἰπεῖν· παρὰ γὰρ τὸ ἔπος τὸ εἰπεῖν. λόγος δὲ ψυχαῖς προσήκει καὶ τῇ τάξει τῶν ψυχῶν, καθάπερ καὶ αὐτὸς ἔλεγεν ἔμπροσθεν [37 B] λόγον εἶναι τὸν ἐνεργοῦντα περί τε τὸ νοητὸν καὶ τὸ αἰσθη‐ τόν, καὶ λέγειν ἐκάλει τὸ νοεῖν. ἔτι καὶ τὸ ταῦτα προσκεί‐
30μενον ἑνοῖ τὸ πλῆθος τῶν νοήσεων περὶ τὴν μίαν τοῦ δημι‐ ουργοῦ νόησιν καὶ συνάγει τὰς διῃρημένας τοῦ λόγου δυνά‐
μεις ἐπὶ τὴν μονάδα τῆς πατρικῆς νοήσεως. δεῖ δὴ καὶ
in Ti
.

3

.

244

τοῦτο περὶ τῶν θείων παρὰ Πλάτωνι λόγων συννοεῖν; ὡς ἄρα πάντες ἢ πρὸς ψυχάς εἰσιν ἢ περὶ ψυχῶν· ὁ μὲν ἐν Πολιτείᾳ [VIII 545D ss X 617 D] τῶν Μουσῶν καὶ ὁ τοῦ προφήτου πρὸς ψυχάς, ὁ δὲ ἐν Συμποσίῳ [190 C] παρὰ
5τῷ Ἀριστοφάνει καὶ ὁ ἐν Ἀτλαντικῷ [121 C] μελλήσας ῥηθῆναι περὶ ψυχῶν, ὃ μὲν περὶ τῶν κατιέναι μελλουσῶν, ὃ δὲ περὶ τῶν ἐν γενέσει στρεφομένων. καὶ εἴρηται τὸ αἴ‐ τιον, ὡς ἄρα ψυχαῖς ἐστι μάλιστα προσήκων ὁ λόγος. Καὶ πάλιν ἐπὶ τὸν πρότερον κρατῆρα, ἐν ᾧ τὴν
10τοῦ παντὸς ψυχὴν κεραννὺς ἔμισγε, τὰ τῶν πρό‐ σθεν ὑπόλοιπα κατεχεῖτο μίσγων [41 D]. Ὅτι μὲν οὖν ἡ δημιουργικὴ νόησις ποίησίς ἐστι καὶ ὅτι ταῦτα οὐ διέστηκεν ἀπ’ ἀλλήλων ἐν τοῖς θεοῖς, ἀλλὰ τὸ αὐτὸ νοεῖν τε καὶ ποιεῖν ὑπάρχει παρ’ ἐκείνοις, οὐδὲ δεῖ
15κινήσεως ἄλλης πρὸς τὴν γέννησιν, ἀλλ’ αὐτῷ τῷ εἶναι πάντα ὑφιστᾶσιν, ἐδήλωσε καὶ διὰ τούτων ὁ λόγος· εἰπόντα γὰρ τὸν δημιουργὸν εὐθὺς ἐπὶ τὸν κρατῆρα τρέπει καὶ τὴν τάξιν τῶν γενῶν, καὶ οὐδὲν μεταξὺ τούτων, ἀλλὰ καὶ τὸ χωρὶς παραδοῦναι τά τε ἔργα καὶ τοὺς λόγους παρὰ τὴν
20ἡμετέραν ἀσθένειαν γέγονεν, οὐ δυναμένην ἐν ἑνὶ τήν τε νόησιν ἰδεῖν τὴν ἐξῃρημένην τοῦ πατρὸς καὶ τὴν ποίησιν τὴν ὑποστατικὴν τῶν μερικῶν ψυχῶν. ὅτι δὲ καὶ τὸ τῶν μερικῶν ψυχῶν γένος καθ’ ἑτέραν προελήλυθε διακόσμησιν καὶ παντελῶς ἐξήλλακται τῶν θείων ψυχῶν, τοῖς μὴ παντά‐
25πασιν ἐσκοτωμένοις ἐνεδείξατο, χωρὶς μὲν ταύτας, χωρὶς δὲ ἐκείνας ὑποστήσας καὶ ἐν ἄλλῳ χρόνῳ, καὶ τοῦτο οὐ μόνον ὑπὸ τῆς ἀσθενείας τοῦ λόγου παθών, ἀλλὰ καὶ τῇ τῶν πραγμάτων φύσει λαβὼν ἑπομένως· οὐ γὰρ ὁ αὐτὸς χρόνος ἐστὶ κατ’ ἀλήθειαν, εἰ λάβοις χρόνον τὸν μετεχόμενον ἔν τε
30ταῖς ὅλαις καὶ ταῖς μερικαῖς ψυχαῖς· οὐδὲ γὰρ ἡ αὐτὴ νόησις οὐδὲ τὸ αὐτὸ τῆς κινήσεως εἶδος, ἀλλ’ ἕτερος μὲν ὁ τῶν
θείων χρόνος, ἕτερος δὲ ὁ τῶν μερικῶν ψυχῶν. ἔτι δὲ
in Ti
.

3

.

245

ἀπὸ τοῦ αὐτοῦ μὲν πατρὸς καὶ ταύτας παραγαγών, οὐ μὴν παντελῶς· τὸ γὰρ πάλιν ἐμφαίνει κατὰ δή τινα μερικω‐ τέραν τοῦ δημιουργοῦ δύναμιν γίγνεσθαι τὴν τούτων πρό‐ οδον, τὴν αὐτήν πως οὖσαν πρὸς τὴν πρὸ αὐτῆς καὶ οὐ
5τὴν αὐτήν· διότι γὰρ οὐκ ἔστι χρονικὸν τὸ πάλιν (οὐ γὰρ θέμις ἐν τοῖς αἰωνίοις κατὰ χρόνον τῶν ἐνεργειῶν εἶναί τινα διαφοράν), τὴν τάξιν ἂν μόνην δηλοῖ τῶν κατ’ αἰτίαν ἐξηλλαγμένων δημιουργιῶν, ὥστε καὶ ὁ αὐτός πώς ἐστι πα‐ τὴρ καὶ οὐχ ὁ αὐτός. ἔτι τοίνυν ἀπὸ τοῦ αὐτοῦ μὲν κρα‐
10τῆρος, μετὰ ὑφέσεως δὲ ὅμως· αἱ μὲν γὰρ θεῖαι ψυχαὶ μένουσιν ἐν τῷ κρατῆρι καὶ προϊοῦσαι, καὶ ἀνεκφοίτητοί εἰσιν ἐκεῖθεν, αἱ δὲ ἡμέτεραι πάντη διωρίσθησαν ἀπ’ αὐτοῦ καὶ ὁ χωρισμὸς αὐτῶν καταφανής. πρὸς τούτοις καὶ τὰ γένη ταὐτά ἐστι καὶ ἕτερα· πᾶσαι μὲν γὰρ ἐκ τῶν μέσων,
15ἀλλ’ αἳ μὲν ἐκ τῶν πρώτων, αἳ δὲ ἐκ τῶν ὑπολοίπων καὶ ἐσχάτων ἐπὶ πᾶσι τοῖς ἔμπροσθεν, ἐξ ὧν αἱ πρὸ αὐτῶν ὑπέστης͵αν. ἔτι δὲ καὶ τρόπος ὁ αὐτὸς ἅμα καὶ οὐχ ὁ αὐτός· πλείων γὰρ ἡ ἑτερότης ἐπὶ τῶν μερικῶν· διὸ καὶ ἡ μνεία τῆς μίξεως πλείων. οὐκ ἄρα ἀποδεξόμεθα τῶν νεω‐
20τέρων ὅσοι τὴν ἡμετέραν ψυχὴν ἰσάξιον ἀποφαίνουσι τῆς θείας ἢ ὁμοούσιον ἢ οὐκ οἶδ’ ὅπως βούλονται λέγειν· ἀκουέτωσαν γὰρ τοῦ Πλάτωνος δεύτερα καὶ τρίτα λέγοντος καὶ χωρίζοντος ἀπὸ τοῦ κρατῆρος τὰς μερικὰς ψυχὰς καὶ κατὰ δευτέραν νόησιν, ὃ δὴ ταὐτὸν τῷ μερικωτέραν, ἀπὸ
25τοῦ δημιουργοῦ παράγοντος αὐτάς· ὁ γὰρ ταῦτα λέγων οὐ‐ σιώδεις διαφορὰς τῶν ψυχῶν, ἀλλ’ οὐ κατὰ τὰς ἐνεργείας μόνον ὥσπερ ὁ θεῖος ἐνδείκνυται Πλωτῖνος· ἔστωσαν γὰρ αἳ μὲν πρὸς τοὺς ὁλικοὺς ὁρῶσαι νόας, αἳ δὲ πρὸς τοὺς μερικούς, καὶ αἳ μὲν ἀχράντοις χρώμεναι νοήσεσιν, αἳ
30δὲ ἀποστρεφόμεναί ποτε τὰ ὄντα, καὶ αἳ μὲν ἀεὶ δημιουργι‐ καὶ καὶ κοσμητικαὶ τῶν ὅλων, αἳ δὲ ποτὲ συμπεριπολοῦσαι τοῖς θεοῖς, καὶ αἳ μὲν ἀεὶ κινοῦσαι καὶ ποδηγετοῦσαι τὴν
εἱμαρμένην, αἳ δὲ ὑπὸ εἱμαρμένην ποτὲ γιγνόμεναι καὶ τοὺς
in Ti
.

3

.

246

εἱμαρμένους νόμους, καὶ αἳ μὲν ἡγούμεναι πρὸς τὸ νοητόν, αἳ δὲ ἑπομένων ποτὲ λαγχάνουσαι τάξιν, καὶ αἳ μὲν θεῖαι μόνον, αἳ δὲ εἰς ἄλλοτε ἄλλην μεθιστάμεναι τάξιν, δαιμονίαν ἡρωϊκὴν ἀνθρωπίνην, καὶ αἳ μὲν ἵπποις χρώμεναι πᾶσιν
5ἀγαθοῖς καὶ ἐξ ἀγαθῶν, αἳ δὲ μεμιγμένοις, καὶ αἳ μὲν ταύ‐ την ἔχουσαι τὴν ζωὴν μόνην, ἣν παρὰ τῆς μιᾶς δημιουρ‐ γίας εἰλήφασιν, αἳ δὲ καὶ τὸ θνητὸν εἶδος τὸ προσυφαινό‐ μενον ἀπὸ τῶν νέων θεῶν, καὶ αἳ μὲν κατὰ πάσας ἀεὶ τὰς ἑαυτῶν ἐνεργοῦσαι δυνάμεις, αἳ δὲ ἄλλοτε ἄλλας προβάλλου‐
10σαι ζωάς. ἔστωσαν μὲν οὖν αὐτῶν καὶ αὗται διαφορότητες, ἀλλὰ προηγεῖται τούτων πασῶν ἡ κατ’ οὐσίαν ἐξαλλαγὴ καὶ ἡ δημιουργικὴ διαίρεσις· ἐχώρισε γὰρ αὐτὰς τῷ χρόνῳ τῇ αἰτίᾳ τῇ προόδῳ τῷ τρόπῳ τῆς ὑποστάσεως τῇ τῶν γενῶν ὑφέσει. τούτοις οὖν ἅπασι διαφερούσας αὐτὰς ποῖος ἐρεῖ
15λόγος ὁμοουσίους ποιεῖν;
οὐ γάρ ποτε φῦλον ὅμοιον ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων· ἀλλὰ καὶ τὸ λογικὸν αὐτὸ διάφορόν ἐστιν· ἐν μὲν γὰρ θεοῖς νοερόν, ἐν δὲ ταῖς ἡμετέραις ψυχαῖς τῷ ἀλόγῳ συμμιγές, ἐν
20δὲ τοῖς μέσοις γένεσιν κατὰ τὴν ἑαυτοῦ μεσότητα ἀφώρι‐ σται· καὶ ἕκαστον τῶν ἄλλων θείως μέν ἐστιν ἐν ταῖς θεί‐ αις ψυχαῖς, ἀνθρωπίνως δὲ ἐν ταῖς ἡμετέραις, οἱ λόγοι, τὸ εἶδος τῆς ζωῆς, ἡ νόησις, ὁ χρόνος. ταῦτα μὲν οὖν πρὸς τοὺς οἰομένους τὴν ἡμετέραν ψυχὴν ὁμοούσιον εἶναι τῇ τε
25τε τοῦ παντὸς καὶ ταῖς ἄλλαις καὶ εἶναι ἡμᾶς πάντα ἀσχέ‐ τως, πλάνητας καὶ ἀπλανεῖς καὶ τὰ ἄλλα, καθάπερ ἐκείνας, ὥσπερ πού φησι καὶ ὁ Ἀσιναῖος Θεόδωρος· ἡ γὰρ τοι‐ αύτη μεγαλορρημοσύνη πόρρω τῆς Πλάτωνός ἐστι θεωρίας. Περὶ δὲ τοῦ κρατῆρος, φέρε, κατίδωμεν, ὅστις ἐστί, καὶ
30ποίαν ἔχει πρὸς τὸν δημιουργὸν τάξιν, καὶ τίνων αἴτιός ἐστι ταῖς ψυχαῖς· πολὺς γὰρ καὶ ὁ περὶ τοῦδε λόγος καὶ πλεί‐
στης μέντοι θεωρίας ἄξιος· ὁ μὲν γὰρ Θεόδωρος οὗτος
in Ti
.

3

.

247

διττὸν ποιεῖ τὸν κρατῆρα, τὸν μὲν πρῶτον, τὸν δὲ δεύτερον, καὶ τριττὸν τὸ κρᾶμα θατέρου τούτου· ὁ γὰρ δεύτερος κρα‐ τὴρ τὸ κρᾶμα κατ’ αὐτόν ἐστι. μοίρας δὲ λοιπὸν τήν τε τοῦ παντὸς καὶ τὰς τῶν οὐρανίων θεῶν καὶ τὰς ἡμετέρας· τὴν
5μὲν γὰρ αὐτοψυχὴν πρότερον κρατῆρα καλεῖ, τὴν δὲ καθ’ ὅλου κρατῆρά τε ἅμα τὸν δεύτερον καὶ κρᾶμα, τοῦ Πλά‐ τωνος ἕνα μὲν κρατῆρα καλέσαντος καὶ ἐν αὐτῷ τὰς ψυχὰς κεράσαντος πάσας, τὰς μὲν πρώτως, τὰς δὲ δευτέρως, δευ‐ τέρου δὲ κρατῆρος οὐδ’ ὁπωστιοῦν μνημονεύσαντος οὐδὲ τῆς
10ἐν αὐτῷ κράσεως· τί γὰρ καὶ ἐδεῖτο τοῦ προτέρου κρατῆρος ἀποχρῶντος καὶ εἰς τὴν τῶν ἡμετέρων ψυχῶν ἀπογέννησιν; καὶ ἔγωγε καὶ τὸν φιλοπονώτατον Ἀττικὸν ἐθαύμασα διττόν που τὸν κρατῆρα λέγοντα εὑρών, καὶ ταῦτα εἰωθότα σφόδρα παρέπεσθαι ταῖς ῥήσεσι· μέμνηται δὲ ὅμως ἐκεῖνος
15τοῦ διττοῦ κρατῆρος καὶ τὸν Φαῖδρον ἐξηγούμενος. κατὰ δὲ τὸν θεῖον Ἰάμβλιχον ὁ κρατήρ ἐστιν εἷς μέν, ζῳογόνος δέ τις αἰτία περιεκτικὴ τῆς ὅλης ζωῆς καὶ συνα‐ γωγὸς αὐτῆς, ἀνέχουσα αὐτὴ ἑαυτὴν δημιουργικοῖς τισι λό‐ γοις, οἳ διὰ πάσης μὲν τῆς ζωῆς διήκουσι καὶ δι’ ὄλων
20τῶν ψυχικῶν τάξεων, ἐν οἰκείᾳ δὲ λήξει διεκλήρωσαν ἑκάστῃ ψυχῇ μέτρα τῆς συνοχῆς πρέποντα, ταῖς μὲν ἐξ ἀρχῆς πρῶτα διὰ τῆς πρώτης κράσεως, ταῖς δὲ εἰσαῦθις συγκερασθείσαις δεύτερα· ἣν γὰρ ἔχουσι πρὸς ἀλλήλας τάξιν, τοιαύτην ἀπὸ τοῦ κρατῆρος λαγχάνουσι πρόοδον τοὺς τῆς ζωῆς ὅρους
25ἐκεῖθεν παραδεχόμεναι. τοιαῦτα μὲν οὖν παρὰ τῶνδε τῶν ἀνδρῶν δόγματα προειλήφαμεν. ὁ δέ γε ἡμέτερος καθ‐ ηγεμών, ἄνωθεν ὥσπερ ἀπὸ σκοπιᾶς τὰ ὄντα θεώμενος καὶ ταῖς τῶν θεολόγων ὑφηγήσεσιν ἑπόμενος, ἤδη μὲν καὶ ἐν αὐτῷ τῷ πατρὶ καὶ δημιουργῷ τῶν ὅλων τὴν γόνι‐
30μον ἀπετίθετο δύναμιν, καθ’ ἣν μιμούμενος τὸν νοητὸν
θεὸν καὶ πατρικὴν ἔχει καὶ μητρικὴν πρὸς τοὺς ἐγκοσμίους
in Ti
.

3

.

248

θεοὺς αἰτίαν, αὐτὸς οὐσιοποιός, αὐτὸς ζῳογόνος, αὐτὸς εἰδοποιός. ἐπειδὴ δὲ δεῖ καὶ διωρισμένην αἰτίαν εἶναι τῆς ψυχικῆς ζωῆς τὴν συνδημιουργοῦσαν αὐτῷ τὸν ὅλον κόσμον καὶ ἀπογεννῶσαν πᾶσαν τὴν ψυχικὴν οὐσίαν, καὶ ταύτην
5διὰ τοῦ κρατῆρος ἔλεγεν ἡμῖν παραδίδοσθαι. καὶ τοὺς μὲν θεολόγους, ἐν ἀπορρήτοις λέγοντας ἃ λέγουσι, γά‐ μους τε καὶ τόκους ἐπινοεῖν θεῶν, δι’ ὧν αἰνίσσονται τὰς ἐν τοῖς θεοῖς τῶν ἀπογεννήσεων ὁμονοητικὰς κοινωνίας, τὸν δὲ Πλάτωνα κράσεις τε καὶ συγκράσεις διαμυθολογεῖν,
10τὰ μὲν γένη τοῦ ὄντος ἀντὶ τῶν σπερμάτων, τὴν δὲ μῖξιν ἀντὶ τοῦ γάμου παραλαμβάνοντα· καὶ γὰρ αἱ ψυχαὶ κατὰ μὲν τὸ ἐν αὐταῖς ὂν ἀπὸ τοῦ δημιουργοῦ παρήχθησαν, κατὰ δὲ τὴν ζωὴν ἀπὸ τοῦ κρατῆρος· αἰτία γάρ ἐστι ζῳογόνος τῆς ψυχικῆς οὐσιώδους ζωῆς. ἐπειδὴ δὲ μᾶλλόν εἰσι ζωαὶ
15καὶ πρὸς τὴν ζῳογονικὴν ᾠκείωνται τάξιν, διὰ τοῦτο ἄρχε‐ ται μὲν ἡ μῖξις ἀπὸ τοῦ δημιουργοῦ, τελειοῦται δὲ ἐν τῷ κρατῆρι· πανταχόθεν γὰρ οὗτος περιέχει τὰ γένη τῶν ψυ‐ χῶν ἐν ἑαυτῷ καὶ μετὰ τοῦ δημιουργοῦ συναπογεννᾷ τὰς ψυχάς. τέτταρα οὖν ταῦτά ἐστιν, ὁ κεραννὺς ὁ κρατὴρ τὰ
20κιρνάμενα τὸ κρᾶμα, καὶ ὃ μὲν τὴν πατρὸς ἔχει τάξιν, ὃ δὲ τὴν γεννητικὴν καὶ ἀφοριστικὴν τοῦ εἴδους τῶν ψυχῶν, τὰ δὲ πρόεισι μὲν ἀπ’ ἀμφοῖν, μᾶλλον δὲ ἐκ τοῦ πατρός, τὸ δὲ εἰδοποιεῖται κατὰ τὴν γεννητικὴν αἰτίαν ἕν τι γιγνόμενον ὑπὸ τοῦ κρατῆρος. εἰ δὲ δεῖ παραγυμνῶσαι τὴν τοῦ καθ‐
25ηγεμόνος ἡμῶν διάνοιαν, ἰστέον, ὅτι τῆς ζῳογόνου θεό‐ τητος πάσας τὰς πηγὰς ἐν ἑαυτῇ περιεχούσης τῆς ζωῆς, ὅσαι τε ψυχῶν εἰσι γεννητικαὶ καὶ ὅσαι τῆς δαιμονίας τάξεως καὶ ὅσαι τὰς ἀγγελικὰς ἀποτίκτουσι σειρὰς καὶ ὅσαι τὴν φύσιν ἐπ’ ἐσχάτοις παράγουσι, πρόεισί τις ἀπ’ αὐτῆς
30μία θεότης ζῳογόνος, πηγὴ πάσης τῆς τῶν ψυχῶν προόδου καὶ ἀπογεννήσεως, ἣ καὶ τῷ δημιουργῷ συνταττομένη συν‐
υφίστησιν αὐτῷ τὸν ψυχικὸν ὅλον διάκοσμον, πᾶσαν μὲν τὴν
in Ti
.

3

.

249

ὑπερκόσμιον ἀπογεννῶσα ψυχήν, πᾶσαν δὲ τὴν ἐγκόσμιον, προϊοῦσα δὲ ἐπὶ πάντα καὶ ζωοποιοῦσα καὶ τὸν ὅλον κόσμον, ἣν ὁ μὲν Ὀρφεὺς [frg. 130] ἰσοτελῆ τῷ δημιουργῷ κα‐ λεῖ καὶ συνάπτει καὶ συζεύξας μίαν ποιεῖ μητέρα πάντων
5ὧν ὁ Ζεὺς πατήρ, ὁ δὲ Πλάτων κρατῆρα προσείρηκεν, ὡς πηγὴν ζωῆς ψυχικῆς· οὗτος γὰρ ὁ κρατὴρ ὑποδέχεται τὴν γεννητικὴν ἐνέργειαν τοῦ πατρὸς τῶν ψυχῶν, καὶ κατὰ τοῦ‐ τον εἰδοποιεῖται τὸ εἶδος τῶν ψυχῶν, ὅθεν καὶ κρᾶμα προσ‐ ηγόρευται. ἔχει μὲν οὖν καὶ ὁ Ζεὺς ἐν αὑτῷ βασιλικὴν
10ψυχήν, ὥσπερ εἶπεν ὁ ἐν τῷ Φιλήβῳ [30 D] Σωκράτης, ἔχει δὲ καὶ τὴν πηγὴν ταύτην συνεργαζομένην αὐτῷ τὸν ψυχικὸν διάκοσμον. καὶ οἱ μὲν βάρβαροι τὴν ζῳογονικὴν ταύτην αἰτίαν πηγαίαν ψυχὴν ἀποκαλοῦσι μετὰ τῆς πηγαίας ἀρετῆς ἀναφανεῖσαν ἀπὸ τῶν λαγόνων τῆς ὅλης ζῳογόνου
15θεότητος, ἐν ᾗ περιέχονται πάσης ζωῆς πηγαί, θείας ἀγγε‐ λικῆς δαιμονίας ψυχικῆς φυσικῆς. ὁ δὲ θεολόγος ὁ παρ’ Ἕλλησιν [Hes. theog. 453 s] Ἥραν αὐτὴν προσείρηκε μετὰ τῆς Ἑστίας ἀναφανεῖσαν ἀπὸ τῆς μεγίστης Ῥέας, ἣ περι‐ είληφεν ἁπάσας τὰς ζῳογονικὰς δυνάμεις, ἐπὶ τέλει καὶ αὐ‐
20τὴν ἀποτίκτουσα τὴν Φύσιν, εἰ καὶ συντάττει τῷ δημιουργῷ τὴν Ἥραν ὡς μητέρα πατρί, καὶ πάσης τῆς Τιτανικῆς διαι‐ ρέσεως ἔξαρχον αὐτὴν παραδίδωσι τῆς τε ἐν ψυχαῖς θεω‐ ρουμένης κατὰ τὰς μοίρας διακρίσεως αἰτίαν. ὁ δὲ Πλά‐ των κρατῆρα, καὶ τὸ κρᾶμα καὶ τὰς μοίρας ἀπολαμβάνων·
25ἐκεῖνος γὰρ αἴτιος τῆς τῶν μοιρῶν διαιρέσεως· διὸ καὶ οὐ πρότερον διαιρεῖ, πρὶν ἐν τῷ κρατῆρι τὰ γένη σπαρῇ. συλλήβδην οὖν ἡμεῖς ἀπὸ τούτων ὁρμηθέντες εἴπωμεν, ὅτι ἄρα ὡς μὲν ὁ κρατὴρ ἕτερος τοῦ δημιουργοῦ, δῆλον (καὶ γὰρ πανταχοῦ διέστηκεν ὁ κιρνὰς ὁ κρατὴρ τὰ κιρνάμενα
30ἀλλήλων)· ἐπεὶ δὲ ἕτερος, ὅτι μὲν ψυχογονικός ἐστι, καὶ τοῦτο
φανερόν (οὔτε γὰρ τὸν νοῦν παράγων οὔτε σωματουργῶν
in Ti
.

3

.

250

παραλαμβάνει τὸν κρατῆρα, μόνας δὲ ὑφιστὰς τὰς ψυχάς, ἐπεὶ καὶ μέσαις οὔσαις αὐταῖς οἰκεία ἡ κρᾶσις)· εἰ δὲ ψυχο‐ γονικός ἐστιν, δηλαδὴ ψυχῶν ἰδίως ἐστὶν αἴτιος· εἰ δὲ τῷ δημιουργῷ σύστοιχος, ἵνα μὴ δέηται τῶν μεθ’ ἑαυτὸν ἢ
5ὁλικώτερόν τι ἔχῃ ἑαυτοῦ μὴ πάντων αἴτιον ὂν ὧν αὐτός ἐστι πάντων αἴτιος, νοερὸς δὲ θεὸς ὁ δημιουργὸς ἄριστος ὢν τῶν αἰτίων, νοερὸς δήπου καὶ ὁ κρατήρ· καὶ εἰ πηγαῖος ἐκεῖνος, πηγαῖος καὶ οὗτος. καὶ τί δεῖ λέγειν; πηγαίους μὲν κρατῆρας καὶ οἱ βάρβαροι καὶ τὰς μερικὰς πηγὰς
10προσειρήκασιν. ἔστιν οὖν καὶ οὗτος ὁ κρατὴρ πηγαῖος κρα‐ τήρ· αἰτία γάρ ἐστι τῶν ψυχῶν ᾗ ψυχαί, καὶ οὐ πάσης ζωῆς· οὐ γὰρ νοερᾶς οὐδὲ φυσικῆς· τήν τε ψυχὴν αὐτὸς ἀλλαχοῦ [leg. VII 808 D] πηγὴν τοῦ φρονεῖν καὶ ἐν Φαίδρῳ [245 C] πηγὴν καὶ ἀρχὴν κινήσεως προσεί‐
15ρηκε. πολλῷ ἄρα μᾶλλον τὴν πρωτίστην ψυχὴν πηγαίαν προσαγορεύσομεν καὶ κρατῆρα πηγαῖον κατ’ αὐτόν, εἴ τις ἂν εἴη παρὰ τῷ δημιουργῷ τῶν ὅλων ἱδρυμένος. ἐπεὶ καὶ ἄλλοι παραδέδονται κρατῆρες ὑπό τε Ὀρφέως καὶ Πλάτωνος· Πλάτων τε γὰρ ἐν Φιλήβῳ [61 B C] τὸν μὲν Ἡφαίστειον κρατῆρα
20παραδίδωσι, τὸν δὲ Διονυσιακόν, καὶ Ὀρφεὺς [p. 216 Ab.] οἶδε μὲν καὶ τὸν τοῦ Διονύσου κρατῆρα, πολλοὺς δὲ καὶ ἄλ‐ λους ἱδρύει περὶ τὴν Ἡλιακὴν τράπεζαν. τί δὲ καὶ Ὅμηρος [Δ 2 s Α 597 ss]; οὐχὶ τήν τε Ἥβην οἰνοχοοῦσαν παρα‐ δίδωσι καὶ τὸν Ἥφαιστον ἀπὸ κρατῆρος ἀφύσσοντα καὶ
25διανέμοντα πᾶσι τὸ νέκταρ; ἀλλὰ ταῦτα μὲν πλείονος δεῖται λόγου· πρὸς δὲ τὸ παρὸν ἀρκέσει τὰ εἰρημένα, τὴν δὲ τελεω‐ τέραν περὶ ἑκάστου παράδοσιν ἐν ἄλλοις ἐξετάσομεν, εἰ ταύτῃ τοῖς θεοῖς φίλον. Ἀπορήσειε δ’ ἄν τις ἐπὶ τούτοις, διὰ τίνα αἰτίαν τὴν μὲν τοῦ παντὸς ψυχὴν ἀπογεννῶν οὐ‐
30δεμίαν πεποίηται τοῦ κρατῆρος μνήμην, ἀλλὰ τοῦ κράματος μόνου καὶ τῆς συγκράσεως, ἐπὶ δὲ τῶν μερικῶν ψυχῶν
ἐμνημόνευσεν, ἅμα καὶ ὡς ἡ τοῦ παντὸς ἐκ τοῦ κράματος
in Ti
.

3

.

251

ὑπομνήσας. καὶ ῥητέον, ὅτι πρῶτον μὲν αἱ θεῖαι ψυχαὶ καὶ προελθοῦσαι μένουσιν ἐν τῷ κρατῆρι καὶ οὐκ ἐκφοιτῶσι τῆς ἑαυτῶν πηγῆς, αἱ δὲ μερικαὶ χωρίζονται καὶ ἀφίστανται πολλάκις διὰ τὴν εἰς γένεσιν ῥοπήν· ἐπ’ ἐκείνων τε οὖν
5ὡς ἄγαν ἡνωμένων οὐ διέκρινε τὸν κρατῆρα τοῦ κράματος (διὸ καὶ τὴν τοῦ παντὸς ψυχὴν ἔνιοι πρωτίστην ὑπέλαβον ψυχήν, ἄλλοι δὲ καὶ Ἥραν αὐτὴν προσηγόρευσαν, διελεῖν αὐτὴν ἀπὸ τῆς οἰκείας πηγῆς οὐ δυνηθέντες) καὶ ἐπὶ τού‐ των ὡς κεχωρισμένων διέζευξε τὴν αἰτίαν ἀπὸ τῶν μετ’
10αὐτήν. δεύτερον δέ, ὅτι πᾶς μὲν ὁ ψυχικὸς διάκοσμος ἀπ’ ἀμφοῖν ὑφίσταται, καὶ τοῦ κιρνάντος καὶ τοῦ κρατῆρος. ἀλλ’ ἐπεὶ τὸ μέν ἐστιν αὐτοῦ μένον, τὸ δὲ προϊὸν καὶ τὸ μὲν ἑνώσει χαῖρον, τὸ δὲ διαιρέσει φίλον, ἐκεῖνο μὲν ὁ δημι‐ ουργὸς μᾶλλον ὑφίστησι, τοῦτο δὲ ὡς ἐνυλότερον τῷ γονίμῳ
15μᾶλλον ᾠκείωται· διόπερ ἐκεῖ μὲν τῷ δημιουργῷ τὸ πᾶν ἀπένε〈ι〉μεν, ἐπὶ δὲ τῶν μερικῶν καὶ τοῦτον παρέλαβε. τοιαῦτα δὲ καὶ οἱ παρ’ Ἕλλησι μῦθοι λέγουσι, μανίας μὲν αἰτίαν τὴν Ἥραν, σωφροσύνης δὲ τὸν Δία, καὶ ἄθλων μὲν τῶν περὶ γένεσιν ἐκείνην, ἀναγωγῆς δὲ τὸν πατέρα· κινεῖ γὰρ ἐκείνη
20πάντα εἰς πρόοδον καὶ πολλαπλασιάζει καὶ γόνιμα ποιεῖ ταῖς ἑαυτῆς ἐλλάμψεσι. ταῦτα μὲν πρὸς τὴν ἀπορίαν. Ἀξιῶ δὲ τὸν θεῖον Ἰάμβλιχον καὶ εἰς ταύτην ἀποβλέπειν τοῦ Πλά‐ τωνος τὴν λέξιν καὶ λαμβάνειν ἀπ’ αὐτῆς, ὅτι τὴν τοῦ παντὸς ψυχὴν ὑπέστησεν ἐκ τοῦ κράματος τῶν μέσων γενῶν, ἀλλ’ οὐ
25τὴν ὑπερουράνιον· καὶ πῶς γὰρ ἂν εἰς καιρὸν ἐκείνης ἐμέ‐ μνητο τὸ πᾶν ὑποστῆσαι προθέμενος, ὅπου γε καὶ τοῦ χρόνου μνησθεὶς ὑπερκοσμίαν τάξιν λαχόντος ὅμως συνέταξεν αὐτὸν τῷ οὐρανῷ, χρόνος δ’ οὖν μετ’ οὐρανοῦ γέγονε λέγων [38 B]; καὶ τοῦτο μὲν οὕτως ὑπομνηστέον. ἐκεῖνα δὲ ῥη‐
30τέον ἡμῖν, ὅτι Πλάτων μὲν εἴτε οἶδε ψυχὰς ὑπερκοσμίους εἴτε μή, ζητείσθω· καὶ γὰρ ἄξιον ζητήσεως, οὐδαμοῦ διαρρήδην τοῦ Πλάτωνος εἶναι λέγοντος τοιαύτην ψυχήν. τοῖς δὲ δὴ θεμένοις εἶναι καὶ τοιαύτας ψυχὰς ἀμεθέκτους, μεταβατικῶς
μὲν νοούσας καὶ ταύτῃ νοῦ διαστάσας, ἀθρούστερον δὲ καὶ
in Ti
.

3

.

252

οὐχ ἕν, καὶ ταύτῃ τῶν ἐγκοσμίων ὑπερεχούσας (οὐ γὰρ ἀθρόως ἀπὸ τοῦ πάντα ἅμα νοεῖν εἰς τὸ καθ’ ἓν νοεῖν ἡ πρόοδος, ἀλλὰ διὰ τῶν πλείω μὲν ἑνός, οὐ πάντα δὲ ὅμως ἅμα νοουσῶν), τοῖς δ’ οὖν θεμένοις διὰ ταῦτα καὶ πρὸ τοῦ
5κόσμου ψυχὰς ἕπεται λέγειν, πῶς κἀκεῖναι μέσαι τῆς ἀμε‐ ροῦς οὐσίας καὶ μεριστῆς, καὶ εἰ μερισταί, τί τὸ μεριστόν, καὶ εἰ ἐμερίσθησαν, εἰ ὡσαύτως ἐσχηματίσθησαν, τίς μη‐ χανὴ λοιπὸν ἐκείνας εἶναι πρὸ τούτων, μηδὲν διαφέρον κατὰ τὴν ὑπόστασιν ἐχούσας. καὶ εἴ τι δεῖ τῇ ἐμῇ μαντείᾳ προσ‐
10έχειν, ἔχουσι μὲν τὸ ἀμέριστον ὑπὲρ αὑτὰς ἕκασται τὸ νοερόν, οὗ μετέχουσι (πρώτως γὰρ μεθεκτὸς ἐκεῖνος ὁ νοῦς ὁ ὑπερ‐ κόσμιος), ἔχουσι δὲ καὶ τὸ μεριστόν, οὐχ ἁπλῶς, ἀλλὰ καθ’ ὅσον ἂν αὐτῶν ἐξήρτηται τὰ πλήθη τῶν ἐγκοσμίων· διὸ καὶ μᾶλλον ἀμέριστοι ἢ μερισταί, καθάπερ αἱ ἔσχαται τῶν ψυ‐
15χῶν ἔμπαλιν, ὅσαι τὸ μὲν ἀμερὲς ἴδιον οὐκ ἔχουσι, τὸ δὲ μεριστὸν ἴδιον· ὡς τῶνδε μέσων ἑκάτερον ἴδιον, καὶ τὸ ἀμέ‐ ριστον (ἑκάστης γὰρ ὑπερκάθηται νοῦς ἴδιος) καὶ τὸ μερι‐ στόν (ἑκάστης γὰρ ἐξήρτηται σῶμα ἴδιον), καὶ ὡς ἐν τῷ πλάτει τῶν ψυχῶν τοσαῦται αἱ διαφοραί, ποιοῦσαι ἢ μένου‐
20σαν ἀεὶ ἄνω ψυχὴν ἢ μένουσαν μέν, ὑπερκόσμιον δὲ οὖσαν ἢ καὶ μένουσαν καὶ ἐγκόσμιον. τοιαύτης δὲ τῆς μεσότητος ἐπ’ αὐτῶν νοουμένης οὐκ ἂν θαυμάσαις, εἰ αἱ κατατομαὶ μὴ εἰς ἴσα γίνοιντο, ἀλλ’ αἳ μὲν εἶεν μέχρι τῶν ἐπιπέδων ἔχουσαι τοὺς ὅρους, αἳ δὲ μέχρι τῶν στερεῶν, ὃ δὴ καὶ
25ἐποίησε ταύτας ἐγκοσμίους, ὡς καὶ εἰς σώματα προηκούσας, ἐκείνας δὲ ἐφύλαξεν ἔτι πρὸ τοῦ κόσμου μηδὲν ἐχούσας σώμασι συναφές, καὶ ἴσως δὲ κἀκείνων τὰς μὲν μέχρι τῶν γραμμικῶν προελθούσας ὅρων, τὰς δὲ καὶ ἕως τῶν ἐπι‐ πέδων, διὸ καὶ αἳ μὲν αὐτῶν ὑπερκόσμιοι μόνον ὑπέστησαν,
30αἳ δὲ μέσαι τῶν ὑπερκοσμίων καὶ ἐγκοσμίων, ὡς καὶ οἱ ἐπίπεδοι μέσοι τῶν γραμμικῶν ὅρων καὶ τῶν στερεῶν. καὶ
δὴ καὶ τὴν ἁρμονίαν ἄλλην εἶναι τῶν τριῶν γενῶν τῶν
in Ti
.

3

.

253

ἐν τοῖς αἰσθητοῖς μελῳδουμένων οὐδὲν θαυμαστόν· οὐ γὰρ ἀνάγκη τρεῖς εἶναι μόνας ἁρμονίας, ἀλλὰ τοσαῦται κατελή‐ φθησαν ἐν τοῖς αἰσθήσει συμμέτροις, εἶναι δέ τινας καὶ κρείττους τούτων οὐκ ἀδύνατον, οὐδὲ τούτων ἐκ διαιρέσεως
5ληφθέντων τῶν τριῶν γενῶν, ἀλλ’ ἐκ πείρας καὶ αἰσθήσεως, ὅπου καὶ ταύτας δυνατὸν καὶ ἐπ’ ἐκείνων λαμβάνειν μέχρι τῶν γραμμικῶν καὶ μέχρι τῶν ἐπιπέδων, τὰς δύο μεσότητας ἐμβάλλοντας ἐπὶ μόνου τοῦ πρώτου διπλασίου καὶ τριπλα‐ σίου ἢ καὶ ἐπὶ τῶν ἑξῆς, καὶ δύο καὶ ἐπ’ ἐκείνων κύκλους
10ποιοῦντας καὶ ὅπου μὲν τὸν ἐντὸς διχῇ μόνον σχίζοντας (δύο γὰρ αἱ διαστάσεις), ὅπου δὲ τετραχῇ (τοσαῦται γὰρ τῶν πέντε ὅρων, ὥστε ὅπου μὲν ἕνα γίγνεσθαι καὶ τρεῖς, ὅπου δὲ ἕνα καὶ πέντε, καθάπερ ἐπὶ τῶν ἐγκοσμίων αὐτὸς ἕνα καὶ ἑπτὰ ἐποίησε). κατὰ πάντα ἄρα δυνατὸν τὰς ψυχὰς
15ἐκείνας διαφερούσας εἶναι τῶν ἐγκοσμίων, καὶ κατὰ τὴν μεσότητα καὶ κατὰ τὸ πλῆθος τῶν κύκλων, καὶ οἱ τοῦ Πλά‐ τωνος λόγοι τὸ κοινὸν καὶ διατεῖνον ἔχουσιν ἐπὶ πᾶσαν τὴν ψυχικὴν οὐσίαν, ἀναβαινόντων ἡμῶν ἀπὸ τῆς εἰς τοὺς στερεοὺς ἀριθμοὺς προελθούσης ψυχογονίας εἰς τὴν ταύτης
20ἁπλουστέραν τὴν μέχρι τῶν ἐπιπέδων, καὶ ἀπὸ ταύτης εἰς τὴν μέχρι τῶν γραμμικῶν, καὶ τρεῖς ψυχογονίας ποιούντων τοῖς τρισὶ γένεσι τῶν ψυχῶν συνῳδούς· οὐ γὰρ ἀμέσως ἀπὸ τῆς ἀμερίστου παντελῶς οὐσίας ἐστὶν ἡ πρόοδος εἰς τὴν κατὰ πάντας ἀριθμοὺς μερισθεῖσαν, ἀλλὰ κἀνταῦθα διὰ
25τῶν μέσων ἡ πρόοδος ὡς κἀπὶ τῶν ἄλλων ἁπάντων. εἰ δὲ ταῦτα, θαυμαστὸν οὐδὲν καὶ τὰς μερικὰς ψυχάς, ἐν αἷς τὸ μεριστὸν αὐτόθεν ὑπάρχει, τὸ δὲ ἀμέριστον διὰ μέσων ἄλλων τῶν πρὸ αὐτῶν εἰς νόας ἀνημμένων, τὰς διαιρέ‐ σεις εἰς πλείω γενομένας ποιῆσαι πρὸς τῷ μεριστῷ, καὶ
30ταύτας εἶναι πλέον ἢ πρὸς τῷ ἀμερεῖ, λέγω δὲ οἷον τοὺς ἐπογδόους διῃρῆσθαι ταῖς ἀποτομαῖς καὶ τοῖς λείμμασι, καὶ
ταύτῃ τὸ διατονικὸν ἐν αὐταῖς εἶναι σύνδυο διαστημάτων,
in Ti
.

3

.

254

ἀλλ’ οἷον ἐπὶ τῶν ὁριζόντων τὴν διὰ τεσσάρων καὶ διὰ πέντε σῳζομένων τῶν αὐτῶν λόγων ἐν τοῖς ἄκροις· ὥστε κἀπὶ τούτων συμβαίνειν τοὺς ψυχογονικοὺς λόγους, ἀλλὰ μετὰ πλείονος ἑτερότητος, διότι καὶ τῶν γενῶν τῶν μέσων ἡ μὲν
5οὐσία κρατοῦσα θείαν ἐποίει ψυχήν, ἡ δὲ ταυτότης δαιμο‐ νίαν, ἡ δὲ ἑτερότης μερικήν. καὶ τούτων κατ’ ἄλλον καὶ ἄλλον λόγον κρατούντων ὑπέστησαν πολλαὶ μὲν αἱ θεῖαι, πολλαὶ δὲ αἱ δαιμόνιαι, πολλαὶ δὲ αἱ μερικαί, καθάπερ ἐνεδείξατο καὶ αὐτὸς εἰπὼν δεύτερα καὶ τρίτα παραλαβόντα
10τὸν πασῶν δημιουργὸν ὑποστῆσαι τὰς μερικὰς ψυχάς· τὸ γὰρ ὅμοιον τούτῳ καὶ ἐπὶ τούτων λαβόντες ἕξομεν τὰς διαφορὰς αὐτῶν ἀποδιδόναι πρὸς τὰς μέσας πάσας καὶ τὰς πρώτας ψυχὰς καὶ κοινὸν μὲν ἀποδιδόναι λόγον πασῶν· ψυχή ἐστιν οὐσία μέση τῆς ὄντως οὔσης οὐσίας καὶ γενέσεως, ἐκ τῶν
15μέσων συγκραθεῖσα γενῶν καὶ εἰς ἀριθμὸν διαιρεθεῖσα οὐ‐ σιώδη καὶ συνδεθεῖσα πάσαις ταῖς μεσότησι καὶ ἁρμοσθεῖσα διατονικῶς ζῶσά τε μίαν ζωὴν καὶ διπλῆν καὶ γνωστικὴ μοναχῶς τε καὶ διχῶς· τούτῳ γὰρ τῷ λόγῳ προστιθέντες τὰ ἴδια καὶ τοὺς ἰδίους ἕξομεν ὁρισμοὺς τῶν θείων ἢ δαιμο‐
20νίων ἢ μερικῶν ψυχῶν ἀπ’ αὐτῆς τῆς ἑκάστων οὐσιώδους ὑποστάσεως, πολλοῦ δέοντες λέγειν ἐντελέχειαν σώματος εἶναι ψυχὴν φυσικο, ὀργανικο, δυνάμει ζωὴν ἔχοντος· οὗτος γὰρ ὁ λόγος οὔτε τινὸς εἰπὼν εἶναι τὴν ψυχὴν εἶπε, τί ἐστιν, οὔτε πᾶσαν περιέλαβεν (οὐ γάρ εἰσιν
25αἱ θεῖαι σωμάτων ὀργανικῶν), οὔτε διαφεύγει τὸ ὁριστὸν ἐν ἑαυτῷ παραλαμβάνειν· τὸ γὰρ δυνάμει ζῶν ἐστι τὸ δυνάμει ψυχὴν ἔχον. ἃ δὴ πάντα διαφεύγων ὁ παρ’ ἡμῶν εἰρημένος λόγος ὄντως ἐστὶν ὁρισμός, καὶ τὸ κοινὸν ἔχων καὶ διατεῖνον ἐπὶ πάντα τὰ γένη τῶν ψυχῶν καὶ τὸ τὴν οὐσίαν αὐτὴν
30ἀφερμηνεύειν τὴν μέσην καὶ τὸ τὸ ζητούμενον μηδαμῶς τοῦ
λόγου μέρος ποιεῖν. ταῦτα μὲν οὖν παρεξέβημεν τὰς ἑαυ‐
in Ti
.

3

.

255

τῶν ὠδῖνας ἀποπιμπλάντες, κἂν μὴ λέγῃ Πλάτων ψυχὴν ὑπερκόσμιον. Εἰ δέ τις ἀποροίη, διὰ τί μὴ καὶ τῶν ἄλλων ψυχῶν ἐμνήσθη τῶν τε θείων καὶ τῶν δαιμονίων, ῥητέον καὶ πρὸς τοῦτον, ὅτι τὴν αὐτὴν κρᾶσιν ἐπὶ τούτων παρα‐
5λαμβάνει· καὶ γὰρ εἰ διαφέρουσιν αἱ δαιμόνιοι τῶν θείων, ἀλλ’ ὡς ἓν θεωρεῖ πᾶν τὸ ἄχραντον τῶν ψυχῶν γένος πρὸς τὸ γενεσιουργὸν παραβαλλόμενον, ἅμα δὲ καὶ διὰ τῆς τῶν ἄκρων ψυχῶν μνήμης ὡς ἐκ τοῦ κρατῆρος ὑφισταμένων δε‐ δήλωκεν, ὅτι καὶ ταῖς μέσαις ἐκεῖθεν πάσαις τὸ εἶδος. λέγω
10δὲ ἄκρας τήν τε τοῦ παντὸς καὶ τὰς μερικάς. ἐπεὶ ὅτι γε καὶ τοῖς ἄστροις ἰδίας δίδωσι ψυχὰς καὶ τοῖς ὑπὸ σελήνην θεοῖς, δῆλον μὲν καὶ ἐκ τῶν ἐν Νόμοις [X 898 DE] εἰρημένων (καὶ γάρ φησιν ἐν ἐκείνοις ψυχὴν μὲν οὐχ ὁρῶ‐ μεν, σῶμα δὲ ὁρῶμεν, καὶ ζητεῖ, πῶς ἡ ψυχὴ αὕτη τὸ σῶμα
15κινεῖ), δῆλον δὲ καὶ ἐκ τῶν ἐνταῦθα προειρημένων· ζῷα γὰρ θεῖα καλεῖται τὰ ἄστρα. πόθεν οὖν ἔχει τὸ θεῖον, πό‐ θεν δὲ τὴν ἰδίαν κίνησιν; εἰ γὰρ δὴ λέγοι τις κατὰ τὴν μεριστὴν ζωήν, οὐδὲν διοίσει τὸ θεῖον ζῷον τῶν ἐνταῦθα φαυλοτάτων, ἃ μόνην ἐντελέχειαν ὑπεδέξατο ἐκ τοῦ παντός.
20τοῖς δὲ ὑπὸ σελήνην θεοῖς, τοῖς ἐξ Οὐρανοῦ καὶ Γῆς καὶ Ὠκεανοῦ καὶ Τηθύος, ψυχὰς οὐ δώσομεν; καὶ πῶς ἔτι θεοί; ἢ γὰρ κρείττους ἔσονται ψυχῶν ἢ ψυχὰς ἕξουσιν. εἰ δὴ ἐγκόσμιοί εἰσι, ψυχαὶ αὐτῶν ἐξήρτηνται θεῖαι, κἀπὶ τῶν δαιμόνων δὲ ὁ αὐτὸς λόγος. εἰ δ’, ὅπερ εἴρηται, μὴ καὶ
25τούτων ἐμνημόνευσε νῦν, οὐ θαυμαστόν· οὐ γὰρ ὅμοιος τῆς ὑποστάσεως καὶ ἐπ’ αὐτῶν τρόπος· πάσαις γὰρ ταῖς ὑφιστα‐ μέναις ἐκείνως ψυχαῖς κοινόν ἐστι τὸ ἄτρεπτον, τὸ ἀκλινές, τὸ ἀνεκφοίτητον τῶν νοητῶν, ῥοπὴ δὲ καὶ τόλμα καὶ πτερορ‐ ρύησις ἀπὸ τῶνδε τῶν ψυχῶν ἄρχεται τῶν νῦν παραγομέ‐
30νων. εἰ δὲ πάλιν ζητοίημεν, τίνι διοίσουσι τῆς κοσμικῆς ψυχῆς αἱ θεῖαι καὶ δαιμόνιαι καὶ αἱ μερικαὶ κατὰ τὸ ψυχο‐
γονικὸν διάγραμμα (οὐ γὰρ δυνατὸν ἐκ τῶν αὐτῶν εἶναι
in Ti
.

3

.

256

πάντη τὰς δευτέρας ταῖς πρὸ αὐτῶν), ἐροῦμεν τοὺς μὲν λό‐ γους ἐν πάσαις εἶναι τοὺς αὐτούς (μνησθήσεται γὰρ αὐτῶν ὡς ὄντων καὶ ἐν ταῖς μερικαῖς ψυχαῖς, οἷον ἐπογδόων καὶ ἐπιτρίτων καὶ ἡμιολίων), τοὺς δὲ ὅρους, ἐν οἷς οἱ λόγοι,
5διαφέροντας (πυθμένας γὰρ εἶναι τοὺς ληφθέντας ἐπὶ τῆς κοσμικῆς ψυχῆς τοῦ παντὸς ψυχογονικοῦ διαγράμματος). οὐδὲν οὖν κωλύειν εἶναι διπλασίους τοὺς ἐν ταῖς θείαις, καὶ τούτων, εἰ τύχοι, κατ’ ἄλλον λόγον ἐπηυξημένους τοὺς ἐν ταῖς δαιμονίαις· ἡ γὰρ πρόοδος αὔξει τὸ πλῆθος. ἢ οὖν
10τῶν ὅρων ἔσται διάστασις ἢ τῶν λόγων. ἀλλὰ τούτων ἀδύ‐ νατον· μέμνηται γὰρ αὐτῶν ἐκείνων ὡς ὄντων καὶ ἐν ταῖς μερικαῖς, ὅπερ εἴπομεν. τῶν ὅρων ἄρα τὴν διαφορὰν ὑπο‐ ληπτέον, ὥσπερ τῶν μερικῶν πρὸς ταύτας οὐ μόνον κατὰ τοὺς ὅρους, ἀλλὰ καὶ κατὰ τὰς διαιρέσεις τινῶν λόγων, ὥστ’
15εἶναι τῶν μὲν κοινοὺς τοὺς λόγους, ἀλλὰ τοὺς ὅρους διαφέ‐ ροντας· διὸ καὶ κοινὸν εἶναι καὶ ἐκείναις τὸ μένειν πάσαις ἀμερίστοις τὸν τῶν μερικῶν μερισμόν· τὸν δὲ περὶ τοὺς λό‐ γους, ἀλλὰ καὶ τοὺς ὅρους μερισμὸν πλείω γενόμενον ποιῆσαι μεριστὰς αὐτὰς μειζόνως τῶν πρὸ αὐτῶν καὶ ἀντὶ τοῦ μέ‐
20νειν ἄνω κατιούσας. ἀλλὰ ταῦτα μὲν ἡ ἐμὴ μαντεία περὶ τούτων. Τί δὲ τὸ κεραννὺς ἔμισγε; τί ἐροῦμεν; ἆρ’ οὖν τὴν ἕνωσιν ἐν ἐκείναις ταῖς ζωαῖς πρεσβυτέραν τάττειν τῆς διαιρέσεως; καὶ πῶς οὐ ταῦτα φήσομεν, τῆς μὲν μίξεως καὶ ἐν διῃρημένοις οὔσης, τῆς δὲ κράσεως ἓν ἐκ πλειόνων
25ποιούσης, προηγουμένης δὲ ἐνταῦθα τῆς κράσεως καὶ ἑπο‐ μένης τῆς μίξεως; ἐπὶ γοῦν τῶν μερικῶν ψυχῶν ἀνάπαλιν εἴρηκε καὶ προηγουμένην τάξιν τῇ μίξει δέδωκεν εἰπὼν κατεχεῖτο μίσγων, ὡς τῆς διαιρέσεως πλείονος ἐν ταύ‐ ταις οὔσης· τὰ γὰρ τῶν ἄλλων μέμικται, φησὶν ὁ ἐν
30τῷ Φαίδρῳ [246 B] Σωκράτης. καὶ τὸ κατεχεῖτο δὲ τῆς εἰς τὸ κάτω προόδου καὶ τῆς ἀορίστου χύσεώς ἐστιν
ἐμφαντικόν. εἰ δὲ καὶ τὴν κατάχυσιν ἐννοήσαις οὕτως, ὡς
in Ti
.

3

.

257

ἐπὶ ὑγρῶν ῥηθεῖσαν, τάχ’ ἂν ἴδοις καὶ ταύτην οἰκείαν οὖ‐ σαν τῇ ψυχῇ· ζωῆς γὰρ τὸ ὑγρὸν σύμβολον. διὸ καὶ τοτὲ μὲν λιβάδα καλοῦσιν αὐτὴν τῆς ὅλης ζῳογονίας, τοτὲ δὲ καὶ πηγήν τινα καὶ Πλάτων [Phaedr. 245 C] καὶ πρὸ
5Πλάτωνος οἱ θεοί. καὶ μὴν καὶ τὰ τῶν πρόσθεν ὑπό‐ λοιπα τῶν μέσων ὑποθησόμεθα γενῶν· οὐ γάρ που λέγοι ἂν τοῦ ἐκεῖ κράματος· τοῦτο γὰρ πᾶν κατανάλωσεν ἐν τῇ γενέ‐ σει καὶ τῷ μερισμῷ καὶ τῇ ἁρμονίᾳ τῆς τοῦ παντὸς ψυχῆς, ὥσπερ ἐν ἐκείνοις προείρηκεν [36 B]. ἀλλὰ δῆλον, ὅτι τῶν
10μέσων γενῶν τὰ μέν ἐστιν ἀκρότατα καὶ νοερά, τὰ δὲ μέσα, τὰ δὲ τελευταῖα· ποιεῖ δὲ τὰ μὲν πρῶτα, τὰ δὲ μέσα, τὰ δὲ ἔσχατα ἡ ἀναλογία· τῶν γὰρ ἄκρων διαφερόντων, ὧν αἱ μεσό‐ τητες ὑφίστανται, καὶ τὰ μέσα δήπου κατὰ τὸ ἀνὰ λόγον ἀν‐ άγκη διαφέρειν· διὸ καὶ πρότερον ἐλέγομεν [p. 253, 26 ss]
15ἄλλο τὸ ἀμερὲς εἶναι καθ’ ἑκάστην ψυχὴν καὶ ἄλλο τὸ μερι‐ στὸν περὶ τοῖς σώμασιν, ὥσπερ καὶ ἄλλο ἄλλης σῶμα ἐξήρ‐ τηται. τούτων οὖν ἑτέρων ὄντων καὶ τὰ μέσα ἂν εἰκότως ἕτερα εἴη, καὶ διὰ μὲν τῶν πρώτων ὑπέστησε τὰς θείας ψυχάς, διὰ δὲ τῶν μέσων τὰς δαιμονίας, διὰ δὲ τῶν ἐσχά‐
20των τὰς μερικάς. τὰ δὲ ἔσχατα ταῦτα προσείρηται νῦν ὑπό‐ λοιπα τῶν πρόσθεν, ἐπειδὴ καὶ ὅμοιά πώς ἐστιν αὐτοῖς καὶ ὑφειμένα παρ’ ἐκεῖνα· τὸ γὰρ ὑπολειπόμενον τῷ τε ὅλῳ πάντως, οὗ μέρος ἐστίν, ὡμοίωται καὶ ὑφεῖται τοῦ τελειο‐ τέρου καὶ προηγουμένην ἔχοντος τάξιν. ἀμφοτέρους ἄρα
25ἀποδεξόμεθα, τούς τε λέγοντας, ὅτι ταῦτα κατάλοιπά ἐστι τῶν μέσων γενῶν, καὶ τὸν θεῖον Ἰάμβλιχον ἐξῃρημένην ὑπεροχὴν ἀπονέμοντα τοῖς συμπληρωτικοῖς τῶν θείων ψυ‐ χῶν γένεσιν, ὁμοῦ τήν τε ὁμοιότητα πάντων τῶν μέσων γενῶν καὶ τὴν ἐξαλλαγὴν διασῴζοντες.
30 Τρόπον μέν τινα τὸν αὐτόν, ἀκήρατα δὲ οὐκέτι κατὰ ταὐτὰ ὡσαύτως, ἀλλὰ δεύτερα καὶ τρίτα [41 D]. Καὶ διὰ τούτων ὁ Τίμαιος ἐνδείκνυται τήν τε ὁμοιότητα
τῶν μερικῶν ψυχῶν πρὸς τὰς ὁλικὰς καὶ τὴν ὕφεσιν καὶ
in Ti
.

3

.

258

τὴν ἐξηλλαγμένην πρόοδον· οὐ γὰρ μόνον κατὰ τὴν δημι‐ ουργικὴν ἐνέργειαν πρώτην καὶ δευτέραν οὐδὲ κατὰ τὴν πρὸς τὸν κρατῆρα τῆς ζωῆς ἕνωσιν ἢ διάκρισιν οὐδὲ κατὰ τὴν τῶν γενῶν ὑπεροχὴν ἢ ἔλλειψιν τὰς διαφορὰς αὐτῶν
5μετὰ τῆς συγγενείας ὑπέγραψεν, ἀλλὰ καὶ κατὰ τὸν τῆς μίξεως τρόπον τὸν αὐτὸν ὄντα καὶ οὐ τὸν αὐτόν· οὔτε γὰρ ἡ κρᾶσις ὁμοία τῶν γενῶν οὔτε ἡ τῆς ἑτερότητος ἀμιξία· πλείων γὰρ ἐπὶ τῶν μερικῶν αὕτη ψυχῶν. διὸ καὶ τοῖν ἵπποιν ἐν ταύταις ὃ μὲν ἀγαθός, ὃ δὲ ἐναντίος τε
10καὶ ἐξ ἐναντίων, ὡς εἴρηται ἐν Φαίδρῳ [246 B], τῆς ἑτερότητος δυναστευούσης. καὶ κατὰ τὸν τρόπον οὖν τὸ αὐτὸ δείκνυσι καὶ κατὰ τὴν ἰδιότητα τοῦ ὅλου συστήματος· γίγνεται γὰρ τὰ ὅλα κράματα οὐκέτι ἀκήρατα κατὰ ταὐ‐ τὰ καὶ ὡσαύτως, ἀλλὰ δεύτερα καὶ τρίτα· καὶ γὰρ
15ἐν τούτοις ὕφεσίς ἐστι καὶ τάξις. τίνα οὖν τὰ ἀκήρατα λέγοι ἄν; οὐ τὰ ἀπαθῆ μόνον· σμικρὸν γάρ, εἰ τούτῳ δια‐ φέροι τὸ θεῖον τῶν ψυχῶν γένος παρὰ τὸ μερικόν· καὶ γὰρ τὸ τελευταῖον προσγίγνεται τοῦτο τὸ πάθος μετὰ τὴν ἀπο‐ στροφὴν τοῦ ὄντος, μετὰ τὴν νεῦσιν, μετὰ τὴν ῥοπήν, μετὰ
20τὴν πτερορρύησιν, ὥσπερ δὴ καὶ ὁ ἐν τῷ Φαίδρῳ [247 B 246 C] Σωκράτης εἴρηκε. κάλλιον οὖν τὸ ἀκήρατον λέγειν τὸ ἄτρεπτον, τὸ ἀκατακλινές, τὸ ἀμείλικτον, τὸ ἄθικτον τῆς οὐσίας εἶδος, τὸ μὴ ἐπιστρεφόμενον εἰς τὰ δεύτερα μηδὲ μεταβολὴν ἐπιδεχόμενον μηδὲ ὕφεσιν ζωῆς, τὸ πόρρω πάσης
25κηρὸς ἱδρυμένον, τὸ τῶν εἱμαρμένων νόμων ἐξῃρημένον· ταῦτα γὰρ κοινά ἐστι παντὶ γένει ψυχῶν ἀεὶ τῆς γενέσεως ὑπερανέχοντι. τὰ δὲ ἐναντία τούτων ἐφαρμόζει ταῖς εἰς γένεσιν κατιέναι δυναμέναις, τὸ μεταβάλλειν τὴν ζωὴν ἀπὸ νοήσεως εἰς πρᾶξιν, τὸ ὑπὸ τὴν εἱμαρμένην τελεῖν ποτε, τὸ
30συμμίγνυσθαι τοῖς ἐπικήροις πράγμασιν. οὔτε οὖν κατὰ ταὐτὰ ταύταις ὑπάρχει τὸ ἀκίνητον, εἴπερ ποτὲ καὶ εἰς γέ‐ νεσιν χωροῦσιν, οὔτε ὅτε ὑπάρχει, ὡσαύτως ὑπάρχει· τὸ γὰρ
ἀεὶ νοοῦν κρεῖττον τοῦ ποτὲ τῆς οἰκείας ἀφισταμένου νοή‐
in Ti
.

3

.

259

σεως. ἐπειδὴ δὲ καὶ ἐν ταύταις ταῖς ψυχαῖς τάξις ἐστὶ καὶ αἳ μὲν ἄχραντοί εἰσιν, ὀλιγάκις προσομιλοῦσαι τῇ γενέ‐ σει καὶ τῆς ἑαυτῶν ἀφιστάμεναι τάξεως, αἳ δὲ παντοίοις ἐγκυλινδοῦνται πάθεσι καὶ τὰς μυριετεῖς πλανῶνται περιό‐
5δους, καὶ τούτων διαφορὰν ὑπέδειξεν εἰπών· ἀλλὰ δεύτερα καὶ τρίτα· τῶν γὰρ ἀεὶ μενόντων ἄνω καὶ ἀκακώτων πλεῖ‐ στον ἀφίσταται τὰ καὶ κατιόντα καὶ κακυνόμενα, μέσα δέ ἐστι τὰ κατιόντα μέν, οὐ κακυνόμενα δέ· τὸ δὲ ἔμπαλιν οὐ θέμις, τὸ κακύνεσθαι μέν, ἄνω δὲ μένειν· τὸ γὰρ κακὸν ἐν
10θεοῖς οὐκ ἔστιν, ἀλλ’ ἐν τῷ θνητῷ τόπῳ καὶ τοῖς ἐνύλοις πράγμασι. πάλιν οὖν ἐκ τούτων ἀναφαίνεται πρώτιστον μὲν γένος ψυχῶν τὸ θεῖον (πανταχοῦ γὰρ ἡγεμονοῦσαν ἔχει τάξιν τὸ θεότητος δεκτικόν, ἐν οὐσίαις ἐν νοῖς ἐν ψυχαῖς ἐν σώμασι)· δεύτερον τὸ ἀεὶ συνεπόμενον θεοῖς (δεῖ γὰρ πρὸ
15τῶν ποτὲ ἑπομένων εἶναι τὸ ἀεὶ συνημμένον αὐτοῖς, ἵνα διὰ τούτου καὶ τὰ ἀφιστάμενά ποτε πάλιν ἀνακαλῆται πρὸς αὐ‐ τούς)· τρίτον τὸ κατιὸν μὲν εἰς γένεσιν, ἀχράντως δὲ κατιόν, καὶ ὑφειμένην μὲν ζωὴν ἀντὶ θειοτέρας ἀλλαττόμενον, κακίας δὲ καὶ παθῶν ἐξῃρημένον (τοῦτο γὰρ συνεχὲς τῷ ἀεὶ ἄνω
20καὶ ἀεὶ ἀχράντῳ γένει τῶν ψυχῶν). τέταρτον δὲ καὶ τελευ‐ ταῖον τὸ πολυπλανὲς καὶ μέχρι τοῦ Ταρτάρου κατιὸν καὶ αὖθις ἀνεγειρόμενον παντοῖά τε εἴδη ζωῆς ἀνελίττον ἤθεσί τε χρώμενον ποικίλοις καὶ πάθεσιν ἄλλοτε ἄλλοις καὶ μορ‐ φὰς ζῴων ἀλλαττόμενον πολυειδεῖς, δαιμονίας ἀνθρωπίνας
25ἀλόγους, κατευθυνόμενον δ’ οὖν ὅμως ὑπὸ τῆς Δίκης καὶ εἰς οὐρανὸν ἀπὸ γῆς ἀνατρέχον καὶ εἰς νοῦν ἀπὸ τῆς ὕλης περιαγόμενον κατὰ δή τινας τεταγμένας τῶν ὅλων περιόδους. τὸ δ’ οὖν ‘μηκέτιἀκήρατακατὰ τὰ αὐτὰ καὶ ὡσαύ‐ τως γενέσθαι‘ σημαίνει τὸ πῂ μὲν ἀκήρατον τῶν μερικῶν
30ψυχῶν, οἷον κατὰ μόνην τὴν οὐσίαν, πῂ δὲ οὐκ ἀκήρατον, οἷον κατὰ τὰς ἐνεργείας κηρῶν παντοίων ἀναπιμπλαμένας
καὶ τοῖς ἐπικήροις τῶν ὄντων συμφερομένας, καὶ τὸ μηδὲ
in Ti
.

3

.

260

ταύτας ἀεὶ ὡσαύτως ἔχειν καὶ οὐκ ἀκήρατον, ἀλλὰ τοτὲ μὲν μᾶλλον, τοτὲ δὲ ἧττον, ἀνωμαλίας οὔσης ἐν ταῖς ψυχαῖς παντοίας κατὰ τὴν πρὸς τὰ θνητὰ σχέσιν, ἀφ’ ἧς αὐταῖς ὑπάρχει τὸ οὐκ ἀκήρατον κατὰ τὴν ζωήν.
5 Συστήσας δὲ τὸ πᾶν διεῖλε ψυχὰς ἰσαρίθμους τοῖς ἄστροις, ἔνειμέ τε ἑκάστην πρὸς ἕκαστον [41 D]. Πᾶσα μὲν ἡ τῶν ψυχῶν τάξις εἰς δύο ταύτας ἀνήρτη‐ ται πηγάς, τήν τε δημιουργικὴν καὶ τὴν ζῳογονικήν, καὶ ἀπὸ τούτων πρόεισι τά τε πρῶτα αὐτῆς καὶ τὰ μέσα καὶ τὰ
10τέλη καὶ διὰ τούτων ἀφορίζεται τῶν θεῶν. ἐπειδὴ δὲ καὶ ἐν αὐτῇ τὰ μέν ἐστιν ὁλικώτερα, τὰ δὲ μερικώτερα καὶ τὰ μὲν ἀνεκφοίτητα τῶν οἰκείων ἀρχῶν, τὰ δὲ προϊόντα μέχρι τῆς ὕλης καὶ τὰ μὲν ἡγεμονικά, τὰ δὲ ἑπομένων ἔχοντα λόγον, ἐφίστησιν ὁ δημιουργὸς τὰ ἕτερα τοῖς ἑτέροις καὶ
15ὑποτάττει τὰ μερικώτερα τοῖς ὁλικωτέροις διαιρεῖ τε κατὰ γένη τὰς πολλὰς ψυχὰς τοῖς προστάταις αὐτῶν θεοῖς καὶ κατὰ ἀγέλας ἄλλαις ἄλλους ἐφίστησιν ἡγεμόνας. καὶ νῦν μὲν ὑφιστὰς θείας ψυχὰς ὀπαδοὺς ποιεῖ τὰς μερικάς, μικρὸν δὲ ὕστερον [41 DE] καὶ τὰ ὀχήματα αὐτῶν ὑποτάξει ταῖς
20θείαις περιφοραῖς, ὅταν κἀκεῖνα παραγάγῃ, καὶ τὰ ὅλα τοῖς ὅλοις· ὃ γάρ ἐστι ψυχὴ πρὸς ψυχήν, τοῦτο ὄχημα πρὸς ὄχημα καὶ τὸ συναμφότερον πρὸς τὸ συναμφότερον κατὰ τὴν σύνθεσιν τὴν γεωμετρικήν. τοῦτο μὲν οὖν εἰσαῦθις. νῦν δέ (οὔπω γὰρ αὐτὰς ἐγκοσμίους πεποίηκε) μερίζει περὶ
25τοὺς θεοὺς τοὺς ἀστρῴους· τὰ γὰρ ἄστρα τὰς ψυχὰς δηλοῖ τῶν ἀστρῴων σωμάτων. διεῖλεν οὖν αὐτὰς ἰσαρίθμους ταῖς θείαις ψυχαῖς καὶ ἔνειμεν ἑκάστην πρὸς ἕκαστον συστήσας, φησί, τὸ πᾶν, οὐ τοῦτο λέγων, ὅτι μῖγμα ποιήσας ἕν, ὡς ἐπὶ τῆς τοῦ παντὸς ἐποίησεν ἓν ὅλον ἐκ
30τῶν τριῶν, οὐσίας ταὐτοῦ θατέρου, καὶ ἀπὸ τούτου κατὰ ἀφαίρεσιν διαιρῶν τὰς ψυχάς (οὐ γὰρ ἂν εὐθὺς ἀπὸ τοῦ μίγματος εἰσήγαγε τὴν περὶ τὰς θείας ψυχὰς αὐτῶν διανο‐
μήν, ὑπερβὰς τὴν εἰς τοὺς ἀριθμοὺς καὶ τοὺς ἁρμονικοὺς
in Ti
.

3

.

261

λόγους διαίρεσιν καὶ τὴν τοῦ ὀχήματος παράδοσιν), ἀλλὰ πάντα ὁμοῦ περιλαβὼν ἐν τῷ φάναι συστήσας δὲ τὸ πᾶν, τὴν μῖξιν τὴν εἰς τὰς μοίρας τομὴν τὴν διασχημάτισιν, ἐξ ὧν καὶ αἱ μερικαὶ πᾶσαι ψυχαὶ διεκοσμήθησαν. συστή‐
5σας οὖν τὸ πλῆθος πᾶν τῶν ψυχῶν τούτων (καὶ γὰρ τὴν ἑκάστης γένεσιν σύστασιν ἂν εἴποι, καθάπερ καὶ ἐπὶ τῆς τοῦ παντὸς ἔλεγε [36 D] διὰ τὴν ἐκ πολλῶν συμπλήρωσιν· ἐπεὶ δὲ κατὰ νοῦν τῷ συνιστάντι πᾶσα ἡ τῆς ψυχῆς σύστασις γεγένητο), συστήσας οὖν τὸ πᾶν τῶν ψυχῶν
10πλῆθος διεῖλεν αὐτὰς ἰσαρίθμους τοῖς ἄστροις, κατὰ τὰς ἐκείνων ἰδιότητας καὶ ταύτας ἀπ’ ἀλλήλων διαστήσας. ἆρ’ οὖν οὕτως ἰσαρίθμους φαίης ἄν, ὡς μίαν μερικὴν ψυ‐ χὴν ὑπὸ μίαν τετάχθαι τῶν ἀστρῴων, καὶ τῷ ποσῷ τοσαύ‐ τας εἶναι ψυχάς, ὅσοι καὶ ἀστρῷοι θεοί; τοῦτο γοῦν ὑπο‐
15δηλοῦν φαίνεται προστεθέντος ἑκάστην πρὸς ἕκαστον ἄστρον. καὶ πῶς τοῦτο Πλατωνικὸν δόγμα φήσομεν, αὐτοῦ μικρὸν ὕστερον [42 D] λέγοντος· ἔσπειρε τοὺς μὲν εἰς γῆν, τοὺς δὲ εἰς ἥλιον, τοὺς δὲ εἰς σελήνην; πλῆθος γὰρ ἀπὸ τούτων καταλείπει περὶ ἕκαστον ἄστρον. μήποτε
20οὖν τὸ ἰσάριθμον οὐ μοναδικῶς θεωρητέον, ἀλλὰ κατ’ ἀνα‐ λογίαν· καὶ γὰρ ἐν τοῖς ἀριθμοῖς ἀνὰ λόγον τῇ μὲν μονάδι ἡ δεκάς, τῇ δὲ τριάδι ἡ τριακοντάς, τῇ δὲ πεντάδι ἡ πεν‐ τηκοντάς, καὶ ἁπλῶς ἅπασι τοῖς ἐντὸς δεκάδος οἱ μετ’ αὐ‐ τήν, καὶ ἰσάριθμοι τοῖς πρώτοις οἱ δεύτεροι, καὶ οὐ διὰ
25τοῦτο κατὰ τὸ ποσὸν ἡ πεντὰς ἴση τῇ πεντηκοντάδι καὶ ἡ τριὰς τῇ τριακοντάδι, μόνον δὲ κατ’ ἀναλογίαν ἔχουσι τὸ ἴσον· ὃ γάρ ἐστιν ἐν μονάσιν ἡ τριάς, τοῦτο ἐν δεκάσιν ἡ τριακοντάς. τάχ’ οὖν καὶ ἐπὶ τῶν μερικῶν ψυχῶν οὕτω τὸ ἰσάριθμον ληπτέον· ἐπεὶ γὰρ ἑκάστῃ τῶν θείων ψυχῶν ἔστι
30τις οἰκεῖος ἀριθμός, ὃν ἑνοειδῶς αὕτη προείληφεν, ἀναπτυσσό‐ μενος οὗτος ὁ ἀριθμὸς ἀφορίζει τὸ πλῆθος τῶν ὑποτεταγ‐
μένων μερικῶν ψυχῶν, καὶ τῶν μὲν πρώτως αὐτῆς ἐξημ‐
in Ti
.

3

.

262

μένων ἐλάττων ὁ ἀριθμός, ἡ δὲ δύναμις μείζων, τῶν δὲ δευτέρως ἡ μὲν δύναμις ἐλάττων, ὁ δὲ ἀριθμὸς πλέων, ἀνὰ λόγον δὲ ἑκάτερος αὐτῇ πρόεισιν· οὕτω γὰρ καὶ ἐν τοῖς ἀριθμοῖς τῇ πρώτῃ τετράδι καὶ 〈ἡ〉 ἐν δεκάσι τετρὰς ἀνὰ
5λόγον καὶ ἡ ἐν ἑκατοντάσι καὶ ἡ ἐν χιλιάσι. ῥητέα μὲν δὴ καὶ ταῦτα πρὸς τὴν παροῦσαν ζήτησιν. προσθετέον δὲ καὶ ὅτι τὸ εἶδος καὶ ὁ χαρακτὴρ τοῖς ὀπαδοῖς ἀπὸ τῶν ἡγε‐ μόνων παραγίγνεται θεῶν. τοῦτο δὴ τὸ εἶδος ἀριθμός ἐστιν, ἀφορίζων τὴν ἰδιότητα τῆς ζωῆς. ὅσοι οὖν ἡγεμόνες, το‐
10σαῦτα καὶ εἴδη ζωῆς ἐστι τὰ ἑπόμενα αὐτοῖς, οἷον, εἰ βού‐ λει, Κρόνιον, Δίιον, Ἡλιακόν, Σεληνιακόν, καὶ ἐπὶ τῶν ἄλλων θεῶν ὡσαύτως· ἄνωθεν γὰρ ἀρχόμενον τὸ εἶδος διή‐ κει μέχρι τῶν τελευταίων ὀπαδῶν καὶ πάντας εἰς ὁμοιότητα καθίστησι πρὸς τὸν ἡγούμενον θεόν· εἰσὶ γὰρ δὴ περὶ ἕκα‐
15στον θεὸν καὶ θεοὶ μερικώτεροι καὶ ἀγγελικαὶ τάξεις, ἐκφαί‐ νουσαι τὸ θεῖον φῶς, καὶ δαίμονες προπομπεύοντες ἢ δορυ‐ φοροῦντες ἢ ὀπαδοὶ τοῦ θεοῦ, καὶ ἡρώων στρατὸς ὑψηλὸς καὶ μεγαλοπρεπής, προκαταστέλλων πᾶσαν τὴν ἐκ τῆς ὕλης ἀταξίαν καὶ συνεκτικὸς τῶν θείων ὀχημάτων καὶ τῶν ὑπ’
20ἐκεῖνα περιπορευομένων μερικῶν, ἐκκαθαίρων καὶ ταῦτα καὶ ἐκείνοις ἐξομοιῶν, καὶ ψυχῶν ἀχράντων χορὸς καθαρότητι διαλάμπων ἄλλων τε ψυχῶν πλῆθος ποτὲ μὲν αἰρουσῶν τὴν τοῦ ἡνιόχου κεφαλὴν εἰς τὸ νοητόν, ποτὲ δὲ ταῖς περι‐ κοσμίοις δυνάμεσι τῶν θεῶν συνταττομένων, καὶ τούτων αἳ
25μὲν κατ’ ἄλλην, αἳ δὲ κατ’ ἄλλην συνέπονται τοῦ θεοῦ δύναμιν. καὶ οὐ διὰ τοῦτο καὶ ἐν ταῖς Ἡλιακαῖς αἳ μὲν τῆς παιωνίου δυνάμεως ἐξήρτηνται, αἳ δὲ τῆς μαντικῆς, αἳ δὲ τῆς δημιουργικῆς, αἳ δὲ τῆς ἀναγωγοῦ, καὶ ἐπὶ τῶν ἄλλων θεῶν οὐχ αἱ τοῦ αὐτοῦ θεοῦ πᾶσαι τὴν αὐτὴν ἔχουσι τά‐
30ξιν, ἀλλ’ αἳ μὲν περὶ ἄλλας καὶ ἄλλας αὐτῶν 〈δι〉αιροῦνται
in Ti
.

3

.

263

δυνάμεις, αἳ δὲ καὶ τῆς αὐτῆς ἔγγιον ἢ πορρώτερον μετ‐ έχουσι. πάσαις δ’ οὖν ἔπεστι τὸ κοινὸν εἶδος τοῦ σφετέρου θεοῦ· καὶ γὰρ ἐπ’ αὐτῶν τῶν θεῶν ἡ ἕνωσις προηγεῖται τοῦ πλήθους καὶ ἡ μία ταυτότης τῆς κατὰ τὰς διωρισμένας
5δυνάμεις ἑτερότητος. πῶς μὲν οὖν ἰσαρίθμους ποιεῖ τὰς ψυχὰς τοῖς ἄστροις, δῆλον διὰ τούτων. Δεῖ δὲ καὶ τῆς Ἀκύλου μνημονεύειν ἐν τούτοις ἐπιβολῆς ἰσαρίθμους ταῖς τῶν ἄστρων ψυχαῖς τὰς μερικὰς εἰρῆσθαι φραζούσης οὐχὶ κατὰ τὴν περὶ ἐκείνας διαίρεσιν, ἀλλὰ κατὰ τὴν πρὸς
10ἐκείνας ὁμοίαν ἀπογέννησιν ἐκ τῶν ἴσων ἀριθμῶν, ἐξ ὅσων ἑκάστη συνέστη τῶν ἀστρῴων ψυχῶν· οὑτωσὶ γὰρ τὸ ἰσά‐ ριθμον οὗτος ἁνὴρ ἐξηγήσατο τῶν μερικῶν πρὸς τὰς ὅλας, ὡς ἑκάστης τῶν μερικῶν εἰς ἀριθμὸν τὸν αὐτὸν διῃρημένης, εἰς ὅσον καὶ ἡ ἀστρῴα ψυχή, ὑφ’ ἣν ἐτάχθη καὶ ἐνεμήθη
15παρὰ τοῦ πατρός. διὸ καὶ ὁμοία πρὸς αὐτήν ἐστιν, ὡς ἂν οὐ πασῶν ψυχῶν παντοίους ἀριθμοὺς ἐχουσῶν, ἀλλὰ τῶν μὲν ἐλάττους, τῶν δὲ πλείους, τῶν δὲ λόγων ἐν πάσαις τῶν αὐτῶν ὄντων· οὐδὲ γὰρ ὁ Πλάτων ἀριθμοὺς ὥρισεν, ἀλλὰ λόγους τῶν μοιρῶν, ἡμεῖς δὲ προείπομεν, ὅτι οὐδὲν κωλύει
20καὶ τῷ πλήθει τῶν ὅρων διαφέρειν τὰς μερικὰς τῶν πρὸ αὐτῶν, καὶ ὅστις ὁ τρόπος, ἀπεδείξαμεν. τοῦτο μὲν οὖν ταύτῃ. Πρώτη δὲ γίγνεται νῦν διανομὴ τῶν μερικῶν ψυ‐ χῶν περὶ τὰς θείας, πρὶν καὶ ἐγκόσμιοι γένωνται· καὶ γὰρ κατὰ τὴν ὑπερκόσμιον σύνταξιν καὶ κατὰ τὴν ἐγκόσμιον τὰ
25μέρη συνυφαίνεται τοῖς ὅλοις, ὥστ’ εἴ τις καὶ ἐν τοῖς τῇδε ἱεροῖς λέγοιτο προσίδρυσις τῶν τελουμένων, εἰκόνα ἂν φέροι ταύτης τῆς δημιουργικῆς συντάξεως τῶν μερικῶν ψυχῶν πρὸς τὰς ὅλας καὶ τῆς περὶ τοὺς ἡγεμόνας διανομῆς· αὗται μὲν γὰρ αἱ θεῖαι ψυχαὶ περὶ τὰς δυνάμεις νενέμηνται τῆς
30ὅλης ψυχῆς· προῆλθον γὰρ κατὰ τὰς ἐν ἐκείνῃ πολυειδεῖς δυνάμεις καὶ ἐνιδρύθησαν αἳ μὲν εἰς τὴν ταὐτοῦ περιφορὰν τῆς ὅλης ψυχῆς, αἳ δὲ εἰς τὰς θατέρου περιόδους. περὶ δὲ
ταύτας πάλιν αἱ μερικαί, κατανειμάμεναι τὰς ὁλικὰς αὐτῶν
in Ti
.

3

.

264

δυνάμεις καὶ συναγόμεναι αὐταῖς ἐπὶ τὸ νοητὸν καὶ πληρού‐ μεναι παρ’ αὐτῶν νοήσεως ἀκλινοῦς καὶ τοῖς ἀριθμοῖς δια‐ τεταγμέναι τοῖς τῶν οἰκείων ἡγεμόνων. ὥσπερ οὖν αὗται αἱ ἐγκόσμιοι ψυχαὶ διὰ τῶν δώδεκα θεῶν ἀνίασιν ἐπὶ τὸν
5ὑπερουράνιον τόπον, οὕτω δὴ καὶ αἱ μερικαὶ διὰ τῶν θείων ψυχῶν· ἥνωνται γὰρ πρὸς αὐτὰς κατὰ τὴν ὑπερκόσμιον σύνταξιν, ἣν ‘διανομὴν‘ ὁ Τίμαιος ἀπεκάλεσεν, ὡς κατὰ τὸν θεῖον νόμον γιγνομένην, ὃς τῷ Διὶ συνίδρυται, καθάπερ ἐν τῷ Γοργίᾳ [523] γέγραπται, καὶ μετ’ αὐτοῦ διακοσμεῖ τὰς
10ἐν τῷ κόσμῳ τάξεις τάς τε ὁλικωτέρας καὶ τὰς μερικωτέρας. ἔστιν οὖν καὶ μία πασῶν τῶν μερικῶν ψυχῶν ὁμοιότης καὶ διαίρεσις κατὰ τὰς ἡγεμονίας τῶν θεῶν καὶ ὁ δημιουργὸς ἀμφοτέρων αἴτιος. καὶ ταῦτα ὑπάρχει ταῖς ψυχαῖς ὑπερ‐ κοσμίως, ὥστε οὐκ ἀπὸ τῶν σωμάτων οὐδὲ ἀπὸ τῶν τοιῶνδε
15σχέσεων αἱ διαφοραὶ τῶν ψυχῶν εἰσι, καθάπερ φασί τινες, ἀλλ’ ἀπὸ τῆς ἰδίας αὐτῶν οὐσίας· καὶ γὰρ ἡ σύνταξις αὐ‐ τῶν πρὸς ἄλλους καὶ ἄλλους ἡγεμόνας καὶ ἡ διανομὴ κατ’ οὐσίαν ἐστίν· ἃ γὰρ ἔχουσι παρὰ τῆς μιᾶς δημιουργίας, ταῦτα κατ’ οὐσίαν ἔχουσιν. ἐπειδὴ 〈δὲ〉 εἴρηνται περὶ τὰ ἄστρα
20νενεμῆσθαι αἱ μερικαὶ ψυχαί, δῆλον δή, ὅτι τετάρτην ἔχουσι τάξιν ἀπὸ τῆς τοῦ παντός· ὑπ’ ἐκείνην γὰρ αἱ τῶν σφαι‐ ρῶν εἰσι ψυχαὶ τῶν τε ἐν οὐρανῷ καὶ τῶν ὑπὸ σελήνην ὅλα τὰ στοιχεῖα περιεχουσῶν, ὑπὸ δὲ ταῦτα τὰ ἄστρα καὶ ὅσα μερικώτερα γένη τῶν θεῶν περιέχεται ἐν ταῖς ὁλότησι
25τῶν εἰρημένων πασῶν περιφορῶν, ὑπὸ δὲ ταῦτα λοιπὸν αἱ μερικαὶ ψυχαί, τῆς μὲν τοῦ παντὸς καθολικῆς μόνως οὔσης, τῶν δὲ τὰς περιφορὰς κατανειμαμένων καθολικῶν μερικῶν, τῶν δὲ ἐν ταύταις περιεχομένων ἔμπαλιν μερικῶν καθολικῶν οὐσῶν, τῶν δὲ μερικῶν ψυχῶν ἐσχάτων καὶ μόνως μερικῶν
30λοιπὸν ὑπαρχουσῶν. πάσας οὖν ἄστρα προσεῖπε τὰς θείας ψυχὰς τὰς ἐν ταῖς ὁλότησι περιεχομένας εἴτε κατ’ οὐρανὸν
εἴθ’ ὑπὸ σελήνην, ἀπὸ τῶν γνωρίμων πᾶσι τὸ ὄνομα κοινὸν
in Ti
.

3

.

265

πάσαις ποιήσας· πᾶσαι γὰρ ἔχουσι πάντως ἀστροειδῆ τινα ὀχήματα, ὅπου γε καὶ τὰς μερικὰς ψυχὰς εἰς τὴν γένεσιν ὁ Σωκράτης [rep. X 621 B] ᾀττούσας κατὰ τὰ ὀχήματα ἀστέρων ἀπείκασε διᾳττόντων τινῶν ἰδέαις, ὅπου καὶ αὐτὸς
5ἐρεῖ [42 D] καὶ περὶ γῆν καὶ περὶ σελήνην ἐσπάρθαι παρὰ τοῦ δημιουργοῦ τινας· καὶ γὰρ ἄτοπον, εἰ περὶ μόνα δια‐ νενέμηνται τὰ ἰδίως καλούμενα ἄστρα μερικαὶ ψυχαί, οἱ δὲ ἄλλοι θεοὶ μὴ εἶεν ἀγελάρχαι ψυχῶν, οἱ καθ’ ἕκαστον στοιχεῖον ἐκείνοις ἀνὰ λόγον ὄντες, ἀέριοι καὶ ἐνύδριοι καὶ
10χθόνιοι, περὶ ὧν εἶπεν [41 A], ὅτι φαίνονται καθ’ ὅσον ἂν ἐθέλωσιν. ἀλλ’, ὡς εἴπομεν, ἀπὸ τῶν ἐναργῶν καὶ ὅσον οὐκ αἰσθητὸν ἀφῆκε συνορᾶν. Καὶ ἐμβιβάσας ὡς εἰς ὄχημα τὴν τοῦ παντὸς φύσιν ἔδειξεν [41 D E].
15 Ὅσοι μὲν οὖν ὄχημα τὴν τοῦ παντὸς φύσιν εἰρήκασι τῆς ψυχῆς, ὥσπερ ὁ μέγας Θεόδωρος, οὔτε τοῖς πράγμα‐ σιν οὔτε τῇ λέξει τοῦ Πλάτωνος συμφώνους ἀποδεδώκασι λόγους· οὔτε γὰρ ἡ τοῦ παντὸς φύσις ὄχημά ἐστι τῆς μερι‐ κῆς ψυχῆς, ἀλλὰ ἀγαπητὸν αὐτῇ τὸ καὶ τὴν μερικὴν φύσιν
20ἄγειν ὀρθῶς, οὔτε τὸ ἔδειξεν 〈ἔστιν〉 ὅπῃ συντάττειν δυ‐ νησόμεθα τοῖς ἐφεξῆς· πρὸς τί γὰρ ἂν τοῦτο συναρμόσειεν, οὐκ ἔστιν εἰπεῖν. οὐ μὴν οὐδ’ εἴ τινες μὴ πρὸς τὸ ἑπό‐ μενον κῶλον, ἀλλὰ τὸ ἔμπροσθεν ὁρῶντες ὄχημα τὸ ἄστρον λέγοιεν εἰρῆσθαι, προσφυῶς λέγουσι· ποῦ γὰρ τῆς μερικῆς
25ὄχημα ψυχῆς τὸ ἄστρον, κἂν αὐτὸ λέγῃς τὸ σωματικὸν ἄστρον τῆς εἰς γένεσιν πιπτούσης τὸ ἄνω ἀεὶ μένον; ἔοικε δὲ ἀμ‐ φοτέρους ἀναπεῖσαι τὸ μὴ ὑποστῆσαι πρῶτον τὸ ὄχημα κἄπεῖθ’ οὕτως εἰς αὐτὸ τὴν ψυχὴν ἐμβιβάσαι, δέοντε συνο‐ ρᾶν, ὅτι ζῷον ὑφιστάντα παραδιδοὺς τὸν θεὸν καὶ ὁμοῦ
30τῇ ψυχῇ τὸ ὄχημα ποιοῦντα περιττὸν ὑπέλαβε τὸ σῶμα συνιστάντα παραδοῦναι πρότερον, ἄλλως τε καὶ ἐκ τῶν ἔμ‐
προσθεν ἐνδειξάμενος, ὅπως τὰ σώματα συμπαράγει ταῖς
in Ti
.

3

.

266

ψυχαῖς. εἰ δὴ δεῖ καὶ τοῖς πράγμασιν ἕπεσθαι καὶ τῇ παρα‐ δόσει τοῦ Πλάτωνος, ἄλλο μέν τι τὴν φύσιν ῥητέον τὴν ὑπὸ τοῦ δημιουργοῦ δεικνυμένην, ἄλλο δὲ τὸ ἄστρον, ὑφ’ ὃ τέτακται ἡ ψυχὴ καὶ τοῦτο ἀσώματον, ἄλλο δὲ τὸ ὄχημα
5τοῦτο τὸ ταῖς ψυχαῖς ὑπηρετούμενον, καὶ ἐμβιβαζομένας μὲν αὐτὰς εἰς ὄχημα πολίτιδας γίγνεσθαι τοῦ παντὸς καὶ προϊ‐ έναι εἰς τὸν κόσμον καὶ ὑποτάττεσθαι τῷ ὅλῳ κόσμῳ, τοῖς δὲ ἄστροις συνδιῃρῆσθαι τὰς ψυχὰς ὡς ψυχὰς ἀσωμάτως, τὴν δὲ φύσιν θεωρούσας πᾶσαν τὴν κοσμικὴν τάξιν ὁρᾶν,
10αὐτὰς μὲν ὑπὲρ τὴν φύσιν τοῦ κόσμου τεταγμένας, τὸν δὲ οἰκεῖον αὐτῶν κλῆρον ἐγκόσμιον λαχούσας· καὶ γὰρ πρῶτον ὑπέστησαν, εἶτα διενεμήθησαν περὶ τὰς θείας ἡγεμονίας, καὶ οὕτως ἐκ τρίτων ὀχήμασί τε ἐπέβησαν καὶ τὴν φύσιν ἐθεώρησαν καὶ τῶν εἱμαρμένων νόμων ἐπήκουσαν. ἐξ ὧν
15ῥᾴδιον συνιδεῖν, ὅτι καὶ κατὰ Πλάτωνα κρείττους εἰσὶν εἱ‐ μαρμένης αἱ ψυχαὶ κατὰ τὴν ἀκροτάτην ἑαυτῶν ζωήν· τοῦτο γὰρ αὐταῖς κατὰ φύσιν, ὃ δίδωσιν αὐταῖς ὁ τῶν ὅλων πα‐ τήρ. διὸ καὶ νοήσασαι τὰ ἔργα τοῦ πατρὸς μοίρης †εἱμαρμένης τὸ πτερὸν φεύγουσιν ἀναιδές,
20ὥς φησι τὸ λόγιον [or. chald. 54]· ἐν δὲ θεῷ κεῖνται πυρσοὺς ἕλκουσαι ἀκμαίους ἐκ πατρόθεν κατιόντας, ἀφ’ ὧν ψυχὴ κατιόντων ἐμπυρίων δρέπεται καρπῶν ψυχοτρόφον ἄνθος. τί οὖν ἂν εἴη τὸ ὄχημα τῆς ψυχῆς καὶ πῶς ἐμβιβάζει
25τὰς ψυχὰς ὁ δημιουργὸς εἰς αὐτό; δεῖ μὲν οὖν νοεῖν, ὡς εἰώθασι λέγειν καὶ οἱ περὶ τὸν μέγαν Ἰάμβλιχον, ὡς καὶ ἀπὸ παντὸς τοῦ αἰθέρος γονίμην ἔχοντος δύναμιν τὴν τῶν ὀχημάτων τῶν ψυχικῶν ἀπογεννωμένην σύστασιν, οὔτε ἐλαττουμένων τῶν θείων σωμάτων οὔτε συμπεφορημένως
30τούτων ὑφισταμένων, ἀλλὰ κατὰ τὰς ζωὰς τὰς θείας προϊ‐ όντων καὶ μορφουμένων τῶν μερικῶν πνευμάτων. δεῖ δὲ
προσεννοεῖν ἀληθέστερον καὶ τὴν ἀπὸ τῶν δημιουργικῶν
in Ti
.

3

.

267

αἰτιῶν προϊοῦσαν ἀπεργασίαν· ὑφίστησι γὰρ αὐτὰ καὶ ὁ τῆς σωματικῆς ἁπάσης ὑποστάσεως ποιητής, ὁ τοῖς θεοῖς τὰς ἕδρας ἐν τῷ κόσμῳ προευτρεπίζων (οὗτος γὰρ ὑποδέχεται καὶ τὰς ψυχὰς ἀπὸ τοῦ νοητοῦ στελλομένας εἰς τὸν κόσμον
5καὶ δίδωσιν οἴκους ἄλλους ἄλλαις), ὑφίστησι δὲ καὶ αὐτὸς ὁ δημιουργὸς τοῦ παντὸς καὶ πρῶτος οὗτος. διὸ καὶ νῦν αὐ‐ τὰς εἰς τὰ ὀχήματα ἐμβιβάζει, δῆλον ὅτι τὸ ὄχημα παρα‐ γαγών· οὐ γὰρ ἦν ἐν τοῖς προειρημένοις τοῦτο πλασθέν, ἀλλ’ αὐτὸς ὁ δημιουργὸς καὶ τοῦτο μετὰ τῶν ὅλων ὑποστή‐
10σας ἐμβιβάζει τὰς ψυχὰς καὶ δίδωσιν αὐταῖς τὴν ἀρχὴν τῶν οἰκείων ὀργάνων· καὶ γὰρ ζῴων ἐστὶ δημιουργὸς καὶ πληρω‐ μάτων τοῦ παντός· ὥστε οὐ μόνας ἂν παράγοι τὰς ψυχάς, ἀλλὰ μετὰ ὀχημάτων οἰκείων. καὶ τὸ θαυμαστὸν ὄντως καὶ ἀπόρρητον τῆς Πλάτωνος διανοίας θέαμα, τὸ μὴ λαβόντα
15τὸν δημιουργὸν ἀπὸ τῶν ἤδη παρηγμένων ὁλοτήτων πλάσαι τὰ ὀχήματα ταῦτα, καθάπερ οὐδὲ τὰ τῶν πλανήτων οὐδὲ τὰ τῶν ἀπλανῶν, ἀλλ’ αὐτὸν φάναι καὶ ταῦτα ποιῆσαι τῶν νέων θεῶν μόρια δανειζομένων καὶ ἐξ ἐκείνων τὰ σώ‐ ματα συμπηγνύντων, τοῦτο δ’ οὖν τεκμήριον ἐναργὲς τοῦ
20καὶ τούτων ἕκαστον τῶν ὀχημάτων αὐτοσύστατόν πως εἶναι καὶ μὴ κατὰ ἀφαίρεσιν ἄλλων δεδημιουργημένον, ἵνα μὴ καὶ ἀναχύσεως δέηται τῆς εἰς ἄλλο πάλιν· πᾶν γὰρ τὸ κατὰ ἀποτομὴν ἄλλων ὑφιστάμενον σὺν ἐλαττώσει τοῦ ὅλου πάν‐ τως ἀποτεμνόμενον ἀνάγκη τῷ ὅλῳ πάντως ἀποδίδοσθαι·
25μένειν γὰρ δεῖ τὸ ὅλον ἀεὶ ὅλον ἕκαστον ὄν, διὸ καὶ ἀίδιόν ἐστι πᾶν τὸ τοιοῦτον ὄχημα τῆς ψυχῆς καὶ ἀεὶ τὸ αὐτὸ τῆς αὐτῆς ἐξήρτηται· πέφυκε γὰρ οὕτως ἕκαστον, ὡς ὑπὸ τοῦ δημιουργοῦ γέγονε· καὶ πῶς γὰρ ἂν ἔτι τὴν ψυχὴν ἐγκόσμιον φυλάττοιμεν τὸ ὄχημα φθείροντες; οὗ γὰρ μηδέν
30ἐστιν ἐν τῷ παντί, τοῦτο πῶς ἔτι λέγειν ἐγκόσμιον δυνατόν; εἴτε γὰρ κρείττους εἶεν τῆς μετὰ τῶν ὀχημάτων ζωῆς, ἔσονται κρείττους καὶ αὐτῶν τῶν θείων ψυχῶν, εἴτε καταδεέστεραι,
πῶς γενομένας αὐτὰς εὐθὺς ὁ δημιουργὸς εἰσοικίζει, καθάπερ
in Ti
.

3

.

268

λέγεται νῦν, εἰς αὐτά; πῶς δὲ καὶ ἐν Ἅιδου χρώμεναι καὶ ἐν οὐρανῷ τοῖς ὀχήμασιν οὐχὶ ἀιδίως αὑτῶν ἔχουσιν ἐξηρ‐ τημένα ταῦτα τὰ σώματα; δηλοῖ δὲ τὸ μὲν ὁ ἐν Φαίδωνι [113 D] λέγων Σωκράτης ἀναβάσας ἃ δὴ αὐταῖς ὀχή‐
5ματά ἐστι, πορεύεσθαι εἰς τὸν Ἀχέροντα, τὸ δὲ ὁ ἐν Φαίδρῳ [247 B], ᾗ δὴ τὰ μὲν θεῶν ὀχήματα ἰσορρό‐ πως εὐήνια ὄντα πορεύεται, τὰ δὲ ἄλλα μόγις, περὶ τῶν συνεπομένων τοῖς θεοῖς. τοῦτο μὲν οὖν καὶ δι’ ἄλλων ἀποδείκνυται λόγων καὶ εἴρηται καὶ πρότερον [p. 235, 21 ss]
10ταῦτα σαφῶς ἡμῖν, ὑπέμνησται δὲ καὶ νῦν. ἔξεστι δὲ καὶ ἐκ τούτου θεάσασθαι τὴν διαφορὰν τῶν τε μερικῶν ψυχῶν καὶ τῶν θείων· ἐπ’ ἐκείνων μὲν γὰρ τὰ σώματα ἐνετίθει ταῖς ψυχαῖς ὡς περιεχόμενα πανταχόθεν ὑπ’ αὐτῶν, οὐκ ἐπιστρεφομένων πρὸς τὰ διοικούμενα, μιᾷ δὲ καὶ ἀτρέπτῳ
15νοήσει χρωμένων, ἐπὶ δὲ τούτων ἐμβιβάζει τὰς ψυχὰς εἰς τὰ ὀχήματα· πεφύκασι γὰρ αὗται καὶ κρατεῖσθαι πολλά‐ κις ὑπὸ τῶν σωμάτων καὶ ἐπιστρέφειν εἰς τὰ διοικούμενα, ὅτε καὶ αὐταὶ μέρη γίγνονται τοῦ παντός, ὥσπερ τὰ ὀχή‐ ματα αὐτῶν, καὶ δουλεύουσι τοῖς εἱμαρμένοις νόμοις καὶ
20οὐκέτι καθαρῶς διαζῶσιν ὑπὸ τῷ θείῳ φωτὶ τῆς προνοίας. περὶ μὲν δὴ τοῦ ὀχήματος τῆς ψυχῆς τοσαῦτα. Ἄξιον δὲ κἀκεῖνο πάλιν ἀναμνῆσαι μετὰ δή τινος ἀκριβεστέρας τῶν πολλάκις ῥηθέντων ἐπιστάσεως, ἐπειδὴ τὴν ἡμετέραν ψυχήν, ὡς καὶ πᾶσαν, εἶναι καὶ αὐτήν φαμεν μέσην τῆς ἀμερίστου
25καὶ τῆς μεριστῆς γιγνομένης περὶ τοῖς σώμασιν οὐσίας, καὶ ἔχομεν ταύτην ἐναργῶς· ἐξήρτηται γὰρ αὐτῆς ὄχημα συμ‐ φυές, ἔχον οἰκείαν ζωήν, ὡς καὶ τῶν θείων ψυχῶν καὶ δαι‐ μονίων, καὶ αὕτη ἐστὶν ἡ μερικὴ οὐσία, ἧς ἡ ψυχὴ τὸ παράδειγμα προείληφε τῆς μὲν αἰσθήσεως τὴν δόξαν, τῆς
30δὲ ὀρέξεως τῆς ἐν τῷ οἰκείῳ ὀχήματι, καθ’ ἣν ὡδὶ κινεῖται ἢ ὡδὶ καὶ ὁρμᾷ, τὴν ἑαυτῆς δύναμιν προαιρετικὴν προστησα‐
μένη παράδειγμα· τὰ γὰρ ἐν αὐτῇ μεριστὰ ταῦτά ἐστι προσ‐
in Ti
.

3

.

269

εχῶς καὶ πρὸ τούτων ἡ ἑτερότης ἡ ἐν αὐτῇ τῶν παντοίων τῆς οὐσίας αὐτῆς διαιρέσεων, καθ’ ἣν καὶ μεμέρισται καὶ ἔχει τι ἀμέριστον καὶ ὅλον. ἐπεὶ οὖν ταῦτα περὶ τοῦ ἐν αὐτῇ μερισμοῦ φαμεν, ζητεῖν ἄξιον, τί θήσομεν τὴν ὑπὲρ
5αὐτὴν ἀμέριστον οὐσίαν, ὡς ἐκείνων τῶν πρὸ αὐτῆς ἑκάστη νοῦν ἔχει πρὸ αὑτῆς· οὐ γάρ που καὶ ἑκάστη τούτων τῶν μερικῶν οὐσιώδη νοῦν ὑπὲρ αὑτὴν ἔλαχεν· ἔμενε γὰρ ἂν ἀεὶ ἄνω, καθάπερ ἐκεῖναι, τοῦ νοῦ κατέχοντος αὐτὴν ἄνω τῷ ἀεὶ ἐλλάμπειν. ἤδη μὲν οὖν τι περὶ τούτου καὶ πρό‐
10τερον εἴπομεν καὶ οὐχ ἅπαξ. λέγωμεν δὲ καὶ νῦν τρανέ‐ στερον ἃ φρονοῦμεν, ὅσα θεὸς ἡμῖν ἐπὶ νοῦν ἤγαγε (διὸ καὶ πολλάκις αὐτὰ κατατείνοντες λέγομεν), περὶ τοῦ τί ἔστι τὸ ἀμέριστον ἐφ’ ἑκάστης τῶν μερικῶν ψυχῶν, ὄντως ἄπορον ὄν, διότι νοῦν καθ’ ἑκάστην ἀπολείπειν καὶ τοῦτον μερικὸν
15ἀπέγνωσται. μήποτε οὖν ἑκάστη καὶ τούτων δαίμονος ἐξημ‐ μένη τινός (κατ’ οὐσίαν παντὸς δαίμονος νοῦν ἔχοντος δαι‐ μόνιον ὑπὲρ ἑαυτόν) τὸν αὐτὸν ἔχει νοῦν καὶ αὕτη τεταγ‐ μένον ὡς ἀμέριστον οὐσίαν πρὸ αὑτῆς, ὥστ’ εἶναι τοῦ νοῦ ἐκείνου πρώτως μὲν μετέχουσαν τὴν δαιμονίαν ψυχήν, δευ‐
20τέρως δὲ τὰς ὑπὸ ταύτην μερικὰς ψυχάς, ὃ καὶ ποιῆσαι ταύτας μερικὰς τὸ μὲν μεριστὸν ἴδιον ἑκάστην ἐχούσας, τὸ δὲ ἀμέριστον κοινὸν πρὸς τοὺς δαίμονας τοὺς ὑπὲρ ταύτας, ὧν καὶ τὸ ἀμέριστον ἴδιον· διὸ καὶ μένειν ἐκείνους ἀεὶ ἄνω, ταύτας δὲ κατιέναι ποτὲ περὶ τὰ σώματα μεριζού‐
25σας ἑαυτάς, ὡς τούτοις μᾶλλον προσηκούσας· καὶ γὰρ εἴπερ ἐν ταῖς μερικαῖς ψυχαῖς πλεονάζει τὸ τῆς ἑτερότητος γένος, ὃ καὶ ποιεῖ μὴ δύνασθαι κατὰ πάσας αὐτὰς ἀεὶ τὰς δυνά‐ μεις ἐνεργεῖν, ἀνάγκη δήπου πλέον αὐτὰς ᾠκειῶσθαι πρὸς τὴν μεριστὴν περὶ τὸ σῶμα ζωήν, πλέον δὲ ἀφεστάναι τῆς
30ἀμερίστου οὐσίας, καὶ οὕτω σῴζειν τὸ ἀνὰ λόγον πρὸς ἑκά‐ τερον τῶν ἄκρων, ὥσπερ τὰς θειοτάτας τῶν ψυχῶν διὰ τὴν
πρὸς νοῦν ὁμοιότητα πλέον μὲν ἐξῃρῆσθαι τῶν μεριστῶν,
in Ti
.

3

.

270

πλέον δὲ ἡνῶσθαι ταῖς ὑπὲρ αὐτὰς ἀμερίστοις οὐσίαις, ὧν ἐξήρτηνται συμφυῶς, ἐν ψυχαῖς νοερὰν προστησάμεναι τάξιν. καὶ ἔοικεν ὁ καθ’ ἕκαστον δαίμονα νοῦς ὡς μὲν ὅλος καὶ εἷς τοῦ δαίμονος εἶναι τοῦ προσεχῶς αὐτοῦ μετέχοντος,
5περιέχειν δὲ καὶ τὸν ἀριθμὸν τῶν ὑπ’ ἐκεῖνον οὐσῶν ψυ‐ χῶν καὶ τὰ παραδείγματα αὐτοῦ τὰ νοερά. ἑκάστη οὖν ἀμέ‐ ριστον ἂν ἔχοι οὐσίαν τὸ οἰκεῖον αὑτῆς ἐν ἐκείνῳ παρά‐ δειγμα καὶ οὐχ ἁπλῶς τὸν ὅλον νοῦν, ὥσπερ καὶ ὁ κατ’ οὐσίαν αὐτῆς ἡγούμενος δαίμων. ὡς οὖν ἀκριβέστερον ἀφορί‐
10ζεσθαι λέγομεν εἶναι τὸ ἀμέριστον ἑκάστης ὑπὲρ αὐτὴν τὸ εἶδος αὐτῆς, ὃ δὴ περιέχεται ἐν τῷ ἑνὶ νῷ τῷ τὴν ἡγε‐ μονίαν τῆς δαιμονίας σειρᾶς, ὑφ’ ἣν ἑκάστη τέτακται, λαχόντι. καὶ οὕτως ἄμφω ἀληθῆ, καὶ μόνον τῶν ἀεὶ ἄνω οὐσῶν ὑπεριδρῦσθαι νοῦν ἑκάστης καὶ πᾶσαν εἶναι μέσην
15τοῦ ὑπὲρ αὐτὴν ἀμεροῦς καὶ τοῦ μετ’ αὐτὴν μεριστοῦ. τοσαῦτα καὶ περὶ τούτων. πῶς δὲ τὴν τοῦ παντὸς φύσιν δείκνυσιν αὐταῖς ὁ δημιουργός; 〈ἦ〉 εἰς τὸν κόσμον ἐπι‐ στρέφων αὐτὰς καὶ τοὺς ἐν τῇ φύσει λόγους θεωρεῖν παρα‐ σκευάζων; ἀλλὰ τοῦτο χείρους αὐτάς ἐστι ποιεῖν καὶ ἐπι‐
20στρέφειν ἀπὸ τῶν χωριστῶν λόγων 〈τῶν νοητῶν〉 εἰς τοὺς ἀχωρίστους τῶν αἰσθητῶν· ὁ δὲ δημιουργὸς τοὐναντίον ἐπὶ τὸ νοητὸν ἀνάγει τὰς ψυχὰς καὶ ἐπιστρέφει πρὸς ἑαυτὸν καὶ χωρίζει τῆς ὕλης καὶ πληροῖ δυνάμεων θείων καὶ νοήσεων δημιουργικῶν. μήποτε οὖν ἐν ἑαυτῷ τὴν αἰτίαν τῆς φύσεως ἔχων εἰς ἑαυ‐
25τὸν ἐπιστρέφει τὰς ψυχάς· καὶ γὰρ πᾶς ὁ δεικνὺς βλέπει πάντως ὃ δείκνυσιν· ὥστε καὶ ὁ δημιουργός, εἰ δείκνυσι ταῖς ψυχαῖς τὴν φύσιν, βλέπει τὴν φύσιν. βλέπει δὲ εἰς τὰ πρὸ αὑτοῦ μόνως καὶ εἰς ἑαυτόν. ἐν ἑαυτῷ ἄρα καὶ πάντων γὰρ ἔχει τὰς ἑνιαίας ἀρχὰς καὶ δυνάμεις ἐν ἑαυ‐
30τῷ προεστήσατο τῆς ἀπογεννήσεως τῶν τε ἄλλων καὶ τῆς φύσεως, καὶ ὥσπερ τὰ σώματα προείληφεν ἀσωμάτως, οὕτω
περιέχει καὶ τὴν φύσιν ὑπερφυῶς. ταῦτα μὲν οὖν ὀρθῶς
in Ti
.

3

.

271

λέγεται. δεῖ δὲ καὶ ἄλλως λέγειν, οὐ φιλοσόφως μόνον ἰδέαν ἐν τῷ δημιουργῷ τιθέντας, ἀλλὰ καί, ὡς οἱ θεολόγοι διδάσκουσι, τὴν φύσιν πρώτως θεωρεῖν ἐν τῇ ζῳογόνῳ θεό‐ τητι νοερῶς προϋπάρχουσαν· ἐκεῖθεν γὰρ ἀπαιωρουμένη
5κατευθύνει καὶ τόνδε τὸν ἐμφανῆ κόσμον, τοὺς μὲν ἐνύλους λόγους τοῖς ἀύλοις ἀφομοιοῦσα, τὰς δὲ σωματικὰς κινήσεις εἰς τὰς πρωτουργοὺς ἀναφέρουσα, τὴν δὲ ἐγκόσμιον τάξιν τῆς νοερᾶς εὐταξίας ἐξάπτουσα. πρώτως οὖν ἐστιν ἐν τοῖς νώτοις τῆς ζῳογόνου θεᾶς, ὥσπερ τὰ λόγιά [or. chald. 29]
10φησι· νώτοις δ’ ἀμφὶ θεᾶς φύσις ἄπλετος ᾐώρηται. πρόεισι δὲ ἐκεῖθεν καὶ εἰς τὸν δημιουργικὸν νοῦν, καὶ δεῖ τὰς ψυχὰς τὰς πηγὰς καὶ τὰς ῥίζας τῆς φύσεως ἰδεῖν, ἵνα δὴ καὶ τὴν ἑαυτῶν ἀξίαν θεάσωνται καὶ τὴν ὅλην τάξιν,
15ὅθεν ἐξήρτηνται, καὶ ἐκείνης ἐχόμεναι θεωρῶσι τὸ πᾶν· ἐμβλέψασαι γὰρ εἰς αὐτὴν ταύτην τὴν φύσιν ἑαυτὰς εἱμαρμένῃ συντάττουσιν. ὥσπερ οὖν αὐτὸς ὁ δημιουργὸς τῷ προειληφέναι τὸ παράδειγμα τῆς φύσεως κατευθύνει τὸ πᾶν, οὕτω βούλεται καὶ τὰς ψυχὰς εἰς τὴν πρωτίστην καὶ
20νοερὰν αἰτίαν τῆς φύσεως ὁρώσας μετεωροπολεῖν τε καὶ τὸν κόσμον ἅπαντα διοικεῖν· αὕτη γὰρ ἡ ἀκροτάτη λῆξις τῶν ψυχῶν. τὴν οὖν φύσιν δείκνυσι ταῖς ψυχαῖς ἐκείνην τὴν πηγαίαν καὶ ἐν τῇ ὅλῃ ζῳογόνῳ θεᾷ προϋπάρ‐ χουσαν κατὰ τὴν θεῶν αὐτῶν φήμην, ἣν τοῖς ἑαυτῶν
25μύσταις παρέδοσαν. ἐπειδὴ δὲ καὶ δευτέρας καὶ τρίτας ἔχουσι ζωάς, δίδωσι καὶ τούτων αὐταῖς τοὺς λόγους ὁ δημι‐ ουργός· Νόμους τε τοὺς εἱμαρμένους εἶπεν αὐταῖς [41 E]. Ὅτι μὲν δευτέρα τίς ἐστιν αὕτη τοῦ δημιουργοῦ δημη‐
30γορία πάλιν εἰς ψυχὰς προϊοῦσα διὰ λόγων ψυχαῖς ἐμπρε‐ πόντων, δῆλον· οὐ μὴν ἀλλ’ ἡ μὲν προτέρα πεποίηται αὐτόθεν
τοῦ δημιουργοῦ πρὸς τοὺς νέους θεοὺς λέγοντος θεοὶ
in Ti
.

3

.

272

θεῶν, αὕτη δὲ διηγήσει ἔοικεν ὧν εἶπεν ἐκεῖ πρὸς τὰς ψυχὰς λόγων, ἔνδειξιν ἔχουσα τοῦ τὸν δημιουργὸν πληροῦν μὲν καὶ ταύτας λόγων, ἀλλ’ οὐκ αὐτόθεν, ὡς τοὺς νέους θεούς, καὶ ὁ σκοπὸς ὅπου μὲν λόγων προνοητικῶν ἔκφανσιν,
5ὅπου δὲ εἱμαρμένων νόμων περιέχει. τούτων δὲ προειλημ‐ μένων ἐπὶ τὰ πράγματα μεταβάντες λέγομεν, ὅτι τὴν εἱμαρ‐ μένην οὔτε τὴν μερικὴν φύσιν ῥητέον, ὥς τινες ἐκ τοῦ Περιπάτου λέγουσι, καθάπερ Ἀλέξανδρος (ἀσθενὴς γὰρ αὕτη καὶ οὐκ ἀίδιος, τὸ δὲ τῆς εἱμαρμένης κράτος 〈ὡσ〉
10πάμμεγά τι καὶ ἀραρὸς ἀπὸ τῶν κοινῶν ἐννοιῶν προειλή‐ φαμεν), οὔτε τὴν τάξιν τῶν κοσμικῶν περιόδων, ὡς Ἀρι‐ στοτέλης που λέγει, τὴν παρὰ τὴν τάξιν αὔξησιν παρ’ εἱ‐ μαρμένην ἀποκαλῶν, ὡς † ἂν εἱμαρμένης ὑφέστηκε (καὶ ἄλλο μὲν τὸ τῆς τάξεως αἴτιον, ἄλλο δὲ ἡ τάξις), οὔτε τὴν ἐν
15σχέσει ψυχήν, ὡς Θεόδωρος (οὐδὲ γὰρ ἔστι τὴν ἀρχὴν τοιοῦτον ζωῆς εἶδος ἐν τοῖς ὅλοις), οὔτε τὴν φύσιν ἁπλῶς, ὡς Πορφύριος (πολλὰ γὰρ καὶ ὑπερφυῆ καὶ ἔξω τῆς φύ‐ σεως γίγνεται παρὰ τῆς εἱμαρμένης, οἷον εὐγένειαι δόξαι πλοῦτοι· ποῖαι γὰρ φυσικαὶ κινήσεις φέροιντο ἂν τὴν τού‐
20των αἰτίαν;), οὔτε ὁ νοῦς τοῦ παντός, ὥς πού φησι πάλιν Ἀριστοτέλης, εἴπερ ἐκείνου τὸ Περὶ κόσμου βιβλίον· ὁ γὰρ νοῦς ἀθρόως πάντα ποιεῖ ἃ ποιεῖ καὶ οὐδὲν δεῖται τῆς κατά τινα περίοδον καὶ συνεχῆ καὶ εὔτακτον εἱρμὸν προϊούσης διοικήσεως, τοῦτο δὲ εἱμαρμένης ἴδιον, ὁ τῶν
25πολλῶν αἰτίων εἱρμός, ἡ τάξις, ἡ περιοδικὴ ποίησις. ἀλλ’ εἰ δεῖ τὸ ὅλον αὐτῆς εἶδος συντόμως περιλαβεῖν, φύσιν μὲν αὐτὴν κατὰ τὸ ὑποκείμενον ῥητέον, ἔνθεον δὲ καὶ πεπληρω‐ μένην ἐλλάμψεων θείων, νοερῶν, ψυχικῶν· τελεῖ γὰρ εἰς
αὐτὴν καὶ θεῶν τάξις τῶν μοιρηγετῶν καλουμένων καὶ
in Ti
.

3

.

273

τὰ κρείττονα γένη· δίδωσι γὰρ καὶ ταῦτα δυνάμεις ἀφ’ ἑαυ‐ τῶν εἰς τὴν μίαν ζωὴν αὐτῆς· καὶ πάσας ταύτας τὰς δόσεις καὶ τὰ πληρώματα πάντα συνάγει καὶ ἑνοῖ καὶ μίαν ἀπο‐ φαίνει δύναμιν ὁ τῶν ὅλων δημιουργός· εἰ γὰρ καὶ τὰ
5σώματα τὰ ἐμφανῆ πεπλήρωται δυνάμεων, πολλῷ πρότερον ἡ ὅλη φύσις ἔνθεός ἐστι, καὶ εἰ ὁ σύμπας κόσμος ὁ φαινό‐ μενος εἷς ἐστι, πολλῷ μᾶλλον ἡ πᾶσα τῆς εἱμαρμένης οὐσία μία ἐστὶ καὶ ἐκ πολλῶν αἰτίων συμπεπληρωμένην ἔχει τὴν σύστασιν· ἐξηρτημένη γὰρ ἀπὸ τῆς τῶν θεῶν προνοίας καὶ
10τῆς δημιουργικῆς ἀγαθότητος ὑπ’ ἐκείνης ἑνοποιεῖται καὶ κατευθύνεται, λόγος οὖσα ἐκ λόγων καὶ μία δύναμις πολυ‐ ειδὴς καὶ θεία ζωὴ καὶ τάξις ἡ πρὸ τῶν τεταγμένων. διὸ καὶ οἱ παλαιοὶ πρὸς τὸ ποικίλον αὐτῆς τοῦτο καὶ πολύ‐ μορφον ἀποβλέψαντες ἐπ’ ἄλλας ἄλλοι δόξας ἠνέχθησαν, οἳ
15μὲν θεὸν αὐτὴν εἰπόντες διὰ τὸ ἔνθεον αὐτῆς, οἳ δὲ δαί‐ μονα διὰ τὸ δραστήριον ἅμα καὶ τὸ πολυειδὲς τῆς ποιήσεως εἶδος, οἳ δὲ νοῦν, διότι καὶ νοῦ τις καθήκει μετάδοσις εἰς αὐτήν, οἳ δὲ τάξιν, ὡς πᾶν τὸ τεταγμένον ὑπ’ αὐτῆς ἀφα‐ νῶς περιέχουσαν. μόνος δὲ ὁ Πλάτων τὴν οὐσίαν αὐτῆς
20ἐθεώρησε, φύσιν μὲν αὐτὴν εἰπών, ἐξημμένην δὲ τοῦ δημι‐ ουργοῦ· πῶς γὰρ ἄλλως δείκνυσι τὴν φύσιν ὁ δημιουργὸς ἢ ἐν ἑαυτῷ τὴν ἀρχὴν ἔχων αὐτῆς; πῶς δὲ τοὺς εἱμαρ‐ μένους νόμους λέγει μετὰ τὸ δεῖξαι τὴν τοῦ παντὸς φύ‐ σιν ἢ τὴν μίαν συνοχὴν τῶν νόμων τούτων τὴν φύσιν
25ὑποστησάμενος; ἔτι δὲ σαφέστερον ἐν τῷ Πολιτικῷ [272 E] τὴν δευτέραν τοῦ παντὸς ζωὴν ἐξάπτει τῆς εἱμαρμένης μετὰ τὸν χωρισμὸν τοῦ τε ἑνὸς δαίμονος ἀπ’ αὐτοῦ τοῦ κυβερνῶν‐ τος αὐτὸν καὶ τῶν πολλῶν δαιμόνων 〈τῶν〉 τῷ ἑνὶ ἐκείνῳ συνεπομένων, δι’ ὧν πᾶσαν τὴν περὶ αὐτῶν πρόνοιαν ἀφί‐
30στησιν ἀπ’ αὐτοῦ καὶ ἀπολείπει μόνην τὴν καθ’ εἱμαρμένην διοίκησιν, ἀεὶ τοῦ κόσμου τὴν συναμφοτέραν ἔχοντος, τοῦ
δὲ μύθου χωρίσαντος ἀπὸ τῆς δευτέρας τὴν προτέραν· τὸν
in Ti
.

3

.

274

γὰρ κόσμον, φησίν, ἀνέστρεφεν εἱμαρμένη τε καὶ σύμ‐ φυτος ἐπιθυμία, καθάπερ καὶ τὰ λόγιά [or. chald. 36] φησιν αὐτὴν προστατεῖν
κόσμων τε καὶ ἔργων,
5 οὐρανὸς ὄφρα θέῃ δρόμον ἀίδιον κατασύρων, καὶ ὅπως ἂν αἱ ἄλλαι περίοδοι πληρῶνται, ἡλίου, σελήνης, ὡρῶν, νυκτός, ἡμέρας. οὕτως οὖν καὶ ὁ Πλάτων τὴν δευ‐ τέραν τοῦ κόσμου περίοδον ὑπὸ τῆς εἱμαρμένης περιάγεσθαί φησιν, ἀλλ’ οὐχὶ τὴν προτέραν καὶ νοεράν, μονονουχὶ διαρρή‐
10δην λέγων, ὅτι ταύτην εἱμαρμένην 〈ἐ〉νόμιζε, τὴν προσεχῶς κινοῦσαν τὸ αἰσθητόν, ἐξηρτημένην τῆς ἀφανοῦς προνοίας τῶν θεῶν· πρὸ γὰρ ταύτης τὴν Ἀνάγκην ὑποστησάμενος, τὴν μητέρα τῶν Μοιρῶν, ὑπὸ τοῖς γόνασιν αὐτῆς στρέφει κόσμον, ὡς αὐτὸς ἐν Πολιτείᾳ [X 617 B s] φησί. καὶ
15εἴ με δεῖ τοὐμὸν εἰπεῖν, τρεῖς ταύτας τάξεως αἰτίας ἐφεξῆς ἀλλήλαις ὁ Πλάτων τίθησιν, Ἀδράστειαν, Ἀνάγκην, Εἱμαρ‐ μένην, τὴν νοεράν, τὴν ὑπερκόσμιον, τὴν ἐγκόσμιον· καὶ γὰρ ὁ δημιουργός, ὡς ὁ Ὀρφεύς [frg. 110] φησι, τρέφε‐ ται μὲν ἀπὸ τῆς Ἀδραστείας, σύνεστι δὲ τῇ Ἀνάγκῃ, γεννᾷ
20δὲ τὴν Εἱμαρμένην. καὶ ὥσπερ ἡ Ἀδράστεια τῶν θείων ἦν περιεκτικὴ θεσμῶν καὶ τῶν παντοίων νόμων συναγωγός, οὕτω δὴ καὶ ἡ Εἱμαρμένη πάντων ἐστὶ περιεκτικὴ τῶν ἐγ‐ κοσμίων νόμων, οὓς καὶ νῦν ὁ δημιουργὸς ἐγγράφει ταῖς ψυχαῖς, ἵνα καὶ αὑτὰς ἄγωσι μετὰ τῶν ὅλων καὶ ἀφορί‐
25ζωσι τὸ πρέπον ἑαυταῖς κατὰ τὰς διαφόρους αἱρέσεις τῶν βίων· διὰ γὰρ τοῦτο καὶ ἡ μὲν πλημμελὴς εὐθὺς ἐπὶ τὸ σκοτεινὸν φέρεται καὶ ἄθεον, ἡ δὲ εὐσεβὴς ἄγει αὑτὴν εἰς οὐρανόν, ἀγομένην καὶ ὑπὸ τῶν ὅλων, διότι πλήρης ἐστὶν ἑκατέρα τῶν εἱμαρμένων νόμων, καὶ ἄγουσιν ἑαυτάς,
30ὅπου ὁ ἐν αὐταῖς φθέγγεται νόμος, ὥσπερ φησὶ καὶ ὁ Πλω‐ τῖνος [enn. 4, 3 p. 383]· ἴδιον γὰρ τοῦτο τῆς τῶν θεῶν προ‐
νοίας, τὸ ἔνδοθεν ἄγειν τὰ προνοούμενα. καὶ τί θαυμαστόν,
in Ti
.

3

.

275

ὅπου γε καὶ ἡ φύσις δυνάμεις ἐνθεῖσα τοῖς ὄγκοις ἐνύλους καὶ σωματοειδεῖς διὰ τούτων αὐτοὺς κινεῖ τῶν δυνάμεων, τὴν μὲν γῆν διὰ τῆς βαρύτητος, τὸ δὲ πῦρ διὰ τῆς κουφό‐ τητος; πολλῷ ἄρα μειζόνως οἱ θεοὶ διὰ τῶν δυνάμεων, ἃς
5ταῖς ψυχαῖς ἐνέσπειραν, κινοῦσιν αὐτάς. εἰ οὖν κατὰ νό‐ μους εἱμαρμένους ἄγουσι τὰς ψυχάς, εἰσὶ καὶ ἐν ταῖς ψυ‐ χαῖς οἱ εἱμαρμένοι νόμοι, προϋπάρχοντες μὲν ἐν τῷ δημι‐ ουργῷ νοερῶς (παρ’ αὐτῷ γὰρ ὁ θεῖος ἵδρυται νόμος), ὑπάρχοντες δὲ καὶ ἐν ταῖς θείαις ψυχαῖς (κατὰ γὰρ τού‐
10τους ποδηγετοῦσι τὸ πᾶν), μετεχόμενοι δὲ καὶ ὑπὸ τῶν μερικῶν ψυχῶν (διὰ γὰρ τούτων ἄγουσιν ἑαυτὰς εἰς τὸν πρέποντα τόπον, αὐταὶ ἑαυτὰς κινοῦσαι καὶ διὰ μὲν τὴν προαίρεσιν ἁμαρτάνουσαι καὶ κατορθοῦσαι, διὰ δὲ τοῦ νό‐ μου πρόσφορον τοῖς προϋπηργμένοις ἑαυταῖς ἀπονέμουσαι
15τάξιν). ὅτε τοίνυν ἐγκόσμιοι γεγόνασιν αἱ ψυχαί, τότε καὶ τὸ κράτος θεῶνται τῆς εἱμαρμένης ἄνωθεν ἀπὸ τῆς προνοίας ἐξηρτημένον καὶ τοὺς νόμους ὑποδέχονται τοὺς εἱμαρμένους· καὶ γὰρ τὴν μὲν φύσιν ἔδειξεν αὐταῖς, ὡς ἑτέραν αὐτῶν οὖσαν, τοὺς δὲ νόμους εἶπεν, ὡς ἐγγράφων ἐν αὐταῖς· τὰ
20γὰρ δημιουργικὰ ῥήματα δι’ αὐτῆς χωρεῖ τῆς οὐσίας τῶν ψυχῶν. ὡς οὖν τοὺς πρὸ τούτων λόγους ἐνετίθει τοῖς νέοις θεοῖς, οὕτω καὶ τοὺς νόμους τούτους ἐντίθησι ταῖς μερι‐ καῖς ψυχαῖς. Ὅτι γένεσις πρώτη μὲν ἔσοιτο τεταγμένη μία
25πᾶσιν, ἵνα μή τις ἐλαττοῖτο ὑπ’ αὐτοῦ [41 E]. Αἱ ψυχαὶ κατ’ οὐσίαν μέν εἰσιν ὑπερφυεῖς καὶ ὑπερ‐ κόσμιοι καὶ εἱμαρμένης ἐπέκεινα, διότι καὶ τὴν πρώτην ὑπόστασιν ἔσχον τοῦ κόσμου τοῦδε χωριστήν, κατὰ δὲ τὰ ὀχήματα αὐτῶν καὶ τὰς λήξεις, ἃς ἐκληρώσαντο διοικεῖν,
30ἐγκόσμιοι γεγένηνται, παρὰ τοῦ δημιουργοῦ καὶ ταύτην λα‐ βοῦσαι τὴν τάξιν. διὸ καὶ μετὰ τὴν τῶν ὀχημάτων προσάρ‐ τησιν λέγει τοὺς εἱμαρμένους νόμους, οἷς τὰ σώματα ἐκληρώ‐
θησαν διοικεῖν, οἷον εἴ τις αὐτὸς μὲν ἀφειμένος εἴη τῶν
in Ti
.

3

.

276

πολιτικῶν θορύβων καὶ τῶν βουλευτικῶν λειτουργιῶν, τὰ δὲ κτήματα αὐτοῦ τὰς πρεπούσας ἀποδιδοίη δαπάνας. ἀλλ’ οὔπω τέως οὐδ’ οὕτως εἰσὶν αἱ ψυχαὶ ὑπὸ τὴν εἱμαρμένην· τὰ γὰρ ὀχήματα οὐ μόνον τούτων, ἀλλὰ καὶ αὐτῶν τῶν
5θεῶν περιάγεται πρὸς τῆς εἱμαρμένης. ἵν’ οὖν γένωνται καὶ αὐταὶ μετὰ τῶν ὀχημάτων ὑπὸ τῇ βασιλείᾳ τῆς εἱμαρμένης, δεῖ καθόδων αὐταῖς καὶ τῆς πρὸς γένεσιν ὁμιλίας, ἥτις δευ‐ τέρα μετὰ τὴν σποράν ἐστιν· ἡγεῖται γὰρ αὕτη, διανομή τις οὖσα δευτέρα τῶν ὀχημάτων ὑπὸ τὰς θείας περιφοράς,
10ὥσπερ καὶ αὐτῶν τῶν ψυχῶν εἰς τὰς ψυχὰς γέγονε διαί‐ ρεσις, γιγνομένη μὲν καὶ ἀπὸ τῆς μιᾶς δημιουργικῆς αἰτίας, διὸ καὶ ἀίδιός ἐστι καὶ ἀδύνατον μεταβολὴν γενέσθαι τῶν τοιούτων ἡγεμόνων, γιγνομένη δὲ ἄρα καὶ ἀπὸ τῆς εἱμαρ‐ μένης (αὕτη γὰρ κυρία τῶν περιόδων καὶ συνεκτικὴ τῶν
15τε ὅλων καὶ τῶν μερικῶν περιόδων καὶ συναγωγὸς τῶν ὁμοίων πρὸς τὰ ὅμοια) καὶ ἀπ’ αὐτῶν τῶν ψυχῶν τῶν τε θείων καὶ τῶν μερικῶν (διὰ γὰρ τὴν τούτων πρὸς ἀλλήλας ἕνωσιν καὶ τὰ ὀχήματα σύμφυτα πρὸς ἄλληλα). διὸ καὶ ὅταν ἡ μερικὴ ψυχὴ συντάττῃ ἑαυτὴν πρὸς τὴν ὅλην, συν‐
20έπεται καὶ τὸ ὄχημα αὐτῆς τῷ ὀχήματι τῆς θείας ψυχῆς, καὶ ὡς ἡ ψυχὴ μιμεῖται τὴν νόησιν τῆς ψυχῆς, οὕτω καὶ τὸ σῶμα τὴν τοῦ σώματος ἀπεικονίζεται κίνησιν. πρώτη μὲν οὖν ἡ σπορὰ τῶν ὀχημάτων ἐστὶν οὐ μόνον ἐγκόσμιον ἀποφαίνουσα τὴν ψυχήν, ἀλλὰ καὶ ὑπὸ τόνδε τὸν ἡγεμόνα
25συντάττουσα τὴν ὅλην αὐτῆς σύστασιν· ἄλλο γάρ ἐστιν ἐγκό‐ σμιον εἶναι καὶ ἄλλο Σεληνιακὴν ἢ Ἑρμαϊκήν· εἶδος γάρ ἐστι τοῦτο ζωῆς μερικώτερον, καὶ ὡς μὲν ἐμβιβασθεῖσα εἰς ὄχημα πολῖτις γίνεται τῆς τοῦ παντὸς ἑαυτοῦ ψυχῆς, ὡς δὲ ἐσπαρμένη σὺν τῷ ὀχήματι πολῖτις γίνεται τῆς Σεληνιακῆς
30περιφορᾶς ἢ τῆς Ἡλιακῆς ἢ ἄλλης τινός. καὶ πλεονάζει μὲν
τῆς ὑπερκοσμίου ζωῆς ἡ τοῦ ὀχήματος συνάρτησις τῆς ψυ‐
in Ti
.

3

.

277

χῆς τῆσ πρὸς τὸ πᾶν καὶ ἔστιν οἷόν φασί τινες ἡμίσχετος, προϊὼν δὲ ὁ σπόρος ἡγεμονίαν αὐτῇ μερικωτέραν ἐφίστησι. μετὰ δὲ τὴν σπορὰν μία μὲν ὥρισται γένεσις ἐπὶ πάσης ψυχῆς, δευτέρας δὲ καὶ τρίτας καθόδους λοιπὸν ποιοῦνται
5κατὰ τὰς ἑαυτῶν αἱρέσεις, μίαν δ’ οὖν κοινὴν πάσαις· δεῖ γὰρ πᾶσαν ψυχὴν εἰς γένεσιν ἐλθεῖν· τοιοῦτον γὰρ τὸ εἶδος τῶν μερικῶν ψυχῶν, ἄνω μένειν ἀτρέπτως οὐ δυνάμενον. κἀνταῦθα λοιπὸν ὑπὸ τοῖς σκήπτροις γίγνεται τῆς εἱμαρ‐ μένης· δέχονται γὰρ ἐκ τοῦ παντὸς καὶ τὸ θνητὸν εἶδος
10τῆς ζωῆς καὶ τὸ σῶμα τοῦτο καὶ σχέσιν ἀναλαμβάνουσι πρὸς ταῦτα φυσικήν, ἀλλ’ εὖ μὲν ζήσασαι δύνανται καὶ ἐνταῦθα καθαρεύειν τῶν ἀπὸ τῆς εἱμαρμένης ἐπαγομένων, καθ’ ὅσον μὴ πολλὴ ἀνάγκη διὰ τὸ σῶμα κοινωνεῖν αὐτοῖς· τί γὰρ πρὸς τὸν ἐν Θεαιτήτῳ [173 CE] κορυφαῖον τὸν οὐρα‐
15νοῦ τε ὑπεραστρονομοῦντα καὶ μηδὲ ὅπου γῆς ἐστιν εἰδέναι ποιούμενον τὰ ἐκ τῆς εἱμαρμένης; ἐπιστρεφόμενον δὲ πρὸς τὸ σῶμα κοινωνεῖν ἀνάγκη ταῖς ἀπὸ ταύτης δόσεσι· κρατηθεῖσαι δὲ ὑπὸ τοῦ θνητοῦ τῆς ζωῆς εἴδους δοῦλαι γίγνονται τῆς εἱμαρμένης· χρῆται γὰρ αὐταῖς ὡς ἀλόγοις τὸ
20πᾶν. καὶ τοῦτο πάλιν ὑπάρχει μὲν αὐταῖς καὶ ἀφ’ ἑαυτῶν (εἵλοντο γὰρ οὕτως καὶ ἑλόμεναι διαζῶσι τὸν αὐταῖς πρέ‐ ποντα βίον), ὑπάρχει δὲ καὶ ἀπὸ τῶν ὅλων· ἄγεται μὲν γὰρ ἕκαστον ὡς πέφυκε, καὶ πᾶν ζωῆς εἶδος χρείαν τῷ παντὶ πληροῖ, καὶ οὐδὲν ἄτακτον οὐδὲ ἀόριστον ἐν τοῖς ὅλοις
25ἀφεῖται, πάντα δὲ ἄγεται πρὸς τὸ σύμμετρον τῆς ἑαυτῶν ζωῆς. οὕτω μὲν οὖν αἱ ψυχαὶ κατὰ πρόοδον ἀπὸ τῆς ἀεὶ εὐτάκτου καὶ πρωτίστης ζωῆς προέρχονται διὰ τῶν μέσων βίων ἐπὶ τὴν ἐσχάτην καὶ μοιραίαν ζωήν, καὶ ἀπὸ τῆς ὑπὲρ εἱμαρμένην τάξεως ὑπὸ τοῖς τῆς εἱμαρμένης γίγνονται νόμοις
30καὶ ὑπὸ τὸν θρόνον τῆς Ἀνάγκης ὁδεύσασαι διὰ τῶν Μοιρῶν. τὴν δὲ ‘πρώτην γένεσιν‘, ἣν νῦν ὁ φιλόσοφος
παραδίδωσι καὶ ἣν ὁ δημιουργὸς τοὺς εἱμαρμένους νόμους
in Ti
.

3

.

278

κηρύττων προαγορεύει ταῖς ψυχαῖς, τίνα ποτὲ ῥητέον; οὐ γὰρ ἁπλοῦς ὁ περὶ αὐτῆς λόγος, ἀλλ’ ὁ μὲν θεῖος Ἰάμ‐ βλιχος τὴν τῶν ὀχημάτων σπορὰν πρώτην γένεσιν ἀπο‐ καλεῖ καὶ μαρτυρεῖ γε αὐτῷ τὸ ἑξῆς· ἐπήγαγε γὰρ ὡς τούτῳ
5συνεχὲς τὸ δέοι δὲ σπαρείσας αὐτάς. ἄλλος δέ τις τὴν πρώτην γένεσιν τῶν ψυχῶν τὴν μίαν ἐξηγεῖται κάθοδον· δεῖν γὰρ ἑκάστην τούτων τῶν ψυχῶν πάντως ὁμιλῆσαι γενέ‐ σει· τοῦτο γὰρ ἴδιον αὐτῶν. οὗτος μὲν οὖν ἁπλῶς διορί‐ ζεται μίαν γέ τινα κάθοδον εἶναι ψυχῆς ἑκάστης. ἄλλος δὲ
10ἀκριβέστερος καὶ τοῦδε λόγος, ὃν ὁ ἡμέτερος διδάσκαλος παρεδίδου, πάσῃ ψυχῇ μερικῇ μίαν ἀφωρίσθαι κάθοδόν φησιν οὐχ ἁπλῶς, ἀλλὰ καθ’ ἑκάστην τοῦ θείου γενητοῦ περίοδον· οὐδεμίαν γὰρ ψυχὴν οὔτε τῶν ἀχράντων καλου‐ μένων οὔτε τῶν κακύνεσθαι καὶ πλανᾶσθαι δυναμένων πᾶ‐
15σαν περίοδον ἄνω μένειν εἰκός· τὸ γὰρ καθ’ ὅλην περίοδον μίαν ἀκλινὲς καὶ ἄτρεπτον διαμένον ἄνω οὐδὲ κατ’ ἄλλην ἔτι κατελθεῖν εἰς γένεσιν δυνατόν· πάντα γὰρ ἀνελιττόμενα τὰ σχήματα τοῦ παντὸς ἄπτωτον διεφύλαξεν αὐτήν· ἀεὶ δὲ τὰ αὐτὰ σχήματα πάλιν καὶ πάλιν. ἔτι δὲ ἡ ζωὴ τῆς μερι‐
20κῆς ψυχῆς ἐλάττων ἐστὶ τῆς περιόδου τοῦ παντός, ὥστ’ εἰ κατὰ πᾶσαν ταύτην ἤρκεσε πρὸς τὴν ἄνω διαμονήν, ἄτρε‐ πτον ἔλαχε τὴν νοερὰν δύναμιν (ζῇ γὰρ ὡσαύτως τὸν ὅλον χρόνον), ὥστ’ εἰ μηδὲν εἰς αὐτὴν καινὸν ὁ σύμπας ἔδρασε χρό‐ νος ἐξελιττόμενος, τῶν ἀεὶ μενουσῶν ἐστιν ἐν τῷ κατὰ φύσιν.
25ἀνάγκη ἄρα πᾶσαν ψυχὴν μερικὴν ἐν ἑκάστῃ περιόδῳ μίαν ποιήσασθαι κάθοδον, πλείους δὲ ἄλλας ἄλλων, πολλῷ τῷ αὐτ‐ εξουσίῳ χρησαμένας. ταύτην δὴ τὴν κάθοδον ὁ Πλάτων ‘πρώτην γένεσιν‘ προσείρηκε· δηλοῖ δὲ αὐτός, ὁπόταν δια‐ λεχθεὶς περὶ τῶν μετὰ τὴν πρώτην γένεσιν λήξεων ἐπάγῃ
30[42 B]· σφαλεὶς δὲ τούτων εἰς γυναικὸς φύσιν ἐν τῇ δευτέρᾳ γενέσει μεταβάλοι. πρώτην ἄρα γένεσιν τὴν
ἀπὸ τοῦ νοητοῦ λέγει κάθοδον. ἐπειδὴ δὲ ἡ πρώτη μετὰ τὴν
in Ti
.

3

.

279

σπορὰν γίνεται τῶν ὀχημάτων, καθ’ ἣν πρῶτον ὑφ’ εἱμαρ‐ μένην τελοῦσι, διὰ τοῦτο ἐπήγαγε· Δέοι δὲ σπαρείσας αὐτὰς εἰς τὰ προσήκοντα ἑκά‐ σταις ἕκαστα ὄργανα χρόνου φῦναι ζῴων τὸ θεο‐
5σεβέστατον [41 E]. Δεῖν γὰρ μετὰ τὴν εἰς τὰ προσήκοντα ἄστρα σπο‐ ρὰν φῦναι ζῴων τὸ θεοσεβέστατον. καὶ οὗτος πρῶ‐ τός ἐστιν εἱμαρμένος νόμος, πᾶσαν ψυχὴν μερικὴν ἐν ἑκά‐ στῃ περιόδῳ κοσμικῇ γενέσει προσομιλεῖν· ἀνάγκη γὰρ τὴν
10ταύτης περίοδον ἐλάττονα εἶναι τῆς ὅλης περιόδου. καὶ τοῦτο κοινὸν πάσαις ταῖς μερικαῖς ψυχαῖς. διαφέρουσι δὲ ἀλλήλων κατὰ τὰς ἡγεμονίας τῶν θεῶν (ἄλλαι γὰρ ὑπ’ ἄλλην ἀγελαιοκομικὴν ἐπιστασίαν ἐτάχθησαν) καὶ κατὰ τὰς τῶν λόγων προβολάς (καὶ γὰρ τῶν ὑπὸ τὸν αὐτὸν θεὸν αἳ μὲν
15τὸν προσήκοντα αὑταῖς αἱροῦνται βίον, αἳ δὲ οὔ, καὶ αἳ μὲν τοῦ αὐτοῦ θεοῦ κατ’ ἄλλην δύναμιν, αἳ δὲ καὶ καθ’ ἑτέραν ἀπολαύουσι τάξιν· τί γάρ, εἰ αἱ τῆς μαντικῆς Ἡλίου δυνάμεως ἐξηρτημέναι βίον προβάλλοιντο ἰατρικὸν ἢ τελεστι‐ κόν, ἄλλαι δὲ Ἑρμαϊκὸν καὶ ἄλλαι Σεληνιακόν; οὐ γὰρ ὁ
20αὐτὸς τρόπος τῆς ἐξαλλαγῆς ἐπ’ ἀμφοτέρων). ἔτι δὲ κατὰ τὰς προαιρέσεις διοίσουσι· κἂν γὰρ τελεστικὸν ἀμφότεραι βίον ἕλωνται, δυνατὸν τὴν μὲν ὀρθῶς περὶ αὐτὸν διαγενέ‐ σθαι, τὴν δὲ διαστρόφως· ἕκαστος γὰρ τῶν βίων ἐπιδέχεται τό τε εὖ καὶ τὸ κακῶς. ὥστ’ εἰ δεῖ συλλήβδην εἰπεῖν, ἢ
25ὑπὸ τὴν αὐτὴν τελοῦσι δύναμιν καὶ τὸν αὐτὸν αἱροῦνται βίον καὶ ζῶσιν ὡσαύτως, ἢ ὑπὸ τὴν αὐτὴν μέν, οὐ τὸν αὐτὸν δὲ οὐδὲ ὡσαύτως, ἢ οὐχ ὑπὸ τὴν αὐτὴν μέν, τὸν αὐτὸν δὲ καὶ ὡσαύτως, ἢ οὔθ’ ὑπὸ τὴν αὐτὴν οὔτε ὡσαύ‐ τως οὔτε ὑπὸ τὸν αὐτόν· αὕτη γὰρ πασῶν ἐσχάτη δια‐
30φορότης. οἱ μὲν οὖν τρόποι τοσοῦτοι τῶν διαφορῶν· τριῶν
γὰρ ὄντων ἢ πάντα ἀποφήσομεν ἢ πάντα καταφήσομεν, ἢ
in Ti
.

3

.

280

δύο μὲν ἀποφήσομεν, ἓν δὲ καταφήσομεν, ἢ ἔμπαλιν, καὶ τοῦτο τριχῶς, καὶ τὰ ἄκρα πρὸς τὸ μέσον, ἢ τὰ πρῶτα πρὸς τὸ ἔσχατον, ἢ πρὸς τὸ πρῶτον τὰ λοιπά. ἀνάγκη ἄρα τοσαύ‐ τας γίγνεσθαι τὴν πρώτην τῆς ψυχῆς διαφορὰς τῆς αἱρέ‐
5σεώς τε καὶ τῆς ζωῆς. κοινὸν δέ, ὡς εἴρηται, πάσης ἡ μία καθ’ ἑκάστην περίοδον κάθοδος, ἵνα μή τις ἐλατ‐ τοῖτο, φησίν, ἀπὸ τοῦ δημιουργοῦ, μόνη περὶ τὰς ἄλλας πλεονάκις κατιέναι διηναγκασμένη. συμμιγὲς ἄρα ἐπὶ τού‐ των τῷ ἀναγκαίῳ τὸ ἐφ’ ἡμῖν (ὅσῳ γὰρ μερικώτερον γίνε‐
10ται τὸ αὐτεξούσιον, τοσούτῳ πλέον ἐλασσοῦται κατὰ τὴν δύναμιν), ἐπὶ δὲ τῶν θείων ψυχῶν καὶ τῶν δαιμονίων ἀπόλυτος ἦν ζωὴ καὶ ἀφέτη καὶ ῥᾴστη καὶ πάσης ἀνάγκης ἐξῃρημένη. καὶ παρ’ ἑαυτῶν ἄρα ποιοῦνται τὰς πρώτας αἱ ψυχαὶ καθόδους καὶ ὑπὸ τῆς εἱμαρμένης ἄγονται, καὶ πλέον
15μὲν ἐν ταύταις τὸ αὐτεξούσιον, ὅτι κατ’ οὐσίαν ταῖς ψυχαῖς, ἔστι μὴν καὶ τὸ εἱμαρμένον· εἰ γὰρ ὁ ἐν αὐταῖς εἱμαρμένος νόμος ἐπὶ τὴν πρώτην αὐτὰς ἄγει γένεσιν, πολλῷ μᾶλλον ὁ ἐν τῷ παντὶ νόμος τοῦτο δρᾷ καὶ ἡ τῆς εἱμαρμένης δύναμις. κατίασι δὲ τὴν πρώτην κάθοδον, ἤδη σπαρεῖσαι περὶ τοὺς
20ἐμφανεῖς θεούς, ἵνα δὴ καὶ σωτῆρας αὐτοὺς ἔχωσι τῆς περὶ τὴν γένεσιν πλάνης καὶ ὡς οἰκείους ἐπικαλῶνται προστάτας. ἐπειδὴ δὲ οὐ μόνον ἐπὶ τῆς γῆς ζῷα συνίστανται διὰ τῶν τοιούτων ψυχῶν, ἀλλὰ καὶ ἐν ἄλλοις στοιχείοις, οὐδὲ ἄνθρω‐ πος μόνον (τοῦτο γὰρ ἡμῖν γνώριμον), ἀλλὰ καὶ ἄλλα ζῷα,
25θειότερα μέν, γενητὰ δὲ ὅμως (οὐ γὰρ εὐθὺς ἀπὸ τῶν ἀιδίων ζῴων ὑπέστη τὸ ὀλιγοχρονιώτατον, ἀλλὰ τὸ διαρκέ‐ στερον διεξάγον τὸν βίον, καὶ πρὸ τῶν ἐπικηροτάτων εἶναι δεῖ τὰ μακροβιώτατα τῶν λογικῶν ζῴων), καὶ ταῦτα πάντα κοινῶς περιέλαβεν εἰπὼν φῦναι ζῴων τὸ θεοσεβέστατον·
30τοῦτο γὰρ ἐφαρμόζει πᾶσιν ὡς εἰπεῖν τοῖς νοῦ μετέχειν καὶ πρὸς θεοὺς ἐπιστρέφειν δυναμένοις. ἰδίᾳ δὲ λοιπὸν περὶ
τῆς ἀνθρωπίνης φύσεως ἐν τοῖς ἐχομένοις διατάττεται.
in Ti
.

3

.

281

Διπλῆς δὲ οὔσης τῆς ἀνθρωπίνης φύσεως τὸ κρεῖττον τοιοῦτον εἴη γένος, ὃ καὶ ἔπειτα κεκλή‐ σοιτο ἀνήρ [42 A]. Ἤδη μὲν καὶ ἄνθρωπος ὑπέστη κατὰ τὰς δημιουργικὰς
5νοήσεις καὶ πᾶν τὸ θνητόν, διαιρῶν δὲ ὁ λόγος πρῶτον ὑφίστησι τὸ κρεῖττον ἐν τοῖς ἀνθρώποις, ἔπειτα οὕτω τὸ καταδεέστερον. οἶδε δὲ ὅτι καὶ τῷ δημιουργικῷ νῷ καὶ ταῖς θειοτάταις τῶν ἀρχῶν οἰκειότερόν ἐστι τὸ ἄρρεν καὶ συγ‐ γενέστερον ταῖς ἀτρέπτοις καὶ ἀχράντοις ψυχαῖς. διὸ παρὰ
10τὴν πρώτην κάθοδον εἰς ἄνδρας ἄγει τὰς ψυχάς· οὕτω γὰρ καὶ ἐν Φαίδρῳ [248 DE] πεποίηκε· τὴν γοῦν πλεῖστα ἰδοῦσαν εἰς γονὴν ἤγαγεν ἀνδρὸς καὶ ἐκεῖ καὶ τὴν δευτέραν ὁμοίως καὶ τρίτην καὶ μέχρι τῆς ἐνάτης. τί οὖν δὴ φήσομεν; ἀδύνατον εἶναι ψυχὰς νεοτελεῖς εἰς γυναῖκας
15ἐλθεῖν; ἢ τοῦτο καὶ ἀναγκαῖόν ἐστι; πότερον γὰρ καὶ ἐν ταῖς ἀνόδοις ἀναγκαῖόν ἐστι τὴν ἀποκαταστατικῶς ζησομένην ψυχὴν εἰς ἀνδρὸς βίον ἐλθεῖν ἢ καὶ εἰς γυναικὸς φύσιν ἐλθοῦσα ζήσεται τοιοῦτον βίον; εἰ μὲν δὴ λέγοι τις, ὅτι πάντως εἰς ἀνδρὸς ἥξει βίον, πῶς ἔτι κοινὰς τὰς ἀρετὰς
20ἀνδρῶν καὶ γυναικῶν ἐροῦμεν; εἰ γὰρ αἳ μὲν οὐδέποτε ζή‐ σουσι καθαρτικῶς, οἳ δὲ ἀποκαταστατικοὺς πολλάκις ποι‐ οῦνται βίους, οὐκέτι κοιναὶ λέγοιντ’ ἂν αὐτοῖς αἱ ἀρεταί. πρὸς δὲ καὶ ἄτοπον τὸν μὲν Σωκράτην παρὰ τῆς Διοτίμας τὰ ἐρωτικὰ μαθόντα δι’ αὐτὴν ἀναπέμπεσθαι πρὸς τὸ αὐτο‐
25καλόν, τὴν δὲ Διοτίμαν αὐτήν, τὴν ἀναγωγὸν καὶ τὴν σοφίᾳ διαφέρουσαν, μὴ τυγχάνειν τοῦ αὐτοῦ τῆς ζωῆς εἴ‐ δους, διότι σῶμα περιέφερε γυναικεῖον. εἰ δὲ καὶ γυναῖκας ἀποκαταστατικῶς διαζῆν συγχωρήσομεν, ἄτοπον ἀνιέναι μὲν ἀπὸ ταύτης ὡρμημένας τῆς φύσεως ψυχάς, κατιέναι δὲ ἐκ
30τοῦ νοητοῦ μηδαμῶς εἰς αὐτήν· ἐγγυτέρω γάρ εἰσι πτερορ‐
ρυήσασαι τοῦ χείρονος ἢ πτερωθεῖσαι, καὶ δι’ ὧν ἡ
in Ti
.

3

.

282

κάθοδος, διὰ τούτων ἡ ἄνοδος. τοῦτο μὲν οὖν καὶ ἀπὸ τῆς ἱστορίας δῆλον· εἰ ἡ γάρ τοι Σίβυλλα προελθοῦσα εἰς φῶς καὶ τὴν τάξιν ἑαυτῆς καὶ ὡς ἐκ θεῶν ἥκει δεδή‐ λωκεν·
5 εἰμὶ δ’ ἐγὼ μέσση τε θεῶν εἰποῦσα μέσση τε ἀν‐
θρώπω
ν. ἔχει μὲν οὖν ταῦτα τὴν ἀπὸ τῶν πραγμάτων ἀνάγκην. ὁ δὲ Πλάτων τὴν κατὰ φύσιν πρόοδον καὶ ὕφεσιν τῆς ζωῆς παραδιδοὺς πρῶτον μὲν εἰς ἀνδρὸς γένεσιν ἄγει τὴν
10ψυχήν, ἔπειτα εἰς γυναικὸς καὶ τρίτον εἰς θήρειον· κάτεισι γὰρ ἀπὸ τοῦ ἀχράντου καὶ ἀύλου τῆς ζωῆς εἴδους εἰς ἐρρω‐ μένον μὲν καὶ νοῦ μετέχον, ἀλλ’ ἔνυλον, ἐκ τούτου δὲ εἰς ἔνυλον ἅμα καὶ ἀσθενές, ἀλλὰ νοερᾶς ζωῆς δεκτικόν, ἐκ τούτου δὲ καὶ εἰς τὸ νοῦ παντελῶς ἄμοιρον. οὕτω δὲ καὶ
15ἐν Πολιτείᾳ [VIII 544 C ss] τὰς ὑφέσεις παραδιδοὺς τῆς ζωῆς ἀπὸ μὲν ἀριστοκρατικοῦ ποιεῖ τιμοκρατικόν, ἀπὸ δὲ τούτου τὸν ὀλιγαρχικόν, ἀπὸ δὲ τούτου τὸν δημοκρατικόν, ἀπὸ δὲ τούτου τὸν τυραννικόν, καίτοι δυνατόν, φαίη τις ἄν, καὶ ἀπὸ τοῦ τιμοκρατικοῦ γενέσθαι τυραννικὸν καὶ ἀπὸ ἀριστο‐
20κρατίας δημοκρατίαν· ἀλλ’ αὐτὸς τὴν κατὰ μικρὸν ὑφιζάνου‐ σαν ὑπογράφει μετάστασιν τῶν πολιτειῶν. κατὰ ταῦτα δὴ οὖν καὶ ἐν τούτοις εἰς ἄνδρας ἄγει τὰς ἀπὸ τοῦ νοητοῦ κατιούσας ψυχάς· ποιεῖ γὰρ ἀπ’ αὐτῶν ζῷον, ὃ καὶ ἔπειτα κεκλήσοιτο ἀνήρ, παρὰ τὸ τῆς φύσεως ἁδρὸν τὴν ἐπω‐
25νυμίαν λαβόν, καθὸ δὴ καὶ οἰκειότερόν ἐστι ταῖς ἄρτι κατι‐ ούσαις ψυχαῖς. καὶ ἀρκείτω ταῦτα πρὸς τὴν εἰρημένην ἐπίστασιν περὶ τῶν πρώτων καθόδων. λάβωμεν τοίνυν πό‐ ρισμα ἐκ τούτων συναγαγόντες, ὡς ἄρα οὐκ ἔσχε χρονικὴν ἀρχὴν ἡ δημιουργία καὶ τόδε τὸ πᾶν· εἰ γὰρ ἀπ’ ἀρχῆς
30τινος γέγονεν, ἀνάγκη καὶ τὴν κάθοδον τῶν ψυχῶν ἀπ’
ἀρχῆς τινος γεγονέναι καὶ εἶναί τινα τὴν πρώτην κατελθοῦ‐
in Ti
.

3

.

283

σαν ψυχήν. ἀλλὰ μὴν τὴν πρωτίστην ἑκάστης κάθοδον εἰς ἀνδρὸς ἄγει γένεσιν. ἐκείνην ἄρα τὴν ἄνδρα ποιήσασαν ἀνάγκη μὴ διὰ θήλεος γενέσθαι μηδὲ διὰ τούτου προελθεῖν εἰς τὴν γένεσιν, οὔπω θήλεος ὄντος, ἀλλ’ οὐδὲ ἄνδρα ποιή‐
5σασαν τῷ θήλει παρασχέσθαι γένεσιν, εἴπερ 〈ἀ〉δύνατον μὴ ἐξ ἄρρενος καὶ θήλεος γενέσθαι τὸ θῆλυ, ἀλλ’ ἐξ ἄρρενός τινος μόνον. εἰ δὴ ταῦτα ἀδύνατον, ἀεὶ μέν ἐστι τὸ θῆλυ καὶ τὸ ἄρρεν, ἀεὶ δὲ ψυχαὶ κατίασιν εἰς ἄρρενα γένη πρὸ τῶν θηλέων γιγνόμενα ἐξ αὐτῶν, καὶ ὁ δημιουργὸς λέγει τὰ ἀεὶ
10γιγνόμενα ἐν τῷ παντὶ καὶ οὐ κατὰ χρονικὴν λαβόντα ποτὲ ἀρχήν. τί οὖν; φαίη τις ἄν; τὸ ἄρρεν καὶ τὸ θῆλυ πῶς φατέον; ἆρ’ οὐχὶ καὶ ἐν αὐταῖς εἶναι ταῖς ψυχαῖς καὶ εἶναι καὶ τούτων τὰς μὲν ἀρρενωπούς, τὰς δὲ θηλυπρεπεῖς; καὶ πῶς οὐχὶ καὶ τοῦτο ἀναγκαῖον; εἰ γὰρ ἔστι μὲν καὶ ἐν
15θεοῖς πρώτως, ἔστι δὲ καὶ ἐν τοῖς αἰσθητοῖς ἐσχάτως, δεῖ δήπου καὶ ἐν τοῖς μέσοις εἶναι πόθεν γὰρ ἡ μέχρι τοῦ αἰσθητοῦ πρόοδος αὐτοῖν ἢ διὰ τῆς μέσης οὐσίας; ἔτι δὲ καὶ εἰ τι ζῷον ἀπετέλεσε ψυχὴν ἑκάστην, συνάψας αὐτῇ τὸ ὄχημα, πάντως ἀνάγκη καὶ τὴν τοῦ ἄρρενος αὐτῇ καὶ θή‐
20λεος συνεμφαίνεσθαι διαφοράν· ζῴου γὰρ αὕτη διαίρεσις. μήποτε οὖν δοτέον μὲν καὶ ἐν ταῖς ψυχαῖς ταῦτα (καὶ πῶς γὰρ οὐ μέλλουσιν ὁμοιοῦσθαι τοῖς ἡγεμόσι θεοῖς, καὶ ὥσπερ τὴν ἄλλην μορφὴν ἔχουσιν ἀπ’ ἐκείνων, οὕτω δὴ καὶ τὴν ἰδιότητα παραδέχεσθαι τοῦ τε ἄρρενος καὶ τοῦ θήλεος παρ’
25αὐτῶν;), οὐ μὴν καὶ ἐν τῇ γενέσει διῃρῆσθαι κατὰ τὰ γένη τῶν τῇδε ζῴων τάς τε ἀρρενωποὺς καὶ τὰς θηλυπρεπεῖς ψυχάς, ἀλλ’ ὥσπερ τὰ εἴδη τῶν βίων, οὕτω δὴ καὶ τὰς δυνάμεις ταύτας ἐπαλλάττειν, τὰς μὲν ἐπὶ πλέον θηλυνο‐ μένας, τὰς δὲ ἐπὶ τὸ ἁδρότερον τῶν εἰδῶν κατιούσας· καὶ
30γὰρ τὸ ἐνταῦθα περατοειδὲς τοῦ ἐκεῖ ἀπείρου μᾶλλον ἄπει‐ ρον, ὥστε ἐπὶ τὸ χεῖρον μὲν ἔσται πάντως ἡ πτῶσις, τὸ δὲ
χεῖρον ὁτὲ μὲν ἐπὶ τὸ ἐγγυτέρω τοῦ κρείττονος, ὁτὲ δὲ ἐπὶ
in Ti
.

3

.

284

τὸ πορρώτερον μέν, ἀνὰ λόγον δὲ τῷ ἐκεῖ τεταγμένον. οὕτω δὴ καὶ Σεληνιακὴν ψυχὴν εἰς ἀνδρὸς κατιέναι φύσιν, καθὰ τὴν Μουσαίου φασί, καὶ Ἀπολλωνιακὴν εἰς γυναικός, καθ‐ άπερ ἱστοροῦσι τὴν Σίβυλλαν. καὶ δηλοῖ τὸ μὲν διῃρῆσθαι
5καὶ ἐκείνας κατὰ τὸ ἄρρεν καὶ θῆλυ καὶ τὸ κοινὸν ἐκ τού‐ των ὁ τοῦ Ἀριστοφάνους ἐν Συμποσίῳ [189C ss] μῦ‐ θος, τὸ δὲ μὴ πάντως τὰς μὲν ἄρρενας εἰς ἀνδρῶν ἰέναι γενέσεις, τὰς δὲ θηλείας εἰς γυναικῶν ὁ Τίμαιος, λέγων πᾶσαν ψυχὴν τὴν πρώτην κάθοδον εἰς ἄνδρας ὑπομένειν,
10καὶ τοῦτο κατὰ φύσιν αὐτῆς, διότι καὶ ἐν ταῖς θηλείαις ἡ αἰτία περιέχεται τοῦ ἐν τοῖς θνητοῖς ζῴοις, ὡς εἴπομεν, ἄρρενος. Ὁπότε δὴ σώμασιν ἐμφυτευθεῖεν ἐξ ἀνάγκης καὶ τὸ μὲν προσίοι, τὸ δὲ ἀπίοι τοῦ σώματος αὐτῶν
15[42 A]. Ταῖς ψυχαῖς ἄνω μενούσαις καὶ παρὰ τῷ πατρὶ νοή‐ σεως πληρουμέναις ἀπὸ τῶν νοερῶν πάντων θεῶν καὶ πρὸς τὰ νοητὰ τεταγμέναις οὐδὲν δεῖ τῆς θνητοειδοῦς ζωῆς· ἀύλοις γὰρ καὶ καθαροῖς καὶ ἀστροειδέσιν ὀργάνοις χρῶνται
20καὶ συμπεριπολοῦσι μετὰ τῶν θεῶν καὶ συνδιοικοῦσι τὸν ὅλον κόσμον. κατελθούσαις δὲ εἰς γένεσιν καὶ σώματος ἁψαμέναις ἐνύλου καὶ φύσιν ἐπίρρυτον καὶ ἀπόρρυτον λαχόντος ἀναγκαία γέγονεν ἡ τῆς θνητῆς ζωῆς συνάρτησις, ὑφισταμένη παρά τε αὐτῶν τῶν ψυχῶν (διότι καὶ τὰς ἀκρό‐
25τητας αὐτῆς ἐν τῷ πνεύματι προεῖχον καὶ τὰς αἰτίας ἀμε‐ ρῶς ἐν τῇ δοξαστικῇ ζωῇ προειλήφασιν· ἐκείνη γὰρ ἡ τῆς αἰσθήσεως ἀρχή) καὶ παρὰ τῶν νέων θεῶν. καὶ παρὰ μὲν τῶν ψυχῶν, διότι κρατοῦσι τῆς ἀλόγου πάσης ζωῆς καὶ κοσμοῦσιν αὐτήν, οὐκ ἂν δὲ ἐκράτουν οὐδὲ ἐκόσμουν μὴ
30καὶ τῆς οὐσίας αὐτῆς κατ’ αἰτίαν ἐξηγούμεναι· παρὰ δὲ τῶν νέων θεῶν, διότι τὰ μέρη μετὰ τῶν ὅλων ἐνεργεῖ, καὶ τὸ
γόνιμον ταῖς μερικαῖς ὑπάρχει ψυχαῖς κατὰ τὴν πρὸς τὰ
in Ti
.

3

.

285

ὅλα σύνταξιν. εἰ τοίνυν ὁπότε σώμασιν ἐμφυτευθεῖεν αἱ ψυχαί, τότε οἱ νέοι θεοὶ παράγουσι τὴν θνητὴν ζωὴν καὶ ἄλλο ζῷον ποιοῦσι θνητόν, ἄλλη μέν ἐστιν ἡ ἐμψυχία τοῦ ἐνύλου σώματος, εἴτε ἐν ἁπλοῖς χιτῶσιν ὑφέστηκεν εἴτε
5ἐν συνθέτοις καὶ ὀστρεΐνοις, ἄλλη δὲ ἡ ἐν τῷ ὀχήματι ψυχή, καὶ τὴν μὲν ὁ δημιουργὸς ὑφίστησιν ἀθάνατον οὖσαν, τὴν δὲ οἱ νέοι θεοί, θνητὴν ὑποστᾶσαν ἐξ ἀρχῆς, διότι σωμάτων ἐνύλων ἀχώριστός ἐστι. καὶ ἡ μὲν τοῦ ὀχήματος ἰδία ζωὴ διαφέρει τῶν λοιπῶν ὡς ἀθάνατος θνητοειδῶν, ἡ δὲ ἐν
10τοῖς ἁπλοῖς χιτῶσι τοῦ ἐν τῷ συνθέτῳ σώματι, διότι αὕτη μὲν τῇ κράσει συνέπεται τοῦ σώματος, ἐκείνη δὲ καὶ παι‐ δεύεται καὶ κρατεῖν δύναται τῶν σωματικῶν κράσεων. τριττὰ οὖν τὰ ὀχήματα, ἢ ἁπλοῦν καὶ ἄυλον, ἢ ἁπλοῦν καὶ ἔνυ‐ λον, ἢ σύνθετον καὶ ἔνυλον· καὶ ζωαὶ τούτων τρεῖς, ἣ μὲν
15ἀθάνατος, ἣ δὲ πολυχρονιωτέρα τοῦ σώματος, ἣ δὲ συναπολ‐ λυμένη τῷ σώματι. καὶ τοῦτο μὲν τοιοῦτον. τὸ δὲ ἐμ‐ φυτευθεῖεν τὴν γενεσιουργὸν δηλοῖ σπορὰν μετὰ τοῦ συνεμφαίνειν καὶ ὅτι ζωῆς εἶδος αὐτοτελές, ὥσπερ τὸ φυ‐ τὸν εἰς ἄλλην ἐγκεντρίζεται φύσιν. καὶ τὸ ἐξ ἀνάγκης
20προσκείμενον ἔνυλον δηλοῖ σποράν, ἀλλ’ οὐχὶ θείαν τε καὶ οὐρανίαν. Πρῶτον μὲν αἴσθησιν ἀναγκαῖον εἴη πᾶσιν ἐκ βιαίων παθημάτων σύμφυτον γενέσθαι, δεύτερον δὲ ἡδονῇ καὶ λύπῃ μεμιγμένον ἔρωτα, πρὸς δὲ τού‐
25τοις φόβον καὶ θυμὸν ὅσα τε ἑπόμενα αὐτοῖς καὶ ὁπόσα ἐναντίως πέφυκε [42 A B]. Πᾶσαν τὴν ἔνυλον καὶ θνητοειδῆ ζωὴν ἐν τρισὶν ὅροις περιέλαβεν ὁ δημιουργὸς καὶ τὰς αἰτίας αὐτῆς ἐνέθηκε ταῖς ψυχαῖς, ἵνα καὶ κρατῶσιν αὐτῆς· οὐ γὰρ ἀλλαχόθεν τὸ κρα‐
30τεῖν ἢ ἐκ τῆς κατ’ οὐσίαν προηγήσεως. ἔστιν οὖν καὶ ἡ ἄλογος ζωὴ νοερῶς μὲν ἐν τῷ δημιουργῷ, λογικῶς δὲ ἐν
ταῖς ψυχαῖς, καὶ οὐδὲν θαυμαστόν, ὅπου καὶ τὸ σῶμα ἀσω‐
in Ti
.

3

.

286

μάτως ἐστὶν ἐν ταῖς νοηταῖς τῶν πάντων αἰτίαις. ἀλλὰ δὴ τίνα φῶμεν ἑκάστην τούτων τῶν δυνάμεων; ἦ τὴν ἐκ βιαίων παθημάτων αἴσθησιν σωματοειδῆ ζωὴν καὶ ἔνυλον ἐροῦμεν, γνωστικὴν τῶν προσπιπτόντων ἔξωθεν καὶ
5δι’ ὀργάνων τὴν γνῶσιν ποιουμένην ταύτην καὶ οὐχ ἑαυτῆς οὖσαν, ἀλλὰ τῶν χρωμένων, καὶ συμμεμιγμένην τοῖς ἐνύλοις ὄγκοις καὶ μετὰ πάθους ἃ γιγνώσκει γιγνώσκουσαν· οὐ γὰρ πᾶν πάθος περὶ τὸ ζῷον συνιστάμενον αἴσθησιν ἡμῖν ἑαυ‐ τοῦ δίδωσιν, ἀλλὰ τὸ σεισμὸν πολὺν ποιῆσαν, ὥς φησιν
10ἐν Φιλήβῳ [33 D] Σωκράτης· δεῖ γάρ τινα περὶ τὰ αἰσθητήρια γενέσθαι σεισμόν· οὔτε γὰρ τὰ ἐν ψυχῇ κινή‐ ματα διαδίδοται πάντα καὶ μέχρι τοῦ σώματος, ἀλλ’ ἔστιν ἃ τῆς ψυχῆς ἐστιν αὐτῆς καθ’ ἑαυτήν, ὥσπερ ὅσα νοερά ἐστιν, οὔτε πάντα τὰ περὶ τὸ σῶμα διατείνει καὶ μέχρι ψυ‐
15χῆς, ἀλλ’ ἔστι τινὰ καὶ μέχρι μόνου τοῦ σώματος, δι’ ἀμυ‐ δρότητα τὴν ψυχὴν οὐ δυνάμενα κινεῖν. γίγνεται οὖν αἴσθησις οὐκ ἐκ πάντων παθημάτων, ἀλλὰ τῶν βιαίων καὶ σεισμὸν πολὺν ποιούντων. καὶ αὕτη μὲν ἡ θνητοειδὴς αἴ‐ σθησις μεριστὴ καὶ πάθεσι συμμιγῆ ποιουμένη τὴν κρίσιν
20καὶ ἔνυλος. ἄλλη δέ ἐστιν ἡ πρὸ ταύτης αἴσθησις ἐν τῷ ὀχήματι τῆς ψυχῆς, ὡς πρὸς ταύτην ἄυλος καὶ καθαρὰ καὶ γνῶσις ἀπαθὴς αὐτὴ καθ’ ἑαυτήν, μορφῆς δὲ οὐκ ἀπηλλαγ‐ μένη, διότι καὶ αὐτὴ σωματοειδής ἐστιν, ὡς ἐν σώματι λαχοῦσα τὴν ὑπόστασιν. καὶ ἐκείνη μὲν ἡ αἴσθησις τῇ
25φαντασίᾳ τὴν αὐτὴν ἔχει φύσιν· τὸ γὰρ εἶναι κοινὸν ἀμ‐ φοῖν· ἀλλ’ ἔξω μὲν προϊοῦσα καλεῖται αἴσθησις, ἔνδον δὲ μένουσα καὶ ἐν τῷ πνεύματι θεωροῦσα τὰς μορφὰς καὶ τὰ σχήματα φαντασία, καὶ 〈καθ’ ὅσον μὲν *** φαντασία〉, καθ’ ὅσον δὲ μερίζεται περὶ τὸ πνεῦμα, αἴσθησις· ἔστι γὰρ
30βάσις μὲν τῆς λογικῆς ζωῆς ἡ δόξα, κορυφὴ δὲ ἡ φαντασία τῆς δευτέρας, καὶ συνάπτουσιν ἀλλήλαις ἥ τε δόξα καὶ ἡ
φαντασία καὶ πληροῦται δυνάμεων ἡ δευτέρα παρὰ τῆς
in Ti
.

3

.

287

κρείττονος. ἡ δὲ μέση 〈ἡ〉 τῆς ἀλόγου ζωῆς τῶν μὲν ἄνωθεν τύπων ἄδεκτός ἐστι, τῶν δὲ ἔξωθεν δεκτικὴ μόνων, κοινὴ δὲ ὅμως ἐστὶ καὶ αὕτη παθητικῶς γιγνώσκουσα τὸ αἰσθη‐ τόν. ἡ δὲ ἔνυλος αἴσθησις τῶν ἔξωθεν προσπιπτόντων ἐστὶ
5μόνον καὶ τῶν κινούντων αὐτήν, ἐν ἑαυτῇ τὰ θεάματα κατ‐ έχειν οὐ δυναμένη, μεριστὴ οὖσα καὶ οὐ μία· διῄρηται γὰρ περὶ τοῖς αἰσθητηρίοις. ἄλλη οὖν ἡ ἀπαθὴς αἴσθησις καὶ κοινή, ἄλλη ἡ κοινὴ μέν, παθητικὴ δέ, ἄλλη ἡ διῃρημένη καὶ ἐμπαθής· καὶ ἣ μέν ἐστι τοῦ πρώτου ὀχήματος, ἣ δὲ
10τῆς ἀλόγου ζωῆς, ἣ δὲ τῆς ἐμψυχίας τοῦ σώματος. μετὰ δὲ τὴν αἴσθησιν τὴν ἐπιθυμίαν ἔταξεν. ἔστι δὲ αὕτη ζωὴ μὲν καὶ αὐτὴ σωματοειδής, ἀνυφαίνουσα δὲ ἀεὶ τὸ σῶμα καὶ παραμυθουμένη τὰς χρείας τοῦ σώματος, περὶ ἣν καὶ λύπη θεωρεῖται καὶ ἡδονή· πάρεστι μὲν γὰρ καὶ τοῖς ἄλλοις
15μορίοις τῆς ψυχῆς ταῦτα τὰ πάθη· καὶ γὰρ ἐν λόγῳ καὶ ἐν θυμῷ λάβοις ἂν ἡδονὰς καὶ λύπας. ἡ δὲ σωματικὴ λύπη καὶ ἡδονὴ γίγνεται κατὰ τὴν ἐπιθυμίαν· τοῦ γὰρ σώματος ἡ μὲν ἐπὶ τὸ παρὰ φύσιν ὁδὸς καὶ ἡ στέρησις τῆς ζωῆς τὴν λύπην ἀπεργάζεται, ἡ δὲ ἐπὶ τὸ κατὰ φύσιν ἐπάνοδος
20καὶ ἡ πρὸς τὴν ζωὴν ἐνάρμοσις ἡδονήν, καὶ τὸ συστελλό‐ μενον ἐν τούτοις ἢ διαχεόμενόν ἐστι τὸ ἐπιθυμητικόν. ἐπειδὴ δὲ πρωτουργὰ μέν ἐστι τὰ δύο ταῦτα πάθη καὶ πη‐ γαὶ τῶν ἄλλων παθῶν, ὡς καὶ αὐτὸς ἔν τε τῷ Φιλήβῳ [62 D] καὶ ἐν τοῖς Νόμοις [I 636 D] εἴρηκε, διὰ τῆς
25μίξεως τούτων καὶ τοῖς ἄλλοις πάθεσι τὴν γένεσιν δοὺς καὶ τὸν ἔρωτα μῖξιν προσηγόρευσεν ἡδονῆς καὶ λύπης· τῶν γὰρ ἀπόντων ἐστὶν ὁ ἔρως, καὶ καθ’ ὅσον μὲν προβέβληται ἐναὐτῷ τὸ ἐραστόν, ἡδονῇ σύνεστι, καθ’ ὅσον δὲ οὔπω καὶ ἐνεργείᾳ πάρεστιν αὐτῷ, λύπῃ συμμιγής ἐστι. διὰ δὲ τοῦ
30ἔρωτος τὴν σύμπασαν ζωὴν τῆς ἐπιθυμίας ἐχαρακτήρισε, διότι σφοδρότατόν ἐστι τοῦτο περὶ αὐτὴν τὸ πάθος. τρί‐
τον τοίνυν ἀπηριθμήσατο τὸν θυμόν. ζωὴ δὲ καὶ ὁ θυμός,
in Ti
.

3

.

288

ἀλλ’ ἀποσκευαζομένη πᾶν τὸ λυποῦν καὶ ἐνοχλοῦν τῷ σώ‐ ματι. διὸ καὶ φόβος αὐτὸν ἐνοχλεῖ τῆς τοῦ σώματος φθο‐ ρᾶς, ὑπεροχή τε καὶ ἔλλειψις θεωρεῖται περὶ αὐτόν, οἷον θρασύτης καὶ δειλία καὶ τὰ ἑπόμενα τούτοις, φιλοτιμίαι,
5φιλονεικίαι καὶ πάντα ὁπόσα κατὰ τὴν περὶ τὰ θνητὰ γίνε‐ ται πτοίαν, τῆς ἄνω ψυχῆς τῇ ζωῇ ταύτῃ χρωμένης εἰς τὴν τοῦ σώματος κίνησιν. αὗται μὲν αἱ τρεῖς δυνάμεις αἱ γενε‐ σιουργοί, τάξιν δὲ ἔχουσι τοιαύτην κατὰ τὴν γενέσεως πρό‐ οδον. εὐθὺς μὲν γεννηθὲν τὸ σῶμα μεταλαγχάνει τῆς αἰ‐
10σθήσεως· οὐδὲ γὰρ ἂν εἴη ζῷον οὐδὲ ὄρεξιν ἂν σχοίη μὴ αἰσθητικὸν γεγονός· αἱ μὲν γὰρ ὀρέξεις μετὰ αἰσθήσεων, αἱ δὲ αἰσθήσεις οὐ πάντως μετὰ τῶν ὀρέξεων, διὸ καὶ μᾶλλον τῷ αἰσθητικῷ τὸ ζῷον ἢ τῷ ὀρεκτικῷ χαρακτηρίζουσι. μετὰ δὲ τὴν αἴσθησιν ἡδόμενον φαίνεται καὶ λυπούμενον, συστελλό‐
15μενον μὲν ὑπὸ τῆς ἔξωθεν ψύξεως, ἀναθαλπόμενον δὲ ὑπὸ τῶν σπαργάνων καὶ πρὸς τὸ κατὰ φύσιν ἀγόμενον. μετὰ δὲ τὴν ἐπιθυμίαν προϊούσης τῆς ἡλικίας καὶ θυμούμενον (ἤδη γὰρ ὁ θυμὸς δύναμίς ἐστιν ἁδροτέρας φύσεως, διὸ καὶ τῶν ἀλόγων ζῴων τὰ μὲν ἐνυλότερα κατ’ ἐπιθυμίαν ζῇ μόνην
20καὶ λύπης μετέχει καὶ ἡδονῆς, τὰ δὲ τελεώτερα θυμοειδε‐ στέραν ἔλαχε ζωήν). πρὸ δὲ τούτων τῶν ὀρέξεων, ὥσπερ εἴπομεν καὶ ἐπὶ τῆς αἰσθήσεως, ἔστι τις αὐτῶν ἐν τῷ πνεύ‐ ματι τῆς ψυχῆς ἀκρότης, ὁρμητική τις δύναμις καὶ κινητικὴ μὲν τοῦ πνεύματος, συνεκτικὴ δὲ καὶ φρουρητικὴ τῆς οὐ‐
25σίας αὐτοῦ, ποτὲ μὲν ἐκτεινομένη καὶ μερίζουσα ἑαυτήν, ποτὲ δὲ εἰς ὅρον καὶ τάξιν ἀγομένη καὶ ὑπὸ τοῦ λόγου μετρουμένη. Ὧν εἰ μὲν κρατήσοιεν, ἐν δίκῃ βιώσοιντο, κρα‐ τηθέντες δὲ ἀδικίᾳ [42 B].
30Πῶς οὖν κρατοῦσι τῶν σωματικῶν τούτων ζωῶν; ἦ τῷ
in Ti
.

3

.

289

τὰς αἰτίας αὐτῶν ἔχειν· καὶ γὰρ ταύτας ἐμμελεστέρας δι’ ἐκείνων ἀποτελοῦσι· πᾶν γὰρ τὸ κατὰ φύσιν τινῶν κρατητικὸν ἔχει τὸν τῶν κρατουμένων ἐν ἑαυτῷ λόγον, ἵνα καὶ πρὸς τοῦτον βλέπον ἀφορίζῃ τὰ μέτρα τῆς κινήσεως αὐτοῦ· πλήτ‐
5τεται γὰρ ὁ περὶ τὸ στῆθος θυμὸς ὑπὸ τοῦ Ὀδυσσέως. ἀλλὰ καὶ τὸ πλῆττον θυμός, ἀλλ’ οὗτος μὲν ἤδη πεπαίδευ‐ ται, κοσμεῖ δὲ καὶ τὸν ἔξω θυμόν, ἵνα ἐν δίκῃ ποιοῖτο τὴν κίνησιν. εἰ δὲ ἐπέτρεψε τῷ πάθει καὶ τῇ ἐνύλῳ κινήσει, πάντως ἂν τὴν ἄλλην τῆς ψυχῆς εὐταξίαν διέφθειρε. κρατή‐
10σασαι οὖν αἱ ψυχαὶ τῶν ἐνύλων παθῶν καὶ κοσμήσασαι τὰς ἔνδον ζωὰς ἐν δίκῃ βιοῦσι, κρατηθεῖσαι δὲ εἰς ἀδικίαν ἀπολισθαίνουσιν· ἑπόμεναι γὰρ ταῖς ἀμέτροις ὀρέξεσι τοῦ σώματος ἀκόσμους ἔχουσι καὶ τὰς αὑτῶν δυνάμεις καὶ πέρα τοῦ δέοντος ἐκτεινομένας περὶ τὴν γένεσιν. πῶς δὲ ποτὲ
15ἕπονται δίκῃ, ποτὲ δὲ οὔ; πάλαι γὰρ εἴρηται [41 C] περὶ αὐτῶν τὸ τῶν ἀεὶ δίκῃ καὶ ὑμῖν ἐθελόντων ἕπεσθαι. μήποτε οὖν ἀεὶ μὲν ἐθέλουσιν ἕπεσθαι δίκῃ καὶ θεοῖς, οὐκ ἀεὶ δὲ ἕπονται, κατὰ τοὺς ἐν Γοργίᾳ λόγους, οἳ διορί‐ ζουσι τήν τε ἀληθινὴν βούλησιν καὶ τὴν φαινομένην δόκη‐
20σιν. ἢ καὶ μήποτε δίκῃ καὶ θεοῖς ἕπονται ἐν οἷς ἡγεμονοῦν ἐστι τὸ θεῖον· ὁ γὰρ τὰ ἀγαθὰ βουλόμενος δίκῃ ἕπεσθαι ἐθέλει· τοῦτο γὰρ εἶπεν ἐν ἐκείνοις, ἡγεμονοῦν τε ἐν αὐτοῖς τῶν ἀεὶ δίκῃ καὶ ὑμῖν ἐθελόντων ἕπεσθαι· κατὰ φύσιν γὰρ ἕπεται τὸ μὲν ἐν ἡμῖν θεῖον τῇ δίκῃ, τὰ
25δὲ ἄλογα τῆς ζωῆς εἴδη τῷ ἐν ἡμῖν θείῳ. Καὶ ὁ μὲν εὖ τὸν προσήκοντα χρόνον βιοὺς πά‐ λιν εἰς τὴν τοῦ συννόμου πορευθεὶς οἴκησιν ἄστρου βίον εὐδαίμονα ἕξει [42 B]. Πάλιν καὶ ταῦτα γίγνεται μὲν καὶ παρ’ αὐτῶν τῶν ψυ‐
30χῶν (αὐτοκίνητοι γὰρ οὖσαι τάττουσιν ἑαυτὰς εἰς τὸν πρέ‐ ποντα τόπον), γίγνεται δὲ καὶ ἀπὸ τῆς εἱμαρμένης (διορίζει
γὰρ ἐκείνη τὰς οἰκείας λήξεις ἑκάστης καὶ συναρμόζει τοῖς
in Ti
.

3

.

290

οἰκείοις εἴδεσι τῆς ζωῆς), γίγνεται δὲ καὶ ἀπὸ τῶν θεῶν τῶν διακοσμούντων τὸ πᾶν (πᾶσι γὰρ ἐκεῖνοι τὸ κατ’ ἀξίαν διανέμουσι, καὶ διὰ τοῦτο καὶ τὴν Δίκην ἐκ μέσης τῆς ἡλίου σφαίρας ἐπὶ τὸ πᾶν προϊοῦσαν τὰ πάντα κατευθύνειν
5λέγουσιν). ἀλλ’ ὥσπερ ἐν τοῖς ὅλοις ἡ Δίκη τῷ Διὶ συν‐ επομένη τῶν ἀπολειπομένων ἐστὶ τοῦ θείου νόμου τιμωρός [leg. IV 716 A], οὕτω καὶ ἡ περὶ τὰς ψυχὰς ἐνέργεια τῆς Δίκης κατακοσμεῖ τὰς ἐπιλελησμένας τῶν εἱμαρ‐ μένων νόμων καὶ τὴν χείρονα ζωὴν ἀντὶ τῆς ἀμείνονος
10ἀλλαξαμένας. ταῦτα μὲν εἰρήσθω κοινῇ περὶ τούτων. Τίς δὲ ‘ὁ προσήκων χρόνοσ‘ καὶ τί ‘τὸ σύννομον ἄστρον‘ καὶ τίς ὁ ‘εὐδαίμων βίοσ‘; ὁ μὲν οὖν προσήκων ἐστὶ χρόνος ὁ οἷον αὐτὸς ἀφώρισεν ἐν Φαίδρῳ [249 A] ταῖς ἐντεῦθεν περιαγομέναις μετὰ τὴν πρώτην γένεσιν, ὁ χιλιέτης ἤ τις
15ἄλλος τοιοῦτος· ὡς γὰρ ἐπὶ τῶν φιλόσοφον βίον ἑλομένων οὗτος ὁ χρόνος, οὕτως ἐπὶ ἄλλων ἄλλος, πλείων ἢ ἐλάττων, οὐ μοναδικῶς, ἀλλὰ κατὰ τὸ εἶδος τῆς ζωῆς ἀφοριζόμενος. τὸ δὲ σύννομον ἄστρον ἐστὶ περὶ ὃ ἡ σπορὰ καὶ ἡ δια‐ νομὴ τῶν τε ψυχῶν καὶ τῶν ὀχημάτων, ὥστε καὶ εἴ τινες
20ἐξ ἀρχῆς τὴν λῆξιν ἔσχον περὶ γῆν, καὶ ταύτας μετὰ τὸν πρῶτον βίον δίκῃ καὶ θεοῖς ἐπισπομένας ἀναχωρεῖν εἰς τὸ ὄχημα τὸ αἰθέριον τῆς ὅλης γῆς, ἀπολειπούσας τὸν γήινον ὄγκον (καὶ ἐν ἐκείνῳ αὑτὰς ἱδρύουσι καὶ τὸ συμφυὲς αὐ‐ ταῖς ὄργανον, αὐτὰς μὲν ζωῆς νοερᾶς πληρουμένας, τὰ δὲ
25ὀχήματα φωτὸς θείου καὶ δημιουργικῆς δυνάμεως πληρού‐ σας), καὶ εἴ τινες περὶ ἥλιον προῆλθον, ἀνατρεχούσας αὐτὰς ἐπὶ τὴν ἑαυτῶν ὁλότητα μετ’ ἐκείνης τὰ ὅλα διακοσμεῖν τῇ πρὸς ἐκείνην συντάξει δύναμιν λαχούσας τοιαύτην, καθ’ ἣν οὐκ ἀφιστάμεναι τῆς ἑαυτῶν νοήσεως προνοοῦσι τοῦ παντός.
30ὁ δὲ εὐδαίμων βίος ἐστὶν ὁ κατὰ τὴν ἰδιότητα τῶν ἡγε‐
μόνων ἀφοριζόμενος· οὗτοι γάρ εἰσιν ἐν δαιμόνων τάξει
in Ti
.

3

.

291

τὰς μερικὰς ψυχὰς κατέχοντες καὶ ἀνάγοντες ἐπὶ τὸ νοητόν, ὥσπερ καὶ αὐτὰς οἱ τῶν ἀπολύτων ἡγεμόνες· διὸ καὶ αὐτὰς εὐδαίμονας ἐν ἄλλοις εἴρηκεν ὡς ἐκείνων οἷον δαιμόνων ὄντων ἐξηρτημένας· πανταχοῦ γὰρ τὸ προσεχῶς ὑπεριδρυ‐
5μένον τὴν δαίμονος ἔχει τάξιν πρὸς τὸ παρ’ αὐτοῦ προνοίας ἀξιούμενον. ταῦτα καὶ περὶ τούτων. Δεῖ δὲ καὶ τὴν συν‐ έχειαν θεωρεῖν τῶν θεωρημάτων· ὑπέστησε γὰρ τὰς ψυχὰς ἀπὸ τῆς δημιουργικῆς καὶ τῆς ζῳογονικῆς αἰτίας, καὶ μετὰ τὴν ἀπογέννησιν ὑπέταξεν ἄλλας ἄλλαις ψυχαῖς θείαις, ὑπερ‐
10κόσμιον αὐτῶν καὶ τὴν πρόοδον καὶ τὴν διανομὴν ποιησά‐ μενος, καὶ ἐπὶ ταύταις εἰσήγαγεν αὐτὰς εἰς τὸ πᾶν, ὄχημα δούς, καὶ περὶ τὰ ἄστρα διέσπειρεν, ἔπειτα κατήγαγεν εἰς γένεσιν καὶ δέδωκεν αὐταῖς τὸ θνητὸν εἶδος τῆς ζωῆς, καὶ μετὰ ταῦτα διεῖλεν αὐτῶν τοὺς βίους καὶ προσφόρους
15λήξεις διένειμε τοῖς βίοις· ἀπὸ γὰρ τῶν ὑπερκοσμίων εἰς τὸν κόσμον αὐταῖς ἡ πρόοδος, ἀπὸ δὲ τῆς ὅλης ζωῆς εἰς γένεσιν ἡ κάθοδος. νῦν δ’ οὖν ἐπειδὴ περὶ τῶν μετὰ τὴν πρώτην γένεσιν εἰς τὸ σύννομον ἄστρον ἀποκαθισταμένων πεποίηται λόγον, καί φησιν αὐτὰς ἀπολειπούσας τὸ σῶμα
20βίον ἕξειν εὐδαίμονα, πῶς ταῦτα τοῖς ἐν Φαίδρῳ [249 A B] συμφωνεῖν ἐροῦμεν; ἐκεῖ γὰρ ὁ τὸν φιλόσοφον βίον ἑλό‐ μενος διὰ τριῶν ἀποκαθίστατο βίων. ἦ τὴν ἐνταῦθα παρα‐ διδομένην λῆξιν οὐκ εἰς τὸ αὐτὸ γίγνεσθαι φήσομεν, ὅθεν ἥκειν ψυχὴν ἑκάστην (τοῦτο γὰρ διὰ τριῶν γίγνεσθαι χιλιε‐
25τῶν περιόδων), ἀλλ’ ἀναχώρησιν εἶναι πρὸς τὸ ἄστρον, ὑφ’ ὃ τεταγμένη κατ’ οὐσίαν ἦν καὶ ζωὴν εἶχε μετ’ ἐκείνου κοι‐ νήν· τοῦτο γὰρ καὶ ταῖς μὴ φιλοσόφοις ὑπάρξαι δυνατὸν τὸ εἰς τοῦ οὐρανοῦ τινα τόπον ὑπὸ τῆς δίκης κου‐ φισθείσας διάγειν ἀξίως, οὗ ἐν ἀνθρώπου εἴδει
30ἐβίωσαν βίου· καὶ γὰρ τοῦτο ἐν τῷ Φαίδρῳ λέλεκται περὶ τῶν μὴ φιλοσόφων ψυχῶν, 〈ὧν〉 ἄλλη ἡ εἰς τὸ αὐτὸ πάλιν
ἀποκατάστασις, ἄλλη ἡ εἰς τὸ σύννομον ἄστρον ἄνοδος· ἣ
in Ti
.

3

.

292

μὲν γὰρ τριῶν δεῖται περιόδων, ἣ δὲ καὶ διὰ μιᾶς γένοιτο ἄν, καὶ ἣ μὲν εἰς τὸ νοητὸν ἀνάγει τὴν ψυχήν, ἀφ’ οὗ κατῆλθεν, ἣ δὲ εἰς ὑφειμένον εἶδος ζωῆς· μέτρα γάρ ἐστιν εὐδαιμονίας· καὶ διττὴ ἡ ἄνοδος, ἣ μὲν ἀνιόντων, ἣ δὲ
5ἀνεληλυθότων. ὥστε καὶ τὴν εἰς τὸ σύννομον ἄστρον ἀφι‐ κομένην δυνατὸν ἢ ταῖς περικοσμίοις δυνάμεσι συντάττεσθαι τοῦ σφετέρου θεοῦ ἢ καὶ ἀνωτέρω χωρεῖν. εἰ δὲ μέλλοι πρὸς αὐτὸ τὸ νοητὸν ἀναδραμεῖσθαι, δεῖται τῆς τρισχιλιετοῦς περιόδου· διὰ γὰρ ταύτης ἡ ἀκροτάτη πτέρωσις.
10 Σφαλεὶς δὲ τούτων εἰς γυναικὸς φύσιν ἐν τῇ δευτέρᾳ γενέσει μεταβάλοι [42 B]. Εἴρηται καὶ πρότερον [p. 282, 8 ss], ὅτι πρώτην γέ‐ νεσιν οὐ λέγει τὴν σποράν, ἀλλὰ τὴν ἀπὸ τοῦ νοητοῦ κάθ‐ οδον τὴν μίαν πάσαις οὖσαν ταῖς μερικαῖς ψυχαῖς κοινήν
15(δευτέραν γοῦν γένεσιν ἀποκαλεῖ τὴν δευτέραν κάθοδον), καὶ ὅτι τὴν εἰς γυναικὸς φύσιν κάθοδον ποιεῖ δευτέραν, ὥσπερ καὶ τρίτην τὴν εἰς θηρίον, τὴν εὔτακτον ὕφεσιν τῆς ζωῆς ἐνδεικνύμενος. οὕτω γοῦν καὶ ἐν Φαίδρῳ [249 B] κατὰ τοὺς δευτέρους βίους εἰς θηρία φησὶν ἀφικνεῖσθαι
20ψυχάς, δευτέρους βίους ἑξῆς ἅπαντας ἐκεῖ καλῶν τοὺς μετὰ τὴν πρώτην γένεσιν· χιλιοστῷ δὲ ἔτει ἀμφότεραι ἀφι‐ κνούμεναι ἐπὶ κλήρωσιν καὶ αἵρεσιν δευτέρου βίου αἱροῦνται ὃν ἂν ἐθέλῃ ἑκάστη· ἔνθα καὶ εἰς θηρίου βίον ἀνθρωπίνη ψυχὴ ἀφικνεῖται. ἄλλην οὖν ἐν τού‐
25τοις τάξιν ζωῆς ἐμφαίνων καὶ ἀπὸ τοῦ δυνατωτέρου πρὸς τὸ ἀσθενέστερον ἄγει τὴν ψυχὴν καὶ ἀπὸ τοῦ νοεροῦ πρὸς τὸ ἀνόητον· καὶ πῶς γὰρ ἀνάγκη τὴν ψυχὴν ἐκ πρώτης γενέσεως εἰς γυναικὸς μὴ κατιέναι φύσιν; εἰ μὲν γὰρ κατὰ παρατροπὴν τοῦ ἄρρενος ὑφίστατο τὸ θῆλυ γένος, ἀναγκαῖον
30ἦν ἀπὸ τοῦ κατὰ φύσιν ἄρχεσθαι τὰς νεοτελεῖς ψυχάς·
in Ti
.

3

.

293

ὕστερον γὰρ καὶ ἐπεισοδιῶδες πανταχοῦ τὸ παρὰ φύσιν. ἐπειδὴ δὲ καὶ ἐν θεοῖς ἐστι τὸ θῆλυ, τί κωλύει τὰς ψυχὰς καὶ ταύτῃ μιμουμένας τοὺς οἰκείους ἡγεμόνας μὴ μόνον ἐπιλέγεσθαι βίους τοὺς αὐτοῖς προσήκοντας, ἀλλὰ καὶ ζωῶν
5φύσιν αὐτοῖς ᾠκειωμένην; γίγνεσθαι δὲ καὶ ἐπαλλάξεις οὐ θαυμαστόν, ὥσπερ εἴρηται καὶ πρότερον [p. 267, 13 ss]· ὅτι μὲν γάρ ἐστι τὸ θῆλυ καὶ τὸ ἄρρεν οὐ μόνον ἐν τοῖς θνη‐ τοῖς, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς χωρισταῖς ζωαῖς τῶν ψυχῶν, κατασκευάσαις 〈ἂν〉 ἀναμνησθεὶς τῶν ἔμπροσθεν πάλιν, ἀπό
10τε τοῦ ἐν τοῖς ἄκροις εἶναι, τοῖς τε πρὸ αὐτῶν λέγω καὶ τοῖς μετὰ ταύτας (ἀνάγκη γάρ που καὶ ἐν τοῖς μέσοις εἶναι), καὶ ἀπὸ τοῦ ζῷα καὶ ἐκείνας ὑπάρχειν, μετὰ τῶν ἀιδίων ὁρωμένας ὀχημάτων, ὡς προείπομεν [p. 267, 25 ss], πᾶν δὲ ζῷον ἔχειν τὰς ἰδιότητας ταύτας. εἰ δὲ ἐκεῖ μὲν ὁμοφυῶς
15ταῖς ψυχαῖς συνέζευκται τὰ ὀχήματα, ἐνταῦθα δέ ποτε καὶ ἐπηλλαγμένως, οὐ χρὴ διαπιστεῖν· ὅπου μὲν γὰρ οὐσιώδης ἐστὶν ἡ συνάρτησις, ὅπου δὲ προαιρετική. διὸ καὶ ἐκεῖ μὲν ἕπεται τῇ οὐσίᾳ τῶν ψυχῶν ἡ τῶν ὀχημάτων διαίρεσις, ἐν‐ ταῦθα δὲ ταῖς διαφόροις αἱρέσεσι. καὶ ἔχεις καὶ ταύτας
20ἀπὸ τῶν ἐν Συμποσίῳ [189C ss] κειμένων συνιστάνειν ἐν τῷ Ἀριστοφάνους μύθῳ· καὶ γὰρ τὰς διαιρέσεις τὰς εἰς ταῦτα τῶν ψυχῶν καὶ τὰς ἐπαλλάξεις τῶν ἐν τούτοις αἱρέσεων περὶ τὸν θνητὸν βίον σαφῶς ἐκεῖ παραδίδωσι, καθ‐ άπερ εἴρηται καὶ πρότερον [p. 284, 4 ss]. εἰ μὲν τὴν τῆς
25γυναικὸς φύσιν αὐτόθεν ἀκούοις, οὕτω καὶ διαιτήσομεν τοῖς λόγοις. εἰ δὲ πᾶν τὸ ἀσθενὲς εἶδος τῆς ζωῆς καὶ θηλυνό‐ μενον καὶ ῥέπον ἐπὶ τὴν γένεσιν διὰ τῆς γυναικὸς σημαί‐ νεσθαι λέγοις συμβολικῶς, ὡς τῶν πρὸ ἡμῶν ἤκουσάν τινες οὐχ οἱ τυχόντες, οὐδεμιᾶς ἂν δέοιτο τοιαύτης ἐπιλύσεως.
30ἔξεστι δὲ ὁποτέρως βούλει λέγειν, ἄλλως τε καὶ τοῦ Πλά‐ τωνος πολλὰ καὶ διὰ τῶν συμβόλων κρύπτειν σπουδάζοντος.
εἰ δ’ οὖν καὶ ταῦτά τις ὑποθεῖτο λέγειν αὐτόν, ἃ δὴ καὶ
in Ti
.

3

.

294

δοκεῖ, τὴν πρῶτον εἰς γένεσιν κατιοῦσαν μὴ φυτεύειν εἰς θήλειαν φύσιν, λάβωμεν ἐκ τούτου καὶ τὴν ψυχὴν εἶναι καὶ κατὰ τὸν Τίμαιον ἀγένητον καὶ τὸν ἄνθρωπον καὶ ἁπλῶς τὸ πᾶν· εἰ γὰρ γέγονεν ἡ ψυχὴ καὶ ἀπὸ χρόνου κάτ‐
5εισιν ἐπὶ τὴν πρώτην γένεσιν, ἀνδρὸς παρ〈αδ〉έξεται βίον. οὗτος δὴ ὁ ἀνὴρ πάντως γενητὸς ὢν ἐκ θήλεος γέγονεν. ἐκεῖνο δὴ τὸ θῆλυ ψυχὴν ἔχει ἤτοι πρῶτον κατελθοῦσαν (καὶ ψευδὴς ὁ τοῦ Τιμαίου λόγος εἰς ἄρρεν πρῶτον κατάγων τὴν ψυχήν), ἢ οὐ πρῶτον (καὶ ἀνάγκη πρὸ ἐκείνου τὴν ἐν
10ἐκείνῳ ψυχὴν ἄρρενος γεγονέναι ψυχήν, ἐκεῖνο δὲ τὸ ἄρρεν αὖθις ἐκ θήλεος εἶναι γεγονὸς ἄρρεν), ἢ εἰ μὴ τοῦτο, αὐτό‐ ματον. ἀλλ’ εἰ τοῦτο, μάτην ἔσται μὴ ὄντος θήλεος, ἐξ οὗ καὶ ἐν ᾧ γεννήσει. καὶ ἤτοι καὶ ἐκεῖνο αὐτόματον, ὡς τὸ ἄρρεν, καὶ ἕξει ψυχὴν πρῶτον κατελθοῦσαν ὡς κἀκεῖνο 〈τὸ〉
15σὺν αὐτῷ γεγονός, ἢ ἐκ τοῦ ἄρρενος. ἀλλὰ ἀδύνατον. οὔτ’ ἄρα γέγονέ ποτε τούτων θάτερον, οὔτε ψυχὴ τῶν γενητῶν ἐστιν οὔτε πολλῷ πλέον τὸ πᾶν. Μὴ παυόμενός τε ἐν τούτοις ἔτι κακίας, τρόπον ὃν κακύνοιτο, κατὰ τὴν ὁμοιότητα τῆς τοῦ τρόπου
20γενέσεως εἴς τινα τοιαύτην ἀεὶ μεταβάλλοι θήρειον φύσιν [42 B C]. Τὴν εἰς τὰ ἄλογα ζῷα κάθοδον τῶν ψυχῶν ὅπως λέγε‐ ται ζητεῖν εἰώθασι, καὶ οἳ μὲν ἀνθρώπων ὁμοιώσεις πρὸς θηρία νομίζουσιν εἶναι τοὺς λεγομένους θηριώδεις βίους
25(οὐ γὰρ εἶναι δυνατὸν θηρίου γενέσθαι ψυχὴν οὐσίαν λογι‐ κήν), οἳ δὲ αὐτόθεν καὶ ταύτην εἰς τὰ ἄλογα συγχωροῦσιν εἰσκρίνεσθαι (καὶ γὰρ εἶναι πάσας ὁμοειδεῖς τὰς ψυχάς, ὥστε καὶ λύκους καὶ παρδάλεις καὶ πνεύμονας γίνεσθαι ταύ‐
τας). ὁ δὲ ἀληθὴς λόγος εἰσκρίνεσθαι μὲν εἰς θηρία
in Ti
.

3

.

295

φησὶ τὴν ἀνθρωπίνην ψυχήν, ἔχοντα δὲ τὴν οἰκείαν ζωήν, καὶ ἐπὶ ταύτῃ τὴν εἰσκριθεῖσαν ψυχὴν οἷον ἐποχουμένην καὶ τῇ πρὸς αὐτὴν συμπαθείᾳ δεδεμένην. καὶ τοῦτο δέ‐ δεικται μὲν ἡμῖν ἐν ταῖς εἰς Φαῖδρον συνουσίαις
5διὰ πολλῶν λόγων καὶ ὅτι μόνος ὁ τρόπος οὗτός ἐστι τῆς εἰσκρίσεως. εἰ δ’ οὖν καὶ ὅτι Πλατωνικὸς ὁ λόγος ὑπομνῆ‐ σαι χρή, παραθετέον, ὅτι τε ἐν Πολιτείᾳ [X 620 C] τὴν ψυχὴν τοῦ Θερσίτου πίθηκον ἐνδύεσθαί φησιν, ἀλλ’ οὐ σῶμα πιθήκειον, καὶ ἐν Φαίδρῳ [249 B] κατιέναι εἰς
10βίον θήρειον, ἀλλ’ οὐχὶ εἰς σῶμα θήρειον (ὁ γὰρ βίος μετὰ τῆς οἰκείας ἐστὶ ψυχῆς), καὶ ἐν τούτοις ‘μεταβάλλειν εἰς θήρειον φύσιν‘· ἡ γὰρ θήρειος φύσις οὐκ ἔστι τὸ σῶμα τὸ θήρειον, ἀλλ’ ἡ ζωὴ τοῦ θηρίου. καὶ τοῦτο μέν, ὅπερ εἴρηται, ληπτέον ἀπὸ τῶν εἰς Φαῖδρον εἰρημένων.
15ὅτι δὲ ἀδύνατον ψυχὴν νεοτελῆ θηρίου γενέσθαι ψυχήν, ὑπομνήσομεν ἀπὸ τοῦ τὴν θηριωδίαν ἐπέκεινα πάσης ἀν‐ θρωπίνης εἶναι κακίας, ὥσπερ καὶ Ἀριστοτέλης φησί. δεῖ δὴ οὖν ἀνθρωπίνην πρότερον κακίαν σχεῖν, εἶθ’ οὕτω τὴν θηρίοις πρέπουσαν· οὐ γὰρ ἔστιν ἀπὸ τῶν ἐναντιωτάτων
20εἰδῶν τῆς ζωῆς τὰ ἐναντιώτατα σχεῖν. διὸ καὶ αὐτὸς οὕτως εἶπεν, ὅτι μὴ παυόμενος ἐν τούτοις ἔτι, λέγων τῇ εἰς γυναῖκα καθόδῳ, καθ’ ὃν ἂν κακύνηται τρόπον, εἰς τοι‐ αύτην μεταβάλλει θηρίου φύσιν· ἀπὸ γὰρ τῶν πρώ‐ των εἰδῶν καὶ νοερωτέρων δι’ ὑφέσεως γίγνεται τὰ ἀλογώ‐
25τερα καὶ ἀπὸ τῶν ἀσχετωτέρων τὰ ἐν σχέσει καὶ ἀπὸ τῶν ἐρρωμενεστέρων τὰ ἀσθενέστερα. πολυειδοῦς δὲ τῆς κακίας οὔσης ἔστι καθ’ ἑκάστην τὸ θηριῶδες θεωρεῖν καὶ κατὰ τοῦτο πρὸς τὰ ὅμοια ζῷα συνάπτειν τὴν ψυχήν, ὡς ἐν Φαίδωνι [81 E 82 A] πεποίηκεν· ἡ μὲν γὰρ ἐν ἀδικίᾳ
30θηριωδία λύκους ἀποτελεῖ, ἐλάφους δὲ ἡ ἐν δειλίᾳ καὶ ὄνους ἡ ἐν γαστριμαργίᾳ· τούτων γὰρ ἑκάστη πάντως ἔχει τινὰ
ὑπερβολὴν ἐκβαίνουσαν τὴν ἀνθρωπίνην διαστροφήν.
in Ti
.

3

.

296

Ἀλλάττων τε οὐ πρότερον πόνων λήξοι, πρὶν τῇ ταὐτοῦ καὶ ὁμοίου περιόδῳ τῇ ἐν αὐτῷ συνεπισπό‐ μενος τὸν πολὺν ὄχλον καὶ ὕστερον προσφύντα ἐκ πυρὸς καὶ ὕδατος καὶ ἀέρος καὶ γῆς, θορυβώδη καὶ
5ἄλογον ὄντα, λόγῳ κρατήσας εἰς τὸ τῆς πρώτης καὶ ἀρίστης ἀφίκοιτο εἶδος ἕξεως [42 CD]. Μία σωτηρία τῆς ψυχῆς αὕτη παρὰ τοῦ δημιουργοῦ προτείνεται τοῦ κύκλου τῆς γενέσεως ἀπαλλάττουσα καὶ τῆς πολλῆς πλάνης καὶ τῆς ἀνηνύτου ζωῆς, ἡ πρὸς τὸ νοερὸν
10εἶδος τῆς ψυχῆς ἀναδρομὴ καὶ ἡ φυγὴ πάντων τῶν ἐκ τῆς γενέσεως ἡμῖν προσπεφυκότων· δεῖ γὰρ τὴν ψυχὴν ἐν τῇ γενεσιουργῷ σπορᾷ καταβληθεῖσαν σπέρματος δίκην τὴν μὲν οἷον καλάμην καὶ τὸν φλοιόν, ὃν ἔσχεν ἀπὸ γενέσεως, ἀπο‐ σκευασαμένην, ἑαυτὴν δὲ καθήρασαν ἀπὸ τῶν περικειμένων
15ἄνθος γίνεσθαι καὶ καρπὸν νοερόν, ἀντὶ τῆς δοξαστικῆς τροφῆς τὴν νοερὰν ζωὴν ἀγαπήσασαν καὶ ἀντὶ τῆς κατὰ τὴν θατέρου περίοδον πολυπλανοῦς κινήσεως τὴν μονοειδῆ καὶ ἁπλῆν τῆς ταὐτοῦ περιφορᾶς ἐνέργειαν ἐπιδιώξασαν· ἔστι γὰρ καὶ ἐν αὐτῇ τῶν κύκλων ἑκάτερος καὶ αἱ διτταὶ
20δυνάμεις καὶ τῶν ἵππων ὅ τε ἀγαθὸς καὶ ἐναντίος, καὶ ὃ μὲν εἰς γένεσιν ἄγει τὴν ψυχήν, ὃ δὲ ἀπὸ γενέσεως ἐπὶ τὸ ὄν, καὶ ὃ μὲν τὸν γενεσιουργὸν περιάγει κύκλον, ὃ δὲ τὸν νοερόν· ἡ γὰρ ταὐτοῦ καὶ ὁμοίου περίοδος ἐπὶ νοῦν ἀνα‐ πέμπει καὶ τὴν νοητὴν φύσιν καὶ ἐπὶ τὴν πρώτην καὶ ἀρί‐
25στην ἕξιν. ἔστι δὲ αὕτη ἐκείνη, καθ’ ἣν ἐπτερωμένη τὸν ὅλον συνδιοικεῖ κόσμον τοῖς θεοῖς, ἐξομοιωθεῖσα τοῖς θεοῖς αὐτοῖς, καὶ τοῦτ’ ἔστι τὸ καθολικὸν εἶδος ἐν τῇ ψυχῇ τῆς
ζωῆς, ὥσπερ τὸ μερικόν, ὅταν εἰς τὸ ἔσχατον πέσῃ σῶμα
in Ti
.

3

.

297

καὶ γένηται τινὸς ἀντὶ τοῦ παντός, καὶ τὸ τούτων μέσον μερικὸν καθολικόν, ὅταν ζῇ μετὰ τοῦ μέσου ὀχήματος ὡς γενέσεως πολῖτις. τὴν οὖν πρώτην ἕξιν κατὰ τὴν σχέσιν ἀφεῖσα τὴν πρὸς πᾶσαν τὴν γένεσιν καὶ τὸ ἄλογον τὸ ποι‐
5οῦν αὐτὴν γενεσιουργόν, λόγῳ μὲν κρατοῦσα τὸ ἄλογον, νοῦν δὲ χορηγοῦσα τῇ δόξῃ, πᾶσαν δὲ τὴν ψυχὴν εἰς τὴν εὐδαί‐ μονα περιάγουσα ζωὴν ἀπὸ τῆς περὶ τὴν γένεσιν πλάνης, ἧς καὶ οἱ παρ’ Ὀρφεῖ [frg. 226] τῷ Διονύσῳ καὶ τῇ Κόρῃ τελούμενοι τυχεῖν εὔχονται,
10 κύκλου τ’ ἂν λήξαι καὶ ἀναπνεύσαι κακότητος. εἰ δὲ καὶ τὴν ἡμετέραν ψυχὴν ζῶσαν εὖ κατὰ τὸν ταὐτοῦ κύκλον ἀναγκαῖον ζῆν, πολλῷ μᾶλλον τὰς θείας· ὥστε καὶ ὅσας ἐνέθηκεν εἰς τὴν θατέρου περιφορὰν διὰ τὸ πλεονά‐ ζειν ταῖς εἰς τὸ αἰσθητὸν προνοίαις. ἀλλὰ μὴν δυνατὸν ζῆν
15κατὰ τὸν ταὐτοῦ κύκλον καὶ τὴν ἡμετέραν ψυχήν, καθαρ‐ θεῖσαν, ὡς αὐτός φησι. μόνην ἄρα τὴν καθαρτικὴν ἀρετὴν σώτειραν προσρητέον τῶν ψυχῶν, ἀποκόπτουσαν μὲν καὶ ἀφανίζουσαν ἄρδην τὰς ἐνύλους φύσεις καὶ τὰ ἐκ τῆς γενέ‐ σεως ἡμῖν προσφύντα πάθη, χωρίζουσαν δὲ τὴν ψυχὴν καὶ
20ἐπὶ τὸν νοῦν περιάγουσαν καὶ τοὺς χιτῶνας, οὓς ἐνεδύσατο, καταλείπουσαν· εἰς γῆν κατιοῦσαι γὰρ αἱ ψυχαὶ προσλαμβά‐ νουσιν ἀπὸ τῶν στοιχείων ἄλλους καὶ ἄλλους χιτῶνας, ἀερίους ἐνυδρίους χθονίους, ἔπειθ’ οὕτω τελευταῖον εἰς τὸν ὄγκον τὸν παχὺν τοῦτον εἰσκρίνονται· καὶ πῶς γὰρ ἔμελλον ἀμέ‐
25σως ἀπὸ τῶν ἀύλων πνευμάτων εἰς τόδε τὸ σῶμα χωρεῖν; καὶ πρὶν οὖν εἰς τοῦτο κατέλθωσιν, ἔχουσι τὴν ἄλογον ζωὴν καὶ τὸ ἐκείνης ὄχημα κατεσκευασμένον ἀπὸ τῶν ἁπλῶν στοι‐ χείων, καὶ ἐνεδύσαντο ἀπὸ τούτων ὄχλον, οὑτωσὶ καλού‐
μενον ὡς ἀλλότριον μὲν τοῦ συμφύτου τῶν ψυχῶν ὀχήματος,
in Ti
.

3

.

298

ἐκ παντοδαπῶν δὲ χιτώνων συγκείμενον, βαρύνοντα δὲ τὰς ψυχάς. καὶ ἡ ‘πρόσφυσισ‘ τὴν ἔξωθεν περίθεσιν δηλοῖ τοῦ τοιοῦδε ὀχήματος καὶ εἰς μίαν φύσιν τὴν ἐν ἐκείνῳ συνάρτησιν, ἐφ’ ᾧ λοιπὸν τὸ ἔσχατον τοῦτο σῶμα καὶ ἐξ
5ἀνομοίων καὶ πολυμόρφων ἐξάπτεται τῶν ψυχῶν· καὶ πῶς γὰρ ἀπὸ τῆς τὸν κόσμον ὅλον διοικούσης ζωῆς εἰς τὸ μερικώ‐ τατόν ἐστιν ἡ κάθοδος; οὐ γὰρ λίνον λίνῳ συνάπτειν ἐστὶ τῷ παντὶ τὸ τὶ τοῦτο καὶ ἄτομον, ἀλλὰ πάντως εἰς τὸ μέσον πρότερον ἡ κάθοδος, ὃ μή ἐστι τὶ ζῷον, ἀλλὰ πολλῶν
10βίων περιεκτικόν· οὐδὲ γὰρ εὐθὺς τὸν τοῦ τινὸς ἀνθρώπου προβάλλει βίον, ἀλλὰ τὸν ἀνθρώπου πρὸ τούτου καὶ πρὸ τῆς τινὸς γενέσεως τὸν γενέσεως, καὶ ὡς ἀπὸ τοῦ ἀσωμάτου εἰς σῶμα ἡ πτῶσις καὶ τὴν μετὰ σώματος ζωήν, καθ’ ἣν συζῇ τῷ οὐρανίῳ ὀχήματι, οὕτως ἀπὸ τούτου εἰς σῶμα
15γενεσιουργόν, καθ’ ὃ ἐν γενέσει ἐστί, καὶ ἀπὸ τούτου εἰς τὸ χθόνιον, καθ’ ὃ ζῇ μετὰ τοῦ ὀστρεώδους σώματος. πρὶν ἄρα τοῦτο περιβάληται τὸ σῶμα, τὸ πρὸς πᾶσαν αὐτὴν τὴν γένεσιν συνάπτον περιβάλλεται· διὸ καὶ τότε ἐκεῖνο ἀφίησιν, ὅταν καὶ τὴν γένεσιν ἀπολιμπάνῃ. εἰ δὲ τότε ἀφίησιν αὐτό,
20ὅτε καὶ τὴν γένεσιν, ἀνάγκη καὶ τότε λαμβάνειν, ὅταν εἰς γένεσιν ἔλθῃ. πρότερον δὲ ἔρχεται εἰς γένεσιν ἢ τοῦτο τὸ σῶμα τὸ ἔσχατον. καὶ πρὸ τοῦ σώματος ἄρα τούτου δέχεται τὸ ὄχημα ἐκεῖνο καὶ μετ’ αὐτὸ 〈το〉δὶ τὸ σῶμα. ζῇ οὖν αὐτὸ κατὰ πᾶσαν τὴν γενεσιουργὸν περίοδον. ὅθεν καὶ
25προσφύντα τὸν ὄχλον ἄλογον εἶπε τὸν ἐν τούτῳ καὶ οὐ προσφυόμενον καθ’ ἑκάστην ἐνσωμάτωσιν, ὡς ἀπ’ ἀρχῆς αὐτῇ περιπλασθέντα. τὸ μὲν οὖν συμφυὲς ὄχημα ποιεῖ αὐ‐ τὴν ἐγκόσμιον, τὸ δὲ δεύτερον γενέσεως πολῖτιν, τὸ δὲ ὀστρε‐ ῶδες χθονίαν, καὶ ὡς ἔχει ἡ χθὼν πρὸς τὴν γένεσιν ὅλην
30καὶ αὕτη πρὸς τὸν κόσμον, οὕτω καὶ τὰ ὀχήματα ἔχει πρὸς
ἄλληλα καὶ αἱ τῶν ὀχημάτων περιθέσεις, ἣ μὲν ἀεί (καὶ
in Ti
.

3

.

299

γὰρ ἀεὶ ἐγκόσμιος), ἣ δὲ καὶ πρὸ τοῦδε τοῦ σώματος καὶ μετ’ αὐτό (καὶ γάρ ἐστι καὶ πρὸ αὐτοῦ καὶ μετ’ αὐτὸ ἐν τῇ γενέσει), ἣ δὲ τότε μόνον, ὅταν ἐν γῇ μερικόν τινα διαλ‐ λάττῃ βίον. διὰ μὲν οὖν τοῦ προσφύντα φάναι καὶ τοῦ
5κατὰ πάντας τοὺς βίους ἐξάψαι τὸ ἄλογον τοῦτο τῆς ψυχῆς διέστησεν αὐτὸ τοῦδε τοῦ σώματος καὶ τῆς ἰδίας τούτου ζωῆς, διὰ δὲ τοῦ ἔξωθεν καὶ τοῦ ὕστερον αὐτὸ προσθεῖναι τοῦ συμφυοῦς ὀχήματος, ἐν ᾧ κατ’ οὐσίαν αὐτὴν ἐποίησεν ὁ δημιουργός, ὥστε μέσον ἐστὶν ἀμφοῖν. οἶδεν ἄρα καὶ ὁ
10Τίμαιος τὴν ἄλογον πρὸ τοῦδε τοῦ σώματος ἡμῖν προσφυο‐ μένην· ὅτι μὲν γὰρ ‘ὁ ἄλογος καὶ θορυβώδης οὗτος ὄχλος ὁ ἐκ πυρὸς καὶ γῆς καὶ ἀέρος καὶ ὕδατος προσφὺς ἡμῖν‘ οὐκ ἔστι τοῦ πρώτου ὀχήματος, δηλοῖ· πάλιν γὰρ αὐτὸ πιεστέον διὰ τοὺς μὴ παρηκολουθηκότας τῇ Πλάτωνος βα‐
15θυτάτῃ περὶ τῶν ψυχικῶν ὀχημάτων θεωρίᾳ τῶν ἐξηγη‐ τῶν, ὧν οἳ μὲν φθείραντες τὸ ὄχημα ἀναγκάζονταί ποτε παντὸς σώματος ἔξω ποιεῖν τὴν ψυχήν, οἳ δὲ σῴζοντες καὶ τὴν ἄλογον ἀπαθανατίζειν, μὴ διαστείλαντες ἑκάτεροι τὸ συμφυὲς ὄχημα καὶ τὸ προσφυὲν καὶ τὸ πρότερον καὶ τὸ
20ὕστερον καὶ τὸ ἀπὸ τοῦ ἑνὸς δημιουργοῦ πλασθὲν καὶ τὸ ὑπὸ τῶν πολλῶν αὐτῇ προσυφανθέν, σαφῶς ταῦτα τοῦ Πλάτωνος διαστείλαντος. ὅτι δ’ οὖν οὗτος οὐκ ἔστιν ὁ ἄλογος ὄχλος ἐν τῷ συμφυεῖ ἐκείνῳ ὀχήματι, εἰς ὃ ἐνεβί‐ βασεν αὐτὴν ὁ δημιουργός, φανερόν· ὕστερον γὰρ αὐτὸν
25διαρρήδην προσφῦναί φησιν. ὅτι δὲ οὐδὲ ἡ ἐν τῷ ὀστρε‐ ώδει σώματι ζωή, καὶ τοῦτο φανερόν· ἄρα γὰρ πῶς φησιν; ἀλλάττων τε τὰ σώματα οὐ πρότερον παύσεται, πρὶν τὸν ὕστερον προσφύντα ὄχλον θορυβώδη καὶ ἄλογον ὄντα κρατήσει. οὐκοῦν ἀλλάττειν μὲν αὐτόν φησι βίους
30ἄλλους ἐξ ἄλλων, προσφῦναι δὲ αὐτῷ τὴν ἄλογον, ἀλλ’ οὐ
προσφύεσθαι· τοῦτο γὰρ ἦν τῷ ἀλλάττειν οἰκεῖον. τῆς ἄρα
in Ti
.

3

.

300

ἀλόγου ζωῆς οὐκ ἔστι καθ’ ἕκαστον τὸν βίον ἐξαλλαγὴ καθ‐ άπερ τῶν σωμάτων. ἄλλη ἐστὶν ἄρα αὕτη τῆς ἐντελεχείας μιᾶς οὔσης καθ’ ἕκαστον σῶμα καὶ ἀχωρίστου ταύτης· ἣ μὲν γὰρ προσέφυ κατελθοῦσιν ἡμῖν, ἣ δὲ προσφύεται συνεξαλλαττο‐
5μένη τοῖς σώμασιν, ὧν ἐστιν ἀχώριστος. οἶδεν ἄρα ὁ Τί‐ μαιος καὶ τὴν ἄλογον ζωὴν ἄλλην οὖσαν παρά τε τὴν τοῦ πρώτου ὀχήματος καὶ τὴν τοῦ ἐσχάτου σώματος ζωήν, ἐκεί‐ νης μὲν ὑστέραν αὐτὴν εἰπών, ταύτῃ δὲ μὴ συνεξαλλάττε‐ σθαι· καὶ γὰρ ἐκείνης δεῖ κρατῆσαι τὴν ψυχὴν τῆς ἀεὶ
10συνούσης· τῆς γὰρ σώματος ἐντελεχείας καὶ χωρίζεται μεταξὺ τῶν βίων, 〈ἐὰν〉 ἀλλάττουσα τὴν γενεσιουργὸν ἐκπληροῖ περίοδον, ὑπ’ ἐκείνης δὲ ἐνοχλεῖται καὶ μεταξὺ τῶν βίων συνούσης. εἰς δὴ τὴν ἀποσκευὴν τῶν τοιούτων ὀχημάτων, ἃ δεδήλωκεν ὁ Πλάτων ἕκαστον τῶν στοιχείων ἰδίᾳ κατονο‐
15μάσας, συντελεῖ μὲν καὶ ἡ φιλόσοφος ζωή, καθάπερ φησὶν αὐτός, τὸ δὲ μέγιστον κατά γε τὴν ἐμὴν δόξαν ἡ τελεστικὴ συμβάλλεται, διὰ τοῦ θείου πυρὸς ἀφανίζουσα τὰς ἐκ τῆς γενέσεως ἁπάσας κηλῖδας, ὡς τὰ λόγια [or. chald. 53] διδάσκει, καὶ πᾶσαν τὴν ἀλλότριον ἣν ἐφειλκύσατο τῆς ψυ‐
20χῆς τὸ πνεῦμα καὶ ἀλόγιστον φύσιν. Διαθεσμοθετήσας δὲ πάντα αὐτοῖς ταῦτα, ἵνα τῆς ἔπειτα εἴη κακίας ἑκάστων ἀναίτιος [42 D]. Ἐν τούτοις συμπληροῖ μὲν τοὺς περὶ τῆς πρώτης δημι‐ ουργίας λόγους, εἰς ἀρχὴν δὲ τῆς δευτέρας καθίσταται, ἐκεί‐
25νην μὲν ἀπόλυτον φυλάττων καὶ μοναδικὴν καὶ ἐξῃρημένην καὶ ἄχραντον καὶ ἀμιγῆ πρὸς τὰ καταδεέστερα, ταύτην δὲ ἐξάπτων ἐκείνης καὶ ὡς παρ’ ἐκείνης τελειουμένην καὶ ὑπ’ ἐκείνης ποδηγουμένην παραδιδοὺς τὰ μέτρα πάντα καὶ τὴν εὐταξίαν καὶ τοὺς ὅρους τῆς ποιήσεως ἐκεῖθεν παραδεχο‐
30μένην. ὁ μὲν οὖν σκοπὸς τῶν προκειμένων ῥημάτων τοι‐
οῦτος. αὐτὸν δὲ ἤδη τὸν δημιουργικὸν θεσμὸν ἐπισκο‐
in Ti
.

3

.

301

ποῦντες οὔ φαμεν αὐτὸν ἐοικέναι νόμῳ πόλεως, ὃν τίθησιν ὁ παρ’ ἡμῖν νομοθέτης ὡς τῷ εἶναι μόνον ἐνεργοῦντα (προ‐ ηγεῖται γὰρ ἡ δημιουργικὴ βούλησις τῆς ἐν τῷ εἶναι μόνον ἑστώσης ἐνεργείας, καὶ οὐδὲ θεμιτὸν ὅλως τὰ ἀνθρώπινα
5τοῖς θείοις εἰς ταὐτὸν ἄγειν· ταῦτα γάρ, κἂν ἀφωμοίωταί ποτε πρὸς τὸ θεῖον, μεριστῶς ἀπεικάζεται, τὰ μὲν τὸ μόνι‐ μον, τὰ δὲ τὸ δραστήριον, τὰ δὲ τὸ τελεσιουργὸν ἀπομιμού‐ μενα τῶν θείων), ἀλλ’ οὐδὲ ἀμφίβολον εἶναι τὸν τοιοῦτον συγχωρήσομεν θεσμόν, οἷον εἰ μὲν τάδε τις ποιήσειεν, ἕπε‐
10σθαι ταδί, εἰ δὲ μή, τὰ ἀντικείμενα αὐτῷ εἶναι κατὰ τὴν αἰώνιον νόησιν· ὁ γὰρ τῶν ὅλων πατὴρ τὰ ἀποτελέσματα πάντα κατ’ αἰτίαν ἐν ἑαυτῷ περιείληφεν, οὐδ’ ἐ〈ν〉 ἀορίστοις γνώσεσιν, ἀλλὰ ἐν ἑστώσαις, 〈τὰ πολυειδῆ〉 ἑνοειδῶς καὶ τὰ γιγνόμενα ἀγενήτως καὶ τὰ ἐνδεχόμενα ἀναγκαίως καὶ τὰ
15μεριστὰ ἀμερίστως συλλαβών· καὶ γὰρ χρόνος καὶ τόπος ἅμα οὐρανῷ γέγονεν. ὁ τοίνυν τοῦ παντὸς δημιουργὸς ἀχρόνως καὶ ἀδιαστάτως τῶν πάντων ἐν ἑαυτῷ τὰς ἀρχὰς ἱδρύσατο. δεῖ δὴ οὖν καὶ τὸν δημιουργικὸν θεσμὸν τάξιν νοερὰν διὰ πάντων διήκουσαν καὶ πᾶσι παροῦσαν ἀκωλύτως καὶ πάντα
20φρουροῦσαν ἀχράντως ὑποτίθεσθαι τῷ θείῳ θεσμῷ συνεχο‐ μένην· ἔχει γάρ, οἶμαι, τι καὶ τοῦ νόμου πλέον ὁ θεσμός, καθ’ ὅσον καὶ ὁ θεὸς τοῦ νοῦ κρείττων νοῦ μὲν γὰρ δια‐ νομὴν εἶναί φαμεν τὸν νόμον, θείαν δὲ τάξιν καὶ ὅρον ἑνοειδῆ τὸν θεσμόν. ταῦτα μὲν περὶ τούτων. Ἐπὶ δὲ τὴν
25λέξιν χωρήσαντες ἐκεῖνο πρῶτον πιέσωμεν, ὅτι πάντας τοὺς εἱμαρμένους νόμους διὰ τῆς δεκάδος περιέλαβε, διότι καὶ συμφυής ἐστιν ἡ δεκὰς πρὸς τὴν δημιουργικὴν αἰτίαν· †ἤγουν καὶ ὅσα ἀγαθὰ τῷ παντὶ κόσμῳ δέδωκεν ὁ δημιουρ‐ γός, εἰς τοῦτον τελοῦντα τὸν ἀριθμόν, ὄντα τὰ πάντα δέκα·
30καὶ γάρ ἐστιν ἡ δεκὰς κοσμική, καθάπερ ὁ ὕμνος ὁ Πυθ‐
αγόρειος λέγει,
in Ti
.

3

.

302

πανδεχέα, πρέσβειραν αὐτὴν καλῶν, ὅρον περὶ
πᾶσι τιθεῖσα
ν, ἄτροπον, ἀκαμάτην· δεκάδα κλείουσί μιν ἁγνήν. εἰσὶν οὖν καὶ οἱ νόμοι οἱ περὶ τῶν ψυχῶν οἱ εἱμαρμένοι
5πάντες οἱ εἰρημένοι δέκα· δεῖ σπαρῆναι τὰς ψυχάς. δεῖ μίαν εἶναι πάσαις κάθοδον κοινὴν ἐν ἑκάστῃ περιόδῳ. δεῖ κατιοῦσαν ἐν τῇ πρώτῃ γενέσει τὴν ψυχὴν εἰς τὸ θεοσεβὲς κατιέναι ζῷον. δεῖ τὴν κατιοῦσαν εἰς ἀνθρωπίνην φύσιν εἰς ἀνδρὸς ἰέναι πρῶτον γονήν. δεῖ τὴν ἐν σώματι ψυχὴν
10μεριστὰς φῦσαι καὶ ἐνύλους ζωάς. δεῖ τὴν μὲν κρατοῦσαν τῆς ἐνύλου ζωῆς δικαίαν εἶναι, τὴν δὲ κρατουμένην ὑπ’ αὐτῆς ἄδικον. δεῖ τὸν δίκαιον εἰς τὸ σύννομον ἄστρον ἀνατρέχειν. δεῖ τὸν ἁμαρτόντα κατιέναι πάλιν εἰς γυναικὸς φύσιν ἐν δευτέρᾳ γενέσει. δεῖ τὸν ἐν τῇ δευτέρᾳ γενέσει
15σφαλέντα κατὰ τὴν τρίτην ἀπόστασιν εἰς θήρειον μεταβάλλειν φύσιν. καὶ ἐπὶ πᾶσι νόμος δημιουργικὸς δέκατος· μία σω‐ τηρία τῆς ψυχῆς, παύουσα τὸν κύκλον τῆς ἐν τῇ γενέσει τῆσ πλάνης, ἡ πρὸς τὴν ταὐτοῦ καὶ ὁμοίου περίοδον ἀνάγουσα ζωή. πάντες δὴ οὖν οἱ εἰρημένοι νόμοι, διὰ τῆς
20δεκάδος περιληφθέντες, διότι τὴν δεκάδα καὶ τῷ δημιουργῷ προσοικειοῦσι καὶ τῇ εἱμαρμένῃ Πυθαγορείων παῖδες, ἐν‐ εσπάρησαν ταῖς ψυχαῖς, ἵνα δὴ καὶ ἑαυτὰς ἄγωσι (καὶ γὰρ οἱ θεοὶ βούλονται τῶν αὐτοκινήτων ἄρχειν ὡς αὐτοκινήτων ὄντων), καὶ ἵνα τῶν ἔπειτα κακῶν αὐταὶ ἑαυταῖς ὦσιν αἴ‐
25τιαι καὶ ὁ δημιουργὸς ἀναίτιος· εἰ γὰρ μὴ προειλήφεσαν τοὺς εἱμαρμένους νόμους, εἰ μὲν ἀεὶ κρείττους ἦσαν εἱμαρμένης, οὐκ ἂν κατῆλθον εἰς γένεσιν, εἰ δὲ ποτὲ ὑπ’ αὐτὴν ἐγένοντο, ποίαν ἂν ἔσχον αὗται τῶν ἁμαρτημάτων αἰτίαν, οὐ προ‐ μαθοῦσαι τὴν ἐπ’ αὐτοῖς ποινὴν τεταγμένην; ἵν’ οὖν ἀναί‐
30τιος ᾖ τῶν ἁμαρτημάτων ὁ θεός, ἐν ταῖς οὐσίαις αὐτῶν
ἀπέθετο τοὺς εἱμαρμένους νόμους. τὴν ἄρα τῶν κακῶν
in Ti
.

3

.

303

φύσιν οὔτε ἐπὶ τὸ θεῖον ἀνενεκτέον (ἀναίτιος γὰρ αὐτῶν ὁ τὸν κόσμον ὅλον ποιήσας εἴρηται ἐν τούτοις, καὶ οὐ μόνον ἐν τούτοις ὁ δημιουργὸς οὕτως, ἀλλὰ καὶ ὁ ἐν Πολι‐ τείᾳ [X 617 DE] προφήτης ὁ τὸ κήρυγμα τῆς Λαχέσεως
5κηρύττων αἰτία, φησίν, ἑλομένου· θεὸς ἀναίτιος· ὥστ’ οὔτε προαίτιος οὔθ’ ὅλως αἴτιος τῶν κακῶν ὁ θεός, ἀλλ’ ἀναίτιος· ‘ἠβουλήθη γὰρ μηδὲν εἶναι φαῦλον κατὰ δύ‐ ναμιν‘, ὡς εἴρηται καὶ ἐν τοῖς ἔμπροσθεν [30 A] οὔτ’ οὖν ἐπὶ 〈τὸ〉 θεῖον ἀνενεκτέον τὸ κακὸν οὔτε ἄναρχον αὐτὸ
10ῥητέον (ἄναρχον γὰρ ὂν ἀκόσμητον ἔσται καὶ ἀόριστον καὶ τὴν ὅλην δημιουργίαν λυμαινόμενον· τί γὰρ αὐτὸ κοσμῆσαι δυνή‐ σεται, μηδεμίαν ἔχον ἐν τοῖς οὖσιν ἀρχήν;) οὔτε ἀρχὴν μὲν αὐτῷ δοτέον, ὁλικὴν δὲ ταύτην (οὐδὲν γὰρ τῶν ὅλων ἐστὶ κακίας δεκτικόν, ἀλλὰ πάντα τὰ ὅλα τὴν αὐτὴν ἀεὶ διατηρεῖ
15φύσιν ἄχραντον καὶ ἀκάκωτον). δῆλον ἄρα, ὡς ἀπὸ μερικῆς ἀρχῆς ὑφέστηκε τὸ κακόν. καὶ ἀπὸ ταύτης πῶς; ἆρα κατὰ προηγουμένην ὑπόστασιν; οὐδαμῶς· τὰ γὰρ οὕτως ὑποστάντα ὥρισται καὶ τέλος ἔχει καὶ κατὰ φύσιν ἐστὶ τῷ γεννήσαντι. κατὰ παρυπόστασιν ἄρα τὸ κακὸν ἐμφύεται ταῖς ψυχαῖς, ἢ
20κατὰ συμμετρίαν, ἢ κατὰ σύμμιξιν, ἢ ἄλλως ὁπωσοῦν· ὃ δὴ καὶ ὁ Πλάτων εἰδὼς εἶπε τὸ ἵνα τῆς ἔπειτα εἴη κακίας ἀναίτιος· τὸ γὰρ ἔπειτα τὴν ἐπεισοδιώδη τῆς κακίας ὑπό‐ στασιν δηλοῖ καὶ τὴν ἀλλοτρίαν καὶ ἔξωθεν ἐμφυομένην. ἀλλὰ τίς ‘ἡ διαθεσμοθέτησισ‘; περὶ γὰρ κακῶν εἴρηται καὶ
25ἔμπροσθεν [I p. 374 ss]. ἦ τὴν μίαν ἐν τῷ δημιουργῷ περι‐ οχὴν σημαίνει τῶν εἰρημένων ἁπάντων νόμων· ὁ γὰρ θεσμὸς ἁπάντων ἐστὶ νόμων περιεκτικός· ὁ μὲν ἐν τῇ Ἀδραστείᾳ καὶ τῶν Κρονίων καὶ τῶν Διίων καὶ τῶν εἱμαρμένων, ὁ δὲ ἐν τῷ δημιουργῷ τῶν ἐγκοσμίων, συνεκτικὸς αὐτῶν ὑπάρχων
30καὶ ὑποστατικός. ἡ δὲ μετὰ τῆς προθέσεως ἐκφώνησις τὴν διὰ πάντων διήκουσαν ἐπικράτειαν τοῦ θεσμοῦ τούτου ση‐
μαίνει καὶ τὴν ἄχρι τῶν ἐσχάτων διεξιοῦσαν πρόνοιαν.
in Ti
.

3

.

304

Ἔσπειρε τοὺς μὲν εἰς γῆν, τοὺς δὲ εἰς σελήνην, τοὺς δὲ εἰς τὰ ἄλλα ὅσα χρόνου ὄργανα [42 D]. Τὴν σπορὰν τῶν ψυχῶν ταύτην οὔτε κατὰ τύχην οἰ‐ ητέον γίνεσθαι (ποῦ γὰρ ἐν τοῖς ἀεὶ ὡσαύτως ἔχουσι τὸ
5ἀόριστον παρεμπίπτειν δυνατόν;), οὔτε ψιλὴν αὐτὴν εἶναι τοῦ γεννήσαντος διανομήν (οὐ γάρ ἐστιν ἑτεροκίνητα τὰ σπειρόμενα οὔτε ἀπροαίρετα), ἀλλ’ ἄνωθεν μὲν ἐπιτελεῖσθαι κατὰ τὸν δημιουργικὸν νοῦν, συντρέχειν δὲ καὶ τὴν αὐτῶν τῶν ψυχῶν βούλησιν· ἑκάστη γὰρ τὴν οἰκείαν τάξιν καὶ
10γιγνώσκει καὶ αἱρεῖται καὶ ἑαυτὴν καὶ τὸ ὄχημα τὸ ἑαυτῆς προσιδρύει ταῖς οἰκείαις μοίραις τοῦ παντός, οὔτε ἡ αὐτὴ οὖσα τοῖς θεοῖς, περὶ οὓς σπείρεται, καθάπερ φασί τινες τῷ ὅλῳ ταυτὸν ποιοῦντες τὸ μέρος (συγχεῖται γὰρ οὕτως ἡ τῶν ἡγουμένων καὶ τῶν ἑπομένων τάξις, καὶ τῶν ἀκη‐
15ράτων ψυχῶν καὶ τῶν μὴ τοιούτων ἡ διακόσμησις ἀναι‐ ρεῖται), οὔτε ἀλλοτρίαις ἑαυτὴν συνάπτουσα μερίσιν ἣ μὲν ἄλλαις, ἣ δὲ ἄλλαις τοῦ παντός (ἡ γὰρ οὐσιώδης ὁμοιότης προηγεῖται τῆς τοιαύτης σπορᾶς). τί γὰρ ἄν τις καὶ αἰτιά‐ σαιτο ταύτης τῆς διαιρέσεως; ἆρ’ ὅτι τὰς μερικὰς ἔδει ψυ‐
20χὰς ἀσυντάκτους εἶναι πρὸς τὰς ὅλας καὶ τὰ ὀχήματα αὐ‐ τῶν ἀπεσχίσθαι τῶν ὅλων περιφορῶν; ἀλλὰ τοῦτο ἀδύνατον· ἕπεται γὰρ πανταχοῦ τὰ μέρη τοῖς ὅλοις. ἀλλ’ ὅτι διάφοροι πρὸς ἀλλήλας αἱ ψυχαί; καὶ πῶς ὅλως διήνεγκαν ἀλλήλων ἐν εἴδεσιν ἀύλοις ὑφεστῶσαι; ἀλλ’ ὅτι διαφέρουσι μὲν ἀλλή‐
25λων, οὐ κατὰ τὰ προηγούμενα δὲ μέτρα τῶν ψυχῶν τῶν θείων διεκρίθησαν; καὶ πῶς ἡ ἄνοδος αὐταῖς καὶ ἡ τελεί‐ ωσις δι’ αὐτῶν ἐφῆκε; πάντη ἄρα φήσομεν τὴν σπορὰν ταύτην κατὰ νοῦν θεῖον ἀφορίζεσθαι καὶ τέλειον. καὶ τοῦτο μὲν οὕτως ἡμῖν διωρίσθω. Τῶν δὲ καθ’ ἕκαστα τὴν θεω‐
30ρίαν ἐφεξῆς συνάπτωμεν. προηγεῖται δὴ πάσης τῆς ἄλλης
in Ti
.

3

.

305

δημιουργίας τῶν νέων θεῶν ἡ σπορὰ τῶν ψυχῶν μετὰ τῶν ὀχημάτων περὶ αὐτούς· δεῖ γὰρ μὴ μόνον ὡς ψυχὰς ἡγε‐ μόνας ἔχειν, ἀλλὰ καὶ ὡς ἐγκοσμίους καὶ ὡς ζῷα λαχούσας διοικεῖν ὑποτάττεσθαί τισι τῶν θείων περιφορῶν. ἐμφαίνει
5δὲ καὶ δι’ αὐτοῦ τοῦ ὀνόματος ἡ σπορὰ τὴν μεριστὴν δια‐ κλήρωσιν τῶν ὀχημάτων καὶ τὴν ἐν ἀφανεῖ περιεχομένην δύναμιν πασῶν τῶν μερικῶν ψυχῶν ἐν ταῖς ὅλαις καὶ τὴν γόνιμον τῶν θείων σωμάτων ἐνέργειαν, καθ’ ἣν ἀπὸ τῆς ἑαυτῶν ζωῆς πληροῦσι τὰ ὀχήματα τὰ μερικὰ τῆς ἑαυτῶν
10ἰδιότητος· καὶ γὰρ τὰ σπειρόμενα προσλαμβάνοντά τί 〈ἐστι〉 πάντως ἐκ τῆς ὑποκειμένης αὐτοῖς γῆς. ὥστε τοῦτο μὲν ἐκ τῶν εἰρημένων ἁπάντων δῆλον γίγνεσθαι πρῶτον, ὡς οὐ γίγνεται σπορὰ περὶ τὴν τοῦ παντὸς ψυχήν· οὐ γὰρ δεῖ τὴν περὶ ταύτην σπορὰν ἀντιδιαιρεῖν ταῖς ἄλλαις οὐδὲ τὸν
15ὅλον κόσμον τοῖς αὑτοῦ μορίοις· καὶ γὰρ εἰ δυνατὸν μὲν ὅλην περίοδον τοῦ σφετέρου θεοῦ μένειν ἄνω τὴν μερικὴν ψυχήν, μὴ δυνατὸν δὲ ὅλην περίοδον τοῦ παντὸς ἄνω μένειν αὐτήν, ὡς εἴρηται πρότερον, ἀδύνατον περὶ τὴν τοῦ παντὸς ψυχὴν σπορὰν γεγονέναι ψυχῶν· ἀλλ’ αὕτη
20μὲν ὡς μονὰς ἐν τῷ κόσμῳ τέτακται (συντεταγμένη γάρ ἐστι μονὰς τῶν ἐγκοσμίων ψυχῶν), περὶ δὲ αὐτὴν προῆλθεν ἀριθμὸς τῶν θείων ψυχῶν κατανειμάμενος αὐτῆς τὰς δυνά‐ μεις· ἐφ’ ἑκάστῳ γὰρ τῶν θείων σωμάτων δύναμις ἐφέστηκε τῆς ὅλης ψυχῆς. περὶ δὲ τὸν ἀριθμὸν τοῦτον τὰ κρείττονα
25ἡμῶν γένη καὶ αἱ μερικαὶ ψυχαὶ διῄρηνται τὴν ὀπαδῶν ἔχουσαι τάξιν. δεύτερον δὲ τὸ καὶ ἐν τοῖς ὑπὸ σελήνην καθ’ ἕκαστον στοιχεῖον ψυχῶν γεγονέναι σπορὰν καὶ ἐν ταῖς οὐρανίαις σφαίραις καὶ τοῖς ἄστροις. εἴρηται δὲ πρό‐ τερον [p. 301 ss], περὶ τίνα γέγονεν ἡ νομὴ τῶν ψυχῶν·
30ὥστε καὶ ἡ σπορὰ περὶ τὰ ὀχήματα ἐκείνων· συντελεῖ γὰρ
πάντα περὶ τὴν τοῦ χρόνου γένεσιν, τὰ μὲν καθ’ ἑαυτά, τὰ
in Ti
.

3

.

306

δὲ μετὰ τῶν ὅλων, ὥσπερ τὰ ἄστρα, καὶ ἔστι πάντα ὄργανα χρόνου· καὶ γὰρ πάντες οἱ ἀπλανεῖς καὶ πᾶς ἐγκόσμιος θεὸς κινούμενοι κατὰ κύκλον πάντως ἔχουσι περιοδικοὺς χρόνους, καθ’ οὓς ὁ πᾶς μετρεῖται χρόνος τοῦ κοσμικοῦ
5βίου, καὶ κοινὰς ἔχουσι πρὸς ἐκεῖνον καὶ πρὸς ἀλλήλους ἀποκαταστάσεις. αὐτὸς δὲ τούτων μόνων ἐμνημόνευσεν, ὧν εἶχεν ἐκ τῆς αἰσθήσεως τοὺς ἀποκαταστατικοὺς χρόνους, διε‐ λὼν δὲ τὸν κόσμον εἴς τε οὐρανὸν καὶ γένεσιν παρέλαβεν ἀφ’ ἑκατέρου τὸ ἔσχατον κατὰ τὴν θέσιν, σελήνην καὶ γῆν,
10καὶ ἠρκέσθη τούτοις, διότι περὶ τῆς τῶν ἐσχάτων ἦν ψυχῶν διαιρέσεως ὁ λόγος καὶ περὶ τῆς τῶν μερικωτάτων ὀχημάτων σπορᾶς, ἃ καὶ μεταβάλλειν πέφυκε καὶ πελάζειν τοῖς παχυ‐ τάτοις τῶν ὄγκων καὶ δύνειν κατ’ αὐτῶν. τρίτον δὲ ἐπὶ τούτοις κἀκεῖνο γιγνώσκειν ἄξιον, ὅτι σπείρεται ὀχήματα καὶ
15περὶ τοὺς ἀπλανεῖς ἀστέρας· πᾶσα γὰρ τοῦ κόσμου μερὶς πλήρης ἐστὶ ψυχῶν μερικῶν ὑπεστρωμένων τοῖς διαζωσαμέ‐ νοις αὐτὴν θεοῖς καὶ συνεπομένη τοῖς ἐξημμένοις αὐτῶν δαίμοσιν. εἰ δὲ ὑπὲρ τὴν Κρονίαν σφαῖραν γίγνεταί τι τῶν μερικῶν τούτων σωμάτων ἢ πάντα ἐν ταῖς πλανω‐
20μέναις ἐστὶ κατ’ οἰκειότητα τεταγμένα τῶν ἀπλανῶν ἄστρων, ἐπιστάσεως ἄξιον· ἐπεὶ καὶ αὐτῶν τῶν πλανωμένων ἄλλους πρὸς ἄλλα τῶν ζῳδίων ᾠκειῶσθαί φασιν οἱ ταῦτα δεινοί. θαυμαστὸν οὖν οὐδέν, εἰ ἐν ταῖς πλανωμέναις ὄντα τὰ τῶν ψυχῶν ὀχήματα συμπεριάγοιτο τὰ μὲν ἄλλοις, τὰ δὲ ἄλλοις
25τῶν ἀπλανῶν ἀστέρων· εὐλογώτερον γὰρ τοῦτο μᾶλλον ἄν τις δόξειεν, ἢ καὶ ὑπὲρ τὴν Κρονίαν αὐτὰ σφαῖραν ποιεῖν· τῇ γὰρ ποικιλίᾳ τῆς ζωῆς καὶ τῇ εἰς γένεσιν ῥοπῇ καὶ τῇ συμμίκτῳ φύσει τῶν κυκλοφορουμένων καὶ τῶν εὐθυπο‐ ρούντων οἰκειότερος οὗτος ὁ τόπος. κάλλιον δὲ λέγειν, ὅτι
30καὶ περὶ τοὺς ἀπλανεῖς γίνεται σπορὰ τῶν ὀχημάτων, καὶ ὅτι ἄνεισι καὶ μέχρι τῆς σφαίρας ἐκείνης τὰ κεκαθαρμένα
καὶ ἀστροειδῆ καὶ εὔλυτα, ζωὴν ἁπλῆν ἔχοντα καὶ κίνησιν
in Ti
.

3

.

307

τὴν περὶ νοῦν καὶ φρόνησιν, ἑπόμενα τῇ ταὐτοῦ περιόδῳ· γελοῖον γὰρ ἢ τῆς περὶ ἐκεῖνα νεμηθείσης ψυχῆς περὶ ἄλλο γεγονέναι τὴν σποράν (ὡς γὰρ ἡ ψυχὴ πρὸς τὴν ψυχήν, οὕτω καὶ τὸ ὄχημα τῷ ὀχήματι συμμιγές), ἢ τὴν σπαρεῖσαν
5ἐκεῖ μὴ καὶ ἀνιέναι μέχρις ἐκείνων, πανταχοῦ τῶν μερῶν πρὸς τὰ ὅλα ἐπειγομένων, ὅταν ἔχῃ κατὰ φύσιν, καὶ φερο‐ μένων ἐπ’ αὐτά, εἰ μὴ τύχοι διαλυθέντα ὑπὸ τῶν ἀλλοτρίων, δι’ ὧν φέρεται πρὸς αὐτά, τῶν ψυχικῶν ὀχημάτων ἀλύτων ὄντων καὶ ἀθανάτων διὰ τὴν ἀπὸ τοῦ ἑνὸς δημιουργοῦ γέ‐
10νεσιν. ταῦτά τε οὖν μᾶλλον ἐγκριτέα, συμβαίνοντα τοῖς περὶ τῆς νομῆς καὶ τῆς σπορᾶς ὑπ’ αὐτοῦ διατεταγμένοις, ἀμφοῖν περὶ τοῦ δημιουργοῦ γενομέναιν, καὶ ὡς, ἐπειδὴ τῶν ψυχῶν ἐστι μετὰ τῶν ὀχημάτων ἡ σπορὰ καὶ οὐ μόνων τῶν ψυ‐ χῶν, ὡς ἡ νομὴ πρότερον, εἰκότως εἶπε τοὺς μὲν εἰς γῆν,
15τοὺς δὲ εἰς σελήνην σπαρῆναι ἐνδεικνύμενος, ὡς ἑκάστη τούτων τῶν ψυχῶν ἤδη ἄνθρωπός ἐστι καὶ ὁ πρῶτος ἄν‐ θρωπος, κἀνταῦθα τοῦ ὁρισμοῦ κρατοῦντος, ὡς ἄρα ἄνθρω‐ πός ἐστι ψυχὴ σώματι χρωμένη ἀθάνατος ἀθανάτῳ, ὃν καὶ χωρίσαι δεῖ τοῦ θνητοῦ παντός, ἵνα γένηται ὃς ἦν πρὸ τῆς
20εἰς γένεσιν πτώσεως. ἀνθρώπους ἤδη ὄντας σπείρων, ἀλλ’ οὐ ψυχὰς εἰκότως εἴρηται τοὺς μὲν εἰς γῆν σπείρειν, τοὺς δὲ εἰς σελήνην. ταῦτά τε οὖν συννοητέα μετὰ τῶν ἔμπροσθεν καὶ ὅτι οὐδέποτ’ ἂν ὑπερκόσμια γένοιτο, οὐδὲ καθ’ οὕς εἰσιν ἐπέκεινα τῶν ἀπλανῶν ἄλλαι σφαῖραι, εἰ
25καὶ τὰ ἀκρότατα καὶ τὰ ἁπλούστατα τῶν ὀχημάτων μετέχει τῆς αἰθερίας αὐγῆς. ἄλλη δὲ ἡ νομὴ τῆς σπορᾶς· ἣ μὲν γάρ ἐστι μόνων τῶν ψυχῶν, ἣ δὲ μετὰ τῶν ὀχημάτων. διὸ καὶ ἐκεῖ μὲν εἶπεν [41 D]· ἔνειμεν ἑκάστην πρὸς ἕκα‐ στον, ἐνταῦθα δέ· ἔσπειρε τοὺς μὲν εἰς γῆν, τοὺς δὲ
30εἰς σελήνην, ὡς ἤδη τὸν ἀνθρώπειον λόγον αὐτῶν προ‐ βαλλουσῶν· καὶ γὰρ ἐκεῖ ὁ ἄνθρωπός ἐστι ψυχὴ σώματι
χρωμένη, κἀκεῖνος ὁ ἄνθρωπος ἀίδιος. ἄλλης δ’ οὖν ἑκα‐
in Ti
.

3

.

308

τέρας οὔσης καὶ τῆς μὲν εἰς τὰ ἄστρα γεγονέναι ῥηθείσης, τῆς δὲ εἰς τὰ ὄργανα τοῦ χρόνου, δόξειεν ἂν εἰς ἄλλα καὶ ἄλλα ἑκατέρα γενέσθαι· οὔτε γὰρ ἡ γῆ ἄστρον, ὥστ’ οὐκ ἂν εἴη νομὴ περὶ αὐτήν, οὔτε τὰ ἀπλανῆ ὄργανα εἴρηται
5χρόνου, ὥστ’ οὐκ ἂν εἴη σπορὰ περὶ αὐτά, μόνα δὲ τὰ πλανώμενα καὶ ἄστρα ἐστὶ καὶ ὄργανα χρόνου, ὥστε περὶ ταῦτα ἄμφω, καὶ ἡ νομὴ καὶ ἡ σπορά. ὅτι δὲ ἄτοπον μὴ εἶναι περὶ ταῦτα ἄμφω δῆλον· εἰ γὰρ ὁ δημιουργὸς καὶ ὃ νέμει καὶ ὃ σπείρει, κατ’ οὐσίαν ἄμφω ταῖς ψυχαῖς ὑπάρχει,
10καὶ εἰ τοῦτο, δεῖ περὶ ταὐτὸν ἄμφω, ἵνα καὶ ἡ ἀποκατά‐ στασις εἰς ἓν ᾖ πάσης καὶ μὴ εἰς τὸ σύννομον ἄστρον ἀποκαταστᾶσα διὰ τὴν νομὴν εἰς ἄλλο ἀναγκάζηται ἀπο‐ καθίστασθαι διὰ τὴν εἰς ἐκεῖνο σποράν· οἰκεῖον γὰρ τὸ σπειρόμενόν ἐστι τῷ περὶ ὃ ἔσπαρται κατ’ οὐσίαν. εἰ δὴ
15ταῦτα ἀληθῆ, καὶ τὴν γῆν ἄστρον τι ῥητέον, οὐ κατὰ τὸν φαινόμενον ὄγκον, ἀλλὰ κατὰ τὸ αἰθέριον αὐτῆς ὄχημα ἀστρο‐ ειδὲς 〈ὄν〉 (ὅπου καὶ τὸ ἡμέτερον τοιοῦτόν ἐστι), καὶ τοὺς ἀπλανεῖς συναπεργάζεσθαι χρόνον· εἴρηται γὰρ ἤδη τὸ αἴτιον, διὸ τὰ πλανώμενα μόνα συναπεργάζεσθαι χρό‐
20νον εἶπε [38 E]. κἀκεῖνα οὖν, καθ’ ὅσον ἔχει περιόδους, εἰ καὶ ἀγνώστους ἡμῖν, πάντως μετρεῖ τὸν ὅλον χρόνον, ἄλλα ἄλλως· οὐ γὰρ ἡ αὐτὴ πάντων ἀποκατάστασις· ἀλλ’ ἐκ τῆς αἰσθήσεως οὐδὲν ἔχομεν τῆς περιφορᾶς αὐτῶν ὡς τῶν πλανωμένων τεκμήριον. πᾶσαι οὖν τοῦ κόσμου μερίδες
25ὑπεδέξαντο μερικὰς ψυχὰς ἐσπαρμένας καὶ πᾶς ἐγκόσμιος θεὸς ἀγελάρχης ἐστὶ ψυχῶν μερικῶν καὶ νεμηθεισῶν καὶ ἐσπαρμένων περὶ αὐτὸν κατὰ τὸν νοῦν τὸν δημιουργικόν. ὁ δὲ Πλάτων τὴν μὲν εἶπεν ἰδίως περὶ τὰ ἄστρα γενέσθαι, τὴν δὲ περὶ τὰ ἔσχατα τῶν ὅλων σελήνην καὶ γῆν, ἐνδεικνύ‐
30μενος τὴν ἑκατέρων ἀξίαν, ὡς τῆς μὲν θειοτέρας οὔσης (ἀσώματος γάρ), τῆς δὲ καταδεεστέρας (μετὰ σωμάτων γὰρ ἡ σπορά). τούτων δὲ ἔνδειξις ἡ ἀποδιάληψις τῶν τε τῆς
νομῆς καὶ τῆς σπορᾶς προηγουμένων αἰτίων, ἑκατέρας εἰς
in Ti
.

3

.

309

ταῦτα γενομένης, δηλοῦσα τὴν πρὸς ἀλλήλας αὐτῶν δια‐ φοράν. κἂν ᾖ τοίνυν νομὴ ψυχῆς περὶ γῆν, ἀλλ’ ἔστι καθ’ ὅσον ἔχει τι ἀστροειδὲς ἡ γῆ καὶ ἀσώματον, κἂν ᾖ σπορὰ περὶ ἄστρον, ἀλλὰ καθ’ ὅσον ἔχει τι τῇ γῇ οἰκεῖον· τοῦτο
5δέ ἐστι σωματικόν. καὶ δὴ καὶ ἐπὶ τῆς σπορᾶς παρείληπται γῆ καὶ σελήνη διὰ τὴν πρὸς ἀλλήλας οἰκειότητα· κοινὸν γὰρ αὐταῖς τὸ σκιὰν ποιεῖν, καὶ ὅπερ ἐν τοῖς ὅλοις ἡ γῆ, τοῦτο ἐν τοῖς οὐρανίοις ἡ σελήνη· ὥστε καὶ ἀποκατάστασις εἴη ἂν εἰς τὴν γῆν τῶν εἰς αὐτὴν σπαρέντων καὶ λήξεις ἐν
10αὐτῇ. εἰ δὲ ἐν Φαίδρῳ [249 A] τὰς ἀμείνους τῶν λήξεων οὐρανίας εἶπε, τὰς δὲ ἐσχάτας ὑπὸ γῆν, οὐ θαυμαστόν· τὰς γὰρ ἄκρας μόνως εἰπεῖν ἠθέλησε, μήτε ἀερίων μνησθεὶς λήξεων εὐμοίρων μήτε χθονίων. διὸ καὶ τῶν ἐσχάτων μεμνη‐ μένος οὐχ ἁπλῶς εἶπεν αὐτὰς χθονίας, ἀλλ’ ἐκ τῶν ὑπὸ
15γῆς δικαστηρίων ἐδήλωσεν, ἄλλων οὐσῶν τῶν θείων ἐν γῇ λήξεων, καθόσον καὶ αὕτη θεός, καὶ τῶν κολαστικῶν. τὴν δ’ οὖν νομὴν καὶ σποράν, ὥσπερ εἴρηται, διακριτέον· μά‐ λιστα γὰρ ἡ σπορὰ σωματικοῖς προσήκει τισίν, ἡ δὲ νομὴ διαφερόντως ἀσωμάτοις, κατ’ εἶδος οὖσα διάκρισις, ἀλλ’ οὐχὶ
20θέσις ἄλλων ἐν ἄλλοις ὡς ἡ σπορά. ἐπειδὴ δὲ εἴπομεν τὸ τοὺς μὲν εἰς γῆν, τοὺς δὲ εἰς σελήνην ὡς ἐπὶ ἀν‐ θρώπους τὴν ἀναφορὰν ἔχειν, ὅτι μὲν οἶδεν ὁ Πλάτων ἄν‐ θρωπον ὄντα τὴν ἀθάνατον ψυχὴν τῷ ἀθανάτῳ ὀχήματι χρωμένην, ἐκ τοῦ Πολιτικοῦ [271C ss] ληπτέον (ἐκεῖ γὰρ
25εἶπεν εἶναι τὰς ψυχὰς ‘ἀνθρώπουσ‘ ἐν τῇ Κρονίᾳ περιόδῳ, καθ’ ἣν ζῇ μόνον τὸ ἀθάνατον ἡμῶν), ὅτι δὲ καὶ ἄλλον οἶδεν ἄνθρωπον τὴν ψυχὴν τὴν τῷ μέσῳ χρωμένην ὀχήματι ἐκ τοῦ Φαίδωνος [111A ss], ὅπου φησὶν ἐπ’ ἄκρας τῆς γῆς οἰκεῖν ‘ἀνθρώπουσ‘ πολυχρονιωτέρους τῶν τῇδε ἀνθρώ‐
30πων. ἀλλὰ μὴν καὶ τὸν μετὰ τοῦδε τοῦ σώματος ἔσχατον ἄνθρωπον οἶδε καὶ πανταχοῦ ψυχὴ κατ’ αὐτόν ἐστιν ὁ ἄν‐
θρωπος σώματι χρωμένη, ἀλλ’ ἢ τῷ ἀθανάτῳ ἢ τῷ δευτέρῳ
in Ti
.

3

.

310

ἢ τῷ συνθέτῳ, καὶ προστιθέντες τὴν διαφορὰν τοῦ σώματος καὶ τοῦ χρωμένου ἕξομεν ὁρίζεσθαι τὸν ἄνθρωπον. Τὸ δὲ μετὰ τὸν σπόρον τοῖς νέοις παραδέδωκε θεοῖς [42 D].
5 Τίς μὲν ὁ σπόρος καὶ ὅθεν προσγίνεται ταῖς ψυχαῖς καὶ ὡς ἕτερος οὗτός ἐστι παρὰ τὴν διανομὴν καὶ ὅτι τῆς μεριστῆς οὕτω δημιουργίας ἴδιον, πολλάκις ὑπέμνησται διὰ τῶν εἰρημένων. τίνες δὲ οἱ νέοι θεοί, νυνὶ ῥητέον· ὅτι μὲν γὰρ οἱ ἐγκόσμιοι θεοὶ νέοι προσαγορεύονται, δῆλον. ἐοίκασι
10δὲ οὕτω κεκλῆσθαι παρὰ τοῦ Πλάτωνος ἢ πρὸς τὸ πρεσβεῖον παραβαλλόμενοι τῆς ἀφανοῦς δημιουργίας καὶ τὴν ὑπεροχὴν τῆς ἐν ἐκείνῃ δυνάμεως καὶ τὴν τελειότητα τῆς νοήσεως (τὸ γὰρ νοερώτερον παρὰ τοῖς θεοῖς πρεσβύτερον· ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδει,
15φησὶν Ὅμηρος [Ν 355]). ἢ διότι τὴν γένεσιν ἀεὶ νέαν ποιοῦσι καὶ γηρῶσαν αὐτὴν καὶ ἀσθενοῦσαν διὰ τὴν ὑπο‐ κειμένην φύσιν πάλιν ἀνακαλοῦνται πρὸς τὸ κατὰ φύσιν, τῇ ἑαυτῶν κινήσει λόγων παντοίων καὶ δυνάμεων ἀπορροίας εἰς αὐτὴν καταπέμποντες καὶ ἀεὶ νέαν αὐτὴν ἀπεργαζόμενοι.
20 ἢ διότι νοερὰς ἔχοντες ἑαυτῶν ἐξημμένας οὐσίας τῇ νοή‐ σει διαιωνίως ἀκμάζουσιν· οἰνοχοεῖ γοῦν αὐτοῖς ἡ Ἥβη, καὶ πίνοντες τὸ νέκταρ, φασὶν οἱ ποιηταί [Hom. Δ 2 ss], καὶ τὸν ὅλον αἰσθητὸν κόσμον ὁρῶσιν· ἀτρέπτοις οὖν καὶ ἀκλινέσι νοήσεσι χρώμενοι πληροῦσι τὰ πάντα τῆς ἑαυτῶν
25δημιουργικῆς προνοίας. ἢ καὶ ὅτι σύνεστιν αὐτοῖς Κουρη‐ τικὴ θεότης, τῇ μὲν νοήσει τὸ ἄχραντον ἐπιλάμπουσα, τῇ δὲ κινήσει τὸ ἀκαμπές, ἀμείλικτον δὲ ὅλοις αὐτοῖς χορηγοῦσα δύναμιν, δι’ ἣν ἑαυτῶν ὄντες τὰ ὅλα ποδηγετοῦσιν. ἢ τό γε πάντων ἀληθέστατον, ὅτι καὶ ἡ μονὰς αὐτῶν νέος κα‐
30λεῖται θεός· τὸν γὰρ Διόνυσον οἱ θεολόγοι [frg. 191] ταύτῃ τῇ προσηγορίᾳ κεκλήκασιν, ὃ δέ ἐστι πάσης τῆς δευ‐
τέρας δημιουργίας μονάς· ὁ γὰρ Ζεὺς βασιλέα τίθησιν αὐτὸν
in Ti
.

3

.

311

ἁπάντων τῶν ἐγκοσμίων θεῶν καὶ πρωτίστας αὐτῷ νέμει τιμάς,
καίπερ ἐόντι νέῳ καὶ νηπίῳ εἰλαπιναστῇ. διὰ δὴ τοῦτο καὶ τὸν Ἥλιον νέον θεὸν εἰώθασι καλεῖν (καὶ
5νέος ἐφ’ ἡμέρῃ Ἥλιος, φησὶν Ἡράκλειτος [frg. 6D.]), ὡς Διονυσιακῆς μετέχοντα δυνάμεως. ἢ τό γε ταῖς Πλα‐ τωνικαῖς ἀρχαῖς οἰκειότατον, καὶ ὅτι σώματα αὐτῶν ἐξῆπται γένεσιν ἔχοντα, καὶ οὐκ ἐν αἰῶνι τὴν ὕπαρξιν ἔλαχον, ἀλλὰ κατὰ τὸν ὅλον χρόνον. νέοι οὖν εἰσιν οὐχ ὡς ἀρξάμενοί
10ποτε εἶναι, ἀλλ’ ὡς ἀειγένητοι καί, ὡς εἴρηται πρότερον, ἐν τῷ ποτὲ εἶναι ὑφεστῶτες. πᾶν γὰρ τὸ γιγνόμενον ὅσον ἴσχει τοῦ εἶναι, ποτὲ ἴσχει καὶ οὐχ ὁμοῦ πᾶν, οὐδὲ τὴν ἀπειρίαν ὅλην παροῦσαν, ἀλλ’ ἀεὶ χορηγουμένην. οὕτως οὖν νέοι λέγονται, ὡς τῷ χρόνῳ συμπαρατεινομένην λαχόντες τὴν
15ὑπόστασιν καὶ ἀεὶ γιγνόμενοι καὶ ἐπισκευαστὴν ἀθανα‐ σίαν ἔχοντες. Σώματα πλάττειν θνητ, τό τε ἐπίλοιπον, ὅσον ἔτι ἦν ψυχῆς ἀνθρωπίνης προσγενέσθαι δέον, τοῦτο καὶ πάνθ’ ὅσα ἀκόλουθα ἐκείνοις ἀπεργασαμένους
20ἄρχειν [42 DE]. Ἡ μὲν παράδοσις τῆς δημιουργίας δυνάμεών ἐστι δημι‐ ουργικῶν μετάδοσις καὶ ἀπογέννησις ἐξῃρημένη πάντων, ὧν ἡ δευτέρα δημιουργία ποιεῖ προσεχῶς, καὶ πρόοδος τῆς ποιή‐ σεως ἀπὸ τοῦ ἀφανοῦς εἰς τὸ ἐμφανὲς καὶ διαίρεσις τῆς
25ἑνοειδοῦς δυνάμεως εἰς τὴν πληθυομένην προστασίαν τοῦ κόσμου. ἡ δὲ τῶν σωμάτων πλάσις ἀφομοιοῖ τοὺς νέους θεοὺς τῇ δημιουργίᾳ τῇ ἀφανεῖ (καὶ γὰρ ἐκείνη τῶν ὅλων ἦν αἰτία σωμάτων. ὥσπερ οὗτοι τῶν μερικῶν) μετὰ τοῦ καὶ τὴν ὕφεσιν συνεμφαίνειν· οὐ γάρ εἰσι σώματος οὗτοι ποιη‐
30τικοὶ καὶ πλάσται (τούτου γὰρ ὁ δημιουργὸς αἴτιος), ἀλλὰ σωμάτων μερικῶν, ἃ τοιάδε σώματά ἐστι, διὸ τὸ μὲν σῶμα
ἁπλῶς ἀγένητον ὡς ἀπὸ χρόνου καὶ ἄφθαρτον, ὥσπερ καὶ
in Ti
.

3

.

312

Ἀριστοτέλει δοκεῖ (κενὸν γὰρ ἔσται, εἰ γίγνοιτο σῶμα ἐξ οὐ σώματος), τὸ δὲ τοιονδὶ σῶμα φθαρτόν, καὶ οὐδὲ τοῦτο σύμπαν, ἀλλὰ τὸ μερικόν· τὰ γὰρ ὅλα στοιχεῖα παρὰ τῆς ὅλης δημιουργίας ὑφέστηκεν. ἡ δὲ τῆς λοιπῆς ψυχῆς τοῦ
5ἀνθρώπου προσάρτησις ἀφομοιοῖ τοὺς ἐγκοσμίους τῇ πατρικῇ δυνάμει· τὸ γὰρ ζωὴν ἀπογεννᾶν ἐστι πατρός· ἐπεὶ καὶ ὁ πρῶτος πατὴρ καὶ ζωῆς αἴτιος καὶ πᾶς πατήρ, ὁ μὲν νοητὸς τῆς νοητῆς, ὁ δὲ νοερὸς τῆς νοερᾶς, ὁ δὲ ὑπερκόσμιος τῆς ὑπὲρ τὸν κόσμον, ὥστε καὶ ἐγκόσμιοι πατέρες εἰσὶν οἱ τὴν
10σωματικὴν ἀπογεννῶντες ζωήν. ἡ δὲ τῶν ἀκολούθων τού‐ τοις δημιουργία τὴν τῶν ζῴων τῶν μερικῶν παράγει φύσιν· ἐκ γὰρ ψυχῆς καὶ σώματος τὸ μερικόν ἐστι τοῦτο ζῷον, ὃ προσήρτηται τῇ ἀθανάτῳ ψυχῇ. πρὸς δὲ τοῦτο καὶ ἡ τῶν ἄλλων βλέπει δημιουργία· τοῦ γὰρ ὅλου χάριν ἀπογεννᾶται
15καὶ τὰ μέρη. καὶ μὴν καὶ ἡ ἀρχὴ τὴν προνοητικὴν τῶν θεῶν ἐπιστασίαν καὶ τὴν συνεκτικὴν δύναμιν καὶ τὰς φρου‐ ρητικὰς ἀνεγείρει περιοχάς· ἄνευ γὰρ τούτων τάχιστα ἂν εἰς τὸ μὴ ὂν οἴχοιτο καὶ τὰ πεπλασμένα σώματα καὶ τὸ θνητὸν εἶδος τῆς ζωῆς. πρὶν οὖν καὶ γένηται ταῦτα, φύλακας αὐ‐
20τῶν καὶ σωτῆρας τοὺς ἄρχοντας ἀποτελεῖ θεούς. εἰσὶν οὖν ἐν τοῖς νέοις θεοῖς καὶ δημιουργικαὶ δυνάμεις, καθ’ ἃς εἰ‐ δοποιοῦσι τὰ γιγνόμενα, καὶ ζῳογόνοι, καθ’ ἃς τὴν δευτέραν ὑφιστᾶσι ζωήν, καὶ τελεσιουργοί, δι’ ὧν τὸ ἐλλεῖπον ἀνα‐ πληροῦσι τῆς γενέσεως, καὶ ἄλλαι τούτων πλείους ἀπεριή‐
25γητοι ταῖς ἡμετέραις ἐπινοίαις. Καὶ κατὰ δύναμιν ὅτι κάλλιστα καὶ ἄριστα τὸ θνητὸν διακυβερνᾶν ζῷον, , τι μὴ κακῶν ἑαυτῷ γίγνοιτο αἴτιον [42 E]. Τῆς μὲν παραδόσεως τοῦ ἑνὸς δημιουργοῦ τοῖς νέοις
30θεοῖς τρεῖς εἶναι τοὺς καλλίστους ὅρους οἰητέον, τὴν τοῦ παραδιδόντος ἀγαθοειδῆ βούλησιν, τὴν τῶν παραδεχομένων τελείαν δύναμιν, τὴν πρὸς ἄλληλα τούτων ἀμφοτέρων συμ‐
μετρίαν. τῆς δὲ αὐτῶν τῶν νέων θεῶν δημιουργικῆς ποιή‐
in Ti
.

3

.

313

σεως τρία πάλιν τὰ μέγιστα στοιχεῖα καταθεατέον, τὴν πρὸς τἀγαθὸν ἀναγωγήν, τὴν πρὸς τὸ νοητὸν κάλλος ἐπιστροφήν, τὴν ἀπόλυτον δύναμιν καὶ πάντων κρατεῖν τῶν διοικουμένων ἱκανήν· ὥσπερ γὰρ αὐτὸς ὁ Φάνης 〈ὁ〉 τῶν ὅλων δημι‐
5ουργὸς τὸν σύμπαντα κόσμον κάλλιστον καὶ ἄριστον εἰς δύ‐ ναμιν ἀπέφηνεν, οὕτω δὴ βούλεται καὶ τοὺς δευτέρους δημι‐ ουργοὺς κάλλιστα καὶ ἄριστα τὸ θνητὸν διακυβερνᾶν ζῷον, κάλλος μὲν αὐτοῖς ἀπὸ τῶν νοητῶν ἐποχετεύων, ἀγαθοειδοῦς δὲ δυνάμεως ἀποπληρῶν αὐτοὺς καὶ βουλήσεως,
10οἵαν καὶ αὐτὸς ἔχων τὸν ὅλον ἐδημιούργησε κόσμον· οὕτω γὰρ ἂν καὶ ἡ γένεσις μετάσχοι κάλλους καὶ ἀγαθότητος ὡς πέφυκεν, εἰ οἱ συνέχοντες αὐτὴν θεοὶ τῷ καλῷ καὶ τῷ ἀγαθῷ διαπρέποντες κοσμοῖεν αὐτήν. εἰ δὲ τοιαύτην ἔχουσι καὶ οἱ δεύτεροι δημιουργοὶ φύσιν, οὐδὲν κακὸν οὐδὲ παρὰ
15φύσιν ἀπὸ τῶν οὐρανίων γίγνεται θεῶν, οὐδὲ χρὴ ταύτῃ διαιρεῖν τοὺς ἐν οὐρανῷ θεούς, ὡς οἱ πολλοὶ λέγουσιν, οὐδ’ ἔστι θεῶν ὄντων ὃ μὲν ἀγαθουργός, ὃ δὲ κακοποιός, ἀλλὰ τῶν κακῶν ἑαυτῷ τὸ θνητὸν ζῷον αἴτιον· κακὸν γὰρ ὄντως ἐστὶν οὐ νόσος οὐδὲ πενία οὐδὲ ἄλλο τοιοῦτον οὐδέν, ἀλλὰ
20πονηρία ψυχῆς καὶ ἀκολασία καὶ δειλία καὶ ἡ ξύμπασα κακία. τούτων δὲ ἡμεῖς ἑαυτοῖς αἴτιοι· κἂν γὰρ παρ’ ἄλλων εἰς ταῦτα συνωθούμενοι πάσχωμεν κακῶς, ἀλλὰ δι’ ἑαυτοὺς πάλιν· κύριοι γάρ ἐσμεν τοῖς ἀγαθοῖς ὁμιλεῖν καὶ χωρίζεσθαι τῶν κακῶν. οὐκ ἄρα κατὰ Πλάτωνα τῶν θεῶν οἰησόμεθα
25τοὺς μὲν κακοποιούς, τοὺς δὲ ἀγαθοποιούς, ἀλλὰ πάντας ἀγαθῶν τοῖς θνητοῖς πάντων ὧν δύνανται δέξασθαι χορη‐ γούς, οὐδὲ γίγνεσθαι ἐκεῖθεν τὰ ὄντως κακά, ἀλλὰ σημαί‐ νεσθαι μόνον, ὡς καὶ ἔμπροσθεν εἴρηται [40 CD], φό‐ βους καὶ σημεῖα προτεινόντων τοῖς ὁρᾶν δυναμένοις καὶ
30ἀναγιγνώσκειν τὰ ἐν τῷ παντὶ γράμματα, ὅσα καὶ οἷα κινού‐ μενοι γράφουσιν οἱ τῶν θνητῶν πλάσται τοῖς ἑαυτῶν σχη‐
ματισμοῖς, κἂν γίνηται δέ τι τῶν λεγομένων κακῶν ἐκεῖθεν,
in Ti
.

3

.

314

οἷον δειλός τις ἢ ἀκόλαστος ἐκ τῆς τῶν οὐρανίων κινή‐ σεως, ἄλλως ἐκείνων δρώντων ἄλλως μετέχεσθαι ὑπὸ τῶν ψυχῶν· καὶ γὰρ νοῦ, φησὶν ὁ Πλωτῖνος, ἀπόρροια γί‐ νεται πανουργία, τοῦ δεξαμένου κακῶς ὑποδεξαμένου τὴν
5ἀπόρροιαν, καὶ φιλοκάλου ζωῆς δόσις ἀκολασία, διὰ τὴν ὁμοίαν αἰτίαν, καὶ ὅλως ἀγαθοειδῶς ἐκείνων ποιούντων τὸν ἐναντίον τρόπον ὑπὸ τῶν τῇδε μετέχονται αἱ ἐκεί‐ νων δόσεις, ὥστ’ οὐκ αἰτιατέον τῶν κακῶν τοὺς διδόντας ἀγαθοειδῶς διδόντας, ἀλλὰ τοὺς δεχομένους παρατρέποντας
10τὰς δόσεις ταῖς ἑαυτῶν ἀνεπιτηδειότησι. ταῦτα καὶ ὁ παρ’ Ὁμήρῳ [α 32 ss] Ζεὺς αἰτιᾶται τὰς ψυχάς, ὡς μάτην αἰ‐ τιωμένας θεούς, αὐτὰς δὲ ἑαυταῖς αἰτίας τῶν κακῶν· θεοὶ γὰρ ἀγαθῶν εἰσι χορηγοὶ καὶ νοῦ καὶ ζωῆς ἀποπληρωταί, κακοῦ δὲ οὐδενός· ὅπου γὰρ οὐδὲ ἡ μερικὴ φύσις αἰτία τῷ
15ἑαυτῆς γεννήματι κακοῦ (τὸ γοῦν παρὰ φύσιν αὐτὸ τοῦτο, ὃ λέγεται, παρὰ φύσιν ἔσται καὶ οὐ κατὰ φύσιν), τί χρὴ οἴεσθαι περὶ αὐτῶν τῶν θεῶν; οὐ πολλῷ μᾶλλον ἐκείνους ἀγαθῶν αἰτίους εἶναι τοῖς ἑαυτῶν δημιουργήμασι; καὶ πῶς οὐ πολλῷ μᾶλλον παρ’ οἷς ἡ δύναμις, παρ’ οἷς ἡ αὐτοτελὴς
20φύσις, παρ’ οἷς ἡ σύμπασα ἀγαθότης, οἷς ἐναντίον ἐστὶ τὸ κακόν; ἀδύναμον γὰρ καὶ ἀτελὲς καὶ ἀμέτρητόν ἐστι κατὰ τὴν αὑτοῦ φύσιν. Καὶ ὁ μὲν δὴ ταῦτα πάντα διατάξας ἔμενεν ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει [42 E].
25 Πανταχοῦ μετὰ τὴν πολλὴν διέξοδον τῶν λόγων ἐν συμπεράσμασι καὶ συγκεφαλαιώσεσι περιλαμβάνει τὸ πλῆθος τῶν λόγων· οἶδε γάρ, ὅτι καὶ ἐν τῷ δημιουργῷ τὸ πλῆθος τῶν νοήσεων μία περιείληφε νόησις καὶ τὰς πολλὰς δυνά‐ μεις μία συνέχει δύναμις, καὶ τὰς διῃρημένας αἰτίας ἡ μο‐
30νοειδὴς αἰτία συνάγει πρὸς μίαν ἕνωσιν. καὶ τὸ διαθεσμο‐
θετήσας οὖν πάντα αὐτοῖς ταῦτα [42 D] καὶ τὸ ὁ μὲν
in Ti
.

3

.

315

δὴ ταῦτα πάντα διατάξας ἐπάγει τὴν διωρισμένην ἐνέρ‐ γειαν τοῦ δημιουργοῦ πρὸς τὴν ἡνωμένην αἰτίαν. ἔτι δὲ τὸ μὲν πάντα τὸ συμπεπληρωμένον τοῖς οἰκείοις ἅπασιν ὅροις δηλοῖ, τὸ δὲ διατάξας τὴν δι’ ὅλων τῶν ὄντων διή‐
5κουσαν τάξιν, ἣν ὁ δημιουργὸς ἐπέθηκε τοῖς τε ἐγκοσμίοις θεοῖς καὶ ταῖς μερικαῖς ψυχαῖς, τοὺς μὲν δημιουργοὺς ἀπο‐ φήνας, ταῖς δὲ τοὺς εἱμαρμένους νόμους ἐγγράψας. καὶ μὴν καὶ τὸ ἔμενεν οὐ τὴν στάσιν δηλοῖ καὶ τὴν ἀπαρέγ‐ κλιτον νόησιν, ἀλλὰ τὴν ἵδρυσιν τὴν ἐν τῷ ἑνί· κατὰ γὰρ
10ταύτην ἐξῄρηται τῶν ὅλων καὶ κεχώρισται καὶ τῶν νοούντων αὐτῶν. ἡ δὲ ἵδρυσις αὕτη διαιώνιός ἐστι καὶ ἀεὶ ὡσαύτως ἑστῶσα. ταῦτα οὖν ἐνδείκνυται καὶ τὸ ‘ἦθοσ‘ καὶ τὸ κατὰ τρόπον, τὸ μὲν ταὐτότητα τῆς μονῆς, τὸ δὲ τὴν ἰδιότητα τῆς δημιουργικῆς μονῆς ἐμφαῖνον· ὁ γὰρ ‘τρόποσ‘ τῆς ἰδιό‐
15τητός ἐστι σημαντικός· ἄλλο γὰρ τὸ συνοχικῶς μένειν, ἄλλο τὸ ἀτρέπτως, ἄλλο τὸ δημιουργικῶς. Μένοντος δὲ νοήσαντες οἱ παῖδες τὴν τοῦ πα‐ τρὸς τάξιν ἐπείθοντο αὐτῇ [42 E]. Ὅταν ὁ δημιουργὸς λέγῃ, τότε ἀκροατῶν ἔχουσι τάξιν
20οἱ νέοι θεοί, καὶ ὅταν ἐκεῖνος νοῇ, τότε μανθάνουσιν οὗτοι· διανοητικὴ γὰρ ἡ μάθησις. ὅταν δὲ ἐκεῖνος μένῃ κατ’ αὐ‐ τὴν τὴν ἕνωσιν, νοοῦσιν οἱ παῖδες· ἀεὶ γὰρ τὴν ὑφειμένην δέχονται πρὸς αὐτὸν τάξιν, καὶ ὡς μὲν πληρούμενοι παρ’ αὐτοῦ σῴζουσι τὴν τῶν ἀκουόντων πρὸς αὐτὸν ἀναλογίαν,
25ὡς δὲ ἀνελίττοντες αὐτοῦ τὴν μίαν δύναμιν, τὴν τῶν μαν‐ θανόντων (καὶ γὰρ ὁ μανθάνων ἀνελίττει τὸν τοῦ διδάσκον‐ τος νοῦν), ὡς δὲ ἐκθεούμενοι παρ’ αὐτοῦ, τὴν τῶν νοούν‐ των (καὶ γὰρ ὁ νοῦς ἔνθεος γίνεται τῇ πρὸς τὸ ἓν συναφῇ). μένοντος οὖν τοῦ πατρὸς εἰκότως νοοῦσιν οἱ παῖδες· εἰσὶ
30γὰρ δὴ νόες ὑπὸ ψυχῶν μετεχόμενοι θείων σώμασιν ἀχράν‐
in Ti
.

3

.

316

τοις ἐποχουμένων. νοοῦσι δὲ τὴν τοῦ πατρὸς τάξιν τὴν πρὸ τῶν τεταγμένων ἐν αὐτῷ προϋπάρχουσαν, καθ’ ἣν καὶ πάντα ἤδη γέγονεν. ὃ γὰρ εἶπε περὶ τῆς μονάδος τῶν νέων θεῶν ὁ Ὀρφεύς [frg. 192]·
5 κραῖνε μὲν οὖν Ζεὺς πάντα πατήρ, Βάκχος δ
ἐπέκραιν
ε, τοῦτο καὶ περὶ τῶν νέων θεῶν ῥητέον, ὅτι δὴ τὴν δημι‐ ουργίαν ἐπιτελοῦσι τοῦ πατρός, ἣν ἐκεῖνος αὐτῷ τῷ νοεῖν ὑπέστησεν, ὥσπερ δή φησι καὶ τὸ λόγιον [or. chald. 46]·
10 ταῦτα πατὴρ ἐνόησε, βροτὸς δέ οἱ ἐψύχωτο. καὶ πέπλασται οὖν τὰ θνητὰ καὶ ἐψύχωται κατ’ αὐτὴν μό‐ νην τὴν δημιουργικὴν νόησιν. οἱ δὲ νέοι θεοὶ τὴν ὁλικὴν ἐκείνου ποίησιν ἐκφαίνουσι διὰ τῆς ἑαυτῶν ἐκφανοῦς δημι‐ ουργίας ἐχόμενοι τῆς δημιουργικῆς μονάδος.
15 Καὶ λαβόντες ἀρχὴν ἀθάνατον θνητοῦ ζῴου, μιμούμενοι τὸν σφέτερον δημιουργόν, πυρὸς καὶ γῆς ὕδατός τε καὶ ἀέρος ἀπὸ τοῦ κόσμου δανειζό‐ μενοι μόρια, ὡς ἀποδοθησόμενα πάλιν, εἰς ταὐτὸν τὰ λαμβανόμενα συνεκόλλων, οὐ τοῖς ἀλύτοις οἷς
20αὐτοὶ συνείχοντο δεσμοῖς [42 E 43 A]. Τὴν μὲν διάκρισιν τῆς δευτέρας δημιουργίας ἀπὸ τῆς προτέρας διὰ πολλῶν ὁ Πλάτων ἡμῖν ῥημάτων καὶ βαθέων ἐνεδείξατο· εἰ γὰρ ὃ μὲν διέταξεν, οἳ δὲ ἕπονται τοῖς ἐκεί‐ νου προστάγμασιν, ὃ μὲν αὐτεπιτακτικῶς αἴτιός ἐστι τῶν
25γινομένων, οἳ δὲ ὑπ’ ἐκείνου κινούμενοι τὸν ὅρον ἐκεῖθεν ὑποδεξάμενοι τῆς ὅλης ποιήσεως, καὶ εἰ ὃ μὲν ἐν ἑαυτῷ μένει, κινοῦνται δὲ οὗτοι περὶ αὐτόν, δῆλον, ὅτι διαιωνίως μὲν ἐκεῖνος αἴτιός ἐστι τῶν κατὰ χρόνον ὑφισταμένων, οὗτοι δὲ πληρούμενοι παρ’ αὐτοῦ κατὰ τὸν ὅλον ἐνεργοῦσι χρόνον,
30καὶ εἰ ἐκεῖνος 〈μὲν〉 ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει
τελέως ἵδρυσεν ἑαυτόν, οἳ δὲ ἀπ’ αὐτοῦ προελθόντες τὴν
in Ti
.

3

.

317

ἡνωμένην αὐτοῦ καὶ ἄρρητον ταύτην διάθεσιν ἐκφαίνουσι, τὰ δεύτερα μέτρα τῆς ποιήσεως οὗτοι παρ’ ἐκείνου κομίζον‐ ται. καὶ μὴν καὶ ὃ μὲν πατρικὴν ἔχειν ἀξίαν λέγεται, οἳ δὲ ἐκείνου προσαγορεύονται παῖδες ὡς ἂν τὴν γόνιμον ἐκεί‐
5νου δύναμιν καὶ τὴν ἀγαθότητα τὴν ἑνιαίαν ἀποτυπούμενοι, καὶ ὃ μὲν ὡς παραδιδοὺς ἀπὸ ὑψηλοῦ τὰς ἀρχὰς τῆς δημι‐ ουργίας ἀνυμνεῖται, οἳ δὲ ὡς παραλαμβάνοντες ἀρχὴν ἀθά‐ νατον συντελοῦσαν εἰς τὴν διακόσμησιν τῶν θνητῶν, καὶ ὃ μὲν τῆς τῶν ἀιδίων ζῳογονίας ἔχειν λέγεται τὴν πηγήν,
10οἳ δὲ τῆς τῶν θνητοειδῶν ζῴων ὑποστάσεως αἴτιοι, καὶ ὃ μὲν ἑαυτὸν παράδειγμα προτείνει τοῖς πολλοῖς θεοῖς, οἳ δὲ μιμεῖσθαι λέγονται τὸν δημιουργικὸν νοῦν, καὶ ὃ μὲν αὐτὸν τὸν ὅλον κόσμον καὶ τὰ πληρώματα παράγειν εἴρηται τοῦ παντός, οἳ δὲ δανείζεσθαι μόρια τῶν τοῦ πατρὸς δημιουργη‐
15μάτων εἰς τὴν τῶν οἰκείων ἔργων ἀπεργασίαν, καὶ ὃ μὲν ἀσωμάτοις πάσαις χρῆσθαι δυνάμεσιν, οἳ δὲ καὶ σωματικαῖς, καὶ ὃ μὲν ἀλύτων εἶναι δεσμῶν ὑποστάτης, οἳ δὲ λυτῶν, καὶ ὃ μὲν πρεσβυτέραν τῶν ἑνουμένων ἐνίστασθαι τὴν ἕνω‐ σιν, οἳ δὲ ἐπεισοδιώδη καὶ ὑστερογενῆ ταύτην ἐπάγειν τοῖς
20ἐκ πολλῶν καὶ ἐναντίων συνεστῶσι, καὶ ὃ μὲν ἀμερίστως πάντα ποιεῖν, οἳ δὲ μετὰ διαιρέσεως εἰς μικροὺς καὶ ἀορά‐ τους γόμφους τὴν ὑπόστασιν τῶν θνητῶν κατακερματίζοντες. τὴν μὲν οὖν διάκρισιν τῶν δύο δημιουργιῶν ἐκ τούτων ληπτέον. τὴν δὲ ἕνωσιν καὶ τὴν συναφὴν ἐκ τῶν ἐκκει‐
25μένων ῥημάτων θεατέον· ἐνταῦθα γὰρ συναφὴ γίνεται τῆς δευτέρας δημιουργίας πρὸς τὴν προτέραν καὶ τῆς ἐμφανοῦς ποιήσεως πρὸς τὴν ἀφανῆ καὶ τῆς διῃρημένης πρὸς τὴν μοναδικήν. ἀνάγκη δὴ οὖν τὰ πεζότατα τῆς προτέρας καὶ ἀφανοῦς εἰς ταὐτὸν ἰέναι ταῖς ἀρχαῖς τῆς δευτέρας· οὕτω
30γὰρ καὶ ὁ οὐρανὸς συνάπτει πρὸς τὴν γένεσιν, τῆς μὲν πεζοτάτης τῶν οὐρανίων ἀρχὴν μεταβολῆς ἐμφανιζούσης, τῆς
δὲ ἀκροτάτης τῶν ὑπὸ σελήνην οὐσίας τῷ οὐρανῷ συγκινου‐
in Ti
.

3

.

318

μένης. κἀνταῦθα τοίνυν ἡ λογικὴ ψυχὴ συνάπτεται πρὸς τὸ θνητὸν εἶδος τῆς ζωῆς, ἡ πεζοτάτη καὶ μερικωτάτη τῶν ἀπὸ τοῦ πατρὸς παρηγμένων πρὸς τὸ ἀκρότατον τῶν ὑπὸ τοῖς νέοις θεοῖς ἀπογεννωμένων· παράγουσι γὰρ ὡς μὲν
5πατέρες τινὲς τὰς ζωάς, ὡς δὲ δημιουργοὶ τὰ σώματα, καὶ μιμοῦνται τὸν μὲν Ἥφαιστον τῇ σωματουργίᾳ, τὴν δὲ Ἥραν τῇ ζωοποιίᾳ, δι’ ἀμφοῖν δὲ τὸν ὅλον δημιουργόν· καὶ γὰρ ὁ ποιητὴς οὗτος καὶ πατήρ. αὐτοὶ δὲ τὸ σῶμα πλάττουσιν ἀπὸ τῶν ὅλων δανειζόμενοι μόρια· πανταχοῦ γὰρ ἀπὸ
10τῶν ὁλοτήτων τοῖς μέρεσιν ἡ σύστασις, ἀλλ’ ὅταν μὲν αἱ ὁλότητες ὦσιν ἀσώματοι, μένουσιν ἀνελάττωτοι τῶν μερῶν ὑφισταμένων, ὅταν δὲ σωματικαί, τὰ μέρη γιγνόμενα ἀπ’ αὐτῶν ἐλαττοῖ τὰ ὅλα· διόπερ ἀεὶ μὲν ἀφαιρέσεως γιγνο‐ μένης, τῶν δὲ μερῶν ἀεὶ μενόντων οἰχήσεται τὰ ὅλα, καὶ
15οὕτως οὐδὲ γένεσις ἔσται ἔτι καὶ τὰ ἔργα τῆς προτέρας δημιουργίας ἀφανῆ πάντα ἔσται διὰ τὴν δευτέραν, ὃ μηδὲ θέμις εἰπεῖν. ἵν’ οὖν μηδὲν τοιοῦτον ἐν τῷ παντὶ γένοιτο, τὰ συντεθέντα μέρη διαλύεται πάλιν καὶ ἀναπλοῦται εἰς τὰ ὅλα, καὶ ἡ ἄλλου γένεσις ἄλλου φθορά ἐστιν, ἡ δὲ ἄλλου
20φθορὰ γένεσις ἄλλου, ἵνα καὶ γένεσις ἀεὶ μένῃ καὶ φθορά· γενέσεώς τε γὰρ μόνον οὔσης στήσεταί ποτε ἡ γένεσις ἐκ πεπερασμένων γιγνομένη δαπανηθέντων ἐκείνων καὶ φθορᾶς μόν〈ον〉 οὔσης στήσεται ἡ φθορὰ πάντων ἀπολομένων. εἰ ἄρα δεῖ εἶναι τὸ ἕτερον, ἔσται καὶ τὸ λοιπόν. πάντα ἄρα τὰ ἀπὸ
25τῆς δευτέρας δημιουργίας γιγνόμενα καὶ σύνθετά ἐστι καὶ λυτά, καὶ ἀπὸ χρόνου συστάντα καὶ ἐν χρόνῳ λύεται πάλιν. εἰκότως ἄρα οἱ νέοι θεοὶ δανείζονται μόρια τὰ πάλιν ἀπο‐ δοθησόμενα, δανείζονται δὲ παρὰ τοῦ πατρός (ὃ γὰρ δανεί‐ ζονται, τὸ πῦρ ἐστι καὶ ἡ γῆ καὶ τὸ ὕδωρ καὶ ὁ ἀήρ) καὶ
30ἀποδιδόασι πάλιν τῷ πατρί· βούλεται γοῦν ἐκεῖνος τὰ ὅλα διαμένειν, ἅπερ ἀπεγέννησε καὶ ἔταξεν αὐτός. ταῦτα μὲν
οὖν περὶ τῆς συμπάσης εἰρήσθω τῶν νέων θεῶν δημιουρ‐
in Ti
.

3

.

319

γίας. Ἐπισκεπτέον δὲ καὶ τὰ καθ’ ἕκαστα τῶν τοῦ Τιμαίου ῥημάτων. τὸ μὲν οὖν λαβόντες ἐνδείκνυται, ὅπως ὑπο‐ δέχονται τὴν ἀθάνατον ψυχὴν οἱ νέοι θεοὶ κατιοῦσαν μετὰ τοῦ πρώτου ὀχήματος (τὸ γὰρ πᾶν ἐκάλεσεν ἀρχὴν ἀθάνα‐
5τον), καὶ ὅπως πανταχοῦ προνοεῖται τὸ ἡμέτερον ὑπὸ θεῶν, ἄνω μὲν ὑπὸ τοῦ πατρός, κάτω δὲ ὑπὸ τῶν παίδων, εἰ χρὴ διῃρημένως λέγειν· ζῇ γὰρ ὁτὲ μὲν Διίως, ὁτὲ δὲ Διο‐ νυσιακῶς, ἐν κατατάξει δὲ Τιτανικῶς. τὸ δὲ ἀρχὴν οὐχ ἁπλῶς δηλοῖ τὸ ἐν τῇ τοῦ ἀνθρώπου συστάσει πρῶτον, ἀλλὰ
10τὸ ἡγεμονικὸν καὶ κρατητικὸν τῶν δευτέρων· τοῦτο γὰρ τὸ κατὰ φύσιν καὶ ἐπὶ τούτῳ παράγεται ὑπὸ τῶν θεῶν. ὥσπερ οὖν τὴν τοῦ παντὸς ψυχὴν ὡς ἄρξουσαν ὁ· δημιουργὸς ὑπέστησε τοῦ σώματος, οὕτω καὶ οἱ πολλοὶ δημιουργοὶ τὴν ἡμετέραν ψυχὴν ἀρχὴν ἐν τῷ θνητῷ ζῴῳ κατέστησαν. εἰ
15δὲ ἡμεῖς μὴ ἄρχομεν, οὐ τὸ τάξαν αἴτιον, ἀλλ’ ἡ τοῦ ταχθέντος ῥᾳθυμία. τὸ δὲ ἀθάνατον πᾶσαν περιλαμβάνει τὴν σύστασιν, ἣν ὁ δημιουργὸς ὑπέστησε, τήν τε ἐν τᾷ ὀχήματι καὶ αὐτὴν τὴν λογικὴν οὐσίαν, ἣν σπείρας ὅλην καὶ ὑπαρξάμενος ὁ πατὴρ ἀπετέλεσε. τὸ δὲ αὖ θνητοῦ
20ζῴου καὶ ζῳογόνους αὐτοὺς ἀποφαίνει καὶ δημιουργικούς, ἀλλὰ μετὰ κινήσεως ἑκάτερον, ἵνα καὶ θνητὰ ᾖ τὰ δημι‐ ουργήματα αὐτῶν. καὶ μὴν καὶ τὸ ‘μιμεῖσθαι τὸν δημι‐ ουργὸν‘ οἰκείως εἴρηται· σωματουργοῦντες γὰρ ἀπομιμοῦν‐ ται τὸ δημιουργικὸν τοῦ πατρός, καὶ ὥσπερ ἐκεῖνος ὑπέ‐
25στησεν ὅλον τὸ πᾶν ἐκ τῶν ὅλων στοιχείων, οὕτω καὶ οὗτοι μερικὰ σώματα πλάττουσιν ἀπὸ μερικῶν σωμάτων, ἵνα μετὰ τῆς μιμήσεως ἡ ὕφεσις σῴζηται καὶ δημιουργοὶ μένωσιν, ἀλλὰ τῆς μερικῆς δημιουργίας. τὸ δὲ ‘δανείζεσθαι‘ δηλοῖ τὸ μᾶλλον εἶναι τῶν ὅλων καὶ τὰ ἐν ἡμῖν, ἤπερ ἡμῶν. εἰ
30δὲ τοῦτο, τί λυποῦνται ἄνθρωποι φθειρόμενοι; τί δὲ δεινὸν ἡ λύσις; πῶς δὲ οὐκ ἀγαθόν, εἰ τὸ πᾶν ἀπολαμβάνει τὰ
οἰκεῖα; καὶ γὰρ ὅτι ταῦτα τῷ παντὶ μᾶλλον οἰκεῖα, ῥᾴδιον
in Ti
.

3

.

320

συνιδεῖν· οἱ γὰρ τόποι πάντων τούτων ἐν τοῖς ὅλοις εἰσίν, ἀλλ’ οὐκ ἐν ἡμῖν. τὸ δὲ ‘εἰς ταὐτὸν τὰ λαμβανόμενα συγκολλᾶν‘ καὶ ὑστερογενῆ καὶ ἐπεισοδιώδη τὴν ἐν τοῖς θνητοῖς ἕνωσιν ἀποφαίνει· ἐν μὲν γὰρ τῷ παντὶ τὸ ὅλον
5προηγεῖται τῶν μερῶν καὶ τὸ ἓν τοῦ πλήθους. ἐνταῦθα δὲ τὰ πολλὰ καὶ διῃρημένα κατὰ φύσιν συγκολλᾶται, βίαιον τὴν ἕνωσιν καὶ ἐπισκευαστὴν καταδεχόμενα· διὸ καὶ οἱ δε‐ σμοὶ αὐτῶν λυτοί, τῶν δὲ ὅλων ἄλυτοι, τῆς ἑνώσεως ἐκεῖ κρατούσης τοῦ πλήθους.
10 Ἀλλὰ διὰ σμικρότητα ἀοράτοις, πυκνοῖς γόμφοις συντήκοντες, ἓν ἐξ ἁπάντων ἀπεργαζόμενοι σῶμα ἕκαστον, τὰς τῆς ἀθανάτου ψυχῆς περιόδους ἐνέ‐ δουν εἰς ἐπίρρυτον σῶμα καὶ ἀπόρρυτον [43 A]. Ὅτι μὲν καὶ ἐν τούτοις, ὡς ἔμπροσθεν ἐκ τῶν στοι‐
15χείων πρῶτον ὄχημα, τὸ σῶμα ὑφίστησι, δῆλον, ὅτι οὐδὲ ἐκεῖνο ἄλυτον, ἅτε ἐξ ἀποδοθησομένων γεγονός. ὅτι δὲ ἑνὸς ὄντος ἐκείνου τοῦ ὀχήματος καὶ τόδε τὸ ὀστρεῶδες ὁμοίως γίνεται ἕν, οὐκ ἄδηλον. ἀλλ’ ἐκεῖνο μὲν ἕνωσιν ἁπλουστέ‐ ραν ἔχει τῶν ἁπλῶν χιτώνων, τοῦτο δὲ ποικιλωτέραν, ἅτε
20συνθετώτερον ὄν. διὸ ἐκεῖ [42 C D] μὲν τὸν ἐκ πυρὸς καὶ ὕδατος καὶ ἀέρος καὶ γῆς ὄχλον ἄλογον ὄντα τὸ δεύτερον ὄχημα δηλοῦν ἐλέγομεν καὶ τὴν ἐν αὐτῷ ζωήν, ἐνταῦθα δέ (οὐ γὰρ ἠρκέσθη τοῖς ἁπλοῖς, ἀλλὰ προσέθηκε τὰ οἰκεῖα τοῦ ὀργανικοῦ σώματος) περὶ τούτου φαμὲν εἶναι
25τὸν λόγον· τοῦτο γὰρ οὐ δυνατὸν φάναι μόνον ἐκ τῶν ἁπλῶν εἶναι, ἀλλὰ καὶ ἐκ τῶν ὁμοιομερῶν· διὸ τὸ μόνον ἐκ τῶν ἁπλῶν ὑφεστάναι ῥηθὲν ἐκεῖ ... ὑπωπτεύσαμεν λέγεσθαι καὶ τὸν ἄλογον ὄχλον, τὴν ἀλογίαν αὐτήν, ἧς δεῖ κρατῆσαι τὸν ἐν ἡμῖν λόγον, ἰδόντες, ὅπου λέγει τοδὶ τὸ
30σῶμα, μὴ τὰ ἁπλᾶ μόνον, ἀλλὰ καὶ ἐκ τούτων παραλαβόντα 〈τὰ〉 προσεχῆ στοιχεῖα τὸν λόγον. ἀπὸ τῶν ἀτελεστέρων δ’
οὖν καὶ ἐνυλοτέρων ἀρξάμενος καὶ ποιήσας ὁμοιομερῆ καὶ ἐκ
in Ti
.

3

.

321

τούτων τὸ ὀργανικὸν καὶ ψυχῆς αὐτῷ μεταδίδωσι· δανειζό‐ μενοι μὲν γὰρ οἱ νέοι θεοὶ μόρια ἀπὸ τῶν ὅλων τὰ ἁπλᾶ ἐλάμβανον καὶ ἐποίουν τὰ ὀχήματα τῶν ἀλόγων ψυχῶν, ἃ δὴ καὶ πρότερον ἔλεγε [42 C D] τὸν ἐκ πυρὸς καὶ γῆς
5καὶ ἀέρος καὶ ὕδατος ὄχλον εἶναι θορυβώδη καὶ ἄλογον. ταῦτα δὲ κολλῶντες τὰ ὁμοιομερῆ γεννῶσιν, οἷς ἐκ τῶν τεττάρων στοιχείων ἡ σύνθεσις. πυκνοῖς δὲ γόμ‐ φοις τὰ γεννώμενα συντήκοντες τὸ ὀργανικὸν ἀποτελοῦσι· τοῦτο γάρ ἐστι τὸ δεόμενον πάντων ὡς εἰπεῖν τῶν σμικρῶν
10καὶ ἀοράτων γόμφων διὰ τὴν ἐξ ἀνομοίων σύστασιν, καὶ πολλῶν τούτων καὶ πυκνῶν διὰ τὸ εὔλυτον τῆς συνθέσεως. τοὺς μὲν οὖν πυκνοὺς καὶ ἀοράτους γόμφους λέγομεν τὰς τῶν σμικρῶν καὶ ἀοράτων στοιχείων παρενθέσεις τοῖς μεγα‐ λομερεστέροις, τὴν δὲ σύντηξιν οἰκείαν εἶναι τοῖς Ἡφαι‐
15στείοις ἔργοις, τοῦ πυρὸς ἐργαζομένου διὰ τῆς ἀραιώσεως ἐν τῇ συντήξει τὴν πάντων δι’ ἀλλήλων χώρησιν, ὡς ἐπὶ τῶν συγχωνευομένων γίνεται μετάλλων, εἰσδυομένων ἐν τῷ τήκεσθαι τῶν σμικρομερῶν εἰς τὰ μεγαλομερέστερα καὶ οὕτω τῆς συγκράσεως γινομένης. ἔστιν οὖν τὸ ἀκόλουθον, ὅτι
20τὰ λαμβανόμενα συνεκόλλων, οὐκ ἀλύτοις δεσμοῖς ἀπεργαζόμενοι σῶμα, ἀλλὰ πυκνοῖς γόμφοις συντή‐ κοντες αὐτὰ τοῖς σμικροῖς καὶ ἀοράτοις· δεῖ γὰρ καὶ τή‐ ξεως καὶ κολλήσεως εἰς τὴν γένεσιν τῶν ὁμοιομερῶν, ὧν τὴν μὲν 〈ἡ〉 ὑγρότης παρέχεται, τὴν δὲ ἡ θερμότης· τήκεται γὰρ
25τὸ πᾶν ὑπὸ πυρός, κολλᾶται δὲ ὑπὸ ὕδατος. μετὰ δ’ οὖν τὴν ἕνωσιν τῶν πολλῶν καὶ ἀνομοίων ἡ ψυχὴ παραγίγνεται, πρώτη μὲν ἡ θνητὴ πάντως (διὰ γὰρ ταύτης ἀπόρρυτον διά τε τῆς φυτικῆς καὶ τῆς αἰσθητῆς καὶ ὀρεκτικῆς ζωῆς), δευτέρα δὲ ἡ ἀθάνατος (αὕτη γὰρ οὐκ εἰς σῶμα ἁπλῶς,
30ἀλλ’ εἰς ἐπίρρυτον σῶμα καὶ ἀπόρρυτον ἐνδύεται)· καὶ ἣ μὲν ἀπογεννᾶται μετὰ τοῦ σώματος, ἣ δὲ ἐνδεῖται εἰς τὸ
σῶμα. τάξις μὲν οὖν αὕτη τῆς δημιουργίας, ἔχει δὲ εἰκότα
in Ti
.

3

.

322

λόγον· πᾶσα γὰρ ἡ γένεσις ἀπὸ ἀτελοῦς ἄρχεται καὶ ὁδῷ πρόεισιν ἐπὶ τὸ τέλειον. καὶ ἐπὶ μὲν τοῦ παντὸς ἀπὸ νοῦ καὶ ψυχῆς ἡ δημιουργία προῄει μέχρι τῶν σωμάτων (ἄχρονος γὰρ ἡ ἀπογέννησις), ἐπὶ δὲ τῶν θνητῶν ζῴων ἀπὸ σωμά‐
5των ἄρχεται ἡ γένεσις· ἔγχρονος γάρ ἐστι, πᾶν δὲ τὸ κατὰ χρόνον γιγνόμενον ἐκ τοῦ ἀτελοῦς ἄρχεται τῆς γενέσεως, ὥστε καὶ εἴ τι μὴ ἐκ τοῦ ἀτελοῦς ἄρχοιτο, τοῦτο οὐ κατὰ χρόνον γέγονεν· ὥστε τὸ πᾶν οὐ κατὰ χρόνον γέγονεν· οὐ γὰρ σῶμα πρότερον ὑπέστησεν ὁ δημιουργός, ἀλλὰ ψυχήν,
10ὡς προείρηκεν. ὃ δηλοῖ τὴν λεγομένην γένεσιν ἀγένητον ἐπ’ αὐτοῦ καὶ τὴν σύνθεσιν ἀθρόαν ὑπάρχειν. καὶ ἐπὶ μὲν τοῦ παντὸς προϋφίστατο τὸ ὅλον τῶν μερῶν καὶ τὸ ἓν τοῦ πλήθους, ἐπὶ δὲ τῶν θνητῶν τὰ πολλὰ πρὸ τοῦ ἑνὸς ἀπο‐ γεννᾶται, καὶ συντηκόμενα ταῦτα διὰ τῶν πυκνῶν γόμφων
15ἓν ἀποτελεῖ· σώματα μὲν γὰρ ἁπλᾶ συντήκεται, τὰ δὲ συν‐ τακέντα γομφοῦται, τὰ δὲ γομφωθέντα ζωοποιεῖται, τὰ δὲ ζωοποιηθέντα συναρμόζεται πρὸς τὴν ἀθάνατον ψυχήν. ἐκ δὴ τούτων κἀκεῖνο δῆλον, ὅτι τὴν εἴσκρισιν τῆς ψυχῆς κατὰ Πλάτωνα γίγνεσθαι ῥητέον ἅμα τῇ προόδῳ τοῦ βρέφους·
20τότε γὰρ τέλειόν ἐστι τὸ κύημα καὶ οὐ πρότερον· οὐ γὰρ τέλειον αὐτὸ γεγονὸς ἔνδον ἡ φύσις κατέχει μάτην. ὅταν οὖν ἓν γένηται καὶ ὅλον τὸ σῶμα, τότε ἡ ἀθάνατος ψυχὴ περὶ αὐτὸ καταδεῖται. γίγνεται δὲ ἕν, ὅταν τέλειον, τέλειον δέ, ὅταν προέλθῃ· μένον γὰρ ἄλλου μέρος ἐστίν. οὐκ ἄρα
25εἰς τὸ σπέρμα ἡ ψυχὴ ἐνδεῖται παρὰ τῶν θεῶν οὐδὲ τῷ σπέρματι συγκαταβάλλεται, καθάπερ οἴονταί τινες, ἀλλὰ ἤδη γενομένῳ τῷ σώματι συνάπτονται αὐτῆς αἱ περίοδοι· ποῦ γὰρ ἐν τῷ σπέρματι σῶμα ἕν ἐστιν ἐκ πολλῶν καὶ πυκνῶν γόμφων γεγονός; ὅταν ἄρα τέλεον ἀπεργασθῇ τὸ ὄργανον,
30τότε οἱ θεοὶ συνδέουσι τὴν χρησομένην αὐτῷ ψυχήν. ταῦτα
καὶ περὶ τούτου. περιόδους δὲ ψυχῆς λέγει τὰς ἐνερ‐
in Ti
.

3

.

323

γείας αὐτῆς τὰς εἰς τὸ ζῷον προϊούσας καὶ τὰς δυνά‐ μεις τὰς διττάς, τήν τε ταὐτοῦ καὶ θατέρου. πᾶσα ἄρα κάτεισιν ἡ ψυχὴ κατὰ Πλάτωνα· δύο γὰρ μόνους αὐτῇ δέδωκε κύκλους καὶ δύο περιόδους, καὶ ἀμφοτέρας κατή‐
5γαγεν. ὥστε, ὅπερ Πλωτῖνός φησι, νεώτερος ἂν εἴη λό‐ γος ὁ μὴ πᾶσαν αὐτὴν κατιέναι διαταττόμενος. τοῦτο μὲν οὖν τοιοῦτον. τοὺς δὲ ‘πυκνοὺς γόμφουσ‘ οἳ μὲν τὴν τῶν τριγώνων στοιχείων συνάρμοσιν ἤκουσαν, ὁ δὲ Ἰάμ‐ βλιχος τὴν τῶν φυσικῶν λόγων κοινωνίαν, ὥσπερ τὴν σύν‐
10τηξιν αὐτῶν τὴν δημιουργικὴν συνοχὴν καὶ ἕνωσιν. ἡμεῖς δὲ εἴπομεν, τίνες οἱ γόμφοι καὶ τίνες αἱ κολλήσεις καὶ τί‐ νες αἱ συντήξεις καὶ τίς ἡ διὰ τούτων πάντων τῇ φύσει προσήκουσα θεωρία. Αἱ δὲ εἰς ποταμὸν ἐνδεθεῖσαι πολὺν οὔτε ἐκρά‐
15τουν οὔτε ἐκρατοῦντο [43 A]. Τὴν ψυχὴν τῷ σώματι συνῆψεν ἀμέσως, πάντα τὰ περὶ καθόδου ψυχῆς ὑπεκτεμὼν προβλήματα, τὸν ‘προφήτην‘, τοὺς ‘κλήρουσ‘, τοὺς ‘βίουσ‘, τὰς ‘αἱρέσεισ‘. τὸν ‘δαίμονα‘, τὴν ‘ἐν τῷ πεδίῳ τῆς Λήθης κατασκήνωσιν‘, τοὺς ‘ὕπνουσ‘,
20τὸ ‘πόμα τῆς Λήθησ‘, τὰς ‘βροντὰσ‘ καὶ πάντα, ὅσα ὁ ἐν Πολιτείᾳ [X 617 DE 621 AB] μῦθος διεξῆλθεν. ἀλλ’ οὐδὲ τὰ μετὰ τὴν ἔξοδον αὐτῆς ἐν τούτοις παραδώσει δείματα, τοὺς ‘ποταμούσ‘, τὸν ‘Τάρταρον‘, τοὺς ‘ἀγρίους ἐκείνους καὶ διαπύρουσ‘ δαίμονας, τοὺς ‘ἀσπαλάθουσ‘, τὸ ‘στόμιον‘, τὴν
25‘τρίοδον‘, τοὺς ‘δικαστάσ‘, περὶ ὧν ὅ τε ἐν Πολιτείᾳ [X 621 C 615 E 616 A] καὶ ὁ ἐν Γοργίᾳ [524 A 523 E] καὶ ὁ ἐν Φαίδωνι [111 D 112 A] μῦθος ἀνεδίδαξε. τίς οὖν, φαίης ἄν, αἰτία τῆς τούτων παραλείψεως; ὅτι, φήσω, τὸ πρέπον διασῴζει τῇ τοῦ διαλόγου προθέσει καὶ τῆς περὶ
30ψυχῆς θεωρίας ὅσον φυσικὸν ἐν τούτοις παραλαμβάνει, τὴν πρὸς τὸ σῶμα τῆς ψυχῆς ὁμιλίαν παραδιδούς. ὃ δὴ καὶ Ἀρι‐
στοτέλης ζηλώσας ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ φυσικῶς
in Ti
.

3

.

324

αὐτὴν μεταχειριζόμενος οὔτε περὶ καθόδων ψυχῆς οὔτε περὶ λήξεων ἐμνημόνευσεν, ἀλλ’ ἐν τοῖς Διαλόγοις [frg. 40 R.] χωρὶς ἐπραγματεύσατο περὶ αὐτῶν καὶ τὸν προηγούμενον κατε‐ βάλετο λόγον. ταῦτα μὲν οὖν περὶ τούτων. αὐτὸ δὲ τοῦτο
5ζητητέον ἐξ ἀρχῆς, διὰ τί κάτεισιν εἰς τὰ σώματα ἡ ψυχή. ὅτι βούλεται μιμεῖσθαι τὸ προνοητικὸν τῶν θεῶν, καὶ διὰ τοῦτο πρόεισιν εἰς τὴν γένεσιν ἀφεῖσα τὴν θεωρίαν· διττῆς γὰρ οὔσης τῆς θείας τελειότητος, τῆς μὲν νοερᾶς, τῆς δὲ προνοητικῆς, καὶ τῆς μὲν ἐν στάσει, τῆς δ’ ἐν κινήσει, τὸ
10μὲν μόνιμον αὐτῶν καὶ τὸ νοερὸν καὶ τὸ ἀκλινὲς ἀπεικονί‐ ζεται διὰ τῆς θεωρίας, τὸ δὲ προνοητικὸν καὶ τὸ κινητικὸν διὰ τῆς γενεσιουργοῦ ζωῆς. καὶ ὥσπερ ἡ νόησις αὕτη με‐ ρική ἐστιν, οὕτω καὶ ἡ πρόνοια μερική, μερικὴ δὲ οὖσα περὶ σῶμα διατρίβει μερικόν. ἔτι δὲ πρὸς τὴν τοῦ κόσμου
15τελειότητα συντελεῖ· δεῖ γὰρ εἶναι μὴ μόνον τὰ ἀθάνατα ζῷα καὶ νοερά, οἷα παρὰ τοῖς θεοῖς, μηδὲ τὰ θνητὰ καὶ ἀλόγιστα, οἷα δή ἐστι τὰ τελευταῖα τῆς δημιουργίας, ἀλλὰ καὶ ὅσα μεταξὺ τούτων, ἀθάνατα μὲν οὐδαμῶς ὄντα, λόγου δὲ καὶ νοῦ μετέχειν δυνάμενα. τοιαῦτα δέ ἐστι πολλὰ κατὰ
20πολλὰς τοῦ κόσμου μερίδας· οὐ γὰρ μόνον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν, ἀλλὰ καὶ ἄλλα γένη πολλὰ τοιαῦτα, τὰ μὲν δαιμονιώτερα, τὰ δὲ ἐγγυτέρω τῆς ἡμετέρας οὐσίας. πρὸς δὴ τὴν σύστασιν τὴν τῶν θνητῶν ἅμα καὶ λογικῶν ἁπάντων ζῴων αἱ κάθοδοι συντελοῦσι τῆς μερικῆς ψυχῆς.
25 διὰ τί οὖν κατελθοῦσαι εἰς γένεσιν αἱ μερικαὶ ψυχαὶ ταραχῆς τοιαύτης ἐνύλου καὶ κακῶν ἀναπίμπλανται τοιού‐ των; διὰ τὴν αὐτεξούσιον ῥοπήν, διὰ τὴν σφοδρὰν περὶ τὸ σῶμα οἰκείωσιν, διὰ τὴν συμπάθειαν τὴν περὶ τὸ εἴδωλον αὐτῆς, ὃ δὴ καλοῦσιν ἐμψυχίαν, διὰ τὴν ἀθρόαν μεταβολὴν
30〈τὴν〉 ἀπὸ τοῦ νοητοῦ πρὸς τὸ αἰσθητὸν καὶ ἀπὸ τοῦ ἡσύ‐ χου πρὸς τὸ πάντη κινητόν, διὰ τὴν ἄτακτον συντυχίαν
τὴν ἐμφυομένην τοῖς ἀπὸ τοσούτων ἀνομοίων συνισταμένοις,
in Ti
.

3

.

325

ἀθανάτου καὶ θνητοῦ, νοεροῦ καὶ ἀνοήτου, διαστατοῦ καὶ ἀμεροῦς· ταῦτα γὰρ πάντα γίγνεται αἴτια τῇ ψυχῇ τῆς ταραχῆς ταύτης καὶ τῶν ἐν τῇ γενέσει πόνων· αἵ τε γὰρ ἀθρόαι μεταβολαὶ ταράττουσιν ἡμᾶς καὶ αἱ περὶ τὸ φερό‐
5μενον συμπάθειαι (διώκομεν γὰρ τὸ φεῦγον ἀεὶ κινούμενον) καὶ αὖ τῆς ψυχῆς ἡ νεῦσις ἀνάψασα μὲν ἐν τῷ σώματι φῶς, αὐτὴ δὲ ἐν σκότῳ γεγονυῖα, καὶ τούτῳ μὲν δοῦσα ζωήν, ἑαυτὴν δὲ ἀπολέσασα καὶ τὸν ἑαυτῆς νοῦν· τὸ μὲν γὰρ θνητὸν νοῦ μεταλαγχάνει, τὸ δὲ νοερὸν θανάτου, καὶ τὸ
10644 D], ἐκ θνητοῦ καὶ ἀθανάτου καὶ νοεροῦ καὶ ἀνοήτου συντεθέν· οὗτος γὰρ ὁ φυσικὸς δεσμὸς θάνατος μέν ἐστι τῆς ἀθανά‐ του ζωῆς, ζωοποιία δὲ τοῦ θνητοῦ σώματος. τὰς μὲν οὖν ἀπὸ τῆς ψυχῆς αἰτίας τῆς καθόδου παραδέδωκεν ἐν Φαί‐
15δρῳ [248 C] λήθην καὶ πτερορρύησιν καὶ ὅσα τούτοις ἕπεται αἰτιασάμενος, τὰς δὲ ἀπὸ τῶν θεῶν ἐν τούτοις (αὐτοὶ γάρ εἰσιν οἱ τῷ σώματι συνάπτοντες αὐτήν, ὅπως δὲ ἀποστᾶσαν καὶ δι’ οἵων εἰδῶν ζωῆς προελθοῦσαν, οὐ προστίθησιν ἐν τοῖς παροῦσι), τὰς δὲ ἀπ’ ἀμφοτέρων ἐν Πολιτείᾳ [X 617B ss]·
20καὶ γὰρ ὁ προφήτης ἐκεῖ καὶ αἱ Μοῖραι καὶ ὁ δαίμων κλῆ‐ ροί τε καὶ βίων παραδείγματα καὶ αἱρέσεις παρελήφθησαν. ἐκεῖνα μὲν οὖν ἐν ἐκείνοις ἐξήτασται. Σκεπτέον δὲ καὶ τὰ ἐν τούτοις λεγόμενα, τίς ὁ ‘ποταμόσ‘, τίς ἡ ‘ἔνδεσισ‘, τί τὸ ‘πολύ‘ (λέγεται γὰρ πολὺς οὗτος ὁ ποταμός), τί τὸ ‘μήτε
25κρατεῖν μήτε αὖ κρατεῖσθαι‘ τὰς ψυχάς. ὁ μὲν δὴ ‘ποτα‐ μὸσ‘ οὐ τὸ ἀνθρώπινον σῶμα σημαίνει μόνον, ἀλλὰ καὶ πᾶσαν τὴν περικειμένην ἔξωθεν ἡμῖν γένεσιν διὰ τὴν ὀξύρ‐ ροπον αὐτῆς καὶ ἀστάθμητον ῥοήν. οὕτω δὴ καὶ ἐν Πολι‐ τείᾳ [X 621 A] τὸν τῆς Λήθης ποταμὸν ἀπεκάλεσε πᾶσαν
30τὴν γενεσιουργὸν φύσιν, ἐν ᾗ καὶ ἡ Λήθη καὶ ‘ὁ τῆς Ἄτης λειμών‘, ὥς φησιν Ἐμπεδοκλῆς [frg. 121D.], καὶ τὸ
λάβρον τῆς ὕλης καὶ ὁ μισοφαὴς κόσμος, ὡς οἱ
in Ti
.

3

.

326

θεοὶ λέγουσι, καὶ τὰ σκολιὰ ῥεῖθρα, ὑφ’ ὧν οἱ πολλοὶ κατασύρονται, ὡς τὰ λόγιά [or. chald. 63] φησιν. ἡ δὲ ‘ἔνδεσισ‘ τὴν συμπεποδισμένην ζωὴν καὶ τὴν ἐπὶ τὸ ἔσχατον ἀφικομένην ἐμφαίνει· τό τε γὰρ δεδεμένον κωλύεται προϊέναι
5καὶ τὸ προϊέναι μηκέτι δυνάμενον ἐν τῷ τέλει τῆς ἑαυτοῦ γέγονε κινήσεως, ἡ δὲ ψυχὴ τῷ σώματι κοινώσασα τὰς ἑαυ‐ τῆς δυνάμεις τέλος ἔχει τῆς καθόδου. τὸ δὲ ‘πολὺ‘ τὴν πεπληθυσμένην τῆς γενέσεως καὶ τὴν πάντη μεριστὴν ἐν‐ δείκνυται ῥοήν. τὸ δὲ ‘μήτε κρατεῖν μήτε κρατεῖσθαι‘ τὸ
10τῶν συνελθόντων ἑκάτερον σῴζειν καὶ τὴν ἑαυτοῦ φύσιν· οὐ γὰρ ὥσπερ ἐπὶ τῶν κεκραμένων κατὰ σύμφθαρσιν γέγονεν ἡ τῆς ψυχῆς καὶ τοῦ σώματος σύνοδος· οὔτε γὰρ τὸ σῶμα μεθίσταται πρὸς τὴν τῆς ψυχῆς οὐσίαν οὔτε ἡ ψυχὴ πρὸς τὴν ἰδιότητα τοῦ σώματος· οὐδέτερον γὰρ ἑαυτῷ τὸ λοιπὸν
15ἐξομοιοῖ. οὔτ’ οὖν κρατεῖται ἡ ψυχὴ παρὰ τοῦ σώματος (οὐ γὰρ γίνεται ἄψυχος), οὔτε κρατεῖ τοῦ σώματος (οὐ γὰρ ποιεῖ αὐτὸ ἀσώματον). ἄλλως δὲ κρατεῖ μὲν ὡς συνέχουσα αὐτό, κρατεῖται δὲ ὡς παραποδιζομένη κατὰ τὴν νόησιν. ὁ δέ γε Πλάτων μᾶλλον ἀπέφησεν ἑκάτερον ἢ κατέφησεν, ἵνα καὶ
20τὴν ἰδιότητα ἐν τῇ κοινωνίᾳ καὶ τὸ ἄμικτον αὐτῶν ἐν τῇ μίξει νοήσωμεν. Βίᾳ δὲ ἐφέροντο καὶ ἔφερον, ὥστε τὸ μὲν ὅλον κινεῖσθαι ζῷον, ἀτάκτως μὴν ὅπῃ τύχοι προϊέναι καὶ ἀλόγως, τὰς ἓξ ἁπάσας κινήσεις ἔχον· εἴς τε
25γὰρ τὸ πρόσθεν καὶ ὄπισθεν καὶ πάλιν εἰς δεξιὰ καὶ ἀριστερὰ κάτω τε καὶ ἄνω καὶ πάντη κατὰ τοὺς ἓξ τόπους πλανώμενα προῄειν [43 B]. Ὅτι μὲν ὁ γενεσιουργὸς ποταμὸς καὶ κατὰ τὸν ἄλλον βίον ἐνοχλεῖ τὴν ψυχήν, μάλιστα δὲ ἐν τῇ νεότητι πολύς
30ἐστιν ὡς ἀθρόας τῆς τε ἐπιρροῆς καὶ ἀπορροῆς γιγνομένης,
διὰ τῶν εἰρημένων οἶμαι γεγονέναι κατάδηλον. ἐπειδὴ δὲ
in Ti
.

3

.

327

καὶ τὸ σῶμα βαρὺ καὶ γήινον ὑπάρχον καὶ πῖπτον ἀνορθοῦται παρὰ τῆς ψυχῆς καὶ ἡ ψυχὴ φύσιν ἔχουσα νοερὰν ἄνους ἀποτελεῖται παρὰ τὴν τοῦ σώματος κοινωνίαν, ‘βίᾳ‘ φησὶ ‘καὶ φέρεσθαι τὰς ψυχὰς καὶ φέρειν‘, τῆς μὲν ‘βίασ‘ τὸ
5ἀλλότριον καὶ τὸ ἐπισκευαστὸν τῆς ζωοποιίας τῶν θνητῶν ἐνδεικνυμένης, τοῦ δὲ ‘φέρεσθαι καὶ φέρειν‘ τὴν εἰς ἄλληλα ποίησιν αὐτῶν· φέρει μὲν γὰρ ἡ ψυχὴ τὸ σῶμα δύναμιν ἐμπνέουσα κινήσεως, φέρεται δὲ ὑπ’ αὐτοῦ πρὸς τὴν γενε‐ σιουργὸν φύσιν διὰ τῆς συμπαθείας. εἰκότως ἄρα φησίν,
10ὅτι καὶ ὅλον κινεῖται τὸ ζῷον· καὶ γὰρ τὸ σῶμα διὰ τὴν ψυχὴν κινεῖται καὶ ἡ ψυχὴ τὴν ἑαυτῆς ἀπολέσασα ζωὴν ζῇ τὸν τοῦ συνθέτου βίον. ὅλον οὖν κινεῖται τὸ ζῷον. καὶ ἄλλως δὲ τὸ ὅλον εἴποις ἂν ὡς πρὸς ἀντιδιαστολὴν λέγε‐ σθαι τοῦ παντός· τοῦτο γὰρ οὐχ ὅλον, ἀλλὰ τοῖς μέρεσι
15κινεῖται μόνον, ὡς εἴρηται πρότερον. ἐπεὶ δὲ καὶ τὰ ἄστρα κατὰ τὴν εἰς τὸ πρόσθεν κίνησιν ὅλον ἕκαστον κινεῖται καὶ οὐ κατὰ μέρη μόνον, ἀλλὰ τεταγμένως καὶ οὐ τὴν ἡμετέραν (ἕπεται γὰρ τῷ ὅλῳ), προσέθηκε τὸ ἀτάκτως, ἐνδεικνύμενος τὴν ἔνυλον φορὰν καὶ ἀνώμαλον παντοίως ὑπάρχουσαν καὶ
20τὴν ἀπὸ τοῦ χείρονος ἀρχομένην, τῆς τάξεως ἀντεστραμμένης (ἔδει γὰρ ὥσπερ ἐν τοῖς θείοις, ἀπὸ τοῦ κρείττονος), ἐπεὶ καὶ τὸ ‘ὅπῃ ἔτυχε‘ τὸ εἰκαῖον σημαίνει καὶ ἀστάθμητον τῆς κινήσεως καὶ τὸ προϊέναι τὸ ἐξίστασθαι ἀφ’ ἑαυτῶν. ἃ δὴ πάντα δεύτερα τῶν θείων ἐστὶ ζῴων, ἐν οἷς ὁ τῆς ἐνερ‐
25γείας νοῦς *** καὶ μένοντα ἕκαστα πρόεισι. τούτοις δὴ καὶ τὸ ἀλόγως συνακολουθεῖ δεόντως· ὅπου γὰρ ἡ τάξις ἐκλέλοιπεν, ἐνταῦθα καὶ τὸ ἄλογον ἔχει παρείσδυσιν· ὁ γὰρ λόγος τάξεώς ἐστιν αἴτιος καὶ τοῦ μέτρου καὶ τῆς τοῦ ἀγα‐ θοῦ μετουσίας. καὶ μὴν καὶ τὸ πλῆθος τῶν κινήσεων ἐπὶ
30τούτων ἀνεφάνη καὶ ὁ ἐπὶ πᾶν προελθὼν ἀριθμός· ὄντων γὰρ τῶν σωμάτων τριχῇ διαστατῶν καὶ ἐξ ἐναντίων συγκεκρα‐
μένων ἡ ἐναντίωσις δυὰς οὖσα καὶ ἐπὶ τὴν τριάδα ληφθεῖσα
in Ti
.

3

.

328

τὸν ἀριθμὸν ποιεῖ τῶν τοῦ θνητοῦ ζῴου κινήσεων· ἀνάγκη μὲν γὰρ τριττὴν εἶναι μόνον διάστασιν, ὅτι λόγος ἐστὶν ἐκ τοῦ ἀμεροῦς προελθὼν εἰς ὕλην καὶ μορφώσας αὐτήν, καὶ ἔστι τὸ μὲν ἀμερὲς μοναδικόν, τὸ δὲ τῆς προόδου δυαδικόν,
5τὸ δὲ τῆς μορφῆς τριαδικόν· ἐπιστραφὲν γὰρ τὸ προελθὸν ὅρον ἔχει καὶ μορφήν. ἀνάγκη δὲ καὶ ἐναντίωσιν εἶναι ἐν αὐτοῖς κατὰ τὴν θέσιν· πάσης γὰρ εὐθείας τὰ πέρατα ἀλλή‐ λοις ἀντίκειται. καὶ τῶν τριῶν ἄρα διαστάσεων ἀντίθεσις ἔσται κατὰ τὰ πέρατα, τὸ ἄνω, τὸ κάτω, τὸ δεξιά, τὸ
10ἀριστερ, τὸ πρόσθεν, τὸ ὄπισθεν. ἡ ἄρα συμπλοκὴ τῆς ἐναντιώσεως πρὸς τὴν τριάδα τῶν διαστάσεων ἀποτελεῖ τὰς ἓξ κινήσεις, καὶ ἔστιν οὗτος ὁ ἀριθμὸς οἰκεῖος ἐψυχω‐ μένῳ σώματι· κατὰ γὰρ τοὺς Πυθαγορείους στιγμῇ μὲν ἀνὰ λόγον μονάς, γραμμῇ δὲ δυάς, ἐπιπέδῳ δὲ τριάς, σώ‐
15ματι δὲ τετράς, πεποιωμένῳ δὲ σώματι πεμπτάς, ἐψυχωμένῳ δὲ ἑξάς. οἰκείως ἄρα τῶν θνητῶν ζῴων, οἷς ἐκ τοῦ ἀποίου καὶ ἀνειδέου προῆλθεν ἡ γένεσις, οὗτος ἀποδέδοται τῶν κινήσεων ὁ ἀριθμός. οὐ δεῖ δὲ θαυμάζειν, εἰ τὰ μὲν ζῷα τοσαύτας ἔχει κινήσεις, τὰ δὲ ἄψυχα μίαν, οἷον βῶλος μὲν
20τὴν ἐπὶ τὸ κάτω, φλὸξ δὲ τὴν ἐναντίαν· εἰ γὰρ ἐθέλοιμεν σκοπεῖν, ὀψόμεθα πολλαχοῦ τὰ μὲν ἄκρα τῶν μέσων ἁπλού‐ στερα, τὰ δὲ μέσα ποικιλώτερα· οἷον καὶ τοῦ σώματος ἁπλου‐ στέραν ὁρῶμεν καὶ τὴν φύσιν καὶ τὴν ὕλην, καὶ τῆς ψυχῆς τῆς λογικῆς τήν τε ἄλογον ζωὴν καὶ τὸν νοῦν. ἀλλ’ ὁ μὲν
25νοῦς κατὰ τὸ κρεῖττον ἁπλούστερος, ἡ δὲ ἀλογία κατὰ τὸ χεῖρον· ἀπροαιρέτως γὰρ ζῇ καὶ κατὰ φύσιν. εἰ τοίνυν καὶ ἐπὶ τῶν κινήσεων ὁρῶμεν τά τε θεῖα ζῷα κίνησιν ἁπλουστέ‐ ραν ἔχοντα καὶ τὰ ἄψυχα σώματα, τὰ δὲ μέσα πολυπλανῆ τε ὄντα καὶ πολυειδῶς φερόμενα, τί θαυμαστόν; ἔστι γὰρ
30ἡ μὲν ἁπλότης τῆς θείας κινήσεως κρείττων τῆς ἐν τοῖς θνητοῖς ποικιλίας, ἡ δὲ τῶν ἀψύχων ἁπλότης χείρων, ὥσπερ
καὶ κατὰ τὴν οὐσίαν τὰ μὲν θεῖα σώματα ἁπλᾶ κατὰ τὸ
in Ti
.

3

.

329

κρεῖττον τῶν συνθέτων, τὰ δὲ ἄψυχα μέρη τῶν στοιχείων ἁπλούστερα τῶν συγκριμάτων κατὰ τὸ χεῖρόν ἐστιν, ὡς τῶν ζώντων τὰ ζωὴν οὐκ ἔχοντα οἰκείαν. Πολλοῦ γὰρ ὄντος τοῦ κατακλύζοντος καὶ ἀπορ‐
5ρέοντος κύματος, ὃ τὴν τροφὴν παρεῖχεν, ἔτι μείζω θόρυβον ἀπειργάζετο τὰ τῶν προσπιπτόντων παθή‐ ματα ἑκάστοις, ὅτε πυρὶ προσκρούσειε τὸ σῶμά τι‐ νος ἔξωθεν ἀλλοτρίῳ περιτυχὸν ἢ καὶ στερεῷ γῆς πάγῳ ὑγροῖς τε ὀλισθήμασιν ὑδάτων, εἴτε ζάλῃ
10πνευμάτων ὑπ’ ἀέρος φερομένων καταληφθείη, καὶ ὑπὸ πάντων τούτων διὰ τοῦ σώματος αἱ κινήσεις ἐπὶ τὴν ψυχὴν φερόμεναι προσπίπτοιεν [43 BC]. Πόθεν καὶ ἀπὸ ποίων αἰτίων ἡ ψυχὴ θορυβεῖται καὶ ταράττεται διαφερόντως ἐν τοῖς νεογόνοις ζῴοις, ἐν τούτοις
15ὁ φιλόσοφος παραδίδωσιν, εἰς δύο ταύτας αἰτίας ἀνάγων τὸν σύμπαντα τοῦτον θόρυβον, εἴς τε τὴν θρεπτικὴν καὶ εἰς τὴν αἰσθητικὴν ζωήν. ταῦτα δέ ἐστι τό τε ὀρεκτικὸν καὶ τὸ γνωστικὸν τῆς ἀλογίας πάσης, εἰς ἃ καὶ διαιρεῖν εἰώθαμεν πάσας τὰς δυνάμεις τῆς ψυχῆς, τὰς μὲν ζωτικὰς
20εἶναι λέγοντες, τὰς δὲ γνωστικάς· ἣ μὲν γὰρ δύνουσα κατὰ τῶν σωμάτων πολλὴν ἐν αὐτοῖς ἀπεργάζεται ῥύσιν, διὰ μὲν τὴν ὑγρότητα αὐτῶν τὴν ἔνυλον ἀπόρροιαν ἐκπέμπουσα πολλήν, διὰ δὲ τὴν θερμότητα τὴν ζωοποιὸν ἐπιρρεόντων ἄλ‐ λων δεομένη. ἣ δὲ πάσχουσα ὑπὸ τῶν ἔξωθεν προσπιπτόντων
25σωμάτων, πυρὸς γῆς ἀέρος ὕδατος, καὶ πάντα μεγάλα νομί‐ ζουσα τὰ πάθη διὰ τὴν εὐτέλειαν τοῦ ζῴου θόρυβον παρ‐ έχει τῇ ψυχῇ· τοῖς μὲν γὰρ ἤδη προελθοῦσι κατὰ τὴν ἡλι‐ κίαν εἰωθότα πάντα ταῦτα γίγνεται, τοῖς δὲ νεογνοῖς καὶ τὰ σμικρότατα διὰ τὸ ἄηθες ἐκπλήξεως αἴτια γίγνεται· ὃ γάρ
30ἐστι τοῖς τελειοτέροις ἐκπύρωσις, τοῦτο ἐκείνοις ἡ θρυαλλίς, καὶ ὅπερ αὖ ἐκείνοις ὀρῶν ἀμηχάνων μέγεθος, τοῦτο τοῖς
παιδίοις ἀρκεῖ γενέσθαι καὶ τῶν λίθων ὁ σμικρότατος· ἀρκεῖ
in Ti
.

3

.

330

γὰρ λυπῆσαι καὶ οὗτος καὶ εἰς κλαυθμὸν ἐκκαλέσασθαι κω‐ λύων αὐτὰ τῆς ἐνεργείας. καὶ ὃ τοῖς ἑτέροις Τυφώνεια πνεύματα καὶ ὑδάτων ἀπ’ οὐρανοῦ ῥεύματα, τοῦτο τοῖς νηπί‐ οις καὶ βραχεῖα τοῦ ἀέρος κίνησις ἢ δι’ ὑγρότητα σμικρὰν
5ὄλισθος· ἀπὸ πάντων γὰρ τούτων ἡ αἴσθησις πληττομένη τὴν ψυχὴν τῶν νεογενῶν ἐκπλήττει καὶ εἰς ἀμηχανίαν ἄγει καὶ θόρυβον. ταῦτα μὲν οὖν τὰ αἴτια τῆς τῶν ψυχῶν ταρα‐ χῆς, ὡς συντόμως εἰπεῖν, ἥ τε τοῦ θρεπτικοῦ κίνησις καὶ αἱ τῆς αἰσθήσεως πληγαί. καὶ οὐ διὰ ταῦτα πάσχειν τι
10τὴν ψυχὴν οἰητέον· ὥσπερ γὰρ εἴ τις ἐπί τινος ἀκτῆς ἑστὼς εἴδωλον ἑαυτοῦ καὶ μορφὴν ἐν ποταμῷ φερομένῳ δεικνύοι, καὶ αὐτὸς μὲν ἄτρεπτον φυλάττοι τὸ πρόσωπον, τὸ δὲ ῥεῦμα κινούμενον παντοίως μεταβάλλοι τὸ εἴδωλον, ὥστε ἄλλοτε ἀλλοῖον αὐτὸ δεικνύναι πλάγιόν τε καὶ ὀρθόν, εἰ τύχοι, καὶ
15διεσπασμένον καὶ συνεχές, καὶ τοῦτο ὁρῶν ἐκεῖνος ἑαυτὸν δι’ ἀήθειαν τοῦ πάθους οἴοιτο ὁρᾶν πάσχοντα, τὴν ἑαυτοῦ θεώμενος ἐν τοῖς ὕδασι σκιάν, καὶ τοῦτο οἰόμενος ἀλγύνοιτο καὶ θορυβοῖτο καὶ ἐκπλήττοιτο καὶ κωλύοι〈το〉, τὸν αὐτὸν τρό‐ πον καὶ ἡ ψυχὴ τὸ ἑαυτῆς εἴδωλον ἐν τῷ σώματι καθορῶσα
20φερόμενον ἐν τῷ ποταμῷ τῆς γενέσεως καὶ ἄλλοτε ἀλλοίως διατιθέμενον ὑπό τε τῶν ἔνδοθεν παθῶν καὶ τῶν ἔξωθεν προσπιπτόντων αὐτὴ μὲν ἀπαθής ἐστιν, οἴεται δὲ πάσχειν, ἑαυτὴν ἀγνοοῦσα καὶ εἴδωλον αὐτῆς ἑαυτὴν εἶναι νομίζουσα τεθορύβηταί τε καὶ ἐκπέπληκται καὶ ἐν ἀπόρῳ ἐστί. τοῦτο δὴ
25τὸ πάθος διαφερόντως μὲν ἐν τοῖς νεογνοῖς ἐστι παισί, προ‐ φαίνεται δὲ καὶ ἐν τοῖς ἤδη γενομένοις ἐν ἡλικίᾳ κατὰ τοὺς ὀνείρους, οἷον ὅταν τῆς φύσεως καμνούσης ἐν ταῖς πέψεσι τῶν σιτίων οἴηταί τις ὄναρ κάμνειν ὁδοιπορῶν ἢ ἄχθη φέ‐
ρειν ἢ ἄλλο τι τοιοῦτο πάσχειν. καὶ δυνατὸν ἀπὸ τούτων
in Ti
.

3

.

331

καὶ τὰ τῶν παίδων παθήματα θεωρεῖν οἷά ποτέ ἐστι. ταῦτα μὲν οὖν, ὅπερ εἴρηται, περὶ τούτων ἀρκέσει καὶ νῦν. Ἐπὶ δὲ τὴν τοῦ Πλάτωνος λέξιν ἰτέον καὶ ῥητέον τὸ μὲν ‘κῦμα‘ δηλοῦν οὐ τὸ ἔξωθεν εἰσπνεόμενον πνεῦμα, καθάπερ λέγουσί
5τινες, ἀλλὰ τὴν ἀθρόαν ἐν τῇ νεότητι διαφόρησιν, καὶ τὴν ἐπιρροήν τε καὶ ἀπορροὴν τὴν πολλήν. τὸν δὲ ‘κατακλυ‐ σμὸν‘ πρώτως μὲν τὸ πνευματικὸν ὄχημα πλήττειν καὶ βαρύ‐ τερον ποιεῖν (ἐκεῖνο γάρ ἐστι τὸ τὰς κηλῖδας καὶ τοὺς ἀτμοὺς ἀναματτόμενον), δευτέρως δὲ καὶ τὴν ψυχήν (ταράττει
10γὰρ αὐτὴν τὸ ἀθρόον τῆς μεταβολῆς, ἐπεὶ καὶ οἱ ἐν ἡλικίᾳ γεγονότες σκοτοδινιῶσιν, ὅταν εἰς πολλὴν καὶ ἄστατον ῥύμην ὑδάτων ἀποβλέψωσι). ‘μείζω δὲ ἀπεργάζεται θόρυβον‘, τὰ ἔξωθεν ὡς ἀλλότρια· δοκεῖ γὰρ πᾶν τὸ ἀλλότριον πολέ‐ μιον εἶναι τοῖς νεογνοῖς. καὶ πᾶν τὸ προσπεσὸν αὐτὰ λυπεῖ
15δι’ ἀσθένειαν φύσεως. τὴν δὲ ‘πρόσκρουσιν‘ τὸ βίαιον καὶ παθητικὸν ἐνδείκνυσθαι ῥητέον καὶ τὸν ‘πάγον‘ πεπηγυῖαν γῆν· ἡ μὲν γὰρ κεχυμένη καὶ ψαμμώδης οὐ λυπεῖ τὰ βρέφη διὰ τὸ ὑπείκειν, ἡ δὲ στερεὰ καὶ πεπηγυῖα διὰ τὸ ἀντίτυπον λυπεῖ. τὰ δὲ ‘ὀλισθήματα τὰ ἐν ὕδατι‘, καὶ εἰ ὀλίγη εἴη
20πτῶσις, τῶν παιδίων διὰ τὴν τοῦ σώματος ἀσθένειαν ποιεῖ φόβον ἐπὶ τοῖς ἄνωθεν φερομένοις ὕδασι. τὰς δὲ ‘διὰ τοῦ σώματος ἐπὶ τὴν ψυχὴν φερομένας κινήσεισ‘ τὴν παθητικὴν αἴσθησιν· αὕτη γὰρ ἔξωθεν πλήττεσθαι δύναται. δεδέηται δὲ καὶ ἐπὶ ὕδατος καὶ ἐπ’ ἀέρος τῆς ὑπερβολῆς,
25οὗ μὲν τὰ ὀλισθήματα, οὗ δὲ τὴν ζάλην παραλαβών, ἐπειδὴ ταῦτα ἧττον πλήττει μὴ προσλαβόντα τὸ ἀθρόον. Αἳ δὴ καὶ ἔπειτα διὰ ταῦτα ἐκλήθησάν τε καὶ νῦν ἔτι αἰσθήσεις συνάπασαι κέκληνται [43 C]. Τὰς αἰσθήσεις ἀπ’ αὐτοῦ βούλεται τοῦ πάθους εἰληφέναι
30τὴν ἐπωνυμίαν. εἰ μὲν οὖν τὰς ἔσω τιθεμένας καὶ ὠθου‐
μένας λέγοιμεν κινήσεις εἶναι τὰς αἰσθήσεις, πολὺς ὁ κατή‐
in Ti
.

3

.

332

γορος λόγος ἀπὸ τῆς γραμματικῆς παρατηρήσεως· εἰ δὲ τὰς συμμιγεῖς ἀπό τε τούτων καὶ τοῦ πάθους, ἴσως ἂν ἔχοι τὸ λεγόμενον καὶ τὴν τῶν παλαιῶν χρῆσιν μαρτυροῦσαν· ἡ γὰρ αἴσθησις τετρασυλλάβως ἀίσθησίς τίς ἐστιν· ὃ δ’ ἔβραχε
5θυμὸν ἀίσθων, φησὶν Ὅμηρος [Π 468]. εἴη δ’ ἂν καὶ παρὰ τὸ ἀίσσειν ἅμα καὶ τὴν θέσιν τὸ ὄνομα ἡ αἴσθησις, τῶν αἰσθητῶν κινουμένων μὲν ἔξωθεν, ἐντιθεμένων δὲ τοῖς αἰσθητηρίοις· διὰ τοῦ σώματος γὰρ αἱ κινήσεις ἐπὶ τὴν ψυ‐ χὴν φέρονται καὶ ποιοῦσι τὰς αἰσθήσεις, ὡς εἶπεν αὐτός
10[def. 414 C]. εἰκότως ἄρα οἵ τε πρῶτοι συννοήσαντες τὸ πάθος καὶ εἰ μὴ καθάπαξ, ἀλλ’ ἔν γε τῇ περιόδῳ ταύτῃ τὰς αἰσθήσεις οὕτως ὠνόμασαν καὶ οἱ νῦν ἔτι προσαγορεύουσιν ὁμοίως, γνόντες τὴν ἐν αὐταῖς συμπλοκὴν τοῦ τε πάθους καὶ τῆς κρίσεως ἢ τῆς κινήσεως καὶ τῆς θέσεως· ἡ μὲν γὰρ
15αὐτῆς μόνης τῆς ψυχῆς κίνησις ἀπαθής, ἡ δὲ ἀπὸ τοῦ σώματος εἰς τὴν ψυχὴν διιοῦσα μετὰ πάθους. Καὶ δὴ τότε ἐν τῷ παρόντι πλείστην καὶ μεγί‐ στην παραδεχόμεναι κίνησιν, μετὰ τοῦ ῥέοντος ἐν‐ δελεχῶς ὀχετοῦ κινοῦσαι καὶ σφοδρῶς σείουσαι τὰς
20τῆς ψυχῆς περιόδους, τὴν μὲν ταὐτοῦ παντάπασιν ἐπέδησαν ἐναντία αὐτῇ ῥέουσαι καὶ ἐπέσχον ἄρχου‐ σαν καὶ ἰοῦσαν, τὴν δ’ αὖ θατέρου διέσεισαν [43 CD]. Ἡ αἴσθησις τοῦ παρόντος ἐστίν, ὥσπερ ἡ μνήμη τοῦ παρελθόντος, ἡ δὲ ἐλπὶς τοῦ μέλλοντος. καὶ ἡ τῶν τότε
25οὖν αἴσθησις ἐν τῷ παρόντι τὰς ψυχὰς ἐκίνει τῶν τότε καὶ μετὰ τῆς θρεπτικῆς δυνάμεως τῆς τὸ ἀπορρέον ἀεὶ διὰ τῶν ἐπιρρεόντων παραμυθουμένης καὶ ὃ ἀνέλυσε συντιθείσης πά‐ λιν κατὰ τὸν τῆς Πηνελόπης ἱστόν· τοῦτο γάρ ἐστιν ‘ὁ ῥέων
ἐνδελεχὴς ὀχετόσ‘, εἰκότως καλούμενος ‘ὀχετόσ‘· μέρος γὰρ
in Ti
.

3

.

333

οὗτος τοῦ ὅλου ποταμοῦ τῆς γενέσεως, πολλοῦ δή τινος ὄντος, ὡς εἴρηται πρότερον [43 A]. μετὰ ταύτης δ’ οὖν ἐκταράττει καὶ θορυβεῖ τὰς περιόδους τῆς ἀθανάτου ψυχῆς καὶ πεδᾷ μὲν τὴν ταὐτοῦ, διασείει δὲ τὴν θατέρου· διττῶν
5γὰρ ὄντων ἐν αὐτῇ κύκλων κατὰ μίμησιν τῶν θείων ψυχῶν ὁ μὲν τῶν νοητῶν θεατής, ὅς ἐστιν ὁ διανοητικός, ἐπέχεται μόνον τῆς ἐνεργείας διαστροφὴν οὐδεμίαν ὑπομένων, ὁ δὲ δοξαστικὸς καὶ διαστρέφεται, καὶ εἰκότως· δοξάζειν μὲν γὰρ ἔστι μὴ ὀρθῶς, ἐπίστασθαι δὲ ἐψευσμένως οὐκ ἔστιν. εἰ δὲ
10λέγοι τις, ὅτι τὸ διανοητικὸν ἀμαθαίνει διπλῇ, τὸ δὲ τοῦτο πάσχον διέστραπται, μανθανέτω παρ’ ἡμῶν, ὅτι ἡ διπλῆ ἀμαθία οὐκ ἔστιν ἁπλῶς τῆς διανοίας, ἀλλ’ ἄρχεται μὲν ἐκεῖθεν, ἐμφύεται δὲ εἰς τὸ δοξαστικόν· καθ’ ὅσον μὲν γὰρ ἀμαθία ἐστὶ καὶ στέρησις ἐπιστήμης, κατὰ τοσοῦτον ἀκινησία
15οὖσα τοῦ ἐπιστημονικοῦ ἀπὸ διανοίας ὥρμηται (περὶ ὃ γὰρ ἡ ἐπιστήμη, περὶ τοῦτο καὶ ἡ ἀμαθία), καθ’ ὅσον δὲ προστί‐ θησι καὶ τὴν οἴησιν τῆς γνώσεως, ἐν τῷ δοξαστικῷ ἐστι (τὸ γὰρ οἰόμενον τοῦτό ἐστι). καὶ ἡ μὲν ἀμαθία τῆς δια‐ νοίας ἐστὶν ἀργίᾳ μόνον πεπεδημένης καὶ τοὺς λόγους ἐπι‐
20κρυπτούσης, ἡ δὲ οἴησις τῆς δόξης διαστροφή τις οὖσα αὐ‐ τῆς· ψευδὴς γάρ ἐστι καὶ διαλωβᾶται τὸ ἔχον αὐτήν· ὡς γὰρ ἐν πράξει τὸ κακόν, οὕτως ἐν γνώσει τὸ ψεῦδος. ἡ μὲν ταὐτοῦ περίοδος ἄρα πεπέδηται μόνον καὶ ἔοικε τοῖς δεσμώταις μὲν καὶ διὰ τοῦτο κωλυομένοις ἐνεργεῖν, μέ‐
25νουσι δὲ καὶ ἐν τοῖς δεδεμένοις ἀδιαστρόφοις. ἡ δὲ θα‐ τέρου διασέσεισται ψευδῶν ἀναπλησθεῖσα δογμάτων· ἡ γὰρ πρὸς τὴν ἀλογίαν γειτνίασις ποιεῖ καὶ αὐτὴν εἰσδέχεσθαί τι πάθος ἀπὸ τῶν ἐκτός. ἀπὸ δὴ τούτων ὁρμώμενοι παρρησιασόμεθα πρὸς Πλωτῖνον καὶ τὸν μέγαν Θεό‐
30δωρον ἀπαθές τι φυλάττοντας ἐν ἡμῖν καὶ ἀεὶ νοοῦν·
δύο γὰρ κύκλους μόνον εἰς τὴν οὐσίαν τῆς ψυχῆς παρα‐
in Ti
.

3

.

334

λαβὼν ὁ Πλάτων τὸν μὲν ἐπέδησε, τὸν δὲ διέσεισεν, οὐδὲ τὸν πεπεδημένον οὔτε τὸν διασεσεισμένον ἐνεργεῖν νοερῶς δυνατόν. ὀρθῶς ἄρα καὶ ὁ θεῖος Ἰάμβλιχος διαγωνίζεται πρὸς τοὺς ταῦτα οἰομένους· τί γὰρ τὸ ἁμαρτάνον ἐν ἡμῖν,
5ὅταν τῆς ἀλογίας κινησάσης πρὸς ἀκόλαστον φαντασίαν ἐπι‐ δράμωμεν; ἆρ’ οὐχ ἡ προαίρεσις; καὶ πῶς οὐχ αὕτη; κατὰ γὰρ ταύτην διαφέρομεν τῶν φαντασθέντων προπετῶς. εἰ δὲ προαίρεσις ἁμαρτάνει, πῶς ἀναμάρτητος ἡ ψυχή; τί δὲ τὸ ποιοῦν εὐδαίμονα τὴν ὅλην ἡμῶν ζωήν; ἆρ’ οὐ τὸ τὸν λό‐
10γον σχεῖν τὴν οἰκείαν ἀρετήν; πάντως δήπου φήσομεν. εἰ δὲ ὅταν τὸ ἐν ἡμῖν κράτιστον τέλειον ᾖ, καὶ τὸ ὅλον ἡμῶν εὔδαιμον, τί κωλύει καὶ νῦν ἡμᾶς εὐδαίμονας εἶναι ἀνθρώ‐ πους ἅπαντας, εἰ τὸ ἀκρότατον ἡμῶν ἀεὶ νοεῖ καὶ ἀεὶ πρὸς τοῖς θείοις ἐστίν; εἰ μὲν γὰρ ὁ νοῦς τοῦτο, οὐδὲν πρὸς τὴν
15ψυχήν· εἰ δὲ μόριον ψυχῆς, εὐδαίμων καὶ ἡ λοιπή. τίς δὲ ὁ ἡνίοχος τῆς ψυχῆς; ἆρ’ οὐ τὸ χαριέστατον ἡμῶν καὶ ὡς ἂν εἴποι τις κεφαλαιωδέστατον; καὶ πῶς οὐ τοῦτο ῥητέον, εἴπερ οὗτός ἐστιν ὁ πᾶσαν ἡμῶν διακυβερνῶν τὴν οὐσίαν καὶ τῇ ἑαυτοῦ κεφαλῇ τὸν ὑπερουράνιον τόπον ὁρῶν καὶ
20πρὸς τὸν μέγαν ἡγεμόνα τῶν θεῶν ὁμοιούμενος, ἅρμα πτηνὸν ἐλαύνοντα καὶ πρῶτον ἡνίοχον ἐν οὐρανῷ πορευόμενον; εἰ δὲ τὸ ἐν ἡμῖν ἀκρότατον ὁ ἡνίοχος, οὗ‐ τος δέ, ὡς ἐν Φαίδρῳ [248 A ss] λέγεται, ποτὲ μὲν μετέ‐ ωρος φέρεται 〈καὶ〉 αἴρει τὴν κεφαλὴν εἰς τὸν ἔξω
25τόπον, ποτὲ δὲ δύνει καὶ τὴν ἑαυτοῦ χωλείας καὶ πτερορ‐ ρυήσεως ..., δῆλον τὸ ἐκ τούτων συμβαῖνον, ὅτι τὸ ἐν ἡμῖν ἀκρότατον ἄλλοτε ἄλλως ἔχειν ἀναγκαῖον. τοῦτο μὲν οὖν
καὶ ἐν ἄλλοις ὑπέμνησται διὰ πλειόνων. εἰ δ’ ἔστιν ἀλη‐
in Ti
.

3

.

335

θῆ ταῦτα, καὶ τὸ ἄρχουσαν καὶ ἰοῦσαν πεδηθῆναι τὴν ταὐτοῦ περίοδον εἰκότως εἴρηται· διττὴν γὰρ ἔχουσα τελειό‐ τητα, πρακτικὴν καὶ θεωρητικήν, ἑκατέρας ἀφῄρηται· οὔτε γὰρ ἄρχειν δύναται τῶν ὑποκειμένων διὰ τὴν ἄστατον αὐτῶν
5φορὰν οὔτε ἰέναι, τοῦτο δέ ἐστι νοεῖν· ἐνέργεια γὰρ περιό‐ δου τὸ ἰέναι καὶ τῆς διανοητικῆς τὸ διανοητικῶς 〈ἐνεργεῖν〉. αἱ δ’ οὖν αἰσθήσεις πλήττουσαι αὐτὴν καὶ ἐναντία ῥέ‐ ουσαι ὡς ἔξωθεν εἴσω φερόμεναι παραποδίζουσι τὴν νοη‐ τήν. παρῄρηται οὖν ἀμφοῖν ἡ ταὐτοῦ περίοδος, καὶ πράξεως
10καὶ θεωρίας. τί οὖν; φαίη τις ἄν· ἀκίνητός ἐστι; καὶ πῶς ἡ ψυχὴ ἀκίνητος, ἣ κινεῖται μὲν καὶ ὑφ’ ἑαυτῆς, κίνησιν δὲ οὔτε σωματικήν (ἀσώματος γάρ ἐστιν), οὔτε φανταστικήν (ἀσχημάτιστος γάρ ἐστιν), οὔτε γνωστικήν (ἀγνοεῖ γὰρ ἑαυ‐ τήν), ἀλλὰ τὴν κατ’ οὐσίαν ζωτικήν; ὡς γὰρ νοῦ τὸ νοεῖν
15ἐνέργεια καὶ τοῦ ὄντος τὸ εἶναι, τοῦτον τὸν τρόπον καὶ ζωῆς ἐνέργεια τὸ ζῆν· οὐ γὰρ ἐπίκτητον ἔχει τὸ ζῆν, ἀλλ’ ἐφ’ ἑαυτῆς· ζωὴ γάρ ἐστιν ἑαυτὴν γεννῶσα καὶ ἑαυτὴν παρά‐ γουσα. ζωὴ δὲ πᾶσα κίνησις. ὥστ’ εἰ πᾶν τὸ ζῶν κινεῖται, καὶ τὸ δι’ ἑαυτὸ ζῶν κινεῖται καὶ τὸ ἀεὶ ζῶν ἀεὶ κινεῖται
20ζωτικῶς, ἀλλ’ οὐ νοερῶς, ὥστε καὶ ἀεὶ κινεῖται ἡ ψυχὴ καὶ οὐκ ἀεί· νοῦς μὲν γάρ ἐστι δυνάμει, ζωὴ δὲ κατ’ ἐνέργειαν, καὶ τρίτον ἄλλο δυνάμει μόνον ἐστί, κατ’ ἐνέργειαν δὲ οὐκ ἔστι. τριττῆς δ’ οὖν οὔσης ἐν ἡμῖν τάξεως, κατὰ τὴν οὐ‐ σίαν, κατὰ τὴν δύναμιν, κατὰ τὴν ἐνέργειαν, ἡ μὲν οὐσία
25παντελῶς ἡ αὐτὴ διαμένει, καὶ ὡς οὐσία καὶ ὡς ζῶσα καὶ ὡς νοερὰ οὖσα· εἰκὼν γὰρ οὖσα τοῦ νοῦ νοερά ἐστιν, ὥσπερ καὶ ἡ πρώτη τῆς ψυχῆς εἰκὼν ἔμψυχός ἐστιν. αἱ δὲ δυνά‐ μεις ἐπὶ μὲν τῆς διανοίας πεπέδηνται, ἐπὶ δὲ τῆς δόξης διασείονται, καὶ ἐπειδήπερ αἱ δυνάμεις ἀνὰ λόγον ταῖς ζωαῖς,
30ἣ μὲν ἐπέχεται τῶν ζωῶν, ἣ δὲ διασείεται· ἀεικίνητος γὰρ ἡ οὐσιώδης ζωή. αἱ δὲ ἐνέργειαι τῆς μὲν διανοίας ἀφῄ‐ ρηνται, τῆς δὲ δόξης διεστράφησαν· αὗται δὲ ἀνὰ λόγον οὖσαι τῷ νοερῷ δῆλον ὡς τοῦ νοεῖν παραιροῦνται τὴν ψυ‐
χήν. ἡ μὲν ἄρα οὐσία καὶ ἀείζωός ἐστι καὶ ἀεικίνητος, αἱ
in Ti
.

3

.

336

δὲ δυνάμεις καὶ ἐνέργειαι καὶ περὶ τὴν ζωὴν καὶ περὶ τὸν νοῦν ἁμαρτάνειν πεφύκασιν. Ὥστε τὰς τοῦ διπλασίου καὶ τριπλασίου τρεῖς ἑκατέρας ἀποστάσεις καὶ τὰς τῶν ἡμιολίων καὶ
5ἐπιτρίτων καὶ ἐπογδόων μεσότητας καὶ συνδέσεις, ἐπειδὴ παντελῶς αὗται οὐκ ἦσαν πλὴν ὑπὸ τοῦ συνδήσαντος, πάσας μὲν στρέψαι στροφάς, πάσας δὲ κλάσεις καὶ διαφορὰς τῶν κύκλων ἐμποιεῖν, ὁσα‐ χῇπερ ἦν δυνατόν [43 D E].
10 Πάντα ἐστὶν ἐν πάσαις ταῖς ψυχαῖς, ἀλλ’ οἰκείως ἐν ἑκάσταις, ὅπου μὲν θείως, ὅπου δὲ δαιμονίως, ὅπου δὲ μερικῶς· καὶ γὰρ αἱ μεσότητες καὶ οἱ ἡμιόλιοι καὶ οἱ ἐπί‐ τριτοι λόγοι καὶ ὁ ἐπόγδοος μετὰ τοῦ λείμματος ἐν πάσαις ἐστί· πῶς γὰρ ἄλλως ψυχὴ γιγνώσκειν δύναται τὴν ὅλην
15ἁρμονίαν καὶ λόγους τίκτειν οὕτω παγκάλους ἢ τὰς αἰτίας αὐτῶν ἔχουσα ἐν ἑαυτῇ καὶ οὖσα καὶ αὐτὴ κατὰ τὴν αὑτῆς τάξιν ἁρμονία τις ἐξ ἁρμονιῶν, οὐχ ἡ τῶν ἡρμοσμένων (ἐν ἄλλῳ γάρ ἐστιν αὕτη καὶ ἑτεροκίνητος ὑπάρχει καὶ ἀπ’ ἄλλης αἰτίας ἤρτηται τῆς κινητικῆς), ἀλλ’ ἡ ἑαυτὴν ἁρμόζουσα
20καὶ ἀπὸ τῶν ὅλων ἡρμοσμένη; πάντας οὖν ἕξει τοὺς εἰρη‐ μένους λόγους καὶ πρὸς τούτοις τὰς εἰς ἑπτὰ τοῦ θατέρου κύκλου διαιρέσεις (ἄνωθεν γὰρ ἀπὸ τῶν θείων ψυχῶν ἡ δημιουργικὴ τομὴ ἄχρι τῶν μερικωτάτων) καὶ ὅσα ἄλλα τε‐ θεωρήκαμεν ἐν τῇ τοῦ παντὸς ψυχῇ. καὶ ὁ αὐτὸς τῆς
25ἐξηγήσεως τρόπος, πλὴν ὅτι τὴν ἰδιότητα προσθήσομεν ἐφ’ ἑκάστῳ, οὗ μὲν τὸ θεῖον, οὗ δὲ τὸ δαιμόνιον, οὗ δὲ τὸ μερικὸν ἰδίωμα προσάπτοντες. εἴρηται δὲ ἡμῖν που πρό‐
τερον [II p. 236 s], ὅτι κἂν ὦσιν ἐν † πᾶσιν οἱ αὐτοὶ λόγοι,
in Ti
.

3

.

337

ταῖς θείαις, ταῖς δαιμονίαις, ταῖς μερικαῖς μετὰ τὴν κοσμι‐ κὴν ψυχήν, θαυμαστὸν οὐδὲν τοὺς ὅρους διαφέρειν τῷ πληθύεσθαι μᾶλλον ἕκαστον ἐν ταῖς δευτέραις τῶν πρὸ αὐτῶν· οἱ γὰρ τῆς τοῦ παντὸς πυθμένες ἦσαν, κωλύει δὲ
5οὐδὲν τούτων εἶναι τοὺς ἑξῆς διπλασίους ἢ τριπλασίους ἢ ὅλως πολλαπλασίους διὰ τὴν ὕφεσιν πληθυομένους ἐν τεταγμένοις λόγοις μέχρι τῶν μερικῶν, καὶ τούτων ἄλλους ἄλλων μᾶλλον· οὐδὲ γὰρ αἱ θεῖαι πᾶσαι ψυχαὶ ἰσότιμοι οὐδὲ αἱ δαιμόνιαι μετὰ ταύτας οὐδὲ αἱ μερικαί. καὶ οὕτω δὴ
10τὰ μὲν ἔχει κοινὰ 〈κατὰ〉 πάσας, τὰ δὲ διαφέροντα κατὰ τὴν οὐσίαν αὐτήν. καὶ δεῖ μεμνῆσθαι τούτων μὴ παρ‐ έργως, ἵν’ ἔχωμεν ἀποδιδόναι τὰς παντοίας διαφορὰς τῆς γενέσεως τῶν ψυχῶν, τῶν μὲν ἐγκοσμίων πρὸς τὰς ὑπερ‐ κοσμίους κατὰ τὸ πλῆθος τῶν μερῶν ἢ τὴν ἐλάττωσιν, τῶν
15δὲ ἐγκοσμίων, θείων δαιμονίων μερικῶν, κατὰ τοὺς ὅρους αὐτοὺς ἢ πυθμενικοὺς ὄντας ἢ πορρωτέρω τῶν πυθμένων, τῶν αὐτῶν λόγων μενόντων. ὄντων οὖν ἐν τῇ μερικῇ ψυχῇ πάντων τῶν ἁρμονικῶν λόγων καὶ κατ’ οὐσίαν ὄντων, ἀλλ’ οὐχ ὑστερογενῶς ἐπισυνισταμένων (ἃ γὰρ ὁ δημιουργὸς ὁ
20πρῶτος ποιεῖ, ταῦτα κατ’ οὐσίαν ὑπάρχει τοῖς οὖσι) δῆλον, ὅτι καὶ οἱ ἑπτὰ ὅροι καὶ αἱ τρεῖς μεσότητες καὶ οἱ ἡμιόλιοι καὶ ἐπίτριτοι καὶ ἐπόγδοοι λόγοι καὶ τὰ λείμματα, ἃ νῦν συνδέσεις κέκληνται, δῆλον οὖν, ὅτι ταῦτα πάντα οὐσίαι εἰσί· τὰ γὰρ ἀεὶ ὡσαύτως ἔχοντα καὶ τὰ συμπληρωτικὰ τῆς
25οὐσίας οὐσίαι. καὶ δεῖ ταῦτα οὐ μαθηματικῶς, ἀλλὰ φυ‐ σικῶς ὁρᾶν· ἄλλοι γὰρ οἱ μαθηματικοὶ λόγοι καὶ αἱ σχέσεις, ἃς γεννῶσιν αἱ ψυχαὶ τῷ τούτους ἔχειν τοὺς λόγους. εἰ δὲ οὐσίαι πάντες οἱ ἁρμονικοὶ λόγοι, δῆλον ὅτι καὶ δυνάμεις ἔχουσιν· οὐ γὰρ ἐξ ἀδυνάμων καὶ ἀποίων ἡ μία δύναμις
30καὶ τὸ ἓν εἶδος τῆς ψυχῆς ἀπογεννᾶται. πῶς δ’ ἂν καὶ δρῷεν οἱ λόγοι καὶ τίκτοιεν ἄλλους λόγους μὴ τὴν τοῦ γεν‐
νᾶν ἔχοντες δύναμιν; πῶς δ’ ἂν καὶ γιγνώσκοιεν αὐτοὺς
in Ti
.

3

.

338

καὶ κινοῖεν μὴ γνωστικὰς προειληφότες δυνάμεις ἢ ἀνενερ‐ γήτους οὔσας; ἀνάγκη ἄρα καὶ οὐσίας τοὺς λόγους εἶναι καὶ δυνάμεις ἔχειν γνωστικὰς ἁπάσης ἁρμονίας, τοὺς μὲν ἐν τῇ ταὐτοῦ περιόδῳ τῆς νοητῆς, τοὺς δὲ ἐν τῇ θατέρου τῆς
5αἰσθητῆς, καὶ ἐνεργεῖν, ὅταν δύνωνται, τοὺς μὲν περὶ τὰ νοητά, τοὺς δὲ περὶ τὰ αἰσθητά, ὅταν δὲ ὑπὸ λήθης καὶ παθῶν παραποδίζωνται τῆς αἰσθήσεως ἐπὶ τὰ ἔνυλα καθελ‐ κούσης τὴν ψυχήν, τότε κατ’ οὐσίαν μὲν οἱ αὐτοὶ διαμένου‐ σιν (ἀίδιοι γάρ εἰσι καὶ ἄλυτοι καὶ ἀμετάβλητοι), κατ’ ἐνέρ‐
10γειαν δὲ πάσας στρέφονται στροφὰς ὁσαχῇ δυνατόν, καὶ κατὰ δύναμιν κλάσεις καὶ διαφορὰς ὑπομένουσι πάλιν ὁσαχῇ δυνατόν (τοῦτο γὰρ ἀμφοτέροις κοινόν), οὐ διὰ τὴν ταὐτοῦ περίοδον· ἐκεῖ γὰρ ἀργεῖ μόνον. οἱ δὲ ἐν τῇ τοῦ θατέρου κύκλοι ἑπτὰ ὄντες καὶ πάντες πάντας ἔχοντες τοὺς ἁρμονι‐
15κοὺς λόγους (οὕτω γὰρ ἐλέγετο καὶ ἐπὶ τῆς τοῦ παντός) καὶ στρέφονται καὶ κλῶνται· περὶ γὰρ τούτων ὁ λόγος τῶν ἐν τῷ θατέρου κύκλῳ μεσοτήτων καὶ συνδέσεων, ὡς παντοίας λώβας ὑπομενουσῶν ὑπὸ τῶν αἰσθήσεων καὶ τῶν φυσικῶν κινήσεων, ἀλλ’ οὐ τῶν ἐν τῷ ταὐτοῦ κύκλῳ· πεπέδηται γὰρ
20ἐκεῖνος μόνον, ὁ δὲ θατέρου διασείεται καὶ πάσχει διασει‐ σθεὶς οἷά φησιν αὐτός. ὁ μὲν οὖν ἐν τῷ Φαίδρῳ [253D ss] Σωκράτης ἡνιόχῳ καὶ ἵπποις εἰκάσας τὰς τῆς ψυχῆς δυνά‐ μεις καὶ τῶν ἵππων τὸν μὲν καλλίονα θέμενος, τὸν δὲ χεί‐ ρονα, τοτὲ μὲν διαμάχεσθαί φησι τοὺς ἵππους καὶ τὸν ἀμείνω
25νικᾶν, τοτὲ δὲ φέρεσθαι μόνον κρατηθέντα τὸν κρείττονα τῷ ἀκολάστῳ ἑπόμενον. ὁ δὲ Τίμαιος τὴν ψυχὴν διὰ τῶν μεσοτήτων συνδήσας, τῆς μὲν ταυτοποιοῦ, τῆς δὲ ἑτεροποιοῦ, καὶ τὴν μὲν τοῖς νοητοῖς συγγενῆ, τὴν δὲ τοῖς αἰσθητοῖς, φησὶ ταύτας τὰς μεσότητας τοτὲ μὲν διαφέρεσθαι μαχομένας
30ἀλλήλαις, τοτὲ δὲ κλᾶσθαι τῆς κρείττονος ἡττηθείσης καὶ
in Ti
.

3

.

339

πλαγιάζεσθαι παραφερομένας, τοτὲ δὲ στρέφεσθαι παντελῶς, ὑποταττομένης τῇ χείρονι τῆς ἀμείνονος· ἐπειδὴ γὰρ ἣ μὲν τῷ ταυτῷ προσῆκεν, ἣ δὲ τῷ ἑτέρῳ, δῆλον ὅτι ἡνίκα μὲν 〈ἂν〉 ἡ ψυχὴ κατορθοῖ, ἐν τούτοις ἑκατέρα τῶν μεσοτήτων πράτ‐
5τει τὸ ἑαυτῆς, ἣ μὲν ἐκ πολλῶν ἓν ποιοῦσα καὶ γνωρί‐ ζουσα τὸ ἐκ πολλῶν ἕν, ἣ δὲ διαιροῦσα ἓν εἰς πολλὰ καὶ γνωρίζουσα τὰ κατ’ εἶδος διῃρημένα, ἡνίκα δ’ ἂν πταίῃ, πρῶτον μὲν μάχη γίγνεται ἐν αὐτῇ διαπορούσῃ, τίνι ταὐτὸν καὶ τίνι ἕτερον, ἔπειτα νίκη τῆς χείρονος φερούσης εἰς
10μερισμὸν παντοῖον ἀντὶ τῆς εἰς ἑαυτὴν ἀφοράσεως, καὶ ἐπὶ τούτοις τελέα τῆς ἀμείνονος ἔκλυσις, τὴν ἡγεμονίαν παρα‐ διδοῦσα τῇ χείρονι καὶ ἀρχήν· τῶν γὰρ δύο μεσοτήτων, ὡς καὶ ἔμπροσθεν εἴπομεν [II p. 206, 9 ss], δι’ ὧν τὰ δι‐ πλάσια καὶ τριπλάσια διαστήματα συνέδει τὸ διῃρημένον εἰς
15τοὺς ἡμιολίους καὶ ἐπιτρίτους καὶ ἐπογδόους λόγους, ἣ μὲν ἦν συναγωγὸς τῶν ἐν πᾶσι τοῖς μορίοις ταυτοτήτων, ἣ δὲ τῶν ταύτῃ συμφυῶν ἑτεροτήτων, ὥσπερ ἡ γεωμετρικὴ τῶν οὐσιῶν. ἣ μὲν οὖν τῇ ταὐτότητι προσήκουσα πρὸς τὸ θεῖον ἄγει τὴν ψυχήν, ἣ δὲ τῇ ἑτερότητι πρὸς τὸ θνητόν. καὶ
20οὕτω δ’ οὖν ἀλογοῦται ψυχή, τῶν ἐν τῷ θατέρου κύκλῳ μεσοτήτων κλωμένων καὶ στρεφομένων καὶ πρὸ τούτων δια‐ φερομένων πρὸς ἑαυτάς, τῆς μὲν στροφῆς τελέως αὐτὴν εἰς τὰ πάθη καθελκυσάσης (ὡς γὰρ ὀρθὸς ἦν κύκλος ἐν τῇ ὅλῃ ψυχῇ ὁ θατέρου ὁ πάντη ἀκλινὴς πρὸς τὸ διοικούμενον,
25οὕτω καὶ στραφείς ἐστιν ἐν τῇ μερικῇ ὁ ἐπικλίνας ὅλως εἰς τὴν ὕλην καὶ ὁ πεσὼν εἰς τὸ σῶμα καὶ δύνας κατ’ αὐτοῦ), τῆς μὲν 〈δὲ〉 κλάσεως τὴν εἰς τὸ πλῆθος καὶ τὸ ποικίλον φορὰν παρεχομένης διά τε ἀδυναμίαν καὶ ἀσθένειαν μερισμὸν ἐμποιούσης (τὰ γὰρ κλώμενα διαπίπτει τῆς ἑαυτῶν δυνά‐
30μεως καὶ γίνεται οὐθὲν ἀνθ’ ἑνός), τῆς δὲ διαφορᾶς ἐναν‐ τίωσιν μόνον καὶ μάχην ἀπεργαζομένης. ἡ μὲν οὖν στροφὴ
τὸ ὀρθὸν πάντη λωβᾶται, ἡ δὲ κλάσις τὸ ἓν πολλὰ ποιεῖ,
in Ti
.

3

.

340

ἡ δὲ διαφορὰ μόνην μάχην ἐπεισάγει· καὶ αὕτη μὲν ποιεῖ τῷ τρέχοντι ὅμοιον καὶ μὴ ἀσφαλῶς ἑστῶτι, ἡ δὲ κλάσις τῷ ἤδη πεπτωκότι διὰ τὴν τῶν κώλων κλάσιν καὶ διὰ τοῦτο γεγονότι πλαγίῳ, ἡ δὲ στροφὴ τῷ ὑπτίῳ λοιπὸν καὶ τὴν μὲν
5κεφαλὴν κατὰ γῆς ἐρείσαντι, τοὺς δὲ πόδας, οἷοί ποτ’ ἂν ὦσιν, ἄνω που· μέση γὰρ ἡ πλαγία θέσις τοῦ τε ἑστῶτος καὶ τοῦ ἀντεστραμμένου πρὸς τὸν ἑστῶτα τῷ τὴν μὲν κεφα‐ λὴν ἔχειν κάτω, τοὺς δὲ πόδας ἄνω. γίγνεται οὖν τὸ δοξαστικὸν ὑπὸ τῶν αἰσθήσεων διάστροφον καὶ ψευδοδοξοῦν
10καὶ πολυμελές (τοῦτο γάρ ἐστιν ὁ θατέρου κύκλος, ὡς καὶ πρότερον ἐλέγομεν [p. 333], ἐν ᾧ γίγνονται δόξαι καὶ πίστεις, ὡς εἴρηται καὶ ἐπὶ τῆς ὅλης ψυχῆς)· γίγνεται οὖν ψευδοδοξίας μεστόν, συμμεριζόμενον ταῖς αἰσθήσεσι καὶ πρὸς ἑαυτὸ στασιάζον. καὶ ταῦτα πάντα τὰ πάθη τῶν δυνά‐
15μεών ἐστι καὶ τῶν ἐνεργειῶν τῆς ψυχῆς, ἡ δὲ οὐσία αὐτῆς ἄλυτός ἐστι, πλήν, ὡς αὐτός φησιν [32 C], ὑπὸ τοῦ συν‐ δήσαντος· ἐκεῖνος γὰρ καὶ τὰς διωρισμένας αἰτίας προεί‐ ληφε τῶν ἐν αὐτῇ λόγων καὶ τῶν κύκλων αὐτῆς. τὸ δὲ ὑπὸ τοῦ ἀεὶ συνέχοντος μόνου λυτὸν ἄλυτόν ἐστιν, ὥσπερ
20τὸ ὑπὸ τοῦ ἀγαθοῦ μόνου 〈κακυνόμενον〉 ἀκάκυντον, τὸ δὲ ὑπὸ τοῦ κακοῦ κακυνόμενον καὶ τὸ ὑπὸ τοῦ ψυχροῦ ἄθερ‐ μον· οὔτε γὰρ ψυχροῦ τὸ θερμαίνειν οὔτε ἀγαθοῦ τὸ κα‐ κύνειν οὔτε τοῦ συνεκτικοῦ τὸ διαλύειν. ὥστε καὶ ταύτῃ τὴν ἀφθαρσίαν τῆς ψυχῆς ὁ λόγος εἰ καὶ ἐπικεκρυμμένως
25παραδέδωκεν, ὅτι τῷ δημιουργῷ μόνῳ αὐτὴν ὑπέθετο λυτήν. Ὥστε μετ’ ἀλλήλων μόγις συνεχομένας φέρεσθαι μέν, ἀλόγως δὲ φέρεσθαι, τοτὲ μὲν ἀντίας, ἄλλοτε πλαγίας, τοτὲ δὲ ὑπτίας [43 E]. Αἱ μὲν διαφοραὶ τῶν κύκλων ἐναντίας ποιοῦσι φέρεσθαι
30τὰς συνδέσεις τῶν λόγων, αἱ δὲ κλάσεις πλαγίας, αἱ δὲ στροφαὶ ὑπτίας. καὶ ταῦτα τὰ τριττὰ πάθη θεωρεῖται μὲν
περὶ τὴν λογικὴν ψυχήν, ὁρᾶται δὲ καὶ περὶ τὴν ἄλογον
in Ti
.

3

.

341

εἰκότως· καὶ γὰρ ὅταν ἡ λογικὴ ψυχὴ σύμφωνος ᾖ πρὸς ἑαυτὴν καὶ ὅταν διάφωνος, πολλῷ πλέον μάχεται πρὸς τὴν ἄλογον· ἕπονται γὰρ αἱ ἀρεταὶ ἀλλήλαις, αἵ τε διανοητικαὶ ταῖς ἠθικαῖς καὶ αἱ ἠθικαὶ ταῖς διανοητικαῖς. πῶς οὖν ἐν
5τῷ λόγῳ τὰ τρία θεατέον; ἦ τὴν μὲν ἐναντιότητα θεωρή‐ σομεν, ὅταν δόξα πρὸς δόξαν διαμάχηται καὶ ἡ κρείττων μὴ καταβάλληται ὑπὸ τῆς χείρονος· πάντως γὰρ καὶ ἐν τοῖς ψευδοδοξοῦσιν ἔστι τι δόγμα ἀληθές, ἀφ’ οὗ καὶ διελέγχον‐ ται ψευδοδοξοῦντες. ἢ πῶς ἂν ὁ Σωκράτης Θρασυμάχους
10καὶ Καλλικλέας καὶ τοὺς οὕτως ἀπηρυθριακότας διήλεγξεν, εἰ μή τι δόγμα ἐνῆν καὶ ἐν ἐκείνοις ἀληθές, ἀφ’ οὗ κοινῇ παρ’ αὐτοῖς ὁμολογηθέντος συνεπεραίνετο τὰ ἑξῆς; ὅταν οὖν ὁ αὐτὸς λέγῃ καὶ ὅτι ὁ θεὸς ἀγαθὸς καὶ ὅτι οὐ πάντων προνοεῖ, ταῦτα τὰ δόγματα ἐναντία ἀλλήλοις ἐστίν· εἰ καὶ
15μὴ ἅμα οὖν λέγοι, ὅτι ἀγαθὸς ὁ θεὸς καὶ ὅτι οὐκ ἀγα‐ θός (τοῦτο γὰρ ἀδύνατον), ἀλλὰ δυνάμει λέγει, ὅτι οὐκ ἀγαθός· τοῦτο γὰρ ἕπεται ᾧ λέγει τὸ μὴ προνοεῖν, οὐχ ὁρᾷ δέ, ὅτι ἕπεται ᾧ λέγει τὸ ἐναντίον ᾧ λέγει. τὴν δὲ πλα‐ γίαν θέσιν, ὅταν δύο δόγματα ᾖ διάστροφα καὶ τὸ ἀκόλου‐
20θον ἑαυτοῖς σῴζειν οὐ δύνωνται ἀνακόλουθα λέγοντα. αὕτη δὲ ἡ θέσις ἡ πλαγία ἐστίν· ὅλη γὰρ ἅμα ἡ δόξα πίπτει εἰς γῆν καὶ τῇ αἰσθήσει συμφέρεται. οὐκ ἄρα ἐστὶν αὐτῆς τὸ μὲν ἀληθές, τὸ δὲ ψεῦδος, ἀλλὰ πᾶσα ψευδής· οἷον τὸ τὴν δικαιοσύνην εὐήθειαν εἶναι καὶ τὴν ἀδικίαν σοφίαν· ὁ
25μὲν γὰρ οἰόμενος τὴν ἀδικίαν πονηρίαν, τὸ ἐναντίον αὐτὸς ἑαυτῷ λέγει (ἅμα γὰρ λέγει τὴν δικαιοσύνην οὐκ εὐήθειαν), ὁ δὲ σοφίαν λέγων ἑαυτῷ μὲν συνᾴδει, λέγει δὲ ὅμως ἄμφω διαστρόφως, διὸ καὶ δυσελεγκτότερος θατέρου καὶ ἀνιατό‐ τερος. τὴν δὲ ὑπτίαν, ὅταν αἱ χείρους δόξαι κρατῶσι
30πάντη τῶν ἀμεινόνων καὶ τὰ ἀπὸ τῆς αἰσθήσεως τῶν ἔν‐
in Ti
.

3

.

342

δοθεν προβαλλομένων· ἐν γὰρ τῷ τοιῷδε πάθει τὰ κρείττονα δουλεύει καὶ ὑπόκειται τοῖς χείροσι. περὶ δὲ τὸ ἄλογον πάλιν τὴν μὲν ἐναντιότητα θεωρητέον ὡς ἐπὶ τῶν ἐγκρατῶν (ἐπὶ γὰρ τούτων μάχεται τὰ ἀμείνω τοῖς χείροσι, φαντασία
5τοῦ καλοῦ καὶ ὄρεξις τοῦ αἰσχροῦ), τὴν δὲ πλαγιότητα ἐν τῇ ἐξ ἴσου συμφωνίᾳ τῆς κρίσεως πρὸς τὴν ὄρεξιν, ὅταν ἀμφότεραι φέρωνται ὁμοίως καὶ ἐμπαθῶς, τὴν δὲ ὑπτιότητα ἐν ταῖς ἀκολάστοις ζωαῖς, ἐν αἷς καὶ πάμπαν ὑπέστρωται τῷ ἀλόγῳ τὸ λογικόν. καὶ ὁρᾷς, ὅπως εὐτάκτως ἀπὸ μὲν
10τῆς ἐναντίας ἡ πεπλαγιασμένη διάθεσις (ὅταν γὰρ μετὰ πολ‐ λὴν μάχην εἴξῃ τῷ ἀλόγῳ, τότε φέρεται πλαγίως), ἀπὸ δὲ ταύτης ἡ ὑπτία (συνεχῶς γὰρ ἐπικρατοῦν τοῦ ἀμείνονος τὸ χεῖρον τελευταῖον οὐδὲ δεῖται μάχης, ἀλλ’ ἐξηνδραπόδισται καὶ ἄγει ὅπου βούλεται). καὶ τοῦτό ἐστιν ἔσχατον εἶδος
15ζωῆς, ὥσπερ τελειότατον τὸ ἑαυτῷ σύμφωνον, τὸ ἀπλαγία‐ στον, τὸ κατὰ φύσιν, ἐν ᾧ τὸ κρεῖττον ἔχει τὴν ἑαυτοῦ τάξιν ἀμάχως. καὶ γίγνεται τὸ μὲν σύμφωνον ἀπὸ τῆς σωφροσύνης, τὸ δὲ ἀπλαγίαστον ἀπὸ τῆς ἀνδρείας, τὸ δὲ κατὰ φύσιν τεταγμένον ἀπὸ τῆς δικαιοσύνης. τὰ δὲ ἐναν‐
20τία τούτων ἀπεργάζεται τὴν μὲν ἐναντίωσιν ἡ διαφορά, τὴν δὲ πλαγιότητα ἡ κλάσις (τὰ γὰρ κλώμενα πλάγια γίγνεται), τὴν δὲ ὑπτιότητα ἡ στροφή· παντελῶς γὰρ ἀντιστρέφει τὴν τάξιν τῶν ἡγουμένων τε καὶ ἑπομένων. καὶ ἔοικεν ἡ μὲν ἐναντίωσις διασπᾶν τὴν μίαν ζωὴν τῆς ψυχῆς καὶ ποιεῖν τὴν
25λογικὴν ἑαυτῇ ἀσύμφωνον, ἡ δὲ πλαγιότης ἀλογίαν αὐτὴν ποιεῖν (αὕτη γὰρ ὅλη φέρεται πρὸς τὸ σῶμα καὶ τὴν ὕλην), ἡ δὲ ὑπτιότης φυτοῖς αὐτὴν ἐγκαταλέγειν· ἐν τούτοις γὰρ ἡ κεφαλὴ προσερρίζωται. τοσαύτης οὖν διαιρέσεως γιγνο‐ μένης καὶ τοιούτων παθῶν περὶ τὰς δυνάμεις τῆς ψυχῆς
30εἰκότως εἶπεν αὐτὰς μόγις συνέχεσθαι (μόνον γὰρ αὐτὰς συνέχει τὸ εἶναι τὴν οὐσίαν ἀνώλεθρον τῆς ψυχῆς), εἰ δὲ
μή, τάχ’ ἂν καὶ ἀπώλοντο διασπώμεναι καὶ οἰκείαν ἀπολι‐
in Ti
.

3

.

343

ποῦσαι τάξιν. διὸ καὶ εἴρηται τῶν κύκλων διαφορὰς ἐπι‐ συμβαίνειν καὶ κλάσεις καὶ στροφὰς ‘ὁσαχῇ δυνατόν‘, ἀλλ’ οὐ πάντη· δυνατὸν γὰρ κατ’ ἐνεργείας καὶ δυνάμεις μόνον, ἀλλ’ οὐ κατὰ τὴν οὐσίαν ἀνώλεθρον οὖσαν ὡς ἔν γε τοῖς
5θνητοῖς· καὶ κατὰ ταύτην γίγνεται διαφορὰ καὶ κλάσις καὶ στροφὴ τῆς ὕλης κρατησάσης τοῦ εἴδους, ἥτις ἀνὰ λόγον ἐστὶ τοῖς ποσίν, ὡς τῇ κεφαλῇ τὸ εἶδος. Οἷον ὅταν τις ὕπτιος ἐρείσας τὴν κεφαλὴν μὲν ἐπὶ γῆς, τοὺς δὲ πόδας ἄνω προσβαλὼν ἔχῃ πρός
10τινι, τότε ἐν τούτῳ τῷ πάθει τοῦ τε πάσχοντος καὶ τῶν ὁρώντων τά τε δεξιὰ ἀριστερὰ καὶ τὰ ἀριστερὰ δεξιὰ ἑκατέροις τὰ ἑκατέρων φαντάζεται. ταὐτὸν δὴ τοῦτο καὶ τοιαῦτα ἕτερα αἱ περιφοραὶ πάσχου‐ σαι σφοδρῶς, ὅταν τέ τῳ τῶν ἔξωθεν τοῦ ταυτοῦ
15γένους ἢ τοῦ θατέρου περιτύχωσι, τότε ταυτόν τῳ καὶ θάτερόν του τἀναντία τῶν ἀληθῶν προσαγορεύ‐ ουσαι ψευδεῖς καὶ ἀνόητοι γεγόνασιν [43 E 44 A]. Ἐν τούτοις τὸ ἔσχατον πάθος ἐκτραγῳδεῖ τῆς ψυχῆς, ἐν ᾧ πεπάτηται μὲν καὶ ἠνδραπόδισται τὸ κρεῖττον, τυραννεύει
20δὲ τὸ χεῖρον, καὶ τῶν Ὀλυμπίων κρατεῖ τὰ 〈γη〉γενῆ καὶ τῶν θείων τὰ ἔνυλα. καὶ ἀπεικάζει τῇ μὲν κεφαλῇ τὸ ἐν ἡμῖν θεῖον, τοῖς δὲ ποσὶ τὸ χεῖρον· ἔστι γὰρ τὸ μὲν ἄρχον, οἳ δὲ τὴν ἀρχομένων ἔχοντες τάξιν, ὡς γὰρ αὐτὸς ἐρεῖ προϊών. εἰκάζει δὲ τῇ ἐπερείσει τῆς κεφαλῆς τῇ εἰς γῆν τὴν τοῦ
25θείου καὶ ἡγεμονοῦντος ἐν ἡμῖν δουλείαν, τῇ δὲ τῶν πο‐ δῶν ἄρσει καὶ τῷ μετεωρισμῷ τὴν τοῦ ἀλόγου τυραννίδα, καὶ τὸ συμβαῖνον ἀπὸ τοῦ τοιοῦδε σχήματος τῷ συμπίπτοντι
πάθει περὶ τὴν ψυχήν. συμβαίνει δὲ περὶ τὸ σῶμα τὰ δεξιὰ
in Ti
.

3

.

344

καὶ ἀριστερὰ ἐξηλλαγμένως ὁρᾶσθαι, καὶ περὶ τὴν ψυχὴν ἄρα συμβήσεται καὶ τὰ ἕτερα καὶ ταὐτὰ ἐπαλλάττεσθαι τοῖς ὁρῶσιν· ἀνὰ λόγον γὰρ τῷ μὲν δεξιῷ τὸ ταυτόν, τῷ δὲ ἀρι‐ στερᾷ τὸ θάτερον κατὰ τὴν Πυθαγόρειον συνήθειαν. ὁ μὲν
5δὴ σύμπας λόγος τοιοῦτος. ἴδωμεν δὲ καὶ τὰ καθ’ ἕκαστα. πρῶτον μὲν οὖν θεώρησον τὴν τάξιν, ὅπως ἐκ μὲν ἑστῶτος πλάγιον ἐποίησε τὸ σῶμα, ἐκ δὲ πλαγίου ὕπτιον, ἐκ δὲ ὑπτίου καὶ 〈τὸ〉 τοὺς πόδας ἄνω ἔχον, πρὸς δὲ τῇ γῇ τὴν κε‐ φαλήν· τοῦ γὰρ ὑπτίου τοὺς πόδας ἐγείρας καὶ πρὸς τῇ γῇ
10τὴν κεφαλὴν ἐρείσας τοιοῦτον ἐποίησε τὸ σχῆμα. καὶ ἐπὶ τῆς ψυχῆς δὲ πρώτη μὲν ἡ †ἀπόστασις, δευτέρα δὲ ἡ πεπλα‐ γιασμένη ζωή, τρίτη δὲ ἡ ἔκτασις ἐπὶ τῆς ὕλης καὶ ἡ θέσις ἡ εἰς τὴν γένεσιν καὶ ἡ τοῦ θείου πρὸς τὸ ἄθεον σύζευξις, ἐσχάτη δὲ ἡ τῶν ἀνοήτων ἀφόρητος τυραννίς. καὶ τῶν
15πολιτειῶν δὲ ἡ μὲν φιλόνεικος κατ’ ἐναντίωσιν συνίσταται τοιάνδε, ἡ δὲ φιλοχρήματος κατὰ πλαγιασμόν, ἡ δὲ φιλή‐ δονος ἐννόμως καθ’ ὑπτιότητα ζωῆς, ἡ δὲ τυραννικὴ κατὰ τὴν τῶν ποδῶν ἄρσιν καὶ τὸ σχῆμα τοῦτο, ὃ νῦν ὁ λόγος ὑπέγραψε. δεύτερον δέ, ὅπως τὸ τοιοῦτον σχῆμα τὰ δεξιὰ
20ἀριστερὰ δείκνυσι καὶ τὰ ἀριστερὰ δεξιὰ τῷ τε πάσχοντι καὶ τοῖς ὁρῶσι· νενοήσθω γάρ τις πρὸς ἄρκτον βλέπων, ἄλλος δέ τις πρὸς νότον. τούτοιν ὁ μὲν πρότερος ἔχει τὸ δεξιὸν ἐπ’ ἀνατολάς, τὸ δὲ ἀριστερὸν πρὸς δύσιν, ἅτερος δὲ ἔμπαλιν. ὁ δὴ πρὸς ἄρκτον βλέπων γεγονέτω ὕπτιος, οὐχ οὕτως, ὡς
25εἶπεν ὁ Τίμαιος, τὴν μὲν κεφαλὴν ἐρείσας κατὰ γῆς, μετε‐ ώρους δὲ τοὺς πόδας ἔχων, ἀλλ’ ὡς ἐν τῇ συνηθείᾳ λέγομεν ὕπτιον τὸν τῷ πρηνεῖ ἀντεστραμμένον. ἕξει δὴ πάλιν ὁμοίως ἐπὶ δεξιᾷ μὲν τὴν ἀνατολήν, ἐπὶ δὲ τῇ ἀριστερᾷ τὴν δύσιν. ἵνα δὲ γένηται κατὰ τὸν Τίμαιον ὕπτιος, ἀνεστάσθω κατὰ
30τοὺς πόδας ἐρείσας τὴν κεφαλήν, ἀπόστροφος τῶν ἀρκτῴων· ἕξει δὴ καὶ ταῦτα πρὸς νότον βλέπων ὁμοίως τὰ μὲν δεξιὰ
πρὸς ἀνατολήν, τὰ δὲ ἀριστερὰ πρὸς δύσιν. ἔδει δὲ ἔμπαλιν,
in Ti
.

3

.

345

ὡς τὰ τῶν ἑστώτων καὶ πρὸς νότον ὁρώντων· οἰήσεται οὖν οὗτος, ἐπειδὴ πρὸς νότον βλέπει, τὰ μὲν πρὸς ἀνατολαῖς ἀριστερά, τὰ δὲ πρὸς δυσμαῖς δεξιά, καὶ ὑπὸ τῶν ὁρώντων οὕτως νομισθήσεται. τὰ ἄρα ἀριστερὰ δεξιὰ οἰήσεται καὶ τὰ
5δεξιὰ ἀριστερὰ ἑκάτερος εἶναι τοῦ ὑπτίου, καὶ δῆλον ὅτι καὶ τὰ τοῦ ὁρῶντος ἀνάπαλιν ἔχειν ὑπολήψεται ὡς ἐπὶ τοῦ ἀντι‐ προσώπου αὐτῷ ἑστῶτος, καίτοι ἐπὶ τὰ αὐτὰ ἔχοντος τῷ ὑπτίῳ τὰ συναμφότερα· οἴεται γὰρ τοῦ πρὸς μεσημβρίαν ὁρῶν‐ τος ἑκάτερος δεῖν τὰ ἀριστερὰ εἶναι πρὸς ἀνατολάς, τὰ 〈δὲ〉
10δεξιὰ πρὸς δύσιν, καὶ φαίη ἄν, εἰ τὰ ἕτερα οὕτως ἔχοι, καὶ τὰ λοιπά· εἰς γὰρ τὸ αὐτὸ ὁρῶμεν· ὅπερ ἦν καὶ ἐπὶ τῶν ἑστώτων καὶ εἰς τὸ αὐτὸ βλεπόντων ἀληθές, ἐπὶ δὲ τοῦ τὴν κεφαλὴν κάτω ἔχοντος, κἂν βλέπῃ πρὸς μεσημβρίαν, οὐκ ἀληθές. καλῶς ἄρα εἴρηται, ὅτι ἑκάτερος τὰ ἑκατέρου καὶ
15οὐχὶ τὰ τοῦ ἑτέρου μόνον ἀνάπαλιν ἔχειν θέσεως οἰήσεται. τρίτον δέ, ὅπως καὶ ἐπὶ ψυχῆς ταῦτα κατ’ ἀναλογίαν ὀφθήσεται· καὶ γὰρ ἡ ψυχὴ τὸν μὲν λόγον ἑαυτῆς κατα‐ χώσασα, φαντασίαν δὲ καὶ τὰς ἀλόγους ἀνεγείρασα δυνά‐ μεις, μᾶλλον δὲ φυτὸν γενομένη καὶ τὸν τῶν φυτῶν μιμησα‐
20μένη βίον (ἐν τούτοις γὰρ ἡ κεφαλὴ κάτω κατερρίζωται, τὸ δὲ ἄλλο πᾶν ἄνω φέρεται κρατοῦν τοῦ ἀμείνονος) ἀπ’ ἐναν‐ τίας κρίνει τὰ ὄντα, καὶ οὐχ αὕτη μόνον, ἀλλὰ καὶ ἡ οὔπω μὲν παθοῦσα τοῦτο, βλέπουσα δὲ εἰς ταύτην. δῆλον γοῦν, ὅτι ὁ μὲν τὴν κεφαλὴν ἐρείσας κάτω τοῖς τελέως ἔοικε
25διεστραμμένοις, ὁ δὲ ἑστὼς μὲν κατὰ φύσιν, τῷ δὲ εἰς ἐκεῖ‐ νον ὁρᾶν τὰ ὅμοια ἐκείνῳ πεπονθώς, τοῖς ὑπ’ ἄλλων δια‐ στρεφομένοις, ὥσπερ ἐκεῖνος τοῖς ὑφ’ ἑαυτῶν. φυτικὴν οὖν ἡ ψυχὴ μιμησαμένη ζωὴν τὰ μὲν ἕτερα ταὐτὰ νομίζει, τὰ δὲ ταυτὰ πάλιν ἕτερα· τὴν μὲν γὰρ ἡδονὴν τῷ ἀγαθῷ νο‐
30μίζει ταὐτόν, ἃ δὴ ἕτερά ἐστι, τὸ δὲ θεῖον τοῦ ἀγαθοῦ
χωρίζει καὶ τὴν ἀρετὴν τοῦ καλοῦ, ἃ δὴ ταὐτά ἐστι. τὸ ἄρα
in Ti
.

3

.

346

ταυτόν τῳ καὶ τὸ θάτερόν του λέγουσιν ἐναντίως ἀμφότεραι, ἥ τε ἐσχάτη ζωὴ καὶ ἡ αὑτὴν ἀφεῖσα καὶ ταύτῃ ἑπομένη. διὸ καὶ ψευδεῖς εἰσι. καὶ οὐ μόνον περὶ ταὐτὸν καὶ ἕτερον, ἀλλὰ καὶ περὶ κίνησιν καὶ στάσιν ταὐτὸν πεπόνθασι· τὸ γὰρ
5ἀεικίνητον ἵστασθαι νομίζουσιν, ὥσπερ οἱ πολλοὶ τὸν ἥλιον, καὶ τὸ ἑστὼς κινεῖσθαι, ὡς τὴν γῆν τινες, καὶ ἐπ’ ἄλλων πολλῶν ἐνηλλαγμένως τὰ πράγματα θεωροῦσι. ταῦτα δὲ τὰ πάθη συμβαίνει περὶ τὰς ἐνεργείας τῶν ἐν τῇ θατέρου πε‐ ριόδῳ κύκλων. διὸ καὶ αὐτὸς εἶπε ‘ταῦτα καὶ τοιαῦτα
10ἕτερα τὰς περιφορὰς πάσχειν‘, τὰς ἐν τῷ θατέρου κύκλῳ λέγων ἑπτὰ οὔσας, ἐπεὶ ἥ γε ταὐτοῦ μία ἦν, ἥτις πεπέδη‐ ται, καθάπερ εἴρηται πρότερον. μόνος οὖν ἐστιν ἐκεῖνος ἔννους ὁ τὸν θατέρου κύκλον ὀρθώσας, τὸν δὲ ταὐτοῦ λύσας, καὶ οὗτος ἂν εἴη πάντως ὁ τὸν ἑαυτοῦ Προμηθέα λύων
15δεθέντα διὰ τὸν Ἐπιμηθέα· διὰ γὰρ τὴν πρὸς τὸ ἄλογον δέδεται τάξιν, ὅπερ ὁ Ἐπιμηθεὺς ἐκεῖνος λέγεται κοσμεῖν. Οὐδεμία δὲ ἐν ταῖς τότε περίοδος ἄρχουσα οὐδ’ ἡγεμών ἐστι [44 A]. Πολλῶν γὰρ οὐσῶν ἐν τῷ θατέρου κύκλῳ περιόδων κατὰ
20μίμησιν τῆς τοῦ παντὸς ψυχῆς πᾶσαι διαλελώβηνται καὶ διάστροφοι γεγόνασι καὶ ἀσθενεῖς καὶ δουλεύουσι ταῖς ἀλό‐ γοις κινήσεσιν, ἃς οὐ δεῖ περιόδους καλεῖν, ἅτε κατ’ εὐθεῖαν ἐπὶ τὴν γένεσιν σπευδούσας· ἔστι γὰρ περίοδος ἡ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ κίνησις. πᾶσα δὲ ἄλογος εἴτε γνῶσις εἴτε
25ὄρεξις ἀπ’ ἄλλου πρὸς ἄλλο σπεύδει εἰς τὸ ἐκτὸς ἐπειγομένη, οὗ ὀρέγεται ἐκτὸς ὄντος ἢ ὃ γιγνώσκει ἐκτὸς ὂν ἑαυτῆς. οὔτ’ οὖν ἡ ταὐτοῦ περίοδος ἄρχει (πεπέδηται γὰρ καὶ εἴ‐ κασται βασιλεῖ δεδεμένῳ διὰ τὸ ὑπὸ τοῖς πολεμίοις γενέ‐ σθαι), οὔτε ἡ θατέρου (διέστραπται γὰρ καὶ ἔοικε στρατηγῷ
30τὰ τῶν πολεμίων φρονήσαντι), καὶ οὗτος ὄντως ἐστὶν ὁ Γι‐
γαντικὸς πόλεμος τὰ ἐν ἡμῖν γηγενῆ τῶν Ὀλυμπίων ἐντι‐
in Ti
.

3

.

347

μότερα ποιῶν καὶ οὐχ ὥσπερ ἐν τοῖς ὅλοις ὑποτάττων τὰ χείρονα τοῖς ἀμείνοσιν. Αἷς δ’ ἂν ἔξωθεν αἰσθήσεις τινὲς φερόμεναι καὶ προσπίπτουσαι συνεπισπάσωνται καὶ τὸ τῆς ψυχῆς
5ἅπαν κύτος, τόθ’ αὗται κρατούμεναι κρατεῖν δοκοῦ‐ σιν [44 A]. Ὅπως μὲν οὐδεμία τῶν περιόδων ἄρχουσα οὐδὲ ἡγε‐ μών ἐστιν, εἴρηται, καὶ ὅπως ἡ ἐν ἡμῖν κεφαλὴ πρὸς τῇ ὕλῃ κατακέχωσται. πῶς δὲ καὶ οἱ πόδες μετέωροι γεγένηνται
10καὶ τὰ θνητὰ τῶν ἀθανάτων ἄρχει, διὰ τούτων προστέθειται τῶν λόγων· αἱ γὰρ αἰσθήσεις ἔξωθεν φερόμεναι (τὰ γὰρ ἐκτὸς ἀναγγέλλουσι) καὶ προσπίπτουσαι (μετὰ πάθους γὰρ προσβάλλουσιν), ἐὰν οὖν αὗται συνεπισπάσωνται τὸ κύτος τῆς ψυχῆς, τουτέστι τὴν ὅλην αὐτῆς οὐσίαν (τὸ
15γὰρ κύτος ὡς ἐπὶ περιφορῶν τινων εἴρηται) καὶ ταῦτα παρασκευάσωσι φρονεῖν, ἃ λέγουσιν αὐταί, τῆς ὅλης ἡγε‐ μόνες γίγνονται ζωῆς καὶ ταῦτα ποιοῦσι λέγειν τε καὶ νομί‐ ζειν, ὅσα ἂν αὐταὶ φῶσι, καὶ τοῦτο οἴεσθαι ἀληθῶς, τὸ αἰσθήσει ληπτόν, οὗ ἂν ἅψαιτό τις ἢ πίοι ἢ φάγοι, νοητὸν
20δὲ καὶ φιλοσοφίᾳ αἱρετὸν οὐδέν. τούτων δὲ ἡγουμένων αἱ ὀρέξεις κρατοῦσι καὶ τὰ πλήθη δυναστεύει, δουλεύει δὲ ἡ προαίρεσις, καὶ ὁ λόγος ἐν ὑπηρέτου μέρει τεταγμένος πορί‐ ζει τὰ πρὸς τὸ τέλος τοῖς πάθεσιν. ἆρ’ οὖν ὡς ἀληθῶς ἡγεῖται ἡ αἴσθησις καὶ κρατεῖ; καὶ πῶς δυνατὸν φύσει
25θνητὴν οὖσαν αὐτὴν καὶ ἔνυλον κρατεῖν; ἀλλὰ δοκεῖ μὲν κρατεῖν τοῦ λόγου, κρατεῖται δὲ ὑπ’ ἄλλων αὐτή, καὶ εἰκό‐ τως αὕτη μὲν γὰρ ἑτέρων ἐστί, διὸ τῶν ἐκτὸς ἤρτηται καὶ ὑπ’ ἐκείνων κρατεῖται καὶ ἄλλοτε ἀλλοίως διατίθεται· ὁ δὲ
λόγος ἑαυτῷ τῆς δουλείας αἴτιος. οὐκ ἄρα κρατεῖ τῷ ὄντι,
in Ti
.

3

.

348

τὴν κρατητικὴν δύναμιν οὐκ ἔχων ἀκράτητον, ἀλλὰ δουλεύων ἄλλοις κρατεῖ τῶν ἑαυτοῦ κρειττόνων ἠπατημένων. Καὶ διὰ ταῦτα δὴ πάντα τὰ πάθη νῦν κατ’ ἀρ‐ χάς τε ἄνους ψυχὴ γίνεται τὸ πρῶτον, ὅταν εἰς
5σῶμα ἐνδεθῇ θνητόν [44 AB]. Τοῦτο συμπέρασμά ἐστι πάντων τῶν ῥηθέντων περὶ τῆς ἐνσωματώσεως τῶν ψυχῶν, ἀφ’ ὧν τὰς αἰτίας ἀνεῦρε τῆς ταραχῆς αὐτῶν καὶ τοῦ θορύβου τοῦ ἐκ τῆς γενέσεως καὶ τέλος τῆς ἀνοίας τῆς τοῖς νεογνοῖς ἐμφυομένης, ἀφ’ ὧν
10πάλιν δῆλον, ὅτι τὴν λογικὴν ψυχὴν καὶ ἐν τοῖς παισὶν εἶναι μὲν οἴεται, πεπεδῆσθαι δὲ καὶ ἀργεῖν ὑπὸ τῶν ἀλόγων δυνάμεων κρατουμένην, ἀλλ’ οὐχ ὕστερον χρόνῳ παραγίγνε‐ σθαι, καθάπερ οἴονταί τινες· παραδέδωκε γὰρ τὰς αἰτίας, δι’ ἃς καὶ παρὼν ὁ λόγος οὐ πάρεστιν, ἃς καὶ συμπεραινό‐
15μενος εἶπεν, ὅτι διὰ ταύτας ἄνους γίγνεται ψυχὴ καὶ κατ’ ἀρχάς, ὅταν τὸ πρῶτον εἰς σῶμα ἐνδεθῇ, καὶ νῦν· τί γὰρ διαφέρει νεαρὸν εἶναι κατὰ τὴν ἡλικίαν ἢ κατὰ τὴν ζωήν; ὥσπερ οὖν ἐν τοῖς ἀνοήτοις τῶν προβεβηκότων παρὼν ὁ λόγος ἡσυχάζει, τὸν αὐτὸν τρόπον καὶ ἐν τοῖς νέοις πάρεστι
20μέν, κρατούμενος δὲ ὑπὸ τῆς ἀνοίας ἀργός ἐστιν. Ὅταν δὲ τὸ τῆς αὔξης καὶ τροφῆς ἔλαττον ἐπίῃ ῥεῦμα, πάλιν δὲ αἱ περίοδοι λαμβανόμεναι γαλήνης τὴν ἐπ’ αὐτῶν ὁδὸν ἴωσι καὶ καθιστῶνται μᾶλλον ἐπόντος τοῦ χρόνου, τότε ἤδη πρὸς τὸ κατὰ φύ‐
25σιν ἰόντων σχῆμα ἑκάστων τῶν κύκλων αἱ περιφο‐ ραὶ κατευθυνόμεναι, τό τε θάτερον καὶ τὸ ταυτὸν προσαγορεύουσαι κατ’ ὀρθόν, ἔμφρονα τὸν ἔχοντα αὐτὰς γιγνόμενον ἀποτελοῦσιν [44 B]. Ἐν μὲν τῷ Φαίδρῳ [247C ss] τὴν εὐδαίμονα ζωὴν
30τῆς ψυχῆς ἀνεδίδαξε, καθ’ ἣν συμπεριπολοῦσα τοῖς θεοῖς
in Ti
.

3

.

349

ἐπὶ τὸν ὑπερουράνιον ἀνατρέχει τόπον καὶ θεᾶται αὐ‐ τὴν δικαιοσύνην, αὐτὴν σωφροσύνην καὶ ἑκάστην τῶν θείων ἀρετῶν, καὶ πάλιν κατὰ μικρὸν ἀπὸ τῆς ἄκρας εὐ‐ δαιμονίας καὶ τῆς μακαριότητος ἐκείνης ἤγαγεν εἰς τὸ ποτὲ
5μὲν ὑπερκύπτειν, ποτὲ δὲ εἴσω δύνειν καὶ ἀπὸ τοῦδε κατὰ ὕφεσιν εἰς τὸ μηδὲν ὁρῶσαν ἔτι συνέπεσθαι διὰ συνήθειαν· οὐ γὰρ εὐθὺς ἀπὸ τοῦ νοητοῦ καὶ ἀθρόως ὑπάρχει ταῖς ψυχαῖς ἡ εἰς γένεσιν πτῶσις, ἀλλὰ διὰ πολλῶν πρόεισι τῶν μέσων. ἐν δὲ τούτοις ἔμπαλιν τὰ πάθη τῆς εἰς γένεσιν
10πεσούσης ψυχῆς καὶ τὰς στροφὰς καὶ τὰς κλάσεις καὶ τοὺς ὀχετοὺς ἐκτραγῳδήσας ἐθέλει κατὰ μικρὸν ἐπαναγαγεῖν αὐ‐ τὴν εἰς τὴν νοερὰν καὶ τὴν κατὰ φύσιν ζωήν. ἀλλ’ ἐκεῖ [248 A ss] μὲν παυομένων τῶν ἀμεινόνων καὶ τῶν ἀπὸ νοῦ καὶ θεῶν ἐνδιδομένων ἀγαθῶν παρεισῄει τὰ χείρονα, χωλεία
15καὶ πτερορρύησις καὶ λήθη καὶ συντυχία καὶ βαρύτης. ἐν‐ ταῦθα δὲ ἀποληγόντων τῶν χειρόνων καὶ τῶν ἐκ τῆς ὕλης ἐμποδίων κατὰ φύσιν εὐθὺς †ἀναιρεῖται καὶ ἀναφαίνεται τὰ κρείττονα, τάξις καὶ λόγος καὶ ἡ λελογισμένη καὶ ἔμφρων κατάστασις· εἰς γὰρ ἡλικίαν ἰόντες αὐτοὶ ἐμφρονέστεροι γιγνό‐
20μεθα καὶ μᾶλλον λελογισμένοι τῆς τε ὁμαλοῦς καὶ εὐτάκτου ζωῆς †ποιούμεθα, τῆς φύσεως ἀγούσης. τί οὖν; φαίη ἂν ὁ Γαληνός· ταῖς τοῦ σώματος κράσεσιν ἕπονται τῆς ψυχῆς αἱ δυνάμεις, καὶ ὑγροῦ μὲν ὄντος καὶ ἀστάτου καὶ παντοίως ῥέοντος ἄνους καὶ ἄστατος ἡ ψυχή, καθισταμένου δὲ εἰς
25συμμετρίαν κατευθύνεται καὶ ἔμφρων γίνεται. καὶ πῶς ταῦτα συγχωρήσομεν; τὴν γὰρ ἀθάνατον ψυχὴν καὶ πρὸ τοῦ σώ‐ ματος οὖσαν οὐ θέμις διὰ τὸ σῶμα νοερὰν ποιεῖν, ἀλλ’ ἐκεῖνο μᾶλλον τὸ σῶμα ποτὲ μὲν ἐμπόδιον γίγνεσθαι τῇ ψυχῇ ῥητέον πρὸς τὴν εὔτακτον ζωήν, ποτὲ δὲ ἧττον ἐνο‐
30χλεῖν. ὥσπερ οὖν εἰ γείτονι παροικοίημεν λήρῳ καὶ ἀδολέσχῃ,
in Ti
.

3

.

350

νοερώτεροι οὐκ ἂν γενοίμεθα δι’ αὐτόν, μᾶλλον δὲ καὶ ἧττον ἐμποδίζειν ἡμῖν δύναται πρὸς τὴν ἥσυχον ζωήν, τὸν αὐτὸν τρόπον καὶ ἡ τοῦ σώματος συνάρτησις ὁτὲ μὲν ἐκταράττει τὴν ψυχήν, ὁτὲ δὲ ἀνίησι τὸν θόρυβον, ἣ δὲ ἐν γαλήνῃ
5γίγνεται· καὶ μᾶλλον μὲν αὐτὴ τῆς ταραττομένης ἔχει κατὰ φύσιν, οὔπω δὲ οὐδὲ αὕτη, πρὶν αὐτῇ καὶ παιδεία προσγέ‐ νηται. τὸ ἄρα σῶμα κωλυτικὸν μὲν ἦν τῆς ἔμφρονος ζωῆς, ποιητικὸν δὲ οὐδαμῶς. ταῦτα καὶ περὶ τούτων. Περὶ δὲ τῶν καθ’ ἕκαστον ῥητέον, ὅτι τὸ μὲν τῆς αὔξης καὶ τρο‐
10φῆς ῥεῦμα δηλοῖ τὸν φυσικὸν ὀχετόν· ἀνάγκη γὰρ πλείονος αὐξήσεως γιγνομένης πλείονα καὶ τὴν τροφὴν εἶναι· πλείων δὲ ἡ αὔξη, διότι καὶ τὸ αὖξόν ἐστι τότε δυνατώτερον· ἡ φύσις αὐτὴ γὰρ ἐν μὲν τοῖς νέοις θάλλει καὶ ἔστιν εὐσθε‐ νής, ἐν δὲ τοῖς προβεβηκόσιν ἀσθενεῖ, παρ’ οἷς ἡ ψυχὴ
15λελογισμένη μᾶλλον. καὶ οὐ μόνον κατὰ τὰς ἡλικίας ἴδοις ἂν αὐτὴν ἀντιπεπονθυῖαν, ἀλλὰ καὶ κατὰ καιρούς· ἐν μὲν γὰρ ταῖς ἐγρηγόρσεσιν ἡ ψυχὴ νοερωτέρα ἑαυτῆς ἐστιν, ἐν δὲ τοῖς ὕπνοις αὐτὴ μὲν ἀργεῖ, δρᾷ δὲ μάλιστα τότε ἡ φύ‐ σις καὶ περαίνει τὸ ἑαυτῆς. εἰκότως ἄρα τοῦ ῥεύματος
20ἠλαττωμένου τοῦ φυσικοῦ γαλήνη γίγνεται καὶ τάξις περὶ τὴν ψυχήν. ‘τὴν δὲ τῶν περιόδων ὁδὸν‘ τὴν εἰς σύνε‐ σιν καὶ ὁμαλότητα καὶ τάξιν πρόοδον ῥητέον· οἱ γὰρ ἐν ἡλικίᾳ ὄντες ὡς ἐπίπαν ἐμφρονέστεροι καὶ ὁμαλέστεροι καὶ βεβαιότεροι τῶν νέων εἰσί. ‘τοὺς δὲ κύκλους ἑκάστουσ‘,
25καθ’ οὓς ἡ θατέρου διῄρηται περίοδος, καὶ ‘τὰς περιφορὰσ‘ τὰς ἐνεργείας αὐτῶν, αἳ κατευθύνονται τῷ τε ἀπὸ τῆς κλά‐ σεως ἀνανεύειν καὶ τῷ παντελῶς εἰς τὸ κυκλικὸν ἀνατρέχειν εἶδος· μεταξὺ γὰρ τῆς κεκλασμένης εὐθείας καὶ τῆς περι‐ φερείας ἡ ἄκλαστός ἐστι μιμουμένη τῆς περιφερείας τὸ
30ἁπλοῦν, τὸ ὁμαλές, τὸ ὅμοιον. αὐταὶ δὲ αἱ περιφοραὶ καὶ
τὸ ταυτὸν καὶ θάτερον ὀνομάζουσι κατ’ ὀρθόν, τό τε
in Ti
.

3

.

351

ἐν τοῖς διανοητικοῖς καὶ τὸ ἐν τοῖς αἰσθητοῖς· οὐκέτι γὰρ παιδικῶς πάντα φέρουσιν, ἀλλ’ οἰκείως ἕκαστα καὶ συνάπτειν καὶ διαιρεῖν ἐπιχειροῦσι. καὶ δεῖ ἐφιστάνειν, ὅπως πανταχοῦ περὶ τὸ ταυτὸν τοῦτο καὶ τὸ θάτερον καὶ τὴν ἐπιστήμην
5ἀφορίζεται καὶ τὴν ἄγνοιαν, ἢ κατ’ εὐθεῖαν ἢ κατ’ ἐναλλα‐ γήν· καὶ γὰρ τὰ μὲν καταφάσκομεν δέον ἀποφάσκειν, ὅ ἐστι τὸ ἕτερον ὡς ταὐτὸν νοεῖν, καὶ ἀνάπαλιν ἀποφάσκομεν ὅσα καταφάσκειν δέον, τοῦ ἑτέρου ἄγνοιαν ἔχοντες, ὡς ὅταν γε τὸ γνωστικὸν διήρθρωται, πάντα ὡς ἔχει φύσεως ὀνομάζομεν,
10τὰ μὲν ταὐτὰ λέγοντες, τὰ δὲ ἕτερα εἶναι ἀλλήλων. οὕτω δ’ οὖν αἱ περίοδοι ἡμῶν προκόπτουσαι κατὰ φύσιν ἔμ‐ φρονα τὸν ἔχοντα αὐτὰς ἀποτελοῦσι γιγνόμενον. καὶ εἰκότως ἔφη γιγνόμενον, ὅτι φυσικῶς κινοῦνται, ὅτε γίγνεταί τις ἀπ’ αὐτῶν ἔμφρων, ἔστι δὲ ὁ καὶ τῆς ὀρθῆς
15τροφῆς ἐπὶ τούτοις τυχών, περὶ οὗ φησιν ἑξῆς. Ἂν μὲν οὖν συνεπιλαμβάνηταί τις ὀρθὴ τροφὴ παιδεύσεως, ὁλόκληρος 〈ὑγιής τε παντελῶς, τὴν μεγίστην ἀποφυγὼν νόσον,〉 γίγνεται [44 BC]. Ἡ μὲν κατὰ φύσιν τῶν ψυχῶν ἐπὶ τὴν φρόνησιν ὁδὸς
20ὑπογέγραπται διὰ τῶν εἰρημένων λόγων. συνάπτει δὲ ταύτῃ καὶ τὴν πολιτικὴν ἀγωγὴν τελεσιουργὸν οὖσαν τῆς φυσικῆς ἐπιτηδειότητος καὶ διὰ μὲν τῆς τροφῆς τῆς ὀρθῆς συνεθι‐ σμὸν τῷ ἀλόγῳ τῶν ἀγαθῶν πράξεων παρεχομένην καὶ τὴν κατὰ ὀρθὴν δόξαν ζωήν, διὰ δὲ τῆς παιδεύσεως μαθήμασι
25καὶ τῇ διαλεκτικῇ τὴν λογικὴν οὐσίαν τρέφουσαν. δεῖ γὰρ ἤθεσι μὲν τὸ ἄλογον, δόγμασι δὲ παιδευθῆναι τὸν λόγον, ἵνα τὸ μὲν ὑπήκοον γένηται τῆς λογικῆς ζωῆς, ἣ δὲ εἰς νοῦν ἀναδραμοῦσα τὴν τῶν ὄντων θεάσηται φύσιν· τούτων γὰρ γινομένων ὁλόκληρος ἀποτελεῖται καὶ ὑγιής· ὁλόκλη‐
30ρος μέν, ὡς πάσας ἑαυτοῦ τὰς δυνάμεις εὐλύτους 〈οὔσας
in Ti
.

3

.

352

συντείνας καὶ τὴν τ〉αὐτοῦ [περίοδον] πεπεδημένην λύσας, ὑγιὴς δέ, ὡς τὴν θατέρου περίοδον διεστραμμένην ἰασάμενος καὶ ἐπὶ τὸ ἄκλαστον καὶ ἀπλαγίαστον ἐπανενεγκών· ἢ καὶ ὁλόκληρος μέν, ὡς τὰ ὅλα διώκων ἀντὶ τῶν μερῶν καὶ ἀπὸ
5τῆς κάτω πτώσεως αἴρων ἑαυτὸν καὶ εἰς νοῦν ἀνεγείρων καὶ οἷον τὴν ἅλμην ἀποπτύσας καὶ ἀποκλυσάμενος τῆς γενέσεως, ὑγιὴς δέ, ὡς ἐπὶ τὴν κατὰ φύσιν ἑαυτοῦ τάξιν ἐπανελθὼν καὶ εἰς ἐπιστήμην ἀναδραμών· μεγίστη γὰρ νόσος ψυχῆς ἀμαθία, κατορύττουσα καὶ ἀποτυφλοῦσα τὸ ὄμμα τῆς ψυχῆς.
10 Καταμελήσας δ, χωλὴν τοῦ βίου διαπορευθεὶς ζωήν, ἀτελὴς καὶ ἀνόητος εἰς Ἅιδου πάλιν ἔρχεται [44 C]. Ὅτι καὶ ἡ τῆς φύσεως κίνησις δρᾷ τι καὶ ἡ τῆς πολι‐ τικῆς παιδεία, δηλοῖ διὰ τούτων ὁ φιλόσοφος· ἀτελῆ γὰρ
15ἀποκαλεῖ τὸν μὴ τυχόντα τῆς ὀρθῆς τροφῆς καὶ παιδεύσεως, ὥσπερ ὁ λελωβημένους ἔχων τοὺς πόδας βαδίζει μέν, οὐ καλῶς δέ. οὗτος δὲ οὔτε πάντη τῶν κινητικῶν ἐστέρηται μερῶν οὔτε ἀρτίοις αὐτοῖς χρῆται καὶ τελείοις. κατὰ τὸν αὐτὸν οὖν τρόπον καὶ ὁ ἑαυτοῦ καταμελήσας (οὗτος δέ
20ἐστιν ὁ τῷ κάτω βλέπειν ἀφεὶς τὴν ἑαυτοῦ γνῶσιν) χωλὴν τοῦ βίου διαπορευθεὶς ὁδόν, ὡς κατὰ θάτερα μόνον προκόψας, ἐφ’ ὅσον ἐκίνησεν ἡ φύσις, ἀτελής, φησίν, εἰς Ἅιδου πάλιν ἔρχεται καὶ ἀνόητος, οὐ δυνηθεὶς τελεώ‐ σασθαι τὸν ἑαυτοῦ νοῦν· τὸ δὲ πάλιν, διότι καὶ οἱ ζῶντες
25ἐκ τῶν τεθνεώτων εἰσί· καὶ τὸ εἰς Ἅιδου τὸ σκοτεινὸν δηλοῖ καὶ τὸ ἀλαμπές· οὐ γάρ που ταύταις παρὰ τὸν ἀγα‐ θόν ἐστι καὶ φρόνιμον θεὸν ἡ ἄφιξις, ἀλλὰ διὰ τοῦ κατα‐
γωγοῦ στομίου εἰς τὸν ὑποχθόνιον τόπον· τὸ γὰρ ἑαυτὸ μὴ
in Ti
.

3

.

353

καθῆραν οὐ δύναται περιιδεῖν ἀκάθαρτον τὸ πᾶν. πέμπεται οὖν οἷ γενόμενον καθαρθήσεται, καὶ τὸ μόνως καθ’ εἱμαρ‐ μένην ζῆσαν ὑπὸ τῆς εἱμαρμένης ἐν τεταγμένοις κατευθύνε‐ ται χρόνοις.
5 Ταῦτα μὲν οὖν ὕστερά ποτε γίγνεται· περὶ δὲ τῶν νῦν προτεθέντων δεῖ διελθεῖν ἀκριβέστερον [44 C]. Ἀκόλουθός ἐστι τῷ λόγῳ τῷ περὶ τῆς ἐνσωματώσεως τῆς ψυχῆς ὁ περὶ τῆς συστάσεως τοῦ σώματος, τοῦ τε ὅλου καὶ
10τῶν μορίων, καὶ ὁ περὶ τῆς ἀλόγου ζωῆς, ἀλλ’ οὐχ ὁ περὶ τῶν λήξεων· τὸν γὰρ περὶ τῶν λήξεων ἀκριβοῖ λόγον ἐν τοῖς πολιτικοῖς σκέμμασιν, ἐπιστρέφων δι’ αὐτοῦ τὰς ψυχὰς εἰς τὴν ἔμφρονα ζωήν. τῷ δὲ φυσικῷ προσήκει τελειώσασθαι τὸν περὶ τοῦ ζῴου λόγον. εἰκότως οὖν καὶ ὁ φιλόσοφος
15ἀπαλλάττεται μὲν τῶν ἠθικῶν, ἐπὶ δὲ τὴν φυσικὴν μεθί‐ σταται διδασκαλίαν, εἰπών, ὅτι ταῦτα, ἃ δή ἐστιν αἱ τῶν ψυχῶν λήξεις, ὕστερά ποτε γίγνεται ἐκείνων, περὶ δὲ ὧν προετέθη νῦν δεῖ διελθεῖν ἀκριβέστερον. καὶ δο‐ κεῖ μὲν ἡ λέξις ἔχειν τι σκολιόν, λέγει δὲ ὅμως, ὅτι τὰ νῦν
20εἰρημένα πάντα ἐν ὑστέροις γίγνεται χρόνοις, περὶ ἐκείνων δὲ δεῖ τῶν νῦν ἡμῖν εἰς διέξοδον προκειμένων εἰπεῖν, οἷα δή ἐστι τὰ περὶ τῆς τοῦ σώματος ζωῆς. ἄλλοι δὲ μετατάτ‐ τοντες ἐπὶ τὸ σαφὲς γράφουσι· περὶ δὲ τῶν νῦν προτε‐ θέντων δέοι διελθεῖν ἀκριβέστερον· οἷς ἐναντιοῦται
25τὸ ἐφεξῆς. Τὰ δὲ πρὸ τούτων περὶ σωμάτων κατὰ μέρη τῆς γενέσεως καὶ περὶ ψυχῆς, δι’ ἅς τε αἰτίας καὶ προ‐ νοίας γέγονε θεῶν, τοῦ μάλιστα εἰκότως ἀντεχομένοις οὕτω καὶ ἐνταῦθα πορευομένοις διεξιτέον [44 CD].
30Ἐν δὴ τούτοις ὁρίζει τὸν σκοπὸν τῶν ῥηθησομένων λό‐
γων, ὅτι περὶ σωμάτων γενέσεώς 〈ἐστι καὶ〉 περὶ ψυχῆς·
in Ti
.

3

.

354

ἁπλῶς μὲν γὰρ ἐρρήθη περὶ ἀμφοῖν εἰπεῖν, ὅτι γέγονεν ἐκ θεῶν· δεῖ δὲ καὶ περὶ τῶν μορίων ἀμφοῖν εἰπεῖν, ἐκ τίνων μὲν τὴν ψυχήν, ἐκ τίνων δὲ τὸ σῶμα συνέστησαν οἱ δεύτεροι δημιουργοί. ταῦτα δέ ἐστιν, ἃ καὶ ἔμπροσθεν, εἰ‐
5πὼν [42 D] χρῆναι ψυχὴν ὑποστῆσαι καὶ σῶμα τοὺς θεούς, ἐπήγαγε [42 E] καὶ τὰ τούτοις ἀκόλουθα ἀπεργάσασθαι, τὰς διαιρέσεις τῆς ψυχῆς καὶ τὴν λεπτουργίαν τῶν μερῶν τοῦ σώματος· καὶ γὰρ ἐπὶ τοῦ παντὸς οὕτω μετὰ τὸν κοι‐ νὸν περὶ τοῦ ὅλου λόγον περὶ τῶν ἐν αὐτῷ μερῶν εἶπε, καὶ
10ὅπερ ἴδιόν ἐστι τῆς Πλάτωνος φιλοσοφίας, τὸ τῶν θεῶν ἐξάπτειν πᾶσαν τὴν γένεσιν, τοῦτο ποιεῖ καὶ νῦν, τὰς πρωτ‐ ουργοὺς αἰτίας τῶν θνητῶν σωμάτων καὶ τῶν ἀχωρίστων εἰδῶν τῆς ζωῆς ἐν τοῖς θεοῖς ἀποτιθέμενος, οὐχ ὅτι τῶν μερικῶν ἐστιν ἐν αὐτοῖς εἴδη καὶ τῶν καθ’ ἕκαστα καὶ
15φθαρτῶν διωρισμένοι λόγοι (πόρρω γὰρ τῆς μεριστῆς ποιή‐ σεως τὸ θεῖον), ἀλλ’ ὅτι καὶ τῶν γινομένων ἀγενήτως αὐτοὶ καὶ τῶν ἐνύλων ἀύλως προεστήκασιν τὸ ἐν τοῖς ἀποτελέ‐ σμασι μερικὸν ἐκ πολλῶν μερικῶν καὶ προσεχῶν αἰτίων συγ‐ κροτοῦντες διὰ τῶν ἀιδίων κινήσεων καὶ διὰ τῶν 〈συν‐〉
20τεταγμένων αὐτοῖς αἰτίων πολυειδῶν ὄντων· ὡς γὰρ ὁ πρῶτος δημιουργὸς παραδίδωσι τοῖς νέοις θεοῖς, οὕτω καὶ ἡ τού‐ των πρόνοια διὰ τῶν δαιμόνων πρόεισιν ἄχρι τῶν ἐνύλων καὶ ἀτόμων ἀρχῶν, ὑπουργοῖς χρωμένη καὶ ταῖς διωρισμέναις φύσεσι καὶ ταῖς ἰδίαις ἑκάστων κινήσεσι, τόπων τε καὶ ἀέρων
25δυνάμεσιν ἐξηλλαγμέναις, καὶ πᾶσι τοῖς προσεχέσι τῶν γινομέ‐ νων αἰτίοις, ἀφ’ ὧν δὴ συμπληροῦται τὸ γινόμενον καὶ μερικὸν ἀντὶ ὅλου δημιουργεῖται καὶ ὑπόστασιν ἰδιότησι περιγεγραμ‐ μένην ἄλλαις καὶ ἆλλαις παραδέχεται. ῥητέον δ’ οὖν κἀν‐
ταῦθα περί τε τοῦ σώματος κατὰ μέρος, οἷον περὶ κεφαλῆς,
in Ti
.

3

.

355

περὶ θώρακος, περὶ σκελῶν, καὶ ἐφ’ ἑκάστου τούτων περὶ τῶν ἐν αὐτοῖς μορίων (ὀργανικὰ γὰρ καὶ ταῦτά ἐστι), καὶ περὶ τῆς θνητῆς ψυχῆς τῆς ἅμα τῷ σώματι τὸ θνητὸν ζῷον ποιούσης, τὸ δημιούργημα τῶν νέων θεῶν, καὶ περὶ τῶν
5μορίων αὐτῆς, τῶν τε γνωστικῶν καὶ τῶν ὀρεκτικῶν· ἐὰν γὰρ ταῦτα καλῶς τῷ λογισμῷ συνέλωμεν, ἔσται ἡμῖν ὁ περὶ ἀνθρώπου λόγος εὖ παραδεδομένος. δεῖ δὲ ὡς τὸν ὅλον κόσμον, οὕτω καὶ τὸν ἄνθρωπον ἐπισκέψασθαι τελείως, διότι καὶ μικρός ἐστι καὶ οὗτος κόσμος· ἔχει γὰρ καὶ νοῦν καὶ
10λόγον καὶ θεῖον σῶμα καὶ θνητόν, ὥσπερ τὸ πᾶν, καὶ διῄ‐ ρηται ἀνὰ λόγον τῷ παντί. ὅθεν δὴ καὶ λέγειν τινὲς εἰ‐ ώθασιν, ὡς τὸ μὲν νοερὸν αὐτοῦ τῇ ἀπλανεῖ τέτακται ἀνὰ λόγον, τοῦ δὲ λόγου τὸ μὲν θεωρητικὸν τῷ Κρόνῳ, τὸ δὲ πολιτικὸν Διί, τοῦ δὲ ἀλόγου τὸ μὲν θυμοειδὲς Ἄρεϊ, τὸ
15δὲ φωνητικὸν Ἑρμῇ, τὸ δὲ ἐπιθυμητικὸν Ἀφροδίτῃ, τὸ δὲ αἰσθητικὸν Ἡλίῳ, τὸ δὲ φυτικὸν Σελήνῃ, καὶ τὸ μὲν αὐ‐ γοειδὲς ὄχημα τῷ οὐρανῷ, τὸ δὲ θνητὸν τοῦτο τῷ ὑπὸ σε‐ λήνην. ἵν’ οὖν καὶ μερικῶς ἴδῃς τὸ ὅλον, ὁ περὶ ἀνθρώπου λόγος τῇ πάσῃ φυσιολογίᾳ συντέτακται. ταῦτα καὶ περὶ τού‐
20του. Τὰς δὲ αἰτίας καὶ τὰς προνοίας τῶν θεῶν πῶς διαιρετέον; ἦ τῷ τὰς μὲν ὑποστατικὰς εἶναι, τὰς δὲ φρου‐ ρητικάς, καὶ τὰς μὲν τῆς οὐσίας χορηγούς, τὰς δὲ τῶν ἀγαθῶν, καὶ τὰς μὲν τῶν θνητῶν ποιητικάς, τὰς δὲ καὶ τῶν ψυχῶν τῶν ἀθανάτων σωστικάς· προνοοῦσι γὰρ καὶ
25τούτων καὶ ὑποδέχονται κατιούσας αὐτὰς καὶ πάλιν ἀνιέναι βουλομέναις χεῖρα ὀρέγουσι καὶ τὸν παρ’ ἑαυτῶν ἔλεον χορη‐ γοῦσιν. ἐπειδὴ δὲ καὶ ἡ αἰτία καὶ ἡ πρόνοια τῶν νέων θεῶν καὶ πεπλήθυσται καὶ ἥνωται (πόθεν γὰρ ἂν τοῖς γιγνομένοις ἀπ’ αὐτῶν ὑπῆρχεν ἕνωσις, εἰ μὴ πολλῷ πρό‐
30τερον ἀλλήλοις οἱ ποιοῦντες ἥνωνται;), διὰ δὴ τοῦτο προ‐ νοίας τε αὐτῶν καὶ αἰτίας τὰς δημιουργικὰς δυνάμεις
ἀπεκάλεσε· πολλοὶ γάρ εἰσι δημιουργοὶ καὶ ἑκάστου ποιήσεις
in Ti
.

3

.

356

πολυειδεῖς. καὶ πάλιν ἥνωσε τὸ πλῆθος τὸ θεῶν ἐπαγαγών· ἕνωσις γὰρ καὶ μονοειδὴς δύναμις ἀπὸ τῆς θείας ἰδιότητος παραγίγνεται πᾶσί τε τοῖς οὖσι καὶ πολλῷ πρότερον αὐτοῖς τοῖς θεοῖς, ὥσπερ καὶ νόησις ἀπὸ τοῦ νοῦ τοῖς τε ὅλοις
5ὑπάρχει καὶ πολλῷ μειζόνως αὐταῖς ταῖς νοεραῖς διακοσμή‐ σεσιν. ὅταν δὲ ὅλως ἐπὶ τὴν πρόνοιαν τῶν θεῶν ἀναπέμπῃ τὴν αἰτίαν τῶν γενητῶν, ἄρρητον αὐτοῖς δίδωσι καὶ κρείττονα γνώσεως τὴν πρωτίστην εἰς τὸ εἶναι πάροδον. ὅθεν δή φησιν ὀρθῶς ὁ Ἰάμβλιχος, 〈ὡσ〉 οὐδὲ ταῦτα συλλογίζεσθαι δυνατόν,
10πῶς μὲν τὸ σῶμα παράγουσιν οἱ θεοί, πῶς δὲ τὴν ἐν αὐτῷ ζωήν, πῶς δὲ συμπλέκουσιν ἀμφότερα ἀλλήλοις· ταῦτα γὰρ ἄγνωστα ἡμῖν ὑπάρχει. καὶ ὅτι μὲν ἀπὸ θεῶν ὑφέστηκε πάντα, εἰς τὴν ἀγαθότητα αὐτῶν ἀποβλέποντες καὶ τὴν δύνα‐ μιν διατεινόμεθα, πῶς δὲ ἐκεῖθεν πρόεισιν, ἡμεῖς γιγνώ‐
15σκειν οὐχ οἷοί τέ ἐσμεν. αἴτιον δέ, ὅτι τὸ προνοεῖν καὶ τὸ γεννᾶν ἐξαίρετόν ἐστι τῆς θείας ὑπάρξεως ἄγνωστον ἐχού‐ σης ὑπεροχήν. περὶ ὧν μὲν οὖν ὁ λόγος, εἴρηται. τίς δ’ ὁ τρόπος τῶν λόγων, ἀναμιμνήσκει πάλιν, ὅτι συμμιγὴς τῷ εἰ‐ κότι· καθ’ ὅσον μὲν γὰρ ἐφάπτονται τῆς φύσεως καὶ τῆς
20δημιουργίας τῶν θνητῶν, κατὰ τοσοῦτον εἰκότες εἰσί· καθ’ ὅσον δὲ ἐπ’ αὐτὸν ἀνατρέχουσι τὸν θεῖον νοῦν, κατὰ τοσοῦτον πάλιν ἀντιλαμβάνονται τῆς ἀληθείας. ἐπὶ τέλει δὲ καὶ συν‐ έπλεξε τόν τε τρόπον καὶ τὸ τέλος τῶν λόγων· οὕτω γάρ, φησί, καὶ κατὰ ταὐτὰ πορευομένοις διεξιτέον. ἔστι δὲ
25τὸ μὲν οὕτως τοῦ τρόπου, τὸ δὲ πορευομένοις κατὰ ταὐτὰ τοῦ τέλους. τέλος δέ, περί τε τῶν μορίων εἰπεῖν τοῦ σώματος καὶ λεπτουργῆσαι τὸν περὶ τῆς ψυχῆς λόγον,
δηλαδὴ τῆς θνητῆς.
in Ti
.

3

.

357

(1t)

FRAGMENTA
2tPARTIS DEPERDITAE
3 IOANNES PHILOPONVS de aetern. mund. 11, 11 p. 364 Rabe Ὁ γοῦν Πρόκλος ἐν τῷ πέμπτῳ λόγῳ τῶν εἰς
5τὸν Τίμαιον ἐξηγητικῶν τὴν Πλάτωνος περὶ τῶν ἐνύ‐ λων εἰδῶν διδασκαλίαν σαφηνίζων φησίν, ὡς ὅτι καὶ τὰς ποιότητας καὶ τὰ ἔνυλα πάντα εἴδη ἔκ τε τοῦ μὴ ὄντος ὑφίστασθαι λέγει Πλάτων καὶ εἰς τὸ μὴ ὂν αὖθις τοῦ συν‐ θέτου διαλυομένου ἀπόλλυσθαι· ἔχει δ’ ἡ λέξις οὕτως·
10μήποτε δὲ ἄμεινον λέγειν, ὅτι καὶ τὰ εἴδη τὰ ἔνυλα καὶ οὐ μόνον αἱ ποιότητες εἰσιόντα κέκληται καὶ ἐξιόντα· ταῦτα γάρ ἐστιν τὰ ὁμοιώματα τῶν νοη‐ τῶν, οὐχ αἱ ποιότητες. ἄξιον τοίνυν ὁρᾶν τοῦτο τὸ εἶδος ποῦ ἄπεισιν· εἰ μὲν γὰρ εἰς τὴν φύσιν εἰσίοι,
15ἄτοπον· εἰσδέξεται γάρ τι τῶν μεθ’ ἑαυτὴν καὶ ἀφ’ ἑαυτῆς ἡ φύσις· ὅμοιον ὡς εἰ καὶ εἰς τὸ νοητὸν ἔλε‐ γέν τις ἀπὸ τῆς γενέσεως ἀπιέναι καὶ ὁτιοῦν. εἰ δὲ εἰς ἄλλην ὕλην, παρὰ τὰ ἐναργῆ λέξομεν· οὐ γὰρ σβεννυμένου 〈τοῦ〉 πυρὸς καὶ τῆς ὕλης ἐξαερουμέ‐
20νης ὁρῶμεν ἄλλην ἐξαπτομένην· εἰ δὲ ἐν ἑαυτοῖς γίνεται, νοητὰ ἔσται καὶ αὐθυπόστατα καὶ ἀμερ· πόθεν οὖν ὁ ὄγκος; πόθεν ἡ διάστασις; πόθεν ὁ πόλεμος περὶ τῆς κοινῆς ὑποδοχῆς; τὰ γὰρ ἐν ἑαυτοῖς οὐ μάχεται περὶ τῆς ὑποκειμένης ἕδρας·
25οὐδὲ γὰρ δεῖταί τινος ὑποκειμένου. εἰ δὲ μήτε ἐν τῇ φύσει μήτε ἐν ἑαυτοῖς μηδὲ ἐν τῇ ὕλῃ δυνατὸν εἶναι τὰ τοιαῦτα εἴδη μετὰ τὴν φθοράν, ἀνάγκη χω‐
ρεῖν εἰς τὸ μὴ ὄν· οὐ γὰρ ὅλον τοῦτο ὑπομένει
in Ti
.

3

.

358

τῆς ὕλης ἀεὶ μενούσης, ἀλλὰ τὸ εἶδος μόνον χωρὶς γενέσεως ὑφιστάμενον καὶ χωρὶς φθορᾶς ἀπολλύ‐ μενον. δέδεικται ἄρα καὶ διὰ λογικῆς ἀποδείξεως καὶ διὰ τῶν τοῦ Πρόκλου ῥημάτων κτλ.
5 PROCLVS in remp. II 333, 28 Kroll Τούτων δὴ οὖν διηρθρωμένων ἡμῖν ἐπὶ τὸ τρίτον ἐλθόντες τῶν προκειμένων εἰς ζήτησιν εἴπωμεν, ὅτι τὸν μὲν Τίμαιον [41 C D] οὐκ ἄν τις ἀμφιβάλλοι λέγειν, ὅτι πᾶσι τοῖς ἀλόγοις ἀπὸ ψυχῶν ἐστιν εἰς αὐτὰ μετοικησασῶν ἐξ ἀνθρώπων ἡ ψύχωσις ...
10p. 335, 14 καὶ γὰρ εἰ εἰς πάντα ἄλογα ζῷα δυνατὸν χωρεῖν ψυχὴν ἀνθρώπου καὶ πάντα δι’ ἑαυτῆς ψυχοῦν, ἀλλ’ οὔπω λέγεται ὅτι καὶ μόνη ψύχωσις αὕτη τῶν ἀλόγων ἐστὶν ὑπὸ τοῦ Τιμαίου. κωλύει τοίνυν οὐδὲν δύο τρόπων ὄντων τῆς ψυχώσεως τὸν ἕτερον μὲν μόνον ἐκλέξασθαι τὸν Τίμαιον
15δι’ αἰτίας εὐλογίστους, ἃς εἴπομεν ἐν τοῖς εἰς τὸν Τίμαιον ἐκ δεδομένοις, μηκέτι δὲ προσθέντα καὶ ὅτι μόνον οἴεται τοῦτον εἶναι ψυχώσεως τῶν ἀλόγων τρόπον, χώραν διδόναι καὶ ταῖς τοῦ Σωκράτους περὶ ἀμφοτέρων ἐν‐
δείξεσιν.