TLG 4036 009 :: PROCLUS :: In Platonis Cratylum commentaria

PROCLUS Phil., Diadochus
(Atheniensis: A.D. 5)

In Platonis Cratylum commentaria

Source: Pasquali, G. (ed.), Procli Diadochi in Platonis Cratylum commentaria. Leipzig: Teubner, 1908: 1–113.

Citation: Section — (line)

in Cra
.

tit1

ΕΚ ΤΩΝ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΡΟΚΛΟΥ ΣΧΟΛΙΩΝ ΕΙΣ ΤΟΝ ΚΡΑΤΥΛΟΝ ΠΛΑΤΩΝΟΣ ΕΚΛΟΓΑΙ ΧΡΗΣΙΜΟΙ.
in Cra
.

1

Ὁ σκοπὸς τοῦ Κρατύλου τὴν ἐν ἐσχάτοις ἐπιδεῖξαι τῶν ψυχῶν γόνιμον ἐνέργειαν καὶ τὴν ἀφομοιωτικὴν δύναμιν, ἣν κατ’ οὐσίαν λαχοῦσαι διὰ τῆς τῶν ὀνομάτων ὀρθότητος αὐτὴν ἐπιδείκνυνται. ἐπειδὴ δὲ ἡ μεριστὴ τῶν ψυχῶν ἐνέρ‐
5γεια διαμαρτάνει πολλαχοῦ τῶν οἰκείων τελῶν, καθάπερ δὴ καὶ ἡ μερικὴ φύσις, χώραν εἰκότως ἔχει καὶ τὰ ἀόριστα καὶ τύχῃ καὶ αὐτομάτως περιφερόμενα ὀνόματα, καὶ οὐ πάντα τῆς νοερᾶς ἐπιστήμης ἐστὶν ἔκγονα καὶ τῆς πρὸς τὰ πράγματα συγγενείας στοχάζεται.
in Cra
.

2

Ὅτι ὁ Κρατύλος λογικός τέ ἐστιν καὶ διαλεκτικός, ἀλλ’ οὐ κατὰ τὰς τοῦ Περιπάτου ψιλὰς τῶν πραγμάτων μεθόδους διαλεκτικάς, ἀλλὰ κατὰ τὸν μέγαν Πλάτωνα εἰδότα τὴν δια‐ λεκτικὴν ἁρμόζειν μόνοις τοῖς κεκαθαρμένοις τὴν διάνοιαν
5τελέως καὶ διὰ τῶν μαθημάτων παιδευθεῖσι καὶ διὰ τῶν ἀρε‐ τῶν τὸ νεαροπρεπὲς τῶν ἠθῶν ἀποκαθαρθεῖσι καὶ ἁπλῶς γνη‐ σίως φιλοσοφήσασιν, καὶ θριγκὸν οὖσαν τῶν μαθημάτων καὶ ἀνάγουσαν ἡμᾶς ἐπὶ τὴν μίαν πάντων αἰτίαν τἀγαθόν, καὶ
διὰ Προμηθέως ἥκειν τοῖς ἀνθρώποις ἐκ θεῶν ἅμα1
10φανοτάτῳ πυρὶ λεχθεῖσαν ὑπ’ αὐτοῦ (Phileb. p 16c). ἡ γὰρ τοῦ Περιπάτου ἀναλυτικὴ καὶ τὸ ταύτης κεφάλαιον, ἡ ἀπόδειξις, πᾶσιν εὔληπτα καὶ ἀρίδηλα τοῖς μὴ παντάπασι σκοτοδινιῶσιν καὶ πολὺ τὸ τῆς Λήθης ὕδωρ ἐμφορηθεῖσιν.
in Cra
.

3

Ὅτι νοῦς ἐστιν ὁ τῆς διαλεκτικῆς προβολεύς. ἀφ’ ἑαυτοῦ ὅλου ὅλην αὐτὴν ἀπογεννῶν· καὶ κατὰ μὲν τὴν ἀφ’ ἑνὸς πάντων πρόοδον τὴν διαιρετικὴν ὑφίστησι, κατὰ δὲ τὴν συναγωγὴν ἑκάστου πρὸς μίαν ἰδιότητος περίληψιν τὴν ὁρι‐
5στικὴν ὑφίστησι· κατὰ δὲ τὴν ἐπ’ ἄλληλα παρουσίαν τῶν εἰδῶν, δι’ ἣν καὶ ἔστιν ὅ ἐστιν ἕκαστον καὶ μετέχει τῶν λοιπῶν εἰ‐ δῶν, τὴν ἀποδεικτικήν· κατὰ δὲ τὴν ἐπιστροφὴν πάντων εἰς τὸ ἓν καὶ τὰς οἰκείας ἀρχὰς τὴν ἀναλυτικὴν γεννᾷ.
in Cra
.

4

Ὅτι ὁ μὲν Ἀριστοτέλης (Rhet. I 1355a34—b25) μίαν εἶναι λέγει ῥητορικὴν καὶ μίαν διαλεκτικὴν δυναμένας ἐπ’ ἄμφω, ὡς ἄν τις προαιρῆται, πείθειν ἢ ἐλέγχειν· ὁ δὲ Πλάτων ἄμεινον δύο ἑκατέρας εἶναι λέγει. ἡ μὲν γάρ τίς ἐστι,
5φησί, ῥητορικὴ κολακεία καὶ ἄτεχνος, ἣν ἐν Γοργίᾳ δια‐ βάλλει· ἡ δὲ ἐπιστήμη τῶν ἀγαθῶν καὶ δικαίων, ἣν ἐν Φαί‐ δρῳ ἀνυμνεῖ. καὶ πάλιν τὴν μὲν τοῦ Ἀριστοτέλους διαλεκτι‐ κὴν ὡς ἐριστικὴν ἀποπέμπεται, τὴν δὲ τῶν ὄντων τὰς ἀρχὰς ὁρῶσαν διαλεκτικὴν ἀγαπᾷ ὡς μέρος φιλοσοφίας.
in Cra
.

5

Ὅτι εἰ ἀδύνατον συνελθεῖν γνῶσιν καὶ ἄγνοιαν τοῦ αὐτοῦ ἅμα, ἀδύνατον τὰς δύο ῥητορικὰς συνελθεῖν· ἡ μὲν γὰρ ἀγνοεῖ τὰ ἀγαθά, ἡ δὲ γινώσκει.
in Cra
.

6

Ὅτι ὁ παρὼν διάλογος ἐπιστήμονας ἡμᾶς ποιεῖ τῆς τῶν ὀνομάτων ὀρθότητος, καὶ δεῖ τὸν μέλλοντα εἶναι διαλεκτι‐ κὸν ἀπὸ ταύτης ἄρχεσθαι τῆς θεωρίας.
in Cra
.

7

Ὅτι ὥσπερ ἐν Παρμενίδῃ τὴν ὅλην διαλεκτικὴν παραδιδοὺς οὐ ψιλήν, ἀλλὰ μετὰ τῆς τῶν ὄντων θεωρίας παρ‐ έδωκεν, οὕτως καὶ νῦν τὴν τῶν ὀνομάτων ὀρθότητα μετὰ τῆς τῶν πραγμάτων ἐπιστήμης.2
in Cra
.

8

Ὅτι τὰς ἀρχὰς τῶν ὄντων καὶ τῆς διαλεκτικῆς νῦν παραδιδόναι βούλεται ὁ Πλάτων, εἴπερ τὰ ὀνόματα μετὰ τῶν ὧν εἰσὶν ὀνόματα συμπαραδίδωσιν.
in Cra
.

9

Διὰ τί λέγων ὁ Πλάτων (Pol. p 261e) ὅτι οἱ τῶν ὀνο‐ μάτων ὑπερορῶντες πλουσιώτεροι φρονήσεως εἰς γῆρας ἀναφανησόμεθα, αὐτὸς νῦν προηγουμένως περὶ ὀνομάτων ζητεῖ; ἦ τοῦτο σκοπεῖ οὐ καθ’ ὃ λέγονται, ἀλλὰ καθ’ ὃ εἰκόνες
5εἰσὶ τῶν πραγμάτων; καὶ γὰρ ἡ ὁριστικὴ τριττή ἐστιν· ἢ γὰρ ἀπὸ τοῦ ἀνωτάτω γένους ἀρχομένη διὰ πάντων τῶν μέσων ἕως τῶν ὑστάτων διαφορῶν πρόεισιν, ὅπερ ὁ Ἐλεάτης ξένος ποιεῖ ὁριζόμενος τόν τε σοφιστὴν (Soph. p 268cd) καὶ τὸν πολιτικόν (Pol. p 267bc)· ἢ τὸ ἐγγὺς καὶ γνώριμον γένος λα‐
10βοῦσα διὰ τῶν ἑξῆς διαφορῶν πρόεισιν, ὡς ἔχει τὸ ἄνθρω‐ πός ἐστι ζῷον πεζὸν δίπουν καὶ τὰ τοιαῦτα· ἢ ὀνόματι μόνῳ χρῆται, οἷον καλόν ἐστι τὸ πρέπον καὶ ψυχή ἐστιν φυσιόχη οὐσία καὶ τὰ τοιαῦτα. καὶ ἔστιν οὗτος ὁ τρίτος τρόπος τῆς ὁριστικῆς ἐπισφαλέστατος. εἰ γὰρ ἔτυχεν ἀπ’ ἀρ‐
15χῆς ὁ ὀνοματοθέτης ἀνεπιστήμων, ἀνάγκη διαπίπτειν τὸν χρησάμενον τῷ κειμένῳ ὀνόματι εἰς τὸν ὁρισμόν. διὰ τοῦτο οὖν ὁ Πλάτων νῦν προηγουμένως ζητεῖ περὶ τῶν τοιούτων ὀνομάτων, καὶ διὰ μέσων αὐτῶν ἐπὶ τὰ πράγματα ἀνατείνεται. ἀλλὰ καὶ πρὸς ἀπόδειξιν τοῦτο συμβάλλεται, ὡς ἐν Φαίδρῳ
20(p 244d) τὴν μαντικὴν τῆς οἰωνιστικῆς κρείττω ἀπὸ τοῦ ὀνόματος ἐπεχείρησεν ἀποδεικνύναι· ἀλλὰ καὶ πρὸς ἀνάλυσιν, ὡς ἐν τῷ Φαίδρῳ (p 252c) τὸν μὲν μετεχόμενον ὑπὸ τῶν θνη‐
τῶν ἔρωτα ποτηνὸν καλῶν, τὸν δὲ ἀμέθεκτον καὶ θεῖον πτέ‐ ρωτα διὰ τὴν εἰς ἓν συναγωγὴν τῆς τε οὐσίας τοῦ θεοῦ καὶ3
25τῆς ἐνεργείας, καὶ οὕτως ἀνιὼν καὶ ἀναλύων φαίνεται· ἀλλὰ καὶ πρὸς διαίρεσιν πολλάκις ἀναγκαῖον τοῦτο· οὕτως γοῦν ὁ Σωκράτης (Gorg. p 497d) διεῖλεν ὅτι ἄλλο τὸ ἡδὺ καὶ ἄλλο τὸ ἀγαθόν, διότι καὶ τὰ ὀνόματα δύο.
in Cra
.

10

Ὅτι ὑπόκεινται πρόσωπα νῦν Κρατύλος τε ὁ Ἡρακλεί‐ τειος, οὗ καὶ Πλάτων ἠκροάσατο, ὅστις ἔλεγεν τὰ ὀνόματα πάντα φύσει εἶναι, τὰ γὰρ μὴ φύσει μήδ’ ὀνόματα εἶναι, ὥσπερ καὶ τὸν ψευδόμενόν φαμεν μηδὲν λέγειν· καὶ Ἑρμο‐
5γένης ὁ Σωκρατικός, ὅστις ἀπεναντίας ἔλεγεν οὐδὲν εἶναι ὄνομα φύσει, ἀλλὰ πάντα θέσει· καὶ τρίτος Σωκράτης, ὅστις ἐπικρίνας ἔδειξε τὰ μὲν αὐτῶν εἶναι φύσει, τὰ δὲ καὶ θέσει, οἷον τύχῃ γεγονότα. τὰ μὲν γὰρ ἐπὶ τοῖς ἀιδίοις μᾶλλον τοῦ φύσει μετέχει, τὰ δ’ ἐπὶ τοῖς φθαρτοῖς μᾶλλον τοῦ τυχαίου.
10ὁ γὰρ τὸν ἑαυτοῦ παῖδα Ἀθανάσιον καλέσας δηλοῖ τὴν περὶ ταῦτα τῶν ὀνομάτων πλημμέλειαν. ἔτι δὲ καὶ τῶν ὀνομάτων ἐχόντων εἶδος καὶ ὕλην, κατὰ μὲν τὸ εἶδος μᾶλλον τοῦ φύσει μετέχουσι, κατὰ δὲ τὴν ὕλην μᾶλλον τοῦ θέσει. καὶ πρὸς μὲν Ἑρμογένη λέγων χωρίζει τά τε μονίμως ἐν θεοῖς ἱδρυ‐
15μένα ὀνόματα, οἷον μυρίνη καὶ τὰ τοιαῦτα, καὶ τὰ ἐν ψυ‐ χαῖς, οἷον βατίεια· πρὸς δὲ Κρατύλον ἀποδέχεται μὲν τὴν πρὸς τὰ πράγματα τῶν ὀνομάτων ἀναφοράν, δείκνυσι δ’ ὅτι ἐστὶ καὶ τὸ τυχαῖον πολὺ ἐν τοῖς ὀνόμασιν, ἅμα δὲ καὶ ὅτι οὐ πάντα κινεῖται τὰ πράγματα.
in Cra
.

11

Ὅτι ὁ μὲν οὐρανὸς μᾶλλον ἔχων τὴν κίνησιν, ἔχει καὶ τὴν στάσιν τρόπον τινά, οἷον ἐν τοῖς πόλοις καὶ τοῖς τοι‐ ούτοις· ἡ δὲ γῆ μᾶλλον ἔχουσα τὴν στάσιν, ἔχει καὶ τὴν κί‐
νησιν διὰ τὴν ἀλλοίωσιν.4
in Cra
.

12

Ὅτι τὰ ὀνόματα, καὶ 〈τὰ〉 τὸ φύσει ἔχοντα τοῦ θέσει μετέχει, καὶ τὰ θέσει ὄντα καὶ τοῦ φύσει μετείληφεν· καὶ διὰ τοῦτο τὰ ὀνόματα πάντα φύσει καὶ πάντα θέσει, καὶ τὰ μὲν φύσει τὰ δὲ θέσει.
in Cra
.

13

Ὅτι τὰ δύο ταῦτα μειράκια ἐξεναντίας δοξάζοντα ἄλληλα ἀνατρέποντα μερικῶς, οὐκ ἠδύναντο καθολικῶς τὸ οἰ‐ κεῖον κατασκευάσαι· καὶ γὰρ τὸ μὲν καθόλου διὰ τοῦ μερικοῦ ἀνασκευάζεται, οὐκέτι δὲ διὰ τοῦ αὐτοῦ τὸ ἀντικείμενον κατα‐
5σκευάζεται, ἀλλὰ διὰ τοῦ καθόλου· οἷς ὁ Σωκράτης ἐπιγενό‐ μενος καὶ διαιτήσας διήρθρωσεν τὰ πράγματα ἐπιστημονικῶς.
in Cra
.

14

Ὅτι ὁ μὲν Κρατύλος, ἐπιστημονικὸς ὢν καὶ βραχυ‐ λογώτατος, ὅπερ ἦν ἐξαίρετον τῶν Ἡρακλειτείων, διὰ τὸ μὴ φθάνειν ἀμειφθέντα τὰ πράγματα τῇ ἀστάτῳ ἑαυτῶν φύσει προλαμβάνειν αὐτὰ βουλομένων, δι’ ἐλαχίστων φαίνεται συλ‐
5λαβῶν καὶ ῥημάτων δι’ ὅλου τοῦ διαλόγου ἀποκρινόμενος· διὸ καὶ τὸ βούλει (p 383a) ἐκ προοιμίων εὐθὺς τούτῳ ἀνέ‐ θηκεν ὁ μιμητικώτατος Πλάτων· ὁ δὲ Ἑρμογένης, δοξαστι‐ κὸς ὢν καὶ ταῖς τῶν πολλῶν προσκεχηνὼς δόξαις, τό τε θέσει τῶν ὀνομάτων εἰσήγαγεν καὶ τὸ εἴ σοι δοκεῖ οἰκειότατα
10ὑπὸ Κρατύλου ἤκουσεν· ἡ γὰρ δόκησις τῶν ἀβουλήτων πολ‐ λάκις ἐστὶ καὶ 〈ἀ〉προαιρέτων, ὥσπερ ἡ βούλησις τῶν ἀγαθῶν μόνων.
in Cra
.

15

Ὅτι πᾶσα ἡ Ἀπολλωνιακὴ σειρὰ τῆς δημιουργικῆς τοῦ Διὸς ἐξήρτηται ἡγεμονίας.
in Cra
.

16

Ὅτι τῆς Κρατύλου δόξης γέγονεν Πυθαγόρας τε καὶ Ἐπίκουρος (frg 335 Us.), Δημόκριτος (frg 26 Diels)
δὲ καὶ Ἀριστοτέλης τῆς Ἑρμογένους. ἐρωτηθεὶς γοῦν Πυθα‐ γόρας, τί σοφώτατον τῶν ὄντων· ἀριθμὸς ἔφη· τί δὲ δεύτε‐5
5ρον εἰς σοφίαν, ὁ τὰ ὀνόματα τοῖς πράγμασι θέμενος. ᾐνίττετο δὲ διὰ μὲν τοῦ ἀριθμοῦ τὸν νοητὸν διάκοσμον τὸν πε‐ ριέχοντα τὸ πλῆθος τῶν νοερῶν εἰδῶν· ἐκεῖ γὰρ ὁ πρώτως καὶ κυρίως ἀριθμὸς μετὰ τὸ ἓν ὑπέστη τὸ ὑπερούσιον, ὃς καὶ τὰ μέτρα τῆς οὐσίας πᾶσι τοῖς οὖσι χορηγεῖ, ἐν ᾧ καὶ ἡ ὄντως
10σοφία καὶ ἡ γνῶσις, ἑαυτῆς οὖσα καὶ πρὸς ἑαυτὴν ἐστραμμένη καὶ ἑαυτὴν τελειοῦσα· καὶ ὥσπερ ἐκεῖ νοητὸν καὶ νοῦς καὶ νόησις ταυτόν, οὕτως καὶ ἀριθμὸς καὶ σοφία ταυτόν ἐστι ἐκεῖ· διὰ δὲ τοῦ θεμένου τὰ ὀνόματα τὴν ψυχὴν ᾐνίττετο, ἥτις ἀπὸ νοῦ μὲν ὑπέστη· καὶ αὐτὰ μὲν τὰ πράγματα οὐκ
15ἔστιν ὥσπερ ὁ νοῦς πρώτως, ἔχει δ’ αὐτῶν εἰκόνας καὶ λό‐ γους οὐσιώδεις διεξοδικούς, οἷον ἀγάλματα τῶν ὄντων, ὥσπερ τὰ ὀνόματα ἀπομιμούμενα τὰ νοερὰ εἴδη τοὺς ἀριθμούς· τὸ μὲν οὖν εἶναι πᾶσιν ἀπὸ νοῦ τοῦ ἑαυτὸν γινώσκοντος καὶ σοφοῦ, τὸ δ’ ὀνομάζεσθαι ἀπὸ ψυχῆς τῆς νοῦν μιμουμένης.
20οὐκ ἄρα, φησὶ Πυθαγόρας, τοῦ τυχόντος ἐστὶ τὸ ὀνοματουρ‐ γεῖν, ἀλλὰ τοῦ τὸν νοῦν ὁρῶντος καὶ τὴν φύσιν τῶν ὄντων· φύσει ἄρα τὰ ὀνόματα. Ὁ δὲ Δημόκριτος (frg 26 Diels) θέσει λέγων τὰ ὀνόματα διὰ τεσσάρων ἐπιχειρημάτων τοῦτο κατεσκεύαζεν· ἐκ τῆς ὁμω‐
25νυμίας· τὰ γὰρ διάφορα πράγματα τῷ αὐτῷ καλοῦνται ὀνό‐ ματι, οὐκ ἄρα φύσει τὸ ὄνομα· καὶ ἐκ τῆς πολυωνυμίας· εἰ γὰρ τὰ διάφορα ὀνόματα ἐπὶ τὸ αὐτὸ καὶ ἓν πρᾶγμα ἐφαρμό‐ σουσιν, καὶ ἐπάλληλα, ὅπερ ἀδύνατον· τρίτον ἐκ τῆς τῶν ὀνο‐ μάτων μεταθέσεως· διὰ τί γὰρ τὸν Ἀριστοκλέα μὲν Πλάτωνα,
30τὸν δὲ Τύρταμον Θεόφραστον μετωνομάσαμεν, εἰ φύσει τὰ ὀνόματα; ἐκ δὲ τῆς τῶν ὁμοίων ἐλλείψεως· διὰ τί ἀπὸ μὲν τῆς φρονήσεως λέγομεν φρονεῖν, ἀπὸ δὲ τῆς δικαιοσύνης οὐ‐ κέτι παρονομάζομεν; τύχῃ ἄρα καὶ οὐ φύσει τὰ ὀνόματα. καλεῖ δὲ ὁ αὐτὸς τὸ μὲν πρῶτον ἐπιχείρημα πολύσημον, τὸ δὲ6
35δεύτερον ἰσόρροπον, 〈τὸ δὲ τρίτον μετώνυμον〉, τὸ δὲ τέταρτον νώνυμον. ἐπιλυόμενοι δέ τινές φασιν, πρὸς μὲν τὸ πρῶτον ὅτι οὐδὲν θαυμαστόν, εἰ τὸ ἓν ὄνομα πλείω ἐνει‐ κονίζεται πράγματα, ὡς τὸ ἔρως καὶ ἀπὸ τῆς ῥώμης καὶ ἀπὸ τοῦ πτέρως διάφορα δηλοῖ· πρὸς δὲ τὸ δεύτερον ὅτι
40οὐδὲν κωλύει κατ’ ἄλλο καὶ ἄλλο δηλοῦν τὰ διάφορα ὀνόματα τὸ αὐτό, οἷον μέροψ καὶ ἄνθρωπος, κατὰ μὲν τὸ μεμερισ‐ μένην ἔχειν ζωὴν μέροψ, κατὰ δὲ τὸ ἀναθρεῖν ἃ ὄπωπεν ἄνθρωπος· πρὸς δὲ τὸ τρίτον ὅτι τοῦτο αὐτὸ σημεῖον τοῦ φύσει εἶναι τὰ ὀνόματα, ὅτι μετατίθεμεν τὰ οὐ κυρίως καὶ
45παρὰ φύσιν κείμενα ἐπὶ τὰ κατὰ φύσιν· πρὸς δὲ τὸ τέταρτον ὅτι οὐδὲν θαυμαστόν, εἰ ἐξ ἀρχῆς κείμενα ὑπὸ τοῦ πολλοῦ χρόνου ἐξέλιπον.
in Cra
.

17

Ὅτι τὸ φύσει τετραχῶς· ἢ γὰρ ὡς αἱ τῶν ζῴων καὶ φυτῶν οὐσίαι ὅλαι τε καὶ τὰ μέρη αὐτῶν· ἢ 〈ὡσ〉 αἱ τού‐ των ἐνέργειαι καὶ δυνάμεις, ὡς ἡ τοῦ πυρὸς κουφότης καὶ θερμότης· ἢ ὡς αἱ σκιαὶ καὶ αἱ ἐμφάσεις ἐν τοῖς κατόπτροις·
5ἢ ὡς αἱ τεχνηταὶ εἰκόνες ἐοικυῖαι τοῖς ἀρχετύποις ἑαυτῶν. ὁ μὲν οὖν Ἐπίκουρος (frg 335 Us.) κατὰ τὸ δεύτερον σημαι‐ νόμενον ᾤετο φύσει εἶναι τὰ ὀνόματα, ὡς ἔργα φύσεως προη‐ γούμενα, ὡς τὴν φωνὴν καὶ τὴν ὅρασιν, καὶ ὡς τὸ ὁρᾶν
καὶ ἀκούειν οὕτως καὶ τὸ ὀνομάζειν, ὥστε καὶ τὸ ὄνομα φύσει7
10εἶναι ὡς ἔργον φύσεως. ὁ δὲ Κρατύλος κατὰ τὸ τέταρτον· διὸ καὶ ἴδιόν φησιν ἑκάστου πράγματος εἶναι τὸ ὄνομα ὡς οἰκείως τεθὲν ὑπὸ τῶν πρώτως θεμένων ἐντέχνως καὶ ἐπιστη‐ μόνως. ὁ γὰρ Ἐπίκουρος (frg 335 Us.) ἔλεγεν ὅτι οὐχὶ ἐπιστημόνως οὗτοι ἔθεντο τὰ ὀνόματα, ἀλλὰ φυσικῶς κινού‐
15μενοι ὡς οἱ βήσσοντες καὶ πταίροντες καὶ μυκώμενοι καὶ ὑλακτοῦντες καὶ στενάζοντες. ὁ δὲ Σωκράτης κατὰ τὸ τέταρ‐ τον σημαινόμενον λέγει φύσει εἶναι τὰ ὀνόματα, ὡς διανοίας μὲν ἐπιστήμονος ἔκγονα καὶ οὐχὶ ὀρέξεως φυσικῆς, ἀλλὰ ψυχῆς φανταζομένης, οἰκείως δὲ τοῖς πράγμασι τεθέντα ἐξ
20ἀρχῆς κατὰ τὸ δυνατόν· καὶ κατὰ μὲν τὸ εἶδος τὰ αὐτὰ πάντα καὶ μίαν ἔχει δύναμιν καὶ φύσει ἐστίν, κατὰ δὲ τὴν ὕλην διαφέρει ἀλλήλων καὶ θέσει ἐστίν· κατὰ μὲν γὰρ τὸ εἶδος ἔοικε τοῖς πράγμασι, κατὰ δὲ τὴν ὕλην διαφέρει ἀλλήλων.
in Cra
.

18

Ὅτι ἔοικεν τὸ μὲν Κρατύλος ὄνομα κεῖσθαι παρὰ τὸ περικρατῆσαι ἀραρότως τῶν Ἡρακλείτου δογμάτων καὶ διὰ τοῦτο καταφρονῆσαι τῶν ῥευστῶν ὡς μηδὲ κυρίως ὄν‐ των· τὸ δὲ Σωκράτης παρὰ τὸ σωτῆρα εἶναι τοῦ κράτους
5τῆς ψυχῆς, τουτέστι τοῦ λόγου, καὶ μὴ καθέλκεσθαι ὑπὸ τῶν αἰσθήσεων.
in Cra
.

19

Ὅτι τὰ μὲν ἀίδια ἐκ τῶν δυνάμεων ἢ ἐνεργειῶν ἔλαχεν τῆς ὀνομασίας, τὰ δὲ γενητὰ ἐκ τῆς χρείας καὶ κοι‐ νωνίας.
in Cra
.

20

Ὅτι δεῖ τὸν μιμήσασθαί τι βουλόμενον ἐπιστήμονα εἶναι δυοῖν, τοῦ τε ἀρχετύπου καὶ τῆς δημιουργικῆς τέχνης.
in Cra
.

21

Ὅτι Ἑρμογένης παρ’ Αἰσχίνῃ (p 25 Herm.) κω‐ μῳδεῖται ὡς χρημάτων ἥττων· ἀμέλει τὸν Τηλαύγη ἑταῖρον ὄντα καὶ χαρίεντα παρεώρα ἀθεράπευτον. τὸ δὲ ὄνομα παρὰ
τὸ ἕρμαιον τὸ κερδαλέον γενέσθαι αὐτῷ, ἢ μᾶλλον ὅτι ὁ8
5Ἑρμῆς θεός ἐστιν κερδῶν ἔφορος, οὗτος δὲ δυστυχὴς ἦν περὶ τὸ κερδαίνειν.
in Cra
.

22

Ὅτι διαβέβληνται οἱ Ἡρακλείτειοι καὶ ὡς ἀλαζόνες καὶ ὡς εἴρωνες καὶ ὡς ὑπερόπται ἔν τε Θεαιτήτῳ (p 179esqq) ὑπὸ Θεοδώρου καὶ νῦν (p 384a) ὑπὸ Ἑρμογένους, πλὴν οὐχ ὑπὸ φιλοσόφων· ὁ μὲν γὰρ γεωμέτρης, ὁ δὲ νεανίσκος· οὐ
5γὰρ σχολὴ τῷ ὄντως φιλοσόφῳ τὸν καιρὸν εἰς τοιαῦτα ἀνα‐ λίσκειν.
in Cra
.

23

Ὅτι οὐκ εὐκαταφρόνητον ἡγεῖται ὁ Σωκράτης τὸ περὶ ὀνομάτων ὀρθότητος σκέμμα, ἀλλὰ διὰ τῆς παροιμίας τοῦ χαλεπὰ τὰ καλὰ (p 384b) εἶναι ἀποσεμνύνει αὐτό.
in Cra
.

24

Ὅτι εἰρωνευόμενος νῦν (p 384bc) ὁ Σωκράτης διαβάλλει τὸν σοφιστὴν Πρόδικον. ἐκ γὰρ τῆς δραχμαίας, ὡς ἔοικεν, ἐπιδείξεως κατέγνω καὶ τὴν πεντηκοντάδραχμον ἀπατηλὴν οὖσαν καὶ πορισμοῦ χάριν ἐπιτηδευθεῖσαν· οἱ γὰρ
5τὰς πεντήκοντα καταβαλλόμενοι δραχμὰς ἠξιοῦντο τῆς ἀκροά‐ σεως. τὸ δὲ κακοῦργον τοῦ σοφιστοῦ διὰ τῶν τριῶν τούτων δεῖ ἐννοεῖν, ὅτι ἀργυρίῳ ἐτίμα ὁ σοφιστὴς τὴν τελεωτέραν καὶ ἀτελεστέραν γνῶσιν· ὅτι ἐκ μόνης ἀκροάσεως ἐπηγγέλλετο τὴν γνῶσιν ἐντιθέναι· ὅτι οὐκ ἐκ τῶν ἄλλων τῆς μαρτυρίας ἀλλ’
10ἐκ τῆς αὐτοῦ τοῦ σοφιστοῦ ἀποφάσεως λέγει τὴν τοιαύτην γίνεσθαι γνῶσιν.
in Cra
.

25

Ὅτι τὸ μὲν ζητεῖν ἀπὸ τῆς τοῦ Ἑρμοῦ μητρὸς Μαίας ταῖς ψυχαῖς ἐνδίδοται, ἡ δὲ εὕρεσις ἀπὸ τῆς Ἑρμαϊκῆς σειρᾶς. καὶ γὰρ τὰ ὁλικώτερα γένη τῶν θεῶν καὶ πρὸ τῶν μερικωτέρων ἐνεργεῖ καὶ μετ’ αὐτῶν καὶ ὕστερον· διὸ καὶ
5ἀτελὴς ἡ ζήτησις καὶ ὡς εἰπεῖν ὕλην προπαρασκευαζομένην
ὁρῶμεν ἐκ τῆς τῶν ὑψηλοτέρων αἰτίων διαδόσεως εἰς τὰ μετ‐ έχοντα, οἷον δὲ μορφὴν καὶ εἶδος ἐπιγινόμενον ἐκ τῶν ὑπο‐ δεεστέρων.9
in Cra
.

26

Ὅτι οἱ μὲν σοφισταὶ χαίρουσι τοῖς ἐπιδεικτικοῖς λόγοις, οἱ δὲ φιλόσοφοι τοῖς διαλογικοῖς· καὶ πάλιν ὡς εἰδω‐ λοποιοὶ οἱ σοφισταὶ ὑποδύονται τὸν διαλεκτικόν, καὶ οὕτως γίνεται ἡ ἐριστικὴ αὐτῶν ἐνόχλησις.
in Cra
.

27

Εἰ αἱ τοῦ Σωκράτους εἰρωνεῖαι οὐκ ὀφείλουσιν χηρεύειν ἀληθείας, πῶς λέγει νῦν (p 384bc) μὴ εἰδέναι τὸ ἀληθές; ἧ τοῦτο λέγει ὅτι καθ’ ἕξιν εἰδὼς οὐκ οἶδεν κατὰ προχείρισιν; ἢ ὅτι πολὺ ἐν τοῖς ὀνόμασι τὸ μὴ ὂν καὶ ἀόριστον
5διὰ τὴν τῆς γενέσεως πλημμέλειαν;
in Cra
.

28

Ὅτι τῆς Ἑρμαϊκῆς δόσεως τὰ μέν ἐστι νοερὰ καὶ πρῶτα ἀγαθά, τὰ δὲ δεύτερα καὶ τῆς διανοίας τελεσιουργά, τὰ δὲ τρίτα καὶ τῆς ἀλογίας καθαρτικὰ καὶ διαφερόντως τῶν φανταστικῶν κινήσεων μετρητικά, τὰ δὲ τῶν τῆς φύσεως
5λόγων ὑποστατικά, τὰ δὲ καὶ τῶν ἔξω πορίμων δυνάμεων καὶ τῶν κερδῶν χορηγά· ταῦτα γάρ ἐστι τὰ ἔσχατα τοῦ θεοῦ δῶρα καὶ ἔνυλα, ἅπερ, ὥς φασιν οἱ ἀστρολόγοι, ἐν ταῖς ἀδόξοις διαθέσεσιν ὁ θεὸς δίδωσιν.
in Cra
.

29

Ὅτι τῷ φιλοσόφῳ προσήκει ἥκιστα μὲν περὶ τῶν καθ’ ἕκαστα πραγμάτων διαλέγεσθαι, φησὶν ὁ Πλάτων, πρὸς δὲ τὴν τῶν ὅλων καὶ κοινῶν ἀνάγεσθαι θεωρίαν.
in Cra
.

30

Τὸ συνημμένον Ἑρμογένους (p 384d) οὕτως· εἰ ἔστιν μετάθεσις τῶν ὀνομάτων, θέσει τὰ ὀνόματά ἐστι καὶ σύμβολα τῶν πραγμάτων· ἀλλὰ μὴν τὸ πρῶτον· καὶ τὸ δεύ‐ τερον ἄρα. τὸ δὲ συνημμένον τοῦ Πρόκλου οὕτως· εἰ τὰ
5ὀνόματα σύμβολα τῶν πραγμάτων καὶ θέσει, οὐκ ἔτι χρείαν ἔχομεν τῆς τῶν ὀνομάτων μεταθέσεως· ἀλλὰ μὴν τὸ πρῶτον· καὶ τὸ δεύτερον ἄρα. καὶ συνάγεται ἐν πρώτῳ σχήματι· εἰ
ἔστι μετάθεσις τῶν ὀνομάτων, οὐκ ἔστι μετάθεσις τῶν ὀνο‐ μάτων. κακῶς ἄρα οἱ περὶ Ἑρμογένη φασίν· εἰς γὰρ τὰ10
10καθ’ ἕκαστα ἑώρων μόνον, οὐκ ἔτι δὲ καὶ εἰς τὰ ἀίδια· τῶν γὰρ ἀιδίων καὶ τὰ ὀνόματα θεῖα καὶ σεβάσμια ὡς ἱερὰ θεῶν, τὰς δυνάμεις τε καὶ ἐνεργείας τῶν θεῶν ἀποτυπούμενα, ἅπερ καὶ ὁ ἐν Φιλήβῳ (p 12bc) Σωκράτης σέβει, καὶ πέρα τοῦ μεγίστου φόβου περὶ αὐτὰ εὐλάβειαν ἔχει.
in Cra
.

31

Ὅτι ὁ Ἑρμογένης (p 385d) ὀρθότητά τινα οἴεται εἶναι τῶν ὀνομάτων, ἀλλὰ ταύτην ἐξηρτῆσθαι τῆς θέσεως, ὥσπερ εἴ τις λέγοι τὸ δίκαιον ὀρθὸν μὲν εἶναι, ἀλλὰ θέσει (ἄλλο γὰρ παρ’ ἄλλοις). τί οὖν ἂν εἴποι ἐπὶ τῶν ἐν τοῖς ἀιδίοις
5κειμένων ὀνομάτων;
in Cra
.

32

Ὅτι τὸ τοῦ Ἑρμογένους ἦθος φιλομαθὲς καὶ φιλόλογον καὶ φιλάληθες παραδέδοται ἐξ ὧν λέγει αὐτός (p 384de).
in Cra
.

33

Ὅτι τρισὶν ἐπιχειρήμασιν ὁ Σωκράτης διελέγχει τὴν Ἑρμογένους θέσιν, ὧν τὸ μὲν πρῶτον ἐντρεπτικόν, τὸ δὲ δεύτερον βιαστικόν, τὸ δὲ τρίτον πειθοῦς τελεωτάτης αἴτιον. καὶ ἔστι τὸ μὲν πρῶτον τοιοῦτον· εἰ θέσει τὰ ὀνόματα, ἔσται
5ὁμοίως καὶ ἰδιώτης καὶ πόλις κυρία τῆς τῶν πραγμάτων ὀνο‐ μασίας, καὶ κληθήσονται τὰ πράγματα ἄλλως καὶ ἄλλως καὶ ἀμειφθήσονται πολυσχιδῶς διὰ τὸ ἀόριστον εἶναι τὸ τῶν καθ’ ἕκαστα τυχαῖον καὶ ἄνευ ἐπιστήμης προαιρούμενον καὶ δοκοῦν· ἀλλὰ μὴν οὐ τὸ ἑπόμενον· οὐδ’ ἄρα τὸ ἡγούμενον.
in Cra
.

34

Ὅτι παντὸς πράγματος τὴν ἄπληστον μετουσίαν ἀνατρέπειν καὶ ἑαυτὴν ὅλην ὁ ἐν Πολιτείᾳ (VIII p 563esqq) λέγει Σωκράτης.
in Cra
.

35

Ὅτι αἱ ψυχαὶ πρὸ τοῦ πεσεῖν εἰς γένεσιν εἶχον πάντα φανὰ καὶ αὐταῖς γνώριμα, καὶ ἡ μία ταῖς πάσαις ἐγινώσκετο καὶ αἱ πᾶσαι τῇ μιᾷ.
in Cra
.

36

Ὅτι ἄλλο βούλεται δηλοῦν ἡ παρὰ Ἀριστοτέλει (de interpr. 17a, 25) ἀλήθεια τοῦ ἀποφαντικοῦ λόγου, καὶ ἄλλο ἡ παρὰ Πλάτωνι νῦν (p 385bc) λεγομένη, καθ’ ἥν, φησί, καὶ τὰ ὀνόματα καθ’ αὑτὰ λεγόμενα ἀληθεύουσιν. ἡ11
5μὲν γὰρ τοῦ Ἀριστοτέλους τὴν σύνθεσιν καὶ διαίρεσιν λέγει τοῦ κατηγορουμένου καὶ ὑποκειμένου ἔχειν τό τε ψεῦδος καὶ τὸ ἀληθές. ὁ δὲ μέγας Πλάτων τετραχῶς οἶδε τῷ τῆς ἀλη‐ θείας καὶ ψεύδους χρῆσθαι σημαινομένῳ· ἢ γὰρ κατὰ τὰς ὑπάρξεις αὐτὰς τῶν πραγμάτων, ὡς ὅταν τὰ μὲν ὄντως ὄντα
10ἀληθῶς εἶναι λέγῃ, τὰ δὲ οὐκ ὄντως ὄντα ψευδῶς· ἢ κατὰ τὰ πάθη τὰ ἐπακολουθοῦντα ταῖς προηγουμέναις κινήσεσιν, ὥσπερ ἀληθῆ καὶ ψευδῆ διεῖλεν ἡδονὴν ὁ ἐν Φιλήβῳ (p 36c sqq, 40cd) Σωκράτης· ἢ κατὰ τὰς γνώσεις, ὡς ὅταν διορίζηται ψευδεῖς δόξας καὶ ἀληθεῖς· ἢ κατὰ τὰ ὄργανα τῆς γνωστικῆς
15ζωῆς, οἷον τοὺς λόγους καὶ τὰ ὀνόματα καὶ τὰ στοιχεῖα· καὶ γὰρ ἐν τούτοις ὁρᾷ τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος κατὰ τὴν πρὸς τὰ πράγματα ἐφάρμοσιν καὶ συμφωνίαν. ἔχουσι δὲ καὶ οἱ ῥήτορες ἰδέαν λόγου τινά, ἣν καλοῦσιν ἀλήθειαν.
in Cra
.

37

Ὅτι Ἀντισθένης ἔλεγεν (ap. Aristot. metaph. IV, p 1024b, 32—34) μὴ δεῖν ἀντιλέγειν· πᾶς γάρ, φησί, λόγος ἀληθεύει· ὁ γὰρ λέγων τὶ λέγει· ὁ δέ τι λέγων τὸ ὂν λέγει· ὁ δὲ τὸ ὂν λέγων ἀληθεύει. ῥητέον οὖν πρὸς αὐτὸν ὅτι ἔστιν
5καὶ τὸ ψεῦδος καὶ οὐδὲν κωλύει τὸν τὸ ὂν λέγοντα ψεῦδος λέγειν· καὶ ἔτι ὁ λέγων περί τινος λέγει, καὶ οὐχὶ τὶ λέγει.
in Cra
.

38

Τὸ κατὰ Πρωταγόρου ἐπιχείρημα (p 386a—d) τοιοῦτον· εἰ οἷα φαίνεται ἑκάστῳ τὰ πράγματα, τοιαῦτά εἰσιν, οὐκ ἔσονται οἱ μὲν φρόνιμοι τῶν ἀνθρώπων οἱ δὲ ἄφρονες· ἀλλὰ μὴν οὐ τὸ δεύτερον· οὐδ’ ἄρα τὸ πρῶτον.
in Cra
.

39

Ὅτι πᾶς πονηρὸς δι’ ἄγνοιαν τῶν ὡς ἀληθῶς ἀγαθῶν ταύτην νοσεῖ τὴν νόσον καὶ ἄκων ἐστὶ τοιοῦτος· οὐ‐
δενὶ γὰρ αἱρετὸν τὸ οἰκεῖον κακόν.12
in Cra
.

40

Ὅτι μᾶλλον οἱ κακοὶ γινώσκονται ὑπὸ τῶν ἀγαθῶν ἀνδρῶν ἤπερ ἡ τῶν ἀγαθῶν ἀρετὴ τοῖς κακοῖς φανερά, διότι τυφλὸν ἡ κακία καὶ ἀγνοεῖ πρῶτον ἑαυτήν, εἶτα καὶ τοὺς ἄλλους, καὶ ὅτι οἱ μὲν κακοὶ οὐ τοσοῦτον δύνανται τῆς ἀγα‐
5θουργίας τῶν καλῶν ἀπολαῦσαι διὰ ἠλιθιότητα, οἱ δὲ καλοὶ μᾶλλον κακύνονται πάσχοντες ὑπὸ τῶν πονηρῶν· τὰ γὰρ χερείονα, φασίν (Hom. Α 576), νικᾷ· καὶ ὁ Σωκράτης μᾶλλον μετέλαβεν τῆς τοῦ Ἀνύτου κακουργίας ἤπερ τῆς Σω‐ κράτους ἀγαθότητος ἐκεῖνος ἀπώνατο.
in Cra
.

41

Ὅτι ἄλλο τὸ Πρωταγόρου δόγμα (p 386c) καὶ ἄλλο τὸ Εὐθυδήμου (p 386d)· τὸ μὲν γὰρ λέγει ὅτι οὐδὲν ὂν τὸ ὑποκείμενον φαντάζεται τοῖον ἢ τοῖον παρὰ τοῖς αἰσθανομένοις διὰ τὴν σύμμιξιν τοῦ ποιοῦντος καὶ πάσχοντος· τὸ δὲ τοῦ
5Εὐθυδήμου ἕκαστον ποιεῖ τὰ πάντα ὂν ἅμα καὶ ἀεί, καὶ πάντα ἀληθεύειν, οἷον τὸν λέγοντα τὸ ξύλον λευκὸν καὶ μέλαν καὶ μικρὸν καὶ μέγα καὶ ξηρὸν καὶ ὑγρόν, καὶ τὰς τούτων ἀποφάσεις πάσας ἀληθεύειν. ἐκ διαφόρων οὖν ἀρχῶν ὁρμώ‐ μενοι οὗτοι οἱ σοφισταὶ εἰς τὸ αὐτὸ καταλήγουσιν.
in Cra
.

42

Ὅτι ἡ τῆς πρώτης ἀπειρίας δύναμις πᾶσι τοῖς ὁπωσοῦν εἶναι δυναμένοις ἀφ’ ἑαυτῆς δίδωσι τὴν πρόοδον, τὸ δὲ πέρας ἕκαστον ἀφορίζει καὶ περιγράφει καὶ ἵστησιν ἐν οἰκείοις ὅροις· ὥσπερ καὶ ἐπὶ τῶν ἀριθμῶν τὸ μὲν εἶδος πᾶσιν
5ἀπὸ τῆς μονάδος ἐφήκει καὶ τοῦ πέρατος, τὸ δ’ ἀνέκλειπτον κατὰ τὴν πρόοδον ἀπὸ τῆς γονίμου δυάδος· ὥστε ἕκαστον τῶν ὄντων φύσιν ἔχει τινὰ καὶ ὅρον καὶ ἰδιότητα καὶ τάξιν οἰκείαν διὰ τὸ πρῶτον πέρας· ἔστιν ἄρα καὶ ἡ ἀντίφασις ἐν τοῖς λόγοις ὡρισμένως τὸ ψεῦδος καὶ τὸ ἀληθὲς παριστᾶσα.
in Cra
.

43

Ὅτι τὸ πράττειν ἐπὶ μόνων τῶν κατὰ διάνοιαν ἐνεργούντων λέγεται, ἐπὶ δὲ τῶν ἄλλων τὸ ποιεῖν (p 387c
ἔχουσιν οὖν καὶ 〈αἱ〉 πράξεις καὶ αἱ ποιήσεις ἰδίους ὅρους καὶ ὄργανα καὶ καιρούς, καὶ οὐ τὸ τυχὸν εἰς τὸ τυχὸν ποιεῖ13
5ἢ πράττει.
in Cra
.

44

Ὅτι τὸ λέγειν (p 387bc) ὑπὸ τὸ πράττειν ἐστίν, ἐκ διαιρέσεως τοιαύτης δείκνυται· πᾶσα γὰρ ψυχῆς ἐνέργεια ἢ ἄνευ σώματος γίνεται, καὶ ἔστιν τοῦτο φαντασία δόξα νόησις, ἢ μετὰ σώματος, καὶ τοῦτο διττόν· ἢ γὰρ
5ἀπροαίρετος, καὶ ἔστιν τοῦτο αἴσθησις καὶ κίνησις ἀκού‐ σιος, ἢ μετὰ προαιρέσεως, καὶ ἔστιν τοῦτο πρᾶξις, ὑφ’ ἣν ἡ διάλεξις.
in Cra
.

45

Ἄπορον πῶς τὸ ὀνομάζειν (p 387c) λέγειν ἐστίν· εἰ γὰρ τὸ ὄνομα μή ἐστιν λόγος, οὐδὲ τὸ ὀνομάζειν λέγειν ἂν εἴη. ἦ πρῶτον μὲν τὸ ὀνομάζειν μέρος εἶπεν τοῦ λέγειν εἶναι καὶ οὐχὶ λέγειν, ὥσπερ καὶ τὸ ὄνομα τοῦ λόγου
5μέρος ἀλλ’ οὐ λόγος; εἰ δὲ τὸ μὲν τῆς πράξεως μέρος πρᾶξις, τὸ δὲ τοῦ λόγου μέρος οὐ λόγος. θαυμαστὸν οὐδέν· καὶ γὰρ τὸ μὲν τοῦ σώματος μέρος σῶμα, τὸ δὲ τοῦ προσώπου μέρος οὐ πρόσωπον· καίτοι καὶ τοῦτο σῶμά ἐστιν, ὥσπερ καὶ τὸ λέγειν πρᾶξις· ἀλλὰ τὰ μὲν ὁμοιομερῆ, τὰ δ’ ἀνομοιομερῆ.
10δεύτερον δ’ ὅτι τὴν ἀκολουθίαν οὐκ ἀναγκαῖον σῴζεσθαι τὴν αὐτὴν ἐπί τε τῶν εἰδῶν καὶ τῶν κινήσεων· ἔστι δ’ ὁ μὲν λόγος καὶ τὸ ὄνομα εἴδη καὶ τέλεια καὶ ὅλα, αἱ δὲ κινήσεις κατὰ μέρος ὑφίστανται, καὶ διὰ τοῦτο καὶ τὸ ὀνομάζειν λέγειν τι ἐστίν· διὰ γὰρ τοῦ ὀνομάζειν πρόεισι τὸ λέγειν. τὸ δὲ
15τρίτον ὅτι καὶ τὸ λέγειν διττὸν καὶ ὁ λόγος, τὰ μὲν κατὰ τοῦ ὅλου λεγόμενα τοῦ ἐξ ὀνομάτων ὑφεστῶτος, τὰ δὲ κατὰ πάσης φωνῆς σημαντικῆς· οὕτως γὰρ καὶ Ἀριστοτέλης ἐν Κατη‐ γορίαις (p 4a,22—34 sqq, al.) τὴν δόξαν λόγον προσείρηκεν· καὶ ἡ συνήθεια δὲ τὸ λέγειν τάττει καὶ κατὰ τῶν ψιλὸν ὄνομα
20προφερομένων· εἰώθαμεν γὰρ ἐπιτάττειν τισὶ τὸ ὄνομα τὸ
ἑαυτῶν ἢ ἄλλων λέγειν, οἱ δὲ ποιοῦσι τὸ ἐπιταχθέν.14
in Cra
.

46

Προκείσθω δεῖξαι ὅτι τὸ ὀρθὸν ὄνομα φύσει καὶ οὐ θέσει τὴν ὀρθότητα ἔλαχεν· καὶ πρῶτον λεκτέον οὕτως· εἰ τὸ ὀνομάζειν ᾗ τὰ πράγματα πέφυκεν γινόμενον ὀρθῶς ἔχει, τὸ ὄνομα φύσει τῆς ὀρθότητος τυγχάνει· ἀλλὰ μὴν τὸ πρῶ‐
5τον· καὶ τὸ δεύτερον ἄρα. δεύτερος λόγος ἀναλύων τὴν πρόσ‐ ληψιν· εἰ τὸ λέγειν διὰ τὰ πράγματα ἔχει τὸ ὀρθόν, καὶ τὸ ὀνομάζειν ᾗ τὰ πράγματα πέφυκεν γινόμενον ὀρθῶς ἔχει· ἀλλὰ μὴν τὸ πρῶτον· καὶ τὸ δεύτερον ἄρα. τρίτος λόγος ἀνα‐ λύων τοῦ δευτέρου τὴν πρόσληψιν· εἰ πᾶσα πρᾶξις κατὰ τὴν
10πρὸς τὰ πράγματα οἰκειότητα εὖ πράττεται, καὶ τὸ λέγειν διὰ τὰ πράγματα ἔχει τὸ ὀρθόν· ἀλλὰ μὴν τὸ πρῶτον· καὶ τὸ δεύτερον ἄρα. τέταρτος ἀναλύων τοῦ τρίτου τὴν πρόσληψιν· εἰ τὰ πράγματα πάντα ἔχει τινὰ φύσιν ἰδίαν καὶ οὐκ εἰσὶν θέσει αἱ πράξεις, κατὰ τὴν πρὸς τὰ πράγματα οἰκειότητα εὖ
15πράττονται· ἀλλὰ μὴν τὸ πρῶτον· καὶ τὸ δεύτερον ἄρα. πέμ‐ πτος ἀναλύων τοῦ τετάρτου τὴν πρόσληψιν· εἰ μήτε πάντα ἐστὶν ὁμοίως πᾶσι καὶ ἀεί, μήτε ἰδίᾳ ἑκάστῳ ἕκαστον, ἔχει τινὰ φύσιν τὰ πράγματα ἰδίαν ἕκαστον· ἀλλὰ μὴν τὸ πρῶ‐ τον· τὸ ἄρα δεύτερον. ἕκτος ἀναλύων τοῦ πέμπτου τὴν πρόσ‐
20ληψιν· εἰ τῶν ἀνθρώπων οἱ μὲν πάνυ φρόνιμοί εἰσιν οἱ δ’ ἄφρονες, οὔτε πάντα ἐστὶν ὁμοίως πᾶσι καὶ ἀεί, οὔτε ἰδίᾳ ἑκάστῳ τῶν ὄντων ἕκαστον· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον. ἕβδομος ἀναλύων τοῦ ἕκτου τὴν πρόσληψιν· εἰ τῶν ἀνθρώπων οἱ μὲν πάνυ χρηστοί εἰσιν οἱ δὲ πάνυ πονη‐
25ροί, οἱ μὲν πάνυ φρόνιμοί εἰσιν τῶν ἀνθρώπων οἱ δὲ πάνυ ἄφρονες· ἀλλὰ μὴν τὸ πρῶτον· καὶ τὸ δεύτερον ἄρα.
in Cra
.

47

Εἰ τὰ ὀνόματα κατὰ τὸν Ἀριστοτέλην (de interpr. p 16a,19 sqq) θέσει ἐστὶν καὶ σύμβολα τῶν πρα‐ γμάτων καὶ τῶν νοημάτων, δεῖ καὶ τοὺς ἐξ αὐτῶν συγκει‐ μένους λόγους ἀποφαντικοὺς θέσει ὄντας μὴ λέγεσθαι ὑπ’
5αὐτοῦ ἐκείνου (de interpr. p 17a,2—5) ἐοικέναι τοῖς συν‐ θέτοις νοήμασιν, μηδὲ καθ’ αὑτοὺς δεκτικοὺς εἶναι ἀληθείας ἢ ψεύδους· ἀλλὰ μὴν οἱ ἀποφαντικοὶ λόγοι οὐσιωδῶς ἔχοντες τὸ ψεύδεσθαι ἢ ἀληθεύειν οὐ θέσει τοῦτο ἔχουσι, οὐδ’ ἄρα τὰ ὀνόματα θέσει.15
in Cra
.

48

Εἰ (p 387dsqq) ὁ ὀνομάζων πᾶς πράττει τι, ὁ δὲ πράττων δι’ ὀργάνου πράττει, καὶ ὁ ὀνομάζων ἄρα δι’ ὀργάνου ὀνομάζων ὀργάνῳ χρῆται τῷ ὀνόματι· ἀλλὰ τῶν ὀργά‐ νων τὰ μὲν φύσει, ὡς χείρ, πούς, τὰ δὲ θέσει, ὡς χαλινὸς
5καὶ τὸ ὄνομα (τοιοῦτον γάρ ἐστι)· τούτων δὲ τῶν τεχνητῶν τὰ μὲν πρὸς τὸ ὑφιστάνειν τι πεποίηται ὡς τὸ σκέπαρνον, τὰ δὲ πρὸς τὸ σημαίνειν καὶ διδάσκειν· τοιοῦτον οὖν καὶ τὸ ὄνο‐ μα· ὄργανον γάρ ἐστιν διδασκαλικὸν καὶ ἐκφαντορι‐ κὸν τῆς τῶν πραγμάτων οὐσίας (p 388bc), καὶ ἔστιν τὸ μὲν
10ἐν τῷ τοιούτῳ ὅρῳ παραληφθὲν ἀπὸ τοῦ χρωμένου τῷ ὀρ‐ γάνῳ, τὸ δ’ ἐκφαντορικὸν ἀπὸ τοῦ παραδείγματος. δεῖται δ’ ὡς μὲν ὄργανον τοῦ χρωμένου, ὡς δὲ εἰκὼν τῆς πρὸς τὸ παράδειγμα ἀναφορᾶς· ὥστε δῆλον ἐκ τούτων ὅτι οὐκ ἔστι τὸ ὄνομα σύμβολον οὐδὲ θέσεως ἔργον τῆς τυχούσης, ἀλλὰ
15συγγενὲς τοῖς πράγμασι καὶ φύσει οἰκεῖον· πᾶν γὰρ ὄργανον πρὸς τὸ οἰκεῖον ἔργον συντέτακται, καὶ οὐκ ἂν ἄλλῳ τινὶ ἁρ‐ μόσειεν ἢ ἐκείνῳ πρὸς ὃ γέγονεν· ὥστε καὶ τὸ ὄνομα, ἅτε ὂν ὄργανον, ἔχει τινὰ συμφυᾶ δύναμιν καὶ τοῖς σημαινομένοις συνηρμοσμένην, καὶ διδασκαλικὸν ὂν ἐκφαντορικὴν ἔχει τάξιν
20τῶν νοημάτων, καὶ διακριτικὸν ὂν τῆς οὐσίας γνῶσιν ἡμῖν ἐμποιεῖ τῶν πραγμάτων· καὶ αὕτη μὲν ἡ ἐπιχείρησις ἐκ τοῦ εἴδους ἐστὶν τοῦ ὀνόματος, ὥσπερ ἡ πρὸ αὐτῆς ἀπὸ τοῦ παρα‐ δείγματος ἦν, τουτέστι τῶν πραγμάτων.
in Cra
.

49

Ὅτι, τοῦ Ἀριστοτέλους λέγοντος (de interpr. p 17a,1—2) εἶναι τὸν λόγον σημαντικόν, οὐχ ὡς ὄργανον δέ, ἀλλὰ θέσει (οὐδὲν γάρ, φησίν, ἐστὶν θαυμαστόν, τῆς φω‐
νῆς φύσει οὔσης ὥσπερ τῆς σωματικῆς κινήσεως, εἶναι θέσει16
5τὰ ὀνόματα, ὥσπερ τὴν ὄρχησιν), ὁ Πρόκλος ἀντιλέγει οὕτως· τὸ ὄνομα οὐκ ἔστιν ἀποτέλεσμα τῶν φυσικῶν ὀργάνων· ᾗ γὰρ ὄνομα, πᾶν ὄνομα σημαντικόν ἐστι τινός· οὐ γὰρ ταὐτὸν ὄνομα καὶ φωνή· τὴν μὲν οὖν φωνὴν τὰ φυσικὰ ὄργανα ἀποτελεῖ, οἷον γλῶσσα καὶ ἀρτηρία καὶ πλεύμων καὶ τὰ τοι‐
10αῦτα· τὸ δ’ ὄνομα συναπεργάζονται μὲν καὶ ταῦτα διὰ τὴν ὕλην, μάλιστα δ’ αὐτὸ ἡ διάνοια ἀποτελεῖ τοῦ ὀνοματοθέτου, ἥτις καὶ τὴν ὕλην συναρμόζει πρὸς τὸ εἶδος καὶ τὸ παρά‐ δειγμα δεόντως. χρῆται δ’ αὐτῷ ὁ διαλεκτικὸς κειμένῳ· πᾶν γὰρ ὄργανον ἔχει καὶ τὸν χρώμενον καὶ τὸν ποιητήν, καὶ πᾶν
15τὸ χρώμενον ἔχει καὶ τὴν ποιητικὴν αἰτίαν, καὶ πᾶν τὸ ἔχον τὴν ποιητικὴν αἰτίαν ὑπουργεῖ τινι πρὸς τὴν ἐνέργειαν, ἂν μὴ αὐτόγονον ᾖ καὶ αὐθυπόστατον. εἰ οὖν καὶ τὸ ὄνομα τοι‐ οῦτον, ὁ μέν ἐστιν αὐτοῦ ποιητής, ὁ δὲ χρῆται αὐτῷ γεγονότι. καὶ ἔστιν τοῦ μὲν ἔργον τοῦ δὲ ὄργανον. καὶ οὔτε διὰ τοῦτο
20φύσει, ὅτι τῆς φύσεως ἀποτέλεσμα, οὔτε διὰ τοῦτο ὄργανον, ὅτι δύναμις αὐτῷ χρῆται φυσική τις· ἀλλὰ τὸ ποιοῦν αὐτὸ τέχνη ἐστὶν καὶ τὸ χρώμενον. ἐπεὶ δὲ καὶ τὸ ποιοῦν πρὸς τὰ πράγματα βλέπον ποιεῖ, καὶ τὸ χρώμενον διὰ τὴν τῶν πραγμάτων διάκρισιν αὐτῷ χρῆται, διὰ τοῦτο λέγεται φύσει καὶ
25ὡς ἀποτέλεσμα καὶ ὡς ὄργανον· καὶ γὰρ 〈ὡσ〉 εἰκὼν ἀποτελεῖ‐ ται τῶν πραγμάτων καὶ ἐξαγγέλλει αὐτὰ διὰ μέσων τῶν νοη‐ μάτων. ὄργανον οὖν εἰκότως εἴρηται (p 388b) τὸ ὄνομα δι‐ δασκαλικόν, μικρὸν δ’ ὕστερον καὶ ἀποτέλεσμα προσρηθή‐ σεται (p 388dsqq) νομοθετικόν. καὶ ἔστιν τοῦτο ἕνεκα τοῦ δια‐
30λεκτικοῦ· τέλος γὰρ καὶ ἀγαθὸν τὸ ἐκφαίνειν τὰ πράγματα. διὸ μᾶλλον ὄργανον αὐτὸ εἶναι λέγει ὁ Σωκράτης (p 388a) ἐκ τοῦ κρείττονος αὐτὸ ἀποσεμνύνων. μέσον οὖν ἐστι τοῦτο
ὄργανον τοῦ τε διδάσκοντος καὶ τοῦ μανθάνοντος· καὶ οὐκ ἄρα ἦν μία τοῦ τε ποιοῦντος ἐνέργεια καὶ τοῦ πάσχοντος, ὡς17
35φησὶν Ἀριστοτέλης (phys. ausc. III, p 202a,13—202b,22), ἀλλὰ τρεῖς τοὐλάχιστον αἱ κινήσεις, ἡ μὲν τοῦ ποιοῦντος, ἡ δὲ τοῦ ποιουμένου, ἡ δὲ τοῦ ὀργάνου μεταξὺ ἀμφοῖν.
in Cra
.

50

Ὅτι ἡ κερκὶς καὶ τὸ τρύπανον (p 387esqq) οἰκεῖα παραδείγματα τῷ ὀνόματι· καὶ γὰρ τὸ ὄνομα διακρίνει μὲν τὰ πράγματα ἐξ ἀλλήλων, εἰσδύνει δὲ εἰς τὸν μανθάνοντα διὰ βάθους τῆς ἐννοίας αὐτοῦ.
in Cra
.

51

Ὅτι ὥσπερ ὁ ἐν Γοργίᾳ Σωκράτης, τοῦ Καλλικλέους (p 482e) ἀντιδιαιροῦντος τὸ κατὰ νόμον δίκαιον καὶ τὸ κατὰ φύσιν, ἀπέδειξεν (p 489a) τὸν νόμον καὶ τὴν φύσιν ἐπὶ τοῦ δικαίου συντρέχοντα ἀλλήλοις (ἀλλὰ καὶ ἐν τῷ Μίνῳ (p 316b,
5317c) τὸ αὐτὸ ποιεῖ), οὕτω δεῖ νοεῖν καὶ τὰ ὀνόματα εἶναι νόμῳ καὶ φύσει, ἀλλ’ οὐ τῷ τυχόντι νόμῳ ἀλλὰ τῷ αἰωνίῳ καὶ κατὰ λόγους ἀιδίους ὑφεστηκότι. τὸ γοῦν ὄνομα διὰ μὲν τὴν ποιητικὴν αἰτίαν ἐπιστημονικὴν οὖσαν νόμῳ καὶ θέσει, διὰ δὲ τὴν παραδειγματικὴν αἰτίαν φύσει. ἀλλ’ εἰ ταῦτα οὕ‐
10τως ἔχει, πῶς ὕστερον (p 429b sqq.) πρὸς Κρατύλον λέγων δείξει ὅτι οὐ μόνον τὸ ὀρθῶς κείμενον δεῖ ὄνομα καλεῖν, ἀλλὰ καὶ τὸ μὴ ὀρθῶς; ῥητέον οὖν πρὸς τοῦτο ὅτι νόμος μὲν τοῦ καθόλου ἐστὶν θεωρητικός· ὅσα οὖν ὀνόματα ἐπὶ τοῖς ἀιδίοις κεῖται, νόμῳ ταῦτά ἐστι κείμενα. ἀλλ’ ἐπεί εἰσιν καὶ
15τῶν φθαρτῶν ὀνόματα, οὐδὲν θαυμαστόν, εἰ ὁ μὲν καθόλου νόμος τούτων οὐ περικρατεῖ, τὸ δὲ τυχαῖον ἐν τούτοις πολύ, οἷον ὁ καλούμενος Ἀμβρόσιος ἢ Ἀθανάσιος ἢ Πολυ‐ χρόνιος καὶ τὰ ὅμοια. Τίς δὲ ἡ τῶν ὀνομάτων ποιητικὴ τέχνη, συντόμως εἴπω‐
20μεν· οὐ γὰρ πᾶν ἐστὶν ἐν αὐτῇ τὸ τῆς νομοθετικῆς εἶδος.
ὅτι μὲν οὖν ἐστί τις ἐν ψυχῇ εἰκαστικὴ δύναμις, δῆλον (καὶ γὰρ ἡ ζωγραφία καὶ αἱ τοιαῦται ταύτης ἐξήρτηνται τῆς δυνά‐ μεως), ἀφομοιωτικὴ οὖσα τῶν δευτέρων πρὸς τὰ κρείττονα καὶ τῶν ἐν συνθέσει φερομένων εἰδῶν πρὸς τὰ ἁπλούστερα.18
25καὶ πάλιν κατὰ τὴν αὐτὴν δύναμιν ἡ ψυχὴ δύναται ἑαυτὴν ἐξομοιοῦν τοῖς κρείττοσιν ἑαυτῆς θεοῖς ἀγγέλοις δαίμοσιν· ἀλλὰ καὶ τὰ δεύτερα ἀφ’ ἑαυτῆς ἐξομοιοῖ πρὸς ἑαυτὴν διὰ τῆς αὐτῆς δυνάμεως, καὶ ἔτι πρὸς τὰ κρείττω ἑαυτῆς, διὸ θεῶν τε ἀγάλματα καὶ δαιμόνων δημιουργεῖ· βουλομένη δ’
30ἀύλους τρόπον τινὰ καὶ μόνης τῆς λογικῆς οὐσίας ἐγγόνους ὑποστῆσαι τῶν ὄντων ὁμοιότητας, ἀφ’ ἑαυτῆς, χρωμένη τῇ λεκτικῇ φαντασίᾳ συνεργῷ, τὴν τῶν ὀνομάτων παρήγαγεν οὐ‐ σίαν· καὶ ὥσπερ ἡ τελεστικὴ διὰ δή τινων συμβόλων καὶ ἀπορρήτων συνθημάτων τὰ τῇδε ἀγάλματα τοῖς θεοῖς ἀπει‐
35κάζει καὶ ἐπιτήδεια ποιεῖ πρὸς ὑποδοχὴν τῶν θείων ἐλλάμ‐ ψεων, οὕτω δὲ καὶ ἡ νομοθετικὴ κατὰ τὴν αὐτὴν ἀφομοιω‐ τικὴν δύναμιν ἀγάλματα τῶν πραγμάτων ὑφίστησι τὰ ὀνό‐ ματα διὰ τοίων καὶ τοίων ἤχων ἀπεικονιζομένη τὴν τῶν ὄντων φύσιν, καὶ ὑποστήσασα παρέδωκεν εἰς χρῆσιν τοῖς ἀνθρώ‐
40ποις. καὶ διὰ τοῦτο λέγεται κύριος εἶναι τῆς τῶν ὀνομάτων γενέσεως ὁ νομοθέτης, καὶ ὥσπερ εἰς τὰ τῶν θεῶν ἀγάλματα πλημμελεῖν οὐχ ὅσιον, οὕτως οὐδὲ περὶ τὰ ὀνόματα ἁμαρτά‐ νειν εὐαγές· νοῦς γάρ ἐστιν ὁ νομοθετικὸς τούτων δημιουργός, εἰκόνας αὐτοῖς ἐνθεὶς τῶν παραδειγμάτων· καὶ χρὴ σέβειν
45αὐτὰ διὰ τὴν πρὸς θεοὺς αὐτῶν συγγένειαν. καί μοι δοκεῖ τὸν νομοθέτην (p 389a) ὁ Πλάτων ἀνάλογον ἱδρύων τῷ ὅλῳ δημιουργῷ (καὶ γὰρ ὁ τοὺς εἱμαρμένους νόμους τιθεὶς ἐκεῖ‐ νός ἐστιν κατὰ Τίμαιον (p 41e) καὶ ὁ πάντα διαθεσμοθε‐ τῶν (p 42d), ᾧ συνέπεται Δίκη τῶν ἀπολειπομένων τοῦ
in Cra
.

51

(50)

θείου νόμου τιμωρός, ὥς φησιν ὁ Ἀθηναῖος ξένος (Leg.
IV p 716a), εἰκότως αὐτῷ καὶ τὴν τῶν ὀνομάτων ἀποδοῦναι ποίησιν, ἐπεὶ καὶ ὁ ὅλος δημιουργὸς κατ’ αὐτὸν πρώτιστός ἐστιν ὀνοματουργός· αὐτὸς οὖν ἐστιν, ὡς ὁ Τίμαιος (p 36c) λέγει, ὁ τὴν μὲν τῶν περιφορῶν ταὐτοῦ, τὴν δὲ θατέρου19
55προσαγορεύσας. εἰ οὖν καὶ ὁ νομοθέτης ἀνάλογόν ἐστιν ἐκείνῳ, πῶς οὐχὶ καὶ αὐτὸν κύριον εἶναι δεῖ τῆς θέσεως τῶν ὀνομά‐ των; διὸ καὶ ἐν τούτοις (p 389a) δημιουργὸν προσεῖπεν τὸν νομοθέτην καὶ τῶν δημιουργῶν σπανιώτατον. οὕτως δὲ καὶ ὁ ἐν τῷ Φαίδρῳ (p 255c) Σωκράτης τὸν ἵμερον ὄνομά
60φησιν εἶναι ὑπὸ τοῦ Διὸς τεθέν, ὃν Ζεὺς Γανυμήδους ἐρῶν ἵμερον ὠνόμασεν. τῶν οὖν ὀνομάτων τὰ μέν ἐστιν ἔκγονα τῶν θεῶν ἥκοντα καὶ μέχρι ψυχῆς, τὰ δὲ ψυχῶν μερικῶν διὰ νοῦ καὶ ἐπιστήμης αὐτὰ δημιουργεῖν δυναμένων, τὰ δὲ διὰ τῶν μέσων γενῶν ὑφιστάμενα· καὶ γὰρ δαίμοσί
65τινες καὶ ἀγγέλοις προστυχεῖς γεγονότες ἐδιδάχθησαν παρ’ αὐτῶν ὀνόματα μᾶλλον προσήκοντα τοῖς πράγμασιν ἢ ὅσα ἄν‐ θρωποι ἔθεντο. καὶ χρὴ τὰς διαφορὰς αὐτῶν γνωρίζειν τὰ ἀπὸ τῶν ποιητικῶν αἰτιῶν δεδομένας, καὶ πάντα ἀνάγειν εἰς τὸν ἕνα δημιουργὸν τὸν νοερὸν θεόν· ὅθεν καὶ τὸ ὄνομα διτ‐
70τὰς ἔχει δυνάμεις, τὴν μὲν διδασκαλικὴν τῶν ἐννοιῶν καὶ κοινωνίας αἰτίαν, τὴν δὲ διακριτικὴν τῆς οὐσίας, ἐπεὶ καὶ ὁ δημιουργὸς διττὰς ἔχει δυνάμεις, ταυτοποιόν τε καὶ ἑτεροποιόν.
in Cra
.

52

Ὅτι ἡ τοῦ δημιουργικοῦ νοῦ ἀφομοιωτικὴ ἐνέργεια (p 389asqq) διττή ἐστιν, ἡ μὲν καθ’ ἣν τὸν ὅλον ὑφίστησι κόσμον πρὸς τὸ νοητὸν παράδειγμα βλέπων, ἡ δὲ καθ’ ἣν ἐπιφημίζει πρέποντα ὀνόματα ἑκάστοις, περὶ ὧν ἐπὶ βραχὺ
5μὲν καὶ ὁ Τίμαιος (p 36c) ἐνεδείξατο, τρανέστερον δὲ οἱ θεουργοὶ διδάσκουσιν, καὶ αἱ παρὰ τῶν θεῶν αὐτῶν φῆμαι (or chald p 43)· ἀλλ’ ὄνομα σεμνὸν καὶ ἀκοιμήτῳ στροφάλιγγι κόσμοις ἐνθρῷσκον κραιπνὴν διὰ πατρὸς ἐνιπήν·
10καὶ ἄλλο λόγιον τοῦτο (or chald p 50) σύμβολα γὰρ πατρικὸς νόος ἔσπειρεν κατὰ κόσμον, οἷς τὰ νοητὰ νοεῖ καὶ ἀφράστῳ κάλλει ἑνοῦται. οὕτως οὖν καὶ ὁ νομοθέτης τήν τε ἀρίστην πολιτείαν πρὸς τὸν ὅλον κόσμον ὁρῶν παραδίδωσι καὶ τὰ ὀνόματα ἐοικότα20
15τοῖς οὖσι τίθεται.
in Cra
.

53

Ὅτι τῶν μὲν ἐνταῦθα τεχνητῶν (p 389bc) διωρισ‐ μένας αἰτίας καὶ παραδείγματα ἀπολείπειν οὐκ ἀνεκτόν· τὰ γὰρ ἐκείνων ἀποτελέσματα οὐσίαι τέ εἰσιν καὶ μέτρα οἰκεῖα καὶ τὴν εἰς τὸ πᾶν ἀναφορὰν ἔχει καὶ διὰ τῆς φύσεως πρό‐
5εισι, τὰ δὲ τεχνητὰ πάντα καὶ ἀνούσιά ἐστιν καὶ πρὸς τὰς ἡμετέρας χρείας καὶ περιστάσεις παντοίως μεταβάλλεται καὶ ὅρον οὐδένα ἔχει τῶν μερῶν ἢ τῆς ἐν αὐτοῖς θέσεως, καὶ διέ‐ στηκε τῶν φύσει συνισταμένων. εἰ δέ τις αὐτὰς τὰς ποιη‐ τικὰς καὶ γονίμους δυνάμεις τῶν θεῶν, ἃς εἰς τὸ πᾶν προ‐
10άγουσι, τέχνας προσαγορεύοι δημιουργικὰς καὶ νοερὰς καὶ γεννητικὰς καὶ τελεσιουργούς, οὐκ ἂν οὐδ’ ἡμεῖς ἀποδοκιμά‐ σαιμεν τὴν τοιαύτην προσηγορίαν, ἐπεὶ καὶ τοὺς θεολόγους εὑρίσκομεν διὰ τούτων τὰς θείας ποιήσεις ἐνδεικνυμένους, καὶ τοὺς μὲν Κύκλωπας ἁπάσης τεχνικῆς ποιήσεως αἰτίους
15λέγοντας, οἳ καὶ τὸν Δία καὶ τὴν Ἀθηνᾶν καὶ τὸν Ἥφαιστον ἐδίδαξαν, τὴν δ’ Ἀθηνᾶν τῶν τ’ ἄλλων τεχνῶν καὶ διαφερόν‐ τως τῆς ὑφαντικῆς προστατεῖν, τὸν δ’ Ἥφαιστον ἄλλης ἰδίως ἔφορον τέχνης, αὐτὴν δὲ τὴν ὑφαντικὴν ἀρχομένην μὲν ἀπὸ τῆς δεσποίνης Ἀθηνᾶς
20(ἥδε γὰρ ἀθανάτων προφερεστάτη ἐστὶν ἁπασέων ἱστὸν ὑφήνασθαι, ταλασήια τ’ ἔργα πινύσσειν
(Orph. frg 135) φησὶν Ὀρφεύς), προϊοῦσαν δ’ εἰς τὴν ζωογόνον τῆς Κόρης σειρὰν (καὶ γὰρ αὕτη καὶ πᾶς αὐτῆς ὁ χορὸς ἄνω μενούσης
21
25ὑφαίνειν λέγονται (Orph. frg 211) τὸν διάκοσμον τῆς ζωῆς), μετεχομένην δὲ ὑπὸ πάντων τῶν ἐν κόσμῳ θεῶν (καὶ γὰρ ὁ εἷς δημιουργὸς τοῖς νέοις δημιουργοῖς προσυφαίνειν τῷ ἀθανά‐ τῳ παρακελεύεται (Tim. p 41d) τὸ θνητὸν εἶδος τῆς ζωῆς), περατουμένην δ’ εἰς τοὺς τῆς γενέσεως προστάτας θεούς, ὧν
30ἐστιν καὶ ἡ παρ’ Ὁμήρῳ Κίρκη πᾶσαν ὑφαίνουσα τὴν ἐν τῷ τετραστοίχῳ ζωὴν καὶ ἅμα ταῖς ᾠδαῖς ἐναρμόνιον ποιοῦσα τὸν ὑπὸ σελήνην τόπον. ἐν ταύταις οὖν ταῖς ὑφαντικαῖς καὶ ἡ Κίρκη ὑπὸ τῶν θεολόγων παραλαμβάνεται, χρυσῆ μέντοι, καθάπερ φασίν, ἐνδεικνύμενοι τὴν νοερὰν αὐτῆς καὶ ἄχραν‐
35τον οὐσίαν καὶ ἄυλον καὶ ἀμιγῆ πρὸς τὴν γένεσιν, καὶ τὸ ἔρ‐ γον αὐτῆς διακρίνειν τὰ ἑστῶτα τῶν κινουμένων καὶ χωρίζειν κατὰ τὴν ἑτερότητα τὴν θείαν. εἴ τις οὖν, ὅπερ ἔλεγον, κατὰ ταύτας τὰς ἀναλογίας ἐκπεριτρέχων τὰς μὲν τῶν θεῶν δυνά‐ μεις αἰτίας ἐπονομάζοι τῶν τεχνῶν τούτων, τὰ δ’ ἀποτελέσ‐
40ματα αὐτῶν ἐκλάμψεις τῶν δυνάμεων τούτων δι’ ὅλου τοῦ κόσμου φοιτώσας, ὀρθῶς ἂν λέγοι. δεῖ γὰρ οὐ τὴν παρ’ ἡμῖν μόνον ὑφαντικὴν τῆς Ἀθηνᾶς ἐξάπτειν, ἀλλὰ πρὸ ταύτης τὴν διὰ τῆς φύσεως ἐνεργοῦσαν καὶ συνάπτουσαν τὰ μὲν γενητὰ τοῖς ἀιδίοις, τὰ δὲ θνητὰ τοῖς ἀθανάτοις, τὰ δὲ σώματα τοῖς
45ἀσωμάτοις, τὰ δ’ αἰσθητὰ τοῖς νοεροῖς, καὶ τὴν τεκτονικὴν ὅλην ἐν ταῖς φύσεσι πρῶτον θεωρεῖν καὶ τῶν ἄλλων ἑκάστην τεχνῶν· ὥστε καὶ ἡ κερκὶς ἀνάλογον ἔσται πανταχοῦ διακρί‐ νουσα τὰ γένη τὰ συστατικὰ τῶν ὄντων, ἵνα μετὰ τῆς συμ‐ πλοκῆς αὐτῶν καὶ ἡ διαίρεσις μένῃ καὶ σῴζῃ τὴν ἑαυτῶν
in Cra
.

53

(50)

ὕπαρξιν εἰλικρινῆ· διὸ καὶ τοὺς παρ’ ἡμῖν τεχνίτας ὑπὸ θεοῖς πράττειν ἐφόροις καὶ προστάταις, καὶ οὐ διὰ τοῦτο τὰ νοητὰ
θεωρεῖν· οὐ γὰρ εἰς ἐκεῖνα βλέποντες ποιοῦσιν, ἀλλ’ εἰς τὰ παρ’ αὐτοῖς εἴδη καὶ τοὺς λόγους οὓς ἔχουσι τῶν τεχνητῶν, καὶ τούτους ἢ εὑρόντες ἢ παρ’ ἄλλων εἰσδεξάμενοι. ὁ μὲν22
55γὰρ πρῶτος τῆς κλίνης ἢ τῆς κερκίδος δημιουργὸς ἐνενόησεν τὸ ποίαν εἶναι δεῖ τὴν κερκίδα, πρὸς τὴν χρείαν ἀποβλέπων καὶ ὑπὸ ταύτης ποδηγούμενος, καὶ λόγον συνεστήσατο παρ’ ἑαυτῷ κερκίδος· οἱ δὲ παρὰ τούτου μαθόντες ἔγνωσάν τε τὸ εἶδος καὶ κατ’ ἐκεῖνο ποιοῦσι τὸ τῆς κερκίδος εἴδωλον, καὶ
60οὕτως οὐκ ἂν θαυμάσαις, εἰ ἀνεμνήσθησαν, ἤτοι ἐν ἄλλῳ βίῳ μαθόντες τυχὸν ἢ τότε εὑρόντες ἢ κατὰ τὸ τῆς ψυχῆς ἐπινοητικὸν ἢ κατὰ ἀνάμνησιν πάλιν. ἕκαστος οὖν τεχνίτης ἔχει τὸν τῆς κερκίδος λόγον, ὅτι ἐστὶν τοιαδὶ καὶ τοῦδε ἕνεκα γίνεται καὶ πρὸς τοῦτον ἀπεικάζει τὰ ἐκτός· ἡ γὰρ τέχνη τί
65ἄλλο ἐστὶν ἢ τὸ τεχνητὸν ἔξω τῆς ὕλης ἐν τῇ τοῦ τεχνίτου ψυχῇ; καὶ ὁρᾷς ὅπως ταῦτα μιμήματά ἐστι τῆς δημιουργικῆς τέχνης καὶ τῶν νοερῶν εἰδῶν· ἐκείνων γὰρ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἱδρυμένων καὶ τὰ ἐν τῷ κόσμῳ φθειρόμενα σῴ‐ ζεται καὶ πάλιν ἀνανεοῦται διὰ τὴν ἐκείνων μόνιμον ταυτό‐
70τητα· καὶ ἡ μὲν φθορὰ παρὰ τὴν ὕλην, ἡ δὲ μόνιμος ταυτό‐ της διὰ τὸ αἰώνιον εἶδος, ὥσπερ καὶ ταῖς ἐνταῦθα κερκίσιν ἡ μὲν φθορὰ παρὰ τὴν ὕλην, ἡ δὲ παλιγγενεσία διὰ τὸν ἐν τῷ τεχνίτῃ λόγον. ὅπερ οὖν καὶ ἡ κερκὶς πρὸς τὸν τέκτονα, τοῦτο τὰ ὀνόματα πρὸς τὸν νομοθέτην καὶ τὰ ἐγκόσμια πάντα
75πρὸς τὸν δημιουργόν. τὰ οὖν εἴδη τριχῶς, νοερῶς ἐπιστημο‐ νικῶς δοξαστικῶς· τῶν μὲν νοερῶν τὰ αἰσθητὰ πάντα, τῶν δ’ ἐπιστημονικῶν τὰ ὀνόματα, τῶν δὲ δοξαστικῶν αἱ κερκίδες.
in Cra
.

54

Ὅτι τὰ εἴδη πάντα τῶν ὀργάνων οἰκείας ἔχειν ἑαυ‐ τοῖς δεῖ τὰς ὑποδεχομένας ὕλας συνηρμοσμένας πρὸς τὸ ἔργον ἐφ’ ὃ δεόμεθα τοῦ ὀργάνου· καὶ γὰρ τὸ τῆς τέχνης παρά‐ δειγμα ἡ φύσις οὐ μόνον τοῦ τῶν ὀργάνων εἴδους ἐπιμελεῖ‐
5ται, ἀλλὰ καὶ τῆς οἰκειοτάτης ὕλης.23
in Cra
.

55

Ὅτι διττὴ ἡ τοῦ παντὸς δημιουργία· ἡ μὲν γὰρ τοὺς ἐπὶ πάντα διατείνοντας ὑφιστᾶσα λόγους καὶ τὰ εἴδη τὰ ὡσαύ‐ τως ἔχοντα καὶ μηδεμίαν ὑπομένοντα μεταβολήν. ἡ δὲ τὰς μεριστὰς προστιθεῖσα τοῖς γινομένοις διαφορότητας· οἷον τὸ
5μὲν ἀνθρώπειον εἶδος ἄνωθεν ἀπὸ τῆς μιᾶς ἐφήκει καὶ ὅλης νοερᾶς δημιουργίας διὰ μέσων τῶν ἀστέρων, διὸ καὶ ἀεί ἐστιν ὡς ἐξ ἀκινήτου γινόμενον αἰτίας· ἐπειδὴ δ’ οἱ ἄνθρωποι δια‐ φέρουσιν ἀλλήλων μεγέθεσι καὶ χροιαῖς καὶ τοῖς τοιούτοις, δῆλον ὅτι αὗται αἱ διαφορότητες ἐκ τῆς τῶν νέων θεῶν δευτέρας
10δημιουργίας προσυφαίνονται καὶ εἰσὶ πολυμετάβλητοι διὰ τὸ ἐκ κινουμένων αἰτίων γίνεσθαι. γίνεται δὲ τοῦτο, ἵνα ἡ τῶν ὄντων ποικιλία γίνηται καὶ ἡ ἀειγενεσία πολλαπλασιάζηται τῶν καθ’ ἕκαστα. αἱ γὰρ οὐράνιοι περίοδοι ἄλλοις ἄλλα ἀπο‐ πληροῦσι καὶ ἄλλοτε ἄλλα παράγουσι, καὶ ἓν τὸ ἐκ πάντων
15〈π〉λέγμα συντελοῦν πρὸς τὴν τοῦ παντὸς συμπλήρωσιν ἀπ‐ εργάζονται.
in Cra
.

56

Ὅτι ἡ κερκὶς εἰκών ἐστιν τῆς διακριτικῆς τῶν ὅλων καὶ τῶν μεριστῶν δυνάμεως τῶν θεῶν· ἐκείνης γὰρ τὴν ἐνέργειαν ἐν τοῖς στήμοσιν ἀποτυποῦται καὶ σύνθημα φέρει τῆς τάξεως τῶν διακριτικῶν θεῶν· καὶ ὅταν οἱ θεολό‐
5γοι κερκίδας ἐπ’ ἐκείνων παραλαμβάνωσιν, οὔτε ἰδέαν λέ‐ γουσι κερκίδος, οὔτε θέσει καὶ συμβολικῶς μόνον χρῶνται τῷ ὀνόματι· διὰ τί γὰρ κερκίδα μᾶλλον καὶ οὐκ ἄλλο τι λέ‐ γουσιν; πῶς γὰρ οὐκ ἄτοπον τὴν ἐπιστήμην, ὡς ἔτυχεν, χρῆ‐ σθαι τοῖς ὀνόμασι, καὶ ταῦτα ἐπὶ θεῶν; ἀλλά μοι δοκοῦσι
10κατ’ ἀναλογίαν τὰ τοιαῦτα παραλαμβάνειν. ὃ γάρ ἐστιν κερ‐ κὶς ἐπὶ τῆς ὑφαντικῆς, τοῦτο ἡ διάκρισις ἐπὶ τῆς δημιουρ‐ γίας τῶν εἰδῶν. ἡ δ’ ἀναλογία οὔτ’ ἰδέας ἐστὶν πρὸς εἴδω‐ λον σχέσις, οὔτε θέσει μόνον, οἷον ὡς ὁ Πλάτων ἵππους κα‐ λεῖ (Phaedr. p 246a sqq) τὰς τοιάσδε τῶν ψυχῶν δυνάμεις,
15οὔτε ὡς ἔτυχεν, οὔτε ἰδέας λέγων τῶν αἰσθητῶν ἵππων ἐκείνας, ἀλλὰ τῇ ἀναλογίᾳ χρώμενος. ὅθεν δὴ καὶ οἱ τελεσταί, διὰ τῆς τοιαύτης οἰκειότητος συμπαθῆ τὰ τῇδε ποιοῦντες τοῖς θεοῖς, χρῶνται τοῖς ὀργάνοις τούτοις ὡς συνθήμασι τῶν θείων δυνάμεων, οἷον κερκίδι μὲν τῶν διακριτικῶν, κρατῆρι δὲ τῶν24
20ζωογονικῶν, σκήπτρῳ δὲ τῶν ἡγεμονικῶν, κλειδὶ δὲ τῶν φρουρητικῶν, καὶ οὕτως ἐπὶ τῶν ἄλλων ἀναλογίᾳ χρώμενοι καλοῦσιν.
in Cra
.

57

Ὅτι ἀναλόγως ὡς ἔχουσι τὰ πράγματα πρὸς ἄλληλα, οὕτως καὶ τὰ ἐπ’ αὐτοῖς ὀνόματα πρὸς ἄλληλα ἔχει κατά τε τιμὴν καὶ κατὰ δύναμιν. διὸ καὶ τὰ τῶν θεῶν ὀνόματα τίμια καὶ σεβάσμια καὶ πέρα τοῦ μεγίστου φόβου (Phileb. p 12c)
5τοῖς σοφοῖς ἄξια, τὰ δὲ τῶν ἀνθρώπων ἢ δαιμόνων ἀναλόγως. διό φασιν, οὐ δεῖ τοὺς Ἕλληνας Αἰγυπτίοις ὀνόμασι χρῆ‐ σθαι θεῶν ἢ Σκυθικοῖς ἢ Περσικοῖς, ἀλλ’ Ἑλληνικοῖς· χαί‐ ρουσι γὰρ οἱ κλιματάρχαι ταῖς τῶν οἰκείων χωρῶν διαλέκτοις ὀνομαζόμενοι.
in Cra
.

58

Πρὸς τὸν τοῦ Ἀριστοτέλους λόγον τὸν οὕτως συλλογιζόμενον· ‘τὰ μὲν φύσει παρὰ πᾶσι τὰ αὐτά, τὰ δ’ ὀνό‐ ματα οὐ παρὰ πᾶσι τὰ αὐτά, ὥστε τὰ φύσει ὄντα οὐκ εἰσὶν ὀνόματα καὶ τὰ ὀνόματα οὐκ εἰσὶν φύσει‘ ἐνίσταται Πρό‐
5κλος, πρὸς μὲν τὴν μείζονα πρότασιν οὕτως· ‘εἰ τὸ ὄνομα εἶδός ἐστιν ἐν διαφόρῳ ὕλῃ ὁρώμενον, παρὰ πᾶσίν ἐστι τὸ αὐτὸ ἅτε εἶδος ὄν· ἀλλὰ μὴν τὸ πρῶτον· καὶ τὸ δεύτερον ἄρα‘· πρὸς δὲ τὴν ἐλάττονα οὕτως· ‘φύσει ὁ ὀφθαλμὸς καὶ ἡ φωνὴ καὶ τὸ χρῶμα καὶ τὰ μεγέθη, ταῦτα δ’ οὐ παρὰ πᾶσι τὰ
10αὐτὰ διὰ τὴν ἐπίτασιν καὶ ἄνεσιν τὴν τοσαύτην· οὐ πᾶν ἄρα τὸ φύσει παρὰ πᾶσι τὸ αὐτό‘. εἰ δὲ καὶ ταῖς προτάσεσί τις συγχωροίη, ἀλλ’ οὖν τὸ συμπέρασμα οὐ μᾶλλον Ἀριστοτελικόν
ἐστιν ἤπερ Πλατωνικόν· φαίη γὰρ ἂν καὶ ὁ Πλάτων οὐ φύ‐ σει τὸ ὄνομα εἶναι, πρὸς Κρατύλον διαλεγομένου (p 435asqq)25
15Σωκράτους ὕστερον· διττὸν γὰρ ἦν τὸ φύσει ὥσπερ καὶ τὸ θέσει.
in Cra
.

59

Εἰ ὁ διαλεκτικὸς (p 390c) διδασκαλικός ἐστιν, οὗ‐ τος δὲ ὡς ὀργάνῳ χρῆται τῷ ὀνόματι, οὗτος δὲ κάλλιστα κρί‐ νειεν ἂν τὸν ποιοῦντα τὰ ὄνομα, οὗτος δὲ ἐπιστάτης ἐστὶν τῷ νομοθέτῃ· καὶ ὁ διαλεκτικὸς ἄρα, ἐπιστάτης ὢν τοῦ νομοθέτου,
5οὐ συγχωρεῖ αὐτῷ εἰκαίως καὶ ὡς ἔτυχεν τιθέναι τὰ ὀνόματα, ἀλλὰ στοχαζόμενον ἀναγκάσει αὐτὸν τῆς τῶν πραγμάτων φύ‐ σεως τοῦτο ποιεῖν.
in Cra
.

60

Ὅτι ὁ μὲν Ἀριστοτέλης τὸν ὑπηρετοῦντα δημι‐ ουργὸν τὴν ὕλην γνωρίζειν μᾶλλον ἀφορίζεται, τὸν δὲ χρώ‐ μενον μᾶλλον τὸ εἶδος· ὁ δὲ Πλάτων νῦν τὸν μὲν ὑπηρέτην τῷ καλῷ ἀφορίζεται, τὸν δὲ ἀρχιτέκτονα καὶ χρώμενον τῷ ἀγα‐
5θῷ. οὐ γάρ, ὥσπερ ὁ Ἀριστοτέλης οὐδὲν ἡγεῖται τοῦ εἴδους σεμνότερον, οὕτως καὶ ὁ μέγας Πλάτων, ἀλλ’ οἶδεν καὶ τὸ ἀγαθὸν ἐπέκεινα τοῦ καλοῦ καὶ τὸν θεὸν ἐπέκεινα τῆς τῶν εἰδῶν οὐσίας.
in Cra
.

61

Εἰ τὸ ὄνομα καὶ διδασκαλικὸν (p 388bc) καὶ δια‐ λεκτικὸν ὄργανον νῦν (p 390d) εἴρηκεν, δῆλον ὅτι ὁ διαλεκ‐ τικὸς καὶ διδασκαλικὸς ἂν εἴη. πῶς οὖν ὁ Σωκράτης διαλεκτι‐ κὸν μὲν ἑαυτὸν εἶναι λέγει (p 391a), οὐκέτι δὲ καὶ διδασκαλικόν;
5ἦ διττὸν τὸ διδάσκειν; τὸ μὲν ὅσα ἔξωθέν τις λέγων ἐντίθησιν τῷ μανθάνοντι, οἷον ὀρχεῖσθαι ἢ γράφειν, τὸ δὲ ὅσα διὰ ἀναμνήσεως ἀποκαθαιρομένης τῆς ψυχῆς εἰς ἐπιστήμην προ‐ καλεῖται· οὐ γὰρ ἀγράφῳ γραμματείῳ ἔοικεν ἡ ψυχὴ οὐδὲ δυνάμει ἔχει τὰ πράγματα ἀλλὰ ἐνεργείᾳ κατακεχωσμένα. τί
10οὖν μόνῳ τῷ διαλεκτικῷ ἐστιν ὄργανον τὸ ὄνομα ἢ καὶ παντὶ ἀνθρώπῳ; ἦ τὸ λεγόμενον; ὅτι τέμοι ἄν τις τὴν ἄμπελον καὶ
σμίλῃ, ἀλλ’ ἡ ὀρθὴ χρῆσις δρεπάνῳ τοῦτο ποιεῖ· οὕτως οὖν καὶ ἡ ὀρθὴ χρῆσις τῶν ὀνομάτων μόνῳ ἁρμόττει τῷ ὀρθῶς χρωμένῳ· οὗτος δέ ἐστιν ὁ διαλεκτικός.26
in Cra
.

62

Εἰ ὁ χρώμενος τῷ ὀργάνῳ (p 390b) κρείσσων ἐστὶ τοῦ δημιουργήσαντος ὡς ἀρχιτεκτονικώτερος, πῶς ἡ μερικὴ ψυχὴ χρῆται τῇ τε ἀλόγῳ καὶ τῷ ὀστρεΐνῳ σώματι ὑπὸ τῶν νέων δημιουργουμένοις θεῶν; ἦ καὶ ἡ ψυχὴ συντελεῖ πρὸς
5τὴν δημιουργίαν αὐτῶν, καὶ οἱ νέοι θεοὶ χρῶνται ὡς ὀργάνοις τούτοις, καὶ δεῖ καταλλήλως αὐτὰ λαμβάνειν, τὴν μὲν ὅλην δημιουργίαν εἰς τὴν τοῦ ὅλου, φασίν, χρῆσιν, τὴν δὲ μεριστὴν εἰς τὴν μεριστήν;
in Cra
.

63

Εἰ τῷ τοῦ νομοθέτου ἔργῳ χρῆται μὲν καὶ ὁ διαλεκτικὸς ὡς κρείττων, χρῆται δὲ καὶ ὁ δικαστὴς ὡς χείρων, ἄτοπον φαίνεται. ἧ ὁ μὲν ὡς ὀργάνῳ χρῆται, ὁ δὲ ὡς ἀρχῇ καὶ θέσει; καὶ γὰρ ἡ μεριστὴ ψυχὴ τῷ μὲν δαίμονι χρῆται
5ὡς ἄρχοντι καὶ ἐφόρῳ, τῷ δὲ σώματι ὡς ὀργάνῳ· καὶ γὰρ καὶ ἐν τοῖς παραδείγμασιν αὐτῶν τοῦ Διὸς πατὴρ μὲν ὁ Κρόνος, παῖς δὲ ἡ Δίκη, ὁ μὲν γὰρ νομοθέτης ἀνάλογον τῷ δημιουργῷ Διΐ ἐστι τῷ νόμους τοὺς εἱμαρμένους (Tim. p 41e) ταῖς ψυχαῖς προτιθέντι καὶ τὰ ὀνόματα ταῖς ὅλαις περιφοραῖς ἐπι‐
10φημίζοντι (Tim. p 36c), ὁ δὲ διαλεκτικὸς ἀνάλογόν ἐστι τῇ Κρονίᾳ μονάδι. καὶ γὰρ ὁ μέγιστος Κρόνος ἄνωθεν τὰς τῶν νοήσεων ἀρχὰς ἐνδίδωσι τῷ δημιουργῷ καὶ ἐπιστατεῖ τῆς ὅλης δημιουργίας· διὸ καὶ δαίμονα αὐτὸν ὁ Ζεὺς καλεῖ παρ’ Ὀρ‐ φεῖ (frg 118)·
15 Ὄρθου δ’ ἡμετέρην γενεήν, ἀριδείκετε δαῖμον. καὶ ἔοικεν τῶν συναγωγῶν καὶ τῶν διαιρέσεων τὰς ἀκροτάτας αἰτίας ἔχειν παρ’ ἑαυτῷ ὁ Κρόνος, διὰ μὲν τῶν Οὐρανίων τομῶν προάγων εἰς τὰ μέρη τὴν ὁλότητα τὴν νοερὰν καὶ προόδων γεν‐
νητικῶν καὶ πολλαπλασιασμῶν αἴτιος γινόμενος καὶ ὅλως τῆς27
20Τιτανικῆς γενεᾶς ἡγούμενος, ἀφ’ ἧς ἡ διαίρεσις τῶν ὄντων, διὰ δὲ τῶν καταπόσεων συνάγων τὰ ἑαυτοῦ πάλιν γεννήματα καὶ ἑνίζων πρὸς ἑαυτὸν καὶ ἀναλύων εἰς τὴν ἑαυτοῦ μονοειδῆ καὶ ἀμέριστον αἰτίαν. ἐπεὶ καὶ ὁ δημιουργὸς Ζεὺς παρ’ αὐτοῦ προσεχῶς ὑποδέχεται τὴν ἀλήθειαν τῶν ὄντων καὶ νοεῖ τὰ ἐν
25αὐτῷ πρώτως· μαντεύει μὲν γὰρ αὐτῷ καὶ ἡ Νύξ, ἀλλ’ ὁ πα‐ τὴρ προσεχῶς, καὶ πάντα τὰ μέτρα τῆς ὅλης δημιουργίας αὐτῷ ἐνδίδωσιν. ἀλλὰ καὶ αὐτὸς ὁ Πλάτων τοὺς ἐπὶ Κρόνου εὐδαι‐ μόνως ζῶντας καὶ τοῦ θεοῦ τροφίμους κατὰ τὴν διαλεκτι‐ κήν φησιν (Polit. p 272bc) ἐνεργεῖν, ἀλλήλοις τε καὶ τοῖς θη‐
30ρίοις (πάντα γὰρ ἐκεῖ νοερά) διὰ λόγων συνόντας ἐπὶ φιλο‐ σοφίᾳ καὶ ὁμιλοῦντας καὶ πυνθανομένους παρὰ πάσης φύσεως, εἴ τινά τις ἰδίαν δύναμιν ἔχουσαν ᾔσθετο εἰς συναγερμὸν φρονήσεως· τοὺς δὲ τὸν δίϊον βίον ἀνα‐ κυκλοῦντας τῆς νομοθετικῆς δεδεῆσθαι καὶ τῶν ἐκ ταύτης μέ‐
35τρων εἰς διακόσμησιν τῶν πολιτειῶν. διὸ κἂν τῷ παντὶ διτταὶ ἀνακυκλήσεις, ἡ μὲν ἀναγωγὸς καὶ Κρονία, ἡ δὲ προνοητικὴ καὶ τοῦ Διὸς ἐξηρτημένη· καὶ γὰρ ὁ βασιλεὺς Κρόνος τοῖς τοῦ Διὸς γεννήμασι χρῆται πᾶσι κατὰ τὴν ἐξῃρημένην ὑπερο‐ χήν, καὶ ταῖς μερισταῖς ψυχαῖς δι’ αὐτῶν ὡς εἰκόνων προτείνει
40τὴν ἀναγωγὸν πορείαν.
in Cra
.

64

Ὅτι ὁ μὲν νοῦς ὁ οὐσιώδης ὅλην ἔχει ἐν ἑαυτῷ τὴν τῶν ὄντων ἀληθῆ γνῶσιν ἅμα ἐνεργείᾳ, ὁ δὲ τοῦ φιλο‐ σόφου νοῦς, οὐκ ὢν οὐσιώδης ἀλλ’ ἔλλαμψις νοῦ καὶ ὡς εἰπεῖν εἴδωλον νοῦ, μεριστῶς νοεῖ καί ποτε τῆς ἀληθείας
5ἐφάπτεται.
in Cra
.

65

Ὅτι πέντε εἰσὶν ἕξεις τῶν ἀνθρώπων τοῦ γινώσκειν ἢ μή, διπλῆ ἄγνοια, ἁπλῆ ἄγνοια, ἔφεσις, ζήτησις, εὕρεσις.
in Cra
.

66

Ὅτι ὁ ἐπιστήμων τὰς μεθόδους τῆς εὑρέσεως ὑφη‐
γεῖται τῷ μανθάνοντι μιμούμενος τὸν ἡγεμονικὸν Ἑρμῆν.28
in Cra
.

67

Ὅτι ἀναλογεῖ Σωκράτης μὲν τῷ νῷ, Ἑρμογένης δὲ τῇ ἀλόγῳ δόξῃ ἐφιεμένῃ τοῦ ἀγαθοῦ, ὁ δὲ Καλλίας τῇ σωματοειδεῖ φαντασίᾳ καὶ ἐνύλῳ· διὸ καὶ ὑπὸ τῶν σοφιστῶν ὡς ἀνδράποδον φενακίζεται. ἡ δὲ δόξα καὶ ἡ φαντασία σχεδὸν
5ἀδελφαί εἰσιν ὡς ἀγχίθυροι.
in Cra
.

68

Ὅτι τῶν ὀνομάτων μιμημάτων ὄντων τῶν πρα‐ γμάτων τῆς οὐσίας καὶ εἰδώλων καὶ συστοίχων τοῖς μιμηταῖς, εἰκότως ὁ Σωκράτης ἀμφοτέρων μὲν εἰς τὴν περὶ τῶν ὀνο‐ μάτων σκέψιν ποιεῖται μνήμην, ἀλλὰ τῶν μὲν τὴν δόκησιν
5ἐλέγχων καὶ τὸ κενὸν τῆς φαντασίας, τῶν δὲ τὸν ἐνθεασμὸν ἐκφαίνων καὶ τὴν περὶ τῶν ζητουμένων ἔνδειξιν, ἣν προτεί‐ νουσιν τοῖς συνορᾶν δυναμένοις ἐνθουσιάζοντες.
in Cra
.

69

Ὅτι οὐδὲν τοῖς ἑαυτοῦ κρείττοσιν ἑπόμενον ἀπο‐ σφάλλεται τῆς οἰκείας τελειότητος.
in Cra
.

70

Διὰ τί ὁ Πλάτων, τοὺς περὶ Ὅμηρον ποιητὰς ὡς μιμητὰς ἐκβάλλων τῆς ἑαυτοῦ πολιτείας, νῦν (p 391d) ὡς ἐνθέους αὐτοὺς εἰσάγει καθηγεμόνας τῶν ὀνομάτων τῆς ὀρ‐ θότητος; ἦ ἐκεῖ μὲν ἀνοίκειον ἦν τὸ ποικίλον τῆς μιμήσεως
5ἤθεσιν ἁπλοῖς καὶ ἀδιαστρόφοις, ἐνταῦθα δὲ καὶ πανταχοῦ τὸ ἔνθουν αὐτῶν ἀγαπᾷ καὶ ἀσπάζεται;
in Cra
.

71

Ἀλλ’ ἐπεὶ περὶ θείων ὀνομάτων ὁ παρὼν λόγος (p 391de), δεῖ δὴ περὶ αὐτῶν ἐπὶ σμικρὸν διελθεῖν. καὶ πρῶτον περὶ τῶν ἐν τοῖς θεοῖς αὐτοῖς κρυφίως ἱδρυμένων ὀνομάτων εἴπωμεν· ἐπεὶ καὶ τῶν παλαιῶν οἱ μὲν ἀπὸ τῶν
5κρειττόνων ἄρχεσθαι γενῶν ταῦτα λέγουσιν, θεοὺς δ’ ἐπέκεινα τῆς τοιαύτης ἱδρῦσθαι σημασίας, οἱ δ’ ἐν αὐτοῖς τοῖς θεοῖς συγχωροῦσιν εἶναι τὰ ὀνόματα καὶ τούτων τοῖς ὑπερτάτην τάξιν λαχοῦσιν. τῶν τοίνυν θεῶν καὶ ὕπαρξιν ἐχόντων ἑνοειδῆ καὶ ἄρρητον καὶ δύναμιν γεννητικὴν τῶν ὅλων καὶ νοῦν
10τέλειον καὶ πλήρη τῶν νοημάτων καὶ κατὰ τὴν τριάδα ταύτην τὰ πάντα ὑφιστάντων, ἀνάγκη δήπου τῶν ὑψηλοτέρων ἀεὶ καὶ ἐγγυτέρω τἀγαθοῦ τεταγμένων τὰς μεθέξεις διὰ πάντων τῶν ὑφισταμένων χωρεῖν τριαδικῶς, καὶ τὰς μὲν εἶναι τούτων ἀρρητοτέρας ὅσαι κατὰ τὰς ὑπάρξεις ἀφορίζονται τῶν πρώτων,29
15τὰς δὲ φανερωτέρας καὶ μᾶλλον διῃρημένας ὅσαι κατὰ τὸν νοῦν ἐλλάμπονται τῶν ἐξῃρημένων αἰτίων, τὰς δὲ μεταξὺ τού‐ των, οἷαι δή τινες ἐκεῖναι 〈αἱ〉 τῶν γονίμων ἀπορρέουσαι δυ‐ νάμεων. πάντα γὰρ ὑφιστάνοντες οἱ πατέρες τῶν ὅλων, συν‐ θήματα καὶ ἴχνη πᾶσιν ἐνέσπειραν τῆς ἑαυτῶν τριαδικῆς
20ὑποστάσεως· ἐπεὶ καὶ ἡ φύσις τοῖς σώμασιν ἐντίθησιν τῆς οἰκείας ἰδιότητος ἔναυσμα, δι’ οὗ καὶ κινεῖ τὰ σώματα καὶ οἷον ἐκ πρύμνης κυβερνᾷ, καὶ ὁ δημιουργὸς τῆς ἑαυτοῦ μονα‐ δικῆς ὑπεροχῆς ἐνίδρυσεν εἰκόνα ἐν τῷ παντί, δι’ ἧς ποδηγεῖ τὸν κόσμον, οἷον κυβερνήτης, φησὶν ὁ Πλάτων (Polit. p 272e),
25πηδαλίων καὶ οἴακος ἐφαπτόμενος. τὰ τοίνυν πηδάλια ταῦτα καὶ ὁ οἴαξ τοῦ παντός, οἷς ἐποχούμενος ὁ δημιουργὸς διακοσμεῖ τὸ πᾶν, οὐκ ἄλλο τι χρὴ νομίζειν ἢ σύμβολα τῆς ὅλης δη‐ μιουργίας, ἡμῖν μὲν δύσληπτα, τοῖς δὲ θεοῖς αὐτοῖς γνώριμα καὶ καταφανῆ. καὶ τί δεῖ περὶ τούτων λέγειν; ἀλλὰ αὐτῆς
30τῆς ἀρρήτου καὶ ἐπέκεινα τῶν νοητῶν αἰτίας ἐστὶν ἑκάστῳ τῶν ὄντων σύνθημα καὶ μέχρι τῶν ἐσχάτων, δι’ οὗ πάντα εἰς ἐκείνην ἀνήρτηνται τὰ μὲν πορρώτερον τὰ δ’ ἐγγύτερον κατὰ τὴν τρανότητα καὶ τὴν ἀμυδρότητα τοῦ ἐν αὐτοῖς συν‐ θήματος, καὶ τοῦτό ἐστιν τὸ πάντα κινοῦν εἰς τὸν τοῦ ἀγαθοῦ
35πόθον καὶ ἄσβεστον τὸν ἔρωτα τοῦτον παρεχόμενον τοῖς οὖσιν, ἄγνωστον μὲν ὑπάρχον (διήκει γὰρ καὶ μέχρι τῶν γινώσκειν μὴ δυναμένων), κρεῖττον δ’ ὂν ζωῆς (πάρεστι γὰρ καὶ τοῖς ἀψύχοις), νοερὰν δὲ τὴν δύναμιν οὐκ ἔχον (ἔγκειται γὰρ τοῖς ἀμοίροις τοῦ νοεῖν). ὥσπερ οὖν ἡ φύσις καὶ ἡ μονὰς ἡ δη‐
40μιουργικὴ καὶ αὐτὸς 〈ὁ〉 πάντων ἐξῃρημένος πατὴρ ἐνέσπει‐ ραν τοῖς δευτέροις τῆς οἰκείας ἰδιότητος συνθήματα, καὶ δι’ ἐκείνων ἐπιστρέφουσι πάντα πρὸς ἑαυτούς, οὕτως δὲ καὶ πάντες οἱ θεοὶ τοῖς ἀφ’ ἑαυτῶν παραγομένοις ἐνδιδόασι τῆς σφετέρας αἰτίας σύμβολα, καὶ διὰ τούτων ἑδράζουσι πάντα ἐν30
45ἑαυτοῖς. τὰ μὲν οὖν τῆς ὑπάρξεως τῶν ὑπερτέρων ἐνσπειρό‐ μενα τοῖς δευτέροις συνθήματα ἄρρητά ἐστιν καὶ ἄγνωστα, καὶ τὸ δραστήριον αὐτῶν καὶ κινητικὸν ὑπεραίρει πᾶσαν νόη‐ σιν. τοιοῦτοι δ’ ἄρα εἰσὶν οἱ τοῦ φωτὸς χαρακτῆρες δι’ ὧν οἱ θεοὶ τοῖς ἑαυτῶν ἐκφαίνονται γεννήμασιν, ἑνιαίως μὲν
in Cra
.

71

(50)

ὄντες ἐν αὐτοῖς τοῖς θεοῖς, προφαίνοντες δ’ αὐτοὺς ἐν τοῖς κρείττοσιν ἡμῶν γένεσιν, μεριστῶς δὲ καὶ μορφωτικῶς εἰς ἡμᾶς καταντῶντες. διὸ καὶ παρακελεύονται οἱ θεοὶ (or chald p 57) νοεῖν μορφὴν φωτὸς προταθεῖσαν· ἄνω γὰρ ἀμόρ‐ φωτος οὖσα διὰ τὴν πρόοδον ἐγένετο μεμορφωμένη, καὶ ἐκεῖ
55κρυφίως καὶ ἑνοειδῶς ἱδρυμένη διὰ κινήσεως ἡμῖν παρ’ αὐτῶν ἐκφαίνεται τῶν θεῶν, τὸ μὲν δραστήριον ἔχουσα διὰ τὴν θείαν αἰτίαν, τὸ δ’ ἐσχηματισμένον διὰ τὴν ὑποδεχομένην οὐσίαν. τὰ δ’ αὖ ἀπὸ τῶν δυνάμεων ἐλλαμπόμενα μέσα πώς ἐστι τῶν ἀρρήτων καὶ τῶν ῥητῶν, διήκοντα μὲν καὶ αὐτὰ διὰ πάντων
60τῶν μεταξὺ γενῶν (οὐ γὰρ ἦν δυνατὸν εἰς ἡμᾶς καταντῆσαι τὰς πρωτουργοὺς τῶν θεῶν δόσεις, μὴ πολλῷ πρότερον τῶν κρειττόνων ἡμῶν γενῶν μετασχόντων τῆς ἐκεῖθεν ἐλλάμψεως), οἰκείως δ’ ὄντα παρ’ ἑκάστοις καὶ πᾶσι συστοίχως ἐκφαί‐ νοντα τὰς τῶν ὑποστησάντων δυνάμεις. τοιαῦτα δ’ ἐστὶν τὰ
65καλούμενα σύμβολα τῶν θεῶν· μονοειδῆ μὲν ἐν τοῖς ὑψη‐ λοτέροις ὄντα διακόσμοις, πολυειδῆ δ’ ἐν τοῖς καταδεεστέροις· ἃ καὶ ἡ θεουργία μιμουμένη δι’ ἐκφωνήσεων μέν, ἀδιαρθρώ‐ των δέ, αὐτὰ προφέρεται. τὰ δὲ δὴ τρίτα καὶ ἀπὸ τῶν νοε‐ ρῶν ὑποστάσεων ἐπὶ πάντα καθήκοντα ἰδιώματα καὶ μέχρις
70ἡμῶν προϊόντα τὰ ὀνόματά ἐστι τὰ θεῖα, δι’ ὧν οἱ θεοὶ κα‐ λοῦνται καὶ οἷς ἀνυμνοῦνται, παρ’ αὐτῶν τῶν θεῶν ἐκφανέντα καὶ εἰς αὐτοὺς ἐπιστρέφοντα, καὶ ὅσον ἐστὶν αὐτῶν φανόν, εἰς γνῶσιν ἀνθρωπίνην προάγοντα· διὰ γὰρ τούτων καὶ ἀλλή‐ λοις σημαίνειν τι δυνάμεθα περὶ ἐκείνων καὶ αὐτοὶ πρὸς ἑαυ‐31
75τοὺς διαλέγεσθαι. μετέχουσιν δ’ ἄλλως ἄλλοι καὶ τούτων, οἷον Αἰγύπτιοι κατὰ τὴν ἐπιχώριον φωνὴν τοιαῦτα παρὰ τῶν θεῶν ἔλαβον ὀνόματα, Χαλδαῖοι δὲ καὶ Ἰνδοὶ ἄλλως κατὰ τὴν οἰ‐ κείαν γλῶσσαν καὶ Ἕλληνες ὡσαύτως κατὰ τὴν σφετέραν διά‐ λεκτον. κἂν ὅδε οὖν ὁ θεὸς παρ’ Ἕλλησι μὲν καλῆται παρὰ
80τῶν θεῶν Βριάρεως, παρὰ δὲ Χαλδαίοις ἄλλως, ἑκάτερον τῶν ὀνομάτων ἔγγονον εἶναι τῶν θεῶν ὑποληπτέον καὶ ση‐ μαίνει〈ν〉 τὴν οὐσίαν ἐκείνην. εἰ δὲ τὰ μέν ἐστιν μᾶλλον δραστήρια, τὰ δ’ ἧττον, οὐ θαυμαστόν, ἐπεὶ καὶ τῶν ἡμῖν γνωρίμων γεγονότων τὰ δαιμόνια καὶ τὰ ἀγγελικὰ δραστι‐
85κώτερα καὶ ὅλως τὰ ἐγγυτέρω τῶν ὀνομαζομένων τελειότερα τῶν πορρώτερον τεταγμένων. ἀλλ’ ὅπως μὲν τὰ ὀνόματα διὰ πάντων φοιτᾷ καὶ τίνα ἔλαχεν οὐσίαν, εἴπομεν. ἔστιν δ’ οὐ πᾶν τὸ τῶν θεῶν γένος ὀνομαστόν· ὁ μὲν γὰρ ἐπέκεινα τῶν ὅλων ὅτι ἄρρητος, καὶ ὁ Παρμενίδης
90ἡμᾶς ὑπέμνησεν· οὔτε γὰρ ὀνόματα αὐτοῦ, φησίν (p 142a), οὔτε λόγος ἐστὶν οὐδείς. καὶ τῶν νοητῶν δὲ θεῶν τὰ πρώ‐ τιστα γένη καὶ αὐτῷ συνηνωμένα τῷ ἑνὶ καὶ κρύφια καλού‐ μενα πολὺ τὸ ἄγνωστον ἔχει καὶ ἄρρητον· οὐδὲ γὰρ συνάπτει τῷ παντελῶς ἀρρήτῳ τὸ πάντῃ φανὸν καὶ ῥητόν, ἀλλ’ ἔδει
95τὴν τῶν νοητῶν πρόοδον εἰς ταύτην ἀποπερατοῦσθαι τὴν τάξιν. ἐκεῖ τοίνυν τὸ πρῶτον ῥητὸν καὶ ὀνόμασιν ἰδίοις καλούμενον· ἐκεῖ γὰρ κατὰ τὰ εἴδη τὰ πρῶτα καὶ ἡ νοερὰ τῶν νοητῶν φύσις ἐξέλαμψεν. τὰ δὲ πρὸ αὐτῆς σιγώμενα πάντα καὶ κρύ‐ φια νοήσει μόνον γνωστὰ ἦν· καὶ διὰ τοῦτο καὶ ἡ τελεστικὴ
in Cra
.

71

(100)

πᾶσα μέχρι ταύτης ἄνεισι τῆς τάξεως ἐνεργοῦσα θεουργικῶς, ἐπεὶ καὶ Ὀρφεὺς πρώτην ταύτην ὀνόματί φησιν ὑπὸ τῶν ἄλλων καλεῖσθαι θεῶν· τὸ γὰρ ἀπ’ αὐτῆς προϊὸν φῶς γνωστὴν αὐτὴν τοῖς νοεροῖς καὶ ὀνομαστὴν ἀπέφηνεν· λέγει δ’ οὕτως (frg 61)·32
105Μῆτιν σπέρμα φέροντα θεῶν κλυτόν, ὅν τε Φάνητα πρωτόγονον μάκαρες κάλεον κατὰ μακρὸν Ὄλυμπον. ἀλλ’ ἐπὶ μὲν τῶν θεῶν ἥνωται τό τε ὀνομάζειν τοῦτο καὶ τὸ νοεῖν, καὶ ἀμφότερα διὰ τὴν τοῦ φωτὸς αὐτοῖς ὑπάρχει μετου‐ σίαν, ὃ προΐεται πᾶσιν ὁ μέγιστος Φάνης· ἐπὶ δὲ τῶν ἡμετέ‐
110ρων ψυχῶν διῄρηται, καὶ ἄλλο μὲν ἡ νόησις, ἄλλο δὲ τὸ ὄνομα, καὶ τὸ μὲν εἰκόνος, τὸ δὲ παραδείγματος ἔχει τάξιν· ἐν δὲ τοῖς μέσοις γένεσιν ἔστι μέν τις καὶ διάκρισις, ἔστι δ’ αὖ καὶ ἕνωσις τῆς τε νοητικῆς καὶ τῆς ὀνομαστικῆς ἐνεργείας. τοιοῦτον δή τι νοεῖν ἔμοιγε δοκεῖ καὶ τὸ διαπόρθμιον ὄνομα
115τῶν ἰύγγων, ὃ πάσας ἀνέχειν λέγεται τὰς πηγάς· τοιοῦτον καὶ τὸ τελεταρχικόν, ὅ, φησί τις θεῶν (or chald p 43) κόσμοις ἐνθρῴσκειν κραιπνὴν διὰ πατρὸς ἐνιπήν· πάντα γὰρ ταῦτα κρυφίως μέν ἐστιν παρὰ τοῖς θεοῖς, κατὰ δευτέρας δὲ καὶ τρίτας προόδους ἐκφαίνεται καὶ τῶν ἀνθρώπων
120τοῖς συγγενέσι πρὸς τοὺς θεούς. ἔστιν δ’ οὖν καὶ μένοντά τινα ὀνόματα ἐν τοῖς θεοῖς, δι’ ὧν οἱ καταδεέστεροι τοὺς προτέρους καλοῦσιν, ὥσπερ ἐπὶ τοῦ Φάνητός φησιν Ὀρφεύς (frg 61), ἢ οἱ κρείττους ὀνομάζουσι τοὺς ὑφειμένους, ὥσπερ ὁ Ζεὺς ὀνόματα ἔθετο ταῖς τῶν ψυχῶν ἀφανέσι περιόδοις παρὰ τῷ
125Πλάτωνι (Tim. p 36c)· καὶ γὰρ οἱ πατέρες τοῖς ἑαυτῶν ἐκγό‐ νοις ἀφορίζουσι τὰς ἐνεργείας, καὶ οἱ προελθόντες δι’ ὧν ἐκομίσαντο συνθημάτων νοερῶν γνωρίζουσι τοὺς ἑαυτῶν αἰ‐
τίους. τὰ μὲν οὖν πρώτιστα ὀνόματα τοιαῦτα παρὰ θεῶν ἐκ‐ φανέντα καὶ διὰ τῶν μέσων γενῶν εἰς τὴν λογικὴν ἡμῶν33
130οὐσίαν καταντήσαντα· δεύτερα δ’ ἄλλα καὶ τρίτα νοήσωμεν, ὅσα αἱ μερισταὶ ψυχαὶ τότε μὲν ἐνθουσιάζουσαι περὶ τοὺς θεούς, τότε δὲ κατ’ ἐπιστήμην ἐνεργοῦσαι παρήγαγον, ἢ κοι‐ νωσάμεναι τὴν ἑαυτῶν νόησιν τῷ θείῳ φωτὶ κἀκεῖθεν τελειω‐ θεῖσαι ἢ τῇ λογικῇ δυνάμει τὴν δημιουργίαν ἐπιτρέψασαι τῶν
135ὀνομάτων. οὕτω γὰρ καὶ οἱ τεχνῖται τοῖς ὑπὸ τὴν τέχνην πράγμασιν, ὧν τὰς ἰδιότητας κατενόησαν, ὀνόματα ἔθεντο γεωμέτραι καὶ ἰατροὶ καὶ ῥήτορες, οὕτω δὲ καὶ τῶν ποιητῶν οἱ φοιβόληπτοι πολλὰ τῶν ὀνομάτων εἰς θεοὺς ἀνήγαγον, καὶ τὰ ἀνθρώπινα τούτοις ἀντιδιεῖλον τὰ μὲν ἐξ ἐνθουσιασμοῦ
140λαμβάνοντες, τὰ δ’ ἐκ τῆς αἰσθήσεως καὶ δόξης· περὶ ὧν καὶ ὁ Σωκράτης νῦν (p 392d sqq) φησι τὸν Ὅμηρον ἐνδείκνυ‐ σθαι, τὰ μὲν εἰς θεοὺς ἀναφέροντα, τὰ δὲ εἰς ἀνθρώπους, ὅτι τὰ μὲν θεόκλητα ὀνόματα καὶ λεῖά εἰσι καὶ εὔηχα καὶ ὀλιγο‐ συλλαβώτερα ἤπερ τὰ παρ’ ἀνθρώποις, οἷον ὁ Ξάνθος τοῦ
145Σκαμάνδρου καὶ ἡ χαλκὶς τῆς κυμίνδιος, καὶ ἡ Μυρίνη τῆς Βατιείας. καὶ ἔοικεν τὸ μὲν πρῶτον δηλοῦν ὅπως οἱ θεοὶ πᾶσαν τὴν ῥευστὴν οὐσίαν κατ’ αἰτίαν ὡρισμένην καὶ προει‐ λήφασι καὶ ὀνομάζουσι, τὸ δὲ δεύτερον ὅπως τὴν ἐν τῇ γε‐ νέσει φερομένην ζωὴν οἱ θεοὶ τοῖς νοεροῖς μέτροις ἀφορίζου‐
in Cra
.

71

(150)

σιν, τὸ δὲ τρίτον ὅπως καὶ τὴν χωριστὴν ἀπὸ τῆς γενέσεως ζωὴν χωριστῶς οἱ θεοὶ καὶ γινώσκουσιν καὶ ἐπιτρέπουσιν· καὶ τὸ μὲν [Ξάνθος], ὡς ἱστορεῖ (hist. an. III 519,18sqq) Ἀριστοτέλης, ὅτι τὰ ἐξ αὐτοῦ πίνοντα θρέμματα ξανθοτέραν ἴσχουσι τὴν χρόαν, διὰ τοῦτο ἴσως οἱ πάντων τὰς αἰτίας καὶ
155γεννῶντες καὶ εἰδότες θεοὶ οὕτω καλοῦσιν· τὸ δὲ φαινό‐
μενον ἴσως, ὅτι διά τινος χειροποιήτου σκάφης διέρχεται τὸ ὕδωρ αὐτοῦ, οὕτως ὑπὸ τῶν ἐπιπολαίως νοούντων ἀνθρώπων ἐκλήθη Σκάμανδρος. ἡ δὲ χαλκὶς διὰ τὸ λιγυρὸν καὶ εὔηχον δίκην χαλκοῦ ἠχοῦντος τορὸν οὕτως ἐκλήθη· ἀμέλει34
160καὶ Χαλδαῖοι (p 66) οὕτως αὐτὸ καλοῦσι παρὰ θεῶν ἀκού‐ σαντες· ἡ δὲ κύμινδις παρὰ τὴν σμικρότητα τοῦ ὀρνέου. ἡ δὲ Μυρίνη ἀπὸ τῆς ψυχῆς τῆς τὸν τόπον ἐκεῖνον λαχούσης ἐκ τῶν θεῶν· ἡ δὲ Βατίεια ἴσως διὰ τὸ φυτὸν τὸ ἐν αὐτῇ πλεονάζον οὕτως καλεῖται. καὶ ἔχομεν ἐν τούτοις τὰς διαφορὰς
165τῶν θείων καὶ ἀνθρωπίνων γνώσεων τριττάς· δραστηρίους μὲν καὶ παθητικὰς διὰ τὸν Ξάνθον καὶ Σκάμανδρον, λογι‐ κὰς δὲ καὶ φυσικὰς διὰ τὴν Μυρίνην καὶ τὴν Βατίειαν, ἐναρ‐ μονίους δὲ καὶ ἀναρμόστους διὰ τὴν χαλκίδα καὶ τὴν κύμιν‐ διν. οὐχ ἁπλῶς δὲ ἀνδρῶν πάντων πρὸς θεῶν συγκρίνει
170ὀνοματοθεσίαν, ἀλλὰ τῶν ἠρρενωμένων καὶ σοφῶν καὶ τοῖς πατρικοῖς αἰτίοις ἀναλογούντων.
in Cra
.

72

Εἰ ἡ τῶν θεῶν φύσις ἀσχημάτιστος καὶ ἀχρώματος καὶ ἀναφής, τὸ διαλεκτικὸν ἔργον ἐν αὐτοῖς οὐκ ἔστιν, ἀλλὰ περὶ τὰ κάτω καὶ τὴν γένεσιν στρέφεται τὸ τοιοῦτον.
in Cra
.

73

Ὅτι τῶν θεῶν οἱ μὲν ἀσώματοί εἰσιν, οἱ δὲ σώμασι χρώμενοι καὶ τούτοις σφαιρικοῖς· τὸ γὰρ σφαιρικὸν σχῆμα τῶν εἰς ἑαυτοὺς ἐπεστραμμένων ἐστὶν ἐξαίρετον. τῶν δὲ δαιμόνων οἱ μὲν ἀγαθοὶ καὶ θεῖοι σφαιρικὰ ἔχουσι τὰ
5ὀχήματα, οἱ δ’ ὑλαῖοι καὶ εὐθύπορα. τῶν δ’ εὐχῶν ἡμῶν ἀκούουσι καὶ οἱ θεοὶ καὶ οἱ δαίμονες οὐκ ἔξωθεν, ἀλλὰ προ‐ ειληφότες τὴν προαίρεσιν ἡμῶν καὶ εἰδότες τὰς ἐνεργείας.
in Cra
.

74

Ὅτι εἰσὶν καὶ Πᾶνες τραγοσκελεῖς, οἷος ἦν ὁ φανεὶς τῷ ἡμεροδρόμῳ Φιλιππίδῃ τὸ Παρθένιον διαμείβοντι ὄρος, καὶ Ἀθηναϊκαὶ ψυχαὶ σχήμασι ποικίλοις χρώμεναι καὶ προσεχῶς ὑπὲρ τοὺς ἀνθρώπους πολιτευόμεναι, οἵα ἦν ἡ35
5Ἀθηνᾶ ἡ τῷ Ὀδυσσεῖ καὶ τῷ Τηλεμάχῳ φανεῖσα. οἱ δὲ Πα‐ νικοὶ δαίμονες καὶ οἱ Ἀθηναϊκοὶ καὶ πολλῷ πλέον αὐτοὶ οἱ θεοὶ ἁπάσης τῆς τοιαύτης ποικιλίας ἐξῄρηνται.
in Cra
.

75

Ὅτι οὐ διὰ τὸ μορφὰς ἔχειν τοὺς δαίμονας τοίας ἢ τοίας, διὰ τοῦτο καὶ οἱ ἐπιτροπευόμενοι ὑπ’ αὐτῶν ἄν‐ θρωποι κοινῶς τε καὶ ἰδίως διαφόρους ἔλαχον ἰδέας, οἷον οἱ Σκύθαι πρὸς Αἰθίοπας καὶ ἕκαστος πρὸς ἕκαστον ἀλλὰ πᾶ‐
5σαν τὴν ποικιλίαν τῶν ἠθῶν ἐν ἁπλότητι καὶ τὴν ἐξαλλαγὴν τῶν σχημάτων ἐν ταυτότητι καὶ τὴν διαφορὰν τῶν κινήσεων ἐν μονίμῳ δυνάμει περιέχουσιν οἱ εἰληχότες δαίμονες τοὺς ἀνθρώπους.
in Cra
.

76

Ὅτι καὶ θεῶν ἔστιν ὀνόματα παραδεδομένα παρὰ τοῖς θεολόγοις, οἷς οἱ θεοὶ τὰ πράγματα καλοῦσιν, ἀλλ’ οὐχὶ δαιμόνων μόνον· τὰ γὰρ δρώμενα ἐν τοῖς μυστηρίοις εἰς αὐ‐ τούς ἐστιν τοὺς θεούς, ἀλλ’ οὐκ εἰς τοὺς ἐξηρτημένους αὐ‐
5τῶν δαίμονας.
in Cra
.

77

Ὅτι οἱ θεοὶ σημαίνουσι τὰ πράγματα τοῖς ἀν‐ θρώποις οὐκ ὀργάνων δεόμενοι σωματικῶν, ἀλλὰ τὸν ἀέρα σχηματίζοντες κατὰ τὴν ἑαυτῶν βούλησιν· κηροῦ γὰρ εὐπλα‐ στότερος ὢν τύπους παραδέχεται τῶν θείων νοήσεων προϊόν‐
5τας μὲν ἀπὸ τῶν θεῶν ἄνευ κινήσεως, καταντῶντας δ’ εἰς ἡμᾶς διὰ ἠχῆς καὶ φθόγγου καὶ μεταβολῆς· οὕτω γὰρ καὶ
τὰς φήμας ἐνδίδοσθαι παρὰ θεῶν φαμεν, οὐ φθεγγομένων ἐκείνων ἀλλὰ τοῖς μὲν 〈ἀερίοις σχήμασιν〉 ὡς ὀργάνοις χρω‐ μένων, πληρούντων δ’ ἀπλήκτως καὶ ἀναφῶς τὴν ἀκοὴν τῆς36
10οἰκείας γνώσεως· καὶ γὰρ ἀλλήλοις αὐτοὺς συνεῖναι διὰ νοήσεων καὶ γινώσκειν τὰ ἀλλήλων νοητικῶς, ἀλλ’ οὐκ αἰ‐ σθητικῶς.
in Cra
.

78

Ὅτι, καθὼς λέγει Ὅμηρος (Γ 277), οὕτως ἐστίν· Ἠέλιός θ’, ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις· καὶ ἔχουσιν οἱ ἐμφανεῖς θεοὶ καὶ τὴν ὁρατικὴν αἴσθησιν καὶ
5τὴν ἀκουστικήν, ἀλλ’ οὐκ ἔξωθεν· αὐτοὶ γὰρ ἐν ἑαυτοῖς ἔχουσιν πρὸ τῶν ὅλων τὰς ῥίζας καὶ τὰς αἰτίας πάντων· καὶ γὰρ τὸ ἐν τῇ σελήνῃ πρόσωπον εἰκόνας φέρον τοῦ ἡλίου ὦτα καὶ ὀφθαλμοὺς προφαίνει, οὐκ ἔτι δὲ ῥῖνα καὶ στόμα· οὐδὲ γάρ ἐστιν ἐν αὐτοῖς τὸ ὀσφρητικὸν ἢ γευστικόν.
in Cra
.

79

Ὅτι αἱ γνώσεις οὐκ ἀμέσως ἄνωθεν κατιᾶσιν, ἀλλὰ διὰ μέσων τινῶν· ὡς γὰρ παρ’ Ὁμήρῳ (μ 374—90) τῆς τοῦ Διὸς καὶ τοῦ Ἡλίου συνουσίας ἡ γνῶσις μέχρις Ὀδυσσέως κατῆλθε διὰ μέσου τοῦ τε ἀρχαγγελικοῦ Ἑρμοῦ καὶ
5τῆς Καλυψοῦς, οὕτως οὖν καὶ ὁ Ἕλενος (Η 44) ᾔσθετο τὴν βουλὴν Ἀπόλλωνος καὶ Ἀθηνᾶς οὐ τῶν ἀκροτάτων ἀλλὰ τῶν προσεχῶν αὐτῷ καὶ δαιμονίων.
in Cra
.

80

Ὅτι 〈τ〉ὸ Ἀστυάναξ καὶ τὸ Ἕκτωρ (p 394b) ὁ μὲν φιλόσοφος εἰς τὸ εἶδος καὶ τὸ σημαινόμενον βλέπων πα‐ ραπλήσια αὐτὰ καλεῖ, οἱ δὲ γραμματικοὶ εἰς τὴν ὕλην καὶ τὰς συλλαβὰς καταφερόμενοι ἀνομοιότατα αὐτὰ ἂν φαῖεν.
in Cra
.

81

Ὅτι δεῖ τὸν ὀνοματοθέτην εἰς τὰ εἴδη τῶν ὀνο‐ μαζομένων βλέποντα τοῦτο ποιεῖν· τοῦτο δὲ καὶ εἰς τὸ πᾶν ὁρῶντι δῆλον γίνεται. πολλῶν γὰρ γινομένων ψυχικῶν καθό‐ δων εἰς τὸν περὶ γῆν τόπον καθ’ ἑκάστην περίοδον, καὶ ἄλ‐
5λων κατ’ ἄλλας λήξεις διασπειρομένων καὶ βίους διαφέροντας προχειριζομένων, καὶ τῶν μὲν τοὺς προσήκοντας 〈τοῖσ〉 ἑαυτῶν ἀγελάρχαις καὶ νομεῦσιν ἐκλεγομένων, τῶν δ’ εἰς ἀλλότριον εἶδος ζωῆς ἐνσπειρομένων, αὖται δὴ μάλιστα δοκοῦσι τοῖς ὀνόμασιν ἀποσεμνύνεσθαι τῶν σφετέρων ἡγεμόνων, ὅσαι τοὺς συγγε‐37
10νεῖς ἐκείνοις καὶ ἀνειμένους προεστήσαντο βίους· λέγω δ’ οἷον αἱ μὲν ἀπὸ τῆς Ἀθηναϊκῆς προϊοῦσαι σειρᾶς καὶ τὴν ἰδέαν ἀνεξάλλακτον φυλάττουσαι τῆς οἰκείας τῇ τάξει ταύτῃ ζωῆς, ὁμοῦ τῇ ἐνεργείᾳ καὶ ὄνομα τῇ θεῷ προσῆκον ἑαυταῖς ἐπι‐ φημίζουσιν, αἱ δὲ κατελθοῦσαι μὲν ἀπὸ τῆς τάξεως ταύτης,
15βίον δ’ ἑλόμεναι μηδὲν αὐτῇ προσήκοντα, καὶ ὀνόμασιν ἀλλο‐ τρίοις χρῶνται καὶ τοῖς τυχοῦσιν (οὕτω γὰρ ἄν, οἶμαι, καὶ Διόνυσοι καὶ Ἀσκληπιοὶ καὶ Ἑρμαῖ καὶ Ἡρακλέες ὁμώνυμοι τοῖς ἐφόροις αὐτῶν θεοῖς ἐπ’ εὐεργεσίᾳ τῶν τῇδε τόπων προ‐ εληλύθασιν σὺν πομπῇ θεῶν), οὔτε τὸ εἶδος τῆς ζωῆς οὔτε
20τὰς ἐπωνυμίας τῶν οἰκείων ἀρχόντων ἀλλαξάμεναι. τὸν γοῦν Ἡρακλέα, φασίν, Ἀλκείδην προσαγορευόμενον ἀπὸ τῶν θνη‐ τῶν πατέρων ἡ Πυθία κέκληκεν Ἡρακλέα διὰ τὴν πρὸς τὴν Ἡράκλειον τάξιν καὶ θεότητα συγγένειαν· θεὸς γὰρ ὀνόματος ἀνθρώπῳ μεταδιδοὺς εἰς τὴν ὅλην αὐτοῦ σειρὰν καὶ τὴν
25ζωὴν ἣν προβέβληται βλέπων τὴν πρέπουσαν τίθησιν ἐπω‐ νυμίαν.
in Cra
.

82

Ὅτι τῶν ἐν γενέσει φερομένων εἰδῶν τὰς ἐπω‐ νυμίας δεῖ λαμβάνειν ἢ πρὸς πάντα τὰ αἴτια βλέποντας, τά τε ὅλα καὶ τὰ μεριστά, τά τε πόρρω καὶ τὰ προσεχῆ τοῖς γι‐ νομένοις, οἷον τόν τε ὅλον ἵππον καὶ τὸν προσεχῆ καὶ φθαρ‐
5τόν, ἢ πρὸς τὰ κρείττω μόνα καὶ τελειότερα καὶ ἀεὶ κατορ‐ θοῦντα καὶ πάντῃ τῆς ὕλης κρατοῦντα, οἷά εἰσι τὰ καθόλου. ὅταν γὰρ ἐξ ἵππου βοῦς γένηται, ἡ μὲν μερικὴ φύσις κρα‐ τεῖται, διὸ καὶ οὐ γίνεται ἵππος, ἡ δ’ ὅλη κρατεῖ φύσις, διὸ
καὶ βοῦς γίνεται (πόθεν γὰρ τὸ βοὸς εἶδος, μὴ τῆς ἁπλῶς38
10φύσεως κρατησάσης;) διὸ τὰ τοιαῦτα οὐχ ἁπλῶς τέρατα κα‐ λεῖ νῦν (p 393b) ὁ Πλάτων, ἀλλ’ οἷον τέρατα, ὡς μὴ πάντῃ ὄντα παρὰ φύσιν.
in Cra
.

83

Ὅτι τῶν φυτῶν μᾶλλον ἐπικρατεῖ ἡ φύσις ὡς ἐρριζωμένων· διὸ καὶ μικρᾶς τέχνης ῥοπὴ δύναται μεταβολὰς ποιεῖν. ὡς ὅταν ἐνοφθαλμίζωνται ἢ ἐγκεντρίζωνται καὶ γίνη‐ ται ἀντὶ δρυὸς ἐλαία· ἧττον δὲ τῶν ζῴων ἐπικρατεῖ, καὶ ἔτι
5πολὺ ἧττον τῶν ἀνθρώπων.
in Cra
.

84

Ὅτι οἱ κατ’ ἐλπίδα καὶ μνήμην τινῶν ὀνο‐ μαζόμενοι ἐκβέβληνται τοῦ ἐτυμολογικοῦ νόμου, καὶ τούτων μᾶλλον οἱ κατὰ μνήμην.
in Cra
.

85

Ὅτι τὸν ἐτυμολογήσειν μέλλοντα δεῖ τὰς τῶν διαλέκτων εἰδέναι διαφοράς, τοὺς γὰρ ὀδόντας ἔδοντας κα‐ λοῦσιν οἱ Αἰολεῖς. δεύτερον καὶ τὴν χρῆσιν τῶν ποιητῶν· λέγει γάρ τις αὐτῶν (Theocr. XVI 33) ἀχῆνας τοὺς πένητας,
5παρὰ τὴν στέρησιν τοῦ ἔχειν ἰδίως οὕτως καλέσας. τρίτον καὶ τὰ ἁπλᾶ καὶ τὰ σύνθετα τῶν ὀνομάτων διακρίνειν, ἵνα μὴ τὸ μὲν δακρυόφιν σύνθετον εἴπῃ, τὸν δὲ φολκὸν (Β 217) ἁπλοῦν. τέταρτον δεῖ αὐτὸν καὶ οἰκείως τοῖς πρά‐ γμασι ποιεῖν τὰς ἀναπτύξεις τῶν ὀνομάτων, ἵνα μὴ τὸν
10Μελέαγρον, ὥσπερ Εὐριπίδης (frg 517 N2) κακῶς ἐτυμο‐ λογήσῃ διὰ τὴν μελέαν ἄγραν· οὐ γὰρ εἰκὸς τὸν πατέρα
αὐτοῦ ἀπαίσιον ὄνομα θέσθαι τῷ παιδί· ἄμεινον οὖν ᾧ μέ‐ λει τὰ τῆς ἄγρας· τοιαῦτα δὲ καὶ τὰ τοῦ Διονυσίου, οἷον μένανδρος ἡ παρθένος. πέμπτον καὶ τὴν παρατήρησιν τῆς39
15διαφόρου χρήσεως δεῖ ποιεῖσθαι, οἷον ὅτι νουμηνίαν μὲν Ἀττικοί φασι, νεομηνίαν δὲ Κρῆτες. ἕκτον δεῖ αὐτὸν εἰδέναι καὶ τὰ πάθη τῶν λέξεων, οἷον ἀποκοπὰς συγκοπὰς ἐλλείψεις πλεονασμοὺς συναλοιφὰς ἀφαιρέσεις συνιζήσεις καὶ τὰ τοι‐ αῦτα. ἕβδομον δεῖ αὐτὸν καὶ τὰς τῶν στοιχείων ἰδιότητας
20εἰδέναι· ἀπὸ γὰρ τούτων ἐσχάτων ἡ ὀρθότης δείκνυται τῶν ὀνομάτων καὶ ἡ πρὸς τὰ πράγματα συγγένεια. ὄγδοον δεῖ δ’ αὐτὸν καὶ τὰς ἀμφιβολίας καὶ τὰς ὁμωνυμίας διακρίνειν· καταχώννυται γὰρ διὰ τούτων ἡ τῶν ὀνομάτων ἀλήθεια· μαλερὸν γὰρ λέγεται καὶ τὸ μαραῖνον καὶ τὸ μαραινόμενον,
25ἐκμαγεῖον δ’ ὁ Πλάτων καὶ τὸ ἐκμάσσον καλεῖ καὶ τὸ ἐκ‐ μασσόμενον τῶν ἄλλων τύπον. δεῖ δ’ αὐτὸν καὶ τοὺς σχη‐ ματισμοὺς εἰδέναι οὐκ ἀεὶ πρὸς τὸν αὐτὸν λόγον γινομένους· ἄλλως γὰρ καὶ ὁ καλαμοθήρας λέγεται ὁ καλάμῳ θηρῶν καὶ ἄλλως ὁ φυγαδοθήρας ὁ φυγάδας θηρῶν. ἔτι καὶ τὰ
30ἑτεροζύγως λεγόμενα δεῖ εἰδέναι, οἷον ἀπὸ τῆς ἀρετῆς οὐκ ἀρεταῖος, ἀλλὰ σπουδαῖος καὶ τὰ τοιαῦτα. καὶ τὰ βάρ‐ βαρα δ’ οὐ δεῖ ἀγνοεῖν, ἵνα μὴ βιαζώμεθα αὐτά, οἷον τὸν ἀκινάκην καὶ τὸν κάνδυν. τὸν μὲν οὖν ἐτυμολογήσοντα τοιαύτην δεῖ ἔχειν τὴν κριτικὴν φρόνησιν. αὐτῶν δὲ τῶν
35ἐτυμολογουμένων τὰ μὲν λέγεται κατὰ μίμησιν, οἷον σίζειν· τὰ δὲ κατὰ ἀναφορὰν τὴν πρὸς ἕτερον, οἷον θαλλὸς παρὰ 〈τὸ〉 θεῖν ἄνω καὶ ἀθῷος ὁ ἀζήμιος· τὰ δὲ καταχρηστικῶς, οἷον κακόφρων, καίτοι τὸ φρονεῖν ἀγαθόν· τὰ δὲ ψευδω‐ νύμως τῆς ὕλης μεταπεσούσης, οἷον πυξὶς ἡ ἀργυρᾶ· τὰ40
40δὲ κατὰ ἱστορίαν, οἷον ὀβολὸς καὶ δραχμή, οἱ γὰρ παλαιοὶ σιδήροις ὀξέσιν ἐχρῶντο, οὓς ἐκάλουν ὀβολούς· ἐν γοῦν τοῖς ὠνίοις οἱ ἓξ ὀβολοὶ τὴν δράκα πληροῦντες δραχμὴ ἐκαλοῦντο· τὰ δ’ εἰσὶν ἐπιδιατετακότα, οἷον ζωγράφος καὶ ὁ τὰ φυτὰ γράφων· τὰ δὲ καθ’ ὑπερβολήν, ὡς ἄφωνος καὶ ἀκάρδιος·
45τὰ δὲ κατ’ εὐφημισμόν, ὡς ἡ χολὴ γλυκεῖα· τὰ δὲ κατ’ ἀναλογίαν, ὡς ὄρους κορυφή· τὰ δὲ καθ’ ὁμοιότητα, οἷον ὁ λέγων πικρὸν τὸ ἦθος καὶ ὠμόν· τὰ δὲ κατὰ παρέγκλισιν, ὡς ἡ κνημὶς καὶ τὸ κρανίον· τὰ δὲ κατ’ ἔλλειψιν, ὡς ἡ τράπεζα, τετράπεζα οὖσα· τὰ δὲ ἀπὸ τῶν εὑρόντων, ὡς ὁ
in Cra
.

85

(50)

οἶνος Διόνυσος· τὰ δὲ ἀπὸ τῶν εὑρημάτων, ὡς ὁ Ἥφαι‐ στος πῦρ· τὰ δὲ καθ’ ὑπεροχήν, ὡς [ὁ] κέραμος ὁ πίθος, καὶ χειρουργὸς ὁ ἰατρός· κέραμος γὰρ οὐδὲν ἧττον καὶ ἡ χύτρα καὶ ἡ κάλπις, καὶ χειρουργὸς οὐδὲν ἧττον καὶ ὁ ζω‐ γράφος καὶ ὁ τέκτων.
in Cra
.

86

Ὅτι οἱ παλαιοὶ ἐλάττοσιν ἐχρῶντο γράμμασι
πρὸς δήλωσιν τῶν στοιχείων· τὸ γοῦν ε καὶ πρὸς τὴν ἐκ‐ φώνησιν ταύτην παρελάμβανον ἐπὶ τοῦ Ἑλένη καὶ ἀντὶ τοῦ η, ὡς ἐπὶ τοῦ ξηρὸν ξερὸν καὶ ἀντὶ τῆς ει διφθόγγου ἐρε‐41
5σίαν τὴν εἰρεσίαν καλοῦντες. ὁμοίως δὲ καὶ τὸ ο μικρὸν καὶ τοῦτο ἐσήμαινεν αὐτοῖς ὃ δηλοῖ νῦν, καὶ τὴν ου δίφθογ‐ γον (τὸ γὰρ βούλεται βόλεται ἔλεγον καὶ τὸν οὐρανὸν ὀρανόν) καὶ τὸ ω· καὶ γὰρ τὰς ὥρας ὅρας (p 410c) ἐκά‐ λουν. ὅταν οὖν ὁ Πλάτων (p 393d) λέγῃ τὸ ε καὶ τὸ ο τὰ
10ὀνόματα αὐτὰ ταῖς δυνάμεσιν ἔχειν, ῥητέον αὐτὸν πρὸς τὰς διφθόγγους ἀποβλέπειν, αἳ πάλαι οὐκ ἐδόκουν εἶναι δίφθογ‐ γοι, ἀλλ’ ἑνὸς ἐκφώνησις μηκυνθέντος· ὡς γὰρ τὰ δίχρονα νῦν ἐκτείνεσθαι καὶ συστέλλεσθαι δυνατὸν καὶ ἕκαστόν ἐστιν ἕν, οὕτως καὶ ἐπὶ τούτων τῶν διφθόγγων ἐδόκει γίνεσθαι
15τοῖς παλαιοῖς. ὅτι δὲ τοῦτο οὕτως ἐστίν, ἑξῆς ὁ Πλάτων αὐτὸς δείξει· τὸ γὰρ ὄνομα τῆς ἡμέρας ἐτυμολογῶν ἐρεῖ (p 418c) τοὺς μὲν παλαιοὺς ἱμέραν λέγειν διὰ τοῦ ι, τοὺς δὲ ὑστέρους διὰ τοῦ ε λέγοντας εἱμέραν, ὡς τοῦ ε στοιχείου καὶ τὴν δίφθογγον σημαίνοντος.
in Cra
.

87

Ὅτι οἰκείως νῦν (p 394e) τὸν Θεόφιλον καὶ τὸν Μνησίθεον παρείληφεν μονονουχὶ παρῳδῶν τὰ ἐν Φαί‐ δρῳ (p 249c) λεγόμενα οὕτως· ”μόνη γὰρ πτεροῦται ἡ τοῦ φιλοσόφου διάνοια· πρὸς γὰρ ἐκείνοις ἀεί ἐστι
5μνήμη κατὰ δύναμιν”· ἡ γὰρ πρὸς τὸ θεῖον συγγένεια τῶν ψυχῶν κατὰ τὸν πρὸς αὐτὸ ἔρωτα καὶ κατὰ τὴν τῆς ὑπάρξεως τοῦ θεοῦ μνήμην γίνεται, καὶ τοῖς τοιούτοις μό‐ νοις προσήκει τὰ πατρῷα καὶ νοερὰ ὀνόματα ἔχειν, τὰ δὲ γε‐ νεσιουργὰ τοῖς τὸν ἀόριστον καὶ ὑλώδη βίον ἀσπασαμένοις.
in Cra
.

88

Ὅτι διττῶν τῶν ὀνομάτων ὄντων, τῶν μὲν
ἐπὶ τοῖς ἀιδίοις, ἃ καὶ κατ’ ἐπιστήμην δηλονότι κεῖνται, τῶν δὲ ἐπὶ τοῖς φθαρτοῖς, ἃ καὶ ἀπορεῖται (οὔτε γὰρ τοὺς πατέ‐ ρας εἰκός ἐστιν τοῖς ἑαυτῶν παισὶν ἀπαίσια τιθέναι ὀνόματα,42
5οἷον Ὀρέστης Ἀτρεὺς Τάνταλος, οὔτε εἰκὸς προειδέναι αὐτοὺς τὸν τῶν παίδων ἐσόμενον βίον· καὶ γὰρ ἡ φυσιογνω‐ μονικὴ ἀμυδρὸς συλλογισμὸς καὶ μάλιστα ἐπὶ τῶν ἀρτιγε‐ νῶν)· πρὸς πάντα οὖν τὰ τοιαῦτα ἀπορήματα ὁ Σωκράτης (p 394esqq) κανόνας ἡμῖν ἐπιλύσεων σαφεῖς παραδίδωσιν.
10ἄνθρωποι μὲν γὰρ τὰς ἀφανεῖς περιόδους τῶν ψυχῶν οὐκ ἴσασιν οὐδὲ τὰς πρὸ τῆς γενέσεως ὀρέξεις, ἐν αἷς τὸ ὅλον τῶν πράξεων σχεδὸν περιέχεται· διὸ καὶ οὐκ εἰσὶν κριταὶ τῆς ὀρθότητος τῶν ἑκάστῳ εἴδει ζωῆς συστοίχων ὀνομάτων· θεοὶ δ’ ἄρα καὶ δαίμονες οἱ καὶ τὰς δυνάμεις τῶν ψυχῶν καὶ τὰς
15ἐνεργείας προειληφότες τοῦτο σαφῶς γινώσκουσι, τὸ οἰκείως τοῖς βίοις τὰ ὀνόματα τιθέναι· καὶ ὥσπερ τὸν ἄλλον κλῆρον αὐταῖς ἀπονέμουσι κατ’ ἀξίαν, οὕτως καὶ τὰς ἐπωνυμίας. ἐπειδὴ δὲ πανταχοῦ τῆς συντάξεως τῶν δοκούντων ἀτάκτων εἶναι καὶ ἀορίστων πραγμάτων αἰτιώμεθα τὴν τύχην, κἀν‐
20ταῦθα δήπου. ταύτην παραληπτέον ὡς κυριωτάτην ἀρχήν. οἱ μὲν γὰρ πατέρες πρὸς μνήμην ἢ ἐλπίδα ἤ τι τοιοῦτο βλέ‐ ποντες ὀνόματα τίθενται τοῖς παισίν, ἡ δὲ τύχη τὸ παρ’ ἐκείνων ἄλλον τρόπον τεθὲν κυροῖ διὰ τὴν πρὸς τὸν βίον αὐτῶν συμφωνίαν. καλείτω τοίνυν ὁ Ἀγαμέμνων τὸν παῖδα
25Ὀρέστην μὴ διὰ τὴν ἀγριότητα τοῦ ἤθους, ἀλλὰ διὰ τὴν ὁρμὴν καὶ τὴν εὐκινησίαν παρὰ τὸ ὀρούειν, ἤτοι καὶ ὁρῶν ἐν αὐτῷ τοιαῦτα σημεῖα φύσεως ἢ καὶ τοιοῦτον αὐτὸν γενέ‐ σθαι βουλόμενος, ἀλλ’ ἡ τύχη τρόπον ἕτερον αὐτῷ τὸ ὄνομα τοῦτο ἀπεκλήρωσεν τὸν ἀληθέστερον· ἐκφαίνει γὰρ αὐτοῦ τὴν
30ζωὴν ὅλην. διὸ καὶ ὁ Σωκράτης ἀπὸ ταύτης τῆς αἰτίας ἀξιοῖ
(p 394e) ἐτυμηγορεῖν τὸ ὄνομα, ἀλλ’ οὐκ ἀπὸ τῆς ἀνθρωπι‐ κωτέρας· ταύτην γὰρ ἑώρα τῷ πράγματι συμφωνοτέραν. τῆς μὲν οὖν προσεχοῦς αἰτίας τῶν ὀνομάτων κατορθούσης πολλῷ μειζόνως ἡ τύχη ποιητικὴ τῶν τιθεμένων ἐστί· ταύτης δὲ43
35ἁμαρτανούσης οὐδὲν κωλύει τὴν ὁλικὴν αἰτίαν τὴν τυχαίαν κατορθοῦν, ἐπεὶ καὶ ἐν τῇ φύσει τὸ αὐτὸ γίνεται· κατορθού‐ σης μὲν γὰρ τῆς μερικῆς φύσεως καὶ ἡ ὅλη πολλῷ μᾶλλον κατορθοῖ, ἀστοχούσης δὲ ἐκείνης δύναται ἡ ὅλη φύσις κατορ‐ θοῦν. μὴ δή τις τὴν τύχην ταύτην ἀλόγιστον αἰτίαν ἡγεί‐
40σθω καὶ ἀόριστον (τὸ γὰρ ἔργον αὐτῆς εἰς νοῦν βλέπει), ἀλλὰ θείαν ἢ δαιμονίαν δύναμιν, οὐδὲν ἀφεῖσαν ἔρημον τῆς οἰκείας ἐπιστασίας, ἀλλὰ πάντα καὶ τὰ ἔσχατα τῶν ἐνερ‐ γημάτων ἡμῶν κατευθύνουσαν πρὸς τὸ εὖ καὶ πρὸς τὴν τοῦ παντὸς τάξιν· κατὰ γὰρ ταύτην καὶ πράττομεν ὀρθῶς πολλὰ
45καὶ ἀναφθεγγόμεθα εὐστόχως καὶ νοοῦμεν ἐπιβόλως· οἷον Φᾶρος μέντοι πρῶτον ἐπέπνευσεν μέγα δαίμων (τ 138) καὶ
μηδέ σε δαίμων ἐνταῦθα τρέψειε, φίλος (Ι 600sq).
in Cra
.

88

(50)

κινούμεθα γὰρ ἀπὸ τῶν κρειττόνων αἰτίων ἄνωθεν οἷον ἐκ πρύμνης τῆς οὐσίας ἡμῶν τὰ ἡμέτερα κυβερνᾶν δυναμένων. μίαν μὲν οὖν ταύτην ὁ Πλάτων εἰσήγαγεν αἰτίαν τῆς ὀρθῆς τῶν ὀνομάτων θέσεως, ἑτέραν δὲ τὴν τῶν ποιητῶν ἐνθεα‐ ζόντων καὶ ἐπιβαλλόντων τῇ ἀληθεῖ ὀνοματουργίᾳ, ὁρώντων
55τὰ ἐκβεβηκότα τῶν πράξεων καὶ δι’ αὐτῶν οἷον ἀναλυόντων εὐστόχως καὶ εὑρισκόντων τὰ οἰκεῖα ὀνόματα. τί οὖν κωλύει τοὺς ποιητάς, εἰς τὴν τόλμαν ἀπιδόντας τοῦ Ὀρέστου τὴν
κατὰ τῆς μητρός, οὕτως αὐτὸν καλέσαι Ὀρέστην ὡς ὄρειον καὶ ἄγριον καὶ ἄκαρπον, ἅτε τὴν ἀρχὴν ἐκτεμόντα τῆς οἰ‐44
60κείας γενέσεως, καὶ τοῦτο παραδοῦναι τὸ ὄνομα τοῖς Ἕλλη‐ σιν, τοὺς δὲ λαβόντας εὐστόχως τεθὲν κυρῶσαι διὰ τῆς χρή‐ σεως; διὰ δὲ τῆς μιᾶς σειρᾶς τοῦ γένους προελθὼν ὁ Σω‐ κράτης (p 395asqq) τῇ ἐτυμολογίᾳ δείκνυσιν ὅτι οὐ κατ’ ἐκλογὴν ἀνθρώπων ἄλλῃ καὶ ἄλλῃ διεσπαρμένων τοῦτο ἐξ
65ἐπιτηδεύσεως ἔτυχεν, ἀλλ’ ἀνάπαλιν ἐπὶ μιᾶς συγγενείας τῆς τυχούσης τοῦτο ὁρᾶται γινόμενον· ὥστε καὶ καθόλου ἀνάγκη τοῦτο οὕτως ἔχειν, καὶ κατὰ τὰ εἴδη τῆς ζωῆς αἱ ἐπωνυμίαι κεῖνται τοῖς ἐκ ταὐτοῦ γένους οὖσι καὶ οὐ κατὰ τὴν διαδοχὴν τῆς φύσεως· ἀκοινώνητον γὰρ πάντῃ καὶ ἀλλότριον, ὥσπερ
70τὸ τοῦ Ὀρέστου καὶ Ἀγαμέμνονος ἦθος, οὕτως καὶ ἡ ἐπ’ αὐ‐ τοῖς κλῆσις.
in Cra
.

89

Ὅτι ἀεὶ ἐν ταῖς ἐτυμηγορίαις ὁ Πλάτων πρῶ‐ τον ἐνδείκνυσιν ἐφ’ ἑαυτοῦ τὸ πρᾶγμα τὸ δηλούμενον, ἔπειθ’ οὕτως τὸ πρὸς ἐκεῖνο μὲν ὁμοιούμενον, ἐνυπάρχον δ’ ἴχνος αὐτοῦ ταῖς συλλαβαῖς τοῦ ὀνόματος, οἷον ἐπὶ τοῦ Ὀρέστου
5(p 394e) πρῶτον τὸ θηριῶδες εἰπὼν καὶ τὸ ἄγριον, ὕστερον τὸ ὄρειον προστέθεικεν, ὅπερ ταῖς συλλαβαῖς ἔγκειται· ἐπὶ δὲ τοῦ Ἀγαμέμνονος (p 395a) τὸ διαπονεῖσθαι καὶ καρτερεῖν προειπών, ἐπήγαγεν ὅτι οὖν ἀγαστὸς ἀνὴρ διὰ τὴν ἐπι‐ μονήν· οὕτως καὶ ἐπὶ τῶν ἑξῆς.
in Cra
.

90

Ὅτι ἐν ταῖς ἐτυμηγορίαις ὁ Πλάτων τῆς μὲν ὕλης καταφρονῶν, τοῦ δὲ εἴδους μάλιστα ἀντεχόμενος, τὸν Ἀγα‐ μέμνονα παρὰ τὸ ἀγαστὸν συγκεῖσθαι λέγει (p 395b), οὐ παρὰ τὸ ἄγαν· οἱ δὲ γραμματικοὶ ἅτε τῇ ὕλῃ προσκείμενοι
5μάλιστα, τὸ δὲ τῆς ζωῆς εἶδος μὴ ὁρῶντες, εἰκότως ἀπ’ ἐναν‐ τίας ἐτυμολογήσουσιν.
in Cra
.

91

Ὅτι καὶ ἐν τούτοις (p 394esqq) Πλάτων ἐνδείκνυ‐ ται ὅτι τὸ εἶναι ἡμῖν ἐν ψυχῇ ἐστι καὶ οὐκ ἐν σώματι, εἴπερ καὶ τὰ ὀνόματα ἐκ τῶν ψυχικῶν ἰδιωμάτων ὁρᾷ καὶ οὐκ ἐκ τῶν σωματικῶν.45
in Cra
.

92

Ὅτι καὶ πρὸς τὸ ἦθος ἡμᾶς ὀνίνησιν ὁ θεῖος Πλάτων ἐν τούτοις (p 394e—395e), εἴπερ τοὺς περὶ Ὀρέ‐ στην καὶ Ἀγαμέμνονα καὶ Ἀτρέα ὡς σφοδρούς τινας καὶ θυ‐ μοειδεῖς παραδίδωσιν καὶ τιμωρητικούς. ἀλλ’ ἐπεὶ οἱ μὲν
5ἄκροι, ὁ μὲν εἰς τὴν μητέρα ὁ δὲ εἰς τὰ τέκνα ἐπλημμέλησεν, εἰκότως ψέγονται· ὁ δ’ Ἀγαμέμνων, ἐπειδὴ τὴν σφοδρότητα εἰς τὸ φύσει πολέμιον γένος τῶν βαρβάρων ἐξήνεγκεν, ἀγα‐ στὸς καὶ ἐπαινετὸς παραδίδοται.
in Cra
.

93

Ὅτι τὰ κατὰ Πέλοπα (p 395c) διδάσκουσιν ἡμᾶς πρῶτον μὲν τῶν φαινομένων ὑπερορᾶν καὶ πρὸς τὰς ὅλας τῶν ψυχῶν περιόδους βλέπειν, καὶ οὐκ ἐξ ἅπαντος ἀντέχε‐ σθαι τῶν ἀνθρωπίνων, ἀλλὰ πρὸς ταῦτα μὲν κεχαλᾶσθαι δεῖν,
5πρὸς δὲ τὰ θεῖα καὶ τὴν ἀρετὴν συντόνους εἶναι· καὶ ὅτι τῶν προγονικῶν ἁμαρτημάτων κοινωνοῦσιν οἱ παῖδες τῆς δίκης. καὶ γὰρ αἱ ψυχαὶ διὰ τῆς πρὸς τοὺς ἀδίκους συντάξεως μέτ‐ οχοι γίνονται τῆς ἀδικίας, καὶ τὰ σώματα αὐτῶν ἀπὸ σπερ‐ μάτων ὑπέστη πονηρῶν, καὶ τὰ ἐκτὸς ἐξημαρτημένως ἔλαβε
10τὴν ἀρχήν. τούτων δέ, φησὶν ὁ ἐν Φαίδρῳ (p 244de) Σω‐ κράτης, ἡ τελεστικὴ δύναται καθαίρειν λύουσα τῶν παρόν‐ των κακῶν διὰ τῆς περὶ τὸ θεῖον λατρείας.
in Cra
.

94

Ὅτι τὸ κατὰ τὸν Τάνταλον (p 395de) διήγημα αἰνίττεται ψυχήν τινα ἀναχθεῖσαν μὲν διὰ θεωρίας εἰς τὸ νοητόν (τροφὴ γὰρ θεῶν τὸ νοητόν), ἀποπεσοῦσαν δὲ τοῦ νοητοῦ τόπου εἰς γένεσιν κατενεχθῆναι καὶ τῷ πλήθει τῆς
5ἀλογίας κοινωνῆσαι τὴν νοερὰν αὐτῆς ζωὴν νεοτελῆ μὲν οὖ‐ σαν (διὸ καὶ παῖδα λέγεσθαι Διός· πᾶσα γὰρ ψυχὴ νεοτελὴς
ἐκ τῆς τοῦ Διὸς αὐλῆς εἰς τὴν γένεσιν κάτεισιν· διὸ καὶ πα‐ τὴρ ἀνδρῶν τε θεῶν τε ὁ Ζεύς), συγγενομένην δ’ εἰδώ‐ λοις ἀντ’ ἀληθῶν καὶ ἀναπληθεῖσαν τῶν ἐνταῦθα κακῶν ἐν46
10Ἅιδου τίνειν δίκας, πολὺ μὲν ἔχουσαν ἐπηρτημένον αὐτῇ τὸ γεῶδες καὶ βρῖθον καὶ ἔνυλον, ὑφ’ οὗ τὸ νοερὸν αὐτῆς κατ‐ ορώρυκται, πάντων δ’ οὖσαν ἐν ἐνδείᾳ τῶν θείων καρπῶν, καὶ φαντασίας μὲν αὐτῶν ἴσχουσαν ψιλάς, διαπίπτουσαν δὲ τῆς ἀληθοῦς καὶ ἐναργοῦς αὐτῶν ἀντιλήψεως.
in Cra
.

95

Ὅτι τὸ μὲν ἀποκληρωθῆναι τῷ τοιῷδε βίῳ τὸ τοι‐ οῦτον ὄνομα τῆς τύχης ἔργον, τὸ δὲ κρατῆσαι τοῦτο παρὰ πᾶσιν τῆς φήμης (p 395e)· ἡ γὰρ φήμη Διὸς ἄγγελος καθ’ Ὅμηρον (Β 94).
in Cra
.

96

Ὅτι ἀναλυτικῶς ὁ Σωκράτης ἀπὸ τῶν θείων ὀνο‐ μάτων, ἀγαλμάτων ὄντων τῶν θεῶν, ἐπὶ τὰς δυνάμεις αὐτῶν ἀνατρέχει καὶ τὰς ἐνεργείας· τὰς γὰρ οὐσίας αὐτῶν ὡς ἀρρή‐ τους καὶ ἀγνώστους μόνῳ τῷ ἄνθει τοῦ νοῦ θεωρεῖν κατα‐
5λείπει. πάγκαλον οὖν ἐστιν καὶ τὸ τοῦ Διὸς δημιούργημα ὁ οὐρανὸς καὶ τὸ ὄνομα αὐτοῦ (p 396bc), ἀλλὰ τὸ μὲν τῆς οὐ‐ σίας αὐτοῦ διὰ ψυχῆς τῆς ὅλης καὶ φύσεως ὑποστάν ἐστιν, τὸ δὲ τῆς γνώσεως διὰ τῆς μερικῆς ψυχῆς ἀπογεννηθέν.
in Cra
.

97

Ὅτι τῶν ἀκήρατον φυλαξάντων τὸ δίϊον εἶδος τῆς ζωῆς οὐ λέγεται πατὴρ ὁ Ζεύς, ἀλλ’ ἔστιν, ὥσπερ Ἡρα‐ κλέους καὶ Διοσκούρων· τῶν δ’ οὐδ’ ἐπιστρέψαι ποτὲ πρὸς τὸ θεῖον δυνηθέντων οὐδαμοῦ πατὴρ ἂν κληθείη οὔθ’ ὡς
5ὑπάρχων οὔθ’ ὡς λεγόμενος. ὅσοι δ’ ἄρα μετέσχον μέν τινος ὑπὲρ τὴν θνητὴν φύσιν ἐνεργείας, αὖθις δ’ εἰς τὸν τῆς ἀνο‐ μοιότητος ἠνέχθησαν πόντον καὶ τῆς πρὸς τοὺς θεοὺς ἀμ‐ πλακίας τὴν παρ’ ἀνθρώποις ἠλλάξαντο τιμήν, τούτοις μὲν
πατὴρ ὁ Ζεύς, ἀλλὰ τὸ ὅλον δὴ τοῦτο λεγόμενος πατήρ.47
in Cra
.

98

Ὅτι τὸ πατρικὸν αἴτιον ἄρχεται μὲν ἄνωθεν ἀπὸ τῶν νοητῶν καὶ κρυφίων θεῶν (ἐκεῖ γὰρ οἱ πρώτιστοι τῶν ὅλων πατέρες), πρόεισι δὲ διὰ πάντων τῶν νοερῶν θεῶν εἰς τὴν δημιουργικὴν τάξιν. καὶ γὰρ ταύτην ἅμα ποιητικήν τε καὶ
5πατρικὴν ἀνυμνεῖ ὁ Τίμαιος (p 41a) λέγων δημιουργὸς πατήρ τε ἔργων, ἀλλ’ ἐπὶ μὲν τῶν ἀνωτέρω τῆς μιᾶς δημι‐ ουργίας θεοὶ θεῶν λέγονται πατέρες, ὁ δὲ δημιουργὸς πα‐ τὴρ ἀνδρῶν τε θεῶν τε ὑφιστὰς θεούς τε καὶ ἀνθρώπους, ἐπὶ δὲ καὶ τῶνδε τινῶν ἰδίως καλεῖται πατήρ, οἷον Ἡρα‐
10κλέους, οἳ τὸν δίϊον βίον καὶ ἡγεμονικὸν διὰ τῆς ἐν τῇ γε‐ νέσει ζωῆς ἀτρέπτως διεφύλαξαν. τριχῶς ἄρα πατὴρ ὁ Ζεύς, θεῶν, ψυχῶν, μερικῶν ψυχῶν νοερὸν καὶ δίϊον ἑλομένων βίον.
in Cra
.

99

Τῆς τοίνυν νοερᾶς τῶν θεῶν διακοσμήσεως ἄνω‐ θεν μὲν ὁριζομένης τῷ βασιλεῖ τῶν ὅλων θείων γενῶν καὶ πατρικὴν ἔχοντι πρὸς πάντας τοὺς νοεροὺς ὑπεροχήν, ὅν τε Φάνητα
5φησὶν Ὀρφεύς (frg 127), πρωτόγονον μάκαρες κάλεον κατὰ μακρὸν Ὄλυμπον, προϊούσης δὲ διά τε τῶν τριῶν Νυκτῶν καὶ τῶν Οὐρανίων ὑποστάσεων εἰς τὴν Τιτανικὴν γενεάν, ἣ πρώτη τῶν πατέρων ἑαυτὴν διέκρινεν καὶ τῆς συνοχικῆς βασιλείας τὴν διαιρετικὴν
10ἠλλάξατο τῶν ὅλων προστασίαν· [καὶ] ἀναφαίνεται πᾶν τὸ δημιουργικὸν τῶν θεῶν γένος ἀπὸ πάντων μὲν τῶν προειρη‐ μένων ἀρχικῶν αἰτίων καὶ βασιλικῶν, προσεχῶς δ’ ἀπὸ τοῦ
ἑνὸς τῶν Τιτανικῶν διακόσμων ἡγεμόνος καὶ πρὸ τῶν ἄλλων δημιουργῶν ὁ Ζεύς, τὸ ἑνιαῖον κράτος τῆς ὅλης δημιουργικῆς48
15σειρᾶς κληρωσάμενος καὶ τά τε ἀφανῆ πάντα καὶ τὰ ἐμφανῆ παράγων καὶ ὑφιστάς, νοερὸς μὲν αὐτὸς ὑπάρχων κατὰ τὴν τάξιν, τὰ δ’ εἴδη τῶν ὄντων καὶ τὰ γένη προάγων εἰς τὴν τῶν αἰσθητῶν διακόσμησιν, καὶ τῶν μὲν ὑπὲρ ἑαυτὸν θεῶν πεπληρωμένος, τοῖς δ’ ἐγκοσμίοις πᾶσιν ἀφ’ ἑαυτοῦ τὴν εἰς
20τὸ εἶναι πρόοδον παρέχων. διὸ δὴ καὶ Ὀρφεὺς (frg 127) δημιουργοῦντα μὲν αὐτὸν τὴν οὐρανίαν πᾶσαν γενεὰν παρα‐ δίδωσιν καὶ ἥλιον ποιοῦντα καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστρῴους θεούς, δημιουργοῦντα δὲ τὰ ὑπὸ σελήνην στοιχεῖα καὶ διακρίνοντα τοῖς εἴδεσιν ἀτάκτως ἔχοντα πρότερον, σειρὰς
25δ’ ὑφιστάντα θεῶν περὶ ὅλον τὸν κόσμον εἰς αὐτὸν ἀνηρτη‐ μένας καὶ διαθεσμοθετοῦντα πᾶσι τοῖς ἐγκοσμίοις θεοῖς τὰς κατ’ ἀξίαν διανομὰς τῆς ἐν τῷ παντὶ προνοίας. καὶ Ὅμη‐ ρος δ’ ἑπόμενος Ὀρφεῖ πατέρα μὲν αὐτὸν ἀνυμνεῖ κοινῇ θεῶν τε καὶ ἀνθρώπων καὶ ἡγεμόνα καὶ βασιλέα καὶ
30ὕπατον κρειόντων, καὶ περὶ αὐτὸν συνάγεσθαί φησι πᾶν τὸ πλῆθος τῶν ἐγκοσμίων θεῶν καὶ ἐν αὐτῷ μένειν καὶ ὑπ’ αὐτοῦ τελειοῦσθαι· καὶ γὰρ ἐπιστρέφειν πάντας πρὸς αὐτὸν διὰ τῆς Θέμιδος· Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορήνδε καλέσσαι
35 .................. ἡ δ’ ἄρα πάντῃ φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι
(Υ 4sqq)· καὶ ἀγείρονται πάντες κατὰ τὴν μίαν τοῦ Διὸς βούλησιν καὶ γίνονται Διὸς ἔνδον, ὥς φησιν ἡ ποίησις (Υ 13), καὶ
40διακρίνει πάλιν ἔνδον αὐτοὺς κατὰ τὰς δύο συστοιχίας καὶ εἰς τὴν πρόνοιαν ἀνεγείρει τῶν δευτέρων, μένων αὐτὸς ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει κατὰ τὸν Τίμαιον (p 42e
ὣς ἔφατο Κρονίδης, πόλεμον δ’ ἀλίαστον ἔγειρεν (Υ 31)· χωριστὸς δ’ ἐστὶν ἐκεῖνος καὶ ἀφ’ ὅλων ἐξῃρημένος τῶν ἐγ‐49
45κοσμίων· ὅθεν καὶ οἱ τῶν ἄλλων θεῶν ὁλικώτατοι καὶ ἡγε‐ μονικώτατοι, καίτοι δοκοῦντες ἰσάξιοί πως εἶναι τῷ Διῒ διὰ τὴν ἀπὸ τῶν αὐτῶν αἰτίων πρόοδον, πατέρα καλοῦσιν αὐτόν· καὶ γὰρ ὁ Ποσειδῶν καὶ ἡ Ἥρα διὰ ταύτης αὐτὸν τῆς προσ‐ ρήσεως ἀνευφημοῦσιν· καίτοι καὶ ἡ Ἥρα δικαιολογεῖται πρὸς
in Cra
.

99

(50)

αὐτὸν ὡς τῆς αὐτῆς οὖσα τάξεως· καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σο, καί με πρεσβυτάτην τέκετο Κρόνος (Δ 58 sq)· ἀλλὰ καὶ ὁ Ποσειδῶν· τρεῖς γάρ τ’ ἐκ Κρόνου εἰμὲν ἀδελφεο, οὓς τέκετο Ῥέα,
55Ζεὺς καὶ ἐγ, τρίτατος δ’ Ἀίδης (Ο 187)· ἀλλὰ ὅμως πατὴρ ὑπ’ ἀμφοῖν προσαγορεύεται. τὸ δ’ αἴτιον, ὅτι πάσης τῆς δημιουργίας τὴν μίαν καὶ ἀμέριστον αἰτίαν προείληφεν, καὶ ἔστι πρὸ τῆς Κρονίας τριάδος καὶ τῶν τριῶν πατέρων συνοχεύς, καὶ τὴν τῆς Ἥρας ζωογονίαν περιέχει παν‐
60ταχόθεν· ὅθεν δὴ καὶ ψυχούσης ἐκείνης τὸ πᾶν αὐτὸς μετὰ τῶν ἄλλων καὶ τὰς ψυχὰς ὑφίστησιν. εἰκότως οὖν καὶ τὸν ἐν Τιμαίῳ δημιουργὸν τὸν μέγιστον εἶναι Δία φαμέν· αὐτὸς γάρ ἐστιν ὁ καὶ τοὺς νοῦς παράγων τοὺς ἐγκοσμίους καὶ τὰς ψυχάς. καὶ μὴν καὶ ὁ τὰ σώματα πάντα τοῖς τε σχήμασι καὶ
65τοῖς ἀριθμοῖς διακοσμῶν καὶ μίαν ἕνωσιν καὶ φιλίαν αὐτοῖς ἄλυτον καὶ δεσμὸν ἐντιθεὶς οὗτός ἐστιν. τοιαῦτα γὰρ καὶ παρὰ τῷ Ὀρφεῖ (frg 122) συμβουλεύει τῷ Διῒ περὶ τῆς τοῦ παντὸς δημιουργίας ἡ Νύξ· αὐτὰρ ἐπὴν δεσμὸν κρατερὸν περὶ πᾶσι τανύσσῃς·
70δεσμὸς δὲ τῶν ἐγκοσμίων, προσεχὴς μὲν ὁ διὰ τῆς ἀναλογίας, τελειότερος δ’ ὁ παρὰ τοῦ νοῦ καὶ τῆς ψυχῆς· διὸ καὶ ὁ Τίμαιος (p 31c) τήν τε διὰ τῆς ἀναλογίας κοινωνίαν τῶν στοιχείων δεσμὸν προσείρηκεν καὶ τὴν ἀπὸ τῆς ζωῆς ἀδιάλυτον ἕνωσιν· δεσμοῖς γὰρ ἐμψύχοις δεθέντα τὰ ζῷα ἐγεν‐50
75νήθη, φησίν (p 38e). τούτων δ’ ἔτι σεμνότερος δεσμὸς ἀπὸ τῆς δημιουργικῆς ὑπάρχει βουλήσεως· τῆς ἐμῆς, φησί (p 41b), βουλήσεως μείζονος ἔτι καὶ κυριωτέρου δεσμοῦ λα‐ χόντες ἐκείνων. ταύτης τοίνυν τῆς ἐννοίας περὶ τοῦ μεγίστου Διὸς ὥσπερ ἀσφαλοῦς ἐχόμενοι πείσματος, ὅτι δημιουρ‐
80γός ἐστιν καὶ πατὴρ τοῦδε τοῦ παντὸς καὶ ὅτι νοῦς ἀμέθεκτος παντελὴς καὶ ὅτι πάντα πληροῖ τῶν τ’ ἄλλων ἀγαθῶν καὶ τῆς ζωῆς, θεωρήσωμεν ὅπως ὁ Σωκράτης ἀπὸ τῶν ὀνομάτων ἐκ‐ φαίνει τὴν περὶ τοῦ θεοῦ τούτου μυστικὴν ἀλήθειαν.
in Cra
.

100

Ὅτι ὁ μὲν Τίμαιος (p 28c) ἐργώδη φησὶν εἶναι τὴν γνῶσιν τῆς τοῦ δημιουργοῦ οὐσίας, νῦν (p 396a) δ’ ὁ Σω‐ κράτης τὸ ὄνομα αὐτοῦ οὐ ῥᾴδιον εἶναι κατανοῆσαι λέγει, ὅπερ τὴν δύναμιν καὶ ἐνέργειαν αὐτοῦ δηλοῖ.
in Cra
.

101

Ὅτι τὸ ἀμέριστον τῆς τῶν θεῶν ἐνεργείας μεριστῶς ἡ ψυχὴ ἡμῶν γινώσκει καὶ πεπληθυσμένως τὸ ἑνιαῖον, καὶ μάλιστα τοῦτο γίνεται περὶ τὸν δημιουργόν, οὗ καὶ τὸ ἓν ὄνομα ὡς λόγον προφέρομεν, τοῦ ἐξαπλοῦντος τὰ εἴδη τὰ
5νοερὰ καὶ τὰς νοητὰς αἰτίας προκαλουμένου καὶ ἀνελίσσον‐ τος πρὸς τὴν τοῦ παντὸς δημιουργίαν καὶ γὰρ ὁ Παρμε‐ νίδης (p 146a) τῇ ταυτότητι καὶ τῇ ἑτερότητι τοῦτον χα‐ ρακτηρίζει, καὶ δύο πίθοι παρ’ αὐτῷ κατὰ τὴν ποίησιν (Ω 527), καὶ ἡ μυστικωτάτη παράδοσις καὶ αἱ παρὰ
10τῶν θεῶν φῆμαι λέγει (or chald p 14) ὡς δυὰς παρὰ τῷδε κάθηται, καὶ φησίν· ἀμφότερον γὰρ ἔχει νῷ μὲν κατέχειν τὰ νοητ,
αἴσθησιν δ’ ἐπάγειν κόσμοις. καὶ τί δεῖ λέγειν; αὐτόθεν γὰρ αὐτὸν προσαγορεύει δὶς ἐπέ‐51
15κεινα καὶ δὶς ἐκεῖ, καὶ ὅλως αὐτὸν διὰ τῆς δυάδος εὐφη‐ μεῖ· πᾶν γὰρ τὸ γόνιμον καὶ ὑποστατικὸν τῶν ἐγκοσμίων ἑνοειδῶς ὁ δημιουργὸς προείληφεν· εἰκότως ἄρα καὶ τὸ ὄνομα διττόν ἐστιν αὐτοῦ, ὧν τὸ μὲν Δία τὴν δι’ οὗ αἰτίαν δηλοῖ, ἥτις ἐστὶν ἡ πατρικὴ ἀγαθότης, τὸ δὲ Ζῆνα τὴν ζωογο‐
20νίαν, ὧν τὰς πρώτας ἐν τῷ παντὶ αἰτίας ὁ δημιουργὸς ἑνι‐ αίως προείληφεν· καὶ ἔστι τὸ μὲν τῆς Κρονικῆς σειρᾶς καὶ πατρικῆς σύμβολον, τὸ δὲ τῆς ζωογόνου Ῥέας καὶ μητρικῆς, καὶ ὡς μὲν τὸν Κρόνον ὅλον εἰσδεξάμενος οὐσιοποιός ἐστιν τῆς τριπλῆς οὐσίας, ἀμερίστου, μέσης, μεριστῆς. κατὰ δὲ τὴν
25ἐν ἑαυτῷ Ῥέαν τριπλῆν πηγάζει ζωήν, νοεράν, ψυχικήν, σω‐ ματικήν. ταῖς δὲ δημιουργικαῖς ἑαυτοῦ δυνάμεσι καὶ ἐνερ‐ γείαις εἰδοποιεῖ ταῦτα καὶ διακρίνει, καὶ ἔστιν ἄρχων καὶ βασιλεὺς πάντων, καὶ τῶν τριῶν δημιουργῶν ἐξῄρηται. οὗτοι μὲν γὰρ διείλοντο τὴν τοῦ πατρὸς ἀρχήν, ὥς φησιν ὁ ἐν
30Γοργίᾳ (p 523a) Σωκράτης, ὁ δὲ Ζεὺς οὗτος ἅπαξ τῶν τριῶν ἀδιαιρέτως βασιλεύει καὶ ἑνιαίως ἄρχει· ἔστιν οὖν τῆς μὲν πατρικῆς τριάδος αἴτιος καὶ τῆς συμπάσης δημιουργίας, συν‐ οχεὺς δὲ τῶν τριῶν δημιουργῶν, καὶ βασιλεὺς μὲν ὡς τοῖς πατράσι συντεταγμένος, ἄρχων δ’ ὡς προσεχῶς τῆς δημιουργικῆς
35τριάδος ὑπεριδρυμένος καὶ τὴν ἑνοειδῆ περιέχων αὐτῆς αἰτίαν. τὸ δὲ δίχα διειλῆφθαι τοὔνομα ἐμφαίνει ὅτι μεριστῶς αἱ εἰκόνες τὰς ἑνιαίας τῶν παραδειγμάτων αἰτίας καταδέχονται καὶ ὅτι συγγενὲς τοῦτο τῷ τὴν νοερὰν ἐν ἑαυτῷ προστησα‐ μένῳ δυάδα· καὶ γὰρ διττοὺς ὑφίστησι διακόσμους, τόν τε
40οὐράνιον καὶ τὸν ὑπερουράνιον, ὅθεν αὐτοῦ καὶ τὸ σκῆπτρον εἶναί φησιν ὁ θεολόγος (frg 116)
πισύρων καὶ εἴκοσι μέτρων,
ὡς διττῶν ἄρχοντος δυωδεκάδων.52
in Cra
.

102

Ὅτι ἡ τοῦ κόσμου ψυχὴ τοῖς ἑτεροκινήτοις δίδωσι τὸ ζῆν· τούτοις γὰρ πηγὴ καὶ ἀρχὴ κινήσεως γίνεται, ὥς φησιν ὁ Πλάτων ἔν τε Φαίδρῳ (p 245e) καὶ ἐν Νόμοις (X p 892asqq), ὁ δὲ δημιουργὸς ἅπασιν ἁπλῶς χορηγεῖ τὴν
5ζωὴν τήν τε θείαν καὶ τὴν νοερὰν καὶ τὴν ψυχικὴν καὶ τὴν περὶ τοῖς σώμασι μεριστήν.
in Cra
.

103

Ὅτι κατ’ αἰτιατικὴν πτῶσιν ἡ ἐτυμηγορία γέγονεν (p 396b) οἰκείως· αἴτιος γὰρ ὁ Ζεὺς πάντων ἁπλῶς.
in Cra
.

104

Μὴ δή τις οἰέσθω τοὺς θεοὺς ἐν ταῖς ἀπογεννή‐ σεσι τῶν δευτέρων ἐλασσοῦσθαι μηδ’ ἀπομερισμὸν τῆς οἰκείας οὐσίας ὑπομένειν εἰς τὴν τῶν καταδεεστέρων ὑπόστασιν μηδ’ ἕξω που ἑαυτῶν ἐκτίθεσθαι τὰ γεννήματα, ὥσπερ τοὺς τῶν
5θνητῶν παίδων αἰτίους, μηδ’ ὅλως κινουμένους ἢ μεταβάλ‐ λοντας γεννᾶν, ἀλλὰ μένοντας ἐν ἑαυτοῖς αὐτῷ τῷ εἶναι παρ‐ άγειν τὰ μετὰ ταῦτα, καὶ περιέχειν τὰ ὑποστάντα πανταχό‐ θεν, καὶ πάσας αὐτῶν τὰς ποιήσεις καὶ τὰς ἐνεργείας ἄνωθεν τελειοῦν· μηδ’ αὖ τοὺς παῖδας λεγομένους τῶν ὁλικωτέρων
10θεῶν ἡγείσθω τις ἀφίστασθαι τῶν πρεσβυτέρων καὶ διακόπ‐ τειν τὴν πρὸς αὐτοὺς ἕνωσιν, μηδὲ τὴν ἰδιότητα τῆς ὑπάρ‐ ξεως διὰ κινήσεως παραδέχεσθαι καὶ ἀοριστίας εἰς τὸν ὅρον ἐπιστρεφομένης· οὐδὲν γὰρ ἄλογον οὐδ’ ἄμετρόν ἐστιν ἐν τοῖς κρείττοσιν ἡμῶν· ἀλλὰ τὰς προόδους ἡγείσθω δι’ ὁμοιότητος
15γίνεσθαι καὶ μίαν κοινωνίαν τῆς οὐσίας εἶναι καὶ συνέχειαν τῶν δυνάμεων καὶ τῶν ἐνεργειῶν ἀδιαίρετον παρά τε τοῖς παισὶ καὶ τοῖς πατράσιν αὐτῶν, τῶν μὲν δευτέρων ὅλων ἐνι‐ δρυομένων τοῖς πρεσβυτέροις, τούτων δ’ αὖ πάλιν τελειότητος καὶ ἀκμῆς καὶ δραστηρίου ποιήσεως τοῖς καταδεεστέροις μετα‐
20διδόντων. κατὰ δὴ τούτους τοὺς προσδιορισμοὺς καὶ τὸν Δία τοῦ Κρόνου λέγεσθαι νομίσωμεν υἱόν (p 396b)· νοῦς γὰρ ὢν δημιουργικὸς ὁ Ζεὺς ἄλλου νοῦ πρόεισιν ὑπερτέρου καὶ ἑνο‐
ειδεστέρου, πληθύοντος μὲν τὰς οἰκείας νοήσεις, τὸ δὲ πλῆ‐ θος εἰς ἕνωσιν ἐπιστρέφοντος, καὶ πολλαπλασιάζοντος μὲν53
25τὰς νοερὰς δυνάμεις, εἰς δὲ τὴν ἀμέριστον ταυτότητα τὰς παντοίας ἀνελίξεις αὐτῶν ἀνάγοντος· προσεχῆ δὲ τὴν κοινω‐ νίαν πρὸς αὐτὸν ἐνστησάμενος καὶ πληρούμενος ἀπ’ αὐτοῦ τῶν νοερῶν ἀγαθῶν ὅλων, εἰκότως καὶ λέγεται τοῦ Κρόνου παῖς ἔν τε ὕμνοις καὶ ἐν ἐπικλήσεσιν, ὡς ἀνεκφαίνων τὸ
30κρύφιον καὶ ἀναπλῶν τὸ συνεσπειραμένον καὶ διαιρῶν τὸ ἀμέριστον τῆς Κρονίας μονάδος, καὶ δευτέραν βασιλείαν μερι‐ κωτέραν ἀντὶ ὁλικωτέρας καὶ δημιουργικὴν ἀντὶ πατρικῆς καὶ πανταχοῦ προϊοῦσαν ἀντὶ τῆς σταθερῶς ἐν ἑαυτῇ μενούσης προβαλλόμενος.
in Cra
.

105

Διὰ τί ὁ Σωκράτης ὑβριστικὸν ὑπέλαβεν (p 396b) εἶναι τὸ ὄνομα τοῦ βασιλέως Κρόνου, καὶ πρὸς τί ἀποβλέψας ταύτην ἀφῆκε τὴν φωνήν; ἦ τὸν κόρον ὕβρεως αἴτιον εἶναί φασιν οἱ ποιηταί, τὴν ἀμετρίαν καὶ τὴν πλησμονὴν οὕ‐
5τως προσαγορεύοντες, ὕβριν γάρ φασι, τίκτει κόρος; εἰ οὖν τις ἀνεπισκέπτως ἐπιβάλοι τῷ ὀνόματι τοῦ Κρόνου, ὑβρι‐ στικὸν αὐτὸ δόξει εἶναι, τὸν γὰρ κεκορημένον καὶ πεπλη‐ ρωμένον δηλοῖ τῷ ἐξαίφνης ἀκούοντι. διὰ τί οὖν, εἰ καὶ ὑβριστικὸν ἦν τὸ τοιοῦτον ὄνομα, οὐκ εὐφήμως καὶ πρεπούσῃ
10θεοῖς σιγῇ τοῦτο παρέδραμεν; ἦ ὅτι τῆς βασιλικῆς τῶν θεῶν σειρᾶς ἀρχομένης μὲν ἀπὸ Φάνητος, καταντώσης δ’ εἰς τὸν δεσπότην ἡμῶν τὸν Διόνυσον καὶ τὸ αὐτὸ σκῆπτρον ἄνωθεν ἄχρι τῆς ἐσχάτης βασιλείας προαγούσης, μόνος ὁ Κρόνος, τὴν τετάρτην βασιλικὴν τάξιν κληρωσάμενος, παρὰ πάντας
15τοὺς ἄλλους ὑβριστικῶς δοκεῖ κατὰ τὸ μυθικὸν πρόσχημα προσδέχεσθαι καὶ ἐκ τοῦ Οὐρανοῦ τὸ σκῆπτρον καὶ μεταδι‐ δόναι τῷ Διΐ· καὶ γὰρ ἡ Νὺξ παρ’ ἑκόντος αὐτὸ λαμβάνει
τοῦ Φάνητος·
σκῆπτρον δ’ ἀριδείκετον εἷο χέρεσσιν
54
20θῆκε θεᾶς Νυκτός, 〈ἵν’ ἔχῃ〉 βασιληΐδα τιμήν (Orph.
frg 86). καὶ ὁ Οὐρανὸς παρὰ τῆς Νυκτὸς ἑκούσης ὑποδέχεται τὴν ἐπικράτειαν τῶν ὅλων· καὶ ὁ Διόνυσος 〈ὁ〉 τελευταῖος θεῶν βασιλεὺς παρὰ τοῦ Διός· ὁ γὰρ πατὴρ ἱδρύει τε αὐτὸν ἐν τῷ
25βασιλείῳ θρόνῳ καὶ ἐγχειρίζει τὸ σκῆπτρον καὶ βασιλέα ποιεῖ τῶν ἐγκοσμίων ἁπάντων θεῶν· κλῦτε, θεο· τόνδ’ ὔμμιν ἐγὼ βασιλῆα τίθημι (Orph.
frg 190) λέγει πρὸς τοὺς νέους θεοὺς ὁ Ζεύς. μόνος δ’ ὁ Κρόνος καὶ
30ἀφαιρεῖται τὸν Οὐρανὸν τὴν βασιλείαν τελέως, καὶ τῷ Διῒ παραχωρεῖ τῆς ἡγεμονίας, τέμνων καὶ τεμνόμενος, ὥς φησιν ὁ μῦθος (Orph. frg 114). ἐπεὶ τοίνυν τὴν τοιαύτην διαδοχὴν ὑβριστικὴν οὖσαν ἐπὶ Κρόνου λεγομένην ἑώρα ὁ Πλάτων παρὰ τοῖς θεολόγοις, μνήμης ἠξίωσεν καὶ τὴν ἐν τῷ
35ὀνόματι φαντασίαν τῆς ὕβρεως, ἵνα καὶ ταύτῃ προσῆκον ἀποφήνῃ τὸ ὄνομα τῷ θεῷ, καὶ εἰκόνα φέρον τῆς περὶ ἐκεῖ‐ νον μυθευομένης ὕβρεως, ἡμᾶς δ’ ἀναδιδάξῃ καὶ τὰ μυθικὰ πλάσματα πρὸς τὴν ἀλήθειαν ἐπανάγειν ὡς προσήκει περὶ θεῶν καὶ τὴν φαινομένην τερατολογίαν εἰς ἐπιστημονικὴν
40ἔννοιαν ἀναπέμπειν.
in Cra
.

106

Ὅτι τὸ μέγα (p 396b) ἐπὶ τῶν θεῶν οὐ διαστα‐ τῶς, ἀλλὰ νοερῶς ἀκουστέον, καὶ κατὰ τὴν τῆς αἰτίας δύνα‐ μιν, ἀλλ’ οὐ κατὰ τὴν μεριστὴν ὑπεροχήν. ἀλλὰ διὰ τί τὸν Κρόνον διάνοιαν νῦν (p 396b) καλεῖ; ἦ εἰς τὸ πλῆθος
5ἀπιδὼν τῶν ἐν αὐτῷ νοήσεων καὶ τὰς τάξεις τῶν νοητῶν τὰς ἐν αὐτῷ περιεχομένας καὶ τὴν ἀνέλιξιν τῶν εἰδῶν, ἐπεὶ
καὶ ἐν ἄλλοις τὸν δημιουργικὸν νοῦν λογίζεσθαί φησιν, καὶ διανοούμενον ποιεῖν τὸν κόσμον, εἰς τὰς μεριστὰς αὐτοῦ καὶ διῃρημένας ἀποβλέπων νοήσεις, καθ’ ἃς οὐ τὰ ὅλα μό‐55
10νον, ἀλλὰ τὰ μέρη δημιουργεῖ. ἀλλ’ ὅταν μὲν ὁ Κρόνος νοῦς λέγηται, διανοίας ἐπέχει τάξιν ὁ Ζεύς· ὅταν δ’ αὖ ὁ Κρόνος διάνοια, πάντως που πρὸς ἄλλον τινὰ νοῦν ὑπέρτερον κατ’ ἀναλογίαν φήσομεν οὕτως καλεῖσθαι. εἴτ’ οὖν τὸν νοητὸν καὶ κρύφιον νοῦν λέγειν ἐθέλοις, εἴτε τὸν ἐκφαντορικὸν εἴτε
15τὸν συνεκτικὸν εἴτε τὸν τελεσιουργόν, εἴη ἂν ὁ Κρόνος διά‐ νοια πρὸς τούτους ἅπαντας· τὴν γὰρ ἡνωμένην νόησιν εἰς πλῆθος προάγει καὶ πεπλήρωκεν ἑαυτὸν τῶν ἐπὶ πᾶν διεγει‐ ρομένων νοητῶν· ὅθεν δὴ καὶ ἡγεμὼν εἶναι λέγεται τοῦ Τι‐ τανικοῦ γένους καὶ διακρίσεως παντοίας ἔξαρχος καὶ τῆς ἑτε‐
20ροποιοῦ δυνάμεως. καὶ τάχ’ ἂν ὁ Πλάτων ἐν τούτοις τοῦ τῶν Τιτάνων ὀνόματος διττὰς ἐξηγήσεις ἡμῖν ἀρχοειδεῖς πα‐ ραδίδωσιν, ἃς Ἰάμβλιχός τε καὶ Ἀμέλιος ἀναγέγραφεν· Τιτᾶνας γὰρ ὁ μὲν παρὰ τὸ διατείνειν ἐπὶ πάντα τὰς ἑαυ‐ τῶν δυνάμεις, ὁ δὲ παρὰ τό τι ἄτομον κεκλῆσθαί φησιν,
25ὡς τοῦ μεριστοῦ καὶ τῆς διακρίσεως τῶν ὅλων εἰς τὰ μέρη τὴν ἀρχὴν ἐκ τούτων λαμβανούσης. ὁ γοῦν Σωκράτης νῦν ταῦτα ἀμφότερα ἐνδείκνυται, μεγάλην τινὰ προσειπὼν (p 396b) τὴν διάνοιαν τοῦ βασιλέως τῶν Τιτάνων· τὸ μὲν γὰρ μέγα τῆς ἐπὶ πάντα διηκούσης ἐστὶν δυνάμεως, τὸ δὲ
30τινὰ τῆς ἄχρι τῶν μερικωτάτων προϊούσης.
in Cra
.

107

Ὅτι τὸ Κρόνος ὄνομα τριχῶς ἀναλύεται νῦν (p 396b)· ὧν ἡ μὲν πρώτη λέγουσα αὐτὸν εἶναι πλήρωμα τῶν νοερῶν ἀγαθῶν καὶ κόρον εἶναι τοῦ θείου νοῦ τῷ ἔμφασιν
ἔχειν τὸν ὑπὸ τῶν πολλῶν κακιζόμενον κόρον καὶ πλησμονὴν56
5ὡς ὑβριστικὴ ἐκβάλλεται· ἡ δὲ δευτέρα, τὸν ἀτελῆ καὶ παι‐ δαριώδη ἐμφαίνουσα, ὡσαύτως ἐκβάλλεται· ἡ δὲ τρίτη, καθα‐ ρότητος μεστὸν καὶ ἀχράντου νοήσεως καὶ ἀμειλίκτου ζωῆς προστάτην ἀνυμνοῦσα, εὐδοκιμεῖ. νοῦς γάρ ἐστιν ὁ βασιλεὺς Κρόνος καὶ πάσης νοερᾶς ζωῆς ὑποστάτης, ἀλλὰ νοῦς ἐξῃρη‐
10μένος τῆς πρὸς τὰ αἰσθητὰ συντάξεως καὶ ἄυλος καὶ χωρι‐ στός, αὐτὸς εἰς ἑαυτὸν ἐπεστραμμένος, ὅς γε καὶ τοὺς ἀπ’ αὐτοῦ προκύψαντας εἰς ἑαυτὸν αὖθις ἐπέστρεψεν καὶ ἐνε‐ κολπίσατο καὶ ἐν ἑαυτῷ σταθερῶς ἵδρυσεν. ὁ μὲν γὰρ δη‐ μιουργὸς τοῦ παντός, εἰ καὶ νοῦς ἐστιν θεῖος, ἀλλὰ διακοσμεῖ
15τὰ αἰσθητὰ καὶ προνοεῖ τῶν καταδεεστέρων· ὁ δὲ μέγιστος Κρόνος ἐν νοήσεσιν οὐσίωται χωρισταῖς καὶ τῶν ὅλων ὑπερ‐ εχούσαις·
οὐ γὰρ ἐς ὕλην πῦρ ἐπέκεινα τὸ πρῶτον ἑὴν δύναμιν κατακλίνει,
20φησὶ τὸ λόγιον (or chald p 13). τούτου δ’ ἐξήρτηται καὶ ἀπὸ τούτου πρόεισιν ὁ δημιουργός, νοῦς ὑπάρχων περὶ τὸν ἄυλον νοῦν καὶ περὶ αὐτὸν ὡς νοητὸν ἐνεργῶν καὶ τὸ κρύ‐ φιον αὐτοῦ προάγων εἰς τὸ ἐμφανές. νοῦ γὰρ νοῦς ἐστιν ὁ τοῦ κόσμου ποιητής, καί μοι δοκεῖ τῶν νοερῶν ἰδίως κα‐
25λουμένων θεῶν ἀκρότατος ὢν ὁ Κρόνος, νοῦς μὲν ὡς πρὸς τὸ νοητὸν γένος εἶναι τῶν θεῶν· πάντες γὰρ οἱ νοεροὶ τῶν νοητῶν ἀντέχονται καὶ συνάπτονται ἐκείνοις διὰ τῶν νοήσεων· οἳ τὸν ὑπέρκοσμον πατρικὸν βυθὸν ἴστε νοοῦντες,
30 λέγει πρὸς αὐτοὺς ὁ ὕμνος (or chald p 18)· νοητὸς δὲ ὡς πρὸς τοὺς νοεροὺς πάντας. ταύτην τοίνυν τὴν 〈ἀ〉μέριστον αὐ‐ τοῦ καὶ ἀμέθεκτον ὑπεροχὴν ἡ καθαρότης ἐνδείκνυται· τὸ γὰρ
ἀνέπαφον τῆς ὕλης καὶ τὸ ἀμέριστον καὶ τὸ ἄσχετον διὰ τοῦ καθαροῦ σημαίνεται. τοσαύτη γάρ ἐστιν ἡ τοῦ θεοῦ τούτου57
35πάσης τῆς πρὸς τὰ καταδεέστερα συντάξεως ὑπερβολὴ καὶ ἡ πρὸς τὸ νοητὸν ἄχραντος ἕνωσις, ὥστε μηδὲ τῆς Κουρητικῆς αὐτὸν δεῖσθαι φρουρᾶς, ὥσπερ τὴν Ῥέαν καὶ τὸν Δία καὶ τὴν Κόρην· πάντες γὰρ οὗτοι διὰ τὰς εἰς τὰ δεύτερα προό‐ δους τῆς ἀτρέπτου φυλακῆς τῶν Κουρήτων ἐδεήθησαν· ὁ δὲ
40Κρόνος, ἐν ἑαυτῷ μονίμως ἱδρυμένος καὶ ἀφ’ ὅλων τῶν δευ‐ τέρων ἁρπάσας ἑαυτόν, τῆς παρὰ τῶν Κουρήτων ὑπερίδρυται φρουρᾶς, ἔχει δὲ καὶ τούτων ἑνοειδῶς ἐν ἑαυτῷ τὴν αἰτίαν· τὸ γὰρ καθαρὸν τοῦτο καὶ τὸ ἄχραντον ὑπόστασιν παρέχεται πάσαις ταῖς τῶν Κουρήτων προόδοις· διὸ καὶ ἐν τοῖς λογίοις
45τὴν πρωτίστην πηγὴν τῶν ἀμειλίκτων λέγεται περιέχειν, ἐπο‐ χεῖσθαι δὲ τοῖς ἄλλοις ἅπασιν· νοῦς πατρὸς ἀρράτοις ἐποχούμενος ἰθυντῆρσιν ἄγναμπτον στράπτουσιν ἀμειλίκτου πυρὸς ὁλκοῖς
(or chald p 21)·
in Cra
.

107

(50)

ἔστιν δ’ οὖν καθαρὸς νοῦς ὡς καὶ τῆς ἀχράντου τάξεως ὑπο‐ στάτης καὶ τῆς νοερᾶς ὅλης διακοσμήσεως ἡγεμών· τοῦδε γὰρ ἐκθρῴσκουσιν ἀμείλικτοί τε κεραυνοί καὶ πρηστηροδόχοι κόλποι ......... πατρογενοῦς Ἑκάτης, καὶ ὑπεζωκὸς πυρὸς ἄνθος
55ἠδὲ κραταιὸν πνεῦμα πόλων πυρίων ἐπέκεινα (or chald p 20)·
ἅπασαν γὰρ συνελίσσει τὴν ἑβδομάδα τῶν πηγῶν καὶ ὑφί‐ στησιν ἀπὸ τῆς ἑνιαίας αὐτοῦ καὶ νοητῆς ἀκρότητος. ἔστιν γάρ, ὥς φησι τὸ λόγιον, ἀμιστύλλευτος καὶ ἑνοειδὴς καὶ ἀδιαί‐58
60ρετος καὶ πασῶν συνοχεὺς τῶν πηγῶν, πάσας ἐπιστρέφων πρὸς ἑαυτὸν καὶ ἑνίζων καὶ χωριστὸς ὢν ἀπὸ πασῶν ἀχράν‐ τως· διὸ καὶ κορόνους ἐστίν, ὡς νοῦς ἄυλος καὶ καθαρὸς καὶ ἱδρύσας ἑαυτὸν ἐν τῇ πατρικῇ σιγῇ, καὶ πατὴρ πατέ‐ ρων ἀνυμνούμενος. ἔστιν οὖν ὁ Κρόνος πατὴρ καὶ νοητός,
65ὡς πρὸς τοὺς νοεροὺς θεούς.
in Cra
.

108

Ὅτι πᾶς νοῦς ἢ ἕστηκε, καὶ ἔστιν νοητὸς τότε ὡς κρείττων κινήσεως, ἢ κινεῖται, καὶ ἔστιν νοερὸς τότε, ἢ ἀμ‐ φότερα, καὶ ἔστιν τότε νοητὸς ἅμα καὶ νοερός. καὶ ἔστιν ὁ μὲν πρῶτος Φάνης, ὁ δὲ δεύτερος, ὁ καὶ κινούμενος καὶ
5ἑστηκώς, Οὐρανός, ὁ δὲ μόνον κινούμενος Κρόνος.
in Cra
.

109

Ὅτι τὸν Κρόνον διὰ τὸ ἀμέριστον αὐτοῦ καὶ ἑνι‐ αῖον καὶ πατρικὸν καὶ ἀγαθουργὸν ἐν τοῖς νοεροῖς εἰς ταὐ‐ τόν τινες ἄγουσι τῇ μιᾷ τῶν πάντων αἰτίᾳ, οὐ καλῶς λέγον‐ τες· ἀναλογεῖ γὰρ αὐτῇ μόνον, ὡς καὶ Ὀρφεὺς (frg 50) τὴν
5πρώτην πάντων αἰτίαν Χρόνον καλεῖ ὁμωνύμως σχεδὸν τῷ Κρόνῳ, αἱ δὲ θεοπαράδοτοι φῆμαι τὴν θεότητα ταύτην τῷ ἅπαξ χαρακτηρίζουσιν λέγουσαι ἅπαξ ἐπέκεινα· τὸ γὰρ ἅπαξ τῷ ἑνὶ συγγενές.
in Cra
.

110

Ὅτι ὁ τοῦ Κρόνου πατὴρ Οὐρανὸς νοῦς ἐστι νοῶν μὲν καὶ ἑαυτόν, ἡνωμένος δὲ τοῖς πρωτίστοις νοητοῖς καὶ ἱδρυμένος σταθερῶς ἐν ἐκείνοις καὶ συνεκτικὸς τῶν νοερῶν πάντων διακόσμων τῷ μένειν ἐν τῇ ἑνώσει τῇ νοητῇ. καὶ
5ἔστιν συνεκτικὸς οὗτος ὁ θεός, ὥσπερ ὁ Κρόνος διακριτικός, καὶ διὰ τοῦτο πατήρ· προηγεῖται γὰρ τὰ συνοχικὰ αἴτια τῶν διακριτικῶν καὶ τῶν νοερῶν μόνον τὰ νοητὰ ἅμα καὶ νοερά.
ὅθεν δὴ καὶ ὁ Οὐρανός, συνοχεὺς ὢν 〈τῶν〉 ὅλων κατὰ μίαν ἕνωσιν, ὑφίστησι τὴν Τιτανικὴν σειρὰν καὶ πρὸ ταύτης ἄλλας59
10διακοσμήσεις θεῶν, τὰς μὲν ἐν ἑαυτῷ μενούσας μόνον, ἃς δὴ καὶ κατέχει παρ’ ἑαυτῷ, τὰς δὲ μενούσας καὶ προϊούσας, ἃς δὴ μετὰ τὴν ἔκφανσιν ἀποκρύπτειν λέγεται, καὶ μετὰ ταύτας ἁπάσας τὰς ἐπὶ πᾶν προϊούσας καὶ διακρινομένας ἀπὸ τοῦ πατρός· καὶ γὰρ μονάδας παράγει δισσὰς καὶ τριάδας ἰσα‐
15ρίθμους ταῖς μονάσι καὶ ἑβδομάδας· ἀλλὰ ταῦτα μὲν ἐν ἄλ‐ λοις ἐπὶ πλέον ἐξήτασται. ὠνόμασται δ’ οὕτως καθ’ ὁμοιότητα τοῦ φαινομένου οὐρανοῦ. ἑκάτερος γὰρ αὐτῶν σφίγγει καὶ συνέχει τὰ ἐν αὐτοῖς περιεχόμενα πάντα, καὶ μίαν τὴν τοῦ ὅλου κόσμου
20ἀπεργάζονται συμπάθειαν καὶ συνέχειαν· ἡ γὰρ συνέχεια δευ‐ τέρα τῆς ἑνοποιοῦ δυνάμεως καὶ ἀπ’ ἐκείνης πρόεισιν. ἐν μὲν οὖν τῷ Φαίδρῳ (p 246bsqq) τὴν εἰς τὰ δεύτερα πάντα ποίησιν τοῦ οὐρανοῦ παραδίδωσιν, καὶ ὅπως διὰ τῆς ἀνα‐ φορᾶς ἀνάγει πάντα καὶ συνελίσσει πρὸς τὸ νοητόν, καὶ τίς
25μὲν ἡ ἐν αὐτῷ ἀκρότης, τί δὲ τὸ βάθος τῆς ὅλης αὐτοῦ δια‐ κοσμήσεως, τί δὲ τὸ πέρας τῆς προόδου πάσης· ἐνταῦθα δ’ ἀπὸ τῶν ὀνομάτων τὴν ἐν τοῖς πράγμασιν ἀλήθειαν μετα‐ διώκων, τὴν ἐνέργειαν αὐτοῦ τὴν πρὸς τὰ ὑψηλότερα καὶ ἁπλούστερα καὶ ἐγγυτέρω τοῦ ἑνὸς τεταγμένα ἐκφωνεῖ, καὶ
30ἔοικε σαφῶς ἐν τούτοις ἐξηγεῖσθαι τὴν τοῦ Οὐρανοῦ τάξιν νοητὴν οὖσαν καὶ νοεράν. εἰ γὰρ ὁρᾷ τὰ ἄνω, νοερῶς ἐνεργεῖ καὶ ἔστι πρὸ αὐτοῦ τὸ νοητὸν γένος τῶν θεῶν, πρὸς ὃ βλέ‐ πων νοερός ἐστιν, ὥσπερ τοῖς ἀπ’ αὐτοῦ προϊοῦσι νοητός. τίνα δ’ οὖν ἐστιν αὐτοῦ ἄνω; ἧ δῆλον ὡς ὁ ὑπερουράνιος
35τόπος καὶ 〈ἡ〉 ἀχρώματος καὶ ἀσχημάτιστος καὶ ἀνα‐ φὴς οὐσία καὶ πᾶν τὸ νοητὸν πλάτος, ὡς μὲν ἂν ὁ Πλά‐
των (Tim. p31a) εἴποι, τά τε νοητὰ ζῷα περιέχον καὶ τὴν μίαν τῶν αἰωνίων πάντων αἰτίαν καὶ τὰς κρυφίους τούτων ἀρχάς, ὡς δ’ ἂν οἱ Ὀρφικοὶ (frg 116) φαῖεν, ἄνωθεν μὲν60
40ὁριζόμενος τῷ Αἰθέρι, κάτωθεν δὲ τῷ Φάνητι (πάντα γὰρ τὰ μεταξὺ τούτων συμπληροῖ τὸν νοητὸν διάκοσμον); τοῦτον δ’ ἑνικῶς καὶ πληθυντικῶς καλεῖ νῦν (p 396bc), ἐπειδὴ καὶ ἥνωται πάντα ἐκεῖ ἅμα καὶ διακέκριται ἰδίως ἕκαστον κατ’ ἄκραν ἕνωσίν τε καὶ διάκρισιν.
45 μετεωρολόγους δὲ νῦν (p 396c) ἀκουστέον οἰκείως τοὺς ἀναγωγὸν βίον ἑλομένους καὶ νοερῶς ζῶντας καὶ μὴ ὄντας ἐμβριθεῖς καὶ ὀπισθοβαρεῖς, ἀλλὰ πρὸς τὸ ἄναν‐ τες τοῦ θεωρητικοῦ βίου μετεωριζομένους. ἡ γὰρ ἐκεῖ λεγο‐ μένη Γῆ μητρικῶς ὑφίστησιν ὅσα ὁ Οὐρανὸς πατρικῶς ὁ
in Cra
.

110

(50)

ταύτῃ σύστοιχος, καὶ ὁ ἐκεῖ ἐνεργῶν οἰκείως λέγοιτ’ ἂν με‐ τεωρολόγος. ὁ γοῦν Οὐρανὸς συνεκτικῆς ὢν φύσεως ὑπερήπλωται μὲν καὶ τῶν Κρονίων διακόσμων καὶ πάσης τῆς νοερᾶς ὑποστά‐ σεως, καὶ παράγει ἀφ’ ἑαυτοῦ πᾶσάν τε τὴν Τιτανικὴν γέ‐
55νεσιν καὶ πρό γε ταύτης τὴν τελεσιουργὸν καὶ τὴν φρουρη‐ τικήν, καὶ ὅλως πάντων τῶν ἀγαθῶν ἐξηγεῖται τοῖς νοεροῖς θεοῖς. καὶ ἐπειδὴ τὸν Κρόνον διὰ τῆς ἀσχέτου πρὸς τὰ ἐγ‐ κόσμια νοήσεως ἀνύμνησεν (p 396b) καὶ τῆς εἰς τὴν ἑαυτοῦ περιωπὴν ἐπεστραμμένης ζωῆς, τὸν Οὐρανὸν δι’ ἄλλης ἐνερ‐
60γείας τελεωτέρας ἀνευφημεῖ (p 396c)· τὸ γὰρ τοῖς ὑψηλο‐ τέροις συνάπτεσθαι τοῦ πρὸς ἑαυτὸν ἐπεστράφθαι μεῖζόν ἐστιν ἀγαθόν. μηδεὶς δ’ οἰέσθω διὰ ταῦτα μεμερισμένας εἶναι τὰς ἐνερ‐ γείας τὰς εἰρημένας ἐν τοῖς θεοῖς, οἷον ἐν μὲν τῷ Διῒ μόνην
65τὴν πρόνοιαν, ἐν δὲ τῷ Κρόνῳ τὴν πρὸς ἑαυτὸν στροφὴν μόνην, ἐν δὲ τῷ Οὐρανῷ τὴν πρὸς τὸ νοητὸν μόνην ἀνάτα‐
σιν· καὶ γὰρ ὁ Ζεὺς οὐκ ἄλλως προνοεῖ τῶν ἐγκοσμίων ἢ πρὸς τὸ νοητὸν βλέπων· ἧπερ οὖν νοῦς ἐνούσας ἰδέας [ν] τῷ ὃ ἔστι ζῷον ὅσαι τέ εἰσιν καὶ ὁποῖαι καθορᾷ,61
70φησὶν ὁ Τίμαιος (p 39e)· ὡς δ’ Ὀρφεὺς (frg 123) ἐνθέῳ στόματι λέγει, καὶ καταπίνει τὸν πρόγονον αὐτοῦ τὸν Φάνητα καὶ ἐγκολπίζεται πάσας αὐτοῦ τὰς δυνάμεις ὁ Ζεὺς καὶ γίνε‐ ται πάντα νοερῶς ὅσαπερ ἦν ἐκεῖνος νοητῶς, καὶ ὁ Κρόνος πάσης τῆς δημιουργίας ἐνδίδωσι τῷ Διῒ τὰς ἀρχὰς καὶ τῆς
75εἰς τὰ αἰσθητὰ προνοίας, καὶ ἑαυτὸν νοῶν ἥνωται τοῖς πρω‐ τίστοις νοητοῖς καὶ πεπλήρωται τῶν ἐκεῖθεν ἀγαθῶν· διὸ καὶ τρέφεσθαί φησιν (frg 114) αὐτὸν ὁ θεολόγος ὑπὸ τῆς Νυκτός, ἐκ πάντων δὲ Κρόνον Νὺξ ἔτρεφεν ἠδ’ ἀτίταλλεν
80
(orph. frg 98)· εἰ οὖν τροφὴ τὸ νοητόν, διακορής ἐστιν ὁ Κρόνος οὐ μόνον τῶν συστοίχων αὐτῷ νοητῶν, ἀλλὰ τῆς τῶν ἀκροτάτων καὶ κρυφίων νοήσεων. καὶ δὴ καὶ αὐτὸς ὁ Οὐρανὸς πάντα μὲν τὰ δεύτερα πληροῖ τῶν οἰκείων ἀγαθῶν, πάντα δὲ φρουρεῖ
85ταῖς ἀκμαιοτάταις ἑαυτοῦ δυνάμεσιν, καὶ τὰς ἀειζώους αὐγὰς αὐτῷ παρέδωκε συνέχειν καὶ φρουρεῖν ἄνωθεν ὁ πατήρ· νοεῖ δ’ ἑαυτὸν καὶ ἐπέστραπται πρὸς τὰ ἐν ἑαυτῷ νοητά, καὶ τὴν νόησιν αὐτοῦ ταύτην περιφορὰν ὁ Πλάτων ἐν τῷ Φαίδρῳ (p 247c) προσείρηκεν· ὡς γὰρ τὸ κύκλῳ κινούμενον περὶ τὸ
90ἑαυτοῦ κινεῖται κέντρον, οὕτως καὶ ὁ Οὐρανὸς περὶ τὸ ἑαυ‐ τοῦ νοητὸν ἐνεργεῖ κατὰ τὴν νοερὰν περιφοράν. ἀλλὰ πάν‐ των ὄντων ἐν πᾶσι καὶ ἑκάστου πάσας ἔχοντος τὰς ἐνεργείας, ἄλλος κατ’ ἄλλην ἐξέχει καὶ κατὰ ταύτην χαρακτηρίζεται δια‐ φερόντως· ὁ μὲν Ζεὺς κατὰ τὴν πρόνοιαν, διὸ καὶ οὕτως
95ἀναλέλυται αὐτοῦ τὸ ὄνομα νῦν (p 396b)· ὁ δὲ Κρόνος κατὰ τὴν εἰς ἑαυτὸν στροφὴν (ὅθεν καὶ ἀγκυλομήτης), διὸ καὶ τὴν ὀρθότητα τοῦ ὀνόματος οὕτως ἐποιούμεθα (p 59,5)· ὁ δὲ Οὐρανὸς κατὰ τὴν πρὸς τὰ κρείττονα σχέσιν, ἀφ’ ἧς καὶ τὴν προσηγορίαν ἔσχεν, ἐπεὶ καὶ τὸ ὑφιστάνειν αὐτὸν τὸν62
in Cra
.

110

(100)

καθαρὸν καὶ Κρόνιον νοῦν τὴν ἐπὶ θάτερα αὐτοῦ παρίστησιν ἐνέργειαν. πολλῶν δ’ οὐσῶν ἐν τῷ Οὐρανῷ δυνάμεων, οἷον συνεκτικῶν φρουρητικῶν ἐπιστρεπτικῶν, εὕροις ἂν πάσαις ἐφαρμόζον τὸ ὄνομα τοῦτο οἰκείως· τό τε γὰρ συνεκτικὸν διὰ τὸ τοὺς νοεροὺς ὁρίζειν θεοὺς σημαίνεται (τὸ γὰρ συνεκτικὸν
105ὁριστικὸν τοῦ ἐν αὐτῷ πλήθους), καὶ τὸ φρουρητικὸν τῶν ὅλων διὰ τὸ τῆς νοερᾶς οὐσίας οὖρον καὶ ἀσφάλειαν ὑπάρχειν αὐτόν, καὶ τὸ ἐπιστρεπτικὸν διὰ τὸ πρὸς τὰ ἄνω τὰ ὁρῶντα καὶ νοοῦντα ἐπιστρέφειν· ταῦτα δὲ πάντα τῷ Οὐρανῷ οἰκεῖα. οὐ γὰρ φόβος μὴ διασκεδασθῶσιν οἱ θεοί, ἵνα δέωνται τῶν
110συνεκτικῶν αἰτίων, ἢ μεταβολὴν ὑπομείνωσιν, ἵνα ὑπὸ τῶν φρουρητικῶν σῴζωνται· ἀλλὰ διὰ τῆς ἐπιστρεπτικῆς ἐνεργείας ὁμοῦ πάντα νῦν (p 396bc) ὁ Σωκράτης ἐδήλωσεν· τοῦτο γάρ ἐστι τὸ τὰ ἄνω ὁρᾶν, τὸ πρὸς αὐτὰ ἐπεστράφθαι καὶ διὰ τοῦτο συνέχεσθαι καὶ φρουρεῖσθαι. καί μοι δοκεῖ καὶ ταύ‐
115την τὴν ἰδιότητα ἔχειν ὁ Οὐρανὸς κατὰ τὴν πρὸς τὸν νοητὸν αἰῶνα καὶ τὴν νοητὴν ὁλότητα ἀναλογίαν· καὶ γὰρ τὸν αἰῶνα ὁ Τίμαιος (p 37d) τούτῳ διαφερόντως ἐχαρακτήρισεν, τῷ μέ‐ νειν ἐν τῷ πρὸ αὐτοῦ ἑνὶ καὶ τῷ ἐνιδρῦσθαι τῇ ἀκρότητι τῶν νοητῶν, καὶ τὸν Οὐρανὸν ὁ Σωκράτης (Crat. p 396bc) τῷ
120ὁρᾶν τὰ ἄνω, δηλαδὴ τὸν ὑπερουράνιον τόπον καὶ ὅσα τῇ θεοθρέμμονι σιγῇ περιείληπται τῶν πατέρων. ὥσπερ οὖν ὁ Παρμενίδης διὰ τῆς ὁλότητος ἑκατέραν τῶν τάξεων τού‐
των ἐσήμηνεν, τὴν μὲν διὰ τῆς νοητῆς τὴν δὲ διὰ τῆς νοε‐ ρᾶς, οὕτως ἄρα καὶ διὰ τῆς πρὸς τὰ κρείττονα στροφῆς ὅ τε63
125Τίμαιος καὶ ὁ Σωκράτης αὐτὸν ἐκφαίνουσιν. ἀλλ’ ἡ στροφὴ διάφορος ὥσπερ καὶ ἡ ὁλότης· νοητὴ μὲν γὰρ ἡ τοῦ αἰῶνος, διόπερ ἐκεῖνον οὐχ ὁρᾶν εἶπε τὸ πρὸ ἑαυτοῦ νοητὸν ὁ Τίμαιος, ἀλλὰ (p 37d) μένειν σταθερῶς μόνον· νοερὰ δ’ ἡ τοῦ Οὐρανοῦ, καὶ διὰ τοῦτό φησιν αὐτὸν ὁ Σωκράτης ὁρᾶν
130τὰ ἄνω καὶ διὰ τὸ ἑαυτόν τε ἐπιστρέφειν καὶ φρουρεῖν καὶ συνέχειν καὶ τὰ μετ’ αὐτὸν πάντα, ὅθεν καὶ ἐν τῷ Φαίδρῳ (p 247c) τῇ ἑαυτοῦ περιφορᾷ λέγεται πάντα περιάγειν εἰς τὸν ὑπερουράνιον τόπον καὶ τὴν τῶν πρωτίστων νοητῶν περιωπήν.
in Cra
.

111

Ὅτι τριῶν ὄντων τούτων πατέρων τε καὶ βασιλέων, ὧν καὶ ὁ Σωκράτης ἐν τούτοις (p 396a—d) πεποίηται μνείαν, μόνος ὁ Κρόνος δοκεῖ βιαίως καὶ λαμβάνειν τὴν ἀρχὴν παρὰ τοῦ σφετέρου πατρὸς καὶ διδόναι τῷ μετ’ αὐτόν. θρυλοῦσι
5γοῦν οἱ μυθοπλάσται Οὐρανίας τομὰς καὶ Κρονίας λέγοντες· τὸ δ’ αἴτιον, ὅτι συνεκτικῆς μέν ἐστιν τάξεως ὁ Οὐρανός, Τιτανικῆς δ’ ὁ Κρόνος, δημιουργικῆς δ’ ὁ Ζεύς· τὸ δ’ αὖ Τιτανικὸν γένος διακρίσεσι χαίρει καὶ ἑτερότησι, προόδοις τε καὶ πολλαπλασιασμοῖς τῶν δυνάμεων. ὁ τοίνυν Κρόνος ὡς
10διαιρετικὸς θεὸς χωρίζει τὴν ἑαυτοῦ βασιλείαν ἀπὸ τῆς τοῦ Οὐρανοῦ, ὡς δὲ νοῦς καθαρὸς ἐξῄρηται τῆς εἰς τὴν ὕλην ποιήσεως· διὸ καὶ τὸ δημιουργικὸν γένος πάλιν ἀπ’ αὐτοῦ διακρίνεται. ἐφ’ ἑκάτερα δ’ οὖν ἡ τομὴ αὕτη· καθόσον μὲν γάρ ἐστιν Τιτάν, τῶν συνεκτικῶν αἰτίων ἀποτέτμηται· καθό‐
15σον δ’ οὐ δίδωσιν ἑαυτὸν τῇ εἰς ὕλην δημιουργίᾳ, τοῦ δημι‐ ουργοῦ Διὸς ἀποτέτμηται.
in Cra
.

112

Ὅτι Οὐρανὸν ἀκουστέον νῦν (p 396bc) τὴν τῶν
ὁλικῶν θεῶν μέσην τριάδα, νοητὴν ἅμα καὶ νοερὰν ὑπάρ‐ χουσαν, ἧς τὸ μὲν ἀκρότατον ὑπερουράνιος τόπος καλεῖ‐ ται καὶ πρώτιστος ἀριθμός (τὸ δὲ γόνιμον καὶ θῆλυ τῶν64
5θεῶν γένος ἐνταῦθά ἐστιν καὶ τὸ φρουρητικόν)· τὸ δὲ μέσον οὐρανοῦ περιφορὰ καλεῖται καὶ ὁλότης νοερά, καὶ ἔστιν ἐν αὐτῇ τὸ συνεκτικὸν τῶν θεῶν γένος· τὸ δὲ τελευταῖον ὑπουράνιος ἁψὶς καλεῖται, καὶ ἔστιν ἐν αὐτῇ τὸ τελεσι‐ ουργὸν καὶ ἐπιστρεπτικὸν τῶν θεῶν γένος.
in Cra
.

113

Ὅτι ἔοικεν ὁ Πρόκλος τὸν ὑπερουράνιον τόπον ἐπὶ δύο διαφερόντων τῷ εἴδει διακόσμων τάττειν νῦν (p 396b), ἐπί τε τοῦ φρουρητικοῦ νοῦ καὶ ἐπὶ τῶν μόνον νοητῶν θεῶν· καὶ ἴσως τὸ πέρας τῶν νοητῶν συνάπτον τῇ ἀκρότητι τῶν
5νοερῶν ἅμα καὶ νοητῶν, ταὐτόν πως ὂν τῇ οὐσίᾳ τῆς αὐτῆς καὶ κλήσεως ἀξιοῦται· ὥσπερ εἴ τις τὴν ἄλογον δόξαν φαν‐ τασίαν προσαγορεύοι ἢ τὸν νοῦν διάνοιαν, πρὸς ἄλλο καὶ ἄλλο βλέπων. τὸν οὖν ὑπερουράνιον τόπον, ἐφ’ ὃν καὶ ὁ Οὐρανὸς
10ἀνατείνει τὴν ἑαυτοῦ νοερὰν ζωήν, οἱ μὲν ἀρρήτοις χαρακτη‐ ρίζουσι συμβόλοις, οἱ δὲ καὶ ὀνομάσαντες ἄγνωστον ἀπέλι‐ πον, μήτ’ εἶδος αὐτοῦ μήτε σχῆμα καὶ μορφὴν εἰπεῖν ἐξ‐ ισχύσαντες· ἀνωτέρω δ’ ἔτι καὶ τούτου προελθόντες τὸ πέρας τῶν νοητῶν θεῶν μόνον ὀνόματι δηλῶσαι δεδύνηνται, τὰ δ’
15ἐπέκεινα δι’ ἀναλογίας μόνης, ἄρρητα ὄντα καὶ ἄληπτα, ση‐ μαίνουσιν· ἐπεὶ καὶ παρ’ αὐτοῖς τοῖς νοητοῖς τῶν θεῶν μό‐ νος ὁ θεὸς οὗτος, ὁ συγκλείων τὸν πατρικὸν διάκοσμον, εἶναι λέγεται παρὰ τοῖς σοφοῖς ὀνομαστός, καὶ ἡ θεουργία μέχρι ταύτης ἄνεισι τῆς τάξεως. ἐπεὶ τοίνυν τὰ πρὸ τοῦ Οὐρανοῦ
20τοιαύτην ἔλαχεν ὑπερβολὴν τῆς ἑνοειδοῦς ὑποστάσεως, ὡς τὰ μὲν εἶναι ῥητά τε ἅμα καὶ ἄρρητα καὶ φθεγκτὰ καὶ ἄφθεγκτα
καὶ γνωστὰ καὶ ἄγνωστα διὰ τὴν πρὸς τὸ ἓν συγγένειαν, εἰ‐ κότως ὁ Σωκράτης (p 396c—e) ἐπέχει τὸν περὶ ἐκείνων λόγον, ὡς καὶ τῶν ὀνομάτων οὐ πάντῃ καταδράττεσθαι τῆς ὑπάρ‐65
25ξεως αὐτῶν δυναμένων, καὶ ὅλως τοῦ διακρίνεσθαι τῆς ἐκεί‐ νων ὑπάρξεως ἢ δυνάμεως τό τε ῥητὸν καὶ τὸ ἄρρητον θαυ‐ μαστῆς τινος δεομένου πραγματείας. αἰτιᾶται γοῦν τὴν μνή‐ μην, οὐ τοῖς μύθοις ἀπιστῶν τοῖς ἐπέκεινα τοῦ Οὐρανοῦ τιθεμένοις τινὰς πρεσβυτέρας αἰτίας καὶ οὐδὲν μνήμης ἀξίους
30αὐτοὺς νομίζων (αὐτὸς γὰρ ἐν Φαίδρῳ (p 247c) τὸν ὑπερ‐ ουράνιον τόπον ἀνυμνεῖ), ἀλλ’ ὅτι μνημονευτὰ καὶ διὰ φαν‐ τασίας ἢ δόξης ἢ διανοίας γνωστὰ τὰ πρώτιστα τῶν ὄντων οὐκ ἂν γένοιτο· τῷ γὰρ ἄνθει τοῦ νοῦ καὶ τῇ ὑπάρξει τῆς οὐσίας ἡμῶν αὐτοῖς συνάπτεσθαι πεφύκαμεν. καὶ τῆς ἀγνώ‐
35στου φύσεως αὐτῶν αἴσθησιν δι’ ἐκείνων λαμβάνομεν. αὐτὸ δὴ οὖν τὸ ἐξῃρημένον αὐτῶν καὶ τῆς γνωστικῆς ἡμῶν καὶ τῆς μνημονευτικῆς ζωῆς αἴτιον εἶναί φησιν ὁ Σωκράτης τοῦ μὴ δι’ ὀνομάτων τάξεως ἐκεῖνα ὀνομάζειν· οὐδὲ γὰρ δι’ ὀνο‐ μάτων γνωρίζεσθαι πεφύκασιν, ἀλλὰ οἱ θεολόγοι πόρρωθεν
40αὐτὰ σημαίνουσι ἐκ τῆς τῶν φαινομένων πρὸς ἐκεῖνα ἀνα‐ λογίας· εἰ δ’ ἦσαν ὀνομασταὶ καὶ διὰ γνώσεως ληπταί, καὶ περὶ ἐκείνων ἂν ἐποιησάμεθα τῆς ὀνομασίας λόγον.
in Cra
.

114

Ὅτι Ὅμηρος οὐκ ἄνεισιν ἐπέκεινα τῆς Κρονίας διακοσμήσεως, ἀλλὰ τὸ τοῦ δημιουργοῦ προσεχὲς αἴτιον ἀπο‐ φαινόμενος, Κρονίδην καλεῖ· τὰ δὲ σύστοιχα αὐτοῦ Ἥραν καὶ Ποσειδῶνα καὶ Ἅιδην· τὰ δ’ ὑποβεβηκότα, πατὴρ ἀνδρῶν
5τε θεῶν τε φησί· τὸν δὲ Κρόνον οὔτ’ ἐνεργοῦντα οὔτε τι φθεγγόμενον εἰσάγει, ἀλλ’ ὄντως ἀγκυλομήτην, ὡς εἰς ἑαυ‐ τὸν ἐπεστραμμένον.
in Cra
.

115

Ὅτι ὁ μὲν Ὀρφεὺς (frg 50) πολὺ τῆς τῶν μύθων
ἐξουσίας ἀπολέλαυκεν, καὶ πάντα τὰ πρὸ τοῦ Οὐρανοῦ μέχρι τῆς πρωτίστης αἰτίας ὀνόμασιν ἐδήλωσεν, καὶ αὐτὸ τὸ ἄρρη‐ τον καὶ τῶν νοητῶν ἑνάδων ἐκβεβηκὸς Χρόνον προσείρηκεν,66
5εἴθ’ ὅτι πάσης γενέσεως αἴτιον προϋπάρχον, εἴτε [ὅτι] τὰ ὄν‐ τως ὄντα γινόμενα παραδιδούς. ἵνα τὴν τάξιν ἐνδείξηται αὐ‐ τῶν καὶ τὴν τῶν ὁλικωτέρων πρὸς τὰ μερικώτερα ὑπεροχήν, ἵνα ᾖ ταὐτὸν τὸ κατὰ χρόνον τῷ κατ’ αἰτίαν, ὥσπερ ἡ γένεσις τῇ τεταγμένῃ προόδῳ. ὁ δέ γε Ἡσίοδος καὶ σιγῇ πολλὰ σέβει
10καὶ τὸ πρῶτον ὅλως οὐκ ὠνόμασεν· ἀλλ’ ὅτι μὲν τὸ μετ’ ἐκεῖνο ἀπ’ ἄλλου προῆλθεν, δηλοῖ (Theog. 116) διὰ τοῦ·
ἧ τοι μὲν πρώτιστα Χάος γένετο· παντὶ γὰρ ἀδύνατον ἄνευ αἰτίου γένεσιν σχεῖν. ἀλλὰ τίς ὁ ὑποστάτης τοῦ Χάους, οὐκ εἴρηκεν, ἀμφοτέρους δὲ τοὺς πα‐
15τέρας τῶν νοητῶν, τόν τε ἐξῃρημένον καὶ τὸν συντεταγμένον, σεσιώπηκεν· ἄρρητοι γάρ εἰσιν παντελῶς. ἀλλὰ καὶ ἐν τοῖς ἐφεξῆς τῶν δύο συστοιχιῶν. τὰ μὲν τῷ ἑνὶ σύστοιχα σιωπῇ παραδίδωσι, τὰ δὲ τῇ ἀορίστῳ δυάδι μόνα διὰ τῆς γενεαλο‐ γίας ἐκφαίνει. καὶ διὰ ταῦτα νῦν (p 396c) τὸν Ἡσίοδον
20μνήμης ἠξίωσεν τὸν τὰ πρὸ τοῦ Οὐρανοῦ ὡς ἄρρητα ὄντα παραδραμόντα· καὶ γὰρ τὰ λόγια περὶ ἐκείνων ὡς ἀφθέγκτων ἐνεδείξατο, καὶ προσέθηκεν τὸ σῖγ’ ἔχε, μύστα· καὶ αὐτὸς ἐν τῷ Φαίδρῳ (p 250c) τὴν νόησιν ἐκείνων μύησιν προσηγό‐ ρευσε καὶ ἐποπτείαν. ἐν οἷς πολὺ καὶ σχεδὸν τὸ πᾶν ἔργον
25ἄρρητον καὶ ἄγνωστόν ἐστιν.
in Cra
.

116

Ὅτι τοῦ περὶ θεῶν λόγου τριττοῦ ὄντος, τοῦ μὲν φανταστικοῦ, οἷος ἦν ὁ Εὐθύφρων μάχας καὶ ἐπιβουλὰς θεῶν ἀλόγως φανταζόμενος, τοῦ δ’ ἐπιστημονικοῦ, οἷος ἦν Σω‐ κράτης, τοῦ δὲ δοξαστικοῦ μεταξὺ τούτων, ὅστις καὶ ἀπὸ τῆς
5δόξης τοῦ ὀνοματοθέτου ἐπὶ τὰς οὐσίας τῶν θεῶν ἐπιστη‐
μονικῶς ἄνεισιν καὶ ἔχει τινὰ καὶ πρὸς τὸν οἰησίσοφον Εὐ‐ θύφρονα φανταστικὴν κοινωνίαν, ὁ Σωκράτης ὁρῶν πολλούς, ὥσπερ τὸν Εὐθύφρονα, βοσκηματώδεις ἔχοντας περὶ θεῶν ἐννοίας, κάτεισι μὲν αὐτὸς ἀπὸ τῆς ἐπιστημονικῆς ἐνεργείας67
10ἐπὶ τὰ καταδεέστερα, ἀνατείνει δὲ τοὺς τῇ φαντασίᾳ κατόχους ἐπὶ τὴν μέσην ἕξιν τῆς περὶ θεῶν ὑπολήψεως· καὶ διὰ τοῦτο αἰτιᾶται (p 396d) τούτου τὸν Εὐθύφρονα, οὐχ ὡς ἡγεμόνα τῆς γνώσεως ταύτης, ἀλλ’ ὡς διὰ τῆς φανταστικῆς αὐτοῦ τε‐ ρατολογίας ἀνεγείραντα τὸν Σωκράτην ἐπὶ τὴν ζήτησιν τῆς
15ἀληθείας.
in Cra
.

117

Ὅτι ἔοικεν τὰ τέλη τῆς προτέρας πανταχοῦ δια‐ κοσμήσεως συνάπτειν τοῖς πρωτίστοις τῆς δευτέρας. ἀμέλει ὁ δεσπότης ἡμῶν Ἑρμῆς, μονὰς ὢν ἀρχαγγελική, θεὸς ἀν‐ υμνεῖται· ὁ δὲ Πλάτων πᾶν τὸ μεταξὺ πλάτος θεῶν τε καὶ
5ἀνθρώπων δαίμονας καλεῖ· καὶ οὗτοι μὲν φύσει, οἱ δὲ νῦν (p 397e) ἐκ τοῦ χρυσοῦ γένους δαίμονες μνημονευό‐ μενοι καὶ οἱ ἡμίθεοι ἥρωες οὐκ εἰσὶν φύσει δαίμονες καὶ ἥρωες (οὐ γὰρ ἀεὶ ἕπονται θεοῖς), ἀλλὰ σχέσει εἰσίν, ψυχαὶ οὖσαι κατὰ φύσιν γενέσει ἑαυτὰς ἐπιδιδοῦσαι, οἷος ἦν ὁ μέγας
10Ἡρακλῆς καὶ οἱ τοιοῦτοι. ἴδιον δὲ τῶν ἡρωϊκῶν ψυχῶν τού‐ των τὸ μεγαλουργὸν καὶ ὑψηλὸν καὶ μεγαλοπρεπές, καὶ τοὺς τοιούτους ἥρωας δεῖ τιμᾶν καὶ ἐναγίζειν αὐτοῖς κατὰ τὰς τοῦ Ἀθηναίου ξένου παραγγελίας· μετὰ θεοὺς γάρ φησι (Legg. IV p 717b), καὶ τοῖς δαίμοσιν ὅ γ’ ἔμφρων ὀρ‐
15γιάζοιτο ἄν, ἥρωσι δὲ μετὰ τούτους. τοῦτο γοῦν τὸ ἡρωϊκὸν γένος τῶν ψυχῶν οὐκ ἀεὶ μὲν ἕπεται θεοῖς, ἄχραν‐ τον δέ ἐστιν καὶ νοερώτερον παρὰ τὰς ἄλλας ψυχάς, καὶ κάτεισι μὲν ἐπ’ εὐεργεσίᾳ τοῦ τῶν ἀνθρώπων βίου, ἅτε με‐ τέχον καὶ τῆς βριθούσης κάτω μοίρας, πολὺ δὲ τὸ ἀναγωγὸν
20καὶ εὐαπάλλακτον τῆς ὕλης ἔχουσι· διὸ καὶ ῥᾳδίως εἰς τὸ νοητὸν ἀποκαθίστανται καὶ πολλὰς περιόδους ἐκεῖ διάγουσιν, ὥσπερ τὰ ἀλογωδέστερα τῶν ψυχῶν γένη ἢ οὐδ’ ὅλως ἢ δυσ‐ χερῶς ἢ ἐπ’ ἐλάχιστον εἰς τὸ νοητὸν ἀποκαθίστανται.68
in Cra
.

118

Ὅτι αὐτὸς μὲν ἕκαστος τῶν θεῶν ἀμιγῶς ἐξῄρη‐ ται τῶν δευτέρων, καὶ τῶν δαιμόνων οἱ πρώτιστοι καὶ ὁλι‐ κώτεροι τῆς τοιαύτης ὑπερίδρυνται σχέσεως, πνεύματα δὲ περίγεια καὶ μερικὰ συλλαμβάνουσιν εἰς τινῶν γενέσεις, οὐχὶ
5φυσικὴν ποιούμενα πρὸς τὰ θνητὰ μῖξιν, ἀλλὰ κινοῦντα τὴν φύσιν καὶ τὴν δύναμιν αὐτῆς τελειοῦντα τὴν γόνιμον καὶ τὴν ἀτραπὸν ἀναπλοῦντα τῆς γενέσεως καὶ πάντα τὰ ἐμπόδια συ‐ στέλλοντα. οἱ μῦθοι οὖν διὰ τῆς ὁμωνυμίας τὰ πράγματα συγκαλύπτουσι· τὰ γὰρ τοιαῦτα πνεύματα ὁμώνυμά εἰσιν τοῖς
10τῆς ἑαυτῶν σειρᾶς ἀρχικοῖς αἰτίοις θεοῖς· διό φασιν ἢ θεοὺς θνηταῖς ἢ θνητοὺς θεαῖς συμμιγῆναι· εἰ δ’ ἠβούλοντο διαρ‐ ρήδην καὶ σαφῶς λέγειν, εἶπον ἂν ὅτι ἡ Ἀφροδίτη καὶ ὁ Ἄρης καὶ ἡ Θέτις καὶ οἱ ἄλλοι θεοὶ ἕκαστος ἄνωθεν ἀρχό‐ μενος μέχρι τῶν τελευταίων προάγει τὴν οἰκείαν σειρὰν περι‐
15έχουσαν πολλὰς αἰτίας διαφερούσας ἀλλήλων τῇ οὐσίᾳ αὐτῇ, οἷον ἀγγελικὰς δαιμονίας, ἡρωϊκὰς νυμφικὰς καὶ τὰς τοιαύ‐ τας. αἱ τοίνυν περιπέζιοι τῶν τάξεων τούτων δυνάμεις πολ‐ λὴν κοινωνίαν ἐνεστήσαντο πρὸς τὸ ἀνθρώπινον γένος· τὰ γὰρ τέλη τῶν πρώτων συμφύεται ταῖς τῶν δευτέρων ἀρχαῖς,
20καὶ ταῖς τε ἄλλαις κατὰ φύσιν αὐτῶν διεξαγωγαῖς συντελοῦσι καὶ δὴ καὶ ταῖς γενέσεσιν, καὶ διὰ τοῦτο δοκεῖ πολλάκις ἐκ τῆς μίξεως αὐτῶν πρὸς τοὺς ἀνθρώπους γεννᾶσθαι ἥρωας, οἳ ἂν δοκῶσιν ἔχειν τι ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν πλεο‐ νέκτημα. συμπαθεῖ δὲ φυσικῶς οὐ μόνον τὸ τοιοῦτον δαι‐
25μόνιον γένος τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ἄλλα γένη ἄλλοις, ὥσπερ αἱ Νύμφαι, 〈ἄλλαι〉 τοῖς δένδροις καὶ ἄλλαι ταῖς πη‐ γαῖς καὶ ἄλλαι ταῖς ἐλάφοις ἢ ὄφεσιν. ἀλλὰ πῶς ἔσθ’ ὅτε μὲν θεοὶ θνηταῖς λέγονται (p 398d) μίγνυσθαι, ἔσθ’ ὅτε δὲ θεαῖς θνητοί; ἧ αἱ μὲν τῶν θεῶν πρὸς θεὰς κοινωνίαι θεοὺς69
30ὑφιστᾶσιν ἢ δαίμονας ἀιδίους· τῶν δὲ ἡρωϊκῶν ψυχῶν διττὰ ἐχουσῶν εἴδη τῆς ζωῆς, τότε μὲν κατὰ τὸ ἐν ἑαυταῖς ἄρρεν καὶ τὸν τοῦ ταὐτοῦ κύκλον τὴν θεοπρεπῆ δύναμιν ἐπιδεικνυ‐ μένων, τότε δὲ κατὰ τὸ θῆλυ καὶ τὴν θατέρου περίοδον, ἀμ‐ φοῖν μὲν κατωρθωμένων, ἄσχετοι πρὸς τὴν γένεσιν ὑπάρ‐
35χουσιν καὶ νοοῦσαι τὰ πρὸ ἑαυτῶν καὶ προμηθούμεναι τῶν δευτέρων ἀσχέτως· ἀμφοῖν δὲ ἡμαρτημένων, οὐδὲν διοίσουσι τῶν ἀγελαίων ψυχῶν, παρ’ αἷς καὶ ὁ ταὐτοῦ κύκλος πεπέδη‐ ται καὶ ὁ θατέρου παντοίας ὑπομένει κλάσεις τε καὶ δια‐ στροφάς. ἀναγκαῖον ἄρα τὸν μὲν κατὰ φύσιν ἔχειν, τὸν δ’
40ἐμποδίζεσθαι πρὸς τὴν οἰκείαν ἐνέργειαν· διὸ καὶ οἱ ἡμίθεοι, ὡς κατὰ τὸν ἕτερον τῶν κύκλων 〈τῶν〉 ἀπὸ τῶν θεῶν ἐκλαμπο‐ μένων. ὅσοι μὲν οὖν τὸν ταὐτοῦ κύκλον εὔλυτον ἔχουσι καὶ πρὸς τὴν ἀναγωγὸν ζωήν εἰσιν ἐγηγερμένοι καὶ περὶ ταύτην ἐνθεάζουσιν, οὗτοι πατρὸς μὲν θεοῦ λέγονται τυχεῖν, μητρὸς
45δὲ θνητῆς διὰ τὴν ἐπὶ θάτερα τῆς ζωῆς ἔλλειψιν· ὅσοι δ’ αὖ ἔμπαλιν κατὰ τὴν θατέρου περίοδόν εἰσιν εὐκίνητοι καὶ περὶ τὰς πράξεις κατορθωτικοὶ καὶ ἐνθουσιαστικοί, τούτοις ὁ μὲν πατὴρ θνητός, ἡ δὲ μήτηρ θεά· ὡς δὲ συνελόντι φάναι, τὸ κατορθοῦν καθ’ ἑκάτερον τὴν θείαν αἰτίαν ἐπιγράφεται, καὶ
in Cra
.

118

(50)

τοῦ μὲν ταὐτοῦ κύκλου κρατοῦντος τὸ θεῖον ἄρρεν εἶναι λέ‐ γεται καὶ πατρικόν, τοῦ δὲ θατέρου μητρικόν. ὅθεν δὴ καὶ ὁ Ἀχιλλεὺς ἐν ταῖς πράξεσι κατορθωτικὸς ὡς θεᾶς υἱός· δη‐ λοῖ δ’ αὐτοῦ τὴν περὶ τὰς πράξεις προθυμίαν καὶ τὸ ἐν ᾅδου ὄντα ἐφίεσθαι τῆς μετὰ σώματος ζωῆς, ἵνα ἀμύνῃ τῷ πατρί.70
55Μίνως δὲ καὶ Ῥαδάμανθυς δίιοι, περιάγοντες ἑαυτοὺς ἀπὸ γενέσεως ἐπὶ τὸ ὂν καὶ τῆς διακοσμήσεως τῶν θνητῶν ἐφ’ ὅσον ἀναγκαῖον ἐφαπτόμενοι.
in Cra
.

119

Ὅτι εἰκότως οἱ ἥρωες ἔσχον τὴν ἐπωνυμίαν ἐκ τοῦ Ἔρωτος· εἴπερ ὁ μὲν Ἔρως δαίμων μέγας, συνεργούντων δὲ τῶν δαιμόνων οἱ ἥρωες τίκτονται· καὶ διότι ὁ Ἔρως ἐκ τοῦ Πόρου ἀμείνονος ὄντος καὶ τῆς Πενίας ὑποδοχῆς οὔσης
5καὶ χείρονος τεχθεὶς καὶ τοὺς ἥρωας ἀναλόγως ἐκ διαφερόν‐ των παράγει γενῶν.
in Cra
.

120

Ὅτι παρὰ Πλάτωνι τὸ κομψὸν δύο σημαίνει, τό τε κομψὸν καὶ οἰκεῖον, καὶ πάλιν τὸ πιθανὸν καὶ ἀπατηλόν· τὸ δὲ κεκομψευμένον (p 400b) τὸ μεμηχανημένον.
in Cra
.

121

Ὅτι ὥσπερ ἐν τῷ παντὶ καθαίρουσι μὲν καὶ ἄγ‐ γελοι τὰς ψυχάς, ἀποτέμνοντες τὰς ἐκ τῆς γενέσεως κηλῖδας καὶ ἀνάγοντες αὐτὰς πρὸς τοὺς θεούς, καθαίρουσι δὲ καὶ δαίμονες πρόσυλοί τινες αἰκιζόμενοι τὰς εἰς τὴν ὕλην βλε‐
5πούσας ψυχὰς καὶ γνάμπτοντες αὐτὰς ἐπ’ ἀσπαλάθων (ἃ δὴ καὶ περὶ τὸν Ἀρδιαῖον ἐν Πολιτείᾳ (X p 616a) παραδέ‐ δονται δρῶντες)· οὕτως οἱ μὲν ἱερεῖς ἀγγελικῶς πᾶν τὸ ἐπί‐ προσθεν ἡμῖν πρὸς τὴν αἴσθησιν τῶν κρειττόνων ἀφαιροῦσιν. οἱ δὲ σοφισταὶ διὰ τῶν ἐφ’ ἑκάτερα ἐλέγχων γυμνάζοντες
10ἡμᾶς δαιμονίως τὴν ἐκ τῆς οἰήσεως βλάβην ἀποκόπτουσιν,
οὐ τοῦτο ποιοῦντες ἵνα διὰ τῆς ἀπορίας ὠφελήσωσι τοὺς ἐλεγ‐ χομένους, ἀλλὰ τῆς φανταστικῆς ζωῆς καὶ τῆς δοξομιμητικῆς ἕνεκα· ὑποδύονται γὰρ τοὺς ὄντως ἐπιστήμονας καὶ διαλεκτι‐ κούς. καὶ γὰρ καὶ οἱ τελευταῖοι δαίμονες θλίβουσι τὰς ψυ‐71
15χάς, οὐχ ἵνα ποιήσωσιν αὐτὰς ἐρασθῆναι τοῦ ὄντος, ἀλλ’ ἐπειδὴ φύσιν ἔλαχον τοιαύτην, φρουρητικὴν μὲν τῶν ἐνύλων καὶ εἰδωλοποιῶν κόλπων, κολαστικὴν δὲ τῶν ἐμπιπτουσῶν εἰς τὸν τόπον ἐκεῖνον ψυχῶν.
in Cra
.

122

Ὅτι πολλοὶ καὶ θεοὶ καὶ δαίμονες ἐκφῆναι τὴν τῶν θεῶν φύσιν ἀξιώσαντες καὶ τὰ προσήκοντα αὐτοῖς ὀνόματα παρέδοσαν· οὕτω καὶ τοῖς ἐπὶ Μάρκου γενο‐ μένοις θεουργοῖς οἱ θεοὶ καὶ νοητὰς καὶ νοερὰς τάξεις
5ἐκφαίνοντες, ὀνόματα τῶν θείων διακόσμων ἐξαγγελτικὰ τῆς ἰδιότητος αὐτῶν παραδεδώκασιν, οἷς καλοῦντες ἐκεῖνοι τοὺς θεοὺς ἐν ταῖς προσηκούσαις θεραπείαις τῆς παρ’ αὐτῶν εὐη‐ κοΐας ἐτύγχανον. πολλαὶ δὲ καὶ δαιμόνων ἐπιφάνειαι τοῖς εὐμοιροτέροις τῶν ἀνθρώπων ὀνόματα κατεμήνυσαν αὐτοῖς
10συμφυόμενα τοῖς πράγμασι, δι’ ὧν τὴν περὶ τῶν ὄντων ἀλή‐ θειαν τρανεστέραν ἐποίησαν.
in Cra
.

123

Ὅτι τῶν ὀνομάτων τὰ μὲν ἐπὶ τοῖς ἀιδίοις κεῖ‐ ται πράγμασι, τὰ δ’ ἐπὶ τοῖς φθαρτοῖς· τῶν δ’ ἐπὶ τοῖς ἀιδίοις τὰ μὲν ὑπ’ ἀνθρώπων ἀπείργασται, τὰ δ’ ὑπὸ θειοτέρων αἰ‐ τιῶν· τῶν δ’ ὑπὸ θειοτέρας αἰτίας ἢ κατὰ ἄνθρωπον τὰ μὲν
5ὑπὸ θεῶν αὐτῶν ἐτέθη, τὰ δ’ ὑπὸ δαιμόνων· τῶν δ’ ὑπ’ ἀν‐ θρώπων τὰ μὲν κατ’ ἐπιστήμην, τὰ δ’ ἄνευ ἐπιστήμης. τῶν δ’ ἐπὶ τοῖς φθαρτοῖς τὰ μὲν κατὰ τέχνην, τὰ δ’ ἄνευ τέχνης· τῶν δ’ ἄνευ τινὸς τέχνης καὶ διανοίας τὰ μὲν κατὰ θείαν αἰτίαν ἄγνωστον, ἥτις ἐστὶν ἡ τύχη, ὥσπερ ὁ Ὀρέστης, τὰ δ’
10ἄνευ τοιαύτης αἰτίας· τῶν δ’ ἄνευ αἰτίας τὰ μὲν κατ’ ἐλπίδα, τὰ δὲ κατὰ μνήμην, τὰ δ’ οὐδετέρως. τῶν δὲ κατὰ τέχνην ὀνομασθέντων τὰ μὲν ἐπὶ τοῖς οὖσι, τὰ δὲ ἐπὶ τοῖς γενομέ‐ νοις, τὰ δ’ ἐπὶ τοῖς μέλλουσιν· ἐπὶ μὲν τοῖς οὖσιν, οἷον ὁ Ἀριστοκλῆς Πλάτων μετωνόμασται, ἐπὶ δὲ τοῖς γενομένοις,72
15οἷον ὁ Ἀντίλοχος μετωνομάσθη Φιλοπάτωρ διὰ τὸ προκινδυ‐ νεῦσαι τοῦ πατρός, ἐπὶ δὲ τοῖς μέλλουσιν, οἷον εἴ τις διὰ μαθηματικῆς προγνοὺς τὸν ἑαυτοῦ παῖδα εὐκλεᾶ γενήσεσθαι, τοῦτον Περικλέα καλέσειεν. ἔστιν δὲ καὶ μικτὸν γένος ὀνομάτων ἔκ τε τύχης καὶ
20τέχνης, καὶ τοῦτο διττόν. τὸ μὲν γάρ ἐστιν, ὅταν τις γινώσκῃ μὲν τὴν τοῦ ὀνόματος δύναμιν, τὴν δὲ φύσιν ἀγνοῇ τοῦ πράγματος· ὁ γὰρ Ξάνθιππος, ὅτι μὲν τὸ ὄνομα τοῦτο ὁ Πε‐ ρικλῆς εὔκλειαν σημαίνει περιττήν, ἐγίνωσκεν, οὐκ ᾔδει δὲ τὸν ἑαυτοῦ παῖδα Περικλέα εὐκλεέστατον ἐσόμενον, ἵνα διὰ
25τοῦτο οὕτως αὐτὸν ὀνομάσῃ. τὸ δ’ ἔμπαλίν ἐστιν, ὅταν τις τὴν μὲν τοῦ ὀνόματος δύναμιν ἀγνοῇ, τὴν δὲ οὐσίαν τοῦ πράγματος γινώσκῃ, οἷον ὁ τὸν Θησέα μετονομάσας Ἡρα‐ κλέα· ἐγίνωσκε μὲν γὰρ ὅτι παραπλήσιος ἦν ὁ Θησεὺς τῷ Ἡρακλεῖ, ἠγνόει δὲ τὸ Ἡρακλῆς ὄνομα ὅτι ἐπὶ μόνου
30ἥρμοζε τοῦ Ἡρακλέους διὰ τὸ τὴν Ἥραν αὐτῷ γενέσθαι αἰτίαν τῶν τοσούτων ἀγώνων καὶ τοῦ διὰ τῶν ἀγώνων ὕστε‐ ρον κλέους.
in Cra
.

124

Ὅτι αἱ τῆς ψυχῆς νοήσεις αἱ μὲν ἐπὶ τῶν ὅλων μένουσιν καὶ ταῦτα περιλαμβάνουσιν, αἱ δὲ ἐπὶ τῶν μερικω‐ τέρων γενῶν ἐνεργοῦσι μόνον, αἱ δὲ καὶ [ἔτι] ἐπὶ τῶν ἰδίως ἀτόμων [τὰ θεῖα νοήματα] πολυπραγμονοῦσιν. παράδειγμα τοῦ
5μὲν πρώτου οἱ τὰς Κρονίας καὶ τὰς φρουρητικὰς θεωροῦντες σειράς, τοῦ δὲ δευτέρου οἱ τὰ ὑπερουράνια καὶ τὸν ἐκεῖ πτηνὸν ἅρμα Δία ἐλαύνοντα κατανοοῦντες, τοῦ δὲ τρί‐ του οἱ τὰς ἐξ ἡλίου καὶ σελήνης προϊούσας εἰς τὴν γένεσιν ποιήσεις παρατηρητικῶς φιλοκρινοῦντες.73
in Cra
.

125

Ὅτι ἀνθρώπων ἐστὶν ἐκτετοπισμένων τῆς καθ’ ἡμᾶς οἰκουμένης τὸ μήτε ἥλιον μήτε σελήνην θεοὺς ὑπολαμ‐ βάνειν μήτε τοὺς ἄλλους οὐρανίους προσκυνεῖν σωτῆρας ὄν‐ τας ἡμῶν καὶ προστάτας, καὶ ἀναγωγοὺς μὲν τῶν ἀθανάτων
5ψυχῶν, δημιουργοὺς δὲ καὶ ὑποστάτας τῶν θνητῶν. εἰ δὲ τοῦτ’ ἀδύνατον ἀνθρώπους ὄντας ἔξω που τῆς οἰκουμένης εἶναι, ψυχῶν ἂν ἔγωγε φαίην εἰς αὐτὸν τὸν Τάρταρον καὶ τὸ ἀφεγγέστατον τοῦ παντὸς καὶ ἀτακτότατον ἐπειγομένων τὴν τοιαύτην τόλμαν καὶ τὴν παράλογον ταύτην οἴησιν πρὸς
10τοὺς οὐρανίους ἀποθρασυνομένην θεούς. ἀλλ’ οὕτοι μὲν ἔστωσαν ὅπου περ ἐτάχθησαν ὑπὸ τῆς Δίκης.
in Cra
.

126

Ὅτι οὐ μόνον ἐπὶ τῶν ἐμφανῶν, ἀλλὰ ἐπὶ τῶν ὑπερουρανίων καὶ νοερῶν καὶ νοητῶν αἰτίων τὸ θεὸς ὄνομα (p 397cd) εὐλόγως κεῖται. τὸ γὰρ αὐτὸ τάχος, φησὶν ὁ ἐν Πολιτείᾳ (VII p 529d) Σωκράτης, καὶ ἡ αὐτὴ βραδυτὴς
5ἐν τοῖς νοητοῖς ἀριθμοῖς· διὸ καὶ τοὺς ἀπολύτους τῶν ὅλων ἡγεμόνας ὑπερκοσμίους ὄντας πτηνὸν ἅρμα ἐλαύνειν ἐν Φαίδρῳ (p 246e) ἐμυήθημεν, καὶ πρὸ τούτων τοὺς νοεροὺς θεοὺς ἐφ’ ἁρμάτων τοιούτων ἡνιοχεῖν οἱ θεολόγοι (or chald p 40) φασίν, αὐτόν τε τὸν Οὐρανὸν τὸν συνοχέα τῶν
10νοερῶν θεῶν καὶ συνεκτικὸν ἐν περιφορᾷ τὴν νόησιν ἔχειν, τάς τε πρὸ τούτου νοερὰς αἰτίας καὶ ταύτας ἀφθέγκτους οὔ‐ σας ταχεῖαν καὶ ἄχρονον ἔχειν τὴν κίνησιν· θοὰς γὰρ αὐτὰς καὶ τὰ λόγια (or chald p 40) καλεῖ, καὶ προϊούσας ἀπὸ τοῦ πατρὸς θέειν ἐπ’ αὐτόν· ὁ δ’ Ὀρφεὺς (fr 55) περὶ τοῦ κρυ‐
15φίου διακόσμου τῶν θεῶν οὕτως ἔφη·
τὸ δ’ ἀπειρέσιον κατὰ κύκλον ἀτρύτως ἐφορεῖτο. δυνατὸν δὲ καὶ ἕτερον τρόπον τὸ ὄνομα τοῦτο διερμηνεύειν· τοὺς γὰρ ποιητικοὺς καὶ δημιουργικοὺς δηλοῖ τῶν πάντων αἰτίους·
74
20τὸ γὰρ θεῖναι καὶ θήσω εἰς τὸ ποιεῖν μεταλαμβάνεται.
in Cra
.

127

Ὅτι οὐδὲν ἀμενηνὸν οὐδὲ ἀδρανὲς ἐν θεοῖς, ἀλλὰ πάντα ἐκεῖ ἐνεργῆ, καὶ ζωαί εἰσιν ζέουσαι καὶ αἰωνίως ἐνεργοῦσαι.
in Cra
.

128

Τῶν τοίνυν μετὰ θεοὺς γενῶν ἀεὶ μὲν αὐτοῖς ἑπομένων, συναπεργαζομένων δὲ τὰς περικοσμίους ποιήσεις ἄνωθεν ἄχρι τῶν ἐσχάτων, τὰ μέν ἐστιν ἐκφαντορικὰ [τῆς γενέσεως, τὰ δὲ διαπορθμευτικὰ] τῆς ἑνώσεως, τὰ δὲ δια‐
5πορθμευτικὰ τῆς δυνάμεως, τὰ δὲ τῆς γνώσεως τῶν θεῶν καὶ τῆς νοερᾶς οὐσίας προκλητικά. τούτων δὲ τὰ μὲν ἀγγε‐ λικὰ προσαγορεύουσιν οἱ τὰ θεῖα δεινοί, κατ’ αὐτὴν τὴν ὕπαρξιν τῶν θεῶν ἱστάμενα καὶ τὸ ἑνοειδὲς τῆς φύσεως σύμ‐ μετρον ποιοῦντα τοῖς δευτέροις· διὸ καὶ τὸ ἀγγελικὸν φῦλον
10ἀγαθοειδές ἐστιν ὡσὰν τὴν κρύφιον ἀγαθότητα τῶν θεῶν προφαῖνον. τὰ δὲ δαιμόνια καλοῦσιν ὡς τὴν μεσότητα συν‐ δέοντα τῶν ὅλων καὶ τὴν θείαν δύναμιν μερίζοντα καὶ προ‐ άγοντα μέχρι τῶν τελευταίων· δαῖσαι γάρ ἐστιν τὸ μερίσαι· τοῦτο δὲ τὸ γένος πολυδύναμόν ἐστι καὶ πολυμερές. ὡς καὶ
15τοὺς ὑλαίους καὶ καταγωγοὺς τῶν ψυχῶν δαίμονας ἐσχάτους ὑποστῆσαι καὶ εἰς τὸ μερικώτατον προελθεῖν τῆς ἐνεργείας εἶδος καὶ πρόσυλον. τὰ δ’ ἡρωϊκά, τὰς μὲν ἀνθρωπίνας ψυ‐ χὰς εἰς ὕψος αἴροντα καὶ ἀνάγοντα δι’ ἔρωτος, νοερᾶς δὲ
ζωῆς χορηγὰ καὶ μεγαλουργοῦ καὶ μεγαλόφρονος καὶ ὅλως75
20ἐπιστρεπτικὴν κληρωσάμενα τάξιν καὶ πρόνοιαν καὶ τὴν πρὸς τὸν θεῖον νοῦν συγγένειαν, εἰς ὃν καὶ ἐπιστρέφει τὰ δεύτερα· διὸ καὶ τὴν ἐπωνυμίαν ἔλαχε ταύτην, ὡς αἵρειν καὶ ἀνατεί‐ νειν τὰς ψυχὰς ἐπὶ θεοὺς δυνάμενα. ταῦτα δὲ τὰ τριπλᾶ γένη μετὰ θεοὺς ἐξήρτηται μὲν αὐτῶν ἀεί, διῄρηται δ’ ἀπ’
25ἀλλήλων· καὶ τὰ μὲν αὐτῶν ἐστιν νοερὰ κατ’ οὐσίαν, τὰ δὲ ἐν λογικαῖς οὐσίωται ψυχαῖς, τὰ δὲ καὶ ἐν ἀλόγοις καὶ φαν‐ ταστικαῖς ὑφέστηκε ζωαῖς, καὶ δῆλον ὅτι τὰ μὲν νοερὰ φρό‐ νησιν ἔλαχεν ὑπεραίρουσαν τὴν ἀνθρωπίνην φύσιν, αἰωνίως συνημμένην τοῖς νοουμένοις, τὰ δὲ λογικὰ διεξοδικῶς κατὰ
30τὴν φρόνησιν ἐνεργεῖ, τὰ δ’ ἄλογα φρονήσεώς ἐστιν ἄμοιρα· τῇ γὰρ ὕλῃ καὶ τοῖς ἀφεγγεστάτοις τοῦ παντὸς ἐποικεῖ καὶ συνδεῖ τὰς ψυχὰς τοῖς εἰδωλοποιοῖς κόλποις καὶ ἄγχει τὰς εἰς ἐκείνην τὴν χώραν ὑπενεχθείσας, ἕως ἂν ἐκτίσωσιν τὴν προσήκουσαν δίκην. τὰ γοῦν τρία ταῦτα γένη τὰ κρείττονα
35ἡμῶν νῦν (p 397de) ὁ Σωκράτης δαίμονας καλεῖ. εἰ δὲ τὸ ἔνυλον τῶν δαιμόνων φῦλον ἀπᾴδει πρὸς τὴν ἐτυμηγορίαν, μὴ θαυμάσῃς· καὶ γὰρ ὑπερέχον ἐστὶ τοῦτο, καὶ ἴσως παρὰ τὸ δαίω τὸ μερίζω ὡς χαῖρον τῷ μερισμῷ.
in Cra
.

129

Ὅτι τριττῆς οὔσης τῆς ὑπάρξεως τῶν κρειττόνων ἡμῶν γενῶν, νοερᾶς λογικῆς φανταστικῆς, ἀναλογεῖ τὸ μὲν χρυσοῦν γένος τῇ νοερᾷ· ὁ γὰρ χρυσὸς ἀνεῖται τῷ πρωτίστῳ τῶν κόσμων καὶ ἐμπυρίῳ καὶ νοερῷ, φασὶν οἱ θεολόγοι·
5τὸ δ’ ἀργυροῦν τῇ λογικῇ· καὶ γὰρ ὁ ἄργυρος τῷ μέσῳ καὶ αἰθερίῳ κόσμῳ ἀναλογεῖ· τὸ δὲ χαλκοῦν τῇ ἀλόγῳ καὶ φαν‐ ταστικῇ· καὶ γὰρ ἡ φαντασία νοῦς ἐστιν μορφωτικός, ἀλλ’ οὐ καθαρός, ὥσπερ καὶ ὁ χαλκὸς χρυσοῦ δοκῶν ἔχειν χροιάν, πολύ γε τὸ γήινον ἔχει καὶ ἀντίτυπον καὶ πρὸς τὰ στερεὰ καὶ
10αἰσθητὰ συγγενές· διὸ καὶ ἀναλογεῖ τῷ πολυχάλκῳ οὐρανῷ καὶ χαλκέῳ, ὅς ἐστιν ὁ αἰσθητός, οὗ καὶ ὁ προσεχὴς δημι‐ ουργὸς χαλκεύειν παραδέδοται. καὶ ταῦτα μὲν τὰ τριττὰ γένη τῶν δαιμόνων, οἷς ἀνάλογον τὸ χρυσοῦν τε καὶ ἀργυροῦν καὶ χαλκοῦν γένος· τὸ δὲ τέταρτον καὶ ἡρωϊκὸν γένος τινῶν μέν76
15ἐστιν καταδεέστερον τῶν εἰς τὰ εἰρημένα τρία γένη τελούν‐ των, τινῶν δὲ κρεῖττον. πράξεως μὲν γὰρ ἐφάπτεται τὸ ἡρωϊκὸν γένος, κἂν τῆς τῶν δευτέρων προνοίας καὶ τῆς ἀσχέτου ζωῆς ὑφεῖται, ἔχει δὲ τὸ μεγαλουργόν, καὶ τὸ μεγα‐ λοπρεπὲς τῆς οἰκείας ἀρετῆς ἐνδείκνυται. τὸ δὲ πέμπτον καὶ
20πολυπαθὲς ἀνθρώπινον γένος, ὅπερ τῷ πολυκμήτῳ ἀπεικά‐ ζεται σιδήρῳ καὶ μέλανι διὰ τὸ τῆς ζωῆς ὑλαῖον καὶ ἀφεγγές, τὰς δὲ πράξεις πλημμελεῖς ἐπιδείκνυται διαστρόφους οὔσας καὶ ἀλόγους.
in Cra
.

130

Ὅτι περὶ δαιμόνων καὶ περὶ ἡρώων νῦν (p 397dsqq) ὁ Πλάτων ἐπισκέπτεται οὐ τῶν κατὰ σχέσιν, ἀλλὰ τῶν ἐπέ‐ κεινα τῆς οὐσίας ἡμῶν· ἀλλ’ ἐξ ἀναλογίας ἀπὸ τῶν κατὰ σχέσιν ἀνατρέχει ἐπὶ τοὺς ὑψηλούς, τὸ δ’ ὑλαῖον γένος τῶν
5δαιμόνων παρατρέχει.
in Cra
.

131

Ὅτι τὸ ἐν τῇ ἀρχαίᾳ φωνῇ τοὺς δαίμονας δά‐ μονας λέγεσθαι δηλοῖ ὅτι τῷ α ἀντὶ τῆς αι ἐχρῶντο.
in Cra
.

132

Ὅτι ἐοίκασιν αἱ μὲν συλλαβαὶ καὶ τὰ στοιχεῖα τὸν τῆς οὐσίας λόγον ἔχειν ἐν τοῖς ὀνόμασιν, αἱ δ’ ὀξύτητες καὶ βαρύτητες δυνάμεις εἶναί τινες τῶν ὀνομάτων.
in Cra
.

133

Ὅτι ὁ ἐν ἡμῖν νοῦς Διονυσιακός ἐστιν καὶ ἄγαλμα ὄντως τοῦ Διονύσου. ὅστις οὖν εἰς αὐτὸν πλημμελῇ καὶ τὴν ἀμερῆ αὐτοῦ φύσιν διασπᾷ Τιτανικῶς διὰ τοῦ πολυ‐
σχιδοῦς ψεύδους, οὗτος δηλονότι εἰς αὐτὸν τὸν Διόνυσον77
5ἁμαρτάνει, καὶ μᾶλλον τῶν εἰς τὰ ἐκτὸς τοῦ θεοῦ ἀγάλματα πλημμελούντων, ὅσον ὁ νοῦς μᾶλλον τῶν ἄλλων συγγενής ἐστι τῷ θεῷ.
in Cra
.

134

Ὅτι τὰ ὁλικώτερα τῶν θεῶν γένη μᾶλλον δυ‐ νάμεθα νοεῖν ἤπερ τὰ μερικώτερα. ἐπὶ γὰρ τῶν ἡγεμονικῶν καὶ ἀρχικῶν θεῶν 〈διὰ〉 τὸ ὁλικὸν αὐτῶν τῆς ὑποστάσεως καὶ ἐπὶ πάντα διατεῖνον σαφέστερον ἀντιλαμβανόμεθα τῆς.
5γνώσεως ἤπερ ἐπὶ τῶν ἀπολύτων, καὶ τὸν μέγιστον Δία 〈διὰ τὸ〉 χορηγὸν εἶναι τοῦ ζῆν πᾶσιν καὶ δημιουργὸν ῥᾷον μαν‐ θάνομεν ἤπερ τὸ〈ν〉 μόνοις τοῖς οὐρανίοις τὸ ζῆν παρέχοντα· καὶ ὅτι εἷς μὲν ὁ δημιουργὸς ὅλος πᾶσι δῆλον, ὅτι δὲ τρεῖς οἱ μερικώτεροι, τοῦτο ἐργῶδες νοῆσαι.
in Cra
.

135

Ὅτι ἕκαστος τῶν θεῶν, καθ’ ὅσον ἑαυτὸν γι‐ νώσκει καὶ τὰ ἄλλα πάντα θεῖα γένη καὶ μετέχει πάντων καὶ ἀφώρισται κατὰ τὴν ἰδίαν ὕπαρξιν, κατὰ τοσοῦτον ὑπόστασιν παρέχεται τοῖς θείοις ὀνόμασιν, ἅπερ ἡμῖν ἐστιν ἄγνωστα καὶ
5ἄφθεγκτα, εἴπερ ψυχικῶς ἐν ἡμῖν πάντα τά τε νοερὰ καὶ τὰ θεῖα. εἰ δὲ μὴ συστοίχως τῷ νῷ εἰσιν ἐν τῇ ψυχῇ τὰ νοή‐ ματα, ἀλλ’ εἰκονικῶς καὶ ἐν ὑφέσει, πολλῷ πλέον ἡ ψυχὴ περὶ θεῶν νοεῖν εἰλικρινῶς ἰλιγγιάσει, εἰκονικῶς δὲ μόνον δύναται περί τε οὐσίας θεοῦ καὶ περὶ ὀνομασίας λαβεῖν ἐν‐
10νοίας.
in Cra
.

136

Ὅτι ὥσπερ ὁ τὸ ἐγκόσμιον πᾶν φῶς ἀφ’ ἑαυ‐ τοῦ χορηγῶν Ἥλιος καλεῖται, οὕτως καὶ ὁ τὴν ἀλήθειαν ἀφ’ ἑαυτοῦ χορηγῶν Ἀπόλλων καλεῖται.
in Cra
.

137

Ὅτι κατὰ τὸ ἀνάλογον τῶν τε οὐσιῶν καὶ τῶν γνώσεων ἐπί τε τῶν θεῶν καὶ τῶν ἀγγέλων καὶ τῶν δαιμό‐ νων καὶ τῶν ψυχῶν καὶ ἡ τῶν ὀνομάτων τῶν θείων ἐξαλ‐
λαγὴ γίνεται· οὐ γὰρ ὥσπερ οἱ ἄγγελοι μειζόνως καὶ νοερω‐78
5τέρως καλοῦσι τοὺς θεοὺς καὶ ἑαυτούς, οὕτως καὶ αἱ ὑπο‐ δεέστεραι φύσεις δαιμόνων ἢ ἡρώων ἢ ψυχῶν.
in Cra
.

138

Πρεσβυτάτην δὲ θεῶν Ἑστίαν κελα‐
δήσατ
ε, κοῦροι· ἐν γὰρ ταῖς εὐχαῖς πρὸ τῶν ἄλλων τὴν Ἑστίαν ὑμνεῖν παρε‐ κελεύοντο.
in Cra
.

139

Ὅτι ὁ Κρόνος μετὰ τῆς Ῥέας παράγει τήν τε Ἑστίαν καὶ τὴν Ἥραν συστοίχους οὔσας τοῖς δημιουργικοῖς αἰτίοις. ἡ μὲν γὰρ Ἑστία ἐνδίδωσιν ἀφ’ ἑαυτῆς τὴν ἀκλινῆ διαμονὴν καὶ ἕδραν ἐν ἑαυτοῖς καὶ τὴν οὐσίαν ἀδιάλυτον, ἡ
5δ’ Ἥρα τὴν πρόοδον καὶ τὸν εἰς τὰ δεύτερα πολλαπλασιασμὸν ἐνδίδωσι, καὶ ἔστιν ζωοποιὸς πηγὴ τῶν λόγων καὶ τῶν γονί‐ μων δυνάμεων μήτηρ. διὸ καὶ αὕτη μὲν συνέρχεσθαι τῷ δημιουργικῷ Διῒ λέγεται [καὶ] διὰ τῆς κοινωνίας ἀπογεννῶσα μητρικῶς ὅσα ὁ Ζεὺς πατρικῶς, ἡ δ’ Ἑστία μένειν ἐφ’ ἑαυ‐
10τῆς ἄχραντον τὴν παρθενίαν ἔχουσα καὶ ταυτότητος αἰτία οὖσα πᾶσιν· ἑκατέρα δὲ μετὰ τῆς οἰκείας τελειότητος καὶ τὴν τῆς λογικῆς δύναμιν κατὰ τὴν μέθεξιν κέκτηται, καὶ διὰ τοῦτο ἄρα οἱ μὲν τὴν Ἑστίαν ἀπὸ τῆς ἐσσίας κεκλῆσθαί φασιν, εἰς τὴν οἰκείαν αὐτῆς ἀποβλέψαντες ὕπαρξιν· οἱ δὲ
15εἰς τὴν ζωογονικὴν καὶ κινητικὴν δύναμιν τὴν ἐκ τῆς Ἥρας αὐτῇ ἐνοῦσαν, ὠσίαν, ὤσεως οὖσαν αἰτίαν· πάντα γὰρ ἐν πᾶσι τὰ θεῖά ἐστιν καὶ διαφερόντως τὰ σύστοιχα ἀλλήλων μετέχει καὶ ἐν ἀλλήλοις ὑφέστηκεν. ἕκαστος οὖν τῶν τε δη‐ μιουργικῶν καὶ ζωογονικῶν διακόσμων αὐτὸ τὸ εἶναι ὅπερ
20ἐστὶν ἐκ τῆς Ἑστίας μεταλαβὼν ἔχει, καὶ οἱ ἐν οὐρανῷ κύ‐ κλοι τῶν πλανωμένων τὸ ὡσαύτως ἐξ αὐτῆς ἔχουσι, καὶ οἱ
πόλοι καὶ τὰ κέντρα τὸ ἠρεμεῖν ἀεὶ παρ’ αὐτῆς ἔλαχον.79
in Cra
.

140

Ὅτι ἡ Ἑστία οὐ τὴν οὐσίαν δηλοῖ, ἀλλὰ τὴν μο‐ νὴν καὶ σταθερὰν ἵδρυσιν ἐν ἑαυτῇ τῆς οὐσίας· διὸ καὶ μετὰ τὸν μέγαν Κρόνον προῆλθεν ἡ θεὸς αὕτη. τὰ γὰρ πρὸ τοῦ Κρόνου τὸ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ οὐκ ἔχει, ἀλλ’ ἀπὸ Κρόνου ἄρχεται
5τοῦτο· καὶ τὸ μὲν ἐν ἑαυτῷ τῆς Ἑστίας, τὸ δὲ ἐν ἄλλῳ τῆς Ἥρας ἴδιον.
in Cra
.

141

Ὅτι ἡ τοῦ Ἡσιόδου θεολογία (453 sqq) ἐκ μονά‐ δος τῆς Ῥέας παράγει κατὰ μὲν τὰ κρείττω τῆς συστοιχίας τὴν Ἑστίαν, κατὰ δὲ τὰ χείρω τὴν Ἥραν, κατὰ δὲ τὰ μεταξὺ τὴν Δήμητρα. ὁ δ’ Ὀρφεὺς (frg 106) τρόπον μέν τινα τὴν
5αὐτὴν εἶναι τὴν Δήμητρα τῇ ὅλῃ ζωογονίᾳ, τρόπον δ’ ἄλλον οὐ τὴν αὐτήν· ἄνω μὲν γὰρ οὖσα Ῥέα ἐστί, κάτω δὲ μετὰ τοῦ Διὸς Δημήτηρ· καὶ γὰρ τὰ παραγόμενα ὅμοιά εἰσιν τοῖς παράγουσιν καὶ σχεδὸν τὰ αὐτά.
in Cra
.

142

Ὅτι ἀσφαλῶς δεῖ νῦν (p 402b) ἀκούειν περὶ τῶν ῥευμάτων καὶ κινήσεων· οὐ γὰρ εἰς τὴν τοῦ Ἡρακλείτου ἔνυ‐ λον ῥοὴν ὁ Σωκράτης κατέρχεται (ψεῦδος γὰρ καὶ ἀνάξιον τοῦτο τῆς Πλάτωνος διανοίας)· ἀλλ’ ἐπεὶ ἀναλόγως τὰ θεῖα
5δι’ εἰκόνων οἰκείων ἑρμηνεύειν θέμις, εἰκότως τὰς πηγαίας θεότητας καὶ Κρονίας ἐν ταυτῷ παίζων ἅμα καὶ σπουδάζων ὁ Σωκράτης ῥεύμασιν ἀπεικάζει διὰ τὸ ἀεὶ ἐποχετεύεσθαι τὰ ἀγαθὰ ἐκ τῶν ἄνω τοῖς κάτω. διὸ καὶ κατὰ τὴν τῶν ποτα‐ μῶν εἰκόνα μετὰ τὰς πηγαίας θεότητας ἀεννάως τὰ ἀγαθὰ
10βλυστανούσας αἱ ἀρχικαὶ θεότητες ἀνυμνοῦνται· μετὰ γὰρ τὴν πηγὴν [τοῦ ποταμοῦ] ἡ ἀρχὴ αὐτῶν θεωρεῖται.
in Cra
.

143

Ὅτι οἱ ἰδίως νοεροὶ καλούμενοι θεοὶ ὁλικοί, ὧν
ἐστι πατὴρ ὁ μέγας Κρόνος, πηγαῖοι ἰδίως καλοῦνται. τοῦδε γὰρ ἐκθρῴσκουσιν ἀμείλικτοί τε κεραυνοί, φησὶ τὸ λόγιον (or chald p 20) περὶ Κρόνου· περὶ δὲ τῆς80
5ζωογόνου πηγῆς Ῥέας, ἐξ ἧς πᾶσα ζωὴ θεία τε καὶ νοερὰ καὶ ψυχικὴ καὶ ἐγκόσμιος ἀπογεννᾶται, οὕτως φασὶν τὰ λόγια (or chald p 30)· Ῥείη τοι νοερῶν μακάρων πηγή τε ῥοή τε· πάντων γὰρ πρώτη δυνάμεις κόλποισιν ἀφράστοις
10 δεξαμένη, γενεὴν ἐπὶ πᾶν προχέει τροχάουσαν. καὶ γὰρ τὴν τῆς ζωῆς ἁπάσης ἄπειρον χύσιν ὑφίστησιν ἡ θεὸς αὕτη καὶ τὰς ἀνεκλείπτους ἁπάσας δυνάμεις, καὶ κινεῖ πάντα κατὰ τὰ μέτρα τῶν θείων κινήσεων, καὶ ἐπιστρέφει πρὸς ἑαυτὴν πάντα ἑδράζουσα ἐν ἑαυτῇ ὡς σύστοιχος τῷ
15Κρόνῳ. λέγεται οὖν Ῥέα καὶ διὰ τὸ ἐπιρρεῖν ἀεὶ τὰ ἀγαθὰ καὶ διὰ τὸ αἰτίαν εἶναι τῆς θείας ῥᾳστώνης, θεοὶ ῥεῖα ζώ‐ οντες· ἀνάκειται δὲ αὐτῇ τὸ ὕδωρ καὶ τὰ ὑδραγωγὰ πάντα.
in Cra
.

144

Ὅτι ὁ Ὠκεανὸς ἅπασι τῆς ὀξείας καὶ ἀκμαιοτά‐ της ἐνεργείας αἴτιός ἐστιν τοῖς θεοῖς καὶ τῶν διακρίσεων τῶν τε πρώτων καὶ μέσων καὶ τελευταίων διακόσμων ἀφοριστικός, τῇ μὲν ὠκύτητι τοῦ νοῦ πρὸς ἑαυτὸν ἐπεστραμμένος καὶ τὰς
5οἰκείας ἀρχάς, πάντα δ’ ἀφ’ ἑαυτοῦ κινῶν εἰς τὰς οἰκείας αὐ‐ τοῖς ἐνεργείας καὶ τελειῶν τὰς δυνάμεις αὐτῶν καὶ ἀνεκλεί‐ πτους ἀπεργαζόμενος. ἡ δὲ Τηθὺς τὴν μονὴν ἐντίθησι τοῖς ὑπὸ τοῦ Ὠκεανοῦ κινουμένοις, καὶ τὴν ἑδραιότητα παρέχεται τοῖς διεγειρομένοις ὑπ’ ἐκείνου εἰς τὴν ἀπογέννησιν τῶν δευ‐
10τέρων καὶ τὴν καθαρότητα τῆς οὐσίας τοῖς ἀκμαίως πάντα
παράγειν ἐφιεμένοις, ὡς πᾶν τὸ διαττώμενον καὶ διηθού‐ μενον τῶν θείων ὑποστάσεων ἀνέχουσα. ἕκαστον γὰρ τῶν πρωτίστων αἰτίων, κἂν τοῖς δευτέροις παρέχῃ τὴν τῶν ἀγα‐ θῶν μετουσίαν, ἀλλ’ ὅμως κατέχει παρ’ ἑαυτῷ τὸ ἄχραντον81
15καὶ ἀμιγὲς καὶ καθαρὸν τῆς μεθέξεως, οἷον τῆς ζωῆς ἢ τοῦ ὄντος ἢ τῆς νοήσεως. πεπλήρωται μὲν ὁ νοῦς καὶ πληροῖ τὴν ψυχήν, ἀλλὰ ἱδρύσας ἐν ἑαυτῷ τὸ εἰλικρινὲς ἑκάστου τού‐ των καὶ ἐξῃρημένον, ἐπιλάμπει καὶ τοῖς δευτέροις ἀφ’ ἑαυτοῦ τὰ καταδεέστερα μέτρα τούτων τῶν ἀγαθῶν· καὶ ἡ μὲν ἀκμὴ
20τῶν ἐνεργειῶν διὰ τὸν Ὠκεανὸν ὑπάρχει τοῖς πρεσβυτέροις, τὸ δὲ διαττώμενον καὶ διηθούμενον διὰ τὴν Τηθύν. πάντα γὰρ τὰ ἐκ τῶν ὑπερκειμένων ἐνδιδόμενα τοῖς δευτέροις, εἴτε οὐσίας εἴτε ζωὰς εἴτε νοήσεις εἴποις, διηθοῦνται· καὶ ὅσα μὲν αὐτῶν ἐστιν πρωτουργὰ ἑδράζεται ἐν αὐτοῖς, ὅσα δ’ ἂν
25εἴη ἀτελέστερα μεθίενται τοῖς ὑφειμένοις, ὥσπερ καὶ τὰ να‐ ματιαῖα ὕδατα τὰ μὲν ἐγγυτέρω τῆς ἀρχῆς ὄντα καθαρώτερα, τὰ δὲ πορρωτέρω θολερώτερα. εἰσὶν οὖν ὅ τε Ὠκεανὸς καὶ ἡ Τηθὺς πηγαῖοι θεοὶ κατὰ τὰς πρωτίστας ἑαυτῶν ὑποστάσεις· διὸ καὶ ὁ Σωκράτης νῦν
30(p 402b) πατέρας τῶν ῥευμάτων αὐτοὺς εἴρηκεν. προέρχονται δὲ καὶ εἰς τοὺς ἄλλους διακόσμους τῶν θεῶν, ἀρχικῶς τε καὶ ἀπολύτως καὶ οὐρανίως τὰς αὐτὰς ἐν ἑκάστοις ἐπιδεικνύμενοι δυνάμεις. ὁ δέ γε Τίμαιος (p 40e) καὶ τὰς ὑποσελήνους αὐτῶν ἀνύμνησεν τάξεις, πατέρας μὲν Κρόνου καὶ Ῥέας αὐ‐
35τοὺς καλῶν, ἐγγόνους δ’ Οὐρανοῦ καὶ Γῆς. τελευταῖαι δ’ αὐτῶν εἰσιν αἱ περὶ γῆν [μὲν] μερισταὶ λήξεις, αἵ τε ὑπὲρ αὐτῆς φαινόμεναι καὶ αἱ ὑπὸ γῆν διορίζουσαι τὴν Ἅιδου βα‐ σιλείαν τῆς τοῦ Ποσειδῶνος ἀρχῆς.
in Cra
.

145

Ὅτι ὁ Κρόνος καὶ τῇ Ῥέᾳ καὶ τῷ Διῒ συντάττεται,
ἀλλὰ τῇ μέν, ὡς πατὴρ δυνάμει γονίμῳ, τῷ δέ, ὡς νοητὸς νῷ.82
in Cra
.

146

Ὅτι γαμεῖν λέγεται (p 402b) ὅ τε Ὠκεανὸς τὴν Τηθὺν καὶ Ἥραν ὁ Ζεὺς καὶ τὰ τοιαῦτα, ὡς κατὰ τὴν τῶν ὑφειμένων ἀπογέννησιν τὴν πρὸς αὐτὴν κοινωνίαν ἐνστησά‐ μενος· ἡ γὰρ ὁμονοητικὴ σύνταξις τῶν θεῶν καὶ ἡ ὁμοφυὴς
5συνέργεια πρὸς τὰς ποιήσεις γάμος ἀποκαλεῖται παρὰ τοῖς θεολόγοις (fr 91).
in Cra
.

147

Ὅτι ὠνόμασται ἡ Τηθὺς παρὰ τὸ διαττώ‐ μενον καὶ ἠθούμενον, οἷον Διαττηθύς, καὶ ἀφαιρέσει τῶν πρώτων δύο συλλαβῶν Τηθύς.
in Cra
.

148

Ὅτι ὁ μὲν Κρόνος τῆς Τιτανικῆς διακοσμή‐ σεως τῶν θεῶν ἐστι μονάς, ὁ δὲ Ζεὺς τῆς δημιουργικῆς. διττὸς δ’ οὗτος, ὁ μὲν ἐξῃρημένος καὶ τῷ Κρόνῳ συνταττό‐ μενος, πηγαῖος ὢν καὶ ὅλως εἰς τὴν τριάδα τῶν νοερῶν πα‐
5τέρων τελῶν καὶ τὸ πέρας αὐτῶν συνελίσσων· ὁ δὲ τοῖς Κρο‐ νίδαις συναριθμούμενος καὶ τὴν Κρονικὴν ἀκρότητα καὶ τὴν ἀρχὴν ἐν τῇ τριάδι ταύτῃ κληρωσάμενος, περὶ οὗ λέγει καὶ ὁ Ὁμηρικὸς Ποσειδῶν (O 187).
τρεῖς γάρ τ’ ἐκ Κρόνου εἰμὲν ἀδελφεοί·
10καὶ ὁ μὲν πρῶτος Ζεύς, ἅτε ὅλων ὢν δημιουργός, πρώτων τε καὶ μέσων καὶ τελευταίων βασιλεύς ἐστιν· περὶ οὗ καὶ ὁ Σω‐ κράτης ἔναγχος (p 396ab) ἔλεγεν ὅτι ἐστὶν ἄρχων τε καὶ βα‐ σιλεὺς τῶν πάντων, καὶ ὅτι πᾶσιν ἡ ζωὴ δι’ αὐτοῦ ἐστιν καὶ ἡ σωτηρία· τὸ γὰρ πᾶσιν προκείμενον τὸν πρὸ τῶν τριῶν
15δηλοῖ Δία. ὁ δὲ ἀρχικὸς Ζεὺς καὶ σύστοιχος τῶν τριῶν Κρο‐ νιδῶν τὴν τρίτην ἐπιτροπεύει μοῖραν τῶν ὅλων κατὰ τὸ τριχθὰ δὲ πάντα δέδασται (Hom. O 189), καὶ ἔστιν ἀκρό‐ τατος τῶν τριῶν καὶ ὁμώνυμος τῷ πηγαίῳ καὶ ἡνωμένος αὐτῷ καὶ καλεῖται μοναδικῶς Ζεύς· ὁ δὲ δεύτερος δυαδικῶς
20καλεῖται Ζεὺς ἐνάλιος καὶ Ποσειδῶν. ὁ δὲ τρίτος τριαδικῶς Ζεύς τε καταχθόνιος καὶ Πλούτων καὶ Ἅιδης. καὶ ὁ μὲν πρῶτος τὰ ἀκρότατα σῴζει καὶ δημιουργεῖ καὶ ζωοποιεῖ, ὁ δὲ δεύτερος τὰ δεύτερα, ὁ δὲ τρίτος τὰ τρίτα· διὸ καὶ ἁρπάζειν λέγεται τὴν Κόρην οὗτος, ἵνα μετ’ αὐτῆς τὰ πέρατα ψυχώσῃ83
25τῶν ὅλων.
in Cra
.

149

Ὅτι τῆς Τιτανικῆς διακοσμήσεως διαιρούσης μὲν ἑαυτὴν ἀπὸ τῆς συνοχικῆς τοῦ Οὐρανοῦ τάξεως, ἐχούσης δέ τι καὶ μένον ἐν αὐτῇ καὶ συμφυές, ὁ μὲν Κρόνος ἡγεμών ἐστιν τῆς διακρίσεως, καὶ διὰ τοῦτο ὁπλίζει καὶ τοὺς ἄλλους
5κατὰ τοῦ πατρὸς καὶ αὐτὸς ὑποδέχεται τὴν ἅρπην παρὰ τῆς μητρός, δι’ ἧς ἀφορίζει τὴν ἑαυτοῦ βασιλείαν ἀπὸ τῆς Οὐρα‐ νίας· ὁ δ’ Ὠκεανὸς συντέτακται τοῖς μένουσιν ἐν τοῖς τοῦ πατρὸς ἤθεσιν καὶ τὴν μεσότητα φρουρεῖ τῶν δύο διακόσμων, ὡς μὲν Τιτὰν τοῖς μετὰ τοῦ Κρόνου θεοῖς συναριθμούμενος,
10ὡς δὲ τὴν πρὸς τὸν Οὐρανὸν σύνταξιν ἀγαπῶν τοῖς συνοχι‐ κοῖς ἑαυτὸν συνάπτων. προσήκει γὰρ δὴ τῷ ὁρίζοντι τὰς πρώτας καὶ δευτέρας διακοσμήσεις ἐν μέσῳ τετάχθαι τῶν διο‐ ριζομένων· πανταχοῦ δὲ ὁ θεὸς οὗτος τοιαύτην κεκλήρωται δύναμιν καὶ διακρίνει τὰ γένη τῶν θεῶν. τὰ μὲν Τιτανικὰ
15τῶν συνοχικῶν, τὰ δὲ ζωογονικὰ τῶν δημιουργικῶν· ὅθεν δὴ καὶ ἡ παλαιὰ φήμη τὸν διορίζοντα τὸ φανερὸν τοῦ οὐρανοῦ καὶ τὸ ἀφανὲς Ὠκεανὸν καλεῖ, καὶ διὰ τοῦτο τόν τε ἥλιον καὶ τοὺς ἄλλους ἀστέρας ἐξ Ὠκεανοῦ φασιν ἀνίσχειν οἱ ποιηταί. διὰ τούτων ἄρα τῶν δύο συζυγιῶν πᾶσαν τὴν Τιτανικὴν τάξιν
20περιείληφεν ὁ λόγος μένουσάν τε καὶ προϊοῦσαν ὁμοῦ, καὶ διὰ μὲν τῆς Κρονίας πᾶν τὸ διακρινόμενον ἀπὸ τῶν πατέρων, διὰ δὲ τῆς Ὠκεανίτιδος πᾶν τὸ συναφὲς πρὸς τοὺς συνεκτι‐
κοὺς θεούς· ἤ, εἰ βούλει λέγειν, διὰ μὲν τῆς Κρονίας πᾶν τὸ μητρικὸν αἴτιον, διὰ δὲ τῆς λοιπῆς πᾶν τὸ τῆς πατρικῆς αἰ‐84
25τίας ὑπήκοον· προόδου μὲν γὰρ καὶ διακρίσεως αἴτιον τὸ θῆλυ, ἑνώσεως δὲ καὶ μονῆς σταθερᾶς τὸ ἄρρεν.
in Cra
.

150

Ὅτι τῆς δημιουργικῆς τριάδος τῆς διελομένης τὸν σύμπαντα κόσμον καὶ τὴν ἀδιαίρετον καὶ μίαν καὶ ὅλην τοῦ πρωτίστου Διὸς δημιουργίαν κατανειμαμένης, τὸ μὲν ἀκρότα‐ τόν ἐστιν καὶ πατρὸς ἔχον λόγον ὁ Ζεύς, ὃς δὴ διὰ τὴν πρὸς
5τὸν ὅλον δημιουργικὸν νοῦν ἕνωσιν τῆς αὐτῆς ἐπωνυμίας τυχὼν παρεῖται νῦν (p 402d) τῷ Πλάτωνι διὰ τοῦτο αὐτό· τὸ δὲ μέσον καὶ συνδετικὸν ἀμφοῖν τοῖν ἄκροιν ὁ Ποσειδῶν ἐκληρώσατο, πληρούμενος μὲν ἀπὸ τῆς τοῦ Διὸς οὐσίας, πλη‐ ρῶν δὲ τὸν Πλούτωνα. ἔστιν γὰρ τῆς ὅλης ταύτης τριάδος
10πατὴρ μὲν ὁ Ζεύς, δύναμις δ’ ὁ Ποσειδῶν, νοῦς δ’ ὁ Πλού‐ των. πάντων μὲν ἐν πᾶσιν ὄντων, ἄλλου δὲ κατ’ ἄλλο τὸν χαρακτῆρα δεχομένου τῆς ὑποστάσεως· ἐπεὶ καὶ ὁ μὲν Ζεὺς κατὰ τὸ εἶναι ὑφέστηκεν. ὁ δὲ Ποσειδῶν κατὰ τὴν δύναμιν, ὁ δὲ Πλούτων κατὰ τὸν νοῦν· καίτοι ζωῆς πάντων αἴτιοι
15πάντες, ἀλλ’ ὁ μὲν οὐσιωδῶς ὁ δὲ ζωτικῶς ὁ δὲ νοερῶς. ὅθεν καὶ ὁ θεολόγος (frg 186) τοὺς μὲν ἄκρους μετὰ τῆς Κόρης φησὶ τά τε πρῶτα καὶ τὰ ἔσχατα δημιουργεῖν, τὸν δὲ μέσον καὶ ἄνευ ἐκείνης, ἀπὸ τοῦ σφετέρου κλήρου τὴν γεννητικὴν αἰτίαν συντάξαντα· διὸ καὶ φασὶν τὴν Κόρην ὑπὸ μὲν τοῦ
20Διὸς βιάζεσθαι, ὑπὸ δὲ τοῦ Πλούτωνος ἁρπάζεσθαι. τὸν δὲ μέσον φασὶν αἴτιον εἶναι κινήσεως ἅπασιν, ὡς καὶ αὐτοῖς τοῖς ἀκινήτοις· διὸ καὶ Ἐννοσίγαιος καλεῖται, ὡς κινήσεως ἐξάρχων, καὶ ἐν τοῖς κληρουμένοις τὴν τοῦ Κρόνου βασιλείαν ὁ μέσος κλῆρος καὶ ἡ εὐκίνητος θάλασσα αὐτῷ ἀνάκειται.
25κατὰ πᾶσαν οὖν διαίρεσιν Δίια μέν ἐστιν τὰ ἀκρότατα, Πο‐ σειδώνια δὲ τὰ μέσα, Πλουτώνια δὲ τὰ ἔσχατα, κἂν εἰς τὰ κέντρα ἀποβλέψειας, οἷον τὸ ἀνατέλλον τὸ μεσουρανοῦν τὸ
δῦνον, κἂν τὸν ὅλον κόσμον διαιρῇς, οἷον εἰς τὸ ἀπλανὲς καὶ πλανώμενον καὶ ὑπὸ σελήνην, κἂν τὸ γενητόν, εἰς τὸ πύρινον85
30καὶ τὸ χθόνιον καὶ τὸ μεταξύ· κἂν τὴν γῆν, εἰς τὰ ἄκρα αὐ‐ τῆς καὶ τὰ μέσα καὶ κοῖλα καὶ τὰ ὑποχθόνια· πανταχοῦ γὰρ ἡ τριὰς αὕτη κατενείματο τοῖς δημιουργικοῖς ὅροις τὰς πρώ‐ τας καὶ μέσας καὶ τελευταίας τῶν δημιουργημάτων διαφοράς.
in Cra
.

151

Ὅτι τριχῶς τὸ Ποσειδῶν ὄνομα ἀναλέλυται νῦν (p 402esqq), καὶ γὰρ τριαινοῦχος ὁ Ποσειδῶν, καὶ οἱ Τρί‐ τωνες καὶ ἡ Ἀμφιτρίτη οἰκεῖα τοῦ θεοῦ τούτου. καὶ τὸ μὲν πρῶτον ἀπὸ τοῦ κλήρου τοῦ ἐπιτροπευομένου καὶ τῶν εἰς
5τὴν γένεσιν ἐλθουσῶν ψυχῶν, ὧν ὁ ταὐτοῦ κύκλος πεπέδη‐ ται, εἴπερ καὶ ἡ θάλασσα τῇ γενέσει ἀναλογεῖ. τὸ δὲ δεύτε‐ ρον ἀπὸ τῆς πρὸς τὸ πρῶτον κοινωνίας, καθ’ ὃ συγκριτικῶς εἴρηται (Hom. N 355) περὶ τοῦ Διός· ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδει·
10καὶ γὰρ προσεχὲς νοητὸν τοῦ Ποσειδῶνος ὁ τοιοῦτος Ζεύς. τὸ δὲ τρίτον ἀπὸ τῆς εἰς τὰ ἐκτὸς ἐνεργείας καὶ τῆς πρὸς τὸν Πλούτωνα κοινωνίας· κἀκεῖνος γὰρ κινητικός ἐστιν τῆς φύσεως καὶ ζωοποιὸς τῶν τελευταίων, καὶ αὐτὴν ἐπιτροπεύει τὴν γῆν καὶ ἀνεγείρει πρὸς τὰς ἀπογεννήσεις.
in Cra
.

152

Ὅτι Ποσειδῶν ἐστιν θεὸς νοερὸς δημιουργικὸς καὶ τὰς ψυχὰς κατιούσας εἰς τὴν γένεσιν ὑποδεχόμενος, Ἅιδης δὲ θεὸς νοερὸς δημιουργικὸς τὰς ψυχὰς λύων ἀπὸ τῆς γενέσεως· τῆς γὰρ ὅλης ἡμῶν περιόδου τριχῇ διῃρημένης, εἴς τε τὴν
5πρὸ τῆς γενέσεως Διιακὴν ζωὴν εἴς τε τὴν ἐν γενέσει Ποσει‐ δωνιακὴν καὶ εἰς τὴν μετὰ τὴν γένεσιν Πλουτωνιακήν, εἰκό‐ τως ὁ Πλούτων κατὰ τὸν νοῦν χαρακτηριζόμενος ἐπιστρέφει τὰ τέλη ταῖς ἀρχαῖς, κύκλον ἄναρχον καὶ ἀτελεύτητον ἀποτε‐ λῶν οὐ μόνον ἐπὶ τῶν ψυχῶν ἀλλὰ καὶ ἐπὶ πάσης τῆς δημι‐
10ουργίας τῶν τε σωμάτων καὶ ἁπλῶς πασῶν περιόδων, τοῦτο ἀνελίσσων ἐξ ἀιδίου, οἷον τὰς τῶν ψυχῶν τῶν ἀστρῴων τε καὶ τῶν περὶ τὴν γένεσιν ἀνελίξεις τῶν κινήσεων, καὶ τὰ τοιαῦτα. οὐκοῦν ὁ Ζεὺς ἐπιτροπεύει τὴν ζωὴν τῶν πρὸ τῆς γενέσεως ψυχῶν.86
in Cra
.

153

Ὅτι κακῶς τινας ἀναλύοντας τὸ μὲν τοῦ Πλού‐ τωνος ὄνομα εἰς τὸν ἐκ τῆς γῆς πλοῦτον διά τε τοὺς καρ‐ ποὺς καὶ τὰ μέταλλα, τὸν δὲ Ἀίδην εἰς τὸ ἀιδὲς καὶ σκοτεινὸν καὶ φοβερόν, ἐπιρραπίζει νῦν (p 403e 404b) ὁ Σωκράτης,
5εἰς ταὐτὸν ἄγων σημαινόμενον τὰ δύο ὀνόματα. τὸν μὲν Πλούτωνα ὡς νοῦν εἰς τὸν τῆς φρονήσεως πλοῦτον, τὸν δὲ Ἀίδην εἰς τὸν εἰδότα νοῦν τὰ πάντα· σοφιστὴς γὰρ ὁ θεὸς οὗτος, καὶ τὰς ψυχὰς μετὰ θάνατον καθαίρων ἐλευθεροῖ τῆς γενέσεως. τὸ γὰρ ἀιδές, ὥς τινες κακῶς ἐξηγοῦνται, οὐκ
10ἔστι κακόν· οὐδὲ γὰρ ὁ θάνατος κακόν, εἰ καὶ δοκεῖ τισιν ἐμπαθῶς ἀιδὲς εἶναι· ἀλλ’ ἔστιν ἀιδὲς καὶ κρεῖττον τοῦ ἐμ‐ φανοῦς, οἷον τὸ νοητὸν πᾶν. ὁ οὖν νοῦς ἐν ἑκάστῃ τῶν ὄν‐ των τριάδι συνελίσσει ἑαυτὸν εἰς τὸ ὂν καὶ τὴν πατρικὴν αἰ‐ τίαν κύκλον μιμούμενος.
in Cra
.

154

Ὅτι καὶ τοὺς διὰ τὸν ἐκ τῆς γῆς πλοῦτον τὸν διὰ τῶν καρπῶν καὶ τῶν μετάλλων ἀναλύοντας τὸν Πλού‐ τωνα καὶ οὕτως ἐκλαμβανομένους ἀποδέχεται ὁ θεῖος Πρό‐ κλος.
in Cra
.

155

Ὅτι οἱ φιλοσώματοι ἄνθρωποι, τὰ τῆς ἐμψυχίας πάθη εἰς ἑαυτοὺς κακῶς ἀναφέροντες, φοβερὸν ἡγοῦνται τὸν θάνατον ὡς φθορᾶς αἴτιον· τὸ δ’ ἀληθές, πολλῷ ἄμεινόν ἐστιν ἀνθρώπῳ τελευτήσαντι κατὰ φύσιν ζῆν ἐν Ἅιδου ἤπερ
5μετὰ τοῦ σώματος ζῆν παρὰ φύσιν ὄντα καὶ κωλυόμενον νοε‐
ρῶς ἐνεργεῖν. διὸ δεῖ αὐτὸν τῶν μὲν σαρκίων, ἃ περιβέβληται, ὥσπερ τὸν Ὀδυσσέα τῶν ῥακέων, γυμνωθῆναι, καὶ μη‐ κέτι πτωχῷ λευγαλέῳ ἐναλίγκιον ὄντα μετὰ τῆς τοῦ σώ‐ ματος ἐνδείας δνοπαλίζειν τὰ ἑαυτοῦ ῥάκη·87
10 οὐ γὰρ ἐφικτὰ τὰ θεῖα βροτοῖς τοῖς σῶμα νοοῦσιν, ἀλλ’ ὅσσοι γυμνῆτες ἄνω σπεύδουσι πρὸς ὕψος, ὥς φησι τὸ λόγιον (or chald p 52).
in Cra
.

156

Ὅτι τὴν ἐπιθυμίαν ὁ Πλάτων καθ’ ἕκαστον μό‐ ριον τῆς ψυχῆς θεωρεῖ· ὅ τε γὰρ θυμικὸς τιμῆς ἢ νίκης ὀρέ‐ γεται, καὶ ὁ λογικὸς ἀρετῆς· ὡσαύτως δὲ καὶ θάρρος καὶ εὐ‐ ελπιστίαν καὶ ἡδονὴν καὶ τὰ τούτων ἐναντία περὶ ἕκαστον
5τῆς ψυχῆς μόριον βούλεται θεωρεῖν.
in Cra
.

157

Ὅτι τῷ ἔρωτι τῶν θεῶν καὶ τῷ βουλεύματι αὐτῶν συντρέχει ἡ ἀνάγκη αὐτῶν, πρὸς ἣν οὐδὲ θεὸς μάχεται.
in Cra
.

158

Ὅτι τρία γένη Σειρήνων οἶδεν ὁ μέγας Πλάτων, οὐράνιον, ὅπερ ἐστὶν ὑπὸ τὴν τοῦ Διὸς βασιλείαν, γενεσιουρ‐ γόν, ὅπερ ἐστὶν ὑπὸ τὸν Ποσειδῶνα, καθαρτικόν, ὅπερ ἐστὶν ὑπὸ τὸν Ἅιδην· καὶ ἔστιν κοινὸν αὐτῶν πασῶν τὸ διὰ τῆς
5ἐναρμονίου κινήσεως ὑποκατακλίνειν πάντα τοῖς ἑαυτῶν ἡγε‐ μόσι θεοῖς. διόπερ ἐν οὐρανῷ μὲν τὴν ψυχὴν οὖσαν ἑνίζειν θέλει ταῖς ἐκεῖ διαγωγαῖς· ἐν δὲ τῇ γενέσει ζώσας παρα‐ πλέειν αὐτὰς προσήκει κατὰ τὸν Ὁμηρικὸν Ὀδυσσέα, εἴπερ καὶ ἡ θάλασσα γενέσεως εἰκών, ἵνα μὴ θέλγωνται ὑπὸ τῆς
10γενέσεως· ἐν δὲ τῷ Ἅιδῃ γενομένας συνάπτεσθαι διὰ τῶν νοήσεων πρὸς τὸν θεὸν τοῦτον· ὥστε οἶδεν ὁ Πλάτων ἐν τῇ τοῦ Ἅιδου βασιλείᾳ γένη θεῶν καὶ δαιμόνων καὶ ψυχῶν, αἳ
περιχορεύουσι τὸν θεὸν ὑπὸ τῶν ἐκεῖ Σειρήνων θελγόμεναι.88
in Cra
.

159

Ὅτι οἶδεν ὁ Πλάτων τὸ ὄνομα τὸν σοφιστὴν ἐπὶ σεμνῷ τάττειν πράγματι· τὸν γὰρ πρὸς ἑαυτὸν τὰ ἄλλα δυνάμενον ἐπιστρέφειν οὕτως καλεῖ, οἷον τὸν Δία τὸν Ἅιδην τὸν Ἔρωτα.
in Cra
.

160

Ὅτι οὐ πᾶσαι ψυχαὶ μετὰ τὴν τοῦ σώματος ἀπαλ‐ λαγὴν ἀξιοῦνται τῆς τοῦ Πλούτωνος συνουσίας, ἀλλ’ αἱ σπου‐ δαιότεραι· αἱ γὰρ σωματοειδέστεραι ὑπό τινων δαιμόνων ἢ ἀγγέλων καθαρτικῶν ἐπιπόνως καὶ ἀλγεινῶς ἀπαλλάττονται
5τῆς κακίας.
in Cra
.

161

Ὅτι ὁ δημιουργικὸς Ζεὺς καὶ ἄρχων πάντων τῶν δημιουργῶν, πᾶσαν τὴν τῶν δημιουργῶν σειρὰν ἐξαρτᾶν βου‐ λόμενος τῆς Τιτανικῆς σειρᾶς, εἰκότως δεσμεῖν λέγεται (p 404a) τὸν Κρόνον, ἅτε πρὸς Κρόνον ἐπεστραμμένος καὶ ἐξ αὐτοῦ
5ἠρτημένος καὶ τὰ μήκη καὶ πλάτη τῆς Κρονίας περιωπῆς θεωρῶν καὶ ἐνιδρύων τὸν Κρόνον ἐν ἑαυτῷ· ἔχει γὰρ καὶ ὁ Ζεὺς Κρόνον ἐν ἑαυτῷ διίως. συνδεῖ οὖν τὸν Κρόνον ἐν ἑαυτῷ ὁ Ζεὺς σταθερῶς καὶ μονίμως, καὶ ὁ Ζεὺς συνδέδεται τῷ Κρόνῳ ὡσαύτως.
in Cra
.

162

Ὅτι διττὴ ἡ τῆς ψυχῆς ἄνοδος, ἡ μὲν κατὰ τὸ ἀνιέναι πρὸς τὸ ὂν καὶ ἀποκαθαίρεσθαι τῶν τῇ γενέσει συμ‐ φύλων, ἣν οἱ Πλούτωνος δεσμοὶ μετὰ θάνατον παρέχουσιν· ἡ δὲ κατὰ τὸ ἤδη ἀνεληλυθέναι διὰ τῆς τοῦ Ἅιδου καθάρ‐
5σεως, καὶ κατὰ τὴν ἐκεῖ ζωὴν καὶ διεξαγωγὴν τῶν νοήσεων περιπολεῖν [τὴν ψυχήν], ἣν οἱ τοῦ Κρόνου δεσμοὶ διὰ τῆς τοῦ Διὸς συναφῆς ἀποτελοῦσιν· οἷον γὰρ ἐν τῷ νοητῷ ἴχνος θεῖσα ἡ ψυχὴ διέξεισιν ἐκεῖ τὸ πλάτος τῶν νοητῶν καὶ θεᾶ‐ ται τὰ μακάρια ἐκεῖνα θεάματα, ὡς ὁ ἐν Φαίδρῳ (p 247d)
10Σωκράτης διδάσκει, καὶ ἔστιν αὕτη ἡ ὑστέρα ἀνάβασις μείζων
καὶ τελειοτέρα τῆς προτέρας. τὰς γοῦν περὶ τὸ σῶμα ἐπτοημένας ψυχὰς οὐ μόνον οἱ τοῦ Ἅιδου δεσμοὶ οὐ δύναν‐ ται κατέχειν καὶ ἀνάγειν ἐπὶ τὴν Διὸς ἐπικράτειαν, ἀλλ’ οὐδ’ οἱ τοῦ Κρόνου, οἵτινες, ὡς πατρὸς δηλονότι, καὶ ἰσχυρότεροί89
15εἰσιν.
in Cra
.

163

Ὅτι ὁ μὲν Ποσειδῶν πολλὰ λέγεται (p 402e) εἰ‐ δέναι πρὸς τὸν Δία παραβαλλόμενος, ὁ δὲ Ἅιδης πάντα (p 404b) ὡς πρὸς τὰς ψυχὰς συγκρινόμενος, αἷς τὴν γνῶσιν χορηγεῖ· καίτοι ὁλικώτερος ὁ Ποσειδῶν τοῦ Ἅιδου.
in Cra
.

164

Ὅτι ὥσπερ τὸν Πλούτωνα ἀναλύειν δεῖ οὐκ εἰς τὸ πρόχειρον μόνον, τὸν ἐκ τῆς γῆς πλοῦτον, ἀλλὰ καὶ εἰς τὸν τῆς φρονήσεως πλοῦτον, οὕτως καὶ τὴν Δήμητρα οὐ μόνον εἰς τὴν σωματικὴν τροφήν, ἀλλ’ ἀπ’ αὐτῶν τῶν θεῶν ἀρξα‐
5μένην δεῖ αὐτὴν ἐννοεῖν χορηγὸν οὖσαν τροφῆς πρῶτον μὲν αὐτοῖς τοῖς θεοῖς, εἶτα τοῖς μετ’ ἐκείνους, καὶ φοιτᾶν τὴν σειρὰν τῆς τοιαύτης ἀγαθουργίας μέχρι τῆς σωματικῆς τρο‐ φῆς· καὶ γὰρ καὶ ἡ τοῦ Ἔρωτος ἰδιότης πρώτοις ἐπιλάμπει τοῖς θεοῖς καὶ ἡ τοῦ Ἀπόλλωνος μαντική τε καὶ ἰατρική, καὶ
10τῶν ἄλλων ὡσαύτως.
in Cra
.

165

Ὅτι τροφὴ ἐπὶ θεῶν ἐστιν ἡ τῶν ὑψηλοτέρων τοῖς δευτέροις νοερὰ ἀποπλήρωσις. τρέφονται οὖν οἱ θεοί, ὅταν νοῶσι τοὺς πρὸ ἑαυτῶν θεοὺς καὶ τελειῶνται καὶ ὁρῶσι τὰ νοητὰ κάλλη, οἷον αὐτὴν δικαιοσύνην αὐτὴν σω‐
5φροσύνην καὶ τὰ τοιαῦτα, ὡς ἐν Φαίδρῳ (p 247d) λέλεκται.
in Cra
.

166

Ὅτι ἐν τῷ Κρατύλῳ ὁ μέγας Πλάτων σκοπὸν ἔχει οὐ τὰς πρωτίστας καὶ μέσας καὶ τελευταίας τῶν θεῶν διακοσμήσεις ἀνυμνεῖν, ἀλλὰ μόνας τὰς ἐν τοῖς ὀνόμασιν αὐ‐ τῶν ἐκφαινομένας ἰδιότητας.
in Cra
.

167

Ὅτι τὴν Δήμητρα Ὀρφεὺς μέν, τὴν αὐτὴν λέ‐
γων τῇ Ῥέᾳ εἶναι, λέγει ὅτι ἄνω μὲν μετὰ Κρόνου οὖσα ἀν‐ εκφοίτητος Ῥέα ἐστίν, προβάλλουσα δὲ καὶ ἀπογεννῶσα τὸν Δία Δημήτηρ. λέγει γάρ (frg 106).90
5 Ῥείη τὸ πρὶν ἐοῦσα, ἐπεὶ Διὸς ἔπλετο μήτηρ, Δημήτηρ γέγονε. Ἡσίοδος (Theog. 454) δὲ θυγατέρα τῆς Ῥέας λέγει τὴν Δή‐ μητρα, καὶ συμφωνοῦσι δηλονότι οἱ θεολόγοι· εἴτε γὰρ ἀπὸ τῆς Κρονίας ἑνώσεως εἰς τὴν δευτέραν προῆλθεν διακόσμη‐
10σιν, εἴτε καὶ παῖς ἐστιν τῆς Ῥέας ἡ πρωτίστη, τὸ αὐτὸ γίνε‐ ται. τοιαύτη οὖν οὖσα ἡ Δημήτηρ καὶ πρεσβυτάτην καὶ ἡγε‐ μονικωτάτην τάξιν ἀπὸ τῆς ὅλης ζωογόνου Ῥέας λαχοῦσα καὶ τὰ μέσα κέντρα συνέχουσα τῆς ὅλης ζωογονίας, πληροῖ πάντα μὲν τὰ ὑπερκόσμια τῶν τῆς ζωῆς τῆς παντελοῦς ὀχετῶν, ἀμε‐
15ρίστως καὶ ἑνοειδῶς καὶ ἀδιακρίτως πᾶσιν ἐπιρρέουσα τὸ ζῆν· πρὸ δὲ τούτων αὐτὸν ἡμῖν ἐκφαίνει τὸν δημιουργικὸν νοῦν καὶ τὴν δύναμιν αὐτῷ τῆς τῶν ὅλων ζωοποιίας ἐνδίδωσιν. ὥσπερ γὰρ ὁ Κρόνος αὐτῷ τὴν τοῦ εἶναι καὶ τὴν τῆς οὐσίας αἰτίαν χορηγεῖ ἄνωθεν, οὕτως καὶ ἡ Δημήτηρ ἄνωθεν ἀπὸ
20τῶν ἑαυτῆς κόλπων τῶν γονίμων προχέει τὴν ζωογονίαν τῷ δημιουργῷ· αὐτὴ δὲ τὸ μέσον ἔχουσα πάσης ζωογόνου θεό‐ τητος, ὅλας κυβερνᾷ τὰς ἐν αὐτῇ πηγὰς καὶ τὸν ἕνα περιέχει σύνδεσμον τῶν τε πρωτίστων καὶ τῶν ἐσχάτων τῆς ζωῆς δυ‐ νάμεων, καὶ συνελίσσει μὲν τὰς δευτέρας πηγὰς καὶ συνέχει
25μονίμως, προάγει δὲ τὰς τῶν προτέρων ἑνοειδεῖς αἰτίας εἰς τὴν τῶν ὅλων ἀπογέννησιν, καὶ οὕτως ἡ σύμπασα ζωογόνος μία τέ ἐστιν καὶ ἑβδομαδική· κατὰ μὲν τὴν ἐξῃρημένην ἕνω‐
σιν προϋπάρχουσα τῆς ἑβδομάδος, κατὰ δὲ τὴν συντεταγμένην εἰς ἓν νοερὸν κέντρον συνάγουσα τὰς ἐν αὐτῇ τριαδικὰς πη‐91
30γάς, καὶ τὴν Ἑστίαν περιέχουσα καὶ τὴν Ἥραν· τὴν μὲν Ἥραν ἀπὸ τῶν δεξιῶν προχέουσαν ὅλον τὸν τῶν ψυχῶν διάκοσμον, τὴν δ’ Ἑστίαν ἀπὸ τῶν ἀριστερῶν πᾶν τὸ τῆς ἀρετῆς φῶς προϊεμένην. διὸ καὶ εἰκότως παρὰ Πλάτωνι (Crat. p 404b) μήτηρ τε ἅμα καλεῖται καὶ τῆς ἐδωδῆς χορηγός, ὡς μὲν τὴν
35αἰτίαν τῆς Ἥρας περιέχουσα μήτηρ, ὡς δὲ τὴν Ἑστίαν ἐν ἑαυτῇ προειληφυῖα τῆς ἐδωδῆς χορηγός.
in Cra
.

168

Ὅτι ἡ Δημήτηρ, ὥσπερ πᾶσαν ζωὴν προχέει, οὕτως καὶ πᾶσαν τροφήν· ἔχει δὲ παράδειγμα τὴν Νύκτα (θεῶν γὰρ τροφὸς ἀμβροσίη Νὺξ λέγεται (Orph. frg 99)), ἀλλ’ ἐκείνη μὲν νοητῶς· καὶ γὰρ τροφὴ τὸ νοητόν ἐστιν
5κατὰ τὸ λόγιον (or chald p 191) ταῖς νοεραῖς διακοσμήσεσι τῶν θεῶν· ἡ δὲ Δημήτηρ πρώτη καὶ τὰς διττὰς τροφὰς δι‐ εῖλεν ἐν τοῖς θεοῖς, ὥς φησιν Ὀρφεύς (frg 107)· μήσατο γὰρ προπόλους καὶ ἀμφιπόλους καὶ ὀπαδούς, μήσατο δ’ ἀμβροσίην καὶ ἐρυθροῦ νέκταρος ἀρδμόν,
10μήσατο δ’ ἀγλαὰ ἔργα μελισσάων ἐριβόμβων. οὐ μόνον οὖν τὴν ζωήν, ἀλλὰ καὶ τὴν τῆς ζωῆς τελεσιουργίαν ἀπογεννᾷ ἡ δέσποινα ἡμῶν Δημήτηρ ἀπὸ τῶν ἄνω μέχρι τῶν ὑστάτων· καὶ γὰρ καὶ ἡ ἀρετὴ τελειότης τῶν ψυχῶν. κατ’ εἰκόνα οὖν τῆς ἀιδίου ταύτης διττῆς ἀπογεννήσεως καὶ αἱ ἐν
15χρόνῳ τίκτουσαι μητέρες ἅμα τε τὸ βρέφος ἔτεκον καὶ ἅμα τὸ γάλα τροφὴν τῷ τεχθέντι προβάλλουσι φυσικῶς, καὶ οὔτε πρὶν οὔτε ὕστερον.
in Cra
.

169

Ὅτι τριπλῆ ἐστιν ἡ τοῦ δημιουργικοῦ νοῦ πρὸς τὰς ζωογόνους αἰτίας σύζευξις· καὶ γὰρ ταῖς πρὸ αὐτοῦ συν‐ άπτεται πηγαῖς καὶ ταῖς συστοίχοις ἑαυτοῦ σύνεστιν ὁμοφυῶς
καὶ ταῖς καταδεεστέραις ἑαυτοῦ συνεργεῖ διακοσμήσεσι. τῇ92
5μὲν γὰρ πρὸ αὐτοῦ Δήμητρι ἐπιστρεπτικῶς συγγίνεται, τῇ δὲ ὑστέρᾳ Κόρῃ προνοητικῶς, τῇ δὲ συστοίχῳ Ἥρᾳ ἐρασμίως· διὸ καὶ ἐρᾶν ὁ Ζεὺς λέγεται τῆς Ἥρας· ὡς σέο νῦν ἔραμαι (Hom. Ξ 328)· καὶ ἔστιν αὕτη μὲν ἔννομος, αἱ δὲ ἄλλαι δύο ἔκνομοι δοκοῦ‐
10σιν. πάντα οὖν τὰ γένη τῶν ψυχῶν ἀφ’ ἑαυτῆς ἡ θεὸς αὕτη παράγει μετὰ τοῦ δημιουργοῦ καὶ πατρός, τά τε ὑπερκόσμια καὶ ἐγκόσμια τά τε οὐράνια καὶ τὰ ὑπὸ σελήνην τά τε θεῖα καὶ τὰ ἀγγελικὰ καὶ δαιμονικὰ καὶ μεριστά· καὶ τρόπον μέν τινα διῄρηται τοῦ δημιουργοῦ, τρόπον δέ τινα ἥνωται αὐτῷ·
15νοῦν γὰρ ἔχειν βασιλικὸν ὁ Ζεὺς λέγεται ἐν Φιλήβῳ (p 30d), ἐπειδὴ καὶ ἡ Ἥρα συνέζευκται αὐτῷ ἢ περιέχεται ἐν αὐτῷ· καθ’ ὃ εἴρηται (Hom. Ξ 213) Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις. τὴν γὰρ πατρικὴν αἰτίαν τοῦ κόσμου καὶ τὴν μητρικὴν ἑνο‐
20ειδῶς συνέχει ὁ Ζεύς, καὶ ἡ πηγὴ τῶν ψυχῶν ἐν τῷ Διὶ λέ‐ γεται εἶναι, ὥσπερ πάλιν ἡ νόησις τοῦ Διὸς ὑπὸ πρώτης μετ‐ έχεσθαι τῆς Ἥρας· οὐδεὶς γάρ, φησὶν ὁ Ζεὺς παρ’ Ὁμήρῳ (Α 547), τὸν ἐμὸν νοῦν πρὸ τῆς Ἥρας ἄλλος θεὸς γινώσκει. διὰ ταύτην οὖν τὴν ἄφραστον τῶν θεῶν κοινωνίαν μετέχει
25μὲν ψυχῶν νοερῶν ὁ κόσμος, ὑπέστησαν δὲ νόες ἐποχούμενοι ταῖς ψυχαῖς καὶ πληροῦντες μετ’ αὐτῶν τὴν ὅλην δημιουργίαν.
in Cra
.

170

Ὅτι ἄνωθεν ἀρχομένη ἡ τῆς δεσποίνης ἡμῶν σειρὰ μέχρι τῶν ὑστάτων διήκει, καὶ ἔστιν ὑπὸ σελήνην ὁ ἀὴρ αὐτῆς λῆξις. σύμβολον γάρ ἐστιν ὁ ἀὴρ ψυχῆς, καθ’ ὃ καὶ πνεῦμα λέγεται ἡ ψυχή, ὥσπερ καὶ τὸ πῦρ εἰκών ἐστιν νοῦ,
5τὸ δὲ ὕδωρ τῆς κοσμοτρόφου φύσεως, δι’ οὗ πᾶσα γίνεται τροφὴ καὶ αὔξησις, ἡ δὲ γῆ σώματος διὰ τὸ παχὺ καὶ ἔνυ‐
λον· διὸ αἰνιττόμενος τοῦτο Ὅμηρος (Ο 18 sq) ποιεῖ τὴν Ἥραν κρεμαμένην, ὑπὸ δὲ τοῖς ποσὶν αὐτῆς ἄκμονας δύο· ὁ γὰρ ἀὴρ κάτωθεν ἑαυτοῦ τὰ δύο βαρύτατα στοιχεῖα κεκλήρω‐93
10ται, ἀλλὰ καὶ τὸ
ἠέρα δ’ Ἥρη
πίτνα πρόσθε βαθεῖαν (Φ 6 sq) τῆς αὐτῆς ἐννοίας ἐστὶν καὶ τὸ
ἠέλιον δ’ ἀκάμαντα ...... πότνια Ἥρη
15
πέμψεν ἐ
π’ Ὠκεανοῖο ῥοάς· (Σ 239 sq) τὴν γὰρ παχυτάτην διὰ τῆς Ἥρας γενομένην ὁμίχλην τοῦ ἡλίου δύσιν καλεῖ. ἀλλὰ καὶ τὸ τὴν τελευτὴν τοῦ ὀνόματος τῇ ἀρχῇ συνάπτειν, εἰ πολλάκις λέγοι τις τὸ τῆς θεοῦ ὄνομα, ἐμφαίνει τὴν τῶν ἐξ αὐτῆς λογικῶν ψυχῶν εἰς ἑαυτὰς ἐπι‐
20στροφήν· καὶ ὅτι ἡ φωνὴ ἀήρ ἐστιν πεπληγμένος, διὰ τοῦτο καὶ ἡ φωνὴ τῶν λογικῶν μάλιστα τῇ θεῷ ἀνάκειται, ἥτις καὶ τὸν τοῦ Ἀχιλλέως ἵππον αὐδήεντα ἔθηκεν.
in Cra
.

171

Τρεῖς ταύτας ζωογονικὰς μονάδας ἐφεξῆς νῦν (p 404bc) ὁ Σωκράτης παραδίδωσι, τὴν Δήμητρα τὴν Ἥραν τὴν Περσεφόνην, τὴν μὲν μητέρα τοῦ δημιουργοῦ λεγομένην τὴν δὲ ἀδελφὴν τὴν δὲ θυγατέρα· πάσας δὲ κοινωνοὺς τῆς
5ὅλης δημιουργίας, τὴν μὲν ἐξῃρημένως καὶ νοερῶς τὴν δὲ ἀρ‐ χικῶς καὶ ἡγεμονικῶς τὴν δὲ πηγαίως ἅμα καὶ ἀρχικῶς. τού‐ των δὲ τῶν θεαινῶν ἡ τελευταία τριπλᾶς ἔλαχεν δυνάμεις καὶ θεῶν περιείληφε μονάδας τρεῖς ἀμερίστως καὶ ἑνοειδῶς· προσαγορεύεται δὲ καὶ Κόρη διὰ τὴν καθαρότητα τῆς οὐσίας
10καὶ τὴν ἄχραντον ἐν ταῖς ἀπογεννήσεσιν ὑπεροχήν. ἔχει δὲ πρώτην τε καὶ μέσην καὶ τελευταίαν ἡγεμονίαν, καὶ κατὰ μὲν τὴν ἀκρότητα ἑαυτῆς Ἄρτεμις καλεῖται παρ’ Ὀρφεῖ (frg 201), κατὰ δὲ τὸ μέσον κέντρον Περσεφόνη, κατὰ δὲ τὸ πέρας τῆς
διακοσμήσεως Ἀθηνᾶ· καὶ κατὰ μὲν τὴν ὕπαρξιν τὴν ὑπερ‐94
15ανέχουσαν τῶν ἄλλων δυνάμεων τοῦ ζωογονικοῦ τούτου τρι‐ πλοῦ διακόσμου ἵδρυται ἡ τῆς Ἑκάτης ἀρχή, κατὰ δὲ τὴν μέσην δύναμιν καὶ γεννητικὴν τῶν ὅλων ἡ ψυχική, κατὰ δὲ τὴν νοερὰν ἐπιστροφὴν ἡ τῆς ἀρετῆς. ἄνω μὲν οὖν καὶ ἐν τοῖς ὑπερκοσμίοις ἡ Κόρη τὴν τριπλῆν ταύτην ἑνοειδῶς προ‐
20τείνει τὴν τῶν θεῶν διακόσμησιν, καὶ μετὰ τοῦ Διὸς ἀπο‐ γεννᾷ τὸν τῆς μεριστῆς δημιουργίας ἀμερίστως προεστηκότα Διόνυσον, κάτω δὲ μετὰ τοῦ Πλούτωνος κατὰ τὸ μέσον δια‐ φερόντως ἰδίωμα θεωρεῖται· τοῦτο γάρ ἐστιν καὶ τὸ προϊὸν πανταχοῦ καὶ τοῖς ἐσχάτοις χορηγὸν τῆς ζωοποιίας. διὸ καὶ
25Περσεφόνη καλεῖται μάλιστα τῷ Πλούτωνι συνοῦσα καὶ μετ’ αὐτοῦ διακοσμοῦσα τὰ τελευταῖα τοῦ παντός, καὶ κατὰ μὲν τὰ ἄκρα παρθένος εἶναι λέγεται καὶ ἄχραντος μένειν, κατὰ δὲ τὸ μέσον ζεύγνυσθαι τῷ Ἅιδῃ καὶ συναπογεννᾶν τὰς ἐν τοῖς ὑποχθονίοις Εὐμενίδας. καλεῖται μὲν οὖν αὕτη καὶ Κόρη,
30τρόπον δ’ ἄλλον τῆς ὑπερκοσμίου καὶ ἡγεμονικῆς· ἡ μὲν γὰρ ἑνάς ἐστιν συνεκτικὴ τῶν τριῶν ζωογονικῶν ἀρχῶν, ἡ δὲ με‐ σότης ἐν ἑαυτῇ τὰς ἰδιότητας ἔχουσα τῶν ἄκρων· διὸ καὶ τὸ τῆς Ἑκάτης, εἴτ’ οὖν Ἀθηνᾶς, εὕροις ἂν ἐν τῇ Περσεφόνῃ τῇ μετὰ τοῦ Πλούτωνος, ἀλλὰ τὰ μὲν ἄκρα κρυφίως ἐν αὐτῇ,
35τὸ δὲ τῆς μεσότητος ἴδιον προφαίνεται καὶ τὸ τῆς ἀρχικῆς ψυχῆς ἀφοριστικόν, ὅπερ ἐκεῖ μὲν ἡγεμονικῶς ἦν, ἐνταῦθα δὲ ἐγκοσμίως.
in Cra
.

172

Ὅτι δεῖ τὸν ἐραστὴν τῆς εἰς τοὺς θεοὺς εὐσε‐ βείας σπουδαίως ἀντέχεσθαι τῆς τῶν θείων ὀνομάτων ὀρθό‐ τητος, ἵνα μὴ ὥσπερ οἱ περὶ τὴν Περσεφόνην καὶ τὸν Ἀπόλλω πλημμελοῦντες διὰ τὴν ἄγνοιαν τῆς τῶν ὀνομάτων ἀναλύσεως
5ἐπιρραπίζωνται ὑπὸ Σωκράτους.
in Cra
.

173

Ὅτι ἡ Περσεφόνη κέκληται ἤτοι διὰ τὸ δια‐ κρίνειν τὰ εἴδη καὶ χωρίζειν ἀλλήλων, ὡς τοῦ φόνου τὴν ἀναίρεσιν αἰνιττομένου, ἢ διὰ τὸ χωρίζειν τὰς ψυχὰς τελέως ἐκ τῶν σωμάτων διὰ τῆς πρὸς τὸ ἄνω ἐπιστροφῆς, ὅπερ ἐστὶν95
5εὐτυχέστατος φόνος καὶ θάνατος τοῖς ἀξιουμένοις τούτου. ἡ δὲ Φερέφαττα κατὰ μὲν τὴν τῆς γενέσεως ἐπαφὴν τῇ δευτέρᾳ ἁρμόζει, κατὰ δὲ τὴν σοφίαν καὶ τὴν γνώμην τῇ τρίτῃ, πάντα δ’ ὅμως αὐτῇ τὰ γνωρίσματα πρὸς τὴν τῆς ψυχῆς τελειότητα· διὸ καὶ Περσεφόνη προσαγορεύεται, καὶ οὐ τοῖς τῶν ἄκρων
10ὀνόμασιν, ἐπεὶ καὶ τὸ ἁρπαζόμενον ὑπὸ τοῦ Πλούτωνος τοῦτό ἐστιν τὸ μέσον τῶν ἄκρων, ὃ ἐφ’ ἑαυτοῦ μονίμως ἕστηκεν, καθὸ καὶ παρθένος ἡ Κόρη λέγεται διαμένειν.
in Cra
.

174

Ὅτι εὐλόγως μετὰ τὴν Περσεφόνην τὸν Ἀπόλ‐ λωνα ἀναλύει νῦν (p 404esqq)· πολλὴ γάρ ἐστιν ἡ κοινωνία τῶν δύο τούτων σειρῶν, τῆς Κορικῆς λέγω καὶ τῆς Ἀπολλω‐ νιακῆς· ἡ μὲν γὰρ ἑνάς ἐστιν τῆς μέσης τριάδος τῶν ἀρχῶν
5καὶ ζωογονικὰς προβέβληται δυνάμεις ἀφ’ ἑαυτῆς· ὁ δὲ τὰς ἡλιακὰς ἀρχὰς εἰς μίαν ἕνωσιν ἐπιστρέφει, κατέχων τὴν τρίπτερον ἀρχήν, ὡς τὸ λόγιόν φησι (or chald p 36). προσεχῆ δὲ τὴν ὑπόστασιν ἔλαχον αἱ ἡλιακαὶ ἀρχαὶ μετὰ τὰς ζωογονικάς· διὸ καὶ παρ’ Ὀρφεῖ (frg 274) ἡ Δημήτηρ ἐγχει‐
10ρίζουσα τῇ Κόρῃ τὴν βασιλείαν φησίν· αὐτὰρ Ἀπόλλωνος θαλερὸν λέχος εἰσαναβᾶσα τέξεαι ἀγλαὰ τέκνα πυρὶ φλεγέθοντα προσώποις· τοῦτο δὲ πῶς ἂν γένοιτο μὴ πολλῆς οὔσης τῆς κοινωνίας τῶνδε τῶν θεῶν;
15 δεῖ δ’ εἰδέναι περὶ τοῦ Ἀπόλλωνος τοσοῦτον, ὅτι κατὰ μίαν μὲν καὶ αὐτοφυῆ τὴν πρώτην ἐπιβολὴν ὁ τῆς ἑνώσεως αἴτιος καὶ ὁ πλῆθος ἀνάγων εἰς τὸ ἓν Ἀπόλλων εἶναι σημαί‐
νεται, καὶ οὗτος ὁ τρόπος τῆς περὶ τὸ ὄνομα θεωρίας πάσαις ἐφαρμόζει τοῦ θεοῦ ταῖς τάξεσιν. ὁ δὲ Σωκράτης τὰς μερι‐96
20κωτέρας αὐτοῦ δυνάμεις μόνας σκοπεῖ· καὶ γὰρ ἀπερίληπτον ἡμῖν καὶ ἀπεριήγητον τὸ πλῆθος τῶν τοῦ Ἀπόλλωνος δυνά‐ μεων. πότε γὰρ ἂν ὁ ἀνθρώπινος λογισμός, μὴ ὅτι γε τοῦ Ἀπόλλωνος, ἀλλὰ καὶ ἄλλου τινὸς θεοῦ δυνατὸς γένοιτο τὰς πάσας περιλαβεῖν ἰδιότητας; πολὺ γὰρ πλῆθος οἱ θεολόγοι
25τῶν Ἀπολλωνιακῶν ἰδιοτήτων παραδεδώκασιν. ἀλλ’ ὁ Σωκρά‐ της νῦν (p 405dsqq) τέτταρας μόνας παραδίδωσιν. ὁ μὲν γὰρ κόσμος οἷον δεκάς τίς ἐστιν ἐκ πάντων πεπληρωμένος τῶν λόγων καὶ πάντα χωρήσας εἰς ἑαυτὸν καὶ ἐπιστρέψας εἰς τὴν οἰκείαν ἀρχὴν τῆς δεκάδος, ἧς προσεχῶς μὲν ἡ τετρὰς
30τὴν αἰτίαν περιείληφεν, ἐξῃρημένως δ’ ἡ μονάς· καὶ ἡ μὲν ἀδιαιρέτως καὶ κρυφίως, ἡ δὲ διακεκριμένως, ὥσπερ δὴ καὶ ὁ Ἀπόλλων ἑνίζει τὸ πλῆθος τῶν ἐγκοσμίων προσεχῶς, ὁ δὲ δη‐ μιουργικὸς νοῦς ἐξῃρημένως. διὰ τί οὖν ὁ Σωκράτης τῇ τοι‐ αύτῃ τάξει κέχρηται; ἀπὸ γὰρ τῆς ἰατρικῆς ἀρξάμενος καὶ διὰ
35τῆς μαντικῆς καὶ τοξικῆς διελθὼν εἰς τὴν μουσικὴν κατέ‐ ληξεν. ῥητέον οὖν ὅτι πᾶσαι μὲν αἱ τοῦ θεοῦ τούτου ἐνέρ‐ γειαι ἐν πάσαις εἰσὶν ταῖς τῶν ὄντων διακοσμήσεσιν ἄνωθεν ἀρχόμεναι ἕως τῶν τελευταίων, ἄλλαι δὲ ἐν ἄλλαις δοκοῦσιν μᾶλλον ἢ ἧττον ἐπικρατεῖν. οἷον ἡ μὲν ἰατρικὴ τοῦ θεοῦ
40μᾶλλον ἐν τοῖς ὑπὸ σελήνην, ἔνθα κότος τε φόνος τε καὶ ἄλλων ἔθνεα κηρῶν, αὐχμηραί τε νόσοι καὶ σήψιες, ἔργα τε ῥευστά
(Empedocl. frg 121, 2—3 Diels)· ταῦτα γὰρ πλημμελῶς κινούμενα δέονται ἐκ μὲν τοῦ παρὰ
45φύσιν εἰς τὸ κατὰ φύσιν ἐπανελθεῖν, ἐκ δὲ ἀσυμμετρίας καὶ πολυσχιδίας εἰς συμμετρίαν καὶ ἕνωσιν. ἡ δὲ μαντικὴ ἐν τῷ
οὐρανῷ· ἐκεῖ γὰρ μάλιστα ἡ ἐκφαντορικὴ τοῦ θεοῦ δύναμις διαλάμπει τὰ νοητὰ ἀγαθὰ τοῖς οὐρανίοις ἐκφαίνουσα· διὸ καὶ ἡλίῳ συμπεριπολεῖ, καὶ ὁ αὐτὸς ἐνήπλωται ἀμφοτέροις97
in Cra
.

174

(50)

νοῦς, ἐπειδὴ καὶ ὁ ἥλιος φῶς διαδίδωσι τοῖς ἐν οὐρανῷ κατα‐ λάμπων καὶ χορηγῶν πᾶσι τῆς ἑνοποιοῦ δυνάμεως. ἡ δὲ το‐ ξικὴ ἐν τοῖς ἀπολύτοις· ἐκεῖ γὰρ ἐνεξουσιάζων τοῖς ὅλοις διε‐ γείρει τὰς ἑαυτοῦ κινήσεις, ἃς δὴ βέλεσιν ἀπεικάζουσι παν‐ ταχῇ, καὶ ἀναιρεῖ μὲν πᾶσαν τὴν ἀταξίαν, πληροῖ δὲ πάντα
55τῶν δημιουργικῶν δόσεων, διὸ καὶ Ἑκατηβελέτης (Hom. Α 75) προσαγορεύεται, ὅτι χωριστὸς ὢν καὶ ἐξῃρημένος ἐπὶ πάντα φθάνει ταῖς ἐνεργείαις. ἡ δὲ μουσικὴ τὸν ἡγεμονικὸν καὶ ἀρχικὸν μᾶλλον ἔχει διάκοσμον· ἐκεῖνος γάρ ἐστιν ὁ καὶ τὸν κόσμον ὅλον ἁρμόζων κατὰ μίαν ἕνωσιν, τὸν τῶν Μου‐
60σῶν χορὸν περὶ ἑαυτὸν ὑποστησάμενος,
ἁρμονίᾳ φωτὸς γαυρούμενος, ὥς φησί τις τῶν θεουργῶν (or chald p 36). ἔστιν οὖν, ὡς εἴρηται (p 97,18sqq), καὶ ὁ μουσικὸς καὶ οἱ ἄλλοι Ἀπόλλωνες καὶ ἐν γῇ καὶ ἐν τοῖς ἄλλοις, ἀλλ’ ὅπου
65μὲν μᾶλλον διαφαίνεται, ὅπου δὲ ἧττον· καὶ αὗται μὲν ἑνι‐ αίως ἐν τῷ θεῷ καὶ ἐξῃρημένως αἱ δυνάμεις, ἐν δὲ τοῖς ὀπα‐ δοῖς τοῦ θεοῦ κρείττοσιν ἡμῶν γένεσιν κατὰ μέθεξιν καὶ με‐ ριστῶς, οἷον πολλοὶ δῆμοι ἰατρικῶν ἀγγέλων καὶ δαιμόνων καὶ ἡρώων εἰσὶν ἐξ Ἀπόλλωνος ἠρτημένων καὶ μαντικῶν ἄλ‐
70λων καὶ μουσικῶν καὶ τοξικῶν διακεκριμένως καὶ μεριστῶς τὰς ἑνιαίας τοῦ θεοῦ δυνάμεις κατανειμαμένων. δεῖ δ’ ἑκά‐ στην τῶν δυνάμεων κατὰ μίαν ἀφωρισμένην ἰδιότητα θεω‐ ρεῖν, οἷον τὴν μὲν μουσικὴν κατὰ συνδετικὸν 〈τὸ〉 τοῦ δια‐ φορουμένου πλήθους, τὴν δὲ τοξικὴν κατὰ τὸ τῆς ἀτάκτου
75φύσεως ἀναιρετικόν, τὴν δὲ μαντικὴν κατὰ τὸ ἐκφαντορικόν,
τὴν δὲ ἰατρικὴν κατὰ τὸ τελεσιουργόν, καὶ ταύτας τὰς ἰδιό‐ τητας ἄλλως μὲν ἐπ’ αὐτῶν τῶν θεῶν ὁρᾶν, ἄλλως δ’ ἐπὶ τῶν ἀγγελικῶν, καὶ ἐπὶ τῶν δαιμονίων ἄλλως, καὶ ἄλλως ἐπὶ τῶν ἡρωϊκῶν καὶ πάλιν ἐπὶ τῶν ἀνθρώπων καὶ ζῴων καὶ φυτῶν98
80ἄλλως καὶ ἄλλως. καθήκουσι γὰρ αἱ τῶν θεῶν δυνάμεις ἄνω‐ θεν ἄχρι τῶν ἐσχάτων, οἰκείως ἐν ἑκάστοις φανταζόμεναι, ἃ καὶ ἡ τελεστικὴ διὰ τῆς συμπαθείας συνάπτειν ἐπιχειρεῖ τοῖς θεοῖς· ἐν ἁπάσαις δὲ ταῖς τάξεσι τοῦτο φυλακτέον, ὅτι ἑνο‐ ποιός ἐστιν ὁ θεὸς οὗτος τῶν πεπληθυσμένων. καὶ γὰρ ἡ
85ἰατρικὴ τὸ πολυσχιδὲς τῶν νοσημάτων ἀφαιροῦσα τὴν ἑνιαίαν ὑγίειαν χαρίζεται· ἡ γὰρ ὑγίεια συμμετρία ἐστὶν καὶ κατὰ φύ‐ σιν, τὸ δὲ παρὰ φύσιν πολύχουν. ἀλλὰ καὶ ἡ μαντικὴ τὴν ἁπλότητα τῆς ἀληθείας ἐκφαίνουσα τὴν τοῦ ψεύδους ποικι‐ λίαν ἀναιρεῖ. ἡ δὲ τοξικὴ πᾶν τὸ πλημμελὲς ἀναιροῦσα καὶ
90θηριῶδες, τὸ δὲ τεταγμένον καὶ τὸ ἥμερον ἐπικρατεῖν παρα‐ σκευάζουσα, τοῦ ἑνὸς ἀντέχεται καὶ τὴν εἰς πλῆθος φερομένην ἄτακτον φύσιν ἀποσκευάζεται. ἡ δὲ μουσικὴ διὰ τοῦ ῥυθμοῦ καὶ τῆς ἁρμονίας δεσμὸν καὶ φιλίαν καὶ ἕνωσιν ἐντίθησι τοῖς ὅλοις, τὰ δ’ ἐναντία τούτων ἐκποδὼν καθίστησιν. οὕτως ἄρα
95καὶ ὁ τοῦ παντὸς δημιουργός, ἄνοσόν τε καὶ ἀγήρων ἐργαζό‐ μενος τὸ πᾶν διὰ τῆς νοερᾶς ἰατρικῆς τῆς προαναστελλού‐ σης πᾶν τὸ παρὰ φύσιν καὶ μηδὲ ὑποστῆναι συγχωρούσης, καὶ τὸ πλημμελὲς καὶ ἄτακτον εἰς τάξιν ἄγων διὰ τῆς θείας τοξικῆς, καὶ τὸ ἀνάρμοστον τῆς ὕλης ἁρμονίαις συνδέων καὶ
in Cra
.

174

(100)

τὰς ψυχὰς ἁρμόζων κατὰ τὴν θείαν μουσικήν, καὶ ταῖς ψυ‐ χαῖς προλέγων τὰ μέλλοντα κατὰ τὴν ἐν αὐτῷ νοερὰν μαντι‐ κὴν ὁμοῦ ταῖς προρρήσεσιν ἀπογεννῶσαν τὰ πράγματα, τὴν ἀλήθειαν ἐκφαίνει. καὶ αὗται πᾶσαι αἱ δυνάμεις πρώτως μὲν καὶ ἐξῃρημένως ἐν τῷ δημιουργῷ τῶν ὅλων καὶ ἑνοειδῶς,
105δευτέρως δὲ καὶ διακεκριμένως ἐν τῷ Ἀπόλλωνι, ὥστ’ οὐ διὰ
ταῦτα ὁ Ἀπόλλων ὁ αὐτὸς ἔσται τῷ δημιουργικῷ νῷ, ἀλλ’ ἐκεῖνος μὲν ὁλικῶς καὶ πατρικῶς περιέχει τὰς δυνάμεις ταύ‐ τας, ὁ δ’ Ἀπόλλων ὑφειμένως τὸν ἑαυτοῦ πατέρα μιμούμενος· πᾶσαι γὰρ αἱ τῶν δευτέρων θεῶν ἐνέργειαι καὶ δυνάμεις ἐν99
110τῷ δημιουργῷ περιέχονται κατ’ αἰτίαν, καὶ ἐκεῖνος μὲν κατὰ πάσας ἅμα καὶ ἀθρόως δημιουργεῖ τὸ πᾶν καὶ διακοσμεῖ, οἱ δ’ ἀπ’ αὐτοῦ προεληλυθότες ἄλλοι κατ’ ἄλλας δυνάμεις τῷ πατρὶ συνεργοῦσιν.
in Cra
.

175

Ὅτι ἄτοπον εἰπόντος (p 405a) Ἑρμογένους τὸ ὄνομα τοῦ θεοῦ Ἀπόλλωνος, εὐάρμοστον αὐτὸ λέγει ὁ Σω‐ κράτης ἐκκλίνων τὸ δύσφημον.
in Cra
.

176

Ὅτι 〈τὸ〉 τὴν κάθαρσιν μὴ μόνον ἐπὶ τῆς ἰατρι‐ κῆς ὁρᾶν ἀλλὰ καὶ ἐπὶ τῆς μαντικῆς, δείκνυσιν ὅτι γενικῶς ἡ καθαρτικὴ τοῦ Ἀπόλλωνος δύναμις περιέχει τὰς δύο· καὶ γὰρ ταῖς τοῦ φωτὸς μαρμαρυγαῖς λαμπρύνει τὸν κόσμον καὶ ταῖς
5παιωνικαῖς ἐνεργείαις πᾶσαν τὴν ὑλικὴν ἀμετρίαν ἐκκαθαίρει, ἃ δὴ καὶ οἱ ἐνταῦθα μιμούμενοι ἰατροί τε καὶ μάντεις, οἱ μὲν τὰ σώματα καθαίρουσιν. οἱ δὲ διὰ τῶν περιρράνσεων καὶ τῶν περιθειώσεων ἁγνοὺς ἑαυτοὺς καὶ τοὺς συνόντας ἀποτελοῦσιν. καὶ γάρ, ὥς φησι Τίμαιος (p 22c), καὶ τὸ πᾶν οἱ θεοὶ καθ‐
10αίρουσιν ἢ πυρὶ ἢ ὕδατι, ἃ καὶ οἱ μάντεις μιμοῦνται, καὶ διὰ ταῦτα καὶ αἱ θεουργίαι τοὺς μὲν κλήτορας καὶ τοὺς δοχέας τούτοις τοῖς τρόποις προκαθαίρειν παρακελεύονται, καὶ οὐ τοῖς μάντεσι μόνον ἀλλὰ καὶ τοῖς τελεσταῖς οἱ καθαρ‐ μοὶ πρὸ τῶν τελετῶν παραλαμβάνονται, πᾶν τὸ ἀλλότριον τῆς
15προκειμένης τελετῆς ἀποσκευαζόμενοι. καὶ μὴν καὶ τὸ τὰς πολυειδεῖς καθάρσεις εἰς μίαν ἀναπέμπειν τὴν τοῦ θεοῦ κα‐ θαρτικὴν δύναμιν οἰκεῖόν ἐστιν αὐτῷ· πανταχοῦ γὰρ ἑνωτικός ἐστιν τοῦ πλήθους ὁ Ἀπόλλων καὶ συναγωγὸς εἰς ἕν, καὶ
πάντας τοὺς τρόπους τῆς καθάρσεως ἑνοειδῶς προείληφεν,100
20ὅλον τε τὸν οὐρανὸν καὶ τὴν γένεσιν καὶ τὰς ζωὰς ἁπάσας καθαίρων τὰς ἐγκοσμίους καὶ τὰς μερικὰς ψυχὰς ἀπὸ τῶν παχυσμάτων χωρίζων τῆς ὕλης. διὸ καὶ ὁ θεουργὸς ὁ τῆς τελετῆς τούτου προκαθηγούμενος ἀπὸ τῶν καθάρσεων ἄρχεται καὶ τῶν περιρράνσεων·
25 αὐτὸς δ’ ἐν πρώτοις ἱερεὺς πυρὸς ἔργα κυβερνῶν κύματι ῥαινέσθω παγερῷ βαρυηχέος ἅλμης, ὥς φησι τὸ λόγιον (or chald p 55) περὶ αὐτοῦ. τὸ δὲ τῆς κατὰ γνῶσιν ἁπλότητος προεστάναι τὸν θεὸν καὶ τῆς ἀλη‐ θείας ἐκφαντορικὸν εἶναι τὴν πρὸς τἀγαθὸν αὐτοῦ παρίστησιν
30ἀναλογίαν, ἣν καὶ ὁ ἐν Πολιτείᾳ (VII p 517c) Σωκράτης ἀν‐ υμνεῖ, τὸν ἥλιον ἔκγονον τἀγαθοῦ λέγων καὶ ἀνάλογον αὐτῷ. ἑνωτικὸς οὖν ὑπάρχων καὶ ταύτῃ πρὸς τοὺς ἐγκοσμίους θεοὺς ἀνάλογον τἀγαθῷ τεταγμένος, καὶ διὰ τῆς ἀληθείας ἡμῖν ἐκ‐ φαίνει τὴν πρὸς ἐκεῖνο, εἰ θέμις εἰπεῖν, ὁμοιότητα· τὸ γὰρ
35ἁπλοῦν τοῦ ἑνός ἐστιν ἔκφανσις καὶ ἡ κατὰ τὴν γνῶσιν ἀλήθεια τῆς ὑπερουσίου καὶ πρωτίστης ἀπὸ τἀγαθοῦ προελ‐ θούσης. τὸ δ’ ἀεὶ τῶν βολῶν ἐγκρατῆ τὸν θεὸν τοῦτον εἶναι τὴν δυναστείαν αὐτοῦ τὴν πάντα καταγωνιζομένην τὰ ἐν τῷ κόσμῳ δείκνυσιν· ἄνωθεν γὰρ ἀπὸ τῆς ὑπερουρανίου
40τάξεως διασπείρει τοὺς ὀχετοὺς τοῦ Διὸς καὶ τὰς ἀκτῖνας ἐπὶ πάντα τὸν κόσμον· τὰ γὰρ βέλη τὰς ἀκτῖνας αἰνίττεται. τὸ δὲ τῆς μουσικῆς παρίστησιν ὅτι 〈ὁ〉 θεὸς οὗτος αἴτιός ἐστι πάσης ἁρμονίας ἀφανοῦς τε καὶ ἐμφανοῦς διὰ τῶν ἡγεμονι‐ κῶν αὐτοῦ δυνάμεων, καθ’ ἃς ἀπογεννᾷ σὺν τῇ Μνημοσύνῃ
45καὶ τῷ Διὶ τὰς Μούσας, συνδιακοσμεῖ δὲ πᾶν τὸ αἰσθητὸν ταῖς δημιουργικαῖς αὐτοῦ δυνάμεσιν, ἃς δὴ θεουργῶν παῖ‐ δες χεῖρας ἀποκαλοῦσιν, ἐπεὶ καὶ 〈ἡ〉 τῆς ἁρμονίας ἐνέρ‐
γεια [τῶν φθόγγων] τῆς τῶν χειρῶν ἐξῆπται κινήσεως· ἀλλὰ καὶ τὰς ψυχὰς καὶ τὰ σώματα διὰ τῶν ἁρμονικῶν λόγων κα‐101
in Cra
.

176

(50)

τακοσμεῖ, οἷον φθόγγοις τισὶ χρώμενος ταῖς διαφόροις αὐτῶν δυνάμεσι, καὶ κινεῖ ἐναρμονίως καὶ ἐνρύθμως πάντα ταῖς δη‐ μιουργικαῖς αὐτοῦ κινήσεσιν. ἀλλὰ καὶ ἡ οὐρανία πᾶσα τά‐ ξις καὶ κίνησις τὸ ἐναρμόνιον τοῦ θεοῦ ἔργον ἐνδείκνυται· διὸ καὶ αἱ μερισταὶ ψυχαὶ οὐκ ἄλλως τελειοῦνται ἢ διὰ τῆς
55πρὸς τὸ πᾶν ἐναρμονίου ὁμοιότητος τὸ ἀπὸ τῆς γενέσεως ἀνάρμοστον ἀποσκευασάμεναι· τότε γὰρ τυγχάνουσιν τοῦ προ‐ τεθέντος αὐταῖς ὑπὸ τοῦ θεοῦ ἀρίστου βίου. ἀπὸ δὲ τῶν περὶ τοῦ βασιλέως Ἀπόλλωνος λόγων ἐπὶ τὰς Μούσας καὶ τὸ ὄνομα τῆς μουσικῆς μεταβαίνει (p 406a
60Μουσηγέτης γὰρ ὁ Ἀπόλλων ἀνυμνεῖται, καὶ ἔστιν αὐτὸς μὲν μονὰς πρὸς τὴν ἐν τῷ παντὶ ἁρμονίαν· ὁ δὲ τῶν Μουσῶν χορὸς τοῦ παντὸς ἀριθμοῦ τῆς ἐννεάδος 〈δεκτικόσ〉· ἐκ δ’ ἀμφοῖν ὁ κόσμος ὅλος τοῖς ἀλύτοις ἐδέθη δεσμοῖς, καὶ ἔστιν εἷς τε καὶ παντελής, τὸ μὲν ἔχων διὰ τὴν Ἀπολλωνιακὴν μονάδα,
65τὸ δὲ παντελὲς διὰ τὸν τῶν Μουσῶν ἀριθμόν· ὁ γὰρ ἔνατος ἐκ τοῦ πρώτου τελείου γεγονὼς δι’ ὁμοιότητός τε καὶ ταυτό‐ τητος οἰκείως ἔχει ταῖς πολυειδέσι μὲν αἰτίαις τῆς κοσμικῆς διατάξεως καὶ ἁρμονίας, πάσαις δ’ εἰς μίαν τελειότητα κορυ‐ φουμέναις. αἱ μὲν γὰρ τὴν ποικιλίαν ἀπογεννῶσι τῶν λόγων,
70ὁ δὲ πᾶν τὸ πλῆθος αὐτῶν συνέχει καθ’ ἕνωσιν, καὶ αἱ μὲν τὴν ψυχικὴν ἁρμονίαν ὑφιστᾶσιν, ὁ δὲ τῆς νοερᾶς καὶ ἀμε‐ ρίστου χορηγός ἐστιν ἁρμονίας, καὶ αἱ μὲν διαιροῦσι τὸ ἐμ‐ φανὲς κατὰ τοὺς ἁρμονικοὺς λόγους, ὁ δὲ τὴν ἀφανῆ καὶ χωριστὴν ἁρμονίαν συνέχει. καὶ ἀμφότεροι δὲ τῶν αὐτῶν
75ὑποστάται, ἀλλ’ αἱ μὲν κατ’ ἀριθμόν, ὁ δὲ κατὰ ἕνωσιν· καὶ αἱ μὲν τὸ ἓν τοῦ Ἀπόλλωνος διαιροῦσιν, ὁ δὲ τὸ μουσικὸν πλῆθος ἑνίζει, ἐπιστρέφων αὐτὸ καὶ συνέχων· τὸ γὰρ τῶν Μουσῶν πλῆθός ἐστιν τὸ ἀπὸ τῆς ἑνιαίας τοῦ Μουσηγέτου καὶ χωριστῆς ὑπάρξεως καὶ ὁ ἀριθμὸς ὁ προελθὼν καὶ ἐξε‐102
80λίξας τὴν μίαν καὶ πρωτουργὸν αἰτίαν τῆς τῶν ὅλων ἁρμονίας.
in Cra
.

177

Ὅτι τὸ ἔτυμον τοῦ ὀνόματος τῶν Μουσῶν τοι‐ οῦτον· ἐπειδὴ τὴν φιλοσοφίαν καλεῖ ὁ Πλάτων (Phaed. p 61a) μεγίστην μουσικήν, ἅτε δὴ τὰς ψυχικὰς ἡμῶν δυνά‐ μεις ἐναρμονίως κινεῖσθαι ποιοῦσαν καὶ πρὸς τὰ ὄντα συμ‐
5φώνως καὶ τὰς κινήσεις τῶν ἐν αὐτῇ κύκλων τεταγμένας, πρὸς δὲ ταύτην ἡμᾶς ἄγει ἡ ζήτησις τῆς ἑαυτῶν τε οὐσίας καὶ τῆς τοῦ παντὸς διὰ τῆς πρὸς ἑαυτούς τε καὶ τὰ κρείττω ἐπιστρο‐ φῆς, καὶ γινόμεθα σύμφωνοι τῷ παντὶ τὰς ἐν ἡμῖν περιόδους ταῖς τοῦ παντὸς ἐξομοιοῦντες, διὰ τοῦτο καὶ τὰς Μούσας ἀπὸ
10τῆς ζητήσεως ὀνομάζομεν. αὐτὸς γὰρ ὁ Μουσηγέτης τὴν ἀλή‐ θειαν ἐκφαίνει ταῖς ψυχαῖς κατὰ μίαν ἁπλότητα νοεράν, αἱ δὲ Μοῦσαι τὰς ποικίλας ἡμῶν ἐνεργείας τὰς εἰς τὸ ἓν τὸ νοερὸν ἀναγούσας τελειοῦσιν. ἔχουσι γὰρ αἱ ζητήσεις ὕλης λόγον ὡς πρὸς τὸ ἀπὸ τῆς εὑρέσεως τέλος, καθάπερ καὶ τὸ
15πλῆθος πρὸς τὸ ἓν καὶ ἡ ποικιλία πρὸς τὴν ἁπλότητα. τὰς τοίνυν Μούσας ἐν μὲν ταῖς ψυχαῖς τὴν ζήτησιν τῆς ἀλη‐ θείας, ἐν δὲ τοῖς σώμασιν τὸ πλῆθος τῶν δυνάμεων, παντα‐ χοῦ δὲ τὴν ποικιλίαν τῶν ἁρμονιῶν ἐνδιδούσας ἴσμεν.
in Cra
.

178

Ὅτι ἡ Λητὼ πηγή ἐστιν ζωογόνος ἐν τῇ Δή‐ μητρι περιεχομένη· διὸ καὶ τὰ παρ’ ἡμῖν πάτρια τὴν αὐτὴν Δήμητρά τε καὶ Λητὼ θεραπεύουσιν τὴν ἕνωσιν ἐνδεικνύμενα τῶν θεαινῶν. πᾶν δὲ τὸ ζωογόνον φῶς ἐκπέμπει αὕτη ἡ
5θεός, φωτίζουσα τάς τε τῶν θεῶν νοερὰς οὐσίας καὶ τοὺς
ψυχικοὺς διακόσμους, καὶ τελευταῖον τὸν αἰσθητὸν οὐρανὸν πάντα καταλάμπει ἀπογεννήσασα τὸ περικόσμιον φῶς καὶ τού‐ του τὴν αἰτίαν ἱδρύσασα ἐν τοῖς παισὶν Ἀπόλλωνι καὶ Ἀρτέ‐ μιδι, πᾶσι τὸ νοερὸν καὶ ζωογόνον φῶς ἐναστράπτουσα. ἀλλὰ103
10καὶ ταῖς ψυχαῖς τὴν τῆς ἀρετῆς τελεσιουργίαν ἐνδίδωσιν καὶ τὴν ἔλλαμψιν τὴν ἀνάγουσαν αὐτὰς εἰς τὸ νοερὸν τοῦ πατρός, τῶν τε σκολιῶν ἀτραπῶν τῆς ὕλης ἀναρπάζουσα καὶ τῆς πο‐ λυπλόκου κακίας καὶ τῆς ἐν τῇ γενέσει τραχύτητος, πρὸς ἅ μοι δοκοῦσι καὶ οἱ θεολόγοι βλέποντες Λητὼ προσειπεῖν
15αὐτήν, διά τε τὸ λεῖον τοῦ ἤθους πορίζειν ταῖς ψυχαῖς καὶ τὸ τῆς ἑκουσίου ζωῆς παρεκτικὸν καὶ τῆς θείας ῥᾳστώνης χορηγόν· ταῦτα γὰρ ἐνδίδωσι τοῖς εἰς αὐτὴν ἀνατεινομένοις ἄφατον ἐνέργειαν 〈καὶ〉 ζωὴν ἀπήμονα καὶ πραότητα καὶ ἀταραξίαν καὶ γαλήνην νοεράν. εἴτ’ οὖν ἀπὸ τοῦ ἐθελου‐
20σίου Λητὼ κέκληται (λῶ γάρ ἐστιν ῥῆμα δηλοῦν τὸ βού‐ λομαι), εἴτ’ ἀπὸ τοῦ λείου Λεητώ τις οὖσα, πάντως που δι’ ἀμφοῖν τὰς τῆς θεοῦ δυνάμεις ἐνδείκνυται τὸ ὄνομα· αἱ γὰρ ἠναγκασμέναι τῆς ψυχῆς ἐνέργειαι διὰ τὴν τραχύτητα συμβαίνουσι τὴν ἔνυλον, καὶ ἡ σκολιότης τῆς ἐν γενέσει ζωῆς
25τὴν ἑκούσιον ζωὴν ἐλαττοῖ τῶν ψυχῶν, ἡ δ’ εἰς τοὺς θεοὺς ἄνοδος λείαν καὶ ἥμερον ἀντὶ σκληρᾶς καὶ τραχείας καὶ βου‐ λητὴν ἀντὶ ἀναγκαίας αὐταῖς παρέχεται ζωήν, καὶ ἡ τούτων αἰτία θεὸς Λητὼ διὰ τοῦτο προσαγορεύεται. τί οὖν δεῖ Λητὼ καλεῖν τὴν ὕλην, ὡς εὐτράπελον καὶ
30ἐμμαγεῖον πᾶσι προκειμένην τοῖς εἴδεσιν, οἷον κάτοπτρον πάν‐ των τὰς ἐμφάσεις δεχομένην, ὡς λήθης δὲ αἰτίαν τοῖς εἰς αὐτὴν ὁρῶσι; τί δὲ τὸν Ἀπόλλωνα ὡς ἐκ Λητοῦς ὑποστάντα
καὶ Διὸς ἁρμονίαν δεῖ λέγειν; οὕτως γὰρ ἂν καὶ ὁ θεὸς οὗτος ἀχώριστος εἴη τῆς ὕλης καὶ οὐχὶ αἴτιος τῆς ἐν τῷ παντὶ104
35ἁρμονίας. καίτοι πῶς δυνατόν, ποτὲ μὲν αὐτὸν τῷ δημιουργῷ τὸν αὐτὸν ποιεῖν ποτὲ δὲ τῆς ὕλης ἀχώριστον; ἄμεινον οὖν λέγειν τὴν μὲν Λητὼ οὐχ ὑποδοχὴν τοῦ Ἀπόλλωνος, ἀλλὰ μητέρα καὶ πηγὴν αὐτὴν νοεῖν παντὸς ζωογονικοῦ φωτὸς θέρμῃ τὰ πάντα σῴζοντος, τὸν δ’ Ἀπόλλωνα, χωριστὸν ὄντα,
40χορηγὸν πάσης τῆς ἐναρμονίου ζωῆς καὶ πάντων τῶν ἐγκοσ‐ μίων λόγων, οἷς ἀλύτως συνδέδεται τὸ πᾶν· ἐπεὶ καὶ Λητὼ καλεῖν τὴν μεγίστην ταύτην θεὸν ὡς ἀπὸ τῆς λήθης ὁ μὲν Σωκράτης (p 406a) ἴσως διὰ τὸ τοῦ νέου ἀτελὲς ἐφυ‐ λάξατο, λέγοιτο δ’ ἂν καὶ τοῦτο ἐπ’ αὐτῆς κυρίως, λήθην τῶν
45κακῶν ταῖς ψυχαῖς ἐμποιούσης καὶ τῆς ἐν τῇ γενέσει ταραχῆς καὶ κλύδωνος, ὧν ἔτι μνήμην φέρουσαν τὴν ψυχὴν ἀδύνατον ἐνιδρυθῆναι τοῖς νοητοῖς· ἄγει γὰρ ἡ μνήμη πρὸς τὸ μνημονευτόν, φησὶ Πλωτῖνος, καὶ ὥσπερ ἡ Μνημοσύνη τὴν μνήμην τῶν νοητῶν ἀνεγείρει, οὕτως καὶ ἡ Λητὼ τὴν
in Cra
.

178

(50)

λήθην δωρεῖται τῶν ἐνύλων.
in Cra
.

179

Ὅτι τῆς δεσποίνης ἡμῶν Ἀρτέμιδος τρεῖς ὁ Πλάτων (p 406b) παραδίδωσιν ἰδιότητας, τήν τε ἄχραντον καὶ τὴν κόσμιον καὶ τὴν ἀναγωγόν· καὶ διὰ μὲν τὴν πρώτην παρθενίας ἐρᾶν λέγεται ἡ θεός, διὰ δὲ τὴν δευτέραν, καθ’
5ἣν τελεσιουργός, [ὡς] ἀρετῆς ἔφορος εἶναι λέγεται, διὰ δὲ τὴν τρίτην, καθ’ ἣν ....., μισῆσαι λέγεται τὰς γενεσιουργοὺς ὁρμάς. καὶ μάλιστα τῶν τριῶν ἡ πρώτη ἐφαρμόζει τῇ τῆς θεοῦ προόδῳ, καθ’ ἣν ἐν τῇ ζωογόνῳ τῶν ἀρχῶν τριάδι τὴν ὕπαρξιν ἔλαχεν, εἴτε Ἑκατικὴ προσαγορευομένη θεότης, ὡς
10οἱ θεουργοί φασιν, εἴτε Ἄρτεμις, ὡς Ὀρφεύς (frg 201). ἐκεῖ γὰρ ἱδρυμένη πεπλήρωται μὲν ἀχράντων δυνάμεων ἀπὸ
τῶν ἀμειλίκτων θεῶν, εἰς δὲ τὴν τῆς ἀρετῆς βλέπει πηγὴν καὶ τὴν παρθενίαν αὐτῆς ἀσπάζεται· καὶ γὰρ ἐκείνη τὸ παρ‐ θένον οὐ προΐησιν, ὥς φησι τὸ λόγιον (p 28)· νοοῦσα δ’105
15ἐκείνην ὑφίστησιν καὶ τὴν ἀρχικὴν ἀρετήν, καὶ ἐξῄρηται πάσης κοινωνίας καὶ συζεύξεως καὶ τῆς κατὰ τὴν γένεσιν προόδου· ὅθεν δὴ καὶ ἡ Κόρη κατὰ μὲν τὴν Ἄρτεμιν τὴν ἐν ἑαυτῇ καὶ τὴν Ἀθηνᾶν παρθένος λέγεται μένειν, κατὰ δὲ τὴν τῆς Περσεφόνης γόνιμον δύναμιν καὶ προσιέναι καὶ συνάπτεσθαι
20τῷ τρίτῳ δημιουργῷ καὶ τίκτειν, ὥς φησιν Ὀρφεύς (frg 218), ἐννέα θυγατέρας γλαυκώπιδας ἀνθεσιουργούς· ἐπεὶ ἥ γε Ἄρτεμις ἡ ἐν αὐτῇ καὶ ἡ Ἀθηνᾶ τὴν παρθενίαν ἀεὶ τὴν αὐτὴν διασῴζουσι· καὶ γὰρ ἡ μὲν κατὰ τὸ μόνιμον αὐτῆς, ἡ δὲ κατὰ τὸ ἐπιστρεπτικὸν χαρακτηρίζεται· τὸ δὲ γεν‐
25νητικὸν μέσην ἐν αὐτῇ τάξιν ἔλαχεν. ἐπιθυμεῖν δ’ αὐτὴν τῆς παρθενίας φασίν, ἐπειδὴ τὸ εἶδος αὐτῆς ἐν τῇ ζωογόνῳ περι‐ έχεται πηγῇ, καὶ νοεῖ τὴν πηγαίαν ἀρετὴν καὶ ὑφίστησι τὴν ἀρχικὴν καὶ ἀναγωγόν, καὶ τὴν ἔνυλον ἀτιμάζει πᾶσαν μῖξιν, καίτοι ἐφορῶσα τοὺς καρποὺς τῆς τοιαύτης ἐνύλου μίξεως·
30 ἀτελής 〈τε〉 γάμων καὶ ἄπειρος ἐοῦσα παιδογόνου λοχίης πάσης ἀνὰ πείρατα λύει, φησὶν Ὀρφεύς (frg 137)· καὶ ἔοικεν τὰς μὲν γενέσεις καὶ τὰς προόδους τῶν πραγμάτων ἐκτρέπεσθαι, τὰς δὲ τελειότητας ἐπι‐ φέρειν αὐτοῖς, καὶ τὰς μὲν ψυχὰς διὰ τῆς κατ’ ἀρετὴν ζωῆς
35τελεσιουργεῖν, τοῖς δὲ θνητοῖς ζῴοις τὴν εἰς τὸ εἶδος ἀπο‐ κατάστασιν χορηγεῖν. ὅτι δὲ πολλὴ τῆς Ἀρτέμιδος καὶ ἡ πρὸς τὴν ἐγκόσμιον Ἑκάτην ἕνωσις καὶ ἡ πρὸς τὴν Κόρην, φανερὸν τοῖς καὶ ὀλίγα τῷ Ὀρφεῖ παραβεβληκόσιν, ἐξ ὧν δῆλον, ὅτι καὶ ἡ
40Λητὼ περιέχουσα ἐν τῇ Δήμητρι τῇ καὶ τὴν Κόρην ὑποστη‐ σάσῃ τῷ Διὶ καὶ τὴν ἐγκόσμιον Ἑκάτην, ἐπεὶ καὶ τὴν Ἄρτε‐ μιν Ἑκάτην Ὀρφεὺς (frg 201) κέκληκεν, δ’ ἄρα δ’ Ἑκάτη παιδὸς μέλη αὖθι λιποῦσα Λητοῦς εὐπλοκάμοιο κόρη προσεβήσατ’ Ὄλυμπον·106
45ὥστ’ οὐδὲν θαυμαστόν, εἰ καὶ τὴν ἐν τῇ Κόρῃ Ἄρτεμιν Ἑκά‐ την ἐν ἄλλοις κεκλήκαμεν. καὶ ὁ Πλάτων ἐν τούτοις ὑμνήσας διὰ τῶν τριῶν ἐπιβολῶν φήσειεν ἂν ὅτι ἡ μὲν τού‐ των τὶ ἡ δὲ πάντα σημαίνει· ἡ μὲν γὰρ πρώτη διὰ πάντα, αἱ δὲ μετ’ αὐτήν, ἅτε καὶ μερικωτέραν τάξιν λαχοῦσαι, δι’ ἔν
in Cra
.

179

(50)

τι κεκλῆσθαι οὕτως ῥηθεῖεν ἂν καθ’ ὃ μάλιστα χαρακτηρί‐ ζονται.
in Cra
.

180

Ὅτι συνέταξεν (p 404b) τὸν ἐγκόσμιον Διόνυσον τῇ ἐγκοσμίᾳ Ἀφροδίτῃ διὰ τὸ ἐρᾶν αὐτοῦ καὶ εἴδωλον πλάτ‐ τειν αὐτοῦ τὸν πολυτίμητον Κίλιξι καὶ Κυπρίοις Ἄδωνιν· καὶ δηλονότι τὸν τῆς Ἀφροδίτης τοιοῦτον ἔρωτα ἀγαθοειδῆ
5καὶ προνοητικὸν ὑποληπτέον, ὡς παρὰ κρείττονος θεοῦ πρὸς καταδεέστερον ἐπιτελούμενον.
in Cra
.

181

Ὅτι ὁ μὲν νεανίσκος ὡς περὶ σμικρῶν δοκεῖ ἐρωτᾶν τὰ περὶ τὸν δεσπότην Διόνυσον, διὸ καὶ ἐπιστομίζεται (p 406b) ὑπὸ Σωκράτους, καὶ περὶ μὲν τῶν κρυφίων προ‐ όδων τῶν θεῶν οὐκ ἀκούει, περὶ δὲ τῶν τελευταίων μόνων
5καὶ ἐγκοσμίων. καὶ ταῦτα μέντοι ἀποσεμνύνει ὁ σοφός, καί‐ τοι, ὥς φησι (p 406c), παίγνια ὄντα διὰ τὸ φιλοπαίσμονας εἶναι τοὺς θεοὺς τούτους. ὡς γὰρ τὰ τῶν ἄλλων θεῶν πέ‐ ρατα, φοβερὰ ὄντα καὶ τιμωρητικὰ καὶ κολαστικά. τελεσιουργὰ λέγει τῶν ψυχῶν, οἷον ὅτι (legg IV p 716a) ἕπεται τῷ Διὶ
10Δίκη τοῦ θείου νόμου τιμωρός, καὶ τοῖς μὲν κεκοσμη‐
μένοις καὶ κατὰ νοῦν ζῶσιν εὐμαρής ἐστιν ἡ θεὸς αὕτη, τοῖς δ’ ὑβρισταῖς καὶ ἀμαθίᾳ τὸν βίον συμφύρουσι τὴν ζημίαν ἐπιβάλλει, ἕως ἂν αὐτοὺς καὶ οἴκους καὶ πόλεις ἄρδην ἀφα‐ νίσῃ· οὕτως τὰ τοῦ Διονύσου καὶ Ἀφροδίτης πέρατα γλυκυ‐107
15θυμίαν ἐμποιοῦντα ἀποσεμνύνει, πανταχοῦ διακαθαίρων ἡμῶν τὰς περὶ θεῶν ἐννοίας καὶ νοεῖν παρασκευάζων ὅτι πάντα πρὸς τὸ ἄριστον ἀφορᾷ τέλος, ὁποῖα ἂν ᾖ. διότι γὰρ τὴν τῆς θνητῆς φύσεως ἀσθένειαν ἀναρρώννυσι καὶ ἀνακτᾶται τὴν δυσχέρειαν τῆς σωματικῆς ζωῆς, διὰ τοῦτο φιλοπαίσμονες οἱ
20τούτων αἴτιοι θεοί· ὅθεν δὴ καὶ τῶν ἀγαλμάτων τὰ μὲν οἷον γελῶντα καὶ ἀνειμένα καὶ χορεύοντά πως ποιοῦσιν, τὰ δ’ αὐ‐ στηρὰ καὶ καταπληκτικὰ τῶν ὁρώντων καὶ βλοσυρὰ ἀναλόγως ταῖς τῶν θεῶν λήξεσι ταῖς ἐγκοσμίοις.
in Cra
.

182

Ὅτι τὸν δεσπότην ἡμῶν Διόνυσον οἱ θεο‐ λόγοι πολλάκις καὶ ἀπὸ τῶν τελευταίων αὐτοῦ δώρων οἶνον καλοῦσιν, οἷον Ὀρφεύς (frg 202)· οἴνου δ’ ἀντὶ μιῆς τριπλῆν μετὰ ῥίζαν ἔθεντο·
5καὶ πάλιν (frg 203)· οἴνου πάντα μέλη κόσμῳ λαβὲ καί μοι ἔνεικε· καὶ αὖθις (frg 204)· οἴνῳ ἀγαιομένη κούρῳ Διός. εἰ δὲ αὐτὸς ὁ θεὸς οὕτως καλεῖται, δῆλον ὅτι καὶ αἱ πρῶται
10καὶ αἱ μέσαι αὐτοῦ ἐνέργειαι οὕτως ἂν ὀνομάζοιντο, ὥσπερ ἡ τελευταία, ὥστε εἰς τοῦτο νῦν (p 406c) βλέπων ὁ Σωκρά‐ της Διδοίνυσον καλεῖ τὸν θεὸν ἐκ τοῦ οἴνου ὁρμώμενος, ὅστις, ὡς εἴρηται, πασῶν ἐστι δηλωτικὸς τῶν τοῦ θεοῦ δυ‐ νάμεων· ὥσπερ καὶ ἐν Φαίδρῳ τὸν μέγαν Ἔρωτα κοι‐
15νῶς λέγει τόν τε θεῖον καὶ τὸν φιλοσώματον. ὁ οὖν οἶνος
οὕτως κοινῶς ἐξακουόμενος τὴν ἰδιότητα τοῦ μερικοῦ νοῦ παρίστησιν ἡμῖν. τὸ γὰρ οἰόνουν οὐκ ἄλλο τί ἐστιν ἢ τὸ διῃ‐ ρημένον ἀπὸ τοῦ ὅλου καὶ μετεχόμενον ἤδη νοερὸν εἶδος καὶ οἶον καὶ μόνον γενόμενον· ὁ μὲν γὰρ παντελὴς νοῦς πάντα108
20τ’ ἐστὶν καὶ ἐνεργεῖ κατὰ πάντα ὡσαύτως· ὁ δὲ μερικὸς καὶ μετεχόμενος πάντα μέν, ἀλλὰ καθ’ ἓν εἶδος τὸ αὐτῷ πάντων προβεβλημένον, οἷον τὸ Ἡλιακὸν ἢ τὸ Σεληνιακὸν ἢ τὸ Ἑρ‐ μαϊκόν· τοῦτο δ’ οὖ〈ν〉 τὸ ἴδιον καὶ διακριθὲν ἀπὸ τῶν λοι‐ πῶν ὁ οἶνος ἐνδείκνυται, σημαίνων τὸν οἶον καὶ τινὰ νοῦν.
25ἐπειδὴ τοίνυν ἡ μεριστὴ δημιουργία πᾶσα τῆς Διονυσιακῆς ἐξήρτηται μονάδος, διαιροῦσα τοὺς μὲν μεθεκτοὺς ἐν τῷ κόσμῳ νόας ἀπὸ τοῦ ὅλου νοῦ, τὰς δὲ πολλὰς ψυχὰς ἀπὸ τῆς μιᾶς, τὰ δ’ εἴδη τὰ αἰσθητὰ πάντα ἀπὸ τῶν οἰκείων ὁλοτήτων, διὰ δὴ τοῦτο καὶ αὐτὸν τὸν θεὸν οἶνον προ〈σ〉ειρήκασιν οἱ θεο‐
30λόγοι αὐτόν τε καὶ πάντα τὰ δημιουργήματα αὐτοῦ· πάντα γὰρ ἔκγονα τοῦ νοῦ, καὶ τὰ μὲν πορρώτερον τὰ δὲ ἐγγύτερον μετέχει τῆς μεριστῆς τοῦ νοῦ διανομῆς. ἀναλόγως οὖν ἐν τοῖς οὖσιν ὁ οἶνος ἐγγινόμενος ἐνεργεῖ, ἐν μὲν τῷ σώματι εἰδωλικῶς κατὰ οἴησιν καὶ φαντασίαν ψευδῆ, ἐν δὲ τοῖς νοε‐
35ροῖς τὸ κατὰ νοῦν ἐνεργεῖν καὶ δημιουργεῖν, ἐπεὶ καὶ ἐν τῇ διασπαράξει τῶν Τιτάνων μόνη ἡ καρδία ἀδιαίρετος μεῖναι λέγεται, τουτέστιν ἡ ἀμερὴς τοῦ νοῦ οὐσία.
in Cra
.

183

Ὅτι ἐκ τῶν παιγνιωδῶν ἐννοιῶν τῶν περὶ θεοὺς καὶ ἐνθεάζειν δυνατόν, νοερώτερον τοῖς πράγμασιν ἐπι‐ βάλλοντας. φέρε γὰρ κατὰ τὰς ἐνύλους τῶν πολλῶν ἐπιβολὰς εἶναι Ἀφροδίτην τὴν ἐκ τοῦ ἀφροῦ τὴν γένεσιν ἔχουσαν,
5καὶ τὸν μὲν ἀφρὸν εἶναι τὴν τοῦ σπέρματος ἀπόκρισιν, τὴν δ’ ἐκ ταύτης ὑφισταμένην ἐν ταῖς μίξεσιν ἡδονὴν Ἀφροδίτην
εἶναι. τίς οὖν τοσοῦτόν ἐστιν εὐήθης, ὅστις οὐ πρὸ τῶν ἐσχάτων καὶ φθαρτῶν τὰ πρῶτα καὶ ἀίδια αἴτια θεωρήσειεν; διὰ γὰρ τοῦτο καὶ ὁ Σωκράτης τὸν Ἡσίοδον (Theogon.109
10195sqq) μαρτύρεται (p 406c) ἵνα τῆς ἐνθεαστικῆς ἡμᾶς ἐπι‐ βολῆς ἀναμνήσῃ τὴν δεδημευμένην αὐτοῦ κάτω καταλιπόντας. τί οὖν ἐστιν ἡ τοιαύτη θεία ἐπιβολή, εἰρήσθω. γεννᾶ‐ σθαι μὲν οὖν τὴν πρωτίστην Ἀφροδίτην φασὶν ἀπὸ διττῶν αἰτίων. τοῦ μὲν ὡς δι’ οὗ, τοῦ δὲ ὡς γεννητικοῦ· τὸν μὲν
15γὰρ Κρόνον αὐτῆς ὡς τὸ δι’ οὗ τῇ προόδῳ συνεργεῖν, ὡς τὴν γόνιμον δύναμιν τοῦ πατρὸς 〈προ〉καλούμενον καὶ εἰς τοὺς νοεροὺς διακόσμους ἐκδιδόντα, τὸν δ’ Οὐρανὸν ὡς ποιη‐ τὴν καὶ αἴτιον, ἐκ τῆς ἑαυτοῦ γεννητικῆς περιουσίας ἐκφαί‐ νοντα τήνδε τὴν θεόν. καὶ πόθεν γὰρ ἄλλοθεν ἔδει τὴν
20συναγωγὸν τῶν διαφερόντων γενῶν κατὰ μίαν ἔφεσιν τοῦ κάλλους λαβεῖν τὴν ὑπόστασιν ἢ ἐκ τῆς συνοχικῆς τοῦ Οὐ‐ ρανοῦ δυνάμεως; παράγει οὖν αὐτὴν ὁ Οὐρανὸς ἐκ τοῦ ἀφροῦ τῶν γονίμων ἑαυτοῦ μορίων ῥιφέντος εἰς τὴν θάλασσαν, ὥς φησιν Ὀρφεύς (frg 101)·
25μήδεα δ’ ἐς πέλαγος πέσεν ὑψόθεν, ἀμφὶ δὲ τοῖσι λευκὸς ἐπιπλώουσιν ἐλίσσετο πάντοθεν ἀφρός· ἐν δὲ περιπλομέναις ὥραις ἐνιαυτὸς ἔτικτεν παρθένον αἰδοίην, ἣν δὴ παλάμαις ὑπέδεκτο γεινομένην τὸ πρῶτον ὁμοῦ Ζῆλός τ’ Ἀπάτη τε.
30τὴν δὲ δευτέραν Ἀφροδίτην παράγει μὲν ὁ Ζεὺς ἐκ τῶν ἑαυ‐ τοῦ γεννητικῶν δυνάμεων, συμπαράγει δ’ αὐτῷ καὶ ἡ Διώνη· πρόεισι δ’ ἡ θεὸς ἐκ τοῦ ἀφροῦ κατὰ τὸν αὐτὸν τῇ πρεσβυ‐ τέρᾳ τρόπον· λέγει δ’ οὕτως καὶ περὶ ταύτης ὁ αὐτὸς θεο‐
λόγος (frg 140)·110
35τὸν δὲ πόθος πλέον εἷλ’, ἀπὸ δ’ ἔκθορε πατρὶ μεγίστῳ αἰδοίων ἀφροῖο γον, ὑπέδεκτο δὲ πόντος σπέρμα Διὸς μεγάλου· περιτελλομένου δ’ ἐνιαυτοῦ ὥραις καλλιφύτοις τέκ’ ἐγερσιγέλωτ’ Ἀφροδίτην ἀφρογενῆ.
40διαφέρουσι μὲν οὖν ἀλλήλων αἱ θεαὶ κατά τε τὰ αἴτια καὶ κατὰ τὰς τάξεις καὶ κατὰ τὰς δυνάμεις· ἡ μὲν γὰρ ἐκ τοῦ Οὐρανοῦ ὑπερκόσμιός ἐστιν καὶ ἀναγωγὸς ἐπὶ τὸ νοητὸν κάλ‐ λος καὶ ἀχράντου ζωῆς χορηγός, καὶ γενέσεως χωρίζει· ἡ δὲ Διωναία ἐπιτροπεύει πάσας τὰς ἐν τῷ Οὐρανίῳ κόσμῳ καὶ γῇ
45συστοιχίας καὶ συνδεῖ πρὸς ἀλλήλας, καὶ τελειοῖ τὰς γεννητι‐ κὰς αὐτῶν προόδους διὰ τῆς ὁμονοητικῆς συζεύξεως. συνή‐ νωνται δ’ ἀλλήλαις κατὰ τὴν ὁμοιότητα τῆς ὑποστάσεως· ἐκ γὰρ τῶν γεννητικῶν δυνάμεων προῆλθεν ἡ μὲν τοῦ συνοχέως ἡ δὲ τοῦ δημιουργοῦ. δηλοῖ δ’ ἡ θάλασσα τὴν ἡπλωμένην
in Cra
.

183

(50)

καὶ ἀπεριόριστον ζωὴν καὶ τὸ βάθος αὐτῆς τὸ ἐπὶ πᾶν προϊόν, ὁ δ’ ἀφρὸς τὸ καθαρώτατον καὶ φωτὸς γονίμου πλῆρες καὶ δυνάμεως καὶ ἐπινηχόμενον πάσῃ τῇ ζωῇ καὶ οἷον ἄνθος αὐ‐ τῆς τὸ ἀκρότατον. πέφηνεν οὖν ἡ Ἀφροδίτη πάσης οὖσα τῆς ζωῆς τὸ ἑνοειδέστατον καὶ καθαρώτατον.
in Cra
.

184

Ὅτι Ἀθηνᾶν καὶ Ἥφαιστον καὶ Ἄρεα συνέ‐ ταξεν (p 406d) διά τε τὸ κοινὸν πρὸς τὰ πολεμικὰ καὶ διὰ τὸ ὁμότεχνον πρὸς ἑκάτερον τῆς Ἀθηνᾶς καὶ διὰ τὸ τῆς αὐ‐ τῆς Ἀφροδίτης ἐρᾶν ἑκάτερον καὶ ὅτι ἐξ Ἥρας ἑκάτερος ἐτέχθη
5καὶ Διός.
in Cra
.

185

Ὅτι οἱ θεολόγοι δύο μάλιστα δυνάμεις ἀνυμ‐
νοῦσι τῆς δεσποίνης ἡμῶν Ἀθηνᾶς, τήν τε φρουρητικὴν καὶ τὴν τελεσιουργόν, τὴν μὲν ἄχραντον φυλάττουσαν τὴν τάξιν τῶν ὅλων καὶ ἀκαταγώνιστον ὑπὸ τῆς ὕλης, τὴν δὲ πάντα111
5πληροῦσαν νοεροῦ φωτὸς καὶ ἐπιστρέφουσαν εἰς τὴν ἑαυτῶν αἰτίαν. διὸ καὶ ὁ Πλάτων ἀναλόγως ἐν Τιμαίῳ (p 24c) φι‐ λοπόλεμόν τε καὶ φιλόσοφον ἀνυμνεῖ τὴν Ἀθηνᾶν. αἱ δὲ τάξεις αὐτῆς τρεῖς παραδέδονται· μία μὲν ἡ πηγαία καὶ νοερά, καθ’ ἣν ἵδρυσεν ἑαυτὴν ἐν τῷ πατρὶ καὶ ἔστιν ἀνεκ‐
10φοίτητος ἐκεῖθεν· δευτέρα δ’ ἡ ἀρχική, καθ’ ἣν τῇ Κόρῃ σύν‐ εστιν καὶ πᾶσαν αὐτῆς περατοῖ τὴν πρόοδον καὶ ἐπιστρέφει πρὸς ἑαυτήν· τρίτη δ’ ἡ ἀπόλυτος, καθ’ ἣν πάντα τὸν κόσμον τελειοῖ καὶ φρουρεῖ καὶ περικαλύπτει ταῖς ἑαυτῆς δυνάμεσι, πάσας συνέχουσα τὰς ἐγκοσμίους ἀκρότητας καὶ πάσας ὑφι‐
15στᾶσα τὰς ἐν οὐρανῷ λήξεις αὐτὴ καὶ τὰς ὑπὸ σελήνην προ‐ ελθούσας. νῦν οὖν ὁ Σωκράτης τὴν μὲν φρουρητικὴν διὰ τοῦ τῆς Παλλάδος ἀνυμνεῖ ὀνόματος. τὴν δὲ τελεσιουργὸν διὰ τοῦ τῆς Ἀθηνᾶς. τὴν οὖν ἔνρυθμον χορείαν διὰ τῆς κινή‐ σεως ὑποφαίνει, ἧς καὶ μεταδέδωκεν πρωτίστῃ μὲν τῇ Κου‐
20ρητικῇ τάξει, δευτέρως δὲ καὶ τοῖς ἄλλοις θεοῖς· ἔστιν γὰρ ἡ θεὸς κατὰ ταύτην τὴν δύναμιν ἡγεμὼν τῶν Κουρήτων, ὥς φησιν Ὀρφεύς (frg 134)· ὅθεν δὴ καὶ τοῖς ἐμπυρίοις ὅπλοις κε‐ κόσμηται, καθάπερ ἐκεῖνοι, δι’ ὧν ἀναστέλλει πᾶσαν ἀταξίαν καὶ φυλάττει τὴν δημιουργικὴν τάξιν ἀκίνητον, καὶ τὴν ὄρχη‐
25σιν διὰ τῆς ἐνρύθμου κινήσεως ἐκφαίνει· τὸν δὲ λόγον τὸν ἀπὸ νοῦ προϊόντα φρουρεῖ καὶ κρατοῦντα τῆς ὕλης δι’ αὐτήν· μέμικται γάρ, φησὶν ὁ Τίμαιος (p 47esq), τὸ πᾶν ἐκ νοῦ καὶ ἀνάγκης, πειθομένης τῷ νῷ τῆς ἀνάγκης καὶ τῶν ἐνύλων πάντων αἰτίων ὑπεσταλμένων πρὸς τὴν βούλησιν τοῦ
30πατρός. ἡ τοίνυν ὑποτάττουσα τὴν ἀνάγκην τῇ ποιήσει τοῦ νοῦ καὶ ἐπαίρουσα τὸ πᾶν εἰς τὴν τοῦ θεοῦ μετουσίαν καὶ ἀνεγείρουσα καὶ ἐνιδρύουσα τῷ ὅρμῳ τοῦ πατρὸς καὶ φρου‐ ροῦσα διαιωνίως ἡ θεός ἐστιν αὕτη· κἂν ἄλυτον δὲ λέγηται τὸ πᾶν, αὕτη τῆς αὐτοῦ διαμονῆς χορηγός, κἂν χορεύειν εἰς112
35ἅπαντα τὸν χρόνον, καθ’ ἕνα λόγον καὶ μίαν τάξιν αὕτη τῆς χορηγίας προστάτις. πᾶσαν οὖν τὴν δημιουργίαν ἐφορᾷ τοῦ πατρὸς καὶ συνέχει καὶ ἐπιστρέφει πρὸς αὐτόν, καὶ καταγωνί‐ ζεται πᾶσαν τὴν ἔνυλον ἀοριστίαν· διὸ καὶ Νίκη προσηγό‐ ρευται καὶ Ὑγίεια, τὸν μὲν νοῦν κρατεῖν ποιοῦσα τῆς ἀνάγ‐
40κης καὶ τὸ εἶδος τῆς ὕλης, ὅλον δ’ ἀεὶ καὶ τέλειον καὶ ἀγή‐ ρων καὶ ἄνοσον διαφυλάττουσα τὸ〈ν κόσμον〉. οἰκεῖον οὖν τῆς θεοῦ ταύτης καὶ τὸ ἀνάγειν καὶ μερίζειν καὶ διὰ τῆς νοε‐ ρᾶς χορείας συνάπτειν τοῖς θειοτέροις καὶ ἐνιδρύειν καὶ φρου‐
ρεῖν ἐν ......113