TLG 4036 008 :: PROCLUS :: In Platonis Parmenidem

PROCLUS Phil., Diadochus
(Atheniensis: A.D. 5)

In Platonis Parmenidem

Source: Cousin, V. (ed.), Procli philosophi Platonici opera inedita, pt. 3. Paris: Durand, 1864 (repr. Hildesheim: Olms, 1961): 617–1244.

Citation: Page — (line)

in Prm
.

tit1

ΠΡΟΚΛΟΥ ΔΙΑΔΟΧΟΥ ΤΩΝ ΕΙΣ ΤΟΝ ΠΛΑΤΩΝΟΣ ΠΑΡΜΕΝΙΔΗΝ ΕΠΤΑ ΒΙΒΛΙΩΝ ΤΟ ΠΡΩΤΟΝ.
in Prm
.

617

Εὔχομαι τοῖς θεοῖς πᾶσι καὶ πάσαις ποδη‐ γῆσαί μου τὸν νοῦν εἰς τὴν προκειμένην θεω‐ ρίαν, καὶ φῶς ἐν ἐμοὶ στιλπνὸν τῆς ἀληθείας ἀνάψαντας ἀναπλῶσαι τὴν ἐμὴν διάνοιαν ἐπ’
5αὐτὴν τὴν τῶν ὄντων ἐπιστήμην, ἀνοῖξαί τε τὰς τῆς ψυχῆς τῆς ἐμῆς πύλας εἰς ὑποδοχὴν τῆς ἐνθέου τοῦ Πλάτωνος ὑφηγήσεως· καὶ ὁρ‐ μήσαντάς μου τὴν γνῶσιν εἰς τὸ φανότατον τοῦ ὄντος παῦσαί με τῆς πολλῆς δοξοσοφίας καὶ
10τῆς περὶ τὰ μὴ ὄντα πλάνης τῇ περὶ τὰ ὄντα νοερωτάτῃ διατριβῇ, παρ’ ὧν μόνων τὸ τῆς ψυχῆς ὄμμα τρέφεταί τε καὶ ἄρδεται, καθά‐ περ φησὶ ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης· ἐνδοῦ‐ ναί τέ μοι νοῦν μὲν τέλειον τοὺς νοητοὺς θεοὺς,
15δύναμιν δ’ ἀναγωγὸν τοὺς νοεροὺς, ἐνέργειαν δὲ ἄλυτον καὶ ἀφειμένην τῶν ὑλικῶν γνώσεων τοὺς ὑπὲρ τὸν οὐρανὸν τῶν ὅλων ἡγεμόνας, ζωὴν δὲ ἐπτερωμένην τοὺς τὸν κόσμον λαχόν‐ τας, ἔκφανσιν δὲ τῶν θείων ἀληθῆ τοὺς ἀγγε‐
20λικοὺς χοροὺς, ἀποπλήρωσιν δὲ τῆς παρὰ θεῶν ἐπιπνοίας τοὺς ἀγαθοὺς δαίμονας, μεγαλόφρονα δὲ καὶ σεμνὴν καὶ ὑψηλὴν κατάστασιν τοὺς ἥρωας· πάντα δὴ ἁπλῶς τὰ θεῖα γένη παρα‐ σκευὴν ἐνθεῖναί μοι τελείαν εἰς τὴν μετουσίαν
25τῆς ἐποπτικωτάτης τοῦ Πλάτωνος καὶ μυστι‐
in Prm
.

618

κωτάτης θεωρίας, ἣν ἐκφαίνει μὲν ἡμῖν αὐτὸς ἐν τῷ Παρμενίδῃ μετὰ τῆς προσηκούσης τοῖς πράγμασι βαθύτητος, ἀνήπλωσε δὲ ταῖς ἑαυ‐ τοῦ καθαρωτάταις ἐπιβολαῖς ὁ τῷ Πλάτωνι μὲν
5συμβακχεύσας ὡς ἀληθῶς καὶ ὁ μεστὸς κα‐ ταστὰς τῆς θείας ἀληθείας, τῆς δὲ θεωρίας ἡμῖν γενόμενος ταύτης ἡγεμὼν καὶ τῶν θείων τούτων λόγων ὄντως ἱεροφάντης· ὃν ἐγὼ φαίην ἂν φιλοσοφίας τύπον εἰς ἀνθρώπους ἐλθεῖν ἐπ’
10εὐεργεσίᾳ τῶν τῇδε ψυχῶν, ἀντὶ τῶν ἀγαλμά‐ των, ἀντὶ τῶν ἱερῶν, ἀντὶ τῆς ὅλης ἁγιστείας αὐτῆς, καὶ σωτηρίας ἀρχηγὸν τοῖς γε νῦν οὖσι ἀνθρώποις καὶ τοῖς εἰσαῦθις γενησομένοις. Ἀλλὰ τὰ μὲν τῶν κρειττόνων ἡμῶν ἵλεα ἔστω,
15καὶ ἡ παρ’ αὐτῶν χορηγία καὶ ἡμῖν ἕτοιμος εἴη προλάμπουσα τὸ ἐξ αὐτῶν ἀναγωγὸν φῶς. Σὺ δὲ, ὦ φιλοσοφίας ἐπάξιον ἔχων τὸν νοῦν, καὶ ἐμοὶ φίλων φίλτατε, Ἀσκληπιόδοτε, δέχου τὰ δῶρα τοῦ ἀνδρὸς ἐκείνου, τέλεα τελέως, ἐν
20γνησιωτάτοις κόλποις τῆς σαυτοῦ ψυχῆς. Πρὶν δὲ τῆς ἄλλης ἄρξασθαι θεωρίας βούλο‐ μαι τὴν δραματικὴν τοῦ διαλόγου διασκευὴν ἐκθέσθαι τοῖς καὶ τῶν τοιούτων διακοῦσαι σπου‐ δάζουσι. Παναθήναια ἦν τὰ μεγάλα, κατὰ
25μείζω παρασκευὴν πληρούμενα τοῖς τότε Ἀθη‐
in Prm
.

619

ναίοις ἢ τὰ μικρὰ, καὶ τοῦτ’ αὐτὰ προσονομά‐ ζοντες δι’ ἐλάττονος παρασκευῆς τὴν θεὸν ἐτί‐ μων, μακροπορωτέραις τε καὶ βραχυπορωτέραις αὐτὴν περιόδοις γεραίροντες. Ταύτης δ’ οὖν,
5ὅπερ εἴπομεν, τῆς ἑορτῆς οὔσης, ἀφίκοντο Παρ‐ μενίδης καὶ Ζήνων Ἀθήναζε, διδάσκαλος μὲν ὁ Παρμενίδης ὢν, μαθητὴς δ’ ὁ Ζήνων, Ἐλεάται δ’ ἄμφω, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοῦ Πυθαγορικοῦ διδασκαλείου μεταλαβόντε, καθά‐
10περ που καὶ ὁ Καλλίμαχος ἱστόρησεν. Ἀφικο‐ μένω δ’ οὖν ἐξ Ἐλέας τῆς ἐν Ἰταλίᾳ τήν τε θεὸν τιμήσοντε καὶ τοὺς Ἀθήνῃσιν εὖ πεφυκότας εἰς τὴν τῶν θείων ἐπιστήμην ὠφελήσοντε κα‐ τελύετον ἔξω Κεραμεικοῦ, πάντας ἐφ’ ἑαυτοὺς
15προκαλουμένω καὶ ἐπιστρέφοντε. Παρεγένοντο δὴ οὖν πρὸς αὐτοὺς ἄλλοι τινὲς, καὶ ὁ Σωκρά‐ της, νέος μὲν ὢν, φύσει δὲ τῶν ἄλλων διαφέρων. Καὶ σφίσι ποτὲ παραγενομένοις ὁ Ζήνων ἀνα‐ γινώσκει τι βιβλίον, ἐν ᾧ δεικνύναι ἐπειρᾶτο
20πόσα δὴ καὶ τίνα ἕπεται δυσχερῆ τοῖς πολλὰ τὰ ὄντα πρεσβεύουσιν. Τοῦ γὰρ Παρμενίδου, φασὶ, τὸ ὂν ἓν λέγοντος καὶ ταύτην ὡς ἑαυτοῦ μάλιστα δόξαν ἐκφέροντος, ὅσοι φορτικώτερον ἥπτοντο τῶν τοιούτων λόγων διέσυρον τὴν δό‐
25ξαν, ἐρεσχελοῦντες ἄλλα τε πολλὰ, καὶ ὡς εἰ ἓν τὸ ὂν, οὐχὶ ἅμα Παρμενίδης ἐστὶ καὶ Ζήνων, ἀλλ’ εἰ μὲν Παρμενίδης, οὐχὶ Ζήνων, εἰ δὲ Ζή‐ νων, οὐχὶ Παρμενίδης· καὶ ἐπ’ ἄλλων δή τινων τοιούτων τὸ δόγμα κατεῤῥύπαινον, οὐδὲν τῆς
30ἀληθείας εἰδότες. Ὁ δὴ τοῦ Παρμενίδου μαθη‐ τὴς Ζήνων αὐτόθεν μέν πως τῷ τοῦ διδασκάλου δόγματι συνηγορεῖν οὐ βουλόμενος, ὡς οὐδὲν τοῦ δόγματος δεομένου πίστεως ἄλλης, βοήθειαν δέ τινα πορίζειν κεκρυμμένην ἐπιχειρῶν, γρά‐
35φει τι βιβλίον, ἐν ᾧ δαιμονίως ἐδείκνυεν οὐκ ἐλάττω ἑπόμενα δυσχερῆ τοῖς πολλὰ τὰ ὄντα τιθεμένοις ἢ ὅσα τοῖς ἓν τὸ ὂν εἰρηκόσιν ἔδο‐
ξεν ἀπαντᾷν· καὶ γὰρ ὅμοιον καὶ ἀνόμοιον ταὐ‐
in Prm
.

620

τὸν ἐδείκνυ καὶ ἴσον καὶ ἄνισον ἐσόμενον, καὶ πᾶσαν ἁπλῶς ἀναίρεσιν τῆς τάξεως τῶν ὄντων καὶ πάντων ἐσομένην σύγχυσιν πλημμελῆ· καὶ οἶμαί γε, εἰ χρὴ προαποφήνασθαι τὸ δοκοῦν,
5ὅτι εἰκότως. Δεῖ μὲν γὰρ καὶ ἓν εἶναι τὸ ὂν καὶ πολλά· καὶ γὰρ πᾶσα μονὰς ἔχει τι σύστοιχον ἑαυτῇ πλῆθος, καὶ πᾶν πλῆθος ὑπὸ μονάδος τι‐ νὸς περιέχεται τῆς αὐτῷ προσηκούσης. Ἀλλ’ ἐπειδὴ πανταχοῦ τὴν τοῦ πλήθους αἰτίαν ἡ
10μονὰς εἰς ἑαυτὴν ἀνεδήσατο, καὶ οὐδ’ εἶναι τὸ πλῆθος δυνατὸν ἄνευ ἐκείνης, εἰς τὴν ἀπερίλη‐ πτον καὶ ἑνιαίαν τῆς μονάδος αἰτίαν ἀποβλέ‐ ποντες οἱ ἄνδρες ἐκεῖνοι τὸ ὂν ἓν ἐπρέσβευον, πᾶν τὸ πλῆθος ἐν τῷ ἑνὶ θεωροῦντες καὶ τὸ πρὸ
15τῶν πολλῶν ἓν ὂν παραδιδόντες· τὸ γὰρ πρώ‐ τως ὂν ἕν ἐστι, καὶ ἐκ τούτου τὸ τῶν ὄντων πλῆθος. Ὁ μὲν οὖν Παρμενίδης οὐκ ἠξίου κα‐ τιέναι πρὸς τὸ πλῆθος, ὁρμίσας ἑαυτὸν ἐν τῇ τοῦ ἑνὸς ὄντος θεωρίᾳ καὶ ἀφεὶς πάντα ὅσα πρὸς
20τὰς μεριστὰς αὐτὸν ἐπέστρεφον νοήσεις· ὁ δὲ Ζήνων, ἅτε τούτου καταδεέστερος ὢν, τέλος μὲν καὶ αὐτὸς ἐποιεῖτο τῆς θεωρίας τὸ ἓν ὂν, χωρί‐ ζειν δὲ ἑαυτὸν τοῦ πλήθους ἔτι βουλόμενος καὶ συνάγειν τὸ ἓν ἐκεῖνο τὸ οἶον κέντρον τῶν ὄντων
25ἁπάντων, διήλεγχε τοὺς πολλὰ τὰ ὄντα τιθε‐ μένους, καθαίρων αὐτῶν τὴν διάνοιαν ἀπὸ τῆς εἰς τὸ πλῆθος φορᾶς· καὶ γὰρ ὁ ἔλεγχος κάθαρ‐ σίς ἐστι καὶ ἀφαίρεσις ἀγνοίας καὶ ὁδὸς εἰς ἀλή‐ θειαν. Ἀφελὼν οὖν τὸ ἓν ἀπὸ τοῦ πλήθους τῶν
30ὄντων, ἐπεδείκνυ πᾶσαν ἐν αὐτοῖς σύγχυσιν καὶ ἀταξίαν. Τὸ γὰρ ἀπὸ τοῦ ἑνὸς ἄμοιρον οὔτε ὅλον εἶναι δυνατὸν οὔτε πᾶν οὔτε εἰδοπεποιη‐ μένον· πάντα γοῦν ταῦτα κατὰ μετοχὴν ὑφέ‐ στηκε τοῦ ἑνός· εἴδους δὲ ἀνῃρημένου καὶ ὁλό‐
35τητος, οἴχεται πᾶσα τάξις καὶ πᾶς ὁ κόσμος, καὶ οὐδὲν ἔτι ἔστιν πλὴν τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον. Ταὐτὸν οὖν λανθάνει ποιῶν
ὁ τὸ ἓν ἀφελὼν τῷ τὸν θεὸν χωρίσαντι τῶν πρα‐
in Prm
.

621

γμάτων· οὕτω γοῦν ἕξει τὰ ὄντα, ὡς εἰκὸς ἔχειν, ὅταν αὐτῶν ἀπῇ θεὸς, καθάπερ πού φη‐ σιν ὁ Τίμαιος· ἀπὸ γοῦν θεοῦ τοῖς μὲν διῃρη‐ μένοις ἕνωσις, τοῖς δὲ ἀτάκτοις τάξις, τοῖς δὲ
5μέρεσιν ὁλότης ἐνδίδοται, καὶ τοῖς μὲν ὑλικοῖς μορφὴ, τοῖς δὲ ἀτελέσι τελειότης· ἑκάστῳ δὲ τούτων πάντως ἐπιφέρεται τὸ ἕν. Ὁ μὲν οὖν Ζήνων οὕτω διήλεγχε τοὺς πολλὰ τὰ ὄντα τι‐ θεμένους, καὶ ἀνῆγεν ἐπὶ τὸ ἓν ὂν ἑαυτόν. Ἀνά‐
10γκη γοῦν, εἰ μὴ πολλὰ τὸ ὂν, ἤτοι μηδὲν ἔτι εἶναι μηδαμοῦ, ἢ ἓν εἶναι τὸ ὄν· ὥστε καὶ αὐτὸς τελευτῶν τὸν τοῦ πάτρος Παρμενίδου λόγον ἠσπάζετο, τὸ μὲν πλῆθος ἐν τῷ ἑνὶ κατ’ αἰ‐ τίαν ὁρῶν, τὸ δὲ ἓν ἐν μόνῳ τῷ πλήθει σώζειν
15οὐ δυνάμενος· τοῦτο μὲν γὰρ καὶ καθ’ αὑτὸ πρὸ τοῦ πλήθους ἐστὶν, ἐκεῖνο δὲ πάντως ἐκ τοῦ ἑνός ἐστιν ὅ ἐστι. Τούτων οὖν πέρι βιβλίον τι γράψας ἀνέγνω τοῖς πᾶσιν. Ὁ δέ γε Σωκράτης ἐπακούσας τοῦ
20βιβλίου τῆς ἀναγνώσεως καὶ τῶν ἀτόπων ὁπόσα παρακολουθεῖν ὁ Ζήνων ἔφατο τοῖς πολλὰ τὰ ὄντα τιθεμένοις, μετάγων ἀπὸ τῆς περὶ τοῦ ἑνὸς καὶ πλήθους τῶν ὄντων ζητήσεως ἐπὶ τὴν ἕνωσιν τῶν εἰδῶν καὶ τὴν διαίρεσιν τὴν θεω‐
25ρίαν, οὐδὲν ἔφη εἶναι θαυμαστὸν εἰ δεικνύοι τις ταὐτὸν ὅμοιόν τε καὶ ἀνόμοιον καὶ ἴσον καὶ ἄνι‐ σον· καὶ γὰρ δεξιὸν καὶ ἀριστερὸν ταὐτόν, καὶ πολλά ἐστι τὰ οὕτως ἔχοντα ἐπὶ τῶν αἰσθη‐ τῶν, ἅμα τῷ πλήθει καὶ τὰ ἑνίζοντα συνει‐
30ληχότα εἴδη δι’ ὧν ἕκαστα ἓν ἅμα καὶ πολλά ἐστιν· ἀλλ’ ἠξίου δεικνύειν ὅπως ἐπὶ τῶν νοη‐ τῶν εἰδῶν ταὐτόν ἐστιν ἴσον καὶ ἄνισον καὶ ὅμοιον καὶ ἀνόμοιον· ἑώρα γὰρ ἐκείνου τὴν ἀμιγῆ καθαρότητα τῶν εἰδῶν, καὶ ᾤετο καὶ τὸ
35πλῆθος τῶν ὄντων σώζεσθαι διακεκριμένον. Ἐδό‐ κει τοίνυν αὐτῷ χρῆναι μετάγειν ἀπὸ τῶν αἰ‐ σθητῶν ἐπὶ τὰ νοητὰ τὴν σκέψιν, κἀκεῖ τήν τε
σύγκρισιν ὁρᾷν καθ’ ἕκαστον καὶ τὴν διάκρισιν
in Prm
.

622

(ἐπὶ γὰρ τῶν αἰσθητῶν διὰ τὴν ὑποκειμένην φύσιν εἶναι ταῦτα κατάδηλα), ταῦτα ἐκεῖνα ζητῶν ἃ δὴ καὶ ἐν τῷ Φιλήβῳ προήκων ἤδη φιλοσοφεῖ τὴν ἡλικίαν, δεδημευμένον μὲν εἶναι
5λέγων ἐπὶ τῶν συνθέτων ὅπως ἓν καὶ πολλὰ ταὐτόν ἐστιν, ἐπὶ δὲ τῶν εἰδητικῶν μονάδων ἀξίαν εἶναι θαύματος τὴν τούτων ἐπίβλεψιν. Ταῦτα οὖν τοῦ Σωκράτους εἰπόντος, ὁ Παρμε‐ νίδης ἀντελάβετο τῶν λόγων, ἐπανερωτῶν αὐ‐
10τὸν εἰ τῷ ὄντι πέπεισται νοητὰ ἄττα εἴδη εἶναι καὶ ὑφ’ οἵων πεπίστευται λόγων. Τοῦ δὲ Σω‐ κράτους εἰπόντος καὶ σφόδρα τῆς ὑποθέσεως ἀντέχεσθαι ταύτης, ὁ Παρμενίδης ἀπορεῖ περὶ αὐτῶν, εἴτε πάντων ἔστιν εἴδη τῶν ὄντων, εἴτε
15μὴ, καὶ πῶς μετέχεται ὑπὸ τῶν αἰσθητῶν, καὶ ὅπως ἔχει πρὸς ἡμᾶς· καὶ οὕτω μὲν αἱ περὶ τῶν ἰδεῶν ἀπορίαι κεκίνηνται βαθέως ὑπὸ τοῦ Παρ‐ μενίδου. Τοῦ δὲ Σωκράτους ἰλιγγιάσαντος πρὸς αὐτὰς, ὁ Παρμενίδης συμβουλεύει τῷ Σωκράτει
20πρὸ τῆς ὅλης θεωρίας γυμνάσασθαι περὶ τὴν διαλεκτικὴν, εἴπερ ἐστὶν ἐραστὴς τῆς τῶν ὄν‐ των ἀληθείας, διαλεκτικὴν ἐκείνην καλῶν, περὶ ἧς καὶ ἐν ἄλλοις ἡμᾶς ἀνεδίδαξεν αὐτὸς ὁ Σωκράτης, ὡς ἐν Πολιτείᾳ, ὡς ἐν Σοφιστῇ, ὡς
25ἐν Φιλήβῳ. Τοῦ δ’ ἐπανερομένου τίς ἡ τοιαύτη μέθοδος, καὶ ἑαυτὸν ἐπιδόντος τῇ τῶν ἀνδρῶν θεωρίᾳ, παραδίδωσιν ὁ Παρμενίδης τὴν μέθο‐ δον ἣν πολλαχοῦ καὶ ὁ Σωκράτης ἐξύμνησεν. Καὶ γὰρ ἐν Φαίδωνι, διορίζων αὐτῆς τὸ ἔργον
30ἀπὸ τῆς ἀντιλογικῆς, φησὶν ὅτι δέοι μὲν ἀεί τινα θεμένους ὑπόθεσιν οὕτω ποιεῖσθαι τὴν ζή‐ τησιν, ἕως ἂν ἀπὸ τῶν πολλῶν ὑποθέσεων ἐπί τι ἱκανὸν, αὐτὸ λέγων τὸ ἀνυπόθετον, ἀναδρά‐ μωμεν, ὑποθεμένους δέ τι, περὶ οὗ ὁ λόγος,
35διαίρειν τῇ ἀντιφάσει ταύτην τὴν ὑπόθεσιν, ὡς καὶ ὁ Παρμενίδης παρακελεύεται, εἶναι τὸ πρᾶγμα ἢ μὴ εἶναι λέγοντας, καὶ λαβόντας
ὅτι ἔστιν, ζητεῖν τί ἕπεται αὐτῷ καὶ τί οὐχ
in Prm
.

623

ἕπεται καὶ τί ἕπεται ἅμα καὶ οὐχ ἕπεται τὰ μὲν γάρ ἐστιν ἑκάστου παντελῶς ἀλλότρια πρά‐ γματος, τὰ δὲ ἐξ ἀνάγκης αὐτῷ παρόντα, τὰ δὲ οἷον ἐνδεχόμενα καὶ ὑπάρχειν αὐτῷ καὶ μὴ
5ὑπάρχειν· ἔπειτα τῶν τριῶν τούτων ἕκαστον τετραπλασιάζειν. Σκοπητέον γὰρ, εἶναι μὲν αὐ‐ τοῦ τεθέντος, τί ἕπεται αὐτῷ πρὸς ἑαυτό τε καὶ αὐτῷ πρὸς τὰ ἄλλα, καὶ τοῖς ἄλλοις πρὸς ἄλληλα καὶ τοῖς ἄλλοις πρὸς αὐτό· καὶ πάλιν τί οὐχ
10ἕπεται αὐτῷ πρὸς ἑαυτὸ καὶ αὐτῷ πρὸς τὰ ἄλλα, καὶ τοῖς ἄλλοις πρὸς ἄλληλα καὶ τοῖς ἄλλοις πρὸς αὐτό· καὶ τρίτον, τί ἕπεταί τε καὶ οὐχ ἕπεται καὶ αὐτῷ πρὸς ἑαυτὸ καὶ πρὸς τὰ ἄλλα, καὶ τοῖς ἄλλοις πρός τε ἄλληλα καὶ πρὸς αὐτό·
15καὶ οὕτω κατὰ δώδεκα τρόπους ποιεῖσθαι τὴν ζήτησιν, κατὰ τοσούτους δὲ ἄλλους, μὴ εἶναι [αὐτοῦ] τεθέντος· ὥστε ἐκ μιᾶς ὑποθέσεως δύο γίγνεσθαι τὴν πρώτην, ἔπειτα καθ’ ἑκατέραν τρεῖς ἄλλας ἀναφύεσθαι ὑποθήσεις, ἔπειτα καθ’
20ἑκάστην τῶν τριῶν τέτταρας, ὥστε καθ’ ἑκα‐ τέραν δώδεκα γίγνεσθαι τὰς ὅλας ὑποθέσεις· εἰ δὲ καὶ ἑκάστην αὐτῶν κατακερματίζειν ἐθέλοις, παμπόλλας δή τινας ὑποθέσεις καὶ οὐδὲ εἰπεῖν ὅσας ἀναφαίνεσθαι· διὰ δὴ τούτων ὑποθέσεων
25ὁδεύειν χρῆναι κατὰ τοὺς εἰρημένους ἀριθμοὺς, δυάδας, τριάδας, τετράδας, δωδεκάδας, μέχρις ἂν εἰς αὐτὸ τὸ ἀνυπόθετον ἀναδράμωμεν, ὃ πρὸ πάσης ἐστὶν ὑποθέσεως. Τῆς δὴ μεθόδου ταύτης εἰρημένης, ὁ Σωκρά‐
30της θαυμάσας τὴν ἐπιστημονικὴν αὐτῆς ἀκρί‐ βειαν καὶ τὴν νοερὰν τῶν ἀνδρῶν ἀγασθεὶς δι‐ δασκαλίαν, ἐξαίρετον οὖσαν τοῦ Ἐλεατικοῦ διδασκαλείου, καθάπερ ἄλλο τι τοῦ Πυθαγορείου λέγουσιν, ὡς τὴν διὰ τῶν μαθημάτων ἀγωγὴν,
35καὶ ἄλλο τοῦ Ἡρακλειτείου, τὴν διὰ τῶν ὀνο‐
in Prm
.

624

μάτων ἐπὶ τὴν τῶν ὄντων γνῶσιν ὁδόν· θαυ‐ μάσας δ’ οὖν, ἠξίωσεν ἐπὶ παραδείγματός τινος αὐτῷ βεβαιωθῆναι τὴν μεθόδον, ὑπόθεσίν τινα τοῦ Ζήνωνος παραλαβόντος καὶ ἐπὶ ταύτης ἔργῳ
5τὰ ῥηθέντα δείξαντος· ὃ δὴ καὶ ἐν Σοφιστῇ γέγονε, τοῦ ἐκεῖ ξένου τὴν μέθοδον τὴν διαιρε‐ τικὴν ἐν τῇ τοῦ ἀσπαλιευτοῦ καὶ σοφιστοῦ ζη‐ τήσει φανερὰν ποιήσαντος. Ὁ δὲ Ζήνων μεῖ‐ ζον μὲν ἢ καθ’ ἑαυτόν φησιν εἶναι τὸ ἔργον καὶ
10αὐτοῦ δεῖσθαι τοῦ Παρμενίδου· παρακαλεῖ δὲ τὸν ἡγεμόνα τῶν λόγων ἐπὶ τὴν τοιαύτην ὑφή‐ γησιν. Κἄπειτα παραλαβὼν ὁ Παρμενίδης τὸν λόγον καὶ ζητήσας ἐπὶ ποίας ὑποθέσεως γυμνά‐ σει τὴν μέθοδον· Βούλεσθε, ἔφη, τὸ ἓν ὑποθώ‐
15μεθα τὸ ἐμὸν εἴτε ἔστιν εἴτε μὴ, τίνα τε αὐτῷ ἕπεται καὶ τίνα οὐχ ἕπεται, καὶ τίνα ἕπεταί τε καὶ οὐχ ἕπεται ἅμα, αὐτῷ τε πρὸς ἑαυτὸ καὶ πρὸς τὰ ἄλλα, καὶ τοῖς ἄλλοις πρός τε ἄλληλα καὶ πρὸς αὐτό; Τῶν δὲ συγχωρησάντων,
20οὕτως ἐκεῖνος κατὰ τοὺς δώδεκα τρόπους ἑκα‐ τέραν γυμνάζει τῶν ὑποθέσεων· πρὸς οὓς καὶ ἀπιδόντες τινὲς τέτταρας καὶ εἴκοσι περιγίγνε‐ σθαι τὰς ὅλας ὑποθέσεις ᾠήθησαν· ἀλλὰ πρὸς μὲν τούτους, ὅταν περὶ τῶν ὑποθέσεων λέγωμεν,
25διαγωνιούμεθα, καὶ διακρινοῦμεν τούς τε τρό‐ πους τοὺς διαλεκτικοὺς καὶ τὰς καλουμένας ὑποθέσεις· νυνὶ δὲ τοῖς προκειμένοις ἐπεξέλ‐ θωμεν. Γενομένης γὰρ, ὡς εἴρηται, τοιαύτης συνου‐
30σίας Παρμενίδου τε καὶ Ζήνωνος πρός τε Σω‐ κράτη νέον ὄντα καὶ εὐφυᾶ καὶ ἄλλους τινὰς, Πυθόδωρος Ἰσολόχου, Ζήνωνος ὢν ἀκροατὴς, ὡς καὶ ἐν Ἀλκιβιάδῃ μεμαθήκαμεν, εἰς τῶν παρόντων τῇ συνουσίᾳ καὶ αὐτὸς γεγονὼς, εἰ καὶ
35πάντη σιωπῶν ἐν αὐτῇ παρῆν καὶ οὐδὲν τοῖς
in Prm
.

625

λόγοις συνεισφέρων, ὥσπερ ὁ Σωκράτης τὰ μὲν ἐρωτῶν διετέλεσεν, τὰ δὲ ἀποκρινόμενος· ἀκού‐ σας δ’ οὖν τῶν εἰρημένων λόγων, ὥσπερ ὁ ἐν Συμποσίῳ τῶν ἐρωτικῶν λόγων διαμνημονεύσας
5Ἀριστόδημος, ἀπαγγέλλει τοῖς περὶ Ἀντιφῶντα τὴν συνουσίαν. Ἀθηναῖος δὲ οὗτος ὁ Ἀντιφῶν, τῶν ἐπ’ εὐγενείᾳ φρονούντων· καὶ διὰ τοῦτο καὶ περὶ ἱππικὴν σπουδάζων, ὡς τοῖς γενναίοις ἦν Ἀθηναίων πάτριον, Πλάτωνος ἀδελφὸς ὁμο‐
10μήτριος, ὥς φησιν αὐτός. Παραλαβὼν δὲ ὁ Ἀν‐ τιφῶν τοὺς λόγους, διηγήσατο καὶ αὐτὸς ἄλ‐ λοις Κλαζομενίοις ἀνδράσι τὸ φιλοσοφεῖν ἔργον ποιουμένοις, ἐκ τῆς τοῦ Ἀναξαγόρου διδασκα‐ λίας Ἀθήναζε ἀφικομένοις· καὶ ἔστιν αὕτη δη‐
15λαδὴ τρίτης τῆς συνουσίας ἔκθεσις. Ταύτῃ τοίνυν παρών τις Κέφαλος, Κλαζομένιος καὶ αὐτὸς ἀνὴρ, καὶ παραδεξάμενος παρὰ τοῦ Ἀντιφῶντος τοὺς λόγους ἀφηγηματικῶς, καὶ οὐδὲ πρὸς ὡρι‐ σμένα πρόσωπα λοιπὸν τοὺς λόγους διατιθεὶς,
20κατά γε τὴν ἔκθεσιν παραδίδωσι τὴν συνουσίαν· οὐδὲ γὰρ ἔτι λέγεται τίνες εἰσὶ πρὸς οὓς ὁ Κέφαλος οὗτος ποιεῖται τὴν ἀφήγησιν, ἀλλ’ ἀφη‐ γεῖται μόνον οὓς ἤκουσε παρὰ Ἀντιφῶντος λό‐ γους, ἀκούσαντος παρὰ Πυθοδώρου ἐκείνου, τοῦ
25τῶν Παρμενιδείων ἀκροασαμένου λόγων. Πρώτη τοίνυν ἐστὶν συνουσία, ἡ αὐτὰ περιέχουσα τὰ κύρια πρόσωπα καὶ τὴν πρώτην σκηνὴν τῶν λόγων· δευτέρα δὲ, ἡ παρὰ Πυθοδώρου διαμνη‐ μονεύοντος τῆς πρώτης συνουσίας καὶ οἷον ἱστο‐
30ροῦντος τὰ κατ’ ἐκείνην πάντα· τρίτη δὲ ἡ παρὰ Ἀντιφῶντος, οὓς ὁ Πυθόδωρος διηγήσατο λόγους ἀπαγγέλλοντος τῷ τε Κεφάλῳ καὶ τοῖς ἐκ Κλα‐ ζομενῶν, ὡς εἴρηται, φιλοσόφοις· τετάρτη δὲ, ἡ παρὰ τοῦ Κεφάλου τῶν ὑπ’ Ἀντιφῶντος αὐτῷ
35λόγων παραδεδομένων ἀφήγησις, εἰς ἀόριστον τελευτήσασα θέατρον. Τούτων δὴ οὖν τῶν τεττάρων συνουσιῶν (ῥη‐
τέον γὰρ ἤδη περὶ τῆς περὶ τὰ πράγματα αὐτῶν
in Prm
.

626

ὁμοιότητος, λαβοῦσιν ἐν τῷ παρόντι τὴν ἀρχὴν ἀπὸ τῆς περὶ τῶν ἰδεῶν ἐν τῷ διαλόγῳ ζητή‐ σεως, πᾶσιν ὑπ’ ὄμμασι κειμένης, ὡς καὶ τὸν διάλογον ἐπιγράψαι τινὰς Περὶ ἰδεῶν), ῥη‐
5τέον δ’ οὖν ὡς ἡ μὲν ἐσχάτη μιμεῖται τὴν εἰς τὰ αἰσθητὰ προελθοῦσαν εἰδοποιΐαν· καὶ γὰρ ὁ Κέφαλος πρὸς οὐδὲν ὡρισμένον πρόσωπον ποιεῖ‐ ται τὴν ἀφήγησιν, διότι καὶ τὸ ὑποδεχόμενον τοὺς αἰσθητοὺς λόγους ἀόριστόν ἐστι καὶ ἄγνω‐
10στον καὶ ἀνείδεον· ἡ δὲ πρὸ αὐτῆς, τὴν ἐν ταῖς φυσικαῖς οὐσίαις τῶν εἰδῶν ὑπόστασιν· πρὸ γὰρ τῶν αἰσθητῶν αἱ φύσεις τε ὅλαι καὶ αἱ μερικαὶ τοὺς ἀπὸ τῶν νοητῶν παρεδέξαντο λόγους, καθ’ οὓς καὶ τὰ αἰσθητὰ ποδηγετοῦσι καὶ γεννῶσιν
15ἀϊδίως καὶ ζωοποιοῦσι καὶ συνέχουσι, αἷς ἀνά‐ λογόν εἰσι οἱ φυσικοὶ φιλόσοφοι ἐκεῖνοι, οἱ τῆς Ἀναξαγόρου διάδοχοι φιλοσοφίας· ἡ δὲ ἔτι καὶ πρὸ ταύτης, τὴν εἰς τὰς ψυχὰς ἄνωθεν προελ‐ θοῦσαν ἀπὸ τῆς δημιουργίας ποικιλίαν τῶν εἰ‐
20δῶν· εἰσὶ γὰρ οἱ λόγοι καὶ ἐν ταύταις ψυχικῶς, οἷς συνεπλήρωσεν αὐτῶν τὴν οὐσίαν ὁ δημιουρ‐ γὸς, ὥσπερ ὁ Τίμαιος ἡμᾶς ἀνεδίδαξεν, οἷς εἰκότως ἀπεικάζοιντ’ ἂν οἱ εἰς τὸν Ἀντιφῶντα προελθόντες λόγοι· καὶ γὰρ αἱ ψυχαί εἰσιν ἀπει‐
25καζόμεναι τοῖς ὑποπτέροις ζεύγεσι τῶν ἵππων καὶ ἡνιόχων· ἡ δέ γε πρωτίστη, τὴν ἐν αὐτοῖς τοῖς ὄντως οὖσι τῶν εἰδῶν διακόσμησιν· ἐκεῖ γὰρ καὶ ἡ πρωτίστη τετρακτὺς, καὶ πᾶς ὁ τῶν θείων εἰδῶν ἀριθμὸς τῶν τε νοητῶν καὶ
30τῶν νοερῶν· καὶ ἐξ ἐκείνων πεπλήρωνται μὲν αἱ ψυχαὶ τῶν λόγων τῶν αὐταῖς προσφόρων, πεπλήρωνται δὲ αἱ φύσεις τῶν δραστηρίων εἰ‐ δῶν, πεπλήρωνται δέ οἱ τῶν σωμάτων ὄγκοι τῆς αἰσθητῆς εἰδοποιΐας. Καὶ ὥσπερ οἱ αὐτοὶ
35λόγοι κατὰ τὰς τέτταρας διαδέδονται συνου‐ σίας, ἀλλ’ οἰκείως καθ’ ἑκάστην, πρώτως μὲν κατὰ τὴν πρώτην, ἐκεῖ γὰρ οἱ πρῶτοι λόγοι·
δευτέρως δὲ κατὰ τὴν δευτέραν, μετὰ μνήμης
in Prm
.

627

γὰρ καὶ φαντασίας ἡ τούτων πρόοδος· τρίτως δὲ κατὰ τὴν τρίτην, μνήμη γάρ ἐστιν ἐνταῦθα μνήμης· ἐσχάτως δὲ κατὰ τὴν τετάρτην, ἐσχάτη γάρ ἐστιν αὕτη μνήμη· τὸν αὐτὸν τρόπον καὶ
5τὰ εἴδη πανταχοῦ μὲν πάντα, ἀλλ’ οἰκείως καθ’ ἑκάστην τάξιν. Τὰ μὲν γὰρ πρώτως ὄντα καὶ ἔστιν αὐτὰ καθ’ αὑτὰ, φησὶν ὁ Σωκράτης, [καὶ] ἐν τοῖς νοητοῖς ἐστιν, καὶ οὐδὲν εἰκονικὸν ἐν ἐκείνοις, ὥσπερ οὐδὲ ἐπὶ τῆς πρώτης συνου‐
10σίας διὰ φαντασίας καὶ μνήμης οἱ λόγοι προ‐ ῄεσαν· εἰκὼν γὰρ ἡ μνήμη τῶν μνημονευτῶν ἐστι· τὰ δὲ ἐν ψυχαῖς δευτέρως ἔχει τὸ εἶναι κατὰ τὴν τελειότητα, καὶ διὰ ταῦτα τῶν νοη‐ τῶν εἰκόνες· ὥσπερ οὖν καὶ ἡ δευτέρα συνου‐
15σία μετὰ μνήμης καὶ φαντασίας, τὰ δὲ ἐν ταῖς φύσεσιν ἔτι μᾶλλον εἰκόνες καὶ εἰκόνων εἰκόνες· διὰ γὰρ τῶν ψυχικῶν εἰδῶν ἡ γένεσις καὶ τὸ εἶναι τοῖς φυσικοῖς ὑπάρχει λόγοις· τὰ δὲ αἰ‐ σθητὰ πάντων ἔσχατα, καὶ μόνως ταῦτα εἰκό‐
20νες, εἰς τὸ ἄγνωστον καὶ ἀόριστον καταλήξαντα καὶ οὐδὲν ἔχοντα μεθ’ ἑαυτά· πάντων γάρ εἰσι τῶν λόγων ἀποπερατώσεις ἐν τούτοις. Καὶ ὅπερ ἐστὶ θαυμαστὸν ἐν τούτοις, ὁ μὲν τὴν δευτέραν συνουσίαν διατιθεὶς οὐ τοὺς λόγους ἀπαγγέλλει
25ψιλοὺς, ἀλλὰ καὶ τὰ πρόσωπα παράγει καὶ τὰ πράγματα εἰς μέσον· ὁ δὲ τὴν τρίτην τῶν τε ἐν τῇ πρώτῃ πάντων διαμνημονεύει καὶ τῶν ἐν τῇ δευτέρᾳ· ὁ δὲ τὴν τετάρτην τῶν τε ἐν τῇ πρώτῃ καὶ τῶν ἐν τῇ δευτέρᾳ καὶ τῶν ἐν τῇ
30τρίτῃ πάντων προσώπων τε καὶ πραγμάτων, ἵνα τὰ μὲν πρῶτα πανταχοῦ παρῇ καὶ μέχρι τῶν ἐσχάτων, τὰ δὲ δεύτερα κατ’ αἰτίαν μὲν ἐν τοῖς πρώτοις εἴη (ἐκεῖ γὰρ ὁ Πυθόδωρος τῆς συνουσίας τῆς δευτέρας διαθέτης), διήκῃ δὲ καὶ
35αὐτὰ διὰ τῶν λοιπῶν· τὰ δὲ τρίτα πάλιν ὁμοίως κατ’ αἰτίαν μὲν ἐν τοῖς δευτέροις ᾖ (ἐκεῖ γὰρ ἦν ὁ Ἀντιφῶν ὁ τῆς τρίτης συνουσίας κύριος), διατείνῃ δὲ ἄχρι τῶν τελευταίων τὰς τῶν πρώ‐ των ἐνεργείας.
40Τοσαῦτα μὲν τὴν πρώτην ἡμῖν ἀπαρχομένοις
τῆς τοῦ διαλόγου θεωρίας εἰρήσθω περὶ τούτων.
in Prm
.

628

Εἰ δὲ δεῖ καὶ περὶ τῶν προσώπων ἀποδοῦναι τὸν εἰκότα λόγον, ὁ μὲν Παρμενίδης αὐτὸς ἀνά‐ λογον τετάχθαι μοι δοκεῖ τῷ ἀμεθέκτῳ καὶ θείῳ νῷ, τῷ πρὸς αὐτὸ τὸ ὄντως ὂν ἡνωμένῳ
5κατὰ τὴν ἑαυτοῦ νόησιν, ἢ καὶ αὐτῷ τῷ ὄντι, περὶ ὃ μάλιστα διατρίβων ἓν ἐλέγε τὸ ὄν· ὁ δέ γε Ζήνων τῷ μετεχομένῳ μὲν ὑπὸ τῆς θείας ψυχῆς νῷ, πεπληρωμένῳ δὲ τῶν νοερῶν εἰδῶν ὅσα παρεδέξατο κατ’ οὐσίαν ἐκ τοῦ ἀΰλου καὶ
10ἀμεθέκτου νοῦ· διὸ καὶ αὐτὸς ἀπὸ τοῦ πλήθους ἁρπάζειν ἑαυτὸν ἐπείγεται πρὸς τὸ ἓν ὂν, μι‐ μούμενος τὸν πρὸ αὑτοῦ καὶ εἰς ὃν ἀναφέρει τὴν ἑαυτοῦ τελείωσιν· εἰ δὲ βούλει καὶ αὐτὴν ἐνει‐ κονίζεσθαι, λέγε τὴν μετὰ τὸ ὂν ζωὴν τὸν
15ἄνδρα τοῦτον χαίροντα ταῖς τῶν ἐναντίων συν‐ αγωγαῖς καὶ ταῖς ἐφ’ ἑκάτερα ἐπιβολαῖς, ὥσπερ καὶ ἡ ζωὴ μετὰ τὸ ὂν πρώτη τῶν ἐναντίων παρέσχετο τὴν ἔκφανσιν, στάσεως ἅμα καὶ κι‐ νήσεως. Ὁ δὲ δὴ Σωκράτης ἐοίκοι ἂν τῷ μερι‐
20κῷ νῷ ἢ καὶ ἁπλῶς τῷ νῷ, οἷς ἐκείνων ὁ μὲν κατὰ τὴν τοῦ ὄντος ἀναλογίαν, ὁ δὲ κατὰ τὴν τῆς ζωῆς τέτακται· διόπερ ᾠκείωται μὲν ἄγαν τοῖς ἀμφὶ Παρμενίδην καὶ Ζήνωνα, καὶ μετ’ αὐτῶν συμπληροῖ τὴν πρώτην συνουσίαν, ἣν
25εἰκόνα φέρειν τῶν ὄντως ὄντων ἐλέγομεν, ὥσπερ δὴ καὶ ὁ νοῦς τῆς ἀμερίστου καὶ αὐτός ἐστιν οὐσίας πλήρωμα, τῇ δὲ τῶν ἰδεῶν ὑποθέσει δια‐ φερόντως ἀποπιστεύων παραδέδοται· τί γὰρ ἄλλο προσήκει τῷ μερικῷ νῷ, ἢ τὰ εἴδη τὰ
30θεῖα καὶ ὁρᾷν καὶ τοῖς ἄλλοις ἐκφαίνειν; Ἀλλ’ οὗτοι μὲν οἱ τρεῖς τοιαύτην ἡμῖν φαίνονται δια‐ σώζοντες ἀναλογίαν, ὁ μὲν πρὸς τὸ ὂν, ὁ δὲ πρὸς τὴν ζωὴν, ὁ δὲ πρὸς τὸν νοῦν, ἢ ὁ μὲν πρὸς τὸν ὅλον καὶ ἀμέθεκτον νοῦν, ὁ δὲ πρὸς τὸν με‐
35θεκτὸν, ὁ δὲ πρὸς τὸν μερικὸν ἅμα καὶ μεθεκ‐ τόν· καὶ μέχρι τούτων ἡ ἀμέριστος φύσις· πᾶς γὰρ νοῦς ἢ ὁλικός ἐστι καὶ ἀμέθεκτος, ἢ ὅλος μεθεκτὸς, ἢ μερικὸς καὶ μεθεκτὸς, μερικὸς γὰρ ἀμέθεκτος οὐκ ἔστι. Τῶν δὲ ἀφηγουμένων τὴν
40συνουσίαν τριῶν ἀνδρῶν, ὁ μὲν Πυθόδωρος ἀνά‐
λογον μέν ἐστι θείᾳ ψυχῇ, πάρεστι δὲ τῇ πρώτῃ
in Prm
.

629

συνουσίᾳ καὶ πληροῦται μακαρίων λόγων, ὥσπερ ἡ θεία ψυχὴ τῶν νοερῶν εἰδῶν (καὶ γὰρ αὕτη, καθά φησιν ὁ ἐν Φαίδρῳ Σωκράτης, ἐπὶ δαῖτά τε καὶ θοίνην ἄνεισιν, ἑπομένη τῷ μεγάλῳ
5Διῒ), ἀλλὰ σιωπῶν παρέστιν, ἐπειδὴ πᾶν τὸ εἶδος ἐκεῖνο τῆς συνουσίας προσήκει τῇ ἀμερί‐ στῳ τῶν ὄντων φύσει· τάχα δ’ ἂν εἴη καὶ τῇ ἀγγελικῇ τάξει ἀνάλογον, πρώτως ἐκφαίνων τὴν τῶν θείων ἐκείνων πᾶσαν θεωρίαν. Ὁ δὲ
10Ἀντιφῶν εἰκάζεται μὲν ψυχῇ δαιμονίᾳ, τῆς φύσεως ἐφαπτομένῃ καὶ τὴν φύσιν ἀναγειρούσῃ· διὸ καὶ αὐτὸς ἱππικός τις εἶναι βούλεται, κα‐ θάπερ δὴ καὶ ἡ τοιαύτη ψυχὴ τὸ ἄλογον ἐθέλει ποδηγετεῖν καὶ ἄγειν κατὰ τὴν οἰκείαν βούλη‐
15σιν· πληροῦται δὲ τῶν λόγων ἐκ τοῦ Πυθοδώρου κατὰ τὴν δευτέραν συνουσίαν καὶ πληροῖ τοὺς ἐκ Κλαζομενῶν ἥκοντας ἄνδρας, ἐπεὶ καὶ ἡ τοιαύτη ψυχὴ, μέσην ἔχουσα τάξιν, πληροῦται μὲν ἀπὸ τῶν κρειττόνων, πληροῖ δὲ τὴν φύσιν
20τῶν ἑαυτῆς εἰδῶν. Ὁ δὲ δὴ Κέφαλος καὶ οἱ ἐκ Κλαζομενῶν φιλόσοφοι ταῖς μερικαῖς ψυχαῖς καὶ τῇ φύσει συμπολιτευομέναις, ἰέναι τὴν ὁμοίαν ἔχοντες ἐν τούτοις χώραν, ἅτε δὴ καὶ αὐτοὶ φυσικοί τινες ὄντες. Τὸ γοῦν Ἰωνικὸν πᾶν
25διδασκαλεῖον τοιοῦτόν ἐστιν, οὐχ οἷον τὸ Ἰτα‐ λικόν. Τοῦτο μέν γε θαμὰ περὶ τὴν τῶν νοη‐ τῶν οὐσίαν ἀνῆγεν ἑαυτό .... καὶ ἐνή .... ᾗ τὰ ἄλλα πάντα κατ’ αἰτίαν ἑώρα· τὸ δὲ Ἰωνι‐ κὸν περί τε τὴν φύσιν καὶ τὰς φυσικὰς ποιή‐
30σεις καὶ πείσεις ἀνεστρέφετο, καὶ ἐν τούτοις ἐτίθετο τὴν ὅλην φιλοσοφίαν· μέσον δὲ ἀμφοῖν ὂν τὸ Ἀττικὸν ἐπανορθοῖ μὲν τὴν Ἰωνικὴν φι‐ λοσοφίαν, ἐκφαίνει δὲ τὴν Ἰταλικὴν θεωρίαν. Οὕτως ὁ Σωκράτης ἐν Φαίδωνι μὲν αἰτιᾶται
35τὸν Ἀναξαγόραν, ὡς μηδαμοῦ τῷ νῷ χρώμε‐ νον, ἀέρας δὲ καὶ διαθέσεις καὶ τοιαῦτα ἄττα τῆς τῶν πραγμάτων φύσεως αἰτιώμενον· ἐν δὲ
τῷ Σοφιστῇ τὸν Ἐλεάτην παρακαλεῖ σοφὸν με‐
in Prm
.

630

ταδοῦναι καὶ αὐτῷ τῆς ἐκεῖθεν φιλοσοφίας. Ἀλλ’ ἐν μὲν τούτοις διῃρημένως, ὅπερ ἔφαμεν, ἐργά‐ ζεται· ἐνταῦθα δὲ ἄγει εἰς τὰς Ἀθήνας τοὺς ἐξ Ἰταλίας ἡ ὑπόθεσις, ἵνα μεταδῶσι τοῖς τῇδε
5τῶν πατρίων δογμάτων αὐτῶν· ἄγει δὲ τοὺς ἐξ Ἰωνίας, ἵνα μεταλάβωσι τῶν Ἰωνικῶν ὑφη‐ γήσεων· αἱ μὲν γὰρ Κλαζομεναὶ τῆς Ἰωνίας εἰσὶν, ἡ δὲ Ἐλέα τῆς Ἰταλίας· καὶ ὥσπερ αὐτὰ φυσικὰ πάντα μετέχει τῶν νοητῶν διὰ μέσων
10τῶν ψυχικῶν εἰδῶν, οὕτω δὴ καὶ ἥδε ἡ σκηνὴ τοῖς Ἰωνικοῖς φιλοσόφοις μεταδίδωσι τῆς Ἰτα‐ λίας· ἄγει γὰρ αὐτοὺς Ἀθήναζε, καὶ διὰ τῶν Ἀττικῶν τὴν μετουσίαν αὐτοῖς τῶν ἐποπτικῶν λόγων παρέχεται.
15 Ἀλλὰ περὶ μὲν τῆς διασκευῆς τῶν πραγμά‐ των καὶ τῶν τεττάρων συνουσιῶν καὶ τῆς τῶν προσώπων τάξεως καὶ ἀναλογίας πρὸς τὰ ἐν τῷ παντὶ, τοῖς ἀπὸ τοῦ περὶ τῶν ἰδεῶν λόγου βουλομένοις θεωρεῖν καὶ δυναμένοις τὰ ὄντα
20κατὰ τὴν αὐτῶν ἕκαστα τάξιν, ἱκανὰ τὰ εἰρη‐ μένα. Τούτων δὲ ἡμῖν προδιατεταγμένων, ἀν‐ αγκαία λοιπόν ἐστιν ἡ τοῦ σκοποῦ ζήτησις καὶ ἡ θεωρία, πῶς ἅπαντα ταῦτα πρὸς τὸν ἕνα συνήρτηται τοῦ διαλόγου σκοπὸν, ὃν ἂν φήνῃ
25ὁ λόγος· ὅσα γὰρ προείπομεν, εἰς τὰ προοίμια τοῦ διαλόγου βλέποντες εἴπομεν, καὶ τοὺς περὶ τῶν ἰδεῶν λόγους, ἀφ’ ὧν καὶ ἐπιγράφειν αὐτόν τινες, ὡς εἴρηται, τῶν ἔμπροσθεν ἠξίωσαν. Δεῖ γὰρ, ὥσπερ ἐκ τῶν φαινομένων ἐπὶ τὸ νοητὸν
30ἡ ἄνοδος, οὕτω καὶ ἡμᾶς ἀπὸ τῶν ὑποκειμένων τῷ διαλόγῳ περιστατικῶν ἐπὶ τὴν μίαν ἀνα‐ δραμεῖν τῶν λόγων πρόθεσιν καὶ τὸ ἓν τέλος τῆς ὅλης πραγματείας ταύτης, τούτῳ δὲ καὶ τὰ ἄλλα συντάττειν εἰς δύναμιν τὰ πρόσωπα,
35τοὺς καιροὺς, τοὺς τόπους, πάντα ὅσα πρότερον αὐτὰ καθ’ αὑτὰ τεθεωρήκαμεν. Εἰσὶ δέ τινες καὶ γεγόνασι τῶν ἔμπροσθεν,
οἳ τὸν τοῦ διαλόγου τοῦδε σκοπὸν εἰς λογικὴν
in Prm
.

631

ἀνέπεμψαν γυμνασίαν, τὴν μὲν ἐπιγραφὴν, καί‐ τοι παμπάλαιον οὖσαν, τὴν Περὶ τῶν ἰδεῶν ἀτιμάσαντες, ὡς εἰς μικρὸν μέρος τοῦ διαλόγου βλέψασαν, καὶ εἰς ἀπορητικὸν, καὶ οὐχ ἡγητι‐
5κόν. Εἰσὶ δ’ οὖν τινες οἳ λογικὸν εἶναι τὸν σκο‐ πὸν εἰρήκασι τοῦδε τοῦ διαλόγου (καθάπερ ἐν Θεαιτήτῳ πρὸς Πρωταγόραν ἀντέγραψε πάντων λέγοντα χρημάτων μέτρον τὸν ἄνθρωπον, δεικ‐ νὺς οὐ μᾶλλον ὄντα τοῦτον μέτρον πάντων
10χρημάτων ἢ ὗν καὶ κυνοκέφαλον), καὶ χαίρειν ἀφέντες τὴν τῶν πραγμάτων θεωρίαν, ἰδόντες ἐφ’ ἑκάτερα κρουομένους τοὺς λόγους, τοτὲ μὲν τῷ εἶναι τὸ ἓν, τοτὲ δὲ τῷ μὴ εἶναι τῶν ἑπο‐ μένων. Καὶ τούτων, λέγω δὴ τῶν λογικὸν
15ἀποφηναμένων εἶναι τὸν σκοπὸν, οἱ μὲν ἀντι‐ γράφειν αὐτὸν ὑπέλαβον τῷ Ζήνωνι, δεικνύναι πειρώμενον ἐπὶ χαλεπωτέρας ὑποθέσεως, τῆς τῶν νοητῶν, ποικίλας εὑρέσεις ἀσκεῖν· ὃν πα‐ ρεῖναι, καὶ ταῦτα περὶ τὰ αἰσθητὰ διατρίβοντα,
20καὶ ἐν τούτοις ἀποφαίνοντα τὴν τῶν ἀντικειμέ‐ νων συνδρομήν. Καὶ γὰρ εἰωθέναι φασὶν οὗτοι τὸν Πλάτωνα ποιεῖσθαι τὰς ἀντιῤῥήσεις τὰς πρὸς τοὺς ἄλλους τριχῶς· καὶ τὰς μὲν κατὰ μί‐ μησιν ὧν ἐκεῖνοι γεγράφασιν, ἐπὶ τὸ τελειό‐
25τερον μέντοι προάγοντα τὴν μίμησιν καὶ τὰ ἐλλείποντα προστιθέντα τοῖς ἐκείνων λόγοις, ὥσπερ ἀμέλει καὶ πρὸς Θουκυδίδην ἀγωνιζόμε‐ νος τὸν Μενέξενον ἀπειργάσατο, καὶ τὸν ἐκεῖ ῥηθέντα λόγον ἐπὶ τοῖς δημοσία θαπτομένοις εἰς
30ταὐτὸν μὲν ἐκείνῳ καθεὶς, τῇ δὲ τάξει τῶν κε‐ φαλαίων καὶ τῇ εὑρέσει τῶν ἐπιχειρήσεων καὶ τῇ σαφηνείᾳ τῆς ἑρμηνείας πολλῷ δή τινι τὸν λόγον τοῦ παρ’ ἐκείνου γραφέντος εὐδοκιμώτε‐ ρον ἀπειργασμένος· τὰς δὲ κατ’ ἐναντίωσιν πρὸς
35οὓς ἀγωνίζεται, καθάπερ ἐνταῦθα πρὸς τὸν Ζή‐ νωνα· πολλαχῶς γὰρ ἐκείνου καταλαβεῖν ἐγχει‐
ρήσαντος τοὺς πολλὰ τὰ ὄντα τιθεμένους, ὡς
in Prm
.

632

καὶ μέχρι τετταράκοντα λόγων τὰ ἀντικείμενα συγκρουόντων προελθεῖν αὐτῷ τὸν ἔλεγχον αὐ‐ τὸν, πρὸς τὸ ἓν ποιήσασθαι τὴν παντοδαπὴν ταύτην τῶν ἐπιχειρημάτων ἐπίδειξιν, ἁμιλλώ‐
5μενον πρὸς τὸν κατὰ τοῦ πλήθους τῶν ὄντων γυμνασάμενον, δεικνύντα τὸν ὅμοιον τρόπον ἐκεί‐ νῳ τὰ ἀντικείμενα περὶ ταὐτόν· καὶ ὡς ἐκεῖνος ἤλεγχε τὰ πολλὰ δεικνὺς αὐτὰ καὶ ὅμοια καὶ ἀνόμοια καὶ ταὐτὰ καὶ ἕτερα καὶ ἴσα ὄντα καὶ
10ἄνισα, κατὰ τὰ αὐτὰ δὴ καὶ αὐτὸν ἀποφαίνειν τὸ ἓν ὅμοιον καὶ ἀνόμοιον, καὶ οὐχ ὅμοιον καὶ οὐκ ἀνόμοιον, ταὐτὸν, οὐ ταὐτὸν, ἕτερον, οὐχ ἕτερον, καὶ ἐπὶ πάντων ὡσαύτως, καὶ τιθέντα καὶ ἀναιροῦντα τὰ μαχόμενα, καὶ οὐχ ὡς ἐκεῖ‐
15νος τιθέντα μόνον· δι’ ὧν τὸν πλοῦτον τῶν ἐπι‐ χειρήσεων πολλῷ ποικιλώτερον δεῖξαι τοῦ παρ’ ἐκείνῳ τοὺς ἄλλους οὕτως ἐκπλήξαντος, ὥστε καὶ τὸν σιλλογράφον ἀμφοτερόγλωσσον αὐτὸν προσειπεῖν, καὶ τὴν δύναμιν ἀγασθέντα τοῦ
20ἀνδρὸς, μέγα σθένος φάναι καὶ οὐκ ἀλαπαδνὸν Ζήνωνος (τίνα γὰρ ἂν ἀφῆκε φωνὴν περὶ τοῦ πολλαπλασιάσαντος τὰς μεθόδους τῶν εὑρέσεων, ἐκεῖνον ἀμφοτερόγλωσσον προσειπών;)· τὰς δὲ ἐκ τρίτων, ὁμοῦ μὲν κατὰ μίμησιν, ὁμοῦ δὲ
25κατ’ ἐναντίωσιν προΐστασθαι τῶν ἀντιγράφων (τοῦτο γὰρ ὑπόλοιπον), ὥσπερ, φασὶν, ἐν τοῖς πρὸς Λυσίαν λόγοις τὸν σοφιστὴν εἰς ταὐτὸν ἐπιχειρῶν, ἀντὶ μὲν τῶν χύδην παρ’ ἐκείνῳ βε‐ βλημένων ἐνθυμημάτων τάξιν εἰσήγαγεν ἀνα‐
30γκαίαν ἑνὶ ζώῳ τὸν λόγον ἀφομοιοῦσαν, ἀντὶ δὲ τῶν ἀμεθόδων ἀρχῶν ἐπιστημονικὴν ἐπέδει‐ ξεν ὁδὸν ἀπὸ τῶν ὁρισμῶν ἀρχομένην καὶ τὴν τοῦ ποιοῦ ζήτησιν εἰς τὸ τί ἐστιν ἀνάγουσαν, ἀντὶ δὲ τοῦ καλλωπίζεσθαι πλήθει ῥημάτων
35καὶ ὀνομάτων τὰ αὐτὰ λεγόντων ποικιλίαν νοη‐ μάτων προσέθηκε καὶ παντοίαν ἐξαλλαγήν· ἃ
δὴ πάντα δείκνυσιν ὅπως ἦν προσῆκον μετα‐
in Prm
.

633

χειρίζεσθαι τὸν ὑπὲρ τοῦ μὴ ἐρῶντος λόγον τὸν σοφιστήν· εἰς δὲ τὸ ἀντικείμενον πρόβλημα μεταβὰς καὶ τὸν ὑπὲρ τοῦ ἐρῶντος ἀγῶνα πρὸς αὐτὸν ἀγωνιζόμενος οὐδεμίαν ὑπερβολὴν παρῆκε
5τῶν ἐλέγχων, ὁριζόμενος, διαιρῶν, ἀποδεικνὺς, παντοδαπαῖς χρώμενος πρὸς τὴν ἀντίῤῥησιν ὁδοῖς, ὅπου καὶ τὸν τῆς ἑρμηνείας τύπον ἐξῆρε παρὰ τὸ εἰωθὸς, ἵνα καὶ τῷ χαρακτῆρι τοῦ λό‐ γου καταβάλῃ τὸν χαρακτῆρα τῶν ἐκείνου λό‐
10γων, τῷ ἁδρῷ τὸ ἰσχνὸν, καὶ τὴν ἐξαλλαγὴν εἰς ἔνθεον κατακωχὴν ἀναπέμψας, ἀπεκρύψατο τὴν αἰτίαν τὸν πολὺν ἀκροατήν. Οὗτοι μὲν οὖν, ὅπερ ἔφην, τοιαῦτα κατα‐ τείνουσιν. Εἰσὶ δὲ οἳ τὴν μὲν ἀντιγραφὴν ταύ‐
15την ἀπᾴδειν φασὶ καὶ τῶν πραγμάτων καὶ τῶν προσώπων· τῶν μὲν πραγμάτων, διότι καὶ ὁ Ζήνων εἰς τὸν αὐτὸν τῷ Παρμενίδῃ βλέπων σκο‐ πὸν διήλεγχε τοὺς τὰ μὲν πλήθη τῶν ὄντων εἶναι τιθεμένους, ἀνεννοήτους δὲ ὄντας ἐκείνου
20τοῦ ἑνὸς, ἀφ’ οὗ καὶ τὰ πολλὰ ὄντα καὶ ἔστιν ὄντα καὶ τὴν ἐπωνυμίαν ἔχει ταὐτὴν, ὅμοιον ὡς εἴ τις, τοὺς πολλοὺς ἀνθρώπους αὐτὸ τοῦτο λέγων ἀνθρώπους εἶναι, τὸ ἓν εἶδος τοῦ ἀνθρώ‐ που μὴ καθεωράκει, δι’ ὃ καὶ τούτοις ἀνθρώ‐
25ποις εἶναί τε καὶ λέγεσθαι πάρεστιν· εἰ γὰρ τοῦτο κατανοήσαιεν, τοὺς ἀνθρώπους καθὸ ἄν‐ θρωποι φήσαιεν ἂν οὐ πολλοὺς εἶναι, ἀλλ’ ἑνοειδεῖς ὄντας· τῶν δὲ προσώπων, διότι πολὺ μὲν τὸ ἀπεμφαῖνον, ἐραστὴν καὶ ἐρώμε‐
30νον εἰπόντα τὸν Παρμενίδην καὶ τὸν Ζήνωνα, καὶ τὸν μὲν καθηγεμόνα, τὸν δὲ ὑπ’ ἐκείνου τελεωθέντα, ποιεῖν τὸν ἐραστὴν καὶ τὸν καθη‐ γεμόνα, πρὸς τὸν ἐρώμενον καὶ τὸν ὑπ’ αὐτοῦ τελεωθέντα, τοσοῦτον πέλαγος διανέοντα λό‐
35γων· πολὺ δὲ καὶ τὸ πλημμελὲς, ὡς ἄν τις
in Prm
.

634

ἀληθῶς εἴποι, τὸν μὲν βοήθειαν φάναι τῷ Παρ‐ μενίδου λόγῳ τὸ γραφὲν αὑτῷ βιβλίον ἐξειργά‐ σθαι, τὸν δὲ πρὸς τὴν βοήθειαν ἀντιγράφειν, ἣν ἐκεῖνος αὐτῷ πορίζων τὰς πολλὰς κατέτεινεν
5ἐπιχειρήσεις. Ταύτην δ’ οὖν τὴν ἀντιγραφὴν ἀτιμάσαντες λογικῆς οἱ μὲν εἶναί φασι γυμνασίας τὴν πρό‐ θεσιν. Τριῶν γὰρ ὄντων, ὡς κατὰ μεγάλα διελ‐ θεῖν, τῶν ἐν τῷ διαλόγῳ κεφαλαίων, οὕτω γὰρ
10ἐκεῖνοι διαιροῦσιν, ὧν ἓν μέν ἐστι τὰς περὶ τῶν ἰδεῶν ἀπορίας προτεῖνον, ἓν δὲ τὴν τῆς μεθόδου σύντομον παράδοσιν ποιούμενον, δι’ ἧς ἀξιοῖ γυμνάζεσθαι τοὺς τῆς ἀληθείας φιλοθεά‐ μονας, ἓν δὲ τὴν μέθοδον αὐτὴν ὡς ἐπὶ παρα‐
15δείγματος τοῦ κατὰ Παρμενίδην ἑνὸς γνώριμον ἀπεργαζόμενον, πάντα πρὸς ἓν βλέπειν ταῦτα, τὴν τῆς γυμνασίας τῆς ἐν τοῖς λόγοις ἄσκησιν. Καὶ γὰρ τὸ πρῶτον .... Ἀναγκαίαν αὐτὴν ἐπι‐ δεικνύναι .... τοῖς ἄνευ ταύτης ἐπὶ τὴν τῶν ὄντων
20τρεπομένοις σκέψιν καὶ τὰς ἀληθεῖς ὑποθέσεις ἀνατρεπομένας ἐπιδεικνύον, εἴπερ καὶ ὁ Σωκρά‐ της διὰ τὴν ἀμελετησίαν τῆς μεθόδου ταύτης παραστῆναι τῇ τῶν εἰδῶν ὑποθέσει μηδὲ δύνη‐ ται, καὶ ταῦτα, ὡς φησὶν ὁ Παρμενίδης, αὐτὸς
25μὲν θείαν ὁρμὴν ὁρμῶν, τῆς δὲ ὑποθέσεως ἀλη‐ θεστάτης οὔσης. Καὶ τρίτον οὐδὲν ἄλλο [ἢ] παράδειγμά ἐστιν, ὡς καὶ τοῦτο σαφῶς εἴρη‐ ται, τὸν τῆς μεθόδου τρόπον ὁποῖός ἐστι πα‐ ραδηλοῦν, ἵνα καὶ ἐπὶ πάντων ὡσαύτως τῶν
30πραγμάτων γυμναζώμεθα δι’ αὐτῆς, ὅμοιόν τι ποιοῦν τῷ ἐν τῷ Σοφιστῇ παραδείγματι τῆς διαιρετικῆς· ὡς γὰρ ἐκείνην ἐπὶ τοῦ ἀσπαλιευ‐ τοῦ γνώριμον ἐποίησεν, οὕτω δὴ καὶ ταύτην ἐπὶ τοῦ Παρμενιδείου ἑνός· καὶ ἐκ δὴ τούτων
35συλλογίζονται τὸν τοῦ διαλόγου διὰ πάντων
in Prm
.

635

εἶναι τῶν κεφαλαίων σκοπὸν περὶ τῆς γυμνα‐ σίας ταύτης· τοσοῦτον μέντοι διαφέρειν τῆς τοπικῆς τῆς παρὰ τῷ Ἀριστοτέλει μεθόδου ταύτην φασὶν, ὅτι ἐκείνη μὲν εἴδη προβλημά‐
5των διεστήσατο τέτταρα καὶ πρὸς ἕκαστον τού‐ των εὐπορίαν ἐξεῦρεν ἐπιχειρήσεων, εἰ καὶ ὁ Θεόφραστος τὴν τετράδα συνελὼν ἐν δύο μόνοις προβλήμασι περιγράφει τὴν μέθοδον, οἷον τὸ μὲν πρὸς ὅρον εἶναι τίθεται, τὸ δὲ πρὸς τὸ
10συμβεβηκὸς, τὰ μὲν γενικὰ προβλήματα τοῖς πρὸς ὅρον νείμας, τὰ δὲ πρὸς ἴδιον τοῖς κατὰ συμβεβηκὸς συναριθμῶν· αὕτη δὲ καθ’ ἕκαστον τῶν προβλημάτων ὑποθέσεων μεμηχάνηται ποι‐ κίλην εὕρεσιν, δι’ ὧν ἐξεταζομένων καταφανὲς
15γίγνεται τἀληθὲς, τῶν μὲν δυνατῶν τοῖς δυνα‐ τοῖς ἐν ταῖς ἀναγκαίαις ἀκολουθίαις ἑπομένων, τῶν δὲ ἀδυνάτων τοῖς ἀδυνάτοις· ὥστ’ οὔτε φιλοσόφων ἐκτὸς ἡ τοιαύτη μέθοδος, καθάπερ ἡ τοπικὴ μόνοις προσήκουσα τοῖς τὸ ἔνδοξον θηρῶ‐
20σιν, εἰς τὴν τῆς ἀληθείας αὐτῆς συντελοῦσα θήραν, οὔτε ἄλλο τι θεωρεῖν ἀποῤῥητότερον ἡμᾶς ἀφίησιν ἑαυτῆς, εἴπερ τὰ μὲν ἐπιδεικνύ‐ ται τῶν ἐν τῷ διαλόγῳ σκεμμάτων αὐτὴν ἀν‐ αγκαίαν, τὰ δὲ εἰς σαφήνειαν συμπράττει τῶν
25καθολικῶν αὐτῇ κανόνων, τὰ δὲ αὐτὴν ὑπαυ‐ γάσαι μέσον τούτων ἡμῖν προτίθησι τὴν μέ‐ θοδον. Οὗτοι μὲν δὴ ταῦτα ἀντιφαῖεν ἂν, λογικὸν τιθέμενοι καὶ αὐτοὶ τὸν σκοπὸν, ἐκείνους δὲ
30ἀτιμάσαντες τοὺς εἰς πρόσωπον βλέποντας, ὡς ἀπιθάνοις ἐπιβεβληκότας. Τῶν δὲ πραγματει‐ ώδη τὴν πρόθεσιν εἰπόντων καὶ τὴν μέθοδον τῶν πραγμάτων ἕνεκα γυμνάζεσθαι λεγόντων, ἀλλ’ οὐ τὰ ἀποῤῥητότερα τῶν δογμάτων εἰς τὴν τῆς
35μεθόδου κατάληψιν περιαγόντων, οἱ μὲν περὶ τοῦ ὄντος ἔφαντο τὴν ζήτησιν εἶναι· καὶ πῶς ἓν οἱ ἄνδρες ἐκεῖνοι τὸ ὂν ἔλεγον εἶναι, προκεῖ‐
σθαι τῷ Πλάτωνι δι’ αὐτῶν ἐκείνων καταδή‐
in Prm
.

636

σασθαι τῶν ἀνδρῶν καὶ τῆς μεθόδου τῆς εἰω‐ θυίας ἐκείνοις, τοῦ μὲν Ζήνωνος τὰ πολλὰ διελέγχοντος κρατερῶς, τοῦ δὲ Παρμενίδου τὸ ἓν ὂν ἐκφαίνοντος· δεῖν γὰρ τοὺς καθαρτικοὺς
5λόγους προηγεῖσθαι τῶν τελειωτικῶν. Καὶ δὴ καὶ φασὶν αὐτὸν εἶναι τὸν Πλάτωνα τὸν περὶ τοῦ Παρμενίδου βοῶντα καὶ μαρτυρόμενον περὶ τούτων τῶν ἐνταῦθα λόγων, ὡς ἄρα βάθος ἔχουσι παντάπασι γενναῖον. Φησὶ γοῦν ἐν τῷ Θεαιτή‐
10τῳ Σωκράτης Παρμενίδῃ συγγενέσθαι νέος ὢν μάλα πρεσβύτῃ, καὶ ἀκοῦσαι φιλοσοφοῦντος ἐκεί‐ νου περὶ τοῦ ὄντος, οὐχὶ μεθόδους γυμναστικὰς, ἀλλὰ βάθος ἐχούσας ἐπιβολάς· φοβεῖσθαι οὖν μὴ οὔτε τὰ λεγόμενα ξυνῶσι, τί τε διανοούμε‐
15νος εἶπεν ἐκεῖνα παντάπασιν ἀπολειφθῶσι, δι’ ὧν παρέστησεν ἐναργῶς πραγματειώδη τὸν τῶν προκειμένων λόγων σκοπόν· καὶ τὴν μέθο‐ δον εἰς ἐκεῖνον ἄγειν, καὶ προειλῆφθαι τῆς θεωρίας ὡς ἀναγκαίαν, καὶ τὰς περὶ τῶν ἰδεῶν
20ἀπορίας ὡς προσανακινούσας εἰς τὴν τοῦ ἑνὸς ὄντος ἡμᾶς κατανόησιν· καὶ γὰρ τὸ πλῆθος τῶν ἰδεῶν ἐν τῷ ἑνὶ ὄντι τὴν ὑπόστασιν ἔχειν, ὡς ἐν μονάδι τὸν οἰκεῖον ἀριθμόν· ὥστε εἰ κατὰ ἀνάλυσιν ἐθέλοι τις τῶν τμημάτων τὴν τάξιν
25εὑρεῖν, τὸ μὲν σκοπιμώτατον ἂν εἴποι τοῦ δια‐ λόγου τέλος, περὶ τοῦ ὄντος τοῦ κατὰ τὴν Παρ‐ μενίδειον δόξαν ἐκφῆναι τὴν ἀλήθειαν. Ἐπειδὴ δὲ καὶ τοῦτο κατὰ τὴν παρ’ αὐτοῖς κρατοῦσαν μέθοδον ἔδει καταδήσασθαι τὸν περὶ τῆς γυμ‐
30ναστικῆς μεθόδου λόγον, ἀναγκαίως προληφθῆ‐ ναι τίς ἐστι καὶ διὰ ποίων ὁδεύει κανόνων. Ἐπειδὴ δὲ τὴν μέθοδον οὐκ ἄλλως ἦν εἰσόδου τυχεῖν ἢ διὰ τοῦ παραστῆσαι τὴν χρείαν αὐτῆς, ταύτην δὲ οὐκ ἄλλως ἦν δεῖξαι δυνατὸν
35ἢ τοὺς ἄνευ αὐτῆς ὁρμῶντας ἐπὶ τὴν τῶν πρα‐ γμάτων θεωρίαν ἀπορίαις περιβάλλοντα περὶ ὧν δοξάζουσιν ἀφύκτοις, διὰ δὴ τοῦτο καὶ τὸν
περὶ τῶν ἰδεῶν προληφθῆναι λόγον καὶ τὰς
in Prm
.

637

ἀπορίας, δι’ ὧν χρείᾳ τῆς μεθόδου περὶ αὐτῆς εἰσάγειν ἔμελλον λόγον, ἧς ἐδεόμεθα, τῆς τοῦ ὄντος ἕνεκα τοῦ κατὰ τὸν Παρμενίδην θεωρίας. Καὶ γὰρ οὐδέν ἐστιν εὑρεῖν τὸν Πλάτωνά που
5τῶν μεθόδων ἐνστησάμενον προηγουμένην πρα‐ γματείαν, ἀλλὰ χρώμενον αὐταῖς ἄλλως ἀλλα‐ χοῦ κατὰ τὴν ἑκάστου χρείαν, πανταχοῦ δὲ τῶν πραγμάτων αὐτὰς ὧν προτίθεται ζητεῖν ἕνεκα παραλαμβάνοντα, καθάπερ ἐν Σοφιστῇ τὴν διαι‐
10ρετικὴν, οὐχ ἵνα διαιρετικὴν διδάξῃ τὸν ἀκροα‐ τὴν, εἰ καὶ τοῦτο συμβαίνει πάρεργον, ἀλλ’ ἵνα καταδήσηται τὸν πολυκέφαλον σοφιστήν· καὶ τοῦτο πράττει τῇ φύσει τῶν πραγμάτων ἑπόμενος, ἧς ἴδιον τὰ ἀναγκαῖα τῶν τελῶν
15χάριν, ἀλλ’ οὐ τὰ τέλη τῶν ἀναγκαίων ἕνεκα παραλαμβάνειν. Πᾶσα δὲ μέθοδος ἀναγκαία τοῖς γυμνάσασθαι βουλομένοις περὶ τὴν τῶν πραγμάτων ἐπιστήμην, καὶ οὐ δι’ ἑαυτὴν ἀξία σπουδῆς· εἰ δὲ καὶ ἐπιβλέψοι τις εἰς τὴν πᾶσαν
20τῶν ὑποθέσεων διασκευὴν, κυροῖ ἂν ἐναργῶς ὡς οὐκ ἄρα τὴν τοῦ ὄντος θεωρίαν τῆς γυμνασίας ἕνεκα παρείληφε τῆς προεκτεθείσης. Ἐκείνη μὲν γὰρ ἠξίου, καὶ τεθέντος εἶναι τοῦ ζητουμένου καὶ τεθέντος μὴ εἶναι, σκοπεῖν τά τε ἑπόμενα
25καὶ τὰ οὐχ ἑπόμενα, καὶ αὐτῷ πρὸς αὑτὸ τῷ ὑποτεθέντι εἶναι ἢ μὴ εἶναι, καὶ αὐτῷ πρὸς τὰ ἄλλα, καὶ τοῖς ἄλλοις ὡσαύτως, πρός τε ἑαυτὰ καὶ πρὸς τὸ ὑποτεθέν· ἡ δὲ τῶν ὑποθέσεων δι‐ έξοδος οὐ παντάπασιν ἕπεται τοῖς τῆς μεθόδου
30τρόποις, ἀλλὰ τοὺς μὲν παραλείπει, τοὺς δὲ ἐξαλλάττει. Καίτοι γε εἰ παραδείγματος ἕνεκα τὸν περὶ τοῦ ἑνὸς ὄντος εἰσῆγε λόγον, πῶς οὐ γελοῖον ἦν μὴ ἕπεσθαι τῇ μεθόδῳ, μηδὲ κατὰ τοὺς εἰρημένους κανόνας αὐτῆς μεταχειρίζεσθαι
35τὸ παράδειγμα λέγον τὸ μὴ ἑπόμενον τῇ πάσῃ τάξει τῶν τῆς μεθόδου κανόνων; Ἀλλ’ ὅπως μὲν οὐ παντάπασιν ἕπεται τῇ μεθόδῳ διὰ τῶν
καλουμένων ὑποθέσεων προϊὼν, ἀλλὰ τὰ μὲν
in Prm
.

638

ἀφαιρεῖ, τὰ δὲ προστίθησι, τὰ δὲ ἐξαλλάττει, γνωσόμεθα δι’ αὐτῶν μέσων ὁδεύοντες. Νῦν δὲ τοσοῦτον ὑπομεμνήσθω διὰ τῶν εἰ‐ ρημένων, ὅτι μὴ δεῖ τὴν γυμνασίαν προτίθε‐
5σθαι λέγειν αὐτοῖς ὡς σκοπὸν, ἀλλὰ πραγμα‐ τειώδη πρόθεσίν τινα τοῦ διαλόγου ζητεῖν, ἣν οἱ μὲν, ὥσπερ εἴπομεν, περὶ τοῦ ὄντος εἶναι δια‐ τείνονται, μαρτυρόμενοι τὸν Παρμενίδην, ὅτι περὶ τοῦ κατ’ αὐτὸν ἑνὸς ποιήσεται τὸν λόγον
10ἐν ἀρχῇ βοῶντα· τοῦτο δὲ εἶναι τὸ ὂν, καὶ δεδημεῦσθαι ταύτην εἶναι Παρμενίδου τὴν δό‐ ξαν, καὶ τὸν ἐν Σοφιστῇ τοῦτο ξένον δηλοῦν, ἐλέγχοντα τὸν Παρμενίδην ὡς μήπω λέγοντα τὸ ὡς ἀληθῶς ἓν, ὅταν λέγῃ τὸ ὄν· οἱ δὲ τού‐
15τοις ὁμολογοῦντες τῷ πραγματειώδη τίθεσθαι τὸν σκοπὸν ἀξιοῦσι μὴ μόνον περὶ τοῦ ἑνὸς ὄντος αὐτὸν πραγματεύεσθαι, καθάπερ οὗτοί φασιν, ἀλλὰ περὶ ἁπάντων τῶν ἀπὸ τοῦ ἑνὸς ὑπο‐ στάντων· καὶ γὰρ τὰς ὑποθέσεις ἄρξασθαι μὲν
20ὄντως ἀπὸ τοῦ κατὰ Παρμενίδην ἑνὸς, ὅπερ ἦν τὸ ἓν ὄν· ἐντεῦθεν δὲ ὁρμηθείσας, τοτὲ μὲν χωρὶς τοῦ ἔστι τῇ ἐννοίᾳ τοῦ ἑνὸς ἀπερειδομέ‐ νας ἐκφῆναι τὸ ὡς ἀληθῶς ἓν παντὸς πλήθους καθαρεῦον, καὶ διὰ τοῦτο καὶ τοῦ ὄντος ἐξῃρη‐
25μένον καὶ τὴν τοῦ ἔστι κατηγορίαν ἀναινόμε‐ νον· τοτὲ δὲ ἀμφοῖν ὁμοίως ἐπιβαλλούσας, τῷ τε ἑνὶ καὶ τῷ ὄντι, πάντα τὸν νοητὸν εἰς φῶς ἀνάγειν διάκοσμον, ἐν ᾧ καὶ τὸ εἶναι ὡς ἀλη‐ θῶς ἐστι, καὶ τὸ ἓν αὐτοτελῶς μετέχον τοῦ
30εἶναι· τοτὲ δὲ τῷ ὄντι χρωμένας, καὶ τὸ ἓν τὸ οὐσιῶδες αὐτῷ μόνῳ συναπτούσας, πρῶτον μέν τινα δεῖξαι φύσιν, ὅτι ἐστὶ διὰ τὸ ἓν, τρί‐ την δὲ ἀπὸ τοῦ ὡς ἀληθῶς ἑνός· εἶτα μεταβάσας ἐπὶ τὴν τοῦ ἑνὸς ἐξέτασιν δεῖξαι ταῦτα τῷ μὲν
35μετέχειν τοῦ ἑνὸς πάντα συνάγοντα ἑαυτοῖς, τῷ δὲ μὴ μετέχειν πάντων στερούμενα· τούτων δὲ πάντων οὐ δυναμένων ἐφαρμόσαι τῷ ἑνὶ
ὄντι, συνάγουσιν εἰκότως ὡς ἄρα οὐ περὶ ἐκεί‐
in Prm
.

639

νου μόνον ὁ λόγος, ἀλλὰ περὶ τῶν πάντων ἀπὸ τῆς πρώτης αἰτίας μέχρι τῶν ἐσχάτων, ἐν οἷς ἡ στέρησις τῶν πάντων, ἃ δὴ καὶ ὡμοιῶσθαι πρὸς ἐκείνην ἀνομοίως· τὸ γὰρ ἐστερημένον πάν‐
5των διὰ τὸ μὴ μετέχειν τοῦ ἑνὸς ὅμοιόν πώς ἐστι τῷ ἐξῃρημένῳ πάντων διὰ τὸ μὴ μετέχειν τοῦ ὄντος. Ἢ πῶς ἂν ἐφαρμόσειε τῷ ἑνὶ ὄντι τὰ οὕτως ἀντικείμενα ἀλλήλοις; Εἰ γὰρ καὶ ἡ ὑπόθεσις ἀληθὴς καὶ μάλιστα κατὰ τὸν Παρμε‐
10νίδην αὐτὸν, λέγω δὲ τὸ εἶναι τὸ ἓν ὂν, καὶ τὰ ἑπόμενα ἐξ ἀνάγκης ἑπόμενα δείκνυσι τῇ ἀλη‐ θεῖ ὑποθέσει, κατ’ αὐτὸν πάντα ἂν εἴη ἀληθῆ ὅσα δείκνυται τεθέντος εἶναι τοῦ ἑνὸς ὄντος, ὥστε καὶ ὅσα ἀποφάσκει καὶ ὅσα καταφάσκει
15τοῦ αὐτοῦ κατηγορηθήσεται τοῦ ἑνὸς ὄντος ἀλη‐ θῶς, ὃ δὴ πάντων ἐστὶν ἀδυνατώτατον· εἰ δὲ καὶ ὅσα τεθέντος μὴ εἶναι τοῦ ἑνὸς ὄντος, εἰ καί πη ἀληθῆ, καὶ ἐκεῖνα δήπου τῷ ἑνὶ ὄντι προσήκοντα ἂν εἴη. Καὶ τί δεῖ λέγειν ὅπου καὶ
20ὅσα καταφάσκει μόνα τοῦ ἑνὸς, δείκνυσιν ὁ λό‐ γος μὴ ἐνδεχόμενα τῷ αὐτῷ ὑπάρχειν, τῷ ἑνὶ ὄντι λέγω; πῶς γὰρ πλῆθος ἄπειρον ἔσται τὸ ἓν ὂν, αὐτοῦ τοῦ ἑνὸς ἀναινομένου κατ’ αὐτὸν, λέγω τὸν Παρμενίδην, τὴν κατὰ τὸ πλῆθος
25ἀπειρίαν; πῶς δὲ καὶ ἄπειρος ἀριθμὸς, ὅνπερ οὕτως ἐκεῖνος ἑνίζειν ἐθέλει διὰ πάντων, ὥστε πᾶν πλῆθος τῶν ὄντων δοκεῖν ἐμποδὼν αὐτὸν ποιεῖν; πῶς δὲ χρόνου μετέχον τὸ αἰώνιον; τοιοῦτον γὰρ τὸ κατὰ Παρμενίδην ἓν ὂν, ταὐ‐
30τὸν ἐν ταὐτῷ μίμνον, ὡς αὐτός φησιν. Εἰ δὴ ταῦτα ἀληθῆ φαμὲν, οὐ δεῖ δήπου λέγειν περὶ τοῦ ὄντος ἁπλῶς εἶναι τοῦ κατὰ Παρμενίδην τὸν σκοπὸν, ᾧ μὴ ἐφαρμόζει μηδὲ ὅσα κατα‐ φάσκεται πάντα, μὴ ὅτι γε ὅσα ἀποφάσκεται,
35καὶ ᾧ ἄμφω καὶ καταφάσκεται καὶ ἀποφάσκε‐ ται, ἀλλὰ περὶ τῶν ὄντων ἁπάντων, ἐν οἷς τὰ μὲν τῶν καταφάσεών ἐστι δεκτικὰ καὶ ἄλλα ἄλλων, τὰ δὲ τῶν συναμφοτέρων, ὥστε εἰκό‐
τως καὶ τὸν Παρμενίδην εἰπεῖν ὅτι ἄρξεται ἀπὸ
in Prm
.

640

τοῦ κατ’ αὐτὸν ἑνὸς, καὶ σὺν ἀκριβείᾳ φάναι ἀπὸ τούτου ἄρξεσθαι· καὶ γὰρ ἄρξασθαι μὲν ἀπὸ τούτου, διὰ δὲ τῶν ἑπομένων τούτῳ πᾶ‐ σαν ἐκφῆναι τὴν τῶν ὄντων φύσιν, ὡς εἴ τις
5ἔλεγε, τὴν αὐτὴν μέθοδον ἐθέλων παραλαβεῖν ἐπὶ ψυχῆς, ἄρχεσθαι ἀπὸ τῆς μιᾶς ψυχῆς, ταύ‐ την δ’ ὑποθέμενος ἐδείκνυ καὶ τὰ πλήθη τῶν ψυχῶν καὶ πάντα τὰ μετέχοντα. Τοῦτον γὰρ ἀρξάμενον ἀπὸ τῆς μιᾶς ψυχῆς οὐ περὶ ἐκείνης
10εἴποιμεν ἂν διαλέγεσθαι μόνης, ἀλλὰ καὶ περὶ ἐκείνης ὡς ὑποτεθείσης, καὶ περὶ πάντων τῶν ἑπομένων τῷ ἐκείνην ὑποθεμένῳ. Καὶ γὰρ ὅλως ὅταν ὑπόθεσίς τις παραλαμβάνηταί τινων, ἀρ‐ χῆς ἔχει λόγον ἡ ὑπόθεσις· γίγνεται δὲ ἡ ζήτησις
15οὐ περὶ αὐτῆς, ἀλλὰ περὶ τῶν ἑπομένων τῇ ὑπο‐ θέσει, μενούσης καὶ κινηθείσης τῆς ὑποθέσεως. Οἱ μὲν οὖν παλαιοὶ περὶ τῆς τοῦ Παρμενί‐ δου προθέσεως τοῦτον διέστησαν τὸν τρόπον· ὅσα δὲ συνεισήγαγε ταῖς τούτων ἐπιστάσεσιν ὁ
20ἡμέτερος καθηγεμὼν, ἤδη λεκτέον. Εἶναι μὲν δὴ καὶ αὐτὸς τὸν σκοπὸν πραγματειώδη τοῦ διαλόγου τοῖς οὕτως ἑλομένοις τῶν πρεσβυτέρων ὡμολόγει, τήν τε ἀντιγραφὴν ὡς ἀπίθανον χαίρειν ἀφείς· τὸ γὰρ δεῖσθαι μὲν τὸν Ζήνωνα
25τοῦ Παρμενίδου τοῖς παροῦσι γυμνάσαι τὴν μέ‐ θοδον, ἐκεῖνον δὲ ἐν τῷ γυμνάζειν ἀμύνεσθαι τὴν Ζήνωνος πραγματείαν, πρὸς τοῖς ἔμπρο‐ σθεν εἰρημένοις παντελῶς ἀπίθανον, καὶ πρὸς τῇ ἀντιγραφῇ ταύτῃ τῇ ληρώδει τὸν περὶ τῆς
30γυμνασίας τῆς ἐκκειμένης σκοπόν· εἰ γὰρ ἔδει τινὸς παραδείγματος αὐτῷ πρὸς τὴν τῆς με‐ θόδου σαφήνειαν, ἄλλο τι τῶν προχείρων ἂν παρέλαβεν ἐξαρκοῦν εἰς παραδείγματος ἰδέαν, ἀλλ’ οὐχὶ τὸ σεμνότατον τῶν ἑαυτοῦ δογμάτων
35πάρεργον ἂν ἐποιήσατο τῆς κατὰ τὴν γυμνασίαν διδασκαλίας, καίτοι νέοις προσήκειν ταύτην ἡγούμενος· ἐκεῖνο δὲ πρεσβυτικῆς εἶναι δια‐ νοίας καθορᾷν, καὶ οὐδὲ ἀνθρωπίνης, ὡς ἐν τοῖς
ποιήμασί φησιν, ἀλλὰ νύμφης Ὑψιπύλης τινός.
in Prm
.

641

Τοιοῦτον δ’ οὖν οἰόμενος εἶναι τὸν σκοπὸν, οὔτε περὶ τοῦ ὄντος οὔτε περὶ τῶν ὄντων αὐτῶν εἶναι μόνων διετείνετο· συγχωρῶν δὲ εἶναι περὶ τῶν πάντων, ἠξίου προστιθέναι καθ’ ὅσον
5ἑνὸς πάντα ἐστὶν ἔκγονα καὶ εἰς ἓν ἀνήρτηται πάντων αἴτιον, καὶ, ἵνα τὸ δοκοῦν εἴπωμεν, καθ’ ὅσον πάντα τεθέωται· τῷ γὰρ ἑνὸς με‐ τέχειν ἕκαστα κατὰ τὴν ἑαυτῶν τάξιν εἴποις ἂν τεθεῶσθαι, κἂν τὰ ἔσχατα λέγῃς τῶν
10ὄντων. Εἰ γὰρ θεὸς καὶ ἓν ταὐτὸν, διότι μήτε θεοῦ τι κρεῖττόν ἐστι μήτε ἑνὸς, τὸ ἡνῶ‐ σθαι τῷ τεθεῶσθαι ταὐτόν· καὶ γὰρ εἰ ἥλιος καὶ θεὸς ἦν ταὐτὸν, ἦν ἂν τὸ πεφωτίσθαι τῷ τεθεῶσθαι ταὐτόν· δίδωσι γὰρ τὸ μὲν ἓν τὴν
15ἕνωσιν, ὁ δὲ ἥλιος τὴν φώτισιν. Ὥσπερ οὖν ὁ Τίμαιος οὐχ ἁπλῶς φυσιολογεῖ κατὰ τοὺς πολ‐ λοὺς φυσιολόγους, ἀλλὰ καθ’ ὅσον πάντα ἀπὸ τοῦ ἑνὸς δημιουργοῦ κεκόσμηται διδάσκει, τοῦ‐ τον καὶ τὸν Παρμενίδην τὸν τρόπον, κἂν περὶ
20τῶν ὄντων πραγματεύηται, καθ’ ὅσον ταῦτα ἐκ τοῦ ἑνός ἐστιν αὐτὸν πραγματεύεσθαι φήσο‐ μεν· τοῦτο δὲ τὸ ἓν ἄλλως μὲν εἶναι ἐν τοῖς θεοῖς, ἄλλως δὲ ἐν τοῖς μετὰ θεούς· ὅπου μὲν
αὐτοτελὲς, οὐχ οἷον ἐν ὑποκειμένῳ ὄν. Πᾶς γὰρ
in Prm
.

642

θεὸς κατὰ τὸ ἓν θεὸς, εἰ καὶ ἐκεῖνος μὲν μόνως ἓν ἀπλεόναστος ὢν, ἕκαστος δὲ τῶν ἄλλων ἐπλεόνασεν, ὁ μὲν ἄλλοις, ὁ δὲ ἄλλοις τοῖς ἐξημμένοις· ἐλάττους μὲν οἱ ἐγγυτέρω τοῦ
5ἀπλεοναστοῦ, πλείους δὲ οἱ ποῤῥώτερον, ὥσπερ καὶ ἔχει φύσιν συγγενεστέραν αὐτῷ [τὰ ἐγγυ‐ τέρω], καὶ ἧττον συγγενῆ γε τὰ ποῤῥώτερον, καὶ τὴν πρόθεσιν καὶ τὸν πλεονασμὸν γίγνεσθαι δι’ ὕφεσιν. Ὅπου μὲν οὖν ὄντως εἶναι τὸ ἓν,
10ὅπου δὲ ὡς ἕξιν· καὶ γὰρ πᾶν εἶδος καὶ πᾶσαν ψυχὴν καὶ πᾶν σῶμα μετέχειν ἑνός τινος, ἀλλ’ οὐκ ἔτι τοῦτο θεὸν εἶναι τὸ ἓν, εἰ καὶ εἰκὼν, εἰ θέμις εἰπεῖν, ἔστι καὶ τοῦτο θεοῦ, καὶ σπέρμα θεῖον, ὡς τὸ εἶδος εἰκὼν τοῦ ὄντος, ὡς ἡ γνῶ‐
15σις εἰκὼν τοῦ νοῦ, καὶ ἡ ἐν τοῖς ἐσχάτοις ὡς καὶ ἡ αὐτοκινησία ψυχῆς. Ὡς οὖν πᾶν τὸ αὐτοκί‐ νητον ἢ ψυχή ἐστιν ἢ ἐψύχωται, καὶ ὡς πᾶν τὸ γνωστικὸν ἢ νοῦς ἐστιν ἢ νενόωται, καὶ ὡς πᾶν εἶδος ἢ οὐσία ἐστὶν ἢ οὐσίωται, οὕτω πᾶν ἓν ἢ
20θεός ἐστιν ἢ τεθέωται. Τὸν μὲν οὖν Τίμαιον εἰς τὸν δημιουργὸν ἀναφέρειν πάντα, τὸν δὲ Παρ‐ μενίδην εἰς τὸ ἓν, καὶ εἶναι ἀνάλογον ὡς ὁ δη‐ μιουργὸς πρὸς τὰ ἐγκόσμια, τὸ ἓν πρὸς πάν‐
τα .... ἁπλῶς δὲ οὐχ ἑνός· τίς γὰρ θεὸς καὶ
in Prm
.

643

οὗτος· ὁ γὰρ κατὰ τὸ ἓν θεὸς οὐ τὶς θεὸς, ἀλλ’ ἁπλῶς θεός· τὶς δὲ θεὸς ὁ δημιουργὸς, διότι θεοῦ τίς ἐστιν ἰδιότης ἡ δημιουργικὴ, καὶ ἄλ‐ λων οὐσῶν ἰδιοτήτων θείων μὲν, οὐ μέντοι δη‐
5μιουργικῶν. Ταύτην δὲ τῶν διαλόγων πρὸς ἀλ‐ λήλους ἐχόντων ἀναλογίαν ἐν ταῖς προθέσεσι, καὶ τοὺς χρόνους τῶν ὑποκειμένων αὐτοῖς πρα‐ γμάτων ὁμολογεῖν· τὸν μὲν γὰρ ἐν τοῖς μι‐ κροῖς ὑποκεῖσθαι Παναθηναίοις, τὸν δὲ ἐν τοῖς
10μεγάλοις, ὡς προείπομεν, ἐν οἷς καὶ ὁ πέπλος ἂν εἴη ὁ τῆς θεοῦ τὴν κατὰ τῶν γιγάντων νίκην ἔχων· καὶ τοῦτο δήπου τοῖς περὶ τῆς διὰ πάντων διηκούσης ἑνότητος θεάμασι πρεπωδέ‐ στατον τὸ τῶν γιγάντων· ἐν γὰρ τοῖς μερι‐
15στῶς διοικουμένοις καὶ ὑλικῶς αὕτη νοῦν καὶ ἕνωσιν προστιθεῖσα κρατεῖν ἐκείνων λέγεται, τὰ νοερώτερα τῶν ἀλογωτέρων καὶ τὰ ἀϋλότερα τῶν ἐνυλοτέρων καὶ τὰ ἡνωμένα τῶν πεπληθυ‐ σμένων ἐπικρατέστερα ποιοῦσα. Τοῦτο μὲν οὖν
20σύνθημα τῆς Ἀθηναϊκῆς ἦν δυνάμεως τῆς ἐξῃ‐ ρημένης τῶν ἐγκοσμίων, καθ’ ἣν καὶ τῷ πατρὶ σύνεστι καὶ μετ’ ἐκείνου κρατεῖ τῶν γιγάντων· τὰ δὲ δὴ μικρὰ καλούμενα Παναθήναια τὴν ἐγκόσμιον αὐτῆς τιμᾷ διαφερόντως τάξιν καὶ
25τὴν συντεταγμένην πρὸς τὴν Σεληνιακὴν περί‐
in Prm
.

644

οδον. Διὸ δὴ καὶ πρέπειν ἔδοξε τῷ τὴν κοσμι‐ κὴν πᾶσαν γένεσιν ἡμῖν ἐκφαίνοντι διαλόγῳ, τὸν μὲν οὖν χρόνον ταύτῃ συμβαίνειν πρὸς τὸν τοῦ Παρμενίδου σκοπὸν, εἶναι δὲ καὶ τὴν συνου‐
5σίαν τετάρτην οὖσαν ἀπὸ τῆς πρώτης ταύτην ἣν ὁ Κέφαλος ποιεῖται, πρὸς οὓς δὴ καὶ ποιεῖ‐ ται συνᾴδουσαν τῇ ἀπὸ τοῦ ἑνὸς προόδῳ τῶν πάντων μέχρι τῶν ἐσχάτων. Πάντα γὰρ τὰ ἐκεῖ‐ θεν προελθόντα ἢ ἑνάδες εἰσὶν, ἃ δὴ καὶ αὐτόθεν
10ἀπὸ τοῦ ἑνὸς ὑφεστᾶσιν, ἢ οὐσίαι ἀπὸ τῶν ἑνά‐ δων προϊοῦσαι τούτων ἀπὸ τοῦ ἑνὸς, ἢ μεσό‐ τητες τῶν οὐσιῶν καὶ τῶν γενέσεων, ἃς δὴ καὶ οὐσίαι παράγουσι καὶ πρὸ τῶν οὐσιῶν ἑνάδες καὶ τὸ ἓν, ἢ γενέσεις αἱ ἐκ τῶν πάντων ἐκεί‐
15νων πρόοδοι. Εἰ τοίνυν εἰς τετάρτην ὕφεσιν προ‐ ῆλθε πάντα τὰ ὁπωσοῦν τελειότερα καὶ ὁμοιού‐ μενα πρὸς τὸ πάντων τέλος, πῶς οὐχὶ καὶ ἡ συνουσία τετάρτη οὖσα, ἡ περὶ τῆς ἀπὸ τοῦ ἑνὸς τῶν πάντων ὑποβάσεως, συμφώνως τέτα‐
20κται πρὸς τὴν ὑποκειμένην τῷ διαλόγῳ θεω‐ ρίαν, εἰ δὲ καὶ ταῖς γενέσεσίν ἐστιν εἰς ὑποδο‐ χὴν καθ’ ἑαυτὴν ἀνείδεος, καὶ ταύτῃ εἰκόνα φέροιεν ἂν οἱ τοὺς λόγους ὑποδεχόμενοι τοὺς ἐν τῇ τετάρτῃ συνουσίᾳ, καὶ οὗτοι δήπουθεν
25ἀκατονόμαστοι ὄντες διὰ τὴν πρὸς τὸ ἀόριστον
in Prm
.

645

ἀναλογίαν; Τὸ γὰρ ὄνομα σύνθημα τοῦ εἴδους ἐστί. Καὶ δεῖ συναιρεῖν ἐκ πάντων τούτων ὅτι πᾶσα ὕπαρξις ἢ οὐσία ἐστὶν ἢ γένεσις, ἢ οὔτε οὐσία οὔτε γένεσις, καὶ αὕτη ἢ πρὸ τῶν οὐσιῶν
5καὶ γενέσεων, ἢ μετ’ οὐσίας καὶ γενέσεις· πᾶν γὰρ ὑλικὸν οὐδέτερόν ἐστι τούτων, ἀνομοίως, φασὶν, ὁμοιούμενον τοῖς πρὸ γενέσεως οὖσι καὶ οὐσίας. Ἔτι δεῖ οὖν τὸν χαρακτῆρα τοῦ διαλόγου
10πρεπωδέστατον εἶναι τοῖς ὑποκειμένοις πράγ‐ μασι καὶ τῇ μεθόδῳ τῶν λόγων. Τὰ μὲν γάρ ἐστι θεῖα καὶ ἐν τῇ ἁπλότητι τοῦ ἑνὸς ἱδρυ‐ μένα, τὴν ἀκαλλώπιστον εὐμορφίαν, ὡς φησί τις τῶν τὰ ὅσια σοφῶν, διαφερόντως ἀγαπῶντα
15καὶ προτείνοντα τοῖς εἰς αὐτὰ βλέπειν δυναμέ‐ νοις· ἡ δὲ δι’ αὐτῶν τῶν ἀκριβεστάτων πρόεισι τοῦ λόγου δυνάμεων, πᾶσαν ἀφεῖσα χάριν ἐπι‐ σκευαστικὴν ἔξω τῶν πραγμάτων φέρουσαν, κόσμου τε παντὸς ἀμελοῦσα καὶ πρὸς μόνην
20τεταμένη τὴν διηκριβωμένην θήραν τῶν ζη‐ τουμένων, γεωμετρικαῖς ἀνάγκαις καταδουμένη τῶν προκειμένων ἕκαστον. Ἀμφοτέροις δὴ οὖν καὶ τὸ τῆς ἑρμηνείας εἶδος εὖ τε καὶ καλῶς συν‐ ήρμοσται· ταῖς τε γὰρ διαλεκτικαῖς μεθόδοις
25προσήκει τὸ ἰσχνὸν, καὶ τοῖς περὶ θείων πραγ‐ μάτων λόγοις τὸ ἀπέριττον καὶ αὐτοφυὲς καὶ ἀκαλλώπιστον. Εἴ τι οὖν ἐστι τῆς Σωκρατικῆς χάριτος ἐξαίρετον, ἢ εἴ τι μέσον εἶδος λόγων ἐμπρέπον φαίνεται τοῖς μέσοις εἴδεσι τῆς ζωῆς,
30ἢ εἴ που τι τοῖς ἐνθεάζουσιν ὑψηλόν ἐστι καὶ ἁδρὸν πλάσματος εἶδος, συνεξορμῶν τῇ φαντα‐ σίᾳ τῶν κατόχων, τοῦτο πᾶν ἀλλότριόν ἐστιν εἰκότως τῆς παρούσης ἰδέας καὶ οὐδαμῶς ἀπαι‐
τητέον ἐν τῷδε τῷ διαλόγῳ τῆς παρούσης ἰδέας
in Prm
.

646

τοιοῦτον οὐδέν. Καὶ ἔγωγε θαυμάζω μὲν τοὺς τῆς κριτικῆς φρονήσεως τῶν ἔμπροσθεν ἁψαμέ‐ νους, ὅπως ἐγκεκωμιάκασι τὴν ἑρμηνευτικὴν τοῦ διαλόγου τούτου πᾶσαν ἰδέαν ἐν τῷ ἰσχνῷ
5τὸ ἑαυτῶν ὂν θαυμαστῶς διαφυλάττουσαν, καὶ τῷ ἀπερίττῳ τὸ ἀνελλιπὲς ἱκανῶς συγκερασα‐ μένην, καὶ τῷ ἀκριβεῖ τὸ σύντονον συνυφάνα‐ σαν συμμέτρως· θαυμάζω δὲ ἔτι πλέον τοὺς ἐν τοῖς περὶ τοῦ θεολογικοῦ χαρακτῆρος τύποις
10ἀποφηναμένους πολλὰ μὲν εἶναι ἐν τῷ Σοφιστῇ τοῦτον ἑρμηνευθέντα τὸν τρόπον, τὸν δὲ Παρ‐ μενίδην ὅλον εἰς ταύτην ἀνάγεσθαι τὴν ἰδέαν, πλὴν τό γε τοσοῦτον ἄξιον προστιθέναι τούτοις ὅτι τὴν τῶν ὀνομάτων ἐκλογὴν πρέπουσαν εἶναί
15φαμεν θεολογίᾳ ταύτῃ οὐχ ὡς μόνων τῶν τοιού‐ των αὐτῇ προσηκόντων, καὶ τὴν ἰδέαν ταύτην ἁρμόττουσαν οὐχ ὡς μόνην τοῖς ἀπαγγέλλειν τὰ θεῖα προθεμένοις οἰκείαν, ἀλλ’ ὡς τοῖς δια‐ λεκτικῶς περὶ τῶν θείων διδάσκειν ἐφιεμένοις
20μάλιστα καὶ ὀνομάτων καθηκόντων τοιούτων καὶ πλασμάτων τοιῷδε λόγῳ ἐμπρεπόντων. Τὰ γὰρ θεῖα κατ’ ἄλλον καὶ ἄλλον τρόπον ἑρμη‐ νεύειν δυνατόν· τοῖς μὲν φοιβολήπτοις ποιη‐ ταῖς, διὰ τῶν μυθικῶν ὀνομάτων καὶ ἑρμη‐
25νείας ἁδροτέρας· τοῖς δὲ τῆς τραγικῆς σκευῆς τῆς ἐν τοῖς μυθικοῖς ἀπεχομένης, ἄλλως δὲ ἐν θείῳ στόματι φθεγγομένης, δι’ ὀνομάτων ἱερο‐ πρεπῶν καὶ εἰς τὸ ὕψος ἀνηγμένης ἰδέας· τοῖς δὲ δι’ εἰκόνων αὐτὰ προθεμένοις ἐξαγγέλλειν,
30δι’ ὀνομάτων μαθηματικῶν, ἤπου τῶν ἐναρι‐ θμητικῶν λεγομένων ἢ τῶν γεωμετρικῶν. Τούτων δὴ οὖν πάντων ἐξήλλακται παντελῶς ἡ διὰ τῶν διαλεκτικῶν ὀνομάτων αὐτῶν ἐφερ‐
μήνευσις προσήκουσα μάλιστα τοῖς ἐκ τοῦ Ἐλεα‐
in Prm
.

647

τικοῦ διδασκαλείου, καθάπερ ἐκείνων ἡ μὲν ἐξαίρετός ἐστι τῶν Πυθαγορείων, ὡς ὁ Φιλό‐ λαος δηλοῖ, τοῖς ἀριθμοῖς τὰς τῶν θεῶν ὑπ‐ άρξεις καὶ προόδους ἀφηγησάμενος· ἡ δὲ τῶν
5ἱερατικῶν, ὀνόματα τῶν θεῶν κατὰ τὴν ἑαυτῶν μυστικὴν ἑρμηνείαν ἐκδεδωκότων, οἷα τὰ τοῖς Ἀσσυρίοις ὑμνημένα, Ζῶναι καὶ Ἄζωνοι, καὶ Πηγαὶ καὶ Ἀμείλικτοι καὶ Συνοχεῖς, δι’ ὧν ἐκεῖνοι τὰς τάξεις ἑρμηνεύουσι τῶν θεῶν· ἡ δὲ
10τῶν Ὀρφικῶν τῆς Ἑλληνικῆς οὖσα θεολογίας ἰδία, Κρόνον καὶ Δία καὶ Οὐρανὸν καὶ Νύκτα καὶ Κύκλωπας καὶ Ἑκατόγχειρας ἐπιφημίζου‐ σα ταῖς ἀκροτάταις τῶν πάντων ἀρχαῖς. Ἡ τοίνυν διαλεκτικὴ τῶν θείων ἐξήγησις ἀντὶ πάν‐
15των, ὡς εἴρηται, τῶν τοιούτων ὀνόμασι χρῆται διαλεκτικοῖς, ἓν καὶ ὂν, καὶ ὅλον καὶ μέρη, καὶ ταὐτὸν καὶ ἕτερον, καὶ ὅμοιον καὶ ἀν‐ όμοιον· περὶ ἃ δὴ καὶ διαφερόντως ἡ διαλεκ‐ τικὴ διατρίβει, παραλαμβάνουσα πρὸς τὴν τῶν
20θείων ἑρμηνείαν· διὸ καὶ χαρακτὴρ προσήκει τοῖς τοιούτοις ὀνόμασιν ἀπὸ τῆς συνηθείας εἰ‐ λημμένος οὗτος ὃν ὁ Παρμενίδης μετῆλθε νῦν, οὐχ ὁ μεγαλόφωνος, ἀλλ’ ὁ ἰσχνὸς, οὐδὲ ὁ κα‐
τεσκευασμένος περιττῶς, ἀλλ’ ὁ αὐτοφυής.
in Prm
.

648

Τοσαῦτα καὶ περὶ τῆς ἰδέας εἴχομεν λέγειν τῆς ἑρμηνευτικῆς τοῦ διαλόγου. Πολλῶν δὲ ἀκούων τοῦ λόγου τοῦ Πλάτωνος ἐξηγητῶν τὴν μέθοδον, ἣν ἐνταῦθα παραδίδωσιν ὁ Παρμενί‐
5δης, τῆς ὑμνημένης παρ’ αὐτῷ διαλεκτικῆς ἐπιχειρούντων διϊστάνειν, ἄξιον ἡγοῦμαι καὶ περὶ τούτου τὰ δοκοῦντα προειπεῖν. Εἰσὶ γὰρ δή τινες οἳ λέγουσι ταύτην τρισὶ τούτοις ἐκεί‐ νης ἀποδείκνυσθαι διαφέρουσαν, οἷς αὐτὸς ὁ
10Παρμενίδης φησίν· ἑνὶ μὲν τῷ τὴν διαλεκτικὴν μηδαμῶς προσήκειν παραδίδοσθαι νέοις, ὡς ὁ Σωκράτης ἐν τῇ Πολιτείᾳ φησὶ, μὴ λάθωσιν εἰς παρανομίαν ἐλάσαντες, τῇ δυνάμει τῶν λό‐ γων χρώμενοι πρὸς τὴν τῶν εὐδιαστρόφων ἐν‐
15νοιῶν ἐν ἡμῖν ἀνατροπήν· ἐπὶ ταύτην δὲ τὴν μέθοδον ἐγείροντα τὸν Παρμενίδην νέον ὄντα τὸν Σωκράτη δι’ αὐτὸ τοῦτο μάλιστα προτρέ‐ πειν, τὸ νέον εἶναι· προσήκειν γὰρ νέοις τὴν περὶ αὐτὴν σπουδὴν, οὓς ἐξείργει τῆς διαλεκτι‐
20κῆς αὐτὸς νομοθετῶν· ἑτέρῳ δὲ τῷ ταύτην μὲν τὴν μέθοδον ὑπὸ τοῦ Παρμενίδου καλεῖσθαι γυ‐ μνασίαν, ὡς ἐφ’ ἑκάτερα ταῖς ἐπιχειρήσεσι χρω‐ μένην, οἵαν τὴν Ἀριστοτέλους εἶναι διαλεκ‐
τικὴν, ἧς καὶ ἐκεῖνος τὴν χρείαν παραδιδοὺς
in Prm
.

649

συντελεῖν αὐτήν φησι πρὸς γυμνασίαν· τὴν δὲ Πλάτωνος τὸ ἀκρότατον παρ’ αὐτῷ λέγεσθαι καὶ καθαρώτατον νοῦ καὶ φρονήσεως, ἐν τοῖς νοητοῖς εἴδεσι τὴν πραγματείαν ἑαυτῆς ἱδρύ‐
5σασαν καὶ διὰ τούτων χωροῦσαν ἐπ’ αὐτὸ τὸ ἡγούμενον τοῦ νοητοῦ παντὸς, οὐ πρὸς δόξαν βλέπουσαν ἀνθρώπων, ἀλλ’ ἐπιστήμῃ περὶ πάν‐ των ἀνελέγκτῳ χρωμένην· τρίτῳ δὲ ἐπὶ τούτοις ἄλλῳ, τῷ τὴν μὲν ἐνταῦθα λόγου μετέχουσαν
10μέθοδον ὑπ’ αὐτοῦ τοῦ Παρμενίδου καλεῖσθαι διαῤῥήδην ἀδολεσχίαν, ἐκείνην δὲ ὑπὸ τοῦ Σω‐ κράτους θριγκὸν τῶν μαθημάτων· καὶ δὴ καὶ ὑπὸ τοῦ Ἐλεάτου ξένου μόνοις λέγεσθαι προσή‐ κειν τοῖς γνησίως φιλοσοφοῦσιν, οὓς οὐ δήπου
15τολμήσομεν ἐν τοῖς ἀδολέσχοις τάττειν τοὺς πρὸς τὸ ὂν ἁμιλλωμένους. Ταῦτα. μὲν οὖν ἐκεῖνοι φαῖεν ἂν, οἷς δοκεῖ διϊστάνειν τῆς διαλεκτικῆς τὴν μέθοδον ταύτην, ἣν καὶ Σωκράτης, εἰ καὶ νέος ὢν ἐξεμελέτησε
20κατὰ τὴν τοῦ Παρμενίδου παρακέλευσιν, οὐδα‐ μοῦ φαίνεται παραλαμβάνων εἰς τὴν ἑαυτοῦ φιλοσοφίαν, καίτοι γε ἀεὶ τῇ διαλεκτικῇ παν‐ ταχοῦ χρώμενος, καὶ παντὸς μᾶλλον διώκειν λέγων, καὶ μετ’ ἴχνιον ὥστε θεοῖο βαίνειν τοῦ
25δυναμένου τὸ ἓν πολλὰ ποιεῖν καὶ τὰ πολλὰ συνάγειν εἰς ἕν· ταῦτα γὰρ ἔργα τῆς διαλεκτι‐ κῆς τῷ ὄντι εἶναί φησιν αὐτὸς ἐν Φαίδρῳ, καὶ οὐχὶ ὑποκειμένου εἶναι τὸ ζητούμενον ζητεῖν τὰ ἑπόμενα τούτῳ, καὶ μὴ εἶναι ὡσαύτως, οὐδὲ
30ὑποθέσεων ὑποθέσεις ἀνευρίσκειν, καὶ ἀκολουθή‐ σεις ἑπομένων, οὐχ ἑπομένων, ὡς ἡ ἐνταῦθα μέθοδος ὑφηγεῖται. Καὶ τί δεῖ τὸν Σωκράτη λέγειν καὶ ἅ φησιν ὁ Σωκράτης τῷ διαλεκτικῷ προσήκειν; ὡς ἄλλα παντελῶς ἐστι τῶν τῆς
35μεθόδου ταύτης ἔργων, ἣν Παρμενίδης ἐν τῷδε τῷ διαλόγῳ παραδίδωσιν. Ἀλλὰ καὶ ὁ Ἐλεά‐ της σοφὸς, καὶ τῶν περὶ τὸν Παρμενίδην καὶ
Ζήνωνα ἑταίρων καὶ αὐτὸς ὢν, ὅμως τὰ ἔργα
in Prm
.

650

τῆς διαλεκτικῆς ἐν τῷ Σοφιστῇ διδάσκων, σκό‐ πει τίνα φησίν· Οὐκοῦν ὅ γε τοῦτο δυνατὸς δρᾷν (λέγει δὲ τὸ μήτε ταὐτὸν εἶδος ἡγήσασθαι ἕτε‐ ρον ὂν μήτε τὸ ἕτερον ταὐτὸν) μίαν ἰδέαν διὰ
5πολλῶν, ἑνὸς ἑκάστου κειμένου χωρὶς, πάντη διατεταμένην ἱκανῶς διαισθάνεται, καὶ πολλὰς ἑτέρας ἀλλήλων ὑπὸ μιᾶς ἔξωθεν περιεχομένας, καὶ μίαν αὖ δι’ ἄλλων πολλῶν ἐν ἑνὶ ξυνημ‐ μένην, καὶ πολλὰς χωρὶς πάντη διωρισμένας.
10Μήπου διὰ τοῦτο εἶπε προσήκειν τὸν διαλεκτι‐ κὸν δι’ ὑποθέσεων τοιούτων ὁδεύειν, οἵας ἡ Παρ‐ μενίδου διέξεισι μέθοδος, καὶ διὰ ζητήσεων τῶν τε πρὸς ἑαυτὸ καὶ τῶν πρὸς τὰ ἄλλα ἑπο‐ μένων ἢ μὴ ἑπομένων καὶ τῶν ἀντιστρόφων τού‐
15τοις ἐπὶ τῶν ἄλλων ἐξετάσεων. Καίτοι γε ταῦτα τὰ τέτταρα συνᾴδει τοῖς δύο τοῖς ἐν Φαίδρῳ ῥηθεῖσιν· ἐκεῖ μὲν γὰρ θάτερον ἦν τὸ ἓν πολλὰ ποιεῖν· τοῦτο δὲ τῆς διαιρετικῆς ἴδιον, τὰ γένη διαιρεῖν εἰς τὰ ὑπ’ αὐτὸ εἴδη, ὧν τὸ μὲν γένος
20ἐστὶ μία ἰδέα διὰ πολλῶν τεταμένη κειμένων χωρὶς, ἑνὶ ἑκάστῳ ὑπάρχουσα· οὐ γάρ ἐστιν ἄθροισμα τῶν εἰδῶν τὸ γένος, ὡς τὸ ὅλον τῶν μερῶν, ἀλλ’ ἑκάστῳ τῶν εἰδῶν πάρεστιν αὐτὸ πρὸ τῶν εἰδῶν ὂν, μετεχόμενον δὲ ὑφ’ ἑκάστου χωρὶς
25κειμένου τῶν τε ἄλλων εἰδῶν καὶ αὐτοῦ τοῦ γέ‐ νους· τὰ δὲ εἴδη, πολλαὶ ἰδέαι· ἕτεραι δὲ ἀλλή‐ λων, ὑπὸ μιᾶς δὲ ἔξωθεν περιεχόμεναι ἰδέας, ἣν εἶναι τὸ γένος, ἔξωθεν μὲν ὂν, ὡς ἐξῃρημένον τῶν εἰδῶν, περιέχον δὲ τὰ αἴτια τῶν εἰδῶν· τὰ
30γὰρ ὡς ἀληθῶς γένη καὶ πρεσβύτερα καὶ οὐσιω‐ δέστερα τῶν ὑπ’ αὐτὰ τεταγμένων εἰδῶν εἶναι δοκεῖ πᾶσι τοῖς τὰς ἰδέας θεμένοις, καὶ ἄλλα μὲν εἶναι τὰ προϋπάρχοντα τῶν εἰδῶν, ἄλλα δὲ τὰ ἐν αὐτοῖς ὄντα κατὰ μέθεξιν. Ταῦτα μὲν οὖν
35τὰ δύο διαισθάνεσθαι τῆς διαιρετικῆς ἐστι τοῦ διαλεκτικοῦ δυνάμεως· τὰ δὲ λοιπὰ δύο, τῆς διοριστικῆς. Αὕτη γὰρ μίαν τε ἰδέαν ὁρᾷ διὰ
πολλῶν ὅλων ἐν ἑνὶ ξυνημμένην, συνάγουσαν εἰς
in Prm
.

651

ἓν ὡρισμένον τὰς πολλὰς ἰδέας, ὅλην ἑκάστην, καὶ συμπλέκουσαν ἀλλήλαις αὐτὰς, καὶ ἐκ πα‐ σῶν ὅλων ληφθεισῶν ἀποτελοῦσαν μίαν ἰδέαν, ἐν ἑνὶ συνάψασαν τὰς πολλὰς, καὶ ἔτι τὰς πολ‐
5λὰς, ἃς συνήγαγεν, ἐπισκοπεῖται χωρὶς κειμέ‐ νας καὶ τοῦ ἐξ αὐτῶν ὅλου γιγνομένου καὶ ἀλ‐ λήλων. Καὶ εἰκότως· πῶς γὰρ ἂν ἓν ἐκ πολλῶν ποιήσειε, μὴ προεπισκεψαμένη τὰ πολλὰ κεί‐ μενα ἀλλήλων χωρίς;
10 Τῶν δ’ οὖν ἔργων τῆς διαλεκτικῆς τοιούτων ὄντων, οὐδενὸς πεποίηται μνήμην ὁ Παρμενίδης, τὴν μέθοδον τὴν διὰ τῶν ὑποθέσεων ἡμῖν ὑπο‐ γράφων· καὶ τοῦ Σωκράτους τούτοις μὲν ἐπιτρέ‐ χοντος πανταχοῦ σχεδὸν, ἐκείνης δὲ οὐδὲ με‐
15μνημένου, πῶς ἄν τις παραδέξαιτο τὰς αὐτὰς εἶναι ταύτας ἀλλήλαις; Ὅτι μὲν οὖν οὐ διΐστη‐ σιν αὐτὰς τὸ πρώτιστον τῶν ῥηθέντων (ἦν δὲ ἐκεῖνο, τὸ τὴν μὲν νέοις προτείνειν τὸν Παρμε‐ νίδην, τῆς δὲ τὸν Σωκράτη τοὺς νέους ἐξείρ‐
20γειν), οὐδέ ἐστι ταὐτὸν νομοθετικῶς προστάτ‐ τειν καὶ ἰδίᾳ τι παραινεῖν. Τὸ μὲν γὰρ εἰς πολλὰς καὶ ἀνωμάλους ἀποβλέπει φύσεις, κἀ‐ κείνων στοχαζόμενον ἀναγκάζεται τὰ κοινῇ κα‐ θήκοντα προτιθέναι τῶν ἰδίων· οὐ γὰρ ἑνὸς,
25ἀλλὰ πολλῶν ὁ νομοθέτης ἡγεῖται· σκοπεῖ δὴ οὖν οὐχ ὅσα ταῖς ἀρίσταις προσήκει τῶν φύσεων, ἀλλ’ ὅσα πρώταις καὶ μέσαις καὶ τελευταίαις· διὸ καὶ τὰς ἀπὸ τύχης ὑφορώμενος διευλαβεῖται ταῦτα προστάττειν ὑφ’ ὧν ἂν βλαβεῖέν τινες
30τῶν ὑπ’ αὐτοῦ παιδευομένων· κἂν γὰρ ὅτι μά‐ λιστα τὰς ἀρίστας ἐκλέξηται φύσεις, ἀλλ’ οἶδε καὶ ἐν ταύταις πολλὴν ἀνωμαλίαν, ὡς εἰκὸς ἐν ἀνθρωπίναις φύσεσιν, ἐνοῦσαν. Ὁ δὲ ἰδίως συμ‐ βουλεύων περὶ ὅτου ἂν τύχῃ τῶν ἐπιτηδευμά‐
35των, εἰς τὴν τοῦ συμβουλευομένου φύσιν ἀπο‐ σκοπῶν διαφέρουσαν, ἄλλως τε κἂν ᾖ τοιοῦτος αὐτὸς οἷος ἱκανὸς κατανοεῖν δύνασθαι τὴν ἐπι‐ τηδειότητα τοῦ δεχομένου τὴν συμβουλὴν, οὕτω δήπου συμβουλεύει ἐκλέγεσθαί τι ἢ ἀποικονο‐
40μεῖσθαι τῶν ἐπιτηδευμάτων. Διὸ δὴ Σωκράτει
μὲν ἐκεῖνος ἦν ὁ τρόπος προσήκων τῶν περὶ
in Prm
.

652

διαλεκτικῆς νομοθετημάτων· Παρμενίδῃ δὲ εἰς μόνην τὴν ἔνθεον ὁρμὴν ἐπὶ φιλοσοφίαν ἀπ‐ ιδόντι, καθάπερ καὶ αὐτός φησι, τοῦ Σωκρά‐ τους, οὗτος ἥρμοττε τῆς παρακελεύσεως ὁ τρό‐
5πος, ὡς μηδὲν πεισομένου τοῦ μέλλοντος περὶ τὴν τοιαύτην μέθοδον ἐκ νεότητος γυμνάζειν ἑαυτὸν, εἰ φύσιν ἔχοι Σωκράτει παραπλησίαν· ἐπεὶ καὶ αὐτὸς, εἰ πάντας ἀκροτάτους ᾔδει τὰς φύσεις ὄντας οἷς νομοθετεῖ, καὶ νέοις ἂν παρα‐
10διδόναι τὴν διαλεκτικὴν οὐκ ὤκνησεν, εἰδὼς οὐ‐ δὲν βλαβησομένους ἀπ’ αὐτῆς οὐδέ τι πεισομέ‐ νους τοιοῦτον, οἷον ὑποπτεύων πείσεσθαί τινας ἐξείργει τοὺς νέους, ἀδήλου τῆς τῶν νέων οὔσης ὁρμῆς τῆς τοιαύτης γυμνασίας. Καθόλου δὲ ἅπα‐
15σαν νομοθεσίαν τοῦ ὡς ἐπὶ τὸ πλεῖστον στοχα‐ ζομένην ὁρῶμεν, ἀλλ’ οὐ τῶν σπανιώτατα συμ‐ πιπτόντων, καὶ πρὸς τὸν κοινὸν τῆς φύσεως ὅρον βλέπουσαν, ἀλλ’ οὐκ εἰς τὸν ἴδιον, ἔν τε ταῖς τῶν θεῶν τιμαῖς καὶ ἐν ταῖς τῶν μαθημάτων
20καὶ ἐπιτηδευμάτων αἱρέσεσι καὶ ἐν ταῖς τῶν κα‐ θηκόντων ἐκλογαῖς, οἷς οὐκ ἀναγκαῖον ἕπεσθαι πάντας τοὺς ἔξω τῆς νομοθεσίας ἐκείνης ὄντας καὶ φύσιν ἀλλοιοτέραν λαχόντας καὶ τῆς κοινῆς ὑπεραίροντας φύσεως· ὥστε ἀμφότεροι περὶ τῆς
25αὐτῆς διαταττόμενοι καὶ μιᾶς ἐπιτηδεύσεως, οὐδὲν κωλύονται διαφέροντα λέγοντες περὶ τῶν ἐπιτηδευόντων αὐτὴν ἀμφότεροι λέγειν ὀρθῶς, ὁ μὲν ὡς τῆς κοινῆς, ὁ δὲ ὡς τῆς ἰδίας, στοχα‐ ζόμενοι φύσεως. Ὅτι δὲ οὐδὲ γυμνασίαν τὴν
30μέθοδον ταύτην ὁ Παρμενίδης ἀποκαλῶν ἀλλο‐ τρίοις ὀνόμασιν ἢ οἷς Σωκράτης κέχρηται, παντὶ καταφανὲς τῷ παρηκολουθηκότι τοῖς τοῦ Σω‐ κράτους περὶ τῆς διαλεκτικῆς νόμοις· γυμνάζε‐ σθαι γὰρ κἀκεῖνός φησι χρῆναι δι’ αὐτῆς τοὺς διὰ
35τῶν μαθημάτων ἠγμένους, οὑτωσὶ καὶ τῷ ῥή‐ ματι λέγων, καὶ γυμναζομένοις τοσόνδε χρόνον ἐξαρκεῖν. Ἢ οὖν κἀκείνην εἰς ταὐτὸν ἀκτέον πρὸς τὴν δι’ ἐνδόξων γυμνάζουσαν, ἢ οὐδὲ ταύ‐ την, διὰ τὸ τῆς γυμνασίας ὄνομα, καταβιβα‐
40στέον εἰς ἐκείνην, καὶ ταῦτα τοῦ Παρμενίδου
βοῶντος ὅτι διὰ ταύτης τῆς γυμνασίας μόλις
in Prm
.

653

ἄν τις κατίδοι τὸ ἀληθές· ὃ δὴ διὰ τῶν τοπι‐ κῶν λεγομένων ἐπιχειρημάτων ἐστὶ τέλος. Τί δήποτε οὖν ἀμφότεροι τὴν πρώτην μελέ‐ την τῆς μεθόδου ταύτης γυμνασίαν καλοῦσιν,
5ἐγὼ φράσω. Τρεῖς εἰσὶν, ὡς τὸ ὅλον εἰπεῖν, ἐνέργειαι τῆς ὡς ἀληθῶς ἐπιστημονικῆς μεθό‐ δου ταύτης· μία μὲν προσήκουσα νέοις, καὶ χρήσιμος εἰς τὸ διεγεῖραι τὸν ἐν αὐτοῖς νοῦν ὥσπερ καθεύδοντα καὶ ἐρεθίσαι πρὸς τὴν ἑαυτοῦ
10ζήτησιν· γυμνασία γάρ τις ὄντως οὖσα τοῦ τῆς ψυχῆς ὄμματος πρὸς τὴν τῶν πραγμάτων θεω‐ ρίαν, καὶ τὴν προσβολὴν ὧν ἔχει κατ’ οὐσίαν λόγων διὰ τῶν ἀντικειμένων ἄγουσα θέσεων, καὶ σκοποῦσα μὴ μόνον τὴν οἷον εὐθεῖαν ἀτρα‐
15πὸν ἐπ’ αὐτὸ τὸ ἀληθὲς φέρουσαν, ἀλλὰ καὶ τὰς παρὰ ταύτην ἐκτροπὰς, καὶ βασανίζουσα κἀκεί‐ νας εἴ τι πιθανὸν λέγουσι, καὶ κρούουσα τὰς παντοίας αὐτῆς ἐπιβολάς· ἑτέρα δὲ ἀναπαύουσα ἤδη τὸν νοῦν οἰκειοτάτῃ θεωρίᾳ τῶν ὄντων καὶ
20αὐτὴν ὁρῶσα καθ’ αὑτὴν τὴν ἀλήθειαν ἐν ἁγνῷ βάθρῳ βεβῶσαν, ἥν φησιν ὁ Σωκράτης ἅπαν τὸ νοητὸν ἀνελίττειν, δι’ εἰδῶν ἀεὶ πορευομένην ἕως ἂν εἰς αὐτὸ καταντήσῃ τὸ πρῶτον, τὰ μὲν ἀναλύουσαν, τὰ δὲ ὁριζομένην, τὰ δὲ ἀποδεικ‐
25νῦσαν, τὰ δὲ διαιροῦσαν, ἄνωθέν τε καὶ κάτω‐ θεν εἰς τὸ ἄναντες χωροῦσαν, ἕως ἂν πᾶσαν πάντη διερευνωμένη τὴν τῶν νοητῶν φύσιν εἰς τὸ ἐπέκεινα πάντων ἀναδράμῃ τῶν ὄντων, οὗ τὴν ψυχὴν ὁρμίσασα τελέως οὐκ ἔτι ποθήσεται
30κρεῖττον ἐφετὸν ἐπὶ τέλος ἥκουσα· καὶ ταύτης ἂν εἴποις ἔργα εἶναι τά τε ἐν Φαίδρῳ ῥηθέντα καὶ τὰ ἐν Σοφιστῇ, τὰ μὲν διχῇ διῃρημένα, τὰ δὲ τετραχῇ τῆς διαλεκτικῆς ἔργα, διὸ καὶ τῷ καθαρῶς ἀποδίδοται φιλοσοφοῦντι, μηκέτι
35δεομένῳ γυμνασίας, ἀλλ’ ἐν νοήσεσι καθαραῖς
in Prm
.

654

τρέφοντι τὸν νοῦν τῆς ψυχῆς· τρίτη δὲ ἄλλη τις παραστατικὴ κατ’ ἀλήθειαν οὖσα καθαρ‐ τικὴ τῆς διπλῆς ἀμαθίας, ὅταν ᾖ πρὸς ἀνθρώ‐ πους αὐτῇ λόγος οἰήσεως γέμοντας· εἴρηται δὲ
5ἐν Σοφιστῇ καὶ περὶ ταύτης· ὡς γὰρ ἄρα τὸν ἔλεγχον καθάρσεως ὄντα τρόπον ἀναγκάζεται προσάγειν ὁ φιλόσοφος τοῖς ὑπὸ δοξοσοφίας κατ‐ εχομένοις, καθὸ καὶ ὁ σοφιστὴς ἐλεγκτικὸς ὢν ἐδόκει τὸν φιλόσοφον ὑποδύεσθαι, καθάπερ καὶ
10κύνα λύκος, φησὶν ἐν ἐκείνοις. Ὁ γὰρ ὡς ἀλη‐ θῶς ἐλέγχων, ἀλλ’ οὐ φαινομένως, καὶ καθαί‐ ρων ὄντως φιλόσοφός ἐστι· καὶ πῶς γὰρ ἂν ἄλ‐ λους καθαίρειν δύναιτό τις, ἀκάθαρτον αὐτὸς ἔχων ψυχήν;
15 Τριττῆς οὖν οὔσης τῆς τοῦ διαλεκτικοῦ εἴ‐ δους ἐνεργείας, ἢ ἐφ’ ἑκάτερα γιγνομένης, ἢ μόνον τὸ ἀληθὲς ἐκφαινούσης, ἢ μόνον τὸ ψεῦ‐ δος ἐλεγχούσης, μόνην τὴν πρώτην γυμνασίαν ἀμφοτέρως καλοῦσι, καθ’ ἣν καὶ ὁ Σωκράτης
20γυμνάζει τοὺς νέους, ὥσπερ θεὸς, τὸν μὲν ἐφ’ ἑκάτερα σκοπῶν, εἴτε τὸ δοκοῦν ἑκάστῳ ἐστὶν ἀληθὲς εἴτε καὶ μὴ, καὶ εἰ ἔστιν ἐπιστήμη αἴσθη‐ σις εἴτε καὶ μὴ, τά τε ἄπορα σκοπῶν ἐν μέρει τῶν ἀληθῶν δογμάτων, καὶ παρακρούων αὖθις
25καὶ σαθρὸν φθεγγόμενα δεικνύων, λύσιν δὲ ἄλλην τούτων, τὸν νέον (ζητῶν τί φίλον ἐστὶ, καὶ τοτὲ μὲν ὅτι τὸ ὅμοιον τῷ ὁμοίῳ ἀποφαίνων φίλον, τοτὲ δὲ ὅτι τὸ ἐναντίον τῷ ἐναντίῳ, καὶ τοτὲ μὲν ὅτι τὸ φιλοῦν, τοτὲ δὲ ὅτι τὸ φιλούμενον)
30διὰ πάντων τὰς ὑποικουρούσας τοῖς δόγμασιν ἀπορίας προβάλλων. Νέοις γοῦν ἡ τοιάδε προσ‐ ήκει γυμνασία φιλομαθέσι καὶ ἀνδρικοῖς, ἵνα μὴ ἀποκάμνωσι πρὸς τὰς ζητήσεις μηδὲ ἀποσκευά‐ ζωνται διὰ τὸ μηδὲ τὴν ἀρχὴν, ὡς ὅταν γε
35πρὸς σοφιστὰς ἀγωνίζηται, πάντας ὑποδυο‐
in Prm
.

655

μένους ἐπιστήμονας, πάντας τεχνίτας, οἱ ἐλεγ‐ κτικοὶ τρόποι τῆς διαλεκτικῆς αὐτῷ πρόχειροι, δεικνύντες αὐτοὺς ἑαυτοῖς τἀναντία φθεγγομέ‐ νους, ἕως ἂν παρακρουόμενοι πανταχόθεν εἰς
5ἔννοιαν καταστῶσι τῆς ἑαυτῶν δοξοσοφίας, κα‐ θαρτικοί τινες ὄντες ἀπὸ τῆς περιττῆς οἰήσεως· καὶ πλήρεις τέ εἰσι τῆς τοιαύτης τοῦ Σωκρά‐ τους διαλεκτικῆς Γοργίας καὶ Πρωταγόρας, καὶ εἴ πού τινες ἄλλοι διάλογοι τὰς τῶν σοφιστῶν
10ἀμύνονται προβολὰς, οἷοι δὴ καὶ οἱ ἐν Πολιτείᾳ πρὸς τὸν γενναῖον αὐτῷ συνέστησαν Θρασύμαχον ἀγῶνες. Εἰ δὲ δὴ καθ’ ἑαυτὸν ἐνεργοίη πρὸς ἄνδρας ἔχων οὔτε πληγῶν δεομένους οὔτε γυμ‐ νασίων, αὐτὴν μεταχειρίζεται τὴν πρωτίστην
15ἐνέργειαν καὶ αὐτὸ τὸ ἀληθὲς εἰλικρινῶς ἐκφαί‐ νουσαν τῆς διαλεκτικῆς, ὥσπερ ὁ μὲν Σωκράτης θέμενος ὑποθέσεών τινας ἐν Φαίδωνι, καὶ ταύ‐ ταις τὰ ἑπόμενα ζητῶν, δείκνυσι τὴν ψυχὴν ἄδεκτον οὖσαν τοῦ ἐναντίου ὧν ἐπιφέρει τού‐
20τοις οἷς ἂν παρῇ, καὶ ἀποδείξας αὖθις ἀξιοῖ καὶ αὐτὰς τὰς πρώτας ὑποθέσεις ἐπισκοπεῖν εἰ ἀλη‐ θεῖς, καὶ κανόνας ὑπογράφει ζητήσεων συν‐ ᾴδοντας τῇ ἐνταῦθα μεθόδῳ, καθ’ ἑκάστην ὑπό‐ θεσιν τὰ ἀκόλουθα μόνα θηρᾷν πρὸς ἐκείνην,
25περὶ αὐτῆς δὲ μὴ ποιεῖσθαι λόγον τῆς ὑποθέ‐ σεως, ἕως ἂν τοῖς ἀπ’ αὐτῆς ἱκανῶς ἐπεξέλθῃ τις, τότε δὲ περὶ αὐτῆς διδόναι λόγον τῆς ὑπο‐ θέσεως, καὶ οὕτω δὴ ποιεῖσθαι κατὰ τρόπον τὴν ζήτησιν ἄλλην ὑπόθεσιν λαβόντας τῶν ἄνω‐
30θεν τὴν βελτίστην, ἕως ἂν διὰ τῶν βαθμῶν τού‐ των ἀνιὼν ἐπί τι ἱκανὸν ἔλθῃς, αὐτὸ δήπου
λέγων τὸ ἀνυπόθετον καὶ ὅ ἐστιν οὐ καθ’ ὑπό‐
in Prm
.

656

θεσιν ἀρχὴ τῶν δεικνυμένων, ἀλλὰ κατὰ ἀλή‐ θειαν. Ὁ δὲ Ἐλεάτης σοφὸς, ἐξ ἑνός τε πολλὰ ποιῶν ταῖς διαιρετικαῖς μεθόδοις καὶ ἐκ πολ‐ λῶν ἓν ταῖς ὁριστικαῖς, αὐτὴν καὶ οὗτος μετα‐
5χειρίζεται τὴν ἀκροτάτην τῆς συμπάσης δια‐ λεκτικῆς ἐνέργειαν, ὡς ἂν εἰ καὶ καθ’ ἑαυτὸν ἢ διῃρεῖτο τὰ ὄντα ἢ ὡρίζετο, καὶ πρὸς ἄλλους ὡσαύτως ἐνεργῶν· οὔτε γὰρ ἀγυμνάστοις προσ‐ εφέρετο νέοις, ἤδη διὰ τῶν Σωκρατικῶν λόγων
10γεγυμνασμένοις καὶ διὰ τῶν μαθημάτων ἠγμέ‐ νοις καὶ προειργασμένοις εἰς τὴν τῶν ὄντων θεωρίαν, οὔτε σοφισταῖς τισιν ὑπὸ τῆς διπλῆς ἀμαθίας συμπεποδισμένοις καὶ τῶν ἐπιστημο‐ νικῶν λόγων ἀδέκτοις οὖσι διὰ τὴν οἴησιν.
15 Δι’ ἣν μὲν οὖν αἰτίαν γυμνασίαν ἐκάλεσε τὴν διὰ τῆς διαλεκτικῆς ἀγωγὴν, εἴπομεν. Ὅτι δὲ καὶ τῆς ἀδολεσχίας τὸ ὄνομα φέρειν ἐπὶ τὴν διαλεκτικὴν εἰώθεσαν οἱ πολλοὶ καὶ τού‐ τους ἀδολέσχους ὀνομάζειν, τί ἂν εἴποιμεν,
20αὐτὸν μὲν τὸν Σωκράτη πτωχὸν ἀδολέσχην καλούντων τῶν κωμῳδοποιῶν, καὶ τοὺς ἄλλους δὲ ἁπαξάπαντας καὶ τοὺς ὑποδυομένους εἶναι διαλεκτικοὺς ὡσαύτως ὀνομαζόντων; Μισῶ δὲ καὶ Σωκράτην τὸν πτωχὸν ἀδολέσχην.
25Ἢ Πρόδικος, ἢ τῶν ἀδολεσχῶν εἷς γέ τις.
27 Διὸ καὶ Παρμενίδης οὐχ ἁπλῶς εἶπεν ἀδο‐ λεσχίαν εἶναι τὴν τοιαύτην μέθοδον, ἀλλὰ μετὰ προσθήκης, τὴν καλουμένην ὑπὸ τῶν πολλῶν
30ἀδολεσχίαν. Καὶ μέντοι καὶ αὐτὸς ὁ Σωκράτης ἐν Φαίδωνι μὲν ἀπὸ τῆς κωμῳδίας ἥκειν αὐτῷ
τὸ ὄνομα τοῦτο τὴν ἀδολεσχίαν ἐν τῷ παρελ‐
in Prm
.

657

θόντι βίῳ φησί· Νῦν γοῦν, οὐδ’ εἰ κωμῳδοποιός τις εἴη, φάναι ἂν αὐτὸν ἀδολεσχεῖν καὶ μὴ περὶ προσηκόντων ποιεῖσθαι τοὺς λόγους, μέλ‐ λοντα μὲν ἀποδημεῖν εἰς ᾍδου, περὶ δὲ τῆς
5ἀποδημίας διαλεγόμενον τῆς ἐκεῖσε. Ἐν Θεαι‐ τήτῳ δὲ πολλάκις ἀνακυκλήσας τὸν Πρωτα‐ γόρειον λόγον, καὶ δόξας ἀποδεδειχέναι τὸ προκείμενον, ἔπειτα διαπορεῖν αὖθις πρὸς τὰ δεδογμένα παρασκευαζόμενος, δεινὸν πρᾶγμα,
10φησὶν, ἀδολέσχης ἀνήρ· καὶ πυθομένου τοῦ Θεαιτήτου τὴν αἰτίαν τοῦ προοιμίου τούτου, μέλλω γὰρ, φησὶν, ἀπορεῖν πρὸς ἐμαυτὸν, τοῦτο δήπου τῆς διαλεκτικῆς τὸ διαπορητικὸν καὶ τὰ αὐτὰ στρέφον ἄνω καὶ κάτω καὶ μὴ ἀπαλλατ‐
15τόμενον ἀδολεσχικὸν καλῶν. Καὶ γὰρ ἀδολέ‐ σχους τούτους καθάπαξ εἰώθεσαν ἐπισκώπτοντες ὀνομάζειν τοὺς δυσαπαλλάκτως ἔχοντας τῶν αὐτῶν λόγων. Ἔστι μὲν οὖν, ὅπερ ἔφην, ὀνοματοθέτης ὁ
20πολὺς τοῦ ὀνόματος τοῦδε κατὰ τῆς διαλεκτι‐ κῆς. Διὸ καὶ ὁ Παρμενίδης οὕτως ἔφατο καλεῖ‐ σθαι τὴν ὑπ’ αὐτοῦ παραδοθησομένην μέθοδον ὑπὸ τῶν πολλῶν. Εἰ δὲ δεῖ καὶ ταῖς ἐν τῷ Σοφιστῇ τῶν τεχνῶν διαιρέσεσιν ἡμᾶς προσ‐
25έχειν, εὕροιμεν ἂν καὶ τὸν Ἐλεάτην ξένον ὑπὸ τὸ ἀδολεσχικὸν τάττοντα τὴν διαλεκτικὴν ἐν ἐκείνοις· λέγει γοῦν τῶν ἐπιστημῶν πασῶν τὴν μὲν εἶναι ποιητικὴν, τὴν δὲ κτητικὴν, ταύτης δὲ τὸ μὲν ἀγωνιστικὸν, τὸ δὲ ἄλλο τι· καὶ
30τῆς ἀγωνιστικῆς τὸ μὲν ἁμιλλητικὸν, τὸ δὲ μαχητικόν· καὶ τῆς μαχητικῆς τὸ μὲν βιαστι‐ κὸν διὰ σωμάτων ποιούμενον τὴν μάχην, τὸ δὲ διὰ λόγων ἀμφισβητικὸν, ὑφ’ ὃ δηλαδὴ θήσο‐ μεν τὸ διαλεκτικόν· οὔτε γὰρ ποιητικόν ἐστιν,
35ἀλλὰ κτητικὸν, ὡς καὶ τὸ μαθηματικὸν, οὔτε ὑπ’ ἄλλο τι τοῦ κτητικοῦ ἢ τὸ ἀγωνιστικόν.
Τοῦ δὲ ἀμφισβητικοῦ διαιρουμένου εἴς τε τὸ
in Prm
.

658

μήκεσι λόγων χρώμενον καὶ εἰς τὸ ἰδίᾳ δι’ ἐρω‐ τήσεων καὶ ἀποκρίσεων προϊὸν, δῆλον ὡς ὑπὸ τοῦτο ἂν εἴη τὸ διαλεκτικόν· τοῦ δὲ ἀντιλογι‐ κοῦ καλουμένου καὶ διαιρουμένου εἴς τε τὸ περὶ
5τὰ καθέκαστα συμβόλαια διατρίβον καὶ εἰς τὸ περὶ τὰ καθόλου λόγον ἐναντίον ἐπιδεχόμενα καὶ ζήτησιν, περὶ αὐτῶν φησι δικαίων καὶ κα‐ λῶν καὶ τῶν ἐναντίων, ὑπὸ τοῦτο δήπου τε‐ λέσει καὶ τὸ διαλεκτικόν. Ὀνομάζει δὲ αὐτὸ
10ἐριστικὸν, οὔπω τὴν διαβεβλημένην ἔριν οὐδὲ ἀντιλογίαν παραλαβὼν, ἀλλὰ τὴν ἀντίθεσιν μό‐ νην τῶν λόγων καὶ τὴν ἐνστατικὴν ἐνέργειαν οὑτωσὶ καλῶν· ἔστι γὰρ καὶ ἀντιλέγειν ὀρθῶς, καὶ ἐρίζειν εὖ καὶ κακῶς, εἴπερ καὶ τὴν ἔριν
15διττὴν εἶναί φασιν.
17Οὐκ ἄρα μοῦνον ἔην ἐρίδων γένος, λέγει τις. Τοῦ δ’ οὖν ἐριστικοῦ τὸ μὲν εἶναι χρηματιστικὸν, ὃ δὴ τὸν γενναῖον ἡμῖν ἐκεῖ‐
20νον εἰσάγει σοφιστήν· τὸ δὲ χρηματοφθορικὸν, ὃ δὴ τῶν οἰκείων ἀμελές ἐστι διὰ τὴν περὶ τοὺς λόγους ἄπληστον διατριβὴν, ὑφ’ ὃ δηλονότι τάξομεν τὸν διαλεκτικόν· οὐ γὰρ δὴ ὑπὸ θάτε‐ ρον, εἴπερ ἐκεῖνο τὸ σοφιστικὸν ἦν. Τούτῳ μὴν
25τῷ χρηματοφθορικῷ τὸ ὄνομα τιθεὶς, οὐκ ἄλλο φησὶν ἢ ἀδολεσχικὸν αὐτὸ χρῆναι ὀνομάζειν. Εἰ δὴ καὶ τῇ διαλεκτικῇ ταύτην αὐτὸς ἀποδί‐ δωσι τὴν τοῦ ὀνόματος φήμην, τίς μηχανὴ τὴν ἐν Παρμενίδῃ μέθοδον διϊστάνειν τῆς διαλεκ‐
30τικῆς, ὡς ἀδολεσχίαν κεκλημένην, καὶ ἐκείνης οὐ δυναμένης ταύτης τῆς προσηγορίας τυγχάνειν; Ἀλλὰ περὶ μὲν τούτου πλείω τῶν ἀναγ‐ καίων εἴπομεν. Ἐπανιτέον δὲ εἰς τὰ προκεί‐ μενα, καὶ τοσοῦτον προσθετέον ὅτι τῶν παλαιῶν
35περὶ τῶν Πλατωνικῶν προοιμίων διαφόρους δό‐ ξας ἐχόντων, καὶ τῶν μὲν εἰς τὴν τούτων ἐξέ‐
τασιν οὐδ’ ὅλως καθιέντων (ἥκειν γὰρ χρῆναι
in Prm
.

659

ταῦτα προακηκοότας τοὺς τῶν δογμάτων ἐρα‐ στὰς γνησίους), τῶν δὲ οὐδὲ τούτων ὡς ἔτυχεν ἀκροωμένων, ἀλλὰ τὴν χρείαν αὐτῶν εἰς καθη‐ κόντων ὑπογραφὰς ἀναπεμπόντων καὶ τὴν πρὸς
5τὰ ζητούμενα ἐν τοῖς διαλόγοις οἰκονομίαν δι‐ δασκόντων, τῶν δὲ καὶ ταῦτα πρὸς τὴν τῶν πραγμάτων φύσιν ἀξιούντων τοὺς ἐξηγητὰς ἀν‐ άγειν, ἑπόμενοι καὶ ἡμεῖς τούτοις προηγουμέ‐ νην ποιησόμεθα τὴν πρὸς τὰ πράγματα τοῦ
10προοιμίου τὰ προκείμενα φέρουσαν ἀνάπτυξιν. Οὐ μὴν οὐδὲ τῆς τῶν καθηκόντων ἀμελήσομεν ἐπιστάσεως. Δεῖ γὰρ ἐπὶ τῶν Πλάτωνος διαλό‐ γων εἰς τὰ πράγματα βλέπειν διαφερόντως τὰ ὑποκείμενα τῷ διαλόγῳ, καὶ σκοπεῖν ὅπως καὶ
15τὰ προοίμια ταῦτα ἐνεικονίζεται, καὶ ἓν ἀπο‐ φαίνειν ζῶον ἐκ πάντων τῶν μερῶν ἑαυτῷ συμ‐ φωνοῦν, ἕκαστον ἀπειργασμένον, ὡς αὐτὸς ἐν Φαίδρῳ φησὶ, καὶ τούτοις συναρμόττειν, καὶ ὅσα τοῦ τύπου τούτου τῶν καθηκόντων ἐστί·
20τὸ δὲ παντελῶς ἀλλότρια τὰ προοίμια τῶν ἑπο‐ μένων εἶναι, καθάπερ τὰ τῶν Ἡρακλείδου τοῦ Ποντικοῦ καὶ Θεοφράστου διαλόγων, πᾶσαν ἀνιᾷ κρίσεως μετέχουσαν ἀκοήν. ΠΑΡΜΕΝΙΔΗΣ Η ΠΕΡΙ ΙΔΕΩΝ.
26 Ἐπειδὴ Ἀθήναζε οἴκοθεν ἐκ Κλαζο‐ μενῶν ἀφικόμεθα, κατ’ ἀγορὰν ἐνετύ‐ χομεν Ἀδειμάντῳ τε καὶ Γλαύκωνι. (P. 126 A, ed. Stephani.)
30 Οἱ μὲν περὶ τὴν Ἰταλίαν, ὡς πολλάκις εἴ‐ πομεν, φιλόσοφοι περὶ τὴν τῶν ὄντων εἰδῶν θεωρίαν διέτριβον, ὀλίγα τῆς τῶν δοξαστῶν ἐφαπτόμενοι φιλοσοφίας· οἱ δὲ περὶ τὴν Ἰωνίαν τῆς μὲν περὶ τὰ νοητὰ θεωρίας ἧττον ἐφρόντι‐
35ζον, ἄνω δὲ καὶ κάτω τὴν φύσιν ἐπεσκόπουν καὶ τὰ ἔργα τῆς φύσεως· Σωκράτης δὲ καὶ Πλάτων, ἀμφοτέρων μετασχόντες, τελειοῦσι
μὲν τὴν καταδεεστέραν φιλοσοφίαν, ἐκφαίνουσι
in Prm
.

660

δὲ τὴν ὑψηλοτέραν, καὶ τοῦτο καὶ ὁ Σωκράτης ἐν Φαίδωνι δῆλός ἐστι λέγων ὅτι πρότερον μὲν φυσιολογίας ἦν ἐραστὴς, ὕστερον δὲ ἐπὶ τὰ εἴδη καὶ τὰς θείας τῶν ὄντων αἰτίας ἀναδεδράμη‐
5κεν. Ὅπερ οὖν ἐπὶ τῆς ἑαυτῶν οὗτοι φιλοσοφίας ἐπεδείξαντο, τὰ ἐξ ἀμφοτέρων ἀγαθὰ συλλα‐ βόντες εἰς μίαν τὴν τελεωτάτην ἀλήθειαν, τοῦτό μοι δοκεῖ καὶ διὰ τῆς προκειμένης περι‐ στάσεως ὁ Πλάτων ἐνδεικνύσαι· καὶ ὃ θαυμα‐
10στόν ἐστιν ἐν τούτοις καὶ τῶν πραγμάτων περὶ ὧν ὁ λόγος ἱκανῶς ἐκφαντικὸν, οἱ μὲν ἐξ Ἰωνίας ἀπαντῶσιν εἰς Ἀθήνας ἵνα μετάσχωσι τῶν τε‐ λεωτέρων δογμάτων, οἱ δὲ ἐκ τῶν Ἀθηνῶν οὐκέτι κατὰ τὸν αὐτὸν λόγον εἰς Ἰταλίαν ἀφι‐
15κόμενοι μετέσχον τῆς ἐκείνων φιλοσοφίας· ἀλλ’ ἔμπαλιν ἐκεῖνοι ταῖς Ἀθήναις παραγενόμενοι μετέδοσαν τῶν οἰκείων δογμάτων· ὡς καὶ ἐπ’ αὐτῶν ἔχει τῶν ὄντων τοῖς δυναμένοις καθορᾷν, τὰ μὲν πρῶτα πανταχῆ πάρεστιν ἀκωλύτως
20μέχρι τῶν ἐσχάτων διὰ τῶν μέσων, τὰ δὲ ἔσχατα τελειοῦται διὰ τῶν μέσων, τὰ δὲ μέσα δέχεται μὲν τὴν τῶν πρώτων εἰς αὐτὰ δόσιν, κινεῖ δὲ τὰ ἔσχατα καὶ ἐπιστρέφει πρὸς ἑαυτὰ, καὶ γίγνεται τῶν ἄκρων οἷον κέντρα καὶ δυνά‐
25μεις, πληρούμενα μὲν ἐκ τῶν τελειοτέρων, πλη‐ ροῦσαι δὲ τὰ ὑφειμένα. Ἡ μὲν οὖν Ἰωνία τῆς φύσεως ἔστω σύμβολον· ἡ δὲ Ἰταλία, τῆς νοε‐ ρᾶς οὐσίας· αἱ δὲ Ἀθῆναι, τῆς μέσης, δι’ ἧς ἄνοδός ἐστι ταῖς ἀπὸ τῆς φύσεως εἰς νοῦν ἐγει‐
30ρομέναις ψυχαῖς. Τοῦτο γοῦν καὶ ὁ Κέφαλος εὐθὺς ἐν προοιμίοις φησὶν, ἐκ Κλαζομενῶν οἴκο‐ θεν Ἀθήναζε τῆς τῶν Παρμενιδείων λόγων ἀκρο‐ άσεως ἕνεκα ἀφικέσθαι, καὶ ἀφικόμενος ἐντυχεῖν κατ’ ἀγορὰν Ἀδειμάντῳ καὶ Γλαύκωνι, καὶ διὰ
35τούτων Ἀντιφῶντι συγγενόμενος ἀκροάσασθαι τῶν λόγων, οὓς ἐκεῖνος ἀπήγγελλεν ὡς παρὰ Πυθοδώρου πεπυσμένος, ἅπερ ἐκεῖνος ἠκηκόει
Παρμενίδου. Δι’ οὗ δείκνυται ὁποῖον δεῖ εἶναι
in Prm
.

661

τὸν ἀναχθησόμενον, ὅτι πρῶτον μὲν ἀνεγείρε‐ σθαι τοῦ σώματος καὶ φεύγειν τὴν πρὸς αὐτὸ κοινωνίαν (οἶκος γὰρ τὸ σῶμα τῆς ψυχῆς)· ἔπειτα συνάπτειν ἑαυτὸν πρὸς τὸν τῆς Ἀθη‐
5νᾶς κλῆρον ἐν τοῖς ὅλοις· οὗ κλήρου μετα‐ σχοῦσαν τὴν ψυχὴν οὐδὲν θαυμαστὸν αὐτῶν γενέσθαι τῶν πρώτων ὄντων θεωρὸν, καὶ διὰ τούτων ἐποπτεῦσαι καὶ αὐτὰς τὰς τῶν ὄντων ἑνάδας. Εἰ δὲ μὴ ταύτῃ μόνον ἐθέλοις λέγειν,
10ἀλλ’ ἔτι καθολικώτερόν πως, οἱ τὴν φύσιν πο‐ δηγοῦντες θεοὶ, καὶ τὰς παντοίας δυνάμεις τῶν ἐνύλων εἰδῶν καὶ ὅλων τῶν ἀτόμων καὶ αἰσθη‐ τῶν λόγων συνέχοντες, ἐξήρτηνται τῆς πρωτί‐ στης αἰτίας, καὶ καταλαμπόμενοι μὲν ὑπὸ τῆς
15Ἀθηνᾶς, καὶ πρὸς τὸν νοερὸν τόπον ἐπιστρεφό‐ μενοι, καὶ ἀναρπάζοντες ἑαυτοὺς ἀπὸ τοῦ κο‐ σμικοῦ συστήματος (οἶκος γὰρ καὶ τοῦτο λέγε‐ ται τῶν ἐν αὐτῷ θεῶν), ἀναγόμενοι δὲ εἰς τὸ πλῆθος τὸ ἡνωμένον τῶν ὄντων, καὶ ἐκεῖ διὰ
20τῆς θείας δυνάμεως ἐπὶ τὴν μονάδα χωροῦσι τοῦ παντὸς πληθοῦς. Τούτων γὰρ εἰκόνα φέρει τὰ εἰρημένα τοῖς μὴ παντάπασι τῶν τοιούτων ἀνηκόοις. Τῶν μὲν γὰρ φυσικῶν ἕκαστον εἰδῶν ἐστὶ τοῦ πλήθους χεῖρον· τὸ δὲ ὑπὲρ τοῦτο
25πλῆθός ἐστι μὲν, ὥσπερ λέγεται, πλῆθος, με‐ τέχει δὲ τοῦ συντεταγμένου ἑνὸς τοῦ ἐν τοῖς πολλοῖς· πρὸ δὲ τούτου ἐστὶ τὸ ἐξῃρημένον ἓν τὸ πρὸ πολλῶν, ἐφ’ ὃ διὰ τῆς μέσης δυάδος ἡ ἄνοδος· πρώτη γὰρ ἡ δυὰς ἀπὸ τοῦ ἑνὸς προ‐
30ῆλθεν, ὥς που ὁ Φίληβος ἡμᾶς ἀνεδίδαξεν. Οὐ‐ κοῦν ἡ μὲν ἀπόστασις τῶν Κλαζομενῶν τὴν ἀπὸ τῶν φυσικῶν λόγων ἐξῃρημένην ἐνέργειαν ἐκ‐ φαίνει τῶν θεῶν· ἡ δὲ κατ’ ἀγορὰν πρός τε Γλαύκωνα καὶ τὸν Ἀδείμαντον ἔντευξις, τὴν
35ἐν τῷ ἡνωμένῳ πλήθει τῆς δυάδος ἐπικράτειαν·
in Prm
.

662

ἡ δὲ διὰ τούτων πρὸς τὸν Ἀντιφῶντα συνουσία, τὴν πρὸς τὸ ἓν αὐτῶν ἀναγωγὴν, παρ’ οὗ καὶ ἡ τελειότης ἐφήκει τούτοις καὶ ἡ τῶν θείων ἀγαθῶν ἀποπλήρωσις. Ἐν ἑκάστῃ γὰρ τάξει
5θεῶν ἐστι καὶ ἡ μονὰς καὶ ἡ δυάδος βασιλεία καὶ ὁ ταύτῃ προσήκων ἀριθμός· καὶ πᾶν τοῦτο τὸ διῃρημένον συνάπτεται πρὸς τὴν μονάδα διὰ τοῦ ἡνωμένου πλήθους καὶ τῆς ἐν αὐτῷ μητρὸς καὶ οἷον ῥίζης δυάδος. Ἀλλὰ ταῦτα μὲν, ὅπερ
10εἶπον, εἰκόνα φέρει τῶν θεῶν αὐτῶν, καὶ τοῖς ἐφέπεσθαι τῇ ἀναλογίᾳ βουλομένοις πολλὴν ἂν παράσχοι εὐπορίαν. Ὅρα γὰρ ὅτι πλείους μὲν οἱ Κλαζομένιοι, δύο δὲ ὅ τε Ἀδείμαντος καὶ Γλαύκων, καὶ διὰ τούτων ἐκείνοις ἡ πρὸς τὸν
15Ἀντιφῶντα ἕνα ὄντα κοινωνία γίγνεται. Καὶ δῆλον ὡς πανταχοῦ τὸ πεπληθυσμένον διὰ τῆς δυάδος ἀπολαύει τῆς μονάδος, καὶ ὅτι φυσικοί τινες ὄντες ἐκεῖνοι διὰ τῶν κατὰ φύσιν προση‐ κόντων ἀλλήλοις ὁδεύουσιν ἐπὶ τὴν μετουσίαν
20τῶν τελειοτέρων, καὶ ὅτι τὰ μὲν δεύτερα ἐξέ‐ χεται ἀεὶ τῶν πρὸ αὑτῶν, πάντα δὲ ἐφ’ ἕνα τὸν Παρμενίδειον ἀνατείνεται νοῦν. Οἱ μὲν γὰρ Κλαζομένιοι τοῦ Ἀδειμάντου καὶ Γλαύκωνος δέονται, οὗτοι δὲ ἄγουσι πρὸς τὸν Ἀντιφῶντα
25τοὺς Κλαζομενίους, ὁ δὲ Ἀντιφῶν πληροῖ τῶν Πυθοδώρου λόγων αὐτοὺς, ὁ δὲ Πυθόδωρος τῶν Παρμενίδου καὶ Ζήνωνος καὶ Σωκράτους συνου‐ σιῶν ἐστιν ἄγγελος· οἱ δὲ αὖ πρὸς τὸν Παρμε‐ νίδην ἥνωνται καὶ κατ’ ἐκεῖνον ἐθέλουσιν ἵστα‐
30σθαι, Σωκράτης μὲν εἰς τὸ πλῆθος τῶν εἰδῶν ἀποβλέπων, Ζήνων δὲ ἑνίζων τὸ πλῆθος καὶ πρὸς αὐτὸ τὸ ἓν ἐπειγόμενος· καὶ οὗτοι μὲν τοιάνδε τάξιν ἐχέτωσαν. Δύναιο δ’ ἂν μὴ μό‐ νον, ὡς ἔμπροσθεν εἴρηται, ταῦτα θεωρεῖν, ἀλλὰ
35καὶ ὅτι, Παρμενίδου καὶ Ζήνωνος καὶ Σωκρά‐
in Prm
.

663

τους εἰκόνα σωζόντων τῆς θείας ὅλης διακο‐ σμήσεως, οἱ ἑξῆς τοῖς δευτέροις ὁμοιοῦνται γένεσιν. Εἰ δὲ ταῦτα συννοήσαις, ὁ μὲν Πυ‐ θόδωρος ταττέσθω σοι κατὰ τὸ ἀκρότατον τῶν
5δαιμόνων, τὸ ἐξαγγέλλον καὶ διαπορθμεῦον τοῖς δευτέροις τὰ ἐκ τῶν πρώτων· τούτῳ γὰρ προσ‐ ῆκεν ἀμφότερα, τὸ μὲν ὡς πληρουμένῳ, τὸ δὲ ὡς πληροῦντι καὶ ἔμμετρον ποιοῦντι τοῖς ἄλλοις δι’ ἑαυτοῦ τὴν ἀκρόασιν τῶν πρώτων λόγων· ὁ
10δὲ Ἀντιφῶν, κατὰ τὸ δαιμόνιον ἐκεῖνο τὸ καὶ ὀρέξει χρώμενον καὶ ὁρμαῖς καὶ ὅλως τὴν δευ‐ τέραν ζωὴν προσλαβόν· ἱππικὸς γὰρ ἀνὴρ ὑπό‐ κειται· οὗτος οὖν πληροῦται μὲν ἀπὸ τῶν πρώ‐ των δαιμόνων, πληροῖ δὲ τὰ μετ’ αὐτὸν τῆς
15παρὰ τῶν ὑψηλοτέρων ἀναγωγοῦ συνουσίας. Οἱ δὲ Κλαζομένιοι λοιπὸν, ψυχαῖς ἀνάλογον γενε‐ σιουργοῖς, αἳ δέονται μὲν καὶ τῆς ἀπὸ τῶν προσεχῶν δαιμόνων βοηθείας, ἐφίενται δὲ πᾶ‐ σαι τοῦ ἄνω καὶ τῆς τῶν θείων λόγων μετου‐
20σίας· διὸ καὶ ἀφιᾶσι μὲν τὸν οἶκον (τουτέστι τὸ σῶμα), μεθίστανται δὲ ἐπὶ τὰς Ἀθήνας· ἐπιστρέφουσι γὰρ εἰς αὐτὰς, προνοίας Ἀθηνᾶς τυγχάνουσαι, καὶ ἐπὶ φρόνησιν ἀπὸ τῆς ἀγνοίας πορεύονται· τοῦτο γὰρ αἱ Ἀθῆναι. Ἐπιστρα‐
25φεῖσαι δὲ, πρῶτον μὲν συνάπτονται τοῖς ὑπὲρ αὐτὰς δαίμοσιν, οἷς καὶ ἡ ἀγορὰ καὶ ἡ δυὰς προσήκει (τὸ μὲν ὅτι φύλακες θνητῶν ἀνθρώ‐ πων, τὸ δὲ ὅτι ἀπὸ τῆς μονάδος εἰσὶ) καὶ ἡ διὰ τῆς δυάδος ἐπὶ τὴν μονάδα περιαγωγή·
30δεύτερον δὲ διὰ τούτων ἐπί τε ἀγγέλους τινὰς καὶ θεοὺς ἀνατείνονται· διὰ γὰρ τῶν δαιμόνων πᾶσά ἐστιν ὁμιλία καὶ ἡ διάλεκτος τῶν ἀνθρώ‐ πων πρὸς θεοὺς, ὥς φησιν ἡ Διοτίμα, καὶ ἐγρη‐ γορότων καὶ καθευδόντων.
35Ἔχεις οὖν πάλιν κατ’ ἄλλην ἔφοδον τὰς
ἀναλογίας τῶν πραγμάτων ἐπὶ τὰ πρόσωπα
in Prm
.

664

μεταφέρειν, καὶ δεῖ, πρὸ τῆς τῶν πραγμάτων αὐτῶν μυστικῆς θεωρίας, ἐν τούτοις ὡς ἐν εἰκόσι γυμνάζειν τὴν ἑαυτῶν διάνοιαν· ἐπεὶ καὶ τὸ ἀφικομένους Ἀθήναζε τοὺς ἄνδρας ἀμέσως
5κατ’ ἀγορὰν ἐντυχεῖν Ἀδειμάντῳ τε καὶ Γλαύκωνι τοῖς τοῦ Ἀντιφῶντος ἀδελφοῖς ἔμφασιν ἔχει θεολογικῆς ἄλλης ἐπιβολῆς, ὅτι ταῖς ἀναγομέναις ψυχαῖς ὑπάρχει πολλὴ καὶ ἡ ἀπὸ τῆς ἀγαθῆς τύχης βοήθεια, συντάττουσα
10αὐτὰς οἷς τε δεῖ καὶ ὅπου δεῖ καὶ ὡς δεῖ πρὸς τὴν τῆς αὐτῶν σωτηρίας ἀντίληψιν· καὶ ὡς οὐκ ἐν τοῖς ἐκτὸς μόνον δεόμεθα τῶν ἀπὸ τῆς ἀγα‐ θῆς τύχης δώρων, ἀλλὰ καὶ ἐν ταῖς αὐτῆς τῆς ψυχῆς ἀναγωγοῖς ἐνεργείαις, ὥς που φησὶ καὶ
15ὁ ἐν Φαίδρῳ Σωκράτης, ἐπ’ εὐτυχίᾳ τῇ μεγί‐ στῃ παρὰ θεῶν δίδοσθαι τῷ ἐρωτικῷ τὴν μα‐ νίαν τὴν περὶ τὰ παιδικά· καὶ κατάγων δὲ ἀπὸ τοῦ νοητοῦ τὰς ψυχὰς, ἄλλας κατ’ ἄλλας συντυχίας φέρεσθαί φησιν εἰς τὰ σώματα· καὶ
20πρὸ τῶν σωμάτων ἄρα συναισθάνονται τῶν ἐκ τῆς τύχης δόσεων, καὶ κυβερνῶνται ὑπ’ αὐτῆς καὶ ἄγονται πρὸς τὸ οἰκεῖον. Εἰκότως ἄρα καὶ ἐν τούτοις ἀναγόμεναι αἱ ψυχαὶ καὶ διὰ τῆς τύχης συνάπτονται πρὸς τὰς τελεσιουργοὺς ἑαυ‐
25τῶν αἰτίας· καὶ οὐ διοισόμεθα ἡμεῖς, εἴτε τὸ [περιτυχεῖν τ] ἐντυχεῖν ταὐτὸν λαμβά‐ νουσιν, εἴτε τὸ μὲν περιτυχεῖν οὐ κατὰ προαί‐ ρεσιν γίγνεσθαι λέγοι τις, τὸ δὲ ἐντυχεῖν κατ’ οἰκείαν ὁρμήν· ἑκάτερον γὰρ δεῖται τῆς συν‐
30αγωγοῦ τῶν διεσπαρμένων αἰτίας, ἐπεὶ καὶ ἡ μερικὴ βούλησις οὐδὲν ἄνευ τῶν ὅλων περαίνειν βούλεται. Κατὰ τύχην οὖν τὸ ἐντυχεῖν καὶ τὸ συναφθῆναι ταῖς ἑαυτῶν τελειοτέραις φύσεσι τὰς ἀναγομένας ψυχάς· καὶ οὐ τῆς τύχης δέονται
35μόνον, ἀλλὰ καὶ τῆς εἱμαρμένης, πρὶν ἱκανῶς
τελειωθῶσι. Καὶ ὅρα πάλιν ὅπως καὶ ἐνταῦθα
in Prm
.

665

φυλάττεται τῶν προσώπων ἡ τάξις· ἐντυγχά‐ νουσι γὰρ Ἀδειμάντῳ καὶ Γλαύκωνι· τῶν δὲ ἀνδρῶν τούτων ὅτι τελεώτερος ὁ Γλαύκων, δηλοῖ καὶ ὁ ἐν τῇ Πολιτείᾳ Σωκράτης, ἀεὶ τὴν
5τοῦ Γλαύκωνος φύσιν τεθαυμακέναι λέγων· ὥστε, εἰ καταδεέστερος ὁ Ἀδείμαντος, εἰκότως Ἀδει‐ μάντῳ τε καὶ Γλαύκωνί φησιν αὐτοὺς ἐντυχεῖν· τὸ γὰρ ἀτελὲς τῶν ἀτελεστέρων πρῶτον ἐφάπτεται, καὶ διὰ τούτων καὶ αὐτῶν
10τυγχάνει τῶν τελειοτέρων. Ταῦτα περὶ τῆς τῶν πραγμάτων τούτων ἀναλογίας εἰρήσθω. Τὸν δέ γε χαρακτῆρα τοῦ διαλόγου δηλοῖ καὶ ἡ πρώτη λέξις, ἀπερίεργος οὖσα καὶ ἀκριβὴς καὶ καθαρά· καὶ γὰρ ἔπρεπε
15ταῖς νοεραῖς ἐπιβολαῖς ὁ σύντομος καὶ αὐτο‐ φυὴς καὶ καθαρὸς λόγος. Καὶ οὐχ ὁ Πλάτων τοῦτο ἐπιτετήδευκε μόνος, ἀλλὰ καὶ αὐτὸς ὁ Παρμενίδης ἐν τῇ ποιήσει· καίτοι δι’ αὐτὸ δήπου τὸ ποιητικὸν εἶδος χρῆσθαι μεταφοραῖς
20ὀνομάτων καὶ σχήμασι καὶ τροπαῖς ὀφείλων, ὅμως τὸ ἀκαλλώπιστον καὶ ἰσχνὸν καὶ καθα‐ ρὸν εἶδος τῆς ἀπαγγελίας ἠσπάσατο· δηλοῖ δὲ τοῦτο ἐν τοῖς τοιούτοις·
ἐὸν γὰρ ἐόντι πελάζει.
25καὶ πάλιν·
ἐπεὶ νῦν ἐστιν ὁμοῦ [πᾶν]. καὶ πάλιν·
οὔτε τι μεῖζον, Οὔτε τι βαιότερον πελέναι χρεόν ἐστι [τῇ ἢ τῇ].
30Καὶ πᾶν ὅ τι ἄλλο τοιοῦτον· ὥστε μᾶλλον πεζὸν εἶναι δοκεῖν, ἦ ποιητικὸν λόγον. Ὅρα δὴ οὖν καὶ ἐν τῷ προοιμίῳ τούτῳ τοῦ Πλάτωνος, πρῶτον μὲν ὅτι τὴν γοργότητα τῶν ἰδεῶν ἐξ‐ ελέξατο, καὶ γὰρ τοῦτο τοῖς πράγμασιν οἰκεῖον·
35ἔπειτα τῷ τῆς ἐπιδρομῆς σχήματι, πάνυ καὶ συνδέοντι τὸν λόγον καὶ ταχέως ἀπαρτίζοντι τὴν διάνοιαν, συντομίας τε ἐπεμελήθη καὶ δι’ αὐτῶν τῶν ἀναγκαιοτάτων ὥδευσεν ὀνομάτων, πάντα τὰ ἄλλα περικόψας τῆς διηγήσεως ὅσα
40ἄν τις ὡραϊζόμενος σοφιστικῶς προσέθηκε.
Καί μου λαβόμενος τῆς χειρὸς ὁ
in Prm
.

666

Ἀδείμαντος, χαῖρε, ἔφη, ὦ Κέφαλε· καὶ εἴ του δέῃ τῶν τῇδε, ὧν ἡμεῖς δυ‐ νατο, φράζε. (P. 126 A.) Ὁρᾷς ὅπως οἱ ἐκ Κλαζομενῶν ἥκοντες ἄνδρες
5προσεχῶς ἀντέχονται τοῦ Ἀδειμάντου καὶ οὗτός ἐστι τὴν χεῖρα ὀρέγων αὐτοῖς· καίτοι καὶ ὁ Γλαύκων πάρεστιν, ἀλλὰ σιωπῶν, ὁ δὲ καὶ ἀσπάζεται καὶ ξεναγεῖ τοὺς ἄνδρας. Τίνων οὖν ταῦτα σύμβολα; Λεγέσθω μὲν γὰρ καὶ ὅτι κα‐
10θηκόντων ἐστὶν ὑπογραφὴ πολλῶν ἐν τούτοις, οἷον ὅπως δεῖ περὶ τοὺς ξένους ἕτοιμον εἰς βοή‐ θειαν εἶναι τὸν ξένιον τιμῶντας δαίμονα καὶ θεὸν, καὶ ὅτι δεῖ τὸν ἀστὸν προκατάρχειν τῆς φιλοφροσύνης ἢ τὸν ξένον καὶ πανταχοῦ τὸν
15δυνατώτερον πρότερον ἐπιτρέχειν εἰς τὴν θερα‐ πείαν τῶν γνωρίμων, καὶ ὅτι δεῖ τὰς ὑποσχέ‐ σεις ἀσφαλεῖς ποιεῖσθαι καὶ κατὰ δύναμιν, ὃ δὴ καὶ ἐνταῦθα δοκεῖ ποιεῖν ὁ Ἀδείμαντος, το‐ σαῦτα τοῖς Κλαζομενίοις παρέξειν ὅσα δυνατός
20ἐστιν ἐπαγγελλόμενος. Καὶ ὅλως πολλὰ ἄν τις εἴποι τοιαῦτα προσκαθεζόμενος τῇ λέξει· τὰ δὲ εἰς τὴν τῶν πραγμάτων ἡμᾶς ἀνάγοντα τῶν ὅλων θεωρίαν, ἃ καὶ προσήκει τῷδε τῷ δια‐ λόγῳ, ῥητέον, ὅτι τέτακται μὲν καὶ ὁ Ἀντι‐
25φῶν καὶ ὁ Γλαύκων καὶ ὁ Ἀδείμαντος κατὰ τὴν δαιμονίαν τάξιν εἰς τρία διῃρημένην· αἱ δὲ ἀναγόμεναι ψυχαὶ δέονται μὲν καὶ τῶν προσ‐ εχῶν αὑταῖς δαιμόνων εἰς τὴν ἄνοδον, συν‐ άπτονται δὲ διὰ τούτων πρὸς τὴν ὑπερτάτην
30αὐτῶν τάξιν καὶ διὰ ταύτης ἀνατείνονται πρὸς θειοτέρας αἰτίας, αἳ καὶ τελέως μὲν ἐξιστά‐ μεναι τοῦ σώματος καὶ οἷον τοπικῶς κινοῦνται καὶ συλλέγουσιν ἑαυτὰς ἀπὸ τοῦ σώματος καὶ ἀθροίζουσι τὰς ἑαυτῶν δυνάμεις, συνταχθεῖσαι
35δέ τισι δαιμονίαις τάξεσι ζωτικῶς ἤδη ποι‐ οῦνται τὴν ἐπὶ τὰς ὑψηλοτέρας τάξεις μετά‐ βασιν. Εἰκότως ἄρα ὁ Ἀδείμαντος, ἅτε προσ‐ εχέστερος ὢν αὐταῖς, χεῖρά τε ὀρέγει καὶ μεταδίδωσιν αὐτοῖς φιλοφροσύνης, μιμούμενος
40ἐκείνην τὴν τάξιν ἣ δύναμιν χορηγεῖ ταῖς ἀν‐
ιέναι βουλομέναις ψυχαῖς καὶ συνάπτει πρὸς
in Prm
.

667

ἑαυτὴν τὰς ἀναγωγοὺς ἐκείνων δυνάμεις (αἱ γὰρ χεῖρες σύμβολα δυνάμεώς εἰσι)· χεῖρά τε οὖν ὀρέγει καὶ μεταδίδωσιν αὐτοῖς φιλοφροσύνης καὶ τοῦ χαίρειν, ἐπεὶ καὶ ταῖς ψυχαῖς ταῖς
5ἑαυτὰς σώζειν βουλομέναις ἥ τε εὐφροσύνη καὶ ὁ μετὰ ῥαστώνης βίος ἀπὸ τῶν κρειττόνων, ἀλλ’ οὐκ ἀπὸ τῶν χειρόνων δίδοται. Πῶς γὰρ ἄν τις ἄλλῳ μεταδοίη ῥαστώνης, αὐτὸς ἐν δυσ‐ κολίαις ὤν; πῶς δ’ ἄν τις χαρᾶς ἄλλῳ μετα‐
10δοίη καὶ εὐφροσύνης, αὐτὸς ἐν δυσθυμίαις ὤν; Μόνως οὖν ἡ εὐφροσύνη καὶ τὸ χαίρειν, πρῶτον μὲν ἀπὸ τῶν θεῶν, ἔπειτα ἀπὸ τῶν θείων γε‐ νῶν, ἔπειτα ἀπὸ τῶν σπουδαίων ἀνδρῶν· παρὰ γὰρ τοῖς θεοῖς πρώτοις τὸ ῥεῖα ζῇν, ἔπειτα δευ‐
15τέρως ἐν θείοις γένεσι, καὶ κατὰ τὴν τούτου μετουσίαν ἐν ταῖς ἔμφροσι ψυχαῖς, παρ’ αἷς τὸ ἵλεων ἀεὶ καὶ τὸ εὐφρόσυνον προβέβληται καὶ εὐάρεστος τοῖς γιγνομένοις βίος. Ἥκει τοίνυν ταῖς ἀναγομέναις ψυχαῖς ἀπὸ τῶν προσεχῶν
20αὐταῖς δαιμόνων πρῶτον μὲν δύναμις ἀναγω‐ γὸς, ἔπειτα ῥαστώνη καὶ τὸ εὐφρόσυνον, καὶ τρίτον πρότασις τῶν ἀγαθῶν ὧν δύνανται κομίζεσθαι παρ’ αὐτῶν· ἀνεγείρουσι γὰρ αὐ‐ τὰς εἰς τὴν ἑαυτῶν μετουσίαν, καὶ χορηγοῦσιν
25ἀφθόνως ὅσα πεφύκασιν ἀγαθὰ, καὶ τελειότερα ὑπερτέρων αὐτὰς δέχεσθαι παρασκευάζουσι. Τὸ γοῦν ἕτοιμον τῆς ὑποσχέσεως καὶ τὸ ἀγαθουργὸν καὶ τὸ προκλητικὸν τῶν ἀτελῶν εἰς τὴν τελείω‐ σιν (πᾶσα γὰρ χρεία πάντως ἀτελὲς ποιεῖ τὸ
30ἔχον αὐτὴν), ἅπαντα ταῦτα μιμεῖται τὴν ἀπὸ τῶν ἀγαθῶν δαιμόνων καθήκουσαν εἰς τὰς ψυχὰς εὐεργεσίαν. Ἀλλὰ μὴν δ, εἶπον ἐγ, πάρειμί γε ἐπ’ αὐτὸ τοῦτο δεησόμενος ὑμῶν. Λέ‐
35γοις ἂν, ἔφη, τὴν δέησιν. (P. 126 A.) Τοιαύτας εἶναι δεῖ καὶ τὰς ἀναχθησομένας ψυχὰς ἑτοίμους πρὸς τὴν μετουσίαν τῶν θείων ἐν ταῖς ἐνεργείαις, ἀπολιμπανούσας μὲν τὰ πάτρια αὑταῖς ἔθη καὶ σύμφυλα, τῶν δὲ τε‐
40λειοτέρων ἀγαθῶν λιπαρῶς ἀντεχομένας καὶ μὴ
πάρεργον ποιουμένας τὴν περὶ τὸ θεῖον διατρι‐
in Prm
.

668

βὴν, ἀλλ’ ἔργον τὸ πρώτιστον καὶ κυριώτατον. Οὕτω γὰρ ἂν τῆς ἀπὸ τῶν κρειττόνων τύχοιεν βοηθείας, ἑαυτὰς ὑποστρώσασαι πρὸς τὴν ἀπ’ αὐτῶν ἄφθονον χορηγίαν τῶν ἀγαθῶν· παντα‐
5χοῦ γὰρ τὸ ἀτελὲς τῷ τελείῳ συνάπτεται διὰ τῆς ἐπιτηδειότητος, ὥσπερ τὸ τέλειον τῷ ἀτε‐ λεῖ διὰ τῆς τελεσιουργοῦ δυνάμεως· δύο γὰρ αὗται μεσότητές εἰσι τῶν ἀτελῶν καὶ τῶν τε‐ λείων τῶν τε μετεχόντων καὶ τῶν μετεχομέ‐
10νων, ἐπιτηδειότης μὲν ἐν τοῖς ἀτελέσι, δύναμις δὲ χορηγὸς τῆς τελειότητος ἐν τοῖς κρείττοσι, δι’ ἧς καὶ τὰ ἀτελῆ τελειοῦται, καὶ τὰ μετέ‐ χοντα γίγνεται τοιαῦτα δευτέρως οἷα τὰ μετε‐ χόμενα πρώτως. Τὴν τοίνυν ἐπιτηδειότητα τῶν
15μεθέξειν ὀφειλόντων καὶ ὁ Κέφαλος ἐνδείκνυται νῦν ὅσην ὑπάρχειν δεῖ, καὶ ὅτι λιπαρῶς αὐτοὺς ἀντέχεσθαι προσήκει τῶν τελειοτέρων, μᾶλλον δὲ καὶ ἔτι κυριώτερον ἐπ’ αὐτῶν θεώμεθα τῶν ψυχῶν· πῶς γὰρ ἂν ἄλλως τῶν κρειττόνων
20μετάσχοιεν ἢ δι’ ἐπιτηδειότητος; Ἀλλὰ καὶ τὸ πάρειμι ταύταις οἰκεῖον· δεῖ γὰρ αὐτὰς αὐ‐ τοκινήτους οὔσας ἀνεγεῖραί πως ἑαυτὰς πρῶτον ἀπὸ τοῦ σώματος, ἔπειθ’ οὑτωσὶ καὶ τῶν ὑπὲρ αὑτὰς δεῖσθαι βοηθῶν· οὕτω γὰρ αὐταῖς διακει‐
25μέναις ἕτοιμός ἐστιν ἡ τῶν κρειττόνων δόσις, ἣν καὶ ὁ Ἀδείμαντος ἀπεικονιζόμενος, λέγοις ἂν, ἔφη, τὴν δέησιν, πάντα ποιήσειν ὅσα δυνατός ἐστιν ἐπαγγελλόμενος. Καὶ ἐγὼ εἶπον· Τῷ ἀδελφῷ ὑμῶν τῷ
30ὁμομητρίῳ τί ἦν ὄνομα; οὐ γὰρ μέμνη‐ μαι. Παῖς δέ που ἦν ὅτε τὸ πρότερον ἐπεδήμησα δεῦρο ἐκ Κλαζομενῶν· πο‐ λὺς δὲ ἤδη χρόνος ἐξ ἐκείνου. (P. 126 B.) Τὰ μὲν τῆς ἱστορίας, εἴ τῳ μέλει καὶ ταύ‐
35της, ὧδε ἔχει. Περικτιόνη παῖδας Ἀρίστωνι ποιησαμένη Πλάτωνα καὶ Ἀδείμαντον καὶ Γλαύ‐ κωνα, τοῦ ἀνδρὸς αὐτῆς τὸν βίον ἀπολιπόντος, ἑτέρῳ συνῴκησεν ἀνδρί· τῷ δὲ ἦν ὄνομα Πυρι‐ λάμπης, οὗ καὶ ὁ ἐν Γοργίᾳ διεμνημόνευσε
40Σωκράτης πρὸς τὸν Καλλικλέα λέγων, ὡς αὐτὸς
μὲν ἔρωτι τοῦ τε Κλεινιείου καὶ τοῦ φιλοσοφεῖν,
in Prm
.

669

ἐκεῖνος δὲ τοῦ τε Ἀθηναίων δήμου καὶ τοῦ Πυ‐ ριλάμπους παιδός· ἦν γὰρ καὶ ἐκείνῳ τοῦτο τὸ ὄνομα, ἐκ προτέρας τῷ Πυριλάμπει γενομένῳ γυναικός· συνῴκησέ τε οὖν Περικτιόνη τῷ Πυ‐
5ριλάμπει, καὶ ἐποίησε παῖδα τὸν Ἀντιφῶντα τοῦτον ὃν ἐνταῦθα Γλαύκωνος καὶ Ἀδειμάντου κέκληκεν ὁμομήτριον ἀδελφόν. Ὁρᾷς δὲ ἐκ τούτων οὕτως ἱστορουμένων ὅτι μετὰ τὸν Σωκράτους ὡς εἰκὸς θάνατον ἡ πρὸς τὸν Κέφα‐
10λον γέγονε συνουσία τοῦ Ἀντιφῶντος· Πλάτωνα μὲν γὰρ τέταρτον καὶ εἰκοστὸν ἔτος ἄγοντα καταλέλοιπεν ὁ Σωκράτης· ἡ δὲ Περικτιόνη μετὰ τοὺς τρεῖς παῖδας ἐγήματο καὶ τὸν Ἀντιφῶντα ἐγέννησεν· ὁ δὲ ἐν ἡλικίᾳ νῦν ἐστιν, ὥστε καὶ
15πρὸς ἱππικῇ τὰ πολλὰ διατρίβειν. Ἀλλὰ περὶ τούτων ἀπόχρη ταῦτα. Ἐγὼ δὲ θαυμάζω μὲν καὶ τὸ τῆς ἑρμηνείας εἶδος ὅπως κατακεκόσμηται τοῖς σχήμασι τῆς καθαρότητος, καὶ ὅπως ἐξαλλαγέντος τοῦ εἴδους θαυμάσιον
20οἷον ἀνεφάνη κάλλος· οὐ γὰρ εἶπε τὴν δέησιν εὐθὺς ὁ Κέφαλος ἣν ἀπῄτησεν ὁ Ἀδείμαντος, οἷον ὅτι δεόμεθα Ἀντιφῶντος, ἵν’ ἡμῖν διηγή‐ σηται τοὺς λόγους οὓς Πυθοδώρου ἀκήκοεν ἀλλὰ ἀντὶ τῆς δεήσεως ἐρώτησιν πεποίηται
25περὶ αὐτοῦ τοῦ Ἀντιφῶντος. Τοῦτο δὲ ὅσον πε‐ ποίηκε κάλλος, ἴσασιν οἱ τῶν τοιούτων ἐπαΐειν δυνάμενοι. Θαυμάζω δὲ ἔτι μᾶλλον τὴν τοῦ Πλάτωνος ἐπιστήμην οὕτω διὰ πάντων τὴν πρὸς τὰ πράγματα φυλάττουσαν ὁμοιότητα· δεῖ γὰρ
30τὰς ὑπό τινος τελειωθησομένας ψυχὰς κἀκείνῳ προσιούσας διὰ τῆς γνώσεως αὐτῷ καὶ τῆς ἐπιβολῆς συνάπτεσθαι πρῶτον· ἡγεῖται γὰρ ἡ γνῶσις, ἔπειτα ἡ πέλασις, ἔπειτα ἡ ἕνωσις· οὐ γὰρ ἄν τις ἑνωθείη πρὸς τοῦτο ᾧ μηδὲ πε‐
35λάσαι δυνατός ἐστιν, ἀλλ’ οὐδ’ ἂν ἐκείνῳ τις πελάσειεν ὃ μηδὲ ἔγνωκεν. Ἃ δὴ οὖν ἀπομιμού‐ μενος καὶ ὁ Κέφαλος ἐπερωτᾷ τὸν Ἀδείμαντον τί τὸ ὄνομά ἐστι τοῦ ἀδελφοῦ αὐτῶν, τὸν Ἀντιφῶντα βουλόμενος μαθεῖν· οὐ γὰρ μεμνῆ‐
40σθαι, διότι παῖς ἦν ἐκεῖνος ὅτε ταῖς Ἀθήναις
αὐτὸς πρότερον ἐπεδήμησεν, ὥστε ἧττον αὐτῷ
in Prm
.

670

διὰ τοῦτο γνώριμος· εἰώθαμεν γὰρ τὰ ὀνό‐ ματα διαμνημονεύειν τῶν ἐμφανῶν ἢ κατὰ τύχην ἢ κατὰ ψυχῆς ἕξιν ἢ κατ’ ἄλλο τι τοιοῦτον. Ἵν’ οὖν ἐπὶ τὰ πράγματα πάλιν ἀνα‐
5δράμωμεν, δεῖ τὰς ἀναγομένας ψυχὰς διὰ γνώσεως συνάπτεσθαι πρῶτον τοῖς ἐφετοῖς καὶ δι’ ἐπιβολῆς, ἧς ἐστιν ἡ τοῦ ὀνόματος μάθησις εἰκὼν (καὶ γὰρ τὰ ὀνόματα τοῦ γνωστικοῦ τῆς ψυχῆς ἐστιν ἔκγονα)· συμβαίνει δὲ αὐτὰς ἔτι
10ἀτελεῖς οὔσας ποτὲ μὲν μὴ καταδράττεσθαι τοῦ γνωστοῦ, ἀλλ’ ἀτελὲς αὐτὸ καὶ οὐχ ὅλον ὁρᾷν, ποτὲ δὲ ὅλον, ὅτε καὶ τελέως αὐτὸ περιπτύσ‐ σονται καὶ δι’ αὐτοῦ καί τ’ ἄλλα γινώσκουσι τῶν κρειττόνων. Τὸ μὲν οὖν ὄνομα, ὃ ἀπαιτεῖ
15μαθεῖν ὁ Κλαζομένιος, σύμβολόν ἐστι τῆς οὐ‐ σίας· τὸ δὲ μεμνῆσθαι, τῆς τῶν ψυχῶν λήθης ἣν ἀπὸ τῆς γενέσεως ἔχουσι. Τὸ δὲ, παῖς γὰρ ἦν ὅτε πρότερον ἐπεδήμησα, τῆς ἀτελοῦς ἐπιβολῆς, δι’ ἣν οὐχ ὅλον οὐδὲ τέλεον
20ὁρᾶται τὸ γνωστὸν ταῖς ψυχαῖς. Τὸ δὲ, πολὺς γὰρ ἤδη χρόνος, δήλωμά ἐστιν ἐν τῷ χρόνῳ τῆς ἐκ πολλοῦ πρὸς τὴν γνῶσιν παρασκευῆς. Εἰ δὲ καὶ ὁμομήτριοι διὰ τοῦτο κέκληνται τρεῖς οἱ νῦν, ὅτι δαιμονίαις τάξεσιν ἀναλογοῦσι· πάν‐
25τες δὲ οἱ δαίμονες ἐκ μιᾶς μητρός εἰσι καὶ μίαν ἔχουσι δαιμονιοῦχον αἰτίαν. Ἴσως ἂν καὶ ταύτῃ τῆς τῶν πραγμάτων ἀληθείας ὁ λόγος ἐφάπτοιτο. Τῷ μὲν γὰρ πατρ, δοκ, Πυριλάμ‐
30πης ὄνομα. Πάνυ γε, ἔφη· αὐτῷ δέ γε Ἀντιφῶν. Ἀλλὰ τί μάλιστα πυνθάνει; (P. 126 B.) Τὸ μὲν ἀκριβῶς οἶδεν ὁ Κέφαλος, τὸ δὲ ἀγνοεῖ μὲν, αἰτεῖ δὲ τούτων μαθεῖν· τοιοῦτος
35δὲ καὶ ὁ τῶν αὐτοκινήτων οὐσιῶν τῆς ἐνεργείας τρόπος· τὰ μὲν γὰρ παρ’ ἑαυτῶν ὁρῶσι, τὰ δὲ παρὰ τῶν τελειοτέρων ὑποδέχονται, ἃ δὲ πρό‐ χειρα περὶ τὴν δόσιν ἐστὶν, ὅταν καὶ ταῦτα περὶ τὴν ὑποδοχὴν ἑαυτὰ παρασκευάσῃ· διὰ γὰρ
40τοῦτο καὶ ὁ Ἀδείμαντος, ἰδὼν αὐτὸν ἀκριβῆ
περὶ τὴν γνῶσιν ἣν εἶχε, προσέθηκεν εὐθὺς καὶ
in Prm
.

671

ἣν οὐκ εἶχε, ταύτην δὲ προσθεὶς ἐπανήρετο τὴν τῆς ἐρωτήσεως αἰτίαν· δεῖ γὰρ καὶ δέχεσθαι τὰ παρὰ τῶν κρειττόνων καὶ ἐφίεσθαι μετὰ τὴν ὑποδοχὴν μειζόνως αὐτῶν ἢ πρότερον. Καὶ μὴ
5θαυμάσῃς εἰ τὸ κρεῖττόν τις εἰδὼς καὶ τὸ αἴ‐ τιον ἀγνοεῖ τὸ καταδεέστερον· πολλάκις γὰρ αἱ ψυχαὶ δι’ εὐφυΐαν ἢ διὰ τὴν ἐνέργειαν τῶν πρώτων εἰκόνων ἐννοίας ἔχουσαι τῆς τῶν κα‐ ταδεεστέρων παρῄρηνται γνώσεως.
10 Οἵδ’, εἶπον ἐγ, πολῖταί τέ μοί εἰσι, μάλα φιλόσοφοι, ἀκηκόασί τε ὅτι οὗτος ὁ Ἀντιφῶν Πυθοδώρῳ τινὶ Ζήνωνος ἑταίρῳ πολλὰ ἐντετύχηκε, καὶ τοὺς λόγους, οὕς ποτε Σωκράτης καὶ Ζήνων
15καὶ Παρμενίδης διελέχθησαν, πολλά‐ κις ἀκούσας τοῦ Πυθοδώρου ἀπομνη‐ μονεύει (P. 126 B.) Τῶν Κλαζομενίων ἀνδρῶν πῇ μὲν κρείττων ἁπάντων ἂν εἶναι δόξειεν ὁ Κέφαλος, πῇ δὲ
20καταδεέστερος· καθόσον μὲν γὰρ οἱ φιλόσοφοι τῶν λόγων ἥκουσιν ἀκροασόμενοι, προηγουμέ‐ νως ταύτῃ καταδεέστερός ἐστι· τούτων γὰρ ἕνεκα καὶ αὐτὸς ἐλήλυθε· δοκεῖ δὲ ἐν τῇ τάξει τῶν ὄντων κρεῖττον εἶναι τὸ οὗ ἕνεκα τῶν
25ἕνεκά του γιγνομένων· καθόσον δὲ οὗτος μὲν ὀνόματος ἔτυχεν, ἐκεῖνοι δὲ ἀνωνύμως φέρον‐ ται, ταύτῃ δὴ οὗτος, ὡς ἔοικε, τὴν ἀκροτάτην ἔχει τάξιν ἐν αὐτοῖς (εἴωθε γοῦν ὁ Πλάτων τοὺς ἀτελεστέρους ἀνωνύμους παραδιδόναι, ὡς ἐν
30Τιμαίῳ τὸν τέταρτον, ὡς τὸν τοῦ Κριτοβούλου πατέρα, ὡς τὸν ἀπορήσαντα φαύλως ἐν Φαί‐ δωνι)· καὶ οὐ ταύτῃ μόνον σεμνότερος, ἀλλὰ καὶ καθόσον ὁ συνάπτων αὐτοὺς τοῖς περὶ Ἀδείμαν‐ τον ὁ Κέφαλός ἐστι. Καὶ ἴσως αὐτὸς μὲν ἂν εἴη
35τὸ κυριώτερον τῶν ἀναγομένων ψυχῶν, καὶ ὁ ἐν αὐταῖς, εἰ βούλει λέγειν, ἡνίοχος· οἱ δὲ λε‐
γόμενοι μάλα φιλόσοφοι κατὰ τὰς δευτέρας αὑ‐
in Prm
.

672

τῶν δυνάμεις, αἳ διὰ τοῦ ἡνιόχου τυγχάνουσι τῆς τῶν πρώτων μετοχῆς· διὸ καὶ πολῖται μὲν τοῦ Κεφάλου λέγονται, μάλα δὲ φιλόσοφοι· καὶ γὰρ ἐκ τῆς αὐτῆς ἑστίας καὶ τῆς αὐτῆς πατρί‐
5δος πᾶσαι τῆς ψυχῆς αἱ δυνάμεις· πᾶσα γὰρ ἐκ τοῦ νοητοῦ προελήλυθε. Καὶ ἔτι τὸ ζητητι‐ κὸν καὶ ἐρευνητικὸν τῶν ὄντων ταῖς τοιαύταις ὑπάρχει δυνάμεσιν· ἐπεὶ ὅ γε ἡνίοχος ἡνῶσθαι μᾶλλον ἐθέλει τοῖς κρείττοσιν ἢ ζητητικῶς αὐ‐
10τοῖς προβάλλειν καὶ διῃρημένως. Ἔχονται τοί‐ νυν αἱ μὲν πολλαὶ δυνάμεις τῆς ἑαυτῶν ἀκρό‐ τητος, πᾶσα δὲ ψυχὴ τῶν προσεχῶς ἀναγόντων αὐτὴν δαιμόνων, οὗτοι δὲ τῶν πρώτων καὶ θείων ὄντως αἰτιῶν. Καὶ ὅρα πάλιν ὅπως τοῖς προσώ‐
15ποις αὐτὸς τὴν πρέπουσαν τάξιν ἀποδέδωκε· τὸν μὲν γὰρ Ἀντιφῶντα ὑποτάττει τῷ Πυθοδώ‐ ρῳ, τοῦτον δὲ τῷ Ζήνωνι· καὶ πάλιν τῆς πρὸ τούτων τριάδος, τὸν μὲν Σωκράτη τίθησιν ὡς ἐγγυτέρω τῶν περὶ τὸν Κέφαλον, δεύτερον δὲ τὸν
20Ζήνωνα, τρίτον δὲ τὸν Παρμενίδην· ὅπως δὲ ταῦτα ἐπὶ τὰ πράγματα ἀνενεκτέον, οὐκ ἄδη‐ λον ἐκ τῶν εἰρημένων. Οὐ δεῖ δὲ θαυμάζειν εἰ τοὺς ἐκ Κλαζομενῶν φιλοσόφους, καὶ ταῦτα φυ‐ σικοὺς ὄντας, μάλα φιλοσόφους προσείρη‐
25κεν· εἴωθε γὰρ τοὺς θεωρητικοὺς τῶν θείων οὕτω καλεῖν, ὡς ἐν Σοφιστῇ τὸν Ἐλεάτην ξένον· καὶ γὰρ ἐκεῖνον οὕτω προσείρηκεν ἑταῖρον τῶν ἀμφὶ τὸν Παρμενίδην καὶ Ζήνωνα, μάλα δὲ ἄνδρα φιλόσοφον· καὶ τούτους οὖν, ὡς μὴ ἐμμένοντας
30τοῖς φυσικοῖς λόγοις, ἀλλὰ ἀνατρέχοντας εἰς τὴν τῶν ὄντων θεωρίαν δόξῃ μετ’ αἰσθήσεως ληπτῶν, καὶ ὡς δι’ ἐπιτηδειότητος ἀκροτάτης τῶν τελειοτέρων ἀντεχομένους μάλα φιλοσό‐ φους προσηγόρευκε· μάλα γὰρ φιλόσοφος λέγε‐
35ται καὶ ὁ καθ’ ἕξιν καὶ ὁ κατ’ ἐπιτηδειότητα τοιοῦτος.
Ἀλλὰ τοῦτο μὲν τοιοῦτον· ὅρα δὲ ὅπως
in Prm
.

673

πάλιν εἰς τὰ παραδείγματα ἀποβλέπων καὶ τὸν Πυθόδωρον πολλάκις ἐντετυχηκέναι τῷ Ζήνωνί φησι, καὶ τὸν Ἀντιφῶντα τοῦ Πυθοδώρου πολ‐ λάκις ἀκηκοέναι· καὶ γὰρ οἱ θεῖοι λόγοι καθ’
5ἕνωσιν μέν εἰσιν ἐν τοῖς θεοῖς, πληθύνονται δὲ ἐν τοῖς δαίμοσι, καὶ ὅσῳ προΐασιν ἀπὸ τῶν θεῶν, τοσούτῳ μᾶλλον αὐτοῖς ἡ ἔκτασις ὑπάρχει καὶ ἡ εἰς πλῆθος ἀπόβασις· ὅθεν καὶ τὸ οὗτος μὲν ἐπὶ τοῦ Ἀντιφῶντος προσέθηκε, τὸ
10τινὶ δὲ ἐπὶ τοῦ Πυθοδώρου· μερικωτέρων γάρ εἰσι τάξεων εἰκόνες, καὶ οὐ τοιοῦτοι οἷον ὁ Σωκράτης καὶ Ζήνων καὶ Παρμενίδης αὐτὸς, οὓς ἁπάσης τοιαύτης προσθήκης χωρὶς ἀνηγό‐ ρευσεν.
15 Ἀληθ, ἔφη, λέγεις. Τούτων τοί‐ νυν, εἶπον ἐγ, δεόμεθα ἀκοῦσαι. Ἀλλ’ οὐ χαλεπὸν, ἔφη· μειράκιον γὰρ ὢν αὐτοὺς εὖ μάλα διεμελέτησεν, ἐπεὶ νῦν γε κατὰ τὸν πάππον τε καὶ ὁμώνυ‐
20μον πρὸς ἱππικῇ τὰ πολλὰ διατρίβει. Ἀλλ’ εἰ δε, ἴωμεν παρ’ αὐτόν· ἄρτι γὰρ ἐνθένδε οἴκαδε οἴχεται· οἰκεῖ δὲ ἐγγὺς ἐν Μελίτῃ. (P. 126 C.) Τὰ μὲν ὁ Ἀδείμαντος ἀγνοοῦντας ἀναδιδά‐
25σκει τοὺς Κλαζομενίους, τὰ δὲ τὴν προϋπάρ‐ χουσαν ἐν αὐτοῖς γνῶσιν βεβαιοτέραν ποιεῖ ταῖς ἑαυτοῦ συγκαταθέσεσι· καὶ γὰρ ὅτε τὸν πατέρα τοῦ Ἀντιφῶντος ὁ Κέφαλος ὠνόμασε, πάνυ γε ἔφη ὁ Ἀδείμαντος· καὶ νῦν, ἀληθ, ἔφη,
30λέγεις, εἰπόντος ἐκείνου τὸν Ἀντιφῶντα διὰ Πυθοδώρου τῆς Σωκράτους καὶ Ζήνωνος καὶ Παρμενίδου συνουσίας ἀκηκοέναι. Ταῦτα μὲν οὖν αὐτῷ προεγνωσμένα βεβαιοῖ· τίς δὲ οὗτος ὁ Πυριλάμπους υἱὸς καὶ τίνα ἔχει νῦν ζωὴν καὶ
35ποῦ ποτε οἰκῶν ἐστιν, οὐκ εἰδότα τὴν ἀρχὴν αὐτὸν ἀναδιδάσκει, καὶ τέλος ἡγεμὼν αὐτῷ γίγνεται τῆς ἐπὶ τὸν ἀδελφὸν πορείας, καὶ
δείκνυσι τὴν καταγωγὴν, καὶ συνάπτει τοὺς
in Prm
.

674

ἄνδρας ἐκείνῳ καὶ καταβάλλεται τῆς συνουσίας ἀρχήν. Ὅρα δὴ οὖν τὰ αὐτὰ ταῦτα καὶ ἐπὶ τῆς τῶν ὅλων φύσεως· αἱ ψυχαὶ τὰ ἑαυταῖς σύμ‐ φυλα καὶ σύντροφα καταλείπουσαι σπουδά‐
5σματα μεθίστανται πρὸς τὴν ἀμείνω καὶ νοε‐ ρωτέραν ζωὴν, ἀπὸ φύσεως ἐπὶ νοῦν καὶ ἀπὸ αἰσθήσεως ἐπὶ νόησιν ἐγείρουσι τὴν ἑαυτῶν διάνοιαν. Αὗται δὴ οὖν προσεχῶν ἀπολαύουσι τῶν δαιμόνων, ὡς εἴρηται καὶ πρότερον, οἳ τὸν
10ἐν γενέσει βίον αὐτῶν κατευθύνουσι· καὶ τὰ μὲν νοοῦσι παρ’ ἑαυτῶν, τὰ δὲ παρ’ ἐκείνων πληρούμεναι θεωροῦσι· καὶ ὅσα μὲν παρ’ ἑαυ‐ τῶν ὁρῶσι, βεβαιότερον ὁρῶσι τῆς παρ’ ἐκείνων ἀπολαύουσαι συμπνοίας· οἰκειώσασαι δὲ αὑτὰς
15τοῖς τοιούτοις δαίμοσι, καὶ οἷον δαίμονες γινό‐ μεναι διὰ τῆς ὁμοιότητος, ὁρῶσι διὰ τούτων τὰς ὑψηλοτέρας τάξεις τῶν δαιμόνων καὶ θειο‐ τέρας, δι’ ὧν αὐταῖς ἡ πρὸς τοὺς θεοὺς λοιπόν ἐστιν ἄνοδος. Ἄλλοι γάρ εἰσιν οἱ τὸν ἐν γενέσει
20βίον κοσμοῦντες τῶν ψυχῶν, καὶ ἄλλοι οἱ συν‐ άπτοντες αὐτὰς πρὸς τοὺς θεοὺς καὶ πληροῦντες τῶν ἐκεῖθεν ἀγαθῶν, οὓς καὶ θείους δαίμονας καλεῖν εἰώθαμεν· τούτοις οὖν προσήκει καὶ τὸ τῆς ἱππικῆς ἔργον, καθόσον ἐπιμελοῦνται τῶν
25δευτέρων καὶ συνέχουσι τὴν φύσιν καὶ προτρέ‐ χουσι τῶν θεῶν ἢ δορυφοροῦσιν ἢ ἕπονται· καὶ γὰρ ἡνίοχοί τινές εἰσι καὶ ἐν τούτοις ἵπποι, καθὰ δὴ καὶ ἐν θεοῖς, ὃ καὶ ὁ Πλάτων εἰδὼς μιμεῖσθαι ἔφη τὸν Ἀντιφῶντα τὸν ἑαυτοῦ πάπ‐
30πον καὶ ὁμώνυμον· προσεχῶς γὰρ ὑπὲρ τούτους οἱ ἄγγελοι, πατέρες οἷον οὗτοι τῶν δαιμόνων, προπάτορες δὲ οἱ θεοὶ καὶ ὁμώνυμοι τούτοις, ὅτι δὴ καὶ οὗτοι θεοὶ προσαγορεύονται πολλάκις ὡς ἐν δαίμοσιν, ἀλλ’ ὁμωνύμως τού‐
35τοις κατὰ τὴν ἐκείνων μετουσίαν. Ὡς γὰρ ὁ Ἀντιφῶν κατὰ μνήμην τοῦ ἑαυτοῦ πάππου ταύ‐ την ἔλαχε τὴν ἐπωνυμίαν, οὕτω δὴ καὶ ἐκεῖνοι
κατ’ εἰκόνα τῶν θεῶν ἑστῶτες ἀποκαλοῦνται
in Prm
.

675

πολλάκις θεοὶ τοῖς δυναμένοις διακρίνειν τὰς τῶν κρειττόνων ἰδιότητας. Εἰσὶ δ’ οὖν ἵπποι καὶ ἐν θεοῖς, καὶ ἱππικὴ πρώτως ἐν ἐκείνοις· ἀλλ’ ἐκεῖ μὴν ἄγαν ἥνωνται πρὸς τὸν ἡνίοχον
5οἱ ἵπποι, παρὰ δὲ τούτοις διακέκρινται καὶ πλείων ἡ ἑτερότης, ὥστε ἄλλον μὲν εἶναι καὶ φαίνεσθαι τὸν χρώμενον, ἄλλους δὲ τοὺς ἵππους. Ἀλλὰ μὴν καὶ ὁ τῆς Μελίτης τόπος οἰκεῖος τῇ τάξει τῶν δαιμόνων, διότι τὴν ἐπωνυμίαν
10ἔσχεν ἡ Μελίτη, καθά φασιν, ἐκ Μελίτης τῆς τῷ Ποσειδῶνι φίλης· Μελίτην δὲ Ποσει‐ δάωνος ἑταίρην φησί τις ποιητής. Οἰκεῖοι δὲ πρὸς τὴν τάξιν τοῦ θεοῦ διὰ τὴν μεσότητα τὴν ἑαυτῶν οἱ δαίμονες· τὸ γὰρ μέσον καὶ οὗτος
15ἔχει τῶν πατέρων, ὥσπερ οἱ δαίμονες τῶν ὑπὲρ ἡμᾶς γενῶν. Καὶ μὴν καὶ τὸ ἐγγὺς οἰκεῖ οὐκ ἀλλότριόν ἐστι προειρημένων· δαίμονες γὰρ ἐγ‐ γὺς δαιμόνων, καὶ πάντες τὴν αὐτὴν τάξιν συμ‐ πληροῦσι καὶ σώζουσι μίαν ἰδιότητα τὴν δαι‐
20μονίαν μετὰ τῆς αὐτῆς πρεπούσης ἐξαλλαγῆς. Τοσαῦτα καὶ ἐκ τούτων ληπτέον· ἀνάλογον ἀπὸ τῶν μερικῶν ἐπὶ τὰ ὅλα καὶ ἀπὸ τῶν φαινομέ‐ νων ἐπὶ τὰ ἀφανῆ μεταβαίνουσιν· ἐπεὶ καὶ τὸ μειράκιον ὄντα τὸν Ἀντιφῶντα μεμαθηκέναι
25τοὺς λόγους οἰκείως ἔχει πρὸς ἐκείνους, οἳ προ‐ ελθόντες εὐθὺς ἐπεστράφησαν εἰς τὰς αὑτῶν αἰ‐ τίας καὶ συνήφθησαν ἐκείναις· ψυχῶν γὰρ ἴδιόν ἐστι μερικῶν τὸ ἀορίστως προϊέναι καὶ εἰς τὸ ἀφεγγὲς καὶ σκοτεινὸν χωρεῖν ἀπεστραμμένας
30τὸ θεῖον. Καὶ γὰρ ὅλως οὐ δεῖ παρέργως τῶν τοιούτων ἀκροᾶσθαι, μάλιστα τῷ Πλάτωνι πει‐ θομένους, ὃς οὐδὲν ἄλλο φησὶν οὕτως ὠφέλιμον εἶναι ταῖς ψυχαῖς, ὡς τὸ ἕλκον ἀπὸ τῶν φαι‐ νομένων ἐπὶ τὸ ὂν καὶ τὸ εὔλυτον καὶ εὐφάντα‐
35στον ἀπὸ τούτων τῆς τῶν ἀσωμάτων φύσεως· τοιοῦτος γὰρ ὁ ἐρωτικὸς, τοιοῦτος ὁ φιλόσοφος, τοιοῦτος πᾶς ὁ ἀναγόμενος· ὥστε εἰ μὴ καὶ ταῦθ’ οὕτως σύγκειται πρὸς αὐτοῦ τοῦ Πλάτω‐ νος, ἀλλ’ ἡμῖν γε τὸ πρᾶγμα λυσιτελές· γύμ‐
40νασμα γάρ ἐστι τῆς εὐφυοῦς ψυχῆς καὶ ἀπὸ
τῶν εἰκόνων ἐπὶ τὰ παραδείγματα μεταβαίνειν
in Prm
.

676

δυναμένης καὶ τὰς ἀναλογίας τὰς πανταχοῦ διατεινούσας κατανοεῖν φιλούσης. Παραιτήσομαι δὲ τοὺς τοῦ Πλάτωνος ἐξηγητὰς μὴ κατατεί‐ νειν ἐνταῦθα λόγους μακροὺς δεικνύντας ἐκ τού‐
5των ὅτι καὶ Πλάτων δοκιμάζει τὴν ἀρχὴν τῆς ἀγωγῆς ἀπὸ τῶν λογικῶν ποιεῖσθαι, καὶ μει‐ ρακίοις τούτων μεταδιδόναι πρώτως νέοις πρε‐ πόντων δι’ ὀξύτητα παρακολουθεῖν αὐτῶν τῇ λεπτουργίᾳ δυναμένοις, ἄνευ ὕλης ὑποκειμένης
10διδασκομένων· οὐ γὰρ μόνον οἱ λόγοι τὴν λο‐ γικὴν εἶχον μέθοδον, οὓς τὸν Ἀντιφῶντα μει‐ ράκιον ὄντα μελετῆσαί φησιν, ἀλλὰ καὶ τὰς περὶ τῶν ἰδεῶν βαθυτάτας ἀπορίας, ἵνα τ’ ἄλλα παρῶ τὰ ἐν ταῖς ὑποθέσεσιν ἐξεταζόμενα
15περὶ τῶν ἀκροτάτων ἀρχῶν ὄντα θεάματα, πρὸς τῷ καὶ τὸν ἐν Πολιτείᾳ Σωκράτη παρα‐ κελεύεσθαι νέοις οὖσι μὴ παραδιδόναι τοὺς δια‐ λεκτικοὺς λόγους, μή πως λάθωσιν εἰς παρανο‐ μίαν ὑπ’ αὐτῶν προαχθέντες, ὃ δὴ φιλοῦσιν οἱ
20νέοι πάσχειν ἄρτι γευσάμενοι τῶν λογικῶν θεω‐ ρημάτων· σπάνιοι γὰρ οἱ μὴ ἁλισκόμενοι τῇ τοιᾷδε παραφορᾷ καὶ ὅσοι τοιαύτην ἔλαχον φύ‐ σιν οἵαν ὁ Σωκράτης, καὶ ὡρμημένοι θείαν οὕ‐ τως ἐπὶ φιλοσοφίαν ὁρμὴν, ἣν ὁ Παρμενίδης
25ἰδὼν ἐπὶ τὴν ὅλην αὐτὸν κινεῖ διαλεκτικήν. Οὐκ ἔδει τοίνυν κοινὸν τὸν κανόνα ποιεῖν πάν‐ των τῶν νέων τῆς ἀγωγῆς, οὐ τῶν αὐτῶν κα‐ θηκόντων τῇ τε σπανιωτάτῃ φύσει καὶ τῇ κοινῇ πάντων τῶν νέων, οἷς ἱκανὰ συνετός ἐστι φρον‐
30τιστὴς, ὡς εἴρηταί μοι πρότερον. Ἀλλ’ ἐπὶ τὰ ἑπόμενα μέτιμεν. Ταῦτα εἰπόντες ἐβαδίζομεν, καὶ κατελάβομεν τὸν Ἀντιφῶντα οἴκοι χα‐ λινόν τινα χαλκεῖ ἐκδιδόντα σκευάσαι·
35ἐπειδὴ δ’ ἐκείνου ἀπηλλάγη, οἵ τε ἀδελ‐ φοὶ ἔλεγον αὐτῷ ὧν ἕνεκα παρείημεν, ἀνεγνώρισέ τέ με ἐκ τῆς προτέρας ἐπι‐ δημίας καὶ ἠσπάζετο. (P. 127 A.) Τὸ σύντομον τοῦ λόγου καὶ σαφὲς καὶ καθα‐
40ρὸν ἔξεστι καὶ διὰ τούτων ὁρᾷν· οὐ γὰρ ἐκαλ‐
λώπισε τὸν λόγον εἰπὼν, ταῦτα εἰπόντες
in Prm
.

677

καὶ ἀκούσαντες, ὡς εἴωθεν, ἡδύνων τὴν συγγραφὴν ἤ τι ἄλλο προσθεὶς, ἀλλ’ ἀμέσως, ταῦτα εἰπόντες· αὐτοὶ γὰρ ἦσαν οἵ τε εἰπόντες καὶ ἀκούσαντες. Καὶ τὸ σχῆμα δὲ οἰ‐
5κειότατόν ἐστι πρὸς τὸν σαφῆ καὶ καθαρὸν τύ‐ πον· αἱ γὰρ συμπληρώσεις διορίζουσαι τὰ προ‐ ειρημένα τῶν ἐπιφερομένων σαφῆ ποιοῦσι τὸν λόγον. Ἔχει τοίνυν προσφόρως πρὸς μὲν τὴν καθαρότητα τὸ σχῆμα, πρὸς δὲ τὸν ἀφηγημα‐
10τικὸν τοῦ διαλόγου τύπον ἡ καθαρότης, ἵνα καὶ ἐνταῦθα πάλιν ἐπακολουθῇ τὰ μέρη τοῖς ὅλοις καὶ τῷ ἑνὶ τὸ πλῆθος. Καὶ τοῦτο μὲν ἀπὸ τῆς λεκτικῆς δυνάμεως ἂν θεωρήσειας· ἀπὸ δὲ τῆς ἠθικῆς λάβοις ἂν ὅτι τοῖς λόγοις πανταχοῦ συμ‐
15φώνους εἶναι προσήκει τὰς πράξεις τῶν σπου‐ δαίων ἀνδρῶν, καὶ μὴ λέγειν μὲν τὰ σεμνὰ καὶ τὰ τῆς ἀρετῆς, ἀναβάλλεσθαι δὲ τὰ ἔργα τὰ τοῖς λόγοις οἰκεῖα· διὸ καὶ οὗτος, ταῦτα εἰ‐ πόντες, φησὶν, ἐβαδίζομεν· καὶ ὅτι δέοι
20προηγεῖσθαι τῶν μὲν πράξεων τὰς κρίσεις, τού‐ των δὲ τὸ ἀγαθόν· οὕτω γὰρ ὁ μὲν Ἀδείμαν‐ τός φησιν, ἀλλ’ εἰ δε, ἴωμεν, ὁ δὲ Κέφα‐ λος, ταῦτα εἰπόντες ἐβαδίζομεν· καὶ ὅτι διὰ φιλίας καὶ κοινωνίας τῶν σπουδαίων ἠθῶν
25ἡ τελειότης προσγίγνεται ταῖς ψυχαῖς, περὶ ἣν οἱ Πυθαγόρειοι διαφερόντως ἐσπούδαζον, τέλος ποιούμενοι τῆς ἑαυτῶν ζωῆς τὴν καθαρωτάτην φιλίαν· καὶ ὅτι δεῖ τὰς ἀναγκαίας τῶν ἐνερ‐ γειῶν συστέλλειν, ἐπιτρέχειν δὲ ταῖς ἀρεταῖς.
30Τοῦτο γοῦν ποιεῖ καὶ ὁ Ἀντιφῶν τὸν χαλινὸν ἐκδιδοὺς εὐθὺς καὶ τοῖς παροῦσιν ἑαυτὸν ἐπι‐ διδοὺς, διὸ καὶ ὁ Κέφαλος οὕτως εἶπεν, ἐπει‐ δὴ δὲ ἀπηλλάγη, ἐμφήνας τὴν τῆς τοιαύ‐ της συνουσίας ἀσμενεστάτην ἐπιφοίτησιν ἐπὶ
35τὴν ἀστειοτέραν καὶ αὐτῷ πρέπουσαν κοινωνίαν. Καὶ μὴν καὶ ἐκ τούτων λάβοις ἂν ὅτι τῆς αὐτ‐ ουργούσης τέχνης ἡ χρωμένη τῷ ἐκείνης ἀπο‐ τελέσματι κρείττων· ἐφέστηκε γὰρ ὁ Ἀντιφῶν τῷ χαλκεῖ τῷ σκευάζοντι τὸν χαλινὸν ὁ χρη‐
40σόμενος, καὶ ἐπιτάττει τούτῳ τὸ ἑαυτῷ πρόσ‐
φορον· καὶ ὅτι πανταχοῦ τὰ ἄκρα συνδεῖται
in Prm
.

678

διά τινος μέσου συνδέσμου πρὸς ἀμφότερα οἰ‐ κείως ἔχοντος· οὕτω γὰρ δὴ καὶ οἱ περὶ τὸν Ἀδείμαντον ἡγοῦνται τῆς ἐντεύξεως καὶ τῆς συνουσίας τοῖς Κλαζομενίοις πρὸς τὸν Ἀντι‐
5φῶντα, τούτου μὲν ὄντες ἀδελφοὶ, γνώριμοι δὲ καὶ συνήθεις ἐκείνοις· καὶ ὅτι μᾶλλον μὲν ἀλ‐ λήλων ἀφέστηκε τὰ ἄκρα ἢ τὸ μέσον ἀμφοῖν, οὐ μὴν οὐδὲ ταῦτα συναπτά· τοῦτο γοῦν ἐνδεί‐ κνυται καὶ ὁ ἀναγνωρισμὸς καὶ ὅλως ἡ κοινω‐
10νία πρὸς τὸν Ἀντιφῶντα τῶν Κλαζομενίων. Ἔτι τοίνυν φυσικῶς ἐπισκεψώμεθα τὸν τῶν καθηκόντων τρόπον τὰ προκείμενα, καὶ θεωρή‐ σωμεν ὅπως οἱ μὲν ἄνδρες ὡς φυσικοὶ καὶ ταῖς φύσεσιν ἀναλογοῦντες μετέχουσι τῆς δυάδος τῆς
15ψυχικῆς, εἴτε δόξαν αὐτὴν, εἴθ’ ὅπως οὖν ἐθέλοις καλεῖν, διὰ δὲ ταύτης συνάπτονται πρὸς τοὺς τὴν φύσιν κινοῦντας, εἴτε δαίμονας, εἴτε θεοὺς, παρ’ οἷς καὶ ἡ χαλκεία καὶ σφύρα καὶ ἄκμων. Πῶς γὰρ ἡ τρίτη γίγνεται τῶν εἰδῶν ἔκφανσις,
20ἢ τῶν ψυχικῶν λόγων οἷον χεομένων εἰς τὰς φύσεις, τάσδε τελειοῦσι πάντως οἱ τῆς φύσεως προστάται καὶ αἱ χρώμεναι ταῖς φύσεσιν; Εἰ δὲ δεῖ τούτων ἀποστάντας ἅψασθαι τῶν βα‐ θυτέρων ἐννοιῶν, πάλιν ἡμῖν ἐπὶ τὰς προειρη‐
25μένας ἀναλογίας ἰτέον. Οὐκοῦν συνάπτονται μὲν αἱ ἀνιοῦσαι ψυχαὶ τοῖς δαίμοσι τοῖς τὸν τῇδε βίον αὐτῶν κεκληρωμένοις, καὶ διὰ τοῦτο οἱ Κλαζομένιοι κατ’ ἀγορὰν ἐνέτυχον τοῖς περὶ Ἀδείμαντον, ἀνατρέχουσι δὲ διὰ τούτων ἐπὶ
30τοὺς θείους δαίμονας καὶ συνάπτονται αὐτοῖς πρὸς τὸ νοητὸν, καὶ οὐ θεωροῦσιν αὐτοὺς ὅπως μετροῦσι τὰς δευτέρας αὐτῶν ζωὰς, ὅσαι σω‐ ματικαὶ, ὅσαι αὐτῶν εἰσι προβεβλημέναι. Τὸν γὰρ χαλινὸν μέτρον οἰητέον εἶναι τὸ καθῆκον
35ἐπὶ τὰς ἐξηρτημένας δυνάμεις ἀπὸ τῶν κρειτ‐ τόνων· εἰσὶ γὰρ ἐν αὐταῖς αἱ μὲν κοσμητικαὶ τῶν ὑφειμένων δυνάμεις, αἳ τά τε σχήματα αὐτῶν καὶ τὰς δοξαστικὰς δυνάμεις τάττουσιν, αἷς ἀνάλογον ὁ χαλκεὺς ὁ τὸν χαλινὸν ἐργα‐
40ζόμενος· αἱ δὲ χρώμεναι καὶ τῇ δόξῃ καὶ τοῖς
ἄλλοις πᾶσι μεμετρημένοις, ὥσπερ ὁ Ἀντιφῶν,
in Prm
.

679

καθ’ ἃς καὶ μάλιστα ἀφορίζεται τὸ εἶναι αὐτῶν, εἴτε ἡνιοχικὰς οὕτως, εἴτε ἄλλως ὅπως ἂν ἐθέ‐ λῃς ἐπονομάζειν. Αὐτοῖς γὰρ καὶ ὁ ἡνίοχος καὶ οἱ ἵπποι καὶ ὁ χαλινοποιὸς, καὶ ὁμοῦ πάντα καὶ
5οἷον ἔνδον, ὃ καὶ τὸ οἴκοι προστεθὲν ἐνδείκνυ‐ ται, τὸ ἐκείνους εἰς αὐτοὺς ὁρῶντας τὰ ἑαυτῶν κοσμεῖν· οὕτω τοίνυν τὴν ἑαυτῶν διακοσμή‐ σαντες τάξιν, μετέχονται καὶ ὑπὸ τῶν δευτέρων, τῶν τε οἷον ἀδελφῶν αὐτοῖς ὄντων δαιμόνων
10καὶ ἔτι τῶν μερικῶν ψυχῶν τῶν ἐπ’ αὐτοὺς ἀνατεινομένων, καὶ μετέχονται ὑπὸ τούτων ἀτε‐ λῶς, ὥσπερ τὴν πρώτην, ἔπειτα τελείως. Δη‐ λοῖ δὲ τὴν ἀτελῆ μέθεξιν, ὡς προείπομεν, ἡ πρώτη ἐπιδημία· τὴν δὲ τελείαν ἡ ἀνα‐
15νέωσις ἐκείνης καὶ ὁ ἀναγνωρισμὸς, καὶ ὁ ἀσπα‐ σμὸς τελευταῖος, ἕνωσιν καὶ συναφὴν ἀδιαίρετον ἐνδεικνύμενος καὶ κοινωνίαν τῆς θείας εὐφροσύ‐ νης. Καὶ γὰρ αἱ φυσικαὶ πᾶσαι συστάσεις καὶ αἱ ψυχικαὶ ζωαὶ κατὰ μικρὸν καὶ κατά τινα
20εὔτακτον ἄνοδον ἀποκληροῦνται τῶν κρειττόνων ἀγαθῶν· καὶ πρῶτον μὲν ἀτελῶς καὶ ἀσθενῶς καὶ ἡδονικῶς μετέχουσι τῶν ὑπὲρ αὑτὰς, ἔπειτα τελείως καὶ ἐῤῥωμένως ἀντιλαμβάνονται τῆς μεθέξεως· οὕτω τοι καὶ ἐν τῇ δημιουργίᾳ πρῶ‐
25τον μὲν οἷον ὑπογραφή τις τῶν εἰδῶν ἑωρᾶτο περὶ τὴν ὕλην, ἔπειτα ὄγκος καὶ δύναμις μορ‐ φωτικὴ τῆς ὕλης, ἔπειτα σχηματισμοὶ τῶν ὄγκων καὶ μερισταὶ ἐπιγραφαὶ, καὶ ἐπὶ πᾶσι παντελὴς διακόσμησις καὶ χορηγία ζωῆς καὶ
30μετουσία νοῦ καὶ θεότητος ἔλλαμψις. Οὕτως οὖν καὶ αἱ ψυχαὶ πρὸ τῶν μεγάλων καὶ τὰ σμι‐ κρὰ μυοῦνται καὶ πρὸ τῶν τελείων τὰ ἀτελῆ, καὶ ἐπὶ πᾶσιν αὐτοῖς συνάπτονται τοῖς ὄντως τελείοις, καὶ ἐν αὐτοῖς ἱδρυμέναι μετέχουσιν
35ἀδιαιρέτως καὶ κατὰ ἕνωσιν ἀδιάζευκτον· ἡ δὲ ἕνωσις αὐταῖς καὶ ἡ συναφὴ διὰ τῶν μέσων καὶ οἷον ὁμογνίων εἰδῶν τοῖς πρὸς ἃ ποιοῦνται τὴν
συναφήν.
in Prm
.

680

Καὶ δεομένων ἡμῶν διελθεῖν τοὺς λόγους, τὸ μὲν πρῶτον ὤκνει, πολὺ γὰρ ἔφη ἔργον εἶναι· ἔπειτα μέν τοι διη‐ γεῖτο. (P. 127 A.)
5 Ἡ μὲν δέησις τῶν Κλαζομενίων ἐμφανίζει τὴν λιπαρὰν τῶν ψυχῶν ἀντοχὴν τῶν οἰκείων ἡγεμόνων· οὐ γὰρ ἄλλως αὐταῖς παραγίγνεται τὸ θεοῖς συναφθῆναι καὶ ἡ μετὰ θεῶν συμπε‐ ριπόλησις ἢ διὰ τούτων τῶν δαιμόνων· ἐξέ‐
10χονται γὰρ οὗτοι τῶν ἐγκοσμίων θεῶν, ὥς φη‐ σιν ὁ ἐν Φαίδρῳ Σωκράτης, αὗται δὲ τῶν δαιμόνων, ἡγεῖται δὲ τῆς δεήσεως πρῶτον μὲν ἡ γνῶσις αὐτῶν (πῶς γὰρ ἂν δέοιντο τούτων, οὓς μὴ εἰδεῖεν οἵτινές εἰσι, καὶ οἵων αὑταῖς
15ἀγαθῶν ἡγεμόνες;), ἔπειτα ἔργα τῆς μετου‐ σίας αὐτῶν· δεῖ γὰρ καὶ ὀρέγεσθαι τούτων ὧν δεόμεθα· μὴ ὀρεγόμενοι γὰρ οὐδ’ ἂν ἐν τῇ τά‐ ξει τῶν δεομένων εἴημεν. Ὁ δὲ τοῦ Ἀντιφῶντος ὄκνος εἰκόνα φέρει τῆς τῶν θείων αἰτιῶν ἀπο‐
20κρύφου καὶ ἀῤῥήτου δυνάμεως· δύσληπτον γάρ ἐστι τὸ θεῖον ὅπου ποτ’ ἂν ᾖ καὶ δυσεπίγνω‐ στον καὶ μόλις ἐκφαινόμενον ταῖς ψυχαῖς, καὶ ὅταν λιπαρῶς ἀντιλάβωνται τῆς μετουσίας αὐτοῦ καὶ τῆς πρὸς αὐτὸ κοινωνίας· συνεθισμοῦ
25γὰρ δέονται πρὸς τὴν θείαν αὐγὴν, ᾗ καὶ οἱ θεῖοι δαίμονες ἐπιδείκνυνται ταῖς εἰς αὐτοὺς ἀνατεινομέναις ψυχαῖς, δι’ αὐτῶν ἅπαν τὸ θεῖον καθορᾷν ἐπειγομέναις, βεβαίως δὲ καὶ μονίμως ἀντιλαμβανομέναις αὐτῶν ἀναπλοῦσι καὶ ἐκφαί‐
30νουσι τὴν θείαν ἀλήθειαν· καὶ τοῦτό ἐστιν ἡ διήγησις, ἀνάπλωσις τῶν κεκρυμμένων καὶ ἔκφανσις, καὶ ἡ τελειότης ἀγωγὸς ἀπὸ τῶν θείων δαιμόνων ἐνδεδομένη ταῖς ψυχαῖς. Ταῦτα μὲν οὖν ἐν τοῖς ὅλοις σκοπῶν εὑρήσεις,
35καὶ οὐκ ἂν ἄλλως ἔχοι· θαυμάζειν δὲ οὐ χρὴ τοὺς νῦν ἀκούοντας Ἀντιφῶντος λέγοντος ὡς πολὺ τὸ ἔργον καὶ χαλεπὸν, ἐν δὲ τοῖς πρό‐
σθεν ἀκηκοότας ὡς οὐδὲν ἄρα χαλεπὸν τοῦ
in Prm
.

681

Ἀδειμάντου λέγοντος· ὁ μὲν γὰρ πρὸς τὴν Ἀν‐ τιφῶντος ἀποβλέπει δύναμιν καὶ τὴν μνήμην τῶν λόγων, ὁ δὲ πρὸς αὐτοὺς τοὺς ἀκροατὰς, μή‐ ποτε οὐκ ἀρκοῦσι πρὸς τὴν τῆς θεωρίας ταύτης
5ὑποδοχήν· ἄνδρες γάρ εἰσιν ἐξ Ἰωνίας ἥκοντες καὶ πρὸς τοὺς ἐποπτικωτέρους λόγους ἀήθεις. Δοκεῖ δέ μοι καὶ ἄλλως ὁ Ἀντιφῶν μιμούμενος τοὺς Ἐλεάτας σοφοὺς ἐξαίρειν τὴν ὑπόθεσιν καὶ πάμπολυ τὸ ἔργον ἀποκαλεῖν· καὶ γὰρ ὁ Ζήνων
10τοῦτο ποιήσει, προϊόντος τοῦ διαλόγου, καὶ αὐτὸς ὁ μέγας Παρμενίδης. Ἀλλὰ καὶ ὁ ἐν Σο‐ φιστῇ καὶ Πολιτικῷ ξένος, ἑταῖρος τούτων ὑπ‐ άρχων, τὴν πρώτην δύσληπτον καὶ παγχάλεπον εἶναι τὴν ἀπόκρισιν λέγει πρὸς τὴν τοῦ Σωκρά‐
15τους ἐρώτησιν· καὶ οὐχ οἱ μὲν Ἐλεάται τοῦ‐ τον τὸν τρόπον, ὁ δὲ Πλάτων ἄλλως παρακε‐ λεύεται ποιεῖν, ἀλλὰ καὶ αὐτὸς παραγγέλλει τοῖς τι τοιοῦτον αἰτοῦσιν ἐνδείκνυσθαι τὴν χα‐ λεπότητα τοῦ πράγματος· τοῦτο γὰρ ἀκριβὲς
20γίγνεται δοκίμιον τῆς τῶν προσιόντων ἐπιτη‐ δειότητός τε καὶ ἀνεπιτηδειότητος. Ὁ μέντοι τῆς θεωρίας γνήσιος ἐραστὴς οὐκ ἀναδύεται τὸν πόνον, ἀλλ’ ὅσῳ χαλεπωτέρα ἡ ἀντίληψις, τοσούτῳ προθυμότερον πρόσεισιν οὐκ ἀποδει‐
25λιῶν πρὸς τοὺς ἄθλους· ὁ δ’ ἀτελὴς καὶ ἀγεν‐ νὴς, ἀκούσας τὸ ἔργον ὡς χαλεπὸν, οἴχεται φυγὰς τοῦ πράγματος ὃ μὴ προσῆκον αὐτῷ προσ‐ είη. Ἐνταῦθα δ’ οὖν ὄντως ὅ τε δειλὸς ἀνὴρ ὅ τ’ ἄλκιμος ἐξεφάνθη, καὶ τοῦτο γίγνεται κρι‐
30τήριον τῶν εὖ πεφυκότων καὶ μή. Ἔφη δὲ δὴ ὁ Ἀντιφῶν λέγειν τὸν Πυθόδωρον, ὅτι ἀφίκοιντό ποτε εἰς Παναθήναια τὰ μεγάλα Ζήνων τε καὶ Παρμενίδης. (P. 127 A.)
35 Εἰσί τινες οἵ φασι τὸν Ἀντιφῶντα τούτους ἀπαγγέλλειν τοὺς λόγους, οὐχ ὡς εἴδησιν αὐ‐ τῶν ἔχοντα ἢ ἐπιστήμην, ἀλλ’ ἄκρᾳ μόνῃ τῇ
γλώττῃ καὶ κατὰ μνήμην αὐτοῖς προσφερό‐
in Prm
.

682

μενον, οἷον εἴ τις αὐτὸν τουτονὶ τὸν διάλογον ἐκμαθὼν ἀποστοματίζειν δυνατὸς εἴη, τὴν ἐν αὐτῷ κεκρυμμένην διάνοιαν ἀγνοῶν. Ἡγοῦμαι δὲ ἔγωγε μήτ’ ἂν τὴν τάξιν τῶν πραγμάτων
5μήτ’ ἂν τὸ καθῆκον τοῖς ἀνδράσιν οὕτω δια‐ σώσασθαι, μετὰ τῆς πρεπούσης διαθέσεως, τὸν ἀγνοοῦντα τὴν τῶν λόγων βαθύτητα καὶ τοὺς σκοποὺς τῶν τε ἐρωτήσεων καὶ τῶν ἀποκρίσεων· παγχάλεπον γὰρ λόγῳ μιμεῖσθαι τοὺς λόγους
10τῶν ἐπιστημόνων, ὡς καὶ ὁ Τίμαιος ἡμᾶς ἐδί‐ δαξε· καὶ γὰρ ἔδει τοῖς μιμησομένοις τῆς ὁμοίας ἐκείνοις ἀρετῆς, ἵνα καλῶν ἐπάξιοι γέ‐ νωνται τῶν λόγων μιμηταί. Τοῦτο μὲν οὖν οὐ δέομαι κατασκευάζειν, τοῦ Πλάτωνος τοιοῦτον
15κανόνα παρασχομένου τοῖς τὰ τοιαῦτα βασανί‐ ζουσιν· ἀλλ’ ἕξει πρώτως μὲν τὴν τῶν λεγομέ‐ νων ἐπιστήμην ὁ Παρμενίδης, δευτέρως δὲ ὁ Ζήνων, κατὰ δὲ τρίτην τάξιν ὁ Σωκράτης (οὗ‐ τος γὰρ αὐτοῖς καὶ συνδιαπλέκει τοὺς λόγους),
20τετάρτην δὲ ὁ Πυθόδωρος (οὗτος γὰρ καὶ αὐτῶν ἐκείνων, Ζήνωνος ὢν μαθητὴς, ἀκήκοε), πέμ‐ πτην δὲ ὁ Ἀντιφῶν, ὁ παρὰ τοῦ Πυθοδώρου τὸν λόγον παραδεξάμενος, ὃς προσεχῶς ἀπὸ τῶν ἀνδρῶν ὑπεδέξατο τοὺς εἰρησομένους λόγους
25καὶ οὕτως ἡμᾶς ἀνήγαγεν ἐπ’ ἐκείνους, ὥστε αὐτῶν ἐκείνων ἀκροάσασθαι δοκεῖν καὶ αὐτῇ περιβεβηκέναι τῇ πρώτῃ σκηνῇ καὶ μετεσχη‐ κέναι τῆς πρώτης συνουσίας· τοῦτο δὴ ἡ τοῦ Πλάτωνος ἐργάζεται διασκευὴ καὶ ἡ τῆς ὑπο‐
30θέσεως οἰκονομία, μόνον οὐχ ὑπ’ ὀφθαλμοῖς ἡμῖν ἐπιδεικνυμένη τὰ πράγματα, τοὺς και‐ ροὺς, τὰ πρόσωπα, τοὺς τόπους, τὰς ἐνεργείας, τὰς διαθέσεις, τοὺς λόγους. Δοκεῖ δέ μοι καὶ ἡ τῶν προσώπων πάντων ἐφ’ ἕνα τὸν Παρμενίδην
35ἀναγωγὴ πολλὴν ἐνδείκνυσθαι τῶν πραγμάτων ἀλήθειαν· πάντα γὰρ τὰ πλήθη τῶν ὄντων καὶ πᾶσαι τάξεις ἑνίζονται περὶ τὴν θείαν αἰτίαν,
καὶ τοῦτο ἐνδείκνυται τοῖς συνετωτέροις ἐφεξῆς
in Prm
.

683

οὑτωσὶ λέγων, Ἀντιφῶν, Πυθόδωρος, Ζή‐ νων, Παρμενίδης. Καὶ ἡ τῶν Παναθηναίων δὲ αὖ μνήμη συντελεῖ πρὸς τὴν ὅλην τοῦ δια‐ λόγου πρόθεσιν· ὡς ἡ ἱστορία λέγει, τὰ Παν‐
5αθήναια συνοικισθέντων ἐπετελέσθη τῶν Ἀθη‐ ναίων. Πάλιν οὖν ἑνίζεται κἀνταῦθα τὸ πλῆθος καὶ συντάττεται περὶ τὴν πολιοῦχον θεόν· τοῦτο δὲ ἦν τοῦ διαλόγου τὸ τέλος, ἐξάψαι τὰ πάντα τοῦ ἑνὸς καὶ δεῖξαι σαφῶς ὅπως ἕκα‐
10στα προελήλυθεν ἐκεῖθεν. Ἔχει δὲ οὐκ ὀλίγην καὶ τὴν εἰς τοὺς ἄνδρας εὐφημίαν ὁ λόγος τῷ εἰπεῖν αὐτοὺς οὐκ εἰς Ἀθήνας ἐλθεῖν, ἀλλ’ εἰς τὰ Παναθήναια. Τῆς οὖν θεοῦ ἕνεκα καὶ τῆς ἑορτῆς ἐπεδήμουν, ἀλλ’ οὐκ ἐπιδείξεως οὐδὲ
15τοῦ δημοσίᾳ φιλοσοφεῖν· ὃ δὴ καὶ παρὰ τοῖς Πυθαγορείοις κατέγνωστο· σοφιστικῆς γὰρ τὸ τοιοῦτον καὶ ἀνδρῶν χρηματιστῶν ἦν τὸ ἔργον. Τὸν μὲν οὖν Παρμενίδην εὖ μάλα ἤδη πρεσβύτην εἶναι σφόδρα πολιὸν, καλὸν
20δὲ καὶ ἀγαθὸν τὴν ὄψιν, περὶ ἔτη μάλι‐ στα πέντε καὶ ἑξήκοντα. (P. 127 B.) Ταῦτα λεγέσθω μὲν καὶ περὶ τοῦ φαινομένου καὶ ὅτι πρεσβύτης ἀνὴρ οὗτος καὶ ὡς εὖ μάλα· τὸν γὰρ πρεσβύτην ἄχρις ἑβδομήκοντα
25ἐτῶν ἀφορίζονται· μάλα οὖν πρεσβύτης οὗτος, γέρων δὲ ὁ καὶ τὴν δεκάδα ταύτην παρελθὼν, καὶ ὅτι τὸ πρόσωπον κατὰ τὴν ζωὴν χαρίεις. Κάτεισι γάρ τις ἀπὸ τῆς ψυχῆς ἐν τοῖς σπου‐ δαίοις καὶ μέχρι τοῦ σώματος εὐπρέπεια καὶ
30σεμνότης. Ἀλλὰ πολλῷ τελειότερόν ἐστιν ἐπ’ αὐτῆς θεωρεῖν ταῦτα τῆς ψυχῆς, οἷον ὅτι πρε‐ σβυτικῶς μὲν εἶχε κατὰ τὸ νοῦ καὶ ἐπιστήμης εἶναι διακορής· πολιὰ γὰρ μαθήματα τὰ νοερὰ καὶ τὰ τῆς ὅλης ἀντεχόμενα φύσεως καλεῖν
35εἴωθεν, ὡς ἐν Τιμαίῳ δεδήλωκε νέους ἀποκα‐ λέσας, παρ’ οἷς οὐδέν ἐστι μάθημα πολιόν. Καὶ
ἄλλως τὸ πολιὸν οἰκεῖον ψυχαῖς αἳ κατὰ τὸ
in Prm
.

684

ἀκρότατον αὑτῶν μετέχουσι τοῦ νοεροῦ φωτός· τὸ γὰρ μέλαν τῆς χείρονός ἐστι συστοιχίας, ὥσπερ τὸ λευκὸν τῆς κρείττονος. Καλὴ δὲ καὶ ἀγαθὴ τὴν ὄψιν, ὡς τὸ ὄμμα αὐτῆς ἐπὶ τὸ
5νοητὸν ἀνατείνουσα κάλλος καὶ τὴν ἀγαθότητα τὴν πάντων ὑποστατικὴν καὶ ἧς μετέχοντα πάντα ἀγαθά ἐστιν. Ἔτι δὲ τελεώτερόν ἐστιν ἐπ’ αὐτῶν ταῦτα θεωρεῖν τῶν θεῶν κατὰ τὸ ἀνάλογον μετιόντας. Ποῦ γὰρ τὸ πρεσβυτικὸν
10καὶ πολιὸν οὕτως, ὡς ἐν ἐκείνοις, καὶ παρὰ τῶν θεολόγων ἐξυμνημένον ἐπὶ τῶν πατρικῶν θεῶν; ποῦ δὲ τὸ καλὸν οὕτω καὶ ἀγαθὸν, ὡς ἐν ἐκεί‐ νοις, παρ’ οἷς τὸ αὐτὸ κάλλος καὶ τὸ πρώτως ἀγαθόν; ἐπεὶ καὶ τὸ ἡνωμένως εἰρῆσθαι καλὸν
15κἀγαθὸν οἰκειότατόν ἐστιν ἐκείνοις, ἐν οἷς ταὐ‐ τόν ἐστιν ἓν καὶ ἀγαθόν. Ζήνωνα δὲ ἐγγὺς ἐτῶν τετταράκον‐ τα τότε εἶναι, εὐμήκη δὲ καὶ χαρίεντα ἰδεῖν, καὶ λέγεσθαι αὐτὸν παιδικὰ τοῦ
20Παρμενίδου γεγονέναι. (P. 127 B.) Τοιοῦτος ὁ Ζήνων ἴσως μὲν καὶ τῷ σώματι χαρίεις καὶ εὐμήκης, πολλῷ δὲ πλέον κατὰ τοὺς λόγους· ὅσα γὰρ ὁ Παρμενίδης ἀγκύ‐ λως καὶ συνεσπειραμένως ἀπεφθέγγετο, ταῦτα
25ἀνελίττων οὗτος καὶ εἰς παμμήκεις λόγους ἐκτείνων παρεδίδου· διὸ καὶ ὁ σιλλογράφος ἀμφοτερόγλωσσον αὐτὸν προσεῖπεν, ὡς ἐλεγκτι‐ κὸν ἅμα καὶ ὑφηγηματικόν. Εἰ δὲ καὶ παι‐ δικὰ τοῦ Παρμενίδου γέγονε, δῆλον ὅτι
30πρὸς ἕνα καὶ τὸν αὐτὸν θεὸν ἀμφοτέροις ἡ ἄνο‐ δος ἦν· τοῦτο γάρ ἐστιν ἴδιον τῆς ὄντως ἐρω‐ τικῆς τέχνης, ὥστε πάλιν καὶ τοῦτο τὸ ἐρωτι‐ κὸν μνήμης ἔτυχε, διότι πρὸς τὸν σκοπὸν οἰκείως ἔχει τὸ πλῆθος ἑνίζεσθαι περὶ τὴν τοῦ θείου
35μετουσίαν. Εἰ δὲ ἔτι τελειότερον ἐθέλοις λέγειν ὅτι, καὶ ἐν αὐτοῖς τοῖς θεοῖς, τὰ δεύτερα ἐν
τοῖς πρώτοις ἐστὶ καὶ πάντα ἁπλῶς συνήνων‐
in Prm
.

685

ται πρὸς τὸ ἓν ἀφ’ οὗ καὶ ἡ πρόοδος καὶ ἡ ἔκ‐ τασις τοῖς οὖσιν, οὐκ ἄν πως, οἶμαι, πόῤῥω γένοιο τῆς περὶ αὐτῶν ἀληθείας. Ἀλλὰ τί τὸ ἐφεξῆς;
5 Καταλύειν δὲ αὐτοὺς ἔφη παρὰ τῷ Πυθοδώρῳ ἐκτὸς τείχους ἐν Κεραμει‐ κ. (P. 127 B.) Τὸ μὲν παρὰ τῷ Πυθοδώρῳ καταλύειν αὐτοὺς σύμβολον ἔστω τοῖς περὶ τὰ παρα‐
10δείγματα βλέπουσι τοῦ διὰ τῶν ἀγγέλων καὶ ἐν τῇ τάξει τῶν ἀγγέλων πρώτως ἐκφαίνεσθαι τοὺς θεούς· ὁ γὰρ οἶκος σύμβολόν ἐστι τῆς ἑκά‐ στου τάξεως· τὸ δὲ ἔξω τείχους τὸ ἐξῃρημέ‐ νον ἐμφαίνει καὶ ἀπερίληπτον τῶν θεῶν. Ὥσπερ
15οὖν ἐν τῇ Πυθοδώρου οἰκίᾳ πάντες συνειλεγ‐ μένοι φαίνονται, οἱ μὲν ἐκ τῆς πόλεως, οἱ δὲ ἔξωθεν, οὕτω δὴ καὶ ἐν τοῖς ἀγγέλοις οἵ τε τὸν κόσμον κυβερνῶντες καὶ οἱ νοητοὶ θεοὶ ἐκφαί‐ νονται καὶ διὰ τῆς τούτων οὐσίας ἡμῖν γνωρί‐
20ζονται. Ταῦτα περὶ τῶν πραγμάτων. Τῆς δὲ λέξεως, τὸ μὲν παρὰ Πυθοδώρῳ πάνυ Ἀττι‐ κὸν (αὐτὸς γὰρ ὁ Πυθόδωρός ἐστιν ὁ περὶ αὑτοῦ λέγων), ἄλλος δ’ ἂν εἶπεν ὅτι παρ’ ἐμοὶ κατ‐ έλυον· ἴσως δὲ καὶ ὁ Ἀντιφῶν τὰ μὲν ὡς Πυ‐
25θόδωρος λέγει, τὰ δὲ ὡς αὐτὸς, καὶ τὸ παρὰ Πυθοδώρῳ προσέθηκεν, ὡς ἂν αὐτὸς τοῦτο προστιθείς. Τὸ δὲ ἐκτὸς τείχους ἐν Κερα‐ μεικῷ δῆλον ὅτι πάντως ἀπὸ τῆς ἱστορίας· διττὸς γὰρ ἦν ὁ Κεραμεικὸς, ὁ μὲν ἔξω τείχους,
30ὁ δὲ ἐντός· οἱ δὲ ἥκοντες ἄνδρες εἰς Ἀθήνας ἐκ‐ τρέπονται τὸ πλῆθος, διὸ καὶ καταλύουσιν ἔξω τείχους· οὐ δεῖ δὲ θαυμάζειν· οὐ γὰρ πολλοῖς συνεσόμενοι πάρεισιν, ἀλλὰ τῆς ἑορτῆς μεθέ‐ ξοντες· εἰκότως οὖν διὰ τὸν πολὺν ὄχλον ἔξω
35τῆς πόλεως ᾤκουν, καὶ τῶν Πυθαγορείων ἐξειρ‐ γόντων τῶν λεωφόρων ὁδῶν καὶ τὸ ἀμιγὲς πρὸς τοὺς πολλοὺς τίμιον καὶ σεμνὸν οἰομένων. Εἰ
δὲ καὶ σύμβολον εἴη τὸ τοὺς μὲν ἐξ Ἐλέας ἔξω
in Prm
.

686

τείχους εἶναι κἀκεῖ φοιτᾷν τοὺς μεθέξοντας αὐ‐ τῶν, τοὺς δὲ ἐκ Κλαζομενῶν εἴσω τῆς πόλεως ἐν Μελίτῃ συγγενέσθαι τῷ μεταδιδόντι τῆς ἐκείνων αὐτοῖς θεωρίας, τοῦ τῶν μέσων ἐξῃ‐
5ρῆσθαι τὰ πρῶτα, τὰ δὲ μετὰ ταῦτα περιέχε‐ σθαι ἐν αὐτοῖς, ἔχοι ἂν καὶ ταῦτα τὴν πρὸς τὰ πράγματα οὐκ ὀλίγην ὁμοιότητα συνηρτημένα τοῖς προειρημένοις ἅπασιν. Οἷ δὴ καὶ ἀφικέσθαι τόν τε Σωκρά‐
10τη καὶ ἄλλους τινὰς μετ’ αὐτοῦ πολλοὺς ἐπιθυμοῦντας ἀκοῦσαι τῶν τοῦ Ζήνωνος γραμμάτων· τότε γὰρ αὐτὰ πρῶτον ὑπ’ ἐκείνων κομισθῆναι· Σωκράτη δὲ εἶναι σφόδρα νέον. (P. 127 C.)
15 Ἐνταῦθα θεατέον ὅπως ὁ Σωκράτης δι’ εὐ‐ φυΐαν ἄκραν σπουδῇ μεταδιώκει τοὺς θείους τούτους ἄνδρας, καὶ ὅπως οὐ κατὰ τὰς αὐτὰς αἰτίας ἀπαντᾷ πρός τε τοὺς σοφιστὰς καὶ τοὺς σοφούς· πρὸς μὲν γὰρ ἐκείνους, ὡς ἐλέγξων αὐ‐
20τῶν τὴν ἀμαθίαν καὶ τὸν τύφον, πρὸς δὲ τού‐ τους, ὡς προσκαλεσόμενος αὐτῶν τὴν ἐπιστή‐ μην καὶ τὸν νοῦν· οὕτως ἀπαντᾷ πρὸς Τίμαιον κεκοσμημένος, οὕτως ἐνταῦθα τῶν φιλοσοφίας ἐραστῶν ἡγεμὼν καὶ οἷον ἀγελάρχης γιγνόμε‐
25νος. Ἥκουσι μὲν γὰρ ἐπιθυμοῦντες πάντες, ἀλλὰ μετ’ αὐτοῦ καὶ δι’ αὐτοῦ τυγχάνουσι τῆς ἐπιθυμίας· εἰκόνες δὲ καὶ ταῦτα τῶν θείων ὥσπερ τὰ πρότερα· νέος Σωκράτης νέων ἡγε‐ μὼν, μονονουχὶ τὰ ἐν Φαίδρῳ τοῦ Πλάτωνος
30βοῶντος· Ὁ μὲν δὴ μέγας ἡγεμὼν Ζεὺς πρῶτος πορεύεται, τῷ δὲ ἕπεται στρατιὰ θεῶν καὶ δαι‐ μόνων. Ὁ γὰρ νοῦς πανταχοῦ τὴν ἐπιστρεπτι‐ κὴν τάξιν λαχὼν ἀνάγει καὶ ἑαυτῷ συνεπιστρέ‐ φει πᾶν τὸ ἐξημμένον αὑτοῦ πλῆθος· ἐπεὶ καὶ
35τὸ νέον εἶναι τὸν Σωκράτη σύμβολόν ἐστι τῆς ἐν θεοῖς ὑμνουμένης νεότητος· καὶ γὰρ αὐτὸν τὸν Δία καὶ τὸν Διόνυσον παῖδας καὶ νέους ἡ θεολο‐
γία καλεῖ· καίπερ ὄντε νέω, φησὶν ὁ Ὀρ‐
in Prm
.

687

φεύς· καὶ ὅλως τὸ νοερὸν παρὰ τὸ νοητὸν καὶ παρὰ τὸ πατρικὸν παραβάλλοντες οὕτω καλοῦ‐ σιν. Ἡ δὲ ἐπιθυμία τῶν τοῦ Ζήνωνος γραμμά‐ των δηλοῖ συμβολικῶς καὶ ὅπως ἐν ἐκείνοις τὰ
5τρίτα τῶν ἐν τοῖς μέσοις προβεβλημένων δυ‐ νάμεων μετέχει πρῶτον, ἔπειτα ταῖς ἀκρότη‐ σιν αὐτῶν συνάπτεται καὶ κοινωνεῖ τῶν αὐτῶν νοητῶν· τὰ γὰρ γράμματα πολλοστὴν ἔχει τάξιν ἀπὸ τῆς ἐπιστήμης· διὸ καὶ ὁ Σωκράτης
10ἐν τάξει ποιεῖται τὴν ἄνοδον· πρῶτον μὲν γὰρ ἀκούει τῶν γραμμάτων, ἔπειτα κοινωνεῖ τῶν λόγων, καὶ τρίτον κατὰ μίαν αὐτοῖς ἐπιστή‐ μην συμφύεται. Καὶ γὰρ ἀπὸ μὲν τῆς ἐπιστή‐ μης πρόεισιν ὁ λόγος, τῶν δὲ λόγων εἰκόνες τὰ
15γράμματα, τὸ δὲ τότε πρῶτον τὰ γράμματα κομισθῆναι δηλοῖ τὸ ἱεροπρεπὲς αὐτῶν καὶ θεο‐ πρεπές· ἐν γὰρ τῇ ἑορτῇ τῶν Παναθηναίων ἐκδιδόμενα κόσμος γίγνεται ἀντὶ τοῦ πέπλου τῶν Παναθηναίων τῇ θεωρίᾳ. Καὶ γάρ πως τὸν
20αὐτὸν ἔχει τῷ πέπλῳ σκοπόν· ὡς γὰρ ὁ πέπλος περιεῖχε τὴν τῆς Ἀθηνᾶς νίκην, ἐν ᾗ κατακρα‐ τεῖ πάντων τῶν διῃρημένων καὶ περικοσμίων αἰτιῶν καὶ ἐξάπτει πάντα τοῦ πατρὸς, οὕτω δὴ καὶ ὁ λόγος πᾶν τὸ πλῆθος τῶν ὄντων ἐξαρ‐
25τᾷν βούλεται τοῦ ἑνὸς ὄντος, καὶ δείκνυσιν ὅπως τοῦ ἑνὸς ἐρημωθὲν ἀταξίας πληρώσει τὸ πᾶν καὶ ὄντως Γιγαντικῆς συγχύσεως. Καὶ μὴν ὁ Σωκράτης ὑπόκειται νέος μὲν, ἵνα πρὸς τὴν ἀνάμνησιν εὐκίνητος ᾖ τῶν θείων, εὐφυὴς
30δὲ, ἵνα πρὸς τὰς ἀπορίας ὀξύς· λέγει γὰρ αὐτὸν θαῦμα μὲν παρασχεῖν ἑαυτῷ περὶ τὰς πρὸς τοὺς Ζήνωνος λόγους ἀπορίας, εὐκόλως δὲ καὶ ἀπλά‐ στως μετασχεῖν τῆς τῶν ἀνδρῶν ἐπιστήμης. Εἰ δὲ καὶ ὁ Ζήνων ὁ τὸν λόγον ἀναγιγνώσκων,
35πῶς οὐ δηλοῖ καὶ διὰ τούτων τοῦ μὲν ἀνδρὸς τὸ εὐποιητικὸν, τῶν δὲ ἐν θεοῖς μεσοτήτων τὰς δυνάμεις δι’ ὧν ἐκφαίνουσιν ἑαυτὰς τοῖς προσε‐
χῶς ἑαυτῶν ἐξηρτημένοις; αὗται γὰρ ἑαυτὰς
in Prm
.

688

ἐκφαίνουσιν ἐκείνοις κατά τε τὰ ἔσχατα ἑαυτῶν καὶ τὰ μέσα καὶ τὰ πρῶτα· ταῦτα δέ ἐστι συμβολικῶς τὰ γράμματα, οἱ λόγοι, αἱ νοήσεις. Ἐνταῦθα δὴ τοῦ λόγου γενόμενοι ζητοῦσιν
5εἰ ἀναγνωστέον τοῖς φιλοσόφοις ἐπί τινων τὰ ἑαυτῶν συγγράμματα, καθάπερ ὁ Ζήνων, καὶ ἀξιοῦσιν, εἰ καὶ ποιοῖεν τοῦτό ποτε, τοιαῦτα ἀναγινώσκειν οἷα σύμμετρα τοῖς ἀκούουσίν ἐστιν, ἵνα μὴ πάθωσιν ὅπερ τὸν Πλάτωνά φα‐
10σιν ἀκρόασιν ἐπαγγείλαντα περὶ τοῦ ἀγαθοῦ· συλλεγῆναι γὰρ πολὺν καὶ παντοῖον ὄχλον· ὡς δὲ ἀνεγίνωσκεν αὐτὸς, οἱ δὲ οὐ συνίεσαν τῶν λεγομένων, ἀπολιπόντες αὐτὸν κατ’ ὀλίγους σχεδὸν ἅπαντες ἐξεληλύθασιν. Ἀλλὰ Πλάτωνι
15μὲν τοῦτο συμβέβηκεν εἰδότι καὶ προειπόντι τοῖς ἑταίροις μηδένα τῶν εἰσιόντων διακω‐ λύειν, ἔσεσθαι γὰρ ἐπὶ μόνων τῶν γνωρίμων τὴν ἀνάγνωσιν· Ζήνων δὲ τούς τε ἄλλους εἶχε προσήκοντας ἀκροατὰς τῶν λόγων καὶ διαφε‐
20ρόντως τὸν Σωκράτη· δηλοῖ δὲ αὐτὸς κινήσας τὰς πρὸς αὐτὸν ζητήσεις μόνος ἐκ πάντων μετὰ τὴν ἀνάγνωσιν. Ἀναγιγνώσκειν οὖν αὐτοῖς τὸν Ζήνωνα αὐτὸν, τὸν δὲ Παρμενίδην τυχεῖν ἔξω
25ὄντα· καὶ εἶναι πάνυ βραχὺ ἔτι λοιπὸν τῶν λόγων ἀναγιγνωσκομένων, ἡνίκα αὐτός τε ἐπεισελθεῖν ἔφη ὁ Πυθόδωρος ἔξωθεν, καὶ τὸν Παρμενίδην μετ’ αὐ‐ τοῦ καὶ Ἀριστοτέλη τὸν τῶν τριάκοντα
30γενόμενον καὶ σμικρὰ ἄττα ἔτι ἐπ‐ ακοῦσαι τῶν γραμμάτων· οὐ μὴν αὐτός γε, ἀλλὰ καὶ πρότερον ἀκηκοέναι τοῦ Ζήνωνος. (P. 127 C.) Θαυμαστὴν καὶ διὰ τούτων ἔνδειξιν ἡμῖν
35παρέσχετο τῶν θείων πραγμάτων ὁ Πλάτων· καὶ εἴ τις μὴ καθεύδοι πρὸς τὰς ἀναλογίας, κατ‐ ίδοι ἂν ὡς ἐν εἰκόσι τούτοις θεωρίαν ὑψηλήν·
πρῶτον μὲν γὰρ τὸ τὸν Παρμενίδην μὴ παρεῖναι
in Prm
.

689

τοῖς λόγοις αὐτοῖς ἐξ ἀρχῆς, ἀλλὰ τελεουμένοις ἤδη καὶ συμπληρουμένοις, σύμβολόν ἐστι τοῦ τὰς θειοτέρας αἰτίας ἐπὶ τῇ τελείᾳ μεθέξει τῶν προσεχῶν ἐκφαίνεσθαι τοῖς καταδεεστέροις,
5ἀλλὰ μὴ πρότερον· πῶς γὰρ ἂν τὰ τῶν μέσων ἀδυνατοῦντα μετέχειν ἐπὶ τὴν τῶν ὄντων ἀνα‐ δράμοι κοινωνίαν; Τελειουμένων οὖν τῶν Ζή‐ νωνος λόγων, ἐκφαίνεται Παρμενίδης ὁ μέγας· σύνεισι δὲ αὐτῷ καὶ Πυθόδωρος καὶ Ἀριστοτέ‐
10λης, ὧν ὁ μὲν Πυθόδωρος Ζηνώνειός ἐστιν, ὁ δὲ Ἀριστοτέλης συντάττεταί πως τῷ Παρμενίδῃ· καὶ γὰρ συνδιατίθησιν αὐτῷ τὰς ὑποθέσεις οὐ‐ δὲν ἄλλο ποιῶν ἢ ἀποκρινόμενος. Ὁ γάρ τοι Παρμενίδης τοῦτον ὡς νεώτατον ἐκλέξεται τῶν
15παρόντων εἰς τὴν συνουσίαν τὴν περὶ τῶν θείων, ἵν’, ὡς αὐτὸς ἐρεῖ, μὴ πράγματα παρέχῃ μηδὲ παραποδίζῃ τὸν λόγον, ἀλλ’ ὑπέχῃ μόνον ἑαυ‐ τὸν εἰς τὴν ἀπόκρισιν τὴν διαλεκτικήν. Τίνος οὖν ἔνδειξιν ἔχει τὸ τοιοῦτον, καὶ διὰ ποίαν
20αἰτίαν ὁ Ἀριστοτέλης τῷ Παρμενίδῃ συντέ‐ τακται καὶ ὑπ’ ἐκείνου ὠφελεῖται, Πυθόδωρος δὲ τῷ Ζήνωνι πρὸ Σωκράτους (πρότερος γὰρ δι‐ ακήκοε τῶν λόγων), Σωκράτης δὲ ἀμφοῖν τοῖν σοφοῖν, προκαλούμενος μὲν τὸν Παρμενίδειον
25νοῦν, ἐπαπορῶν δὲ πρὸς τοὺς Ζήνωνος λόγους; Ὁ μὲν Παρμενίδης ἀνάλογόν ἐστιν, ὡς πολλάκις εἴπομεν, τῷ πανταχοῦ πρώτῳ παρὰ τοῖς θείοις, εἴτε ἓν ὂν εἴτε νοητὸν εἴτε ὁπωσοῦν αὐτὸ προσ‐ ονομάζεις· ἔστι γὰρ τοῦτο καὶ ἐν πᾶσι τοῖς θείοις
30διακόσμοις καὶ ἐν ἑκάστῳ τῶν θεῶν· διὸ καὶ πάντας πληροῖ τῶν ἑαυτοῦ θείων νοημάτων, μιμούμενος τὴν τάξιν ἐκείνην τὴν πάντα δια‐ κοσμήσασαν τά τε πρῶτα καὶ τὰ ἔσχατα. Καὶ γὰρ τὸν Ζήνωνα αὐτὸς ἀπετέλεσεν ὡς ἀπ’
35ἐκείνης τῆς ἀκρότητος ἢ μεσότητος ἣ πανταχοῦ, καὶ τὸν Σωκράτη διά τε ἑαυτοῦ καὶ Ζήνωνος, ὥσπερ καὶ ἐκεῖ τῶν τρίτων ἡ πρόοδός ἐστι διά τε τῶν πρώτων καὶ τῶν μέσων· καὶ τὸν Πυ‐
θόδωρον, ἀλλ’ οὐκέτι τοῦτον ἁπλῶς ἀφ’ ἑαυτοῦ
in Prm
.

690

μόνον, ἀλλὰ καὶ διὰ τοῦ Ζήνωνος καὶ τοῦ Σω‐ κράτους συνετέλεσεν αὑτῷ πρὸς ἐπιστήμην, καὶ τὸν Ἀριστοτέλη τελευταῖον, τοῦτον μὲν οὖν καὶ ἀφ’ ἑαυτοῦ μόνον· φθάνει γὰρ ἄχρι τῆς ἐσχάτης
5ἕξεως ἡ ἀπὸ τούτου δόσις, ἐφ’ ἣν οὐ πρόεισιν ἡ τοῦ Ζήνωνος ἐνέργεια καὶ δύναμις, ὥσπερ δὴ καὶ ἡ τοῦ ὄντος ἀπογέννησις ἐπὶ πλέον δια‐ τείνειν πέφυκεν ἤπερ ἡ τῆς ζωῆς. Ὁ δέ γε Ζή‐ νων πεπλήρωται μὲν αὐτὸς τοῦ Παρμενίδου,
10πληροῖ δὲ ἄλλως μὲν τὸν Πυθόδωρον ὡς μαθη‐ τὴν, ἄλλως δὲ τὸν Σωκράτη ὡς συνεξεταστὴν, καὶ τὸν μὲν πρὸ Σωκράτους, τὸν δὲ εἰσαῦθις, ὅ τε ἐκεῖνος οὐ Ζήνωνος μόνον, ἀλλὰ καὶ Σω‐ κράτους δύναται μετέχειν· καὶ γὰρ ἐν τοῖς
15θείοις τὸ μέσον ἐνεργεῖ πρὸ τοῦ μετ’ αὐτὸ, καὶ χωρεῖ διὰ πάντων ἐπιτηδειότητα ψιλὴν παρέ‐ χον καὶ τοῖς ἐσχάτοις τῶν αὑτοῦ μετεχόντων, ἣν αὖθις τελειοῖ μετὰ τὴν τῶν ἐξηρτημένων αὑτοῦ προσεχῶς, ὥστε ἡ μὲν προτέρα μέθεξις
20ἔμφασιν ἀτελῆ τῶν πρώτων ἐνδείκνυται, ἣν δί‐ δωσιν ἐνεργοῦντα πρὸ τῶν δευτέρων· ἡ δὲ δευ‐ τέρα μέθεξις, τελείωσιν τῆς ἐμφάσεως διὰ τῶν προσεχῶν παραγιγνομένην. Ὁ δέ γε Σωκράτης τρίτος συμπληροῖ τὴν διὰ πάντων ἀριθμῶν πε‐
25φοιτηκυῖαν τριάδα, καὶ ἔστι κατὰ τὸν ἐκεῖ νοῦν, ἢ ὁπωσοῦν ἄλλως ἐθέλοις ὀνομάζειν, διὸ καὶ τοῦ Ζήνωνος ἀπολαύει πρῶτον καὶ συνάπ‐ τεται διὰ τούτου πρὸς τὸν Παρμενίδην αὐτόν· ὥσπερ καὶ ὁ ἐν θεοῖς νοῦς ὁ ἐν ἑκάστῳ προσεχῶς
30μὲν πεπλήρωται θείας τινὸς ζωῆς, διὰ δὲ ταύ‐ της καὶ πρὸς τὸ νοητὸν αὐτὸ συνενίζεται καὶ τὴν οἰκείαν ὕπαρξιν. Ὁ δὲ Πυθόδωρος ἅτε κατὰ τὸ ἐκφαντορικὸν τῶν κρειττόνων γένος τεταγ‐ μένος, τοῦ τε Ζήνωνός ἐστι μαθητὴς καὶ με‐
35τέχει τῶν Σωκράτους γονιμωτάτων ἀποριῶν· ἀπὸ γὰρ τῶν μέσων δυνάμεων καὶ τρίτων ὑφι‐ στᾶσιν οἱ θεοὶ τοὺς ἀγγέλους, ἀλλ’ οὐκ ἀπὸ τῶν πρώτων· ἐκεῖναι γάρ εἰσι γεννηταὶ θεῶν. Ὁ δὲ
Ἀριστοτέλης ἀνάλογον μὲν τέτακται ψυχαῖς,
in Prm
.

691

αἳ δι’ ἐνθουσιασμὸν πολλάκις αὐτοῖς συνάπτον‐ ται τοῖς θειοτάτοις, ἔπειτα ἀποπίπτουσι τῆς τοιαύτης μακαριότητος· οὐδὲν γὰρ θαυμαστὸν τὴν νῦν ἐνθεαστικῶς διακειμένην αὖθις ἑλέσθαι
5βίον ἄθεον καὶ σκοτεινόν. Πληροῦται δὲ ἀπὸ Παρμενίδου μόνον, ἐπειδὴ καὶ ἐν θεοῖς τῶν πρωτίστων ἐστὶ τὸ καὶ ταύταις δι’ ὑπερβολὴν δυνάμεως διδόναι τινὰ τοῦ θείου φωτὸς μετου‐ σίαν. Οὕτω καὶ οἱ θεολόγοι τὴν νοερὰν ζωὴν
10Κρονίαν προσειρήκασιν, ἀλλ’ οὐ Δίϊον, καίτοι διὰ τοῦ μεγάλου Διὸς ἡ ἄνοδος. Ἀλλ’ ὥσπερ ὁ Ζεὺς τοῦ ἑαυτοῦ πατρὸς πληρούμενος καὶ εἰς ἐκεῖνον ὡς ἑαυτοῦ νοητὸν ἀναγόμενος ἀνάγει καὶ τὰ μετ’ αὐτὸν, οὕτω δὴ καὶ αἱ ψυχαὶ κἂν μετὰ
15Διὸς ποιῶνται τὴν ἄνοδον, ἀλλ’ ὁ βίος αὐτῶν ἐκεῖνος καὶ τοὺς μέσους καὶ τοὺς τρίτους δια‐ κόσμους ἐπληρώσατο καὶ τελευταῖον καὶ ψυ‐ χὰς τὰς περὶ αὐτὸν ἐνθουσιώσας. Καὶ μὴ θαυ‐ μάσῃς εἰ τὰ θεῖα τοιαύτην ἔχει πρὸς ἄλληλα
20τάξιν· ἀλλὰ καὶ αὐτοὺς τοὺς φιλοσόφους, εἰ βούλει, θεώρησον ὅπως καὶ τούτων ὁ τελειότε‐ ρος καὶ δυνατώτερός ἐστι καὶ πλειόνων εὐποιη‐ τικός. Κέβης μὲν γὰρ ἢ Σιμμίας ἑαυτὸν εὐερ‐ γετεῖ μόνον ἢ καὶ ἄλλον τὸν αὑτῷ παραπλήσιον,
25Σωκράτης δὲ καὶ ἑαυτὸν καὶ τούτους καὶ Θρα‐ σύμαχον· καίτοι ποτ’ ἂν ὁ Κέβης ἠδυνήθη τὴν ἀπόνοιαν τοῦ σοφιστοῦ τούτου καὶ τὴν ἀναι‐ σχυντίαν ἰάσασθαι, ἀλλ’ ὅ γε Σωκράτης καὶ τοῦ‐ τον ἐμμελῶς ἐθεράπευσε καὶ ἔπεισεν ὡς ἡ δι‐
30καιοσύνη τῆς ἀδικίας κρείττων. Οὕτω τοίνυν καὶ ὁ Παρμενίδης, ἅτε δυνατώτατος ὢν, καὶ
τὸν ἐλαχίστην ἔχοντα τὴν ἐπιτηδειότητα τῶν
in Prm
.

692

συλλεγέντων ὠφέλησε· δηλοῖ δὲ τὴν ἀμυδρό‐ τητα τῆς ἐπιτηδειότητος τό τε νεώτατον αὐ‐ τὸν λέγεσθαι τῶν παρόντων, ὅ ἐστιν ἀτελοῦς ἕξεως σύμβολον, καὶ τὸ προσκεῖσθαι τοῖς περὶ
5αὐτοῦ λόγοις ὅτι δὴ τῶν τριάκοντα γέγονεν ὕστερον εἷς, ὅθεν καὶ ἡμεῖς εἰκότως πρὸς τὰς ψυχὰς αὐτοῦ παραλαμβάνομεν ἀναλογίαν, αἳ καὶ ἐνθουσιῶσί ποτε καὶ ζῶσιν ὁμοῦ τοῖς ἀγγέ‐ λοις, ὥσπερ δὴ καὶ οὗτος ἅμα τῷ Πυθοδώρῳ
10πεποίηται τὴν εἴσοδον, ἀποπίπτουσι δὲ τῆς δυνάμεως ταύτης· ὁ μὲν γὰρ Πυθόδωρος ἐμμέ‐ νει τοῖς οἰκείοις ἤθεσιν ὥστε καὶ ἄλλοις μετα‐ διδόναι τῆς συνουσίας, ὥσπερ δὴ καὶ τὸ τῶν ἀγγέλων γένος ὅλον ἀγαθοειδὲς ἀεὶ διαμένει
15πληροῦν καὶ τὰ δεύτερα τῆς τῶν θείων μετου‐ σίας· ὁ δὲ Ἀριστοτέλης ἀντὶ φιλοσόφου γίγνεται τύραννος. Αἱ γὰρ κατὰ σχέσιν, καὶ μὴ κατ’ οὐ‐ σίαν, ἔχουσαι τὴν τοιαύτην ζωὴν ἀφίστανταί ποτε τῆς τάξεως ταύτης, εἰς τὸν τῆς γενέσεως
20φερόμεναι τόπον· ἡ γὰρ τυραννὶς σύμβολον παρ‐ είληπται τῆς ἐν γενέσει ζωῆς· αὕτη γὰρ ὑπὸ τὸν τῆς Ἀνάγκης γίγνεται θρόνον ὑπὸ τῆς ἐμπα‐ θοῦς ἀγομένη καὶ ἀστάτου καὶ πλημμελοῦς ὀρέ‐ ξεως, ἐπεὶ καὶ αὐτὸ τὸ τοὺς τριάκοντα τυράν‐
25νους κρατῆσαι τῶν Ἀθηνῶν ἔμφασιν ἔχει τῆς Γιγαντείου καὶ γηγενοῦς ζωῆς κρατούσης τῶν Ἀθηναϊκῶν καὶ Ὀλυμπίων ἀγαθῶν· ὁ γὰρ ὄν‐ τως Γιγαντικὸς πόλεμος ἐν ταῖς ψυχαῖς ἐστι· καὶ ὅταν μὲν ἡγῆται λόγος ἐν αὐταῖς καὶ νοῦς,
30τὰ Ὀλύμπια καὶ τὰ τῆς Ἀθηνᾶς κρατεῖ, καὶ ἡ σύμπασα ζωὴ βασιλική τίς ἐστι καὶ φιλό‐
σοφος· ὅταν δὲ τὰ πλήθη ἢ ὅλως τὰ χείρω καὶ
in Prm
.

693

γηγενῆ δυναστεύῃ καὶ ἐν αὐτοῖς πολιτεία, τότε τυραννίς ἐστιν. Εἰ τοίνυν τοῦτον ἕνα τῶν τριάκοντα τυράννων εἶναί φησι, ταὐτὸν ἂν φαί‐ νοιτο λέγειν τῷ ὄντι ὡς ἂν ἔλεγεν ὡς ψυχαῖς
5ἐστιν ἀνάλογον αἳ νῦν μὲν ἐνθουσιῶσι, νῦν δὲ καὶ αὐταὶ γίγνονται τῶν γηγενῶν, καὶ τὴν ἑαυ‐ τῶν ζωὴν ὑποτάττουσι τοῖς πικροτάτοις τυράν‐ νοις, τοῖς πάθεσιν, αὐταὶ ἑαυτῶν γιγνόμεναι τύραννοι· καὶ ἴσως δηλοίη ἂν καὶ διὰ τούτων
10ὁ φιλόσοφος ὅτι τὴν αὐτὴν ψυχὴν διαφόρους ἀνελίττειν βίους οὐκ ἀδύνατον, καὶ τὴν ἄλλοτε φιλοσοφοῦσαν ἄλλοτε γίγνεσθαι τυραννικὴν καὶ αὖ ἀπὸ τυραννικῆς εἰς φιλοσοφίας μεθίστασθαι βίον· ὅλως γὰρ αὐτὸ τὸ τυραννικὸν ψυχῶν ἐστι
15μεγέθους ἀντιποιουμένων καὶ ὕψους καὶ δυνά‐ μεώς τινος· οὕτω καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης τὰς ἐξ οὐρανοῦ κατιούσας ὡς ἐπὶ τὸ πολὺ τυ‐ ραννικόν φησιν αἱρεῖσθαι βίον· ἄνω γὰρ οὖσαι συμπεριεπόλουν τὸ πᾶν, οὗ δὴ καὶ ἐν ταῖς αἱ‐
20ρέσεσιν φαντασίαν ἴσχουσαι τὰς δυνάμεις καὶ τὰς τυραννίδας ἀσμένως διώκουσιν. Ἀλλὰ ταῦτα μὲν περὶ τούτων· ἤδη δὲ καὶ τὰ ἑξῆς θεωρή‐ σομεν. Τὸν οὖν Σωκράτη ἀκούσαντα πάλιν
25τε κελεῦσαι τὴν πρώτην ὑπόθεσιν τοῦ
πρώτου λόγου ἀναγνῶναι, καὶ ἀναγνω‐
in Prm
.

694

σθείσης· Πῶς, φάναι, ὦ Ζήνων, τοῦτο λέγεις; (P. 127 D.) Ὁρᾷς ὅση τῆς ἀναγωγῆς ἡ τάξις. Πρῶτον μὲν τὴν ἐν τοῖς γράμμασι θεωρεῖ τοῦ Ζήνωνος
5διάνοιαν ὁ Σωκράτης, ἔπειτα πειρᾶται τῆς ἐν τοῖς λόγοις αὐτοῦ δυνάμεως, καὶ τρίτον ἐπ’ αὐτὴν ἀνατρέχει τὴν τῆς ψυχῆς ἐπιστήμην. Μετὰ τὰ γράμματα οὖν ἀνακινεῖ πρὸς τοὺς λό‐ γους αὐτὸν, ἀνακινεῖ δὲ ἑαυτὸν ἐπιδείξας ἱκα‐
10νῶς τῶν γραμμάτων ἀντιλαβόμενον· πρὶν γὰρ τῶν δευτέρων μετάσχωμεν τελέως, γελοῖον προσ‐ τρέχειν τοῖς ὑψηλοτέροις. Ἐπιδείκνυσι δὲ πᾶν τὸ γράμμα συνεσπειραμένως θεωρήσας· τοῦτο δὲ ποιήσας οὐδὲν ὀξύῤῥοπον καὶ προπετὲς ὡς
15νέος πέπονθεν, οὐδὲ εὐθὺς συνῆψε τὰς ἀπορίας, ἀλλὰ πρὸ τούτου τὸν πατέρα τῶν λόγων ἐπ‐ ερωτᾷ τίς ἡ πρώτη τοῦ πρώτου λόγου ὑπόθεσις, ἵνα ἀκριβέστερόν τε γνῷ ὃ βούλεται καὶ μὴ δόξῃ προπετείας ὑπέχειν ἔγκλημα πρὸς τὸν
20λόγον εὐθὺς ἱστάμενος· ἵνα πρὸ τῶν ἀποριῶν ἡ εὐπορία καὶ πρὸ τῶν δοκούντων ἐλέγχων ἡ κοι‐ νωνία προλαμβανομένη τὴν ὅλην συνουσίαν ἐμ‐ μελῆ καταστήσηται. Πολλῶν δὲ εἰρημένων ὑπὸ τοῦ Ζήνωνος λόγων, καὶ τετταράκοντα τῶν
25πάντων, ἕνα τῶν πρώτων ὁ Σωκράτης ἀπολα‐
βὼν ἀπορεῖ πρὸς αὐτὸν ὡς ἀγωνιστικώτερον καὶ
in Prm
.

695

φυσικώτερον ἠρωτημένον· ὁ δὲ ἦν τοιοῦτος· εἰ πολλὰ τὰ ὄντα, τὸ αὐτὸ ὂν ὅμοιόν ἐστι καὶ ἀνόμοιον, ἀλλὰ μὴν ἀδύνατον τὸ αὐτὸ ὅμοιον εἶναι καὶ ἀνόμοιον, οὐκ ἄρα πολλὰ τὰ ὄντα.
5Καὶ οὗτος μὲν ὅλος ὁ πρῶτος λόγος ἐκ τῶν δύο συνημμένων καὶ τῆς προσλήψεως καὶ τοῦ συμ‐ περάσματος· ὁ δὲ Σωκράτης ἀξιοῖ τοῦ πρώτου λόγου τὴν πρώτην ὑπόθεσιν ἀκοῦσαι, δηλαδὴ ταύτην, εἰ πολλὰ τὰ ὄντα, τὸ αὐτὸ ὂν ὅμοιόν
10ἐστι καὶ ἀνόμοιον. Τρεῖς γάρ εἰσιν αἱ ὑποθέσεις, ὧν αὕτη μὲν μία· δευτέρα δὲ, εἰ μὴ τὸ αὐτό ἐστιν ὅμοιον καὶ ἀνόμοιον, οὐ πολλὰ τὰ ὄντα· καὶ τρίτη μετὰ ταύτην ἡ πρόσληψις, ἀλλὰ μὴν οὐκ ἔστι ταὐτὸν ὅμοιον καὶ ἀνόμοιον· καλοῦν‐
15ται γὰρ ὑποθέσεις τά τε δύο συνημμένα καὶ ἡ πρόσληψις, ἐξ ὧν ὑποκειμένων συνάγεται τὸ προκείμενον. Ζητεῖ δ’ οὖν ὁ Σωκράτης ἀκοῦσαι πάλιν τὴν πρώτην ὑπόθεσιν τῶν τριῶν, καὶ ὅ τε Ζήνων, ἅτε φιλόσοφος ὢν, ἀναγινώσκει αὐ‐
20τὴν πάντως που διὰ πολλῶν εἰρημένην, καὶ δίδωσιν αὐτῷ τῶν ἑπομένων λόγων ἀφορμήν· οἱ μὲν γὰρ σοφισταὶ κἂν ἐπιδείξωσί τι σύγ‐ γραμμα, πρὸς τοὺς βασανίζειν ἐπιχειροῦντας ἀπεχθάνονται, καὶ τὴν πρώτην τοῦ συρφετοῦ
25ἀπαντήσαντος οὐ βούλονται λόγον ὑπέχειν τῶν λόγων· τῶν δὲ γνησίων φιλοσόφων οὐ τοιοῦτος ὁ τρόπος, ἀλλὰ καὶ δὶς καὶ τρὶς τοὺς αὐτοὺς ἐπαναλαμβάνουσι λόγους ἀσμένως, καὶ ἄλλοις ὑπέχοντες τὰς ἀκοὰς ἀπορεῖν πρὸς αὐτοὺς βου‐
30λομένοις τε καὶ δυναμένοις. Ἀναγνωσθείσης οὖν τῆς πρώτης ὑποθέσεως ὁ Σωκράτης συναιρεῖ τὸν ὅλον λόγον, καὶ ἐπιδείκνυσι τῷ Ζήνωνι τὸ συν‐ οπτικὸν τῆς ἑαυτοῦ διανοίας καὶ τὸ ὀξὺ καὶ τὸ σαφηνιστικὸν μέντοι τῶν ἀγκύλως εἰρημένων
35καὶ ὅλως τὸ πρὸς ἀναγωγὴν ἐπιτήδειον· τοῦτο γάρ ἐστι τὸ συναιρεῖν τὰς πολλὰς νοήσεις, τὸ καταδράττεσθαι τῆς ἀληθείας, τὸ ἀναπλοῦν τὴν ἀποκεκρυμμένην τῶν θειοτέρων διάνοιαν. Εἰ πολλά ἐστι τὰ ὄντα, ὡς ἄρα δεῖ
40αὐτὰ ὅμοιά τε εἶναι καὶ ἀνόμοια, τοῦτο
δὲ δὴ ἀδύνατον· οὔτε γὰρ τὰ ἀνόμοια
in Prm
.

696

ὅμοια, οὔτε τὰ ὅμοια ἀνόμοια οἷόν τε εἶναι· οὐχ οὕτω λέγεις; Οὕτω, φάναι τὸν Ζήνωνα. Οὐκοῦν εἰ ἀδύνατον τά τε ἀνόμοια ὅμοια εἶναι καὶ τὰ ὅμοια
5ἀνόμοια, ἀδύνατον δὴ καὶ πολλὰ εἶναι· εἰ γὰρ πολλὰ εἴη, πάσχοι ἂν τὰ ἀδύ‐ νατα. (P. 127 D.) Πάνυ καὶ συνῃρημένως καὶ σαφῶς ἐξέθετο τὸν ὅλον λόγον τὸν πρὸς τὴν ὑπόθεσιν, τὴν πρώτην
10ὑπόθεσιν ἀκριβῶς κατανοήσας καὶ θεασάμενος τί τὸ τέλος ἐστὶ τοῦ παντὸς λόγου. Καὶ εἰ βού‐ λει θεωρεῖν ἕκαστα, τὴν μὲν πρώτην ὑπόθεσιν ἔχεις εὐθὺς ἐν ἀρχῇ, τὴν δὲ δευτέραν μετὰ τὴν συγκατάθεσιν τὴν Ζήνωνος, τὴν δὲ πρόσληψιν
15ἐν τῷ τοῦτο δὲ ἀδύνατον, τὴν δὲ ἐπιφορὰν ἐν τῷ ἀδύνατον δὴ καὶ πολλὰ εἶναι· καὶ παρὰ μὲν τῷ Ζήνωνι τούτων ἕκαστον εἴρηται διὰ πολλῶν, αὐτὸς δὲ κατὰ τοὺς δεινοὺς τῶν διαλεκτικῶν ἀνάλυσιν ποιεῖται τοῦ συλλογι‐
20σμοῦ, λαβὼν τὰς κυρίως προτάσεις καὶ εἰς σχῆμα ἐναρμόσας τὸν λόγον. Εἰ δέ τις τοσούτων εἰς ἐξέτασιν προκειμένων εἰς τὴν Στωϊκὴν τερθρείαν ἀπάγοι τὸν λόγον, ζητῶν εἰ δυνατῷ ἀδύνατον ἀκολουθεῖ, τὸ, εἰ τέθνηκε Δίων, εἰς μέσον φέρων·
25εἰ οὖν τις καὶ τῶν τοιούτων ἀπόρων ἐθέλοι ποιεῖ‐ σθαι μνήμην ἱκανῶς ὑπὸ τῶν Περιπατητικῶν ἐξ‐ ητασμένων, ῥᾴδιον ἀπαντᾷν· νυνὶ δὲ τοσοῦτον λαβόντες ὅτι δείκνυται διά τε τούτων καὶ τῶν ἄλλων τοῦ Ζήνωνος λόγων. ὡς ἄρα ἀδύνατον
30εἶναι τὰ πολλὰ ἐρημωθέντα τοῦ ἑνὸς, ἀπὸ τού‐ των ὁρμηθέντες σύντομον εὕρωμεν ἐπὶ τὴν πρώτην ἀρχὴν ὁδόν. Ἀνάγκη τοίνυν ἢ πολλὰς εἶναι τὰς ἀρχὰς μὴ μετεχούσας ἑνός τινος οὐ‐ δαμῶς, ἢ μίαν μόνην ἀπλήθυντον, ἢ πολλὰς
35ἑνὸς μετεχούσας, ἢ μίαν ἐν ἑαυτῇ πλῆθος ἔχου‐ σαν· ἀλλ’ εἰ μὲν πολλαὶ εἶεν ἑνὸς ἔρημοι, συμ‐ βαίνει πάντα ὅσα ἐπιφέρουσιν ἄτοπα οἱ Ζήνωνος λόγοι τοῖς πολλὰ τὰ ὄντα λέγουσιν ἄνευ τοῦ ἑνός· εἰ δὲ πολλαὶ μὲν εἶεν, μετέχουσαι δέ
40τινος ἑνὸς, ἐκεῖνο δήπου τὸ ἓν μετεχόμενον
ἀπ’ ἄλλου τινὸς ἧκεν εἰς αὐτὰς πρὸ αὐτοῦ
in Prm
.

697

οὕτως πᾶν γὰρ τό τι ἓν ἀπὸ τοῦ ἁπλῶς ἐστιν ἑνός· εἰ δὲ μία μὲν ἡ ἀρχὴ πλῆθος ἔχουσα καθ’ ἑαυτὴν, ὅλον τι ἔσται καὶ ἐκ μερῶν τῶν ἐν αὐτῇ πολλῶν ἢ ἐκ στοιχείων· τοῦτο δὲ οὐχ
5ὡς ἀληθῶς ἓν, ἀλλὰ πεπονθὸς τὸ ἓν, ὡς ἐν Σο‐ φιστῇ μεμαθήκαμεν· τοῦτο δὲ οὔπω ἁπλοῦν οὐδὲ αὔταρκες, ἃ δεῖ τὴν ἀρχὴν ἔχειν· ἀνάγκη ἄρα μίαν ἀπλήθυντον εἶναι τὴν πάντων ἀρχήν. Ἀλλὰ ταῦτα μὲν ἀπὸ πάντων τῶν Ζήνωνος
10λόγων συλλογιζόμεθα, τὴν δὲ ἀκριβεστέραν τοῦ πρώτου λόγου παραδώσομεν ἐξήγησιν, ὅταν καὶ ὁ Σωκράτης ἀνακινῇ τὰς πρὸς αὐτὸν ἀπο‐ ρίας· νῦν δὲ τοσοῦτον λεγέσθω μόνον ὅτι πάλιν μιμεῖται τὸ ἑαυτοῦ παράδειγμα ὁ Σωκράτης,
15ἀναπλῶν ἑαυτὸν καὶ τὴν ἑαυτοῦ νόησιν τῷ Ζή‐ νωνι καὶ προκαλούμενος αὐτοῦ τὴν ἐπιστήμην· καὶ γὰρ ἐκεῖ τὰ καταδεέστερα τὴν ὅλην ἑαυτῶν ἐνέργειαν ἐξάπτει τῶν μέσων, καὶ διὰ τῆς ἀνα‐ πλώσεως οἰκείων δυνάμεων πληροῦται τελειο‐
20τέρων ἄνωθεν ἀγαθῶν. Ἆρα τοῦτό ἐστιν ὃ βούλονταί σου οἱ λόγοι, οὐκ ἄλλο τι ἢ διαμάχεσθαι παρὰ πάντα τὰ λεγόμενα, ὡς οὐ πολλά ἐστι; καὶ τούτου αὐτοῦ οἴει σοι τεκμήριον
25εἶναι ἕκαστον τῶν λόγων, ὥστε καὶ ἡγεῖ τοσαῦτα τεκμήρια παρέχεσθαι, ὅσουσ‐ περ λόγους γέγραφας ὡς οὐκ ἔστι πολλ; Οὕτω λέγεις, ἢ ἐγὼ οὐκ ὀρθῶς καταμανθάνω; Οὔκ, ἀλλ, φάναι τὸν
30Ζήνωνα, καλῶς συνῆκας ὅλον τὸ γράμμα ὃ βούλεται. (P. 127 E.) Συνεχῶς ὁ Σωκράτης ἐπανερωτᾷ τὸν πατέρα τῶν λόγων εἰ δικαίαν καὶ κατὰ νοῦν αὐτῷ πε‐ ποίηται τὴν ἐξήγησιν, ἅμα καὶ κανόνα παρα‐
35δοὺς τοῖς πρὸς τοὺς πρεσβυτέρους ἀπορεῖν τι βουλομένοις, ὡς οὐ χρὴ τοῦτο ποιεῖν πρὶν τὴν διάνοιαν αὐτῶν τὴν ἀληθεστάτην ἐκμάθωμεν, μή που καὶ λάθωμεν σοφιστικῶς τοὺς λόγους
ψιλοὺς τοῖς λόγοις κρούοντες, τοῦ δὲ νοῦ τῶν
in Prm
.

698

παλαιῶν ἡμαρτηκότες. Τηρεῖ δὲ καὶ τοῦ προ‐ σώπου καὶ τῶν λόγων τὸ προσῆκον μέτρον· καὶ γὰρ τοὺς λόγους οἰκείως ἐπαινεῖ καὶ τὸν πατέρα αὐτῶν ὡς ἀγωνιστὴν ἀγαθόν· τοῦτο γὰρ δηλοῖ
5τὸ διαμάχεσθαι καὶ σφόδρα οἰκείως ἔχον πρὸς τὴν Ζήνωνος ὑπόθεσιν. Παρμενίδης μὲν γὰρ ἱδρύσας ἑαυτὸν ἐν τῷ ἑνὶ καὶ τὴν μονάδα τῶν ὄντων ἁπάντων θεώμενος οὐδὲ ἐπέστρε‐ φεν εἰς τὸ πλῆθος καὶ τὸν σκεδασμὸν αὐτῶν,
10ὁ δέ γε Ζήνων ἀνέφευγεν ἀπὸ τοῦ πλήθους ἐπὶ τὸ ἕν· ὁ μὲν γὰρ κεκαθαρμένῳ καὶ ἀν‐ ηγμένῳ καὶ ἀποθεμένῳ τὸ ἐν αὐτῷ πλῆθος, ὁ δὲ ἀναγομένῳ καὶ ἀποτιθεμένῳ ἐῴκει· τούτῳ δὲ ὑπάρχει τὸ μὴ πάντη κεχωρίσθαι τοῦ πλή‐
15θους, ὅθεν αὐτῷ καὶ τὸ διαμάχεσθαι οἰκεῖον· οὔπω γὰρ ἤρεμον ἔχει τὴν ζωὴν τὸ τῶν ἐμπο‐ δίων ἔτι χωριζόμενον, οὐδὲ τελέαν τὴν ἐν τῷ ἑνὶ μονὴν τὸ τῷ πλήθει μαχόμενον· αὕτη γὰρ ἡ πρὸς τὸ πλῆθος μάχη πλῆθος ποιεῖ τὸ μα‐
20χόμενον, ἅτε τοῦ πλήθους ταῖς ἐννοίαις ἐφαπ‐ τόμενον· ἔοικε δὲ καὶ τοῦτο δηλοῦν τὸ διαμά‐ χεσθαι τῷ Σωκράτει, τὸ διὰ πλειόνων λόγων εἰς ταὐτὸ συμπέρασμα καταντᾷν ἀποφατικὸν, ὡς οὐκ ἄρα ἔστι τὰ πολλὰ τοῦ ἑνὸς χωρίς· τὴν
25γὰρ διὰ τῶν ἀποφάσεων ἀτραπὸν μάχῃ προσεί‐ κασεν. Οὕτως ἄρα καὶ ἐν Πολιτείᾳ παρακελεύε‐ ται περὶ τοῦ ἀγαθοῦ ποιεῖσθαι τὸν λόγον, ὥσπερ ἐν μάχῃ, φησὶν, οὐδὲν ἄλλο ἀξιῶν ἢ διὰ τῶν ἀποφατικῶν αὐτὸ συμπερασμάτων αἱρεῖν· καὶ
30δεῖ μηδὲ ἐνταῦθα τὸ διαμάχεσθαι παρέργως ἀκούειν, ἀλλὰ κἀκεῖνο διὰ τούτων γνώριμον ποιεῖν ὡς τῆς μάχης τὰς ἀποφάσεις αὐτῷ δη‐ λούσης καὶ ἐκεῖ, καθάπερ ἐν τούτοις. Καὶ μὴν καὶ τὸ τῶν λόγων ἕκαστον αὐτὸ τέλος ἔχειν
35καὶ δεικτικὸν εἶναι τοῦ συμπεράσματος, ἴδιόν ἐστι τῆς ἐπιστημονικῆς δυνάμεως· πολλάκις μὲν γὰρ ἐκ πολλῶν λόγων ἓν συμπέρασμα συν‐ άγομεν, καὶ τότε οὐκ αὐτοτελὴς ἕκαστος, οἷον
ὅ φησιν ὁ Σωκράτης ἐν Φαίδωνι· συνθέντας γάρ
in Prm
.

699

φησι τοῦτόν τε καὶ τὸν ζητούμενον, τὸν γοῦν ἀπὸ τῶν ἐναντίων καὶ [τὸν ἀπὸ] τῶν ἀνα‐ μνήσεων, δεικνύναι καὶ μετὰ τὸ σῶμα τὴν ψυχὴν διαμένουσαν, καὶ πρὸ τοῦ σώματος ἐξ
5ἀνάγκης οὖσαν, τὰ δεικνύμενα μερισαμένους· τὸ γὰρ διὰ τῆς συνθέσεως αὐτοῖν δεικνύμενον ἑκάτερος χωρὶς κατασκευάζειν οὐχ ἱκανὸς ἦν. Ἔστι δὲ ὅτε καὶ ἕκαστος λόγος τέλειός ἐστιν, οἷον ἐν Πολιτείᾳ καὶ Φαίδρῳ καὶ Φαίδωνι τῆς
10ἀθανασίας τῶν ψυχῶν λόγος ἀποδεικτικός· ἕκα‐ στος γὰρ τέλειος, καὶ οὐ τελοῦσιν εἰς ἀλλή‐ λους. Βούλεται τοίνυν καὶ τοὺς τοῦ Ζήνωνος τετταράκοντα λόγους εἶναι τοιούτους, ἕκαστον αὐτάρκως τοῦ προκειμένου συμπεραντικὸν, καὶ
15τοῖς τεκμηρίοις ἰσαρίθμους εἶναι τοὺς λόγους. Καὶ εἴ με δεῖ τὸ δοκοῦν εἰπεῖν, πάνυ μοι δοκεῖ καὶ ταῦτα τὴν πρὸς τὰ θεῖα σώζειν ἀναλογίαν· καὶ γὰρ ἐκεῖ μένει μὲν τὸ ὂν ἡνωμένον τῷ ἑνὶ, πρόεισι δὲ ὁ ζωτικὸς νοῦς καὶ ἡ νοερὰ τῆς ψυ‐
20χῆς δύναμις εἰς τὸ πλῆθος, καὶ πάλιν ἀνακα‐ λεῖται τὸ πλῆθος εἰς τὴν ἕνωσιν, καὶ ἔστιν ἐν τῷ μέσῳ διακόσμῳ πλῆθος μὲν ἢ ἐν τῷ πρώτῳ μᾶλλον· πάντα γὰρ ἐκεῖ μοναδικῶς· πάντες γὰρ οἱ λόγοι καὶ πᾶσαι αἱ δυνάμεις
25αὐτοτελεῖς εἰσι, καὶ ἕκαστος λόγος οἰκείου πλή‐ θους ἡγεῖται ὃ καὶ συνάπτει καὶ ἑνοῖ πρὸς τὸ ἓν καὶ ἀναπέμπει πρὸς τὴν ὑποστατικὴν τῶν ὅλων τὴν μονάδα· τὰ δὲ αὐτὰ καὶ περὶ τοῦ μεθεκτοῦ μὲν, ὁλικοῦ δὲ, νοῦ δυνατόν που λέ‐
30γειν, ὅτι συναγωγός ἐστι τοῦ μερικοῦ νοῦ παν‐ τὸς πρὸς τὸν ὅλον καὶ ἀμέθεκτον, πολυειδέστε‐ ρος ὢν αὐτοῦ, διαφέρων δὲ τοῦ μερικοῦ τῷ ὁλικώτερος ὑπάρχειν. Τούτοις δὲ ἦσαν ἀνάλο‐ γον οἱ ἄνδρες, ὁ μὲν τῷ ἑνὶ ὄντι, ὁ δὲ τῷ ζωτικῷ
35διακόσμῳ, ὁ δὲ τῷ νοερῷ· καὶ τῶν νόων ὁ μὲν πρὸς τὸν ὅλον καὶ ἀμέθεκτον, ὁ δὲ πρὸς
τὸν ὅλον καὶ μεθεκτὸν, ὁ δὲ πρὸς τὸν μερικόν.
in Prm
.

700

Μανθάνω, εἰπεῖν τὸν Σωκράτη, ὦ Παρμενίδη, ὅτι Ζήνων ὅδε οὐ μόνον τῇ ἄλλῃ σου φιλίᾳ βούλεται ᾠκειῶσθαι, ἀλλὰ καὶ τῷ συγγράμματι· ταὐτὸν γὰρ
5γέγραφε τρόπον τινὰ ὅπερ σ, μεταβα‐ λὼν δὲ ἡμᾶς πειρᾶται ἐξαπατᾷν ὡς ἕτερόν τι λέγων. (P. 127 E.) Πάλιν τὴν τάξιν τῆς ἀνόδου καταθεατέον, πῶς ὁ Σωκράτης εἰς δύναμιν καὶ ἑαυτὸν οἰκειώ‐
10σας τῷ Ζήνωνι μετάγει πρὸς τὸν Παρμενίδην τὸν λόγον καὶ διὰ μέσου τοῦ Ζήνωνος αὐτῷ συνάπτεται, πρόφασιν αὐτὸν τὸν Ζήνωνα ποιού‐ μενος τῆς συναφῆς. Ταῦτα γὰρ δὴ μετενήνε‐ κται σαφῶς ἀπὸ τῶν θεολόγων· ἢ οὐχὶ παρ’
15ἐκείνοις συνάπτεται τὰ τρίτα τοῖς πρώτοις, ἀλλὰ διὰ τῶν μέσων καὶ δι’ αὐτὰ τὰ μέσα; παρὰ τούτων γὰρ ἔχει τὴν νοητικὴν τῶν πρώ‐ των δύναμιν. Καὶ οὐ τοῦτο μόνον, ὅτι διὰ τοῦ ἀτελεστέρου καὶ προσεχοῦς αὐτῷ συνάπτεται
20πρὸς τὸ τελειότερον, ἀλλὰ καὶ ὅτι πρὸ πάντων τὴν ἕνωσιν αὐτῶν ἐθέλει θεωρεῖν· οὕτω γὰρ καὶ ὁ νοῦς ὡς ἓν θεᾶται τήν τε ζωὴν καὶ τὸ ὂν, καὶ συνάψας ἑαυτὸν τῇ ζωῇ κἀκείνης τὴν πρὸς τὸ ὂν ἕνωσιν ὁρῶν καὶ ἑαυτὸν οὕτω συνάπτει πρὸς
25τὸ ὄν· οὕτω δὲ καὶ πᾶς μερικὸς νοῦς τὴν μίαν ἕνωσιν θεώμενος τοῦ μεθεκτοῦ νοῦ πρὸς τὸν ἀμέθεκτον ἐπιστρέφει διὰ θατέρου πρὸς τὸν ἕτερον, δῆλον δὲ διὰ ποτέρου πρὸς πότερον. Πῶς οὖν αὐτῶν ὁρᾷ τὴν ἕνωσιν; πρῶτον μὲν ἐκ τῆς
30ζωῆς τῆς ἄλλης· παιδικὰ γὰρ ἦν ὁ Ζήνων, ὡς προείρηται, τοῦ Παρμενίδου· ἔπειτα καὶ διὰ τῶν λόγων· δεῖ γὰρ ἀπὸ τῆς ζωῆς ἄρχεσθαι τὴν ὁμοιότητα καὶ τελευτᾷν εἰς τοὺς λόγους· καὶ εἰκότως ἀπ’ ἀμφοτέρων τὴν κοινωνίαν αὐτῶν
35κατεδήσατο. Καὶ γὰρ τῶν ψυχῶν αἱ δυνάμεις διτταὶ, ζωτικαὶ μὲν ἄλλαι, γνωστικαὶ δὲ ἄλ‐
λαι· καὶ δυνατὸν, ὁμοδοξίας οὔσης, ὁμοζωΐαν
in Prm
.

701

μὴ παρεῖναι, καὶ ὁμοζωΐας οὔσης, μὴ ὑπάρ‐ χειν ὁμοδοξίαν· παρὰ δὲ ἐπιστήμοσι κατ’ ἀμ‐ φότερα πάντως ἡ ὁμοιότης. Τὴν μὲν οὖν ἐρωτι‐ κὴν κοινωνίαν ἡ ζωὴ μία οὖσα παρέχεται, τὴν
5δὲ τῶν δογμάτων κοινὴν αἵρεσιν τῶν γνωστι‐ κῶν ἐπιβολῶν συμφωνία· διόπερ εἰκότως ὁ Σω‐ κράτης ἀπ’ ἀμφοτέρων τοὺς ἄνδρας ἐγκεκωμία‐ κεν. Ἡ οὖν ταυτότης αὕτη τῶν λόγων καὶ ἡ τῆς ζωῆς ἕνωσις μάλιστα προσήκει τοῖς θεοῖς,
10ὧν εἰσιν οἱ ἄνδρες εἰκόνες, καὶ ταύτην τὴν ἕνωσιν κεκρυμμένην οὖσαν ἐκεῖ καὶ λεληθυῖαν νοῦς μόνος καθορᾷ· διὸ καὶ ὁ Σωκράτης ἐξα‐ πατᾷν μὲν τοὺς πολλοὺς τὸν Ζήνωνά φησιν ὡς οὐ τὰ αὐτὰ λέγοντα, κατιδεῖν δὲ αὐτὸς
15τὴν ταυτότητα τῶν λόγων· καὶ ἴσως πρέποι ἂν καὶ τοῦτο τοῖς νεωτέροις, καὶ εἰ συνηγορεῖν βούλοιντο τοῖς πρεσβυτέροις, τρόπον ἕτερον μετιέναι τὴν ὑπόθεσιν. Ὡς γὰρ ἐν τοῖς Νόμοις φησὶν αὐτὸς δεῖν τοὺς ποιητὰς ἀεὶ μὲν τὰ μέ‐
20τρα τῆς ἀρετῆς τὰ τῶν ψυχῶν ἐνεργητικὰ σώ‐ ζειν ἐν τοῖς ποιήμασιν, ἐναλλάττειν δὲ τὰς ἁρμονίας καὶ τοὺς ῥυθμούς· Τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείους’ ἄνθρωποι, Ἥτις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται,
26φησὶν ἡ ποίησις· οὕτω δεῖ δὴ καὶ τούτους ἐπ’ ἄλλης διασκευῆς καὶ κατ’ ἄλλης ποιεῖσθαι τοὺς λόγους οἰκονομίας, ἵνα καὶ τὴν τῶν φιλονεικο‐ τέρων ἐκκλίνωσι δυσεριστίαν καὶ μὴ παρεκ‐
30βαίνωσι τὴν τῶν δογμάτων ἀλήθειαν. Καὶ διὰ ταῦτα ἄρα ὁ Ζήνων, Παρμενίδου τὸ ὂν ἓν λέ‐ γοντος, αὐτὸς ἀπεδείκνυ ὅτι οὐ πολλὰ, καὶ ἄλλας μὲν αἰτίας λέγων, πρωτίστην δὲ τὴν ἐκ τῶν ἑπομένων ἀντικειμένων ὄντων ἀλλήλοις,
35ὅτι ταὐτὸν ἔσται ὅμοιον καὶ ἀνόμοιον. Καὶ ὁ μὲν Παρμενίδης ἐπὶ τῆς νοερᾶς ἔμενε διαλεκ‐ τικῆς ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει ταῖς νοε‐ ραῖς ἐπιβολαῖς χρώμενος· ὁ δὲ Ζήνων λογικώ‐ τερον προσῄει τῇ τοῦ ἑνὸς ὄντος θήρᾳ κατά τινα
40δευτέραν διαλεκτικὴν, ἧς ἔργον τὸ γνῶναι ποῖαι
in Prm
.

702

μὲν τῶν ὑποθέσεων αὑτὰς ἀναιροῦσιν, ὡς ἡ λέ‐ γουσα, οὐδεὶς λόγος ἀληθὴς καὶ πᾶσα ὑπόληψις ψευδής· ποῖαι δὲ ὑπ’ ἄλλων ἀναιροῦνται, καὶ ὅτι ἢ ἐκ τῶν ἑπομένων ἢ τῷ μὴ συμφωνεῖν
5τοῖς προϋποκειμένοις, ὥσπερ ὁ γεωμέτρης ἀναι‐ ρεῖ τόνδε τὸν λόγον καὶ ὡς οὐ συμβαίνοντα ταῖς ἀρχαῖς καὶ τῶν ἐκ τοῦ ἑπομένου ἀναιρουμένων· ποῖαι μὲν τῷ τὰ ἀντικείμενα ἀκολουθεῖν, οἷον ὅτι ταὐτόν ἐστιν ὅμοιον καὶ ἀνόμοιον· ποῖαι δὲ
10τῷ ἑτέρῳ μόνον, ὅτι ταὐτὸν ἵππος καὶ ἄνθρω‐ πος. Κατὰ γὰρ τὴν τοιαύτην διαλεκτικὴν συν‐ θέσει λόγων χρωμένην καὶ ἀκολουθίαις καὶ μάχαις ὁ Ζήνων ἐποιεῖτο τοὺς λόγους· ὁ δὲ Παρ‐ μενίδης αὐτῷ μόνῳ τῷ νῷ χρώμενος αὐτὴν τὴν
15ἕνωσιν ἐθεᾶτο τοῦ ὄντος, τῇ νοερᾷ διαλεκτικῇ χρώμενος ἐν ἁπλαῖς ἐπιβολαῖς τὸ κῦρος ἐχούσῃ· διὸ καὶ ὁ μὲν εἰς πλῆθος κατῄει λόγων, ὁ δὲ τῆς νοερᾶς ἐπιβολῆς ἀεὶ τῆς αὐτῆς μονοειδῶς ἀντείχετο τῶν ὄντων. Εἰκότως ἄρα καὶ ὁ Σωκρά‐
20της εἴρηκε τρόπον τινὰ τὰ αὐτὰ λέγειν αὐτοὺς καὶ λεληθέναι τοῦτο ποιοῦντας. Καὶ γὰρ ἐπὶ τῶν θεῶν ἡ ἑνότης ἄῤῥητός ἐστι καὶ τοῖς δευ‐ τέροις δύσληπτος, καὶ ἐπὶ τῶν σπουδαίων ἡ κοινωνία τῆς νοήσεως λανθάνει τοὺς μὴ συν‐
25ήθεις αὐτοῖς· ἔχει μὴν καὶ τὸ τῆς φιλίας οἰκειό‐ τητα πολλὴν πρός τε τὴν Πυθαγόρειον ζωὴν (τέλος γὰρ ἐποιοῦντο κἀκεῖνοι τῆς ἑαυτῶν ζωῆς τὴν φιλίαν καὶ πάντα εἰς ταύτην συνέτεινον) καὶ πρὸς τὴν ὅλην τοῦ διαλόγου πρόθεσιν· ἡ
30γὰρ ἕνωσις καὶ ἡ κοινωνία πᾶσι τοῖς οὖσιν ἐκ τοῦ ἑνὸς ἐφήκει, τῶν δευτέρων ἀεὶ συνηνωμέ‐ νων τοῖς πρὸ αὑτῶν, καὶ τῶν ὄντων περὶ τὰς ἑνάδας αὑτῶν συνταττομένων, τούτων δὲ περὶ τὸ ἕν.
35 Σὺ μὲν γὰρ ἐν τοῖς ποιήμασιν ἓν ἔφης εἶναι τὸ πᾶν, καὶ τούτων τεκ‐ μήρια παρέχει καλῶς τε καὶ ε· ὅδε δὲ αὖ οὐ πολλά φησιν εἶναι, τεκμήρια δὲ καὶ αὐτὸς πάμπολλα καὶ παμμεγέθη
40παρέχεται. Τὸ οὖν τὸν μὲν ἓν φάναι,
in Prm
.

703

τὸν δὲ μὴ πολλ, καὶ οὕτως ἑκάτερον λέγειν, ὥστε μηδὲν τῶν αὐτῶν εἰρη‐ κέναι δοκεῖν σχεδόν τι λέγοντας ταὐ‐ τ, ὑπὲρ ἡμᾶς τοὺς ἄλλους φαίνεται
5ὑμῖν τὰ εἰρημένα εἰρῆσθαι. (P. 128 A.) Ἁπλῶς μὲν τὸ ὂν καὶ ἓν καὶ πολλὰ λέγειν ἐστὶν ἀσφαλέστερον. Πᾶν γὰρ τὸ μετὰ τὸ ἓν εὐ‐ θὺς ἔχει πλήθους ἔμφασιν· ἀλλ’ ὅπου μὲν κρύ‐ φιόν ἐστι καὶ ἑνοειδὲς, ὅπου δὲ ἐκφαῖνον ἑαυ‐
10τοῦ πλῆθος, ὅπου δὲ ἤδη προεληλυθὸς, καὶ ἡ πρόοδος ἄλλως πάλιν καὶ ἄλλως, καὶ οὐχ ὁ αὐτὸς πᾶσι τρόπος τῆς διακρίσεως. Ἐπειδὴ δὲ πανταχοῦ πρὸ τοῦ πλήθους ἐστὶν ἡ μονὰς, δεῖ δὴ καὶ πάντα τὰ ὄντα τῆς οἰκείας αὑτῶν ἐξάπτειν
15μονάδος. Καὶ γὰρ ἐπὶ τῶν σωμάτων τὸ ὅλον προηγεῖται τῶν μερῶν, ὃ καὶ περιεκτικόν ἐστι πάντων τῶν ἐν τῷ κόσμῳ διῃρημένων, αὐτὸ συνεχὲς ὂν καὶ ὅλον· καὶ ἐπὶ τῶν φύσεων ἡ μία καὶ ὅλη φύσις πρὸ τῶν πολλῶν ὑφέστηκε· διὰ
20τοῦτο γάρ τοι καὶ αἱ μερικαὶ φύσεις, ἐναντίως ἔχουσαι πρὸς ἀλλήλας, πολλάκις ὅμως ἐκ τῆς ὅλης εἰς ἕνωσιν περιάγονται καὶ συμπάθειαν· καὶ ἐπὶ τῶν ψυχῶν ἡ μονὰς τῶν ψυχῶν ἐν πρε‐ σβυτέρᾳ τάξει τέτακται τῶν πολλῶν, καὶ πᾶσαι
25περὶ αὐτὴν οἷον κέντρον συννεύουσιν, αἱ μὲν θεῖαι πρώτως, αἱ δὲ τούτων ὀπαδοὶ δευτέρως, αἱ δὲ τούτων συνοπαδοὶ κατὰ τρίτην τινὰ τά‐ ξιν, ὡς ἐν τῷ Φαίδρῳ Σωκράτης παραδέδωκε· καὶ ἐπὶ τῶν νόων ὁμοίως ὁ εἷς καὶ ὅλος καὶ
30ἀμέθεκτος νοῦς, πρώτως ἐκφανεὶς ἀπὸ τῶν ἡνωμένως ὄντων, ἀπογεννᾷ μεθ’ ἑαυτὸν ἅπαν τὸ νοερὸν πλῆθος καὶ πᾶσαν τὴν ἀμέριστον οὐ‐ σίαν. Δεῖ δὴ οὖν καὶ πρὸ τῶν ὄντων ἁπάντων εἶναι τὴν μονάδα τοῦ ὄντος, δι’ ἣν τὰ πάντα ᾗ
35ὄντα συντέτακται πρὸς ἄλληλα, καὶ νόες καὶ ψυχαὶ καὶ φύσεις καὶ σώματα καὶ πᾶν τὸ ὁπωσ‐ οῦν εἶναι λεγόμενον. Ἐχέτω μὲν γὰρ καὶ τὴν ἐξῃρημένην αἰτίαν τῆς ἑνώσεως τὸ ἓν, ἀλλὰ
καθὸ ἓν ἕκαστον ὑπὸ ταύτης ἑνοποιεῖται· ζητοῦ‐
in Prm
.

704

μεν δὲ ἡμεῖς, καθόσον ὄντα ἐστὶ, ποίαν ἔλαχεν αὑτῶν συνεκτικὴν καὶ ἑνοποιὸν μονάδα· πᾶς γὰρ ἀριθμὸς εἰς οἰκείαν αὑτῷ καὶ σύστοιχον ἀνήρτηται μονάδα, ἀφ’ ἧς καὶ τὴν ὑπόστασιν
5ἔχει καὶ τὴν προσηγορίαν, οὔτε συνωνύμως, οὔτε εἰκῆ καὶ ὡς ἔτυχεν, ἀλλὰ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἓν, ὥστε καὶ τὰ ὄντα καὶ ἐκ μιᾶς ἐστι μονάδος ἣ πρώτως καὶ λέγεται ὂν, δι’ ἣν καὶ ταῦτα κατὰ τὴν ἑαυτῶν τάξιν καὶ ἔστι καὶ
10ἐπονομάζεται ὄντα· καὶ ἀπὸ ταύτης πάντα τὰ ὄντα συμπαθῆ ἐστιν ἀλλήλοις καὶ τὰ αὐτά πως καθόσον ἐξ ἑνὸς ὄντος ἐστί. Καὶ πρὸς ταύ‐ την τὴν ἕνωσιν πάντων τῶν ὄντων ὁ Παρμενί‐ δης ἀποβλέπων ἓν τὸ πᾶν ἠξίου καλεῖν, κυ‐
15ριώτατα μὲν καὶ πρώτως πᾶν ὃ καὶ ἥνωται πρὸς τὸ ἓν, καὶ ἁπλῶς δὲ τὸ πᾶν· πάντα γὰρ, καθόσον μετέχει τοῦ ἑνὸς ὄντος, τὰ αὐτά πώς ἐστιν ἀλλήλοις καὶ ἕν· ὁ δέ γε Ζήνων ἑώρα μὲν εἰς τὴν αὐτὴν ἑστίαν καὶ πηγὴν τῶν ὄν‐
20των, καὶ πρὸς ἐκείνην ὁρῶν ἐποιεῖτο τοὺς παμ‐ μήκεις ἐκείνους λόγους· οὐ μὴν αὐτόθεν ἐτίθετο τὸ ἓν ὂν, οὐδὲ τοῦτο προηγουμένως ἀπεδείκνυ διὰ τῶν γραμμάτων, ἀλλ’ οἷον προτέλεια γρά‐ φων τῆς τοῦ καθηγεμόνος ἀκροάσεως ἀνῄρει
25μόνα τὰ πολλά· καίτοι αὐτὰ μὴ πολλὰ πάν‐ τως τιθεὶς ἄγει τὸν λόγον ἐπὶ τὸ ἕν. Πάλιν οὖν σχεδὸν τὰ αὐτὰ λέγουσι, καὶ τὸ σχεδὸν δὲ εἰκότως· ὁ μὲν γὰρ ἐν ποιήμασιν, ὁ δὲ ἐν πεζοῖς λόγοις, καὶ ὁ μὲν κατὰ τὴν τοῦ προ‐
30κειμένου θέσιν, ὁ δὲ κατὰ τὴν τοῦ ἀντικειμέ‐ νου ἀναίρεσιν, καὶ ὁ μὲν κατὰ τὴν πρώτην δια‐ λεκτικὴν τὴν ταῖς ἁπλαῖς ἐπιβολαῖς τὰ ὄντα διαλέγουσαν, ὁ δὲ κατά τινα δευτέραν τὴν διὰ συνθέσεως καὶ λόγων ὁδεύουσαν. Καὶ ὁ μὲν ὡς
35νοῦς· νοῦ γάρ ἐστι τὸ ὂν θεωρεῖν, ἐπειδὴ καὶ τὸ πρώτως ὂν τοῦ πρωτίστου νοῦ νοητόν ἐστιν· ὁ δὲ ὡς ἐπιστήμη· ταύτης γὰρ ἔργον ἅμα καὶ τὰ ἀντικείμενα θεωρεῖν, καὶ τὸ μὲν ἀληθὲς ἐγ‐
κρίνειν, τὸ δὲ ψευδὲς ἀποδοκιμάζειν. Καὶ ὁ
in Prm
.

705

μὲν τεκμήρια παρεχόμενος καλῶς τε καὶ εὖ· τὸν γὰρ ἀνηγμένον πρὸς αὐτὸ τὸ ὄντως ὂν ἀνάγκη καὶ τῆς ἐκεῖθεν καλλονῆς καὶ τῆς ἀγα‐ θότητος εἶναι πλήρη τὴν ψυχὴν, καὶ τοῦτό
5ἐστι τὸ καλῶς καὶ τὸ εὖ· τὰ γὰρ τούτου τε‐ κμήρια νοερὰ μὲν ἦν κατὰ τὴν αὑτῶν ἰδιότητα, ὁλόκληρα δὲ καὶ ἁπλᾶ καὶ ἀτρεμῆ φησιν ἐκεῖ‐ νος· ὁ δὲ πάμπολλα καὶ παμμεγέθη· πρόεισι γὰρ εἰς τὰς ἀνελίξεις τῶν λόγων καὶ
10τὰς συνθέσεις καὶ τὰς διαιρέσεις, ἀναπλῶν καὶ ἀναπτύσσων τὴν ἑνοειδῆ καὶ συνῃρημένην τοῦ καθηγεμόνος ἐπιβολήν. Εἰκότως ἄρα καὶ μικρῷ πρότερον τοὺς φαινομένους τῶν ἀνδρῶν τούτων χαρακτῆρας λέγοντες, τὸν μὲν Παρμενίδην
15καλὸν καὶ ἀγαθὸν τὴν ὄψιν ἐλέγομεν, τὸν δὲ Ζήνωνα εὐμήκη καὶ τετταράκοντα ἐτῶν, ἐπεὶ καὶ ταῦτα σύμβολα τῶν λόγων ἐστί· τὸ μὲν γὰρ ἐκεῖ καλὸν καὶ ἀγαθὸν μετέλαβεν εἰς τὸ καλῶς τε καὶ εὖ, τὸ δὲ
20ἐκεῖ εὐμήκη εἰς τὸ παμμεγέθη, μονονοὺκ ἐκεῖνο τοῦ Πλάτωνος βοῶντος ὅτι πάντα παρὰ τοῖς θεοῖς σύμφωνα καὶ ἐναρμόνια, τὸ εἶδος τῆς ζωῆς, οἱ λόγοι, τὰ φαινόμενα σχήματα· μιμεῖται γὰρ ἕκαστος αὐτῶν τὸ πᾶν, ἐν δὲ τῷ
25παντὶ τὰ φαινόμενα τῶν ἀφανῶν εἰσιν εἰκόνες, καὶ οὐδέν ἐστιν ἐν τούτοις ὃ μὴ τῶν νοητῶν εἰκόνα φέρει καὶ σύμβολον. Εἰκότως δὲ καὶ ἡ ἕνωσις τῶν θείων τούτων ἀνδρῶν λανθάνει τοὺς πολλούς· πρῶτον μὲν γὰρ καὶ οἱ λόγοι αὐτῶν
30πολὺ τὸ κεκρυμμένον ἐπετήδευον καὶ ἄβατον τοῖς πολλοῖς, μιμούμενοι τὸν Πύθιον διὰ τῶν λοξῶν χρησμῶν τοῖς προσιοῦσι διαλεγόμενον· ἔπειτα καὶ ὁ τρόπος τῆς διδασκαλίας αὐτῶν διάφορος ὢν παραπέτασμα τῆς ἔνδον ὁμοφωνίας
35καὶ ἑνώσεως ἦν, καὶ τοῦτο αὖ πάλιν εἰκών ἐστι τῶν θείων πραγμάτων· εἰ γὰρ ἀπίδοι τις πρὸς τὸ μεριστὸν τῶν ἐνύλων εἰδῶν καὶ πρὸς τὴν διαίρεσιν αὐτῶν καὶ τοὺς ὄγκους καὶ τὴν πρὸς ἄλληλα μάχην, οἰηθείη ἂν καὶ τὰ θεῖα εἴδη
40τὰ ἀφανῆ τοιαύτην ἔχειν διάστασιν καὶ τοσοῦ‐
τον μερισμόν. Ὑψηλοτέρας οὖν ἐστι καὶ νοερω‐
in Prm
.

706

τέρας ψυχῆς κατιδεῖν, ὅπως ἡ ἀμέριστος οὐσία τὴν μεριστὴν ὑφίστησι καὶ πῶς ἐκ τῶν ἀδιαστά‐ των τὰ διαστήματα πάντα προελήλυθε· τὰ δὲ τῶν πολλῶν ὄμματα καρτερεῖν ἀφορῶντα πρὸς
5τὴν θείαν ἕνωσιν οὐ πέφυκεν· ἐπεὶ καὶ εἴ τις πρὸς τοὺς τῶν θεῶν ἀποβλέποι κλήρους ὑφ’ ὧν ἐν τῷ κόσμῳ μετέχονται, θεώμενος ὡδὶ μὲν ἥλιον, ὡδὶ δὲ σελήνην, ὡδὶ δὲ τὴν γῆν, οἰήσεταί που πάντως, εἰ μὴ πάνυ τις εἴη τὰ θεῖα δεινὸς, καὶ
10αὐτοὺς οὕτω διεστάναι τοὺς θεούς· ἀλλ’ οὐκ ἔστι· τῶν γὰρ διαστατῶν ἀδιαστάτως καὶ τῶν πεπληθυσμένων ἑνοειδῶς οἱ θεοὶ προεστήκασιν. Ὡς οὖν ἐπὶ τῶν θεῶν ἡ ἕνωσις αὐτῶν ἀφανής ἐστι καὶ ἄληπτος, οὕτω καὶ ἐπὶ τῶν θείων
15τούτων ἀνδρῶν τὴν τῶν νοημάτων ταυτότητα καὶ ἕνωσιν ὑπὲρ τοὺς ἄλλους εἶναί φησιν ὁ Σωκράτης. Ἀλλὰ τί τούτοις ἐπήνεγκεν ὁ Ζήνων, ἐπάκουσον. Να, φάναι τὸν Ζήνωνα, ὦ Σώκρατες.
20Σὺ δ’ οὖν τὴν ἀλήθειαν τοῦ γράμμα‐ τος οὐ πανταχοῦ ᾔσθησαι. (P. 128 B.) Οὔτε τὸ πλῆθος ἀσύντακτόν ἐστιν οὐδαμοῦ τοῦ ἑνὸς καὶ ἀφ’ ἑαυτοῦ διεσπαρμένον, οὔτε τὸ ἓν ἄγονον καὶ ἔρημον τοῦ προσήκοντος αὑτῷ
25πλήθους, ἀλλὰ καὶ τοῦτο δευτέρων ἡγεῖται μονάδων, καὶ τὸ πλῆθος ἔχει τὴν αὑτῷ πρέ‐ πουσαν ἕνωσιν· πάντα γὰρ τὰ πλήθη τά τε νοητὰ καὶ τὰ νοερὰ καὶ ὅσα ἐν τῷ κόσμῳ ἢ ὑπὲρ τὸν κόσμον μονάδων οἰκείων ἐξήρτηται
30καὶ συντέτακται ἀλλήλοις· αἱ δὲ μονάδες ἐκ μιᾶς μονάδος πάλιν, ἵνα καὶ τὸ τῶν μονάδων πλῆθος μὴ ἀφ’ ἑαυτοῦ διῃρημένον ᾖ καὶ πλῆθος μόνον τῆς ἑνώσεως ἔρημον· οὐ γὰρ ἦν θέμις τὰς τῶν ἄλλων ἑνοποιοὺς αἰτίας αὐτὰς ἀπεσπά‐
35σθαι ἀλλήλων· οὐδὲ γὰρ τὰς ζωοποιοὺς ἀζώους, οὐδὲ τὰς νοοποιοὺς ἀνοήτους εἶναι, οὐδὲ τὰς καλλοποιοὺς ἀκαλλεῖς, ἀλλ’ ἢ ζωὴν ἔχειν καὶ νοῦν καὶ κάλλος ἢ τούτων τι θειότερον καὶ κρεῖττον· ὥστε καὶ τὰς ἑνοποιοὺς τῶν ἄλλων
40μονάδας ἀναγκαῖον ἢ καὶ αὐτὰς ἕνωσιν ἔχειν
πρὸς ἀλλήλας ἢ καὶ τῆς ἑνώσεώς τι κρεῖττον·
in Prm
.

707

ἀλλ’ οὐδέν ἐστι ταύτης θειότερον πλὴν αὐτοῦ τοῦ ἑνός· ἀλλ’ εἴτε τὸ ἓν πρὸ αὐτῶν, ἡνῶσθαι καὶ αὐτὰς ἀναγκαῖον· τὰ γὰρ τοῦ ἑνὸς μετ‐ έχοντα ἥνωται· εἴτε ἥνωνται, πόθεν ἡ ἕνωσις;
5οὐ γὰρ ἄλλοθεν ἢ ἐξ ἑνός. Δεῖ τοίνυν ἐκ τοῦ ἑνὸς εἶναι τὰς πολλὰς ἑνάδας, ἐκ δὲ τούτων τὰ πλήθη, τά τε πρῶτα καὶ τὰ ἐφεξῆς καὶ ἀεὶ τὰ ποῤῥώτερα τοῦ ἑνὸς πληθύνεσθαι μᾶλλον τῶν πρὸ αὑτῶν, πᾶν δὲ ὅμως πλῆθος ἔχειν ἑνάδα
10διττὴν, τὴν μὲν συντεταγμένην, τὴν δὲ ἐξ‐ ῃρημένην. Ἴδε γὰρ αὐτὸ πρῶτον ἐπὶ τῶν εἰδῶν, οἷον ὅπως ὁ ἄνθρωπος διττὸς, ὁ μὲν ἐξῃρημέ‐ νος, ὁ δὲ μετεχόμενος· καὶ ὅπως τὸ καλὸν διττὸν, τὸ μὲν πρὸ τῶν πολλῶν, τὸ δὲ ἐν τοῖς
15πολλοῖς· καὶ ὅπως τὸ ἴσον, τὸ δίκαιον· ἥλιος τοίνυν καὶ σελήνη καὶ τῶν ἄλλων ἕκαστον φυσικῶν εἰδῶν, τὸ μὲν ἐν ἄλλῳ, τὸ δὲ καθ’ αὑτό· τά τε γὰρ ἐν ἄλλοις ὄντα καὶ τὰ κοινὰ καὶ μετεχόμενα δεῖ πρὸ αὑτῶν ἔχειν τὸ ἑαυ‐
20τοῦ ὂν, καὶ ὅλως τὸ ἀμέθεκτον· καὶ αὖ τὸ ἐξῃρημένον εἶδος καὶ καθ’ αὑτὸ ὂν, ἅτε πολλῶν ὂν αἴτιον, ἑνοῦν καὶ συνδεῖν τὸ πλῆθος· ἔστι δὲ αὖ τῶν πολλῶν δεσμὸς τὸ ἐν αὐτοῖς κοινὸν, καὶ διὰ τοῦτο ἄλλος μὲν ὁ αὐτοάνθρωπος, ἄλ‐
25λος δὲ ὁ ἐν τοῖς καθέκαστα, καὶ ἐκεῖνος μὲν αἰώνιος, οὗτος δὲ πὴ μὲν θνητὸς, πὴ δ’ οὒ, καὶ ἐκεῖνος μὲν νοητὸς, οὗτος δὲ αἰσθητός. Οὐκοῦν ὡς ἕκαστον τῶν εἰδῶν διττὸν, οὕτω καὶ ἕκαστον τῶν ὅλων διττόν· τὰ γὰρ εἴδη
30μέρη τινός ἐστιν ὁλότητος, καὶ ἄλλο τὸ ἀμέθ‐ εκτον ὅλον, ἄλλο τὸ μεθεκτὸν, ἄλλη ἡ ἀμέθ‐ εκτος ψυχὴ, ἄλλη ἡ μεθεκτὴ, ἡ μὲν συνδέουσα τὸ πλῆθος τῶν ψυχῶν, ἡ δὲ ἀπογεννῶσα τὸ πλῆθος· καὶ ἄλλος μὲν ὁ ἀμέθεκτος νοῦς, ἄλ‐
35λος δὲ ὁ μεθεκτὸς, ὁ μὲν παράγων τὸ νοερὸν πλῆθος, ὁ δὲ συνέχων· καὶ ὂν τοίνυν ἄλλο τὸ ἀμέθεκτον, ἀφ’ οὗ τὰ ὄντα πάντα καὶ ὁ τῶν ὄντων ἀριθμὸς, ἄλλο τὸ μεθεκτὸν καὶ ἓν, τὸ μὲν ἁρπάσαν ἑαυτὸ πρὸ τῶν ὄντων, τὸ δὲ ὑπὸ
40τῶν ὄντων μετεχόμενον. Δεῖ τοίνυν ἐπὶ πάσης
in Prm
.

708

τάξεως τῶν πραγμάτων νοεῖν ἑνάδα μὲν ἐξῃ‐ ρημένην ἄλλην, ἑνάδα μετὰ τοῦ πλήθους ἄλ‐ λην, ἔπειτα οὕτω τὸ πλῆθος καθ’ αὑτὸ μηδὲ μετέχον τῆς οἰκείας ἑνάδος, οὐχ ὅτι ἐστί τι
5τοιοῦτον ἐν τοῖς οὖσιν, ἀλλ’ ὅτι καὶ τοῦτο πρὸς τὸ παρὸν εἰς νοῦν βαλέσθαι διὰ τὴν τοῦ Ζήνω‐ νος δόξαν ἀναγκαῖον. Ὁ μὲν γὰρ Παρμενίδης αὐτὸ τὸ ὂν ἑώρα, καθάπερ καὶ πρότερον εἴρη‐ ται, τὸ πάντων ἐξῃρημένον καὶ τὸ ἀκρότατον
10τῶν ὄντων, ἐν ᾧ καὶ πρώτως ἐξεφάνη τὸ ὂν, οὐχ ὡς ἀγνοῶν τὸ πλῆθος τῶν νοητῶν· αὐτὸς γάρ ἐστιν ὁ φάς·
Ἐὸν γὰρ ἐόντι πελάζει· καὶ πάλιν·
15
Ξυνὸν δέ μοί ἐστιν Ὅπποθεν ἄρξωμαι, τόθι γὰρ πάλιν ἵξομαι αὖθις·
18καὶ ἐν ἄλλοις· Μεσσόθεν ἰσοπαλές.
20Διὰ γὰρ τούτων ἁπάντων δείκνυσιν ὅτι καὶ πολλὰ εἶναι τίθεται νοητὰ, καὶ τάξιν ἐν τού‐ τοις πρώτων καὶ μέσων καὶ τελευταίων καὶ ἕνωσιν ἄφραστον αὐτῶν, οὐχ ὡς ἀγνοῶν οὖν τὸ τῶν ὄντων πλῆθος, ἀλλ’ ὡς θεώμενος ὅτι πᾶν
25τοῦτο τὸ πλῆθος ἐκ τοῦ ἑνὸς ὄντος προῆλθεν· ἐκεῖ γὰρ ἦν ἡ πηγὴ τοῦ ὄντος καὶ ἡ ἑστία καὶ τὸ κρυφίως ὂν, ἀφ’ οὗ τὰ ὄντα καὶ περὶ ὃ τὴν ἕνωσιν ἔλαχε. Καὶ γὰρ ὥσπερ αὐτὸς ὁ θειότα‐ τος Πλάτων οἶδε μὲν πολλὰ ζῶα νοητὰ, πάν‐
30των δὲ ἕνωσιν καὶ περιοχὴν ἄληπτον πᾶσι περὶ τὸ αὐτόζωον ὑποτίθεται, καὶ μοναδικὸν ἐκεῖνο καὶ μονογενὲς ὂν, καὶ οὔτε, διότι μονογενὲς ἐκεῖνο, τὸ πλῆθος ἀναιρεῖται τῶν νοητῶν ζώων, οὔτε αὖ διότι τὸ πλῆθός ἐστι, τὸ πρὸ τοῦ πλή‐
35θους οὐχ ὑφέστηκεν· οὕτω δὴ καὶ ὁ Παρμενίδης ἔκ τε τοῦ ἑνὸς ὄντος οἶδε τὸ πλῆθος τὸ νοητὸν προϊὸν καὶ πρὸ τῶν πολλῶν ὄντων τὸ ὂν ἓν ἱδρυμένον, περὶ ὃ τὸ τῶν νοητῶν πλῆθος τὴν
ἕνωσιν ἔχει. Πολλοῦ ἄρα δεῖ τὸ πανταχοῦ
in Prm
.

709

πλῆθος ἀνατρέπειν διὰ τὴν τοῦ ἑνὸς ὄντος θέ‐ σιν, ὅς γε καὶ ἐν αὐτοῖς ἐκείνοις δῆλός ἐστι πολλὰ τὰ ὄντα τιθέμενος· ἀλλὰ καὶ τοῖς πολ‐ λοῖς τὸ εἶναι ὁπωσοῦν ἐκ τοῦ ἑνὸς ὄντος διδοὺς
5εἰκότως ἀρκεῖται τῇ αἰτίᾳ ταύτῃ καὶ οὕτως ἓν ἀποκαλεῖ τὸ ὄν. Ὅτι δὲ εἶναι δεῖ τὸ ἓν ὂν πρὸ τοῦ πλήθους, λάβοις ἂν διὰ μιᾶς μὲν ἐφόδου λογικῆς τοιαύτης· ἢ ὁμωνύμως λέγεται τὸ ὂν κατὰ τῶν ὄντων πάντων, ἢ συνωνύμως, ἢ ὡς
10ἀφ’ ἑνὸς καὶ πρὸς ἕν· ἀλλ’ ὁμωνύμως ἀδύνατον, εἴπερ τὸ μὲν μᾶλλον ὄν φαμεν, τὸ δὲ ἧττον· τὸ γὰρ μᾶλλον καὶ ἧττον οὐκ ἔστιν ἐν τοῖς ὁμωνύμοις· εἴτε δὲ συνωνύμως ἐστὶν ἓν ὂν κατὰ πάντων λεγόμενον, εἴτε ὡς ἀφ’ ἑνὸς καὶ
15πρὸς ἓν, ἀνάγκη ἄρα εἶναί τι ὂν πρὸ τῶν πολ‐ λῶν ὄντων· ἑτέρας δὲ φυσικωτέρας τοιαύτης ἐφόδου, οἵαν καὶ ὁ Ἐλεάτης ὑφηγήσατο ξένος ἐν Σοφιστῇ, πρὸς τοὺς πολλὰ τὰ ὄντα λέγον‐ τας ἀγωνιζόμενος· ἀνάγκη γὰρ εἰ πολλὰ εἴη
20τὰ ὄντα, καθὸ μὲν πολλὰ, διάφορα αὐτὰ ἀλ‐ λήλων εἶναι, καθὸ δὲ ὄντα, ταὐτὰ, ὅπερ ἢ ἀπ’ ἄλλου τινὸς ἀναγκαῖον ὑπάρξαι πᾶσιν ἢ ἀφ’ ἑνός τινος αὐτῶν τοῖς ἄλλοις· ἀλλ’ εἴτε ἀφ’ ἑνὸς τοῖς ἄλλοις, ἐκεῖνο ἂν εἴη πρώτως ὂν,
25τὰ δὲ ἄλλα δι’ ἐκεῖνο τοῦ ὄντος μετέσχεν· εἴτε ἀπ’ ἄλλου πάλιν, ἐκεῖνο πρὸ πάντων ὂν δέδωκε πᾶσι τὴν τοῦ εἶναι μετουσίαν· τρίτης δὲ ἄλλης θεολογικωτέρας ἀρχῆς τοιᾶσδε· πᾶν τὸ μετεχόμενον ἐν ἄλλοις ὂν τοῖς μετέχουσιν
30ἐκ τοῦ ἀμεθέκτου πάντως ἔχει τὴν εἰς τὸ εἶναι πάροδον· τοῦτο μὲν γὰρ συμπληθύνεται τοῖς ὑποκειμένοις ἑκάστου γεγονὸς καὶ τὴν ἰδίαν οὐσίαν ταῖς τῶν μετεχόντων ὑποστάσεσι κοι‐ νωνησάμενον· ἱδρύεσθαι τὰ ἄμικτα καὶ τὰ
35ἐφ’ ἑαυτῶν ὄντα καὶ τὰ ἁπλῶς πρὸ τῶν τινῶν καὶ ἐν ἑτέροις ὄντων. Εἰ δὲ ταῦτα ἀληθῆ, πρὸ τῶν πολλῶν ὄντων ἀνάγκη τὸ ἓν ὂν προϋπάρχειν, ἀφ’ οὗ καὶ τὸ ἐν
τοῖς πολλοῖς ὂν τὴν ὑπόστασιν ἔχει, μετεχό‐
in Prm
.

710

μενον ὑπ’ αὐτῶν. Ὥσπερ δὲ ὄντος τοῦ μετέ‐ χοντος καὶ τοῦ μετεχομένου, πάντως ἀμφοῖν προϋπάρχει τὸ ἀμέθεκτον, οὕτως ἀνάγκη τοῦ ἀμεθέκτου καὶ τῶν μετεχόντων μέσον εἶναι
5τὸ μετεχόμενον· ἢ πῶς ἂν εἴη τὰ μετέχοντα τοῦτο ὅπερ λέγεται, μηδενὸς ὄντος μετεχομέ‐ νου καὶ ἐν αὐτοῖς ὄντος; Οὔτ’ ἄρα μόνον ἐστὶ τὸ μετεχόμενον ὑπὸ τῶν πολλῶν ὄντων, ἀλλὰ πρὸ τούτου τὸ ἀμέθεκτον· οὔτε μόνον τὸ ἀμέθ‐
10εκτον, ἀλλὰ μετὰ τοῦτο τὸ μετεχόμενον καὶ ἐν τοῖς πολλοῖς οὖσι κατατεταγμένον. Ὁ μὲν οὖν Παρμενίδης, ὡς ἔφην πολλάκις ἤδη, τὴν μονάδα ταύτην τοῦ ὄντος ὁρῶν τὴν ἐξῃρημέ‐ νην τοῦ τῶν ὄντων πλήθους οὕτως ἓν ἀπεκάλει
15τὸ ὂν, διαιρῶν ἀπ’ αὐτοῦ τὸ τῶν προελθόντων πλῆθος· οἱ δέ γε πολλοὶ τὸν ἐναντίον ἐκείνῳ τρόπον εἰς τὰ πολλὰ καὶ διεσπαρμένα μόνον ὁρῶντες ἐκωμῴδουν τὸν ἐκείνου λόγον, ξύλα, καὶ λίθους, καὶ ζῶα ἅττα καὶ φυτὰ παραφέ‐
20ροντες, καὶ αὐτὰ τὰ ἐναντιώτατα ἀλλήλοις, θερμὸν, ψυχρὸν, μέλαν, λευκὸν, ξηρὸν, ὑγρόν· ταῦτα γὰρ ὅπως ἕν ἐστιν οὐχ ἑώρων, ἀλλ’ εἰς τὴν διάκρισιν αὐτῶν καὶ τὸ πλῆθος μόνον ἔρη‐ μον τοῦ ἑνὸς ὁρῶντες, διέσυρον πρεσβεύοντα
25τὴν ἕνωσιν αὐτῶν· πολλοὶ γὰρ ἕκαστος ὄντες τῷ πλήθει χαίρουσιν· ὁ δὲ εἷς ὢν πρὸς τὴν ἑνάδα τῶν ὄντων ᾠκείωτο. Ζήνων δὲ πρὸς τὴν Παρμενίδειον θέσιν οὐδὲ ἀντιβλέπειν εἶχε· τὴν δὲ τῶν πολλῶν δόξαν διήλεγχε τὰ πολλὰ καὶ
30διεσπαρμένα θεωροῦσαν, καὶ ταύτην ἐλέγχων ἀνῆγεν αὐτοὺς ἐπὶ τὸ ἐν τοῖς πολλοῖς ἓν, δεικνύ‐ μενος ὡς, εἰ μὲν χωρίζοιεν τὰ πολλὰ τοῦ ἑνὸς, πολλὰ καὶ ἄτοπα συμβήσεται τῷ λόγῳ· εἰ δὲ τὰ πολλὰ ταῦτα λέγοιεν ἃ μετέχει τοῦ ἑνὸς
35ὄντος τοῦ ἐν αὐτοῖς, τὸν Παρμενίδειον θαυμά‐ σονται λόγον ὃς τὸ ἐξῃρημένον ἓν ὂν εἰσηγεῖ‐ ται, διότι τοῦτο τὸ μεθεκτὸν ἐκ τοῦ ἀμεθέ‐ κτου καὶ τὸ συντεταγμένον ἐκ τοῦ ἐξῃρημένου
λαγχάνει τὴν ὑπόστασιν· τοῦτο γὰρ ἦν αὐτὸ
in Prm
.

711

τὸ καὶ τοὺς πολλοὺς ἀφιστάνον τοῦ Παρμενί‐ δου, τὸ τὴν μεσότητα ταύτην μὴ συνορᾷν, λέγω δὴ τὸ ἓν τὸ ἐν τοῖς πολλοῖς οὖσιν. Αὕτη γοῦν ἡ μεσότης ἐνοφθεῖσα τοῖς οὖσι πείθειν ἡμᾶς
5ἐστιν ἱκανὴ ὡς ὁ Παρμενίδειος λόγος ἀληθής· τὰ γὰρ μετεχόμενα δεύτερα τῶν ἀμεθέκτων, ὡς εἴπομεν, ἔστι, καὶ τὰ ὄντα ἐν ἄλλοις ἀπὸ τῶν ἐν αὑτοῖς ὑφεστηκότων· καὶ οὕτως ἡμᾶς καὶ ὁ Σωκράτης ἀνάγειν εἴωθεν ἐπὶ τὴν τῶν
10εἰδῶν ὑπόθεσιν, ἀπὸ τῶν ἐν τοῖς πολλοῖς ὄν‐ των ἐπὶ τὰς πρὸ τῶν πολλῶν οὔσας αὐτῶν τῶν πολλῶν καὶ τῶν ἐν αὐτοῖς οὐσῶν κοινοτήτων πρωτουργοὺς αἰτίας. Οὐκοῦν οἱ μὲν πολλοὶ τὴν Παρμενίδειον ἀποδιδράσκοντες δόξαν ἐπὶ τὴν
15ἀπειρίαν ὑπάγονται καὶ τὸν σκεδασμὸν τῶν ὄντων· ὁ δὲ Ζήνων ἐλέγχων τὴν τοιαύτην ἀλό‐ γιστον οὖσαν φορὰν ἀναπέμπει μὲν τοὺς πολ‐ λοὺς ἐπὶ τὸ ἐν τοῖς πολλοῖς ἓν οὗ προσεχῶς μετέχει τὰ πολλὰ, ἐκφαίνει δὲ τὸν Παρμενί‐
20δειον νοῦν· ἀπὸ γὰρ τῶν ἐν τοῖς πολλοῖς ἑνά‐ δων ἡ ἄνοδος ἡμῖν ἐπὶ τὰς ἐξῃρημένας ἐστὶν, ὥστε καὶ αὐτὸς ὁ Σωκράτης, καθόσον μὲν οἴε‐ ται τὸν Ζήνωνα τῷ Παρμενίδῃ τὸν αὐτὸν ἔχειν ἔν τε τῇ ζωῇ καὶ ἐν τοῖς γράμμασι σκοπὸν,
25ὀρθῶς ὑπείληφε, καθόσον δὲ οἴεται τὸν Ζήνωνα τῷ οὐ πολλὰ τὸ αὐτὸ λέγειν ὃ καὶ ὁ Παρμε‐ νίδης ἓν, οὐκ ὀρθῶς· τὸ γὰρ οὐ πολλὰ τοῦ Ζήνωνος ἐπὶ τὸ ἓν ἐκεῖνο τὸ ἐν τοῖς πολλοῖς ἓν ἡμᾶς ἀνῆγεν, οὐκ ἐπὶ τὸ πρὸ τῶν πολλῶν,
30ὥστε ὁ μὲν ἐδείκνυ τὸ συντεταγμένον ἓν, ὁ δὲ τὸ ἐξῃρημένον· οὐκ ἄρα ταὐτὸν τῷ αὐτοενὶ τὸ οὐ πολλὰ, ἀλλὰ τῷ ἐν τοῖς πολλοῖς ἑνί· τοῦτο γὰρ ἀφελὼν ἔδειξεν ὅτι τὸ πολλὰ ἄτοπον· εἰ‐ πὼν οὖν οὐ πολλὰ τοῦτο προστίθησιν, ὃ καὶ
35ἀφελὼν ἤλεγχε τὴν τῶν πολλῶν ὑπόθεσιν. Καὶ ὁ μὲν Ζήνων οὕτω θαυμαστῶς ἔφη τὸν Σωκράτη τὴν ἀλήθειαν τοῦ γράμματος μὴ πανταχοῦ ᾐσθῆσθαι. Ὅσοι δὲ τὸν λόγον τοῦ Σωκράτους ἀπεσκοράκισαν, τὴν δυάδα παραφέροντες ὡς
40καὶ οὐ πολλὰ καὶ οὐχ ἓν οὖσαν, ὄντως πα‐
ραφέρονται· πανταχοῦ γὰρ ἡ δυὰς ἀρχὴ καὶ
in Prm
.

712

μήτηρ ἐστὶ τοῦ πλήθους, ἐν θεοῖς, ἐν νοῖς, ἐν ψυχαῖς, ἐν φύσεσιν· ἡ δὲ αἰτία τοῦ πλήθους ἐστί πως καὶ αὐτὴ κατ’ αἰτίαν τὸ πλῆθος, ὥσπερ καὶ τὸ ἓν τὸ αἴτιον τῆς ἑνώσεως κατ’
5αἰτίαν ἐστὶν ἕν· ὅλως δὲ ἡ δυάς ἐστι μὲν ὅπερ λέγεται δυὰς, ἔρημος δὲ τοῦ ἑνὸς οὐκ ἔστι· πᾶν γὰρ τὸ μετὰ τὸ ἓν μετέχον ἐστὶ τοῦ ἑνὸς, ὥστε ἡ δυὰς αὐτὴ καὶ ἕν πώς ἐστι, καὶ ἑνὰς ἄρα ἡ δυάς ἐστι καὶ πλῆθος· ἀλλ’
10ἑνὰς μὲν, ὡς μετέχουσα τοῦ ἑνὸς, πλῆθος δὲ, ὡς αἰτία τοῦ πλήθους· ἐκεῖνοι μὲν οὖν οὔτε πλῆθος αὐτὴν οὔτε ἓν εἰρήκασιν· ἡμεῖς δὲ καὶ ἓν καὶ πλῆθος, καὶ τό τε πλῆθος αὐτῆς ἑνοει‐ δὲς καὶ τὸ ἓν δυοποιόν.
15 Καίτοι ὥσπερ γε αἱ Λάκαιναι σκύ‐ λακες εὖ μεταθεῖς τε καὶ ἰχνεύεις τὰ λεχθέντα. (P. 128 C.) Φιλόσοφον τοῦτο τὸ θηρίον καὶ ἐν Πολιτείᾳ Σωκράτης ὀνομάζειν ἠξίωσε, τὸν κύνα λέγων.
20Πρόσκειται δὲ ἐνταῦθα καὶ τὸ λάκαιναι τὸ θηρατικὸν αὐτῷ παρεχόμενον, ὃ δὴ σύμβολόν ἐστι τῆς τοῦ ὄντος θήρας· τοιοῦτον δὲ καὶ τὸ ἰχνεύειν, τὸ ἀπὸ τῶν γραμμάτων ἰχνεύειν, οἷον ἰχνῶν ὄντων τῶν γραμμάτων τῆς τοῦ λέ‐
25γοντος ἐννοίας, αὐτὴν μεταδιώκειν καὶ θηρᾷν τὴν τοῦ λέγοντος ἀληθεστάτην νόησιν· καὶ τὸ μεταθεῖς τε οἰκεῖόν ἐστι πρὸς τὴν ὀξύτητα τοῦ νοοῦντος καὶ πρὸς τὴν τῆς μεθόδου εὕρεσιν. Ἐκ δὲ ἁπάντων τούτων εὔδηλός ἐστιν ὁ Ζήνων
30ἀγάμενος μὲν τὴν ἀγχίνοιαν καὶ τὴν εὐφυΐαν τοῦ Σωκράτους καὶ κινῶν αὐτὴν, ὅσον δὲ αὖ παρασφάλλεται τοῦ ἀληθοῦς, ἀπευθύνων. Καὶ ὁρᾷς καὶ ταῦτα πῶς οἰκείως ἔχει πρὸς τὰ παρα‐ δείγματα αὐτῶν· ὁ μὲν γὰρ Παρμενίδης μένει
35κατὰ τὸ ἓν τὸ ἐξῃρημένον, ὁ δὲ Ζήνων πρόεισιν ἐπὶ τὸ ἓν τὰ πολλὰ, ὁ δὲ Σωκράτης ἐπιστρέ‐ φει καὶ αὐτὰ τὰ πολλὰ ἐπὶ τὸ Παρμενίδειον ἓν, διότι μονῇ μὲν οἰκεῖον τὸ ἐν ἑκάστῃ τριάδι πρῶ‐ τον, προόδῳ δὲ τὸ δεύτερον, ἐπιστροφῇ δὲ τὸ
40τρίτον· ἡ δὲ ἐπιστροφὴ κύκλον τινὰ συνελίσσει
τοῦ τέλους πρὸς τὴν ἀρχήν· διὸ καὶ ὁ Σωκρά‐
in Prm
.

713

της ἅμα τῷ οὐ πολλὰ πρὸς τὸ ἓν Παρμενί‐ δειον ἀναδεδράμηκεν· ὁ δὲ Ζήνων τὴν ἑαυτοῦ μεσότητα τηρῶν, σέβει μὲν τὴν Παρμενίδειον θέσιν, τελειοῖ δὲ τὴν Σωκράτους δόξαν· δηλοῖ
5οὖν ταῦτα διὰ τῶν ἑπομένων οὑτωσὶ λέγων. Ἀλλὰ πρῶτον μέν σε τοῦτο λανθάνει, ὅτι οὐ παντάπασιν οὕτω σεμνύνεται τὸ γράμμα, ὥστε ἅπερ σὺ λέγεις διανοηθὲν γραφῆναι, τοὺς ἀνθρώπους δὲ ἐπικρυ‐
10πτόμενον ὥς τι μέγα διαπραττόμενον· ἀλλὰ σὺ μὲν εἶπές τι τῶν συμβεβηκό‐ των. (P. 128 C.) Τὸ σεμνὸν καὶ τὸ μέγα καὶ τὸ ἀπόκρυ‐ φον ὄντως ἀπονέμει τῷ λόγῳ τοῦ Παρμενίδου
15πρὸς αὐτὸ τὸ πρᾶγμα περὶ οὗ ὁ λόγος ἀποσκο‐ πούμενος· τὸ γὰρ ἓν ὂν τὸ ἐξῃρημένον σεμνόν ἐστιν ὄντως ὡς τῷ ἑνὶ κατεχόμενον, μέγα δὲ ὡς δύναμιν ἀκατάληπτον ἔχον, ἀπόκρυφον δὲ ὡς ἀνέκφραστον καὶ ἀνέκφαντον ἐν τῷ ἀκροτάτῳ
20μεμενηκός· ταῦτα οὖν ἃ τὸ πρᾶγμα πρώτως ἔλαχε καὶ ὁ περὶ αὐτοῦ λόγος ἔχει δευτέρως, ὑψηλὸς μὲν ὢν καὶ διὰ τοῦτο μέγας, ἐκβεβη‐ κὼς δὲ τὸ δημῶδες καὶ διὰ τοῦτο σεμνὸς, αἰνι‐ γματώδης δὲ καὶ διὰ τοῦτο κρύφιος. Ἀλλ’ ὁ
25μὲν τοῦ Παρμενίδου λόγος τοιοῦτος· ὁ δὲ Ζή‐ νων, ὡς αὐτός φησιν ὁ τοῦ λόγου πατὴρ, οὐχ οὕτω σεμνός ἐστι παντάπασιν ὥσπερ ἐκεῖνος· δευτέρως γὰρ ἔχει καὶ οὗτος τὸ σεμνὸν, ὥσπερ καὶ ἡ ἑνὰς, περὶ ἧς ποιεῖται τὴν διδασκαλίαν,
30δευτέρα τῆς ἐξῃρημένης ἐστίν. Οὐδὲ αὖ οὕτω τι μέγα καὶ αὐτὸς διαπράττεται, φησὶν, ὡς ὁ Παρμενίδης· ἐκεῖνος γὰρ πρὸς αὐτὸ τὸ αἰτιώτατον ἀνατείνεται, καὶ, εἰ βούλει λέγειν, τὸ πατρικώτατον αἴτιον· ἀλλ’ οὐδ’ οὕτω γέ‐
35γραπται, φησὶν, ὡς πάντη τοὺς πολλοὺς ἐπικρυπτόμενος· μετάγειν γὰρ αὐτοὺς ἐθέλει τοὺς πολλοὺς ἀπὸ τοῦ μεμερισμένου πλήθους ἐπὶ τὰς συντεταγμένας τοῖς πλήθεσιν ἑνάδας.
Ἐκ δὴ πάντων τούτων ἔκδηλον ὡς τὸ γράμμα
in Prm
.

714

τοῦ Ζήνωνος οὐχ οὕτω θεῖόν ἐστιν ὡς τὸ Παρ‐ μενίδειον, οὐδ’ οὕτως ἀπόῤῥητον καὶ σεμνὸν ὡς ἀπὸ τῶν πολλῶν ἐπὶ τὸ ἓν ὂν τὸ ἐξῃρημένον ἀνάγειν τὸν ἀκροατὴν, ἀλλ’ ἐκφαίνει μέν πως
5καὶ τοῦτο τὸ ἓν ὂν, προσεχῶς δὲ διαπράττεται τὴν ἐπὶ τὸ συντεταγμένον τοῖς πολλοῖς ἓν ὂν ἀπὸ τοῦ πλήθους μετάστασιν. Ἐπεὶ δὲ ἐκφαίνει που κἀκεῖνο τὸ Παρμενίδειον ἓν ὂν, εἰκότως προσέθηκεν· ἀλλὰ σὺ μὲν εἶπές τι τῶν συμ‐
10βεβηκότων· οὐ γὰρ καθ’ αὑτὸ περὶ ἐκείνου ποιοῦμαι τὸν λόγον, φησὶ, συμβαίνει δὲ τοῖς περὶ τὴν ἐμὴν ὑπόθεσιν διατρίβουσιν ἀναφαίνε‐ σθαι κἀκείνην τὴν ἄβατον τοῖς πολλοῖς ὕπαρξιν. Διὰ ταῦτα ἄρα καὶ Σωκράτης εἰώθει, καθάπερ καὶ
15μικρῷ πρότερον εἴπομεν, περὶ τοὺς ὁρισμοὺς δια‐ τρίβειν τῶν πραγμάτων, ἐπιζητῶν τί δίκαιον, τί καλὸν, τί ὅσιον· οἱ γὰρ ὁρισμοὶ τῶν ἐν τοῖς καθ‐ έκαστα κοινωνοί εἰσι καὶ τῶν ἑνάδων τῶν μετ‐ εχομένων· περὶ ταύτας οὖν διατρίψαντες μέτιμεν
20ῥᾳδίως καὶ ἐπ’ αὐτὰς τὰς ἐξῃρημένας τῶν κοι‐ νῶν αἰτίας, ὥστε συμβαίνει τὴν μετάβασιν ἀπὸ τούτων ῥᾳδίαν γίγνεσθαι τοῖς ταῦτα πραγμα‐ τευομένοις. Παντὶ γὰρ ἂν ὑποπέσοι ζητεῖν πόθεν αἱ κοινότητες αὗται, πόθεν αἱ τῶν καθόλου φύ‐
25σεις (τὸ γὰρ ἐν τῷδε ὂν οὐχὶ καὶ ἐν ἄλλῳ ἐστὶ), τί οὖν ἐποίησεν ἐν ἑκάστῳ ταὐτὸν, καὶ τίνος ἑνὸς ἡ μέθεξις, ὥστε ἀναφαίνεσθαι προϊοῦσιν ἐφ’ ἑαυτῶν οὔσας μονάδας. Καὶ ταῦτα μὲν περὶ τούτων. Εἰ δὲ δῆλός ἐστιν ἐν τοῖς ἐκκειμένοις
30διακρίνων ὁ Ζήνων τὸ καθ’ αὑτὸ καὶ τὸ κατὰ συμβεβηκὸς, ποῦ χώραν ἔχει λοιπὸν τὸ, Ἀλλὰ τοῦτο Παρμενίδης οὔπω ἑώρα, ὃ δή τις φορ‐ τικῶς εἰς αὐτὸν ἀπέῤῥιψεν; Ἔστι δὲ τό γε ἀληθὲς βοήθειά τις
35ταῦτα τῷ Παρμενίδου λόγῳ πρὸς τοὺς ἐπιχειροῦντας αὐτὸν κωμῳδεῖν, ὡς εἰ ἕν ἐστι, πολλὰ καὶ γελοῖα συμβαίνει πάσχειν τῷ λόγῳ καὶ ἐναντία ἑαυτῷ.
(P. 128 C.)
in Prm
.

715

Ταῦτά ἐστι ῥήματα φιλοσόφου ψυχῆς, ταῦτα διανοίας ἀποφθέγματα σέβειν τὰ πρὸ αὑτῆς εἰθισμένης. Ποίαν γὰρ ἐν τούτοις παρῆκεν εὐ‐ γνωμοσύνην, ἢ ποῖον ὀφειλόμενον τῷ Παρμε‐
5νίδῃ μέτρον εὐφημίας οὐκ ἀπεπλήρωσε; Πρῶ‐ τον μὲν γὰρ τὴν ἐκείνου ποίησιν λόγον ἐκάλεσε, τὴν δὲ ἑαυτοῦ διδασκαλίαν γράμματα· ἔστι δὲ ὁ μὲν λόγος ἑνικὸν, τὰ δὲ γράμματα ἐν πλήθει, καὶ ὁ μὲν παραδείγματα, τὰ δὲ εἰκό‐
10νες. ᾟ οὖν τὸ ἓν τοῦ πλήθους καὶ τὸ παράδει‐ γμα τῆς εἰκόνος κρεῖττον, ταύτῃ δείκνυται κρείττων διὰ τούτων καὶ ἡ Παρμενίδειος ποίη‐ σις τῆς τοῦ Ζήνωνος διδασκαλίας. Ἔπειτα τοὺς ἐπιτιθεμένους τῷ διδασκάλῳ οὐκ ἐλέγχειν,
15ἀλλὰ κωμῳδεῖν ἔφη τὸν λόγον, ὃ δὴ κακῶν ἐστιν ἔσχατον· καὶ τελευτῶντα κωμῳδοποιὸν γενέσθαι φησὶν ὁ Σωκράτης ἐν Πολιτείᾳ· καὶ γὰρ ὅλως οἱ κωμῳδοποιοὶ τοῖς σεμνοτέροις καὶ κλεινοτέροις ἐπετίθεντο τῶν καθ’ αὑτοὺς, στρα‐
20τηγοῖς, φιλοσόφοις, ῥήτορσι. Δείκνυται οὖν πάλιν ἐκ τούτου τὸ σεμνὸν καὶ ὑπερέχον τῶν Παρμενίδου λόγων· ἀλλὰ καὶ ἐν Φιλήβῳ πᾶν τὸ γελοῖον αἰσχρὸν εἶναί φησι καὶ ἀσθενές· καὶ ἡ αἰσχρότης οὖν ἡ κωμικὴ καὶ ἡ ἀσθένεια
25προσήκει τοῖς εἰς τὸ πλῆθος ὁρῶσι καὶ πάντη τοῦ ἑνὸς ἀφισταμένοις καὶ ἁπλῶς ὑπὸ τοῦ με‐ ρισμοῦ καὶ τῆς διαστάσεως τῶν ὄντων κατα‐ συρομένοις· καὶ οὐδὲ τοῦτο ἀπέχρησεν αὐτῷ τὸ κωμῳδεῖν, ἀλλὰ προσέθηκε καὶ τὸ ἐπι‐
30χειροῦντας πολλαπλασιάζων αὐτῶν τὴν ἀσθέ‐ νειαν, οἰκείως καὶ τοῦτο τοῖς ὑπὸ τοῦ πλήθους κατειλημμένοις τὰς διανοίας· ὥστε εἰ τὸ κω‐ μῳδεῖν αὐτὸ ψυχῆς ἐστιν ἀσθενούσης, τὸ ἐπι‐ χειρεῖν κωμῳδεῖν καὶ ἀποπίπτειν καὶ τού‐
35του πολλαπλασίασίς ἐστιν ἀδυναμίας, καὶ κατὰ τὴν προαίρεσιν ὁμοῦ καὶ κατὰ τὴν γνῶσιν τῆς ἁμαρτίας γιγνομένης. Ἀλλ’ οὗτος μὲν ἀπεσέ‐
μνυνε τὸν ἑαυτοῦ καθηγεμόνα, τὸν δὲ ἑαυτοῦ
in Prm
.

716

λόγον βοήθειαν μετὰ προσθήκης τινὰ προσ‐ είρηκε, καὶ τῷ Παρμενίδου λόγῳ βοήθειαν, ἀλλ’ οὐκ αὐτῷ Παρμενίδῃ (τί γὰρ ἐκεινὸς ἐδεῖτο τῆς δευτέρας ὑποθέσεως; ἀλλ’ εἰς τὴν τοῦ λό‐
5γου σαφήνειαν ὁδός ἐστι τὰ τοῦ Ζήνωνος γράμ‐ ματα)· παραπλήσιον εἰπὼν τῷ λέγοντι βοηθεῖν τοῖς βωμοῖς τῶν θεῶν, ἀλλ’ οὐκ αὐτοῖς τοῖς θεοῖς. Ἔπειτα οὐδὲ τοῦτο ἀδιορίστως προσήνεγκεν, ὡς εἴπομεν, ἀλλὰ τό τινα προσθεὶς, ἐδήλωσεν
10ὅτι τελείαν μὲν ἔχει παρ’ ἑαυτοῦ τὴν βοήθειαν ὁ λόγος ἐκ τῆς ἐπιστήμης τὸ ἀνέλεγκτον ἔχων, γίγνεται δέ τις αὐτῷ καὶ ἀπὸ τῶν τοῦ Ζήνω‐ νος γραμμάτων βοήθεια, καθόσον ἐκ τούτων ποδηγούμεθα πρὸς τὴν ἐκείνου διάγνωσιν· ὡς
15ἂν εἰ λέγοις τὰ μικρὰ μυστήρια βοήθειαν εἶναί τινα τῶν μειζόνων, οὐχ ὡς τῶν μειζόνων ἀτε‐ λῶν ὄντων, ἀλλ’ ὡς διὰ τῶν μικρῶν κἀκείνων τελειότερον ἐκφαινομένων. Καὶ ἔοικεν οὐ τοῦ Παρμενιδείου λόγου τὸ Ζήνωνος σύγγραμμα
20βοήθειά τις οὖσα τυγχάνειν, ἀλλ’ ἡ μὲν τῶν προσιόντων τῷ λόγῳ καὶ αὐτῶν τῶν πολλῶν οὓς ἐλέγχειν ἐπιχειρεῖ· τρόπος γάρ ἐστιν ἰά‐ σεως ὁ ἔλεγχος καὶ ὁδὸς εἰς τὸ ἀληθὲς εἰσφέρου‐ σα· τούτων οὖν βοήθεια τὰ γράμματα Ζήνωνος
25ἀποκαθαίροντα τὴν ἀλόγιστον αὐτῶν ἐπὶ τὸ δι‐ εσκεδασμένον πλῆθος φοράν. Ταῦτα μὲν περὶ ἀμφοτέρων εἴρηται τῶν λόγων· ἃ δὲ ἐπαποροῦσιν οἱ κωμῳδοῦντες τὸν Παρμενίδου λόγον ἄτοπα, πρόδηλα τοῖς ἀκηκοόσι τῶν ἐκ τοῦ Περιπά‐
30του, κύων καὶ ἄνθρωπος ταὐτὸν, καὶ οὐρανὸς, καὶ γῆ, καὶ πάντα ἁπλῶς ἓν, λευκὸν, μέλαν, θερμὸν, ψυχρὸν, βαρὺ, κοῦφον, θνητὸν, ἀθάνα‐ τον, ἄλογον, λογικὸν, ἅμα δὲ καὶ ἓν καὶ οὐχ ἓν καὶ ἀποφαίνουσι ταὐτόν· εἴτε γὰρ οὕτως ἓν
35ὡς συνεχὲς, τὸ αὐτὸ καὶ πολλά ἐστι· διαιρετὸν γάρ· εἴτε ὡς τὰ πολυώνυμα, πάλιν πολλά· τὰ γὰρ ὀνόματα ὄντα τινά ἐστι· καὶ ὅλως ὅσα
ἐκείνοις ἠρώτηται φορτικῶς, ἀποφαίνονται τὰ
in Prm
.

717

ἐναντία αὑτῷ πάσχοντα τὸν λόγον· καὶ ἀνέθεντο ταῦτα ἀνατρέποντα καὶ εἰς ἀντιφάσεις φαινομένας περιάγοντα τὸν ἐρωτώμενον· ἃ δὴ κωμικὰ μέν ἐστιν, ὡς καὶ αὐτὸς εἴρηκεν, οὐ μέν
5τοι τῆς καθαρωτάτης τοῦ Παρμενίδου νοήσεως ἐπάξια. Ἀντιλέγει δὴ οὖν τοῦτο τὸ γράμμα πρὸς τοὺς τὰ πολλὰ λέγοντας, καὶ ἀντ‐ αποδίδωσι ταῦτα καὶ πλείω, τοῦτο
10βουλόμενον δηλοῦν, ὥστε γελοιότερα πάσχοι ἂν αὐτῶν ἡ ὑπόθεσις ἡ εἰ πολλά ἐστιν, ἢ ἡ τοῦ ἓν εἶναι, εἴ τις ἱκανῶς ἐπεξίοι. (P. 128 D.) Τοιοῦτόν ἐστιν ἐν μὲν τοῖς θεοῖς τὸ φρουρη‐
15τικὸν γένος, ἐν δὲ νοῖς τὸ ἄχραντον εἶδος, ἐν δὲ ψυχαῖς τὸ ἀμυντικὸν, προβεβλημένον τι τοῦ λόγου μόριον, οἷον καὶ νῦν ὁ Ζήνων ἐπι‐ δείκνυται τῆς διαλεκτικῆς δυνάμεως· κοινὸν γὰρ κατὰ πάντων τῶν εἰρημένων ἡ δυνάμις,
20ἀπὸ θεῶν ἀρχομένη, προϊοῦσα δὲ ἄχρι τῶν ἐσχάτων. Ὥσπερ οὖν αἱ τῶν θεῶν δυνάμεις προ‐ βεβλημέναι τῶν πρώτων ἐκφαίνουσι τοῖς μετὰ ταύτας τὴν ἐκείνων μοναδικὴν καὶ ἑνοειδῆ καὶ ἄῤῥητον ὕπαρξιν, οὕτω δὴ καὶ ὁ Ζήνων ἀνάγει
25μὲν τὸ πλῆθος διὰ τῶν ἐλέγχων εἰς τὸ ἐν τοῖς πολλοῖς ἓν, ὁδὸν δὲ ἀπὸ τούτου παρέχεται πρὸς τὴν ἐπ’ αὐτὸ τὸ ἐξῃρημένον μετάστασιν. Καὶ ὁ μὲν τούτου σκοπὸς τοιοῦτος· ὅτι δὲ γελοιότερα πάσχουσιν εἰκότως οἱ τὸ πλῆ‐
30θος καθ’ ἑαυτὸ λαμβάνοντες, δῆλον· ὑποφέ‐ ρονται γὰρ εἰς τὸ ἀόριστον καὶ ἄτακτον, καὶ ἀναγκάζονται προσομολογεῖν ταὐτὸν ὅμοιον καὶ ἀνόμοιον, καὶ οὔτε ὅμοιον οὔτε ἀνόμοιον, ὃ δὴ πάντων ἐστὶ γελοιότατον, καὶ τἀναντία
35συντρέχειν ἀλλήλοις καὶ τὰς ἀντιγραφάς. Εἰ ταῦτ’ οὖν, ἐζητεῖτο οἷον ἐπικουρία τῷ Παρ‐ μενίδου λόγῳ, καὶ οἷον δύναμις ἐκείνου καὶ μεσότης αὐτοῦ τε καὶ τοῦ πλήθους ἀναλο‐ γοῦσα ταῖς ἐν τοῖς θεοῖς τοιαύταις τάξεσι.
40Διὰ τοιαύτην δὴ φιλονεικίαν ὑπὸ
in Prm
.

718

νέου ὄντος ἐμοῦ ἐγράφ, καί τις αὐτὸ ἔκλεψε γραφὲν, ὥστε οὐδὲ βουλεύσα‐ σθαι ἐξεγένετο, εἴτε ἐξοιστέον αὐτὸ εἰς τὸ φῶς εἴτε μή. (P. 128 D.)
5 Τὸ μὲν ὅσον ἠθικὸν ἐν τούτοις κατανοῆσαι ῥᾴδιον· τῶν γὰρ ὄντως ἐπιστημονικῶν καὶ βα‐ θέων γραμμάτων μετὰ πολλῆς τῆς ἀσφαλείας καὶ λογισμοῦ καὶ κρίσεως ποιητέον τὴν μετά‐ δοσιν, ἵνα μὴ δημώδεσιν ἀκοαῖς καὶ ἐπισεσυρ‐
10μένοις ἤθεσι λάθωμεν παραδόντες τῶν θεοπρε‐ πῶν ψυχῶν τὰ ἀπόῤῥητα διανοήματα· καὶ γὰρ οὔτε πάντα ὅσα νοῦς ἔχει δυνατὸν ὑποδέξασθαι τὴν ἀνθρωπίνην διάνοιαν, ἀλλ’ ἔστι μὲν, ἃ νῷ μέν ἐστι γνώριμα, ἡμῖν δὲ ἄληπτα· οὔτε ὅσα
15κατὰ διάνοιαν ἔχομεν, διὰ λόγου προβάλλειν δοκιμάζομεν· πολλὰ γὰρ ἐν ἀποῤῥήτοις κρύ‐ πτομεν, ἐν τοῖς τῆς ψυχῆς ἕρκεσιν αὐτὰ φρου‐ ρεῖν ἐθέλοντες· οὔτε ὅσα διὰ λόγου προφερό‐ μεθα, γράμμασι παραδίδομεν, ἀλλὰ γὰρ κατὰ
20μνήμην ἀγράφως σώζεσθαι βουλόμεθα, καὶ ἐν ταῖς τῶν φίλων ἀποκεῖσθαι φαντασίαις ἢ δό‐ ξαις, ἀλλ’ οὐκ ἐν τοῖς ἀψύχοις· οὔτε ὅσα γρά‐ φομεν, ταῦτα εἰς πάντας ἀκρίτως ἐκφέρομεν, ἀλλ’ εἰς τοὺς ἀξίους τῆς τούτων μετουσίας, οἷον
25τῶν οἰκείων θησαυρῶν μετὰ κρίσεως τὴν πρὸς τοὺς ἄλλους ποεῖσθαι κοινωνίαν σπουδάζοντες. Εἰ δὲ καὶ ταῦτα ἐθέλοις ἀνάγειν ἐπὶ τὰ θεῖα καὶ θεωρεῖν τί ἀνάλογον ἐν ἐκείνοις, οἷον τὴν κλοπὴν τοῦ Ζήνωνος γράμματος καὶ τὴν διὰ
30κλοπῆς ἣν ὁ Πλάτων ἐν τῷ Πρωταγόρᾳ παρα‐ δέδωκε, καὶ ὅπως ἐν θεοῖς γίγνεται μετάδο‐ σις πρὸ λογισμοῦ καὶ βουλῆς ἐπὶ τὰς κατωτέρω τάξεις τῶν ἄνωθεν, ἀθανασίας μὲν εἰς τὸ θνη‐ τὸν, λόγου δὲ εἰς τὴν ἀλογίαν (κλοπὴ γάρ
35ἐστιν ἡ λανθάνουσα τοῦ ἀλλοτρίου μετάληψις), τὴν οὖν ἀφανῆ καὶ λεληθυῖαν τῶν ὑποδεεστέ‐ ρων μετάληψιν τῶν θειοτάτων θείαν καὶ ἐκεῖ‐ νοι προσειρήκασι κλοπὴν εἰς φῶς ἄγουσαν τὰ κεκρυμμένα παρὰ τοῖς θείοις. Ταύτῃ μὲν οὖν
40καὶ ταῦτα ἀφερμηνευτέον· τὴν δὲ νεότητα καὶ
in Prm
.

719

τὴν φιλονεικίαν τίνα ποτὲ ῥητέον, εἴ τις ἀναπέμπει καὶ ταῦτα ἐπὶ τὰ παραδείγματα τῶν ἀνδρῶν; ἢ νεότητα μὲν, τὴν δευτέραν ἕξιν καὶ τὴν ἀπὸ τοῦ ὁλικοῦ νοῦ καὶ ἐξῃρημένου καὶ
5πρώτως ὄντος ἐπὶ τὸν δεύτερον ὄντα νοῦν καὶ μεθεκτὸν κατάβασιν· ταύτης γοῦν ἡ νεότης σύμβολον· καὶ γὰρ ὅλως ἀεὶ τὰ δεύτερα νεω‐ τέρων ἀξίαν ἔχει πρὸς τὰ πρὸ αὑτῶν· ἐπεὶ γὰρ χρόνος ὁ βασιλεὺς τῶν βασιλέων ἐκεῖ τὸ κατ’
10αἰτίαν πρεσβύτερον τῷ κατὰ χρόνον πρεσβυ‐ τέρῳ γίγνεται ταὐτὸν, καὶ τὸ κατὰ τὴν τάξιν δεύτερον τῷ κατὰ χρόνον δευτέρῳ· φιλονει‐ κίαν δὲ, οὐ τὴν ἐριστικὴν, οὐδὲ τὴν ἐπισε‐ συρμένην καὶ μοχθηρὰν, ἀλλὰ τὴν δυνάμει
15χρωμένην ἀκαταμαχήτῳ καὶ δι’ ἀκμῆς καὶ εὐ‐ τονίας τῶν θείων νοημάτων προϊσταμένην, καὶ τὴν πάντα καταστέλλουσαν τὰ κάτωθεν ἀνα‐ φυόμενα καὶ γηγενῆ δοξάσματα, καὶ τῶν ὀλυμπίων καὶ θείων ἀγαθῶν ἀντεχομένην. Καὶ
20μὴν καὶ ἡ κατὰ καιρὸν μετάδοσις μίμημα φέρει τῆς ἐν τῷ κόσμῳ κατά τινος τῶν θείων εὐκαιρίας ἐκφάνσεως, οἷον εὐγονίας, ἰατρικῆς, θείας μαντείας, τελεστικῆς, ἢ, εἰ βούλει πρὸ τούτων, τῆς ἐν αὐτοῖς τοῖς θεοῖς ἀπὸ τῶν κρυ‐
25φίων εἰς τὰ φαινότατα μεταδόσεως τῶν ἀγα‐ θῶν κατὰ τὴν ἀπὸ τοῦ χρόνου πᾶσιν ἐφήκου‐ σαν ἀγαθοποιὸν αἰτίαν. Ταύτῃ οὖν σε λανθάνει, ὦ Σώκρατες, ὅτι οὐχ ὑπὸ νέου φιλονεικίας οἴει αὐτὸ
30γεγράφθαι, ἀλλ’ ὑπὸ πρεσβυτέρου φι‐ λοτιμίας· ἐπε, ὅπερ γε εἶπον, οὐ κα‐ κῶς ἀπείκασας. (P. 128 E.) Ἀντέθηκε τῷ μὲν πρεσβυτικῷ τὸ νέον· τῷ δὲ φιλονείκῳ τὸ φιλότιμον· Πῶς δὴ
35καὶ κατὰ τίνα τρόπον, εἰ μὲν τὸν αὐτὸν ἐτι‐ θέμην τῷ Παρμενίδῃ σκοπὸν, ὡς σὺ φῂς, εἰπεῖν περὶ τοῦ ἑνὸς ὄντος, ἀφ’ οὗ τὰ ὄντα πάντα, προήκων ἤδη καθ’ ἡλικίαν ἐγὼ ὁ Ζήνων, ἐγέ‐ γραπτο ἄν μοι τὸ βιβλίον ὑπὸ πρεσβυτέρου
40φιλοτιμίας; τί γὰρ ἔδει, τοῦ καθηγεμόνος
οὕτω θεωρητικώτατον περὶ αὐτοῦ διελθόντος
in Prm
.

720

λόγον, ἐμὲ πρὸς αὐτὸ ποιεῖσθαι τὴν γραφήν; φιλότιμον γὰρ ἀτεχνῶς τὸ τοιοῦτο· τοῦτο δὲ τὸ πάθος πανταχοῦ μὲν αἰσχρὸν, ἐν δὲ πρεσ‐ βύτῃ φαινόμενον αἴσχιστον· ἐπειδὴ δὲ περὶ ἄλ‐
5λου οὐδὲ ἐγὼ γέγραφα νέος ὢν καὶ ἀμυνόμενος τοὺς κωμῳδεῖν ἐπιχειροῦντας τὸν τοῦ πατρὸς λόγον, ὑπὸ νέου φιλονεικίας φαίης ἂν γε‐ γράφθαι μοι τὸ βιβλίον· καὶ γὰρ νέος ὢν οὕτω γέγραφα ἀμυντικῶς τοῦ πλήθους, ἀλλ’ οὐ πρεσ‐
10βύτης ὢν ὡς σὺ οἴει, ὦ Σώκρατες, φαίη ἂν ὁ Ζήνων, καὶ οὐδὲ πρὸς τὸν διδάσκαλον ἀντιφιλο‐ τιμούμενος· φιλοτιμίας γὰρ τὸ μηδὲν προσθή‐ σοντας ὅμως περὶ τῶν αὐτῶν τοῖς πρεσβυτέροις λέγειν τε καὶ γράφειν· δῆλος γὰρ ὁ τοῦτο ποιῶν
15ἀλλοτρίῳ κόσμῳ κοσμεῖσθαι βουλόμενος καὶ τὸν παρὰ τῶν ἐπιστημόνων ἔπαινον θηρώμενος. Ὁ μὲν ὅλος νοῦς τῶν ἐκκειμένων γραμμάτων τοιοῦτος· ἐνδείκνυται δὲ καὶ διὰ τούτων ὁ Πλάτων ὅτι αἱ τῶν πρώτων ἐξημμέναι δυνάμεις
20πολλὰ μὲν γιγνώσκουσιν ἃ τοῖς μετὰ θεοὺς ἄλη‐ πτά ἐστι, πολλὰ δὲ καὶ διὰ μέσων ἄλλων ὁρῶ‐ σιν, ὥσπερ ὑπὸ παραπετάσμασί τισιν ἄλλοις ἐν αὐτοῖς κρυπτομένων τῶν ἑνικωτάτων αἰτιῶν. Καὶ μὴν καὶ τὸ τῆς ἀπεικασίας πρὸς μὲν τὸ
25προκείμενον ὀρθῶς ἔχει, καθόσον ὁ τοῦ Ζήνωνος λόγος ἀφομοιοῦσθαι πρὸς τὸν Παρμενίδειον ἐθέ‐ λει λόγον, αὐτὸ μὲν ἐκεῖνος εἶναι μὴ δυνάμενος, ἀπεικασμένος δὲ ἐκείνῳ καθάπερ, οἶμαι, καὶ τὸ ἐν τοῖς πολλοῖς ἓν εἰκών ἐστι τοῦ πρὸ τῶν πολ‐
30λῶν. Οὐ κακῶς μὲν οὖν ἀπείκασεν ὁ Σωκράτης τὸν Ζήνωνος λόγον τῷ Παρμενιδείῳ, ἔστι γάρ τις ἐν αὐτοῖς ὁμοιότης· καὶ οὐκ εἶπεν ὀρθῶς, ἀλλ’ οὐ κακῶς, ὅτι μὴ καὶ τὴν ἀνομοιότητα αὐτῶν καὶ τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν ἐθεώρησε.
35Πρὸς δὲ τὰ παραδείγματα αὐτῶν οἰκείως εἴλη‐ πται, διότι καὶ ἐν ἐκείνοις ὁμοιοῦται μὲν τὰ μέσα τοῖς πρώτοις, ἔστι δέ πως καὶ τὰ ἀνόμοια αὐτοῖς, καθόσον ἀπ’ αὐτῶν προελήλυθε. Τὰ δὲ τρίτα θεωρεῖ μὲν αὐτῶν τὴν ὁμοιότητα καὶ
40τὴν ἕνωσιν· γίγνεται γὰρ αὐτοῖς ὥσπερ ἓν νο‐
ητὸν τὰ πρὸ αὑτῶν· αὐτῷ δὲ τῷ νοεῖν αὐτὰ καὶ
in Prm
.

721

θεωρεῖν, ὡς ἓν ἐκφαίνεται αὐτοῖς κατὰ τὴν ἐκείνων ἀγαθοειδῆ βούλησιν καὶ ἡ διάκρισις τῶν θείων αἰτιῶν καὶ ἡ τῶν τάξεων ἑτερότης. Ἀλλ’ ἀποδέχομαι, φάναι τὸν Σω‐
5κράτη, καὶ ἡγοῦμαι ὡς λέγεις ἔχειν. (P. 128 E.) Ἀποδέχεται μὲν ὁ Σωκράτης ὅσα περὶ τῆς ὁμοιότητος καὶ ἀνομοιότητος τῶν λόγων εἴρη‐ κεν ὁ Ζήνων· συνῄσθετο γὰρ ὅπως τὸ οὐ πολλὰ
10τοῦ Ζήνωνος οὐ πάντως ἐπὶ τὸ Παρμενίδειον ἓν ἄγει τὸν λόγον τὸ ἐξῃρημένον, ἀλλ’ ἐπὶ τὸ δεύτερον ἓν καὶ ὑπὸ τῶν πολλῶν μετεχόμενον, ὃ καὶ εἰκών ἐστιν ἐκείνου τοῦ ἑνός. Πανταχοῦ γὰρ ἀπὸ τοῦ ἀμεθέκτου τὸ μεθεκτὸν ὑφέστηκε,
15καὶ τὸ μεμιγμένον ἀπὸ τοῦ ἀμιγοῦς, καὶ τὸ ἐν τοῖς πολλοῖς θεωρούμενον ἀπὸ τοῦ πρὸ τῶν πολ‐ λῶν ἱδρυμένου, καὶ ἁπλῶς τὸ ἐν ἄλλῳ ὂν ἀπὸ τοῦ ἐν ἑαυτῷ διαιωνίως ὄντος. Ἡγεῖται δὲ ταῦθ’ οὕτως ἔχειν ἅ φησιν ὁ Ζήνων, ὅσα περί
20τε τοῦ χρόνου προείρηται τῆς τοῦ βιβλίου συγ‐ γραφῆς περί τε τοῦ τρόπου καὶ περὶ τῆς ἐκδό‐ σεως, ὅτι τε νέος ὢν ἔγραψεν αὐτὸ καὶ οὐ πρεσ‐ βύτης, καὶ ὅτι φιλονείκως, ἀλλ’ οὐ φιλοτίμως,
καὶ ὅτι διά τινος κλοπῆς προῆλθεν εἰς φῶς καὶ
in Prm
.

722

ἐκδέδοται τοῖς ἐν Ἰταλίᾳ, δηλαδὴ νῦν πρῶτον εἰς τὴν Ἑλλάδα κεκόμισται. Ταῦτα δὲ ὅπως ἀνενεκτέον ἐπὶ τὰ παρα‐ δείγματα ἐν θεοῖς, εἴρηται πρῶτον ἱκανῶς·
5μέλλει δὲ ἄρα ὁ Σωκράτης λοιπὸν ἐπὶ τὰς πρὸς αὐτὸν ἀπορίας μεταβαίνειν. Δεῖ δὴ οὖν ἐν τοῖς ῥηθησομένοις ἑξῆς λόγοις ὑπὸ τοῦ Σω‐ κράτους ἡμᾶς μετ’ ἐπιστάσεως χωρεῖν διὰ τῶν ἀποριῶν· τοῦ γὰρ Σωκράτους ἐλέγχειν τὸν
10Ζήνωνα δοκοῦντος, μάλιστα μὲν θεατέον ὅπη καὶ ὁ Σωκράτης ὀρθῶς ἐπαπορεῖ· ὑπόκειται γὰρ εὐφυὴς καὶ ὀξὺς ταῖς θηρατικαῖς κυσὶν ἀπεικασμένος, καὶ ὁ Ζήνων ἐστὶν ἀνέλεγκτος· ᾗ δὲ ἀναγκαῖον εἴη σφάλλεσθαι τὸν ἕτερον
15παρὰ τόν .... Σωκράτης μὲν γὰρ ὑπόκειται νέος ἔτι καὶ ὑπὸ τῶν ἀνδρῶν τούτων τελειού‐ μενος, Ζήνων δὲ τετταρακοντούτης ἤδη καὶ τελειῶν τὸν Σωκράτη καὶ ἀνατείνων ἐπὶ τὸν Παρμενίδειον νοῦν, ὥστε, εἰ χρὴ τὸν ἕτερον
20παρορᾷν, ἐκ τῆς νεότητος καὶ ἐκ τῆς ἀτελοῦς ἕξεως ἄμεινον τὰ παροράματα ποιεῖν, ἀλλ’ οὐκ ἐκ τῆς πρεσβυτικωτέρας καὶ τελειοτέρας. Ἄρχεται δ’ οὖν ὁ Σωκράτης τῶν ἀποριῶν ἐν‐
τεῦθεν.
in Prm
.

tit2

ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.
in Prm
.

721

(25)

Τόδε δέ μοι εἰπ· οὐ νομίζεις εἶναι αὐτὸ καθ’ αὑτὸ εἶδός τι ὁμοιότητος, καὶ τῷ τοιούτῳ αὖ ἄλλο ἐναντίον, ὅ ἐστιν ἀνόμοιον; (P. 128 E.) Πρῶτον εἰπεῖν πάλιν ἡμᾶς χρὴ τίς ὁ τοῦ
30Ζήνωνος ἦν λόγος καὶ ὅπως πρόεισι καὶ τίνα ἔχει τὴν ἀλήθειαν, εἶτα πῶς ὁ Σωκράτης καὶ πόθεν ὁρμώμενος τὰς πρὸς αὐτὸν ἀπορίας κεκί‐
νηκε. Πάλιν δὴ οὖν ἀναληπτέον ὅτι τοῦ Παρ‐
in Prm
.

722

(25)

μενίδου πρὸς αὐτὸ τὸ ἓν ὂν τὸ ἐξῃρημένον ἀνέλ‐ κοντος τὰ ὄντα πάντα καὶ ἀνασπῶντος τὴν ἑαυτοῦ διάνοιαν ἀπὸ τοῦ πεπληθυσμένου καὶ μεμερισμένου πρὸς τὴν μονάδα τοῦ παντὸς τῶν ὄντων πλήθους, οἱ πλεῖστοι τὴν ἐναντίαν ἐκείνῳ
30τρεπόμενοι καὶ τὸ ἑαυτῶν πλῆθος προστησά‐ μενοι τοῦ νοῦ καὶ τῆς ἑνώσεως καὶ ἐπισπώμενοι τῷ τῆς κάκης ἵππῳ τὸ μὲν ἓν ὂν οὐδ’ εἶναι
τὴν ἀρχὴν ἐνόμιζον, ἁπλῶς δὲ ὑφεστάναι τὰ
in Prm
.

723

πολλὰ καὶ διεσπαρμένα, χωρὶς ἐκείνου τὴν εἰς τὸ εἶναι λαχόντα πάροδον· καὶ ὅτι τοῦθ’ οὕτω νομίζοντες διέσυρον τὸν Παρμενίδου λόγον, πρόδηλον· οἰόμενοι γὰρ ἐκεῖνον ἓν μόνον ὑπο‐
5τίθεσθαι τὸ ὂν, πλήθους ἀνῃρημένου, τοὐναν‐ τίον αὐτοὶ τὸ πλῆθος ὑπετίθεντο τοῦ ἑνὸς ἐστε‐ ρημένον, καίτοι τὸ μὲν πλῆθος μὴ μετέχειν τοῦ ἑνὸς ἀδύνατον· πᾶν γὰρ πλῆθος ἐξ ἑνός ἐστιν, ἄλλο δὲ ἄλλου πλήθους ἐστὶν ἕν· πάντα δ’ οὖν
10πλήθη καὶ πάντες οἱ τῶν σωμάτων ὄγκοι τῇ μετουσίᾳ τοῦ ἑνὸς κεκράτηνται. Εἰ τοίνυν τὸ μὲν πλῆθος δεῖται τοῦ ἑνὸς, τὸ δὲ ἓν ἀπροσδεὲς τοῦ πλήθους, ἄμεινον ἓν λέγειν τὸ ὂν ἢ πολλὰ μόνον αὐτὰ καθ’ αὑτὰ χωρὶς τῆς τοῦ ἑνὸς μετ‐
15ουσίας. Καὶ ὁ μὲν οὖν Παρμενίδης ἓν ἀποφαι‐ νόμενος τὸ ὂν καὶ τὸ πλῆθος αὐτῶν ὑφίστατο, καὶ οὐ τῶν αἰσθητῶν μόνον· ταῦτα μὲν γὰρ ἐν τοῖς κατὰ δόξαν παραδέδωκε, τὰ αἰσθητὰ οὕτω προσαγορεύων, ὡς ἄλλος τις Πυθαγόρειος
20ὁ Τίμαιος· ἀλλὰ καὶ τὸ τῶν νοητῶν· ἐκεῖ γὰρ ὁ θεῖος ἀριθμὸς πάντων ἡνωμένων ἀλλή‐ λοις. Ὃ καὶ Ἐμπεδοκλῆς ὕστερον ἑωρακὼς, ἅτε Πυθαγόρειος καὶ αὐτὸς ὢν, Σφαῖρον ἀπε‐ κάλει πᾶν τὸ νοητὸν ὡς ἡνωμένον ἑαυτῷ, καὶ
25εἰς ἑαυτὸν συννεύειν τὸν καλλοποιὸν καὶ ἑνο‐ ποιὸν διὰ τοῦ κάλλους θεόν· πάντα γὰρ ἐρῶντα ἀλλήλων καὶ ἐφιέμενα ἀλλήλων ἥνωται πρὸς ἄλληλα αἰωνίως, καὶ ἔστιν αὐτῶν ὁ ἔρως νοη‐ τὸς, καὶ ἡ συνουσία καὶ ἡ σύγκρασις ἄφρα‐
30στος. Οἱ δέ γε πολλοὶ, φυγάδες ἀπὸ τῆς ἑνώ‐ σεως ὄντες καὶ τῆς τῶν ὄντων μονάδος, ἐπὶ δὲ
τὸ πλῆθος κατασυρόμενοι διὰ τὴν ἐν αὑτοῖς
in Prm
.

724

ζωὴν μεριστὴν οὖσαν καὶ διῃρημένην, εἰς δόξας πολυειδεῖς, εἰς φαντασίας ἀορίστους, εἰς αἰ‐ σθήσεις ἐμπαθεῖς, εἰς ὀρέξεις ἐνύλους, αὐτὰ τὰ πολλὰ κεχωρισμένα τῆς ἑαυτῶν ἑνότητος ἐλάμ‐
5βανον, καὶ οὐχ ἑώρων ὅπη τὰ πολλὰ ταῦτα κρατεῖται διὰ τῶν ἐν αὐτοῖς κατατεταγμένων μονάδων, καὶ ὅπως τὰ ἀόριστα δουλεύει τοῖς ὡρισμένοις μέτροις, καὶ ὅπη τὰ διεσπαρμένα καὶ συμπαθῆ καὶ συνημμένα διὰ τὴν τῶν κοι‐
10νῶν μετουσίαν ὑφέστηκε· ταῦτα δὲ οὐχ ὁρῶντες ἅμα τῆς τε ἀληθείας ἡμάρτανον, καὶ τὸν Παρ‐ μενίδειον λόγον ἐκωμῴδουν καὶ διέσυρον φορ‐ τικῶς. Ταῦτ’ οὖν πάσχουσιν αὐτοῖς ὁ Ζήνων ἐπιστὰς σωφρονιστὴς μὲν γίγνεται τοῦ πλή‐
15θους, ἡγεμὼν δὲ ἐπὶ τὸν νοῦν ἀπὸ τῆς ἀνοίας, ἐπίκουρος δὲ τῆς τοῦ διδασκάλου παραδόσεως, καὶ πείθει τὴν πρώτην ἀπὸ τῶν πολλῶν τού‐ των ἐπὶ τὰς ἐν τοῖς πολλοῖς ἑνάδας ἀναδραμεῖν καὶ θεωρῆσαι πῶς καὶ τοῦτο τὸ πλῆθος, καίτοι
20γε εἰς τὴν ἀπειρίαν ἀπενεχθὲν, ὅμως ὑπὸ τῆς μονάδος κρατεῖται τῶν ὄντων καὶ συνέχεται ὑπό τινος ἑνάδος ἐν αὐτῷ γενομένης· πείθει δὲ ὑπόθεσιν λαβὼν ἐκείνοις ἀρέσκουσαν, τὴν τὰ πολλὰ τοῦ ἑνὸς ἄμοιρα τιθεμένην· οὕτω γὰρ
25ὁ ἐκείνων λόγος εὐεξέλεγκτος, ἐπεὶ, εἴγε τὰ πολλὰ τίθοιντο μετὰ τοῦ ἑνὸς, οὔπω διὰ ταῦτα ἐλέγχοιντο ἄν. Ταῦτ’ οὖν πολλὰ παρα‐ λαβὼν τὰ ἐστερημένα τοῦ ἑνὸς, ποιεῖται τοὺς ἐλέγχους κατὰ δόξαν τὴν ἐκείνων ἀπαντῶν.
30Δηλοῖ δὲ καὶ αὐτὸς ὁ Παρμενίδης ἐν ταῖς ὑπο‐ θέσεσι, μὴ ἄλλως τὸ αὐτὸ δεῖξαι δυνηθεὶς
ὅμοιον καὶ ἀνόμοιον ἢ τὰ πολλὰ κεχωρισμένα
in Prm
.

725

τοῦ ἑνὸς λαβών· ἀλλὰ τοῦτο μὲν ἐν ἐκείνοις ἔσται φανερόν. Κείσθω δ’ οὖν, ὅπερ εἴρηται, ταῦτα πολλὰ τοῦ ἑνὸς τοῦ ἐπ’ αὐτοῖς καὶ ἐν αὐτοῖς ἀπηρημωμένα· καὶ πάλιν μὴ τὰ αἰ‐
5σθητὰ μόνον, μηδὲ τὰ νοητὰ μόνον, ἀλλὰ πάντα ἁπλῶς ὅσα πολλὰ λέγεται, τὰ ἐν πᾶσιν ὄντα τοιαῦτα νοητοῖς καὶ αἰσθητοῖς διακόσμοις. Οὐ γὰρ δεῖ μερικῶς ἀκούειν, ὃ πεπόνθασί τι‐ νες, οἱ μὲν ἐπὶ τῶν νοητῶν, οἱ δὲ ἐπὶ τῶν αἰ‐
10σθητῶν ἠρωτῆσθαι τοὺς λόγους τῷ Ζήνωνι λέ‐ γοντες· οὐδ’ ἐπ’ ὀλίγον συστέλλειν τὰ κοινῇ πᾶσι τοῖς ὁπωσοῦν πεπληθυσμένοις ἐφαρμόζειν δυνάμενα. Τελειοτέρας γοῦν ἐστι καὶ κυριωτέ‐ ρας ἐπιστήμης τὸ τοιοῦτον, τὸ εἰς πάντα τὰ
15ὁμοειδῆ τὴν αὐτὴν ἐκτείνειν μέθοδον καὶ παν‐ ταχοῦ θεωρεῖν τὸ ἀνάλογον. Εἴτε οὖν νοητόν ἐστι πλῆθος, εἴτε αἰσθητὸν, εἴτε νοερὸν, εἴτε διανοητὸν, τοῦτο πᾶν εἰλήφθω πρὸς τὸ παρόν. Δεῖ δὴ οὖν εὑρεῖν ὅπως πανταχοῦ τὰ πολλὰ
20καὶ ἕν ἐστι, καὶ ἔρημα τοῦ ἐπ’ αὐτοῖς ἑνὸς οὐκ ἔστιν· εἰ γὰρ εἴη, ταὐτὸν ἔσται ὅμοιον καὶ ἀν‐ όμοιον. Πῶς δὴ καὶ τίνα τρόπον τὰ πολλὰ ταῦτα, εἰ ἔρημά ἐστι τοῦ ἑνὸς, καθὸ οὐ μετέχει τοῦ ἑνὸς, [ὅμοια καὶ] ἀνόμοιά ἐστι; τὰ γὰρ ἑνὸς
25καὶ ταὐτοῦ μὴ μετέχοντα ἀνόμοιά ἐστιν ἀλλή‐ λοις, καὶ πάλιν κατ’ αὐτὸ τοῦτο κοινωνεῖ ἀλ‐ λήλοις, καθὸ οὐ μετέχει τοῦ ἑνός· τὰ δὲ κοινόν τι ἔχοντα καὶ ταὐτὸν ὅμοιά ἐστιν, ὥστε τὰ αὐτὰ καὶ ὅμοια καὶ ἀνόμοιά ἐστιν. Εἰ ἄρα πολ‐
30λά ἐστιν ἑνὸς ἀμέτοχα, καθ’ ἓν δὴ τοῦτο, τὴν ἀμεθεξίαν λέγω τοῦ ἑνὸς, καὶ ὅμοια ἔσται καὶ ἀνόμοια, ὡς μὲν κοινὸν αὐτὸ ἔχοντα ὅμοια, ὡς δὲ μὴ ἔχοντα ἀνόμοια· διότι μὲν γὰρ αὐτὸ τοῦτο πέπονθε τὸ ἑνὸς μὴ μετέχειν, ἀνόμοιά ἐστι·
35διότι δὲ κοινὸν αὐτοῖς τὸ μηδὲν ἔχειν κοινὸν, ὅμοιά ἐστιν, ὥστε τὰ αὐτὰ καὶ ὅμοια καὶ ἀν‐ όμοιά ἐστιν· ὅλως γὰρ αὐτὸ τὸ μηδὲν ἔχειν κοινὸν, αὐτὸ κοινόν ἐστιν αὐτοῖς, ὥστε αὐτὸς ἑαυτὸν ὁ λόγος ἀνῄρηκε. Καὶ τί δεῖ λέγειν; ἃ
40γὰρ δέδεικται ὅμοια καὶ ἀνόμοια, δείκνυται
κατὰ τὸ αὐτὸ πάλιν οὔτε ὅμοια οὔτε ἀνόμοια·
in Prm
.

726

εἰ γὰρ μὴ μετέχει τοῦ ἑνὸς, ὅλως ὅμοια οὐκ ἔστιν· τὰ γὰρ ὅμοια ἑνός τινος μετέχοντα ὅμοιά ἐστι· καὶ γὰρ ἡ ὁμοιότης ἑνότης ἐστί· καὶ πάλιν, εἰ μὴ μετέχοι τοῦ ἑνὸς, κοινὸν αὐτοῖς
5τοῦτό ἐστιν· ὧν δέ ἐστί τι κοινὸν, ταῦτα κατ’ αὐτὸ τοῦτο ἀνόμοια οὐκ ἔστιν, ὥστε οὔτε ὅμοιά ἐστιν οὔτε ἀνόμοια τὰ πολλά· τὸ αὐτὸ ἄρα, κατὰ τὸ μὴ μετέχειν τοῦ ἑνὸς, καὶ ὅμοια καὶ ἀνόμοια, καὶ οὔτε ὅμοια οὔτε ἀνόμοια ἡμῖν
10παρέξεται τὰ πολλά· πλῆθος ἄρα τοῦ ἑνὸς ἔρη‐ μον ἀδύνατον εἶναι, διότι δὴ τοσαῦτα συμβέ‐ βηκεν ἄτοπα τοῖς οὕτω τιθεμένοις· δεινὸν μὲν γὰρ τὸ τὴν ἀντίφασιν συντρέχειν· δεινότερον δὲ καὶ τὸ τὰ ἐναντία· πάντων δὲ δεινότατον τὸ
15καὶ τὰ ἐναντία καὶ τὰς ἀντιφάσεις ἕπεσθαι τῷ λόγῳ. Ὅτε μὲν οὖν τὸ αὐτὸ ὅμοιον καὶ ἀν‐ όμοιον ἐδείκνυμεν, τὰ ἐναντία συνήγομεν· ὅτε δὲ τὸ αὐτὸ ὅμοιον καὶ ἀνόμοιον καὶ οὐδέτερον, τὰς ἀντιφάσεις· ἀντιφάσεις γὰρ τὸ ὅμοιον πρὸς
20τὸ οὐχ ὅμοιον, καὶ τὸ ἀνόμοιον πρὸς τὸ οὐκ ἀνόμοιον· καὶ εἰ βούλει καὶ κατὰ τὴν ὕστερον παραδοθησομένην μέθοδον διαλεκτικὴν, τῷ εἶναι πολλὰ τοῦ ἑνὸς ἀμέτοχα ἕπεται τὸ ὅμοιον, καὶ πάλιν οὐχ ἕπεται, ὅταν αὐτὸ οὐχ ὅμοιον λέγω‐
25μεν· ἕπεται δ’ αὖ πάλιν καὶ οὐχ ἕπεται, ὅταν αὐτὸ καὶ ὅμοιον ἅμα καὶ οὐχ ὅμοιον δεικνύω‐ μεν, καὶ πάλιν ἀνόμοιόν τε καὶ οὐκ ἀνόμοιον. Ἀλλὰ τὴν μὲν τοιαύτην μέθοδον ἐν τοῖς ὕστερον γυμνάσομεν· νῦν δὲ τὴν ἀγωγὴν τοῦ
30Ζήνωνος λόγου καταμαθόντες, τοσοῦτον ἀναμνή‐ σομεν ἡμᾶς αὐτοὺς ὃ καὶ πρότερον, ὅτι διὰ ταύ‐ της τῆς ἐπιβολῆς δυνησόμεθα δεικνύναι καὶ ὅτι πολλὰς εἶναι τὰς ἀρχὰς ἀμήχανον. Αὗται γὰρ αἱ πολλαὶ ἀρχαὶ, πότερον μετέχουσιν ἑνός
35τινος ἢ οὐδενός; εἰ μὲν γὰρ μετέχουσιν, ἔσται τὸ μετεχόμενον πρὸ αὐτῶν, καὶ οὐκέτι αἱ ἀρ‐ χαὶ πολλαὶ, ἀλλὰ μία· εἰ δὲ μὴ μετέχουσι, κατ’ αὐτὸ δὴ τοῦτο, καθὸ τοῦ ἑνὸς οὐ μετέ‐ χουσιν, ἔσονται καὶ ὅμοιαι ἀλλήλαις, ὡς κοι‐
40νόν τι πεπονθυῖαι πάθος, καὶ ἀνόμοιαι, καθ‐
όσον ἑνός τινος κοινοῦ οὐ μετειλήχασι· τοῦτο
in Prm
.

727

δὲ ἀδύνατον, τὸ τὰ αὐτὰ κατὰ τὸ αὐτὸ καὶ ὅμοια καὶ ἀνόμοια ὑπάρχειν· ὡσαύτως δὲ ἐπ‐ άξομεν καὶ ὡς οὔτε ὅμοια οὔτε ἀνόμοια τὰ αὐτά. Εἰ δ’ ἦσαν ἑνὸς μετέχουσαί τινος, οὐκ‐
5οῦν [ἀδύνατον] συνάγειν ὅτι καὶ ἀνόμοιαί εἰσι κατὰ τὸ τοῦ ἑνὸς μετέχειν, ἀλλ’ ὅτι ὅμοιαι μόνον· καὶ οὕτως ἀναιρήσομεν τὸ πλείους μιᾶς εἶναι τὰς πρώτας ἀρχάς. Τοῦτο μὲν οὖν κατὰ τοὺς γεωμέτρας οἷον πόρισμα ἐκ τοῦ λόγου λά‐
10βωμεν, ὡς καὶ πρότερόν που εἴπομεν. Οὕτω δὲ, ὡς εἴρηται, τοῦ Ζήνωνος καὶ διὰ τοιαύ‐ της ἀγωγῆς ἀποφαίνοντος ὅτι τὰ πολλὰ χω‐ ρίζειν τοῦ ἑνὸς ἀδύνατον, καὶ τὸ πλῆθος ἀπὸ τοῦ πλήθους ἐπὶ τὰς μονάδας τῶν πολλῶν
15ἀνατείνοντος, δι’ ὧν τὰς ἐξῃρημένας ἔμελλεν ἑνάδας τῶν ὅλων, ὡς καὶ τοῦτο διὰ τῶν ἔμπρο‐ σθεν ἀπεδείξαμεν, οἷαί εἰσι κατόψεσθαι· αἱ γὰρ κατατεταγμέναι μονάδες εἰκόνες εἰσὶ τῶν ἀκατατάκτων. Ὁ Σωκράτης τὸν περὶ τῶν ἰδεῶν
20ἀνακινήσας λόγον, καὶ αὐτὰς καθ’ αὑτὰς ὑπο‐ θέμενος τὰς κοινότητας, καὶ πλῆθος ἐν αὐταῖς ἄλλο θεωρήσας, ἀξιοῖ τὸν Ζήνωνα ταύτην τὴν ἀγωγὴν καὶ ἐπὶ τὰ εἴδη μετενεγκεῖν, καὶ ποι‐ ῆσαι καταφανὲς ὅπως ἐπὶ τῶν εἰδῶν τὸ ὅμοιον
25καὶ ἀνόμοιόν ἐστι καὶ τὸ ἀνόμοιον ὅμοιον· ταῦτα δὲ αὐτοῦ ζητοῦντος, τινὲς ὑπέλαβον ὡς ἄρα ὁ μὲν Ζήνων παραλογιστικῶς συνέθηκε τὸν λόγον, ὁ δέ γε Σωκράτης διελέγχει τὸν παρα‐ λογισμόν· τὸν γὰρ Ζήνωνα συλλογίζεσθαί φη‐
30σιν ὅτι, εἰ πολλὰ τὰ ὄντα, καθὸ μὲν πολλὰ λέγεται, διαφέρει δήπουθεν ἀλλήλων, καὶ κατὰ τοσοῦτον ἀνόμοιά ἐστι, καθὸ δὲ ὄντα, ὅμοια· τὸ γὰρ ὂν κοινόν ἐστιν αὐτοῖς, οἷς δέ ἐστί τι κοινὸν, ταῦτα ὅμοια προσήκει λέγειν·
35κατ’ ἄλλο γοῦν καὶ ἄλλο συνάγειν τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον· διὸ καὶ τὸν Σωκράτη καλῶς ἐνίστασθαι φάμενον, ὡς οὐδὲν ἂν εἴη θαυμαστὸν κατ’ ἄλλο καὶ ἄλλο δεικνύναι τὶ καὶ ὅμοιον
καὶ ἀνόμοιον, ἀλλ’ [εἰ] αὐτὰ τὰ εἴδη λαβὼν
in Prm
.

728

ἐπέδειξεν αὐτὸ τὸ ὅμοιον καὶ ἀνόμοιον ἢ τὸ ἀνόμοιον ὅμοιον. Οἱ δὲ τοῦτο μὲν ἐφύλαξαν ὡς ἀπαραλόγιστός ἐστιν ὁ τοῦ Ζήνωνος λόγος καὶ ἐπιστημονικὸς, τὸν δὲ Σωκράτη μερικώτερον
5ἀντιλαμβάνεσθαι τοῦ λόγου φασίν· ἐκείνου γὰρ ἁπλῶς καὶ ἐπὶ τῶν νοητῶν καὶ ἐπὶ τῶν αἰσθη‐ τῶν ποιουμένου τὸν ἔλεγχον, ὡς ἄρα ἐν ἀμφο‐ τέροις πλῆθος ἔρημον ἑνὸς οὐκ ἔστιν, οὔτε νοητὸν οὔτε αἰσθητὸν, αὐτὸν ἀσπάζεσθαι μὲν
10τὸν λόγον ἐπὶ τῶν αἰσθητῶν, ἀξιοῦν δὲ καὶ ἐπὶ τῶν νοητῶν αὐτῶν δειχθῆναι τὸ αὐτὸ καὶ ὅμοιον καὶ ἀνόμοιον· εἴρηται γὰρ ὅτι πᾶν πλῆ‐ θος μὴ μετέχον τοῦ ἑνὸς ἀνάγκη πεπονθέναι τὸ εἰρημένον τοῦτο τὸ πάθος. Ἤδη δέ τις καὶ
15ἀμφοτέρους ἔφατο κατορθοῦν, τόν τε γὰρ Ζή‐ νωνα συλλελογίσθαι καλῶς, καὶ τὸν Σωκράτη, συναισθόμενον τῆς προαιρέσεως καὶ ὅπως ὁ Ζήνων ἀπὸ τῶν πολλῶν καὶ ἀορίστων ἐπὶ τὰς μονάδας τὰς κατατεταγμένας περιῆγεν αὐτοὺς
20τοὺς πολλοὺς, ἐκεῖνο μὲν ἀποδέξασθαι καὶ εἰ‐ πεῖν, ἀποδέχομαί τε καὶ ἡγοῦμαι οὕτως ἔχειν ὡς λέγεις, αὐτὸν δὲ εὐφυῶς καὶ ὀξέως λοιπὸν ἄλλο τι ζητεῖν· ἀπὸ γὰρ τῶν πολλῶν καὶ κατατεταγμένων εἰδῶν ἐπ’ ἄλλας μονάδας
25ἀναδραμόντα τὰς καθ’ αὑτὰς οὔσας καὶ ἐξῃ‐ ρημένας, ἀπορεῖν πῶς καὶ ἐν ταύταις ἡ ἕνω‐ σις τῶν εἰδῶν ὀφθήσεται καὶ πόθεν καὶ ἐκ ποίας αἰτίας· ἐφ’ ᾧ λοιπὸν κινηθῆναι τὸν Παρμενίδην αὐτὸ τὸ ἓν ἀναφαίνοντα τὸ καὶ ἐν τοῖς εἴδεσι
30τῆς ἑνώσεως αἴτιον καὶ πᾶσιν ἁπλῶς τοῖς ὁπωσοῦν τὴν εἰς τὸ εἶναι πάροδον λαχοῦσι· καὶ τίνος γὰρ ἐπιλαμβάνεσθαι τὸν Σωκράτη τῶν τοῦ Ζήνωνος; οὔτε γὰρ τοῦ συνημμένου· οὐ γὰρ λέγει ὡς οὐκ ἀνάγκη, εἰ πολλὰ τὰ νοητὰ, ταὐ‐
35τὸν ὅμοιον καὶ ἀνόμοιον, οὔτε ὅτι ψεῦδος τὸ μὴ εἶναι ταὐτὸν ὅμοιον καὶ ἀνόμοιον· ἔδει γὰρ θα‐ τέρῳ τούτων μάχεσθαι τὸν Ζήνωνι μαχόμενον, ἢ τῷ συνημμένῳ μαχόμενον ἢ τῇ προσλήψει·
τὸν δὲ Σωκράτη λέγειν ὅτι τὰ μὲν τῇδε πάντα
in Prm
.

729

τῶν ἐναντίων εἰδῶν, αὐτὰ δὲ τὰ εἴδη ζητεῖ πῶς ἀλλήλοις συγκρίνεται, πῆ καὶ διακρίνεται· ταῦτα δὲ οὐ Ζήνωνι μάχεται καὶ τοῖς Ζήνωνος ἐλέγχοις τοῦ μὴ εἶναι πολλὰ καθ’ αὑτὰ χωρὶς
5ἑνὸς, ἀλλὰ τοῦ Ζήνωνος μὲν ἀποδεχομένου τοὺς λόγους [ἐστὶν], ἐπ’ ἄλλην δὲ ζήτησιν ὁρμῶντος τῶν Ζήνωνι δεδειγμένων. Ἔστωσαν γὰρ ἄν‐ θρωποι πάντες ἑνός τινος εἴδους μετέχοντες τοῦ ἐν αὑτοῖς ἀνθρώπου, καὶ ἵπποι τοῦ ἐν αὑτοῖς,
10καὶ τὰ ὅμοια πάντα κοινὸν ἐχέτω τὸ τῆς ὁμοιό‐ τητος εἶδος, καὶ τὰ ἀνόμοια τὸ τῆς ἀνομοιό‐ τητος, καὶ τοῦτο ἔστω καλῶς εὑρημένον ὅτι δεῖ τὰ πολλὰ κοινωνεῖν ἀλλήλοις διὰ τῶν κατατεταγμένων ἐν αὑτοῖς μονάδων· ἀλλ’
15ἀναδράμωμεν ἀπὸ τούτων ἐπὶ τὰς ἐξῃρημένας καὶ τῶν κοινῶν τούτων αἰτίας ὑποστάσεις, καὶ πάλιν ταύτας θεωρήσωμεν εἰ μετέχουσιν ἀλλήλων ἢ οὒ, καὶ πότερον μὲν ἥνωνται τῷ μετέχειν ἀλλήλων ἢ τῷ εἶναι πρὸ τούτων ἄλ‐
20λην ἑνοποιὸν αἰτίαν. Ταύτῃ τοίνυν καὶ ἡμεῖς ἑπόμενοι τῇ ὑποθέσει καὶ τοῖς Σωκράτους ῥή‐ μασιν ἐπέλθωμεν, μηδετέρους ἁμαρτάνειν λέ‐ γοντες, ἀμφοτέρους δὲ κατορθοῦν, τὸν μὲν ἀπο‐ δεικτικῶς, τὸν δὲ ἀπορητικῶς, καὶ μετάγεσθαι
25τὸν λόγον ἀπὸ τῶν κατατεταγμένων μονάδων ἐπὶ τὰς ἐξῃρημένας, βουλομένου τοῦ Σωκράτους ἐπὶ τούτων θεάσασθαι τὴν ἀποδεικτικὴν τοῦ Ζήνωνος δύναμιν. Ὁ μὲν οὖν σκοπὸς τῶν λόγων ἐστὶ τοιοῦτος·
30πρὶν δὲ τῶν ἀποριῶν ἅψασθαι τῶν περὶ τῆς εἰδητικῆς οὐσίας, ἐπανερωτᾷ τὸν Ζήνωνα πό‐ τερον εἶναι τίθεται τὰ εἴδη, καὶ ἔστι καὶ αὐ‐ τὸς τῶν ταύτην ἀσπαζομένων τὴν αἰτίαν ὥσ‐ περ αὐτὸς ἢ οὒ, καὶ ὅλως τίνα ἔχει δόξαν περὶ
35αὐτῶν. Ἦν μὲν γὰρ καὶ παρὰ τοῖς Πυθαγο‐ ρείοις ἡ περὶ τῶν εἰδῶν θεωρία, καὶ δηλοῖ καὶ αὐτὸς ἐν Σοφιστῇ τῶν εἰδῶν φίλους προσαγο‐ ρεύων τοὺς ἐν Ἰταλίᾳ σοφούς· ἀλλ’ ὅ γε μά‐
λιστα πρεσβεύσας καὶ διαῤῥήδην ὑποθέμενος τὰ
in Prm
.

730

εἴδη Σωκράτης ἐστὶν, ἀπὸ τῆς περὶ ὁρισμοὺς ζητήσεως τὰ ὁριστὰ τίνα ποτέ ἐστιν ἀνευρὼν καὶ ἐπὶ τὰς εἰδητικὰς αἰτίας ἀπὸ τούτων ὡς εἰκόνων μεταβάς· ἐρωτᾷ δὴ οὖν πρῶτον εἰ καὶ
5ὁ Ζήνων τίθεται καὶ αὐτὸς εἶναι τὰ εἴδη καὶ πρεσβεύει ταύτην τὴν οὐσίαν τὴν ἑαυτῆς οὖσαν καὶ ἐν αὑτῇ ἱδρυμένην καὶ οὐδεμιᾶς ἄλλης ἕδρας δεομένην, ἣν καὶ ἐχαρακτήρισε τῷ αὐτὸ καθ’ αὑτὸ, κυρίως αὐτῇ τοῦτο προσήκειν ὑπο‐
10λαβών. Δεικνύει γὰρ τὸ ἀμιγὲς καὶ τὸ ἁπλοῦν καὶ τὸ καθαρὸν τῶν εἰδῶν· διὰ μὲν γὰρ τοῦ αὐτὸ τὴν ἁπλότητα σημαίνει τῶν πραγμά‐ των ἐκείνων, διὰ δὲ τοῦ καθ’ αὑτὸ τὴν ἄμικτον αὐτῶν πρὸς τὰ δεύτερα καθαρότητα.
15Καὶ διὰ μὲν τοῦ καθ’ αὑτὸ χωρίζει τῶν ἐπὶ τοῖς πολλοῖς κατηγορουμένων τὰ εἴδη· τί γὰρ τούτων καθ’ αὑτό ἐστιν, ἐν σχέσει πρὸς τὰ ὑποκείμενα τὴν ὑπόστασιν ἔχον, καὶ ἐκ πολλῶν ἴσων αἰσθήσεων καὶ δοξαστὸν ὑπάρχον, καὶ
20συμφυρόμενον ταῖς φανταστικαῖς ἐπινοίαις; Διὰ δὲ τοῦ αὐτὸ χωρίζει τὸ ἐν τοῖς καθ’ ἕκα‐ στα κοινὸν, ὃ καὶ ὁριστόν ἐστι· τοῦτο γὰρ ἐν ἄλλῳ ἐστὶ καὶ μεθ’ ὕλης ὑφέστηκεν, ὅθεν καὶ ἀλλοιώσεως ἀναπίμπλαται καὶ ἔστι πως θνη‐
25τὸν διὰ τὴν πρὸς τὸ ἔνυλον κοινωνίαν· καίτοι καὶ τούτοις πολλάκις ἐπάγει τὴν τοῦ αὐτοῦ πρόσρησιν, ἀντιδιαιρῶν ἑκάστην τούτων πρὸς τὸ πλῆθος τῶν ὑπ’ αὐτὸ ἀτόμων. Ἀλλ’ ὅταν διορίζειν αὐτὸ βούληται μὴ τῶν ἀτόμων,
30ἀλλὰ τῶν πρώτων εἰδῶν, ἐκείνοις τὸ αὐτὸ ἀποδίδωσι, καὶ μήποτε κἀνταῦθα τὸ μὲν αὐτὸ τοῖς χωριστοῖς εἴδεσιν ἀνῆκεν, οὐχ ὡς ἴδιον, ἀλλ’ ὡς καὶ τῶν μετεχομένων εἰδῶν σημαντι‐ κόν. Τὸ δὲ καθ’ αὑτὸ προστεθὲν ἐδήλωσε τὴν
35ἐκείνων πρὸς τὰ μετεχόμενα διαφοράν. Πολλοῦ ἄρα δεῖ τοῖς ὁριστικοῖς καὶ τοῖς κατηγορου‐ μένοις εἰς ταὐτὸν λέγεσθαι τὰ εἴδη τὰ καθ’ αὑτὰ ὄντα καὶ ἐν ἁγνῷ βάθρῳ βεβηκότα καὶ
ἄϋλα καὶ διαιώνια τοῖς ὑστερογενέσι καὶ ἐνύ‐
in Prm
.

731

λοις καὶ ποικιλίας καὶ σχέσεως ἀναπεπλησμέ‐ νοις· ἐκεῖνα γὰρ ἀμιγῆ καὶ ἄχραντα καὶ ἁπλᾶ ἐστιν ἐν τῷ δημιουργῷ διαιωνίως ἱδρυμένα, τὸ μὲν ἄχραντον ἔχοντα καὶ καθαρὸν ἀπὸ τῆς
5ἀμειλίκτου θεότητος σὺν τῷ δημιουργῷ προελ‐ θούσης· τὸ δὲ ἁπλοῦν ἀπὸ τῆς δημιουργοῦ νοερᾶς οὐσίας ἑνιαίας οὔσης καὶ ἀμερίστου, καὶ, ὡς ἂν εἴποιεν οἱ βάρβαροι, πηγαίας. Λέγοις δ’ ἂν ὅτι καὶ τὸ μὲν αὐτὸ χωρίζει τὸ εἶδος
10ἀπὸ τῶν ἐννοημάτων (οὐδὲν γὰρ τούτων αὐτό· συναναφέρει γὰρ κἀκεῖνα ὧν ἐστιν, ἄλλων ὄντα καὶ ἀπ’ ἄλλων)· τὸ δὲ καθ’ αὑτὸ, τοῦ ἐν τοῖς καθ’ ἕκαστα ἐν ἄλλῳ ὄντος, ὥστε ἄμφω ἀμφο‐ τέρων τὸ ὡς ἀληθῶς εἶδος διΐστησι· περὶ ὃ καὶ
15ὁ Ἀριστοτέλης διατρίβων ποτὲ μέν φησι, τὸ ζῶον ἢ οὐδέν ἐστιν ἢ ὑστερογενὲς, ποτὲ δὲ, ἢ οὐδέν ἐστιν ἢ ἐν τοῖς καθ’ ἕκαστα, ὧν ἐξῃρῆ‐ σθαι δεῖ τὸ εἶδος δι’ ἄμφω τὰ εἰρημένα. Οὔτε ἄρα τοὺς τὰς ἰδέας κεφαλαιώματα λέγοντας
20τοῦ ἐντρέχοντος κοινοῦ τοῖς πολλοῖς ἡμεῖς ἀπο‐ δεξόμεθα· προϋπάρχουσι γὰρ τῶν ἐν τοῖς αἰ‐ σθητοῖς κοινῶν, καὶ ταῦτα ἀπ’ ἐκείνων ἔχει τοῦτο δὴ τὸ κοινόν· οὔτε τοὺς ἐπινοίας ἡμε‐ τέρας αὐτὰς τιθεμένους, καὶ διὰ τοῦτο ζητοῦν‐
25τας πῶς οὐχὶ καὶ τῶν ἀτόμων καὶ τῶν παρὰ φύσιν εἰσὶν ἰδέαι· καὶ γὰρ τούτων ἐπίνοιαι τῶν πραγμάτων εἰσὶ δεύτεραι πάντως ἀφ’ ὧν ἀνα‐ κινοῦνται, καὶ ἐν ἡμῖν εἰσιν, ἀλλ’ οὐκ ἐν τῷ κοσμήσαντι τὸ πᾶν, ἐν ᾧ φαμεν εἶναι τὰς ἰδέας·
30οὔτε τοὺς τοῖς σπερματικοῖς αὐτὰς λόγοις συνάπτοντας· οἱ μὲν γὰρ ἐν τοῖς σπέρμασιν ἀτελεῖς εἰσιν, οἱ δὲ ἐν τῇ γεννώσῃ φύσει τὰ σπέρματα γνώσεως ἄμοιροι καὶ κατωτέρω φαντασίας· αἱ δὲ ἰδέαι κατ’ ἐνέργειαν ἵστανται
35τὴν αὐτὴν ἀεὶ καὶ εἰσὶ νοεραὶ κατ’ οὐσίαν. Ἀλλ’ εἴπερ ἐθέλοιμεν τὴν ἰδιότητα αὐτῶν ἀφορίσασθαι διὰ τῶν γνωριμωτάτων, ἀπὸ μὲν τῶν φυσικῶν λόγων λάβωμεν τὸ αὐτῷ τῷ εἶναι ποιητικὸν ὧν δὴ καὶ ποιοῦσιν· ἀπὸ δὲ
40τῶν τεχνικῶν, γνωστικὸν ὧν ποιοῦσιν, εἰ καὶ
in Prm
.

732

μὴ αὐτῷ τῷ εἶναι ποιοῦσι· καὶ ταῦτα ἑνώσαν‐ τες φῶμεν αἰτίας εἶναι τὰς ἰδέας δημιουργικὰς ἅμα καὶ νοερὰς πάντων τῶν κατὰ φύσιν ἀπο‐ τελουμένων, ἀκινήτους πρὸ τῶν κινουμένων,
5ἁπλᾶς πρὸ τῶν συνθέτων, χωριστὰς πρὸ τῶν ἀχωρίστων τῆς ὕλης ὑφεστηκυίας. Διὸ καὶ ὁ μὲν Παρμενίδης οὐ παύσεται περὶ αὐτῶν δια‐ λεγόμενος, πρὶν ἐπὶ τέλει τῶν λόγων καὶ θεοὺς αὐτὰς εἶναι φῇ, διὰ τούτου σημαίνων πάντα
10ὅσα προειρήκαμεν ἡμεῖς· νῦν δὲ ὁ Σωκράτης διά τε τοῦ αὐτὸ καὶ τοῦ καθ’ αὑτὸ τὴν κοινὴν αὐτῶν ἰδιότητα συντόμως παρέστησεν, ὁσαχῶς ἐξηγησάμεθα τούτων ἑκάτερον, τοσαυ‐ ταχῶς ἡμῖν αὐτὴν παριστάς. Τοσαῦτα μὲν
15κοινῇ περὶ πάντων εἰδῶν ἀπὸ τῆς τοῦ Σωκρά‐ τους ἐρωτήσεως ἡμῖν εἰρήσθω. Προσκείσθω δὲ καὶ ὡς τὸ νομίζεις οἰκείως εἴληπται τοῖς εἴ‐ δεσι· τοὺς γὰρ περὶ τῶν εἰδῶν λόγους καὶ τὰ δόγματα τὰ περὶ τῶν ἀκινήτων οἷον νόμους
20εἶναι προσήκει τινὰς, ἀλλ’ οὐ δόξας καὶ οἰή‐ σεις ψιλάς· οὐδὲ γὰρ ἐκεῖνα δοξαστά ἐστιν, ἀλλ’ ὑπὲρ πᾶσαν τὴν τοιαύτην ἵδρυται γνῶ‐ σιν· δεῖ δὴ νοήσει μὲν τὰ νοητὰ, δόξῃ δὲ τὰ δοξαστὰ διαγιγνώσκειν.
25 Ἑξῆς δὲ τούτοις περί τε ὁμοιότητος καὶ ἀνομοιότητος προσήκει διελθεῖν, πρῶτον μὲν εἰ ἔστιν εἴδη καὶ τούτων, ἔπειτα τὴν δύναμιν. Ἀπ’ αὐτῶν δὴ τῶν τοῦ Πλάτωνος ῥημάτων, ὧν ὁ Τίμαιος λέγει, ποιησόμεθα τὴν ἐπιβολὴν περὶ
30τῆς ὑποστάσεως αὐτῶν· ὁ γάρ τοι Τίμαιος, αἰ‐ τίαν τῆς γενέσεως τοῦ κόσμου προελόμενος εἰ‐ πεῖν καὶ ταύτην εἰς τὴν ἀγαθότητα τὴν δη‐ μιουργικὴν ἀναπέμπων· Ἀγαθὸς ἦν, φησὶν, ἀγαθῷ δὲ οὐδεὶς οὐδέποτε περὶ οὐδενὸς γίγνε‐
35ται φθόνος· τούτου δὲ ἐκτὸς ὢν πάντα ὅτι μά‐ λιστα ἠβουλήθη γενέσθαι παραπλήσια αὑτῷ. Εἰ τοίνυν, ὥς φησιν ὁ Τίμαιος, ἑαυτῷ πάντα καὶ βούλεται καὶ δύναται παραπλήσια ποιεῖν, ἔχει δήπου τὴν τούτου ποιητικὴν δύναμιν ἐν ἑαυτῷ·
40ὃ γὰρ βούλεται, τοῦτο καὶ δύναται πάντως· ὃ
in Prm
.

733

δέ γε δύναται, τὴν τούτου προείληφε δύναμιν· δυνάμει γάρ τοι δύναται πᾶν τὸ δυνάμενον· ἔστιν ἄρα ἐν τῷ δημιουργῷ τις δύναμις καὶ αἰτία τῶν δεδημιουργημένων ἀφομοιωτικὴ πρὸς
5αὐτόν. Εἰ τοῦτό ἐστιν, ἡ τῆς ὁμοιότητος ἐν αὐτῷ ἰδέα, καθ’ ἣν ἀφομοιοῖ πρός τε ἄλληλα καὶ πρὸς αὑτὸν τὰ δημιουργούμενα· ἀλλ’ εἰ ταῦτα, δεῖ δήπου καὶ τὴν τῆς ἀνομοιότητος αὐτῶν τῶν δημιουργουμένων πρὸς αὐτὸν ὁμοῦ
10παρέχειν αἰτίαν· οὐδὲ γὰρ ἐνδέχεταί ποτε γέ‐ νεσιν εἰκόνος ὑποστῆναι μὴ καὶ τῆς ἀνομοιότη‐ τος συνεπινοουμένης, ἧς χωρὶς, δύο, φησὶν, ἂν εἶεν Κρατύλοι, καὶ ὁ Κρατύλος καὶ ἡ εἰκὼν Κρατύλου Δεῖ δὴ οὖν ἀνομοιοῦσθαι τὰ παραγό‐
15μενα καὶ πρὸς αὐτὸν, αἰσθητὰ γιγνόμενα ἀντὶ νοητῶν, καὶ πρὸς ἄλληλα μέντοι πάντως ἔχειν ἀνομοιότητα μετὰ τῆς ὁμοιότητος. Καὶ τοῦτο πάλιν κατὰ τὴν τοῦ πατρὸς βούλησιν· ἐκ γὰρ ἡρμοσμένων εἶναι δεῖ τὸν κόσμον· πᾶσα γὰρ ἁρ‐
20μονία τῶν ἀνομοίων ἐστὶ καὶ διαφερομένων συνάρτησις καὶ λόγος εἷς καὶ κοινὸς καὶ οἷον ὁμοιότης ἐν ἀνομοίοις· ἀνάγκη δὴ οὖν καὶ ἀνο‐ μοιότητος ἔχειν τὸν δημιουργὸν εἶδος· αὐτὸς γὰρ ὁ καὶ τὰ ὑπ’ ἄλληλα γεννήσας, ἃ δὴ πρὸς ἄλ‐
25ληλά ἐστιν ἀνόμοια, καὶ τὸν ὅλον κόσμον ἁρ‐ μόσας διὰ τῆς ὁμοιότητος. Ἔστι δὴ οὖν ἐν τῷ δημιουργῷ καὶ ὅμοιον καὶ ἀνόμοιον πρώτως, καὶ ἵνα σαφέστερον εἴπω, πηγαίως· ἐπεὶ δια‐ φανέστερά ἐστι ταῦτα ἐν τοῖς ἀφομοιωτικοῖς
30θεοῖς καὶ μάλιστα τοῖς ἐκεῖ πατράσιν, ὡς ἔσται δῆλον, ὅταν περὶ τῆς δευτέρας ὑποθέσεως λέγω‐ μεν· ἀλλ’ ἐπεὶ καὶ τούτων ὁ δημιουργὸς ἔχει τὴν μίαν πηγὴν, ἔστιν ἐν αὐτῷ δήπου καὶ τὸ τῆς ὁμοιότητος εἶδος ἐν τῇ μιᾷ τῶν ἰδεῶν μο‐
35νάδι προϋπάρχον· μονὰς γοῦν ἐστιν ὁ δημιουρ‐ γὸς μονάδων πολλῶν περιληπτικὴ θείων, καὶ αἱ πολλαὶ μονάδες μεταδιδοῦσιν ἀλλήλαις τῶν
οἰκείων ἰδιοτήτων· ἡ μὲν τῆς καθαρότητος, ἡ
in Prm
.

734

δὲ τῆς ἀφομοιωτικῆς οὐσίας, ἡ δὲ ἄλλου τινὸς, καθὸ τὴν οἰκείαν ὕπαρξιν ἔλαχεν· οὐ γὰρ δεῖ νομίζεσθαι ὅτι τὰ μὲν εἴδη προϋφέστηκεν ὡς αἴτια τῶν κατὰ ταῦτα γιγνομένων, οὐκ ἔστι
5δὲ καὶ τοῦ ὅμοια γίγνεσθαι πρὸς αὐτὰ καὶ ἀνό‐ μοια διαφέρουσά τις ἰδέα· συμβαίνει δὲ τοῖς γιγνομένοις ταῦτα, τῶν εἰδῶν τὰς οὐσίας συν‐ ιστάντων· οὔτε γὰρ τὸ κατὰ συμβεβηκὸς ἐπὶ τῶν αὐτῷ τῷ εἶναι ποιούντων καὶ γιγνομένων ἔχει
10χώραν, οὔτε τὸ πολλοῖς ὑπάρχον χωρὶς ὑπάρχει μιᾶς τῆς διὰ πάντων διηκούσης αἰτίας, παρ’ ἣν ἕκαστον τῶν εἰδῶν ποιεῖ καθ’ αὑτὸ τὸ γιγνό‐ μενον ὅμοιον καὶ ἀνόμοιον· ἀνάγκη ἄρα πᾶσιν ὑπάρχειν τὴν τοῦ ποιεῖν ἅμα ὅμοια καὶ ἀνό‐
15μοια τὰ γιγνόμενα δύναμιν. Εἰ δὲ ταὐτὸ πᾶσι κοινὸν, οὐδὲν τῶν πάντων ταὐτὸν εἴη τὸ ὅμοιον καὶ ἀνόμοιον, ἀλλ’ ἔστι διωρισμένα τού‐ των αἴτια πάντων κοινὰ πᾶσιν, ὧν ταῦτα μετ‐ έχοντα πρὸς τὴν οἰκείαν ὕπαρξιν ἕκαστον τὴν
20τούτων ἔχει δύναμιν. Ἔστι δὴ οὖν καὶ ὁμοιότης δημιουργικὴ καὶ ἀνομοιότης, ἡ μὲν ἀνάλογον πρὸς τὴν τοῦ πέρατος αἰτίαν, ἡ δὲ τῷ ἀπείρῳ σύστοιχος· καὶ ἡ μὲν συναγωγὸς, διὸ καὶ τὸ ὅμοιον ᾧ φασιν ὅμοιον· ἡ δὲ διακριτικὴ,
25προόδῳ δὲ χαίρει καὶ ποικιλίᾳ καὶ κινήσει, καὶ τελευταῖον ἄχρι τῆς ἐναντιώσεως ἔλαχεν ὑπό‐ βασιν· οὐσία δὲ ἀμφοτέρων ἄϋλος καὶ ἄχραντος καὶ ἁπλῆ καὶ μονοειδὴς καὶ αἰώνιος, καὶ δυ‐ νάμεις ἀνάλογον τῇ οὐσίᾳ, τῆς μὲν, ὡς εἴρηται,
30συναγωγοὶ καὶ ἑνοποιοὶ καὶ περατωτικαὶ καὶ μο‐ νοειδεῖς, τῆς δὲ διαιρετικαὶ καὶ ἀλλοιωτικαὶ καὶ ἀπειροποιοὶ καὶ δυοειδεῖς· τάξις δὲ αὐτῶν οὔτε ἐν τοῖς γενικωτάτοις ἐστὶν οὔτε ἐν τοῖς εἰδικω‐ τάτοις τῶν εἰδῶν. Λέγω δὲ γενικώτατα μὲν,
35ὅσα ὑπὸ πάντων μετέχεται τῶν ὄντων, ὥστε μηδὲν εἶναι τὸ παράπαν ὃ μὴ κατὰ τὴν ἐκείνων μετουσίαν ὑφέστηκεν, οἷον αὐτὴ ἡ οὐσία, ταυτό‐
της, ἡ ἑτερότης· ταῦτα γὰρ ἐπὶ πάντα διήκει
in Prm
.

735

τὰ ὄντα· τί γὰρ ἄμοιρον οὐσίας; τί δὲ ἑτερό‐ τητος; τί δὲ ταυτότητος; οὐχὶ πάντα καὶ ὕπαρξιν ἔχει τινὰ, καὶ διακέκριται κατ’ αὐτὸ τὸ εἶναι τῶν ἄλλων, καὶ κοινωνεῖ τοῖς ἄλλοις; εἰ
5δὲ τοῦτο, πάντων ἐστὶ κοινὴ τῶν ὄντων αἰτία ἡ τριὰς αὕτη, μᾶλλον δὲ ἥ γε μονὰς, ὡς ἔσται προϊοῦσι δῆλον· εἰδικώτατα δὲ, ὅσα ὑπὸ τῶν ἀτόμων εἰδῶν μετέχεσθαι πέφυκεν, οἷον ἄν‐ θρωπος, κύων, ἕκαστον τῶν τοιούτων· αἱ γὰρ
10τούτων ποιήσεις προσεχῶς ἀπογεννῶσι τὰς ἐν τοῖς ἀτόμοις μονάδας, τὸν ἐν τοῖς καθ’ ἕκαστα ἄνθρωπον καὶ κύνα τὸν ἐν τοῖς πολλοῖς καὶ ἵπ‐ πον καὶ τῶν ἄλλων ἕκαστον παραπλησίως· μέσα δὲ, ὅσα τούτων μὲν ἐπὶ πλέον ἐκτείνεται, μὴ
15εἰς πάντα δὲ τὰ ὄντα ἐνεργεῖ· τὸ γὰρ δίκαιον, εἰ βούλει, ψυχαῖς μὲν ὑπάρχει· σώμασι δὲ πῶς καὶ αὐτοῖς τοῖς ἀψύχοις; τίς γὰρ ἐν τῷ λίθῳ δικαιοσύνη καὶ ἐν τῷ ξύλῳ; τὴν μὲν γὰρ δίκην ἐνεργεῖν καὶ εἰς ταῦτα θετέον αὐτὴν, θεὸν οὖ‐
20σαν καὶ ἔχουσαν καὶ τούτων τὴν αἰτίαν· διὸ καὶ ταῦτα κοσμεῖν αὐτὴν ῥητέον· τὸ δὲ δίκαιον (ὃ μόνον δίκαιόν ἐστιν, οὐχὶ δὲ καὶ πάντα τ’ ἄλλα τὰ εἴδη) τοῖς δεκτικοῖς αὑτοῦ μόνον ἐλ‐ λάμπει, καὶ οὐ πᾶσιν ἁπλῶς τοῖς οὖσι.
25 Τούτων τοίνυν τῶν μέσων εἰδῶν τῆς τε τῶν γενικωτάτων ἐκείνων καὶ τῆς τῶν ἀτομωτάτων τάξεως ἐν ἐκείνοις ὑποστάντων, καὶ τὴν ὁμοιό‐ τητα θετέον καὶ τὴν ἀνομοιότητα, περὶ ὧν ὁ παρὼν ἡμῖν ἐστι λόγος· οὔτε γὰρ ἐφ’ ἑνὸς εἴδους
30πάρεστι ταῦτα μόνον, οἷον ἀνθρώπου λέγω ἢ ἵπ‐ που, ἀλλὰ διὰ πάντων χωρεῖ ταῦτα τῶν πε‐ ποιημένων· οὔτε ἐπὶ πάντων θεωρεῖται τῶν ὁπωσοῦν ὄντων· εἰ γὰρ λάβοις αὐτὸ καθ’ αὑτὸ τὸ ἄποιον ἐκεῖνο τῶν σωμάτων ὑποκείμενον, ὃ
35μεταξὺ τῆς ὕλης ἐστὶ καὶ τῶν εἰδῶν τῶν πολ‐ λῶν πρώτως, εὑρήσεις αὐτὸ καὶ οὐσίαν ἔχον καὶ εἶδος καὶ ἑτερότητα καὶ ταυτότητα. Πῶς γὰρ ἂν
εἴη χωρὶς οὐσίας; πῶς δὲ τρεῖς διαστάσεις ἔχοι
in Prm
.

736

χωρὶς διαιρέσεως; πῶς δὲ συνέχοι ταυτότητος χωρίς; Ἀλλ’ ὁμοιότης ἐκεῖ καὶ ἀνομοιότης οὐκ ἔστιν· ἄποιον γάρ ἐστιν, ταῦτα δὲ ἐν τοῖς ἤδη πε‐ ποιημένοις, ἐπεὶ καὶ κίνησιν ἔχει καὶ στάσιν,
5ὡς μὲν γιγνόμενον ἀεὶ, κίνησιν, ὡς δὲ μὴ ἐξι‐ στάμενον τῆς οἰκείας ὑποδοχῆς, στάσιν· ποιοτή‐ των δὲ καὶ δυνάμεων διαφερουσῶν ἄμοιρόν ἐστιν· οὐ γὰρ ἡμεῖς γε τὴν ὁμοιότητα καὶ τὴν ταυτότητα εἰς ταὐτὸν ἄξομεν (καὶ γὰρ ὁ Πλά‐
10των διέκρινεν αὐτὰς, καὶ ἀλλαχοῦ μὲν ἀπέθετο τὸ ὅμοιον καὶ ἀνόμοιον, ἀλλαχοῦ δὲ ταυτότητα καὶ ἑτερότητα, καθάπερ ἐν ταῖς ὑποθέσεσιν ἔσται φανερὸν), καὶ ἡ μὲν οὐσιῶν ἐστιν, ἡ δὲ δυνάμεων ἑνοποιός· ὥσπερ τῶν ἐνεργειῶν ἡ ἰσο‐
15ταχὴς καὶ ἀνισόταχός ἐστι καὶ βραδυτὴς ἐν τῷ ἀληθινῷ ἀριθμῷ, [καθάπερ] μεμαθήκαμεν ἐν Πο‐ λιτείᾳ, [οὕτω] καὶ εἶεν ἂν ἐνέργειαι νοεραὶ ἰσο‐ ταχεῖς μὲν, ὧν διαφερόντως ἑνικώτερον μᾶλλον ἢ πληθυόμενον τὸ εἶδος τῆς νοήσεως, ἀνισοτα‐
20χεῖς δὲ, ὧν μᾶλλον πληθυόμενον ἢ ἑνικώτερον. Ἀλλὰ ταῦτα μὲν, ἅπερ ἔφην, τῶν ἐνεργειῶν διαφορότητες, ἐκεῖνα δὲ τῶν οὐσιῶν καὶ δυ‐ νάμεων· ταὐτὰ μὲν οὖν ἐστιν ὅσα τὴν οὐσίαν ἔχει κοινὴν, ὅμοια δὲ ὅσα ταῖς δυνάμεσιν ἀλ‐
25λήλοις κεκοινώνηκεν. Εἰ δὲ μὴ ἔστιν ἡ ὁμοιότης ἡ αὐτὴ πρὸς τὴν ταυτότητα, δῆλον ὅτι καὶ ἡ ἀνομοιότης διακέκριται τῆς ἑτερότητος· καὶ εἰσὶν αὗται δύο δυνάμεις, ἥ τε ὁμοιότης καὶ ἡ ἀνο‐ μοιότης, προπομπεύουσαι τῶν δύο τοῦ ὄντος γε‐
30νῶν, τῆς ταυτότητος λέγω καὶ τῆς ἑτερότητος, καὶ συμπροϊοῦσαι μὲν αὐτοῖς ἐφ’ ὅσον δύνανται, λήγουσαι δέ ποτε καὶ ἐπὶ πᾶν ἐκτείνεσθαι τὸ ὁπωσοῦν ὂν μετ’ ἐκείνων ἀδυνατοῦσαι. Ἀλλ’ ἄρα εἰ μὴ ταὐτόν ἐστιν ἡ ὁμοιότης πρὸς τὴν
35ταυτότητα, κρείττων ἐστὶν αὐτῆς· καὶ γὰρ τὴν μὲν ὁμοιότητα καὶ ἐν θεοῖς ὑποτιθέμεθα, δι’ ὁμοιότητος αὐτοῖς προσιέναι μυριάκις γράφον‐
τες καὶ λέγοντες, τὴν δὲ ταυτότητα τοῖς οὖσιν
in Prm
.

737

ἀπονέμομεν καθόσον ὄντα ἐστὶν, ὥστε, κἂν τοῖς θεοῖς ὑπάρχῃ, κατὰ τὰς οὐσίας αὐτῶν ὑπάρχειν καὶ οὐ κατὰ τὰς τῶν οὐσιῶν ἑνάδας. Ἢ τὴν ὁμοιότητα ἐν ἐκείνοις ἄλλην λαμβάνομεν, καὶ οὐ
5τοιαύτην οἵα πρόκειται νῦν, ἀλλ’ ἁπλῶς τὴν ἕνωσιν τῶν θεῶν καὶ τὴν ἐν ἀλλήλοις κοινω‐ νίαν οἰκείοις ὀνόμασι δηλοῦν οὐκ ἔχοντες διὰ τὴν ἄῤῥητον αὐτῶν καὶ ἄληπτον ὕπαρξιν, ὁμοιότητα λαβόντες ἀπὸ τῶν δευτέρων αὐτὴν
10προειρήκαμεν, ἀλλ’ οὐ ταυτότητα, καὶ τοῦτο εἰκότως· τὸ μὲν γὰρ τῆς ταυτότητος ὄνομα οὐ‐ σιῶδες ἦν, τὸ δὲ τῆς ὁμοιότητος οὐκ ἦν τῶν οὐσιῶν, ὅθεν δὴ τοῖς ὑπερουσίοις αὐτὸ προσήκειν ὑπελάβομεν, ὡς οὐ συνεισφέρον ἡμῖν ἀφ’ ἑαυτοῦ
15τὴν τῆς οὐσίας ἔννοιαν. Ὅλως δὲ, εἰ κρείττων ἡ ὁμοιότης τῆς ταυτότητος, ἔδει πάντα μὲν τὰ τῆς ταυτότητος μετέχοντα καὶ ὁμοιότητος μετέχειν, τὰ δὲ τῆς ὁμοιότητος μηκέτι πάντα καὶ τῆς ταυτότητος· αἱ γὰρ τῶν ὑψηλοτέρων
20καὶ γενικωτέρων δυνάμεις ἐπὶ πλέον ἐκτείνονται τῶν καταδεεστέρων, καὶ τοῦτο καὶ ἐπὶ τῶν ἐν‐ ταῦθα γενῶν προδήλως ὁρῶμεν· τὰ γὰρ γενικώ‐ τερα πλειόνων κατηγορεῖται, μιμούμενα τὴν τάξιν τῶν πρωτουργῶν καὶ δραστηρίων καὶ δη‐
25μιουργικῶν γενῶν· ἀλλὰ μὴν ταυτότητος μὲν πάντα τὰ ἐν τῷ κόσμῳ μετείληφεν, ὁμοιότητος δὲ οὐ πάντα· ποῦ γὰρ ἐν τοῖς ἀποίοις ἐστὶν ὁμοιότης; Οὐκ ἄρα κρείττων τῆς ταυτότητος ἡ ὁμοιότης, ἀλλὰ τοὐναντίον ἡ ταυτότης αἰτιω‐
30τέρα καὶ δυνατωτέρα τῆς ὁμοιότητός ἐστιν, ὥσπερ δὴ καὶ ἡ ἑτερότης κατὰ τὸν αὐτὸν λόγον τῆς ἀνομοιότητος· τοῦτο μὲν δὴ οὐκ ἂν ἄλλως ἔχοι. Περὶ δὲ αὐτῶν τούτων σκεπτέον πάλιν πό‐
35τερον ἡ ὁμοιότης τῆς ἀνομοιότητος κρείττων ἐστὶν, ὥσπερ εἵλοντό τινες, ἢ τοὐναντίον ἐκείνη τῆς ὁμοιότητος· καὶ γὰρ ἂν δόξειεν ἡ μὲν ὁμοιότης ἐν ταῖς κατὰ κύκλον ἐπιστροφαῖς θεωρεῖσθαι τῶν πραγμάτων, ἡ δὲ ἀνομοιότης ἐν
40ταῖς προόδοις· ὥσπερ οὖν ἡ πρόοδος κρείττων
τῆς ἐπιστροφῆς, οὕτω δὴ καὶ τῆς ὁμοιότητος ἡ
in Prm
.

738

ἀνομοιότης· ὥστε εἰ ταῦτα, καὶ ἡ ἑτερότης κρείττων τῆς ταυτότητος. Ἀλλ’ εἰ μὲν ἡ ἀρχὴ πλῆθος ἦν, ἔδει δήπου τῇ ἑτερότητι τὰ πρεσ‐ βεῖα νέμειν· τὸ γὰρ πλῆθος οἰκεῖον ταύτῃ καὶ
5ἡ διάκρισις· εἰ δὲ ἕν ἐστι τὸ τῶν ὅλων αἴτιον, δῆλον ὅτι τὰ ἑνικώτερα συγγενέστερα πρὸς τὴν ἀρχήν ἐστι, τὰ δὲ τῇ ἀρχῇ συγγενέστερα κρείττω καὶ τιμιώτερα· τὰ ἄρα ἑνικώτερα κρείττω καὶ τιμιώτερα τῶν μὴ τοιούτων ἐστίν. Εἰ τοίνυν ἡ
10μὲν ταυτότης ἑνοποιός ἐστιν, ἡ δὲ ἑτερότης ἀλλοποιὸς καὶ πλήθους αἰτία πᾶσιν οἷς ἂν πα‐ ραγένηται, πρόδηλον ὡς ἡ ταυτότης κρείττων τῆς ἑτερότητος· εἰ δὲ τοῦτο, καὶ ὁμοιότης ἀν‐ ομοιότητος κρείττων· ἀνάλογον γὰρ, ὡς ταυτό‐
15της πρὸς ἑτερότητα, οὕτως ὁμοιότης πρὸς ἀνο‐ μοιότητα· καὶ ἔστιν ἡ ὁμοιότης ἑνότης τις ἑνοποιὸς καὶ οἷον ταυτότης, ἡ δὲ ἀνομοιότης διάκρισις καὶ οἷον ἑτερότης. Ἔτι τοίνυν ἀπὸ τῶν μετὰ τὸ ἓν ἀρχῶν τὸ αὐτὸ καταδησόμεθα
20συντόμως· οὐκοῦν ὁ ἐν Φιλήβῳ Σωκράτης πέρας καὶ ἄπειρόν φησι μετὰ τὸ ἕν· καὶ τὸ μὲν πέρας ὁρίζειν πάντα καὶ μετρεῖν καὶ συνέχειν, τὸ δὲ ἄπειρον πληθύνειν καὶ εἰς τὸ μᾶλλον καὶ ἧττον περιάγειν, καὶ εἶναι τοῦ ἀπείρου θειότερον τὸ
25πέρας· οὕτω γὰρ καὶ τὸν νοῦν κρατεῖν ἔφατο τῆς ἡδονῆς, τοῦ μὲν κατὰ τὸ πέρας ἀφοριζομέ‐ νου, τῆς δὲ κατὰ τὸ ἄπειρον φερομένης. Εἰ τοίνυν ἡ μὲν ὁμοιότης κατὰ τὴν τοῦ πέρατός ἐστι συστοιχίαν, ἡ δὲ ἀνομοιότης κατὰ τὴν τῆς
30ἀπειρίας (δηλοῖ δὲ καὶ τὸ μᾶλλον καὶ ἧττον τῆς ἀπειρίας ὂν), δῆλον ὡς ἀνάγκη καὶ τὴν ὁμοιότητα κρείττω τῆς ἀνομοιότητος ὑπάρχειν, ᾗπερ δὴ καὶ τὸν νοῦν τῆς ἡδονῆς ὁ Σωκράτης προὔθηκεν. Ἔτι τοίνυν τὸ τρίτον λέγομεν, ὅτι
35καὶ ἡ πρόοδος αὕτη γίγνεται δι’ ὁμοιότητος μᾶλλον ἢ ἀνομοιότητος· οὐ γὰρ ἂν τὸ προϊὸν ἐπεστράφη πρὸς τὸ γεννῆσαν, ἀνόμοιον ὂν αὐτῷ καὶ ἁπλῶς ἕτερον, ἀλλ’ ἔστιν ὅπη συνημμένον αὐτῷ καὶ ἡδρασμένον πεποίηται τὴν πρόοδον.
40Διὸ καὶ ὁ Τίμαιος τὴν ὁμοιότητα τὴν πρὸς τὸν
δημιουργὸν ᾐτιάσατο τῆς ὅλης κοσμοποιΐας·
in Prm
.

739

ἐπεὶ γὰρ οὐκ ἦν δυνατὸν οὐδὲ θεμιτὸν τῷ παρά‐ γοντι ταὐτὸν εἶναι τὸ παραγόμενον, κατὰ τὴν ὁμοιότητα γέγονεν ἡ πρόοδος, ἥτις ἐξήρτηται προσεχῶς τῆς ταυτότητος. Τί δεῖ πολλὰ λέ‐
5γειν, καὶ τοῦ Πλάτωνος ψῆφον εἶναι ταύτην δημιουργικὴν ἀποφηναμένου, μυρίῳ κάλλιον εἶναι τὸ ὅμοιον τοῦ ἀνομοίου, καθάπερ καὶ τὸ αὔταρκες τοῦ ἐνδεοῦς; εἰ δὲ κατὰ τὴν νοερὰν τοῦ δημιουργοῦ κρίσιν κρατεῖ τοῦ ἀνομοίου τὸ
10ὅμοιον, ὡς κάλλιον ὂν, δῆλον δήπουθεν ὅτι καὶ ἐν αὐτοῖς τοῖς εἴδεσι τὸ μέν ἐστι κρεῖττον, τὸ δὲ καταδεέστερον, οἷς ὁ δημιουργὸς περιεί‐ ληφεν. Ὅτι μὲν οὖν κρείττων τῆς ἀνομοιότητος ἡ
15ὁμοιότης, διὰ τούτων δῆλον· ἑξῆς δὲ ἡμῖν θεωρητέον πῶς ἐναντίαν ἐν τούτοις τὴν ἀνο‐ μοιότητα τῆς ὁμοιότητος εἴρηκεν ὁ Πλάτων· δόξειε γὰρ ἂν ἀδύνατον εἶναι νοητὰ ὄντα πρὸς ἄλληλα ἐναντίως ἔχειν. Μήποτε οὖν οὐ ταῦτα
20δεῖ λέγειν ἐναντία μόνα ὅσα περὶ τὴν ὕλην γί‐ γνεται μαχόμενα ἀλλήλοις καὶ φθείροντα ἄλ‐ ληλα· ταῦτα γὰρ ἔσχατά ἐστι τῶν ἐναντίων καὶ ἀσθενῆ· δεῖ δὴ οὐκ ἀπὸ τῶν ἀτελῶν ἄρ‐ χεσθαι τὴν φύσιν αὐτῶν· καὶ γὰρ ὅλως ἄλλη
25μέν ἐστιν ἡ τῶν πραγμάτων καθαρότης, ἄλλη δὲ ἡ σφοδρότης, καὶ τὸ μὲν πληκτικὸν ἴδιον τῆς σφοδρότητος, τὸ δὲ τέλειον καὶ τὸ δυνα‐ τὸν τῆς καθαρότητος. Δεῖ τοίνυν καὶ τὰ ἐναν‐ τία μετὰ σφοδρότητος ἀλλήλοις ὁμιλοῦντα
30περὶ τὴν ὕλην εἶναί που, καὶ ἀλλαχοῦ μετὰ καθαρότητος ἀλλήλοις συγγιγνόμενα· τότε γὰρ οὐκ ἀπολέσει ἄλληλα οὐδὲ φθαρήσεται ὑπ’ ἀλλήλων, ἀλλ’ ἑκάτερον ὑπὸ τῆς ἰδίας μενεῖ καθαρότητος· ἄλλα οὖν τὰ ἔνυλα ἐναντία, καὶ
35ἄλλα τὰ ἄϋλα, τὰ μὲν φθαρτικὰ ἀλλήλων καὶ πληκτικὰ, τὰ δὲ ἀναφῆ καὶ καθαρὰ καὶ συμ‐ πνέοντα ἀλλήλοις. Καὶ, εἰ βούλει, τετραπλῆ νόησον τὴν τῶν ἐναντίων πρόοδον, ἄλλην μὲν ἐναντίωσιν ἐν νῷ θέμενος, ἄλλην δὲ ἐν ψυχαῖς,
40ἄλλην δὲ ἐν τῷ οὐρανῷ, τελευταίαν δὲ περὶ
τὴν ὕλην. Τὰ μὲν γὰρ περὶ τὴν ὕλην ἐναντία
in Prm
.

740

φθείρει ἄλληλα καὶ ἐξίσταται ἀλλήλοις τῆς κοινῆς ὑποδοχῆς, καὶ τὸ ἑτέρῳ κεκρατημένον τοῦ λοιποῦ μετέχειν ἀδύνατον· οὔτε γάρ ποτε λελευκωμένον μελαίνεται μὴ τῆς λευκότητος
5ἀνῃρημένης, οὔτε τὸ θερμὸν μὴ τῆς θερμότη‐ τος παυσαμένης ψυχραίνεται. Τὰ δὲ κατὰ οὐ‐ ρανὸν ὁμοῦ συνυφέστηκεν· ἐναντία γὰρ κίνησις ἡ ταὐτοῦ καὶ ἡ θατέρου, κινεῖται δὲ τὸ αὐτὸ κατ’ ἀμφοτέρας, καὶ οὐχὶ τὴν ἑτέραν κινού‐
10μενον ἀφίσταται τῆς λοιπῆς, ὅθεν καὶ λάβοις ἂν ὡς ἄϋλός ἐστιν ἡ τοῦ αἰθέρος οὐσία· περὶ γὰρ τὴν ὕλην ἐξίσταται θατέρῳ τῷ ἐπεισιόντι τὸ προϋπάρχον· συνυφέστηκε μὲν οὖν καὶ ὅσα κατ’ οὐρανόν ἐστιν ἐναντία, λέγω δὲ οἷον αἱ
15ἀντιπεριφοραὶ, τὰ κέντρα, καὶ εἴ τινες ἄλλαι τῶν ἐκεῖ δυνάμεων ἐναντιώσεις, ἀλλ’ ἐν διαστατῷ πράγματι τὴν ὑπόστασιν ἔλαχε. Τὰ δὲ ἐν ταῖς ψυχαῖς ἀδιάστατα λοιπὸν, ὅ τε ταὐτοῦ καὶ ὁ θατέρου κύκλος, καὶ ἡ τῶν ἵππων δυὰς, ἀλλ’
20ἔστι διῃρημένα καὶ πεπληθυσμένα, καὶ ἐν διεξ‐ όδοις καὶ ἀνελίξεσι ποιούμενα τὰς ἐνεργείας. Τὰ δὲ ἐν τῷ νῷ κατ’ ἄκραν ὑπερβολὴν ἡνωμένα καὶ ἀμερῶς καὶ ἀΰλως ἐστὶ, καὶ ἑνοειδῶς ὑφ‐ εστηκότα, καὶ δημιουργικὰ μετ’ ἀλλήλων
25ὑπάρχοντα· καὶ γὰρ ἡ ταυτότης μετὰ τῆς ἑτε‐ ρότητος ποιεῖ, καὶ ἡ ἑτερότης μετὰ τῆς ταυ‐ τότητος. Καὶ τὰ μὴν περὶ τὴν ὕλην ἐναντία φεύγει ἄλληλα, τὰ δὲ οὐράνια σύνεστι μὲν ἀλ‐ λήλοις, ἀλλὰ κατὰ συμβεβηκός· τὸ γὰρ ὑπο‐
30κείμενόν ἐστι τὸ ἀμφοτέρων ἅμα δεκτικόν· τὰ δὲ ἐν ψυχαῖς καθ’ αὑτὸ σύνεστιν ἀλλήλοις, αὗται γὰρ αἱ οὐσίαι συνάπτονται ἀλλήλαις· τὰ δὲ ἐν τῷ νῷ καὶ μετέχει ἀλλήλων· ἀπὸ τῆς μετοχῆς οὖν καὶ τῆς συναφῆς καὶ τῆς ἐν
35τῷ αὐτῷ παρουσίας ἐπὶ τὴν ἀλλήλων φυγὴν ἐτελεύτησεν ἡ τῶν ἐναντίων πρόοδος. Ἀλλ’ ὅτι μὲν τὰ ἐναντία καὶ ἐν τοῖς νοητοῖς θετέον καὶ ὅπως, δῆλον διὰ τούτων, καὶ ὅτι καθ’ ἑκάστην τάξιν τῶν ὄντων ἄλλως ἡ ἐναντίωσις. Προσ‐
40κείσθω δὲ καὶ ὅτι μίμημα φέρει τῶν δύο μετὰ
τὸ ἓν ἀρχῶν ἡ ἐναντίωσις, καὶ ὥσπερ ἐκεῖναι
in Prm
.

741

ἥνωνται ἀλλήλαις, οὕτω καὶ τὰ ἐν τοῖς εἴδεσιν ἐναντία διὰ τῆς ἐκείνων μετοχῆς μιμεῖται τὴν ἐκείνων ἐξῃρημένην ἕνωσιν· διὸ καὶ πανταχοῦ τὰ ἐναντία μιᾶς ἐξήρτηται κορυφῆς, ὡς ἐκεῖ ἡ
5δυὰς ἐκ τοῦ ἑνὸς καὶ περὶ τὸ ἓν ὑφέστηκε, καὶ τὸ μὲν κρεῖττον τῶν ἐναντίων μιμεῖται τὸ πέ‐ ρας, τὸ δὲ καταδεέστερον μιμεῖται τὸ ἄπει‐ ρον· ὅθεν δὴ καὶ οἱ φυσικοὶ λέγουσι τὸ χεῖρον τῶν ἐναντίων στέρησιν εἶναι τοῦ πέρατος. Ὅτι
10δὲ καὶ ἡ ὁμοιότης τῇ ἀνομοιότητι ἐναντίον, ὑπομνηστέον μὲν ἐκ τοῦ πρότερον μὲν μηδα‐ μοῦ τὸ ὅμοιον καθὸ ὅμοιον ἀνομοιότητος μετέ‐ χειν, μηδὲ τὸ ἀνόμοιον ὁμοιότητος. Ἀλλὰ τοῦτο φαίης ἂν ἐπ’ ἄλλων ἃ μὴ ἔστιν ἐναντία,
15οἷον οὔτε ὁ ἄνθρωπος τῆς ἵππου μετείληφεν ἰδέας, οὔτε ὁ ἵππος τοῦ ἀνθρώπου· προσκεί‐ σεται οὖν τῷ εἰρημένῳ καὶ ὅτι τὸ ἀμφοῖν δε‐ κτικὸν, εἰ μὴ ὅμοιον, ἀνόμοιον, καὶ, εἰ μὴ ἀνόμοιον, ὅμοιον, ὃ δὴ συμβαίνειν ἐπὶ τῶν ἑτε‐
20ροειδῶν μόνον ἀδύνατον· οὐ γὰρ τὸ μὴ ἄνθρω‐ πος ἵππος, οὐδὲ τὸ μὴ ἵππος ἄνθρωπος. Ἀλλὰ δὴ φαίης ἂν ὅτι τὸ εἰρημένον ὑπάρχει καὶ ταῖς στερήσεσι· πᾶν γὰρ τὸ δεκτικὸν στερή‐ σεως καὶ ἕξεως, εἰ μὴ τὴν ἕξιν ἔχοι, ἐστέρη‐
25ται· καὶ εἰ μὴ ἐστέρηται, τὴν ἕξιν ἔχει· προσ‐ κείσθω οὖν καὶ ἀλλότριόν τι, ὅτι μεταβάλλειν εἰς ἄλληλα πέφυκεν. Ἀλλὰ τοῦτο φαίης ἂν τῇ ἐνταῦθα ὁμοιότητι καὶ ἀνομοιότητι ὑπάρχειν· λεγέσθω τοίνυν ὅτι καὶ ἡ ἐκεῖ ὁμοιότης καὶ
30ἀνομοιότης, καθόσον ἐναντίων εἰσὶν ὑποστα‐ τικαὶ, καὶ αὗται ἐναντίαι εἰσίν· εἰ γὰρ τῶν ἐναντίων τὸ μὲν ὑπὸ τῆσδε γίγνοιτο, τὸ δὲ ὑπὸ τῆσδε, καὶ μηδέτερον ὑπὸ τῆς λοιπῆς, δῆλον ὅτι καὶ περὶ τῆς αἰτίας αὐτῶν ἐστιν
35ἄλλον μέν τινα τρόπον, ἔστι δὲ ὅμως ἡ ἀντίθεσις. Καθ’ ὅσον οὖν τὸ ἑνοποιὸν τῷ διαιρε‐ τικῷ καὶ τὸ συναγωγὸν τῷ διακριτικῷ ἀντί‐ κειται, κατὰ τοσοῦτον καὶ ἡ ἐναντιότης ἠναν‐ τίωται πρὸς τὴν ἀνομοιότητα. Εἰ γὰρ ἀεὶ αἱ
40ἐνέργειαι αὐτῶν καὶ κατ’ οὐσίαν ἐναντίαι καὶ
ἐν τῇ οὐσίᾳ, δῆλον ὅτι ἔχουσί τινα ἐναντίωσιν·
in Prm
.

742

αὐτῷ γὰρ τῷ εἶναι ἐνεργοῦσι καὶ τὰς ἐνεργείας συνδρόμους ταῖς οὐσίαις εἰλήχασιν· ὅπως δὲ ἐκεῖ τὰ ἐναντία, προείρηται. Δέδεικται οὖν τί ἐστιν ὅμοιον, ἐν ᾧ καὶ ἀνόμοιον, τίς τε ἡ οὐσία
5αὐτῶν καὶ τίνες αἱ δυνάμεις, τίς τε ἡ τάξις καὶ πῶς ἐν μέσοις τέτακται τοῖς εἴδεσιν, ὅτι τε καταδεεστέρα ταυτότητος καὶ ἑτερότητος, καὶ οὔτε κρείττονα οὔτε ταὐτὰ (τὰ ὅμοια γὰρ ἀνό‐ μοια πρὸς τὰ ταὐτὰ καὶ τὰ ἕτερα), πῶς τε
10ἔχει πρὸς ἄλληλα, καὶ ὅτι θειότερον ἡ ὁμοιότης, καὶ ὅτι καὶ πῶς ἐν τοῖς νοητοῖς ἡ ἐναντίωσις, καὶ πόσαι τάξεις τῶν ἐναντίων, καὶ διὰ ποίας αἰτίας, καὶ τέλος πῶς λέγεται ἐναντία ὅμοιον καὶ ἀνόμοιον. Τούτων οὖν σεσαφηνισμένων ἐπὶ
15τὰ ἑξῆς μεταβατέον. Τούτοιν δὲ δυοῖν ὄντοιν καὶ ἐμὲ καὶ σὲ καὶ τὰ ἄλλα, ἃ δὴ πολλὰ καλοῦμεν, μεταλαμβάνειν; καὶ τὰ μὲν τῆς ὁμοιό‐ τητος μεταλαμβάνοντα ὅμοια γίγνε‐
20σθαι ταύτῃ τε καὶ κατὰ τοσοῦτον, ὅσον ἂν μεταλαμβάν, τὰ δὲ τῆς ἀνομοιότη‐ τος ἀνόμοια, τὰ δὲ ἀμφοτέρων ἀμφό‐ τερα; (P. 129 A.) Πρόθεσις μὲν ἦν τῷ Σωκράτει, καθάπερ ὑπό‐
25κειται, μεταγαγεῖν ἀπὸ τῶν κατατεταγμένων μονάδων τὴν ζήτησιν ἐπ’ αὐτὰς τὰς ἐξῃρημέ‐ νας καὶ ἀμερεῖς αἰτίας τούτων τῶν ἐν ἄλλοις ὄντων εἰδῶν, καὶ θεωρῆσαι μετὰ τοῦ Ζήνωνος πῶς αἱ ἀμερεῖς αὗται οὐσίαι συνήνωνται ἀλλή‐
30λαις, καὶ πότερον ἀλλήλων μετέχουσιν, ἢ ἄλ‐ λον τινὰ τρόπον ὑπάρχει καὶ ταύταις ἡ ἕνωσις. Τοιαύτης δὲ τῆς προθέσεως οὔσης, πρῶτον ἠρώ‐ τησεν εἰ καὶ αὐτός ἐστι τῶν εἰδῶν φίλος, καὶ ὥσπερ ἑαυτῷ ἀποκρινάμενος ὅτι σοφοὺς ὄντας
35οὐ θέμις πρὸς τὴν τοιαύτην ὑπόθεσιν ἀπιστεῖν, ἐπί τε τῆς ὁμοιότητος καὶ ἀνομοιότητος ποιη‐ σάμενος τὸν λόγον, διότι καὶ ὁ Ζήνων ἐν τῷ πρώτῳ συμπεράσματι ταῦτα συνῆγεν εἰς ταὐ‐ τὸν ἃ καὶ ἐναντία προείρηκεν, ὁ Σωκράτης
40ἐκείνῳ συμφθεγγόμενος, καὶ ὅτι μέσα πώς ἐστι
ταῦτα ἐν τοῖς εἴδεσιν, ὡς ἐν τρίτῳ ὑπομέμνη‐
in Prm
.

743

σται, καὶ ὅτι τοῖς ἀναγομένοις οἰκεῖος ὁ περὶ ὁμοιότητος λόγος, καὶ δι’ ἄλλας πολλὰς αἰτίας καὶ τὸ τούτων τελειότερον ὅτι καὶ τὰ εἴδη πάντα δεῖται τῶν δύο τούτων, καθόσον ἐστὶν
5εἰκόνων αἴτια, πάντων τῶν πρὸς αὐτὰ γιγνο‐ μένων, νῦν περὶ τῆς μετοχῆς διαλέγεται τῶν εἰδῶν, ὑποθέμενος μεθεκτὰ μὲν εἶναι ἐκεῖνα, μετέχοντα δὲ τὰ τῇδε, καὶ διὰ τῆς μεθέξεως ταύτης ὁμοιοῦσθαι τὰ τῇδε ἐκείνοις· ὅθεν καὶ λά‐
10βοις ἂν ἣν εἴπομεν κυριωτάτην αἰτίαν, δι’ ἣν περὶ τούτων πρῶτον διαλέγεται τῶν εἰδῶν. Εἰ γὰρ ὅλως ἐκεῖνα παραδείγματα, ταῦτα δὲ εἰκόνες, ὅμοια δήπου καὶ ἀνόμοια τὰ τῇδε τοῖς ἐκεῖ· τοιαύτη γὰρ ἡ εἰκὼν, μετὰ τῆς πρὸς τὸ παρά‐
15δειγμα ὁμοιότητος καὶ τὴν ἀνομοιότητα παρεμ‐ φαίνουσα· ἥ τε γὰρ ὁμοιότης μόνον παράδειγμα ποιεῖ καὶ τοῦτο ἀντὶ εἰκόνος, ἥ τε ἀνομοιότης πάλιν ἀφαιρουμένη τὴν ὁμοίωσιν ἀφανίζει τὴν ὁμοιότητα τῆς εἰκόνος· δεῖ οὖν, ἵνα γένηται
20εἰκὼν ἄλλη ἄλλου, καὶ ὁμοίωσιν εἶναι καὶ ἀνο‐ μοίωσιν. Δεῖ ἄρα προϋποκεῖσθαι ταῦτα τοῖς περὶ τῶν εἰδῶν διαλεξομένοις· εἰ γὰρ μὴ ταῦτα ᾖ, σχολῇ ἄν τι εἴη τῶν ἄλλων εἰδῶν· χρὴ γὰρ εἰκόνα γενέσθαι πρῶτον, ἔπειτα οὕτως εἰκόνα
25τινός. Ἀλλ’ ἐπειδὴ περὶ τῆς μετοχῆς τῶν εἰδῶν ὁ λόγος ἐν τῷ παρόντι, διαπορητέον ἆρα τὰ αἰσθητὰ μόνα μετέχει τῶν εἰδῶν ὡς παραδειγ‐ μάτων, ἢ καὶ τὰ αἰσθητὰ καὶ τὰ νοητὰ πρὸς τούτοις, ἢ καὶ ταῦτα, ἢ ἔτι τὰ νοητὰ, ὅσα
30δεύτερα τῶν πρὸ αὐτῶν· καθ’ οὓς μὲν γὰρ εἷς ἐστι νοῦς, οὐκ ἂν οὗτοι φαῖεν εἶναι παραδείγματα αὐτὰ νοητὰ νοητῶν· καθ’ οὓς δὲ πλῆθος νόων, οὗτοι πάντως ἂν ἀπιστήσειαν εἰ τὰ ἐν τοῖς ὑπερτέροις τῶν ἐν τοῖς καταδεεστέροις δεῖ πα‐
35ραδείγματα φάναι, λέγω δὲ οἷον τὰ ἐν τῷ ἀμεθ‐ έκτῳ νῷ τῶν ἐν τῷ μετεχομένῳ δευτέρων τῶν
ὄντων εἰδῶν ἀπ’ ἐκείνων, ἢ τὰ ἐν τῷ ὁλικῷ
in Prm
.

744

τῶν ἐν τοῖς μερικοῖς. Ταῦτα δ’ οὖν ἐπιστάσεως ἄξια· καὶ γὰρ ἔχει ζήτησιν δικαίαν, ποῖα δεῖ τῶν ὄντων παραδείγματα καλεῖν καὶ ποίας εἰ‐ κόνας. Ἀλλ’ εἰ, ὥσπερ ἐλέγομεν, εἰκὼν καὶ
5παράδειγμα ταύτην ἔχει πρὸς ἄλληλα τὴν τά‐ ξιν, ὡς τὴν εἰκόνα παρεμφαίνειν ἐξίσης ἐν ἑαυτῇ τὴν ὁμοιότητα καὶ τὴν ἀνομοιότητα τὴν πρὸς τὸ παράδειγμα, ἵνα καὶ γνωρίζηται ὡς εἰκών· ἡ γὰρ ἄκρα ὁμοιότης οὐκέτι τὴν εἰκόνα θεωρεῖ
10ὡς εἰκόνα, φησὶν, ἀλλ’ αὐτὸ παρασκευάζει τὸ παράδειγμα συνάγειν εἰς ταὐτὸν καὶ τὴν εἰκόνα. Εἰ τοίνυν μὴν ταῦτα ὀρθῶς εἴρηται, δεῖ δήπου νοητὰ νοητῶν εἰκόνας μηδαμῶς ποιεῖν· ἀμέ‐ ριστος γάρ ἐστιν ἡ νοητὴ πᾶσα οὐσία, καθά
15φησιν ὁ Τίμαιος· ἀμερίστου δὲ οὔσης αὐτῆς, οὐκ ἔστι τὸ μὲν παράδειγμα, τὸ δὲ εἰκόνα λέ‐ γειν· πλείστη γὰρ ἡ τούτων διάστασις· οὐδὲ γὰρ ἐν ἑαυτῇ ἐστιν ἡ εἰκὼν, καθόσον ἐστὶν, ὥς φησιν, εἰκὼν, ἀλλ’ ὥσπερ ἄλλου ἐστὶν, οὕτως
20ἄρα καὶ ἐν ἄλλῳ ἐστίν· ἀλλ’ αἴτιον μὲν καὶ αἰ‐ τιατὸν χρὴ καὶ ἐπ’ ἐκείνων λέγειν καὶ μονάδας καὶ ἀριθμοὺς, παράδειγμα δὲ καὶ εἰκόνα μηδα‐ μῶς· καὶ γὰρ τὸ ἓν αἴτιον τῶν νοητῶν, ἀλλ’ οὐ παράδειγμα, οὐδὲ θέμις λέγειν οὕτως ἐπ’ ἐκείνων.
25Αὕτη οὖν εἰς ἑαυτὴν προϊοῦσα ἡ νοητὴ οὐσία οὕτω πρόεισιν ὡς τὸ νοητὸν ἐκ τοῦ ἑνός· ὅλως τε κατὰ τὸν Τίμαιον πᾶσαν εἰκόνα δεῖ γενέσεώς πη μετέχειν, ἵνα διὰ ταύτης εἰς τὸ εἶναι παρ‐ ιὸν ἀπεικάζηται πρὸς τὴν ὄντως οὖσαν οὐσίαν.
30Ἐὰν γὰρ καὶ αὐτὴ τῶν αἰωνίων ᾖ καὶ τῶν ὄντως ὄντων, ἔσται οὐκέτι εἰκών· τὸ γὰρ ὄντως ὂν, ὡς καὶ αὐτὸς εἴρηκεν ἐν Σοφιστῇ, ἡ δὲ εἰκὼν, καθόσον ἐστὶν εἰκὼν, οὐκ ἀληθῶς ἐστιν οὐδὲ ὄν‐ τως, ἀλλὰ μᾶλλον οὐκ ὄντως. Τί οὖν τὰ αἰ‐
35σθητὰ ταῦτα καὶ φαινόμενα μόνα εἰκόνας ἐροῦ‐ μεν; ἀλλ’ αὐτὸς ὁ Πλάτων εἰκόνα τὸν χρόνον
αἰῶνος εἴρηκεν· ἔστι δὲ ὡς χρόνος πρὸς αἰῶνα,
in Prm
.

745

οὕτω ψυχὴ πρὸς νοῦν· μέτρον γὰρ ὁ χρόνος μὲν ψυχικὸν, αἰὼν δὲ νοερόν· ὥστε καὶ ἡ ψυχὴ τὸν εἰκόνος ἕξει λόγον πρὸς τὸν νοῦν, καὶ ὅλως γέ‐ νεσις οὐκ ἐν τοῖς αἰσθητοῖς μόνον, ἀλλὰ καὶ ἐν
5ταῖς ψυχαῖς· ἅμα γὰρ ἡ ψυχὴ ἀρίστη τῶν γεν‐ νητῶν ἐστι καὶ τῶν ἀεὶ μὴ ὄντων, ὥς φησιν ὁ Τίμαιος, μεριστή τε ἅμα καὶ ἀμέριστος· ὁ δὲ νοῦς, ἀμέριστος μόνον. Οὐκοῦν οὐδὲ γένεσις παραδέδοται νοῦ καθάπερ ψυχῆς· ὁ μὲν ἄρα
10νοῦς οὐκ ἔστιν εἰκὼν τοῦ πατρὸς, ἀλλ’ ἐκεί‐ νου δευτέρα πρόοδος διὰ ταυτότητος γενομένη· ἡ δὲ ψυχὴ πρώτως εἰκὼν, ἐπειδὴ καὶ πρώτη τῶν γεννητῶν· τὰ δὲ σώματα, μετὰ ψυχὴν ὡς εἰκόνες· καὶ ἡ μὲν ἀμέριστος φύσις παρα‐
15δειγματικὴ μόνον, ἡ δὲ ἀμέριστος ἅμα μερι‐ στὴ παραδειγματική τε ἅμα καὶ εἰκονικὴ, ἵνα καὶ ταύτῃ διασώζῃ τὴν μεσότητα τὴν αὑτῇ προσήκουσαν. Ὅλως δὲ πᾶσα πρόοδος ἢ καθ’ ἕνωσιν γίγνεται, ἢ καθ’ ὁμοιότητα, ἢ κατὰ
20ταυτότητα· καθ’ ἕνωσιν μὲν, ὡς ἐπ’ αὐτῶν τῶν ὑπερουσίων ἑνάδων· οὐ γάρ ἐστιν ἐν ἐκεί‐ ναις ταυτότης ἡ κατ’ εἶδος ὁμοιότης, ἀλλ’ ἕνωσις μόνον· κατὰ δὲ ταυτότητα, ὡς ἐπὶ τῶν ἀμερίστων οὐσιῶν, ὅπου τὸ προϊὸν τῷ μένοντι
25ταὐτόν πώς ἐστι· πᾶσαι γὰρ ὑπὸ τοῦ αἰῶνος φρουρούμεναι καὶ συνεχόμεναι ταὐτόν πως ἀπο‐ φαίνουσι τῷ ὅλῳ τὸ μέρος· κατὰ δὲ ὁμοιό‐ τητα, ὡς ἐπὶ τῶν μέσων καὶ τῶν ἐσχάτων οὐ‐ σιῶν· ταῦτα γὰρ κἂν ᾖ μέσα, ἀλλὰ πρῶτα
30τὴν διὰ τῆς ὁμοιότητος ἠγάπησε πρόοδον, εἴτε ταυτότης εἴη καὶ ἑτερότης, εἴτε ἀνομοιότης τινῶν αἰτία καὶ ὁμοιότης· διὰ δή τινων ἄλ‐ λων ἕτερα ποιεῖ καὶ ταὐτὰ καὶ ἀνόμοια καὶ ὅμοια ἀλλήλοις, οἷον λευκότητος ὅμοια καὶ
35μελανίας ὅμοια, διὰ δὲ ἀμφοῖν, ἀνόμοια· πάντα γὰρ τὰ πρός τι παραφυάσιν ἔοικε καὶ ἄλλοις εἴδεσι συμφύεται· καὶ τὰ αἴτια οὖν αὐ‐ τῶν μετ’ ἄλλων ποιεῖ πάντως εἰδῶν, ὥστ’ οὐ δεῖ ζητεῖν αὐτὰ καθ’ αὑτὰ τούτων τινὰ ποιοῦντα
40χωρὶς τῶν ἄλλων εἰδῶν· δεῖ δὲ μεμνῆσθαι
κἀκείνων, ὅτι πᾶσαι τῶν ὁπωσοῦν εἶναι λεγο‐
in Prm
.

746

μένων αἱ μονάδες τὰ μὲν παράγουσιν ὡς ἀπὸ ὁλικῶν ἑαυτῶν καθ’ ὑπόβασιν μερικώτερα, τῆς ἰδιότητος τῆς αὐτῆς μενούσης, μερικωτέρας δὲ τούτων γιγνομένης, τὰ δὲ κατ’ οὐσίας ἐξαλ‐
5λαγὴν, ὡς ἀπὸ παραδειγμάτων εἰκόνων γί‐ γνεσθαι προόδους· πᾶσαι γὰρ εἰκόνες ἐξηλλαγ‐ μέναι κατ’ οὐσίαν βούλονται εἶναι τῶν οἰκείων παραδειγμάτων, καὶ μηκέτι τὸν αὐτὸν λόγον ἔχειν, ἀλλὰ τὸν ὅμοιον τοῖς ἀφ’ ὧν προῆλθον.
10Οὕτω δὴ οὖν ὁ μὲν ὅλος νοῦς ὑφίστησι τοὺς με‐ ρικοὺς νοῦς καθ’ ὑπόβασιν, τὰς δὲ ψυχὰς κατὰ πρόοδον, τοὺς μὲν ἐξ ὅλου ἑαυτοῦ μερικοὺς, τὰς δὲ ἐκ παραδείγματος ἑαυτοῦ εἰκόνας· ἡ δὲ ὅλη ψυχὴ τὰς μὲν μερικωτέρας ψυχὰς καθ’
15ὑπόβασιν, πάντως μερικῶς οὔσας ὅσα ἐκείνη ὁλικῶς, τὰς δὲ φύσεις τὰς περὶ τὰ σώματα μεριστὰς κατὰ πρόοδον ὡς εἰκόνας ἑαυτῆς, οὐκέτι τὸν αὐτὸν ψυχικὸν λόγον ἐχούσας, ἀλλὰ τὸ ὅμοιον πρὸς τὴν ψυχὴν διαζωτικὸν ἰδίωμα
20μόνον. Δῆλον ἄρα ἐκ τούτων ὅτι τὰς εἰκόνας ἀπὸ τῶν μέσων οὐσιῶν ἀρχομένας ὑποθετέον προϊέναι μέχρι τῶν ἐσχάτων, ὥστε τὰ μὲν νοερὰ μετεχόμενα λέγειν ἡμᾶς, τὰ δὲ πρώτως μετέχοντα ψυχὰς, τὰ δὲ δευτέρως ἅπασαν τὴν
25μεριστὴν οὐσίαν. Καὶ εἰ ταῦτα κρατοίη, τὸ μὲν καὶ ἐμὲ καὶ σὲ μετέχειν ὁμοιότητος καὶ ἀνομοιότητος τὰς ψυχὰς ἐροῦμεν· αὐτὸς γὰρ ἕκαστος ἡ ψυχὴ κατὰ τὸ ἓν, Ἀλκιβιάδης, Σωκράτης· τὰ δὲ ἄλλα, τὰ αἰσθητὰ παρα‐
30δείγματα· τούτοις γὰρ μάλιστα ταῦτα τὰ ὀνόματα προσήκει, καθάπερ ἔσται μετὰ ταῦτα καὶ διὰ τῶν αὐτοῦ ῥημάτων ἡμῖν ἐναργές. Τὰ μὲν οὖν νοερὰ εἴδη αὐτὰ καθ’ αὑτὰ προσωνό‐ μαζε· τὰ δὲ αἰσθητὰ, ἄλλα καλεῖ καὶ πολλὰ,
35προσηκούσης ἐκείνοις μὲν τῆς ἁπλότητος καὶ τῆς ἀμίκτου πρὸς ὕλην ὑποστάσεως, τούτοις δὲ τῆς ἑτερότητος καὶ τοῦ πληθυσμοῦ. Ταῦτα μὲν οὖν εἰρήσθω περὶ τοῦ τίνα τὰ μετέχοντα τῶν εἰδῶν παραδείγματα· ἑξῆς δὲ τούτοις περὶ αὐ‐
40τῆς διαλέγεται τῆς μετοχῆς, καὶ ὅτι τῶν εἰ‐
δῶν ἀμερίστων ὄντων καὶ ἡνωμένων ἀλλήλοις,
in Prm
.

747

καὶ μέτρων ὄντων, καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον οὐ δεχομένων· τὰ γὰρ ἐν αἰῶνι καθαρῶς ἱδρυ‐ μένα πόῤῥω τῆς τοιαύτης ἐστὶν ἀοριστίας· ἐκεί‐ νων δ’ οὖν τοιούτων ὑπαρχόντων, τὰ τῇδε μετ‐
5έσχεν ἐκείνων μεριστῶς καὶ διῃρημένως καὶ κατὰ τὸ μᾶλλον ἤδη καὶ ἧττον. Τὸ γὰρ ταύτῃ τε καὶ κατὰ τοσοῦτον ὅσον ἂν μεταλαμ‐ βάνῃ τούτων ἁπάντων ἐστὶ δηλωτικόν· τὸ μὲν γὰρ ταύτῃ τὸ μεριστὸν δηλοῖ τῆς μεθέξεως·
10οὐ γὰρ κατὰ πᾶν ἕκαστον τούτων, ἀλλά πη καὶ ὅμοιά ἐστι καὶ ἀνόμοια· τὸ δὲ καὶ κατὰ το‐ σοῦτον λέγει ποῤῥώτερον, ἐγγύτερον, καὶ τὸ μᾶλλον καὶ ἧττον· αὐτὸ μὲν γὰρ τὸ ὅμοιον, ἂν θεωρῇς τὸ νοερὸν εἶδος, ὅλον ὁμόχρουν ἐστὶ
15πρὸς ἑαυτὸ, καὶ τὸ οἷον μέρος αὐτοῦ ὅμοιόν ἐστιν, ὅπου καὶ ἐνταῦθα τὸ μέρος τοῦ πυρὸς πῦρ· καὶ τὸ ἀνόμοιον ὁμοίως, ὅτι πέρ ἐστι καθ’ ὅλον ἑαυτὸ, τοιοῦτόν ἐστι, καὶ οὐ τῇ μὲν ἀνόμοιον, τῇ δὲ ὅμοιον· εἶδος γάρ ἐστιν ἁπλοῦν,
20ὅλον δι’ ὅλου τὴν αὐτὴν ἑαυτοῦ φύσιν ἔχον. Τὸ δὲ ἐνταῦθα ὅμοιον οὐ πάντη ὅμοιόν ἐστιν, οὐδ’ αὖ τὸ ἀνόμοιον· πάλιν τὸ μετέχον ὁμοιότητος οὐ πᾶν ὁμοίως μετείληφεν, ἀλλὰ τὸ μὲν μᾶλ‐ λον, τὸ δὲ ἧττον, καὶ τὸ μετέχον ἀνομοιότη‐
25τος οὐ πᾶν ὁμοίως ἐστὶν ἀνόμοιον· ἀλλὰ κατὰ τοσοῦτον ἕκαστον τούτων λέγεται ὅμοιον καὶ ἀνόμοιον, καθ’ ὅσον ἂν μεταλαγχάνῃ τῆς αὐ‐ τοῦ ὁμοιότητος καὶ τῆς αὐτοῦ ἀνομοιότητος, τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον· καὶ τὸ παράδοξον
30ὅτι τὰ μὲν ὅμοια, διὰ τὴν τοῦ μᾶλλον καὶ ἧττον παρεμπλοκὴν, εὐθύς ἐστι καὶ ἀνόμοια, τὰ δὲ ἀνόμοια δι’ αὐτὸ τὸ τῆς ἀνομοιότητος εἶδος κοινὸν ὑπάρχον αὑτοῖς ὅμοιά ἐστι· τοσαύτη σύμ‐ πνοια τῶν εἰδῶν ἐστι· καὶ γὰρ ταυτότης καὶ
35ἑτερότης ὁμοίως ἔχουσι καὶ ἰσότης καὶ ἀνισό‐ της, διότι πάντα ἥνωνται ἀλλήλοις τὰ πρώ‐ τιστα εἴδη, καὶ μετ’ ἀλλήλων δημιουργεῖ καὶ ὅσα δοκεῖ τὴν πρὸς ἄλληλα ἀντίθεσιν ἔχειν. Εἰ δὲ καὶ πάντα ἐναντίων ὄντων ἀμ‐
40φοτέρων μεταλαμβάνει, καὶ ἔστι τῷ
in Prm
.

748

μετέχειν ἀμφοῖν ὅμοιά τε καὶ ἀνόμοια αὐτὰ αὑτοῖς, τί θαυμαστόν; Εἰ μὲν γὰρ αὐτὰ τὰ ὅμοιά τις ἀπέφαινεν ἀνόμοια γιγνόμενα ἢ τὰ ἀνόμοια ὅμοια, τέρας
5ν, οἶμαι, ἦν· εἰ δὲ τὰ τούτων μετ‐ έχοντα ἀμφοτέρων ἀμφότερα ἀποφαίνει πεπονθότα, οὐδὲν ἐμοί γε, ὦ Ζήνων, ἄτοπον δοκεῖ εἶναι. (P. 129 A.) Μετέχει μὲν τὰ τῇδε καὶ ὁμοιότητος καὶ
10ἀνομοιότητος, καὶ ταύτῃ λέγεται ὅμοια καὶ ἀνόμοια τῷ μετέχειν ἐκείνων. Ἔστι δὲ ἐκεῖ μὲν ἑκάτερον εἶδος ἁπλοῦν, καὶ ἡ ὁμοιότης καὶ ἡ ἀνομοιότης, καὶ ἡ μὲν πρὸς τοῦ πέρατος, ἡ δὲ πρὸς τῆς ἀπειρίας. Ἐνταῦθα δὲ ἡ μὲν ὁμοιότης
15μοναδικῶς ἐστιν, ἡ δὲ ἀνομοιότης δυαδικῶς, καὶ ἡ μὲν ἐκεῖθεν, ἡ δὲ ἀπὸ τῆς ὑλικῆς ἀορι‐ στίας· ἀνόμοιον γὰρ ἄλλο ἐστὶν ἄλλῳ καὶ ἑαυτῷ διχῶς, ἢ κατὰ φύσιν, ἢ παρὰ φύσιν, οἷον εἰ Θεαίτητος Σωκράτει ἀνόμοιος κατὰ φύσιν,
20οὕτω γὰρ ἐκ τῆς φύσεως ἐδεδημιούργητο ταύ‐ την εἰδητικὴν κάλει τὴν ἀνομοιότητα καὶ εἰκόνα τῆς ἀνομοιότητος ἐκείνης εἶναι τίθεσο, φύσεως γάρ ἐστιν ἔργον· ἐὰν δὲ ἴδῃς τόδε τι διὰ τὴν ἐπὶ τὸ παρὰ φύσιν τροπὴν ἑαυτῷ ἀνόμοιον ἢ
25ἄλλῳ τῳ γιγνόμενον, ἀπὸ τοῦ τῆς ἀνομοιότη‐ τος πόντου καὶ τῆς ὑλικῆς ἀοριστίας ἐπιγίγνε‐ σθαι φάθι τὴν ἀνομοιότητα ταύτην. Καὶ ἔδει ταῦτα συνορᾷν τοὺς τὴν ὁμοιότητα λέγοντας εἰδητικὴν, τὴν δὲ ἀνομοιότητα ὑλικὴν, καὶ μὴ
30ποιεῖν τὸν θεὸν συμμιγῆ πρὸς τὴν ὕλην, καὶ διὰ τὴν μίξιν ταύτην ὁμοιοῦν μὲν δι’ ἑαυτὸν, ἀνομοιοῦν δὲ διὰ τὴν ὕλην τὰ δημιουργήματα, ἀλλ’ ἄμφω δρᾷν δι’ ἑαυτὸν ἔχοντα καθ’ ἑαυτὸν τὰς ἰδέας ἀμφοῖν· ἐν δὲ τῇ παρὰ φύσιν δια‐
35θέσει τὰ γιγνόμενα ἀνομοιοῦσθαι μόνως διὰ τὴν ὕλην· οὐδὲν γὰρ τῶν παρὰ φύσιν καὶ ὅλως τῶν κακῶν ἐκεῖθεν ἔχει καὶ πρὸς ἐκεῖνα τὴν γένε‐ σιν· οὐδὲ γάρ ἐστι τὸ ὁμοιούμενον τοῖς νοητοῖς αὐτὸ παρὰ φύσιν ἔχειν, οὐδὲ θέμις τὸ εἰς τὴν
40αἰσχρότητα τῆς ὕλης ὑποφερόμενον εἰς τὴν
in Prm
.

749

πρὸς τὰ εἴδη τὰ νοερὰ χωρεῖν ἐξομοίωσιν, ὥστε τὴν ἀνομοιότητα τὴν μὲν ἐκ τοῦ παρὰ φύσιν γηγενῆ καὶ οὐκ ὀλυμπίαν προσαγορεύειν ἄξιον, τὴν δὲ ἐκ τοῦ κατὰ φύσιν ἔν τε ὅλοις καὶ μέρεσιν
5ἔν τε εἴδεσι καὶ ἐν τοῖς ἀτόμοις ὁρωμένην ἐκεῖ‐ θεν ἐφήκειν ἅπασιν οἷς ἂν παρῇ. Τὴν δὲ ὁμοιό‐ τητα μίαν οἰητέον· πᾶν γὰρ ἐκ τοῦ κατὰ φύσιν ἔχει τὸ ὅμοιον καὶ πρὸς ἑαυτὸ καὶ πρὸς ἄλλο, ἐκ δὲ τοῦ παρὰ φύσιν οὐδενὶ τὸ ὅμοιον συμβῆναι
10δυνατόν· οὔτ’ οὖν πρὸς ἑαυτὸ, οὔτε πρὸς ἄλλο, διότι τὸ παρὰ φύσιν ἀόριστόν ἐστι, καὶ ἐκβαί‐ νει τοῦ ἑνὸς καὶ τῆς αὐτῷ προσηκούσης ἑνότη‐ τος. Ἔπρεπε δὲ ἄρα καὶ τοῦτο τοῖσδε τοῖς γέ‐ νεσιν, ὁμοιότητι μὲν τὸ μονοειδὲς καὶ τὸ ἀεὶ
15ταὐτὸν, ἀνομοιότητι δὲ τὸ διπλοῦν τοῦτο καὶ ἑτεροειδὲς, ἐπειδὴ καὶ ἡ μὲν ὁμοιότης, ὡς προ‐ είρηται, τῷ πέρατι σύστοιχος, ἡ δὲ ἀνομοιότης τῇ ἀπειρίᾳ· καὶ γὰρ καὶ ὁ Σωκράτης εἰς ταῦτα βλέπων ἀεὶ κατὰ τὰς δύο συστοιχίας ποιεῖται
20τὴν πρόοδον. Ταῦτα μὲν οὖν τῆς ἀναλογίας ἕνεκεν λελέ‐ χθω· πάλιν δὲ ἐπὶ τὴν τοῦ Σωκράτους ἀναδρά‐ μωμεν διάνοιαν, καὶ λέγωμεν ὅτι πρόκειται μὲν αὐτῷ μεταγαγεῖν τὴν συνουσίαν ἀπὸ τῶν πολ‐
25λῶν καὶ κατατεταγμένων μονάδων, ἐφ’ ἃς καὶ ὁ Ζήνων ἐπειρᾶτο τοὺς πολλοὺς ἀναγαγεῖν, ἐπί τινας μέσας μονάδας τῆς τε Παρμενιδείου θεω‐ ρίας καὶ τῆς τοῦ Ζήνωνος ἐπιδείξεως· καὶ προ‐ καλεῖται τὴν νοερὰν τοῦ Ζήνωνος δύναμιν, καθ’
30ἣν καὶ τελέως ἥνωται πρὸς τὸν Παρμενίδην, τὸ αὐτὸ νοητὸν ἔχων ἐκείνῳ καὶ πρὸς τὸ αὐτὸ τέλος ὁρῶν. Τοιαύτης δὲ αὐτῷ τῆς προθέσεως οὔσης, ἐπὶ μὲν τῶν αἰσθητῶν οὐδὲν εἶναί φησι θαυμαστὸν ὅπως δοκεῖ μίγνυσθαι τὰ εἴδη, τὸ
35γὰρ αὐτὸ ὑποκείμενον κατ’ ἄλλο καὶ ἄλλο με‐ τέχειν τῶν ἐναντίων δυνατόν· ἐπὶ δὲ τῶν νοη‐ τῶν πολλὴν αὑτῷ γίγνεσθαι τὴν ἀπορίαν ὅπως ἥνωται ἐκεῖνα ἀσυγχύτως καὶ ὅπως αὖ διακέ‐ κριται πάλιν ἀδιαιρέτως· ὃ δὴ καὶ ἄλλοις εἶναι
40τοῖς μετ’ αὐτὸν ἄπορον ἔδοξεν, ὥστε καὶ ἐφ‐
επόμενοί τινες ταῖς ἑαυτῶν ἀπορίαις, οἱ μὲν
in Prm
.

750

ἀπεφήναντο πάντα εἶναι πάντα, καὶ τὴν ὁμοιό‐ τητα αὐτὴν ἀνομοιότητα καὶ τὴν στάσιν κίνη‐ σιν, καὶ ἕκαστον παρ’ οὐδὲν ἔλαττον εἶναι τοῦ ὅλου, καὶ τῶν μερῶν ὁμόχρουν εἶναι πρὸς τὸ
5ὅλον τὴν ὕπαρξιν· καὶ δὴ καὶ οἴονται ποιεῖν πρᾶγμα ὑπὸ Σωκράτους ἀγασθέν· αὐτὸς γοῦν πρὸς τῷ τέλει τῆς ῥήσεως ἐρεῖ προελθὼν, ὡς ἄρα εἴ τις αὐτῷ δείξειε πάντα συγκεραννύμενα ἀλλήλοις, ἀγασθείη ἂν θαυμαστῶς τὴν
10τοιαύτην ἀπόδειξιν, ὡς δὴ τῆς τοιαύτης ἀπο‐ δείξεως ἐραστὴς ὑπάρχων· αὐτοὶ δὲ καὶ τὸ ἐν ἀρχῇ τῆς λέξεως τὸ τέρας ἂν εἴη κατὰ τὸ ὑπερφυὲς καὶ ὑπεραῖρον τὴν φυσικὴν διαίρεσιν ἐξηγήσαντο, καὶ οὕτως αὐτὸν αὐτῷ τῷ Σω‐
15κράτει συμφωνεῖν ἐροῦσι τὸ αὐτὸ καὶ τέρας, καὶ ἀγαστὸν ὀνομάζοντα. Οἱ δὲ πρὸς τὴν ἄμικτον καθαρότητα τῶν εἰδῶν ἀποβλέψαντες ἕκαστα διωρίσθαι λέγουσιν ἀπ’ ἀλλήλων, καὶ μήτε τὸ ὅμοιον ἀνομοιότητος ἀνάπλεων εἶναι
20καὶ διαιρετὸν πρὸς τὸ ἀνόμοιον, μήτε τὸ ἀνό‐ μοιον ὁμοιότητος, ἀλλ’ ἕκαστον εἰλικρινὲς εἶναι καὶ ἁπλοῦν καὶ μονοειδές· ὅθεν καὶ τὸν Σωκρά‐ τη κατ’ ἀρχὰς μὲν τῆς ῥήσεως εἰπεῖν, ὡς εἴ τις ἐπιδείξει τὰ εἴδη ταῦτα μετέχοντα ἀλλή‐
25λων καὶ τὸ ἐκεῖ ὅμοιον καὶ ἀνόμοιον, τέρας ἂν εἴη· δεῖ γὰρ ἕκαστον ἐπὶ τῆς οἰκείας ἰδιό‐ τητος ἀσύγχυτον πρός τ’ ἄλλα τηρεῖν· ἐπὶ τέ‐ λει δὲ εἰπεῖν ὅτι ἀγασθείη ἂν, εἴ τις αὐτῷ ταῦτα συγκρινόμενα δείξειεν, οὐχ ὡς ἐπαινέτην
30τοῦ δεικνύναι ταῦτα σπουδάζοντος, ἀλλ’ ὡς κατ‐ ήγορον τῆς ματαιοπονίας τοῦ ἀνδρός· θαυμά‐ ζομεν γὰρ, φησὶ, καὶ τοὺς ἀδυνάτως ἐπιχει‐ ροῦντας, ὅτι μὴ συναισθάνονται τῆς ἑαυτῶν ἀδυναμίας ἢ τῆς τῶν πραγμάτων φύσεως ἀλή‐
35πτων ὄντων αὑτοῖς. Οἱ δέ τινες, ἐν μέσῳ τού‐ των στάντες, οὔτε ἐγκρίνειν ἔφασαν τὸν Σω‐ κράτη τὴν μίξιν τῶν εἰδῶν ἐν τούτοις, οὔτε ἀπογινώσκειν, ἀλλὰ μόνον ἀπορεῖν καὶ ἐρωτᾷν, προκαλούμενον εἰς τὸ λῦσαι τὰς ἀπορίας τὸν
40Ζήνωνα· καὶ οὕτω τὸ τέρας ἂν εἴη καὶ τὸ
θαυμάζω καὶ τὸ ἀγασθείην ἂν ἀποροῦντος
in Prm
.

751

εἶναι ῥήματα, καὶ οὔτε ἐγκρίνοντος, οὔτε ἀπο‐ δοκιμάζοντος τὴν μίξιν, οὔτε καταφάσκοντος ἁπλῶς, οὔτε ἀπογινώσκοντος· πολλάκις γὰρ πρὸς τοὺς διδασκάλους χρώμεθα τοῖς τοιού‐
5τοις ὀνόμασιν, ἵνα προκαλεσώμεθα τὴν ἀξίαν αὐτῶν. Ἀλλὰ οἱ μὲν κλεινοὶ καὶ μακάριοι ἐκεῖνοι τοιαῦτα περὶ τούτων εἰρήκασι· δοκοῦσι δέ μοι πάντες τε λέγειν ὀρθῶς, καίτοι θειότερον ὁ
10Πλάτων, ὁ καὶ τάξας ταῦτα τοῦτον τὸν τρόπον καὶ τὸ προσῆκον ἀπονείμας νέῳ μὲν, εὐφυεῖ δὲ καὶ λεπτῷ ἐν θεωρίᾳ νοητῇ τῷ Σωκράτει, καὶ κατὰ μέτρα τὴν ἐπὶ τὸ ἀληθέστατον αὐτοῦ πρόοδον παρασχόμενος, ὅπως καὶ δι’ οἵων ἐγέ‐
15νετο λογισμῶν. Ἵνα δὲ τὸ λεγόμενον τελειότε‐ ρον συλλάβωμεν, φέρε, εἰ δοκεῖ, διασκεψώμεθα περὶ τούτων οὑτωσὶ πρῶτον· ἆρα τὴν ὁμοιότητα αὐτὴν ἀνομοιότητα χρὴ φάναι, καὶ τὴν ἀνο‐ μοιότητα ὡσαύτως ὁμοιότητα, καὶ τὴν μὲν
20ταυτότητα ἑτερότητα, τὴν δὲ ἑτερότητα ταυ‐ τότητα, καὶ τὸ μὲν πλῆθος ἓν, τὸ δὲ ἓν αὐτὸ πλῆθος, καὶ τοῦτο λέγοντες ὀρθῶς ἐροῦμεν, ὡς ἕκαστόν ἐστι καὶ τὰ λοιπὰ πάντα, καὶ οὐ‐ δὲν ὅτι μὴ πάντα, καὶ οὕτω τὸ μέρος ὅτι παρ’
25οὐδὲν ἔλαττον τοῦ ὅλου ποιήσομεν; Ἀλλὰ πό‐ τερον ἕκαστον τὰ πάντα ῥητέον μόνον, ἢ καὶ τῶν ἐν τούτῳ πάντων ἕκαστον ὁμοίως τὰ πάντα, καὶ αὖ τῶν ἑκάστων τούτων ἕκαστον τὰ πάντα, καὶ οὕτως ἐπ’ ἄπειρον προχωρητέον; Εἰ μὲν
30γὰρ τῶν ἐξ ἀρχῆς μόνον ἕκαστον τὰ πάντα, οὐκέτι δὲ καὶ τῶν ἐν τούτῳ πάντων ἕκαστον ὁμοίως τὰ πάντα ἔσται, τίς ὁ λόγος, καὶ πῶς ἑαυτοῖς ἀκολουθήσομεν, τὰ εἴδη τὰ μὲν ἀλλή‐ λων μετέχειν λέγοντες, τὰ δὲ ἀμιγῆ πρὸς ἄλ‐
35ληλα, καὶ οὐκέτι τὰ τῶν μερῶν μέρη τὰ αὐτὰ τοῖς ὅλοις ποιοῦντες; Εἰ δὲ ἕκαστον ἀεὶ μεθέ‐ ξει τῶν ἄλλων, ἄπειρα ἔσται τὰ εἴδη καὶ ἕκα‐ στον ἀπειραχῶς· οὐ γὰρ τὰ πάντα μόνον ἕξει τὴν ἀπειρίαν ταύτην, ἀλλὰ καὶ ἕκαστον· καί‐
40τοι πῶς ἄπειρα δυνατὸν εἶναι τὰ τοῦ ἑνὸς
in Prm
.

752

ἐγγύς; Τὰ γὰρ ἑνικώτερα τῷ ποσῷ συνεσταλ‐ μένα τῇ δυνάμει τὸ ἄπειρον ἔχει. Πῶς δὲ ἑνὸς αἰσθητοῦ τινος εἴδους ἄπειρα παραδείγματα ἔσονται παρὰ τὸ εἶναι ἄνθρωποι ἄπειροι ἐν νῷ;
5τοὐναντίον γὰρ τῶν ἀπείρων ἓν χρὴ τὸ εἶδος εἶναι· διὰ γὰρ τοῦτο καὶ ἐπὶ τὴν τῶν εἰδῶν ὑπόθεσιν ἀνατρέχομεν, ἵνα τῶν πολλῶν καὶ διῃ‐ ρημένων ἔχωμεν ἐν νῷ τὰς μονάδας, ἐπεὶ καὶ δεῖ προηγεῖσθαι κατ’ οὐσίαν τὴν μονάδα τοῦ
10πλήθους, οὐ τὸ πλῆθος τοῦ ἑνὸς εἴδους. Ὅλως δὲ καὶ εἰ ἓν εἶδος ὑποτιθὲν ἐν νῷ τὰ αὐτὰ ποιή‐ σει, τί δεόμεθα τῆς ἀπειρίας; βέλτιον γὰρ ἐκ πεπερασμένων ποιεῖν ἢ ἐξ ἀπείρων· καὶ γὰρ τῇ ἀρχῇ τὸ πεπερασμένον ἐστὶ συγγενέστερον καὶ
15πρὸς τὴν ἐπιστήμην οἰκειότερον· αἱ γὰρ ἐπι‐ στῆμαι τῶν πεπερασμένων εἰσὶ, καὶ οὐ τοῖς ἀπείροις τὰ πεπερασμένα γινώσκουσιν, ἀλλ’ ἀεὶ τοὐναντίον τοῖς πεπερασμένοις τὰ ἄπειρα. Πολ‐ λοῦ ἄρα δεῖ τοῖς ἀπείροις εἴδεσιν ὁ νοῦς τὰ
20πεπερασμένα γινώσκειν ἢ ποιεῖν, ὃς τοσοῦτόν ἐστι τῆς ἐπιστήμης ἑνικώτερος ὥστε πᾶσαν αὐτῆς τὴν ποικιλίαν περιέχειν καὶ πᾶσαν τὴν ἀνέλι‐ ξιν ἀμερίστως προειληφέναι. Δεύτερον τοί‐ νυν, ὅταν ὁμοιότητα τὴν ἐκεῖ καὶ ἀνομοιότητα
25λέγωμεν (γιγνέσθω γὰρ ἐπὶ τούτων ἡ σκέψις), ἆρα πρᾶγμα μὲν ἕν ἐστι, δύο δὲ αὐτὸ καλοῦ‐ μεν ὀνόμασιν, ὡς ἐπὶ τῶν πολυωνύμων λέγειν εἰώθαμεν, ἢ καὶ ἴδιόν τι δηλοῦμεν δι’ ἑκατέρου τῶν ὀνομάτων, καὶ τοῦτο πότερον κατ’ ἐπίνοιαν
30ἡμετέραν ψιλὴν, ἢ κατ’ αὐτὴν τὴν τῶν πρα‐ γμάτων οὐσίαν; Εἰ μὲν γὰρ ὀνόματα δύο καθ’ ἑνὸς λέγεται πράγματος, οὔτε ἐναντία ταῦτα ἀλλήλοις ἐστί· τὰ γὰρ ἐναντία τὰ πράγματά ἐστιν, ἀλλ’ οὐ τὰ ὀνόματα τὰ ψιλά. Οὔτε ἄλλα
35μὲν ἀπὸ τῆς ἀνομοιότητος ἔσται, ἄλλα δὲ ἀπὸ τῆς ὁμοιότητος, ἀλλ’ ἓν καὶ ταὐτὸν ἐξ ἀμφοῖν· ἓν γὰρ ὑπόκειται τὸ πρᾶγμα, τὸ δὲ γιγνόμενον ἐκ τοῦ πράγματος ἔχει τὴν γένεσιν καὶ πρὸς τὸ πρᾶγμα ὁμοιοῦται, ἀλλ’ οὐ πρὸς τὰ ὀνόματα·
40οὔτε ὅλως πολλὰ τὰ εἴδη, ἀλλ’ ἕν τι ἔσται
in Prm
.

753

πολλοῖς ὡς ἔοικεν ὀνόμασι καλούμενον· οὐδὲ πέντε τὰ γένη τοῦ ὄντος, εἴπερ ἕν ἐστι πάντα ταῦτα κατὰ τὴν οὐσίαν, καὶ ἡ ταυτότης ἀπα‐ ραλλάκτως ἑτερότης, καὶ ἡ ἑτερότης ταυτότης,
5καὶ ἕκαστον τὰ πάντα· ὥστε εἰ πάντα ἐν πᾶ‐ σιν, οὕτω καὶ πάντα ἐστὶ πάντα καὶ οὐδέν ἐστιν ἐν οὐδενί· ἓν γὰρ ἔσται μόνον, τὰ δὲ ἄλλα ὀνόματα μόνον. Εἰ δὲ, ὅταν λέγωμεν ὅτι ἡ ὁμοιότης εἶδός τι, καὶ αὖ ὅταν ἐπιφέρωμεν ὅτι
10καὶ ἡ ἀνομοιότης εἶδός τι ὁμοίως, ἕτερα σημαί‐ νομεν διὰ τῶνδε τῶν ὀνομάτων (ἢ πόθεν τὸ μὲν κρεῖττον, τὸ δὲ καταδεέστερόν φαμεν, μὴ καὶ τὴν διάκρισιν αὐτῶν θεωροῦντες;), πότερον ἐπι‐ νοίᾳ μόνον ἕτερα τὰ σημαινόμενα φήσομεν, ἢ
15κατ’ αὐτὴν τὴν τῶν πραγμάτων φύσιν; Εἰ μὲν γὰρ ἐπινοίᾳ μόνον, ἀρθείσης τῆς ἐπινοίας ἡμῶν οἰχήσεται ἡ ἑτερότης τῶν εἰδῶν, ὡς πάλιν ψυ‐ χῆς μὴ νοούσης ἓν εἶδος ἔσται νοητὸν καὶ οὐ πολλά· τὰ γὰρ ἐπινοίαις ἡμετέραις ἔχοντα τὴν
20διάκρισιν συναναιρεῖται μετὰ τῶν ἐπινοιῶν εἰ‐ κότως· καὶ γὰρ τὸ ἐξ ἐπινοίας ἡμετέρας γιγνό‐ μενον πᾶν καὶ ἐν ταύτῃ μόνῃ ἱδρυμένον τῆς ἐπινοίας ἀνῃρημένης οἴχεται καὶ αὐτὸ φροῦδον, ὅτι μηδὲν ὅλως, τῆς πρώτης αἰτίας αὐτοῦ καὶ
25τοῦ παράγοντος αὐτὸ μὴ ὄντος, δύναται μένειν. Εἰ δὲ δὴ καὶ κατ’ αὐτὴν διαφέρει τὴν τῶν πραγμάτων οὐσίαν, διακέκριται ἄρα ἀλλήλων ὁμοιότης καὶ ἀνομοιότης καὶ ταυτότης καὶ ἑτε‐ ρότης καὶ ἕκαστα τῶν εἰδῶν, καὶ οὔτε ἡ
30ὁμοιότης ὅπερ ἡ ἀνομοιότης, οὔτε ἡ ταυτότης ὅπερ ἑτερότης, οὔτε ἕκαστον ὅπερ τὰ πάντα. Τοῦτο μὲν οὖν διὰ τούτων ἔστω φανερὸν, καὶ κείσθω δεδειγμένον ὡς οὐκ ἔστιν ἕκαστον τῶν εἰδῶν τὰ πάντα, καὶ τὸ μέρος, ὥς φασιν,
35οὐκ ἔστι τῷ ὅλῳ ταὐτὸν, ἀλλὰ τό τε μέρος ὅλον καὶ οὐχ ὅλον, τό τε ὅλον κρεῖττον τῇ οὐσίᾳ τῶν μερῶν. Ἀλλ’ ἄρα πάντα τὰ εἴδη
ἄμικτα φήσομεν καὶ ἀμέτοχα ἀλλήλων; ἀλλὰ
in Prm
.

754

καὶ τοῦτο ἄτοπον· ὁρῶμεν γὰρ ὅτι καὶ τὰ τῶν αἰσθητῶν μέρη συμπαθῆ ἐστιν ἀλλήλοις καὶ συνεχῆ πρὸς ἑνὸς εἴδους ὑπόστασιν καὶ συμ‐ πλήρωσιν παρειλημμένα. Δεῖ δὴ οὖν πολλῷ
5πρότερον ἐν ἐκείνοις τὰ εἴδη μέρη ὄντα τοῦ ἑνὸς νοῦ χωρεῖν δι’ ἀλλήλων καὶ εἶναι ἐν ἀλλήλοις· τὰ μὲν γὰρ αἰσθητὰ τὰ τόπου δεόμενα τὴν συνέχειαν ἀντὶ τῆς ἑνώσεως ἠγάπησε, τὰ δὲ νοητὰ τὴν ἕνωσιν ἔχει τὴν αὑτοῖς πρέπουσαν
10καὶ τὴν ἀσύγχυτον δι’ ἀλλήλων δίιξιν· ἐν ἀμερεῖ γάρ ἐστι, τὰ δὲ ἐν ἀμερεῖ ὄντα ἀδια‐ κρίτως ἀλλήλοις σύνεστιν· οὐ γὰρ τὰ μὲν αὐ‐ τῶν ὡδὶ, τὰ δὲ ἐν ἄλλῳ ἔσται, μεριστοῦ τοῦ ἐν ᾧ ἐστιν οὐδαμῶς ὄντος. Ἀλλὰ μὲν καὶ ἐπὶ
15τῶν σπερμάτων τὸ τοιοῦτον· ἐν ἑνὶ γὰρ οἱ λό‐ γοι πάντες, καὶ ὅ τι ἂν τοῦ σπέρματος λάβοις, πάντας εὑρήσεις ἐν αὐτῷ τοὺς λόγους· τὸ μὲν οὖν σπέρμα, δυνάμει τοὺς λόγους ἔχον, δυνά‐ μει καὶ ἐν ἑκάστῳ πάντας ἔχει τοὺς λόγους.
20Δεῖ δὲ εἶναι πρὸ τούτου τὸ κατ’ ἐνέργειαν ἐν ἑκάστῳ πάντα ἔχον· οὐδαμοῦ γὰρ ἀπὸ τῶν ἀτελῶν ἡ φύσις ἄρχεται· οὐδὲ γὰρ ἂν τὰ ἀτελῆ προῆλθεν ἐπὶ τὸ τέλος, μὴ τῶν τελείων προ‐ ϋπαρχόντων, ὧν καὶ ταῦτα φέρει τινὰ ὁμοίωσιν
25ἀμυδρὰν, ἀτελῆ τὴν εἰκασίαν παραδεξάμενα. Τί οὖν ἄλλο ἢ νοῦς ἐστιν ἐν ᾧ πάντα μετέχει πάντων; καὶ πᾶν ὅπερ ἂν λάβοις, καὶ τῶν ἄλ‐ λων εὑρήσεις κεκοινωνηκός· καὶ γὰρ εἰ ἀμέ‐ ριστον οὐσίαν ἐκείνην λέγομεν, πῶς μερίσομεν
30αὐτὴν οὕτως ὡς ἄμικτον εἶναι καὶ ἀκοινώνητον πρὸς ἑαυτήν; Τὰ γὰρ ἄμικτα πρὸς ἄλληλα καὶ μηδεμίαν ἔχοντα κοινωνίαν ἀσυμπαθῆ πάντως ἐστὶν ἀλλήλοις, καὶ οὔτε ἐρᾷν ἀλλήλων οὔτε εἰς ἑνὸς ἐκπλήρωσιν τελεῖν πέφυκεν, ἀλλὰ τοὐ‐
35ναντίον μεμερίσθαι καὶ διεσπάσθαι ἀλλήλων. Εἰ γὰρ ἐν τῷ ἀμιγεῖ πρὸς τὰ ἄλλα τὴν ἑαυτοῦ φύσιν σώζει ἕκαστον, φεύξεται τὴν πρὸς ἐκεῖνα
κοινωνίαν ἵνα σώζηται. Ποῦ δὴ οὖν ὃ ἀμέριστον
in Prm
.

755

ἕξει χώραν διὰ τῶν θείων εἰδῶν; ποῦ δὲ ἡ φι‐ λία διὰ τῶν νοητῶν καὶ ὁ ἔρως ἐκεῖνος, ὃν ὑμνεῖν εἰώθαμεν; ποῦ δὲ ἡ ἕνωσις ἡ ἐκ τοῦ ἑνὸς ἐφήκουσα, καὶ ὅσα ἄλλα τὴν φύσιν ἐκείνην
5ὑμνοῦντες λέγομεν; Οὐκ ἄρα ἄμικτα πάντη τὰ εἴδη θετέον καὶ ἀκοινώνητα ἀλλήλοις, ἀλλὰ μὴν οὐδὲ ἕκαστον τὰ πάντα ῥητέον, ὡς δέδει‐ κται. Πῶς οὖν καὶ τίνα τρόπον περὶ αὐτοῦ δια‐ λεκτέον; Ἕκαστον μὲν εἶναι ὅπερ ἐστὶ, σῶζον
10τὴν ἰδιότητα τὴν ἑαυτοῦ καθαρὰν, μετέχειν δὲ καὶ τῶν ἄλλων ἀσυγχύτως, οὐχ ὡς ἐκείνων γιγνόμενον, ἀλλ’ ὡς τῆς ἰδιότητος τῆς ἐκείνου μεταλαμβάνον καὶ μεταδιδὸν ἐκείνῳ τῆς οἰ‐ κείας, οἷον ὁ λέγων τὴν ταυτότητα μετέχειν
15πη καὶ τῆς ἑτερότητος μὴ οὖσαν ἑτερότητα· πλῆθος γάρ ἐστι καὶ ἐν ταύτῃ, καὶ οὐ μόνον ἐστὶν ἀνομοιότητος ἕτερον, ἀλλὰ καὶ ἑαυτῆς· καὶ τὴν ἑτερότητα ὁμοίως ταυτότητος μετέχειν, καθόσον καὶ κοινωνεῖ πρὸς τὰ ἄλλα καὶ ἑαυτῇ
20ταὐτόν ἐστιν ἄλλῃ· μήτε τὴν ταυτότητα ἑτε‐ ρότητα εἶναι, μήτε τὴν ἑτερότητα ταυτότητα· τοῦτο γὰρ ἐνήλεγκται διὰ τῶν προειρημένων λόγων· καὶ αὖ πάλιν ὁμοιότητος τὴν ἀνομοιό‐ τητα μετέχειν· καθόσον γὰρ ἑνός τινος ἰδιώ‐
25ματος μετέχει πάντα τὰ εἴδη, ὡμοίωται ἀλ‐ λήλοις· καὶ τὴν ὁμοιότητα ἀνομοιότητος· ὅλως γὰρ, εἰ μεταδίδωσι τοῖς ἄλλοις ἡ ὁμοιό‐ της ἑαυτῆς, ἀνωμοίωται αὐτοῖς· οὕτω γὰρ ἂν ἡ μὲν μετεδίδω, τὰ δὲ μετελάμβανε· καὶ εἰ
30μεταδίδωσιν ἡ ἀνομοιότης τοῖς ἄλλοις ἑαυτῆς, ὁμοιοῦται αὐτοῖς, μᾶλλον δὲ αὕτη τε καὶ ἐκείνη ὅμοια γίγνεται· ἀλλὰ μήτε τὴν ὁμοιό‐ τητα ἀνομοιότητα εἶναι, μήτε τὴν ἀνομοιό‐ τητα ὁμοιότητα αὐτὴν, μηδὲ καθὸ ὁμοιότης,
35ἀνόμοιον εἶναι, μηδὲ καθὸ ἀνομοιότης, ὅμοιον. Τὸ γὰρ καθὸ διττόν ἐστιν· ἢ γὰρ οὕτω τὸ καθὸ λέγομεν, ὡς ὅ τι περ ἂν λάβοις τοῦ ἑτέρου ἑνὸς, ὥσπερ εἰ λέγοι τις, καθὸ ἀὴρ, κατὰ τοῦτο καὶ φῶς, καὶ καθὸ φῶς, κατὰ τοῦτο καὶ ἀήρ.
40Ἔστω δὲ πεφωτισμένος ἀὴρ, καὶ οὔτε ὁ ἀὴρ
φῶς, οὔτε τὸ φῶς ἀὴρ, ἀλλὰ καὶ ἐν τῷ φωτὶ
in Prm
.

756

ὁ ἀὴρ, καὶ ἐν τῷ ἀέρι τὸ φῶς, διότι, παρακει‐ μένων ἀλλήλοις τῶν μορίων τοῦ τε ἀέρος καὶ τοῦ φωτὸς, οὐδέν ἐστι λαβεῖν θατέρου τούτων καθὸ μὴ θεωρεῖται καὶ τὸ λοιπόν. Ἢ καθ’
5ἕτερον τρόπον, οὕτω τὸ καθὸ λέγομεν ὡς τὸ ᾗ αὐτὸ λέγειν εἰώθαμεν, οἷον ᾗ ἄνθρωπος ἐπι‐ στήμης δεκτικόν· οὐκ ἔστι γὰρ ἀληθὲς τὸ ὅτι ἐν τῷ ἀέρι ᾗ ἀὴρ τὸ φῶς, κατὰ τοῦτο τὸ ση‐ μαινόμενον οὐ πάντως τοῦ ἀέρος συνεισάγον‐
10τος τὸ φῶς, ὡς τὸν ἄνθρωπον τὸ ἐπιστήμης φαμὲν δεκτικὸν συνεισάγειν· ἄλλη γὰρ ἀέρος οὐσία, καὶ ἄλλη φωτός. Οὕτω τοίνυν καὶ ἡ ὁμοιότης, καθὸ μὲν ὁμοιότης, μετέχει καὶ ἀνομοιότητος· οὐδὲν γὰρ αὐτῆς ἐστιν ὃ μὴ με‐
15τέχει· κἀκείνης ἡ ἀνομοιότης· ἄλλο γὰρ αὐτῆς τὸ εἶναι, καὶ ἄλλο ἐκείνης· καὶ ἡ ἀνομοιότης τοίνυν, καθὸ ἀνομοιότης, μετέχει τῆς ὁμοιό‐ τητος. Οὐ γὰρ τὸ μὲν αὐτῆς μέρος μετέσχεν ἐκείνης, τὸ δὲ ἀμέτοχον ἔμεινεν· οὔτε γὰρ
20κωλύει τις τὴν ἐκείνης δίιξιν, οὔτε τὸ αὐτῆς ἀμέριστον τοιοῦτόν ἐστιν, οἷον τῇ μὲν μετ‐ έχειν, τῇ δὲ μένειν ἄμικτον πρὸς αὐτήν. Ὅλη ἄρα δι’ ὅλης χωρεῖ καὶ ἡ ὁμοιότης διὰ τῆς ἀνομοιότητος, καὶ ἡ ἀνομοιότης διὰ τῆς ὁμοιό‐
25τητος· οὐ μέντοι ᾗ ἑκατέρα ἐστὶ, ταύτῃ μετ‐ έχει τῆς λοιπῆς, ἀλλὰ φυλάττουσα τὴν ἑαυ‐ τῆς οὐσίαν καθαρὰν μετέχει καὶ ἐκείνης. Καὶ οὔτε ἡ ὁμοιότης ἀνομοιότης ἐστὶν, οὔτε καθ’ αὑτὸ ᾗ ὁμοιότης· οὔτε πρώτως μὲν ὁμοιότης,
30κατ’ ἐπακολούθησιν δὲ ἀνομοιότης, οὔθ’ ὅλως ἀνομοιότης, ἀλλὰ μετέχει τῆς ἀνομοιότητος καθ’ ὅλην ἑαυτήν· καὶ ἔστιν ἀνόμοιον, ἀλλ’ οὐκ ἀνομοιότης, τῇ δὲ μετουσίᾳ ἀνόμοιον. Οὕτω γὰρ καὶ ὁ Πλάτων ἐν Σοφιστῇ δείξας τὴν
35κοινωνίαν ταυτότητος καὶ ἑτερότητος οὐ προσ‐ είρηκε τὴν ταυτότητα καὶ ἑτερότητα, ἀλλ’ ἕτερον καὶ διὰ τοῦτο μὴ ὄν· τῇ γὰρ μετουσίᾳ γέγονεν ἕτερον, ἀλλ’ ἕτερον τῇ οὐσίᾳ μένουσα ταυτότης· ὁμοίως δὲ καὶ ἡ ἑτερότης τῇ μὲν
40οὐσίᾳ ἑτερότης, τῇ δὲ μετουσίᾳ ταὐτόν. Καὶ
ὅλως ἕκαστα τῇ μὲν οὐσίᾳ ἔστιν ἅ ἐστι, τῇ δὲ
in Prm
.

757

μετουσίᾳ καὶ τῶν ἄλλων ἀπολέλαυκεν· οὕτω καὶ τοῦ καλοῦ πάντα μετασχόντα καλὰ τὰ εἴδη, καὶ τοῦ δικαίου δίκαια, οὐ μὴν αὐτὸ καλὸν ἕκαστον καὶ αὐτὸ δίκαιον. Καὶ ἥνωται ἄρα
5ἀλλήλοις τὰ εἴδη, καὶ διακέκριται ἀπ’ ἀλλή‐ λων· ἴδιον γοῦν ἐστι τοῦτο τῶν ἀσωμάτων εἰδῶν, τὸ καὶ χωρεῖν δι’ ἀλλήλων ἀσυγχύτως καὶ διακεκρίσθαι ἀπ’ ἀλλήλων ἀδιακρίτως, καὶ μᾶλλον μὲν ἡνῶσθαι τῶν συνεφθαρμένων διὰ
10τὴν ἀμέριστον αὑτῶν φύσιν, μᾶλλον δὲ διακε‐ κρίσθαι τῶν ἐνταῦθα διεστώτων διὰ τὴν ἄμι‐ κτον αὑτῶν καθαρότητα. Τούτων δὴ οὖν οὕτω προδιατεταγμένων, ἐπανελθόντες εἰς τὴν τῶν προκειμένων θεωρίαν,
15εἴπωμεν· ὁ Σωκράτης πρὸς μέν τι τῶν εἰρημέ‐ νων ἀποβλέπων ἀπογιγνώσκει τὴν μίξιν ἐπὶ τῶν εἰδῶν, καὶ τέρας ἀποκαλεῖ τὸν ταύτῃ τρεπόμενον λόγον· αὐτὸ γὰρ τὸ ὅμοιον εἶναι ἀνόμοιον τέρας αὐτόθεν ἐκάλεσε· πρὸς δέ τι
20πάλιν ἀπιδὼν καθυπονοεῖ μὲν, θαυμάσειν δέ φησιν εἴ πη τοῦτο δειχθείη· τὸ δὲ τρίτον, ἐπιβάλλων τῷ ἀληθεστάτῳ λόγῳ ἀγαστὸν ἀποκαλεῖ τὸν τοῦτο δεῖξαι δυνάμενον. Ἀπορῶν οὖν εἰ μετ’ ἀλλήλων τὰ εἴδη, καὶ πρὸς τὴν
25τούτου διάλυσιν βοηθὸν τὸν Ζήνωνα καλῶν, καὶ ὑπολαβὼν μὴ ἄρα οὕτω μέμικται τὰ εἴδη ὡς αὐτὸ τὸ ὅμοιον εἶναι ἀνόμοιον, τέρας ἀπ‐ εκάλεσε τὸ τοιοῦτον δόγμα καὶ ἀπέγνω τὴν τοιαύτην μίξιν· πάλιν δὲ ὑπονοήσας μὴ ἄρα
30διὰ τὴν ἕνωσιν τῶν νοητῶν μετέχει πως ἀλ‐ λήλων ἐκεῖνα, τοῦτο δὴ θαυμάσειν ἔφη, τοῦ δεικνύντος φωνῇ χρησάμενος, ὑπονοοῦντος ἤδη τἀληθές· τέλος δὲ ἐπιβάλλων ὅτι δύνα‐ ται καὶ ἡνῶσθαι καὶ διακεκρίσθαι, τὸν τοῦτο
35ἀποδεικνύντα ἀγαστὸν ἐπωνόμασε. Καὶ ὁρᾷς ὅση τῆς ἀνόδου τάξις· ἀπέγνω γὰρ πρῶτον, δεύτερον εἰς ὑπόνοιαν κατέστη τοῦ ἀληθοῦς, ἔπειτα τελευταῖον εἰς αὐτὸ τὸ διὰ τῶν ἀπο‐
δείξεων βεβαιωθὲν κατήντησε. Καὶ οὔτε ἡ ἀπό‐
in Prm
.

758

γνωσις τῆς μίξεως ἐπταισμένη· κατὰ γὰρ ἐκεῖ‐ νον τὸν τρόπον ἄμικτα τὰ εἴδη· οὔτε ἡ ὑπόνοια ψευδής· πῶς μὲν γὰρ μετέχειν ἀλλή‐ λων δύναται; πῶς δὲ ἀκοινώνητά ἐστιν ἀλλή‐
5λοις; καὶ ἡ τελευταία ψῆφος ἀληθεστάτη· καὶ γὰρ ἥνωται καὶ διακέκριται, καθάπερ δέδεικται διὰ τῶν προειρημένων· καὶ πάντα σύμφωνα ἀλλήλοις τὰ τοῦ Σωκράτους κρίματα, τὸ τέρας ἂν εἴη, τὸ θαυμάσειν, τὸ ἀγασθείην ἂν,
10ἥ τε ἀπόγνωσις καὶ ἡ ὑπόνοια καὶ ἡ ἐλπίς. Ἥ τε μίμησις παρὰ τῷ Πλάτωνι τῆς εὐφυοῦς ψυ‐ χῆς ὅση, δῆλον καὶ ἀπὸ τούτων· ἴδιον μὲν γὰρ τῶν ἀναγομένων τὸ μετὰ τὴν ἀπόγνωσιν ὑπο‐ νοεῖν τἀληθὲς, ἔπειτ’ αὐτοῦ πέρι δράττεσθαι
15καὶ ἀεὶ προσωτέρω χωρεῖν· τῇ δὲ εὐφυεῖ ψυχῇ καὶ τοῦτο πρόσεστι τὸ μήτε τὴν ἀπόγνωσιν εἶναι διάκενον, μήτε τὴν ὑπόνοιαν πλασμα‐ τώδη, διὰ τὸ πρὸς ἐκείνους ἀφορᾷν τοὺς τρό‐ πους καὶ καθ’ οὓς τὸ πρᾶγμα οὐκ ἔστιν, ἢ πῆ
20μέν ἐστι, πῆ δὲ οὐκ ἔστι. Τὰ μὲν οὖν ἄλλα εἰσαῦθις ἐπισκεψόμεθα· νῦν δὲ περὶ τῶν ἐκκειμένων εἴπωμεν ῥημάτων. Τὸ τοίνυν αὐτὸ ὅμοιον καὶ ἀνόμοιον ἐν τοῖς αἰσθητοῖς εἶναι συγχωρεῖ, περὶ ἓν ὑποκείμενον
25ἀμφοτέρων θεωρουμένων, καὶ κατ’ ἄλλο μὲν τῆς ὁμοιότητος, κατ’ ἄλλο δὲ τῆς ἀνομοιότη‐ τος· ἀπορεῖ δὲ εἰ καὶ ἐπὶ τῶν εἰδῶν αὐτῶν τὸ ὅμοιον ἀνόμοιον, καὶ τὸ ἀνόμοιον ὅμοιόν ἐστι· καὶ ἀπορήσας, τέρας αὐτὸ προσηγόρευσεν· οὐ
30γάρ ἐστιν οὗτος ὁ τρόπος τῆς μίξεως τῶν εἰδῶν, ὃς ποιεῖ ἕκαστον ὅπερ ἕκαστον, διὰ τοὺς προει‐ ρημένους λόγους. Καὶ μή μοι θαυμάσῃς, εἰ περὶ αὐτοῦ τοῦ εἴδους ποιούμενος λόγον πάλιν αὐτὸ προσηνέγκατο πληθυντικῶς εἰπών· εἰ μὲν
35αὐτά τις ἀπέφαινεν ὅμοια· καὶ γὰρ τὸ ὅμοιον ἓν πολλά ἐστιν, ὥστε αὐτὸ καὶ ὅμοιόν ἐστι καὶ ὅμοια. Ὡς γάρ φασιν οἱ ἀριθμητικοὶ τὰ μέρη τοῦ ἀρτιάκις ἀρτίου καὶ αὐτὰ ἄρτια,
οὕτω καὶ ἡμῖν ῥητέον· καὶ τὸ πλῆθος τοῦ
in Prm
.

759

ὁμοίου ὅμοια, καὶ τοῦ ἀνομοίου ἀνόμοια· καὶ γὰρ ὁ ὅλος νοῦς ἐκ νόων· οὐ γὰρ ἐξ ἀνοήτων ὁ νοῦς, οὐδὲ ἐξ ἀνομοίων τὸ ὅμοιον. Εἰ καὶ πλῆ‐ θος ἡ ὁμοιότης καὶ μὴ αὐτὸ ἓν, οὐχ ὁμοιότης
5μόνον ἐστὶν, ἀλλὰ καὶ ὁμοιότητες· καὶ γὰρ ἔχει πολλὰς, μᾶλλον δὲ ἁπάσας δυνάμεις ὁμοιω‐ τικὰς, ἢ τῶν εἰκόνων πρὸς τὰ παραδείγματα, ἢ τῶν εἰκόνων πρὸς ἀλλήλας, ἢ τῶν μερῶν πρὸς τὰ ὅλα, ἢ τῶν μερῶν πρὸς ἄλληλα· καθ’ ἑκά‐
10στην δὲ τῶν δυνάμεων ὁμοιότης τις οὖσα καὶ ὅμοια ποιεῖ τὸ αὐτοόμοιον. Εἰ μὴ ἄρα καὶ οὐ τοῦτο ζητεῖ ὁ Σωκράτης, εἰ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον ἀλλήλων μετείληχεν· ἀλλ’ εἰ καὶ τὰ νοητὰ πάντα εἴδη ἀλλήλοις ὅμοια, ἔστι πάντα
15καὶ ἀνόμοια τῷ μετέχειν ὁμοιότητος καὶ ἀνο‐ μοιότητος, ὥσπερ καὶ τὰ τῇδε τῷ μετέχειν τῆς ἐν αὐτοῖς ὁμοιότητος καὶ ἀνομοιότητός ἐστιν ὅμοια καὶ ἀνόμοια δι’ ἀλλήλα. Εἰ δὲ βούλει καὶ ἑτέρως, τὴν αἰτίαν ὅρα τοῦ πληθυν‐
20τικῶς εἰπεῖν τὰ ὅμοια καὶ ἀνόμοια· τοῦτο γὰρ τὸ ὅμοιον αὐτὸ τὸ εἶδός ἐστι μὲν καὶ ἐν τῷ δημιουργῷ τοῦ παντὸς, ἔστι δὲ καὶ ἐν τοῖς ἄλλοις νοῖς τοῖς τε ὑπερκοσμίοις καὶ τοῖς ἐγ‐ κοσμίοις. Ζητείτω τοίνυν ὁ λόγος περὶ πάντων
25τῶν αὐτοομοίων, εἰ ταὐτά ἐστι τοῖς ἀνομοίοις, καὶ οὐδὲν οὕτω θαυμαστὸν ὅμοια λέγειν αὐ‐ τὸν, ἀλλὰ μὴ ὅμοιον· οὐ γάρ ἐστι μοναχῶς, ἀλλ’ ὅσαι νοεραὶ τάξεις ἀπὸ τοῦ δημιουργοῦ προεληλύθασι, τοσαυταχῶς ἡμῖν θεωρηθήσεται
30καὶ τοῦτο τὸ εἶδος ἐν ἑκάστῳ νῷ θεωρούμε‐ νον οἰκείως, ὑπερκοσμίως μὲν ἐν τοῖς ὑπερκο‐ σμίοις, ἐγκοσμίως δὲ ἐν τοῖς ὑπὸ τοῦ κόσμου μετερχομένοις. Ἀλλ’ ἄρα πάντη ψευδὴς ὁ λόγος οὗτος, καὶ οὐδαμοῦ ταὐτὸν ἡ ὁμοιότης καὶ ἡ
35ἀνομοιότης ἐστίν; Ἢ καὶ τοῦτο ἀληθές πώς ἐστι. Δεῖ γὰρ δὴ πρὸ τῆς δυάδος αὐτῆς εἶναί τινα μονάδα πάντως τὴν τούτων συναγωγόν· πᾶσα γὰρ δυὰς ἀπό τινος μονάδος πρόεισιν, ἣ
τὴν ταύτης δύναμιν ἑνιαίως προείληφεν· εἰ δὲ
in Prm
.

760

τοῦτο, δεῖ τούτων εἶναί τινα μίαν μονάδα, ἢ καὶ ὁμοιότητός ἐστιν αἰτία καὶ ἀνομοιότητος ἑνοειδῶς. Εἰ τοίνυν λέγεις ἐν ταύτῃ κρυφίως εἶναι τὰς τούτων αἰτίας καὶ ἀδιακρίτως πάντη
5καὶ ἑνιαίως, ὥστε ἐκεῖ καὶ τὴν ὁμοιότητα ἀνο‐ μοιότητα εἶναι, διακρίσεως οὐκ οὔσης, ἀλλὰ μιᾶς ἑνότητος, καὶ τὴν ἀνομοιότητα ὁμοιό‐ τητα, τάχ’ οὐκ ἂν πόῤῥω βάλλοις τἀληθοῦς· πάντα γὰρ διακεκριμένα ἀπὸ τῶν ἡνωμένων
10ἐστὶ, καὶ ἔστι πρῶτον ἓν πάντα καὶ ἀνεκφάν‐ τως καὶ ἀῤῥήτως ἐν ταῖς αὑτῶν αἰτίαις, ἔπειτα διῃρημένως καὶ διακεκριμένως ἀπ’ ἀλλήλων, ἵνα καὶ τάξις ᾖ κατὰ τὴν πρόοδον μετὰ τὸ μόνον ἓν εἶναι τὸ κρυφίως ἓν, ἐν ᾧ πᾶν ἐστι
15πᾶν, καὶ μετὰ τοῦτο τὸ διακεκριμένως ἓν, ἐν ᾧ μετέχει τὰ πάντα ἀλλήλων· ἕκαστον δὲ τὰ λοιπὰ οὐκ ἔχει, ἀλλ’ ἔχει μετὰ τῆς κοινωνίας καὶ τὴν ἀμιξίαν. Οὐδέ γε εἰ ἓν ἅπαντα ἀποφαίνει τις
20τῷ μετέχειν τοῦ ἑνὸς καὶ ταὐτὰ ταῦτα πολλὰ τῷ πλήθους αὖ μετέχειν· ἀλλ’ εἰ ὅ ἐστιν ἓν, αὐτὸ τοῦτο πολλὰ ἀποδεί‐ ξει καὶ αὖ τὰ πολλὰ δὴ ἓν, τοῦτο ἤδη θαυμάσομαι. (P. 129 B.)
25 Μετὰ τοὺς περὶ ὁμοιότητος καὶ ἀνομοιότη‐ τος λόγους ἐπὶ τὸ ἓν καὶ τὸ πλῆθος μεταβέβηκε πάλιν, καὶ ταῦτα ἀπὸ τῶν Ζήνωνος λόγων λα‐ βών. Ἐκεῖνος δὴ γὰρ καθάπερ τὸ αὐτὸ δεικνὺς ὅμοιον καὶ ἀνόμοιον διήλεγχε τοὺς τὰ πολλὰ
30χωρίζοντας τοῦ ἑνὸς, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ ἑνὸς καὶ ἀπὸ τοῦ πλήθους ἐπιχειρῶν διηγωνίζετο πρὸς αὐτοὺς, ἀποφαίνων ὅτι τὸ αὐτὸ καὶ πλῆθος ἔσται καὶ ἓν τὰ πολλὰ χωρὶς τοῦ ἑνός· τὰ γὰρ οὕτως ἔχοντα πλήθη κατ’ αὐτὸ
35τὸ μὴ μετέχειν ἑνάδος καὶ πολλά ἐστι· τὸ γὰρ μὴ κρατούμενον ὑπὸ τοῦ ἑνὸς πολλά ἐστι· καὶ ἐπεὶ κοινὸν ἔχει τὸ μὴ ἓν, πάλιν ἐστὶν ἓν κατὰ τοῦτο· τὸ γὰρ κοινοῦ τινος μετειληχὸς ἕν ἐστι
κατ’ αὐτὸ τοῦτο τὸ κοινὸν, ὥστε εἰ κοινὸν αὐ‐
in Prm
.

761

τοῖς τὸ οὐχ ἓν, ἔσται ἓν τὰ πολλὰ κατὰ τὸ οὐχ ἕν· καὶ πάλιν τὸ οὐχ ἓν ὡσαύτως ἐν τῷ ἓν πᾶσιν [οὐκ] εἶναι ταὐτόν. Ὁ μὲν δὴ Ζήνων οὑτωσί πως καὶ ἀπὸ τούτων μετῄει τὸν λόγον·
5ὁ δέ γε Σωκράτης πρὸς μὲν τοὺς πολλοὺς ἱκα‐ νῶς αὐτὸν διαγωνίσασθαι συγχωρεῖ μηδὲ τὰς ἐν τοῖς αἰσθητοῖς μονάδας ἀπολείποντα, ἀξιοῖ δὲ ἐπ’ ἄλλας μονάδας μετελθόντα αὐτὸν τὰς νοερὰς τὸ ἐκεῖ ἓν καὶ τὸ ἐκεῖ πλῆθος ἰδεῖν, καὶ
10ἐπιδεῖξαι ὅπως καὶ ἐκεῖ ἥνωται ταῦτα ἀλλή‐ λοις, καὶ εἰ κατὰ μέθεξιν, καὶ τίς ἡ μέθεξις· οὗ δὴ καὶ εὕροις ἂν ἤδη τὸν Σωκράτη σαφῶς εἰς ὑπόνοιαν καθιστάμενον τῆς κοινωνίας τῶν εἰδῶν. Τὸ γὰρ τοῦτο θαυμάσομαι διανοίας
15ἐστὶν ὑπονοούσης μὲν τἀληθὲς, οὔπω δὲ τἀσφα‐ λὲς ἐχούσης, ὡς ἔτι γε προελθὼν καὶ πρὸς τὸ πρᾶγμα ἀτενίσας ἀφήσει φωνὴν ἐπιβεβληκότος ἤδη τῷ δόγματι καὶ τὸν τρόπον τῆς μίξεως ἑωρακότος.
20 Ὁ μὲν δὴ τρόπος τῶν λόγων τοιοῦτος· ἐν‐ ταῦθα δὲ ἡμῖν γενομένοις ἐπισκεπτέον τί τὸ ἓν τοῦτο καὶ τὸ πλῆθος, καὶ ὅπως ἔχει πρός τε ἄλληλα, καὶ πρὸς τὰ εἰρημένα γένη· καὶ ῥητέον ὅτι καὶ ἡμῶν τῶν ἀτόμων ἕκαστος ἕν ἐστι καὶ
25πλῆθος, ἢ τῇ μὲν οὐσία ἓν, ταῖς δὲ δυνάμεσι πλῆθος, ἢ τῷ μὲν ὑποκειμένῳ ἓν, τοῖς δὲ συμβεβηκόσι πλῆθος, ἢ τῷ μὲν ὅλῳ ἓν, τοῖς δὲ μέρεσι πλῆθος, ἢ κατὰ μὲν τὸ εἶδος ἓν, κατὰ δὲ τὴν ὕλην πλῆθος. Πολλαχῶς γὰρ ἐπι‐
30νοεῖν τήν τε ἕνωσιν ἡμῖν καὶ τὸ πλῆθος δυνα‐ τὸν, πολλαχοῦ τῆς ἑνώσεως κατὰ τὸ κρεῖττον ὁρωμένης τοῦ πλήθους· τὸ γὰρ ὅλον τῶν μερῶν, καὶ τὸ εἶδος τῆς ὕλης, καὶ τὸ ὑποκείμενον τῶν συμβεβηκότων, καὶ ἡ οὐσία τῶν δυνάμεων
35κρείττων. Ἔστιν οὖν ἕκαστος ἡμῶν καὶ ἓν καὶ πλῆθος· ἀλλὰ δῆλον ὅτι κατὰ τὴν ὁμοιότητα τὴν πρὸς τὸ πᾶν ὑπάρχει τοῦτο τοῖς ἀτόμοις ἐν αὐτῷ καὶ μερικοῖς· πολλῷ γὰρ πρότερον ὁ κόσ‐ μος οὗτος ὁ πάμμεγας εἷς ἐστι καὶ πολύς· πο‐
40λὺς μὲν, οὐ κατὰ τὸ σωματικὸν μόνον (καὶ
in Prm
.

762

κατὰ τοῦτο μὲν γὰρ τοσαύτην ἔχον ἐξαλλαγὴν, ὅσην τὸ ἀΐδιον πρὸς τὸ φθαρτὸν, καὶ τὸ ἄϋλον πρὸς τὸ ἔνυλον, καὶ τὸ αὐτόζων πρὸς τὸ ἄζωον ἀπὸ τῆς οἰκείας συστάσεως), ἀλλὰ καὶ κατὰ
5τὰς ἐν αὑτῷ ζωὰς τὰς ἀσωμάτους· θεοὶ γὰρ ἐν αὐτῷ, δαίμονες, ἄνθρωποι, ζῶα, φυτὰ, καὶ ὁ τῆς ζωῆς διάκοσμος πρὸς τοῦ φαινομένου ποικίλος· εἷς δὲ αὖ πάλιν ὁ κόσμος διὰ τὴν ἁρμονίαν τὴν σωματικὴν, διὰ τὴν συμπάθειαν
10τὴν φυσικὴν, διὰ τὴν ἀπὸ τῆς ψυχῆς τῆς ὅλης χορηγίαν τῆς μιᾶς ζωῆς, διὰ τὸν ἕνα νοερὸν σύνδεσμον· ἀπὸ γὰρ πάντων τούτων μία σύμ‐ πνοια τοῦ παντός ἐστι καὶ μία ζωὴ καὶ μία δια‐ κόσμησις ἄλυτος ἀπὸ νοῦ γενομένη. Πόθεν δὴ
15οὖν ὁ κόσμος οὗτος τοιοῦτος, εἷς, λέγω, καὶ πολύς; ἆρ’ οὐκ ἀπὸ τοῦ δημιουργήσαντος αὐ‐ τὸν καὶ ἁρμόσαντος θεοῦ; Πόθεν δὲ ἐκεῖνος ἥρμοσεν, ἢ πόθεν καὶ τὴν ἕνωσιν αὐτῷ καὶ τὸ πλῆθος δέδωκεν; ἆρ’ οὐκ ἀπὸ τῆς οἰκείας οὐ‐
20σίας; Ἢ καὶ ἀνάγκη τοῦτο φάναι, καὶ ἔστιν οὕτως ἔχον· αὐτῷ γὰρ τῷ εἶναι δημιουργεῖ· τὸ δὲ αὐτῷ τῷ εἶναι ποιοῦν τοῦτο ποιεῖ καὶ τοῦτο τῷ ποιουμένῳ δίδωσιν ὃ ἔχει καὶ ὅ ἐστιν ἐν αὐτῷ, μᾶλλον δὲ ὅ ἐστιν αὐτὸ πρώτως. Εἰ
25οὖν ὁ δημιουργικὸς νοῦς ἕνα καὶ πολὺν ὑπ‐ έστησε τὸν κόσμον, εἴη ἂν ἐν αὐτῷ τὸ πλῆθος καὶ τὸ ἕν· καὶ ὥσπερ ὁ κόσμος οὐχὶ τῇ μὲν εἷς ἐστι, τῇ δὲ πολὺς, ἀλλ’ ὅλος δι’ ὅλου καὶ εἷς ἅμα καὶ πολὺς (ὅ τι γὰρ ἂν λάβοις, καὶ ἑνός
30ἐστι καὶ πλήθους μετέχον), οὕτω δὴ καὶ ὁ δη‐ μιουργικὸς νοῦς καθ’ ὅλον ἑαυτὸν καὶ εἷς ἐστι καὶ πολύς· καὶ γὰρ τὸ πλῆθος αὐτοῦ πᾶν ἑνοει‐ δές ἐστι, καὶ τὸ ἓν πεπληθυσμένον, καὶ οὐδέν ἐστιν αὐτοῦ λαβεῖν ὃ μὴ καὶ ἕν ἐστι καὶ πλῆ‐
35θος. Ἕκαστον γοῦν τῶν εἰδῶν καὶ ἥνωται καὶ πολλά ἐστι· καὶ ἄλλως οὐ πολλὰ μόνον ἦν δυνατὸν εἶναι τὸν νοῦν ἐκεῖνον· οὐ γὰρ ἦν ἂν εἷς οὐδὲ ἀμέριστος, οὐδὲ ὅλως ἐστὶ πλῆθος μὴ ἓν, οὔτε ἓν μόνον· οὐ γὰρ ἂν ἦν δημιουργὸς,
40οὐδ’ ὅλως νοῦς, ἀλλ’ ἐπέκεινα τῆς τάξεως ταύ‐
in Prm
.

763

της. Ἀλλ’ ὅτι μέν ἐστιν ἐκεῖ καὶ τὸ ἓν καὶ τὸ πλῆθος, δῆλον διὰ τούτων· τίνα δέ ἐστιν ἑξῆς ἡμῖν σκεπτέον. Τὸ μὲν οὖν ἓν οὔτε τὸ πρώτως ἓν ληπτέον· ἔστι γὰρ πάντων ἐξῃρημένον· οὐ
5γάρ ἐστι γένος ἐκεῖνο τὸ ἓν ἢ εἶδος· τό τε γὰρ γένος τινός ἐστι γένος, ἐκεῖνο δὲ οὐδενός· καὶ τὸ εἶδος οὐσία πάντως καὶ πλῆθος καὶ τοῦ γέ‐ νους δεύτερον, ἐκεῖνο δὲ ὑπὲρ οὐσίαν, ὑπὲρ πᾶν πλῆθος, οὐδενὸς ὅλως δεύτερον· οὔτε αὖ
10τὴν θεότητα τοῦ νοῦ, καθ’ ἣν καὶ ἔστι πατὴρ καὶ δημιουργὸς τῶν ὅλων· οὐδὲ γὰρ ταύτην μετέχειν πλήθους δυνατόν· γεννητικὸς γοῦν ἐστι παντὸς τοῦ ἐν αὑτῷ πλήθους, θέμις δὲ οὐκ ἔστι μεθεκτὸν γίγνεσθαι τῷ γεννῶντι τὸ γεννη‐
15θέν. Ἀλλ’ οὐδὲ τοῦτο ληπτέον τὸ ἓν, ὅ ἐστιν οἷον ὁλότης τῶν εἰδῶν· πάλιν γὰρ ἐπὶ βραχὺ τὴν δύναμιν αὐτοῦ συστέλλομεν οὕτω λέγοντες· ἔστι μὲν γὰρ καὶ τοῦτο ἓν καὶ πλῆθος τὸ ὅλον πλήρωμα τῶν εἰδῶν, ἀλλ’ οὐ τοῦτό ἐστι τὸ ἐπὶ
20πᾶσαν τοῦ δημιουργοῦ τὴν φύσιν ἐκτεινόμενον. Ἐκεῖνο τοίνυν ῥητέον τὸ ἓν, ὅ ἐστιν ὁλότης παντὸς τοῦ δημιουργικοῦ νοῦ· εἰς ὃ καὶ ὁ θεο‐ λόγος ἀποβλέπων, Ἓν ἐγένετο, φησίν· ἔχει γὰρ πάντα καὶ αὐτὸς νοερῶς, καὶ ἔστιν εἷς νοῦς
25πολλῶν νόων περιληπτικὸς καὶ κόσμος νοερῶς αὐτοτελῶν νόων μονάς· οὐ γὰρ μόνον ἡ τῶν ἰδεῶν ὁλότης ἐν αὐτῷ, ἀλλὰ καὶ ἄλλαι πολ‐ λαὶ, καθάπερ οἱ θεολόγοι παραδεδώκασι. Τὴν οὖν ὁλότητα τὴν μίαν τὴν διὰ πασῶν διήκου‐
30σαν ἑνάδα προσρητέον, ἵνα καὶ τὸ οὐσιῶδες αὐ‐ τῆς φυλάξωμεν (τὸ γὰρ ὅλον οὐσία ἐστί)· τὸ δὲ αὖ πλῆθος, τάς τε μερικωτέρας τάξεις αἳ περιέχονται μὲν ὑπὸ τῆς ὁλότητος· οὐδὲν [γὰρ] ὃ αὐτῶν ἀμέτοχον ἐπιδείκνυται τοῦ ὅλου· πᾶν
35γὰρ ὅτιπερ ἂν αὐτῶν λάβοις μετέχει τοῦ ὅλου
καὶ τῆς νοερᾶς ἰδιότητος, εἰ βούλει λέγειν·
in Prm
.

764

ταῦτα πάντων ἐστὶ γενικώτατα τῶν ὁπωσοῦν ὄντων, ᾗ καὶ αὐτὸς ὁ δημιουργικὸς νοῦς αἴτιος ἁπάντων τῶν εἰδῶν. Εἰ δὲ ἐν Σοφιστῇ τὰ πάντα γένη τοῦ ὄντος μέγιστα προσείρηκεν,
5οὐ θαυμαστόν· τῶν γὰρ ἐν τῷ δημιουργῷ πολ‐ λῶν γενῶν καὶ εἰδῶν ἐπεζήτει τὰ μέγιστα· τὸ δὲ ἓν τοῦτο καὶ τὸ πλῆθος οὐκ ἐν τῷ νῷ ἐστιν, ἀλλ’ αὐτὸς ὁ νοῦς· ἓν γὰρ ἡ ὁλότης αὐτοῦ, καὶ τὸ εἶδος καθὸ προνοεῖται τῶν οἰκείων ἀδιάκρι‐
10τόν ἐστι, πλῆθος δὲ τὰ ἰδιώματα πολλὰ καὶ αἱ μερικαὶ ὁλότητες· διὸ καὶ ἕκαστον τῶν δη‐ μιουργικῶν εἰδῶν ἓν καὶ πλῆθός ἐστιν ὥσπερ ὁ πᾶς δημιουργικὸς νοῦς. Καὶ ἔστι διὰ τοῦτο τὸ μὲν ἓν τοῦτο εἶδος ἑνοποιὸν τοῦ τε ὅλου καὶ
15τῶν ἐν αὐτῷ παντοίων εἰδῶν, τό τε πλῆθος ἓν πρὸ πάντων, καθὸ καὶ ὁ ὅλος πεπλήθυται νοῦς· καὶ ἕκαστον τῶν νοερῶν εἰδῶν πολλὰ καθ’ αὑτό ἐστιν, ὥστ’ εἶναι ταῦτα γενικώτατα τῶν γε‐ νῶν, ἀφ’ ὧν ἑκάστοις ὑπάρχει καὶ ἑνὶ εἶναι καὶ
20πολλοῖς, ἀνάλογον ὑποστάσεσι πρὸς τὸ πέρας τὸ πρῶτον καὶ τὴν πρωτίστην ἀπειρίαν· καὶ γὰρ τὸ ἑνοποιὸν τοῦ πλήθους πέρας ἐστὶν, ἀλλ’ οὐκ ἀνάπαλιν. Τί γὰρ εἰ ἄπειρον ποιεῖ κατὰ μέγεθος ἢ κατὰ δύναμιν; εἴ τι ἄρα πληθοποιὸν, καθὸ
25τοιοῦτον, ἀπειροποιόν ἐστιν, οὐ πᾶν δὲ ἀπειρο‐ ποιὸν πληθοποιόν. Εἰ δὲ ἐν Σοφιστῇ τούτων οὐκ ἐμνημόνευσεν, ὡς ἔφαμεν, ἐν τοῖς μεγίστοις γέ‐ νεσι, τί θαυμαστόν; Μή ποτε γὰρ, ἐπειδὴ πλῆθος καὶ ἓν οὐ μόνον οὐσιῶδές ἐστιν, ἀλλὰ καὶ ὑπὲρ
30οὐσίαν, ταὐτὸν δὲ καὶ ἕτερον ἐν οὐσίαις, εἰκό‐ τως γένη τοῦ ὄντος προχειριζόμενος ταῦτα μὲν μνήμης ἐν ἐκείνοις ἠξίωσε, τὴν δὲ ἑνοποιὸν τῶν πεπληθυσμένων καὶ τὴν πληθοποιὸν τῶν ἡνωμένων σεσιώπηκε, διότι δὴ καὶ τὸ ὂν μέ‐
35γιστον ἐκεῖ καὶ ἀρχηγικὸν ἐτίθετο τῶν γενῶν·
τούτῳ γὰρ οἰκεῖον τὸ ταὐτὸν καὶ ἕτερον· οὐ
in Prm
.

765

μέντοι τὸ ἓν ἁπλῶς καὶ τὸ πλῆθος, ὧν ἦν καὶ πρὸ τοῦ ὄντος ὑπόστασις. Πάντα γοῦν καὶ ὅσα διηπόρησεν ἐν ἐκείνοις, καὶ ὅσα ἐξηπόρησεν ὡς περὶ τὸ ὂν διατρίβων, μνήμης ἕκαστα τῆς προσ‐
5ηκούσης τῷ ὄντι πλείονος ἢ ἐλάσσονος ἔτυχεν. Εἰ δὲ ὅπη ταῦτα, ἓν λέγω καὶ πλῆθος, ταὐτοῦ καὶ ἑτέρου διέστηκε σκοποίης, εὑρήσεις τὰ μὲν ὄντα τῶν καθ’ αὑτὸ, τὰ δὲ τῶν πρός τι πάντως ὄντα· οὔτε γὰρ τὸ ἓν πρὸς ἄλλο τι λέγεται τῶν
10ὄντων οὔτε τὰ πολλὰ, ταὐτὸν δὲ καὶ ἕτερον κἂν ἐν ἑαυτῷ λέγηται κἂν ἄλλῳ, ὡς πρός τι λέγεται, καὶ οὐχ ὡς καθ’ ἑαυτὸ πάντως· διὸ καὶ πρότερα τῇ φύσει τὸ ἓν καὶ τὸ πλῆθος ταὐ‐ τοῦ καὶ ἑτέρου τὸν τρόπον τοῦτον, ὃν τὰ καθ’
15αὑτὸ τῶν πρός τι προηγεῖται κατὰ φύσιν. Ἔοικε δὲ τὸ ἐν τούτοις ἓν καὶ τὸ πλῆθος, ἔν τε τῷ δημιουργικῷ νῷ καὶ ἐν ἑκάστῳ τῶν εἰδῶν θεω‐ ρούμενον, ὡς ἀπ’ αἰτιῶν πάλιν ἠρτῆσθαι πρω‐ τουργῶν τοῦ πέρατος καὶ τῆς ἀπειρίας· ἑνοποιὸν
20γὰρ τὸ πέρας, ἡ δὲ ἀπειρία τὸ ἐν ἑκάστῳ πλῆ‐ θος ὑφίστησιν. Ὅτι δὲ οὐ χρὴ τὸ ὑπερούσιον ἓν λαμβάνειν, ἀλλὰ τὸ οὐσιῶδες καὶ τὸ οἷον ὅλον καὶ τὸ παντελὲς τοῦ νοῦ, δηλοῖ καὶ ὁ Πλάτων εἰπὼν, ἀλλ’ εἰ ὅ ἐστιν ἓν, αὐτὸ τοῦτο
25πολλὰ ἀποδείξει. Τοῦτο γὰρ ζητεῖ τὸ ἓν ἀποδειχθῆναι καὶ πλήθους μετέχον ᾧ τὸ ἔστι προσάγομεν, ἀλλ’ οὐ τὸ κρεῖττον τοῦ ἔστι. Καὶ περὶ τῶν ἄλλων ἁπάντων ὡσαύ‐ τως· εἰ μὲν αὐτὰ τὰ γένη τε καὶ εἴδη
30ἐν αὐτοῖς ἀποφαίνει τἀναντία ταῦτα πάθη πάσχοντα, ἄξιον θαυμάζειν· εἰ δ’ ἐμὲ ἕν τις ἀποδείξει ὄντα καὶ πολλ, τί θαυμαστόν; λέγων, ὅταν μὲν βούληται πολλὰ ἀποφαίνειν, ὡς ἕτερα μὲν τὰ ἐπὶ
35δεξιά μού ἐστιν, ἕτερα δὲ τὰ ἐπ’ ἀρι‐ στερ, καὶ ἕτερα μὲν τὰ πρόσθεν, ἕτερα δὲ τὰ ὄπισθεν, καὶ ἄνω καὶ κάτω ὡσαύ‐ τως· πλήθους γὰρ, οἶμαι, μετέχω· ὅταν δὲ ἓν, ἐρεῖ ὡς ἑπτὰ ἡμῶν ὄντων εἷς ἐγώ
40εἰμι ἄνθρωπος μετέχων καὶ τοῦ ἑνὸς,
in Prm
.

766

ὥστε ἀληθῆ ἀποφαίνει ἀμφότερα. Ἐὰν οὖν τις τοιαῦτα ἐπιχειρῇ πολλὰ καὶ ἓν ταὐτὰ ἀποφαίνειν, λίθους καὶ ξύλα καὶ τὰ τοιαῦτα, φήσομεν αὐτὸν πολλὰ καὶ
5ἓν ἀποδεικνύναι, οὐ τὸ ἓν πολλ, οὐδὲ τὰ πολλὰ ἓν, οὐδέ τι θαυμαστὸν λέγειν, ἀλλ’ ἅπερ ἂν πάντες ὁμολογοῖμεν. (P. 129 C.) Κοινὸς ἐν τούτοις παραδίδοται κανὼν περὶ
10τῆς κοινωνίας τῶν εἰδῶν, ἀνατείνων ἡμᾶς ἀπὸ τῶν αἰσθητῶν καὶ τῆς ἐν τούτοις συμπλοκῆς τῶν ἀντικειμένων γενῶν τε καὶ εἰδῶν ἐπ’ αὐτὰς τὰς ὑπερφυεῖς καὶ νοερὰς οὐσίας, οὐδὲν μὲν θαυ‐ μαστὸν ὁ τούτοις θεωρεῖσθαι τοῖς μεριστοῖς καὶ
15ἀδιαστάτοις πράγμασιν ἀποφαινόμενος, εἰ ταὐ‐ τὸν ἓν εἶναι δοκεῖ καὶ πολλὰ, προσάγων δὲ ἡμᾶς ἐπὶ τὴν ἡνωμένην καὶ ἀμέριστον ὑπόστα‐ σιν καὶ τὴν τῶν αἰωνίων καὶ καθαρῶν εἰδῶν κατανόησιν, ἅ ἐστιν αὐτὰ καθ’ αὑτὰ καὶ οὐδὲ
20ἕδρας δεῖται καὶ ὑποδοχῆς, ὁποίας δεόμεθα. Τὰ αἰσθητὰ καὶ ἓν ὁρᾶται καὶ πολλά· ἓν μὲν τῇ οὐσίᾳ, τῇ ὁλότητι, τῷ ὑποκειμένῳ, τῷ εἴδει· πολλὰ δὲ τοῖς συμβεβηκόσι, τοῖς μέρεσι, ταῖς δυνάμεσι, τῇ ὕλῃ καὶ πᾶσιν ἁπλῶς ἐξ ὧν τὸ
25μεριστὸν καὶ πεπληθυσμένον τῶν αἰσθητῶν ἀπ‐ ελέγχειν εἰώθαμεν· ἢ οὐ ταῦτά ἐστιν ἃ καὶ ταῖς σχέσεσι ποικίλλεται, καὶ τοῖς τόποις διΐστα‐ ται, καὶ ὅλως φαινόμενον ἔχει τὸ ἓν τόδε πλῆ‐ θος ἐπικρατοῦν τῆς ὅλης αὐτῶν ὑποστάσεως·
30μεριστὴ γὰρ αὐτῶν ἐστι καὶ ἔνυλος ἡ φύσις. Ἀλλ’ ἐν μὲν τοῖς αἰσθητοῖς οὐ θαυμαστὸν, ὥς φησι καὶ ὁ Σωκράτης, εἰ τὸ αὐτὸ καὶ ἕν ἐστι καὶ πλῆθος, ἄλλως μὲν ἓν, ἄλλως δὲ πλῆ‐ θος, ἐπ’ αὐτῶν δὲ τῶν νοητῶν θαυμαστὸν, εἰ
35τὸ αὐτὸ ἓν μετέχει πλήθους, καὶ εἰ τὸ πλῆθος ἑνὸς, ἃ καὶ ὁ Σωκράτης ὑπονοεῖ μὲν, θαυμάζει δὲ εἰ ἀποδεικτά ἐστι. Καὶ εἴρηται παρ’ ἡμῶν, ὅπως καὶ αὕτη ἡ ὑπόνοια τοῦ Σωκράτους ἀλη‐ θής· οὐ γὰρ πάντα τρόπον ἡ κοινωνία γίγνεται
40τῶν εἰδῶν, ἀλλὰ κατὰ τὸν προσήκοντα αὐτοῖς·
in Prm
.

767

τίς δὲ οὗτός ἐστιν, εἴρηται πρότερον. Ἀλλ’ ἐπὶ τὴν λέξιν ἐπανιτέον, καὶ θεατέον ἕκαστον τῶν ἐκκειμένων ῥημάτων. Τῷ μὲν τοίνυν εἰπεῖν καὶ περὶ πάντων, τὴν παντελῆ διακόσμησιν ἐδή‐
5λωσε τῶν θείων εἰδῶν καὶ τὴν ἕνωσιν αὐτῶν καὶ τὴν σύμπνοιαν· τῷ δὲ προσθεῖναι καὶ περὶ τῶν ἄλλων, τὴν διάκρισιν καὶ τὸ ἀσύγχυτον αὐτῶν πλῆθος ἐνεδείξατο. Διὰ δὲ τῶν γενῶν αὖ καὶ τῶν εἰδῶν τάς τε ἁπλουστέρας καὶ
10ὁλικωτέρας αἰτίας καὶ τὰς μερικωτέρας ἐκεῖ καὶ οἷον συνθετωτέρας ὑποστάσεις ἡμᾶς ἐδί‐ δαξε· τὰ γὰρ εἴδη τὰ περιληπτικώτερα καὶ ἑνοειδέστερα καὶ αἰτιώτερα γένη προσείρηκεν· ἀλλὰ δὴ τίνα, καὶ οὐχ οἷα τὰ ὑστερογενῆ καὶ
15τὰ ἐν τοῖς καθ’ ἕκαστα, φησί· ταῦτα γὰρ ἰνδάλ‐ ματα τούτων ἐστὶ, καὶ ἡ διαιρετικὴ πρώτως τὸ νοερὸν πλῆθος θεᾶται τῶν εἰδῶν καὶ τῶν γενῶν, καὶ τὴν ἐν ἐκείνοις τῶν προόδων τάξιν, καὶ τὰς σειρὰς τὰς νοεράς. Διὰ δὲ τοῦ ἐν αὐ‐
20τοῖς ἔδειξεν ὁποίαν ζητεῖ κοινωνίαν ἐπὶ τῶν εἰδῶν μὴ ἐπίκτητον, μηδὲ ἔξωθέν ποθεν ὑπάρ‐ χουσαν αὐτοῖς, ἀλλ’ ἀπὸ τῆς οὐσίας τῆς αὐτῶν καὶ τῆς φύσεως. Καὶ μὴν διὰ τῶν ἀντιθέσεων ὧν παρέλαβε τὸ πλῆθος τῶν αἰσθητῶν ἀπελέγ‐
25χων, ἱκανῶς, οἶμαι, καὶ τὸ μεριστὸν αὐτῶν ἐνέ‐ φηνεν· αἱ γὰρ σχέσεις ἄπειροί εἰσι, καὶ διὰ τὸ μάλιστα ἀνούσιον εἰς τὸ ἀμέριστον ὑποφερόμε‐ ναι καὶ ἄπειρον. Τί δὲ οἱ ἀριθμοὶ ὅ τε τῆς ἑξάδος καὶ ὁ τῆς ἑπτάδος; ἆρα μάτην παρελή‐
30φθησαν; Ἢ πρὸς μὲν τὴν τοῦ πλήθους ἔνδειξιν ἡ ἑξὰς προσήκουσα ἦν διὰ τὸ ἄρτιον καὶ ὅλως τὸ τέλειον· οὐ γὰρ ἀτελὲς εἶναι δεῖ τὸ πλῆθος τὸ μέλλον μεθέξειν τοῦ ἑνός· πρὸς δὲ τὴν τοῦ ἑνὸς ἡ ἑπτάς· μοναδικὴ γάρ ἐστι καὶ μόνης μονά‐
35δος γεγονὸς, καὶ ὅλως τὸ περιττὸν πρὸς τοῦ ἑνός ἐστι. Καὶ εἰ βούλει καὶ ἐπ’ αὐτοὺς ἀνιέναι τοὺς θεοὺς τοὺς ἀνάλογον τοῖσδε τοῖς ἀριθμοῖς,
ὄψει καὶ ἐκεῖ τὸ αἴτιον τῆς τε κοινωνίας καὶ
in Prm
.

768

τῆς διακρίσεως τῶν εἰδῶν. Ἡ μὲν γὰρ ἑξὰς Ἀφροδίτης ἐστὶν ἱερὰ, φασὶ Πυθαγορείων παῖ‐ δες· ἡ δὲ ἑπτὰς, τῆς δεσποίνης ἡμῶν Ἀθηνᾶς· ἔστι δὲ ἡ μὲν ἀναγωγὸς ἀπὸ τοῦ πλήθους εἰς
5ἓν, ἡ δὲ τὴν ἐν τῷ πλήθει κοινωνίαν παρεχο‐ μένη τοῖς τε νοητοῖς καὶ πᾶσι τοῖς οὖσιν. Εἰ τοίνυν λέγεις τὴν ἑπτάδα τὴν Ἀθηναϊκὴν ἑνο‐ ποιὸν, τὴν δὲ ἑξάδα τὴν Ἀφροδισιακὴν μετὰ τῆς κοινωνίας φυλάττειν τὸ πλῆθος, οἰκείως
10εὑρήσεις ἑκατέραν, τὴν μὲν εἰς τὴν τοῦ πλή‐ θους, τὴν δὲ εἰς τὴν τῆς ἑνώσεως ἀπόδειξιν παρειλημμένην. Πάλιν τοίνυν τὸ λίθους καὶ ξύλα καὶ τὰ τοιαῦτα ἀποφαίνειν ἓν καὶ πολλὰ θαυμαστῶς ὅπως ἐνδείκνυται, πῶς τὸ
15ἓν ἐνταῦθα καὶ τὸ πλῆθος, καὶ ὅτι διῃρημένα ἀπ’ ἀλλήλων καὶ δεόμενα συνδέσμου τινός. Πῶς γὰρ τὸ εἶδος ἓν ὂν συνάπτεται τῇ ὕλῃ, δῆλον ὡς διὰ τῆς φύσεως· αὕτη γάρ ἐστι συναγωγὸς ἀμφοῖν, ἐκεῖ δὲ ἄνευ συνδέσμου προσθέσεως τὸ
20ἓν πολλὰ καὶ τὰ πολλὰ ἕν· αὐτὸς μὲν γὰρ ὁ ὅλος νοῦς ἓν πολλά ἐστι, αἱ δέ γε ἐν αὐτῷ μερικώτεραι τάξεις πολλαὶ ἑνοειδεῖς πάλιν οὐκ εἰσὶν ἕτεραι παρ’ αὐτὸν ἁπλῶς· συμπληροῦσι γὰρ αὐτοῦ τὴν μίαν ὁλότητα.
25 Ἐὰν δέ τις ὧν νῦν δὴ ἐγὼ ἔλεγον, πρῶτον μὲν διαιρῆται χωρὶς αὐτὰ καθ’ αὑτὰ τὰ εἴδη, οἷον ὁμοιότητά τε καὶ ἀνομοιότητα καὶ πλῆθος καὶ τὸ ἓν καὶ στάσιν καὶ κίνησιν καὶ πάντα τὰ τοι‐
30αῦτα, εἶτα ἐν ἑαυτοῖς ταῦτα δυνάμενα συγκεράννυσθαί τε καὶ διακρίνεσθαι ἀποφαίν, ἀγαίμην ἂν ἔγωγε θαυμα‐ στῶς, ἔφη, ὦ Ζήνων. (P. 129 D.) Ἐπ’ αὐτὴν τὴν τελεωτάτην ὁ Σωκράτης
35ἀναδεδράμηκεν ὑπόθεσιν περὶ τῆς κοινωνίας τῶν εἰδῶν καὶ συγκρίνεσθαι πάντα εἰπών· ταῦτα γὰρ ὑπάρχειν ἅμα, ἄμφω δὲ τοῖς θείοις
ἐκείνοις πράγμασιν ἕνωσίν τε ἀσύγχυτον καὶ
in Prm
.

769

διάκρισιν ἀδιαίρετον, ἵνα καὶ ἐν ἀλλήλοις ᾖ καὶ σώζῃ τὴν καθαρότητα τὴν ἑαυτῶν. Τοῦτον οὖν ἄγαται τὸν τοῦτο δεῖξαι δυνάμενον, ὅπως καὶ ἥνωται καὶ διακέκριται τὰ εἴδη τὰ νοητὰ,
5καὶ ὅπως οὔτε τὴν ἄμικτον ἀπόλλυσι καθαρό‐ τητα διὰ τὴν ἕνωσιν, οὔτε τὴν κοινωνίαν τὴν θείαν διὰ τὴν διάκρισιν, ἀλλὰ καὶ διακέκριται ἅμα καὶ συγκέκριται δεσμῷ Ἔρωτος ἀγητοῦ κατὰ τὸ Λόγιον·
10
ὃς ἐκ νόου ἔκθορε πρῶτος Ἑσσάμενος πυρὶ πῦρ συνδέσμιον, ὄφρα κεράσῃ Πηγαίους κρατῆρας, ἑοῦ πυρὸς ἄνθος ἐπισχών.
14Ταύτην οὖν ζητεῖ τὴν σύγκρασιν ὁ Σωκράτης
15μετὰ τῆς διακρίσεως ἰδεῖν ἐπὶ τῶν ἀμερῶν καὶ νοητῶν ὑποστάσεων, καὶ ἐπὶ ταύτην προκα‐ λεῖται τοὺς ἄνδρας, καὶ ταύτην ἄγαται τὴν θεωρίαν τὴν ἑνίζουσαν ἅμα καὶ διακρίνουσαν τὰς νοερὰς δυνάμεις τῶν αἰσθητῶν, ὁμοιό‐
20τητα ἐκείνην καὶ ἀνομοιότητα, πλῆθος τὸ ἐκεῖ καὶ τὸ ν, στάσιν τὴν θείαν καὶ κίνησιν· προσέθηκε γὰρ δὴ ταῦτα ταῖς εἰρη‐ μέναις συζυγίαις· ἐπεὶ κἂν ὁ Ζήνων, οὐ μόνον ἐξ ἐκείνων, ἀλλὰ καὶ ἐκ τῆς τούτων ἀκολου‐
25θίας ἀπήλεγχε τὴν ἀτοπίαν τῶν τὰ πολλὰ τοῦ ἑνὸς χωριζόντων· οὐ γὰρ μόνον ἐκ τοῦ ὁμοίου καὶ ἀνομοίου ἐπεποίητο τὴν ἐπιχείρησιν, οὐδὲ αὖ μόνον ἐκ τοῦ ἑνὸς καὶ τοῦ πλήθους, ἀλλ’ ἤδη καὶ ἀπὸ στάσεως καὶ κινήσεως. Τὸ γὰρ
30αὐτὸ καὶ κατὰ τὸ αὐτὸ καὶ ἱστάμενον καὶ κι‐ νούμενον ἀπέφηνεν, εἰ τὰ πολλὰ μὴ μετέχοι τοῦ ἑνός· πᾶν τὸ ἱστάμενον ἔν τινί ἐστιν ἑνὶ, καὶ πᾶν τὸ κινούμενον ἐξίσταται τοῦ ἑνὸς, ὥστε τὰ πολλὰ εἰ μὴ μετέχοι τινὸς ἑνὸς ἄστα‐
35τά ἐστι· καὶ πάλιν εἰ αὐτὸ τοῦτο ἔχοι κοινὸν τὸ μὴ μετέχειν τινὸς, ἔν τινι ἔσται· ταύτῃ οὖν πάλιν ἀκίνητα· τὰ αὐτὰ ἄρα καὶ κινούμενα ἔσται καὶ ἑστῶτα· οὐκ ἄρα πολλά ἐστιν ἔρημα
πάντη τοῦ ἑνός. Ἀλλ’ ὁ μὲν Ζήνωνος λόγος καὶ
in Prm
.

770

ἐνταῦθα τοιοῦτος· ὁ δέ γε Σωκράτης, ὡς τού‐ των ἱκανῶς δεδειγμένων δεῖν πανταχοῦ μετ‐ έχειν ἑνώσεως, χαίρειν ἐάσαντα τὸ δεικνύναι τὰ τῇδε πολλὰ μὴ διῃρημένα μόνον, ἀλλὰ καὶ
5ἡνωμένα ἀλλήλοις, ἀξιοῖ δεικνύειν αὐτὸν μὴ ὅπως τὸ αὐτὸ κινεῖται καὶ ἕστηκεν ἐν τοῖς αἰσθητοῖς, ἀλλὰ μεταβαίνειν ἐπὶ τὰς νοερὰς μονάδας, καὶ ἀποφαίνειν ὅπως ἥνωνται καὶ ἐκεῖναι καὶ ὅπως μετέχουσιν ἀλλήλων. Ὅτι
10μὲν γὰρ τὰ ἐνταῦθα πλήθη μετέχει τινῶν μο‐ νάδων καὶ διὰ τούτων τὸ μεριστὸν αὐτῶν καὶ διεσπαρμένον εἰς ἕνα περιάγεται σύνδεσμον, ἱκανῶς δέδεικται· πρὶν δὲ ἐπ’ αὐτὴν ἐπανέλ‐ θωμεν τὴν ἀκροτάτην ἕνωσιν τὴν Παρμενίδειον,
15τὰς πολλὰς θεωρήσωμεν καὶ ἀφανεῖς καὶ ἀκα‐ τατάκτους μονάδας πῶς ἐν ἀλλήλαις εἰσὶ, πῶς κοινωνία τε αὐτῶν ἐστιν ὁμοφυὴς καὶ καθαρό‐ της ἀσύγχυτος, πῶς ἡ ὁμοιότης συγκέκραται πρὸς τὴν ἀνομοιότητα, πῶς τὸ ἓν καὶ τὸ πλῆ‐
20θος χωρεῖ δι’ ἀλλήλων, πῶς ἡ στάσις καὶ ἡ κίνησις μετειλήφασιν ἀλλήλων· ὁ γὰρ τὴν τοιαύτην μίξιν καὶ διαπλοκὴν τῶν εἰδῶν τε‐ θεαμένος, οὗτός ἐστιν ἀγαστὸς ὄντως τῷ Σωκρά‐ τει, καὶ οὐχ ὡς ἔτυχεν ἀγαστός· τὸ γὰρ θαυ‐
25μαστῶς βεβαιοτέραν ποιεῖ τὴν εὐφημίαν, καὶ οὐδὲν ἄλλο ἐμφαίνει ἢ τὸ ὄντως καὶ ὡς ἀληθῶς καὶ ἐπαξίως τοῦ θαύματος. Πάντα ἄρα τὰ πάθη τοῦ Σωκράτους εὔστοχα, ἡ ἀπόγνωσις, ἡ ὑπόνοια, ἡ ἐλπὶς, ἡ μὲν εἰς τὴν πρὸς ἄλληλα
30σύγχυσιν ἀποβλέψαντος αὐτοῦ καὶ τὴν σύμφυρ‐ σιν τῶν θείων εἰδῶν, ἡ δὲ εἰς τὴν κοινωνίαν ἁπλῶς, ἡ δὲ εἰς τὴν ἕνωσιν ἅμα καὶ διάκρισιν, ἣν καὶ τελευταίαν ἐπέθηκεν, οἷον ἐκ πυρείων ἀνάψας ἑαυτῷ φῶς διὰ τῆς πρὸς τὸ πρᾶγμα
35ἐνατενίσεως καὶ τῆς πρὸς αὐτὰ τὰ εἴδη συν‐ εχοῦς ἀνατάσεως. Ταῦτα μὲν οὖν εἰρήσθω περὶ τοῦ τρόπου τῶν λόγων τούτων καὶ τῆς ὅλης προθέσεως· πάλιν δὲ ἡμῖν αὐτὰ τὰ πράγματα
σκεπτέον, τίς ἡ στάσις ἐκεῖ καὶ τίς ἡ κίνησις,
in Prm
.

771

καὶ τίνα τάξιν ἔχουσι, καὶ εἰ μετέχουσιν ἀλ‐ λήλων. Οὐκοῦν ὅτι μὲν ἀνάγκη τὸν δημιουργι‐ κὸν νοῦν ἐν νοήσεσιν ὑφεστηκότα καθαραῖς καὶ ἀΰλοις, καὶ πάντων ἀθρόως ὄντα δημιουργικὸν
5καὶ ὑπερκόσμιον, ἀμετάβλητον εἶναι τῇ τε οὐ‐ σίᾳ καὶ ταῖς ἐνεργείαις, οἶμαι παντὶ δῆλον εἶ‐ ναι· πᾶν γὰρ τὸ ἀμέριστον εἶδος αἰώνιόν ἐστι, πᾶν δὲ τὸ αἰώνιον ἐν στάσει τὴν ἑαυτοῦ φύσιν ἔχει· τὸ γὰρ μεταβάλλον ἢ κατ’ οὐσίαν ἢ κατ’
10ἐνέργειαν καὶ ἄλλοτε ἄλλως ἢ γιγνόμενον ἢ ἐνεργοῦν μεριστόν ἐστιν ἢ πρώτως ἢ ἐσχάτως, πᾶς δὲ νοῦς ἀμέριστος καὶ ἁπλοῦς καὶ ἀγέννη‐ τος. Εἰ τοίνυν πᾶς νοῦς ἀμέριστος, πᾶν δὲ τὸ ἀμέριστον αἰώνιον, πᾶν δὲ τὸ αἰώνιον ἀτρέπτως
15ἕστηκε, δῆλον δήπουθεν ὅτι πᾶς νοῦς ἕστηκε, καὶ πολλῷ μᾶλλον ὁ δημιουργικὸς νοῦς· ὅσῳ γὰρ δυνατώτερός ἐστι τῶν μετ’ αὐτὸν, τοσούτῳ μᾶλλον φρουρεῖ τὴν ἑαυτοῦ τάξιν ἀμετάστατον. Εἰ δὲ καὶ ἑδράζει τὸν ὅλον κόσμον κατά τε τὴν
20ὁλότητα αὑτοῦ καὶ τὸ ὅλον εἶδος καὶ τοὺς πό‐ λους τοὺς ἐν αὐτῷ καὶ τὰ κέντρα καὶ τοὺς ἄξο‐ νας, καὶ δίδωσιν ἑκάστῳ τούτων μόνιμον δύ‐ ναμιν, πόθεν ἂν εἴη ταύτην διδοὺς ἢ ἀπὸ τῆς οἰκείας οὐσίας; αὐτῷ γὰρ τῷ εἶναι δίδωσιν·
25ἔστι γὰρ ἐν αὐτῷ στάσις αἰτία τῶν ἑστώτων ἁπάντων, ἀλλὰ μὴν καὶ κίνησις· εἰ γὰρ ἔστι δημιουργὸς καὶ εἰ νοεῖ ἑαυτὸν, δῆλον ὡς ἐνερ‐ γεῖ· καὶ γὰρ ἡ ἐνέργεια λέγεται κίνησις τε‐ λεία, τοιαύτη δέ ἐστιν ἡ δημιουργικὴ ποίησίς
30τε καὶ νόησις. Εἰ δὲ καὶ, ὥς φησιν ἐκεῖνος, οἷον ζωὴ τῶν σωμάτων ἐστὶν ἡ κίνησις, δεῖ πολλῷ πρότερον τὴν ζωοποιὸν αἰτίαν ἐν ἐκείνῳ κίνησιν καλεῖν· αὐτὸ γὰρ τὸ ζῇν κίνησίν ἐστιν ἔχειν· εἰ δὲ καὶ δίδωσι τῇ τε γενέσει καὶ τῷ
35οὐρανῷ τὴν κίνησιν, δίδωσι δὲ ἀπὸ τῆς ἑαυτοῦ οὐσίας, πῶς οὐ πολλῷ πρότερόν ἐστιν ἐν αὐτῷ κίνησις; πᾶν γὰρ τὸ τῷ εἶναι ποιοῦν ἀπὸ τοῦ
ἐν ἑαυτῷ ὄντος τοῖς ἄλλοις μεταδίδωσι· καὶ
in Prm
.

772

γὰρ τὸ πῦρ οὐχὶ ψυχρότητος, ἀλλὰ θερμότητος μεταδίδωσι τοῖς ἄλλοις· αὐτῷ γὰρ τῷ εἶναι ποιεῖ καὶ οὐ προελόμενον, ψυχρότητα δὲ οὐκ εἶχε· καὶ ὁ ἥλιος φῶς δίδωσι, καὶ ἡ ψυχὴ ζωήν·
5ὥστε, εἰ καὶ ὁ δημιουργὸς δίδωσι κίνησιν τοῖς μετ’ αὐτὸν, ἔχει τὴν αἰτίαν τῆς κινήσεως ὁμοῦ τῇ στάσει συνυφεστηκυῖαν. Ἀλλ’ ὅτι μὲν ἔστιν ἐκεῖ καὶ στάσις καὶ κίνησις, δῆλον διὰ τούτων, καὶ ὡς ἡ μέν ἐστι τὸ αἰώνιον τῆς δημιουργικῆς
10νοήσεως καὶ τὸ τῆς προνοίας ἐνεργὸν, ἡ δὲ τὸ ἀεὶ ὡσαύτως τῆς ἐνεργείας τοῦ δημιουργοῦ, φρουροῦσα τὴν δραστήριον αὐτοῦ δύναμιν· διὰ τί γὰρ ἄγρυπνός ἐστι καὶ ἀκμαία καὶ δραστή‐ ριος ἡ πρόνοια τοῦ δημιουργοῦ τῶν ὅλων, ἢ διὰ
15τὴν κίνησιν; διὰ τί δὲ μόνιμος καὶ ἀνεξάλλα‐ κτος καὶ ἀκλινὴς, ἢ διὰ τὴν στάσιν; Δύο ἄρα ταῦτα γένη θετέον ἐν αὐτῷ, στάσιν καὶ κίνησιν· ταῦτα δὲ τὰ δύο γένη πότερον μετέχειν ἀλλήλων φατέον, ἢ οὔ; δοκεῖ γὰρ
20οὖν ὁ ἐν τῷ Σοφιστῇ Ἐλεάτης ξένος ἀποφῆσαι τὴν μίξιν ἐπὶ τούτων· οὔτε γὰρ πάντα ἄμικτα ἀλλήλοις εἶναι προσῆκε, οὔτε πάντα μεμιγμέ‐ να, ἀλλὰ ταὐτὸν μὲν καὶ θάτερον κοινωνεῖν ἀλλήλοις, στάσιν δὲ οὐκέτι καὶ κίνησιν. Μή‐
25ποτε οὖν ἐν τούτοις ὁ Σωκράτης, ἄγασθαι λέ‐ γων τὸν δυνάμενον δεῖξαι ταῦτα δυνάμενα συγκρίνεσθαι, καὶ δίδωσι χώραν τοῖς ἐν Σο‐ φιστῇ λόγοις διορίζουσι τίνα μὲν διακέκριται ἀπ’ ἀλλήλων, τίνα δὲ κοινωνεῖ· καὶ αὐτὸς μὲν
30ὡς ἀπορῶν, ἐφίεταί τι περὶ τούτων μαθεῖν, ὁ δὲ ἐκεῖ σοφὸς τὴν ἐπιστημονικὴν πεποίηται περὶ αὐτῶν ὑφήγησιν, τὰ μὲν ἀποκεκριμένα τῶν γενῶν ἀπ’ ἀλλήλων, τὰ δὲ συγκεκριμένα ἀλλήλοις ἀποδείξας· τὸ γὰρ δύνασθαι ταὐτὰ
35πάσχειν οὐκ ἄγει μετουσίαν ἀλλήλων ἠναγκα‐ σμένην· τὸ γὰρ ἐνδέχεσθαι τῷ δύνασθαι ταὐ‐ τόν. Μήποτε δὲ καὶ τὰ μέτρα τῆς διακρίσεως
καὶ συγκρίσεως οὐ τὰ αὐτὰ πάντων ἐστίν. Ἔστι
in Prm
.

773

γὰρ περὶ τὰ γένη τοῦ ὄντος ἕνωσίς τε καὶ διαί‐ ρεσις, καὶ οὐδέν ἐστιν ὃ μὴ κοινωνεῖ καὶ τῶν λοιπῶν· ὡς δὲ ἐν τοῖς γένεσι τούτοις τὰ μὲν μᾶλλον ἥνωται, τὰ δὲ μᾶλλον διακέκριται,
5καὶ τὰ μὲν πλείω ποιεῖται τὴν ἀλλήλων μέθ‐ εξιν, τὰ δὲ πλείω σώζει τὴν καθαρότητα, καὶ διὰ τοῦτο ἐν ἐκείνοις στάσιν καὶ κίνησιν ὡς πρὸς τὰ ἄλλα παραβάλλοντες μὴ μετέχειν ἀλ‐ λήλων ἐλέγομεν, οὐχ ὡς ἀκοινώνητα παντελῶς
10ὄντα καὶ ἄμικτα. Πῶς γὰρ ἐν ἑνὶ ὄντα καὶ σύστοιχα ἀλλήλοις οὐχὶ καὶ φίλα ἀλλήλοις ἔσται καὶ μεθέξει πως ἀλλήλων, δραστηρίου μὲν ἐνεργείας ἡ στάσις ἀπὸ τῆς κινήσεως, μο‐ νίμου δὲ δυνάμεως ἡ κίνησις ἀπὸ τῆς στάσεως;
15Πότερον γὰρ ἀνενέργητον καὶ ἄζωον τὴν στά‐ σιν ποιήσομεν, ἢ καὶ ταύτῃ ζωῆς καὶ ἐνεργείας μεταδώσομεν; Ἀλλ’ εἰ μὲν ἀνενέργητός ἐστι καὶ ἄζωος, οὔτε γεννητική τινος ἔσται, οὔτε εἶδος νοερόν· πᾶν γὰρ τὸ ἐν νῷ μετέχει καὶ
20ζωῆς· οὔτε γὰρ ἐξ ἀνοήτων τὸν νοῦν, οὔτε ἐκ μὴ ζώντων τὴν ζωὴν ὑφεστάναι θεμιτόν. Εἰ δὲ ἕξει καὶ ζωὴν καὶ ἐνέργειαν ἡ στάσις, ἕξει καὶ κίνησιν. Ὁμοίως δὴ καὶ τὴν κίνησιν ἆρα οὐχὶ μονίμως ἐνεργεῖν φήσομεν καὶ ἀκινήτως; ἢ
25πῶς ἂν ἄλλως ἐνεργοίη τι τῶν νοερῶν εἰδῶν; ἀκινήτους γὰρ αἰτίας ἐκείνας διὰ τοῦτο κεκλή‐ καμεν. Εἰ δὲ ἀκίνητον ἔχειν δύναμιν, πὴ μετ‐ έχειν δὲ καὶ τῆς στάσεως, ὥστε ἀλλήλων καὶ ταῦτα μετειλήφασιν. Φαμὲν ὅμως αὐτὰ πολ‐
30λάκις ἄμικτα, διότι πλείων ἐν αὐτοῖς ἡ ἑτερό‐ της καὶ ἡ διάκρισις ἢ ἐν ταὐτότητι καὶ ἑτερό‐ τητι· ταῦτα γὰρ ἥνωται μᾶλλον ἢ διῄρηται, στάσις δὲ καὶ κίνησις διῄρηται μᾶλλον ἢ συγ‐ κέκραται. Μήποτε δὲ καὶ ἕκαστον ἡνωμένον
35εἶναι βούλεται καὶ διῃρημένον τῶν εἰδῶν, ὥσπερ καὶ περὶ τῶν τῇδε προείρηκεν ὅτι ἕκα‐ στος ἡμῶν ἕν τε καὶ πολλά ἐστι, καὶ οὕτως
ἔφατο ἀγασθῆναι ἂν τὸν δεικνύντα διακρινό‐
in Prm
.

774

μενον καὶ τῶν νοητῶν εἰδῶν ἕκαστον καὶ συγ‐ κρινόμενον· καὶ τοῦτο ἂν δηλοίη καὶ τὸ ἐν ἑαυτοῖς αὐτῷ προσκείμενον· οὐ γὰρ ἀλλήλοις εἶπεν, ἵνα τὴν πρὸς ἄλληλα μίξιν αὐτῶν ἐζη‐
5τήσαμεν ἂν, ἀλλὰ ἐν ἑαυτοῖς πῶς ἕκαστον θεωρήσωμεν διακεκριμένον ἅμα καὶ συγκεκρι‐ μένον, ὡς καὶ τὴν στάσιν ἓν εἶναι καὶ πολλὰ καὶ τὴν κίνησιν, ὥσπερ καὶ ἐμὲ καὶ σὲ καὶ ἕκαστον τῶν αἰσθητῶν τό τε ἓν πληθυόμενον τὸ
10ἐκεῖ καὶ τὸ πλῆθος ἑνιζόμενον. Εἰ γὰρ καὶ ταῦτα κρατοίη, πολλοῦ δεῖ διαφέρεσθαι πρὸς τὴν ἐν τῷ Σοφιστῇ τῆς στάσεως καὶ τῆς κινήσεως ἀμιξίαν· μᾶλλον δὲ συνᾴδειν τοῖς ἐν Φιλήβῳ γεγραμμένοις, ἐν οἷς ἔλεγεν ὅτι τὸ αὐτὸ ἓν
15εἶναι καὶ πολλὰ δεδημευμένον ἐστὶν ἐπὶ τῶν αἰσθητῶν, ἄξιον δὲ ζητήσεως ἐπὶ τῶν νοητῶν μονάδων ὅπως ἐκείνων ἑκάστη ἕν ἐστι καὶ πολ‐ λά· τούτῳ γὰρ ταὐτὸν τὸ διακεκριμένον ἕκαστον εἶναι τῶν νοητῶν εἰδῶν καὶ συγκρινόμενον, ὡς
20ἐν τούτοις φησί. Ταῦτα μὲν οὖν εἰρήσθω περὶ τῶν εἰδῶν ἁπλῶς τῆς τε πρὸς ἄλληλα καὶ τῆς ἑκάστου καθ’ αὑτὸ κατὰ τὴν ἕνωσιν καὶ τὴν διαίρεσιν κοινωνίας· ὅπως δὲ χρὴ τὴν ἀμιξίαν αὐτῶν καὶ τὴν μίξιν
25ἐκλαμβάνειν, ἴσως καὶ εὐκαιρότερον ἐν ταῖς τοῦ Σοφιστοῦ διελθεῖν ἐξηγήσεσιν, ὅπου προηγου‐ μένως ὁ Πλάτων διαλέγεται περὶ τοῦ μετέχειν ἀλλήλων ἢ μὴ μετέχειν τὰ γένη τοῦ ὄντος. Πότερον δὲ ὁμοιότης καὶ ἀνομοιότης οὐ μόνον
30ἀλλήλοις μίγνυται, ἀλλὰ καὶ τοῖς ἄλλοις, στά‐ σει λέγω καὶ κινήσει, καὶ ὅλως πότερον τὰ γένη τοῦ ὄντος οὐκ ἀλλήλοις μόνον, ἀλλὰ καὶ τοῖς εἴδεσι τοῦ ὄντος, ἢ τὰ μὲν ἀλλήλοις μόνον, τὰ δὲ οὒ, μετὰ ταῦτα σκεπτέον. Φαίνεται οὖν
35ἄτοπον εἶναι τὰ αἴτια μετέχειν τῶν αἰτιατῶν· ἡ δὲ τῶν γενῶν πεμπτὰς αἰτία πᾶσίν ἐστι τοῖς εἴδεσι τῆς ὑποστάσεως. Μήποτε οὖν πολλαχῶς
τὴν μίξιν γίγνεσθαι ῥητέον· ἄλλως γὰρ μίγνυ‐
in Prm
.

775

σθαι τὰ σύστοιχα ἀλλήλοις, ἄλλως τὰ κρείτ‐ τονα τοῖς ὑφειμένοις, ἄλλως τὰ καταδεέστερα τοῖς αὑτῶν ἀμείνοσι· τὰ μὲν γὰρ καὶ φοιτᾷ δι’ ἀλλήλων καὶ μεταδίδωσιν ἀλλήλοις τῶν οἰκείων
5δυνάμεων· τὰ δὲ χωρεῖ μὲν διὰ τῶν ὑφειμέ‐ νων, μεταδίδωσί τε αὐτοῖς ἀφ’ ἑαυτῶν τῆς οἰκείας ἰδιότητος, καὶ ἔστιν ἐν αὐτοῖς κατὰ μέθεξιν· τὰ δὲ ἐνιδρύει μὲν αὑτὰ τοῖς κρείττο‐ σιν, ὁμέστια δὲ αὐτοῖς γίγνεται καὶ τῶν αὐτῶν
10ἀπολαύει νοητῶν, ὡς ἂν ἐν αὐτοῖς ὄντα κατ’ αἰτίαν. Εἰ δὴ ταῦτα ὀρθῶς λέγομεν, τά τε εἴδη μίγνυται ἀλλήλοις καὶ τὰ γένη κατὰ τὸ πρῶ‐ τον εἶδος τῆς μίξεως· ἐν γὰρ τοῖς συστοίχοις ἡ τοιαύτη κοινωνία· καὶ τὰ γένη τοῖς εἴδεσι κατὰ
15τὸ δεύτερον, μεταδίδωσι γὰρ αὐτοῖς ἑαυτῶν· καὶ τὰ εἴδη τοῖς γένεσι κατὰ τὸ τρίτον, ἐνι‐ δρύεται γὰρ αὐτοῖς καὶ ἑνίζεται καὶ ἐν αὐτοῖς γίγνεται, μᾶλλον δέ ἐστι πολλῷ πρότερον ἐν αὐτοῖς κατ’ αἰτίαν, διὰ τὴν ἐν ἀμερεῖ πάντων
20ὑπόστασιν. Καὶ οὐχ ἡμεῖς ταῦτα ἀναπλάττο‐ μεν. ἀλλὰ καὶ οἱ θεολόγοι ταῦτα αἰνίττονται διὰ τῶν ἱερῶν γάμων· ἁπλῶς μὲν γὰρ τὴν ὁμο‐ φυῆ σύζευξιν καὶ τὴν κοινωνίαν τῶν θείων αἰ‐ τιῶν μυστικῶς γάμον προσαγορεύουσι· ταύτην
25δὲ τὴν κοινωνίαν ποτὲ μὲν ἐν τοῖς συστοίχοις ὁρῶσι, καὶ καλοῦσι γάμον Ἥρας καὶ Διὸς, Οὐ‐ ρανοῦ καὶ Γῆς, Κρόνου καὶ Ῥέας· ποτὲ δὲ τῶν καταδεεστέρων πρὸς τὰ κρείττω, καὶ καλοῦσι γάμον Διὸς καὶ Δήμητρος· ποτὲ δὲ καὶ ἔμπα‐
30λιν τῶν κρειττόνων πρὸς τὰ ὑφειμένα, καὶ λέ‐ γουσι Διὸς καὶ Κόρης γάμον, ἐπειδὴ τῶν θεῶν ἄλλαι μέν εἰσιν αἱ πρὸς τὰ σύστοιχα κοινωνίαι, ἄλλαι δὲ αἱ πρὸς τὰ πρὸ αὑτῶν, ἄλλαι δὲ αἱ πρὸς τὰ μετὰ ταῦτα, καὶ δεῖ τὴν ἑκάστης ἰδιό‐
35τητα κατανοεῖν καὶ μετάγειν ἀπὸ τῶν θεῶν
ἐπὶ τὰ εἴδη τὴν τοιαύτην διαπλοκήν.
in Prm
.

776

Ἀλλ’ ἐπειδὴ περὶ τῆς τῶν πραγμάτων τά‐ ξεως εἴρηται, φέρε καὶ τὴν λέξιν θεωρήσωμεν αὐτήν. Οὐκοῦν πρῶτον μὲν τῷ διαιρεῖσθαι τὰ μετέχοντα καὶ τὰ μετεχόμενα καὶ τὰ νοητὰ
5καὶ τὰ αἰσθητὰ, καὶ ἐξαίρειν τὰ κρείττω τῶν καταδεεστέρων, μιμεῖται τὴν ἄχραντον τοῦ νοῦ δύναμιν, τὴν ἀποκόπτουσαν πᾶν τὸ ἔνυλον καὶ σύνθετον καὶ ἀλλότριον ἀπὸ τῶν νοερῶν καὶ θείων οὐσιῶν· τῷ δὲ χωρὶς αὐτὰ καθ’ αὑτὰ
10τιθέναι τὰ νοερὰ εἴδη τὴν ἀμείλικτον δύναμιν ἀπεικονίζεται, τὴν ἐπὶ τῆς αὐτῶν καθαρότη‐ τος ἀτρέπτως ἐκεῖνα φυλάττουσαν. Διὰ μὲν τῆς κατὰ δυάδας αὐτῶν περιλήψεως, ἐνδείκνυ‐ ται πᾶν τὸ γεννητικὸν αὐτῶν καὶ ἀπειροποιόν·
15διὰ δὲ τῆς τριαδικῆς ἐκθέσεως τῶν ἐν ἐκείνοις ἀντιθέσεων, πᾶν τὸ τελεσιουργὸν αὐτῶν καὶ παντέλειον καὶ αὔταρκες. Καὶ μὴν καὶ ἡ τάξις τῆς ἀπαριθμήσεως μιμεῖται τὴν συνέχειαν καὶ τὴν ἕνωσιν αὐτῶν· μετὰ γὰρ ὁμοιότητα καὶ
20ἀνομοιότητα, τὸ πλῆθος ἐπιφέρει καὶ τὸ ἓν, εἶτα μετὰ ταῦτα, στάσιν καὶ κίνησιν. Συνῆπται οὖν οἰκείως τῇ μὲν ὁμοιότητι καὶ ἀν‐ ομοιότητι τὸ πλῆθος, τῷ δὲ ἑνὶ ἡ στάσις· εἰ τοίνυν τὸ μὲν ἓν καὶ τὸ πλῆθος, ὡς εἴρηται, περὶ τὴν
25ὁλότητα θεωρεῖται τοῦ νοῦ, ἡ δὲ στάσις καὶ κί‐ νησις περὶ τὰ πρῶτα γένη, ἡ δὲ ὁμοιότης καὶ ἀνομοιότης περὶ τὰ δεύτερα· καὶ μήποτε τὰ μὲν κατὰ τὸ μένον ὁρᾶται μάλιστα τοῦ νοῦ, καὶ γὰρ ἐκεῖνο πολλὰ καὶ ἕν· τὰ δὲ κατὰ τὸ
30προϊὸν, καὶ γὰρ τὸ προϊὸν αὐτοῦ ἑστὼς κινεῖ‐ ται· τὰ δὲ κατὰ τὸ ἐπιστρέφον, πᾶν γὰρ τὸ τοιοῦτον ὅμοιον ἐκείνῳ καὶ ἀνόμοιον ἐκείνῳ πρὸς ὃ ἐπέστραπται· ὥστ’ εἰκότως ἠρκέσθη ταῖς τρισὶ ταύταις ἀντιθέσεσι. Γένη δ’ οὖν καὶ
35ταῦτα καὶ ἄλλων εἰδῶν καθολικώτερα· ἤρξατο
δὲ ἀπ’ αὐτῶν ἑπόμενος τοῖς τοῦ Ζήνωνος λόγοις·
in Prm
.

777

ὅτι γὰρ ἐκείνοις ἑπόμενος τούτων ἐμνημό‐ νευσε, δηλώσει καὶ ὁ Παρμενίδης ἑξῆς λέγων πρὸς αὐτόν· καί τί σοι δοκεῖ εἶναι εἶδος ὁμοιότητος, καὶ ἓν δὴ καὶ πολλ, ὅσα
5δὴ Ζήνωνος ἤκουες; Ἡ δὲ σύγκρασις τῶν εἰδῶν ἐμφαίνει τὴν κοινωνίαν αὐτῶν τὴν ἀδιά‐ ζευκτον καὶ τὴν ἕνωσιν τὴν ἄϋλον, ἴσως δὲ καὶ τὴν πηγαίαν αὐτῶν καὶ πρωτουργὸν ἐν‐ δείκνυται φύσιν· πηγαίους γὰρ κρατῆρας καὶ
10ἄλλοι τινὲς λέγειν εἰώθασι, καὶ ὁ Τίμαιος δὲ κρατῆρα καλεῖ τὴν αἰτίαν ἐν ᾗ μίγνυται τὰ γένη τοῦ ὄντος. Οἰκείως οὖν τούτοις καὶ ἐν‐ ταῦθα τὴν μίξιν σύγκρασιν προσηγόρευσεν· οἶδε γὰρ πολλὰς συγκράσεις ὁ φιλόσοφος, ὡς ἐν
15Τιμαίῳ μὲν, τὴν Δίϊον, ἐν δὲ Φιλήβῳ, τήν τε Διονυσιακὴν καὶ τὴν Ἡφαιστικήν. Τελευ‐ ταῖον τοίνυν τὸ, ὦ Ζήνων, διὰ τῆς ἀνακλή‐ σεως πρόσρησιν ἐμφαίνει τῆς ἐπιστήμης αὐ‐ τοῦ καὶ τῶν ἐν αὐτῷ λόγων καὶ ἀντοχὴν τῆς
20ὅλης ἐν αὐτῷ θεωρίας, μονονουχὶ προσάγοντος ἑαυτὸν καὶ ἑνίζοντος πρὸς αὐτὸν τοῦ Σωκράτους, καὶ εἰς ἕνα τὸν Παρμενίδειον νοῦν ἐπιστρέφον‐ τος ἑαυτὸν διὰ τῆς πρὸς τὸν Ζήνωνα κοινωνίας· ὅθεν δὴ καὶ ἐν τοῖς ἑξῆς λόγοις Παρμενίδης
25ἀποκρίνεται πρὸς αὐτὸν, καὶ τῆς ὀξύτητος καὶ τῆς ἀσφαλείας καὶ τῆς περὶ τὰ θεῖα μανίας, καθόσον ἐνεδέχετο, τὸν οὕτω νέον πεῖραν αὐτοῖς παρασχόμενον, καὶ ὅτι μάλιστα πάντων ἐστὶ τῶν παρόντων ἐπιτήδειος πρὸς ὑποδοχὴν τῆς
30περὶ τῶν θείων μυστικῆς θεωρίας. Ταῦτα δὲ ἀνδρείως μὲν πάνυ ἡγοῦ‐ μαι πεπραγματεῦσθαι· πολὺ μέντ’ ἂν ὧδε μᾶλλον, ὡς λέγω, ἀγασθείην, εἴ τις ἔχοι τὴν αὐτὴν ταύτην ἀπορίαν ἐν αὐ‐
35τοῖς τοῖς εἴδεσι παντοδαπῶς πλεκομέ‐ νην, ὥσπερ ἐν τοῖς ὁρωμένοις διήλθετε, οὕτω καὶ ἐν τοῖς λογισμῷ λαμβανομέ‐ νοις ἐπιδεῖξαι. (P. 129 E.)
Πᾶν τὸ βούλημα τοῦ Σωκράτους καὶ πᾶς ὁ
in Prm
.

778

σκοπὸς τῶν εἰρημένων λόγων ἐν τούτοις περιεί‐ ληπται τοῖς ῥήμασιν· ἐν γὰρ τούτοις ἐπαινεῖ μὲν τὸν Ζήνωνος λόγον ὡς ἀνδρείως πεπραγμα‐ τευμένον, οὐ μόνον ὅτι τὴν τῶν πολλῶν ἄνοιαν
5ἀπαρακαλύπτως διήλεγξε, καὶ ὅτι τοῦτον ἔχει λόγον πρὸς τὸν Παρμενίδην ὃν τὸ ἐπικουρικὸν πρὸς τὸ φυλακικὸν, ἀλλὰ καὶ ὅτι ὑπὸ φιλονει‐ κίας αὑτῷ γεγράφθαι τὸν λόγον εἴρηκε· μετέ‐ λαβε γὰρ τὸ φιλονείκως εἰς τὸ ἀνδρείως, ἀπὸ
10τοῦ πάθους εἰς τὴν ἀρετὴν ποιησάμενος τὴν με‐ τάληψιν. Ἢ πῶς ἄλλως ἥρμοζε νέῳ πρὸς τὸν ἑαυτοῦ διαλέγεσθαι κρείττονα; Ἐπαινεῖ μὲν οὖν, ὅπερ εἶπον, τὴν Ζήνωνος πραγματείαν μετὰ δή τινος λαμπρᾶς ἐπιστάσεως· μετάγει δὲ τὴν
15θεωρίαν ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὰ ἀφανῆ. Δε‐ δείχθω γὰρ ὅτι ἐν τούτοις τοῖς ὁρωμένοις εἰσί τινες μονάδες. Εἰ γὰρ καὶ ὁ Ζήνων περὶ παντὸς πλήθους ἔλεγεν ὡς οὐκ ἔστιν ἔρημον ἑνὸς, εἴτε νοητόν τις ὑποθῇ τὸ πλῆθος, εἴτε διανοητὸν,
20εἴτε καὶ αἰσθητόν· οὐ γὰρ προσετίθη ποιότητα τοῖς πολλοῖς, ἀλλὰ πολλὰ μᾶλλον ὑποθέμενος ἐδείκνυ τῶν ἀτόπων ἕκαστον· ἀλλ’ οἵ γε πολ‐ λοὶ, πρὸς οὓς ὁ λόγος, περὶ τῶν ὁρωμένων μό‐ νον ἑκάστων ἐδόκουν γίγνεσθαι τὸν λόγον. Δε‐
25δείχθω οὖν τοῖς πολλοῖς ὅτι ἐν τοῖς ὁρωμένοις εἰσί τινες μονάδες καὶ σύνδεσμοι τοῦ πλήθους· οὕτω δή μοι δείξατε, φησὶν ὁ Σωκράτης, καὶ ἐν τοῖς νοητοῖς τὴν κοινωνίαν τῶν εἰδῶν· ἵνα, ὥσπερ τὰ ὁρώμενα καὶ πολλὰ καὶ ἓν ἐδείξατε
30τοῖς πολλοῖς, τὸν αὐτὸν τρόπον ἐπιδείξητε κἀκεῖ συγκρινόμενα ἀλλήλοις καὶ διακρινόμενα πάντα ἀπ’ ἀλλήλων· καὶ εἴποι ἂν ὁ Σωκράτης πεπεῖσθαι μὲν ὅτι κἀκεῖνα τὰ πολλὰ πάντως ἥνωται ἀλλήλοις ὡς ἀόριστα ταῦτα, πῶς δὲ
35ἥνωται, ζητεῖ· διὰ γὰρ τὴν ἁπλότητα αὐτῶν ἀπορεῖ, εἰ ἅμα καὶ ἥνωται καὶ διῄρηται, τῶν ὁρατῶν ὡς συνθέτων εὐκόλως γιγνωσκομένων ὅτι ἄμφω πέπονθεν. Οὐχὶ εἰ ἥνωται οὖν καὶ
διακέκριται, εἴποι ἂν, ἀλλὰ πῶς ταῦτα ἐν
in Prm
.

779

ἐκείνοις εὐπαράδεκτα ἔσται, καθάπερ ἐν τοῖς ὁρατοῖς; πολλὰ γὰρ εἰδότες ὅτι δυνατὰ, ζη‐ τοῦμεν τὸ πῶς· οἷον, ὅτι προνοοῦσιν οἱ θεοὶ καὶ τῶν ἐνδεχομένων εἰδότες ὅλως, ζητοῦ‐
5μεν πῶς προνοοῦσιν· οὕτως οὖν εἰδότες εἶναι καὶ ἕνωσιν καὶ διάκρισιν ἐν τοῖς εἴδεσι, ζητοῦ‐ μεν πῶς ἐστίν· οὕτω γὰρ ἡμῖν ζητοῦσιν ὑπ‐ άρξει τὸ ἑνοποιὸν αἴτιον ἀνευρεῖν τῶν νοητῶν· δεῖ γὰρ τῆς μίξεως εἶναι μίαν αἰτίαν, ὥσπερ
10τῆς κοινωνίας τῶν αἰσθητῶν τὰ νοητὰ αἴτιά ἐστιν· αἱ γὰρ ἐν τούτοις κοινωνίαι μονάδες ἀπ’ ἐκείνων ἥκουσι. Καὶ οὗτος μὲν ὁ σύμπας τῶν λέξεων νοῦς· περὶ δὲ τῆς παντοδαποῦς διαπλο‐ κῆς εἴρηται πρότερον καὶ ὅτι τὰ σύστοιχα ἀλ‐
15λήλοις μίγνυται, καὶ τὰ καταδεέστερα τοῖς ὑψηλοτέροις κοινωνεῖ, καὶ τὰ κρείττω μεταδί‐ δωσιν ἑαυτῶν τοῖς ὑφειμένοις, καὶ ἕκαστον δια‐ κρίνεται ἀφ’ ἑαυτοῦ καὶ συγκρίνεται πρὸς ἑαυτό· καὶ ταῦτα φιλοσόφως μὲν διαπλοκὰς ὀνομάσεις,
20θεολογικῶς δὲ γάμους ἱεροὺς, καὶ τὰς κοινὰς αὐτῶν ἀπογεννήσεις τόκους· οὕτω δὲ καὶ αὐτὸς ἐν Σοφιστῇ, ταὐτὰ δὲ καὶ ὁ ἐν Φιλήβῳ Σω‐ κράτης ἔλεγε θαυμάσασθαι, εἴ τις ἀπὸ τῶν αἰσθη‐ τῶν ἐπὶ τὰς μονάδας ἀναδράμοι τῶν εἰδῶν, καὶ
25ἐπιδείξοι ἓν οὖσαν ἐκείνων ἑκάστην καὶ πλῆθος. Λέγοντος δ, ἔφη ὁ Πυθόδωρος, τοῦ Σωκράτους ταῦτα, αὐτὸς μὲν οἴεσθαι ἐφ’ ἑκάστου ἄχθεσθαι τόν τε Παρμενί‐ δην καὶ τὸν Ζήνωνα· τοὺς δὲ πάνυ τε
30αὐτῷ προσέχειν τὸν νοῦν· καὶ θαμὰ εἰς ἀλλήλους βλέποντας μειδιᾷν ὡς ἀγα‐ μένους τὸν Σωκράτη· ὅπερ οὖν καὶ παυσαμένου αὐτο, εἰπεῖν τὸν Παρμε‐ νίδην. (P. 130 A.)
35 Ὁ μὲν Πυθόδωρος ὅτι καὶ Σωκράτους ἐστὶν τὴν ἕξιν ἀτελέστερος, ἐκ τούτων δῆλον τοῖς κατανοεῖν βουλομένοις· πρῶτον μὲν γὰρ οὐ συν‐
ῆκε τὸν τρόπον τῶν Σωκρατικῶν λόγων, ὅτι
in Prm
.

780

πρόκλησιν εἶχον τῆς ἐπιστήμης τῶν ἀνδρῶν καὶ μετάθεσιν τῆς ὑποθέσεως ἐπί τινα ζήτησιν ὑψη‐ λοτέραν, ἀλλ’ ὑπέλαβεν ἐλέγχου καὶ φιλονει‐ κίας ἕνεκεν ποιεῖσθαι τὴν ἀπάντησιν αὐτόν·
5ἔπειτα οὐ κατανενόηκε τὸ μέγεθος τῶν ἀνδρῶν, οὐδέπω τούτων οἷς ἦν οἰκειότατος, ἀλλ’ οἴεται πρᾶγμα ψυχρὸν αὐτοὺς καὶ σοφιστικὸν πάσχειν καὶ πρὸς τοὺς ἀποροῦντας ἀγανακτεῖν. Κεκί‐ νηται δὲ πρὸς τοῦτο, πρῶτον μὲν ἀπὸ τοῦ καὶ
10τὸν Ζήνωνα εἰπεῖν ὡς οἴει μοι ὑπὸ φιλοτι‐ μίας γεγράφθαι τὸν λόγον· ἔπειτα ἀπὸ τῶν Σωκράτους λόγων, καὶ ὅτι ἐξαπατᾶτε ἡμᾶς ὡς οὐ ταὐτὰ λέγοντες προείρηκε, καὶ ὅτι τέρας ἐστὶν εἴ τις αὐτὸ τὸ ὅμοιον
15ἐπιδείξειεν ἀνόμοιον, καὶ ὅτι οὐδὲν θαυ‐ μαστόν ἐστιν ἐπὶ τῶν αἰσθητῶν ταῦτα συν‐ τρέχοντα δεικνύειν, καὶ ἐξ ἄλλων δή τινων τοιούτων τὸν μὲν ὑπέλαβεν εἶναι φορτικώτερον τοῦ δέοντος, τοὺς δὲ σμικρότερον ψυχροτέρους
20ἢ κατὰ φιλόσοφον ἕξιν· ἀλλ’ ὅτι μὲν ἀτελέστε‐ ρός ἐστι κατὰ τὴν ζωὴν, καὶ ὅτι ταράττεται καὶ ἐκ τῶν Σωκράτους ἀποριῶν, καὶ ὡς οὐ παρ‐ ηκολούθηκεν οὔτε τῷ σκοπῷ τοῦ Σωκράτους οὔτε τῇ προθέσει καὶ τῇ μεγαλοφροσύνῃ τῶν θείων
25ἐκείνων ἀνδρῶν, ἐκ τούτων δῆλον .... Οὐδὲ ἀφιλόσοφός ἐστι κατὰ τὸ ἦθος οὐδὲ σοφιστι‐ κὸς, αὐτὸς γοῦν τὴν συνουσίαν ἀπαγγέλλων, οὐδὲ τὸ ἑαυτοῦ πάθος ἀπέκρυψεν, ἵνα πᾶσιν ἐξαγγέλλῃ τὴν ζωὴν καὶ ἐκφαίνῃ τῶν εἰς τὴν
30πρώτην οὐσίαν τετελεκότων· τήν τε οὖν ἑαυτοῦ δείκνυσιν ἀτέλειαν καὶ τοῖς δευτέροις ἀκροαταῖς καὶ τὴν τῶν διδασκάλων ὑπερπλήρη διάνοιαν τῆς ἐπιστήμης. Οὗτοι γὰρ πρῶτον μὲν, φησὶ, προσεῖχον αὐτῷ τὸν νοῦν, κατανοοῦντες
35αὐτοῦ τὴν ἔνθεον πτοίαν καὶ τὴν ὁρμὴν τὴν ἐπὶ τὰς ἀΰλους νοήσεις· ἔπειτα εἰς ἀλλήλους ἀπέβλεπον, ὡς ἤδη τοῦ Σωκράτους αὐτοφυῶς
ἐμφαίνοντος αὐτῶν τὴν μυστικὴν θεωρίαν· ἃ
in Prm
.

781

γὰρ αὐτοὶ πρὸς ἀλλήλους ἐν ἀποῤῥήτοις ἔλεγον, ταῦτα δι’ εὐφυΐαν τοῦ Σωκράτους ἀνακινοῦντος ἀκηκόασιν· ἔπειτα ἐμειδίων ὡς ἀγάμενοι τὸν Σωκράτη, τοῦτο δὲ ἐποίουν σύμβολον τῆς
5ἀγαθότητος αὑτῶν· οὐ γὰρ συνεστάλησαν ἐκ τῶν ἀποριῶν, ἀλλ’ ἥσθησαν εὑρόντες ἐπαξίαν ὑποδοχὴν τῶν οἰκείων δογμάτων. Διὸ καὶ ὁ Παρμενίδης κινεῖται, καὶ τῶν πρὸς αὐτὸν ἅπτε‐ ται λόγων παυσαμένου τοῦ Σωκράτους,
10θεῖον δή τι καὶ τοῦτο σύμβολον παραδιδόντος τοῦ Πλάτωνος. Δεῖ γὰρ δὴ πρὸ τῆς τῶν θείων παρουσίας ἀνακινεῖν ἑαυτὸν καὶ ἀναζωπυρεῖν τὸ τῆς ψυχῆς θεῖον εἰς μετουσίαν τῶν κρειττόνων, ἡκούσης δὲ τῆς ἐκεῖθεν ἐλλάμψεως ἠρεμεῖν, ὃ
15δὴ καὶ ὁ Σωκράτης ποιεῖ· προανεγείρας γὰρ ἑαυτὸν πρὸς τὴν ὑποδοχὴν τῆς τῶν ἀνδρῶν θεω‐ ρίας, καὶ διὰ τῶν λόγων ἀναπλώσας καὶ ἐπι‐ δείξας αὐτοῖς τὴν ἑαυτοῦ πρὸς τὴν μετάληψιν ἐπιτηδειότητα, παύεται τῶν λόγων, καὶ δέχε‐
20ται τὰς ἐξ ἐκείνων εἰς αὑτὸν προϊούσας μαιευ‐ τικὰς συνουσίας. Ὦ Σώκρατες, φάναι· ὡς ἄξιος εἶ ἄγα‐ σθαι τῆς ὁρμῆς τῆς ἐπὶ τοὺς λόγους. (P. 130 A.)
25 Κεκίνηται μὲν πρὸς τοὺς λόγους ὁ Παρμενί‐ δης, τὴν ὀξύτητα καὶ τὴν ὁρμὴν, ὡς αὐτὸς λέ‐ γει, τὴν Σωκράτους ἰδὼν, οὐκ ἀνεχομένου μέ‐ νειν ἐπὶ τῶν ὁρωμένων οὐδὲ τὰς κατατεταγμένας ἐν αὐτοῖς μονάδας ἔτι πολυπραγμονοῦντος, ἀλλ’
30ἐπ’ αὐτὰς τὰς ἀΰλους καὶ ἀμερίστους καὶ νοερὰς μονάδας ἀναφέροντος τὸν ἑαυτοῦ νοῦν, καὶ ἀπὸ τῆς προόδου τῆς ἐπὶ τὸ πλῆθος κατὰ δή τινα κύκλον ἐπ’ αὐτὸ πάλιν τὸ ἓν ποιουμένου τὰ θεῖα, τὰ μετὰ τὴν γόνιμον δύναμιν τῶν δευτέρων
35τῆς προόδου τὸ πέρας ἐπὶ τὴν οἰκείαν ἀρχὴν ἀνελίσσοντα. Τοῦ γὰρ Ζήνωνος, ὡς εἴρηται, πολλάκις ἀγωνιζομένου πρὸς τοὺς πολλοὺς, ὁ
Σωκράτης ἀφιστάμενος τοῦ πλήθους ἄνεισιν ἐπὶ
in Prm
.

782

τὸ ἓν, ἐκείνου τὸ πλῆθος ἑνίζοντος, αὐτὸς ἀνα‐ φεύγων ἀπὸ τῶν πολλῶν καὶ ἐπὶ τὴν ἕνωσιν τὴν Παρμενίδειον ἐπιστρέφων· οἰκεία γὰρ τοῖς μὲν πατρικοῖς καὶ μοναδικοῖς, ... δευτέροις δὲ
5ἀπὸ τούτων ἡ γόνιμος δύναμις καὶ ἡ μέχρι τοῦ πλήθους, τοῖς δὲ μετὰ ταῦτα τρίτοις ἡ ἐπι‐ στρεπτικὴ καὶ ἀναγωγὸς τῶν προελθόντων ἐπὶ τὴν μένουσαν αἰτίαν. Τοῦτο δὴ οὖν καὶ τοῦ Σω‐ κράτους ποιήσαντος κατὰ τὴν ἑαυτοῦ τάξιν, ὁ
10Παρμενίδης κεκίνηται λοιπὸν εἰς τὴν πρὸς αὐτὸν κοινωνίαν· οὐ γὰρ πρὸ τῆς ἐπιστροφῆς ἡ ἀπὸ τῶν πρώτων παραγίγνεται τοῖς τρίτοις μετά‐ δοσις, ἀλλὰ τὴν τελέαν ἐκείνων διὰ τῆς ἐπι‐ στροφῆς πρὸς αὐτὰ συναφὴν [ποιεῖ]. Κινηθεὶς
15δὲ, ὥσπερ εἴπομεν, ἄρχεται μὲν ἀπὸ τῆς ἀνα‐ κλήσεως, συλλέγων αὐτὸν εἰς ἑαυτόν· οὐ γάρ ἐστιν ὄνομα ψιλὸν τὸ ὦ Σώκρατες, ἀλλ’ ἕνω‐ σις περὶ αὐτὸν τῆς ἐκείνου ψυχῆς· τοῦτο γὰρ ὁ ἀληθινὸς Σωκράτης, ὃν ἀνακαλούμενος οὐδὲν
20ἄλλο ποιεῖν ἔοικεν, ἢ συνάγειν αὐτὴν τὴν τοῦ νέου ψυχὴν καὶ ἑνοῦν πρὸς τὸν οἰκεῖον νοῦν Προστίθησι δὲ τῇ ἀνακλήσει τὸν ἔπαινον, ὃ δή ἐστι δυνάμεως πλείονος μετάδοσις· οἱ γὰρ παρὰ τῶν θείων ἀνδρῶν ἔπαινοι τοὺς εὐφυεῖς νέους
25ἐῤῥωμενεστέρους ποιοῦσι πρὸς τὴν ἀντίληψιν τῶν μειζόνων ἀγαθῶν· ἐπαινεῖ τε οὖν τὴν πτοίαν αὐτοῦ τὴν περὶ τὰ νοητὰ καὶ μεταδίδωσι τε‐ λεωτέρας δυνάμεως. Τρίτον δὲ ἐπὶ τούτοις διε‐ ρωτᾷ αὐτὸν περὶ τῆς ὑποστάσεως τῶν εἰδῶν,
30ἀνεγείρων τὸ νοερόν· τίνος γὰρ ἄλλου τὸ θεω‐ ρεῖν τὰ νοητά ἐστιν ἢ νοῦ καὶ ζωῆς νοερᾶς; Εἰ τοίνυν ἐκ μὲν τῆς ἀνακλήσεως ἑνώσεως αὐτῷ μεταδέδωκεν, ἐκ δὲ τοῦ ἐπαίνου, δυνάμεως, ἐκ δὲ τῆς ἐρωτήσεως, νοερᾶς ἐπιβολῆς, πάλιν καὶ
35ἐκ τούτων δῆλον ὅπως τὰ πρῶτα αἴτια καὶ ἐν θεοῖς τήν τε ἕνωσιν καὶ τὴν δύναμιν καὶ τὸν νοῦν παράγει τῶν δευτέρων. Ἀλλὰ τίς ἡ ἐρώ‐
τησις, ἐφεξῆς θεωρήσομεν.
in Prm
.

tit3

ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.
in Prm
.

783

Καί μοι εἰπ· αὐτὸς σὺ οὕτω διῄρη‐ σαι ὡς λέγεις, χωρὶς μὲν εἴδη αὐτὰ ἄττα, χωρὶς δὲ αὖ τὰ τούτων μετέ‐ χοντα; καὶ τίς σοι δοκεῖ εἶναι αὐτὴ
5ἡ ὁμοιότης, χωρὶς ἧς ἡμεῖς ὁμοιότη‐ τος ἔχομεν, καὶ ἓν δὴ καὶ πολλ, καὶ πάντα ὅσα νῦν δὴ Ζήνωνος ἤκουες; Ἔμοι γε, φάναι τὸν Σωκράτη. (P. 130 B.)
10 Πρῶτον αὐτὸν ἀνερωτᾷ περὶ τῆς ὑποστάσεως τῶν εἰδῶν, εἰ οἴεται εἶναί τινα τῶν πολλῶν χωριστὰ αἴτια αὐτῶν, καὶ εἰ αὐτὸς ἐπέβαλε τῇ ὑποστάσει τούτων τῶν πραγμάτων ἢ καὶ ἄλλου του ἤκουσεν, οὐ μάτην ποιούμενος τὴν
15τοιαύτην ἐρώτησιν, ἀλλ’ ἐκεῖνο γνῶναι πάντως βουλόμενος, εἴτε δοξαστικῶς ἔχει περὶ αὐτὰ ὁ Σωκράτης ἐξ ἀλλοτρίων ναμάτων πεπληρω‐ μένος, εἴτε νοερῶς αὐτὸς ἑαυτὸν ἐπὶ τὴν τού‐ του θέαν ἀνεγείρας καὶ κατὰ νοῦν ἐνεργήσας καὶ
20θεασάμενος πρὸ τῶν κατατεταγμένων μονάδων τὰς ἐξῃρημένας καὶ πρὸ τῶν μετεχομένων τὰς ἀμεθέκτους. Καὶ γὰρ εἰκὸς ἦν εἰς αὐτὸν ἥκειν λόγον, ὡς οἱ ἀμφὶ Παρμενίδην τοιαύτην τινὰ δόξαν ἔχουσι, καὶ τῇ δόξῃ πειθόμενον οὕτω
25λέγειν, ἀλλὰ οὐχὶ κατὰ οἰκείαν ἐπιβολήν. Οὐ‐ δὲν οὖν ἄλλο πραγματεύεται διὰ τῆς ἐρωτή‐ σεως Παρμενίδης, ἢ ὅπως αὐτὸν τὸν νοῦν τὸν Σωκρατικὸν ἀνεγείρῃ καὶ παρασκευάσῃ πρὸς
τὴν θέαν τῶν νοητῶν, αὐτὸν ἐκεῖνον προσκα‐
in Prm
.

784

λούμενος, ἀλλ’ οὐ τὴν δόξαν τὴν ἐν αὐτῷ· νοῦ γάρ ἐστι θεάματα ἅπερ ὁ Παρμενίδης ἐκφαί‐ νειν μέλλει διὰ τῶν ῥηθησομένων λόγων. Καὶ δεῖ λαβεῖν ἐκ τούτων ἐχεγγυωτέρων ὄντων,
5ὅτι ἄρα οὐ μόνον τῶν ὁριστῶν ἔσχεν ἔννοιαν ὁ Σωκράτης, ἀλλὰ καὶ αὐτῶν τῶν χωριστῶν εἰ‐ δῶν· οὐδ’, ὡς Ἀριστοτέλης φησὶν, ἐπήχθη ἂν εἰς τὴν ἐκείνων θέσιν ἐκ τῆς περὶ τοὺς ὁρισμοὺς διατριβῆς, ἀλλ’ ὅτι διὰ θείαν ὄντως ὁρμὴν καὶ
10ταῖς ἰδέαις αὐτὸς ἐπέβαλεν· ὅπου καὶ νεὸς ὢν δῆλός ἐστιν ἐγηγερμένος εἰς τὴν ἐκείνων θεω‐ ρίαν αὐτὸς παρ’ ἑαυτοῦ, τοῦτο ὅπερ αὐτὸν ὁ Παρμενίδης πρῶτον ἠρώτησεν. Ἀλλὰ περὶ μὲν τῶν λέξεων τοσαῦτα εἰρήσθω·
15μεταβατέον δὲ οὖν ἡμῖν ἐπὶ τὴν τῶν πραγμά‐ των θεωρίαν. Τεττάρων τοίνυν ὄντων ἐν ταῖς περὶ τῶν ἰδεῶν ζητήσεσι προβλημάτων, πρώ‐ του μὲν, εἰ ἔστι τὰ εἴδη (τί γὰρ ἄν τις καὶ περὶ αὐτῶν ἐπισκέψοιτο μὴ τοῦτο προδιομολογησά‐
20μενος;)· δευτέρου δὲ, τίνων ἔστι καὶ τίνων οὐκ ἔστι τὰ εἴδη (καὶ γὰρ τοῦτο πολλὰς ἔχει διαμ‐ φισβητήσεις)· τρίτου δὲ, ὁποῖα δή τινά ἐστι τὰ εἴδη καὶ τίς ἡ ἰδιότης αὐτῶν· τετάρτου δὲ, πῶς μετέχεται ὑπὸ τῶν τῇδε καὶ τίς ὁ τρόπος
25τῆς μεθέξεως· τὰ μὲν ἄλλα πάντα μνήμης ἐνταῦθα καὶ σκέψεως πλείονος ἔτυχε, τὰ δὲ πρῶτον οὐδεμίαν ἔσχεν ἐξεργασίαν, ἴσως ἡμῖν αὐτὸ ζητεῖν ἀφέντος τοῦ Πλάτωνος. Εἰ δὴ δεῖ
τοῦτο πρὸ τῶν ἄλλων διομολογήσασθαι, φέρε
in Prm
.

785

καθ’ ἑαυτοὺς ἐπισκεπτόμενοι θεωρήσωμεν διὰ ποίων ἄν τις λόγων κατασκευάσειε τὴν τῶν ἰδεῶν ὑπόθεσιν, καὶ ὡς εἰσὶ τοῖς τοῦτο μαθεῖν γλιχομένοις ἀποδείξειεν. Ἀρκτέον δὲ ἐντεῦθεν·
5τὸν κόσμον τοῦτον τὸν φαινόμενον, λέγω δὴ τὸν κόσμον αὐτὸ τὸ σωματικὸν καθ’ αὑτὸ, πότερον αὐθυπόστατον ...; τοῦτο γὰρ πρῶτον διαιρετέον. Εἰ μὲν δὴ αὐθυπόστατός ἐστιν ὁ κόσμος ὅδε, πολλὰ καὶ ἄτοπα συμβήσεται·
10πᾶν γὰρ τὸ αὐθυπόστατον ἀμερὲς εἶναι ἀναγ‐ καῖον, διότι πᾶν τὸ ποιοῦν καὶ πᾶν τὸ γεννῶν ἀσώματόν ἐστι πάντως· καὶ γὰρ τὰ σώματα ποιεῖ ταῖς ἀσωμάτοις δυνάμεσι, πῦρ μὲν θερ‐ μότητι, ψυχρότητι δὲ ἡ χιών· εἰ δὴ τὸ ποιοῦν
15ἀσώματον εἶναι χρὴ, τὸ δὲ αὐτὸ ποιοῦν ἐστι καὶ ποιούμενον γεννῶν τε καὶ γεννώμενον ἐν τοῖς αὐθυποστάτοις, εἴη ἂν τὸ αὐθυπόστατον πάντως ἀμερές· ὁ δὲ κόσμος οὐ τοιοῦτος, πᾶν γὰρ σῶμα πάντη διαιρετὸν, ὥστε οὐκ αὐθυπόστατος. Καὶ
20ἄλλως αὖ τὸ μὲν αὐθυπόστατον πᾶν καὶ αὐτ‐ ενέργητόν ἐστι· πολλῷ γὰρ πρότερον τὸ ἑαυτὸ γεννῶν καὶ εἰς ἑαυτὸ πέφυκεν ἐνεργεῖν, διότι δὴ καὶ αὐτὸ τοῦτο τὸ ποιεῖν καὶ τὸ γεννᾷν ἐνεργεῖν ἐστιν· ὁ δὲ κόσμος οὗτος οὐκ ἔστιν
25αὐτοκίνητος, σωματικὸς ὤν. Οὐδὲν γοῦν τῶν σωμάτων ὅλον ἅμα καὶ κινεῖσθαι καὶ κινεῖν πέφυκεν, οὐδὲ γὰρ ἅμα ὅλον ἑαυτὸ θερμαίνειν καὶ ὑφ’ ἑαυτοῦ θερμαίνεσθαι· διότι μὲν γὰρ
θερμαίνεται, οὔπω θερμὸν ἂν εἴη, διότι δὲ θερ‐
in Prm
.

786

μαίνει, θερμότητα ἂν ἔχοι, καὶ οὕτω τὸ αὐτὸ ἔσται καὶ οὐκ ἔσται θερμόν. Ὥσπερ οὖν καὶ κατὰ τὴν ἀλλοίωσιν ἀδύνατόν τι τῶν σωμάτων ἑαυτὸ κινεῖν, οὕτω δὴ καὶ κατὰ τὴν ἄλλην
5πᾶσαν κίνησιν· ὅλως δὲ πᾶσα σωματικὴ κίνη‐ σις παθήματι μᾶλλον ἔοικεν, ἡ δὲ αὐτοκίνητος ἐνέργειά ἐστιν ἄϋλος καὶ ἀμερὴς, ὥστε, εἰ ὁ κόσμος σωματοειδής ἐστιν, οὐκ ἂν αὐτοκίνητος εἴη· εἰ δὲ μὴ τοῦτο, οὐδὲ αὐθυπόστατος· εἰ δέ
10γε μὴ αὐθυπόστατός ἐστι, δῆλον ὡς ἐξ ἄλλης αἰτίας ὑφέστηκε. Τὸ γὰρ μὴ αὐθυπόστατον πάλιν διττόν ἐστιν, ἢ τὸ κρεῖττον αἰτίας, ἢ τὸ καταδεέστερον· καὶ τὸ μὲν κρεῖττον ἔχει τι μεθ’ ἑαυτὸ τοιοῦτον ὅ ἐστιν αὐθυπόστατον, τὸ
15δὲ καταδεέστερον ἐξ ἑτέρας αἰτίας ἤρτηται πάντως τῆς αὐθυποστάτου. Δεῖ τοίνυν καὶ τὸν κόσμον ἐξ αἰτίας ἄλλης εἶναι κρείττονος· κεί‐ σθω τοίνυν ἡμῖν δεδειγμένον ὡς ὁ κόσμος αἰ‐ τίας τινὸς ἤρτηται πρεσβυτέρας. Αὕτη δὴ οὖν
20ἡ αἰτία πότερον κατὰ προαίρεσιν ποιεῖ καὶ λο‐ γισμὸν, ἢ αὐτῷ τῷ εἶναι παράγει τὸ πᾶν; Εἰ μὲν δὴ κατὰ προαίρεσιν, ἄστατος ποίησις ἔσται καὶ ἀμφίβολος καὶ ἄλλοτε ἄλλως ἔχουσα, καὶ ὁ κόσμος οὖν ἔσται φθαρτός· τὸ γὰρ ἐκ κι‐
25νουμένης ἄλλοτε ἀλλοίως αἰτίας γιγνόμενον μεταβλητόν ἐστι καὶ φθαρτόν· εἰ δέ ἐστιν ἀΐδιος ὁ κόσμος (οὐ γὰρ δὴ τοῦτο νυνὶ πρόκει‐ ται ζητεῖν), αὐτῷ τῷ εἶναι ποιεῖ τὸ ποιοῦν.
Καὶ γὰρ ὅλως πᾶν μὲν τὸ κατὰ προαίρεσιν
in Prm
.

787

ποιοῦν ἔχει τινὰ πάντως ποίησιν, ἣν αὐτῷ τῷ εἶναι ποιεῖ· καὶ γὰρ ἡ ἡμετέρα ψυχὴ πολλὰ κατὰ προαίρεσιν ἐνεργοῦσα δίδωσιν ὅμως τῷ σώματι ζωὴν αὐτῷ τῷ εἶναι, καὶ, ὡς ἂν ἐπι‐
5τήδειον ᾖ τὸ ὑποκείμενον, πάντως διαζῇ τὴν ἑαυτοῦ ζωὴν καὶ μὴ προχεομένη· εἰ γὰρ ἦν καὶ ἡ τοιαύτη ζωὴ τῆς ἡμετέρας ἠρτημένη προαι‐ ρέσεως, ῥᾳδίως ἂν ἐκ πάσης περιστάσεως διε‐ λύετο τὸ ζῶον, τῆς ψυχῆς ἐν τοῖς τοιούτοις
10καιροῖς καταψηφιζομένης τῆς πρὸς τὸ σῶμα κοινωνίας. Οὐ πᾶν δὲ τὸ αὐτῷ τῷ εἶναι ποιοῦν ἔχει τινὰ καὶ προαιρετικὴν ἑτέραν ποίησιν· οἷον τὸ πῦρ θερμαίνει τῷ παρεῖναι μόνον, ἀλλ’ οὐδὲν ποιεῖ προαιρετικῶς· οὐδὲ γὰρ ἡ χιὼν,
15οὐδὲ ὅλως τῶν σωμάτων, καθ’ ὃ σῶμα, οὐ‐ δέν. Εἰ τοίνυν τὸ αὐτῷ τῷ εἶναι ποιεῖν ἐπὶ πλέον ἐκτείνεται τοῦ προαιρετικῶς ποιεῖν, δῆλον ὡς ἀπό τινος ἥκει σεμνοτέρας καὶ ὑψη‐ λοτέρας αἰτίας. Καὶ τοῦτο εἰκότως· ἀπράγμων
20γὰρ ἡ ποίησις τῶν αὐτῷ τῷ εἶναι ποιούντων ὃ ποιοῦσι· δεῖ δὲ ἐπὶ τῶν θείων μάλιστα τὸ ἄπραγμον συγχωρεῖν, ἐπεὶ καὶ ἡμεῖς ἀπραγμο‐ νέστερον καὶ ῥᾷον ζῶμεν, ὅταν ὁ βίος ἡμῶν θεῖος ᾖ καὶ κατ’ ἀρετήν. Εἰ τοίνυν ἐστὶν αἰτία
25τοῦ παντὸς αὐτῷ τῷ εἶναι ποιοῦσα, τὸ δὲ αὐτῷ τῷ εἶναι ποιοῦν ἀπὸ τῆς ἑαυτοῦ ποιεῖ οὐσίας, τοῦτό ἐστι πρώτως ὅπερ τὸ ποιούμενον δευτέ‐ ρως, καὶ ὅ ἐστι πρώτως δίδωσι τῷ ποιουμένῳ δευτέρως, οἷον τὸ πῦρ καὶ δίδωσι θερμότητα
30ἄλλῳ καὶ ἔστι θερμὸν, ἡ ψυχὴ δίδωσι ζωὴν καὶ ἔχει ζωήν· καὶ ἐπὶ πάντων ἴδοις ἂν ἀληθῆ τὸν λόγον ὅσα αὐτῷ τῷ εἶναι ποιεῖ. Καὶ τὸ
αἴτιον οὖν τοῦ παντὸς αὐτῷ τῷ εἶναι ποιοῦν,
in Prm
.

788

τοῦτό ἐστι πρώτως ὅπερ ὁ κόσμος δευτέρως. Εἰ δὴ ὁ κόσμος πλήρωμά ἐστιν εἰδῶν παντοίων, εἴη ἂν καὶ ἐν τῷ αἰτίῳ τοῦ κόσμου ταῦτα πρώ‐ τως· τὸ γὰρ αὐτὸ αἴτιον καὶ ἥλιον καὶ σελήνην
5καὶ ἄνθρωπον ὑπέστησε καὶ ἵππον, καὶ ὅλως τὰ εἴδη τὰ ἐν τῷ παντί. Ταῦτα ἄρα πρώτως ἐστὶν ἐν τῇ αἰτίᾳ τοῦ παντὸς, ἄλλος ἥλιος παρὰ τὸν ἐμφανῆ, καὶ ἄλλος ἄνθρωπος, καὶ τῶν εἰδῶν ὁμοίως ἕκαστον. Ἔστιν ἄρα τὰ εἴδη πρὸ τῶν
10αἰσθητῶν καὶ αἴτια αὐτῶν τὰ δημιουργικὰ, κατὰ τὸν εἰρημένον λόγον ἐν τῇ μιᾷ τοῦ κόσμου παν‐ τὸς αἰτίᾳ προϋπάρχοντα. Εἰ δέ τις λέγοι τὸν κόσμον ἔχειν μὲν αἰτίαν, οὐ μέντοι ποιητικὴν, ἀλλὰ τελικὴν, καὶ οὕτω τετάχθαι πάντα πρὸς
15ἐκείνην, εὖ μὲν, ὅτι δίδωσι τὸ ἀγαθὸν ὡς αἴ‐ τιον προεστάναι τῶν ὅλων· λεγέτω δὲ πότερον δέχεταί τι ὁ κόσμος ἀπ’ ἐκείνου ἢ οὐδὲν κατὰ τὴν ἔφεσιν· εἰ μὲν γὰρ μηδὲν, διακενῆς ἡ ἔφε‐ σις ἂν εἴη τῷ μηδὲν ἀπολαύοντι τοῦ ἐφετοῦ
20παντελῶς· εἰ δέ τι δέχεται παρ’ αὐτοῦ, πάν‐ τως ἐκεῖνο πρώτως ἐστὶν ὃ δίδωσι τῷ κόσμῳ ἀγαθὸν, καὶ εἰ μὴ μόνον δίδωσι τούτῳ τὸ ἀγα‐ θὸν, ἀλλὰ καὶ κατ’ οὐσίαν δίδωσιν· εἰ δὲ τοῦτο, καὶ ὑποστήσει τὸ πᾶν, ἐπειδὴ καὶ πρότερον
25αὐτῷ τοῦ εἶναί ἐστιν αἴτιον, ἵνα καὶ κατ’ οὐ‐ σίαν αὐτῷ διδῷ τὸ ἀγαθὸν, καὶ ἥξομεν εἰς τὸν αὐτὸν λόγον, καὶ οὐ μόνον ἔσται τελικὸν ἐκεῖνο τοῦ παντὸς αἴτιον, ἀλλὰ καὶ ποιητικόν. Δευτέρον τοίνυν ἐκεῖνον παραλάβωμεν τὸν
30λόγον, ὅς φησιν αὐτὰ μὲν τὰ φαινόμενα καὶ ἴσα καὶ ἄνισα, καὶ ὅμοια καὶ ἀνόμοια, καὶ πάντα ἁπλῶς, ὅσα αἰσθητὰ μηδαμῶς ἔχειν ἑαυτοῖς
πάντη τὴν προσηγορίαν ἐπαληθεύουσαν. Ποία γὰρ
in Prm
.

789

ἰσότης ἐν τούτοις πρὸς τὴν ἀνισότητα ἀναμε‐ μιγμένοις; ποία δὲ ὁμοιότης ἀληθὴς ἐν τοῖς τῆς ἀνομοιότητος ἀναπεπλησμένοις; ποῦ δὲ τὸ αὐτὸ κάλλος ἐν τούτοις, οἷς τὸ ὑποκείμενον αἰσχρόν;
5ποῦ δὲ τὸ ἀγαθὸν, ἐν οἷς τὸ δυνάμει καὶ τὸ ἀτε‐ λές; Ἕκαστον ἄρα τούτων τῶν αἰσθητῶν οὐκ ἔστιν ὃ λέγεται ἀληθῶς· οὐκοῦν οὐδὲ τὰ οὐράνια σώ‐ ματα εἰ θεωροίης, ἀκριβέστερα μὲν γὰρ ἐκεῖνα τῶν ἐνύλων, ἀλλ’ οὐδὲ ἐν τούτοις πάντη τὸ
10ἀκριβές· οὔτε γὰρ κύκλος οὔτε κέντρον οὔτε πό‐ λος ἐν διαστατοῖς δύναται εἶναι ἀκριβῶς· οἷς γὰρ ἡ φύσις ἐν τῷ ἀμερεῖ καὶ ἀδιαστάτῳ, πῶς ἂν εἴη ταῦτα ἐν τῷ διαστατῷ καὶ μεριστῷ πάντη τελέως; Ἀλλ’ ἥ γε ἡμετέρα ψυχὴ πολ‐
15λῷ καὶ ἀκριβέστερα καὶ καθαρώτερα τῶν φαι‐ νομένων ἐπινοεῖν δύναται καὶ γεννᾷν· τὸν γοῦν φαινόμενον κύκλον ἐπιδιορθοῦται, καὶ λέ‐ γει καθ’ ὅσον οὗτος ἀπολείπεται τοῦ ἀκριβοῦς, καὶ δῆλον ὡς ὁρῶσά τι τούτου κάλλιον ἄλλο
20καὶ τελειότερον εἶδος· οὐ γάρ που μηδενὸς ἐφα‐ πτομένη μηδὲ εἴς τι καθαρώτερον βλέπουσα, τοῦτο μὲν οὔ φησιν ὄντως εἶναι καλὸν, τοῦτο δὲ οὐ πάντη ἴσον· αὐτῷ γὰρ τῷ λέγειν ταῦτα δείκνυσιν ὡς ὁρᾷ τὸ πάντη καλὸν καὶ πάντη
25ἴσον. Εἶτα ἡ μὲν μερικὴ ψυχὴ δύναται τούτων τῶν φαινομένων τελειότερόν τι καὶ ἀκριβέστε‐ ρον ἀπογεννᾷν, καὶ θεωρεῖν ἐν ἑαυτῇ καὶ σφαῖ‐ ραν ἀκριβῆ καὶ κύκλον καὶ καλὸν καὶ ἴσον καὶ ἕκαστον προβάλλουσα τῶν εἰδῶν, ἡ δὲ τοῦ παν‐
30τὸς κόσμου καὶ τῶν φαινομένων κάλλιον οὔτε γεννᾷν οὔτε ὁρᾷν δύναται; καὶ πῶς ἡ μὲν τοῦ παντός ἐστι δημιουργὸς, ἡ δὲ μέρους τοῦ παν‐ τός; ἡ γὰρ μείζων δύναμις τελειοτέρων ἐστὶν οἰστικὴ, καὶ ἡ ἀϋλοτέρα κίνησις κρειττόνων
35ἐστὶ νοημάτων θεωρός. Πολλῷ ἄρα μείζω καὶ ἀκριβέστερα καὶ τελειότερα εἴδη τῶν φαινομέ‐ νων καὶ γεννᾷν καὶ νοεῖν δύναται πάντως ὁ τοῦ
κόσμου ποιητής. Ποῦ οὖν αὐτὰ γεννᾷ καὶ ποῦ
in Prm
.

790

θεωρεῖ; δῆλον ὡς ἐν ἑαυτῷ· θεωρεῖ γὰρ ἑαυτὸν, ὥστε αὐτὸς ἑαυτὸν θεωρῶν καὶ γεννῶν ἅμα καὶ τὰ εἴδη τῶν φαινομένων ἀϋλότερα καὶ ἀκριβέ‐ στερα ἐν ἑαυτῷ καὶ γεννᾷ καὶ ὑφίστησι.
5 Τρίτον τοίνυν, εἰ μὲν μηδέν ἐστιν αἴτιον τοῦ παντὸς, ἀλλ’ ἐκ ταυτομάτου πάντα, πῶς συντέτακται πάντα ἀλλήλοις; πῶς δὲ ἀεὶ τὰ ὄντα ἔστι, καὶ ὡς ἐπὶ πολὺ καὶ γίγνεται πάντα κατὰ φύσιν οὕτω, τῶν ἀπὸ ταυτομάτου πάν‐
10των ὡς ἐπ’ ἔλασσον ὄντων; Εἰ δέ ἐστιν αἴτιον ἕν τι πάντα συντάττον, εἰ μὲν ἀγνοοῦν ἑαυτὸ, πῶς οὐκ ἄλλο τι ἔσται πρὸ αὐτοῦ τὸ καὶ εἰδὸς ἑαυτὸ κἀκείνῳ τοῦ αἰτίῳ εἶναι αἴτιον ὕπαρχον; ἔσται γὰρ τῶν ἐν τῷ παντὶ γιγνωσκόντων ἑαυτὰ
15χεῖρον τὸ ἀγνοοῦν ἑαυτό· ἀλλὰ καὶ κρεῖττον, ὅπερ ἀδύνατον· εἰ δὲ γιγνῶσκον ἑαυτὸ, δῆλον ὅτι εἰδὸς ἑαυτὸ αἴτιον ὂν, οἶδε καὶ ὧν ἐστιν αἴτιον, ὥστε περιέξει κἀκεῖνα ἃ γιγνώσκει. Εἰ ἄρα νοῦς ἐστιν αἴτιον, καὶ συντάξει πάντα ἀλ‐
20λήλοις· εἷς γὰρ δημιουργὸς τοῦ παντὸς, τὸ δὲ πᾶν ποικίλον ἐστὶ, καὶ οὐ τῆς αὐτῆς μετέχει τὰ μέρη πάντα καὶ ἀξίας καὶ τάξεως. Τίς ὁ τὴν ἀξίαν αὐτῶν μετρῶν, ἢ ὁ ὑποστήσας αὐτά; τίς δὲ ὁ τάξας ἕκαστον ὅπως ἔδει καὶ ἐπὶ τῆς
25οἰκείας ἕδρας, ὡδὶ μὲν ἥλιον, ὡδὶ δὲ σελήνην, ὡδὶ δὲ τὴν γῆν, ὡδὶ δὲ τὸν μέγαν οὐρανὸν, ἢ ὁ παραγαγὼν αὐτά; τίς δὲ ὁ συντάξας πάντα καὶ μίαν ἐξ αὐτῶν ἁρμονίαν ἀποτελέσας, ἢ ὁ καὶ τὴν οὐσίαν ἑκάστοις καὶ τὴν φύσιν δούς;
30Εἰ τοίνυν καὶ ἔταξεν αὐτὸς πάντα καὶ τὴν ἀξίαν ἑκάστῳ ἀφώρισεν, οὔτε τὴν τάξιν δήπου τῶν πραγμάτων οὔτε τὴν ἀταξίαν ἠγνόηκε· τὸ γὰρ οὕτω ποιεῖν ἀλόγου φύσεως ἦν, καὶ οὐ θείας αἰτίας, καὶ ἀνάγκης ἴδιον, ἀλλ’ οὐ νοερᾶς προ‐
35μηθείας· ἐπεὶ καὶ εἰ νοῶν ἑαυτὸν οἶδεν ἑαυτὸν, εἰδὼς δὲ ἑαυτὸν καὶ τὴν οὐσίαν ἣν ἔλαχεν οἶδεν ὅτι ἀκίνητον αἴτιόν ἐστι καὶ ἐφετὸν πᾶσιν,
οἶδε καὶ οἷς ἐστιν ἐφετόν· οὐ γὰρ κατὰ συμβε‐
in Prm
.

791

βηκός ἐστιν ἐφετὸν, ἀλλὰ κατ’ οὐσίαν. Ἢ οὖν ἀγνοήσει τί ἐστι κατ’ οὐσίαν, ἢ τοῦτο εἰδὼς εἴσεται καὶ ὅτι ἐφετόν· καὶ μετὰ τούτου γνώ‐ σεται καὶ ὅτι πάντα αὐτοῦ ἐφίεται, καὶ τίνα
5τὰ πάντα· τῶν γὰρ πρός τι τὸ μὲν ἕτερον ὡρι‐ σμένως εἰδέναι, τὸ δὲ ἕτερον ἀορίστως οὐκ ἐπι‐ στήμης ἴδιον καὶ πολλῷ μᾶλλον οὐδὲ νοήσεως· εἰδὼς δὲ ὡρισμένως τὰ ἐφιέμενα αὐτοῦ τὰ αἴτια αὐτῶν οἶδεν, ἅτε εἰς ἑαυτὸν βλέπων, ἀλλ’ οὐ
10τὰ μετ’ αὐτόν. Εἰ δὲ μὴ μάτην ἕξει τὰ αἴτια τῶν πάντων, ἀνάγκη δήπου κατ’ ἐκεῖνα πάν‐ των ὁρίζειν τὴν τάξιν, καὶ οὕτως εἶναι πάντων ἀκίνητον αἴτιον, ὡς αὐτῷ τῷ εἶναι πᾶσιν ἀφο‐ ρίζοντα τὴν τάξιν. Πότερον δὲ ὅτι ἔμελλε ποιεῖν
15πάντα ἐνόησεν αὐτὰ, ἢ διότι ἐνόει πάντα, διὰ τοῦτο ὑφίστησι πάντα; ἀλλ’ εἰ, διότι ἔμελλε ποιεῖν πάντα, νοοίη πάντα, τὴν ἔνδον ἐνέργειαν καὶ τὴν πρὸς αὑτὸν στροφὴν καταδεεστέραν ἕξει τῆς ἔξω προϊούσης, καὶ ἄλλων ἕνεκα τὴν γνῶ‐
20σιν ἕξει τῶν ὄντων, καὶ τῶν δευτέρων χάριν εἴσεται τὰ ὄντα· εἰ δὲ ταῦτα ἄτοπα, τῷ νοεῖν ἑαυτὸν ποιητὴς ἔσται πάντων. Εἰ δὲ τοῦτο, τοῖς ἐν αὑτῷ τὰ ἔξω παραπλήσια ποιήσει· τοι‐ αύτη γὰρ ἡ κατὰ φύσιν τῶν πραγμάτων τάξις,
25τῆς μὲν ἔνδον ἐνεργείας ἠρτῆσθαι τὴν ἔξω προ‐ ϊοῦσαν, τῆς δὲ παντελοῦς τῶν ἰδεῶν μονάδος τὸν ὅλον κόσμον, τῶν δὲ διακεκριμένων μονά‐ δων τὰ ἐνταῦθα μέρη τοῦ παντός. Τέταρτον δὴ οὖν ἐπὶ τούτοις ἄλλο κατίδω‐
30μεν. Ἄνθρωπον ἐξ ἀνθρώπου γίγνεσθαί φαμεν καὶ ἐξ ἑκάστου τὸ ὅμοιον· πῶς οὖν γίγνεται καὶ κατὰ τίνα τρόπον; οὐ γὰρ ἄν που φαίης ἀπὸ ταυτομάτου τούτων εἶναι τὴν γένεσιν· οὐδὲν γὰρ μάτην ἡ φύσις ποιεῖ οὐδὲ ὁ θεὸς, καὶ
35ὅλως τὰ μὲν τοιαῦτα πάντα ὡς ἐπὶ τὸ πολὺ γίγνεται, τὸ δὲ αὐτόματον ὡς ἐπ’ ἔλαττον. Εἰ δὲ μὴ ἐκ ταυτομάτου τοῖς ἀνθρώποις ἡ γένεσις,
πόθεν ἂν εἴη; ἢ δῆλον ὡς ἐκ τοῦ σπέρματος
in Prm
.

792

ἐρεῖς· καὶ γὰρ ὁ πυρὸς καταβληθεὶς φύει τὸν ἄσταχυν, καὶ ἡ κεγχραμὶς τὴν συκῆν· καὶ ὁ ἄνθρωπος οὖν ἐξ ἀνθρωπείου σπέρματος. Ἀλλ’ ἔγωγε οὐ τοῦτο ἠρόμην πόθεν ὅ τις ἄνθρωπος, ἐπεὶ
5τόγε ἐκ τοῦ σπέρματος γιγνόμενον οὐχὶ ἁπλῶς ἄνθρωπός ἐστιν, ἀλλά τις ἄνθρωπος (ἀεὶ γάρ ἐστιν ἄνθρωπος), καὶ αὐτὸ τοῦτο τὸ σπέρμα ἐξ ἀνθρώπου προελήλυθε. Κείσθω δ’ οὖν ἐκ σπέρ‐ ματος καὶ ὁ ἄνθρωπος, ἀλλὰ τὸ σπέρμα δυνάμει
10τοὺς λόγους ἔχει καὶ οὐκ ἐνεργείᾳ· σῶμα γὰρ ὂν οὐ πέφυκε τοὺς λόγους ἀμερῶς καὶ κατ’ ἐνέρ‐ γειαν ἔχειν. Τί οὖν τὸ ἔχον κατ’ ἐνέργειαν τοὺς λόγους; πανταχοῦ γὰρ πρὸ τοῦ δυνάμει τὸ κατ’ ἐνέργειαν ἡγεῖται· ἀτελὲς γὰρ ὂν ἄλλου δεῖται
15τοῦ τελειώσοντος. Ἡ τῆς μητρὸς φύσις, ἐρεῖς· αὕτη γὰρ ἡ καὶ τοὺς λόγους τελειοῦσα, καὶ διαπλάττουσα τὸ γιγνόμενον· οὐ γάρ που τὸ φαινόμενον εἶδος τῆς μητρὸς ποιεῖ τὸ βρέφος, ἀλλ’ ἡ φύσις, ἀσώματος οὖσα δύναμις καὶ ἀρχὴ
20κινήσεως, ὥς φαμεν. Εἰ τοίνυν ἡ φύσις ἐκ τοῦ δυνάμει μεταβάλλει τοὺς λόγους τοῦ σπέρματος εἰς τὴν κατ’ ἐνέργειαν διάπλασιν, αὕτη ἂν ἔχοι κατ’ ἐνέργειαν τοὺς λόγους· διὸ καὶ ἄλογος οὖσα καὶ ἀφάνταστος ὅμως ἐστὶ λόγων αἰτία φυσι‐
25κῶν. Ἆρ’ οὖν ἡ μὲν ἀνθρώπων φύσις ἔχει τοὺς ἀνθρωπείους λόγους, οὐχὶ δὲ καὶ ἡ ἐν λέοντι τοὺς τοῦ λέοντος, οἷον τῆς κεφαλῆς, τῆς χαί‐ της, τῶν ποδῶν, τῶν ἄλλων τοῦ λέοντος μο‐ ρίων; καὶ πόθεν ὀδόντος ἐκπεσόντος ἄλλος
30φύεται, μὴ τῆς δυνάμεως ἔνδον ἐνούσης τῆς ὀδόντας ποιεῖν δυναμένης; πῶς δὲ καὶ ἅμα μὲν ὀστοῦν, ἅμα δὲ σάρκα ποιεῖ, ἅμα δὲ τῶν ἄλλων ἕκαστα καὶ ἡ ἐκείνων φύσις; τὸ γὰρ αὐτὸ κατὰ τὸ αὐτὸ τοσαύτην ποικιλίαν διοργα‐
35νώσεως πλάττειν οὐκ ἂν δύναιτο, καὶ ταῦτα ἄλογος οὖσα κατὰ τὴν ἑαυτῆς οὐσίαν. Ἀλλ’ ἆρα ἐν μὲν ζώοις ἡ φύσις ἔχει τοὺς λόγους, οὐχὶ δὲ
καὶ ἐν φυτοῖς; ἢ καὶ ἐν ἐκείνοις ἡ τάξις τῆς
in Prm
.

793

γενέσεως καὶ οἱ βίοι τῶν φυτῶν δηλοῦσιν ὅπως κατὰ τεταγμένας αἰτίας ἐπιτελοῦνται· δῆλον οὖν ὡς κατὰ τὸν αὐτὸν λόγον καὶ ἐκείνων αἱ φύσεις προσειλήφασι τοὺς φαινομένους λόγους.
5Ἀλλ’ ἐπὶ τὴν μίαν ἀναδράμωμεν λοιπὸν φύσιν, τὴν τῆς γῆς, τῶν πάντων γεννητικὴν ὁμοίως, ὅσα γαῖαν ἐπιπνέει τε καὶ ἕρπει. Ταύ‐ την τοίνυν οὐ πολλῷ πρότερον ἔχειν τοὺς τῶν φυομένων λόγους; ἢ πόθεν καὶ ἐφ’ ὧν μὴ ἐκ
10τοῦ ὁμοίου τὴν γένεσιν ἐπιτελουμένην ὁρῶμεν, οἷον τῶν ἐκ σήψεως; πόθεν δ’ οὖν ἐπὶ τούτων ἡ γένεσις; πῶς δὲ ἐν ταὐτῷ τόπῳ φυτῶν ἄλ‐ λοτε ἄλλα γένη φύεται χωρὶς ἀνθρωπινῆς ἐπι‐ μελείας; Ἢ δῆλον ὡς τῆς ὅλης φύσεως λόγους
15ἐχούσης καὶ ποιητικὰς τούτων ἁπάντων ἐν ἑαυτῇ δυνάμεις. Καὶ τί δεῖ λέγειν; οὕτω γὰρ ἀνα‐ τρέχοντες τὴν ἐν ἑκάστῳ συστοίχῳ φύσιν περι‐ ληπτικὴν τῶν ἐν αὐτῷ ζώων εὑρήσομεν, τὴν δὲ ἐν σελήνῃ τῶν ἐν πᾶσιν εἰδῶν· ἐκεῖθεν γὰρ
20ἡ πᾶσα κυβερνᾶται γένεσις, καὶ ἐν ἐκείνῃ τῶν ἐνύλων φύσεων ἡ ἐξῃρημένη προείληπται μο‐ νάς. Καὶ οὕτω δὴ διὰ τῶν σφαιρῶν ποιησάμε‐ νοι τὴν ἄνοδον ἐπ’ αὐτὴν ἥξομεν λοιπὸν τὴν φύσιν τοῦ παντὸς, καὶ περὶ ταύτης ἐρησόμεθα,
25εἴτε ἔχει τὰ εἴδη, εἴτε μὴ, καὶ ἀναγκάσομεν ὁμολογεῖν τὸν ἀποκρινόμενον, ὡς καὶ ἐν ταύτῃ τῶν φαινομένων εἰσὶ πάντων οἱ λόγοι καὶ αἱ ποιητικαὶ καὶ αἱ κινητικαὶ δυνάμεις· πάντα γὰρ ὅσα διὰ τῶν καταδεεστέρων ἐπιτελεῖται,
30κρεῖττον καὶ τελειότερον ἀπὸ τῶν ὁλικωτέρων ὑφίσταται. Πάντων οὖν οὖσα μήτηρ ἡ τοῦ παν‐ τὸς φύσις πάντων ἂν περιέχοι τοὺς λόγους· καὶ γὰρ ἄλλως ἄτοπον τὴν μὲν τέχνην μιμουμένην τοὺς λόγους τοὺς φυσικοὺς κατὰ λόγους ποιεῖν,
35αὐτὴν δὲ ἄνευ λόγων καὶ ἄνευ τῶν ἔνδον μέ‐
in Prm
.

794

τρων. Ἀλλὰ καὶ εἰ ἡ φύσις ἔχοι τοὺς λόγους, δεῖ τινα καὶ πρὸ ταύτης αἰτίαν εἶναι περιεκτι‐ κὴν ἄλλην τῶν εἰδῶν· ἡ μὲν γὰρ φύσις δύνασα κατὰ τῶν σωμάτων οὕτως ἐν αὐτοῖς ποιεῖ οἷον
5εἰ τὸν τεχνίτην νοήσειας δύναντα κατὰ τῶν ξύλων, καὶ ἔνδοθεν αὐτὰ κοιλαίνοντα, εὐθύ‐ νοντα, τετραίνοντα, σχηματίζοντα. Τοιοῦτον γάρ τι πέπονθεν ἡ φύσις, συνδιαβαπτιζομένη τοῖς σώμασι, καὶ ἐνοικοῦσα τοῖς ὄγκοις αὐτῶν,
10καὶ ἔνδοθεν συμπνέουσα τοὺς λόγους αὐτοῖς καὶ τὴν κίνησιν. Ἔδει γὰρ καὶ τοιαύτης τινὸς αἰ‐ τίας τοῖς ἑτεροκινήτοις ἣν ἄλογον μὲν εἶναι προσήκει, ἵνα μὴ ἀφίστηται τῶν σωμάτων ἀεὶ τῆς συνοικούσης αὑτοῖς αἰτίας δεομένων, λό‐
15γους δὲ ἔχειν αὐτῶν, ἵνα πάντα ἐν ὅροις τοῖς οἰκείοις δύνηται φυλάττειν καὶ κινεῖν πάντα κατὰ τὸ προσῆκον. Ἡ δ’ οὖν φύσις ἄλλων ἐστὶ καὶ οὐχ ἑαυτῆς, ἠλογωμένη κατὰ τὴν οἰκείαν τάξιν. Δεῖ δὲ τὴν κυριωτάτην αἰτίαν ἐξῃρῆσθαι
20τῶν ποιουμένων· ὅσῳ γοῦν ἐξῄρηται τοῦ ποιου‐ μένου τὸ ποιοῦν, τοσούτῳ καθαρώτερον καὶ τε‐ λειώτερον ποιεῖ· καὶ ὅλως, εἰ ἄλογος ἡ φύσις, δεῖται τοῦ ἄγοντος αὐτήν. Ἀλλὸ οὖν τί ἐστι καὶ πρὸ τῆς φύσεως ἔχον τοὺς λόγους, εἰς οὓς
25δεῖ τὰ ἐν τῷ κόσμῳ πάντα τὴν ἀνάρτησιν ἔχειν· ἀλόγοις γὰρ, οἶμαι, λόγοις ἐπιτρέψαι τὸ πᾶν μὴ τῷ ὄντι ἄλογον ᾖ ἢ οὐκ ὀρθόν. Ἀναγ‐ καῖον τοίνυν ἐν ἄλλῳ τινὶ θέσθαι τοὺς λόγους εἰδήσοντι τὰ ἐν αὑτῷ καὶ γνωστικῶς ἅμα καὶ
30ποιητικῶς ἐνεργήσοντι· καὶ γὰρ ἄτοπον ἡμᾶς μὲν γινώσκειν τὸ πᾶν καὶ τὰς αἰτίας τῶν γιγνο‐ μένων, αὐτὸ δὲ τὸ ποιοῦν ἀγνοεῖν καὶ ἑαυτὸ καὶ τὰ ποιούμενα παρ’ αὑτοῦ. Κρείττων ἄρα καὶ τῆς ἡμετέρας γνώσεως ἔσται καὶ ἐν τῇ αἰ‐
35τίᾳ τοῦ κόσμου, καθόσον καὶ ἐκείνη μὲν οὐ γι‐
in Prm
.

795

γνώσκει μόνον, ἀλλὰ καὶ ὑφίστησι πάντα, ἡμεῖς δὲ γιγνώσκομεν μόνον. Εἰ δὲ γιγνώσκει τὰ πάντα τὸ δημιουργικὸν αἴτιον τοῦ παντὸς, εἰ μὲν ἔξω βλέπον, ἀγνοήσει πάλιν ἑαυτὸ καὶ
5ἔσται ψυχῆς μερικῆς καταδεέστερον· εἰ δὲ εἰς αὑτὸ βλέπον, ἐν αὐτῷ πάντα ἐστὶ νοερὰ καὶ γνωστικὰ τὰ εἴδη, καὶ οὐκ ἔξω καὶ ἐν τοῖς φαινομένοις μόνον. Πέμπτον τοίνυν κἀκεῖνον σκεπτέον τὸν λό‐
10γον· πάντα, φασὶ, τὰ ἐξ ἀκινήτου γενόμενα αἰτίας ἀκίνητα καὶ ἀμετάβλητα, τὰ δὲ ἐκ κινουμένης ἔμπαλιν κινητὰ καὶ μεταβλητὰ καὶ ἄλλοτε ἄλλως ἔχοντα. Εἰ δὲ τοῦτο, καὶ πάντα ὅσα ἀΐδια κατὰ τὴν οὐσίαν ἐστὶ καὶ ἀμετά‐
15βλητα, ταῦτα ἐξ ἀκινήτου γέγονεν αἰτίας· εἰ γὰρ ἐκ κινουμένης, ἔσται μεταβλητὰ, ὅπερ ἀδύνατον· πάντα οὖν τὰ ἀκίνητα ἐξ ἀκινήτου αἰτίας γέγονεν, εἴπερ καὶ γέγονε δηλαδή. Τὸν οὖν ἄνθρωπον ἁπλῶς, τὸ εἶδος αὐτὸ λέγω, καὶ
20τὸν ἵππον, αὐτὸ τὸ εἶδος, ἆρ’ οὐκ ἐξ αἰτίας φήσομεν, εἴπερ καὶ ὁ σύμπας κόσμος ἐξ αἰτίας ὑφέστηκεν; Ἐκ ποίας οὖν αἰτίας; ἆρα ἀκινή‐ του τινὸς ἢ κινουμένης; εἰ μὲν δὴ κινουμένης, ἐκλείψει ποτὲ τὸ ἀνθρώπειον εἶδος· πᾶν γὰρ τὸ
25ἐκ κινουμένης αἰτίας ὑποστὰν τῶν ἐκλείπειν πεφυκότων ἐστίν. Ἐρήσομαι δὲ τὸ αὐτὸ περί τε ἡλίου καὶ περὶ σελήνης καὶ περὶ ἑκάστου τῶν ἀστέρων, ἆρα καὶ ταῦτα ἐξ ἀκινήτου γέγονεν αἰτίας ἢ κινουμένης; εἰ γὰρ ἐκ κινουμένης,
30ἔσται μεταβολὴ τῆς οὐσίας καὶ ἐν τούτοις· εἰ δὲ ἐξ ἀκινήτου καὶ ταῦτα καὶ πάντα ὅσα ἀϊδίως ἐστὶν ἐν τῷ κόσμῳ εἴδη, ποῦ τὰ ἀκίνητα τού‐ των αἴτια; δῆλον γὰρ ὡς οὐκ ἐν σώμασι· πᾶν γὰρ σῶμα φυσικὸν κινεῖσθαι πέφυκεν· ἐν φύσει
35ἄρα προσεχῶς· ἀλλ’ ἡ φύσις ἄλογος, δεῖ δὲ τὰ κυρίως αἴτια νοερὰ εἶναι καὶ θεῖα. Τὰ ἄρα ἀκί‐ νητα αἴτια τῶν εἰδῶν τούτων ἐν νῷ πρώτως ἐστί· δευτέρως γὰρ ἐν ψυχῇ, καὶ τρίτως ἐν φύσει,
καὶ ἐσχάτως ἐν τοῖς σώμασι· πάντα γὰρ ἢ φαι‐
in Prm
.

796

νομένως ἐστὶν ἢ ἀφανῶς, ἢ ἀχωρίστως τῶν σωμάτων ἢ χωριστῶς· καὶ εἰ χωριστῶς, ἢ κατ’ οὔσιαν καὶ κατ’ ἐνέργειαν ἀκινήτως, ἢ κατὰ μὲν οὐσίαν ἀκινήτως, κατ’ ἐνέργειαν δὲ
5κινητῶς. Ἀκίνητα οὖν ἐκεῖνα κυρίως, ἃ καὶ κατ’ οὐσίαν ἐστὶν ἀμετάβλητα καὶ κατ’ ἐνέρ‐ γειαν, οἷα τὰ νοερά· δεύτερα δὲ τὰ ἀκίνητα μὲν κατ’ οὐσίαν, κινητὰ δὲ κατ’ ἐνέργειαν, οἷα τὰ ψυχικά· τρίτα δὲ τὰ ἀφανῆ μὲν, ἀχώριστα
10δὲ τῶν ἐμφανῶν, οἷα τὰ φυσικά· τελευταῖα δὲ τὰ ἐμφανῆ καὶ ἐν τοῖς αἰσθητοῖς ὄντα καὶ μεριστά· μέχρι γὰρ τούτων προϊοῦσα κατέληξεν ἡ τῶν εἰδῶν ὕφεσις. Ἕκτον δὴ οὖν ἄλλον τρόπον ἀνασκεψώμεθα
15περὶ τῆς ὑποστάσεως τῶν εἰδῶν ἀπ’ αὐτῶν ὁρ‐ μηθέντες τῶν ἀποδείξεων· τὰς γὰρ ἀποδείξεις ἅπαντες ἐκ προτέρων καὶ τιμιωτέρων γίγνε‐ σθαι πάσας ὁμολογοῦμεν, καὶ οὕτω τισὶ μέγα καὶ σεμνὸν ἡ ἀπόδειξις ἔδοξεν εἶναι, ὥστε καὶ
20τῆς διαιρετικῆς αὐτὴν μεθόδου κρείττονα θέ‐ σθαι. Κείσθω τοίνυν ὁμολόγημα κοινὸν, τὴν ἀπόδειξιν ἐξ αἰτιῶν εἶναι καὶ φύσει τιμιωτέ‐ ρων. Ἀλλ’ ἐξ ὧν αἱ ἀποδείξεις, ταῦτά ἐστι τὰ καθόλου· πᾶσα γὰρ ἀπόδειξις ἐκ τούτων·
25ταῦτα ἄρα αἴτια τοῖς ἐξ αὐτῶν δεικνυμένοις. Ὅταν οὖν ὁ ἀστρονόμος λέγῃ τοὺς ἐν οὐρανῷ κύκλους δίχα τέμνειν ἀλλήλους, ἐπειδὴ πᾶς μέγιστος κύκλος τὸν ὅμοιον διχοτομεῖ, πότερον ἀποδείκνυσιν ἢ οὔ; καίτοι ἀπὸ τοῦ καθόλου πε‐
30ποίηται τὴν ἐπιβολήν. Ποῦ δὴ εὑρήσομεν τὰ αἴτια ταῦτα τῆς ἐν οὐρανῷ τῶν κύκλων τομῆς καθολικώτερα αὐτῶν; ἐν σώμασι μὲν γὰρ οὐκ ἔσται· πᾶν γὰρ τὸ ἐν σώματι ὂν μερικόν ἐστι, δεῖ δὲ ἐν ἀσωμάτῳ πάντως οὐσίᾳ· ἀνάγκη ἄρα
35τῶν φαινομένων προϋπάρχειν τὰ εἴδη, καὶ τού‐ τοις αἴτια τοῦ εἶναι καθολικώτερα αὐτῶν ὄντα καὶ δυνατώτερα. Ἔστι μὲν οὖν καὶ αὐτόθεν δῆλον, ὅπερ εἴπομεν, τῆς ἐπιστήμης ἀναγκα‐
ζούσης τὰ καθόλου τιθέναι καὶ οὐσιώτερα καὶ
in Prm
.

797

αἰτιώτερα τῶν καθ’ ἕκαστα, προϋπάρχειν τὰ εἴδη, καὶ ἀπ’ ἐκείνων εἶναι τὴν ὑπόστασιν τού‐ τοις χωριστῶν ὄντων. Εἰ δὲ βούλει, καὶ καθ’ αὑτὸ σκέψαι πόθεν
5καὶ εἴ τις ἄλλος ἐπέβαλε τοῖς εἴδεσι, καὶ αὐτὸς ὁ Σωκράτης πόθεν εἰς ἔννοιαν ἀφίκετο τῆς οὐ‐ σίας ταύτης. Ἔστι δὴ οὖν ἀνδρὸς εἰς νοῦν ἐπι‐ στρέψαντος ἤδη, καὶ χωρίσαντος ἑαυτὸν ἀπὸ τοῦ συνθέτου, καὶ θεασαμένου τήν τε ψυχικὴν
10ζωὴν καὶ τὴν σωματικὴν διακεκριμένως, καὶ ὡς οὐδὲν θαυμαστὸν ἄλλο μὲν εἶναι τὸ ὑποκεί‐ μενον, ἄλλο δὲ τὸ μετεχόμενον ἐν τῷ ὑποκει‐ μένῳ ὂν, ἄλλο δὲ τὸ ἐξῃρημένον καὶ ἀμέθεκτον εἶδος, ἡ τοιαύτη πτοία περὶ τὴν τῶν θείων τού‐
15των μονάδων ὑπόθεσιν. Ὁ μὲν γὰρ πολὺς, καὶ τὴν ἑαυτοῦ ζωὴν ἀναμίξας τῇ τοῦ συνθέτου ζωῇ, διακρῖναι τὸ μετεχόμενον καὶ τὸ ἀμέθεκ‐ τον ἀδυνατεῖ· τὸν γὰρ τὸ χωριστὸν θεασάμενον καὶ αὐτὸν εἰς δύναμιν προσήκει γενέσθαι τοι‐
20οῦτον, οἷον ἐξαναστάντα τοῦ σώματος καὶ εἰς τὸ ἐν ἑαυτῷ χωριστὸν ἀποβλέψαντα· ὁ δέ γε σπουδαῖος τὸ ἦθος ἀφ’ ἑαυτοῦ τὴν διάκρισιν τούτων θεασάμενος μέτεισιν ἐπὶ τὰ ὅλα, καὶ πάντων τῶν μετεχομένων εἰδῶν προτέρας ἐπι‐
25νοεῖ τὰς ἐξῃρημένας καὶ ἀΰλους μονάδας. Καὶ οὐκ ἐπὶ τούτων μόνων οὕτως, ἀλλὰ καὶ ἐπὶ τῆς κινήσεως τὸν αὐτὸν ἄνεισι τρόπον, ὁρῶν τὸ μὲν σῶμα τοῦτο πᾶν κατὰ τὴν οἰκείαν αὑ‐ τοῦ φύσιν ἑτεροκίνητον ὂν καὶ δεόμενον κινή‐
30σεως ἀλλαχόθεν εἰς ταῦτα καθηκούσης, τὴν δὲ πρώτην καὶ κυριωτάτην κίνησιν ἐν τῷ κινητικῷ τῶν ὅλων· ἔχει γὰρ καὶ ἐκεῖνο τὴν τοῦ κινοῦν‐ τος κίνησιν, καὶ τὸ σῶμα τὴν τοῦ κινητοῦ, καὶ εἴδωλον ἡ ἐν τούτῳ κίνησις τῆς ἐν ἐκείνῳ προ‐
35ϋπαρχούσης· ἐκείνη μὲν γὰρ τελεία κίνησις, ἐνέργεια γάρ· ἡ δὲ ἐν τούτῳ ἀτελὴς ἐνέργεια, τὸ δὲ ἀτελὲς ἐκ τοῦ τελείου τήν τε ὑπόστασιν ἔχει καὶ τὸ τέλειον. Καὶ μὴν καὶ ἐπὶ τῆς γνώσεώς ἐστιν ἰδεῖν ἐσχάτην μὲν γνῶσιν τὴν
40τῶν σωμάτων, εἴτε αἰσθητικὴν αὐτὴν, εἴτε
in Prm
.

798

φανταστικὴν ἐθέλει τις προσαγορεύειν. Πᾶσα γὰρ ἡ τοιαύτη γνῶσις ἀληθείας ἐστὶν ἄμοιρος, καὶ τῆς οὐσίας τῶν πραγμάτων οὐκ ἐφάπτεται, καὶ οὐδὲν θεωρεῖ καθόλου καὶ κοινὸν, ἀλλὰ
5πάντα ἐσχηματισμένα, πάντα μεμορφωμένα, πάντα μερικά· τελειοτέρα δὲ γνῶσίς ἐστιν ἡ ἀμόρφωτος, ἡ ἀσχημάτιστος, ἡ ἄϋλος, ἡ καθ’ αὑτὴν οὖσα καὶ ἑαυτῆς, ἧς εἴδωλον ἡ αἴσθησις, ἀτελὴς οὖσα γνῶσις καὶ ἐν ἄλλῳ καὶ οὐχ ἑαυ‐
10τῆς. Εἰ τοίνυν ἐπὶ τῶν κινήσεων οὕτω καὶ ἐπὶ τῶν γνώσεων καὶ ἐπὶ τῆς ζωῆς ἄλλο μὲν τὸ μέτεχον, ἄλλο δὲ τὸ μετεχόμενον, ἄλλο δὲ τὸ ἀμέθεκτον, ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων εἰδῶν, ἄλλο μὲν εἶναι τὴν ὕλην, ἄλλο δὲ τὸ ἐν
15αὐτῇ εἶδος, ἄλλο δὲ τὸ χωριστόν. Οὐ γάρ που τὰ μὲν ἀτελῆ καὶ ἐν ἄλλῳ ὄντα καὶ ἀμυδρῶς ὄντα πεποίηκεν ὅ τε θεὸς καὶ ἡ φύσις, τὰ δὲ τέλεια καὶ τελείως ὄντα καὶ ἑαυτῶν ὄντα οὐ παρήγαγεν· ἀλλὰ πολλῷ πρότερον ταῦτα ὑπέ‐
20στησε, καὶ ἐκ τούτων τὰ ἀμυδρότερα καὶ μετ‐ εχόμενα καὶ ἐν τῇ ὕλῃ ὄντα. Διὰ ταύτας μὲν οὖν τὰς ἐννοίας καὶ Σωκράτης, καὶ εἰ δή τις ἄλλος, εἰς τὴν τῶν ἰδεῶν ἀνήγετο θέσιν, καὶ τὰ μὲν μετεχόμενα ὑπὸ τῶν καθ’ ἕκαστα ἔλεγε,
25τὰ δὲ αὐτὰ καθ’ αὑτὰ χωρὶς ὑφεστηκότα· μά‐ λιστα γὰρ τοῦτο προσήκει τοῖς εἴδεσι τὸ χωρίς. Εἰ δὲ δεῖ συντόμως εἰπεῖν τὴν αἰτίαν τῆς τῶν ἰδεῶν ὑποθέσεως δι’ ἣν ἐκείνοις ἤρεσκε, λεκτέον ὅτι ταῦτα πάντα, ὅσα ὁρατὰ οὐράνια
30καὶ ὑπὸ σελήνην, ἢ ἀπὸ ταυτομάτου ἐστὶν ἢ κατ’ αἰτίαν. Ἀλλὰ ἀπὸ ταυτομάτου, ἀδύνατον· ἔσται γὰρ ἐν τοῖς ὑστέροις τὰ κρείττονα, νοῦς καὶ λό‐ γος καὶ αἰτία καὶ τὰ ἀπ’ αἰτίας, καὶ οὕτω τὰ ἀπο‐ τελέσματα κρείττω τῶν ἀρχῶν, πρὸς τῷ καὶ, ὅ
35φησιν ὁ Ἀριστοτέλης, δεῖν πρὸ τῶν κατὰ συμ‐ βεβηκὸς αἰτιῶν εἶναι τὰ καθ’ αὑτά· τούτων γὰρ ἔκβασις τὸ κατὰ συμβεβηκὸς, ὥστε τοῦ ἀπὸ ταυ‐ τομάτου πρεσβύτερον ἂν ἦν τὸ κατ’ αἰτίαν, εἰ καὶ ἀπὸ ταυτομάτου τὰ θειότατα ἦν τῶν φα‐
40νερῶν. Εἰ δὲ ἔστιν αἴτια πάντων, ἤτοι πολλὰ
in Prm
.

799

ἔσται καὶ ἀσύναπτα, ἢ ἕν· ἀλλ’ εἰ πολλὰ, τί τὸ ποιοῦν ἓν τὸ πᾶν, οὐχ ἕξομεν λέγειν· καίτοι τὸ ἓν κρεῖττον τῶν πολλῶν, καὶ τὸ ὅλον τῶν μερῶν. Εἰ δὲ ἔστιν ἓν τοῦ ὅλου καὶ ἑνὸς αἴτιον
5πρὸς ὃ συντέτακται πάντα, εἰ μὲν ἄλογον τοῦ‐ το, ἄτοπον· ἔσται γάρ τι πάλιν τῶν ὑστέρων τῆς πάντων αἰτίας κρεῖττον τὸ κατὰ λόγον καὶ γνῶσιν ποιοῦν, εἴσω τοῦ παντὸς ὂν καὶ τοῦ ὅλου μέρος, ὅ ἐστιν ἀπ’ αἰτίας ἀλόγου τοιοῦτον· εἰ
10δὲ λόγον ἔχον καὶ αὑτὸ γιγνῶσκον, οἶδεν ἑαυτὸ δήπου τῶν πάντων αἴτιον ὂν, ἢ τοῦτο ἀγνοοῦν ἀγνοήσει τὴν ἑαυτοῦ φύσιν. Εἰ δὲ οἶδεν ὅτι κατ’ οὐσίαν ἐστὶ τοῦ παντὸς αἴτιον, οἶδε καὶ οὗ αἴ‐ τιον· τὸ γὰρ ὡρισμένως εἰδὸς θάτερον καὶ θά‐
15τερον οἶδεν ἐξ ἀνάγκης· οἶδεν ἄρα καὶ οὗ ἐστιν αἴτιον ὡρισμένως· οἶδεν οὖν καὶ τὸ πᾶν καὶ πάντα ἐξ ὧν τὸ πᾶν, ὧν ἐστι καὶ αἴτιον· καὶ εἰ τοῦτο, εἰς ἑαυτὸ ἄρα βλέπον καὶ ἑαυτὸ γι‐ γνῶσκον οἶδε τὰ μετ’ αὐτό· λόγοις ἄρα καὶ εἴ‐
20δεσιν ἀΰλοις οἶδε τοὺς κοσμικοὺς λόγους καὶ τὰ εἴδη ἐξ ὧν τὸ πᾶν, καὶ ἔστιν ἐν αὐτῷ τὸ πᾶν ὡς ἐν αἰτίᾳ χωρὶς τῆς ὕλης. Τοῦτο Ζήνωνι καὶ τοῖς τὰς ἰδέας τιθεμένοις ἤρεσκε· καὶ οὐχ οἱ μὲν ἄνδρες ἐκεῖνοι περὶ τῶν
25ἰδεῶν οὕτως ὑπέλαβον ὡς οὐσῶν, οἱ δὲ τὰ θεῖα σοφοὶ ἄλλον τρόπον, ἀλλὰ καὶ οἱ θεολόγοι ταύ‐ της ἐγένοντο τῆς παραδόσεως. Ὁ μὲν γὰρ Ὀρ‐ φεὺς μετὰ τὴν κατάποσιν τοῦ Φάνητος ἐν τῷ
Διῒ τὰ πάντα γεγονέναι φησὶν, ἐπειδὴ πρώ‐
in Prm
.

800

τως μὲν καὶ ἡνωμένως ἐν ἐκείνῳ, δευτέρως δὲ καὶ διακεκριμένως ἐν τῷ δημιουργῷ τὰ πάν‐ των ἀνεφάνη τῶν ἐγκοσμίων αἴτια· ἐκεῖ γὰρ ὁ ἥλιος, καὶ ἡ σελήνη, καὶ ὁ οὐρανὸς αὐτὸς,
5καὶ τὰ στοιχεῖα, καὶ ὁ Ἔρως ὁ ἑνοποιὸς, καὶ πάντα ἁπλῶς ἓν γεγονότα, Ζηνὸς δ’ ἐνὶ γαστέρι σύῤῥα πεφύκει. Καὶ οὐκ ἠρκέσθη τούτοις μόνον, ἀλλὰ καὶ τὴν τάξιν τῶν εἰδῶν τῶν δημιουργικῶν παραδί‐
10δωσι, δι’ ἣν καὶ τὰ αἰσθητὰ τοιαύτην ἔλαχε τάξιν καὶ διακόσμησιν. Οἱ δέ γε θεοὶ περὶ τούτων ἐκφῆναι τὴν ἀλήθειαν ἀνθρώποις ἀξιώ‐ σαντες καὶ τίς ἡ μία πηγὴ τῶν ἰδεῶν εἰρήκασι, καὶ ποῦ πρῶτον ὑπέστη τὸ πλήρωμα τῶν ἰδεῶν,
15καὶ πῶς προϊὸν ἀφομοιοῖ τῷ πατρὶ τοῦ κόσμου πάντα τὰ ἐν αὐτῷ, τά τε ὡς ὅλα καὶ τὰ μέρη· οὐδὲν δὲ χεῖρον πλείονος ἕνεκα τῶν ἀκροωμένων περὶ τὸ δόγμα συμπαθείας, καὶ αὐτῶν μνησθῆ‐ ναι τῶν ἐν τοῖς Χαλδαικοῖς λογίοις κειμένων·
20Νοῦς πατρὸς ἐῤῥοίζησε νοήσας ἀκμάδι βουλῇ Παμμόρφους ἰδέας· πηγῆς δὲ μιᾶς ἀποπτᾶσαι Ἐξέθορον· πατρόθεν γὰρ ἔην βουλή τε τέλος τε. Ἀλλ’ ἐμερίσθησαν νοερῷ πυρὶ μοιρηθεῖσαι Εἰς ἄλλας νοεράς· κόσμῳ γὰρ ἄναξ πολυμόρφῳ
25Προὔθηκεν νοερὸν τύπον ἄφθιτον, οὗ κατὰ κόσμον Ἴχνος ἐπειγόμενος μορφῆς μέτα κόσμος ἐφάνθη Παντοίαις ἰδέαις κεχαρισμένος· ὧν μία πηγὴ, Ἐξ ἧς ῥοιζοῦνται μεμερισμέναι ἄλλαι ἄπλατοι Ῥηγνύμεναι κόσμου περὶ σώμασιν, αἳ περὶ κόλπους
30Σμερδαλέους σμήνεσσιν ἐοικυῖαι φορέονται,
in Prm
.

801

Τραποῦσαι περί τ’ ἀμφὶ παρασχεδὸν ἄλλυδις ἄλλῃ, Ἔννοιαι νοεραὶ, πηγῆς πατρικῆς ἄπο, πουλὺ Δραττόμεναι πυρὸς ἄνθος. Ἀκοιμήτου χρόνου ἀκμῇ, Ἀρχεγόνους ἰδέας πρώτη πατρὸς ἔβλυσε τάσδε
5Αὐτοτελὴς πηγή. Διὰ δὴ τούτων ἐξέφηναν οἱ θεοὶ καὶ ποῦ τῶν ἰδεῶν ἡ ὑπόστασις, καὶ τίς θεός ἐστιν ὁ τὴν πη‐ γὴν αὐτῶν τὴν μίαν περιέχων, καὶ ὅπως ἐκ τῆς πηγῆς ταύτης πρόεισι τὸ πλῆθος, καὶ πῶς ὁ
10κόσμος δεδημιούργηται κατ’ αὐτὰς, καὶ ὅτι κι‐ νητικαὶ πάντων εἰσὶ τῶν κοσμικῶν συστημάτων, καὶ ὅτι πᾶσαι νοεραὶ κατὰ τὴν οὐσίαν, καὶ ὅτι παντοῖαι κατὰ τὰς ἰδιότητάς εἰσι. Καὶ πολλὰ ἄν τις ἄλλα περὶ τὴν ἐξήγησιν
15τῶν θείων τούτων νοημάτων βαθύνας θεωρή‐ σειεν· ἀλλὰ νῦν τόγε τοσοῦτον ἐν τῷ πάροντι ληπτέον ὅτι καὶ οἱ θεοὶ ταῖς τοῦ Πλάτωνος ἐπι‐ βολαῖς ἐμαρτύρησαν, ἰδέας τε καλέσαντες τὰς νοερὰς ταύτας αἰτίας καὶ κατ’ αὐτὰς τετυπῶ‐
20σθαι τὸν κόσμον εἰπόντες. Εἰ τοίνυν καὶ οἱ λόγοι πείθουσιν ἡμᾶς πρὸς τὴν περὶ τούτων ὑπόθεσιν, καὶ οἱ σοφοὶ περὶ αὐτῶν συνηνέχθησαν, Πλά‐ των, Πυθαγόρας, Ὀρφεὺς, καὶ οἱ θεοὶ τούτοις ἐναργῶς ἐμαρτύρησαν, σμικρὰ φροντιστέον τῶν
25σοφιστικῶν λόγων αὐτῶν ὑφ’ ἑαυτῶν ἐληλεγμέ‐ νων, οὐδὲν ἐπιστημονικὸν οὐδὲ ὑγιὲς λεγόντων. Σαφῶς γὰρ οἱ θεοὶ εἰρήκασι καὶ ὡς ἔννοιαι τοῦ πατρός εἰσι, μένουσι γὰρ ἐν ταῖς νοήσεσι τοῦ πατρός· καὶ ὡς προέρχονται πρὸς τὴν τοῦ κό‐
30σμου δημιουργίαν, ῥοίζησις γάρ ἐστιν ἡ πρόοδος αὐτῶν· καὶ ὡς πάμμορφοί εἰσιν, ἅτε δὴ πάν‐ των τῶν μεριστῶν περιέχουσαι τὰς αἰτίας· καὶ ὡς ἀπὸ τῶν πηγαίων ἰδεῶν ἄλλαι προεληλύ‐ θασιν αἱ κατὰ μέρη κληρωσάμεναι τὴν τοῦ κό‐
35σμου δημιουργίαν, αἳ προσαγορεύονται σμήνεσ‐
in Prm
.

802

σιν ἐοικυῖαι, καὶ ὡς γεννητικαὶ τῶν δευτέρων εἰσίν. Ὁ μὲν οὖν Τίμαιος ἐν τοῖς νοητοῖς ἀπέ‐ θετο τὴν μίαν πρωτουργὸν αἰτίαν πάντων τῶν εἰδῶν (ἐκεῖ γὰρ τὸ αὐτόζωον, ὡς ἐν ἄλλοις
5ἀπεδείκνυμεν), τὰ δὲ Λόγια τὴν πηγὴν τῶν ἰδεῶν ἐν τῷ δημιουργῷ προϋπάρχειν φασὶ, καὶ οὐ διέστηκε ταῦτα ἀπ’ ἀλλήλων, ὥς πού τισιν ἂν δόξειεν· οὐ γάρ ἐστι ταὐτὸν ἐγκοσμίων εἰδῶν ἐπιζητεῖν τὴν μίαν καὶ ὁλικὴν αἰτίαν, καὶ
10ἁπλῶς ἁπάσης τῆς σειρᾶς τῶν ἰδεῶν τὴν πρώ‐ την ἔκφανσιν θεωρεῖν· ἀλλὰ τῶν μὲν εἰς τὸν δημιουργὸν ἀναπέμπει τὴν περιοχὴν, τῶν δὲ ἐπ’ αὐτὴν τὴν νοητὴν τάξιν τῶν θείων, ἀφ’ ἧς καὶ ὁ δημιουργὸς πληροῦται καὶ πάντες οἱ διά‐
15κοσμοι εἰδητικῆς οὐσίας. Καὶ διὰ τοῦτο, οἶμαι, καὶ τὰ Λόγια τὰς ἰδέας φασὶ ῥοιζουμένας ἀπὸ τῆς ἑαυτῶν νοερᾶς πηγῆς καὶ μεριζομένας ἄλ‐ λυδις ἄλλας προσρήγνυσθαι τοῖς τοῦ κόσμου σώμασιν, ὡς ἂν ἐν τῇ πηγῇ ταύτῃ τῶν ἐγκο‐
20σμίων τῆς αἰτίας περιεχομένης, καθ’ ἣν μεμόρ‐ φωται πάντα τὰ ἐν τῷ κόσμῳ γενόμενα σύν‐ θετα κατὰ τὴν δημιουργικὴν βούλησιν. Τὰ δὲ ἐν τῷ αὐτοζώῳ εἴδη κατὰ τὸν νοητὸν ὅρον ὑφ‐ εστηκότα οὔτε κινεῖσθαι λέγεται ὑπὸ τοῦ Πλά‐
25τωνος, οὔτε ἐνθρώσκειν τοῖς σώμασιν, ἀλλ’ αὐτῷ μόνῳ τῷ εἶναι πᾶσιν ἐνδιδόναι τὴν οὐσίαν. Εἰ τοίνυν τὸ δι’ ἐνεργείας καὶ κινήσεως ὑφ‐ ιστάνειν δεύτερόν ἐστι τῆς πρὸ τοῦ ἐνεργεῖν καὶ κινεῖσθαι ποιήσεως, δῆλον δήπουθεν ὅτι καὶ
30τῶν δημιουργικῶν ἰδεῶν ὑπερτέραν ἔλαχε τάξιν τὰ ἐν τῷ αὐτοζώῳ νοητῶς καὶ ἀκινήτως ἱδρυ‐ μένα. Καὶ διχῶς ἐστιν ὁ δημιουργὸς εἰδοποιὸς, καὶ κατὰ τὴν ἐν ἑαυτῷ πηγὴν καὶ κατὰ τὰς νοερὰς ἰδέας· ἐκεῖ γὰρ αἱ ὁλικαὶ τῶν πάντων
35αἰτίαι καὶ αἱ τέτταρες μονάδες· ἐκεῖθεν δὲ
in Prm
.

803

ἀρξάμεναι δι’ ὅλων φοιτῶσι τῶν θείων διακό‐ σμων μέχρι καὶ τῶν ἐσχάτων, ὥστε καὶ τὰς τελευταίας αὐτῶν καὶ αἰσθητὰς εἰκόνας ἔχειν τινὰ τῶν μὲν ἐναργεστέραν, τῶν δὲ ἀμυδροτέ‐
5ραν ἀπεικασίαν. Καὶ εἴ τις ἡμῶν ἐφέπεσθαι ταῖς θείαις προ‐ όδοις ἐστὶ δυνατὸς, ὄψεται πᾶν εἶδος αἰσθητὸν, κἂν τῶν ἐν ὕλῃ τιθέντων περὶ τοῦ αἰσθητοῦ εἴδους τις σκοπεῖν ἐπιχειρῇ, πάντων τὰς ἰδιό‐
10τητας ἀποδεξάμενον. Αὐτὸ μὲν γὰρ τὸ αὐτο‐ κίνητον καὶ τὸ ἀΐδιον τοῖς αἰσθητοῖς εἴδεσιν οὐκ ἀλλαχόθεν πάρεστιν, ἢ ἀπὸ τῶν πρώτων εἰδῶν· ἐκεῖνα γὰρ αἰώνια πρῶτον, ἃ τοῖς ἐφε‐ ξῆς καὶ δευτέρως ἀεὶ καὶ τρίτως ἐπορέγει τὴν
15μετάδοσιν· τὸ δὲ αὖ ἕκαστον εἶδος πλῆθος μὲν ὑπάρχειν, ἀλλὰ κατ’ ἀριθμὸν ἴδιον ὑφεστάναι καὶ συμπεπληρῶσθαι τοῖς οἰκείοις ἀριθμοῖς, καὶ διὰ τοῦτο ἄλλο πρὸς ἄλλην τάξιν ἡμῖν ἀγνώ‐ στως καὶ ἀῤῥήτως ἀναφέρεσθαι θείαν, ἀπὸ τῆς
20ἀκρότητος ὑποδέχεται τῶν νοητῶν καὶ νοερῶν καὶ τῶν ἐκεῖ κρυφίως καὶ ἀφθέγκτως ὑφεστη‐ κότων εἰδῶν· ὥσπερ δὴ καὶ τὸ ἑνίζειν μὲν τὴν σκεδαστὴν οὐσίαν, τοῖς δὲ κοινοῖς πέρασι τὴν ἀπειρίαν τῶν γεννητῶν ἀφορίζειν, ἀπὸ τῆς συν‐
25εκτικῆς τάξεως καὶ τῶν συνεκτικῶν εἰδῶν. Τὸ δὲ πάντη τελεσιουργὸν τῆς ἀτελοῦς φύσεως, καὶ τὸ πρόαγον εἰς ἐνέργειαν τὴν ἐπιτηδειό‐ τητα τῶν ὑποκειμένων, σχήμασι μὲν τὸ ἄσχη‐ μον, τελειότητι δὲ τὸ ἀτελὲς καταλαμβάνον,
30οὐκ ἀλλαχόθεν ἢ ἀπὸ τῆς τελεσιουργοῦ θεότητος καὶ τῶν ἐκεῖ προφανέντων εἰδῶν ἐπιδείκνυται. Καὶ μὴν καὶ καθ’ ὅσον μὲν ἕκαστον εἶδος εἰς ἑαυτὸ συννεύειν ἐπείγεται καὶ ἐν ἑαυτῷ περι‐ λαμβάνειν ἑνοειδῶς τὰ μέρη, κατὰ τοσοῦτον
35εἰκόνα φέρει τῆς ἀκρότητος τῶν νοερῶν καὶ τῆς ἀμερίστου τῶν εἰδῶν ὑποστάσεως τῶν κατ’ ἐκεί‐
νην τὴν τάξιν ἱδρυμένων· καθ’ ὅσον δὲ αὖ μετὰ
in Prm
.

804

ζωῆς πρόεισι καὶ διὰ κινήσεως ὑφίσταται καὶ ἐν κινουμένοις ἀκινήτως ἐκφαντάζεται, κατὰ τοσοῦτον αὖ τῆς ζωογόνου μετείληφε σειρᾶς καὶ ἀποτυποῦται τὰς τῶν ζωογονικῶν εἰδῶν δυνά‐
5μεις· καθ’ ὅσον δὲ αὖ μορφωτικὸν τῆς ὕλης ἐστὶ, καὶ τεχνικῆς ἀπεργασίας δι’ αὐτῆς τῆς φύσεως διηκούσης πεπλήρωται, λεπτουργίαν τε θαυμα‐ στὴν ἐπιδείκνυται καὶ τὴν κατὰ λόγον εἰδο‐ ποιΐαν, ταύτῃ καὶ κατὰ τοσοῦτον τῶν δημιουρ‐
10γικῶν ἰδεῶν ἐμφάσεις παραδέχεται. Εἰ δὲ δὴ καὶ ἀφομοιοῖ τὰ αἰσθητὰ τοῖς νοητοῖς, καὶ εἰ διέκρινε τὰς οὐσίας αὐτῶν ταῖς κατὰ τοὺς λό‐ γους ἐξαλλαγαῖς, δῆλον δὴ ὅτι ταῖς ἀφομοιω‐ τικαῖς διακοσμήσεσιν ἀπείκασται τῶν εἰδῶν,
15ἀφ’ ὧν αἱ μερισταὶ πρόοδοι πεφήνασι τῶν ἐγκο‐ σμίων αἱ τὰ αἰσθητὰ περικαλύπτουσαι ταῖς ἀπὸ τῶν νοητῶν ἐμφάσεσι. Καὶ μὴν καὶ εἰ ἕκαστον εἶδος ἐπὶ πολλὰ διήκει, κἂν ἔνυλον ᾖ καὶ κατὰ τὴν οἰκείαν μορφὴν ἀφορίζῃ τὸ ἐκεί‐
20νων πλῆθος, πῶς οὐχὶ κατὰ ταύτην τὴν δύνα‐ μιν εἰς ἐκείνην ἀνήκει τῶν θεῶν τὴν τάξιν, τὴν ἀπολύτως ἐνεξουσιάζουσαν τοῖς ἐν τῷ κόσμῳ κλήροις καὶ πολλὰς ἀνέλκουσαν εἰς ἑαυτὴν μοί‐ ρας τῶν ἐν παντὶ θείων λήξεων; Ἄνωθεν ἄρα
25προϊόντες ἀπὸ τῶν νοητῶν ἰδεῶν μέχρι τῶν τελευταίων, τὴν μίαν συνέχειαν τῆς ὅλης σειρᾶς θεωρήσομεν, καὶ τίνας ἰδιότητας ἀφ’ ἑκάστης τάξεως τὰ αἰσθητὰ παρεσπάσατο νοερῶς διαι‐ ρήσομεν· δεῖ γὰρ τὰ δεύτερα πάντα τῶν πρὸ
30αὑτῶν μετέχειν καὶ οὕτως ἑκάστων ἀπολαύειν ὡς ἕκαστα τάξεως εἴληχε· τοῦτο δέ ἐστιν οὐ‐ δὲν ἄλλο ἢ κατ’ αὐτὰς τὰς τῶν θεῶν προόδους· ὁμοῦ γὰρ δὴ ταύταις καὶ ἡ τούτων προέρχεται διακόσμησις οἰκείως ἐν ἁπάσαις ὑφεστηκυῖα
35νοητῶς ἢ νοερῶς ἢ ὑπερκοσμίως, καὶ αὖ πάλιν συνεκτικῶς ἢ ζωογονικῶς ἢ δημιουργικῶς, ἢ
κατ’ ἄλλην τινὰ θείαν ὕπαρξιν ἀφοριζομένην.
in Prm
.

805

Ἀλλὰ ταῦτα μὲν ἐκ τῆς ἐμῆς πάλιν ἐμη‐ κύνθη περὶ ταῦτα συμπαθείας, ἐπὶ δὲ τὴν τοῦ Πλάτωνος λέξιν τρεπτέον καὶ ἀναμνηστέον τῶν περὶ τῆς ὁμοιότητος δογμάτων, ἐπειδὴ καὶ νῦν
5ταύτης ἐμνημόνευσεν ὅτι δύναμίς ἐστιν ἀφο‐ μοιωτικὴ πάντων τῶν δευτέρων πρὸς τὰ νοητὰ αἴτια καὶ συναγωγὸς ἀμφοῖν τοῖν ἄκροιν· ἔδει γὰρ τὴν πάντων πρόοδον ἐπιστρέφειν πάλιν εἰς τὰς οἰκείας αἰτίας· καὶ ἐν μὲν αὐτοῖς τοῖς θεοῖς
10ἡ ἀφομοιωτικὴ τάξις τοῦτο ἀπεργάζεται τὸ πλῆθος τῶν θείων ἑνάδων ἐπιστρέφουσα πρὸς τὰς ἑνιαίας αἰτίας, ἐν δὲ τοῖς εἴδεσι τὸ ὅμοιον ταύτην ἔχει τὴν δύναμιν. Καὶ οὐ δεῖ θαυμά‐ ζειν εἰ διὰ τῶν αὐτῶν ὀνομάτων καὶ εἴδη ση‐
15μαίνεται καὶ θεῶν τάξεις τινές· ἔστι γὰρ ταῦτα καὶ ὡς ὅλα καὶ ὡς μέρη, καὶ ἑναδικῶς καὶ εἰ‐ δητικῶς. Ἐπειδὴ δὲ τῆς ὁμοιότητος αὕτη ἐστὶν ἡ ἰδιότης, ἀφομοιοῦν τὰ δημιουργήματα τοῦ πατρὸς πρὸς αὐτὸν, εἰκότως δὲ καὶ ἀνομοιότης
20ταύτῃ συνέζευκται ὁμοφυῶς, ἵνα τὰ αὐτὰ καὶ διακρίνωνται ἅτε εἰκόνες ὄντα παραδειγμάτων· οὔτε γὰρ τὰ ὅμοια μόνον εἰκόνες, ἐπειδὴ χωρὶς ἀνομοιότητος ἡ ὁμοιότης παράδειγμά ἐστι καὶ οὐκ εἰκών· οὔτε τὰ ἀνόμοια μόνον, αὐτὸ γὰρ
25τὸ ὄνομα τῆς εἰκόνος σημαίνει τὴν ἐοικυῖαν ἄλλῳ μορφήν. Δεῖ δὴ οὖν ἀμφότερα εἶναι καὶ τὸ ἀνόμοιον καὶ τὸ ὅμοιον, ἵνα εἰκὼν ἄλλο ἄλ‐ λου γένηται. Διὰ δὴ τοῦτο καὶ ταῦτα μέσην ἔχει τάξιν ἐν τοῖς εἴδεσιν, ὥσπερ ἡ ἀφομοιω‐
30τικὴ τάξις τῶν θεῶν μέση τῶν ἑνιαίων ἐστὶ καὶ τῶν εἰς πολλοὺς ὀχετοὺς προεληλυθότων· τὸ γὰρ ἀφομοιοῦν μέσον ἐστὶ τοῦ τε πρὸς ὃ ἡ ὁμοίωσις καὶ τοῦ ὁμοιουμένου πρὸς αὐτό. Εἴ τις οὖν ἀνειμένην ταυτότητα τὴν ὁμοιότητα λέ‐
35γοι, καὶ ἀνειμένην αὖ ἑτερότητα τὴν ἀνομοιό‐ τητα, παραιτησόμεθα τὸν λόγον οὐχὶ τῷ μᾶλ‐ λον καὶ ἧττον ὑφίστασθαι τὰ εἴδη λέγοντες (ἴδιον γὰρ τῆς περὶ τὴν ὕλην ἀοριστίας τῶν εἰδῶν τοῦτο τὸ μᾶλλον καὶ ἧττον), ἀλλ’ ἕκα‐
40στον αὐτῶν μέτρον εἶναι, καὶ οὐσίαν ἰδίαν ἔχειν
καὶ δύναμιν ἀφωρισμένην· πρὸς τῷ καὶ τὰ μὲν
in Prm
.

806

εἶναι τῶν οὐσιῶν καθὸ οὐσίαι, τὰ δὲ τῶν περὶ αὐτὰς ποιῶν καὶ τῶν δυνάμεων ὥσπερ ἄλλα τῶν ποσῶν, οἷον ἴσον φασὶ καὶ ἄνισον. Καὶ εἴ τις τὸ μὲν ὅμοιον παραγίγνεσθαι λέγοι θεόθεν, τὸ δὲ
5ἀνόμοιον ἀπὸ τῆς ὕλης, οὐδὲ τοῦτον ἀποδεξό‐ μεθα τὸν λόγον· εἰ γάρ τις καὶ ἔστιν ἀνομοιό‐ τητος πόντος, ἀλλὰ τὸ ἐνταῦθα ἀνόμοιον εἶδος ὁ Πλάτων προσείρηκε καὶ παράδειγμα τῶν τῇδε ἀνομοίων, ὥστε περὶ ἄλλης ἂν ἐκεῖνοι
10ποιοῖντο τὸν λόγον ἀνομοιότητος, καὶ οὐ περὶ τῆς ἐνταῦθα παραδεδομένης, καὶ εἴ τις ἐν τῇ σχέσει τὸ ὅμοιον ἀπολείποι καὶ ἀνόμοιον· οὐ γὰρ δὴ κατὰ σχέσιν ψιλὴν ὑφεστάναι τὰ δη‐ μιουργικὰ εἴδη, πλὴν εἰ τοῦτο λέγοιεν ὅτι
15σχέσιν δίδωσι τοῖς δευτέροις πρὸς τὰ πρῶτα καὶ ταῖς εἰκόσι πρὸς τὰ παραδείγματα, τὸ ἀφομοιωτικὸν αὐτοῖς μαρτυρῶν. Ἴδιον γὰρ μά‐ λιστα τῆς συζυγίας ταύτης τοῦτο, καὶ συν‐ άπτειν καὶ διακρίνειν τὰ πλήθη τῶν οἰκείων
20μονάδων, καὶ τὰς εἰκόνας τῶν ἰδίων παραδει‐ γμάτων. Ἔτι τοίνυν τὸ ἓν καὶ τὸ πλῆθος τί ἐστιν, εἴρηται μὲν καὶ πρότερον· λεγέσθω δὲ καὶ νῦν σαφέστερον ὅτι δύο τῶν ὄντων ἀρχαὶ καὶ κατὰ
25τὸν Πλάτωνα μετὰ τὸ ἕν εἰσι, τό τε πέρας καὶ τὸ ἄπειρον· καὶ πᾶς νοῦς ἐκ τούτων νοητός τε καὶ νοερὸς, καὶ ἀφομοιωτικὸς καὶ ἀπόλυτος καὶ ἐγκόσμιος, καθολικός τε καὶ μερικός. Ἐπεὶ γοῦν καὶ ὁ δημιουργικὸς νοῦς μικτός ἐστιν ἔχων
30ἐν ἑαυτῷ πέρας καὶ ἄπειρον, ταύτῃ ἂν λέγοιτο καὶ ἓν καὶ πλῆθος· τὸ γὰρ ἓν τὸ οὐσιῶδες πέρας ἐστὶ, τὸ δὲ πλῆθος τὸ οὐσιῶδες τὸ ἐν τούτῳ ἄπειρον, ἐπεὶ καὶ τῶν σωμάτων τὸ εἶδος [με‐ ριστόν] ἐστι, καὶ τὸ ἓν τὸ οὐσιῶδες τὸ ἐν τού‐
35τοις πέρας, τὸ δὲ μεριστὸν τὸ ἄπειρον· ἓν οὖν καὶ πολλὰ, διότι καὶ αὐτὸς ἐκ πέρατός ἐστι καὶ ἀπείρου. Καὶ ὡς ἐκεῖνα, τὸ πέρας λέγω καὶ ἄπειρον, ἐν τοῖς νοητοῖς ἦν καὶ πρώτως· οὕτω τὸ ἓν καὶ πολλὰ ἐν τοῖς νοητοῖς καὶ νοεροῖς
40ἐν τῷ ἐκεῖ ἀριθμῷ πρώτως, ὡς ἡ δευτέρα δι‐
δάξει πάντως ἡμᾶς ὑπόθεσις· τὸ μὲν πέρας ὂν
in Prm
.

807

καὶ ἀριθμοῦ, τὸ δὲ καὶ ἀριθμὸς τοῦ πέρατος καὶ τοῦ ἀπείρου, καὶ ἐν τῷ πλήθει ὁρώμενον καὶ ἐν τῷ συνεχεῖ, καὶ περιεκτικώτερον ὄντων τοῦ ἑνὸς καὶ τῶν πολλῶν· ταῦτα γὰρ ἐν ἀριθμῷ
5μόνον· ἐπεὶ οὖν οὐδέν ἐστιν ἄλλο ἀριθμὸς ἢ ἓν ὁμοῦ καὶ πολλὰ, τὰ πολλὰ δὲ ἄνευ τοῦ ἑνὸς ἄπειρον πλῆθος, καὶ τὸ ἓν ἄνευ τῶν πολλῶν ἀρχὴ ἀριθμοῦ, καὶ τὸ μὲν οὔπω ἀριθμὸς, τὸ δὲ οὐκέτι ἀριθμός. Ὡς δ’ οὖν ἐν τοῖς νοητοῖς πρῶ‐
10τον πέρας ἐστὶ καὶ ἄπειρον, οὕτως ἐν τοῖς μετ’ ἐκεῖνα τοῖς ἅμα νοητοῖς καὶ νοεροῖς τὸ ἓν καὶ τὰ πολλὰ, οὕτως ἐν τοῖς τρίτοις τοῖς νοεροῖς τὸ ταὐτὸν καὶ τὸ ἕτερον· προηγεῖται γὰρ τού‐ των τὸ ἓν καὶ τὰ πολλὰ, διότι ταῦτα μὲν ἀπο‐
15λύτως ἐστὶν ἅ ἐστιν, ἐκεῖνα δὲ πρός τι· τινὸς γὰρ τὸ ἕτερόν ἐστιν ἕτερον, καὶ τινὶ τὸ ταὐτὸν ταὐτὸν, ἓν δὲ ἕκαστον ἐφ’ ἑαυτοῦ καὶ πολλὰ καθόσον ἕκαστον ἠρίθμηται. Καὶ γὰρ πᾶν τὸ ἠριθμημένον καθ’ ἑαυτὸ τοιοῦτόν ἐστι, μᾶλλον
20δὲ τοσοῦτον, καὶ οὐ πρὸς ἄλλο τι λέγεται ἠριθ‐ μημένον τῶν ὄντων. Ἐπειδὴ τοίνυν καὶ ταῦτα διήρθρωται μετρίως, ἐπὶ τὰ ἑξῆς μεταβατέον τοῦ Πλάτωνος. Ἦ καὶ τὰ τοιάδε, εἰπεῖν τὸν Παρ‐
25μενίδην, οἷον δικαίου τι εἶδος αὐτὸ καθ’ αὑτὸ καὶ καλοῦ καὶ ἀγαθοῦ καὶ πάντων αὖ τῶν τοιούτων; Να, φά‐ ναι. (P. 130 B.) Ὁ μὲν θεῖος καὶ δημιουργικὸς νοῦς ἡνωμέ‐
30νως τὰ πεπληθυσμένα καὶ ἀμερίστως τὰ μερι‐
in Prm
.

808

στὰ καὶ ἀδιαιρέτως περιέχει τὰ διῃρημένα, τὸ δὲ πρῶτον διαιροῦν τὰ ἐν ἐκείνῳ προϋπάρ‐ χοντα κατ’ ἄκραν ἕνωσιν ψυχή ἐστιν, οὐχὶ ἡ ἡμετέρα μόνον, ἀλλὰ καὶ ἡ θεία. Διότι γὰρ ἐν
5αἰῶνι μόνον τὰς νοήσεις ἱδρυμένας οὐκ ἔλαχεν, ἐφίεται δὲ τὴν ἀθρόαν ἐνέργειαν τοῦ νοῦ περι‐ λαβεῖν, ὀρεγομένη τῆς ἐν αὐτῷ τελειότητος καὶ τοῦ ἑνὸς ἐκείνου καὶ ἁπλοῦ τῆς νοήσεως εἴδους περιθεῖ τε αὐτὸν καὶ περιχορεύει κύκλῳ, καὶ
10ταῖς μεταβάσεσι τῶν ἐπιβολῶν διαιρεῖ τὸ ἀμέ‐ ριστον τῶν εἰδῶν, καθορῶσα μὲν τὸ αὐτόκα‐ λον χωρὶς, καθορῶσα δὲ τὸ αὐτοδίκαιον, καθ‐ ορῶσα δὲ καὶ ἕκαστον τῶν ἄλλων, καὶ καθ’ ἓν πάντα καὶ οὐχ’ ὁμοῦ πάντα νοοῦσα. Τρίτην
15γὰρ ἔχουσα τάξιν ἀπὸ τοῦ ἑνὸς, ὡς συλλήβδην εἰπεῖν, εἰκότως τοιαύτην ἔχει τὴν ἐνέργειαν· ἐκεῖνο μὲν γὰρ ἓν μόνον ἐστὶ καὶ πρὸ νοήσεως· ὁ δὲ νοῦς ὡς ἓν πάντα νοεῖ, ἡ δὲ ψυχὴ καθ’ ἓν πάντα ὁρᾷ. Ταύτῃ τοίνυν προσήκει τὸ διαιρεῖν
20πρώτως, ἥτις τῆς ἐν ἑνὶ καὶ ἀθρόας πάντων ἀπολειπομένη νοήσεως τὴν καθ’ ἓν πάντα νόη‐ σιν ἔλαχε τῷ μὲν πάντα, μιμουμένη τὸν νοῦν, τῷ δὲ καθ’ ἓν ἔχουσα τὸ ἴδιον αὑτῆς· ἡ γὰρ διαίρεσις καὶ ὁρισμὸς ἐν ταύτῃ πρώτως ἐστί.
25Διὸ καὶ οἱ θεολόγοι τὸν μὲν νοῦν ἐν τοῖς σπα‐ ραγμοῖς τοῖς Διονυσιακοῖς ἀμέριστον προνοίᾳ τῆς Ἀθηνᾶς σώζεσθαι λέγουσι, τὴν δὲ ψυχὴν μερίζεσθαι πρώτως, καὶ ἡ εἰς ἑπτὰ γοῦν τομὴ ταύτης ἐστὶ πρώτης· οἰκεῖον οὖν αὐτῇ καὶ τὸ
30εἶδος τῆς διαιρετικῆς καὶ τὸ θεωρεῖν μεταβα‐
in Prm
.

809

τικῶς. Οὐ δὴ θαυμαστόν ἐστιν οὐκέτι, τῶν θείων εἰδῶν ὁμοῦ καὶ ἡνωμένως ἐν τῷ δημιουρ‐ γικῷ νῷ προϋφεστηκότων, τὴν ἡμετέραν ψυχὴν διῃρημένως αὐτοῖς ἐπιβάλλειν, καὶ νῦν μὲν τὰ
5πρώτιστα καὶ κοινότατα θεωρεῖν εἴδη, νῦν δὲ τὰ μέσην ἔχοντα τάξιν, αὖθις δὲ τὰ μερικώ‐ τατα καὶ οἷον ἀτομώτατα τῶν εἰδῶν. Ὅπου γὰρ καὶ τὴν θείαν ψυχὴν διαιρεῖν ἔφαμεν τὸ ἀμέριστον ταῖς μεταβατικαῖς αὐτῶν θίξεσι καὶ
10ἐπαφαῖς, τί ἂν εἴποι τις περὶ τῆς μερικῆς ψυ‐ χῆς; οὐχὶ πολλῷ πρότερον καὶ ταύτην μεριστῶς ἀντιλαμβάνεσθαι καὶ διῃρημένως τῶν ὁμοῦ καὶ ἐν ἀλλήλοις ὄντων; Οὐδὲν οὖν θαυμαστὸν, ὡς ἔφαμεν, καὶ τὰς ἐρωτήσεις καὶ τὰς ἀποκρίσεις
15ἄλλοτε ἄλλων εἰδῶν ἀντιλαμβάνεσθαι, καὶ ἑκάστην ἐρώτησιν οἷον ἐπαφὴν εἶναι τάξεώς τινος. Ὡς γὰρ ὁ ἐν προφορᾷ λόγος τὸ ἓν καὶ ἁπλοῦν νόημα μερίζει, καὶ διεξοδεύει κατὰ χρόνον τὰς ἡνωμένας τοῦ νοῦ νοήσεις· τὰ μὲν
20οὖν πρότερον ἡμῖν θεωρούμενα εἴδη γενικώτατα ἦν καὶ κοινότατα, ἓν, πλῆθος, ὁμοιότης, ἀν‐ ομοιότης, στάσις, κίνησις, τὰ δέ γε νυνὶ προ‐ τεινόμενα πῇ μέν ἐστιν ἐκείνων δεύτερα, πῇ δὲ οὔ· καθάπερ τὴν ἐνταῦθα ἀρετὴν πῇ μὲν κατα‐
25δεεστέραν τῆς ψυχῆς, πῇ δὲ κρείττονά φαμεν ὑπάρχειν, ὡς μὲν τελειωτικὴν αὐτῆς, κρείτ‐ τονα, ὡς δὲ αὐτῆς τι οὖσαν καὶ ἐν αὐτῇ ὑφε‐ στηκυῖαν, καταδεεστέραν· οὕτω δὴ καὶ τὸ ἀγα‐ θὸν καὶ τὸ καλὸν καὶ τὸ δίκαιον πῇ μὲν κρείττω
30τῶν οὐσιοποιῶν ἐστιν εἰδῶν, πῇ δὲ καταδε‐ έστερα. Καθ’ ὅσον μὲν γὰρ γενικώτατα, καὶ ταῦτα κεκοινώνηκεν ἐκείνοις· ἀλλ’ ἐκεῖνα μὲν τῷ εἶναι τὰ πράγματα ὑφίστησι, καὶ τοῦ ὄντος ἐστι καθ’ ὅσον αἴτια πρωτουργὰ τοῖς τῇδε·
35ταῦτα δὲ τῆς τελειώσεως αὐτῶν, τὸ μὲν δίκαιον μεχρὶ ψυχῶν καὶ ταύτας διακοσμοῦν καὶ τε‐ λειοῦν, τὸ δὲ καλὸν καὶ τὰ σώματα καταλάμ‐ πον. Κάλλος γὰρ, φησὶν ὁ ἐν Φαίδρῳ Σωκρά‐
της, ταύτην ἔσχε μοῖραν ἐκφανέστατον εἶναι
in Prm
.

810

καὶ ἐρασμιώτατον, δικαιοσύνης δὲ φέγγος οὐ‐ δὲν εἶναι ἐν τοῖς τῇδε ὁμοιώμασι, τὸ δὲ ἀγαθὸν πάντα τελειοῦν κατὰ τὴν ἰδίαν ἑκάστων οὐσίαν. Κατὰ μὲν γὰρ τὴν συμμετρίαν τὴν τοῦ εἴδους
5πρὸς τὴν ὕλην (συμμετρία μέν ἐστιν ὁπόταν κρατῇ τὸ κρεῖττον τῇ φύσει τοῦ χείρονος), κατὰ ταύτην οὖν τὴν συμμετρίαν τὸ καλὸν ἐναστρά‐ πτει τοῖς σώμασι· τὸ δὲ ἀγαθὸν κατὰ τὸ τέ‐ λειον, ὃ πᾶσι τοῖς εἰδοπεποιημένοις πάρεστιν,
10ὅταν τὴν ἀπὸ τῆς φύσεως ἔχῃ τελειότητα· πρώτιστον οὖν ἐν τῇ τριάδι ταύτῃ τὸ ἀγαθὸν, δεύτερον δὲ τὸ καλὸν, τρίτον δὲ τὸ δίκαιον. Καὶ οὐκέτι ταῦτα κατὰ ἀντίθεσιν ἔθηκεν, ἀγα‐ θὸν, κακὸν, καλὸν, αἰσχρὸν, δίκαιον, ἄδικον,
15σαφῶς, οἶμαι, καὶ διὰ τούτων δεικνὺς ὅτι τού‐ των ἰδέας εἶναι παντελῶς ἀπέγνωκε. Διὰ τί γὰρ τὰ μὲν πρότερα μετὰ τῶν ἀντικειμένων παρ‐ ελάμβανεν, ὅμοιον ἀνόμοιον, ἓν πλῆθος, στάσιν κίνησιν, ταῦτα δὲ χωρὶς τῶν ἀντικειμένων καὶ
20αὐτὰ καθ’ αὑτὰ, εἰ μὴ τῶν μὲν ἀγαθῶν ἰδέας εἶναι, κἂν ἐναντία εἶναι δοκῇ, οὐκ ἀπεγίνωσκε, τῶν δὲ κακῶν ἀνῄρει τὰς εἰδητικὰς αἰτίας; Ἀλλὰ τοῦτο μὲν εἰσαῦθις ἡμῖν σκεπτέον· ὅτι δὲ καὶ τούτων ἔστιν εἴδη, δικαίου λέγω,
25καὶ καλοῦ, καὶ ἀγαθοῦ, καὶ πάντων, ὥς φησι καὶ αὐτὸς, τῶν τοιούτων, οἷον σωφροσύνης, ἀνδρείας, φρονήσεως, εὕροις ἂν θεωρήσας ὅτι πᾶσα ἀρετὴ καὶ πᾶσα ἡ τελειότης ἡ κατ’ ἀρε‐ τὴν ἐξομοιοῖ πρὸς τὸ θεῖον ἡμᾶς, καὶ ὅσῳ ἂν
30ἡμῖν μᾶλλον ἐνυπάρχῃ, τοσούτῳ μᾶλλον ἐγγυ‐ τέρω γιγνόμεθα τῆς νοερᾶς ζωῆς. Εἰ τοίνυν ὁμοιοῖ πρὸς τὸν νοῦν ἡμᾶς τὸ καλὸν καὶ τὸ ἀγα‐ θὸν καὶ ἑκάστη τῶν ἀρετῶν, πάντως ὁ νοῦς ἔχοι ἂν τούτων παραδείγματα νοερά. Τὸ γὰρ ὅμοιον,
35ὅταν πρὸς τὸ κρεῖττον ὅμοιον λέγηται, τότε τὸ κρεῖττον ἔχει τοῦτο πρώτως, ὃ λαβὸν τὸ κατα‐ δεέστερον ὅμοιον αὐτῷ γέγονεν· ἢ γὰρ ἑνὸς εἴ‐ δους κοινωνῆσαν ἄλλο ἄλλῳ γίγνεται ὅμοιον, ὃ
δὴ καὶ λέγεται ὁμοίῳ ὅμοιον· ἢ δευτέρως ὂν
in Prm
.

811

ὃ τὸ κρεῖττόν ἐστι πρώτως, ὅμοιον ὡς εἰκὼν ἐκείνου προσονομάζεται. Ἀνάγκη ἄρα πρὸ τῆς ψυχῆς ἐν τῷ νῷ τὰ εἴδη τῶν ἀρετῶν εἶναι, καὶ τὸ καλὸν αὐτὸ καὶ τὸ ἀγαθόν. Ἕκαστον δὲ
5τούτων πάλιν θεωρητέον διχῶς, τὴν πρώτην ἄλλως μὲν ὡς ἑνάδα θείαν, ἄλλως δὲ ὡς εἶδος νοερόν· οὐ γὰρ τῆς αὐτῆς ταῦτα τάξεως. Αὐ‐ τίκα τὸ δίκαιον ἄλλως μὲν ἐν τοῖς εἴδεσιν ὑφέ‐ στηκεν, ἄλλως δὲ ἐν τοῖς θεοῖς· ἐνταῦθα μὲν γὰρ
10ἕν τι εἶδος, καὶ οὐ πάντα τὰ ἄλλα, καὶ μέρος ἄλλου, καὶ νόησιν ἔχον τὴν μέχρι ψυχῶν προϊ‐ οῦσαν· ἡ δὲ ἐν θεοῖς δίκη πάντα ἐστὶν ἰδίως ἑαυτῆς καὶ ὅλον τι, καὶ πρόεισιν ἄχρι τῶν ἐσχάτων ταῖς προνοίαις· καὶ αὕτη μὲν ἀπὸ τῶν
15πρωτίστων ἄρχεται νοερῶν θεῶν, ἐκεῖ γὰρ ἀνε‐ φάνη πρῶτον· τὸ δὲ αὖ δίκαιον εἶδός ἐστιν ἐν τῷ δημιουργικῷ νῷ, καθάπερ εἴπομεν. Καὶ τὸ καλὸν δὲ ἄλλο μὲν αὐτὸ τοῦτο ὡς εἶδος, ἄλλο δὲ ἡ ἑνὰς τοῦ θείου κάλλους· καὶ αὕτη μὲν εἰς
20τοὺς θεοὺς ἐνεργεῖ καθὸ θεοὶ, καὶ ἄρχεται πρώ‐ τως ἀπὸ τοῦ νοητοῦ πρωτίστου· τὸ δὲ αὖ καλὸν ἐν εἴδεσίν ἐστι καὶ περὶ τὰ εἴδη θεωρεῖται. Τὸ δέ γε ἀγαθὸν, τί δεῖ λέγειν ὡς ἄλλο μέν ἐστι τὸ οὐσιῶδες, ἄλλο δὲ τὸ ὑπερούσιον; τοῦτο μὲν
25γὰρ καὶ ὑπὸ τῶν παλαιῶν εἴρηται σαφῶς. Οὐκ ἄρα ἐπιταράττειν δεῖ τοῖς περὶ τῶν θεῶν λόγοις τοὺς περὶ τῶν εἰδῶν, οὐδὲ τὸν τῶν μερικῶν εἰδῶν διάκοσμον εἰς ταὐτὸν συγχεῖν πρὸς τὰς θείας ἑνάδας, ἀλλὰ θεωρεῖν ἐφ’ ἑαυτῶν τοὺς
30θεοὺς ἀπὸ τῶν οὐσιῶν καὶ τοῦ πλήθους αὐτοὺς καθ’ ἑαυτούς. Τί δ, ἀνθρώπου εἶδος χωρὶς ἡμῶν καὶ τῶν οἷοι ἡμεῖς ἐσμὲν πάντων, αὐτό τι εἶδος ἀνθρώπου ἢ πυρὸς ἢ καὶ ὕδατος;
35(P. 130 C.) Πάντων τῶν ἀϊδίως ὄντων εἰδῶν ἐν τῷ παντὶ τὰς ἀκινήτους αἰτίας προϋφεστάναι χρή· τὸ γὰρ ἀκίνητον αὐτοῖς ὑπάρχει τούτοις διὰ τὴν αἰώ‐ νιον τῶν αἰτιῶν δύναμιν, ὥστε καὶ ἀνθρώπου
40καθὸ ἄνθρωπος καὶ ἑκάστου τῶν ἀτόμων εἰδῶν
in Prm
.

812

ἔν τε ζώοις καὶ ἐν φυτοῖς εἰσιν αἰτίαι νοεραὶ, καὶ αἱ πρόοδοι πάντων ἐκεῖθεν, οὐκ εὐθὺς ἐπὶ τὰ γενητὰ ταῦτα καὶ ἔνυλα τῆς προόδου γενο‐ μένης· οὐδὲ γὰρ ἦν θέμις τοῖς νοεροῖς καὶ αἰω‐
5νίοις καὶ ἀΰλοις ἔνυλα καὶ ἄλλοτε ἄλλως ἔχοντα καθ’ ἕκαστα καὶ ἀνόητα τὰ πολλὰ γεννᾷν, ἐπειδὴ πᾶσα πρόοδος δι’ ὁμοιότητος ἀποτελεῖ‐ ται, καὶ πρὸ τῶν πάντη διαστατῶν τῆς αἰτίας τὰ συννημμένα πρὸς αὐτὴν καὶ ἀπεικαζόμενα
10πρὸς αὐτὴν ἐναργέστερον ὑφέστηκεν. Ἔσται οὖν ἐκ τοῦ αὐτοανθρώπου καὶ οὐράνιός τις ἄνθρω‐ πος καὶ ἐμπύριος καὶ ἀέριος καὶ ἐνύδριος καὶ τελευταῖος οὗτος ὁ χθόνιος· καὶ αὕτη πᾶσα ἡ σειρὰ τοῦ εἴδους ἐστὶν ἀεὶ διὰ τῆς ὑφέσεως εἰς
15τὸ μερικώτερον προϊόντος, ἑνάδος ἐξηρτημένη νοερᾶς, ἣν αὐτοάνθρωπον κεκλήκαμεν· ἄλλη δέ τις ἐκ τοῦ αὐτοίππου καὶ λέοντος ὁμοίως, καὶ πάντων ζώων τε καὶ φυτῶν. Τὰ γὰρ ἀκίνητα αἴτια πρὸ τῶν κατ’ εἶδος ἀϊδίων μόνον τὰ κατ’
20ἀριθμὸν ἀΐδια γεννᾷ, καὶ πρὸ τῶν ἐνύλων καὶ τῷ αἴσχει συμμιγῶν τὰ τῷ καλῷ καὶ τῇ συμ‐ μετρίᾳ κρατούμενα· οὕτω δὲ καὶ τὸ ἐκεῖ πῦρ καὶ τὸ ὕδωρ καὶ ἡ γῆ καὶ ὁ ἀὴρ οὐκ εὐθὺς τὰ ἔνυλα ταῦτα ὑπέστησαν, ἀλλὰ πρὸ τούτων τὰ
25οὐράνια καὶ ἄϋλα στοιχεῖα· διὸ καὶ ἐν ἄλλοις ἐκ τῶν τεττάρων ἔφαμεν εἶναι τὸν οὐρανὸν, οὐ τῶν ἐνυλοτάτων, ἀλλ’ ἀϋλοτέρων στοιχείων καὶ πρώτως ἐκ τῶν εἰδῶν ἀναφανέντων. Ὅλως δὲ, ὥσπερ ἕκαστος νοῦς πάντων ἐστὶ περιεκτικὸς,
30οὕτως ἐν πάσῃ σφαίρᾳ πάντα ἐστὶν οἰκείως, ἡλιακῶς μὲν ὡδὶ, σεληνιακῶς δὲ ἐν ἄλλῃ, ἐμ‐ πυρίως δὲ ἐν ἄλλῃ, καὶ χθονίως ἐν τῇ γῇ. Διὰ ταῦτα ἄρα καὶ ὁ Πλάτων εἰπὼν, τί δ, ἀν‐ θρώπου εἶδος χωρὶς ἡμῶν, ἐπήνεγκε, καὶ
35τῶν οἷοι ἡμεῖς ἐσμὲν πάντων· δεῖ γὰρ τὸ νοερὸν εἶδος ἐξαιρεῖν ἀπὸ πάντων τῶν ἐγκο‐ σμίων, εἴτε οὐράνιον ἄνθρωπον, εἴτε ἐμπύριον, εἴτε χθόνιον λέγοι τις. Πᾶς γὰρ ὁ τῇδε τῶν ἀνθρώπων ἀριθμὸς κατὰ πολλὰς προόδους καὶ
40τάξεις ὑποβὰς ἐξήρτηται τῆς ἑνάδος ἐκείνης
in Prm
.

813

τῆς νοερᾶς, ἣν αὐτοάνθρωπον προσειρήκαμεν, ὅτι πρώτη αἰτία καὶ πηγὴ τῆς τῶν ἀνθρώπων ἐστὶ σειρᾶς· ὥσπερ δὲ αὕτη τῆς τῶν ἀνθρώπων, οὕτως ἄλλη πηγὴ καὶ ἑνάς ἐστι τοῦ πανταχοῦ
5πυρὸς, καὶ ἄλλη παντὸς τοῦ ἐγκοσμίου ὕδατος. Καὶ ὅτι μὲν μερικώτεραι τῶν προειρημένων μο‐ νάδες αὗται, πρόδηλον· καὶ ὅτι γε πασῶν τῶν ἐγκειμένων μερικωτάτη καὶ οἷον ἄτομος ἡ τοῦ ἀνθρώπου, σαφές· οὕτω γὰρ ὥδευσεν ἀπὸ τῶν
10κοινοτέρων ἐπὶ τὰ μερικώτερα προϊὼν ὁ λόγος. Τί δέ ἐστι τούτων ἕκαστον, ἐν ἐκείνοις ἀνα‐ πλάττειν ἐπισφαλές· καὶ γὰρ ὅσοι τι περὶ τού‐ των εἰρήκασιν, οἱ μὲν ὑπὸ τῶν ὕστερον ἠλέγ‐ χθησαν, οἱ δὲ οὐδὲν προσέθεσαν ἄλλο ἐκείνων
15σεμνότερον. Καὶ οὐ θαυμαστὸν τῶν μὲν κοινο‐ τέρων ἡμᾶς τὰς ἰδιότητας λέγειν, τῶν δὲ με‐ ρικωτέρων μὴ ἐφάπτεσθαι ταῖς ἐπιβολαῖς· ἐπὶ γὰρ τὰς ἀτόμους καὶ τὰς ἰδίας πάντων διαφο‐ ρὰς χωρεῖν κρεῖττόν ἐστιν ἢ κατὰ ἀνθρώπειον
20νοῦν, τὸ δὲ πάντη ἢ ἐπὶ πλεῖστον διατεινόν‐ των μᾶλλον ἡμῖν θεωρῆσαι δυνατόν. Ἐν ἀπορί, φάναι, πολλάκις δ, ὦ Παρμενίδη, περὶ αὐτῶν γέγονα, ποτέρα χρὴ φάναι ὥσπερ περὶ ἐκείνων ἢ ἄλλως.
25(P. 130 C.) Λεγέσθω μὲν καὶ λογικώτερον, ὥσπερ τινές φασιν, ὅτι ὁ Σωκράτης εὐλαβούμενος, πρὶν ἀπαρνήσεται, μεταξὺ τῆς τελέας ἀποφάσεως καὶ τῆς συγκαταθέσεως τὴν ἀπορίαν ἀνεῦρε· καὶ
30γὰρ ἄτοπον ἦν εὐθὺς μετὰ τὰς συγκαταθέσεις ἐνεγκεῖν τὰς ἀποφάσεις, καὶ οὐδαμῶς ἀνδρὸς ἐπιστατικοῦ. Πρὶν οὖν ἀποφήσει περί τινων, πρῶτον περὶ τούτων ἀπορεῖν λέγει τῶν νῦν αὐτῷ προτεταγμένων, ὥστε πάλιν ἐνταῦθα τελέως
35ἀπαντᾷν συγκατατιθέμενον, ἀποροῦντα, ἀπο‐ φάσκοντα, κατὰ τὰ μέτρα τῆς τῶν πραγμάτων ὑποστάσεως. Ὅσα μὲν γὰρ ἑώρα καὶ ἐν τοῖς θεοῖς ἀσωμάτοις καὶ ἐν σώμασι καὶ ἐν πᾶσι τοῖς ὁρατοῖς ἐμφαινόμενα, τούτων θαῤῥούντως ἀπ‐
40ετίθετο τὰ εἴδη, τοιαῦτα δήπου τὸ ὅμοιον καὶ
in Prm
.

814

ἀνόμοιον, κίνησις, στάσις, ἓν, πλῆθος, δίκαιον, καλὸν, ἀγαθόν· ὅσα δὲ ἐν θνητοῖς ἐνύλοις καὶ ἄλλοτε ἄλλως μεταῤῥέουσι, περὶ δὴ τούτων ἠπόρει, πρὸς μὲν τὸ φθαρτὸν ἀποβλέπων, μή‐
5ποτε οὐ κατ’ εἶδος γέγονεν (ἀϊδίων γὰρ αἴτια τὰ εἴδη), πρὸς δὲ τὸ κατ’ εἶδος ἀμετάβλητον, μήποτε καὶ τούτοις τῆς ἀμεταβλησίας ἐκεῖνα αἴτια· ὅσα δὲ καὶ ἐν τούτοις ἐστὶν ἀτιμότατα καὶ φαυλότατα, οἷον θρὶξ, πηλὸς, ῥύπος, τού‐
10των καὶ παντάπασιν ἀνῄρει τὴν εἰδητικὴν αἰ‐ τίαν. Ὁρᾷς οὖν πάλιν ὅτι καὶ τελέα συγκατά‐ θεσις, καὶ ἡ ἐπίστασις καὶ ἡ ἀπόγνωσις τοῦ Σωκράτους εὔλογος. Ἀλλὰ διὰ τί, φαίης ἂν, τοσαύτη γέγονε τοῖς προελθοῦσι διαφορὰ, τῶν
15εἰδῶν ἡνωμένων ἀλλήλοις, ὥστε ἄπορον εἶναι μήπου καὶ οὐ θετέον εἴδη τινῶν ὧν ἐστιν εἴδη καὶ αἴτια νοερὰ πάντων; Ἢ ὅτι διαφορὰ μὲν ἦν καὶ ἐκεῖ· οὐ γὰρ ὁμοταγῆ πάντα ἦν· τὰ δὲ ἐν ταῖς αὑτῶν αἰτίαις ἡνώμενα πληθύνεται μᾶλ‐
20λον καὶ διΐσταται κατὰ τὴν πρόοδον· καὶ οὐχ ὅση τῶν ἔνδον ἡ διαφορὰ, τοσαύτη καὶ τῶν ἐκτὸς, ἀλλὰ πλείων καὶ μείζων ἡ τούτων ὑπερ‐ οχὴ καὶ ἔλλειψις. Καὶ γὰρ ἐν τῇ διανοίᾳ τοῦ πολιτικοῦ πάντα ἐστὶν ἐννοηματικῶς, ὁ στρα‐
25τηγὸς, ὁ ῥήτωρ, ὁ ταξιάρχης, ὁ δήμιος, καὶ τῶν ἐννοημάτων πρὸς ἄλληλα μικρά τίς ἐστι διαφορά· πάντα γάρ ἐστι ζωτικὰ καὶ ὁμοῦ συν‐ υφεστηκότα ἐν τῇ τοῦ πολιτικοῦ διανοίᾳ, ἀλλ’ ἔξω πλείστη διαφορὰ στρατηγοῦ καὶ δημίου·
30καὶ γὰρ ἔνδον τὰ εἴδη μόνον ἦν, καὶ τὸ οἶον ὑποκείμενον ἀμέριστον ὄν. Οὕτως ἄρα καὶ ἐν τῷ θείῳ νῷ πάντων νοητῶν ὁμοχρόνων ὄντων, ἐν τῷ κόσμῳ παμπόλλη τις ὦπται διαφορὰ θνητῶν πρὸς ἀθάνατα καὶ ἀψύχων πρὸς ἔμψυχα
35καὶ ἀλόγων πρὸς λογικὰ, πάντων ἐκεῖ καὶ αἰωνίων ὄντων καὶ ζώντων καὶ νοούντων. Συμ‐ βέβηκε δὲ καὶ τὴν ἡμετέραν αἴσθησιν, τῶν μὲν τὰ πρώτιστα θεωρεῖν δύνασθαι, τῶν δὲ τὰ ἔσχατα, καὶ διὰ τοῦτο πολλὴν ἐνταῦθα τὴν τῶν
40εἰδῶν διαφορὰν εὑρίσκειν· οὐ γὰρ τὸ πρώτως
in Prm
.

815

μετασχὸν ἀνθρώπου ὁρῶμεν, ἀλλὰ τὸ ἐσχάτως. Τοῦτο οὖν πρὸς τὸ πρώτιστον τῶν ἐν τοῖς αἰσθη‐ τοῖς τοιούτων θείων ζώων παραβάλλοντες, εἰκό‐ τως παμπόλλην ἐν αὐτοῖς τὴν διαφορότητα
5καθορῶμεν. Ταῦτα καὶ περὶ τούτων εἰρήσθω· γράφει δὲ ἑξῆς ὁ Πλάτων ταύτῃ. Ἦ καὶ περὶ τῶν δ, ὦ Σώκρατες, ἃ καὶ γελοῖα δόξειεν ἂν εἶναι, οἷον θρὶξ καὶ πηλὸς καὶ ῥύπος ἢ ἄλλο ὅ τι ἀτι‐
10μότατόν τε καὶ φαυλότατον, ἀπορεῖς εἴ τε χρὴ φάναι καὶ τούτων ἑκάστου εἶδος εἶναι χωρὶς, ὂν ἄλλο αὐτῶν ἢ ὧν ἡμεῖς μεταχειριζόμεθα, εἴτε καὶ μ; (P. 130 C.)
15 Τίνων ἐστὶ καὶ τίνων οὐκ ἔστι τὰ εἴδη πρῶ‐ τον διασκεπτέον, ἵν’ ἀπὸ τῆς καθόλου περὶ αὐτῶν θεωρίας οὕτω καὶ τὴν τοῦ Πλάτωνος διά‐ νοιαν ἐν τούτοις ἀνιχνεύσωμεν. Οὐ γάρ που σμικρὸς ὁ περὶ τούτων λόγος τῶν δεδημευμέ‐
20νων, ὥς πού φησί τις, καὶ μάλιστα εἴ τις τοῦ‐ τον ἀνασκέπτοιτο τὸν τρόπον περὶ αὐτῶν· εἰ τῆς νοερᾶς οὐσίας ἐστὶ παράδειγμα δημιουργι‐ κὸν, εἰ τῆς ψυχικῆς οὐσίας ἐστὶν εἴδη καὶ εἰ ἓν ἢ πολλὰ, εἰ τῆς ἀλόγου ζωῆς ἐστὶ παραδείγ‐
25ματα καὶ πῶς, εἰ τῶν φύσεων καὶ ποσαχῶς, εἰ τῶν σωμάτων καθὸ σώματα καὶ εἰ ἓν ἢ μετὰ τοῦ ἑνὸς καὶ τῶν πολλῶν, εἰ τῆς ὕλης, καὶ εἰ μὴ μόνον τῆς τῶν γενητῶν, ἀλλὰ καὶ τῆς τῶν οὐρανίων ἐστὶ καὶ οὐκ ἔστιν· εἰ τῶν ζώων μὴ
30κατὰ γένος μόνον, ἀλλὰ καὶ μέχρι τῶν ἀτό‐ μων εἰδῶν, καὶ φυτῶν ὁμοίως· εἰ καὶ τῶν καθ’ ἕκαστα εἴδη μετὰ τούτων, εἰ καὶ τῶν μορίων, οἷον ὀφθαλμοῦ καὶ δακτύλου καὶ τῶν τοιούτων· εἰ καὶ τῶν συμβεβηκότων, καὶ πῶς μὲν, πῶς
35δ’ οὔ· εἰ καὶ τῶν τεχνητῶν, εἰ καὶ αὐτῶν τῶν τεχνῶν, εἰ καὶ τῶν κακῶν τελευταῖον. Ἐὰν γὰρ τούτοις ἐπέλθωμεν, ἕξομεν τελέαν τὴν περὶ αὐτῶν τούτων διδασκαλίαν, ἀφ’ ἧς καὶ τὴν τοῦ
Πλάτωνος διάνοιαν εὑρήσομεν. Ἀνάγκη οὖν ἢ
in Prm
.

816

μόνων τῶν κατὰ φύσιν τὰς ἰδέας εἶναι, ἢ καὶ τῶν τούτοις ἐναντίων· καὶ εἰ μόνων τῶν κατὰ φύσιν, ἢ τῶν ἀϊδίων μόνων, ἢ καὶ ἑκάστου τῶν μὴ τοιούτων· καὶ εἰ τῶν ἀϊδίων μόνων, ἢ
5τῶν οὐσιωδῶν, ἢ καὶ τῶν ἀνουσίων· καὶ εἰ τῶν οὐσιωδῶν, ἢ τῶν ὅλων μόνων, ἢ καὶ τῶν μορίων· καὶ εἰ τῶν ὅλων, ἢ τῶν ἁπλῶν μό‐ νων, ἢ καὶ τῶν συνθέτων ἐκ τούτων. Τούτων δὲ οὕτω διῃρημένων, δεῖ περὶ ἑκάστου ἐν τάξει
10διελθεῖν. Οὐκοῦν ἑξῆς λεκτέον ὅτι τῆς νοερᾶς οὐσίας, εἴπερ εἰσὶ πλείονες νόες ἀφ’ ἑνὸς ὑποβεβηκότες, παραδείγματα τίθεσθαι οὐ χρὴ, καθάπερ που καὶ πρότερον εἴπομεν· οὗ γάρ ἐστι παράδειγμα,
15τοῦτο εἰκόνα ἀναγκαῖον εἶναι· τὴν δὲ νοερὰν οὐσίαν εἰκόνα λέγειν, ἁπάντων ἐστὶν ἀτοπώτα‐ τον· πᾶσα γὰρ εἰκὼν εἴδωλόν ἐστιν, οὗ ἐστιν εἰκών· τὸ δὲ εἴδωλον ὁ Ἐλεάτης ξένος ἐν Σο‐ φιστῇ διαῤῥήδην οὐκ ὄντως οὐκ ὂν προσείρη‐
20κεν. Εἰ οὖν ἡ νοερὰ οὐσία πᾶσα τῶν ὄντως ὄν‐ των ἐστὶν, οὔτ’ ἂν εἰκόνα αὐτὴν οὔτ’ ἂν εἴδωλον ὀνομάζειν πρέποι· καὶ γὰρ ἄλλως ἀμέριστός ἐστι πᾶσα ἡ νοερὰ φύσις, καὶ ἡ πρόοδος αὐτῆς διὰ ταυτότητος γέγονεν· ὅθεν δὴ καὶ ἀνεκφοί‐
25τητα τὰ δεύτερα τῶν πρώτων ἐστὶ, καὶ ταῦτα μερικῶς ἃ τὸ ὅλον ὁλικῶς· δεῖ δὲ τῇ εἰκόνι τῇ ὁμοιότητι συγκεκραμένην ἔχειν τὴν ἀνομοιό‐ τητα παντάπασι καὶ αὐτῆς εἶναι γνώριμον, διὰ δὲ τῆς ὁμοιότητος ἐπιστρέφειν πρὸς τὸ πα‐
30ράδειγμα. Οὐκ ἄρα εἰκών ἐστι καὶ παράδειγμα ἐν ταῖς νοεραῖς οὐσίαις, ἀλλ’ αἰτίον μόνον καὶ τὰ ἐξ αἰτίας· ὅθεν δὴ καὶ οἱ θεολόγοι, πολλὰς θέμενοι πηγὰς ἐν τῷ δημιουργικῷ νῷ, μίαν τῶν πολλῶν εἰρήκασι τὴν τῶν ἰδεῶν. Οὐδ’ ἄρα
35πάντα τὰ ἀπὸ τοῦ δημιουργοῦ προϊόντα κατὰ τὴν εἰδητικὴν αἰτίαν πρόεισιν, ἀλλ’ ὅσα πλείονα πεποίηται τὴν πρόοδον καὶ ὅσα μεριστὴν ἔχει τὴν οὐσίαν, ταῦτα κατ’ ἐκείνην ὑφέστηκεν· αἱ
δὲ ἄλλαι πηγαὶ νοερῶν εἰσὶ καὶ θείων ὑποστά‐
in Prm
.

817

σεων γεννητικαί. Τῆς γοῦν νοερᾶς πάσης οὐσίας οὐκ ἀποθετέον ἐν τῷ νῷ παράδειγμα, ἀλλ’ αἰτίαν μόνον ἑνιαίαν καὶ θείαν. Τούτου μὲν οὖν συντόμως ἀπηλλάγμεθα· τὸ
5δὲ δεύτερον μετὰ τοῦτο σκεπτέον, εἰ τῶν ψυ‐ χῶν ἐστιν ἐν τοῖς εἴδεσιν αἴτια πρωτουργὰ, καὶ πότερον ἓν ἢ πολλά. Ἀλλ’ ὅτι μέν ἐστί τις αὐτῶν ἐν τῷ δημιουργῷ μονὰς ἐν ᾗ πᾶς ὁ τῶν ψυχῶν ἀριθμὸς ἑνιαίως προείληπται, δῆλον ἔκ
10τε τῆς τῶν πραγμάτων φύσεως καὶ τῆς τοῦ Πλάτωνος παραδόσεως. Εἰ γὰρ ἡ ψυχὴ τὸ πρώ‐ τως ἐστὶ γεννητὸν καὶ τὸ πρώτως μεριστὸν, ἀνάγκη τὸ ἀμέριστον εἶδος προηγεῖσθαι τῶν μεριστῶν καὶ τὸ αἰώνιον τῶν ὁπωσοῦν γεννη‐
15τῶν· καὶ εἰ ὡς πρὸς αἰῶνα χρόνος, οὕτω ψυχὴ πρὸς νοῦν, καθὰ καὶ πρότερον εἴπομεν, εἰκὼν δὲ αἰῶνος χρόνος, ἀνάγκη καὶ ψυχὴν εἰκόνα εἶναι τοῦ νοῦ· καὶ εἰ ἐν τῷ ὄντι μὴ ζωὴ μόνον ἐστὶν, ὥς φησιν ὁ ἐν Φιλήβῳ Σωκράτης, ἀλλὰ
20καὶ ψυχὴ, δεῖ δήπου τὴν ψυχὴν αἰτίαν ὑπο‐ τίθεσθαι παραδειγματικὴν τοῦ προελθόντος ἀπὸ νοῦ πλήθους τῶν ψυχῶν, καὶ τὴν τάξιν αὐτῶν καὶ τὸν ἀριθμὸν ἑνιαίως προειληφυῖαν. Εἰ δὲ μὴ μόνον ἕν ἐστιν εἶδος ψυχῶν δημιουργικῶν,
25ἀλλὰ πολλὰ, μετὰ ταῦτα θεατέον· ἐπεὶ γὰρ πᾶσαι ἀθάνατοι, καὶ ἑκάστης εἶναι παράδειγμα ἀναγκαῖον· ἀλλὰ τοσοῦτο πάλιν εἶναι τὸ προ‐ ελθὸν πλῆθος, ὅσον τὸ μένον, ἀδύνατον. Εἰ τοί‐ νυν δεῖ τὸ δοκοῦν διαῤῥήδην εἰπεῖν, τῶν μὲν
30θείων ψυχῶν πασῶν μετὰ τὴν μίαν ἰδέαν καὶ ἄλλας διωρισμένας αἰτίας θετέον, ταύτας δὲ κατά τινα πρόοδον εὔτακτον καὶ ὕφεσιν ἀπ’ ἐκείνων γίγνεσθαι διὰ τῶν δαιμονίων ἐπὶ τὰς μερικὰς ψυχὰς τῆς φύσεως ληγούσης· οἷον ὃ
35λέγω, μονάς ἐστιν ἐν τῷ θείῳ νῷ παραδειγμα‐ τικὴ τῶν ψυχῶν πασῶν, ἀφ’ ἧς ἐῤῥύη τὸ πλῆ‐ θος αὐτῶν, ἡνωμένως περιέχουσα τὸ μέτρον, ᾧ μέτρῳ πεπερασμένος ἐστὶν ὁ τούτων ἀριθμός· ταύτῃ δὲ τῇ μονάδι συμφυὴς δεύτερος ἀριθμὸς,
40διῃρημένος, παραδειγματικὸς τῶν θείων ψυχῶν·
in Prm
.

818

ἑκάστης ἴδιον παράδειγμα καὶ εἶδος ἓν ἀφ’ οὗ προῆλθον αἱ θεῖαι ψυχαὶ πρῶτον, εἶτα τὸ πλῆ‐ θος τὸ ἑκάστῃ σύστοιχον. Ἐκ γὰρ τοῦ τῆς Ἡλιακῆς ψυχῆς παραδείγματος πρώτως μὲν
5αὐτὴ προῆλθεν ἡ θεία τοῦ ἡλίου ψυχὴ, δευτέ‐ ρως δὲ πᾶσαι ὅσαι ἡλιακαὶ ψυχαὶ ἀγγελικαὶ, καὶ τρίτως ὅσαι δαιμόνιαι περὶ ἥλιον, ἐσχάτως δὲ ὅσαι μερικαί· πᾶσαι γὰρ πρὸς ἓν εἶδος ἀπε‐ γεννήθησαν, διὸ καὶ συντάξεις εἰσὶ τῶν μερῶν
10πρὸς τὰ ὅλα, καὶ τῶν ὀπαδῶν πρὸς τοὺς ἡγε‐ μόνας αὑτῶν, καὶ τῆς μιᾶς νοερᾶς αἰτίας αὐτῶν τὴν ἕνωσιν καὶ τὴν συνέχειαν αὐτῶν τῇ προόδῳ παρεχομένης· ὁμοίως δὲ καὶ τὸ τῆς Σεληνιακῆς ψυχῆς παράδειγμα γεννᾷ πρῶτον μὲν τὴν περὶ
15σελήνην θείαν ψυχὴν, ἔπειτα τὴν ἀγγελικὴν, ἔπειτα τὴν δαιμονίαν, ἔπειτα τὴν μερικὴν, καὶ πάντα τὸν τούτων ἀριθμὸν ἡ νοερὰ περιέχει μονάς· ὁμοίως δὲ καὶ ἡ τῆς χθονίας ψυχῆς ἰδέα πρώτην ὑφίστησι θείαν τῆς γῆς ψυχὴν,
20ἔπειτα πάσας ὅσαι προσήκουσι τῇ μονάδι ταύτῃ, κἄν τε ἀγγελικὰς κἄν τε δαιμονίας λέγῃς ἢ μερικάς· πᾶσαι γὰρ καθ’ ἓν εἶδος ὑπέστησαν τῆς ὑφέσεως σωζομένης. Καὶ δὴ καὶ ἐπὶ τῶν ἄλλων θείων ψυχῶν ὁ αὐτὸς τρόπος· ἑκάστη γὰρ ἔχει
25διακεκριμένην ἰδέαν, αἱ δὲ συνεπόμεναι αὐταῖς ἀγγελικῶν ἢ δαιμονίων ἢ μερικῶν ψυχῶν τά‐ ξεις τῆς μιᾶς ἰδέας μετειλήχασι· καὶ ὥσπερ ἡ μονὰς ἡ μία τῶν ἐκεῖ παραδειγμάτων ψυχικῶν τὴν μίαν ὑφίστησι τοῦ κόσμου ψυχὴν, οὕτως
30αἱ πολλαὶ μονάδες τὰς πολλάς· κἀκείνη μὲν ὅλον περιέχει τὸν ἀριθμὸν ἑνοειδῶς, αὗται δὲ τὰ μέτρα τῶν οἰκείων σειρῶν, ἡ μὲν τὸ τῆς Ἡλιακῆς, ἡ δὲ τὸ τῆς Κρονίας, ἡ δὲ ἄλλης τι‐ νός· ἐκ τῶν ἐκεῖ μέτρων ἐγκόσμιοι ψυχαὶ πρῶ‐
35ται φανεῖσαι διατείνουσι τὸ ἓν τοῦτο εἶδος ἄχρι τῶν τελευταίων τῆς αὑτῶν σειρᾶς ψυχῶν. Ὁ μὲν οὖν δημιουργικὸς νοῦς πρώτως τὰ εἴδη πε‐ ριέχει τῶν θείων ψυχῶν, ἃς δὴ καὶ πρώτως ἀπε‐ γέννησεν· ἕκαστον δὲ τούτων ἓν ἅμα καὶ πλῆ‐
40θός ἐστι, πᾶν γὰρ ἔχει κατ’ αἰτίαν τὸ πλῆθος
in Prm
.

819

τῶν ὑφ’ ἑαυτὸ ψυχῶν· καὶ οὕτως ἑκάστη τῶν ψυχῶν κατά τι παράδειγμα οἰκεῖον ὑφέστηκε, καὶ πρώτως ἐστὶ τὰ παραδείγματα τῶν θείων ψυχῶν, ἐν οἷς τὰ εἴδη περιέχεται τῶν μερικω‐
5τέρων. Ὅθεν, οἶμαι, καὶ ὁ Τίμαιος ὑποστήσας τὰς θείας ψυχὰς, καὶ μετὰ ταύτας τὰς μερικὰς γεννῶν, τὰ τούτων συμπληρωτικὰ γένη κατά‐ λοιπα τῶν ἐν ἐκείναις γενῶν προσωνόμασε, καὶ ὑποστήσας αὐτὰς ἔνειμέ τ’ ἰσαρίθμους τοῖς
10ἄστροις· κατὰ γὰρ τὰ εἴδη καὶ τοὺς ἀριθμοὺς τοὺς ἐν αὑτῷ πεποίηται τὴν διανομὴν αὐτῶν ὁ δημιουργικὸς νοῦς. Διὰ τί γὰρ τὰς δὲ μὲν ἡλίῳ προσῆψε, τὰς δὲ σελήνῃ, καὶ ἄλλας πρὸς ἄλλο; ἢ διότι τὰς μὲν κατὰ τὸ ἡλιακὸν εἶδος,
15τὰς δὲ κατὰ τὸ σεληνιακὸν ἀπεγέννησε· καὶ πᾶσαι μὲν πρὸς ἓν καὶ καθ’ ἓν, ἀλλ’ οὐχ ὡσαύ‐ τως τοῦ εἴδους μετειλήχασιν. Εἶναι μὲν οὖν τά‐ ξιν τῶν εἰδῶν θετέον, πάσης δὲ ἁπλῶς εἶναι ψυχῆς εἶδος· μοναδικὴ δὲ πᾶσα καὶ καθ’ ἕνα
20λόγον ἴδιον ὑφέστηκεν· οὐ γὰρ ὕλη διαφέρει ἄλλη ἄλλης, ἢ οὖν οὐδενὶ διοίσει τὸ παράπαν, ἢ οὐ κατ’ εἶδος. Καὶ ἀνάγκη τὸ παράγον ἑκά‐ στην νοῦν παράγειν, ὥστε καὶ νοητὸν ἑκάστης εἶδος ἐν τῷ παράγοντι ὑπάρχειν. Ταῦτα καὶ οἱ
25θεολόγοι νοήσαντες ἄλλα μὲν τὰ ὁλικὰ τῶν ψυχῶν αἴτιά φασιν, ἃ δὴ τὰς ὅλας αὐτῶν ἀπο‐ γεννᾷ σειρὰς, ἄλλα δὲ τὰ μερικὰ, παρ’ ὧν αὐ‐ ταῖς ἡ κατ’ εἶδος προϋπάρχει διάκρισις καὶ εἰς τὰς οἷον ἀτόμους ψυχὰς διαίρεσις.
30 Ταῦτα ῥητέα καὶ περὶ τούτων. Περὶ δὲ τῶν ἀλόγων ψυχῶν, ὅτι μὲν καὶ τούτων ἐστὶ παρά‐ δειγμα νοητὸν, δῆλον· εἰ γάρ εἰσιν ἐν ἄλλοις ἀθάνατοι, καὶ ἐν ταύταις τινές· καλῶ γὰρ ἀλό‐ γους ἁπάσας τὰς δευτέρας ζωὰς καὶ μεριστὰς
35περὶ τοῖς σώμασι. Πόθεν τὸ ἀΐδιον αὐταῖς; ἀνάγκη περ ἀπό τινος ἀκινήτου καὶ νοερᾶς αἰ‐ τίας· πῶς δέ ἐστι, νυνὶ ῥητέον. Πάλιν δὴ καὶ
τούτων μονάδα μίαν προτακτέον καὶ ἰδέαν
in Prm
.

820

μίαν, εἴτε πηγαίαν φύσιν, εἴτε αἰσθητικὴν, εἴτε ὁπωσοῦν αὐτὴν ἐθέλοις καλεῖν· διὰ μὲν γὰρ τὴν γνωστικὴν ἰδιότητα φαίη τις ἂν ἀπὸ τῆς μιᾶς δημιουργικῆς αἰσθήσεως ὑφεστάναι τὰς
5ἀλόγους· διὰ δὲ τὴν ὄρεξιν, ἀπὸ τῆς φύσεως τῆς ἀκροτάτης καὶ πηγαίας προϋπαρχούσης τῶν πολλῶν φύσεων. Ἀπὸ δ’ οὖν τῶν αἰτιῶν τούτων πρόεισι τὸ ἐνταῦθα πλῆθος τῶν ἀϊδίων μὲν, ἀλόγων δὲ τῇ φύσει ψυχῶν, καὶ ἐν τοῖς ἀϊδίοις
10ὀχήμασιν οὐσῶν μεριστῶς κατά τινα ἀριθμὸν τὸν ἐν ἐκείνοις προϊδρυμένον καὶ τὸ μέτρον ἐκεῖνο τὸ εἰδητικόν· πᾶν γὰρ ἀΐδιον πλῆθος πεπέρασται, παντὸς δὲ πεπερασμένου πλήθους προϋπάρχει τὸ περατοῦν ταῦτα καὶ ἀριθμοῦν.
15Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν λογι‐ κῶν ψυχῶν προέρχονται, μᾶλλον δὲ ἀπὸ τῶν ἐν ἐκείναις παραδειγμάτων· διὰ γὰρ τοῦτο καὶ ἐν‐ ταῦθα ταῖς λογικαῖς συνήρτηνται, διότι καὶ ἐκεῖ τὸ ἓν αὐτῶν μέτρον ὁμοῦ τοῖς πολλοῖς εἴ‐
20δεσιν ἐκείνων ἀπογεννᾷ τὸν τούτων ἀριθμόν. Ἀλλ’ αἱ μὲν θεῖαι ψυχαὶ καὶ ὅσαι καθαραὶ σώζουσι τὸν λόγον κἀνταῦθα καθαρόν· αἱ δὲ μερικαὶ χρῶνται καὶ ταῖς ἀλόγοις, συμπε‐ πλεγμένην ἔχουσαι ζωὴν, οὗ μὲν κρατοῦντος
25τοῦ κρείττονος, οὗ δὲ πολλάκις δουλεύοντος. Ἐκ δὲ τῶν ἀϊδίων τούτων ἀλόγων ψυχῶν αἱ ἄλλαι τὴν γένεσιν ἔλαχον ὅσαι θνηταὶ, κατ’ εἶδος μὲν καὶ αὐταὶ σωζόμεναι διὰ τὸ παρά‐ δειγμα τὸ νοερὸν, τῷ καθ’ ἕκαστα δὲ ἀπολλύ‐
30μεναι, διότι καὶ ἐκ τῶν νέων ὑπέστησαν θεῶν, τῶν πρὸ αὐτῶν ἀλόγων ἐξ ἐκείνων ἀπογεννω‐ μένων τῶν ἄνω ψυχῶν, συμπεπλεγμένης αὐ‐ τῶν τῆς ποιήσεως πρὸς τὴν μονάδα πάσης αὐ‐ τῶν τῆς σειρᾶς. Ἔχουσι γοῦν τινα ἀναλογίαν αἵ
35τε φθειρόμεναι πρὸς τὰς ἐνταῦθα θείας αἰτίας ἀφ’ ὧν καὶ ὑφίστανται, καὶ αἱ ἀθάνατοι πρὸς τὰς ἐκεῖ τούτων εἰδητικὰς αἰτίας.
Τρίτον δὴ οὖν τὴν φύσιν θεατέον πῶς ἐπὶ
in Prm
.

821

ταύτῃ τὸ παράδειγμα θετέον. Οὐ γάρ που πυρὸς μὲν καὶ ὕδατος, ὥς φησιν ὁ Πλάτων, καὶ κινήσεως εἶδος θησόμεθα, τῆς δὲ φύσεως, ἣ τούτων ἐστὶν αἰτία, τὴν νοερὰν αἰτίαν ἀφαιρή‐
5σομεν. Θεολόγοι δὲ καὶ πηγὴν αὐτῆς ἐν τῇ ζωο‐ γόνῳ θεῷ προϋπέστησαν· Νώτοις δ’ ἀμφὶ θεᾶς φύσις ἄπλετος ᾐώρηται.
9Κατὰ Πλάτωνα δὲ ἐν τῷ δημιουργικῷ νῷ τὸ
10εἶδος αὐτῆς ἐροῦμεν εἶναι τὸ παντὸς τοῦ φυ‐ σικοῦ ὀχήματος ὑποστατικὸν, ὃ καὶ ὁ Τίμαιός φησι τὸν δημιουργὸν ἐπιδεικνύναι ταῖς ψυχαῖς, τήν τε τοῦ παντὸς φύσιν αὐταῖς ἐκφαίνοντα καὶ τοὺς εἱμαρμένους λέγοντα νόμους· ἐκεῖ γὰρ ἡ
15μία φύσις καὶ ἡ περιοχὴ τῶν εἱμαρμένων πάν‐ των νόμων καθ’ οὓς καὶ ἔταξε καὶ διεῖλε τὸ πᾶν· ὅλως γὰρ εἰ ὁ δημιουργός ἐστιν ὁ λέγων, εἰς ἑαυτὸν ἐπιστρέφει τὰς ψυχάς· εἰ τοῦτο, καὶ ἐν ἑαυτῷ δείκνυσι τὴν τοῦ παντὸς φύσιν καὶ
20τοὺς εἱμαρμένους νόμους ὑπάρχοντας· ἐκεῖ οὖν τὸ ἓν εἶδος. Παράγουσι δὲ καὶ αἱ χρώμεναι ψυ‐ χαὶ τὰς φύσεις τὰς ὑπ’ αὐτῶν ἐμπνεομένας· αὗται δὲ πάλιν αἱ ἀΐδιοι γεννῶσι τὰς μερικὰς καὶ ἐγχρονίους. Εἰ δὲ δὴ δεῖ τοὐμὸν εἰπεῖν, ἐν
25μὲν αὐτῷ τῷ δημιουργικῷ νῷ τὸ παράδειγμα τῶν φύσεων ἡνωμένων ἡγοῦμαι περιειληφέναι τὸν ἀριθμὸν αὐτῶν, ὅσαι τὸ ἀΐδιον ἔλαχον· ἐν δὲ τῷ τοῦ σώματος εἴδους μόνῳ γεννητικῷ θεῷ, ὅστις ποτὲ οὗτος ὕμνηται τοῖς θεολόγοις, καὶ
30διῃρημένας εἶναι τῶν ἀϊδίων φύσεων αἰτίας· παρὰ τούτου γὰρ καὶ ὑφίσταται προσεχῶς καὶ ἀναζωπυρεῖται πᾶσα ἡ φυσικὴ τάξις καὶ ὁ τῶν φύσεων ἀριθμός.
Ἀλλ’ ἐπὶ τὰ σώματα τῷ λόγῳ προελθόντες,
in Prm
.

822

ἆρ’ οὐ καὶ τούτων ἐν μὲν τῷ δημιουργῷ τῷ πρώτῳ μίαν καὶ ὁλικὴν αἰτίαν ὑποθησόμεθα πάντα τὸν ἀριθμὸν τῶν ὁλικῶν περιέχουσαν σω‐ μάτων, ἐν δὲ τῷ σωματουργῷ μετὰ τὴν μονάδα
5καὶ διακεκριμένας τῶν μερῶν αἰτίας; Ἢ τοῦτο μόνον καὶ ἀναγκαῖον· ὁ γὰρ τὸ ἓν εἶδος τὸ κο‐ σμικὸν περιέχων αὐτός ἐστιν ὁ πρῶτος πατὴρ τοῦ παντός· τὰ δὲ δι’ ἀνάγκην γιγνόμενα τὰ μέρη λοιπόν ἐστι, ταῦτα δὲ καὶ τῆς σωμα‐
10τουργοῦ δεῖται προνοίας. Ἐκεῖνο δὲ πρὸς τούτῳ δῆλον ὅτι, καθάπερ ἐπὶ τῶν ψυχῶν ἐλέγομεν, χρὴ καὶ ἐπὶ τούτων αἰτίας λέγειν τῶν θείων σωμάτων νοερὰς καὶ εἰδητικάς· τὰ γὰρ τῶν δαιμόνων καὶ τῶν μερικῶν ψυχῶν ὀχήματα
15τῶν αἰτιῶν τούτων μετέχει δευτέρως καὶ τρί‐ τως· τὸ γὰρ εἶδος τοῦ ἡλιακοῦ σώματος γεννᾷ καὶ τὰ τῶν δαιμονίων ψυχῶν ὀχήματα τὰ ἡλιακὰ καὶ τὰ τῶν μερικῶν· διὸ καὶ συντάτ‐ τεται, καθάπερ ἡ ψυχὴ πρὸς τὴν ψυχὴν, καὶ
20τὸ ὄχημα πρὸς τὴν οἰκείαν σφαῖραν. Ὅλως δὲ, ἐπειδὴ πλῆθός ἐστι τῶν θείων αἰτιῶν, ἐν ἄλ‐ λοις ἄλλως ἀποθετέον τῶν αὐτῶν τὰς αἰτίας, οἷον ἐν μὲν τῷ σωματουργῷ θεῷ τὰς διωρισμέ‐ νας τῶν σωμάτων ὡς σωμάτων, ἐν δὲ ταῖς
25γεννητικαῖς ἀρχαῖς τῶν ψυχῶν ψυχικῶς, ἐν δὲ τῷ δημιουργῷ τῶν ὅλων ὡς ζώων, κατά τε τὰς ψυχὰς καὶ τὰ σώματα τὴν ὑπόστασιν ἐκεῖ‐ θεν δεχομένων. Αὐτὴν δὴ οὖν λοιπὸν ἡμῖν τὴν ὕλην σκεπ‐
30τέον, εἰ καὶ ταύτης ἐστὶν εἶδος, ἢ οὐ περὶ πάσης ὁ αὐτὸς λόγος. Ἀλλ’ εἰ μέν τις λέγοι καὶ τὴν τῶν οὐρανίων σωμάτων ὕλην ἀνείδεον καὶ ἀσχη‐ μάτιστον, οὐδὲ ταύτης εἶδος ἂν εἴη τοῦ εἴδους
τοιοῦτον. Εἰ δὲ ὂν, ἢ εἰδοπεποιημένον, ἢ εἶδος
in Prm
.

823

ἔσται· τὸ δὲ ἄῤῥυθμον καὶ ἀνείδεον ὅμοιον εἶναι πρὸς τὸ εἶδος ἀδύνατον. Εἰ δὲ τὴν οὐρανίαν ὕλην εἰδοπεποιῆσθαι τῷ αὑτῆς λόγῳ λέγομεν (καὶ γὰρ ἴσως ἀνάγκη καθάπερ ἐπὶ τῶν ψυχῶν
5καὶ ἐπὶ τῶν φύσεων καὶ ἐπὶ τῶν σωμάτων μὴ ἐκ τῶν ἀτελῶν ἄρχεσθαι τὴν δημιουργίαν, οὕτω καὶ ἐπὶ τῆς ὕλης εἶναι, πρὸ τῆς ἀνειδέου καὶ τὸ εἶναι ἀμενηνὸν ἐχούσης, τὴν εἶδός πως οὖσαν καὶ ἐν ἑνὶ ὅρῳ καὶ στάσει θεωρουμένην), εἴη ἂν
10παράδειγμα καὶ ταύτης. Καὶ αὕτη μὲν διχόθεν ἂν ἔχοι τὴν γένεσιν, ἔκ τε τοῦ παραδείγματος καὶ ἐκ τῆς θείας αἰτίας μόνον· τὸ μὲν γὰρ νοερὸν πᾶν μετὰ τοῦ θείου ποιεῖ, τὸ δὲ θεῖον καὶ καθ’ αὑτὸ προϊὸν καὶ ἄχρι τούτων ἃ μὴ ἔχει τὴν
15γένεσιν ἐξ ἐκείνου. Μετὰ δὲ τὰς ἁπλῶς τῶν ὄντων ὑποστάσεις ἐπ’ αὐτὰ τὰ ἐκ τούτων συγκείμενα τὸν λόγον προαγάγωμεν, λέγω δὲ ζῶά τε καὶ φυτά· καὶ γὰρ τούτοις πᾶσιν ἡ ... τῶν νοερῶν παραδειγμά‐
20των, διότι δὴ τούτων ἑκάστου οὐ γένος μόνον, ἀλλὰ καὶ εἶδος συμπληροῖ τὸ πᾶν καὶ ὁμοιότε‐ ρον αὐτὸ πρὸς τὸ παράδειγμα ποιεῖ· καὶ γὰρ ὁ νοητὸς κόσμος πάντα περιέχει τὰ νοητὰ ζῶα, ὥσπερ ὁ φαινόμενος πάντα ὅσα θρέμματά φησιν
25ὁ Τίμαιος. Ἕκαστα ἄρα τούτων ὡμοίωται πρός τι νοερὸν εἶδος· ἀλλὰ τὸ μὲν αὐτοζῶον ἡνωμέ‐ νως καὶ νοητῶς περιέχει τὰς τῶν ψυχῶν ὁμοῦ καὶ τὰς τῶν σωμάτων καὶ τὰς τῶν ζώων αἰτίας· ὡς γὰρ τῇ τετράδι τῶν ἰδεῶν πάντα τὸν ἀριθ‐
30μὸν αὐτῶν συνῄρηκεν, οὕτω καθ’ ἕνωσιν τῶν τε ὡσανεὶ ἁπλῶν καὶ τῶν ὡσανεὶ συνθέτων τὰς διῃρημένας ἐν τοῖς νοεροῖς αἰτίας προείληφεν. Ὅλως γὰρ τὸ καθόλου καὶ τὸ οὐσιῶδες ἐκεῖθεν, ἢ πόθεν αὐτῷ τὸ ἀνέκλειπτον, μὴ τῆς αἰτίας
35οὔσης αἰωνίου; πόθεν δὲ τὸ κοινὸν καὶ ἐπὶ πολλὰ
διατεῖνον; τὰ γὰρ ἐκ τῆς κυκλοφορίας πάντα
in Prm
.

824

μερικά ἐστιν, ἐπειδὴ καὶ ἡ κίνησις αὕτη τοῦ οὐρανοῦ μερική πώς ἐστιν, ἐκ δὲ τοῦ μερικοῦ τὸ καθόλου γεννᾶσθαι τῶν ἀδυνάτων ἐστίν. Ἕκα‐ στον ἄρα εἶδος τῶν τε ζώων καὶ τῶν φυτῶν ἐκεῖ‐
5θεν κατά τι παράδειγμα νοερὸν ὑφέστηκε· πᾶν γὰρ τὸ γιγνόμενον καὶ πᾶν τὸ ὁπωσοῦν ὑφεστὼς, εἰ μὴ ἓν εἴη πλήθους ἀνέμφαντον, ἐξ αἰτίας ἔχει τὸ εἶναι. Πόθεν οὖν τὰ εἴδη ταῦτα καὶ ἐκ ποίας αἰτίας; ἆρα κινουμένης; ἀλλ’ ἀδύνατον·
10ἐξ ἀκινήτου ἄρα, ἐπειδὴ καὶ ἀΐδιά ἐστι, τοιαύ‐ την δὲ εἶναι τὴν νοεράν φαμεν· ἐκείνη γὰρ ἐν αἰῶνι μένει τελέως. Ἆρ’ οὖν οὐ τῶν εἰδῶν μό‐ νων, ἀλλὰ καὶ τῶν καθ’ ἕκαστα τὰ εἴδη θετέον, λέγω δὲ οἷον Σωκράτους καὶ ἑκάστου, μὴ καθ’
15ὅσον ἄνθρωπος, ἀλλ’ ᾗ ἰδίως ποιὸν ἕκαστος προ‐ βέβληται; Καὶ πῶς οὐκ ἀνάγκη τὸ θνητὸν ἀθά‐ νατον εἶναι κατὰ τὸν λόγον τοῦτον; εἰ γὰρ πᾶν τὸ κατ’ ἰδέαν γιγνόμενον κατ’ αἰτίαν ἀκίνητον γίγνεται, πᾶν δὲ τὸ κατ’ αἰτίαν ἀκίνητον ὑπο‐
20στὰν ἀμετάβλητόν ἐστι κατὰ τὴν οὐσίαν, ἔσται ὁ Σωκράτης καὶ ἕκαστον τούτων τῇ οὐσίᾳ ἀεὶ ταὐτὸν καὶ ἀϊδίως ἱδρυμένον· ἀλλὰ ἀδύνατον. Ἔτι δὲ ἄτοπον τὴν ἰδέαν ποτὲ μὲν εἶναι πα‐ ράδειγμά τινος, ποτὲ δὲ μή· τὸ γὰρ αἰωνίως
25ὂν, πᾶν ὃ ἔχει, διαιωνίως ἔχει, καὶ τὸ παρα‐ δειγματικὸν οὖν ἢ οὐχ ἕξει τὸ εἶδος ἢ ἀεὶ ἕξει· τὸ γὰρ συμβεβηκέναι τινὰ λέγειν ἐν ἐκείνοις ἄτοπον. Εἰ οὖν παράδειγμα ἔσται, καὶ τὴν εἰ‐ κόνα δεῖ εἶναι· πᾶν γὰρ παράδειγμα εἰκόνος
30παράδειγμα. Εἰ δὲ ποτὲ μὲν ἔσται τὸ καθ’ αὑτὸ, ποτὲ δὲ οὐκ ἔσται, καὶ τὸ παράδειγμα ποτὲ μὲν ἔσται παράδειγμα, ποτὲ δὲ οὒ, καὶ ἐν βρα‐ χεῖ μὲν ἔσται μορίῳ, τὸν δὲ ἄπειρον χρόνον οὐκ ἔσται· ὅλως δὲ τὸ ἔστι καὶ οὐκ ἔστι παρὰ μέ‐
35ρος τῆς οὐσίας ἐκείνης ἀλλότριον. Πῶς δὲ οὐ δεῖ
πείθεσθαι καὶ τῷ Σωκράτει λέγοντι διὰ τούτων
in Prm
.

825

πρὸς τὴν τῶν ἰδεῶν ἡμᾶς ἀναχθῆναι θέσιν, ἵν’ ἔχωμεν τὸ ἓν πρὸ τῶν πολλῶν; εἰ γάρ ἐστι καὶ τῶν καθ’ ἕκαστα εἴδη, πρὸ ἑνὸς ἓν ἔσται, μᾶλ‐ λον δὲ πρὸ τῶν πεπερασμένων τὰ ἄπειρα· τῶν
5γὰρ ἐν τῷ αἰσθητῷ πεπερασμένων ὄντων ἐκεῖνα ἄπειρα ἔσται. Καίτοι τί τούτου γένοιτ’ ἂν ἀτο‐ πώτερον; τὰ γὰρ ἐγγυτέρω τοῦ ἑνὸς μᾶλλον πε‐ πέρασται κατ’ ἀριθμὸν ἢ τὰ ποῤῥώτερον, διότι τῷ ἑνὶ συγγενέστερον ὁ ἀριθμός. Ἀλλ’ ὅτι μὲν
10εἴδη τῶν καθ’ ἕκαστον ἀπολείπειν ἄτοπον, διὰ τούτων ὑπομεμνήσθω· ἐπειδὴ δὲ πᾶν τὸ γιγνό‐ μενον ἐξ αἰτίου γίγνεταί τινος, καὶ τούτων αἰ‐ τίας θετέον, ὡς μὲν ἕν τι φάναι, τὴν τάξιν τοῦ παντὸς, ὡς δὲ καὶ πλείους αἰτίας εἰπεῖν, τὴν
15κίνησιν τοῦ οὐρανοῦ, τὰς μερικὰς φύσεις, τὰς ἰδιότητας τῶν ὡρῶν, τὰ κλίματα, τοὺς τούτων ἐφόρους· διὰ γὰρ τούτων ἁπάντων συμπήγνυται τὰ καθ’ ἕκαστα. Καὶ διὰ ταῦτα αἵ τε τῶν ὡρῶν μεταβολαὶ δρῶσιν εἰς αὐτά· τὸ γὰρ αἴτιον κι‐
20νηθὲν συγκινεῖ πως ἑαυτῷ καὶ τὸ ἐξ αὐτοῦ γε‐ νόμενον· καὶ αἱ τῶν ἐφόρων ἰδιότητες· ἄλλα γὰρ ἄλλοις καὶ σχήματα οἰκεῖα καὶ χρώματα καὶ φωναὶ καὶ κινήσεις· καὶ αἱ τῶν κλιμάτων δια‐ φοραί· ἀλλοῖαι γὰρ ἐν τοῖς διαφόροις τόποις αἱ
25γενέσεις καὶ αἱ μερικαὶ φύσεις, οὐ μόνον ἐκ τῆς ὅλης προϊοῦσαι φύσεως, ἀλλὰ καὶ ἐκ τῆς τῶν σπερμάτων ἰδιότητος προσλαμβάνουσαί τι, καὶ τυπούμεναι κατ’ αὐτὴν τῷ δύνειν κατὰ τῶν σωμάτων καὶ οἷον ἐκείνων εἶναι καὶ οὐχ ἑαυ‐
30τῶν. Ἔχομεν ἄρα καὶ ὅπως οὐ κατὰ παραδειγ‐ ματικὴν αἰτίαν ὑφέστηκεν· οὐ γάρ ἐστι ταὐτὸν κατ’ αἰτίαν εἶναι, καὶ κατὰ παράδειγμα γε‐ γονέναι· τὸ γὰρ παράδειγμα αἰτία· πολλαχῶς οὖν τὴν αἰτίαν λέγειν εἰώθαμεν, μιᾶς τῶν πολ‐
35λῶν παραδειγματικῆς αἰτίας οὔσης. Τοσαῦτα καὶ περὶ τούτων ἀρκέσει. Τῶν δὲ μορίων ἆρα καὶ αὐτῶν εἴδη φήσομεν, ὡς μὴ μόνον ἀνθρώπου παράδειγμα ποιεῖν, ἀλλὰ καὶ δακτύλου καὶ ὀφθαλμοῦ καὶ ἑκάστου τῶν τοιού‐
40των; Ἀλλὰ διότι καθόλου τούτων ἕκαστον καὶ
in Prm
.

826

οὐσία πάντως ἐστὶ, καὶ ταῦτα κατά τινα ἔστω‐ σαν αἰτίαν· διότι δὲ μέρη καὶ οὐχ ὅλα, τῆς ἀμερίστου καὶ νοερᾶς οὐσίας ἐστὶ καταδεέστερα. Τὰ μὲν γὰρ μὴ μέρη μόνον, ἀλλὰ καὶ ὅλα, κατ’
5ἐκείνην ὑφεστάναι τὴν οὐσίαν, οὐκ ἀτόπον· τὰ δὲ ὡς μέρη μόνον, ἄτοπον· τῶν γὰρ ὅλων ἐκεῖθεν ἡ γένεσις, ἐπεὶ καὶ τὸ ἑνοειδὲς πρὸ τοῦ πεπληθυσμένου, καὶ τὸ ὅλον πρὸ τοῦ μέρους ἐκεῖθεν. Μήποτε οὖν ὀρθῶς ἂν ἔχοι πάντων τῶν
10τοιούτων νοερὰ μὲν αἴτια μὴ λέγειν· πᾶς γὰρ νοῦς ἀμέριστος· τὰ οὖν ὅλα πρὸ τῶν μερῶν ἐν αὐτῷ θετέον μόνα, καὶ τὰ ἀμέριστα πρὸ τῶν μερι‐ στῶν, ψυχικὰ δὲ καὶ φυσικά· τὸ γὰρ πρώτως μεριστὸν ἐν ψυχαῖς ἐστι, καὶ μετὰ ταῦτα ἐν
15φύσεσιν. Ἔστι γοῦν ἐνταῦθα καὶ δακτύλου καὶ ὀδόντος καὶ ἑκάστου τούτων λόγος καὶ εἶδος, καὶ ἡ μὲν ὁλότης αὐτῶν ἐν νῷ προϋφέστηκεν, ἡ δὲ ἐν ἑνὶ περιέχουσα καὶ τὸ πλῆθος, ἐν ψυχαῖς, ἡ δὲ ζωτικῶς διελοῦσα τὸ ἓν ἀπὸ τοῦ πλήθους, ἐν
20φύσεσιν, ἡ δὲ διαστηματικὴν ποιησαμένη τὴν διαίρεσιν, λοιπὸν ἐν σώμασι. Καὶ εἴ με δεῖ τοὐμὸν εἰπεῖν, δαιμονίας εἶναι καὶ τούτων αἰ‐ τίας διωρισμένας οὐκ ἀπογνωστέον, ὡς δηλοῦσι καὶ αἱ ἐπικλήσεις τῶν ἐπὶ δακτύλου καὶ ὀφθαλ‐
25μοῦ καὶ καρδίας ἐπιτεταγμένων, θείας δὲ ἄλ‐ λως τῶν ὅλων καὶ ταῦτα περιεχόντων. Ταῦτα καὶ περὶ τῶν μορίων εἰρήσθω μοι συν‐ τόμως· ἐπὶ δὲ αὖ τούτοις τὰ συμβεβηκότα σκεπτέον. Ἆρα καὶ ταῦτα ἕξει ἰδέας; Ἢ καὶ τού‐
30των πέρι διττὸς ὁ λόγος· τὰ μὲν γὰρ αὐτῶν τελειωτικὰ καὶ συμπληρωτικὰ τῶν οὐσιῶν ἐστιν, οἷον ὁμοιότης, κάλλος, ὑγίεια, ἀρετή· τὰ δὲ ὑφέστηκε μὲν ἐν ταῖς οὐσίαις, οὐ συμπληροῖ δὲ αὐτὰς οὐδὲ τελειοῖ, οἷον λευκότης, μελανία,
35πάντα τὰ τοιαῦτα· τὰ μὲν οὖν συμπληρωτικὰ τῶν οὐσιῶν καὶ τελειωτικὰ προηγουμένως ἔχει παραδειγματικὰς αἰτίας, τὰ δὲ ἄλλως ἐπιγι‐ γνόμενα τοῖς σώμασι κατὰ λόγον γίγνεται, καὶ οὐκ ἀπόχρη πρὸς τὴν γένεσιν αὐτῶν ἡ κράσις
40τῶν σωμάτων, ἀλλ’ ἔρχεται εἶδος ἔνδοθεν ἀπὸ
in Prm
.

827

τῆς φύσεως, οὐ μέντοι κατά τινα νοερὰν διω‐ ρισμένην αἰτίαν. Τὸ μὲν γὰρ οὐσιῶδες καὶ τὸ τελεσιουργικὸν καὶ τὸ κοινὸν προσήκει τοῖς εἴ‐ δεσι· τὸ δὲ πάντων τούτων ἄμοιρον ἀλλαχόθεν
5καὶ οὐκ ἐκ τῶν πρώτων ὑφέστηκεν εἰδῶν· ἡ γὰρ φύσις, δεξαμένη προϊοῦσαν εἰς τοὺς ὄγκους τὴν τῶν εἰδῶν διακόσμησιν, διεῖλεν ἀπὸ μὲν τῶν μερῶν τὰ ὅλα, ἀπὸ δὲ τῶν συμβεβηκότων τὰς οὐσίας, ἃ πρότερον ἥνωτο καὶ ἦν ἀμέριστα,
10ταῦτα ἀναπτύττουσα ταῖς ἑαυτῆς διαιρετικαῖς δυνάμεσι· καὶ γὰρ οὐδὲ ἦν δυνατὸν ἐκ τῶν ἡνω‐ μένων εὐθὺς ὑποστῆναι τὰ πάντη διῃρημένα καὶ ἐκ τῶν κοινοτάτων τὰ μερικώτατα, ἀλλ’ ἐν ταῖς μεταξὺ φύσεσι κατὰ τὸν λόγον τῆς
15ὑφέσεως ἀναγκαῖον ἦν γενέσθαι καὶ τὴν διαί‐ ρεσιν. Καὶ σχήματος οὖν αἰτίαν θετέον πάντων σχημάτων οἰστικὴν, καὶ ἀριθμῶν μονάδα μίαν γεννητικὴν πάντων ἀριθμῶν· ὅπου γὰρ καὶ ἡ ἐνταῦθα μονὰς ἀρτία δείκνυται καὶ περιττὴ καὶ
20πάντα ἔχουσα τὰ εἴδη καθ’ ἕνωσιν, τί χρὴ φά‐ ναι περὶ τῆς μονάδος ἐκείνης; ἆρ’ οὐχ ὡς πάν‐ των ἑνοειδῶς ἐστιν αἰτία, καὶ ὡς τὸ ἀπειρο‐ δύναμον αὐτῆς γεννᾷ καὶ ἐν ἡμῖν τὸν ἄπειρον ἀριθμόν; καὶ πῶς οὐκ ἀναγκαῖον, εἴπερ καὶ ἡ
25ἐνταῦθα μονὰς ἐκείνης προῆλθεν εἰκών; Τοσαῦτα καὶ περὶ τῶν συμβεβηκότων λεκ‐ τέον· περὶ δὲ τῶν τεχνητῶν ἆρα καὶ τούτων εἴδη ῥητέον; Ὁ δέ γε Σωκράτης ἐν Πολιτείᾳ, φησὶ, κλίνης καὶ τραπέζης ἰδέαν οὐκ ὤκνησεν
30εἰπεῖν, ἢ καὶ ἐν ἐκείνοις τὸν ἐν τῇ διανοίᾳ τοῦ τεχνίτου λόγον ἰδέαν ἐκάλεσε, καὶ τοῦτον ἔφατο τὸν λόγον εἶναι θεοῦ γέννημα, διότι καὶ αὐτὸ τὸ τεχνικὸν τοῦτο θεόθεν οἴεται δεδόσθαι ταῖς ψυχαῖς· τεκμήριον δὲ, τὸν γὰρ ποιητὴν τρίτον
35ἀπὸ τῆς ἀληθείας προσείρηκε, τῷ ζωγράγῳ τι‐ θεὶς αὐτὸν ἀναλόγως, ὃς οὔ τινα κλίνην, ἀλλ’ εἴδωλον ἐκείνης ποιεῖ· καίτοι, εἴ γε ἄλλο μέν ἐστι τὸ θεῖον εἶδος, ἄλλο δὲ ὁ ἐν τῷ γιγνομένῳ λόγος (δημιουργὸν γὰρ λέγει τοῦ τεχνητοῦ εἴ‐
40δους τὸν θεὸν, ὡς τὸν τεχνίτην τοῦ μερικοῦ
in Prm
.

828

ποιητὴν), τέταρτος ἂν εἴη, οὐ τρίτος. Σκοπεῖν δὲ καὶ πρὸς αὐτὸ τὸ πρᾶγμα ὁρῶ τὸν λόγον. Εἰ γάρ ἐστιν ἐν νῷ καὶ τούτων εἴδη, πότερον ἀμέσως ἥξει ταῦτα ἐπὶ τὸ αἰσθητὸν, ἢ διὰ μέ‐
5σης τῆς φύσεως; Εἰ μὲν γὰρ ἀμέσως, ἄτοπον· οὐδαμοῦ γὰρ ἐπὶ τῶν ἄλλων τοιαύτη γέγονεν ἡ πρόοδος, ἀλλὰ τὰ ἐγγυτέρω τοῦ νοῦ πρῶτα μετέσχε τῶν εἰδῶν. Εἰ δὲ διὰ μέσης τῆς φύ‐ σεως, διότι καὶ αἱ τέχναι μιμεῖσθαι λέγονται
10τὴν φύσιν (πολλῷ γὰρ πρότερον ἕξει τῶν τεχνῶν ἡ φύσις τὰ εἴδη τῶν τεχνητῶν, εἴπερ καὶ ὁ νοῦς), ἔσται καὶ τῶν τεχνητῶν ἡ φύσις αἰτία· πάντα δὲ τὰ ἐκ φύσεως γεγονότα ζῇ καὶ αὔξη‐ σιν ὑπομένει καὶ γένεσιν, εἴπερ εἴη τῶν ἐν ὕλῃ
15γιγνομένων· καὶ γὰρ ἡ φύσις ζωή τίς ἐστι καὶ αἰτία τῶν ζώντων· ἀλλ’ ἀδύνατον ζῇν καὶ αὐ‐ ξάνεσθαι τὴν κλίνην ἢ ἄλλο τι τῶν τεχνητῶν· οὐκ ἄρα ἰδέαν ἔχει προϋπάρχουσαν οὐδέ τι νοε‐ ρὸν παράδειγμα τὰ τεχνητὰ τῆς ὑποστάσεως
20αὑτῶν. Εἰ δὲ δὴ καὶ τὰς ἐπιστήμας ἐθέλοι τις τέχνας καλεῖν, διαιρετέον οὕτως· τῶν τεχνῶν ὅσαι μὲν ἀνάγουσι τὴν ψυχὴν καὶ ὁμοιοῦσι πρὸς νοῦν, τούτων εἴδη θησόμεθα πρὸς ἃ καὶ οἰκειοῦ‐ σιν ἡμᾶς· ὁμοίως γάρ ἐστι σχῆμα καὶ ἢ νόη‐
25σις τοῦ σχήματος, καὶ ἀριθμὸς καὶ ἡ τοῦ ἀρι‐ θμοῦ νόησις. Καὶ ἀριθμητικῆς οὖν καὶ μουσικῆς καὶ γεωμετρίας καὶ ἀστρονομίας εἴδη θήσομεν, εἰ μὴ τὰς δεδημευμένας λέγοι τις τούτων ἑκά‐ στην, ἀλλὰ τὰς νοερὰς καὶ ποιητικὰς τῶν θείων
30εἰδῶν. Αὗται γὰρ δὴ καὶ ἡμᾶς συνάπτουσι πρὸς νοῦν, ὅτε οὐρανοῦ τε ὑπεραστρονομοῦμεν, καὶ τὴν νοερὰν ἁρμονίαν θεωροῦμεν, καθ’ ἣν καὶ ἀπεγέννησε τάς τε ψυχὰς καὶ τόνδε τὸν κόσμον ὁ τῶν ὅλων πατὴρ, καὶ τὸν ἀριθμὸν ἐκεῖνον,
35ὃς ἐν πᾶσίν ἐστι τοῖς εἴδεσι κρυφίως τε καὶ διῃρημένως, καὶ τὸ σχῆμα τὸ νοερὸν, ὃ πάντων ἐστὶ τῶν σχημάτων γεννητικόν· καθὸ καὶ ὁ δη‐ μιουργὸς τόν τε ὅλον κόσμον περιφέρει, καὶ τῶν στοιχείων ἕκαστον κατά τι σχῆμα οἰκεῖον ὑπ‐
40έστησε. Τούτων μὲν οὖν εἴδη θετέον, καὶ ὅσαι
in Prm
.

829

ἄλλαι ψυχῆς ἀναγωγοὶ, καὶ ὧν δεόμεθα καὶ εἰς τὸ νοητὸν ἀναδραμόντες· ὅσαι δὲ ψυχῆς εἰσι παιζούσης καὶ περὶ τὰ θνητὰ διατριβούσης καὶ τὰς ἀνθρωπίνας χρείας θεραπευούσης, τούτων
5οὐδεμίας εἶδός ἐστι νοερόν· ἀλλ’ ἡ μὲν ψυχὴ τὴν δύναμιν ἔχει τὴν τῶν θεωρημάτων οἰστικὴν ἐν τῇ δόξῃ κειμένην, καὶ γεννᾷν τοιαῦτα καὶ κρίνειν πέφυκε· διακεκριμένα δὲ εἴδη τῶν τε‐ χνῶν ἢ τῶν τεχνητῶν οὐδαμῶς ἔστι. Θαυμαστὸν
10δὲ οὐδὲν καὶ τὸ εἶναί τινας ἐν δαίμοσιν αἰτίας, οἳ καὶ ἔφοροι λέγονται τῶν τεχνῶν οἱ μὲν ἄλ‐ λων οἱ δὲ ἄλλων ὑπάρχειν, καὶ ἀνθρώποις δε‐ δωρῆσθαι ταύτας, καὶ ἐν θεοῖς συμβολικῶς εἶναι, οἷον χαλκείας εἶναι μέν τις δαίμων
15Ἥφαιστος λεγέσθω προστάτης καὶ τὸ εἶδος ἔχων, αὐτὸς δὲ ὁ μέγας Ἥφαιστος συμβολικῶς ἂν λέγοιτο χαλκεύειν τὸν οὐρανόν· καὶ ὑφαν‐ τικῆς ὡσαύτως Ἀθηναϊκή τις δαιμονὶς ἔφορος, αὐτῆς τῆς Ἀθηνᾶς ἄλλως καὶ δημιουργικῶς
20ὑφαίνειν τὸν διάκοσμον τῶν νοερῶν εἰδῶν ὑμ‐ νουμένης. Τοσαῦτα καὶ περὶ τῶν νοερῶν εἰδῶν ἡμῖν θεωρητέον· ὑπόλοιπον δέ ἐστι περὶ τοῦ τῶν κακῶν εἰπεῖν συντόμως ὅτι καὶ ταῦτα χωρὶς
25παραδειγμάτων ὑπέστη θείων, διὰ δή τινας ἄλλας αἰτίας, ὡς ἐν ἑτέροις εἴπομεν, παρυφι‐ στάμενα. Πότερον οὖν οὕτω ῥητέον ἰδέαν τῶν
κακῶν ὡς αὐτὸ κακὸν οὖσαν, ἢ ὡς τῶν διαστα‐
in Prm
.

830

τῶν ἀμερὲς καὶ τῶν πεπληθυσμένων μοναδικὸν τὸ εἶδος, οὕτω καὶ τῶν κακῶν τὸ παράδειγμα ἀγαθόν; Ὁ μὲν γὰρ πρότερος λόγος οὐδαμῶς εὐαγὴς αὐτὸ τὸ κακὸν ἐν ἐκείνοις τιθέμενος,
5ἵνα μὴ παραδείγματα λέγοντες κακῶν ἐν θεῷ καὶ αὐτὸν αἴτιον ἀναγκασθησοίμεθα λέγειν τού‐ των, ὧν προεστήσατο τὰ παραδείγματα, καίτοι καὶ ἡμῶν, ὅταν πρὸς ἐκεῖνα βλέψωμεν, τότε μᾶλλον ἀγαθυνομένων. Εἰ δὲ λέγοι τις τῶν κα‐
10κῶν τὸ εἶδος ἀγαθὸν, πότερον τῇ οὐσίᾳ μόνον ἐστὶν ἢ καὶ τῇ ἐνεργείᾳ ἀγαθόν; Εἰ μὲν γὰρ τῇ οὐσίᾳ μόνον, ἔσται κακοποιὸν, ὃ μὴ θέμις εἰπεῖν· εἰ δὲ καὶ τῇ ἐνεργείᾳ, δῆλον ὅτι καὶ τὸ γιγνόμενον ἀγαθόν· τῆς γὰρ ἀγαθοποιοῦ δυ‐
15νάμεως καὶ ἐνεργείας τὸ ἀποτέλεσμα ἀγαθὸν οὐχ ἧττον ἢ τοῦ πυρὸς τὸ ἀποτέλεσμα θερμόν· οὐκ ἄρα τὸ κακὸν ᾗ κακὸν κατά τι παράδειγμα γέγονεν. Εἰ δὲ, ὡς ἐρεῖ καὶ αὐτὸς ὁ Παρμενί‐ δης, ἑκάστη ἰδέα θεός ἐστιν, οὐδένα δὲ θεὸν
20αἰτιατέον τῶν κακῶν, ὡς ἐν Πολιτείᾳ μεμαθή‐ καμεν, οὐδ’ ἄρα τὰς αἰτίας τῶν κακῶν αἰτια‐ τέον θεοὺς οὔσας· τὰ δὲ παραδείγματα, ὧν ἐστι παραδείγματα, αἴτιά ἐστιν· οὐδεμία ἄρα ἰδέα παράδειγμα κακῶν ἐστι. Πρὸς οἷς καὶ ὁ δη‐
25μιουργὸς, ὁ πάντα ἑαυτῷ παραπλήσια γενέσθαι βουλόμενος καὶ ὁ πάντα ἐν τῷ αἰσθητῷ βουλό‐ μενος γενέσθαι καὶ ὅσα ἐν τῷ νοητῷ, τὸ κακὸν
οὐδαμῶς εἶναι βούλεται κατὰ δύναμιν, ὥς φησι
in Prm
.

831

ταῦτα πάντα ὁ Τίμαιος. Εἰ δ’ ἦν ἐν αὐτῷ πα‐ ράδειγμα κακῶν, ὁ πάντα ἑαυτῷ βουλόμενος ἐξ‐ ομοιοῦν παρήγαγεν ἂν καὶ τὸ κακὸν ὡς ἑαυτῷ παραπλήσιον. Ἀλλὰ μὴν οὐ βούλεται εἶναι τὸ
5κακόν· βούλοιτο ἂν καὶ μὴ εἶναί τι τῶν ἑαυτοῦ παραδειγμάτων αὐτὸ τοῦτο παράδειγμα· καὶ οὕτως εἰς αὐτὸν ὁ λόγος ἀσεβῶν τὸν πατέρα τοῦ παντὸς οὐ παύσεται, μέχρις ἂν τῆς τοιαύτης ὑποθέσεως ἀπογνοὺς ἐνταῦθά που τὰ τῶν κακῶν
10αἴτια καὶ παραδείγματα κατανοεῖν ἐθελήσειεν, ἐπεὶ καὶ κανών ἐστι τοῦ Τιμαίου, πᾶν τὸ πρὸς ἀΐδιον παράδειγμα γεγονὸς εἶναι καλόν. Εἰ δ’ οὖν τὸ κακὸν πρός τι τοιοῦτον γέγονεν, οὐκ ἔτ’ ἂν αἰσχρὸν εἴη πάντως, ἀλλὰ καλόν· ὅτι δὲ
15πᾶν τὸ καλὸν ἀγαθὸν, δῆλον, ὥστ’ εἴη ἂν τὸ κακὸν ἀγαθόν. Τίς δ’ ἂν καὶ ποιοίη τὸ κακὸν πρὸς τὸ παράδειγμα βλέπων; δεῖ γὰρ εἶναι τὸ παράδειγμα, τινὸς τοῦ πρὸς αὐτὸ ποιοῦντος· εἰ μὲν γὰρ ὁ νοῦς, εἴη ἂν αὐτὸς αἴτιος τῶν κακῶν·
20εἰ δὲ ὁ ποιῶν ἐνταῦθα τὰ κακὰ γιγνώσκων, ποιοίη ἂν ταῦτα τῷ τὸ παράδειγμα γιγνώ‐ σκειν· εἰ δὲ μηδέτερος, οὐδ’ ἂν παράδειγμα εἴη, τινὸς μὴ ὄντος τοῦ ποιοῦντος τῷ εἰς ἐκεῖνο βλέπειν.
25 Ἀλλὰ τῶν μὲν κακῶν ἅλις. Δεδειγμένων δὲ τούτων, κεφάλαιον ἓν συλλαβόντες εἴπωμεν ὅτι τῶν καθολικῶν οὐσιῶν τὰ εἴδη καὶ τῶν ἐν τού‐ τοις τελειοτήτων· οἰκειότατα γὰρ ταῦτα τοῖς εἴδεσι, τὸ ἀγαθὸν, τὸ οὐσιῶδες, τὸ ἀΐδιον, τὸ
30μὲν ἀπὸ τῆς πρώτης ἧκον αἰτίας, τὸ δὲ ἀπὸ τοῦ ἑνὸς ὄντος, τὸ δὲ ἀπὸ τοῦ αἰῶνος εἰς τὴν πρωτίστην τῶν εἰδῶν τάξιν, δευτέραν μὲν οὖ‐ σαν τοῦ αἰῶνος, τρίτην δὲ ἀπὸ τοῦ ἑνὸς ὄντος, ἀνημμένην δὲ, ὡς πάντα τὰ ὄντα, τῆς τῶν
35ἀγαθῶν πάντων αἰτίας. Ἀπὸ τούτων οὖν τριῶν στοιχείων ἀφοριστέον τίνα μὲν κατὰ παραδειγ‐
ματικὴν νοερὰν γέγονεν αἰτίαν, τίνα δὲ ἐξ
in Prm
.

832

ἄλλων μὲν ἀρχῶν ὑφέστηκεν, οὐ μέντοι πρὸς παράδειγμα νοερόν. Ἡ μὲν γὰρ θρὶξ, καὶ εἰ μό‐ ριον εἴη προηγούμενον, οὐκ ἂν ἐκεῖθεν εἴη· δέ‐ δεικται γὰρ ὅπως τὰ ὅλα ἐκεῖθεν καὶ οὐ τὰ
5μέρη. Ὁ δὲ πηλὸς σύμμιξίς ἐστι δυοῖν στοι‐ χείων ἀόριστος, οὐ κατὰ λόγον γενομένη φυ‐ σικὸν, ἐπεὶ καὶ ἄλλα μυρία συμπλέκειν κατὰ τὰς ἡμετέρας χρείας εἰώθαμεν, ἀλλ’ οὐδὲν τῶν τοιούτων εἰς εἶδος ἀναφέρομεν· τέχνης γάρ
10ἐστιν ἢ προαιρέσεως ἔργα ταῦτα. Ὁ δὲ ῥύπος οὐδὲ προηγουμένην ἔχων γένεσιν ἐπισυνίστα‐ σθαι πέφυκε· καίτοι γε τῶν πρὸ ἡμῶν τις καὶ λίαν δριμέως ἐπεχείρησε κατασκευάζειν ὅτι καὶ ῥύπου παράδειγμα ἔστιν· εἰ γὰρ τοῦτο, καὶ
15ῥύπου· πᾶσα γὰρ κάθαρσις ῥύπου τινός ἐστιν ἀφαίρεσις. Ἀλλ’ ἡμεῖς καὶ τὴν κάθαρσίν φαμεν ἐν τοῖς εἴδεσιν εἶναι, καὶ οὐ διὰ τοῦτο ῥύπου νοερὸν εἶδος ἀποθησόμεθα· καὶ γὰρ κακίας ἡ κάθαρσις· ἀλλὰ δέδεικται μηδὲν τῶν κακῶν
20ἐκκεῖσθαι ἀπογεννώμενον, πᾶς δὲ ῥύπος κακία τίς ἐστιν ἐκείνου πάντως ᾧ παρυφέστηκε. Διὰ τοῦτο αὐτὸ οὐκ ἐκεῖθεν ταῦτα, διότι ἐκβάσεις εἰσὶ καὶ στερήσεις τῶν ἐκεῖθεν ὑποστάντων· καὶ γὰρ τὸ σκότος στέρησίς ἐστι φωτὸς, ἀλλ’ ὁ
25ἥλιος αἴτιος ὢν φωτὸς οὐκέτι καὶ τῆς στερήσεως τοῦ φωτὸς αὐτὸς αἴτιος· οὕτω δὴ οὖν καὶ ὁ νοῦς, γνώσεως αἴτιος ὢν, οὐκέτι καὶ τὴν ἄγνοιαν αὐτὸς ὑφίστησι στέρησιν οὖσαν γνώσεως· καὶ ψυχὴ ζωῆς οὖσα χορηγὸς οὐχὶ καὶ ἀζωΐαν αὐτὴ
30δίδωσιν· ἐν γὰρ τοῖς δεχομένοις τὰς δόσεις τῶν πρώτων αἱ στερήσεις παρυφίστανται τῶν διδο‐ μένων, ἀλλ’ οὐκ ἐν τοῖς τὰς ἕξεις διδοῦσι προ‐ ϋφεστήκασιν, ὥστ’ ἐκεῖθεν ἔχειν τὴν γένεσιν ὁμοίως ταῖς ἕξεσιν ὧν εἰσὶν αὗται στερήσεις.
35Εἰ δὴ τὸν νοῦν γιγνώσκοντά τι ἀγαθὸν λέγοι τις καὶ τὸ κακὸν γιγνώσκειν, καὶ διὰ τοῦτο
ἐν αὐτῷ τιθείη τὸ κακὸν (εἴρηται οὖν ἐν τῷ
in Prm
.

833

Φαίδωνι μίαν εἶναι γνῶσιν τοῦ τε ἀμείνονος καὶ τοῦ χείρονος· οὕτω δὲ καὶ ὁ ἐν Τιμαίῳ δη‐ μιουργὸς αὐτῷ πεποίηται λέγων, τὸ δὲ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κα
5κοῦ· διὰ γὰρ τούτου δείκνυται τὸ κακὸν εἰ‐ δὼς), λεκτέον ὅτι κακῶν μὲν παράδειγμα οὐδέν ἐστιν ἐν αὐτῷ, κακῶν δὲ γνῶσις καὶ αὐτή ἐστι παράδειγμα πάσης κακοῦ γνώσεως, ἣν τὸ λαβὸν ἀγαθύνεται. Καὶ γὰρ ἡ ἄγνοια κακὸν, οὐχ ἡ
10τῆς ἀγνοίας γνῶσις, μία οὖσα καὶ ἑαυτῆς καὶ τῆς ἀγνοίας· ὥστε πάλιν τὸ παράδειγμα οὐ κα‐ κοῦ, ἀλλ’ ἀγαθοῦ, τῆς τοῦ κακοῦ γνώσεως. Ἐὰν γὰρ οὕτω λέγωμεν, οὔτε τῶν κακῶν ἰδέας εἰσοίσομεν, ὥς τινες τῶν Πλατωνικῶν, οὔτε
15μόνα τὰ ἀμείνω γιγνώσκειν τὸν νοῦν ἐροῦμεν, ὡς ἕτεροι διαδοξάζουσι· μέσοι δὲ ἀμφοῖν γενό‐ μενοι καὶ τὴν γνῶσιν αὐτῶν δώσομεν τῶν κα‐ κῶν, καὶ παραδειγματικὴν αἰτίαν οὐ δώσομεν κακὴν οὖσαν. Ὁ μὲν οὖν Παρμενίδης μαιευό‐
20μενος τὸν Σωκράτη, καὶ προκαλούμενος τὰς ἐν αὐτῷ περὶ τούτων ἐννοίας, τοιαῦτα ἠρώτησε· μέλλει δὲ ἄρα ὁ Σωκράτης ἐπὶ τούτων καὶ λίαν ἀπογιγνώσκειν τὰ εἴδη τοιαῦτα λέγων. Οὐδαμῶς, φάναι τὸν Σωκράτη, ἀλλὰ
25ταῦτα, ἅπερ ὁρῶμεν, ταῦτα καὶ εἶναι· εἶδος δέ τι αὐτῶν οἰηθῆναι εἶναι μὴ λίαν ᾖ ἄτοπον. Ἤδη μέντοι ποτέ με καὶ ἔθραξε μή τι ᾖ περὶ πάντων ταὐτόν· ἔπειτα ὅταν ταύτῃ στ, φεύγων οἴχο‐
30μαι, δείσας μή ποτε εἴς τιν’ ἄβυθον φλυαρίαν ἐμπεσὼν διαφθαρ. Ἐκεῖσε δ’ οὖν ἀφικόμενος εἰς ἃ νῦν δὴ ἐλέγο‐ μεν εἴδη ἔχειν, περὶ ἐκεῖνα πραγμα‐ τευόμενος διατρίβω. (P. 130 D).
35 Ταῦτα ὁ Σωκράτης ἀποκρίνεται, πρὸς μὲν τὸ ἄζωον καὶ εὐτελὲς καὶ ἔνυλον ἀποβλέπων τῶν ἠρωτημένων, οὐκ ἀξιῶν καὶ τούτων αἰτίας
λέγειν, ἀλλ’ ἐν μόνοις τοῖς ὁρατοῖς ἀπολιπὼν
in Prm
.

834

αὐτῶν τὴν ὑπόστασιν, πρὸς δὲ τὸ ἐν τοῖς καθ’ ἕκαστα κοινὸν καὶ τὸ ὑστερογενὲς ἀφορῶν, λογι‐ ζόμενος μήποτε καὶ τούτων εἶδος. Ὡς γάρ ἐστιν ἐπὶ τοῖς πολλοῖς πηλοῖς ἓν ὑστερογενὲς κοινὸν
5ὁ πηλὸς, καὶ ἐπὶ ταῖς πολλαῖς θριξὶν ἓν εἶδος ἡ θρὶξ, ὃ καὶ κατηγοροῦμεν τῶν πολλῶν· οὕτω, φαίη τις ἂν, καὶ τῶν πολλῶν ἕν ἐστι τοιοῦτον ὑποστατικὸν τῶν πολλῶν. Τοῦτο δὴ οὖν θράττει τὸν Σωκράτη· καὶ γὰρ ἐπὶ τῶν ἄλλων ἀπὸ τῶν
10ὁριστῶν ἐπὶ τὰ ὑστερογενῆ μετιὼν, εἶτα ἀπὸ τούτων ἐπὶ τοὺς ἔνδον λόγους, ἔπειτα ἐκ τού‐ των ἐπ’ αὐτὰ τὰ νοερὰ εἴδη, καθάπερ εἴρηται ἐν Φαίδρῳ, λογίζεται μήποτε καὶ ἐπὶ τού‐ των, ὥσπερ ἐστὶν ἀπὸ τοῦ ἐν τοῖς καθ’ ἕκαστα
15μεταβαίνειν ἐπὶ τὸ ἐν αὐτοῖς ἓν, ἔπειτα εἰς τὸ ἐπ’ αὐτοῖς κοινὸν, οὕτω καὶ ἀπὸ τοῦδε δυνατὸν ἐπ’ ἄλλο τι μετιέναι τὸ πρὸ αὐτῶν ἕν· ἀλλ’ ὁρᾷ πάλιν ὅτι, ἐὰν τὸ τούτων ἀπόθηται εἶδος, κατὰ τὸν σωρείτην προϊὼν, ἀναγκασθήσεται
20πάντων εἴδη τίθεσθαι καὶ αὐτῆς τῆς ὕλης. Λοιπὸν καὶ αὕτη ἐστὶν ἡ ἄβυθος φλυαρία, εἰς ἣν τὸ ἐμπίπτον διαφθείρεται καὶ ἄζωον γίγνεται καὶ ἀμενηνόν. Διὸ πάλιν ἀναστρέφει ἐπὶ τὰ ὅλα καὶ οὐσιώδη καὶ προηγουμένως ὑποστάντα καὶ
25συμπληρωτικὰ τοῦ παντὸς, καὶ περὶ ταῦτα ποιεῖται τὴν διατριβὴν, ὡς τούτων κατὰ τὰς εἰδητικὰς αἰτίας γεγονότων, τῶν δὲ ἄλλων ἐνταῦθα μόνον, ἀλλ’ οὐχὶ καὶ ἔξω τῶν αἰ‐ σθητῶν.
30 Νέος γὰρ εἶ ἔτι, φάναι τὸν Παρμε‐ νίδην, ὦ Σώκρατες, καὶ οὔπω σου ἀντεί‐ ληπται φιλοσοφία ὡς τότε ἀντιλήψε‐ ται κατ’ ἐμὴν δόξαν, ὅτε οὐδὲν αὐτῶν ἀτιμάσεις· νῦν δὲ ἔτι πρὸς ἀνθρώπων
35ἀποβλέπεις δόξας διὰ τὴν ἡλικίαν. (P. 130 E.) Ταῦτα ὁ Παρμενίδης ἐπιπλήττων ἀποροῦντι
τῷ Σωκράτει δόξειεν ἄν τισιν αὐτὸς ἰδέας ὑπο‐
in Prm
.

835

τίθεσθαι πάντων, καὶ ὅσα σμικρὰ καὶ ὅσα ἐνυ‐ λότατα καὶ ὅσα παρὰ φύσιν· τί γὰρ ἂν ἐπέ‐ πληττεν, εἰ μὴ καὶ τούτων αὐτὸς τὴν ὑπόστασιν τῆς εἰδητικῆς αἰτίας ἐξῆπτεν; Ἐμοὶ δὲ δοκεῖ
5μὴ πρὸς τοῦτον πεποιῆσθαι τὴν ἐπίπληξιν, ἀλλὰ τοὺς ὡς σμικρῶν τούτων καὶ φαύλων ἀν‐ αίτιον ἡγησαμένους τὴν γένεσιν. Ὁ Παρμενίδης ταύτην αὐτοῦ τὴν ἔννοιαν ἐπιδιορθοῦται, τὸ ἀναίτιον οὐδαμῶς προσιέμενος· πᾶν γὰρ τὸ γι‐
10γνόμενον ὑπ’ αἰτίου τινὸς ἐξ ἀνάγκης γίγνεσθαί φησι καὶ ὁ Τίμαιος· παντὶ γὰρ ἀδύνατον χω‐ ρὶς αἰτίου γένεσιν ἔχειν. Οὐδὲν οὖν ἐστιν οὕτως ἄτιμον καὶ φαῦλον, ὃ μὴ μετέχει τοῦ ἀγαθοῦ κἀκεῖθεν ἔχει τὴν γένεσιν, ἐπεὶ, κἂν τὴν ὕλην
15εἴποις, εὑρήσεις καὶ ταύτην ἀγαθὸν, κἂν αὐτὸ τὸ κακὸν, εὑρήσεις καὶ τοῦτο μετέχον ἀγαθοῦ τινος, καὶ οὐδὲ ἄλλως ὑποστῆναι δυνάμενον ἢ τῷ ἀγαθῷ χρωννύμενον καὶ μεταλαμβάνον ἀγα‐ θοῦ τινος. Ἀλλ’ αἱ μὲν τῶν ἀνθρώπων δόξαι
20τὰ σμικρὰ καὶ εὐτελῆ τῆς θείας αἰτίας ἐξάπ‐ τειν ἐξαισχύνονται, πρὸς τὴν τούτων ἀποβλέ‐ πουσαι φύσιν, οὐ πρὸς τὴν ἐκείνης δύναμιν, καὶ ὅτι τῶν μειζόνων οὖσα γεννητικὴ πολλῷ πλέον ἐστὶ καὶ τῶν ἐλαττόνων, ὥς πού φησι καὶ ὁ
25Ἀθηναῖος ξένος. Οἱ δὲ ὄντως φιλόσοφοι, πάντα ὅσαπέρ ἐστιν ἐν τῷ κόσμῳ καὶ μεγάλα καὶ σμικρὰ προνοίας ἐξάψαντες, οὐδὲν ἄτιμον οὐδὲ ἀπόβλητον ἐν τῷ οἴκῳ τοῦ Διὸς ὁρῶσιν, ἀλλὰ πάντα ἀγαθὰ καθόσον ἐκ προνοίας ὑφέστηκε,
30καὶ καλὰ κατ’ αἰτίαν γεγονότα τὴν θείαν. Ὅτι δὲ ὁ Σωκράτης ἀναιρῶν ἀπὸ τούτων τῶν σμι‐ κρῶν καὶ ἐνυλοτάτων τὴν εἰδητικὴν αἰτίαν ἀν‐ ῄρει καὶ πᾶσαν αἰτίαν, ἔλαβεν ὁ Παρμενίδης ἐκ τοῦ προειπεῖν ἐκεῖνον ὅτι ταῦτά ἐστι μόνον
35ἅπερ ὁρῶμεν· εἰ γὰρ ἐπεσκέπτετο ὡς οὐδὲν ἀναιτίως ἐστὶν, οὐκ ἂν ταύτην ἀφῆκε τὴν φω‐ νὴν αὐτίκα. Ἡ θρὶξ μὴ ἐχέτω μὲν παράδειγμα
νοερὸν, ἐχέτω δὲ φυσικὸν λόγον αἴτιον. Ἆρ’ οὖν
in Prm
.

836

οὐκ ἀνάγκη μὴ ταύτην εἶναι τρίχα μόνον ἣν ὁρῶμεν, ἀλλὰ κἀκείνην τὴν ἐν τῷ λόγῳ τῆς φύσεως; δηλοῖ δὲ τοῦ ἀγαθοῦ ἕνεκα καὶ τρίχας ποιοῦσα ἐν τοῖς ζώοις, καὶ οὐ μάτην οὐδὲ ταύ‐
5τας ὑποστήσασα· καὶ ἡ ἔκλειψις ἡ τούτων παρὰ φύσιν, διατιθεῖσα τὰ δεόμενα τῆς ἀπ’ αὐτῶν βοηθείας. Πάλιν ὁ πηλὸς, εἰ ἐκ τέχνης γέγο‐ νεν, ἔστιν αὐτοῦ τὸ εἶδος ἐν τῇ διανοίᾳ τοῦ τεχνίτου· εἰ δὲ καὶ πνεύματα ἄττα χαίρει τού‐
10τοις ῥύπῳ καὶ πηλῷ, πρὸς ἃ καὶ οἱ γόητες βλέ‐ ποντες χρῶνται τούτοις εἰς τὰς ἑαυτῶν πράξεις, καὶ τῆς γοητείας διὰ τῶν δαιμόνων οὔσης, ὡς ἐν Συμποσίῳ μεμαθήκαμεν, τί θαυμαστὸν τοὺς χαίροντας αὐτοῖς δαίμονας ἔχειν τὰ εἴδη καὶ
15τούτων, ὡς καὶ τοὺς τῶν μορίων προστάτας τῆς ἰδίας τούτων περιγραφῆς τοὺς λόγους περιειλη‐ φέναι φαμέν; Καὶ εἰ ἀπορήσειας δὲ τῶν προσ‐ εχῶν αἰτιῶν, ἐπ’ αὐτὴν ἀνάδραμε τὴν μίαν τοῦ ὄντος αἰτίαν, ἀφ’ ἧς πάντα τὰ ὄντα προελή‐
20λυθε, καὶ ἐκείνην φάθι καὶ τούτοις παρέχειν τὴν γένεσιν, ὡς μηδὲ τούτων ἀναίτιον εἶναι τὴν ὑπόστασιν. Καὶ ἴσως ἔπρεπε τῷ Παρμενίδῃ τῷ τὸ ἓν ὂν τὸ πρὸ τῶν εἰδῶν ὁρῶντι τὸ κατ’ αἰτίαν προτιθέναι τοῦ κατ’ εἶδος, καὶ διὰ τοῦτο καὶ
25αὐτὸς ἐπιπλήττει τῷ Σωκράτει, μετὰ τῶν εἰ‐ δῶν ἀναιροῦντι καὶ τὴν ἄλλην πᾶσαν αἰτίαν, δέον μὴ κατ’ εἶδος μὲν νοερὸν αὐτὸν ὑποτίθε‐ σθαι τὴν γένεσιν, κατ’ αἰτίαν δὲ πρεσβυτέραν τῶν εἰδῶν, ἐπεὶ καὶ ὅταν ἡμεῖς τὰ τεχνητὰ
30ποιῶμεν, ποιεῖ ταῦτα καὶ ὁ νοῦς· πᾶν γὰρ τὸ ὑπὸ τῶν δευτέρων γιγνόμενον μειζόνως ὑπὸ τῶν πρώτων ἀποτελεῖται, ἀλλ’ οὐκ εἰδητικῶς, ἀλλὰ κατὰ τὸ ὂν αὐτὸ μόνον. Καί τοί γε ἡμεῖς κατά τινας λόγους ἰδίους αὐτὰ ποιοῦμεν, ἀλλ’ εἰδο‐
35ποιοὶ μὲν καὶ ἡμεῖς ἐν τούτοις, οὐσιοποιὸς δὲ ὁ νοῦς, καὶ ὧν εἰδοποιὸς ὁ νοῦς, οὐσιοποιὸς ἡ μονὴ τῶν ὄντων· κρείττων γὰρ ἐκείνη τῆς εἰδη‐
τικῆς πάσης αἰτίας. Ὡσαύτως καὶ ὁ Σωκράτης
in Prm
.

837

οὖν πρὸς τὴν εἰδοποιὸν αἰτίαν τεταμένος εἰκό‐ τως οἷον ἀναίτιον αὐτῶν ὑπέλαβε τὴν γένεσιν,
καὶ ὁ Παρμενίδης εἰς τὴν πρὸ τῶν εἰδῶν αἰτίαν
in Prm
.

838

ἀναδραμὼν ἐκεῖθεν καὶ τούτοις τὴν οὐσίαν ἐκδιδομένην ἐθεώρησε· πάντα γὰρ τὰ ὄντα
ἐκεῖθεν.
in Prm
.

tit4

ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ.
in Prm
.

837

(4)

Τόδε δ’ οὖν μοι εἰπ· δοκεῖ σοι, ὡς
5φῂς, εἶναι εἴδη ἄττα, ὧν τάδε τὰ ἄλλα μεταλαμβάνοντα τὰς ἐπωνυμίας αὐτῶν ἴσχειν; (P. 130 E.) Τοῦ Σωκράτους ἐν τοῖς πρὸς τὸν Ζήνωνα λό‐ γοις τὰ εἴδη καὶ εἶναι καὶ μετέχεσθαι ὑπὸ τῶν
10τῇδε φαμένου, καὶ διὰ τούτων τῶν ἐνταῦθα μετεχομένων ἀναδραμόντος ἐπὶ τὴν ἐκείνων κοινωνίαν, ἤδη τινὲς ᾠήθησαν τὸν Παρμενίδην ὥσπερ ἀμυνόμενον τὸν Σωκράτη καὶ τὴν κατὰ τοῦ Ζήνωνος ἐπίπληξιν πρὸς ἀμφοτέρας ἵστα‐
15σθαι τὰς τοῦ Σωκράτους ἐννοίας καὶ πρὸς τὴν ὕπαρξιν τῶν εἰδῶν καὶ πρὸς τὸν τρόπον τῆς μετοχῆς, καὶ διὰ μὲν τῶν προειρημένων ἀπαν‐ τᾷν ὡς οὐκ ἔστι τὰ εἴδη, διὰ δὲ τῶν ῥηθησο‐ μένων ὡς οὐ μετέχεται ὑπὸ τῶν αἰσθητῶν, μο‐
20νονουχὶ λέγοντα σαφῶς ὅτι, καὶ εἴ τις αὐτοῖς ὕπαρξιν δοίη καὶ οὐσίαν, ἀδύνατός ἐστιν ὁ τῆς μετοχῆς αὐτῶν τρόπος· οὔτ’ ἄρα ἔστιν, οὔτε, εἰ ἔστι, μετέχεται ὑπὸ τῶν αἰσθητῶν. Ἐκεῖ‐ νοι μὲν ταῦτα ᾠήθησαν, καὶ διά γε τῶν προ‐
25ειρημένων τοσοῦτον ἐπιδεδεῖχθαι πρὸς τοῦ Παρμενίδου ὡς οὐκ ἔστιν εἴδη· ἀλλὰ μὴν οὐ πάντων, ὡς καὶ αὐτῷ δοκεῖ τῷ Σωκράτει· οὐκ ἄρα ἔστιν εἴδη· καὶ τοῦτο πᾶσι δύνασθαι καὶ τὴν ἐπίπληξιν τὴν τοῦ Παρμενίδου τὴν πρὸς
30αὐτὸν, ἐπιδεικνύντος ὡς οὐ δεῖ τὰ μὲν ἐκεῖθεν παράγειν, τὰ δὲ ηὐτοματισμένως, ἀλλὰ πάντα ἐξ ἐκείνων, εἴπερ ἔστιν. Ἡμεῖς δὲ ὑπὲρ μὲν τῆς ἐπιπλήξεως διὰ τῶν πρόσθεν εἰρημένων ἐν‐ εδειξάμεθα τὸ δοκοῦν, ὑπὲρ δὲ τῆς πάσης μετα‐
35χειρίσεως τῶν λόγων τοσούτων φαμὲν ὅτι τε‐
in Prm
.

838

(4)

λεσιουργός ἐστιν ὁ τοῦ Παρμενίδου λόγος τῶν
5τοῦ Σωκράτους ἐννοιῶν καὶ διαρθρωτικὸς καὶ ἐναγωγὸς, ἐπαινῶν μὲν τὰ ἀδιάστροφα αὐτοῦ νοήματα, τελειῶν δὲ τὰ ἀτελέστερα καὶ διαρ‐ θρῶν τὰ συγκεχυμένα. Τεττάρων δὲ ὄντων προ‐ βλημάτων περὶ τὰς ἰδέας, ὡς διείλομεν, περὶ
10μὲν τοῦ εἰ εἰσὶν, οὐδὲν διεξελήλυθεν ἅτε ἀπο‐ δεχόμενος τὴν ὑπόθεσιν, περὶ δὲ τοῦ τίνων εἰσὶν, ἀνακρίνει αὐτὸν, καταμανθάνων εἴτε πάντα ἐξ‐ άπτει τῆς εἰδητικῆς ἀρχῆς ἢ καὶ ταύτης οἶδεν ἄλλην αἰτίαν πρεσβυτέραν· καὶ ἡ ἐπίπληξις,
15ὡς προείπομεν, εἰς ταύτην ἑώρα τὴν πρώτην αἰτίαν. Διέξεισι γοῦν ἄνωθεν ἀπὸ τῶν ὁλικωτά‐ των εἰδῶν διὰ τῶν μερικωτέρων καὶ τῶν ἀτο‐ μωτάτων ἐπὶ ταῦτα λοιπὸν, ἃ μὴ κατ’ εἶδος μὲν ὑπέστη νοερὸν, προῆλθε δὲ ἐκ τῆς μονάδος
20τῶν ὄντων ἁπάντων· καὶ οὕτως ἄνωθεν ἄχρι τῶν ἐσχάτων προχωρήσας, καὶ πάντα ἐξάψας τῆς πατρικῆς αἰτίας, καὶ τελεωσάμενος τὴν τοῦ Σωκράτους περὶ τούτων ἔννοιαν, μέτεισιν ἐπὶ τὸ τρίτον πρόβλημα τὸ περὶ τῆς μετοχῆς, ἀνά‐
25παλιν ἐνταῦθα μεταχειριζόμενος τὴν μαιείαν· πανταχοῦ μὲν γάρ ἐστι μαιευτικὸς ὁ τρόπος τῶν λόγων, ἀλλ’ οὐκ ἐλεγκτικὸς, καὶ πατρικὸς, ἀλλ’ οὐκ ἀμυντικός· διαφέρει δὲ ὡς ὅπου μὲν ἄνωθεν ἄχρι τῶν τελευταίων προιὼν, ὅπου δὲ
30κάτωθεν ἀνατρέχων ἐπὶ τοὺς προσήκοντας λόγους ταῖς θείαις αἰτίαις, καθ’ ἑκάτερα τῶν εἰδῶν τούτων τὸν Σωκράτη τελειῶν καὶ ἀνάγων καὶ διαρθρῶν τὰς ἐν αὐτῷ περὶ τούτων ἐννοίας. Ὁ μὲν οὖν τρόπος, ὥσπερ εἴρηται, τῶν λό‐
35γων τοιοῦτος προκλητικὸς τῶν αὐτοφυῶν ἐν‐
in Prm
.

839

νοιῶν, διαρθρωτικὸς τῶν ἀτελῶν, ἀναγωγὸς τῶν συνέπεσθαι δυναμένων ὄντως, τὴν πατρι‐ κὴν μιμούμενος αἰτίαν τὴν ἀπ’ ἄκρας τῆς τῶν ὄντων ὑποστάσεως τὰ πάντα σώζουσαν καὶ τε‐
5λειοῦσαν καὶ ἀνασπῶσαν ταῖς ἑαυτῆς ἀγνώστοις δυνάμεσι. Πάλιν δὲ ἡμῖν ἐπὶ τὴν τῶν πρα‐ γμάτων θεωρίαν ἐπιτρεπτέον, καὶ ῥητέον τὴν μετοχὴν ταύτην τίνα καὶ ὅπως συμβαίνειν νο‐ μίζομεν, ἔπειτα οὕτω τὰ τοῦ Πλάτωνος ἐπι‐
10σκεψόμεθα ῥήματα, τοσοῦτον προειπόντες ὅτι καὶ ἐνταῦθα ζητοῦμεν ὡς ἐπὶ τῆς ἑνώσεως τῶν εἰδῶν καὶ διακρίσεως τὸ πῶς· μετέχεσθαι γὰρ, εἰ ἔστι τὰ εἴδη, πάντες ἂν φαῖεν· πῶς δὲ μετ‐ έχοιτο ἂν ἀποροῦμεν, καὶ τοῦτο ζητεῖν τὸν
15Παρμενίδην ἐν τούτοις, ὡς ἐν ἐκείνοις τὸν Σωκράτη, πῶς διακέκριται τὰ εἴδη καὶ ἅμα συγκέκριται, εἴπερ ἁπλᾶ ἐστι καὶ οὐχ οἷα τὰ ὁρώμενα, ἐφ’ ὧν εὐπαράδεκτα ταῦτα πᾶσι. Τοῦτο δ’ οὖν προειπόντες ἐπὶ τὸ προκείμενον
20ἴωμεν. Λεγέσθω μὲν οὖν καὶ ὅτι ταῖς εἰς τὸ κάτοπτρον ἐμφάσεσιν ἐοίκασιν αἱ τῶν νοερῶν εἰδῶν μεθέξεις· ὥσπερ γὰρ ἐν ταύταις ἡ σχέσις καὶ ἡ θέσις εἴδωλον ποιεῖ τοῦ προσώπου θεω‐ ρεῖσθαι πρὸς τὸ κάτοπτρον, οὕτω δὴ καὶ ἡ τῆς
25ὕλης ἐπιτηδειότης, οἷον ἀνατεινομένη πρὸς τὸν δημιουργικὸν καὶ τὸν ἐν αὐτῷ πόρον, ἀναπλη‐ ροῦται παρ’ αὐτοῦ τῶν εἰδῶν. Λεγέσθω δὲ καὶ ὅτι προσέοικεν ἡ μέθεξις τοῖς τῶν σφραγί‐ δων τύποις πρὸς τοὺς κηρούς· καὶ γὰρ ἐκεῖνα,
30τὰ εἴδη λέγω, δίδωσιν ἴχνος τι ἑαυτῶν καὶ τύπον, καὶ οὐχ ὁ αὐτός ἐστιν οὗτος ὁ τύπος πρὸς τὴν σφραγῖδα τὴν τὸν τύπον ἀπεργασα‐ μένην, ὥσπερ οὐδὲ ἐκεῖ τὸ ἔνυλον εἶδος πρὸς τὸ ἀΰλον καὶ θεῖον, διαφέρει δὲ οὗτος ὁ τρόπος
35τοῦ πρὸ αὐτοῦ, καθόσον τι ἐπιδείκνυσι πάθος περὶ τὴν ὑποδοχήν· οὐδὲν γὰρ ἐκεῖ πάσχει τὸ ἔνοπτρον αἰσθητῶς, ὡς ἐνταῦθα ὁ κηρός. Ὅθεν καὶ οἱ μὲν τὴν ὕλην ἀπαθῆ τηροῦντες ἐν τῇ με‐ θέξει τῶν εἰδῶν, κατόπτρῳ μὲν ἐκείνην ἀπει‐
40κάζουσιν, εἴδωλα δὲ τὰ εἴδη καλοῦσι καὶ ἐμ‐
in Prm
.

840

φάσεις· οἱ δὲ τὴν ὕλην πάσχειν νομίζοντες τυποῦσθαί φασιν αὐτὴν ὡς τὸν κηρὸν ὑπὸ τῆς σφραγῖδος, καὶ τὰ εἴδη πάθη τῆς ὕλης καλοῦσι· καὶ οἱ μὲν εἰς τὴν πρώτην ὕλην βλέπουσιν,
5ἀπαθῆ τηροῦντες αὐτήν· παθοῦσα γὰρ ἀποίχοιτ’ ἂν ἁπλῆ οὖσα· οὐ γὰρ ἔχει τὸ ἁπλοῦν ᾧ μὲν πάθοι, ᾧ δὲ μένοι· οἱ δὲ, εἰς τὴν σωματότητα· ταύτην γὰρ τυποῦσθαι διὰ τῶν ποιοτήτων σω‐ ματικῶν οὐσῶν. Λεγέσθω δὲ αὖ καὶ ὅτι παρα‐
10πλήσιά πώς ἐστι ταῖς τῶν εἰκόνων ἀφομοιώ‐ σεσιν, εἴτε διὰ ζωγραφίας, εἴτε διὰ πλαστικῆς, εἴτε δι’ ἄλλης τινὸς τέχνης· ὅμοια γὰρ ὑπὸ τῆς θείας δημιουργίας τὰ τῇδε γίγνεται τοῖς θεοῖς μορφούμενα τοῖς εἴδεσι, καὶ διὰ τοῦτο καὶ ὁ
15αἰσθητὸς ὅλος διάκοσμος εἰκὼν προσαγορεύεται τοῦ νοητοῦ· διαφέρει δὲ τοῦτο λέγειν ἢ τὰ πρό‐ τερα, καθόσον τοῦτο μὲν διακρίνει τὸ ποιοῦν ἀπὸ τοῦ παραδείγματος, ἐκεῖνα δὲ ὡς ἑνὸς ὄν‐ τος ἀμφοῖν προῆγε τὴν ἀναλογίαν. Δεῖ δὲ αὖ
20εἰδέναι τοὺς τῶν πραγμάτων φιλοθεάμονας, ὅτι τούτων ἕκαστον τῶν εἰρημένων ἀτελές ἐστι καθ’ αὑτὸ, καὶ ἀδυνατεῖ μόνον παραστῆσαι ταῖς δια‐ νοίαις ἡμῶν τὴν ὅλην περὶ τῆς μετοχῆς ταύτης ἀλήθειαν. Πρῶτον μὲν γὰρ τὸ κάτοπτρον ὁρᾷς
25ὅτι διαστηματικὴν ἔχει τὴν ἐνέργειαν, δι’ ἧς ὑφίσταται τὸ εἴδωλον· ἐν γοῦν ἀδιαστάτῳ γε‐ νέσθαι τοιαύτην ἔμφασιν ἀδύνατον· ἔπειτα αὐτὸ τὸ πρόσωπον εἰς τὸ κάτοπτρον ἐπιστρέφει, τῆς νοερᾶς αἰτίας εἰς ἑαυτὴν καὶ οὐκ εἰς τὰ ἔξω
30βλεπούσης, εἰ δὲ καὶ δοκοῦσαν μὲν ἔχει μετά‐ δοσίν τινος, οὐκ ἀληθῶς δὲ οὖσαν· πάλιν γὰρ ἐπ’ αὐτὸ τὸ πρόσωπον γίγνονται τῶν ἀκτίνων αἱ ἀνακλάσεις, ὡς ἂν φαῖεν οἱ μηδὲν ἀπὸ τῶν ἐνορώντων εἴδωλον ἐκπίπτειν νομίζοντες. Δῆ‐
35λον δήπουθεν ὅτι καὶ τοῦτο τῆς τῶν εἰδῶν ἐστι μεθέξεως ἀλλότριον, ἐπεὶ καὶ εἰ ἔστιν, εἴδωλόν ἐστιν· ἐν τῷ ἐνόπτρῳ ἀπόῤῥοιαι γίγνονται τοῦ προσώπου τινὲς εἰς τὸ ἔνοπτρον, ὃ δὴ τοῖς εἴδε‐ σιν οὐ προσήκει· οὐδὲν γὰρ ἀπομερίζεται ἀπ’
40ἐκείνων εἰς τὰ τῇδε, οὐδὲ ἀποῤῥεῖ, ἀσωμάτων
in Prm
.

841

ὄντων καὶ ἀμερίστων. Τὸ δεύτερον τοίνυν ὁ τῆς σφραγῖδος τύπος Στωϊκῶν ὑποθέσεσι προσήκει ταῖς σωματικῶς λεγούσαις τὰ ποιοῦντα ποιεῖν καὶ τὰ πάσχοντα πάσχειν· ὠθισμοῦ γὰρ δε‐
5δέηται καὶ ἀντιτυπίας καὶ ἐπερείσεως καὶ οὐκ ἄλλως γέγονεν· ἔδει γὰρ καὶ τὸ ποιοῦν ὦσαι καὶ τὸ πάσχον ἀντιτυπῆσαι, καὶ οὕτως ἐναπο‐ τεθῆναι τὸν τῆς σφραγῖδος τύπον. Ἔπειτα ἔξω‐ θεν καὶ ποιεῖ τὸ ποιοῦν καὶ πάσχει τὸ πάσχον,
10τὸ δὲ εἶδος δι’ ὅλου χωρεῖ τοῦ ὑποκειμένου, καὶ ἔνδοθεν εἰς αὐτὸ δρᾷ· καὶ γὰρ ἡ φύσις ἔνδοθεν μορφοῖ τὸ σῶμα καὶ οὐκ ἔξωθεν ὥσπερ ἡ τέχνη, καὶ ἐπὶ πᾶσιν αὐτὸ τὸ μετεχόμενον πελάζει τῷ μετέχοντι. Δεῖ δὲ τὰ εἴδη πάντων ἐξῃρῆσθαι
15καὶ μηδενὶ συμμίγνυσθαι τῶν ἄλλων· εἰ δὲ καὶ εἰσδέχοιτό τι ἀπὸ τοῦ κηροῦ ἡ σφραγὶς, πολλοῦ ἂν δέοι προσεοικέναι τοῖς εἴδεσιν, ὧν ἄχραντος ἡ οὐσία καὶ ἄδεκτος τοῦ ἀλλοτρίου παντός. Τὸ τρίτον τοίνυν τὴν ἀπὸ τῶν εἰκόνων ἀναλογίαν
20ἐπιπολῆς μὲν δήπου καὶ ταύτην ὁρῶμεν ποιοῦ‐ σαν τῶν εἰδῶν ὅλα τὰ ὑποκείμενα μορφούντων καὶ ἔνδοθεν, πρὸ δὲ αὖ τούτων διῃρημένον ἔχου‐ σαν τό τε παράδειγμα καὶ τὸ ποιοῦν· οὔτε γὰρ τὸ παραδειγματικὸν γεννᾷ τὸ ἑαυτῷ ὅμοιον,
25οὔτε τὸ ποιητικὸν ἑαυτῷ ἀπεικάζει τὸ γιγνό‐ μενον, τὰ δὲ θεῖα εἴδη παραδείγματά ἐστιν ὁμοῦ καὶ δημιουργικὰ τῶν ὁμοιωμάτων· οὐ γὰρ τοῖς κηροπλαστικοῖς ἔοικε τύποις, ἀλλ’ ἔχει δραστήριον τὴν οὐσίαν καὶ ἀφομοιωτικὴν πρὸς
30αὐτὰ τῶν δευτέρων δύναμιν. Ταῦτ’ οὖν, ὅπερ εἴπομεν, ἅπαντα, τὰς ἐμφάσεις, τὰς σφραγῖ‐ δας, τὰς εἰκόνας, λεκτέον μὲν τὴν πρώτην εἰς τὴν τῶν ἀτελεστέρων βοήθειαν, ἵνα σημήνωμεν διὰ πάντων ὅπως δι’ ὁμοιότητος ὑφέστηκε τὰ
35εἰδοποιούμενα τῆς πρὸς τὰς ἰδέας (εἷς γάρ ἐστι τρόπος διὰ πάντων, ὁ δι’ ὁμοιώσεως ἀναφαινό‐ μενος)· ἰστέον γὰρ ὡς οὐδὲν ἐχούσας ἐπιστημο‐
νικὸν, οὐδὲ ἱκανῶς πάσας καταδραττομένας τῆς
in Prm
.

842

ἀληθινῆς μετουσίας τῶν θείων εἰδῶν. Ἔοικε δὲ καὶ ὁ Πλάτων διὰ ταῦτα ποτὲ μὲν εἰκόνας τὰ εἴδη λέγειν καὶ ζωγραφήμασιν εἰκάζειν, ποτὲ δὲ ἐκτυπώμασι, ποτὲ δὲ εἰδώλοις, ἐν Τιμαίῳ
5λέγων ὅτι τῷ δωδεκαέδρῳ διεζωγράφει τὸ πᾶν ὁ θεὸς, καὶ ὅτι ἐκτυποῦται ὑπὸ τῶν εἰδῶν τὸ πανδεχὲς, ἐν Σοφιστῇ δὲ ὅτι τὸ οὐκ ὄντως οὐκ ὂν εἴδωλόν ἐστιν, ὡς μηδενὸς τῶν τρόπων τού‐ των δυναμένου καθ’ ἑαυτὸν περιλαβεῖν τὸν τῆς
10μεθέξεως τρόπον, ἀλλ’ οὐδὲ ἄλλο τι παριστάν‐ τος αὐτοῖς. Ἴσως δὲ εἰ τὸν κυριώτατον τρόπον εὕροιμεν τῆς μετοχῆς, κατίδοιμεν ἂν καὶ ὅπη τῆς ἀληθείας ἕκαστον τούτων ἐφάπτεται, τῆς ὅλης ἀποτυγχάνον ἰδιότητος.
15 Δεῖ τοίνυν πρὸς τὴν μετοχὴν ταύτην αἰτιᾶ‐ σθαι μὲν τὴν αὐτῶν τῶν πρωτουργῶν καὶ θείων εἰδῶν δραστήριον δύναμιν, αἰτιᾶσθαι δὲ καὶ τὴν τῶν μορφουμένων κατ’ ἐκεῖνα καὶ μετε‐ χόντων ἐκεῖθεν εἰδοποιΐας ὄρεξιν· οὔτε γὰρ τὸ
20ποιητικὸν καὶ δραστήριον τῶν εἰδῶν ἱκανὸν μό‐ νον ἀπεργάσασθαι τὴν μέθεξιν· πανταχοῦ γοῦν αὐτῶν ὄντων ὁμοίως οὐ πάντα μετείληφεν ὁμοίως· οὔτε τὸ ὀρεκτικὸν τῶν μεθεξόντων χω‐ ρὶς τῆς ἐκείνων ποιήσεως· ἀτελὴς γὰρ ἡ ὄρεξίς
25ἐστι καθ’ ἑαυτὴν, τὰ δὲ τέλεια καὶ γόνιμα τῆς εἰδοποιΐας ἡγεῖται. Τοῖς μὲν οὖν τὸν νοῦν τελι‐ κὸν αἴτιον ποιοῦσιν, ἀλλ’ οὐχὶ καὶ δημιουργι‐ κὸν, ἐξ ἡμισείας ὑπάρχει τὸ ἀληθές· τὴν γὰρ ὄρεξιν ἀποδόντες τοῖς αἰσθητοῖς, ἀνεῖλον ἀπὸ
30τοῦ θείου τὴν τῆς ποιήσεως δύναμιν ηὐτοματι‐ σμένην ποιοῦντες τὴν τούτων ὑπόστασιν· πόθεν γὰρ τούτοις ἡ ὄρεξις, ἢ ὅθεν καὶ ἡ ὕπαρξις καὶ τὸ εἶναι αὐτῶν; πῶς δ’ ἂν καὶ ὀρέγοιντο τοῦ ἀγόνου, καὶ μηδὲν εἰς αὐτὰ μήτε δυναμένου δι‐
35δόναι μήτε διδόντος; Τοῖς δὲ ἐκεῖνο μὲν γόνι‐ μον ποιοῦσι, ταῦτα δὲ μὴ ὀρεγόμενα ἐκείνου, πάλιν ἄλλως ἀτελὴς καὶ ἄτοπος ὁ λόγος· πρῶτον
μὲν γὰρ πᾶν τὸ ποιοῦν εἰς τὸ παθεῖν πεφυκὸς
in Prm
.

843

ὑπ’ αὐτοῦ ποιεῖ καὶ εἰς τὸ δυνάμενον αὐτοῦ κατα‐ δέξασθαι τὴν ἐνέργειαν, ὥστε καὶ ὁ δημιουργός τι τοιοῦτον ποιήσει, τὸ δὲ ἐπιτήδειον εἰς ὅ τί ποτε διὰ τῆς ἐπιτηδειότητος αὐτῆς ἑαυτὸ
5προσάγει τῷ ποιῆσαι δυναμένῳ, τοῦτο δὲ δι’ ἐφέσεως· ἡ γὰρ προσέλευσις ὄρεξιν ἔχει τοῦ ᾧ πρόεισιν αἰτίαν· ἔπειτα καὶ πάντα ἂν ὡσαύτως εἶχεν, εἰ κατὰ μόνην ἕκαστον ἐγίγνετο τὴν θείαν ποίησιν· ἐκείνης γὰρ ὡσαύτως ἑστώσης
10καὶ πᾶσι παρούσης, εἰ μὴ παρὰ τὴν τούτων ἐπιτηδειότητα γίγνοιτο τὸ διάφορον, πόθεν αὐ‐ τοῖς ἡ ἐξαλλαγὴ καὶ τὸ τὰ μὲν ὡσαύτως ἀεὶ μετέχειν, τὰ δὲ ἄλλοτε ἄλλως; Ἀνάγκη γὰρ τοῖς μὲν τὸ ὑποκείμενον ἀεὶ τοιοῦτον ὑπάρχειν,
15οἷον κατέχειν τὸ εἶδος καὶ ἀεὶ δέχεσθαι τὴν ἐκεῖθεν δημιουργίαν, τοῖς δὲ ἄλλοις ποτὲ μὲν ἐπιτήδειον πρὸς τὴν τῶν εἰδῶν μέθεξιν, ποτὲ δὲ πρὸς τὴν τῶν ἀντικειμένων· δυνάμει γὰρ πᾶν τὸ ὂν, ἐνεργείᾳ δὲ οὐδὲν, καὶ τῆς τοῦ μᾶλλον
20καὶ ἧττον ἀναπεπλησμένον ἀοριστίας, ἄλλοτε ἀλλοίους ὑποδέχεται λόγους, πάντων μὲν ἀπο‐ λαύειν ἐφιέμενον, οὐ πάντων δὲ ἅμα μετέχειν δυνάμενον. Τῆς δ’ οὖν εἰδοποιΐας οὐ μόνον τὸ γόνιμον ἡμῖν τῆς τοῦ νοῦ δημιουργίας αἰτια‐
25τέον, ἀλλὰ καὶ αὐτὴν τὴν τούτων ὄρεξιν καὶ τὴν ἐπιτηδειότητα τὴν διάφορον, δρᾷν δὲ ἐκεί‐ νην καὶ δέχεσθαι τὴν ὑποκειμένην φύσιν, οὐκ ὤσεσι χρωμένην, ἀσώματος γάρ ἐστιν, οὐδὲ ἀορίστοις ὁρμαῖς ὡς ἡμεῖς, ἀπαθὴς γάρ ἐστιν,
30οὐδὲ βολαῖς τισι, τελεία γάρ ἐστιν, ἀλλ’ αὐτῷ τῷ εἶναι. Διὸ καὶ τὸ γιγνόμενον εἰκών ἐστι τοῦ
ποιοῦντος συνδρόμου, τῆς νοήσεως ἐκεῖ πρὸς
in Prm
.

844

τὴν οὐσίαν ὑπαρχούσης· διὸ καὶ ὡς νοεῖ, ποιεῖ, καὶ ὡς ποιεῖ, νοεῖ, καὶ ἀεὶ ἑκάτερον· διὸ καὶ τὸ γιγνόμενον ἀεὶ γίγνεται παρ’ αὐτῆς· ὁμοῦ γὰρ τῷ ποιοῦντι πανταχοῦ τὸ γιγνόμενον· ὅθεν
5καὶ ἐν τοῖς κατὰ χρόνον ὑφισταμένοις ἐν τῷ ἐξαίφνης παραγίγνεται τὸ εἶδος τῶν πρὸ τῆς παρουσίας αὐτοῦ ποιήσεων τὰ ἐμπόδια μόνον τῆς παρουσίας ἐξαιρουσῶν· καὶ γὰρ ἡ μὲν ἐξαί‐ ρεσις κατὰ τὸ νῦν, μιμουμένη τὴν ἀθρόαν καὶ
10αἰώνιον τῶν πάντων γένεσιν διὰ τὴν ἐπιτη‐ δειότητα τῆς ὑποδοχῆς. Πόθεν δὴ οὖν αὕτη καὶ πῶς ἐγγενομένη; τοῦτο γὰρ ἑξῆς ἐπισκεπτέον. Ἢ ἀπὸ τῆς πατρικῆς αἰτίας καὶ ποιητικῆς φήσομεν· πᾶσαν γὰρ τὴν ὑποκειμένην τῷ δη‐
15μιουργῷ φύσιν, ἵνα τοῖς τὰ θεῖα σοφοῖς ἐπ‐ αναπαύσωμεν τὸν λόγον, παρήγαγε μὲν ὁ πα‐ τὴρ ὁ νοητὸς, ὅστις ποτὲ οὗτός ἐστιν, ἐμφάσεις δὲ εἰς αὐτὴν κατέπεμψεν ἄλλος πατὴρ ἅμα καὶ ποιητὴς, ὁλικῶς δὲ ἐκόσμησεν ὁ ποιητὴς ἔμ‐
20παλιν καὶ πατὴρ, συνεπλήρωσε δὲ διὰ τῆς μεριστῆς δημιουργίας ὁ ποιητὴς μόνον. Καὶ διὰ ταύτας τὰς τέτταρας αἰτίας, ἄλλη μὲν ἡ πρὸ πάσης εἰδοποιΐας ὕλη πανδεχές τι οὖσα καὶ ἄμορφον εἶδος, κατὰ τὸν Τίμαιον, ἄλλο δὲ τὸ
25δεξάμενον τὰ ἴχνη τῶν εἰδῶν καὶ πλημμελὲς καὶ ἄτακτον, ἄλλος δὲ ὁ ὅλος κόσμος καὶ ἐξ ὅλων ὑποστὰς πρὸς τὸ παντελὲς παράδειγμα καὶ μονογενὲς, ἄλλος δὲ ὁ ἐκ πάντων συμπε‐ πληρωμένος τῶν ἐν αὐτῷ ζώων καὶ πάντα τε
30καὶ θνητὰ τῶν διαφόρων ὑποστησάντων ταῦτα πρὸ τοῦ κόσμου παντὸς αἰτίων. Ἀλλὰ τίνα
μὲν τὰ αἴτια ταῦτα, θεολόγων διδάσκουσι
in Prm
.

845

παῖδες, καὶ διὰ ταῦτα ἄρα οὐ δεῖ σε θαυ‐ μάζειν πόθεν αἱ διάφοροι ἐπιτηδειότητες· τὰ γὰρ ἐνταῦθα δοκοῦντα εἶναι διατελέστερα τῶν ἀρχικωτέρων ἐστὶ δυνάμεων ἐν ἐκείνοις ἀπο‐
5τελέσματα διὰ τὴν ἐκείνων ἀπερίγραφον περιου‐ σίαν ἄχρι καὶ τῶν τελευταίων προϊέναι δυνα‐ μένων, καὶ τῷ ἀορίστῳ τῆς ἑαυτῶν φύσεως μιμεῖται τὴν ἐκείνων ἄῤῥητον ὕπαρξιν. Ἐκεί‐ νων δ’ οὖν ἔχει τὰς ἐμφάσεις τὸ ὑποκείμενον,
10τό τε ἓν λέγω καὶ τὰς πολλὰς καὶ διαφόρους ἐπιτηδειότητας, ἀφ’ ὧν εἰς ἔφεσιν καθιστάμενα τῶν εἰδῶν καὶ τὸ τῆς ὑποπληρώσεως τῶν δη‐ μιουργικῶν λόγων καὶ τῆς τοιαύτης συμπλο‐ κῆς τὸν ἐμφανῆ κόσμον ὑπεδέξατο καὶ τῆς ὅλης
15μετέσχε ποιήσεως. Εἰ δέ γε πάλιν ἐπιποθοῖμεν ἰδεῖν τὸ συναγωγὸν τῆς τε δημιουργικῆς δυνά‐ μεως καὶ τῆς τῶν δεχομένων ἐπιτηδειότητος, τὸ ἀγαθὸν εὑρήσομεν αὐτὸ πάσης τῆς ἑνώσεως αἴτιον ὄν· καὶ γὰρ τὰ δεχόμενα δι’ ὄρεξιν
20τοῦ ἀγαθοῦ πρόεισι τοῖς κοσμικοῖς αἰτίοις, καὶ τὰ δημιουργικὰ εἴδη διὰ τὸ ἀγαθὸν ποιεῖται τὴν εἰς τὰ δεύτερα πρόοδον, μιμούμενα τὴν τῶν ἀγαθῶν πάντων πηγὴν, ἣ πάσας ὑπέστησε τὰς θείας διατάξεις διὰ τὴν ἑαυτῆς ἀγαθότητα,
25εἰ θέμις εἰπεῖν. Ἔχομεν οὖν τριπλῶς ταύτας τὰς αἰτίας τῆς μετοχῆς, τῶν εἰδῶν τὴν ἀγαθότητα τὴν μίαν, τὴν δημιουργικὴν τῶν εἰδῶν δύνα‐ μιν, τὴν τῶν δεχομένων τὰς ἐκεῖθεν ἐλλάμ‐ ψεις ἐπιτηδειότητα. Κατὰ δὴ ταύτας τὰς αἰ‐
30τίας τῆς μετοχῆς γιγνομένης, ὁρᾷς ὅπως καὶ τῇ ἐμφάσει καὶ τῇ ἀνακλάσει προσεικάζειν αὐ‐ τὴν δυνατόν· καὶ γὰρ ἡ ἐπιτηδειότης καὶ ἡ ὄρεξις τούτοις ἄνωθεν αἰτία γιγνομένη τῆς πρὸς ἐκεῖνα πάλιν αὐτοῖς ἐπιστροφῆς· καὶ τῇ σφρα‐
35γῖδι μέντοι τρόπον ἕτερον· ἡ γὰρ δραστήριος τῶν αἰτιῶν δύναμις ἴχνη τῶν εἰδῶν ἐνδίδωσι
τούτοις καὶ τύπους φαινομένους ἀπὸ τῶν ἀφα‐
in Prm
.

846

νῶν· καὶ τρίτον αὐταῖς εἰκόσιν· ἔφαμεν γὰρ καὶ τὴν δημιουργικὴν αἰτίαν ἀμφοτέρων εἶναι συμ‐ πλεκτικήν· τοιοῦτον δέ τι καὶ ὁ τὴν εἰκόνα ποιῶν δρᾷ, συνάγει πως τό τε ὑποκείμενον καὶ
5τὸ παράδειγμα· τοῦτο γὰρ ἐνεργὸν ποιήσας ἀποτίθεται τὸν ἐκείνῳ προσόμοιον τύπον, ὥστε καὶ ταῦτα ἐφάπτεταί πη τῆς ἀληθείας. Εἰ δὲ ἀδυνατεῖ τὸ ὅλον πρᾶγμα περιλαβεῖν ἕκαστον, οὐ θαυμαστόν· ταῦτα γὰρ πάντα μεριστὰ καὶ
10αἰσθητὰ, τούτοις δὲ ἀπερίληπτος ἡ τῶν ἀφα‐ νῶν καὶ θείων αἰτιῶν ἰδιότης, ἀλλ’ ἀγαπητὸν εἰ καὶ λόγῳ δυναίμεθα δηλοῦν αὐτήν. Ἐπειδὴ δὲ, ὡς ὑπομέμνησται πολλάκις, ἀεὶ τὰ δεύτερα τῶν πρὸ αὑτῶν ἐξήρτηται, δῆλον ὡς τὰ μὲν
15οὐράνια τῶν θείων εἰδῶν ἐξάψομεν κἀκεῖθεν ὑπο‐ δέχεσθαι τὴν σύμπασαν εἰδοποιΐαν φήσομεν, τὰ δὲ θνητὰ καὶ ἐκ τῶν οὐρανίων πολλὴν κατα‐ δέχεσθαι ποικιλίαν ἐν ταῖς γενέσεσι, καὶ οὕτω τὸν ὅλον κόσμον ἀπὸ τῶν ὅλων εἰδῶν τὴν φαι‐
20νομένην πᾶσαν τάξιν εἰληχέναι καὶ τὸ ἓν εἶδος τὸ τῶν ἐν αὐτῷ πάντων συνεκτικόν. Ταῦτα μὲν οὖν περὶ τούτων. Εἰωθότων δὲ θρυλλεῖν τρόπους τινὰς μετοχῶν τρεῖς, τύπω‐ σιν, ἔμφασιν, ὁμοίωσιν (μετέχει μὲν γὰρ ὁ
25κηρὸς τῆς τυπουμένης μορφῆς ὑπὸ τῆς σφραγῖ‐ δος, δέχεται δὲ τὸ ὕδωρ τὰς τῶν ὁρωμένων ἐμφάσεις εἴδωλα, τάδε δοκοῦντα μὲν εἶναι, ὄντα δὲ οὐδαμῶς· καὶ τρίτον ὁμοιοῦται τῷ Σω‐ κράτει πλαττόμενος ὁ κηρὸς ἢ γραφόμενος ὁ
30πίναξ), καὶ τούτων ὅπως διενηνόχασιν ἀλλήλων προδήλων ὄντων, ἤδη μέν τις τῶν πάνυ γεν‐ ναίων κατὰ πάντας τοὺς τρόπους ἔφατο γίγνε‐ σθαι τὴν μετοχήν· καὶ γὰρ τυπωτικῶς μετ‐ έχειν τὰ αἰσθητὰ τῶν εἰδῶν, ἀλλὰ τῶν φυσικῶν·
35οὗτοι γὰρ οἱ λόγοι δύνουσί πως ὡς σφραγῖδες κατ’ αὐτῶν· καὶ ἐμφάσεις δέχονται εἰδητικῶς,
ἀλλ’ ἀπὸ τῶν ψυχικῶν εἰδῶν· ὅθεν καὶ οἷον εἴ‐
in Prm
.

847

δωλα γίγνεται ψυχῶν ζωοποιούμενα παρ’ αὐτῶν τρανεστέραις ζωαῖς, καὶ ὡς εἰκόνες ὁμοιοῦνται τοῖς εἴδεσι τοῖς νοεροῖς, ὡς καὶ ὁ Τίμαιός φη‐ σιν εἰκόνα τοῦ νοητοῦ ζώου τὸ αἰσθητόν· δι’ ἃ
5δὴ, φησὶν, εἰκόνες μὲν ταῦτα τῶν νοερῶν εἰ‐ δῶν, ἔνοπτρα δὲ τῶν ψυχικῶν, τυπώματα δὲ τῶν φυσικῶν. Ἐμοὶ δὲ ἀστεῖα μὲν εἶναι καὶ ταῦτα δοκεῖ, καὶ μάλιστα ὅτι πολλαχοῦ τὰ τρία ταῦτα συμπλεκόμενα θεωρεῖν ἔξεστιν· αὐ‐
10τίκα τοῦ σπουδαίου καὶ σώφρονος ἀνδρὸς τὸ σῶμα φαίνεται δήπου καὶ αὐτὸ καλὸν καὶ ἐρά‐ σμιον, μεταλαμβάνον μὲν τοῦ φυσικοῦ κάλλους προσεχῶς καὶ ὑπ’ αὐτοῦ τυπούμενον εἰς τὸν ὄγκον τὸν σωματικὸν, ἐμφάσεις δὲ ἀπὸ τοῦ ψυ‐
15χικοῦ κάλλους δεχόμενον, ὡς ἴχνος ἐκείνου φέ‐ ρον ἔσχατον διὰ μέσης τῆς ψυχῆς πρὸς αὐτὸ τὸ καλόν· διὸ καὶ ἀπὸ τῆς ἐμφάσεως ταύτης τὸ εἶδος τῆς ζωῆς δηλοῦται σωφρονικὸν ἢ ἀνδρικὸν ὂν καὶ σεμνὸν ἤ τι τοιοῦτον ὁμοιούμενον. Καὶ
20τὸ ἄγαλμα μὲν τὸ ἔμψυχον μετέλαβε μὲν τυ‐ πικῶς, εἰ τύχοι, καὶ τῆς τέχνης τοιῶσδε με‐ μορφωμένον τορνευούσης αὐτὸ καὶ ξεούσης καὶ ἐκτυπούσης, ἐμφάσεις δὲ ἔσχε ζωτικὰς ἀπὸ τοῦ παντὸς δι’ ἃς καὶ ψυχοῦσθαι λέγεται, ὡμοίω‐
25ται δὲ ὅλον πρὸς τὸν θεὸν οὗ ἐστιν ἄγαλμα· τὰ γὰρ σύμβολα, δι’ ὧν ὁ τελεστὴς ᾤκισεν αὐτὸ πρὸς τήνδε τὴν τάξιν ὅμοιον, πρὸς ἐκείνην ἀπερ‐ γάζεται τεταγμένος ἀνάλογον τῷ δημιουργοῦντι τὴν εἰκόνα πρὸς τὸ παράδειγμα τὸ οἰκεῖον.
30Κάλλιον δὲ ἴσως καὶ θεολογικώτερον μὴ διῃρη‐ μένως οὕτω λέγειν, ἀλλὰ τῶν νοερῶν εἰδῶν καὶ
μετέχειν ὡς παρόντων φάναι τὰ αἰσθητὰ, καὶ
in Prm
.

848

ἐμφάσεις δέχεσθαι, καὶ ὡς εἰκόνας ὁμοιοῦσθαι πρὸς αὐτά. Καὶ γὰρ ὁ Πλάτων ἐν αὐτοῖς τού‐ τοις τὰ τῇδε μεταλαμβάνειν ἁπλῶς ἔφατο τῶν εἰδῶν ὡς ἂν τῶν πρώτων εἰδῶν κατὰ πάντας
5τοὺς τρόπους μετεχομένων ὑπὸ τῶν αἰσθητῶν. Τρεῖς εἰσι μεταξὺ τάξεις θεῶν, ἡ τῶν ἐγκο‐ σμίων, ἡ τῶν ἀπολύτων, ἡ τῶν ἡγεμονικῶν· διὰ μὲν τὴν τῶν ἐγκοσμίων θεῶν τάξιν τυπικῶς μεταλαμβάνειν τὰ τῇδε τῶν εἰδῶν· οὗτοι γάρ
10εἰσιν οἱ προσεχῶς αὐτοῖς ἐπιστατοῦντες· διὰ δὲ τὴν τῶν ἀπολύτων ἐμφάσεις δέχεσθαι· καὶ γὰρ οὗτοι πῶς μὲν ἐφάπτονται αὐτῶν, πῶς δὲ οὒ, καὶ ταῖς ἐξῃρημέναις ἑαυτῶν δυνάμεσιν εἴδωλα τῶν πρώτων παρέχονται ταῖς αἰσθητοῖς· διὰ
15δὲ τὴν τῶν ἀφομοιωτικῶν (οὗτοι γάρ εἰσιν οὓς ἡγεμονικοὺς κεκλήκαμεν) ὁμοιοῦσθαι τὰ αἰσθητὰ τοῖς νοεροῖς. Διὰ δὲ τὴν μίαν ἄρα δημιουργι‐ κὴν πηγὴν καὶ αἰτίαν καὶ ἡ τύπωσις καὶ ἡ ἔμφασις καὶ ἡ ὁμοίωσις γίγνεται καὶ διὰ τὴν
20ἀγαθότητα αὐτῆς τὴν τελεσιουργὸν τῶν ὅλων. Τοσαῦτα καὶ περὶ τούτων εἰρήσθω μοι συν‐ τόμως· ἐπὶ δὲ τὴν λέξιν μετὰ ταῦτα χωρητέον καὶ πειρατέον ἕκαστα προβιβάζειν εἰρημένοις. Ἐξ ἀρχῆς οὖν οὕτω λεκτέον· τὸ μὲν δοκεῖ
25σοι προκαλεῖται τὸ δόγμα τὸ Σωκρατικὸν καὶ ἀνεγείρει πρὸς τὴν ἐπίβλεψιν αὐτὸν τὴν ἑαυ‐ τοῦ· συνεχέστερον γὰρ ἀτενίζων εἰς ταύτην τὴν περὶ τῶν ἰδεῶν ὑπόθεσιν τελεωτέραν αὐ‐ τῆς ἐποιήσατο τὴν ἀντίληψιν. Τὸ δὲ ὡς φῂς
30κατὰ κοινὴν ὁμολογίαν προάγοντός ἐστι τὸν λόγον· οὐ γὰρ τοῦτο πρόκειται νῦν ἐκεῖνον ἐκ
τῶν αὑτοῦ θεωρημάτων καταβάλλειν, ἀλλὰ ταῖς
in Prm
.

849

κοιναῖς ἀρχαῖς τὰς ἀκολούθους ἀποδείξεις ἀνευ‐ ρεῖν· μαιεία γάρ ἐστι καὶ οὐκ ἔλεγχος, ὡς ἤδη πολλάκις ὑπεμνήσαμεν. Τὸ δὲ εἴδη εἶναι ἄττα αὐτοῖς προείρηται, ὥς τινων τὰ εἴδη
5καὶ οὐ πάντων, οὐδὲ ὅσων αἴτιον τὸ ἕν· οὐδὲ γὰρ τοσούτων τὸ ὂν ὅσων τὸ ἕν. Τὸ δὲ ὧν τάδε τὰ ἄλλα, καὶ διὰ τοῦ τάδε τό τε αἰσθητὸν καὶ μερικὸν αὐτῶν ἐδήλωσε, καὶ διὰ τοῦ τὰ ἄλλα τὸ διῃρημένον. Πόῤῥω γὰρ ὄντα
10τῶν οἰκείων ἀρχῶν ἀπὸ μὲν τῆς ἐκείνων ὁλό‐ τητος εἰς μερικὸν κατέληξεν, ἀπὸ δὲ τῆς ἑνώ‐ σεως αὐτῶν εἰς πᾶν προελήλυθε σκεδασμοῦ καὶ ἑτερότητος· ἐνταῦθα γὰρ τὸ Ἐμπεδόκλειον νεῖ‐ κος καὶ ὁ γιγαντικὸς πόλεμος, ἐκεῖ δὲ ἡ φιλία
15καὶ ἡ ἕνωσις καὶ ἡ ἑνοποιὸς τῶν ὅλων θεός. Καὶ μὴν καὶ τὸ τὰς ἐπωνυμίας τῶν εἰ‐ δῶν ἐκείνων ὥσπερ καὶ τὴν οὐσίαν μεταδίδο‐ σθαι τοῖς τῇδε πάνυ δαιμονίως εἴρηται καὶ τῶν Πλατωνικῶν ἀρχῶν ἐπαξίως. Ὅσοις μὲν γὰρ
20ἔδοξε θέσει τὰ ὀνόματα μόνον εἶναι, οὗτοι καὶ τῆς θέσεως τοὺς πολλοὺς κυρίους ἐποίησαν, καὶ ἀπὸ τῶν αἰσθητῶν ἔχειν τὴν ἀρχὴν τὰ ὀνόματά φασι· ταῦτα γὰρ ὑπόπτωτα τοῖς πολ‐ λοῖς ὄντα πρῶτα τετευχέναι τῶν οἰκείων ὀνο‐
25μάτων, ἀπὸ δὲ τούτων κατά τινας ἀναλογίας τοὺς ἐμφρονεστέρους ὀνόματα καὶ αὐτοὺς θέσθαι ταῖς ἐμφανέσιν οὐσίαις· εἰ οὖν καὶ ὁ θεὸς λέ‐ γοιτο ζῶον ἀΐδιον παρ’ αὐτοῖς, καὶ τοῦτό ἐστι τὸ αἰσθητὸν, τοῦτο μὲν πρώτως ἕξει τὴν τοιαύ‐
30την προσηγορίαν, ἐκεῖνο δὲ δευτέρως, καὶ κατὰ ἀναλογίαν ἡμῶν τὴν ἐπωνυμίαν μεταφερόντων, οὐδὲν διαφέρον εἴτε ζῶον τοῦτο καλοίη τις, εἴτε καὶ ἄλλο ὁτιοῦν αὐτῷ θείη τὸ ὄνομα· προσαρ‐
μόττειν ἄλλα ἄλλοις λέγουσι πράγμασι, καὶ
in Prm
.

850

ἕκαστον εἰκόνα τινὰ φέρειν τοῦ πράγματος ἐφ’ ᾧ κεῖται, καὶ τάς τε τῶν στοιχείων δυνάμεις καὶ τὴν σύνθεσιν αὐτῶν τὴν τοιάνδε καὶ τὸν ἀριθμὸν ἄγαλμα ἐδέδοκτο ποιεῖν ἕκαστον τοῦ
5τυγχάνοντος· εἶναι γὰρ τὸ πρᾶγμα τυγχάνον. Οὗτοι δήπου καὶ τοῖς ἔμφροσιν ἀναθήσουσι τὴν τῶν ὀνομάτων εὕρεσιν, ὥς φησιν ὁ ἐν τῷ Κρα‐ τύλῳ Σωκράτης ὑπὸ τῷ διαλεκτικῷ τὰ ὀνόμα‐ τα τιθέμενος, καὶ ἕκαστον πρώτως μὲν ἐπὶ
10τῶν ἀΰλων εἰδῶν κεῖσθαι, δευτέρως δὲ ἐπὶ τῶν αἰσθητῶν· ἐπειδὴ γὰρ ἔμφρονες ὑπόκεινται καὶ διαλεκτικῆς ἀπολαύσαντες, δῆλον ὅτι γιγνώ‐ σκουσι τὰ ἄϋλα εἴδη καὶ ἀκριβῶς ὄντα ἅ ἐστι πρὸ τῶν ἐνύλων καὶ φαινομένων, καὶ ὅτι μᾶλ‐
15λον ἐκεῖνα καὶ ὀνομάζειν καὶ γιγνώσκειν ἢ ταῦτα δυνατόν. Τὸ γοῦν ἐνταῦθα λεγόμενον ἴσον ἀναπέπλησται τοῦ ἐναντίου· καθαρῶς οὖν ἴσον οὐκ ὂν πῶς ἂν ἔχοι κυρίως τὴν τοῦ ἴσου προσ‐ ηγορίαν, ὅμοιον ὡς εἴ τις τὸ πυροειδὲς ἐκάλει
20πῦρ μὴ σῶζον τὴν ἰδιότητα τοῦ πυρός; Ἀλλὰ καὶ ἄνθρωπος ἂν λέγῃς, οὐδὲ τοῦτο περὶ τοῦ αἰσθητοῦ κυρίως· ἐρεῖς γὰρ, φαινόμενος ἄνθρω‐ πος πολλαχῆ καὶ οὐκ ἄνθρωπός ἐστι. Τὰ γοῦν μόρια τὰ ἐν αὐτῷ ἐξ ὧν ἐστιν οὐκ εἰσὶν ἄνθρω‐
25ποι· μοναχῶς οὖν ἄνθρωπος ὢν πολλαχῶς οὐκ ἄνθρωπός ἐστιν· ὁ δὲ αὐτοάνθρωπος οὐ πῆ μὴν ἄνθρωπός ἐστι, πῆ δὲ οὒ, ἀλλ’ ὅλος δι’ ὅλου τοιοῦτος, καὶ ὅ τι ἂν αὐτοῦ λάβοις ἄνθρωπός ἐστιν, ὥσπερ δὴ καὶ τὸ τοῦ καλοῦ πᾶν μέρος
30καλὸν, καὶ τὸ τῆς κινήσεως κίνησις. Ὅλως γὰρ οὐδὲν τῶν εἰδῶν ἐκ τῶν ἀντικειμένων αὐτοῖς ὑφέστηκεν· οὔτε γὰρ ἐξ ἀνοήτων ὁ νοῦς, οὔτε ἐκ μὴ ζώντων ἡ ζωὴ, οὔτε ἐκ μὴ κινήσεων ἡ
κίνησις, οὔτε καλὸν ἐκ μὴ καλῶν, ὥστε οὐδὲ
in Prm
.

851

ἄνθρωπος ἐκ μὴ ἀνθρώπων, οὐδὲ ἄλλο οὐδὲν ἐκ μὴ τοιούτων οἷον αὐτό ἐστιν· ἦν γὰρ ἂν σύν‐ θετον καὶ ἐπεισοδιῶδες ἔχον τὸ ἰδίωμα γε‐ γονὸς ἐκ μὴ τοιούτων, οἷον αὐτὸ λέγεταί τε
5καί ἐστιν. Ὁρᾷς οὖν ὅτι καὶ τὸ ἄνθρωπος ἐπὶ μὲν τοῦ νοεροῦ εἴδους λέγεται κυρίως, ἐπὶ δὲ τοῦ αἰσθητοῦ οὐ κυρίως οὐδὲ πάντη ἀληθῶς. Τὰ ἄρα ὀνόματα, εἴπερ ἐστὶν ἀγάλματα τῶν πραγμάτων λογικὰ, τῶν ἀΰλων ἐστὶν εἰδῶν
10πρώτως, δευτέρως δὲ τῶν αἰσθητῶν· ἐκεῖθεν ἄρα καὶ τὴν οὐσίαν ἔχει καὶ τὴν ἐπωνυμίαν τὰ τῇδε, καθάπερ ἐν ἄλλοις τέ φησι καὶ ἐν τού‐ τοις ὁ Πλάτων, ἅμα καὶ διὰ τὰς ἐπωνυμίας ἐν‐ δειξάμενος ὅτι ἄρα καὶ τὸ ὄνομα τούτοις ἐπί‐
15θετόν ἐστιν ὥσπερ καὶ τὸ εἶναι ἐπισκεύαστον, οἷον εἴ τις πρᾶγμα οὐ σεμνὸν ἐπιχειρεῖ σεμνῶς ὀνομάζειν, οὐ τὸ αὐτὸ δηλούσης αὐτῷ τῆς ἐπω‐ νυμίας ἐπὶ τοῦ μὴ σεμνοῦ· καὶ γὰρ ἐνταῦθα τὸ ἄνθρωπος, τὸ ὄνομα λέγω, ἄλλως μὲν ἄγαλ‐
20μα τοῦ θείου λέγοις ἂν εἴδους, ἄλλως δὲ τοῦ αἰσθητοῦ. Καίτοι πολλοῖς τισιν ἔδοξεν ὁ Πλά‐ των τοῖς μὲν συνωνύμως, τοῖς δὲ ὁμωνύμως τὰ αὐτὰ κατηγορεῖν τῶν τε νοητῶν καὶ αἰσθη‐ τῶν· ἐμοὶ δὲ δοκεῖ τρόπον ἕτερον ὁμωνύμως
25λέγειν καὶ οὐχ ὃν ἐκεῖνοι προειλήφασιν· οὐ γὰρ οὕτως ὁμώνυμον τὸ ἄνθρωπος, ὡς ὄνομα ψιλὸν κατὰ δυοῖν πραγμάτοιν κείμενον, ἀλλ’ ὡς ἀφομοιούμενον πρώτως μὲν ἐκείνῳ, δευτέ‐ ρως δὲ τούτῳ, διὸ καὶ οὐ ταὐτόν ἐστιν ὁ ἄν‐
30θρωπος ὅταν ἐπὶ τοῦ νοητοῦ λέγωμεν καὶ ὅταν ἐπὶ τοῦ ἐνύλου· τὸ μὲν γὰρ θείου πράγματός ἐστιν εἰκὼν, τὸ δὲ αἰσθητοῦ. Ἀλλ’ οἷον εἴ τις αὐτὴν τὴν Ἀθηνᾶν ἰδὼν τοιαύτην, οἵαν Ὅμη‐ ρός φησι,
35 Πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ’ οὔδει, Ποικίλον, ὅν ῥ’ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν· Ἡ δὲ χιτῶν’ ἐνδῦσα Διὸς νεφεληγερέταο Τεύχεσιν ἐς πόλεμον θωρήσσετο [δακρυόεντα]· εἰ δ’ οὖν τις ταύτης τυχὼν τῆς θέας ἐθέλοι
40γράψαι τῆς Ἀθηνᾶς ἧς εἶδεν εἰκόνα καὶ γρά‐
ψειεν, ἕτερος δὲ τὴν Φειδίου θεασάμενος, ἐχέ‐
in Prm
.

852

τω δὲ σχῆμα ταὐτὸν, ἐθέλοι καὶ αὐτὸς εἰς πίνακα τὸ εἶδος μεταγαγεῖν καὶ μεταγάγοι, δοκοῦσι μὲν αὐτῶν αἱ εἰκόνες τοῖς ἐπιπολῆς οὐδὲν διαφέρειν, ἔχει δὲ ἄλλην μὲν ἔμφασιν ἡ
5τοῦ τὴν θεὸν ἰδόντος, ἀπεψυγμένην δὲ ἀφομοί‐ ωσιν, ἅτε ἀψύχου πράγματος οὖσαν, ἡ τοῦ τὴν χαλκῆν μιμησαμένου. Τὸν αὐτὸν δὴ τρόπον, καὶ τὸ ἄνθρωπος ἐπ’ ἀμφοῖν λεγόμενον οὐχ ὡσαύτως ἐστὶν ἀμφοτέρων εἰκών· οὗ μὲν γάρ
10ἐστι παραδείγματος εἰκὼν, οὗ δὲ εἰκόνος καὶ εἰδώλου εἴδωλον. Οὕτω καὶ ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης τὸν ἔρωτα τὸ ὄνομα τότε μὲν ἄλλως ἐξηγήσατο, βλέπων εἰς τὸν θεῖον Ἔρωτα, καὶ πτερωτὸν αὐτὸν εἰπὼν, τοτὲ δὲ ἄλλως, βλέπων
15εἰς τὸ εἴδωλον ἐκείνου καὶ περὶ τὴν ῥώμην τῆς ἐπιθυμίας αὐτὸν ἔρωτα καλεῖσθαι λέγων. Ὥσπερ οὖν τὸ εἶναι οὐ ταὐτὸν, οὕτως οὐδὲ τὸ ὄνομα ταὐτόν· καὶ ὡς τὸ εἶναι τοῖς ἀκυρωτέ‐ ροις ἀπὸ τῶν κυριωτέρων, οὕτω καὶ τὸ ὄνομα
20τοῖς δευτέροις ἀπὸ τῶν προτέρων. Ὅλως γὰρ, ἐπεὶ διὰ τῶν ὀνομάτων τὰς διακεκριμένας περὶ τῶν πραγμάτων ἐννοίας βουλόμεθα σημαίνειν, ἡ δὲ διάκρισις καὶ ἄμικτος καθαρότης ἐκεί‐ νοις ἂν ἐφαρμόζοι τὰ ὀνόματα πρώτως, ἀλλ’
25οὐ τούτοις ἐν οἷς πολλὴ πρὸς τὰ ἐναντία σύμ‐ μιξίς ἐστι, τῷ λευκῷ πρὸς τὸ μέλαν, τῷ ἴσῳ πρὸς τὸ ἄνισον, τοῖς τοιούτοις. Ἐπεὶ καὶ εἴ τις θεῖτο τοὺς πολλοὺς ὀνοματοθέτας γεγονέ‐ ναι, καὶ οὐ τοὺς σοφοὺς, φαίη ἂν καὶ τούτους
30ὁ Πλάτων κατὰ τοὺς ἐν Γοργίᾳ ποιοῦντας ἃ βούλονται, ὀνομάζειν μὲν ἃ δοκεῖ αὐτοῖς, μὴ ὀνομάζειν δὲ ἃ βούλονται· ὅταν γὰρ τουτὶ τὸ ἴσον καλῶσι πρώτως, ἔννοιαν ἔχοντες ἁπλῶς ἰσότητος, ἐπιφέρουσι τούτῳ τὴν τοῦ ἴσου προσ‐
35ηγορίαν, καὶ οἴονται μὲν τοῦτο ὀνομάζειν, ἀποφέρονται δὲ ἐπὶ τὸ πρώτως ἴσον, ἐκεῖνο γὰρ μόνως ἴσον καὶ ἄνισον. Ἀλλ’ ὅτι μὲν τὰ ὀνόματα πρώτως ἐπὶ τῶν νοητῶν ἐστιν εἰδῶν καὶ ἐκεῖθεν ἥκει μετὰ τῆς οὐσίας τοῖς αἰσθη‐
40τοῖς, ἐκ τούτων δῆλον· δεῖ δὲ γιγνώσκειν ὅτι
ταῦτα εἴρηται περὶ τῶν ὀνομάτων, ὧν ἡ ἡμε‐
in Prm
.

853

τέρα ψυχὴ δύναται θεωρεῖν, ἐπεὶ πολλαὶ τά‐ ξεις εἰσὶ καὶ τῶν ὀνομάτων, ὥσπερ δὴ καὶ τῶν γνώσεων· καὶ τὰ μὲν αὐτῶν θεῖα λέγεται, δι’ ὧν οἱ καταδεέστεροι θεοὶ τοὺς πρὸ αὑτῶν ὀνο‐
5μάζουσι, τὰ δὲ ἀγγελικὰ, δι’ ὧν οἱ ἄγγελοι ἑαυτούς τε καὶ τοὺς θεοὺς, τὰ δὲ δαιμόνια, τὰ δὲ ἀνθρώπινα. Καὶ τὰ μέν ἐστι ῥητὰ καὶ ἡμῖν, τὰ δὲ ἄῤῥητα, καὶ ὅλως, ὥσπερ ἡμᾶς ὁ Κρα‐ τύλος ἀναδιδάσκει, καὶ πρὸ τούτου ἡ ἔνθεος
10παράδοσις καὶ γνῶσις καὶ ὀνομασία διάφορός ἐστι καὶ ἐξῃρημένη τῆς ἡμετέρας παρ’ αὐτοῖς τοῖς θεοῖς. Οἷον ὁμοιότητος μὲν μεταλαβόντα ὅμοια, μεγέθους δὲ μεγάλα, κάλλους δὲ
15καὶ δικαιοσύνης δίκαιά τε καὶ καλὰ γίγνεσθαι; Πάνυ γε, φάναι τὸν Σω‐ κράτη. (P. 131 A.) Περὶ μὲν τῆς ὁμοιότητος εἴρηται καὶ πρότερον ὅτι τοῦτο ἴδιον αὐτῆς ἀφομοιοῦν τὰ
20δεύτερα τοῖς πρώτοις, καὶ τὸν ἕνα σύνδεσμον τῶν ὅλων συνέχειν· ὅθεν καὶ οὐχ ἁπλῶς συμ‐ βεβηκὸς τῶν τῇδε πραγμάτων, ἀλλὰ τελειωτι‐ κὸν τῆς ἑκάστων οὐσίας· τὸ γὰρ τέλειον ἑκά‐ στοις παραγίγνεται κατὰ τὴν πρὸς τὸ νοερὸν
25εἶδος ὁμοίωσιν. Ὡς γὰρ τέλος τῆς ψυχῆς ἐστιν ἡ πρὸς τὸν νοῦν ὁμοίωσις, οὕτω καὶ τῶν αἰσθη‐ τῶν ἐστι πάντων ἀγαθὸν ἡ πρὸς τὰ νοερὰ καὶ θεῖα εἴδη ὁμοιότης. Τό τε οὖν κοινὸν αὐτοῖς καὶ τὸ τελεσιουργὸν πόθεν ἢ ἐκ τῆς νοερᾶς ὁμοιό‐
30τητος, εἰ δὲ βούλει, καὶ τὸ συμπληρωτικὸν τῆς οὐσίας; ἑκάστου γὰρ τὸ εἶναι κατὰ τοῦτο ἀφώ‐ ρισται, τὸ ὁμοιοῦσθαι λέγω τοῖς νοητοῖς· καὶ διότι ἐκείνοις ὡμοίωται, διὰ τοῦτο δὴ καὶ ἔστιν ὅ ἐστιν ἕκαστον. Ὑπὲρ δὲ τοῦ μεγέθους
35εἰδέναι χρὴ τοὺς τῆς ἀληθείας φιλοθεάμονας, ὅτι οὐχ ἁπλῶς τοῦτ’ ἔστι τὸ τῆς διαστάσεως αἴτιον· οὐδὲ γὰρ τοιοῦτόν ἐστι τοῦτο τὸ μέγε‐ θος, ὁποῖον γεωμετρῶν παῖδες λέγουσιν· ἐκεῖνοι
μὲν γὰρ τὸ ὁπωσοῦν διαστατὸν μέγεθος προσ‐
in Prm
.

854

αγορεύουσιν, εἴτε γραμμὴν, εἴτε ἐπίπεδον, εἴτε στερεὸν λαμβάνομεν· ὁ δὲ Πλάτων οὐ τὸ παν‐ τὸς διαστήματος αἴτιον εἶδος μέγεθος προσ‐ αγορεύειν εἴωθεν, ἀλλ’ ὃ τὴν καθ’ ἕκαστον
5γένος ὑπεροχὴν παρέχει τοῖς πράγμασιν. Οὕτως ἄρα καὶ ἐν Φαίδωνι διὰ μὲν τὸ μέγεθος μέγα προσαγορεύειν εἴωθε, καὶ ἄλλο ἄλλου γίγνεσθαι μεῖζόν φησι, διὰ δὲ τὴν σμικρότητα ἄλλο ἄλ‐ λου ἔλαττον· καίτοι καὶ ἐν τῷ ἐλάττονι διά‐
10στημά τί ἐστι, καὶ ἦν ἂν καὶ ἐν τούτῳ τὸ γεωμετρικὸν μέγεθος, ἀλλ’ οὐ τοιοῦτο τὸ αὐτο‐ μέγεθος, ἀλλ’ οἷον τὸ αἴτιον τῆς ὑπεροχῆς καὶ τῆς ἐξῃρημένης δυνάμεως, ἀπὸ θεῶν ἀρχόμενον καὶ προϊὸν μέχρι τῶν ἐσχάτων. Οὕτω γὰρ καὶ
15αὐτὸς ἐν Φαίδρῳ μέγαν ἡγεμόνα τὸν Δία προσ‐ είρηκεν, ὡς ὑπερέχοντα τῶν ἄλλων ἡγεμόνων καὶ ὄντα πάντων ἡγεμονικώτερον· ἐν δὲ τῷ Συμποσίῳ τὸν Ἔρωτα δαίμονα μέγαν, ὡς τὴν ἀκρότητα κατειληφότα τοῦ δαιμονίου. Εἰ δὲ
20καὶ ψυχὰς εἰώθαμεν λέγειν ὡς μεγαλοψύχους τινὰς καὶ μεγαλόφρονας, εἴη ἂν τὸ μέγα καὶ ἐν ταύταις οἰκείως· καὶ ἄλλως, κατὰ τὸ μεγα‐ λουργὸν καὶ μεγαλοπρεπές· διὸ καὶ ἐν Πολι‐ τείᾳ ταῖς φιλοσόφοις φύσεσιν ἀπονέμει τὸ μεγα‐
25λοπρεπὲς, ὡς ὕψους καὶ μεγέθους ἀντεχομένας. Εἰ δὲ καὶ ἐν σώμασιν ἄλλο ἄλλου μεῖζόν ἐστι καὶ ὑπερανέχον διὰ τὸ αὐτὸ μέγεθος, ὥς φησιν ὁ ἐν Φαίδωνι Σωκράτης, εἴη ἂν καὶ ἐν τούτοις τὸ μέγα κατὰ τὴν αὐτῶν τάξιν. Ἄνωθεν ἄρα
30διήκει καὶ μέχρι τῶν ἐσχάτων· ἐν μὲν θεοῖς ἑνιαίως, τοῦτο δέ ἐστι κατὰ τὴν τῆς ἑνώσεως ὑπερβολὴν θεωρούμενον· ἐν δὲ δαίμοσι δυνατῶς, τοῦτο δέ ἐστι κατὰ τὴν δύναμιν· δαίμοσι γὰρ ἡ δύναμις οἰκεία, καὶ τὸ ἐν τούτοις μέγα τὸ
35δυνατώτερόν ἐστιν· ἐν δὲ ψυχαῖς ζωτικῶς, κατὰ γὰρ τὸ ὑψηλότερον τῆς ζωῆς εἶδος ἐν ταύ‐ ταις ἐστὶ τὸ μεῖζον· ἐν δὲ σώμασι διαστημα‐ τικῶς· ὅπου μὲν γὰρ ἡ ὑπεροχὴ κατὰ τὴν ἕνω‐
σιν, ὅπου δὲ κατὰ τὴν δύναμιν, ὅπου δὲ κατὰ
in Prm
.

855

τὸ εἶδος τῆς ζωῆς, ὅπου δὲ κατὰ τὸ πηλίκον μόνον καὶ τὴν διάστασιν, πανταχοῦ δὲ τὴν αὐτὴν ἰδιότητα παρεχόμενον. Εἰ οὖν κοινόν ἐστι καὶ πανταχοῦ διῆκον, ἔχει προηγουμένην
5αὑτοῦ νοερὰν αἰτίαν. Καὶ μὲν καὶ τὸ αὐτόκαλλος εὐμετρίας ἐστὶ χορηγὸν καὶ ἑνώσεως τοῖς εἴδεσι καὶ τῆς ἐρασμίου τελειότητος, ὃ καὶ ψυχαῖς δίδωσι τὸ ἐν αὐταῖς καλὸν, καὶ σώμασι προσλάμπει φέγ‐
10γος ἀφ’ ἑαυτοῦ καλλοποιὸν, οἷον ἄνθος ἐν αὐτοῖς ὂν, καὶ ἐποχούμενον τοῖς πολλοῖς εἴδεσι, καὶ τὸν λόγον τῶν ὑλικῶν αἰτιῶν ἐπικρατέστερον ποιοῦν. Δεῖ γὰρ τὴν ἐπικράτειαν τοῦ λόγου καὶ τοῦ εἴδους προηγεῖσθαι τῆς τοῦ κάλλους παρ‐
15ουσίας, ὅθεν δὴ καὶ τὰ οὐράνια τῶν τῇδε μᾶλ‐ λον καλά· τὸ γὰρ εἶδος ἐκεῖ κρατεῖ τελέως τῆς ὑποκειμένης φύσεως· τὰ δὲ νοητὰ τῶν οὐρανίων μᾶλλον, εἴδη γάρ ἐστι μόνον. Ἐκεῖνο οὖν τὸ πρώτως καλὸν στίλβον ἐναργέστατα καὶ τὸ κυ‐
20ρίως καλόν· τὸ γὰρ ἐνταῦθα συμμιγές ἐστι πρὸς τὸ αἶσχος. Ὡς γὰρ ἡ ὕλη καλοῦ μετέσχε διὰ τὸ εἶδος, οὕτω τὸ εἶδος αἴσχους ἀνεπλήσθη διὰ τὴν ὕλην· αὕτη γὰρ αἰσχρὰ καὶ ἀκαλλής. Λοιπὸν δὴ τὴν δικαιοσύνην εἴπωμεν ὡς αὐτοπραγίας
25τοῖς εἴδεσιν αἰτία· διὰ γὰρ ταύτην ἕκαστον ἐν ἑαυτῷ ἐστι καὶ ποιεῖ τὸ ἐπιβάλλον ἑαυτῷ· καὶ οὐ τὸ μὲν μέγεθος μικρὰ ποιεῖ, ἡ δὲ σμικρότης ὑπεροχὰς δίδωσιν, οὐδὲ ἡ μὲν ὁμοιότης διαιρεῖ τὰ δεύτερα τῶν πρώτων, ἡ δὲ ἀνομοιότης συν‐
30άγει καὶ ἑνοῖ, ἀλλ’ ἑκάστη τῶν ἰδεῶν τὸ οἰκεῖον ἔργον ἀποπληροῖ, καὶ τὴν ἑαυτῆς ἐνέργειαν ἐνεργεῖ, καὶ πρὸς ἑαυτὴν ἔστραπται, καὶ ἑαυ‐ τῆς ἐστι. Καὶ οὐ μόνον ἐπὶ τῶν νοητῶν οὕτως, ἀλλὰ καὶ ἐν τῷ οὐρανῷ πᾶσαι αἱ δυνάμεις τὸ
35αὑτῶν ἑκάστη πράττουσι, καθάπερ φησὶν ὁ ἐν Φαίδρῳ Σωκράτης. Καὶ ἐν ἡμῖν τότε δικαιο‐ σύνη ἐστὶν, ὅταν τὰ μόρια τὴν ἑαυτῶν ἐνέργειαν διασώζῃ καὶ τὸ σχῆμα τὸ ἑαυτοῖς πρέπον· καὶ ἐν πόλει παραπλησίως. Ἔστιν οὖν καὶ τὸ δίκαιον
40τελεσιουργὸν τῶν εἰδῶν καὶ ζωῆς, καὶ κοινὸν
in Prm
.

856

καὶ διὰ πάντων διῆκον. Προηγεῖται δὲ ἄρα καὶ τοῦδε μία τις εἰκὼν νοερὰ, καθ’ ἣν πάντα τὰ δίκαια λέγεταί τε δίκαια καὶ ἔστιν. Οὐκοῦν ἤτοι ὅλου τοῦ εἴδους ἢ μέ‐
5ρους ἕκαστον τὸ μεταλαμβάνον μετα‐ λαμβάνει; ἢ ἄλλη τις ἂν μετάληψις χωρὶς τούτων γένοιτο; Καὶ πῶς ἄν; εἶπε. (P. 131 A.) Καὶ περὶ τὸν πρότερον λόγον καὶ περὶ τοῦ‐
10τον τὸν νυνὶ προκείμενον ὁρῶ τὴν αὐτὴν ἀμ‐ φισβήτησιν οὖσαν τῶν ἐξηγήσεων· αἵ τε γὰρ ἀποδεχόμεναι τὰ συνημμένα τὰς προσλήψεις ἐπιῤῥαπίζουσι, καὶ αἱ τὰς προσλήψεις προσιέ‐ μεναι τῶν συνημμένων ἀπογινώσκουσι. Τοῦ οὖν
15προτέρου λόγου τοιῶσδέ πως ὑπ’ αὐτῶν συντε‐ θέντος, εἰ ἔστι τὰ εἴδη, πάντων ἔστι τὰ εἴδη, ἀλλὰ μὴν οὐ πάντων, ὡς σὺ φῂς, οὐκ ἄρα ἔστιν· αἱ μὲν ἀσπάζονται τὸ συνημμένον, ὅσαι πάν‐ των ἰδέας ὑποτίθενται· τὴν δὲ πρόσληψιν οὐ
20προσίενται, καὶ διὰ τοῦτο τὸν Σωκράτη φασὶν ἐπιπεπλῆχθαι δικαίως ὡς οὐ πάντων ἰδέας ὑπο‐ τιθέμενον, αὗται τὸν Παρμενίδην ἀποδεχόμεναι, τὴν δὲ Σωκράτους εὐλάβειαν ἄκυρον τιθέμεναι· αἱ δὲ ἔμπαλιν ἀσπάζονται μὲν τὴν πρόσληψιν,
25τὸ δὲ συνημμένον ὡς οὐκ ὀρθὸν ἀτιμάζουσι· τὸ γὰρ εἰ ἔστιν εἴδη, πάντων ἔστιν εἴδη, ψεῦδός φασι, τὸ δὲ ἀλλὰ μὴν οὐ πάντων ἀληθὲς, αὗται τὸν μὲν Σωκράτη λίαν ἀποδεχόμεναι τῆς ἀρνή‐ σεως, τὴν δὲ Παρμενίδειον ἐπίπληξιν ἀποβάλ‐
30λουσαι. Προείρηται δὲ ὑφ’ ἡμῶν ὅπως καὶ ἡ Σωκράτους ἄρνησις εὔστοχος, καὶ ἡ Παρμενί‐ δειος ἐπίπληξις ἔνθεος, καὶ ὅπως οὐ πρὸς ἀναί‐ ρεσιν τῶν εἰδῶν ἔβλεπεν ὁ λόγος, ἀλλ’ ἐξέ‐ τασιν μόνην τοῦ δευτέρου προβλήματος. Πάλιν
35δὴ κατὰ τὸν δεύτερον τοῦτον λόγον τοῦ τρίτου προβλήματος ὄντα τοιοῦτον, εἰ μετέχεται τὰ εἴδη ὑπὸ τῶν αἰσθητῶν, ἢ ὅλων αὐτῶν μετεί‐ ληχε ταῦτα ἢ μερῶν, ἀλλ’ οὔτε ὅλων οὔτε με‐ ρῶν, οὐκ ἄρα μετέχεται· κατὰ καὶ τοῦτον δὴ
40οὖν τὸν λόγον, αἱ μὲν τὸ συνημμένον ἐγκρινοῦ‐
in Prm
.

857

σαι ἀναιροῦσι τὴν πρόσληψιν, αἱ δὲ ἀνάπαλιν. Αἱ μέν γέ φασιν ἀληθὲς τὸ, εἰ μετέχει τὰ τῇδε τῶν εἰδῶν, ἢ ὅλων αὐτῶν ἢ μερῶν μετέχειν· τοῦ γὰρ ὅλου καὶ μέρους οὐδὲν εἶναι μεταξὺ,
5διότι μέρος αὐτοῖς τὸ οὐχ ὅλον· τὸ δὲ, ἀλλὰ μὴν οὔτε ὅλων οὔτε μερῶν, ψεῦδος· ὅλων γὰρ μετέχει· πῶς γὰρ οὐχ ὅλος ὁ ἄνθρωπος ἐν ἑκά‐ στῳ τῶν μερικῶν, καὶ ὅλον τὸ κύκνειον εἶδος ἐν κύκνοις, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως; Αἱ δὲ
10ἀποσκορακίσασαι τὸ συνημμένον ἀποδέχονται τὴν πρόσληψιν, οὐχ ὑγιὲς μὲν λέγουσαι τὸ, εἰ μετέχει τὰ τῇδε τῶν εἰδῶν, ἢ ὅλων ἢ μερῶν μετέχειν· καὶ γὰρ ἄλλος τρόπος ἐστὶ μετοχῆς, φασίν· ὑγιὲς δὲ αὖ ἐκεῖνο τὸ, ἀλλὰ μὴν οὔτε
15ὅλων οὔτε μερῶν μετέχει· τρόπον γὰρ ἄλλον μετέχει καὶ οὐ κατ’ οὐδέτερον τούτων. Εἰ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἀμφοτέρων ἀμ‐ φότεραι καταψηφίζονται καὶ τοῦ Σωκράτους καὶ αὐτοῦ τοῦ Παρμενίδου, τοῦ μὲν ὡς σοφιζομένου,
20τοῦ δὲ ὡς ἀπατωμένου. Καίτοι γε ὁ Παρμενίδης ἀπαγορεύει καὶ τῷ Σωκράτει μὴ πρὸς ἀνθρώπων ἀποβλέπειν δόξας, ἀλλὰ πρὸς αὐτὴν τὴν τῶν πραγμάτων φύσιν· καὶ οὐ δήπου παρὰ πόδας αὐ‐ τὸς τῷ πιθανῷ παρακρούεται τὸν Σωκράτη τῆς
25τῶν πραγμάτων ἀληθείας ἀφιστάμενον. Μήποτε οὖν ἄμεινον λέγειν ὅτι διὰ τῆς εἰς τὸ δευτέρον πρόβλημα γυμνασίας ἄνωθεν ἀπὸ τῶν ὁλικω‐ τάτων εἰδῶν διὰ τῶν μεσῶν καὶ τῶν θείων ἀτό‐ μων εἰς ταῦτα κατέληξε προϊὼν, ἃ τοιαύτην
30ἔχει τὴν φύσιν, οἵαν δι’ ἀσθένειαν καὶ ὕφεσιν μηδὲ εἰδητικὴν ἔχειν αἰτίαν, ἀλλὰ ἄλλως συν‐ τάττεσθαι τοῖς ἐκ τῶν εἰδῶν γενομένοις. Πάλιν οὖν κάτωθεν ἂν εἴη ἐπὶ τοῦ τρίτου προβλήμα‐ τος, δεικνὺς κατὰ τίνα τρόπον ἡ μετοχὴ γίγνε‐
35ται τῶν εἰδῶν, καὶ ὅτι οὔτε σωματικὴν οὔτε ἔνυλον οἰητέον τὴν μέθεξιν, οὔτε ἄλλην τινὰ τῶν προσηκουσῶν δευτέραις καὶ τρίταις καὶ με‐ ρισταῖς ὑποστάσεσιν, ἀλλά τινα τούτων ἐξῃρη‐ μένην, καὶ αὐτοῖς μόνοις προσήκουσαν τοῖς δη‐
40μιουργικοῖς καὶ πρωτουργοῖς καὶ ἄλλοις εἴδεσι.
Τρόποι γὰρ, οἶμαι, πολλοὶ τῶν μετοχῶν εἰσιν·
in Prm
.

858

ἄλλως γοῦν θεοὶ μετέχειν λέγονται θεῶν, ἄλ‐ λως ἄγγελοι θεῶν, ἄλλως δαίμονες ἀγγέλων ἢ θεῶν, ἄλλως αἱ ψυχαὶ τῶν δαιμόνων ἢ τῶν ἀγγέλων ἢ τῶν θεῶν, ἄλλως τὰ αἰσθητὰ τῶν
5ψυχῶν ἢ κρειττόνων γενῶν ἢ αὐτῶν τῶν θεῶν, ἄλλως σώματα σωμάτων. Δεῖ δὴ οὖν ἡμᾶς ἐξε‐ τάσαι ποῖόν τινα τρόπον μετοχῆς ἐπὶ τῶν εἰ‐ δῶν ῥητέον, ἵνα τελέως καταδησώμεθα τὸ τρί‐ τον πρόβλημα· καὶ πρὸ πάντων εἰ σωματικὴ
10τῶν εἰδῶν ἡ μετάληψις, καὶ εἰ μετέχει τὰ τῇδε τῶν εἰδῶν, ὡς ἂν τὸ σῶμα μετασχῇ σώμα‐ τος. Τοῦτο δὲ πέφυκε διττῶς μετέχειν· ἢ γὰρ ὅλον εἰς ἑαυτὸ σπᾷ τὸ μετεχόμενον, ἢ μέρος· καὶ γὰρ ὅταν πεινῶμεν, ὅλου μετέχομεν τοῦ
15βρώματος· ἔλαττον γὰρ ὂν τὸ μετεχόμενον εἰς τὸ μεῖζον δύναται χωρεῖν· καὶ ἐπειδὴ συν‐ έστημεν ἀπὸ τῶν ὅλων στοιχείων, μέρους ἀπ’ αὐτῶν ἑκάστου μετέχομεν· τὸ γὰρ ἐν ἡμῖν πῦρ ἐκ τοῦ ὅλου, καὶ τὸ ὕδωρ ὁμοίως, καὶ τῶν λοι‐
20πῶν ἑκάτερον· καὶ ἡμεῖς ἐσμὲν οἱ τῶν ὅλων μετέχοντες, οὐ τὰ ὅλα ἡμῶν, ὥς φησιν ὁ ἐν τῷ Φιλήβῳ Σωκράτης. Οὐκοῦν ἐν ταῖς σωματι‐ καῖς μεταλήψεσιν, ἢ ὅλου γίγνεται ἡ μέθεξις, ἢ μέρους· εἰ δὲ μήτε ὅλου μήτε μέρους, οὐκ ἂν
25εἴη σωματικὴ τῶν εἰδῶν ἡ μετάληψις, καὶ οὕ‐ τως ἐπ’ ἄλλον μεταβήσεται τρόπον καὶ αὖθις ἄλλον, ἕως ἂν διελέγξῃ πάντας τοὺς μὴ προσ‐ ήκοντας τῇ προκειμένῃ μεταλήψει τῶν εἰδῶν. Καὶ διὰ ταῦτα ἄρα καὶ ἐν τούτοις ἀνακινῶν
30τὸν Σωκράτη πρὸς τὴν τελεωτέραν ἐπιβολὴν ἐπ‐ ήνεγκεν, ἢ ἄλλη τις ἂν μετάληψις χωρὶς τούτων γένοιτο, μαιευόμενος αὐτὸν καὶ ἐρεθίζων πρὸς τὴν θεωρίαν τῆς ἀσωμάτου μεθ‐ έξεως· ὁ δὲ τοῦτο ἐπὶ τῶν ἀσωμάτων ὁρῶν
35ἐνδίδωσι τῇ ἐρωτήσει, καὶ συμπρόεισι τοῖς ἐλέγ‐ χοις τῶν ὑποθέσεων· δείκνυται γὰρ ὡς οὔτε ὅλων δυνατὸν οὔτε μερῶν μετέχειν οὕτω τὰ τῇδε τῶν εἰδῶν, ὡς τὰ σωματικὰ τῶν ὁμοίων, ἐπεὶ κατ’ ἄλλον γε τρόπον δυνατὸν, ὡς δῆλον
40προϊόντες ποιήσομεν.
Πότερον οὖν δοκεῖ σοι ὅλον τὸ εἶδος
in Prm
.

859

ἐν ἑκάστῳ εἶναι τῶν πολλῶν ἓν ὂν, ἢ πῶς; Τί γὰρ κωλύει, φάναι τὸν Σω‐ κράτη, ὦ Παρμενίδη, ἐνεῖναι; Ἓν ἄρα ὂν καὶ ταὐτὸν ἐν πολλοῖς χωρὶς οὖσιν,
5ὅλον ἅμα ἐνέσται, καὶ οὕτως αὐτὸ ἑαυ‐ τοῦ χωρὶς ἂν εἴη. (P. 131 A.) Εἴ τις μὴ σωματικῶς ἓν ἐξετάζει τὸ ὅλον καὶ τὸ μέρος, ἀλλ’ ὡς προσήκει τοῖς νοητοῖς καὶ ἀΰλοις εἴδεσιν, ὄψεται καὶ ὅλου καὶ μέρους
10ἑκάστου τὰ τῇδε μεταλαμβάνοντα τοῦ σφετέρου παραδείγματος. Διότι μὲν γὰρ ἐκεῖνο τὸν αἰ‐ τίας ἔχει λόγον, ταῦτα δὲ ἐξ αἰτίας ἐστὶν, οὐδαμοῦ δὲ τὰ αἰτιατὰ τὴν ὅλην ὑποδέχεται τῶν αἰτιῶν δύναμιν, οὐχ ὅλου τὰ τῇδε μετέχει
15τοῦ εἴδους· ποῦ γὰρ τὰς νοερὰς ἐκείνου ζωὰς καὶ δυνάμεις ὑποδέξασθαι δύναται τὸ αἰσθητόν; ποῦ δὲ τὸ ἑνοειδὲς αὐτοῦ καὶ τὸ ἀμερὲς ἐν ὕλῃ γενέσθαι δυνατόν; Διότι δὲ τὴν ἰδιότητα σώ‐ ζει τὰ τῇδε, καθ’ ἣν λέγεται τὸ ἐκεῖ δίκαιον
20δίκαιον ἢ τὸ καλὸν καλὸν, κατὰ τὴν αὑτῶν δύναμιν, διὰ δὴ τοῦτο πάλιν τῶν ὅλων λέγοιτο ἂν μετέχειν, οὐ τῶν μερῶν· ἔστι γὰρ ἡ τοῦ καλοῦ ἰδιότης πανταχοῦ καὶ ἐν πᾶσιν, ἀλλ’ ὅπου μὲν νοερῶς, ὅπου δὲ ἐνύλως. Καὶ δῆλον
25ὡς αἱ τῶν τελεωτέρων μεθέξεις μᾶλλον μετ‐ έχουσι τῶν ποῤῥώτερον, καὶ αἱ μὲν κατὰ πλείους δυνάμεις, αἱ δὲ κατὰ ἐλάττους· ἔστι γὰρ τὸ αὐτόκαλον εἶδος νοερὸν, ζωτικὸν συμμετρίας αἴτιον. Οὐκοῦν τὸ μὲν εἶδος καὶ τὸ συμμετρίας
30ποιητικὸν ὑπάρχει παντὶ καλῷ· τοῦτο γὰρ ἦν ἴδιον τοῦ αὐτοκάλλους, ὥστε τῆς ἰδιότητος αὐ‐ τοῦ μετείληχεν ὅλης ἕκαστον· τὸ δὲ νοερὸν οὐκέτι παντὶ καλῷ πάρεστιν, ἀλλὰ τῷ ψυχικῷ· τὸ γὰρ ἐν ταύτῃ καλὸν ἑνοειδές ἐστιν· ἀλλ’
35οὐδέ γε τὸ ζωτικὸν ὑπάρχει παντὶ, ἀλλὰ τῷ οὐρανίῳ καὶ εἴ τί που τοιοῦτον ἐν τοῖς γεννη‐ τοῖς, ἔστι δὲ καὶ ἐν χρυσῷ καὶ ἐν λίθοις τισὶ τοῦ καλοῦ φέγγος. Οὐκοῦν τὰ μὲν καὶ τοῦ νοε‐
ροῦ καὶ τοῦ ζωτικοῦ μετέχει, τὰ δὲ τοῦ ζωτι‐
in Prm
.

860

κοῦ χωρὶς τοῦ νοεροῦ, τὰ δὲ τῆς ἰδιότητος αὐ‐ τῆς τοῦ καλοῦ μόνης, καὶ τὰ ἀϋλότερα πλείους ὑποδέχεται δυνάμεις τῶν ἐνύλων, καὶ ὅλων ἄρα καὶ μερῶν μετέχει τὰ δεύτερα τῶν οἰκείων.
5Οὕτω μὲν οὖν λέγειν ἄξιον τοῖς πρὸς τὴν ἀσώ‐ ματον οὐσίαν τῶν εἰδῶν ἀποβλέπειν δυναμέ‐ νοις· τοῖς δὲ σωματικὴν τὴν μετουσίαν οἰομέ‐ νοις, ὡς οὔτε ὅλων οὔτε μερῶν μετέχειν ἐκείνων τὰ τῇδε δυνατόν· ἃ καὶ δείκνυσιν ὁ Παρμενίδης
10ποδηγῶν τὸν Σωκράτη πρὸς τὴν εὕρεσιν τοῦ τρόπου τοῦ κυριωτάτου τῆς τῶν εἰδῶν μετοχῆς. Καὶ πρῶτον ὅτι οὐχ ὅλων· τοῦτο γὰρ πρῶτον καὶ ὁ Σωκράτης οὐδὲν κωλύειν ἔφατο τοὺς τιθεμένους· ἀλλ’ ὅ γε Παρμενίδης ἤλεγξε τὴν
15θέσιν, ἐπαγαγών τε ὅτι ἓν καὶ ταὐτὸν ἐν πολλοῖς χωρὶς οὖσιν ὅλον ἅμα ἐν‐ έσται· τοῦτο δὲ πάντων ἀτοπώτατον· ἔσται γοῦν ἑαυτοῦ τι χωρίς. Εἰ γὰρ ὁ δάκτυλος οὗτος ἢ ἄλλο τι τῶν ἔν τινι ὄντων, εἴτε μέρος
20σωματικὸν, εἴτε δύναμις, ἐν πολλοῖς ἅμα εἴη χωρὶς οὖσιν, ἔσται καὶ ἑαυτοῦ χωρίς· ἡ μὲν γὰρ δύναμις, ἡ ἐν ὑποκειμένῳ οὖσα, τῶν ὑπο‐ κειμένων ἔσται καὶ ἑαυτῆς χωρίς· ἐν ἀμφοτέ‐ ροις γάρ ἐστι μηδετέρου χωρίζεσθαι δυναμένη·
25τὸ δὲ αὖ σῶμα τὸ ὅλον ὂν ἐν τῷδε τῷ τόπῳ καὶ ἐν ἄλλῳ εἶναι ἀμήχανον· ἐν μὲν γὰρ ἑνὶ τόπῳ πλείω σώματα εἶναι οὐκ ἀπέγνωσται, τὸ δὲ αὐτὸ ἐν πλείοσιν εἶναι τόποις ἀδύνατον· ἀδύνατον ἄρα σωματικῶς ὅλον ἐν πλείοσιν ὑπο‐
30κειμένοις εἶναι. Σκεπτέον δέ μοι καὶ τὴν τῶν ὀνομάτων ἀκρίβειαν· οὐ γὰρ ἠρκέσθη τῷ εἰπεῖν ὅτι πανταχοῦ τὸ ἓν, ἀλλ’ ὅτι καὶ ταὐτὸν, ἀλλ’ ὅτι καὶ ἐν πολλοῖς, ἀλλ’ ὅτι καὶ χωρὶς, ἀλλ’ ὅτι καὶ ὅλον καὶ ὅτι ἅμα ἐνέσται·
35δυνατὸν γὰρ κατ’ ἄλλο καὶ ἄλλο ἐν πολλοῖς εἶναι, ἀλλ’ οὐ κατὰ ταὐτόν· καὶ πάλιν ἐν συν‐ ημμένοις ἀλλήλοις ταὐτὸν, οἷον ἐν τῷ τόπῳ τοῦ ἀέρος, καὶ ἐν αὐτῷ τῷ ἀέρι τὸ ἄϋλον καὶ
θεῖον φῶς· καὶ πάλιν οὐχ ὅλον, ἀλλὰ μέρος
in Prm
.

861

μὲν ἐν ἑτέρῳ, μέρος δὲ ἐν τῷ λοιπῷ, κεχωρι‐ σμένων ἀμφοτέρων· καὶ πάλιν οὐχ ἅμα, κατ’ ἄλλον γὰρ καὶ ἄλλον χρόνον ἐν διαφόροις τὸ αὐτὸ γίγνεσθαι δυνατόν· καὶ ὅτι ἓν, ἔσται γὰρ
5μὴ οὕτως ἔν τινι ὂν, ἀλλ’ ἐν ἑαυτῷ δυνατὸν εἶναι πανταχοῦ καὶ ἐν πᾶσιν ὁμοίως. Εἰ δὲ θέλεις καὶ ἀποῤῥητότερον ἰδεῖν τὸ ἀκριβὲς, δίελε τὰ ῥήματα τοῦ Πλάτωνος, καὶ λέγε τὸν τρό‐ πον τοῦτον. Ἐπειδὴ τὰ εἴδη πρώτως ἐν τῷ
10παραδείγματι τῶν νοητῶν ὑφέστηκεν, ὡς ἐν Τιμαίῳ μεμαθήκαμεν, ἕκαστον δήπου τῶν πρώ‐ των εἰδῶν καὶ ἕν ἐστι καὶ ὂν καὶ ὅλον· τοιοῦ‐ τον δὲ ὂν ἐν πολλοῖς μὲν εἶναι ταὐτὸν χω‐ ρὶς οὖσι δυνατὸν καὶ ἅμα, ἀλλὰ ἐξῃρημένως,
15ὥστε πανταχοῦ τε εἶναι καὶ οὐδαμοῦ, καὶ πᾶσι παρὸν ἀχρόνως ἄμικτον εἶναι πρὸς αὐτά. Τὸ τοίνυν ἐνέσται, προσκείμενον ἐπ’ ἀλλοτρίας ἕδρας τὸ εἶδος ποιοῦν, ἄτοπον ἀποφαίνει πάντη τὸν λόγον· διὸ καὶ ἐπήγαγε, καὶ οὕτως αὐτὸ
20ἑαυτοῦ χωρὶς ἂν εἴη· τοῦτο γὰρ οὐχ ὑπάρχει ταῖς πρώταις ὑποθέσεσιν, ὅτι ἕκαστον τῶν θείων ἐν αὑτῷ ὂν καὶ τοῖς ἄλλοις πάρεστι· καὶ τοῦτο αἴτιον τοῦ μὴ εἶναι ἐν πολλοῖς τὸ μὴ ἐν ἑαυτοῖς εἶναι· τὸ γὰρ ἄλλου γεγονὸς οὐχὶ καὶ ἄλλου δυ‐
25νατὸν εἶναι. Τοιαῦτα μὲν ὁ Παρμενίδης· ἃ δὲ ὁ Σωκράτης ἐπιφέρει, λύειν πειρᾶται ταύτας τὰς ἐνστάσεις· εἰ δ’ ὀρθῶς ἢ μὴ, δηλώσει προϊὼν ὁ λόγος. Οὐ γὰρ πρὸς τὸν τρόπον στήσεται τῆς μεταλήψεως, ἀλλὰ φυλάξει τὴν αὐτὴν ὑπόθεσιν,
30καίτοι τοῦ Παρμενίδου διὰ πολλῶν αὐτὸν ἀνα‐ κινήσαντος· καὶ γὰρ πρότερον διὰ τοῦ, ἢ ἄλλη τις μετάληψις χωρὶς τούτων γένοιτο, καὶ ὕστερον διὰ τοῦ ἐπαγαγεῖν τὸ πῶς· οὐ γὰρ μάτην τὰ τοιαῦτα καὶ διαλεκτικῆς ἕνεκα
35πρόσκειται συνηθείας, ἀλλὰ κινεῖ τὴν τοῦ μαιευομένου διάνοιαν πρὸς τὴν ἐπὶ τὰ τελειό‐ τερα μετάβασιν. Οὐκ ἂν, εἴ γε, φάναι, οἷον εἰ ἡμέρα εἴη μία καὶ ἡ αὐτὴ οὖσα πολλαχοῦ ἅμα
40ἐστ, καὶ οὐδέν τι μᾶλλον αὐτὴ ἑαυτῆς
in Prm
.

862

χωρίς ἐστιν, εἰ οὕτω καὶ ἕκαστον τῶν εἰδῶν ἐν πᾶσιν ἅμα ταὐτὸν εἴη. (P. 131 B.) Οἴεταί τι διὰ τούτων ὁ Σωκράτης ἐξευρηκέ‐
5ναι πᾶσιν ἅμα χωρὶς οὖσιν ὑπάρχειν δυνάμε‐ νον· τὴν γὰρ ἡμέραν πᾶσι τοῖς ὑπὸ τὸν αὐτὸν οὖσι μεσημβρινὸν ὑπάρχειν τὴν αὐτὴν ἅμα πολ‐ λοῖς καὶ χωρὶς οὖσιν. Οὐκοῦν εἰ τῷ μὲν ἡλίῳ πάλιν ἀνάλογον εἶναι τὸ ἀγαθὸν, ἡμέρᾳ δὲ τὰ
10εἴδη τῷ τε φωτὶ (καὶ γὰρ ταῦτα καταλάμπει τὸ τῆς ὕλης σκοτοειδὲς, καὶ ἔστι φῶς ἕκαστον, ὡς ἐκείνη σκότος, καὶ τῷ τῆς οἰκείας ἀρχῆς ἐξημμένῳ καὶ ταῦτα ἐξήρτηται τοῦ ἑνὸς), πάνυ μετρίαν ἂν φαίης τὴν εἰκόνα. Διότι δὲ οὐκ ἐπέ‐
15στησεν ὡς οὐκέτι διασώζει τὸ ὅλον πολλοῖς ταὐτὸν καὶ ἓν ὂν παρεῖναι, ταύτῃ δὴ ὁ Παρμε‐ νίδης αὐτὸν διορθώσεται. Κἄν τε γὰρ ἡμέραν λέγῃς τὸ τοῦ χρόνου μόριον, οὐ πᾶσιν ὅλη πάρ‐ εστιν· ἄλλο γὰρ ἄλλῳ τὸ κατὰ κορυφήν ἐστι
20σημεῖον ἀκριβῶς, τούτου δὲ διαφέροντος καὶ τὰ κέντρα πάντα διαφέρει· πρὸς γὰρ τοῦτο κἀ‐ κεῖνα πάντα ἀφώρισται· ἄν τε τὸν πεφωτισμέ‐ νον ἀέρα, πολλῷ πλέον οὗτος οὐ πᾶσιν ὅλος ἐστὶν, ἀλλὰ τοῖς ἑαυτοῦ μέρεσιν ἄλλοις πλησιά‐
25ζει καὶ ἄλλοις. Ἀλλ’ ὁ μὲν Σωκράτης οὕτως ἐν‐ έστη πρὸς τὸν Παρμενίδειον λόγον· καὶ ὅτι μὲν ἐκ τοῦ Ζήνωνος λόγου τὸ παράδειγμα εἴληφε, δῆλον· ἐκεῖνος γὰρ δηλῶσαι βουλόμενος ὅπως τὰ πολλὰ μετέχει τινὸς ἑνὸς, καὶ οὐκ ἔστιν
30ἔρημα ἑνὸς, κἂν εἰ διειστήκει ποῤῥωτάτω ἀπ’ ἀλλήλων, εἶπεν ἐν τῷ ἑαυτοῦ λόγῳ μίαν οὖσαν τὴν λευκότητα παρεῖναι καὶ ἡμῖν καὶ τοῖς ἀν‐ τίποσιν οὕτως, ὡς τὴν εὐφρόνην καὶ τὴν ἡμέ‐ ραν. Οὐ διὰ τοῦτο μέντοι Σωκράτης πεποίηται
35τῷ παραδείγματι χρώμενος, ἵνα μὴ ὁ Ζήνων ἐλέγχηται ὑπὸ τοῦ καθηγεμόνος ὡς τὸ παρά‐ δειγμα μὴ προσῆκον λαβὼν τῇ τῶν εἰδῶν ὑπο‐ θέσει, ἀλλὰ ὁ Σωκράτης ἀντὶ Ζήνωνος, ὥς τινες ᾠήθησαν. Τί γὰρ ἐκώλυεν, εἰ μὴ ἠρέσκετο τῷ
40παραδείγματι, τὸν Παρμενίδην καὶ πρότερον
in Prm
.

863

ἐνδείξασθαι τῷ Ζήνωνι, καὶ ἐπανορθώσασθαι τὸ παρόραμα πρὸ τῆς ἀναγνώσεως; Ἀλλ’, οἶμαι, Ζήνων ἐπὶ τοῦ ἐνύλου εἴδους τὸ παράδειγμα θεὶς, ὅπερ ἐστὶ κατ’ ἀλήθειαν ἓν καὶ οὐχ ἓν
5μεριστῶς μετεχόμενον, ἅτε κατατεταγμένον καὶ οὐχὶ ἐφ’ ἑαυτοῦ ὂν, τῷ τῆς ἡμέρας καὶ εὐφρόνης παραδείγματι τοῦ τοιούτου εἴδους ὀρθῶς ἐχρῆτο καὶ ἀνελέγκτως· ὁ δὲ Σωκράτης ἐπ’ αὐτοῦ τοῦ εἴδους τοῦ ἀμερίστου ὄντος καὶ ἑνὸς ἅμα παρόν‐
10τος τοῖς πολλοῖς, οὐκ ὀρθῶς· διόπερ ὁ Παρμε‐ νίδης τοῦτον ἐπανορθοῦται μηκέτι φυλάττοντα τὸ ἓν καὶ ταὐτὸν τοῦ εἴδους διὰ τοῦ τῆς ἡμέ‐ ρας τούτου παραδείγματος, ἀλλ’ ἀντὶ τοῦ ἀμε‐ ρίστου τὸ μεριστὸν καὶ ἀντὶ τοῦ ἑνὸς εἰσάγοντα
15τὸ ἓν ἅμα καὶ οὐχ ἕν· οἷον ἦν καὶ ἡ λευκότης ἡ παρ’ ἡμῖν οὖσα καὶ τοῖς ἀντίποσι. Καὶ γὰρ εἴρηται καὶ πρότερον ἡμῖν ὅτι σκοπὸς ἦν τῷ λόγῳ τοῦ Ζήνωνος, οὐκ ἐπὶ τὸ τῶν χωριστῶν ἓν εἶδος ἀνάγειν διὰ τῆς πρὸς τὸ πλῆθος μά‐
20χης, ἀλλ’ ἐπὶ τὸ συνὸν τοῖς πολλοῖς καὶ ἀχώ‐ ριστον ὂν ἀπ’ αὐτῶν. Σωκράτης δὲ ὑπετίθετο τὸ εἶδος ἕτερον τοῦ ἐν ἡμῖν ὄντος, ὅπερ οὐκ ἂν οὕτως ὑφεστήκοι, ὡς τὸ λευκὸν παρά τε ἡμῖν καὶ τοῖς ἀντίποσιν, ὃ δὴ πρὸς τὴν ἡμέραν ὁ
25Ζήνων ἀπείκαζε καὶ τὴν εὐφρόνην. Ἀλλὰ τοῦτο μὲν τοιοῦτον· πάλιν δὲ τὴν λέξιν θεωρητέον ἔχουσάν τι δυσδιάθετον. Καὶ πρῶτον δι’ ὑπερ‐ βατοῦ τὸ ὅλον συναπτέον· φησὶ γὰρ ὁ Σωκρά‐ της μὴ ἂν συμβῆναι τοῦτο τὸ ἄτοπον ὅ φησιν
30Παρμενίδης, εἴ γε οἷον ἡμέρα εἴη, οὕτω καὶ ἕκαστον τῶν εἰδῶν ἐν πᾶσιν ἅμα ταὐτὸν εἴη. Δεύτερον δὲ τὸ εἰ οὕτω, διὰ τὴν ἐπανάληψιν οἰητέον ἔχειν τὸ, εἰ τοῦτο προκείμενον· ἐν γὰρ ταῖς διὰ πλείονος ἀποδό‐
35σεσιν αἱ ἐπαναλήψεις χρήσιμοι. Τρίτον δὲ τὸ, μία καὶ ἡ αὐτὴ οὖσα πολλαχοῦ ἅμα ἐστὶ, μεταξὺ ῥηθὲν κατὰ ἀπόστασιν ἀκουστέον, τὸν τρόπον ἐφερμηνευτέον καθ’ ὃν ἡ μία μὲν πολλοῖς ἅμα πάρεστι. Καὶ εἴ τις οὕτως ἀκούει
40τῆς λέξεως, ὄψεται τὸ ἐν αὐτῇ κάλλος οἷον γέ‐
in Prm
.

864

γονεν ἔκ τε τῆς διὰ μέσου ῥήσεως κατ’ ἀπό‐ στασιν καὶ τῆς τοῦ ἀκολούθου πάλιν ἀποδόσεως κατ’ ἐπανάληψιν. Ἡδέως γε, φάναι, ὦ Σώκρατες, ἓν
5ταὐτὸν ἅμα πολλαχοῦ ποιεῖς· οἷον εἰ ἱστίῳ καταπετάσας πολλοὺς ἀνθρώπους φαίης ἓν ἐπὶ πολλοῖς εἶναι ὅλον· ἢ οὐ τοιοῦτον ἡγεῖ λέγειν; Ἴσως, φάναι. Ἦ οὖν ὅλον ἐφ’ ἑκάστῳ τὸ ἱστίον εἴη
10ν, ἢ μέρος αὐτοῦ ἄλλο ἐπ’ ἄλλ; Μέρος. (P. 131 B.) Κατεῖδεν ὁ Παρμενίδης καὶ τὸ αὐτοφυὲς τῶν ἐννοιῶν τοῦ Σωκράτους, καὶ τὸ ἀτελὲς ἔτι καὶ ἀδιόρθωτον· καὶ τὸ μὲν ἀποδέχεται καὶ αὔξει,
15τὸ δὲ ἐπιδιορθοῦται καὶ τελειοῖ. Διότι μὲν γὰρ τὴν τοῦ ἑνὸς εἴδους ἐπὶ πάντα πρόοδον καὶ μίαν πανταχοῦ παρουσίαν ἐφαντάζετο, διὰ τοῦτό φησιν ἡδέως αὐτὸν ἓν ἐν πολλοῖς ὅλον ποιεῖν, τὸ ἡδέως ἐν ἴσῳ λέγων τῷ κατὰ φύσιν· οὐ
20γὰρ τὸ εὐήθως, οὐδὲ τὸ γελοίως· ψυχῆς γάρ ἐστι τοῦτο τὴν ἐξῃρημένην ὁμοῦ καὶ πανταχοῦ παροῦσαν αἰτίαν φανταζομένης, καὶ εἰς λόγον ἤδη καὶ νοῦν ἐπιστρεφομένης. Καθ’ ὁποίαν γὰρ ἂν ἐνεργῇ τις δύναμιν, τοιαύτην ὑπολαμβάνει
25καὶ τὴν φύσιν τῶν ὄντων· εἰ μὲν κατ’ αἴσθησιν, μεριστὴν καὶ ἔνυλον δὴ ὁμοίως· εἰ δὲ κατὰ λό‐ γον μόνον, ἀμέριστον ἅμα καὶ μεριστήν· εἰ δὲ κατὰ νοῦν, ἀμέριστον μόνως. Διότι μὲν οὖν τὰς αὐτοφυεῖς ἐννοίας προὔβαλλε τῆς ψυχῆς ὁ Σω‐
30κράτης, τὴν μίαν καὶ παντελῆ πανταχοῦ παρ‐ ουσίαν ὑπενόει τῶν νοερῶν εἰδῶν· διότι δὲ οὐ διήρθρου τὴν ἔννοιαν, ἀλλὰ διαστηματικὴν ὑπ‐ ελάμβανε τὴν παρουσίαν, τὸ ἱστίον ὁ Παρμενί‐ δης αὐτῷ παραφέρει, καὶ δείκνυσιν οὐκέτι ὅλον
35ἐν πολλοῖς ἓν, ἀλλὰ μέρεσιν ἑαυτοῦ τοῖς πολ‐ λοῖς ὁμιλοῦν. Καὶ οὐκ εἶπεν ὅτι τοιοῦτόν τι ἡγεῖ νοεῖν, οἶδε γὰρ τὴν ὠδῖνα τὴν ἐν αὐτῷ καὶ τὴν αὐτοφυῆ περὶ τούτων ἔννοιαν, ἀλλά τι τοιοῦ‐ τον ἡγεῖ λέγειν, οἷον ὑπὸ τῆς φαντασίας
40ἀπατώμενος, καὶ ἄλλα μὲν νοῶν, ἄλλο δέ τι
in Prm
.

865

λέγων, ἅτε τὴν νόησιν τὴν ἔνδον μήπω διαρ‐ θρῶσαι δυνάμενος. Ὁ δὲ οὕτως ἀμφοτέροις κατε‐ χόμενος, ταῖς τε αὐτοφυέσιν ἐννοίαις καὶ ταῖς φανταστικαῖς κινήσεσιν, ἀφῆκεν ἀποροῦντος φω‐
5νήν. Τὸ γὰρ ἴσως φάναι τοιοῦτόν τί ἐστιν· οὔτε γὰρ ἁπλῶς οὕτως ἡγεῖται λέγειν, ἀνακι‐ νούμενος ὑπὸ τῆς ἑαυτοῦ διαστρόφου περὶ τοῦ πράγματος ἐννοίας, οὔτε ἔχει τὴν διαστηματι‐ κὴν ἀποθέσθαι φαντασίαν· ὅθεν ἐνδοιάσας πε‐
10ποίηται τὴν ἀπόκρισιν. Συνελαύνεται δ’ οὖν λέ‐ γειν, ὅτι μερῶν ἐστιν ἡ μετουσία καὶ οὐχ ὅλων, τοῦ Παρμενίδου τὴν μετάβασιν ἀψόφῳ κελεύθῳ διὰ τοῦ κατὰ τὸ ἱστίον παραδείγματος μηχα‐ νησαμένου πρὸς θάτερον μέρος τῆς διαιρέσεως.
15Ὅθεν καὶ ἐπάγει ταυτί. Μεριστὰ ἄρα, φάναι, ὦ Σώκρατες, ἔστιν αὐτὰ τὰ εἴδη, καὶ τὰ μετέχοντα αὐτῶν μέρους ἂν μετέχοι· καὶ οὐκέτι ἐν ἑκάστῳ ὅλον, ἀλλὰ μέρος ἑκάστου
20ἂν εἴη. Φαίνεται οὕτω γε. Ἦ οὖν ἐθελήσεις, ὦ Σώκρατες, φάναι, τὸ ἓν εἶδος ἡμῖν τῇ ἀληθείᾳ μερίζεσθαι; καὶ ἔτι ἓν ἔσται; Οὐδαμῶς, εἰπεῖν. (P. 131 C.)
25 Τὸ δεύτερον τμῆμα τῆς διαιρέσεως τοῦτό ἐστι δεικνύον ὡς οὐδὲ μερῶν τὰ τῇδε τῶν εἰ‐ δῶν μετέχειν δυνατὸν, τὸ ἀμέριστον τῶν εἰδῶν εἰς μέσον παράγον, καὶ διὰ τούτου τὴν προ‐ κειμένην παρακροῦον ὑπόθεσιν. Εἰ γὰρ ἀμέριστα
30τὰ εἴδη καὶ μονάδες, πῶς ἔτι μέρεσιν ἑαυτῶν ὑπ’ ἄλλων καὶ ἄλλων μετέχεται πραγμάτων, οἷον ὁ ἄνθρωπος, εἰ ἕν ἐστι, πῶς μερίζεται εἰς πολλά; πῶς δὲ καὶ ἕκαστος ἡμῶν ἄνθρωπος λέ‐ γεται, ἀλλ’ οὐ μόριον ἀνθρώπου, εἴπερ ἕκαστος
35ἡμῶν μόριον ἔχει καὶ οὐχ ὅλον; Εἰ δὲ καὶ ἡμεῖς ἀλλήλων κεχωρίσμεθα, καὶ ἐκείνου τὸ μὲν ἐν ἐμοὶ, τὸ δὲ ἐν σοὶ, τὸ δὲ ἐν ἄλλῳ ἔσται, διαστηματικῶς πάλιν τῆς μεταλήψεως νοουμέ‐ νης, πῶς ἓν μένει τὸ εἶδος, ὅ γε συνδιῄρηται
40ἡμῖν μεμερισμένοις ἀπ’ ἀλλήλων; Οὕτω καὶ
τὸ πῦρ οὐχ ἓν, οὗ μέρος μὲν ὡδὶ, μέρος δὲ ἐν
in Prm
.

866

ἄλλῳ· καὶ τὸ ὕδωρ ὁμοίως, καὶ ὁ ἀήρ. Ἀλλὰ τοῦτο μὲν τῇ ἑαυτοῦ φύσει μεριστὸν, τὸ δὲ εἶδος ἀμέριστον· καὶ τοῦτο μὲν πλῆθός ἐστιν ἐπίθετον ἔχον τὸ ἓν, ἐκεῖνο δὲ ἕν τι περιέχον
5τὸ πλῆθος ἑνοειδῶς. Ἐπὶ γὰρ τῶν θείων ἀπὸ τοῦ ἑνὸς ἄρχεται ἡ πρόοδος καὶ ἀπὸ τῆς ὑπάρ‐ ξεως· ἐὰν γὰρ τὸ πλῆθος προϋποστῇ τοῦ ἑνὸς, ἐπεισοδιῶδες ἔσται τὸ ἕν. Τῷ τε οὖν εἰπεῖν μεριστὰ ἄρα αὐτὰ τὰ εἴδη, καὶ τῷ ἐπε‐
10νεγκεῖν, ἦ ἐθελήσεις τὸ ἓν εἶδος τῇ ἀλη‐ θείᾳ μερίζεσθαι, πάνυ ἐντρεπτικῶς εἰς ἔννοιαν ἡμᾶς καθίστησι τῆς ἀτόπου ταύτης ὑποθέσεως. Καὶ γὰρ εἰ τὸν τῇδε ἄνθρωπον καὶ τῶν εἰδῶν ἕκαστον τῶν ὑλικῶν μεριστὸν εἶναί
15φαμεν, ἀλλὰ αὐτὰ τὰ εἴδη τὰ ἄϋλα μεριστὰ φάναι ἄτοπον· καὶ εἰ αὐτὸ τὸ εἶδος μερίζεσθαί φαμεν μεριστῶς ὑπὸ τῶν τῇδε μετεχόμενον, ἀλλ’ οὐ τῇ ἀληθείᾳ μερίζεσθαι. Καὶ λάβοις ἂν ἀπὸ τούτων πῶς καὶ οἱ μῦθοι λέγουσι μερισμούς
20τινας καὶ σπαραγμοὺς θεῶν, ὅταν μεριστῶς αὐτῶν μετέχῃ τὰ δεύτερα κατανειμάμενα τὰς ἐν αὐτοῖς προϋπαρχούσας ἀμερίστους αἰτίας τῶν μεριστῶν· ὁ γὰρ μερισμὸς οὐκ ἐκείνων ἐστὶ κατ’ ἀλήθειαν, ἀλλὰ τούτων περὶ ἐκείνους.
25 Ὅρα γὰρ, φάναι, εἰ αὐτὸ τὸ μέγεθος μεριεῖς καὶ ἕκαστον τῶν πολλῶν μεγά‐ λων μεγέθους μέρει σμικροτέρῳ αὐτοῦ τοῦ μεγέθους μέγα ἔσται, ἆρα οὐκ ἄλογον φαίνεται; Πάνυ γε, ἔφη.
30(P. 131 C.) Τὸ μεριστὴν ὑποτίθεσθαι τὴν εἰδητικὴν οὐ‐ σίαν ἄτοπον ἐπιδεῖξαι βουλόμενος, ἐπὶ μεγέ‐ θους καὶ ἰσότητος καὶ σμικρότητος ποιεῖται τὸν λόγον, διότι τούτων ἕκαστον περὶ τὸ πηλίκον
35ὁρᾶται. Τὸ δέ γε πηλίκον οὐκ ἔχει τὸ μέρος οὐδαμῶς τῷ ὅλῳ ταὐτὸν, ὥσπερ τῆς ποιότητος τὸ μέρος δοκεῖ τὴν αὐτὴν ἀποσώζειν τῷ ὅλῳ δύναμιν· ὅθεν δὴ καὶ τὸ τοῦ πυρὸς μέρος κατὰ μὲν τὸ ποσὸν ἠλάττωται, σώζει δὲ κατὰ τὸ
40ποιὸν τὸν τοῦ πυρὸς λόγον. Ἐπὶ μεγέθους δ’ οὖν
καὶ ἰσότητος εἰκότως καὶ σμικρότητος ἐλέγχει
in Prm
.

867

τοὺς μεριστὰ τὰ εἴδη λέγοντας, ἵνα ἐκ τοῦ μᾶλλον αὐτῷ προΐῃ ὁ λόγος. Εἰ γὰρ καὶ τὰ μά‐ λιστα δόξαντα μεριστὰ εἶναι διὰ τὸ συνεισ‐ άγειν τὴν ἔννοιαν τοῦ πηλίκου, ταῦτα μὴ δύ‐
5ναιτο ἐν ἐκείνοις εἶναι μεριστὰ, πολλῷ δήπου τὰ ἄλλα εἴη ἂν ἀμέριστα παντάπασιν, οἷς μὴ ὑπάρχει συνεισάγειν ἑαυτοῖς τὴν τῆς πηλικότη‐ τος ἔννοιαν, ὁποῖον τὸ αὐτοδίκαιον, τὸ αὐτό‐ καλον, τὸ αὐτοόμοιον καὶ ἀνόμοιον· ἃ δὴ τῷ
10αὐτομεγέθει συντάξας, ἠρώτα πῶς ὑπὸ τῶν τῇδε μετέχεται. Περὶ τούτων δ’ οὖν εἰκότως ποιεῖ‐ ται τὴν ἀπόδειξιν τῶν δοκούντων εἶναι πηλί‐ κων, ἀλλ’ οὐκ ἄλλων τινῶν· καὶ πρῶτον ἐπὶ τοῦ μεγέθους· ἔστω γὰρ σωματικῶς μεριστὸν τὸ
15μέγεθος· οὐκοῦν τὸ μέρος ἔλαττον τοῦ ὅλου· εἰ τοῦτο, καὶ τὸ ὅλον μεῖζον τοῦ μέρους, ὥστε εἰ τὸ ἐνταῦθα μέγα μέρος τοῦ ἐκεῖ μεγάλου μετα‐ λαβὸν μέγα γέγονε, σμικροτέρου μεταλαβὸν αὐτὸ τοῦτο λέγεται μέγα· τὸ γὰρ μέρος τοῦ αὐτομε‐
20γέθους ἔλαττόν τε καὶ σμικρότερόν ἐστιν· ἀλλὰ κεῖται τὰ μὲν τοῦ μεγάλου μεταλαγχάνοντα εἶναι μεγάλα, τὰ δὲ τοῦ σμικροῦ σμικρά· τοῖς γὰρ μετέχουσιν ἔφαμεν ἀπ’ ἐκείνων ἥκειν τὰς ἐπωνυμίας. Καὶ ὁ μὲν λόγος τοιοῦτος· ἡμεῖς δὲ
25χωρὶς τῆς σωματικῆς διαιρέσεως αὐτὸ καθ’ αὑτὸ νοοῦντες τὸ αὐτομέγεθος, ἆρ’ οὐκ ἄν φαμεν πλῆ‐ θος ἔχειν αὐτὸ καὶ μὴ ἓν εἶναι μόνον; Εἰ δὲ πλῆθος ἔχει, ἆρα τῶν αὐτοῦ μερῶν ἕκαστον αὐ‐ τομέγεθος ἐροῦμεν, ἢ τοῦ μὲν ὅλου ἔλαττον,
30οὐδαμῶς δὲ σμικρόν; Εἰ μὲν γὰρ καὶ τὸ μέρος αὐτομέγεθος, οὐδὲν τοῦ ὅλου ἠλαττωμένον, ἐπ’ ἄπειρον ἡ πρόοδος· ἕξει γὰρ καὶ τοῦτο τὰ αὐτὰ, καὶ τὰ τούτων μέρη τὰ αὐτὰ, καὶ πάλιν τὰ τού‐ των μέρη τὰ αὐτὰ, ἀεὶ τῶν μερῶν τῶν αὐτῶν
35ὄντων τοῖς ὅλοις. Εἰ δὲ τὸ μέγεθος ἕξει μέρη μεγέθη, τὸ ἓν ἐπίθετον ἔσται, καὶ τὸ ὅλον ἐκ μὴ προσηκόντων αὑτῷ μερῶν. Ἀναγκαῖον ἄρα τὰ οἷον μέρη τοῦ αὐτομεγέθους μεγέθη μὲν εἶναι καὶ ὁμόχροα τῷ ὅλῳ, μὴ ὅπερ δὲ τὸ ὅλον· καὶ
40γὰρ τὸ τοῦ πυρὸς μέρος πῦρ, ἀλλὰ μείζων ἡ
in Prm
.

868

τοῦ ὅλου δύναμις, καὶ οὔτε ἐκ ψυχρῶν μορίων τὸ ὅλον, οὔτε ἕκαστον μόριον ἰσοσθενὲς τῷ ὅλῳ. Φέρε γὰρ, εἰ τὸ αὐτομέγεθος ἔχοι δυνάμεις, τὴν μὲν ὑπεροχὴν ἐντιθεῖσαν ἀσωμάτοις πρὸς ἀσώ‐
5ματα (καὶ γὰρ ἐν τούτοις ἔστι τι μέγεθος), τὴν δὲ πρὸς σώματα σώμασι, καὶ μέτρον ἄλλο τῆς ἐν τούτοις ὑπεροχῆς· οὐκ ἀνάγκη, τοῦ ἑνὸς εἴδους τοῦ ἄμφω δυναμένου, καθ’ ἕνα λόγον ἑκατέραν εἶναι τούτων ἐλάττονα τῶν δυνάμεων· ἀλλὰ ἡ
10ἐλάττωσις οὐ σμικρὰν ποιεῖ τὴν δύναμιν, ἀλλὰ καὶ ταύτην αὐτομέγεθος ἐν ἄλλοις καὶ ἐλάττοσι ταὐτὸν δυναμένην ἐπιδείκνυσι· καὶ οὕτως κἂν ᾖ πολυδύναμον τὸ εἶδος, οὐκ ἐξίσταται τῆς οἰκείας ἰδιότητος ἐν τῷ πλήθει τῶν ἐν αὑτῷ
15δυνάμεων. Ταῦτα μὲν, εἴ τις νοερῶς ἐπιβάλοι τοῖς μέρεσιν ἐκεῖ καὶ τοῖς ὅλοις· εἰ δὲ σωματι‐ κὴν ὑπολαμβάνοι τὴν τοῦ μέρους ἀποδιάληψιν, περιπεσεῖται τοῖς ἀτόποις οἷς ὁ Παρμενίδης ἐπήνεγκε.
20 Τί δ; τοῦ ἴσου μέρος ἕκαστον σμι‐ κρὸν ἀπολαβόν τι ἕξει, ᾧ ἐλάττονι ὄν‐ τι αὐτοῦ τοῦ ἴσου, τὸ ἔχον ἴσον τῳ ἔσται; Ἀδύνατον. (P. 131 D.) Τὸ μὲν μέγεθος ἣν ἔχει δύναμιν ἐν ταῖς
25ἀσωμάτοις καὶ ταῖς σωματικαῖς ὑποστάσεσιν ὑπομέμνηται διὰ τῶν προειρημένων, καὶ ὅτι τῆς ὑπεροχῆς πᾶσι καὶ τῆς ἐξῃρημένης τελειό‐ τητος εἴτε νοερᾶς εἴτε ζωτικῆς εἴτε διαστημα‐ τικῆς τοῦτό ἐστι χορηγόν. Τὸ δὲ ἴσον, νῦν γὰρ
30πρῶτον κατωνόμασται, λεγέσθω τὸ τῆς ἁρμο‐ νίας καὶ τῆς ἀναλογίας ἅπασιν αἴτιον· ἀπὸ τῆς ἰσότητος γὰρ αἱ μεσότητες πᾶσαι πεφήνασιν, αἵ τε ψυχικαὶ καὶ αἱ φυσικαὶ, καὶ τέλος ἐστὶν αὐτῆς φιλία καὶ ἕνωσις. Ἐπειδὴ τοίνυν ὁ δη‐
35μιουργὸς πάσαις χρῆται ταῖς μεσότησι διακοσ‐ μῶν τὸ πᾶν καὶ τοῖς δεσμοῖς τοῖς ἀπὸ τούτων, τοῖς ἀριθμητικοῖς, τοῖς γεωμετρικοῖς, τοῖς ἁρ‐ μονικοῖς, εἰ φαίης τὴν μίαν τούτων νοερὰν αἰ‐ τίαν τὴν γεννητικὴν αὐτῶν καὶ κοσμητικὴν
40ταύτην εἶναι τὴν ἰσότητα τὴν δημιουργικὴν,
in Prm
.

869

οὐκ ἂν ἁμάρτοις, οἶμαι, τῆς περὶ ταύτην ἀλη‐ θείας. Ὡς γὰρ ἡ ἐκεῖ μονὰς ὑπέστησε πάντα φυσικὸν ἀριθμὸν, οὕτως ἡ ἐκεῖ ἰσότης ἀπεγέν‐ νησε τὰς ἐνταῦθα πάσας μεσότητας· ὅπου γε
5καὶ ἡ ἐν ἡμῖν ἰσότης ἐστὶν ἡ γεννῶσα τὰς με‐ σότητας. Εἰ δὲ ἐν ταῖς εἰκόσιν οὕτω, πολλῷ πλέον ἐν τοῖς νοεροῖς εἴδεσιν ἡ ἰσότης γόνιμός ἐστι τῆς περὶ τὸν κόσμον προϊούσης ἁπάσης τῶν μεσοτήτων ποικιλίας· ἔστι μὲν οὖν ἡ ἰσό‐
10της καὶ τούτων αἰτία τοῖς ἐγκοσμίοις ἅπασιν· ἔστι δὲ αὖ καὶ τῆς συστοίχου καὶ ὁμοταγοῦς τοῖς οὖσι τάξεως χορηγὸς, ὥσπερ δὴ τὸ μεῖζον τῆς ἐξῃρημένης τελειότητος, τὸ δὲ σμικρότερον τῆς ὑφέσεως τῆς οὐσιώδους αἴτιον. Καὶ ἔοικεν ἐκ
15τῆς τριάδος τῶν εἰδῶν τούτων κεκοσμῆσθαι πάντα τὰ ὄντα, τοῖς μὲν ὑπερτέροις αὐτὴν τὴν ὑπεροχὴν, τοῖς δὲ δευτέροις τὴν ὕφεσιν, τοῖς δὲ συστοίχοις τὴν ὁμοταγῆ κοινωνίαν παρεχο‐ μένης. Καὶ δῆλον ὅτι καὶ αἱ σειραὶ τῶν ὅλων
20ἀεὶ ἀδιάλυτοι κατὰ ταύτην ἀπεγεννήθησαν· πᾶσα γὰρ σειρὰ τῶν τριῶν δεῖται τούτων, ὑπεροχῆς, ὑφέσεως, συστοιχίας· ὥστε εἴ τινές εἰσιν ἄνωθεν ἄχρι τῶν ἐσχάτων ἑκάστου τῶν εἰδῶν πρόοδοι μετὰ τῆς κοινωνίας τὴν τῶν
25δευτέρων πρὸς τὰ πρῶτα σώζουσαι διάκρισιν, διὰ τούτων ἂν τῶν τριῶν ἐπιτελοῖντο, καὶ ταῦτα ἂν πᾶσι παρέχοι τοῖς εἴδεσι τὴν εἰς τὸ ἕκαστον ἑκάστου πρόοδον ἀπὸ τῆς οἰκείας ἀκρό‐ τητος. Πάντως γὰρ καὶ τὸ αὐτόκαλον καὶ τὸ
30αὐτοδίκαιον καὶ ἕκαστον εἶδος ἡγεῖται σειρᾶς ἰδίας, καὶ ἔστιν ἐν πᾶσι τοῖς οὖσι νοεροῖς ψυ‐ χικοῖς, ἔτι δὲ καὶ σωματικοῖς, καὶ ἐν ψυχαῖς ἄλλως ἐν ἄλλαις, θείαις, δαιμονίαις, ἀνθρωπί‐ ναις, καὶ ἐν σώμασιν ἄλλως ἐν ἄλλοις, οἷον τὸ
35καλὸν θείοις ἢ δαιμονίοις ἢ καὶ τούτων ὑφειμέ‐ νοις. Τίς μὲν οὖν ἐστιν ἡ ἰσότης, ἀπὸ τούτων δῆλον· σκόπει δὲ καὶ ἐπ’ αὐτοῖς ὅπως ὁ Παρ‐ μενίδης ἐλέγχει τοὺς μέρους αὐτῆς σωματικῶς τὰ τῇδε ἴσα μετέχειν οἰομένους. Μετεχέτω
40γὰρ, εἰ τύχοι, μέρους τῆς ἰσότητος ἀποδια‐
ληφθὲν τόδε τὸ αἰσθητόν· εἰ οὖν μέρους μετ‐
in Prm
.

870

έχει, δῆλον ὡς ἐλάττονος τοῦ ὅλου μετέχει τινός· εἰ δὲ τοῦτο, οὐκέτι τὸ τοῦ ἐλάττονος μετασχὸν ἔλαττόν ἐστιν, ἀλλ’ ἴσον· δεῖ δὲ οὐχ οὕτως· κεῖται γὰρ ὅτι τὰς ἑαυτῶν ἐπωνυμίας
5δίδωσι τὰ εἴδη τοῖς αἰσθητοῖς. Οὐχὶ ἐλάτ‐ τονος οὖν τι μετέχον ἴσον προσρητέον, ἀλλ’ ἔλαττον· οὐδὲ ἴσου ἔλαττον, ἀλλ’ ἴσον· οὐδὲ μείζονος ἴσον ἢ ἔλαττον, ἀλλὰ μεῖζον. Καὶ ὁρᾷς πάλιν ὅπως προῆλθεν ὁ λόγος ὡς ἐπὶ σω‐
10ματικῆς μετοχῆς· τὸ γὰρ σμικρὸν ἀπολα‐ βόν τι διὰ τῆς ἀποδιαλήψεως ταύτης σωμα‐ τικὴν ποιεῖ τὴν μετουσίαν, καὶ ἐν αὐτοῖς ἀποτίθεται τοῖς ἀμερίστοις καὶ ἀΰλοις εἴδεσι τὸν μερισμόν· ἐπεὶ, εἴ γε αὐτὴν τὴν ἰσότητα
15καθ’ αὑτὴν σκοποίης, ἔσται καὶ τὸ ἐν αὐτῇ μέρος ἰσότης· οὐ γὰρ ἐκ μὴ ἴσων τὸ ἴσον. Ἄλλο δὲ τὸ ἐπίθετον εἶδος, ὥστε ἔσται σύνθετον, ἀλλ’ οὐχ ἁπλοῦν τὸ αὐτόϊσον· ἀνάγκη ἄρα καὶ τοῦ αὐτοΐσου τὸ μέρος ἴσον εἶναι· μία γὰρ ἡ
20αὐτοϊσότης οὖσα πασῶν ἔχει τῶν ἰσοτήτων ἐν ἑαυτῇ τὰς αἰτίας, τῆς ἐν βάρεσι, τῆς ἐν ὄγκοις, τῆς ἐν πλήθεσι, τῆς ἐν ἀξίαις, τῆς ἐν γενέσε‐ σιν· ὥστε ἕκαστον τῶν τοιούτων παντοδαπῶν ὄντων ἴσον τί ἐστι, τὴν δύναμιν ὑφειμένην
25ἔχον τοῦ ὅλου καὶ τὴν ἀξίαν. Κωλύει γοῦν οὐ‐ δὲν, τοῦ ἑνὸς εἴδους πᾶσαν ἰδιότητα παράγον‐ τος τῶν ἐν αὑτῷ δυνάμεων, τὴν μὲν γενναίαν ἄλλην καὶ ἐν ἄλλοις οὖσαν, τὴν δὲ ἄλλην, καὶ οὕτως ἰσότητας εἶναι πάσας πολλὰς ὑπὸ τὴν
30μίαν. Εἰ δὲ καὶ ἰσότητες πᾶσαι καὶ ὑφειμέναι τῆς ἑαυτῶν ἑνάδος καὶ τοῦτο πεπόνθασι διὰ τὴν τοῦ αὐτοσμίκρου μετουσίαν, οὐ θαυμαστὸν, τῶν εἰδῶν πάντων πᾶσι κοινωνούντων· ἐπεὶ καὶ τὸ αὐτομέγεθος, καθόσον ἄλλων εἰδῶν ἠλάττω‐
35ται, μετέχει τῆς σμικρότητος, καὶ τὸ αὐτόσμι‐ κρον, καθόσον ἑτέρον ὑπερέχει, μετείληφε τοῦ αὐτομεγέθους. Μετέχεται δὲ ἕκαστον ὑπὸ τῶν τῇδε, καθόσον ἐστὶν ὅ ἐστιν, ἀλλ’ οὐ καθόσον κοινωνεῖ τοῖς ἄλλοις.
40Ἀλλὰ τοῦ σμικροῦ μέρος τις ἡμῶν
ἕξει. Τούτου δὲ αὐτοῦ τὸ σμικρὸν μεῖ‐
in Prm
.

871

ζον ἔσται ἅτε μέρους ἑαυτοῦ ὄντος. Καὶ οὕτω δὴ αὐτὸ τὸ σμικρὸν μεῖζον ἔσται· ᾧ δ’ ἂν προστεθῇ τὸ ἀφαιρεθὲν, τοῦτο σμικρότερον ἔσται, ἀλλ’ οὐ μεῖζον ἢ
5πρίν. Οὐκ ἂν γένοιτο, φάναι, τοῦτό γε. (P. 131 D.) Πάλιν τὸ σμικρὸν, ὅ τι ποτέ ἐστι καὶ ἣν ἔχει δύναμιν, πρῶτον θεατέον. Ὡς γὰρ τὸ μέγεθος λέγομεν ὑπεροχῆς καὶ διαφερούσης ἀξίας καὶ
10δυνάμεως ἐξῃρημένης αἴτιον εἶναι πᾶσιν ὁμοῦ τοῖς οὖσι, καὶ τὸ ἴσον ἀναλογίας πάσης καὶ ὁμοστοιχίας γεννητικόν· οὕτω δὴ καὶ τὸ σμι‐ κρόν φαμεν, εἰ μὲν βούλει, τῆς ὑφέσεως τῆς ἐν τοῖς εἴδεσιν ἅπασιν, εἰ δὲ βούλει, τῆς ἀμε‐
15ρείας καὶ τῆς συνοχῆς καὶ τῆς εἰς αὐτὸ συν‐ νευούσης δυνάμεως ἐν ἑκάστοις χορηγόν. Διὰ τοῦτο γὰρ αἱ ψυχαὶ δύνανται χωρεῖν ἀπὸ τῆς ἐκτάσεως ἐπὶ τὸ ἀμέριστον εἶδος τῆς ζωῆς, καὶ τὰ σώματα σφίγγεται καὶ συνέχεται ταῖς
20ἐν αὑτοῖς ἀμερέσιν αἰτίαις, καὶ ὁ σύμπας κό‐ σμος εἷς ἐστι καὶ ἐν ἑνὶ τῷ μέσῳ συννεύουσαν ἔχει τὴν ὅλην ζωήν. Ἀπὸ τούτου καὶ οἱ πόλοι καὶ τὰ κέντρα καὶ αἱ πᾶσαι ἀμερεῖς τομαὶ, καὶ αἱ τῶν κύκλων ἐπαφαὶ, καὶ τὰ πέρατα τῶν
25δωδεκατημορίων, καὶ πάντα ὅσα ὁ δημιουργι‐ κὸς νοῦς ἀμερῆ μέτρα τοῖς μεριστοῖς ἐνεστή‐ ριξε. Τοιαύτην μὲν οὖν ἔχει δύναμιν ἡ αὐτο‐ σμικρότης· ὁ δὲ παρὼν λόγος δείκνυσι καὶ ἐπὶ ταύτης ὅτι μέρους αὐτῆς σωματικῶς τὰ τῇδε
30μετέχειν ἀδύνατον. Εἰ γὰρ ἔχοι τι μέρος ὅλως ἡ αὐτοσμικρότης, ἔσται μείζων τοῦ ἑαυτῆς μέρους· τὸ γὰρ μέρος τοῦ σμικροῦ, καθὸ μέρος, τοῦ ὅλου σμικρότερον· ὥστε τὸ σμικρὸν τοῦ οἰκείου μέρους ὄντος σμικροτέρου δη‐
35λαδὴ μεῖζον ἔσται· ἀλλ’ ἀδύνατον μεῖζον εἶναι τὸ σμικρὸν ἁπλῶς· νῦν γὰρ αὐτὴν καθ’ αὑ‐ τὴν τὴν σμικρότητα θεωροῦμεν, οὐδὲν ἐφαπτό‐ μενοι τῆς πρὸς τὸ μέγεθος αὐτῆς κοινωνίας. Τοῦτο μὲν οὖν ἓν ἔδειξεν ἄτοπον ἀκολουθοῦν
40τοῖς αὐτὴν τὴν σμικρότητα μερίζουσιν ἐν αὐτῷ
in Prm
.

872

τῷ εἴδει θεωρουμένην, ἕτερον δὲ ἐπὶ τῶν μετ‐ εχόντων ἐξεταζόμενον τοιοῦτον. Ἐπειδὴ γὰρ τὸ αὐτόσμικρον διείλομεν, καὶ δέδεικται ὡς τοῦτο τὸ μέρος αὐτοῦ τοῦ ὅλου σμικρότερόν ἐστι,
5δῆλον ὅτι ᾧ ἂν προστεθῇ τοῦτο δὴ τὸ ἀφαιρεθὲν ἀπὸ τοῦ ὅλου σμικροῦ μέρος, ἐκεῖνο τὸ λαβὸν ταύτην τὴν προσθήκην σμι‐ κρότερον ἔσται, ἀλλ’ οὐχὶ μεῖζον ἢ πρότερον ἦν· τὸ γὰρ σμικροτέρου μεταλαβὸν
10δεῖ γίγνεσθαι σμικρότερον, καίτοι γε ὁρῶμεν ὅτι τῷ μεγέθει τῳδὶ προστεθέν τι σμικρότερον αὐτοῦ ὂν ποιεῖ τὸ ὅλον μεῖζον. Οὐκ ἄρα δεῖ μερίζειν τὸ σμικρόν· εἰ γὰρ ἀμέριστον αὐτὸ φυλάττοις, οὐ δυνήσῃ τὸ ὅλον ὡς τὸ μέρος
15προσθεῖναι, τῷ καὶ οὕτω ποιῆσαι τὸ προσλαβὸν ἀντὶ σμικροῦ μεῖζον· δέδεικται γὰρ ὅτι ὅλον ἐν πολλοῖς εἶναι ἀδύνατον. Ἔστι μὲν οὖν καὶ οὑ‐ τωσὶ τὴν ἐκκειμένην λέξιν ἀφερμηνεύειν· ἔστι δὲ καὶ, ὡς ὁ ἑταῖρος ἡμῶν ἐπέστησε Περικλῆς,
20ἐπ’ αὐτοῦ τοῦ εἴδους τὸ ὅλον θεωρεῖν· ᾧ γὰρ ἂν προστεθῇ τὸ ἀφαιρεθὲν τοῦ σμικροῦ μέρους, τοῦτο δεῖ γίγνεσθαι μεῖζον· ἀλλὰ μὴν τῷ κα‐ ταλοίπῳ τῆς ἀφαιρέσεως τοῦ σμικροῦ διαιρε‐ θέντος προστεθὲν σμικρὸν ὅμως ἐποίησε τὸ ὅλον,
25ἀλλ’ οὐ μεῖζον ἢ πρότερον· ἦν γὰρ σμικρὸν τὸ ἐξ ἀρχῆς εἶδος. Ἄτοπον ἄρα διαιρετὸν ἡγεῖσθαι τὸ σμικρόν· τὸ γὰρ ἀφαιρεθὲν ἀπ’ αὐτοῦ μέρος, διότι μὲν ἔλαττόν ἐστι τοῦ ὅλου, μεῖζον ἐκεῖνο πάντως ἀποφαίνει, διότι δὲ τῷ λοιπῷ προστί‐
30θεται, μεῖζον αὐτὸ τὸ τὴν προσθήκην λαβὸν ἀπεργάζεται· σμικρὸν δὲ οὐδετέρως εἶναι συμ‐ βαίνει τὸ πᾶν. Ταῦτα καὶ περὶ τοῦ δευτέρου τῶν ἐπενηνεγμένων ἀτόπων ῥητέον· ὃ καὶ ἔδοξέ τισιν οὕτω δυσδιάθετον εἶναι κατὰ τὴν λέξιν,
35ὡς καὶ ἐν τοῖς νόθοις αὐτοῖς καταλέξαι τινὰς καὶ περιγράψαι τῶν τοῦ Πλάτωνος ῥημάτων. Ἀλλὰ τοῦτο μὲν ἀφείσθω· ὅτι δὲ καὶ αὐτὸς ὁ λόγος ἀφαιρέσεις τινὰς καὶ προσθέσεις παρεισ‐ φέρων σωματικὴν εἶναι δηλοῖ τὴν ἐλεγχομέ‐
40νην μέθεξιν, γνώριμον· καὶ οὐδὲν, οἶμαι, πρὸς
in Prm
.

873

τοῦτο δεῖ παρ’ ἡμῶν πλείονος ὑπομνήσεως. Κοινῇ δὲ εἰρήσθω περὶ τῶν τριῶν τούτων εἰ‐ δῶν, μεγέθους, σμικρότητος, ἰσότητος, μᾶλλον δὲ περὶ ἁπασῶν ὁμοῦ τῶν ἰδεῶν, ὡς ἀμερεῖς
5εἰσι καὶ ὡς ἀσώματον ἔλαχον οὐσίαν· τὸ γὰρ σωματικὸν πᾶν, ὡρισμένον ὑπάρχον κατὰ τὴν διάστασιν, ἀδύνατον ὡσαύτως τὸ αὐτὸ παρεῖναι μείζοσι καὶ ἐλάττοσιν· ἀλλὰ μὴν καὶ τὸ ἴσον καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον, καὶ ἕκαστον
10τῶν ἄλλων ὁμοίως πάρεστι τοῖς μετέχουσιν, ὅπως ἂν ἔχοι διαστάσεως· ἀδιάστατα ἄρα πάν‐ τα τὰ εἴδη ἐστί. Κατὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ τόπου παντὸς ὑπερίδρυται· πᾶσι γὰρ παν‐ ταχοῦ τοῖς μετέχουσιν ἀκωλύτως πάρεστι, τὰ
15δὲ ἐν τόπῳ κρατούμενα τῆς ἀκωλύτου ταύτης παρουσίας ἄμοιρα πέφυκε· μετέχεσθαι γὰρ ὑπὸ πάντων αὐτὰ τῶν ἐν διαφόροις τόποις τεταγ‐ μένων ἀδύνατον. Ὡσαύτως γε καὶ χρόνου παν‐ τὸς ὑπερήπλωται· πάρεστι γὰρ ἀχρόνως ἅπασι
20καὶ ἀθρόως· ἐπεὶ καὶ αἱ γενέσεις προπαρασκευαί τινές εἰσι τῆς ἐκείνων μεθέξεως, ὡς προείπο‐ μεν, καὶ αὗται μὲν ἐν χρόνῳ πάντως, τὰ δὲ εἴδη τοῖς ἐν γενέσει δίδωσι τὰς ἑαυτῶν μεθέξεις οὐδὲν ὅλως προσδεόμενα τῆς κατὰ τὸν χρόνον
25παρατάσεως, ἀλλ’ ἐν αὐτῷ τῷ νῦν ἀμερίστῳ ἀμερίστως, ὃ δὴ καὶ μιμεῖται τὴν αἰώνιον αὐ‐ τῶν ὑπόστασιν. Μὴ τοίνυν ἀπὸ τῶν μετεχόν‐ των ἐπὶ τὰ μετεχόμενα μεταφερέτω τις ἢ τὸν χρόνον ἢ τὴν τοπικὴν περίληψιν ἢ τὸν σωμα‐
30τικὸν μερισμὸν, μηδ’ ὅλως συνθέσεις ἢ διαιρέ‐ σεις σωματοειδεῖς ἐν ἐκείνοις ἐπινοείτω. Πόῤῥω γὰρ ταῦτα διέστηκε τῶν εἰδῶν τῆς ἁπλότητος τῆς ἀΰλου, τῆς καθαρότητος τῆς ἐν αἰῶνι συν‐ εχομένης ἀμεροῦς ὑποστάσεως.
35 Τίνα οὖν τρόπον, εἰπεῖν, ὦ Σώκρα‐ τες, τῶν εἰδῶν σοι τἄλλα μεταλήψε‐ ται, μήτε κατὰ μέρη μήτε κατὰ ὅλα μεταλαμβάνειν δυνάμενα; (P. 131 D.) Προκλητικός ἐστιν ὅλος ὁ τύπος οὗτος τῶν
40λόγων, καὶ μαιευτικὸς τῶν τοῦ Σωκράτους ἐν‐
νοιῶν· διὰ τοῦτο καὶ οὐχ ὡς ἀγωνιστὴς, οὐδ’
in Prm
.

874

ὡς νίκης ὀρεγόμενος ἐπήνεγκεν ὡς οὐκ ἄρα μετ‐ έχει τὰ τῇδε τῶν εἰδῶν, ἀλλ’ ἀνακινεῖ τὸν Σωκράτη καὶ προκαλεῖται τὸν ἐν αὐτῷ νοῦν εἰς τὴν τῆς κυριωτάτης μεθέξεως εὕρεσιν, καὶ διὰ
5τῶν ἀκυρωτέρων τρόπων αὐτὸν περιαγαγὼν ἐκεῖ‐ νον καταλείψει τὸν ὄντως προσήκοντα τῇ ποιή‐ σει τῶν θείων εἰδῶν. Εἴρηται δὲ καὶ πρότερον ὅτι τοῖς μὴ σωματικῶς ἐκλαμβάνουσι τὸ ὅλον καὶ τὸ μέρος, ἀλλὰ προσφόρως ταῖς ἀΰλοις καὶ
10νοεραῖς οὐσίαις, ὀφθήσεται τὰ τῇδε καὶ ὅλων μετέχοντα τῶν εἰδῶν καὶ μερῶν. Καθόσον μὲν γὰρ ἡ ἑκάστου ἰδιότης χωρεῖ καὶ μέχρι τῶν τε‐ λευταίων ἐν τοῖς μετέχουσιν, ὅλων ἐστὶν ἡ μέθ‐ εξις· καθόσον δὲ οὐ πᾶσαν ὑποδέχεται τὰ δεύ‐
15τερα τὴν τῶν αἰτιῶν δύναμιν, μερῶν ἐστιν ἡ μέθεξις. Διὸ καὶ τὰ μὲν ὑψηλότερα τῶν μετ‐ εχόντων πλείους ὑποδέχεται τοῦ παραδείγμα‐ τος δυνάμεις, τὰ δὲ κοιλότερα ἐλάττους· ὥστε, καὶ εἴ τινες ἄνθρωποι κατ’ ἄλλας τοῦ παντὸς
20μερίδας κρείττους ἡμῶν ὑπάρχοιεν, καὶ τούτους μᾶλλον ἐγγὺς ὄντας τῆς ἀνθρώπου ἰδέας μᾶλ‐ λον αὐτῇ καὶ κατὰ πλείους δυνάμεις κοινωνεῖν. Ὅθεν καὶ ὁ μὲν οὐράνιος λέων νοερὸς, ὁ δὲ ὑπὸ σελήνην ἄλογος· ἐγγυτέρω γὰρ ἐκεῖνος τῆς τοῦ
25λέοντος ἰδέας. Ἥ γε μὴν ἰδιότης ἥκει μέχρι τῶν θνητῶν, δι’ ἣν καὶ συμπαθεῖ τὰ τῇδε τοῖς οὐρανίοις· τὸ γὰρ ἓν εἶδος καὶ ἡ κατὰ τοῦτο κοι‐ νωνία ποιεῖ τὴν συμπάθειαν. Καὶ τί δεῖ περὶ τούτων λέγειν; ἀλλὰ καὶ αὐτὴν εἰ λάβοις τὴν
30σελήνην, θεὸν μὲν ὄψει τὴν οὐρανίαν, τὸ δὲ ἐν‐ ταῦθα σεληνιακὸν εἶδος ἐν λίθοις φυλάττον καὶ αὐτὸ τὴν οἰκείαν τῇ τάξει ταύτῃ δύναμιν, ὡς πέφυκεν αὐξόμενόν τε καὶ μειούμενον τεταγμέ‐ νως. Οὕτως ἡ μία ἰδιότης ἄνωθεν καθήκει
35μέχρι τῶν ἐσχάτων, καὶ δῆλον ὅτι διὰ τῶν μέ‐ σων· εἰ γὰρ ἔν τε θεοῖς καὶ ἐν λίθοις τὸ ἓν τοῦτο εἶδος, πολλῷ δήπου πρότερον ἐν ταῖς μεταξὺ γενέσεσιν, οἷον δαιμόνων ἢ τῶν ἄλλων ζώων· σειραὶ γάρ τινες ἀπὸ τῶν νοερῶν θεῶν εἰς τὸν
40οὐρανὸν καθήκουσι, καὶ ἀπὸ τῶνδε πάλιν εἰς
τὴν γένεσιν, καθ’ ἕκαστον στοιχεῖον ἐξαλλατ‐
in Prm
.

875

τόμεναι, καὶ μέχρι γῆς ὑφιζάνουσαι. Τούτων δὲ τῶν σειρῶν τὰ μὲν ὑψηλότερα μειζόνως μετ‐ έχει τῶν παραδειγμάτων, τὰ δὲ χαμαιζηλό‐ τερα ἐλαττόνως τῆς ἰδιότητος ἐπὶ πάντα τῆς
5μιᾶς ἐκτεινομένης, ἣ καὶ ποιεῖ μίαν τὴν ὅλην σειράν. Πάλιν δὲ καθ’ ἕτερον τρόπον, εἰ βούλει, λέ‐ γωμεν ὅτι καὶ ὅλων μετέχει τὰ τῇδε τῶν εἰ‐ δῶν καὶ μερῶν· ὅλων μὲν, καθόσον ἀμέριστος
10αὐτῶν ἐστιν ἡ ποίησις, διὸ καὶ ὅλη πανταχοῦ πᾶσιν ἡ αὐτὴ πάρεστιν ἑαυτῆς οὖσα πρότερον, ἔπειθ’ οὕτω καὶ τὴν τῶν μετεχόντων οὐσίαν ἀποπληροῦσα τῆς οἰκείας δυνάμεως· μερῶν δὲ, καθόσον οὐκ αὐτῶν ἐκείνων, ἀλλ’ εἰδώλων
15μετέχει, τὰ δὲ εἴδωλα μέρη τῶν οἰκείων ἐστὶ παραδειγμάτων· οὕτω γὰρ ἡ εἰκὼν ἔχει πρὸς τὸ παράδειγμα ἑαυτῆς, ὡς μέρος πρὸς ὅλον. Καὶ εἴ τις ἐπὶ ταύτης ἑστὼς τῆς ἐξηγήσεως γυμνά‐ ζει τοὺς προειρημένους λόγους, οὐδὲν ἀδύνατον
20φαίνεται τῶν πρότερον ἡμῖν ὡς ἀδυνάτων ἀπογεγραμμένων. Ποῦ γὰρ ἀδύνατον ὅλον ἐν πᾶσιν εἶναι ταὐτὸν, εἴ μοι νοοίης ὅτι τὸ ἄϋλον καὶ νοερὸν εἶδος, ἐν ἑαυτῷ ὂν καὶ οὐδὲ ἕδρας οὐδὲ τόπου δεόμενον, πᾶσι πάρεστιν ἐξίσου τοῖς
25μετέχειν αὐτοῦ δυναμένοις; Ποῦ δὲ ἀδύνατον τὸ ἀμέριστον καθ’ αὑτὸ καὶ ἓν προϋπάρχον εἶ‐ δος μερίζεσθαι ἐν τοῖς μετέχουσι καὶ τὸν Τι‐ τανικὸν ὑπομένειν διασπασμόν; Πῶς δὲ οὐκ ἀληθέστατον ὅτι, τοῦ αὐτομεγέθους μετασχὸν,
30ἐλάττονος μετέσχε; τὸ γὰρ ἐν αὐτῷ μέγεθος διαστατὸν ὂν τοῦ αὐτομεγέθους εἴδωλον, τὸ δὲ εἴδωλον μορίῳ δή τινι τοῦ παραδείγματος ἠλάτ‐ τωται. Τί δὲ, οὐ κατὰ τὸν αὐτὸν τρόπον καὶ τὸ αἰσθητὸν ἴσον ἐλάττονος ἐρεῖς αὐτοῦ τοῦ ἴσου
35μετασχὸν ἴσον προσονομάζεσθαι; τὸ γὰρ ἐν‐ ταῦθα καλούμενον ἴσον ἔλαττον τῆς τοῦ αὐτοΐσου δυνάμεως. Πῶς δὲ καὶ τὸ εἴδωλον τοῦ σμικροῦ οὐχὶ σμικρότερον ἐκείνου, καθόσον ἀπολείπεται τῆς ἐκείνου τελειότητος; ἐκεῖνο γὰρ τούτου μεῖ‐
40ζον, καθόσον τῇ δυνάμει τελειότερον. Ὅλως δὲ
in Prm
.

876

ἕκαστον τῶν τριῶν, ἐπεὶ καὶ ἐξῄρηται τῶν μετ‐ εχόντων καὶ μετρητικόν ἐστι τῆς οὐσίας αὐ‐ τῶν καὶ τῆς ὑφέσεως αὐτοῖς αἰτίαν ἐνδίδωσι, κατὰ μὲν τὴν ἐξῃρημένην ὑπερβολὴν τῷ μεγέθει
5προσχρῆται, κατὰ δὲ τὴν μετρητικὴν δύναμιν τῷ ἴσῳ, κατὰ δὲ τὴν τῆς ὑφέσεως δόσιν τῷ σμι‐ κροτέρῳ. Πάντα ἄρα συναπεργάζεται ἀλλήλοις τὴν εἰς τὰ δεύτερα ποίησιν, ἐπεὶ, καὶ εἰ τὸ μὲν μέγεθος τὴν ἐπὶ πάντα διατείνουσαν παρέχεται
10δύναμιν, τὸ δὲ σμικρὸν τὴν ἀμέρειαν (συμφύε‐ ται γὰρ ἀλλήλοις· τό τε γὰρ ἀμέριστον ἐπὶ πλείω διῆκον μειζόνως ἐστὶν ἀμερὲς), καὶ ἄμφω μειζόνως ἴσα ἐστὶν, ἑαυτῶν τε καὶ τῶν ἄλλων ὑπάρχοντα μέτρα διαφερόντως· οὐδὲν ἄρα ἄτο‐
15πον οὐδὲ ἀδύνατον, εἰ καὶ τὸ ὅλον καὶ τὸ μέρος τὸν προσήκοντα τρόπον ἐκλάβοις, ἀλλ’ ἕπεται πάντα ταῖς ὑποθέσεσιν οἰκείως. Ὅθεν, οἶμαι, καὶ ὁ Παρμενίδης συνεχῶς ἐπανερωτᾷ πῶς μετέχει τὰ τῇδε τῶν εἰδῶν, καὶ πῶς τὸ ὅλον
20καὶ πῶς τὸ μέρος ἐπ’ ἐκείνων θεωρητέον, εἰς τὴν ἀληθεστάτην αὐτὸν ἀνάγων ἐπιβολήν. Οὐ μὰ τὸν Δία, φάναι, οὔ μοι δοκεῖ εὔκολον εἶναι τὸ τοιοῦτον οὐδαμῶς δι‐ ορίσασθαι. (P. 131 E.)
25 Ἐν μὲν τῷ πρώτῳ προβλήματι τῷ περὶ τῆς ὑποστάσεως τῶν ἰδεῶν, οὔτε ὁ Παρμενίδης ὡς ἀτελοῦς τοῦ Σωκράτους ἀντελάβετο, οὔτε αὐ‐ τὸς ὅλως οὐδὲν εἶχεν ἀπορεῖν· ἐν δὲ τῷ δευτέρῳ τῷ τίνων εἰσὶν, ἠπόρει μὲν, ἀλλὰ ἐμμελῶς καὶ
30οὐ πάνυ σφοδρῶς· ἐν δὲ τῷ τρίτῳ τούτῳ καὶ λίαν ἀπορεῖ διὰ τὴν βαθύτητα τοῦ σκέμματος. Καὶ γὰρ οὐκ ἐνταῦθα μόνον ἡ βαθύτης δείκνυ‐ ται τούτου τοῦ προβλήματος, ἀλλὰ καὶ ἐν Τι‐ μαίῳ, λέγοντος αὐτοῦ τοῦ Τιμαίου τὴν ὕλην
35ἀπορώτατα μετέχειν τοῦ ὄντος· ὥστε εἰκότως δυσδιάθετος φαίνεται τῷ Σωκράτει καὶ ἄπορος ὁ λόγος, καὶ οὐ νέῳ μόνον, ὡς ἔοικεν, ὄντι, ἀλλὰ καὶ παρ’ αὐτὴν τὴν τελευτήν· λέγει γοῦν καὶ ἐν Φαίδωνι μὴ διϊσχυρίζεσθαι περὶ τοῦ τρόπου τῆς
40μεθέξεως τῶν εἰδῶν, τοῦ μεγάλου ἐκεῖ καὶ τοῦ
in Prm
.

877

σμικροῦ μεμνημένος. Καὶ τοῦτό ἐστιν ὃ καὶ πρό‐ τερον εἴπομεν, καὶ ἐπὶ τούτου καὶ ἐπὶ πολλῶν ἄλλων ζητήσεως ἄξιον τὸ πῶς· οἷον καὶ τὸν Σω‐ κράτη ζητεῖν ἐλέγομεν, ὅτε ἠρώτα πῶς δια‐
5κρίνεται τὰ εἴδη αὐτὰ καὶ συγκρίνεται, συγ‐ χωρῶν μὲν ὅτι κἀκεῖνα πολλὰ ὄντα πάντως ἥνωται καὶ διῄρηται καὶ οὐκ ἔστιν ἑνώσεως ἀμέτοχα, πῶς δὲ ἁπλᾶ ὧν τὸ συναμφότερον πέπονθε ζητῶν, καὶ εἰ ὁμοίως ὡς τὰ ὁρατὰ
10πολλά· ταῦτα γὰρ σύνθετα, καὶ οὐδὲ ἐπ’ αὐ‐ τῶν σύγκρισιν καὶ διάκρισιν ὁρᾷν κατ’ ἄλλο καὶ δι’ ἄλλων συνθέτων ὄντων, ἐπὶ δὲ τῶν ἁπλῶν πῶς τὸ κατ’ ἄλλο ληπτέον καὶ ἄλλο, δυσφορώ‐ τατον. Ἐζήτει οὖν πῶς καὶ ἐπ’ ἐκείνων ἄμφω
15δυνατόν· οὐκ εἰ ἔστι ζητῶν, ἀλλὰ πῶς ἐστιν, ὥσπερ καὶ ἐν τούτοις ζητεῖ ὁ λόγος οὐκ εἰ ἔστι μέθεξις, ἀλλὰ πῶς ἐστιν. Ὃ καὶ ὁ Σωκράτης φησὶ μὴ εἶναι συνιδεῖν εὔκολον, ὑπὸ τῶν ἐλέγχων περιαχθεὶς εἰς τὴν ἐπίστασιν τῆς τοῦ
20προβλήματος τούτου δυσκολίας. Εἰ δέ γε καὶ ἡ τοῦ ὅρκου πρόσθεσις μὴ μάτην, ἀλλά πως ἐνιδρύει τε αὐτὸν τῷ θεῷ ὃν ὄμνυσι κἀκεῖθεν εὔβατον αὐτῷ ποιεῖ τὴν θεωρίαν, οὐδὲ ταύτην ἂν εὕροις σκοπῶν ἀλλοτρίαν τῆς περὶ τῶν εἰδῶν
25ζητήσεως· ἐν γὰρ τῷ Διῒ πρῶτον ἡ πηγὴ καὶ ἡ ἑνὰς ἀνεφάνη τῶν δημιουργικῶν ἰδεῶν καὶ ὁ ὅλος αὐτῶν ἀριθμός· αὐτὸν οὖν ἐπικαλούμενος τὸν Δία καὶ μάρτυρα τῆς αὑτοῦ ποιούμενος ἀπο‐ ρίας, ἑαυτὸν ἐπιτήδειον ποιεῖ πρὸς τὴν ὅλην
30θεωρίαν καὶ ἀνάγει πρὸς τὴν χωριστὴν ἀπὸ τῶν φαινομένων αἰτίαν. Τί δὲ δ; πρὸς τόδε πῶς ἔχεις; Τὸ ποῖον; Οἶμαί σε ἐκ τοῦ τοιοῦδε ἓν ἕκαστον εἶδος οἴεσθαι εἶναι. Ὅταν
35πολλὰ ἄττα μεγάλα δόξῃ σοι εἶναι, μία τις ἴσως δοκεῖ ἰδέα ἡ αὐτὴ εἶναι ἐπὶ πάντα ἰδόντι, ὅθεν ἓν τὸ μέγα ἡγεῖ εἶναι. Ἀληθῆ λέγεις, φάναι.
(P. 131 E.)
in Prm
.

878

Ὅπως μὲν οὐχὶ σωματικὴν οἰητέον εἶναι τὴν μετάληψιν τῶν εἰδῶν, ἐπιδέδεικται διὰ τῶν εἰρημένων ἱκανῶς· ἐξ ὧν λάβοις ἂν ὅτι οὐ σωματικῶς οὐδὲ ὤσεσι καὶ μοχλίαις αὐτῶν
5ἀναθετέον τὴν ποίησιν, οἷαι δὴ τῶν σωμάτων εἰσὶν αἱ κινήσεις. Εἰ δὲ τοῦτο, δῆλον ὡς ἀσώ‐ ματός ἐστιν ὁ διάκοσμος τῶν εἰδῶν· ἐν Σοφι‐ στῇ μὲν οὖν ὅτι τὸ ἓν ἀσώματον ἐπέδειξεν ὁ λόγος· σῶμα γὰρ ὂν καὶ αὐτὸ δεήσεσθαι τοῦ
10ἑνίζοντος· ἐνταῦθα δὲ ὅτι τὸ ὄντως ὂν καὶ τὰ εἴδη τὰ νοερὰ ἀμερίστως ὑφέστηκε· ἐν δὲ Νό‐ μοις, ὅτι αἱ ψυχαὶ ἀσώματοι διὰ τὴν αὐτο‐ κίνητον ὑπόστασιν. Οὗτοι δέ εἰσιν οἱ πρὸ τῶν αἰσθητῶν διάκοσμοι τρεῖς, ὁ τῶν ψυχῶν, ὁ τῶν
15νοερῶν οὐσιῶν, ὁ τῶν ἑνάδων, οἷς δὴ πᾶσι τὸ ἀσώματον ἀποδέδωκε δι’ αὐτῶν τῶν ἀνελέγ‐ κτων λόγων. Ἀλλὰ ταῦτα μὲν ταύτῃ ἐχέτω· ἄνεισι δὲ ἐντεῦθεν ἐπ’ ἄλλην τελειοτέραν ὑπόθε‐ σιν ὁ Παρμενίδης· μήποτε γὰρ οὕτω τὰ τῇδε
20μετέχει τῶν ἰδεῶν, ὡς τῶν φυσικῶν λόγων, ὁμοταγῶν μὲν ὄντων καὶ ὁμοφυῶν τοῖς μετέχου‐ σιν, ἀσωμάτων δὲ ὅμως; Ἡ γὰρ πρὸ ταύτης ἀπορία σωματικὴν ἐλάμβανε τὴν μετοχὴν τῶν ἰδεῶν, ἄλλων μὲν οὐσῶν περὶ τὰ ἐν ἡμῖν, σω‐
25ματικῶν δὲ ὅμως, καὶ οὕτω παρουσῶν, ὡς σώ‐ ματα δυνατὸν παρεῖναι σώμασιν ἄλλοις. Ἄνει‐ σιν οὖν ἐπί τινα λόγον ἀσώματον, ὃν, εἰ ἐθέλοιμεν εἰς τὰ πράγματα ἀποβλέποντες ἀφορίζεσθαι, φυσικὸν εἶναι θήσομεν, καὶ εἶναι τὸν τρόπον τῆς
30μετοχῆς ἀσώματον μὲν, ἀλλ’ ἔχοντά τι κοινὸν πρὸς τὰ μετέχοντα. Ἐὰν γὰρ πρὸς τῇ ἀσωμάτῳ μεθέξει καὶ ἐκβεβηκότα πάντη τῶν μετεχόντων τὰ μετεχόμενα λάβωμεν, οὐκέτι οὐδ’ ἂν ἓν λεί‐ ποιτο περὶ τῆς μεθέξεως ἄπορον· δύο γὰρ ταῦτα
35ποιεῖ τὴν ἀπορίαν, ὁ σωματικὸς τῆς παρουσίας τρόπος καὶ ἡ πρὸς αὐτὰ κοινότης· πρὸς ἃ καὶ ὁ Σωκράτης βλέπων ἐν Φαίδωνι διαπορεῖν ἔλε‐ γεν εἴτε παρουσίαν δεῖ θέσθαι τῶν εἰδῶν εἰς τὰ
μετέχοντα αὐτῶν (ὡς ἡ πρὸ τούτων ἔλεγε ζή‐
in Prm
.

879

τησις, εἴτε ὅλου μετέχει τοῦ εἴδους τὰ τῇδε ζητοῦσα, εἴτε μέρος ἑκάστου), εἴτε καὶ μὴ παρ‐ ουσίαν, ὡς τοῦ ἑνὸς λόγου ἐν ταῖς χορδαῖς τοῖς συμφώνοις τὸν ποιοῦντα τῇ ἑτέρᾳ κινουμένῃ συγ‐
5κινεῖσθαι τὴν λοιπήν. Αὐτὴ γοῦν ἡ δευτέρα ζή‐ τησις ὑπέθετο τὸ εἶδος ἐν τοῖς μετέχουσιν εἶναι καὶ ὁμοταγὲς αὐτοῖς· διὸ καὶ ἐπὶ τούτοις πάλιν καὶ ἐκείνοις ὁμοίοις οὖσιν ἄλλο τι ἀναγκάζει τίθεσθαι ταὐτόν. Ἄνεισιν οὖν ἐπὶ τὰς φύσεις·
10ὑπὲρ γὰρ τὰ σώματα καὶ τὴν φαινομένην δια‐ κόσμησιν τῶν εἰδῶν οἱ φυσικοὶ λόγοι καὶ αἱ φύσεις ἐτάχθησαν, δύνουσαι καὶ αὐταὶ κατὰ τῶν σωμάτων καὶ οὐκ ἐξῃρημένως αὐτὰ συνέχουσαι· διὸ καὶ πάνυ συντάττονται τοῖς αἰσθητοῖς εἴδε‐
15σιν οἱ φυσικοὶ λόγοι. Πῶς οὖν ἄνιμεν ἐπὶ τοὺς φυσικοὺς λόγους, αὐτὸς διδάσκει σαφῶς ὁ Παρ‐ μενίδης· ἀπὸ γὰρ τῶν ἐν τοῖς καθέκαστα κοι‐ νῶν ἐπὶ τὸ προσεχὲς αἴτιον αὐτῶν ἀνατρέχομεν, ὃ δή ἐστι πάντως εἶδος φυσικόν· ἰδόντες γὰρ
20πολλὰ μεγάλα καὶ ἐπὶ πάντα ταῦτα μίαν ἰδέαν διατείνουσαν, ἓν δή τι μέγα ἡγούμεθα εἶναι τοῦ μεγάλου τοῦ ἐν τοῖς καθέκαστα κοινόν. Ὅτι δὲ περὶ φυσικοῦ εἴδους ὁ λόγος καὶ τῆς ἀπὸ τῶν αἰσθητῶν ἐπ’ αὐτὸ μεταβάσεως, δηλοῖ προστι‐
25θεὶς τὰ τοιαῦτα, τὸ οἴεσθαι, τὸ δόξ, τὸ δοκε, τὸ ἡγε, τῶν τοιούτων Ἕκαστον ἃ μὴ ἔστι περὶ ἐπιστητῶν πραγμάτων λέγειν, ἀλλὰ περὶ φυσικῶν. Ὁμοίως οὖν καὶ ἐπ’ ἀνθρώπων ῥητέον ὅτι ὁρῶμεν τοὺς πολλοὺς ἀνθρώπους, καὶ
30μίαν ἰδέαν ἐπὶ πάντα διατείνουσαν τὸν ἐν τοῖς καθέκαστα ἄνθρωπον, ὅθεν ἕνα ἄνθρωπον ἡγού‐ μεθα ἐν τοῖς λόγοις προϋπάρχειν τῆς φύσεως γεν‐ νητικὸν τοῦ φαινομένου, καὶ οὕτω τοὺς πολλοὺς μετέχειν τοῦ ἑνὸς, ὡς λόγου φυσικοῦ προελθόντος
35εἰς ὕλην, οὐδὲ τούτου χωριστοῦ τῆς ὕλης ὄντος, ἀλλ’ ὡς προείπομεν, ἐοικότος τῇ σφραγῖδι τῇ δυνούσῃ κατὰ τοῦ κηροῦ καὶ ἐν αὐτῷ τὸν ἐν αὑτῇ ἀποτιθεμένῃ τύπον καὶ ἐφαρμόζοντα τοῦ‐ τον πρὸς ὅλον τὸ ἐπιτιθέμενον εἶδος ποιούσῃ.
40Ἡ μὲν οὖν προσεχὴς μετάβασις ἀπὸ τῶν σω‐
μάτων ἐπὶ τὰς φύσεις γινομένη τοὺς ἐν ταύταις
in Prm
.

880

λόγους ἐπιδείκνυσιν ἀπολειπομένους τῆς τῶν εἰδῶν πρωτουργοῦ καὶ ἀμίκτου πρὸς τὰ μετέ‐ χοντα τελειότητος. Ληπτέον δὲ ἐκ τούτων ὅτι τὸ ἓν εἶδος οὔτε κατὰ τὸ ὄνομα δεῖ μόνον κοι‐
5νωνεῖν τοῖς πολλοῖς, ἵνα μὴ πάλιν διὰ τὸ κοι‐ νὸν ὄνομα ζητῶμεν ἄλλο ἕν τι κοινὸν τῷ τε ἑνὶ καὶ τοῖς πολλοῖς, ὥσπερ τῶν πολλῶν τὸ ἓν κοινόν· οὔτε συνώνυμον εἶναι χρὴ τὸ ἐν τοῖς ὑφ’ ἑαυτὸ πολλοῖς, ἵνα μὴ πάλιν εἷς ὢν ἀμφο‐
10τέρων λόγος ἕτερον ἀπαιτῇ τι κοινὸν ἐπ’ αὐτοῖς· ἀλλ’ ὡς εἴρηται πολλάκις, ἀφ’ ἑνὸς καὶ πρὸς ἕν· ὃ γάρ ἐστι τὸ ἓν εἶδος πρώτως, τοῦτο τὰ ὑπ’ αὐτὸ πολλὰ δευτέρως. Καὶ οὐ δεῖ κοινότητα πάλιν ἄλλην ἐπὶ τούτων θηρᾷν· ἡ γὰρ κοινότης
15ὁμοταγῶν μέν ἐστιν, οὐχ ὁμοταγὴς δὲ τοῖς ὧν ἐστι κοινότης. Αὐτὸ δὲ τὸ ἓν ἐφ’ ἑκάστου τῶν εἰδῶν ὅταν λαμβάνωμεν, οὔτε δοξαστικῶς αὐτὸ χρὴ θεωρεῖν, οὔτε διανοητικῶς· οὐδὲ γάρ εἰσιν αὗται γνώσεις συμφυεῖς τῶν νοερῶν μονάδων,
20τῶν οὔτε δοξαστῶν οὔτε διανοητῶν, ὡς ἐν Πολι‐ τείᾳ μεμαθήκαμεν, ἀλλὰ διὰ τῆς νοερᾶς ἐπι‐ βολῆς θεάσασθαι προσήκει τὴν ἁπλῆν καὶ ἑνο‐ ειδῆ τῶν οὐσιῶν ἐκείνην ὕπαρξιν οὐδὲ δὴ κατὰ σύνθεσιν αὐτοῖς ἀπὸ τῶν πολλῶν ὑπάρχειν
25τὸ ἓν, οὐδὲ κατ’ ἐπίνοιαν χωριστὴν οἰητέον, ἀλλ’ ἐπείπερ ἀπὸ τἀγαθοῦ καὶ τοῦ ἑνὸς τῶν εἰδῶν προῆλθεν ὁ νοερὸς ἀριθμὸς καὶ ἐν τῷ ἑνὶ διαφερόντως ὑφέστηκεν, οὐκ ἐξιστάμενος τῆς οἰκείας πρὸς τὴν ὑποστήσασαν αὐτὸν αἰτίαν καὶ
30συγγενοῦς ἑνώσεως. Ὅθεν καὶ ὁ ἐν τῷ Φιλήβῳ Σωκράτης ποτὲ μὲν ἑνάδας καλεῖ τὰς ἰδέας, ποτὲ δὲ μονάδας· εἰσὶ γὰρ ὡς μὲν πρὸς αὐτὸ τὸ ἓν μονάδες, διότι καὶ πλῆθός ἐστιν ἑκάστη καὶ ὄν τι οὖσα καὶ ζωὴ καὶ εἶδος νοερόν· ὡς δὲ
35πρὸς τὰ ἀπ’ αὐτῶν παραγόμενα καὶ τὰς σειρὰς ἃς ὑφεστᾶσιν, ἑνάδες· πληθύνεται γὰρ τὰ μετ’ αὐτὰς μεριστὰ γινόμενα ἀπὸ ἀμερίστων ἐκεί‐ νων. Εἰ τοίνυν τὸ ἐν αὐταῖς ἑνιαῖον τῶν πολ‐ λῶν ἐκβέβηκε, δῆλον δήπουθεν ὅτι καὶ ἡ ἑνιαία
40τοῦ νοῦ γνῶσις ἱκανὴ πρὸς τὴν ἀντίληψιν ὑπ‐
άρχει τοῦ τῶν εἰδῶν ἑνός· ἐάν τε οὖν πλῆθος ἦ
in Prm
.

881

τῶν μετεχόντων, οὐ πολλαπλασιάζει τοῦ μετε‐ χομένου τὸ ἑνιαῖον· ἐάν τε μερῶν διαφορότητες, τηρεῖται τὸ ἀμέριστον τῶν εἰδῶν ἀμετακίνη‐ τον· ἐάν τε συνθέσεις, ἡ ἁπλότης ἀεὶ ὡσαύτως
5ἕστηκε τῶν νοερῶν εἰδῶν· οὔτε γὰρ συναριθμεῖ‐ ται τοῖς ἑαυτῶν ἀποτελέσμασιν, οὔτε συμπλη‐ ροῖ τὴν οὐσίαν αὐτῶν· εἰ γὰρ ἔν τῷ τῶν γιγνο‐ μένων εἴη, οὐκέτ’ ἂν ὡς ἀρχὴ αὐτῶν θεωροῖτο καὶ αἰτία γόνιμος· ὅλως γὰρ πᾶν τό τινος γε‐
10νόμενον ἁπλῶς αἴτιον ὑπάρχειν ἀδύνατον, διότι δὴ τὸ ὡς ἀληθῶς αἴτιον ἐξῄρηται τῶν ἀποτε‐ λεσμάτων, καὶ ἵδρυται ἐν ἑαυτῷ καὶ ἐφ’ ἑαυτοῦ χωριστῶς ἀπὸ τῶν μετεχόντων. Εἰ μὲν οὖν ἐπὶ τὰ εἴδη τις ἀπὸ τῶν αἰσθητῶν τούτων καὶ
15πάντη διῃρημένων ἐθέλοι μεταβαίνειν, νοῦν μὲν ἀντὶ δόξης προϊστάσθω τῆς ὁδοῦ ταύτης ἡγε‐ μόνα, θεάσθω δὲ ἕκαστον εἶδος ἀσύντακτον πρὸς τὰ τῇδε καὶ ἀμιγές· καὶ μήτε σχέσιν αὐτῶν τινα ἐπινοείτω, μήτε κοινὸν τῆς οὐσίας λόγον
20αὐτῶν τε καὶ τῶν πολλῶν, μήτε σύνταξιν ὅλως τῶν μετεχομένων πρὸς τὰ μετέχοντα θεωρείτω, συντεταγμένα καὶ σωζόμενα διὰ τῆς πρὸς ἐκεῖνα συντάξεως. Εἰ δέ τις δόξῃ χρῆται πρὸς τὴν με‐ τάβασιν καὶ εἰδῶν ἀντιλαμβάνηται συμμιγῶν
25πρὸς τὰ τῇδε καὶ τοῖς ἐνύλοις λόγοις συναριθμου‐ μένων, μόλις ἐπὶ τὴν φύσιν οὗτος ἄνεισι καὶ τὸν φυσικὸν διάκοσμον τῶν εἰδῶν· ὅθεν δὴ πάλιν ἐπὶ τούτοις ἄλλας ὁλικωτέρας μονάδας θεωρεῖ, καὶ ἑνώσεις ἑνώσεως μεταδιώκει, καὶ τοῦτο ἐπ’
30ἄπειρον οὐ παύεται πάσχων, ἕως ἂν ἐπ’ αὐτὰ τὰ νοερὰ πέρατα καταντήσας ἐν ἐκείνοις ἴδῃ τὴν τῶν εἰδῶν ἀφωρισμένην παραγωγὴν, τοῖς αὐθ‐ υποστάτοις, τοῖς ἁπλουστάτοις, τοῖς διαιωνίοις. Κατὰ πόδας οὖν ὁ Παρμενίδης, τῶν μεριστῶν
35εἰδῶν ἐπιδείξας ὑπερηπλωμένα τὰ πρωτουργὰ εἴδη καὶ παντελῆ, δείκνυσιν αὐτὰ καὶ τῶν συμ‐ μιγῶν πρὸς ταῦτα συναριθμουμένων αὐτοῖς καὶ ὁπωσοῦν ἐξῃρημένα κατὰ δή τινα θαυμαστὴν ὑπερβολήν. Ἐνταῦθα δὴ γενομένοις ἄξιον ἄγα‐
40σθαι τὴν ἐν τῷ Φαίδωνι τοῦ Σωκράτους ἐπί‐
στασιν περὶ τῆς μεθέξεως τῶν εἰδῶν· οὐ γὰρ
in Prm
.

882

ἔτι διϊσχυρίζομαι, φησὶν, εἴτε παρουσίαν εἴτε κοινωνίαν αὐτὴν δεῖ λέγειν, εἴτε ἄλλην τινὰ παρὰ ταύτας. Ἐκ μὲν γὰρ τῆς πρώτης ἀπο‐ ρίας τὴν παρουσίαν ἀδύνατον ἀποφαίνειν δυ‐
5νατὸν, οὔτε ὅλων οὔτε μερῶν αὐτῶν τινων τοῖς μετέχουσι παρεῖναι δυναμένων· ἐκ δὲ τῆς δευτέ‐ ρας ταύτης, τὴν κοινωνίαν τοὺς ὑποθεμένους διε‐ λέγχειν. Ἐὰν γοῦν ᾖ τι κοινὸν ταῖς ἰδέαις καὶ τοῖς μετέχουσιν αὐτῶν, ἡ ἐπ’ ἄπειρον μετάβα‐
10σις ἕξει χώραν ἀπὸ τῶν τοῦ κοινοῦ μετεχόντων ἐπὶ τὸ κοινόν. Διὸ καὶ εἰκότως αὕτη πρὸς τὴν πρὸ αὐτῆς ἀπορίαν διάφορος· ἐκείνη μὲν γὰρ ἦν ὡς τοῦ εἴδους παρόντος τοῖς μετέχουσι καὶ αὐτοῦ ὄντος τοῦ μετασχεθέντος, αὕτη δὲ ὡς
15ἄλλου μὲν ὄντος παρὰ τὸ μετεχόμενον, πολλὴν δὲ τὴν πρὸς αὐτὸ κοινωνίαν ἔχοντος· διὸ ἐπ’ ἐκείνοις μὲν ὁ ἔλεγχος ἀπὸ τοῦ μήθ’ ὡς ὅλον δύνασθαι παρεῖναι μήθ’ ὡς μέρος ἑαυτοῦ διδόν, ἐπὶ ταύτης δὲ οὐκέθ’ ὁμοίως, ἀλλ’ ἀπὸ τοῦ κοι‐
20νοῦ ἐν ἀμφοτέροις ἐπ’ ἄλλο πάλιν ἀνάγειν ἑνὸς εἴδους καὶ τῶν πολλῶν κοινότερον· καὶ οὕτως ὁ τῆς μετοχῆς λόγος ὅ τε ἀπὸ τῆς παρουσίας ἐλέγχεται, καὶ ὁ ἀπὸ τῆς κοινωνίας τρόπον ἕτερον, ὁ μὲν ἀπὸ τοῦ ἐν τοῖς μετέχουσιν εἶ‐
25ναι, ὁ δὲ ἀπὸ τοῦ μὴ εἶναι μὲν ἐν αὐτοῖς, κοι‐ νωνεῖν δὲ πρὸς τὰ μετέχοντα ὡρμημένος. Μό‐ νως δ’ ἂν ἐπιστημονικὸν λόγον ἀποδοίη τις περὶ τῆς μεθέξεως, εἰ καὶ τῆς παρουσίας ἀφελὼν τὸ σωματοειδὲς καὶ τῆς ἀσωματίας τὸ κοινὸν,
30οὕτω πως θεῖτο μετέχειν τὰ τῇδε τῶν ἰδεῶν ἀσωμάτως μὲν παρουσῶν τοῖς μεταλαμβάνου‐ σιν, οὐχ ἑνὶ δὲ πρὸς αὐτὰ λόγῳ κρατουμένων, ἵνα καὶ πανταχοῦ ὦσιν αἱ αὐταὶ διὰ τὸ ἀσώ‐ ματον, καὶ οὐδαμοῦ διὰ τὸ ἐξῃρῆσθαι τῶν μετ‐
35εχόντων· ἡ μὲν γὰρ πρὸς τὰ μετέχοντα κοινό‐ της ἀφαιρεῖ τὴν ἐξῃρημένην ὑπεροχήν· δεῖ γὰρ εἶναι μὲν κοινωνίαν, ἀλλ’ οὐχ ὡς ὁμοταγῶν, ἀλλ’ ὡς μόνον εἰς ἐκεῖνα τῶν μετεχόντων ἀνηρ‐ τημένων, ἐκείνων δὲ τελέως ἀπ’ αὐτῶν ἐξῃρη‐
40μένων· ἡ δὲ σωματοειδὴς παρουσία τὴν παντα‐
χοῦ παρουσίαν ἀμέριστον ἀφανίζει. Τὰ γοῦν
in Prm
.

883

σώματά ἐστι τὰ μὴ δυνάμενα ὅλα ἐν πολλοῖς εἶναι, τὰ δὲ καθ’ αὑτὰ ἀσώματα πᾶσιν ὅλα πάρ‐ εστι τοῖς μετέχειν αὐτῶν δυναμένοις· μᾶλλον δὲ οὐκ αὐτὰ πάρεστιν ἐκείνοις, ἀλλὰ τὰ μετ‐
5έχοντα αὐτοῖς· καὶ τοῦτό ἐστιν ὅπερ ὁ ἐν Φαί‐ δωνι Σωκράτης ᾐνίξατο λέγων, εἴτε παρουσίαν, εἴτε κοινωνίαν, εἴθ’ ὁπωσοῦν αἰτίαν εἶναι τῆς μεθέξεως τῶν εἰδῶν, ἵν’ ἑκατέρας ἀφέλωμεν τὸ τὴν ἀπορίαν ποιοῦν. Τὴν μὲν οὖν τοῦ ἐν Φαί‐
10δωνι Σωκράτους ἐπίστασιν διὰ ταῦτα θαυμάζειν ἄξιον, ἐξ ὧν ἐμεμαθήκει νέος ὢν παρὰ τοῦ Παρ‐ μενίδου δύο τούτων ἀποριῶν ὡρμημένην· τὴν δὲ ἔνθεον τοῦ Πλάτωνος ἐπιβολὴν, ὅπως προ‐ ανεῖλε πάσας τὰς ὕστερον ἀποπτώσεις γενομέ‐
15νας τῆς ἀληθεστάτης περὶ τῶν εἰδῶν θεωρίας· ὡς γὰρ ὁ θεῖος νοῦς πάντα τὰ ἐσόμενα περιέχει κατὰ μίαν αἰτίαν, οὕτω τοι καὶ ἡ τοῦ Πλάτω‐ νος, ὡς ἔοικεν, ἐπιστήμη πάσας προλαμβάνει καὶ θεραπεύει τὰς παραγραφὰς τῶν θείων δογ‐
20μάτων, νέον εἰσαγαγοῦσα καὶ ἀγχίνουν ἀπο‐ ροῦντα μόνον ἑκασταχοῦ περὶ ὧν οἱ μετ’ αὐτὸν ἠρέθισαν· πολλοὶ γὰρ δὴ σωματικοῖς λόγοις ἀνέθεσαν τὴν δημιουργίαν, καίτοι δέδεικται ὅτι τὰ εἴδη σωματικά τε εἶναι καὶ μετέχεσθαι σω‐
25ματοειδῶς ἀδύνατον· οὔτ’ ἄρα γεννήματα τῆς ὕλης ὑποθετέον εἶναι τὰ εἴδη καὶ βλαστήματα, καθάπερ τινές φασιν· οὔτε ἐκ τῆς συμμίξεως αὐτὰ τῶν ἁπλῶν στοιχείων ὑφίστασθαι συγχω‐ ρητέον· οὔτε τοῖς σπερματικοῖς λόγοις τὴν
30αὐτὴν ἔχειν οὐσίαν δοτέον· πάντα γὰρ ταῦτα σωματοειδῆ καὶ ἀτελῆ καὶ μεριστὴν αὐτῶν ἀποφαίνει τὴν ὑπόστασιν. Πόθεν οὖν τοῖς ἀτε‐ λέσιν ἡ τελειότης, πόθεν τοῖς πάντη σκεδαννυ‐ μένοις ἡ ἕνωσις, πόθεν τοῖς ἀεὶ γιγνομένοις ἡ
35ἀνέκλειπτος οὐσία πάρεστι, εἰ μὴ προϋφέστηκε τούτων πάντων ἡ ἀσώματος καὶ παντελὴς τῶν εἰδῶν διακόσμησις; Ἄλλοι δὲ αὖ τὸ ἐν τοῖς καθ‐
έκαστα κοινὸν ᾐτιάσαντο τῆς διαμονῆς τῶν εἰ‐
in Prm
.

884

δῶν (ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ, καὶ ἐκ τοῦ ὁμοίου τὸ ὅμοιον), δέον αὐτοὺς προσεπινοεῖν τὸ ἐν τοῖς καθέκαστα κοινὸν ὅθεν ὑφέστηκεν· οὐ τὸ γένος τοῦτό γε εἶναι δυνατὸν ἔνυλον ὂν
5καὶ μεριστὸν καὶ οὐ παντελῶς ἀΐδιον, οὔτε ἐξ ἄλλης αἰτίας ὂν ἐκ κινουμένης εἶναι ταύτης καὶ μεταβαλλούσης· ἦν γὰρ ἂν καὶ τοῦτο πάντη μεταβλητόν· καίτοι καθόσον εἶδος ἔστιν, ἀεὶ μένει ταὐτὸν, οἷον σφραγὶς ἡ αὐτὴ πολλοῖς ἐν‐
10τεθειμένη κηροῖς, ἐκείνων μεταβαλλόντων, ἡ αὐτὴ μένουσα ἀνέκλειπτος ἐν τοῖς οὖσι κηροῖς. Τί οὖν τὸ τὴν σφραγῖδα ταύτην ἀποτιθέμενον προσεχῶς; ἡ μὲν γὰρ ὕλη κατὰ τὸν κηρὸν, καὶ ὁ τῇδε ἄνθρωπος κατὰ τὸν τύπον. Κατὰ
15δὲ τὸν δακτύλιον αὐτὸν τὸν δύνοντα κατὰ τῶν ὄντων τί ποτε τάξομεν, ἢ τὴν φύσιν τὴν χωροῦσαν διὰ τῆς ὕλης καὶ οὕτω τοῖς ἑαυ‐ τῆς λόγοις μορφοῦσαν τὸ αἰσθητόν; κατὰ δὲ τὴν χεῖρα τὴν τῷ δακτυλίῳ χρωμένην, τὴν
20ψυχὴν, ἣ καὶ ποδηγετεῖ τὴν φύσιν, ἡ μὲν ὅλη τὴν ὅλην, ἡ δὲ μερικὴ τὴν μερικήν; κατὰ δὲ τὴν ψυχὴν ἐκείνην τὴν διὰ τῆς χειρὸς καὶ τοῦ δακτυλίου σφραγίζουσαν τὸν νοῦν, ὃς διὰ ψυχῆς καὶ φύσεως τῶν εἰδῶν πληροῖ τὸ αἰσθη‐
25τὸν, αὐτὸς ὢν ὁ ἀληθινὸς Πόρος, γεννητικὸς τῶν λόγων τῶν μέχρις ὕλης ῥυέντων; Οὐ δεῖ τοίνυν μένειν ἐπὶ τῶν καθέκαστα κοινῶν, ἀλλὰ ζητεῖν τὰς αἰτίας αὐτῶν· διὰ τί γὰρ οἱ ἄνθρω‐ ποι μὲν τῆσδε τῆς κοινότητος μετέσχον, ἄλλα
30δὲ τῶν ζώων ἄλλης, ἢ διὰ τοὺς ἀφανεῖς λό‐ γους; μία μὲν γὰρ πάντων μήτηρ ἡ φύσις. Ἀλλὰ τίνα τὰ τῶν διωρισμένων ὁποιοτήτων αἴτια, καὶ διὰ τί κατὰ φύσιν λέγομεν τὴν γένεσιν, ὅταν ἐξ ἀνθρώπου ἄνθρωπος, ἢ ὅτι λόγος ἐστὶν
35ἀνθρώπων ἐν τῇ φύσει, καθ’ ὃν οἱ ἐνταῦθα ἄν‐ θρωποι πάντες; οὐ γὰρ δὴ ὅ τι γε ζῶον ἦν τὸ τεχθὲν, ἐπεὶ καὶ εἰ λέων ἦν, ζῶον ἂν ἦν φυσι‐
κὸν, ἀλλ’ οὐκέτι κατὰ φύσιν, ὅτι μὴ κατὰ τὸν
in Prm
.

885

ἴδιον λόγον. Ἄλλο ἄρα δεῖ πρὸ τῶν ὁμοίων εἶ‐ ναι τὸ τῶν ὁμοίων αἴτιον, καὶ δεῖ διὰ ταῦτα ἀπὸ τῶν καθέκαστα κοινῶν ἐπὶ τοῦτο ἀνατρέ‐ χειν τὸ ἓν, τὸ προσεχῶς ὑποστατικὸν τῶν αἰ‐
5σθητῶν, ἐφ’ ὃ καὶ αὐτὸς ὁ Παρμενίδης ἡμᾶς ἀνήγαγεν. Ὅπως δὲ ἡμᾶς οὐκ ἀξιώσει μένειν ἐπὶ τῆς αἰτίας ταύτης, διὰ τῶν ἐφεξῆς ποιήσει δῆλον· καὶ γὰρ ἐὰν εἰς τὰς κοινότητας ταύτας ὄντως βλέποντες ἐθέλωμεν, ἀπὸ τούτων ὁρμη‐
10θέντες, τὰς ἰδέας ἀναπλάττειν, λήσομεν ἀπὸ πάντων εἰς ἐκείνας ὁμοίως ἀνατρέχοντες, οὐ μόνον ὧν εἰσὶν, ἀλλὰ καὶ ὧν οὐκ εἰσὶν, οἷον τῶν παρὰ φύσιν, τῶν παρὰ τέχνην, τῶν παρὰ λόγον, τῶν ἀνουσίων, αὐτῶν τῶν ἀνυποστάτων,
15τραγελάφων λέγω καὶ ἱπποκενταύρων· εἰσὶ γὰρ καὶ τούτων κοινότητες· καὶ οὕτω τῶν οὐκ ὄν‐ των θήσομεν ἰδέας, ἀλλὰ καὶ πρὸς τούτοις τῶν ἀπείρων, οἷον τῶν ἀλόγων γραμμῶν, τῶν ἐν τοῖς ἀριθμοῖς λόγων· ἄπειροι γὰρ καὶ αἱ ἄλο‐
20γοι γραμμαὶ καὶ οἱ ἐν τοῖς ἀριθμοῖς λόγοι, ὧν εἰσι κοινότητες. Ἐὰν οὖν ἀπὸ τούτων ἰδέας τινὰς ἀναπλάττωμεν, πολλάκις τὰ ἄπειρα ποι‐ ήσομεν· καίτοι δεῖ τὰς ἰδέας τῶν ἀτόμων τῶν μετεχουσῶν αὐτῶν ἐλάττους εἶναι, πλειόνων
25ὄντων τῶν μετεχόντων ἑκάστης. Εἰκότως ἄρα διορθοῦται τὸν τρόπον τῆς ἐπὶ τὰς ἰδέας μετα‐ βάσεως ὁ Παρμενίδης, ὡς οὐκ οὔσης ἐπιστημο‐ νικῆς ἐὰν ἀπὸ τῶν τῇδε γίγνηται κοινοτήτων, ἀπὸ τῶν περὶ τῆς μεθέξεως ζητήσεων ὁρμηθείς·
30τὰς γὰρ κοινότητας ἄλλας ἀεὶ καὶ ἄλλας δυνα‐ τὸν ἐπινοεῖν, καὶ οὕτως ἐπ’ ἄπειρον χωρεῖν· δηλοῖ δὲ τοῦτο διὰ τῶν ἑπομένων. Τί δ’ αὐτὸ τὸ μέγα καὶ τὰ ἄλλα τὰ μεγάλα, ἐὰν ὡσαύτως τῇ ψυχῇ ἐπὶ
35πάντα ἴδῃς, οὐχὶ ἕν τι αὖ μέγα φανεῖ‐ ται, ᾧ ταῦτα πάντα ἀνάγκη μεγάλα φαίνεσθαι; Ἔοικεν. Ἄλλο ἄρα εἶ‐ δος μεγέθους ἀναφανήσεται παρ’ αὐτό τε τὸ μέγεθος γεγονὸς καὶ τὰ μετέχοντα
40αὐτο, καὶ τὸ ἐπὶ τούτοις ἀμφοῖν ἕτε‐
ρον, ᾧ ταῦτα πάντα μεγάλα ἔσται·
in Prm
.

886

καὶ οὐκέτι δὴ ἓν ἕκαστόν σοι τῶν εἰ‐ δῶν ἔσται, ἀλλ’ ἄπειρα τὸ πλῆθος. (P. 132 A.) Ἔστι μὲν τὸ προκείμενον δεῖξαι τὴν ἀπὸ
5τῶν κοινοτήτων ἐπὶ τὰς ἰδέας, ὅπερ προείπο‐ μεν, μετάβασιν οὐκ ὀρθῶς ἀναπλαττομένην, ἀλλ’ ἐπανιοῦσαν εἰς ἄλλο τι καὶ ἄλλο πάλιν κοινόν. Διὸ καὶ ὁ Σωκράτης οὐκ ᾤετο κοινω‐ νίαν αἰτίαν εἶναι, καθάπερ εἴπομεν, τῆς με‐
10τοχῆς· εἰ γάρ τι κοινὸν εἴη τῷ μετέχοντι καὶ τῷ μετεχομένῳ, πάλιν ἀπὸ τούτων ἐπί τι ποιησόμεθα τὴν μετάβασιν τὸ τῆς κοινωνίας αἴτιον ἀμφοῖν, καὶ οὕτως εἰς ἄπειρον ἡ ὁδός· οἷς γάρ ἐστί τι κοινὸν, εἶναι δεῖ πρὸ αὐτῶν
15τῆς κοινωνίας αἴτιον. Εἰ δέ τινα καὶ ἀπὸ ταύ‐ της τῆς ἀπορίας ἐθέλοιμεν καρπὸν λαβεῖν τῆς ἀναγωγοῦ πρὸς τὰς ἰδέας θεωρίας, ἐννοήσωμεν ὅτι διὰ ταύτης δεικνύοιτο ἂν τῆς ἐφόδου, κα‐ θάπερ εἴπομεν, τῆς ἰδέας τὸ ἰδίωμα, μήτε
20τοῖς σπερματικοῖς λόγοις ὂν ταὐτὸν, μήτε τοῖς φυσικοῖς ὅλως, οἵ εἰσιν ὁμοταγεῖς τοῖς ὑλικοῖς, ἀλλ’ ἕτερόν τι πρὸ τούτων ἀσύντακτον πρὸς πᾶν τὸ μερισθὲν περὶ τοῖς πολλοῖς· τὸ γὰρ ἓν τὸ ἐν τῇ φύσει τὸ γεννητικὸν τῶν ἐν τοῖς αἰ‐
25σθητοῖς εἰδῶν οὐ τοιοῦτόν ἐστιν οἷον ἐξῃρῆσθαι τῶν φαινομένων, ἀλλ’ ἔχει κοινωνίαν παμπόλ‐ λην, ἐλαχίστην δὲ τὴν ἐξαλλαγήν· καὶ τοσαύ‐ την τὴν κοινωνίαν, ὡς μηδὲν δοκεῖν τῶν ἐνύ‐ λων διαφέρειν ὅλως εἰδῶν, ἀλλ’ εἶναι καί τι
30ἔνυλον καὶ μεριστόν. Ὡς γοῦν ἡ φύσις αὕτη τῶν διοικουμένων ἀχώριστος, οὕτω δὴ καὶ οἱ λόγοι τῆς φύσεως ἀχώριστοι τῶν εἰδοποιου‐ μένων εἰσίν· οἷον εἰ νοήσειας αὐτὴν τὴν τέχνην μετὰ τῶν οἰκείων ὀργάνων οἷς χρῆται δῦσαν
35κατὰ τῶν τεχνητῶν, καὶ ἃ νῦν ἔξωθεν ποιεῖ, ταῦτα ἔνδοθεν ἀπεργαζομένην. Ὁ δ’ οὖν ἐν τῇ φύσει τοῦ μεγάλου λόγος, ἅτε οὐκ ἐξῃρημένος τῶν ἐνταῦθα μεγάλων, ἀλλὰ συνδιαβαπτιζό‐ μενος αὐτοῖς καὶ συνταττόμενος, ἐπιποθεῖ τινα
40πρὸ αὑτοῦ φύσιν, ἀλλὰ μὴν μεγέθους αἰτίαν
αὑτοῦ τε καὶ τῶν φαινομένων μεγάλων (ἡ γὰρ
in Prm
.

887

ὡς ἀληθῶς αἰτία πανταχοῦ τῶν ἀποτελουμέ‐ νων ἐξῄρηται παντελῶς), ἐφ’ ἣν καὶ ὁ Παρμε‐ νίδης ἀνάγει τὸν Σωκράτη. Καὶ τοῦτο μὲν ἀλη‐ θές· ὃ δὲ ἐπήνεγκεν ὡς ἄτοπον, τὸ καὶ ἄλλο
5αὖ ἐπὶ τούτῳ, καὶ ἄλλο, καὶ ἄπειρα τὸ πλῆθος, οὐκέτι ἀληθές. Διὰ τοῦτο πρότε‐ ρον μὲν ἔλεγεν ὡς ταῦτα πάντα ἀνάγκη μεγάλα φαίνεσθαι· δεῖ γὰρ εἶναί τινα χω‐ ριστὸν καὶ ἀφανῆ λόγον αἴτιον τῶν φαινομέ‐
10νων. Ἐν δὲ τῇ ἀτόπου προσθήκῃ φησὶ, καὶ οὐκέτι δὴ ἓν ἕκαστόν σοι τῶν εἰδῶν ἔσται· τὸ γάρ σοι προσέθηκεν, οὐχὶ κάλλους ἕνεκεν ψιλοῦ, ἀλλ’ ἐνδεικνύμενος ὅτι τῷ μήπω κατιδόντι ποῦ τὰ εἴδη πρώτως, ἀνάγκη ἀνιέ‐
15ναι ἐπ’ ἄπειρον· ἐπεὶ δεῖ μὲν πρὸ τοῦ φυσικοῦ εἴδους εἶναί τι ἄλλο τὸ ψυχικὸν, καὶ πρὸ τού‐ του τὸ νοερὸν, ἀλλ’ οὐκ ἐπ’ ἄπειρον. Ἔστι γάρ τις ἑνὰς μία τῶν ἰδεῶν ἀφ’ ἧς πᾶσαι προῆλ‐ θον, ἧς ἐπέκεινα ζητεῖν ἄλλην οὐ δεῖ· τί γὰρ
20ἀνωτέρω δύναται χωρεῖν τῆς οἰκείας ἑνάδος; οὔτε γὰρ σῶμα ἔξω τοῦ παντὸς, οὔτε πρὸ τῆς οἰκείας μονάδος, οὔτε ἰδέα πρὸ τῆς ἑνάδος τῶν ἰδεῶν. Ὁρᾷς οὖν ὅπως καὶ ἀνήγαγεν ἡμᾶς ἐπὶ τοὺς ψυχικοὺς λόγους ἀπὸ τῶν φυσικῶν, καὶ
25παρεκελεύσατο μὴ ἐπ’ ἄπειρον ἀνατρέχειν, ἀλλὰ ζητεῖν τὴν τῶν ἰδεῶν μονάδα μίαν· ἵνα μὲν γὰρ ᾖ ταὐτὸν ἐν τοῖς πολλοῖς καὶ διῃρη‐ μένοις πᾶσιν ἐπιθέον, ὁ φυσικὸς λόγος ἔχει χώ‐ ραν προσεχὴς ὢν τοῖς πολλοῖς δεσμοῖς· ἵνα δὲ
30μένῃ τὰ μετέχοντα τῆς ἰδέας ἀεὶ καὶ μηδέ‐ ποτε ἐκλείπῃ, δεῖ τινος ἄλλης αἰτίας, οὐκ ἐν αὐτοῖς οὔσης ἢ κινουμένης, ἀλλ’ ἐφ’ ἑαυτῆς ἱδρυμένης, πρὸ τῶν κινουμένων ἀκινήτου, καὶ διὰ τὴν οἰκείαν σταθερότητα προξενούσης καὶ
35τοῖς κινουμένοις τὴν ἀνέκλειπτον μετοχήν. Ταύτης γὰρ ἐφιέμενοι πάντες τῆς αἰτίας, οἱ μὲν τοὺς σπερματικοὺς λόγους εἶναι τοιούτους οἰηθέντες ἀφθάρτους αὐτοὺς ἐποίησαν, ὡς οἱ ἀπὸ τῆς Στοᾶς· οἱ δὲ τὰ ἀκίνητα ὀρεκτὰ πρὸ πάν‐
40των ἔθεντο τῶν ἀεὶ κινουμένων, ὑφ’ ὧν τὰ κι‐
in Prm
.

888

νούμενα κινεῖται, ὡς οἱ ἐκ τοῦ Περιπάτου. Πλάτων δὲ, συναγαγὼν εἰς ἓν ἀμφότερα, νοε‐ ροὺς λόγους εἶναι τὰς ἰδέας ὑποθέμενος τούτων ἀνῆψε τὴν πᾶσαν δημιουργίαν. Οὔτε γὰρ οἱ
5σπερματικοὶ λόγοι σώζειν ἦσαν ἱκανοὶ τὰ γι‐ γνόμενα, πρὸς ἑαυτοὺς οὐ δυνάμενοι συννεύειν καὶ ἑαυτοὺς συνέχειν οὐδ’ ὅλως τελειοῦν, ἀλλ’ ἀτελεῖς ὄντες· δυνάμει γάρ εἰσι καὶ ἐν ὑπο‐ κειμένῳ· πάντως οὖν οὔτε τὰ ἀκίνητα ὀρεκτὰ,
10μόνως ὀρεκτὰ ὄντα, τῆς κατ’ εἶδος ἦν αἴτια τῶν γιγνομένων ἐξαλλαγῆς. Ταῖς δὲ ἰδέαις ἄμφω προσῆν καὶ νοεραῖς εἶναι καὶ ἀκινήτοις κατ’ οὐσίαν, ἐν ἁγνῷ βάθρῳ τῷ καθαρῷ νῷ βεβώσαις καὶ τελειωτικαῖς τῶν δυνάμει ὄν‐
15των καὶ εἰδοποιΐας αἰτίαις. Ὅθεν ἐπὶ ταύτας ἀναδραμὼν τὰς ἀρχὰς, τούτων ἀνήρτησε τὴν σύμπασαν γένεσιν, καθά φησιν ὁ Ξενοκράτης, εἶναι τὴν ἰδέαν θέμενος αἰτίαν παραδειγματι‐ κὴν τῶν κατὰ φύσιν ἀεὶ συνεστώτων· οὔτε γὰρ
20ἐν τοῖς συναιτίοις ἄν τις αὐτὴν θείη, λέγω δὲ, οἷον ὀργανικοῖς, ἢ ὑλικοῖς, ἢ εἰδικοῖς, διόπερ αἰτίαν εἶναι πάντως· οὔτε τῶν αἰτίων ἐν τοῖς τελικοῖς ἁπλῶς ἢ ποιητικοῖς· κἂν γὰρ αὐτῷ τῷ εἶναι λέγωμεν αὐτὴν δρᾷν, καὶ τέλος εἶ‐
25ναι τῶν γιγνομένων τὴν πρὸς αὐτὴν ὁμοίωσιν, ἀλλὰ τό τε κυρίως τελικὸν πάντων αἴτιον καὶ οὗ ἕνεκα πάντα πρὸ τῶν ἰδεῶν ἐστι, καὶ τὸ κυρίως ποιητικὸν μετὰ τὰς ἰδέας, ὡς πρὸς κριτήριον βλέπων καὶ κανόνα τὸ παράδειγμα
30μέση γὰρ οὖσα ἀμφοῖν, τοῦ μὲν ἐφίεται, τοῦ δέ ἐστιν ἐφετόν· εἰ δὲ δὴ τῶν κατὰ φύσιν ἐστὶν αἰτία παραδειγματικὴ συνεστώτων, οὔτε τῶν παρὰ φύσιν, οὔτε τῶν κατὰ τέχνην ἔστιν ἰδέα· καὶ εἰ τῶν ἀεὶ συνεστώτων, οὐδενὸς τῶν κατὰ
35μέρος γιγνομένων τούτων καὶ ἀπολλυμένων. Ὁ μὲν οὖν Ξενοκράτης τοῦτον ὡς ἀρέσκοντα τῷ καθηγεμόνι τὸν ὅρον τῆς ἰδέας ἀνέγραψε, χω‐ ριστὴν αὐτὴν καὶ θείαν αἰτίαν τιθέμενος· ὁ δὲ Σωκράτης ἐν τούτοις ἀκούσας τοῦ Παρμενίδου
40λέγοντος, ἐὰν τῇ ψυχῇ σου ἴδῃς αὐτὸ τὸ
in Prm
.

889

μέγα καὶ τὰ πολλ, ἕν τι σοι δόξει καὶ ἐπὶ τούτοις εἶναι ἕτερον κοινὸν τῷ ἑνὶ καὶ τοῖς πολλοῖς, ἐντεῦθεν κινηθεὶς, ὑπέλαβε μὴ ἄρα ἐν ψυχῇ τὰ εἴδη πρῶτον, καὶ
5οὕτω τὰ αἰσθητὰ μετέχειν τῶν εἰδῶν ὡς καὶ ψυχῆς. Ὅταν ἄρα τὴν τῶν ἰδεῶν τινες ὑπό‐ θεσιν διασύρειν ἐπιχειρῶσιν, ἢ τὸν τρίτον ἄνθρω‐ πον λέγοντες, ἢ τὸν ἐκ τῶν πολλῶν οὐτίδων ματαίως πλαττόμενον οὔτιν, ὡς ἐπινοούμενον
10τὸν μὲν ἐπὶ τῷ ἑνὶ εἴδει τοῦ ἀνθρώπου καὶ τοῖς πολλοῖς, τὸν δὲ ἐφ’ ἑκάστῳ τῶν κατὰ μέρος οὐτίδων· ταῦτά τε καὶ πάσας τὰς τοιαύτας διαβολὰς ἐξελέγξομεν, τὴν εἰς ἄπειρον ἄνοδον τῶν ὁμοιοτήτων, ἐπὶ τῶν συντεταγμένα τὰ εἴδη
15τοῖς μετέχουσι καὶ ὡς τὰ κοινὰ τοῖς πολλοῖς συναριθμεῖται τιθεμένων, χώραν ἔχειν λέγον‐ τες, ἀλλ’ οὐκ ἐπὶ τῶν ἐξῃρημένα καὶ χωριστὰ ἀπὸ τῶν πολλῶν αὐτὰ γεννητικὰ λεγόντων, τάς τε μεταβάσεις τὰς ἀπὸ τῶν διῃρημένων,
20οὐ διὰ στερήσεων, ἀλλὰ διὰ εἰδῶν καὶ ἐν εἴ‐ δεσι μέχρι τῶν αὐθυποστάτων καὶ πρώτων ἀπο‐ τελεῖσθαι συγχωροῦντες. Πῶς γὰρ ἂν διὰ τῶν ἀορίστων καὶ ἀνειδέων εἰς εἶδος καὶ πέρας καὶ ὅρον καταντήσαιμεν; Ἀπὸ μὲν τῶν ἐνύλων εἰς
25τοὺς σπερματικοὺς λόγους ἀνιόντες, εὑρίσκο‐ μέν τι κοινὸν αὐτοῖς, τὸ ἀτελές· ἀπὸ δὲ τούτων εἰς τοὺς φυσικοὺς λόγους, τὸ σωματικὴν ἔχειν ἐνέργειαν· ἀπὸ δὲ τούτων εἰς τοὺς ψυχικοὺς, τὸ ἔγχρονον τῆς ποιήσεως· ἐὰν δὲ εἰς τὰ εἴδη τὰ ὡς
30ἀληθῶς ἀναδράμωμεν, οὐδὲν εὑρήσομεν τοῖσδε καὶ ἐκείνοις κοινόν· τέλεια γὰρ ἐκεῖνα, καὶ παν‐ τελῶς ἀσώματος αὐτῶν ἡ ἐνέργεια καὶ δι’ αἰῶ‐ νος καὶ ἐπέκεινά ἐστι πάσης γενέσεως· ταῦτα γὰρ χαρακτηρίζει γένεσιν πᾶσαν, τὸ ἀτελὲς
35παρ’ ἑαυτῆς, τὸ μεριστὸν, τὸ ἔγχρονον, ὧν ἐκεῖνα καθαρεύοντα τῶν τῇδε πάντων ἐξήλ‐ λακται, μηδὲν ἔχοντα πρὸς αὐτὰ κοινὸν, ὥστ’ οὐκέτι δυνατὸν ἐπ’ ἄλλο τι κοινὸν αὐτὸ ποιεῖ‐ σθαι τὴν μετάβασιν· ὅπερ ὁ Παρμενίδης λα‐
40βὼν, εἰσῆγεν ἀπορίαν διὰ τὴν κοινωνίαν δι’ ἣν
καὶ ὁ Σωκράτης ἀπορεῖν ἔλεγε περὶ τῆς μετ‐
in Prm
.

890

οχῆς τῶν εἰδῶν. Ὥσπερ οὖν ἐπὶ τῆς προτέρας ἀπορίας ἐλέγομεν, ὅτι τὰ εἴδη καὶ πάρεστι τοῖς μετέχουσιν αὑτῶν διὰ τῆς μεταδόσεως, καὶ οὐ πάρεστι διὰ τῆς χωριστῆς ὑποστάσεως,
5οὕτω καὶ ἐπὶ τῆς δευτέρας ἐροῦμεν καὶ κοινω‐ νεῖν τὰ εἴδη τοῖς μετέχουσι, καὶ μὴ κοινωνεῖν· τῷ μὲν ἀφ’ ἑαυτῶν ἐλλάμπειν αὐτὰ, κοινω‐ νεῖν, τῷ δὲ ἀμιγῶς εἶναι πρὸς τὰ ἐλλαμπό‐ μενα, μὴ κοινωνεῖν· ὥστε οὐχ ἑαυτοῖς, ἀλλὰ
10τοῖς ἀπ’ αὐτῶν παρεσπάσατό τινα ὁμοιότητα πρὸς αὐτά· διὰ δὴ τοῦτο λέγεσθαι κἀκεῖνα τοῖς ταῦτα δεξαμένοις διὰ τούτων τρόπον τινὰ κοινωνεῖν, καὶ εἶναι τὴν κοινωνίαν, οὐχ ὡς ἐν συνωνύμοις, ἀλλ’ ὡς δευτέροις καὶ πρώτοις.
15Ἀλλὰ ταῦτα μὲν οὕτως ἐχέτω· ὅτι δὲ καὶ ὁ Πλάτων ἄτοπον οἴεται τὴν ἀπειρίαν τὴν κατὰ τὸ πλῆθος, δηλοῖ καὶ ἐν τούτοις σαφῶς· οὔτ’ ἄρα τῶν μερικῶν εἴδη κατ’ αὐτὸν ἔστιν, εἴη γὰρ ἂν ἄπειρα τὸ πλῆθος· οὔτε τὸ μέρος τῷ
20ὅλῳ ταὐτὸν, ἕπεται γὰρ καὶ τούτῳ πάλιν ἡ κατὰ πλῆθος ἀμέρεια, πάντων ὁμοίως τῶν με‐ ρῶν εἰς ταὐτὸν τῷ ὅλῳ καθισταμένων· ἄλλον ἄρα τρόπον τὸ ἐν ἐκείνοις ἄπειρον ληπτέον κατὰ τὴν δύναμιν καὶ οὐ κατὰ τὸ πλῆθος· οὐδὲ γὰρ
25ἦν θέμις εὐθὺς μετὰ τὸ ἓν εἶναι τὸ ἄπειρον πλῆ‐ θος, τὸ γὰρ πεπερασμένον ἐγγυτέρω τοῦ ἑνός ἐστιν· ἐπεὶ καὶ ἐν τοῖς ἀριθμοῖς ἐγγυτέρω μο‐ νάδος εἰσὶν οἱ ἐντὸς δεκάδος τῶν ἐκτός· πόθεν γὰρ ἡ ἐν δεκάσι τετρὰς, ἢ ἀπὸ τῆς ἐν μονάδι;
30πόθεν δὲ ἡ πεμπτὰς ἢ τῶν ὅλων ἕκαστος δεκα‐ δικῶν ἀριθμῶν, ἢ ἀπὸ τῶν μοναδικῶν; Τὰ ἄρα τῆς ἀρχῆς ἐγγυτέρω τὸ μὲν πλῆθος ἔχει συνεσταλμένον, δύναμιν δὲ ὑπερηπλωμένην τῶν ποῤῥωτέρω· καὶ τῷ μὲν ποσῷ πεπέρασται,
35τῇ δὲ παρουσίᾳ τῆς γεννητικῆς αἰτίας ἀπερί‐ ληπτα τοῖς δευτέροις ἐστὶ, κρατούμενα ὑπὸ τῆς ἑαυτῶν ἑνάδος, κρατοῦντα δὲ ἁπάντων τῶν ἐφε‐ ξῆς ἀριθμῶν. Ἀλλ, φάναι, ὦ Παρμενίδη, τὸν Σω‐
40κράτη, μὴ τῶν εἰδῶν ἕκαστον ᾖ τού‐
των νόημα, καὶ οὐδαμοῦ αὐτῷ προσήκῃ
in Prm
.

891

ἐγγίγνεσθαι ἄλλοθι ἢ ἐν ψυχαῖς. Οὕτω γὰρ ἂν ἕν γε ἕκαστον εἴη, καὶ οὐκ ἂν ἔτι πάσχοι ἃ νῦν δὴ ἐλέγετο. (P. 132 B.) Ὅτι μὲν τὰ περὶ τῶν ἰδεῶν προβλήματα
5τέτταρα τὸν ἀριθμόν ἐστιν, εἴπομεν ἀρχόμενοι τῆς περὶ αὐτῶν θεωρίας· τεττάρων δὲ ὄντων, τὸ μὲν πρῶτον ὑπόκειται μόνον εἶναι τὰς ἰδέας, καὶ ἑτέρας εἶναι τούτων ἐν ἡμῖν· τὸ δεύτερον ἠρώτηται μόνον τίνων ταύτας εἶναί φαμεν,
10χωρὶς ἀποριῶν, πλὴν ὅτι πρὸς τῷ τέλει τὸν ἐν τοῖς ὁρωμένοις μόνοις ἐπί τινων ἱστάμε‐ νον ἐπεῤῥάπισε· τὸ δὲ τρίτον, ὅπερ ἦν περὶ τοῦ τρόπου τῆς μεθέξεως, ἐν ταῖς εἰρημέναις εὐθύνας δέδωκε δυσὶν ἀπορίαις, ἃς διακαθά‐
15ραντες, ὃν ἔμπροσθεν εἴπομεν τρόπον, ἕξομεν ὅπως μετέχονται ὑπὸ τῶν τὰς ἐπωνυμίας αὑτῶν ἰσχόντων αἱ ἰδέαι· τὸ δὲ δὴ τέταρτον, ὅπερ ἦν ποῦ θετέον αὐτὰς, ἐν αὐταῖς ἐξετάζεται ταῖς ἑξῆς ῥηθησομέναις δυσὶν, εἴτε ἐν ψυχαῖς,
20εἴτε καὶ πρὸ ψυχῶν, καὶ ῥηθήσεται τίνα τὰ ἑπόμενα ἄπορα καὶ ταύταις. Ὅτι δὲ ἕπεται τῇ δευτέρᾳ ἀπορίᾳ στρεφομένῃ περὶ τὴν φύσιν ἥδε ἡ τρίτη μεταβαίνουσα ἐπὶ τὴν ψυχὴν, πάντη δήπου φανερόν· ὥστε κατὰ πόδας τοῖς
25τοῦ Παρμενίδου λόγοις, ἐπὶ ταύτην ἀνῆλθε τὴν ὑπόθεσιν. Ἐκείνου γοῦν αὐτὴν ἀπὸ φυσι‐ κῶν εἰδῶν χωρίζοντος καὶ εἰπόντος, ἐὰν τῇ ψυχῇ ἐπὶ πάντα ἴδῃς, τά τε πολλὰ καὶ τὸ ἓν τὸ γεννητικὸν αὐτῶν, φανήσεταί σοι
30καὶ πρὸ τούτων ἄλλο ἓν, ὁ Σωκράτης τοῦτο μὲν τὸ ἓν ἐν ψυχῇ θέμενος νόημά τε ψυχικὸν ἀποκαλεῖ τὴν ἰδέαν καὶ τόπον αὐτῆς τὴν ψυ‐ χὴν ἀφορίζεται· τὸ γὰρ ἐν ψυχῇ εἶδος ἕν τέ ἐστι καὶ ἀσώματον, καὶ οὐκ ἂν ἔτι πάσχοι
35ταὐτὰ τοῖς ἔμπροσθεν εἰρημένοις· ἐξῄρηται γὰρ τοῦτο τῶν πολλῶν, οὔτε ὁμοταγὲς ὂν τοῖς πολλοῖς, εἴπερ τὰ μὲν ἐν ὕλῃ, τὰ δὲ ἐν ψυχῇ τὴν ὑπόστασιν ἔλαχεν· οὐ γάρ ἐστι τούτου κοινότης κἀκείνων, ὡς ὁ εἰς τὴν ἀπο‐
40ρίαν ἄγων συνηνάγκαζε λόγος· οὔτε ὅλον ἢ
κατά τι ἑαυτοῦ μέρος ἐστὶν ἐν τοῖς μετέχουσιν,
in Prm
.

892

ἵνα ἢ αὐτὸ ἑαυτοῦ χωρὶς εἶναι δεικνύηται, ἢ μεριστὸν ὑπάρχειν. Διαφεύγει τοίνυν τὰς εἰρη‐ μένας ἀπορίας, καὶ διὰ τοῦτο οὐ πάσχει ταὐτὰ ταῖς ἔμπροσθεν ὑποθέσεσιν, ὥς φησιν ὁ Σωκρά‐
5της, νοήματος ὄντος ἑκάστου τῶν εἰδῶν ὁ λό‐ γος, καὶ μένοντος ἑνὸς ἔξω τῶν πολλῶν. Καὶ ταῦτα μὲν ἔχει πολλὴν ἀνάγκην, δι’ ἣν ὁ Σω‐ κράτης ἐν νοήμασί τισιν οὐσιῶσθαι τὰς ἰδέας ὑπέλαβεν· ὅταν δὲ λέγηται νόημα, μήτοι νο‐
10μίσωμεν αὐτὸν τὸ νοούμενον λέγειν, ὡς αἴσθημά φαμεν τὸ τῇ αἰσθήσει ληπτὸν, ἀλλ’ αὐτὴν τὴν νοοῦσαν νόησιν τὸ εἶδος νόημα κεκλῆσθαι, οὕτω νόημα λεγόμενον ὡς θεώρημά τι καὶ δόγμα ἐν ταῖς ψυχαῖς ἐγγιγνόμενον περὶ τῶν δογμα‐
15τιζομένων καὶ θεοειδῶν πραγμάτων. Διόπερ ὁ Παρμενίδης αὐτὸν ἀναγκάσει τὰ νοούμενα μᾶλ‐ λον ἰδέας εἶναι· τοῦτο δ’ οὖν τὸ νόημά φησιν ἐγγίγνεσθαι ταῖς ψυχαῖς, διὰ τοῦ ἐγγί‐ γνεσθαι δηλῶν μὴ εἶναι κατ’ οὐσίαν ἐν αὐταῖς.
20Καὶ τοῦτό ἐστιν ὅπερ οἱ ἐκ τοῦ Περιπάτου φαν‐ ταζόμενοι τὸ ὑστερογενὲς εἶδος θρυλλοῦσιν, ἕτε‐ ρον ὂν πάντη τοῦ ψυχικοῦ λόγου· λέγω δὲ λό‐ γον ψυχικὸν τὸν μένοντα κατ’ οὐσίαν ἐν αὐταῖς, εἰς ὃν βλέποντες καὶ τὴν ψυχὴν πάντα εἶναι τὰ
25εἴδη φαμὲν, καὶ τόπον τῶν εἰδῶν τὴν ψυχὴν, οὐχὶ δυνάμει μόνον ἐνόντων, ὥς φησιν Ἀριστο‐ τέλης, ἀλλ’ ἐνεργείᾳ μὲν, κατὰ δὲ τὸ πρό‐ τερον εἶδος τοῦ ἐνεργείᾳ, ὡς αὐτὸς διορίζεται. Τοῦτο δ’ οὖν τὸ ὡς νόημα λεγόμενον ὑστερογε‐
30νὲς ἕτερόν ἐστιν εἰκότως τοῦ οὐσιώδους λόγου. Τὸ μὲν γὰρ ὑστερογενὲς ἀμυδρότερόν ἐστι τῶν πολλῶν, ἅτε ἐπ’ αὐτοῖς ὂν καὶ οὐ πρὸ αὐτῶν, τὸ δὲ οὐσιῶδες τελειότερον· διὸ κἀκεῖνο μὲν ἧττον οὐσία τῶν πολλῶν, τοῦτο δὲ μᾶλλον καὶ
35οὐδὲ εἰπεῖν ὅσῳ τῶν αἰσθητῶν τελειότερον. Ὅτι δὲ οὐ μέχρι τῶν ὑστερογενῶν ἵστασθαι χρὴ, ἰέναι δὲ ἐπὶ τοὺς οὐσιώδεις λόγους τοὺς ἔνδον ἐξ ἀϊδίου τὴν ὑπόστασιν εἰληχότας, πρό‐ δηλον τοῖς εἰς αὐτὴν ἀποβλέπουσι τὴν τῶν
40πραγμάτων φύσιν. Πόθεν γὰρ ἄνθρωπος μὲν
τοῦτο δύναται ποιεῖν, λέγω δὲ τὸ ἐκ πολλῶν
in Prm
.

893

ἰὸν αἰσθήσεων εἰς ἓν λογισμῷ συναγείρειν καὶ πρὸ τῶν φαινομένων καὶ διῃρημένων ἀπ’ ἀλ‐ λήλων τίθεσθαι τὸ ἓν καὶ ταὐτὸν καὶ ἀφανὲς εἶδος, τῶν δὲ ἄλλων ζώων τῶν θνητῶν τούτων
5ὅσα καὶ ἴσμεν οὐδὲν θεωρεῖ τοιοῦτο κοινόν; οὐδὲ γὰρ ἔχει λογικὴν οὐσίαν, ἀλλ’ αἰσθήσει χρῆται καὶ ὀρέξεσι καὶ φαντασίαις. Πόθεν οὖν αἱ λογικαὶ ψυχαὶ γεννῶσι ταῦτα τὰ καθόλου, καὶ ἀνατρέχουσιν ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὸ
10δοξαστὸν, ἢ κατ’ οὐσίαν ἔχουσαι τοὺς τῶν πραγμάτων λόγους; Ὥσπερ γὰρ τὸ ποιητικὸν ἔχει τῶν αἰσθητῶν ἡ φύσις τῷ τοὺς λόγους ἔχειν, καὶ πλάττει καὶ συνέχει τὰ αἰσθητὰ, τῷ ἔνδον ὀφθαλμῷ τὸν ἔξω, καὶ δάκτυλον
15ὁμοίως καὶ ἕκαστον τῶν ἄλλων· οὕτω δὴ καὶ τὸ γιγνῶσκον αὐτὰ κοινῶς τῷ τοὺς λόγους προ‐ ειληφέναι θεωρεῖ τὰς κοινότητας αὐτῶν· οὔτε γὰρ παρ’ αὐτῶν τῶν αἰσθητῶν λαμβάνει τὸ κοι‐ νόν· τὸ γὰρ ἐκ τῶν αἰσθητῶν λαμβανόμενον
20φάντασμά ἐστι καὶ οὐ δοξαστὸν, καὶ τοιοῦτον ὀφείλει μένειν ἔνδον, οἷον ἐλήφθη τὴν ἀρχὴν, ἵνα μὴ ψεῦδος ᾖ καὶ τὸ μὴ ὂν, ἀλλ’ οὐχὶ τε‐ λειότερον γίγνεσθαι καὶ σεμνότερον· οὔτε ἀλλα‐ χόθεν γεννᾶται ἢ ἀπὸ ψυχῆς. Καὶ οὐ δήπου
25φύσις μὲν γεννῶσα λόγοις γεννᾷ καὶ μέτροις φυσικοῖς, ψυχὴ δὲ γεννῶσα οὐ λόγοις γεννήσει καὶ αἰτίαις φυσικαῖς. Εἰ δὲ ἡ μὲν ὕλη τὸ ἐν τοῖς πολλοῖς ἔχει κοινὸν οὐσιῶδες ὂν καὶ μᾶλ‐ λον οὐσίαν τῶν ἀτόμων (τοῦτο γὰρ ἀΐδιον, ἐκεί‐
30νων δὲ ἕκαστον φθαρτὸν, καὶ τὸ τί ἐστιν ἐκεί‐ νοις ἀπὸ τούτου· διὰ γὰρ τὸ εἶδος ἕκαστον μετέχει τῆς οὐσίας), ἡ δὲ ψυχὴ μόνα ἔχει τὰ ὑστερογενῆ κοινὰ, πῶς οὐκ ἀτιμοτέραν ψυχὴν τῆς ὕλης ποιήσομεν, εἴπερ τὸ ἐν ὕλῃ κείμενον
35εἶδος τελειότερον καὶ μᾶλλον οὐσία τοῦ ἐν ψυχῇ; τοῦτο μὲν γὰρ αὐτὸ τοῦτο ὃ καὶ λέγεται ὑστε‐ ρογενὲς, ἐκεῖνο δὲ ἀΐδιον· καὶ τοῦτο μὲν ἐπὶ τοῖς πολλοῖς, ἐκεῖνο δὲ συνεκτικὸν τῶν πολλῶν, καὶ γέννημα τοῦτο ἐκείνου. Τὸ γὰρ ἐν ἡμῖν φάν‐
40τασμα κοινὸν ἀπὸ τῆς εἰς τὸ καθέκαστα κοινὸν
ἐπιβλέψεως ἔσχε τὴν ὑπόστασιν, διὸ καὶ φέ‐
in Prm
.

894

ρεται ἐπ’ ἐκεῖνο (πᾶν γὰρ ἀντέχεται τῆς ἑαυ‐ τοῦ ἀρχῆς), καὶ οὐδὲν ἄλλο λέγεται εἶναι ἢ κατηγόρημα, καὶ αὐτῷ τούτῳ εἶναι τὸ κατηγο‐ ρεῖσθαι τῶν πολλῶν. Ἔτι τοίνυν τὸ καθόλου τὸ
5ἐν τοῖς πολλοῖς ἔλαττον αὐτῶν ἐστιν ἑκάστου· προσθέσεσι γὰρ καὶ συμβεβηκόσι τισὶ πλεονάζει τῶν ἀτόμων ἕκαστον, τὸ δὲ ὑστερογενὲς περι‐ ληπτικὸν ἑκάστου τῶν πολλῶν· ὅθεν καὶ κατ‐ ηγορεῖται τούτων ἑκάστου, καὶ ἐν ὅλῳ τούτῳ
10τῷ καθόλου τὸ καθέκαστον· οὐ γὰρ τοῦ ἐκεῖ κοινοῦ μόνον, ἀλλ’ ὅλου ὑποκειμένου κατηγο‐ ρεῖται τοῦτο τὸ κοινόν. Πῶς οὖν ἂν ἐκεῖθεν εἴη καὶ ἐκ τῆς ἐν τοῖς πολλοῖς κοινότητος ἀναπε‐ πλασμένον; εἴτε γὰρ ἐξ αὐτῶν τῶν πολλῶν,
15ποῦ τοὺς ἀπείρους ἀνθρώπους ἴδοιμεν, καθ’ ὧν ἁπάντων ἐπιφέρομεν τὸ αὐτὸ κατηγορούμενον; εἴτε ἐκ τῆς κοινότητος τῆς ἐν τοῖς πολλοῖς, πῶς τῆς ἑαυτοῦ αἰτίας τοῦτο περιληπτικώτε‐ ρόν ἐστιν; Ἀλλαχόθεν ἄρα τοῦτο ὑφέστηκε, καὶ
20ἐξ ἄλλου παρεδέξατο ταύτην τὴν περιληπτικὴν ἑκάστου δύναμιν εἴδους· οὗ δὴ καὶ ἔστιν εἰκὼν, παρὰ δόξαν ὑποστὰν, κατὰ ἀνάμνησιν ἐκ τῶν φαινομένων τῆς ἔνδον ἀνακινουμένης αἰτίας. Ἔτι πρὸς τούτοις λέγομεν ὅτι πᾶσα ἀπόδειξις
25ἐκ τῶν προτέρων ἐστὶ καὶ τιμιωτέρων καὶ καθ‐ ολικωτέρων· πῶς οὖν τὸ καθόλου τίμιον, εἴπερ ὑστερογενές; ἐν γὰρ τοῖς ὑστερογενέσι τὸ καθ‐ ολικώτερον ἀνουσιώτερόν ἐστιν· ὅθεν καὶ τὸ εἶδος μᾶλλον οὐσία τοῦ γένους. Ἀναιρετέον ἄρα
30καὶ τοὺς περὶ τῆς ἀληθεστάτης ἀποδείξεως κα‐ νόνας, εἰ μόνα τὰ ὑστερογενῆ καθόλου θήσομεν ἐν ταῖς ψυχαῖς· οὐ γάρ που ταῦτα τῶν μερι‐ κωτέρων κρείττω καὶ αἴτια καὶ πρότερα τὴν φύσιν. Εἰ δὲ ταῦτα ἄτοπα, δεῖ πρὸ τῶν ὑστε‐
35ρογενῶν ὑφεστάναι τοὺς οὐσιώδεις λόγους, ἀεὶ μὲν προβεβλημένους καὶ δραστηρίους ἐν ταῖς θείαις ψυχαῖς καὶ ταῖς τῶν κρειττόνων ἡμῶν γενῶν, ἐν ἡμῖν δὲ ποτὲ μὲν ἐπικαλυπτομένους, ποτὲ δὲ ἐνεργοῦντας, καὶ ποτὲ μὲν θεωρητικῶς
40μόνον, ποτὲ δὲ προνοητικῶς, ὅταν καὶ ἡμεῖς
θεοῖς συνταχθέντες μετ’ ἐκείνων τὸν ὅλον κό‐
in Prm
.

895

σμον διοικῶμεν. Λεγέσθω μὲν οὖν, ἵν’ ἐπὶ τὸ προκείμενον ἔλθωμεν, τοῦτο δέ ἐστι τὸ ὡς ἀλη‐ θῶς εἶδος νόημα εἶναι· λεγέσθω τοίνυν εἶναι νόημα τὸ ὡς ἀληθῶς εἶδος, ἀλλὰ πρῶτον μὲν
5ὡς νόησις τοῦ ἀληθοῦς νοῦ καὶ αὐτοῦ τοῦ πατρι‐ κοῦ, παρ’ ᾧ καὶ τὰ ὄντα νοήσεις εἰσὶ καὶ αἱ νοήσεις τὰ ὄντα. Τὰς γοῦν ἐν ἐκείνῳ πρώτως ὑφεστώσας ἰδέας ἡμῖν ἐφερμηνεύοντα τὰ Λόγια κέκληκεν αὐτὰς ἐννοίας πατρικὰς, ὡς οὔσας
10δημιουργικὰς νοήσεις διὰ τὴν τῶν νοήσεων πρὸς τὰ νοούμενα μίαν ὑπόστασιν· λέγει γοῦν, Ἔννοιαι πατρὸς, αἰδεύμεθα ς’, εἰλιμένον πῦρ.
14Οὐ γὰρ ὡς ἄλλαι ἄλλων εἰσὶν αἱ ἐκεῖ νοήσεις,
15ἀλλ’ ὡς αὐταὶ ἑαυτῶν· διὸ καὶ ὄντως οὐσίαι καὶ ὄντως νοήσεις, καὶ ὁμοῦ ἄμφω, καὶ διὰ τοῦτο ἔννοιαι τοῦ πατρός. Μετὰ δὲ τὰς πατρι‐ κὰς ἰδέας ἐν πάσαις ταῖς μετὰ τὸν πατέρα νοε‐ ραῖς οὐσίαις κατὰ τὴν ὁμοιότητα τὴν πρὸς
20ἐκεῖνον ἑκάστη πάλιν ἰδέα νόημά ἐστιν, οὐδὲ ἐν ταύταις ἢ τῆς ἐνεργείας οὔσης ἀνουσίου, ἢ τῆς οὐσίας ἀνενεργήτου, συναρίθμου δὲ τῇ οὐ‐ σίᾳ τῆς νοήσεως οὔσης· πλὴν ὅτι τοῖς μὲν συ‐ στοίχοις ἕκασται νοητοῖς εἰσι σύνδρομοι, τῶν
25δὲ ὑπερτέρων νοήσεις μόνον, ἀλλ’ οὐχ αἱ αὐταὶ τοῖς νοητοῖς ἐκείνοις, ἅτε ὑπερτέροις οὖσι τῶν νοούντων. Μετὰ δὲ πάσας τὰς νοερὰς οὐσίας ἐν ταῖς ἀεὶ νοούσαις ψυχαῖς νοήματα μὲν ἔστι καὶ νοητὰ διεστῶτα ἀλλήλων, ὡς τὰ μὲν νοεῖν, τὰ
30δὲ νοεῖσθαι· τῶν μὲν νοήσεων μεταβατικῶν οὐ‐ σῶν, τῶν δὲ οὐσιωδῶν ἐν αὐταῖς λόγων ἀεὶ τῶν αὐτῶν μενόντων. Ἐπὶ πᾶσι δὲ, ἐν ταῖς μερικαῖς ψυχαῖς διττὰ τὰ νοήματα· τὰ μὲν γάρ ἐστι τῶν οὐσιωδῶν λόγων, τὰ δὲ τῶν ἐκ
35πολλῶν ὄντων αἰσθήσεων εἰς ἓν λογισμῷ συναι‐ ρουμένων· ἀλλ’ οὖν διὰ τούτων φησὶν ὁ Σωκρά‐ της ἐγγίγνεσθαι τῇ ψυχῇ· τὸ γὰρ ἐγγιγνό‐ μενον δῆλον ὡς οὐκ ἔνεστι κατ’ οὐσίαν· τοῦτο δὲ ἔσχατόν ἐστιν ἀπήχημα τῆς πρώτης νοή‐
40σεως, καθόσον τέ ἐστι καὶ καθόλου καὶ ἐν τῇ
in Prm
.

896

νοούσῃ ψυχῇ τὴν ὑπόστασιν ἔχον. Τὰς δὲ τῶν οὐσιωδῶν λόγων προβολὰς νοήματα λέγοντες, καθ’ ἃς γιγνώσκομεν ὅπως καὶ ἡ ψυχὴ πάντων πλήρωμά ἐστι τῶν εἰδῶν, ἕτερον τρόπον νοή‐
5ματα δεῖ λέγειν, καὶ οὐ τὰ ἐγγιγνόμενα αὐτῇ διὰ τῆς τῶν πολλῶν αἰσθητῶν προβολῆς· ὑφ‐ εστώτων γάρ ἐστιν ἐκεῖνα νοήματα καὶ ἀεὶ ὄν‐ των ἐν ἡμῖν, καὶ αὐτὰ τὰ ὄντως ὄντα ἐνεικο‐ νιζομένων· καὶ ὅταν εἰς ταῦτα καταντήσωμεν,
10τηνικαῦτα τῶν ὄντως νοημάτων γιγνόμεθα πλή‐ ρεις, οὐκ ἐγγιγνομένων, ἀλλὰ προβαλλομένων ὧν ἔχοντες ἠγνοοῦμεν. Οὔτε δ’ οὖν τοῖς παρά τισι καλουμένοις ἐννοήμασιν εἰς ταὐτὸν ἄγειν προσ‐ ήκει τὰ νοήματα ταῦτα τὰ τῶν οὐσιωδῶν λό‐
15γων, κἂν ὅτι μάλιστα ἐπικοινωνῇ ταῖς προση‐ γορίαις· ἐνεργήματα γάρ εἰσιν ἐκεῖνα ἀπὸ τῶν φαντασιῶν ἀνεγειρόμενα· οὔτε τοῖς ἀσωμάτοις λεκτοῖς· ἀνυπόστατος γὰρ ἡ ἐκείνων οὐσία καὶ ἀμυδρὰ τοῖς τιθεμένοις αὐτὴν εἶναι διαδοξάζε‐
20ται· οὔθ’ ὅλως τοῖς ἀνουσίοις ἐν ταῖς ψυχαῖς εἴδεσιν, ἀλλὰ τοῖς κατ’ οὐσίαν ἐνυπάρχουσι καὶ συμπληροῦσιν αὐτῶν τὴν ὅλην ζωήν. Δεῖ τοίνυν ἀπὸ τῶν φυσικῶν λόγων, ὥσπερ εἴπομεν, ἀνα‐ τρέχειν ἐπὶ τοὺς ψυχικοὺς, οὐ τοὺς ὑστερογε‐
25νεῖς μόνον, ἀλλὰ καὶ τοὺς οὐσιώδεις· καὶ γὰρ οἱ ὑστερογενεῖς τούτων εἰσὶν εἰκόνες, οὐκ ἀπὸ τῶν πολλῶν αἰσθητῶν τεχθέντες· οὔτε γὰρ ἐπὶ πάντων ἐστὶ τῶν πολλῶν τὸ κοινόν· οὐ γὰρ ἐπὶ τῶν κακῶν τιθέμεθα τοὺς καθόλου λόγους, οὔτ’
30ἐπὶ τῶν μοναδικῶν, διότι μοναδικὰ παραιτού‐ μεθα τὸ κοινὸν ἐννοεῖν. Ἔνδοθεν ἄρα καὶ ἀπὸ τῆς οὐσίας ἡμῶν αἱ προβολαὶ γίγνονται τῶν εἰ‐ δῶν, καὶ οὐκ ἀπὸ τῶν αἰσθητῶν· πολλῷ γὰρ ἂν εἴη τὰ ἐπιστητὰ τῶν αἰσθητῶν ἀμυδρότερα.
35Νῦν δὲ ὡς ἐπιστήμη κρείττων αἰσθήσεως, οὕτω καὶ τὰ ἐπιστητὰ τῶν αἰσθητῶν· τὰ δὲ καθό‐ λου, ἐπιστητὰ, καὶ περὶ τούτων αἱ ἐπιστῆμαι. Ταῦτα ἄρα κρείττω καὶ σεμνότερα τῶν αἰσθη‐ τῶν ἐστιν· οὐ γὰρ ἔχει λόγον τὰ αἴτια κατα‐
40δεέστερα τῶν αἰτιατῶν ὑπάρχειν· ἔνδον οὖν,
in Prm
.

897

ὥσπερ εἴρηται, καὶ κατ’ οὐσίαν ἔχομεν τὰ εἴδη. Ταῦτα δὲ ἄλλως νοήματά ἐστι, καὶ οὐχὶ νοή‐ σεις· ἐπειδὴ γὰρ γεννήματά ἐστι τοῦ νοῦ, νοή‐ ματα ἂν εἰκότως καλοῖτο ὡς ἀποτελέσματα
5τοῦ νοῦ, καθάπερ καὶ τέχνην καλοῦμεν τὸ ἀπὸ τέχνης, καὶ φύσιν τὸ ἀπὸ τῆς φύσεως εἶδος· καὶ διότι δὴ πάντες οἱ ψυχικοὶ λόγοι τῶν θείων εἰδῶν ἐξήρτηνται καὶ τῆς ἐκείνων ἐφίενται νοή‐ σεως, νοήματα ἂν καὶ ταύτῃ προσαγορεύοιντο.
10Λέγεται γὰρ νόημα καὶ τὸ νοητὸν αὐτὸ τὸ νοηθὲν καὶ τὸ ἐνέργημα καὶ τὸ γνωστικὸν τοῦ νοοῦντος, ὥσπερ κίνημα τὸ ἐνέργημα τοῦ κινη‐ θέντος. Ἀλλ’ ἐν μὲν τῷ νῷ, καθάπερ εἴρηται, ταῦτα ἀμφότερα σύνεστιν ἀλλήλοις· τὰ δὲ ἐν
15ψυχῇ νοητὰ, πρὸς μὲν τὰ ἐν αὐτῇ νοήματα ἂν καλοῖντο νοούμενα ὑπ’ αὐτῶν, πρὸς δὲ τὰ εἴδη τὰ ὄντως νοητὰ τὴν τῶν νοούντων ἔχει τάξιν, ὡς ἐκείνων ὄντων αὐτοῖς γιγνομένων· πανταχοῦ γὰρ τὰ νοοῦντα δευτέραν δεῖ τῶν νοητῶν εἰλη‐
20χέναι μοῖραν. Ἔχει δὲ οἰκείως ἡ τοῦ νοῦ φύσις πρὸς τὴν τῶν εἰδῶν θεωρίαν· εἰδοποιὸς γὰρ καὶ ἐν τοῖς ὅλοις ὁ νοῦς, ἥ τε δημιουργία πᾶσα καὶ τὸ κάλλος τῶν φαινομένων καὶ ἡ τάξις διὰ τὴν τοῦ νοῦ βασιλείαν εἴργασται· καὶ οὔτε τὴν νοε‐
25ράν τις αἰτίαν ἀφεὶς δυνηθείη ποτ’ ἂν κατιδεῖν ὅπως ἡ τῶν εἰδῶν οὐσία προκατάρχει τῆς ὑπο‐ στάσεως τῶν ὅλων, οὔτε τὴν τῶν ἰδεῶν ὑπόθε‐ σιν παριδὼν διαφυλάξαι τὴν νοερὰν εἰς τὰ τῇδε ποίησιν. Συνέζευκται ἄρα ἀλλήλοις ὅ τε νοῦς
30καὶ τὰ εἴδη· καὶ εἰς τὴν συγγένειαν ταύτην, ὡς ἐμοὶ δοκεῖ, ἀποβλέπων καὶ ὁ Σωκράτης τὰ εἴδη νοήματα ἀφωρίσατο· καὶ δῆλον ὅτι καθ’ ἕκαστον νοῦν οἰκείως ταῦτα ὑποθετέον, ὁλικῶς ἢ μερικῶς, ψυχικῶς ἢ νοερῶς· ἀλλ’ ὤδινε μὲν
35τὴν νοερὰν οὐσίαν, ἔθετο δὲ ἐν τῷ ψυχικῷ νῷ ταῦτα ἀεὶ γίγνεσθαι τὰ νοήματα, κάτωθεν διὰ τῶν προσεχῶν ἐπανιών. Καὶ γὰρ ἡ ψυχὴ νοῦς ἐστιν ἀνειλημμένος, καὶ τὰ ἐν αὐτῇ νοήματα τῶν πρώτων εἰκόνες· καὶ ὁ Παρμενίδης ἀπὸ
40τῶν ψυχικῶν τούτων νοημάτων μετάγει τὸν
in Prm
.

898

Σωκράτη λοιπὸν ἐπ’ αὐτὰ τὰ εἴδη τὰ νοερὰ, λέγων οὕτως. Τί οὖν, φάναι, ἓν ἕκαστόν ἐστι τῶν νοημάτων, νόημα δὲ οὐδενός; Ἀλλ
5ἀδύνατον, εἰπεῖν. Ἀλλά τινος; Να. Ὄντος ἢ οὐκ ὄντος; Ὄντος. Οὐχ ἑνός τινος ὃ ἐπὶ πᾶσιν ἐκεῖνο τὸ νόημα ἐπὸν νοε, μίαν τινὰ οὖσαν ἰδέαν; Να. Εἶτα οὐκ εἶδος ἔσται τοῦτο τὸ
10νοούμενον ἓν εἶναι, ἀεὶ ὂν τὸ αὐτὸ ἐπὶ πᾶσιν; Ἀνάγκη αὖ φαίνεται. (P. 132 B.) Ἀπὸ τῶν ἐν τοῖς καθέκαστα κοινῶν ἀνέδρα‐ μεν ἐπί τι ἕτερον αὐτῶν προσεχὲς, οἷόν ἐστι φυσικὸν εἶδος, εἶτα ἀπὸ τούτου λοιπὸν ἐπὶ τὸν
15ἐν ψυχῇ λόγον, ὅ ἐστι νοηματικόν τινος τῶν ὄντων, οἷον τὸ ὑστερογενὲς ἐλαμβάνομεν, ὃ δὴ καὶ ὡς ἀληθῶς ἐγγίγνεται ταῖς ψυχαῖς. Δεῖ δὲ ἐντεῦθεν καὶ εἰς αὐτὸ διαβαίνειν τὸ τοῦ οὐσιώ‐ δους λόγου νόημα, καὶ ἀπὸ τούτου λοιπὸν πρὸς
20αὐτὸ τὸ ὂν ποιήσασθαι τὴν μετάβασιν, ἐφ’ ἣν καὶ νῦν ὁ Σωκράτης περιάγεται διὰ τῶν Παρ‐ μενίδου μαιευτικῶν λόγων. Ἐπεὶ γὰρ ἔχομεν ὅτι ὁ ἐν ψυχῇ λόγος ἤ τινος νόημά ἐστιν ἢ οὐδενός· ἀλλὰ τὸ μὲν μηδενὸς ὂν νόημα διά‐
25κενόν ἐστι καὶ πλασματῶδες, οἷον εἴ τις ἱπ‐ ποκένταυρον ἢ τραγέλαφον ἐπιχειρεῖ νοεῖν, μᾶλλον δὲ εἴ τις σκινδαψὸν ἤ τι ἄλλο τῶν ἀν‐ υποστάτων παντάπασι· τούτων γὰρ φαντασίαν γέ τινα λαμβάνομεν. Λείπεται ἄρα τινὸς εἶναι
30νόημα τὸν ἐν τῇ ψυχῇ λόγον· εἰ δέ τινος, ἐρω‐ τητέον πότερον ὄντος ἢ οὐκ ὄντος· δῆλον δὴ ὅτι περ ὄντος νόημά ἐστιν ὁ ἐν ψυχῇ λόγος. Εἶτ’ οὐ πολλῷ πρότερον ἐκεῖνο τὸ εἶδος ἔστιν ἐπὶ πᾶσι τοῖς ψυχικοῖς, τοῖς φυσικοῖς, ὃ δὴ τὸ
35νόημα νοεῖν φαμεν, μίαν τινὰ οὖσαν ἰδέαν; πολλῷ γὰρ ἐκεῖνο εἰς τὸ εἶναι κυριώτερον τοῦ κατ’ αὐτὸ νοήματος. Καὶ μὴν αὖ τό τε εἶδος καὶ τὸ νόημα πῶς ἑνὸς δύο εἴδη προέστηκεν; Εἰ δὲ τούτων δεῖ θάτερον εἶδος ποιεῖν, δῆλον
40ὅτι τὸ κυριώτερον ἂν εἴη εἶδος· τοιοῦτον δὲ τὸ
in Prm
.

899

νόημά φαμεν ἐπὶ πᾶσιν ὂν τοῦτο τοῖς ὑπὸ τοῦ νοήματος ὡς ὁμοειδέσι νοουμένοις· τοῦτο γὰρ τοῦ εἶναι τοῖς ὁμοίοις αἴτιον, ἀλλ’ οὐχὶ τὸ νόη‐ μα τὸ τούτου νοητικόν. Οὐδὲ γὰρ τὸ νόημα τὸ
5περὶ τοῦ ἐμοῦ πατρὸς ὅτι πατὴρ ἐμοῦ αἴτιον, ἀλλ’ ὁ πατήρ· οὕτω καὶ ἐπὶ πάντων τῶν αἰ‐ τίων οὐ τὰ περὶ αὐτῶν νοήματα ὡς ἔστιν αἴτια τῶν κατὰ ταῦτα ὄντων, ἀλλ’ αὐτὰ πρὸ τῶν νοημάτων, ἃ δὴ καὶ τοῦ ἀληθεύειν ἐστὶν αἴτια
10τοῖς νοήμασι τοῖς λέγουσιν ἐκεῖνά τινων αἴτια ὑπάρχειν. Ὅσοι μὲν οὖν τὰς ἰδέας νοήσεις εἶ‐ ναι ψιλὰς ὑπέλαβον, οὗτοι πᾶν νόημά τινος εἶ‐ ναι φάντες ἀξιοῦσι τοῦ νοοῦντος εἶναι τὸ νόημα· καθάπερ ἂν εἰ λέγοις αἴσθημα μὴ εἶναι, ἀλλὰ
15τὴν αἴσθησιν ἀκούων τοῦ αἰσθητικοῦ μόνον εἶ‐ ναι· καὶ διὰ τοῦτο παραλογίζεσθαί φασι τὸν Παρμενίδην. Ὅσοι δὲ οὖν νοήσεις τοῖς νοητοῖς συνδρόμους, οὗτοι καὶ τοῦ νοοῦντος εἶναι καὶ τοῦ ὄντος τὸ νόημα διορίζονται, πάντων ἡνω‐
20μένων ἀλλήλοις, τοῦ νοοῦντος, τῆς νοήσεως, τοῦ νοητοῦ· καὶ οὐδὲν θαυμαστὸν ὅπου καὶ ἐπὶ τῶν αἰσθητῶν ταὐτὸν τῷ αἰσθητῷ φασι τὴν αἴσθησιν, τὸ αἴσθημα λέγοντες. Εἰ δὲ τὸ νόη‐ μα τοῦ νοητοῦ ἐστιν οὐ μόνον ἐν ἡμῖν, ἀλλὰ καὶ
25ἐν τῷ θείῳ νῷ καὶ ἀληθινῷ, δῆλον ὅτι ἐστὶ πρὸ τοῦ νοήματος τὸ νοητὸν, εἰς ὃ καὶ ἀπερειδόμε‐ νος ὁ ἐν ψυχῇ λόγος νόημά ἐστι. Τὸ γὰρ ἀνει‐ λεγμένον τῶν ἐν τῇ ψυχῇ λόγων καὶ τὸ διῃρη‐ μένον καὶ τὸ μεταβατικὸν ἐν ταῖς ἐνεργείαις
30ἱκανῶς ἐπιδείκνυσιν, ὅτι ἄρα ἄλλο ἐστὶ τὸ νοη‐ τὸν εἶδος, τὸ ἡνωμένως καὶ ἀδιαιρέτως τὴν αἰτίαν περιέχον πάντων τῶν λόγων· ὃ καὶ ἓν ἐκάλεσεν ἐν τούτοις καὶ ἐπὶ πᾶσι ληπτικὸν τῶν εἰδητικῶν διακόσμων, καὶ ὑπὸ τοῦ νοή‐
35ματος ἔφατο νοεῖσθαι ὡς μίαν τινὰ οὖ‐ σαν ἰδέαν. Ἐκ δὴ τούτων λάβοις ἂν ὅτι καὶ ἡ τοῦ παντὸς νοῦ νόησις καὶ προϋπαρχόντων τῶν νοητῶν· καὶ οὔτε νόησίς ἐστι ψιλὴ γνῶσις, ἀλλ’ ὄντος τινός· οὔτε τὰ νοητὰ δεύτερα τῶν
40νοούντων· οὕτω γὰρ ἂν αἱ νοήσεις εἶεν πρὸ
τούτων οὔπω ὄντων· ἢ τοιούτων πρὸ τῶν νοούν‐
in Prm
.

900

των τὰ νοητὰ, καὶ διὰ τοῦτο πρὸ τῶν νοήσεων· αἱ γὰρ νοήσεις ἐν τοῖς νοοῦσίν εἰσιν ἐξ ἀνάγκης, ὡς αἰσθήσεις ἐν τοῖς αἰσθανομένοις, καὶ πᾶσαι γνώσεις ἐν τοῖς γιγνώσκουσιν, ἀλλ’ οὐκ ἔξω
5τῶν γιγνωσκόντων, ἢ ἐν αὐτοῖς τοῖς νοοῦσιν· ἐπειδὴ οὐ μετὰ ταῦτα ἵνα μὴ, πρὶν ἐκεῖνα ὑποστῇ, νοήσεις οὖσαι κατ’ ἐνέργειαν μηδε‐ νὸς ὦσιν. Ἀλλὰ μὴν εἰ πρὸ τῶν νοούντων τὰ νοητὰ, δεῖ καὶ ἐν αὐτοῖς εἶναι ἕτερον, διότι
10πᾶν τὸ νοοῦν ἑαυτὸ νοεῖ, καὶ τὸ ἑαυτὸ νοοῦν νοεῖ διὰ τῆς ἑαυτοῦ νοήσεως, οὐκ ἔξω ἑαυ‐ τοῦ βλέπον. Τοῦτό τε οὖν δεῖ λαμβάνειν ἐκ τοῦ Πλάτωνος οὕτως εἰπόντος ὅτι τὸ νόημά ἐστι, καὶ οὐ προσθέντος ὅτι τὸ ὂν ἔξω τοῦ
15νοήματος, διότι νοῦς ὁ μὲν ἔστι μόνως ἑαυτὸν νοῶν, ὁ δὲ καὶ ἑαυτὸν καὶ τὰ πρὸ αὑτοῦ, τὰ δὲ μεθ’ αὑτὸν οὐδεὶς, εἰ μὴ τῷ τὰς αἰτίας αὐτῶν ἔχειν. Τριχῶς γὰρ καὶ τὸ νοητὸν, κατὰ μέθεξιν μὲν ἐπὶ τοῦ τὰ πρὸ αὑτοῦ νοοῦντος,
20καθ’ ὕπαρξιν δὲ ἐπὶ τοῦ ἑαυτὸν, κατ’ αἰτίαν δὲ ἐπὶ τοῦ τὰ μεθ’ αὑτόν. Καὶ ὅπου μὲν τὸ κατὰ μέθεξιν νοητὸν, ἔστι καὶ τὸ καθ’ ὕπαρ‐ ξιν· δεῖ γὰρ τὸ τὰ πρὸ αὑτοῦ νοοῦν καὶ ἑαυτὸ νοεῖν· ὅπου δὲ τὸ καθ’ ὕπαρξιν, οὐ πάντως τὸ
25κατὰ μέθεξιν· ὁ γὰρ πρώτιστος νοῦς ἑαυτὸν νοεῖ μόνον, οὐδὲν ἔχων πρὸ ἑαυτοῦ νοητόν. Καὶ ὅπου μὲν τὸ κατ’ αἰτίαν νοητὸν, ἐκεῖ καὶ τὸ καθ’ ὕπαρξιν· ἐν γὰρ τῷ αὐτὸν ἑαυτὸν νοεῖν, καὶ τὰ μεθ’ αὑτόν τις νοητὰ δύναται νοεῖν· οὐχ ὅπου δὲ
30τὸ καθ’ ὕπαρξιν, καὶ τὸ κατ’ αἰτίαν νοητὸν, εἴ τις εἴη τελευταῖος νοῦς, οὐδὲν ἔχων νοητὸν δεύ‐ τερον ὅπερ νοήσει, κατ’ αἰτίαν ἑαυτὸν νοῶν καὶ ἑαυτῷ νοητὸς ὤν. Ταῦτα δ’ οὖν, ὅπερ ἔφην, θεωρήσειας ἂν ἐκ τοῦ φάναι τὸν Παρμενίδην
35τὸ νόημα ὄντος εἶναί τινος· ὃς καὶ τὴν δόξαν εἶπεν ἐν Θεαιτήτῳ τινός· ὅθεν καὶ τὸ μὴ ὂν ἀδόξαστον, καὶ πᾶν τὸ γιγνώσκειν τι, καὶ οὐχὶ μηδέν· καὶ ὅτι τὸ ἓν μειζόνως πάρεστι τοῖς οὖσιν, εἰς αὐτὰ τὰ νοήματα ἀνήρτηται·
40τὸ γὰρ ἐπὸν ἓν ἐπὶ πᾶσι τοῦτο παρίστησιν.
Οὐκ ἄρα στησόμεθα ἀνιόντες ἀπ’ ἄλλων εἰδῶν
in Prm
.

901

ἐπ’ ἄλλα, πρὶν ἂν ἐπὶ τὰ ὄντως ὄντα ποιησώ‐ μεθα τὴν ἀναδρομήν. Κἂν γὰρ εὕρωμεν συμ‐ φυῶς ἡνωμένα τόν τε νοῦν καὶ τὰ νοητὰ, πλήρωμα ἔσται τῶν εἰδῶν κατὰ τὸ ἐν ἑαυτῷ
5νοητὸν ὁ νοῦς· καὶ ὥσπερ νοῦν καὶ νοητὸν ἑνί‐ ζομεν ἀλλήλοις, οὕτω δὴ καὶ τὰ νοήματα τοῖς οὖσιν εἰς ταὐτὸν ἄξομεν· ἐν ἑαυτῷ γὰρ ὢν ὁ νοῦς καὶ ἑαυτὸν νοῶν ὁμοῦ δὴ καὶ τῶν νοητῶν ἐστι πλήρης. Καὶ ὥσπερ ἐν τοῖς αἰσθητοῖς τὸ
10φαινόμενον ὁπωσοῦν ἓν πλῆθός ἐστι κατ’ ἀλή‐ θειαν, οὕτω δὴ καὶ ἐν τοῖς νοητοῖς τὸ δυοειδὲς τοῦ νοήματος καὶ τοῦ ὄντος ἑνιαίως ὑφέστηκε. Ψυχὴ μὲν οὖν ἀπὸ τῶν ἑαυτῆς νοημάτων ἐπὶ τὰ ὄντα μεταβαίνουσα ὡς ἀπ’ ἄλλων ἐπ’ ἄλλα
15μεθίσταται· τὰ δὲ νοῦ νοήματα τὰ ὄντα ἐστὶ διά τε τὴν νοερὰν ἐπιστροφὴν καὶ τὴν ἐπικρα‐ τοῦσαν ἐν ἐκείνοις ταυτότητα. Τί δὲ δ, εἰπεῖν τὸν Παρμενίδην, οὐκ ἀνάγκη, εἰ τἄλλα φῂς τῶν εἰδῶν
20μετέχειν, ἢ δοκεῖν σοι ἐκ νοημάτων ἕκα‐ στον εἶναι καὶ πάντα νοεῖν, ἢ νοήματα ὄντα ἀνόητα εἶναι; Ἀλλ’ οὐδὲ τοῦτο, φάναι, ἔχει λόγον. (P. 132 C.) Δύο λόγοις χρώμενος μετάγει τὴν ὑπόθεσιν
25ἀπὸ τῶν ψυχικῶν νοημάτων ἐπὶ τὰ εἴδη τὰ νοητὰ, τούτοις ὄντα τοῖς νοήμασι νοητὰ, καὶ διὰ τοῦτο νοήμασι καλουμένοις. Προτέρῳ μὲν τῷ ἀπ’ αὐτοῦ τοῦ νοήματος· τὸ γὰρ ὂν νοη‐ ματικόν ἐστιν ὄντως· ἐκεῖνο δὴ οὖν τὸ ὄν ἐστι
30τὸ κυρίως εἶδος, καὶ ὅ ἐστιν ἐπὶ πᾶσι τοῖς εἴδεσιν ἀεὶ ὂν καὶ ταὐτὸν καὶ ἓν καὶ ἤδη νοούμενον, ἀλλ’ οὐχὶ νοοῦν μόνον, ὥσπερ τὸ νόημα τὸ ψυχικόν· ὅτι μὲν γὰρ ἕτερά ἐστιν ὡς νοοῦν νόημα τοῦ νοουμένου, δῆλον· ἢ οὖν ἄμφω
35εἴδη, καὶ δύο ἔσται τὰ πρῶτα, καὶ οὐκ ἔσται μία ἑκάστων ἰδέα· ἢ τὸ κυριώτερον τοῦ νοή‐ ματος αὐτὸ τὸ νοούμενον, ὥστε τοῦτο ἂν εἴη τὸ εἶδος, ἀλλ’ οὐ τὸ νόημα. Δευτέρῳ δὲ ἑτέρῳ τοιούτῳ· πᾶν τὸ νοήματος, ᾗ νόημα, μετέχον
40νοεῖν ἀναγκαῖον, τὰ δὲ τῇδε μετέχειν τῶν
εἰδῶν, ὥστε εἰ τὰ πρῶτα εἴδη εἴη νοήματα
in Prm
.

902

καὶ μετέχει τὰ τῇδε τῶν εἰδῶν, ὡς νοήματα πάντα νοητικά· τὸ γὰρ τῆς νοήσεως ἥτις ἦν τὸ νόημα μετειληχὸς νοεῖ· καὶ γὰρ τὸ τῆς ζωῆς, ζῇ, καὶ τὰ τοῦ ὄντος, ἔστιν· οὐκ ἄρα τὰ εἴδη
5νοήματά ἐστιν, ἀλλὰ νοήματα τῶν κατὰ τὰς νοήσεις τεταγμένων, καὶ οὐδὲν ἄτοπον τὸ τῶν νοημάτων μετέχον μὴ νοεῖν. Εἰ τοίνυν πάντα μὲν μετέχει τῶν εἰδῶν, τῶν δὲ νοημάτων μὴ πάντα, οὐκ ἂν εἴη τὰ εἴδη νοήματα. Τῶν τριῶν
10γὰρ ἓν ἄν τι συμβαίνοι, ἢ μὴ μετέχειν τοῦ νοεῖν τὰ νοήματος μετέχοντα, ἢ μὴ νοήματα εἶναι τὰ εἴδη, ἢ τὰ ἀνόητα μὴ μετέχειν τῶν εἰδῶν· ὧν τὰ δύο πάντως ἄτοπα· καὶ γὰρ πᾶν τὸ νοήματος μετέχον νοεῖ, τὸ γὰρ νόημα δηλοῖ νόησιν· καὶ
15τὰ ἀνόητα μετέχει τῶν εἰδῶν, ὡς τὰ ἄψυχα τοῦ ἴσου καὶ ἐλάττονος καὶ μείζονος εἰδῶν ὄντων. Οὐκ ἄρα νοήματά ἐστι τὰ εἴδη, οὐδὲ ἐν νοή‐ μασιν οὐσίωται, ἀλλ’ ἐν νοητοῖς. Ἀναδράμω‐ μεν οὖν ἀπὸ τῶν μεριστῶν ἐπὶ τοὺς ἀμερεῖς
20λόγους τῆς φύσεως, ᾗ μὴ ὑπάρχει τὸ νοεῖν τὰ πρὸ αὑτῆς· οὐ γὰρ μόνον ἀνόητος, ἀλλὰ καὶ ἄλογος ἡ φύσις καὶ ἀφάνταστος· ἀπὸ δὲ τού‐ των ἐπὶ τὰ νοητὰ τὰ ὑπερκείμενα τῶν φυσικῶν εἰδῶν, ψυχῆς ὄντα ἐνεργήματα νοητικῆς, κατὰ
25Τὴν τοῦ Σωκράτους περὶ αὐτῶν θέσιν· ἐν ψυχῇ γὰρ εἶπεν αὐτὰ ἐγγίγνεσθαι, καὶ εἶναι νοή‐ ματα ψυχῆς ὡς νοήσεις· ἀπὸ δὲ τούτων ἐπὶ τὰ ὄντως νοητά· ταῦτα γὰρ αἴτια πάντων δυνα‐ τὸν εἶναι τῶν εἰδοπεποιημένων, ἀλλ’ οὐχ ἅ
30ἐστι νοήματα μόνον· ὥστε καὶ εἰ ὁ δημιουρ‐ γικὸς νοῦς κοσμοποιὸς λέγοιτο καὶ πάντων αἴ‐ τιος, κατὰ μὲν τὸ ἐν ἑαυτῷ νοητὸν τοῦ εἶναι πᾶσίν ἐστιν αἴτιος, κατὰ δὲ τὴν ζωὴν μόνου δήπου τοῦ ζῇν, κατὰ δὲ τὸν νοῦν μόνου πάντως
35τοῦ νοεῖν. Δεῖ οὖν μὴ ἀπὸ τῶν νοούντων ἄρ‐ χεσθαι τὰ πράγματα, ἀλλ’ ἀπὸ τῶν νοουμένων, ἵνα πάντων αἴτια ᾖ καὶ νοητικῶν καὶ μὴ νοη‐ τικῶν· πᾶσι γὰρ τὸ εἶναι κοινὸν, τὸ δὲ νοεῖν οὐ πᾶσι πάρεστιν. Οὐκ ἄρα τὰ ψυχικὰ νοήματα
40πρῶτά ἐστι τῶν εἰδῶν, ἀλλὰ τὰ ὑπὸ τούτων
νοούμενα καὶ πρωτουργὰ καὶ πᾶσιν αἴτια τῆς
in Prm
.

903

οὐσίας καὶ τῆς ἑνώσεως καὶ τῆς τελειότητος. Ἐν δὴ τούτοις ἄξιον ἐφιστάνειν διὰ τί, πάν‐ των τῶν ἐν νῷ νοερῶς ὄντων, οὐ πάντα νοεῖ τὰ τῇδε μετέχοντα τῶν εἰδῶν, καὶ διὰ τί, ζών‐
5των ἐκείνων πάντων, οὐκέτι πάντα τὰ ὁμοιού‐ μενα πρὸς ἐκεῖνα ζῇ. Καὶ λεγέσθω μὲν ὅτι καὶ ἡ τῶν ὄντων ὕφεσις, ἀπὸ τῶν πρώτων αἰτιῶν ἄχρι τῶν τελευταίων ὑφιζάνουσα, τὰς τῶν ὅλων καὶ παντελείων οὐσιῶν ἀμυδροῖ μεθέξεις· καὶ
10ὡς διὰ πάντων ἡ δημιουργία διεξιοῦσα πάντα ὑφίστησι κατὰ μέτρα διαφέροντα τῆς οὐσίας, καὶ οὐδὲ τοῦ αὐτοῦ εἴδους πάντα ὡσαύτως μετείληφεν, ἀλλὰ τὰ μὲν μειζόνως, τὰ δὲ ἐλαττόνως, καὶ τὰ μὲν κατὰ μίαν ὡμοιώθη
15τῷ εἴδει δύναμιν, τὰ δὲ κατὰ δύο, τὰ δὲ κατὰ πλείους· ὅθεν καὶ σειραί τινες ἄνωθεν ἐξεφά‐ νησαν ἄχρι τῶν κάτω διατείνουσαι, λέγω, οἷον τὸ τῆς σελήνης εἶδος· γενέσθω γὰρ ἐπὶ ταύτης ὁ λόγος. Ὤφθη μὲν καὶ ἐν θεοῖς κατὰ τὸ ἓν
20τοῦ εἴδους καὶ ἀγαθοειδές· πάντα γὰρ τεθέω‐ ται ἐκ τἀγαθοῦ, καθά φησιν ὁ ἐν Πολιτείᾳ Σωκράτης, διὰ τοῦ τῆς ἀληθείας φωτός· ὤφθη δὲ καὶ ἐν ἀγγέλοις κατὰ τὸ νοερὸν, καὶ ἐν δαί‐ μοσιν, εἰ βούλει, τοῖς διὰ νοήσεως ἀπεικονισα‐
25μένοις ἐκεῖνο τὸ εἶδος καὶ νοητικοῖς ὑποστᾶσι ζώοις, οὐκέτι νοερῶς, ἀλλὰ ζωτικῶς αὐτὸ μι‐ μεῖσθαι δυναμένοις· καὶ πολλὴ τῶν σεληνια‐ κῶν ἥξει σοι ζώων θεωρία περὶ τὸν Ἄπιν Αἰ‐ γύπτιον, καὶ τὸν σεληνίτην ἰχθὺν, καὶ πολλὰ
30ἄλλα ζῶα τὰ μὲν ἄλλως, τὰ δὲ ἄλλως μιμού‐ μενα τὸ οὐράνιον τῆς σελήνης εἶδος· ὤφθη δὲ καὶ ἐν λίθοις ἐσχάτως, ὥστε εἶναί τινα καὶ λί‐ θον εἰς ἐκεῖνο τὸ εἶδος ἀνηρτημένον, αὐξήσεις τε καὶ μειώσεις ὑπομένοντα μετὰ τῆς ἐν οὐ‐
35ρανῷ σελήνης, καίτοι ζωῆς ἄμοιρον ὄντα. Παν‐ ταχοῦ τοίνυν νόει μοι ταὐτὸν, καὶ μὴ πάντα πάσας οἰηθῇς τῶν εἰδῶν ὑποδέχεσθαι τὰς δυνά‐ μεις, ἀλλὰ μετὰ τῆς οἰκείας ὑφέσεως, τὰ μὲν πλείους, τὰ δὲ ἐλάττους. Οὐχ ὅσα οὖν ἐστιν
40ἐν ἐκείνοις, τοσαῦτα καὶ ἐν πάσαις ταῖς εἰκόσιν
in Prm
.

904

ἔγκειται· μόνον δέ ἐστι καθ’ ἕκαστον εἶδος, ἐξ ἀνάγκης ἐν πάσαις φανταζόμενον, ὅπερ ἐστὶν ἰδίωμα τοῦ εἴδους αὐτοῦ, καθὸ τῶν ἄλλων διέστηκε· κἂν γὰρ πάντα ἓν τὰ εἴδη, τὸ ἐν
5ἑκάστῳ πρόχειρον ἕν τι πάντως εἶναι τὸ καὶ ἀφορίζον αὐτοῦ τὴν ἰδίαν ὕπαρξιν, ἧς πάντα μετέχει τὰ κατ’ αὐτὸ λαβόντα τὴν γένεσιν· καὶ αὕτη μὲν μίαν ποιεῖ τὴν σειρὰν, ἡ δὲ τῶν πλειόνων δυνάμεων ἐν τῷ εἴδει καὶ τῶν ἐλατ‐
10τόνων μέθεξις τὰ πρῶτα καὶ μέσα καὶ ἔσχατα τῆς σειρᾶς ἀνέφηνεν, ὅπου μὲν ἄλλως, ὅπου δὲ ἄλλως τοῦ αὐτοῦ μετασχεθέντος· ὁ δὲ εἷς πα‐ τρικὸς νοῦς πᾶσιν ἀφορίζει τὰ μέτρα τῆς μεθ‐ έξεως καὶ τὰς ἑκάστων συντελείας πρὸς τὸν
15κόσμον, ἀρχάς τε καὶ μέσα καὶ τέλη τῆς ἑκά‐ στου τῶν εἰδῶν σειρᾶς προλαβὼν, καὶ μέχρι πόσου φθάνειν ἀνάγκη τὴν ἰδιότητα τὴν ἀφ’ ἑκάστου καθήκουσαν. Προσκείσθω δὲ τούτοις καὶ ὅτι, τῆς μεθέξεως διαφόρου γιγνομένης,
20πρῶται μὲν ἀπολείπουσι τὰ μετέχοντα αἱ ὑφ‐ ειμέναι τῶν εἰδῶν ἰδιότητες, δεύτεραι δὲ αἱ τούτων ὁλικώτεραι, πᾶσι δὲ ὁμοίως ἐμφανί‐ ζονται τοῖς ἀποτελέσμασιν αἱ πρωτουργοὶ καὶ τῷ ἑνὶ διαφερόντως συγγενεῖς· ἕκαστον γὰρ
25εἶδος ἕν ἐστι καὶ πλῆθος, οὐχὶ κατὰ σύνθεσιν τοῦ πλήθους τὸ ἓν ἀποτελοῦντος, ἀλλὰ τοῦ ἑνὸς ὑφιστάντος τὰς ἐν αὐτῷ πολλὰς ἰδιότητας. Ἐκεῖνο μὲν οὖν ἑνοειδῶς καὶ ἔστι καὶ ζῇ καὶ νοεῖ, τὰ δὲ κατ’ αὐτὸ γεννώμενα τὰ μὲν πάν‐
30των μετέχει τούτων, τὰ δὲ ἑνὸς μόνου τοῦ ὄντος· ἐπεὶ καὶ τοῖς εἴδεσιν αὐτοῖς τὸ μὲν νοε‐ ρὸν ἀπὸ τοῦ ἑνὸς, ἡ δὲ ζωὴ ἐκ τῆς ἀμεθέκτου ζωῆς, τὸ δὲ ὂν ἀπὸ τοῦ ἑνὸς ὄντος, ὥσπερ δὴ καὶ τὸ ἓν ἀπὸ τῆς ἐπέκεινα τῶν ὄντων ἑνάδος.
35Ταῦτα μὲν οὖν περὶ αὐτῶν εἰρήσθω τῶν δογμά‐ των· τῶν δὲ δύο λόγων, οἷς χρώμενος ἀπὸ τῆς ψυχῆς ἐπ’ αὐτὸ τὸ ὂν ἀνέδραμε, τὰ μὲν συν‐ επεράνατο διὰ τῶν ἐκκειμένων ῥητῶν, εἰπὼν ὅτι αὐτὸ ἄρα τὸ νοούμενον εἶδος ἔσται ἀεὶ
40ὂν καὶ ταὐτὸν ἐπὶ πᾶσι τοῖς εἴδεσι, καὶ
in Prm
.

905

τοῦτο πρεσβύτερον τοῦ ἐν ψυχῇ νοήματος· τὸ γὰρ νοούμενον κρεῖττον, ὡς εἴρηται, τοῦ νοοῦν‐ τος· κἄν τε γὰρ ψυχὴ τὸ νοοῦν, νοῦς δὲ τὸ νοούμενον, κρείττων ὁ νοῦς· κἄν τε νοῦς μὲν τὸ
5νοοῦν, νοητὸν δὲ τὸ νοούμενον, κρεῖττον τὸ νοητόν. Τὸ δὲ δεύτερον ὅλον ἐξήτασεν εἰπὼν, ὅτι εἰ τὰ τῇδε μετέχει τῶν εἰδῶν, τὰ δὲ εἴδη νοήματα, τὰ τῇδε ἄρα μετέχει νοημάτων· τὰ δὲ νοήματος μετέχοντα ἀνάγκη νοεῖν· εἰ δὲ
10νοήματα αὐτῶν μετέχοι, τοῦτο μὴ ἀναγκαῖον· οὐκ ἄρα τὰ εἴδη τὰ πρῶτα νοήματα. Καὶ οὗτος ὁ λόγος οὐ μόνον ἡμῖν ἐπιδείκνυσιν ὅτι οὐκ ἐν ψυχῇ τὰ εἴδη πρῶτον, ἀλλὰ καὶ ὅτι πρὸ νοῦ· καὶ γὰρ νοῦς νοῶν ἑαυτὸν καὶ τὰ πρὸ ἑαυτοῦ
15νοητὰ, καθὸ μὲν νοῦς, ἐφιέμενόν ἐστι, καθὸ δὲ νοητὸν, ἐφετόν· τούτων δὲ τὸ μὲν τἀγαθῷ μᾶλλον συγγενὲς, τὸ δὲ ἧττον· ἐφετὸν γὰρ καὶ τἀγαθὸν, ἀλλ’ οὐκ ἐφιέμενον. Ἀναγκαῖον δ’ οὖν, τῶν φυσικῶν λόγων μήτε νοητῶν ὄντων μήτε
20νοητικῶν, δι’ αὐτῶν μέσων ἡμῖν ἐπὶ τὰ νοητὰ εἴδη γίγνεσθαι τὴν ἄνοδον. Ἔσται οὖν πρὸ τῆς ἀνοήτου φύσεως τὸ νοητικὸν πᾶν, καὶ τοῦτο διττὸν, ἢ μεταβατικὸν, ἢ ἀμετάβατον· καθὸ γὰρ νοοῦν ἑκάτερον, ἐφίεται τοῦ νοητοῦ τοῦ
25ἑαυτῷ συστοίχου, καθάπερ εἴπομεν· καὶ γὰρ δὴ τὸ νοητὸν πρὸ ταύτης λέγω τῆς φύσεως, ὅτι μήτε ἡ φύσις μήτε τὸ σῶμα νοοῦν· εἶτα πρὸ τούτου τὸ νοοῦν ἅμα καὶ νοούμενον, οἷόν ἐστι τὸ νοερὸν εἶδος ἢ ψυχικόν· εἶτα πρὸ τού‐
30των αὐτὸ τὸ νοητόν· δεῖ γὰρ καὶ πρὸ τοῦδε, διπλόην τινὰ παρεμφαίνοντος, εἶναι τὸ νοητὸν αὐτὸ πρώτως, καὶ τούτου μὲν μετέχειν τὸν νοῦν, διὰ δὲ τοῦ νοῦ, τὴν ψυχήν. Οὐ μόνον οὖν ἀπὸ τῶν ψυχικῶν εἰδῶν ἐπὶ τὰ νοερὰ μεταβα‐
35τέον ὡς νοούμενα, ἀλλὰ καὶ ἀπὸ τούτων ἐπὶ τὰ κυρίως νοητὰ, παρ’ ὧν τὸ εἶναι πᾶσιν ὑπάρ‐ χει τοῖς εἴδεσιν. Οὕτως ἡ τοῦ Παρμενίδου μαιεία τὸν λόγον ἀπὸ τῶν ἐσχάτων ἀνήγαγεν ἐπὶ τὰ πρώτιστα, δεικνύντος ὡς οὔτε σωματι‐
40κὴν νοητέον εἶναι τὴν μέθεξιν τῶν εἰδῶν, οὔτε
in Prm
.

906

φυσικὴν, οὔτε ψυχικὴν, ἀλλὰ νοεροῖς καὶ νοη‐ τοῖς προσήκουσαν εἴδεσιν. Ἀλλ’, ὦ Παρμενίδη, μάλιστα ἔμοιγε καταφαίνεται ὧδε ἔχειν· τὰ μὲν εἴδη
5ταῦτα ὥσπερ παραδείγματα ἑστάναι ἐν τῇ φύσει, τὰ δὲ ἄλλα τούτοις ἐοικέναι καὶ εἶναι ὁμοιώματα· καὶ ἡ μέθεξις αὕτη τοῖς ἄλλοις γίγνεσθαι τῶν εἰδῶν οὐκ ἄλλη τις ἢ εἰκασθῆναι αὐτοῖς.
10(P. 132 D.) Ἐπ’ αὐτὴν τὴν νοητὴν οὐσίαν τῶν εἰδῶν ἀναχθεὶς ὁ Σωκράτης, ὑπὸ τῆς τοῦ Παρμενίδου μαιείας ποδηγούμενος, ἐνταῦθα διαφερόντως οἴεται τὴν τάξιν ἅμα καὶ τὸν τρόπον τῆς μεθ‐
15έξεως τεθηρακέναι τῶν εἰδῶν· αὐτὰ μὲν τὰ εἴδη λέγων ἑστάναι ἐν τῇ φύσει, τὰ δὲ ἄλλα γίγνεσθαι πρὸς ἐκεῖνα· τί ἄλλο διὰ τού‐ των, ἢ ἐκείνοις μὲν τὴν ἀκίνητον καὶ ἀμετά‐ βολον οὐσίαν ἀποδιδοὺς, τοῖς δὲ πρὸς αὐτὰ
20ὑφισταμένοις τὴν ἐν γενέσει φερομένην; Ταύτῃ γὰρ ἀντιδιεῖλε, τῷ ἑστάναι τὸ γίγνεσθαι διαιρῶν, καὶ αὐτὸ εἰς τὰ κατὰ ταὐτὰ καὶ ὡσαύ‐ τως ἔχοντα, καὶ τὰ μηδέποτε ὡσαύτως ἔχοντα, γιγνόμενα δὲ μόνον· ὥσπερ καὶ ὁ Τίμαιος
25καὶ ὁ Ἐλεάτης ξένος ἐν τῷ Σοφιστῇ διεστή‐ σατο χωρὶς τὸ γιγνόμενον καὶ τὸ ὄν. Τὴν οὖν τάξιν αὐτῶν οὕτως ἐθήρασε· συνεισάγει δὲ τὸν τρόπον τῆς μεθέξεως λύων τὰς ἔμπροσθεν ἀπο‐ ρίας, ὁμοίωσιν αὐτὸν τιθέμενος, ἵνα μήτε ὅλων
30μήτε μερῶν ἀναγκάζηται λέγειν ἐκείνων τὰ τῇδε μεταλαγχάνειν, μήτε ὁμοταγῆ εἶναι τὰ εἴδη τοῖς τῇδε· τὸ γὰρ παράδειγμα τῇ εἰκόνι οὐ πάρεστιν, οὐδὲ ὁμοταγές ἐστι πρὸς αὐτήν. Ἔστιν οὖν ἡ μέθεξις δι’ ὁμοιώσεως· τοῦτο δὲ
35εἰσήγαγε, παραδείγματα μὲν ἐκεῖνα καλῶν, ὁμοιώματα δὲ τὰ μετασχόντα αὐτῶν, ὁμοίω‐ σιν δὲ διὰ τοῦτο τὴν μέθεξιν· καὶ οὕτω τεθάῤ‐ ῥηκε τοῖς λόγοις τούτοις, ὥστε ὁ πρότερον ὀμνὺς, ὡς οὐκ εὔκολον διορίσασθαι τίς ἡ μέθεξις αὕτη
40καὶ πῶς ἐγγίγνεται τὰ εἴδη τοῖς αἰσθητοῖς, νυνί
in Prm
.

907

φησι μάλιστα αὑτῷ καταφαίνεσθαι καὶ τὸν τρόπον τῆς μεθέξεως ἀπὸ τῆς μεθέξεως αὐτῶν εὑρημένον, καὶ διὰ τοῦ τε μάλιστα, καὶ διὰ τοῦ καταφαίνεσθαι καὶ μὴ φαίνεσθαι μόνον
5εἰπεῖν, ἐνδειξάμενος ὅτι διαφερόντως περὶ ταύ‐ της τεθάῤῥηκε τῆς ὑποθέσεως. Τοῦτο δὲ διά τε τὴν ἑαυτοῦ πέπονθεν ὀξύτητα, καὶ τὴν τοῦ Παρμενίδου δύναμιν τελειοῦσαν αὐτοῦ τὰς αὐ‐ τοφυεῖς περὶ τῶν θείων ἐννοίας· ᾧ καὶ δῆλός
10ἐστι μαιευτικὸς ὢν ὁ τρόπος τῶνδε τῶν λόγων, ἀλλ’ οὐχὶ καταγωνιστικός· οὐ γὰρ ἂν προκό‐ πτειν ἐποίει τὸν προσδιαλεγόμενον καὶ ἀεὶ τε‐ λεώτερον γίγνεσθαι ταῖς ἐπιβολαῖς· τέλος γάρ ἐστι, μαιείας μὲν ἡ πρόκλησις τῆς ἔνδον γνώ‐
15σεως, ἀγῶνος δὲ ἡ νίκη καὶ τὸ περιβάλλειν εἰς πᾶσαν ἀμηχανίαν τὸν ἀποκρινόμενον. Εἰ τοί‐ νυν καθ’ ἑκάστην ἀπορίαν ἄνεισιν ὁ Σωκράτης καὶ τελειοῦται καὶ διαρθροῖ τὰς ἐν αὑτῷ περὶ τῶν πρωτουργῶν εἰδῶν ἐννοίας, μαιεύεσθαι μᾶλ‐
20λον αὐτὸν ὑπὸ τοῦ Παρμενίδου ῥητέον ἢ κατα‐ βάλλεσθαι, κἀκεῖνο τελειωτικὸν εἶναι τούτου μᾶλλον ἢ ἀμυντικόν. Ἀλλ’ ὁ μὲν τρόπος τῶν λόγων, ὡς πολλάκις ὑπομέμνηται, τοιοῦτός τίς ἐστι. Κατίδωμεν δὲ καὶ ὅπως προκέκοφε μὲν
25ἡ τοῦ Σωκράτους ὑπόθεσις, οὔπω δὲ ἔχει τὸ τέ‐
25λειον· ὅτι μὲν γὰρ νοερῶν ἀντελάβετο καὶ ὄν‐ τως παραδειγμάτων, ὀρθῶς, καὶ ὅτι τὴν ἰδιό‐ τητα αὐτῶν ἀφώρισεν, ἑστάναι προσειπὼν αὐτὰ καὶ ἔτι τούτοις ὁμοιοῦσθαι τὰ ἄλλα· τὸ γὰρ γόνιμον καὶ τὸ ἀεὶ ὡσαύτως ἔχον ἴδιόν ἐστι
30τῶν αἰωνίως καὶ ὄντων καὶ ἐνεργούντων εἰδῶν. Τὸ γὰρ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχειν ἀεὶ τοῖς πάντων θειοτάτοις προσήκειν μόνοις φησὶ καὶ ὁ Ἐλεάτης ξένος· καὶ τὸ ἑστάναι οὐδὲν ἄλλο εἶναι ἢ τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχειν, τὸ
35μὲν ἐν Σοφιστῇ διορισάμενος. Εἰ οὖν τὰ εἴδη καὶ ὁ Σωκράτης ἑστάναι λέγει, τὰ δὲ ἑστῶτα κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχειν ἐν Σοφιστῇ
γέγραπται, τὰ δὲ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως
in Prm
.

908

ἔχοντα εἶναι τὰ θειότατα τῶν πάντων ἐν Πο‐ λιτικῷ διώρισται, δῆλον ὅτι τὰ εἴδη θειότατα ἂν εἴη, καὶ οὐκέτι νοήματα αὐτὰ ψυχῶν, ἀλλ’ ἐξῃρημένα πάντων τῶν τοιούτων. Ταῦτα οὖν
5ὀρθῶς τε, καὶ ὅτι πρὸ τοῦ πλήθους ἐν αὐτοῖς ὑπέθετο τὴν ἕνωσιν· τὸ γὰρ ἐν τῇ φύσει τὴν ἑνάδα τὴν μίαν αὐτῶν δεδήλωκεν. Εἴωθε γοῦν ὁ Πλάτων καὶ ἐπὶ τὰ νοητὰ φέρειν τοῦτο τὸ τῆς φύσεως ὄνομα. Λέγει γοῦν αὐτὸς ὁ Σω‐
10κράτης ἐν τῷ Φιλήβῳ, βασιλικὸν μὲν νοῦν, βασιλικὴν δὲ ψυχὴν ἐν τῇ τοῦ Διὸς ὑπάρχειν φύσει. Καὶ ὁ Τίμαιος, ἡ μὲν οὖν ζώου φύ‐ σις ἐτύγχανεν οὖσα αἰώνιος· καὶ αὐτὸς φύσιν λέγων τὴν μονάδα τῶν νοητῶν ἰδεῶν
15καὶ ἑστάναι αὐτὴν διατεινόμενος διὰ τοῦ φάναι αὐτὴν αἰώνιον εἶναι· δηλοῖ δὲ τὸ ἑστὸς ἐκεί‐ νης μένειν ἐν ἑνὶ τὸν αἰῶνα, φησὶ, καὶ τὸν χρό‐ νον κινητὸν εἶναι, καὶ ἅμα γενέσει τὴν ὑπό‐ στασιν ἔχειν· ὥσπερ καὶ νῦν ὁ Σωκράτης τὸ
20γίγνεσθαι τοῖς μετέχουσι τῶν ἰδεῶν ἀπο‐ δέδωκε· τοιαύτη δ’ οὖν καὶ ἡ νῦν λεγομένη φύσις ἑνὰς μία, καὶ ἡ ὑπεροχὴ τῶν νοητῶν εἰδῶν. Ταῦτα μὲν οὖν, ὡς ἔφην, ὀρθῶς· ὅτι δὲ τὸ
25παραδειγματικὸν ἰδίωμα μόνον ἀποδέδωκε
25τοῖς εἴδεσιν, ἀλλ’ οὐχὶ καὶ τὸ τελεσιουργὸν καὶ τὸ φρουρητικὸν, ταύτῃ δόξειεν ἂν ἀτελῶς ἔτι τῆς περὶ αὐτῶν ἀντιλαμβάνεσθαι θεωρίας. Ἕκαστον γὰρ εἶδος οὐ παράδειγμα μόνον ἐστὶ τῶν αἰσθητῶν, ἀλλὰ καὶ ὑποστατικὸν αὐτῶν·
30οὐ γὰρ ἄλλου δεῖται τοῦ παράγοντος πρὸς αὑτὰ καὶ ἀφομοιώσαντος αὑτοῖς τὰ τῇδε, μένοντα αὐτὰ ἀργὰ καὶ ἀκίνητα καὶ δραστηρίαν οὐδε‐ μίαν ἔχοντα δύναμιν, ἀλλ’ ἐοικότα τοῖς ἐν‐ ταῦθα κηροπλαστικοῖς τύποις, ἀλλὰ καὶ αὐτὰ
35παράγει καὶ ἀπογεννᾷ τὰς ἑαυτῶν εἰκόνας· καὶ γὰρ ἄτοπον, εἰ οἱ μὲν ἐν τῇ φύσει λόγοι ποιητικὴν ἔχοιέν τινα δύναμιν, τὰ δὲ νοητὰ εἴδη
τῆς τοῦ ποιεῖν αἰτίας παρῃρημένα τυγχάνοι.
in Prm
.

909

Οὐ μόνον ἄρα παραδειγματικόν ἐστι πᾶν τὸ θεῖον εἶδος, ἀλλὰ καὶ πατρικὸν, καὶ αὐτῷ τῷ εἶναι γεννητικὸν αἴτιον τῶν πολλῶν· καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τελεσιουργόν· αὐτὸ γὰρ
5τὸ ἐκ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον τὰ τῇδε περι‐ άγον καὶ τὸ εὖ περιποιοῦν ἑκάστοις, καὶ τὸ τὴν ἔνδειαν αὐτῶν ἀποπληροῦν, καὶ τὴν ὕλην δυ‐ νάμει πάντα οὖσαν ἄγον εἰς τὸ κατ’ ἐνέργειαν γίνεσθαι ὁπόσον ἦν δυνάμει πρὸ τῆς εἰδοποιΐας·
10ἔχει ἄρα καὶ ταύτην τὴν τελεσιουργὸν ἐν ἑαυ‐ τοῖς τὰ εἴδη δύναμιν. Τί δὲ, οὐχὶ καὶ τὴν φρουρητικήν; καὶ πόθεν ἡ διακόσμησις μὲν ἡ τοῦ παντὸς ἀδιάλυτος ἢ ἐκ τῶν εἰδῶν; πόθεν δὲ οἱ ἑστῶτες λόγοι καὶ τὴν μίαν συμπάθειαν
15τῶν ὅλων ἄῤῥηκτον διασώζοντες, δι’ οὓς ἀεὶ τέλειος ὁ κόσμος μένει, μηδενὸς εἴδους αὐτὸν ἐκλιπόντος, ἢ ἐκ τῶν ἑστώτων αἰτίων, ὥσπερ τὸ μεταβάλλειν ἐκ τῶν κινουμένων; Ἀλλὰ μὴν τῶν σωμάτων τὸ μεριστὸν καὶ τὸ σκεδα‐
20στὸν οὐκ ἀλλαχόθεν ἢ ἀπὸ τῆς ἀμερίστου δυ‐ νάμεως σφίγγεται καὶ συνέχεται τῶν εἰδῶν· αὐτὸ γὰρ καθ’ ἑαυτὸ τὸ σῶμα διαιρετὸν, καὶ δεῖται τῆς συνεκτικῆς τῶν λόγων δυνάμεως. Εἰ δὲ καὶ τῆς συνοχῆς ταύτης ἡ ἕνωσις προη‐
25γεῖται (πᾶν γὰρ τὸ συνεκτικὸν ἓν αὐτὸ πρότε‐ ρον εἶναι δεῖ καὶ ἀδιαίρετον), εἴη ἂν τὸ εἶδος οὐ γεννητικὸν μόνον, ὡς εἴπομεν, καὶ φρουρη‐ τικόν τε καὶ τελεσιουργὸν, ἀλλὰ καὶ συνεκτι‐ κὸν καὶ ἑνωτικὸν τῶν δευτέρων ἁπάντων. Ἔδει
30τοίνυν, φαίη ἄν τις, μὴ πρὸς μίαν ἀπιδεῖν τῶν εἰδῶν δύναμιν τὴν ἀφομοιωτικὴν, ἀλλὰ καὶ τὰς ἄλλας αὐτὸν ἐπισκέψασθαι δυνάμεις καὶ οὕτως ἀφορίσασθαι τὸν τῆς μετοχῆς τρόπον ὅστις ἐστὶν, ὁμοίωσιν μὲν λέγοντα τὴν μέθ‐
35εξιν, ὁμοῦ δὲ καὶ συνεκτικὴν τῶν ὁμοιωθέν‐ των καὶ φρουρητικὴν καὶ τελεσιουργόν· ὃ καὶ ὁ Τίμαιος διδάσκων τέλειον τὸν κόσμον ἔφατο
γενέσθαι καὶ ἄλυτον διὰ τὴν πρὸς τὸ παν‐
in Prm
.

910

τελὲς ζῶον αὑτοῦ ἐξομοίωσιν. Μήποτε δὲ καὶ ὁ Σωκράτης, ὁμοίωσιν τὴν μέθεξιν εἰπὼν, πάντα περιέλαβε· τὰ γὰρ ὁμοιούμενα τοῖς ἑστῶσιν ἄλυτα ἀναγκαῖον εἶναι, καὶ συνέχε‐
5σθαι ἐν τοῖς ἑαυτῶν λόγοις, καὶ φρουρεῖσθαι κατὰ τὴν οὐσίαν ὑπ’ αὐτῶν· ἢ οὐκ ἂν ἦν ὅμοια τοῖς ἑστῶσι, τῇ ἀστάτῳ γενέσει συμφερόμενα καὶ πάντη σκιδνάμενα ἀφ’ ἑαυτῶν, οὐδ’ ἂν ἐκεῖνα ἀκινήτως εἴη παραδείγματα, μὴ ἄλλων
10ὄντα τοιούτων παραδείγματα, ἵνα καὶ ὅμοια ᾖ τοῖς ἀκινήτοις· ὅθεν οὐδὲ τῶν μερικῶς γι‐ γνομένων ἐλέγομεν ἰδέας εἶναι, μόνων δὲ τῶν ἐν τοῖς γεννητοῖς καὶ ἀστάτοις ἀϊδίων. Μὴ οὖν τις ἡμῖν ὀνειδιζέτω τὸ ὄνομα τῶν παρα‐
15δειγμάτων ὡς μεταφορικὸν εἰς τὰ τῇδε παρα‐ δείγματα βλέπων, αἰσθητὰ ὄντα καὶ ἀδρανῆ ὑπάρχοντα καὶ ἄλλων ἐπιδεῆ τῶν πρὸς αὑτὰ ποιούντων· καὶ γὰρ ὁ Σωκράτης οὐχ ἁπλῶς εἶπε παραδείγματα τὰ εἴδη, ἀλλ’ ὥσπερ
20παραδείγματα· τοῦτο δὲ ἀναιρεῖ μὲν τῶν συνήθων ἡμῖν παραδειγμάτων τὴν ἄγονον καὶ ἀπεψυγμένην μορφὴν, ἐνδείκνυται δὲ τὴν πρω‐ τουργὸν ἐν τοῖς εἴδεσι τῶν εἰκόνων γόνιμον ἀρ‐ χήν. Μηδ’ αὖ διοικιζέτω χωρὶς τό τε παρά‐
25δειγμα καὶ τὸ ποιοῦν, ἀλλ’ ἐν ἑνὶ συλλαβὼν ἀμφότερα θεωρείτω· καὶ γὰρ τὸ παράδειγμα κατὰ τὴν οὐσίαν αὐτὴν ὑφίστησι τὸ πρὸς ἑαυτὸ γιγνόμενον καὶ τὸ ποιοῦν αὐτῷ τῷ εἶναι ποιοῦν, καὶ πρὸς ἑαυτὸ τὸ γιγνόμενον ἀπεικάζον, καὶ
30δευτέρως ἐκείνῳ παρεχόμενον ὅσα ἐν αὐτῷ πρώτως ἐστὶν, εἰς τὴν τοῦ παραδείγματος καθ‐ ίσταται καὶ αὐτὸ τάξιν, καὶ τὸ μὲν ἔστι παρα‐ δειγματικῶς ποιοῦν, τὸ δὲ ποιητικῶς παρά‐ δειγμα ὄν· ἴδιον γὰρ παραδείγματος μὲν οἷόν
35ἐστι ποιεῖν, ποιοῦντος δὲ γένεσιν ἀντ’ οὐσίας ἐργάζεσθαι. Διόπερ ἐν Φιλήβῳ μὲν πᾶν τὸ ποιοῦν [ἡγεῖσθαι τοῦ γιγνομένου], πᾶν τὸ γι‐
γνόμενον [διά τινα αἰτίαν] ἔφατο γίγνεσθαι
in Prm
.

911

ἐν Τιμαίῳ δὲ τὸ παράδειγμα εἰκόνος εἶναι παράδειγμά τινος· πρός τι γὰρ ἑκάτερον, τὸ μὲν πρὸς γένεσιν, τὸ δὲ πρὸς εἰκόνα λέγεται· ἔστι δὲ ὅμως ἐν ἑκατέρῳ τὸ λοιπὸν, παραδει‐
5γματικῶς μὲν ἐν τῷ παραδείγματι τὸ ποιοῦν, ποιητικῶς δὲ τὸ παράδειγμα ἐν τῷ ποιοῦντι συνειλημμένον. Ἕνωσις ἄρα μία τό τε παρα‐ δειγματικὸν αἴτιον ἐν ἐκείνοις συνάγει καὶ τὸ ποιητικὸν, πλὴν ὅτι πολλῶν ποιητικὰ μὲν
10ἔστιν αἴτια ὡς γεννητῶν, παραδειγματικὸν δὲ οὐκ ἔστι· τοιαῦτα γὰρ τὰ καθ’ ἕκαστα, γιγνό‐ μενα μὲν ᾗ καθέκαστα, οὐ μέν τοι παραδεί‐ γματα ἔχοντα ᾗ τοιαῦτά ἐστι. Μήτ’ οὖν δι‐ ϊστάνωμεν ἁπλῶς τὸ παραδειγματικὸν καὶ τὸ
15ποιητικὸν, ἀλλὰ τὸν εἰρημένον τρόπον, μήτε αὖ τὴν εἰς τὰ τῇδε τῶν παραδειγμάτων ἐνέρ‐ γειαν προσδεῖσθαι λέγωμεν ἄλλων εἰδῶν, τῶν ψυχικῶν ἢ φυσικῶν. Ἐξῃρημένως γὰρ ἐκείνη πᾶσι πανταχοῦ πάρεστι, καὶ συνδεῖ μὲν τὰ
20δεύτερα τῇ γονίμῳ περιουσίᾳ τῶν θείων εἰδῶν, ἐκεῖνα δὲ τελέως ἀφ’ ἑαυτῶν ἐνδίδωσι τοῖς πᾶσι τὴν ὁμοίωσιν τῆς ὅλης οὐσίας. Εἰ οὖν τι, ἔφη, ἔοικε τῷ εἴδει, οἷόν τε ἐκεῖνο τὸ εἶδος μὴ ὅμοιον εἶναι τῷ
25εἰκασθέντι, καθόσον αὐτῷ ἀφωμοιώθη; ἢ ἔστι τις μηχανὴ τὸ ὅμοιον μὴ ὁμοίῳ ὅμοιον εἶναι; Οὐκ ἔστι. Τὸ δὲ ὅμοιον τῷ ὁμοίῳ ἆρ’ οὐ μεγάλη ἀνάγκη ἑνὸς τοῦ αὐτοῦ εἴδους μετέχειν; Ἀνάγκη.
30Οὗ δ’ ἂν τὰ ὅμοια μετέχοντα ὅμοια , οὐκ ἐκεῖνο ἔσται αὐτὸ τὸ εἶδος; Παντάπασι μὲν οὖν. (P. 132 D.) Τοῦ Σωκράτους ἑστῶτα παραδείγματα θεμένου τὰ εἴδη, καὶ τὰ τῇδε ὁμοιώματα
35καλέσαντος ἐκείνων, καὶ διὰ τοῦτο καὶ τὴν μέθ‐ εξιν ὁμοίωσιν προσειπόντος, καὶ περὶ πάντα ταῦτα ἀτελέστερον δόξαντος ἐπιβάλλειν (οὔτε γὰρ τὰ εἴδη παραδείγματα μόνον, ἀλλὰ καὶ γεννητικὰ καὶ τελεσιουργικὰ καὶ φρουρητικὰ
40τῶν αἰσθητῶν εἰσιν, ὡς εἴπομεν· οὔτε τὰ τῇδε
ὁμοιώματα μόνον, ἀλλὰ καὶ γεννήματα ἐκεί‐
in Prm
.

912

νων καὶ φρουρούμενα ὑπ’ ἐκείνων καὶ πᾶσαν τὴν τελειότητα καὶ τὴν συνοχὴν ἐκεῖθεν κομι‐ ζόμενα), εἰ μὴ ἄρα διὰ τῆς ὁμοιώσεως τῆς πρὸς τὰ ἑστῶτα τῶν γιγνομένων, καθάπερ εἴπομεν,
5πάντα ταῦτα συνήγαγεν ὁ τοῦ Σωκράτους λό‐ γος· τοῦ δ’ οὖν Σωκράτους οὕτω περὶ τούτων διαταξαμένου, πάνυ θείως ὁ Παρμενίδης τὸ μὲν ἑστάναι τὰ παραδείγματα ταῦτα ἐν τῇ φύσει, καθάπερ ὁ Σωκράτης εἶπε, συγκε‐
10χώρηκεν, ὡς ἂν ἐστοχασμένως αὐτοῦ φθεγξα‐ μένου τῆς νοερᾶς ὑποστάσεως αὐτῶν. Ἐπειδὴ δὲ καὶ τὰς πρώτας ἀπορίας περὶ τῆς μετοχῆς λύειν ἐκεῖνος ὑπέλαβε, τὴν ὁμοίωσιν εἰσαγαγὼν καὶ τὴν καθ’ ὁμοιότητα μέθεξιν ἀπαλλάττου‐
15σαν ἡμᾶς τῆς περὶ τὸ ὅλον καὶ τὸ μέρος ἀπο‐ ρίας, αὐτὸς τὴν πρωτουργὸν αἰτίαν τοῦ παρα‐ δείγματος καὶ ὁλικὴν ἐνδείξασθαι βουλόμενος καὶ τὴν ἐπέκεινα πάσης ὁμοῦ τῆς πρὸς τὰ ὁμοιούμενα σχέσεως, ἐπιδείκνυσιν ὡς, εἰ τὸ
20αἰσθητὸν ὅμοιόν ἐστι πρὸς τὸ νοητὸν εἶδος, οὐ χρὴ καὶ ἀντιστρέφειν τὴν σχέσιν κἀκείνῳ τοῦτο λέγειν ὅμοιον, ἵνα μὴ πρὸ τῶν δύο ὁμοίων ἀλλήλοις ἕτερόν τι πάλιν ζητήσωμεν εἶδος, ἀμφοῖν τῆς ὁμοιότητος αἴτιον· τὰ γὰρ
25ἀλλήλοις ὅμοια πάντως ταὐτοῦ τινος κεκοινώ‐ νηκε, καὶ δι’ ἐκεῖνο ταὐτὸν ἐν αὐτοῖς ὂν ὅμοια λέγεται εἶναι. Τούτου γὰρ συγχωρηθέντος, ἀλ‐ λήλοις ὅμοια εἶναι τό τε μεθεκτὸν καὶ τὸ μετ‐ έχον, τὸ παράδειγμα καὶ τὸ εἰκασθὲν, ἔσται
30καὶ πρὸ τούτων ἄλλο τι τὸ ταῦτα ἀφομοιοῦν, καὶ τοῦτο ἐπ’ ἄπειρον. Πρὸς ἃ λέγειν ἔδει τὸν Σωκράτη τὸ ὅμοιον εἶναι διττόν· τὸ μὲν σύ‐ ζυγον ὁμοίῳ ὅμοιον, τὸ δὲ ὡς ὑφειμένον πρὸς ἀρχέτυπον ὅμοιον, καὶ τὸ μὲν ἐν ταυτότητι
35θεωρεῖσθαι λόγου τινὸς ἑνὸς, τὸ δὲ οὐ μόνον ἔχειν τὸ ταὐτὸν, ἀλλ’ ὁμοῦ καὶ τὸ ἕτερον, ὅταν οὕτως ᾖ ὅμοιον ὡς ἀπ’ ἐκείνου τὸ ταὐτὸν εἶδος ἔχον, ἀλλ’ οὐ μετ’ ἐκείνου. Ταῦτα δὲ λογικῶς μὲν προῆκται καὶ ἀπορητικῶς· εἰ δὲ ἀνάγειν
40εἰς τὰς πολλὰς τάξεις αὐτὰ τῶν εἰδῶν ἐθέλοις,
εὕροις ἂν τὸ ἐν αὐτοῖς βάθος. Ἄλλα γὰρ τὰ
in Prm
.

913

φυσικὰ εἴδη πρὸ τῶν αἰσθητῶν, ἄλλα τὰ ψυχικὰ, ἄλλα τὰ νοερὰ, καὶ οὐκέτι πρὸ τούτων ἄλλα· ταῦτα μὲν οὖν μόνως παραδείγματα καὶ οὐδα‐ μῶς ὅμοια τοῖς μετὰ ταῦτα, τὰ δὲ ψυχικὰ καὶ
5παραδείγματα καὶ εἰκόνες, καὶ, καθόσον εἰκό‐ νες καὶ αὐτὰ καὶ τὰ μετὰ ταῦτα, ὅμοια ἀλ‐ λήλοις, ὡς πρὸς τὰ αὐτὰ ὑποστάντα τὰ νοερά· καὶ τὰ φυσικὰ ὁμοίως· μέσα γὰρ τῶν ψυχικῶν καὶ αἰσθητῶν καὶ ἔστιν ὅμοια τοῖς αἰσθητοῖς,
10οὐχ ᾗ παραδείγματα αὐτῶν ἐστιν, ἀλλ’ ᾗ ἄμφω εἰκόνες τῶν ὑπὲρ αὑτά ἐστιν· ἃ δὲ παραδεί‐ γματα μόνα ἐστὶν, οὐκέθ’ ὅμοια ταῖς εἰκόσι· τὰ γὰρ ταὐτόν τι πεπονθότα ὅμοιά ἐστιν, ἐκεῖνα δὲ οὐδὲν πέπονθε πρῶτα ὄντα. Καὶ ταῦτα μὲν
15φιλοσόφως· θεολογικῶς δὲ ἄλλον τρόπον. Ἄλλα γὰρ τὰ ἐν τῷ κοσμικῷ νῷ εἴδη, καὶ ἄλλα τὰ ἐν τῷ δημιουργικῷ, καὶ ἄλλα μέσα τούτων, τὰ ἐν τῷ μεθεκτῷ μὲν, ὑπερκοσμίῳ δὲ ὄντι καὶ συν‐ δέοντι τὰ ἐν τῷ κοσμικῷ νῷ πρὸς τὰ ἐν τῷ
20ἀμεθέκτῳ νῷ. Τοσαυταχῶς δὲ ὄντων αὐτῶν, ἐπί τινων μὲν ἡ κατὰ τὸ ὅμοιον σχέσις ἀντι‐ στρέφει, ἐπί τινων δὲ οὐδαμῶς, οἷον ἐπὶ τῶν δημιουργικῶν· ἐπέκεινα γάρ ἐστι τῆς ἀφομοι‐ ωτικῆς τάξεως τῶν εἰδῶν, ἣν εἴπομεν τοῦ μεθ‐
25εκτοῦ μὲν εἶναι νοῦ, ὑπερκοσμίου δὲ ὄντος. Τὰ μὲν οὖν ὑπὸ ταύτην ταττόμενα καὶ ἀλλήλοις ὁμοιοῦταί πως καὶ τοῖς πρὸ αὑτῶν, τὰ δὲ τοῦ ἀμεθέκτου νοῦ εἴδη κρείττονά ἐστιν αὐτῆς, ὥστε τὰ μὲν αἰσθητὰ ὁμοιοῦσθαι ἐκείνοις, αὐτὰ
30δὲ τούτοις οὐκέτι· καὶ γὰρ εἰ καὶ ἐκεῖνα τού‐ τοις, οὐκέτι που στησόμεθα, προελευσόμεθα δὲ ἐπ’ ἄπειρον οὐδαμοῦ τὴν ἀρχὴν τῆς ὁμοιότητος εὑρεῖν δυνάμενοι. Τοῖς μὲν οὖν κάτωθεν ἀρχο‐ μένοις δυνατὸν λέγειν καὶ τὰ νοερὰ ἐν τῷ
35παντὶ, καὶ τὰ ψυχικὰ ὅμοια ἀλλήλοις, καθόσον ἅπαντα ταῦτα δεύτερα τῶν ἀφομοιωτικῶν ἐστι νόων καὶ οἷον ἀδελφὰ ἀλλήλων· τοῖς δὲ ἐπ’ αὐτὸν τὸν ἀμέθεκτον νοῦν ἀναδραμοῦσιν οὐκέτι τοῦτο λέγειν δυνατόν· μεταξὺ γάρ ἐστιν ἡ
40ἀφομοιωτικὴ τάξις καὶ οὐκ ἀμφοτέρων κρείτ‐ των· μεταξὺ δὲ οὖσα, τὰ αἰσθητὰ μόνον ἅ ἐστι καταδεέστερα αὑτῆς ὁμοιοῖ τοῖς νοεροῖς,
ἀλλ’ οὐκ ἔμπαλιν τὰ νοερὰ τοῖς αἰσθητοῖς· οὐ
in Prm
.

914

γὰρ θέμις τὸ δεύτερον διδόναι ἐπὶ τῷ προ‐ τέρῳ, οὐδὲ τὸ πρότερον ἐκδέχεσθαί τι ἀπὸ τῶν δευτέρων. Ἵν’ οὖν ὁ Παρμενίδης ἐνδείξηται τῷ Σωκράτει ταῦτα τὰ παραδείγματα νοερὰ μὲν
5ὄντα, ἀλλ’ ἐν τῷ ἀμεθέκτῳ νῷ πρὸ τῶν ἀφο‐ μοιωτικῶν νόων ἱδρυμένα, δείκνυσιν ὡς οὐ χρὴ τὴν σχέσιν ἀντιστρέφειν πρὸς τὰ τῇδε τῶν εἰδῶν· τοῦτο γὰρ ὑπάρχει τοῖς δευτέροις τῆς ἀφομοιωτικῆς αἰτίας, συνδεομένοις ὑπ’ αὐτῆς
10ἄνωθεν τὰς ἑαυτῆς ἐνεργείας ἐπ’ ἄμφω διατει‐ νούσης, τά τε ὁμοιούμενα καὶ τὰ οἷς ὁμοιοῦνται. Ταῦτα μὲν οὖν εἴρηται θεολογικῶς, τὰς πολ‐ λὰς τάξεις τῶν εἰδῶν ἡμῶν διαριθμουμένων, φυσικῶν, νοερῶν, καὶ τούτων, ὡς εἴπομεν, ἢ
15κατὰ τὸν μετεχόμενον, ἐγκόσμιον δὲ νοῦν τε‐ ταγμένων, ἢ κατὰ τὸν μεθεκτὸν καὶ ὑπερκό‐ σμιον, ἢ κατὰ τὸν ἀμέθεκτον νοῦν, καὶ τὴν ἀφ‐ ομοιωτικὴν τάξιν τῶν νόων ἐν τῷ ὑπερκοσμίῳ νῷ καὶ μεθεκτῷ τιθεμένων, ὡς ἡ δευτέρα ποιή‐
20σει δῆλον ὑπόθεσις ἡμῖν, καὶ ὡς ἡ τῶν θεολό‐ γων ἔνθεος φήμη περὶ τούτων ἐδίδαξε τοὺς γνη‐ σίως αὐτῶν ἀντιλαμβανομένους. Ἔξεστι δὲ ἄρα καὶ ἐπὶ μόνων τῶν εἰδῶν λαβοῦσιν ἡμῖν τὸ ὅμοιον αὐτὸ καὶ ἀνόμοιον, μέσα ὄντα τῶν
25τε γενικωτάτων καὶ τῶν ὡς ἐν εἴδεσιν ἀτόμων, φιλοσόφως ὁρᾷν, ὅπως τοῖς μὲν γενικωτάτοις ὑπηρετεῖ πρὸς τὰς ἀφομοιώσεις εἰς μόνα δρῶντα τὰ μετέχοντα, ἀλλ’ οὐκ εἰς ἐκεῖνα πρὸ αὑτῶν ὄντα τοῖς δὲ ὡς ἐν εἴδεσιν ἀτόμοις συνερ‐
30γοῦντα, καὶ αὐτοῖς καὶ τοῖς πρὸς αὑτὰ γιγνο‐ μένοις δίδωσι τὴν ἑαυτῶν μέθεξιν, ὁμοιότητος καὶ ἀνομοιότητος μεταδιδόντα· ὥστε ἐπὶ τού‐ των εἶναι ἀληθὲς τὸ ἀντιστρέφειν τὸ ὅμοιον, οὐκ ἐπὶ πάντων, ὥστ’ εἶναι ψεῦδος τὸ ἐπὶ
35πάντα ἁπλῶς τὴν ἀντιστροφὴν ἐκτείνειν. Πῶς οὖν τοῦτο δείκνυσιν; Εἰ ὅμοια, φησὶ, τὰ τῇδε τοῖς εἴδεσιν, ὅμοια ἔσται καὶ τὰ εἴδη πάντως τούτοις· καὶ εἰδὼς ὅπῃ τοῦτο ψεῦδός ἐστιν, ἐπανερωτᾷ πάλιν τὸν Σωκράτη πρὸς τὴν διάρ‐
40θρωσιν αὐτὸν ἀνεγείρων τῆς ὁμοιότητος, ἢ ἔστι τις μηχανὴ τὸ ὅμοιον μὴ ὁμοίῳ ὅμοιον εἶναι; ταύτῃ δὲ τῇ προτάσει λαμ‐
βάνει πάλιν ἀκόλουθον, ὅτι τὰ ὅμοια ἑνὸς ταὐ‐
in Prm
.

915

τοῦ τε μετείληφεν εἴδους, καθ’ ὃ ἡ ὁμοιότης· ἔσται ἄρα τι πρὸ τῶν εἰδῶν ἄλλο εἶδος, ὃ κυ‐ ριώτατόν ἐστι πάντων. Καὶ ὁρᾷς ὅπως, εἰ μὲν ἐπὶ τῶν δευτέρων, ὡς εἴρηται, τῆς ἀφομοιωτι‐
5κῆς τάξεως εἰδῶν ὁ λόγος ἐξετάζοιτο καὶ εἰ ἐπὶ τῶν μετὰ τὸ ὅμοιον καὶ ἀνόμοιον τεταγμένων μερικωτάτων εἰδῶν, θαυμαστὸν οὐδὲν πάντα τὰ δεύτερα μετέχειν αὐτῆς τῆς ἀφομοιωτικῆς αἰτίας τελειοτέρας οὔσης αὑτῶν· εἰ δὲ ἐπὶ τῶν
10ἀμεθέκτων εἰδῶν, οὐκ ἀληθές· ἐφ’ ὧν καὶ ὁ Παρμενίδης ἐλέγχει τὸν Σωκράτη· δεῖ γὰρ τὰ πρῶτα εἴδη μηδὲν ἔχειν εἶδος ἄλλο κρεῖτ‐ τον· εἰ δὲ τοῦτο, μὴ ἀντιστρέφειν τὴν σχέσιν ἐπ’ αὐτῶν· εἰ τοῦτο, μὴ εἶναι δεύτερα τῶν
15ἀφομοιωτικῶν· εἰ τοῦτο, νοερὰ ὄντα καὶ ἀμέθ‐ εκτα εἶναι· ταῦτα γάρ ἐστι προσεχῶς ὑπὲρ τούτους τοὺς θεούς. Ἐροῦμεν οὖν ὅτι τοῖς πρώ‐ τοις εἴδεσιν ὅμοια τὰ τῇδε, συναπτόμενα αὐ‐ τοῖς διὰ τῆς ἀφομοιωτικῆς αἰτίας, ἀλλ’ οὐκ
20ἔμπαλιν· τὸ γὰρ ὅμοιον, ὁτὲ μὲν ὁμοίῳ ὅμοιόν ἐστιν, ὅταν ἀμφότερα μετέχῃ τοῦ ἀφομοιοῦν‐ τος αὐτὰ ἀλλήλοις ἑνὸς, ὁτὲ δὲ παραδείγματι ὅμοιον, ὅταν ἄλλο πρὸς ἄλλο τὸ ἀφομοιού‐ μενον ᾖ, τὸ μὲν ὡς κρεῖττον, τὸ δὲ ὡς κατα‐
25δεέστερον, καὶ τὸ μὲν ὡς παραδείγματι ὅμοιον, τὸ δὲ ὡς παράδειγμα ὁμοίου ὄν. Αἱ γοῦν δη‐ μιουργικαὶ ἰδέαι κρείττους εἰσὶ τῶν ἀφομοιω‐ τικῶν, νοεραὶ κατ’ οὐσίαν οὖσαι, περὶ τὸν ἀμέθ‐ εκτον νοῦν λαχοῦσαι τὴν ὑπόστασιν καὶ διὰ
30τοῦτο παραδείγματα μόνον, ὅμοια δὲ οὐκ ἔτι τοῖς πρὸς αὑτὰ γενομένοις. Τοῦτο μὲν οὖν δῆ‐ λον· τί δὲ, αὐτὸ τὸ εἶδος ἕκαστον ἄρα ὅμοιον δεῖ λέγειν ἢ ἀνόμοιον τοῖς κατ’ αὐτὸ γενομένοις; Ἤδη γὰρ οἱ μὲν ἀνόμοιον εἰρήκασιν, οἱ δὲ οὐ‐
35δέτερον· οὐδὲ γὰρ ἀντιφατικῶς ἀντίκεισθαι τό τε ὅμοιον καὶ ἀνόμοιον. Ἐμοὶ δὲ δοκεῖ τὸ ἀνόμοιον πρῶτον διελεῖν· λέγεται γὰρ ἀν‐ όμοιον καὶ τὸ ἀνομοιότητος μετέχον, καὶ τὸ ὡς ἀπόφασις λεγόμενον ᾧ δὴ τὸ οὐχ ὅμοιον ταὐ‐
40τόν ἐστιν· ἔπειτα διελόμενον εἰπεῖν ὅτι τὸ
μὲν ἀποφατικὸν προσήκει τοῖς εἴδεσιν· αὐτὸ
in Prm
.

916

γὰρ τοῦτό ἐστιν ὅ φαμεν, ὡς οὐκ ἔστιν ὅμοια τοῖς αἰσθητοῖς, τούτων ἐκείνοις ὁμοιουμένων· τὸ δὲ, ὡς τοῦ τῆς ἀνομοιότητος εἴδους μεταλαβὸν, οὐ προσήκει· πάλιν γὰρ ἂν ταὐτὸν πάθοιμεν
5ὅπερ ἐπὶ τῆς ὁμοιότητος, καὶ εἰς ἄπειρον ὁ λό‐ γος προέλθοι. Ζητήσομεν γοῦν καὶ περὶ αὐτῆς τῆς ἀνομοιότητος εἴτε ὁμοία τοῖς μετέχουσιν αὑτῆς εἴτε ἀνόμοιος, καὶ εἰ μὲν ὁμοία, πάλιν ἔσται πρὸ αὐτῶν ἡ ὁμοιότης· εἰ δὲ ἀνόμοιος, οὕ‐
10τως, ὡς οὐ κατ’ οὐσίαν τῆς ἀνομοιότητος, πρὸ αὐτῶν ἡ ἀνομοιότης, καὶ τοῦτο εἰς ἄπειρον· μό‐ νον, ὡς ἄρα ἀληθὲς, τὸ ἀνόμοιον εἰ ταὐτὸν τῷ οὐχ ὁμοίῳ, ἀνόμοια τὰ παραδείγματα φάναι ταῖς εἰκόσι. Τοῦτο μὲν οὖν οὑτωσὶ διάλυσον· εἰώ‐
15θασι δὲ ἀπορεῖν καὶ τὸ τοιοῦτον· ἆρα ὁ ἄν‐ θρωπος ποιεῖ τὸν τῇδε ἄνθρωπον μόνον, ἢ καὶ ὅμοιον ἑαυτῷ ποιεῖ, καὶ πότερον τὴν οὐσίαν αὐτῷ δίδωσι μόνην, ἢ καὶ τὴν πρὸς αὑτὸν ἀφ‐ ομοίωσιν; εἴτε γὰρ τὴν οὐσίαν δίδωσι μόνην,
20οὐ ποιεῖ ἑαυτοῦ εἰκόνα, μὴ ποιῶν ἑαυτῷ ὅμοιον· εἴτε καὶ τὴν ἀφομοίωσιν, τί λοιπὸν ἔτι τῆς ὁμοιώσεως ἔργον, ἀρκοῦντος ἑκάστου τῶν εἰδῶν ἑαυτῷ παραπλήσιον ἀποτελέσαι τὸ γινόμενον; Πρὸς δὴ τοῦτο φαίην ἂν ὅτι τὰ εἴδη πάντα μετ’
25ἀλλήλων ἐνεργεῖ καὶ ἅμα γεννᾷ, καὶ οὐ χρὴ διασπᾷν αὐτῶν τὰς ποιήσεις, ἀλλὰ μίαν καὶ ἀμέριστον ἐν αὐτοῖς σύμπνοιαν θεωρεῖν. Καὶ ὁ ἄνθρωπος οὖν, καθόσον μετέχει τοῦ εἴδους τῆς ὁμοιότητος, ἑαυτῷ ὁμοιοῖ τὸ γιγνόμενον, καὶ
30ἡ ὁμοιότης καὶ μία ἡ ἐνέργεια αὐτῶν· καὶ ὁ ἵππος ὡσαύτως, καὶ ἕκαστον ἐνεργεῖ καθ’ αὑτὸ καὶ μετ’ ἐκείνης· ἐκείνη δὲ συνεργεῖ πᾶσιν ὡς ἄλλη τις οὖσα πάντων, καὶ ποιεῖ καὶ ἄνθρωπον καὶ ἵππον, ἀλλ’ οὐχ ᾗ ἵππος οὐδ’ ᾗ ἄνθρωπος,
35ἀλλ’ ᾗ κοινὸν αὐτοῖς ἡ πρὸς τὸ παράδειγμα ὁμοιότης, ὥσπερ καὶ ἐκεῖνα ποιεῖ ἑκάτερον κατὰ τὴν οἰκείαν μόνον ἰδέαν, καὶ τὰ μὲν ἀνωτάτω τῶν εἰδῶν διὰ τοῦ ὁμοίου καὶ τοῦ ἀνομοίου. Διὸ καὶ ταῦτά ἐστιν ἐξίσου διατείνοντα ἐπὶ
40πάντα, κἂν τοῖς μὲν τὸν δι’ ὧν παρέχῃ λόγον
ὡς κρείττοσι, τοῖς δὲ τὸν μεθ’ ὧν ὡς κατα‐
in Prm
.

917

δεεστέροις. Ἔτι δὲ προσεχέστερον εἴποις ἂν ὡς ὁ μὲν ἄνθρωπος ἑαυτῷ ἀφομοιοῖ τὸ γιγνό‐ μενον, καὶ ὁ κύων καὶ ἕκαστον τῶν εἰδῶν, ἡ δὲ ὁμοιότης αὐτὰς τὰς ὁμοιότητας ἀφομοιοῖ πρὸς
5ἑαυτήν· ὡς γὰρ οἱ ἄνθρωποι τοῦ ἀνθρώπου εἰ‐ κόνες, οὕτως αἱ πανταχοῦ ὁμοιότητες τῆς αὐ‐ τοομοιότητος· καὶ διὰ μὲν τοῦ αὐτοανθρώπου ὁμοιοῦνται οἱ ἄνθρωποι πρὸς τὸ τοῦ ἀνθρώπου νοερὸν εἶδος, διὰ δὲ τῆς ὁμοιότητος αἱ τῇδε
10πᾶσαι ὁμοιότητες ἀφομοιοῦνται πρὸς τὸ οἰκεῖον παράδειγμα, λέγω δὴ τὸ τῆς ὁμοιότητος. Καὶ τοῦτο ἔργον τῆς ὁμοιότητος, καὶ μετὰ τῶν ἄλλων ἐνεργεῖν καὶ καθ’ αὑτήν· ἔστι γὰρ ἔν τινι, καὶ αὐτῆς ἔργον ἡ τῶν τῇδε ὁμοιοτήτων πρὸς
15ἑαυτὴν ἀφομοίωσις, καθ’ ἣν ἑκάστη λέγεται εἰκὼν τῆς νοερᾶς ὁμοιότητος. Ὡσαύτως δὲ καὶ ἐπὶ τῆς ἀνομοιότητος ῥητέον· καὶ γὰρ αὕτη πάσας ὁμοῦ τὰς ἀνομοιότητας τῶν μετεχόντων πρός τε ἀλλήλας καὶ τὰ μετεχόμενα πάσας
20ὑφίστησι, μία οὖσα τὰς πολλὰς, καὶ ἐξῃρημένη τὰς κατατεταγμένας. Οὐκ ἄρα οἷόν τέ τι τῷ εἴδει ὅμοιον εἶναι, οὐδὲ τὸ εἶδος ἄλλ· εἰ δὲ μ, παρὰ τὸ εἶδος ἀεὶ ἄλλο ἀναφανήσεται
25εἶδος· καὶ ἐὰν ἐκεῖνό τῳ ὅμοιον , ἕτε‐ ρον α· καὶ οὐδέποτε παύσεται ἀεὶ καινὸν εἶδος γιγνόμενον, ἐὰν καὶ τὸ εἶδος τῷ ἑαυτοῦ μετέχοντι ὅμοιον γί‐ γνηται. Ἀληθέστατα λέγεις.
30Οὐκ ἄρα ὁμοιότητι τἄλλα τῶν εἰδῶν μεταλαμβάνει, ἀλλά τι ἄλλο δεῖ ζη‐ τεῖν ᾧ μεταλαμβάνει. Ἔοικεν. (P. 132 E.) Τὸ μὲν μήτε τὸ εἶδος ὅμοιον εἶναι τῷ μετ‐
35έχοντι, μήτε τῷ εἴδει τὸ μετέχον, τὸ συναμ‐ φότερον τοῦτο ψεῦδος ἀπελέγχει διὰ τὴν ἐπ’ ἄπειρον πρόοδον· τὸ δὲ μηδὲ τῷ μετέχοντι τὸ εἶδος ἡ τοῦ Σωκράτους εἶχεν ὑπόθεσις, τὸ ὅμοιον ὁμοίῳ θεμένη πάντως ὅμοιον ὑπάρχειν·
40ὥστε καὶ τὸ συναμφότερον ὁμοῦ ψεῦδός ἐστι διὰ τὸ ἑπόμενον ἄτοπον, καὶ τὸ ἕτερον διὰ τὸ ἕτερον κατὰ τὴν τοῦ Σωκράτους ὑπόθεσιν. Καὶ
οὕτως ὁ Παρμενίδης εἰς ἔλεγχον περιάγει τὸν
in Prm
.

918

λόγον, καὶ συνάγει λοιπὸν ὡς οὐ διὰ τὸ ὅμοιον τὰ τῇδε μετέχει πάντων τῶν εἰδῶν, ἀλλὰ δι’ ἄλλην κυριωτέραν αἰτίαν, ἀληθέστερον εἰπών· ἡ γοῦν τῶν ὅλων ἑνοποιὸς αἰτία τήν τε δραστη‐
5ρίαν δύναμιν τῶν εἰδῶν καὶ τὴν ἐπιτηδειότητα τῶν τῇδε συνάγει πρὸς τὴν μίαν τῆς δημιουρ‐ γίας ἀποπλήρωσιν. Τὰ μὲν οὖν περικόσμια αἴ‐ τια πρὸς τὰ μετέχοντα ἑαυτῶν συμπλέκειν δύναται καὶ συνάπτειν τὸ ἀφομοιωτικὸν γένος
10τῶν εἰδῶν· τὰ δὲ πρώτιστα νοερὰ εἴδη καὶ τὰ τούτων μετέχοντα συνάγει κατὰ μεσότητα μὲν τοῦτο τὸ γένος, σχέσιν τοῖς δευτέροις πρὸς ἐκεῖνα παρεχόμενον· ἄνωθεν δὲ καὶ ἐξῃρημέ‐ νως τὰ κρείττονα αὐτῶν, τά τε νοητὰ δήπου
15καὶ αὐτὸ τὸ ἑνωτικὸν τῶν ὅλων αἴτιον. Εἰ δὲ βούλει καὶ τρίτην ἄλλην τῆς ὁμοιότητος αἰτίαν τὴν ἐπιτηδειότητα λέγειν τῆς ὑποδοχῆς, οὐκ ἂν ἁμάρτοις τῆς ἀληθείας· διὰ γὰρ τὸ δυνάμει εἶναι ταύτην ὅ ἐστι κατ’ ἐνέργειαν τὸ εἶδος,
20γίγνεται τὸ γιγνόμενον τῷ εἴδει ὅμοιον· ὥστε τρία τὰ αἴτια τοῦ ὁμοιοῦσθαι, τὸ μὲν κάτωθεν ὡς ὑποκείμενον, τὸ δὲ ἄνωθεν ὡς συναγωγὸν τῶν τελειούντων καὶ τελειουμένων, τὸ δὲ ἐν μέσῳ τούτων ὡς συνδετικὸν τῶν ἄκρων. Ἔχεις
25οὖν ὅπη καὶ οὗτος ὁ λόγος ἀληθής· τὴν γὰρ μίαν κυριωτάτην αἰτίαν ζητῶν τῆς μετοχῆς οὐ τὴν ὁμοιότητα φήσεις, ἀλλὰ τὴν καὶ αὐτῶν τῶν νοερῶν εἰδῶν ὑπερτέραν. Κρείττω ἄρα ταῦτα τὰ εἴδη τῶν κατὰ τὸ ὅμοιον καὶ ἀν‐
30όμοιον ὑφεστηκότων, ὥστε οὐ μόνον ἂν εἴη νοερὰ καθόσον ἐν νῷ προϋφέστηκε τῶν τε ψυχι‐ κῶν καὶ φυσικῶν καὶ αἰσθητῶν λόγων, ἀλλὰ καὶ ἐν τῷ ἀμεθέκτῳ νῷ καὶ ἐν τοῖς ἰδίως κα‐ λουμένοις νοεροῖς θεοῖς· καὶ μέχρι τούτων ἀν‐
35ῆλθεν ὁ λόγος. Ὁρᾷς οὖν, φάναι, ὦ Σώκρατες, ὅση ἡ ἀπορία, ἐάν τις ὡς εἴδη ὄντα αὐτὰ καθ’ ἑαυτὰ διορίζηται; Καὶ μάλα. Εὖ τοίνυν ἴσθι, φάναι, ὅτι ὡς ἔπος
40εἰπεῖν οὐδέπω ἅπτει αὐτῆς ὅση ἐστὶν ἡ ἀπορία, εἰ ἓν εἶδος ἕκαστον τῶν ὄν‐ των ἀεί τι ἀφοριζόμενος θήσεις.
Πῶς δ; εἰπεῖν. (P. 133 A.)
in Prm
.

919

Ἐν δὴ τούτοις τὴν ἀπερίγραφον ταῖς ἡμε‐ τέραις ἐπιβολαῖς καὶ ἀπεριήγητον οὐσίαν ἐν‐ δείκνυται τῶν θείων εἰδῶν· ἄπορος γὰρ ὁ λόγος τοῖς ὑποθεμένοις ταῦτα διορίσασθαι τήν τε οὐ‐
5σίαν αὐτῶν καὶ τὴν τάξιν καὶ τὴν δύναμιν ἀκρι‐ βῶς, καὶ θεωρῆσαι ποῦ τέ ἐστι πρῶτον, καὶ ὅπως πρόεισι, καὶ τίνα τὴν ἰδιότητα καθ’ ἕκασ‐ τον γένος λαμβάνει θεῶν, καὶ πῶς μετέχεται ὑπὸ τῶν ἐσχάτων, καὶ ἃς ὑφίστησι σειρὰς, καὶ
10ὅσα ἄλλα θεολογικώτερον ἄν τις διασκέψαιτο περὶ αὐτῶν. Καὶ ταῦτα ὁ Παρμενίδης ἐνδει‐ κνύμενος ἔφατο μήπω γε ἧφθαι τὸν Σωκράτη τῶν περὶ ταῦτα ἀποριῶν· ἐθελήσει γὰρ οὐ μό‐ νον κάτωθεν ἀρχόμενος ἀφορίσασθαι τὴν τάξιν
15αὐτῶν, ἀλλὰ καὶ ἄνωθεν τὴν ἰδιότητα κατ‐ ιδεῖν. Εἴρηται μὲν γὰρ περὶ τῶν φυσικῶν εἰ‐ δῶν καὶ περὶ τῶν ἁπλῶς νοερῶν καὶ περὶ τῶν ἰδίως νοερῶν· εἰρήσεται δέ τι καὶ περὶ αὐτῶν ἤδη τῶν νοητῶν καλουμένων καὶ νοερῶν, καὶ
20περὶ τῶν νοητῶν μόνον ὄντων τελευταῖον. Ὅπως δὲ διαλέγεται περὶ τούτων καὶ ὡς ἐν προσχήματι τοῦ ἀπορεῖν, δῆλον τοῖς συνετω‐ τέροις ἤδη καὶ ἐκ τῶν προειρημένων. Πολλὰ μὲν καὶ ἄλλα, φάναι, μέ‐
25γιστον δὲ τόδε· εἴ τις φαίη μηδὲ προσ‐ ήκειν αὐτὰ γιγνώσκεσθαι ὄντα τοιαῦτα οἷά φαμεν δεῖν εἶναι τὰ εἴδη, τῷ ταῦ‐ τα λέγοντι οὐκ ἂν ἔχοι τις ἐνδείξασθαι ὅτι ψεύδεται, εἰ μὴ πολλῶν μὲν τύχοι
30ἔμπειρος ὢν ὁ ἀμφισβητῶν καὶ μὴ ἀφυὴς, ἐθέλοι δὲ πάνυ πολλὰ καὶ πόῤ‐ ῥωθεν πραγματευομένου τοῦ ἐνδεικνυ‐ μένου ἕπεσθαι· ἄλλως δ’ ἀπίθανος ἂν εἴη ὁ ἄγνωστα ἀναγκάζων αὐτὰ εἶναι.
35(P. 133 A.) Ὅτι μὲν παμπόλλων καὶ χαλεπωτάτων ἀποριῶν ἐστι πλήρης ὁ περὶ τῶν ἰδεῶν λόγος, δηλοῦσι καὶ οἱ μετ’ αὐτὸν μυρίους ὅσους κατα‐ τείνοντες λόγους, οἱ μὲν πρὸς τὴν ἀναίρεσιν
40αὐτῶν, οἱ δὲ πρὸς τὴν θέσιν· καὶ τῶν τιθεμέ‐
νων, οἱ μὲν ἄλλην, οἱ δὲ ἄλλην οὐσίαν αὐτῶν
in Prm
.

920

λέγοντες, καὶ περὶ τοῦ τίνων τὰ εἴδη, καὶ περὶ τοῦ τρόπου τῆς μετοχῆς, καὶ περὶ ἄλλων δια‐ φερόμενοι παντοδαπῶν περὶ αὐτὰ προβλημά‐ των. Οὐ μὴν ὅ γε Παρμενίδης ἀνέχεται πρὸς
5τὸ πλῆθος ἀποφέρεσθαι τῶν ἀποριῶν, οὐδὲ εἰς ἀπέραντον μῆκος κατιέναι σκεμμάτων, ἀλλὰ δύο ταῖς μεγίσταις ἀπορίαις πᾶσαν περιλαμ‐ βάνει τὴν ὑπὲρ αὐτῶν διὰ τῶν ἑπομένων ζήτη‐ σιν, δι’ ὧν ὡς οὔτε καταληπτὰ καὶ γνωστὰ
10ἡμῖν τὰ εἴδη δείκνυσιν, οὔτε γνωστικὰ καὶ προνοητικὰ τῶν αἰσθητῶν· καίτοι μάλιστα διὰ τοῦτο τὴν εἰδητικὴν οὐσίαν ἠγαπήσαμεν, ὅπως καὶ ὡς νοεροὶ περὶ ἐκείνην ἐνεργῶμεν καὶ τὰ αἴτια τὰ προνοητικὰ τῶν ὅλων ἔχωμεν
15ἐν αὐτῇ θεωρεῖν· εἰ δὲ μὴ γιγνώσκεται ὑφ’ ἡμῶν, περιττὸν καὶ τὸ λέγειν ὡς ἔστιν· οὐδὲ γὰρ αὐτὸ τοῦτο ἴσμεν εἰ ἔστιν, ἀγνοοῦντες αὐ‐ τῶν τὴν φύσιν καὶ μηδ’ ὅλως αὐτοῖς ἐπιβάλ‐ λειν δυνάμενοι, μηδὲ ἔχοντες ἀπὸ τῆς ἑαυτῶν
20οὐσίας πρὸς τὴν θεωρίαν αὐτῶν παρασκευήν. Ὥσπερ γὰρ ὁ νοῦν ἀνελὼν καὶ ἐπιστήμην ἐκ τῶν ὄντων περὶ οὐδενὸς ἀξιόπιστός ἐστι διατεινό‐ μενος· οἷς γὰρ μόνοις τὰ πράγματα γνωρίζεται, τὴν τούτων δύναμιν ἀνῄρηκεν· οὕτω δὴ καὶ ὁ
25τὴν ἐν ἡμῖν γνῶσιν τῶν ἀρχῶν ἀνατρέπων οὐκ ἀφίησιν ἡμᾶς ἐπιγιγνώσκειν οὐδ’ εἰ εἰσίν· ὁμοίως γὰρ ἔχομεν πάντες περὶ αὐτὰς, εἴπερ μη‐ δενὶ προσήκει τὸ γιγνώσκειν αὐτάς. Αἱ μὲν οὖν ἀπορίαι τοιαῦται συμβαίνουσι δὲ ἀμφότεραι
30διὰ τὴν ἐξῃρημένην οὐσίαν τῶν εἰδῶν, ἣν οὕτως ἐξῃρῆσθαι νομίζομεν ὡς ἀκοινώνητον εἶναι τοῖς δευτέροις· τὸ γὰρ οὕτως ἔχον ἀλλότριόν ἐστιν ἡμῶν, καὶ οὔτε γνωστὸν ἡμῖν, οὔτε γνωστικὸν ἡμῶν. Εἰ δὲ τὸ ἐξῃρημένον τῶν εἰδῶν μετὰ
35τῆς ὑπεροχῆς εἶχε καὶ τὴν ἐπὶ πάντα παρου‐ σίαν, ἥ τε γνῶσις ἂν ἡμῶν ἐφυλάττετο καὶ ἡ ἐκείνης νοερὰ τῶν δευτέρων εἴδησις· εἰ γὰρ πᾶσι πάρεστι, πανταχοῦ δυνατὸν αὐτοῖς ἐντυγχά‐ νειν, ἑαυτὸν ἐπιτήδειον μόνον ποιήσαντα πρὸς
40τὴν ἀντίληψιν αὐτῶν· καὶ εἰ πάντα διακοσμεῖ,
προείληφε νοερῶς τὴν τῶν κοσμουμένων αἰτίαν.
in Prm
.

921

Ἀναγκαῖον ἄρα τοῖς ταῦτα φυλάττειν τὰ δόγ‐ ματα βουλομένοις, ἀσάλευτα καὶ ἐξῃρημένα τὰ εἴδη τίθεσθαι καὶ διὰ πάντων διήκοντα. Καὶ ὁρᾷς ὅπως τοῦτο πάλιν ἀκόλουθον τοῖς μικρῷ
5πρότερον εἰρημένοις, ἐν οἷς δέδεικται τὸ ἄσχε‐ τον τῶν εἰδῶν. Οὔτε γὰρ τὸ δημιουργικὸν αὐ‐ τῶν τοιοῦτόν ἐστιν, οἷον σχετικὸν εἶναι πρὸς τὰ δεύτερα, οὔτε τὸ ἄσχετον καὶ ἐξῃρημένον τοιοῦτον, οἷον ἀκοινώνητον πρὸς τὰ τῇδε καὶ
10ἀλλότριον· ἀλλὰ τοῦτό ἐστιν ὃ καὶ πολλάκις φαμὲν, ὡς τὸ μὲν τέλεον καὶ τὸ ὅλον ὁ Πλά‐ τωνος διαφυλάττει λόγος. Οἱ δὲ μετ’ αὐτὸν ἐξ ἡμισείας δράττονται τοῦ ἀληθοῦς· οἱ μὲν τὸ προνοητικὸν τῆς θείας αἰτίας μετὰ σχέσεως ἐν‐
15ύλου φυλάττοντες, οἳ καὶ τὸ θεῖον διήκειν φασὶ διὰ τῆς ὕλης· οἱ δὲ τὸ ἄσχετον ἄνευ προνοίας ποιοῦντες, οἱ καὶ τὴν ποιητικὴν καὶ τὴν προνο‐ ητικὴν δύναμιν ἀναιροῦντες, ἀπὸ τῶν θείων χω‐ ριστὰ ἄττα τὰ νοητὰ λέγοντες, οὔτε δημιουρ‐
20γικὰ τῶν δευτέρων οὔτε παραδείγματα οὔτ’ ἄλλως αἴτια, πλὴν εἴ τις ὡς ὀρεκτὰ λέγοι τῶν αἰσθητῶν· περὶ ἐκεῖνα γὰρ χορεύειν τὸν ὅλον οὐρανὸν, καὶ διὰ τῆς ὀρέξεως ἐκείνων τὸ μακά‐ ριον ἔχειν. Ἀλλ’ ὅγε Πλάτωνος λόγος καὶ τὸ
25προνοητικὸν τῶν εἰδῶν τῶν θείων, εἰ δὲ βούλει, τῶν ἀκινήτων αἰτιῶν, ἄσχετον τηρεῖ, καὶ τὸ ἐξῃρημένον γνωστικὸν τῶν δευτέρων καὶ προ‐ νοητικόν· καὶ οὔτε διὰ τὴν ἐπὶ πάντα παρου‐ σίαν ἀναιρεῖ τὴν ἐξῃρημένην ὑπεροχὴν αὐτῶν,
30οὔτε διὰ τὴν ἄσχετον δύναμιν τὴν προνοητικὴν ἐπιστασίαν. Ταῦτ’ οὖν ὁμοῦ διασώζων εἰκότως ἐν μὲν τοῖς προτέροις λόγοις διὰ τῶν ἀποριῶν ἀπέδειξεν, ὡς ἄτοπον σχέσιν τοῖς παραδείγ‐ μασι διδόναι πρὸς τὰ μετέχοντα αὑτῶν· ἐν δὲ
35τούτοις, ὡς εἴ τις αὐτὰ τὰ εἴδη φυλάττοι πάντη ἄσχετα, μὴ προστιθεὶς ὅπη καὶ ἐξῄρηται καὶ διήκει διὰ πάντων καὶ πανταχοῦ κατὰ τὴν πρόνοιαν ὄντα καὶ οὐδαμοῦ κατὰ τὴν ὑπόστα‐ σιν, οὔτε γνῶσις ἔσται αὐτῶν παρ’ ἡμῖν, οὔτε
40ἐκείνοις τῶν ἡμετέρων ἡ κατ’ αἰτίαν ἐξῃρημένη
in Prm
.

922

νόησις. Ταῦτα δὲ πρὸς τοὺς τὰ νοητὰ μὴ ποιοῦν‐ τας αἴτια τῶν δευτέρων ποιητικὰ λέγειν εἰώ‐ θαμεν πῶς γὰρ ὁ οὐρανὸς ὀρέγεται τοῦ θείου, μὴ γενόμενος ἐκεῖθεν; ἔσται οὖν οὕτω κατὰ
5τύχην ἡ ὄρεξις, εἰ μὴ τὸ μὲν αἴτιον ἦν γεννη‐ τικὸν, τὸ δὲ ἐκεῖθεν εἶχε τὴν ὕπαρξιν· ἐπὶ μὲν γὰρ τῶν τοιούτων εἰκότως ὀρέγεται τῆς ἑαυτοῦ πηγῆς καὶ αἰτίας τὸ γεννώμενον, καὶ κατὰ φύσιν ἐστὶ τὸ ἐπιστρέφεσθαι πρὸς τὴν ὑποστα‐
10τικὴν ἑαυτοῦ καὶ νοητικὴν δύναμιν τὸ δεύτερον· ὅταν δὲ μὴ τὸ μὲν αἴτιον ᾖ ποιητικὸν, τὸ δὲ αἰτιατὸν, τί τὸ ποιῆσαν ὀρεκτὸν τῷ ἑτέρῳ τὸ ἕτερον; Πῶς δὲ καὶ ὀρέγεται, μηδὲν ἐκεῖθεν δε‐ χόμενον; τὸ γὰρ ὀρεκτικὸν πᾶν διὰ τεῦξίν τι‐
15νος ὀρέγεται πάντως· ὃ εἰ μὲν ἔχοι, περιττὴ τοῦ παρόντος ἡ ὄρεξις· εἰ δὲ μὴ ἔχοι, διὰ τὴν λεῖψιν οὗ μὴ ἔχει πάντως ἐστὶν ὄρεξις· ὥστ’ εἰ μηδὲν ἀπὸ τοῦ ὀρεκτοῦ προστίθεται τοῖς ὀρεγο‐ μένοις, περιττὴ πάλιν ἡ ὄρεξις παρ’ οὗ μηδὲν
20δύναται λαβεῖν. Πῶς δὲ καὶ τὸ ἔσχατον μόνον μιμεῖται τὸ πρῶτον; ἄγονον γὰρ καὶ τὸ ἔσχα‐ τον· τὰ δὲ μέσα πάντα τούτου τε καὶ ἐκείνου γεννᾷν ἐφίεται πάντα, καὶ γεννᾷν μὲν κατὰ τὴν ἑαυτῶν ἕκαστα τάξιν· τὸ γὰρ τῷ πρώτῳ κατὰ
25τὴν αὐτοῦ φύσιν ὑπάρχον τιμιώτατόν ἐστι· τι‐ μιώτατον δὲ ὂν οὐκ ἂν τῷ μὲν ἐσχάτῳ ὑπάρ‐ χοι, τοῖς δὲ μέσοις μὴ ὑπάρχοι συγγενεστέροις οὖσι πρὸς τὸ πρῶτον· τὸ γοῦν ὀρεκτὸν ὑπάρχει τοῖς μέσοις, τῷ ἐσχάτῳ μὴ ὑπάρχον. Πῶς δὲ
30ἐκεῖνο μὲν ἀργὸν ἕστηκε καὶ ἀδρανὲς, ὁ δὲ οὐ‐ ρανὸς οὗτος μιμούμενος ἐκεῖνο τοσαύτην ἐπι‐ δείκνυται τὴν δημιουργικὴν τῶν ὑπ’ αὐτὸν δύ‐ ναμιν, ὥστε πᾶσαν αὐτοῦ κίνησιν καὶ πᾶσαν σχημάτισιν εἰς ὅλην τὴν γένεσιν δρᾷν, καὶ τρέ‐
35πειν αὐτὴν καὶ παντοίοις λόγοις κατακοσμεῖν φυσικοῖς, διὰ πάντων ἐν στοιχείοις περιεχομέ‐ νων ζώων καὶ μέχρι τῶν φυτῶν καὶ τῶν ἀψύ‐ χων; εἰ μὲν γὰρ ἀγαθὸν τὸ μὴ γεννᾷν, διὰ τί μὴ μεμίμηται τὸ πρὸ αὑτοῦ, θεὸς ὢν καὶ αὐτὸς
40καὶ ὀρεγόμενος ἐκείνου τῆς μιμήσεως; εἰ δὲ μὴ
in Prm
.

923

ἀγαθὸν, πῶς ἐν ἐκείνῳ μὲν τὸ μὴ ἀγαθὸν, ἐν τούτῳ δὲ τὸ ἀγαθόν; Πῶς δὲ καὶ ἡμεῖς ἐκεῖνο γιγνώσκομεν, μήτε ὑποστάντες ἐκεῖθεν, μήτε λόγων μετέχοντες τῶν ὄντως ὄντων, ἀφ’ ὧν
5ἡ ἐπιστήμη κατὰ ἀνάμνησιν; ἀσύναπτοι γὰρ ἐσόμεθα πρὸς ἐκεῖνο καὶ ἀλλότριοι, τῆς ἐκεῖ‐ θεν ὑποστάσεως παρῃρημένοι. Πρὸς οὖν τούτους τοιαῦτα ἄττα ῥητέον· τὴν δὲ τοῦ Πλάτωνος ἔνθεον ἐπιβολὴν ἀγαστέον, προαναιροῦσαν διὰ
10τῶνδε τῶν ἀποριῶν ἅπασαν τὴν πλημμελῆ καὶ ἄθεον περὶ τῶν θείων εἰδῶν ὑπόνοιαν, κατὰ τὴν πρὸς αὐτὸν τὸν νοῦν ἀφομοίωσιν, ὃς πρὸ τῆς παρυποστάσεως τῶν κακῶν τὰς ἀναιρετικὰς δυ‐ νάμεις ὑπέστησεν. Ὅπως μὲν οὖν οὐ δεῖ τὸ γεν‐
15νητικὸν τῶν εἰδῶν ἐν σχέσει πρὸς τὸ γεννώ‐ μενον ποιεῖν ἢ τὸ παραδειγματικὸν ἐν ῥοπῇ τῇ πρὸς τὸ διοικούμενον, μετρίως ἡμᾶς διὰ τῶν ἔμπροσθεν λόγων ὁ Παρμενίδης ἀνέμνησε· πᾶσα γὰρ σχέσις ἄλλης δεῖται συναγωγοῦ τι‐
20νος αἰτίας καὶ συμπλεκτικῆς, ὥστε ἔσται πρὸ τῶν εἰδῶν εἶδος ἄλλο τὸ συνάπτον ἀμφότερα διὰ τῆς ὁμοιώσεως· τοῦ γὰρ ὁμοίου πρὸς τὸ ὅμοιον ἡ σχέσις. Ὅπως δὲ καὶ τὸ ἐξῃρημένον αὐτῶν οὐκ ἔστιν ἀργὸν καὶ ἀπρονόητον οὐδὲ
25ἀλλότριον τῶν δευτέρων, διὰ τούτων ἐπιδεί‐ κνυσι τῶν ἀποριῶν· ἴσως γὰρ ἄν τις, ἀπιδὼν πρὸς τὸ ἄσχετον αὐτῶν μόνον, εἴποι μήτε γι‐ γνώσκειν τὰ εἴδη τὰ μετέχοντα αὑτῶν μήτε γιγνώσκεσθαι ὑφ’ ἡμῶν. Ταῦτ’ οὖν διαπορῶν,
30εἰς ἐπίστασιν ἄγει τὸν Σωκράτη τοῦ τρόπου τῆς ἐξῃρημένης δυνάμεως τῶν θείων εἰδῶν· καὶ ὅπως μὲν συνάγει τὸ μηδὲ γιγνώσκεσθαι τὰ τῇδε παρ’ ἐκείνων, ὕστερον ἡμῖν ἔσται δῆλον· ὅπως δὲ ἡμεῖς ἐκεῖνα οὐ δυνάμεθα γιγνώσκειν, ἐθέλει
35πρότερον κατασκευάσαι· καὶ δείκνυσι πάνυ δαι‐ μονίως λαβὼν, ὡς ἡ μὲν παρ’ ἡμῖν ἐστιν ἐπι‐ στήμη τῶν παρ’ ἡμῖν ἐπιστητῶν, ἡ δὲ θεία τῶν θείων· τοῦτο δὲ δοκεῖ μὲν ἀναιρεῖν ἡμῶν τὴν γνῶσιν τῶν θείων, ἔστι δὲ ὅπη καὶ ἀληθές
40ἐστι, καὶ οὐ καθ’ ἕνα γε τρόπον, ἀλλὰ κατ’
ἄλλο μὲν φιλοσόφως ἐπισκοποῦσι, κατ’ ἄλλο
in Prm
.

924

δὲ θεολογικῶς· ἔστω γὰρ ἡ παρ’ ἡμῖν ἐπιστήμη τῶν παρ’ ἡμῖν ἐπιστητῶν· τί οὖν κωλύει τὰ παρ’ ἡμῖν ἐπιστητὰ τῶν θείων εἰκόνας εἶναι καὶ γιγνώσκειν ἡμᾶς τὰ θεῖα δι’ ἐκείνων; ὥσπερ
5δὴ καὶ Πυθαγορείων παῖδες ἐπὶ τῶν ἀριθμῶν καὶ τῶν σχημάτων ἰνδάλματα τῆς θείας ἑώρων τάξεως, καὶ περὶ ταῦτα διατρίβοντες οἷον ἐκ τύπων τινῶν αἱρήσειν ἐπεχείρουν τὴν περὶ τῶν θείων γνῶσιν. Τί δὲ θαυμαστὸν, εἰ ἡ παρ’ ἡμῖν
10ἐπιστήμη λέγεται μὲν πρὸς τὸ παρ’ ἡμῖν ἐπι‐ στητὸν καὶ ἔστι τούτῳ σύζυγος; πρὸς ὃ γὰρ λέγεται, τούτῳ τέτακται σύστοιχος· δύναται δὲ, οὐχ ὡς σύστοιχος γνῶσις, ἀλλ’ ὡς ὑφειμένη, καὶ αὐτοῖς προσιέναι τοῖς νοητοῖς· ἄλλαι γάρ
15εἰσιν αἱ σύστοιχοι γνώσεις πάντων, καὶ ἄλλαι αἱ κατὰ διάφορον τάξιν τεταγμέναι τῶν γνω‐ στῶν, καὶ ἢ κρειττόνως αἴρουσαι τὴν τῶν κα‐ ταδεεστέρων φύσιν, ὥσπερ ἡ δόξα τὴν τῶν αἰσθητῶν, ἢ δευτέρως καὶ ὑφειμένως τὰ κρείτ‐
20τονα, καθάπερ ἡ δόξα τὸ ἐπιστητόν. Τὰ γοῦν αὐτὰ καὶ ὁ ἐπιστήμων οἶδε καὶ ὁ ὀρθοδοξαστι‐ κὸς, ἀλλ’ ὁ μὲν κρεῖττον, ὁ δὲ καταδεέστερον· οὐδὲν οὖν ἄτοπον καὶ τὴν ἐπιστήμην οὐ πρὸς τὸ ἐκεῖ ἐπιστητὸν λεγομένην, ἀλλὰ πρὸς τὸ ἐν
25αὑτῇ καὶ ᾧ συζυγεῖ, καὶ ἐκείνῳ δευτέρως ἐπι‐ βάλλειν, μὴ κατὰ τὴν αὐτῷ σύστοιχον ἐπιστή‐ μην. Πῶς δὲ οὐχὶ καὶ αὐτὸς ὁ Πλάτων ἐν Ἐπι‐ στολαῖς, τὸ νοητὸν εἶδος λέγων δι’ ἐπιστήμης μὲν μὴ εἶναι γνωστὸν, διὰ γνώσεως δὲ, δίδω‐
30σιν ἡμῖν ἐννοεῖν ὅπως καὶ γνωστόν ἐστι τὸ εἶδος καὶ οὐκ ἐπιστητὸν ἡμῖν, ἀλλὰ νοήσει μετὰ λόγου περιληπτόν; Ἔστι γὰρ ἐπιστημο‐ νικὴ γνῶσις συνθετωτέρα πρὸς τὴν νοερὰν ἐπι‐ βολὴν, νοῦς δὲ ὁ κυρίως θεατὴς τῶν εἰδῶν,
35ἐπειδὴ καὶ αὐτὰ νοερὰ τὴν φύσιν ἐστὶ, τῷ δὲ ὁμοίῳ πανταχοῦ τὸ ὅμοιον γιγνώσκομεν, νῷ μὲν τὰ νοητὰ, δόξῃ δὲ τὰ δοξαστὰ, ἐπιστήμῃ δὲ τὰ ἐπιστητά. Θαυμαστὸν οὖν οὐδὲν καὶ μὴ εἶ‐ ναι τῶν εἰδῶν ἐπιστήμην, καὶ ἔτι ἄλλην ὑπο‐
40λείπεσθαι γνῶσιν αὐτῶν, οἵαν τὴν νόησιν εἶναί
φαμεν. Εἰ δὲ κατ’ ἄλλον θεολογικώτερον τρό‐
in Prm
.

925

πον ἐθέλοις λέγειν, ὅτι μέχρι τῶν νοερῶν εἰδῶν ἀναδραμὼν δείκνυσιν ὅτι τὰ τούτων ἐπέκεινα εἴδη ὄντα καὶ ἐξῃρημένα, οἷα δή ἐστι τὰ νοητά τε καὶ νοερὰ, κρείττω τῆς ἡμετέρας ἐστὶ γνώ‐
5σεως (καθαρθείσας γοῦν τὰς ψυχὰς τελέως καὶ συναφθείσας καὶ ἑπομένας τοῖς δώδεκα ἡγεμό‐ σιν ἐπὶ τὴν ἐκείνων ἀνάγει θεωρίαν), ἴσως οὐκ ἂν ἁμάρτοις τῆς ἐνθεαστικῆς τοῦ Πλάτωνος. Τριττῶν γὰρ ὄντων τῶν πρὸ τῆς ὁμοιωτικῆς
10τάξεως εἰδῶν, τῶν μὲν νοερῶν, τῶν δὲ νοητῶν ἅμα καὶ νοερῶν, τῶν δὲ νοητῶν, αἱ μὲν νοεραὶ προσεχεῖς εἰσι τοῖς δευτέροις καὶ διὰ τὴν ἐν αὑταῖς διάκρισιν μᾶλλον ἡμῖν γνωσταὶ, καὶ διότι τὸ αἴτιον τῆς ἡμετέρας τάξεως συνῆπται
15πρὸς τὴν ἑνάδα τῶν τοιούτων ἰδέων·
Μετὰ δὴ πατρικὰς διανοίας Ψυχὴ ἐγὼ ναίω [θέρμῃ ψυχοῦσα τὰ πάντα],
19φησὶ τὸ Λόγιον, τοῦ Πλάτωνος εἰδότος ταύτην
20τὴν τάξιν, ὡς δέδεικται ἐν ἄλλοις αἱ δὲ νοη‐ ταὶ καὶ νοεραὶ κρείττους εἰσὶ τῆς μεριστῆς ἡμῶν τῶν κατατεταγμένων γνώσεως, ὅθεν ἴδιον αὐτῶν τὸ ἄγνωστον διὰ τὴν ἐξῃρημένην ὑπερ‐ οχήν· οὐ γὰρ δυνάμεθα νῦν προβάλλειν τὴν ἐκεί‐
25νοις προσήκουσαν γνῶσιν. Ταῦτα μὲν οὖν περὶ τούτων τῶν μέσων εἰδῶν, τοῦ Παρμενίδου δει‐ κνύντος ὡς οὐ πάντη δεῖ τὰ νοερὰ εἴδη τῶν μετ‐ εχόντων ἐξαιρεῖν, οὐδ’ οὕτως ὡς τὰ τῶν νοη‐ τῶν καὶ νοερῶν θεῶν (κρείττω γὰρ ἐκεῖνα πάντη
30τῆς ἡμετέρας γνώσεως), δεῖ δὲ τὰς εἰδητικὰς ἑνάδας, ἃς ὑποτιθέμεθα, γνωστὰς εἶναι καὶ ὑφ’ ἡμῶν. Δυνατὸν δ’ οὖν καὶ φιλοσόφως καὶ θεο‐ λογικῶς μετιέναι τῶν προκειμένων τὴν ἐξέτα‐ σιν· φιλοσόφως μὲν ὅτι οὐκ, ἐπειδὴ τοὺς προ‐
35ειρημένους τρόπους τῆς μετοχῆς ἀνείλομεν, ἤδη καὶ πᾶς ἀνῄρηται τρόπος κοινωνίας τοῖς τε αἰ‐ σθητοῖς καὶ νοητοῖς· οὕτω γὰρ ἂν οὔτε γνωστὰ ἡμῖν οὔτε γνωστικὰ ἡμῶν εἴη, τὸ γὰρ γνωστὸν καὶ τὸ γνωστικὸν κοινωνεῖ πως ἀλλήλοις· θεο‐
40λογικῶς δὲ, ὅτι τὰς νοερὰς ἰδέας ἐξαιρεῖν δεῖ
in Prm
.

926

τῶν ἀποτελεσμάτων, ὡς τὰς ἐπέκεινα τὰς ἀγνώστους ταῖς μερισταῖς ἡμῶν ἐπιβολαῖς, ἀφ’ ὧν καὶ αὗται προεληλύθασι. Ταῦτα μὲν οὖν, ὅπερ εἶπον, εἰρήσθω μοι τῆς
5ὅλης ἕνεκα τῶν προκειμένων θεωρίας. Αὐτὴν δὲ τὴν λέξιν ἐπισκοπούμενοί φαμεν ὅτι δι’ αὐ‐ τῆς ἐνδείκνυται, τίς μὲν ἔστιν ἀκροατὴς ἀξιό‐ χρεως τῆς τούτων ἀκροάσεως, τίς δὲ ὁ περὶ τούτων διδάσκειν ἐπιτήδειος· δεῖ γὰρ δὴ τὸν
10μὲν ἀκροατὴν εὐφυίᾳ διαφέρειν, ἵνα φύσει φιλό‐ σοφος ᾖ, καὶ περὶ τὴν ἀσώματον οὐσίαν ἐπτοη‐ μένος, καὶ πρὸ τῶν ὁρωμένων ἀεί τι ἄλλο με‐ ταθέων καὶ ἀναλογιζόμενος, καὶ μὴ ἀρκούμενος τοῖς παροῦσι, καὶ ὅλως τοιοῦτος οἷον ὁ ἐν Πο‐
15λιτείᾳ Σωκράτης ὑπέγραψε τὸν τὴν φύσιν φι‐ λοθεάμονα τῶν ὅλων· ἔπειτα πολλῶν αὐτὸν ἔμπειρον εἶναι, καὶ οὐ δήπου πραγμάτων ἀν‐ θρωπικῶν (σμικρὰ γὰρ ταῦτα καὶ οὐδὲν προσ‐ ήκοντα πρὸς τὴν ἔνθεον ζωὴν), ἀλλὰ λογικῶν
20καὶ φυσικῶν καὶ μαθηματικῶν θεωρημάτων. Ὅσα γὰρ ἡμῶν ἡ διάνοια θεωρεῖν ἐν τοῖς θεοῖς ἀδυνατεῖ, ταῦτα ἐν τούτοις ὡς ἐν εἰκόσι κατ‐ ίδοι, καὶ κατιδὼν ἐπαναπαύσεται τῇ τούτων θεωρίᾳ, καὶ πιστεύσει καὶ τοῖς περὶ ἐκείνων λε‐
25γομένοις· λέγω δὲ οἷον, εἰ θαυμάζοι πῶς ἐν ἑνὶ τὰ πολλὰ καὶ ἐν ἀμερεῖ πάντα, τὴν μονάδα ἐν‐ νοήσει, καὶ ὅπως ἐν αὐτῇ δείκνυται ὄντα πάντα καὶ ἄρτια καὶ περιττὰ, κύκλος τε καὶ σφαῖρα, καὶ τἄλλα εἴδη τῶν ἀριθμῶν· εἰ θαυμάζοι πῶς
30τὸ θεῖον αὐτῷ τῷ εἶναι ποιεῖ, ἐννοήσει ὅπως ἐν τοῖς φυσικοῖς τό τε πῦρ θερμαῖνον καὶ ἡ χιὼν ψύχουσα, καὶ ἐπὶ τῶν ἄλλων παραπλησίως· εἰ θαυμάζοι πῶς τὰ αἴτια πανταχοῦ πάρεστι τοῖς αἰτιατοῖς, ἐν τοῖς λογικοῖς θεάσεται τούτου
35πάντως εἰκόνα· τὰ γὰρ γένη πάντως κατηγο‐ ρεῖται τούτων ὧν τὰ εἴδη κατηγορεῖται, καὶ ταῦτα μὲν μετ’ ἐκείνων, ἐκεῖνα δὲ καὶ ἄνευ τούτων· καὶ οὕτως ἐφ’ ἑκάστου πρὸς τὸ αὐτὸ τὸ θεῖον ἀποβλέπειν οὐ δυνάμενος, ἕξει διὰ τούτων
40ὡς εἰκόνων ἐκεῖνο θεωρεῖν. Δεῖ τοίνυν εὐφυΐαν
in Prm
.

927

εἶναι πρῶτον, ἥτις ἐστὶ συγγενὴς τοῖς ὄντως οὖσι, καὶ πτεροῦσθαι δυναμένη, καὶ ὥσπερ ἀσφα‐ λῶν πεισμάτων ἀντεχομένη τῶν περὶ τοῦ ὄν‐ τως ἐννοιῶν· ὡς γὰρ πρὸς ἕκαστον ἐπιτήδευμα
5δεόμεθά τινος παρασκευῆς, οὑτωσὶ καὶ πρὸς τὴν ἀναγωγὴν εἰς τὸ ὂν γνώσεως εἰλικρινοῦς δεόμεθα καὶ ἐκκεκαθαρμένης, ἐπιτηδειότητος προϋπαρ‐ χούσης, ἣν εὐφυΐαν ἄν τις ἀποκαλέσειεν, ὡς ἐκ τῆς φύσεως ὡρμημένην τῆς τε ὅλης καὶ τῆς
10αὐτῶν τῶν εὐφυῶν λεγομένων ψυχῶν. Τούτῳ δ’ οὖν παρεῖναι χρὴ τὴν τοιαύτην, ὡς εἴπομεν, εὐφυΐαν· ἔπειτα ἐμπειρίαν πολλῶν, ὡς εἴρηται, καὶ παντοδαπῶν θεωρημάτων, δι’ ὧν ἀναχθή‐ σεται πρὸς τὴν ἐκείνων κατανόησιν· καὶ τρίτον,
15προθυμίαν καὶ τάσιν περὶ τὴν θεωρίαν οὕτως ὥστε, καὶ ἐνδεικνυμένου μόνον τοῦ ἡγουμένου, δύνασθαι παρέπεσθαι ταῖς ἐνδείξεσι διὰ τὴν προθυμίαν ἐπιτείνουσαν τὴν προσοχήν. Τρία δ’ οὖν ἐστιν ἃ δή φησι χρῆναι τῷ θεωρήσαντι ταύ‐
20την τὴν φύσιν, εὐφυΐα, ἐμπειρία, προθυμία. Καὶ διὰ μὲν τὴν εὐφυΐαν ἔσται τὴν περὶ τὸ θεῖον πίστιν αὐτοφυῶς προβεβλημένος, διὰ δὲ τὴν ἐμπειρίαν ἕξει τῶν παραδόξων θεωρημάτων ἀσφαλῆ τὴν ἀλήθειαν, διὰ δὲ τὴν προθυμίαν
25ἀνακινήσει τὸ ἐρωτικὸν ἑαυτοῦ τὸ περὶ τὴν θεω‐ ρίαν, ἵνα δὴ καὶ ἐν τούτοις πίστις ᾖ καὶ ἀλή‐ θεια καὶ ἔρως, τὰ σώζοντα τὰς ψυχὰς κατ’ ἐπιτηδειότητα τὴν πρὸς ἐκεῖνα τρία συνάπτου‐ σαν. Εἰ δὲ βούλει, διὰ μὲν τὴν ἐμπειρίαν ἕξει
30τοῦ γνωστικοῦ τῆς ψυχῆς ἐπιτηδειότητα, διὰ δὲ τὴν προθυμίαν τὴν τοῦ ζωτικοῦ τάσιν εἰς ἐκεῖνα φέρουσαν, διὰ δὲ τὴν εὐφυΐαν τὴν ἀμφο‐ τέρων προϋπάρχουσαν προκατασκευὴν ἐκ τῆς πρώτης γενέσεως καὶ τῶν ὅλων εἰς αὐτὸν ἐνδε‐
35δομένων. Τὸν μὲν οὖν ἀκροατὴν τοιοῦτον εἶναι δεῖ καὶ ἀπὸ ταύτης τελειοῦσθαι τῆς τριάδος. Ὁ δὲ καθηγεμὼν πολλῷ πρότερον διὰ τούτων ὁδεύσας οὐκ ἐθελήσει διὰ πολυλογίας ἐκφαίνειν τὴν θείαν ἀλήθειαν, ἀλλὰ πολλὰ δι’ ὀλίγων ἐν‐
40δείκνυσθαι, νοήσεσιν ὅμοια φθεγγόμενος· οὐδὲ
in Prm
.

928

ἀπὸ τῶν συνεγνωσμένων καὶ προχείρων, ἀλλ’ ἄνωθεν ἀπὸ τῶν ἀρχῶν τῶν ἑνικωτάτων τὰ πρά‐ γματα θεωρεῖν πόῤῥωθεν πραγματευόμενος, ἅτε ἐξιστάμενος τῶν παρόντων καὶ πρὸς τῷ θείῳ
5γιγνόμενος· οὐδὲ ποιήσεται λόγον ὅπως ἂν λέ‐ γειν δόξῃ σαφῶς, ἀλλὰ καὶ ἀρκεσθήσεται ταῖς ἐνδείξεσι· δεῖ γὰρ τὰ μυστικὰ μυστικῶς παρα‐ διδόναι, καὶ μὴ δημοσιεύειν τὰς ἀποῤῥήτους περὶ τῶν θεῶν ἐννοίας. Τοιοῦτος μὲν οὖν καὶ ὁ
10ἀκροατὴς καὶ ὁ καθηγεμών ἐστι τῶν τοιούτων λόγων. Καὶ ἔχοις ἂν τὸν μὲν ἡγεμόνα τελείως τοιοῦτον αὐτὸν τὸν Παρμενίδην, ὅθεν καὶ λά‐ βοις ἂν τὸν τρόπον καθ’ ὃν ποιήσεται τοὺς λό‐ γους, ὡς δι’ ὀλίγων πολλὰ διδάξει, καὶ ὡς ἄνω‐
15θεν πραγματεύσεται, καὶ ὡς ἐνδείξεται μόνον περὶ τῶν θείων· τὸν δὲ ἀκροατὴν εὐφυῆ μὲν καὶ ἐρωτικὸν, οὔπω δὲ τελέως ἔμπειρον· ὅθεν αὐτῷ παραινεῖ καὶ ὁ Παρμενίδης γυμνάσασθαι περὶ διαλεκτικὴν, ἵνα ἐμπειρίαν προσλάβῃ τῶν θεω‐
20ρημάτων, ἀποδεχόμενος μὲν αὐτοῦ τὴν εὐφυΐαν καὶ τὴν ὁρμὴν, προστιθεὶς δὲ τὴν τοῦ ἐλλεί‐ ποντος ἐπανόρθωσιν. Καὶ τί τὸ τέλος τῆς τρι‐ πλῆς ταύτης δυνάμεως, εἴρηκεν αὐτὸς, τὸ ἀπα‐ ραλόγιστον ἐν τοῖς περὶ τῶν θείων λόγοις. Ὁ
25γὰρ κατά τι τούτων ἐλλείπων ἀναγκασθήσεται πολλὰ τῶν ψευδῶν ὁμολογεῖν, ἁπλῶς ἐφαπτό‐ μενος τῆς τῶν πραγμάτων θεωρίας. Πῆ δ, ὦ Παρμενίδη; φάναι τὸν Σω‐ κράτη. Ὅτι, ὦ Σώκρατες, οἶμαι ἂν
30καὶ σὲ καὶ ἄλλον ὅστις αὐτήν τινα καθ’ αὑτὴν αὐτοῦ ἑκάστου οὐσίαν τίθεται εἶναι, ὁμολογῆσαι ἂν πρῶτον μὲν μηδε‐ μίαν αὐτῶν εἶναι ἐν ἡμῖν. Πῶς γὰρ ἂν αὐτὴ καθ’ αὑτὴν ἔτι εἴη; φάναι τὸν
35Σωκράτη. Καλῶς λέγεις, εἰπεῖν. (P. 133 C.) Ἐπ’ ἄλλας ἀπορίας μέτεισιν ἐντεῦθεν ὁ λό‐ γος, ὧν ἡ μὲν ἀφαιρεῖται τῆς ἡμετέρας ψυχῆς τὴν γνῶσιν τῶν ὄντως ὄντων, ἡ δὲ τὴν τῶν θείων
40τῶν περὶ τὰ τῇδε γνῶσιν ἀνυπόστατον ἐπιχειρεῖ
in Prm
.

929

δεικνύναι· διὰ δὲ τούτων ἀμφοτέρων ἥ τε πρό‐ οδος ἡμῶν ἡ ἀπ’ ἐκείνων ἀναιρεῖται καὶ ἐπι‐ στροφὴ πρὸς ἐκεῖνα. Διεσπασμένα δὲ ἀλλήλων ἀναφαίνεται τά τε δεύτερα καὶ τὰ πρῶτα, καὶ
5τὰ μὲν ἄμοιρα τῶν πρώτων, τὰ δὲ ἄγονα τῶν δευτέρων· τὸ δὲ ἀληθὲς ὅτι πάντα ἐν πᾶσιν οἰκείως ἐστὶ, κατ’ αἰτίαν μὲν ἐν τοῖς πρώτοις τά τε μέσα γένη τῶν ὅλων καὶ τὰ ἔσχατα, διὸ καὶ γιγνώσκεται παρ’ αὐτῶν οὕτως ὥσπερ καὶ
10ὑφέστηκεν ἐν αὐτοῖς· κατὰ μέθεξιν δὲ ἐν τοῖς μέσοις τὰ πρῶτα, καὶ ἐν τοῖς ἐσχάτοις ταῦτα ἀμφότερα· διὸ καὶ γιγνώσκουσιν αἱ ψυχαὶ τὰ ὄντα πάντα οἰκείως ἑκάστοις, δι’ εἰκόνων μὲν τὰ πρὸ αὑτῶν, κατ’ αἰτίαν δὲ τὰ μεθ’ αὑτὰς,
15συμφυῶς δὲ καὶ ὁμοστοίχως τοὺς ἐν ἑαυταῖς λό‐ γους. Τὰ μὲν οὖν ἄπορα ταῦτα προτείνεται μετὰ τὰ περὶ τῆς τάξεως τῶν ἰδεῶν δύο, τὰ πρὸ τούτων ἠπορημένα· διότι καὶ ὁ Σωκράτης, καὶ πᾶς ὅστις ἰδέας ἔθετο, διὰ τὴν γνῶσιν τὴν κατ’
20αἰτίαν καὶ ἐπιστημονικὴν τῶν ἐν τῷ κόσμῳ πάντων ἐπὶ ταύτην ἦλθε τὴν ὑπόθεσιν· διὸ καὶ σκώπτων τὶς αὐτοὺς εἶπεν ὅτι γνώσεσθαι τὰ ὄντα ὑπέλαβον διπλασιάσαντες αὐτὰ, νοητὰ νοήσαντες πρὸ τῶν αἰσθητῶν· καίτοι καὶ ὁ
25τοῦτο εἰπὼν οὐκ ἄλλως ἀποδέδωκε τῆς ἀεικι‐ νησίας τῶν κύκλῳ κινουμένων τὴν αἰτίαν, ἢ τοσαῦτα ποιήσας τὰ ἀκίνητα πρὸ τούτων ὅσα τὰ κύκλῳ κινούμενα. Τῆς δ’ οὖν ἐπιστημονι‐ κῆς ἕνεκα τῶν ἐν τῷ κόσμῳ πάντων γνώσεως
30εἰς τὴν τῶν ἰδεῶν ἀνέδραμον οὐσίαν, καὶ ἐπὶ τῆς τῶν κατὰ ταῦτα γιγνομένων πάντων προ‐ νοίας· διὸ καὶ οἱ ἀνελόντες τὰς ἰδέας τὴν προ‐ νοητικὴν ἐπιστασίαν τῶν νοητῶν ἀνεῖλον, ταῦτα μὲν ἐπιστρέφοντες εἰς ἐκεῖνα ὡς ὀρεκτὰ, μηδὲν
35δὲ παρ’ ἐκείνων ἥκειν εἰς ταῦτα λέγοντες. Τοιούτων δὴ, ὡς εἴρηται, τῶν δύο τούτων ἀπό‐ ρων ὄντων πρὸς τοὺς τὰς ἰδέας θεμένους δι’ ἃς εἴπομεν αἰτίας, ἐν τούτοις τοῖς προσεχῶς ἐξε‐ ταζομένοις πρόκειται μὲν ἐπιδεῖξαι, πῶς τὸ
40μόνον ἐξῃρημένας ὑποτίθεσθαι τὰς ἰδέας τῶν
in Prm
.

930

ὄντων ἀγνώστους αὐτὰς εἶναι καταναγκάζει, κοινωνίας ἡμῖν οὐκέτι πρὸς αὐτὰς οὔσης, οὔτε γνώσεως εἴτε εἰσὶν εἴτε μὴ, καὶ εἰ μετέχονται καὶ ὅπως, καὶ ἣν ἔλαχον τάξιν, εἴπερ μόνον
5ἐξῄρηνται καὶ μὴ πρὸς τῷ ἀσχέτῳ καὶ αἰτίαι τῶν δευτέρων εἰσίν. Εἰς δὲ τὴν τούτου θεωρίαν ἀξιώματα ἄττα προλαμβάνει καὶ κοινὰς ἐννοίας ὁ λόγος· καὶ πρῶτον ὅτι εἰ ἐξῄρηνται πάντη καὶ καθ’ ἑαυτὰς εἰσὶν, οὐδ’ ὅλως εἰσί· πῶς γὰρ
10ἂν ἦσαν ἐξῃρημέναι πάντη καὶ ἡμῶν καὶ τῶν ἄλλων ἁπάντων; τόπος γὰρ αὐτῶν ἐστιν ὁ νοῦς, οὐχ οὕτω τόπος ὡς ἐκείνων ἕδρας δεομένων, καθάπερ τὰ συμβεβηκότα τῆς οὐσίας ἢ τὰ ἔνυλα εἴδη τῆς ὕλης, οὐδ’ οὕτω τοῦ νοῦ περιέχοντος
15αὐτὰς ὡς αὐτοῦ μέρη σεσωρευμένα κατὰ σύν‐ θεσιν, ἀλλ’ ὡς τὸ κέντρον ἐν ἑαυτῷ τὰ πολλὰ ἔχει πέρατα τῶν ἀπ’ αὐτοῦ γραμμῶν, καὶ ὡς ἡ ἐπιστήμη τὰ πολλὰ θεωρήματα, οὐκ ἐκ τῶν πολλῶν οὖσα, ἀλλὰ πρὸ τῶν πολλῶν καὶ ἐν
20ἑκάστῳ ἡ πᾶσα· καὶ γὰρ ὁ νοῦς οὕτως ἓν πολλά ἐστιν ἀμερίστως, ἐν τῷ ἑνὶ τὸ πλῆθος ἔχων, ὅτι οὐκ ἦν τὸ αὐτὸ ἓν πρὸ πλήθους παντὸς ὑφεστὸς, ἀλλ’ ὁμοῦ καὶ ἓν καὶ πλῆθος. Οὕτως οὖν τῶν ἰδεῶν τόπος· εἰ οὖν οὐ ταὐτὸν ψυχὴ καὶ νοῦς,
25οὐκ εἰσὶν ἐν ἡμῖν αἱ ἰδέαι ὧν ἐστι τόπος ὁ νοῦς. Καὶ δῆλον καὶ ἀπὸ τούτων ὅπως καὶ κατὰ Πλά‐ τωνα τὸν νοητὸν κόσμον ἐξαιρεῖν δεῖ τῶν ψυ‐ χῶν, καὶ ὡς ἀεὶ τελεώτερος ὁ περὶ τῶν εἰδῶν γίγνεται λόγος ἀνιὼν ἐπί τινας αὐτῶν ἑνικωτέ‐
30ρας ὑποστάσεις· οὐ γὰρ ἔτι σωματοειδεῖς αὐτὰς ἢ φυσικὰς ἢ νοήματα τίθεται ψυχῶν, ἀλλὰ πρὸ τούτων πάντων· οὐ γὰρ εἰσὶ, φησὶν, ἐν ἡμῖν, οὐδὲ σύστοιχοι ταῖς ἡμετέραις ἐπιβολαῖς. Εἴ‐ ποις δ’ ἂν φιλοσόφως μὲν καὶ ὅτι ἐξῄρηνται,
35καὶ οὐκ εἰσὶν ἐν ἡμῖν, καὶ πάρεισι πανταχοῦ, καὶ μετέχονται ὑφ’ ἡμῶν μὴ ἐγγιγνόμεναι τοῖς μετέχουσιν· αὗται γὰρ ἐν ἑαυταῖς οὖσαι πᾶ‐ σιν ἔγκεινται πρὸς μετουσίαν τοῖς ἀπολαύειν αὐτῶν δυναμένοις, καὶ τὸ ὁπωσοῦν ἐπιτήδειον
40ἐντυγχάνει πανταχοῦ παρούσαις αὐταῖς· δι’ ὧν
in Prm
.

931

γὰρ ἔχομεν, κἀκείνων μετέχομεν· καὶ οὐχ ἡμεῖς μόνον οὕτως, ἀλλὰ καὶ οἱ κρείττους ἡμῶν εἰκόνας ἐκείνων ἐν ἑαυτοῖς οὐσιώδεις κε‐ κτημένοι, καὶ ταύτας προσάγοντες οἷον ἴχνη
5τῶν παραδειγμάτων οὔσας αὑτοῖς, γιγνώσκουσι κἀκεῖνα διὰ τούτων ὧν εἰσιν εἰκόνες· ἅμα γὰρ τήν τε οὐσίαν αὐτῶν νοοῦσι, καὶ ὡς ἄλλων εἰ‐ κόνες εἰσί· τοῦτο δὲ νοοῦντας ἀνάγκη καὶ τῶν παραδειγμάτων ἐφάπτεσθαι ταῖς νοήσεσι. Θεο‐
10λογικῶς δὲ, ὅτι τὰ ἐξῃρημένα τῶν νοερῶν εἴδη παντελῶς ὑπερίδρυται τῆς ἡμετέρας τάξεως· αὐτῶν μὲν οὖν τῶν νοερῶν εἰδῶν ὁρῶμεν καὶ ἐν ἑαυτοῖς καὶ ἐν τοῖς αἰσθητοῖς εἰκόνας· τῶν δὲ νοητῶν ἡ οὐσία πάντη διὰ τὴν ἕνωσιν ἐξῄ‐
15ρηται καὶ ἡμῶν καὶ τῶν ἄλλων ἁπάντων, ἄγνωστος καθ’ ἑαυτήν· θεοὺς γὰρ πληροῖ καὶ νόας ἑαυτῆς· ἡμεῖς δὲ ἀγαπῷμεν ἂν τῶν νοερῶν ψυχικῶς μετέχοντες εἰδῶν. Δηλοῖ δὲ ταῦτα καὶ Πλάτων ὅταν διττὸν μὲν ἡμῶν ποιῇ τὸν βίον,
20πολιτικὸν καὶ θεωρητικὸν, καὶ τὴν εὐδαιμονίαν διττήν· ἀνάγει δὲ τὸν μέν τοι βίον εἰς τὴν τοῦ Διὸς πατρωνυμικὴν ἐπιστασίαν, τὸν δὲ εἰς τὴν Κρονίαν τάξιν καὶ τὸν νοῦν τὸν καθαρόν. Ἐκ γὰρ τούτων φανερὸν ὅτι πᾶσαν ἡμῶν τὴν ζωὴν μέ‐
25χρι τῶν νοερῶν ἀναπέμπει βασιλέων· ὁ μὲν γὰρ τούτων τὴν ἀρχὴν, ὁ δὲ τὸ πέρας ἀφορίζει τῆς διακοσμήσεως ταύτης· ὅσα δέ ἐστιν ἐπέκεινα τούτων, θεάματά φησι εἶναι ψυχῶν ἐνθεαζουσῶν καὶ μυουμένων ἐκεῖνα καὶ ἐποπτευουσῶν· ὥστε
30καὶ οὕτως ἀληθὲς ἂν εἴη τὸ προκείμενον ἀξίωμα, τάξεώς τινος ἐφαπτόμενον εἰδητικῆς. Ταῦτα μὲν περὶ τῶν πραγμάτων εἰρήσθω· κατὰ δὲ τὴν λέξιν, τὸ μὲν πῆ δ, ὦ Παρμενίδη, πάνυ σφόδρα θαυμάσαντός ἐστιν ἐρώτημα τοῦ
35Σωκράτους εἰ ἄγνωστον τὸ νοερὸν εἶδος, καὶ οὔπω συναισθομένου τῆς μεταβάσεως καὶ ὡς ὅλον διέξεισι τὸ πλάτος τῶν εἰδῶν ὁ Παρμενί‐ δης, ἕως ἂν ἐπ’ αὐτὰ τὰ πρώτιστα εἴδη κατα‐ λήξῃ προϊών. Τὸ δὲ, πῶς γὰρ ἂν αὐτὴ καθ
40αὑτὴν ἔτι εἴη, κατὰ τὰς κοινὰς ἐννοίας εἴ‐
in Prm
.

932

ρηται· τὸ γὰρ ἐξῃρημένον πᾶν ἑαυτοῦ ἐστι καὶ αὐτὸ καθ’ αὑτὸ, μὴ ὂν μήτε ἐν ἄλλῳ τῳ μήτε ἐν ἡμῖν. Ἔτι τοίνυν διὰ τῶν τριῶν τούτων τὴν ὅλην περὶ τῶν εἰδῶν ἀλήθειαν ἐξέφηνε, τοῦ
5αὐτὸ, τοῦ καθ’ αὑτὸ, τῆς οὐσίας· καὶ γὰρ τὴν ἁπλότητα αὐτῶν, καὶ τὴν χωριστὴν ὑπερ‐ βολὴν, καὶ τὴν ἐν τῷ εἶναι μόνον ἑστῶσαν τε‐ λειότητα, ταῦτα παρίστησιν. Εἰ δὲ ταῦτα οὕ‐ τως ἔχει, μὴ ποιείτω ἐπ’ ἐκείνων ἄλλο ἕκαστον
10καὶ τὸ ἑκάστῳ εἶναι, οἷον οὐσίαν καὶ τὸ οὐσίᾳ εἶναι, ἢ νόησιν καὶ τὸ νοήσει εἶναι· ταῦτα γὰρ ἐπὶ μὲν τῶν συνθέτων διώρισται καλῶς, ἐπὶ δὲ τῶν ἁπλῶν οὐδένα ἔχει λόγον. Εἰ οὖν μόνον ἐστὶν ἕκαστον, καὶ αὐτὸ μένειν ἐπὶ τῆς ἁπλό‐
15τητος προσήκει τῆς ἑνώσεως, ἀλλ’ οὐχὶ τὰ ἴδια τῶν συνθέτων ἐπ’ αὐτὰ μεταφέρειν. Λοιπὸν τοί‐ νυν ἐπὶ τούτοις τὸ καλῶς λέγεις, οὐχ, ὡς ἄν τις εἴποι, ἐνειρωνευομένου καὶ ὡς οἷον ἀρ‐ χῆς ἐλέγχου δραξαμένου τοῦ Παρμενίδου, λέ‐
20λεκται νῦν, ἀλλ’ ὡς ἀποδεχομένου τὴν αὐτο‐ φυῆ τοῦ Σωκράτους ἐπιβολὴν καὶ τὴν ἔννοιαν τὴν περὶ τῶν θείων· καὶ γάρ ἐστιν ἀληθὲς τὸ ληφθὲν ἀξίωμα, καὶ τοῦ Τιμαίου λέγοντος διὰ τοῦτο τὸ ὄντως ὂν μήτε εἰς ἑαυτό τι
25εἰσδέχεσθαι, καθάπερ ἡ ὕλη τὸ εἶδος, μήτε ἄλλοσέ πη ἰέναι, καθάπερ τὸ εἶδος εἰς τὴν ὕλην. Μένει τοίνυν χωριστῶς ἐφ’ ἑαυτοῦ καὶ μετεχόμενον, καὶ οὐ γίγνεται τῶν μετεχόντων, ἀλλ’ αὐτὸ πρὸ τῶν μετεχόντων ὂν δίδωσι καὶ
30τούτοις ὅσον δύνανται λαβεῖν· οὔτε ὂν ἐν ἡμῖν, ἡμεῖς γὰρ μετέχομεν οὐκ αὐτὸ λαμβά‐ νοντες (ἄλλο γὰρ τὸ ἐκεῖθεν ἰόν)· οὔτε γιγνό‐ μενον ἐν ἡμῖν, ἄδεκτον γάρ ἐστι τοῦ γίγνεσθαι παντός.
35 Οὐκοῦν καὶ ὅσαι τῶν ἰδεῶν πρὸς ἀλ‐ λήλας εἰσὶν αἵ εἰσιν, αὗται πρὸς αὑτὰς τὴν οὐσίαν ἔχουσιν, ἀλλ’ οὐ πρὸς τὰ παρ’ ἡμῖν εἴτε ὁμοιώματα εἴτε ὅπη δή τις αὐτὰ τίθεται, ὧν ἡμεῖς μετέχον‐
40τες εἶναι ἕκαστα ἐπονομαζόμεθα. Τὰ
in Prm
.

933

δὲ παρ’ ἡμῖν ταῦτα, ὁμώνυμα ὄντα ἐκείνοις, αὐτὰ αὖ πρὸς αὑτά ἐστιν, ἀλλ’ οὐ πρὸς τὰ εἴδη, καὶ ἑαυτῶν, ἀλλ’ οὐκ ἐκείνων ὅσα αὖ ὀνομάζεται οὕτω.
5Πῶς λέγεις; φάναι τὸν Σωκράτη. (P. 133 D.) Δεύτερον ἀξίωμα τοῦτο, συντελοῦν αὐτῷ καὶ αὐτὸ πρὸς τὴν τοῦ προκειμένου θεωρίαν. Τὸ μὲν γὰρ πρότερον, ὅτι τὰ εἴδη οὐδαμῶς ἐν
10ἡμῖν, ἀλλ’ ἐν ἑαυτοῖς· τοῦτο δὲ τὸ δεύτερον, ὅτι καὶ τὰ ἐνταῦθα ὡς πρός τι πρὸς ἄλληλα λέγεται, καὶ τὰ ἐκεῖ πρὸς ἄλληλα, ἀλλ’ οὐ πρὸς τὰ τῇδε, οὔτε τὰ τῇδε πρὸς τὰ ἐκεῖ· καὶ γὰρ τοῖς λογικώτερον ταῦτα σκοπεῖν εἰωθόσι
15λέγεται καλῶς, ὅτι τὰ μὲν καθόλου τῶν πρός τι πρὸς τὰ καθόλου δεῖ ἀποδιδόναι, τὰ δὲ καθέκαστα πρὸς τὰ καθέκαστα, τὴν μὲν ἁπλῶς ἐπιστήμην πρὸς τὸ ἁπλῶς ἐπιστητὸν, τὴν δέ τινα ἐπιστήμην πρὸς τό τι ἐπιστητὸν, καὶ τὰ
20μὲν ἀόριστα πρὸς τὰ ἀόριστα, τὰ δὲ ὡρισμένα πρὸς τὰ ὡρισμένα, καὶ τὰ μὲν δυνάμει πρὸς τὰ δυνάμει, τὰ δὲ ἐνεργείᾳ πρὸς τὰ ἐνεργείᾳ· καὶ μεσταὶ τούτων αἱ λογικαὶ πραγματεῖαι καὶ φυσικαὶ τῶν παλαιῶν. Εἰ δ’ οὖν ἐπὶ τῶν καθ‐
25όλου καὶ τῶν καθέκαστα, γιγνέσθω γὰρ ἐπὶ τούτων ὁ λόγος, δεῖ μὴ προσίεσθαι τὴν ἐν ταῖς ἀποδόσεσιν ἐπάλλαξιν, πολλῷ δήπου μει‐ ζόνως ἐπὶ τῶν ἰδεῶν καὶ τῶν εἰκόνων τῶν ἰδεῶν αὐτὴν οὐδαμῶς παραδεκτέον· ἀλλὰ τὰ
30μὲν τῇδε πρὸς τὰ τῇδε ἀποδώσομεν, τὰ δὲ ἐκεῖ πρὸς τὰ ἐκεῖ. Ταῦτα δὲ ἀληθῆ πάντως, ἐὰν ἕκαστον καθόσον ἐστὶν ὅπερ ἐστὶ θεωρῶ‐ μεν, ἀλλ’ οὐ καθόσον ποιεῖ τι ἢ γίγνεταί τι· ταύτῃ γὰρ ἀποδώσομεν ὡς μὲν γιγνόμενα τὰ
35τῇδε πρὸς ἐκεῖνα, ὡς δὲ ποιοῦντα ἐκεῖνα πρὸς τὰ τῇδε, καὶ ὡς μὲν εἰκόνας ταῦτα πρὸς τὰς ἰδέας, ὡς δὲ παραδείγματα τὰς ἰδέας τούτων. Ἐὰν οὖν λάβωμεν τὴν αὐτοδεσποτείαν, εἰ μὲν ᾗ δεσποτεία ἐστὶ λαμβάνοιτο, λεχθήσεται πρὸς
40τὴν αὐτοδουλείαν· εἰ δὲ ὡς παράδειγμα, πρὸς
τὸ ὅμοιον αὐτῇ τῇ δεσποτείᾳ. Καίτοι γε εἰώ‐
in Prm
.

934

θαμεν μὲν δεσπότας ἡμῶν καλεῖν τοὺς θεοὺς, ὥστ’ εἴη ἂν καὶ ἡ ἐκεῖ δεσποτεία λεγομένη πρὸς τὴν παρ’ ἡμῖν δουλείαν· ἀλλὰ καὶ τοῦτο ἀληθὲς, διότι μετέχομεν τῆς αὐτοδουλείας
5πρὸς ἣν ἡ αὐτοδεσποτεία τὸν τῆς ἀποδόσεως εἶχε λόγον προηγούμενον. Καὶ ὁρᾷς ὅπως ἡ μὲν ἐκεῖ δεσποτεία καὶ ἡμῶν τοὺς κρείττονας ἀπο‐ φαίνει δεσπότας, διότι μετέχομεν τῆς αὐτο‐ δουλείας· ἡ δὲ παρ’ ἡμῖν δεσποτεία λεγομένη
10πρὸς τὴν παρ’ ἡμῖν δουλείαν οὐκέτι λέγεται καὶ πρὸς τὴν ἐκεῖ δουλείαν, διότι τὸ εἶναι τῇ ἐκεῖ δουλείᾳ μὴ ὑπῆρχεν ἐκ τοῦ παρ’ ἡμῖν, ἀλλ’ ἔμπαλιν· τὰ γὰρ τῶν κρειττόνων ἄρχοντα, καὶ τῶν χειρόνων ἀναγκαῖον· οὐκ ἀνάπαλιν δέ. Δεῖ
15οὖν, ὥσπερ εἴρηται, καθ’ αὑτὰ μὲν τὰ ἐκεῖ λέ‐ γεσθαι πρὸς τὰ τῇδε· ἀλλὰ ταῦτα μὲν καὶ αὖ‐ θις. Λάβωμεν δὲ ἐκ πασῶν τῶν ἀποριῶν τί ἐστιν ἡ πρωτίστη ἰδέα. Ἐκ μὲν τῆς πρώτης λη‐ πτέον, ὅτι ἀσώματος· σῶμα γὰρ οὖσαν οὔτε
20ὅλην οὔτε μέρος αὐτῆς μετέχεσθαι δυνατόν. Ἐκ δὲ τῆς δευτέρας, ὅτι οὐχ ὁμοταγὴς τοῖς μετ‐ έχουσιν· εἰ γὰρ ᾖ ὁμοταγὴς, ἕξει τι κοινὸν, διότι ἄλλην ἰδέαν πρὸ αὐτῆς ἐπινοήσομεν. Ἐκ δὲ τῆς τρίτης, ὅτι οὐ νόημά ἐστιν οὐσίας,
25ἀλλ’ οὐσία καὶ ὂν, ἵνα μὴ τὸ μετέχον αὐτῆς ᾖ γνώσεως μετέχον. Ἐκ δὲ τῆς τετάρτης, ὅτι παράδειγμα μόνον, ἀλλ’ οὐχὶ καὶ εἰκὼν, ὡς ὁ ψυχικὸς λόγος, ἵνα μὴ ὁμοία οὖσα τῷ ἀφ’ ἑαυ‐ τῆς ἄλλην εἰσάγῃ πρὸ αὑτῆς ἰδέαν· καὶ γὰρ ὁ
30ψυχικὸς λόγος οὐσία· ἀλλ’ ἐπειδὴ οὐ παράδει‐ γμα μόνως ἐστὶν, ἀλλὰ καὶ εἰκών· οὐ γὰρ ἡ ψυχὴ οὐσία μόνον, ἀλλὰ καὶ γένεσις. Ἐκ δὲ τῆς πέμπτης, ὅτι νοητὴ οὐκ αὐτόθεν ἡμῖν, ἀλλὰ ἀπὸ τῶν εἰκόνων αὐτῆς· οὐ γάρ ἐστιν ἡ
35ἐν ἡμῖν ἐπιστήμη πρὸς αὐτὴν σύστοιχος. Ἐκ δὲ τῆς ἕκτης, ὅτι νοητικὴ τῶν ἀπ’ αὐτῆς δευ‐ τέρως καὶ τῷ ἑαυτὴν αἰτίαν οὖσαν εἰδέναι. Συλλήβδην οὖν ἡ ὡς ἀληθῶς ἰδέα ἐστὶν αἰτία ἀσώματος, ἐξῃρημένη τῶν μετεχόντων αὑτῆς,
40οὐσία οὖσα ἀκίνητος, παράδειγμα μόνως οὖσα
καὶ ὄντως, νοητὴ μὲν ψυχαῖς ἀπ’ εἰκόνων, νο‐
in Prm
.

935

ητικὴ δὲ τῶν πρὸς αὐτὴν ὑφεστώτων κατ’ αἰ‐ τίαν· ὥστε ἐκ πασῶν τῶν ἀποριῶν τὸν ἕνα ὅρον πεφωράκαμεν τῆς ὡς ἀληθῶς ἰδέας. Εἰ οὖν τινες ἀντιλέγοιεν πρὸς τὰς ἰδέας, πρὸς τοῦτον
5ἀντιλεγέτωσαν τὸν ὅρον, ἀλλὰ μὴ λαμβάνοντες ἢ σωματικὰς αὐτῶν φαντασίας, ἢ ὡς ὁμοταγῶν τοῖς τῇδε οὐσῶν, ἢ ὡς ἀνουσίων, ἢ ὡς συστοί‐ χων ταῖς ἡμετέραις γνώσεσιν, ἄλλον δέ τινα τρόπον τοιοῦτον σοφιζόμενοι, λόγους πλαττέ‐
10τωσαν· ἀλλ’ ἐννοείτωσαν ὅτι καὶ θεοὺς ὁ Παρ‐ μενίδης εἶπε τὰς ἰδέας εἶναι, καὶ ἓν καὶ ἐν θεῷ τὴν ὑπόστασιν αὐτὰς ἔχειν, ὥσπερ καὶ τὸ Λόγιον· Νοῦς πατρὸς ἐῤῥοίζησε νοήσας ἀκμάδι βουλῇ
15Παμμόρφους ἰδέας·
17καὶ γὰρ ἡ πηγὴ τῶν ἰδεῶν θεὸς, καὶ ἐν θεῷ περιέχεται τῷ δημιουργικῷ νῷ· καὶ εἰ αὐτή ἐστιν ἰδέα πρωτίστη, ταύτης ἐστὶν ὁ ἀποδι‐
20δόμενος ὅρος, ἐκ τῶν ἀποριῶν τοῦ Παρμενίδου καλῶς ἠθροισμένος. Τούτου δὲ οὕτω ῥηθέντος, σκεπτέον πρῶτον μὲν εἰ ἔστι πρός τι, καὶ ἐν ἐκείνοις· ἔπειτα, πῶς ὁ λόγος ἀληθὴς οὗτος, καὶ ἐπὶ ποίων εἰδῶν· δεῖ γὰρ ἑκάστην τῶν ἀπο‐
25ριῶν προσάγειν ἡμᾶς φύσει τινὶ τῶν ὄντων. Ὅτι μὲν οὖν πρός τι λέγεται πολλαχῶς, λά‐ βοις ἂν ἐξ ὧν πολλάκις λέγειν εἰώθαμεν· ἄλ‐ λως γάρ ἐστι πρός τι τὰ συμβεβηκότα πάντη καὶ ὧν ἡ σχέσις μόνως ἀνούσιος, οἷον διπλά‐
30σιον, ἥμισυ, καὶ πᾶν τὸ τοιοῦτον, ἃ καὶ οἱ πολλοὶ μόνον θεωρεῖν λογικῶς εἰώθασιν· ἄλλως δὲ τὰ ὡς οὐσίαι καὶ ὧν οὐσιώδης ἡ σχέσις, οἷόν ἐστι τὸ ἐν τῇ φύσει δεξιὸν καὶ ἀριστερόν· τὸ γὰρ ἐν τῷ ζώῳ δεξιὸν οὐκ ἔστι ψιλῶς συμβε‐
35βηκὸς, ἀλλὰ λόγος οὐσιώδης, καθ’ ὃν καὶ ἀρχὴ λέγεται κινήσεως τὸ δεξιὸν καὶ ἔχει τινὰς παρὰ τὸ ἀριστερὸν ἰδιότητας ἃς ἐκ τῆς φύσεως ἔλαβε. Δῆλον δὴ ὅτι διχῶς τὰ πρός τι, καὶ ἐπ’ αὐτῶν μόνων τούτων· τὸ μὲν γὰρ κατὰ
40συμβεβηκὸς δεξιὸν καὶ ἀριστερὸν παρὰ φύσιν
in Prm
.

936

ἐναλλαττόμενα διατίθεται· τὸ δὲ ἐν τοῖς ζώοις ἀδύνατον ἄλλως ἔχειν, ἐν οἷς κατὰ φύσιν ἡ σύ‐ στασις. Οὕτω που καὶ ὁ Τίμαιος τὸ δεξιὸν καὶ ἀριστερὸν ἐν ταῖς κοσμικαῖς ἐτίθετο περι‐
5φοραῖς, δυνάμεις οὐσιώδεις ἐν αὐταῖς τιθέμενος, πρωτουργόν τε καὶ δευτερουργὸν, καὶ ἡγου‐ μένην καὶ ἑπομένην. Ἄλλον δὲ πάλιν τρόπον τελεώτερον καὶ τοῖς αὐθυποστάτοις οἰκειότε‐ ρον τὰ πρός τι λέγοιτο ἂν ἐπ’ ἐκείνων ἐφ’ ὧν
10ἑκάτερον ἑαυτοῦ ὂν πρότερον καὶ τοῦ λοιποῦ ἐστιν, ἐκείνου πάλιν ἑαυτοῦ πρότερον ὄντος· οἷον καὶ τὸ νοητὸν ἑαυτοῦ ἐστι, καὶ ὁ νοῦς ἑαυ‐ τοῦ, καὶ δι’ αὐτοῦ τούτου ὅ τε νοῦς πρὸς τὸ νοητὸν ἥνωται καὶ τὸ νοητὸν πρὸς τὸν νοῦν,
15καὶ ἕν ἐστι νοῦς καὶ νοητόν· καὶ ὁ μὲν ἐνταῦθα πατὴρ, εἰ καὶ κατὰ φύσιν ἐστὶ πατὴρ, ἀλλ’ οὐχὶ ἑαυτοῦ ὢν, οὕτως ἐστὶν ἄλλου πατὴρ, ἀλλ’ ὅ ἐστιν ἄλλου μόνως ἐστίν· ἐκεῖ δὲ εἴ τί ἐστι πατρικὸν αἴτιον, ἑαυτοῦ πρῶτόν ἐστι τῆς
20οὐσίας πληρωτικὸν, ἔπειθ’ οὕτω καὶ τοῖς δευ‐ τέροις τὴν ἀφ’ ἑαυτοῦ δίδωσι πρόοδον· καὶ εἴ τι γέννημα ἑαυτοῦ ὂν, οὕτως ἀπ’ ἄλλου πρόει‐ σιν. Ὁπόταν δὴ οὖν ἐκεῖ τινα πρὸς ἄλληλα λέ‐ γωμεν, ἀφαιρετέον ἀπ’ αὐτῶν τὰς ψιλὰς καὶ
25ἀνουσίους σχέσεις· οὐδὲν γὰρ τοιοῦτον προσ‐ ήκει τοῖς θεοῖς· ταυτότητα δὲ ἀντὶ τῆς σχέ‐ σεως παραληπτέον, καὶ πρὸ τῆς ταυτότητος ταύτης τὴν ἐν ἑαυτοῖς ἑκάστου ὕπαρξιν· ἕκα‐ στον γὰρ ἑαυτοῦ πρῶτόν ἐστι, καὶ ἑαυτῷ καὶ
30πρὸς τὰ ἄλλα ἥνωται· εἶδος γὰρ ἓν ἕκαστόν ἐστι καὶ τῶν πρός τι λεγομένων, οἷον τὸ δε‐ ξιὸν εἶδος οὐσιῶδες τοιᾶσδε σχέσεως αἴτιον, καὶ τὸ ἀριστερὸν ὁμοίως· ὥστε εἷς τις λόγος τοῖς τῇδε παρέχει οἷς ἂν ἐγγένηται τοιάνδε σχέσιν.
35Ἄσχετος οὖν ἐστιν ὑπόστασις ἐκεῖ, σχέσεως ὑποστατική τινος· οὐ γὰρ ἄλλο τι ὂν πρότερον, ἢ τὸ ἐκ δεξιῶν καὶ τὸ ἀριστερόν ἐστιν ἐν ἐκεί‐ νοις· ὑπῆρξε δὲ ὅμως κἀκείνοις τὸ ἐκ δεξιῶν καὶ τὸ ἀριστερὸν πρὸς ἄλληλα λέγεσθαι, καὶ
40ἡνῶσθαι μᾶλλον ἢ ἄλλοις εἴδεσιν, ὅτι μετ’
in Prm
.

937

ἀλλήλων ἐνεργεῖ πάντως, καὶ ὅπου ἂν θάτερον ᾖ, καὶ τὸ λοιπόν· τῶν γὰρ εἰδῶν τὰ μὲν ἐξ ἀνάγκης χωρὶς ἀλλήλων ἐνεργεῖ, καθάπερ ὅσα τῶν ἐναντίων· τὰ δὲ ἀεὶ μετ’ ἀλλήλων, ὅσα
5κἀκεῖ πρός τι λέγεται· τὰ δὲ οὕτως ἔχει, ὡς τὸ μὲν ἕτερον μετὰ τοῦ ἑτέρου πάντως μετ‐ έχεσθαι, μηκέτι δὲ ἀνάπαλιν, ἐφ’ ὧν τὸ μὲν ὅλον ἐστὶ, τὸ δὲ μέρος. Ἡ οὖν κατὰ τὰς μεθ‐ έξεις κοινωνία τὴν τῶν ἐκεῖ πρός τι λεγομένων
10χαρακτηρίζει δύναμιν· καὶ ὅπερ ἐπὶ τῶν τῇδε ὄντων ἡ σχέσις, τοῦτο ἐπ’ ἐκείνων ταυτότης· καὶ γὰρ εἰ, ὡς ἐν τοῖς ἑπομένοις ῥηθήσεται, πᾶν πρὸς τὸ πᾶν ὅλον ἐστὶν ἢ μέρος, ἢ ταὐτὸν ἢ ἕτερον, δῆλον ὅπως τὸ μὲν ὅλον καὶ μέρος
15ἐπ’ ἐκείνων ὁρᾶται τῶν εἰδῶν ἐφ’ ὧν μετὰ θα‐ τέρου μετέχεται θάτερον, οὐκ ἀνάπαλιν δέ· τὸ δὲ ἕτερον διαφερόντως ἐπὶ τῶν ἐναντίων, ὧν ἡ θατέρου παρουσία τὸ λοιπὸν ἐξαφανίζειν φιλεῖ· τὸ δὲ ταὐτὸν ἐπ’ ἐκείνων, ὧν ἀνάγκη τὴν
20μετοχὴν εἶναι κατὰ τὴν πρὸς ἄλληλα σύμ‐ πνοιαν, καὶ οὐ δυνατὸν μὴ οὐχὶ ἅμα ἄμφω καὶ παρεῖναι οἷς ἂν παρῇ καὶ ἀπεῖναι ὧν ἂν ἀπῇ. Δεῖ τοίνυν ἕκαστον τῶν ἐκεῖ πρός τι κα‐ λουμένων ἕν τι νοεῖν εἶδος, σχέσεως μιᾶς ὑπο‐
25στατικὸν, ἀλλ’ οὐ σχέσιν ὑποκειμένοις οὖσαν, κἂν πρὸς ἄλληλα λέγηται διὰ τὴν μετ’ ἀλλή‐ λων κοινὴν ἔννοιαν, ὡς ὑπέδειξεν ὁ λόγος. Ὅτι γὰρ ἐκεῖ τὰ πρός τι τοιαῦτα ληπτέον, καὶ οὐχ ὡς ἐπὶ τῶν ἐνταῦθα πραγμάτων, δῆλον· ἐν‐
30ταῦθα μὲν γὰρ τὸ ὅμοιον τῷ ὁμοίῳ ὅμοιον, καὶ τὸ ἴσον τῷ ἴσῳ ἴσον, καὶ δύο πράγματά ἐστι τοὐλάχιστον τὰ ὅμοια καὶ τὰ ἴσα ἀλλήλοις· ἐκεῖ δὲ μία ἡ ὁμοιότης καὶ μία ἡ ἰσότης, καὶ αὐτὴ ἑαυτῆς οὖσα καὶ οὐκ ἄλλου τινὸς, οὐδὲ
35ἐν διῃρημένοις οὖσα καὶ ἀπηρτημένοις, ἀλλ’ ἐν ἑαυτῇ· τοιοῦτον γὰρ ἑκάτερον τῶν εἰδῶν, οἷον ἐν ἑαυτῷ τὴν οὐσίαν ἔχειν ἱδρυμένην, καὶ οἷον μοναδικὸν εἶναι, καὶ οἷον αὐτὸ εἶναι καὶ μὴ ἐν ἄλλοις· καὶ γὰρ οἰκειόταται ἀρχαὶ τῶν
40εἰδῶν ὄντα καὶ πάντων τῶν ὄντων τὸ πέρας
καὶ ἄπειρον, ἐν μὲν διῃρημένοις ὑποστῆσαι τὴν
in Prm
.

938

μονάδα τὸ πέρας, καὶ τὸ πλῆθος ἡ ἀπειρία· ἐν δὲ συνεχέσι τὸ πέρας τὸ σημεῖον, ἡ δὲ ἀπει‐ ρία τὴν διάστασιν· ἐν δὲ λόγοις τὸ πέρας τὴν ἰσότητα, τοὺς δὲ λόγους ἡ ἀπειρία· καὶ ἐν
5ποιοῖς τὸ πέρας τὴν ὁμοιότητα, τὴν δὲ ἀν‐ ομοιότητα ἡ ἀπειρία. Τὸ γοῦν μᾶλλον καὶ ἧττον τοῦ ἀπείρου γένους εἶναι καὶ ὁ ἐν Φι‐ λήβῳ Σωκράτης ἡμᾶς ἐδίδαξε· πανταχοῦ δὲ ἡ τοῦ πέρατος εἰκὼν τὴν τῆς ἀπειρίας κατα‐
10λαμβάνουσα δόσιν πεπερασμένα ποιεῖ τὰ τέως ἄπειρα κατὰ τὴν ἑαυτῶν φύσιν, ἡ μὲν μονὰς ἀριθμοῦσα τὸ πλῆθος, τὸ δὲ σημεῖον ὁρίζον τὴν διάστασιν, ἡ δὲ ἰσότης τοὺς λόγους μετροῦσα (καὶ γὰρ λόγων ἐστὶν ἰσότης ἡ ἰσότης), ἡ δὲ
15ὁμοιότης ἱστάνουσα τὸ μᾶλλον καὶ ἧττον διὰ τῶν ὁμοίων ἐπιτάσεων καὶ ἀνέσεων. Μοναδι‐ κὸν οὖν ἐκεῖ τὸ ἴσον καὶ τὸ ὅμοιον, πέρας ὂν τὸ μὲν ποιῶν, τὸ δὲ λόγων, ὡς τὸ σημεῖον συνεχῶν, ὡς ἡ μονὰς διῃρημένων. Τὰ τοίνυν
20ἐνταῦθα κατὰ σχέσιν ἐκεῖ νοείσθω κατὰ ταυ‐ τότητα, καὶ τὰ ἐνταῦθα πρὸς ἄλληλα μόνον ἐκεῖ ὡς ἑαυτῶν ὄντα καὶ ἐν αὑτοῖς πολὺ πρότε‐ ρον, ἔπειθ’ οὕτω κοινωνοῦντα καὶ τοῖς ἄλλοις· καὶ τὰ ἐνταῦθα ἀνούσια καὶ ἐπεισοδιώδη,
25ταῦτα ἐν ἐκείνοις οὐσιώδη· καὶ τὰ εἰρημένα ἀπὸ τούτων, οἷς παραφύεται κατὰ μίαν αἰτίαν ἐκεῖ προϋπάρχοντα. Οὕτως οὖν ἐν τοῖς νοητοῖς τὰ πρός τι· λέγω δὲ οὕτως, οὐ κατὰ σχέσιν ψι‐ λὴν, οὐδὲ κατὰ συμβεβηκὸς, ἀλλ’ ἀπολύτως μὲν
30ἐν ἐκείνοις ἐστὶν ὅσα κατὰ σχέσιν ἐν τούτοις, καθ’ αὑτὰ δὲ, ὅσα ἐν ἄλλῳ, κατ’ οὐσίαν δὲ, ὅσα κατὰ συμβεβηκὸς, καὶ ἁπλῶς πάντα κρειτ‐ τόνως ἢ ἐν τοῖς ἀποτελέσμασιν· ἡ γὰρ τῶν γι‐ γνομένων πρὸς τὰ ὄντα ὕφεσις, σχέσεις μὲν ἀπὸ
35τῶν ἀσχέτων, συνθέσεις δὲ ἀπὸ τῶν ἁπλῶν, καὶ ἐπεισοδιώδεις ὑποστάσεις ἀπὸ τῶν κατ’ οὐσίαν ὑπαρχόντων ἀνέφηνεν. Ἐκ δὲ τούτων κἀκεῖνα συνορᾷν ἄξιον, ὅσα διωριζόμεθα πρόσ‐ θεν, ὅτι, κατὰ νοῦν τὸν τοῦ Παρμενίδου, διῃ‐
40ρημένως ἄρα καὶ τινῶν δοκούντων συμβεβη‐
κέναι δεῖ τίθεσθαι ἰδέας, ὅπου καὶ σχέσεων
in Prm
.

939

αὐτὸς εἶναί φησι. Πλὴν ὅτι τῶν εἰς οὐσίαν ἢ τελειότητα συντελούντων πρώτως, ὧν ἐπεισο‐ διώδης ἐν ἄλλοις ὑπόστασις, τὰς ψιλὰς τῶν συμβεβηκότων ὑπάρξεις ἀνέφηνε· καὶ γὰρ αἱ
5σχέσεις αἱ οὐσιώδεις εἰσὶ πρὸ τῶν ἀνουσίων, αἱ μὲν εἰς τὸ εἶναι συντελοῦσαι τοῖς μετέχουσι τῶν ἰδεῶν, αἱ δὲ εἰς τὸ τελείοις γίγνεσθαι· δεῖ γὰρ καὶ ὡς ὄντα καὶ ὡς τέλεια τὰ τῇδε μετέχειν ἐκείνων· διὸ καὶ διττὴ τῶν ἰδεῶν ἡ
10τάξις, ἡ μὲν οὐσιοποιὸς, ἡ δὲ τελεσιουργός. Καὶ ταῦτα μὲν περὶ αὐτῶν εἰρήσθω τῶν δο‐ γμάτων· κατὰ δὲ τὴν λέξιν, τὸ μὲν καὶ ὅσαι τῶν ἰδεῶν πρὸς ἀλλήλας εἰσὶν αἵ εἰσιν ἐνδείκνυται, ὅτι τῶν ἰδεῶν αἱ μὲν μᾶλλον διῄ‐
15ρηνται ἀπ’ ἀλλήλων, φυλάττουσαι τὴν καθα‐ ρότητα τὴν ἑαυτῶν, αἱ δὲ ἥνωνται μᾶλλον ἀλλήλαις. Αὗται τοίνυν καὶ ἐφ’ ἑαυτῶν εἰσι καὶ ἑαυτῶν, ἀλλ’ οὐχὶ ἄλλων μόνον, οὐδὲ αὐτὸ τοῦτο μόνον ἀλλήλων. Τὸ δὲ ὁμώνυμα τὰ αἰ‐
20σθητὰ τοῖς νοητοῖς εἶναι πάλιν κατὰ τὴν Πλατω‐ νικὴν εἴρηται διάταξιν, τὰ ὀνόματα τοῖς τῇδε παρ’ ἐκείνων ἐφήκειν λέγουσαν, ὡς ἐν τοῖς ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ὁμωνύμοις λεγομένοις· ἃ δὴ καὶ Ἀριστοτέλους ἐστὶν, ὅτε τοῖς ὁμωνύμοις
25ὑπάγειν εἴωθε. Μηδεὶς οὖν τὸν αὐτὸν ὁρισμὸν ἀπαιτείτω τούτων τε καὶ ἐκείνων ἀσυντάκτων ὄντων καὶ παντελῶς ἐκβεβηκότων ἀπὸ τούτων, ὥσπερ τὰ αἴτια τὰ ἐξῃρημένα ἀπὸ τῶν αἰτια‐ τῶν· μᾶλλον δὲ μηδὲ ὁρισμὸν ἐπ’ ἐκείνων ζη‐
30τείτω τῶν ἁπλῶν πάντη καὶ ἀμερίστων εἰδῶν· συνθέτων γάρ εἰσιν οἱ ὁρισμοὶ, περὶ δὲ διαφο‐ ρᾶς στρέφονται τῶν κατατεταγμένων εἰδῶν· ἀλλὰ μόναις ταῖς καθαραῖς καὶ ἐνθέοις νοήσεσι τῆς ψυχῆς ἐπιτρέπομεν τὴν ἐκείνων ἐπιβολὴν,
35καὶ λέγομεν ὡς ὁ Πλάτων διώρισεν ὁμώνυμα τὰ τῇδε τοῖς ἐκεῖ, καὶ οὕτως ὁμώνυμα ὡς μετέχοντα ἐκείνων· διὸ καὶ ὁμοιότητα αὐτῶν προείρηκεν, ὡς καὶ ὁ Σωκράτης ἔλεγεν, ἡνίκα τὰς ἰδέας παραδείγματα ἔφατο ἑστάναι ἐν
40τῇ φύσει. Φυλάττων δὲ τὴν τῶν ἀποριῶν
θέσιν, προσέθηκεν εἴτε ὁπῃδή τις αὐτὰ τί‐
in Prm
.

940

θεται· μονονουχὶ λέγων ὅτι δυνατὸν αὐτὰ καὶ ὁμοιώματα καλεῖν καὶ μὴ ὁμοιώματα, διττῆς τῆς ὁμοιώσεως οὔσης καὶ ἢ ὁμοίου ἢ ἀνομοίου πρὸς παράδειγμα γιγνομένης.
5 Οἷον, φάναι τὸν Παρμενίδην, εἴ τις ἡμῶν του δεσπότης ἢ δοῦλός ἐστιν, οὐκ αὐτοῦ δεσπότου δήπου, ὃ ἔστι δεσπό‐ της, ἐκείνου δοῦλός ἐστιν, οὐδὲ αὐτοῦ δούλου, ὃ ἔστι δοῦλος, δεσπότης ὁ δε‐
10σπότης· ἀλλ’ ἄνθρωπος ὢν ἀνθρώπου ἀμφότερα ταῦτά ἐστιν· αὐτὴ δὲ δεσπο‐ τεία αὐτῆς δουλείας ἐστὶν ὃ ἔστι, καὶ δουλεία ὡσαύτως, αὐτὴ δουλεία αὐτῆς δεσποτείας. Ἀλλ’ οὐ τὰ ἐν ἡμῖν πρὸς
15ἐκεῖνα τὴν δύναμιν ἔχει, οὐδὲ ἐκεῖνα πρὸς ἡμᾶς· ἀλλ’, ὃ λέγω, αὐτὰ αὑτῶν καὶ πρὸς αὑτὰ ἐκεῖνά τέ ἐστι, καὶ τὰ παρ’ ἡμῖν ὡσαύτως πρὸς ἑαυτ. Ἢ οὐ μανθάνεις ὃ λέγω; Πάνυ γε, εἰπεῖν
20τὸν Σωκράτη, μανθάνω. (P. 133 E.) Πῶς μὲν τὰ πρός τι νοητέον καὶ ἐπὶ τῶν εἰδῶν, ἐκ τῶν προειρημένων οἶμαι γεγονέναι δῆλον· εὕροις δ’ ἂν καὶ τὸ δεσποτικὸν ἐκεῖ τοῦτο καὶ δουλικὸν ἰδίως θέμενος· τί γὰρ ἄλλο
25προσήκει τοῖς δεσπόταις, ἢ πάντη κρατεῖν τῶν δούλων καὶ πρὸς τὸ ἑαυτῶν ἀγαθὸν συντάττειν πάντα τὰ ἐκείνων; τί δὲ τοῖς δούλοις ἕτερον, ἢ κρατεῖσθαι μὲν ὑπ’ ἄλλων, ὑπουργεῖν δὲ ταῖς τῶν δεσποτῶν βουλήσεσι; Πῶς οὖν οὐ πολλῷ
30πρότερον ταῦτα καὶ ἐν τοῖς εἴδεσίν ἐστιν, ἄλ‐ λων ὑπ’ ἄλλοις τεταγμένων, καὶ τῶν μὲν δυ‐ νατωτέρων ὄντων καὶ χρωμένων τοῖς ὑφειμέ‐ νοις, τῶν δὲ ὑπηρετούντων καὶ συνεργούντων ταῖς τῶν ὑπερτέρων δυνάμεσι; Δύναμις μὲν οὖν
35ἐστιν ἡ δεσποτεία χρηστικὴ, καὶ ἡ δουλεία δύναμις ὑπηρετικὴ, καὶ εἰσὶν ἄμφω κατ’ οὐσίαν ἐκεῖ καὶ οὐ κατὰ τύχην, ὥσπερ ἐν ταῖς ἐκείνων εἰκόσιν· ἀπηχήματα γὰρ ἡ ἐν ταύταις δεσπο‐ τεία καὶ δουλεία τῶν κατ’ οὐσίαν εἰσίν. Εἰ δὲ
40μὴ μόνον φιλοσόφως ἐπὶ τῶν εἰδῶν ταῦτα θεω‐
ρεῖν ἐθέλοις, ἀλλὰ καὶ ἐπ’ αὐτῶν πρώτως τῶν
in Prm
.

941

θείων διακόσμων, πάλιν ἐκείνους ἐννόησον τοὺς νοεροὺς ἅμα καὶ νοητοὺς καὶ τὰ ἐν αὐτοῖς εἴδη, καὶ εὑρήσεις ὅπως ἀμφότερα ταῖς τάξεσιν ἐκεί‐ ναις προσήκει τῶν εἰδῶν· μέσαι γὰρ οὖσαι πρώ‐
5τως κρατοῦσι μὲν τῶν δευτέρων ἁπάντων καὶ δεσπόζουσιν, ἐξήρτηνται δὲ τῶν πρὸ αὑτῶν, καὶ πρὸς τὸ ἀγαθὸν τὸ ἐκείνων ἐνεργοῦσι, καὶ ἐκείνων εἰσὶν ὅ εἰσι· πρῶται γὰρ ἀπ’ αὐτῶν ἐκ‐ φανεῖσαι κρατοῦνται ὑπ’ ἐκείνων καὶ μένουσιν
10ἐν αὐταῖς, ἄνωθεν δὲ κυβερνῶσι τὰς τῶν μεθ’ ἑαυτὰς οὐσίας τε καὶ δυνάμεις. Ὅθεν καὶ ἐπὶ τῶν δευτέρων τάξεων τὰ ὁλικώτερα δεσπόζει τῶν μερικωτέρων, καὶ τὰ μοναδικώτερα τῶν πεπληθυσμένων, καὶ τὰ ἐξῃρημένα τῶν κατα‐
15τεταγμένων· οἷον καὶ ἐν τοῖς δημιουργικοῖς γέ‐ νεσιν ὁ Ζεὺς ἐπιτάττει ποτὲ μὲν Ἀθηνᾷ, ποτὲ δὲ Ἀπόλλωνι, ποτὲ δὲ Ἑρμεῖ, ποτὲ δὲ Ἴριδι· καὶ πάντες οὗτοι ταῖς τοῦ πατρὸς ὑπηρετοῦνται βουλήσεσι, κατὰ τὸν ὅρον τὸν δημιουργικὸν τὰς
20ἑαυτῶν προνοίας χορηγοῦντες τοῖς δευτέροις· ἐπεὶ καὶ τὸ ἀγγελικὸν φῦλον καὶ πάντα τὰ κρείττονα γένη δουλεύειν λέγεται τοῖς θεοῖς καὶ ὑπουργεῖν ταῖς ἐκείνων δυνάμεσι. Καὶ τί δεῖ λέγειν· ὅπου καὶ τὰ Λόγια διαῤῥήδην ἐπ’ αὐ‐
25τῶν τῶν θεῶν τῶν πρὸ τῆς νοητῆς ἐκείνης καὶ νοερᾶς τάξεως χρῆται τούτοις τοῖς ὀνόμασι· Τοῖς δὲ πυρὸς νοεροῦ νοεροῖς πρηστῆρσιν ἅπαντα Εἴκαθε δουλεύοντα πατρὸς πειθηνίδι βουλῇ· καὶ πάλιν·
30Ἀλλὰ καὶ ὑλαίοις ὅσα δουλεύει συνοχεῦσιν.
32Οὗτοι δὴ οὖν πρὸς μὲν τοὺς πρὸ αὑτῶν δου‐ λεύειν εἴρηνται, κἀκεῖνοι τούτων δεσπόζειν, τῶν δὲ μεθ’ ἑαυτοὺς κρατεῖν ὡς δουλευόντων·
35δυνάμεων γὰρ, ὡς εἴπομεν, ὀνόματα ταῦτα πρωτουργῶν καὶ δευτερουργῶν, ἐξῃρημένων καὶ συντεταγμένων τοῖς ἀποτελουμένοις, τῶν μὲν τὸν ὑφ’ ὧν, τῶν δὲ τὸν δι’ ὧν λόγον ἐν ταῖς κοιναῖς ἀπογεννήσεσιν ἐχουσῶν· ὅτι γὰρ καὶ
40κατὰ φύσιν ἐστὶ ταῦτα καὶ οὐ κατὰ τύχην μό‐
in Prm
.

942

νον, μάθοις ἂν καὶ ἐκ τῶν ἐν Φαίδωνι λόγων· τῷ γὰρ σώματι, φησὶ, δουλεύειν ἡ φύσις προσ‐ έταξε, τῇ δὲ ψυχῇ δεσπόζειν. Εἰ οὖν καὶ ἐπὶ τούτων ἐστὶ ταῦτα κατὰ φύσιν, οὐδὲν θαυμα‐
5στὸν εἰ καὶ τὴν αὐτοδεσποτείαν ἐκεῖ καὶ τὴν αὐτοδουλείαν ἀνάγοιμεν, τῶν θεολόγων χρωμέ‐ νων τοῖσδε τοῖς ὀνόμασιν εἰς ἔνδειξιν τῶν τε κρατητικῶν καὶ τῶν ὑπουργικῶν ἐν τοῖς θεοῖς δυνάμεων· ὥσπερ δὴ καὶ τὸ πατρικὸν ἐκεῖ καὶ
10τὸ μητρικὸν ἄλλως μὲν ἔστι κατὰ τὴν ἰδιότητα τὴν θείαν, ἄλλως δὲ κατὰ τὴν εἰδητικὴν αἰτίαν, οὐ σχέσεως οὐδὲ ἐν τούτοις οὔσης ψιλῆς, ἀλλὰ γονίμου δυνάμεως καὶ οὐσίας θεοῖς πρεπούσης. Ἔστι μὲν οὖν καὶ παρ’ ἡμῖν, ὥς φησί τις, τὸ δε‐
15σποτικὸν καὶ τὸ δουλικὸν, οὐ μόνον κατὰ τύχην, ἀλλὰ πρὸ τούτου καὶ τὸ κατὰ προαίρεσιν. Πολλῷ δὲ πρότερον ἐν τοῖς ὅλοις τὸ κατ’ οὐσίαν δεσπό‐ ζον ἐστὶ καὶ δουλεῦον, ὡς ἐνταῦθα κατὰ τὴν φύσιν, καὶ τὸ κατὰ τὴν βούλησιν, ὡς ἐνταῦθα
20τὸ κατὰ προαίρεσιν, συντρεχούσης ἐκεῖ τῆς κατ’ οὐσίαν δυνάμεως πρὸς τὴν βούλησιν τῶν δε‐ σποζόντων καὶ τῶν δεσποζομένων· πειθόμεθα γὰρ, καὶ τὰ δεσποζόμενα δεσπόζεται, καὶ δε‐ σπόζει τὰ δεσπόζοντα· πάντα γοῦν, φησὶ καὶ
25τὸ Λόγιον, τοῖς νοεροῖς πρηστῆρσιν Εἴκαθε, δουλεύοντα πατρὸς πειθηνίδι βουλῇ.
28Διὸ κατ’ οὐσίαν ἕκαστον καὶ κατὰ φύσιν ἑκάτε‐ ρον, ἄνωθεν ἀπὸ τοῦ νοητοῦ πατρὸς πειθομένων
30δεσπόζεσθαι καὶ δεσπόζειν ἀμφοῖν, καὶ πρὸς ἀλλήλους ἐχόντων τὴν δεσποτείαν, ὡς ὁ Παρ‐ μενίδης φησὶ, ταύτην καὶ τὴν δουλείαν. Τί οὖν οὐ δεσπόζουσιν οἱ θεοὶ καὶ ἡμῶν, ὥσπερ καὶ ἐν Φαίδωνι Σωκράτης ἔλεγε δεσπότας ἡμῶν τοὺς
35θεοὺς, κτήματα δὲ ἡμᾶς ἐκείνων; Πάλιν λεγέ‐ σθω περὶ τούτου τό γε δοκοῦν, καὶ ὅτι ἄλλον τρόπον· ἡμῶν μὲν γὰρ ἐξῃρημένως, τῶν δὲ ἐκεῖ μερικωτέρων οἱ ὁλικώτεροι συντεταγμένως, καὶ διὰ μέσης, ὡς εἴρηται, τῆς ἐκεῖ δουλείας καὶ
40ἡμᾶς προσαγούσης τοῖς θεοῖς ὡς δεσπόταις· ἀμ‐
in Prm
.

943

φοῖν δὲ εἰς ἄμφω ἐνεργούντων, τὸ μὲν κρεῖττον εἰς τοὺς κρείττους μᾶλλον ἐνεργοῦν δεσπότας ἡμῶν θεοὺς, τὸ δὲ χεῖρον εἰς τοὺς χείρονας δε‐ σποζομένους ἡμᾶς ὑπὸ τῶν θεῶν ἀπέφηνεν. Ἄλ‐
5λος οὖν ὁ τῆς δεσποτείας ἐκεῖ τρόπος καὶ οὐ τοιοῦτος οἷος ὁ τῆς ἡμῶν ἐπικρατείας, ἐπεὶ καὶ ὁ τῆς δουλείας ἕτερος· αὐτοὶ γὰρ οἱ θεοὶ προσ‐ άγουσιν ἑαυτοὺς τοῖς ἑαυτῶν αἰτίοις, καὶ εἴπερ που ἄλλοθι ἡ ἐθελοδουλεία ἐστὶ, καὶ ἐν ἐκείνοις·
10κατὰ βούλησιν γάρ ἐστι τοῖς ὑφειμένοις ἡ τῶν τελειοτέρων ἐπικράτεια· καὶ γὰρ τὸ εἶναι τῶν κρειττόνων οὐκ ἐξίστησιν αὐτὰ τῆς ἐπιβαλλού‐ σης μακαριότητος, καὶ τὸ ἑαυτῶν εἶναι μειζό‐ νως ἐντίθησιν αὐτὰ τοῖς πρὸ αὑτῶν. Οὕτω δὴ
15καὶ ὁ νοῦς ἄρχει τῆς ἀνάγκης, κατὰ τὸν Τί‐ μαιον, ἐν τῷ κόσμῳ, πείθων αὐτὴν τὰ πλεῖστα πρὸς τὸ βέλτιστον δρᾷν, ὥς φησι καὶ ὁ ἐν Φαί‐ δωνι Σωκράτης· καὶ τούτων δύο τῆς τοῦ κό‐ σμου συστάσεως ὄντων αἰτίων, δι’ ἀνάγκης μὲν
20γένεσις, κατὰ νοῦν δὲ ὑφέστηκε, τῷ νῷ τῆς ἀνάγκης δουλευούσης, ἵνα μένῃ τὸ πᾶν ὑπὸ νοῦ κυβερνώμενον. Δεσπόζουσι δ’ οὖν καὶ οἱ θεοὶ θεῶν καὶ οἱ ἄνθρωποι ἀνθρώπων, οἱ μὲν κατ’ οὐσίαν, οἱ δὲ κατὰ τύχην, τῆς δουλείας τῆς ἐκεῖ
25τοῖς θεοῖς ὑποτεταγμένης· πᾶσα γὰρ ἡ σειρὰ τῆς δουλείας ὑπὸ τὴν θείαν ἐστὶ δεσποτείαν· οὐ γὰρ ὁμοταγὴς ἡ δεσποτεία πρὸς τὴν δου‐ λείαν. ἀλλ’ ὡς ἐν συντεταγμένοις ὑπερτέρα, τὰ δὲ ὑπέρτερα κρατεῖν ἀνάγκη πάντων ὧν τὰ
30καταδεέστερα. Πάσης οὖν τῆς κατὰ τὴν αὐτο‐ δουλείαν σειρᾶς ὑπὸ τὴν αὐτοδεσποτείαν οὔσης, εἰκότως καὶ οἱ θεοὶ κατὰ τὴν ἑαυτῶν δεσπο‐ τικὴν δύναμιν δεσπόζουσι· καὶ οὐ θεῶν μόνον οἱ ὁλικώτεροι τῶν μερικωτέρων, ἀλλὰ καὶ ἀν‐
35θρώπων κατὰ περιοχὴν μετεχόντων τῆς αὐ‐ τοδουλείας τὰ χείρονα δοῦλα τῶν ἀμεινόνων ποιούσης. Οὐκοῦν καὶ ἐπιστήμη, φάναι, αὐτὴ
μὲν ὃ ἔστιν ἐπιστήμη, τῆς ὃ ἔστιν
in Prm
.

944

ἀλήθεια, αὐτῆς ἂν ἐκείνης εἴη ἐπι‐ στήμη; Πάνυ γε. Ἑκάστη δὲ αὖ τῶν ἐπιστημῶν ἣ ἔστιν, ἑκάστου τῶν ὄντων ὃ ἔστιν, εἴη ἂν ἐπιστήμη. Ἢ
5ο; Ναί. (P. 131 A.) Τὴν θείαν ἐπιστήμην ἐξύμνησε καὶ ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης, ἀναγαγὼν ἐπὶ τὰς νοερὰς καὶ νοητὰς τάξεις τὰς ὅλας ψυχὰς, καὶ θεωρεῖν αὐτὰς εἰπὼν ἐκεῖ αὐτὴν δικαιοσύνην καὶ αὐτὴν
10σωφροσύνην καὶ αὐτὴν ἐπιστήμην τῇ μέσῃ τά‐ ξει τῶν θεῶν τούτων συνουσιωμένας· ἐκεῖ δὲ καὶ τὴν ἀλήθειαν εἶναι τὴν ἀπὸ τῶν νοητῶν προϊοῦσαν καὶ πᾶσι τοῖς μέσοις γένεσι τῶν θεῶν ἐπιλάμπουσαν τὸ νοητὸν φῶς ὁ αὐτὸς ἀφωρί‐
15σατο, καὶ συνῆψε τὴν ἐπιστήμην ἐκείνην πρὸς τὴν ἀλήθειαν ἐκείνην· καὶ δέδεικται κἀμοὶ καὶ τῷ ἐμῷ καθηγεμόνι ταῦτα, τὰς ἐν Φαίδρῳ τοῦ Σωκράτους ἐνθέους ἐπιβολὰς διερευνωμένοις. Εἰ τοίνυν καὶ ἐν τούτοις περὶ τῶν εἰδητικῶν
20διακόσμων τὸν λόγον ποιούμενος αὐτὴν ἐπιστή‐ μην αὐτῆς εἶναί φησιν ἀληθείας, οὐ θαυμαστόν· ἐκεῖ γὰρ καὶ ἡ ἐπιστήμη καὶ ἡ ἀλήθεια καὶ πάντα τὰ ἐν ἐκείνοις εἴδη μετέχει καὶ αὐτῆς ἐπιστήμης καὶ αὐτῆς ἀληθείας· τῆς μὲν νοερὰ
25τὰ ἐκεῖ πάντα ποιούσης, ἡ γὰρ αἰώνιος καὶ μο‐ νοειδὴς νόησις τῶν αἰωνίων αὕτη ἐστὶν ἡ ἐπι‐ στήμη· τῆς δὲ νοητὰ, τὸ γὰρ τῆς ἀληθείας φῶς νοητὸν ὂν μεταδίδωσιν αὐτοῖς τῆς νοητῆς δυνάμεως. Ἐπειδὴ δὲ καὶ τούτων πολλαὶ τά‐
30ξεις τῶν μέσων εἰδῶν (τὰ μὲν γὰρ αὐτῶν ἐστιν ἀκρότατα, καθάπερ φασὶ, καὶ ἑνοειδῆ καὶ νοητὰ, τὰ δὲ συνοχικὰ καὶ συνδετικὰ τῶν ὅλων, τὰ δὲ τελεσιουργὰ καὶ ἐπιστρεπτικὰ), διὰ δὴ τοῦτο μετὰ τὴν μίαν ἐπιστήμην καὶ τῶν πολ‐
35λῶν ἐμνημόνευσεν· ἄνωθεν γὰρ πρόεισι διὰ πάν‐ των τῶν γενῶν μετὰ τοῦ τῆς ἀληθείας φωτός· τοῦτο γάρ ἐστι τὸ ἓν τὸ ἐν ἑκάστῃ τάξει, καὶ τὸ νοητὸν ᾧ συνέζευκται καὶ νόησις. Ὡς οὖν ἡ
ὅλη νόησις τοῦ ὅλου νοητοῦ, οὕτω καὶ αἱ πολ‐
in Prm
.

945

λαὶ νοήσεις τοῖς πολλοῖς ἥνωνται νοητοῖς. Ταῦτα οὖν τὰ εἴδη τὰς νοήσεις ἡνωμένας ἔχει τοῖς ἑαυτῶν νοητοῖς, τελέως ἐξῃρημένα τῆς ἡμετέ‐ ρας γνώσεως· τὰ μὲν γὰρ νοερὰ, καὶ εἰ ἐξῄρη‐
5ται ἡμῶν, ἀλλ’, ἐπειδὴ προσεχῶς ἀπ’ αὐτῶν ὑπέστημεν, ἔστι πως ἐν ἡμῖν, καὶ γνῶσις ἡμῖν τούτων ὑπάρχει, καὶ διὰ τούτων τῆς ἀγνώστου καὶ τῶν θειοτέρων ὑπεροχῆς. Οὐ δεῖ δὲ λέγειν, καθάπερ φασὶ τῶν τοῦ Πλάτωνος φίλων τινὲς,
10τὴν θείαν ἐπιστήμην αὐτὴν μὲν μὴ ἐπίστασθαι, τοῖς δὲ ἄλλοις τοῦτο παρέχειν ἀφ’ ἑαυτῆς· ἕκα‐ στον γὰρ τῶν θείων εἰς ἑαυτὸ πρώτως ἐνεργεῖ καὶ ἀφ’ ἑαυτοῦ τῆς ἰδιότητος ἄρχεται, καὶ τὸ ζωῆς αἴτιον ἑαυτὸ πεπλήρωκε ζωῆς, καὶ τὸ
15τελειότητος ἑαυτὸ τέλειον ἀπεργάζεται. Καὶ τοίνυν καὶ τὸ τοῖς ἄλλοις τοῦ γιγνώσκειν χο‐ ρηγὸν αὐτὸ πρὸ τῶν ἄλλων ἔχει τὴν τῶν ὄντων γνῶσιν, ὅπου καὶ ἡ παρ’ ἡμῖν ἐπιστήμη εἴδω‐ λον οὖσα τῆς αὐτοεπιστήμης τά τε ἄλλα γιγνώ‐
20σκει καὶ πρὸ τῶν ἄλλων ἑαυτήν. Ἢ τίς ἐστιν ἡ λέγουσα τί ποτέ ἐστιν αὐτὸ τοῦτο ἐπιστήμη; πῶς δὲ οὐχὶ τῆς αὐτῆς ἐστι δυνάμεως τὰ πρός τι, ὡς ἅμα ἐστὶν, ἅμα γιγνώσκειν; Γιγνώ‐ σκουσα οὖν τὰ ἐπιστητὰ, καὶ ἑαυτὴν γιγνώσκει
25ἐπιστήμην οὖσαν ἐκείνων. Ἀλλ’ οὐδὲ τὰς ἄλλας ἐπιστήμας τῶν ἐπιστητῶν ῥητέον εἶναι, τὴν δὲ θείαν ἐπιστήμην αὐτὸ τοῦτο ἐπιστήμην ἐπι‐ στημῶν, ἀλλ’ οὐκ ἐπιστητῶν εἶναι γνῶσιν, καὶ τοῦτο ἐξαίρετον ὑπάρχειν ἐκείνης· εἰ μὲν γὰρ
30ἄλλαι ἐπιστῆμαι σύστοιχοι πρὸς τὴν μίαν εἰ‐ σὶν, γιγνώσκοι ἂν αὐτὴ καὶ τὰς ἐπιστήμας αὐ‐ τὰς καὶ τὰ σύζυγα αὐταῖς ἐπιστητὰ πάντα τῷ ἐκείνας γιγνώσκειν, διότι πρὸς ἄλληλά ἐστιν ἅ ἐστιν· εἰ δὲ ἐξῄρηται τῶν πολλῶν ἡ μία καὶ
35οὐκ ἐπιστρέφει πρὸς αὐτὰς, ἐν ἑαυτῇ κατ’ ἐνέρ‐ γειαν ἕστηκε, καὶ ἔχει σύζυγον πρὸς ἑαυτὴν τὸ ἁπλῶς ἐπιστητόν· καὶ ὥσπερ ἡ γνῶσις αὐτῆς ἁπλῆ καὶ μονοειδὴς, οὕτω καὶ τὸ γνωστόν ἐστι καὶ ἑνιαῖον καὶ περιεκτικὸν ἐκείνων ἁπάντων.
40Ἔστι μὲν οὖν ἡ αὐτοεπιστήμη, καὶ τοῖς μετ‐
έχουσιν αὑτῆς αἰτία τοῦ ἐπίστασθαι, καὶ ἑαυτῇ
in Prm
.

946

πολὺ πρότερον· οὐσία γάρ ἐστιν ἐν τῷ γνῶσις εἶναι καὶ ἑαυτῆς καὶ τοῦ ὄντος οὐσιωμένη· οὐ γὰρ ἕξις ἡ ἐκεῖ ἐπιστήμη οὐδὲ ποιότης, ἀλλ’ ὕπαρξις αὐτοτελὴς ἑαυτῆς οὖσα καὶ ἐν ἑαυτῇ
5παγεῖσα, καὶ τῷ ἑαυτὴν γιγνώσκειν τὸ πρώτως ἐπιστητὸν, ὃ δή ἐστι τὸ ἁπλῶς ὂν, γιγνώσκουσα· πρὸς τοῦτο γὰρ σύζυγός ἐστιν, ὡς νοῦς ἁπλῶς πρὸς τὸ ἁπλῶς νοητὸν, καὶ ἡ ἁπλῶς αἴσθησις πρὸς τὸ ἁπλῶς αἰσθητόν. Αἱ δὲ πολλαὶ μετ’
10ἐκείνην αὐτοεπιστῆμαι πρόοδοί τινές εἰσι τῆς μιᾶς, σύζυγοι πρὸς τὰ πλήθη τῶν ὄντων ὧν περιέχει τὸ τῆς μιᾶς ἐκείνης ἐπιστήμης ὄν· καὶ τὸ ἓν πολλά ἐστι, καὶ ἡ ἐπιστήμη ὡσαύτως· καὶ τὸ μὲν ἑνιαῖον αὐτῆς τῷ ἑνὶ τοῦ ὄντος ἥνω‐
15ται, καὶ ἐκεῖνο γιγνώσκει καὶ τὸ αὐτῆς ἕν· τὸ δὲ πλῆθος τὰ πλήθη τῶν ὄντων, ἅπερ εἴληφεν ἐκεῖνο τὸ ὂν, καὶ ἑαυτό· καὶ τὰ μὲν εἰσὶν οὐσίαι γνωστικαὶ, τὰ δὲ ὑποστάσεις γνωστικαὶ, καὶ μία τούτων ἕνωσις προσήκουσα ταῖς ἁπλαῖς τῶν
20εἰδῶν ὑποστάσεσιν. Ἡ δὲ παρ’ ἡμὶν ἐπιστήμη οὐ τῆς παρ’ ἡμῖν ἂν ἀληθείας εἴη; καὶ αὖ ἑκά‐ στη ἡ παρ’ ἡμῖν ἐπιστήμη τῶν παρ’ ἡμῖν ὄντων ἑκάστου ἂν ἐπιστήμη συμβαίνοι
25εἶναι; Ἀνάγκη. (P. 134 A.) Μετέχομέν πως καὶ ἡμεῖς ἀληθείας, ἀλλ’ οὐ ταύτης ἧς ἐκεῖνα τὰ εἴδη μετείληφεν, ἀλλὰ τῆς τῇ ἡμετέρᾳ τάξει παρὰ τῆς δημιουργίας ἐνδιδομένης· καὶ ἡ παρ’ ἡμῖν ἐπιστήμη ταύ‐
30της ἐστὶ τῆς ἀληθείας. Εἰσὶ δὲ καὶ μερικώτε‐ ραι ταύτης γνώσεις, αἱ μὲν ἄλλο, αἱ δὲ ἄλλο γνωστὸν ἀνελίττουσαι· καὶ αἱ μὲν περὶ τὴν γένεσιν στρεφόμεναι καὶ τὴν ταύτης ποικιλίαν, αἱ δὲ τὴν ὅλην διερευνώμεναι φύσιν, αἱ δὲ τὰς
35ὑπερφυεῖς τῶν ὄντων ὑποστάσεις θεωροῦσαι· καὶ αἱ μὲν αἰσθήσεσι προσχρώμεναι καὶ μετὰ τούτων τὸ σφέτερον ἔργον συμπεραίνουσαι, αἱ δὲ τῶν τῆς φαντασίας προσδεόμεναι μορφωτι‐ κῶν γνώσεων, αἱ δὲ τοῖς δοξαστικοῖς ἀρκούμεναι
40λόγοις, αἱ δὲ τὸν καθαρὸν λόγον αὐτὸν εἰς ἑαυ‐
τὸν ἐπιστρέφουσαι, αἱ δὲ εἰς τὸν νοῦν ἀνατεί‐
in Prm
.

947

νουσαι τὸν ἐν ἡμῖν λόγον· ὑπὲρ ὧν καὶ ὁ ἐν Φιλήβῳ Σωκράτης ἀφορίζεται, τό τε καθαρὸν αὐτῶν καὶ εἰλικρινὲς καὶ τὸ μὴ τοιοῦτον δια‐ κρίνων, καὶ λέγων τὰς μὲν αἰσθήσεσι χρωμένας
5καὶ τοῦ εἰκότος ἀναπεπλησμένας οὐ καθαρὰς, τὰς δὲ ἄνευ τούτων οὔσας γνώσεις καθαρὰς καὶ ἀκριβεῖς· ὅπου καὶ πασῶν τεχνῶν προὔθηκε τὰς τρεῖς, ἀριθμητικὴν, μετρικὴν, στατικὴν, καὶ τούτων ἄλλας τὰς φιλοσόφους τῶν παρὰ τοῖς
10πολλοῖς, καὶ τούτων αὐτὴν διαλεκτικὴν, τὸ καθαρώτατον οὖσαν νοῦ καὶ φρονήσεως. Τοσαύ‐ της τοίνυν διαφορότητος ἐν ταῖς ἐπιστήμαις οὔσης, δῆλον ὡς αἱ μὲν ἄλλων, αἱ δὲ ἄλλων εἰσὶν ἐπιστητῶν κριτικαὶ καὶ αὐτῶν τῶν εἰς
15ἀνάμνησιν ἡμῖν τοῦ ὄντος συμβαλλομένων· οἷον γεωμετρία μὲν τὸν σχήματος ἐν ἡμῖν θεωροῦσα λόγον, ἀριθμητικὴ δὲ τὸ ἓν τῶν ἀριθμῶν εἶδος ἐξαπλοῦσα ταῖς ἑαυτῆς ἀποδείξεσιν, ἄλλη δὲ ἄλλο τι τῶν κατὰ μέρος ἐπιστητῶν ἅ ἐστι
20παρ’ ἡμῖν ὄντα, τὴν θεωρίαν περὶ τούτων ποιου‐ μένη. Δεῖ δὴ τοῦ τῆς ἐπιστήμης ὀνόματος ἀσφαλῶς ἀκούειν, καὶ οὔτε τὰς τέχνας παρά‐ γειν εἰς μέσον καὶ ζητεῖν καὶ τούτων ἰδέας, αἷς αἱ χρεῖαι τὴν γένεσιν ἔδοσαν παρ’ ἡμῖν,
25εἰκόνων εἰκόσιν οὔσαις· τὰς γὰρ ὡς ἀληθῶς ἐπιστήμας ἐνεικονίζονται. Καθάπερ οὖν τῶν εἰς οὐσίαν τελούντων συμβεβηκότων εἶναί φαμεν ἰδέας, ἀλλ’ οὐχὶ τῶν ἀπὸ τούτων ἐν ἄλλοις μόνον κατὰ συμβεβηκὸς ὑποστάντων καὶ ἤδη
30τελείοις οὖσι τοῖς εἴδεσιν ἐπεισελθόντων, ὡς ἔμπροσθεν διωρίζομεν· ἀπηχήματα γὰρ εἶναι ταῦτα τῶν ἐκεῖθεν πρώτως ὑποστάντων· οὕτω δὴ καὶ τὰς τέχνας εἴδωλα τῶν ἐπιστημῶν οὔσας ἐνταῦθα τὴν γένεσιν ἔχειν, τὰς δὲ ἐπιστήμας
35αὐτὰς ἀπὸ τῶν ἐκεῖ προϋπαρχουσῶν ἐπιστημῶν ἐπιστῆναι, δι’ ὧν καὶ ἡμῖν ἡ πρὸς ἐκείνας ἄνο‐ δος καὶ ἡ πρὸς νοῦν ἀφομοίωσις. Ὥσπερ δὲ ἐκεῖ
τὴν μίαν ἐπιστήμην εἶναι πρὸ τῶν πολλῶν ἀναγ‐
in Prm
.

948

καῖον, τῆς αὐτὸ ὃ ἔστιν ἀληθείας οὖσαν ἐπιστή‐ μην, ὥσπερ τὰς πολλὰς τῶν ἀληθῶν (τὸ γὰρ ἑκάστης ἴδιον ἐπιστητόν τις ἀλήθειά ἐστιν)· οὕτω δὴ καὶ τῶν παρ’ ἡμῖν ἐπιστημῶν πολλῶν
5οὐσῶν, δεῖ τὸ ἓν καὶ ὅλον τῆς ἐπιστήμης εἶδος ἐφ’ ἑαυτοῦ νοεῖν, οὔτε συμπληρούμενον ὑπὸ τῶν πολλῶν, οὔτε συνταττόμενον ταῖς πολλαῖς, ἀλλ’ αὐτὸ καθ’ αὑτὸ προϋπάρχον· τὰς δὲ πολλὰς κατανειμαμένας τὴν μίαν τῆς ἐπιστήμης δύνα‐
10μιν καὶ ἄλλην οὕτως ἐπ’ ἄλλῳ γνωστῷ ταχθεῖ‐ σαν, καὶ πάσας εἰς ἐκείνην ἀναφερομένας, καὶ τὰς ἀρχὰς παρ’ ἐκείνης δεχομένας. Ἔστι μὲν οὖν ἡ παρ’ ἡμῖν ἐπιστήμη τῆς θείας ἐξηλλα‐ γμένη, διὰ δὲ ταύτης ἐπ’ ἐκείνην ἄνιμεν· καὶ
15οὔτε τὸν νοητὸν κόσμον ἐν ἡμῖν δεῖ τιθέναι, καθάπερ λέγουσί τινες, ἵνα γιγνώσκωμεν ἐν ἡμῖν ὄντα τὰ νοητά· ἐξῄρηται γὰρ ἡμῶν καὶ αἰτία ἐστὶ τῆς ἡμετέρας οὐσίας· οὔτε μένειν τι τῆς ψυχῆς ἄνω ῥητέον, ἵνα δι’ ἐκείνου τὴν
20πρὸς τὰ νοητὰ συνάφειαν ἔχωμεν· τὸ γὰρ ἄνω μένον ἀεὶ τῷ ἀφισταμένῳ τῆς οἰκείας νοήσεως οὐκ ἄν ποτε γένοιτο σύζυγον, οὐδ’ ἂν τὴν αὐτὴν συμπληρώσειεν οὐσίαν· οὔτε ὁμοούσιον τὴν ψυ‐ χὴν ὑποθετέον τοῖς θεοῖς· καὶ γὰρ τὴν ἐξ ἀρ‐
25χῆς ἡμῶν ὑπόστασιν ἐκ δευτέρων καὶ τρίτων παρήγαγεν ὁ γεννήσας πατήρ· τοιαῦτα γάρ τινες ἠναγκάσθησαν θέσθαι δόγματα, ζητοῦντες ὅπως ἡμεῖς οἱ πεσόντες εἰς τόνδε τὸν τόπον τὰ ὄντα γιγνώσκομεν, καὶ ταῦτα τῆς ἐκείνων
30γνώσεως οὐ πεσόντων οὔσης, ἐγερθέντων δὲ καὶ νηψάντων ἀπὸ τῆς πτώσεως· ἀλλὰ μένοντας ἡμᾶς ἐν τῇ οἰκείᾳ τάξει, καὶ εἰκόνας ἔχοντας οὐσιώδεις τῶν ὅλων, διὰ τούτων ἐπιστρέφειν εἰς ἐκεῖνα λεκτέον, καὶ νοεῖν ἀφ’ ὧν ἔχομεν
35συνθημάτων τὰ ὄντα συστοίχως μὲν οὖσι, δευ‐ τέρως δὲ καὶ κατὰ τὴν ἑαυτῶν ἀξίαν, τὰ δὲ παρ’ ἡμῖν συστοίχως, ἐν ἑνὶ τά τε γνωστὰ καὶ
τὴν γνῶσιν περιειληφότας.
in Prm
.

949

Ἀλλὰ μὴν αὐτά γε τὰ εἴδη, ὡς ὁμο‐ λογεῖς, οὔτ’ ἔχομεν οὔτε παρ’ ἡμῖν οἷόν τε εἶναι. Οὐ γὰρ οὖν. Γιγνώσκεται δέ γέ που ὑπ’ αὐτοῦ τοῦ εἴδους τοῦ τῆς
5ἐπιστήμης αὐτὰ τὰ γένη, ἃ ἔστιν ἕκα‐ στα; Να. Ὅ γε ἡμεῖς οὐκ ἔχομεν. Οὐ γάρ. Οὐκ ἄρα ὑπό γε ἡμῶν γι‐ γνώσκεται τῶν εἰδῶν οὐδὲν, ἐπειδὴ αὐ‐ τῆς ἐπιστήμης οὐ μετέχομεν. Οὐκ
10ἔοικεν. (P. 134 B.) Ἐν τούτοις ἀπὸ τῶν προειρημένων ἀξιωμά‐ των ὁρμώμενος συνάγει τὸ προκείμενον οὕτω πως· τὰ ἐξῃρημένα εἴδη καθ’ αὑτά· τὰ καθ’ αὑτὰ καὶ αὑτῶν ὄντα οὐκ ἔστιν ἐν ἡμῖν· τὰ οὐκ ὄντα
15ἐν ἡμῖν οὐκ ἔστι σύστοιχα πρὸς τὴν ἡμετέραν ἐπιστήμην· τὰ μὴ ὄντα σύστοιχα πρὸς τὴν ἡμετέραν ἐπιστήμην ἄγνωστά ἐστιν ὑπὸ τῆς ἡμετέρας ἐπιστήμης· τὰ ἄρα ἐξῃρημένα εἴδη ἄγνωστά ἐστι πρὸς τὴν ἡμετέραν ἐπιστήμην·
20νῷ γὰρ μόνῳ τῷ θείῳ θεατά ἐστι· καὶ πάντα μὲν τὰ εἴδη, διαφερόντως δὲ ὅσα καὶ τῶν νοε‐ ρῶν ἐστιν ἐπ’ ἐκεῖνα θεῶν· οὔτε γὰρ ἡ αἴσθησις, οὔτε ἡ δοξαστικὴ γνῶσις, οὔτε ὁ καθαρὸς λόγος, οὔτε ἡ νοερὰ γνῶσις ἡ ἡμετέρα συνάπτει τὴν
25ψυχὴν τοῖς εἴδεσιν ἐκείνοις, μόνη δὲ ἡ ἀπὸ τῶν νοερῶν θεῶν ἔλλαμψις δυνατοὺς ἡμᾶς ἀποφαίνει συνάπτεσθαι τοῖς νοητοῖς ἐκείνοις καὶ νοεροῖς εἴδεσιν, ὥς πού φησί τις λέγων ἐνθέως. Ἄγνω‐ στος οὖν ἡμῖν ἡ φύσις τῶν εἰδῶν ἐκείνων, ὡς
30κρείττων τῆς ἡμετέρας νοήσεως καὶ τῶν μερι‐ στῶν ἐπιβολῶν τῆς ἡμετέρας ψυχῆς· διὸ καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης, ὡς προείπομεν, τελε‐ ταῖς ἀπεικάζει καὶ μυήσεσι καὶ ἐποπτείαις τὴν ἐκείνων θεωρίαν, ἀνάγων τὰς ψυχὰς εἰς τὴν
35ὑπ’ οὐρανὸν ἁψῖδα καὶ τὸν οὐρανὸν καὶ τὸν ὑπερουράνιον τόπον, ὁλόκληρα καὶ ἀτρεμῆ φάσματα καὶ ἁπλᾶ καὶ εὐδαίμονα καλῶν αὐ‐ τῶν ἐκείνων τὰ θεάματα. Δεδείχαμεν γοῦν πά‐ λαι διὰ τῶν εἰς τὴν παλινῳδίαν γραφέντων,
40ὅτι πᾶσαι αἱ τάξεις ἐκεῖναι μέσαι τῶν νοερῶν
in Prm
.

950

εἰσι θεῶν καὶ τῶν πρώτων νοητῶν, ὡς οἶμαι, δι’ ἐναργεστάτων ἐφόδων· ὥστε δῆλον ὅπως ἔχει τινὰ καὶ τὸ νῦν λεγόμενον ἀλήθειαν. Τῶν οὖν νοερῶν εἰδῶν, ὅπερ εἴρηται καὶ πρότερον,
5τὴν γνῶσιν αὐτὸς ἡμῖν ἐνέθηκεν ὁ δημιουργὸς καὶ πατὴρ τῶν ψυχῶν· τῶν δὲ ὑπὲρ νοῦν, οἷα δή ἐστι τὰ εἴδη τὰ ἐν ἐκείναις ταῖς τάξεσιν, ἡ γνῶσις ἐξῄρηται τῶν ἡμετέρων ἐπιβολῶν, καὶ ἔστιν αὐτοφυὴς, αὐταῖς μόναις γνώριμος ταῖς
10ἐνθεαστικαῖς ψυχαῖς, ὥστε καὶ τοῦτο δὴ τὸ νῦν συνηγμένον ἀκόλουθόν ἐστι ταῖς περὶ τῶν νοητῶν ἅμα καὶ νοερῶν εἰδῶν ὑπολήψεσι· καὶ ὅτι τῆς ἐπιστήμης αὐτῆς οὐ μετέχο‐ μεν, ἥτις αὐτὰ, φησὶ, γιγνώσκει τὰ
15γένη τῶν ὄντων ἕκαστα. Γένη μὲν οὖν τῶν ὄντων οὔτε τὰ κοινῶς ἐπὶ πολλοῖς φανταζόμενα ληπτέον, οὔτε ὅσα κατὰ κοινοὺς δή τινας ὑφ‐ έστηκε λόγους (ὕστερα γὰρ ταῦτα τῶν ὄντων), ἀλλ’ ὅσα γεννητικὴν ἔχει δύναμιν ὁλικωτέραν
20καὶ κατ’ αἰτίαν προέχουσαν τῶν ἐν τοῖς μερι‐ κωτέροις εἴδεσιν ἀπογεννήσεων· ὡς γὰρ ἐνταῦθα τὰ γένη τῶν εἰδῶν ἢ ἐν πλείοσι φαντάζεται, ἢ πλειόνων κατηγορεῖται, οὕτω τὰ ἐν ἐκείνοις ἐστὶν ἀρχηγικώτερα καὶ τελειότερα καὶ περι‐
25ληπτικώτερα τῶν ἄλλων εἰδῶν, ἁπλότητί τε διαφέροντα καὶ γονίμῳ δυνάμει τῶν περιεχο‐ μένων. Ταῦτα δὲ γιγνώσκεσθαι ῥητέον ὑπὸ τοῦ εἴδους τῆς ἐπιστήμης ὡς ἄνωθεν ἀρχομένης, καὶ ἡνωμένως μὲν τὰ πεπληθυσμένα πάντα,
30ὁλικῶς δὲ τὰ μερικὰ συλλαβούσης κατὰ μίαν ἑνοειδῆ γνῶσιν· ὃ δὴ καὶ ἡ παρ’ ἡμῖν ἐπιστήμη βούλεται ποιεῖν, ἐκ τῶν αἰτιῶν ἀεὶ θεωροῦσα τὰς τῶν ὄντων προόδους, δευτέραν τάξιν λα‐ χούσης τῆς ἐπιστήμης.
35 Ἄγνωστον ἄρα ἡμῖν ἐστι καὶ αὐτὸ τὸ καλὸν ὃ ἔστι καὶ τὸ ἀγαθὸν καὶ πάντα, ἃ δὴ ὡς ἰδέας αὐτὰς οὔσας ὑπολαμβάνο‐ μεν. Κινδυνεύει. (P. 134 C.) Τὸ καλὸν καὶ τὸ ἀγαθὸν ἄνωθεν ἀπὸ τῆς
40ἄκρας τῶν νοητῶν κορυφῆς πρόεισιν ἐπὶ πάντα
in Prm
.

951

τὰ δεύτερα γένη τῶν θεῶν· πρεπώδη γοῦν οἱ μέσοι διάκοσμοι τῶν εἰδῶν ὑποδέχονται τὴν πρόοδον αὐτῶν, κατὰ μὲν τὸ ἀγαθὸν πλήρεις ὑπάρχοντες τῆς ἑαυτῶν τελειότητος καὶ τοῦ
5ἱκανοῦ καὶ ἀνενδεοῦς, κατὰ δὲ τὸ καλὸν ἐρά‐ σμιοι τοῖς δευτέροις ὄντες, καὶ ἀναγωγοὶ τῶν προελθόντων, καὶ συνδετικοὶ τῶν διῃρημένων αἰτιῶν· ἡ γὰρ πρὸς τὸ καλὸν ἐπιστροφὴ συν‐ άγει πάντα καὶ ἑνοῖ, καὶ ὡς πρὸς ἓν συνερείδει
10κέντρον. Ταῦτ’ οὖν, τὸ ἀγαθὸν λέγω καὶ τὸ καλὸν, κρυφίως μὲν ἔστι καὶ ἑνοειδῶς ἐν τοῖς πρώτοις, συστοίχως δὲ λοιπὸν ἑκάστοις ἐν ταῖς διαφόροις τάξεσι συνεξαλλάττεται· ὥστ’ οὐ θαυ‐ μαστὸν εἰ ἔστι τι καλὸν αἰσθήσει μόνῃ γνω‐
15στὸν, ἄλλο δὲ δόξῃ γνωριζόμενον, ἄλλο δὲ δια‐ νοήσει θεωρούμενον, ἄλλο δὲ νοήσει μετὰ λόγου, ἄλλο δὲ νοήσει καθαρᾷ, ἄλλο δὲ καὶ ἄγνωστον, καθ’ αὑτὸ παντελῶς ἐξῃρημένον καὶ τῷ ἑαυτοῦ φωτὶ μόνῳ καθορᾶσθαι δυνάμενον.
20 Ὅρα δὴ ἔτι τούτου δεινότερον τόδε. Τὸ ποῖον; Φαίης ἂν, ἢ ο; εἴπερ ἔστιν αὐτό τι γένος ἐπιστήμης, πολὺ αὐτὸ ἀκριβέστερον εἶναι ἢ τὴν παρ’ ἡμῖν ἐπιστήμην; καὶ κάλλος καὶ τἄλλα
25πάντα οὕτω; Να. (P. 134 C.) Οἱ μὲν προειρημένοι λόγοι θεολογικώτερον ἡμῖν ἐξετάζουσι μέχρι τῶν νοητῶν ἅμα καὶ νοερῶν εἰδητικῶν διακόσμων ἀνεληλύθασι· ψευδεῖς γὰρ ὄντες καὶ ἀπορητικοὶ μόνον ἐπὶ
30τῶν νοερῶν ἀληθεῖς ἀπεφάνθησαν, καὶ ἐνθεα‐ στικοὶ πάντες ἐπ’ ἐκείνων περὶ ὧν ὁ παρὼν λό‐ γος, καὶ ἐπ’ αὐτὴν ἀνάγουσι τῶν εἰδῶν τὴν ἐν τῷ νοητῷ προϋπάρχουσαν, ἐν σχήματι μὲν ἀπορίας, ὡς παρὰ τῶν νοερῶν προϊόντες, τῇ δὲ
35ἀληθείᾳ τὴν ἰδιότητα σημαίνοντες αὐτῶν τῶν πρωτίστων εἰδῶν. Αὐτὸ γοῦν τοῦτο τὸ μὴ γι‐ γνώσκειν τὰ τῇδε μηδὲ δεσπόζειν αὐτῶν προϊὼν δείκνυσιν ὁ λόγος, ἐπὶ μὲν τῶν δημιουργικῶν ἰδεῶν, ψεῦδος· ἀπὸ τούτων γὰρ ὑπέστη τὰ
40τῇδε, καὶ αὗται κρατοῦσι τῆς ποιήσεως αὐτῶν
καὶ τῆς παντοίας εἰς τὰ ἄτομα εἴδη διαιρέ‐
in Prm
.

952

σεως, ὥστε καὶ τὴν πρόνοιαν αὐτῶν καὶ τὴν ἐπικράτειαν αὐτὰ προειλήφασιν· ἐπὶ δέ γε τῶν πρωτίστων καὶ ἑνικωτάτων ἰδεῶν καὶ νοητῶν ὄντως οὐσῶν, ἀληθέστατόν ἐστιν· αὗ‐
5ται γὰρ ἐν τῷ νοητῷ νῷ πρῶτον ἀπὸ τοῦ ὄντος ἐκφανεῖσαι μονοειδῶς καὶ ἡνωμένως καὶ ὁλι‐ κῶς· τῶν γὰρ κοινοτάτων καὶ περιληπτικω‐ τάτων γενῶν τὰς πατρικὰς περιέχουσαι αἰτίας, κρείττους εἰσὶ καὶ τῆς διῃρημένης τῶν τῇδε
10γνώσεως καὶ τῆς προσεχοῦς τῶν αἰσθητῶν δε‐ σποτείας· θεῶν γὰρ ἐκεῖνοι δεσπόται τῶν ἀπ’ αὐτῶν ἐκφανέντων οἱ νοητοὶ θεοὶ, καὶ ἡ γνῶσις αὐτῶν ἐπέκεινά ἐστι πασῶν τῶν ἄλλων θείων γνώσεων. Εἰς ἃ καὶ ὁ Πλάτων ἀποβλέπων
15συνάγει διὰ τούτων, ὡς οὔτε εἰσὶν ἡμῶν δε‐ σπόται οἱ θεοὶ οὔτε τὰ ἀνθρώπινα πράγματα γιγνώσκουσιν· αἱ γὰρ εἰρημέναι τούτων αἰτίαι ἐν τοῖς νοεροῖς εἰσι θεοῖς καὶ αἱ κρατητικαὶ δυνάμεις αὐτῶν· αἱ δὲ τῶν νοητῶν ὑπερίδρυν‐
20ται πασῶν τοιούτων διαιρέσεων, κατὰ δὲ τὰς ἡνωμένας καὶ ἁπλουστάτας αἰτίας τὰ πάντα παράγουσι, καὶ μία καὶ ἀθρόα καὶ ἑνοειδὴς ἥ τε ποίησις καὶ ἡ γνῶσις αὐτῶν. Ἡ γοῦν ἐκεῖ νοητὴ τοῦ οὐρανίου γένους αἰτία πάντα παρά‐
25γει τὰ οὐράνια, θεοὺς, ἀγγέλους, δαίμονας, ἥρωας, ψυχὰς, οὐ καθόσον δαίμονες ἢ ἄγγελοι (τοῦτο γὰρ τῶν μεριστῶν αἰτιῶν ἴδιον καὶ τῶν διῃρημένων ἰδεῶν, ὧν οἱ νοεροὶ πεποίηνται τὴν εἰς τὸ πλῆθος διαίρεσιν), ἀλλὰ καθόσον πάντα
30θεῖά πώς ἐστι τὰ γένη ταῦτα καὶ οὐράνια, καὶ καθόσον ὕπαρξιν ἔλαχεν ἡνωμένην πρὸς θεούς· καὶ ἑκάστη τῶν λοιπῶν ὡσαύτως, οἷον ἡ τοῦ πεζοῦ καὶ χερσαίου παντὸς νοητὴ ἰδέα τῶν καθ’ ἓν ἕκαστον εἶδος διακεκριμένων οὐκ ἂν δεσπό‐
35ζειν ῥηθείη· τοῦτο γὰρ τῶν ἀπ’ αὐτῆς ἐστιν εἰς πλῆθος διῃρημένων, ἀλλὰ πάντων ὡς ἑνὸς γένους προστατεῖν· τὰ γὰρ ἐγγυτέρω τοῦ ἑνὸς ὁλικώτερον ὑφίστησι καὶ ἑνοειδέστερον, ἢ πάντα ὅσα μερικώτερον τὰ μετὰ ταῦτα καὶ
40μᾶλλον πεπληθυσμένως· οὕτω δὲ καὶ ἐπὶ τῶν
ἄλλων νοητῶν ἰδεῶν, ἃς ὁ νοητὸς περιέχει
in Prm
.

953

νοῦς. Ἀλλὰ ταῦτα μὲν καὶ προϊόντες μᾶλλον ἐπισκεψόμεθα. Τὴν δὲ τοῦ Πλάτωνος περὶ προ‐ νοίας δόξαν σαφέστατα μὲν οὖν ὁ Ἀθηναῖος ξένος δεδήλωκεν, ὅπου καὶ γιγνώσκειν πάντα
5τοὺς θεοὺς καὶ δύναμιν ἔχειν κυβερνητικὴν τῶν πάντων ἀπέφηνεν ὁ λόγος· οὐ μὴν ἀλλὰ καὶ ἐν τούτοις, τάχα μὲν οὐ κατὰ καιρὸν, ἐπεισκυκλεῖν δὲ ὅμως εἰώθασι τοὺς περὶ προ‐ νοίας λόγους ταῖς περὶ τῶν εἰδῶν ταύταις ἀπο‐
10ρίαις. Συντόμως οὖν καὶ ἡμεῖς περὶ τοῦδε λέ‐ γομεν. Ὅτι μὲν οὖν, εἰ καὶ ἀπορεῖ πρὸς τὴν γνῶσιν καὶ τὴν ἐπικράτειαν τὴν θείαν τὴν διὰ πάντων διήκουσαν, ὁ Παρμενίδης εὐθὺς ἐκ πρώ‐ της λέξεως ἐδήλωσε τὴν ἀτοπίαν τῆς τοιαύτης
15ὑποθέσεως, φανερόν· τὸ γὰρ δεινότερον προσ‐ ειπεῖν τὸ συμπέρασμα τῆς ἀπορίας ταύτης ἢ τὸ τῆς προτέρας, μετρίως, οἶμαι, δείκνυσιν ὅπως κατέγνωκε τῶν τὴν πρόνοιαν ἀναιρούν‐ των λόγων· δεινὸν μὲν γὰρ καὶ τὸ φάναι μὴ
20γιγνώσκεσθαι τοὺς θεοὺς ὑφ’ ἡμῶν λογικῶν ὄν‐ των καὶ νοερῶν καὶ θεῖόν τι κατ’ οὐσίαν ἐχόν‐ των, δεινότερον δὲ τὸ ἀνελεῖν καὶ αὐτὴν τὴν γνῶσιν τῶν θείων· τὸ μὲν γάρ ἐστι μὴ ἐπι‐ στρεφόντων πρὸς τὸ θεῖον, τὸ δὲ κωλυόντων
25τὴν ἐπὶ πάντα προϊοῦσαν ἀγαθότητα τῶν θεῶν, καὶ τὸ μὲν περὶ τὴν ἡμετέραν οὐσίαν, τὸ δὲ περὶ τὴν θείαν αἰτίαν πλημμελῶς ἀναστρεφο‐ μένων. Τὸ δὲ δεινότερον, οὐχ ὡς ἰσχυρότε‐ ρον ἄπορον, ὡς εἰώθασι δεινοὺς λέγειν τοὺς
30κρατοῦντας τῇ δυνάμει τῶν λόγων, ἀλλ’ ὡς μεί‐ ζονος δείματος καὶ εὐλαβείας τοῖς νοῦν ἔχουσιν ἄξιον· τὴν γὰρ ἕνωσιν τῶν ὄντων διασπᾷ καὶ διορίζει χωρὶς ἀπὸ τοῦ κόσμου τὸ θεῖον· τὴν δὲ δύναμιν ὁρίζει τὴν θείαν ὡς οὐκ ἐπὶ πάντα
35φθάνουσαν, καὶ τὴν γνῶσιν τὴν νοερὰν ὡς οὐχὶ παντελῆ περιγράφει· πᾶσάν τε τὴν δημιουρ‐ γίαν ἀνατρέπει καὶ τὴν τάξιν τὴν ἀπὸ τῶν χω‐ ριστῶν αἰτιῶν εἰς τὸν κόσμον ἐνδιδομένην, καὶ τὴν ἀγαθότητα τὴν ἐκ μιᾶς βουλήσεως ἑνιαίως
40πάντα ἀποπληροῦσαν τῶν ἀγαθῶν. Οὐδενὸς δὲ
in Prm
.

954

τούτων ἐστὶν ἔλαττον καὶ ἡ τῆς εὐσεβείας σύγ‐ χυσις· ποία γὰρ κοινωνία πρὸς θεοὺς ἀνθρώπων ἐστὶ, τῆς τῶν τῇδε γνώσεως αὐτῶν ἀνῃρημέ‐ νης; οἰχήσονται γοῦν καὶ τὸ μηδὲν ἔσονται
5πᾶσαι αἱ περὶ τὸ θεῖον λατρεῖαι, πάντες οἱ θεσμοὶ τῶν ἱερῶν, πάντες ὅρκοι τὴν μαρτυρίαν ἐπαγόμενοι τῶν θεῶν, αἱ ἀδίδακτοι περὶ αὐ‐ τῶν ἔννοιαι ταῖς ψυχαῖς ἐνοῦσαι. Ποία δὲ ὑπο‐ λείπεται θεῶν εἰς ἀνθρώπους δόσις, εἰ μὴ
10προείληπται τὰ νοερὰ μέτρα παρ’ ἐκείνοις τῆς τῶν δεχομένων ἀξίας, εἰ μὴ γνῶσιν ἔχουσι πάντων ὧν ποιοῦμεν, ὧν πάσχομεν, ὧν δια‐ νοούμεθα, κἂν μὴ πράττωμεν; Εἰκότως ἄρα δεινὸν ἀποκαλεῖ τὸν τοιούτων προϊστάμενον λό‐
15γον, οὐχ ὡς ἰσχυρὸν καὶ δυσαντίβλεπτον, ὅπερ ἔφην, ἀλλ’ ὡς δέους παντὸς ἄξιον· εἰ γὰρ καὶ ὁτιοῦν τῶν θείων νομίμων κινεῖν ἀνόσιον, τῆς ὅλης ἀνατρεπομένης περὶ αὐτῶν ὑπολήψεως, πῶς ἂν ἀδεὴς ἡ τοιαύτη τῆς καινοτομίας ὑπάρ‐
20χοι παράλλαξις; Ἀλλ’ ὅτι μὲν τῆς τοιαύτης ὑποθέσεως κατέγνωκεν, ἥτις καὶ ἄγνοιαν πέμ‐ πει περὶ τὴν τῶν ἡμετέρων διοίκησιν, δῆλον καὶ ἀπὸ τούτων. Ἐπεὶ δὲ αὐτὸς τὸν θεὸν καὶ γιγνώσκειν πάντα καὶ ποιεῖν βούλεται, τῶν δὲ
25μετ’ αὐτόν τινες ἄρδην τοὺς τοιούτους λόγους ἀνατρέπειν ἐπεχείρησαν, φέρε καὶ περὶ τούτων ὅσα ἀπόχρη τοῖς προκειμένοις εἴπωμεν· θορυ‐ βοῦνται γὰρ τῶν ἀπ’ αὐτοῦ τινες μή πη τὸ ἀστάθμητον τῶν πραγμάτων καὶ ἄλλοτε ἄλλως
30φερόμενον οὐκ ἂν ἔχοι πρόνοιαν ὑφεστῶσαν καὶ θεόν· καὶ γὰρ τὰ ἀπὸ τύχης λεγόμενα καὶ ἡ φαινομένη περὶ τοὺς βίους ἀνισότης καὶ τῶν ἐνύλων ἄτακτος αὕτη φορὰ πολλὴν αὐτοῖς παρ‐ εῖχε τῆς ἀπρονοησίας ὑπόνοιαν· ἔτι δὲ τὸ μὴ
35πράγματα ἔχειν τὸν θεὸν ἐν ταῖς τῶν ποικίλων καὶ παντοδαπῶν λόγων ἀνελίξεσι, καὶ τὸ ἀφ‐ ίστασθαι τῆς ἑαυτοῦ μακαριότητος ἀνῆγεν αὐ‐ τοὺς εἰς τὴν τοιαύτην πλημμέλειαν· τὸ γὰρ τῆς ἡμετέρας ψυχῆς πάθος καὶ τὸν θόρυβον ὃν ὑπο‐
40μένει κατιοῦσα πρὸς τὴν τῶν σωμάτων ἐπιμέ‐
in Prm
.

955

λειαν, τοῦτο ᾤοντο συμβήσεσθαι καὶ περὶ τὸν θεὸν, εἰ πρὸς τὴν τῶν τῇδε πραγμάτων αὐτὸν ἐπιμέλειαν τρέψαιεν· πρὸς δὲ τούτοις καὶ διὰ τὸ τῶν διαφόρων γνωστῶν ἐξηλλαγμένας εἶναι
5τὰς γνώσεις, αἰσθήσει μὲν τῶν αἰσθητῶν, δόξῃ δὲ τῶν δοξαστῶν γιγνωσκομένων, ἐπιστήμῃ δὲ τῶν ἐπιστητῶν καὶ νῷ τῶν νοητῶν, οὔτε αἴ‐ σθησιν οὔτε δόξαν οὔτε ἐπιστήμην ἐν θεῷ τιθέ‐ μενοι, νοῦν δὲ ἄϋλον μόνον καὶ καθαρὸν, ἀπέ‐
10φασκον αὐτοῦ καὶ τὴν τῶν ἄλλων ἁπάντων εἴδησιν ὅσα μὴ ἔστι νοητά· εἰ γὰρ ὕλης ἐστὶν ἐκτὸς, ἀνάγκη καὶ τῶν εἰς ὕλην τετραμμένων ἀντιλήψεων αὐτὸν καθαρεύειν, τούτων δὲ καθα‐ ρεύοντα μὴ γιγνώσκειν τὰ ἐν ὕλῃ ὄντα· καὶ
15διὰ ταῦτα ἄρα οἱ μὲν ἀφῄρουν, ὡς ἔφην, αὐ‐ τοῦ τὴν γνῶσιν τῶν αἰσθητῶν καὶ τὴν πρό‐ νοιαν, οὐ δι’ ἀσθένειαν, ἀλλὰ δι’ ὑπερβολὴν γνωστικῆς ἐνεργείας· ὡς οἱ τὰ ὄμματα πλήρη τοῦ φωτὸς ἔχοντες λέγονται μὴ δύνασθαι τὰ ἐν
20τῷ κόσμῳ βλέπειν, τῆς ἀδυναμίας ταύτης ὑπεροράσεως οὔσης· καὶ πολλά φασι μὴ εἰδέναι καλὸν, οἷον τοῖς ἐνθεάζουσιν ὅσα περισπᾷ τὸν ἐνθεασμὸν, ἢ τοῖς ἐπιστήμοσιν ὅσα ῥυπαίνει τὴν τῆς ἐπιστήμης ὑπερβολήν. Οἱ δὲ διδόντες
25καὶ ἐκείνῳ τὴν τῶν αἰσθητῶν γνῶσιν, ἵνα καὶ προνοεῖν αὐτὸν φῶσιν, ἔτρεψαν αὐτοῦ τὴν ἀντί‐ ληψιν εἰς τὸ ἐκτὸς, καὶ ἐποίησαν διὰ τῶν αἰ‐ σθητῶν διήκειν καὶ ἅπτεσθαι τῶν διοικουμένων, καὶ ὠθεῖν ἕκαστα καὶ παρεῖναι πᾶσι τοπικῶς·
30οὐ γὰρ ἂν ἄλλως αὐτὸν δύνασθαι προνοίας ταῦτα καὶ ὁπωσοῦν ἀξιοῦν. Οἱ δὲ γιγνώσκειν μὲν αὐ‐ τὸν ἑαυτὸν εἰρήκασι, μηδὲν δὲ αὐτῷ δεῖν εἰς τὸ προνοεῖν τῶν αἰσθητῶν τῆς γνώσεως αὐτῶν, ἀλλὰ αὐτῷ τῷ εἶναι πάντα καὶ παράγειν καὶ
35κοσμεῖν ὅσα παράγει, μηδεμίαν ἔχοντα τῶν παραγομένων γνῶσιν· καὶ οὐδὲν εἶναι θαυμα‐ στὸν τοῦτο, τῆς φύσεως ἄνευ γνώσεως ἀφαντά‐ στως ποιούσης, τὸν δὲ θεὸν ταύτης διαφέρειν
τῷ τὴν ἑαυτοῦ γνῶσιν ἔχειν εἰ καὶ μὴ τῶν ὑφ’
in Prm
.

956

ἑαυτοῦ δημιουργουμένων. Τὰ μὲν οὖν πείθοντά τινας τὸν θεὸν ἢ μὴ χωρίζειν τῶν ἐγκοσμίων, ἢ καὶ τὴν γνῶσιν τὴν ἐν αὐτῷ τῶν δευτέρων καὶ τὴν τῇ γνώσει σύνδρομον πρόνοιαν ἀναιρεῖν,
5τοιαῦτα ἄττα ἦν. Ἡμεῖς δὲ καὶ ὀρθῶς φαμεν αὐτοὺς λέγειν, καὶ οὐκ ὀρθῶς· οὔτε γὰρ προ‐ νοίας οὔσης εἶναι τὸ ἄτακτον δυνατὸν, οὔτε πράγματα τὸν θεὸν ἔχειν, ἔτι μᾶλλον οὔτε δι’ αἰσθήσεως παθητικῆς τὰ αἰσθητὰ γιγνώσκειν,
10ὥστε ταύτῃ γε ὀρθῶς ἂν λέγοιεν. Ὅτι δὲ τὴν ἐξῃρημένην δύναμιν καὶ τὴν ἑνοειδῆ γνῶσιν τῶν θεῶν οὐκ ἴσασι, ταύτῃ δ’ αὖ μοι δοκοῦσιν ἀποσφάλλεσθαι τῆς ἀληθείας· ἐρησόμεθα γὰρ αὐτοὺς οὕτως ὅπως ἐμμελῶς· ἆρα τὸ ἐνεργοῦν
15πᾶν οὐχὶ κατὰ τὴν ἑαυτοῦ δύναμιν ἐνεργεῖ καὶ φύσιν, καὶ ὡς ἔχει τάξεως κατὰ τὴν οὐσίαν, οὕτως αὐτῷ καὶ τὸ ἐνεργεῖν κατὰ τὴν αὑτοῦ τάξιν ὑπάρχει; οἷον φύσις μὲν φυσικῶς, νοῦς δὲ νοερῶς, καὶ ψυχὴ ψυχικῶς· κἂν τὸ γιγνόμε‐
20νον ᾖ ταὐτὸν ὑπὸ πλειόνων τε καὶ διαφερόντων αἰτίων, οὐχὶ ἕκαστον ποιεῖ κατὰ τὴν ἑαυτοῦ δύναμιν, ἀλλ’ οὐχὶ κατὰ τὴν τοῦ γιγνομένου φύσιν; ἢ κατὰ τὸν αὐτὸν τρόπον ἄνθρωπός τε ἄνθρωπον γεννᾷ καὶ ἥλιος, καὶ τὸ γιγνόμενον
25ἓν, καὶ τὰ ποιοῦντα ὡσαύτως ποιεῖ καὶ οὐχ ὡς πέφυκεν ἑκάτερον, τὸ μὲν μερικῶς καὶ ἀτελῶς καὶ μετὰ πραγματείας, τὸ δὲ ἀπραγμόνως καὶ αὐτῷ τῷ εἶναι καὶ ὁλικῶς; Ἀλλὰ ταῦτα μὲν καὶ λέγειν ἄτοπον· ἄλλως γὰρ ἐνεργεῖ τὸ θεῖον,
30καὶ ἄλλως τὸ θνητὸν γένος. Εἰ δὲ ταῦθ’ οὕτως ἔχει καὶ πᾶν τὸ ἐνεργοῦν κατὰ τὴν ἑαυτοῦ φύσιν ἐνεργεῖ καὶ τάξιν, τὸ μὲν θείως καὶ ὑπὲρ φύσιν, τὸ δὲ φυσικῶς, τὸ δὲ ἄλλως πως, δῆλον δὴ ὅτι καὶ τὸ γιγνῶσκον κατὰ τὴν ἑαυτοῦ γι‐
35γνώσκει φύσιν· ἀλλ’, οὐχ ὅτι τὸ γιγνωσκόμενον ἓν καὶ ταὐτὸν, διὰ τοῦτο καὶ τὰ γιγνώσκοντα παραπλησίως ἐπιβάλλει τοῖς γνωστοῖς· καὶ γὰρ αἴσθησις γιγνώσκει τὸ λευκὸν καὶ δόξα καὶ νοῦς
ἡμέτερος, ἀλλ’ οὐχ ὡσαύτως· οὐδὲ γὰρ τὸ τί
in Prm
.

957

ἦν εἶναι τοῦ λευκοῦ γιγνώσκειν τὴν αἴσθησιν δυνατόν· οὐδὲ ὡς νοῦς, οὕτω καὶ ἡ δόξα τῶν οἰκείων ἀντιλαμβάνεται γνωστῶν· ὁ μὲν γὰρ καὶ τὴν αἰτίαν οἶδεν, ἡ δὲ τὸ ὅτι μόνον· ταύτῃ
5γοῦν καὶ διαφέρειν λέγομεν ὀρθὴν δόξαν ἐπιστή‐ μης, τῆς μὲν αὐτὸ μόνον καθ’ αὑτὸ τὸ ὅτι γι‐ γνωσκούσης καὶ διὰ τοῦτο ἀσθενούσης, τῆς δὲ μετὰ τῆς αἰτίας αἱρούσης τὸ γνωστὸν καὶ τὸ αὐτὸ κρειττόνως περιλαμβάνειν δυναμένης. Αὐτὸ
10δὲ τὸ νοητὸν οὐχὶ γιγνώσκει μὲν καὶ ὁ πολυτί‐ μητος νοῦς, γιγνώσκομεν δὲ καὶ ἡμεῖς, ὡς εἴ‐ ρηται πρὸ τούτων, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον διὰ τὴν τῆς γνωστικῆς δυνάμεως ἐξαλλαγήν; Ὡς ἄρα ἔχει τὸ γιγνῶσκον φύσεως, οὕτως ἔχει
15καὶ ἡ γνῶσις· ἀλλ’ οὐχ ὡς ἔχει τὸ γιγνωσκό‐ μενον, οὕτως ὑπὸ πάντων γιγνώσκεσθαι πέφυ‐ κεν, ἀλλὰ κρειττόνως μὲν ὑπὸ τῶν κρειττόνων, ὑφειμένως δὲ ἐκ τῶν καταδεεστέρων. Τί δὴ οὖν θαυμαστὸν, εἰ καὶ ὁ θεὸς γιγνώσκει πάντα
20ὡς πέφυκεν, ἀμερίστως μὲν τὰ μεριστὰ, μονο‐ ειδῶς δὲ τὰ πεπληθυσμένα, ἀϊδίως δὲ τὰ γεν‐ νητὰ, καὶ ὁλικῶς τὰ μερικὰ, καὶ ἁπλῶς εἰπεῖν, ἄλλως ἢ ὡς ἔχει τῶν πραγμάτων ἕκαστον, καὶ τῇ τοιαύτῃ γνώσει σύνδρομον ἔχει τὴν τῶν
25ἁπάντων παραγωγὴν, καὶ αὐτῷ τῷ γιγνώσκειν ἁπλαῖς καὶ ἡνωμέναις γνώσεσι τὰ πάντα δί‐ δωσιν ἑκάστοις τὸ εἶναι καὶ τὴν εἰς τὸ εἶναι πάροδον; Καὶ γὰρ ἄλλως τῆς ἀκοῆς τὰ ἀκου‐ στὰ, καὶ τῆς κοινῆς αἰσθήσεως ἄλλως πρὸ τού‐
30των τὰ αἰσθητὰ πάντα· πρὸ ταύτης πάλιν, ἄλλως ὁ λόγος καὶ ταῦτα καὶ τὰ ἄλλα γιγνώ‐ σκει ὅσα μὴ αἴσθησις. Καὶ αὖ πάλιν τῆς ἐπι‐ θυμίας ἄλλων ὀρεγομένης, τοῦ θυμοῦ δὲ ἄλλων ἐφιεμένου καὶ τῆς προαιρέσεως εἰς ἄλληλα
35κινούσης, ἔστι τις μία ζωὴ πρὸς πάντα ταῦτα κινοῦσα τὴν ψυχὴν, δι’ ἥν φαμεν, ἐγὼ ἐπι‐ θυμῶ, καὶ ἐγὼ θυμοῦμαι, καὶ ἐγὼ προαιροῦμαι· συνεπινεύει γὰρ ἐκείνη πάσαις καὶ συζῇ μετὰ πασῶν, οὖσα δύναμις ὁρμητικὴ πρὸς πᾶν ὀρεκ‐
40τόν. Καὶ δὴ καὶ πρὸ τούτων ἀμφοτέρων ἔστι τῆς
in Prm
.

958

ψυχῆς ἓν, ὃ δὴ λέγει πολλάκις, ἐγὼ αἰσθάνομαι, καὶ ἐγὼ λογίζομαι, καὶ ἐγὼ ἐπιθυμῶ, καὶ ἐγὼ βούλομαι, καὶ παρακολουθοῦν πάσαις ταύταις ταῖς ἐνεργείαις καὶ συνεργοῦν αὐταῖς. Ἢ οὐκ ἂν
5ἐγιγνώσκομεν πάσας, οὐδ’ ἂν εἴποιμεν ὅτῳ δια‐ φέρουσι, μὴ ἑνός τινος τοῦ γιγνώσκοντος πάσας ἀμεροῦς ὄντος ἐν ἡμῖν, ὃ δὴ καὶ ἐπὶ τῆς κοινῆς αἰσθήσεως καὶ πρὸ δόξης καὶ πρὸ ἐπιθυμίας καὶ πρὸ βουλήσεως ὂν, καὶ τὰς ἐκείνων οἶδε γνώ‐
10σεις, καὶ τὰς ὀρέξεις αὐτῶν ἀμερῶς συνῄρηκεν, ἐφ’ ἑκάστῳ λέγον τὸ ἐγὼ καὶ τὸ ἐνεργῶ. Πῶς ἀπιστεῖν ὀρθὸν, τὴν ἀμερῆ τοῦ θεοῦ γνῶσιν οὐκ οὖσαν αἰσθητικὴν τὰ αἰσθητὰ γιγνώσκειν, οὐδὲ μεριστὴν τὰ μεριστὰ, τὸν αὑτῇ προσήκοντα
15τρόπον, οὐδὲ τοπικῶς παροῦσαν τοῖς ἐν τόπῳ οὖσιν εἰδέναι καὶ ταῦτα πρὸ τῆς κατὰ τόπον πάσης παρουσίας, καὶ διδόναι πᾶσιν ὅσα δύνα‐ ται τῶν δεχομένων ἕκαστον λαμβάνειν, καὶ ἐξῃ‐ ρημένην ἀπ’ αὐτῶν; Οὔτ’ οὖν τὸ ἀστάθμητον
20τῶν φαινομένων ἀσταθμήτως ὑπ’ αὐτοῦ γιγνώ‐ σκεται, ἀλλ’ ὡρισμένως· οὔτε τὸ πολυμετάβο‐ λον ἀμφιβόλως, ἀλλ’ ἀεὶ ὡσαύτως· οὔτε τὸ ποικίλον πραγματειωδῶς· αὐτῷ γὰρ τῷ ἑαυτὸν νοεῖν οἶδε τὰ πάντα ὧν αἴτιός ἐστιν, ἀκριβε‐
25στέραν γνῶσιν ἔχων, ἢ εἰ τὰς συστοίχους τοῖς γιγνωσκομένοις αὐτῷ τις γνώσεις ἀπένεμε· τὸ γὰρ ἐξ αἰτίας γιγνώσκειν ἕκαστον πάσης κρα‐ τεῖ τῆς ἄλλης γνώσεως. Ἀπράγμων οὖν ἡ γνῶ‐ σις, διότι τὸ γιγνῶσκον ἐν ἑαυτῷ μένει, καὶ
30ἑαυτὸ μόνον εἰδὸς οἶδε τὰ πάντα, καὶ οὔτε αἰσθήσεως οὔτε δόξης ἢ ἐπιστήμης δεῖται πρὸς τὴν τῶν αἰσθητῶν γνῶσιν· αὐτὸς γάρ ἐστιν ὁ ταῦτα πάντα παράγων, καὶ ταῖς ἀβύσσοις ἑαυ‐ τοῦ νοήσεσι κατ’ αἰτίαν καὶ ἐν ἁπλότητι μιᾷ
35περιέχει πάντων τούτων τὴν ἡνωμένην γνῶσιν· οἷον εἴ τις ναῦν κατασκευασάμενος ἐμβιβάσειεν ἀνθρώπους εἰς αὐτὴν ὧν ἐστιν αὐτὸς ὑποστάτης, καὶ τῇ θαλάττῃ τὴν ναῦν ἐπιδοίη, καὶ ἀνέμους δή τινας περιαγάγοι τὴν Αἰόλου τέχνην ἔχων,
40καὶ οὕτως ἀφείη φέρεσθαι τὴν ναῦν, καὶ ταῦτα
in Prm
.

959

πάντα αὐτῷ τῷ ἐννοῆσαι ποιήσειεν· οἷον εἰ φαντασθεὶς οὕτω ταῦτα ὑποστήσειεν ἐκτὸς, ἃ ἔνδοθεν ἦν ἐν αὐτῷ φανταστικῶς, δῆλον δὴ ὅτι πάντων τῶν περὶ τὴν ναῦν ὑπὸ τῶν ἀνέμων ἐν
5τῇ θαλάττῃ συμπιπτόντων αὐτὸς ἔχει τὴν αἰ‐ τίαν, καὶ τὰς ἑαυτοῦ θεωρῶν ἐννοίας ἅμα καὶ ποιεῖ καὶ γιγνώσκει τὰ ἔξω, μηδὲν τῆς ἐπ’ αὐτὰ δεόμενος ἐπιστροφῆς. Οὕτω γὰρ δὴ καὶ ἔτι μειζόνως καὶ ὁ θεῖος νοῦς ἔχων τὰς αἰτίας
10τῶν πάντων ἅμα καὶ ὑφίστησι πάντα καὶ θεω‐ ρεῖ, μὴ ἐξιστάμενος τῆς ἑαυτοῦ περιωπῆς. Εἰ δὲ νοῦς ὁ μὲν ὁλικώτερος, ὁ δὲ μερικώτερος, δηλονότι οὐχ ἡ αὐτὴ πάντων νόησίς ἐστιν· ἀλλ’ ὅπου μὲν ὁλικώτερα τὰ νοητὰ καὶ ἀδιαίρετα,
15καὶ ἡ γνῶσις ὁλικὴ καὶ ἀδιαίρετος, ὅπου δὲ εἰς πλῆθος καὶ ἔκτασιν ὁ τῶν εἰδῶν προῆλθεν ἀριθμὸς, ἐκεῖ καὶ ἡ γνῶσις μία καὶ πολυειδής. Καὶ οὐκ ἂν θαυμασαίμεθα τῶν Ὀρφικῶν ἀκού‐ οντες ἐπῶν, ἐν οἷς φησιν ὁ Θεολόγος·
20Αὕτη δὲ Ζηνὸς καὶ ἐν ὄμμασι πατρὸς ἄνακτος, Ναίους’ ἀθάνατοί τε θεοὶ θνητοί τ’ ἄνθρωποι, Ὅσσα τ’ ἔην γεγαῶτα καὶ ὕστερον ὅππος’ ἔμελλεν.
24Πάντων γάρ ἐστι πλήρης τῶν νοητῶν καὶ
25πάντων ἔχει τὰς διῃρημένας αἰτίας, ὥστε καὶ ἀνθρώπους καὶ τἄλλα πάντα γεννᾷ κατὰ τὰς αὐτῶν ἰδιότητας, οὐ καθόσον ἕκαστον θεῖόν ἐστιν ὥσπερ ὁ πρὸ αὐτοῦ πατὴρ ὁ νοητός· διόπερ οὗτος μὲν καλεῖται πατὴρ τῶν κατ’ εἶδος διῃ‐
30ρημένων καὶ διὰ πάντων λέγεται φοιτᾷν, ἐκεῖ‐ νος δὲ τῶν κατὰ γένη διῃρημένων καὶ ἔστι τῶν ὅλων πατὴρ, καίτοι πολλῷ πρότερον ἐκεῖ‐ νος πάντων ἐστὶ πατὴρ, ἀλλὰ πάντων ᾗ θείας ἕκαστον μετέχει δυνάμεως. Καὶ ἡ γνῶσις τῷ
35μὲν ὑπάρχει καὶ ἰδίᾳ τῶν ἀνθρωπίνων πραγμά‐ των, καὶ κοινῇ μετὰ τῶν ἄλλων· ἦν γὰρ ἐν αὐτῷ καὶ ἡ ἀνθρώπων αἰτία, διῃρημένη τε ἀπὸ τῶν ἄλλων καὶ συνηνωμένη πάσαις αὐταῖς· τῷ
40δὲ ὁμοῦ πάντων ἑνιαίως καὶ ἀδιαιρέτως, οἷον
in Prm
.

960

καὶ ἀνθρώπου, καθόσον ζῶον πεζὸν καὶ ὁ ἄνθρω‐ πος· ὡς γὰρ τὸ ἐκεῖ πεζὸν ἀθρόως ἐστὶ πάντων αἴτιον, θεῶν, ἀγγέλων, δαιμόνων, ἡρώων, ψυ‐ χῶν, ζώων, φυτῶν, τῶν ἐν γῇ πάντων, οὕτω
5δὴ καὶ ἡ γνῶσις μία πάντων ὁμοῦ τούτων ὡς ἑνὸς γένους, καὶ οὐ διῃρημένως τῶν ἀνθρωπίνων πραγμάτων. Καὶ ὥσπερ ἐν ἡμῖν αἱ καθολικώ‐ τεραι τῶν ὑπ’ αὐτάς εἰσι, καθὰ καὶ Ἀριστοτέ‐ λης φησὶ, καὶ μᾶλλον ἐπιστῆμαι καὶ συγγε‐
10νέστεραι πρὸς νοῦν (καὶ γὰρ περιληπτικωτέροις χρῶνται συμπεράσμασιν), οὕτω καὶ ἐν τοῖς θεοῖς αἱ κρείττους νοήσεις καὶ ἁπλούστεραι τὴν τῶν δευτέρων ποικιλίαν προειλήφασι. Καὶ τοῦ ἀν‐ θρώπου τοίνυν ἡ μὲν πρωτίστη γνῶσίς ἐστιν ἐν
15θεοῖς ὡς ὄντος, καὶ ἔστι μία νόησις ἡ πᾶν τὸ ὂν ὡς ἓν κατὰ μίαν ἕνωσιν γιγνώσκουσα· ἡ δὲ δευτέρα, ὡς ἀεὶ ὄντος· αὕτη γὰρ ἡ γνῶσις πᾶν τὸ ἀεὶ ὂν ἑνοειδῶς περιέχει κατὰ μίαν αἰτίαν· ἡ δὲ μετὰ ταύτην, ὡς ζώου· καθ’ ἕνωσιν γὰρ
20καὶ αὐτὴ νοεῖ τὸ ζῶον· ἡ δὲ μετὰ ταύτην, ὡς ὑπὸ τόδε τὸ γένος τελοῦντος, οἷον ὡς πεζόν· ἔστι γὰρ μία νόησις παντὸς ἐκείνου τοῦ γένους ὡς ἑνὸς, καὶ ἡ διαίρεσις ἐπὶ ταύτης πρῶτον καὶ ποικιλία μετὰ τῆς ἁπλότητος. Ἀλλ’ ὅμως
25οὐδὲ ἐπ’ αὐτῆς ἡ νόησις ἀνθρώπου μόνον· οὐδὲ γὰρ ταὐτὸν ὡς ἕν τι νοεῖν τὸ χθόνιον πᾶν καὶ ἄνθρωπον. Ἐν δὲ τοῖς δημιουργικοῖς ἄρα καὶ ὅλως νοεροῖς εἴδεσίν ἐστι καὶ ἀνθρώπου τις νόη‐ σις ὡς ἀνθρώπου, διότι καὶ τὸ εἶδος τοῦτο δια‐
30κέκριται τῶν ἄλλων ἐν ταύταις ταῖς τάξεσιν. Ἅμα ἄρα δέδεικται καὶ ὅπως τῶν ἀνθρωπίνων ἔχει τὴν γνῶσιν καὶ ὅπως δεσπόζει πάντων, καὶ ᾗ θεῖα τὰ πάντα καὶ ᾗ μετέχει θείας τι‐ νὸς ἰδιότητος. Ἀλλὰ τοῦτο μὲν, οἶμαι, μετρίως
35ὑπομέμνηται. Ὅτι δὲ ἐν τῇ πρώτῃ τάξει τῶν ἰδεῶν καὶ ἡ αὐτοδεσποτεία καὶ ἡ αὐτοεπι‐ στήμη, δῆλον· ἐκεῖ γὰρ καὶ ἡ νόησις ἡ θεία πάντων ἑνιαίως, καὶ ἡ δύναμις ἡ κρατητικὴ
40τῶν ὅλων, ἡ μὲν οὖσα πηγὴ πάσης γνώσεως,
in Prm
.

961

ἡ δὲ πρωτουργὸς αἰτία πάσης δεσποτείας, εἴτε ἐν θεοῖς εἶεν, εἴτε ἐν τοῖς κρείττοσιν ἡμῶν γέ‐ νεσιν, εἴτε ἐν ψυχαῖς. Καὶ τάχα διὰ τοῦτο καὶ γένος ἐπιστήμης ἐνταῦθα τὴν νόησιν προσ‐
5είρηκε, τῶν ἐκείνων εἰδῶν τὸ περιληπτικὸν αὐτῆς καὶ τὸ ἑνοειδὲς ἐπιδεῖξαι βουλόμενος· ἀνωτέρω δὲ, εἶδος αὐτὴν μόνον προσηγόρευσεν ἐπὶ τῶν μέσων ἰδεῶν· ἀπὸ γὰρ τῆς νοητῆς γνώσεως πληροῦνται καὶ οἱ μέσοι διάκοσμοι τῆς
10ἑαυτοῖς ἐπιβαλλούσης νοήσεως καὶ πάντες οἱ θεῖοι νόες, καὶ τοῦτον ἔχει λόγον ἡ ἐν τούτοις νόησις πρὸς ἐκείνην ὃν εἶδος πρὸς τὸ γένος. Εἰ δὲ καὶ τὸ πολὺ ἀκριβέστερον ἐπὶ ταύτης εἴρηται τῆς ἐπιστήμης, δῆλον δὴ ὅτι τὸ ἑνι‐
15κώτερον αὐτῆς παρίστησιν ἡμῖν ἡ τοιαύτη προσθήκη· τοῦτο γάρ ἐστιν ἀκριβὲς, τὸ ἐμπε‐ ριλαμβάνον πάντα καὶ μηδὲν ἔξω ἑαυτοῦ κατα‐ λιμπάνον. Οὐκοῦν εἴπερ τι ἄλλο αὐτῆς ἐπιστή‐
20μης μετέχει, οὐκ ἄν τινα μᾶλλον ἢ θεὸν φαίης ἔχειν τὴν ἀκριβεστάτην ἐπιστήμην; Ἀνάγκη. (P. 134 C.) Πᾶς μὲν ὁ θεῖος νοῦς καὶ πᾶσα θεῶν τάξις ἐν ἑαυτῇ καὶ τὴν γνῶσιν καὶ τὴν αἰτίαν προεί‐
25ληφε τῶν ὅλων· οὔτε γὰρ αἱ γνώσεις αὐτῶν ἀδρανεῖς εἰσιν ἐν αὐτῷ τῷ γιγνώσκειν ἔχουσαι τὸ ἀόριστον, ἀλλὰ καὶ γιγνώσκουσι πάντα καὶ χορηγοῦσι τὰ ἀγαθά· τὸ γὰρ πρώτως ἀγαθὸν βούλεται καὶ τοῖς δευτέροις ἐπιλάμπειν τὴν
30ἀφ’ ἑαυτοῦ χορηγίαν· οὔτε αἱ ποιήσεις ἄλογοί τινες καὶ χωρὶς γνώσεως· φύσεως γὰρ ἔργον τοῦτο καὶ ζωῆς ἐσχάτης, ἀλλ’ οὐ τῆς θείας, ἣ καὶ αὐτὰς παράγει τὰς λογικὰς οὐσίας. Ὁμοῦ δὴ οὖν καὶ γιγνώσκουσι πάντα καὶ ποιοῦσι, καὶ
35πρὸ τούτων κατὰ τὴν βούλησιν τὴν ἑαυτῶν καὶ τὴν γνῶσιν προειλήφασι τῶν ὅλων καὶ τὴν ποιη‐ τικὴν δύναμιν· ὥστε καὶ βουλητῶς καὶ γνω‐ στικῶς καὶ δυνατῶς προεστᾶσι πάντων, καὶ διὰ τὴν τριάδα ταύτην πάντα τῆς αὐτῶν ἀπο‐
40λαύει προμηθείας. Καὶ εἴπερ ἐθέλεις, τὰ με‐
ριστῶς ὑπάρχοντα τοῖς δευτέροις ἑνώσας, καὶ
in Prm
.

962

ἐπὶ τὴν θείαν ἀναπέμπειν αἰτίαν, ἴσως ἂν ἀκρι‐ βεστέρας περὶ αὐτῆς ἀληθείας ἀντιλάβοιο. Δο‐ κεῖ γοῦν ἡ μὲν φύσις λόγους ἔχειν ποιητικοὺς, οὐ γνωστικούς· ἡ δὲ διάνοια, γνῶσιν ἐν ἑαυτῇ
5τὸ τέλος ἔχουσαν· ἡ δὲ προαίρεσις, τὸ ἀγαθὸν καὶ τὴν βούλησιν τὴν τῶν ἀγαθῶν. Αὐτὰ δὴ οὖν ἐν ἑνὶ συλλαβὼν, τὸ βουλητὸν, τὸ γνωστι‐ κὸν, τὸ δραστήριον, καὶ πρὸ αὐτῶν τὴν ἑνάδα τὴν θείαν νοήσας, ἐπὶ τὸ θεῖον ἀνάπεμψον, ὡς
10ἐκεῖ πάντων ἅμα τούτων ἑνοειδῶς προϋπαρ‐ χόντων. Πάντων δὲ θεῶν πάντα ταῦτα ἐχόν‐ των, δοκεῖ διαφερόντως ἐν τοῖς νοητοῖς καὶ ἡ πρωτίστη νόησις εἶναι, καὶ ἡ πρωτίστη τῆς τῶν ὅλων ἀπογεννήσεως δύναμις, καὶ ἡ τῆς
15βουλήσεως ἀγαθότης· ἅτε γὰρ προσεχῶς μετὰ τὴν πηγὴν ὑποστάντα τῶν ἀγαθῶν, ταῦτα γί‐ γνεται πρὸς τοὺς δευτέρους ἑαυτῶν ὃ τὸ ἀγα‐ θόν ἐστι τοῖς ὅλοις, τὸ μὲν ὑπεραίτιον αὐτοῦ διὰ τῆς πατρικῆς δυνάμεως, τἀγαθὸν δὲ διὰ
20τῆς ἀγαθοειδοῦς βουλήσεως, τὸ δὲ ὑπὲρ πᾶσαν γνῶσιν ἀποτυπωσάμενα διὰ τῆς κρυφίου καὶ ἡνωμένης νοήσεως. Δοκεῖ δέ μοι καὶ διὰ τοῦτο νῦν πρῶτον καλέσαι τὰ εἴδη θεοὺς, ὡς ἐπὶ τὴν πρωτίστην αὐτῶν πηγὴν ἀναδεδραμηκὼς,
25καὶ ὡς ἑνοειδῆ καὶ ἐγγυτάτω τἀγαθοῦ, καὶ ὡς οὕτω πάντων γνωστικὰ καὶ κρατητικὰ, καθόσον ἕκαστα θείας μετέχει δυνάμεως καὶ καθόσον πάντα συνήρτηται τοῖς θεοῖς. ρ’ οὖν οἷός τε αὖ ἔσται ὁ θεὸς τὰ
30παρ’ ἡμῖν γιγνώσκειν αὐτὴν ἐπιστήμην ἔχων; Τί γὰρ ο; Ὅτι, ἔφη ὁ Παρ‐ μενίδης, ὡμολόγηται ἡμῖν, ὦ Σώκρα‐ τες, μήτε ἐκεῖνα τὰ εἴδη πρὸς τὰ παρ’ ἡμῖν τὴν δύναμιν ἔχειν ἣν ἔχει, μήτε
35τὰ παρ’ ἡμῖν πρὸς ἐκεῖνα, ἀλλ’ αὐτὰ πρὸς αὑτὰ ἑκάτερα. Ὡμολόγηται γάρ. (P. 134 C.) Ταῦτα ὅπως μὲν ἐπὶ τῶν νοερῶν εἰδῶν προ‐ τεινόμενα διαλυτέον, οὐδὲν δεῖ λέγειν· αὐτὸς
40γὰρ ἑαυτὸν γιγνώσκει· δῆλον οὖν ὅτι καθὸ
πάντων αἴτιος, αὐτῷ τῷ εἶναι περιέχει τὴν
in Prm
.

963

τῶν ὅλων γεννητικὴν αἰτίαν. ᾟ οὖν αἴτιός ἐστι πάντων, γιγνώσκων, καὶ τὰ ἐν ἑαυτῷ πρω‐ τουργὰ θεώμενος αἴτια, καὶ τὰ πάντα οἶδε κατὰ τὸν θεῖον ὅρον καὶ τὸν τέλεον νοῦν καὶ τὴν μίαν
5ὅλων περίληψιν. Καὶ οὐδὲν δεῖ θαυμάζειν ὅπως τὰ μὴ νοητὰ γιγνώσκει νοῦς αὐτὸς ὢν, καὶ τὰ μεριστὰ μὴ μεριστὸς ὢν, καὶ τὰ αἰσθητὰ ὑπὲρ τὸν κόσμον ἱδρυμένος, καὶ ἔτι τὰ αἰσχρὰ καὶ ὅλως τὰ κακά· ταῦτα μὲν γὰρ οὐ πάντη κακά
10ἐστιν, ἀλλὰ καὶ ἀγαθὰ, καὶ οὐ τῷ νῷ μόνον, ἀλλ’ οὐδὲ τῷ κόσμῳ κακά. Μιᾷ τοίνυν τοῦ ἀγαθοῦ γνώσει, καὶ ὅσα πρώτως ἐστὶν ἀγαθὰ, καὶ ὅσα δευτέρως, καὶ ὅσα ἁπλῶς, καὶ ὅσα τινὶ μὲν ἔστι, τινὶ δὲ οὐδαμῶς ἀγαθὰ, καὶ
15ὅλως πάσας τὰς προόδους τῶν ἀγαθῶν ἐν ἑαυτῷ προείληφεν· ὡς γὰρ τῇ μιᾷ τοῦ ὁμοίου γνώσει πᾶν γιγνώσκει τὸ ὁπωσοῦν ὅμοιον, εἴτε ἐν ἀσω‐ μάτοις, εἴτε ἐν σώμασι φανταζόμενον, οὕτω δὴ καὶ ἡ μία τοῦ ἀγαθοῦ γνῶσις ἐν αὐτῷ πάντα,
20ὅσων ἐστὶν ὁπωσοῦν αἴτιον τὸ ἀγαθὸν, ἑνοειδῶς προείληφεν· οἱ δὲ μερίζοντες καὶ τὸ ᾗ κακὸν σκοποῦντες ἡμεῖς ἄρα ἐσμὲν, ἐπεὶ παρά γε τῷ θεῷ μία καὶ ἁπλῆ καὶ ἀμέριστος ἡ γνῶσις κατὰ τὴν τοῦ ἀγαθοῦ μονάδα. Καὶ δὴ ἐπὶ τῶν ἄλ‐
25λων εἰδῶν ὁμοίως· κατὰ γὰρ τὴν αὑτοῦ φύσιν ἀμέριστος ὢν καὶ τὰς ἀμερίστους αἰτίας τῶν μεριστῶν ἔχων, διὰ τῆς τούτων γνώσεως πάντα καὶ τὰ μεριστὰ προείληφε. Καὶ ταῦτα ἀναγ‐ καῖον οὕτως ἔχειν· τί γὰρ τῶν ἀξιωμάτων τού‐
30των ἀναιρήσομεν; ἆρα τὸ τῶν μεριστῶν ἀμε‐ ρίστους εἶναι τὰς αἰτίας; ἀλλ’ ὁρῶμεν ὅτι καὶ ἡ μονὰς αἰτία τῶν ἀριθμῶν, καὶ ἡ φύσις ἀσώ‐ ματος οὖσα τῶν σωμάτων, καὶ τὸ σημεῖον τῶν μεγεθῶν, καὶ πανταχοῦ τὰ ἑνοειδέστερα τῆς
35ὑποστάσεως ἐξηγούμενα τοῖς πεπληθυσμένοις καὶ μᾶλλον εἰς διάστασιν προεληλυθόσιν. Ἀλλὰ τὸ τὸν νοῦν ἀμερῶς ἔχειν τὰς αἰτίας τῶν με‐ ριστῶν; ἀλλὰ τοῦτο δέδεικται καὶ πρότερον ὅτι ὁ δημιουργὸς, ὅτι ἑαυτῷ παραπλήσια ποιῶν,
40ὅτι καὶ τοῦ εὖ εἶναι πᾶσι χορηγός. Ἀλλὰ τὸ
in Prm
.

964

ἀμερεῖς ἔχειν αἰτίας ἔχοντα γιγνώσκειν αὐτάς; καὶ τί θαυμαστὸν τὸν νοῦν ἑαυτὸν γιγνώσκειν, ὅπου γε καὶ ἡμῖν τὸ νοερῶς ὑπάρχει ζῇν ἐν τῷ ἑαυτοὺς γιγνώσκειν; Οὐδὲν ἄρα ἄτοπον εἰ ὁ νοῦς
5ἀμερίστως γιγνώσκει τὰ μεριστὰ, καὶ εἰ μᾶλ‐ λον αὐτὰ γιγνώσκει τῆς συστοίχου γνώσεως· τὸ γὰρ ἐκ τῆς αἰτίας γιγνώσκειν πολὺ μᾶλλόν ἐστιν ἀκριβέστερον τῆς ἄνευ αἰτίας ἐπιβολῆς. Ἐῶ λέγειν ὅτι καὶ οἱ θεολόγοι νοερὰν ἡμῖν
10παραδεδώκασιν αἴσθησιν, καθ’ ἣν ὁ θεῖος νοῦς πᾶν κυβερνᾷ καὶ γιγνώσκει τὸ αἰσθητὸν, πάσας τὰς τοιαύτας ἐνστάσεις ἡμῶν πόῤῥωθεν διαφέ‐ ροντες· ὥστε καὶ τὰ αἰσθητὰ γιγνώσκειν αὐτὸν αἰσθητικῶς, ἀλλὰ καὶ ταῦτα, ᾗ νοερά ἐστιν· ἐν
15αὐτῷ γὰρ καὶ ἡ αἴσθησις νοερόν ἐστιν εἶδος ζωῆς· πᾶν γὰρ τὸ ἐν νῷ ὂν νοερόν ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν· οὐδὲν γοῦν ἀμενηνὸν οὐδὲ ἄζωον οὐδὲ ἀνόητον ἐν νῷ τῷ κατ’ ἐνέργειαν. Ὅπως μὲν οὖν, ὅπερ ἔφην, ἐπὶ τῶν νοερῶν εἰ‐
20δῶν διαλυτέον τὰς ἀπορίας, εἴρηται πολλάκις. Εἰ δὲ δὴ γιγνώσκων ὁ θεὸς ἑαυτὸν αἴτιον ὄντα τῶν μετ’ αὐτὸν γιγνώσκει καὶ ὧν αἴτιός ἐστιν, ἐντεῦθεν στησόμεθα καὶ πρὸς Ἀριστοτέλην, καὶ δείξομεν ὅπως ὁ κατ’ αὐτὸν νοῦς ἑαυτὸν εἰδὼς
25ὄντα πᾶσιν ὀρεκτὸν οἶδε καὶ τὰ πάντα ὅσα ὀρέγεται αὑτοῦ, καὶ ἑαυτὸν ὡρισμένως εἰδὼς οἶδε καὶ τὰ ὀρεγόμενα αὑτοῦ ὡρισμένως· τὸν γὰρ τῶν πρός τι θάτερον ὡρισμένως εἰδότα θά‐ τερον μὴ εἰδέναι ὡρισμένως ἀμήχανον· πάντων
30γὰρ καὶ ἐκεῖνος ἕξει τὴν εἴδησιν ὡρισμένην ἑαυτὸν ὡρισμένως εἰδώς. Οὐκ ἄρα ἀφαιρετέον τοῦ νοῦ τὴν πάντων γνῶσιν ἔχοντος τὴν ἑαυτοῦ γνῶσιν, ἣν ἔχων οἶδε καὶ ὅτι ὀρεκτός ἐστι πᾶσιν. Ὅπως δὲ ἀληθεύουσιν οἱ λόγοι τοῦ Παρ‐
35μενίδου καὶ ἐπὶ ποίων εἰδῶν, πάλιν ὑπομνη‐ στέον· τὰ γὰρ νοητὰ εἴδη τοιαύτην οὐκ ἔχει γνῶ‐ σιν τῶν ἡμετέρων οἵαν τὰ νοερὰ, διωρισμένην τῶν ἀνθρωπείων ᾗ ἀνθρώπεια, καὶ ὅλως τῶν ἀτόμων εἰδῶν, καὶ ὅλως τῶν αἰσθητῶν, ἀλλ’
40ἑνοειδῆ καὶ ὁλικὴν καὶ μοναδικὴν πάντων ὁμοῦ
in Prm
.

965

τῶν ὑφ’ ἓν γένος ταττομένων, λέγω δὴ τὸ οὐ‐ ράνιον καὶ τὸ ἀέριον, ἢ τὸ ἔνυδρον ἢ τὸ πεζὸν, εἴτε θεῶν, εἴτε τῶν κρειττόνων γενῶν, εἴτε τῶν θνητῶν τὴν περιοχὴν, ὡς θείων ὄντων καὶ ὡς
5ζώων ἁπλῶς καὶ ὡς ἀδιαιρέτων ἀπ’ ἀλλήλων. Ἡ οὖν πρωτίστη ἐπιστήμη καὶ νόησις οὐκ ἔστιν εἶδος τῶν παρ’ ἡμῖν (μερικὰ γὰρ ταῦτα, μᾶλ‐ λον δὲ μερικώτατα λοιπὸν), ἀλλὰ τῶν ὅλων ὅλως ὁμοῦ καὶ ἑνοειδῶς, ἐν τῷ νῷ πάντων ὄν‐
10των ἀμερίστως. Ἐπὶ δὲ τούτων νοητῶν εἰδῶν ἀληθὲς καὶ τὸ μὴ πρὸς ἡμᾶς αὐτὰ τὴν δύναμιν ἔχειν, μηδὲ ἡμᾶς πρὸς ἐκεῖνα· καὶ γὰρ ἡμῖν ἄγνωστά ἐστι καὶ ὑπὲρ τὴν ἡμε‐ τέραν ἵδρυται νόησιν, ἐν τῷ ἀδύτῳ κεκρυμμένα
15τοῦ πατρὸς, καὶ, ὥς φησιν ὁ θεολόγος, μόνῃ γνώριμα τῇ προσεχῶς μετὰ ταῦτα τάξει τῶν θεῶν· καὶ κρείττων ἡ δύναμις αὐτῶν, ἢ ὥστε ἡμῶν αὐτόθεν εἶναι γεννητική· θεοὺς γὰρ ὑφ‐ ίστησιν, ὡς εἴρηται πολλάκις, καὶ θεοῖς ἐπιβέ‐
20βηκεν, ἀλλ’ οὐ ψυχαῖς· ἀπὸ δὲ τῶν νοερῶν γενῶν τε καὶ εἰδῶν καὶ ψυχῶν πλήθη καὶ ἀν‐ θρώπων καὶ τῶν ἄλλων ζώων πρόοδοι γεγόνασιν. Οὐκοῦν εἰ παρὰ τῷ θεῷ αὕτη ἐστὶν ἡ ἀκριβεστάτη δεσποτεία καὶ αὕτη ἡ
25ἀκριβεστάτη ἐπιστήμη, οὔτ’ ἂν ἡ δεσ‐ ποτεία ἡ ἐκείνων ἡμῶν ποτε ἂν δεσπό‐ σειεν, οὔτ’ ἂν ἡ ἐπιστήμη ἡμᾶς γνοίη, οὐδέ τι ἄλλο τῶν παρ’ ἡμῖν, ἀλλ’ ὁμοίως ἡμεῖς τε ἐκείνων οὐκ ἄρχομεν
30τῇ παρ’ ἡμῖν ἀρχ, οὐδὲ γιγνώσκομεν τοῦ θείου οὐδὲν τῇ ἡμετέρᾳ ἐπιστήμ, ἐκεῖνοί τε αὖ κατὰ τὸν αὐτὸν λόγον οὔτε δεσπόται ἡμῶν εἰσιν οὔτε γιγνώ‐ σκουσι τὰ ἀνθρώπεια πράγματα θεοὶ
35ὄντες. Ἀλλὰ μὴ λίαν, ἔφη, θαυμαστὸς ὁ λόγος, εἴ τις τὸν θεὸν ἀποστερήσειε τοῦ εἰδέναι. (P. 134 D.) Συνέπλεξεν ὁμοῦ τῇ δεσποτείᾳ τὴν ἐπιστή‐ μην, ἀφορμὰς ἡμῖν καταβαλλόμενος τοῦ δει‐
40κνύναι καὶ τοῖς ἄλλοις, ὅτι τὰ ἡμέτερα γιγνώ‐
in Prm
.

966

σκουσιν οἱ θεοὶ καὶ δεσπόζουσιν ἡμῶν νοερῶς, καὶ ὅτι γιγνώσκουσιν ἄρα ἡμᾶς· καὶ εἰ μὴ γι‐ γνώσκουσιν, οὐ δεσπόζουσιν, ὃ δὴ δοκεῖ πάντων εἶναι ἀτοπώτατον· φιλοῦσι γάρ πως ἄνθρωποι
5δεσπότας μὲν ἀδιστάκτως ἀποκαλεῖν τοὺς θεοὺς, ἔν τε ταῖς τῶν σωμάτων ἀσθενείαις ἐπ’ αὐτοὺς καταφεύγοντες, καὶ ὧν οὐ δύνανται καθ’ ἑαυ‐ τοὺς ἐνεργοῦντες κρατεῖν, ἐπὶ τούτων τοὺς θεοὺς παρακαλοῦντες, ὡς ἐκείνων πάντων
10ὁμοίως κρατεῖν δυναμένων· ἀπορεῖν δὲ εἰ καὶ γιγνώσκουσι τὰ ἡμέτερα καὶ ἔστι τις αὐτοῖς τῶν ἀνθρωπίνων λόγος· ὁρῶσι γὰρ ὅτι δυνά‐ μεως μὲν ἔστι περιουσία τὸ πάντων ὁμοίως ἄρ‐ χειν καὶ πάντων ἐπικρατεῖν, γνώσεως δὲ ἀρετὴ
15τὸ τὰ ἄριστα γιγνώσκειν· πολλὰ γὰρ καὶ μὴ γιγνώσκειν φασὶν ἄμεινον. Τούτων οὖν τὴν μὲν δεσποτείαν καὶ τὴν ἐπικράτειαν τῶν ὅλων κατηγοροῦσι, τὴν δὲ γνῶσιν ἀφαιροῦσι· τὸ γὰρ τῆς ψυχῆς φιλόθεον ὁπόσον αὐτῇ φαίνεται
20κάλλιστον, τοσοῦτον ἐπὶ τὴν θείαν αἰτίαν ἀνα‐ φέρειν ἀξιοῖ. Καὶ τοῦτο μὲν λίαν ὀρθῶς· οὐ γὰρ ἔδει τὰ προελθόντα μόνον ὁρᾷν, ἀλλὰ καὶ τὰς ἐν αὐτῷ πάντων αἰτίας, ὅπου καὶ τὰ ἐν‐ ταῦθα πολὺ διαφέροντα συνήνωται ἀλλήλοις καὶ
25ὅμοιά πώς ἐστιν, ἐπεὶ καὶ τὸ σπουδαῖον ἔργον τοῦ μοχθηροῦ πάμπολυ διενήνοχε, καὶ οὐδὲ εἰπεῖν ὅσον· ἀλλ’ ἥ γε ἐν τοῖς ἐπιστήμοσι γνῶσις τῆς ἀρετῆς καὶ τῆς κακίας οὐ πολὺ διενήνοχε· καὶ τὸ μὲν ἐνεργεῖν ἀπὸ κακίας οὐκ
30ἀγαθὸν, τὸ δὲ γιγνώσκειν τὴν κακίαν ἀγαθὸν, εἴπερ καὶ τὸ τὴν ἀρετήν· τῶν γὰρ ἐναντίων μία καὶ ἡ αὐτὴ γνῶσίς ἐστι. Πάντα οὖν ἄμεινον τῷ νῷ γιγνώσκειν· ἐν αὑτῷ γὰρ ὄντα γιγνώσκει τὰ πάντα· ταῦτα δὲ αὐτῷ πάντα γιγνώσκειν ἄμει‐
35νον, ἵνα καὶ ὅλον ἑαυτὸν γιγνώσκῃ· τοῖς μὲν γὰρ εἰς τὰ ἔξω βλέπουσι πολλὰ μὴ γιγνώσκειν ἄμεινον· τὸ γὰρ εἰς ὕλην ἀμέτρως πεσὸν ἀνα‐ πίμπλαται τῆς ὑλικῆς αἰσχρότητος, βλέπον εἰς αὐτήν· τοῖς δὲ εἰς ἑαυτοὺς ἐπεστραμμένοις
40πάντα ὁμοίως γνωστὰ, καὶ ἡ διαφορὰ κατὰ τὸ
in Prm
.

967

ὁλικὸν τῆς γνώσεως, ἀλλ’ οὐ κατὰ τὸ γιγνώ‐ σκειν τε καὶ μὴ γιγνώσκειν. Ἔχει δὲ καὶ τὸ θεοὶ ὄντες προστεθὲν πολλήν τινα τὴν ἔν‐ δειξιν τῆς ἀπορίας· πᾶν γὰρ τὸ θεῖον ἀγαθὸν,
5καὶ βούλεται πάντα πληροῦν τῶν ἀγαθῶν· πῶς οὖν ἢ ἀγνοήσει τὰ καθ’ ἡμᾶς, ἢ οὐ δεσπόσει τῶν δευτέρων; πῶς δὲ, ὧν ἐστιν αἴτιον, τούτων καὶ οὐκ ἄρξει κατὰ τὴν ἑαυτοῦ δύναμιν; πῶς δὲ οὐ προνοήσει κατὰ τὴν ἑαυτοῦ δύναμιν; πῶς
10δὲ οὐ προνοήσει κατὰ τὴν ἑαυτοῦ γνῶσιν; Καί μοι δοκεῖ καὶ τοῦτο προσθεῖναι τοῖς εἰρημένοις ὁ Παρμενίδης, τὸ θεοὺς ὄντας ἀτοπώτατον εἶναι τῶν πάντων τὰ ἡμέτερα ἀγνοεῖν ὧν δεσ‐ πόζουσι, βαθέως ἐνδεικνύμενος ὅτι θεοῖς ᾗ θεοῖς
15προσήκει μάλιστα τὰ πάντα γιγνώσκειν, καὶ προνοεῖν τὰ εἴδη πάντων, καθὸ εἴδη τοῦ εἶναι τὰ ὅλα αἴτιά ἐστι· καθὸ δὲ θεῖα, καὶ ταῦτα γιγνώσκειν πάντα κατὰ τὸ ἓν τὸ ἑαυτῶν· θεῖον γάρ ἐστιν ἔργον τὸ προνοεῖν, νοερὸν δὲ τὸ τῶν
20ὅλων εἰδῶν ὑποστατικὸν καὶ φρουρητικόν. Οὕτω δὲ καὶ ἐν Νόμοις αὐτοῖς αὐτὸς οὐκ ἄλλως εἶπε τὰς ὅλας ψυχὰς προνοεῖν, ἢ δοὺς αὐταῖς νοῦν θεῖον, ὡς τῷ θεῷ τῆς προνοίας προσηκούσης, ἀλλ’ οὐχὶ νῷ· νοῦ γὰρ καὶ ἄλλοις μέτεστι,
25θείου δὲ νοῦ ταῖς θείαις ψυχαῖς. Ὁ μὲν ὅλος συλλογισμὸς τοιοῦτός ἐστι τῶν προκειμένων· οἱ θεοὶ τὴν αὐτοεπιστήμην καὶ τὴν αὐτοδεσπο‐ τείαν ἔχουσι· τὰ τὴν αὐτοεπιστήμην καὶ τὴν αὐτοδεσποτείαν ἔχοντα οὐ πρὸς ἡμᾶς λέγεται
30τὴν ἐπιστήμην ἔχειν καὶ τὴν δεσποτείαν· οἱ ἄρα θεοὶ οὐ πρὸς ἡμᾶς ἔχουσι τὴν ἐπιστήμην καὶ τὴν δεσποτείαν, οὐ γιγνώσκουσιν ἡμᾶς οὐδὲ δεσπόζουσιν ἡμῶν· ἔχοιεν γὰρ ἂν τὴν ἐπι‐ στήμην, ἡμῶν ἐπιστητῶν αὐτοῖς ὄντων, καὶ
35ἔχοιεν ἂν τὴν δεσποτείαν πρὸς ἡμᾶς, ἡμῶν δουλευόντων, ἅπερ ἐστὶν ἀτοπώτατα τῶν προ‐ ειρημένων. Μάλιστα δέ μοι δοκεῖ τὴν ἀτο‐ πίαν ἐμφῆναι βουλόμενος καὶ τὴν πρὸς τὰς διαστρόφους ἡμῶν ὑπολήψεις μάχην, τό τε
40τοῦ θεοῦ καὶ τὸ τῶν θεῶν ὄνομα φέρειν, τὸ
in Prm
.

968

μὲν ἐπὶ τῶν ἰδεῶν αὐτῶν, τὸ δὲ ἐπὶ τοῦ τὰς ἰδέας ἔχοντος· διότι τῶν μὲν ἰδεῶν ἁπλῶς τὴν δεσποτείαν ἢ γνῶσιν ἀφαιρεῖν καὶ τοῦ ἔχοντος αὐτὰς νοῦ πάντως ἐστὶν ἀληθὲς,
5εἰ πάντα λέγοιμεν τά τε κατὰ τὰς ἰδέας ὑπο‐ στάντα καὶ ὅσα τούτων ἔξω ἔστιν· οὐ γὰρ πάν‐ των νοῦς ᾗ νοῦς γνωστικὸς, ἀλλὰ τῶν ὅλων, οὐδὲ πάντων αἱ ἰδέαι αἴτιαι, ἀλλὰ τῶν κατὰ φύσιν ἀεὶ ὄντων· ὥστε ἐπὶ τούτων οὐ πάνυ ψευ‐
10δὴς ὁ λόγος, ὁ τὴν γνῶσιν αὐτῶν ἢ τὴν δεσπο‐ τείαν ἀφαιρῶν τῶν ἡμετέρων καθόσον ἡμεῖς τινές ἐσμεν, οὐ καθόσον ἄνθρωποι καὶ ἓν εἶδος ἔχομεν. Τὸν δὲ θεὸν καὶ τοὺς θεοὺς ἀνάγκη πάντα γιγνώσκειν, καὶ τὰ ἁπλῶς καὶ τά τινα,
15καὶ τὰ ἀεὶ καὶ τὰ ποτέ· καὶ πάντων δεσπόζειν, οὐ τῶν καθόλου μόνον, ἀλλὰ καὶ τῶν μερικῶν, μιᾶς παρ’ αὐτῶν προνοίας εἰς πάντα διηκούσης. Καὶ τὰ εἴδη οὖν καθόσον θεοὶ, καὶ ὁ νοῦς ᾗ θεὸς, πάντων ἔχουσι γνῶσιν καὶ πάντων δεσποτείαν·
20θεὸς δὲ ὁ νοῦς κατὰ τὸ ἓν, καὶ τὰ εἴδη καθό‐ σον ἐστὶν ἐν αὐτοῖς τὸ ἐκ τἀγαθοῦ φῶς. Κατὰ τοῦτο τοίνυν κρείττω ὄντα τῆς εἰδητικῆς οὐσίας πάντων καὶ γνῶσιν καὶ πρόνοιαν κατεστήσατο μίαν· διόπερ ὁ ταῦτα ἀποφάσκων ἐπ’ αὐτῶν
25λόγος, οἱ θεοὶ οὐ δεσπόται ἡμῶν εἰσιν, ἀτοπώτερός ἐστι καὶ μειζόνως ταῖς κοιναῖς ἡμῶν ἐννοίαις μαχόμενος. Ταῦτα καὶ ὁ Παρ‐ μενίδης βεβαιῶν ἐπήνεγκε μετὰ πολλῆς βαρύ‐ τητος, θεοὶ ὄντες· καὶ γὰρ ἐκεῖ μᾶλλον
30ἥνωται πρὸς τὴν ἑαυτοῦ θεότητα ἕκαστον, ἐν δὲ τῷ νοερῷ διακόσμῳ μᾶλλον διακέκριται κατὰ τὰ μέτρα τῆς ὑφέσεως. Καὶ ὁ Σωκράτης λίαν θαυμαστὸν ἀποκαλεῖ τὸν λόγον τὸν ἀποστεροῦντα τὸν θεὸν τοῦ εἰδέναι· καίτοι πρῶ‐
35τον μὲν οὐκ ἔδει στέρησιν εἰπεῖν, ἀλλ’ ὑπερ‐ οχὴν γνώσεως· εἴρηται γὰρ ἡ γνῶσις ἐκείνη πολὺ τῶν ἄλλων ἀκριβεστέρα πασῶν· ἔπειτα εἰ καὶ στέρησιν ἔδει λέγειν, τῆς τῶν ἡμετέ‐ ρων πραγματείας γνώσεως ἔδει τίθεσθαι τὴν
40στέρησιν, ἀλλ’ οὐχ ἁπλῶς γνώσεως· οὐδὲ γὰρ
in Prm
.

969

τοῦτο συνήγαγεν ὁ λόγος. Ἀλλ’ ἔοικεν αὐτὸς ἐπὶ τῶν νοερῶν εἰδῶν ἱστάμενος ἀτελέστερον ἀφάψασθαι τῆς τοῦ Παρμενίδου θεωρίας, ἀνα‐ γαγόντος τὴν τῶν εἰδῶν ὑπόθεσιν ἀπὸ τῶν αἰ‐
5σθητῶν ἐπ’ αὐτὴν τὴν ἀκρότητα τὴν νοητὴν, ἐν ᾗ πρῶτον τὰ εἴδη καὶ ὁ τῶν ἀριθμῶν ἡνω‐ μένος καὶ τῷ ἐκ τἀγαθοῦ φωτὶ τεθεωμένος, ἀφ’ οὗ λοιπὸν αὐτῷ πρὸς τὸ ἓν ὂν καὶ τὴν ἑστίαν τὴν τῶν ὄντων ἡ μετάβασις εὔκολος·
10δεῖ γὰρ, ἵνα πᾶσαν ἐκφήνωμεν τὴν τῶν ἰδεῶν σειρὰν, πρὸ τοῦ τῶν ἰδεῶν ἀριθμοῦ τὴν ἑνιαίαν ὑφεστάναι τῶν ὄντων αἰτίαν, καὶ τὸ κρυφίως καὶ τὸ ἑνοειδῶς ὂν καὶ ὑπὲρ εἶδος, ἀφ’ οὗ προ‐ ῆλθεν ὁ τῶν ἑνικωτάτων ἰδεῶν ἀριθμὸς ἐπὶ
15πάσας τὰς δευτέρας τάξεις καὶ διακοσμήσεις· πρώτιστα γάρ ἐστιν εἴδη τὰ νοητὰ, δεύτερα δὲ τὰ νοητὰ μὲν, ἀλλ’ ὡς ἐν νοεροῖς, τρίτα δὲ τὰ συνεκτικὰ τῶν ὅλων, τέταρτα δὲ τὰ τελε‐ σιουργὰ πάντων τῶν νοερῶν καὶ ὑπερκοσμίων,
20ἐπὶ δὲ τούτοις τὰ νοερὰ καὶ ταύτην ἔχοντα τὴν ἰδιότητα καθ’ αὑτήν· ἕκτην δὲ ἔλαχε τάξιν τὰ ἀφομοιωτικὰ δι’ ὧν πάντα τὰ δεύτερα τοῖς νοεροῖς εἴδεσιν ἐξομοιοῦται, ἑβδόμην δὲ τὰ ἀπόλυτα καὶ ὑπερουράνια συναγωγὸν δύναμιν
25ἔχοντα τῶν περὶ τὸν κόσμον διῃρημένων εἰ‐ δῶν, ἐσχάτην δὲ τὰ ἐγκόσμια· καὶ τούτων τὰ μὲν νοερὰ, τὰ δὲ ψυχικὰ, τὰ δὲ φυσικὰ, τὰ δὲ αἰσθητὰ, καὶ τούτων τὰ μὲν ἄϋλα, τὰ δὲ ἔνυλα· καὶ μέχρι τούτων ἡ πρόοδος τῶν εἰδῶν ἄνωθεν
30ἀπὸ τῶν νοητῶν, ἐν μὲν τῷ πέρατι τῶν νοητῶν ἐκφανεῖσα πρῶτον, καταλήξασα δὲ εἰς τὸ πέ‐ ρας τῶν αἰσθητῶν. Καὶ δὴ καὶ ἀπὸ πάντων τῶν εἰδητικῶν διακόσμων ἥκειν ἀναγκαῖόν τι ἰδίωμα τοῖς προελθοῦσιν ἐσχάτοις εἴδεσι μέχρι
35τῶν αἰσθητικῶν εἰδῶν, οἷον ἀπὸ μὲν τῶν νοη‐ τῶν εἰδῶν τὸ ἀμετάβλητον, ἐκεῖνα γὰρ αἰώνια πρώτως· ἀπὸ δὲ τῆς πρωτίστης τάξεως τῶν νοητῶν καὶ νοερῶν τὸ σύνθημα ἕκαστον φέρειν ἄγνωστον τῶν οἰκείων παραδειγμάτων, καθὸ
40καὶ ἔλαχεν ἕκαστον ἰδίωμα τὸ θεῖον· ἀπὸ δὲ τῆς μέσης τὸ ὅλον ἕκαστον ὂν συνέχειν τῇ ὁλό‐ τητι τὸ πλῆθος τῶν ἑαυτοῦ μερῶν· ἀπὸ δὲ τῆς
τρίτης τὸ πᾶν εἶδος τοῦ δυνάμει πρότερον ὄντος
in Prm
.

970

εἶναι τελειωτικόν· ἀπὸ δὲ τῶν ἐν τοῖς νοεροῖς ὄντων τὸ διῃρῆσθαι κατὰ πάντας ἀριθμοὺς καὶ διαιρεῖν τὰ μετέχοντα αὑτῶν· ἀπὸ δὲ τῶν ἐν τοῖς ὑπερκοσμίοις τὸ ὁμοιοῦσθαι τοῖς ἑαυτῶν
5ἕκαστα παραδείγμασιν· ἀπὸ δὲ τῶν ὑπερκοσ‐ μίων ὁμοῦ καὶ ἐγκοσμίων τὸ τῶν πεπληθυσμέ‐ νων ἕκαστον εἶναι συναγωγὸν εἰς τὰς προσηκού‐ σας ἑκάστοις κοινότητας· ἀπὸ δὲ τῶν ἐγκοσμίων τὸ ἀχώριστον τῆς ὑποκειμένης αὐτοῖς φύσεως
10καὶ τὸ μετ’ αὐτῆς συμπληροῦν τὴν τῶν συν‐ θέτων γένεσιν· δεῖ γὰρ ἀφ’ ἑκάστων ἥκειν τινὰ πάντων ἰδιότητα εἰς τὰ ἐν τῷ αἰσθητῷ εἴδη, πέρατα ὄντα τῆς εἰδητικῆς σειρᾶς. Καὶ οὐδ’ ἂν ἄλλο τι εὕροις περὶ αὐτῶν εἰωθὸς, ὡς
15ἐμαυτὸν πείθω, λέγεσθαι, πλὴν τούτων ὧν εἴ‐ πομεν, οἷον ὅτι πᾶν εἶδος αἰσθητὸν ἄλλης ἕδρας δεῖται καὶ ὑποδοχῆς, ὅτι πᾶν ἐν πολλοῖς ἐστι τοῖς μετέχουσιν, ἐὰν δὲ ἀΐδια, ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἓν τῶν μετεχόντων πρὸς τὸ πρώτως
20μετέχειν τεταγμένων· ὅτι πᾶν δι’ ὁμοιότητος ὑφέστηκε τῆς πρὸς τὰ χωριστὰ εἴδη, καὶ ὑφέ‐ στηκε κατὰ τὴν ὁμοιότητα ταύτην· ὅτι πᾶν τὸ ἄτομόν ἐστιν εἶδος μεθ’ ὃ τὸ ὡς ἀληθῶς ἄτομόν ἐστιν, εἰς τὸν ἔσχατον προελθὸν καὶ
25ὑλικὸν μερισμόν· ὅτι πᾶν τὴν ὑποκειμένην αὐ‐ τῷ φύσιν, δυνάμει οὖσαν, τελειοῖ καὶ εἰς ἐνέρ‐ γειαν ἄγει τῇ ἑαυτοῦ παρουσίᾳ· ὅτι πᾶν εἶδος ὅλον ἐστὶ, πεπονθὸς μὲν τὸ ἐν αὑτῷ ἓν, οὐκ ὂν δὲ, ἀλλὰ πλῆθος ἔχον οὐσιῶν καὶ δυνάμεων·
30ὅτι πᾶν ἔχει τι πάντως ἄγνωστον σύνθημα θεῖον, διὸ καὶ τάξιν ἄλλην ἕκαστον ἔλαχεν ἐν τῷ παντὶ καὶ τόπον καὶ περίοδον κατ’ ἀριθ‐ μὸν ἴδιον καὶ μορφήν· ἕκαστα γὰρ τούτων αὐ‐ τοῖς διανενέμηται παρὰ τῆς δημιουργίας κατά
35τινα πρὸς τοὺς θεοὺς οἰκειότητα κρυφίαν· ὅτι πᾶν ἀεὶ ὡσαύτως ἐστὶν ἐν τῷ κόσμῳ καὶ οὐδέ‐ ποτε ἐκλείπει τὸ πᾶν, ἀλλὰ κἂν ἐγγιγνομένοις ἔχῃ τὴν ὑπόστασιν, ἀγεννήτως ὑφέστηκε. Ταῦτα δ’ οὖν εἰωθότα λέγεσθαι περὶ τῶν εἰδῶν
40τῶν συμπληρούντων τὸν κόσμον ἀπ’ ἐκείνων αὐτοῖς ἐνδέδοται πάντων, ὡς εἴρηται, τῶν εἰ‐ δητικῶν διακοσμήσεων· καὶ οὐδ’ ἂν εὕροιμεν
ἄλλο τι περὶ τούτων ὑπὸ τῶν κατιδόντων τὴν
in Prm
.

971

φύσιν ταύτην θρυλλούμενον· ὥστ’ εἰκότως ἕκα‐ στον εἰς τὴν οἰκείαν ἀνηγάγομεν ἀρχὴν, κά‐ τωθεν μέχρι τῶν πρωτίστων ἐπανελθόντες. Το‐ σαῦται μὲν αἱ τῶν εἰδῶν τάξεις, ὡς τὸ ὅλον
5εἰπεῖν· ἐφ’ ἑκάτερα δὲ αὐτῶν ἄνω μὲν ἥ τε ὁλότης ἡ νοητὴ καὶ ἡ τοῦ ὄντος μονὰς, κάτω δὲ τό τε πρῶτον ὑποκείμενον, ὅ ἐστιν εἰκὼν ἐκείνης τῆς ὁλότητος καὶ τὸ πάντων ἔσχατον ἴνδαλμα τοῦ ὄντος φερόμενον.
10 Ταῦτα μέντοι, ὦ Σώκρατες, ἔφη ὁ Παρμενίδης, καὶ ἔτι ἄλλα πρὸς τούτοις πάνυ πολλὰ ἀναγκαῖον ἔχειν τὰ εἴδη, εἰ εἰσὶν αὗται αἱ ἰδέαι τῶν ὄντων καὶ ὁριεῖταί τις αὐτό τι ἕκαστον εἶδος.
15(P. 134 E.) Πάνυ θαυμαστῶς ὁ Παρμενίδης διὰ τῶν ἀπο‐ ριῶν ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὴν πρώτην ἔκ‐ φανσιν τῶν εἰδῶν ἀναγαγὼν τὸν λόγον, καὶ διὰ τοῦ προσχήματος τῶν ἐνστάσεων ἐνδειξάμενος
20τάξεις τῶν εἰδῶν πολλὰς, καὶ ἐπὶ τῶν πραγ‐ μάτων βαθύτερον ἀποφήνας τὴν περὶ αὐτὰ τά‐ ξιν, ἀναγκαίως λοιπὸν πείθει τὸν Σωκράτη μὴ προχείρως μηδὲ ἀβασανίστως ἐπὶ τὴν τῶν εἰ‐ δῶν ὑπόθεσιν ὁρμᾷν, ἀλλ’ ὁδεῦσαι πρότερον διὰ
25πολλῆς δή τινος γυμνασίας διαλεκτικῆς, ἵνα γένηται διαλύειν ἱκανὸς τὰς εἰρημένας καὶ πάσας ἄλλας τὰς περὶ αὐτῶν ἀπορίας, καὶ διορθοῦν τὴν περὶ τοῦ δόγματος ἀλήθειαν. Δαιμόνιον δὲ κἀκεῖνο τὸ παραλαβεῖν ἐν τοῖς
30εἰρημένοις πάντας τοὺς ἀποριῶν τόπους, οἷς χρώμενοι καὶ τῶν μετ’ αὐτόν τινες διασύρειν ἐπιχειροῦσι τὴν περὶ τῶν ἰδεῶν ὑπόθεσιν· εἰ γὰρ ἐθέλοι τις ἐπισκέψασθαι τὰς μὲν εἰς τὸ ἐν τοῖς καθέκαστα κοινὸν ἀποφερομένας, τὰς δὲ εἰς
35τὰς ὑστερογενεῖς ἐννοίας, τὰς δὲ μέχρι τῶν ψυ‐ χικῶν λόγων ἱσταμένας, τὰς δὲ ὑποτιθεμένας μὲν ἐν νῷ, ἀλλ’ αὐτὰ ἀργὰ καὶ ἀκίνητα, δρα‐ στήριον εἰς τὸ ποιεῖν τῶν αὐτῶν μὴ δυναμέ‐ νων καὶ ἀφομοιοῦν ἑαυταῖς τὰ γιγνόμενα παρ’
40αὑτῶν· ὥστε ἔγωγε θαυμάζω τοὺς οἰομένους
in Prm
.

972

ἀεί τι καινὸν λέγειν, ἀποροῦντας πρὸς τήνδε τὴν δόξαν, οὐδενὸς παρακειμένου τῷ Πλάτωνι τῶν εἰς ἀπορίαν αὐτῷ συντελεῖν δυναμένων. Ἀλλὰ περὶ μὲν τούτων τοσαῦτα ἀπόχρη· κατὰ
5δὲ τὴν λέξιν ἐνδείκνυται ὁ Παρμενίδης, ὅπως καὶ ἄλλας ἀπορίας εὑρίσκειν δυνατὸν ἀπὸ τῶν εἰρημένων ὁρμωμένας· τὸ γὰρ καὶ ἔτι πρὸς τούτοις δείκνυσι τὴν εὐπορίαν τὴν ἐκ τού‐ των γιγνομένην τοῖς ζητητικοῖς. Ἐνδείκνυται
10δὲ καὶ ὅτι τὰ ἐν ἀποριῶν προσχήματι λελεγ‐ μένα ἀληθῆ κατ’ ἄλλον τρόπον ἐστίν· ἀνάγκη γὰρ, φησὶ, ταῦτα πάντα ἅπερ εἴπομεν ἔχειν τὰ εἴδη, καὶ τὸ ἄγνωστον, καὶ τὸ μὴ γιγνώ‐ σκειν τι τῶν ἡμετέρων, καὶ ἁπλῶς ἁπάσας
15τὰς εἰρημένας ἰδιότητας ἐφαρμόζειν τινὶ τάξει τῶν εἰδῶν· τὸ γὰρ ἐπὶ ἑνὸς ἀληθὲς οὐδὲν θαυμαστὸν εἰ ψεῦδός ἐστιν ἐπ’ ἄλλων προτεινό‐ μενον. Οὐ μόνον οὖν τὰς ἀπορίας ἡ λέξις παρ‐ ίστησιν (εἶπε γὰρ ἂν, εἰ ταύτας ἠβούλετο δη‐
20λῶσαι μόνας, ἀνάγκην εἶναι ταῦτα ἀκούειν τοῖς εἴδεσιν), ἀλλὰ καὶ τὴν ἐν αὐταῖς πάσαις κε‐ κρυμμένην περὶ τῶν εἰδῶν ἀλήθειαν· ἔχει γὰρ οὐ τὰ ἄτοπα, ἀλλὰ τὰ ἀληθῆ τὰ εἴδη πάν‐ τως. Εἰπὼν δὲ, εἰ εἰσὶν αὗται αἱ ἰδέαι
25τῶν ὄντων, οὐχὶ τὰ αἰσθητὰ καλέσας ὄντα ὡς τούτων εἶναι τὰς ἰδέας φάμενος, ἀλλ’ αὐτὸ τοῦτο δηλῶν τὸ ἐν τοῖς οὖσι τετάχθαι τὰς ἰδέας, ἀλλὰ μὴ ὀνόματα μόνον εἶναι φερόμενα κατὰ ἐπινοιῶν ψιλῶν· εἰπὼν δ’ οὕτως ἐνέφηνεν ὅτι
30τοῖς μὲν ὑστερογενῆ τὰ εἴδη ποιοῦσιν ἢ ἐν τοῖς αἰσθητοῖς οὐχ ἕπεται ταῦτα τὰ ἄπορα· τοῖς δὲ ἐν τοῖς ὄντως οὖσι τὰς ἰδέας ἀπαρι‐ θμουμένοις, τούτοις ὁ λόγος ἄπορος καὶ δύσ‐ πιστος. Προσθεὶς δὲ τὸ καὶ ὁριεῖταί τις
35αὐτό τι ἕκαστον εἶδος, ἐναργὲς πεποίηκεν ἡμῖν τίνι διαφέρουσιν οἱ τὰς ἰδέας τιθέμενοι τῶν μὴ τιθεμένων· λέγουσι γὰρ καὶ ἄλλοι νοῦν εἶναι πρὸ τοῦ κόσμου, καὶ θεὸν τὸν αὐτὸν ὀνο‐ μάζοντες, ἀλλ’ οὐ φασὶν ἰδέας εἶναι· τὸν γὰρ
40νοῦν τοῦτον οὐ συγχωροῦσι διωρισμένας ἔχειν
in Prm
.

973

τῶν ἐγκοσμίων αἰτίας, ἀνθρώπου καὶ ἵππου καὶ λέοντος καὶ τῶν ἄλλων ὁπόσα ἐν τοῖς θνητοῖς εἰσιν εἴδη. Ταύτῃ τοίνυν διαφέρουσιν ἀλλήλων οἵ τε ἀναιροῦντες καὶ οἱ τιθέμενοι τὰ εἴδη,
5καθόσον οἱ μὲν τὰς διακεκριμένας αἰτίας τὰς νοερὰς καὶ ἀκινήτους καὶ θείας ἀπολείπουσιν, οἱ δὲ ἕν τι μόνον λέγουσιν ἀπλήθυντον καὶ ἀκίνητον αἴτιον ὡς ὀρεκτὸν, ὃ δὴ περὶ τῆς ὑπὲρ νοῦν αἰτίας καὶ τὸν νοητὸν ἀριθμὸν ἱδρυμένης
10λέγομεν, τοῦτο τῷ νῷ προσάπτοντες· καθὸ μὲν τὸ πρῶτον τοιοῦτον ἐνόμισαν, ὀρθῶς οἰ‐ ηθέντες· οὐ γὰρ δεῖ τὰ ὄντα πολιτεύεσθαι κακῶς, οὐδὲ τὴν ἀρχὴν εἶναι τῶν ὄντων τὸ πλῆθος, ἀλλὰ τὸ ἕν· καθὸ δὲ τὸν νοῦν καὶ τὸ
15ἓν ταὐτὸν ὑπέλαβεν, οὐκ ὀρθῶς. Ἴδιον οὖν μά‐ λιστα τῆς εἰδητικῆς αἰτίας ἐστὶ τὸ διακεκρι‐ μένον κατὰ τὰ πλήθη τῶν ὄντων· καὶ διὰ τοῦτο καὶ ἐν ταῖς ἀρχαῖς ὅπου μὲν τὸ κρυφίως καὶ ἀδιακρίτως ὄν, οὔπω τὸ εἶδος, ὅπου δὲ
20πρῶτον ἡ διάκρισις, ἐκεῖ τὰ πρώτιστα τῶν εἰ‐ δῶν, οἷον οὐρανίων πᾶν ἓν καὶ ἄλλο πεζῶν, ὅπου δὲ πλείων ἡ διάκρισις, ἐκεῖ καὶ τῶν με‐ ρικωτέρων ἴδιαι προεστᾶσί τινες αἰτίαι παρα‐ δειγματικαὶ, καὶ τέλος προϊούσης τῆς εἰδη‐
25τικῆς διακοσμήσεως, τὰ ἔσχατα τῶν ποιητικῶν εἰδῶν καὶ τῶν μορίων καὶ τῶν συμβεβηκότων ἔσχε διακεκριμένας αἰτίας· οἱ γὰρ ἐν τῇ φύσει λόγοι καὶ ὀφθαλμοῦ καὶ ποδὸς καὶ καρδίας καὶ δακτύλου ἔχουσι διωρισμένας ἀρχάς· ὥστε
30ἄνωθεν μὲν τῶν γενικωτάτων, κάτω δὲ καὶ τῶν μερῶν, ἐν δὲ τοῖς μέσοις κατὰ τὸ ἀνάλο‐ γον· οὐ γὰρ ὡσαύτως διῄρηται τὰ νοερὰ τοῖς ἀφομοιωτικοῖς, ἢ ταῦτα τοῖς ἀπολύτοις, ἀλλ’ ἅτε μεταξὺ ταῦτα ὄντα τῶν τε αἰσθητῶν καὶ
35νοερῶν μᾶλλον μὲν ἐκείνων διῄρηται, μᾶλ‐ λον δὲ τούτων ἥνωται, καὶ ὁλικώτερα μὲν ἔστι τῶν αἰσθητῶν, μερικώτερα δὲ τῶν νοερῶν. Τὸ μὲν οὖν εἴ τις ὁριεῖται, καθάπερ εἴπομεν, ταὐτὸν σημαίνει τῷ εἴ τις διακεκριμένας αἰ‐
40τίας ὑποθήσεται οὐχὶ τῷ ὁρικὰς ἀποδόσεις
ποιεῖσθαι, ἀλλὰ τὸ τῶν τῇδε νοητὰς ἀρχὰς
in Prm
.

974

πλείονας ποιεῖν δηλοῖ· τοῦτο γὰρ ἴδιόν ἐστι τῆς τῶν ἰδεῶν θεωρίας. Τὸ δὲ αὐτὸ ἕκα‐ στον εἴρηται πολλάκις, ὡς τὴν ἁπλότητα καὶ τὴν ἀϋλίαν ἐνδείκνυται καὶ τὴν καθαρότητα
5τῶν ἰδεῶν· αὐτὸ γάρ ἐστιν ἕκαστον τὸ ἑαυ‐ τοῦ καὶ μὴ ἄλλου ὂν, μηδὲ ἀλλοτρίως τοῦτο ὃ καλεῖται προσονομαζόμενον. Τὸ δέ γέ τι προσ‐ κείμενον δηλοῖ τὸ μοναδικὸν αὐτοῦ καὶ τὸ ἐν ἀρχῆς λόγῳ προϋπάρχον· οὐ γὰρ οὕτως ἐπὶ τῶν
10εἰδῶν τό τι προστιθέμενον ὡς ἐπὶ τῶν ἐνύλων καὶ ἀτόμων, ἀλλ’ ὡς τῆς ἑνότητος καὶ τοῦ πέρατος σύμβολον· καὶ ὡς μερικὸν δὲ ὂν τὸ εἶδος, εἰ περιβάλλοιτο πρὸς αὐτὸ τὸ ἓν ὂν, εἰ‐ κότως ἄν τι ἐπονομάζοιτο.
15 Ὥστε ἀπορεῖν τε τὸν ἀκούοντα καὶ ἀμ‐ φισβητεῖν ὡς οὔτε ἔστι ταῦτα, εἴτε ὅτι μάλιστα εἴη, πολλὴ ἀνάγκη αὐτὰ εἶναι τῇ ἀνθρωπίνῃ φύσει ἄγνωστα. (P. 135 A.) Καὶ ταῦτα δαιμονίως λέγεται καὶ τῆς ἡμε‐
20τέρας φύσεως ἐστοχασμένως· οὔτε γὰρ ὁ ἀκρό‐ τατος ἂν καὶ σοφώτατος ἀνενδοιάστως ἔχοι πάντη περὶ τὴν τῶν θείων ἐπιστήμην· νοῦς γάρ ἐστι μόνως ὁ χωρὶς ἀπορίας τὰ νοητὰ γι‐ γνώσκων, ἡ δὲ ἡμετέρα τάξις, καθόσον ἀπο‐
25λείπεται τῆς νοερᾶς γνώσεως, κατὰ τοσοῦτον καὶ τῆς ἀκριβεστάτης ἐστὶ τάξεως παρῃρη‐ μένη· οὔτε ὁ ἀτελέστατος καὶ γηγενέστατος ἀνεννόητός ἐστι πάντη τῆς εἰδητικῆς αἰτίας· πρὸς γὰρ τί βλέπων ἐνίοτε κακίζει τὸ φαινό‐
30μενον ὡς εὐμετάβολον, εἰ μὴ τῆς ὄντως οὐσίας εἶχε παρ’ ἑαυτῷ πρόληψιν ἀδιάστροφον; Με‐ ταξὺ δὲ τούτων εἰσὶν ὅ τε ἀπορῶν καὶ ὁ ἀμ‐ φισβητῶν καὶ ὁ ἀρνούμενος· ὁ μὲν γὰρ ἀπορῶν μᾶλλον ἐν τῷ εἶναι τὰ εἴδη τὴν διάνοιαν ἐβε‐
35βαίωσεν, εὐλαβεῖται δὲ καὶ τοὺς ἀντικειμέ‐ νους λόγους· ὁ δὲ ἀμφισβητῶν ὁμοίως ἐφ’ ἑκά‐ τερα φέρεται, καὶ πρὸς τὸ εἶναι καὶ πρὸς τὸ μὴ εἶναι τοῖς λόγοις· ὁ δὲ ἀρνούμενος πρὸς τὸ μὴ εἶναι μᾶλλον, ἔνδοθεν μὲν ὑποφθεγγόμενος ὡς
40ἔστι κατὰ τὴν ἀδιάστροφον ἔννοιαν, διὰ δὲ τὴν
περικεχυμένην λήθην ἀναιρῶν αὐτῶν τὴν ὕπαρ‐
in Prm
.

975

ξιν· εἴτε καὶ μὴ ἔστιν, οὐκ ἔστιν· εἰ ἔστι μὲν, ἄγνωστα δὲ ἡμῖν, οὐκ ἀξιόχρεώς ἐστιν ὅγε τιθέμενος αὐτά· τῶν γὰρ ἀγνώστων καὶ αὐτὸς προεστάναι λέγων ἐλέγχει τὴν αὑτοῦ ψῆ‐
5φον. Ὅρα τοίνυν ὅπως ἀποδέχεται τὴν δύνα‐ μιν τῶν εἰρημένων ἀποριῶν, καὶ ὅπως ἡμᾶς ἐπὶ τὴν διάλυσιν αὐτῶν παρακαλεῖ· δέος γοῦν ἐστι καὶ ἡμῖν μὴ τοῦτο πάθωμεν, ὅ φησι πάσχειν τοὺς ἀκούοντας ἐκείνων τῶν ἐπαπορούντων
10λόγων, καὶ ἡμεῖς ἀπορήσαντες, εἶτα ἀμφι‐ σβητήσαντες, ἄρδην ἀνέλωμεν τὴν ὑπόθεσιν ταύτην, ὡς εἰ καὶ ἔστιν, ἄχρηστον ἡμῖν ὑπάρχουσαν, ἅτε ἄγνωστον οὖσαν καθ’ αὑτήν. Δέδεικται δὲ ὅπως καὶ ἀληθῆ πάντα, καὶ
15ὅσον ἐν αὐτοῖς ψεῦδος ἐντελοῦς ἂν τύχοι θε‐ ραπείας. Καὶ ταῦτα λέγοντα δοκεῖν τέ τι λέ‐ γειν, κα, ὃ ἄρτι ἐλέγομεν, θαυμαστῶς ὡς δυσανάπειστον εἶναι. (P. 135 A.)
20 Προείρηται γὰρ διαῤῥήδην, ὡς ὁ μὴ μετὰ τῆς ἀποχρώσης δυνάμεως καὶ παρασκευῆς ἁπτό‐ μενος τῆς τούτων θεωρίας πιθανώτερον ποιή‐ σεται τὸν ἄγνωστα εἶναι τὰ εἴδη προσαναγκά‐ ζοντα τοῦ πειρωμένου προεστάναι τῆς θέσεως
25αὐτῶν· πανταχοῦ γὰρ τὸ ὅμοιον ἐπὶ τὸ ὅμοιον πέφυκε χωρεῖν. Τὸ οὖν τοῖς ὄμμασι σκοτῶδες καὶ φιλοσοφίᾳ αἱρετὸν οὐκ ἂν γένοιτο ληπτὸν ταῖς ἀτελέσι τῶν ψυχῶν, ἀλλ’ ἐκείναις μόναις αἳ καὶ διὰ φύσεως ἀρετὴν καὶ δι’ ἐπιμελείας
30ὑπεροχὴν καὶ διὰ προθυμίαν δύναμιν ἑαυταῖς προσάγουσιν ἐπαξίως τῇ τούτων θεωρίᾳ· οὐδὲ γὰρ ἐν ἀλλοτρίαις ἕξεσιν ἐγγενέσθαι δυνατὸν τὴν τῶν νοητῶν θεωρίαν, οὐδὲ δὴ τοῖς μὴ κε‐ καθαρμένοις ποτὲ τὸν νοῦν ἔσονται καταφανεῖς
35αἱ [ἰδέαι] ἐν τῷ νῷ τῷ καθαρῷ τὴν ὕπαρξιν ἔχουσαι καὶ τὴν ἕδραν, εἴπερ τῷ ὁμοίῳ παντα‐ χοῦ τὸ ὅμοιόν ἐστι ληπτόν. Καὶ ἀνδρὸς πάνυ μὲν εὐφυοῦς τοῦ δυ‐ νησομένου μαθεῖν ὡς ἔστι γένος τι ἑκά‐
40στου καὶ οὐσία αὐτὴ καθ’ αὑτὴν, ἔτι δὲ
in Prm
.

976

θαυμαστοτέρου τοῦ εὑρήσοντος καὶ ἄλ‐ λον δυνησομένου διδάξαι πάντα ταῦτα ἱκανῶς διευκρινησάμενον. (P. 135 A.) Ἀναδιδάσκει πάλιν διὰ τούτων τίς ὁ τῶν λό‐
5γων τούτων οἰκειότατος ἀκροατὴς, ἄνδρα μὲν ὀνομάσας οὐ μάτην, ἀλλ’ ἵνα καὶ κατὰ τὸ εἶδος τῆς ζωῆς τοιοῦτος ᾖ, πολὺ τὸ ἁδρὸν καὶ ὑψη‐ λὸν ἐπιδεικνύμενος· τῷ γὰρ ἀντιλήψεσθαι μέλ‐ λοντι τῶν θεῶν οὐδὲν προσήκει σμικρὸν οὐδὲ
10ταπεινὸν φρονεῖν· πάνυ δὲ εὐφυᾶ καλέσας, ὡς πᾶσι τοῖς πλεονεκτήμασι τῆς φιλοσόφου φύ‐ σεως διακεκοσμημένον, καὶ πολλὰ δεξάμενον ἐκ τῆς φύσεως ἐφόδια εἰς τὴν νοερὰν τῶν θείων ἀντίληψιν. Ἐπὶ δὲ τούτῳ καὶ τίς ὁ καθηγε‐
15μὼν τῆς περὶ τούτων ἐπιστήμης, ὑπομιμνή‐ σκει πάλιν, ὅτι γόνιμος καὶ εὑρετικός ἐστι περὶ τὴν διδασκαλίαν· ἔνιοι γὰρ τοσοῦτον προ‐ κόπτουσιν, ὅσον αὐτοῖς ἀπόχρη πρὸς ἑαυτούς· ἄλλοι δὲ καὶ ἑτέρους ἀναμιμνήσκειν δύνανται
20τῆς τῶν πραγμάτων ἀληθείας· διὸ καὶ θαυ‐ μαστότερον τουτονὶ κέκληκεν· ἀνάλογον γὰρ ἕστηκεν οὗτος τῷ Πόρῳ, Πενίᾳ δὲ ὁ μανθάνων, μεταξὺ δὲ ἄρα ἀμφοῖν ὁ Ἔρως ὁ τὸν ἀτελέ‐ στερον συνάπτων πρὸς τὸν τελειότερον. Τρίτον
25δὴ οὖν ἐπὶ τούτοις παραδίδωσι τί τὸ τέλος τῆς διδασκαλίας· ὅτι τὸν μανθάνοντα καὶ δεχό‐ μενον ἐπιστήμην ἱκανῶς διευκρινήσασθαι δεῖ τὰ γένη τῶν ὄντων, καὶ τὰς διωρισμένας τῶν πραγμάτων αἰτίας θεωρῆσαι τελεώτατα πόθεν
30ἄρχονται, πόσαι τάξεις αὐτῶν, πῶς ἐν ἑκάστῃ τάξει τῶν ὄντων ὑφεστήκασι, πῶς μετέχονται, πῶς τὰ πάντα προειλήφασι, καὶ ἁπλῶς ἕκαστα τῶν τοιούτων, ἃ καὶ ἡμεῖς ἔμπροσθεν διειλό‐ μεθα. Ταῦτα καὶ περὶ τούτων· τῶν δὲ λέξεων,
35τὸ μὲν διευκρινησάμενον δηλοῖ τὴν ἀσύγ‐ χυτον καὶ καθαρὰν ἐκείνων ἑκάστου νοερὰν ἐπι‐ βολήν· ἡ γὰρ εὐκρίνεια σαφήνειά τίς ἐστι τῆς ἑκάστων ἰδιότητος ἀφοριστική. Τὸ δὲ γένος τι ἑκάστου σημαίνει τὴν πρωτουργὸν αἰτίαν ἑκά‐
40στης σειρᾶς τὴν ἐν τοῖς θείοις προϋπάρχουσαν·
in Prm
.

977

τὸ γὰρ εἶδος πρός τι ἄλλο ἄτομον ὡς ἐν ἐκεί‐ νοις εἶδος ὂν γένος ἐστὶν, ὡς ὁλικώτερον τῶν
αἰσθητῶν εἰδῶν καὶ ὡς περιεκτικὸν τῶν οὐ
in Prm
.

978

παντάπασιν ἀλλήλοις ὁμοειδῶν· πῶς γὰρ ὁμο‐ ειδὴς ὁ χθόνιος ἄνθρωπος τῷ ἐν οὐρανῷ ἢ ἄλλῳ
στοιχείῳ λαχόντι τὴν ὑπόστασιν;
in Prm
.

tit5

ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ.
in Prm
.

977

(5)

Συγχωρῶ σοι, ἔφη, ὦ Παρμενίδη, ὁ Σωκράτης· πάνυ γάρ μοι κατὰ νοῦν λέ‐ γεις. (P. 135 B.) Τοῦτο ἐκεῖνο τὸ ἐν Γοργίᾳ ῥηθὲν καὶ ἐνταῦθα φαίνεται καλῶς διὰ τῶν ἔργων ὁ Σωκράτης ἐπι‐
10δεικνύμενος· Ὁ γὰρ ἀνέλεγκτος, φησὶ, βίος τοῖς μὴ ἀγαθοῖς οὐκ ἀγαθὸν, ὥστε οὐκ ἂν ἀη‐ δέστερον ἐλεγχθείην, εἴ τι λέγοιμι μὴ ὀρθῶς, ἢ αὐτὸς ἄλλον ἐλέγξαιμι. Τοῦτο τοίνυν ἐκ παιδὸς ἐπιτετηδευκὼς, δῆλός ἐστι καὶ νῦν
15ἀσπασάμενος τὸν ἔλεγχον, καὶ οὐχ ὅπως τρα‐ χέως διατεθεὶς, ἀλλὰ καὶ κατὰ τὸν νοῦν αὑτῷ γεγονέναι διαῤῥήδην αὐτὸν εἰπών. Ὡς γὰρ οἱ φιλόνεικοι κατὰ πάθος ὑποδέχονται τοὺς ἐλεγ‐ κτικοὺς λόγους, οὕτως οἱ φιλόσοφοι κατὰ νοῦν
20ἀντιλαμβάνονται τῶν πρὸς αὑτοὺς ἀποριῶν. Ἀλλὰ μὴν καὶ ὁ Παρμενίδης τοῦτο ἐκεῖνο πέ‐ φηνε ποιῶν, ὃ παρακελεύεται ποιεῖν ὁ Πλάτων αὐτὸς ἐν Ἐπιστολαῖς, ἐνδείκνυσθαι τοῖς ἐφιε‐ μένοις τινὸς θεωρίας τὴν χαλεπότητα τὴν περὶ
25αὐτὴν, καὶ τὴν δυσκολίαν ἐξαίρειν πάνυ θαυ‐ μαστῶς· ἵνα ὁ μὲν ἐπιτήδειος πρὸς τὴν ἀντί‐ ληψιν αὐτῆς ἐπιδειχθῇ προθυμότερος γενόμενος πρὸς τὴν μετουσίαν, ὁ δὲ ἀνεπιτήδειος ἐξελέγ‐ χοιτο, κατοῤῥωδήσας μὲν τὴν ἀπειλουμένην
30δυσκολίαν, φυγὰς δὲ ἀπ’ αὐτῆς γενόμενος. Τοῦτο γοῦν καὶ ὁ Παρμενίδης πεποίηκεν, ἐπ‐ ανατεινόμενος τῷ Σωκράτει τὰς ἀπορίας τὰς περὶ τῶν εἰδῶν, καὶ ἐπιδείξας ὅτι πολλῷ μεί‐ ζονος ἢ κατ’ αὐτὸν δέονται τῆς διαλύειν μελ‐
35λούσης αὐτὰς δυνάμεως. Ὁ δέ γε Σωκράτης
in Prm
.

978

(5)

καὶ ἄγαται τὰς ἀπορίας, καὶ τὸν ἐν αὑτῷ νοῦν ἀνεγείρας οὕτω πειράσεται τῷ Παρμενίδῃ συμ‐ βακχεῦσαι περὶ τὴν τῶν θείων θεωρίαν· διὸ καὶ ὁ Παρμενίδης ἤδη τινὰ αὐτῷ βοήθειαν ἐπ‐ ορέγει πρὸς τὴν ἀντίληψιν τῆς νοερᾶς καὶ ἐπι‐
10στήμονος περὶ τὰ θεῖα κατανοήσεως. Ἀλλὰ μέντοι, εἶπεν ὁ Παρμενίδης, εἴ γέ τις δ, ὦ Σώκρατες, αὖ μὴ ἐάσει εἴδη τῶν ὄντων εἶναι, εἰς πάντα τὰ νῦν δὴ καὶ ἄλλα τοιαῦτα ἀποβλέψας,
15μηδέ τι ὁριεῖται εἶδος ἑνὸς ἑκάστου, οὐδὲ ὅποι τρέψει τὴν διάνοιαν ἕξει, μὴ ἐῶν ἰδέαν τῶν ὄντων ἑκάστου τὴν αὐ‐ τὴν ἀεὶ εἶναι, καὶ οὕτω τὴν τοῦ διαλέ‐ γεσθαι δύναμιν παντάπασιν διαφθερεῖ.
20(P. 135 B.) Συντόμως πάνυ καὶ λίαν ἐπιστημόνως ἐν τούτοις ἡμᾶς ὑπέμνησεν ὅτι τὰ εἴδη τῶν ὄντων ἔστιν. Εἰ γάρ ἐστιν ἡ διανοητικὴ καὶ νοερὰ γνῶσις κρείττων τῆς αἰσθητικῆς, δεῖ τὰ τῆς
25διανοίας γνωστὰ καὶ τὰ τοῦ νοῦ θειότερα εἶναι τῶν ὑπὸ τῆς αἰσθήσεως γιγνωσκομένων· ὡς γὰρ ἔχουσιν αἱ σύστοιχοι τοῖς οὖσι γνωστικαὶ δυνά‐ μεις, οὕτω δεῖ καὶ τὰ γνωστὰ πρὸς ἄλληλα ἔχειν. Ἡ τοίνυν διάνοια καὶ ὁ νοῦς τὰ χωριστὰ
30καὶ ἄϋλα θεωροῦσιν εἴδη καὶ τὰ καθόλου καὶ ἐν ἑαυτοῖς ὄντα, ἡ δὲ αἴσθησις τὰ μεριστὰ καὶ ἀχώριστα τῶν ὑποκειμένων. Δεῖ δήπου θειό‐ τερα καὶ ἀϊδιότερα εἶναι τὰ τῆς διανοίας θεά‐ ματα καὶ τοῦ νοῦ. Τὰ ἄρα καθόλου πρὸ τῶν
35μερικῶν ἐστι, καὶ τὰ ἄϋλα πρὸ τῶν ἐνύλων·
in Prm
.

979

πόθεν οὖν ταῦτα λαβούσης τῆς διανοίας; ἐν ἡμῖν μὲν γὰρ οὐκ ἀεὶ κατ’ ἐνέργειάν ἐστι· δεῖ δὲ κατ’ ἐνέργειαν ὄντα προηγεῖσθαι τῶν δυνάμει καὶ νοούντων καὶ ὄντων. Ἀλλαχοῦ ἄρα καὶ πρὸ
5ἡμῶν ἐν ταῖς θείαις καὶ χωρισταῖς οὐσίαις ἔστι τὰ εἴδη, παρ’ ὧν καὶ τὰ ἐν ἡμῖν εἰς τελείωσιν ἄγεται· τούτων δὲ μὴ ὄντων, οὔτ’ ἂν εἴη τὰ ἐν ἡμῖν, οὔτ’ ἂν ἐξ ἀτελῶν γίγνοιτο τέλεια. Πό‐ θεν ἄρα ἡ τελείωσις αὐτοῖς; οὐ γάρ που ἐκ τῶν
10αἰσθητῶν χειρόνων ὄντων· οὐ γὰρ θέμις τοῖς ἀμείνοσιν ἐκ τῶν χειρόνων εἶναι τὴν γένεσιν ἢ τελείωσιν. Πόθεν δὲ καὶ τὰ πολλὰ ταῦτα ἐν ταῖς πολλαῖς ψυχαῖς; δεῖ γὰρ πανταχοῦ πρὸ τοῦ πλήθους νοεῖν τὸ ἓν ἀφ’ οὗ τὸ πλῆθος· ὡς
15γὰρ οὐκ ἂν ἐγένετο τὰ αἰσθητὰ πολλὰ μὴ ἐξ ἑνὸς, ὅ ἐστι κρεῖττον τῶν αἰσθητῶν καὶ ὃ τὸ ἐν τοῖς καθ’ ἕκαστα κοινὸν ὑπέστησεν, οὕτως οὐδ’ ἂν τὰ ἐν ταῖς ψυχαῖς ὑποσταίη, πολλὰ ὄντα καὶ ταῦτα· τὸ γὰρ αὐτοδίκαιον καὶ ἕκαστον
20τῶν εἰδῶν ἔστιν ἐν ἑκάστῃ τῶν ψυχῶν· ταῦτ’ οὖν πολλὰ ὄντα δεῖται τοῦ ὑποστήσαντος ἑνὸς, ὃ καὶ κρεῖττόν ἐστι τῶν ψυχικῶν, ὥσπερ καὶ τὸ τῶν αἰσθητῶν γεννητικὸν ἀνωτέρω τῆς αἰσθητῆς οὐσίας ἐστὶ, πᾶσαν αὐτῶν ἑνιαίως περιέχον τὴν
25ποικιλίαν. Πῶς δὲ καὶ οὐκ ἀναγκαῖον πρὸ τῶν αὐτοκινήτων εἶναι τὸ ἀκίνητον εἶδος; ὡς γὰρ τῶν ἑτεροκινήτων ὑπεραναβεβήκασιν οἱ αὐτο‐ κίνητοι λόγοι καὶ τὰ εἴδη τῶν ἑτεροκινήτων γεννητικὰ, τὸν αὐτόν που τρόπον καὶ τῶν αὐ‐
30τοκινήτων ὑπερίδρυται τὰ ἀκίνητα καὶ ἐν αἰῶνι ποιούμενα τὰς ἐνεργείας, ἐπειδὴ καὶ πανταχοῦ δεῖ τὴν μόνιμον αἰτίαν προηγεῖσθαι τῆς κινου‐ μένης. Εἰ ἄρα ἔστι τὰ εἴδη τὰ ἐν ταῖς ψυχαῖς πολλαῖς οὔσαις, ἔστι πρὸ αὐτῶν πολλῷ πρότε‐
35ρον τὰ νοερὰ, πρὸ τῶν αὐτοκινήτων τὰ ἀκίνητα, πρὸ τῶν πεπληθυσμένων τὰ μοναδικὰ, πρὸ τῶν ἀτελῶν τὰ τέλεια καὶ πρὸ τῶν δυνάμει τὰ κατ’ ἐνέργειαν ὄντα· ὥστε εἰ μὴ ἔτι τὰ εἴδη τὰ νοερὰ, οὐδὲ τὰ ψυχικὰ ἔστιν· οὐδαμοῦ γὰρ
40ἀπὸ τῶν ἀτελῶν καὶ ἀπὸ τῶν πολλῶν ἡ φύσις
in Prm
.

980

ἄρχεται· οὐδὲ γὰρ θέμις μὴ περὶ τὰς μονάδας προϊέναι τὸ πλῆθος, καὶ περὶ τὸ τέλειον τὰ ἀτελῆ, καὶ περὶ τὸ ἀκίνητον τὰ κινούμενα. Εἰ δὲ μὴ ἔστι τὰ ψυχικὰ εἴδη, οὐδὲ ὅποι τις
5τρέψει τὴν διάνοιαν ἕξει, καθά φησι καὶ ὁ Παρμενίδης· τὴν μὲν γὰρ φαντασίαν καὶ αἴ‐ σθησιν εἰς τὰ σύμφυλα αὑταῖς ἀνάγκη βλέπειν. Τὴν δὲ διάνοιαν περὶ τίνα τῶν ὄντων διατρίβειν φήσομεν; τίνων γὰρ ἔσται γνῶσις ἐν ἡμῖν διανοη‐
10τικὴ, τῶν τοιούτων εἰδῶν ἀνῃρημένων; οὐ γάρ που περὶ τῶν ὑστερογενῶν ποιησόμεθα τὴν θεω‐ ρίαν· ταῦτα γὰρ αὐτὰ τῶν αἰσθητῶν ἐστιν ἀτι‐ μότερα καὶ τῶν ἐν αὐτοῖς κοινῶν. Πῶς οὖν τὰ τῇ διανοίᾳ σύστοιχα γνωστὰ καταδεέστερα τῶν
15ὑπὸ τῆς αἰσθήσεως ἔσται γιγνωσκομένων; Λεί‐ πεται ἄρα μηδὲν ἄλλο γιγνώσκειν ἡμᾶς ἢ τὰ αἰσθητά. Πόθεν οὖν αἱ ἀποδείξεις; ἐκ γὰρ τού‐ των αἱ ἀποδείξεις, ἃ καὶ αἴτια τῶν ἀποδεικτι‐ κῶν ἐστι, καὶ πρότερα κατὰ φύσιν καὶ οὐχ ὡς
20πρὸς ἡμᾶς, καὶ τιμιώτερα τῶν ἐξ αὐτῶν δει‐ κνυμένων. Ἀλλὰ μὴν ἐξ ὧν αἱ ἀποδείξεις, ταῦτά ἐστι καθόλου, ἀλλ’ οὐ μερικά ἐστι· πρότερα ἄρα τὰ καθόλου καὶ αἰτιώτερα καὶ τι‐ μιώτερα τῶν μερικῶν· ὅθεν, οἶμαι, καὶ οἷς μὴ
25δοκεῖ εἶναι τὰ εἴδη, βιασθέντες ὑπὸ τῆς ἀλη‐ θείας ἐν τοῖς περὶ ἀποδείξεως λόγοις τὸ καθ‐ όλου σεμνύνουσι καὶ θειότερον καλοῦσι τῶν καθέκαστα· τοῦτο γὰρ ποιεῖ τὰς ἀποδείξεις τοιαύτας οἵας ἐκεῖνοί φασι. Πόθεν δὲ οἱ ὁρι‐
30σμοί; καὶ γὰρ ὁ ὁρισμὸς διὰ τὸν ἐν τῇ ψυχῇ πρόεισι λόγον· τὸ γὰρ ἐν τοῖς καθέκαστα κοινὸν ὁρίζομεν, τὴν πρώτην ἔνδον ἔχοντες τὸ εἶδος, οὐ τὸ ἐν τούτοις εἴδωλον. Εἰ τοίνυν ἀρ‐ χὴ τῆς ἀποδείξεως ὁ ὁρισμὸς, χρὴ καὶ ἄλλον
35ὁρισμὸν εἶναι πρὸ τούτου τῶν πολλῶν εἰδῶν καὶ οὐσιωδῶν ἐν ψυχαῖς λόγων· ἐπεὶ γὰρ ἐν ἑκάστῃ ψυχῇ τὸ αὐτοδίκαιον, ὡς εἴπομεν, δῆ‐ λον ὡς πολλά ἐστι δίκαια τὰ ἐν ἡμῖν ἔχοντά τι κοινὸν, ὅθεν καὶ ἑκάστη ψυχὴ γνοῦσα τὸν ἐν
40αὑτῇ τοῦ δικαίου λόγον εἶδε τὸν ἐν ἁπάσαις
in Prm
.

981

ταῖς ἄλλαις ὁμοίως· εἰ δὲ ἔχει τι κοινὸν, τοῦτο τὸ κοινὸν ἀφοριζόμεθα δήπου τί ἐστι αὐτὸ λέ‐ γοντες, καὶ τοῦτό ἐστιν ἀποδείξεως ἀρχὴ, ἀλλ’ οὐ τὸ ἔνυλον καὶ θνητόν πως ὂν κατατεταγ‐
5μένον· δεῖ γὰρ ἐν ταῖς ἀποδείξεσι καὶ τοῖς ὁρισμοῖς ὅλον τὸ μερικὸν ὑπὸ τοῦ καθόλου καὶ τὸν ὁρισμὸν τελεῖν· οἱ δὲ τῶν ἐν τοῖς καθ‐ έκαστα κοινῶν ὁρισμοὶ οὐ περιλαμβάνουσιν ὅλα τὰ καθέκαστα· ποῦ γὰρ ὁ Σωκράτης ὅλος ζῶον
10λογικὸν θνητὸν, ὄντων ἐν αὐτῷ καὶ ἄλλων ἃ ποιεῖ τὸ καλούμενον ἰδίως ποιόν; Ὁ δὲ τοῦ ἐν ἡμῖν ἀνθρώπου λόγος ὅλον ἕκαστον περιέχει τὸ καθέκαστον· πάσας γὰρ περιέχει τὸ καθέκα‐ στον τὰς δυνάμεις ἑνοειδῶς, ὅσαι περὶ τὰ καθ‐
15έκαστα θεωροῦνται. Καὶ τὸ ζῶον ὁμοίως τὸ μὲν ἐν τοῖς καθέκαστα ἔλαττον καὶ αὐτῶν τῶν καθέκαστα καὶ τῶν εἰδῶν· οὐ γὰρ ἔχει πά‐ σας ἐνεργείᾳ τὰς διαφορὰς, ἀλλὰ δυνάμει μό‐ νον, ὅθεν καὶ ὥσπερ ὕλη γίγνεται τῶν ἐπιγι‐
20γνομένων εἰδοποιῶν διαφορῶν· τὸ δὲ ἐν ἡμῖν κρεῖττον τοῦ ἀνθρώπου καὶ περιληπτικώτερον· πάσας γὰρ περιέχει τὰς διαφορὰς ἡνωμένως, καὶ οὐ δυνάμει καθάπερ ἐκεῖνο, ἀλλὰ κατ’ ἐνέρ‐ γειαν. Εἰ ἄρα ὁρισμὸν εὑρήσομεν, ὃς ἔσται ἀπο‐
25δείξεως ἀρχὴ, δεῖ τοιούτου πράγματος εἶναι τὸν ὁρισμὸν, ὃ ἔσται παντὸς τοῦ μερικωτέρου περιληπτικόν· τοιαῦτα δὲ τὰ ἐν ἡμῖν εἴδη καὶ οὐ τὰ ἐν τοῖς καθέκαστα. Ἀναιρεθέντων ἄρα τούτων οὐδὲ ὁρίζεσθαι δυνατόν· οἰχήσεται οὖν
30εἰκότως καὶ ἡ ὁριστικὴ μετὰ τῆς ἀποδεικτι‐ κῆς, ἀπολιποῦσα τὴν ἀνθρωπίνην νόησιν· ἀλλὰ μὴν καὶ ἡ διαιρετικὴ μετὰ τούτων ὄνομα ἔσται μόνον· αἱ γὰρ διαιρέσεις οὐδὲν ἄλλο ποιοῦσιν, ἢ διακρίνουσι τὰ πολλὰ ἀπὸ τοῦ ἑνὸς, καὶ τὰ
35ἑνιαίως ἐν τῷ ὅλῳ προϋπάρχοντα ἐν ταῖς οἰ‐ κείαις χωρίζουσι διαφοραῖς, οὐκ ἔξωθεν προσ‐ τιθεῖσαι τὰς διαφορὰς, ἀλλ’ ἔνδον ἐν αὐτοῖς οὔσας τοῖς γένεσι καὶ τὰ εἴδη διαιρούσας ἀπ’ ἀλλήλων θεωροῦσαι. Ποῦ δὴ οὖν ἔσται τὸ ταύ‐
40της ἔργον, τῶν οὐσιωδῶν ἐν ἡμῖν οὐκ ὄντων
εἰδῶν; τὸ γὰρ ἐν τοῖς ὑστερογενέσι τούτοις τὴν
in Prm
.

982

πραγματείαν αὐτῆς ποιεῖν, οὐδέν ἐστιν ἐπῃ‐ σθημένων τῆς κατ’ αὐτὴν δυνάμεως· δοξαστι‐ κῆς γάρ ἐστι διαιρετικῆς τὰ ὑστερογενῆ διαι‐ ρεῖν, διανοητικῆς δὲ καὶ ἐπιστημονικῆς τὰς
5οὐσιώδεις τῶν ἐν ψυχῇ λόγων διαφορὰς θεω‐ ρεῖν, καὶ τὰς ἡνωμένας δυνάμεις ἀναπτύσσειν, καὶ ἀπὸ τῶν ὁλικωτέρων ὁρᾷν ἀποφυόμενα τὰ μερικώτερα. Πολλῷ δὴ οὖν πρότερον τῆς τε ὁριστικῆς καὶ τῆς ἀποδεικτικῆς αὐτὴ παντελῶς
10ἂν εἴη μάταιος, εἰ μὴ ἕξουσιν αἱ ψυχαὶ τοὺς οὐσιώδεις λόγους· σεμνότερον γὰρ τῆς ἀπο‐ δείξεως ὁ ὁρισμὸς καὶ ἀρχικώτερον, καὶ τοῦ ὁρισμοῦ πάλιν ἡ διαίρεσις· δίδωσι γὰρ ἡ διαι‐ ρετικὴ τῇ ὁριστικῇ τὰς ἀρχὰς, ἀλλ’ οὐκ ἔμ‐
15παλιν· καὶ οὐ δήπου τῆς ἀποδείξεως ἐν τοῖς ὑστερογενέσιν ἀθυρεῖν οὐκ ἀνασχομένης, ὁ ὁρι‐ σμὸς καὶ ἡ διαίρεσις περὶ ταῦτα καὶ τὰ τού‐ των εὐτελέστερα ποιήσεται τὴν πραγματείαν. Πᾶσαν ἄρα τὴν διαλεκτικὴν ἀναιρήσομεν εἰ
20μὴ προσησόμεθα τοὺς οὐσιώδεις λόγους τῶν ψυχῶν· ἡ γὰρ τοῦ διαλέγεσθαι δύναμις τῶν κατὰ ταὐτὸν ταύταις χρῆται ταῖς μεθόδοις, ἐπεὶ καὶ τὴν ἀναλυτικὴν ἀνάγκη συναιρεῖσθαι ταύταις· ἀντίκειται γὰρ τῇ μὲν ἀποδεικτικῇ,
25ὡς ἀπὸ τῶν αἰτιατῶν ἀναλύουσα εἰς τὰ αἴτια· τῇ δὲ ὁριστικῇ, ὡς ἀπὸ τῶν συνθέτων εἰς τὰ ἁπλούστερα· τῇ δὲ διαιρετικῇ, ὡς ἀπὸ τῶν μερικωτέρων ἐπὶ τὰ καθολικώτερα· τοσαυτα‐ χῶς γὰρ ἡ ἀνάλυσις, ὥστε ἐκείνων διαφθει‐
30ρομένων πάσχοι ἂν καὶ αὐτὴ ταὐτόν. Εἰ ἄρα μὴ ἔστι τὰ εἴδη, οὐδὲ οἱ ἐν ἡμῖν ἔσονται λό‐ γοι τῶν πραγμάτων· εἰ δὲ μὴ εἰσὶν οἱ ἐν ἡμῖν λόγοι τῶν πραγμάτων, οὐκ ἔσονται αἱ διαλε‐ κτικαὶ μέθοδοι καθ’ ἃς τὰ ὄντα γιγνώσκομεν,
35οὐδ’ ὅποι τρέψωμεν τὴν διάνοιαν ἕξο‐ μεν· αὕτη γὰρ ἡ δύναμις μάλιστα τῆς ψυχῆς ποθοῦσα τὴν αἰτίαν ἐπὶ τὰ εἴδη καταφεύγει καὶ τὰς μονάδας τὰς γεννητικὰς τῶν πολλῶν, ἡ δὲ δόξα καὶ τοῖς ὑστερογενέσιν ἀρκεῖται καὶ
40τοῖς ἐν τοῖς καθέκαστα κατατεταγμένοις. Πῶς
οὖν ἀποδώσει τὰς τούτων αἰτίας, καὶ εἰς ποίας
in Prm
.

983

ἀρχὰς ἀνάγουσα τὴν θεωρίαν; τὰ γὰρ ὡς ἀλη‐ θῶς αἴτια τῶν ὄντων ἐστὶ παραδειγματικὰ καὶ ποιητικὰ καὶ τέλεια, καὶ μὴ ὄντων δὲ τῶν εἰδῶν οὔτε παραδείγματα εἶναι δυνατόν· ταῦτα
5γὰρ ἦν τὰ εἴδη τῶν παραδειγμάτων τὰ κυριώ‐ τατα· οὔτε ποιητὴν θεὸν τῶν ἐγκοσμίων· ἔχοι γὰρ ἂν τὰ εἴδη τῶν γιγνομένων αὖ τὸ ποιοῦν καὶ τὰς αἰτίας· οὔτε τελικὸν αἴτιον· τὸ γὰρ τοῦ εἶναι τελικὸν αἴτιον μεταξὺ τοῦ τε ὄντος
10δι’ αὑτοῦ καὶ ἑαυτοῦ ποιητικὴν ἀρχὴν ἀποφαί‐ νει, καθ’ ἣν τὰ πρὸς αὐτὰ ὄντα τυγχάνει τοῦ οἰκείου τέλους. Οὐκ ἄρα δυνατὸν αἰτίας τῶν ὄντων ἀποδοῦναι πῶς ἐστιν ἕκαστα. Διὸ καὶ ὁ μὴ προσιέμενος τὴν ὑπόθεσιν ταύτην ὁμοῦ
15τοῖς παραδείγμασι καὶ τὴν δημιουργικὴν αἰ‐ τίαν ἀνεῖλεν ἐκ τῶν ὅλων, τὸ δὲ τελικὸν ἀτε‐ λῶς ὑπέθετο· τῆς γὰρ κινήσεως αὐτὸ ποιεῖ τέ‐ λος, ἀλλ’ οὐ τοῦ εἶναι πάντων. Τοῦ τοιούτου μὲν οὖν μοι δοκεῖς καὶ
20μᾶλλον ᾐσθῆσθαι. Ἀληθῆ λέγεις, φάναι. Τί οὖν ποιήσεις φιλοσοφίας πέρι; ποῖ τρέψει ἀγνοουμένων τούτων; Οὐ πάνυ μοι δοκῶ καθορᾷν ἔν γε τῷ παρόντι. (P. 135 C.)
25 Πρώτην μὲν βοήθειαν εἰς τὸν Σωκράτη κατ‐ εβάλετο μετὰ τὸν ἐκ τῶν ἀπορητικῶν λόγων ἴλιγγον, τὴν συντομωτάτην καὶ ἀληθεστάτην ἀπόδειξιν τῆς τῶν εἰδῶν ὑποθέσεως, ἧς καὶ πρὸ τῶν ἑαυτοῦ λόγων ἀντειλῆφθαί φησι καὶ αὐτὸν,
30ἀλλ’ ἀτελῶς· τὸ γὰρ ᾐσθῆσθαι γνώσεώς ἐστι τῆς φαυλοτάτης καὶ ἀτελεστάτης ἴδιον· οὐδὲ γὰρ ἦν εἰκὸς τελέως ἀντιλαμβανόμενον τῆς ὑπ‐ άρξεως τῶν εἰδῶν ἔτι θορυβεῖσθαι διὰ τούτων τῶν ἀποριῶν. Δευτέραν δὲ ἄλλην καταβάλλε‐
35ται βοήθειαν, τὴν πορείαν ὑπογράφων αὐτῷ καθ’ ἣν προσθήσει τὸ ἐλλεῖπον, καὶ τελέως καταδράξεται τῆς τῶν εἰδῶν θεωρίας· ἔστω γὰρ εἶναι τὰ εἴδη· ἀλλὰ δέδεικται ὅτι, εἰ ἔστι γνωστὰ ἡμῖν, οὐκ ἔστιν· πῶς οὖν φιλοσοφήσο‐
40μεν περὶ αὐτὰ ὄντα, γνώσεως αὐτῶν ἡμῖν ὑπο‐
in Prm
.

984

στῆναι μὴ δυναμένης, ὡς ὁ τῶν ἀποριῶν ἐδεί‐ κνυ λόγος; Πρὸς δὴ τοῦτο πάνυ μὲν ὁ Σωκράτης ἠπόρησεν· εὗρε δὲ τὴν δευτέραν βοήθειαν ὁ Παρμενίδης, ἐφ’ ἣν καὶ παρακαλεῖ τὸν Σωκράτη
5πατρικῶς καὶ κηδεμονικῶς, ἵνα προσλαβὼν τὸ ἐλλεῖπον τῆς παρασκευῆς ἄξιος ἀναφανῇ τῶν εἰδῶν θεατής. Πρῴην γὰρ, εἰπεῖν, πρὶν γυμνασθῆ‐ ναι, ὦ Σώκρατες, ὁρίζεσθαι ἐπεχείρεις
10καλόν τε τί καὶ δίκαιον καὶ ἀγαθὸν καὶ ἓν ἕκαστον τῶν εἰδῶν· ἐνενόησα γὰρ καὶ πρῴην σου ἀκούων διαλεγομένου ἐνθάδε Ἀριστοτέλει τῷδε. (P. 135 C.) Κατὰ μὲν τὴν εὐφυΐαν καὶ τὴν προθυμίαν,
15οὐδὲν ἔχει τὸν Σωκράτη παντάπασιν ὡς ἐλλεί‐ ποντα τοῦ μέτρου τοῦ προσήκοντος ἐπανορθοῦν· κατὰ δὲ τὴν ἐμπειρίαν μόνην αὐτὸν ἐνδεῶς ἔχειν ὑπείληφεν, ὅθεν καὶ παραινεῖ πολυπειρό‐ τερον αὐτὸν γενέσθαι διὰ τῆς διαλεκτικῆς ἐπὶ
20πολλῶν γυμνασάμενον, καὶ τὰς ἀκολουθίας κατ‐ ιδόντα τῶν ὑποθέσεων ἔπειτα οὕτως ἐπὶ τὴν τῶν εἰδῶν τραπέσθαι θεωρίαν· ὅσα γὰρ νῦν ἠπόρηται, ταῦτα τοῖς περὶ διαλεκτικὴν γεγυ‐ μνασμένοις ἐστὶν εὐδιάλυτα. Καὶ τοῦτο μὲν
25ἔστι τὸ ὅλον τῶν λόγων τέλος· ταύτην δὲ τὴν γυμνασίαν οὐ τοιαύτην εἶναι νομιστέον, οἵαν τὴν ἐπιχειρηματικὴν μέθοδον λέγειν εἰώθασιν· ἐκείνη μὲν γὰρ πρὸς δόξαν βλέπει· ταύτην δὲ καταφρονεῖν φησι τῆς τῶν πολλῶν δόξης· οὐ‐
30δὲν γοῦν αὐτὴν εἶναι τοῖς πολλοῖς, καὶ ἀδολε‐ σχίαν διὰ ταύτην τὴν αἰτίαν ὑπ’ αὐτῶν προσ‐ ονομάζεσθαι. Καὶ γὰρ ἐκείνη μὲν περὶ ἓν πρόβλημα πολλὰς παραδίδωσιν ἐπιχειρήσεις, ἀφ’ ὧν δυνησόμεθα κατασκευάζειν ἢ ἀνασκευ‐
35άζειν ἐνδόξως τὸ προτεθέν· αὕτη δὲ περὶ τὰ πολλὰ καὶ διαφέροντα προβλήματα τὴν αὐτὴν ἡμῖν παραδίδωσι μέθοδον, τῶν μὲν ἀντικειμέ‐ νων ἐξεταστικὴν, ἄλλως δὲ τὰ μὲν κρατύναι, τὰ δὲ ἐλέγξαι τῶν μαχομένων· ὥστε ἑτέρα μὲν
40αὕτη παρ’ ἐκείνην, τοσούτῳ δὲ καλλίων ἐκείνης,
in Prm
.

985

ὅσῳ καὶ ταῖς ἐκείνης τιμιωτέραις μεθόδοις ἄνω‐ θεν αὐτὴ χρῆται πρὸς τὸ οἰκεῖον ἔργον, καὶ γὰρ διαιρέσεσιν καὶ ὁρισμοῖς καὶ ἀποδείξεσιν. Ἐὰν οὖν γυμνασώμεθα κατὰ ταύτην τὴν μέθοδον,
5πολλὴ ἐλπὶς ἡμᾶς γνησίως ἀντιλαβέσθαι τῆς τῶν εἰδῶν θεωρίας, διαρθρωτικοὺς μὲν τῶν ὑπο‐ συγκεχυμένων ἐννοιῶν γενομένους, διαλυτικοὺς δὲ τῶν φαινομένων ἀπόρων, ἀποδεικτικοὺς δὲ τῶν νῦν ἀγνοουμένων· πρὶν δὲ ταύτης κρατή‐
10σομεν, οὐ δυνησόμεθα μετ’ ἐπιστήμης ἕκαστον ἀφορίζεσθαι τῶν εἰδῶν. Καὶ πῶς φαίη ἄν τις ὅλως δυνατὸν ὁρίζεσθαι τὰ εἴδη; τὰ γὰρ ἁπλᾶ καὶ ἀμέριστα ποικιλίαν λόγων οὐκ ἐπιδέχεται καὶ σύνθεσιν· πᾶν γὰρ ὁριστὸν ἐπιστητόν πώς
15ἐστιν· οὐδαμοῦ δὲ τὸ εἶδος ἐπιστητόν. Ἔδειξε δὲ καὶ αὐτὸς ὁ Πλάτων ἐν ταῖς Ἐπιστολαῖς, ὅτι τὸν αὐτόκυκλον οὔτε ὄνομα ποιεῖ γνωστὸν ἡμῖν, οὔτε ὁ χαρακτὴρ, οὔτε ὁ ὁρισμὸς, οὔτε ἡ ἀπόδειξις, ἀλλ’ ἡ νόησις. Ἢ τὸ μὲν ὁρίζεσθαι
20δηλοῖ καὶ νῦν, ὡς ἔμπροσθεν, οὐ τὸ ὁριστικὰς ἀποδόσεις ποιεῖσθαι τῶν εἰδῶν, ἀλλὰ τὸ αὐτὸ καθ’ αὑτὸ ἕκαστον ὑφεστάναι τούτων λέγει δια‐ κεκριμένον ἀπὸ τῶν ἄλλων, χωριστὸν ἀπὸ τῶν μετεχόντων. Εἰ δὲ δὴ καὶ τοῦτο αὐτὸ ζητοῖμεν
25ἐφ’ ἑαυτοῦ, πότερον ὁρίζεσθαι τὰ εἴδη δυνατὸν ἢ οὐ δυνατὸν, οἷον τὸ αὐτόκαλον ἢ τὸ αὐτο‐ δίκαιον, διὰ μὲν τοὺς ἐν Ἐπιστολαῖς ῥηθέντας ὑπ’ αὐτοῦ λόγους ἀνάγκης οὔσης νοήσει μόνῃ εἶναι φάναι ληπτὸν ἕκαστον εἶδος, μητὲ ὄνομα
30αὐτοῦ παραλαβεῖν δύνασθαι μήτε λόγον ἱκα‐ νῶς, διὰ δὲ τὸ τὴν διαλεκτικὴν περὶ τὰ εἴδη τὴν πραγματείαν ἔχειν, καὶ τὰς διαιρέσεις ἐκεί‐ νων τινὰς εἶναι ὅρους (ταύτης γὰρ εἶναι τῆς διαλεκτικῆς ἑκατέραν τὴν ἐνέργειαν)· εἰ δ’ οὖν
35διὰ ταῦτα [αὐτὸ] ζητοῖμεν ἐφ’ ἑαυτοῦ πότερον ὁριστὰ δεῖ τὰ εἴδη λέγειν ἢ οὒ, ῥητέον ὅτι τὸ αὐτόκαλον καὶ τὸ αὐτοδίκαιον καὶ τὸ αὐτοάγα‐ θον οὐ μόνον ἔστιν ἐν τῷ νῷ, ἀλλὰ καὶ ἐν ψυ‐ χαῖς καὶ ἐν τοῖς αἰσθητοῖς· καὶ τὰ μὲν οὐκ
40ἔστιν ὁριστὰ, τὰ δὲ ἔστι· καὶ οὐ χρὴ διὰ τὴν
in Prm
.

986

τοῦ αὐτοῦ προσθήκην εὐθὺς ἐπὶ τὰ νοητὰ ὡς ἀληθῶς εἴδη τὰς ζητήσεις ἀναπέμπειν· ὃ δὴ παθόντες τινὲς καὶ τῶν κακῶν ἰδέας ἔθεντο καὶ τῶν τεχνητῶν, διὰ τὴν αὐτοκερκίδα τὴν
5ἐν Κρατύλῳ καὶ τὸ αὐτοανόσιον ἐν Εὐθύφρονι, πάντων τῶν εἰδῶν κατὰ τὴν πρὸς τὰ καθέκαστα διαφορὰν τῷ αὐτῷ χαρακτηριζομένων. Τούτου δὲ διακριθέντος, εἰ δεῖ συντόμως εἰπεῖν τὸ δοκοῦν, τὰ μὲν νοερὰ εἴδη, κἂν ἐν πολλοῖς ᾖ
10τοῖς μερικοῖς, οὐκ ἔστιν ὁριστὰ διὰ τὴν ἁπλό‐ τητα αὐτῶν, καὶ διότι διὰ νοήσεώς ἐστι ληπτὰ καὶ οὐ συνθέσεως, καὶ διότι πάντα τὰ ὁριστὰ μετέχειν δεῖ καὶ κοινοῦ τινος οἷον ὑποκειμένου καὶ ἄλλου παρ’ ἑαυτά τινος. Ἐν δὲ τοῖς θείοις
15εἴδεσιν οὐδέν ἐστι τοιοῦτον· οὐδὲ γὰρ τὸ ὂν εἰς ἄλλο τι χωρεῖ, καθά φησιν ὁ Τίμαιος· ἀλλὰ, κἂν πρόοδον ποιῆταί τινα ἀφ’ ἑαυτῶν, τρόπον τινὰ αὐτά ἐστιν ἐκεῖνα κατὰ δευτέραν γενόμενα τάξιν. Τὰ δὲ ψυχικὰ καὶ αἰσθητὰ ὁριστά ἐστι,
20καὶ ἁπλῶς ὅσα κατὰ παραδειγματικὴν αἰτίαν γέγονε, καὶ ὅσα τῶν εἰδῶν λέγεται μετέχειν· ἃ δὲ μήτε ὡς παραδείγματα προῆλθε τὰ πρώτιστα εἴδη, μήτε μετέχει ἐκείνων, ταῦτα οὐκ ἔστιν ὁριστὰ, ἀλλὰ νοητὰ μόνον· καὶ γὰρ τὴν δια‐
25λεκτικὴν ἐκεῖνα μὲν τὰ πρῶτα θεωρεῖν, ἁπλαῖς ἐπιβολαῖς καὶ αὐτὴν χρωμένην, ὁριζομένην δὲ ἢ διαιροῦσαν εἰς τὰς εἰκόνας αὐτῶν ὁρᾷν. Πῶς γὰρ ἂν εἶεν διαιρέσεις τῶν ἀμερίστων, ἢ ὁρισμοὶ κυρίως τῶν ἀσυνθέτων; Εἰ οὖν τὸ καθαρώτατόν
30ἐστι νοῦ καὶ φρονήσεως ἡ τοιαύτη ἐπιστήμη, δῆλον δὴ ὅτι καὶ νοήσεσι χρῆται καθαραῖς ταῖς περὶ τὰ νοητὰ, καὶ μεθόδοις πολυειδέσιν, αἷς καταδεῖται τὰ ἐν δευτέραις ὄντα τάξεσιν ἀπ’ ἐκείνων θεάματα· καὶ οὕτως οἱ τοῦ Πλάτωνος
35ἀληθεύουσι λόγοι περί τε τῶν πρωτίστων εἰδῶν καὶ περὶ τῶν τῆς διαλεκτικῆς μεθόδων. Ταῦτα μὲν οὖν εἰρήσθω μοι περὶ τῶν ζητηθέντων· εἰ δὲ καὶ ἄλλα ἄττα ὁριζόμεθα ὧν μὴ ἔστιν εἴδη, θαυμαστὸν οὐδὲν, οἷον τῶν τεχνητῶν ἕκαστον
40καὶ τῶν μορίων καὶ τῶν κακῶν· τῷ γὰρ εἶναι
in Prm
.

987

τοὺς λόγους ἐν ἡμῖν τῶν τε ὅλων καὶ τῶν κατὰ φύσιν ὄντων καὶ τῶν ἀγαθῶν, καὶ ταῦτα γι‐ γνώσκομεν, ὅσα ἢ συμπληρωτικὰ τῶν ὅλων ἐστὶν, ἢ ὅσα μιμεῖται τὴν φύσιν, ἢ ὅσα παρ‐
5υφίσταται τοῖς ἀγαθοῖς· ὡς γὰρ ἔστιν ἕκαστα τούτων, οὕτω καὶ γνωστὰ ἡμῖν ἐστι καὶ ὁριστὰ, καὶ διαλεγόμεθα περὶ αὐτῶν ἀπὸ τῶν ἐν ἡμῖν ὡρισμένως ἑστώτων λόγων· ὥστε τοῦτο μὲν οὐ δεῖ θαυμάζειν. Ἐκεῖνο δὲ μᾶλλον χρὴ συνορᾷν,
10καὶ διὰ τοῦτο καὶ ὁ Σωκράτης ἐπὶ τὸ τί ἐστιν ἕκαστον ἀνάγει κατὰ τὰς συνουσίας, τοὺς ἐν ψυχῇ λόγους θεωρεῖν ἐφιέμενος, αὐτὸ τὸ καλὸν ἐπιζητῶν, καθὸ πάντα καλὰ φαινόμενά ἐστι, τὸν ἐν ψυχῇ προϋπάρχοντα τῶν καλῶν λόγον
15καὶ αὐτὴν ἐπιστήμην τὴν οὐσιωδῶς οὖσαν ἐν ταῖς ψυχαῖς, οὐ τὴν νοερὰν, οὔτε τὴν νοητήν· οὐδὲ γὰρ δυνατὸν τοῖς προσδιαλεγομένοις αὐτῷ πρὸς ἐκείνην ἀναφέρεσθαι τὴν οὐσίαν, ἀλλ’ ὅπου καὶ ζητεῖ τὸ νοητὸν κάλλος, ἐνθουσιαστικῶς
20μᾶλλον διαγίγνεται, καὶ οὐ μαιευτικῶς, οὐδὲ πειραστικῶς. Ὅθεν καὶ ὁ Ἱππίας περὶ τοῦ κα‐ λοῦ καὶ ὁ Φαῖδρος, οὐ θαυμαστὸν εἰ ὁ μὲν ζητεῖ τὸ αὐτόκαλον τὸ ἐν ψυχαῖς, οὐδὲ τὸ νοερὸν κάλ‐ λος, ἀφ’ οὗ πάντα καλὰ τὰ καλά· καὶ γάρ ἐστιν
25ὁ μὲν πειραστικός· πρέπουσι δὲ αἱ λογικαὶ μέθ‐ οδοι τοῖς περὶ τὰ ψυχικὰ στρεφομένοις εἴδη, πεῖραι καὶ ἔλεγχοι καὶ ὁρισμοὶ καὶ ἀποδείξεις καὶ διαιρέσεις, συνθέσεις τε καὶ ἀναλύσεις. Ταῦτα καὶ περὶ τούτων· ὅπως δὲ ὁ Σωκράτης
30ἐκ νεότητος τελειωτικὸς μὲν ἦν τῶν ἀτελεστέ‐ ρων, καθήκων δὲ περὶ τοὺς ὑψηλότερον τὰ ὄντα θεωμένους, δείκνυσι καὶ διὰ τούτων ὁ Πλάτων· ὁ γὰρ τὸν Ἀριστοτέλη τὸν νέον μαιευόμενος καὶ ἐξετάζων τοὺς ἐν αὐτῷ λόγους, νῦν τῷ Παρμε‐
35νίδῃ πρόσεισι καὶ τῆς παρ’ αὐτοῦ τυχεῖν ὑφ‐ ηγήσεως ἀξιοῖ, καὶ ὁ περὶ τῶν ὁρισμῶν ἐκείνων ἀναδιδάξας αὐτὸς τελεωτέρους ὑποδέχεται παρ’ ἄλλου κανόνας. Καλὴ μὲν οὖν καὶ θεία, εὖ ἴσθι, ἡ
40ὁρμὴ ἣν ὁρμᾷς ἐπὶ τοὺς λόγους· ἕλκυ‐
in Prm
.

988

σον δὲ σαυτὸν καὶ γύμνασαι μᾶλλον διὰ τῆς δοκούσης ἀχρήστου εἶναι καὶ καλουμένης ὑπὸ τῶν πολλῶν ἀδολεσ‐ χίας, ἕως ἔτι νέος ε· εἰ δὲ μ, σὲ δια‐
5φεύξεται ἡ ἀλήθεια. (P. 135 D.) Οἱ μὲν οὔτε ὁρμῶσιν οὔτε ἐπτόηνται περὶ τὴν τῶν ὄντων θεωρίαν, οἱ δὲ ἤδη τελειότητος ἀντελάβοντο κατὰ τὴν γνῶσιν· οἱ δὲ ὥρμηνται μὲν, δέονται δὲ τελειώσεως καὶ πείρας λογι‐
10κῆς καὶ γυμνασίας εἰς τὴν τεῦξιν τοῦ τέλους. Ἐν δὴ τούτοις ἐστὶ τοῖς μέσοις καὶ ὁ Σωκρά‐ της· ὅθεν ἀποδέχεται μὲν αὐτοῦ τὴν ὁρμὴν ὁ Παρμενίδης, καὶ καλεῖ θείαν μὲν αὐτὴν ὡς φιλόσοφον· τὸ γὰρ τῶν ὁρωμένων ὑπερορᾷν καὶ
15τὴν ἀσώματον οὐσίαν φαντάζεσθαι, φιλόσοφόν ἐστι καὶ θεῖον· καὶ γὰρ τὸ θεῖον πᾶν τοιοῦτον φαινόμενον, καὶ ἐν νοήσεσιν ἀΰλοις ὑφεστός· καλὴν δὲ, ὡς εἰς τὸ ὄντως ἄγουσαν καλὸν, ὃ δὴ ἔστιν οὐκ ἐν τοῖς πρακτικοῖς, ὡς ὕστερον οἱ
20ἀπὸ τῆς Στοᾶς ἐνόμισαν, ἀλλ’ ἐν ταῖς νοεραῖς ἐνεργείαις, καὶ ὡς τῷ ἀληθινῷ ἔρωτι πρέπου‐ σαν· τὸ γὰρ ἐρωτικὸν εἶδος τῆς ζωῆς τοῦ κάλ‐ λους μάλιστα ἀντέχεται καὶ τῆς ἐν τοῖς θεοῖς αὐτοῖς καλλονῆς. Ἀποδέχεται οὖν τὴν ὁρμὴν
25ὡς θείαν διὰ ταῦτα, καὶ ὡς καλὴν εἰκότως, ὡς ἐπὶ νοῦν ἀνάγουσαν καὶ ἐπὶ τὸ ἓν (ὡς μὲν γὰρ θεία τοῦ ἑνὸς ἀντέχεται, ὡς δὲ καλὴ τοῦ νοῦ, παρ’ ᾧ τὸ πρώτως καλὸν), καὶ ὡς ἐκκα‐ θαίρουσαν τὸ ὄμμα τῆς ψυχῆς, καὶ τὸ θειότα‐
30τον αὐτῆς ἐπεγείρουσαν. Προτείνει δὲ τὴν ὁδὸν τὴν διὰ τῆς διαλεκτικῆς ὡς ἄπταιστον καὶ ἀνυσιμωτάτην, συμφυῆ μὲν οὖσαν τοῖς πράγ‐ μασι, δυνάμεσι δὲ χρωμένην πολλαῖς εἰς τὴν τῆς ἀληθείας κατάληψιν, μιμουμένην δὲ τὸν
35νοῦν καὶ τὰς ἀρχὰς ἀπὸ νοῦ δεχομένην, ἀνατεί‐ νουσαν δὲ καλῶς δι’ εὐτάκτων ἐπαναβασμῶν ἐπὶ τὸ ὂν καὶ παύουσαν τῆς περὶ τὰ αἰσθητὰ πλάνης, μεθόδοις τε ἀνελέγκτοις ἕκαστα πιέ‐ ζουσαν ἕως ἐπ’ αὐτὴν ἀφίκηται τὴν τοῦ ἑνὸς
40καὶ τἀγαθοῦ περιωπήν. Καὶ ταῦτα μὲν εἰρήσθω
in Prm
.

989

περὶ αὐτῶν ἡμῖν τῶν πραγμάτων· ἐπειδὴ δέ τινες, τοῦ τῆς γυμνασίας ὀνόματος δραξάμε‐ νοι, τὴν παρὰ τοῖς Περιπατητικοῖς ἐπιχειρη‐ ματικὴν οἴονται μέθοδον ταύτην εἶναι τὴν
5γυμνασίαν (καὶ γὰρ ἐκείνης τὸ χρήσιμον λέγων ὁ Ἀριστοτέλης πρὸς τὴν γυμνασίαν αὐτὴν εἶ‐ ναί φησι συντελοῦσαν), εἴρηται μὲν ἡμῖν ἐκ προοιμίων πολλὰ πρὸς τούτους· νυνὶ δὲ συν‐ τόμως τι πάλιν εἰπεῖν ἐθέλοντας πρὸ πάντων
10ἄξιον ἐκεῖνο διορίσασθαι τί τὸ γυμναστικὸν τῆς διαλεκτικῆς ταύτης· καὶ γὰρ ὁ ἐν Πολι‐ τείᾳ Σωκράτης γυμνάζειν φησὶ δι’ αὐτῆς τοὺς παιδευομένους. Τρία τοίνυν ἔργα τῆς διαλεκτι‐ κῆς· τὸ μὲν καθαρτικὸν διὰ τῶν ἐλέγχων, ὡς
15αὐτὸς ἐν Σοφιστῇ φησιν· ᾧ καὶ ὁ Σωκράτης χρῆται πολλῷ πρὸς τὸ σοφιστικὸν φῦλον, τὴν διπλῆν ἄγνοιαν σωφρονίζων· τὸ δὲ ἀπ’ ἐναντίας τούτῳ τῶν ὄντων ἀναμνηστικὸν, ᾧ τοὺς εὖ πεφυ‐ κότας ἀνῆγεν ἐπὶ θεωρίαν, αὐτὸ μόνον ἐμφαίνων
20τὸ ἀληθές· τὸ δὲ ἐπ’ ἄμφω διατεῖνον, καὶ τὰ μὲν ἐλέγχον, τὰ δὲ προκαλούμενον εἰς τὴν ἀλή‐ θειαν· ὥστε ἐν πολλοῖς τε ἄλλοις ὁ Σωκράτης διαλόγοις καὶ ἐν τῷ Λύσιδι δῆλός ἐστι γυμνά‐ ζων τοὺς λόγους. Ταύτην τοίνυν τῆς διαλεκτικῆς
25τὴν πᾶσαν διὰ τῶν ἀντικειμένων λόγων βάσα‐ νον ἐν τούτοις μοι δοκεῖ γυμνασίαν καὶ πλάνην ἀποκαλεῖν, καὶ οὐκέτι διὰ ταῦτα διοικίζειν τὴν νυνὶ παραδοθησομένην μέθοδον τῆς ὑπ’ αὐ‐ τοῦ θαυμαζομένης διαλεκτικῆς. Καὶ τοῦτο μὲν
30τοιοῦτον· δοκεῖ δέ μοι καὶ τῆς λέξεως τὸ μὲν εὖ ἴσθι προσκείμενον βεβαιοῦν αὐτῷ τὸν ἔπαι‐ νον ὃν ἐπῄνεσε· τὸ δὲ ἕλκυσον, δεῖξιν ἔχειν τῆς συμπαθείας αὐτοῦ καὶ τῆς πτοίας τῆς περὶ τὸ ὄν· ὡς γὰρ ἐπί τινων δυσαποσπάστων καὶ
35δυσμεταθέτων, οὕτως εἶπε τὸ ἕλκυσον, ἕλξιν προσειπὼν τὴν ἐν τῷ παρόντι περὶ τὰ διαλεκ‐ τικὰ θεωρήματα μελέτην καὶ ἐπὶ ταῦτα μετά‐
στασιν ἀπὸ τῆς τῶν ὄντως ὄντων θεωρίας· τὸ
in Prm
.

990

δ, γύμνασαι μᾶλλον διὰ τῆς ἀχρήστου δοκούσης εἶναι καὶ καλουμένης ὑπὸ τῶν πολλῶν ἀδολεσχίας, ἐνδείκνυται τίνα οἴεται εἶναι τὴν διαλεκτικὴν τὴν κατ’ αὐ‐
5τόν· ὅτι δοκοῦσαν μὲν ἄχρηστον εἶναι, οὖσαν δὲ δύναμιν ἀναγωγὸν ἐπὶ τὴν ἀλήθειαν τῶν ψυχῶν, καὶ ὅτι παρὰ μὲν τοῖς πολλοῖς ἀδολε‐ σχίαν προσαγορευομένην, κυριώτατα δὲ οὖσαν ἀληθινὴν σωτηρίαν τῶν ψυχῶν, ἐξ ὧν φανερὸν
10ὅτι ταὐτόν ἐστι τῇ θεωρητικῇ τῶν ὄντων καὶ κριτικῇ τῆς ἀληθείας δυνάμει· καὶ οὐκ ἐν ἐπι‐ χειρήμασι ψιλοῖς καὶ λογικαῖς μεθόδοις ἔχου‐ σαν τὴν ὑπόστασιν· τὴν μὲν γὰρ τοιαύτην μέθοδον καὶ θαυμάζει τὸ πλῆθος, τὴν δὲ νῦν
15παραδεδομένην, ὡς ἀσυνήθη καὶ μηδὲν αὐτῷ σαφὲς λέγουσαν, ἐκτρέπεται καὶ ἀηδῆ προσονο‐ μάζει. Τὸ δ, ἕως νέος εἶ, πάνυ προσέθηκε καλῶς· νέων γὰρ οἱ μεγάλοι πόνοι, καὶ ὅτι μεταῤῥυθμίζειν τὴν ζωὴν ἐπὶ τῶν νέων ῥᾷον,
20καὶ ὅτι κατὰ τάξιν ὁδὸς οἰκειοτέρα τούτοις, ὡς ἀποχρῶντος τοῦ χρόνου πρὸς τὴν διὰ τῶν μέσων πορείαν. Τὸ δὲ, εἰ δὲ μ, σὲ διαφεύ‐ ξεται ἡ ἀλήθεια, τὸν κίνδυνον ἐδήλωσε τὸν ἀπειλούμενον ἡμῖν ἐκ τῆς προπετοῦς ὁρμῆς καὶ
25ἀτάκτου πρὸς τὰ ἄβατα τοῖς ἀγυμνάστοις ὁπό‐ σος ἐστὶν, ὅτι τῆς ὅλης ἀληθείας ἀπόπτωσις. Καὶ γὰρ ἐπὶ θεωρίας καὶ ἐπὶ τελεστικῆς καὶ τοῦτό ἐστι τὸ ποιοῦν ἀσφαλῆ καὶ ἄπταιστον ἡμῖν τὴν ἄνοδον, ἡ ἐν τάξει πρόοδος· ὡς γοῦν
30φησι καὶ τὸ Λόγιον· Οὐδενὸς εἵνεκεν ἄλλου ἀποστρέφεται θεὸς ἄνδρα, Καὶ ζώσῃ δυνάμει κενεὰς ἐπιπέμπει ἀταρποὺς,
34ὡς ὅταν ἀτάκτως καὶ πλημμελῶς ἐπὶ τὰ θειό‐
35τατα τῶν θεωρημάτων ἢ τῶν ἔργων, καὶ τὸ λεγόμενον, ἀμυήτοις στόμασιν ἢ ἀνίπτοις ποσὶ ποιησώμεθα τὴν ἄνοδον· τῶν γὰρ οὕτω μετιόν‐
των ἀτελεῖς μὲν εἰσὶ διαβάσεις, κεναὶ δὲ ὁρμαὶ,
in Prm
.

991

τυφλαὶ δὲ αἱ ἀτραποί· διὸ καὶ τῷ Πλάτωνι καὶ τοῖς Λογίοις πειθόμενον διὰ τῶν ἡμῖν προσ‐ εχεστέρων ἀεὶ ποιητέον ἐπὶ τὰ κρείττω καὶ ἀπὸ τῶν χαμαιζηλοτέρων διὰ τῶν μέσων ἐπὶ
5τὰ ὑψηλότερα τὰς ἀνόδους. Ἀπὸ δὴ τούτων τινὲς τῶν ἐξηγητῶν ὁρμηθέντες ἀξιοῦσι τὴν γυμνασίαν ταύτην μὴ εἶναι τὴν διαλεκτικὴν, διὰ δύο ταύτας αἰτίας· μίαν μὲν, ὡς ἀδολε‐ σχίας ταύτης εἶναι κατεψηφισμένης· ἑτέραν δὲ,
10ὡς νέοις προσήκειν λεγομένης τῆς διαλεκτικῆς, παρ’ αὐτῷ τὸ καθαρώτατον εἶναι νοῦ καὶ φρο‐ νήσεως ἐν τῷ Φιλήβῳ σαφῶς ὑμνουμένης, καὶ τῷ καθαρῶς καὶ γνησίως φιλοσοφοῦντι προσ‐ ήκειν ἐν Σοφιστῇ κεκριμένης, καὶ νέοις οὐ πα‐
15ραδοτέας, ὡς αὐτὸς ἐν Πολιτείᾳ λέγει, μή πη λάθωσιν εἰς παρανομίαν ἐλάσαντες τῶν κατὰ φύσιν ἐν ἡμῖν οὐσῶν ἐννοιῶν περὶ τῶν καλῶν καὶ δικαίων ἐκ τῆς τοιαύτης δυνάμεως· οὐ γὰρ ῥᾴδιον δυνάμεως κρατεῖν οὐ τῆς ἐκτὸς τὸν μὴ
20κεκτημένον νοῦν τῆς δυνάμεως. Ὑπὸ δὴ τίνων τῷ Πλάτωνι προκειμένων, τὸ μὲν τῆς ἀδολε‐ σχίας ὄνομα τοῦ Παρμενίδου σαφῶς οὐκ ἀπὸ τῆς ἑαυτοῦ κρίσεως εἰπόντος, ἀλλὰ ἀπὸ τῆς τῶν πολλῶν φήμης, φήσομεν τὴν γυμνασίαν
25ταύτην διορίζειν τῆς διαλεκτικῆς; οὕτω γὰρ οἱ πολλοὶ τοὺς διαλεκτικοὺς ἐκάλουν πάντας, ὥσπερ καὶ αὐτὸν τὸν Σωκράτη τῶν κωμικῶν τινες πτωχὸν ἀδολέσχην ἀποσκώπτοντες προσ‐ ηγόρευον, καθάπερ εἰπὼν οἶδα καὶ πρὸ τῶν ἐξ‐
30ηγήσεων· καὶ αὐτὸς μὴν ἑαυτὸν οὑτωσὶ καλεῖν ἀξιοῖ διὰ τὴν παντοίαν τῶν ζητουμένων ἣν εἴωθε ποιεῖσθαι βάσανον, καὶ δυσαπαλλακτέαν τῶν λόγων πρὸ τῆς εὑρέσεως τἀληθοῦς, ὡς καὶ τοῦτο προεῖπον· δεινὸν γὰρ πρᾶγμα, φησὶν
35αὐτὸς ἐν Θεαιτήτῳ, ἀδολέσχης ἀνὴρ, ἑαυτὸν λέγων ἄνω καὶ κάτω στρέφοντα τοὺς λόγους περὶ ὧν ἐκεῖ τὴν ζήτησιν ἐποιεῖτο· καὶ ἐν Φαί‐
δωνι δὲ περὶ τοῦ τῶν κωμικῶν σκώμματός
in Prm
.

992

φησι τό γε μὴ ἀνέξεσθαι τῶν ἀδολέσχην αὐτὸν ἀποκαλούντων· περὶ προσηκόντων γὰρ ποιεῖ‐ σθαι τοὺς λόγους, μέλλων εἰς ᾅδου ἰέναι, καὶ ζητῶν εἰ ὑπομένουσιν αἱ ψυχαὶ ἐν ᾅδου μετὰ
5τὸν τοῦ σώματος χωρισμόν. Τοῦτο μὲν οὖν τοὔ‐ νομα παρὰ τῶν πολλῶν εἰς τοὺς διαλεκτικοὺς φέρει, ὃ οὐκ ἔδει προσάγειν εἰς μέσον ὡς κατ‐ ηγοροῦν τῆς προκειμένης γυμνασίας. Τὸ δὲ ἐν Πολιτείᾳ μὴ παραδιδόναι νέοις τὴν διαλεκτι‐
10κὴν ἀληθὲς μὲν, ἔχει δὲ αἰτίαν εὐλόγιστον, διότι τοὺς ἐκεῖ παιδευομένους νέους ἀνώμαλον ἔχειν ἀνάγκη τὴν φύσιν, καὶ οὐ πάντως ἀρίστην· καὶ διὰ τοῦτο δέος εἶναι, μὴ καί τινες αὐτῶν εἰς τὴν εἰρημένην παρανομίαν ἐλάσωσι. Τῷ δὲ
15Σωκράτει θείαν ὁρμὴν ἔχοντι καὶ εὐφυΐαν ἀκρο‐ τάτην ἐνταῦθα παρακελεύεται μετιέναι τοὺς διαλεκτικοὺς λόγους Παρμενίδης, οὐδὲν εὐλα‐ βούμενος μὴ πάθῃ τι τοιοῦτον οἷον οἱ πολλοὶ πάθοιεν ἂν τῶν ἐν πολιτείᾳ κοινῇ παιδευομένων
20νέων· οὐ γὰρ ταὐτὸν μίαν τε φύσιν τὴν ἀρίστην ἄγειν καὶ πολλὰς καὶ ἀνομοίους ἀλλήλαις, ἐν αἷς τὰς μὴ ἀρίστας ἀνάγκη πολλάκις παραφέ‐ ρεσθαι πρὸς τὸ χεῖρον. Ἀμφότεροι οὖν ὀρθῶς, καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης ἀγέλης νέων παι‐
25δείαν ἐκτιθέμενος, καὶ ὁ ἐνταῦθα Παρμενίδης τὸν ἄριστον τῶν νέων παραλαβὼν καὶ ἀξιῶν ὁδεύειν διὰ ταύτης τῆς ἀγωγῆς, ἣν τῷ πλήθει τῶν νέων ἐφαρμόζειν οὐκ ἦν δυνατόν. Τίς οὖν ὁ τρόπος, φάναι, ὦ Παρμε‐
30νίδη, τῆς γυμνασίας; Οὗτος, εἰπεῖν, ὅνπερ ἤκουσας Ζήνωνος. (P. 135 D.) Ἐκ τῶν προειρημένων ἁπάντων περὶ μὲν τὴν τῶν πραγμάτων διάσκεψιν ταῦτα ληπτέον, ὅτι εἰσὶν ἰδέαι, καὶ τίνων εἰσὶ, πῶς μετέχον‐
35ται, ὁποῖαί εἰσιν· εἴρηται γὰρ ὅτι οὐ σωμα‐ τικαὶ, οὐ φυσικαὶ, οὐ ψυχικαὶ, ἀλλὰ νοεραὶ καὶ παραδειγματικαὶ καὶ ἄσχετοι, καὶ πᾶσι παρ‐
οῦσαι τοῖς δευτέροις ἀμιγῶς· καὶ ἔτι πόσαι
in Prm
.

993

τάξεις αὐτῶν· καὶ γὰρ τοῦτο διειλόμεθα, καὶ ποῦ περατοῦνται, καὶ ποῦ πρῶτον ἐκφαίνονται, καὶ πῶς διὰ τῶν μέσων εὐτάκτως ποιοῦνται τὴν πρόοδον. Περὶ δὲ τὴν τῶν προσώπων διά‐
5θεσιν, ὅτι πάντων μὲν ἔστι τελεσιουργὸς ὁ Παρμενίδης, καὶ παρακελεύεται τῷ Σωκράτει [τὸν Ζήνωνα] ζηλοῦν· τρίτος δὲ ὁ Σωκράτης ὁ δι’ ἀμφοῖν ἀναγόμενος. Περὶ δὲ τὸν τρόπον τῆς διδασκαλίας, ὅτι διὰ τῶν εἰδῶν ὁδεύσας
10ὁ Πλάτων κατὰ πάντας τοὺς θείους διακόσμους, καὶ ἀναδραμὼν ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ, ἄνωθεν πάλιν ἀπὸ τοῦ ἑνὸς ἀρξάμενος ἐπιδείξει πῶς ἁπάντων ἐστὶν αἴτιον τῶν ὄντων, καὶ πῶς ὑποστατικὸν τῶν ἑνάδων τῶν πρωτί‐
15στων, ἀφ’ ὧν συνέχονται πᾶσαι τῶν ὄντων ἀρχαί· καὶ ὅτι προτέλεια τῆς τοιαύτης ἐστὶ θεωρίας ἡ περὶ τὰ εἴδη γυμνασία· πρὶν δὲ ἄρξεται τῆς ἐποπτικωτάτης μυσταγορίας, βού‐ λεται παραδοῦναι τὴν μέθοδον καθ’ ἣν ποιή‐
20σεται τοὺς λόγους, καὶ τὴν δύναμιν ἀφ’ ἧς ὁρμώμενος πάσας διαπλέξει τὰς ὑποθέσεις καὶ τοὺς τρόπους τῶν ἐπιχειρήσεων, οἷς χρώμενος ὁδεύει διὰ τῶν πραγμάτων, φῶς τοῦτο προσ‐ ανάπτων ταῖς ψυχαῖς τῆς ὅλης μυστικῆς. Πα‐
25ρακαλεῖ μὲν οὖν πρὸς τὴν μέθοδον ταύτην ὁ Παρμενίδης τὸν Σωκράτη καὶ τὴν κατ’ αὐτὴν γυμνασίαν· τοῦ δὲ ἐρομένου τίς ὁ τῆς γυμνα‐ σίας τρόπος, ἀποβλέπειν αὐτῷ παρακελεύε‐ ται πρὸς τοὺς Ζήνωνος λόγους, δηλῶν διὰ τού‐
30των, ἅμα μὲν ὅτι ἐξαίρετος ἦν οὗτος ὁ τρόπος τῆς γυμνασίας παρὰ τῷ Ἐλεατικῷ διδασκαλείῳ· οὐ γὰρ ἔσχεν ἄλλον εἰπεῖν τῇ μεθόδῳ ταύτῃ χρη‐ σάμενον ἢ Ζήνωνα τὸν ἑαυτοῦ μαθητήν· ἅμα δὲ ὅτι τοῖς ἐσχάτοις ἀρχὴ σωτηρίας ἐστὶν ἡ πρὸς
35τὰ μέσα σύνταξις· διὰ τούτων γὰρ ἀπολαύουσι καὶ τῶν πρώτων ἀγαθῶν. Καὶ ταῦτα μὲν περὶ τῆς τῶν ἑπομένων προθέσεως ἡμῖν εἰρήσθω πάντων λόγων· εἰ δὲ δὴ πάλιν γυμνασίαν κα‐ λοίη ταύτην τὴν διαλεκτικὴν οὐκ οὖσαν ἐπι‐
40χειρηματικὴν, οὐ χρὴ θαυμάζειν· πᾶσαν γὰρ
ἡ λογικὴ διέξοδος καὶ ἡ ἀνέλιξις αὕτη τῶν
in Prm
.

994

θεωρημάτων, ὡς πρὸς τὴν νοερὰν ζωὴν, γυμνά‐ σιόν ἐστιν· ὥσπερ γὰρ τὴν καρτερίαν γυμνα‐ σίαν πρὸς ἀνδρείαν, καὶ τὴν ἐγκράτειαν πρὸς σωφροσύνην καλοῦμεν, οὕτω καὶ τὴν λογικὴν
5πᾶσαν θεωρίαν ὡς πρὸς τὴν νοερὰν γνῶσιν γυμνασίαν προσονομάζειν ἀξιώσομεν· καὶ ὡς ἡ δοξαστικὴ δύναμις πρὸς ἀμφότερα παρεσκευα‐ σμένη δοξαστικῶς γυμνάζει πρὸς τὴν ἀπαρα‐ λόγιστον τῆς ἀποδείξεως ἀντίληψιν, οὕτως ἡ
10ἐπιστημονικὴ τῆς διανοίας διέξοδος γυμνάσιόν ἐστι διανοητικὸν πρὸς τὴν ἁπλουστάτην νόησιν τῆς ψυχῆς. Πλὴν τοῦτό γέ σου καὶ πρὸς τοῦτον ἠγάσθην, εἰπόντος ὅτι οὐκ εἴας ἐν τοῖς
15ὁρωμένοις οὐδὲ περὶ ταῦτα τὴν πλάνην ἐπισκοπεῖν, ἀλλὰ περὶ ἐκεῖνα ἃ μάλι‐ στά τις ἂν λόγῳ λάβοι καὶ εἴδη ἂν ἡγή‐ σαιτο εἶναι. (P. 135 E.) Πάλιν καὶ ἐν τούτοις δῆλός ἐστιν ὁ Παρμε‐
20νίδης τὴν ἄπτοιαν τοῦ Σωκράτους τὴν περὶ τὰ νοητὰ καὶ ἄϋλα τῶν εἰδῶν ἀγασθείς. Οὐδὲν γὰρ ἄλλο φησὶν ἀποδέξασθαι τῶν ἐκείνου λό‐ γων ἢ τοῦτο, τὸ μετάγειν ἀπὸ τῶν αἰσθητῶν τὴν δύναμιν τὴν διαλεκτικὴν ἐπὶ τὰ νοητὰ,
25καὶ τούτου τὴν αἰτίαν προσέθηκε· τὰ γὰρ μά‐ λιστα λόγῳ ληπτὰ νοητά ἐστιν· ἐπεὶ καὶ ὁ Τίμαιος εἴρηκεν ὡς ὁ μὲν περὶ τῶν αἰσθητῶν λόγος οὐκ ἔστι μόνιμος οὐδὲ ἀραρὼς, ἀλλὰ εἰ‐ καστικὸς, ὁ δὲ περὶ τῶν νοητῶν ἀκίνητος καὶ
30ἀνέλεγκτος· τὰ γὰρ αἰσθητὰ τοῦτο ὃ λέγεται ἀκριβῶς οὐκ ἔστι, τὰ δὲ νοητὰ κυρίως ὄντα καὶ γνωσθῆναι μᾶλλον δυνατά. Εἴποι δ’ ἄν τις καὶ ἕτερον τρόπον εἶναι τὰ νοητὰ εἴδη λόγῳ μάλιστα γνωστὰ, ἀπὸ τῶν γνωστικῶν δυνά‐
35μεων ὁρμώμενος· αἴσθησις μὲν γὰρ οὐδ’ ὅλως ἀντιλαμβάνεται τῆς ἐκείνων γνώσεως, φαντα‐ σία δὲ εἰκόνας αὐτῶν ὑποδέχεται μορφωτικὰς, δόξα δὲ λογικῶς μὲν αὐτῶν ἀντιλαμβάνεται καὶ ἀμορφώτως, ἔχει δὲ ὅμως καὶ αὐτὴ τὸ
40ποικίλον καὶ ὅλως τὸ ὅτι μόνον γιγνώσκειν
πέφυκε. Μόνος δὲ οὖν ὁ ἐν ἡμῖν λόγος ἱκανῶς
in Prm
.

995

τῶν εἰδῶν ἐστὶ θεωρὸς, καὶ διὰ τοῦτο καὶ ὁ Τίμαιος ἔλεγε νοήσει μετὰ λόγου περιληπτὸν τὸ ὄντως ὄν· ὥστε τὰ μάλιστα λόγῳ ληπτὰ ταῦτά ἐστι τὰ εἴδη ἃ κυρίως ἐστὶν εἴδη· εἰκό‐
5τως· τὰ μὲν γὰρ αἰσθητὰ πάντα μερικά ἐστιν, ἐπειδὴ πᾶν σῶμα μερικόν· οὐδὲν γὰρ τῶν σω‐ μάτων τὰ πάντα εἶναι δυνατὸν, οὐδὲ ἓν ἐν πολλοῖς εἶναι μεριστῶς· τὰ δὲ φυσικὰ νεύει περὶ τὰ σώματα, καὶ μεριστὰ περὶ αὐτοῖς ἐστι·
10τὰ δὲ ψυχικὰ ποικιλίας μετέχει, καὶ τῆς ἁπλότητος ἀπολιμπάνεται τῶν νοερῶν εἰδῶν· ὥστε τὰ μάλιστα λόγῳ καταληπτὰ ταῦτά ἐστιν ὅσα νοερά τε καὶ νοητὰ λέγομεν, καὶ ὅσα ποῤ‐ ῥωτέρω τῆς ὕλης ἐστὶ, ταῦτα κυριώτερόν ἐστιν
15εἴδη, σώζοντα τὴν ἑαυτῶν ἄχραντον καθαρό‐ τητα. Δεῖ τοίνυν τῆς πλάνης τῆς διαλεκτικῆς πρὸς τὴν τούτων θεωρίαν τῶν εἰδῶν, προγυμ‐ ναζούσης ἡμᾶς καὶ προτελούσης εἰς τὴν ἐκεί‐ νων ἀντίληψιν· καὶ μὴν καὶ τὴν γιγνομένην
20πλάνην αὐτὴν ταύτην, οὐ τὴν δι’ ἐνδόξων, ὡς εἴρηται πολλάκις, ἐπιχείρησιν εἶναι φήσομεν, ἀλλὰ τὴν ὅλην τὴν διαλεκτικὴν, ἣν θριγκὸν ἐν Πολιτείᾳ τῶν μαθημάτων ἐκάλεσεν, ἐν λογι‐ καῖς ἡμᾶς ἀνελίξεσι καὶ διεξόδοις γυμνάζουσαν
25πρὸς τὴν ἀκριβεστέραν νόησιν τῶν ἀΰλων καὶ χωριστῶν πραγμάτων. Καὶ μὴ θαυμάσῃς εἰ τὴν ἐπιστημονικὴν θεωρίαν πλάνην προσηγό‐ ρευσεν αὐτός· ὡς γὰρ πρὸς τὴν νόησιν τὴν κα‐ θαρὰν πλάνην αὐτὴν προσεῖπε καὶ πρὸς τὴν
30ἁπλῆν τῶν νοητῶν ἀντίληψιν· πλάνη γὰρ τὸ μὴ μόνον τἀληθῆ σκοπεῖν ὅπως ἀποδεκτέον, ἀλλὰ καὶ τὰ ψευδῆ διὰ τῶν αὐτῶν μεθόδων ἐκπεριτρέχειν ἐλέγχοντα. Καὶ τί θαυμάζομεν εἰ πλάνην τὴν τοιαύτην πορείαν ὠνόμασεν;
35ὅπου τῶν μετ’ αὐτόν τινες καὶ ἐν νῷ πλάνην τὴν ποικιλίαν τῶν νοήσεων ἐπονομάζειν οὐκ ὤκνησαν, καὶ ταῦτα νόησιν ἀμετάβατον οὖσαν, διὰ τὸ μίαν οὖσαν ὁμοῦ καὶ πεπληθυσμένην εἶναι διὰ τὸ τῶν νοητῶν πλῆθος. Καὶ τί δεῖ
40περὶ νοῦ λέγειν; ἀλλὰ καὶ θεῶν αὐτῶν πλάνας,
in Prm
.

996

οὐ μόνον τῶν κατ’ οὐρανὸν ἀπλανῶς ἰόντων, ἀλλὰ καὶ νοερῶν, λέγειν εἰώθασι τῶν ἐνθεαζόν‐ των οἱ ἄκροι, τὴν πρόοδον αὐτῶν αἰνιττόμενοι καὶ τὴν ἐπὶ πάντα τὰ δεύτερα παρουσίαν καὶ
5τὴν γόνιμον ἄχρι τῶν ἐσχάτων πρόνοιαν· πᾶν γὰρ τὸ εἰς πλῆθος προϊὸν πλανᾶσθαι λέγουσιν, ἐν δὲ τῷ μονίμῳ καὶ ἑνοειδεῖ μόνως εἶναι τὸ ἀπλανές. Καὶ ἔοικεν ἡ πλάνη τέτταρα δηλοῦν, ἢ πλῆθος ἐνεργειῶν κἂν ὁμοῦ πᾶσαι ὦσιν, ἢ
10πλῆθος μεταβατικὸν, ἢ πλῆθος ἀπὸ τῶν ἀντι‐ κειμένων εἰς τὰ ἀντικείμενα χωροῦν, ἢ πλῆ‐ θος ἀτάκτων κινήσεων. Τούτων δὲ τεττάρων ὄντων, ἡ διαλεκτικὴ λέγεται γυμνασία πλάνη κατὰ τὸ τρίτον, ὁδεύουσα διὰ τῶν ἀντικειμέ‐
15νων ὑποθέσεων. Δοκεῖ γάρ μοι, ἔφη, ταύτῃ γε οὐδὲν χαλεπὸν εἶναι, καὶ ὅμοια καὶ ἀνόμοια καὶ ἄλλο ὁτιοῦν τὰ ὄντα πάσχοντα ἀπο‐ φαίνειν. Καὶ καλῶς γ’, ἔφη. (P. 135 E.)
20 Ταῦτα ἐκεῖνα ἃ καὶ πρότερον ὁ Σωκράτης ἔλεγε, καὶ νῦν φησιν ἐν τούτοις· ὅτι μίξιν τῶν εἰδῶν ἐν μὲν τοῖς αἰσθητοῖς ῥᾴδιον ἰδεῖν (περὶ γὰρ ἓν ὑποκείμενον θεωρεῖται τὰ ἐναντία πολ‐ λάκις ἄλλως καὶ ἄλλως ὑφεστηκότα), ἐν δὲ
25τοῖς νοητοῖς χαλεπόν· καὶ ταῦτά φησιν οὐ πρὸς τὸν Ζήνωνος λόγον ἐνιστάμενος (οὐδὲ γὰρ ἐκεῖ‐ νος οὕτως ἔλεγεν), ἀλλὰ τὴν ἑαυτοῦ λέγων ψῆφον τῆς τῶν εἰδῶν κοινωνίας, ἣν καὶ παρ‐ εκάλει διαρθρῶσαι τὸν Ζήνωνα. Ταῦτά τοι καὶ ὁ
30Παρμενίδης οὐκ ἂν ἐπῄνεσεν αὐτὸν, εἴγε πρὸς ἔλεγχον τοῦ Ζήνωνος εἴρητο τὰ εἰρημένα· εἰ γὰρ ὁ μὲν Ζήνων ὅμοια καὶ ἀνόμοια κατὰ ταὐ‐ τὸν ἀπέφηνε τὰ πολλὰ, Σωκράτης δὲ κατ’ ἄλλα, καὶ ἄλλο τὸ ὅμοιον ἐλάμβανε καὶ ἀνόμοιον,
35καὶ ταύτῃ τὸν ἐκείνου λόγον διέβαλλε, πῶς ἂν ὁ Παρμενίδης ἐπαινέτης ἐγένετο τοῦ Σω‐ κράτους; ἔπαινος γὰρ τὸ καλῶς γε, ἔφη. Κάλλιον γοῦν οὐκ ἔλεγχον ταῦτα Ζήνωνος ὑπο‐ λαμβάνειν, ἀλλὰ ἄλλο εἶδος ἀπορίας τοῦ Σω‐
40κράτους, ἀξιοῦντος ἰδεῖν πῶς τὰ ἐν τοῖς νοητοῖς
in Prm
.

997

εἴδη συγκέκραται καὶ τίς ὁ τρόπος τῆς κοινω‐ νίας αὐτῶν· ὅμοιον γὰρ καὶ ἀνόμοιόν ἐστιν ἐν τοῖς αἰσθητοῖς ἅμα, βουλόμεθα δὲ θεωρῆσαι αὐτῶν καὶ τὴν ἐν τῷ νοητῷ συμπλοκήν. Ταῦτα
5καὶ ὁ Σωκράτης, καταφρονῶν μὲν τῆς τῶν ὁρω‐ μένων μίξεως, ἀνατρέχων δὲ ἐπὶ τὴν τῶν νοη‐ τῶν κοινωνίαν, φθέγγεται, καὶ ὁ Παρμενίδης ὡς ψυχῆς ὄντα δόγματα γενναίας καὶ μεγα‐ λόφρονος ἀποδέχεται.
10 Χρὴ δὲ καὶ τόδε ἔτι πρὸς τούτῳ ποιεῖν, μὴ μόνον εἰ ἔστιν ἕκαστον ὑπο‐ θέμενον σκοπεῖν τὰ συμβαίνοντα ἐκ τῆς ὑποθέσεως, ἀλλὰ καὶ εἰ μὴ ἔστι τὸ αὐτὸ τοῦτο ὑποτίθεσθαι, εἰ βούλει μᾶλ‐
15λον γυμνασθῆναι. (P. 135 E.) Εὖ μοι δοκεῖ παρὰ τῶν πρεσβυτέρων λέγε‐ σθαι, τὸ τὸν Πλάτωνα τὰ συγγράμματα τε‐ λειοῦν ἀμφοτέρων, τοῦ τε Ζήνωνος καὶ τοῦ Παρμενίδου· τοῦ μὲν τὴν γυμνασίαν εἰς ἄμφω
20τὰ ἀντικείμενα προσάγοντα, τοῦ δὲ τὴν θεω‐ ρίαν ἐπ’ αὐτὸ τὸ ὄντως ἓν ἀνάγοντα, καὶ ταῦτα ἄμφω διὰ τοῦ Παρμενίδου ποιοῦντα· τό τε γὰρ τελειοῦσθαι παρὰ τοῦ ἐραστοῦ καὶ καθηγεμό‐ νος ἀνεπαχθὲς τῷ Ζήνωνι, καὶ τὸ αὐτὸν ἑαυτὸν
25εἰς τὴν ἀληθεστέραν τῶν ὄντων ἑνάδα μεθιστά‐ νειν πρεπωδέστατον τῷ δι’ ἡλικίαν νεωτέραν δυναμένῳ τὰ πράγματα καθορᾷν, καὶ τὸ ὡς ἀληθῶς αἴτιον τῶν πάντων ἀνακλίναντι τὴν τῆς ψυχῆς αὐγὴν, ὡς αὐτὸς ἐν Πολιτείᾳ φησὶ,
30θεωρεῖν. Τὴν μὲν οὖν τοῦ Παρμενιδείου συγ‐ γράμματος τελείωσιν ἐν τοῖς ἑπομένοις ἀνευρή‐ σομεν· τὴν δὲ τοῦ Ζηνωνείου διὰ τούτων ἤδη κατίδωμεν. Ὁ μὲν δὴ τοῦ Ζήνωνος λόγος ὑπο‐ θέμενος εἴδη τὰ πολλὰ κεχωρισμένα τοῦ ἑνὸς
35συνῆγε τὰ ἄτοπα, σκοπῶν τί ἕπεται, καὶ τί οὐχ ἕπεται, καὶ τί ἕπεταί τε καὶ οὐχ ἕπεται· καὶ γὰρ ὅτι ὅμοια ἔσται συνῆγε καὶ ὅτι οὐχ ὅμοια, καὶ ἐπὶ ἑνὸς καὶ πλήθους, καὶ κινήσεως
καὶ στάσεως ὁμοίως. Ὁ δέ γε Παρμενίδης ἀξιοῖ
in Prm
.

998

μὴ μόνον ὑποτίθεσθαι τὸ εἰ ἔστιν ἐν ταῖς διαλεκτικαῖς ζητήσεσιν, ἀλλὰ καὶ τὸ εἰ μὴ ἔστι, καὶ θεωρεῖν τί τὸ συμβαῖνον καὶ ἐκ ταύτης τῆς ὑποθέσεως· οἷον, μὴ μόνον εἰ ἔστιν
5ὁμοιότης, ἀλλὰ καὶ εἰ μὴ ἔστιν ὁμοιότης, τί τὸ συμβαῖνον ἦν ὡς ἑπόμενον, ἢ ὡς οὐχ ἑπό‐ μενον, ἢ ὡς ἑπόμενόν τε καὶ οὐχ ἑπόμενον· τί δὴ τοῦτο προστιθεὶς καὶ διὰ ποίαν αἰτίαν; ὅτι, φήσω, ἐὰν μὲν μόνον ὑποθώμεθα τὸ εἰ ἔστι
10καὶ εὕρωμεν τί τὸ συμβαῖνον, οὐ πάντως εὕρο‐ μεν οὗ καθ’ αὑτό ἐστιν αἴτιον τὸ ὑποτεθέν· ἐὰν δὲ προσαποδείξωμεν, ὡς εἰ μὴ ἔστιν, οὐκ ἔτι τὸ αὐτὸ τοῦτο συμβήσεται ὃ ἦν ἐκ τοῦ εἰ ἔστι τεθέντος συμβαῖνον, γίγνεται δῆλον
15ἡμῖν ὅτι ἄρα διὰ τὸ εἶναι ἐκεῖνο καὶ τοῦτο ἔστι· συνέβαινε γὰρ ἂν, ἐκείνου μὴ εἶναι τε‐ θέντος, ἐκεῖνο τῇ ἑαυτοῦ φύσει τούτου μὴ ἦν αἴτιον· καὶ διὰ τὸ ἐκεῖνο εἶναι καὶ τοῦτο συν‐ έβαινεν. Εἰ γὰρ ὑποθέμενος εἶναι ψυχὴν δεί‐
20ξαιμι συμβαῖνον τὸ εἶναι κίνησιν, ἔπειτα εἴπω, ἀλλὰ δὴ μὴ ἔστω ψυχὴ, δείξαιμι κίνη‐ σιν μηκέτι συμβαίνουσαν, τῷ εἶναι τὴν ψυχὴν ἔσται κίνησις· ἔσται οὖν ἀρχὴ καὶ αἰτία κινή‐ σεως· εἰ δὲ μὴ οὔσης ψυχῆς συμβαίνει κίνησις,
25δῆλον ὡς οὐκ ἀπὸ ψυχῆς ἡ κίνησις. Οὕτω καὶ αὐτὸς ἐν Φαίδρῳ, τὴν αὐτοκινησίαν ἀρχὴν εἶ‐ ναι τοῖς ἄλλοις κινήσεως ἀποδεικνὺς, ἔλαβε μὴ ὂν τὸ αὐτοκίνητον, καὶ ἔφατο πάντα μὲν οὐρα‐ νὸν, πᾶσαν δὲ γένεσιν συμπεσόντα στήσασθαι.
30Καὶ ἐν Νόμοις, πάντων ἑστώτων, κινήσας τὸ αὐτοκίνητον, ἐπεισήγαγε τοῖς ἑστῶσι κίνησιν· οὐκοῦν εἰ μὲν εἴη τὸ αὐτοκίνητον, ἔσται κίνη‐ σις· εἰ δὲ μὴ εἴη, οὐκ ἔστιν· μόνον ἄρα τὸ αὐτοκίνητον αἴτιον κινήσεως. Οὐ μόνον ἄρα
35ἐξαρκεῖ τὸ εἰ ἔστι σκοπεῖν, ἀλλὰ δεῖ καὶ τὸ εἰ μὴ ἔστιν ἐξετάζειν, εἰ μέλλοι τις ὄψεσθαι καὶ γνώσεσθαι τίνος αἴτιόν ἐστι τὸ προκείμε‐ νον, ἢ τί καθ’ αὑτὸ αὐτῷ ὑπάρχει καὶ ᾗ αὐτό·
καὶ γὰρ ἐπὶ τούτων εἰ ἔστημεν ἐν μόνῳ τῷ εἰ
in Prm
.

999

ἔστιν, οὔπω δῆλον ἦν εἰ μόνον καθ’ αὑτὸ τὸ αὐτοκίνητον ἦν τοῖς ἄλλοις αἴτιον κινήσεως τί γὰρ ἐκώλυε καὶ ἄλλο τι τὴν αὐτὴν ἔχειν δύνα‐ μιν; δειχθέντος δὲ καὶ τοῦ εἰ μὴ ἔστι τὸ
5αὐτοκίνητον μηδὲν κινεῖσθαι τῶν ἄλλων, οὐκ ἔστιν ἀληθὲς εἶναί τι καὶ ἄλλο κινήσεως αἴ‐ τιον· ἐκίνει γὰρ ἂν ἐκεῖνο καὶ μὴ ὄντος τοῦ αὐτοκινήτου, καὶ οὐκέτι δυνατὸν ἦν συνάγειν, εἰ μὴ ἔστι τὸ αὐτοκίνητον, μηδὲν κινεῖσθαι τῶν
10ἄλλων. Πρὸς τοῦτο μὲν οὖν ἐστιν ἀναγκαῖον τὸ μὴ μόνον ὑποτιθέμενον τὸ εἰ ἔστι σκοπεῖν τὸ συμβαῖνον, ἀλλὰ καὶ εἰ μὴ ἔστι τὸ αὐτὸ τοῦτο. Ζητήσειε δ’ ἄν τις εἰκότως πῶς ὅλως δυνατὸν τῷ μὴ ὄντι εἶναί τι συμβαῖνον· τί γὰρ
15ὑπάρξειεν ἐν τῷ μὴ ὄντι; πῶς δ’ ἂν δεικτικὸν γένοιτό τινος ἐκεῖνο τὸ μηδ’ ὅλως ὄν; ἅπαξ γὰρ ἀναιρεθὲν οὔτε αὐτὸ καθ’ αὑτό τι πάσχειν δυνατὸν, οὔτε πρὸς τὰ ἄλλα τι πεπονθέναι· μόνως γάρ ἐστι τὸ μὴ ὄν. Ῥητέον δὲ καὶ πρὸς
20ταύτην τὴν ζήτησιν ὅτι τὸ μὴ ὂν, ὡς ἐν Σοφι‐ στῇ μεμαθήκαμεν, λέγεται καὶ τὸ μηδαμῆ μηδαμῶς ὂν καὶ ἡ στέρησις· καθ’ αὑτὸ γάρ ἐστι μὴ ὂν, κατὰ συμβεβηκὸς δὲ ὄν· καὶ ἡ ὕλη· μὴ ὂν γὰρ, ὡς ἀνείδεος κατὰ τὴν ἑαυτῆς
25φύσιν καὶ ἀόριστος καὶ ἄμορφος· καὶ ἔτι τὸ ἔνυλον πᾶν, ἅτε φαινομένως μὲν ὂν, κυρίως δὲ οὐκ ὄν· καὶ ἔτι τὸ αἰσθητὸν πᾶν· γιγνόμενον γάρ ἐστι καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν· καὶ πρὸ τούτων τὸ ἐν ταῖς ψυχαῖς μὴ ὂν,
30καθὸ καὶ αὗται λέγονται πρῶται τῶν γιγνομέ‐ νων εἶναι καὶ οὐκ ὄντως εἶναι τῶν ὄντως ὄντων τῶν ἐν τοῖς νοητοῖς τεταγμένων· καὶ ἔτι πρὸ τῶν ψυχῶν τὸ ἐν αὐτοῖς τοῖς νοητοῖς μὴ ὂν, ἡ πρώτη ἑτερότης τῶν ὄντων, ὡς ὁ Σοφιστὴς ἡμᾶς
35ἀνεδίδαξεν, ὃ καὶ αὐτοῦ τοῦ ὄντος οὐ παρ’ ἔλαττον εἶναί φησι· καὶ ἔτι τούτων ἐπέκεινα τὸ πρὸ τοῦ ὄντος μὴ ὂν, ὃ καὶ αἴτιόν ἐστι τῶν ὄντων ἁπάντων ἐξῃρημένων τοῦ ἐν τοῖς οὖσι πλήθους. Εἰ δὲ τοσαυταχῶς λέγεται τὸ μὴ ὂν,
40δῆλον ὡς τὸ μὲν μηδαμῆ μηδαμῶς ὂν οὐδέ‐
in Prm
.

1000

ποτε ὑποθετέον· οὐδὲ γὰρ λέγειν ἐκεῖνο δυνα‐ τὸν, οὐδὲ γιγνώσκειν, ὡς ἐν Σοφιστῇ δέδειχεν ὁ Ἐλεάτης ξένος, κρατύνων τὸν Παρμενίδειον περὶ αὐτοῦ λόγον· ὃς καὶ ἔλεγεν ἄγνωστον
5εἶναι τὸ μηδαμῶς ὂν καὶ ἄῤῥητον, πάσης γνώ‐ σεως καὶ οἰήσεως πάσης τι γιγνωσκούσης καί τι ἀπαγγελλούσης, τοῦ δὲ μηδαμῆ ὄντος οὐ‐ δενὸς ὄντος· τὸ γὰρ οὐκ ὂν οὐδὲν αὐτὸς ἦν ὁ λέγων ὁ Παρμενίδης, ὅπερ ἀδύνατόν τι καὶ τὸ
10οὐδέν. Ὅταν δὲ λέγωμεν μὴ εἶναι τὰ πολλὰ, ἢ μὴ εἶναι τὸ ἓν, ἢ μὴ εἶναι ψυχὴν, οὕτως ἀποφάσκομεν ὡς ἄλλο μὲν εἶναί τι, ψυχὴν δὲ μὴ εἶναι, καὶ τὸ τούτῳ συμβαῖνον ζητοῦμεν· οἷον εἰ φαμὲν, ἀλλὰ δὴ μὴ ἔστω τῶν ὄντων ὁ
15νοῦς, οὐ τοῦτο λέγομεν ὅτι ἔστω τὸ μηδαμῶς ὂν, ἀλλ’ ὅτι νοῦς ἀπὸ τῶν ὄντων ἀνῃρήσθω· τοῦτο δὲ ταὐτὸν τῷ, πάντων τῶν ὄντων μὴ ἔστω νοῦς· ἄλλο οὖν ὂν, ἄλλο λέγεται μὴ εἶναι· καὶ οὕτως οὐκ ἐπὶ τοῦ μηδαμῶς ὄντος ἡ ὑπό‐
20θεσις, ἀλλ’ ἐπὶ τοῦ πῆ μὲν ὄντος, πῆ δὲ οὐκ ὄντος, ἢ τοδὶ μὲν ὄντος, τοδὶ δὲ οὐκ ὄντος· ὅλως γὰρ αἱ ἀποφάσεις ἔγγονοι τῆς ἑτερότητός εἰσι τῆς νοερᾶς· διὰ τοῦτο γὰρ οὐχ ἵππος ὅτι ἕτερον, καὶ διὰ τοῦτο οὐκ ἄνθρωπος ὅτι ἄλλο·
25καὶ αὐτὸς ἐν Σοφιστῇ διὰ τοῦτο ἔλεγεν, ὅτι ἡνίκα ἂν λέγωμεν μὴ ὂν, ἄρνησιν μόνον λέγο‐ μεν τοῦ ὄντος, ἀλλ’ οὐκ ἐναντίον τῷ ὄντι, λέ‐ γων ἐναντίον ὃ πλεῖστον τοῦ ὄντος ἀφέστηκε καὶ τελέως αὐτοῦ ἀποπέπτωκεν· ὥστ’ οὐκ εἰ
30πάντες μὴ εἶναι τὸ μηδαμῶς ὂν εἰσάγομεν, οὐδὲ ὑποτιθέμενοι τὸ μὴ ὂν ἐκεῖνο ὑποτιθέ‐ μεθα, ἀλλ’ ὅσον δύναται γνωστὸν εἶναι καὶ λόγῳ ῥητὸν τοῦ μὴ ὄντος σημαινόμενον. Ταῦτα μὲν εἰρήσθω περὶ τούτων· ἐπειδὴ δὲ
35τὴν Ἐλεατικὴν μέθοδον ἐν τούτοις παραδίδωσιν ὁ Πλάτων, φέρε τὸ λογικὸν αὐτῆς πρός γε τὸ παρὸν θεωρήσομεν. Δεῖ δὴ νοεῖν ἐκ μιᾶς ὑπο‐ θέσεως δύο τινὰς ἀποφυομένας, ἔπειτα τρεῖς καθ’ ἑκάστην τῶν τριῶν, ὥστε τὰς μετὰ τὴν
40μονάδα καὶ τὴν δυάδα γενομένας ἓξ ὑποθέσεις
in Prm
.

1001

τετραπλασιαζομένας εἰς τὸν εἰκοστὸν τέταρτον καταλήγειν ἀριθμόν. Ἔστι δὲ μοναδικὴ μὲν ὑπόθεσις καὶ ἁπλουστάτη, τίνι τί συμβαίνει· τοῦτο γοῦν κοινὸν ἐπὶ πασῶν ἐστι τῶν ὑποθέ‐
5σεων· καὶ γὰρ ὁ τὸ καταφατικὸν ἢ ἀποφατι‐ κὸν λέγων συμβαῖνόν τι λέγει πάντως, καὶ ὁ τὸ πρὸς ἑαυτὸ, καὶ ὁ τὸ πρὸς ἄλλο λαμβάνων, δῆλον ὡς τὶ καὶ τὶ λαμβάνει· καὶ τοῦτο ἐναρ‐ γές ἐστι. Δυαδικὴ δὲ ἡ τὴν εἰς δύο παρασχο‐
10μένη διαίρεσιν, ὅταν μὴ ἁπλῶς εἴπῃς ὅ τινι συμβέβηκεν, ἀλλὰ διέλῃς τίνι ὄντι συμβέβηκε· πρώτη γὰρ διαίρεσις γίγνεται κατ’ ἀντίφασιν, εἰς τὸ εἶναι τὸ προκείμενον καὶ μὴ εἶναι. Καὶ δύο ἔστωσαν αὗται ὑποθέσεις· ἑκατέρα δὲ τού‐
15των τρεῖς ἡμῖν ὑποθέσεις γεννᾷ· πρότερον μὲν γὰρ τό τινι λαβόντες ὂν καὶ μὴ ὂν ἐδιχοτομοῦ‐ μεν τὴν ὑπόθεσιν· νῦν δὲ ἂν τὸ συμβαῖνον τρι‐ χῶς λάβωμεν, ἑκατέραν τῶν ὑποθέσεων τριπλα‐ σιάσομεν. Τὸ τοίνυν συμβαῖνον, ἢ ὡς ἑπόμενον
20ληπτέον, ἢ ὡς μὴ ἑπόμενον, ἢ ὡς ἅμα καὶ ἑπόμενον καὶ οὐχ ἑπόμενον· ἢ γὰρ καταφατικόν ἐστι τὸ συμβαῖνον, ἢ ἀποφατικὸν, ἢ πῆ μὲν καταφατικὸν, πῆ δὲ ἀποφατικόν· οὐ γὰρ τοῦτό φησιν ὁ λόγος ὅτι ἡ ἀντίφασις συναληθεύει καὶ
25ἅμα τὰ ἀντικείμενα ἕπεται, ἀλλ’ ὅτι τὸ αὐτὸ πῶς μὲν ὑπάρξει τῷ αὐτῷ, πῶς δ’ οὔ. Ταῦτα οὖν τὰ τρία καὶ ὄντος τοῦ πράγματος καὶ μὴ ὄντος σκοποῦντες, δῆλον ὅτι τὰς δύο τὰς ἐξ ἀρχῆς ὑποθέσεις ἑξαπλασιάσομεν· ἔσονται οὖν
30ἓξ ὑποθέσεις· εἰ ἔστι, τί ἕπεται, καὶ τί οὐχ ἕπεται, καὶ τί ἅμα ἕπεταί τε καὶ οὐχ ἕπεται· καὶ εἰ μὴ ἔστιν, ὁμοίως· τό τε γὰρ τί διπλοῦν γέγονεν, ὄν τε καὶ μὴ ὂν, καὶ τὸ συμβαῖνον τριπλοῦν, ἑπόμενον, καὶ οὐχ ἑπόμενον, καὶ
35ἑπόμενον ἅμα καὶ οὐχ ἑπόμενον· δυὰς δὲ ἐπὶ τριάδα πάντως εἰς ἑξάδα καταλήγει. Πάλιν ἑκάστη τῶν ἓξ τούτων ὑποθέσεων τετραπλα‐ σιάζεται διὰ τὴν τοῦ συμβαίνοντος κατὰ τὸ ὑποκείμενον διαφοράν· ἢ γὰρ αὐτῷ τι συμβαί‐
40νει, ἢ τοῖς ἄλλοις· καὶ τούτων ἑκατέρῳ διχῶς· ἢ αὐτῷ πρὸς ἑαυτὸ, ἢ αὐτῷ πρὸς τὰ ἄλλα, καὶ τοῖς ἄλλοις ἢ πρὸς ἑαυτὰ, ἢ πρὸς αὐτό· ταύτας
δὲ τὰς τέτταρας διαφορὰς ἐὰν καθ’ ἑκάστην
in Prm
.

1002

πλέκῃς τῶν ἓξ πρώτων ὑποθέσεων, δῆλον ὅτι τέτταρας καὶ εἴκοσι ποιήσεις τὰς ὅλας ὑποθέ‐ σεις. Νοείσθω δὲ τὸ λεγόμενον ἐκ τῶν ὑπογε‐ γραμμένων, εἰ ἔστι, τί ἕπεται αὐτῷ πρὸς αὑτό·
5εἰ ἔστι, τί οὐχ ἕπεται αὐτῷ πρὸς αὑτό· εἰ ἔστι, τί ἕπεται καὶ οὐχ ἕπεται αὐτῷ πρὸς ἑαυτό· πάλιν εἰ ἔστι, τί ἕπεται αὐτῷ πρὸς τὰ ἄλλα· εἰ ἔστι, τί οὐχ ἕπεται αὐτῷ πρὸς τὰ ἄλλα· εἰ ἔστι, τί ἕπεται καὶ οὐχ ἕπεται αὐτῷ πρὸς τὰ
10ἄλλα. Πρώτη μὲν ἑξὰς αὕτη· δευτέρα δὲ τοι‐ αύτη· εἰ ἔστι, τί ἕπεται τοῖς ἄλλοις πρὸς ἑαυτά· εἰ ἔστι, τί οὐχ ἕπεται τοῖς ἄλλοις πρὸς ἑαυτά· εἰ ἔστι, τί ἕπεται καὶ οὐχ ἕπεται τοῖς ἄλ‐ λοις πρὸς ἑαυτά· πάλιν εἰ ἔστι, τί ἕπεται τοῖς
15ἄλλοις πρὸς αὐτό· εἰ ἔστι, τί οὐχ ἕπεται τοῖς ἄλλοις πρὸς αὐτό· εἰ ἔστι, τί ἕπεται καὶ οὐχ ἕπεται τοῖς ἄλλοις πρὸς αὐτό. Δευτέρα μὲν οὖν ἑξὰς αὕτη· τρίτη δὲ ἥδε· εἰ μὴ ἔστι, τί ἕπε‐ ται αὐτῷ πρὸς ἑαυτό· εἰ μὴ ἔστι, τί οὐχ ἕπεται
20αὐτῷ πρὸς ἑαυτό· εἰ μὴ ἔστι, τί ἕπεται καὶ οὐχ ἕπεται αὐτῷ πρὸς ἑαυτό· πάλιν εἰ μὴ ἔστι, τί ἕπεται αὐτῷ πρὸς τὰ ἄλλα· εἰ μὴ ἔστι, τί οὐχ ἕπεται αὐτῷ πρὸς τὰ ἄλλα· εἰ μὴ ἔστι, τί ἕπεται καὶ οὐχ ἕπεται αὐτῷ πρὸς τὰ ἄλλα.
25Τρίτη μὲν οὖν ἑξὰς αὕτη· τετάρτη δὲ ἥδε· εἰ μὴ ἔστι, τί ἕπεται τοῖς ἄλλοις πρὸς ἑαυτά· εἰ μὴ ἔστι, τί οὐχ ἕπεται τοῖς ἄλλοις πρὸς ἑαυτά· εἰ μὴ ἔστι, τί ἕπεται καὶ οὐχ ἕπεται τοῖς ἄλλοις πρὸς ἑαυτά· πάλιν εἰ μὴ ἔστι, τί
30ἕπεται τοῖς ἄλλοις πρὸς αὐτό· εἰ μὴ ἔστι, τί οὐχ ἕπεται τοῖς ἄλλοις πρὸς αὐτό· εἰ μὴ ἔστι, τί ἕπεται καὶ οὐχ ἕπεται τοῖς ἄλλοις πρὸς αὐτό. Τέτταρες μὲν οὖν ἑξάδες αὗται νοείσθωσαν, αἷς χρήσεται καὶ ὁ Παρμενίδης ἐν ταῖς ὑποθέσεσιν·
35ἐννέα μὲν ὑποθέσεις ἐξετάζων διὰ τὴν τῶν πραγμάτων φύσιν ἐξ ἧς ποιεῖται τὴν ὑφήγη‐ σιν, ἐν δὲ ταῖς ὑποθέσεσι ταύταις, κατὰ μὲν τὰς πέντε ταῖς δύο πρώταις ἑξάσι κεχρημέ‐ νος, ἐν δὲ ταῖς λοιπαῖς τέτρασι, ταῖς δύο ταῖς
40λοιπαῖς ἑξάσι· καὶ πάλιν ἐπὶ τῶν πέντε, τῇ μὲν μιᾷ τετράδι κατὰ τὰς πρώτας τρεῖς ὑπο‐ θέσεις, τῇ δὲ ἑτέρᾳ κατὰ τὰς δύο τῶν πέντε·
ἐπὶ δὲ τῶν τεττάρων, τῇ μὲν μιᾷ τετράδι ἐπὶ
in Prm
.

1003

τῶν δύο τῶν πρώτων, τῇ δὲ ἑτέρᾳ ἐπὶ τῶν λοιπῶν, ὡς εἰσόμεθα τοῦ λόγου προϊόντος. Τὸ μὲν οὖν εἶδος ὅλον τῆς διαλεκτικῆς μεθόδου τοιοῦτον, νοερὸν ὄντως καὶ ἐπιστημονικὸν, ἀλλ’
5οὐχὶ δοξαστικὸν καὶ παντελῶς ἄστατον καὶ ἀόριστον κατὰ τὴν γνῶσιν. Ὑπὸ δὲ ταύτην μίαν καὶ ὅλην μέθοδον αἱ τέτταρες τελοῦσι δυ‐ νάμεις, ὁριστικὴ, καὶ διαιρετικὴ, καὶ ἀποδεικ‐ τικὴ, καὶ ἀναλυτική· καὶ γὰρ ὅπου μὲν διε‐
10λεῖν ἀναγκαῖον ἢ ὡς ἀπὸ ἑνὸς γένους εἰς εἴδη, ἢ ὡς ἀπὸ ὅλου εἰς μέρη διάφορα, ἢ ἄλλως ὁπωσ‐ οῦν· ὅπου δὲ ὁρίσασθαι δεῖ, τάς τε ὁριστικῶν εἰδέναι διαφορὰς καὶ τὰς τῶν ὁρισμῶν καθ’ ἑκάστην τάξιν τῶν ὄντων· ὁρίζεσθαι γὰρ δυ‐
15νατὸν καὶ ἀπὸ εἴδους καὶ ἀπὸ τῆς ὕλης καὶ δι’ ἀμφοτέρων· ὅπου δὲ ἀποδεῖξαι, καὶ ἐν‐ ταῦθα τάς τε τῶν αἰτιῶν ἀνάγκη διαγιγνώ‐ σκειν διαφοράς· ἄλλως γὰρ ἐπὶ τῶν ἐνύλων τὰ αἴτια καὶ ἄλλως ἐπὶ τῶν ἀΰλων ληπτέον, ἄλ‐
20λως ἐπὶ τῶν κινουμένων, καὶ ἄλλως ἐπὶ τῶν ἀκινήτων· ὅπου δὲ ἀναλῦσαι μέχρι τῶν πρώ‐ των· καὶ γὰρ ἡ ἀπὸ τοῦ ζητουμένου μετάβασις ἐπὶ τὰ ἄλλα τοτὲ μὲν ὡς ἐπὶ τὰ αἴτια γίγνε‐ ται ἀναλυτικῶς, τοτὲ δὲ ὡς ἐπὶ συναίτια,
25τοτὲ δὲ ὡς ἐπ’ ἀμφότερα· ταῦτα δὲ ἀναγκαῖόν ἐστι μὴ παρέργως ἐπισκοπεῖν τὸν τῇ μεθόδῳ χρώμενον, διότι δὴ καὶ τὸ προκείμενον ἢ ὡς τὸ ἀκρότατόν ἐστιν, ἢ ὡς τὸ ἔσχατον ἐν τοῖς οὖσιν, ἢ ὡς μέσην τάξιν ἔχον. Δῆλον δὲ κἀ‐
30κεῖνο πρὸς τούτοις, ὅτι πάντων τῶν τρόπων οἱ μὲν ἡμίσεις ἀληθὲς δεικνύουσιν, οἱ δὲ λοιποὶ τὸ ἀδύνατον συμπεραίνουσιν, ὅπως ἂν ἔχοι τὸ προτεθὲν ἢ ὑπάρξεως ἢ ἀνυπαρξίας· καὶ ὅτι ποτὲ μὲν ἀπὸ τοῦ προκειμένου ποιούμεθα τὴν
35μετάβασιν ἐπὶ τὸ ἓν, οἷον εἰ ἔστιν ὁμοιότης, πῶς ἔχει πρὸς τὴν ἀνομοιότητα; ποτὲ δὲ ἐπὶ πολλὰ, οἷον εἰ ἔστιν ὁμοιότης, πῶς ἔχει ἐπὶ πάντα τὰ εἴδη; ποτὲ δὲ ἐπὶ πάντα, οἷον εἰ ἔστι νοῦς, πῶς ἔχει πρὸς τὰ ὄντα πάντα τά
40τε νοητὰ τά τε αἰσθητά; ἐπειδὴ τούτοις ἅπασι
τοῦ ἐπιστήμονος ἔργον συνορᾷν, ὅθεν ἀρξάμενος
in Prm
.

1004

ὁδὸν παρέξει ῥᾴστην καὶ καλλίστην ταῖς τῶν προκειμένων ἀποδείξεσι· πολλάκις μὲν γὰρ ἀπὸ τῶν καταφάσεων ἄρχεσθαι δεήσει, πολλά‐ κις δὲ ἀπὸ τῶν πρὸς τὸ ἄλλο ἢ τὰ ἄλλα συμ‐
5βαινόντων· ἁπλῶς δὲ ἀπὸ τῶν γνωριμωτάτων πανταχοῦ ποιήσεται τὴν ἀρχὴν καὶ διὰ τοῦτο κατασκευάσει τὰς ἐφεξῆς, ἑπόμενος ταῖς προ‐ κειμέναις τῶν τρόπων διαιρέσεσι. Τύποι μὲν οὖν τῆς μεθόδου τοιοίδε τινὲς ἔστωσαν· εἰ δὲ
10δεῖ, πρὶν ὁ Παρμενίδης ἐφάψηται τῶν οἰκείων ὑποθέσεων, ἡμᾶς ἐπί τινος ὑποθέσεως γνωριμω‐ τέρας γυμνάσαι τὴν μέθοδον, ὑποκείσθω ψυχὴ, καὶ σκοπῶμεν αὐτήν τε καθ’ ἑαυτὴν καὶ πρὸς τὰ σώματα καὶ ζητῶμεν τί ἕπεται, τί οὐχ
15ἕπεται, τί ἕπεται καὶ οὐχ ἕπεται τῇ ψυχῇ πρὸς ἑαυτὴν καὶ πρὸς τὰ σώματα, καὶ τοῖς σώμασι πρὸς ἑαυτὰ καὶ πρὸς ψυχήν. Οὐκοῦν εἰ ἔστι ψυχὴ, ἕπεται αὐτῇ πρὸς ἑαυτὴν τὸ αὐτο‐ κίνητον, τὸ αὐτόζωον, τὸ αὐθυπόστατον· οὐχ
20ἕπεται δὲ τὸ ἑαυτῆς φθαρτικὸν, τὸ ἑαυτὴν ἀγνοεῖν πάντη καὶ μηδὲν τῶν ἑαυτῆς ἐπιγι‐ γνώσκειν· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ μερι‐ στὸν καὶ τὸ ἀμέριστον (πῶς μὲν γάρ ἐστι με‐ ριστὴ, πῶς δὲ ἀμέριστος), καὶ τὸ ἀεὶ ὂν καὶ
25μὴ ἀεὶ ὂν (πῶς μὲν γάρ ἐστιν αἰώνιος, πῶς δὲ μεταβλητὴ), καὶ πᾶν ὅσον αὐτῇ κατὰ τὸ ἴδιον ὑπάρχει τῆς μεσότητος τοιοῦτόν ἐστιν. Πάλιν εἰ ἔστι ψυχὴ, ἕπεται αὐτῇ πρὸς τὰ σώματα τὸ ζωογόνον, τὸ χορηγὸν κινήσεως, τὸ συνεκτι‐
30κὸν τῶν σωμάτων, ἕως ἂν παρῇ τοῖς σώμασι, τὸ δεσπόζειν αὐτῶν καὶ ἄρχειν κατὰ φύσιν· οὐχ ἕπεται δὲ τὸ ἔξωθεν κινεῖν (ἴδιον γὰρ τῶν ἐμψύχων τὸ ἔνδοθεν κινεῖσθαι), καὶ τὸ τῆς ἠρεμίας αἰτίαν εἶναι τοῖς σώμασι καὶ ἀμετα‐
35βλησίας· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ παρεῖναι αὐτοῖς καὶ χωρὶς αὐτῶν παρεῖναι· καὶ γὰρ πάρεστιν αὐτοῖς τῇ προνοίᾳ, καὶ αὐτῶν ἐξῄρηται τῇ οὐσίᾳ. Πρώτη μὲν ἑξὰς αὕτη· δευτέρα ἐκείνη· εἰ ἔστι ψυχὴ, ἕπεται τοῖς ἄλλοις, τοῖς σώμασι
40λέγω, πρὸς ἑαυτὰ τὸ συμπαθές· κατὰ γὰρ τὴν
αἰτίαν τὴν ζωοποιὸν καὶ ταῦτα συμπάθειαν ἔχει
in Prm
.

1005

πρὸς ἄλληλα· οὐχ ἕπεται δὲ τὸ ἀναίσθητον· ἀνάγκη γὰρ ψυχῆς οὔσης πάντα εἶναι αἰσθη‐ τικὰ, τὰ μὲν ἰδίως, τὰ δὲ ὡς μέρη τοῦ παν‐ τός· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ ἑαυτὰ κινεῖν
5τὰ σώματα ψυχούμενα, πῶς δ’ οὔ· πολλοὶ γὰρ καὶ τρόποι τῆς αὐτοκινησίας. Πάλιν εἰ ἔστι ψυχὴ, ἕπεται τοῖς σώμασι πρὸς αὐτὴν τὸ ἔν‐ δοθεν κινεῖσθαι ὑπ’ αὐτῆς, καὶ ζωοποιεῖσθαι παρ’ αὐτῆς, καὶ σώζεσθαι καὶ συνέχεσθαι δι’
10αὐτῆς, καὶ ὅλως ἐξηρτῆσθαι αὐτῆς· οὐχ ἕπε‐ ται δὲ τὸ σκεδάννυσθαι ὑπ’ αὐτῆς καὶ ἀζωΐας ἀναπίμπλασθαι· ζωῆς γὰρ ἐκεῖθεν μεταλαγ‐ χάνει καὶ συνοχῆς· ἕπεται δὲ καὶ οὐχ ἕπεται, τὸ μετέχειν τε αὐτῆς καὶ μὴ μετέχειν· ἀληθὲς
15γὰρ ἑκάτερον, ὅτι πῶς μὲν αὐτῆς ἐκείνης μετ‐ έχει τὰ σώματα, πῶς δὲ οὐκ αὐτῆς. Δευτέρα μὲν οὖν ἑξὰς αὕτη· τρίτη δὲ τοιάδε· εἰ μὴ ἔστι ψυχὴ, ἕπεται αὐτῇ πρὸς ἑαυτὴν τὸ ἄζωον, τὸ ἀνούσιον, τὸ ἄνουν· οὔτε γὰρ οὐσίαν οὔτε ζωὴν
20ἕξει μὴ οὖσα· οὐχ ἕπεται δὲ τὸ ἑαυτῆς σωστι‐ κὸν, τὸ ἑαυτῆς ὑποστατικὸν, τὸ ἑαυτῆς κινητι‐ κὸν, πᾶν τὸ τοιοῦτον· ἕπεται δὲ καὶ οὐχ ἕπε‐ ται τὸ ἄγνωστον καὶ τὸ ἄλογον ὑφ’ ἑαυτῆς· μὴ οὖσα γὰρ πῶς μὲν ἄγνωστός ἐστι καὶ ἄλο‐
25γος, ὡς μήτε λογιζομένη μήτε γιγνώσκουσα ἑαυτὴν ὅλως, πῶς δὲ οὔτε ἄλογος οὔτε ἄγνω‐ στος, εἰ ταῦτα σημαίνει φύσιν τινὰ οὖσαν, μὴ λογικὴν δὲ μηδὲ γνώσεως τυγχάνουσαν. Πάλιν εἰ μὴ ἔστι ψυχὴ, ἕπεται αὐτῇ πρὸς τὰ σώματα
30τὸ ἄγονον αὐτῶν, τὸ ἄμικτον πρὸς αὐτὰ, τὸ ἀπρονόητον αὐτῶν· οὐχ ἕπεται δὲ τὸ κινητικὸν αὐτῶν, τὸ ζωοποιὸν, τὸ συνεκτικόν· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ ἕτερον αὐτὴν εἶναι τῶν σω‐ μάτων, τὸ μὴ κοινωνεῖν αὐτοῖς· καὶ γὰρ ἀλη‐
35θές πώς ἐστι τοῦτο καὶ οὐκ ἀληθὲς, εἰ οὕτω λαμβάνει τις τὸ ἕτερον ὡς ὂν μὲν, ἐξηλλαγ‐ μένον δέ· οὕτω μὲν γὰρ ἕτερον· οὐχ ἕτερον δὲ αὖ πάλιν, ὡς μηδ’ ὅλως ὂν, καὶ ταύτης ἕτερον, ὅτι μὴ ὄν. Τρίτη μὲν ἑξὰς αὕτη Τετάρτη δέ·
40εἰ μὴ ἔστι ψυχὴ, ἕπεται τοῖς σώμασι πρὸς
in Prm
.

1006

ἑαυτὰ τὸ ἀκίνητον, τὸ ἀδιάφορον κατὰ τὴν ζωὴν, τὸ ἀσυμπαθὲς πρὸς ἄλληλα· οὐχ ἕπεται δὲ τὸ αἰσθήσει γιγνώσκειν ἄλληλα, τὸ ὑφ’ ἑαυτῶν κινεῖσθαι· ἕπεται δὲ καὶ οὐχ ἕπεται
5τὸ πάσχειν ὑπ’ ἀλλήλων· πῶς μὲν γὰρ πεί‐ σεται, πῶς δὲ οὐ πείσεται· σωματικῶς γὰρ μόνον, ἀλλ’ οὐχὶ ζωτικῶς. Πάλιν εἰ μὴ ἔστι ψυχὴ, ἕπεται τοῖς ἄλλοις πρὸς αὐτὴν τὸ μὴ προνοεῖσθαι μηδὲ κινεῖσθαι ὑπ’ αὐτῆς· οὐχ
10ἕπεται δὲ τὸ ζωοποιεῖσθαι, τὸ συνέχεσθαι παρ’ αὐτῆς· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ καὶ ὁμοιοῦ‐ σθαι πρὸς αὐτὴν καὶ μὴ ὁμοιοῦσθαι· καθόσον μὲν γὰρ ἐκείνης μὴ οὔσης οὐδ’ ἂν ταῦτα εἴη, ὁμοιοῦται πρὸς αὐτήν· πάσχει γὰρ ταὐτὸν
15ἐκείνῃ· καθόσον δὲ οὐ δυνατὸν ὅμοιον εἶναί τινι τὸ μὴ ὂν, κατὰ τοῦτο πάλιν οὐκ ἀκολου‐ θήσει τουτωνὶ πρὸς αὐτὴν ὁμοιότης. Κατὰ πάν‐ τας ἄρα τοὺς τρόπους διεξήλθομεν ἐπὶ τοῦ παραδείγματος τὴν μέθοδον, καὶ συνάγομεν
20ἀπὸ τούτων τῶν λόγων, ὅτι ἄρα ἡ ψυχὴ ζωῆς αἰτία καὶ κινήσεως καὶ συμπαθείας τοῖς σώ‐ μασι, καὶ ὅλως τοῦ τε εἶναι καὶ σώζεσθαι· καὶ γὰρ οὔσης ψυχῆς, ταῦτα συνεισήγετο, καὶ μὴ οὔσης, ταῦτα συνανῄρητο· μόνως ἄρα ἀπὸ ψυ‐
25χῆς ταῦτα καὶ διὰ ψυχὴν ὑπάρχει τοῖς σώ‐ μασι· καὶ τοῦτο γίγνεται τῆς ὅλης μεθόδου τέλος, ἀνευρεῖν τὴν ἰδιότητα τοῦ πράγματος, καὶ ὅσων ἐστὶ καὶ ἑαυτῷ καὶ τοῖς ἄλλοις παρ‐ εκτικόν. Καὶ ὁρᾷς ὡς ἐν ταύταις ταῖς ὑποθέ‐
30σεσι γένοιτ’ ἂν ῥᾷον ὁ λόγος οὐκ ἀπ’ αὐτῆς ἡμῶν ἀρξαμένων τῆς ψυχῆς, ἀλλ’ ἀπὸ τῶν σωμάτων· ταῦτα γὰρ γνωριμώτερα τῆς ψυχῆς, καὶ τῶν ἑπομένων ἐκείνῃ καὶ οὐχ ἑπομένων τὰ τούτοις ἑπόμενα καὶ οὐχ ἑπόμενα, τῷ μετ‐
35έχειν ἢ μὴ μετέχειν ψυχῆς· μετέχοντα γὰρ καὶ ζῶντά ἐστι καὶ κινούμενα καὶ συμπαθῆ πρὸς ἑαυτὰ, τὰ μὴ μετέχοντα δὲ ἀκίνητα καὶ ἀργὰ καὶ ἄπονα. Δείξαντες οὖν ταῦτα πρῶτον ὅσα τοῖς σώμασιν ἕπεται καὶ οὐχ ἕπεται, τῷ
40εἶναι καὶ μὴ εἶναι ψυχὴν, πρός τε ἑαυτὰ καὶ
in Prm
.

1007

τὴν ψυχὴν, ῥᾷον καὶ ἐπ’ αὐτῆς ταῦτα δείξο‐ μεν· οἷον ὅτι αὐτοκίνητος, ὅτι ἀθάνατος, ὅτι ἀσώματός ἐστιν· ἀφ’ ὧν γὰρ τὰ σώματα παρ’ αὐτῆς ἔχει, τὴν ἐκείνης ἰδιότητα δείξομεν.
5Οὕτως ἄρα ἀληθὲς τὸ ἄλλο τε ἀπ’ ἄλλων ὑπο‐ θέσεων χρῆναι ποιεῖσθαι τὴν ἀρχὴν τοὺς ἀπὸ τῶν γνωριμωτάτων ἄρχεσθαι βουλομένους, ἢ ἀπὸ τῶν καταφατικῶν ἢ ἀπὸ τῶν ἀποφατικῶν ἢ ἀπὸ τῶν προκειμένων ἢ ἀπὸ τῶν ἀντεξετα‐
10ζομένων. Οἶδα μὲν οὖν ὅτι καὶ ὁ Ἀριστοτέ‐ λης, ταύτην τὴν μέθοδον μιμούμενος, ἀξιοῖ λαμβάνειν ἐπὶ τῶν κατηγορικῶν συλλογισμῶν τὰ κατηγορούμενα καὶ τὰ ὑποκείμενα καὶ τὰ ἀλλότρια τοῦ τε ὑποκειμένου καὶ τοῦ κατηγο‐
15ρουμένου, τί τε ἕπεται λέγων αὐτῷ καὶ τί οὐχ ἕπεται· πολλῷ δὲ ἐνταῦθα γέγονε τελεωτέρα παράδοσις, πάντων τῶν τρόπων ἐκ διαιρέσεως ληφθέντων, δι’ ὧν ἀνάγκη πορεύεσθαι τὸν περὶ ἕκαστον τῶν ὄντων γυμνάζοντα τὸν οἰκεῖον
20νοῦν, τό τε ζητητικὸν τῆς ψυχῆς ἀνακινοῦσα διὰ πασῶν τῶν εἰρημένων ὑποθέσεων καὶ τὸ εὑρετικὸν τελειοῦσα τῆς περὶ ἕκαστον ἀληθείας. Ζητοῦντες τὰ πράγματα, μᾶλλον διὰ ταύτης εὑρήσομεν τἀληθὲς ἢ δι’ ἐκείνης, γλαφυρώτερον
25διὰ τῶν πολλῶν τούτων ὑποθέσεων ἀνιχνεύον‐ τες τὸ ζητούμενον· καὶ ὡς μὲν ἐπὶ τὸ πλεῖστον τοῖς ὑποθετικοῖς χρησόμεθα λογισμοῖς, τά τε ἑπόμενα καὶ οὐχ ἑπόμενα τοῖς ὑποτεθεῖσιν ἀεὶ λαμβάνοντες· καὶ γὰρ οὗτοι διαφερόντως ἡμᾶς
30ἐφιστᾶσι ταῖς τῶν πραγμάτων κοινωνίαις τί πρὸς ἄλληλα ἔχουσι καὶ ταῖς ἀπ’ ἀλλήλων αὐ‐ τῶν διαιρέσεσι· χρησόμεθα δὲ καὶ τοῖς κατηγο‐ ρικοῖς, ὅταν δεώμεθα κατασκευάζειν ἢ τὸ συν‐ ημμένον ἑκάστης ὑποθέσεως ἢ τὴν πρόσληψιν.
35 Πῶς λέγεις; φάναι. Οἷον, ἔφη, εἰ βούλει περὶ ταύτης τῆς ὑποθέσεως, ἣν Ζήνων ὑπέθετο, εἰ πολλὰ ἔστι, τί χρὴ συμβαίνειν καὶ αὐτοῖς τοῖς πολλοῖς πρὸς αὑτὰ καὶ πρὸς τὸ ἓν, καὶ τῷ ἑνὶ
40πρός γε αὑτὸ καὶ πρὸς τὰ πολλ· καὶ
αὖ εἰ μὴ ἔστι πολλ, πάλιν σκοπεῖν,
in Prm
.

1008

τί συμβήσεται καὶ τῷ ἑνὶ καὶ τοῖς πολ‐ λοῖς καὶ πρὸς αὑτὰ καὶ πρὸς ἄλληλα. (P. 136 A.) Τὴν ὅλην μέθοδον συνοπτικώτατα παραδε‐
5δομένην διὰ τῶν προειρημένων ἑλεῖν ὁ Σωκρά‐ της οὐ δυνηθεὶς ἐπανήρετο περὶ αὐτῶν, ἵνα σα‐ φέστερον ὁ Παρμενίδης ὑφηγήσηται καὶ διαθῇ τὸν ὑπὲρ αὐτῆς λόγον. Τοῦτο δὴ οὖν καὶ ποιεῖ διὰ τούτων, ἐπὶ παραδείγματος αὐτὴν γυμνά‐
10ζων πάλιν καὶ ἐνταῦθα λογικῶς καὶ συνοπτικῶς· ὅσους γὰρ ἡμεῖς εἴπομεν τρόπους, τοσούτους καὶ ἐν τούτοις παραδίδωσι, τοὺς εἰκοσιτέττα‐ ρας εἰς ὀκτὼ συλλαβών· τί γὰρ συμβαίνει, παραλαμβάνει, καὶ τὸ ἕπεται καὶ οὐχ ἕπεται,
15καὶ τὸ συναμφότερον· ὥστε πάλιν δυνατὸν τοὺς ὀκτὼ διὰ τούτων ἡμᾶς τριπλασιάζειν. Ἀλλὰ φέρε τοὺς ὀκτὼ τούτους, ὥσπερ εἴρηται, θεα‐ σώμεθα συντόμως ἐπὶ τῆς Ζήνωνος ὑποθέσεως. Εἰ τοίνυν πολλὰ ἔστιν, ἁπλῶς συμβαίνει τοῖς
20πολλοῖς, πρὸς ἑαυτὰ μὲν τὸ διακρίνεσθαι, τὸ ἀρχὰς μὴ εἶναι, τὸ ἀνομοίως ἔχειν· πρὸς δὲ τὸ ἓν, τὸ περιέχεσθαι ὑπὸ τοῦ ἑνὸς, τὸ γεννᾶσθαι ὑπὸ τοῦ ἑνὸς, τὸ ὁμοιότητος καὶ ἑνώσεως μετ‐ έχειν ἀπὸ τοῦ ἑνός· τῷ δὲ ἑνὶ, τὸ κρατεῖν τῶν
25πολλῶν, τὸ μετέχεσθαι ὑπ’ αὐτῶν, τὸ πρὸ αὐ‐ τῶν εἶναι· καὶ τοῦτο μὲν πρὸς τὰ πολλά· πρὸς δὲ ἑαυτὸ, τὸ ἀμέριστον, τὸ ἀπλήθυντον, τὸ κρεῖττον τοῦ εἶναι καὶ ζῇν καὶ γιγνώσκειν, καὶ πᾶν ὅ τι τοιοῦτον. Πάλιν εἰ μὴ ἔστι πολλὰ,
30συμβαίνει τοῖς πολλοῖς πρὸς ἑαυτὰ μὲν τὸ ἀδιά‐ κριτον ἀπ’ ἀλλήλων καὶ ἀδιαίρετον· πρὸς δὲ τὸ ἓν, τὸ ἀνεκφοίτητον ἀπὸ τοῦ ἑνὸς, τὸ ἀδιά‐ φορον πρὸς τὸ ἕν· αὐτῷ δὲ τῷ ἑνὶ, πρὸς ἑαυτὸ μὲν, τὸ μηδὲν ἔχειν ἐν τῇ ἑαυτοῦ φύσει δρα‐
35στήριον καὶ τέλειον· τοιοῦτον γὰρ ὂν ἐγέννησε τὰ πολλά· πρὸς δὲ τὰ πολλὰ, τὸ μὴ προηγεῖ‐ σθαι αὐτῶν, τὸ μὴ δρᾷν εἰς αὐτὰ μηδέν. Οὕτω δὲ λαβόντες, συνάγομεν ὅτι τὸ ἓν πανταχοῦ τοῦ πλήθους ἑνοποιόν ἐστι καὶ αἴτιον καὶ κρα‐
40τητικόν. Καὶ ὁρᾷς ὅτι ἐνταῦθα ἡ μετάβασις ἀπὸ
τοῦ ζητουμένου γέγονεν ἐπὶ τὸ αἴτιον αὐτῶν·
in Prm
.

1009

τὸ γὰρ ἓν τοιοῦτον· δεῖ τοίνυν ἀεὶ μετὰ τὰς πολλὰς ἐξόδους καὶ ὑποθέσεις εἶναί τι τὸ κεφα‐ λαιούμενον· οὕτω γὰρ καὶ αὐτὸς διὰ πασῶν ἐπιδείξει τῶν ἐπιβολῶν ὅτι τὸ ἓν πάντως ὑπο‐
5στατικὸν ὄντων καὶ τῶν ἐν τοῖς οὖσιν ἑνά‐ δων, ὃ δὴ καὶ τοῦ διαλόγου παντὸς εἶναι τέλος λέγομεν· οὐ γὰρ ἁπλῶς ὑποθέσεις εἰσὶν ἀσυμ‐ πληρέσταται· τῷ δὲ ἀμφότερα τίθεσθαι καὶ τὸ εἰ ἔστι καὶ τὸ εἰ μὴ ἔστι, δυνάμεθα λαμ‐
10βάνειν τι συμπέρασμα διωρισμένον καὶ ἀκριβὲς καὶ ᾗ αὐτὸ ἕκαστον ἐκ τῶν ποικίλων τούτων καὶ πολυσχεδῶν ὑποθέσεων. Καὶ αὖθις αὖ ἐὰν ὑποθ, εἰ ἔστιν ὁμοιότης ἢ εἰ μὴ ἔστι, τί ἐφ’ ἑκατέ‐
15ρας τῆς ὑποθέσεως συμβήσεται καὶ αὐ‐ τοῖς τοῖς ὑποτεθεῖσι καὶ τοῖς ἄλλοις καὶ πρὸς αὑτὰ καὶ πρὸς ἄλληλα· καὶ περὶ ἀνομοίου ὁ αὐτὸς λόγος. (P. 136 B.) Πάλιν καὶ ἐπὶ τούτων κατὰ τὴν αὐτὴν μέθ‐
20οδον ἐροῦμεν· εἰ ἔστιν ὁμοιότης, συμβή‐ σεται αὐτῇ πρὸς ἑαυτὴν τὸ μοναδικὸν, τὸ ἀΐδιον, τὸ γόνιμον, τὸ πρῶτον· πρὸς δὲ τὰ αἰσθητὰ, τὸ ἀφομοιοῦν αὐτὰ τοῖς νοεροῖς, τὸ μὴ ἐᾷν αὐτὰ διαπίπτειν εἰς τὸν τῆς ἀνομοιό‐
25τητος πόντον, τὸ συνάπτειν τὰ μέρη ταῖς ἑαυ‐ τῶν ὁλότησι· τοῖς δὲ αἰσθητοῖς πρὸς μὲν ἑαυτὰ, τὸ κοινωνεῖν ἀλλήλοις, τὸ μετέχειν ἀλλήλων, τὸ χαίρειν ἀλλήλοις· τὰ γὰρ ὅμοια τοῖς ὁμοίοις καὶ χαίρει καὶ συμπάσχει καὶ συγκεράννυται·
30πρὸς δὲ ἐκείνην, τὸ μετέχειν αὐτῆς, τὸ ὁμοι‐ οῦσθαι πρὸς αὐτὴν, τὸ ἑνίζεσθαι κατ’ αὐτήν. Εἰ δὲ μὴ ἔστιν ὁμοιότης, αὐτῇ μὲν συμ‐ βαίνει πρὸς αὑτὴν τὸ ἀνούσιον, τὸ μήτε γόνι‐ μον δύναμιν ἔχειν μήτε πρωτουργὸν οὐσίαν·
35πρὸς δὲ τὰ ἄλλα, τὸ μὴ κρατεῖν αὐτῶν, τὸ μὴ κατὰ τὸ αὑτῆς εἶδος ὅμοια ἐκεῖνα ποιεῖν, μᾶλλον δὲ τὸ συναιρεῖν ἑαυτῇ καὶ τὸ ἐν ἐκεί‐ νοις ὅμοιον· τῆς γὰρ ἀρχῆς τῶν ὁμοίων οὐκ οὔσης, οὐδ’ ἂν ταῦτα ὅμοια εἴη· τοῖς δὲ αἰσθη‐
40τοῖς, πρὸς μὲν ἑαυτὰ, τὸ ἀκίνητον, τὸ ἄμικτον,
τὸ ἀσυμπαθές· πρὸς δὲ αὐτὴν ἐκείνην, τὸ μήτε
in Prm
.

1010

κατ’ αὐτὴν εἰδοποιεῖσθαι μήτε συνέχεσθαι ὑπ’ αὐτῆς. Οὕτω δὲ καὶ ἐπὶ τοῦ ἀνομοίου φή‐ σομεν· εἰ γὰρ ἔστιν ἀνομοιότης, συμβήσεται αὐτὴν πρὸς αὑτὴν μὲν εἶδος εἶναι καθαρὸν καὶ
5ἄϋλον καὶ μονοειδὲς, μετὰ τοῦ ἑνὸς ἔχον καὶ πλῆθος· πρὸς δὲ τὰ ἄλλα, τὰ αἰσθητὰ λέγω, διακριτικότης ἐν ἑκάστῳ ὡρισμένης παραγρα‐ φῆς καὶ διαιρέσεως αἴτιον· τοῖς δὲ ἄλλοις πρὸς αὑτὰ μὲν, τὸ τὴν οἰκείαν ἕκαστον ἰδιότητα
10σώζειν καὶ τὸ ἀσύγχυτον τῶν εἰδῶν· πρὸς δὲ ἐκείνην, τὸ ἐξηρτῆσθαι αὐτῆς καὶ διακεκοσμῆ‐ σθαι κατά τε ὅλα καὶ μέρη πρὸς αὐτήν. Εἰ δὲ μὴ ἔστιν ἀνομοιότης, αὐτὴ μὲν οὔτε εἶδος ἔσται καθαρὸν καὶ ἄϋλον, οὔτε ὅλως ἓν καὶ οὐχ
15ἕν· οὐχ ἕξει δὲ πρὸς τὰ ἄλλα τὴν αἰτίαν τῆς ἑκάστης διακεκριμένης οὐσίας· τά τε ἄλλα καὶ σύγχυσιν ἕξει παντοίαν ἐν ἑαυτοῖς, καὶ οὐκ ἔσται μιᾶς μετέχοντα διακριτικῆς τῶν ὅλων δυνάμεως. Συνάγομεν γοῦν ἐκ τούτων, ὅτι
20ὁμοιότης μὲν αἰτία κοινωνίας καὶ συμπαθείας τῆς τῇδε καὶ συγκράσεως, ἀνομοιότης δὲ δια‐ κρίσεως καὶ εἰδοποιΐας καὶ τῆς ἀσυγχύτου καθαρότητος τῶν ἐν αὐτοῖς δυνάμεων, καθ’ αὑτὸ καὶ ᾗ αὐτό· καὶ γὰρ ταῖς θέσεσιν αὐτῶν
25ταῦτα ἕπεται, καὶ ταῖς διαιρέσεσι τὰ τούτων ἐναντία. Καὶ περὶ κινήσεως καὶ στάσεως, καὶ περὶ γενέσεως καὶ φθορᾶς, καὶ περὶ αὐτοῦ τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι.
30(P. 136 B.) Τὸν αὐτὸν τοῖς προειρημένοις τρόπον καὶ ἐπὶ τούτων γυμναστέον. Εἰ μὲν ἔστι κίνησις, αὐτῇ συμβαίνει πρὸς μὲν ἑαυτὴν τὸ αἰώνιον, τὸ ἀπειροδύναμον· πρὸς δὲ τὰ τῇδε, τὸ κινη‐
35τικὸν αὐτῶν, τὸ ζωοποιὸν, τὸ προόδων αἴτιον καὶ ποικίλων ἐνεργειῶν· τούτοις δὲ πρὸς μὲν ἑαυτὰ, τὸ ἐνεργητικὸν, τὸ ζωτικὸν, τὸ μετα‐ βατικὸν (ἕκαστον γὰρ μεταβάλλει τὸ ἐκείνης εἶναι, τὸ ἐκ τοῦ δυνάμει εἰς τὸ κατ’ ἐνέργειαν
40χωρεῖν)· πρὸς δὲ ἐκείνην, τὸ τελειοῦσθαι ὑπ’
αὐτῆς, τὸ τῆς ἑαυτῶν δυνάμεως τυγχάνειν,
in Prm
.

1011

τὸ ἀφομοιοῦσθαι τοῖς ἑστῶσιν ἀϊδίως δι’ αὐ‐ τήν· τὰ γὰρ μὴ δυνάμενα τυγχάνειν τοῦ ἀγα‐ θοῦ μονίμως διὰ κινήσεως αὐτοῦ μεταλαγχά‐ νει. Εἰ δὲ μὴ ἔστι κίνησις, αὐτὴ μὲν ἀδρανὴς
5ἔσται καὶ ἀργὸς καὶ ἀδύναμος, αἰτίαν δὲ οὐχ ἕξει τῶν τῇδε, οὔτε ποιητικὰς ἕξει δυνάμεις, οὔτ’ οὐσίαν πρὸς τὸ ποιεῖν ... καὶ πρὸς ἐκείνην ἀσύντακτα καὶ ἀόριστα καὶ ἀτελῆ, τῆς πρώ‐ της κινήσεως οὐκ οὔσης. Ἀλλὰ μὴν καὶ ἐπὶ
10στάσεως τοιαῦτα ἄττα ῥητέον· ὡς εἰ μὲν ἔστιν ἡ αὐτοστάσις, συμβήσεται αὐτῇ πρὸς αὑ‐ τὴν μὲν τὸ μόνιμον καὶ αἰώνιον καὶ μονοειδές· πρὸς αὐτὰ δὲ, τὸ ἕκαστον ἐν τοῖς οἰκείοις ὅροις διαμένειν, καὶ τοῖς αὐτοῖς μέτροις ἢ τοῖς τό‐
15ποις σταθερῶς ἐνιδρύεσθαι ... πρὸς δὲ ἐκείνην, πανταχόθεν ὁρίζεσθαι ὑπ’ αὐτῆς, καὶ κρατεῖ‐ σθαι, καὶ βεβαιότητος ἐν τῷ εἶναι τυγχάνειν. Εἰ δὲ μὴ ἔστιν, αὐτῇ μὲν συμβαίνει πρὸς ἑαυ‐ τὴν μὲν, τὸ ἀνέδραστον καὶ ἄστατον· αὐτῇ δὲ
20πρὸς τὰ ἄλλα, τὸ μὴ παρέχειν αὐτοῖς μόνιμον καὶ ἀσφαλὲς καὶ ἑδραῖον· τοῖς δὲ ἄλλοις πρὸς ἑαυτὰ μὲν, τὸ πολυπλανὲς καὶ ἀνίδρυτον καὶ ἀτελὲς καὶ ἀνέστιον· πρὸς αὐτὴν δὲ, τὸ μήτε τοῖς μέτροις αὐτοῖς δουλεύειν μήτε κατ’ αὐτὴν
25τυγχάνειν τοῦ εἶναι, πάντη δὲ πλημμελῶς φέ‐ ρεσθαι, τοῦ συνέχοντος αὐτὰ καὶ στηρίζοντος οὐκ ὄντος. Ἔστιν ἄρα ἡ μὲν αὐτοκίνησις δρα‐ στηρίου δυνάμεως χορηγὸς καὶ ζωῆς καὶ ἐνερ‐ γείας πολυειδοῦς· στάσις δὲ, ἑδραιότητος καὶ
30μονίμου καταστάσεως καὶ τῆς ἐν τοῖς οἰκείοις ὅροις ἱδρύσεως. Ὡσαύτως δὲ καὶ περὶ γενέσεως ῥητέον καὶ περὶ φθορᾶς, καὶ περὶ τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι. Τάχα δὲ καὶ πρὸ τούτων σκε‐ πτέον, πόθεν ἡ γένεσις καὶ ἡ φθορὰ, καὶ εἰ καὶ
35τούτων αἰτίας ἐν τοῖς εἴδεσιν ὑποθετέον· ἢ τοῦτο μὲν καὶ ἀναγκαῖον, οὐ μόνον δὲ ὅτι ταῦτα τῶν ἀϊδίων ἐστίν· οὔτε γὰρ γένεσιν μὴ εἶναι δυνατὸν, οὔτε φθορὰν ἀπόλλυσθαι παντε‐ λῶς, ἀλλ’ ἀνάγκη ταῦτα ἐν τῷ κόσμῳ συν‐
40υπάρχειν ἀλλήλοις, καθόσον καὶ αὐτὸν τὸν κό‐
in Prm
.

1012

σμον ἀνέκλειπτον εἶναι ἀναγκαῖον, γιγνόμενον ὄντα καὶ ἀπολλύμενον, ὡς ὁ Τίμαιος ἡμᾶς ἀνε‐ δίδαξεν· ἀλλὰ καὶ ὅτι τὴν μὲν γένεσιν μετ‐ έχειν οὐσίας καὶ τοῦ ὄντος λέγομεν, τὴν δὲ
5φθορὰν τοῦ μὴ ὄντος· ἕκαστον γὰρ, καθόσον μὲν γίγνεται, πρὸς οὐσίαν ἀνάγεται καὶ τυγ‐ χάνει τοῦ ὄντος· καθόσον δὲ φθείρεται, πρὸς τὸ μὴ ὂν καὶ τὴν τοῦ ἔστι πρὸς ἄλλο εἶδος μετά‐ θεσιν· διὰ τοῦτο γὰρ ἄλλο εἰς ἄλλο φθείρεται,
10διότι προϋπάρχει τὸ μὴ ὂν τὸ διαιρετικὸν τῶν εἰδῶν· καὶ ὥσπερ ἐν ἐκείνοις οὐ παρ’ ἔλαττον ἔστι τοῦ ὄντος τὸ μὴ ὂν, εἰ θέμις εἰπεῖν κατὰ τὸν Ἐλεάτην ξένον, οὕτως ἐνταῦθα τῆς γενέ‐ σεως οὐ παρ’ ἔλαττον ἔστιν ἡ φθορὰ συντελοῦσα
15πρὸς τὸ πᾶν· καὶ ὡς ἐκεῖ τὸ τοῦ ὄντος μετ‐ έχον καὶ τοῦ μὴ ὄντος ἀπολαύει, καὶ τοῦτο τοῦ ὄντος μεταλαμβάνει, οὕτως ἐν τούτοις καὶ τὸ γιγνόμενον φθορᾶς ἐστι δεκτικὸν, καὶ τὸ φθειρόμενον γενέσεως. Αἰτία μὲν οὖν αὕτη γε‐
20νέσεως καὶ φθορᾶς τὸ ὂν καὶ τὸ μὴ ὄν· δεῖ δὲ καὶ ἐπὶ τούτων τὸν αὐτὸν γυμνάσασθαι τρόπον, ὑποθεμένους εἶναι γένεσιν, τί ἕπεται αὐτῇ πρὸς ἑαυτὴν καὶ πρὸς τὰ ἄλλα, καὶ ἐκείνοις πρός τε ἑαυτὰ καὶ πρὸς αὐτήν· καὶ μὴ εἶναι πάλιν
25ὁμοίως· οἷον, εἰ μὲν ἔστι γένεσις, ἀτελής ἐστι καθ’ αὑτὴν καὶ αἰτία τοῖς ἄλλοις τῆς πρὸς οὐ‐ σίαν ὁμοιότητος· τά τε ἄλλα, πρὸς μὲν ἑαυτὰ, τὸ μεταβάλλειν ἐξ ἀλλήλων ἕξει· πρὸς δὲ ἐκεί‐ νην, τὸ ἀεὶ μετέχειν αὐτῆς ἐν ἑαυτοῖς οὔσης.
30Εἰ δὲ μὴ ἔστιν, αὕτη μὲν ἀδόξαστος ἔσται, τοῖς δὲ ἄλλοις οὐδενὸς εἴδους οὐδὲ τάξεως καὶ τελειώσεως αἰτία· τὰ δὲ ἄλλα ἀγέννητα ἔσται καὶ ἀπαθῆ, κοινωνίαν δὲ οὐδεμίαν ἕξει πρὸς αὐτὴν, οὐδὲ μεταλήψεται δι’ αὐτῆς τοῦ ὄντος.
35Εἰ δὲ καὶ ἐπὶ τῆς φθορᾶς ἐθέλοις ὁμοίως λέγειν, εἰ μὲν ἔστι φθορὰ, συμβήσεται αὐτῇ πρὸς μὲν ἑαυτὴν τὸ ἀνέκλειπτον καὶ τὸ ἀπειροδύναμον καὶ τοῦ μὴ ὄντος πεπλησμένον, πρὸς δὲ τὰ ἄλλα τὸ μετρητικὸν τοῦ εἶναι, τὸ τῆς ἀειγε‐
40νεσίας αἴτιον· τοῖς δὲ ἄλλοις, πρὸς μὲν ἑαυτὰ,
in Prm
.

1013

τὸ μεταῤῥεῖν εἰς ἄλληλα, τὸ μὴ συνέχειν αὑτά· πρὸς δὲ ἐκείνην, τὸ ἀεὶ παρ’ αὐτῆς ἐξαλλάτ‐ τεσθαι, τὸ συνεζευγμένον ἔχειν τῷ ὄντι τὸ μὴ ὂν, τὸ δι’ αὐτὴν τὰ ὅλα δι’ ὅλων αὐτῆς μετει‐
5ληφέναι. Εἰ δὲ μὴ ἔστι φθορὰ, πρὸς μὲν ἑαυ‐ τὴν αὐτῇ συμβήσεται τὸ μὴ εἶναι ἑαυτῆς ἀφα‐ νιστικήν· οὖσα γὰρ ἑαυτὴν ἀφανίζει πρὸς τοῖς ἄλλοις· πρὸς δὲ τὰ ἄλλα, τὸ μὴ σκεδαννύναι αὐτὰ, τὸ μὴ τρέπειν αὐτὰ εἰς ἄλληλα, τὸ μὴ
10ἀπαργεῖν τοῦ εἶναι καὶ τῆς οὐσίας· τοῖς δὲ ἄλλοις, πρὸς μὲν ἑαυτὰ, τὸ ἀμετάβλητον εἰς ἄλληλα, τὸ μὴ πάσχειν ὑπ’ ἀλλήλων, τὸ τὴν αὐτὴν φυλάττειν ἕκαστον τάξιν· πρὸς δὲ ἐκεί‐ νην, τὸ ἀπαθὲς ὑπ’ αὐτῆς. Ἴδιον ἄρα γενέσεως
15μὲν τὸ κινεῖν ἐπὶ τὸ εἶναι, φθορᾶς δὲ ἀπάγειν τοῦ εἶναι· τοῦτο γὰρ ἀπὸ τῶν προειρημένων συνάγομεν ὑποθέσεων, ἐπειδή περ ἡμῖν ἐφάνη τεθέντα μὲν ταῦτα μεταβολῶν αἴτια πρὸς τὸ εἶναί τι καὶ μὴ τοῖς ἄλλοις, ἀναιρεθέντα δὲ
20ἀκινησίας καὶ ἀμεταβλησίας. Ταῦτα μὲν οὖν περὶ τούτων ἡμεῖς γυμναζόμενοι προείπομεν, ἄμεινον εἶναι νομίζοντες πρὸ τῆς θείας τοῦ Παρμενίδου διεξόδου γυμνάσαι τὴν διάνοιαν ἡμῶν, ὡς διὰ πλειόνων καὶ αὐτὸς ἡμῖν παραδει‐
25γμάτων παρεμνημόνευσε. Τὰς δὲ κατὰ τὸ εἶναι καὶ μὴ εἶναι ὑποθέσεις ἕξομεν παρ’ αὐτῷ μὲν τυχούσας, εἰ ἔστι τὸ ὂν ὄντως καὶ μὴ ἔστιν· ὥστε οὐδὲν δεῖ πολυπραγμονεῖν ἡμᾶς περὶ τού‐ των ἅπερ αὐτῷ συνεξετάσομεν, εἰ ταύτῃ τοῖς
30θεοῖς φίλον· πλὴν τοσοῦτον ἰστέον, ὡς ἐπὶ τῶν ἀρχικωτάτων πραγμάτων πλείων ἡ ἀπορία· οἷον ἐπὶ τοῦ ἑνὸς, ἐπὶ τοῦ ὄντος, ἐπὶ κινή‐ σεως, ἐπὶ στάσεως· ἐλάττων δὲ ἐπὶ τῶν μερι‐ κωτέρων.
35 Καὶ ἑνὶ λόγῳ περὶ ὅτου ἂν ἀεὶ ὑποθῇ ὡς ὄντος καὶ οὐκ ὄντος καὶ ὁτιοῦν ἄλλο πάθος πάσχοντος, δεῖ σκοπεῖν τὰ συμ‐ βαίνοντα πρὸς αὑτὸ καὶ πρὸς ἓν ἕκαστον τῶν ἄλλων ὅ τι ἂν προέλ, καὶ πρὸς
40πλείω καὶ πρὸς σύμπαντα ὡσαύτως·
in Prm
.

1014

καὶ τἄλλα αὖ πρὸς αὑτά τε καὶ πρὸς ἄλλο ὅ τι ἂν προαιρῇ ἀε, ἐάν τε ὡς ὂν ὑποθῇ ὃ ὑπετίθεσο, ἐάν τε ὡς μὴ ὂν, εἰ μέλλεις τελέως γυμνασάμε‐
5νος κυρίως διόψεσθαι τὸ ἀληθές. (P. 136 C.) Διχῶς τὴν τῶν πραγμάτων ἐξέτασιν μέτ‐ ιμεν· ποτὲ μὲν εἰ ἔστιν ἢ οὐκ ἔστιν ἕκαστον θεωροῦντες, ποτὲ δὲ εἰ τόδε τι αὐτῷ ὑπάρχει
10ἢ οὐχ ὑπάρχει, οἷον εἰ ἀθάνατός ἐστιν ἡ ψυχή· καὶ νῦν μὴ μόνον ἐπὶ τοῦ εἰ ἔστι καὶ οὐκ ἔστι θεάσασθαι πάντα τὰ συμβαίνοντα αὐτῷ τε πρὸς αὑτὸ τῷ ὑποτεθέντι καὶ πρὸς τὰ ἄλλα, καὶ τοῖς ἄλλοις πρὸς αὑτὰ καὶ τὸ ὑποτεθὲν, ἀλλὰ
15καὶ ἐπὶ τοῦ ὑπάρχειν καὶ μὴ ὑπάρχειν· οἷον (γιγνέσθω γὰρ ἐπὶ παραδείγματος ὁ λόγος), εἰ μὲν ἀθάνατος ἡ ψυχὴ, συμφυᾶ ζωὴν ἔχει ἡ ἀρετὴ αὐτῇ, αὐτάρκης ἐστὶ πρὸς εὐδαιμονίαν, καὶ ταῦτα μὲν αὐτῇ συμβήσεται πρὸς ἑαυτήν·
20πρὸς δὲ τὰ ἄλλα, τὸ χρῆσθαι αὐτοῖς ὡς ὀργά‐ νοις, τὸ χωριστῶς αὐτῶν προνοεῖν, τὸ ζωὴν αὐ‐ τοῖς χορηγεῖν· τοῖς δὲ ἄλλοις, πρὸς μὲν ἑαυτὰ, τὸ γίγνεσθαι ἐξ ἀλλήλων τὰ ζῶντα καὶ τὰ τεθνεῶτα, τὸ ἐπείσακτον ἔχειν ἀθανασίαν τὸν
25κύκλον τῆς γενέσεως· πρὸς δὲ αὐτὴν, τὸ κοσ‐ μεῖσθαι ὑπ’ αὐτῆς, τὸ αὐτοκινησίας μεταλαμ‐ βάνειν τινὸς, τὸ ἐξηρτῆσθαι αὐτῆς ἐν τῷ ζῇν. Εἰ δὲ μὴ ἀθάνατος, οὐκ ἔσται ἀεικίνητος, οὐ νοερὰ κατ’ οὐσίαν, οὐκ αὐτόζωος, οὐδὲ αἱ μα‐
30θήσεις αὐτῆς ἀναμνήσεις· φθαρήσεται ὑπὸ τῆς ἰδίας κακίας, καὶ οὐκ ἔσται γνωστικὴ τῶν ὄν‐ τως ὄντων, καὶ ταῦτα μὲν πρὸς ἑαυτήν· πρὸς δὲ τἄλλα, μεμιγμένη τοῖς σώμασιν ἔσται καὶ ἔνυλος, καὶ οὐχ οἵα τε ἔσται κρατεῖν αὐτῶν
35οὐδὲ ἄγειν αὐτὰ ὅπη βούλεται, ταῖς τε κράσεσι τῶν σωμάτων ἐπακολουθήσει, καὶ πᾶσα αὐτῆς ἡ ζωὴ σωματοειδὴς ἔσται καὶ γενεσιουργός· τὰ δὲ ἄλλα, πρὸς μὲν ἑαυτὰ τοιαύτην ἕξει τά‐ ξιν, οἵαν τὰ ἐξ ἐντελεχείας ὄντα καὶ σώματος·
40ζῶα γὰρ ἔσται μόνον ἐξ ἀορίστου ζωῆς καὶ
in Prm
.

1015

σωμάτων συγκείμενα· πρὸς δὲ αὐτὴν οὕτως, ὥστε διάγειν αὐτὴν καὶ συμμεταβάλλειν ταῖς ἑαυτῶν κινήσεσι, καὶ ἐν ἑαυτοῖς ἔχειν αὐτὴν, ἀλλ’ οὐκ ἔξωθεν ἐπιστατοῦσαν, καὶ μετ’ αὐτῆς
5ζῇν, ἀλλ’ οὐκ ἀπ’ αὐτῆς. Ὁρᾷς οὖν ὅτι κατὰ τοῦτον τὸν τρόπον εὕρομεν ὅπως οὐ μόνον τὸ εἰ ἔστι καὶ εἰ οὐκ ἔστιν ὑποτίθεσθαι δυνατὸν, ἀλλὰ καὶ ἄλλο ὁτιοῦν πάθος πεπονθὸς, οἷον τὸ ἀθάνατον ἢ τὸ οὐκ ἀθάνατον, ὥστε τοῦτο μὲν
10ἡμῖν διὰ τούτων φανερόν. Ἐπειδὴ δὲ τὸ πρὸς ἄλλο ποικίλως ἐστὶ λαμβάνειν (ἢ γὰρ πρὸς ἓν μόνον, οἷον πῶς ἔχει ἡ ὁμοιότης τεθεῖσα πρὸς τὴν ἀνομοιότητα; ἢ πρὸς πλείω, οἷον πῶς ἔχει οὐσία εἶναι ὑποτεθεῖσα πρὸς στάσιν καὶ
15κίνησιν; ἢ πρὸς πάντα, οἷον, ἐὰν ᾖ τὸ ἓν, πῶς ἕξει πρὸς πάντα τὰ ὄντα;), οὐδὲ τοῦτο παρῆκεν ὁ Πλάτων, ἀλλὰ προσέθηκεν ὅτι δεῖ σκοπεῖν καὶ πρὸς ἓν μόνον ὅ τι ἂν προαιρ, καὶ πρὸς πλείω καὶ πρὸς σύμ‐
20παντα. Δεῖ μὴν ἐκεῖνο τὸ ἓν ἢ πλείω ἐκεῖνα συγγενῶς ἔχειν πρὸς τὸ προκείμενον· οἷον ὡς τῷ ἀνομοίῳ τὸ ὅμοιον, σύστοιχα γὰρ ταῦτα ἀλλήλοις· καὶ τῇ οὐσίᾳ κίνησις καὶ στάσις, ἐν αὐτῇ γὰρ ταῦτα καὶ περὶ αὐτήν. Εἰ δὲ, δια‐
25φορᾶς οὔσης κατὰ τὸ ἄλλο τὸ πρὸς ἓν καὶ πρὸς πλείω καὶ πρὸς σύμπαντα, ἡμεῖς εἰκοσιτέτταρας τρόπους εἴπομεν, μοναχῶς τὸ πρὸς ἄλλο παρα‐ λαμβάνοντες, μή τοι θαυμάσῃς· ἡ γὰρ τοῦ πρὸς ἄλλο διαφορὰ τῆς ὕλης ἐστὶν, ὅταν ἓν ἢ
30μὴ ἓν ᾖ τὸ ὑποκείμενον· ἡμεῖς δὲ αὐτὸ τὸ εἶδος τῆς μεθόδου παραδοῦναι προὐθέμεθα, καὶ τὰς εἰδητικὰς ἐν αὐτῇ διαφορὰς, ἀλλ’ οὐχὶ τὰς ὑλικάς. Ἀλλὰ τί δὴ προσέθηκεν ἡμῖν τῆς γυ‐ μνασίας ταύτης τέλος; τὴν θέαν, φησὶ, τῆς
35ἀληθείας. Οὐχ ἁπλῶς οὖν ἀκουσόμεθα τὴν ἀλή‐ θειαν, ἀλλ’ αὐτὴν τὴν νοητὴν περὶ ἧς ἡμᾶς ἐν ἄλλοις ἐδίδαξεν, οὗ ἕνεκα ἡ πολλὴ σπουδὴ τὸ ἀληθείας ἰδεῖν πεδίον οὗ ἐστι. Πᾶσα τοίνυν ἡμῶν ἡ ζωὴ γυμνάσιόν ἐστι πρὸς ἐκείνην τὴν
40θέαν, καὶ ἡ διὰ τῆς διαλεκτικῆς πλάνη πρὸς
τὸν ὅρμον ἐκεῖνον ἐπείγεται· διὸ καὶ πάνυ θαυ‐
in Prm
.

1016

μαστῶς εἴρηται τὸ διόψεσθαι· διὰ πολλῶν γὰρ μεσοτήτων αἱ ψυχαὶ τυγχάνουσι τῆς ἐκεί‐ νων θέας. Ἀλλ’ ἵνα πάλιν ἡμῖν καὶ ἐπ’ ἄλλου παρα‐
5δείγματος ἡ μέθοδος γένηται καταφανὴς, φέρε εἰκοσιτέτταρας τρόπους ἐπὶ τῆς προνοίας ἐξ‐ ετάσωμεν· ὑποκείσθω γὰρ εἶναι πρόνοιαν· οὐκ‐ οῦν εἰ ἔστιν, ἕπεται αὐτῇ μὲν πρὸς ἑαυτὴν τὸ ἀγαθοειδὲς, τὸ ἀπειροδύναμον, τὸ δραστήριον·
10οὐχ ἕπεται δὲ τὸ παρατρέπεσθαί πως αὐτὴν, τὸ ἀμετάβλητον εἶναι, τὸ ἀθελητὸν αὐτήν· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ μίαν εἶναι καὶ οὐ μίαν· πρὸς δὲ τὰ ἄλλα, ἕπεται μὲν τὸ ἄρχειν αὐτῶν, τὸ σώζειν ἕκαστα, τὸ ἀρχὰς καὶ τέλη
15πάντων ἔχειν, εὐθείως τὰ ὅλα περαίνουσαν· οὐχ ἕπεται δὲ τὸ βλαπτικὴν εἶναι τῶν προνοου‐ μένων, τὸ τοῦ παρὰ δόξαν χορηγὸν, τὸ ἀταξίας αἰτίαν· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ παρεῖναι πᾶσι καὶ ἐξῃρῆσθαι ἀπ’ αὐτῶν, τὸ γιγνώσκειν
20αὐτὰ καὶ μὴ γιγνώσκειν· ἄλλως γὰρ γιγνώ‐ σκει καὶ οὐ ταῖς συστοίχοις τῶν γνωστῶν δυ‐ νάμεσι. Τοῖς δὲ ἄλλοις πρὸς αὑτὰ ἕπεται μὲν τὸ μηδὲν ὑπ’ ἀλλήλων πάσχειν εἰκῇ, τὸ μηδὲν ἀδικεῖσθαι παρὰ μηδενός· οὐχ ἕπεται δὲ τὸ
25εἶναί τι ἀπὸ τύχης αὐτοῖς, τὸ ἀσύντακτα εἶναι πρὸς ἄλληλα· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ πάντα εἶναι ἀγαθά· τοῦτο γὰρ πῆ μὲν αὐτοῖς ὑπάρχει, πῆ δὲ οὔ· τοῖς δὲ ἄλλοις πρὸς αὐτὴν ἕπεται μὲν τὸ ἐξηρτῆσθαι αὐτῆς, καὶ πανταχό‐
30θεν φρουρεῖσθαι καὶ ἀγαθύνεσθαι παρ’ αὐτῆς· οὐχ ἕπεται δὲ τὸ ἐνίστασθαι αὐτὴν, τὸ διαφεύ‐ γειν αὐτήν· οὐδὲν γὰρ οὔθ’ οὕτω σμικρὸν ὡς διαφεύγειν αὐτὴν, οὔθ’ οὕτως ὑψηλὸν ὡς μὴ καταγωνίζεσθαι ὑπ’ αὐτῆς· ἕπεται δὲ καὶ οὐχ
35ἕπεται τὸ μετέχειν ἕκαστα τῆς προνοίας· πῶς μὲν γὰρ αὐτῆς μεταλαγχάνει, πῶς δὲ οὐκ αὐ‐ τῆς, ἀλλὰ τῶν ἀπ’ αὐτῆς εἰς ἕκαστον ἀπομε‐ ριζομένων ἀγαθῶν. Ἀλλὰ δὴ μὴ ἔστω πρόνοια· πάλιν τοίνυν αὐτῇ πρὸς αὑτὴν ἕπεται μὲν τὸ
40ἀτελὲς, τὸ ἄγονον, τὸ ἀδρανὲς, τὸ ἑαυτοῦ μό‐
νον· οὐχ ἕπεται δὲ τὸ ἄφθονον, τὸ ὑπερπλῆ‐
in Prm
.

1017

ρες, τὸ ἱκανὸν, τὸ ἐκτενές· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ ἄπραγμον καὶ ἀόχλητον· πῶς μὲν γὰρ ὑπάρξει ταῦτα τῷ μὴ προνοοῦντι, πῶς δ’ οὒ, μὴ κρατουμένων ὑπ’ αὐτοῦ τῶν δευτέρων·
5πρὸς δὲ τὰ ἄλλα, δῆλον ὡς ἕπεται μὲν τὸ ἄμικτον, τὸ ἀκοινώνητον πρὸς πάντα, τὸ μη‐ δὲν γιγνώσκειν· οὐχ ἕπεται δὲ τὸ πρὸς ἑαυτὴν ἀφομοιοῦν τὰ ἄλλα, τὸ πᾶσιν ἀγαθοῦ μεταδι‐ δόναι τοῦ προσήκοντος· ἕπεται δὲ καὶ οὐχ ἕπε‐
10ται τὸ ἐφετὸν εἶναι αὐτοῖς· δυνατὸν γάρ πως τοῦτο καὶ οὐ δυνάτον· εἰ μὲν γὰρ δι’ ὑπεροχὴν ἐξῃρημένην ἀπὸ πάντων λέγοιτο μὴ προνοεῖν ὡς κρεῖττον πάσης σχέσεως καὶ ἐνεργείας, οὐδὲν κωλύεται πᾶσιν ἐφετὸν εἶναι τοῖς δευτέροις· εἰ
15δὲ ὡς παρῃρημένον ταύτης τῆς δυνάμεως, οὐδ’ ἂν ἐφετὸν εἴη. Τοῖς δὲ ἄλλοις ἕπεται μὲν πρὸς αὑτὰ τὸ ἀκόσμητον, τὸ εἰκαῖον ἐν τῷ ποιεῖν, τὸ ἐν τῷ πάσχειν ἀόριστον, τὸ πολλὰ δέχεσθαι τὰ ἐπεισόδια ταῖς αὑτῶν φύσεσι, τὸ πλημμε‐
20λῶς φέρεσθαι καὶ ἀτάκτως· οὐχ ἕπεται δὲ ἡ ἔντευξις ἡ πρὸς ἓν, ἡ κατ’ ἀξίαν διανομὴ, ἡ κατὰ νοῦν διάθεσις· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ ἀγαθὸν εἶναι· καὶ γὰρ ὄντα πάντως ἀγαθὰ εἶναι ἀναγκαῖον, καὶ προνοίας οὐκ οὔσης, πό‐
25θεν ἔχει τὸ ἀγαθὸν, εἰπεῖν οὐκ ἂν ἔχοι τις· πρὸς δέ γε τὴν πρόνοιαν ἕπεται μὲν αὐτοῖς τὸ ἀπαθὲς ὑπ’ αὐτῆς, τὸ ἀσύντακτον πρὸς αὐτήν· οὐχ ἕπεται δὲ τὸ μετρεῖσθαι καὶ ὁρίζεσθαι παρ’ αὐτῆς· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ ἀγνοεῖν
30αὐτήν· καὶ γὰρ γιγνώσκειν αὐτὴν ἀνάγκη τοῖς πεφυκόσιν, ὅτι οὐκ ἔστιν εἴπερ μὴ ἔστι, καὶ μὴ γιγνώσκειν· οὐδὲν γάρ ἐστιν αὐτοῖς κοινὸν πρὸς αὐτήν. Εἰς τέλος ἄρα νῦν ἀφίγμεθα τοῦ περὶ τῆς προνοίας λόγου, κατ’ αὐτὴν γυμναζό‐
35μενοι τὴν μέθοδον· παρακελευόμεθα δὲ καὶ διὰ πλειόνων παραδειγμάτων ἄλλων γυμνάσασθαι τοῖς ἐσομένοις προσήκουσιν ἀκροαταῖς τῆς τοῦ Παρμενίδου διδασκαλίας· ἡμεῖς δὲ ἐπὶ τὰς ἑξῆς μέτιμεν λέξεις τοῦ Πλάτωνος.
40Ἀμήχανον, ἔφη, λέγεις, ὦ Παρμε‐
in Prm
.

1018

νίδη, πραγματείαν, καὶ οὐ σφόδρα μαν‐ θάνω· ἀλλά μοι τί οὐ διῆλθες αὐτὸς ὑποθέμενός τι, ἵνα μᾶλλον καταμάθω; (P. 136 C.)
5 Ὥσπερ ἡ τῶν εἰδῶν οὐσία τοῖς μὲν νοερῶς αὐτὴν θεάσασθαι βουλομένοις εὔληπτός ἐστι καὶ φανοτάτη, τοῖς δὲ δι’ αἰσθήσεως καὶ φαντασίας καὶ δόξης αὐτὴν εὑρεῖν ἐφιεμένοις ἄγνωστος καὶ ἀθεώρητος, οὕτω δὴ καὶ ἡ τοῦ Παρμενίδου
10διδασκαλία τοῖς μὲν συνοπτικοῖς καὶ τελείοις ἤδη κατὰ τὴν ἕξιν εὐμήχανός ἐστι, τοῖς δὲ ἀτελέστερον διακειμένοις ἀμήχανος· ὃ δὴ καὶ νῦν ὁ Σωκράτης πεπονθὼς, καὶ τὸ πέλαγος ὄν‐ τως τῆς μεθόδου ταύτης ἰδὼν καὶ τὴν εὐπο‐
15ρίαν τῶν ἐπιβολῶν καὶ τὴν μεταχείρισιν καὶ τὴν εὐταξίαν, ἀμήχανον αὐτὴν ἀπεκάλεσε πραγματείαν· διὰ μὲν τοῦ ἀμηχάνου τό τε δυσπερίληπτον ὁμοῦ καὶ τὸ αὐτοφυὲς αὐτῆς κάλλος ἐνδείξασθαι βουλόμενος· οὐδὲν
20γὰρ μεμηχανευμένον οὐδὲ κεκομψευμένον ἐπ’ αὐτῆς ἐστιν ἰδεῖν, ὥστε καὶ ἀμήχανός ἐστιν ὡς αὐτοφυὴς, καὶ εὐμήχανος ὡς νοερὰ καὶ μι‐ μουμένη τὴν τῶν ὄντων συμπλοκήν τε καὶ διαίρεσιν· διὰ δὲ τοῦ τῆς πραγματείας ὀνό‐
25ματος, τὸ διὰ τῶν πραγμάτων αὐτῶν ὁδεύειν αὐτὴν καὶ μὴ ἐν ψιλοῖς ὑφεστάναι τοῖς λογικοῖς κανόσι δηλῶν. Δύσληπτος γοῦν ἐστι τοῖς ἀτε‐ λέσι καὶ δυσμεταχείριστος· ὅθεν καὶ ἐπήνεγ‐ κεν, οὐ σφόδρα μανθάνω· πάντως γὰρ ἐφή‐
30ψατο τῆς περὶ αὐτῶν θεωρίας, ἀτελέστερον δὲ, ὡς ὁ Παρμενίδου λόγος ἐδείκνυτο· διὸ καὶ οὐ σφόδρα μανθάνω φησίν. Ἔτι δὲ μειζόνως ἀντέχεται τῆς κατανοήσεως αὐτῆς, ὅσῃ δυσ‐ περίληπτον οὖσαν τὴν μέθοδον κατεῖδεν· ἴδιον
35δὲ τούτου τὸ τῶν πρὸ τῆς ἀληθείας συγγενῶν ἐστιν, ὡς αὐτὸς εἴρηκεν ἐν Ἐπιστολαῖς· τὸ δὲ ἐκ τῆς χαλεπότητος καὶ τῆς δυσκολίας τῶν προβλημάτων προσφαινομένης ἐῤῥωμενέστερον ἀντιλαμβάνεσθαι τῆς θεωρίας αὐτῶν, καὶ μὴ
40διαφεύγειν τὸν ἐκ τῆς ζητήσεως τόνον, ἀλλ’ οἷον
in Prm
.

1019

ὑπὸ θεοῖς ἀθλοθέταις ἀγωνιζομένους προθύμως μετιέναι τὴν ἀντίληψιν αὐτῶν· οὕτω γὰρ καὶ πρὸς τὸν νοῦν ἡ ψυχὴ βλέπουσα, καὶ θεωμένη τὴν μίαν αὐτοῦ καὶ ἁπλουστάτην καὶ διαιώνιον
5νόησιν, ἀμήχανον μὲν αὐτὴν οἴεται εἶναι· παρ’ αὐτῇ γὰρ αἱ παντοῖαι μηχαναὶ καὶ πλοκαὶ τῶν εἰδῶν· ἔτι δὲ καὶ πλέον ἐρᾷ τῆς ἐκείνου τελειότητος, εἰ κἂν ἀνελίξαι μὴ δύναται τὴν νόησιν αὐτοῦ μηδὲ τὴν ἁπλότητα τῆς θείας
10ἐκείνου ζωῆς, περιτρέχουσα δὲ αὐτὸν καὶ ἀντ‐ εχομένη, τῷ ἑαυτῆς ποικίλῳ μιμεῖται τὸ ἐκεί‐ νου ἑνοειδὲς καὶ τῷ διῃρημένῳ τὸ ἀμέρι‐ στον ἐν τῷ νοεῖν. Ταὐτὸν δὴ οὖν ποιεῖ καὶ ἐν τούτοις ὁ Σωκράτης· οὐ γὰρ καταθεασάμενος
15τὸ χαλεπὸν τῆς μεθόδου ταύτης καὶ τὸ συν‐ οπτικὸν ὁμοῦ τῆς ὑφηγήσεως, ᾤχετο ἀποδρὰς καὶ ἀποδειλιάσας πρὸς τὸν πόρον τῆς περὶ αὐτὴν γυμνασίας· ἀλλ’ ὁμολογεῖ μὲν τὴν ἔν‐ δειαν τὴν ἑαυτοῦ καὶ τὴν ὕφεσιν τῆς γνώσεως
20ταύτης, ἀντέχεται δὲ προθυμότερον τῆς ὅλης περὶ αὐτὴν θεωρίας, παρακαλεῖ δὲ τὸν Παρ‐ μενίδην εἰς λογισμὸν ἀπὸ νοῦ καταβάντα καὶ ἀπὸ τοῦ καθόλου πρός τι παράδειγμα μερικὸν ἐπὶ τούτου γυμνάσαι τὴν μέθοδον· οὕτω γὰρ
25καὶ ἐν τοῖς οὖσι τὰς ἔνδον καὶ ἐν αὐτοῖς τοῖς θεοῖς ἐνεργείας οὐ δυνάμενοι γιγνώσκειν, διὰ τῶν ἐκτὸς προϊουσῶν καὶ ἐκείνας δυνάμεθα συλ‐ λογίζεσθαι, καὶ διὰ τῶν μερικωτέρων τὰ καθ‐ ολικώτερα γιγνώσκομεν· οὕτω δὴ οὖν καὶ ὁ
30Παρμενίδης ἑαυτὸν ἀνέφηνε διὰ τῶν λόγων, ἀπὸ τῶν ἡνωμένων νοήσεων εἰς τὴν διέξοδον ταύτην καὶ ποικιλίαν τῆς ὑφηγήσεως προϊὼν, ὃ καὶ αἰτεῖ νῦν ὁ Σωκράτης ἀνάλογον τεταγμέ‐ νος ταῖς τρίταις τάξεσιν, αἳ τῶν πρώτων μετ‐
35έχουσι κατὰ τὰς εἰς αὐτοὺς προϊούσας ἐκεῖθεν δυνάμεις, καὶ οὐδὲ τούτων ἀμέσως, ἀλλὰ διὰ τῶν μεταξὺ γενῶν. Πολὺ ἔργον, φάναι, ὦ Σώκρατες, προστάττεις ὡς τηλικῷδε. (P. 136 D.)
40Ἅμα μὲν εἰς μείζω καὶ τελειοτέραν ἐπιτη‐
δειότητα προκαλεῖται τὸν Σωκράτη, καὶ τήν
in Prm
.

1020

τε χαλεπότητα τοῦ πράγματος ἐξαίρων καὶ τὴν διέξοδον ταύτην παραιτούμενος· καὶ τοῦτο καὶ αὐτὸς ὁ Σωκράτης ἐπ’ ἄλλων φαίνεται ποιῶν νέων καὶ ἀκοῦσαί τι παρ’ αὐτοῦ σπουδαζόντων,
5τοὺς οἰκείους πατέρας μιμούμενος. Ἅμα δὲ καὶ ἀλήθειαν ὁ λόγος ἔχει πολλὴν, εἴτε πρὸς τὴν ψυχὴν, εἴτε πρὸς τὸ ζῶον αὐτοῦ θεωρήσειας· εἰ μὲν γὰρ πρὸς τὴν ψυχὴν, φαίης ἂν ὡς οὐ προσήκει τῷ νοεῖν τὰ θεῖα δυναμένῳ διὰ τῆς
10λεκτικῆς φαντασίας καὶ τοῦ σώματος ἐνεργεῖν, ἀλλὰ μένειν ἐν τῇ ἑαυτοῦ περιωπῇ καὶ τοῖς οἰκείοις ἤθεσιν· ἔργον οὖν τῷ νοερῶς ζῶντι τὸ λογικῶς ἐνεργῆσαι καὶ φανταστικῶς, καὶ τῷ πρὸς ἑαυτὸν ἐστραμμένῳ τὸ πρὸς ἄλλον, καὶ
15τῷ ἁπλῷ τῆς γνώσεως τὸ ποικίλον τῶν λόγων· εἰ δὲ πρὸς τὸ ζῶον, εἴποις ἂν ὡς τῷ πρεσβύτῃ τὸ τοιούτους ἄθλους ὑφίστασθαι πολὺ ἔργον ἐστί· τὸ γὰρ διανεῦσαι τοιοῦτόν τε καὶ το‐ σοῦτον πέλαγος λόγων δεῖται καὶ ὀργάνου
20τοῦ πρὸς τὴν ἐνέργειαν ταύτην ἀκινήτως ὑπ‐ ηρετήσοντος, δῆλον ὡς ἀκμάζοντος· ὥστε δι‐ χῶς τό τε ἔργον καὶ τὸ τηλικῷδε λαμβά‐ νοντες, ἀμφοτέρως εὑρήσομεν ἀληθεύοντα τὸν λόγον. Καὶ μέντοι καὶ ὡς πρὸς αὖ τὰ ὑποκεί‐
25μενα πράγματα πολλὴν ὁ λόγος ἀλήθειαν ἔχει· πολλαχοῦ γὰρ οἱ καθολικοὶ κανόνες εἰσὶν εὔλη‐ πτοι· περὶ δὲ τὴν χρῆσιν αὐτῶν οὐκ ὀλίγη δυ‐ σκολία πειρωμένοις φαντάζεται, καθάπερ ἐν γεωμετρίᾳ τοὺς καλοὺς λόγους ἐγνωκόσιν ὅμως
30εἰς τὸ δι’ ἐκείνων ἐπιχειρεῖν τὰ προτεινόμενα λήμματα φαίνεται χαλεπόν. Δηλοῖ δὲ τῆς μεθ‐ όδου τῆς εἰρημένης τὴν ἐν τῷ χρησάσθαι δυ‐ σκολίαν τὸ μηδένα τῶν μετὰ Πλάτωνα κατὰ ταύτην διαθεῖναί τι τῶν ἑαυτοῦ συγγραμμά‐
35των· τὸν γὰρ Ἀμμίκαρτον χαίρειν ἐάσομεν ὅσ‐ τις ποτὲ ἦν· διόπερ ἡμεῖς ἐπειράθημεν πλείο‐ σιν ἔμπροσθεν αὐτῆς χρήσασθαι παραδείγμασιν. Ἀλλ’ οὖν, ὅτι τῶν καθόλου λόγων ἡ μὲν γνῶ‐ σίς ἐστι πολλάκις εὐσύνοπτος, ἡ δὲ χρῆσις
40δύσκολος, ἔστω διὰ τούτων δῆλον· ὅθεν εἰ‐
κότως πολὺ ἔργον αὑτῷ προστάττεσθαί
in Prm
.

1021

φησιν ὁ Παρμενίδης ὑπὸ τοῦ Σωκράτους, οὐ μόνον δι’ ἃς εἴπομεν ἀλλὰς αἰτίας, ἀλλὰ καὶ δι’ αὐτὴν τὴν τῶν ζητουμένων φύσιν τοιαύτην οὖσαν.
5 Ἀλλὰ σ, εἰπεῖν τὸν Σωκράτη, Ζήνων, τί οὐ διῆλθες ἡμῖν; (P. 136 D.) Ἀεὶ τὰ τρίτα κατὰ τὴν ἀξίαν διὰ τῶν μέ‐ σων τυγχάνει τῆς τῶν πρώτων μετουσίας· τὸ δὲ ἄτακτον τῆς μεθέξεως τῆς ἀμέσου ταύτης
10καὶ χωρὶς τῶν προσεχῶν ἑκάστοις ἐξώρισται τῶν θεῶν. Ταῦτα δὴ μιμούμενος ἐν τοῖς δια‐ λόγοις ὁ Πλάτων αὐτόθεν μὲν πληρωθῆναι τῶν τοῦ Παρμενίδου νοήσεων τὸν Σωκράτη βουλό‐ μενον ἁμαρτάνοντα ποιεῖ τῆς ἐλπίδος, διὰ
15Ζήνωνος δὲ ταὐτὸν τοῦτο ποιοῦντα καὶ λίαν τυγχάνοντα τῆς αἰτήσεως. Ὁ Ζήνων, ὡς εἴρη‐ ται πολλάκις, εἰκόνας φέρει τῆς θείας μεσό‐ τητος· καὶ εἴρηται πολλάκις τὰ αἴτια, καὶ τίσιν ἀνάλογον οἱ τρεῖς ὧν Ζήνων μέσος.
20Τοῦτον οὖν ὁ Σωκράτης λιπαρῶν, καὶ δι’ αὐτοῦ βουλόμενος ἑνωθῆναι πρὸς τὸν πατέρα τῶν λό‐ γων, καὶ ἀνακινῶν αὐτὸν πρὸς τὴν δυσκολίαν, μετέχει καὶ αὐτοῦ Παρμενίδου. Μέχρι μὲν οὖν τῆς περὶ τῶν εἰδῶν θεωρίας αὐτόθεν ὁ Σωκρά‐
25της μετεῖχε τῆς τοῦ πρεσβύτου συνουσίας, διότι καὶ αὐτὸς παρ’ ἑαυτοῦ πρὸς τὴν τῶν εἰ‐ δῶν ἠρέθιστο θέαν· ἐπειδὴ δὲ βαθυτέρων γενή‐ σεται νοημάτων πρόοδος, ἀναγκαίως δεῖ τῆς μεσότητος, ἣν καὶ νῦν ὁ Σωκράτης ἀνεγείρει,
30καὶ αἰτεῖ τοῦτο γενέσθαι πρὸς αὐτὸν, ὃ πρὸς ἐκεῖνον ὁ Παρμενίδης. Ἔοικεν οὖν πάλιν ὁ Παρ‐ μενίδης τῇ πατρικῇ αἰτίᾳ· πάντων γάρ ἐστι κοινὸς οὗτος ἐν τοῖς λόγοις πατήρ· ὁ δὲ Ζήνων τῇ δυνάμει τῇ τοῦ πατρὸς, ὅθεν καὶ προβέ‐
35βληται τοῦ πατρὸς καὶ πᾶν καταγωνίζεται πλῆθος τὸ τοῦ ἑνὸς ἀφιστάμενον· ὁ δὲ Σωκρά‐ της τῷ νῷ τῷ διὰ ζωῆς καὶ δυνάμεως ἐπιστρέ‐ φοντι πρὸς τὸν ἑαυτοῦ πατέρα· καὶ κατὰ ταύ‐ τας εἰ βούλει τὰς ἀναλογίας μετιέναι τὸν
40τόπον, πολλὴν εὑρήσεις ἐν ὀλίγοις κεκρυμμένην
θεωρίαν.
in Prm
.

1022

Καὶ τὸν Ζήνωνα ἔφη γελάσαντα φά‐ ναι· Αὐτο, ὦ Σώκρατες, δεώμεθα Παρ‐ μενίδου· μὴ γὰρ οὐ φαῦλον ᾖ ὃ λέγει· ἢ οὐχ ὁρᾷς ὅσον ἔργον προστάττεις;
5(P. 136 D.) Οὕτω καὶ ἐν τοῖς θεοῖς τὸ μὲν τρίτον ἑαυτὸ συνάπτει τῷ δευτέρῳ, καὶ ἐφίεται τῆς παρ’ αὐτοῦ πληρώσεως· τὸ δὲ δεύτερον, ἅτε ἐνιδρυ‐ μένον τῷ πρώτῳ, προάγει τὴν ἀπ’ ἐκείνου δό‐
10σιν ἐπὶ πάντα. Θαυμαστὸν δὲ ἐν τούτοις καὶ ὅτι πρότερον, ὅτε μειδίαμα μόνον ἦν, ἐμει‐ δίων ἀμφότεροι, ὁ Ζήνων καὶ ὁ μέγας Παρμε‐ νίδης· νῦν δὲ, ὅτε οὐκ ἔτι μειδιᾷν λέγεται, μόνος ὁ Ζήνων γελᾷ, τοῦ Παρμενίδου μένοντος
15ἐν τῷ ἠρεμίῳ καταστήματι· διότι, τοῦ καθη‐ γεμόνος παρόντος, τὸν ἐκείνου μαθητὴν παρα‐ καλεῖ τὸν καὶ αὐτῷ τῷ καθηγεμόνι χαλεπὸν εἶναι δοκοῦντα λόγον μεταχειρίζεσθαι· τοῦτο γὰρ οὐκ ἦν ἀνδρὸς τὸ καθῆκον τῷ καθηγεμόνι
20φυλάττοντος· διὸ καὶ ὅτε τὸ σύγγραμμα ἀν‐ εγίνωσκε, μὴ παρόντος ἐποίει τοῦτο Παρμενί‐ δου, καθάπερ εἴρηται ἐν προοιμίοις, ὡς φορτι‐ κῆς οὔσης τῆς ἀναγνώσεως ἐπὶ τοῦ καθηγεμόνος. Τὸ μὲν οὖν μειδίαμα τὴν ἀφανῆ μιμεῖται τῶν
25θείων ἐνέργειαν καὶ τὸ κρύφιον· ὁ δὲ γέλως, τὴν πρόοδον τὴν ἐπὶ τὸ ἐμφανέστερον· αἰσθη‐ τικώτερον γὰρ ὁ γέλως τοῦ μειδιάματος· οὐκ‐ οῦν ὁ μὲν μιμεῖται τὸν μένοντα καὶ ἠρε‐ μοῦντα καὶ κεκρυμμένον θεὸν, ὁ δὲ τὸν ἄνω
30μένοντα, προϊόντα δὲ ἤδη καὶ ἐκφαινόμενον. Καὶ ὃ τούτων ἔτι θαυμασιώτερον· ὁ γὰρ Ζήνων μειδιᾷ μὲν πρὸς τὸν Παρμενίδην ἀποβλέπων, οὕτω γὰρ εἴρηται πρότερον, γελᾷ δὲ πρὸς τὸν Σωκράτη τὸν λόγον ποιούμενος· καὶ γὰρ ἐν
35τοῖς θείοις ἡ μεσότης μὲν κρύφιος καθὸ συνή‐ νωται τῷ πρὸ αὑτῆς, ἐκφαίνεται δὲ καθὸ κοι‐ νωνεῖ τῷ μεθ’ αὑτήν· γελᾷ μὲν οὖν διὰ ταῦτα ὁ Ζήνων ἐκφαίνων ἑαυτὸν τῷ Σωκράτει καθὸ συντάττων αὐτὸν ἑαυτῷ, καὶ διὰ τῆς ἑνώσεως
40ταύτης τὴν τοῦ Παρμενίδου προκαλούμενος νόη‐
σιν· ἐπιστρέφει γὰρ καὶ τοῦτον εἰς τὸν ἑαυτοῦ
in Prm
.

1023

καθηγεμόνα, καὶ πάντως ἀνάγει πρὸς ἐκεῖνον ὡς πρωτουργὸν αἴτιον τῆς θεωρίας καὶ πάσης νοήσεως τῆς παρ’ αὐτοῦ γεννητικόν. Τούτου δὲ τὴν αἰτίαν προσέθηκεν αὐτός· μέγα γὰρ,
5φησὶ, προστάττεις· τὰ δὲ μεγάλα καὶ ἐξ‐ ῃρημένα τῶν ἀποτελεσμάτων τοιούτων δεῖται καὶ τῶν αἰτιῶν· τὰ δὲ μέσα τῶν μέσων ἐστὶν ἀγαθῶν αἴτια, καὶ οὐ τῶν ἀκροτάτων οὐδὲ τῶν ἐξῃρημένων ἀπὸ τῶν πολλῶν.
10 Εἰ μὲν οὖν πλείους ἦμεν, οὐκ ἂν ἄξιον ἦν δεῖσθαι· ἀπρεπῆ γὰρ τὰ τοιαῦτα πολλῶν ἐναντίον λέγειν, ἄλλως τε καὶ τηλικούτ· ἀγνοοῦσι γὰρ αὐτὸ οἱ πολ‐ λοὶ ὅτι ἄνευ ταύτης τῆς διὰ πάντων
15διεξόδου τε καὶ πλάνης ἀδύνατον ἐντυ‐ χόντα τῷ ἀληθεῖ νοῦν ἔχειν. Ἐγὼ μὲν οὖν, ὦ Παρμενίδη, Σωκράτει συνδέο‐ μαι, ἵνα καὶ αὐτὸς διακούσω διὰ χρό‐ νου. (P. 136 D.)
20 Ἤδη τις καὶ τῶν πρὸ ἡμῶν ἐπέστησε με‐ τρίως ὅτι πανταχοῦ τὸ καθῆκον ἐν ταῖς μιμή‐ σεσιν ἀποσώζει τοῖς προσώποις ὁ Πλάτων, ὡς ἔστι διὰ τούτων δῆλος. Ἐν Γοργίᾳ μὲν γὰρ σοφιστῶν παραδοὺς συνουσίαν, ὑφαρπάζοντα
25τὸν μαθητὴν εἰσάγει τὰς ἀποκρίσεις τοῦ καθη‐ γεμόνος καὶ προπηδῶντα ἐν τοῖς λόγοις ἀτά‐ κτως· τοιοῦτος γὰρ ὁ ἐκεῖ Πῶλος, ἀχαλίνωτος ὢν καὶ πλημμελὴς καὶ περὶ αὐτὸν τὸν πατέρα τῆς τέχνης. Ἐνταῦθα δὲ φιλοσόφους μιμούμε‐
30νος, ὑπεξιστάμενον παραδίδωσι τὸν Ζήνωνα τῷ Παρμενίδῃ, καὶ δεόμενον ὅπως ἂν αὐτὸς ὁ λέγων ᾖ καὶ τοὺς παρόντας εὐεργετῶν· ἔοικε γὰρ ἡ μὲν τῶν σοφιστῶν σύνοδος τῇ ἐνύλῳ συ‐ στοιχίᾳ πάσῃ, παρ’ ᾗ καὶ τὰ ἔκγονα πολλάκις
35κατὰ τῶν οἰκείων αἰτιῶν ἐξανίσταται κρατεῖν ἐθέλοντα τῶν ἀμεινόνων· ἡ δὲ τῶν φιλοσόφων κοινωνία τῇ τῶν θεῶν τάξει, παρ’ ᾗ τὰ κατα‐ δεέστερα προκαλεῖται μὲν τὰς τῶν ὑπερτέρων δυνάμεις, ὑπεξίσταται δὲ αὐτῶν ταῖς ἀπείροις
40καὶ γεννητικαῖς περιουσίαις. Ἀλλὰ τοῦτο μὲν
in Prm
.

1024

περὶ τοῦ ἤθους τῶν ἀνδρῶν ἔστω μοι λελεγμέ‐ νον· ὅτι δὲ ἀπρεπῆ τὰ θειότατα τῶν δογμάτων ἐστὶν εἰς ἀκοὰς καταφερόμενα τῶν πολλῶν, οὐδὲν δεῖ λέγειν, αὐτοῦ Πλάτωνος εἰπόντος
5ὡς πάντα ταῦτα καταγέλαστα μὲν ἔστι τοῖς πολλοῖς, θαυμασμοῦ δὲ ἄξια τοῖς σοφοῖς. Οὕτω δὲ καὶ οἱ Πυθαγόρειοι τῶν λόγων τοὺς μὲν ἔφασκον εἶναι μυστικοὺς, τοὺς δὲ ὑπαιθρίους· καὶ οἱ ἐκ τοῦ Περιπάτου τοὺς μὲν ἐσωτερικοὺς,
10τοὺς δὲ ἐξωτερικούς· καὶ αὐτὸς Παρμενίδης τὰ μὲν Πρὸς ἀλήθειαν ἔγραψε, τὰ δὲ Πρὸς δόξαν· καὶ ὁ Ζήνων δὲ τοὺς μὲν ἀληθεῖς ἐκάλει τῶν λόγων, τοὺς δὲ χρειώδεις· ὥστε εἰκότως εἴρηται καὶ νῦν ἀπρεπεῖς εἶναι παρὰ
15τοῖς πολλοῖς τοὺς τοιούσδε λόγους, ὡς ἀδέκτων τούτων ὄντων τῆς τοιαύτης ἀκροάσεως. Εἰ δέ τις καὶ ἤδη ἐν γήρᾳ ὢν περὶ τούτων ποιοῖτο τοὺς λόγους ἐπὶ τῶν πολλῶν, ἔτι μᾶλλον ἀπρε‐ πὲς αὐτοῖς εἶναι δοκεῖ καὶ αἰσχύνης ἄξιον·
20περὶ νέῳ μὲν γὰρ ἧττον τὰ τοιαῦτα φαινόμενα διασύρουσιν, ὥσπερ φησὶ καὶ Καλλικλῆς ὁ τῶν πολλῶν εἷς καὶ τὰ ἐκείνων πάθη πεπονθώς· προήκοντα δὲ κατὰ τὴν ἡλικίαν περὶ ταῦτα διατρίβειν ἡγοῦνται πάντων εἰς γέλωτα εἶναι
25πραγμάτων εὐδοκιμώτατον. Τί οὖν αἴτιον αὐ‐ τῆς τῆς τοιαύτης δόξης, οὐ χρὴ παρ’ ἄλλου ζητεῖν· αὐτὸς γὰρ ὁ Πλάτων ἤνεγκεν ὅτι δι’ ἄγνοιαν τοῦτο πεπόνθασι· μεγάλων ἄρα κακῶν ἡ ἄγνοια τὴν αἰτίαν ἔχει ταῖς ψυχαῖς· καὶ
30δείκνυσιν ὅτι πάλιν τὰ ἁμαρτήματα ἀκούσια τῶν πολλῶν· πᾶν γὰρ τὸ δι’ ἄγνοιαν πλημ‐ μελούμενον καὶ ἀκούσιόν ἐστι καὶ συγγνώμης ἄξιον. Ἀγνοοῦσιν οὖν οἱ πολλοὶ πόση τις ἄρα ἐστὶν ἡ τῆς διαλεκτικῆς δύναμις, καὶ ὅτι τέ‐
35λος ἐστὶ τῆς πλάνης ταύτης ἡ ἀλήθεια καὶ ὁ νοῦς· οὐ γάρ ἐστιν ἄλλως ἡμᾶς ἀπὸ τῶν ἐσχά‐ των ἀναδραμεῖν ἐπὶ τὰ πρῶτα, μὴ διὰ τῶν μέσων πορευθέντας ὁδῶν τῆς ζωῆς· ὡς γὰρ ἡ κάθοδος ἡμῖν διὰ πολλῶν γέγονε τῶν μεταξὺ,
40τῆς ψυχῆς ἀεὶ ἐπὶ τὸ συνθετώτερον χωρούσης
in Prm
.

1025

ἀπὸ τῶν ἁπλουστέρων ἐνεργειῶν, οὕτω καὶ ἡ ἄνοδος διὰ πολλῶν ἔσται μεσοτήτων, τῆς ψυ‐ χῆς ἀναλυούσης ὃν συνέθηκε τῆς ζωῆς διάκο‐ σμον. Δεῖ οὖν πρῶτον καταγνῶναι τῶν αἰσθή‐
5σεων ὡς οὐδὲν ἀκριβὲς οὐδὲ ὑγιὲς γιγνώσκειν δυναμένων, ἀλλὰ πολὺ τὸ συγκεχυμένον καὶ ἔνυλον καὶ παθητικὸν ἐχουσῶν, ἅτε καὶ ὀργά‐ νοις τοιούτοις δή τισι χρωμένων· ἔπειτα τὰς φαντασίας ἀφελεῖν, τὰς ἐν ἡμῖν πετομένας
10Στυμφαλίδας ὄρνιθας, ὥσπερ κακὰ μορφωτικὰ καὶ ἐσχηματισμένα νοούσας, τὸ δὲ ἀσχημάτι‐ στον καὶ ἀμερὲς εἶδος ἑλεῖν οὐδαμῆ δυναμένας, ἀλλὰ παραποδιζούσας τὴν καθαρὰν καὶ ἄϋλον νόησιν τῆς ψυχῆς τῷ παρεμπίπτειν καὶ θόρυ‐
15βον αὐτῇ παρέχειν ἐν ταῖς ζητήσεσι· τρίτον δὲ ἐπὶ τούτοις τὰς δόξας τὰς πολυειδεῖς ἐκκόψαι καὶ τὴν περὶ ταύτας πλάνην τῶν ψυχῶν· οὐ γὰρ ἐφάπτονται τῆς αἰτίας, οὐδὲ ἐπιστήμην ἡμῖν ἐμποιοῦσιν οὐδὲ τοῦ χωριστοῦ νοῦ μετ‐
20ουσίαν· τέταρτον τοίνυν, ἐπὶ τὸ τῶν ἐπιστη‐ μῶν ἀναδραμόντα πέλαγος, ἐκεῖ τῇ διαλεκτικῇ θεωρεῖν τὰς διαιρέσεις αὐτῶν καὶ συνθέσεις καὶ ὅλως τῶν ἐν ἡμῖν εἰδῶν τὴν ποικιλίαν, καὶ διὰ τῆς θεωρίας ἐξυφήνασαν τὸν ἑαυτῆς διά‐
25κοσμον τὴν διάνοιαν ἡμῶν ἰδεῖν· ὅτι περ αὐτῆς ἀποστῆναι δεῖ τῆς συνθέσεως καὶ νοερῶς ἤδη προσβάλλειν τοῖς ὄντως οὖσι· νοῦς γάρ ἐστιν ἐπιστήμης κρείττων, καὶ ἡ κατὰ νοῦν ζωὴ τῆς κατ’ ἐπιστήμην προτιμοτέρα. Πολλαὶ οὖν αἱ
30πλάναι καὶ αἱ δινεύσεις τῆς ψυχῆς· ἄλλη γὰρ ἡ ἐν ταῖς φαντασίαις, ἄλλη πρὸ τούτων ἡ ἐν δόξαις, ἄλλη ἡ ἐν αὐτῇ τῇ διανοίᾳ· μόνη δὲ ἡ κατὰ νοῦν ζωὴ τὸ ἀπλανὲς ἔχει, καὶ οὗτος ὁ μυστικὸς ὅρμος τῆς ψυχῆς, εἰς ὃν καὶ ἡ ποίη‐
35σις ἄγει τὸν Ὀδυσσέα μετὰ τὴν πολλὴν πλά‐ νην τῆς ζωῆς, καὶ ἡμεῖς, ἐὰν ἄρα σώζεσθαι θέ‐ λωμεν, μᾶλλον ἑαυτοὺς ἀνάξομεν. Ἀλλὰ ταῦτα μὲν περὶ τούτων. Ἤδη δὲ εἴρη‐ ται κἀκεῖνα πρότερον, ὅτι προσεχὴς ὁ Ζήνων
40τῷ Παρμενίδῃ, καὶ πάντων συνειλεγμένων
μονάς τίς ἐστι· καὶ ὅτι πρῶτος ἐπιστρέφει πρὸς
in Prm
.

1026

αὐτὸν, καὶ ἑαυτῷ συνεπιστρέφων τοὺς ἄλλους, διὰ τοῦ Σωκράτους ἔχοντος πρὸς τοὺς λοιποὺς ὑπεροχήν· ἀλλ’ αὐτὸς μὲν καὶ ἄλλοτέ φησιν ἀκηκοέναι τῶν λεχθησομένων, οὗτοι δὲ νῦν
5πρῶτον ἀκούσονται· διὰ τούτων ἐνδεικνυμένου τοῦ Πλάτωνος ὅτι καὶ ἐν τοῖς θείοις τὰ προσ‐ εχῆ τοῖς πατράσιν αἴτια τῶν μὲν ἐξῃρημένως καὶ κρυφίως μετέχει παρὰ τῶν πατέρων, ὧν καὶ μόνα μετέχει καὶ πρῶτα διὰ τὴν ἄῤῥητον
10πρὸς ἐκείνους ἕνωσιν, τῶν δὲ ἅμα τοῖς ἄλλοις τοῖς ἀπὸ τῶν αὐτῶν προελθοῦσιν. Ἀνάλογον οὖν ἡ μὲν πρώτη συνουσία τοῦ Ζήνωνος πρὸς τὸν Παρμενίδην τῇ μυστικῇ νοήσει τῶν δευ‐ τέρων, ἡ δὲ κοινὴ πρὸς τοὺς ἄλλους ταῖς
15ἐπὶ πάντα ὁμοίως ποιούσαις ἀπὸ τῶν πραγμά‐ των μεταστάσεσιν. Ἐπειδὴ δὲ ὑφεῖται τῆς προτέρας ἡ δευτέρα, καθόσον καὶ ὁ Παρμενίδης συνοπτικώτερον ὡς τὸ εἰκὸς αὐτὴν διετίθει πρὸς τὸν Ζήνωνα, ἅτε συνήθη τοῖς ἑαυτοῦ λόγοις
20ὄντα, ποικιλώτερον δὲ πρὸς πάντας, διὰ δὴ τοῦτο τὴν ὕφεσιν ταύτην ἐνδεικνύμενος διὰ χρόνου φησὶν ἐλθεῖν ἀκοῦσαι· τοῦτο γὰρ σύμβολόν ἐστι τῶν διαφόρων ἐνεργειῶν, τῆς νεωτέρας καὶ πρεσβυτέρας ἐν θεοῖς, οὐ κατὰ
25χρόνον, ἀλλὰ κατὰ τὴν ἀξίαν, οὕτω προσαγο‐ ρευομένων. Εἰ δὲ καὶ πρὸς τὸ σχῆμα τῆς λέ‐ ξεως ἀπίδῃς ὅπως εἴρηται περὶ τοῦ Ζήνωνος, ἐγὼ μὲν, ὦ Παρμενίδη, Σωκράτει συν‐ δέομαι, καὶ τούτῳ μηδὲν ἄλλο προσθέντος,
30εὕροις ἂν ὡς οὐδὲ τοῦτο παρὰ τῷ Πλάτωνι μά‐ την, οὐδὲ κόσμου χάριν, ἀλλ’ ἐνδεικνύμενος παρείληπται πῶς πᾶσαν τὴν ἑαυτοῦ ὠφέλειαν ἐξήρτησεν ὁ Ζήνων τῆς τοῦ Παρμενίδου βουλή‐ σεως· καὶ οὐδὲν ἄλλο λέγων, ἢ ὅτι δεῖται· τί
35δὲ ἑξῆς καὶ ὀφειλόμενον τῇ δεήσει, παραλεί‐ πων ἐκεῖνο, καθάπερ δὴ καὶ ὁ λόγος ἐνδεὴς εἶναι δοκεῖ τινος, μιμούμενος τὴν τοῦ λέγοντος διάνοιαν, τὸ σέβας φυλάττοντος ὃ δὴ προσ‐ ήκειν ᾤετο τῷ πατρὶ τῶν τοιούτων λόγων.
40Ταῦτα δὴ εἰπόντος τοῦ Ζήνωνος, ἔφη
ὁ Ἀντιφῶν φάναι τὸν Πυθόδωρον, αὐ‐
in Prm
.

1027

τόν τε δεῖσθαι τοῦ Παρμενίδου καὶ τὸν Ἀριστοτέλη καὶ τοὺς ἄλλους, ἐνδεί‐ ξασθαι ὃ λέγοι καὶ μὴ ἄλλως ποιεῖν. (P. 136 E.)
5 Ἁπάντων μὲν τῶν τὴν συνουσίαν πληρούν‐ των ταύτην μονάς ἐστιν ὁ Παρμενίδης, ὥσπερ τὸ ἓν ὂν τῶν ὄντων ἁπάντων μονάς· τῶν δὲ τοῦ Παρμενίδου μεθεξόντων ὁ Ζήνων μονάς· διὸ καὶ δεῖται ὑπὲρ αὐτῶν, κατὰ τὴν ἀνακλη‐
10τικὴν δύναμιν τῶν προελθόντων ἐπὶ τὸν ἑαυ‐ τοῦ πατέρα τεταγμένος· τῶν δὲ εἰσεληλυθότων πρὸς αὐτοὺς ὁ μὲν Ζήνων ἔφατο Σωκράτει συν‐ δεῖσθαι τοῦ Παρμενίδου, τὴν ἐξῃρημένην αὐτοῦ κατὰ τῶν ἄλλων ὑπεροχὴν μαρτυρῶν· τούτων
15δὲ ἀμφοτέρων δεομένων, πάντα κινεῖται τὰ δεύτερα πρὸς τὴν ἀντοχὴν τῶν πρώτων· καὶ γὰρ ὁ Πυθόδωρος καὶ ὁ Ἀριστοτέλης καὶ οἱ ἄλ‐ λοι πάντες, ἐν ὅσῳ μὲν ὁ Σωκράτης ἐδεῖτο μό‐ νος, ἡσύχαζον οἱ ἄλλοι· οὐ γὰρ ἦν οὗτος πάν‐
20των τῶν μετεχόντων ὁ πρώτιστος· Ζήνωνος δὲ δεηθέντος, αὐτοφυῶς ἀνακινοῦνται πάντες· οὕτω γὰρ καὶ ἐν θεοῖς τῶν ἐγκοσμίων θεῶν ἑπομένων τοῖς ἀπολύτοις ἡγεμόσι συνέπεται αὐτοῖς πάντα, καὶ ἄγγελοι καὶ δαίμονες καὶ μερικαὶ ψυχαί·
25πάντα γὰρ ἐθέλει μετὰ τῶν οἰκείων ἀκροτή‐ των ἐνεργεῖν. Τίς οὖν ἡ δέησις, αὐτὸς προσέθη‐ κεν, ἐνδείξασθαι ὃ λέγοι· συμβολικὸς ἄρα καὶ ἐνδεικτικὸς ἔσται καὶ αἰνιγματώδης ὁ τῆς διδασκαλίας τρόπος, καὶ πρέπων τοῖς μυστι‐
30κωτάτοις τῶν δογμάτων, ἀλλ’ οὐκ ἐπιχειρη‐ ματικὸς καὶ ἐν κοινοῖς ἀγῶσι τὴν πραγματείαν ὅλην ποιούμενος. Τὸν οὖν Παρμενίδην, Ἀνάγκη, φάναι, πείθεσθαι· καίτοι δοκῶ μοι τὸ τοῦ Ἰβυ‐
35κείου ἵππου πεπονθέναι· ᾧ ἐκεῖνος ἀθλητῇ ὄντι καὶ πρεσβυτέρ, ὑφ’ ἅρ‐ ματι μέλλοντι ἀγωνιεῖσθαι καὶ δι’ ἐμ‐ πειρίαν τρέμοντι τὸ μέλλον, ἑαυτὸν ἀπεικάζων ἄκων ἔφη καὶ αὐτὸς οὕτω
40πρεσβύτης ὢν εἰς τὸν ἔρωτα ἀναγκά‐
ζεσθαι ἰέναι. (P. 137 A.)
in Prm
.

1028

Πάντα μὲν, ὥσπερ εἴρηται, μεθέξοντα κεκί‐ νηται πρὸς τὴν ἀντοχὴν, καὶ λιπαρῶς ἀντι‐ λαμβάνεται τῆς μεθεκτικῆς αὐτῆς δυνάμεως, καὶ τῇ ἑαυτῶν μονάδι τῇ συντεταγμένῃ κατὰ
5τοῦτο συνῆψεν ἑαυτά· μέλλει δὲ ἄρα καὶ τῆς ἐξῃρημένης ἀπολαύειν· καὶ γὰρ οὕτως ἀεὶ ἐν τοῖς οὖσι τὰ τῶν δευτέρων τελείως ἐξηρτημένα δύναται καὶ τῶν πρὸ αὐτῶν μετέχειν ἱκανῶς. Οὐκοῦν συνεληλύθασι μὲν οἱ ἄλλοι τῷ Σωκρά‐
10τει, συνδέονται δὲ τῷ Ζήνωνι, συνέρχονται δὲ τῷ Παρμενίδῃ, καὶ πρὸ τῶν λόγων ἐν τοῖς προσώποις ἀναφαίνεται θεῖός τις ὡς ἐν εἰκόσι διάκοσμος· ὅπως τῆς διὰ πάντων τῶν θείων διηκούσης τριάδος πάντα ἐξήρτηται τὰ δεύ‐
15τερα, καὶ ὑφιστάμενα καὶ τελειούμενα δι’ αὐ‐ τῆς· καὶ ὅπως τοῖς διὰ τῶν προσεχῶν εὐτάκτως ἀνιοῦσιν ἐπὶ τὰ τέλη τὰ πρώτιστα τῶν αἰτίων ἀναφαίνεται· καὶ ὅπως τοῖς λιπαρῶς ἀντεχο‐ μένοις τῶν θείων ἕτοιμός ἐστι καὶ ἡ παρ’
20αὐτῶν δόσις ἄφθονος· οὕτω γὰρ καὶ ταῖς τού‐ των δεήσεσιν ἐπινεύσει λοιπὸν ὁ Παρμενίδης, καὶ τὴν αἰτίαν τῆς ἐπινεύσεως εἴρηκε, τὴν ἀνάγκην αἰτιασάμενος, τὴν θείαν δηλαδὴ, καὶ πρὸς ἣν οὐδὲ θεοὺς μάχεσθαί φησιν ὁ Ἀθηναῖος
25ξένος· θεοειδοῦς ἄρα αἰτίας καὶ θείας δυνάμεώς ἐστιν ἴδιον πᾶσι παρεῖναι τοῖς μετέχειν αὑτῆς δυναμένοις. Ἀλλ’ ἵνα πάλιν αὐτοῖς ἐνδείξηται πόσος ἐστὶν ὁ ἀγὼν καὶ τὸ ἆθλον οἷον, ἑαυτὸν ἐλάττω φησὶν εἶναι τῆς διεξόδου ταύτης, καὶ
30ταὐτὸν τῷ Ἰβύκῳ πεπονθέναι, τῷ πρὸς τὰ ἐρω‐ τικὰ διὰ γῆρας ἑαυτὸν ἐπιδιδόναι κατοκνοῦντι μὲν, ἀναγκαζομένῳ δὲ, καὶ δὴ καὶ ἀπεικάζοντι τὴν παροῦσαν αὑτῷ ταύτην ἀνάγκην ἵππῳ πρεσβύτῃ καὶ ἤδη πολλάκις ἠγωνισμένῳ, καὶ
35δι’ ὑπερβολὴν ἐμπειρίας τρέμοντι τὸ μέλλον. Λέγει δέ πως οὕτως ὁ μελοποιός· Ἔρος δ’ αὖτέ με κυανέοισιν ὑπὸ βλεφάροις τακέρ’ ὄμμασι Δερκόμενος, κηλήμασι παντοδαποῖς ἐς ἄπειρα
Δίκτυα Κύπριδος βάλεν. Ἦ μὰν
40Τρομέω νιν ἐπερχόμενον,
40Ὥστε φερέζυγος ἵππος ἀεθλοφόρος ποτὶ γήραϊ
Ἀέκων σὺν ὄχεσφι θοοῖς ἐς ἅμιλλαν ἔβα.
in Prm
.

1029

Τὰ μὲν οὖν ἀναγκαῖα πρὸς τὴν τοῦ Παρμε‐ νίδου ῥῆσιν τοῦ ἅρματος ταῦτά ἐστι. Πάλιν δὲ καὶ ἐκ τούτων λάβοις ἂν ὅπως ἀεὶ τὰ κατα‐ δεέστερα τὰς ἑαυτῶν εἰκόνας εἰς τὰς ὑποδεεστέ‐
5ρας ἀποπέμπει τάξεις· ὁ μὲν γὰρ Παρμενίδης εἰκόνα τοῦ ἑαυτοῦ πάθους ἐποιήσατο τὸν Ἴβυ‐ κον· οὗτος δ’ αὖ πάλιν τὸν ἵππον· ἀπὸ νοῦ γὰρ εἰς ψυχὴν λογικὴν αἱ τῶν εἰδῶν εἰκόνες, καὶ ἀπὸ ταύτης εἰς φύσιν, ἣ μάλιστα ἐν τοῖς ἀλό‐
10γοις ζώοις ἔχει τὸ κράτος. Καὶ οἱ ἀγῶνες δὲ τῶν ἵππων καὶ τὰ ἐρωτικὰ πρὸς τὰς ἀναγομέ‐ νας ψυχὰς οἰκείως ἔχουσι· καὶ γὰρ ἐν ταύταις βρίθει μὲν ὁ τῆς κάκης ἵππος μετέχων, ᾧ μὴ καλῶς ᾖ τεθραμμένος τῶν ἡνιόχων, φέρεται
15δὲ εὔλυτος ὁ πρὸς αὐτὸ τὸ ὂν ἁμιλλᾶσθαι δυνά‐ μενος· καὶ ἡ ἄνοδος δὲ αὐταῖς καὶ ἡ σωτηρία διὰ τοῦ ἔρωτος· διὰ τοῦτο γὰρ αὐτῶν καὶ τὸ ἅρμα ὑπόπτερον, ὡς τὸ διὰ ἐρωτικῆς μανίας ἐπὶ τὸ νοητὸν κάλλος ἀνατρέχον καὶ τὴν θέαν
20τῶν ὄντως ὄντων. Ταῦτα μὲν περὶ αὐτῶν εἰρή‐ σθω τῶν πραγμάτων, οἷς τὰ προκείμενα τέτα‐ κται κατὰ τὸ ἀνάλογον. Ὁ δὲ Ἴβυκος ὅτι με‐ λοποιὸς καὶ ὅτι περὶ τὰ ἐρωτικὰ ἐσπουδακὼς καὶ ὅτι πρεσβύτης ὢν καὶ εἰς τὸ γράφειν ἐρω‐
25τικὰ προαγόμενος διὰ τὸν τόνον τοῦ ἐρῶντος κατοκνεῖν φησι τὴν γραφὴν ἔν τινι τῶν ἑαυτοῦ μελῶν, οὐκ ἄδηλον τοῖς τῶν ἐκείνου διακηκοόσιν. Κἀγώ μοι δοκῶ μεμνημένος μάλα φοβεῖσθαι πῶς χρὴ τηλικόνδε ὄντα
30διανεύσαι τοιοῦτόν τε καὶ τοσοῦτον πλῆθος λόγων· ὅμως δ, δεῖ γὰρ χαρί‐ ζεσθαι, ἐπειδὴ καὶ ὁ Ζήνων λέγει, αὐ‐ τοὶ ἐσμέν. (P. 137 A.) Οἶδεν ὅση τίς ἐστιν ἡ πλάνη τῆς ψυχῆς, οὐ
35μόνον ἐν αἰσθήσεσι καὶ φαντασίαις καὶ δόξαις, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς ἀνελίξεσι ταῖς διανοη‐ τικαῖς τῶν λόγων· καὶ τοῦτο εἰδὼς, καὶ με‐ μνημένος τῶν οἰκείων ἄθλων, φοβεῖται πάλιν
εἰς τὴν τοιαύτην κατιέναι πλάνην, οἷόν τις
in Prm
.

1030

Ὀδυσσεὺς, ἐπανελθὼν μὲν οἴκαδε καὶ ἤδη τὸ οἰκεῖον ἔχων ἀγαθὸν, παρακαλούμενος δὲ ἐπί τινας ὁμοίους πολέμους βαρβαρικοὺς, καὶ δι’ ἐμπειρίας ἐκστῆναι τῆς ἑαυτοῦ πατρίδος οὐχ
5αἱρούμενος, ἅτε μεμνημένος ὧν ἔσχε πραγμά‐ των ἔν τε τοῖς πολέμοις καὶ ἐν τῇ πλάνῃ πολυ‐ χρονίως· ἀναβὰς οὖν εἰς λογισμὸν ἀπὸ φαντα‐ σιῶν καὶ αἰσθήσεων καὶ εἰς νοῦν ἀπὸ λογισμοῦ, δέδοικεν εἰκότως τὴν εἰς λογισμὸν κάθοδον καὶ
10τὴν ἐν διανοίᾳ πλάνην, μή πη λάθῃ εἰς τὰς φαντασίας καὶ αἰσθήσεις ὑπενεχθείς· οὐ γὰρ ἀσφαλὴς ἡ ἀπὸ νοῦ κάθοδος, οὐδὲ δεῖ τῶν πρώ‐ των ἀφίστασθαι, μή που λάθοιεν ἐν τοῖς χεί‐ ροσι μείναντες. Οὕτω καὶ ὁ ἐν Φαίδρῳ Σωκρά‐
15της ἀναγκασθεὶς ὑπὸ τοῦ Φαίδρου καὶ τὸ φυσικὸν ἱστόρησε κάλλος καὶ τὸ ἐν τοῖς μέσοις εἴδεσι θεωρούμενον, ἔπειτα ἀποστὰς τοῦ θείου ἔρωτος ἐπὶ τὸ νοητὸν κάλλος ἀνατείνει τὰς ψυ‐ χὰς, τόλμαν καλεῖ καὶ ἀσέβειαν καὶ ἁμάρτημα
20τὴν ἀπὸ τούτου κάθοδον ἐπὶ τὰ δεύτερα καὶ ὕφεσιν τῆς τοῦ πρωτίστου κάλλους νοήσεως. Ταῦτα οὖν καὶ ὁ Παρμενίδης διευλαβούμενος, καὶ μεμνημένος τῆς ἑαυτοῦ πλάνης καὶ ἐν ὅρμῳ γεγονὼς, αὖθις κατοκνεῖ πρὸς τὸ πλῆθος κατ‐
25ιέναι τῶν λόγων ἀπὸ τοῦ νοεροῦ καὶ ἁπλοῦ τῆς ἐνεργείας εἴδους· κάτεισι δὲ ὅμως τοῦ ἀγα‐ θοῦ ἕνεκα ἐπ’ εὐεργεσίᾳ τῶν δευτέρων· ἡ γὰρ χάρις αὕτη μίμησίς ἐστι τῆς προνοίας τῶν θεῶν. Τοιαύτας ἄρα δεῖ καὶ τὰς ἀπὸ τοῦ νοητοῦ καθ‐
30όδους εἶναι τῶν θείων ψυχῶν, ἐχομένας τῶν θείων καὶ εἰδυίας καλῶς τὰ κακὰ τὰ ἐκ τῆς πλάνης, καὶ ἐπ’ εὐεργεσίᾳ μόνῃ κατιούσας, ἀλλ’ οὐκ ἀποπληρώσει τῆς φιλογενέσεως, καὶ μὴ εἰς βάθος καταπιπτούσας μηδὲ προσκολλω‐
35μένας τοῖς ἀρίστοις εἴδεσι τῆς ζωῆς· τὸ γὰρ μονὰς εἶναι τῆς ἀφειμένης παντὸς τοῦ ἐνύλου πλήθους ζωῆς σύμβολόν ἐστιν. Πόθεν οὖν δὴ ἀρξόμεθα; καὶ τί πρῶ‐
τον ὑποθησόμεθα; (P. 137 A.)
in Prm
.

1031

Ἐπιδοὺς ἑαυτὸν ταῖς ἀνελίξεσι τῶν λόγων ὁ Παρμενίδης, καὶ εἰς ἐπιστημονικὰς διεξό‐ δους ἀπὸ τῆς νοερᾶς αὑτοῦ περιωπῆς καταβαί‐ νων καὶ ἀπὸ τοῦ ἀσχέτου πρὸς τὸ ἐν σχέσει τῆς
5ζωῆς εἶδος, ἐπανερωτᾷ τοὺς ἑαυτοῦ μεθέξοντας πόθεν ἄρξεται, καὶ ἐπὶ ποίας ὑποθέσεως ποι‐ ήσεται τὸν λόγον· οὐχὶ τῆς ἐκείνων κρίσεως ἐξάπτων τὸν ἑαυτοῦ νοῦν, οὐδὲ ὑπ’ ἐκείνων ἑαυτῷ τὸ δέον ἀφορισθῆναι βουλόμενος (οὐδὲ
10γὰρ θέμις τοῖς ἀμείνοσιν ἐκ τῶν χειρόνων με‐ τρεῖσθαι τὴν ἐνέργειαν), ἀλλ’ ἐπιστρέφων αὐ‐ τοὺς εἰς ἑαυτὸν καὶ ἀνεγείρων εἰς τὴν ἑαυτοῦ κατανόησιν, ἵνα μὴ ὡς ἀνοήτοις ἐντιθῇ τοὺς λόγους, ὥσπερ ἡ φύσις τοῖς σώμασιν, ἀλλ’ ὡς
15καὶ αὐτοὶ ἑαυτοὺς ἀνάγωσι καὶ συνεξορμῶσιν ἐπὶ τὸ ὄν· οὕτω γὰρ καὶ ὁ νοῦς ἀνάγει τὰς ψυ‐ χὰς, οὐ μόνον παρ’ ἐκείνου πρὸς τὸ ἄνω φερο‐ μένας, ἀλλὰ καὶ ἑαυταῖς βοηθεῖν παρεσκευα‐ σμένας. Φυλάττειν οὖν αὐτὰς παρακελεύεται
20τὴν ἑαυτοῦ μεταχείρισιν, καὶ ὁρᾷν ὅθεν τε ἄρ‐ χεται καὶ ὅπου λήγει καὶ δι’ οἵων πρόεισι τῶν μέσων, ἀλλ’ οὐχὶ ζητεῖ τὸ πρέπον αὑτῷ παρ’ ἐκείνων μαθεῖν· δῆλον δέ· οὐ γὰρ ὑπ‐ έμεινε τὴν ἀπόκρισιν, ἀλλ’ ἐπήνεγκε δεδογμέ‐
25νον αὑτῷ καὶ πρὸς τοῦτο ποιεῖται τοὺς λόγους. Δοκεῖ δέ μοι καὶ τὸ πόθεν ἄρξομαι, καὶ τὸ τί πρῶτον ὑποθήσομαι, πάντα ταῦτα οἰκείως μὲν ἔχειν πρὸς τὸ ἓν, περὶ οὗ ποιήσεται τὴν πρα‐ γματείαν (καὶ γὰρ ἡ ἀρχὴ καὶ τὸ πρῶτον ἐκείνῳ
30πρεπωδέστατον τῶν ὀνομάτων), διαφέρειν δὲ ἀλ‐ λήλων, καθόσον ζητῶν μὲν ὅθεν ἄρξεται, δῆλός ἐστιν ἀξιῶν ἑαυτὸν μὴ πρὸς τὰ ἔξω βλέπειν, ἀλλ’ ἀφ’ ἑαυτοῦ καὶ τῆς ἔνδον γνώσεως τὴν πολλὴν ταύτην ἐξυφαίνειν τῶν λόγων πραγματείαν.
35Πάντως δὲ καὶ τρόπων ὄντων πλειόνων, εἰκό‐ τως ζητεῖ πόθεν δεῖ ποιήσασθαι τὴν ἀρχήν· οὐ γὰρ ἐπὶ πάσης ὕλης ἀπὸ τῶν αὐτῶν ἀρκτέον, ὡς εἴρηταί μοι πρότερον ἐν τοῖς τῆς μεθόδου κανόσι· ζητεῖ δὲ τί πρῶτον ὑποθήσεται· πολ‐
40λῶν δὲ οὐσῶν ὑποθέσεων καὶ περὶ τὰ νοητὰ
καὶ αἰσθητὰ, ζητεῖ ποίαν ὑποθέμενος δυνήσε‐
in Prm
.

1032

ται περὶ ἁπάντων τῶν ὄντων εἰπεῖν, καὶ μηδὲν ὅλως ἀδιερεύνητον καταλιπεῖν μήτε τῶν αἰσθη‐ τῶν πραγμάτων, ὥστε ὑπόθεσιν μὲν καλεῖ‐ σθαι τὴν τοῦ προβλήματος θέσιν, ἀρχὴν δὲ
5τῆς ὑποθέσεως τὸ πρῶτον μέρος τῆς συμπάσης διεξόδου πολυσχεδοῦς οὔσης τῶν προκειμένων λόγων. Ἢ βούλεσθε, ἐπειδή περ δοκεῖ πρα‐ γματειώδη παιδιὰν παίζειν, ἀπ’ ἐμαυ‐
10τοῦ ἄρξωμαι καὶ τῆς ἐμαυτοῦ ὑποθέ‐ σεως, περὶ τοῦ ἑνὸς αὐτοῦ ὑποθέμενος, εἴτε ἓν ἔστιν εἴτε μὴ ἓν, τί χρὴ συμ‐ βαίνειν; Πάνυ μὲν οὖν, φάναι τὸν Ζήνωνα. (P. 137 B.)
15 Ἡ μία τοῦ Παρμενίδου μέθοδος μίαν ὑπό‐ θεσιν παραλαμβάνει, καὶ ἐπ’ αὐτῆς ποιεῖται τὸν σύμπαντα λόγον, οὐχ ἥτις ἂν δόξειεν εἶναι μία τῶν πολλῶν, ἀλλ’ ἣ πασῶν ἐστιν ὑποθέ‐ σεων περιληπτικὴ καὶ ἔστι μία πρὸ τῶν πολ‐
20λῶν· πάντα γὰρ ἀναφαίνει τὰ ὄντα καὶ τὴν ὅλην τῶν πραγμάτων διακόσμησιν τῶν τε νοη‐ τῶν καὶ αἰσθητῶν, καὶ ἔτι τὰς ἑνάδας αὐτῶν, καὶ τὴν μίαν καὶ ἄῤῥητον ἑνάδα καὶ πασῶν τούτων πηγήν· τὸ γὰρ ἓν πάντων ἐστὶν αἴτιον,
25καὶ ἀπὸ τούτου πάντα ἀπογεννήσει προϊών. Ἀλλ’ ἴσως αὐτὸ τοῦτο ἄν τις ἡμᾶς ἐπανέροιτο, πῶς ὁ Παρμενίδης ὁ περὶ τὸ ἓν οὐ διατρίβων ἑαυτοῦ κέκληκεν ὑπόθεσιν τὸ ἓν, καὶ ἀπὸ τῆς οἰκείας ἀρχῆς ταύτης ἄρξασθαί φησιν. Ἤδη
30μὲν οὖν τινες εἰρήκασι καὶ ὅτι, τοῦ Παρμενίδου περὶ τὸ ἓν ποιουμένου τὴν ὅλην πραγματείαν, ὁ Πλάτων εὑρὼν ὅτι τὸ ἓν ἐπέκεινα καὶ ὄντος καὶ οὐσίας πάσης ἐστὶ, διορθούμενος τὸν Παρ‐ μενίδην αὐτὸν παραδίδωσιν ἀπὸ τοῦ ἑνὸς ποιού‐
35μενον τὴν ἀρχήν· ὥσπερ γὰρ καὶ Γοργίας καὶ Πρωταγόρας καὶ ἕκαστος τῶν ἄλλων ἄμεινον παρὰ τῷ Πλάτωνι διατίθησιν ἢ παρ’ αὑτῷ καὶ τὰς οἰκείας ὑποθέσεις, οὕτω καὶ ὁ Παρμενίδης φιλοσοφώτερός ἐστι παρ’ αὐτῷ καὶ ἐποπτικώ‐
40τερος ἢ καθ’ αὑτὸν ὁρώμενος· ἐπεὶ καὶ ἐν τού‐
τοις, εἰ ἓν ἔστι, φησὶν, οὐχὶ εἰ ἓν ὂν ἔστιν,
in Prm
.

1033

ὡς ἂν περὶ μόνου τοῦ ἑνὸς ποιούμενος τὸν λό‐ γον, ἀλλ’ οὐχὶ περὶ τοῦ ἑνὸς ὄντος· καὶ ἐπὶ τῶν ἑξῆς ὑποθέσεων, εἰ ἓν οὐκ ἔστι, καὶ ἐπὶ τέλει πασῶν, εἴ τι ἓν ἔστιν ἢ οὐκ
5ἔστι, πάντα δ’ ἔστι καὶ οὐκ ἔστιν, ὡς ἂν τὸ ἓν σκοπῶν ἐν πάσαις, ἀλλ’ οὐχὶ τὸ ἓν ὄν. Πλατωνικὸς οὖν ὁ Παρμενίδης ὢν ἑαυτοῦ κέκληκεν ὑπόθεσιν τὴν τὸ ἓν ὑποθεμένην· ὃ γὰρ τῇ ἐκείνου θεωρίᾳ προσέθηκεν ὁ Πλάτων,
10τοῦτο ἐκείνῳ, φασὶ, φέρων ἀνέθηκεν. Οὐκ ἂν δὲ θαυμάσειν φαῖεν ἂν οἱ ταῦτα λέγοντες, εἰ περὶ αὐτοῦ τοῦ ἑνὸς ἐν μὲν τοῖς ποιήμασιν οὐ φαίνεταί τι λέγων ὁ Παρμενίδης (ἄῤῥητον γάρ ἐστιν), ὡς ὑπὲρ τῶν αὑτοῦ ποιημάτων ἀπολο‐
15γούμενος ἀπὸ τοῦ ὄντος τὰ ὄντα πάντα γεν‐ νώντων· ἐν δὲ ταῖς ἀγράφοις πρὸς τὸν Ζήνωνα συνουσίαις ἐνεδείκνυτό τι περὶ αὐτοῦ, καθόσον λόγοις ἦν δυνατόν. Εἰκότως δ’ οὖν ἑαυτοῦ ταύ‐ την τὴν ὑπόθεσιν ἀπεκάλεσε, τὴν τοῦ ἑνὸς
20πραγματείαν. Εἰ δὲ δεῖ τἀληθέστατα λέγειν, οὑτωσὶ ῥητέον ὡς ὁ ἡμέτερος ὑφηγεῖτο καθη‐ γεμὼν, ἄρχεσθαι μὲν αὐτὸν ἀπὸ τοῦ ἑνὸς (τὸ γὰρ εἰ ἓν ἔστιν, ἔχον πρὸς τῷ ἓν καὶ τὸ ἔστι, ταύτῃ προσήκει τῇ τάξει τῶν πραγμά‐
25των), ἀνατρέχειν δὲ ἀπὸ τοῦ ἑνὸς ὄντος ἐπὶ τὸ ἓν, δεικνύντα σαφῶς ὅτι τὸ κυρίως ἓν μόνον τοῦτο βούλεται τὸ ἓν εἶναι καὶ ἁρπάζει ἑαυτὸ ἀπὸ τοῦ ὄντος· καὶ ὡς δεύτερον ἀπὸ τούτου τὸ ἓν ὂν διὰ τὴν ὕφεσιν εἰς τὸ εἶναι προελθὸν,
30αὐτὸ δὲ τὸ ἓν κρεῖττον καὶ τοῦ ἔστι· καὶ ὡς εἰ ἔστιν, ἅμα γὰρ τῷ ἔστιν οὐ μένει τὸ κυ‐ ρίως ν· ὥστε καὶ ὅτι τὸ ὄντως ὂν ὑποτίθεται καὶ τὸ ἓν ὂν, ἀληθὲς, καὶ ὅτι διὰ τῆς ὑποθέ‐ σεως ταύτης ἄνεισιν ἐπ’ αὐτὸ τὸ ἓν, ὅπερ αὐ‐
35τὸς ἀνυπόθετον ἐν Πολιτείᾳ προσονομάζει· δεῖν γάρ φησιν ἀεὶ δι’ ὑποθέσεων χωρεῖν, ἵνα τελευτήσωμεν ἀνιόντες ἐπὶ τὸ ἀνυπόθετον ἕν· πᾶσα γὰρ ὑπόθεσις ἔκ τινός ἐστιν ἄλλης ἀρχῆς.
Εἰ δέ τις τὴν ὑπόθεσιν ἀρχὴν ποιήσαιτο, περὶ
in Prm
.

1034

τούτου ταῦτα ῥητέον, ἀπὸ τῶν γεωμετρικῶν ἐκεῖνος εἴρηκεν· ᾧ γὰρ ἀρχὴ μὲν ὃ οὐκ οἶδε, τελευτὴ δὲ καὶ μέσα ἐξ ὧν οὐκ οἶδε [συμπέ‐ πλεκται], οὐδεμία μηχανὴ τὸ τοιοῦτον ἐπιστή‐
5μην εἶναι· μόνον οὖν καὶ ἀνυπόθετον τὸ ἓν, ὥστε τὸ ὑποτιθέμενον ἄλλο τί ἐστι καὶ οὐ τὸ ἕν· ἄνεισι δὲ ἀπὸ τούτου πρὸς τὸ ἓν, ὡς ἀπὸ ὑποθέσεως ἐπὶ τὸ ἀνυπόθετον. Ὅθεν δὴ καὶ θαυμάσειεν ἄν τις τὸν Παρμενίδην τῆς ὅλης
10μεταχειρίσεως τῶν λόγων· εἴτε γὰρ τὸ ἀνυ‐ πόθετον ὂν εἰς ὑπόθεσιν παρέλαβε, καὶ τὸ ἄν‐ αρχον ὡς ἐξ ἀρχῆς ἔθηκεν, οὐκ ἂν ἠκολούθει τῇ μεθόδῳ λεγούσῃ πάντως ὑποθέμενόν τι σκοπεῖν τὸ ἑξῆς· εἴτε μὴ τὸ ἀνυπόθετον, ἀλλά
15τι τῶν ποῤῥωτέρω τοῦ ἑνὸς, οὐκ ἂν τὴν ἐπ’ αὐτὸ ῥᾳδίαν ἐποιήσατο μετάβασιν, οὔτ’ ἂν αὐ‐ τοφυῶς καὶ ἀβιάστως ἀνέφηνεν ἡμῖν τὴν πρὸ τοῦ ὄντος αἰτίαν. Ἵν’ οὖν καὶ τὸ ἓν ἀνυπόθετον μένῃ, καὶ ὅμως ἀπό τινος ὑποθέσεως οἰκείας
20αὐτὸς ἐπὶ τὸ ἓν ἀναδράμῃ, τὸ ἓν ὂν ὑπέθετο προσεχῶς ὂν μετὰ τὸ ἓν, ἐν ᾧ τάχα καὶ πρώ‐ τως τὸ ἓν κυρίως· ἐπὶ γὰρ τοῦ ἑνὸς τοῦ ἐπέκεινα οὐδὲ τοῦτο κυρίως. Καὶ οὕτως ἀπό τε τῆς οἰκείας ὑποθέσεως, φησὶν, ἄρχεται τοῦ
25ἑνὸς ὄντος, καὶ τοῦτό ἐστι τὸ εἰ ἓν ἔστι· καὶ ἐπὶ τὸ ἀνυπόθετον ἐκεῖθεν μεταστὰς, ἀναφαίνει τὴν ἀπὸ τῆς ἐξῃρημένης ἑνάδος τῶν ὄντων ἁπάντων ὑπόστασιν· ὅθεν εἰπὼν ὑποθήσεσθαι τὸ ἑαυτοῦ ἓν ἐν τῷ δεικνύναι τὰ ἑπόμενα
30καὶ οὐχ ἑπόμενα, ποτὲ μὲν ὡς τῷ ἑνὶ μόνῳ χρώμενος ἀποδείκνυσι τὸ ἔστι καταφάσεσι χρώμενος, ποτὲ δὲ καὶ τὴν ἔννοιαν τοῦ ἔστι συμπαραλαμβάνει, πανταχοῦ δὲ ὡς εἰς τὸ ἓν βλέπων ἢ τὸ ἀμέθεκτον ἢ τὸ μεθεκτὸν, ἵνα
35δείξῃ πάντα διὰ τὸ ἓν ὄντα καὶ χωρὶς τοῦ ἑνὸς ἐξαφανίζοντα καὶ τὸ εἶναι ἑαυτῶν· καὶ γὰρ τὸ εἶναι ὂν διὰ τὸ ἓν ἔστι. Πῶς οὖν ἔτι, φαίης ἂν, πολλαὶ ὑποθέσεις, εἰ περὶ τοῦ ἑνὸς λοιπὸν
ἡ πᾶσα πραγματεία; ὅτι, φήσω, τοῦ ἑνὸς λε‐
in Prm
.

1035

γομένου τριχῶς· ἔστι γὰρ ἓν καὶ τὸ τῶν ὄντων ἐξῃρημένον, καὶ τὸ συνὸν τοῖς οὖσιν, ὃ καὶ μετὰ τοῦ ὄντος ὑφίστησι τὰς πολλὰς τάξεις τῶν ὄντων, καὶ ἔτι τρίτον τὸ καταδεέστερον
5τοῦ ὄντος καὶ οἷον ὑπ’ αὐτοῦ καταπινόμενον· τριχῶς δ’ οὖν τοῦ ἑνὸς λεγομένου κατὰ τὰς πρώτας τρεῖς ὑποθέσεις, περὶ ἑκάστου τούτων ὁ λόγος, πῶς ἔχει πρός τε ἑαυτὸ καὶ πρὸς τὰ ἄλλα τούτων ἕκαστον· ἐν δὲ ταῖς δύο ταῖς
10λοιπαῖς τῶν πρώτων, πῶς τὰ ἄλλα πρός τε αὑτὰ καὶ πρὸς τὸ ἓν, μετέχοντά τε τοῦ ἑνὸς καὶ ἀμέτοχα θεωρούμενα. Πάλιν ἐπειδήπερ αἱ λοιπαὶ τέτταρες ὑποτίθενται μὴ εἶναι τὸ ἓν, διχῶς δὲ τὸ μὴ ὂν, ἢ τὸ μηδαμῶς ὂν, ἢ τὸ πῆ
15μὲν ὂν, πῆ δὲ μὴ ὂν θεωρεῖ· τὰς μὲν δύο τῶν δευτέρων περὶ ἑκατέρου τούτων ὅπως ἔχει πρός τε αὑτὸ καὶ πρὸς τὰ ἄλλα, τὰς δὲ λοιπὰς δύο περὶ τῶν ἄλλων μετεχόντων τε τοῦ μὴ ὄντος καὶ αὖ μὴ μετεχόντων· καὶ οὕτω συμπληροῖ
20τὰς ἐννέα ὑποθέσεις, ἐπὶ τέλει συναγαγὼν ὅτι τὸ ἓν αἴτιον πάντων· καὶ ὡς εἰ τὸ ἓν μὴ ἔστιν, οὐδὲν ἔστιν· οὐδὲ γὰρ θέμις, αἰτίας ἀνῃρημέ‐ νης, εἶναι τὰ ἀπ’ αὐτῆς. Ταῦτα μὲν οὖν καὶ αὖθις ἀκριβέστερον θεωρήσομεν· δοκεῖ δέ μοι
25γε τοῖς προειρημένοις συμφώνως ἀποδοῦναι τὰ προκείμενα, τῷ μὲν πόθεν ἄρξομαι τὸ π’ ἐμαυτοῦ, τῷ δὲ καὶ τί πρῶτον ὑποθήσο‐ μαι τὸ καὶ τῆς ἐμαυτοῦ ὑποθέσεως· καὶ οὐ ταὐτὸν ἐνδείκνυσθαι δι’ ἀμφοῖν· οὐ μὲν γὰρ
30τὸν τρόπον ἀφορίζεται τῆς ἐνεργείας, ὅτι ἔνδο‐ θεν, ἔξω καὶ ἀπὸ τῆς ἡνωμένης νοήσεως εἰς τὴν ποικιλίαν προϊεὶς τῶν λόγων· ὅπου δὲ τὸ ὑποκείμενον αὐτῇ πρᾶγμα περιποιήσεται τὴν διέξοδον τῆς εἰρημένης μεθόδου. Καὶ οὐ ταῦτα
35μόνον ἀπὸ τούτων λάβοις ἂν, ἀλλὰ καὶ ὅτι θεοειδὴς καὶ ὁ τρόπος ταύτης ἐστὶ τῆς ἐνερ‐ γείας· ἕκαστον γὰρ τῶν θείων ἀφ’ ἑαυτοῦ ἄρ‐ χεται ἐνεργεῖν· τὸ μὲν συνεκτικὸν, ἑαυτὸ πρῶ‐ τον συνέχον· τὸ δὲ ἀναγωγὸν, ἑαυτὸ πρὸ τῶν
40ἄλλων ἀνάγον· τὸ δὲ γεννητικὸν, ἑαυτὸ γεν‐
in Prm
.

1036

νῶν, καὶ ἐπὶ πάντων ὁμοίως· ὥστε καὶ τοῦτο, τὸ θεῖον μιμούμενος, ὁ Παρμενίδης ἀναφθέγγε‐ ται, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ κἀκεῖνο τὸ πραγματειώδη παιδιὰν παίζειν· θεῖον
5γὰρ δὴ οὖν καὶ τοῦτο, τὰς ἐμφάσεις καὶ πο‐ λυμερίστους ἐνεργείας παιδιὰς καλεῖν· παίγνιον γὰρ θεῶν καὶ ἀνθρώπων καὶ τῶν ἄλλων ἕκα‐ στον, ὁπόσα κατὰ τὰς ἔξω προϊούσας αὐτῶν ἐνεργείας ὑφέστηκε· παιδιὰν μὲν διὰ ταῦτα
10πᾶς ὀξὺς λόγος πρὸς τὴν ἤρεμον αὐτοῦ καὶ ἡνω‐ μένην τοῦ ὄντος νόησιν, πραγματειώδη δὲ ὅμως, ὅτι τῆς τῶν ὄντων ἅπτεται θεωρίας, καὶ ἀνελίττει τὸ ἁπλοῦν τῆς ἔνδον νοήσεως, καὶ οὐδὲν ἄλλο ἐστὶν ἢ νοήσεων οἷον ἐξάπλωσις
15καὶ τῆς ἀμεροῦς γνώσεως σπαραγμός. Ταῦτα ὁ μὲν Παρμενίδης προτείνει· ὁ δὲ Ζήνων ἑτοίμως προσήκατο, τὸ βάθος τῆς θεωρίας ἐπιστάμενος· ἔδει γὰρ αὐτὸν εἶναι τὸν συγκατατιθέμενον, ἅτε μονάδος ἔχοντα λόγον πρὸς ἅπαντας ὁμοῦ
20τοὺς μεθέξοντας λόγων τῶν ῥηθησομένων, ἄλλως τε καὶ προακηκοότα πολλάκις τὰ περὶ τούτων δόγματα καὶ εἰδότα τὸ μέγεθος αὐτῶν. Τίς οὖν, εἰπεῖν, μοὶ ἀποκρινεῖται; ἢ
25ὁ νεώτατος; ἥκιστα γὰρ ἂν πολυπραγ‐ μονο, καὶ ἃ οἴεται μάλιστα ἂν ἀπο‐ κρίνοιτο· καὶ ἅμα ἐμοὶ ἀνάπαυλα ἂν εἴη ἡ ἐκείνου ἀπόκρισις. (P. 137 B.) Ὅλως μὲν ἀξιοῖ τινα αὐτῷ ἀποκρίνασθαι,
30ὅτι προστέτακται τὴν διαλεκτικὴν γυμνάσαι μέθοδον· χρὴ οὖν εἶναί τινα τὸν κατανευσόμενον καὶ ἀνανευσόμενον· αἱρεῖται δὲ τόν γε νεώτα‐ τον, ἵνα πρὸς τοῦτο μόνον ὑπηρετῆται μὴ πράγματα παρέχων ἐν ταῖς ἀπορίαις· δεδικα‐
35σμένοις γὰρ ἐοίκασιν οἱ πρεσβύται, προκατ‐ εσχημένοι δι’ ἐμπειρίαν πλειόνων τοῖς ἑαυτῶν δόγμασι· καὶ ἵνα τὰ ἀπὸ ψυχῆς λέγῃ, μὴ διὰ φιλονεικίαν ἄλλως ἀποκρινόμενος, ἀλλὰ τὰ ἀπὸ τῶν ἀδιαστρόφων ἐννοιῶν, ἀφ’ ὧν καὶ αὐτὸς
40ποιήσεται τοὺς λόγους, ἀπλάστους δεικνύμενος
in Prm
.

1037

τὰς ὑποκρίσεις· καὶ τρίτον, ἵνα μετὰ ῥαστώ‐ νης αὐτὸς διεξίῃ, πρὸς ὑπεῖκον καὶ ἁπαλὸν καὶ ἄβατον ἦθος ἐνεργῶν. Ταῦτα μὲν οὖν αὐτὸς εἴρηκεν αἴτια τῆς τοῦ νεωτάτου προτιμήσεως·
5θεωρήσειας δ’ ἂν τοῦτο καὶ ἐπὶ τοῦ ἑνὸς ὄντος καὶ ὅλως ἐπὶ τῶν πρωτίστων αἰτιῶν, ὅπως ἡ δύναμις αὐτῶν καὶ τὰ ἔσχατα ἐπιστρέφει πρὸς τὰ πρῶτα. Τί γάρ ἐστιν ὃ μὴ μετέχει τοῦ ἑνός; κἂν αὐτὴν εἴποις τὴν στέρησιν, εὑρήσεις
10τοῦ ἑνὸς ἴνδαλμα φέρουσαν. Τί δὲ τῶν ὄντων, ὃ μὴ τοῦ ὄντος ἀπολαύει; κἂν τὴν ὕλην εἴποις, ἔστι πως καὶ ἐν ταύτῃ δυνάμει τὸ ὄν. Καὶ ὅλως τὰ περιληπτικώτατα τῶν αἰτίων καὶ ὑφ‐ ίστησι καὶ ἐπιστρέφει πρὸς ἑαυτὰ καὶ ἔσχατα
15τῶν ὄντων· τοῦτο δὴ οὖν καὶ ὁ Παρμενίδης μιμούμενος τὸν νεώτατον ἐκλέγεται πρὸς τὴν ἀκρόασιν, ἵνα καὶ τοῦτον ἐπιστρέφῃ πρὸς τὸν ἑαυτοῦ λόγον. Εἰ δὲ βούλει καὶ τούτων τι κατιδεῖν ὡς ἐν εἰκόσιν ἀποῤῥητότερον, ἐννόησον
20ὅπως τῶν πρωτίστων μονάδων ἀπολαύουσιν αἱ δεύτεραι καὶ τρίται τάξεις τῶν θείων, ὅτι μυ‐ στικῶς, ὅτι ἠρέμα, ὅτι ἀκλινῶς· πῶς δὲ αἱ τῶν ἀγγέλων ἀκρότητες, ὅτι θεοπρεπῶς, ὅτι προσιδρύσασαι ἑαυτὰς τοῖς θείοις· πῶς δὲ αἱ
25μερικαὶ ψυχαὶ, ὅτι μεταβατικῶς, ὅτι μετὰ πλάνης τινός. Καὶ ἐννοήσας ὅπως καὶ ἐν τού‐ τοις ... θέασαι λοιπόν· οἱ μὲν ἄλλοι πάντες ἡσυχάζοντες πληροῦνται τῆς θεωρίας, Ζήνων, Σωκράτης, Πυθόδωρος· Ἀριστοτέλης δὲ μετὰ
30κινήσεως, ὁ κατὰ τὴν ψυχὴν τὴν ἀνηγμένην ἐνταχθεὶς, αὖθις δὲ εἰς τὴν ἔνυλον ζωὴν ὑπεν‐ εχθησομένην. Δῆλον δὲ καὶ ἐν τούτοις, ὡς ἐν ταῖς ἁγιωτάταις τελεταῖς, πῶς οἱ μέν εἰσι μυούμενοι τῶν παρόντων, οἱ δὲ ἐποπτεύοντες,
35οἱ δὲ νῦν πρῶτον ἀκούοντες, οἱ δὲ καὶ πρόσθεν ἀκηκοότες· καὶ ὅπως προμηθεῖται τῆς ἐν τῷ λέγειν ῥαστώνης ὁ Παρμενίδης, διότι θεῖόν ἐστι
τοῦτο τὸ μετὰ ῥαστώνης ἐνεργεῖν· τὸ γὰρ
in Prm
.

1038

ἄκμητον παρ’ ἐκείνοις, οἷς Ἥβη τὸ νέκταρ ἐπι‐ νάει, καὶ ἡ πρόνοια μετὰ τὴν πόσιν τοῦ νέκ‐ ταρος, ἄφετος οὖσα καὶ ἀνεμπόδιστος. Ἕτοιμός σοι, ὦ Παρμενίδη, φάναι
5τοῦτο τὸν Ἀριστοτέλη· ἐμὲ γὰρ λέ‐ γεις, τὸν νεώτατον λέγων· ἀλλὰ ἐρώτα ὡς ἀποκρινομένου. (P. 137 C.) Ὁ μὲν Παρμενίδης καθολικῶς καὶ ἀπεριο‐ ρίστως εἶπεν ὅτι χρὴ τὸν νεώτατον εἶναι τὸν
10ἀποκρινόμενον. Ὁ δέ γε Ἀριστοτέλης ἑαυτὸν ὑπήγαγε τῷ λόγῳ, τὸ μερικὸν τῷ καθόλου συνάπτων· εἰ γὰρ αὐτὸς ὁ νεώτατος, αὐτὸν εἶναι δεῖ τὸν ἀποκρινόμενον. Πάλιν δὴ καὶ ταῦτα φέρει τινὰ τῶν θείων ἔνδειξιν· τὸ γὰρ ὁλικὸν
15καὶ ἡνωμένον τῆς νοήσεως τῶν θείων αἱ ψυχαὶ μερικῶς ὑποδέχονται κατὰ τὴν ἑαυτῶν τάξιν, καὶ οὐχ αἱ ψυχαὶ μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν θεῶν αἱ δεύτεραι τάξεις μερικῶς ὑποδέχονται τὰς τῶν ὑπερτέρων καθολικὰς νοήσεις. Οὕτω
20καὶ παρὰ τῷ θειοτάτῳ ποιητῇ, τῆς Ἥρας ἀορί‐ στως καὶ ἁπλῶς εἰπούσης, Ἀλλ’ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο,
24ποιεῖ τὸ ἑαυτῆς μερικῶς ἡ ἀρχαγγελικὴ θεός·
25Ὡς ἔφατ’· ὦρτο δὲ Ἶρις ἀελλόπος [ἀγγελεύουσα].
27Καίτοι γε οὐ πρὸς αὐτὴν ἄντικρυς εἴρητο παρὰ τῆς Ἥρας, ἀλλ’ ἐκείνη νοοῦσα τὸ προσταχθὲν, καὶ ὡς αὑτῇ προσῆκον ἔγνω, καὶ γνοῦσα ποιεῖ
30τὸ ἑαυτῆς ἔργον· ταύτης γὰρ ἴδιον συνάγειν τὰ δεύτερα πρὸς τὰς οἰκείας ἀρχὰς κατὰ τὸν νοῦν τὸν δημιουργικὸν, καὶ μάλιστα πρὸς τὴν ἡγεμόνα τῶν ἐν τῷ κόσμῳ θηλειῶν θεῶν. Ταῦτα οὖν δι’ εἰκόνων ὁ Πλάτων μιμούμενος ἐξαν‐
35ίστησι τὸν Ἀριστοτέλη καὶ ὑπάγει ταῖς τοῦ Παρμενίδου προστάξεσιν· ὁ δὲ καὶ τοῦτον εἰς ἑαυτὸν ἐπιστρέψας ἅπτεται τῶν προκειμένων
λόγων.
in Prm
.

tit6

ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ.
in Prm
.

1039

Εἶεν δ, φάναι· εἰ ἓν ἔστιν, ἄλλο τι οὐκ ἂν εἴη πολλὰ τὸ ἕν. Πῶς γὰρ ἄν; Οὔτε ἄρα μέρος αὐτο, οὔτε ὅλον αὐτὸ δεῖ εἶναι. Τί δή; (P. 137 C.)
5 Πρῶτον περὶ τοῦ πῶς τὸ πλῆθος τῶν ὑπο‐ θέσεων ὁ Παρμενίδης τοσοῦτον ἀναπέφηνεν, ὅσον δὴ καὶ ἔστιν, ἐπισκεπτέον ὥσπερ ἐξ ἀρχῆς ἡμῖν μετιοῦσι τὴν ζήτησιν. Εἴτε γὰρ τέτταρες, εἴτε ἕξ εἰσιν αἱ ὑποθέσεις, εἴτε ὀκτὼ, εἴτε ἐννέα,
10εἴτε δέκα, πόθεν τὸ πλῆθος τοῦτο παρεισέδυ, κατιδεῖν ἄξιον. Καὶ γὰρ ἄν τις ἀπορήσειε λογικῶς τὴν πρώτην μήποτε παρέλκουσιν αἱ πλείους, καὶ οὐδὲν πρὸς τὴν εἰρημένην μέθ‐ οδον. Ἀπὸ γὰρ ταύτης, εἴπερ ἄρα, δύο μόνας
15ὑποθέσεις ἔχομεν· τὴν μὲν εἰ ἔστι τὸ ἓν, τὴν δὲ εἰ μὴ ἔστι, τί χρὴ συμβαίνειν; Πλείους δὲ τούτων οὔκ εἰσιν, εἴγε μεμνήμεθα τῶν προει‐ ρημένων κανόνων. Πῶς οὖν τοσαῦται γεγόνα‐ σιν ἀντὶ δυοῖν; Βούλομαι δὴ, πρὸς ταύτην
20πρῶτον ἀπαντήσας τὴν ζήτησιν, οὕτω τῆς πραγματειώδους ἀντιλαβέσθαι τῶν προκειμένων ἐξετάσεως. Καὶ δὴ καὶ λέγω τὸ πλῆθος τῶν ὑποθέσεων ἀκολούθως ἀναπεφάνθαι τοῖς ὅροις, ἐξ ὧν ἡ ὑπόθεσις. Εἴτε γάρ ἐστι τὸ ἓν, πέντε
25γένοιντο ἂν ὑποθέσεις διὰ τὴν τοῦ ἑνὸς διάφορον ὕπαρξιν, ὃ καὶ πρότερον ἐνεδειξάμεθα· εἴτε μὴ ἔστι, τέτταρες, διὰ τὴν τοῦ μὴ ὄντος διά‐ φορον ἐπίνοιαν. Τό τε γὰρ ἓν λέγεται τριχῶς, τὸ μὲν ὡς κρεῖττον τοῦ ὄντος, τὸ δὲ ὡς τῷ
30ὄντι σύστοιχον, τὸ δὲ ὡς ὑφειμένον τοῦ ὄντος· καὶ τὸ μὴ ὂν διχῶς, τὸ μὲν ὡς μηδαμῶς ὂν, τὸ δὲ ὡς πῆ μὲν ὂν, πῆ δὲ οὐκ ὄν. Ἀναγκαίως τοίνυν κατὰ πάντα τὰ σημαινόμενα προϊὼν ὁ
λόγος τῶν δύο τούτων ὅρων ποικίλλει τὰς ὑπο‐
in Prm
.

1040

θέσεις· ἐν μὲν τῇ πρώτῃ ζητῶν πῶς ἔχει τὸ ἓν τὸ κρεῖττον τοῦ ὄντος πρός τε ἑαυτὸ καὶ πρὸς τὰ ἄλλα· ἐν δὲ τῇ δευτέρᾳ, πῶς τὸ τῷ ὄντι συνόν· ἐν δὲ τῇ τρίτῃ, πῶς ἔχει τὸ ἓν
5τὸ καταδεέστερον τοῦ ὄντος πρός τε αὑτὸ καὶ πρὸς τὰ ἄλλα· ἐν δὲ τῇ τετάρτῃ, πῶς τὰ ἄλλα μετασχόντα τοῦ ἑνὸς ἕξει πρός τε αὑτὰ καὶ πρὸς τὸ ἕν· ἐν δὲ τῇ πέμπτῃ, πῶς τὰ ἄλλα μὴ μετασχόντα τοῦ ἑνὸς ἕξει πρός τε αὑτὰ
10καὶ πρὸς τὸ ἕν· ἐν δὲ τῇ ἕκτῃ, πῶς τὸ ἓν, εἰ μὴ ἔστιν οὕτως, ὡς πῆ μὲν ὂν, πῆ δὲ μὴ ὂν, ἕξει πρός τε αὑτὸ καὶ τὰ ἄλλα· ἐν δὲ τῇ ἑβδόμῃ, πῶς τὸ ἓν, εἰ μὴ ἔστιν οὕτως, ὡς μηδαμῆ ὂν, ἕξει πρός τε αὑτὸ καὶ πρὸς τὰ
15ἄλλα· ἐν δὲ τῇ ὀγδόῃ, πῶς τὰ ἄλλα πρὸς αὑτὰ καὶ πρὸς τὸ ἓν μὴ ὂν ἕξει, συνταττόμενα τῷ πῆ μὲν ὄντι, πῆ δὲ οὐκ ὄντι· ἐν δὲ τῇ ἐννάτῃ, πῶς τὰ ἄλλα πρός τε αὑτὰ καὶ τὸ ἓν μὴ ὂν ἕξει, συνταττόμενα τῷ ἑνὶ μηδαμῶς ὄντι· καὶ
20οὕτως ἐν ταύτῃ λαμβάνει τέλος ἡ μέθοδος, ἐπεξελθοῦσα πᾶσι τοῖς σημαινομένοις τοῦ τε ἑνὸς καὶ τοῦ μὴ ὄντος, καὶ διὰ πάντων τελεω‐ σαμένη τὴν θεωρίαν εἰς ἐννέα συνῃρημένην ὑπο‐ θέσεις. Ἐπὶ μὲν γὰρ ἑνὸς σημαινομένου τοῦ
25ἑνὸς ἀληθεύειν [καὶ τὰ καταφατικὰ] καὶ τὰ ἀποφατικὰ καὶ τὰ συναμφότερα, τῶν ἀδυνάτων ἦν· οἷον ὅτι τὸ ἓν οὔτε ταὐτόν ἐστιν οὔτε ἕτε‐ ρον· καὶ τὸ αὐτὸ τοῦτο, ταὐτὸν καὶ ἕτερον· καὶ πάλιν τὸ αὐτὸ τοῦτο, καὶ ταὐτὸν καὶ οὐ
30ταὐτὸν, καὶ ἕτερον καὶ οὐχ ἕτερον. Ἀνάγκη οὖν δὴ τὸν θέλοντα πάντα ἐπὶ τοῦ αὐτοῦ συν‐ άγειν ὄντως ἀθύρειν, καὶ παιδιὰν οὐ πρεσβυτι‐ κὴν, ἀλλὰ παιδαριώδη, μετιέναι κατ’ ἐκείνης
φερόμενον. Εἰ δὲ δεῖ πάντα ἀληθεύειν, ὅσα
in Prm
.

1041

συμπεραίνεται περὶ τὸ ἓν ὡς εἶναι λαβὼν τὸ ἓν, ἀναγκαίως ἑπόμενα τῷ εἶναι τὸ ἓν, ὥστε ψεύδε‐ σθαι τὰ ἑπόμενα τῷ μὴ εἶναι τὸ ἓν (ἀδύνατον γὰρ ἢ ἀληθῆ τοῖς μαχομένοις ἀμφοτέροις ἀκο‐
5λουθεῖν, ἢ τῷ αὐτῷ τὰ μαχόμενα ὑπάρχειν, εἰ μὴ κατ’ ἄλλο καὶ ἄλλο τῶν ἑπομένων ἀναγ‐ καίων ὄντων), δῆλον δήπουθεν ὅτι τὸ ἓν λη‐ πτέον ἄλλως καὶ ἄλλως, ἵν’ ἐπ’ ἄλλου μὲν αἱ ἀποφάσεις ἀληθεύωσιν, ἐπ’ ἄλλου δὲ αἱ κατα‐
10φάσεις, ἀναγκαίως ἑπόμεναι τῇ θέσει τοῦ ἑνός. Καὶ οὕτω δὴ πλῆθος εἰς ἑνώσεις ἀκτέον τῶν ὑποθέσεων, κἂν ὦσι πᾶσαι περὶ τοῦ Παρμενι‐ δείου ἑνὸς, τοῦ λόγου θεωροῦντος αὐτὸ καθὸ ἓν ἢ καθὸ ὂν ἢ ἅμα καθὸ ἓν καὶ καθὸ ὂν, καὶ διά‐
15φορα διὰ ταῦτα συνάγοντος· καὶ πάλιν ὅταν μὴ εἶναι τεθῇ τὸ ἓν, ἢ τὸ πῆ μὴ ὂν ἡμῶν λαμ‐ βανόντων ἢ τὸ ἁπλῶς μὴ ὂν, καὶ συνάγοντος ἐπ’ ἀμφοτέρων ἀδύνατα, διὰ δὲ τούτων πάν‐ των ἐννέα τὰς ὑποθέσεις ἀποτελοῦντος, ὡς διεί‐
20λομεν. Καὶ ὅτι μὲν τὸ ἓν τριχῶς, ἢ τὸ μόνως ἓν, ἢ τὸ μετεχόμενον μὲν ὑπὸ τοῦ ὄντος, αὐτο‐ τελὲς δὲ ὑπάρχον, ἢ τὸ μετεχόμενον μὲν, οὕτω δὲ, ὡς ἕξις, δῆλον. Καὶ γὰρ νοῦς ὁ μὲν ἀμέθεκτος, ὁ δὲ μετεχόμενος, ἀλλ’ οὐσιώδης,
25ὁ δὲ μετεχόμενος, ἀλλ’ ὡς ἕξις· καὶ ψυχὴ ἡ μὲν ἀμέθεκτος, ἡ δὲ μετεχομένη μὲν, χωριστὴ δὲ τῶν μετεχόντων, ἡ δὲ καὶ μετεχομένη καὶ ἀχώριστος· καὶ ἔχομεν πάντα ταῦτα τὰ ση‐ μαινόμενα παρ’ αὐτῷ, καὶ τοῦ νοῦ καὶ τῆς
30ψυχῆς, ἐν Τιμαίῳ διακεκριμένως. Ὅτι δὲ καὶ τὸ μὴ ὂν διχῶς, ἢ τὸ πῆ μὲν ὂν, πῆ δὲ μὴ ὂν, ἢ τὸ μηδαμῶς ὂν, αὐτὸς ἐν Πολιτείᾳ διεῖλεν· ὥστε εἰ τὸ μὲν τριχῶς, τὸ δὲ δι‐ χῶς, εἰκότως τοσοῦτόν ἐστι τῶν ὑποθέσεων
35πλῆθος. Καὶ γὰρ τὰ ἄλλα, τοῦ ἑνὸς ὑποτε‐ θέντος μὲν εἶναι διχῶς, ἐξ ἀνάγκης διὰ τοῦ μετέχειν τοῦ ἑνὸς ἢ μὴ μετέχειν· πάλιν δὲ ὑποτεθέντος μὴ εἶναι διχῶς, ἢ τοῦ πῆ ὄντος ἑνὸς, ἀλλὰ ὄντος, ἢ τοῦ μηδαμῶς ὄντος ἑνὸς,
40καὶ ἔχοντα ἢ τὸ πῆ ὂν καὶ ἓν, ἢ τὸ μηδαμῶς
ἕν· ὥστε ἐννέα ἂν εἶεν ἐξ ἀνάγκης αἱ ὑποθέσεις.
in Prm
.

1042

Ὅτι γὰρ τοσοῦτόν ἐστιν αὐτῶν τὸ πλῆθος, ἱκανῶς ἐπιστώσαντο καὶ οἱ τὸ λογικὸν ἐπισκε‐ ψάμενοι τοῦ διαλόγου μόνον καὶ οἷον τὰ ἴχνη τῶν τοῦ Πλάτωνος λόγων μεταδιώξαντες. Ἀπ’
5αὐτῶν γὰρ τούτων, ὥσπερ ἰχνῶν, οἱ πρὸ ἡμῶν καὶ τῆς ἀληθοῦς τοῦ φιλοσόφου διαθέσεως καὶ τῆς πραγματειώδους οἰκονομίας οὐκ ἠστόχη‐ σαν. Καὶ τί δεῖ πολλὰ λέγειν; Αὐτὸς γὰρ ἡμῖν ὁ φιλόσοφος ποιήσει κατάδηλον τὴν διαί‐
10ρεσιν, ὅταν εἴσω αὐτῶν γενώμεθα τῶν ῥημά‐ των· ὡς ὅσοι τὸ πλῆθος αὐτῶν ἢ συνέστειλαν ἢ ἐμήκυναν οὐ δέον, οἱ μὲν τὰς διαφερούσας συνέχεαν, οἱ δὲ τὰς ἡνωμένας καὶ ἐκ μιᾶς ἀρχῆς ἠρτημένας κατέτεμον. Ἡμῖν δὲ ἐπὶ
15τούτων μενετέον τῶν ὅρων, καὶ τοσαύτας εἶναι τὰς ὑποθέσεις ῥητέον, ὁπόσας καὶ αὐτὸν οἰόμεθα τὸν Πλάτωνα γνωρίμους ἡμῖν ποιήσειν τοῦ λόγου προϊόντος· οὐ γὰρ ἀλλαχόθεν ἢ ἐκ τῶν κειμένων δεῖ λαμβάνειν τὴν ὅλην διαίρεσιν.
20Εἰσὶ τοίνυν ἐννέα ὑποθέσεις, τοσαῦται γενό‐ μεναι κατὰ τὸν εἰρημένον τρόπον, τοῦ τε ἑνὸς καὶ τοῦ μὴ ὄντος διαφόρως ἐπινοουμένων· ὥστε πρὸς ταύτην γε τὴν ζήτησιν οὐδὲν δεῖ πλείω λέγειν, ἀλλ’ ἱκανὰ τὰ εἰρημένα πρὸς τὴν λο‐
25γικὴν τῶν προκειμένων ἐπίσκεψιν. Ἤδη δέ τινες πραγματειωδεστέρων ἁπτόμενοι λόγων οὐκ ἀξιοῦσι πολλὰς εἶναι τὰς ὑποθέσεις, οὐδὲ ὅλως εἶναι περὶ πολλῶν καὶ διαφερόντων τὰς πολυτρόπους καὶ ποικίλας ἐπιφορὰς, ἀλλ’ ἐρω‐
30τῶσι πότερον ἓν καὶ ταὐτὸν παραλαμβάνεται σημαινόμενον τοῦ ἑνὸς ἐν ταῖς ὑποθέσεσι πάσαις, ἢ οὐχ ἓν, ἀλλ’ ἄλλο κατ’ ἄλλην· εἰ μὲν γὰρ μοναχῶς παραλαμβάνοιτο τὸ ἓν, οὔτε πολλαὶ αἱ ὑποθέσεις, ἀλλὰ μία· καθ’ ἕκαστον γὰρ
35πρᾶγμα μία ὑπόθεσις, οὔτε περὶ ἀρχῶν ὁ διά‐ λογός ἐστιν, ὥς φατε (φαῖεν ἂν), ἀλλὰ ἄρα περὶ ἀρχῆς· τὸ γὰρ ἓν περὶ οὗ ὁ λόγος ἀρχὴ μέν ἐστιν, ἀρχαὶ δὲ οὐδαμῶς· εἰ δὲ πλεοναχῶς λέγεται τὸ ἓν, καὶ ἄλλοτε ἐπ’ ἄλλῳ σημαινο‐
40μένῳ πλέκει τὰ συνημμένα καὶ ποικίλλει τὰς
ὑποθέσεις, ἁμαρτάνει τοῦ σκοποῦ τῆς προειρη‐
in Prm
.

1043

μένης μεθόδου· δεῖ γὰρ ἓν καὶ τὸ αὐτὸ τιθέ‐ μενον καὶ ἀναιροῦντα σκοπεῖν τὰ συμβαίνοντα, καὶ μὴ μεταπηδᾷν ἐπ’ ἄλλο καὶ ἄλλο σημαι‐ νόμενον. Ἔστι μὲν οὖν, ὅπερ ἔφην, ἡ ζήτησις
5αὕτη πραγματειώδης μᾶλλον, λογικωτέρα δὲ ἡ πρὸ αὐτῆς. Δεῖ δέ με, πρὶν ἐπὶ τὴν διάλυσιν αὐτῆς τράπωμαι, καὶ περὶ ἀρχῆς ὀλίγα ἄττα διελθεῖν, ὁπόσα πρὸς τὴν τῶν προκειμένων ἡμῖν συντελέσει διάρθρωσιν. Τὴν τοίνυν ἀρχὴν τῶν
10ὄντων ἁπάντων καὶ μὴ ὄντων τὸ ἓν λέγοντες (ἐπειδὴ τὸ ἡνῶσθαι πᾶσίν ἐστιν ἀγαθὸν καὶ τὸ τῶν ἀγαθῶν μέγιστον, τὸ δὲ παντεπόπτου ἑνὸς διαιρεῖσθαι κακὸν καὶ κακῶν ἔσχατον· ἀνομοιότητος γὰρ καὶ ἀσυμπαθείας ἡ διαίρεσις
15αἰτία γίγνεται καὶ τῆς τοῦ κατὰ φύσιν ἐκστά‐ σεως), τὴν δ’ οὖν ἀρχὴν τῶν ὅλων, ὡς τοῦ με‐ γίστου τῶν ἀγαθῶν πᾶσι χορηγὸν, ἑνοποιὸν τῶν πάντων καὶ ἓν διὰ τοῦτο προσαγορεύσαντες, ἐντεῦθεν ἤδη καὶ πᾶσαν ἀρχὴν, καθὼς ταύτην
20ἔλαχε τὴν ἀξίαν ἐν τοῖς οὖσιν, ἑνάδα τινά φαμεν ὑπάρχειν, καὶ τὸ ἐν ἑκάστῃ τάξει τῶν πραγμάτων ἑνικώτατον· πρῶτον μὲν οὐκ ἐν τοῖς μέρεσιν, ἀλλ’ ἐν τοῖς ὅλοις τιθέμενοι τοῦτο τὸ ἀρχικὸν, οὐδὲ ἔν τινι τῶν πολλῶν, ἀλλ’ ἐν
25ταῖς μονάσι ταῖς συνεκτικαῖς τοῦ πλήθους, ἔπειτα καὶ τῶν μονάδων ἐν ταῖς ἀκρότησι καὶ τοῖς ἑνικωτάτοις αὐτὸ μάλιστα θεωροῦντες, καθὸ καὶ αὗται συνήνωνται πρὸς τὸ ἓν καὶ τεθέωνται καὶ ἀνεκφοίτητοι τῆς μιᾶς εἰσιν ἐκείνης ἀρχῆς.
30Οἷον ὃ λέγω (γιγνέσθω γὰρ ἐπ’ αὐτῶν τῶν πραγ‐
μάτων ἡμῖν ὁ λόγος), τοῦ φωτὸς αἴτια πολλὰ
in Prm
.

1044

καθορώμενα, τὰ μὲν οὐράνια, τὰ δὲ ὑπὸ σελή‐ νην· καὶ γὰρ ἐκ τοῦ ἐνύλου πυρὸς καὶ ἀπὸ σελήνης καὶ ἀπὸ τῶν ἄλλων ἄστρων πρόεισιν ἄλλο ἄλλως εἰς τὸν τῇδε τόπον. Ἀλλ’ εἴ τις
5παντὸς τοῦ ἐγκοσμίου φωτὸς τὴν μονάδα τὴν μίαν ἐπιζητήσειεν, ἀφ’ ἧς καὶ τὰ ἄλλα φω‐ τεινὰ καὶ χορηγὰ φωτός ἐστιν, οὐκ ἄλλην, οἶμαι, θήσεται ταύτην ἢ τὴν φαινομένην ταύ‐ την τοῦ ἡλίου περιφοράν· αὕτη γὰρ ἄνωθέν
10ποθεν ἐκ τοῦ κρυφίου, φασὶ, προελθοῦσα καὶ ὑπερουρανίου διακόσμου πᾶσιν ἐνέσπειρε τοῖς ἐγκοσμίοις τὸ σύμμετρον ἑκάστου φῶς. Ἢ πόθεν ἄλλοθεν τά τε ἄστρα καὶ τὸ ἀφεγγὲς τῆς ὕλης τοῦ φωτὸς μεταλαγχάνει; Τί οὖν; ἆρα τὸ φαι‐
15νόμενον τοῦτο σῶμα τοῦ φωτὸς ἀρχὴν προσ‐ εροῦμεν; ἀλλὰ διαστατόν ἐστι καὶ μεριστὸν, καὶ ἄλλο ἐξ ἄλλου μορίου τῶν ἐν αὐτῷ πρόεισι φῶς· ἡμεῖς δὲ ἐπιζητοῦμεν τὴν μίαν ἀρχὴν τοῦ φωτός. Μήποτε οὖν τὴν ψυχὴν τὴν ποδηγοῦ‐
20σαν αὐτογεννητικὴν ὑποληπτέον τοῦ φωτός; ἀλλὰ γεννᾷ μὲν καὶ αὕτη τὸ φῶς, οὐ μέντοι πρώτως· πλῆθος γάρ ἐστι καὶ αὕτη· τὸ δὲ φῶς ἔμφασιν ἔχει τῆς ἁπλῆς καὶ ἑνοειδοῦς ὑποστά‐ σεως. Μήποτε οὖν ὁ νοῦς ὁ τῆς ψυχῆς αἴτιος;
25ἀλλὰ καὶ οὗτος μᾶλλον μὲν ἥνωται τῆς ψυχῆς, οὔπω δὲ ἡ κυρίως ἀρχὴ καὶ πρώτως. Λείπεται δὴ τὸ ἓν, τοῦ νοῦ τούτου καὶ τὴν ὕπαρξιν καὶ τὸ οἷον ἄνθος, τοῦτο εἶναι τὴν πρώτην ἀρχὴν καὶ τούτου τοῦ φωτός· τοῦτο γάρ ἐστιν ὁ κυρίως
30ἥλιος ἐν τῷ ὁρατῷ βασιλεύων, ἔγγονος ὢν ἀγα‐
θοῦ. Πᾶσα γὰρ ἑνὰς ἐκεῖθεν, καὶ πᾶσα θεότης
in Prm
.

1045

ἐκ τῆς ἑνάδος τῶν ἑνάδων καὶ τῆς πηγῆς τῶν θεῶν. Καὶ ὥσπερ ἐκείνη τοῦ ἐκεῖ φωτός ἐστιν ἀρχὴ τοῖς νοητοῖς, οὕτω δὴ καὶ τῆς ἡλιακῆς τάξεως ἑνὰς τοῦ τῇδε φωτός ἐστιν ἀρχὴ τοῖς
5ὁρατοῖς· ὡς εἰ χρὴ μίαν αἰτίαν καὶ ἀρχὴν λα‐ βεῖν παντὸς τοῦ ἐγκοσμίου φωτὸς, ταύτην τὴν ἑνάδα ληπτέον ἀνάλογον οὖσαν τῷ ἑνὶ καὶ ἐν αὐτῷ κρυφίως ἱδρυμένην καὶ ἀνεκφοίτητον οὖ‐ σαν ἐξ αὐτοῦ. Ταύτης δὲ τῆς ἑνάδος πρὸ τοῦ
10νοῦ τοῦ ἡλιακοῦ τεταγμένης, ἔστι καὶ ἐν τῷ νῷ, καθὸ νοῦς, τὸ ἓν ὑπ’ αὐτοῦ μετεχόμενον, οἷον σπέρμα καταβεβλημένον εἰς αὐτὸν, δι’ οὗ συν‐ ῆπται πρὸς ἐκείνην, καὶ οὐκ ἐν τούτῳ μόνῳ, ἀλλὰ καὶ ἐν τῇ ἡλιακῇ ψυχῇ· καὶ γὰρ αὕτη
15κατὰ τὸ ἑαυτῆς ἓν ἀνάγεται διὰ μέσου τοῦ ἐν τῷ νῷ ἑνὸς πρὸς αὐτήν. Ὡσαύτως καὶ ἐν τῷ σώματι τῷ ἡλιακῷ πάντως ἐστί τι καὶ ἐκείνης ἀπήχημα· καὶ γὰρ τοῦτο δεῖ μετέχειν τῶν ὑπὲρ αὐτὸ, τῆς μὲν ψυχῆς κατὰ τὴν ζωὴν τὴν εἰς
20αὐτὸ σπαρεῖσαν, τοῦ δὲ νοῦ κατὰ τὸ εἶδος, τῆς δὲ ἑνάδος κατὰ τὸ ἓν, ἐπεὶ καὶ ἡ ψυχὴ καὶ νοῦ μετέχει καὶ ἐκείνης, καὶ αἱ μεθέξεις ἄλλαι τῶν μετεχομένων· καὶ εἴποις ἂν τοῦ ἡλιοειδοῦς φω‐ τὸς αἴτιον εἶναι προσεχῶς τοῦτο τὸ ἓν, ὅπερ
25ἔχει κατὰ τὴν τῆς ἑνάδος ἐκείνης μέθεξιν. Ὡσαύτως, εἰ ζητοίημεν τὴν πάντων σωμάτων οἷον ῥίζαν, ἀφ’ ἧς ἐβλάστησε τὰ ἐν οὐρανῷ καὶ τὰ ὑπὸ σελήνην, τά τε ὅλα καὶ τὰ μέρη, λέγοι‐ μεν ἂν ταύτην εἶναι τὴν φύσιν οὐκ ἀπεικότως,
30ἀρχὴν κινήσεως οὖσαν καὶ ἠρεμίας πᾶσι τοῖς σώ‐ μασιν, ἐν αὐτοῖς ἡδρασμένην τοῖς κινουμένοις καὶ ἠρεμοῦσι (λέγω δὲ φύσιν τὴν μίαν ζωὴν τοῦ κόσμου παντὸς ὑπερέχουσαν, καὶ μετα‐ σχοῦσαν μετὰ νοῦν καὶ ψυχὴν, διὰ νοῦ καὶ ψυ‐
35χῆς, γενέσεως), καὶ ταύτην μᾶλλον ἢ τῶν πολ‐ λῶν τι καὶ μερικῶν· οὐ μὴν οὐδὲ ταύτην κυρίως
ἀρχήν· καὶ γὰρ αὐτὴ πλῆθος ἔχει δυνάμεων,
in Prm
.

1046

καὶ δι’ ἄλλων ἄλλα κατευθύνει μέρη τοῦ παν‐ τός. Ἡμεῖς δὲ τὴν μίαν καὶ κοινὴν πάντων ἀρχὴν ἐν τῷ παρόντι ζητοῦμεν, ἀλλ’ οὐ τὰς διῃρημένας καὶ πολλὰς ἀρχάς. Ἀλλ’ εἰ δεῖ τὴν
5μίαν ἐκείνην ἀρχὴν ἀνευρεῖν, ἐπὶ τὸ ἑνικώτα‐ τον τῆς φύσεως ἀναδραμεῖν χρὴ καὶ τὸ ἄνθος αὐτῆς, καθὸ καὶ ἡ φύσις θεὸς, καὶ ὃ τῆς οἰκείας ἐξήρτηται πηγῆς, καὶ ὃ συνέχει τὸ πᾶν καὶ ἑνοῖ καὶ ἑαυτῷ ποιεῖ συμπαθές· ἐκεῖνο οὖν ἐστι
10τὸ ἓν, ἡ ἀρχὴ πάσης γεννήσεως καὶ ταῖς πολ‐ λαῖς τῆς φύσεως δυνάμεσι καὶ ταῖς μερικαῖς φύσεσι καὶ ἁπλῶς πᾶσι τοῖς ὑπὸ φύσεως βασι‐ λευομένοις. Τὸ δὴ τρίτον λέγομεν ἐπὶ τῆς γνώσεως· φαμὲν γὰρ εἶναι καὶ γνώσεως ἀρχὴν,
15οὐ δήπου φαντασίαν καὶ αἴσθησιν λέγοντες· οὐδὲν γὰρ ἐν ταύταις ἀμερές ἐστι καὶ ἄϋλον καὶ ἀσχημάτιστον γνωστόν. Ἀλλ’ οὐδὲ τὴν δο‐ ξαστικὴν καὶ διανοητικὴν γνῶσιν ἀρχὴν γνώ‐ σεως ἐροῦμεν· ἡ μὲν γὰρ οὐκ οἶδε τὰς αἰτίας,
20ἀλλ’ ἔστιν ἄλογος, ὥς φησι καὶ ἡ Διοτίμα· τὸ γὰρ ὅτι μόνον διερευνᾶται τῶν πραγμά‐ των· ἡ δὲ εἰ καὶ τὴν αἰτίαν οἶδεν, ἀλλὰ με‐ ριστῶς ἀντιλαμβάνεται τῶν πραγμάτων, καὶ οὐκ ἔχει τὸ ὅλον, οὐδὲ τὸ ἀεὶ καὶ ὡσαύτως καὶ
25τὸ ἄθρουν καὶ ἀσύνθετον καὶ τὸ ἁπλοῦν· οὐδ’ ἄρα ταῦτα ἀρχὰς τῆς γνώσεως θετέον. Μήποτε οὖν ὁ νοῦς ἀρχὴ τῆς γνώσεως; καὶ γὰρ ὁμοῦ πᾶσα ἡ ἐν αὐτῷ γνῶσις καὶ ἀμετάβατος καὶ ἀμέριστος. Ἀλλ’ εἰ μὲν ἀπλήθυντος ἦν ἡ τοῦ
30νοῦ γνῶσις, ὡς ἀπλήθυντος εἶναι πάντη καὶ μία, τάχα ἂν αὐτὴν ἀρχὴν ἐθέμεθα γνώσεως ἐπεὶ δὲ οὐ μία μόνον ἐστὶν, ἀλλὰ καὶ ποικίλη, καὶ νοήσεις ἐν αὐτῷ πολλαὶ, καὶ ὅλου νοήσεις οὐχὶ καὶ τῶν ἄλλων ἐστὶν ὁμοίως νοητῶν (ὡς
35γὰρ τὰ νοητὰ διακέκριται ἀλλήλων, οὕτω καὶ αἱ νοήσεις), ἀνάγκη μηδεμίαν τούτων εἶναι
γνώσεως ἀρχήν· ὁμοίως γάρ εἰσι πᾶσαι νοήσεις.
in Prm
.

1047

Ἀλλ’ εἰ χρὴ τὴν μίαν ἀρχὴν τῆς γνώσεως εἰ‐ πεῖν, τὸ ἓν αἰτιατέον τοῦ νοῦ τὸ γεννητικὸν πάσης τε τῆς ἐν αὐτῷ γνώσεως καὶ τῆς ἐν ταῖς δευτέραις τάξεσι τῶν ὄντων θεωρουμένης. Τοῦτο
5γὰρ ἐξῃρημένον τῶν πολλῶν ἀρχὴ τῆς γνώσεώς ἐστιν αὐτοῖς, οὐ τοιοῦτον ὑπάρχον, οἷον ἡ τῶν νοητῶν ταυτότης· αὕτη γὰρ τῇ ἑτερότητι σύστοιχος καὶ καταδεεστέρα τῆς οὐσίας ἐστί· τὸ δὲ ἓν ἐπέκεινα τῆς νοερᾶς οὐσίας καὶ συν‐
10εκτικὸν αὐτῆς, καὶ διὰ τοῦτο τὸ ἓν θεός ἐστι καὶ νοῦς, ἀλλὰ οὐ διὰ τὸ ταὐτὸν οὐδὲ διὰ τὴν οὐσίαν· οὐδὲ γὰρ ὅλως, καθὸ νοῦς, θεός· νοῦς γὰρ δὴ καὶ ὁ μερικὸς νοῦς, ἀλλ’ οὐ θεός· καὶ νοῦ μὲν ἴδιον τὸ θεωρεῖν καὶ νοεῖν τὰ ὄντα καὶ
15κρίνειν· θεοῦ δὲ, τὸ ἑνίζειν, τὸ γεννᾷν, τὸ προ‐ νοεῖν, [καὶ] ἕκαστον τῶν τοιούτων. Τῷ οὖν ἑαυ‐ τοῦ μὴ νῶ θεός ἐστιν ὁ νοῦς· καὶ τῷ ἑαυτοῦ μὴ θεῷ νοῦς ἐστιν ὁ ἐν αὐτῷ θεός· καὶ ὁ θεῖος νοῦς, τὸ ὅλον, οὐσία νοερὰ μετὰ τῆς οἰκείας
20ἀκρότητος καὶ τῆς οἰκείας ἐστὶν ἑνότητος, ἑαυτὴν μὲν γινώσκουσα καθόσον νοερὰ, μεθύουσα δὲ, ὥς τίς φησι, τῷ νέκταρι, καὶ ὅλην γεννῶσα τὴν γνῶσιν, καθόσον ἐστὶν ἄνθος τοῦ νοῦ καὶ ὑπερούσιος ἑνάς. Πάλιν οὖν καὶ τὴν ἀρχὴν τῆς
25γνώσεως ζητοῦντες ἐπὶ τὸ ἓν ἀναβεβήκαμεν. Καὶ οὐκ ἐπὶ τούτων μόνων, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων πάντων ὁμοίως ἂν εὕροιμεν τὰς μὲν μο‐ νάδας ἡγουμένας τῶν οἰκείων ἀριθμῶν, τὰς δὲ τῶν μονάδων ἑνάδας ἀρχὰς κυριωτάτας τῶν
30πραγμάτων ὑπαρχούσας· πανταχοῦ γὰρ ἀρχὴ τὸ ἕν ἐστι. Καὶ περὶ ταύτης ἂν φήσειε τῆς ἀρχῆς καὶ ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης τὸ, ἀρχὴ δὲ ἀγένητον. Εἰ γὰρ καὶ μηδὲν τῶν εἰδῶν ὅλον ἐκλείπειν δυνατὸν, πολλῷ δήπου μᾶλλον καὶ
35τὴν μίαν ἀρχὴν ἑκάστου σώζεσθαι καὶ μένειν ἀϊδίως ἀναγκαῖον, ἵνα περὶ ταύτην καὶ πᾶν ὑφ‐
ίστηται τὸ πλῆθος οἰκείως ἀφ’ ἑκάστης ὁρμω‐
in Prm
.

1048

μένων. Ταὐτόν ἐστιν εἰπεῖν ἑνάδα καὶ ἀρχὴν, εἴπερ ἡ ἀρχὴ πανταχοῦ τὸ ἑνικώτατον· ὥστε ὁ περὶ τοῦ ἑνὸς παντὸς διαλεγόμενος περὶ ἀρχῶν ἂν ποιοῖτο τὸν λόγον, καὶ οὐδὲν ταύτῃ διενή‐
5νοχε περὶ ἀρχῶν λέγειν εἶναι τὴν πρόθεσιν ἢ περὶ τοῦ ἑνός. Πᾶσαν οὖν τὴν ἀσώματον οὐσίαν ἓν ἠξίουν καὶ οἱ ἄνδρες ἐκεῖνοι προσαγορεύειν, ἄλλα δὲ τὴν σωματικὴν καὶ ὅλως μεριστήν· ὥστε ὅπως ἂν λαμβάνοις τὸ ἓν, οὐκ ἐκβαίνεις
10τὴν τῶν ἀσωμάτων ὑποστάσεων καὶ τῶν ἀρχι‐ κῶν ἑνάδων θεωρίαν· πᾶσαι γὰρ αἱ ἑνάδες ἐν ἀλ‐ λήλαις εἰσὶ καὶ ἥνωνται πρὸς ἀλλήλας, καὶ πολλῷ μείζων ἡ ἕνωσις ἐκείνων τῆς ἐν τοῖς οὖσι κοινωνίας καὶ ταυτότητος. Ἔστι μὲν γὰρ
15καὶ ἐν τούτοις σύγκρισις τῶν εἰδῶν, καὶ ὁμοιό‐ της καὶ φιλία καὶ μέθεξις ἀλλήλων· ἡ δὲ ἐκεί‐ νων ἕνωσις, ἅτε ἑνάδων οὖσα, πολλῷ μᾶλλόν ἐστιν ἑνοειδὴς καὶ ἄῤῥητος καὶ ἀνυπέρβλητος· πᾶσαι γάρ εἰσιν ἐν πάσαις, ὃ μὴ ἔστιν ἐν τοῖς
20εἴδεσι· ταῦτα γὰρ μετέχει μὲν ἀλλήλων, πάντα δὲ ἐν πᾶσιν οὐκ ἔστιν. Ἀλλ’ ὅμως καὶ ταύτης οὔσης ἐκεῖ τῆς ἑνώσεως, οὕτω θαυμαστή τίς ἐστι καὶ ἀμιγὴς αὐτῶν ἡ καθαρότης, καὶ ἡ ἑκάστων ἰδιότης πολλῷ τελεώτερον τῆς τῶν
25εἰδῶν ἑτερότητος, ἀσύγχυτα τηροῦσα τὰ θεῖα καὶ διακεκριμένας τὰς οἰκείας δυνάμεις· ὥστε ἄλλα μὲν εἶναι τὰ ὁλικώτερα, ἄλλα δὲ τὰ με‐ ρικώτερα, καὶ ἄλλα μὲν τὰ κατὰ τὴν μονὴν, ἄλλα δὲ τὰ κατὰ τὴν πρόοδον, ἄλλα δὲ τὰ
30κατὰ τὴν ἐπιστροφὴν, καὶ ἄλλα μὲν τὰ γεννη‐ τικὰ, ἄλλα δὲ τὰ ἀναγωγικὰ, ἄλλα δὲ τὰ δη‐ μιουργικὰ, καὶ ἁπλῶς ἄλλην ἄλλων εἶναι θεῶν ἰδιότητα συνοχικὴν, τελεσιουργὸν, δημιουργι‐ κὴν, ἀφομοιωτικὴν, καὶ ὅσας μετὰ τούτων ὑμ‐
35νουμένας παρειλήφαμεν. Οὔσης δὲ ἐκεῖ καὶ ἑνώσεως ἀφράστου καὶ τῆς ἑκάστων ἰδιότητος
(καὶ γὰρ πᾶσαι ἐν πάσαις αἱ ἑνάδες, καὶ ἑκά‐
in Prm
.

1049

στη χωρὶς), ἡμεῖς ἀπὸ τῶν δευτέρων καὶ τῶν ἐξηρτημένων τήν τε ἕνωσιν αὐτῶν καὶ τὴν ἰδιό‐ τητα γινώσκομεν. Καὶ γὰρ ἐπὶ τῶν ἐμφανῶν θεῶν ἄλλην μὲν εἶναι τὴν ἡλιακὴν ψυχὴν, ἄλ‐
5λην δὲ τὴν χθονίαν λέγομεν, ὁρῶντες καὶ τὰ φαινόμενα σώματα πολλὴν ἔχοντα τὴν ἐξαλλα‐ γὴν κατά τε τὴν οὐσίαν καὶ τὰς δυνάμεις καὶ τὴν ἐν τοῖς ὅλοις ἀξίαν. Ὥσπερ οὖν ἐκ τῆς αἰσθήσεως ὁρμώμενοι τὴν τῶν ἀσωμάτων οὐ‐
10σιῶν διαφορὰν λαμβάνομεν, οὕτω δὴ καὶ ἐκ τῆς τῶν ἀσωμάτων οὐσιῶν ἐξαλλαγῆς τὴν τῶν πρώτων ἑνάδων καὶ ὑπερουσίων ἀμιγῆ διάκρι‐ σιν γινώσκομεν καὶ τὰς ἑκάστων ἰδιότητας· ἑκάστη γὰρ ἑνὰς ἔχει πλῆθος ἐξηρτημένον, ἡ
15μὲν νοητὸν, ἡ δὲ νοερὸν, ἐχούσης τῆς μὲν καὶ νοητὸν ἅμα καὶ νοερὸν ἁπλῶς, καὶ ταύτης ᾗ μὲν ἀμέθεκτον, ᾗ δὲ μεθεκτὸν, καὶ ταύτης ᾗ μὲν ὑπερκόσμιον, ᾗ δὲ ἐγκόσμιον· καὶ μέχρι τούτων ἡ τῶν ἑνάδων πρόοδος. Θεωροῦντες οὖν
20τὸ πλάτος τῆς ἀσωμάτου πάσης ὑποστάσεως τῆς ὑπεστρωμένης αὐτοῖς καὶ τὴν κατὰ μέτρα προϊοῦσαν ἐξαλλαγὴν ἀπὸ τοῦ κρυφίου πρὸς τὸ διακεκριμένον, εἶναι δήπου καὶ ἐν αὐταῖς ταῖς ἑνάσιν ἰδιότητα καὶ τάξιν μετὰ τῆς ἑνώσεως
25πιστεύομεν. Ἐκ γὰρ τῆς τῶν μετεχόντων δια‐ φορᾶς τὴν τῶν μετεχομένων διάκρισιν γνωρί‐ ζομεν· οὐ γὰρ ἂν τοῦ αὐτοῦ μετέχοντα ἀπαρ‐ αλλάκτως τοσαύτην ἔσχε τὴν πρὸς ἄλληλα διαφοράν.
30 Ἀλλὰ ταῦτα μὲν εἰρήσθω περί τε τῆς ὑπο‐ στάσεως τῶν πρώτων ἑνάδων καὶ τῆς ἐν ἀλ‐ λήλαις αὐτῶν κοινωνίας τε καὶ διακρίσεως, ὧν τὴν μὲν ἰδιότητα, τὴν δὲ ἕνωσιν καλεῖν εἰώθα‐ μεν, ἀντιδιαστέλλοντες αὐτὰς καὶ τοῖς ὀνό‐
35μασιν ἀπὸ τῆς ἐν ταῖς οὐσίαις ταὐτότητος καὶ ἑτερότητος· ὑπερούσιοι γὰρ αἱ ἑνάδες αὗται, καὶ, ὥς φησί τις, ἄνθη καὶ ἀκρότητες. Οὔσης δὲ ἐν αὐταῖς, ὥσπερ εἴπομεν, καὶ τῆς ἑνώσεως καὶ τῆς διακρίσεως, τοῦτο πραγματευόμενος ὁ
40Παρμενίδης, ὅπως ἂν ἐκφαίνῃ πᾶσαν αὐτῶν τὴν
in Prm
.

1050

πρόοδον ἄνωθεν ἀπὸ τῆς ἐξῃρημένης ἑνάδος, παραλαμβάνει μὲν εἰς ὑπόθεσιν τὸ ἓν τὸ ἑαυ‐ τοῦ, τοῦτο δέ ἐστι τὸ ἐν τοῖς οὖσι θεωρούμενον, καὶ τοῦτο τεθέαται ποτὲ μὲν ᾗ ἓν, ποτὲ δὲ ᾗ
5μετεχόμενον· τὸ μὲν ἡγούμενον φυλάττεται ταὐτὸν ἀεὶ θεωρῶν αὐτὸ πλεοναχῶς, ἐξαλλάτ‐ τει δὲ τὸ ἑπόμενον, ἵνα διὰ μὲν τῆς τοῦ ἡγου‐ μένου ταυτότητος τὴν ἕνωσιν ἐνδείξηται τῶν θείων ἑνάδων (ἣν γὰρ ἂν τούτων λάβοις, τὴν
10αὐτὴν ταῖς ἄλλαις λαμβάνεις, διότι δὴ πᾶσαι καὶ ἐν ἀλλήλαις εἰσὶ καὶ ἐνεῤῥίζωνται τῷ ἑνί· καθάπερ γὰρ τὰ δένδρα ταῖς ἑαυτῶν κορυφαῖς ἐνίδρυνται τῇ γῇ καὶ ἔστι γήϊνα κατ’ ἐκείνας, τὸν αὐτὸν τρόπον καὶ τὰ θεῖα ταῖς ἑαυτῶν ἀκρό‐
15τησιν ἐνεῤῥίζωνται τῷ ἑνὶ, καὶ ἕκαστον αὐτῶν ἑνάς ἐστι καὶ ἓν διὰ τὴν πρὸς τὸ ἓν ἀσύγχυτον ἕνωσιν)· διὰ δὲ τῆς ἐξαλλαγῆς τοῦ ἑπομένου, ποτὲ μὲν τὸ ὅλον, ποτὲ δὲ τὸ σχῆμα, ποτὲ δὲ ἄλλο τι προσλαμβάνων, καὶ ταῦτα καταφα‐
20τικῶς ἢ ἀποφατικῶς, τὴν διάκρισιν αὐτῶν καὶ τὴν ἰδιότητα τῶν θείων τάξεων ἑκάστης· διὰ δὲ τοῦ συνημμένου παντὸς, ὁμοῦ τήν τε κοινω‐ νίαν τῶν θείων καὶ τὴν ἄμικτον ἑκάστων καθ‐ αρότητα. Καὶ διὰ τοῦτο, ἓν μὲν τὸ ἡγούμενον,
25πολλὰ δὲ τὰ ἑπόμενα καὶ πολλὰ τὰ συνημμένα καὶ ὑποθέσεις πλείους δυοῖν, τοῦ Παρμενίδου διὰ τῆς τοῦ ἑνὸς ὄντος ὑποθέσεως ποτὲ μὲν ἐπὶ τὸ ἓν τὸ πρὸ τῶν μεθεκτικῶν ἑνάδων ἀνατρέ‐ χοντος, ποτὲ δὲ τὸ ἐν τοῖς οὖσι πλάτος αὐτῶν
30διεξιόντος, ποτὲ δὲ τὴν ὑφειμένην τοῦ ὄντος αὐτῶν ὑπόστασιν ἀνευρίσκοντος. Ὅλως δὲ, ἐπειδὴ προείρηται περὶ τῆς μεθόδου ταύτης ὅτι σκοπὸς αὐτῇ θεμένῃ τόδε τι κατιδεῖν τί ἕπεται αὐτῷ πρὸς αὑτὸ καὶ τὰ ἄλλα καὶ τί
35οὐχ ἕπεται, καὶ αὖ τοῖς ἄλλοις πρός τε ἄλληλα καὶ πρὸς τὸ ὑποτεθὲν, ὀψόμεθα ὅπως καὶ αὐτὸς κατὰ μὲν τὴν πρώτην ὑπόθεσιν λαμβάνει τίνα οὐχ ἕπεται τῷ ἑνὶ καὶ πρὸς αὑτὸ καὶ πρὸς τὰ ἄλλα, κατὰ δὲ τὴν δευτέραν τίνα τὰ ἑπόμενα,
40κατὰ δὲ τὴν τρίτην τίνα τὰ ἑπόμενα καὶ οὐχ
in Prm
.

1051

ἑπόμενα· καὶ ὅπως ἐν ταῖς δύο πάλιν ὑποθέσεσι θεωρεῖ τίνα τὰ ἑπόμενα τοῖς ἄλλοις πρὸς αὑτὰ καὶ τὸ ὑποτεθὲν καὶ οὐχ ἑπόμενα, καὶ αὐτὸς πῶς ἐν ταῖς λοιπαῖς τέτρασι διαποικίλλει τὰς
5ὑποθέσεις ὁμοίως· ὥστε οὐ χρὴ ταράττεσθαι πρὸς τὸ πλῆθος βλέποντα τῶν ὑποθέσεων, οὐδὲ οἴεσθαι αὐτῶν ἐκβαίνειν τὴν προκειμένην μέθο‐ δον, οὐδὲ ἀφίστασθαι τῆς περὶ τῶν ἀρχῶν ἑνά‐ δος θεωρίας, ἀλλ’ ὁμοῦ τήν τε ἕνωσιν αὐτῶν
10ἐπιδεικνύναι καὶ τὴν διάκρισιν· πᾶσαι γάρ εἰσιν ἐν τῷ μένειν ἐν ἑνὶ συνηνωμέναι, καὶ διακέ‐ κρινται τῷ διάφορον τὴν πρόοδον ἀπὸ τοῦ ἑνὸς πεποιῆσθαι. Καὶ μὴ θαυμάσῃς εἰ ἐπὶ τῶν θείων ἑνάδων ταῦτα λέγομεν· ἀλλὰ γὰρ καὶ ἐπὶ τῶν
15νοερῶν οὐσιῶν οὕτως εἰώθαμεν καλεῖν ἀμέρι‐ στον οὐσίαν καὶ μίαν πᾶσαν τὴν νοερὰν, καὶ τοὺς νοῦς πάντας ἕνα, καὶ τὸν ἕνα τοὺς πάντας, διὰ τὴν ταυτότητα τὴν συναγωγὸν καὶ συνεκτι‐ κὴν πάσης τῆς νοερᾶς ὑποστάσεως. Εἰ δὲ ἐπὶ
20τούτων οὕτως, τί χρὴ περὶ αὐτῶν οἴεσθαι τῶν ἐν τοῖς οὖσιν ἑνάδων; οὐχ ὡς ἥνωνται διαφερόν‐ τως; οὐχ ὡς ἐν ἀλλήλαις εἰσίν; οὐχ ὡς ἡ σύγ‐ κρασις αὐτῶν ἐστιν ἀνυπέρβλητος; οὐχ ὡς ἀν‐ εκφοίτητοι τοῦ ἑνός εἰσιν; οὐχ ὡς μορφὴν ἔχουσι
25πᾶσαι τοῦ ἑνός; Πανταχοῦ γοῦν τὰ πρῶτα μορ‐ φὴν ἔχει τῆς ἑαυτῶν αἰτίας. Καὶ γὰρ τῶν σω‐ μάτων τὸ πρώτιστον ζωτικώτατον ψυχῇ παρα‐ πλησίως, καὶ ψυχῶν ἡ πρώτη νοειδὴς, καὶ ὁ νοῦς ὁ πρώτιστος θεός· ὥστε καὶ τῶν ἀριθμῶν
30ὁ πρώτιστος ἑνοειδὴς καὶ ἑναδικός ἐστι καὶ ὑπερούσιος, ὡς τὸ ἕν. Εἰ οὖν καὶ αἱ ἑνάδες καὶ ἀριθμός ἐστι, καὶ τὸ πλῆθος ἐκεῖ καὶ ἡ ἕνωσις. Ταῦτα μὲν οὖν προειρήσθω περὶ τούτων ἡμῖν.
35Ἐπεὶ δὲ ἄλλα κατ’ ἄλλας ὑποθέσεις καὶ ἀναι‐ ρεῖ καὶ τίθησιν ὁ Παρμενίδης, καὶ τὰ αὐτὰ πολλάκις ὡδὶ μὲν ἀποφάσκει, καταφάσκει δὲ ἐπ’ ἄλλων, καὶ ὅλως δῆλός ἐστιν ὄντως πραγ‐ ματειώδη παιδιὰν παίζων καὶ δι’ αὐτῆς ὁδεύων
40τῆς φύσεως, ἀλλ’ οὐχ, ὥς τινες ὕθλησαν, ἄψυ‐
in Prm
.

1052

χόν τινα καὶ κενὴν τῶν πραγμάτων μετιὼν τὴν λογικὴν γυμνασίαν οὐδὲ ἐπὶ τοῖς ἐνδόξοις ἐπιχειρήμασι μεγαλοπρεπῶς καλλωπιζόμενος, ἔδοξε τοῖς πρὸ ἡμῶν, ὅσοι δὴ καὶ γνησίως ἐφή‐
5ψαντο τῆς τοῦ Πλάτωνος ἀκροάσεως, καὶ πράγ‐ ματα ἄττα ταῖς ὑποθέσεσιν ἐφαρμόσαι ταύταις οἰκείως, ἵνα καθ’ ἑκάστην ὑπόθεσιν ἀναφαίνη‐ ταί τις τάξις τῶν ὄντων ἀνευρισκομένη ταῖς τοῦ Παρμενίδου μεθόδοις καὶ θεωρουμένη τὸ διάφο‐
10ρον τῶν ἄλλων ὑφεστηκότων, καὶ τῆς αὐτῆς, καὶ ἣν ἔχει πρὸς τὰ ἄλλα συντέλειαν. Καὶ τοῦτο δόξαν αὐτοῖς, ἄλλοι κατ’ ἄλλας ἀτρα‐ ποὺς τῶν πραγμάτων πεποίηνται διανομήν. Τοσοῦτον μὴν προδιοριστέον τῶν ῥηθησομένων
15τί καλοῦσιν ὑπόθεσιν, οἷς ἐμέλησε τοῦ πράγ‐ ματός τισιν ἐφαρμόσαι τὰς ἀποδείξεις· καὶ ὅτι οὐ πρὸς τὴν μέθοδον ἁπλῶς ὁρῶσι (δύο γάρ εἰσι κατ’ ἐκείνην ὑποθέσεις, ἡ μὲν εἶναι τιθεῖσα τὸ προκείμενον, ἡ δὲ μὴ εἶναι μόνον), ἀλλὰ
20ταύτην ὀνομάζουσιν ὑπόθεσιν, ἥτις ἀναλαβοῦσα τῆς μεθόδου τὸ μέρος συνάγει τὰ ὅμοια συμ‐ περάσματα ἢ πάντα καταφατικὸν ἢ ἀποφατι‐ κὸν ἢ ἀμφότερα. Διαφέρει δὲ αὐτοῖς οὐδὲν, εἴτε πρὸς ἑαυτὸ εἴτε πρὸς ἄλλο τι ταῦτα συνάγο‐
25μεν, ἀλλ’ εἰ τὸ ποιὸν εἴη μόνον ταὐτόν· καὶ οὑτωσὶ ποιοῦσιν ἄλλας μὲν ὑποθέσεις ἐπὶ τοῦ ἑνὸς, ἄλλας δὲ καὶ ἐπὶ τῶν ἄλλων τοῦ ἑνός· ἐφ’ ἑκάστων δὲ ἁπλῶς, τῶν αὐτῶν ἡγουμένων, ἐὰν τὰ ἑπόμενα τῷ ποιῷ διαφέρῃ, τοῦτο κα‐
30λοῦσιν ὑπόθεσιν. Τούτου δὲ διορισθέντος, ἐπὶ τὰ ἑπόμενα χωροῦμεν. Οἱ μὲν οὖν εἰς ὀκτὼ τὰς ὑποθέσεις πάσας διελόντες, ἐν μὲν τῇ πρώτῃ φασὶ περὶ τοῦ ἑνὸς αὐτῷ γεγονέναι τὸν λόγον ἐν δὲ τῇ δευτέρᾳ περὶ τοῦ νοῦ καὶ τῆς νοερᾶς
35ὑποστάσεως, ἐν δὲ τῇ τρίτῃ περὶ ψυχῶν τῶν λογικῶν, ἐν δὲ τῇ τετάρτῃ περὶ τῶν ἀλόγων ψυχῶν, ἐν δὲ τῇ πέμπτῃ περὶ ὕλης ᾗ πρόσ‐ εστιν ἤδη τις ἐπιτηδειότης πρὸς τὴν μετουσίαν τῶν εἰδῶν, ἐν δὲ τῇ ἕκτῃ περὶ ὕλης, ἀλλὰ τῆς
40κεκοσμημένης λοιπὸν καὶ κατ’ ἐνέργειαν τὰ εἴδη
in Prm
.

1053

καταδεδεγμένης, ἐν δὲ τῇ ἑβδόμῃ περὶ ὕλης μὲν, ἀλλὰ τῆς ἐστερημένης πάντη τῶν τε εἰ‐ δῶν αὐτῶν καὶ τῆς πρὸς τὴν μετουσίαν αὐτὴν ἐπιτηδειότητος, αὐτῆς καθ’ ἑαυτὴν ψιλῶς λαμ‐
5βανομένης, ἐν δὲ τῇ ὀγδόῃ περὶ τοῦ ἐνύλου εἴδους· τοῦτο γάρ ἐστιν ὑπόλοιπον μὲν ταῖς ἀρχαῖς μετὰ τὸ ἓν, μετὰ τὸν νοῦν, μετὰ τὰ διττὰ γένη τῶν ψυχῶν, μετὰ τὴν πολυθρύλλη‐ τον ὕλην. Ἀλλ’ αὕτη μὲν ἡ διάταξις κατορ‐
10θοῦσα περὶ τὸ φυλάττειν ἑκάστην ἀρχῶν (καὶ γὰρ τὸ ἔνυλον εἶδος ἀρχή τίς ἐστιν, εἰ καὶ στοιχειώδης καὶ ὕλη· καὶ ἡ ψυχὴ δὲ ἀρχὴ πάν‐ τως, εἰ καὶ ἄλλως μὲν ἡ ἄλογος, ἄλλως δὲ ἡ λογική· καὶ αὐτὸς πρὸς τούτοις ὁ πολυτίμητος
15νοῦς, καὶ πολλῷ πλέον ὁ θεός)· ταῦτα δ’ οὖν φυλάττουσα, πλημμελεῖ περὶ τὸν ἀριθμὸν καὶ τὴν τάξιν αὐτῶν· σαφῶς γὰρ ἐννέα τῶν ὑποθέ‐ σεων οὐσῶν, ὡς ἐπ’ αὐτῶν δειχθήσεται τῶν τοῦ Πλάτωνος λέξεων, συστέλλει τὸν ἀριθμὸν αὐ‐
20τῶν οὐ δεόντως· καὶ δὴ καὶ τὴν τάξιν ἀναιρεῖ τῶν πραγμάτων, ἔσχατον εἰσάγουσα τὸ εἶδος, ὃ κρεῖττόν ἐστι τῆς ὕλης τῆς ἐστερημένης οὐχὶ τῶν εἰδῶν μόνων, ἀλλὰ καὶ τῆς ἐπιτηδειότη‐ τος αὐτῆς· καὶ ἄλλως πρὸ τῆς κεκοσμημένης
25ὕλης τάττουσα τὴν ἀκόσμητον καὶ ἐμφάσεις ἔχουσαν ψιλὰς τῶν εἰδῶν. Τοῦτο μὲν οὖν καὶ λόγου τινὸς παρ’ αὐτοῖς τοῖς ἐπιστήσασιν ἔτυχε· πρώτη γὰρ, φασὶν, ἡ κατ’ ἐπιτηδειότητα μό‐ νον τῆς ὕλης ὑπόθεσις ἄγεται, διότι τρανεστέρα
30μέν ἐστι τῆς μηδὲ τὴν ἐπιτηδειότητα ταύτην καταδεδεγμένης, ἀμυδροτέρα δὲ τῆς ἤδη κε‐ κοσμημένης, καὶ μᾶλλον δεικνύναι δύναται τὴν τῆς ὕλης φύσιν τῆς ἤδη τοῖς εἴδεσι κατ‐ εχομένης, ἧττον δέ ἐστιν ἄμεμπτος λογισμῷ
35τῆς πάντη μετὰ τῆς στερήσεως θεωρουμένης. Ἀλλὰ τούτοις μὲν καὶ ἄλλοι πλείους καὶ ἐπ‐ έστησαν καὶ ἀντέγραψαν· τῶν δὲ εἰς ἐννέα πε‐ ποιημένων τὰς τῶν ὑποθέσεων διαιρέσεις, οἱ μὲν οὕτως τὰ πράγματα διανέμουσιν· ἡ πρώτη
40περὶ θεοῦ τοῦ πρωτίστου (πάντες γὰρ τοῦτο
in Prm
.

1054

κοινὸν ἔχουσιν), ἡ δευτέρα περὶ τοῦ νοητοῦ πλάτους, ἡ τρίτη περὶ ψυχῆς (ἀλλ’ οὐχὶ τῆς λογικῆς μόνον, ὡς οἱ πρὸ αὐτῶν ἔλεγον), ἡ τετάρτη περὶ σώματος κεκοσμημένου τινὸς, ἡ
5πέμπτη περὶ ἀκοσμήτου σώματος, ἡ ἕκτη περὶ ὕλης κεκοσμημένης, ἡ ἑβδόμη περὶ ὕλης, ἀκο‐ σμήτου δὲ ταύτης, ἡ ὀγδόη περὶ τῶν ἐνύλων εἰδῶν ἐν τῷ ὑποκειμένῳ μέντοι θεωρουμένων, ἡ ἐννάτη περὶ τῶν ἐνύλων εἰδῶν ἐφ’ ἑαυτῶν χωρὶς
10τῆς ὕλης ἐξεταζομένων. Τούτοις δὲ ὑπάρχει μὲν ἡ τάξις ἐστὶν ὅπη καὶ τὸ εὐδιαίρετον· δὶς δὲ τὰ αὐτὰ παραλαμβάνουσιν· ἡ γὰρ κεκοσμημένη ὕλη τίνι διαφέρει τοῦ ἀκοσμήτου σώματος ἢ κεκοσμημένου, λέγειν οὐχ ἕξομεν· εἴτε γὰρ τὸ
15ἄποιον γενομένη σῶμα κεκόσμηται, ταὐτόν ἐστι τῷ ἀκοσμήτῳ σώματι καὶ δὴ ἔσται ταὐ‐ τόν. Καὶ ἔτι οὐκ ἀρχὰς τῶν ὄντων εἰσάγουσι· πῶς γὰρ ἡ ἀρχὴ τῷ σώματι κεκοσμημένον; πῶς δὲ οὐχὶ τοῦτό ἐστι τὸ ἐκ τῶν ἀρχῶν ὑφ‐
20ιστάμενον; πῶς δὲ καὶ ἡ πέμπτη περὶ ἀκο‐ σμήτου σώματος; αὕτη μὲν συνάγει διαῤῥήδην ὡς οὔτε ἕστηκεν οὔτε κινεῖται τὰ ἄλλα μὴ μετέχοντα τοῦ ἑνός· τὸ δὲ ἀκόσμητον σῶμα, πλημμελῶς μὲν καὶ ἀτάκτως, κινούμενον δὲ ὁ
25Τίμαιος προσηγόρευκε. Πῶς δὲ καὶ τὸ ἄνευ ὕλης κατ’ ἐπίνοιαν λαμβανόμενον εἶδος ἀρχὴ ἂν εἴη τινός; αἱ γὰρ ἀρχαὶ κατ’ ἐπίνοιαν τὴν ὑπό‐ στασιν οὐκ ἔχουσιν, ἀλλὰ καθ’ ὕπαρξιν· ἐφ’ ὧν γοῦν ἡ ἐπίνοια τὸ κῦρος ἔλαχεν, ἀρθείσης τῆς
30ἐπινοίας οἴχεται καὶ ἡ τῶν ὑπονοουμένων ὑπό‐ στασις· αἱ δὲ ἀρχαὶ δι’ ἑαυτάς εἰσιν ἀρχαὶ καὶ οὐ διὰ τὰς ἡμετέρας ἐπινοίας. Καὶ ὅλως πολλὰ καὶ πρὸς ταύτην ἀντείρηται τὴν δόξαν σαφῶς, καὶ τῆς ἐννάτης ὑποθέσεως πάντα ἀνατρεπού‐
35σης, καὶ οὐδὲν οὔτε κατ’ ἐπίνοιαν ἐώσης τῶν ὄντων τινὸς, καὶ ἀντιφθεγγομένης πρὸς τοῦτο τὸ κατ’ ἐπίνοιαν λεγόμενον εἶδος. Οἱ δὲ μετὰ τούτους κατ’ ἄλλον τρόπον εἰσάγοντες τὰ ὄντα, τὴν μὲν πρώτην λέγοντες εἶναι περὶ θεοῦ καὶ
40θεῶν· οὐ γὰρ μόνον περὶ τοῦ ἑνὸς, ἀλλὰ καὶ
in Prm
.

1055

περὶ πασῶν τῶν θείων ἑνάδων αὐτὴν ποιεῖσθαι τὸν λόγον νοητῶν· τὴν δὲ τρίτην, οὐκ ἔτι περὶ ψυχῆς, ὡς οἱ πρὸ αὐτῶν, ἀλλὰ περὶ τῶν κρειτ‐ τόνων ἡμῶν γενῶν, ἀγγέλων, δαιμόνων, ἡρώων
5(ταῦτα γὰρ τὰ γένη προσεχῶς ἐξηρτῆσθαι τῶν θεῶν καὶ εἶναι καὶ αὐτῶν κρείττονα τῶν ὅλων ψυχῶν· τοῦτο δὴ τὸ παραδοξότατόν φασι, καὶ διὰ τοῦτο τὴν πρὸ τῶν ψυχῶν ἐν ταῖς ὑποθέ‐ σεσι τάξιν λαβεῖν)· τὴν δὲ τετάρτην περὶ ψυ‐
10χῶν τῶν λογικῶν, τὴν δὲ πέμπτην περὶ τῶν προσυφαινομένων ταῖς λογικαῖς ψυχαῖς δευτέ‐ ρων ψυχῶν, τὴν δὲ ἕκτην περὶ τῶν ἐνύλων εἰδῶν καὶ πάντων τῶν σπερματικῶν λόγων, τὴν δὲ ἑβδόμην περὶ αὐτῆς λοιπὸν τῆς ὕλης, τὴν δὲ
15ὀγδόην περὶ τοῦ οὐρανίου σώματος, τὴν δὲ ἐν‐ νάτην περὶ τοῦ γεννητοῦ καὶ ὑπὸ σελήνην σώ‐ ματος· οὗτοι δὲ κατορθοῦσι μὲν ὅτι δὶς ταὐτὸν οὐ παραλαμβάνουσι, τὰ δὲ κρείττονα γένη παρ‐ εισκυκλοῦσιν οὐ δεόντως· εἴτε γὰρ νοερά ἐστιν,
20ἔχομεν ἐν τῇ δευτέρᾳ ὑποθέσει περὶ παντὸς τοῦ νοεροῦ πλάτους λόγον· εἴτε ψυχικὰ, δῆλον ὡς εἰς τὴν περὶ ψυχῆς ὑπόθεσιν περιλήψεται καὶ τὴν τούτων θεωρίαν. Πρόσεστι δὲ καὶ τούτοις ἀποτελέσματα παραλαμβάνειν, ἀλλ’ οὐκ ἀρχὰς
25ἐν ταῖς τελευταίαις ὑποθέσεσι. Κοινὸν δὲ πάν‐
in Prm
.

1056

των ἐστὶ παρόραμα ἐν τούτοις, τὸ μὴ κατιδεῖν ὡς αἱ μὲν πέντε τῶν ὑποθέσεων ἀληθῆ συν‐ άγουσιν, αἱ δὲ λοιπαὶ τέσσαρες ἄτοπά τινα δει‐ κνύουσι· καὶ γὰρ τοῦτο ἦν τὸ τῷ Παρμενίδῃ
5προκείμενον δεῖξαι πῶς, τοῦ ἑνὸς ὄντος, πάντα ἀπογεννᾶται τὰ ὄντα, καὶ πῶς, μὴ ὄντος, ἀν‐ αιρεῖται τὰ πάντα καὶ οὐδὲν ἔτι οὐδαμοῦ ἔσται· καὶ ἡ πᾶσα μέθοδος τοῦτο παρακελεύεται δει‐ κνύναι καὶ διὰ τῆς θέσεως τῶν ἀληθῶν καὶ διὰ
10τῆς ἀναιρέσεως τῶν ψευδῶν. Οἷόν ἐστι τὸ ὑπο‐ τεθέν· εἰ μέν ἐστι πρόνοια, πάντα ὀρθῶς ἕξει τὰ ὄντα· εἰ δὲ μὴ ἔστι πρόνοια, οὐδὲν ἕξει καλῶς, ἀλλὰ καὶ τὰ ὅλα καὶ τὰ μέρη πολι‐ τεύσεται κακῶς· ἔστιν ἄρα πρόνοια· καὶ γὰρ τὸ
15εἶναι αὐτὴν ἀγαθῶν αἴτιον, καὶ τὸ μὴ εἶναι κακῶν. Ἔδει τοίνυν ἐπιστῆσαι καὶ τούτους ὅτι τῷ Παρμενίδῃ σκοπὸς δεῖξαι τῷ μὲν εἶναι τὸ ἓν πάντα τὰ ὄντα λαγχάνοντα τὴν ὑπόστα‐ σιν, τῷ δὲ μὴ εἶναι πᾶσαν ἄρδην ἀφανιζομένην
20τῶν πραγμάτων τὴν φύσιν (ὃ δὴ καὶ ἐν τῷ συμπεράσματι πασῶν τῶν ὑποθέσεων λέγει διαῤῥήδην αὐτός)· καὶ τοῦτο συνιδόντας μὴ πάντως καὶ ἐν ταῖς λοιπαῖς τέτρασι τῶν ὑπο‐ θέσεων πράγματα εἰσάγειν ἕτερα μηδὲ οἷον εὐ‐
25θεῖαν ὁδεύειν, ἀλλὰ διὰ μὲν τῶν πέντε ὑπο‐
in Prm
.

1057

θέσεων θεωρεῖν τὰς τῶν ὄντων ἀρχὰς, διὰ δὲ τῶν τεσσάρων ἰδίας μὲν φύσεις μὴ ζητεῖν, ἀπ‐ ελέγχειν δὲ ὅπως ἀναιρουμένου τοῦ ἑνὸς πολλὰ καὶ ἀδύνατα συμβαίνει τῶν δοκούντων ἡμῖν
5εἶναι δυνατῶν. Τοῦτο δὴ τὸ παρόραμα πρῶτος, ὧν ἡμεῖς ἴσμεν, ὁ ἐκ Ῥόδου φιλόσοφος φυλα‐ ξάμενος ἄλλον τρόπον καὶ αὐτὸς διατίθησι τὰς ὑποθέσεις. Δέκα μὲν γὰρ ποιεῖ τὰς πάσας, ἀντι‐ παρατείνει δὲ ταῖς πέντε τὰς λοιπὰς πέντε,
10τὴν μὲν πρώτην δεικνύναι τιθέμενος ὡς, εἰ ἔστι τὸ ἓν, ἀκολουθεῖ τὰ ἐνθουσιαστικώτατα δόγματα φιλοσοφίας, ὅσα περὶ τοῦ ἑνὸς ὁ Πλάτων καὶ ἐν ἄλλοις ἡμᾶς ἀνεδίδαξε· τὴν δὲ ἕκτην ὡς, εἰ μὴ ἔστι τὸ ἓν, οὐδὲν συμφωνήσει τῇ ὑποθέσει ταύτῃ
15τῶν περὶ τοῦ ἑνὸς φιλοσοφεῖσθαι δυναμένων· ἐν δὲ τῇ δευτέρᾳ καὶ ἑβδόμῃ τὰ περὶ νοῦ καὶ νοητοῦ ἐξετάζεσθαι, ὅπου μὲν, ὡς εἰ ἔστι, πάντα ἕπεται τὰ κάλλιστα δόγματα περὶ αὐ‐ τῶν, ὅπου δὲ, ὡς εἰ μὴ ἔστι, πᾶσαν ἀνατρέ‐
20πομεν τὴν περὶ αὐτῶν ἀλήθειαν· ἐν δὲ τῇ τρίτῃ καὶ ὀγδόῃ, περὶ τῶν διανοητῶν· ταῦτα γὰρ ἐφεξῆς εἶναι τοῖς νοητοῖς, ποὺ μὲν, ὡς εἰ ἔστι, δεικνυμένων ταῖς ἐννοίαις ἡμῶν συμφώ‐ νων, ποὺ δὲ διαφώνων ἀποφαινομένων, εἰ μὴ
25ἔστιν· ἐν δὲ τῇ τετάρτῃ καὶ ἐννάτῃ, περὶ τῶν σωματικῶν εἰδῶν· ταῦτα γάρ ἐστι μὲν τὰ δια‐ νοητὰ, κατὰ τὴν ἐν Πολιτείᾳ διαίρεσιν τῆς γραμμῆς· ὡς ὄντος μὲν τοῦ ἑνὸς, ἔστι ταῦτα, μὴ ὄντος δὲ, οὐδὲ ταῦτα εἶναι δυνατόν· ἐν δὲ
30ταῖς λοιπαῖς δύο, τῇ πέμπτῃ καὶ τῇ δεκάτῃ,
περὶ τῆς ὑποδοχῆς τῶν σωμάτων, ὅπου μὲν
in Prm
.

1058

συμφωνούσης τῇ πέμπτῃ ὑποθέσει τοῦ εἶναι τὸ ἕν. Ταῦτα καὶ τῆς τάξεως μὲν ἕνεκα θαυ‐ μάζειν χρὴ καὶ τῆς συνέσεως, τοῦ ποτὲ μὲν ὡς ἄτοπα τὰ συναγόμενα ληπτέον, ποτὲ δὲ ὡς
5ἀληθῆ καὶ ἑπόμενα τῇ φύσει τῶν πραγμάτων· ἄλλως δὲ, καὶ ὅτι καινοτομεῖ περὶ τὸν ἀριθμὸν τῆς ὑποθέσεως καὶ οὐδὲν συνεισφέρουσαν ὑπόθε‐ σιν ἀναπλάττει μίαν τινὰ, παραιτητέον· καὶ ὅτι πάντως σπουδάζει ταῖς πέντε τοσαύτας ἄλ‐
10λας ἀντιπαρατείνειν, ἑκάστην πρὸς ἑκάστην. Ὅλως γὰρ οὐδὲ ἄτοπόν ἐστι τὸ λέγειν μὴ εἶ‐ ναι τὸ ἓν, οὐδ’ ἂν συναγάγοι τις περὶ αὐτοῦ οὐδὲν τῶν ἀδυνάτων, τοιαύτην ὑπόθεσιν παρα‐ λαβών· ἐκεῖνο γὰρ τὸ ἓν τὸ πρώτιστον τῶν ὅλων
15οὐκ ἔστιν, ἀλλὰ καὶ τοῦ εἶναι κρεῖττόν ἐστιν. Ἀλλὰ τὰ ἄτοπα περὶ τὰ μετ’ αὐτὴν ἀκολου‐ θεῖν ἀναγκαῖον, ὥστε οὐκ ἂν τὴν ἕκτην ὑπόθε‐ σιν πρὸς τὴν πρώτην ἀποδιδοῖμεν· οὔτ’ ἄρα τὰς ἄλλας πρὸς τὰς ἄλλας· αὕτη γὰρ αὐτὸν ἡ
20τάξις ἀνέπεισε καὶ κατατεμεῖν τὴν μίαν ὑπό‐ θεσιν καὶ πλείω ποιῆσαι τὸν ἀριθμόν. Ἐπὶ τούτοις Πλούταρχος ὁ ἡμέτερος προπάτωρ (ἐκ μὲν τῆς τῶν παλαιῶν διδασκαλίας λαβὼν ὡς ἐννέα τὸν ἀριθμὸν αἱ ὑποθέσεις, ἐκ δὲ τῆς νεω‐
25τέρας ταύτης ὅτι κατὰ μὲν τὰς πέντε τῷ εἶναι τὸ ἓν συνάγει τὰ ἀληθῆ τῶν δογμάτων, ἐν δὲ ταῖς λοιπαῖς ἄτοπα δείκνυσιν ἑπόμενα τῷ μὴ εἶναι τὸ ἕν· καὶ ὅτι περὶ ἀρχῶν ἡ πραγματεία) παραλαμβάνει τὰς πρωτίστας καὶ ἀρχικὰς τῶν
30ὄντων ὑποστάσεις τῷ εἶναι τὸ ἓν, τάς τε ἐξ‐
ῃρημένας καὶ τὰς ἐν αὐτοῖς τοῖς πράγμασιν
in Prm
.

1059

ἀναφαινομένας, καὶ τῷ μὴ εἶναι τὸ ἓν ἄρδην ἀφανιζομένην εὑρίσκει τὴν τάξιν τῶν πραγμά‐ των. Καὶ ταῦτα λαβὼν, τὴν μὲν πρώτην ὑπόθε‐ σιν εἶναι περὶ θεοῦ διατάττεται, τὴν δὲ δευτέ‐
5ραν περὶ νοῦ, τὴν δὲ τρίτην περὶ ψυχῆς, τὴν δὲ τετάρτην περὶ τοῦ ἐνύλου εἴδους, τὴν δὲ πέμ‐ πτην περὶ τῆς ὕλης, ἐν αἷς τὰ ἄλλα ὑπόκειται τοῦ ἑνός (ἔθος γὰρ ἦν, ὡς εἴπομεν, καὶ τοῖς Πυθαγορείοις ἓν μὲν προσαγορεύειν πᾶσαν τὴν
10ἀσώματον καὶ χωριστὴν οὐσίαν, ἄλλα δὲ τὴν σωματικὴν καὶ ἐν σώμασιν ὑφεστηκυῖαν)· ὥστε εἰκότως αἱ μὲν τρεῖς αἱ ζητοῦσαι πῶς ἔχει πρός τε αὑτὸ καὶ πρὸς ἄλλα τὸ ἓν περὶ τῶν τριῶν εἰσιν ἀρχικῶν αἰτιῶν τῶν χωριστῶν, αἱ δὲ
15λοιπαὶ δύο, ζητοῦσαι πῶς ἔχει τὰ ἄλλα πρός τε ἄλληλα καὶ τὸ ἓν, εἰσάγουσι τό τε εἶδος καὶ τὴν ὕλην· ταῦτα γὰρ ἄλλα ἐστὶν ὄντως καὶ ἄλλων, ἀλλ’ οὐχ ἑαυτῶν, καὶ συναίτια μᾶλλον ἢ αἴτια, ὡς ἐν Φαίδωνι διώρισται.
20Ταῖς πέντε ταύταις ὑποθέσεσι τὰς ἀρχὰς ταύ‐ τας, τάς τε ἔξω τῶν πραγμάτων καὶ τὰς ἐν αὐτοῖς οὔσας, καταθεασάμενος τῷ εἶναι τὸ ἓν τῷ Παρμενίδῃ εἰσενηνεγμένας, ἐν ταῖς λοιπαῖς τέτρασι δείκνυσθαί φησιν ὡς εἰ μὴ ἔστιν ἐκεῖνο
25τὸ ἐν τοῖς οὖσιν ἓν, εἰ μὲν οὕτω λάβοις τὸ μὴ ὂν ὡς πῆ μὲν ὂν, πῆ δὲ οὐκ ὂν, μόνον ἔσται τὸ αἰσθητὸν (νοητὸν γὰρ οὐκ ὂν, αἰσθητὸν μόνον ἔσται τὸ ἓν), καὶ τῶν γνώσεων αἴσθησις, ὅπερ ἐν τῇ ἕκτῃ δείκνυται ὡς ἄτοπον, τὸ μόνην εἶ‐
30ναι τὴν αἴσθησιν ἐν ταῖς γνώσεσιν καὶ μόνα τὰ αἰσθητὰ ἐν τοῖς γνωστοῖς. Εἰ δὲ μὴ ἔστιν ὄν‐ τως τὸ ἓν ὡς μηδαμῆ μηδαμῶς ὂν, οἰχήσεται καὶ πᾶσα γνῶσις καὶ ἅπαν τὸ γνωστὸν, ὅπερ ὡς ἄτοπον ἐν τῇ ἑβδόμῃ δείκνυται τῶν ὑποθέ‐
35σεων· τά τε ἄλλα, οὕτω μὲν τοῦ ἑνὸς μὴ ὄντος, ὡς εἶχεν ἡ ἕκτη ὑπόθεσις, ὀνείρασιν ἐοικότα ἔσται καὶ σκιαῖς, ὃ δείκνυσιν ὡς ἄτοπον ἡ ὀγδόη τῶν ὑποθέσεων· οὕτω δὲ μὴ ὄντος ὡς τοῦ μηδα‐
μῶς ὄντος, οὐ μέχρι τῆς ὀνειρωτικῆς φαντα‐
in Prm
.

1060

σίας ἕξει τὴν ὑπόστασιν, ὃ δείκνυσι περιφανῶς ἡ ἐννάτη τῶν ὑποθέσεων· ὥστε εἰ φαίης τὴν μὲν πρώτην ὑπόθεσιν τοῦτον ἔχειν πρὸς τὰς ἄλλας λόγον ὃν ἡ μία τῶν ὅλων ἀρχὴ πρὸς τὰ
5ὄντα, τὰς δὲ λοιπὰς τέσσαρας τῶν πρώτων περὶ τῶν μετὰ ἓν ἀρχῶν πραγματεύεσθαι, τὰς δὲ μετὰ ταύτας τέσσαρας συνάγειν ὅτι τοῦ ἑνὸς ἀνῃρημένου πάντα ἄρδην ἀναιρεῖται τὰ ἐν τοῖς τέτρασι δεδειγμένα, τάχα ἂν ὀρθῶς εἰσηγήσαιο.
10Τῆς γὰρ τρίτης δεικνύσης ὡς, εἰ ἔστι τὸ ἓν ὂν, ἔσται πᾶσα ἡ τῆς ψυχῆς τάξις, ἡ ἑβδόμη δείκνυσιν ὡς, εἰ μὴ ἔστιν, ἀνῄρηται πᾶσα γνω‐ στικὴ δύναμις, αἰσθητικὴ, φανταστικὴ, λο‐ γική· τῆς δὲ τετάρτης δεικνύσης ὡς, εἰ ἔστιν
15ἐκεῖνο τὸ ἓν, ἔστι πως καὶ τὰ ἔνυλα εἴδη (καὶ γὰρ ταῦτα μετέχει πως τοῦ ἑνὸς ὄντος), ἡ ὀγδόη δείκνυσιν ὡς, εἰ μὴ ἔστιν ἐκεῖνο αὐτὸ μόνον, ἔσονται τὰ αἰσθητὰ πολλὰ καὶ ὀνείρατα, καὶ οὐδαμῶς οὐσίας μετέχοντα καὶ διακρίσεως εἰ‐
20δητικῆς· τῆς δὲ πέμπτης ἀποφαινούσης ὡς, εἰ ἔστι τὸ ἓν, ἔσται καὶ ἡ ὕλη (μὴ μετέχουσα μέντοι τοῦ ἑνὸς ὄντος, καθόσον ἐστὶν ὂν, ἀλλὰ καθόσον μόνον ἓν), ἡ ἐννάτη δείκνυσιν ὡς οὐδὲν ὅλως ἔσται οὔτε μετέχει σκιᾶς, εἰ μὴ ἔστι τὸ
25ἕν· ποῦ γὰρ, ἀνῃρημένης ἐκείνης τῆς αἰτίας, εἶναί τι τῶν πάντων δυνατόν; Ἔχομεν οὖν κατὰ ταύτην τὴν διάταξιν, τὴν μὲν πρώτην περὶ τοῦ ἑνὸς, ὃ καὶ ἐν Πολιτείᾳ διαῤῥήδην ὁ Πλάτων ἐπέκεινα οὐσίας ἔθετο καὶ τοῦ ὄντος·
30τὰς δὲ λοιπὰς τέσσαρας περὶ τῶν ὄντων, ὧν αἱ μὲν δύο περὶ τῶν ἀεὶ ὄντων, αἱ δὲ δύο περὶ τῶν γεννητῶν, κατὰ τὴν ἐν Τιμαίῳ διαίρεσιν, τῶν νοήσει μετὰ λόγου περιληπτῶν, ἀπὸ τῶν δόξῃ μετ’ αἰσθήσεως γνωστῶν· ἢ, εἰ βούλει,
35κατὰ τὴν ἐν Πολιτείᾳ γραμμὴν αἱ τέσσαρες, ἧς τὸ μὲν ἀπένειμε τοῖς νοητοῖς, τὸ δὲ τοῖς αἰσθητοῖς, τὸ μὲν ταῖς ἑνάσι, τὸ δὲ τοῖς ἄλ‐ λοις ἐνταῦθα κεκλημένοις· καὶ τοῦ μείζονος τὸ
μὲν ἐν τοῖς νοητοῖς, τὸ δὲ ἐν τοῖς διανοητοῖς,
in Prm
.

1061

ὥσπερ τῶν δύο ὑποθέσεων ἡ μὲν περὶ νοῦ, ἡ δὲ περὶ ψυχῆς· καὶ τοῦ ἐλάσσονος τὸ μὲν τοῖς αἰσθητοῖς, τὸ δὲ τοῖς εἰκαστοῖς, ὥσπερ καὶ ἐν‐ ταῦθα τὴν μὲν τετάρτην περὶ τῶν ἐνύλων εἰδῶν
5εἰρήκαμεν εἶναι, ἅ ἐστι κυρίως αἰσθητὰ, τὴν δὲ πέμπτην περὶ ὕλης, ἥτις ἐστὶν ἀνάλογον τοῖς εἰκαστοῖς διὰ τὴν ἀοριστίαν τῆς περὶ αὐ‐ τὴν ἡμῖν ἐπιγινομένης γνώσεως. Τέσσαρες οὖν αἱ ἀρχαὶ μετὰ τὴν μίαν, δύο μὲν ἐξῃρημέναι,
10δύο δὲ συμπληρωτικαί· τέσσαρες δὲ καὶ ὑπο‐ θέσεις μετὰ τὴν πρώτην, τεθέντος εἶναι τοῦ ἑνὸς, καὶ ἄλλαι τέσσαρες αἱ δεικνῦσαι τὰ ἑπό‐ μενα ἄτοπα τοῖς ἀναιροῦσι τὸ ἕν. Ταῦτα καὶ παρὰ τούτου ληπτέον τοῦ ἀνδρὸς ἐπιστημόνως
15διακρίνοντος ἀπ’ ἀλλήλων τοὺς τῶν ὑποθέσεων σκοποὺς, καὶ τὰς κυριωτάτας εἰσαγαγόντος ἀρ‐ χὰς πάσας ἀπαραλείπτως, καὶ συνειδότος τὴν ὅλην τοῦ Παρμενίδου μεταχείρησιν, καὶ διαρ‐ θρώσαντος τὰ παρὰ τοῖς πρεσβυτέροις συγκεχυ‐
20μένως ἀναγεγραμμένα. Τί οὖν ἡμεῖς ἐροῦμεν ἐπὶ τοσούτοις καὶ τοιούτοις ἐξηγηταῖς τοῦ Πλά‐ τωνος, καὶ τί προσθήσομεν ἐκ τῆς ἡμετέρας ἑστίας; Τάχα γὰρ δὴ καὶ ἡμῖν ἁρμόσει τοῦτο δὴ ἐκεῖνο τὸ Ὁμηρικὸν ἀνακραγεῖν, Λοῖσθος
25ἀνὴρ ὥριστος ὁ τούτων ἡμῖν τῶν λόγων καθηγεμὼν γενόμενος Ἀθήνησι, καὶ φῶς ἀν‐ άψας νοερὸν τῆς περὶ ταῦτα πραγματείας, τὰ μὲν ἐπὶ θεολογικώτερον εἶδος τῆς ἐξηγήσεως ἀνενεγκὼν, τὰ δὲ καὶ ὀλίγον μεταθεὶς αὐτῷ τῷ
30Πλάτωνι καὶ τοῖς τοῦ Πλάτωνος ῥήμασιν ἑπο‐ μένως. Δοκεῖ μὲν γὰρ δὴ καὶ αὐτῷ τήν τε πρώτην ὑπόθεσιν εἶναι περὶ θεοῦ τοῦ πρωτίστου, καὶ τὴν δευτέραν περὶ τῶν νοητῶν· ἀλλ’ ἐπειδὴ πλάτος ἐστὶν ἐν τοῖς νοητοῖς καὶ πολλαὶ αἱ
35τάξεις εἰσὶ τῶν θεῶν, ἑκάστην τούτων τῶν θείων τάξεων συμβολικῶς ὑπὸ τοῦ Πλάτωνος ὀνομά‐ ζεσθαι, καὶ πάσας δι’ ὀνομάτων φιλοσόφων ἐκ‐
φέρεσθαι, καὶ οὔτε εἰωθότων ὑπὸ τῶν τὰς θεο‐
in Prm
.

1062

γονίας γραψάντων ὑμνεῖσθαι οὔτε τῶν τὰς ὑπάρξεις αὐτῶν δηλούντων, οἷαι δή εἰσιν αἱ παρὰ τῶν θεῶν ἐκδεδομέναι τῶν θείων ἐπωνυ‐ μίαι γενῶν· ἀλλ’, ὡς ἔφην, διὰ τῶν γνωρίμων
5τοῖς φιλοσόφοις, οἷον ὁλότητος, πλήθους, ἀπειρίας, πέρατος, οἰκείως ἐχόντων πρὸς αὐτὰς παραδίδοσθαι, τάξιν ἐχόντων πρέπουσαν, καὶ πάσας ἀπαραλείπτως ἀφερμηνεύεσθαι τὰς θείας προόδους, νοητὰς, νοερὰς, ὑπερκοσμίους,
10καὶ διὰ τοῦτο παραλαμβάνεσθαι ἑπόμενα πάντα, σύμβολα τῶν θείων ὄντα διακόσμων, καὶ ἐπὶ τούτοις πάντα ὅσα καταφατικῶς ἐν τῇ δευτέρᾳ λέγεται τῶν ὑποθέσεων, ταῦτ’ ἀποφάσκεσθαι κατὰ τὴν πρώτην, εἰς ἔνδειξιν τοῦ τὴν μὲν
15πρώτην αἰτίαν πασῶν ἐξῃρεῖσθαι τῶν θείων δια‐ κοσμήσεων, ἐκείνας δὲ ἄλλως κατ’ ἄλλας ἀφ‐ ωρισμένας ἰδιότητας προεληλυθέναι· τὸ γὰρ ἐν ταύτῃ ἓν οὔτε τὸ πρῶτόν ἐστι (συμπέπλεκται γὰρ πάντα τῷ ὄντι), οὔτε τὸ ἀχώριστον τοῦ ὄντος
20καὶ οὕτως, ὡς ἕξις τις, ἐν αὐτῷ ὄν. Σαφῶς οὖν αὐτὸ διακρίνει, καὶ χωρὶς εἶναί φησι τοιοῦτον τὸ ἓν τοῦτο· δῆλον δὲ ὅτι θείας ἑνάδος ἐστὶν αὐτοτελοῦς σημαντικόν· πᾶν γὰρ τὸ χωριστὸν αἴτιον πλήθους ἡγούμενον διττὸν ἀπογεννᾷ
25πλῆθος, τὸ μὲν χωριστὸν ἑαυτῷ ὅμοιον, τὸ δὲ ἀχώριστον τῶν μετεχόντων. Ὡς γοῦν ἡ μία ψυχὴ τὰς μὲν ἐγεννήσατο ψυχὰς σωμάτων χω‐ ριστὰς, τὰς δὲ ἀχωρίστους· ὡς ὁ εἷς καὶ ὅλος νοῦς ὑπέστησε τοὺς μὲν νόας χωριστοὺς τῶν
30ψυχῶν, τοὺς δὲ ἐν αὐταῖς ὄντας καθ’ ἕξιν, οὕτω καὶ τὸ ἓν παρήγαγε τὰς μὲν αὐτοτελεῖς ἑνάδας ἐξῃρημένας τῶν μετεχόντων, τὰς δὲ ὡς ἑνώσεις ἄλλων οὔσας τῶν κατ’ αὐτὰς ἡνωμέ‐ νων καὶ ἐν οἷς εἰσι. Πᾶσαν οὖν τὴν δευτέραν
35ὑπόθεσιν ἐκφαίνειν ἡμῖν ἑνάδων πλῆθος αὐτο‐ τελῶν, ὧν ἐξήρτηται ταῦτα περὶ ὧν διδά‐ σκει ἡμᾶς ἡ δευτέρα ὑπόθεσις, τὰς ἰδιότητας
αὐτῶν διὰ τούτων, ὁποῖαι δή τινές εἰσιν,
in Prm
.

1063

ἡμῖν ἐμφανίζουσα πάσας ἐφεξῆς. Εἰ δὲ τοῦτο ἀληθὲς, δεῖ σκοπεῖν ἕκαστα τῶν συμπερασμά‐ των ποίαις προσήκει τάξεσι θείαις, καὶ οὕτω δὴ κατ’ ἄρθρα ποιεῖσθαι τὴν τῆς δευτέρας ὑπο‐
5θέσεως διαίρεσιν. Τήν γε μὴν τρίτην οὐχ ἁπλῶς εἶναι καὶ περὶ πάσης ψυχῆς, ἀλλ’ ὅση μετὰ τὴν θείαν προελήλυθε· πᾶσαν γὰρ τὴν θείαν ἐν τῇ δευτέρᾳ περιέχεσθαι. Σαφῶς γὰρ ἐν ἐκείνῃ καὶ αὐτὸς ὁ Πλάτων εἴρηκεν ὅτι ἄρα τὸ ἓν καὶ
10χρόνου μετέχει· τὸ δὲ χρόνου μετέχειν ψυχαῖς προσήκει πρώταις, καὶ οὐ ταῖς νοεραῖς οὐσίαις, παρ’ αἷς οὔτε τὸ ἦν οὔτε τὸ ἔσται, ἀλλὰ μόνον τὸ ἔστι τὸ αἰώνιον. Διῃρημένης οὖν τῆς ὅλης οὐσίας εἴς τε τὴν ἐκθεουμένην καὶ τὴν καθ’
15αὑτὴν ὁρωμένην, πᾶσαν ἁπλῶς τὴν ἐκθεουμέ‐ νην ἐν τῇ δευτέρᾳ παραδίδοσθαι τῶν ὑποθέσεων, εἴτε νοητὴν, εἴτε νοερὰν, εἴτε ψυχικὴν ὑπάρ‐ χουσαν· ὥστε, εἴπερ ἐθέλεις καὶ κατ’ αὐτὴν τὴν θεωρίαν ἀκοῦσαι τὰς ὑποθέσεις ἑξῆς ὅπως δι‐
20ετάχθησαν, τὴν μὲν πρώτην ὑπόθεσιν τίθει περὶ τοῦ ἑνὸς εἶναι θεοῦ, πῶς γεννᾷ καὶ δια‐
κοσμεῖ πάσας τὰς τάξεις τῶν θεῶν· τὴν δὲ
in Prm
.

1064

δευτέραν περὶ τῶν θείων τάξεων πασῶν, πῶς προεληλύθασιν ἀπὸ τοῦ ἑνὸς καὶ τῆς συνεζευγ‐ μένης ἑκάσταις οὐσίαις· τὴν δὲ τρίτην περὶ τῶν ψυχῶν τῶν ὁμοιουμένων μὲν θεοῖς, οὐσίαν
5δὲ ἐκθεουμένην οὐ κληρωσαμένων· τὴν δὲ τε‐ τάρτην περὶ τῶν ἐνύλων, πῶς παράγεται κατὰ ποίας τάξεις ἀπὸ τῶν θεῶν· τὴν δὲ πέμπτην περὶ ὕλης, ὅπως ἀμέτοχός ἐστι τῶν εἰδητικῶν ἑνάδων, ἄνωθεν ἀπὸ τῆς ὑπερουσίου καὶ μιᾶς
10μονάδος λαχοῦσα τὴν ὑπόστασιν· μέχρι γὰρ τῆς ὕλης τὸ ἓν καὶ ἡ τοῦ ἑνὸς ἥκει ἔλλαμψις φωτίζουσα καὶ τὸ ταύτης ἀόριστον. Ταῦτα μὲν οὖν κοινῇ προειρήσθω μοι περὶ τῶν ὑποθέσεων· δεῖ δὲ καὶ περὶ ἑκάστης χωρὶς ἀποδοῦναι τοὺς
15οἰκείους λόγους. Ἀρκτέον οὖν ἡμῖν πάλιν ἀπὸ τῆς ἀρχῆς τῶν λέξεων τῆς πρώτης ὑποθέσεως, καὶ θεωρητέον τὸν ἴδιον περὶ αὐτῆς λόγον· Εἶεν δ, φάναι· εἰ ἓν ἔστιν, ἄλλο τι οὐκ ἂν εἴη πολλὰ τὸ ἕν; Πῶς
20γὰρ ἄν; (P. 137 C.) Πρῶτον εἰπεῖν χρὴ τίς ὁ τῆς πρώτης ὑποθέ‐
σεως σκοπός· ἆρα περὶ θεοῦ μόνον, ἢ περὶ θεοῦ
in Prm
.

1065

καὶ περὶ θεῶν, καθάπερ λέγουσί τινες; Ὅτι μὲν γὰρ περὶ πράγματος ὕπαρξιν ἔχοντος ὁ λό‐ γος, καὶ οὐχ, ὥσπερ ὑπέλαβόν τινες, ἀνυπό‐ στατόν ἐστι τοῦτο μόνως ἓν, καὶ ἀδύνατον συν‐
5άγει ἡ ὑπόθεσις· εἰ καὶ μαρτύρονται τὸ πρὸς τῷ τέλει τῆς ὑποθέσεως εἰρημένον, Ἢ οὐ δυ‐ νατὰ ταῦτα περὶ τὸ ἕν (ἐκεῖνο μὲν γὰρ ἀφ’ ἧς εἴρηται διανοίας ἐκεῖ, ῥηθήσεται παρ’ ἡμῶν)· ὅτι δὲ, ὥσπερ ἔφην, οὐκ ἀνυπόστατον τοῦτο οὗ
10πάντα ἀποφάσκει νῦν ὁ λόγος, δῆλον. Πᾶν γὰρ ὅσον ἀδύνατόν τι συμπέρασμα λίαν συνημμένον δείκνυται ὂν, διὰ τὴν ὑπόθεσιν δείκνυσι τὸ ἀδύνατον ἢ διὰ τὴν ἀκολουθίαν· ἀμφοῖν δὲ ὄντοιν τούτοιν δυνατοῖν, καὶ τὸ δεικνύμενον
15δυνατόν· ἀλλὰ μὴν καὶ ἡ ὑπόθεσις ἀληθὴς εἶναι τὸ ἕν. Δηλοῖ δὲ καὶ ὁ Ἐλεάτης ξένος, ὡς εἰς ἄτοπον ἁπάντων τὸ μὴ εἶναι τὸ ἓν, τοῦτο τὸ ἓν πεπονθότος μόνου ὑφεστῶτος πανταχοῦ τοῦ ὡς ἀληθῶς προϋπάρχοντος· καὶ γὰρ αὖ καὶ
20ὡρίσατο ἐκεῖ τὸ ὡς ἀληθῶς εἶναι ἓν πάντως ἀμερές· τοῦτο δέ ἐστι τὸ ἐν τῇ ὑποθέσει ταύτῃ πρῶτον δεικνύμενον, τὸ ἓν μὴ ἔχειν μέρη, καὶ τούτῳ πάντα ἑξῆς ἕπεται τὰ λοιπὰ συμπερά‐ σματα ἐξ ἀναγκαίων δεικνύμενα λημμάτων.
25Εἰ οὖν ἀνάγκη εἶναι τὸ ὡς ἀληθῶς ἓν (καὶ γὰρ πάντα τἄλλα ἐστὶν ἀληθῶς), πρὸ τῶν ἀληθῶς· γελοῖον γοῦν ἀνύπαρκτον φάναι τὸ ἀληθῶς· τὸ δὲ ἀληθῶς ἕν ἐστι τὸ ἀμερές· τοῦτο δὲ τὸ [ἓν] ἐν τῇ πρώτῃ ὑποθέσει δεικνύμενον ἐπέκεινα
30πάντων, εἴπερ τῷ μέρη μὴ ἔχειν ἕπεται πάντα δι’ ὧν δείκνυται πρὸ πάντων τὸ ἕν. Ἀνάγκη δήπου πάντως εἶναι τοῦτο τὸ ἓν, οὗ πάντα ἀποφάσκεται· καὶ γὰρ αὐτό ἐστιν ἀναγκαίως,
εἴπερ ἀληθῶς ἐστιν ἓν τὸ ἀμερές· τοιοῦτον γὰρ,
in Prm
.

1066

ὡς ἐν Σοφιστῇ λέλεκται, τὸ ἀληθῶς ἓν, οἷον καὶ ἐνταῦθα δέδεικται τὸ ἕν. Δῆλοι οὖν καὶ ἡ ἀκολουθία τῶν συνημμένων ἀναγκαία οὖσα· πάντα ἄρα δείκνυται δι’ αὐτῆς περί τι τῶν ὕπ‐
5αρξιν ἐχόντων. Εἰ οὖν ὑφεστώς τί ἐστι περὶ οὗ ὁ λόγος, πάλιν ὅτι μὲν οὐχὶ οὐσιῶδές ἐστι, δῆλον· καὶ γὰρ αὐτὴν ἀποφήσει τοῦ ἑνὸς τὴν οὐσίαν. Λείπεται οὖν ἢ τῶν μετὰ τὴν οὐ‐ σίαν εἶναι τοῦτο πάντως, οἷον γένεσιν ἢ ὕλην,
10ἢ τῶν ὑπὲρ τὴν οὐσίαν, ἀλλὰ μὴν οὐχὶ τῶν μετὰ τὴν οὐσίαν (πᾶν γὰρ τὸ τοιοῦτον μετέχει χρόνου ὡς γένεσις· τοῦ δὲ ἑνὸς ἀποφάσκει αὐτὸ καὶ τοῦτο τὸ χρόνου μετέχειν)· καὶ ἔστι πως ὡς ἡ ὕλη· τοῦτο δὲ οὐδὲ εἶναι δείκνυσιν· ὑπὲρ
15τὴν οὐσίαν ἄρα ἐστὶ τοῦτο, περὶ οὗ αἱ ἀπο‐ δείξεις εἰσὶ κατὰ τὴν πρώτην ὑπόθεσιν. Ἀνάγκη τοίνυν, εἴπερ μόνον καὶ ἅπαν τὸ θεῖον ὑπὲρ οὐσίαν ἐστὶν, ἢ περὶ τοῦ πρώτου θεοῦ μόνον εἶναι τὸν παρόντα λόγον, ὃς δὴ μόνος ἐστὶν
20ὑπὲρ οὐσίαν, ἢ περὶ πάντων θεῶν καὶ τῶν μετ’ ἐκεῖνον, ὥσπερ ἀξιοῦσί τινες τῶν ἡμῖν αἰδοίων. Ἐπειδὴ γὰρ πᾶς θεὸς, καθὸ θεὸς, ἑνάς ἐστι (τοῦτο γάρ ἐστι τὸ πάσης οὐσίας ἐκθεωτικὸν, τὸ ἕν)· διὰ δὴ τοῦτο συνάπτειν ἀξιοῦσι τῇ
25περὶ θεοῦ τοῦ πρώτου θεωρίᾳ τὴν περὶ θεῶν ἁπάντων ὑφήγησιν· πάντες γάρ εἰσιν ἑνάδες ὑπερούσιοι, καὶ τοῦ πλήθους τῶν ὄντων ὑπερ‐ ανέχουσαι, καὶ ἀκρότητες τῶν οὐσιῶν. Ἀλλ’ εἰ μὲν ὡσαύτως τήν τε πρωτίστην αἰτίαν ἓν λέ‐
30γομεν καὶ τοὺς ἄλλους θεοὺς, ἔδει μίαν αὐτοῖς ὑπόθεσιν ἀποκληροῦν· οὐδὲν γὰρ ἂν ἄλλο μᾶλ‐ λον περὶ τοῦ πρώτως ἑνὸς ἢ τῶν λοιπῶν ἑνά‐ δων φαμὲν αὐτὸν ποιεῖσθαι τὸν λόγον. Εἰ δὲ
τὸ μὲν πρώτιστον ἓν, ὡς δοκεῖ που καὶ αὐτοῖς
in Prm
.

1067

μάλιστα, πάντων μόνως ἐστι, καὶ ἀσύντακτον πρὸς τὰ ἄλλα πάντα, καὶ ἀμέθεκτον, φασὶν, αὑτὸ ἁρπᾶσαν πρὸς τῶν ὅλων, καὶ ἄγνωστον τοῖς πᾶσιν ἐξῃρημένον, ἑκάστη δὲ τῶν ἄλλων
5ἑνάδων μεθεκτή πώς ἐστι, καὶ οὐ μόνον ἑνὰς, ἀλλὰ καὶ πλήθους οἰκείου μετέχουσα, καὶ οὐ‐ σίας ἢ νοητῆς ἢ νοερᾶς ἢ ψυχικῆς ἢ καὶ σωμα‐ τικῆς· μέχρι γὰρ ταύτης πρόεισιν ἡ μέθεξις· τί χρὴ τὸ μὴ συναριθμούμενον τοῖς οὖσιν ἓν,
10μηδὲ συνταττόμενον ὅλως τοῖς πολλοῖς, εἰς μίαν ὑπόθεσιν ἀναφέρειν ταῖς μετεχομέναις μὲν ἀπὸ τῶν ὄντων, συνεκτικαῖς δὲ τῶν πολλῶν ἑνάσιν; Οὐδὲ γὰρ περὶ ψυχῆς τῆς τε ἀμεθέκτου καὶ τῆς μεθεκτῆς ὁ αὐτὸς λόγος· οὐδὲ τῆς μεθ‐
15εκτῆς ἰδιότητες ἐφαρμόσειαν ἄν ποτε τῇ ἀμεθ‐ έκτῳ, οὐδὲ αἱ τῆς κρείττονος ταῖς τῆς κατα‐ δεεστέρας· οὐδὲ γὰρ ἂν ἡ μὲν ἐξῄρητο τῶν πολλῶν αὐτὴ καθ’ αὑτὴν, ἡ δὲ συνετάττετο τῷ πλήθει τῶν ψυχῶν. Ἀλλ’ οὐδὲ νοῦν τὸν ἀμέθ‐
20εκτον συναριθμεῖν χρὴ τοῖς πολλοῖς, οὐδὲ αἱ αὐταὶ πάντων ἰδιότητες· οὐδὲ γὰρ ἂν ὁ μὲν μονάδος ἐπεῖχε λόγον, οἱ δὲ ἀριθμοῦ περὶ τὴν μονάδα ταύτην ὑφεστηκότος. Εἰ δὲ καὶ τοὺς τρεῖς βασιλέας τοὺς ἐν Ἐπιστολαῖς διὰ τοῦ
25δευτέρου εἶναι τοῦ ἑνὸς ἀξιοῦσιν οἱ τούτων πα‐ τέρες τῶν περὶ τῆς πρώτης ὑποθέσεως λόγων (ὥσπερ οὖν ἀξιοῦσιν ἐν τοῖς περὶ αὐτῶν λόγοις οἱ τὴν πρώτην ὑπόθεσιν οὐ μόνον εἶναι περὶ θεοῦ λέγοντες, ἀλλὰ καὶ περὶ πάντων ἁπλῶς
30θεῶν, ἵνα μὴ οὖν συναριθμῆται τὸ ἓν τοῖς δευ‐ τέροις, κρεῖττον ὑπάρχον ἁπάσης πρὸς τὰ μετ’ αὐτοῦ συναριθμήσεως καὶ οὐδενὶ συντάττεσθαι δυνάμενον· ταῦτα γοῦν γράφουσι περὶ τῆς τοῦ Πλάτωνος θεολογίας), πῶς ἔτι κατὰ μίαν ὑπό‐
35θεσιν θεὸν καὶ θεοὺς τάξομεν, καὶ τὰς αὐτὰς
ἀποφάσεις ὁμοίως τοῖς πᾶσιν ἐφαρμόσομεν;
in Prm
.

1068

Ἔστω μὲν γὰρ καὶ πᾶς θεὸς ἕν· ἀλλ’ οὐχ οὕτως χωριστὸν ἐν αὐτῷ τὸ ἓν, οὐδὲ οὕτως ἄγνωστον, οὐδ’ οὕτως ἀπερίγραφον, ὡς αὐτὸ τὸ πρώτιστον ἕν. Εἰ δὲ καὶ αὐτὸς ὁ Πλάτων ἐπὶ τέλει τῆς
5πρώτης ὑποθέσεως οὐδὲ οὐσίας καὶ τοῦ εἶναί φησι μετέχειν τὸ ἓν, οὐδὲ εἶναι ἓν τὸ ὑπὸ οὐ‐ σίας τινὸς μετεχόμενον, πῶς ἐστι τοῦτο ταῖς ἄλλαις ἑνάσιν ἐφαρμόσαι δυνατόν; πᾶσαι γὰρ ὑπὸ οὐσιῶν μετέχονται. Καθάπερ οὖν εἴ τις
10μηδενὶ σώματι χρῆσθαι τὴν ψυχὴν ἔλεγεν, οὐ περὶ πάσης ἂν ἐποιεῖτο ψυχῆς τὸν λόγον, ἀλλὰ περὶ τῆς ἀμεθέκτου μόνης· καὶ εἰ μηδὲ ὅλως μετέχεσθαι τὸν νοῦν ὑπὸ ψυχῆς, μόνον ἂν ἔλε‐ γεν νοῦν τὸν ἀμέθεκτον· κατὰ τὰ αὐτὰ δὴ καὶ
15ὁ τὸ ἓν ὑπερούσιον παντελῶς τιθέμενος πάσης οὐσίας καὶ τοῦ εἶναι παντὸς ἐξῃρημένον, μόνον τὸ πρώτιστον ἓν λέγει καὶ ἀμέθεκτον, ἀλλ’ οὐ πᾶν τὸ ὁπωσοῦν ἕν. Εἰ δὲ δὴ καὶ τοῦ ἑνὸς ἐπ‐ έκεινα καὶ τῆς οὐσίας αὐτός φησιν εἶναι τὸ ἓν
20(οὐδὲ γὰρ τοῦτο κυρίως ἐπονομάζεσθαι), πῶς ἂν ἐπὶ τῶν μετὰ τὸ πρῶτον ἑνάδων ἐπαληθεύσειε; τὸ γὰρ ὑπὸ πλήθους μετεχόμενον ἓν καὶ τὸ τοῖς οὖσι συνὸν οὐκ ἔστι κρεῖττον καὶ τοῦ ἓν ὀνομά‐ ζεσθαι παντελῶς, ὃ μηδὲ ἁπλῶς ἐξήρτηται τοῦ
25ὄντος· ὅμοιον ὡς εἴ τις καὶ τὴν ψυχὴν τοῖς σώμασι κοινωνήσασαν κρείττονα ἔλεγεν εἶναι ψυχῆς. Εἰ δὲ καὶ πᾶν τὸ πλῆθος τῶν θεῶν καὶ πᾶν τὸ ἓν τὸ μετεχόμενον ὑπὸ τοῦ ὄντος ἔχομεν ἐν τῇ δευτέρᾳ παραδεδομένον ὑποθέσει,
30τοῦτο ἐκεῖνο, ὅπερ ζητοῦντες συνωθοῦσι τὸν περὶ θεῶν λόγον εἰς τὴν πρώτην ὑπόθεσιν, τί χρὴ ταράττειν ἐνταῦθα τὸν λόγον, τοῖς περὶ τοῦ πρώτου σκέμμασι προστιθέντα τὴν περὶ τοῦ πλήθους τῶν θεῶν ἐξήγησιν; Τί γὰρ ἄλλο
35ἐστὶ τὸ ἓν ἐκεῖνο τὸ τῷ ὄντι συντεταγμένον
καὶ μετὰ τοῦ ὄντος προϊὸν, ἢ τὸ πλῆθος τῶν
in Prm
.

1069

θεῶν, τὸ πάσης ἐκθεωτικὸν τῆς τοῦ ὄντος ὑπο‐ στάσεως καὶ παντὸς τοῦ οὐσιώδους πλήθους συνεκτικόν; Πᾶσα γὰρ θεία οὐσία ταῖς ἑνάσιν ὑπέστρωται τῶν θεῶν, καὶ πᾶν τὸ μεθεκτὸν ἓν
5οὐσίας ἐστὶν ἑνωτικὸν νοητῆς ἢ νοερᾶς ἢ πρὸς ταύτῃ καὶ ψυχικῆς ἢ σωματοειδοῦς, καὶ οὐδὲν ἄλλο ἐστὶν ἕκαστος τῶν θεῶν ἢ τὸ μετεχόμενον ἕν. Ὡς γὰρ ὁ κυρίως ἄνθρωπος κατὰ ψυχὴν, οὕτως ὁ κυρίως θεὸς κατὰ τὸ ἕν· ἑκάτερον γὰρ
10κυριώτατον τῶν συμπληρούντων ἑκάτερον· κατὰ δὲ τὸ κυριώτατον ἕκαστον ὑφέστηκε τῶν πάν‐ των. Ἀναγκαῖον ἄρα τὴν πρώτην ὑπόθεσιν περὶ θεοῦ μόνον εἶναι, καθόσον ἐστὶ γεννητικὸς οὗτος τῶν πολλῶν θεῶν, αὐτὸς ἐξῃρημένος τοῦ
15πλήθους καὶ ἀσύντακτος ὢν πρὸς τοὺς ἀπ’ αὐτοῦ προεληλυθότας. Διὸ καὶ πάντα ἀποφάσκεται τού‐ του τοῦ ἑνὸς, ὡς πάντων ὑπεριδρυμένου καὶ ἀπὸ πάντων ἐξῃρημένου, καὶ πάσας μὲν παράγοντος τὰς τῶν θεῶν ἰδιότητας, αὐτοῦ δὲ ἀπεριορί‐
20στου καὶ ἀπεριγράφου τοῖς πᾶσιν ὑπάρχοντος· οὐ γάρ τι ἕν ἐστιν, ἀλλ’ ἁπλῶς ἕν· καὶ οὐδὲ νοητὸν ἢ νοερὸν, ἀλλ’ ὑποστατικὸν καὶ τῶν νοητῶν καὶ τῶν νοερῶν ἑνάδων. Πάσης γὰρ ἀρχικῆς τάξεως προηγεῖσθαι χρὴ πρὸ τοῦ μετ‐
25εχομένου πλήθους τὸ ἀμέθεκτον αὐτῶν καὶ πρω‐ τουργὸν εἶδος, εἰ καὶ εἴδους κρεῖττον αἴτιον· οὕτω πω καὶ πρὸ τῶν ἐνύλων εἰδῶν ἔστι τὰ ἄϋλα, καὶ πρὸ τῆς ἐν ἄλλῳ γενομένης ζωῆς ἡ χωριστὴ καὶ ἑαυτῆς οὖσα καὶ ἀμιγὴς, καὶ
30πανταχοῦ τῶν ἄλλου γεγονότων προηγεῖται τὰ
ἐν αὑτοῖς ὑφεστηκότα· καὶ τῶν πολλῶν ἄρα
in Prm
.

1070

ψυχῶν καὶ τὰ σώματα κατανειμαμένων ἡγεῖται κατ’ οὐσίαν ἡ ἀμέθεκτος ψυχὴ, τὸν ὑπερουρά‐ νιον τόπον ἐπιστρεφομένη· καὶ τῶν πολλῶν νόων ὁ εἷς ἀμέθεκτος νοῦς, ὁ χωριστὸς καὶ ἐν
5ἑαυτῷ διαιωνίως ἱδρυμένος καὶ συνέχων ἄνωθεν πᾶσαν τὴν νοερὰν οὐσίαν· καὶ τῶν πολλῶν ὄν‐ των τὸ πρώτιστον ὑπερήπλωται νοητὸν, τὸ ἄμικτον καὶ καθ’ ἑαυτὸ μονοειδῶς ὑφεστηκός· ἄλλο γὰρ τὸ ἐν ἑκάστῳ νῷ νοητὸν, καὶ ἄλλο
10τὸ ἐφ’ ἑαυτοῦ προϊδρυμένον, καὶ τοῦτο μὲν μό‐ νως νοητὸν, ἐκεῖνο δὲ ὡς ἐν νοεροῖς νοητόν. Καὶ τῶν πολλῶν ἄρα καὶ μετεχομένων ἑνάδων ἐπέκεινα τὸ ἀμέθεκτόν ἐστιν ἓν, πάντων, ὥσπερ εἴρηται, τῶν θείων διακόσμων ἐξῃρημέ‐
15νον. Πολλοῦ ἄρα δεήσομεν ἡμεῖς τοῦ νοητοῦ τὴν ἀκρότητα λέγειν τὸν θεὸν τὸν πρῶτον, ὥσπερ ἀκούω τινῶν ἐν θεολογίᾳ πρωτευσάντων, καὶ τὸν ἐκεῖ πατέρα ποιεῖν τῷ πάντων αἰτίῳ τὸν αὐτόν· οὗτος μὲν γὰρ ἑνάς ἐστι μεθεκτή· νοη‐
20τὸς γοῦν λέγεται πατὴρ καὶ ἡ τῶν νοητῶν ἀκρότης, καὶ εἰ παντὸς τοῦ νοητοῦ συνεκτικὸς, ἀλλὰ πατήρ· ὁ δὲ πρῶτος θεὸς διὰ τῆς πρώτης ὑποθέσεως ὑμνούμενος οὔτε πατὴρ, ἀλλὰ κρείτ‐ των καὶ πάσης τῆς πατρικῆς θεότητος. Ἐκεῖ‐
25νος μὲν γὰρ ἀντιδιῄρηται πρὸς τὴν δύναμιν καὶ τὸν νοῦν, ὧν λέγεται πατὴρ, καὶ συμπληροῖ τριάδα μίαν μετ’ ἐκείνων· οὗτος δὲ ὁ πρῶτος ὄντως θεὸς ἐξῄρηται πάσης πρὸς πάντα καὶ ἀν‐ τιδιαιρέσεως καὶ συντάξεως, οὔτε πολλῷ πλέον
30νοητὸς πατήρ. Οὐδενὸς γάρ ἐστι τῶν δευτέ‐
ρων, οὐδὲ μεθεκτὸς ὅλος ἐστὶν, οὔτ’ ὢν ὑπὸ
in Prm
.

1071

νοερὰν οὔτε ὑπὸ νοητὴν οὐσίαν, ἀλλ’ ὑπερήνω‐ ται μὲν πασῶν τῶν μετεχομένων ἑνάδων, ὑπερ‐ ήρπασται δὲ πασῶν τῶν τοῦ ὄντος προόδων. Σκοπὸς μὲν οὗτος ἡμῖν νοείσθω τῆς πρώτης
5ὑποθέσεως, ἀναδραμεῖν ἀπὸ τοῦ ἑνὸς ὄντος ἐπ’ αὐτὸ τὸ ἓν ὡς ἀληθῶς, καὶ θεωρῆσαι πῶς ἐξῄ‐ ρηται τῶν ὅλων ἐκεῖνος, καὶ πῶς οὐδενὶ συν‐ αριθμεῖται τῶν θείων διακόσμων. Δεύτερον δὲ ἐπὶ τούτων κατίδωμεν, ποῖος
10τρόπος ἁρμόσει τῶν λόγων πρὸς τὴν τοιαύτην θεωρίαν, καὶ πῶς ἂν πρεπόντως ἀντιλαβοίμεθα τῆς τῶν προκειμένων ἐξηγήσεως, καὶ λογικῶς, φαίην ἂν ἐγὼ, καὶ νοερῶς ὁμοῦ καὶ θείως ἐνερ‐ γῆσαι δυνηθείημεν, ἵνα καὶ τὴν ἀποδεικτικὴν
15τοῦ Παρμενίδου δύναμιν ἑλεῖν δυνηθῶμεν, καὶ ταῖς ἐπιβολαῖς αὐτοῦ ταῖς τοῦ ὄντος ὄντως ἐχο‐ μέναις παρακολουθήσωμεν, καὶ πρὸς τὴν ἄῤῥη‐ τον καὶ ἀπερίληπτον τοῦ ἑνὸς συναίσθησιν ἐν‐ θεαστικῶς ἀναδράμωμεν. Ἔχομεν γὰρ δὴ καὶ
20ἡμεῖς, ἅτε κατὰ ψυχὰς τεταγμένοι, τῶν πρω‐ τίστων αἰτιῶν εἰκόνας, καὶ μετέχομεν τῆς τε ὅλης ψυχῆς καὶ τοῦ νοεροῦ πλάτους καὶ τῆς θείας ἑνάδος· καὶ δεῖ τὰς ἐν ἡμῖν ἐκείνων δυ‐ νάμεις ἀνεγείρειν πρὸς τὴν ἀντίληψιν τῶν προ‐
25κειμένων. Ἢ πῶς ἐγγυτέρω τοῦ ἑνὸς ἐσόμεθα, μὴ τὸ ἓν τῆς ψυχῆς ἀνεγείραντες, ὅ ἐστιν ἐν ἡμῖν οἷον εἰκὼν τοῦ ἑνὸς, καθὸ καὶ μάλιστα τὸν ἐνθουσιασμὸν γίνεσθαί φασιν οἱ ἀκριβέστε‐ ροι τῶν λόγων; Πῶς δ’ ἂν τὸ ἓν αὐτὸ τοῦτο
30καὶ τὸ ἄνθος τῆς ψυχῆς ἀναλάμψαι ποιήσαι‐ μεν, εἰ μὴ κατὰ νοῦν πρότερον ἐνεργήσαιμεν; Ἡ γὰρ κατὰ νοῦν ἐνέργεια πρὸς τὴν ἤρεμον κατάστασιν καὶ ἐνέργειαν ἄγει τὴν ψυχήν. Πῶς δ’ ἂν τῆς νοερᾶς ἐνεργείας τελείως τύχοιμεν,
35μὴ διὰ τῶν λογικῶν ἐπιβολῶν πορευθέντες καὶ πρὸ τῶν ἁπλουστέρων νοήσεων συνθετωτέραις
χρησάμενοι; Δεῖ τοίνυν ἀποδεικτικῆς μὲν δυ‐
in Prm
.

1072

νάμεως ἐν ταῖς προσλήψεσι, νοερᾶς δὲ ἐνεργείας ἐν ταῖς τοῦ ὄντος διερευνήσεσιν (αἱ γὰρ τοῦ ὄντος τάξεις ἀποφάσκονται τοῦ ἑνὸς), ἐνθεα‐ στικῆς δὲ ὁρμῆς ἐν τῇ συναισθήσει τοῦ πάντων
5ἐξῃρημένου τῶν ὄντων, ἵνα μὴ λάθωμεν ἐκ τῶν ἀποφάσεων εἰς τὸ μὴ ὂν καὶ τὴν ἀφάνειαν αὐτοῦ διὰ τῆς ἀορίστου φαντασίας ἀπωσθέντες, ἀλλὰ τὸ ἐν ἡμῖν ἓν ἀνεγείραντες καὶ ἀναθάλψαντες διὰ τούτου τὴν ψυχὴν συνάψωμεν πρὸς αὐτὸ τὸ
10ἓν, καὶ οἷον ὁρμίσωμεν ὑπὲρ πᾶν τὸ ἐν ἑαυτοῖς νοητὸν στάντες καὶ πᾶσαν ἄλλην ἡμῶν ἐνέρ‐ γειαν ἀφελόντες, ἵνα ἐκείνῳ μόνῳ συγγενώμεθα καὶ ἐκεῖνο περιχορεύσωμεν, ἀπολιπόντες τὰς περὶ τὰς δευτέρας στρεφομένας τῆς ψυχῆς νοή‐
15σεις. Ὁ μὲν οὖν τρόπος τῶν λόγων τοιοῦτος ἡμῖν ἔστω, λογικὸς, νοερὸς, ἐνθεαστικός· οὕτω γὰρ ἄν τις τῆς προκειμένης ὑποθέσεως ἀντιλά‐ βοιτο δεόντως. Σκεπτέον τρίτον ἄλλο τίνες αἱ ἀποφάσεις
20αὗται, καὶ πότερον κρείττους εἰσὶ τῶν κατα‐ φάσεων ἢ χείρους. Δοκεῖ γὰρ πᾶσιν ἡ κατάφασις σεμνοτέρα τῆς ἀποφάσεως εἶναι· στέρησις γὰρ ἡ ἀπόφασις· ἡ δὲ κατάφασις, φασὶν, εἴδους παρουσία καὶ ἕξις τίς ἐστιν. Ἀλλὰ τοῖς μὲν εἴ‐
25δεσι καὶ τοῖς εἰδοπεποιημένοις προτιμοτέρα τῆς ἀποφάσεως ἡ κατάφασις· αὐτὸ γὰρ τοῦτο δεῖ τοῖς εἴδεσιν ὑπάρχειν, τὴν ἑαυτῶν ἕξιν καὶ τὴν τῆς στερήσεως φυγήν. Καὶ ὅλως τοῖς οὖσι καὶ τὸ εἶναι τοῦ μὴ εἶναι, καὶ ἡ κατάφασις
30οἰκειοτέρα τῆς ἀποφάσεώς ἐστι· τὸ μὲν γὰρ ὂν τῆς καταφάσεώς ἐστι παράδειγμα, τὸ δὲ μὴ ὂν τῆς ἀποφάσεως. Ὅπως δὲ αὐτὸς ἐν Σοφιστῇ τὸ μὴ ὂν ἔφατο πρὸς τὸ ὂν ἔχειν, οὐκ ἄδηλον, καὶ ὅτι κρεῖττον τὸ ὄν· οὗπερ, ἔλαττον μὲν
35γὰρ οὐδὲ τὸ μὴ ὂν εἶναί φησιν ἢ τὸ ὂν, ἀλλὰ προσθεὶς τὸ, εἰ θέμις εἰπεῖν, ἐδήλωσε τὴν
τοῦ ὄντος ὑπεροχήν. Ἐν πᾶσιν ἄρα τοῖς οὖσι
in Prm
.

1073

κρείττων ἡ κατάφασις ἁπλῶς τῆς ἀποφάσεως. Ἐπειδὴ δὲ πολλαχῶς τὸ μὴ ὂν, τὸ μὲν ὡς κρεῖττον τοῦ ὄντος, τὸ δὲ ὡς τῷ ὄντι συντατ‐ τόμενον, τὸ δὲ ὡς στέρησις τοῦ ὄντος· δῆλον
5δήπουθεν ὅτι τριττὰ καὶ ἀποφάσεων εἴδη θεω‐ ρήσομεν, τὸ μὲν ὑπὲρ τὴν κατάφασιν, τὸ δὲ καταφάσεως λειπόμενον, τὸ δὲ παρισούμενόν πως πρὸς τὴν κατάφασιν. Οὐκ ἄρα μονοειδῶς ἡ κατάφασις ἀεὶ τῆς ἀποφάσεως κρείττων, ἀλλ’
10ἔστιν ὅπου καὶ τὴν δευτέραν ἔλαχε τάξιν, ὅταν ἡ ἀπόφασις ἐκεῖνο λέγῃ τὸ μὴ ὂν ὅ ἐστιν ἐπέ‐ κεινα τοῦ ὄντος. Ἀλλ’ ἐπειδὴ διττὸν καὶ τοῦτο τὸ μὴ ὂν, τὸ μὲν ὑπὸ τοῦ ὄντος κατεχόμενον, τὸ δὲ οὐδενὶ τῶν ὄντων συναριθμούμενον· δῆ‐
15λον ὡς ἐπὶ τούτου κυρίως οὔτε κατάφασις ἁρμό‐ σειεν ἂν οὔτε ἀπόφασις, ἐπ’ ἐκείνου δὲ μᾶλλον ἡ ἀπόφασις, ἔτι καὶ ἡ κατάφασις καθόσον τῷ ὄντι κεκοινώνηκεν. Ἀλλ’ εἰ καὶ μηδεὶς ἐπὶ ἐκείνου κυρίως λόγος ἀληθὴς (λέγω δὴ τοῦ ἀσυν‐
20τάκτου πρὸς τὸ ὂν), κυριώτερον ἂν ἡ ἀπόφασις ἐπ’ αὐτοῦ ῥηθείη τῆς καταφάσεως. Ὡς γὰρ ἐπὶ τῶν ὄντων αἱ καταφάσεις, αἱ ἀποφάσεις ἐπὶ τοῦ μὴ ὄντος· ὅλως γὰρ ἡ κατάφασις εἴδους θέλει δράττεσθαί τινος, καὶ ὅταν ἡ ψυχὴ ἄλλῳ
25ἄλλο λέγῃ παρεῖναι καὶ ποιῇ κατάφασιν, τίθησι τῶν ἑαυτῇ συγγενῶν. Τὸ δὲ πρῶτον ὑπὲρ εἶδός ἐστι, καὶ οὐδὲν αὐτῷ προσήκει τῶν ἐν τοῖς δευ‐ τέροις προσάγειν, οὐδὲ τὰ ἐν ἡμῖν οἰκεῖα μετα‐ φέρειν ἐπ’ αὐτό· λήσομεν γὰρ ἑαυτοὺς καὶ οὐκ
30ἐκεῖνο λέγοντες. Οὐκ ἄρα καταφάσεσιν ἐπ’ αὐ‐ τοῦ χρησόμεθα δεόντως, ἀλλὰ μᾶλλον ταῖς τῶν δευτέρων ἀποφάσεσι. Καὶ γὰρ αἱ μὲν κατα‐ φάσεις γινώσκειν τι σπεύδουσιν ἄλλο ἄλλῳ ὑπάρχον· τὸ δὲ πρῶτον καὶ ἄγνωστόν ἐστι
35ταῖς συμφύλοις πρὸς τὰ ὄντα γνώσεσι, καὶ οὐκ ἔστιν αὐτῷ τι λαβεῖν ὡς ὑπάρχον, ἀλλὰ μᾶλ‐
λον ὡς μὴ ὑπάρχον· συνθέσεως γὰρ πάσης ἐξ‐
in Prm
.

1074

ῄρηται καὶ μεθέξεως. Καίτοι πρὸς τούτοις, αἱ μὲν καταφάσεις ὡρισμένον τι δηλοῦσιν, αἱ δὲ ἀποφάσεις ἀόριστον ἔχουσι δύναμιν· τὸ γὰρ οὐκ ἄνθρωπος ἀπειρότερόν ἐστι τοῦ ἄνθρωπος. Τὴν
5οὖν ἀπερίληπτον καὶ ἀπεριόριστον τοῦ ἑνὸς αἰ‐ τίαν οἰκειότερόν ἐστιν ἐνδείκνυσθαι διὰ τῶν ἀποφάσεων· ἀποτεμαχίζουσι γὰρ αἱ καταφά‐ σεις τὰ ὄντα, ἀναπλωτικαὶ δέ εἰσιν αἱ ἀποφά‐ σεις ἀπὸ τῶν περιγεγραμμένων ἐπὶ τὸ ἀπερί‐
10γραφον καὶ ἀπὸ τῶν διῃρημένων ὅροις οἰκείοις ἐπὶ τὸ ἀόριστον. Πῶς οὖν οὐχ αὗται μᾶλλον πρέπουσι τῇ θεωρίᾳ τοῦ ἑνός; τὴν γὰρ ἀπερί‐ ληπτον αὐτοῦ καὶ ἄληπτον καὶ ἄγνωστον ταῖς μερικαῖς ἐπιβολαῖς δύναμιν, εἰ θέμις εἰπεῖν,
15διὰ τούτων ἐνδείκνυσθαι μόνον δυνατόν. Κρείτ‐ τους ἄρα τῶν καταφάσεων αἱ ἀποφάσεις, καὶ πρέπουσαι τοῖς ἀναγομένοις ἀπὸ τοῦ μερικοῦ πρὸς τὸ ὅλον καὶ ἀπὸ τοῦ κατατεταγμένου πρὸς τὸ ἀκατάτακτον καὶ ἀπὸ τοῦ τετεμαχισμένου
20τῆς γνώσεως εἴδους ἐπὶ τὸ ἀπεριόριστον καὶ ἑνιαῖον καὶ ἁπλοῦν τῆς ἐνεργείας εἶδος. Πῶς οὖν αὗται καὶ τίνα τρόπον ἐπὶ τῆς πρώτης αἰτίας ἁρμόσουσι, τέταρτον νοήσωμεν. Οὐχ οὕτω φαίην ἂν ὡς ἐπὶ τῶν δεκτικῶν μὲν
25τῆς καταφάσεως, οὐ μέντοι δεδεγμένων, οἷον εἰ τὸν Σωκράτη φαῖμεν μὴ εἶναι λευκόν· ὅλως γὰρ οὐδενὸς τὸ ἕν ἐστι δεκτικὸν, ἀλλ’ ἐξῄρη‐ ται παντὸς τοῦ ὄντος καὶ πάσης μετοχῆς· οὐδὲ αὖ οὕτως, ὡς τὸ ἄδεκτον πάντη τῆς καταφά‐
30σεως, καὶ στέρησιν ἔχον αὐτῆς καὶ ἀμιξίαν πρὸς τὸ εἶδος, οἷον εἴ τις λέγοι τὴν γραμμὴν οὐ λευκὸν, διότι δὴ λευκότητός ἐστιν ἀμέτοχος. Τὸ γὰρ πρῶτον οὐχ ἁπλῶς ἀπέσπασται τῶν ἀποφασκομένων, οὐδὲ ἀκοινώνητά ἐστι πάντα
35ταῦτα πρὸς τὸ ἓν, ἀλλὰ παράγεται ἐκεῖθεν· καὶ οὐχ ὡς ἡ λευκότης οὔτε γεννᾷ τὴν γραμμὴν
οὔτε γεννᾶται ἀπ’ αὐτῆς, οὕτω καὶ τὰ μετὰ
in Prm
.

1075

τὸ ἓν οὔτε γεννᾶται ἀπὸ τοῦ ἑνός· ὑφέστηκε γὰρ ἐκεῖθεν. Ἀλλ’ οὐδὲ οὕτως, ὡς ἂν φαῖμεν κατὰ τὸν μέσον τρόπον τοῦτον λέγεσθαι τὴν ἀπόφα‐ σιν, κατὰ τὸν τῶν μὴ δεκτικῶν μὲν, ἄλλοις
5δὲ, ἐν οἷς ἐστι, τοῦ δέχεσθαι τὴν κατάφασιν αἰτιῶν· οἷον ἡ κίνησις οὐ κινεῖται, ἀλλὰ τὸ κινούμενον· κατηγορεῖται γοῦν αὐτῆς ἡ ἀπό‐ φασις· οὐ γὰρ κινεῖται, καὶ εἰ ἄλλα κινεῖται δι’ αὐτήν· καὶ ὅλως ἕκαστον τῶν παθῶν ἀπα‐
10θές ἐστιν· ἁπλοῦν γὰρ ὂν ἢ ἔστιν ἢ οὐκ ἔστι, τὸ δὲ πάσχον δι’ αὐτὸ τὸ σύνθετόν ἐστιν. Οὐδὲ οὕτως οὖν ἀποφάσκεται τὰ ἀποφασκόμενα τοῦ ἑνός· οὐδὲ γὰρ ἐγγίνεται ἑνὶ τὸ ἓν, ἀλλ’ αἴτιον μέν ἐστι τῶν καταφάσεων ὧν αὐτῷ προσ‐
15άγομεν τὰς ἀποφάσεις, οὐδαμῶς δὲ ἐγγίνεται τούτοις ὧν ἐστιν αἴτιον· ἀλλ’ εἴ με χρὴ συντό‐ μως εἰπεῖν τὸ δοκοῦν, ὥσπερ τὸ ἓν αἴτιόν ἐστι τῶν ὅλων, οὕτω καὶ ἀποφάσεις αἴτιαι τῶν κα‐ ταφάσεών εἰσιν. Ὅθεν καὶ ὅσα κατέφησεν ἡ
20δευτέρα, καθὰ προείπομεν, ὑπόθεσις, τοσαῦτα ἀπέφησεν ἡ πρώτη· πάντα γὰρ τὰ καταφατικὰ ἐκεῖνα πρόεισιν ἐκ τούτων τῶν ἀποφατικῶν, καὶ τούτων αἴτιον τὸ ἓν ὡς πρὸ τῶν πάντων ὄν. Ὡς γὰρ ἀσώματος οὖσα ἡ ψυχὴ τὸ σῶμα
25παρήγαγεν, ὡς ὁ νοῦς οἷον ἄψυχος ὢν (ὅτι καὶ μὴ ἔστι ψυχὴ) τὴν ψυχὴν ὑπέστησεν, οὕτω τὸ ἓν ἀπλήθυντον ὂν πᾶν τὸ πλῆθος ὑπέστησε, καὶ ἀνάριθμον ὂν τὸν ἀριθμὸν, καὶ ἀσχημάτιστον ὂν τὸ σχῆμα, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· οὐδὲν
30γάρ ἐστιν ὧν ὑφίστησιν. Οὐδὲ γὰρ ἄλλο αἴτιον οὐδὲν ταὐτόν ἐστιν τοῖς ἑαυτοῦ γεννήμασιν. Εἰ δὲ μηδέν ἐστιν ὧν ὑφίστησιν, πάντα δὲ ὑφ‐ ίστησιν, οὐδέν ἐστι πάντων. Εἰ οὖν τὰ πάντα καταφατικῶς γιγνώσκομεν, ἐκεῖνο ἀποφατικῶς
35ἀφ’ ἑκάστου τῶν πάντων ἐνδεικνύμεθα, καὶ οὕτω τοῦτο τὸ εἶδος τῆς ἀποφάσεως γεννητικόν ἐστι
τοῦ πλήθους τῶν καταφάσεων· οἷον τὸ ἀσχημά‐
in Prm
.

1076

τιστον ἐπὶ τοῦ ἑνὸς οὐκ ἔστι τοιοῦτον οἷον τὸ τῆς ὕλης, ὃ κατὰ τὴν στέρησιν θεωρεῖται τοῦ σχήματος, ἀλλ’ ὃ γεννᾷ καὶ παράγει τὴν κατὰ τὸ σχῆμα τάξιν. Ἐπὶ μὲν οὖν τῆς ὕλης αἱ
5ἀποφάσεις χείρους τῶν καταφάσεων, ἐπειδήπερ στερήσεις εἰσὶν, αἱ δὲ καταφάσεις μεθέξεις ὧν ἐστέρηται καθ’ αὑτήν· ἐπὶ δὲ τῶν ὄντων σύζυ‐ γοι πρὸς τὰς καταφάσεις· οὐ γὰρ παρ’ ἔλατ‐ τον τὸ μὴ ὂν οὐσίας μετέχει τοῦ ὄντος, ὡς εἴ‐
10ρηται ἐν Σοφιστῇ. Ἐπὶ δὲ τοῦ ἑνὸς, αἰτίας δηλοῦσιν ὑπεροχὴν, καὶ τούτῳ κρείττους εἰσὶ τῶν καταφάσεων. Διὸ καὶ τῶν μετὰ τὸ ἓν τὰ αἴτια τὰς ἀποφάσεις τῶν δευτέρων οὕτως ἔχει κατ’ αὐτῶν ἐπαληθευούσας. Οὕτω γὰρ καὶ τὴν
15ψυχὴν ὅταν λέγωμεν μήτε φθέγγεσθαι μήτε σιγᾷν, οὐχ οὕτω λέγομεν ταῦτα περὶ αὐτῆς ὡς περὶ λίθων καὶ ξύλων ἢ ἄλλου τινὸς ἀναισθήτου πράγματος, ἀλλ’ ὡς γεννητικῆς οὔσης ἀμφο‐ τέρων ἐν τῷ ζώῳ φωνῆς τε καὶ σιγῆς. Καὶ πά‐
20λιν τὴν φύσιν οὔτε λευκὸν οὔτε μέλαν λέγομεν, ἀλλ’ ἀχρώματον καὶ αὖ ἀδιάστατον· ἆρ’ οὖν οὕτως ὡς τὴν ὕλην; οὐδαμῶς (κρείττων γάρ ἐστι τῶν ἀποφασκομένων), ἀλλ’ ὡς γεννητικὴν καὶ χρωμάτων καὶ παντοίων διαστάσεων.
25Ὁμοίως τοίνυν ἀνάριθμον τὴν μονάδα λέγομεν, οὐχ ὡς ὑφειμένην τῶν ἀριθμῶν καὶ ἀόριστον, ἀλλ’ ὡς γεννῶσαν τοὺς ἀριθμοὺς καὶ ὁρίζουσαν, λέγω δὲ τὴν πρωτίστην μονάδα καὶ ἣν πάντα ἔχειν φαμὲν τὰ εἴδη τῶν ἀριθμῶν. Πάντα οὖν,
30ὅσα ἀποφάσκει τοῦ ἑνὸς, ἐξ αὐτοῦ πρόεισι· δεῖ γὰρ αὐτὸ μηδὲν εἶναι τῶν πάντων, ἵνα ᾖ πάντα ἀπ’ αὐτοῦ. Διό μοι δοκεῖ πολλάκις καὶ τὰ ἀν‐ τικείμενα ἀποφάσκειν, οἷον ὅτι οὔτε ὅλον οὔτε μέρος, οὔτε ταὐτὸν οὔτε ἕτερον, οὔτε
35ἑστὼς οὔτε κινούμενον· πάσης γὰρ ἐξῄρη‐ ται τὸ ἓν ἀντιθέσεως, πάσης ὑπερήπλωται σχέ‐
σεως, πάσης δυάδος καθαρεύει, παντὸς πλήθους
in Prm
.

1077

αὐτῶν καὶ τῶν συστοίχων τῶν διττῶν αἴτιον ὂν καὶ τῆς πρώτης δυάδος καὶ πάσης σχέσεως καὶ πάσης ἀντιθέσεως. Καὶ γὰρ ἡ φύσις αἰτία πασῶν τῶν σωματικῶν ἀντιθέσεων, καὶ ἡ ψυχὴ
5πασῶν τῶν ζωτικῶν αἰτιῶν, καὶ ὁ νοῦς τῶν ψυ‐ χικῶν γενῶν, τὸ δὲ ἓν ἁπασῶν τῶν διαιρέσεων ἁπλῶς (οὐ γὰρ ὧν μέν ἐστιν αἴτιον, ὧν δὲ ἀν‐ αίτιον)· τὸ δὲ πάσης ἀντιθέσεως αἴτιον αὐτὸ πρὸς οὐδὲν ἀντίκειται· δέοι γὰρ ἂν καὶ ταύτης
10εἶναί τι τῆς ἀντιθέσεως αἴτιον ἄλλο, καὶ οὐκ‐ έτι πασῶν αἴτιον τὸ ἕν. Τὰς μὲν οὖν ἀποφάσεις διὰ ταῦτα γεννητικὰς εἶναι τῶν καταφάσεων λέγομεν, τὰς ἐν τῇ πρώτῃ παρειλημμένας ὑπο‐ θέσει τῶν ἐπὶ τῆς δευτέρας ἐξετασθησομένων·
15ὅσα γὰρ γεννᾷ τὸ πρῶτον ἐν τῇ πρώτῃ, τοσαῦτα ἐν τῇ δευτέρᾳ γεννᾶται καὶ πρόεισιν ἐν τάξει τῇ οἰκείᾳ, καὶ οὕτως ὁ διακόσμος ἀναφαίνεται τῶν θεῶν ἀπὸ τῆς ἑνάδος τῆς ἐξῃρημένης ὑποστάς. Ἐκεῖνο δ’ ἄν τις πέμπτον εἰκότως ἐπὶ τού‐
20τοις ζητήσειε πῶς, εἰ ἀπὸ τοῦ οἰκείου ἑνὸς εἶπε ποιήσεσθαι τὴν ἀρχὴν ὁ Παρμενίδης, ἀπὸ τῶν ἀποφάσεων ἄρχεται τοῦ ἑνὸς, ἀλλ’ οὐχὶ τῶν καταφάσεων, αὐτὸς πάντα καταφάσκων ἐκείνου καὶ οὐδὲν ἀποφάσκων ἐν τῇ ποιήσει· καὶ γὰρ
25οὐλομελές φησιν αὐτὸ εἶναι καὶ ἀτρεμὲς, εἶναί τέ φησιν αὐτὸ ἀναγκαῖον, μὴ εἶναι δὲ ἀδόκη‐
τον, σφάλλεσθαί τε τὸν λέγοντα αὐτὸ μὴ εἶναι.
in Prm
.

1078

Καὶ γὰρ ἡ μὲν εἶναι φάσκουσα αὐτὸ κέλευθος, πειθοῦς ἐστι κατ’ αὐτόν· ἡ δὲ μὴ εἶναι λέ‐ γουσα,
καὶ ὡς χρέων ἐστὶ μὴ εἶναι,
5 Τὴν δή τοι φράζω παναπειθέα ἔμμεν ἀταρπόν. Καὶ ὅλως πολλὰ κατατείνει περὶ αὐτοῦ, καὶ ὡς ῥητόν ἐστι γράφων, καὶ ὡς νοητόν. Πῶς οὖν τοῦ Παρμενιδείου ἑνὸς τοιάνδε φύσιν ἔχοντος, ἐν τούτοις εἰπὼν αὐτὸς ἀπ’ ἐκείνου
10ποιήσεσθαι τὴν ἀρχὴν τῆς προκειμένης αὐτῷ γυμνασίας διὰ τῶν ἀποφάσεων ὁδεύει πρώτων, ὧν αὐτὸς ἐν ἐκείνοις τοῦ οἰκείου κατέφησεν ἑνός; Λεκτέον δὴ καὶ πρὸς ταύτην τὴν ζήτησιν ὅτι καὶ ὁ ἐν Σοφιστῇ ξένος, ἐκ τοῦ διδασκάλου
15πρώτου ὡρμημένος δεῖξαι τὸ ἓν ὂν ἐπέκεινα τῶν πολλῶν ὄντων καὶ ταύτῃ τὸν Παρμενίδην κατορθοῦντα προτάξαντα τῶν πολλῶν τὸ ἓν ὂν, ἐζήτησεν εἰ ὄντως ἕν ἐστι τὸ Παρμενίδειον ἓν, καὶ ταὐτόν ἐστιν ἑνί γε αὐτῷ εἶναι καὶ ὄντι,
20ἢ ἄλλο μὲν τὸ ἓν τῇ αὐτοῦ φύσει, ἄλλο δὲ τὸ ὄν· καὶ ζητήσας ἔδειξεν, εἴπερ ὅλον τί ἐστι τὸ ἓν ὂν, ὡς ὁ Παρμενίδης εἶπε, καὶ ἀρχὴν ἔχον καὶ τέλος, μεμερισμένον εἰς ταῦτα καὶ οὐλο‐ μελὲς ὂν, πεπονθέναι μὲν αὐτὸ ἀναγκαῖον τὸ
25ἓν καὶ μετέχειν διὰ τὸ ὅλον τοῦ ἑνὸς, οὐ μέν‐ τοιγε αὐτὸ εἶναι τὸ ἀληθῶς ἕν· δεῖν δὲ τὴν
ἀρχὴν μηδενὸς ἑτέρου μετέχειν, διότι τοῦ μετ‐
in Prm
.

1079

εχομένου δεύτερον ἀναγκαῖον εἶναι τὸ μετέχον, ὡς δεόμενον ἄλλου του καὶ οὗ ἐφίεται μετ‐ έχειν· ὥστε εἴ τις ἐφέποιτο τῇ θέσει, τοῦ ἑνὸς ἀποφήσει πάντα ὅσα κατέφησεν ὁ πεπονθὸς αὐτὸ
5θέμενος τὸ ἕν. Ἤρξατο μὲν οὖν, ὡς πολλάκις εἴπομεν, ἀπὸ τοῦ οἰκείου ἑνὸς καὶ ἐν τούτοις ὁ Παρμενίδης, ὅπερ ἦν πεπονθὸς τὸ ἓν (ἀπιδὼν δὲ εἰς τὸ ἓν ᾗ ἓν αὐτὸ μόνον καὶ οὐχ ὡς πε‐ πονθὸς τὸ ἓν), ἀλλ’ ὡς ἓν θεασάμενος τὴν μέθ‐
10εξιν, ἀνήγαγε τὸν λόγον εἰς τὴν ἀκραιφνῆ τοῦ ἑνὸς ἔννοιαν, καὶ διὰ τοῦτο πάντα οἶδεν ἐξ ἀνάγκης ἀποφατικῶς, ὅσα τῷ πεπονθότι τὸ ἓν, ἀλλ’ οὐχὶ τῷ αὐτῷ ἑνὶ ὄντι, προσήγαγε κατα‐ φατικῶς. Καὶ δὴ καὶ ἤρξατο τῶν ἀποφάσεων
15ἀπὸ τοῦ ὅλου, δι’ οὗ καὶ ὁ Ἐλεάτης ξένος ἐδείκνυ πεπονθὸς ὂν τὸ ἓν (τὸ Παρμενίδειον ἓν, ἀλλ’ οὐκ ἀληθῶς ἓν), καὶ τοῦτο συμπεραίνεται πρῶτον ὅτι οὐχ ὅλον τὸ ἕν· καὶ ἔδει τοὺς Πλα‐ τωνικοὺς ὁρᾷν ὅπως ταῦτα δείκνυσιν ἐν τούτοις
20τῇ ἐννοίᾳ τοῦ ἑνὸς ὁ Παρμενίδης, ἅπερ ἐν ἄλ‐ λοις αὐτοῦ τὴν δόξαν ἐπανάγων εἰς τὸ ἀληθὲς [ἓν] ὁ Παρμενίδειος σοφὸς ἀπέδειξε, καὶ μὴ καταψηφίζεσθαι τῆς πρώτης ὑποθέσεως ὡς κε‐ νολογούσης, ἀλλὰ ζητεῖν ἐπὶ ποίου πράγματός
25ἐστιν ἡ ὑπόθεσις ἀληθὴς, καὶ τοῦτο λαμβάνειν ἀπὸ τοῦ Πλάτωνος. Ἀλλὰ τοῦτο μὲν ὑπεμνήσθη διὰ τούτων· ἴσως δὲ ἄν τις τοῦτο αὐτὸ λοιπὸν ἡμᾶς ἐπαν‐ έροιτο, πότερον τοῖς ἀποφατικοῖς χρώμεθα διὰ
30τὴν ἀσθένειαν τῆς ἀνθρωπίνης φύσεως οὐ δυνα‐ μένης τὴν ἁπλότητα τοῦ ἑνὸς παραλαβεῖν δι’ ἐπιβολῆς τινος ἐπερειστικῆς καὶ θέας καὶ γνώ‐ σεως ἐπηρεισμένης, ἢ καὶ τὰ κρείττονα τῆς ἡμε‐ τέρας ψυχῆς κατὰ τὸ ἀνάλογον ἀποφατικῶς
35γινώσκει τὸ ἕν. Φαμὲν δὴ ὅτι καὶ ὁ νοῦς ταῖς μὲν συζύγοις πρὸς τὰ εἴδη νοήσεσιν αὐτὰ γινώ‐
σκει καὶ περιλαμβάνει τὰ νοητὰ, καὶ ἔστιν
in Prm
.

1080

αὐτὴ καταφατική τις ἡ γνῶσις, ἐὸν γὰρ ἐόντι πελάζει· καὶ ὃ νοεῖ τοῦτό ἐστιν, ὃ δὲ λέγει, τοῦτο νοεῖ· ὃ ἄρα ἐστὶ, τοῦτο λέγει πως ὁ νοῦς διὰ τῆς ἑαυτοῦ νοήσεως. Τῇ δὲ ὑπὲρ νοῦν ἑνάδι
5συνῆπται πρὸς τὸ ἓν, καὶ διὰ τῆς ἑνώσεως ταύτης γινώσκει τὸ ἓν, τῷ μὴ ὄντι τὸ [μὴ] ὄν· ἀποφατικῶς ἄρα γινώσκει τὸ ἕν. Διττὰς γὰρ ἔχει τὰς γνώσεις, τὴν μὲν ὡς νοῦς, τὴν δὲ ὡς μὴ νοῦς· καὶ τὴν μὲν ὡς ἑαυτὸν γινώσκων,
10τὴν δὲ μεθύων, φησί τις, καὶ αὑτὸν ἐνθεάζων τῷ νέκταρι, καὶ τὴν μὲν ὡς ἔστι, τὴν δὲ ὡς οὐκ ἔστι. Τὴν μὲν ἄρα ἀποφατικὴν ἔχει τῶν γνώσεων, τὴν δὲ καταφατικὴν καὶ αὐτὸς ὁ πο‐ λυΰμνητος νοῦς. Ἀλλὰ μὴν εἰ νοῦς καὶ αἱ θεῖαι
15ψυχαὶ, κατὰ μὲν τὰς ἑαυτῶν ἀκρότητας καὶ τὰς ἑνότητας ἐνθουσιῶσι περὶ τὸ ἓν καὶ εἰσὶ θεῖαι ψυχαὶ τὸ μάλιστα ταύτης ἕνεκα τῆς ἐνεργείας, κατὰ δὲ τὰς νοερὰς δυνάμεις ἐξήρτηνται τοῦ νοῦ καὶ περιχορεύουσιν αὐτὸν, κατὰ δὲ τὰς νοητι‐
20κὰς ἑαυτὰς γιγνώσκουσι καὶ τὴν ἑαυτῶν οὐσίαν ἀχράντως οὖσαν καὶ τοὺς ἑαυτῶν λόγους ἀν‐ ελίττουσι, κατὰ δὲ τὰς δοξαστικὰς τὰ αἰσθητὰ πάντα προειλήφασί τε καὶ κατευθύνουσι δεόν‐ τως. Καὶ πᾶσαι μὲν αἱ ἄλλαι γνώσεις αὐτῶν
25εἰσι καταφατικαὶ (τὰ γὰρ ὄντα ὡς ἔστι γινώ‐ σκουσι, τοῦτο δέ ἐστι καταφάσεως ἴδιον), τῇ δὲ ἐνθεαστικῇ περὶ τὸ ἓν ἐνεργείᾳ τὸ ἀποφατι‐ κόν ἐστι καὶ ἐν ταύταις τῆς γνώσεως· οὐ γὰρ ὅ τι ἐστὶ τὸ ἓν γινώσκουσιν, ἀλλ’ ὅ τι οὐκ ἔστι
30κατὰ τὸ κρεῖττον τοῦ ἔστιν· ἡ δὲ τοῦ ὅ τι οὐκ ἔστι νόησις ἀπόφασίς ἐστιν. Εἰ τοίνυν καὶ αἱ θεῖαι ψυχαὶ καὶ αὐτὸς ὁ πολυΰμνητος νοῦς δι’ ἀποφάσεως γινώσκει τὸ ἓν, τί χρὴ κατα‐ γινώσκειν ἀδυναμίαν τῆς ἡμετέρας ψυχῆς ἀπο‐
35φατικῶς αὐτοῦ τὸ ἀπερίληπτον ἐνδείκνυσθαι σπουδαζούσης; Τοῦ γὰρ πρώτου, φησὶν, οὐδέν
ἐστι τοιοῦτον οἷον γινώσκειν εἰώθαμεν. Οὕτως,
in Prm
.

1081

ὡς αὐτὸς ἐν Ἐπιστολαῖς εἴρηκε, τοῦτό ἐστι τὸ πάντων αἴτιον τῇ ψυχῇ κακῶν, τὸ τὴν ἰδιότητα τοῦ πρώτου ζητεῖν καὶ λογισμῷ τὴν ἐκείνου γνῶσιν ἐπιτρέπειν, δέον ἀνεγείρειν τὸ ἐν ἡμῖν
5ἓν, ἵνα τῷ ὁμοίῳ τὸ ὅμοιον, εἰ θέμις εἰπεῖν, γνῶναί πως κατὰ τὴν ἡμετέραν τάξιν δυνατοὶ γενώμεθα· ὡς γὰρ δόξῃ τὰ δοξαστὰ γινώ‐ σκομεν, καὶ ὡς διανοίᾳ τὰ διανοητὰ, καὶ ὡς τῷ νοερῷ τῷ ἐν ἡμῖν τὸ νοητὸν, οὕτω καὶ τῷ
10ἑνὶ τὸ ἕν. Τοῦτο δὲ ταὐτὸν τῷ μὴ ὄντι τὸ ἓν, τοῦτο δὲ ταὐτὸν τῷ τῇ ἀποφάσει τὸ ἕν· ἀπό‐ φασις γὰρ τὸ μὴ ὂν, ἀλλ’ οὐχ οὕτως ὡς τὸ μη‐ δαμῶς ὄν. Ἐκεῖνο γὰρ μὴ ὂν καὶ οὐδέν ἐστι πρὸς τῷ μὴ ὄντι· διὸ πάσης ἀποπέπτωκεν ὑπο‐
15στάσεως καὶ αὐτοῦ τοῦ ἑνὸς ἀφῃρημένον· λέγε‐ ται γοῦν οὐδὲ ἓν ὡς πρὸς τοῖς ἄλλοις πᾶσι, καὶ τοῦτο παντελῶς ἀμέτοχον ὂν τὸ μὴ [ἑνὸς] μετέχον ἀνυπόστατόν ἐστιν· ἔσχατον γὰρ ἀπο‐
λείπει τὰ πράγματα· πρὸ γὰρ αὐτοῦ τὸ ὂν,
in Prm
.

1082

καὶ πρὸ τοῦ ὄντος τὸ ζῇν, καὶ πρὸ τούτου τὸ νοεῖν· ὅθεν μὴ νοοῦν ζῇν τι καὶ εἶναι δυνατὸν, καὶ μὴ ζῶν εἶναι, καὶ μὴ ὂν ἕν πως ὑπάρχειν· τὸ δὲ μηδὲ ἓν ὑπάρχον πρὸς τοῖς ἄλλοις πάν‐
5των ἀναγκαῖον ἐκπεπτωκέναι, καὶ τοῦτό ἐστι τὸ μηδαμῶς ὄν. Τὸ δὲ αὖ πρὸ τοῦ ὄντος ἓν μὴ ὂν μὲν ἔστιν, οὐ μέντοι καὶ οὐδέν· ἓν γὰρ ὂν, ἀδύνατον αὐτὸ λέγειν οὐδέν. Μὴ ὂν οὖν αὐτὸ φῶμεν καὶ νοῶμεν τῷ ἐν ἡμῖν ὁμοίῳ (καὶ γὰρ
10ἐν ἡμῖν ἔνι τι σπέρμα ἐκείνου τοῦ μὴ ὄντος), καὶ οὕτως ἐξῃρημένον αὐτὸ τῶν ὄντων λέγωμεν μόνον ὂν, μὴ πρὸς ἀόριστον ὑπενεχθέντες λά‐ θωμεν, καὶ φανταστικῶς τὸ μὴ ὂν, ἀλλ’ οὐκ ἐνθεαστικῶς προβάλλωμεν· τοῦτο γὰρ ἡμᾶς οὐ
15τοῦ ἑνὸς ἀποστήσει μόνον, ἀλλὰ καὶ τῆς ὄντως γνώσεως. Ὅπως μὲν οὖν οἰκεῖαι πρὸς τὸ ἓν αἱ ἀποφάσεις, καὶ τίνα τρόπον ἀποφάσκεται πάντα ἀπ’ αὐτοῦ, καὶ ὅτι πᾶσα γνῶσις τοῦ ἑνὸς δι’
ἀποφάσεώς ἐστι, ἐκ τούτου δῆλον.
in Prm
.

1083

Πάλιν δὲ ἡμῖν ἕβδομον ἐπὶ τούτοις σκεπτέον, εἴτε πάντα τὰ ὄντα ἀποφάσκεται τοῦ ἑνὸς, εἴτε μὴ πάντα, καὶ εἰ μὴ πάντα, τίς ἡ ἀποκλήρω‐ σις καὶ διὰ τί μέχρι τούτων ἐστὶ καὶ πρὸς τί
5βλέπων ὁ λόγος. Πρῶτον δὲ ἴσως ἀπολογήσα‐ σθαι χρὴ πάντα τὰ ἐπὶ τῆς πρώτης ὑποθέσεως ἀποφασκόμενα τοῦ ἑνός· ἔστι δὲ ταῦτα κατὰ τὸ ἑξῆς οὑτωσὶ κατατεταγμένα, ὅτι οὐ πολλ, ὅτι οὔτε ὅλον οὔτε μέρος, ὅτι οὔτε ἀρχὴν
10ἔχον οὔτε μέσον οὔτε τελευτὴν, ὅτι οὐ‐ δὲν ἔχει πέρας, ὅτι ἀσχημάτιστον, ὅτι οὔτε ἐν ἄλλῳ ἐστὶν [οὔτε ἐν ἑαυτ, ὅτι οὔτε ἕστηκεν] οὔτε κινεῖται, ὅτι οὔτε ταὐτόν ἐστιν οὔτε ἕτερον, ὅτι οὔτε
15ὅμοιον οὔτε ἀνόμοιον, ὅτι οὔτε ἴσον οὔτε μεῖζον οὔτε ἔλαττον, ὅτι οὔτε πρεσβύτερον οὔτε νεώτερον, ὅτι γενέ‐ σεως οὐδαμῆ μετέχει χρόνου μὴ μετ‐ έχον, ὅτι οὐδὲ τοῦ εἶναι μετέχει, ὅτι
20οὔτε ὀνομαστὸν οὔτε ῥητόν ἐστιν, ὅτι οὔτε δοξαστὸν οὔτε ἐπιστητόν ἐστι. Τὰ μὲν οὖν ἀποφασκόμενα ταῦτά ἐστιν, ὡς ἕκα‐ στον συντόμως εἰπεῖν· δι’ ἣν δὲ αἰτίαν ταῦτα μόνα παρείληπται, ζητοῦμεν· καὶ εἰ μὴ
25πάντα τὰ ὁπωσοῦν ὄντα, πῶς οὐ πάντα καὶ δι’ ἣν αἰτίαν, ἐπιστῆσαι δήπου καὶ ἡμᾶς ἄξιον· ἤδη γὰρ καὶ τοῖς πρὸ ἡμῶν πολλὴν τοῦτο παρέσχεν ἀπορίαν. Καὶ τοῖς μὲν ἄλλοις παραλείπω πάντα, ὅσοι τὰ δύο εἴδη τοῦ ποσοῦ,
30τό τε διωρισμένον καὶ τὸ συνεχὲς, ἀποφάσκε‐ σθαι τοῦ ἑνὸς εἰρήκασιν· οὔτε γὰρ δύο μόνα εἴδη τοῦ ποσοῦ κατά τε τοῦς Πυθαγορείους καὶ Πλάτωνα, πανταχοῦ καὶ αὐτὸν βοῶντα τρεῖς εἶναι τὰς περὶ τὸ ποσὸν ἐπιστήμας, ἀριθμη‐
35τικὴν, μετρητικὴν, στατικὴν, οὔτε πάντα ὅσα παρείληπται τῆς τοῦ ποσοῦ φύσεώς ἐστιν, οἷον τὸ σχῆμα, τὸ κινεῖσθαι, τὸ ἑστάναι· ἢ
ὅσοι τὰς δέκα κατηγορίας ἐν τούτοις ἀνελίτ‐
in Prm
.

1084

τουσιν· οὐ γὰρ ταῦτα μόνον ὑπὸ τὰς δέκα κατηγορίας, ἀλλὰ καὶ ἄλλα πολλὰ ἂν εἴποι τις ὧν οὐδεμίαν ὁ Παρμενίδης πεποίηται μνήμην· ἢ εἴ τινες τὰ πέντε γένη θρυλλοῦσι τοῦ ὄντος·
5καὶ ταῦτα μὲν ἀπέφησε τοῦ ἑνὸς, τὴν οὐσίαν, τὸ ταὐτὸν, τὸ ἕτερον, τὴν κίνησιν, τὴν στάσιν, οὐ μέντοι ταῦτα μόνον, ἀλλὰ καὶ τὸ σχῆμα καὶ τὸ ὅλον καὶ τὸν χρόνον καὶ τὸν ἀριθμὸν καὶ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον, ἃ μή ἐστι γένη
10τοῦ ὄντος. Ὅσοι δὲ ἐν τῇ μονάδι ταῦτα πάντα δεικνύειν ἐθέλουσι, πάντων εἰσὶ πιθανώτατοι· καὶ γὰρ πολλὰ ἡ μονάς ἐστι κρυφίως, καὶ ὅλον καὶ μέρη, καὶ σχημάτων περιεκτικὴ, καὶ ἐν ἑαυτῇ καὶ ἐν ἄλλῳ καθὸ πᾶσι πάρεστι τοῖς ἐξ
15αὐτῆς, καὶ ἕστηκε καὶ κινεῖται, μένουσα ἅμα καὶ προϊοῦσα καὶ ἐν τῷ πολλαπλασιάζεσθαι μηδέποτε αὑτῆς ἐξισταμένη, καὶ τὸ ὅμοιον ἐπ’ αὐτῆς ἐστι δῆλον, καὶ τὰ ἄλλα ὁμοίως· ἀλλ’ ὅτι μὲν ἐν τῇ μονάδι ταῦτα δεικνύειν ῥᾴδιον,
20προθετέον αὐτοῖς καὶ ὅτι νοῦ μίμημά ἐστιν ἡ μονὰς, ὥστε πολλῷ πρότερον ἐν τῷ νῷ ταῦτα πάντα προείληπται καὶ διὰ τοῦτο ἀποφάσκε‐ ται τοῦ ἑνὸς, ὅτι ὑπὲρ νοῦν ἐστι καὶ πᾶσαν τὴν νοερὰν οὐσίαν. Καὶ γὰρ ταῦτα καὶ ὁ Παρμε‐
25νίδης θεώμενος ἐν τοῖς ἔπεσι περὶ τοῦ ὄντως ὄντος ἐκεῖ καὶ σφαῖραν ἐπιτίθεται καὶ ὅλον καὶ ταὐτὸν καὶ ἕτερον· ἅμα γὰρ αὐτὸ καὶ σφαίρης ἐναλίγκιον ὄγκῳ, μεσσόθεν ἰσοπαλὲς πάντη, καὶ οὐλομελὲς ἐπονομάζει καὶ ἀτρε‐
30μές· ὥστε πάντα ταῦτα πρώτως μέν ἐστιν ἐν τῷ νῷ, δευτέρως δὲ καὶ εἰκονικῶς ἔν τε τῇ μονάδι καὶ τῷ αἰσθητῷ παντὶ, φυσικῶς μὲν ἐν τούτῳ, μαθηματικῶς δὲ ἐν ἐκείνῃ· ἡ σφαῖρα γὰρ νοητὴ μὲν καὶ ὁ νοῦς, διανοητὴ δὲ ἡ μο‐
35νὰς, αἰσθητὴ δὲ ὁ κόσμος οὗτος εἰκόνας φέρων ἐν ἑαυτῷ τῶν ἀϊδίων θεῶν. Οὕτω μὲν οὖν ἕξουσι τὸ τέλειον οἱ τὴν μονάδα παρεισάγοντες,
εἰ μεταβαίνοιεν ἀπ’ αὐτῆς ἐπὶ τὸν νοῦν καὶ
in Prm
.

1085

ἀποφάσκοιεν ταῦτα τοῦ ἑνὸς ὡς ὑπὲρ νοῦν ὄν‐ τος· οὐδὲν γὰρ μέγα καὶ σεμνὸν, εἰ τῆς μονά‐ δος ὑπερέχοι τὸ ἓν, ἧς καὶ ὁ νοῦς ὑπέρτερος, ἀλλ’ εἰ αὐτοῦ κρεῖττον εἴη τοῦ νοῦ καὶ τῶν τοῦ
5νοῦ πληρωμάτων. Οὐ μὴν οὐδὲ οὗτοι τὴν αἰ‐ τίαν λέγουσι δι’ ἣν ταῦτα μόνον παρείληπται, πλείω δὲ τούτων ἢ ἐλάττω τῶν κειμένων οὐ‐ δαμῶς· οὐδὲ γὰρ τῇ μονάδι ταῦτα μόνον ἐστὶν, ἀλλὰ καὶ ἕτερα ἂν εὕροις πολλά· καὶ
10γὰρ περιττὴ καὶ ἀρτία, καὶ ἕκαστον ἔχει τῶν ὑπὸ ταῦτα εἰδῶν. Διὰ τί οὖν ταῦτα μόνα ἐκ πάντων, οὐδὲν λέγουσι σαφές. Μόνος οὖν ἐκ πάντων, ὧν ἡμεῖς ἴσμεν, ὁ ἡμέτερος καθηγε‐ μὼν αὐτῷ τῷ Πλάτωνι συγχορεύσας ἐν τῇ τῶν
15θείων γνώσει, κατεῖδεν ὅτι πάντα μὲν ὅσα ἐν τάξει καταφάσκει διὰ τῆς δευτέρας ὑποθέσεως, ταῦτα ἀποφάσκει τοῦ ἑνὸς, ὡς εἴρηται πολλά‐ κις, ἕκαστον δὲ τούτων τάξεώς ἐστιν ἐκεῖ τινος θείας σύμβολον, τὰ πολλὰ, τὸ ὅλον,
20τὸ σχῆμα, τὸ ἐν αὑτῷ καὶ ἐν ἄλλῳ, τῶν ἑξῆς ἕκαστον· οὐ γὰρ ἐν πάσῃ τάξει τοῦ ὄντος πάντα ὁμοίως ἀναφαίνεται, ἀλλὰ ἀλλαχοῦ μὲν τὸ πλῆθος, ἀλλαχοῦ δὲ ἄλλη τις τῶν θείων ἰδιότης. Ὡς γὰρ ἐν Σοφιστῇ μεμαθήκαμεν,
25πρώτιστον μὲν τὸ ἓν ὂν, δεύτερον δὲ τὸ ὅλον, τρίτον δὲ τὸ πᾶν, καὶ ὡς ἐν Φαίδρῳ μετὰ τοὺς νοητοὺς θεοὺς πρωτίστη μὲν ἡ ἀχρώματος καὶ ἀσχημάτιστος καὶ ἀναφὴς οὐσία, δεύτερον
δὲ τὸ χρῶμα, τρίτον δὲ τὸ σχῆμα, καὶ ἐπὶ
in Prm
.

1086

τῶν ἄλλων ὁμοίως, καὶ ἐν ἄλλῃ τάξει τοῦ ὄντος ἄλλων ἔκφανσις γίνεται πραγμάτων. Εἰ τοίνυν πάντα μὲν ταῦτα δηλοῖ τὸ πλάτος τοῦ ἑνὸς ὄντος, ἑξῆς καὶ ἀπαραλήπτως· εἰ βούλεται δὲ
5τὸ ἓν ἐπέκεινα πάντων ὑπερεῖναι τῶν ὄντων, εἰκότως ἂν ταῦτα μόνον ἀποφάσκει τοῦ ἑνός· ὅπως δὲ ἕκαστα τούτων διῄρηται ταῖς θείαις τάξεσιν, ἐπὶ τῆς δευτέρας ὑποθέσεως ἀκριβέ‐ στερον γνωσόμεθα. Τίνα μὲν οὖν ἐστι τὰ ἀπο‐
10φασκόμενα τοῦ ἑνὸς καὶ ὅτι τοσαῦτα μόνον ἀναγκαίως (τοσαῦται γάρ εἰσι τῶν ὄντων διηριθμημέναι τάξεις), ἀπὸ τούτων δῆλον· τοσοῦτον δὲ καὶ νῦν δῆλον ὅτι πάντα ἀπὸ τῆς τοῦ ὄντος ἰδιότητος εἴληπται, καὶ οὐκ ἀπὸ τῆς
15γνώσεως· τὸ γὰρ βούλεσθαι καὶ ὀρέγεσθαι καὶ πᾶν ὅ τι τοιοῦτον τῶν ζώντων ἴδια, τὸ δὲ νοεῖν ἢ διανοεῖσθαι ἢ αἰσθάνεσθαι τῶν γνωστικῶν· ταῦτα γὰρ τῶν ὁπωσοῦν ὄντων κοινά. Πάντα οὖν τὰ εἰρημένα ὑπάρχει καὶ ἐμψύχοις πᾶσιν,
20ὡς ἂν τοῦ εἶναι παρακολουθήματα, καὶ εἰκό‐ τως· ἦν γὰρ ἡ ὑπόθεσις, εἰ ἓν ἔστιν, τί ἕπε‐ ται. Τοσαῦτα ἀποφάσκει τοῦ ἑνὸς, ἵνα τελευ‐ ταῖον ἀποφήσῃ καὶ αὐτὸ τὸ ἕν ἐστιν, εἰπὼν, εἰ ἄρα ἓν ἔστι, τοῦτο τὸ ἓν οὐκ ἔστιν, ὡς
25κρεῖττον ὂν καὶ τοῦ ἔστιν· οὐδενὸς γάρ ἐστι δεκτικὸν τῶν τῷ ἔστι παρακολουθούντων, καὶ ἔοικε ταῦτα εἶναι μόνον τὰ τοῖς οὖσιν ὑπάρ‐ χοντα ᾗ ὄν ἐστιν, ὅσα καταφάσκει μὲν ἡ δευ‐
τέρα ὑπόθεσις, ἀποφάσκει δὲ πρώτη, καὶ οὐκ
in Prm
.

1087

ἂν εὕροιμεν τῶν ὄντων κοινὰ ἁπάντων πλὴν τούτων, καὶ τούτων τὰ μὲν ἀνωτέρω ὁλικώ‐ τερα, τὰ δὲ κατωτέρω μερικώτερα· διὸ καὶ τὰ ἀνωτέρω ἀνελὼν ἀναιρεῖ τὰ ἑξῆς κατὰ τὴν
5ὑπόθεσιν. Θαυμαστῶς ἄρα ἐξεῦρε τίνα ἐστὶ τὰ ἑπόμενα τῷ ὄντι ᾗ ὂν, καὶ ταῦτα κατέφησε μὲν ἐν τῇ δευτέρᾳ, ἀπέφησε δὲ ἐν τῇ πρώτῃ δεῖξαι βουλόμενος τὸ ἓν τῶν ὄντων ἐπέκεινα, δείξας αὐτὸ τῶν κοινῶν πᾶσι τοῖς οὖσιν ἐπ‐
10έκεινα ὑπάρχον· ταῦτα δέ ἐστι πάντα τὰ ἀπο‐ φασκόμενα τοῦ ἑνὸς κατὰ τὴν πρώτην ὑπόθεσιν, ὥστε, εἰ τούτων ἄδεκτόν ἐστι, καὶ αὐτοῦ τοῦ ἔστιν. Εἰ δέ τις ἀδύνατα συνάγειν οἴεται τὴν ὑπόθεσιν ταύτην, ἀναμεμνήσθω καὶ τῶν ἐν Σο‐
15φιστῇ γεγραμμένων ἐν οἷς ὁ Ἐλεάτης, βασα‐ νίζων τὸν περὶ τοῦ ὄντος λόγον τοῦ Παρμενίδου καὶ δεικνὺς ὡς οὐ δύναται εἶναι ἓν, καὶ μάλι‐ στα κατ’ αὐτὸν ὅλον λέγοντα τὸ ὂν ἐπήγαγε σαφῶς, ἀμερὲς γάρ που δεῖ τὸ ὡς ἀληθῶς ἕν.
20Μηδὲ μάτην ἐνεκαλεῖτο Παρμενίδης διὰ τού‐ των· ἐκεῖνος γὰρ εἶπέ που τὸ ὡς ἀληθὲς ἓν, ὥστε καὶ ἀμερὲς, ὥστε οὐ μέρη ἔχον· ὥστε πάντα τὰ ἑξῆς τούτῳ δειχθέντα πάντα ἕπεται τὰ συμπεράσματα τῆς πρώτης ὑποθέσεως·
25ὥστε πᾶσα ἀληθὴς καὶ ἐφαρμόζουσα μόνῳ τῷ ὡς ἀληθῶς ἑνὶ, τοῦτο δέ ἐστι τὸ πάντων αἴ‐ τιον τῶν ὄντων. Καὶ αἱ ἀποφάσεις οὐκ εἰς τὸ μηδαμῶς [ὂν] ἡμᾶς ἄγουσιν, ἀλλ’ εἰς τὸ ἓν αὐτὸ τὸ ὡς ἀληθῶς ἕν· καὶ γὰρ ἄτοπον τὸ μὲν ὡς
30ἀληθῶς ὂν εἶναι (καὶ τί λέγω τὸ ὄν; ἀλλὰ καὶ τὸ ὡς ἀληθῶς ἴσον, ἢ καὶ καλὸν καὶ ἕκα‐ στον τῶν εἰδῶν), τὸ δὲ ὡς ἀληθῶς ἓν μηδα‐ μοῦ εἶναι τῶν πάντων, ἀλλ’ ὄνομα μόνον, δι’ ὃ τὰ ὄντα πάντα σώζεται καὶ ἔστιν. Εἰ δὲ
35ἔστι, δῆλον ὡς οὐ πολλά ἐστι· οὐ γὰρ ἦν ὡς ἀληθῶς ἓν τοῦ μηδενὸς ἀναπεπλησμένον· τὰ γὰρ πολλὰ οὐχ ἕν· εἰ δὲ μή ἐστι πολλὰ, πά‐
λιν ἕπεται πᾶσα ἡ πρώτη ὑπόθεσις, τούτου
in Prm
.

1088

ληφθέντος, καὶ οὐ δεῖ κατηγορεῖν αὐτῆς ὡς ἀδύνατα λεγούσης. Τοῦτο μὲν οὖν δέδεικται διὰ τούτων. Πάλιν δὲ ὄγδοον ἐκεῖνο σκεπτέον περὶ τῆς
5τάξεως τῶν ἀποφάσεων, εἴτε ἄνωθεν ἄρχονται καὶ ἀπὸ τῶν πρώτων, πῶς τὰ πολλὰ πρῶτον ἀναιρεῖ, τελευταῖον δὲ τὸ εἶναι καὶ αὐτὸ τὸ ἕν (σεμνότερον δὲ δοκεῖ καὶ ἡμῖν τοῦ πλήθους εἶναι τὸ ἓν, καὶ τὸ ὂν δὴ ἐν τοῖς οὖσι σεμνό‐
10τατον)· εἴτε ἀπὸ τῶν τελευταίων, πῶς μετὰ τὰ γένη τοῦ ὄντος ὅμοιον καὶ ἀνόμοιον παρα‐ λαμβάνει, καὶ ἴσον καὶ ἄνισον, καὶ μεῖζον καὶ ἔλασσον· ταῦτα γὰρ καταδεέστερα τῶν γενῶν εἰσι τοῦ ὄντος. Ἄμεινον οὖν λέγειν ὡς ἄνωθέν
15τε ἄρχεται καὶ πρόεισι μέχρι τῶν τελευταίων διὰ τῶν ἀποφάσεων. Οὕτω γὰρ καὶ ἐν Φαίδρῳ τῆς ἀκροτάτης τῶν νοερῶν τάξεων ἀποφάσκων τὰς ἑξῆς αὐτῇ καὶ ἀπ’ αὐτῆς προελθούσας ἄν‐ ωθεν πεποίηται τὴν ἄρσιν, ἀχρώματον αὐτὴν
20πρῶτον εἰπὼν καὶ ἀσχημάτιστον ἑξῆς καὶ τρί‐ τον ἀναφανῆ· καὶ γὰρ ἦν ἐκείνη τριῶν βασι‐ λεύουσα νοερῶν τριάδων, τῆς συνοχικῆς ἣν κατὰ τὸ χρῶμα τάττει, τῆς τελεσιουργικῆς δευτέρας ἣν κατὰ τὸ σχῆμα παρελάμβανε, τῆς
25νοερᾶς ἣν διὰ τῆς ἁφῆς ἡμῖν συμβολικῶς ἀν‐ εδείκνυτο, καθάπερ ὑπομέμνηται διὰ τῶν εἰς τὴν παλινῳδίαν ἡμῖν πεπραγματευμένων, καὶ ταὐτὴν ἔλαχον αἱ τριάδες αὗται τάξιν, ἣν καὶ αἱ ἀποφάσεις. Οὕτως οὖν καὶ ἐν
30τούτοις ἄνωθεν αἱ ἀποφάσεις ἄρχονται καὶ συμπροέρχονται τῇ τάξει τῶν θείων διακό‐ σμων, ὧν ἁπάντων γεννητικὸν τὸ ἕν. Ὅπως δὲ ἐπὶ τέλει τὸ ἓν αὐτὸ καὶ τὸ εἶναι ἀφεῖλε, μὴ θαυμάσωμεν. Ἐὰν γὰρ τῇ ὅλῃ
35τάξει τοῦ λόγου παρακολουθήσωμεν, ἔσται ἡμῖν καὶ τοῦτο γνωριμώτατον· καὶ γὰρ δῆλον οἶμαι καὶ αὐτόθεν ὡς, ἐπὶ μὲν τῶν καταφατι‐
κῶν συμπερασμάτων, ἀπὸ τῶν μάλιστα συγ‐
in Prm
.

1089

γενῶν ἄρχεσθαι δεῖ καὶ διὰ τούτων δεικνύναι τὰ ἧττον συγγενῆ ἑπόμενα τῇ ὑποθέσει· ἐπὶ δὲ τῶν ἀποφάσεων, ἀπὸ τῶν μάλιστα ἀλλο‐ τρίων, καὶ διὰ τούτων δεικνύναι τὰ ἧττον ἀλλό‐
5τρια μὴ ἑπόμενα τῇ ὑποθέσει· δεῖ γὰρ, ἔφα‐ μεν, τοὺς τῇ μεθόδῳ ταύτῃ χρωμένους ἀπὸ τῶν γνωριμωτάτων ἄρχεσθαι. Διὰ ταῦτα τοί‐ νυν πρῶτον μὲν ἀποφάσκει τὰ πολλὰ τοῦ ἑνὸς, οἷς ἀποφανθεῖσι πρώτοις ἕπεται πάντα τὰ
10ἑξῆς ὅσα μεταξὺ τῶν πολλῶν ἀποφάσκεται καὶ τοῦ ἑνός· ἔσχατον δὲ αὐτὸ τὸ ἓν, ὅ ἐστι θέσει μὲν αὐτῷ συγγενέστατον, μεταδέχεται δὲ ὑπὸ οὐσίας καὶ διὰ τοῦτό τί ἐστιν, ἀλλ’ οὐχ ἁπλῶς ἕν. Ἔδει οὖν, ἀποφατικῶν ὄντων συμπερα‐
15σμάτων, ἀρχὴν μὲν εἶναι τὸ οὐ πολλὰ τῆς ὑποθέσεως πάσης, τέλος δὲ τὸ οὐχ ἕν. Τούτων δὲ διωρισμένων ἡμῖν, τί τὸ πρῶτον ἀποφασκόμενον, ἔννατον θεωρήσωμεν. Οὐκοῦν αὐτός φησιν ὅτι τὸ ἓν οὐ πολλά· τὰ ἄρα πολλὰ
20πρῶτον ἀποφάσκει τοῦ ἑνός. Ποῦ οὖν τὰ πολλὰ ταῦτα καὶ τί τὸ πλῆθος ὃ μὴ ἔστι τὸ ἕν; Εἰσὶ δή τινες, οἵ φασι τὰ πανταχοῦ πολλὰ τοῦ ἑνὸς αὐτὸν ἀφαιρεῖν, διότι παντὸς ὑπερέχει πλήθους τὸ ἓν νοητοῦ τε καὶ αἰσθητοῦ· οὐκ εἶναι οὖν τὸ
25ἓν οὐδὲν πλῆθος οὔτε νοητὸν οὔτε αἰσθητόν. Ἀλλ’ ἀξιώσομεν αὐτοὺς μεμνῆσθαι καὶ ὅτι ἐν τῇ δευτέρᾳ ὑποθέσει καταφάσκεται τὰ πολλά· ποῖον οὖν αἰσθητὸν πλῆθος ἐν ἐκείνῃ θεωροῦμεν; πάντα γὰρ ἐπὶ τῶν ὄντως ὄντων λέγεται, διότι
30τὸ ἓν ἐκεῖ παρισοῦται καὶ τὸ ὄν. Ἄλλοι δὲ ἔτι σεμνότεροι τούτων τὸ νοερὸν πλῆθος αὐτὸν ἀξιοῦσιν ἀποφάσκειν τοῦ ἑνός· εἶναι γὰρ δὴ τὸ μὲν πρῶτον ἓν ἀπλήθυντον, τὸν δὲ νοῦν ἓν
πολλὰ, τὴν δὲ ψυχὴν ἓν καὶ πολλὰ, διὰ τὸν
in Prm
.

1090

μερισμὸν τῶν συνδέσμων δεηθεῖσαν, τὸ δὲ σῶμα πολλὰ καὶ ἓν, ὡς μεριστὸν τῷ πλήθει χαρακτη‐ ριζόμενον, τὴν δὲ ὕλην πολλὰ μόνον· τοῦτο οὖν τὸ πολλὰ τὸ νοερὸν πλῆθος τῆς πρώτης
5αἰτίας ἀφαιρεῖ, ἵν’ ἓν ᾖ μόνον καὶ ὑπὲρ νοῦν. Τί ποτε οὖν τὸν νοῦν οὗτοι λέγουσιν, ἐρωτήσο‐ μεν αὐτούς. Εἰ μὲν γὰρ τὸν κυρίως νοῦν ὃς τοῦ νοητοῦ δεύτερός ἐστιν, οὐ μόνον ἐστὶ τὸ ἓν ἐπέ‐ κεινα τοῦ νοεροῦ πλήθους, ἀλλὰ καὶ τὸ νοητὸν,
10ἅτε τοῦ νοῦ κρεῖττον ὑπάρχον· εἰ δὲ πᾶν τὸ νοητὸν νοῦν προσαγορεύουσιν, ἀγνοοῦσι τὴν δια‐ φορὰν τὴν ἐν τοῖς θείοις καὶ τὴν κατὰ μέτρον προϊοῦσαν τῶν ὄντων ἀπογέννησιν. Ἄλλοι τοί‐ νυν καὶ τούτων ἐνθεαστικώτεροι, χαίρειν εἰπόν‐
15τες τῷ πλήθει τῷ αἰσθητῷ καὶ μηδὲ τῷ νοερῷ ἀνασχόμενοι, πολλῷ φασι πρὸ τῶν νοερῶν ἀριθ‐ μῶν εἶναι τὰς νοητὰς μονάδας, ἀφ’ ὧν ἀνεφάνη πᾶν τὸ νοερὸν πλῆθος κατὰ πολλὰς τάξεις διῃ‐ ρημένας· ἐκεῖνο οὖν ἀφαιρεῖσθαι τὸ πλῆθος τοῦ
20ἑνὸς, ὅ ἐστι νοητὸν, ἅτε προσεχὲς ὂν μετὰ τὸ ἓν, ἀλλ’ οὐ τὸ νοερόν· ἀλλ’ οὐ τοῦτο θαυμαστὸν, εἰ τὸ ἓν ἐξῄρηται τοῦ νοεροῦ πλήθους, οὗ καὶ αἱ νοηταὶ μονάδες ὑπερήπλωνται. Θεῖος μὲν οὖν ὁ λόγος ἐπί τινας ἁπλουστέρας αἰτίας
25ἀναδραμών· δεῖ δὲ καὶ ἐννοεῖν ὅτι ἐν τοῖς νο‐ ητοῖς πολλαὶ τάξεις εἰσὶ, καὶ, ὡς ὕμνηται παρὰ τοῖς θεολόγοις, τρεῖς αἱ ἐν ἐκείνοις τριά‐ δες, ἃς ἀποδείξομεν σαφῶς ἐπὶ τῆς δευτέρας ὑποθέσεως ἐξενηνεγμένας· εἰσὶ δὲ ἐν τοῖς νοη‐
30τοῖς καὶ νοεροῖς ἀνάλογοι ἐκείναις τοσαῦται τριάδες. Εἰ δὲ ταῦθ’ οὕτως ἔχει, δῆλον ὅτι καὶ τὰ πολλὰ ταῦτα [ἢ κατὰ τὸ νοητὸν πλῆθος] ἢ κατὰ τὸ πρῶτον [νοερὸν ὂν ἅμα] καὶ νοητὸν
πλῆθος ὑποθετέον· ταῦτα γὰρ τὰ πολλὰ, καθὸ
in Prm
.

1091

πολλὰ, μόνον ἀπὸ τοῦ ἑνὸς ὑφέστηκεν, ἀφ’ ὧν καὶ τὸ τριαδικὸν ἄνωθεν πρόεισι μέχρι τῶν ἐσχάτων, ἐν νοεροῖς, ἐν ὑπερκοσμίοις, ἐν αἰ‐ σθητοῖς, καὶ πᾶν τὸ ὁπωσοῦν τοῦ εἶναι μετα‐
5λαγχάνον τῆς τριάδος ταύτης μετείληχεν· Εἰς τρία γὰρ νοῦς εἶπε πατρὸς τέμνεσθαι ἅπαντα
(φησί τις θεῶν), Οὗ τὸ θέλειν κατένευσε, καὶ ἤδη πάντ’ ἐτέτμητο.
10 Τοῦτο οὖν ἐστι πρῶτον πλῆθος τὸ νοητὸν ἀπὸ τοῦ ἑνὸς ἐκφανθὲν, ὃ δόξειεν ἂν πρῶτον ἀποφάσκειν τοῦ ἑνός· καὶ μέχρι ταύτης ἤδη τινὲς τῆς τάξεως ἀναδραμόντες τὸ ἀκρότατον αὐτῆς εἰς ταὐτὸν ἤγαγον πρὸς τὸ ἕν. Ἢ οὖν
15κατὰ τὸ νοητὸν πλῆθος διὰ ταῦτα θετέον τὰ πολλὰ τοῦ ἑνὸς ἀποφασκόμενα νῦν, ἢ κατὰ τὸ πρώτιστον πλῆθος ἐν τοῖς νοεροῖς ὂν ἅμα καὶ νοητοῖς· τὰς γὰρ πολλὰς ἑνάδας οὐκ ἐν τοῖς νοητοῖς εἶναι θεοῖς, ἀλλ’ ἐν τοῖς μετ’ ἐκείνους
20εὐθύς. Μία γὰρ ἑνάς ἐστι καθ’ ἑκάστην τριάδα νοητήν· ἑνάδων δὴ πλῆθος κατώφθη πρῶτον κατὰ τὴν πρώτην τῶν νοητῶν καὶ νοερῶν τάξιν, ὡς ἔσται καὶ τοῦτο δῆλον ἐν τῇ δευτέρᾳ ἐκ τῶν δειχθησομένων ὑποθέσει. Νῦν οὖν ληπτέον
25ὡς ὁ Πλάτων παντὸς τοῦ τῶν ἑνάδων πλήθους ἐξαίρει τὸ ἓν ὡς γεννητικὸν αὐτοῦ καὶ ὑποστα‐ τικὸν, καὶ τοῦτο ποιεῖ κατὰ τὰς κοινὰς ἡμῶν ἐννοίας προλαβὼν ὡς οὐ πολλὰ τὸ ἕν. Ἀπὸ ταύτης οὖν τῆς τάξεως ἄρχεται τῶν ἀποφάσεων,
30ἐν ᾗ τὸ πρῶτον τῶν ἑνάδων πλῆθος ἀπὸ τῆς πρώτης ἑνάδος ἀνεφάνη· ποῦ δὲ τὸ πρῶτον πλῆ‐ θος τῶν ἑνάδων, ὡς εἴπομεν, ἡ δευτέρα ποιήσει δῆλον ὑπόθεσις. Δείξει γοῦν ὁ λόγος τῶν νοητῶν αὐτὸ θεῶν καὶ νοερῶν ὂν ἐν πρώτοις, ἀλλ’ οὐχὶ
35τῶν μόνως ὑμνουμένων νοητῶν, εἰ δὲ καὶ ἔστι πλῆθος καὶ ἐν ἐκείνοις ἄλλον τρόπον, καὶ οὐχ
ὥστε τὸ ἓν καὶ εἶναι πολλὰ, ἀλλ’ ὥστε εἶναι
in Prm
.

1092

τὰ πολλὰ ἕν· τῷ μὲν γὰρ τὸ ἓν οὐ πολλὰ δηλονότι ἀντίκειται τὸ ἓν πολλὰ εἶναι, τῷ δὲ τὸ ἓν ὂν πολλὰ τὸ ἓν ὂν οὐ πολλὰ, ὥστε, εἰ μὲν εἶπε τὸ ἓν ὂν οὐ πολλὰ, τὰ πολλὰ ταῦτα
5τῶν νοητῶν ἂν ἔθεμεν εἶναι πολλῶν· ἐπειδὴ δὲ τὸ ἓν εἶπεν οὐ πολλὰ ταῦτα, ἐκεῖ θήσομεν ὅπου ποτ’ ἂν δειχθῇ πρῶτον εἶναι τὸ ἓν πολλὰ, καὶ οὐχὶ τὸ ἓν ὄν. Δειχθήσεται δὲ τοῦτο μετὰ τὰς νοητὰς τάξεις, ὡς ἡμεῖς φαμεν, καὶ ἐν τοῖς
10νοητοῖς ὑμνουμένοις καὶ νοεροῖς διακόσμοις τῶν θεῶν, ὅταν χωρὶς μὲν τὸ ἓν πληθυνόμενον δείξῃ, χωρὶς δὲ τὸ ὂν ὁ λόγος, αὐτὸ δὲ τὸ νοητὸν πλῆ‐ θος τελευταῖον ἀφαιρήσει τοῦ ἑνὸς, τέλος ἀρχῇ συνάπτων, ἐν οἷς ἀποδεικνύσιν ὅτι τὸ ἓν οὔτε
15τὸ ἓν ὂν, ὡς γνωσόμεθα δι’ ἐκείνων. Καὶ ταῦτα μὲν περὶ τούτων· αὐτὴν δὲ τὴν λέξιν λοιπὸν ἐπισκεπτέον, ἵνα καὶ ταύτην ἐπὶ τὴν τῶν πραγμάτων θεωρίαν ἐπαναγάγωμεν. Ἐκεῖνο οὖν πρῶτον ῥητέον ὅτι τὸ μὴ πολλὰ
20εἶναι τὸ ἓν οὐδὲ ἀποδείξεως οὐδὲ παραμυ‐ θίας ἠξίωσεν, ἀλλὰ κατὰ τὴν κοινὴν ἔλαβεν αὐτὴν καὶ ἀδιάστροφον ἔννοιαν· δεῖ γὰρ ἐν ταῖς περὶ τοῦ πρώτου μάλιστα θεωρίαις ἀνεγεῖραι τὰς κοινὰς αἰτίας, ἐπειδὴ πάντα αὐτοφυῶς εἰς
25ἐκεῖνο τέτακται καὶ ἀνεπιτηδεύτως καὶ ὅσα κατὰ νοῦν ἐνεργεῖ καὶ ὅσα κατὰ φύσιν μόνον· καὶ ὅλως ἁπάσης ἀποδείξεως ἀρχὴν εἶναι τὸ ἀναπόδεικτον καὶ τὰς κοινὰς ἐννοίας προηγεῖ‐ σθαι τῶν ἀποδείξεων, ὥσπερ καὶ γεωμέτραι
30φασί· τοῦ δὲ, ὅτι τὸ ἓν οὐ πολλὰ, γνωριμώ‐ τερον οὐδέν ἐστιν ἡμῖν καὶ σαφέστερον, ὅθεν τοῦτο οὐ δεηθεὶς κατασκευῆς οὐδὲ πλείονος λόγου παρέλαβεν. Εἴληπται μὲν οὖν ἀπὸ τῆς κοινῆς ἐννοίας ὅτι οὐ πολλὰ τὸ ἕν· εἰ δὲ χρή
35τινος αὐτὸ καὶ παραμυθίας ἀξιῶσαι, λέγομεν ὅτι πανταχοῦ τὸ πρώτως ἕκαστον ἓν ἐξῄρηται
τῶν οἷον ἀντικειμένων καὶ καθαρῶς ἐστιν ὅπερ
in Prm
.

1093

ἐστίν· ὥσπερ δὴ καὶ τὸ καλὸν τὸ πρώτως οὐδα‐ μῶς ἐστι μὴ καλὸν, καὶ τὸ ὄντως ὂν οὐχὶ καὶ μὴ ὂν, ὥστε καὶ τὸ πρώτως ἓν οὐχὶ καὶ πολλά· μόνον ἄρα ἓν τοῦτό ἐστι τὸ ἓν, οὐχὶ δὲ καὶ
5πλῆθος. Εἰ γὰρ δή τι καὶ ἔστιν ἐν αὐτῷ πλῆθος, ἡνωμένον ἔσται καὶ οὐχ ἓν ἁπλῶς· πρὸ δὲ τοῦ ἡνωμένου τὸ ἑνοῦν ἐστιν, ὥσπερ δὴ καὶ πρὸ τοῦ εἰδοποιουμένου τὸ εἰδοποιοῦν· ἔστιν ἄρα τι καὶ τοῦ ἑνὸς ἐπέκεινα πρώτου ὄντος, ὅπερ ἀδύνα‐
10τον. Καὶ ἐὰν ἐκεῖνο πάλιν ἔχῃ πλῆθος, πρὸ αὐτοῦ ζητήσομεν ἕτερον, καὶ ἢ ἐπ’ ἄπειρον χωρήσομεν, ἢ τὸ μόνως ἓν εὑρόντες ἐκεῖνο φή‐ σομεν εἶναι πάντως μόνον αἴτιον. Τὸ δὲ ἡνω‐ μένον πλῆθος τῇ ἀρχῇ συγγενές ἐστιν, ἀλλ’ οὐκ
15ἀρχή· οὐκ ἄρα πολλὰ τὸ ἓν, ἀλλ’ αἴτιον τῶν πολ‐ λῶν· οὕτω γὰρ οὐ πολλὰ, ὥστε μὴ πολλὰ τῶν πολλῶν εἶναι γεννητικόν. Ἀλλὰ ταῦτα μὲν περὶ τῆς ἀποφάσεως κατὰ τὴν κοινὴν ἔννοιαν ὡς εἴρη‐ ται ληφθείσης· αὐτὸ δὲ πάλιν τοῦτο ζητητέον
20ποῖον ἓν ὁ Παρμενίδης λαμβάνει λέγων, εἰ ἓν ἔστιν. Εἰ μὲν γὰρ τὸ ἑαυτοῦ ἓν, ψεῦδος τὸ, οὐκ ἂν εἴη πολλὰ τὸ ἕν· τὸ γὰρ ἓν ὂν πολλά ἐστιν. Εἰ δὲ τὸ πρώτως ἓν τὸ ἀμέθεκτον, ἀληθὲς μὲν τὸ ἑπόμενον, οὐ μέντοι τοῦτό ἐστι
25τὸ Παρμενίδειον ἕν· ἦν γὰρ ἐκεῖνο τὸ ἓν ὄν. Ἢ ὡς καὶ πρότερον εἴρηται, καὶ νῦν ὑπομνη‐ στέον ὅτι τὸ ἑαυτοῦ ἓν ἐπαγγειλάμενος ὑπο‐ θέσθαι, καὶ τοῦτο μέντοι ὑποθέμενος τῷ λέγειν εἰ ἔστι (τὸ γὰρ ἔστιν ἐπὶ τούτου κυρίως),
30τῇ ἐννοίᾳ μόνῃ τοῦ ἑνὸς ἀποχρώμενος ἀνατρέχει λοιπὸν ἀπὸ τούτου πρὸς αὐτὸ τὸ ἓν, ὃ μήτε πολλά ἐστι μήτε τῶν ἄλλων μηδέν· ὅλον γὰρ τὸ ἓν ὂν λαβὼν, ποτὲ μὲν τῷ ἑνὶ τὴν διάνοιαν ἐπερείδων, τῷ δὲ ἔστι κατὰ μόνην χρώμενος
35τὴν δεκτικὴν φαντασίαν ἵνα ποιήσῃ λόγον, εὑρίσκει τὴν πρὸ αὐτοῦ ἑνὸς ὄντος αἰτίαν, ποτὲ
δὲ ἀμφοτέροις ὡσαύτως ἐπιβάλλων πᾶν τὸ
in Prm
.

1094

πλῆθος ἐξελίττει τῆς θείας οὐσίας ἄνωθεν μέ‐ χρι τῆς τελευταίας, ποτὲ δὲ τῷ μὲν ἔστιν ὡς προηγουμένῳ προσκείμενος, τῷ δὲ ἑνὶ χρώ‐ μενος ἵνα μὴ στερήσας αὐτὸ τοῦ ἑνὸς μηδὲν ὂν
5ἀποφήνῃ, τὴν ἑπομένην πρὸς τὴν θείαν οὐσίαν ὑπόστασιν ἐκφαίνει. Τὸ μὲν γὰρ ἓν μὴ μετ‐ έχειν τοῦ εἶναι δυνατὸν, τὸ δὲ εἶναι μὴ μετ‐ έχειν τοῦ ἑνὸς ἀδύνατον· καὶ γὰρ τὸ μὲν μὴ ὂν δυνατὸν ὑπερέχειν· τοιοῦτον γὰρ τὸ ἕν· τὸ
10γὰρ μηδὲ ἓν ἀμήχανον εἶναί πως ἐστερημένον πάντη τοῦ ἑνός. Ἀπὸ τοῦ ἑνὸς οὖν ὄντος ἢ ἐπὶ τὸ ἄνω ἡ ὁδὸς ἢ ἐπ’ αὐτὸ ἢ ἐπὶ τὸ κατωτέρω· κατὰ δὲ τὴν ἐπὶ τὸ ἄνω ὁδὸν αὐτὸ ὡς ἀληθῶς ἓν ἀναφαίνεται παντὸς ἐκβεβηκὸς τοῦ ὄντος,
15ὅθεν καὶ τελευταῖον αὐτοῦ καὶ τὸ ἕν ἐστιν ἀφεῖλεν ὡς οὐδὲ τοῦτο τῷ ἑνὶ προσῆκον. Το‐ σαῦτα καὶ πρὸς ταύτην τὴν ζήτησιν· ἡ δὲ εἰσ‐ βολὴ τῆς πρώτης ὑποθέσεως ἐναργῆ τὴν ὁρμὴν ἐποίησε τοῦ λέγοντος σὺν πάσῃ τῇ πρὸς τὸ
20προσκείμενον τάσει καὶ τὸν ἀκροατὴν εἰς αὐτὸ ἐπιστρέφοντος. Τοῦτο γὰρ τὸ εἶεν ἐνεργητικόν ἐστι τῆς ψυχῆς καὶ ἀναγωγὸν, οὐκ ἐῶν ἡμᾶς οἷον καθεύδειν πρὸς τὴν ῥηθησομένην θεωρίαν οὐδὲ νωθρότητος ὄντας ἀνάπλεως αὐτῇ πελά‐
25ζειν, μονονουχὶ τὸ περὶ τῶν θεῶν ῥηθὲν λέγον, ὡς ἄρα Ἔκλυσίς ἐστι θεοῦ νωθρὸς βροτὸς ἐς τάδ’ ἔχων
29Δεῖ γὰρ, εἰ μέλλομεν ταῖς ἀποφατικαῖς
30ταύταις νοήσεσι προσχωρῆσαι τοῦ ἑνὸς καὶ αὐ‐ τοὺς ἐξαναστῆναι τῶν οἰκείων ἠθῶν, ἀφελεῖν τὴν ποικιλίαν τῆς ζωῆς καὶ ἀποδύσασθαι τὰς πολλὰς φροντίδας, μόνην αὐτὴν καθ’ αὑτὴν ποιήσασθαι τὴν ψυχὴν, οὕτω πρὸς τὸ θεῖον
35αὐτὴν ἀναπλῶσαι καὶ πρὸς τὴν ὑποδοχὴν τῆς ἐνθεαστικῆς δυνάμεως, ἵνα αὐτοὶ [τὸ ἓν] πρό‐
τερον ἀποφατικῶς τοῦ ἐν ἡμῖν πλήθους ζητή‐
in Prm
.

1095

σαντες, οὕτως ἐπὶ τὴν ἀπλήθυντον τοῦ ἑνὸς ἔν‐ νοιαν ἀναδράμωμεν. Ἀλλὰ τοῦτο μὲν δῆλον· ἐκεῖνο δ’ ἄν τις ζητήσειε διὰ τί μὴ, καθάπερ ἐπὶ τῶν ἄλλων τὰ ἀντικείμενα ἀφαιρεῖ τοῦ ὡς
5ἀληθῶς ἑνὸς, οἷον ὅτι οὐ ταὐτὸν, ὅτι οὐχ ἕτε‐ ρον δεικνὺς, ὅτι οὐχ ἑστὼς, ὅτι οὐ κινούμενον, οὑτωσὶ καὶ ὅτι οὐ πολλὰ καὶ ὅτι οὐχ ἓν ἐπι‐ δείκνυσιν, ἀλλὰ τοσοῦτον μόνον προσέλαβεν ὅτι οὐ πολλὰ, καὶ οὐκ ἔτι μετὰ τούτου καὶ ὅτι οὐχ
10ἓν ἀπέδειξεν, ἵνα πανταχοῦ δεικνύηται τῶν ἀντικειμένων ἐκεῖνο καθαρεῦον, μήτ’ ἀμφότερα εἶναι δυνάμενον (οὐ γὰρ τὸ ἓν τὸ ἀμφότερον ὂν), μήτε θατέρῳ μαχόμενον· δέηται προ‐ όντος ἑνὸς τοῦ καὶ αὐτὸ κἀκεῖνο ποιήσοντος ἕν.
15Λέγομεν οὖν λογικῶς μὲν ὅτι τὴν ὑπόθεσιν ἔδει φυλάττειν ἀφ’ ἧς ὁ λόγος πρόεισιν· ἔστι δὲ ἡ ὑπόθεσις εἰ ἓν ἔστι, ταύτῃ δὲ ἀκόλουθόν ἐστιν ἐπάγειν τὸ οὐ πολλά ἐστιν (ἀναίνεται γὰρ ἡ τοῦ ἑνὸς ἔννοια τὸ πλῆθος), οὐκ ἀκόλουθον δὲ
20τὸ οὐχ ἕν ἐστι, καὶ εἰ ἄλλο ἐστὶ τὸ ἀντικεί‐ μενον ἓν τῷ πλήθει· καὶ εἰ τοῦτο, δυνατὸν ἀφαιρεῖν [τὸ ἓν] τοῦ ὡς ἀληθῶς ἑνὸς, ὃ καὶ ποιήσει τελευταῖον (ἀποφήσει γὰρ τὸ ἓν ἕν ἐστι μετὰ τοῦ ἔστι), προσλαβεῖν δὲ αὐτῷ,
25καθάπερ τὸ μὴ εἶναι πολλὰ, τὸ ἓν [οὕτω μὴ εἶναι τὸ ἓν] οὐκ ἦν [δυνατὸν], διότι τὸν λόγον ἀπὸ τῶν ἀναμφισβητήτων ἔδει προϊέναι πάντως ὁμολογημάτων, καὶ οὐκ ἀπὸ τοῦ λόγου δεομέ‐ νων· ἓν γὰρ ἦν καὶ τοῦτο παράγγελμα τῶν
30εἰς τὴν γυμνασίαν ταύτην συντεινόντων. Λογι‐ κῶς μὲν οὖν, ὅπερ ἔφην, οὑτωσὶ ῥητέον· εἰς δὲ τὰ πράγματα βλέπουσιν, ὅτι τὸ ἓν ἐκεῖνο πάν‐ τως, ᾧ τὰ πολλὰ ἀντίκειται, τῷ πλήθει σύν‐ εστι, καθάπερ τῷ ἑτέρῳ τὸ ταὐτὸν, καὶ οὐκ
35ἔστιν ἀπλήθυντον ἓν, καὶ οὐδὲ ἄνευ ἑνώσεως τὸ πλῆθος· ἔστι γὰρ τὸ ἓν τῷ πλήθει ἓν, διὸ πε‐ πονθὸς ἦν τὸ πλῆθος τὸ ἕν. Ἅμα οὖν ὁ Παρμε‐
νίδης τὰ πολλὰ τοῦ ἑνὸς ἀπέφηνε κἀκεῖνο τὸ
in Prm
.

1096

ἓν ὡς συναποπεφασμένον παρῆκεν· εἰ γὰρ εἴη ἐκεῖνο τὸ ἓν ὡς ἀληθῶς ἓν, οὐκ ἂν εἴη μόνον οὐ πολλὰ, ἀλλὰ καὶ πολλὰ ὡς συνυπάρχον τοῖς πολλοῖς, καὶ καθ’ αὑτὸ μὲν οὐ πολλὰ, κατὰ
5συμβεβηκὸς δὲ πολλὰ, καὶ οὐδαμοῦ ἂν εἴη τὸ ἁπλῶς οὐ πολλὰ, ἀλλὰ τό πη οὐ πολλὰ μόνον, καίτοι γε πανταχοῦ τῆς ἐννοίας ἡμῶν πρὸ τοῦ πη τὸ ἁπλῶς ἀπαιτούσης καὶ ἄρχεσθαι ἀπὸ τῶν πη μόνως ὄντων ἅ ἐστιν ἀναινομένης· διὰ γὰρ
10τοῦτο καὶ τὰ εἴδη πρὸ τῶν αἰσθητῶν ἔθετο, τὰ νοητὰ ζητοῦσα τὰ ἁπλῶς πρὸ τῶν πη ὄντων καὶ ὁμωνύμων ἐκείνοις. Λαβὼν οὖν ὅτι τὸ ἓν οὐ πολλὰ, καὶ τοῦτο τὸ οὐ πολλὰ ἁπλῶς οὐ πολλὰ λαβὼν, εἰκότως οὐκ ἐδεήθη καὶ τὸ ἓν
15συναφελεῖν τό πη οὐ πολλὰ ὂν καὶ οὐχ ἁπλῶς. Ἀπὸ δὴ τούτων ἐπὶ τὰ πράγματα μεταβάντες λέγομεν ὅτι τοῦτό ἐστι τὸ ἓν, ὅπερ ἐν Σοφιστῇ μὲν εἶπεν ὡς ἀληθῶς ἓν ἀμερὲς ὂν καὶ ἄλλο τοῦ πεπονθότος τὸ ἓν, ἐν δὲ Ἐπιστολαῖς τὸ
20πρῶτον τῶν πάντων ᾧ μὴ δεῖ προσάγειν τὸ ποῖόν τι μήν· πᾶν γὰρ τὸ ποιὸν οὐκ ἔστιν ἁπλῶς, οἷον τὸ ποιὸν καλὸν ἢ τὸ ποιὸν ἴσον· τὸ γοῦν ποιὸν διαφορὰ ὄν τι ποιεῖ καλὸν καί τι ἴσον, ὥστε καὶ τῷ αὐτῷ ἑνὶ καὶ ἁπλῶς οὐ προσ‐
25ακτέον τὸ ποιὸν, ἵνα μὴ τοιόνδε ἓν γένηται ἀντὶ τοῦ αὐτοενός. Εἰ οὖν τὸ αὐτὸ ἓν καὶ πρῶ‐ τον ταὐτὸν, τὸ δὲ πρῶτον θεὸς, δῆλον ὅτι ταὐ‐ τὸν τὸ αὐτοὲν καὶ θεὸς, καὶ οὔ τις ἐκεῖνο θεὸς, ἀλλ’ αὐτοθεός· καὶ ὅσοι ἄρα δημιουργὸν λέγουσι
30τὸν πρῶτον ἢ πατέρα, οὐκ ὀρθῶς λέγουσιν· ὁ γὰρ δημιουργὸς καὶ ὁ πατήρ τις θεός· δῆλον δὲ [τοῦτο]· οὐ γὰρ πᾶς θεὸς ἢ δημιουργὸς ἢ πατὴρ, τὸ δὲ πρῶτον ἁπλῶς θεὸς καὶ πάντες θεοὶ δι’ ἐκεῖνο θεοὶ, τινὲς δὲ ὅσοι δημιουργοὶ
35διὰ τὸν δημιουργὸν, καὶ πατέρες διὰ τὸν πρῶ‐ τον δημιουργὸν ἢ πατέρα. Λεγέσθω οὖν τὸ ἓν ἁπλῶς θεὸς, ὡς πᾶσιν αἴτιον τοῦ εἶναι θεοῖς τοῖς
θεοῖς, ἀλλ’ οὐχί τισι θεοῖς, οἷον δημιουργικοῖς
in Prm
.

1097

ἢ πατρικοῖς ἢ ἄλλο ἔχουσιν εἶδός τι θεότητος μερικὸν, ὃ δὴ ποιόν ἐστι θεῖον, ἀλλ’ οὐχὶ ἁπλῶς· διὰ ταῦτα γὰρ δὴ καὶ ἐν Ἐπιστολαῖς ποῖόν τι μὴν ἐπερωτᾷν τὸ πρῶτον οὐκ ἐδο‐
5κίμαζεν, ἵνα μὴ τὸ πρῶτόν τι ποιήσωμεν ἀντὶ τοῦ ἁπλῶς. Καὶ γὰρ τὸ ποιὸν ζῶον ἀληθὲς ἐπὶ τοῦ τινὸς ζώου καὶ οὐ τὸ ἁπλῶς· ἄποιον γὰρ τὸ ἁπλῶς πᾶν, ὡς πρὸ διαφορᾶς ὂν, ἥτις ποιεῖ τὸ ἔχον τι καὶ οὐχ ἁπλῶς· τί γὰρ ζῶον; τὸ ποιὸν
10ζῶον. Ἔχομεν οὖν διὰ τούτων ὅτι τὸ πρῶτον ταὐτὸν καὶ τὸ ἕν. Προσκείσθω δὲ ὅτι τοῦτ’ ἔστι καὶ τὸ ἐν Πολιτείᾳ τἀγαθὸν ἐπέκεινα τοῦ εἶναι καὶ τῆς οὐσίας ἐκεῖ ῥηθὲν καὶ ὂν ὑπερούσιον· καὶ γὰρ τὸ ἓν καὶ τὸ ἀγαθὸν ταὐτὸν, εἴπερ,
15ὡς ἐν Φαίδωνι λέγεται, τἀγαθόν ἐστι τὸ πάντα συνέχον, τὸ δὲ πάντα συνέχον τῷ ἑνὶ ταὐτόν. Ἢ ἔστιν ἐπέκεινα τοῦ ἑνὸς, ἢ οὐδέν ἐστιν, ἢ οὐχ ἓν, ἑκάτερον δὲ ἄτοπον. Τὸ ἄρα πρῶτόν ἐστι τὸ ὡς ἀληθῶς ἓν καὶ ὁ πάντων βασιλεὺς
20καὶ τἀγαθόν. Οὔτε ἄρα μέρος αὐτο, οὔτε ὅλον αὐτὸ δεῖ εἶναι. Τί δ; Τὸ μέρος τοῦ ὅλου μέρος ἐστ; Να. Τί τὸ ὅλον; οὐχὶ οὗ ἂν μέρος μηδὲν ἀπ, ὅλον ἂν
25εἴη; Πάνυ γε. Ἀμφοτέρως ἄρα τὸ ἓν ἐκ μερῶν ἂν εἴη, ὅλον τε ὂν καὶ μέρη ἔχον. Ἀνάγκη. (P. 137 C.) Πρώτη τοῦ ἑνὸς ἀπόφασίς ἐστιν, ὅτι οὐ πολλὰ τὸ ἕν· πρώτως γὰρ ἦν τῶν πολλῶν
30γεννητικόν· καὶ γὰρ αὐτὸ τὸ πρῶτον πλῆθος τῶν πάντων ἀκρότατον ἐκ τοῦ ἑνὸς προελήλυθε. Δευτέρα μετὰ ταύτην ἀπόφασις, ὅτι οὔτε ὅλον ἐστὶν, οὔτε μέρη ἔχει τὸ ἕν· δευτέ‐
ραν γὰρ ὑφίστησι ταύτην τάξιν τὸ ἓν μετὰ τὸ
in Prm
.

1098

πρῶτον πλῆθος ὃ πρῶτον ἀπέφησε τοῦ ἑνός· καὶ ἵνα τοῦτο καταμάθωμεν σαφέστατα, λογι‐ κῶς αὐτὸ τὴν πρώτην μετέλθωμεν· φανήσεται γὰρ ὃ λέγομεν ὀρθῶς τῷ ταύτῃ μετιόντι τοὺς
5λόγους. Οὐκοῦν τοῦτο πᾶσίν ἐστι καταφανὲς ὡς ὅταν ᾖ συνημμένον ἐκ τῆς ἀναιρέσεως τοῦ ἡγουμένου τὴν ἀναίρεσιν τοῦ ἑπομένου πιστού‐ μενον, καθολικώτερόν ἐστι τὸ ἡγουμένον; οἷον ἐν τῷ, εἰ μὴ ζῶον, οὐχὶ ἄνθρωπος· ἀλλὰ
10μὴν οὐ ζῶον, οὐδὲ ἄνθρωπος· ἄρα τὸ ζῶον τοῦ ἀνθρώπου καθολικώτερον. Καὶ πῶς γὰρ ἄλλως ἀναιρεθὲν συναναιροίη θάτερον, εἰ μὴ δύναμιν ἔχει καθολικωτέραν; Καὶ γὰρ ἐπὶ τῶν λεγομένων ἐξισάζειν, ἔστι τις ὑπεροχὴ τῶν
15συναναιρούντων πρὸς τὰ συναναιρούμενα, κατ’ αὐτὸ τοῦτο τὸ ἡγεῖσθαι θατέρου τῆς ἀναιρέσεως καὶ δι’ ἑαυτὸ κἀκεῖνο ἀναιρεῖν, εἰ καὶ μὴ κατὰ τὸ ποσὸν, ἀλλὰ κατὰ δύναμιν. Τοῦτο δ’ οὖν κείσθω διωρισμένον ὅτι ἐν τοῖς ἀποφατικοῖς
20συμπεράσμασιν, ὅταν διὰ τῆς ἀναιρέσεως τοῦ ἡγουμένου τὸ ἑπόμενον συμπέρασμα συνάγω‐ μεν ἀποφατικὸν, τὸ ἡγούμενον δυνατώτερόν ἐστιν· ὅταν δὲ διὰ τῆς ἀναιρέσεως τοῦ ἑπο‐ μένου τὸ ἡγούμενον ἀναιρῶμεν, τὸ ἑπόμενον·
25καὶ ἁπλῶς τὸ τῇ ἑαυτοῦ ἀναιρέσει τὸ λοιπὸν συναναιροῦν, εἴτε ἡγούμενον εἴτε ἑπόμενον, κρατητικώτερόν ἐστιν αὐτοῦ καὶ δυνατώτερον. Ἓν μὲν οὖν τοῦτο κείσθω διωμολογημένον· δεύτερον δὲ ἕτερον τοιοῦτον πᾶν τὸ περιληπτι‐
30κώτερον κατὰ τὴν δύναμίν τινος ἐγγυτέρω τοῦ ἑνός ἐστιν εἰκότως· διότι γὰρ αὐτὸ τὸ ἓν πάν‐ των ἐστὶν, εἰ θέμις εἰπεῖν, περιληπτικώτατον, καὶ οὐδὲν ἔξω τοῦ ἑνὸς, οὐδ’ ἂν αὐτὴν εἴποις
τὴν στέρησιν καὶ τὰ ἀμενηνότατα τῶν πραγμά‐
in Prm
.

1099

των· ἀλλ’ εἰ οὐδ’ ὅλως ὑφέστηκεν ἕν πως, ἔστιν ἀνάγκη καὶ τὰ ἐγγυτέρω τοῦ ἑνὸς περι‐ ληπτικώτερα εἶναι τῶν ποῤῥωτέρω, μιμούμενα τὴν ἀπεριόριστον αἰτίαν καὶ τὴν ἄπειρον ὑπερ‐
5βολὴν τοῦ ἑνός. Οὕτω καὶ τὸ ὂν, περιλη‐ πτικώτερον ὂν ζωῆς καὶ νοῦ, τοῦ ἑνός ἐστιν ἔγγιον, καὶ ἡ ζωὴ μᾶλλον ἢ ὁ νοῦς. Δύο δὴ τούτων ἡμῖν ἀξιωμάτων ὑποκειμένων, κατ‐ ίδωμεν ὅπως συλλογίζεται ὁ Παρμενίδης ὅτι τὸ
10ἓν οὔτε ὅλον ἐστὶν οὔτε μέρη ἔχει, καὶ παρα‐ κολουθήσωμεν αὐτοῦ τῇ ἀγωγῇ· εἰ ὅλον ἐστὶ, φησὶν, ἢ μέρη ἔχει, πολλά ἐστι τὸ ἕν· ἀλλὰ μὴν οὐ πολλά ἐστιν, ὡς εἴρηται πρότερον, οὔτε ἄρα ὅλον ἔσται, οὔτε μέρη ἕξει τὸ ἕν.
15Καὶ πάλιν εἰ μὴ πολλὰ τὸ ἓν, οὔτε ὅλον ἐστὶν οὔτε μέρη ἔχει τὸ ἕν. Ἐν δὴ ταύταις ἀμφοτέ‐ ραις ταῖς ἀγωγαῖς τῇ ἀναιρέσει τῶν πολλῶν συναναιρεῖται τὰ μέρη καὶ τὸ ὅλον· ἔκειτο γὰρ ἡμῖν τὸ συναναιροῦν ἑαυτῷ τὸ λοιπὸν ἐν τοῖς
20συνημμένοις δυνατώτερον καὶ περιληπτικώ‐ τερον· τὸ δὲ περιληπτικώτερον ἐγγύτερον τοῦ ἑνός· τὸ ἄρα πολλὰ ταῦτα ἐγγυτέρω τοῦ ἑνός ἐστιν ἢ τὰ μέρη καὶ τὸ ὅλον· καὶ γὰρ τὰ μέρη πολλὰ, τὰ δὲ πολλὰ οὐ πάντως ἐστὶ μέρη,
25ὥστε τῶν μερῶν τὰ πολλὰ περιληπτικώτερα· ἐπέκεινα οὖν ἐστι τῶν μερῶν. Πρῶτα ἄρα τὰ πολλὰ ἐν τοῖς οὖσίν ἐστι, δεύτερα δὲ τὸ ὅλον καὶ τὰ μέρη, καὶ διὰ τοῦτο τὰ μὲν πρῶτα παράγει τὸ ἓν, τὰ δὲ δεύτερα διὰ τῶν
30πολλῶν· ἀεὶ γὰρ τὰ πρῶτα προϊόντα συμπαρ‐ άγει τοῖς ἑαυτῶν αἰτίοις τὰ ἑξῆς. Εἴπερ οὖν αἱ ἀποφάσεις γεννῶσι τὰς καταφάσεις, δῆλον ὡς ἡ μὲν πρώτη τὰ πρῶτα γεννᾷ, ἡ δὲ δευ‐ τέρα τὰ δεύτερα· τὰ .... τοῦ ὅλου καὶ μέρη
35ἔχοντος κοινότερον· τί γὰρ εἰ ἄπειρα εἴη τὰ πολλὰ, τοῦ μέρη ἔχοντος πάντως ἐκ πεπερα‐ σμένων ὄντος; ὥστ’ εἴ τι μὲν ἔχει μέρη, δεῖται τῶν πολλῶν, εἴ τι δὲ πλῆθος, οὐκ ἐξ ἀνάγκης
ἐστὶν ὅλον. Καὶ ὅρα τὴν γεωμετρικὴν τάξιν, ὅπως
in Prm
.

1100

ὅτι μὲν οὐ πολλὰ τὸ ἓν εἴληπται ὡς ἀξίωμα καὶ ὡς κοινὴ ἔννοια, ὅτι δὲ οὔτε ὅλον ἐστὶν οὔτε μέρη ἔχει κατασκευάζεται δι’ ἐκείνης τῆς κοινῆς ἐννοίας· καὶ πάλιν ὅτι οὔτε ἀρχὴν
5ἔχει οὔτε τελευτὴν, διὰ τοῦ πρὸ αὐτοῦ καὶ ἑξῆς ἀεὶ κατὰ τὴν χρυσῆν ὄντως σειρὰν τῶν ὄντων ἐφ’ ὧν πάντα μὲν ἐκ τοῦ ἑνὸς, ἀλλὰ τὰ μὲν ἀμέσως, τὰ δὲ διὰ μιᾶς μεσότητος, τὰ δὲ διὰ δυοῖν, τὰ δὲ διὰ πλειόνων, πάντα δὲ
10ἁπλῶς ἐκ τοῦ ἑνός. Οὕτω μὲν οὖν λογικῶς ἀπο‐ δείκνυται τὰ πολλὰ ταῦτα πρὸ τοῦ ὅλου τεταγ‐ μένα καὶ τῶν μερῶν· εἰ δὲ θέλοις, καὶ πραγ‐ ματειωδέστερον ὅρα· τὰ πολλὰ, καθὸ πολλὰ, μίαν αἰτίαν ἔχει τὸ ἕν· οὐ γὰρ ἀλλαχόθεν πᾶν
15πλῆθός ἐστιν ἢ ἐκ τοῦ ἑνὸς, ἐπεὶ καὶ τὸ τῶν ὄντων πλῆθος, καθόσον μὲν νοητόν ἐστιν, ἐκ τοῦ ὄντος ἐστὶ, καθόσον δὲ πλῆθος, ἐκ τοῦ ἑνὸς ὑφέστηκεν. Εἰ γὰρ ἦν τὸ πλῆθος ἔκ τινος ἄλλης αἰτίας παρὰ τὸ ἓν, ἐκείνην ἀναγκαῖον ἂν
20ἦν πάλιν ἢ ἓν εἶναι, ἢ οὐδὲν, ἢ οὐχ ἕν· ἀλλ’ εἰ μὲν οὐδὲν ἦν, οὐδ’ ἂν αἰτίαν εἶναι δυνατὸν ἦν αὐτήν· εἰ δὲ οὐχ ἓν πάλιν, οὐχ ἓν οὖσαν μηδὲν διαφέρειν τῶν πολλῶν, τῆς αἰτίας παν‐ ταχοῦ διαφερούσης τῶν ἀπ’ αὐτῆς. Λείπεται
25οὖν, ἢ ἀναίτια εἶναι τὰ πολλὰ καὶ ἀσύντακτα ἀλλήλοις καὶ ἀπειράκις ἄπειρα, μηδενὸς ἐν αὐτοῖς ὄντος ἑνὸς, ἢ τὸ ἓν αἴτιον εἶναι τοῦ εἶναι τοῖς πολλοῖς· ἢ γὰρ οὔτε ἕκαστον τῶν πολλῶν ἓν οὔτε τὸ ἐκ πάντων, καὶ οὕτως ἀπειράκις
30ἄπειρα ἔσται πάντα· ἢ ἕκαστον μὲν ἓν, τὸ δὲ ἐκ πάντων οὐχ ἓν, καὶ ἀσύντακτα ἔσται ἀλλή‐ λοις (συνταχθέντα γὰρ ἑνὸς ἀνάγκη μετέχειν)· ἢ ἔμπαλιν, καὶ ἕκαστον ἀπειράκις ἔσται ἄπειρον, μηδενὸς ἑνὸς μετέχον, ἢ ἄμφω ἑνὸς
35μετέχει, καὶ δεῖ πρὸ αὐτῶν εἶναι τὸ ἑνοποιὸν ἀμφοτέρων καὶ τῶν μερῶν καὶ τοῦ ὅλου, μήτε ὅλον μήτε μέρη ἔχον· ἢ πάλιν καὶ τοῦτο ἐπι‐ δεὲς ἔσται ἑνὸς, καὶ εἰ ἐπ’ ἄπειρον ἦν, ἥξομεν
εἰς τὸ πρὸ τοῦ ὅλου καὶ τῶν μερῶν ἕν. Πρὸς δὲ
in Prm
.

1101

τούτοις καὶ εἰ ἄλλο τι αἴτιον ἦν παρὰ τὸ ἓν τῶν πολλῶν, οὐκ ἂν ᾖ πλῆθος ἑνάδων, ἃς παράγει ὡς τὸ ἕν· εἰ ἄρα εἰσὶ πολλαὶ ἑνάδες, αἴτιον τῶν πολλῶν καθὸ πολλὰ τὸ ἕν· τῶν
5γὰρ ἑνάδων πρώτως αἴτιον ἓν, διὸ καὶ ἑνάδες λέγονται, τὸ δὲ τῶν ὄντων πλῆθός ἐστιν ἐκ τοῦ τῶν ἑνάδων πλήθους, ὥστε πᾶν πλῆθός ἐστιν ἐκ τοῦ ἑνὸς, τὸ δέ γε ὅλον τῶν ὄντων ἐστὶ καὶ τὰ μέρη· κἄν τε γὰρ ὅλον ᾖ τὸ ἓν ὂν,
10δῆλον δήπουθεν ὅτι μετὰ τοῦ εἶναί ἐστιν ὅλον, κἄν τε τὸ ἓν μετεχόμενον, πάντως καὶ τοῦτο τῷ ὄντι σύνεστι, κἂν αὐτὸ μόνον τὸ ὂν αὐτόθεν, καὶ τοῦτό ἐστιν οὐσία. Εἰ οὖν τὸ ὅλον καὶ τὸ μέρος ὄντα πώς ἐστιν ἢ καθ’ ὕπαρξιν, ἢ κατὰ
15μέθεξιν, παράγεται μὲν καὶ ταῦτα ἐκ τοῦ ἑνὸς, ἀλλὰ καὶ ἀπὸ τῆς οὐσίας, εἴπερ εἴη τὸ ὅλον τῶν ὄντων καὶ τὸ μέρος. Οὕτως οὖν ὁ Παρμενίδης ἔλεγεν ἐν τῷ ἑνὶ ὄντι ταῦτα τιθέμενος, ὅλον αὐτὸ λέγων εἶναι τὸ ἓν ὂν καὶ μέρη ἔχειν,
20καὶ τὸ μὲν ὂν τοῦ ἑνὸς ἐξάψας, τὸ δὲ ὅλον ἐν τῷ ὄντι ἑνὶ θεωρῶν, καί τι ὂν τὸ ὅλον ποιῶν εἰκό‐ τως. Πάντα μὲν γὰρ ὅσα ὁλότητος οὐσιώδους μετέχει, ταῦτα καὶ οὐσίας· οὐ πάντα δὲ ὅσα οὐσίας, ταῦτα καὶ ὁλότητος· αὐτὰ γοῦν τὰ
25μέρη τῆς οὐσίας, καθὸ μέρη ἐστὶ, μετέχοντα τῆς οὐσίας, ὁλότητος δὲ οὐ μετέχει καθὸ τοιαῦτά ἐστιν· εἰ δὲ τοῦτο, ἐπέκεινα τῆς οὐ‐ σιώδους ὁλότητος ἡ οὐσία· μετέχει ἄρα τῆς οὐσίας τὸ οὐσιῶδες ὅλον καὶ οὐκ ἔστι τῇ οὐσίᾳ
30ταὐτόν. Οὕτω δὲ καὶ εἴ τις ἑνοειδής ἐστιν ὁλό‐ της, μετέχει τοῦ ἑνὸς, τὸ δὲ ἑνιαῖον μέρος ἑνὸς μὲν ἀνάγκη μετέχειν, οὐκ ἔτι δὲ ὅλον ἀναγ‐ καῖον ὑπάρχειν, ἀλλὰ καὶ ἀδύνατον καθόσον ἐστὶ μέρος· ἀλλὰ μὴν ἢ οὐσιῶδές ἐστι τὸ ὅλον
35καὶ μέρος, ἢ ἑνιαῖον (ἔστι γὰρ καὶ ἐν ταῖς οὐ‐ σίαις καὶ ἐν ταῖς ἑνάσιν ὅλον καὶ μέρος)· τὸ ἄρα ἓν ἐπέκεινα τοῦ ὅλου καὶ μέρους καὶ τῶν οὐσιωδῶν καὶ τῶν ἑνιαίων. Καὶ οὐ τοῦτο μό‐ νον, ἀλλὰ καὶ τὰ πολλὰ τοῦ τε ὅλου προϋπάρ‐
40χει καὶ τῶν μερῶν· ἑκάτερον γὰρ πάντως
in Prm
.

1102

πολλά πώς ἐστιν, ὡς ἐδείξαμεν· ἀλλὰ μὴν τὰ πολλὰ τὰ πρώτως ληφθέντα μόνου μετέχει τοῦ ἑνός· ἐπέκεινα ἄρα τὰ πολλὰ τοῦ τε ὅλου καὶ τῶν μερῶν. Ταύτῃ μὲν οὖν καὶ τοῦτο δει‐
5κτέον ἡμῖν· θεατέον δὲ τὴν τῶν ἀποδείξεων τούτων ἀλήθειαν· καὶ εἰ οὕτως ἀποδείξεις εἰσὶ, δείξουσιν ὅτι πᾶν ὅλον πάντως συνάγει τι πλῆ‐ θος. Πᾶσα οὖν ὁλότης πάντως ἔμφασιν ἔχει τῶν οἰκείων μερῶν· ἡ μὲν γὰρ ἐν τῷ μέρει καὶ
10πάντως συντέτακται πρὸς τὸ μέρος, καὶ οὐ μόνον ὅλον ἐστὶν, ἀλλὰ καὶ μέρος· ἡ δὲ ἐκ τῶν μερῶν συμπεπλήρωται τοῖς ἑαυτῆς μέρεσιν· ἡ δέ γε πρὸ τῶν μερῶν τὰς αἰτίας ἔχει τῶν μερῶν, ὥστε καὶ πλήθους· οὐδαμῶς ἄρα ὅλον
15ἐστὶ τὸ ἕν. Εἰ γὰρ πᾶν ὅλον μετὰ πλήθους, τὸ δὲ ἓν ἄνευ πλήθους, οὐκ ἄρα ὅλον τὸ ἕν· πάλιν τὸ μέρος ἄλλου μέρος ἐστὶν, ὥστε τὸ μέρη ἔχον πλῆθος ἔχει· πᾶν γὰρ μέρος ἕν τι μετ’ ἄλλων ἐθέλει συμπληροῦν· τὰ δὲ ἄλλα
20ταῦτα δῆλον ὡς πολλά ἐστιν· εἰ τοίνυν τὸ ἓν οὐδενός ἐστι πλήθους μετέχον, τὸ δὲ μέρη ἔχον πλῆθος ἔχει, φανερὸν ὅτι τὸ ἓν οὐκ ἂν ἔχοι μέρη αὐτό· δέδεικται δὲ ὅτι οὔτε ὅλον ἐστίν· οὔτε ἄρα ὅλον ἐστὶν οὔτε μέρη ἔχον τὸ ἕν·
25εἴτε γὰρ ὅλον ἐστὶν εἴτε μέρη ἔχει, πολλά ἐστιν· ἀλλὰ μὴν οὐ πολλά ἐστιν· οὔτε ἄρα ὅλον ἐστὶν οὔτε μέρη ἔχον. Καὶ ὁρᾷς ὅτι τοῦτο πρῶτόν ἐστιν ἀποδεδειγμένον διὰ τῶν οὐ πολ‐ λῶν, ὥσπερ δὴ καὶ ἐν τοῖς οὖσιν ἡ ὁλότης
30παράγεται διὰ τοῦ πρώτου πλήθους· τὸ δὲ δι’ αἰτίας δεικνύμενον τοῦτό ἐστι κυρίως ἀποδει‐ κτικόν. Εἰ οὖν τὸ ὅλον ἐστὶ διὰ τὰ πολλὰ, τὸ μὴ εἶναι πολλὰ πάλιν αἴτιον τοῦ μὴ ὅλον εἶναι, ἀμφοτέρων δὲ τούτων ἡ τοῦ ἑνὸς μονό‐
35της. Τοῦτο δὲ ἦν ὃ καὶ ὁ Ἐλεάτης ξένος ἐδεί‐ κνυ μὴ δυνάμενον εἶναι ὡς ἀληθῶς ἓν, λέγω δὴ τὸ ὅλον· πάθος μὲν γὰρ αὐτό φησιν ἔχειν τοῦ ἑνὸς οὐδὲν κωλύειν, τὸ δὲ ἓν αὐτὸ εἶναι ἀδύνατον. Ὅπερ οὖν ἐκεῖ δέδεικται δεικνὺς
40ὅτι μὴ ἔστιν ἓν ὡς ἀληθῶς τὸ Παρμενίδειον
in Prm
.

1103

ἓν, τοῦτο ἐν τούτοις ἀπέδειξε μὴ ὅλον τὸ ὡς ἀληθῶς ἓν, ἀντιστρέψας πρὸς ἐκείνην τὴν ἀπό‐ δειξιν τὴν ἐνταῦθα πρώτην ἔφοδον· ἐκεῖ μὲν γὰρ ἔδειξεν, εἰ ὅλον ἐστὶν, οὐκ ὂν ἀληθῶς ἕν·
5ἐνταῦθα δὲ, εἰ ἔστιν ὡς ἀληθῶς ἓν, ὅτι οὐχ ὅλον ἐστίν· ὥστε ἢ ἐκείνοις ἀπιστείτω τις ὡς οὐ Πλάτωνος θεάμασιν, ἢ καὶ τούτοις συγχω‐ ρείτω, καὶ ταύτην ἡγείσθω κατὰ Πλάτωνα τὴν πρώτην ἀρχὴν, καὶ τὸ ὡς ἀληθῶς ἓν εἶναι τὸ
10πρῶτον, καὶ τοῦτο μὲν τοιοῦτον. Εἰ δὲ ταὐτόν πως εἶναι δοκεῖ τό τε ὅλον καὶ τὸ μέρη ἔχον, οὐ χρὴ θαυμάζειν· ὁρῶμεν γὰρ ὡς ἡνωμένον τὸ αὐτὸ καὶ ὡς διακεκριμένον· ὡς μὲν ἡνω‐ μένον ὅλον αὐτὸ προσαγορεύομεν, ὡς δὲ διακε‐
15κριμένον μέρη ἔχον· τὸ δὲ ἓν οὔτε ἡνωμένον ἐστὶν, ὥστε οὐχ ὅλον, οὔτε διακεκριμένον, ὥστε οὐ μέρη ἔχον· εἴτε γὰρ ἡνωμένον, πολλά ἐστιν, εἴτε διακεκριμένον· καὶ γὰρ τὸ ἡνω‐ μένον πλῆθός ἐστι τῷ ἑνὶ κρατούμενον, τὸ δὲ
20ἓν ἐπέκεινα παντὸς πλήθους, τοῦ δὴ ὡς ἡνω‐ μένου καὶ πολλῷ μᾶλλον τοῦ διακεκριμένου. Ταῦτα καὶ περὶ τούτων· λοιπὸν δὲ ἄν τις ἐπι‐ ζητήσειεν πότερον ταῦτα ἀποφάσκει τοῦ ἑνὸς, αὐτὸ πρὸς αὐτὸ λαμβάνων τὸ οὐχ ἑπόμενον
25αὐτῷ ἢ πρὸς τὰ ἄλλα. Καὶ γὰρ τοῦτό τισιν ἔδοξεν, ὡς τῶν πολλῶν ἄλλων ὄντων παρὰ τὸ ἓν, καὶ τούτων ἀποφασκομένων τοῦ ἑνὸς, καὶ τοῦ ὅλου καὶ τοῦ σχήματος, καὶ τῶν ἄλλων ὁμοίως. Δῆλός ἐστιν ὁ φιλόσοφος ἐν ἀρχῇ μὲν
30τῆς ὑποθέσεως παραλαμβάνων ὅσα οὐχ ἕπεται τῷ ἑνὶ αὐτῷ πρὸς αὑτό· καὶ γὰρ ὅτι ἀπλήθυν‐ τον καὶ ὅτι οὐχ ὅλον αὐτὸ καθ’ αὑτὸ σκοπού‐ μεθα, καὶ εἰ μηδὲν εἴη τῶν ἄλλων· ἐν μέσοις δὲ ὅσα οὐχ ἕπεται οὔτε αὐτῷ πρὸς ἑαυτὸ οὔτε πρὸς
35τὰ ἄλλα, οἷον ὅτι οὔτε ταὐτὸν ἑαυτῷ οὔτε ἕτερον ἑαυτῷ, οὔτε ταὐτὸν τοῖς ἄλλοις οὔτε ἕτερον τῶν ἄλλων, οὔτε ὅμοιον οὔτε ἀνόμοιον ὡσαύτως, οὔτε ἁπτόμενον οὔτε χωρὶς ὁμοίως· ἐπὶ τέλει δὲ ὅσα οὐχ ἕπεται τῷ ἑνὶ πρὸς τὰ
40ἄλλα μόνον, ὅπου καὶ δείκνυται ὡς οὔτε ῥητόν
in Prm
.

1104

ἐστιν οὔτε δοξαστὸν οὔτε ἐπιστητὸν, οὔτε ὅλως γνωστόν ἐστί τινι τῶν ἄλλων, ἀλλ’ αὐτὸ τῶν ἄλλων ἐστὶν ἐξῃρημένον καὶ γνώσεων καὶ γνω‐ στῶν, εἰ οἷόν τε εἰπεῖν, ἐφ’ ἑαυτοῦ μένον οὐ‐
5δενὶ τῶν ἄλλων συνταττόμενον, ἀλλ’ ἀπεριό‐ ριστον τοῖς πᾶσι· καὶ ὅταν οὖν λέγῃ μὴ εἶναι πολλὰ τὸ ἓν, οὐχὶ τὰ ἄλλα λέγει τοῦ ἑνὸς μὴ εἶναι τὸ ἓν, ὡς ἐκεῖνα τοῦ ἑνὸς ἀποφάσκων, ἀλλ’ αὐτὸ πλῆθος ἐν ἑαυτῷ μὴ ἔχειν, μηδ’
10εἶναι τὸ ἓν ἅμα τῷ ἑνὶ καὶ πολλὰ, μόνως δὲ ἓν εἶναι καὶ αὐτοὲν παντὸς πλήθους καθαρεῦον· καὶ γὰρ ὅταν ἐν τῇ δευτέρᾳ ὑποθέσει διίῃ κατα‐ φάσκων ὅτι πολλὰ τὸ ἓν, ἀπλήθυντον αὐτὸ εἶναι καὶ μόνως ἓν καὶ οὕτω μήτε ὅλον εἶναι
15μήτε μέρη ἔχειν, πρὸς ἑαυτὸ σκοποῦσα πῶς ἔχει τοῦτο τὸ ἕν. Ἀμφοτέρως ἂν ἄρα οὕτω τὸ ἓν πολλὰ εἴη, ἀλλ’ οὐχ ἕν. Ἀληθ. Δεῖ δέ γε μὴ πολλ, ἀλλ’ ἓν αὐτὸ εἶναι.
20Δε. Οὔτε ἄρα ὅλον ἔσται οὔτε μέρη ἕξει, εἰ ἓν ἔσται τὸ ἕν. Οὐ γάρ. (P. 137 C.) Συμπεραίνεται μὲν ἐν τούτοις τὴν ὅλην ἀπό‐ δειξιν, ἣν καὶ πρότερον εἴπομεν, καὶ νῦν δὲ ἴσως
25ὑπομνῆσαι πάλιν εὔκαιρον· τὸ ἓν οὐ πολλὰ, τὸ ὅλον πολλὰ, τὸ ἄρα ἓν οὐχ ὅλον· καὶ πάλιν τὸ ἓν οὐ πολλὰ, τὸ μέρη ἔχον πολλὰ, τὸ ἓν ἄρα οὐκ ἔχει μέρη· ὡς εἶναι τὸν συλλογισμὸν ἐν δευτέρῳ σχήματι, τὸ ἓν ἄρα οὐκ ἔχει μέρη·
30καὶ ὑποθετικῶς, εἰ ὅλον ἐστὶ, μέρη ἔχει τὸ ἕν· εἰ μέρη ἔχει τὸ ἓν, πολλά ἐστιν· ἀλλὰ μὴν οὐ πολλὰ τὸ ἓν, οὔτε ἄρα ὅλον ἐστὶν οὔτε μέρη ἔχει. Καὶ θέα μοι τὴν ἀσφάλειαν τοῦ Πλάτω‐ νος, ὅτι οὐκ ἀμερὲς ἔφατο τὸ ἓν, ἀλλὰ μέρη
35μὴ ἔχον· οὐ γὰρ ταὐτόν ἐστι τὸ ἀμερὲς τῷ μέρη μὴ ἔχειν. Τοῦτο μὲν γὰρ κατὰ τοῦ ἑνὸς λέγειν δυνατὸν, τὸ δὲ ἀμερὲς οὐ πάντως· φύσιν γάρ τινα δηλοῖ τὸ ἀμερές ἐστιν ὅτε καὶ οἷον εἶδός τι, μᾶλλον δὲ καὶ οὐδὲν ἄλλο ἢ ἑνοειδὲς
40εἶδος, καὶ οὐδὲν ἄλλο ἢ ὅπερ ὁ Τίμαιος κέκλη‐
in Prm
.

1105

κεν ἀμέριστον· δῆλος γοῦν ἐστι καὶ αὐτὸς ἐν ἐκείνοις τὸ αὐτὸ καὶ ἀμέριστον ἀδιαφόρως καὶ ἀμερὲς ὡς ἓν ἀνθ’ ἑνὸς ἀποκαλῶν, ὡς ἐν τῇ ἀρχῇ τῆς ψυχογονίας γέγραπται. Ἐν δὲ Σο‐
5φιστῇ καὶ τὸ ὡς ἀληθῶς ἓν ἀμερὲς ἐκάλεσεν εἰπὼν, ἀμερὲς γάρ που δεῖ τό γε ὡς ἀλη‐ θῶς ἓν εἶναι, ταὐτὸν ἐν τούτῳ λέγων τὸ ἀμερὲς ὅπερ ἐνταῦθα μέρη μὴ ἔχον εἶπεν, ὥστε εἴ τι μέν ἐστι μέρη μὴ ἔχον, ἀμερές
10ἐστι κατ’ αὐτόν· οὐκ ἔτι δὲ ἀμερὲς τοῦτο μέρη μὴ ἔχον, εἴπερ ἐστὶν ἕκαστον τῶν γενῶν τοῦ ὄντος, τὸ μὲν ἀμερὲς, τὸ δὲ μεριστὸν, τὸ δὲ μέσον ἀμφοτέρων. Οὕτω δὲ καὶ τὸ σημεῖον ἀμερὲς, ὡς οὐκ ἔχον μέρη, οἷα τοῦ διαστατοῦ
15μέρη γένοιντ’ ἂν, ἀλλ’ οὐχ ἁπλῶς ἀμερὲς, ὡς μηδὲν ἔχον μέρος· συμπληροῦται γὰρ ὑπό τινων ὁ τοῦ σημείου λόγος, πάντα δὲ τὰ συμπληροῦντα μερῶν ἔχει τάξιν πρὸς τὸ ἀπ’ αὐτῶν συμπλη‐ ρούμενον. Οὕτω καὶ ἡ μονὰς, διότι μὴ ἔστιν
20ἐκ διωρισμένων τινῶν μερῶν, ὡς ὁ ἀπ’ αὐτῆς ἀριθμὸς πᾶς· διότι δὲ ἔκ τινῶν ἐστι τῶν μο‐ νάδα ποιούντων αὐτὴν καὶ τοῦ σημείου διαφέ‐ ρειν, μέρη ταῦτά τις εἰπὼν εἶναι τοῦ λόγου τῆς μονάδος οὐκ ἂν ἁμάρτοι· τὰ γὰρ εἰς τὸν ὅρον
25ἑκάστου εἴδους συντελοῦντα μέρη πάντως ἐστὶν ἐκείνου, καὶ ἐκεῖνο ἐκ τούτων ἐστὶν ὡς μερῶν καὶ ὅλον τι πεπονθὸς ὂν τὸ ἓν, αὐτὸ δὲ οὐκ ὂν τὸ ἓν, μόνον δὲ τὸ ἁπλῶς ἓν οὔτε ὡς ἐκ συνε‐ χῶν ἐστι μερῶν οὔτε ὡς διῃρημένων οὔτε ὡς
30συμπληρούντων αὐτὸ, μόνως ὂν ἓν καὶ ἁπλῶς ἓν, ἀλλ’ οὐχ ἡνωμένον. Τοῦτο μὲν οὖν οὐκ ἂν ἄλλως ἔχοι. Πολὺν δὲ ἐνταῦθα καθορῶ καὶ θόρυβον ἐγειρόμενον τῶν οἰηθέντων τὰς ἀποφάσεις ταύτας εἰς τὸ μηδα‐
35μῶς ὂν ἀπάγειν ἡμᾶς ἢ ἄλλο τι τοιοῦτο, διὰ τῆς ἀοριστίας τῆς ἡμετέρας φαντασίας οὐκ ἐχούσης ὡρισμένου τινὸς ἀντιλαβέσθαι πράγμα‐ τος, ἅτε μηδενὸς τιθεμένου, πάντων δὲ ἁπλῶς ἀναιρουμένων ἀπὸ τοῦ ἑνὸς, καὶ διὰ ταῦτα ἀνα‐
40πεπεισμένων ὅτι χρή τινα φύσιν εἰσηγεῖσθαι
in Prm
.

1106

καὶ ἰδιότητα τοῦ ἑνός. Ταῦτα γὰρ δή τινες ὑπολαβόντες, οἱ μὲν ἀπὸ τοῦ νοῦ καὶ τῆς νοερᾶς οὐσίας ἐπὶ τὸ ἓν ἀναβαίνοντες ἀξιοῦσι τοῦ μὲν νοῦ τὴν νοότητα προτάττειν τῆς νοότητος, ὡς
5ἁπλουστέρας οὔσης τοῦ νοῦ καὶ οἷον ἕξεως τοῦ νοεῖν· αἱ γὰρ ἐνέργειαι, φασὶ, πρὸ τῶν οὐσιῶν εἰσιν ὡς ἑνικώτεραι αὐτῶν, καὶ πρὸ τούτου τὸ νοοῦν, οὐ τὸ ἐνεργοῦν τοῦτο λέγοντες, ἀλλὰ τὸ τῆς ἐνεργείας αἴτιον ὡς νόησιν ποιοῦν, ὡς εἴ
10τις λέγοι τὸ ψυχοῦν ἢ τὸ κινοῦν· καὶ πρὸ τούτου πάλιν τὸ νόημα, καὶ τοῦτο εἶναι τὸ πρῶτον ἀξιοῦντες ὡς ἀμερέστατον, καθάπερ τὸ κίνημα τῆς κινήσεως· καὶ οὐκ ἐπὶ ταύτης μό‐ νης τῆς ὁδοῦ τοῦτο ποιοῦντες, ἀλλὰ καὶ ἐφ’
15ἑκάστου τῶν εἰδῶν, ὥστε ἀεὶ τελευτᾷν εἰς τὰ ὅμοια, λέγω δὲ οἷον ἀγάθωμα, κάλλωμα, ἀρέ‐ τωμα, ταύτωμα, τὰ ὅμοια τούτοις, καὶ πᾶν εἶναι τοιοῦτον ἕν. Οὓς ἐρωτητέον πότερον τὰ πολλὰ ταῦτα τῇ φύσει διαφέροντα ἀλλήλων
20ἐστὶν, ἢ ὀνόματι μόνον. Οὐδὲ λέγουσι τί τὸ ἓν, ὡς προὔθεντο, ἀλλὰ διακενῆς ἀθύρουσι περὶ τὰ θειότατα τῶν πραγμάτων· εἰ δὲ οὐσίᾳ ταῦτα διενήνοχεν ἀλλήλων, πλῆθος ἐν τῷ ἑνὶ κατα‐ λήψουσι, καίτοι γε ὁ Πλάτων τοῦτο πρὸ πάντων
25ἀνενδοιάστως ἀπέφησε τοῦ ἑνός. Πόθεν δὲ καὶ τὰ ὀνόματα ταῦτα παρειλήφασιν, ἢ ποίων θεολό‐ γων ἀκηκόασι τὰς οὐσίας δευτέρας τῶν ἐνεργειῶν ποιούντων; πανταχοῦ γὰρ καὶ ὁ Πλάτων καὶ οἱ ἄλλοι θεολόγοι τὰς μὲν ἐνεργείας ἀπὸ τῶν δυ‐
30νάμεων, τὰς δὲ δυνάμεις ἀπὸ τῶν οὐσιῶν ἐξηρ‐ τῆσθαι λέγουσιν. Ἀλλὰ πρὸς μὲν τούτους οὐδὲν χρὴ λέγειν, καὶ ἄλλοις εὐθύνας δεδωκότας. Εἰσὶ δὲ οἳ διακρίνειν ἠξίωσαν θεὸν καὶ τὸ θεῷ εἶναι, καὶ ἀπονέμειν τῷ πρώτῳ τὸ θεῷ εἶναι,
35καὶ ὡς ταύτην ἰδιότητα παραδιδόναι τοῦ ἑνός· οὓς ἐρωτητέον πῶς τὸ εἶναι αὐτῷ τοῦτο ὑπολαμ‐ βάνομεν, τοῦ Πλάτωνος καὶ τὸ ἔστιν ἀφαιροῦν‐ τος, πῶς δὲ ἐν ἐκείνοις διακρίνομεν ἕκαστον καὶ τὸ εἶναι ἑκάστῳ καὶ ἀπὸ τῶν συνθέτων ἐπὶ
40τὰ ἁπλᾶ καὶ θεῖα καὶ ἑνικώτατα τῶν πάντων
in Prm
.

1107

μεταφέρομεν τοὺς τοσούτους κανόνας· οὐδὲ γὰρ ἐπὶ ψυχῆς ἠνεχόμεθα λέγειν ὡς ἕτερον ψυχὴ καὶ τὸ εἶναι ψυχῇ, οὐδὲ ἐπ’ ἄλλου τούτων ἀΰλων εἰδῶν· πολλῷ ἄρα μᾶλλον ἐπὶ τῶν θεῶν
5αὐτῶν παραιτησόμεθα τὰς τοιαύτας εἰσάγειν διαφοράς. Καὶ πῶς γὰρ ἄλλο ἔσται τὸ ἓν καὶ τὸ ἑνὶ εἶναι; λήσομεν οὖν οὕτω τὸ ἓν ποιοῦντες οὐχ ἓν, εἴπερ ἀφεῖται τοῦ ἑνὶ εἶναι, καὶ μετ‐ έχει κρείττονος ὄντος. Ἄλλοι τοίνυν εἰρήκασιν
10ὅτι πάντων αἴτιον ὂν τὸ πρῶτον ὑπὲρ ζωὴν, ὑπὲρ νοῦν, ὑπὲρ αὐτὸ τὸ ὂν ἱδρυμένον, ἔχει πως τὰς τούτων αἰτίας ἁπάντων ἀφράστως καὶ ἀνε‐ πινοήτως καὶ τὸν ἑνικώτατον τρόπον καὶ ἡμῖν μὲν ἀγνώστως, καὶ ἔστι τὰ ἐν αὐτῷ κρύφια τῶν
15ὅλων αἴτια παραδείγματα πρὸ παραδειγμάτων, καὶ τὸ πρῶτον αὐτὸ ὅλον πρὸ ὅλων, οὐ δεηθὲν μερῶν· τὸ μὲν γὰρ πρὸ τῶν μερῶν ὅλον δεῖσθαί πως τῶν μερῶν, καὶ τοῦτο εἶναι, ὅπερ ἂν οἶδεν ὁ Πλάτων, τὸ δὲ ὅλον πρὸ τῶν ὅλων οὐδὲν
20δεῖσθαι μερῶν. Οἱ δὲ ταῦτα λέγοντες οὐδὲν ἐπαΐουσι τοῦ Πλάτωνος, μόνῃ τῇ ἀφαιρέσει χρῆσθαι δοκιμάζοντες ἐπὶ τοῦ ἑνός· οὐδὲ μνη‐ μονεύουσι τῶν ἐν τῇ πρὸς Διόνυσον ἐπιστολῇ γεγραμμένων, καὶ τῆς ἐκεῖ παραινέσεως μη‐
25δὲν τῷ ἑνὶ προσφέρειν, ἀλλὰ πάντα ἀφαιρεῖν ἐγκελευομένης, ἵνα μὴ λανθάνωμεν τὸ συγγενές τι καὶ ἡμῖν προσῆκον ἀνατιθέντες· τοῦτο γὰρ δὴ πάντων ἐν ἐκείνοις αἴτιον ἀπεφήνατο κακῶν, τὸ ζητεῖν ὁποῖόν τι τὸ ἕν. Χωρὶς δὲ τούτων,
30πῶς ἔτι τὸ ἓν φυλάττομεν; τὸ γὰρ τῶν ὅλων ὅλον περιληπτικώτερόν ἐστι τῶν ὅλων ἑνοειδῶς· [ἀλλ’] αὐτὸ τὸ ἓν ἐξῄρηται καὶ ὑπερέχει πάσης ὁλότητος· καὶ τὸ μὲν τῶν ὅλων ὅλον (εἴπερ ἄρα τῇ μέσῃ προσήκει τάξει τῶν νοητῶν, ὡς
35δείξομεν· αὕτη γὰρ ὑπερέχει τῆς νοερᾶς ὁλότη‐ τος, καὶ περιείληφε πανταχόθεν αὐτήν)· τὸ δὲ ἓν ἐπέκεινα τῶν νοητῶν ἐστιν. Εἰ δὲ καὶ μὴ μόνον ἀπὸ νοῦ καὶ ζωῆς καὶ ὄντος ἀνιόντες πάν‐
των τὰς ἀγνώστους αἰτίας ἐν τῷ ἑνὶ θήσομεν,
in Prm
.

1108

ἀλλὰ καὶ ἀφ’ ἑκάστου τῶν ὄντων, οἷον κάλ‐ λους, ἀρετῆς, δικαίου, τῶν ἄλλων ἑκάστου, το‐ σαῦτα ἔσται τῷ πλήθει τὸ ἓν ὁπόσα καὶ ὁ νοῦς, καὶ οὐκ ἂν ἔτι εἴη οὐδαμῶς ἓν, καὶ οὕτω λά‐
5θοιμεν ἂν διπλασιάσαντες τὰ ὄντα· αὐτὰ γὰρ ἔσται καὶ τὰ αἴτια αὐτῶν τὰ ἐν τῷ ἑνὶ ὑπάρ‐ χοντα, καὶ περὶ τούτων ζητήσομεν πῶς πολλὰ ὄντα ἥνωται, καὶ ἀναγκάσομεν εἶναι καὶ πρὸ τούτων ἓν, καὶ ἢ κυρίως ἓν αὐτὸ φυλάττοντες
10πάντα ἀφαιρήσομεν, ἢ πάλιν ἐν ἐκείνῳ πάντα θησόμεθα, καὶ τριπλασιάσομεν τὰ ὄντα καὶ οὕ‐ τως ἐπ’ ἄπειρον ἀνιόντες οὐκ ἔτι που στησό‐ μεθα καὶ ἡμεῖς λέγειν πλῆθος ἔχειν καὶ τὸ ἕν· ὅπερ ἤδη τινὲς τῶν Πλάτωνος φίλων ἐτόλμη‐
15σαν λέγειν, καίτοι παντὸς πλήθους ἀπαιτοῦντος ἄλλο τι τῷ πλήθει τὴν ἕνωσιν διδὸν, ἢ, μηδε‐ νὸς ὄντος τοιούτου, τὸ πλῆθος ἐπείσακτον ἔχον ἕνωσιν εἶναι πρῶτον οὐκ αὔταρκες διὰ τὴν ἑνώ‐ σεως ἔνδειαν. Κάλλιον οὖν, ὥσπερ ὁ Πλάτων
20πεποίηκεν, ἐπὶ τῶν ἀποφάσεων ἵστασθαι, καὶ διὰ τούτων ἐνδείκνυσθαι τὴν ἐξῃρημένην τοῦ ἑνὸς ὑπερβολὴν, ὡς οὔτε νοητόν ἐστιν, οὔτε νοερὸν, οὔτε ἄλλο τι τῶν ἡμῖν δι’ ἐπιβολῆς μεριστῆς γιγνωσκομένων οὐδέν· πάντων γὰρ ὂν
25αἴτιον οὐδέν ἐστι τῶν πάντων· καὶ οὐχ ἡμῖν μὲν ἄγνωστον, ἑαυτῷ δὲ γνωστόν ἐστιν· εἰ γάρ ἐστιν ὅλως ἡμῖν ἄγνωστον, οὐδὲ αὐτὸ τοῦτο γιγνώσκομεν ὅτι ἑαυτῷ γνωστόν ἐστιν, ἀλλὰ καὶ τοῦτο ἀγνοοῦμεν· ἐπεὶ καὶ τὸ λέγειν ὅτι πηγὴ
30θεότητός ἐστιν, ὥσπερ ἑνὰς τῶν καλῶν πάντων τὸ αὐτὸ καλὸν καὶ τὸ πρώτως καλὸν, καὶ ἑνὰς τῶν ἴσων πάντων τὸ αὐτὸ ἴσον καὶ ἡ πρώτως ἰσότης (οὐδὲ γὰρ ἐπὶ τούτων ζητοῦμεν τί τὸ αὐτὸ καλὸν, ἀλλ’ ἔγνωμεν ὅτι πηγὴ τῶν καλῶν,
35καὶ τοῦτο ἐξαρκεῖν νομίζομεν), οὕτως ἄρα καὶ τὸ ἓν ἡ πηγὴ θεότητος πάσης, καὶ ὅ ἐστιν αὐ‐ τοθεός (πᾶς γὰρ θεὸς, καθὸ θεὸς, ἀπὸ τοῦ ἑνὸς ὑφέστηκεν)· οὐδὲ τοῦτο οὖν ἁπλῶς ὀρθόν. Εἰ
γὰρ, ὥς φησιν ὁ Πλάτων, μηδὲ ὄνομά ἐστιν
in Prm
.

1109

ἐκείνῳ μηδὲν, πῶς ἂν αὐτοθεὸν ἢ ἄλλο τι προσαγορεύοιμεν; ἀλλὰ καὶ τοῦτο καὶ τὰ ἄλλα πάντα καταδεέστερα παντελῶς ἐστι τῆς ἀγνώ‐ στου τοῦ ἑνὸς ὑπεροχῆς. Εἰ δὲ ὅλως χρή τι κα‐
5ταφατικῶς περὶ αὐτοῦ λέγειν, ὡς ἔμοιγε δοκεῖ, κατὰ τὴν τοῦ Πλάτωνος ψῆφον, ἄμεινον αὐτὸ πηγὴν θεότητος πάσης καλεῖν, ἀλλ’ ὥσπερ, ἐπεὶ καὶ ἀρχὴν αὐτὸ καὶ αἴτιον τῶν πάντων λέγο‐ μεν καὶ τέλος πάντων καὶ ἐφετὸν τοῖς πᾶσιν·
10ἐκείνου γὰρ ἕνεκα πάντα, καὶ ἐκεῖνο αἴτιον πάντων καλῶν, ὥς φησιν αὐτὸς ἐν Ἐπιστο‐ λαῖς· δι’ ὧν οὐκ αὐτὸ λέγομεν τί ἐστιν, ἀλλ’ ὅπως ἔχει τὰ μετ’ αὐτὸ πρὸς αὐτὸ καὶ ὧν ἐστιν αἴτιον. Συντόμως οὖν πᾶσα μὲν θεότης ἐν‐
15αγής ἐστι, τὸ δὲ αὐτὸ ἓν οὐδὲν ἄλλο ἐστὶν ἢ αὐτοθεότης, δι’ ἣν πᾶσιν ὑπάρχει θεοῖς τὸ εἶναι θεοῖς, ὡς πᾶσι νοῖς τὸ εἶναι νοῦς ἐκ τοῦ πρώτου νοῦ, καὶ τὸ εἶναι ψυχὰς ἐκ τῆς πρώτης ψυχῆς· τὸ γὰρ πρώτως ὂν αἴτιον τοῖς ἄλλοις τοῦ εἶναι
20δευτέρως ὅπερ λέγεται πρώτως. Ταῦτα μὲν οὖν περὶ τούτων· προσακτέον δὲ καὶ τῇ λέξει, καὶ ὅπως ὁ Πλάτων ἐνδείκνυται περὶ τῶν ἀπο‐ φάσεων τούτων ὡς οὐχὶ στερητικῶν οὐσῶν, ἀλλὰ καθ’ ὑπεροχὴν τῶν καταφάσεων ἐξῃρη‐
25μένην. Τὸ γὰρ ἓν, φησὶν, οὔ τε ὅλον, οὔτε μέρη ἔχον εἶναι δεῖ· τοῦτο δὲ τὸ δεῖ τὴν κατὰ τὸ ἀγαθὸν ὑπεροχὴν ἐνδείκνυται. Τεκμή‐ ριον δέ· τοῖς γὰρ ἐστερημένοις οὐ προστίθεμεν τὸ δεῖ· τίς γὰρ ἂν εἴποι, δεῖ τὴν ψυχὴν ἀγνοεῖν
30ἑαυτήν; ἡ γὰρ ἄγνοια τοῖς γνωστικοῖς στέρησίς ἐστιν· οὕτω καὶ αὐτὸς εἶπε περὶ τῶν κακῶν πάντων ὅτι ἀναγκαῖον αὐτὰ εἶναι ἐν τῷ Θεαιτήτῳ. Τὸ οὖν δεῖ μὴ εἶναι οὐ τοῖς
ἐστερημένοις ἐστὶ προσοιστέον, ἀλλὰ τοῖς κρείτ‐
in Prm
.

1110

τοσι τῶν ἕξεων· οἷον, δεῖ τὸ πρῶτον μὴ νοεῖν ἑαυτὸ, ὡς κρεῖττον τοῦ νοεῖν, καὶ δεῖ μὴ πολλὰ εἶναι, ὡς κρεῖττον τοῦ πολλὰ, καὶ δεῖ μὴ ὅλον εἶναι μήτε μέρη ἔχειν, ὡς κρεῖττον καὶ
5τούτων· τὸ γὰρ δέον οὐκ ἔστι στερήσεως, ἀλλ’ ὑπεροχῆς σημαντικόν. Τοῦτο δὴ οὖν καὶ ὁ Πλάτων ἐνδεικνύμενος, ὅπερ ἔφην, τὸ δεῖ προστίθησιν, εἰς ὑπόμνησιν ἀρκοῦν τῆς τῶν ἀποφάσεων τούτων δυνάμεως, καὶ ἅμα διὰ
10τούτου δεικνὺς ὅτι περὶ ὑφεστῶτός τινος ποιεῖ‐ ται τὸν λόγον, ἀλλ’ οὐχὶ περὶ ἀνυπάρκτου πράγματος. Τίς γὰρ ἂν εἴποι περὶ τοῦ ἀνυπο‐ στάτου, ὅτι δεῖ αὐτὸ εἶναι ἀνυπόστατον ὄν; τὸ γὰρ δέον φέρεται κατὰ τῶν ὅλων ὕπαρξιν
15ἐχόντων. Οὐκοῦν εἰ μηδὲν ἔχει μέρος, οὔτ’ ἀρ‐ χὴν, οὔτε τελευτὴν, οὔτε μέσον ἔχει· μέρη γὰρ ἂν ἤδη αὐτοῦ τὰ τοιαῦτα εἴη. Ὀρθῶς. (P. 137 D.)
20 Πρότερον ἐχώρισε τὸ ἓν ἀπὸ τοῦ πρώτου πλήθους· δεύτερον ἀφεῖλε τοῦ ἑνὸς τὴν ὁλό‐ τητα, ἣ συνέχει τὸν σύνδεσμον τῶν νοερῶν θεῶν· καὶ ὅτι ταύτην ἀφεῖλεν, ἀλλ’ οὐ τὴν νοητὴν μόνον, ἔσται φανερώτατον ἡμῖν ἀπὸ
25τῆς δευτέρας ὑποθέσεως. Εἰσόμεθα δὲ προϊόν‐ τες ἔτι φανερώτερον κἀκεῖνο, δι’ ἣν αἰτίαν ἤρξατο τῶν ἀποφάσεων ἀπὸ τούτου τοῦ πλήθους, ὃ καὶ πρότερον εἴπομεν, ἀλλ’ οὐχὶ τῆς ἀκρό‐ τητος νοητῆς, ἥτις ἐστὶν αὐτὸ τὸ ἓν ὂν, ἀλλὰ
30τοῦτο τελευταῖον ἀφαιρήσει, παντὸς τοῦ νοητοῦ δεικνύων ἐπέκεινα τὸ ἕν. Τρίτον, ἀφαιρεῖ νῦν τὴν ἀρχὴν καὶ τὸ μέσον καὶ τὴν τελευτὴν, τάξεως τοῦτο σύμβολον ὑφειμένης ἢ κατὰ τὸ
ὅλον καὶ τὸ μέρη ἔχον· καὶ ἐπιστήσομεν ὅπως
in Prm
.

1111

καὶ τοῦτο πάλιν ἐκ τοῦ πρὸ αὐτοῦ δείκνυσιν ἑπόμενος τοῖς ἀποδεικτικοῖς κανόσιν. Εἰ γὰρ μὴ ἔχει μέρη τὸ ἓν, οὔτε ἀρχὴν οὔτε μέσον οὔτε τέ‐ λος ἕξει· πᾶν γὰρ τὸ ἀρχὴν καὶ μέσον καὶ τέλος
5ἔχον μέρη ἔχει· ἀλλὰ μὴν τὸ ἡγούμενον, τὸ ἄρα ἑπόμενον· ἀναιρεθὲν ἄρα τὸ ἡγούμενον συνανεῖλε τὸ ἑπόμενον. Μερικωτέρας οὖν τὸ ἀρχὴν καὶ μέσον καὶ τελευτὴν ἔχον τάξεώς ἐστι σύμβολον· τὸ γὰρ καθολικώτερον αἰτιώτερόν ἐστι, τὸ δὲ
10μερικώτερον ποῤῥωτέρω τῆς ἀρχῆς, ἐπεὶ καὶ συμβαίνει τοῖς πράγμασι· τὸ γὰρ μέρη ἔχον, οὔπω δῆλον εἰ ἀρχὴν ἔχει καὶ μέσον καὶ τελευ‐ τήν· τί γὰρ ἐκ δυοῖν εἴη μερῶν ὅλον; καὶ γὰρ ἡ δυὰς ὅλον τί ἐστι τρόπον τινὰ, καὶ οὕτως ὡς
15ἀρχὴν πάντων τῶν μεριστῶν· τὸ δὲ ἀρχὴν ἔχον καὶ μέσον καὶ τελευτὴν ἐν τριάδι πρῶτον. Εἰ δὲ πᾶν ὅλον λέγει τις εἶναι τριαδικὸν, ἀλλ’ οὐδὲν κωλύει καὶ οὕτως τὸ μέρη ἔχον κατ’ αὐτὸ τοῦτο μήπως εἶναι τέλειον, προϋπάρχον τοῦ τε‐
20λείου καὶ ὅλου· διὸ καὶ οὐκ ἀπὸ τοῦ ὅλου πε‐ ποίηται τὴν ἀπόδειξιν, ἀλλ’ ἀπὸ τοῦ μέρη ἔχειν. Ἀλλὰ τοῦτο μὲν δῆλον καὶ ἀπὸ τῶν προειρημένων· ἀποροῦσι δὲ εἰκότως τινὲς πῶς ἐπήνεγκεν ὁ Παρμενίδης ἀνενδοιάστως τὸ,
25μέρη γὰρ ἂν ἤδη αὐτοῦ τὰ τοιαῦτα εἴη. Τοῦτο μὲν γὰρ ἡμῖν ἐπιδείκνυσι σαφῶς, ὅτι πᾶν τὸ ἔχον ἀρχὴν καὶ μέσον καὶ τέλος μέρη ἔχει τὴν ἑαυτοῦ ἀρχὴν καὶ τὸ μέσον καὶ τὸ ἑαυτοῦ τέλος· τὸ δὲ οὐκ ἔστιν ἀληθές· ἡ γοῦν
30γραμμὴ καὶ ἀρχὴν ἔχει σημεῖον καὶ τέλος, ἀλλ’ οὐ μέρη τοσαῦτά φησι γραμμῆς· οὐδενὸς γὰρ ἄπειρα τὰ μέρη πέρας ἔχοντος, τὰ δὲ ση‐ μεῖα ἄπειρά ἐστι, γραμμὴ δὲ ἐκ σημείων οὐκ ἔστιν, οὐδὲ ὅλως ἐκ σημείων εἶναι τὸ μέγεθος
35δυνατόν. Πρὸς δὴ ταύτην τὴν ἀπειρίαν ῥητέον,
πρῶτον μὲν ὅτι Πλάτων ἐπὶ τοῦ ἑνὸς ποιού‐
in Prm
.

1112

μενος τὸν λόγον εἰκότως εἴρηκεν, εἰ ἔχει ἀρ‐ χὴν καὶ μέσον καὶ τέλος, μέρη ἂν αὐτοῦ τὰ τοιαῦτα εἴη· οὐ γὰρ ἐξ ἀνομοίων ἔσται τὸ ἓν συμπεφορημένον ὡς ἡ γραμμὴ, οὐδὲ ἕξει
5τοιαύτας ἀποπερατώσεις, ἀλλ’ εἴπερ ὅλως ἐν αὐτῷ τέλος τις ὑποθεῖτο καὶ μέσον καὶ ἀρχὴν, ἔσται ταῦτα συμπληρωτικὰ τοῦ ἑνὸς, ὥστε καὶ μορίων ἂν ἔχοι λόγον πρὸς αὐτό· καὶ γὰρ ταῦτα ἕξει μέρη, ὥσπερ ἡ τριὰς τὴν ἀρχὴν καὶ τὸ
10μέσον καὶ τὸ τέλος αὐτὰ ἔχει μέρη· ἔπειθ’ ὅτι καὶ εἴ τι πέρατα ἄττα ἔχει, ταῦτα καὶ ἄλλα ἂν ἔχοι μέρη πάντως τὰ ὑπὸ τούτων ὁριζόμενα· πέρατα γὰρ ὄντα τινῶν ἐστι πέρατα, καὶ τὸ ταῦτα ἔχον καὶ ἐξ ἐκείνων ἔσται πάντως ἐν
15οἷς ταῦτα, καὶ μέρη ἕξει ἐκεῖνα· ὥστε τὸ μέρη ἂν αὐτοῦ τὰ τοιαῦτα εἴη, οὐ τὰ ὡς πέρατα, ἀλλὰ τὰ ὡς πεπερασμένα ἀκουσόμεθα. Καὶ γὰρ εἴ τι μὲν ἔχει πέρατα, καὶ μέρη ἔχει· οὐκ εἴ τι δὲ μέρη, πάντως καὶ πέρατα ἔχει, ἀλλὰ
20ἄλλ’ ἄττα τῶν μερῶν, ὥσπερ καὶ ἕκαστος τῶν ἀριθμῶν. Ὀρθῶς οὖν εἶπεν, ὅτι πᾶν τὸ ἔχον ἀρχὴν καὶ μέσον καὶ τελευτὴν ἔχοι ἂν μέρη· ἢ γὰρ ταῦτα, ἢ ἐν οἷς ταῦτά ἐστι. Πρῶ‐ τον μὲν οὖν ταῦτα ῥητέον, δεύτερον δὲ καὶ ὃ
25πολλῷ φαίη ἄν τις ἀληθέστερον, ὅτι τὸ μέρος τῶν πολλαχῶς ἐστι λεγομένων· καὶ γὰρ τὸ ταὐτά πως τῷ ὅλῳ καὶ πάντα ἔχον μερικῶς, ὅσα τὸ ὅλον ὁλικῶς, μέρος καλοῦμεν, οἷον τοῦ ὅλου νοῦ μέρος εἶναι τῶν πολλῶν ἕκαστον, καί‐
30τοι πάντων ὄντων ἐν ἑκάστῳ τῶν εἰδῶν, καὶ τὴν ἀπλανῆ μέρος τοῦ παντὸς, καίτοι καὶ ταύ‐ της τὰ πάντα περιεχούσης, ἀλλ’ ἕτερον τρόπον ἢ ὡς ὁ κόσμος. Καὶ ἔτι δεύτερον τὸ συμπλη‐ ρωματικόν τινος, ὥσπερ λέγομεν μέρη τοῦ παν‐
35τὸς τὰς ὅλας σφαίρας, καὶ μέρη τῆς ψυχῆς τὸ
διανοητικὸν καὶ δοξαστικόν· τὰ μὲν γὰρ συμ‐
in Prm
.

1113

πληροῖ τὸ πᾶν, τὰ δὲ τὴν ψυχήν. Καὶ πρὸς τού‐ τοις κατά τι κοινὸν σημαινόμενον μέρος λέγο‐ μεν πᾶν τὸ ὁπωσοῦν τισι συντεταγμένον εἰς ἑνὸς συντέλειαν. Οὕτω γὰρ καὶ τοῦ κόσμου μέ‐
5ρος ἂν εἴποις ἕκαστον ἡμῶν· οὐχ’ ὅτι συμπλη‐ ροῦται τὸ πᾶν ὡς πᾶν δι’ ἡμῶν, οὐδὲ γὰρ ἀτε‐ λὲς γίνεται τὸ πᾶν, φθαρέντος τινὸς ἡμῶν· ἀλλ’ ὅτι συντετάγμεθα καὶ ἡμεῖς τοῖς ὅλοις μέρεσι τοῦ παντὸς, καὶ συνδιοικούμεθα τοῖς ἄλλοις
10πᾶσι, καὶ ἐσμὲν ὅλως ὡς ἐν ἑνὶ ζώῳ τῷ κόσμῳ, καὶ αὐτοὶ μέρη τοῦ παντὸς καὶ συμπληροῦμεν αὐτὸ, οὐχ ᾗ ἐστιν, ἀλλ’ ᾗ γόνιμόν ἐστι. Τρι‐ χῶς οὖν λεγομένου τοῦ μέρους, προειπὼν ὁ Πλά‐ των ὡς οὐδὲν ἔχει μέρος τὸ ἓν δηλονότι πάσας
15ἀφεῖλεν αὐτοῦ τὰς ἐννοίας τοῦ μέρους· καὶ γὰρ πᾶν τὸ ὁπωσοῦν μέρος ἔχον πλῆθος ἔχει, τὸ δὲ ἓν οὐκ ἔχει πλῆθος, οὐδὲ μέρη ἄρα ἕξει οὐδα‐ μῶς· εἰ τοῦτο, οὔτε ἀρχὴν οὔτε μέσον οὔτε τέ‐ λος ἂν ἔχοι. Καὶ γὰρ ταῦτα μέρη ἂν φαίης
20εἶναι τοῦ ἔχοντος αὐτὰ κατὰ τὸ τρίτον σημαι‐ νόμενον τοῦ μέρους, ὃ πᾶν τὸ ὁπωσοῦν τισι συντεταγμένον μέρος εἶναι τούτου φησὶ, καὶ διὰ τῆς συντάξεως ἐκείνων συμπεπλήρωται· καὶ γὰρ ἡ γραμμὴ, καθὸ ἂν γραμμὴ, πάντως
25ἄλλα ἂν ἔχοι μέρη· καθὸ δὲ πέρας, πεπερασ‐ μένη πάντως ἐκ τούτων ἐστὶν ὡς συμπληρωτι‐ κῶν αὐτῆς· διὰ γὰρ ταῦτα πεπερασμένη καλεῖ‐ ται, καὶ ταῦτα οὖν πεπερασμένα λέγοιτο ἂν, εἰ καὶ μὴ ὡς γραμμή.
30 Πρὸς μὲν οὖν ταύτην τὴν ἀπορίαν οὕτως ἀπαντησόμεθα τὴν τοῦ μέρους διαφορότητα σημήναντες, καὶ ὅπως ἂν λέγοιτο μέρος καὶ ἡ ἀρχὴ καὶ τὸ τέλος ἐκείνου ἐν ᾧ ἐστι. Καθ’ ἑτέ‐ ραν δὲ αὖ ζήτησιν ἀποροῦσί τινες πῶς ὁ μὲν
35Ἀθηναῖος ξένος ἐν Νόμοις φησὶ τὸν θεὸν ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν τῶν ὄντων πάντων ἔχειν, ὁ δὲ Παρμενίδης ἐν τούτοις δείκνυσιν ὡς οὔτε ἀρχὴν οὔτε τελευτὴν οὔτε μέσον ἔχει·
ταῦτα γὰρ ὑπεναντία, φασὶ, πῶς ἀλλήλοις ἐστί.
in Prm
.

1114

Πάλιν δὴ πρὸς ταύτην τὴν ἀπορίαν φασί τινες, ὅτι καὶ ἔχει τὸ πρῶτον ἀρχὴν καὶ μέσον καὶ τελευτὴν καὶ οὐκ ἔχει· κρυφίως γὰρ ἔχει, διῃ‐ ρημένως δὲ οὐκ ἔχει· πάντα γὰρ ἀφράστως ἐν
5αὐτῷ καὶ ἀνεπινοήτως ἡμῖν, αὐτῷ δὲ γνωστῶς. Οὓς οὐκ ἀποδεξόμεθα πάλιν πληθύοντας τὸ πρῶτον καὶ ὁπωσοῦν· τὸ γὰρ κρύφιον τοῦτο καὶ ἀδιαίρετον πλῆθος ἄλλῃ προσήκει τάξει τῶν δευτέρων τινὶ καὶ οὐκ αὐτῷ τῷ πρώτῳ τῷ
10παντὸς καθαρεύοντι πλήθους. Ὅλως γὰρ αἱ διαιρέσεις αἱ μὲν μονάδι καὶ μέχρι τῶν νοητῶν εἰσιν, αἱ δὲ εἰς ἀριθμοὺς ἐκτεινόμεναι περὶ τὰς ἐφεξῆς καὶ τούτων θεωροῦνται διακοσμήσεις· τὸ δὲ ἓν πρὸ πάσης ἐστὶ διαιρέσεως καὶ πρὸ
15παντὸς πλήθους, τοῦ τε ἡνωμένου καὶ διακε‐ κριμένου μόνως ἓν ὑπάρχον. Ἀλλ’ ὁ μὲν τούτων λόγος διαβεβλήσθω σαθρὰ φθεγγόμενος· οὐδὲ γὰρ ἄλλοις ἀντιλέγειν προὐθέμεθα, οὐδὲ τὰ τῶν ἄλ‐ λων ἐξετάζειν, εἰ μὴ καθ’ ὅσον πάρεργόν ἐστιν.
20Οἱ δέ γε χαριέστερον ἀπαντῶντες πρὸς τὴν ἀπορίαν λέγουσιν, ὅτι περὶ θεοῦ μὲν καὶ ὁ Ἀθη‐ ναῖος ξένος ποιεῖται τὸν λόγον, περὶ θεοῦ δὲ καὶ ὁ Παρμενίδης, ἀλλ’ οὗτος μὲν περὶ τοῦ πρώτου θεοῦ καὶ παντὸς ἐξῃρημένου πλήθους, ἐκεῖνος δὲ
25περί τινος θεοῦ κατ’ ἄλλην τεταγμένου τάξιν· καὶ τί γὰρ οὐ δεῖ λέγειν, σαφῶς τοῦ δημιουρ‐ γοῦ καὶ πατρὸς ὀρθότατα λέγοντος; καὶ γὰρ τὸ περιπορευόμενος οὐδὲν προσήκει τῷ ἑνὶ, καὶ τὸ ἕπεσθαι τὴν Δίκην αὐτῷ παντελῶς ἄλ‐
30λην ἡμῖν ἐνδείκνυται τάξιν καὶ ἄλλον θεόν· καὶ ἔχει λόγον ἐπὶ τὸν δημιουργὸν ἀναπέμπειν ἐκεῖνα, τὸν τριχῆ μὲν διελόντα τὸ πᾶν κατὰ τὴν τριάδα τὴν δημιουργικὴν, τῇ δὲ νοερᾷ γνώσει τὰ πάντα συμπεριειληφότα, μετὰ δὲ
35τῆς δίκης τὰ ἄλλα κατευθύνοντα. Εἴρηται μὲν οὖν, ὥσπερ ἔφην, καὶ ταῦτα ὀρθῶς· ἔτι δὲ τε‐ λεώτερον ὁ ἡμέτερος καθηγεμὼν ἔλυε τὴν ἔν‐ στασιν, λέγων ὅτι μὴ ταὐτόν ἐστιν ἐπισκοπεῖν
ἡμᾶς ὅπως ἔχει πρὸς ἑαυτὸ καὶ πῶς πρὸς τὰ
in Prm
.

1115

ἄλλα τὸ ἓν, καθάπερ ἐπεσημηνάμεθα πολλάκις. Τούτων δὲ διακεκριμένων τῶν προβλημάτων, εἰκότως ὁ Πλάτων νυνὶ θεωρῶν τίνα οὐχ ἕπεται τῷ ἑνὶ πρὸς ἑαυτὸ, καὶ ἀρχὴν καὶ μέσον αὐτοῦ
5καὶ τελευτὴν ἀπέφησε· ταῦτα γὰρ πλῆθος ἂν ἡμῖν τῷ ἑνὶ συνεισήνεγκεν. Ὁ δέ γε Ἀθηναῖος ξένος οὐ πῶς ἔχει πρὸς ἑαυτὸν ὁ θεὸς εἴρηκεν, ἀλλὰ πῶς ἔχει πρὸς ἄλλα, καὶ ὅτι τὴν ἀρχὴν ἔχει καὶ τὰ μέσα καὶ τὴν τελευτὴν, τούτων
10μὲν ἐν τοῖς πᾶσιν ὄντων, ἀλλ’ οὐκ ἐν τῷ θεῷ, τοῦ δὲ θεοῦ, διότι πρὸ πάντων ἐστὶ καὶ τοῦ ἔχειν ἀρχὴν καὶ μέσα καὶ τελευτὴν καθαρεύον‐ τος, συνέχοντος δὲ τὰ ὄντα πάντα, ἐν οἷς τὰ τρία ταῦτά ἐστιν· ὥστε καὶ εἰ περὶ τοῦ πρώτου
15ποιεῖται τὸν λόγον καὶ ἐν ἐκείνοις, οὐ μάχεται τοῖς ἐνταῦθα λεγομένοις. Οὐ γὰρ ὅτι ἐν ἑαυτῷ καὶ πρὸς ἑαυτὸν τὴν τριάδα ταύτην ὁ θεὸς ἔχει, λέγει ὁ Ἀθηναῖος ξένος, ἀλλ’ ὅπως πᾶσιν ἐπι‐ βέβηκε τοῖς οὖσιν ἐν οἷς τὰ τρία ἐστὶ ταῦτα.
20Εἰ δὲ ἐν Ἐπιστολαῖς περὶ τὸν πάντων βασι‐ λέα τὰ πάντα εἶναί φησι, καὶ ἐκείνου ἕνεκα πάντα καὶ ἐκεῖνον αἴτιον πάντων τῶν καλῶν, δῆλον δὴ ὅτι καὶ ἀρχὴ πάντων ἐστὶν ἐκεῖνος καὶ τέλος καὶ μέσον, ἀλλ’ οὐδὲ διὰ τοῦτο αὐτὸς
25ἀρχὴν ἔχει καὶ μέσον καὶ τελευτήν· καὶ γὰρ ἐκεῖνα πῶς ἔχει πρὸς τὰ ἄλλα διδάσκει, καὶ οὐ πῶς ἔχει πρὸς ἑαυτόν. Τῶν οὖν ἄλλων ἐστὶν ἀρχὴ, μέσον, τέλος τὸ πρῶτον, ἀλλ’ οὐ καθ’ αὑτὸ διαιρεῖται εἰς ἀρχὴν καὶ μέσον καὶ τέ‐
30λος· καὶ γάρ ἐστιν ἀρχὴ μὲν πάντων, ὅτι ἀπ’ αὐτοῦ πάντα· τέλος δὲ, ὅτι ἐπ’ αὐτὸ πάντα· πᾶσα γὰρ ὠδὶς καὶ πᾶσα κατὰ φύσιν ὄρεξις πρὸς τὸ ἓν, ὡς μόνως ἀγαθὸν, ἀνατείνεται· μέσον δὲ, ὅτι πάντα τὰ κέντρα τῶν ὄντων
35εἴτε νοητῶν, εἴτε νοερῶν, εἴτε ψυχικῶν, εἴτε αἰσθητῶν, εἰς ἓν αὐτὰ διαιρεῖται· ὥστε ἀρχὴ καὶ τέλος ἐστι καὶ μέσον πάντων τὸ ἓν, αὐτὸ δὲ
πρὸς ἑαυτὸ τούτων οὐδὲν ἔχει, διότι μηδὲ ἄλλο
in Prm
.

1116

τι πλῆθος, ἀλλὰ μὴν οὐδὲ πρὸς ἕτερον· οὔτε γὰρ ἀρχὴν ἔχει, διότι μηδὲν αὐτοῦ κρεῖττον μηδὲ ἀπ’ αἰτίας ἐστίν· οὔτε τέλος, οὐδενὸς γάρ ἐστιν ἕνεκά του, πᾶν δὲ τὸ ἔχον τέλος ἕνεκά
5του πάντως ἐστὶ, τὸ δὲ ἓν μόνον οὗ ἕνεκα, κα‐ θάπερ ἡ ὕλη, καὶ τὸ ἔσχατον τῶν ὅλων ἕνεκά του μόνον· οὔτε μέσον ἐστὶ τοῦ ἑνὸς, περὶ ὅ ἐστι ὡς μέσον τὸ ἓν, ἵνα μὴ πολλὰ εἴη τὸ ἓν ὧν ἐστι μέσον· πάντων ἄρα τούτων ἐξῄρηται τὸ
10ἓν, καὶ οὐδὲν δεῖ τούτων αὐτῷ προσφέρειν, ἀλλ’, ὥσπερ ὁ Πλάτων ὑφηγεῖται, μένειν ἐπὶ τῶν ἀποφάσεων αὐτῶν. Καὶ γὰρ ὅταν αὐτὸ λέ‐ γωμεν ἐφετὸν ἢ τέλος, τὴν τῶν ἄλλων δηλοῦ‐ μεν ἀνάτασιν· φύσεως γὰρ ἀνάγκῃ πάντα τὰ
15μετὰ τὸ πρῶτον ἐφίεται τοῦ πρώτου· καὶ πῶς γὰρ ἂν κεκεντρισμένα τῷ πρώτῳ καὶ ἐνεῤῥιζω‐ μένα δύναιτο μὴ ἐφίεσθαι τῆς ἑαυτῶν αἰτίας; Ταῦτα οὖν ἐστι τὰ πρὸς ἐκεῖνο τὴν σχέσιν ἀνα‐ δεδεγμένα, ἐκεῖνο δὲ ἁπάντων ὁμοίως ἐξῄ‐
20ρηται. Καὶ μὴν τελευτή γε καὶ ἀρχὴ πέρας ἑκάστου. Πῶς δ’ ο; Ἄπειρον ἄρα τὸ ἓν, εἰ μήτε ἀρχὴν μήτε τελευτὴν ἔχει. Ἄπειρον. (P. 137 D.)
25 Ἐπὶ μὲν τῆς δευτέρας ὑποθέσεως πρὸς τὸ τὴν τριάδα ταύτην ὑποστήσασθαι, τὴν ἀρχὴν λέγω, τὸ μέσον, τὴν τελευτὴν, ὑφίστησι μετὰ τὸ ἓν καὶ πολλὰ καὶ τὸ ὅλον καὶ μέρη ἔχον, τὸ πεπερασμένον καὶ ἄπει‐
30ρον, τὰς τρεῖς ταύτας ἀντιθέσεις συντάττων· μιᾶς γάρ ἐστι τάξεως θείας ταῦτα σημαντικὰ, μενούσης καὶ προϊούσης, καὶ πρὸς ἑαυτὴν συν‐ νευούσης καὶ ἑαυτὴν κατ’ ἄκραν ὑπερβολὴν συνεχούσης. Ἔπειθ’ οὑτωσὶ γεννᾷ πρῶτον μὲν
35τὸ τὰ ἔσχατα ἔχον, ἔπειτα τὰ ἔχοντα τὴν ἀρχὴν καὶ τὸ μέσον καὶ τὴν τελευ‐ τὴν, τρίτον δὲ τὸ εὐθὺ καὶ περιφερὲς καὶ
μικτὸν ἄλλης τάξεως θείας δευτέρας ὄντα
in Prm
.

1117

συνθήματα μετ’ ἐκείνην· ἐν δὲ αὐτοῖς νυνὶ προ‐ κειμένοις, μετὰ τὸ ὅλον καὶ τὸ μέρη ἔχον, ἀπέφησε τοῦ ἑνὸς τὴν ἐξῃρημένην τριάδα, τὴν ἀρχὴν, τὸ μέσον, τὴν τελευτὴν, καὶ ἀπὸ τού‐
5του συνήγαγεν ὅτι καὶ ἄπειρόν ἐστι, τὸ τοιοῦ‐ τον δέ ἐστι τὸ ἔσχατον οὐκ ἔχον. Ἐν γὰρ τῷ ἀπείρῳ οὐδέν ἐστιν ἔσχατον, οὔτε ὡς ἀρχὴ ὂν, οὔτε ὡς τέλος. Ἠδύνατο μὲν οὖν καὶ ἀπὸ τοῦ μὴ ἔχειν ἔσχατα δεῖξαι τὸ ἓν ἄναρχον καὶ ἀτε‐
10λεύτητον, τὸ δὲ μὴ ἔχον ἔσχατα ἀπὸ τοῦ μὴ μέρη ἔχειν μηδὲ πολλὰ εἶναι· τὸν δὲ λόγον διὰ τῶν γνωριμωτέρων προάγων ἀπὸ μὲν τοῦ μέρη μὴ ἔχειν εὐθὺς ἔδειξεν ὡς ἄρα ἄναρχόν ἐστι τὸ ἓν καὶ ἀτελεύτητον, ἵνα ᾖ μὴ τρία
15ἀνθ’ ἑνός. Ἀπὸ τούτου δὲ δειχθέντος ἔλαβεν ὡς πόρισμα λοιπὸν ὅτι καὶ ἄπειρον τὸ ἓν, εἰ ἄναρχόν ἐστι καὶ ἀτελεύτητον, μεταλαβὼν τὴν ἀρχὴν καὶ τὴν τελευτὴν καὶ τὸ πέρας, ὃ δὴ τῷ ἐσχάτῳ ταὐτόν. Δοκεῖ οὖν μοι τὸ μὲν ἄπει‐
20ρον τοῦτο νῦν οὐχ ἁπλῶς δηλοῦν τὸ τοῦ πέρατος ἀποφατικὸν, ἀλλὰ τὸ τῶν ἐσχάτων ἀναιρετι‐ κόν. Ἐν τῇ δευτέρᾳ τοίνυν καταφάσκων τὸ ἔσχατον ἔχειν εἰκότως ἐνταῦθα τοῦτο ἀποφά‐ σκων ἄπειρον ἀποδείκνυσι τὸ ἓν, ὡς μὴ ἔχον
25ἔσχατα, ἃ δὴ πέρατα καλεῖν εἰώθαμεν· ἐκεῖνο δὲ τὸ πεπερασμένον καὶ τὸ ἀντικείμενον αὐτῷ ἄπειρον, ἃ δὴ μετὰ τὸ ὅλον καὶ τὰ μέρη κατα‐ φήσει τοῦ ἑνὸς, κατὰ δὲ τὴν δευτέραν ὑπόθεσιν παραλείπει, ὡς ἔχων αὐτὸ μετὰ τοῦ ὅλου καὶ
30τῶν μερῶν ἀνῃρημένον ἐκ πολλοῦ τοῦ περιόν‐ τος, ἢ καὶ πρὸ τούτου διὰ τῶν πολλῶν. Πᾶν γὰρ πεπερασμένον καὶ πᾶν ἄπειρον πλῆθος ἢ πολλά ἐστι μόνον, ἢ καὶ ὅλον ἅμα καὶ μέρη ἔχον· εἰ μὲν δυνάμει τὸ ἄπειρον ἔχον, κατ’
35ἐνέργειαν δὲ πεπερασμένον καὶ ὅλον τι ὂν, καὶ μέρη ἔχον, διὰ τούτου πολλὰ ὄν· εἰ δὲ χωρὶς μὲν πεπερασμένον ὂν, χωρὶς δὲ ἄπειρον, κατ’ ἐνέργειαν. Ἅμα δὲ ἀδύνατον τῇ μὲν ὅλον τι ὂν καὶ μέρη ἔχον, τῇ δὲ πολλὰ μόνον εἶναι μὴ
40κωλυόμενον· καὶ γὰρ τὸ ἄπειρον οὐχ ὅλον ὂν
πολλὰ ὅμως ἐστίν· ᾗπερ οὖν ἀπέφησε τὸ ὅλον
in Prm
.

1118

καὶ τὸ μέρη ἔχον, ταύτῃ τὸ πεπερασμένον καὶ τὸ ἄπειρον ἦν ἀποφάσκειν δυνατόν. Ἀλλὰ ταῦτα μὲν ὅτι ποτὲ νοεῖ καὶ ὅπη συντέτα‐ κται ἀλλήλοις τὸ ὅλον καὶ τὰ μέρη τῷ πεπε‐
5ρασμένῳ καὶ ἀπείρῳ, δι’ ἐκείνων ἡμῖν ἔσται κατάδηλον, ὅταν περὶ τοῦ πλήθους λέγωμεν τῶν θεῶν· νῦν δὲ ὅπως τὸ ἓν πάντων αἴτιον πρόκειται λέγειν, καὶ ὅπως ὑφίστησι πάντας τοὺς θείους ἀριθμούς. Ζητεῖν δὲ οὖν ἐν τούτοις
10πάλιν εἰώθασι πῶς ἄπειρον τὸ ἕν· καὶ οἱ μὲν οὕτω φασὶν ἄπειρον προσειρῆσθαι τὸ ἓν, ὡς ἀδιεξίτητον καὶ ὡς πέρας τῶν ὅλων (διχῶς γὰρ λέγεται τὸ ἄπειρον, τὸ μὲν οἷον τὸ ἄληπτον καὶ ἀδιεξίτητον, τὸ δὲ οἷον ὃ πέρας
15ἐστὶ τὸ μὴ ἔχον ἄλλο πέρας· καὶ τὸ ἓν οὖν ἀμφοτέρως εἶναι ἄπειρον, ὡς ἄληπτόν τε καὶ ἀπεριήγητον πᾶσι τοῖς δευτέροις, καὶ ὡς πέ‐ ρας τῶν ὅλων καὶ μὴ δεόμενον αὐτὸ πέρατος ἄλλου μηδενός)· οἱ δὲ ὡς ἀπειροδύναμον καὶ ὡς
20πάντων γεννητικὸν, καὶ ὡς πάσης τῆς ἐν τοῖς οὖσιν ἀπειρίας αἴτιον καὶ δι’ ὅλων τῶν ὄντων ἐκτεῖνον τὴν ἑαυτοῦ δόσιν· πάντα γὰρ ἐν τῷ ἑνὶ κατέχεται καὶ ἔστι διὰ τὸ ἓν, καὶ οὐδ’ ἂν ὑποστῆναι δύναιτο μὴ ἓν γενόμενα κατὰ τὴν
25ἑαυτῶν φύσιν· οἱ δὲ ὡς, ἐπειδὴ πέρας ὁ νοῦς, ὅτι ὑπὲρ νοῦν τὸ ἓν, διὰ τοῦτο καὶ ἄπειρον εἰρήκασιν αὐτό· δύο γὰρ, φασὶ, ταῦτα μόνον τίθησιν ἐπὶ τοῦ ἑνὸς ὁ Πλάτων, τό τε ἄπειρον καὶ τὸ ἀκίνητον, ἐπειδὴ νοῦς μὲν πέρας, ἡ δὲ
30ψυχὴ κίνησις, ἐνδεικνύμενος ὅτι κρεῖττον ἐκεῖνο καὶ νοῦ καὶ ψυχῆς· τρεῖς γὰρ εἶναι τὰς ἀρχι‐ κὰς ὑποστάσεις, ὧν τὴν πρώτην ἐξηγεῖσθαι ταῖν δυοῖν. Ἡμεῖς δὲ χαρίεντα καὶ τὰ τοιαῦτα πάντα νομίζομεν, εἰ καὶ τὰ μὲν μᾶλλον, τὰ
35δὲ ἧττον ἀποδεχόμεθα· πεισόμεθα δὲ τῷ ἡμε‐ τέρῳ καθηγεμόνι πάνυ γε σφόδρα, καὶ ἐν τού‐ τοις εὐθυβόλως τὴν τοῦ Πλάτωνος τεθηρακότι διάνοιαν, καὶ ἀξιώσομεν τοὺς τῆς ἀληθείας φιλοθεάμονας ὁρᾷν πρῶτον μὲν πόσαι τάξεις
40εἰσὶν ἐν τοῖς οὖσι τῆς ἀπειρίας, ἔπειτα ποῖαι
ταύταις οἷον ἀντικείμεναι τοῦ πέρατος πρόοδοι,
in Prm
.

1119

καὶ μετὰ ταῦτα λοιπὸν ἐπισκέπτεσθαι τί τὸ ἐνταῦθα ἄπειρον· τοῖς γὰρ τὸν τρόπον τοῦτον μετιοῦσι τὴν τοῦ προκειμένου ζήτησιν ῥᾳδίως ἀναφανήσεται πᾶν τὸ Πλάτωνος βούλημα. Τὴν
5τοίνυν ἀπειρίαν, ἵνα κάτωθεν ποιησώμεθα τὴν ἀρχὴν, θεατέον μὲν καὶ ἐπὶ τῆς ὕλης, διότι ἀοριστὸς καθ’ αὑτὴν καὶ ἄμορφος καὶ ἀνείδεος, τὰ δὲ εἴδη καὶ αἱ μορφαὶ πέρατα τῆς ὕλης· θεατέον καὶ ἐπὶ τοῦ ἀποίου σώματος κατὰ τὴν
10διαίρεσιν· ἐπ’ ἄπειρον γὰρ τοῦτο πρῶτον διαί‐ ρετον, ἅτε πρῶτον διαστατόν· θεατέον δὲ κατὰ τὰς περὶ τὸ ἄπειρον πρώτας ὑφισταμένας ποιότητας, ἐν αἷς τὸ μᾶλλόν ἐστι καὶ ἧττον πρώταις· τούτοις γὰρ καὶ ὁ ἐν Φιλήβῳ Σω‐
15κράτης ἐχαρακτήρισε τὸ ἄπειρον· θεατέον μὴν καὶ ἐπὶ πάσης τῆς γενέσεως· καὶ γὰρ αὕτη τὸ ἄπειρον ἔχει κατά τε τὴν ἀειγεννησίαν καὶ τὸν ταύτης ἄπαυστον κύκλον, καὶ κατὰ τὰς ἀορίστους τῶν γεννητικῶν ἐξαλλαγὰς γινομέ‐
20νων ἀεὶ καὶ φθειρομένων, ἐν οἷς καὶ ἡ κατὰ πλῆθος ἀπειρία τὴν γένεσιν ἔχει ἐν τῷ γίνεσθαι μόνον οὖσα, περιδεομένου δὲ μηδέποτε οὖσα. Πρὸ δὲ τούτων τὸ ἄπειρον θεατέον ἐπὶ τῆς τοῦ οὐρανοῦ κυκλοφορίας· ἔχει γὰρ καὶ αὐτὴ τὸ
25ἄπειρον διὰ τὴν ἀπειροδυναμίαν τοῦ κινοῦντος· σῶμα μὲν γὰρ, καθὸ σῶμα, δύναμιν ἄπειρον οὐκ ἔχει, διὰ δὲ τὴν τοῦ νοῦ μετουσίαν καὶ τὸ σῶμα ἀεὶ ἔστι, καὶ ἡ κίνησις ἄπειρος· ἀκατάληκτος γοῦν ἐστι καὶ συνεχὴς τὸ αὐτὸ
30ποιουμένη τελευτήν τε καὶ ἀρχήν. Καὶ πρὸ τού‐ των ἐπὶ τῆς ψυχῆς τὸ ἄπειρον ληπτέον· μετα‐ βατικῶς γὰρ νοοῦσα, δύναμιν ἀπαύστου κινή‐ σεως ἔχει καὶ ἔστιν ἀεικίνητος, συνάπτουσα τὰς περιόδους ἀλλήλαις, καὶ ἄτρυτον ποιουμένη
35τὴν ἐνέργειαν καὶ μίαν ἀεὶ καὶ ἀνέκλειπτον. Ἔτι πρὸ τῆς ψυχῆς ἐπ’ αὐτοῦ τοῦ χρόνου θεα‐ τέον τοῦ μετροῦντος τῆς ψυχῆς πᾶσαν περίοδον· καὶ γὰρ οὗτός ἐστιν ἄπειρος ὅλος, διότι ἡ ἐνέρ‐ γεια αὐτοῦ, δι’ ἧς ἀνελίσσει τὰς κινήσεις τῶν ψυ‐
40χῶν καὶ δι’ ἧς μετρεῖ τὰς περιόδους αὐτῶν, κατ’
in Prm
.

1120

ἀριθμὸν ἰοῦσα ἄπειρός ἐστι κατὰ τὴν δύναμιν· οὐδέποτε γὰρ ἀπολήγει μένουσα καὶ προϊοῦσα, καὶ τοῦ ἑνὸς ἀντεχομένη, καὶ τὸν ἀριθμὸν ἀν‐ ελίττουσα τὸν τῶν κινήσεων τῶν ὅλων μετρη‐
5τικόν. Ἀλλὰ δὴ καὶ πρὸ τοῦ χρόνου θεῶ μοι τὸ ἄπειρον ἐπ’ αὐτοῦ τοῦ νοῦ καὶ τῆς νοερᾶς ζωῆς· αὕτη γὰρ ἀμετάβατος καὶ ἀεὶ πᾶσα καὶ ἀθρόα πάρεστιν, αἰώνιος δὲ καὶ ἀπειροδύναμος· τὸ δ’ ἀεικίνητον αὐτῆς καὶ ἀνέκλειπτον οὐσίας ἐστὶ
10καὶ δυνάμεως οὐκ ἐπιλειπούσης, ἀλλ’ ἀεὶ τὸ ζῇν ἄγρυπνον ἐχούσης, δι’ ἣν καὶ πᾶν τὸ κι‐ νούμενον ἀεὶ δύναται ἀεὶ κινεῖσθαι, μετέχον ἐν τῇ κινήσει τῆς ἑστώσης ἀπειρίας. Καὶ οὐκ ἄχρι τούτων μόνων τὸ ἄπειρον, ἀλλὰ καὶ πρὸ
15τοῦ νοῦ πάντως αὐτὸς ὁ πολυΰμνητος αἰὼν ἄπει‐ ρος, ὃς καὶ πᾶσαν περιέχει τὴν νοερὰν ἀπει‐ ρίαν· πόθεν γὰρ τῷ νῷ τὸ αἰωνίως ζῇν ἢ ἐκ τοῦ αἰῶνος; Οὗτος οὖν ἄπειρος πρὸ νοῦ κατὰ τὴν δύναμιν· μᾶλλον δὲ τὰ μὲν ἄλλα κατὰ τὴν
20δύναμιν ἄπειρα, ὁ δὲ αἰὼν δύναμις· καὶ γὰρ οὐκ ἄλλο τί ἐστιν ἢ δύναμις ὁ πρῶτος αἰών. Ἐπ’ αὐτὴν δὴ τὴν πρωτίστην πηγὴν τῆς ἀπει‐ ρίας ἀνάδραμε λοιπὸν καὶ τὴν κρύφιον αἰτίαν πάντων τῶν ὁποιοῦν ἀπείρων γεννήσας, καὶ
25ἀναδραμὼν ὄψει κατὰ τὴν δύναμιν πάντα ἐκεῖ‐ θεν ἄπειρα. Τοιοῦτον γὰρ, εἰ βούλει, τὸ αὐτοά‐ πειρον· τοιοῦτον παρ’ Ὀρφεῖ τὸ χάος, περὶ οὗ καὶ ἐκεῖνος, εἴρηκε τὸ Οὐδέ τι πεῖρας ὑπῆν. Ὁ μὲν γὰρ αἰὼν, εἰ καὶ διὰ τὸ ἀεὶ ἄπειρος,
30ἀλλὰ ὡς μέτρον δήπου τῶν αἰωνίων καὶ πέρας ἐστί· τὸ δὲ χάος πρώτως ἄπειρον καὶ μόνως ἄπειρον, καὶ πηγὴ πάσης ἀπειρίας, νοητῆς, νοερᾶς, ψυχικῆς, σωματικῆς, ὑλικῆς. Ὁρᾷς οὖν ὅσαι τάξεις τῆς ἀπειρίας, καὶ ὡς ἀεὶ αἱ
35δεύτεραι τῶν πρὸ αὐτῶν ἐξήρτηνται· ἥ τε γὰρ ὑλικὴ ἀπειρία συνέχεται διὰ τῆς ἀειγενεσίας, ἥ τε ἀειγενεσία διὰ τὴν ἀεικινησίαν τοῦ αἰθέ‐ ρος ἐστὶν ἀνέκλειπτος, καὶ ἡ ἀεικινησία τοῦ αἰθέρος διὰ τὴν τῆς θείας ψυχῆς ἄπαυστον πε‐
40ρίοδον ἀποτελεῖται· μίμημα γάρ ἐστιν ἐκεί‐
in Prm
.

1121

νης, καὶ ἡ ταύτης περίοδος διὰ τὴν τοῦ χρόνου συνεχῆ καὶ ἀνέκλειπτον δύναμιν ἀνελίττεται, τὴν αὐτὴν ἀρχὴν ποιουμένη καὶ τελευτὴν διὰ τὸ νῦν τὸ χρονικὸν, καὶ ὁ χρόνος ἀπείρως ἐνερ‐
5γεῖ διὰ τὴν νοερὰν ἀπειρίαν τὴν ἀεὶ ἑστῶσαν· τὸ γὰρ κατ’ ἀριθμὸν ἰὸν, ὅταν ἄπειρον ᾖ, διὰ τὴν μένουσαν ἀεὶ αἰτίαν ἄπειρον, περὶ ἣν ἀν‐ ελίττεται τοῦτο καὶ ἣν ἀεὶ ὡσαύτως περιχο‐ ρεύει. Καὶ ὁ νοῦς ἐπ’ ἄπειρον ζῇ διὰ τὸν
10αἰῶνα· τὸ γὰρ αἰώνιον πᾶσιν ἐκ τοῦ αἰῶνος, καὶ οὗτός ἐστιν ὅθεν ἐξήρτηται πᾶσι, τοῖς μὲν ἐναργέστερον, τοῖς δὲ ἀμυδρότερον, τὸ εἶναί τε καὶ ζῇν· καὶ ὁ αἰὼν ἄπειρος διὰ τὴν πηγὴν τῆς ἀπειρίας, ἣ καὶ οὐσίαις πάσαις καὶ δυνά‐
15μεσι καὶ ἐνεργείαις καὶ περιόδοις καὶ γεννέ‐ σεσιν ἄνωθεν χορηγεῖ τὸ ἀνέκλειπτον. Καὶ μέχρι ταύτης ἀνιοῦσι καὶ ἀπὸ ταύτης κατιοῦ‐ σιν ἡ τῶν ἀπείρων τάξις· καὶ γὰρ ἡ τῶν κα‐ λῶν ἀπὸ τοῦ αὐτοκάλλους, καὶ ἡ τῶν ἰσοτή‐
20των ἀπὸ τῆς πρώτης ἰσότητος, καὶ ἡ τῶν ἀπειριῶν ἀπὸ τῆς αὐτοαπειρίας. Ἀλλὰ περὶ μὲν τῶν τοῦ ἀπείρου τάξεων εἰ‐ ρήσθω τοσαῦτα· τὴν δὲ τοῦ πέρατος σειρὰν ταύτῃ συμπροϊοῦσαν ἄνωθεν ἐπισκεπτέον. Δύο
25γὰρ ταύτας αἰτίας ἅμα παρήγαγεν ὁ θεὸς, πέρας καὶ ἄπειρον, ἢ εἰ βούλει λέγειν ἡμᾶς Ὀρφικῶς, αἰθέρα καὶ χάος. Τὸ μὲν γὰρ ἄπειρον χάος ἐστὶν, ὡς χωρητικὸν πάσης δυνά‐ μεως καὶ πάσης ἀπειρίας, καὶ ὡς περιληπτι‐
30κὸν τῶν ἄλλων, καὶ οἷον τῶν ἀπείρων τὸ ἀπει‐ ρότατον· τὸ δὲ πέρας ὁ αἰθὴρ, ὅτι καὶ οὗτος ὁ αἰθὴρ τὰ πάντα περατοῖ καὶ μετρεῖ. Πρῶτον μὲν οὖν πέρας τὸ αὐτόπερας πηγὴ καὶ στίγμα πάντων ἐστὶ τῶν περάτων, νοητῶν, νοερῶν,
35ὑπερκοσμίων, ἐγκοσμίων, μέτρον αὐτὸ τῶν πάντων καὶ ὅρος προϋπάρχον. Δεύτερον δὲ τὸ
κατὰ τὸν αἰῶνα· αἰὼν γὰρ ὁμοῦ καὶ ἄπειρός
in Prm
.

1122

ἐστιν, ὡς εἴρηται, καὶ πέρας· καθὸ μὲν γὰρ ἀνεκλείπτου ζωῆς ἐστιν αἴτιος καὶ ὡς δύναμις τοῦ ἀεὶ χορηγὸς, ἄπειρός ἐστι· καθὸ δὲ μέτρον ἐστὶ πάσης νοερᾶς ἐνεργείας καὶ ὅρος τῆς τοῦ
5νοῦ ζωῆς ἄνωθεν αὐτὴν ὁρίζων, πέρας ἐστί· καὶ ὅλως καὶ αὐτὸς τῶν μικτῶν ἐστι τῶν ἐκ πέρατος καὶ ἀπειρίας ὑφισταμένων, ὅθεν αὐτὸν οὔτε τὸ πρώτως ἄπειρον λέγειν ἀξιοῦμεν· τὸ γὰρ πρώτως ἑκατέρου ἐξῄρηται τῶν μικτῶν
10πάντων, ὥς φησιν ὁ ἐν τῷ Φιλήβῳ Σωκρά‐ της. Τρίτον τοίνυν τὸ πέρας ἐν τῷ νῷ θεατέον· καθὸ γὰρ ἐν αὑτῷ μένει κατὰ τὴν νόησιν, καὶ μίαν καὶ ἀεὶ καὶ τὴν αὐτὴν ἔχει ζωὴν, ὥρισται καὶ πεπέρασται· τὸ γὰρ ἀμετάβατον καὶ τὸ
15ἑστὼς πεπερασμένης ἐστὶ φύσεως, καὶ ὅλως ἀριθμὸς ὢν δηλονότι ταύτῃ μετέχει τοῦ πέρα‐ τος. Τέταρτον τοίνυν ὁ χρόνος πέρας, καὶ ὡς κατ’ ἀριθμὸν προϊὼν, καὶ ὡς μέτρον τῶν ψυ‐ χικῶν περιόδων· πανταχοῦ γὰρ τὸ μετροῦν,
20καθὸ μετρεῖ, καὶ τὸ ἀφορίζον τὰ ἄλλα, τῆς τοῦ πέρατος αἰτίας μετέχον, μετρητικόν ἐστιν αὐτῶν καὶ ἀφοριστικόν. Πέμπτον ἐπὶ τούτοις ἡ τῆς ψυχῆς περίοδος, καὶ ὁ κύκλος ὡσαύτως ἀποτελούμενος, μέτρον ἐστὶν ἀφανὲς πασῶν
25τῶν φαινομένων κινήσεων· ἀπὸ γὰρ τῆς ζωτι‐ κῆς περιφορᾶς ὁρίζεται πᾶσα τῶν ἑτεροκινήτων ἡ ἀνέλιξις. Ἕκτον ἡ κατὰ τὰ αὐτὰ καὶ ἐν τῷ αὐτῷ καὶ περὶ τὸ αὐτὸ τοῦ αἰθέρος κίνησις πε‐ ρατοῖ πανταχόθεν τὸ ἄτακτον τῶν ἐνύλων καὶ
30εἰς ἕνα συνελίττει κύκλον καὶ αὐτὴ καθ’ αὑτὴν ὥρισται· τὸ γὰρ ἄπειρον αὐτῆς ἐν τῷ πάλιν καὶ πάλιν ἐστὶν, ἀλλ’ οὐ τῷ μὴ ἀνακάμπτειν, οὐδὲ οἷα κατ’ εὐθεῖαν ἄπειρον, οὐδ’ ὡς ἐστερη‐ μένον πέρατος κἀνταῦθα τὸ ἄπειρον· ἡ δὲ μία
35περίοδος τῷ πολλάκις ἐστὶν ἄπειρος. Ἕβδο‐ μον ἡ ἀνέκλειπτος τῶν εἰδῶν ὑπόστασις, τῶν
ἐνύλων λέγω, καὶ τὸ μηδὲν τῶν ὅλων ἀπολ‐
in Prm
.

1123

λύσθαι, καὶ τὸ πάντα ὡρίσθαι, τὰ μὲν καθ’ ἕκαστα τοῖς κοινοῖς, τὰ δὲ μέρη τοῖς ὅλοις, δείκνυσι τὴν ἐνταῦθα τοῦ πέρατος πρὸς τὸ ἄπει‐ ρον ἀντίθεσιν· ἀπειραχῶς γὰρ ἐξαλλαττομένων
5τῶν γεννητῶν, ὅμως ὥρισται τὰ εἴδη καὶ τὰ αὐτὰ διαμένει, μήτε πλείω μήτε ἐλάττω γι‐ γνόμενα. Ὄγδοον καλείσθω πέρας τὸ ποσὸν πᾶν ἰδίως ἐν τοῖς ὑλικοῖς, καθάπερ τὸ ποιὸν ἐλέγετο πρότερον ἄπειρον· οὐ γὰρ ἐπιδέχεται
10τὸ μᾶλλον καὶ ἧττον, ὡς ἐν Φιλήβῳ λέγει Σωκράτης. Ἔννατον ἄποιον σῶμα ὡς ὅλον πέ‐ ρας ἐστίν· οὐ γάρ ἐστι κατὰ μέγεθος ἄπειρον, ἀλλὰ τοσοῦτον ὅσον τὸ πᾶν· δεῖ γὰρ ὅλον ὑπο‐ κείμενον αὐτὸ λέγεσθαι τοῦ παντός. Δέκατον
15αὐτὸ τὸ ἔνυλον εἶδος, ὃ κατέχει τὴν ὕλην καὶ περιορίζει τὸ ἀόριστον αὐτῆς καὶ ἄμορφον, εἰς ὃ καὶ ἀπιδόντες τινὲς μόνον, εἰς ὕλην καὶ εἶδος ἀνάγουσι τό τε πέρας καὶ ἄπειρον. Το‐ σαῦται μὲν οὖν καὶ αἱ τοῦ πέρατος τάξεις·
20ὡς συλλήβδην γὰρ εἰπεῖν, τούτων πολλὰς θεω‐ ρήσομεν διαφορότητας. Λοιπὸν δὲ ἐπισκεπτέον πότερον οὕτως ἄπει‐ ρον εἴρηται τὸ ἓν, ὡς τὴν ἐν τοῖς οὖσιν ἀπει‐ ρίαν λαμβάνομεν καταφατικῶς, ἢ ἄλλως πως.
25Ἀλλ’ εἰ πρὸς τοῦτο λέγοιτο τὸ ἄπειρον, ἔδει μᾶλλον αὐτὸ λέγειν οὐκ ἄπειρον· ἐπὶ πάσης γὰρ ἀντιθέσεως ἀναγκαῖον ἢ ἐξαιρεῖσθαι τὸ ἓν ἀμφοτέρων τῶν ἀντικειμένων καὶ μὴ εἶναι μηδέτερον αὐτῶν, ἢ τῷ τοῦ κρείττονος αὐτὸ
30μᾶλλον ὀνόματι προσαγορεύεσθαι· καὶ γὰρ τῷ πάντων ἀρίστῳ χρὴ προσφέρειν τὸ ἀόριστον, ἀλλ’ οὐ τὸ ὁπωσοῦν καταδεέστερον. Οὕτως ἀν‐ τιθέσεως οὔσης τοῦ ἑνὸς πρὸς τὸ πλῆθος, ἓν ἐκεῖνο προσείπομεν, καὶ αἰτίου πρὸς αἰτιατὸν,
35αἴτιον ἐκεῖνο προσονομάσομεν· κρεῖττον γὰρ τοῦ μὲν αἰτιατοῦ τὸ αἴτιον, τοῦ δὲ πλήθους τὸ ἕν. Δέον δὲ ἦν ἢ καὶ ὑπὲρ αἴτιον, αὐτὸ καὶ ὑπὲρ ἓν ἀποκαλεῖν ἢ ἓν καὶ αἴτιον, ἀλλὰ μὴ πλῆ‐ θος καὶ αἰτιατόν τίνι γὰρ ἀπονέμοιμεν τὰ
40σεμνότερα, τὰ χείρονα αὐτῶν εἰς τὸ ἓν ἀνα‐
in Prm
.

1124

πέμποντες; Εἰ τοίνυν καὶ τὸ πέρας τοῦ ἀπεί‐ ρου κρεῖττον, οὐκ ἀπὸ τοῦ ἀπείρου τὸ ὄνομα ἐκείνῳ προσοίσομεν· οὐδὲ γὰρ ἦν θέμις ἀπὸ τοῦ χείρονος εἰς ἐκεῖνο τὰς ἐπωνυμίας ἀνα‐
5πέμπειν, ἀλλ’ ὅπερ ἐνεδειξάμεθα καὶ πρότερον, κατὰ τὴν ἀπόφασιν ἀπὸ τοῦ κρείττονος· τὸ γὰρ ἄπειρον τοῦτο ταὐτὸν τῷ οὐ πέρας ἔχοντι, ὡς τῷ ἀμερίστῳ τὸ οὐ μέρη ἔχον, ὅταν τάτ‐ τηται τὸ ἀμερὲς ἐπὶ τοῦ ἑνός. Εἰ δὲ καὶ μή‐
10ποτε ἀπ’ αἰτίας ἄλλης ἐστὶ μήτε ἔστιν αὐτοῦ ἄλλο τι τελικὸν αἴτιον, εἰκότως ἄπειρον· περατοῦται γὰρ ἕκαστον ἀπὸ τοῦ αἰτίου, καὶ ἔστι τοῦ οἰκείου τέλους τυγχάνον. Εἴτε οὖν νοητόν τί ἐστι πέρας, εἴτε νοερὸν, τὸ ἓν ἐπ‐
15έκεινά ἐστι πάσης τῆς τοῦ πέρατος σειρᾶς. Εἰ δὲ ἐν Νόμοις μέτρον λέγεται τῶν ὅλων ὁ θεὸς, οὐ χρὴ θαυμάζειν· ἐκεῖ μὲν γὰρ ὡς πάν‐ των ἐφετὸν καὶ ὡς ἀφορίζον πᾶσι τό τε εἶναι καὶ τὴν δύναμιν καὶ τὴν τελειότητα, μέτρον
20προσηγόρευται πάντων· ἐνταῦθα δὲ ὡς αὐτὸ πέρατος οὐδενὸς οὐδὲ ἄλλου μέτρου δεόμενον, ἄπειρον εἶναι δέδεικται· πάντα γὰρ ὡς αὐτοῦ πρὸς αὐτὸ διὰ τούτων ἀποφασκόμενα. Ἄπειρον οὖν ὡς ὑπὲρ πᾶν πέρας· οὐδὲν γάρ ἐστιν ἐν αὐτῷ
25πρὸς αὐτὸ πέρας· οὐδὲ γὰρ ἀρχὴ, καθάπερ εἴ‐ πομεν, οὐδὲ μέσον, οὐδὲ τέλος. Ὅθεν ἡμεῖς εἰς ταὐτὸν ἤγομεν τὸ ἄπειρον τοῦτο τῷ ἔσχα‐ τα μὴ ἔχειν, ὡς τὸ ἀμερὲς τῷ μέρη μὴ ἔχειν, καὶ ἐκεῖνο λέγομεν ἀποφάσκεσθαι τὰ ἔσχατα
30ἔχον διὰ τοῦ ἀπείρου, μήτε δύναμιν εἰς τὸ ἓν ἀναπέμποντες, μήτε πλῆθος ἀοριστὸν, μήτ’ ἄλλο τι τῶν ὑπὸ τοῦ ἀπείρου σημαινομένων, ἀλλὰ τὸ παρ’ οὐδενὸς ὁριζόμενον οὐδὲ ἔχον ἢ οἰκείαν ἀρχὴν ἢ τελευτὴν, ἅπερ ἔσχατα λέγε‐
35ται τῶν ἐχόντων αὐτά· μόνον εἰς τὸ ἓν ἀνα‐ πέμποντες, ἑπομένως τοῖς ἐν τῇ δευτέρᾳ ὑπο‐ θέσει καταφατικῶς δεικνυμένοις. Καὶ ἄνευ σχήματος ἄρα· οὔτε γὰρ ἂν στρογγύλου οὔτε εὐθέος μετέχοι.
40—Πῶς; (P. 137 D.)
in Prm
.

1125

Πρῶτον ἀφεῖλε τοῦ ἑνὸς τὰ πολλὰ, τοῦτο μὲν οὖν ὡς ἀπὸ κοινῆς ἐννοίας· δεύτερον δὲ τὸ μέρη καὶ τὸ ὅλον ἔχον, τοῦτο διὰ τοῦ μὴ εἶναι πολλὰ τὸ ἕν· τρίτον ἀρχὴν καὶ μέσον καὶ τέ‐
5λος μὴ ἔχειν, τοῦτο διὰ τοῦ μέρη μὴ ἔχειν (τούτῳ δὲ ὡς πόρισμα ἑπόμενον ἔλαβον ὅτι ἐπέκεινα καὶ τοῦ πέρατός ἐστι τοῦ συντεταγ‐ μένου τοῖς μέρεσι καὶ ποιοῦντος τὸ ἔσχατον ἔχον· τὸ δὲ πέρας διττὸν, ὡς ἀρχὴ καὶ ὡς τέ‐
10λος)· τέταρτον νῦν ἀναιρεῖ τὸ εὐθὺ καὶ περι‐ φερὲς, ὅπερ καὶ ἐν τῇ δευτέρᾳ ὑποθέσει τάξει μετὰ τὸ ἔσχατον ἔχον καὶ τὸ ἀρχὴν καὶ μέσον ἔχον καὶ τελευτήν. Πρὶν δὲ συλλογιστικῶς ἀποδείξῃ τὸ τέταρτον, προαγορεύει τὸ συμ‐
15πέρασμα λέγων, καὶ ἄνευ σχήματος ἄρα· δεῖ γὰρ τὰς ἐπιβολὰς νοερὰς ἡγεῖσθαι τῶν ἐπι‐ στημονικῶν συλλογισμῶν, ἐπειδὴ καὶ ὁ νοῦς τὰς ἀρχὰς περιέχει τῆς ἐπιστήμης. Μιμεῖται οὖν ἡ μὲν τοῦ συμπεράσματος πρόληψις τὴν
20ἀθρόαν ἐπιβολὴν τοῦ νοῦ· ἡ δὲ διὰ τῶν συλ‐ λογισμῶν ἀγωγὴ, τὴν τῆς ἐπιστήμης ἀνέλιξιν τὴν ἀπὸ τοῦ νοῦ προερχομένην. Καὶ ὅρα ὅπως τὸ συμπέρασμα κοινότερόν ἐστι τῶν συλλογι‐ σμῶν· οἱ μὲν γὰρ χωρὶς ἀπολαβόντες τὸ
25εὐθὺ καὶ χωρὶς τὸ στρογγύλον οὕτω ποιοῦν‐ ται τὴν ἀπόδειξιν, τὸ δὲ ἁπλῶς ἄνευ σχή‐ ματος εἶναι τίθεται τὸ ἕν. Τοῦτο μὲν οὖν δῆλον· ἤδη δὲ περὶ αὐτῶν λέγωμεν. Ἔστι δὴ οὖν κοινὰ ταῦτα εἴδη πάντων τῶν διαστη‐
30μάτων· καὶ γὰρ τὰς γραμμὰς τῷ εὐθεῖ καὶ περιφερεῖ διαιροῦμεν καὶ μικτῷ, καὶ τὰς ἐπι‐ φανείας ὡσαύτως καὶ τὰ στερεὰ, πλὴν ὅτι τὸ μὲν ἐν γραμμαῖς εὐθὺ καὶ περιφερὲς ἀσχημά‐ τιστόν ἐστι, τὸ δὲ ἐν ἐπιφανείαις ἢ στερεοῖς
35σχήματός ἐστι δεκτικόν· καλεῖται δὲ τὰ μὲν εὐθέα γραμμικὰ, τὰ δὲ περιφερῆ γραμμικὰ, τὰ δὲ μικτὰ ἐκ τούτων. Ἔοικεν οὖν ταῦτα παραλαβεῖν ὁ Πλάτων, ὅσα δηλωτικὰ σχημά‐ των ἐστὶν, ἀλλ’ οὐκ εἴ τι εὐθὺ μόνον ἢ περι‐
40φερὲς ἀσχημάτιστον· εἴρηται γὰρ ἤδη τὸ ἓν
in Prm
.

1126

καὶ δέδεικται μὴ ἔχον πέρατα, ὥστε τοῦτο δεῖ αὐτοῦ ἀποφάσκεσθαι τὸ εὐθὺ τὸ πέρατα ἔχον· τοιοῦτον δὲ τὸ ἐσχηματισμένον· πέρατα γὰρ τὰ περιληπτικὰ λαμβάνει τῶν πεπερασμένων,
5ἃ δὴ μόνοις ὑπάρχει τοῖς ἐσχηματισμένοις. Καὶ μὴν καὶ τὴν ἄλλην ἀκρίβειαν τῆς λέξεως θαυμάζειν ἄξιον· οὐ γὰρ εἶπε τὸ μήτε εὐθὺ μήτε στρογγύλον εἶναι (τοῦτο γὰρ οὔπω συν‐ ήγαγεν, ὅτι ἄνευ σχήματός ἐστι· τί γὰρ ἐ‐
10κώλυε τῶν μέσων τι σχημάτων ἔχειν, οἷον κύ‐ λινδρον ἢ κῶνον ἢ ἄλλο τι τῶν μικτῶν;), ἀλλὰ μήτε εὐθέος αὐτὸ μήτε στρογγύλου μετ‐ έχειν. Καὶ γὰρ εἴ τι τῶν μικτῶν αὐτῷ σχῆμα δοίημεν, μεθέξει τούτων ἀμφοτέρων· λέγω δὲ
15εἰ ζητοῖμεν πότερον λευκόν ἐστιν ἡ φύσις ἢ μέλαν, εἰ μὲν δείξαιμι μήτε λευκὸν οὖσαν αὐ‐ τὴν μήτε μέλαν, οὔπω δέδεικται πάντως ὅτι ἀχρώματός ἐστιν· εἰ δὲ ὅτι μήτε λευκοῦ μετ‐ έχει μήτε μέλανος, δέδεικται πάντως ὅτι
20ἀχρώματος· καὶ γὰρ τὰ μέσα χρῶνται τῇ χρωμάτων μεθέξει τούτων ἀμφοτέρων, ἐπειδὴ τὰ μέσα ἐκ τῶν ἄκρων. Αὐτὸς οὖν καὶ τὸ ἓν ἔφατο μὴ μετέχειν στρογγύλου καὶ εὐθέος, ἵνα μήτε τούτων ἔχῃ μηδέτερον μήτε τῶν μέσων
25μηδὲν, ἃ τὸ ἔχον τούτων ἀναγκαῖον μετειλη‐ χέναι. Καὶ γὰρ ὁ κῶνος καὶ ὁ κύλινδρος ἔχει τινὰ πάντως ἔσχατα καὶ ἀρχὴν καὶ τελευτὴν, διότι μετέχει πως ταῦτα τοῦ στρογγύλου καὶ τοῦ εὐθέος, ὥστε ὁ ταῦτα καὶ τὴν τούτων
30μέθεξιν ἀναιρῶν λόγος συναναιρεῖ καὶ τὴν τῶν μέσων καὶ ἐσχάτων μέθεξιν. Καὶ μὲν δὴ καὶ τοῦτο δῆλον ὅτι τοῦτο τὸ συμπέρασμα τοῦ πρὸ αὐτοῦ μερικώτερόν ἐστιν· εἴ τι γὰρ μετέχει σχήματος, ἔχει καὶ ἄκρα καὶ μέσον· οὐ μέν‐
35τοι πᾶν τὸ ἔχον ἄκρα καὶ μέσον ἤδη μετέχει σχήματος· καὶ γὰρ γραμμὴν ἔχειν ἄκρα καὶ μέσον δυνατὸν, καὶ ἀριθμὸν καὶ χρόνον καὶ κίνησιν ὁμοίως, ἃ δὴ πάντα ἐστὶν ἀσχημά‐ τιστα. Καθολικώτερον ἄρα τοῦτό ἐστι μᾶλλον
40ἢ τὸ σχήματος μετέχειν· διὸ καὶ ἑαυτῷ τοῦτο
in Prm
.

1127

συναναιρεῖ τὸ σχήματος μετέχειν· ἀλλ’ οὐχὶ τοῦτο αἴτιον τῆς ἐκείνου ἀποφάσεως. Ἀλλὰ μὴν καὶ ἡ ἀπὸ τοῦ σχήματος ἐπὶ τὸ στρογγύ‐ λον καὶ εὐθὺ μετάβασις πάνυ γέγονεν εἰκότως·
5δυνατὸν μὲν γὰρ ἦν καὶ καθόλου τὸ σχῆμα ἀπο‐ φῆσαι τοῦ ἑνὸς, ἐνδειξάμενον ὅτι τὸ μὲν σχῆμα πέρας ἔχει καὶ ὅρον, τὸ δὲ ἓν οὐδενὸς πέρατος οὐδὲ ὅρου δεκτικόν ἐστιν· ἀλλὰ βούλεται κατὰ τὰς δύο συστοιχίας ἄνωθεν προσάγειν τὸν λό‐
10γον, καὶ οὕτως ἐξ ἀρχῆς ἔλαβε μετὰ τὰ πολλὰ τὸ ὅλον καὶ τὰ μέρη, καὶ πάλιν ἄκρα καὶ μέσον, καὶ πάλιν εὐθὺ καὶ στρογγύλον, καὶ αὖθις τὸ ἐν αὐτῷ καὶ ἐν ἄλλῳ, καὶ ἐφεξῆς τὸ ἑστάναι καὶ κεῖσθαι, καὶ διὰ τῆς λήψεως
15ταύτης ἐνδεικνύμενος ὅτι τὸ ἓν οὐδέν ἐστι τούτων· οὔτε γὰρ ἄμφω τὰ ἀντικείμενα δυνα‐ τὸν αὐτὸ εἶναι (οὐ γὰρ ἂν ἓν ἔτι μένοι κατὰ τὴν ὑπόθεσιν), οὔτε τὸ ἕτερον τούτων· ἔχει γὰρ ἄν τι ἑαυτῷ μαχόμενόν πως καὶ ἀντικεί‐
20μενον· δεῖ δὲ πρὸ πάσης ἀντιθέσεως εἶναι τὸ ἓν, ἢ οὐ πάντων ἂν εἴη αἴτιον· οὐ γὰρ ὧν καὶ τὸ ἀντικείμενον. Κατὰ τὰς δύο οὖν σειρὰς τῶν ὄντων προϊὼν εἰκότως καὶ νῦν ἀπὸ τοῦ σχήμα‐ τος ἐπὶ τὸ στρογγύλον καὶ εὐθὺ μετῆλθε, καὶ
25μετελθὼν οὕτω πεποίηται τὸν λόγον, ὡς ἂν
25μετὰ τούτων καὶ ἅπαν, ἄλλο σχῆμα τοῦ ἑνὸς ἀποφήσειε, τῷ μετέχειν χρησάμενος, ὃ καὶ τοῖς μικτοῖς ὑπάρχει τῶν σχημάτων. Ταῦτα μὲν οὖν εἰρήσθω περὶ τῶν λέξεων ἡμῖν· Ταῦτα δὲ καὶ ἐν Φαίδρῳ τὴν νοητὴν ἀκρότητα τῶν
30νοερῶν, ἣν ἐκάλεσεν ὑπερουράνιον τόπον, ἐν ἐκείνοις ἀχρώματον καὶ ἀσχημάτιστον καὶ ἀναφῆ προσείρηκεν, ἆρα ὡσαύτως ἐκείνην τε τὴν τάξιν ἀσχημάτιστον καὶ τὸ ἓν εἶναι φα‐ τέον ἡμῖν, ἢ ἄλλον τρόπον, καὶ τίνα τοῦτον;
35Οὐδὲ γὰρ ὁ αὐτὸς τῆς ἀποφάσεως τρόπος ἐπί τε ἐκείνης καὶ τοῦ ἑνός. Ἐκείνης μὲν γὰρ τὰ μὲν ἀπέφησε, τὰ δὲ κατέφησε· καὶ γὰρ οὐ‐
σίαν αὐτὴν εἶπε, καὶ ὄντως οὖσαν καὶ ψυχῆς
in Prm
.

1128

κυβερνήτῃ μόνῳ θεατὴν [νῷ], καὶ περὶ αὐτὴν εἶναι τὸ τῆς ἀληθοῦς ἐπιστήμης γένος, διότι καὶ πρὸ αὐτῆς ἄλλην· καὶ τῶν μὲν ἐξῄρητο, τῶν δὲ αὕτη μετελάγχανε. Τοῦ δὲ ἑνὸς πάντα
5ἀποφάσκει, καταφάσκει δὲ οὐδέν· οὐδὲν γὰρ ἦν πρὸ τοῦ ἑνὸς, ἀλλὰ πάντων ὁμοίως ἐξῄρητο τῶν ὄντων. Ἕτερος οὖν ὅ γε τρόπος τῆς ἀφαι‐ ρέσεως, καὶ εἰ βούλει μὴ παρέργως προσέχειν καὶ αὐτοῖς τοῖς ὀνόμασιν, εὑρήσεις εἰκότως
10ἐκείνην μὲν ἀσχημάτιστον οὑτωσὶ κεκλημένην, τὸ δὲ ἓν οὐδενὸς σχήματος μετέχον· ἔστι δὲ οὐ ταὐτὸν τούτων ἑκάτερον τῷ λοιπῷ, καθάπερ οὐδὲ τὸ ἀμερὲς τῷ μηδὲν μέρος ἔχειν· κατὰ τὸν αὐτὸν οὖν τρόπον κἀκείνην μὲν τὴν οὐσίαν
15ἀσχημάτιστον προσείρηκε, τὸ δὲ ἓν μηδενὸς σχήματος μετέχον. Εἰ οὖν δεῖ τὰ δοκοῦντα διαῤῥήδην εἰπεῖν, ἐκείνη μὲν, ἅτε τὸ νοερὸν σχῆμα παράγουσα, ἀσχημάτιστος εἴρηται, ὡς κρείττων αὐτοῦ παντελῶς ὑπάρχουσα καὶ ὡς
20γεννητικὴ τοῦ τοιούτου σχήματος. Ἀλλ’ οὐδὲ ἄρα σχήματος ἦν ὑφειμένη τοῦ νοητοῦ· καὶ γὰρ τοῦ σχήματος καὶ τοῦ ὅλου καὶ τοῦ πλή‐ θους καὶ πάντων ὁ νοητὸς νοῦς περιέχει τὰς νοητὰς αἰτίας· καὶ ἔστι σχήματα μὲν πάντη
25ἄγνωστα καὶ ἄῤῥητα, ὧν ἀπὸ τῶν νοητῶν ἡ ἔκφανσις ἄρχεται, γνώριμα μόνῳ τῷ νοητῷ νῷ, καὶ ἐν ἄλλοις, ᾗ τι τοιοῦτον, ὥσπερ οὖν ἐστι, τῶν μετ’ ἐκεῖνον τῶν θεῶν ἀπ’ ἐκείνου πᾶσιν ἔγκειται· τὰ δὲ γνωστὰ καὶ ῥητὰ ταῖς δυνά‐
30μεσι προσήκοντα τῶν θεῶν, ἀλλ’ οὐχὶ ταῖς
30ὑπάρξεσιν αὐταῖς, καθ’ ἃς ἔχουσι τὸ εἶναι θεοὶ, καὶ ταῖς νοεραῖς οὐσίαις, δι’ ὧν ἐκφαίνονται τοῖς νοεροῖς ὄμμασι τῶν ψυχῶν. Τούτων δὲ πάντων ὁ νοητὸς νοῦς περιείληφε τὴν ἑνοειδῆ καὶ μίαν αἰτίαν, ὁ δὲ ὑπερουράνιος τόπος, ἐν
35τοῖς νοεροῖς ὢν ἀκρότατος, τῶν νοερῶν σχημά‐ των ἐστὶν ἀρχὴ πάντων, ὡς ἐνδείκνυμεν ἐξη‐ γούμενοι τὸν Φαῖδρον. Διόπερ ἀσχημάτιστος
μὲν, οὐχ ἁπλῶς δὲ παντὸς ἐξῃρημένη σχήματός
in Prm
.

1129

ἐστι· προῆλθε μὲν κατὰ τὴν ἀκρότητα τὴν τοῦ πατρὸς, καὶ τὸ ἄῤῥητον αὐτοῦ σύνθημα· κατα‐ δεέστερος δέ ἐστι τῶν ἐν αὐτῷ σχημάτων. Τὸ δὲ ἓν παντὸς τοῦ τῶν σχημάτων διακόσμου
5τοῦ τε κρυφίου καὶ τοῦ νοεροῦ τελέως ὑπερίδρυ‐ ται, τῶν τε ἀγνώστων πάντων καὶ τῶν γνωστῶν ἐξῄρηται σχημάτων. Τίνα δὲ ἔχει ταῦτα δια‐ φορὰν, αὐτοῖς ἐστι γνώριμον τοῖς τῶν θεῶν ὑπη‐ κόοις γενομένοις, καὶ ὅτι καὶ Πλάτων οἶδε καὶ
10ἐκεῖνα τὰ σχήματα, δι’ ἄλλων δεδείχαμεν λόγων. Διόπερ οὐδενὸς εἰκότως μετέχειν σχή‐ ματος λέγει τὸ ἕν· καὶ γὰρ ἡ νοητὴ τῶν σχη‐ μάτων αἰτία καὶ τὸ νοερὸν σχῆμα ὑφεῖται τοῦ ἑνός· οὐκ ἄρα ταὐτόν ἐστι τὸ ἀσχημάτιστον τῷ
15μηδὲν σχῆμα ἔχειν, ὡς οὐδὲ τὸ ἀμέριστον τῷ μηδὲν μέρος ἔχειν, καθάπερ προείρηται. Στρογγύλου γέ πού ἐστι τοῦτο, οὗ ἂν τὰ ἔσχατα πανταχῆ ἀπὸ τοῦ μέσου ἴσον ἀπέχ; Να. Καὶ μὴν εὐθύ γε, οὗ
20ἂν τὸ μέσον ἀμφοῖν τοῖν ἐσχάτοιν ἐπί‐ προσθεν εἴη. Οὕτως. (P. 137 E.) Τὸ εὐθὺ τοῦτο καὶ τὸ στρογγύλον, καὶ ὅπως ἐπὶ τῶν θείων πραγμάτων ἐπαληθεύουσιν οἱ ῥηθέντες λόγοι, δῆλον ὡς οὐ μαθηματικῶς
25ταῦτα καὶ δεδημευμένως ἀκουστέον, ἀλλὰ τῇ προκειμένῃ θεωρίᾳ πρεπόντως. Ἤδη μὲν οὖν τινες τοῦτο τὸ εὐθὺ τὸ ἀκλινὲς εἰρήκασιν εἶναι τοῦ νοῦ καὶ τὸ ἄτρεπτον, τὸ δὲ στρογγύλον, τὸ εἰς ἑαυτὸ συννεῦον καὶ τὸ περὶ ἑαυτὸ ἐνερ‐
30γοῦν. Τοῦτο δὲ ὁ Παρμενίδης μνημονεύει,
σφαίρης ἐναλίγκιον ὄγκῳ,
Μεσσόθεν ἰσοπαλὲς πάντη,
34τὸ ὂν ἀποφηνάμενος. Ὅθεν καί φασί τινες
35τὸν Πλάτωνα διὰ τῆς ἀποδείξεως ταύτης ὑπο‐ μιμνήσκειν τὸν ἐν τοῖς ποιήμασι Παρμενίδην, ὡς τὸ ἓν ἐξῄρηται παντὸς σχήματος περιφεροῦς καὶ εὐθέος. Ἡμεῖς δὲ ταῦτα μὲν οὐκ ἀποδεχό‐
μεθα διϊστάντα τῆς τῶν παλαιῶν φιλοσοφίας
in Prm
.

1130

καὶ αὐτὸν ἑαυτοῦ ποιοῦντα τὸν Παρμενίδην κατ‐ ήγορον, καὶ ταῦτα ἐν Πλατωνικῇ σκηνῇ, παρ’ ᾗ πολλαὶ καὶ τοῦ Παρμενίδου γεγόνασιν ἀναῤ‐ ῥήσεις τὸ τοῦ Πλάτωνος περὶ τὸν ἄνδρα ἐκεῖνον
5σέβας ἀνακηρύττουσαι. Καὶ γὰρ ὁ μὲν εἰς ἄλλο ἓν, ὁ δὲ εἰς ἄλλο βλέπων ἀποφάσκει τὸ σφαι‐ ρικὸν εἶδος ἢ καταφάσκει τοῦ ἑνός· τὸ δὲ εὐθὺ τοῦτο καὶ τὸ στρογγύλον ἐξηγούμεθα κατά τε τὴν πρόοδον καὶ τὴν ἐπιστροφήν· ἡ μὲν γὰρ
10πρόοδος κατὰ τὸ εὐθὺ θεωρεῖται καὶ τοῦτο ποιουμένη τέλος ἑαυτῆς. Ἕκαστον οὖν τῶν νοερῶν καὶ πρόεισιν ἐπὶ πάντα κατὰ τὸ εὐθὺ, καὶ ἔστραπται πρὸς τὸ ἑαυτοῦ ἀγαθὸν, ὃ δὴ μέσον ἐστὶν ἐν ἑκάστῳ, διότι πανταχόθεν
15ἕκαστον ὁμοίως αὐτὸ περιπτύσσεται, καὶ ὡς εἰς κέντρον ἐκεῖνο συνερείδει πᾶν τὸ ἑαυτοῦ πλῆθος καὶ πάσας ἑαυτοῦ τὰς δυνάμεις. Εἰ τοίνυν λέγοις στρογγύλον μὲν εἶναι τῶν νοερῶν ἕκαστον, ὡς πάντα ἀπὸ τοῦ μέσου ἴσον ἀπ‐
20έχειν· πάντα γὰρ ἑαυτοῦ κατὰ τὸ ἴσον ἥνωται πρὸς τὸ οἰκεῖον ἀγαθὸν, καὶ οὐ τῇ μὲν μᾶλλον ἀφέστηκεν αὐτοῦ, τῇ δὲ ἧττον, καθάπερ τῆς ἡμετέρας ψυχῆς τῶν ἵππων ὁ μὲν ἄγει πρὸς τὸ ἀγαθὸν, ὁ δὲ βρίθει πρὸς τὴν γῆν, ἀλλὰ παν‐
25ταχόθεν ὁμοίως αὐτοῦ περιδράττεται κέντρου τάξιν ἔχοντος· εὐθὺ δὲ, οὗ τὸ μέσον ἐπιπρο‐ σθοῦν τοῖς ἄκροις. Ὅτι δὴ κατὰ τὴν πρόοδον τὰ πράγματα χωρίζεται ἀλλήλων, ἀπὸ τοῦ μείναντος τὸ προϊὸν, καὶ ἀπὸ τοῦ ἡνωμένου τὸ
30πληθυνόμενον, ὀρθῶς ἂν λέγοις καὶ τῶν πραγ‐ μάτων ἐστοχασμένως· εἰ γὰρ ἐθέλοις κατιδεῖν, εὕροις ἂν ὡς ἡ πρόοδός ἐστιν ἡ διακρίνουσα τὰ πράγματα ἀλλήλων, καὶ ποιοῦσα τὰ μὲν πρῶτα, τὰ δὲ μέσα, τὰ δὲ τελευταῖα, καὶ τὰ
35μέσα τῶν τελευταίων ὄντα καὶ πρώτων διορι‐ στικὰ, καὶ οἷον ἔμπροσθεν· ἡ δὲ ἐπιστροφὴ πάντα συνάπτει πάλιν, καὶ εἰς ἓν συνελίσσει, καὶ πρὸς ἓν συνάγει τὸ κοινὸν τῶν ὄντων ἐφετόν.
Ἔστιν ἄρα ἐν ἐκείνοις καὶ τῶν ὁρισμῶν τούτων
in Prm
.

1131

ἑκάτερος, ὧν πρώτως μετέχει τὰ νοερὰ γένη τῶν θεῶν [προϊόντα] ἅμα καὶ [ἐπιστρέφοντα] πρὸς ἑαυτά· ταῦτα γάρ ἐστι τὰ κατὰ τὴν ἐπιστροφὴν μάλιστα χαρακτηριζόμενα· δευτέ‐
5ρως δὲ ἀπὸ τούτων αἱ ψυχαὶ μετέχουσι τοῦ τε εὐθέος καὶ τοῦ περιφεροῦς, προϊοῦσαι μὲν γραμ‐ μικῶς, εἰς κύκλον δὲ αὖθις κατακαμπτόμεναι καὶ ἐπιστρέφουσαι πρὸς τὰς ἑαυτῶν ἀρχάς· ἐσχάτως δὲ τὰ αἰσθητά· καὶ γὰρ τὰ εὐθύ‐
10γραμμα σχήματα ἐν τούτοις ἤδη διαστατῶς καὶ μεριστῶς, καὶ τὸ σφαιρικὸν εἶδος τὸ πάντων τῶν ἐγκοσμίων σχημάτων περιληπτικόν· διὸ καὶ ὁ Τίμαιος ὅλον μὲν ἐσφαίρωσε τὸν κόσμον, διὰ δὲ τῶν πέντε σχημάτων, ἰσοπλεύρων ὄντων
15μόνον καὶ ἰσογωνίων, τὰς πέντε μερίδας αὐτοῦ κατεκόσμησεν, ἐγγράψας αὐτὰ πάντα τῇ σφαίρᾳ καὶ ἀλλήλοις· ᾧ καὶ δῆλον ὅτι τὰ σχήματα ταῦτα ἄνωθεν ἀπό τινος ἥκει θείας τάξεως ὑψηλῆς, πάντων ὄντα κοσμητικὰ τῶν ἀμερί‐
20στων ὡς τοῦ νοῦ, τῶν μεριστῶν ὡς τοῦ ὁρατοῦ κόσμου, τῶν μέσων ὡς τῆς ψυχῆς. Ἔξεστι δὲ καὶ ἐν τῇ γενέσει τὰ δύο ταῦτα θεωρεῖν· κατὰ μὲν τὸν κύκλον τὸν ἐνταῦθα (καὶ γὰρ ἡ γένεσις ἀνταποδίδοται κυκλικῶς πρὸς ἑαυτὴν, ὡς ἐν
25Φαίδρῳ γέγραπται), τὸ περιφερές· κατὰ δὲ τὴν ἑκάστου μίαν πρόοδον ἀπὸ τῆς γενέσεως ἐπὶ τὴν παρακμὴν, τὸ εὐθὺ, καὶ τὸ ἐνταῦθα τῶν ἄκρων ἐπίπροσθεν τὸ μέσον ἡ ἀκμή· τίς γὰρ ἂν ἀφίκοιτο ἐπὶ τὸ ἕτερον, καθάπερ δὴ
30καὶ ἐπὶ τῆς εὐθείας διὰ τοῦ μέσου πάντως ἡ ἀπὸ θατέρου τῶν ἄκρων ὁδὸς ἐπὶ τὸ λοιπόν; Ἄνωθεν ἄρα ἀπὸ τῶν νοερῶν διήκει ταῦτα μέχρι τῶν γεννητῶν, προόδου μὲν αἴτιον τὸ εὐθὺ γιγνόμενον, ἐπιστροφῆς δὲ τὸ περιφερές.
35Εἰ τοίνυν τὸ ἓν μήτε πρόεισιν ἀφ’ ἑαυτοῦ μήτε ἐπιστρέφει πρὸς ἑαυτὸ, ὅτι τό τε προϊὸν δεύτε‐
ρόν ἐστι τοῦ παράγοντος καὶ τὸ ἐπιστρέφον
in Prm
.

1132

ἐνδεὲς τοῦ ἐφετοῦ, δῆλον ὡς οὔτε εὐθέος μετ‐ έχει σχήματος, οὔτε στρογγύλου· καὶ πῶς γὰρ προΐοι μηδὲ μίαν ἔχον ποιητικὴν ἀρχὴν ἑαυτοῦ μήτε ἐν ἑαυτῷ μήτε πρὸ αὐτοῦ, ἵνα μὴ
5τοῦ ἑνὸς στερῆται δεύτερον ὂν ἢ δυοειδές; πῶς δ’ ἂν ἐπιστρέφοι μηδὲν ἔχον τέλος καὶ ἐφετόν; οὐδὲ ἄρα σχῆμα τῷ ἑνὶ προσήκει μήτε τέλος μήτε ἀρχὴν ἔχοντι, ὡς δέδεικται διὰ τούτων. Οὐ δεῖ δὲ ζητεῖν δι’ ἣν αἰτίαν ἀπὸ τῶν εἰδῶν
10τοῦ σχήματος, τοῦ περιφεροῦς καὶ τοῦ εὐθέος, ἔδειξε τὸ ἓν ἐπέκεινα παντὸς σχήματος, ἀλλ’ οὐχὶ τὸ γένος αὐτὸ ὁρισάμενος, οἷον ὅτι σχῆμά ἐστι πέρας συγκλεῖον ἢ τὸ ὑπό τινος ἤ τινων ὅρων περιεχόμενον· δέδοκται γὰρ αὐτῷ διὰ
15τῶν ἀντικειμένων προϊέναι, καὶ τούτων ἐξῃρη‐ μένον δεικνύναι τὸ ἓν, καὶ κατ’ ἐκεῖνον τὸν ἐπὶ πάντων ὄντα λόγον κοινὸν, ὡς οὔτε τὸ χεῖ‐ ρον εἶναι δυνατὸν τῶν ἀντικειμένων τὸ ἓν, ἵνα μὴ ἔχῃ τι κρεῖττον, οὔτε τὸ κρεῖττον, ἵνα μὴ
20ἔχῃ τι μαχόμενον. Οὕτως οὖν καὶ τοῦ εὐθέος αὐτὸ δείκνυσι καὶ τοῦ περιφεροῦς καθαρὸν, καὶ ὁρᾷς πάλιν ὅπως καὶ ταῦτα διὰ τῶν προειρη‐ μένων συνήγαγεν, ὡς οὔτε ἀρχὴν οὔτε μέσον οὔτε τελευτὴν ἔχοντος τοῦ ἑνὸς, γεωμετρικαῖς
25ἀνάγκαις ἀεὶ τὰ δεύτερα διὰ τῶν πρὸ αὐτῶν ἀποδεικνὺς, καὶ πρὸ τούτων μιμούμενος τὴν τῶν ὄντων ἐν τάξει πρόοδον ἀπὸ τῶν πρώτων ἀεὶ πρὸς τὰ δεύτερα καὶ τὰ μερικώτερα τὴν ἀπόβασιν ποιουμένων.
30 Οὐκοῦν μέρη ἂν ἔχοι τὸ ἓν καὶ πολλὰ ἂν εἴη, εἴτε εὐθέος σχήματος εἴτε περι‐ φεροῦς μετέχοι; Πάνυ μὲν οὖν. Οὔτε ἄρα εὐθὺ οὔτε περιφερές ἐστιν, ἐπείπερ οὐδὲ μέρη ἔχει. Ὀρθῶς οὖν.
35(P. 137 E.) Πεπλήρωται πᾶσα ἡ μέση τάξις ἐν τούτοις
τῶν τε νοητῶν καλουμένων καὶ νοερῶν, δε‐
in Prm
.

1133

δειγμένων πασῶν τῶν ἐν αὐτῇ προόδων ἐπὶ τάδε τοῦ ἑνὸς τεταγμένων, καὶ, ὡς πολλάκις εἴπομεν, ἀπὸ τοῦ ἑνὸς ἐξηρτημένων, ἐπείπερ αἱ ἀποφάσεις, ὡς δέδεικται, μητέρες εἰσὶ τῶν
5καταφάσεων. Εἰκότως ἄρα καὶ ἐν τῷ συμπε‐ ράσματι πᾶσαν ἐπιστρέφων τὴν τάξιν εἰς ἓν ἄνεισι καὶ μέχρι τῶν πρώτων ἀποπεφασμένων· εἰ γὰρ σχῆμα ἔχοι τὸ ἓν καὶ πολλὰ ἂν εἴη· συνάπτει ἄρα τὸ σχῆμα τοῖς πολλοῖς διὰ τῶν
10μερῶν, πάντα δὲ ταῦτα τὰ γένη δεύτερα τοῦ ἑνὸς ἀποδείκνυσι. Τοσαύτη παρ’ αὐτῷ διάκρι‐
σίς ἐστι τῶν θείων διακόσμων, ὥστε οὐκ ἀν‐
in Prm
.

1134

έσχετο συνάψαι τὰς ἑξῆς ἀποφάσεις μὴ ταύτην πρότερον τὴν τάξιν εἰς ἑαυτὴν ἐπιστρέψας, καὶ τὸ σχῆμα τοῖς πολλοῖς συνάψας, καὶ τὴν συγ‐ γένειαν τῶν προειρημένων ἁπάντων γενῶν ἐν‐
5δειξάμενος. Ἐν ποίᾳ μὲν οὖν τάξει τῶν ὄντων τὸ εὐθὺ καὶ τὸ περιφερές ἐστιν, ἐν τοῖς ἑξῆς γνωσόμεθα σαφέστερον, καὶ ὅτι μέχρι ταύτης τὰ νοητὰ καὶ νοερὰ γένη τῶν ὅλων. Νῦν δὲ τοσοῦτον μόνον δῆλον ὅτι μηδὲ ταύτης ἡμῖν
10τῆς τάξεως θετέον τὸ ἓν, ἀλλὰ καὶ ταύτην ἀπ’ ἐκείνου παρακτέον, καθάπερ δὴ καὶ τὰς ἄλλας
τὰς πρὸ αὐτῆς εἰρημένας.
in Prm
.

tit7

ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.
in Prm
.

1133

(13)

Καὶ μὴν τοιοῦτόν γε ὂν οὐδαμοῦ ἂν [ἔτι] εἴη· οὔτε γὰρ ἐν ἄλλῳ οὔτε ἐν
15ἑαυτῷ εἴη. Πῶς δή; (P. 138 A.) Μέτεισιν ἐφ’ ἑτέραν τάξιν ὁ λόγος τὴν ἀκρότητα τῶν ἰδίως καλουμένων νοερῶν θεῶν, καὶ ταύτην ἀποφάσκει τοῦ ἑνὸς, δεικνὺς ὡς οὐδαμοῦ τὸ ἓν, οὔτε ὡς ἐν ἄλλῃ περιεχόμενον
20αἰτίᾳ, οὔτε ὡς αὐτὸ ὑφ’ αὑτοῦ περιεχόμενον καὶ αὐτὸ ἑαυτοῦ ὄν. Πρὶν δὲ ἅψεται τῆς τῶν συλλογισμῶν ἀνάγκης, προανεκήρυξε πάλιν τὸ συμπέρασμα πρὸ τῶν ἐπιστημονικῶν ἐφόδων, χρώμενος ταῖς νοεραῖς ἐπιβολαῖς, καὶ οὑτωσὶ
25ποιήσει καὶ ἐπὶ πάντων ἀεὶ τῶν ἐφεξῆς (ὅτι δὲ ἀπ’ ἄλλης ἄρχεται τάξεως, ἱκανῶς ἡμῖν ἀνεδείξατο καὶ διὰ τοῦ ἔτι καὶ τοῦ τοιοῦτόν γε ὄν)· τὸ ἀποδεδειγμένον πάντων ἐπέκεινα τῶν μέσων ἐν τοῖς θεοῖς γενῶν τῆς τε νοητῆς
30καὶ νοερᾶς τάξεως πῶς ἂν ἔτι τῶν νοερῶν μετά‐
σχοι τινὸς ἢ τῆς ἀκρότητος τῶν νοερῶν; Τὸ
in Prm
.

1134

γοῦν τῶν θειοτέρων αἰτιῶν ἐξῃρημένον πολλῷ δήπου μᾶλλον ἐκβέβηκε τῶν τοιούτοις ἐφεξῆς τεταγμένων. Καὶ ταῦτα μὲν περὶ τῆς ὅλης τά‐ ξεως τοῦ λόγου κατακολουθοῦντος τῇ τάξει
5τῶν πραγμάτων· πάλιν δὲ ὅταν λέγωσιν ἐν‐ ταῦθά τινες ἀντιλέγειν τῷ Παρμενιδείῳ ἑνὶ τῷ ἐν τοῖς ποιήμασι τὸν Πλάτωνα, οὐκ ἀποδε‐ ξόμεθα τὸν λόγον. Λέγει μὲν γὰρ ἐκεῖνος περὶ τοῦ καθ’ ἑαυτὸ ἑνὸς, ὅτι
10Ταὐτὸν δ’ ἐν ταὐτῷ μίμνει, καθ’ ἑαυτό τε κεῖται· Οὕτως ἔμπεδον αὖθι μένει· κρατερὴ γὰρ ἀνάγκη Πείρατος ἐν δεσμοῖσιν ἔχει, τό μιν ἀμφὶς ἐέργει. Τούνεκεν οὐκ ἀτέλευτον τοῖον, εἰ θέμις εἰπεῖν.
27 Ἀλλ’, ὡς καὶ αὗται δηλοῦσιν αἱ ῥήσεις, περὶ τοῦ ὄντος φιλοσοφεῖ ταῦτα καὶ οὐ περὶ τοῦ ἑνός· ἃ δὴ καὶ ἡ δευτέρα καταφήσει περὶ
30ἐκείνου ὑπόθεσις, μετὰ τοῦ ἑνὸς συμπλέκουσα
τὸ ὄν. Εἰ οὖν ἐν τούτοις καὶ πέρας οὐκ ἔχον
in Prm
.

1135

ἀποδείκνυται τὸ ἓν καὶ μὴ κείμενόν που, μήτε ἐν ἑαυτῷ μήτ’ ἐν ἄλλῳ, καὶ οὐχὶ τὸ ὂν, οὐκ ἔλεγχός ἐστι ταῦτα τῆς Παρμενίδου φιλοσο‐ φίας, ἀλλ’ ἐκείνης μενούσης πρόσθεσις τῆς
5ὑπερτέρας. Ταύτῃ μὲν οὖν ταῦτα διορίζομεν· ὅτι δὲ τὸ οὐδαμοῦ κυριώτατα καὶ ἁπλῶς ἐπὶ τῆς πρώτης αἰτίας λέγομεν, ὑπομνηστέον. Λέ‐ γεται μὲν γὰρ καὶ ἡ ψυχὴ πολλάκις οὐδαμοῦ, καὶ διαφερόντως ἡ ἄσχετος· ὑπὸ οὐδενὸς γὰρ
10κατέχεται τῶν δευτέρων, οὐδὲ περιείργεται διὰ δή τινος σχέσεως ἡ ἐνέργεια αὐτῆς, κα‐ θάπερ σχέσει τινὶ δεδομένης πρὸς τὰ μετὰ ταύτην. Λέγεται δὲ καὶ ὁ νοῦς εἶναι οὐδαμοῦ· πανταχοῦ γάρ ἐστιν ὁμοίως, καὶ πᾶσι πάρ‐
15εστιν ἐξ ἴσου· πολλῷ μᾶλλον καὶ διὰ τῆς τοιαύτης παρουσίας ἐν οὐδενὶ κατέχεται τῶν αὐτοῦ μετεχόντων. Λέγεται καὶ θεὸς εἶναι οὐ‐ δαμοῦ, ὅτι πάντων ἐξῄρηται, ὅτι ἀμέθεκτός ἐστιν, ὅτι κρείττων ἐστὶ πάσης κοινωνίας καὶ
20πάσης σχέσεως καὶ πάσης πρὸς τὰ ἄλλα συντά‐ ξεως. Λέγεται μὲν οὖν περὶ τῶν τριῶν ἀρχι‐ κῶν ὑποστάσεων ὅπερ εἶπον ἕκαστα τούτων ὀρθῶς, ἀλλ’ οὐχ ὁ αὐτὸς τρόπος ἐπὶ πάντων τοῦ οὐδαμοῦ. Ψυχὴ μὲν γὰρ οὐδαμοῦ τῶν μετ’
25αὐτὴν, ἀλλ’ οὐχ ἁπλῶς οὐδαμοῦ· πάντως γάρ ἐστι καὶ ἐν ἑαυτῇ ὡς αὐτοκίνητος, καὶ ἐν τῇ αἰτίᾳ τῇ ἑαυτῆς, ἐπειδὴ καὶ πανταχοῦ τὸ αἴ‐ τιον προείληφε τὴν τοῦ ἀποτελέσματος καὶ περιείληφεν ἑνοειδῶς δύναμιν· νοῦς δὲ οὐδα‐
30μοῦ καὶ αὐτὸς τῶν μετ’ αὐτόν· ἐπεὶ καὶ ἐν ἑαυτῷ ἐστιν αὐθυπόστατος, καὶ ἔτι περιέχε‐ ταί γε ὑπὸ τῆς οἰκείας αἰτίας, εἰ μὲν βούλει θεολογικῶς φάναι, τῆς πατρικῆς· πᾶς γὰρ νοῦς πατρός ἐστι νοῦς, ὁ μὲν τοῦ ὅλου πατρὸς,
35ὁ δὲ τοῦ τῆς οἰκείας τριάδος πατρός· περιέχε‐ ται γοῦν ὑπὸ τοῦ πατρὸς ὁ νοῦς· εἰ δὲ κατὰ τοῦτον βούλει τὸν τρόπον οὐχὶ, ἀλλ’ ὅτι πᾶς νοῦς ἐφίεται τοῦ ἑνὸς, καὶ ἐν τῷ ἑνὶ κρατεῖται, καὶ διὰ τοῦτο ψεῦδος οὐδαμοῦ φάναι τὸν νοῦν.
40Μόνον δὲ τὸ ἓν ἁπλῶς οὐδαμοῦ ἐστιν· οὔτε γὰρ
ἐν τοῖς μετ’ αὐτό ἐστιν, ἅτε ἐξῃρημένον ἀπὸ
in Prm
.

1136

πάντων, ὅπου γε οὐδὲ ὁ νοῦς οὐδὲ ἡ ψυχὴ, αἱ μετὰ τὸ ἓν ἀρχαί· οὔτε ἐν ἑαυτῷ, ἅτε ἁπλοῦν ὂν καὶ παντὸς πλήθους ἄδεκτον· οὔτε ἐν τῷ πρὸ αὐτοῦ, διότι μηδέν ἐστι κρεῖττον τοῦ
5ἑνός· τοῦτο ἄρα τὸ ἁπλῶς οὐδαμοῦ, πάντα δὲ τὰ ἄλλα δευτέρως ἔχει τὸ οὐδαμοῦ, καὶ πῶς μὲν ἐστὶν οὐδαμοῦ, πῶς δὲ οὐκ ἔστιν. Εἰ γὰρ ἐθελήσεις θεωρῆσαι πᾶσαν τὴν τῶν ὄντων τά‐ ξιν, ὄψει τὰ μὲν εἴδη τὰ ἔνυλα ἐν ἄλλοις ὄντα
10μόνον καὶ ἄλλων ὄντα καὶ ἔν τισιν ὑποκειμέ‐ νοις ἑδραζόμενα· τὰς δὲ φύσεις, ἐν ἄλλοις μὲν καὶ ταύτας (δύνουσι γὰρ κατὰ τῶν σωμάτων καὶ ἐν ὑποκειμένῳ πῶς εἰσιν), ἤδη μέντοι καὶ τοῦ ἐν ἑαυτῷ φερούσας ἀπήχημά τι καὶ εἴδω‐
15λον, καθόσον ζωαί τινες ἤδη καὶ οὐσίαι, καὶ πάσχοντος ἑνὸς μορίου τινὸς ἑαυταῖς συμπά‐ σχουσι· τὰς δὲ ἐν σχέσει ψυχὰς, ὡς μὲν σχέ‐ σιν ἐχούσας, ἐν ἄλλῳ καὶ ταύτας (αὐτὴ γὰρ ἡ σχέσις ἡ πρὸς τὰ δεύτερα τὸ ἐν ἄλλῳ πάντως
20συνεισφέρει), καθόσον δὲ ἐπιστρέφειν εἰς ἑαυτὰς δύνανται, καθαρώτερον ἐν ἑαυταῖς οὔσας (αἱ μὲν γὰρ φύσεις πᾶσαν ἐνέργειαν περὶ τὰ σώ‐ ματα συντείνουσι, καὶ ὅπερ ἂν ποιοῦσιν, εἰς ἄλλο ποιοῦσιν· αἱ δὲ ψυχαὶ ταῖς μὲν τῶν ἐνερ‐
25γειῶν περὶ τὸ σῶμα χρῶνται, ταῖς δὲ εἰς ἑαυτὰς ἐνεργοῦσι καὶ πρὸς ἑαυτὰς ἐπιστρέ‐ φουσι)· τὰς δὲ ἀσχέτους ἐν ἑαυταῖς ἤδη, καὶ ἐν ἄλλοις μὲν οὐκ ἔτι τοῖς δευτέροις, ἐν ἄλλῳ δὲ τῷ πρὸ αὐτῶν οὔσας· διχῶς μὲν γὰρ τὸ ἐν
30ἄλλῳ, τὸ μὲν τοῦ ἐν ἑαυτῷ καταδεέστερον τῷ σχέσιν ἔχειν πρὸς τὰ δεύτερα, τὸ δὲ ἤδη κρεῖττον, κἀκεῖνο μὲν μέχρι τῶν ἐν σχέσει ψυχῶν, τοῦτο δὲ μόνον ἀπὸ τῶν θείων ἄρχεται καὶ ὅλως ἀσχέτων· καὶ οἷς μὲν ὑπάρχει τὸ
35πρότερον· πάντα γὰρ ἐν τοῖς ἑαυτῶν ἐστιν αἰτίοις, ἢ οὐκ ἂν εἴη τῶν αἰτιῶν ἐκφοιτήσαντα τελέως· οἷς δὲ τὸ δεύτερον, ἔλλειψις γὰρ ἐποίει δυνάμεως τὸ πρότερον· ἢ ἐν τοῖς ἐσχά‐ τοις οὖσαν οὐκ ἀνάγκη καὶ ἐν τοῖς πρώτοις
40εἶναι; Τὰς γοῦν θείας ψυχὰς ἐν τοῖς πρὸ αὐ‐
τῶν εἶναι μόνον, οἷον ἐν τοῖς νοῖς ὧν ἐξέχονται·
in Prm
.

1137

τὸν δὲ νοῦν λοιπὸν ἐν ἑαυτῷ τε καὶ ἐν τῷ πρὸ αὐτοῦ, πατρὶ λέγω καὶ τῇ δυνάμει τοῦ πα‐ τρὸς, εἰ βούλει· πάντα γὰρ ἄχρι τούτου τὸ ἐν ἄλλῳ ἔχει, αὐτὸς δὲ πῶς ἂν ἔχοι; Πότερον ἐν
5ἑαυτῷ μόνον ἐστὶν ἢ καὶ ἐν ἄλλῳ, μετὰ ταῦτα σκεπτέον, ὁπόταν περὶ τοῦ αὐθυποστάτου λέ‐ γωμεν. Τὸ τοίνυν οὐδαμοῦ (τοῦτο γὰρ ἡμῖν προκείμενον ἦν κατιδεῖν) τοῖς μὲν ἔχουσι τὸ ἐν ἄλλῳ (τοῦτο δὴ τὸ τοῦ ἐν ἑαυτῷ καταδε‐
10έστερον) οὐδαμῶς ἂν ὑπάρχοι· πῶς γὰρ ἂν τοῖς μὲν ἐν ἄλλῳ γεγονόσιν ἐφαρμόσει τὸ οὐ‐ δαμοῦ τῷ ἔν τινι μαχόμενον; τοῖς δ’ ἔχουσιν ἐκεῖνο τὸ τοῦ ἐν ἑαυτῷ κρεῖττον ἐν ἄλλῳ, πάρ‐ εστι μὲν, ἀλλ’ οὐχ ἁπλῶς· ἔστι γὰρ ἐν ταῖς
15αἰτίαις ἕκαστα ταῖς ἑαυτῶν· μόνῳ δὲ τῷ ἑνὶ πρώτως ὑπάρχει τὸ οὐδαμοῦ καὶ ἁπλῶς· οὔτε γὰρ ἐν τοῖς μετ’ αὐτὸ, οὐ γὰρ θέμις· οὔτε ἐν τῷ πρὸ αὐτοῦ, οὐ γὰρ ἔστιν· οὔτε ἐν ἑαυτῷ, οὐ γὰρ πέφυκε· τὸ μὲν ὅτι ἄσχετον, τὸ δὲ ὅτι
20πρώτιστον, τὸ δὲ ὅτι μόνως ἔστιν ἓν, ὥστε οὐδαμοῦ. Τοῦτο μὲν οὖν παντάπασιν ἀληθές· τὸ δὲ πανταχοῦ μετὰ τοῦτο ζητητέον πότερον κρεῖττόν ἐστι τοῦ οὐδαμοῦ καὶ τελειότερον ἢ
25καταδεέστερον. Εἰ μὲν γὰρ κρεῖττον, διὰ τί μὴ τῷ πρώτῳ τὸ κρεῖττον ἀπονέμομεν, τὸ οὐ‐ δαμοῦ δὲ δεδώκαμεν, ἀλλά φαμεν ὅτι οὐδα‐ μοῦ ἐστι μόνον; Εἰ δὲ καταδεέστερον, πῶς οὐκ ἄμεινον ἐπὶ τούτου τὸ μὴ προνοεῖν τοῦ προ‐
30νοεῖν; τὸ μὲν γὰρ προνοοῦν πᾶσι πάρεστι τοῖς τῆς προνοίας ἀξιουμένοις· τὸ δὲ μὴ προνοοῦν οὐδαμοῦ τῶν δευτέρων εἶναι διηνάγκασται. Μήποτε οὖν τὸ πανταχοῦ διττὸν, τὸ μὲν ὡς πρὸς τὰ μετ’ αὐτὸ λεγόμενον, ὡς ὅταν φῶμεν
35πανταχοῦ τὴν πρόνοιαν παρεῖναι τῷ μηδενὸς ἀποστατεῖν τῶν δευτέρων, ἀλλὰ πάντα σώζειν καὶ συνέχειν καὶ διακοσμεῖν δι’ αὐτῶν τῇ μεταδόσει διήκουσαν· τὸ δὲ ὡς πρὸς πάντα τὰ πρὸ αὐτοῦ καὶ τὰ μετ’ αὐτό. Κυρίως γοῦν
40πανταχοῦ τοῦτό ἐστιν, ὃ καὶ ἐν τοῖς δευτέροις
in Prm
.

1138

ἐστὶ καὶ ἐν ἑαυτῷ καὶ ἐν τοῖς πρὸ αὐτοῦ, διότι καὶ κυρίως ταῦτα πάντα ἐστί· καὶ τούτου τοῦ πανταχοῦ ἀπόφασίς ἐστι τὸ οὐδαμοῦ τὸ νῦν παρειλημμένον, δηλοῦν τὸ μήτε ἐν ἑαυτῷ
5μήτε ἐν τῷ πρὸ αὐτοῦ ὂν, καὶ τοῦτο τὸ οὐδα‐ μοῦ τοῦ πανταχοῦ κρεῖττον καὶ μόνου τοῦ ἑνὸς ἐξαίρετον. Ἄλλο δέ ἐστι μηδαμοῦ τὸ τῷ παν‐ ταχοῦ σύστοιχον, ὃ πρὸς τὰ δεύτερα μόνον λέγειν εἰώθαμεν, ὧν ἑκάτερον ἀληθές ἐστι διὰ
10τὸ λοιπόν· οὐδαμοῦ γὰρ τὸ ὂν, διότι παντα‐ χοῦ· τὸ γὰρ ὑπό τινος τόπου κρατούμενον ἔν τινί ἐστι, τὸ δὲ πᾶσιν ὁμοίως παρὸν οὐδαμοῦ ἐστιν ἀφωρισμένως, καὶ διότι πάλιν οὐδαμοῦ, διὰ τοῦτο πανταχοῦ· διὰ γὰρ τὸ πάντων
15ὁμοίως ἐξῃρῆσθαι πᾶσιν ὁμοίως πάρεστιν, οἷον ἐξίσου τῶν πάντων ἀφεστώς. Ταῦτα μὲν οὖν σύστοιχα ἀλλήλοις· ἐκεῖνο δὲ τὸ μηδαμοῦ κρεῖττον παντὸς τοῦ πανταχοῦ καὶ τῷ ἑνὶ μό‐ νον δυνάμενον ἐφαρμόζειν, ὡς ἀπόφασις τοῦ ἔν
20τινι παντός. Εἴτε γὰρ τὸ ὡς ἐν τόπῳ λέγοις, εἴτε τὸ ὡς ἐν ὅλῳ, εἴτε τὸ ὡς ἐν μέρεσιν ὅλον, εἴτε τὸ ὡς ἐν τέλει, εἴτε τὸ ὡς ἐν τῷ ἄρχοντι τὰ τῶν ἀρχομένων, εἴτε ὡς γένος ἐν εἴδεσιν, εἴτε ὡς εἴδη ἐν γένεσιν, εἴτε ὡς ἐν χρόνῳ,
25πάντων ὁμοίως τούτων ἐξῄρηται τὸ ἕν· οὔτε γὰρ τόπος ἐστὶ περιεκτικὸς τοῦ ἑνὸς, ἵνα μὴ πλῆθος ἀναφανῇ τὸ ἕν· οὔτε ὅλον ἐστί τι περι‐ ληπτικὸν [τοῦ ἑνός]· οὐδὲ γάρ ἐστί τινος μέρος, ἵνα μὴ μέρος ὂν καὶ ἐν τῷ ὅλῳ ᾖ, ὅ ἐστι πεπον‐
30θὸς τὸ ἕν· πᾶν γὰρ ὅλον πέπονθε τὸ ἓν, καὶ ἐπιδεές ἐστι τοῦ ὡς ἀληθῶς ἑνὸς αὐτὸ μὴ ὡς ἀληθὲς ἐνυπάρχον· οὔτε αὐτὸ ἐν μέρεσίν ἐστιν· οὐδὲ γὰρ ἔχει μέρος, ἀμερὲς ὄν· οὔτε ἄλλο τι αὐτοῦ τέλος ἐστὶ, δέδεικται γὰρ μηδαμῶς
35ἔχον τέλος· οὔτε ὡς ἐν τῷ ἄρχοντι, δέδεικται γὰρ μηδαμῶς ἔχον τινὰ ἀρχήν· οὔτε ὡς γένος ἐν εἴδεσιν, ἵνα μὴ πάλιν πλῆθος περὶ αὐτὸ συμβῇ διὰ τὴν τῶν εἰδῶν περιοχήν· οὔτε ὡς εἶδος ἐν γένει· τίνος γὰρ εἶδος ἔσται, μηδε‐
40νὸς ὄντος αὐτοῦ κρείττονος; οὔτε ὡς ἐν χρόνῳ,
in Prm
.

1139

[τὸ γὰρ ἐν χρόνῳ ὂν] πλῆθός ἐστι· δειχθήσεται οὖν μηδὲ χρόνου μετέχον. Πάντων ἄρα τῶν τρό‐ πων τοῦ ἔν τινι κρεῖττόν ἐστι τὸ ἕν. Εἰ δὲ πᾶν τὸ ἔν τινι ψεῦδος, ἀληθὴς ἡ ἀπόφασις τοῦ οὐδα‐
5μοῦ· τὸ γὰρ ἔν τινι τῷ οὐδαμοῦ ἀντίκειται, καθάπερ δὴ καὶ τό τις τῷ οὐδεὶς, ὥστε οὐδα‐ μοῦ ἂν εἴη τὸ ἕν. Τοῦτο μὲν οὖν τοιοῦτόν ἐστι. Πάλιν δὲ διαι‐ ρεῖ τὸ ἔν τινι ὂν διχῶς, εἴς τε τὸ ἐν ἑαυτῷ
10καὶ τὸ ἐν ἄλλῳ, πάντας ἐκείνους τοὺς πολυ‐ θρυλλήτους τρόπους διὰ τούτων παραλαβὼν, ἵνα, εἴπερ ἐπιδείξει τὸ ἓν μήτε ἐν ἑαυτῷ μήτε ἐν ἄλλῳ δυνάμενον εἶναι, δεδειγμένον ἔχοι τὸ οὐδαμοῦ. Εἰ γὰρ ἔν τινί ἐστιν, ἢ ἐν ἑαυτῷ,
15φησὶν, εἴη ἢ ἐν ἄλλῳ· ἀλλὰ μὴν οὔτε ἐν ἑαυτῷ οὔτε ἐν ἄλλῳ· οὐκ ἄρα ἔν τινί ἐστιν· εἰ μὴ ἔν τινι δὲ ὅλως, οὐδαμοῦ ἂν εἴη. Τούτου δὲ δειχθέντος, φανήσεται τὸ ἓν κἀκείνης ἐξῃρη‐ μένον τῆς τάξεως ᾗ τοῦτο προσήκει τὸ σύμ‐
20βολον, τὸ ἐν ἑαυτῷ λέγω καὶ ἐν ἄλλῳ. Τούτου δὲ φανέντος, ἔχοιμεν ἂν ὅτι οὐδὲ ὁ νοῦς τὸ πρῶτον· ἴδιον γὰρ αὐτῷ τὸ ἐν ἑαυτῷ καὶ τὸ ἑαυτὸν γινώσκειν .... ἡ εἰς ἑαυτὴν νεῦσις, ἣ καὶ τῇ ἀκρότητι τῶν νοερῶν διαφερόντως
25ἐκφαίνεται μετὰ τῆς εἰς τὰ πρῶτα στροφῆς, καὶ ἡ εἰς ἑαυτὴν εἴσοδος καὶ τὸ οἷον ἀγκύλον τῆς οὐσίας ἐν ἑαυτῇ, κατέχειν τε ἑαυτῆς καὶ περιλαμβάνειν ἀεὶ βουλομένης. Ἐν ἄλλῳ μὲν ὂν κύκλῳ που ἂν περι‐
30έχοιτο ὑπ’ ἐκείνου ἐν ᾧ ἂν εἴη, καὶ
πολλαχοῦ ἂν αὐτοῦ ἅπτοιτο πολλοῖς·
in Prm
.

1140

τοῦ δὲ ἑνός τε καὶ ἀμεροῦς καὶ κύκλου μὴ μετέχοντος ἀδύνατον πολλαχῆ κύ‐ κλῳ ἅπτεσθαι. Ἀδύνατον. (P. 138 A.) Ἡ μὲν ὅλη τοῦ προκειμένου συμπεράσματος
5ἀπόδειξις τοιαύτη τίς ἐστι· τὸ ἓν οὔτε ἐν ἑαυτῷ ἐστιν οὔτε ἐν ἄλλῳ· πᾶν δὲ τὸ ἔν τινι ὂν ἢ ἐν ἑαυτῷ ἐστιν ἢ ἐν ἄλλῳ· τὸ ἄρα ἓν οὐ‐ δαμῶς ἐστιν ἔν τινι, τὸ δὲ μηδαμῶς ἔν τινι ὂν οὐδαμοῦ ἐστι. Λοιπὸν δὲ τὴν προτέραν τῶν
10προτάσεων ἀποδείκνυσιν οὕτω· τὸ ἓν οὐδενὸς ἅπτεσθαι δύναται πολλοῖς· τὸ ἐν ἄλλῳ ἅπτε‐ ται ἐκείνου πολλοῖς ἐν ᾧ ἐστι· τὸ ἄρα ἓν ἐν οὐδενὶ ἄλλῳ ἐστί. Πάλιν τὸ ἓν οὔτε ἀρχὴν ἔχει οὔτε τελευτὴν, οὐθ’ ὅλως περιέχον ἐστὶ
15καὶ περιεχόμενον· τὸ δὲ ἓν ἐν ἑαυτῷ ὂν ἔξει τὸ μὲν περιέχον, τὸ δὲ περιεχόμενον· τὸ ἄρα ἓν οὐκ ἔστιν ἐν ἑαυτῷ· δέδεικται δὲ ὅτι οὐδὲ ἐν ἄλλῳ· τὸ ἓν ἄρα οὔτε ἐν ἑαυτῷ ἐστιν οὔτε ἐν ἄλλῳ. Καὶ τοιοῦτοι μὲν οἱ τοῦ προκειμένου
20ἀποδεικτικοὶ συλλογισμοὶ, γεωμετρικῶς ἀπὸ τῶν προωμολογημένων τὸ ζητούμενον ἐπιδει‐ κνύντες ἡμῖν. Ἐπὶ δὲ τὴν τῶν πραγμάτων ἐξέτασιν μετέλθωμεν, καὶ θεωρήσωμεν πῶς φησιν ὁ Παρμενίδης πᾶν τὸ ἐν ἄλλῳ ὂν κύκλῳ
25περιέχεσθαι ὑπ’ ἐκείνου ἐν ᾧ ἐστι, καὶ ἅπτε‐ σθαι αὐτοῦ πολλαχῇ πολλοῖς. Ἤδη δὲ καὶ τῶν πρὸς ἡμῶν οἱ μὲν μερικώτερον ἤκουσαν τὸ ἐν ἄλλῳ τὸ ἓν, τὸ ἐν τόπῳ καὶ τὸ ἐν ἀγγείῳ μόνον λαβόντες, καὶ τούτοις τὴν λέξιν ἐφαρμό‐
30σαντες εἰκότως· ἐφάπτεται γὰρ τοῦ τόπου τὸ
ἐν τόπῳ, καὶ τοῦ ἀγγείου τὸ ἐν τῷ ἀγγείῳ,
in Prm
.

1141

καὶ περιέχεται πανταχόθεν ὑπ’ αὐτοῦ· τὸ γὰρ κύκλῳ τῷ πανταχόθεν ἴσον ἐστὶ, τοῦ περι‐ έχοντος δύναμιν δηλοῦν ἐν ἑαυτῇ τὸ περιεχό‐ μενον ἔχουσαν. Τοῦτο οὖν εἶναί φασι τὸ δεικνύ‐
5μενον ἡμῖν, ὅτι οὐκ ἐν τόπῳ τὸ ἓν, εἴπερ τὸ μὲν ἐν τόπῳ δεῖ εἶναι πολλὰ ὃν καὶ πολλοῖς ἑαυτοῦ τοῦ περιέχοντος ἅπτεσθαι, τὸ δὲ ἓν πολλὰ εἶναι ἀδύνατον. Καὶ τί τοῦτο φαίην ἂν ἔγωγε θαυμαστὸν, εἰ μὴ ἐν τόπῳ τὸ ἕν; οὐδὲν
10γὰρ τοῦτο σεμνὸν, ὃ καὶ ταῖς μερικαῖς ὑπάρχει ψυχαῖς· ἀλλὰ δεῖ τὸ δεικνύμενον ἐξαίρετον ὑπάρχειν τῷ ἑνὶ καὶ τῇ αἰτίᾳ τῇ πάντων ὑπεριδρυμένῃ τῶν ὄντων. Οἱ δὲ εἰς τὰ πράγ‐ ματα βλέποντες εἰρήκασιν ὡς πᾶν τὸ ἔν τινι
15ὂν τοῦ ἑνὸς ἀποφάσκεται, καὶ ὀρθῶς εἰρήκασιν· οὐδαμῶς γὰρ ἔν τινι τὸ ἓν, ὡς παρ’ ἡμῶν εἴρηται πρότερον. Ἀλλὰ πῶς ἔτι τὴν λέξιν ἐφαρμόσομεν τοῖς ἔν τινι τρόποις πολλοῖς οὖσι; τὸ γὰρ σημεῖον ἐν τῇ γραμμῇ λέγεται
20εἶναι, δῆλον ὡς ἐν ἄλλῳ· καὶ γὰρ ἄλλο μὲν ση‐ μεῖον, ἄλλο δὲ γραμμὴ, καὶ οὐκ ἐπειδὴ ἐν ἄλλῳ ἐστὶ, διὰ τοῦτο πανταχόθεν περιέχεται ὑπὸ τῆς γραμμῆς καὶ πολλοῖς ἑαυτοῦ μέρεσιν ἅπτεται τῆς γραμμῆς. Ἔστι μὲν δὴ καὶ πρὸς τοῦτο
25ἀπαντᾷν λέγοντας ὅτι, εἰ καὶ μὴ διαστηματι‐ κῶς περιέχει τὸ σημεῖον ἡ γραμμὴ, ἀλλὰ τρό‐ πον ἄλλον αὐτὸ περιέχει· τὰς γὰρ ἰδιότητας αὐτοῦ περιέχει· πέρας γάρ ἐστι τὸ σημεῖον μόνον, ἡ δὲ γραμμὴ καὶ πέρας καὶ ἄλλο τι μῆ‐
30κος οὖσα ἀπλατὲς καὶ ἀδιάστατον τὸ σημεῖον. Ἀλλὰ καὶ ἡ γραμμὴ καὶ ἀδιάστατον, καὶ ἀλ‐ λαχοῦ διαστατόν· καὶ γὰρ ὅλως, ἐπεὶ οὐ ταὐ‐ τὸν σημεῖόν ἐστι καὶ ἓν, ἀνάγκη πολλὰ εἶναι τὸ σημεῖον, οὐχ ὡς μέρη ἔχον διαστηματικῶς,
35ταύτῃ γὰρ ἀμερὲς, ἀλλ’ ὡς ἰδιότητας πλείονας συμπληρωτικὰς αὐτοῦ καὶ διὰ τοῦτο μερῶν ἐχούσας λόγον, ἃς ἡ γραμμὴ περιέχουσα κατὰ πολλὰ ἂν λέγοιτο τῷ σημείῳ συνάπτεσθαι. Ὅτι δὲ οὐ ταὐτὸν σημεῖόν ἐστι καὶ ἓν, δῆλον· τὸ
40μὲν γὰρ ἀρχὴ πάντων, τὸ δὲ μεγεθῶν μόνον·
in Prm
.

1142

ἀλλ’ οὐδὲ τὸ σημεῖον πρὸ τοῦ ἑνός· καὶ γὰρ ἡ μονὰς ἓν καὶ τὸ ἐν τῷ χρόνῳ ἀμερές. Λείπεται μὲν οὖν τὸ σημεῖον εἶναι μετὰ τὸ ἓν καὶ μετ‐ έχειν τοῦ ἑνὸς, ὥστε καὶ οὐχ ἕν ἐστιν· εἰ δὲ
5τοῦτο, κωλύεται οὐδὲν, ἀσωμάτους ἔχον ἰδιό‐ τητας πολλὰς αἵ εἰσι καὶ ἐν τῇ γραμμῇ, καὶ περιέχεσθαι ὑπ’ αὐτῆς. Οὕτω μὲν οὖν δυνατὸν ἀπαντᾷν, ἀλλ’ οὐκ ἔστι συνορῶντος ὅπως ὁ Πλά‐ των ἔλαβε τὸ ἔν τινι καὶ πρὸς τί βλέπων τῶν
10ὄντων ἀποφάσκει τοῦτο τοῦ ἑνός. Ἄμεινον οὖν, ὡς ὁ ἡμέτερος ὑφηγεῖται πατὴρ, κατ’ ἐκείνην τὴν ἐμφρονεστάτην καὶ ἀσφαλεστάτην ὁδὸν, ταῦτα λέγειν τοῦ ἑνὸς ἀποφάσκειν αὐτὸν, ἃ κα‐ ταφάσκεται ἐν τῇ δευτέρᾳ τοῦ ἑνὸς ὄντος, καὶ
15οὕτως ἀποφάσκειν, ὡς ἐν ἐκείνοις καταφάσκε‐ ται, καὶ δὴ καὶ τὸ ἐν ἄλλῳ τοιοῦτον θεωρεῖν, οἷον ἐν ἐκείνοις δῆλός ἐστιν ὁ φιλόσοφος λαμβά‐ νων. Σαφῶς οὖν ἐκεῖ τάξιν τινὰ θεῶν ἐκφαίνων, καὶ ἐν ἑαυτῇ φησιν αὐτὴν εἶναι καὶ ἐν
20ἄλλῳ, καθό τι καὶ ἔστραπται πρὸς ἑαυτὴν νοερῶς καὶ μένει διαιωνίως ἐν τοῖς αἰτίοις ἑαυ‐ τῆς μοναδικῶς· μονὰς γάρ ἐστιν ἐκείνη τῶν νοε‐ ρῶν θεῶν, μένουσα μὲν κατὰ τὴν ἑαυτῆς ὑπερο‐ χὴν ἐν τοῖς πρὸ αὐτῆς νοητοῖς θεοῖς, ἐμφαίνουσα
25δὲ καὶ τὸ ἰδίωμα τὸ νοερὸν κατὰ τὸ ἐν αὑτῇ καὶ περὶ αὑτὴν ἐνεργεῖν. Τὸ τοίνυν ἐν ἄλλῳ τοιοῦτόν ἐστιν, ὁποῖον τὸ ἐν τῇ αἰτίᾳ μένον καὶ περιεχόμενον ὑπὸ τῆς οἰκείας αἰτίας. Τοῦτο οὖν ἐστιν εἰκότως καὶ τὸ πολλαχῆ, καὶ πολλοῖς
30ἑαυτοῦ τῆς αἰτίας ἁπτόμενον· διότι γὰρ περιέχε‐ ται ὑπ’ αὐτῆς, μερικώτερόν ἐστιν αὐτῆς· πᾶν δὲ τὸ μερικώτερον μᾶλλον πεπλήθυσται τῆς ἑαυτοῦ περιληπτικωτέρας αἰτίας, μᾶλλον δὲ πεπληθυσ‐ μένον ταῖς ἑαυτοῦ ποικίλαις δυνάμεσι συνάπτε‐
35ται πρὸς ἐκεῖνο καὶ ἄλλως ἄλλαις, τοῦτο γὰρ τὸ πολλαχῆ· κατ’ ἄλλας γὰρ καὶ ἄλλας δυνά‐ μεις ἄλλως καὶ ἄλλως ἑνοῦται πρὸς τὸ πρὸ αὐ‐ τῆς νοητόν. Ἀλλ’ αὕτη μὲν ἡ τάξις τῶν ὄντων, ᾗ τὸ ἐν ἑαυτῷ προσήκει μετὰ τοῦ ἐν ἄλλῳ,
40καὶ πολλά ἐστι· μετέχει γὰρ τοῦ νοητοῦ πλή‐
in Prm
.

1143

θους καὶ μέρη ἔχει· μετέχει γὰρ τῶν μέσων ἐν ταῖς πρὸ αὐτῆς αἰτίαις γενῶν, καὶ κυκλική πώς ἐστι· μετέχει γὰρ τῆς τελευταίας τῶν μέσων τά‐ ξεως, λέγω δὴ τοῦ ἐκεῖ σχήματος, διόπερ οὔτε
5ἕν ἐστιν ἁπλῶς, ἀλλὰ πολλὰ, οὔτε ἀμερὲς, ἀλλὰ μέρη ἔχουσα, οὔτε ἐπέκεινα σχήματος παντὸς, ἀλλὰ κυκλική. Καὶ, ὡς μὲν πολλὰ οὖσα, δύ‐ ναται πολλοῖς ἅπτεσθαι τῶν πρὸ αὐτῆς· ὡς δὲ μέρη ἔχουσα, πολλαχῆ αὐτοῖς κοινωνεῖν καὶ
10διαφόρως· ὡς δὲ ἐσχηματισμένη, κύκλῳ περι‐ έχεσθαι ὑπ’ αὐτῶν· τὸ γὰρ σχηματιζόμενον πᾶν ὑπὸ τοῦ σχηματίζοντος περιέχεται, τὸ δὲ ἓν οὔτε μέρη ἔχει οὔτε κύκλου μετείληχεν. Ὥστε οὐ δυνατὸν αἰτίαν εἶναι πρὸ αὐτοῦ τὴν πολλαχῆ
15καὶ κύκλῳ τοῦ ἑνὸς ἁπτομένην, ἀλλ’ ἔστιν ἐπέ‐ κεινα πάντων, ὡς αἰτίαν κρείττονα οὐκ ἔχον· ἀδύνατον γὰρ εἶναί τι κύκλῳ αὐτοῦ καὶ πολ‐ λαχῆ ἁπτόμενον, ἑνὸς ὄντος καὶ ἀμεροῦς καὶ οὐ κύκλου μετέχοντος· ταῦτα γὰρ πάντα προσέθη‐
20κεν ἵνα φανῇ τὰ πολλὰ τὸ μέρη ἔχειν, τὸ κύκλου μετέχειν, ἃ δὴ ταύτῃ τῇ τάξει τῶν ὄντων προσ‐ ήκει πάντα, ἐν ᾗ τὸ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ προσφέρομεν· πολλά τε γάρ ἐστιν ὡς πρὸς τὴν νοητὴν ἕνωσιν καὶ μέρη ἔχει καὶ κύκλου μετεί‐
25ληχεν, ἐπειδὴ τὰ δεύτερα δεῖ μετέχειν τῶν πρὸ αὐτῶν. Ἐπεὶ καὶ ὅταν λέγηται μονὰς, ὡς ἐν νοεροῖς ἐστι μονὰς, εἰ καὶ πλῆθός ἐστι πρὸς τὰς νοητὰς μονάδας· καὶ ὅταν λέγηται ὅλη καὶ ἀμέριστος, ὡς ἐν νοεροῖς, καὶ ταῦτα λέγε‐
30ται παρ’ ἡμῶν· εἰ δὲ μὴ μέρη ἔχει, ἀλλὰ πρός τε τὴν ὁλότητα τὴν νοητὴν μέρη ἔχει· καὶ ὅταν ἀσχημάτιστος, πάλιν ἐν νοεροῖς, ἐπεὶ πάντως αὐτὴν ἀναγκαῖον μετέχειν τοῦ σχήμα‐ τος τοῦ πρὸ αὐτῆς. Ἀφαιρετέον ἄρα καὶ ταύτην
35τὴν τάξιν ἀπὸ τοῦ ἑνὸς, καὶ ῥητέον ὡς καὶ ταύ‐ της αἴτιον τὸ ἕν· πᾶσαι γὰρ αἱ τάξεις ἀθρόως ἀπὸ τοῦ ἑνὸς ὑπέστησαν, καὶ τὸ ὑπὲρ πάντα πάντων αἴτιόν ἐστι τῶν ὄντων τὸ ἓν, αὐτοῦ δὲ αἴτιον οὐδέν ἐστιν. Εἰ γὰρ αἴτιον ἔχοι τὸ ἓν, δεῖ δή‐
40που τὸ αἴτιον τὸ πρὸ αὐτοῦ μειζόνων αἴτιον εἶ‐
in Prm
.

1144

ναι καὶ καλλιόνων τοῖς ἐφεξῆς· τὰ γὰρ ὑψηλό‐ τερα τῶν αἰτίων ὑψηλοτέρων ἐστὶν ἀγαθῶν τοῖς ἑαυτῶν δευτέροις παρεκτικά. Τί οὖν τοῦ ἑνὸς καὶ τῆς ἑνώσεως θειότερον ἕξει τὰ πράγματα
5παρ’ ἐκείνης τῆς αἰτίας, ἣν τοῦ ἑνὸς ἐπέκεινα τάττειν ἀξιοῦμεν; Εἰ μὲν γὰρ μηδὲν δώσει τοῖς μεθ’ ἑαυτὴν, ἄγονος ἔσται καὶ ἀκοινώνητος πρὸς πάντα, καὶ οὐδὲ ὅτι ἐστὶν εἰσόμεθα μηδεμίαν ἔχοντες πρὸς αὐτὴν κοινωνίαν· νῦν γὰρ αὐτο‐
10φυῶς πάντες τὸ ἓν ἐπιζητοῦμεν καὶ ἀνατεινό‐ μεθα πρὸς αὐτὸ, πρὸς δὲ ἐκείνην τὸ συνάψον οὐκ ἂν ἔχομεν, εἴπερ μηδὲν ἀπ’ αὐτῆς. Εἰ δέ τι δώ‐ σει κἀκείνη τοῖς οὖσι, πότερον καταδεέστερόν τι δώσει τοῦ ἑνός; ἀλλ’ οὐ θέμις τὸ κρεῖττον μό‐
15νον αἴτιον εἶναι χειρόνων· ἀλλὰ πότερον κρειτ‐ τόνων; καὶ τί τοῦ ἑνὸς ἔσται κρεῖττον, οὐδὲ πλάσαι δυνατόν· πάντα γὰρ τὰ ἄλλα κρείττω λέγεται καὶ χείρω κατὰ τὴν τούτου μείζω καὶ ἐλάττω μετουσίαν· καὶ αὐτὸ οὖν τὸ κρεῖττον
20ἑνὸς μετουσίᾳ κρεῖττον. Καὶ ὅλως οὐκ ἂν ἦν τοῦτο πᾶσι περισπούδαστον ἓν, εἴ τι κρεῖττον εἴχομεν αὐτοῦ· οὐδ’ ἂν πάντων οὕτω τῶν ἄλλων κατολιγωροῦντες τὸ ἓν ἐδιώκομεν, καὶ τὸ δίκαιον παρορῶντες καὶ τὸ καλὸν, οὐ προσποιούμενοι διὰ
25τὴν τοῦ δοκοῦντος ἡμῖν ἑνὸς περιποίησιν. Εἰ τοίνυν τοῦ μὲν ἑνὸς χάριν πάντων τῶν ἄλλων καταφρονοῦμεν, τὸ δὲ ἓν οὐδέποτε τῶν ἄλλων ἕνεκά τινος παρορῶμεν, σεμνότατον ἂν εἴη τὸ ἓν εἰκότως, ὡς συνέχον πάντα καὶ σῶζον ταῖς ἐν‐
30νοίαις ἡμῶν. Τὸ ἄρα τῆς ἑνώσεως παρεκτικὸν πρώτιστον ἂν εἴη τῶν πάντων· τοῦτο ἄρα πρώ‐ τιστον τῶν πάντων· οὐκ ἄρα ἔστι τι τοῦ ἑνὸς ἁπλῶς κρεῖττον αἴτιον· οὐκ ἄρα ἐν ἄλλῳ τὸ ἕν· οὐ σμικρὸν ἄρα τὸ δεικνύμενον, οὐδ’ οἷον
35τὸ ταῖς ψυχαῖς ἢ τὸ τοῖς δευτέροις ὅλως ὑπάρχειν δυνάμενον· ἀλλ’ ὅτι μὲν οὐκ ἔστιν ἀπ’ ἄλλης αἰτίας τὸ ἓν, διὰ τούτων δῆλον· ὅτι δὲ καὶ τῶν αὐθυποστάτων, εἰ αὐθυπόστατα, κρεῖττον, διὰ τῶν ἑξῆς τούτων ἀποδείκνυται
40λόγων.
in Prm
.

1145

Ἀλλὰ μὴν αὐτό γε ἐν ἑαυτῷ ὂν, κἂν ἑαυτὸ εἴη περιέχον, ὂν οὐκ ἄλλο ἢ αὐτ, εἴπερ καὶ ἐν ἑαυτῷ εἴη· ἔν τῳ γάρ τι εἶ‐ ναι μὴ περιέχοντι ἀδύνατον. Ἀδύνα‐
5τον γάρ. (P. 138 A.) Τὸ δεύτερον μέρος τῆς ἑτέρας τῶν προτά‐ σεων διὰ τούτων ἐξήτασται τῶν ῥημάτων· τὸ μὲν γὰρ πᾶν τὸ ἔν τινι ὂν ἢ ἐν ἑαυτῷ ἐστιν ἢ ἐν ἄλλῳ, παντάπασιν ἀληθὲς ὂν, οὐδὲ ὑπομνή‐
10σεως ἠξίωσεν· εἰ γάρ ἐστιν ἔν τινι, δῆλον ὡς τὸ ἔν τινι τοῦτο ἐν ᾧ ἐστὶν ἢ αὐτό ἐστιν ἢ οὐκ αὐτὸ καὶ τῷ ἄλλῳ ταὐτόν· ὥστε ἢ αὐτό ἐστιν ἢ ἄλλο τοῦτο ἐν ᾧ ἐστι τὸ ἔν τινι ὄν. Εἰ δὲ τὸ ἓν οὔτε ἐν ἄλλῳ οὔτε ἐν ἑαυτῷ μετά τινος πα‐
15ραμυθίας καὶ ἐπιστάσεως εἴρηκε, καὶ πρότερον μὲν ὅτι οὐκ ἐν ἄλλῳ τὸ ἓν κατεσκεύασε, νῦν δὲ ὅτι οὐκ ἐν ἑαυτῷ, ποιήσεται τὸν λόγον ἀπὸ τοῦ τιμιωτέρου τὴν ἀρχὴν τῆς ἀποδείξεως λαβών· τὸ γὰρ ἐν ἄλλῳ τοῦτο τοῦ ἐν ἑαυτῷ τιμιώτερον,
20ἐπεὶ καὶ τὸ ἐν τῇ αἰτίᾳ εἶναι κρεῖττον τοῦ ἐν ἑαυτῷ. Καὶ αὕτη μὲν ἡ σύμπασα τῶν λόγων μεταχείρισις· ὅτι δὲ οὐκ ἐν ἑαυτῷ τὸ ἓν, δεί‐ κνυσι τὸν τρόπον τοῦτον· τὸ ἓν οὐ τὸ μὲν ἔχει περιέχον ἑαυτοῦ, τὸ δὲ περιεχόμενον· τὸ δὲ ἐν
25ἑαυτῷ ὂν ἔχει τὸ μὲν ἑαυτοῦ περιέχον, τὸ δὲ περιεχόμενον, διὸ καὶ ἐν ἑαυτῷ ἐστιν ὡς περιέ‐ χοντι περιεχόμενον· τὸ ἄρα ἓν οὐκ ἔστιν ἐν ἑαυτῷ. Ὁ μὲν λόγος τοιοῦτος· τούτων δὲ τῶν δύο προτάσεων, τὴν μὲν ἑτέραν εἰσαῦθις ἐπι‐
30σκεπτέον, ὅταν αὐτῆς καὶ ὁ Πλάτων μνησθῇ. Πῶς δὲ τὸ ἐν ἑαυτῷ ὂν ἔχει τὸ μὲν περιέχον ἑαυτοῦ, τὸ δὲ περιεχόμενον, νῦν ῥητέον· τί γὰρ δή ἐστι τοῦτο τὸ περιέχειν καὶ τί τὸ περιέχον, σκεπτέον. Λέγεται μὲν οὖν ἐν ἑαυτῷ εἶναι πᾶν
35τὸ ἑαυτοῦ αἴτιον καὶ ὃ αὐθυπόστατόν ἐστιν· οὐ γὰρ ὥσπερ λέγουσί τινες ὅτι πᾶν τὸ παραγό‐ μενον ὑπ’ ἄλλης αἰτίας παράγεται, καὶ ἡμῖν ῥητέον· ἀλλ’ ὥσπερ εἰώθαμεν τὰ αὐτοκίνητα
προτάττειν τῶν ἑτεροκινήτων, οὕτω καὶ τὰ
in Prm
.

1146

αὐθυπόστατα προθετέον τῶν ὑπ’ ἄλλου παραγο‐ μένων. Εἰ γάρ ἐστι τὸ ἑαυτὸ τελειοῦν, ἔστι καὶ τὸ ἑαυτὸ γεννῶν· εἰ δὲ ἔστι τὸ αὐθυπόστατον, δῆλον ὅτι τοιοῦτόν ἐστιν, οἷον καὶ παράγειν
5ἑαυτὸ καὶ παράγεσθαι ὑφ’ ἑαυτοῦ· τοῦτο γὰρ τὸ εἶναι αὐτὸ ἑαυτοῦ ὑποστατικὸν καὶ αὐτογε‐ νὲς, λέγω γὰρ αὐθυπόστατον οὐχ ὅτι ἂν μηδὲν παράγῃ. Πρὸς ὅ τινες ἀποδιδόντες τὸ πρῶτον εἶπον αὐθυπόστατον ὡς μηδὲν ἔχον αἴτιον·
10εἶθ’ ὡς μηδὲν ἔχον αἴτιον, ἀπὸ ταὐτομάτου τὴν ὕπαρξιν ἔχειν ἐκεῖνο [οὐ] τετολμήκασιν εἰπεῖν, ἀλλ’ ὃ ἂν ἑαυτὸ παράγῃ. Τῆς οὖν περιεκτικῆς δυνάμεως κατ’ αἰτίαν ἀεὶ περιεχούσης τὸ ὑφ’ ἑαυτῆς παραγόμενον, ἀνάγκη τὸ ἑαυτοῦ παρ‐
15ακτικὸν ἑαυτοῦ τε εἶναι περιεκτικὸν καθόσον αἴτιόν ἐστιν, ὑφ’ ἑαυτοῦ τε περιέχεσθαι καθόσον αἰτιατόν ἐστιν, ὁμοῦ δὲ αἴτιον ὂν καὶ αἰτιατὸν περιέχον τε εἶναι καὶ περιεχόμενον. Εἰ τοίνυν τὸ ἐν ἄλλῳ τοῦτο ἦν τὸ ὑπ’ ἄλλης αἰτίας τῆς
20κρείττονος παραγόμενον, τὸ ἐν ἑαυτῷ τοῦτο ῥητέον ὅ ἐστιν αὐτογενὲς καὶ ὑφ’ ἑαυτοῦ παρα‐ γόμενον· καὶ ὡς ἐκεῖνο περιείχετο ὑπὸ τῆς ἑαυ‐ τοῦ αἰτίας, οὕτω τοῦτο ὑφ’ ἑαυτοῦ περισχεθή‐ σεται, καὶ ἔσται αὐτὸ ἑαυτοῦ περιεκτικὸν καὶ
25συνεκτικὸν, τὸ αὐτὸ συνέχον ἅμα καὶ συν‐ εχόμενον, περιέχον τε καὶ περιεχόμενον· ἑαυτὸ γὰρ σῶζον ἑαυτὸ περιέξει. Ταῦτα μὲν οὖν εἰ‐ ρήσθω περὶ τῆς πραγματειώδους τῶν προκειμέ‐ νων θεωρίας· περὶ δὲ τὴν λέξιν ἐπισημαντέον ὅτι
30οὐκ ἄλλο ἢ αὐτ, εἴπερ καὶ ἐν ἑαυτῷ εἴη, ῥᾳδίως μὲν σαφὲς ποιήσειας αὐτὸ τὸν καὶ σύν‐ δεσμον μεταθεὶς, ἵν’ ᾖ τὸ ὅλον τοιοῦτον, καὶ οὐκ ἄλλο ἢ αὐτὸ, εἴπερ ἐν ἑαυτῷ εἴη· εἰ γὰρ αὐτὸ ἐν ἑαυτῷ ἐστιν, αὐτό ἐστι τὸ περιέχον καὶ
35οὐκ ἄλλο, τοιοῦτον γὰρ τὸ αὐθυπόστατον. Ἤδη δέ τινες καὶ ἄλλο πρόσωπον αὐτὸ λέγειν ὑπο‐ θέμενοι, τὸ Ἀριστοτέλους δηλαδὴ συννεύοντος τοῖς τοῦ Παρμενίδου λόγοις, ἐξηγήσαντο τῷ
Παρμενίδῃ τὸ ἑξῆς ἀπονείμαντες· ἔν τῳ γάρ τι
in Prm
.

1147

εἶναι μὴ περιέχοντι ἀδύνατον· ἀλλ’ εἴ γε καὶ οὕτως ἀδύνατον, ὡς προείπομεν, οὐδὲν πρὸς τὴν τῶν πραγμάτων θεωρίαν· ὥστε ἐπὶ τὰ ἑξῆς ῥήματα τοῦ Πλάτωνος ἡμῖν μεταβατέον
5 Οὐκοῦν ἕτερον μὲν ἄν τι εἴη αὐτὸ τὸ περιέχον, ἕτερον δὲ τὸ περιεχόμενον· οὐ γὰρ ὅλον γε ἄμφω ταὐτὸν ἅμα πείσε‐ ται καὶ ποιήσει· καὶ οὕτω τὸ ἓν οὐκ ἂν εἴη ἔτι ἓν, ἀλλὰ δύο. Οὐ γὰρ οὖν.
10(P. 138 B.) Ὁ πᾶς συλλογισμὸς, ὡς προείρηται, τοιοῦτός τίς ἐστι· τὸ ἓν οὐκ ἔχει τὸ μὲν ἑαυτοῦ περιέ‐ χον, τὸ δὲ περιεχόμενον, ἵνα μὴ δύο ἀνθ’ ἑνὸς γένηται· τὸ δὲ ἐν ἑαυτῷ ὂν ἔχει τὸ μὲν ἑαυτοῦ
15περιέχον, τὸ δὲ περιεχόμενον· τὸ ἄρα ἓν οὐκ ἔστιν ἐν ἑαυτῷ. Τοῦ δὴ συλλογισμοῦ τοιούτου τινὸς ὄντος, ἤδη μὲν καὶ ἐκ τῶν εἰρημένων περὶ τῆς ἑτέρας ἐδίδαξε τῶν προτάσεων· προσ‐ θεὶς δὲ ἐν τούτοις καὶ ὅσον ταύτην ἐναργεστέραν
20ποιεῖ, καὶ ὅσον τὴν ἑτέραν, συμπεραίνεται τὸ προκείμενον· εἰ γὰρ ἕτερον μὲν τὸ περιέχον, ἕτερον δὲ τὸ περιεχόμενον, οὐκ ἂν εἴη τὸ ἓν περιέχον καὶ περιεχόμενον ὑφ’ ἑαυτοῦ· δέοι γὰρ ἄν που αὐτὸ δύο εἶναι, καὶ οὐχ ἕν· καὶ εἰ ἓν
25ἐν ἑαυτῷ, ἔστι τοῦτο οὗ τὸ μὲν περιέχει, τὸ δὲ περιέχεται. Δεῖ δὴ δυάδα εἶναι τοὐλάχιστον τὸ ἐν ἑαυτῷ ὄν· ἕτερον γὰρ τοῦ περιεχομένου τὸ περιέχον· ὅλον γάρ τι τὸ αὐτὸ κατὰ ταὐ‐ τὸν καὶ περιέχειν καὶ περιέχεσθαι ἀδύνατον. Ἡ
30μὲν οὖν ἀκολουθία τῶν λόγων τοιαύτη· δεῖ δὲ ἕκαστον ἀνασκέψασθαι τῶν λεγομένων. Πρῶ‐ τον οὖν θεωρήσομεν πῶς ἀδύνατον ὅλον ἅμα καὶ ποιεῖν ἄμφω καὶ πάσχειν· τοῦτο γὰρ ὡς κοινὸν καὶ ὡς πάντη διωμολογημένον παρ‐
35έλαβε. Μήποτε οὖν τὸ αὐτοκίνητον ἡμῖν οὐκ ἔτι μένει τῆς ψυχῆς; οὐ γὰρ ἄλλο μέν τι τὸ κινοῦν ἐν τοῖς αὐτοκινήτοις, ἄλλο δὲ τὸ κινού‐ μενον, ἀλλ’ ὅλον ἅμα κινοῦν τέ ἐστι καὶ κι‐ νούμενον, ὡς ἐν ἄλλοις ἡμῖν τοῦτο διὰ πολλῶν
40ἀποδέδεικται. Πῶς ταῦτα ἀληθῆ κἀκεῖνα,
in Prm
.

1148

πειστέον καθ’ ὅσον δυνατόν. Τῶν τοίνυν ψυχι‐ κῶν δυνάμεων τὰς μὲν εἶναι φῶμεν γεννητικὰς, τὰς δὲ ἐπιστρεπτικὰς τῆς ψυχῆς αὐτῆς πρὸς ἑαυτήν (καὶ γὰρ ἐν τοῖς θεοῖς διαφορὰς τοιαύ‐
5τας μεμαθήκαμεν εἶναι τῶν ἰδιοτήτων)· καὶ τὰς μὲν γεννητικὰς ἀπ’ αὐτῆς ἀρχομένας τῆς ψυχῆς τὴν ἑαυτῆς παράγειν ζωὴν, καὶ μετὰ ταύτην, τὴν εἰς τὸ σῶμα προϊοῦσαν καὶ ἐν ὑποκειμένῳ γιγνομένην· τὰς δὲ ἐπιστρεπτικὰς συνελίσσειν
10τὴν ψυχὴν εἰς ἑαυτὴν κατά τινα κύκλον ζωτι‐ κὸν καὶ ἐπὶ τὸν νοῦν τὸν πρὸ τῆς ψυχῆς ἱδρυ‐ μένον. Ὡς γὰρ αἱ γεννητικαὶ διττὴν ἀποτί‐ κτουσι ζωὴν τῆς ψυχῆς, τὴν μὲν μένουσαν, τὴν δὲ προελθοῦσαν ἐπὶ τάδε, οὕτως αἱ ἐπιστρε‐
15πτικαὶ διττὴν ποιοῦνται τὴν ἐπιστροφὴν, καὶ πρὸς ἑαυτὴν, καὶ πρὸς τὸν νοῦν τὸν ἐπέκεινα αὐτῆς. Αὗται οὖν εἰσιν αἱ γεννῶσαι δυνάμεις ἰδίως τὴν ὅλην ζωήν· μετέχει δὲ αὐτῶν πᾶσα ψυχὴ, διότι χωροῦσι δι’ ἀλλήλων αἱ δυνάμεις
20καὶ ἐνεργοῦσι μετ’ ἀλλήλων, ὅθεν δὴ λέγεται πᾶσα ψυχὴ γεννᾷν ἑαυτήν· ὅλη γὰρ δι’ ὅλης μετ‐ έχει τῶν γεννητικῶν δυνάμεων ἑαυτῆς, ὥσπερ ἐπιστρέφει πρὸς ἑαυτήν. Καὶ οὔτε τὸ γεννῶν ἀν‐ επίστροφον, οὔτε τὸ ἐπιστρέφον ἄγονον διὰ τὴν
25ἀλλήλων γίγνεται μετουσίαν, ὥστε ἀμφοτέρους ἂν εἴποις εἶναι τοὺς λόγους ἀληθεῖς, τόν τε αὐ‐ τὴν ἑαυτὴν τὴν ψυχὴν γεννᾷν ἀποφαινόμενον, καὶ τὸν νῦν λεγόμενον, ὡς οὐ δυνατὸν ὅλον ἅμα ποιεῖν καὶ πάσχειν· ἄλλη γὰρ ἡ γεν‐
30νητικὴ δύναμις καὶ εἰς ἓν τὸ παράγον καὶ τὸ παραγόμενον, ἀλλὰ μετὰ τῆς ἑνώσεώς ἐστι καὶ ἑτερότητος, δι’ ἣν οὐκ ἔμεινε τὸ τοιοῦτον ἀπλήθυντον· ὅλον μὲν γὰρ ἔσται παραγόμε‐ νον, ἀλλ’ οὐ καθὸ παράγον, κατὰ τοῦτο καὶ παρ‐
35αγόμενον· τὸ γὰρ παράγον πρώτως τὸ γεννη‐ τικόν ἐστι τῆς ψυχῆς, ἐπειδή γε δυνατὸν μέρος μέν τι γεννᾷν, μέρος δὲ γεννᾶσθαι, καθάπερ ἐν τῷ κόσμῳ γεννᾷν μὲν τὸν οὐρανὸν λέγομεν καὶ δημιουργεῖν, γεννᾶσθαι δὲ τὰ ὑπὸ σελήνην·
40καὶ αὖ πάλιν μηδὲν μέρος, ἀλλ’ ὅλον γεννᾶ‐
in Prm
.

1149

σθαι καὶ γεννᾷν κατ’ ἄλλον καὶ ἄλλον χρόνον, καὶ πάλιν ὅλον ἐν τῷ αὐτῷ χρόνῳ ποιεῖν καὶ πάσχειν, ἀλλὰ ποιεῖν μὲν ἄλλο τι, πάσχειν δὲ αὖ ἄλλο τι καὶ οὐ ταὐτόν. Καὶ τί γὰρ εἰ
5θερμαῖνον ψύχοιτο καὶ λευκαῖνον μελαίνοιτο; Διὰ δὲ τοῦτο πάσας τὰς τοιαύτας ἐνστάσεις ἀναιρῶν ἀκριβῶς προσέθηκε τὸ ὅλον, τὸ ἅμα, τὸ ταὐτὸν, ἵνα μὴ ὡδὶ μὲν ποιῇ, πάσχῃ δὲ ὡδὶ, μηδὲ κατ’ ἄλλον καὶ ἄλλον χρόνον, μηδὲ
10ἕτερον καὶ ἕτερον. Οὕτω μὲν οὖν καὶ τὸ αὐτο‐ κίνητον καὶ ἅπαν τὸ ἐν ἑαυτῷ ὂν ἀπέφηνε δυάδος μετέχον, καὶ οὐχ ἓν ἑαυτῷ, δῆλον ἀπὸ τού‐ των· οὐ γὰρ ἔνεστιν ἐν τῷ ἑνὶ δυὰς, πρῶτον ὅτι ἀνῄρηται πᾶν πλῆθος ἐκ τοῦ ἑνὸς, καὶ ἡ
15δυὰς δὲ πηγὴ καὶ αἰτία πλήθους ἐστὶ καὶ ἔχει πως ἐν ἑαυτῇ πᾶν τὸ πλῆθος· ἔπειθ’ ὅτι καὶ περιέχον ἐν ἑαυτῷ δεῖ καὶ περιεχόμενον εἶναι. Δέδεικται δὲ ὡς οὐδέν ἐστιν ἐν τῷ ἑνὶ τοιοῦτον· οὔτε γὰρ ὡς ὅλον μέρη περιέχειν δυνατὸν, οὔτε
20ὡς σχῆμά τι μετέχον τοῦ σχήματος, ὥστε μέρει μὲν περιέξει, μέρει δὲ περιέξεται. Προ‐ αποπέφαται δὲ τὸ μέρη ἔχειν τοῦ ἑνός· εἰ καὶ μὴ καθ’ ἑαυτὸ ἄρα προὐδέδεικτο τὸ δυάδος μετέχειν τὸ ἓν, ἀλλὰ τοῖς εἰρημένοις ἕπεται
25καὶ τοῦτο, διόπερ αὐτῷ κέχρηται καὶ νῦν ὁ Παρμενίδης. Τὰ μὲν οὖν ἄλλα μετρίως οἶμαι πεπεῖσθαι διὰ τῶν λεγομένων· ἐκεῖνο δὲ τὸ ἓν τούτοις ἄξιον ἐπισημήνασθαι δεικνύντος τοῦ Πλάτωνος, ὃ καὶ τῶν μετ’ αὐτόν τινες ἱκανῶς
30κατεσκεύασαν, ἄλλοι δὲ οὐ προσήκαντο, καίτοι τοῦ Πλάτωνος εἶναι βουλόμενοι μύσται καὶ περὶ αὐτὸν χορεύειν ἐφιέμενοι. Τὸ γὰρ πρῶτον οἱ μὲν αὐθυπόστατον λέγειν ἀξιοῦσιν, ὡς τῶν κινουμένων ἀρχὴν τὸ αὐτοκίνητον, οὕτω καὶ
35τῶν ὁπωσοῦν ὑφεστηκότων ἀρχὴν τὸ αὐθυπό‐ στατον λέγοντες· πάντα γὰρ τὰ μετὰ τὸ πρῶ‐ τόν ἐστι καὶ ἐκ τοῦ πρώτου. Τοῦτο οὖν κυρίως αὐθυπόστατον τὸ πρῶτόν ἐστιν, ὡς ἐκ μηδέ‐
τινος ἑτέρου τὴν ὑπόστασιν ἔχον, δέον, ὥς
in Prm
.

1150

φασιν, ἢ ὑφ’ ἑαυτοῦ πᾶν ὑφίστασθαι, ἢ ὑπ’ ἄλλου πάντως. Ἐπινεανιευόμενοι δέ τινες ἤδη καὶ αὐτοκίνητον αὐτὸ προσειρήκασιν, ἀπὸ τοῦ αὐθυποστάτου κατὰ τὸ συγγενὲς ἐπὶ τοῦτο
5μεταβάντες· καίτοι τοῦτο τὸ αὐτοκίνητον ἀνάγ‐ κη κινεῖσθαι καὶ μὴ εἶναι κυρίως ἓν, ἀλλὰ πλῆθος· καὶ τὸ αὐθυπόστατον ἀνάγκη διαιρε‐ τὸν εἶναι κατὰ τὸ κρεῖττόν τε καὶ χεῖρον· κρεῖττον γὰρ καθὸ ὑφίστησιν, ᾗ δὲ ὑφίστα‐
10ται καταδεέστερον· τὸ δὲ ἓν ἀδιαίρετόν ἐστι πάντη καὶ ἀπλήθυντον· οὐ γὰρ ἡνωμένον ἐστὶ πλῆθος οὔτε διακεκριμένον· εἴτε [γὰρ] διακε‐ κριμένον, ἐν πολλοῖς ἔσται οὐχ ἓν, εἴτε ἡνω‐ μένον, ἄλλο ἔσται πρὸ αὐτοῦ τὸ ἑνοῦν· τὸ γὰρ
15ἡνωμένον πεπονθός ἐστι τὸ ἓν, ἀλλ’ οὐκ αὐτὸ ἓν, ὥς φησιν ὁ Ἐλεάτης ξένος. Εἰ τοίνυν τὸ αὐθυπόστατον ὁπωσοῦν διαιρετόν ἐστι, τὸ δὲ ἓν οὐ διαιρετὸν, οὐκ ἂν εἴη τὸ ἓν αὐθυπόστα‐ τον, ἀλλὰ καὶ τῶν αὐθυποστάτων ἁπάντων
20αἴτιον, τῷ πάντα σώζεσθαι διὰ τὸ ἓν, καὶ ὅσα παρ’ ἑαυτῶν, καὶ ὅσα παρ’ ἄλλων ὑφέστηκεν. Οἱ δὲ ἑπόμενοι τῷ Πλάτωνι κρεῖττον καὶ τού‐ του τὸ πρῶτον εἶναι διαῤῥήδην εἰρήκασι, κρεῖττον δὲ αὖ καὶ πατρικῆς αἰτίας ἁπάσης
25εἶναι καὶ γεννητικῆς, ἅτε δὴ καὶ δυνάμεως ἁπάσης ἐξῃρημένον· καίτοι γε τοῦ Πλάτωνος βοῶντος καὶ ἐκεῖνο αἴτιον εἶναι πάντων τῶν καλῶν, ἀλλ’ οὐχ οὕτως αἴτιον ὡς δυνάμει χρώμενον, δι’ ἧς τῶν πάντων ἐστὶ παρακτι‐
30κόν. Καὶ γὰρ ἡ δύναμις δευτέρα τῶν οἰκείων δυνάμεων ὑφίστησιν ὅσα ὑφίστησι· τῶν δὲ μετὰ τὸ ἓν τὰ μὲν ἐγγυτάτω τοῦ ἑνὸς καὶ ἀῤῥήτως ἀπ’ ἐκείνου φανέντα καὶ κρυφίως πα‐ τρικὴν καὶ γεννητικὴν ἀξίαν ἔχειν πρὸς τὰ
35ὄντα πάντα, καὶ παράγειν ἄλλα ταῖς ἑαυτῶν δυνάμεσιν ἀφ’ ἑαυτῶν, καὶ ταύτῃ τοῦ ἑνὸς πλεονάσαι τῷ γεννᾷν τὰ αὐθυπόστατα τῶν ὄν‐ των· τὰ δὲ ἤδη διακρινόμενα καὶ πληθυό‐
μενα ἐν ἑαυτοῖς τὴν τῶν αὐθυποστάτων εἰλη‐
in Prm
.

1151

χέναι δύναμιν, ὑφιστάμενα μὲν καὶ ἀπὸ τῶν πρωτουργῶν αἰτιῶν, παραγόμενα δὲ καὶ ἀφ’ ἑαυτῶν· καὶ ταῦτα μὲν εἰς τὰς πατρικὰς αἰ‐ τίας ἀνηρτῆσθαι καὶ γεννητικὰς τῶν εἰδῶν,
5ἐκείνας δὲ εἰς τὸ ἓν τὸ κρεῖττον ἁπάσης τοιαύ‐ της αἰτίας, ἀγνώστως τοῖς πᾶσιν ἐκφῆναν ἀφ’ ἑαυτοῦ τὰ ὄντα κατὰ τὰς τῶν ὄντων ἀρχάς. Εἰ δὴ ταῦτα οὕτως ἔχει, δῆλον ὅτι πᾶν μὲν τὸ ἑαυτοῦ ὑποστατικὸν καὶ ἄλλων ἐστὶ παρακτι‐
10κόν· οὐ γάρ ἐστι τὰ αὐθυπόστατα τῶν ὄντων οὔτε πρῶτα οὔτε ἔσχατα· τὸ δὲ ἄλλων παρα‐ κτικὸν ἄνευ τοῦ αὐτὸ ἑαυτὸ παράγειν διττὸν, τὸ μὲν τῶν αὐθυποστάτων κρεῖττον, τὸ δὲ χεῖρον. Τὰ μὲν δὴ παράγοντα τοιαῦτα· τῶν
15δὲ παραγομένων ἀπ’ αἰτίας παρακτικῆς τὰ μὲν πρῶτα πρόεισι τὰ αὐθυπόστατα, παραγό‐ μενα μὲν, αὐτογόνως δὲ ἀπὸ τῶν σφετέρων αἰ‐ τιῶν ὑφιστάμενα· δευτέρα δὲ τάξις, εἰς ἄλ‐ λην αἰτίαν ὑποστατικὴν ἀνηρτημένα, ἑαυτὰ
20δὲ παράγειν οὐ δυνάμενα καὶ ὑφ’ ἑαυτῶν παρ‐ άγεσθαι· καὶ αὕτη τῶν ὄντων ἡ τάξις ἄνωθεν μέχρι τῶν τελευταίων ἔσχε τὴν πρόοδον. Καὶ γὰρ εἰ ἔστι τὸ ἄλλα γεννῶν, ἑαυτὸ δὲ μὴ γεννῶν, ἔσχατον, εἴ τι δὲ αὑτὸ γεννᾷ καὶ ἄλλα
25γεννᾷ, δεῖ δὴ καὶ πρὸ τῶν ἑαυτὰ γεννώντων εἶναι τὰ ἄλλων γεννητικά· τὰ γὰρ περιληπτι‐ κώτερα ἀρχικώτερα, καὶ εἰ ζητοῦμεν ποῦ τὸ αὐτὸ ἑαυτοῦ γεννητικὸν πρώτως, εἴποιμεν ὅπου ἐνέργεια πρῶτον ἐνέργεια δὲ πρῶτον ἐν τῷ
30ὄντι ὡς δύναμις ἐν τῇ πρὸ τοῦ ὄντος ἑνάδι, καὶ ὕπαρξις ἐν τῇ πρὸ ταύτης, ὡς τὸ πρώτιστον ὂν ἑαυτοῦ παρακτικὸν, καὶ τοῦτο μὲν οὐσιω‐ δῶς, νοερῶς δὲ τὸ τρίτον ἀπὸ τούτου, ζωτικῶς δὲ τὸ μέσον ἀμφοῖν.
35 Οὐκ ἄρα ἔστι που τὸ ἓν, μήτε ἐν ἑαυτῷ μήτε ἐν ἄλλῳ ὄν; Οὐκ ἔστιν. (P. 138 B.) Πάνυ γεωμετρικῶς ἐφ’ ἑκάστου τῶν θεωρη‐
μάτων πρώτην λέγει τὴν πρότασιν, ἔπειτα τὴν
in Prm
.

1152

ἀπόδειξιν, καὶ τελευταῖον τὸ συμπέρασμα, διὰ μὲν οὖν τῆς προτάσεως τὴν ἀθρόαν καὶ μό‐ νιμον ἐνέργειαν τοῦ νοῦ μιμούμενος, διὰ δὲ τῆς ἀποδείξεως τὴν πρόοδον τὴν εἰς τὸ πλῆθος τῶν
5νοήσεων ἑαυτὴν ἀνελίττουσαν, διὰ δὲ τοῦ συμ‐ περάσματος τὴν κατὰ κύκλον ἐπὶ τὴν ἀρχὴν τοῦ νοῦ στροφὴν καὶ τὴν μίαν τελειότητα πά‐ σης νοερᾶς ἐνεργείας. Τοῦτο οὖν καὶ ἐπὶ τῶν πρὸ τούτου θεωρημάτων ποιήσας, διαφερόντως ἐν
10τούτῳ ποιεῖ· καὶ γὰρ οἰκεῖον τῇ τάξει ταύτῃ τὸ καὶ ἑαυτῆς εἶναι, καὶ μένειν ἐν τοῖς πρὸ αὐτῆς· μιμεῖται οὖν διὰ μὲν τῆς λογικῆς διεξόδου τὸ ἐν ἑαυτ, διὰ δὲ τοῦ συμπεράσματος καὶ τῆς ἐπὶ τὴν ἀρχὴν ἀνακάμψεως τὸ ἐν ἄλλῳ.
15 Ὅρα δ, οὕτως ἔχον εἰ οἷόν τέ ἐσ‐ τιν ἑστάναι ἢ κινεῖσθαι. Τί γὰρ δὴ ο; (P. 138 B.) Καὶ ἐπ’ ἄλλο μὲν αὐτὸς πρόβλημα μετῆλ‐ θεν, ἀποφαίνων τὸ ἓν μήτε κινούμενον μήτε
20ἑστὼς, ὃ δὴ ὁ Παρμενίδης κατέφαινεν ἐν τοῖς ἑαυτοῦ ποιήμασιν εἰκότως, ἅτε περὶ τοῦ ἑνὸς ὄντος ἐν ἐκείνοις φιλοσοφῶν, ὥσπερ καὶ οὗτος ἐν τῇ δευτέρᾳ ὑποθέσει ταῦτα καταφήσει. Λέγει γοῦν ἐκεῖνος ποτὲ μὲν
25Οὐλομελές τε καὶ ἀτρεμὲς ἤδ’ ἀγένητον· καὶ πάλιν, Αὐτὰρ ἀκίνητον μεγάλων ἐν πείρασι δεσμῶν· καὶ πάλιν, Ταὐτὸν δ’ ἐν ταὐτῷ μίμνει, καθ’ ἑαυτό τε κεῖται.
30καὶ πάλιν, Οὕτως ἔμπεδον αὖθι μένει· ποτὲ δὲ, Ταὐτὸν δ’ ἐστὶν ἐκεῖ νοέειν τε καὶ εἶναι· καὶ πάλιν,
35Οὐ γὰρ ἄνευ τοῦ ἔοντος, ἐφ’ ᾧ πεφατισμένον ἐστὶν, Εὑρήσεις τὸ νοεῖν .... Λεῦσσε δ’ ὅμως ἀπέοντα νόῳ παρεόντα βεβαίως. Διὰ μὲν οὖν τούτων νοεῖν ἐν τῷ ὄντι θέμε‐
νος, δῆλός ἐστι κίνησιν αὐτῷ τινα τὴν νοητικὴν
in Prm
.

1153

δήπου συγχωρῶν ὑπάρχειν, ἣν καὶ Πλάτων οἶδεν· αὐτὸς γάρ ἐστιν ὁ λέγων ὅτι νοῦν ἄνευ κινήσεως οὐδὲ ἐπινοῆσαι δυνατόν· ὥστε εἰ ἔστιν ἐν τῷ ἑνὶ ὄντι νόησις, κατὰ Παρμενίδην,
5ἔστι καὶ ἡ κίνησις, ἐπεὶ καὶ ζωὴ πάντως ἅμα τῷ νοεῖν ἐστι· πᾶν δὲ τὸ ζῶν κινεῖται κατ’ αὐτὸ τὸ ζῇν. Διὰ δὲ τῶν προτέρων ἀκίνητον δήπου φησὶν εἶναι τὸ ἓν ὂν, ἀτρεμὲς αὐτὸ καὶ μένον καλῶν καὶ αὐτόθεν ἀκίνητον. Οὕτω δὲ
10καὶ ὁ Πλάτων, ὅπου νοῦς, οὐ κίνησιν μόνην εἶναί φησιν, ἀλλὰ καὶ στάσιν ἤδη. Καὶ περὶ μὲν τὸ ἓν ὂν ἑκατέρος ἀποτίθεται ταῦτα, καθά‐ περ καὶ διὰ τῆς δευτέρας ἔσται δῆλον ὑποθέ‐ σεως, καὶ οὐκ ἂν ἐλέγχοιτο διὰ τῶν ἀποφά‐
15σεων τούτων ὁ Παρμενίδης, ἀλλὰ προσθήκην δέχοιτο φιλοσοφίας ἄλλης τῆς περὶ τὸ ὡς ἀληθῶς ἓν διατριβούσης. Τοῦτο μὲν οὖν ὑπομέ‐ μνησται καὶ διὰ τῶν προτέρων λόγων· νυνὶ δὲ κατὰ τὴν ἡμετέραν θεωρίαν ῥητέον ὅτι, τῶν
20νοερῶν τάξεων τριχῇ διῃρημένων, καὶ αὐτῶν τὴν μὲν ἐν αὑτῷ καὶ ἐν ἄλλῳ διὰ τῶν ἔμπροσθεν ἀποφήσας, ἔδειξε τὸ ἓν ὑπὲρ τὴν ἀκρότητα τὴν νοεράν· τὸ δὲ κινεῖσθαι καὶ ἑστάναι διὰ τούτων ἀποφάσκων, μεταβέβηκεν
25ἐπ’ ἄλλην τάξιν ἀπὸ τῆς νοερᾶς μονάδος ἐπὶ τὴν ζωογόνον, καὶ ταύτης τὸ ἓν ἐξῃρημένον ἀποφαίνων. Δεῖ τοίνυν, ἰδόντας ἡμᾶς τὰ ἰδιώ‐ ματα καὶ ταύτης τῆς τάξεως, δεῖξαι τὸ ἓν κρεῖττον τῶν τοιούτων ἰδιοτήτων. Ἔστι δὴ
30οὖν τῆς ζωογόνου ταύτης θεότητος ἐξαίρετα κίνησις καὶ στάσις, ἡ μὲν τὰς πηγὰς ἐκφαί‐ νουσα τῆς ζωῆς, ἡ δὲ ἑδράζουσα αὐτὴν στα‐ θερῶς ἐξῃρημένην τῶν οἰκείων ὀχετῶν. Ἐὰν
τοίνυν ἐπιδείξωμεν τὸ ἓν ἁπάσης μὲν στάσεως,
in Prm
.

1154

ἁπάσης δὲ κινήσεως ὑπεριδρυμένον, ἔχοιμεν ἂν ἐντεῦθεν ὅπως καὶ πάσης ἐκβέβηκε τῆς τοιαύ‐ της σειρᾶς. Ἀλλὰ ταῦτα μὲν εἰσαῦθις· ὅτι δὲ οὐ δεῖ τὰς φυσικὰς μόνον κινήσεις ἀφαιρεῖν τοῦ
5ἑνὸς, αὐτὸς δηλοῖ λέγων, κατὰ πᾶσαν τοί‐ νυν κίνησιν τὸ ἓν ἀκίνητον. Εἰ δὲ πᾶσα ἐνέργεια κατ’ αὐτὸν κίνησις, καὶ πρὸ ἐνεργείας τὸ ἓν, ὥστε καὶ πρὸ δυνάμεως, ἵνα μὴ δύνα‐ μιν ἀτελῆ ἔχῃ καὶ ἀνενέργητον· καὶ ταῦτα
10ἀναγκαίως. Δεῖ γὰρ πάντα τὰ ἀπὸ τοῦ ἑνὸς ἔχειν ἃ καὶ τὸ ἓν, ὡς καὶ τὰ ἀπὸ τοῦ ὄντος ἃ καὶ τὸ ὄν. Ἀλλὰ μὴν ὕλη ἀνενέργητος· τὸ γὰρ ἐνεργοῦν εἰς ἑαυτὸ ἐνεργεῖ ἢ εἰς ἄλλο· καὶ ἡ ὕλη ἓν οὖσα ἀπὸ τοῦ ἑνός ἐστιν· οὐκ ἄρα
15ἐνέργειαν ἐν τῷ ἑνὶ θετέον, ὥστε οὔτε δύναμιν, ἀλλ’ αὐτὸ τοῦτο τὸ ἓν μόνον. Διὰ τί δὲ προέ‐ θηκε τὴν κίνησιν [καὶ τὴν στάσιν] ταὐτοῦ καὶ ἑτέρου, ῥηθήσεται μὲν καὶ αὖθις ἄλλο αἴτιον ἀπὸ τῆς λογικῆς ἀκολουθίας. Λεγέσθω
20δὲ καὶ νῦν ἀπὸ τῶν πραγμάτων ὅτι κίνησις καὶ στάσις ἐν ταῖς οὐσίαις ὁρῶνται τῶν ὄντων καὶ ἐν ταῖς ἐνεργείαις· κίνησις γὰρ οὐσιώδης ἡ πρόοδος, καὶ στάσις ἡ ἐν τοῖς αἰτίοις ἵδρυσις· μένον γὰρ δὴ πρόεισι τὸ ἓν ἅπαν, καὶ, ὡς
25αἰτίαι οὐσιώδεις, πρὸ ταυτότητός ἐστι καὶ ἑτερότητος· ταυτοῦται γὰρ καὶ ἑτεροιοῦται προελθόντα τὰ ὄντα ἀπὸ τῶν αἰτιῶν μετὰ τοῦ μένειν ἐν αὐταῖς, ἑτεροιούμενα μὲν τῷ προελ‐ θεῖν ὅλως, ταυτούμενα δὲ τῷ ἐπιστρέψαι πρὸς
30τὸ μεῖναν, καὶ διὰ ταῦτα ἡ κίνησις καὶ ἡ στά‐ σις προτάττονταί ποτε ταυτότητος καὶ ἑτερό‐ τητος, ὡς πρὸ ἐκείνων ἀρχόμεναι. Διὸ καὶ ἐν Σοφιστῇ μετὰ τὸ ὂν τάττει κίνησιν καὶ στά‐
σιν, εἶτα ταὐτὸν καὶ ἕτερον· καὶ γὰρ τὸ μὲν
in Prm
.

1155

ὂν μοναδικόν ἐστιν, οὐκ ἔχον ἀντίθεσιν· ἡ δὲ κίνησις δυαδικὴ, ποθὲν γάρ ποι πᾶσα πρόοδος· ἡ δὲ στάσις τριαδικὸν, ἀνακάμψασα καὶ ἱδρύ‐ σασα μετὰ τὸ προελθεῖν· ἡ δὲ ταυτότης τε‐
5τραδικὸν, ταυτομήκης γὰρ ἡ πρώτη τῶν ἀρι‐ θμῶν ἡ τετράς· ἡ δὲ ἑτερότης πενταδικὸν, διΐστησι γὰρ καὶ αὕτη τὸ ἄρτιον καὶ περιττὸν ἀκρατῶς. Ταῦτα μὲν οὖν ἀπὸ τῆς τῶν πραγ‐ μάτων θεωρίας· ἡ δὲ ἀνάγκη τῆς ἀκολουθίας
10τῶν προβλημάτων ἐν τοῖς προκειμένοις μικρὸν ὕστερον καταφανὴς ἔσται. Ὅτι κινούμενόν γε ἢ φέροιτο ἢ ἀλ‐ λοιοῖτο ἄν· αὗται γὰρ μόναι κινήσεις. Να. (P. 138 C.)
15 Ἐπειδὴ ζητοῦμεν εἴτε κινεῖται τὸ ἓν εἴτε μὴ, τοῦτο γὰρ πρότερον σκεπτέον, διειλόμεθα τὰς κινήσεις πάσας· ἀλλὰ ταύτας διειλόμεθα μὲν καὶ ἐν Νόμοις κατὰ τὴν παντελῆ τῆς δεκάδος διαίρεσιν, ὀκτὼ μὲν τὰς παθητικὰς εἰ‐
20πόντες, μίαν δὲ τὴν ἐνεργητικὴν μὲν, ἀλλὰ ἄλλου δεομένην τοῦ κινοῦντος καὶ ἄλλου τοῦ κινουμένου καὶ ἐξ ἀμφοτέρων μίαν ἀποτε‐ λουμένην, λοιπὴν δὲ τὴν ἐνεργητικήν τε καὶ ἀφ’ ἑαυτῆς ἀρχομένην καὶ ἓν τὸ κινούμενον
25ἔχουσαν καὶ κινοῦν, οἵαν τὴν αὐτοκίνητον λέ‐ γειν εἴωθε. Νυνὶ δὲ ἄλλον τρόπον συνοπτικώ‐ τερον διελεῖν προσῆκεν, ἵνα μὴ φυσιολογοῦντες ἐν τοῖς περὶ τῶν θείων λόγοις διατρίψωμεν. Πῶς οὖν ἂν πάσας συντόμως περιλάβωμεν ἢ
30εἰς δύο τεμόντες αὐτάς; ὅτι γὰρ δὴ τὰς προ‐ κειμένας κινήσεις μὴ μόνον ἡγεῖσθαι σωματι‐ κὰς, ἀλλὰ καὶ τῶν ἀσωμάτων κινήσεων πασῶν περιληπτικὰς, δῆλον ἐποίησεν αὐτὸς εἰπὼν, αὗται γὰρ μόναι κινήσεις. Εἴτε οὖν ψυ‐
35χῶν εἶεν κινήσεις, εἴτε νοεραὶ, δεῖ λαβεῖν ὅπως ὑπὸ ταύτας ἀναχθήσονται, τὴν φορὰν καὶ τὴν ἀλλοίωσιν. Καὶ δῆλον ὅτι καὶ πᾶν τὸ ζωογο‐ νικὸν τῶν θεῶν γένος τῶν τοιούτων ἔσται κι‐ νήσεων πασῶν, εἴπερ πᾶσα ζωὴ κίνησις, κατὰ
40τὴν τοῦ Πλάτωνος ψῆφον, καὶ πᾶσα κίνησις
in Prm
.

1156

ὑπὸ ταύτας ἀνάγεται τὰς κινήσεις, ὡς ὁ παρὼν διατείνεται λόγος. Ὁρῶμεν δὴ οὖν ἅπαν τὸ κινούμενον· γινέσθω δὲ πρῶτον ἡμῖν ἐπὶ τῶν σωμάτων ὁ λόγος, ἢ τῶν ἐν αὑτῷ τι μεταβάλ‐
5λον ἢ τῶν ἔξωθεν. Τὸ μὲν γὰρ τόπον ἐκ τόπου μεταβάλλον τῶν ἔξωθέν τινος ὑπομένει μετα‐ βολήν· τὸ δὲ γιγνόμενον ἢ φθειρόμενον ἢ αὐ‐ ξόμενον ἢ μειούμενον ἢ συγκρινόμενον ἢ δια‐ κρινόμενον, τῶν ἐν αὐτῷ τινος μεταβάλλοντος,
10γίγνεσθαι λέγεταί που καὶ φθείρεσθαι καὶ τὰ ἄλλα πάσχειν. Τὸ μὲν οὖν κατὰ τὸ ἔξωθεν μεταβάλλον φέρεσθαι λέγεται· τοπικὴ γὰρ ἡ τοιαύτη κίνησις, ὁ γὰρ τόπος ἔξω τῶν σωμά‐ των ἐστί· τὸ δὲ κατά τι τῶν ἐν ἑαυτῷ κινού‐
15μενον ἀλλοιοῦσθαι λέγεται πᾶν, εἴτε γένεσιν εἴτε φθορὰν εἴτε αὔξησιν εἴτε μείωσιν εἴτε σύγ‐ κρισιν εἴτε διάκρισιν ὑπομένει. Κατὰ τόπον μὲν γὰρ κινούμενον οὐδὲν ἀλλοῖον γίνεται· καὶ δὴ καὶ τοῖς θείοις σώμασιν ἡ τοιαύτη κίνησις
20ὑπάρχει κατ’ οὐσίαν ἔχουσι τὸ ἀναλλοίωτον· ἐπεὶ γὰρ ἔδει κινητὰ μὲν εἶναι καὶ ἐκεῖνα, διότι τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον ἀεὶ τοῖς πάντων θειοτάτοις προσήκει μόνοις, σώ‐ ματος δὲ φύσις οὐ ταύτης τῆς τάξεως, ὡς ἐν
25Πολιτικῷ μεμαθήκαμεν, πρώτιστα δὲ ὄντα τῶν ὁρατῶν ἀΐδιον ἔχει τὴν ὑπόστασιν. Τὰ γὰρ ἐν ἑκάστῃ τάξει πρώτιστα μορφὴν ἔχει τῶν πρὸ αὐτῶν, καὶ κινεῖται μὲν, κατὰ δὲ τὴν κίνησιν μόνην ταύτην ἥτις φυλάττει τὴν οὐ‐
30σίαν τῶν κινουμένων ἀνεξάλλακτον. Τὸ μὲν δὴ κατὰ τόπον κινούμενον τοιοῦτον, κατὰ δέ τι τῶν ἐν ἑαυτῷ μεταβάλλον ἀλλοῖον γίγνεται. Τὸ γὰρ τοιόνδε μάλιστα προσήκει τοῖς ἐνύλοις εἴδεσιν, ὡς καὶ ὁ Τίμαιος ἀνεδίδαξεν, ὥστε
35καὶ τὸ ἀλλοῖον οἰκεῖόν ἐστι ταῖς τούτων μετα‐ βολαῖς, εἰσιόντων τε καὶ ἐξιόντων τῶν εἰδῶν. Ἀλλ’ αἱ μὲν σωματικαὶ κινήσεις οὕτω· διὰ δὲ τῆς φορᾶς περιλαμβάνονται πᾶσαι καὶ τῆς ἀλ‐ λοιώσεως, εἰς ἃς καὶ ὁ ἐν Θεαιτήτῳ Σωκρά‐
40της μόνας ὁρῶν, ἅτε πρὸς Ἡράκλειτον ἀγωνι‐
in Prm
.

1157

ζόμενος, ταύτην πεποίηται κἀκεῖ τῶν κινή‐ σεων τὴν τομήν. Ἐπὶ δὲ τὰς ψυχὰς ἀναβάντες ὁρῶμεν ὅτι καὶ ἐν ταύταις μὲν ἄλλως τὴν το‐ πικὴν ἂν εἴποις μεταβολὴν, ἄλλως δὲ τὴν ἀλ‐
5λοιωτικήν. Καθόσον μὲν γὰρ ἄλλοτε ἄλλοις εἴδεσιν ἐπιβάλλουσι, διὰ τῆς ἐπαφῆς τῶν ποικίλων εἰδῶν ἐξομοιούμεναι τοῖς ἑαυτῶν νοητοῖς, καὶ αὗται πολυειδεῖς πως ἀναφαίνον‐ ται, μετέχουσαι ταῖς ἐνεργείαις τῶν νοουμέ‐
10νων ἀεὶ ἄλλων καὶ ἄλλων ὄντων καὶ συνδια‐ τιθέμεναι αὐτοῖς, κατὰ τοσοῦτον, οἶμαι, καὶ ἐν ταύταις ἐστὶν ἡ ἀλλοίωσις· καθόσον δὲ αὖ περὶ τὸν νοητὸν τόπον ἐνεργοῦσι, καὶ πᾶν τὸ πλάτος τῶν εἰδῶν διεξοδεύουσιν ἔξω τε αὐτῶν
15ὂν καὶ περιέχον αὐτὰς ἁπανταχόθεν, κατὰ το‐ σοῦτον πάλιν τοπικὴν ποιοῦνται τὴν κίνησιν, καὶ τοῦ Πλάτωνος ἐν Φαίδρῳ τὸν νοητὸν τό‐ πον εἰδότος καὶ περίοδον καλοῦντος ἐκεῖ τὴν περὶ αὐτῶν ψυχῶν ἐνέργειαν καὶ περιφορὰν,
20ὥστε καὶ ἀλλοιοῦνται καὶ κατὰ τόπον κινοῦν‐ ται. Καὶ κατὰ μὲν τὸ ζωτικὸν ἀλλοιούμεναι (τοῦτο γὰρ τὸ συνδιατιθέμενον τοῖς θεάμασι καὶ ἐξομοιούμενον), κατὰ δὲ τὸ γνωστικὸν μεταβαίνουσαι τοπικῶς ἀπ’ ἄλλων εἰς ἄλλα
25νοητὰ καὶ περιϊοῦσαι ταῖς νοήσεσι καὶ ἀπὸ τῶν αὐτῶν εἰς τὰ αὐτὰ ἀνακάμπτουσαι, μᾶλλον δὲ τῆς ἀλλοιώσεως καὶ τῆς κατὰ τόπον μεταβο‐ λῆς τὰς αἰτίας ἐν ἑαυταῖς προειλήφασιν. Εἰ δὲ καὶ αὐτὸν θεωρήσειας τὸν πολυΰμνητον νοῦν,
30εὑρήσεις καὶ ἐν τούτῳ τῆς τε ἀλλοιώσεως τὰ παραδείγματα νοερῶς καὶ τῆς κατὰ τόπον κινήσεως· τῷ μὲν γὰρ μετέχειν τῆς τοῦ νοου‐ μένου φύσεως ἐν τῷ νοεῖν καὶ γίγνεσθαι νοητόν τι καὶ αὐτὸς νοήσας ἀλλοῖος γίνεται καὶ περὶ
35τὴν ἰδιότητα τὴν νοεράν· αἱ γὰρ μεθέξεις δι‐ δόναι τι παντελῶς λέγονται τῷ μετέχοντι τῆς αὐτῶν φύσεως ἀλλοιώτερον, μετέχει δὲ τοῦ
νοητοῦ ὁ νοῦς, ἀλλ’ οὐκ ἔμπαλιν· τῷ δὲ ἐν
in Prm
.

1158

τῷ αὐτῷ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως νοεῖν, καὶ οἷον περὶ κέντρον αὐτοῦ τὸ νοητὸν ὑπάρχον ἐνεργεῖν, τῆς ἐνταῦθα περιφορᾶς τὸ παρά‐ δειγμα προείληφεν· οὕτω καὶ ἐν Νόμοις αὐ‐
5τοῦ τὴν τοῦ νοῦ κίνησιν εἰκάσαντος σφαίρης ἐντόρνου κινήσει, διὰ τὸ τὰ αὐτὰ καὶ ὡσαύτως καὶ περὶ αὐτὰ κινεῖσθαι καὶ τὸν νοῦν, ὥσπερ καὶ τὴν σφαῖραν. Ἔστι γὰρ ἐν νῷ χορεία, φασὶ, καὶ διέξοδος, ἀλλ’ οὐχ ὡς ἐν ψυχαῖς,
10ἄλλη τοῦ κεχορευκέναι τε καὶ διεξωδευκέναι κατὰ τὴν μίαν καὶ ἁπλῆν καὶ ἀθρόαν ἐνέργειαν τοῦ νοῦ. Πανταχοῦ ἄρα τὰς κινήσεις εὕρομεν ἀλλοιώσεις οὔσας καὶ φορὰς, νοερῶς ἐν τῷ νῷ, ψυχικῶς δὲ ἐν τῇ ψυχῇ, σωματικῶς δὲ καὶ
15μεριστῶς ἐν τοῖς αἰσθητοῖς, ὥστε οὐ δεῖ θαυ‐ μάζειν ἐὰν αὗται μόναι κινήσεις· πᾶσαι γὰρ διὰ τούτων προελήφθησαν. Οὐδὲ δεῖ λέγειν ὅτι τὴν αὐτοκίνητον ἀφῆκε, διότι καὶ τὸ ἓν αὐτοκίνητον· σαφῶς γὰρ αὐτὸς ἐν τοῖς ἑξῆς
20ἐρεῖ κατὰ πᾶσαν κίνησιν ἀκίνητον εἶναι τὸ ἕν· καὶ γὰρ γελοῖον αὐτοκίνητον φάναι τὸ ἓν, εἴπερ τὸ μὲν ἓν πολλὰ εἶναι ἀδύνατον καὶ μέρη ἔχειν καὶ ἐν ἑαυτῷ [καὶ ἐν ἄλλῳ] εἶναι, τὸ δὲ αὐτοκίνητον κινοῦν ἐστι καὶ κινούμενον,
25καὶ ἕτερον μὲν πανταχοῦ κινεῖν, ἕτερον δὲ τὸ κινεῖσθαι· διὸ καὶ οὐχ ἁπλῶς ἓν τὸ τοιοῦτον, ἀλλὰ πεπονθὸς καὶ αὐτὸ τὸ ἓν καὶ μετὰ τῆς ἑνώσεως πληθυόμενον. Ἀλλὰ καὶ ἐν Θεαι‐ τήτῳ διελὼν οὕτως ὁ Σωκράτης τὰς κινήσεις,
30καὶ ἐν τούτῳ ὁ Παρμενίδης οὐδὲ μίαν ἀφίησιν ἔξω κίνησιν ἄλλην, ὅπου μὲν τῶν σωματικῶν, ὅπου δὲ τῶν πασῶν, ἀλλὰ διὰ τῆς δυάδος ταύτης ἐνταῦθα τὴν δεκάδα παραλαμβάνει τῶν ἐν Νόμοις κινήσεων.
35 Ἀλλοιούμενον δὲ τὸ ἓν ἑαυτοῦ ἀδύνα‐ τόν που ἓν ἔτι εἶναι; Ἀδύνατον Οὐκ ἄρα κατ’ ἀλλοίωσίν γε κινεῖται.
Οὐ φαίνεται. (P. 138 C.)
in Prm
.

1159

Ἐζήτει πρῶτον εἰ κινεῖται τὸ ἔν· τοῦτο δὲ ζητῶν διαιρεῖ τὰς κινήσεις εἰς ἀλλοίωσιν καὶ φορὰν, καὶ δείξας ὡς οὔτε ἀλλοιοῦται τὸ ἓν οὔτε φέρεται, συλλογίζεται λοιπὸν ὡς οὐδὲ κι‐
5νεῖται, τοῦτον τὸν τρόπον· τὸ ἓν οὔτε ἀλλοιοῦ‐ ται οὔτε φέρεται, πᾶν τὸ κινούμενον ἀλλοιοῦται ἢ φέρεται, τὸ ἓν ἄρα οὐ κινεῖται. Πόθεν οὖν πρῶτον ὅτι οὐκ ἀλλοιοῦται δείξομεν τὸ ἕν; Εἰ δὴ ἀλλοιοῦται, πλῆθος ἂν ἔχοι· κἄν τε
10γὰρ ἀφ’ ἑαυτοῦ μεταβάλῃ, πάντως εἰς πλῆθος μεταβαλεῖ, καθάπερ δὴ τὸ ὂν εἰς τὸ μὴ ὄν· κἄν τε αὐτὸ μὲν μένῃ, μεταβάλῃ δέ τι αὐτοῦ, πάντως οὐχ ἓν ἔσται, ἀλλὰ πλῆθος· ἔσται γὰρ αὐτό τε τὸ ὑποκείμενον, αὐτό τε τὸ μετα‐
15βάλλον· δέδεικται δὲ ὅτι τὸ ἓν οὐδαμῶς μετ‐ έχει πλήθους. Καὶ ψυχὴ τοίνυν ἀλλοιουμένη ταῖς περὶ τὰ ὄντα κινήσεσιν ἀναγκαίως οὖσα φαίνεται πλῆθος, ἄλλοτε ἄλλοις ἐξομοιοῦσα τῶν ὄντων ἑαυτὴν καὶ ἀναματτομένη τὴν πρὸς
20ἕκαστα αὑτὴν συνάπτουσαν ἰδιότητα ζωτικὴν, καὶ νοῦς ὡσαύτως ἐφιέμενος τοῦ νοητοῦ καὶ μετέχων αὐτοῦ μετὰ τοῦ μένειν νοῦς πλη‐ θύεται, τοσαῦτα γιγνόμενος καὶ ὣν ὅσα τὸ νοη‐ τὸν πλῆθος· ὥστε καὶ τὸ ἓν, εἴπερ ἀλλοιοῖτο
25μένον ἓν, ὡς ἐκείνων τὸ μὲν ψυχὴ, τὸ δὲ νοῦς, μετέχον ἀλλοίου τινὸς παρὰ τὸ ἓν οὐκέτ’ ἂν εἴη ἓν μόνον· ἀλλ’ ἡ μὲν γίγνεται νοερὰ διὰ τὸ μετασχεῖν τῆς τοῦ νοῦ φύσεως, ὁ δὲ νοη‐ τὸς διὰ τὸ μηκέτι νοῦς εἶναι μόνον ἑαυτὸν
30νοῶν, ἀλλὰ καὶ νοητὸς ἀφ’ ἑαυτοῦ νοηθείς. Οὕτως οὖν εἰ καὶ τὸ ἓν ἀλλοιοῖτο, οὐκέτ’ ἂν εἴη μόνον ἕν· ὃ γάρ τι προσέλαβεν, ἄλλο τι παρὰ τὸ ἓν ὑπάρχον οὐκέτι τὴν τοῦ ἑνὸς ἐᾷ μένειν ἑνότητα. Πολλῷ δὲ αὖ μᾶλλον, εἰ καὶ
35αὐτὸ τὸ ἓν ἀφ’ αὑτοῦ μετέβαλλεν, ἐγίγνετ’ ἂν οὐχ ἕν· καὶ γὰρ πᾶν τὸ ἀλλοιούμενον εἰς ὃ μή ἐστι μεταβάλλειν ἀναγκαῖον. Οὐκ ἄρα ἀλ‐ λοιοῦται τὸ ἕν· ἢ γὰρ μεταβαλεῖ καὶ αὐτὸ τὸ ἓν, ἢ μένον πάλιν οὐκ ἔσται ἓν, ἀλλὰ
40πολλὰ τὸ μὲν ἑαυτοῦ μεταβάλλον, τὸ δὲ ὑπο‐
μένον. Ἀλλὰ τοῦτο μὲν οὐδὲ ἐξήτασεν ὁ Πλά‐
in Prm
.

1160

των ὡς ἤδη διαβεβλημένον ἀπὸ τοῦ μήτε μέρη μήτε πλῆθος ἔχειν τὸ ἕν· ἐκεῖνο δὲ μόνον ὑπέμνησεν ὅτι οὐδὲ αὐτὸ ἀλλοιωθήσεται τὸ ἓν, ἵνα μὴ ἀπολέσῃ τὸ ἕν.
5 Ἀλλ’ ἆρα τῷ φέρεσθαι; Ἴσως. Καὶ μὴν εἰ φέροιτο τὸ ἓν, ἤτοι ἐν τῷ αὐτῷ ἂν περιφέροιτο κύκλ, ἢ μεταλ‐ λάττοι χώραν ἑτέραν ἐξ ἑτέρας. Ἀνάγκη. (P. 138 C.)
10 Μεταβέβηκεν ἐπὶ θάτερον τῆς κινήσεως εἶδος, τὸ τῆς φορᾶς· καὶ δείκνυσιν ὡς οὐδὲ κατὰ τοῦτο κινεῖται τὸ ἓν, διελόμενος πρῶτον τὴν φορὰν εἴς τε τὴν περὶ τὸν αὐτὸν τόπον κί‐ νησιν καὶ εἰς τὴν ἀπ’ ἄλλης ἐπ’ ἄλλην χῶραν
15μεταβολήν· πᾶν γὰρ τὸ κατὰ τόπον κινούμε‐ νον, ἢ τὸν αὐτὸν φυλάττει τόπον, ὅλον μὲν ἀμε‐ τάστατον μένον, τοῖς δὲ μορίοις μόνοις κινού‐ μενον, ἢ καὶ τῷ ὅλῳ κινεῖται καὶ τοῖς μορίοις, ἐν ἄλλῳ καὶ ἄλλῳ τόπῳ γιγνόμενον. Τέτταρα
20γὰρ ταῦτά ἐστι, τὸ τῷ ὅλῳ κινεῖσθαι καὶ τοῖς μορίοις ἐν ἄλλῳ καὶ ἄλλῳ τόπῳ γιγνόμενον, τὸ μήτε τῷ ὅλῳ μήτε τοῖς μορίοις, τὸ τῷ ὅλῳ μὲν, μὴ τοῖς μορίοις δὲ, τὸ τοῖς μορίοις μὲν, μὴ τῷ ὅλῳ δέ. Τούτων δὲ τῶν τεττάρων τὸ
25μὲν ὅλον κινεῖσθαι, τῶν μορίων μενόντων, ἀδύ‐ νατον· ἅμα γὰρ τῷ ὅλῳ κινεῖται καὶ τὰ μέρη, ἐξ ὧν τὸ ὅλον· τὸ δὲ μήτε τὸ ὅλον μήτε τὰ μόρια κινεῖσθαι τοῖς ἑστῶσιν ὑπάρχει. Λείπε‐ ται δὴ οὖν ἢ τὸ ὅλον μὴ κινεῖσθαι, τῶν μο‐
30ρίων κινουμένων, ἢ καὶ τὸ ὅλον καὶ τὰ μέρη κινεῖσθαι. Ἀλλὰ τὸ μὲν πρῶτον ποιεῖ σφαιρι‐ κὴν ἢ κυλινδρικὴν κίνησιν, ὅταν ταῦτα κινῆται περὶ τοὺς ἑαυτῶν ἄξονας· τὸ δὲ δεύτερον τὴν ἀπ’ ἄλλης χώρας εἰς ἄλλην μετάστασιν, ὅταν
35καὶ ὅλον ἀμεῖβον τὸν ἑαυτοῦ τρόπον ἄλλον καὶ ἄλλον καταλαμβάνῃ τόπον. Ὅτι μὲν οὖν εἰς ταῦτα γίγνεσθαι τὴν διαίρεσιν τῆς διαφορᾶς ἀναγκαῖον, ἀπὸ τούτων δῆλον. Ὁρῶμεν δὲ, οὐ μόνον ἐν τοῖς αἰσθητοῖς τὰς δύο ταύτας κι‐
40νήσεις, περὶ μὲν οὖν τὸν οὐρανὸν τὴν κύκλῳ,
περὶ δὲ τοὺς ὑπὸ τὴν σελήνην τὴν καθ’ ὅλα με‐
in Prm
.

1161

τάστασιν, ἀλλὰ καὶ ἐν τοῖς ἐπέκεινα τούτων, τῆς μὲν μερικῆς ψυχῆς, διὰ τῆς ἄνω τε καὶ κάτω φορᾶς καὶ τῆς κατὰ μῆκος μεταβατικῆς ἐνεργείας, παράδειγμα φερούσης τῶν καθ’ ὅλα
5κινήσεων, τοῦ δὲ νοῦ διὰ τῆς εἰς τὸ νοητὸν ἀμεταβάτου στροφῆς τὴν κυκλικὴν κίνησιν κρα‐ ταιὰν προειληφότος, καὶ οὐ τοῦ νοῦ μόνον, ἀλλὰ καὶ πάσης θείας ψυχῆς διὰ τῆς περὶ τὸν νοῦν χορείας προσλαβούσης τὴν ἀσώματον κυ‐
10κλοφορίαν. Ὅθεν εἴπομεν ἤδη ὡς καὶ ὁ Ἀθη‐ ναῖος ξένος ἐν Νόμοις σφαίρας ἐντόρνου μιμή‐ ματι τὴν ἐνέργειαν ἀπείκασε τοῦ νοῦ. Καὶ μέντοι καὶ αὐτὸς ὁ Παρμενίδης, σφαῖραν ἀπο‐ καλῶν τὸ ὂν καὶ νοεῖν αὐτὸ λέγων, δηλονότι
15καὶ τὴν νόησιν αὐτοῦ κίνησιν προσερεῖ σφαιρι‐ κήν. Ὁ δὲ δὴ Τίμαιος εἰς κύκλους κατα‐ κάμψας τὴν κατὰ μῆκος πρόοδον τῆς ψυχῆς, καὶ τὸν μὲν ἔσω, τὸν δὲ ἔξω τοῖν κύκλοιν ποιήσας, ἀμφοτέρους κατὰ τὴν δημιουργικὴν
20αἰτίαν, ἀμφοτέρους κατὰ τὴν δημιουργικὴν πρόοδον πρὸ τῶν σωμάτων, καὶ τῶν θεολόγων εἰδότων τὴν ἀσώματον κυκλοφορίαν, ὅταν ὁ μὲν Ἑλλήνων λέγῃ θεολόγος περὶ τοῦ πρώτου καὶ κρυφίου θεοῦ τοῦ πρὸ τοῦ Φάνητος
25
ὃ δ’ ἀπειρέσιον κατὰ κύκλον Ἀτρύτως ἐφορεῖτο.
28Τὰ δὲ Λόγια πάσας πηγὰς ἀποφαίνεται καὶ ἀρχὰς δινεῖν ἀεί τε μένειν ἀόκνῳ στρο‐
30φάλιγγι. Παντὸς γὰρ τοῦ κύκλῳ στρεφομέ‐
in Prm
.

1162

νου συμμιγῆ τῇ κινήσει τὴν μονὴν ἔχοντος, εἰκότως εἴρηται καὶ ἀεὶ μένειν ἐν τῷ περιστρέ‐ φεσθαι, τοῦ ἀόκνου τὴν ἀϋλίαν σημαίνοντος. Ἔχομεν ἄρα καὶ τὰς τῶν ἀσωμάτων κινήσεις
5ἐν τῇ διαιρέσει ταύτῃ περιεχομένας, καὶ οὕτως ἀκίνητον δείκνυται τὸ ἓν, ὡς πάσης ὑπεριδρυ‐ μένον κινήσεως, ἀλλ’ οὐχ ὡς πῆ μὲν ἀκίνητον, πῆ δὲ κινούμενον ὑπάρχον. Οὐκοῦν κύκλῳ μὲν περιφερόμενον ἐπὶ
10μέσου βεβηκέναι ἀνάγκη, καὶ τὰ περὶ τὸ μέσον φερόμενα ἄλλα μέρη ἔχειν ἑαυ‐ το· ᾧ δὲ μήτε μέσου μήτε μερῶν προσ‐ ήκει, τίς μηχανὴ τοῦτο κύκλῳ ποτὲ ἐπὶ τοῦ μέσου ἐνεχθῆναι; Οὐδεμία.
15(P. 138 C.) Μετὰ τὴν διαίρεσιν τῆς φορᾶς δείκνυσιν ὅτι κατ’ οὐδετέραν τῶν κινήσεων τούτων κινεῖται τὸ ἓν, οὔτε κατὰ τὴν τῶν μερῶν περιφορὰν, οὔτε κατὰ τὴν τοῦ ὅλου μετάστασιν, καὶ πρό‐
20τερον ὅτι κατὰ τὴν τῶν μερῶν περιφορὰν οὐ κινεῖται τὸ ἕν· ταύτης γὰρ ἴδιον τὸ μέσον τι ἔχειν, καὶ δὴ καὶ τὰ ἔσχατα κινεῖσθαι περὶ τὸ μέσον, καὶ ἕτερον αὐτὸ μένειν μὲν κατὰ τὸ ὅλον, φέρεσθαι δὲ κατὰ τὴν τῶν μορίων ἀντι‐
25μετάστασιν· τὸ δὲ ἓν οὔτε ὅλον ἐστὶ καὶ μέρη ἔχον, οὔτε μέσον ἐν αὐτῷ τι δυνατὸν εἶναι καὶ ἔσχατον. Πῶς ἂν οὖν περιφέροιτο μηδέτερον τῶν ἰδίων τῆς περιφορᾶς καταδεδεγμένον; Ταῦτα μὲν οὖν οὕτω συλλελόγισται διὰ τῶν
30προειρημένων, κατὰ τὰς γεωμετρικὰς, φασὶν,
in Prm
.

1163

ἀνάγκας· περὶ δὲ τὴν λέξιν ἐκείνοις ἐπιση‐ μαντέον ὅτι τὸ μὲν ἐπὶ μέσου βεβηκέναι τὴν σφαῖραν εἰκότως εἴρηται, διότι τὸ κέν‐ τρον ἐστὶ τὸ πᾶσαν ἑδράζον τὴν περιφορὰν,
5καὶ ὅτι τοῦτο κινηθὲν κινεῖ τὸ ὅλον, καὶ ἐπὶ τούτου βέβηκε τὸ ὅλον, οἷον ἑστίας αὐτοῦ καὶ συνοχῆς, οὕτω καὶ ἐν Πολιτικῷ τοῦ ἐκεῖ σο‐ φοῦ λέγοντος ἐπὶ σμικροτάτου ποδὸς βεβηκέναι τὸ πᾶν, καὶ τὸ κέντρον πόδα σμικρότατον κα‐
10λοῦντος. Τὸ δὲ καὶ τὰ περὶ τὸ μέσον φερό‐ μενα ἄλλα μέρη ἔχειν ἑαυτοῦ μικρὸν ὑπερβιβάσαι χρὴ, τοῦ σαφοῦς χάριν, ἵν’ ᾖ τὸ ὅλον τοιοῦτον, καὶ ἔχειν μέρη ἄλλα ἑαυ‐ τοῦ πᾶν τὸ περιφερόμενον ἀνάγκη,
15ὁποῖα ταῦτα τὰ περιφερόμενα περὶ τὸ μέσον· τὰ γὰρ μόρια αὐτοῦ κινεῖται μόνα τοῦ ὅλου μένοντος. Τὸ δὲ ᾧ μήτε μέσου μήτε μερῶν προσήκει σαφῶς ἀντιδιεῖλε τὸ μέσον τοῖς μέρεσιν, ὡς μὴ ὂν μέρος· ἕτερον γὰρ τὸ
20μέσον παρὰ πάντα ἐστὶ τὰ τοῦ κινουμένου μέρη, μένον αὐτὸ κινουμένων ἐκείνων πάντων. Τὸ δὲ ἐπὶ τοῦ μέσου ἐνεχθῆναι τοιοῦτον ῥητέον τι σημαίνειν, οἷον τὸ ἔξωθεν ὂν τοῦ μέσου καὶ ἐπ’ αὐτοῦ φερόμενον, ἀλλ’ οὐκ ἐπ’ αὐτό· τοῦτο
25γὰρ τῶν εὐθυφορουμένων ἐστὶν ἴδιον, κυκλεῖ‐ σθαι πανταχόθεν αὐτὸ περιλαμβάνον. Τὰ μὲν γὰρ ἐπ’ εὐθείας κινούμενα ἢ ἐπὶ τὸ μέσον κι‐ νεῖται, ἢ ἀπὸ τοῦ μέσου· τὸ δὲ κυκλικῶς φερόμενον λέγοιτ’ ἂν καὶ περὶ τὸ μέσον κινεῖ‐
30σθαι, καθάπερ εἶπε πρότερον ἔχειν αὐτὰ μέρη φερόμενα περὶ τὸ μέσον, καὶ αὖ ἄλ‐ λον τρόπον ἐπὶ τοῦ μέσου ὡς ἐπινηχόμενον αὐτῷ καὶ ἐφαπλούμενον διὰ τὴν ὄρεξιν τῆς κατὰ τὸ μέσον ἕδρας. Εἰ μὴ ἄρα καὶ ἄλλως
35ἐπὶ τοῦ μέσου κύκλῳ λέγοιτο ἂν κινεῖσθαι ὡς ἐπὶ τούτου μὲν βαῖνον, κύκλῳ δὲ κινούμενον, ὡς εἴρηται καὶ ἐν Πολιτικῷ ἐπὶ σμικροτάτου ποδὸς βαίνειν, ἵνα τὸ μὲν μένῃ, τὸ δὲ φέρηται περὶ τὸ μέσον, καθάπερ ἤδη προείρηκεν ἐπὶ
40τοῦ μέσου βεβηκέναι τὸ περιφερόμε‐
in Prm
.

1164

νον. Ταῦτα καὶ ἐπὶ τῶν λέξεων· ἐπὶ δὲ τὰ ἑξῆς μεταβατέον τοῦ Πλάτωνος. Ἀλλὰ δὴ χώραν ἀμεῖβον ἄλλοτ’ ἄλ‐ λοθι γίγνεται καὶ οὕτω κινεῖται;
5Εἴπερ γε δ. Οὐκοῦν εἶναι μέν που ἔν τινι αὐτὸ ἀδύνατον ἐφάνη; Να. ρ’ οὖν γίγνεσθαι ἔτι ἀδυνατώτε‐ ρον; Οὐκ ἐννοῶ ὅπ. Εἰ ἔν τῴ τι γίγνεται, οὐκ ἀνάγκη μήτε πω ἐν
10ἐκείνῳ εἶναι ἔτι ἐγγιγνόμενον, μήτ’ ἔτι ἔξω ἐκείνου παντάπασιν, εἴπερ ἤδη ἐγγίγνεται; Ἀνάγκη. Εἰ ἄρα τι ἄλλο πείσεται τοῦτο, ἐκεῖνο ἂν μόνον πάσχοι, οὗ μέρη εἴη· τὸ μὲν γὰρ
15ἄν τι αὐτοῦ ἤδη ἐν ἐκείν· τὸ δὲ ἔξω εἴη ἅμα. Τὸ δὲ μὴ ἔχον μέρη οὐχ οἷόν τέ που ἔσται τρόπῳ οὐδενὶ ὅλον ἅμα μήτε ἐντὸς εἶναί τινος μήτε ἔξω. Ἀληθ. Οὗ δὲ μήτε μέρη εἰσὶ μήτε
20ὅλον τυγχάνει ὂν, οὐ πολὺ ἔτι ἀδυνα‐ τώτερον ἐγγίγνεσθαί που, μήτε κατὰ μέρη μήτε κατὰ ὅλον ἐγγιγνόμενον; Φαίνεται. (P. 138 D.) Τοῦτό ἐστι τὸ λειπόμενον τῆς κινήσεως εἶ‐
25δος, ὅταν μεταβάλλῃ τόπον ἐκ τόπου τὸ κι‐ νούμενον ὅλον. Ὃ δὴ πρόκειται δεῖξαι διὰ τούτων μηδαμῶς τῷ ἑνὶ προσῆκον, καὶ ἀπο‐ δείκνυται καὶ τοῦτο πάλιν διὰ τῶν προδεδειγ‐ μένων· ἀποπέφαται γὰρ ἡμῖν τοῦ ἑνὸς τὸ ἔν
30τινι, καὶ δέδεικται ὡς ἐν οὐδενὶ τὸ ἕν. Πᾶν δὲ τὸ κατὰ τόπον ὅλον κινούμενον γίγνεται ἔν τινι· τὸ ἄρα ἓν οὐ κινεῖται κατὰ τόπον ὅλον. Ὅτι δὲ ἀδύνατον γίγνεσθαι τὸ ἓν ἀπ’ ἄλλου τόπου μεταβαῖνον εἰς ἄλλον, δῆλον.
35Ἢ γὰρ ὅλον ἑκατέρου ἐστὶν ἐντὸς, ἢ ὅλον ἑκατέρου ἐκτὸς, ἢ τὸ μὲν αὐτοῦ ὡδὶ, τὸ δὲ ἐν ἄλλῳ. Ἀλλ’ εἴ τε ὅλον ἑκατέρου ἐκτὸς, ἐν οὐ‐ δετέρῳ ὂν οὐκ ἂν φέροιτο ἐκ τοῦ ἑτέρου εἰς τὸ ἕτερον· εἴτε ὅλον ἑκατέρου ἐντὸς ᾖ πάλιν, οὐκ
40ἂν πάλιν ἔτι κινοῖτο ἀπὸ τοῦ προτέρου τόπου
in Prm
.

1165

εἰς τὸν ἐχόμενον. Εἰ δὲ τὸ μὲν αὐτοῦ ὡδὶ εἴη, τὸ δὲ ἐν τῷ λοιπῷ, μεριστὸν ἔσται· τὸ δὲ ἓν οὐδαμῶς μεριστόν· οὐκ ἄρα δύναται γίγνεσθαι ἔν τινι τὸ ἕν· εἰ γὰρ ἔσται μεριστὸν, ἀνάγκη
5ἢ ὅλον ἐκτὸς εἶναι ἀμφοῖν, ἢ ὅλον ἐντὸς γι‐ γνόμενον τὸ ἕν· ταῦτα δὲ ἀδύνατα· οὐκ ἄρα ἐγγίγνεται [ἔν τινι] τὸ ἕν. Ὅτι δὲ ἀδυνατώ‐ τερον τοῦτο τοῦ εἶναι ἔν τινι, δῆλον. Λάβοις γὰρ ἄν τι τῶν ὄντων ὅλον μήτε ἐκτὸς ὂν μήτε
10ἐντός τινος, ἀλλὰ καὶ ἐκτὸς καὶ ἐντός· οὕτω γὰρ ἡ ψυχὴ καὶ ὁ νοῦς καὶ ἐν τῷ κόσμῳ λέ‐ γονται εἶναι καὶ ἔξω τοῦ κόσμου· γιγνόμενον δὲ ἔν τινι ὅλον, ὃ μήτε ἐκτός ἐστιν μήτε ἐν‐ τὸς, ἀδύνατον ὑπάρχειν· ἀδυνατώτερον ἄρα
15τὸ γίγνεσθαι ἔν τινι τοῦ εἶναι ἔν τινι καὶ ὡς ὅλον καὶ ὡς μέρη ἔχον τὸ ἕν. Εἰ ἄρα τὴν ψυ‐ χὴν λέγοιμεν μὴ τὴν ἡμετέραν μόνην, ἀλλὰ καὶ τὴν θείαν, τῆς τοιαύτης κινήσεως ἔχειν τὴν αἰτίαν διὰ τὸ μεταβατικῶς ἐνεργεῖν, εἰς
20τὸ μεριστὸν αὐτῆς ἀποβλέπομεν, καὶ, ὡς δια‐ φόρους ἔχουσαν λόγους, ἄλλο κατ’ ἄλλους ἵστασθαι φήσομεν, μήτε ὅλον κατ’ ἐκεῖνο μόνον τὸ ἐνεργούμενον οὖσαν, μήτε ἐκτὸς ἐκείνου παντελῶς· οὔτε γὰρ ὅλην αὐτὴν ὁμοῦ τοῖς τοῦ
25νοῦ παράγειν νοήμασιν· οὐ γὰρ ἀθρόως αὐτὰ πέφυκεν ὁρᾷν, οὔτε ὅλη χωρίζεται τοῦ νοῦ, ἀλλὰ κατὰ τὰς διαφόρους αὐτῶν νοήσεις γί‐ γνεταί πως ἐν τοῖς διαφόροις εἴδεσι τοῦ νοῦ, καὶ οἷον εἰσοικίζει τὴν ἑαυτῆς νόησιν εἰς τὸν
30νοῦν ὡς οἰκεῖον αὐτῆς τόπον. Διὸ καὶ ὁ Τί‐ μαιος οὐκ ὤκνησε καὶ γεννητὸν εἰπεῖν τὴν ψυχὴν, ὡς μεριστὴν αὐτὴν προείρηκεν· οὐ γὰρ ἔχει τὸ ἀθροῦν κατὰ τὴν νόησιν, ἀλλὰ γίνεται αὐτῆς ἡ ἐνέργεια πᾶσα, καὶ ἐν μεταβάσεσιν
35οὐσίωνται αὐτῆς αἱ νοήσεις· ὅθεν καὶ ἀπ’ αὐ‐ τῆς ὁ χρόνος ἄρχεται, καὶ τὰς αὐτῆς μετρεῖ πρώτας ἐνεργείας. Ἔοικεν οὖν ὁ μὲν νοῦς εἰλι‐ κρινῶς τῆς κύκλῳ κινήσεως ἔχειν τὸ παρά‐
δειγμα, κέντρον μὲν ἔχων τὸ ἑαυτοῦ μένον,
in Prm
.

1166

τὰς δὲ πολλὰς τῶν εἰδῶν ἀπὸ τοῦ ὄντος τού‐ του καὶ τῆς οἷον Ἑστίας αὐτοῦ προόδους, ὡς τὰς ἀπὸ τοῦ κέντρου εὐθείας, τὰς δὲ νοερὰς πάσας ἐνεργείας, τὰς νοητικὰς τῶν [εἰδῶν]
5καὶ τοῦ ὄντος αὐτοῦ, ὡς τὴν μίαν ἐπιφάνειαν τὴν παραθέουσαν τάς τε ἐκ τοῦ κέντρου καὶ τὸ κέντρον· ἡ δὲ θεία ψυχὴ καὶ τῆς εὐθυπο‐ ρίας εἰληχέναι τὸ παράδειγμα καὶ τῆς κυκλο‐ φορίας, ὡς μὲν περιϊοῦσα τὸν νοητὸν τόπον
10ταύτης, μένουσα μὲν ὡς ὅλη, ταῖς δὲ μετα‐ βάσεσιν ἐξελίττουσα τὸ νοητὸν, ὡς δὲ ἀεὶ κατὰ τὸ νοούμενον ὅλην ἑαυτὴν ἐπερείδουσα ἐκείνου· καὶ γὰρ ὡς ὅλη μένει τε καὶ κινεῖται. Λοιπὴ δὲ ἡ μερικὴ ψυχὴ ταῖς κατὰ μῆκος κινήσεσι
15σαφῶς τῆς ἐπ’ εὐθείας κινήσεως ἐκφέρει τὴν ἀσώματον αἰτίαν, ταῖς δὲ κατ’ ἐπιστροφὴν τῆς κυκλοφορίας. Οὔτ’ ἄρα ποι ἰὸν καὶ ἔν τῳ γιγνόμε‐ νον χώραν ἀλλάττει, οὔτ’ ἐν τῷ αὐτῷ
20περιφερόμενον οὔτε ἀλλοιούμενον. Οὐκ ἔοικε. Κατὰ πᾶσαν ἄρα κίνησιν τὸ ἓν ἀκίνητον. Ἀκίνητον. (P. 139 A.) Ἐν τούτοις συνάγει πάντα τὰ προειρημένα περὶ τῆς κινήσεως συμπεράσματα, καὶ πρότε‐
25ρον ἀπαριθμησάμενος αὐτὰ διῃρημένως, ἓν ποιεῖ καθ’ ὅλου συμπέρασμα ἐπὶ πᾶσι διδά‐ σκων ἡμᾶς καὶ διὰ ταύτης τῆς ἀνόδου, πῶς χρὴ τὴν τοῦ ἑνὸς θέαν συστελλόμενον συναιρεῖν ἀεὶ τὸ πλῆθος ἐπὶ τὸ κοινὸν, καὶ τὰ μέρη διὰ
30τοῦ ὅλου παραλαμβάνειν. Ἃ γὰρ πρότερον κατεκερμάτισεν ἀπὸ τῆς κινήσεως λαβὼν τὰς τρεῖς κινήσεις, τὴν ἀλλοίωσιν, τὴν περιφορὰν, τὴν εὐθυφορὰν, καὶ ἐφ’ ἑκάστης συλλογισά‐ μενος ὡς οὐ κινεῖται κατὰ ταύτην τὸ ἓν,
35ταῦτα νῦν ἕκαστα χωρὶς ἀπαριθμησάμενος τῷ εἰπεῖν, οὔτε ποι ἰὸν οὔτε περιφερόμε‐ νον οὔτε ἀλλοιούμενον, καὶ τὴν ἀπαρίθμη‐ σιν εὔτακτον ποιησάμενος, ἀπὸ τῶν προσεχῶς
δεδειγμένων ἐπὶ τὰ πρὸ αὐτῶν ἀνατρέχει· ἵνα
in Prm
.

1167

συνάψῃ τέλος τῇ ἀρχῇ καὶ μιμήσηται τὸν κύ‐ κλον τὸν νοερὸν, κοινὸν ἐπήγαγε συμπέρασμα καθολικὸν ἅπασιν, ὅτι κατὰ πᾶσαν κίνησιν ἀκίνητον τὸ ἕν. Καὶ ὁρᾷς πάλιν ὡς ἡ μὲν
5πρότασις καὶ τὸ συμπέρασμα καθολικὰ, αἱ δὲ ἀποδείξεις μετὰ τῶν διαιρέσεων προεληλύ‐ θασιν· αἱ μὲν γὰρ μόνιμοι νοήσεις καὶ ἐπι‐ στροφαὶ συναιροῦσι τὸ πλῆθος, αἱ δὲ κατὰ τὴν πρόοδον ἱστάμεναι διαιροῦσι τὸ ὅλον εἰς τὰ
10μέρη καὶ τὸ ἓν εἰς τὸν οἰκεῖον ἀριθμόν. Ἀλλὰ ταῦτα μὲν εἴρηταί μοι περὶ τῆς ὅλης αὐτοῦ μεταχειρήσεως. Ἐπειδὴ δὲ καὶ εἰώθασι πρὸς τοὺς ἀναιροῦντας λόγους ἀπὸ τοῦ ἑνὸς τὴν κί‐ νησιν ἀπορεῖν τινες, φέρε καὶ πρὸς τούτοις ἀπο‐
15λογισώμεθα συντόμως. Λέγουσι δὲ ὅτι τὸ πρῶτον ἐνεργεῖν εἰς τὰ δεύτερα πάντως ἀναγ‐ καῖον· δίδωσι γὰρ αὐτοῖς τὴν ἕνωσιν πᾶσι, καὶ ἔστι πάντων αἴτιον τῶν μετεχομένων ἑνιαίων εἰδῶν ἐν τοῖς οὖσι. Τί οὖν κωλύει ταύ‐
20την αὐτὴν τὴν ἐνέργειαν κίνησιν ἀποκαλεῖν; ὅτι, φήσω, τὴν ἐνέργειαν οὐ δεῖ πρὸ οὐσίας τάττειν, οὐδὲ ὅλως ἐνέργειαν τῷ πρώτῳ δι‐ δόναι· πᾶν γὰρ τὸ ἐνεργοῦν δύναται τοῦτο πάντως ὃ ἐνεργεῖ· δέον οὖν ἔσται καὶ δύναμιν
25τῷ πρώτῳ διδόναι τοὺς τὴν ἐνέργειαν συγχω‐ ρήσαντας· δυνάμεως δὲ ἐκεῖ καὶ ἐνεργείας οὔσης, πλῆθος ἡμῖν ἐν τῷ ἑνὶ πάλιν ἀναφανή‐ σεται, καὶ οὐχ ἓν ἔτι τὸ ἕν. Ἡμεῖς δὲ (εἰρή‐ σθω γὰρ τὸ δοκοῦν) εὐθὺς καὶ μετὰ τὸ ἓν
30κρεῖττον εἶναι δυνάμεώς φαμεν καὶ ὑποστατι‐ κὸν τῆς δυνάμεως καὶ πολλῷ μᾶλλον τῆς ἐνερ‐ γείας· εἰ γὰρ τῆς πρώτης τριάδος τῶν νοητῶν ὕπαρξις πασῆς ἐστιν ἐπέκεινα δυνάμεως καὶ πάσης ἐνεργείας; πόσον ἄρα μᾶλλον τὸ ἓν, τὸ
35πᾶσαν ὕπαρξιν ὑπεραῖρον κρεῖττον εἶναι θησό‐ μεθα τοῦ ἐνεργεῖν, καὶ οὐ θαυμασόμεθα πῶς πάντα ἀπὸ τοῦ ἑνὸς, ἐκείνου μὴ ἐνεργοῦντος. Κινδυνεύει γὰρ τὸ τῷ ἐνεργεῖν τι παράγον δι’ ἔλλειψιν τοῦτο πάσχειν δυνάμεως· κρεῖττον
40δὲ εἶναι τὸ τῷ εἶναι μόνῳ παράγειν· τοῦτο
οὖν ἄπραγμόν ἐστι ποιήσεως. Οὕτω καὶ ψυχὴ
in Prm
.

1168

ζῇν ποιεῖ πᾶν τι ᾧ ἂν παρῇ τῷ εἶναι ζωὴ μό‐ νον, οὐκ ἄλλην ἔχουσά τινα ἐνέργειαν παρὰ τὸ ζῇν, ἀλλ’ ἐν τῷ ζῇν μόνῳ παντὶ τῷ δυνα‐ μένῳ ζῇν μεταδιδοῦσα τοῦ ζῇν. Καὶ νοῦς ὑφ‐
5ίστησι τὰ μετ’ αὐτὸν τῷ εἶναι ὅ ἐστιν, οὐκ ἔχων ἄλλην ἐνέργειαν παρὰ τὸ εἶναι τὴν διδοῦσαν τὸ εἶναι οἷς δίδωσιν. Ἐπειδὴ δὲ οὐ μόνον τῷ εἶναι ποιεῖ νοῦς ὢν, ἀλλὰ καὶ νοεῖ ἃ ποιεῖ, καὶ ἡ ψυχὴ γιγνώσκει τοῦτο ὅ τι ποιεῖ ζῇν καὶ
10τῷ ζῇν, δοκεῖ καὶ νοῦς καὶ ψυχὴ δι’ ἐνεργείας γνωστικῆς ποιεῖν· ποιεῖ δὲ κατ’ ἀλήθειαν μετ’ ἐνεργείας μὲν γνωστικῆς, οὐ δι’ ἐνεργείας δὲ γνωστικῆς· κἂν ἀφέλῃς ταύτην, καταλιπὼν τῇ μὲν τὸ εἶναι ζωὴν, τῷ δὲ ὅ ἐστι, παράξει
15καὶ ψυχὴ καὶ νοῦς ἃ δὴ μετὰ τοῦ γνωστικῶς ἐνεργεῖν παρῆγεν. Εἰ δὲ ταῦτα τῷ εἶναι παρ‐ άγει, πολλῷ μᾶλλον τὸ ἓν ἐκεῖνο πρὸ τούτων αὐτῷ τῷ ἓν ὑπάρχειν παράξει τὰ πάντα, μηδὲ ἐνεργείας μετὰ τὸ εἶναι ἓν δεόμενον. Καὶ γὰρ
20εἰ δι’ ἐνεργείας παρῆγεν, ἔδει ζητεῖν, ἐπειδὴ ἐνεργεῖ, πότερον ὑφίστησι τὴν ἐνέργειαν ἑαυ‐ τοῦ τὸ ἓν ἢ οὐχ ὑφίστησιν· εἰ μὲν γὰρ οὐχ ὑφίστησι, δύο ἔσται τὰ πρῶτα, τὸ ἓν καὶ ἡ ἐνέργεια τοῦ ἑνὸς, διαφέροντα ἀλλήλων· εἰ δὲ
25ὑφίστησιν, ἀνάγκη ταύτην ὑφιστάναι τὸ ἓν πρὸ ἐνεργείας, ἢ ἐπ’ ἄπειρον ἄνιμεν ἐνέργειαν πρὸ ἐνεργείας τιθέντες, ὥστε ἀνάγκη τὸ ἓν πρὸ ἐνεργείας παράγειν αὐτὴν τὴν ἐνέργειαν. Εἰ δὲ τοῦτο, θαυμαστὸν οὐδὲν εἰ καὶ τὸ πάντων αἴ‐
30τιον οὕτως εἴη πρὸ πάσης ἐνεργείας, εἰ μὴ ἄρα τὸ πρὸ πάσης ἐνεργείας τὸ πρῶτον ἀπ’ αὐτοῦ παραχθὲν ἐνέργειαν αὐτοῦ τις ἐθέλει καλεῖν, πολλαχοῦ καὶ ἐπὶ τῶν τῇδε πραγμάτων τὰ ἀποτελέσματα καλούντων ἡμῶν ἐνεργείας τῶν
35ἀποτελεσάντων αὐτά. Καὶ εἰ τοῦτο λέγει τις, δῆλον ὅτι οὐκ ἐν αὐτῷ ἡ ἐνέργεια, ἀλλὰ μετ’ αὐτὸν, ὥστε τὸ ἓν οὐ δεηθὲν ἐνεργείας ὑπέστη‐ σεν ὃ πρῶτον ὑπέστησεν· ὡς δὲ πρῶτον, οὕτω καὶ πᾶν ὑπέστησε· πάντα ἄρα μὴ ἐνεργῆσαν
40ὑπέστησεν. Εἰ δ’ αὐτὸ τοῦτο λέγοντες, ὑπ‐
έστησε καὶ παρήγαγεν, ἐνεργείας ὀνόματα
in Prm
.

1169

λέγομεν, οὐδὲ τοῦτο χρὴ θαυμάζειν· ἀπὸ γὰρ τῶν ὄντων αὐτῷ τὰ ὀνόματα προσάγομεν, ὀνό‐ μασιν ἐνεργητικοῖς τὴν ἀνενέργητον ἀπ’ ἐκείνου τῶν πάντων σημαίνοντες ἔκφανσιν. Καί μοι
5δοκεῖ καὶ ὁ δαιμόνιος Ἀριστοτέλης διὰ ταῦτα τὸ καθ’ ἑαυτὸ πρῶτον ἀπλήθυντον φυλάττων τελικὸν αἴτιον τῶν πάντων ποιεῖν μόνον, ἵνα μὴ, ποιοῦν πάντα διδοὺς, ἀναγκασθῇ δοῦναι τὴν πρὸς τὰ μετ’ αὐτὸ ἐνέργειαν αὐτῷ· εἰ γὰρ
10μόνον τελικόν ἐστι, πάντα μὲν πρὸς αὐτὸ ἐνερ‐ γεῖ, αὐτὸ δὲ πρὸς οὐδέν. Ἀλλὰ μὴν καὶ εἶναί γέ φαμεν ἔν τινι αὐτὸ ἀδύνατον. Φαμὲν γάρ. Οὐδ’ ἄρα ποτὲ ἐν τῷ αὐτῷ ἐστι. Τί
15δ; Ὅτι ἤδη ἂν ἐν ἐκείνῳ εἴη, ἐν ᾧ τῷ αὐτῷ ἐστι. Πάνυ μὲν οὖν. Ἀλλ’ οὔτε ἐν ἑαυτῷ οὔτε ἐν ἄλλῳ οἷόν τε ἦν αὐτῷ ἓν εἶναι. Οὐ γὰρ οὖν. Οὐδέποτε ἄρα ἐστὶ τὸ ἓν ἐν τῷ αὐτ.
20Οὐκ ἔοικεν. Ἀλλὰ μὴν τό γε μηδέποτε ἐν τῷ αὐτῷ ὂν οὔθ’ ἡσυχίαν ἄγει οὔθ’ ἕστηκεν. Οὐ γὰρ οἷόν τε. Τὸ ἓν ἄρα, ὡς ἔοικεν, οὔθ’ ἕστηκεν οὔτε κινεῖται. Οὔκουν δὴ φαίνεταί
25γε. (P. 139 A.) Τὸ προκείμενον ἦν δεῖξαι ἐξ ἀρχῆς τὸ ἓν στάσεως καὶ κινήσεως ἀπροσδεὲς καὶ ἐπέκεινα ἀμφοῖν καὶ αἴτιον αὐτῶν. Οὐ γὰρ οὕτως ἐπ’ αὐτοῦ τὸ μήτε ἑστάναι μήτε κινεῖσθαι ὡς ἐπὶ
30τῆς ὕλης, μετέχει γὰρ αὐτῶν ἄχρι δοκήσεως ψιλῆς ἡ ὕλη πάντων, ἀλλ’ ὡς κρεῖττον ἀμφοῖν καὶ ὡς δι’ αὐτὸ καὶ τούτων ἐν τοῖς οὖσι διαφα‐ νέντων γενῶν. Διότι γὰρ, ὥς τις ἔφη καὶ τῶν πρὸ ἡμῶν, οὐχ ἕστηκε τὸ ἓν, κεκίνηται τὸ ὂν,
35καὶ διότι οὐ κινεῖται, ἕστηκε· μιμεῖται γὰρ τῷ μὲν ἑαυτοῦ στασίμῳ τὸ ἐκείνου ἀκίνητον, τῷ δὲ ἑαυτοῦ δραστηρίῳ τὸ ἐκείνου ὑπὲρ τὴν στάσιν καὶ τὴν ἕδραν τὴν ἐν αὑτῷ, καὶ δι’ ἀμφοτέρων ὁμοιοῦται πρὸς τὸ ἓν οὐδέτερον ὄν.
40Τὸ μὲν οὖν προκείμενον τοιοῦτόν ἐστι· διελὼν
in Prm
.

1170

δὲ ὁ λόγος τὰ προβλήματα πρῶτον ἔδειξεν ὅτι οὐ κινεῖται τὸ ἓν διὰ τῶν προειρημένων συλλογισμῶν· ἔπειτα αὖθις ἐπιδείκνυσιν ὅτι οὐδὲ ἕστηκε διὰ τούτων τῶν νῦν προκειμένων
5τοιόνδε τινὰ τρόπον· πᾶν τὸ ἑστὼς ἐν τῷ αὐτῷ βούλεται εἶναι, καθάπερ δὴ καὶ τὸ κινούμενον ἐν διαφόροις εἴδεσίν ἐστιν ἢ τόποις· πᾶν δὲ τὸ ἐν αὐτῷ ὂν ἔν τινι ἐστί· διὰ τοῦτο δῆλον ὅτι ἐν ᾧ ὂν ἐν τῷ αὐτῷ ἐστι· πᾶν ἄρα τὸ
10ἑστὼς ἔν τινι ἑστώς· τὸ μὲν γὰρ ζωτικῶς ἑστὼς ἐν ἑαυτῷ ἐστι, τὸ δὲ σωματικῶς ἐν ἄλλῳ. Καὶ τὸ ἐν αὑτῷ γε καὶ τὸ ἐν ἄλλῳ πάντως οὐ διαφεύγει τὸ ἔν τινι εἶναι· εἰ δὲ πᾶν τὸ ἑστὼς ἔν τινί ἐστι, τὸ ἔν τινι μὴ ὂν
15οὐχ ἕστηκε κατὰ τὴν σὺν ἀντιθέσει τῆς προτά‐ σεως ἀντιστροφήν. Εἰ τοίνυν τὸ ἓν μὴ ἔστιν ἔν τινι, καθάπερ δέδεικται πρότερον, τὸ δὲ μὴ ὂν ἔν τινι οὐχ ἕστηκε, δῆλον δήπουθεν ὅτι τὸ ἓν οὐχ ἕστηκεν· ὃ συμπερασμὸν τελευταῖον
20ἐπήγαγε διὰ μὲν τοῦ καὶ εἶναί γέ φαμεν αὐτὸ ἔν τινι ἀδύνατον, τὴν ἐλάσσονα πρότασιν λαβὼν, ὅτι τὸ ἓν οὐκ ἔστιν ἔν τινι, διὰ δὲ τοῦ ὅτι οὐδέποτε ἄρα ἐν τῷ αὐτῷ ἔστι, τὴν μείζονα. Μᾶλλον δὲ τὸ συμπέ‐
25ρασμα τὸ ἐξ ἀμφοῖν· ἡ γὰρ μείζων ἦν ὅτι τὸ μὴ ἔν τινι ὂν οὐδὲ ἐν τῷ αὐτῷ ἐστιν, ὃ κατ‐ εσκεύασεν ἑξῆς, εἰπόντος τοῦ προσδιαλεγομέ‐ νου, τί δή; καὶ ἐπιζητήσαντος αὐτῷ δειχθῆ‐ ναι καὶ τὴν μείζονα πρότασιν, ἣν καὶ ἐπιδείξας
30ὁ Παρμενίδης ἐπήγαγεν, οὐδέποτε ἄρα ἐστὶ τὸ ἓν ἐν τῷ αὐτῷ, οὐδὲν διαφέρον τοῦ οὐδ’ ἄρα ποτὲ ἐν τῷ αὐτῷ ἐστιν, ὅ τι μετὰ τὴν ὑπόμνησιν εἴληπται τῶν προτάσεων ἀμφο‐ τέρως· ἵν’ ᾖ τοιοῦτος ὁ λόγος, τὸ ἓν οὐκ ἔστιν
35ἔν τινι, τὸ μὴ ὂν ἔν τινι οὐδέποτε ἐν τῷ αὐτῷ ἐστιν· ἔπειτα δεύτερος λόγος τοιοῦτος, τὸ ἓν οὐδέποτε ἐν τῷ αὐτῷ ἐστι, τὸ μηδέποτε ἐν τῷ αὐτῷ ὂν οὐχ ἕστηκε, τὸ ἄρα ἓν οὐχ ἕστηκεν. Ὁ δὲ προσέθηκεν, οὔθ’ ἡσυχίαν ἄγει· δο‐
40κεῖ γὰρ ἑστάναι μὲν καὶ τὸ ἐν ἄλλῳ ἱδρυμένον,
in Prm
.

1171

ἡσυχίαν δὲ ἄγειν τὸ ἐν ἑαυτῷ μένειν δυ‐ νάμενον. Ἀμφότερα δὲ ἀπέφησε τοῦ ἑνὸς, ὡς μήτε ἐν ἄλλῳ ὄντος, καθάπερ δέδεικται πρό‐ τερον, [μήτε ἐν ἑαυτῷ]. Εἴτε οὖν γαλήνη τίς
5ἐστιν ὑμνουμένη νοερὰ παρὰ τοῖς σοφοῖς, εἴτε ὅρμος μυστικὸς, εἴτε σιγὴ πατρικὴ, δῆλον ὡς ἁπάντων τῶν τοιούτων ἐξῄρηται τὸ ἓν, ἐπ‐ έκεινα ὂν καὶ ἐνεργείας καὶ σιγῆς καὶ ἡσυχίας καὶ πάντων ὁμοῦ τῶν ἐν τοῖς οὖσιν ἀνυμνου‐
10μένων στασίμων συνθημάτων. Διὰ τούτων μὲν οὖν ἐπέδειξεν ὅτι οὐδὲ ἕστηκε τὸ ἕν· κοινὸν δέ ἐστιν ἐπὶ τούτοις πᾶσι, καὶ τοῖς πρότερον ἐπ‐ ήγαγε συμπέρασμα, τὸ μήτε κινεῖσθαι τὸ ἓν μήτε ἑστάναι, πρὸς τὴν ἐξ ἀρχῆς εἰρημένην
15πρότασιν τοῦ παντὸς τούτου λόγου τέλος ἐπ‐ ενεγκών. Ἴσως δ’ ἄν τις ἀπορήσειε πρὸς ἡμᾶς λέγων, τὸ μὲν μήτε κινεῖσθαι τὸ ἓν μήτε ἑστά‐ ναι ἱκανῶς εἴρηται· τίς γὰρ ἀντιφθέγξασθαι δύναιτο ἂν τοῖς εἰρημένοις λόγοις; στάσιν δὲ
20οὐδὲν κωλύει λέγειν αὐτὸ ἢ κίνησιν. Πρὸς δὲ ταύτην λεκτέον ἡμῖν τὴν ζήτησιν τὸν ἔμπρο‐ σθεν εἰρημένον πολλάκις κοινὸν περὶ τούτων κανόνα ὄντα τοιοῦτον, ὅτι δυοῖν ἀντικειμένοιν ὁπωσοῦν ὄντοιν, οὔτε συναμφότερόν ἐστι τὸ ἓν,
25ἵνα μὴ γένηται οὐχ ἓν καὶ πρὸ αὐτοῦ τὸ τὰ ἀντικείμενα μίξαν· οὔτε τὸ κρεῖττον μόνον τοῖν ἀντικειμένοιν, ἵνα μὴ ἔχῃ τι μαχόμενον καὶ ᾖ ἐκεῖνο οὐχ ἓν, καὶ μὴ ἓν ὂν ἐξ ἀπειράκις ἀπείρων ᾖ διὰ τὴν τοῦ ἑνὸς στέρησιν· οὔτε τὸ
30χεῖρον, ἵνα μὴ ἔχῃ κρεῖττον καὶ τὸ κρεῖττον καθ’ αὑτὸ πάλιν ἐξ ἀπειράκις ἀπείρων. Ῥητέον δὲ καὶ ὅτι ἡ πρώτη στάσις καὶ ἡ πρώτη κίνησις ἀφ’ ἑαυτῶν ἄρχονται, καὶ ἡ μὲν ἔστιν ἑστῶσα, ἡ δὲ κινουμένη, ὥσπερ καὶ ἕκαστον τῶν ὄντων.
35Ὁ αὐτὸς οὖν λόγος καὶ ὅτι οὐ κινεῖται τὸ ἓν καὶ ὅτι ἡ αὐτοκίνησις οὐκ ἔστι, καὶ ὅτι οὐχ ἕστηκε τὸ ἓν καὶ ὅτι στάσις οὐκ ἔστι· καὶ γὰρ ἡ στάσις ἕστηκεν, οὐχ ὡς ἄλλης τινὸς μετ‐ έχουσα στάσεως, ἀλλ’ ὡς ἑαυτῆς οὖσα καὶ ἀφ’
40ἑαυτῆς ἀρχομένη τῆς μονίμου δυνάμεως. Ἡ
in Prm
.

1172

μὲν γὰρ ἐν ἄλλῳ οὐ στάσις αὕτη οὐχ ἕστηκεν, ὥσπερ οὐδὲ ἡ κίνησις κινεῖται, ἡ δὲ ἐν ἑαυτῇ οὖσα ἕστηκεν, ὥσπερ δὴ καὶ ἡ κίνησις κινεῖ‐ ται· καὶ πῶς γὰρ οὐκ ἔμελλε κρείττων οὖσα
5ἑκατέρα τῆς ἐν ἄλλοις οὔσης ἑαυτῆς εἶναι καὶ εἰς ἑαυτὴν ἐνεργεῖν; Καὶ πρὸ κινήσεως ἄρα τὸ ἓν καὶ πρὸ κινουμένου παντὸς, καὶ πρὸ στά‐ σεως καὶ πρὸ ἑστῶτος παντὸς, ὥστε οὐδὲ, εἴ τις αὐτὸ λέγει τῶν μὲν ἑστώτων ἑδραιότατον,
10τῶν δὲ κινουμένων ἐνεργότατον, ἀποδεξόμεθα τὸν τοιόνδε λόγον· αἱ γὰρ ὑπερβολαὶ τῶν μεθ‐ έξεων οὐκ ἀφαιροῦσι τὰς μεθέξεις, ἀλλὰ κρα‐ τύνουσιν. Εἰ οὖν μήδ’ ὅλως ἕστηκεν, οὐκ ἔστιν ἑδραιότατον· ἢ γὰρ ὄνομα μόνον ἐστὶ τὸ
15ἑδραιότατον καὶ οὐδὲν λέγει περὶ τοῦ ἑνὸς, ἢ, εἰ τὸ στασιμώτατον δηλοῖ, δίδωσιν ἑστάναι μᾶλλον τὸ μήδ’ ὅλως ἑστώς. Καὶ εἰ μήδ’ ὅλως κινεῖται, οὐκ ἔστιν ἐνεργότατον· εἰ μὲν γὰρ μηδὲν δηλοῖ τὸ ἐνεργότατον, οὐδὲν λέγει περὶ
20τοῦ ἑνός· εἰ δὲ τὸ κινήσεως μάλιστα μετέχον, οὐκ ἂν εἴη ἐνεργότατον· καὶ γὰρ ἡ ἐνέργεια κίνησίς τίς ἐστι κατὰ Πλάτωνα, εἰ καὶ κατ’ ἄλλους ἡ ἐνέργεια διαφέρει κινήσεως. Δέδεικται δὲ ἡμῖν ἔμπροσθεν ὅτι καὶ πρὸ ἐνεργείας ἐστὶ
25πάσης τὸ ἓν, οὔτε δι’ ἑαυτὸ οὔτε διὰ τὰ παρα‐ γόμενα δεόμενον ἐνεργείας. Οὐδὲ μὴν ταὐτόν γε οὔτε ἑτέρῳ οὔτε ἑαυτῷ ἔσται, οὐδ’ αὖ ἕτερον οὔτε ἑαυ‐ τοῦ οὔτε ἑτέρου ἂν εἴη. Τί δή;
30(P. 139 B.) Πᾶσιν ἐπέρχεται τοῖς ἐν Σοφιστῇ μὲν κα‐ λουμένοις τοῦ ὄντος γένεσιν, ἐνταῦθα δὲ συν‐ θήμασι θείων καὶ νοερῶν τάξεων, καὶ δείκνυ‐ σιν ὅπως τὸ ἓν αἴτιον μὲν αὐτό ἐστι ταῖς
35καλουμέναις ὑπεραποφάσεσιν, οὐδενὸς δὲ μετ‐ είληχεν οὐδὲ ἔστι τι αὐτῶν, ἵνα διὰ τῆς τού‐ των πάντων ἀναιρέσεως δείξῃ τὸ ἓν ἐπέκεινα ἁπάσης ἱδρυμένον τῆς νοερᾶς διακοσμήσεως. Τοῦτο γὰρ δὴ τὸ ταὐτὸν καὶ ἕτερον ἑαυτῷ
40καὶ τοῖς ἄλλοις φανήσεται πάντα τὸν δη‐
in Prm
.

1173

μιουργικὸν ἡμῖν χαρακτηρίζον διάκοσμον, ὥσπερ τὰ πρὸ τούτου τὸν ζωογονικὸν, καὶ τὰ πρὸ τούτου τὸν ἀκρότατον ἐν τοῖς νοεροῖς· φανήσεται δ’ αὖ προσήκοντα μάλιστα τῇ δη‐
5μιουργίᾳ ταῦτα κατά τε τὰς Πλατωνικὰς περὶ αὐτῆς ὑφηγήσεις, καὶ τὰς τῶν ἄλλων θεολόγων. Καίτοι γε ἀποροῦσί τινες, φιλο‐ σόφως μόνον ταῦτα λαμβάνοντες, τὴν κίνησιν, τὴν στάσιν, τὸ ταὐτὸν, τὸ ἕτερον, καὶ οὐχ
10ὁρῶντες ὅτι περὶ τὸ ἓν ταῦτα θεωρεῖται πρό‐ τερον, ἀλλ’ οὐ περὶ τὸ ὂν, καὶ ὅτι, ὥσπερ ἀριθμὸς διττὸς κατὰ ταὐτὸν ὑπερούσιός τε καὶ οὐσιώδης, οὕτω καὶ ἕκαστον τούτων πρώτως ὑπάρχει ταῖς ἑνάσιν, ἔπειτα τοῖς οὖσι, καὶ ὡς
15τάξεων αὐτῶν ἐστι ταῦτα συνθήματα θείων καὶ διακόσμων αὐτοτελῶν, ἀλλ’ οὐχὶ μόνον γένη τοῦ ὄντος ἢ εἴδη· πῶς γὰρ καὶ δυνατὸν ἦν, περιληπτῶν ὄντων τῶν εἰδῶν, τάδε μόνον ἀποφῆσαι τοῦ ἑνὸς, ἀλλ’ οὐχὶ πάντα; πῶς δὲ
20πᾶσιν ἐπεξῆλθε τοῖς εἴδεσιν; Ἀλλ’ οὖν, ὅπερ ἔλεγον, γένη τοῦ ὄντος ταῦτά τινες εἰπόντες τὰ γένη τοῦ ὄντος εἶναι· πάντων γὰρ εἶναι γένη καὶ διὰ πάντων πεφοιτηκέναι τῶν ὁπωσ‐ οῦν ὄντων, καὶ τὸ πρώτως ὂν ὅ τί ποτέ ἐστι
25πάντων εἶναι τῶν γενῶν τούτων περιεκτικόν· καθόσον μὲν ἀπὸ τοῦ ὑπερουσίου προελήλυθεν οὐσία γεγονὸς, καθόσον δὲ ὡμοίωται πρὸς τὸ παράγον, ταυτότητος ἀντὶ τῆς ἑνώσεως τυχὸν, καθόσον δὲ ἐξήλλακται τοῦ ἑνὸς, οὐχ ἑνὸς ὂν
30ἑτερότης· ὅπου γὰρ ταυτότης, ἐκεῖ καὶ ἑτε‐ ρότης, διὰ τὴν ἐν τῷ αὐτῷ ταὐτῷ τῆς ἑνότη‐ τος ὕφεσιν καὶ τῆς διακρίσεως ἀναφανείσης· καθόσον δὲ πρόεισιν ὅλως εἰς κίνησιν καταστὰν, καθόσον δὲ ἐνίδρυται τῷ ἑνὶ καὶ προελθὸν στά‐
35σεως μετασχόν. Ὅλως γὰρ αἱ μὲν πρόοδοι,
in Prm
.

1174

φασὶ, κινήσεώς εἰσιν αἰτίαι τῷ ὄντι καὶ ἑτε‐ ρότητος, αἱ δὲ ἐπιστροφαὶ ταυτότητος καὶ στάσεως. Οἱ δὲ ἐν τοῖς νοεροῖς εἶναι γένη ταῦτα διατεινόμενοι· μὴ γὰρ ἂν εὐθὺς ἀπὸ
5τοῦ ἑνὸς ὑποστῆναι τοσοῦτον ἀριθμόν· ἀνάγκη οὖν, ὥσπερ καὶ δι’ ἄλλων ὑπομέμνησται πολ‐ λάκις, ἀπὸ τοῦ ἑνὸς τὸ προσεχῶς ἀναφαινό‐ μενον πλῆθος συγγενέστατον εἶναι πρὸς τὸ ἓν, τῷ μὲν ποσῷ συνῃρημένον, τῇ δὲ δυνάμει
10ἀπερίληπτον, ἵνα διὰ μὲν τῆς τοῦ ποσοῦ συν‐ αιρέσεως μιμῆται τὸ ἄποσον τοῦ ἑνὸς, τῷ δὲ ἀπεριλήπτῳ τῆς δυνάμεως τὸ πρὸ δυνάμεως ἄπειρον· ἡ δὲ πεμπὰς πόῤῥω τοῦ ἑνὸς καὶ τὸν πρῶτον διάκοσμον τῶν ἀριθμῶν ἐκβέβηκε,
15λέγω δὴ τόν γε τριαδικόν· ἀλλ’ οὖν ὁ Πλά‐ των τὸ ἀκρότατον τῶν ὄντων ἓν ὂν προσηγό‐ ρευσεν ὡς μονάδα τοῦ ὄντος· οἱ δὲ θεολόγοι μονάδας ἀνυμνοῦσι καὶ τριάδας νοητὰς, ἀλλ’ οὐ πεμπάδας οὐδὲ ἄλλους ἀριθμούς· οὐκ ἄρα
20μετὰ τὸ ἓν εὐθὺς τὰ γένη τοῦ ὄντος. Οὗτοι μὲν οὖν διαποροῦντες τοιαῦτα λέγουσιν. Εἰ δὲ δεῖ καὶ διαιτῆσαι τοῖς λόγοις τῶν οὕτω κλει‐ νοτάτων καὶ θείων ἀνδρῶν, καὶ ταῦτα τῶν προκειμένων ἔξω τῆς τοιαύτης οὔσης ἐν τῷ
25παρόντι ζητήσεως καὶ ἐν ἄλλοις ἡμῖν διὰ πλειόνων ἐξετασθείσης ἀπὸ τῆς τοῦ καθηγεμό‐ νος ἡμῶν ὑφηγήσεως, ἰστέον καὶ τούτου τὴν κρίσιν ἀξιοῦσαν ἀμφοτέρους λέγειν ὀρθῶς, καὶ τοὺς πανταχοῦ τὰ γένη τιθεμένους, καὶ τοὺς
30μετὰ τὸ ἓν οὐ προσιεμένους τοῦτον τετάχθαι τὸν ἀριθμόν· εἶναι μὲν γὰρ καὶ ἐν τοῖς νοητοῖς καὶ ἐν τοῖς νοεροῖς τὰ γένη κατὰ τὴν αὑτῶν τάξιν, ἀλλὰ ἄλλως μὲν ἐν τοῖς πρώτοις, ἄλλως δὲ ἐν τοῖς δευτέροις, ὅπου μὲν νοητῶς, ὅπου δὲ
35νοερῶς. Τοῦτο μὲν ταὐτὸν τῷ ὅπου μὲν ἑνοειδῶς
in Prm
.

1175

καὶ ἀδιακρίτως, ὅπου δὲ διακεκριμένως ἰδίᾳ κατὰ τὸν αὐτὸν ἀριθμὸν, ὥστ’ οὐκ ἂν θαυμά‐ σαιο εἰ ἡ μονὰς ἡ νοητὴ περιέχει τὴν νοερὰν πεμπάδα πᾶσαν ἀδιαιρέτως καὶ ἑνοειδῶς, ὅπου
5διὰ τὴν ἕνωσιν καὶ ἡ στάσις τρόπον τινὰ καὶ ἡ κίνησις ἓν καὶ ἡ ταυτότης καὶ ἡ ἑτερότης, ἀδιακρίτων πάντων ὄντων κατὰ σκοτόεσσαν ὁμίχλην, φησὶν ὁ θεολόγος. Ὅπου γὰρ καὶ ἡ τῶν μοναδικῶν ἀριθμῶν αἰτία μονὰς πάντας
10ἀποδείκνυται περιέχουσα τοὺς λόγους οὓς δεκα‐ δικῶς μὲν ἡ δεκὰς περιείληφε, τετραδικῶς δὲ ἡ τετρὰς, τί δεῖ θαυμάζειν εἰ καὶ ἐπὶ τῶν ὄν‐ των μοναδικῶς μὲν ἡ νοητὴ μονὰς περιέχει πάντα τὰ γένη καὶ ἀδιακρίτως, δυαδικῶς δὲ
15ἄλλη τις τάξις, καὶ ἄλλη τετραδικῶς, ἐπεὶ καὶ τὰς ἰδέας εἶναι καὶ ἐν τοῖς νοητοῖς, ὅμως οὐ τὸν αὐτὸν τρόπον αὐτὰς ὅνπερ ἐν τοῖς νοε‐ ροῖς ὑφεστάναι λέγομεν ὁλικῶς, ἡνωμένως, πατρικῶς, ἐνταῦθα δὲ διῃρημένως, μερικῶς,
20δημιουργικῶς, ἀνάγκη δὲ πανταχοῦ τὸν τῶν ἰδεῶν ἀριθμὸν ἐξηρτῆσθαι τῶν τοῦ ὄντος γε‐ νῶν; Εἴπερ οὖν αἱ νοεραὶ ἰδέαι μετέχουσι τῶν νοερῶν εἰδῶν, δηλονότι καὶ αἱ νοηταὶ μεθ‐ έξουσι τῶν νοητῶν. Εἰ δὴ κατὰ τὸ πέρας τῶν
25νοητῶν αἱ πρώτισται τῶν ἰδεῶν τέτταρες, δεῖ πρὸ τῆς εἰδητικῆς τετράδος εἶναι μοναδικὴν ὑπόστασιν τῶν γενῶν· οὕτω γὰρ καὶ ἐν τοῖς νοεροῖς πρὸ τῆς δεκαδικῆς ὑπάρξεως τῶν ἰδεῶν ἡ πεμπαδικὴ τῶν γενῶν ἐστιν αἰτία.
30 Περὶ μὲν οὖν τῶν γενῶν τοῦ ὄντος καὶ αὖθις πλείονα ποιησόμεθα λόγον· νῦν δὲ, εἰ βούλει, τὴν τάξιν κατίδωμεν, δι’ ἣν πρότερον μὲν κίνησιν καὶ στάσιν ἀφεῖλε τοῦ ἑνὸς, ὕστερον δὲ ταὐτὸν καὶ θάτερον. Εἴρηται μὲν οὖν μοι καὶ
35πρότερον τὸ αἴτιον, ἡνίκα τὴν κίνησιν ἔλεγον διττὴν εἶναι καὶ τὴν στάσιν, καὶ τὰς μὲν πρὸ ταὐτοῦ καὶ ἑτέρου, καθ’ ἃς ἕκαστα πρόεισι καὶ ἐπιστρέφεται πρὸς τὰ αἴτια αὑτῶν, τὰς δὲ μετὰ τὸ ταὐτὸν καὶ ἕτερον ἐν ταῖς ἐνεργείαις
40ὁρωμένας τῶν ὄντων. Λεγέσθω δὲ καὶ νῦν ἕτε‐
in Prm
.

1176

ρον τρόπον, ἀπὸ τῶν προβλημάτων ἡμῶν ποιουμένων τὴν ἐπιβολὴν τῆς προειρημένης μεθόδου. Ἀποφάσκει κατὰ τὴν πρώτην ὑπό‐ θεσιν τοῦ ἑνός· ἀλλὰ τὰ μὲν ἔμπροσθέν που
5διειλόμεθα αὐτοῦ πρὸς ἑαυτὸ, τὰ δὲ αὐτοῦ πρὸς ἑαυτὸ καὶ τὰ ἄλλα, τὰ δὲ αὐτοῦ πρὸς τὰ ἄλλα μόνως· τὸ μὲν γὰρ πλῆθος καὶ τὸ ὅλον καὶ τὸ σχῆμα καὶ τὸ ἔν τινι καὶ τὴν κίνησιν καὶ τὴν στάσιν αὐτοῦ πρὸς ἑαυτὸ τοῦ ἑνὸς
10ἀναιρεῖ, τὸ δὲ ταὐτὸν καὶ ἕτερον καὶ ὅμοιον καὶ ἀνόμοιον καὶ ἴσον καὶ ἄνισον καὶ πρεσβύ‐ τερον καὶ νεώτερον αὐτοῦ πρὸς ἑαυτὸ καὶ πρὸς τὰ ἄλλα. Ταὐτὸν γὰρ οὔτε ἑαυτῷ ἐστι τὸ ἓν οὔτε τοῖς ἄλλοις, καὶ ἕτερον ὁμοίως καὶ τῶν
15λοιπῶν ἕκαστον· τὸ δὲ δοξαστὸν ἢ ἐπιστητὸν ἢ ὀνομαστὸν ἢ ῥητὸν αὐτοῦ πρὸς τὰ ἄλλα· πᾶσι γάρ ἐστι τοῖς δευτέροις ταύταις ταῖς γνωστικαῖς ἐνεργείαις ἄγνωστον. Τριχῶς οὖν τῶν ἀποφάσεων λαμβανομένων, τῶν μὲν αὐ‐
20τοῦ πρὸς ἑαυτὸ, τῶν δὲ αὐτοῦ πρός τε ἑαυ‐ τὸ καὶ τὰ ἄλλα, τῶν δὲ πρὸς τὰ ἄλλα μόνως, καὶ τῶν μὲν πρώτων, τῶν δὲ μέ‐ σων, τῶν δὲ τελευταίων, ἡ κίνησις καὶ ἡ στάσις ἀποφάσκεται τοῦ ἑνὸς ὡς αὐτοῦ πρὸς
25ἑαυτὸ, τὸ δὲ ταὐτὸν καὶ ἕτερον διχῶς αὐτοῦ τε πρὸς ἑαυτὸ καὶ αὐτοῦ πρὸς τὰ ἄλλα, διόπερ ἐκεῖναι μὲν συντάττονται ταῖς πρώταις ἀπο‐ φάσεσιν, αὗται δὲ ταῖς μέσαις, καὶ οὐκ ἀπει‐ κότως· περὶ ἐκείνων μὲν πρότερον πεποίηται
30τὸν λόγον, περὶ τούτων δὲ ὕστερον. Οὕτω δὲ καὶ τὸ ὅμοιον ἀποφήσει καὶ τὸ ἀνόμοιον καὶ τὸ ἴσον καὶ τὸ ἄνισον καὶ τὸ πρεσβύτερον καὶ τὸ νεώτερον αὐτοῦ τε πρὸς ἑαυτὸ καὶ αὐτοῦ πρὸς τὰ ἄλλα, τούτων πάντων ἀποφάσκων
35διὰ τούτων καὶ, ὥς φασιν, ἀφαιρῶν τοῦ ἑνὸς τὴν οὐσίαν, τὸ ποιὸν, τὸ ποσὸν, τὸ ποτέ· τού‐ τοις γὰρ ὑπάρχει ταῦτα, τὸ μὲν ταὐτὸν καὶ ἕτερον ταῖς οὐσίαις, τὸ δὲ ὅμοιον καὶ ἀνόμοιον τοῖς ποιοῖς, τὸ δὲ ἴσον καὶ ἄνισον τοῖς ποσοῖς,
40τὸ δὲ πρεσβύτερον καὶ νεώτερον τοῖς ποτε οὖσι
in Prm
.

1177

Σκόπει δὲ ὅπως καὶ ταῦτα, τὸ ταὐτὸν λέγω καὶ τὸ ἕτερον, ἀποφάσκει τοῦ ἑνὸς, εἰδὼς ἐν τῷ ἑνὶ ὄντι τὸν ἐν τοῖς ποιήμασιν αὐτὰ Παρ‐ μενίδην εἶναι θέμενον. Λέγει γοῦν ἐκεῖνος·
5Ταὐτὸν δ’ ἐν ταὐτῷ μίμνει, καθ’ ἑαυτό τε κεῖται.
8 Δεῖ δὴ οὖν τὸ αὐτὸ ἓν ὑπεριδρυμένον τοῦ ἑνὸς ὄντος δειχθῆναι μηδαμῶς ὂν ταὐτὸν, μηδὲ
10πολλῷ πλέον ἕτερον· συγγενέστερον γὰρ τῷ
10ἑνὶ τὸ ταὐτόν. Ἀλλ’ οὖν καὶ τοῦτο καὶ τὸ ἕτε‐ ρον ἀφαιρεῖ τοῦ ἑνὸς, ἵν’ ἐπιδειχθῇ τοῦ ἑνὸς ὄντος ἐκβεβηκὸς, ἐν ᾧ τὸ ταὐτὸν ἦν κατὰ τὸν ἐν τοῖς ἔπεσι Παρμενίδην, καὶ ἕτερον οὐκ ἐκείνων ἐλεγχομένων, ἀλλὰ τούτων προστιθε‐
15μένων, καὶ διὰ τὴν ἐκείνων παραδοχήν. Εἰ γὰρ τὸ μετέχον ταυτότητος καὶ ἑτερότητος οὔπω ἓν ὡς ἀληθῶς ἐστιν, ἀνάγκη τὸ ὡς ἀ‐ ληθῶς ἓν πρὸ τούτων ὑπάρχειν τούτων καθα‐ ρεῦον, ἢ μετέχον καὶ αὐτὸ τούτων οὐκ ἔσται
20μόνως ἓν, ἀνάπλεον ὂν τῶν ἀλλοτρίων τοῦ ἑνός. Ὃ γὰρ ἂν τῷ ἑνὶ προσθῇς, διὰ τῆς προσθήκης ἀφανίζει τὴν ἑνότητα τοῦ προσλα‐ βόντος ἀναινομένην τὸ ἀλλότριον πᾶν. Ἕτερον μέν που ἑαυτοῦ ὂν τοῦ ἑνὸς
25ἕτερον ἂν εἴη, καὶ οὐκ ἂν εἴη ἕν. Ἀληθῆ. (P. 139 B.) Τεττάρων ὄντων περὶ τὸ ταὐτὸν καὶ ἕτερον ἀποφατικῶν προβλημάτων τοῦ ἑνὸς, ἀπὸ τῶν προτέρων τοῦ ἑνὸς καὶ ἡμῖν εὐληπτοτέρων ἀρ‐
30χόμενος οὕτω πρόεισι διὰ τῶν λοιπῶν. Ἔστι δὲ τὰ τέτταρα προβλήματα ταῦτα, τὸ ἓν οὐκ ἔστιν ἑαυτοῦ ἕτερον, τὸ ἓν οὐκ ἔστι τῶν ἄλλων ἕτερον, τὸ ἓν οὐκ ἔστιν ἑαυτῷ ταὐτὸν, τὸ ἓν οὐκ ἔστι τοῖς ἄλλοις ταὐτόν. Τούτων δὲ σα‐
35φέστατα μέν εἰσι τὰ ἄκρα· καὶ γὰρ ὅτι ταὐ‐ τὸν τοῖς ἄλλοις οὐκ ἔστι, δῆλον, καὶ ὅτι ἕτερον ἑαυτοῦ οὐκ ἔστι· τὰ δὲ λοιπὰ δύο δυσμε‐ ταχείριστα· πῶς γὰρ ἄν τις παραδέξαιτο ὅτι οὐκ ἔστιν ἑαυτῷ ταὐτὸν ὅ γε ἕν ἐστιν, ἢ πῶς
40ἂν πεισθείη τις ὅτι οὐκ ἔστιν ἕτερον τῶν ἄλ‐
λων ὅ γε ἐξῄρηται αὐτῶν; Ἀπὸ τῶν σαφε‐
in Prm
.

1178

στάτων οὖν ὁ Παρμενίδης ἀρχόμενος δείκνυσι πρῶτον ὡς οὔτε ἑαυτοῦ ἕτερον οὔτε τοῖς ἄλλοις ταὐτόν ἐστι τὸ ἕν. Αὐτοῖν δὲ τούτοιν γνωριμώ‐ τερον ὂν, ὅτι οὐχ ἑαυτοῦ ἕτερον τὸ ἓν, πρότερον
5διὰ τῆς ἀποδείξεως βεβαιοῖ. Καὶ γάρ ἐστιν, ὡς ἔφην, τὸ ταὐτὸν ἐγγυτέρω τοῦ ἑνὸς, τὸ δὲ ἕτερον ποῤῥώτερον· τὸ δὲ ἐγγύτερον χαλεπώ‐ τερον ἀφαιρεῖν, ῥᾷον δὲ τὸ ποῤῥώτερον, ἅτε ἀπ’ αὐτοῦ μᾶλλον κεχωρισμένον. Ὅθεν δὴ
10καὶ οἱ διαλεκτικοὶ λέγειν εἰώθασιν ὅτι τὰς ἀν‐ ομοιότητας ἐν τοῖς συγγενέσι ζητεῖν χρὴ, τὰς δὲ ὁμοιότητας ἐν τοῖς διαφόροις, ἀλλ’ οὐκ ἀνά‐ παλιν, τὸν γυμνασόμενον. Ταῦτα μὲν οὖν εἴ‐ ρηται τῆς τάξεως ἕνεκα τῶν προβλημάτων·
15πῶς δὲ αὐτὸ τοῦτο δείκνυται τῶν τεττάρων τὸ πρώτιστον ὅτι οὐχ ἕτερον ἑαυτοῦ τὸ ἓν, νῦν ἡμῖν ῥητέον ἔπειτα αὖθις, εἰ δυναίμεθα, περὶ ἑκάστου τῶν ἄλλων ἐροῦμεν. Δείκνυται μὲν οὖν τὸν τρόπον τοῦτον· εἰ τὸ ἓν ἑαυτοῦ ἕτερον,
20ἑνὸς ἂν εἴη πάντως ἕτερον· αὐτὸ γάρ ἐστιν ἓν, τὸ δὲ τοῦ ἑνὸς ἕτερον οὐχ ἕν· καὶ γὰρ τὸ ἀν‐ θρώπου ἕτερον οὐκ ἄνθρωπος, καὶ τὸ ἵππου οὐχ ἵππος, καὶ ἁπλῶς τὸ ἑκάστου τινὸς οὐχ ἕκα‐ στον· εἰ τὸ ἓν ἄρα ἑαυτοῦ ἕτερον, τὸ ἓν οὐχ
25ἕν ἐστιν. Ἀλλὰ μὴν ἄτοπον τοῦτο περιάγον ἡμᾶς εἰς ἀντίφασιν ὅτι τὸ ἓν οὐχ ἕν· οὐκ ἄρα ἕτερον ἑαυτοῦ τὸ ἕν. Ἀπορήσειε δ’ ἄν τις πρὸς τὴν ἀπόδειξιν ταύτην, μήποτε καὶ ἡ ἑτερότης οὕτως ἀποδειχθήσεται μὴ οὖσα ἕτερον ἑαυτῆς·
30καίτοι γε τοῦτο ἀναγκαῖον. Ἕκαστον γὰρ τῶν ὄντως ὄντων ἀφ’ ἑαυτοῦ τῆς ἐνεργείας ἄρχε‐ ται, καθάπερ εἴρηται πολλάκις, καὶ ὁ Ἐλεά‐ της μὲν ξένος καὶ τὴν θατέρου φύσιν ἔλεγε τῶν ἄλλων γενῶν ἕτερον οὖσαν κατὰ τοῦτο αὐ‐
35τὴν εἶναι μὴ ὂν, ὡς τὴν κίνησιν καὶ τὴν στά‐ σιν. Ἀλλ’ εἰ ἑαυτῆς ἕτερον ἡ ἑτερότης, ἔσται ἕτερον ἢ ἡ ἑτερότης, οὐκ ἔσται ἑτερότης, ὥσ‐ περ καὶ τὸ ἓν οὐχ ἕν· οὐκ ἄρα ἑαυτῆς ἕτερον ἡ ἑτερότης. Μήποτε οὖν ἀφ’ ἑαυτῆς μὲν ἄρχεται
40τοῦ ἐνεργεῖν ἡ ἑτερότης καὶ ποιεῖ ἕτερον ἑαυ‐
τὴν, οὐχ ἑαυτῆς δὲ ἕτερον, ἀλλὰ τῶν ἄλλων·
in Prm
.

1179

καὶ γὰρ ἐκεῖνα διακρίνειν ἀπ’ ἀλλήλων δύνα‐ ται, καὶ ἑαυτὴν ἀπ’ ἐκείνων πολλῷ πρότερον, καὶ οὕτως εἰς ἑαυτὴν ἐνεργεῖ τῷ φυλάττειν ἑαυτὴν ἀσύγχυτον τοῖς ἄλλοις. Εἰ δὲ ἔτι βού‐
5λει λέγειν ἀληθέστερον, καὶ ἡ ἑτερότης, καθ‐ όσον ἑαυτῆς ἕτερόν ἐστιν, οὐκ ἔστιν ἑτερότης· ἑαυτῆς γὰρ ἕτερον τῷ μετέχειν καὶ τῶν ἄλλων γενῶν· ταύτῃ οὖν οὐχ ἑτερότης, ᾗ τῶν ἄλλων μετείληχε· καὶ οὐδὲν ἄτοπον ἐπί γε τῆς ἑτε‐
10ρότητος, πλῆθος γάρ ἐστιν· ἐπὶ δὲ τοῦ ἑνὸς ἄτοπον· ἓν γάρ ἐστι μόνον, ἄλλο δὲ οὐδέν. Δεῖ δὲ τὴν ἀπόφασιν αὐτοῦ τινος ποιεῖσθαι καὶ μὴ ἄλλου, λέγω οἷον δὲ, εἴ τί ἐστιν ἀνθρώπου ἕτερον, τοῦτο λέγειν οὐκ ἄνθρωπον, καὶ εἴ τι
15λευκοῦ, τοῦτο οὐ λευκόν· οὐ μέντοι λέγειν, ἐπειδὴ ὁ Δίων τοῦ ἀνθρώπου ἕτερος, εἴπερ τὸ μὲν ἄτομον, τὸ δὲ εἶδος ὁ Δίων ἄνθρωπος οὐκ ἔστιν· αὐτὸ μὲν γὰρ τὸ εἶδος οὐκ ἔστιν, οὗ ἐλέγετο εἶναι ἕτερος· οὐ γάρ ἐστιν ὁ ἄνθρωπος·
20μετέχει δὲ τοῦ εἴδους, καὶ οὕτως ἐστὶν ἄνθρω‐ πος, ὡς κατὰ μέθεξίν τις ἄνθρωπος ὤν. Καὶ μὴν ταὐτόν γε ἑτέρῳ ὂν ἐκεῖνο ἂν εἴη, αὐτὸ δ’ οὐκ ἂν εἴη· ὥστε οὐδ’ ἂν οὕτως εἴη ὅπερ ἐστὶν, ἓν, ἀλλ’ ἕτε‐
25ρον ἑνός. Οὐδαμῶς. (P. 139 B.) Τοῦτό ἐστι τῶν τεττάρων τὸ δεύτερον εὐ‐ ληπτότερον μὲν ὂν τῶν ἑξῆς, τοῦ δὲ πρὸς αὐ‐ τοῦ χαλεπώτερον. Θαῤῥεῖ δ’ οὖν καὶ τοῦτο τῷ μηδὲν εἰσδέχεσθαι τὸ ἓν ἀπὸ τῶν ἄλλων·
30τοῦτο γὰρ τὸ ἀξίωμα καὶ ἐπὶ τοῦ ἑνὸς καὶ ἐπὶ τῶν ἄλλων θείων αἰτίων ἐστὶ πάντων ἀληθέ‐ στατον. Οὔτε γὰρ ὁ οὐρανὸς εἰσδέχεταί τι τῆς θνητῆς δυσχερείας εἰς ἑαυτὸν, οὔτε ὁ δημιουρ‐ γὸς ἀπὸ τῆς περὶ τὸν κόσμον ὅλον γενέσεως,
35οὔτε τὰ νοητὰ ἀπὸ τοῦ νοεροῦ πλήθους καὶ τῆς ἐν αὐτοῖς διαιρέσεως, ὥστε οὔτε τὸ ἓν ἀπὸ τῆς τῶν ὄντων ἰδιότητος ἀναπιμπλάναι δυνατόν. Οὐδαμῶς ἄρα τοῖς ἄλλοις ἔσται ταὐτόν· μετ‐ έχοι γὰρ ἂν αὐτῶν ᾗ μετέχοιτο ὑπ’ αὐτῶν, ἢ
40καὶ αὐτὸ καὶ ἐκεῖνα μετέχοι ἂν ἑνός τινος ἄλ‐
λου. Ἀλλ’ οὔτε ἑνὸς ἄμφω μετέχειν δυνατόν·
in Prm
.

1180

κρεῖττον γὰρ οὐδέν ἐστι τοῦ ἑνὸς οὐδὲ μᾶλλον ἕν· ἦν γὰρ ἄν τι πρὸ τοῦ ἑνός· ἡ γὰρ ἄνοδος ἐπὶ τὸ ἓν, ἀλλ’ οὐκ ἐπὶ τὸ πλῆθος· ἑνικώτερα γὰρ ἀεὶ τὰ ἀνωτέρω, ψυχὴ μὲν σώματος· οὐ‐
5δὲν γὰρ εἰσδέχεται ἀπ’ αὐτῶν χειρόνων ὄντων, οὔτε μετέχεται ὑπ’ αὐτῶν· ἐξῄρηται γὰρ ἁπάν‐ των ὁμοῦ τῶν ὄντων καὶ ἄλλο ἐστὶ τὸ μεθ‐ εκτὸν ἓν, τὸ δὲ πρώτως ἓν καὶ τὸ ἐφετὸν πᾶσι τοῖς οὖσιν ἀμέθεκτον προϋπάρχει τῶν ὅλων,
10ἵνα μένῃ ἓν ἀπλήθυντον· τὸ γὰρ μετεχόμενον οὐ παντάπασίν ἐστιν ἕν. Οὐδαμῶς ἄρα ταὐτόν ἐστιν τοῖς ἄλλοις τὸ ἕν. Καὶ οὕτω μὲν ἀπὸ τῶν κοινῶν ἐννοιῶν ὑπομνήσεις ὡς ἔστιν ὁ λό‐ γος ἀληθής· κατίδωμεν δὲ καὶ τὴν Παρμενί‐
15δειον ἀπόδειξιν τοιαύτην τινὰ οὖσαν· εἰ τὸ ἓν ἑτέρῳ τινὶ τῶν πάντων ταὐτόν ἐστιν, οὐχ ἑνὶ ὄντι ἔσται ταὐτόν· αὐτὸ γάρ ἐστι τὸ ἓν, καὶ ἅμα διὰ τούτων δῆλον ὅτι δύο εἶναι τὸ ὡς ἀληθῶς ἓν ἀμήχανον· δῆλον γὰρ ὅτι δύο ἂν
20εἴη διαφέροντα ἀλλήλων. Ἓν οὖν ἑκάτερον ὂν καὶ τοῦ ἑτέρου διαφέρον μετὰ τῆς διαφορᾶς οὐκέτ’ ἂν εἴη ἕν· ἓν ἄρα μόνως τὸ ἕν· τὸ οὖν ἕτερον αὑτοῦ ὂν οὐχ ἕν. Εἰ οὖν ἑτέρῳ ταὐτὸν τὸ ἓν, οὐχ ἑνὶ δήπου τούτῳ ταὐτόν ἐστι· καὶ
25γὰρ τὸ τῷ ἑνὶ ταὐτὸν ἕν ἐστι, καὶ τὸ τῷ οὐκ ἀνθρώπῳ ταὐτὸν οὐκ ἄνθρωπος, Εἰ ἄρα ἑτέρῳ παρ’ ἑαυτό τινι ταὐτὸν τὸ ἓν, οὐχ ἕν ἐστι τὸ ἕν· εἰ δὲ οὐχ ἓν, ἕτερον ἑνὸς, ὃ δέδει‐ κται πρότερον ἄτοπον. Ἤρκει μὲν οὖν καὶ τὸ
30εἰς ἀντίφασιν τῷ διὰ τριῶν παράγειν τὸν λό‐ γον εἰς τὸν τῆς ὑποθέσεως ἔλεγχον. Οὐ μὴν ἀλλὰ κἀκεῖνο προστίθησι, τὸ καὶ ἕτερον τοῦ ἑνὸς, ἵνα καὶ διὰ τοῦ προσεχῶς ἀτόπου δει‐ χθέντος ἀποφαίνῃ σαθρὰν καὶ ταύτην τὴν ὑπό‐
35θεσιν. Οὕτω δ’ ἂν ἀποδείξειας καὶ τὴν ταυτό‐ τητα αὐτὴν ἔστιν ὅπη ταυτότητα μὴ οὖσαν, εἴπερ εἴη πως τῇ ἑτερότητι ταὐτὸν ἢ ἄλλῳ τινὶ τῶν ὄντων παρ’ ἑαυτήν· λεγέσθω γὰρ ὅτι ἡ ταυτότης ταὐτόν ἐστιν ἑτερότητι, καθόσον
40μετέχει τῆς ἑτερότητος. Εἰ οὖν τὸ ἑτερότητι
ταὐτὸν ἕτερόν ἐστι καὶ οὐ ταὐτὸν, ἡ ἄρα ταυ‐
in Prm
.

1181

τότης ἕτερον καὶ οὐ ταὐτόν. Καὶ οὐδέν γε ἄτο‐ πόν ἐστι· τῇ μὲν γὰρ οὐσίᾳ τῇ ἑαυτῆς ταυτό‐ της ἐστὶ, τῇ δὲ μετουσίᾳ τῇ ἐκείνης ἕτερον· γίγνεται δὲ ἐκείνη ταὐτὸν τῷ μετέχειν ἐκεί‐
5νης· ὃ καὶ παραδοξότατόν ἐστι τὸ ἕτερον γε‐ νέσθαι τὸ πρὸς τὴν θατέρου γενόμενον φύσιν. Καὶ οὕτω δὴ ὁ λόγος ἠρωτημένος ἐπὶ τοῦ ἑνός ἐστιν ἀληθής. Διότι τὸ ἓν οὔτε γένος ἔχει τι πρὸ ἑαυτοῦ οὔτε εἶδος, τὰ μὲν πρὸ ἑαυτῶν
10ἔχοντα γένος ἢ εἶδος, οἷον ἄνθρωπος καὶ ἵππος ἢ Σωκράτης καὶ Ζήνων, ταὐτὰ ὄντα κατὰ τὸ γένος ἢ εἶδος, οὐκέτι ἀλλήλοις ἁπλῶς ἐστι ταὐτά· μὴ εἶναι δὲ ἀνάγκη πρὸ τοῦ ἑνὸς γένος ἢ εἶδος, εἰ μὴ γένηται τὸ ἓν, ἢ γένους μετ‐
15έχον ἢ εἴδους, οὐχ ἕν. Τὸ γὰρ μετέχον τοῦ γέ‐ νους ἔχει τι παρὰ τὸ γένος, καὶ τὸ μετέχον ὡσαύτως τοῦ εἴδους ἔχει τι παρὰ τὸ εἶδος· καὶ καθόλου πᾶν τὸ μετέχον τινὸς ἔχει τι παρὰ τὸ μετεχόμενον· εἰ γὰρ μηδὲν, αὐτὸ ἂν
20ἐκεῖνο εἴη παντελῶς καὶ οὐ μετέχον ἐκείνου μόνον. Εἰ οὖν τὸ ἓν μήτε ἐν γένει ἐστὶ μήτε ἐν εἴδει, ταὐτὸν δὲ ᾖ ἑτέρῳ τινὶ, αὐτὸ ἂν ἐκεῖνο εἴη, ᾧ ἐστι ταὐτὸν οὐκ ἄλλῳ ὂν ταὐτόν.
25 Ταὐτὸν μὲν ἄρα ἑτέρῳ ἢ ἕτερον ἑαυ‐ τοῦ οὐκ ἔσται. Οὐ γάρ. (P. 139 C.) Τῶν δύο προβλημάτων ἓν τοῦτο κοινὸν ποιεῖται συμπέρασμα κοινωνίαν ἐχόντων καθ‐ όσον ἀντιστρόφως ἀλλήλοις λαμβάνεται, τὸ
30μὲν ἕτερον πρὸς ἑαυτὸ, τὸ δὲ ταὐτὸν πρὸς τὰ ἄλλα· δοκεῖ γὰρ τὸ μὲν ἕτερον οἰκείως ἔχειν τῇ πρὸς τὰ ἄλλα ἀναλήψει, τὸ δὲ ταὐτὸν τῇ πρὸς ἑαυτό. Διὸ κἀκεῖνα μὲν ῥᾷον πρὸς τὴν ἀπόδειξιν· ἀνοίκεια γὰρ μᾶλλον πρὸς τὸ ἕν·
35ταῦτα δὲ χαλεπώτερα· μᾶλλον γάρ ἐστι τοῦ ἑνὸς ἐγγὺς ἡ μὲν πρὸς τὰ ἄλλα ἑτερότης διὰ τὴν ἐξῃρημένην τοῦ ἑνὸς ὑπεροχὴν, ἡ δὲ πρὸς ἑαυτὸ ταυτότης διὰ τὴν ἄῤῥητον αὐτοῦ καὶ ἄφραστον ὑπερένωσιν, διχῶς δὲ λεγομένου καὶ
40τοῦ ταὐτοῦ καὶ τοῦ ἑτέρου. Λέγεται γὰρ ταὐ‐
in Prm
.

1182

τὸν καὶ ἡ ταυτότης καὶ τὸ μετέχον τῆς ταυ‐ τότητος, καὶ ἕτερον ὁμοίως ἡ ἑτερότης καὶ τὸ μετέχον τῆς ἑτερότητος. Δείξει προϊὼν ὁ λό‐ γος ὅτι κατ’ οὐδέτερον τρόπον τὸ ἓν ἕτερον ἢ
5ταὐτόν· οὔτε γὰρ ὡς ἑτερότης, οὔτε ὡς ἕτε‐ ρον, τῶν ἄλλων ἕτερον· οὔτε ὡς ταυτότης, οὔτε ὡς ταὐτοῦ μεταλαβὸν, ἑαυτῷ ταὐτόν· ὅπως δὲ ταῦτα εἴρηται, προϊόντες γνωσόμεθα. Ἕτερον δέ γε ἑτέρου οὐκ ἔσται, ἕως
10ἂν ᾖ ἕν· οὐ γὰρ ἑνὶ προσήκει ἑτέρῳ τινὸς εἶναι, ἀλλὰ μόνῳ ἑτέρῳ ἑτέρου, ἄλλῳ δὲ οὐδεν. Ὀρθῶς. Τῷ μὲν ἄρα ἓν εἶναι οὐκ ἔσται ἕτερον· ἢ οἴει; Οὐ δῆτα. Ἀλλὰ μὴν, εἰ μὴ
15τούτ, οὐχ ἑαυτῷ ἔσται· εἰ δὲ μὴ αὑτ, οὐδὲ αὐτ· αὐτὸ δὲ μηδαμῆ ὂν ἕτερον, οὐδενὸς ἔσται ἕτερον. Ὀρθῶς (P. 139 C.) Τῶν δύο τῶν λειπομένων προβλημάτων
20πάλιν τὸ ῥᾷον εἰς τὴν ἀπόδειξιν παραλαμ‐ βάνει πρότερον θατέρου· ῥᾷον δὲ ἐκεῖνο τὸ ποῤῥώτερον κείμενον τοῦ ἑνὸς ἀποφάσκειν ἐθέ‐ λειν αὐτοῦ τοῦ ἑνός. Τοιοῦτον δὲ ἡ ἑτερότης, ὡς πολλάκις εἴρηται· συγγενέστερον γὰρ ἡ
25ταυτότης πρὸς τὸ ἕν· διὸ δυσδιάκριτον ἔχει πρὸς αὐτὸ τὴν φύσιν καὶ λόγου δεομένην πλείο‐ νος. Καὶ γὰρ αὐτοῦ καὶ τοῦτο παραφυλακτέον ὅτι μετρεῖ τῶν πραγμάτων σαφήνειάν τε καὶ ἀσάφειαν τῶν λόγων τὸ μῆκος, ἵνα μηδὲν μά‐
30την αὐτῷ μηδὲ ἄνευ χρείας πραγματειώδους παραλαμβάνηται. Ταῦτά τοι καὶ πλείω μὲν ἐρεῖ περὶ τοῦ τετάρτου προβλήματος, ἐλάχιστα δὲ εἴρηται περὶ τοῦ πρώτου, ἐλάττω δὲ περὶ τοῦ δευτέρου μᾶλλον ἢ τοῦ τρίτου. Καὶ ταῦτα
35μὲν περὶ τῆς τάξεως· διχῶς δὲ, ὥσπερ εἴπο‐ μεν τοῦ ἑτέρου λεγομένου, καθ’ ἑκάτερον οὔ φησιν ἕτερον εἶναι τὸ ἕν· καὶ πρότερον ὅτι οὐχ ὡς μετέχον ἑτερότητος· τὸ γὰρ ἓν καθὸ ἓν οὐ μετέχει ἑτερότητος· εἰ δὲ μὴ, ἔσται
40οὐχ ἓν μεταλαβὸν αὐτοῦ· πᾶν δὲ τὸ ἕτερον
in Prm
.

1183

ἑτέρου λέγεται διὰ τὴν ἑτερότητα· τὸ γὰρ ᾗ ἓν οὐκ ἔστιν ἕτερον, διότι οὐ μετέχει ἑτερότη‐ τος· μόνῳ γὰρ ἑτέρῳ εἶναι προσήκει τῷ ἑτέ‐ ρου ἑτέρῳ, ἀλλ’ οὐ τῷ ἑνί· τοιοῦτον δέ ἐστι
5τὸ ἑτερότητος μετασχόν. Εἰ δὲ δι’ ἑτερότητα τὸ ἓν ἕτερον ἔσται, μεταλήψεται τῆς ἑτερό‐ τητος· ἄλλο γὰρ ἓν, καὶ ἄλλο ἕτερον τὸ μὲν καθ’ αὑτὸ, τὸ δὲ πρὸς ἕτερον λεγόμενον, ὥστ’ οὐ τῷ ἑνὶ ἕτερον τὸ ἕτερον, ἀλλ’ ἐκείνῳ ὃ
10ποιεῖ ἕτερον. Ἐπὶ δὲ τούτῳ δείκνυσιν ὅτι οὐδὲ ἑτερότης τὸ ἕν· τί γὰρ εἰ ἕτερον μὲν ὡς ἑτε‐ ρότητος μετέχον μὴ ἔστιν, ἑτερότης δέ ἐστιν; Ἀλλ’ οὐδὲ τοῦτό φησιν ἀληθές· εἰ γὰρ μὴ καθὸ ἓν ἕτερόν ἐστι, οὐκ ἔσται τῷ ἑνὶ ἕτερον· εἰ δὲ
15μὴ ἔστι τῷ ἑνὶ ἕτερον, οὐδὲ αὐτὸ ἑτερότης ἔσται. Πάνυ δαιμονίως· ἡ γὰρ ἑτερότης ἑαυτῇ καὶ δι’ ἑαυτὴν ἕτερον, τὸ δὲ ἓν οὐχ ἑαυτῷ ἕτε‐ ρον, ἀλλὰ καὶ ἔννοια παντελῶς ἑνὸς καὶ ἑτέ‐ ρου· οὐκ ἄρα τὸ ἓν ἡ ἑτερότης ἐστίν. Εἰ ἄρα
20μὴ ἑαυτῷ τὸ ἓν ἕτερον, οὐδὲ ἑτερότης ἐστί· καὶ τοῦτό ἐστιν ὅπερ αὐτὸ εἶπε συντόμως, εἰ δὲ μὴ αὑτ, οὐδὲ αὐτὸ, τουτέστιν εἰ μὴ ἑαυτῷ ἑνὶ ὄντι ἕτερόν ἐστι, διότι ἓν καὶ ἑτερότητος διέστηκεν, οὐδὲ αὐτό ἐστιν ἑτερό‐
25της· ἦν γὰρ ἓν ταὐτὸν φάναι τῷ ἑνὶ ἕτερον εἶναι καὶ τῇ ἑτερότητι ἕτερον, εἴπερ τὸ ἓν ἑτε‐ ρότης, ὅπερ ἀνεῖλεν ὁ λόγος. Ταῦτα δὲ εἰπὼν, κοινὸν ἐπάγει συμπέρασμα τοιοῦτον, αὐτὸ δὲ μηδαμῆ ὂν ἕτερον, μήθ’ ὡς ἑτερότης,
30μήθ’ ὡς μετέχον ἑτερότητος, μηδενὸς ἕτε‐ ρον· πᾶν γὰρ τό τινος ἕτερον ἢ ἑτερότης ἐστὶν, ἢ ἑτερότητος μετέχει· τὸ δὲ ἓν οὔτε ἑτερότης ἐστὶν, οὔτε ἑτερότητος μετέχει· οὐδ‐ ενὸς ἄρα ἐστὶν ἕτερον. Ὅλως δὲ, εἰ ταυτότης
35ἀντίκειται καὶ ἑτερότης, κρείττων δὲ ταυτό‐ της ἑτερότητος, οὐδαμοῦ θέμις τὸ χεῖρον ἀν‐ άγειν ἐπὶ τὸ ἕν· ἀλλ’ ἢ μηδέτερον ἢ κρεῖττον τοῖν δυοῖν, ὥσπερ καὶ ἐπὶ τῶν πρότερον ἐλέ‐
γομεν. Ἡ γοῦν ἑτερότης καὶ ἀντικειμένως
in Prm
.

1184

πως ἔχει πρὸς τὸ ἓν, εἰ θέμις εἰπεῖν, καθόσον ἑνώσεως μὲν τὸ ἓν, διαιρέσεως δὲ αἴτιον ἡ ἑτε‐ ρότης· ἡ δὲ ταυτότης διὰ τῆς συνοχῆς καὶ τῆς κοινωνίας τῶν ὄντων μιμεῖται τὴν ἀπὸ τοῦ
5ἑνὸς ἐφήκουσαν ἕνωσιν· οὐδαμῶς ἄρα ἕτερόν ἐστι τὸ ἓν, ἀλλὰ μᾶλλον μὲν ταὐτὸν ἢ ἕτερον· οὐ μὴν οὐδὲ ταὐτὸν, ὡς ἔσται προϊοῦσιν εὔ‐ δηλον. Ἴσως δ’ ἄν τις ἀπορήσειε πρὸς ἡμᾶς πῶς οὖν
10ἐξῃρῆσθαι λέγεται τὸ ἓν τῶν πάντων, εἰ μὴ ἔστιν ἕτερον αὐτῶν· τὸ γὰρ ἐξῃρημένον δια‐ κέκριται τούτων ὧν ἐξῄρηται, καὶ ἔσται κεχω‐ ρισμένον παντὸς, οὗ διῄρηται ἀπ’ αὐτοῦ· πᾶν δὲ τὸ διῃρημένον διὰ τῆς ἑτερότητος διῄρη‐
15ται· διαιρετικὸν μὲν γὰρ, ὡς εἴπομεν, ἡ ἑτε‐ ρότης, συνεκτικὸν δὲ ἡ ταυτότης. Πρὸς δὴ ταῦτα φαίην ἂν ὅτι ἐξῄρηται τὸ ἓν ἀπὸ τῶν ὄντων καὶ χωριστόν ἐστι, καὶ οὐ κατὰ τὴν ἑτερότητα τὸ χωριστὸν ἔχει τοῦτο καὶ ἐξῃρη‐
20μένον πρεσβεῖον τῶν ὄντων, ἀλλὰ κατ’ ἄλλην ἄφραστον ὑπεροχὴν, καὶ οὐχ οἵαν ἡ ἑτερότης παρέχει τοῖς οὖσιν. Ὡς γὰρ ἔστι μὲν ἀεὶ καὶ ὁ κόσμος, ἔστι δὲ ἀεὶ καὶ ὁ νοῦς· ἀλλ’ οὐ ταὐτὸ τὸ ἀεὶ τοῦτο ἐπ’ ἀμφότερα, ἀλλ’ ὅπου μὲν
25χρονικὸν, ὅπου δὲ αἰώνιον καὶ χρόνου παντὸς ἐπέκεινα· οὕτως ἐξῄρηται μὲν καὶ ὁ νοῦς τῆς ψυχῆς καὶ τὸ ἓν τῶν ὄντων, ἀλλ’ ἐπὶ μὲν νοῦ τὸ ἐξῃρῆσθαι κατὰ τὴν ἑτερότητα τὴν διακρι‐ τικὴν τῶν ὄντων, ἐπὶ δὲ τοῦ ἑνὸς πρὸ ἑτερότη‐
30τος· μιμεῖται γὰρ τὸ ἐξῃρημένον ἐκείνου καὶ τὸ ἀμιγὲς ἡ ἑτερότης, καθάπερ τὴν ἑτερότητα τὴν ἄφραστον ἡ ταυτότης· ἄλλως οὖν ἐκεῖνο κεχώρισται τῶν ὅλων καὶ ἄλλως ἡ ἑτερότης χωρίζει τὰ ὄντα ἀπ’ ἀλλήλων. Δῆλον δὲ καὶ
35ἐπὶ τῶν οἷον ἀντικειμένων· καὶ γὰρ τὸ μηδα‐ μῶς ὂν οὐκ ἔστιν ἕτερον, φάναι, τοῦ ὄντος, διότι τὸ ἕτερον μὴ ὂν μέν πη καὶ ὄν ἐστι· καὶ οὐ παρ’ ἔλασσον, φησὶ, τοῦ ὄντος τὸ οὕτω μὴ
ὄν· καὶ πῶς γὰρ ἂν μηδαμῶς ὂν γένους τινὸς
in Prm
.

1185

μετέχοι τῶν ὄντων ἕτερον; ἵνα μὴ γενόμενον ἕτερον μὴ πάντων ἐκπεσὸν ᾖ τῶν ὄντων. Οὕτω τὸ ἓν ἐξῃρημένον πάντων τῶν ὄντων, οὐ διότι ἕτερον, ἐστὶν ἐξῃρημένον, ἵνα μὴ ἕτερον ὂν
5μηκέτι πάντων ᾖ τῶν ὄντων ἐξῃρημένον. Οὐ γὰρ δεῖ τὴν ἀπόφασιν, καθ’ ἣν οὐδέν ἐστι τῶν πάντων, εἰς κατάφασιν μεταλαμβάνειν ἐπὶ τῶν ἀποφάσεων· τὸ δὲ ἕτερον κατάφασις, ἐπεὶ οὐδὲ τὸ ἐξῃρῆσθαι κυρίως λέγομεν, οὐδ’ ἄλλο
10τι τῶν εἰς τὰ ὄντα φερόντων ὀνομάτων. Οὐδὲ μὴν ταὐτόν γε ἑαυτῷ ἔσται. Πῶς δ’ ο; Οὐχ ἥπερ τοῦ ἑνὸς φύσις, αὕτη δήπου καὶ τοῦ ταὐτο; Τί δ; Ὅτι οὐκ ἐπειδὰν ταὐτὸν
15γένηται τῴ τι, ἓν γίγνεται. Ἀλλὰ τί μήν; Τοῖς πολλοῖς ταὐτὸν γενό‐ μενον πολλὰ ἀνάγκη γίγνεσθαι, καὶ οὐχ ἕν. Ἀληθ. Ἀλλ’ εἰ τὸ ἓν καὶ τὸ ταὐτὸν μηδαμῆ διαφέρει, ὁπότε
20τι ταὐτὸν ἐγίγνετο, ἀεὶ ἂν ἓν ἐγί‐ γνετο, καὶ ὁπότε ἓν, ταὐτόν. Πάνυ γε. Εἰ ἄρα τὸ ἓν ἑαυτῷ ταὐτὸν ἔσται, οὐχ ἓν ἑαυτῷ ἔσται· καὶ οὕτως ἓν ὂν οὐχ ἓν ἔσται. Ἀλλὰ μὴν τοῦτό γε
25ἀδύνατον. (P. 139 D.) Τοῦτό ἐστι τὸ τέταρτον τῶν προβλημά‐ των, ὅτι οὐκ ἔστιν ἑαυτῷ ταὐτὸν τὸ ἓν οὔτε ὡς ταυτότης οὔτε ὡς μετέχον ταυτότητος. Καὶ πρότερον, ὅτι οὐχ ὡς ταυτότης· Εἰ γάρ
30ἐστι ταυτότης τὸ ἓν, δεῖ πᾶν τὸ μετέχον ταυ‐ τότητος κατ’ ἐκεῖνο γίγνεσθαι ἓν καὶ μετέχειν τοῦ ταὐτοῦ· κατ’ ἄλλο μὲν γὰρ καὶ ἄλλο, πάντως ἀναγκαῖον. Καὶ ᾗ δεύτερον, ἡ ταυτό‐ της τοῦ ἑνός· οὐδὲν γὰρ ἔστιν ἄνευ τοῦ ἑνός·
35καὶ γὰρ ἡ ἑτερότης πᾶν ὅ τι περ ἂν ποιῇ μετὰ τοῦ ἑνὸς ποιεῖ· καὶ γὰρ εἶναί τι τῶν ὄντων ἀμέτοχον τοῦ ἑνὸς παντελῶς ἀδύνατον· καθὸ δὲ ταὐτὸν ἔσται, κατὰ τοῦτο ἐξ ἀνάγκης [ἓν], ἐπείπερ ἡ ταυτότης τὸ ἕν ἐστιν· ἀλλὰ μὴν
40ἔστι τι καθὸ μεταλαμβάνει ταυτότητος πολλὰ
in Prm
.

1186

γιγνόμενον, οἷον τὸ τοῖς πολλοῖς ταὐτὸν γιγνόμενον καὶ οὐχ ἕν· οὐκ ἄρα ἡ ταυτό‐ της τὸ ἕν. Ὥσπερ γὰρ τὸ τῷ ἀνθρώπῳ ταὐ‐ τὸν γιγνόμενον ἄνθρωπός ἐστι, καὶ τὸ τῷ ἵππῳ
5ἵππος, καὶ τὸ τῷ λευκῷ ταὐτὸν γιγνόμενον λευ‐ κὸν, καὶ τὸ τῷ μέλανι μέλαν, καὶ ἐπὶ πάντων ἁπλῶς τὸ ταυτούμενον πρός τι εἶδος ἐκείνου δέ‐ χεται πρὸς ὃ λέγεται ταυτοῦσθαι πάντως, οὕτω τὸ τοῖς πολλοῖς ταὐτὸν γιγνόμενον τῷ
10πολλὰ γίγνεσθαι ταὐτὸν γίγνεται τοῖς πολ‐ λοῖς. Ταὐτὸν οὖν τοῖς πολλοῖς γιγνόμενον, καθὸ πολλὰ, ταὐτόν ἐστιν αὐτοῖς· ἀλλὰ μὴν καθὸ πολλὰ [ἓν] εἶναι ἀδύνατον· οὐκ ἄρα ταυτότης ἐστὶ τὸ ἕν· ἦν γὰρ ἂν πάντα ταυτότητος μετ‐
15έχοντα κατὰ τὸ αὐτὸ καὶ ἓν γιγνόμενα. Δέδει‐ κται δὲ ἐπὶ τῶν πολλῶν [ὅτι] οὐκ ἔστι, διὰ τῶν πολλῶν οἷον ἀντίθεσιν πρὸς τὸ ἕν· τούτῳ δὲ δειχθέντι συνῆψε καὶ ὅτι οὐχὶ ταὐτὸν οὕτω τὸ ἓν, ὡς ταυτότητος μεταλαβόν· εἰ γὰρ ἔσται
20ταὐτὸν ἑαυτῷ οὕτως, ὡς μετέχον ταυτότητος ἄλλης οὔσης, οὐχ ἓν ἔσται τὸ ἕν· ἔσται γὰρ τῷ μεταλαβεῖν ταυτότητος ἕν τε καὶ ἄλλο τι ὃ μὴ ἔστι, καὶ οὐκέτι φυλάξει τὴν ἰδιότητα τοῦ ἑνὸς, πλῆθος ἀντὶ τοῦ ἑνὸς γενόμενον. Ταῦτα δὲ
25πάντα συντόμως περιέλαβεν εἰπὼν ὡς, εἴπερ ἑαυτῷ ταὐτὸν ἔσται τὸ ἓν, οὐχ ἓν ἑαυτῷ ἔσται· ταυτότης γὰρ ἕτερον δέδεικται τοῦ ἑνός. Δυνάμει οὖν ὁ σύμπας ἐστὶ λόγος τοιοῦ‐ τος· πᾶν τὸ ταὐτόν τισιν ὂν ἢ μετέχει ταυτό‐
30τητος, ἢ αὐτὸ ταὐτόν ἐστι· τὸ δὲ ἓν οὔτε μετ‐ έχει ταυτότητος ὡς ἄλλης οὔσης, ἵνα μὴ μετέχον ἄλλου του παρὰ τὸ ἓν ᾖ οὐχ ἕν· οὔτε ἐστὶν αὐτοταυτότης, οὐ γὰρ οἷς ὑπάρχει ταυ‐ τότης τούτοις καὶ τὸ ἕν· τὰ γὰρ πολλὰ τοῖς
35πολλοῖς ταὐτὰ εἶναι δυνατὸν, ἓν δὲ εἶναι οὐ δυνατὸν, ἕως ἂν ᾖ πολλά· οὐκ ἄρα τὸ ἓν ταυ‐ τότης, οὔτε ὡς μετέχον ταυτότητος εἶναι δυ‐ νάμενον ταὐτόν. Ὁ μὲν οὖν σύμπας λόγος τοιοῦτος. Ἀπο‐
40ρήσειε δ’ ἄν τις πρὸς ἡμᾶς, ἵν’ ἀπὸ τῶν τε‐
in Prm
.

1187

λευταίων ἀρξώμεθα, ποῦ καὶ ἐν τίσιν ἔδειξεν ὡς ἔστι τι γιγνόμενον ἓν καὶ οὐ ταὐτόν. Ὅτι μὲν οὖν τὸ ταὐτὸν γιγνόμενον οὐ πάντως κατὰ τοῦτο γίγνεται καὶ ἓν, δεδείχθω διότι τὸ τοῖς
5πολλοῖς ταὐτὸν γιγνόμενον οὐ γίγνεται ἓν, ἀλλὰ πολλά· τούτου δὲ μόνου προσδειχθέντος, πῶς δύο ἐπήνεγκεν εἰπὼν ὡς, ὁπότε τι ταὐ‐ τὸν ἐγίγνετο, ἀεὶ ἂν ἐγίγνετο, καὶ ὁπότε ἓν, ταὐτὸν, εἰ ταὐτὸν ἦν ταυτότης
10καὶ ἕν. Ῥητέον δὲ ὅτι κατὰ τὴν αὐτὴν ὁδὸν τοῦ λόγου καὶ τοῦτο προσθήσομεν· ἓν γάρ τι γιγνόμενον ἕτερον γίγνεται τῶν πολλῶν· καί‐ τοι γε εἰ ταὐτὸν ἦν ταυτότης καὶ ἓν, ἔδει τὸ ἓν γιγνόμενον εὐθὺς γίγνεσθαι καὶ ταὐτὸν,
15ἀλλὰ μὴ ἕτερον· ὡς γὰρ τοῖς πολλοῖς ταὐτὸν οὐχ ἓν, οὕτω τὸ ἓν οὐ ταὐτὸν τοῖς πολλοῖς. Εἴποι δ’ ἄν τις ὅτι τὸ ἓν γιγνόμενον οὐχ ἓν ὂν πρότερον γίγνεται τῶν οὐχ ἓν, ἑαυτῷ δὲ ταὐ‐ τὸν καὶ διὰ τοῦ τὸ ἕτερον τῶν οὐχ ἓν, ὅτι
20ἑαυτῷ ταὐτόν. Μήποτε οὖν τὸ ἓν γιγνόμενον ἐξ ἀνάγκης μὲν ἕτερον γίγνεται τῶν οὐχ ἓν, οὐ συνάγει δὲ τὴν ἔννοιαν τοῦ αὐτοῦ καθόσον ἐστὶν ἕν· τῶν μὲν γὰρ οὐχ ἓν διὰ τὴν ἀντίθε‐ σιν ἕτερον γίγνεται, καθὸ δὲ ἓν τὸ ἕν ἐστιν, ἓν,
25οὐκ ὂν τῶν πρός τι· καθ’ αὑτὸ γάρ· τὸ γὰρ ταὐτὸν τῶν πρός τι τὸ ἓν γίγνεσθαί τι τὸ ταὐ‐ τὸν οὐ συνεισφέρει· τὰ γὰρ καθ’ αὑτὸ προ‐ ϋπάρχει πανταχοῦ τῶν πρός τι, διότι τὸ γι‐ γνόμενον ἓν οὐ πάντως ταὐτὸν, διότι τὰ καθ’
30αὑτὸ πρὸ τοῦ πρός τι· τὸ δὲ ταὐτὸν τῶν πρός τι λεγομένων ἐστίν· ἅμα γὰρ καὶ οὐ ταὐτόν ἐστί τι καὶ ἕν. Οὐκ ἄρα ἁπλῶς ἓν ἡ ταυτότης καὶ τὸ ἕν. Διόπερ ὁ Πλάτων τῷ λόγῳ θαῤῥῶν ἐπήγαγεν ὡς, εἰ ἦν τὸ ἓν ταυτότης, ἦν ἂν
35καὶ τὸ ταὐτὸν ἓν καθὸ ταὐτὸν, καὶ τὸ ἓν ταὐ‐ τὸν καθὸ ἕν· ἐφάνη δὲ καὶ τὸ ταὐτὸν τοῖς πολ‐ λοῖς πολλὰ, καὶ κατὰ ταὐτὸ τὸ οὐχ ἓν, καὶ τὸ ἓν γιγνόμενον οὔπω ταὐτόν. Πάλιν τοίνυν ἀπο‐ ρήσουσί τινες πῶς ταὐτὸν γίγνεσθαί φαμεν
40τοῖς πολλοῖς· ἴσον γὰρ ἦν δικαιότερον εἰ‐
πεῖν, ἀλλ’ οὐ ταὐτόν· ῥητέον δὲ πρὸς αὐτοὺς
in Prm
.

1188

ὅτι ἔστιν οὐσιῶδες πλῆθος ἐν τοῖς οὖσι, τὸ δὲ καὶ ἔξωθεν ἐπιγιγνόμενον καὶ ἐπεισοδιῶδες, καὶ τὸ μὲν ἐν τοῖς εἴδεσιν ὑφεστηκὸς, τὸ δὲ ἐν τοῖς ἐνύλοις πράγμασιν· ὅταν τῷ οὐσιώδει
5πλήθει καὶ τῷ ἀριθμῷ γίγνηται ὁ αὐτὸς ἀρι‐ θμὸς, οὐχ ὅς ἐστιν ἐν τοῖς ἠριθμημένοις, ἀλλ’ ὅς ἐστιν ἁπλῶς ἀριθμὸς, τηνικαῦτα ταὐτὸν λέ‐ γεται γίνεσθαι τὸ πλῆθος τῷ πλήθει, ἀλλ’ οὐκ ἴσον· ἡ γὰρ κατὰ τὴν οὐσίαν κοινωνία ταυτό‐
10της ἐστὶν, ἡ δὲ κατά τι ποσὸν ἰσότης οὐ τὸ οὐσιῶδες ποσόν. Ὡς γὰρ ποιὸν, ἄλλο μὲν τὸ μόνως ποιὸν, ἄλλο δὲ τὸ περιουσίαν τὸ ποιὸν ἀφορίζον, οὕτω καὶ ποσὸν ἄλλο μὲν τὸ κυρίως ποσὸν, ἄλλο δὲ τὸ ἐν οὐσίᾳ ποσόν· καὶ ὅταν
15τοιαῦτα δύο ποσὰ κοινωνῇ πρὸς ἄλληλα, διὰ ταυτότητος κοινωνεῖ, καθάπερ δὴ καὶ τὰ ποιὰ τὰ οὐσιώδη κοινωνεῖ διὰ ταυτότητος, ἀλλ’ οὐ δι’ ὁμοιότητος. Ταῦτα μὲν οὖν πρὸς τὴν ἀπο‐ ρίαν. Ἐνδείκνυται δὲ καὶ δι’ αὐτῶν τούτων ὁ
20φιλόσοφος ὅτι ταυτότητα μὲν ἑτερότητι καὶ πλήθει συνεῖναι δυνατόν· ἡ δὲ ἕνωσις καὶ τὸ ἓν ἐπέκεινα τῆς πρὸς τὸ πλῆθος εἴρηται συν‐ τάξεως· εἰ γὰρ τὰ πολλὰ ταυτότητος μὲν μετασχεῖν δυνατὸν, ἓν δὲ οὐκ ἔσται καθὸ
25πολλὰ, καίτοι διὰ τοῦτο ὄντα ταὐτὰ τοῖς ἑτέ‐ ροις ὅτι πολλὰ, πρόδηλον ὅτι ταυτότης μὲν ἔστι καὶ ἐν πλήθεσιν, ἑνότης δὲ ἐξῃρῆσθαι βούλεται τοῦ πλήθους. Ὅθεν εἰκότως δείκνυ‐ ται τὸ ἓν ὡς οὐκ ἔστι ταυτότης· οὐ γὰρ ἀπο‐
30στατεῖ τοῦ πλήθους ἡ ταυτότης, τὸ δὲ ἓν ἔξω τῶν πεπληθυσμένων ἐστίν· ἑκάστη γὰρ τάξις συνεισφέρει τι ἑαυτῷ πάντως ὃ μὴ ἦν πρὸ αὐ‐ τῆς, οἷον ἡ μὲν γένεσις τὴν κατ’ οὐσίαν μετα‐ βολὴν ἣν οὐκ εἶχεν ὁ οὐρανὸς, ὁ δὲ οὐρανὸς τὴν
35κύκλῳ κίνησιν τὴν τοπικὴν ἣν οὐκ εἶχεν ἡ ψυχὴ καθ’ αὑτὴν, ἡ δὲ ψυχὴ τὴν μεταβατικὴν νόησιν ἣν οὐκ εἶχεν ὁ νοῦς, ὁ δὲ νοῦς τὴν τοῦ νοητοῦ ὄρεξιν ἣν οὐκ εἶχε τὸ ὂν, τὸ δὲ ὂν τὴν ταυτότητα καὶ ἑτερότητα, ὧν ἐξῄρηται τὸ ἓν αὐτὸ, μηδὲν
40δεόμενον τούτων μήτε τῆς ταυτότητος (εἶχε γὰρ
ἁπλότητα κρείττονα ταυτότητος), μήτε ἑτερό‐
in Prm
.

1189

τητος· εἶχε γὰρ ὑπερβολὴν κρείττονα ἑτερότη‐ τος. Ἀδύνατον ἄρα καὶ τῷ ἑνὶ ἢ ἑτέρου ἕτερον εἶναι ἢ ἑαυτῷ ταὐτόν. Ἀδύ‐
5νατον. (P. 139 E.) Τῶν δύο τῶν προσεχῶς δεδειγμένων θεω‐ ρημάτων κοινὸν τοῦτο συμπέρασμα ἐπήγαγεν· ἀδύνατον γάρ φησιν ἢ ἕτερον εἶναί τι‐ νων τὸ ἓν ἢ ἑαυτῷ ταὐτόν. Τοῦτο μή τι
10νομίσῃς ἀσθένειαν εἶναι καὶ δυνάμεως ἔλλει‐ ψιν, μηδὲ αὖ ὑπερβολὴν δυνάμεως· ἔστι γάρ τοι καὶ τοιοῦτον ἀδύνατον, ὡς εἰώθαμεν λέγειν τὸν σπουδαῖον ἀδύνατον εἶναι ἁμαρτεῖν, ἀλλὰ τὴν κρείττω πάσης δυνάμεως ὑπεροχήν. Οὕτω
15γὰρ τὸ ἀδύνατον ἐπὶ τοῦ ἑνὸς ἀληθῶς, ὡς πάσης ἐξ αὐτοῦ προϊούσης δυνάμεως, ἑτεροποιοῦ τε καὶ ταυτοποιοῦ τῶν ὄντων· ἐκεῖθεν γὰρ καὶ τὸ πέρας τὸ πάσης ταυτότητος χορηγὸν τοῖς οὖσι, καὶ τὸ ἄπειρον πάσης διακρίσεως καὶ διαιρέσεως
20γεννητικόν. Ὡς οὖν ὑπὲρ πᾶν πέρας ἐστὶ καὶ ὑπὲρ πᾶσαν ἀπειρίαν, οὕτω καὶ ὑπὲρ πᾶσαν ταυτότητα, πολλῷ μᾶλλον καὶ ὑπὲρ πᾶσαν ἑτερότητα καὶ θείαν τε καὶ ἐν τοῖς οὖσιν ὑφε‐ στῶσαν. Εἴ τις οὖν θεία τάξις κατ’ αὐτὰ χα‐
25ρακτηρίζοιτο μάλιστα πασῶν τῶν θείων τάξεων ἐπέκεινα, καὶ ταύτης ἂν εἴη τὸ ἕν· καὶ τὸ μὴ εἶναι ταὐτὸν ἢ ἕτερον ἐκφαίνοι τὴν κατὰ ταῦτα διαφερόντως προϊοῦσαν διακόσμησιν τῶν θεῶν. Οὕτω δὴ ἕτερόν γε ἢ ταὐτὸν τὸ ἓν
30οὔτ’ ἂν αὑτῷ οὔτ’ ἂν ἑτέρῳ εἴη. Οὐ γὰρ οὖν. (P. 139 E.) Τοῦτο κοινόν ἐστι συμπέρασμα τῶν τεττά‐ ρων προβλημάτων, ἀνακάμπτον μὲν ἐπὶ τὴν πρώτην πρότασιν, ἀλλοιότερον δέ πως διαπε‐
35πραγμένον. Ἐκεῖ μὲν γὰρ εἶπεν, οὐδὲ μὴν ταὐτόν γε οὔθ’ ἑτέρῳ οὔθ’ ἑαυτῷ τὸ ἓν, τοῦ ἑτέρου τὸ ταὐτὸν πρότερον διελὼν, εἶτα τὸ ἕτερον· ἐνταῦθα δὲ ἅμα ἄμφω προσ‐ θεὶς τὸ ἕτερον καὶ ταὐτὸν κοινὴν ἐπήγαγε τὴν
40διαίρεσιν, οὔτ’ ἂν αὑτῷ οὐτ’ ἂν ἑτέρῳ
προσθεὶς, καὶ ἤρξατό γε ἀπὸ τοῦ ἑτέρου καὶ
in Prm
.

1190

κατέληξεν εἰς τὸ ἕτερον, καὶ διὰ τῆς συντο‐ μίας καὶ διὰ τῆς ἀπὸ τοῦ αὐτοῦ πρὸς τὸ αὐτὸ καταλήξεως μιμούμενος τὸν κύκλον τῆς νοερᾶς ἐνεργείας. Ἀλλὰ ταῦτα μὲν περὶ τούτων· ἴσως
5δ’ ἄν τις ἡμᾶς ἐπανέροιτο, τούτων δεδειγμέ‐ νων, εἰ τά γε ἄλλα τοῦ ἑνὸς ἕτερα αὐτοῦ ἂν εἴη· τὰ γὰρ ἄλλα συνεισφέρειν δοκεῖ καὶ τὴν τοῦ ἕτερα εἶναι φήμην αὐτὰ τοῦ ἑνός· ταῦτα μὲν γὰρ οὐδαμῶς· οὐ γάρ ἐστι καὶ ταῦτα ἕν.
10Μήποτε δὲ, ὡς εἴπομεν, τὸ πολλὰ τοῦ ἑνὸς ᾗ ἕτερα μὲν τὰ πολλὰ καὶ ἄλλα πάντη πάντως ἐστὶν, οὐχ ἕτερα δὲ τοῦ ἑνός· ὡς γὰρ αὐτὸς προείρηκε τὸ ἕτερον ἑτέρου ἕτερον, καὶ εἰ λέ‐ γοιτο οὖν ἄλλα καὶ ἕτερα τοῦ ἑνὸς, οὐχ οὕτως
15λέγεται ὡς δι’ ἑτερότητος ἀπ’ ἐκείνου ποιη‐ σάμενα τὴν πρόοδον· ἦν γὰρ ἂν δευτέρα μετὰ τὸ ἓν ἡ ἑτερότης καὶ μέση τοῦ ἑνὸς καὶ τῶν πολλῶν, ἵνα καὶ ταῦτα προΐῃ κατ’ αὐτήν. Ἀλλ’ ἔσται μὲν τούτοις ὕφεσις περὶ τὸ ἓν, οὐ
20πᾶσα δὲ ὕφεσις ἑτερότητός ἐστιν ἔγγονος, ἀλλ’ ἐν τοῖς εἰδητικοῖς διακόσμοις ὕφεσις. Ὅθεν δὴ καὶ πᾶν τὸ ἕτερον τῆς οἰκείας αἰτίας καὶ ὑφεῖται αὐτῆς, οὐ πᾶν δὲ τὸ ὑφειμένον ἡτε‐ ροίωται πρὸς ἐκεῖνο τὸ αἴτιον ἑαυτοῦ. Τάχα δ’
25ἂν καὶ οὕτως λέγοιτο τὰ ἄλλα τοῦ ἑνὸς εἶναι ἕτερα τοῦ ἑνὸς, ὡς διὰ τὴν συνεισελθοῦσαν αὐτοῖς ἑτερότητα τὴν ἀπόστασιν ποιησάμενα τὴν ἀπὸ τοῦ ἑνὸς ἑτεροιωθέντος· τὰ γὰρ αὐτὰ τοῦ ἀνετε‐ ροιώτου διὰ τὴν ἁπλότητα τάξιν ὑφειμένην
30ἔλαχεν, ὥστε καὶ ἄλλα ῥηθήσεται τοῦ ἑνὸς, ὡς διὰ τῶν ἄλλων ἄλλα γενέσθαι χωρισθέντα τοῦ τὴν ἀλλήλων προσηγορίαν ἀναινομένου παν‐ τάπασιν ἑνός. Διττῆς οὖν, μᾶλλον δὲ τριττῆς ἐν τοῖς οὖσιν οὔσης τῆς ἑτερότητος, τῆς μὲν τῶν
35κρειττόνων, τῆς δὲ τῶν χειρόνων, τῆς δὲ τῶν ὁμοστοίχων, ἀντὶ μὲν τῆς τῶν κρειττόνων πρὸς τὰ χείρονα τῶν εἰδῶν ἑτερότητος τὴν ὑπεροχὴν ληπτέον ἐν τοῖς ὑπερουσίοις, ἀντὶ δὲ τῆς τῶν χειρόνων πρὸς τὰ κρείττονα τὴν ὕφεσιν, ἀντὶ
40δὲ τῆς τῶν ὁμοστοίχων ἀπ’ ἀλλήλων διακρί‐
σεως τὴν ἰδιότητα. Πάντα οὖν ὑφεῖται τοῦ
in Prm
.

1191

ἑνὸς, καὶ πάντων ὑπερέχει τὸ ἓν, καὶ οὔτε τὸ ἓν ἕτερον τῶν ἄλλων οὔτε τὰ ἄλλα ἕτερα τοῦ ἑνός. Εἰ δέ που καταχρώμεθα τοῖς ὀνόμασι τἄλλα τοῦ ἑνὸς λέγοντες, συγγνώμην ἔχειν δεῖ
5πρὸς τὴν συνήθειαν ἀποβλέποντας. Ὅτι γὰρ οὐδὲν κυρίως ἐπὶ τοῦ ἑνὸς λέγομεν, προϊόντες ἀκουσόμεθα τοῦ φιλοσόφου δεικνύντος· λέγο‐ μεν δὲ ὅμως τι περὶ αὐτοῦ διὰ τὴν αὐτοφυῆ τῆς ψυχῆς ὠδῖνα περὶ τὸ ἕν.
10 Οὐδὲ μὴν ὅμοιόν τινι ἔσται οὐδ’ ἀνόμοιον οὔθ’ ἑαυτῷ οὔθ’ ἑτέρ. Τί δή; (P. 139 E.) Μεταβέβηκεν ἀπ’ ἄλλης τάξεως ἐπ’ ἄλλην τὴν προσεχῆ, καθάπερ δείξομεν ἐν τῇ δευτέρᾳ
15ὑποθέσει, καὶ ἀπὸ τῆς δημιουργικῆς τάξεως ἐπὶ τὴν ἀφομοιωτικὴν ὑμνουμένην παρ’ ἄλλων διακόσμησιν, ἧς ἴδιον τὸ μόνως ὑπερκόσμιον εἶναι δι’ ἧς καὶ τὰ ἐγκόσμια πάντα καὶ τὰ ἀπό‐ λυτα γένη τοῖς νοεροῖς ἀφομοιοῦται θεοῖς, καὶ
20συνάπτεται πρὸς τὴν μονάδα τὴν δημιουργικὴν τὴν ἐξῃρημένως τῶν ὅλων βασιλεύουσαν, καὶ δείκνυσιν ὅπως καὶ ταύτης ὑφειμένον τὸ ἓν γεν‐ νητικόν ἐστιν αὐτῆς, εἰ οἷόν τε εἰπεῖν, τάξιν ὅλην ἐκφῆναν μετὰ τῶν πρὸ αὐτῆς, ἀλλ’ οὐχὶ
25εἶδος ἓν νοερὸν ἀναινόμενον. Οὐδὲ γὰρ τοῦτο σεμνὸν εἰ ἑνός τινος εἴδους ὑπερίδρυται τὸ ἓν, ὁμοιότητος ἢ ἀνομοιότητος, οὐδὲ περὶ ταῦτα διατρίβειν οἰητέον τὸν παρόντα λόγον· πάμ‐ πολλα γὰρ τὰ εἴδη, καὶ οὐκ ἂν ἔχοις εἰπεῖν
30δι’ ἣν αἰτίαν τὰ μὲν παρῆκε, τὰ δὲ πρὸς τὴν ἀφαίρεσιν τὴν ἀπὸ τοῦ ἑνὸς προσήκατο μόνα τῶν ἄλλων. Ἀλλὰ δῆλόν ἐστι τοῖς τὰ θεῖα γένη διῃρημένοις ὅτι τάξεων ὅλων ὑπέρτερον αὐτὸ δείκνυσιν, ὕμνον διὰ τῶν ἀποφάσεων τού‐
35των ἕνα θεολογικὸν ἀναπέμπων εἰς τὸ ἕν. Οὐκ
in Prm
.

1192

ἄρα ἀποδεξόμεθα τὸν λόγον τὸν ἁπλῶς καὶ ἡμεῖς ὅτι ταῖς δέκα κατηγορίαις ἐφέπεται, τὸ μὲν ταὐτὸν καὶ ἕτερον ἀπ’ οὐσίας λαβὼν, τὸ δὲ ὅμοιον καὶ ἀνόμοιον ἐκ ποιότητος,
5τὸ δὲ ἴσον καὶ ἄνισον ἐκ ποσότητος, τὸ δὲ πρεσβύτερον καὶ νεώτερον ἀπὸ τοῦ ποτέ. Καίτοι ταῦτα ἀληθῆ καὶ προείπομεν καὶ ταῦτα ἡμεῖς, ἀλλὰ ταῦτα πάντα ἐν τοῖς αἰσθη‐ τοῖς ἐστι καὶ περὶ τὰ αἰσθητά· τοῦ δὲ Πλά‐
10τωνος περὶ τὰς ὑπερκοσμίους τάξεις διατρί‐ βοντος κἀκείνων ἐξῃρημένον τὸ ἓν ἀποφαίνοντος, οὐδὲν σεμνὸν, οὐδὲ εἰ πᾶς τις ἀποφήναιτο τῶν κατηγοριῶν καθαρεῦον τὸ ἓν, καὶ μάλιστα κατὰ τοὺς θεμένους εἶναι τὰς κατηγορίας ὑφειμένας
15τῶν νοητῶν. Ἢ πῶς ἐκεῖ συμβεβηκός τί ἐστι, πῶς δὲ οὐσίαν τοιαύτην ἐκεῖ ῥητέον, ἧς ἴδιον μάλιστα τὸ ταὐτὸν οὖσαν καὶ ἀριθμῷ ἓν δεκτι‐ κὴν εἶναι τῶν ἐναντίων; Οὔτε γὰρ τὸ τοιοῦτον ἓν χώραν ἐπὶ τῆς νοητῆς ἔχει καὶ διαγωνίου
20φύσεως, οὔτε τὰ γένη καὶ τὰ εἴδη τὰ ἀτιμό‐ τερα τῶν τοιούτων οὐσιῶν, ὅπου μηδὲ αὗται τιμιώτεραι οὖσαι ἐκείνων, οὔτε πολλῷ μᾶλλον τὰ συμβεβηκότα τῶν τοιούτων γενῶν ἀμυδρό‐ τερα καὶ εἰδῶν. Εἰ οὖν καὶ πᾶσαν νοητὴν
25οὐσίαν τούτων καθαρεύειν φαμὲν τῶν πολυθρυλ‐ λήτων κατηγοριῶν, τίνα ἂν ὑπερβολὴν δει‐ κνύοι τοῦ κρείττονος τῶν νοητῶν ἑνὸς ἡ τού‐ των ἀφαίρεσις; Τὰς μὲν οὖν κατηγορίας διὰ ταῦτα χαίρειν ἐατέον, εἴτε ὀρθῶς διῄρηνται
30τοῖς θρυλλοῦσιν αὐτὰς, εἴτε καὶ μή· διαφέρει γὰρ πρὸς τὸ παρὸν οὐδέν. Εἰ δέ τις οἴοιτο τῶν νοητῶν ἢ νοερῶν γίνεσθαι διὰ τούτων εἰδῶν τὰς ἀποφάσεις, εἴρηται καὶ πρὸς τοῦτον ὅτι καὶ ταῦτα οὐδὲν ἔχει θαυμάσιον, οἷον εἰ εἴδους ἑνὸς
35ὑπερέχει τὸ ἓν, πάντων αἴτιον ὂν τῶν νοητῶν.
in Prm
.

1193

Τούτων γὰρ ἐξῄρηται καὶ ἡ ἑνὰς ἡ τοῦ νοῦ, δι’ ἣν ὁ νοῦς ἐστιν ἑνοειδὴς καὶ αὐτῷ τῷ ἑνὶ δια‐ φερόντως οἷον ἐῤῥιζωμένος, καὶ πάντα μὲν τὰ ὄντα διὰ τοῦ ἐν ἑαυτοῖς ἑνὸς ἐκείνῳ συνῆπται,
5μάλιστα δὲ ὁ νοῦς, εἴπερ οὗτος μετὰ τὸ ἕν. Ἀλλ’ εἴ τι περὶ τῶν προκειμένων ἀποφάσεων καὶ τούτων ἐνδείξασθαι ἄξιον, ῥητέον ὅτι πρό‐ εισι μὲν ἡ ἀφομοιωτικὴ πᾶσα τάξις ἀπὸ τῆς δημιουργικῆς μονάδος, μιμεῖται δὲ τὴν μὲν
10ἐκεῖ ταυτότητα διὰ τῆς ὁμοιότητος, τὸ συνα‐ γωγὸν αὐτῆς καὶ τὸ συνεκτικὸν τῶν ὅλων μερι‐ κώτερον ἐπιδεικνυμένη, τὴν δὲ ἑτερότητα τὴν δημιουργικὴν διὰ τῆς ἀνομοιότητος, τὸ δια‐ κριτικὸν αὐτῆς καὶ διαιρετικὸν διὰ τῆς ἀσυγ‐
15χύτου πρὸς τὰ ἄκρα καθαρότητος ἀπεικονισα‐ μένη. Ταυτότητα μὲν γὰρ ἀνειμένην τὴν ὁμοιότητα λέγειν τοῦτο δὴ τὸ τῶν πρὸ ἡμῶν τισιν ἀρέσαν, ἢ ἑτερότητα ἀνειμένην τὴν ἀν‐ ομοιότητα παραιτητέον· οὐδὲ γάρ ἐστιν ἐν τοῖς
20θεοῖς ἄνεσίς τις καὶ ἐπίτασις, οὐδὲ ἀοριστία καὶ τὸ μᾶλλον καὶ ἧττον, ἀλλὰ πάντα ἐπὶ τῶν οἰκείων ὅρων ἵδρυται καὶ τῶν οἰκείων μέτρων, οὔτε ἐπίτασιν οὔτε ἄνεσιν οὐδεμίαν ἐπιδέξα‐ σθαι δυνάμενα. Ἐκεῖνα δὲ μᾶλλον ἁρμόσει λέ‐
25γειν, ὅσα τὰς ἐν τοῖς θείοις ἀναλογίας διασα‐ φεῖ· τὴν γὰρ ἀναλογίαν καὶ αὐτὸς ἐπὶ τῶν θείων προσήκατο, τὸν ἥλιον ἀνάλογον ὄντα τοῖς νοητοῖς καθὸ καὶ τὰ ὁρατὰ θέμενος. Τοῦτο οὖν ἐστιν ἐν τοῖς δευτέροις ἡ ὁμοιότης ὅπερ ἐν
30τοῖς πρὸ αὐτῶν ἡ ταυτότης, καὶ τοῦτό ἐστιν ἡ ἀνομοιότης ὅπερ ἡ ἑτερότης, καὶ ἡ ὁμοιότης μερικῶς καὶ οἷον ἀρχικῶς, καὶ ἔστι πρῶτα γεννήματα ταυτότητος καὶ ἑτερότητος τὸ ὅμοιον καὶ ἀνόμοιον. Καὶ τὸ ἴσον γὰρ ἐκεῖθεν καὶ τὸ
35ἄνισον, ἀλλὰ πρὸ τούτων ὁμοιότης καὶ ἀνομοιό‐ της· μᾶλλον γὰρ ἐν εἴδεσι καὶ τὸ ὅμοιον ἢ τὸ ἴσον καὶ μᾶλλον τὸ ἀνόμοιον ἢ τὸ ἄνισον, ὥσπερ δὲ ταῦτα, προσεχῶς ἐξήρτηται τῆς δη‐ μιουργικῆς μονάδος· ἐν ἐκείνῃ γὰρ ὅλως καὶ ἡ
40ἀφομοιωτικὴ προϋφέστηκεν αἰτία. Διὸ καὶ
in Prm
.

1194

ὁ Τίμαιος οὐ μόνον ποιοῦντα παραδίδωσι τὸν κόσμον τὸν ἐκεῖ δημιουργὸν, ἀλλὰ καὶ ἀφο‐ μοιοῦντα αὐτὸν πρὸς τὸ αὐτόζωον μειζόνως ἢ πρότερον, καὶ διὰ τοῦτο πάντα τὸν χρόνον
5μέτρον ἐσόμενον τῶν περιόδων τοῦ παντὸς, ὥσπερ ὁ αἰὼν τῆς τοῦ αὐτοζώου φύσεως μέτρον προϋπῆρχε. Εἰκότως ἄρα μετὰ τὴν μονάδα τὴν δημιουρ‐ γικὴν ἐπὶ τὴν ἀφομοιωτικὴν προῆλθε τάξιν,
10ἀφαιρῶν καὶ ταύτην τοῦ ἑνός· ἡ δὲ μέθο‐ δος τῶν προβλημάτων ἡ αὐτὴ τοῖς προειρη‐ μένοις· τέτταρα γὰρ καὶ ἐνταῦθα προβλήμα‐ τα, εἰ ἑαυτῷ ὅμοιον τὸ ἓν, εἰ ἑαυτῷ ἀνόμοιον τὸ ἓν, εἰ τοῖς ἄλλοις ὅμοιον τὸ ἓν, εἰ τοῖς
15ἄλλοις ἀνόμοιον τὸ ἕν· αἱ δὲ ἀποδείξεις τού‐ των, ὡς οὐδὲν αὐτῶν ἐφαρμόζει τῷ ἑνὶ, πᾶ‐ σαι ἀπὸ τῆς ταυτότητος ὥρμηνται καὶ ἑτε‐ ρότητος κατὰ τοὺς ἀποδεικτικοὺς κανόνας τῶν μέσων αἰτίων κυρίως ὄντων τοῦ πράγμα‐
20τος. Ὅθεν δὴ πολλάκις καὶ οὐκ ἐκ τῶν προσ‐ εχῶς δεδειγμένων φέρει τὴν ἀπόδειξιν· οὐ γὰρ ἀεὶ τὰ ἀνωτέρω καὶ τὰ πρότερα γεννητικὰ τῶν δευτέρων ἐστὶν, ἀλλὰ τελεσιουργὰ μὲν ἢ φρου‐ ρητικὰ ἢ ἄλλως προνοητικὰ, γεννητικὰ δὲ οὐ
25πάντως· οἷον ἄνωθεν γὰρ, εἰ βούλει, θεώρησον τὴν τάξιν, ὅτι οὐχ ὅλον ἢ μέρη ἔχον ἀπὸ τῶν πολλῶν προαπέδειξεν, ἐκεῖθεν γὰρ ἡ νοερὰ προῆλθεν ὁλότης· ὅτι ἀρχὴν καὶ μέ‐ σον καὶ τελευτὴν οὐκ ἔχον ἀπὸ τοῦ ὅλου
30καὶ τῶν μερῶν, ἐκ τούτων γὰρ παράγεται προσ‐ εχῶς· ὅτι οὔτε εὐθὺ οὔτε στρογγύλον ἀπὸ τῆς ἀρχῆς καὶ τοῦ μέσου καὶ τῆς τελευτῆς, ἐκεῖθεν γὰρ ἔλαχε τὴν ἀπογέννησιν· ὅτι οὔτε ἐν ἑαυτῷ οὔτε ἐν ἄλλῳ ἀπὸ τοῦ μήτε ὅλον
35εἶναι μήτε μέρη ἔχειν· τὸ γὰρ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ ὂν ἀπὸ τῆς τάξεως ἐκείνης προῆλθεν, ἀλλ’ οὐκ ἀπὸ τοῦ σχήματος, καίτοι πρὸ αὐτοῦ τεταγ‐ μένου κατὰ τὴν πρόοδον· ὅτι οὔτε ἕστηκεν οὔτε κινεῖται πολλαχόθεν, ἔκ τε τοῦ μὴ
40εἶναι ἔν τινι καὶ ἐκ τοῦ μὴ ἔχειν μέσον καὶ ἐκ
in Prm
.

1195

τοῦ μέρη μὴ ἔχειν· ἀπὸ πασῶν γὰρ τούτων τάξεων πρόεισιν ἡ κατὰ τὸ ἑστάναι καὶ κινεῖ‐ σθαι τάξις. Καὶ ταῦτα δῆλα ποιήσομεν, ὅταν αὐτῶν ἕκαστα τοῖς θεολόγοις ἐφαρμόσωμεν ὑφ‐
5ηγήσεσι περὶ τῶν θείων προόδων. Ὡς οὖν ἐπὶ τούτων ἀπ’ ἐκείνων πεποίηται τὴν ἀπόδειξιν, ὅσα ὡς αἴτια προηγεῖται τῆς ἀεὶ θεωρουμένης τάξεως, οὕτω δὴ καὶ ἐν τοῖς περὶ ὁμοιότητος καὶ ἀνομοιότητος λόγοις ἀπὸ ταυτότητος
10καὶ ἑτερότητος φέρει τὰς ἐπιβολὰς τὰς ἀπο‐ φατικὰς τοῦ ἑνὸς καὶ τούτων, ἐπειδήπερ ἐκεῖ‐ θεν ταύταις ἡ πρόοδος. Τούτων δὴ προειρημέ‐ νων, ἡμῖν ἑξῆς τὰς ἀποδείξεις αὐτὰς, ἑκάστην ἐν τάξει προχειριζομένοις, ἐπισκεπτέον.
15 Ὅτι τὸ ταὐτόν που πεπονθὸς ὅμοιον. Να. Τοῦ δέ γε ἑνὸς χωρὶς ἐφάνη τὴν φύσιν τὸ ταὐτόν. Ἐφάνη γάρ. Ἀλλὰ μὴν εἴ τι πέπονθε χωρὶς τοῦ ἓν εἶναι τὸ ἓν, πλείω ἂν εἶναι πεπόν‐
20θοι ἢ ἕν· τοῦτο δὲ ἀδύνατον. Να. Οὐδαμῶς ἔστιν ἄρα ταὐτὸν πεπονθὸς εἶναι τὸ ἓν, οὔτ’ ἄλλῳ οὔθ’ ἑαυτ. Οὐ φαίνεται. Οὐδὲ ὅμοιον ἄρα δυ‐ νατὸν αὐτὸ εἶναι οὔτε ἄλλῳ οὔθ’ ἑαυ‐
25τ. Οὐκ ἔοικεν. (P. 139 E.) Ὁ μὲν συλλογισμὸς διὰ τοῦ κατασκευάζειν τὸ ἓν, ὡς οὐκ ἔστιν ὅμοιον οὔτε ἑαυτῷ οὔτε ἄλλῳ, τοιοῦτός τίς ἐστι κατὰ τοὺς γεωμέτρας, πρότερον ἡμῶν ὁρισαμένων τί ποτέ ἐστιν
30ὅμοιον· ὅτι τὸ ταὐτόν τι πεπονθὸς ὅμοιον ἐκείνῳ λέγομεν ᾧ ταὐτόν τι πέπονθε· τὰ γὰρ δύο λευκὰ φαμὲν ὅμοια καὶ τὰ δύο μέλανα ταὐτόν τι πεπονθότα τὸ μέλαν καὶ τὸ λευκὸν, καὶ αὐτὰ πάλιν ἀλλήλοις· ἐὰν λέγῃς ὅμοια τὸ
35μέλαν καὶ τὸ λευκὸν, ὅμοια ἐρεῖς τῷ μετέχειν ταὐτοῦ τινος τοῦ κοινοῦ γένους αὐτῶν τοῦ χρώ‐ ματος. Ὁ δ’ οὖν συλλογισμὸς τοιοῦτος· τὸ ἓν οὐδὲν πέπονθε ταὐτὸν οὔτε ἑαυτῷ οὔτε ἄλλῳ, τὸ ὅμοιον ἢ ἑαυτῷ ἢ ἄλλῳ ταὐτόν τι
40πέπονθε, τὸ ἓν ἄρα οὐκ ἔστιν ὅμοιον οὔτε
in Prm
.

1196

ἑαυτῷ οὔτε ἄλλῳ. Τοιούτου δὲ ὄντος τοῦ συλ‐ λογισμοῦ, τὴν ἑτέραν μόνην τῶν προτάσεων παραμυθίας ἠξίωσε, τὴν λέγουσαν ὅτι τὸ ἓν οὐ πέπονθέ τι ταὐτὸν οὔτε ἑαυτῷ οὔτε ἄλλῳ.
5Πῶς καὶ τίνα τρόπον; τὸ ἓν, φησὶ, χωρὶς ἐφάνη τῆς ταυτότητος· ἐδείχθη γὰρ ὡς οὐδαμῶς ἐστι ταὐτόν· τὸ δὲ χωρὶς ταυτότητος εἰ πεπόνθοι τὸ ταὐτὸν, πλείω ἔσται καὶ οὐχ ἕν· πᾶν γὰρ τὸ ὁτιοῦν πεπονθὸς πολλὰ, ὅ ἐστι καὶ ὃ πέ‐
10πονθε. Καὶ τί θαυμαστὸν, ὅπου γε καὶ τὸ ἓν αὐτὸ πεπονθός τι πολλά ἐστιν; οὐ γάρ ἐστιν αὐτὸ τὸ ἓν πεπονθὸς τὸ ἓν, ἀλλὰ τὰ πολλὰ τὰ μετέχοντα τοῦ ἑνός· αὐτὸ δὲ τὸ ἕν ἐστιν ἓν καὶ οὐ πέπονθε τὸ ἕν· εἰ δέ τι ἄλλο πεπόν‐
15θοι αὐτὸ, πλείω ἂν εἴη καὶ οὐχ ἕν. Καὶ πάλιν οὖν ῥητέον· εἰ χωρίς ἐστι τῆς ταυτότητος τὸ ἓν, οὐ πέπονθε τὸ ταὐτὸν, ἵνα μὴ γένηται τότ’ ἄλλο τι παθεῖν ὃ μὴ ἔστιν οὐχ ἕν· ἀλλὰ μὴν χωρίς ἐστι τῆς ταυτότητος τὸ ἕν· οὐδαμῶς ἄρα
20πέπονθε τὸ ταὐτὸν τὸ ἓν οὔτε πρὸς ἑαυτὸ οὔτε πρὸς ἄλλο· τούτῳ δὲ ἕπεται τὸ μηδὲ ὅμοιον εἶ‐ ναι τὸ ἓν μήτε ἑαυτῷ μήτε ἄλλῳ· τὸ γὰρ ὅμοιον ταὐτόν τι πέπονθε. Ταῦτα μὲν δὴ περὶ τῆς τῶν προτάσεων ἀκολουθίας· ὅρα δὲ πῶς ἀσφα‐
25λῶς οὐκ εἶπε τὸ ἓν πεπονθέναι τὸ ἓν, ἀλλὰ μη‐ δὲν ἄλλο πεπονθέναι, πλὴν τὸ εἶναι· τοῦτο γάρ ἐστι καὶ οὐ πέπονθε· πᾶν γὰρ τὸ ὁτιοῦν πεπονθὸς πολλά ἐστι· πάθος γὰρ καλεῖ τὴν μέθεξιν ἄλλου τινός. Μήποτε δὲ καὶ οὑτωσὶ
30λέγων τὸ ἓν οὐδὲν ἄλλο πεπονθέναι ἢ τὸ ἓν, πάνυ θαυμαστῶς ἐνδείκνυται ὅτι καὶ τὸ ἓν κα‐ ταδεέστερόν ἐστι τῆς πάντων ἀρχῆς, ὃ καὶ ἐπὶ τέλει τῆς ὑποθέσεως ἐρεῖ ταύτης, καὶ ὅτι καὶ τοῦτο ὡς ἀλλότριον αὐτῇ προστίθησιν ὁ λόγος,
35εἰ καὶ τῶν ἄλλων οἰκειότερον, διότι τοῦ ἑνὸς οὐδ’ ἐννοῆσαί τι δυνατὸν σεμνότερον, ὥστε καὶ τοῦτο μὲν πεπονθὸς ἔσται ἐκεῖνο· δεῖ δὲ μέχρι τούτου τὸν λόγον ἵστασθαι, καὶ μηδὲν ἔτι προστιθέναι πλεῖον, ἵνα μὴ τὸ καὶ τοῦ ἑνὸς
40αὐτοῦ κρεῖττον εἰς πλῆθος ἀγαγόντες λάθωμεν.
in Prm
.

1197

Εἰ δὲ αὖ τοῦτό τις ἐπιζητοίη πάλιν πόθεν ὅτι τὸ ταὐτὸν πεπονθὸς ὅμοιόν ἐστι, ῥητέον ὅτι τῆς ταυτότητος ἔγγονός ἐστιν ἡ ὁμοιότης, ὥσπερ τοῦ ἑνὸς ἡ ταυτότης. Ἥ τε οὖν ταυτότης μετ‐
5έχει τοῦ ἑνὸς, καὶ ἡ ὁμοιότης μετέχει τῆς ταυ‐ τότητος· τοῦτο δέ ἐστι πεπονθέναι τὸ μετέχειν ἄλλου καὶ προϊέναι κατ’ ἄλλην αἰτίαν πρεσβυ‐ τέραν. Καὶ ὁρᾷς ὅπως, ἐπειδὴ τὸ μετέχειν ἐπὶ τοῦ ἑνὸς λαμβάνει νῦν καὶ μὴ μετέχειν, οὐχ
10ὡς κρείττονος, ἀλλ’ ὡς καταδεεστέρου καὶ ἐξημμένου τοῦ ἑνὸς, ὡς ἐπὶ τῆς δευτέρας ὑπο‐ θέσεως, ἢ μὴ ἐξημμένου, ὡς ἐπὶ ταύτης, ἵνα μὴ ταράξῃ τῷ ὀνόματι ταὐτῷ χρώμενος, τὴν ὡς κρείττονος μέθεξιν πάθος προείρηκεν, εἰπὼν
15τὸ ὅμοιον πεπονθέναι καὶ τὸ ταὐτὸν καὶ τὸ ἀνόμοιον καὶ τὸ ἕτερον· ὁλικώτερα γὰρ ταῦτα ἐκείνων· καθάπερ γὰρ εἴπομεν, καὶ τὸ ἴσον καὶ τὸ ἄνισον ταὐτόν ἐστιν ἐν ποσῷ καὶ ἕτερον. Οὕτω δὲ καὶ ἐν Σοφιστῇ πάθος ἐκάλει τὴν
20μέθεξιν, καὶ τὸ ὅλον πεπονθέναι τὸ ἓν, οὐκ ὂν αὐτοὲν, ἀλλὰ μετέχον τοῦ ἑνός. Οὐδὲ μὴν ἕτερόν γε πέπονθεν εἶναι τὸ ἕν· καὶ γὰρ οὕτω πλείω ἂν πεπόνθοι εἶναι ἢ ἕν. Πλείω γάρ. Τό γε μὴν
25ἕτερον πεπονθὸς ἢ ἑαυτοῦ ἢ ἄλλου ἀνό‐ μοιον ἂν εἴη ἢ ἑαυτῷ ἢ ἄλλ, εἴπερ τὸ ταὐτὸν πεπονθὸς ὅμοιον. Ὀρθῶς. Τὸ δέ γε ἓν, ὡς ἔοικεν, οὐδαμῶς ἕτερον πε‐ πονθὸς οὐδαμῶς ἀνόμοιόν ἐστιν οὔθ’ ἑαυ‐
30τῷ οὔθ’ ἑτέρ. Οὐ γὰρ οὖν. (P. 140 A.) Πάλιν ἐν τούτοις ὁ συλλογισμὸς τοιοῦτός τίς ἐστι· τὸ ἓν οὐ πέπονθε τὸ ἕτερον οὔτε πρὸς ἑαυτὸ οὔτε πρὸς ἄλλο, τὸ δὲ ἀνόμοιον ἕτερόν τι πέπονθεν ἢ ἑαυτῷ ἢ ἄλλῳ, τὸ ἓν [ἄρα] οὐκ
35ἔστιν ἀνόμοιον. Πόθεν οὖν ὅτι τὸ ἓν οὐ πέπονθε τὸ ἕτερον; ὅτι μὲν ἑτερότητος οὐδαμῶς μετ‐ έχει, προείρηται· τὸ δὲ ἡτεροιωμένον, δῆλον ὡς ἀνάγκη μετέχειν ἑτερότητος. Εἰ οὖν μὴ
δυνατὸν ἄλλο τι εἶναι τὸ ἓν ἢ ἓν, ἵνα μὴ πλείω
in Prm
.

1198

γένηται τὸ ἓν, οὐκ ἂν πεπόνθοι τὸ ἕτερον. Πόθεν δὲ ὅτι τὸ ἀνόμοιον ἢ ἑαυτῷ ἢ ἄλλῳ ἕτερόν τι πέπονθεν; ὅτι τὸ ἀνόμοιον τῆς κατὰ τὴν ἑτερότητα συστοιχίας ἐστίν. Ὡς οὖν ἡ
5ἑτερότης μετέχει τῆς ἀπειρίας, οὕτως ἡ ἀνο‐ μοιότης μετέχει τῆς ἑτερότητος· πᾶν γὰρ τὸ ἀνόμοιον καὶ ἕτερόν ἐστιν, οὐ πᾶν δὲ τὸ ἕτερον ἤδη καὶ ἀνόμοιόν ἐστιν· ἡ γὰρ οὐσιώδης ἑτε‐ ρότης ἡ ἀνομοιότης οὐκ ἔστιν, ἀλλ’ ἡ τῶν δυ‐
10νάμεων κοινωνία ποιεῖ τὴν ὁμοιότητα καὶ ἡ διαφορότης τὴν ἐναντίαν αὐτῇ ἀνομοιότητα. Φαίνεται οὖν καὶ διὰ τούτων τῶν λόγων ὡς οὔτε ταὐτὸν ὁμοιότης καὶ ταυτότης, ἀνομοιό‐ της τε καὶ ἑτερότης· οὔτε ἑτέρα μὲν κρείττων
15ὑπεριδρυμένη κατὰ τάξιν, ἀλλὰ δευτέρα μετ’ ἐκείνας ἑκατέρα τούτων, ὥσπερ καὶ ὁ Πλάτων ἔταξεν αὐτάς. Καὶ γάρ ἐστιν ἡ μὲν ταυτότης περιληπτικωτέρα τῆς ὁμοιότητος, ἡ δὲ ἑτερότης τῆς ἀνομοιότητος, καὶ τοῦτον
20ἔχουσι λόγον ἐκεῖναι πρὸς ταύτας ὃν αἱ πη‐ γαὶ, φασὶν οἱ θεολόγοι, πρὸς τὰς ἀπ’ αὐτῶν προελθούσας ἀρχὰς ἢ καὶ ὃν μονάδες ὁλικώτα‐ ται πρὸς μονάδας ὁλικωτέρας, πρώτας μὲν ὑποστάσας ἀπ’ αὐτῶν, ὑφειμένην δὲ οὐσίαν
25καὶ δύναμιν ἐπιδεικνυμένας, καὶ εἰ ταύτην τὴν ὕφεσίν τινες μικρὸν παρεγκλίναντες ἄνεσιν προσαγορεύουσιν, ἴσως οὐκ ἂν ἄτοπον λέγοιεν. Οὔτε ἄρα ὅμοιον οὔτε ἀνόμοιον οὔθ’ ἑτέρῳ οὔθ’ ἑαυτῷ ἂν εἴη τὸ ἕν. Οὐ
30φαίνεται. (P. 140 B.) Τοῦτό ἐστι τὸ κοινὸν συμπέρασμα τῶν τετ‐ τάρων προβλημάτων, καὶ ἐφύλαξέ τι σχῆμα ταὐτὸν τῆς ἀπαγγελίας πρὸς τὴν πρότασιν· καὶ γὰρ ἐκεῖ τὸ ὅμοιον καὶ ἀνόμοιον προσ‐
35θεὶς κοινῶς ἐπήγαγε περὶ ἀμφοῖν τὸ οὔτε ἑαυτῷ οὔτε ἑτέρῳ. Προσφόρως οὖν τῇ τάξει ταύτῃ τῇ ἀφομοιωτικῇ πεποίηκε, καὶ ἐν‐ ταῦθα .... ἀρχῇ τὸ τέλος ἀφομοιοῦται τῶν
περὶ αὐτῆς λόγων· ἄλλον δὲ τρόπον ἐπὶ τῶν
in Prm
.

1199

πρώτων τοῦτο ἐγίνετο συμπερασμάτων, καθόσον ἐκείνων ἑκάστη τῶν τάξεων συνένευεν εἰς ἑαυ‐ τὴν, καὶ ἀνεκφοίτητος ἦν ἑαυτῆς. Εἰ δέ τις ἀπο‐ ροίη πότερον τὰ ἄλλα τοῦ ἑνὸς ὅμοια πρὸς ἕν
5ἐστιν ἢ οὔ (καὶ γὰρ εἰώθασί τινες τὸν νοῦν λέ‐ γειν εἰκόνα τοῦ ἑνὸς ὡς ἑνοειδῆ καὶ ἀμέριστον, εἴπερ ἀμερὲς τὸ ἕν)· εἰ οὖν τις ταῦτα ζητοίη, τίς ἡ τοιαύτη ὁμοιότης καὶ πῶς οὐ καὶ τὸ ἓν ὅμοιον ἔσται τοῖς ἄλλοις, ἐροῦμεν ὅτι τὸ
10ὅμοιον, εἴτε τὸ ἓν, γένος εἴη τι ἢ εἶδος τοῦ ὄντος· εἴτε καὶ πᾶσα λέγοιτο τῶν θεῶν ἡ ἀφο‐ μοιωτικὴ τάξις, οὐ ποιεῖ πάντα ὅμοια πρὸς τὸ ἕν· οὐ γάρ ἐστιν ἀκρότης τῶν ὄντων ἢ τὸ εἶδος τῶν εἰδῶν ἢ ἡ τάξις τῶν .... πασῶν τάξεων,
15ἀλλ’ ἔχουσι μέσην ἔν τε τοῖς εἴδεσι καὶ τοῖς θείοις γένεσι πρόοδον. Καὶ εἰ ὅμοια οὖν τὰ πάντα λέγοις πρὸς τὸ ἓν, ἀλλ’ οὐ κατὰ ταύτην ὅμοια τὴν ὁμοιότητα φήσεις, ἀλλὰ κατ’ αὐτὴν μόνην τὴν ἀπὸ τοῦ ἑνὸς ἐφήκουσαν ἕνωσιν πᾶσι τοῖς
20οὖσι, καὶ τὴν αὐτοφυῆ τῶν πάντων ἔφεσιν περὶ τὸ ἕν· πάντα γάρ ἐστιν ἅ ἐστι πόθῳ τοῦ ἑνὸς διὰ τὸ ἓν, καὶ κατὰ τὴν ὠδῖνα ταύτην ἕκαστον ἑνώσεως τῆς αὐτῷ προσηκούσης πληρούμενον ὁμοιοῦται πρὸς τὴν μίαν τῶν πάντων αἰτίαν,
25καὶ οὐ πρὸς ὅμοια ὁμοιοῦται, ἵνα καὶ ἐκείνη φανῇ ὁμοία τοῖς ἄλλοις, ἀλλ’, εἴπερ θέμις εἰ‐ πεῖν, πρὸς παράδειγμα τῶν ὁμοίων πρὸς αὐτήν. Καὶ ὁμοιοῦται ἄρα τὰ ὄντα πρὸς τὸ ἓν, ἀλλὰ διὰ τὴν ἔφεσιν τὴν ἄῤῥητον τοῦ ἑνὸς ὁμοιοῦται,
30καὶ οὐ διὰ τὴν ἀφομοιωτικὴν ταύτην τάξιν ἢ τὸ ἓν τῆς ὁμοιότητος εἶδος· οὐ γὰρ ταύτῃ δυ‐ νατὸν πάντα τὰ ὄντα συνάπτειν πρὸς τὸ ἓν καὶ ἀνασπᾷν, ἀλλὰ ταύτης τὸ ἔργον πρὸς τὴν νοε‐ ρὰν μονάδα τὴν δημιουργικὴν ἀνέλκειν τὰ
35μετ’ αὐτὴν, ὥσπερ ἄλλης πρὸς τὴν νοητὴν, ἥτις ἔχει διαπόρθμιον δύναμιν, ὡς οἱ θεολόγοι λέγουσι, πάντων ἀπ’ ἐκείνης μέχρι τῆς ὕλης καὶ πάλιν ἐπ’ ἐκείνην τῶν πάντων. Ταύτης οὖν ἴδιον πρὸς τὴν νοερὰν ἐπιστρέφειν δι’
40ὁμοιότητος, καὶ συνάγειν τοὺς διῃρημένους
in Prm
.

1200

ἀπ’ αὐτῆς τῶν ὄντων διακόσμους· καὶ γὰρ αὐτὸ ὅμοιον καὶ ἀνόμοιον ἐπιδεές ἐστι τοῦ ἑνὸς καὶ μετέχει ἑκάτερον ἐκείνου καὶ ἔστιν ὅ ἐστι, καὶ ἄλλοις αἴτιόν ἐστι τοῦ εἶναι τοῖς μετέχου‐
5σιν αὐτῶν, καὶ οὐ δι’ ὁμοιότητος αὐτοῖς, ἀλλὰ δι’ ἑνώσεως ἡ πρὸς πάντα τὰ ὄντα κοινωνία γίνεται καὶ πρὸς αὐτὸ τὸ ἓν ἐπέκεινα τῶν πάν‐ των ὄν. Κἂν λέγωμεν οὖν πᾶσαν πρόοδον δι’ ὁμοιότητος ἀποτελεῖσθαι καὶ τὴν ἀπὸ τοῦ ἑνὸς
10τῶν ὄντων ὡσαύτως, συγγινώσκειν χρὴ τοῖς ὀνόμασιν, οἷς ἐπὶ τῶν ὄντων εἰθισμένοι χρῆ‐ σθαι καὶ παραδείγματα καὶ εἰκόνας λέγειν καὶ ἐπὶ τοῦ ἑνὸς αὐτοῖς χρώμεθα καὶ τῆς ἀπ’ ἐκείνων τῶν ὄντων ἐκφάνσεως. Ὡς γὰρ αὐτὸ
15προσείπομεν .... αὐτῷ τῶν ὀνομάτων προσ‐ άγοντες, οὐδὲν ἐν τοῖς οὖσι τούτου σεμνότερον οὐδὲ ἁγιώτερον βλέποντες, οὕτω καὶ τὴν ἀπ’ αὐτοῦ τῶν πάντων πρόοδον ὁμοιότητι χαρα‐ κτηρίζομεν, οὐκ ἔχοντες ταύτης ὄνομα τῇ προ‐
20όδῳ τιθέσθαι τελειότερον. Καὶ ἐπεὶ, ὡς εἴπο‐ μεν, εἰ τὰ ἄλλα ὅμοια τῷ ἑνὶ λέγοι τις εἶναι, καθόσον ἑνός τινος ἕκαστα μετέχοι, οὐ κατὰ τοῦτο καὶ ἐκεῖνο τοῖς ἄλλοις ὅμοιόν ἐστιν· οὐδὲ γὰρ ἐπὶ τῶν εἰδῶν τὰ ὅμοια τοῖς εἴδεσιν
25ὁμοίοις ὅμοια συγχωροῦμεν ὑπάρχειν (ἀλλὰ καὶ τοῦτο ἓν τῶν Παρμενιδείων ἦν ἀποριῶν), ἀλλὰ καὶ παραδείγμασιν ὅμοια. Καὶ τὰ με‐ τασχόντα οὖν τοῦ ἑνὸς ὅμοια θέντες τῷ ἑνὶ, οὐκ ἀντιστρέψομεν ὅτι καὶ ἐκεῖνο τοῖς μετ‐
30έχουσιν ὅμοιον, ἀλλ’, εἰ θέμις εἰπεῖν, παρα‐ δείγμασιν ὅμοιον· τὰ γὰρ ἁ.... ἐν τούτοις ρ.... τοῦ ἑνός εἰσι δόσεις καὶ οἷον εἰκόνες. Καὶ εἰ οὕτως ἔλεγον τὸ ἓν ἄν τινες, οὐ κακῶς ἔλεγον, μόνον εἰ μετὰ ἀσφαλείας λέγοιεν καὶ μὴ διὰ τὸ
35τῆς ἰδέας ὄνομα καὶ τοῦ παραδείγματος ἢ πλῆ‐ θος ἐκεῖνο ποιοῖμεν ἢ τοῖς εἴδεσιν αὐτὸ συναριθ‐ μοῖμεν, ἀλλὰ κατὰ τὴν ἀναλογίαν μόνην αὐτὸ προσαγορεύοιμεν ἰδέαν, ὡς ὁ Σωκράτης ἔφατο τἀγαθοῦ ἰδέαν τἀγαθὸν τοῦτο οὖσαν πρὸς τὰ
40ὄντα πάντα, ὅπερ ἕκαστον τῶν νοητῶν εἰδῶν
in Prm
.

1201

πρὸς τὴν οἰκείαν σειρὰν τὴν ἀπ’ αὐτοῦ καὶ πρὸς αὐτὸ ὑποστᾶσαν. Λάβοις δ’ ἂν καὶ ἀπὸ τοῦ ὁρισμοῦ τοῦ ὁμοίου τὴν λύσιν· εἶναι γὰρ ὅμοιον τὸ ταὐτόν τι πεπονθὸς ὡρίσατο, τὸ δὲ
5ἓν πέπονθεν οὐδὲν ἢ ταὐτὸν ἢ οὐ ταὐτὸν, ἀλλὰ ἔστιν ἓν αὐτὸ μόνον· τὰ δὲ μετέχοντα αὐτοῦ πέπονθεν ἀλλήλοις ταὐτὸν τὴν τοῦ ἑνὸς μετου‐ σίαν, ὥστε ἀλλήλοις μὲν ἔστιν ὅμοια κατὰ τὸ ἓν, τῷ δὲ ἑνὶ οὐχ ὅμοια, διότι μὴ ἔστιν ἐκεῖνο
10πεπονθὸς τὸ ἓν, ἀλλ’ αὐτοέν. Πολλοῦ ἄρα δεῖ τὸ ἓν ὅμοιον εἶναι τοῖς ἄλλοις, ὅπου μηδὲ τὰ ἄλλα κατὰ τοῦτον τὸν ὅρον ὅμοιά ἐστι τῷ ἑνὶ τὰ μηδὲν πεπονθότα τῆς ὁμοιότητος, τῆς ἐν τοῖς ταὐτόν τι πεπονθόσι κατ’ αὐτὸ τὸ πεπον‐
15θέναι τὸ ταὐτὸν περιγεγραμμένης· οὐ γὰρ εἴρηται ὅμοιον εἶναι ἄλλο ἄλλῳ τὸ ἐκεῖνο πε‐ πονθὸς, ὅ ἐστιν ὅμοιον, ἀλλὰ τὸ ταὐτὸν ἐκείνῳ πεπονθὸς, ἵν’ ᾖ ἄμφω ταὐτὸν πεπονθότα ὡσαύ‐ τως. Ταῦτα καὶ πρὸς ταύτην ὑφ’ ἡμῶν ἀποκε‐
20κρίσθω τὴν ἀπορίαν. Ἐπὶ δὲ τὰ ἑξῆς τοῦ Πλά‐ τωνος ἡμῖν μεταβατέον. Καὶ μὴν τοιοῦτόν γε ὃν οὔτε ἴσον οὔτε ἄνισον ἔσται οὔτε ἑαυτῷ οὔτε ἄλλ. Πῆ; (P. 140 B.)
25 Μετὰ τὴν ἀφομοιωτικὴν τάξιν τῶν θεῶν ὑπερκόσμιον μόνως οὖσαν, τὴν ἀπόλυτον ἰδίως προσαγορευομένην οἱ θεολόγοι τάττειν ἀξιοῦσιν, ἧς ἴδιόν ἐστιν, ὡς ὁ ἐκείνων λόγος, καὶ ἐξῃρῆ‐ σθαι τῶν ἐν τῷ κόσμῳ πραγμάτων καὶ κοινω‐
30νεῖν αὐτοῖς καὶ προσεχῶς ἐπιβεβηκέναι τοῖς ἐγ‐ κοσμίοις θεοῖς· διὸ τὴν μεσότητα κεκληρῶσθαι αὐτήν φασιν τῶν τε ὑπερκοσμίων μόνως ὄντων καὶ τῶν ἐγκοσμίων θεῶν. Ταύτην δὴ οὖν τὴν ἀπόλυτον τάξιν παραδώσει μὲν καὶ αὐτὸς ἐν
35τῇ δευτέρᾳ ὑποθέσει, καὶ ἐρεῖ τὸ ἴδιον ἐκεῖ
ὅ πότ’ ἐστὶν αὐτῆς καὶ ὅτι τοῦτο ἅπτεσθαι
in Prm
.

1202

οἷον [καὶ οὐχ ἅπτεσθαι], ὅτι καὶ ἐγκό‐ σμιός πώς ἐστι καὶ ὑπερκόσμιος, συναγωγὸς μὲν οὖσα τῶν ἰδίως καλουμένων ἐγκοσμίων θεῶν, προάγουσα δὲ εἰς πλῆθος τὴν ἕνωσιν τῆς ἀφο‐
5μοιωτικῆς καὶ ὑπερκοσμίου μόνως οὔσης πάσης σειρᾶς. Ἐκεῖ μὲν οὖν, ὅπερ ἔφην, παραδώσει καὶ ταύτην τὴν τάξιν· ἐνταῦθα δὲ παρῆκεν αὐ‐ τὴν καὶ μεταβέβηκεν ἐπὶ τοὺς ἐγκοσμίους μό‐ νως ὄντας θεούς· δι’ ἣν δὲ αἰτίαν, ἐν ἐκείνοις
10ἀκριβέστερον ἐπιγνωσόμεθα· τότε γὰρ, εἰ θεοῖς φίλον, καὶ πᾶσαν αὐτῶν τὴν τάξιν κατανοήσο‐ μεν. Ἀλλ’ ἵνα μὴ θαυμάζωμεν καὶ ἐν ἐκείνοις, προεπεσημηνάμεθα καὶ ἐν τούτοις καὶ ἅμα ὅπως πρὸς τὸ ζητεῖν τὴν αἰτίαν τρέψωμεν
15τοὺς τῆς ἀληθείας φιλοθεάμονας. Μεταβέβηκε μὲν οὖν ἐπὶ τοὺς ἐγκοσμίους θεοὺς, ὧν ἐστιν ἴδιον τὸ ἴσον καὶ ἄνισον, τὸ μὲν διὰ τὸ πλῆρες αὐτῶν καὶ μήτε προσθήκην οὐδεμίαν μήτε ἀφαίρεσιν δεχόμενον (τοιοῦτον γὰρ τὸ
20ἴσον ἑαυτῷ τὸν αὐτὸν ὅρον ἀεὶ διαφυλάττον), τὸ δὲ διὰ τὸ πλῆθος τῶν δυνάμεων καὶ τὴν ἐν αὐταῖς ὑπεροχὴν καὶ ἔλλειψιν· ἐπὶ τούτων γὰρ αἱ διαιρέσεις μάλιστα καὶ αἱ ποικιλίαι τῶν δυ‐ νάμεων καὶ αἱ τῶν προόδων διαφορότητες καὶ
25ἀναλογίαι καὶ οἱ διὰ τούτων δεσμοὶ τὴν χώ‐ ραν ἔλαχον, ἀφ’ ὧν καὶ ὁ Τίμαιος ὑπέστησε τὰς ἐξημμένας αὐτῶν ψυχὰς, οἷς ἀπὸ τῆς ἰσό‐ τητος πᾶσιν ἡ γένεσις. Ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἑπομένοις γενήσεται γνωριμώτερα μᾶλλον ἡμῖν,
30εἰ καὶ ἔστι δῆλον, ὡς εἴπομεν καὶ ἐκ τῶν ἐν Τιμαίῳ ῥηθέντων, ὅτι καὶ αἱ ψυχαὶ τῶν σω‐ μάτων δι’ ἀναλογίας συνέστησαν, ὧν τὰς αἰτίας δεῖ προϋπάρχειν ἐν τοῖς προσεχῶς αὐταῖς ὑφ‐ εστῶσι θεοῖς. Ἐκείνων οὖν ἴδιον εἰκότως τὸ ἴσον
35καὶ τὸ ἄνισον· ποιεῖται δὲ τὰς περὶ τῶν ἀπο‐
φάσεων τοῦ ἴσου καὶ ἀνίσου νῦν ἀποδείξεις ἔκ
in Prm
.

1203

τε τῆς ταυτότητος καὶ ἐκ τῶν πολλῶν, ἀλλ’ [οὐχ] ἐκ τοῦ ὁμοίου καὶ τοῦ ἀνομοίου, καίτοι ταῦτα προείρηται προσεχῶς εἰκότως· πᾶσα γὰρ ἡ ἐγκόσμιος θεότης ἀπὸ τῆς δημιουργικῆς πρό‐
5εισι μονάδος καὶ τοῦ πρωτίστου πλήθους, ὃ πρῶτον ἀπέφησε τοῦ ἑνός· ὅπως δὲ καὶ ταῦτα ἀληθῆ, προϊοῦσιν ἔσται κατάδηλον. Πάνυ δ’ οὖν τοῦτο πειστέον ὅτι ἐξ ὧν αἱ ἀποδείξεις, ταῦτά εἰσιν αἴτια προηγούμενα τούτων περὶ ὧν
10ὁ λόγος, ὥστε καὶ τὸ ἴσον καὶ τὸ ἄνισον, καθ‐ όσον ἀπὸ τοῦ ἑνὸς καὶ διὰ τῆς ταυτότητος ὑφ‐ έστηκε καὶ τῶν πολλῶν, κατὰ τοσοῦτον ἀπο‐ φάσκεται διὰ τούτων τοῦ ἑνός· διὸ καὶ οὕτως ἤρξατο τοῦ λόγου, καὶ μὴν τοιοῦτόν γε ὂν,
15οὐχ οἷον νῦν, ἀλλ’ οἷον ἔμπροσθεν ἐδείχθη παν‐ τελῶς ἄδεκτον ταὐτοῦ καὶ ἑτέρου καὶ ἀπλήθυν‐ τον. Τοιοῦτον οὖν ὂν οὔτ’ ἴσον ἐστιν οὔτ’ ἄνισον οὔτε ἑαυτῷ οὔτε τοῖς ἄλλοις· πάλιν γὰρ καὶ ταῦτα διπλᾶ ἐστι τὰ συμπερά‐
20σματα, καθάπερ τὰ περὶ τοῦ ὁμοίου καὶ ἀν‐ ομοίου καὶ ταὐτοῦ καὶ ἑτέρου. Καὶ εἰ ταῦθ’ οὕτως ἔχοι, καὶ ἀπὸ τοῦ ταὐτοῦ καὶ ἑτέρου δεικνύοιτο μήτε ἴσον ὂν μήτ’ ἄνισον, εἰκότως ἐπέκεινα τὸ ταὐτὸν δήπου καὶ ἕτερον τοῦ ὁμοίου
25καὶ ἀνομοίου, διότι μὴ τούτοις ὑπάρχει μόνοις, ἀλλὰ καὶ τοῖς ἴσοις καὶ ἀνίσοις, καὶ ὡσαύτως τοῦ τε ὁμοίου καὶ ἀνομοίου ὁλικώτερα· ὑπάρχει γὰρ καὶ τοῖς ἴσοις καὶ ἀνίσοις· τὸ γὰρ ἀπὸ πλειόνων μετεχόμενον ὁλικώτερόν ἐστι. Καὶ
30τοσαῦτα μὲν περὶ τῆς τάξεως τῶν προβλημά‐ των. Ὅτι δὲ καὶ ταῦτα τὰ δύο τῆς διττῆς ἤρτηται συστοιχίας τῶν θείων οὐκ ἄδηλον· ἀνα‐ τέταται γὰρ τὸ μὲν ἴσον εἰς τὸ ὅμοιον καὶ ταὐτὸν καὶ τὸ ἐν ἄλλῳ καὶ τὸ περιφερὲς
35καὶ τὸ ὅλον, τὸ δὲ ἄνισον εἰς τὸ ἀνόμοιον καὶ τὸ ἕτερον καὶ τὸ ἐν ἑαυτῷ καὶ τὸ εὐθὺ καὶ τὸ μέρη ἔχον, πάλιν δὲ τούτων τὰ μὲν εἰς τὸ πέρας, τὰ δὲ εἰς τὸ ἄπειρον. Καί μοι δοκεῖ καὶ διὰ τοῦτο κατά τινας οἷον ἀντιθέσεις
40προάγειν τὸν λόγον, ἵνα δείξῃ τὸ ἓν ἐπέκεινα
πάσης ἀντιθέσεως μηδενὶ συνταττόμενον, ἅπαν
in Prm
.

1204

δ’ ἓν ἀντικείμενον ἁπάντων ὁμοίως ἐξῃρη‐ μένον. Καὶ γὰρ αὖ, ὡς εἴπομεν πολλάκις, εἰ μὲν τὸ χεῖρον τῆς ἀντιθέσεως, ἄτοπον· οὐδὲν γὰρ κρεῖττον ἔσται αἴτιον τοῦ χείρονος, ἀλλὰ
5κοινωνήσει μέν πως αὐτῷ, κυρίως δὲ αἴτιον οὐκ ἔσται· οὔτε γὰρ ἡ ταυτότης ὑφίστησι τὴν ἑτε‐ ρότητα, οὔτε ἡ στάσις τὴν κίνησιν, οὔθ’ ὅλως ἐστὶ τὸ τοῦ παράγοντος πρὸς τὸ παραγόμενον, ἀλλὰ περιοχὴ καὶ ἕνωσις ἀπὸ τοῦ κρείττονος
10ἐφήκει τῷ χείρονι. Ἴσον μὲν ὂν τῶν αὐτῶν μέτρων ἔσται ἐκείνῳ ᾧ ἂν ἴσον . Να. Μεῖζον δέ που ἢ ἔλαττον ὂν, οἷς μὲν ἂν ξύμμε‐ τρον , τῶν μὲν ἐλαττόνων πλείω μέ‐
15τρα ἕξει, τῶν δὲ μειζόνων ἐλάττω. Να. Οἷς δ’ ἂν μὴ ξύμμετρον, τῶν μὲν σμικροτέρων, τῶν δὲ μειζόνων μέ‐ τρων ἔσται. Πῶς γὰρ οὔ; (P. 140 B.) Τὸ μὲν ἴσον καὶ τὸ ἄνισον τὸ νῦν παρα‐
20λαμβανόμενον ὡς οὔτε τὸ φυσικὸν ἁπλῶς ἐκλη‐ πτέον οὔτε τὸ μαθηματικὸν οὔτε τὸ ἐν λόγοις ἱδρυμένον ψυχικοῖς οὔτε αὐτὸ τὸ νοερὸν εἶδος, εἴρηται ἡμῖν διὰ τῶν ἔμπροσθεν· πάντα γὰρ ταῦτα μερικῶς ἐφάπτεται τῶν θείων πραγμά‐
25των καὶ ἔστιν ἀνάξια τῆς περὶ τοῦ ἑνὸς ὑπο‐ θέσεως· ποῦ γὰρ ἂν εἴη σεμνὸν, ὡς ἤδη προεί‐ πομεν, ὡς ἑνὸς εἴδους νοεροῦ; τί γὰρ ἂν λέγοις τὰ ἄλλα κρεῖττον εἶναι τὸ ἕν; Ἀλλ’, ὥσπερ εἴπομεν, ἑνὸς ἰσότητα καὶ ἀνισότητα ληπτέον
30τὴν διὰ πάσης φοιτῶσαν τῆς ἐγκοσμίου θεότη‐ τος, εἰ καὶ ἐφαρμόζουσιν αἱ ἀποδείξεις καὶ τοῖς φυσικοῖς ἴσοις καὶ τοῖς μαθηματικοῖς καὶ τοῖς ἐν τοῖς λόγοις τοῖς ψυχικοῖς καὶ τοῖς ἐν τοῖς εἴ‐ δεσι τοῖς νοεροῖς. Δεῖ γὰρ ἄνωθεν ἐπὶ πάντων
35ἄρχεσθαι τὰς ἀποδείξεις καὶ διατείνειν διὰ πάντων τῶν δευτέρων, ἵνα πάντων ἐξῃρημένον ἀποδεικνύηται τὸ ἓν τῶν θείων, τῶν νοερῶν, τῶν ψυχικῶν, τῶν μαθηματικῶν, τῶν φυσικῶν εἰ‐ δῶν. Πάντα οὖν ὅσα λέγεται νῦν ἀξιώματα περί
40τε τῶν ἴσων καὶ ἀνίσων, ἐφαρμοστέον τῇ τάξει
ταύτῃ τῶν θεῶν· ἐπεὶ γάρ εἰσι καὶ ἐν ταύτη
in Prm
.

1205

πολλαὶ δυνάμεις, αἱ μὲν ἀλλήλαις σύστοιχοι καὶ πρὸς τὸ αὐτὸ τέλος καὶ ἀγαθὸν ἀνατεινόμε‐ ναι, αἱ δὲ διαφέρουσαι κατά τε ὑπεροχὴν καὶ ὕφεσιν, ἐκείνας μὲν κατὰ τὴν ἰσότητα χαρακτη‐
5ρίζεσθαι ῥητέον· τὸ γὰρ ἀγαθὸν μέτρον ἑκάστων· τὰ γοῦν τῷ αὐτῷ ἀγαθῷ συνηνωμένα τῷ αὐτῷ μέ‐ τρῳ μεμέτρηται καὶ ἔστιν ἴσα ἀλλήλοις. Τὰ δέ γε μὴν ἀσυστοίχους ἀλλήλαις κατὰ τὸ ἄνισον πεποιῆσθαι τὴν πρόοδον θετέον, ἐπειδὴ τὰς μὲν
10ὑπερέχειν, τὰς δὲ ὑφεῖσθαι λέγομεν. Ἀλλ’ ἐπεὶ καὶ τῶν ἀνίσων τὰ μὲν σύμμετρα, τὰ δὲ ἀσύμ‐ μετρα, δῆλον ὅτι καὶ ταῦτα τοῖς θείοις ἐφαρ‐ μόσομεν, τὴν μὲν συμμετρίαν, ἐφ’ ὧν τὰ δεύ‐ τερα συνανακεράννυται τοῖς πρὸ αὐτῶν καὶ ὅλων
15μετέχει τῶν κρειττόνων (οὕτω γὰρ καὶ ἐν τοῖς συμμέτροις τὸ ἔλαττον ἐθέλει μέτρον κοινὸν ἔχειν πρὸς τὸ μεῖζον, ὅλον ἑκάτερον τοῦ αὐτοῦ μετροῦντος)· τὴν δὲ ἀσυμμετρίαν, ἐφ’ ὧν τὰ καταδεέστερα διὰ τὴν τῶν κρειττόνων ἐξῃρη‐
20μένην ὑπεροχὴν μετέχει μέν πως αὐτῶν, ὅλοις δὲ αὐτοῖς συνάπτεσθαι διὰ τὴν ἑαυτῶν ὕφεσιν ἀδυνάτως ἔχει. Ταῖς γὰρ μερικαῖς αἰτίαις καὶ πολλοσταῖς ἀπὸ τῶν πρώτων ἀσύμμετρός ἐστιν ἡ πρὸς ἐκεῖνα κοινωνία, καὶ ἡ πρὸς τὸ αὐτὸ
25νοητὸν ἀγαθὸν ἐκείνοις ἀνάτασις· καὶ ἔοικεν, εἰ τῶν ἐγκοσμίων ἐστὶ θεῶν ταῦτα συνθήματα, τὸ ἴσον λέγω καὶ τὸ ἄνισον, εἰκότως ἐνταῦθα καὶ τὸ σύμμετρον ἀναφανῆναι τοῦτο καὶ τὸ ἀσύμμετρον. Ἐν μὲν γὰρ τοῖς ἀσωμάτοις καὶ
30ἀΰλοις χώραν ἡ τούτων ἀντίθεσις οὐκ ἔχει, πάντων ἐκεῖ ῥητῶν ὄντων καὶ ἐν εἴδεσι καθα‐ ροῖς ὑφεστώτων· ὅπου δέ ἐστι καὶ ὑλικὸν ὑπο‐ κείμενον καὶ μίξις εἴδους καὶ ἀνειδέου τινὸς, εἰκότως καὶ συμμετρίας ἐστὶν ἐνταῦθα ἀντί‐
35θεσις, ὧν οἱ ἐγκόσμιοι θεοὶ προσεχῶς εἰσι, συν‐ εκτικοὶ ψυχῶν καὶ σωμάτων εἴδους καὶ ὕλης. Εἰκότως ἄρα πέφυκεν ἐν αὐτοῖς κατὰ τὴν ἄν‐ ισον διαίρεσιν τὸ σύμμετρον καὶ ἀσύμμετρον· διὸ καὶ τούτων ὁ ἐπαπορῶν ἐμνημόνευσε λό‐
40γος. Ταῦτα μὲν οὖν καὶ εἰσαῦθις ἐπιπλέον
in Prm
.

1206

ἀνασκεψόμεθα· νῦν δὲ ὅτι γεωμετρικῶς πρὸ τῶν ἀποδείξεων ὅρους λαμβάνει τοῦ ἴσου, τοῦ συμμέτρου, τοῦ ἀσυμμέτρου, λεκτέον· ἴσον μὲν λέγων τὸ τοῖς αὐτοῖς μέτροις μετρούμε‐
5νον, σύμμετρον δὲ τὸ τῷ αὐτῷ μέτρῳ μετρού‐ μενον, ἐὰν μὲν μεῖζον ᾖ, πλεονάκις ἢ τὸ ἔλαττον, ἐὰν δὲ ἔλαττον, ἐλαττονάκις ἢ τὸ μεῖ‐ ζον· ἀσύμμετρον δὲ τὸ διαιρούμενον εἰς ἴσα μὲν κατ’ ἀριθμὸν, ἄνισα δὲ κατὰ μέγεθος, εἰ
10μὲν ἔλαττον εἴη, δῆλον ὡς εἰς ἐλάττονα, εἰ δὲ μεῖζον, δῆλον ὡς εἰς μείζονα· τὸ μὲν ἔλατ‐ τον σμικροτέρων ἔσται μέτρων ἴσων κατ’ ἀρι‐ θμὸν, τὸ δὲ μεῖζον μειζόνων. Ἐὰν γὰρ λάβῃς τὴν πλευρὰν καὶ τὴν διάμετρον, καὶ διέλῃς
15ἑκατέραν δίχα, δῆλον ὡς ἡ μὲν μείζων ἕξει τῶν μερῶν ἑκάτερον, ἡ δὲ ἔλαττον. Ἐπ’ ἀμφο‐ τέρων δὲ τῶν συμμέτρων καὶ τῶν ἀσυμμέτρων ὁμοίως πρὸς μείζονα καὶ ἐλάττονα τῆς παραβο‐ λῆς οὔσης, ἐφ’ ὧν μὲν τῶν μέτρων τῶν αὐτῶν
20ὄντων, ἀλλ’ ἢ πλεονάκις ἢ ἐλαττονάκις, ἐφ’ ὧν δὲ εἰς ἴσα μὲν τῆς διαιρέσεως γιγνομένης, ἀλλ’ ἢ εἰς μείζονα κατὰ τὸ μέγεθος ἢ εἰς ἐλάττονα, ὅπου μὲν κατὰ τὸ πλῆθος τῆς διαφορᾶς οὔσης, ὅπου δὲ κατὰ τὸ μέγεθος ἀσυμμέτρων ὑπαρ‐
25χόντων. Τούτων δὴ τῶν ὅρων προειλημμένων ἑξῆς ἐπάγει τὰς ἀποδείξεις, δι’ ὧν ἀποδείκνυ‐ ται πρῶτον μὲν ὅτι οὐκ ἔστιν ἴσον τὸ ἓν οὔτε ἑαυτῷ οὔτε ἄλλῳ, ἔπειτα ὅτι οὔτε ἄνισον πά‐ λιν οὔτε ἑαυτῷ οὔτε ἄλλῳ. Λέγει δὲ οὕτως·
30 Οὐκοῦν ἀδύνατον τὸ μὴ μετέχον τοῦ αὐτοῦ ἢ μέτρων τῶν αὐτῶν εἶναι ἢ ἄλ‐ λων ὡντινωνοῦν τῶν αὐτῶν. Ἀδύ‐ νατον. Ἴσον μὲν ἄρα οὔτ’ ἂν ἑαυτῷ οὔτε ἄλλῳ εἴη, μὴ τῶν αὐτῶν μέτρων
35ν. Οὐκοῦν φαίνεταί γε. (P. 140 B.) Συλλογισμὸς ἐπὶ τοῦ ἴσου γενόμενος καὶ ἀφ‐ αιρῶν αὐτὸ τοῦ ἑνὸς τοιοῦτός ἐστι· τὸ ἓν οὐδ‐ ενὸς μετέχει ταὐτοῦ, τὸ ἴσον μετέχει πως τοῦ ταὐτοῦ κατὰ τὴν τοῦ μέτρου δύναμιν, τὸ ἓν
40ἄρα οὐδαμῶς ἐστιν ἴσον ὅτι δὲ ταὐτόν .... Τὸ
in Prm
.

1207

γὰρ ταὐτὸν πολλαχῶς ἐστι· καὶ γὰρ κατὰ τὸ εἶδος καὶ κατὰ τὸ ὑποκείμενον καὶ κατά τι μέτρον καὶ κατὰ τὸν χρόνον ἐστὶ καὶ κατὰ τὸν τόπον τῶν πραγμάτων ταυτότητας λαβεῖν· ἔστι
5γὰρ καὶ τῷ μέτρῳ ταὐτὰ ἀλλήλοις καὶ τῷ χρόνῳ καὶ τῷ εἴδει καὶ τῷ ἀριθμῷ καὶ ἄλλοις πολλοῖς, δι’ ὧν ἡ τῆς ταυτότητος διήκει δύναμις. Τὸ μὲν οὖν ἴσον ὡς δεύτερον τῆς ταυτότητος ὑφίσταται κατ’ αὐτὴν ἀπὸ τοῦ ἑνός· τὸ δὲ ἓν ἐπέκεινα ταυ‐
10τότητος ὂν πολλῷ δήπου μᾶλλον ἐξῄρηται καὶ τῆς ἰσότητος, ὅπου γε οὐδὲ, εἰ μέγεθός τι εἴη, μὴ ὁμοειδὲς δὲ πρὸς ὃ ἀντεξετάζεται, οὐκ ἄν ποτ’ ἐκεῖνο ῥηθείη οὔτ’ ἴσον οὔτ’ ἄνισον· ἐν γὰρ τοῖς ὁμοειδέσι ταῦτα μόνον ἐστί. Τίς
15οὖν ἂν εἴη εἰς γραμμὴν καὶ ἐπιφάνειαν ἴσην καὶ ἄνισον, ἐπίπεδον καὶ στερεόν; οὐ γὰρ συμ‐ βλητὰ ταῦτα ἀλλήλοις, καλῶς καὶ τοῦ Ἀριστο‐ τέλους ἐν τοῖς περὶ κινήσεως λόγοις τὰς ὁμο‐ ειδεῖς ὁρίζοντος εἶναι συμβλητὰς, ἀλλ’ οὐχὶ
20τὰς ἀνομοειδεῖς, οἷον αὔξησίν τε καὶ ἀλλοίω‐ σιν ἢ γένεσιν καὶ τοπικὴν κίνησιν. Τὸ οὖν ἓν ἀσύμβλητον πᾶσι τοῖς μετ’ αὐτὸ καὶ ἀπ’ αὐ‐ τοῦ τὴν ὕπαρξιν ἔχουσιν οὔτ’ ἴσον οὔτ’ ἄνισον εἶναι δύναιτο ἐκείνοις, ἀλλ’ οὐδ’ ἑαυτῷ, τὴν
25ἑνοειδῆ κρείττονα οὖσαν ἔχον, καὶ οὐδὲν ἰσό‐ τητος δεόμενον· ᾧ καὶ δῆλον ὅτι οὐχ ὡς ποσόν τι λέγεται τὸ ἓν, ἵνα καὶ ἰσότητος ᾖ δεκτικὸν, ἀλλ’ ὡς τῆς ἁπλότητος αὐτοῦ καὶ τῆς ἀμερίας διὰ τούτου μόνου σημαίνεσθαι δυναμένης· τὸ
30γὰρ ἐκβεβηκὸς ἀπὸ πά... δείξασθαι θέλοντες ἓν αὐτὸ προσείπομεν, οὐχ ὡς ὁμοταγὲς τοῖς πεπληθυσμένοις οὐδ’ ὡς τῶν μονάδων ἐν τοῖς ἀριθμοῖς ἓν τιθέντες, ἀλλ’ ὡς ὕπαρξιν οὐδὲν οὖσαν τῶν πάντων σημαίνοντες, ἧς ὁ μετασχὼν
35πάντως ἅψεται πῶς ἐκεῖνό ἐστιν ἕν. Δέδεικται δ’ οὖν μέχρι τούτων ὅτι μηδαμῶς ἐπιδέχεται
τὸ ἴσον, διότι μηδὲ τὸ ταὐτὸν μήτε κατὰ χρό‐
in Prm
.

1208

νον μήτε κατὰ ἀριθμὸν μήτε κατ’ ἄλλον τινὰ τρόπον, ὡς ταυτότητος ὅλως ἄδεκτον ὑπάρχον. Ἀλλὰ μὴν πλειόνων γε μέτρων ὂν ἢ ἐλαττόνων, ὅσων περ μέτρων, τοσούτων
5καὶ μερῶν ἂν εἴη· καὶ οὕτως αὖ οὐκ‐ έτι ἓν ἔσται, ἀλλὰ τοσαῦτα ὅσα περ καὶ τὰ μέτρα. Ὀρθῶς. Εἰ δέ γε ἑνὸς μέτρου εἴη, ἴσον ἂν γίγνοιτο τῷ μέτρ· τοῦτο δὲ ἀδύνατον ἐφάνη, ἴσον
10τῳ αὐτὸ εἶναι. Ἐφάνη γάρ. (P. 140 C.) Δεύτερος ἐπὶ τούτοις παραδίδοται συλλο‐ γισμὸς, ἀναιρῶν τὴν ἀνισότητα παντελῶς ἀπὸ τοῦ ἑνὸς, τοιοῦτος· τὸ ἓν πολλῶν μέτρων ἢ καὶ μερῶν οὐκ ἔστι δεκτικόν· ἅπαν δὲ ἄνισον
15πολλῶν ἐστι μερῶν δεκτικόν· τὸ ἓν ἄρα οὐκ ἔστιν ἄνισον. Κἄν τε γὰρ πλειόνων ᾖ μέτρων τὸ ἄνισον κἂν ἐλαττόνων, πλῆθος ἔχει τι τῶν μέτρων· πᾶν δὲ πλῆθος ἀφείλομεν ἐκ τοῦ ἑνὸς, τό τε ἔλαττον καὶ τὸ πλέον· τὸ ἄρα
20ἄνισον κατωτέρω μὲν ἔστι τοῦ πλήθους τοῦ πρώτου καὶ ὑφέστηκε κατ’ αὐτὸ, μετέχει δὲ καὶ τῆς τοῦ ἑνὸς αἰτίας· ἡ γὰρ ἀπόφασις γένεσίς ἐστιν, ὡς πολλάκις εἴρηται, τῆς κατα‐ φάσεως. Διὰ τούτων μὲν οὖν ἔδειξε τὸ ἓν καὶ
25τῆς ἀνισότητος ἐξῃρημένον· ἐπειδὴ δὲ εἴποι ἄν τις ἀπορῶν, ἀλλὰ ἴσως μήτε ἐλαττόνων ἔσται μέτρων μήτε πλειόνων, ἀλλ’ ἑνὸς, ἵνα μὴ πλῆθος ἐν τῷ ἑνὶ καταλίπωμεν, αὐτὸ οὖν ἔστω ἑαυτοῦ μέτρον· διὰ δὴ τοῦτο λύων τὴν
30ἀπορίαν ταύτην ἐπήνεγκεν ὅτι ἄρα, εἴ τις τοιοῦτον ὑποθεῖτο τὸ ἓν, ἔσται ἴσον τινὶ πάν‐ τως τῷ ἑαυτοῦ μέτρῳ· καὶ εἰ μὴ αὐτῶν τὸ ἴσον καὶ τὸ ἓν, διότι τὸ μὲν καθ’ αὑτὸ, τὸ δὲ πρός τι, δῆλον ὡς ἴσον ὂν τὸ ἓν ἔσται καὶ οὐχ ἓν διὰ
35τὸ ἴσον οὐχ ἓν ὄν· ὃ γὰρ ἂν αὐτῷ προσθῇ, ἀφαιρεῖ τὸ ἕν· ἀναινομένου τοῦ ὡς ἀληθῶς
ἑνὸς παντὸς, ἀλλ’ οὐ προσθήκην προστιθέντος,
in Prm
.

1209

οὐκέτι μόνον ἔσται μετ’ ἄλλου ἓν, οὐδὲ αὐ‐ τοὲν, ἀλλά τι ἓν τὸ μετὰ τοῦ προστιθέντος φανταζόμενον. Ἔσται οὖν οὐχ ἓν ἴσον ὂν, κἄν τε ὑπ’ ἄλλου τινὸς ἑνὸς μετρῆται κἄν τε ὑφ’
5ἑαυτοῦ· δέδεικται δὲ ὡς οὐδὲν τὸ ἓν ἴσον ἐστίν· οὔτε ἄρα ἓν ἔχει μέτρον τὸ ἓν, οὔτε πολλά· καὶ γὰρ εἰ μὲν ἑαυτοῦ μέτρον εἴη, σχιζ....... ἀνέκφατον· ἔσται μετροῦν ἑαυτὸ καὶ ὑφ’ ἑαυτοῦ μετρούμενον, καὶ ἔσται οὐχ ἓν ὡς ἀλη‐
10θῶς, ἀλλὰ δυοειδές. Τοῦτο δὲ ἡμᾶς ἀνέπεισεν ἀπογνῶναι καὶ ὅτι ἐν ἑαυτῷ ἐστιν, ᾧ καὶ δῆ‐ λον ὅτι καθ’ αὑτὸ μὲν ἀποδοτέον τῷ ἑνὶ, πρὸς ἑαυτὸ δὲ οὐδὲν, ἵνα μὴ διπλασιάσαντες αὐτὸ λά‐ βωμεν καὶ ποιήσαντες πεπονθὸς τὸ ἓν, ἀλλ’
15οὐκ αὐτοέν.... μετ’ αὐτὸ μέτρον συντεταγμέ‐ νον ἔσται τοῖς μετρουμένοις καὶ ἐν αὐτοῖς ὂν ἑαυτῷ, κἀκεῖνα μετροῦν ὡς τὸν ἀριθμὸν ἡ μο‐ νὰς ἐν τῷ ἀριθμῷ οὖσα· δεῖ δὲ ἐξῃρημένον αὐτὸ πάντων ὑπάρχειν· καὶ μέρος οὐδὲν ὅσον,
20ἵνα μὴ ἀτελέστερον ᾖ τῶν ἄλλων ὧν ἐστι μέρος· πᾶν γὰρ μέρος ἀτελές. Εἰ οὖν ὡς μέρος τῶν μετρουμένων εἴη μέτρον, ἀτελέστερον ἔσται τῶν ἄλλων· οὐκ ἄρα ἐκείνων ἐστὶ μέ‐ τρον τὸ ἓν ἐπέκεινα· εἴ ἐστι μέρος ἄλλων τι,
25ἓν ἔσται καὶ οὐκ αὐτοέν· ἡ γὰρ πρὸς τὰ ἄλλα μέρη διαφορότης τι ἓν αὐτὸ ποιήσει· καὶ γὰρ ἐκείνων ἕκαστον μέρος ὂν ἕν τί ἐστι πάντως. Εἰ οὖν μηδὲ ὅλον ἐστὶ τὸ αὐτὸ, ἵνα μὴ πεπονθὸς ᾖ τὸ ἓν, ὡς ἐν Σοφιστῇ δέδειχε, πολλῷ μάλ‐
30λον μέρος οὐκ ἔστιν, ἵνα μὴ καὶ ἀτελὲς ᾖ πρὸς τῷ καὶ πεπονθὸς εἶναι τὸ ἕν. Ἐκ δὲ τούτου φανερὸν ὡς οὐκ ἔστι τὸ αὐτοὲν τῶν εἰδῶν τι ἕν· πᾶν γὰρ εἶδος μέρος ἐστὶ τοῦ νοητοῦ παν‐ τὸς, ἀλλ’ ἐξῄρηται καὶ τοῦ ὅλου νοητοῦ καὶ
35τῶν ἐν αὐτῷ εἰδῶν μερῶν ὄντων. Πῶς οὖν λέ‐ γεται μέτρον αὐτὸ τῶν ὅλων ἢ πῶς τὰ μέτρα πᾶσι χορηγοῦν; οὕτω γὰρ καὶ ἓν ἐπονομάζεται ὡς τῆς ἑνώσεως καὶ τῆς συνοχῆς πᾶσιν αἴτιον,
ἐπεὶ καθ’ αὑτό γε τούτων οὐδέν ἐστι. Καὶ
in Prm
.

1210

πῶς γὰρ ἂν εἴη μέτρον, ἐπέκεινα παντὸς πέ‐ ρατος ὂν καὶ ὅρου καὶ ἑνότητος; πᾶν δὲ μέτρον πέρας ἐστὶ τοῦ μετρουμένου καὶ ὅρος. Ὅταν οὖν ὁ Πλάτων ἐν Νόμοις μέτρον λέγῃ τὸ
5θεῖον τῶν πάντων, καὶ πολὺ μᾶλλον ἢ τὸν ἄν‐ θρωπον, ὥς πού τις τολμᾷ τῶν πρὸ αὐτοῦ λέ‐ γειν, δεῖ νοεῖν πῶς αὐτὸ εἶναί φησι μέτρον, εἰ περὶ τοῦ πάντων ἐπέκεινα ποιοῖτο τὸν λό‐ γον, καὶ ὅτι, ὡς ἀφορίζον πᾶσι τό τε εἶναι
10τοῖς οὖσι καὶ τὸ εὖ εἶναι, τῶν ἐν ἑκάστοις μέ‐ τρων ὄντων προαίτιον. Δηλοῖ γοῦν καὶ ὁ ἐν τῷ Φιλήβῳ Σωκράτης ἐν τῇ ἀπαριθμήσει τῶν τοιούτων ἀγαθῶν, ἐν τοῖς πρώτοις μετεχομέ‐ νοις ἀγαθοῖς καὶ οὔπω περατοειδέσι θέμενος
15μέτρον, ὥσπερ καὶ τὸν καιρὸν καὶ τὸ μέτρον, καὶ περὶ ταῦτα εἶναι τὸ πρῶτον εἰπὼν ἀγαθὸν, ἀλλ’ οὐ τῶν πάντων ἐπέκεινα τῶν ὁπωσοῦν ἢ μικτῶν ἢ περατοειδῶν ἢ τῆς ἀπείρου φύσεως εἶναι λεγομένων· ὥστ’ εἰ λέγειν τολμῴη τις
20ἐκεῖνο μέτρον, ὡς πάντων ὂν ἐφετὸν αὐτὸ θή‐ σεται μέτρον, ἀλλ’ οὐχ ὡς ὁμοταγὲς τοῖς ὑπ’ αὐτοῦ μετρουμένοις· τοιοῦτον δὲ ὂν, οὐδὲ ἄνι‐ σον οἷς ἐστιν ἀσύντακτον. Οὔτε ἄρα ἑνὸς μέτρου μετέχον οὔτε
25πολλῶν οὔτε ὀλίγων, οὔτε τὸ παράπαν τοῦ αὐτοῦ μετέχον, οὔτε ἑαυτῷ ποτε, ὡς ἔοικεν, ἔσται ἴσον οὔτε ἄλλ· οὐδ’ αὖ μεῖζον οὐδὲ ἔλαττον οὔθ’ ἑαυτοῦ οὔθ’ ἑτέρου. Παντάπασι μὲν οὕτως.
30(P. 140 D.) Παρατηρητέον ἐν τούτοις ὅπως ἐν τῷ συμ‐ περάσματι κατὰ τάξιν ἀπὸ τῶν προσεχῶς δεδειγμένων ἀνατρέχει διὰ τῶν μέσων ἐπὶ τὴν ἀρχὴν τῶν προβλημάτων· Οὔτε γὰρ, φησὶν,
35ἑνὸς μέτρου μετέχον ἐστὶ τὸ ἓν, τοῦτο δὲ ἦν τὸ ἔσχατον τῶν δεδειγμένων· οὔτε πολ‐ λῶν οὔτε ὀλίγων, ταῦτα δὲ ἦν ἅπερ ἐν τοῖς μέσοις ἐδείκνυμεν· οὔτε τὸ παράπαν
τοῦ αὐτοῦ μετέχον, τοῦτο δὲ ἦν ὃ πρώ‐
in Prm
.

1211

τιστον εἴρηται· δείκνυσι δ’ ὅμως ὡς οὐδαμῶς ἐστιν ἴσον τὸ ἓν, ἔπειτα λοιπὸν αὐτὸ τὸ πρό‐ βλημα τὸ μήτε ἴσον εἶναι μήτε ἄνισον αὐτό. Διεῖλε δὲ τὸ ἄνισον ἐν τῷ συμπεράσματι,
5μεῖζον καὶ ἔλαττον εἰπὼν, ἅπερ ὠνόμαζεν ἐν τῇ προτάσει κοινῶς διὰ τοῦ ἀνίσου παρα‐ λαμβάνων, ἀμφότερα δεικνὺς ἡμῖν καὶ διὰ ταύτης τῆς τάξεως ὅτι ἄρα καὶ τὸ τῶν ἐγκοσ‐ μίων θεῶν γένος, οἷς προσήκει τὸ ἴσον τοῦτο
10καὶ ἄνισον, ἄνω μὲν καὶ κατὰ τὰς ἄκρας αὐ‐ τῶν ἡνωμένον ἐστὶ, κάτω δὲ καὶ κατὰ τὸ προϊὸν διῄρηται καὶ μέχρι τῶν μερικωτάτων προϊὸν ἀπὸ τῶν αὐτῶν μέτρων ἐπὶ τὰ πολλὰ καὶ τὰ ὀλίγα· καὶ τὸ ἓν οὐ δεῖ .... καὶ μὴ
15μέτρον ἰσότητι κρατούμενον ἀνακαλύπτει καὶ συνελίσσεται πάλιν ἐπὶ τὴν ἀρχήν· ἡ γὰρ ἀνι‐ σότης πᾶσα αὐτῶν κρατεῖται πανταχόθεν ὑπὸ τῆς ἰσότητος. Δέδεικται ἄρα τὸ ἓν ἐπέκεινα τῶν ἐγκοσμίων θεῶν ἁπάντων, εἴπερ τούτων
20ἴδιον τὸ ἴσον καὶ ἄνισον. Ὅπως μὲν οὖν τῇ τούτων τάξει προσήκειν φαμὲν τὴν ἀντίθεσιν ταύτην, ἐν τοῖς ἐφεξῆς γνωσόμεθα, τοῖς τοῦ Πλάτωνος ῥήμασιν ἑπόμενοι· λάβωμεν δὲ νῦν ἐκ τῶν προῤῥηθέντων τοσοῦτον, ὡς ἄρα τὸ ἓν
25οὐ δεῖ λέγειν οὔτε κατὰ τὴν ἕνωσιν οὔτε κατὰ τὴν ἀμέρειαν οὔτε κατὰ τὸν τῆς αἰτίας λόγον τῶν μετὰ τὸ ἓν, οὔτε μεῖζον οὔτε ἔλαττον οὔτε ἴσον· ἐν οἷς γάρ ἐστι σύγκρισις, ταῦτα μόνον ἔχει χώραν. Ἔστι δὲ καὶ παραβολὴ τοιάδε
30σύγκρισις ἐν οἷς ταὐτόν τί ἐστιν ἐπίτασιν καὶ ἄνεσιν δεδεγμένον· ὅπου δὲ μηδέν ἐστι ταὐτὸν, πῶς ἄν τι τῶν κατὰ σύγκρισιν ἢ πα‐ ράθεσιν ὀνομάτων λέγειν εἴη δυνατόν; Οὐδ’ ἄρα τὰς ὑπερθέσεις ἐπ’ ἐκεῖνο τῶν ἄλλων
35ἀνοιστέον πᾶσιν, ἃς εἰώθασί τινες αὐτῷ προσ‐ φέρειν, ἐθέλοντές τι πλέον τῶν ἀποφάσεων περὶ αὐτοῦ διδάσκειν, στασιμώτατον αὐτὸ καὶ ἐνερ‐ γητικώτατον ὑμνοῦντες· καὶ γὰρ τῶν τοιού‐ των ὑπερθέσεων ἐκεῖνο κρεῖττόν ἐστι, πάντων
40ἄδεκτον ὂν ἐκείνων ἀφ’ ὧν αἱ ὑπερθέσεις ἐλή‐
in Prm
.

1212

φθησαν, αἴτιον δὲ πάντως· τὸ γὰρ μηδόλως λευκὸν οὐκ ἄν τις εἴποι λευκότατον, καὶ τὸ μηδόλως μέλαν μελανώτατον· δεύτεραι γὰρ αἱ ὑπερθέσεις τῶν ἁπλῶν μεθέξεων.
5 Τί δ; πρεσβύτερον ἢ νεώτερον ἢ τὴν αὐτὴν ἡλικίαν ἔχειν τὸ ἓν δοκεῖ τῷ δυ‐ νατὸν εἶναι; Τί δὴ γὰρ οὔ; (P. 140 E.) Μέχρι τῶν ἐγκοσμίων θεῶν προῆλθεν ὁ λό‐ γος, ἀφαιρῶν ἀεὶ τὰ ἐφεξῆς ἀπὸ τοῦ ἑνὸς διὰ
10τῶν μέσων γενῶν· μᾶλλον δὲ, ἵνα σαφέστερον εἴπω, παράγων ἀεὶ τὰ δεύτερα διὰ τῶν τῷ ἑνὶ προσεχῶν ἀπὸ τῆς ἐξῃρημένης τῶν ὅλων αἰτίας. Μέλλει δὲ ἄρα λοιπὸν τὴν θείαν οὐσίαν αὐτὴν, τὴν πρώτως μετέχουσαν τῶν θεῶν καὶ
15ὑποδεξαμένην τὴν εἰς τὸν κόσμον πρόοδον αὐ‐ τῶν, χωρίζειν τοῦ ἑνὸς, μᾶλλον δὲ καὶ ταύτην παράγειν ἐκ τῆς ἀῤῥήτου τῶν ὄντων ἁπάντων, ἵν’ οὕτως εἴπω, πηγῆς, δι’ ἣν πάντα τὰ θεῖα μετέχει τῆς ἰδιότητος ταύτης, τά τε πρώτως
20θεῖα καὶ τὰ ἀπὸ τούτων ἐκθεούμενα. Καθάπερ γὰρ ἀπὸ τῆς μονάδος τῶν ὄντων ὑφίσταται πᾶν τὸ ὁπωσοῦν ὂν, τό τε ὄντως ὂν καὶ τὸ ὁμοιούμενον πρὸς ἐκεῖνο καὶ καθ’ ἑαυτὸ μὲν οὐκ ὂν, διὰ δὲ τὴν πρὸς τὸ ὄντως ὂν κοινωνίαν
25ἀμυδρὰν ἔμφασιν τοῦ εἶναι παραδεχόμενον· κατὰ τὰ αὐτὰ δὴ καὶ ἐκ μιᾶς ἑνάδος πάσης θεότητος, ἧς ἴδιον, εἰ θέμις εἰπεῖν, τὸ θεοῦν πάντα κατά τινα ὑπεροχὴν ἐξῃρημένην καὶ ἄφραστον, ὑπέστη πᾶς τε θεῖος ἀριθμὸς, καθ’
30ὅν ἐστι τὸ εἶναι, μᾶλλον δὲ προεῖναι τοῖς θεοῖς, καὶ πᾶσα ἡ ἐκθεουμένη τάξις τῶν ὄν‐ των. Σκοπὸς μὲν οὖν καὶ ταύτης, ὥσπερ εἴπο‐ μεν, τῆς οὐσίας ἐξῃρημένον ἀποφῆναι τὸ ἕν· καί μοι προσέχειν ἀξιῶ τὸν νοῦν ἐκείνους, οἳ
35ψυχὴν ἢ ἄλλο τι τοιοῦτον εἰρήκασι τὸ πρῶτον, ὅπως αὐτῶν περιαιρεῖ τὴν ὑπόθεσιν ὁ Παρμε‐ νίδης, δεικνὺς ὅτι τὸ ἓν ἄδεκτον χρόνου, τὸ δὲ ἄδεκτον χρόνου ψυχὴν ἀδύνατον εἶναι· πᾶσα γὰρ ψυχὴ μετέχει χρόνου καὶ χρῆται
40περιόδοις ὑπὸ χρόνου μετρουμέναις· τοῦ μὲν
in Prm
.

1213

δὴ νοῦ κρεῖττον καὶ ἐπέκεινα τὸ ἓν, διότι νοῦς πᾶς κινεῖται καὶ ἕστηκε, τὸ δὲ ἓν δέδεικται μήτε κινούμενον μήτε ἑστώς· τῆς δὲ ψυχῆς, διότι πᾶσα ψυχὴ μετέχει χρόνου, τὸ δὲ ἓν
5δειχθήσεται χρόνου μὴ μετέχον· ἀλλὰ μὴν καὶ νοῦς ψυχῆς ἕτερος διὰ τὰ αὐτὰ, χρονικῆς ἐνεργείας καθαρεύων, ὥστε διὰ τούτων τὰς τρεῖς ἀρχικὰς ὑποστάσεις ἔχοιμεν ἂν γνωρί‐ μους γεγενημένας. Ὅτι δὲ τὸ ἓν χρόνου παν‐
10τελῶς ἐστιν ἀμέτοχον, δείκνυσιν ἀποδείξας πρότερον μήτε νεώτερον αὐτὸ μήτε πρεσβύτε‐ ρον μήτε ἰσήλικον ἑαυτοῦ μήτε ἑτέρου τινός· τὸ γὰρ χρόνου μετέχον πᾶν τούτων ἀνάγκη μετέχειν, ὥστε, ἂν τούτων δειχθῇ καθαρεῦον
15τὸ ἓν ἃ δὴ συμπτώματά ἐστι τῶν χρόνου μετεχόντων πάντων, δεδειγμένον ἔσται μηδὲ χρόνου μετέχον. Τοῦτο δὴ τὸ δοκοῦν ἄπιστον εἶναι πολλοῖς, καὶ μάλιστα τοῖς πρὸ αὐτοῦ φυσιολόγοις, οἳ πάντα περιέχεσθαι ᾤοντο ὑπὸ
20τοῦ χρόνου, καὶ εἴ τι ἀΐδιόν ἐστι, ἄπειρον εἶναι τὸν χρόνον, μηδὲν δὲ ἀκαταμέτρητον ὑπὸ τοῦ χρόνου τῶν πάντων εἶναι· καὶ γὰρ ὥσπερ ἐν τόπῳ πάντα ᾤοντο εἶναι, σώματα οἰόμενοι πάντα ὑπάρχειν, ἀσώματον δὲ μηδὲν, οὕτω
25καὶ ἐν χρόνῳ πάντα εἶναι, κινούμενα ὄντα, ἀκίνητον δὲ μηδέν· συνεισῆγε γὰρ τὸν μὲν τό‐ πον ἡ τῶν σωμάτων ἔννοια, τὸν δὲ χρόνον ἡ κίνησις. Ὡς οὖν δέδεικται τὸ ἓν οὐκ ὂν ἐν τό‐ πῳ, διότι μηδόλως ἐν ἄλλῳ καὶ διὰ τοῦτο
30ἀσώματον, οὕτω δείκνυται μηδὲ ἐν χρόνῳ διὰ
τούτων τῶν ἐφόδων, καὶ διὰ τοῦτο μηδὲ ψυχὴ
in Prm
.

1214

μηδὲ ἄλλο τι τῶν χρόνου δεομένων καὶ χρόνου μετεχόντων ἢ κατὰ τὴν οὐσίαν ἢ κατὰ τὴν ἐνέργειαν, ὥστε διὰ τούτων εἶναι δεδειγμένον πάντων ὅτι οὔτε σῶμα τὸ ἓν οὔτε ψυχὴ οὔτε
5νοῦς, τὸ μὲν διότι μὴ ἔστιν ἐν ἄλλῳ, τὸ δὲ διότι μὴ μετέχει χρόνου, τὸ δὲ διότι μὴ κι‐ νεῖται καὶ ἕστηκε. Ταῦτα δὴ τοῖς πολλοῖς τῶν ἐξηγητῶν εἰωθότα φιλοσοφεῖσθαι περὶ τοῦ ἑνὸς, ὃ δὴ πρῶτον θέμενοί φασιν οὔτε σῶμα εἶναι,
10ὡς ἔλεγον οἱ ἀπὸ τῆς Στοᾶς, οὔτε ψυχὴν ἀσώματον, ὡς Ἀναξαγόρας ἔλεγεν, οὔτε νοῦν ἀκίνητον, ὡς Ἀριστοτέλης ὕστερον· οἷς καὶ διαφέρειν τὴν τοῦ Πλάτωνος φιλοσοφίαν τῶν ἄλλων ἐπ’ αὐτὸ τὸ ὑπὲρ νοῦν αἴτιον ἀναδρα‐
15μοῦσαν. Τοιαύτης δ’ οὖν προθέσεως οὔσης, ἤδη τὴν ἐπὶ τὸ πεπληθυσμένον τοῦ λόγου πρόοδον ἡμῖν ἐνδεικνύμενος, οὐκ ἠνέσχετο μεῖναι κατὰ τὸν αὐτὸν τρόπον τοῖς προειρημένοις ἐπὶ τῆς δυά‐
20δος, ἀλλὰ τριαδικῶς τὰ ἴδια τῆς τάξεως ταύ‐ της ἀπηριθμήσατο, τὸ πρεσβύτερον, τὸ νεώτερον, τὸ τὴν αὐτὴν ἡλικίαν ἔχον, καίτοιγε δυνατὸν κἀνταῦθα δυαδικῶς εἰπεῖν, ἰσήλικόν τε καὶ ἀνισήλικον, ὥσπερ ἐκεῖ τό τε
25ἴσον καὶ ἄνισον· ἀλλ’ ἐκεῖ μὲν προτέραν τὴν δυάδα θεὶς, οὕτως ἀπὸ τῆς τοῦ ἀνίσου διαιρέ‐ σεως εἰς τὴν τριάδα κατήντησεν, ἐνταῦθα δὲ ἀπὸ τῆς τριάδος αὐτῆς πεποίηται τὴν ἀρχήν· ἐκεῖ μὲν γὰρ προηγεῖτο τοῦ πλήθους ἡ ἕνωσις
30καὶ τὸ ὅλον τῶν μερῶν, ἐπὶ δὲ ταύτης τῆς τά‐
ξεως τῶν ὄντων καὶ τὸ πλῆθος ἐκφανέστατόν
in Prm
.

1215

ἐστι καὶ ἡ εἰς τὰ μέρη διαίρεσις, ὥς φησιν ὁ Τίμαιος, ἣν καὶ ἐν τούτοις ὁ Παρμενίδης ἀπο‐ μιμούμενος ἄρχεται μὲν ἀπὸ τριάδος, πρόεισι δὲ ἄχρι τῆς ἑξάδος· καὶ γὰρ τὸ πρεσβύτερον
5καὶ τὸ νεώτερον καὶ τὸ τὴν αὐτὴν ἡλι‐ κίαν ἔχον διπλασιάζεται τῷ ἑαυτῷ καὶ τῷ πρὸς ἄλλο τεμνόμενον. Ὅπως δὲ καὶ ἡ τριὰς οἰκεία τῇ τάξει ταύτῃ καὶ ἡ ἑξὰς, οὐκ ἄδη‐ λον· τό τε γὰρ τριφυὲς αὐτῆς ἐξ οὐσίας καὶ
10ταὐτοῦ καὶ θατέρου γεγονός· καὶ τὸ τριδύνα‐ μον ἔκ τε τοῦ ἡνιόχου καὶ τῶν ἵππων συμπε‐ πληρωμένον δηλοῖ τὴν πρὸς τριάδα συγγένειαν αὐτῆς, καὶ τὸ τὴν οὐσίαν ἔχειν ἀρτιοπέριττον ἐξ ἀμφοῖν συμπεπλεγμένην δείκνυσι τὴν πρὸς
15τὴν ἑξάδα κατὰ φύσιν αὐτῆς οἰκειότητα. Ταῦτα μὲν οὖν ῥᾴδια καταμαθεῖν· ἴσως δὲ ἐκεῖνο προσήκει ζητῆσαι πρώτιστον ἐν τούτοις, τίς ποτε ἄρα ὁ χρόνος οὗτός ἐστιν, οὗ φησι ταύτην μετέχειν τὴν τάξιν τῶν ὄντων ἧς ἐξ‐
20αιρεῖ αὐτὸ τὸ πρῶτον. Οὐ γάρ τι σμικρόν ἐστιν, ἀλλ’, ὡς λέγεται, χαλεπὸν τὴν ἰδιό‐ τητα αὐτοῦ καὶ τὴν φύσιν ἐνδείξασθαι· δη‐ λοῦσι δὲ αἱ τῶν πρὸ ἡμῶν ἐξηγήσεις καὶ αἱ πρὸς ἀλλήλους αὐτῶν διαμάχαι· τοῖς μὲν
25γὰρ πλείστοις τῶν ταῦτα μεμεριμνηκότων ἤρεσε τόνδε τὸν ἐμφανῆ καὶ συνεγνωσμένον χρόνον παραλαμβάνεσθαι νῦν ὑπὸ τοῦ Πλάτω‐ νος, σαφῶς λέγοντος τὸ γίγνεσθαι προσήκειν τοῖς χρόνου μετειληχόσιν· οὓς ἐρωτητέον
30ποῖον ἔτι σεμνὸν ἢ θαυμαστὸν τὸ τούτου τοῦ χρόνου κρεῖττον ἀποδείκνυσθαι τὸ ἓν, οὗ καὶ αἱ ψυχαὶ κρείττους εἰσὶ τοῦ τὰς κινήσεις τῶν αἰσθητῶν χρόνου μετροῦντος αὐταὶ πρὸ σωμά‐ των οὖσαι, πῶς δὲ ἔτι κατὰ τὴν δευτέραν ὑπό‐
35θεσιν ὁ χρόνος οὗτος καταφάσκεται τοῦ ὄντως ὄντος, ὡς αὐτοί φασι, καὶ τῆς νοερᾶς οὐσίας οὐ προσιεμένης τὸν τοιοῦτον χρόνον· ἅμα γὰρ
ἐκείνην τε λέγει περὶ τοῦ ὄντος εἶναι καὶ χρό‐
in Prm
.

1216

νον τὸν συνεγνωσμένον· χρόνου γὰρ μέρη τὸ ἦν καὶ τὸ ἔσται, ταῦτα δὲ οὐδὲν προσήκει τοῖς ὄντως οὖσι κατ’ αὐτὸν τὸν Τίμαιον. Τοῖς δὲ εἰς ταύτην ἀποβλέψασι τὴν δυσκολίαν, καὶ
5κατὰ τὴν δευτέραν ὑπόθεσιν ἀκούουσιν ὅτι χρόνου μετέχει τὸ ἓν ἐπ’ αὐτὸν τὸν πο‐ λυΰμνητον αἰῶνα μεταφέρειν ἤρεσε τὸν χρό‐ νον, ἵνα δὴ τῷ Πλάτωνι τά τε ἄλλα κατ’ ἐπίκρυψιν εἰρῆσθαι δοκῇ καὶ ἀποῤῥήτως ὁ αἰὼν
10δηλῶται διὰ τοῦδε τοῦ χρόνου· πρὸς οὓς οὐ χαλεπὸν ἀπαντᾷν ἀντιπαρατείνοντας τὴν τοῦ Πλάτωνος λέξιν πᾶν τὸ χρόνου μετέχον γί‐ γνεσθαι καὶ γεγονέναι λέγουσαν, ὃ μηδέτερον εἰς τὸ ὄντως ὂν καὶ τὰ αἰώνια τῶν πραγμάτων
15μετάγειν ὁ Τίμαιος παρεκελεύσατο. Τοῖς δὲ καὶ διαιρεῖν ἔδοξε, καὶ τὸν μὲν πρῶτον θεὸν καιρὸν ἀποκαλεῖν, τὸν δὲ δεύτερον αἰῶνα, περὶ δὲ τὸν τρίτον ἐνταῦθα καταλείπειν τὸν χρόνον, ἵνα δὴ χρόνου καὶ αἰῶνος ἐπέκεινα φυλάττη‐
20ται τὸ ἕν· οἷς συμβαίνει πολλ’ ἄττα ἄλλα δυσ‐ χερῆ καὶ ὅσα τοῖς πρὸ αὐτῶν ἐξ ἀνάγκης. Οὐδὲ γὰρ ἡ προσθήκη τὸν καιρὸν εἶναι τὸ ἓν ἀφέλοιτο ἂν αὐτοὺς τῆς περὶ τὸν χρόνον τοῦτον ἀγνοίας, πρὸς τῷ καὶ τὸν Πλάτωνα καὶ τὸν
25καιρὸν καὶ τὸ μέτρον, ὡς ἐν Φιλήβῳ μεμαθή‐ καμεν, οὐχὶ περὶ τὸ πρῶτον ἀπολιπεῖν, ἀλλὰ περὶ τὸ τῶν μετεχόντων ἐκείνου πρώτιστον, εἰ καὶ τοῖς Πυθαγορείοις ἐδόκει τὸ πάντων πρῶτον καιρὸν ἀποκαλεῖν δι’ ἥντινά ποτε αἰ‐
30τίαν· καὶ γὰρ εἰ τοῦτο τις προσεῖτο, συγ‐ κλώθειν ἀμήχανον τὸν χρόνον καὶ τὸν καιρὸν ἄλλως τε καὶ κατὰ τοὺς μέσον τὸν αἰῶνα τιθε‐ μένους ἀμφοτέρων, καὶ λέγειν μὴ μετέχειν χρόνου τὸ ἓν διότι καὶ ἔστι· μᾶλλον δὲ ἦν
35τοῦτο περὶ τοῦ αἰωνίου λέγειν, ἀληθῶς καὶ περὶ τοῦ αἰῶνος, περὶ δὲ τοῦ ἑνὸς ὅτι οὐκ αἰὼν οὐδὲ αἰώνιον. Τοῖς δὲ οὔτε τὸν αἰῶνα λέγειν, οὔτε
ἐπὶ τοῦτον φερομένοις τὸν συνεγνωσμένον χρό‐
in Prm
.

1217

νον, ἀλλά τινα μεταξὺ φύσιν ἀναζητήσασιν, ἔδοξε τὸ τῆς τάξεως τῆς νοερᾶς αἴτιον, ὅ τι ποτ’ ἐστὶ, τὸν χρόνον εἶναι τὸν ἐνταῦθα παρα‐ δεδομένον· καὶ τὸ μὲν πρεσβύτερον τὴν κατ’
5οὐσίαν ὑπεροχὴν δηλοῦν, τὸ δὲ νεώτερον τὴν ὕφεσιν, τὸ δὲ ἐπὶ τῆς ὁμοίας ἱδρυμένον συστοι‐ χίας διὰ τοῦ τὴν αὐτὴν ἡλικίαν ἔχοντος· ἀλλ’ οὐδὲ οὗτοι διασαφοῦσι τί τὸ τῆς τάξεως ταύτης αἴτιον, οὐδέ πω ὁ Πλάτων τῷ γίγνε‐
10σθαι χρῆται καὶ τῷ γεγονέναι περὶ πραγ‐ μάτων γενέσεως μὲν πάσης καθαρευόντων, τάξει δὲ μόνῃ διαφερόντων τοὺς λόγους ποιού‐ μενος. Μήποτε οὖν ἄμεινον κἀνταῦθα τῆς τοῦ καθηγεμόνος ἡμῶν μεμνῆσθαι παραδόσεως,
15ὅτι δὴ περὶ τῶν θείων ψυχῶν ὁ λόγος· αὗται γὰρ ἐκθεοῦνται τῷ μετέχειν ἀεὶ τῶν θεῶν, ταύ‐ ταις δὲ προσήκει χρόνος ὁ πρώτιστος, οὐχ ὁ προελθὼν εἰς τὸ ἐμφανὲς, ἀλλ’ ὁ ἀπόλυτος καὶ ἄσχετος, καθ’ ὃν αἱ περίοδοι πᾶσαι μετροῦνται
20τῶν ψυχῶν, καὶ περὶ τὸ νοητὸν χορεῖαι καὶ ἀνα‐ κυκλήσεις. Ἄνωθεν γὰρ ἄρχεται μιμούμενος τὸν αἰῶνα τῶν πάντων περιεκτικὸν καὶ συνέχει πᾶσαν κίνησιν, εἴτε ψυχικὴν εἴτε ζωτικὴν εἴτε ὁπωσοῦν ὑφίστασθαι λεγομένην, καὶ ἀνελίττει
25καὶ τελεῖοι, καὶ ἔστι νοῦς μὲν αὐτὸς κατ’ οὐ‐ σίαν, χορείαις δὲ ταῖς θείαις καὶ τῆς περὶ τὸ νοητὸν ἀπείρου κινήσεως αἴτιος, δι’ ὧν ὃ καὶ ἐν ταύταις ἐστὶ τὸ πρεσβύτερον καὶ τὴν αὐτὴν ἡλικίαν ἄγον. Καὶ ταῦτα πάντα διχῶς· τό τε
30γὰρ πρεσβύτερον ἐν αὐταῖς πρὸς μὲν ἑαυτὰς, καθόσον ταῖς κρείττοσιν ἑαυτῶν δυνάμεσι μᾶλ‐ λον ἀπολαύουσι τῆς ἀπειρίας τοῦ χρόνου καὶ πλέον αὐτοῦ μετέχουσιν· οὐ γὰρ τῆς ὁμοίας πληροῦται τελειότητος ἀπὸ τῶν θειοτέρων
35κατὰ πάσας ἑαυτῶν δυνάμεις, ἀλλὰ ταῖς μὲν πλέον, ταῖς δὲ ἔλαττον, τὸ δὲ πλείονος χρόνου μετέχον πρεσβύτερόν φαμεν· πρὸς δὲ τὰ ἄλλα,
καθόσον αἱ μὲν αὐτῶν τὴν ὅλην ἀποδέχονται
in Prm
.

1218

τοῦ χρόνου μέτρησιν καὶ τὴν πᾶσαν ἔκτασιν τὴν εἰς τὰς ψυχὰς προϊοῦσαν, αἱ δὲ μερικωτέ‐ ραις καταμετροῦνται περιόδοις· πρεσβύτεραι οὖν ὧν ἡ περίοδος ὁλικωτέρα καὶ ἐπὶ χρόνον
5πλείω ἐκτεινομένη. Καὶ δὴ καὶ τὸ νεώτε‐ ρον, ἄνω μὲν οἷον πολιούμενον τῷ συνεκτεί‐ νειν ἑαυτὸ πρὸς τὴν ὅλην τοῦ χρόνου δύναμιν, κάτω δὲ ἔτι νεάζον τῷ μερικώτερον ἀπολαύειν τοῦ χρόνου· ὡς δὲ πρὸς τὰ ἄλλα, κατὰ τὴν
10ὕφεσιν τῆς ἐνεργείας· τὸ γὰρ δι’ ἐλάττονος περιόδου μετρουμένην ἔχον τὴν ἑαυτοῦ περιφο‐ ρὰν νεώτερόν ἐστι τοῦ διὰ πλείονος. Τό γε μὴν τὴν αὐτὴν ἡλικίαν ἄγον ἑαυτῷ τε καὶ τοῖς ἄλλοις οὐκ ἄδηλον, ὅπως ἑνὶ τῶν συστοίχων
15θεωρητὰς πραγμάτων, ἐφ’ ὧν ἡ αὐτὴ μέθεξις καὶ τὸ αὐτὸ τῆς τελειότητος μέτρον· πᾶσα δὲ θεία ψυχὴ, κἂν καθ’ ἕτερον χρόνον αὐτῆς ἡ περίοδος μετρῆται, καθ’ ἕτερον δὲ τοῦ ἐξημ‐ μένου σώματος ἑαυτῆς, ἀλλ’ ἔχει τὴν ἴσην
20ἀποκατάστασιν, αὕτη δὲ κατὰ τὸν αὑτῆς ἀεὶ χρόνον, κἀκεῖνο κατὰ τὸν ἑαυτοῦ· διὸ πάλιν ἰσήλικός ἐστιν ἑαυτῇ τε καὶ ἐκείνῳ κατὰ τὸ ἀνάλογον. Οὐκ ἄρα ἐπὶ τὸν συνεγνωσμένον χρόνον ἀναγκασθησόμεθα καταφεύγειν διὰ τὸ
25γίγνεσθαι τοῦτο καὶ γεγονέναι· καὶ γὰρ ταῦτά ἐστιν ἐν ταῖς περιόδοις τῶν θείων ψυ‐ χῶν· οὐδ’ αὖ ἐπὶ τὸν αἰῶνα καταβησόμεθα διὰ τὴν δευτέραν ὑπόθεσιν καταφάσκουσαν τὸν χρόνον· πᾶσαν γὰρ ἐκεῖ φαμεν κατὰ τὸ ἑξῆς
30παραδεδόσθαι τὴν τοῦ ὄντος πρόοδον ἄνωθεν ἀπὸ τῶν νοητῶν μονάδων διὰ τῶν νοερῶν τά‐ ξεων καὶ ὑπερκοσμίων καὶ ἐγκοσμίων ἐπὶ τὴν ἐκθεουμένην ἀσώματον οὐσίαν καταντήσασαν. Ἑπόμεθά γε μὴν τῷ Πλάτωνι καὶ ἐν Τιμαίῳ
35τὸν χρόνον πᾶσι μέτρον ἀποφηναμένῳ ζωῆς μεταβατικῆς, καὶ τὴν ψυχὴν ἄρξασθαι θείας ζωῆς καὶ ἔμφρονος βίου πρὸς τὸν σύμπαντα
χρόνον· καὶ ἐν τῷ Φαίδρῳ τὸ ὂν αὐτὰς λέ‐
in Prm
.

1219

γοντι καθορᾷν, διότι χρονικῶς, ἀλλ’ οὐκ αἰω‐ νίως ὁρῶσι. Καὶ οὐδὲν δεησόμεθα τὸ πρεσβύ‐ τερον καὶ νεώτερον καὶ τὴν αὐτὴν ἡλικίαν ἄγον ἐπὶ τάξεως ἀκούειν καὶ τῆς κατὰ τὸ αἴτιον
5καὶ αἰτιατὸν διαφορᾶς, οὐδὲ ζητεῖν τί τὸ τῆς τάξεως ἐκείνης αἴτιον, ἀλλ’ αὐτοφυῶς ἐπὶ τῶν χρονικῶν μέτρων τὰ τοιαῦτα παραλαμβάνομεν τῶν τε μειζόνων καὶ ἐλαττόνων καὶ τῶν ἄλλοις ὁμοστοίχων.
10 Ὅτι που ἡλικίαν τὴν αὐτὴν ἔχον ἢ ἑαυτῷ ἢ ἄλλῳ ἰσότητος χρόνου καὶ ὁμοιότητος μεθέξει, ὧν ἐλέγομεν οὐ μετεῖναι τῷ ἑν, οὔτε ὁμοιότητος οὔτε ἰσότητος. Ἐλέγομεν γὰρ οὖν.
15(P. 140 E.) Ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ἔμπροσθεν ἀντι‐ θέσεων πρῶτον ἔδειξεν οὐχ ὅμοιον τὸ ἓν, εἶτα ὅτι οὐκ ἀνόμοιον, καὶ πάλιν ὅτι οὐκ ἴσον, εἶτα ὅτι οὐκ ἄνισον, οὕτω καὶ ἐπὶ τούτων τῶν προ‐
20βλημάτων πρῶτον δείκνυσιν ὅτι οὐκ ἰσήλικον τὸ ἓν, εἶθ’ οὕτως ὅτι οὔτε πρεσβύτερον οὔτε νεώτερον οὔτε ἑαυτοῦ οὔτε ἄλλου. Δεῖ γὰρ δει‐ χθῆναι τὸ ἓν ἐπέκεινα καὶ τῆς θείας πάσης ψυχῆς πρὸ τῶν ἄλλων ψυχῶν, ὡς δέδεικται
25πρὸ τῶν ὄντως ὄντων καὶ αἴτιον πάντων· καὶ οὐ διὰ τοῦτο ἀπαιτητέον τὰς αἰτίας αὐτὸ περι‐ έχειν τῶν πάντων, καὶ εἶναι διὰ τοῦτο πλῆθος· ἔστι γὰρ πᾶν αἴτιον μιᾶς ἰδιότητός τινος αἴτιον, οἷον τὸ αὐτόζωον τοῦ ζώοις μόνον εἶναι αἴτιον,
30καὶ ἕκαστον ὡσαύτως τῶν νοητῶν. Καὶ τὸ ἓν οὖν αἴτιον ἑνάδων ἐστὶ καὶ ἑνώσεως τοῖς πᾶσι, καὶ πάντα ἐκεῖθεν, ὡς ἢ ἑνάδες ὄντα ἢ ἔκ τινων ἑνάδων· καὶ γὰρ τὸ ὂν αὐτὸ καὶ πᾶν ἁπλῶς ἢ ἕν ἐστιν ἢ ἔκ τινων ἑνάδων· εἰ γὰρ ἡνωμένον,
35δῆλον ὡς ἔκ τινών ἐστι· ταῦτα δὲ εἰ μὲν ἑνά‐ δες, δῆλον τὸ συμβαῖνον· εἰ δὲ ἡνωμένα, πάλιν εἰς τὰ ἐξ ὧν ἐστι μεταβατέον, καὶ ἢ ἐπ’ ἄπει‐ ρον ἢ εἴς τινας ἑνάδας καταληκτέον, ἐξ ὧν τὸ ἡνωμένον ἐστὶν ὡς ἐκεῖ στοιχείων. Ἀφ’ ὧν καὶ
40λάβοις ἂν ὅτι πάντα τὰ πράγματα ἢ ἑνάδες
εἰσὶν ἢ ἀριθμοί· τὸ γὰρ μὴ ὂν ἑνὰς, ἀλλ’ ἡνω‐
in Prm
.

1220

μένον, εἴπερ ἐστὶν ἔκ τινων ἑνάδων πεπερασ‐ μένων, ἀριθμός ἐστι, καὶ οὗτος ἂν εἴη πρῶτος ἀριθμὸς ὁ ἐξ ἀδιαιρέτων ὑποστάς· ἑκάστη γὰρ ἑνὰς ἀδιαίρετος· ὁ δὲ τῶν ὄντων ἀριθμὸς καὶ ἐξ
5ὄντων, οὐκ ἐξ ἀδιαιρέτων· ὥστε εἴ τι μὲν αἴ‐ τιον τῶν ὄντων, εἰκότως οὐ πάντων ἐστὶν αἴτιον, εἴ τι δὲ τῶν ἑνάδων ἐξ ὧν τὰ πάντα, εἰκότως πάντων αἴτιον· οὐδὲν γάρ ἐστιν ὃ μὴ ἔστιν ἢ ἑνὰς ἢ ἐξ ἑνάδων. Οὐκ ἄρα δεῖ πάντων αἰτίας
10ἐν τῷ ἑνὶ εἶναι λέγειν, εἰ δὲ μὴ τοῦτο λέγον‐ τας, τινῶν αἴτιον ἡγεῖσθαι τὸ ἓν ὡς τῶν ἑνά‐ δων αἴτιον, εἴπερ πάντα ἐκ τούτων ὑφέστηκεν. Ἐπειδὴ τοίνυν καὶ τῆς θείας ψυχῆς ἐστιν αἴτιον, καθόσον καὶ ταύτῃ ἡ ὑπόστασίς ἐστιν
15ὡς πᾶσι τοῖς οὖσιν ἐξ ἑνάδων, εἰκότως ἐπ‐ έκεινα αὐτὸ δεῖ δειχθῆναι καὶ ταύτης· καὶ γὰρ αἱ θεῖαι ψυχαὶ, καθόσον μέν εἰσι νοε‐ ραὶ, νοῦν ἔχουσιν αἴτιον, καθόσον δὲ οὐσίαι, τὸ ὂν, καθόσον δὲ ἑνοειδεῖς, τὸ ἓν, ἀπ’ ἐκείνου
20λαβοῦσαι τὴν ὑπόστασιν, ᾗ ἑκάστη πλῆθός ἐστί τινων ἑνάδων, καὶ τούτων μὲν ὡς στοιχείων· ἔχει δὲ καὶ ἑκάστη ἑνίζον τὸ πλῆθος ἓν, διὸ καὶ ὅλον ὅ τι ἐστὶν ἑκάστη, καὶ οὐχὶ πλῆθος ἀσύν‐ τακτον. Ὅτι δ’ οὖν καὶ τούτων ἐπέκεινα τὸ
25ἓν, διὰ τῶν προκειμένων ἀποδείκνυται ἐφόδων· οὐ πᾶσαί γε μὴν ἀποδείξεις ἔκ τε ἰσότητος [καὶ ἀνισότητος] καὶ ἐκ τοῦ ὁμοίου καὶ ἀνομοίου, διότι τὸ ἰσήλικον καὶ ὁμήλικον λέγεται καὶ τὰ ἀντικείμενα τούτοις. Πάλιν ἀπὸ τῶν αἰτιῶν
30προϊοῦσι τῆς θείας ψυχῆς τῶν τε γεννητικῶν καὶ τῶν προσεχῶς αὐτῶν ἐκθεωτικῶν, δι’ ὧν μέσων καὶ τῶν πρωτίστων ἐξήρτηνται θεῶν καὶ αὐτοῦ μετέχουσι τοῦ ἑνός. Τὸ μὲν γὰρ ἴσον καὶ ἄνισον τῶν ἐγκοσμίων ἂν εἴη ἴδια θεῶν,
35παρ’ ὧν αἱ θεῖαι ψυχαὶ πάντως ἐκθεοῦνται· νοῦν γὰρ θεῖον λαβοῦσαι θεῖαί εἰσιν, ὡς ἐν Νό‐ μοις ἠκούσαμεν. Τὸ δὲ ὅμοιον καὶ ἀνόμοιον ἐκ τῶν ἀφωμοιωτικῶν, ὧνπερ αἱ ψυχαὶ μετέχουσι πρώτως· αὗται γὰρ εἰκόνες πρῶται τῶν ὄντων
40εἰσὶν, οἷον ψυχαὶ εἰκόνες οὖσαι πάντως ἀπὸ τού‐
των ὑφεστᾶσιν, ὥστε εἰκότως διά τε ἰσότητος
in Prm
.

1221

καὶ ὁμοιότητος χαρακτηρίζεται τὸ ἰσήλικον καὶ ἀνισήλικον, καὶ τὸ ὁμήλικον καὶ τὸ ἀνομήλι‐ κον. Ἀλλ’ ὅπως μὲν δείκνυται τὸ μήτε πρεσβύ‐ τερον ἑαυτοῦ ἢ ἄλλου του μήτε νεώτερον εἶναι
5τὸ ἓν, μικρὸν ὕστερον ἐξετάσομεν· ὅπως δὲ ὅτι οὐκ ἰσήλικον ἑαυτῷ ἢ ἄλλῳ, νῦν σκεπτέον. Τὸ ἓν δὴ, φησὶν, οὔτε πρὸς ἑαυτὸ οὔτε πρὸς ἄλλο μετέχει τοῦ τε ἴσου καὶ τοῦ ὁμοίου, δέδεικται γὰρ ἀμφότερα· πᾶν δὲ τὸ ἰσήλικον, εἴτε πρὸς
10ἑαυτὸ ἦν τοιοῦτον εἴτε πρὸς ἄλλο, μετέχει τοῦ τε ἴσου καὶ τοῦ ὁμοίου πρὸς ὃ καὶ ἔστιν ἰσήλι‐ κον· τὸ ἓν οὖν οὔτε ἑαυτῷ φατέον οὔτε ἄλλῳ τινὶ τῶν πάντων ἰσήλικον· δεῖ γὰρ ἀμφοῖν εἰς τὴν καθ’ ἡλικίαν ταυτότητα καὶ τοῦ ἴσου καὶ
15τοῦ ὁμοίου· τά τε γὰρ τοῦ ἴσου χρόνου, εἰ μὴ καὶ ὁμοίως ἔχῃ, τὴν αὐτὴν ἡλικίαν οὐκ ἂν ἄγειν λέγοιτο. Οὔκουν οὐδὲ ἄνθρωπος τριακον‐ τούτης ἰσήλικός ἐστι φοίνικι τριακοντούτῃ· κωλύει γὰρ οὐδὲν τὸν μὲν ἤδη πρεσβύτην εἶναι,
20τὸν δὲ νεώτερον, διότι μήδε ὁ σύμπας βίος ὁ αὐτὸς ἀμφοῖν· καὶ τὰ ὅμοια ἀλλήλοις, εἰ μὴ καὶ τὸν ἴσον εἴη βεβιωκότα χρόνον, οὐκ ἂν ἔχοι τὴν αὐτὴν ἡλικίαν· πρεσβύτης γὰρ ἄνθρωπος ἵππῳ πρεσβύτῃ δῆλον ὅτι ὅμοιός ἐστιν, ἀλλ’
25οὐκ ἰσῆλιξ· ἡ γὰρ, οἶμαι, χρόνου ἰσότης οὐ ποιεῖ ταυτότητα τῆς ἡλικίας. Ἀμφότερα ἄρα συλληπτέον, τό τε ὅμοιον καὶ τὸ ἴσον, εἰς τὸ καθ’ ἡλικίαν ταὐτόν· διὸ καὶ τὸ μὲν ἰσήλικον ὀνομάζεται, τὸ δὲ ὁμήλικον, τὸ μὲν ἀπὸ τῆς
30κατὰ τὸ τοῦ χρόνου πλῆθος ἰσότητος, τὸ δὲ ἀπὸ τῆς κατὰ τὸ τῆς ἡλικίας εἶδος ὁμοιότητος, καὶ οὕτω μὲν φυσικῶς. Ἔτι δὲ κάλλιον εἴποις ἂν, ὅτι τούτων τῶν δύο τάξεων ἐξήρτηται προσ‐ εχῶς ἡ θεία πᾶσα ψυχὴ, καὶ διὰ τούτων ὁμοιοῦ‐
35ται τοῖς θείοις, καὶ ἀνάγεται καὶ ἐκθεοῦται καὶ μετέχει τοῦ ἑνὸς, ὡς μὲν ἐκθεουμένη, τῶν ἐγ‐ κοσμίων δεομένη θεῶν τῶν ἐκθεούντων αὐτὴν, ὡς δὲ εἰκαζομένη, τῶν ὑπερκοσμίων, οὓς καὶ πρώτους ἀφομοιοῦν πάντα οὖσιν ἐλέγομεν.
40Ἐκεῖθεν οὖν καὶ ἡ ἰσότης καὶ ἡ ὁμοιότης ἐφήκει
τοῖς τὴν αὐτὴν ἡλικίαν ἄγουσι· καὶ γὰρ τὸν
in Prm
.

1222

χρόνον ἀμφότεραι γεννῶσιν αἱ τάξεις, αἱ μὲν ὡς πρῶται ἐλλάμπουσαι τοῖς ἐν τῷ κόσμῳ τοῦδε χρόνου μετέχουσιν, αἱ δὲ ὡς πρώτων εἰ‐ κόνων οὐσῶν τῶν ὑπὸ τοῦ χρόνου μετεχομένων,
5μᾶλλον δὲ ὡς πρώτης εἰκόνος ὄντος τοῦ χρόνου, καθάπερ καὶ ὁ Τίμαιός φησι· πρὸ γὰρ τῶν ὑπὸ τοῦ χρόνου καταμετρουμένων ἐστὶν εἰκὼν ὁ χρόνος αὐτὸς τοῦ αἰῶνος, ὡς ἐκεῖνός φησι. Καὶ μὴν καὶ ὅτι ἀνομοιότητός τε
10καὶ ἀνισότητος οὐ μετέχει, καὶ τοῦτο ἐλέγομεν. Πάνυ μὲν οὖν. Πῶς οὖν οἷόν τε ἔσται τινὸς ἢ πρεσβύτερον ἢ νεώτερον εἶναι, ἢ τὴν αὐτὴν ἡλικίαν ἔχειν τῷ τοιοῦτον ὄν; Οὐδαμῶς.
15Οὐκ ἄρα ἂν εἴη νεώτερον οὐδὲ πρεσ‐ βύτερον οὐδὲ τὴν αὐτὴν ἡλικίαν ἔχον τὸ ἓν, οὔτε αὑτῷ οὔτε ἄλλ. Οὐ φαίνεται. (P. 140 e.) Τὰ λοιπὰ προβλήματα διὰ τούτων ἀποδεί‐
20κνυται τῶν ῥημάτων ὡς οὔτε πρεσβύτερον οὔτε νεώτερόν ἐστι τὸ πρῶτον οὔτε ἑαυτοῦ οὔτε ἄλλου τινός· ἡ δὲ ἀπόδειξις ἀπὸ τῶν ἀντικειμένων τοῖς προειρημένοις, τῆς ἀνομοιότητος λέγω καὶ τῆς ἀνισότητος, τοιόνδε τινὰ προαγομένη τρό‐
25πον· τὸ ἓν οὔτε ἄνισον ἑαυτῷ ἐστιν ἢ ἄλλῳ οὔτε ἀνόμοιον, ἃ δὴ πρότερον προαποδέδεικ‐ ται· πᾶν δὲ τὸ πρεσβύτερον εἴτε ἑαυτοῦ εἴτε ἄλλου ἄνισόν ἐστι κατὰ χρόνον καὶ ἀνόμοιον ἐκείνῳ οὗ ἂν ᾖ νεώτερον ἢ πρεσβύτερον· τὸ
30ἄρα ἓν οὔτε νεώτερον οὔτε ἑαυτοῦ οὔτε ἄλλου οὔτε πρεσβύτερον· τὸ μὲν γὰρ τῆς κατὰ χρόνον ἀνισότητος μὴ μετέχον καὶ ἀνομοιότητος οὐ κωλύεται καθ’ ἕτερον τρόπον ἄνισον εἶναι καὶ ἀνόμοιον. Οὔκουν ἐν τοῖς αἰωνίοις ἐστὶν ἡ κατὰ
35χρόνον ἀνισότης καὶ ἀνομοιότης, ἔστι δὲ ὅμως ἄλλως καὶ οὐ κατὰ χρόνον ἐν τοῖς πλήθεσιν αὐτῶν καὶ ἐν ταῖς δυνάμεσι· τὸ δὲ μηδαμῶς τοῦ ἀνίσου καὶ τοῦ ἀνομοίου δεκτικὸν, δῆλον ὡς οὐδ’ ἂν τῆς κατὰ χρόνον ἀνισότητος μετέχοι
40καὶ ἀνομοιότητος. Πολλῷ ἄρα μᾶλλον τὸ ἓν
ἐξῄρηται τῆς κατὰ χρόνον ἐνεργούσης θείας οὐ‐
in Prm
.

1223

σίας, ὅσῳ δὴ καὶ τῶν αἰτιῶν αὐτῆς ὑπερέχει τῶν τελειωτικῶν· τοῦτο γὰρ δὴ καὶ αὐτὸς ἡμῖν ἐνδεικνύμενος προσέθηκε τὸ τοιοῦτον ὄν· τὸ γὰρ ὁμοιότητος καὶ ἀνομοιότητος ἐπ‐
5έκεινα πῶς ἂν μετέχοι τῶν ὁμοιότητος καὶ ἀνο‐ μοιότητος μετεχόντων; καὶ τὸ ἰσότητος καὶ ἀνισότητος ἐξῃρημένον πῶς ἂν συντάττοιτο τοῖς μερικῶς τούτων μετειληφόσι; τὸ γὰρ κατὰ χρόνον ἄνισον καὶ ἴσον οὐ πάσης μετέσχε
10τῆς τοῦ ἀνίσου τε καὶ ἴσου δυνάμεως. Συμπε‐ ρανάμενος δὴ οὖν καὶ ταῦτα τὰ λοιπὰ δύο προ‐ βλήματα, τὸ μήτε πρεσβύτερον εἶναι μήτε νεώ‐ τερον τὸ ἓν, ἐπάγει κοινὸν συμπέρασμα τῆς τριάδος ταύτης· ὡς ἄρα οὔτε πρεσβύτερόν
15ἐστιν οὔτε νεώτερον οὔθ’ ἑαυτοῦ οὔτε ἄλλου τὸ ἓν οὔτε τὴν αὐτὴν ἡλικί‐ αν ἔχον, συναιρῶν τὸ πλῆθος ὅλον εἰς μίαν καὶ κοινὴν ἀρχήν· προσθεὶς δὲ καὶ τὸ, οὔθ’ ἑαυτῷ οὔτε ἄλλῳ, καὶ τὴν εἰς ἓξ διαίρεσιν
20ἡμῖν παραδέδωκεν, καὶ τὴν διὰ τῆς τριάδος ἄνοδον ἐπὶ τὴν δυάδα τὴν θείαν δεδήλωκε· διὰ δυάδος δὲ ἡμῖν πάσας τὰς τάξεις παραδοὺς τὰς θείας ἐνταῦθα διὰ τριάδος πεποίηται τὴν ἔκφανσιν τῆς θείας ψυχῆς, καὶ εἴπομεν δι’
25ἣν αἰτίαν. Ἵν’ οὖν πάλιν δυαδικῶς καὶ ταύτην ὑφεστῶσαν θεωρήσωμεν, τὸ οὔθ’ ἑαυτῷ οὔτε ἄλλῳ προσέθηκεν ἐν τῷ συμπεράσματι. ρ’ οὖν οὐδὲ ἐν χρόνῳ τὸ παράπαν δύναιτο ἂν εἶναι τὸ ἓν, εἰ τοιοῦτον εἴη;
30ἢ οὐκ ἀνάγκη, ἐάν τι ᾖ ἐν χρόν, ἀεὶ αὐτὸ αὑτοῦ πρεσβύτερον γίγνεσθαι; Ἀνάγκη. (P. 141 A.) Μετὰ τὴν τριάδα τὴν πρώτως θεωρουμένην ἐπὶ τῆς θείας ψυχῆς ἐθέλει καὶ πᾶσαν χρονικὴν
35μέθεξιν ἀποφῆσαι τοῦ ἑνός. Ἔστιν οὖν ἡ ἀπό‐ δειξις τοιαύτη· τὸ ἓν οὔτε πρεσβύτερον ἑαυτοῦ ἐστιν οὔτε νεώτερον οὔτε ἰσήλικον, ὥσπερ δέ‐ δεικται· πᾶν δὲ τὸ χρόνου μετέχον ἑαυτοῦ πρεσβύτερόν ἐστιν ἅμα καὶ νεώτερον καὶ ἰσή‐
40λικον· τὸ ἄρα ἓν οὐ μετέχει χρόνου. Καὶ πῶς
γὰρ ἂν τοῦ ὅλου χρόνου καὶ αὐτοῦ τοῦ αἰῶνος
in Prm
.

1224

ἐξῃρημένον μερικῶν τινων ἀπ’ αὐτοῦ μετέχοι περιοδικῶν μετρήσεων; καίτοι καὶ τοῦτο ζη‐ τήσεως ἄξιον, πῶς οὐκ αἰῶνος ἐπέκεινα τὸ πρῶτον ἔδειξεν, ἀλλὰ χρόνου μόνον· κωλύεται
5γὰρ οὐδὲν πρὸ χρόνου παντὸς ὑφεστὼς εἶναι αἰώνιον· ἢ καὶ τοῦτο τότε δείξει προελθὼν ὁ λόγος, ὅταν αὐτὸ δείξῃ μηδὲ τοῦ ἔστιν ἀνεχό‐ μενον, καὶ πολλῷ πλέον, ὅταν μηδὲ τοῦ ἑνὸς τοῦ σὺν τῷ ἔστι· πᾶν γὰρ τὸ αἰώνιον ἅμα τῷ
10ἔστιν ὑφέστηκεν, εἴπερ τὸ ἀεὶ εἶναι προσήκει τοῖς αἰωνίοις. Νῦν δὲ ἐπειδὴ τὴν ἀρχὴν πεποίη‐ ται τῶν ἀποφάσεων ἀπὸ τῶν πολλῶν, ἃ δὴ μετὰ τῶν νοητῶν ἐστιν, ἐν δὲ νῷ καὶ ὁ αἰὼν, εἰκότως τῶν μὲν χρόνου μετεχόντων δείκνυσι
15τὸ ἓν ἐξῃρημένον καὶ χρόνου παντὸς, τὸν δὲ αἰῶνα καὶ τὰ αἰώνια σεσίγηκε, καίτοι γε ἀμ‐ φοτέρων μέτρων ὄντων, τοῦ μὲν ἐν τοῖς οὖσι, τοῦ δὲ ἐν τοῖς γιγνομένοις· καὶ ὄντων καὶ αἰω‐ νίων πολλῶν καὶ χρόνων, τὸ πρῶτον ὑπὲρ
20πάντα τὰ μέτρα ταῦτά ἐστι, δι’ αὐτὴν τὴν ἑνότητα πάντων ὂν μέτρων καὶ τῶν αἰώνων καὶ τῶν χρόνων, παρ’ ᾧ τὸ μετρεῖσθαι τοῖς οὖσιν ὑπάρχει καὶ τοῖς γιγνομένοις. Εἰ δὲ βούλει καὶ τοῦτο λεγέσθω πρὸς τὴν προκειμένην ζήτησιν,
25ὅτι, δείξας τὸ ἓν μὴ ἑστὼς ἐν τοῖς ἔμπροσθεν, ἔχει καὶ ὅτι οὐκ αἰώνιον οὐδ’ αἰών· μένει γὰρ ἐν ἑνὶ καὶ αἰὼν, καὶ πᾶν τὸ αἰώνιον ἕστηκεν ἐν τῷ αὐτῷ· δι’ ἐκείνων τοίνυν δεδειγμένον εἰ‐ κότως οὐκ ἠξίωται λόγου χωρίς. Μήποτε οὖν,
30φαίη ἄν τις, χρόνου μὲν οὐδαμῶς ἐστι μετέχον τὸ ἓν, χρόνος δέ ἐστιν αὐτό· καὶ γὰρ οἱ Πυθα‐ γόρειοι καιρὸν αὐτὸ προσηγόρευον, καὶ Ὀρ‐ φεὺς χρόνον ἀποκαλεῖ τὸ πρώτιστον. Μὴ χρόνος μὲν οὖν ἐστιν ἵνα μὴ μέχρι ψυχῶν καὶ
35ὅλως τῶν κινουμένων ἡ ἀπ’ αὐτοῦ καθήκῃ τε‐ λειότης τὰ γὰρ αἰώνια κρείττω τῶν κατὰ χρό‐ νον ἐνεργούντων ἐστὶ, καὶ οὐ τῶν μὲν χειρόνων ἐστὶν ὑποστατικὸν, τῶν δὲ κρειττόνων ἀναί‐ τιον. Καιρὸς δὲ ἐκαλεῖτο παρὰ τοῖς Πυθαγο‐
40ρείοις ὅτι τοῦ [προσφόρου] καὶ τοῦ δέοντος
αἴτιός ἐστιν· ὁ γὰρ καιρὸς τοιοῦτος νέμων
in Prm
.

1225

ἑκάστῳ κατὰ τὸ πρόσφορον τὴν αὐτῷ προσ‐ ήκουσαν ὠφέλειαν· εἴρηται δὲ ἔμπροσθεν ὅπως κατὰ Πλάτωνα καὶ ὁ καιρὸς τῶν μετὰ τὸ πρῶτόν ἐστιν, ἐκ τῶν ἐν Φιλήβῳ κεκηρυγμέ‐
5νων. Χρόνος δὲ ὑπὸ Ὀρφέως ὀνομάζεται κατὰ δή τινα θαυμαστὴν ἀναλογίαν· γενέσεις γὰρ ὁ θεολόγος τῶν ἀγεννήτων μυστικὰς πα‐ ραδοὺς, καὶ τὸ αἴτιον τῆς ἐκφάνσεως τῶν θείων χρόνον συμβολικῶς ὠνόμασεν· ὅπου
10γὰρ γένεσις, ἐκεῖ καὶ χρόνος· ἥ τε γὰρ τῶν αἰσθητῶν γένεσις κατὰ χρόνον ἐστὶ τὸν ἐγ‐ κόσμιον, καὶ ἡ τῶν ψυχῶν κατὰ τὸν ὑπερ‐ ουράνιον, καὶ ἡ τῶν ἀϊδίων κατὰ τὸ ἓν, ἐπειδὴ καὶ ταύτην γέννησιν κεκλήκαμεν τὴν ἀπόῤῥη‐
15τον αὐτῶν ἐπικρύπτοντες πρόοδον. Ὥσπερ οὖν τὴν ἄγρυπνον τῶν θείων ἐνέργειαν τὴν χωρι‐ στὴν ἀπὸ τῶν προνοουμένων ὕπνον αὐτῶν ἀν‐ εχόμεθα καλούντων, καὶ δεσμὸν τὴν ἕνωσιν, καὶ λύσιν τὴν πρόοδον, οὕτω καὶ χρόνον καὶ
20γένεσιν τοῖς ἀχρόνοις καὶ ἀγεννήτοις προσαγόν‐ των, ἀνεκτέον τοῦ Πλάτωνος τὸν συνεγνωσμέ‐ νον χρόνον τοῦ ἑνὸς ἐν τούτοις ἀποφάσκοντος. Οὐκοῦν τό γε πρεσβύτερον ἀεὶ νεω‐ τέρου πρεσβύτερον; Τί μήν; Τὸ
25πρεσβύτερον ἄρα ἑαυτοῦ γιγνόμενον καὶ νεώτερον ἑαυτοῦ ἅμα γίγνεται, εἴπερ μέλλει ἔχειν ὅτου πρεσβύτερον γίγνεται. Πῶς λέγεις; Ὧδε. (P. 141 A.)
30 Βούλεται μὲν κατασκευάσαι διὰ τούτων τε καὶ τῶν ἑξῆς ὅτι πᾶν τὸ χρόνου μετέχον πρεσ‐ βύτερόν ἐστι καὶ ἰσήλικον ἑαυτῷ· τοῦτο δὲ βουλόμενος ἀναγκαίως προαποδείκνυσιν ὅτι αὐτό τι ἑαυτοῦ πρεσβύτερόν ἐστιν· ᾗ δὲ αὐτὸ ἑαυτοῦ
35πρεσβύτερον, δῆλον ὅτι καὶ ἑαυτοῦ νεώτερόν ἐστιν· πρὸς γὰρ ἑαυτὸ καλεῖται νεώτερον ἅμα καὶ πρεσβύτερον. Δόξειε δ’ ἂν ἀπορώτατος εἶναι, καὶ, ἵν’ εἴπω, σοφιστικός πως οὗτος ὁ λόγος· πῶς γὰρ αὐτό τι ἑαυτοῦ καὶ πρεσβύτερον ἅμα
40καὶ νεώτερόν ἐστιν; Οὔκουν δὴ ὅ γε Σωκράτης,
ὁ ἑαυτοῦ πρεσβύτερος γεγονὼς, καὶ νεώτερος
in Prm
.

1226

αὑτοῦ ἐστι· τὸ μέν γε πρεσβυτικὸν αὐτῷ πάρ‐ εστιν, οἴχεται δὲ ἡ νεότης. Ἔνιοι μὲν οὖν ἐν‐ έδωσαν τῷ λόγῳ καὶ οὐδὲ τοῦτο ἀπέσχοντο εἰ‐ πεῖν, ὅτι σοφιζομένῳ ἔοικεν ὁ Πλάτων, πάνυ
5προχείρως τὴν ἑαυτῶν ἄγνοιαν ἐπὶ τὸν λόγον μετάγοντες· οἱ δὲ καὶ ἀντισχεῖν πρὸς αὐτὸν πειραθέντες μαλακώτερον προέστησαν τῆς ἀλη‐ θείας· τὸ γὰρ αὐτὸ, φασὶν, ἅμα νεώτερον καὶ πρεσβύτερον· κατὰ μὲν τὸν μέλλοντα χρόνον
10νεώτερον, οὔπω γὰρ ἐκεῖνον προσείληφε· κατὰ δὲ τὸν παρελθόντα πρεσβύτερον, ὃν ἤδη βεβίω‐ κεν. Ἀλλὰ τοῦτο οὐκ ἦν ἑαυτοῦ νεώτερον ἅμα γίγνεσθαι καὶ πρεσβύτερον, ἀλλὰ νεώτερον μὲν ἄλλου, πρεσβύτερον δὲ ἄλλου· ταχὺ ἄρα ἡμῖν
15ἀσθενὴς ἐφάνη ὁ τούτου λόγος. Οἱ δὲ ἀνάπαλιν ἔφασαν τὸ πρεσβύτερον ἑαυτοῦ πᾶν εἶναι καὶ νεώτερον, πρεσβύτερον μὲν τὸ νῦν ὂν, νεώτερον δὲ ὃ ἦν ἔμπροσθεν, τὸ γοῦν νῦν πρεσβύτερον τοῦ πρότερον ὄντος νεωτέρου λέγεσθαι πρεσβύτερον·
20οὐδ’ οὗτοι συνέντες ὅπως φησὶν ὁ Πλάτων, τὸ μὲν ὂν πρὸς τὸ ὂν λέγεσθαι, τὸ δὲ ἐσόμενον πρὸς τὸ ἐσόμενον, ἀεὶ τῶν πρὸς τὸ τόδε· γεγονὸς οὖν τοῦ γεγονότος νεωτέρου οὐ δυνατὸν φάναι τὸ νῦν ὂν πρεσβύτερον· τοῦτο γάρ ἐστιν ἐπαλλάτ‐
25τειν τοὺς χρόνους καὶ μὴ φυλάττειν ὃν αὐτὸς εἶπε κανόνα περὶ τῶν πρός τι πάντων. Πάλιν οὖν ἡμῖν ἐπὶ τὸν ἡμέτερον καθηγεμόνα τρε‐ πτέον, καὶ τὴν ἐκείνου παράδοσιν εἰς μέσον ἀκτέον, φῶς ἀνάπτουσαν εἰς πάντα τὸν προκεί‐
30μενον λόγον. Διττὸν δὴ τὸ χρόνου μετέχον ἐστί· τὸ μὲν οἷον κατ’ εὐθεῖαν ὁδεῦον, καὶ ἀρχόμενόν τε ἀπό τινος καὶ εἰς ἄλλο καταλῆγον· τὸ δὲ κατὰ κύκλον περιπορευόμενον, καὶ ἀπὸ τοῦ αὐ‐ τοῦ πρὸς τὸ αὐτὸ τὴν κίνησιν ἔχον, ᾧ καὶ ἀρχὴ
35καὶ πέρας ἐστὶ ταὐτὸν καὶ ἡ κίνησις ἀκατάλη‐ κτος, ἑκάστου τῶν ἐν αὐτῇ καὶ ἀρχῆς καὶ πέ‐ ρατος ὄντος, καὶ οὐδὲν ἧττον ἀρχῆς καὶ πέρατος. Τὸ δὴ κυκλικῶς ἐνεργοῦν μετέχει τοῦ χρόνου περιοδικῶς, καὶ ἐπειδὴ τὸ αὐτὸ καὶ πέρας
40αὐτῷ τῆς κινήσεώς ἐστι καὶ ἀρχὴ, καθόσον μὲν
ἀφίσταται τῆς ἀρχῆς, πρεσβύτερον γίγνεται,
in Prm
.

1227

καθόσον δὲ ἐπὶ τὸ πέρας ἀφικνεῖται, νεώτερον γίγνεται· γιγνόμενον γὰρ ἔγγιον τοῦ πέρατος ἐγγύτερον γίγνεται τῆς οἰκείας ἀρχῆς· τὸ δὲ τῆς οἰκείας ἀρχῆς ἐγγυτέρω γιγνόμενον νεώτε‐
5ρον γίγνεται· τὸ ἄρα ἐπὶ τὸ πέρας ἀφικνούμενον κυκλικῶς νεώτερον γίγνεται τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ πρεσβύτερον γιγνόμενον· τὸ γὰρ τῷ ἑαυτοῦ πέρατι συνεγγίζον ἐπὶ τὸ πρεσβύτερον πρόεισιν. ᾯ μὲν οὖν ἀρχὴ ἄλλο καὶ τὸ πέρας,
10τούτῳ καὶ τὸ νεώτερον ἕτερον ἢ τὸ πρεσβύτε‐ ρον· ᾧ δὲ ταὐτὸν ἀρχὴ καὶ πέρας, οὐδὲν μᾶλ‐ λον νεώτερόν ἐστι τὸ νεώτερον ἢ πρεσβύτερον, ἀλλ’ ὡς ὁ Πλάτων φησὶν, ἅμα νεώτερον ἑαυτοῦ καὶ πρεσβύτερον γίγνεται. Τὸ
15μὲν γὰρ κατ’ εὐθεῖαν κινούμενον οὐκ ἔχει, διότι πέρας καὶ ἀρχὴ διαφέρετον ἐπ’ αὐτοῦ, τὸ δὲ κατὰ κύκλον ἔχει τὸ νεώτερον ἑαυτοῦ τῷ πρὸς τὸ αὐτὸ καὶ ὡς ἀρχὴν καὶ ὡς πέρας γίγνεσθαι τὴν κίνησιν. Πᾶν ἄρα τὸ χρόνου μετέχον, εἰ
20πρεσβύτερον ἑαυτοῦ γίγνεται, καὶ νεώτερον ἑαυ‐ τοῦ γίγνεται· τοιοῦτον δὲ τὸ κυκλικῶς κινούμε‐ νον. Ὅθεν εἰκότως ἐθορυβοῦντο καὶ οἱ ἀρχαῖοι μή πη σοφισματώδης οὗτος ὁ λόγος ἐστὶν, εἰς τὰ κατ’ εὐθεῖαν κινούμενα βλέποντες, δέον διε‐
25λέσθαι καὶ θεωρῆσαι τίσι μὲν τὸ αὐτὸ καὶ ἀρχὴ καὶ πέρας, τίσι δὲ ἕτερον, καὶ ὅτι νῦν περὶ τῶν θείων ψυχῶν ὁ λόγος, αἳ καὶ χρόνου μετέχουσι περιοδικὸν ἔχουσαι τὸν χρόνον τῆς θείας κινή‐ σεως, ὥσπερ καὶ τὰ ὀχήματα τὰ ἐξημμένα αὐ‐
30τῶν. Ἀλλ’ οὗτος μὲν ὁ λόγος τοῦ καθηγεμόνος ἡμῶν. Ὅπως δὲ καὶ πᾶν τὸ πρεσβύτερον ἑαυ‐ τοῦ γιγνόμενον ἅμα καὶ νεώτερον ἑαυτοῦ γίγνε‐ ται, διδάξει διὰ τῶν μεσοτήτων δύο ἡ δευτέρα ὑπόθεσις εὑρίσκουσα τὴν ἀνάγκην τῆς ἀδιαζεύ‐
35κτου τούτων ἐπὶ πάντων τῶν χρόνου μετειλη‐ χότων ὑποστάσεως καὶ οὐκ ἐπὶ τῶν κύκλῳ κινουμένων μόνως. Νῦν δ’ οὖν ταῦτα τοῖς ὑπο‐ κειμένοις οἰκείως ῥηθέντα, καὶ ταῖς περιόδοις ἐφαρμόζοντα τῶν θείων ψυχῶν, ἡμῖν ἀναγεγρά‐
40φθω καθάπερ εἴπομεν. Εἰ δὲ δεῖ καθολικὸν ὄντα
τὸν λόγον καὶ νῦν συντόμως ἡμᾶς ἐφαρμόσαι πᾶσι
in Prm
.

1228

τοῖς γιγνομένοις πρεσβυτέροις ἑαυτῶν, ἐπιστή‐ σαντες εἴπωμεν ὅτι πᾶν ὡς ἀληθῶς τὸ γιγνόμε‐ νον ἑαυτοῦ πρεσβύτερον, ἐν ᾧ γίγνεται πρεσβύτε‐ ρον καὶ νεώτερον, γίγνεται τοῦτο καθὸ γίγνεται
5πρεσβύτερον· τὸ γάρ τοι δεκαετὲς γιγνόμενον τοῦ ἐνναετοῦς γίγνεται πρεσβύτερον· ἐν ᾧ δὲ γίγνεται τοῦτο, νεώτερον ἑαυτοῦ γίγνεται τὸ ἐνναετὲς, ὥσπερ καὶ πρὸ τούτου τὸ μὲν ἐνναε‐ τὲς ἐγίγνετο πρεσβύτερον, τὸ δὲ ὀκταετὲς ἐγί‐
10γνετο τοῦ τότε γιγνομένου νεώτερον· ἑκάτερον γὰρ ἐν γενέσει ὂν ἄλλο καὶ ἄλλο γίγνεται καὶ οὐδέποτε μένει ταὐτόν. Καὶ εἰ οὕτω τὸ γίγνε‐ σθαι λάβοιμεν, εὑρήσομεν ὂν τὸ ὡς ἀληθῶς ὂν τὸ πᾶν γιγνόμενον πρεσβύτερον, διὰ τὸ ἀεὶ ἄλλο
15λαμβάνεσθαι, καὶ καθάπερ τὸ πρεσβύτερον οὕτω καὶ τὸ νεώτερον μετατιθέμενον, ὡς ἐκεῖνο ἀπ’ ἄλλου ἐπ’ ἄλλο, καθάπερ πρότερον ἦν, τὸ πρεσβύτερον αὐτὸ μεθιστάμενον. Διάφορον ἕτερον ἑτέρου οὐδὲν δεῖ γί‐
20γνεσθαι ἤδη ὄντος διαφόρου, ἀλλὰ τοῦ μὲν ἤδη ὄντος ἤδη εἶναι, τοῦ δὲ γεγο‐ νότος γεγονέναι, τοῦ δὲ μέλλοντος μέλλειν, τοῦ δὲ γιγνομένου οὔτε γεγο‐ νέναι οὔτε μέλλειν οὔτε εἶναί πω διά‐
25φορον, ἀλλὰ γίγνεσθαι καὶ ἄλλως οὐκ εἶναι. Ἀνάγκη γάρ. (P. 141 B.) Τοῦ προσδιαλεγομένου ζητήσαντος πῶς τὸ αὐτὸ καὶ πρεσβύτερον ἑαυτοῦ ἅμα ἐστὶ καὶ νεώ‐ τερον, εἰς τὴν τούτου θήραν ὁ Παρμενίδης πα‐
30ραλαμβάνει κοινόν τινα κανόνα περὶ τῶν ἀντι‐ κειμένων ἅπαξ ἁπάντων, ὡς πρός τι μὲν, ἀλλ’ οὐχ ὅταν ᾖ συνώνυμα ὡς τὸ ἴσον ἢ ὅμοιον, ἀλλ’ ἑτερώνυμα ὡς πατὴρ, υἱός· τῷ γὰρ ὄντι τὰ τοιαῦτα διάφορά ἐστιν, οὐ τοῖς ὀνόμασι μό‐
35νον, ἀλλὰ τοῖς εἴδεσιν· ὁμοειδῆ γὰρ ἐκεῖνα ὅσα συνώνυμά ἐστι. Διάφορα οὖν ταῦτα προσαγο‐ ρεύουσι, καὶ ὃ λέγει, τοιοῦτόν ἐστιν, ὡς ἂν ἔχοι τῶν ὄντως ἀντικειμένων θάτερον, οὕτως ἕξει καὶ τὸ λοιπὸν, εἰ τῶν ὄντων ἢ τῶν μελ‐
40λόντων θάτερον, καὶ τὸ λοιπὸν τῶν μελλόντων,
εἰ τῶν γεγονότων ἢ τῶν γιγνομένων θάτερον,
in Prm
.

1229

κἀκεῖνο τῶν γιγνομένων. Εἰ γὰρ τὸ μὲν εἴη, τὸ δὲ μὴ, δῆλον ὡς κατὰ μὲν τὴν αὐτοῦ φύσιν ἐστὶν ἐκεῖνο, ὡς δὲ ἀντικείμενον οὐκ ἔστι· καὶ γὰρ τὸ ὁπωσοῦν ἀντικείμενον, κατ’ αὐτὸ τοῦτο
5καθόσον ἀντικείμενον λέγεται, τῆς τοῦ πρός τι μετέχει φύσεως· ἀντικειμένῳ γὰρ ἀντίκει‐ ται· τοιοῦτος μὲν ἔστιν ὁ κανών. Ἴσως δ’ ἄν τις ζητήσειε πῶς εἰκόνα καὶ παράδειγμα τῶν πρός τι λέγοντες, τὸ μὲν εἶναί φαμεν, τὸ δὲ
10γίγνεσθαι καὶ γεννητὸν εἶναι. Ῥητέον δὲ ὡς εἰκὼν οὐ γίγνεται εἰκὼν, ἀλλά τι ἄλλο γιγνο‐ μένη ἐστὶν τῷ εἴκειν καὶ γίγνεσθαι τοῦ ἑαυτῆς παραδείγματος εἰκών· καθόσον γὰρ εἰκών ἐστι τοῦ ὄντος, ἔχει τὸ εἶναι τοῦτο ὅπερ δὴ καὶ λέ‐
15γεται εἰκονικῶς, καὶ ἀεί ἐστιν εἰκὼν ὡς κἀ‐ κεῖνο ἀεὶ παράδειγμα· καὶ εἰ ἔστιν ἐν τῷ γί‐ γνεσθαι τῇ εἰκόνι τὸ εἶναι, συνυφέστηκε τὸ γίγνεσθαι τῆς εἰκόνος ἀεὶ τῷ εἶναι τοῦ παρα‐ δείγματος, καὶ τοῦ ἀεὶ τὸ μὲν αἰώνιον, τῆς δὲ
20κατ’ ἄπειρον χρόνον. Εἰ δὲ ταῦτα ὀρθῶς φαμεν, οὐκ ἀποδεξόμεθα τοὺς πραγμάτων ἐπικήρων παραδείγματα ποιοῦντας· ἔσται γὰρ τὸ παρά‐ δειγμα τῆς εἰκόνος οὐκ οὔσης. Εἰ δὲ μὴ ἔσται τό τε παράδειγμα, δῆλον ὡς οὐ κατ’ οὐσίαν αἴ‐
25τιον ἦν οὐδὲ ἐν τῷ εἶναι· τὸ γὰρ τῷ εἶναι αἴ‐ τιον ἔς τ’ ἂν ᾖ τὸ αὐτὸ πέφυκεν ἐνεργεῖν. Τῶν οὖν δύο θάτερον, εἰ τῶν ποτὲ ὄντων καὶ γιγνο‐ μένων καὶ ἀπολλυμένων εἶναι παραδείγματα ἄττα συγχωρήσαιμεν, ἀναγκασθησόμεθα λέγειν
30ἢ κἀκείνοις προσεῖναί τι γενέσεως, παραδείγμασι τότε γιγνομένοις ὅταν αἱ εἰκόνες αὐτῶν γίγνων‐ ται, καὶ μήποτε πρότερον μήθ’ ὕστερον οὖσι παραδείγμασι, καὶ διὰ τοῦτο μήτε κατ’ οὐσίαν αὐτοῖς ὑπάρχειν, ἀλλὰ κατὰ συμβεβηκὸς τὸ
35εἶναι παραδείγμασιν, ὡς εἴπομεν, ἢ καὶ τὰς εἰκόνας αὐτῶν ἀεὶ οὔσας εἶναι, τὰς ποτὲ οὔσας καὶ ἐν γενέσει φερομένας· εἴπερ οἱ προκείμενοι περὶ τῶν πρός τι καὶ ὅλως τῶν ἀντικειμένων
κανόνες εἰσὶν ἀληθεῖς. Τοῦτο μὲν ὡς πόρισμα
in Prm
.

1230

ληπτέον ἐκ τοῦ λόγου· θαυμαστὸν δὲ ἔσται μη‐ δὲν εἰ μὴν εἰς τοὺς τρεῖς χρόνους βλέπων, διὰ τοῦ εἶναι καὶ γεγονέναι καὶ μέλλειν, ἐπήνεγκε καὶ τὸ γίγνεσθαι· τοῦτο γὰρ ση‐
5μαίνει τὴν ἐν τῷ προϊέναι καὶ ὑφίστασθαι πα‐ ράτασιν, οὐκ αὐτὴν ψιλὴν τὴν ὕπαρξιν, ὥσπερ τὸ εἶναι καὶ τὸ ν, διὸ καὶ τοῦτο προσέθηκεν ἅτε οἰκεῖον τοῖς χρόνου μετειληχόσι. Τάχα δ’ ἂν καὶ τὸ μὲν ἤδη ὂν αὐτῷ σημαίνει τὸ πρὸ
10πάσης κινήσεως ἐν τῷ νῦν ὁρώμενον ὂν εἰκονι‐ ζόμενον τὸ ἐν τῷ αἰωνίῳ· τὸ δὲ γιγνόμενον, τὸ κατὰ τὴν ἀπειρίαν τὴν χρονικὴν ἐκτεινόμε‐ νον. Τὸ μὲν γὰρ αἰώνιον πᾶν ὁμοῦ ἐστιν ἔν τε τῷ ἀμέρει καὶ τῷ ἀπείρῳ τοῦ αἰῶνος, διότι
15μένει ὁ αἰὼν ἐν ταὐτῷ [κατὰ] τὴν ἀπειρίαν, τὸ δὲ χρόνου μετέχον ἔστι μὲν ἀεὶ κατὰ τὸ νῦν, γίγνεται δὲ κατὰ τὸ ἄπειρον τοῦ χρόνου· διὸ καὶ ὁ χρόνος κατ’ ἄλλο ἐστὶν ἀμερὴς καὶ κατ’ ἄλλο ἄπειρος.
20 Ἀλλὰ μὴν τό γε πρεσβύτερον δια‐ φορότης νεωτέρου ἐστὶ καὶ οὐδενὸς ἄλ‐ λου. Ἔστι γάρ. Τὸ ἄρα πρεσβύ‐ τερον ἑαυτοῦ γιγνόμενον ἀνάγκη καὶ νεώτερον ἅμα ἑαυτοῦ γίγνεσθαι.
25Ἔοικεν. (P. 141 C.) Ἀπὸ τοῦ κοινοῦ κανόνος ἐπὶ τὸ προκείμε‐ νον μεταβέβηκεν· εἰ γὰρ τὸ πρεσβύτερον ἀντί‐ θεσις, ἣν αὐτὸς διαφορότητα κέκληκεν ἐν τούτοις· εἴρηται δὲ ὡς, εἰ γίγνεται τῶν ἀντι‐
30κειμένων θάτερον, γίγνεται καὶ τὸ λεῖπον, δῆλον τὸ συναγόμενον ὡς, εἰ γίγνοιτο πρεσβύ‐ τερον, γίγνεται καὶ τὸ νεώτερον· τὸ γὰρ ἑαυ‐ τοῦ γιγνόμενον πρεσβύτερον ἅμα καὶ νεώτερον ἑαυτοῦ γίγνεται· τὸ γὰρ οὗ γίγνεται πρεσβύ‐
35τερον αὐτό ἐστιν, ὥστε αὐτὸ καὶ τὸ νεώτερον, καὶ πρὸς τὸ αὐτὸ ἄμφω, καθάπερ εἴπομεν ἔμ‐ προσθεν. Εἰ δὲ λέγοι τις ὅτι καὶ ὁ Σωκράτης ἑαυτοῦ γίγνεται πρεσβύτερος, ἀλλ’ οὐ νεώτερος,
ἐροῦμεν ὅτι γίγνεται μὲν πρεσβύτερος ὁ Σωκρά‐
in Prm
.

1231

της κυρίως, ἅμα δὲ ὁ αὐτὸς γίγνεται καὶ νεώ‐ τερος αὐτὸς αὑτοῦ, διότι καὶ τὸ νεώτερον ἐν αὐτῷ ἄλλο καὶ ἄλλο γίγνεται ἀεὶ, καθάπερ καὶ τὸ πρεσβύτερον· ἐν γενέσει γὰρ ὂν τὸ μετ’ ἀλ‐
5λήλων συνεξαλλάττεσθαι, καθάπερ εἴπομεν. Εἰ δὲ καὶ ἄλλος τις τρόπος ἐστὶ τοῦ καὶ πρεσβύτε‐ ρον ἑαυτοῦ τι γιγνόμενον ἅμα γίγνεσθαι καὶ νεώτερον, ἡ δευτέρα ὑπόθεσις ἡμᾶς ἀναδιδά‐ ξει· ἡ γὰρ αὐτὴ πρόθεσις κατὰ μὲν τὴν ἀριθμη‐
10τικὴν μεσότητα ἑαυτοῦ ποιεῖ πρεσβύτερον τὸ τὴν προσθήκην τοῦ χρόνου ταύτην λαβὸν, κατά γε τὴν γεωμετρικὴν τὸ αὐτὸ νεώτερον ἐλασ‐ σούμενον κατὰ τὸν λόγον, ὡς ἐν ἐκείνοις ἔσται καταφανές.
15 Ἀλλὰ μὴν καὶ μήτε πλείω ἑαυτοῦ γί‐ γνεσθαι χρόνον μήτε ἐλάττω, ἀλλὰ τὸν ἴσον χρόνον καὶ γίγνεσθαι ἑαυτῷ καὶ εἶναι καὶ γεγονέναι καὶ μέλλειν ἔσεσθαι. Ἀνάγκη γὰρ οὖν καὶ ταῦτα.
20(P. 141 C.) Δέδεικται ὅτι τὸ χρόνου μετέχον, ὃ καὶ ἀπο‐ φῆσαι βούλεται τοῦ ἑνὸς, ἅμα νεώτερον αὑτοῦ γίγνεται καὶ πρεσβύτερον, καὶ εἴπομεν ὅπως τε οἰκειοῦντες τὸν λόγον τοῖς περιοδικῶς ζῶσι
25πρός γε τὸ παρὸν ἱκανῶς, διότι τὸ κυκλικῶς ἐνεργοῦν τὴν αὐτὴν ἀρχὴν ἔχει τῆς περιόδου καὶ τελευτήν· καὶ ὡς μὲν ἐγγυτέρω τῆς τελευ‐ τῆς γιγνόμενον, πρεσβύτερον γίγνεται, ὡς δὲ συνεγγίζον μᾶλλον καὶ μᾶλλον τῇ ἀρχῇ [νεώ‐
30τερον], καὶ ὡς τὸ πέρας [καὶ ἡ ἀρχὴ] ἓν, οὕτω καὶ πρεσβύτερον ἑαυτοῦ καὶ νεώτερον ταὐτόν· καὶ ὅπως ἀληθὴς ὁ λόγος καὶ ἐπὶ πάντων τῶν χρόνου μετεχόντων ἀεὶ, καὶ ἐπὶ τοῦ πρεσβυτέ‐ ρου καὶ τοῦ νεωτέρου κινουμένων καὶ ἐν γενέσει
35ὄντων, καὶ πρὸς ἄλλο τὸ πρεσβύτερον, ἄλλου τοῦ νεωτέρου πάντως ἀναφαινομένου διὰ τὴν ἅμα τῷ πρεσβυτέρῳ τοῦ νεωτέρου πάντως ἐξαλλαγήν. Βούλεται δὴ οὖν ὁμοῦ τοῖς συνει‐ ρημένοις συναγαγεῖν ὅτι τὸ τοιοῦτον καὶ ἰσήλι‐
40κόν ἐστιν ἑαυτῷ· τὸν γὰρ ἴσον χρόνον ἑαυτῷ πᾶν γέγονε καὶ μέλλει καὶ γίγνεται καὶ ἔστιν· εἰ γάρ ἐστιν ὁ Σωκράτης ἑβδομηκοντούτης, ἰσ‐
ῆλιξ ἑαυτῷ ἐστι, καὶ εἰ γέγονε τριακοντούτης,
in Prm
.

1232

τὸν ἴσον ἑαυτῷ γέγονε χρόνον, καὶ εἰ γίγνεται δεκαετὴς, ὁμοίως ἑαυτῷ γίγνεται τὸν ἴσον χρόνον· πρὸς γὰρ ἑαυτὸν γιγνόμενος ἑαυτῷ τὸν ἴσον ἔχει χρόνον. Τοῦτο μὲν οὖν οὐδὲν ποικί‐
5λον, ἀλλὰ καὶ ἐν τοῖς κατ’ εὐθεῖαν γιγνομέ‐ νοις δῆλον ὅπως ἐστὶν ὑπάρχον· ἄλλον μὲν γὰρ ἄλλου πλείω καὶ ἐλάττω χρόνον εἶναι καὶ γίγνεσθαι καὶ γεγονέναι δυνατὸν αὐτῷ πάντως ἴσον, καὶ οὔτε πλείω οὔτε ἐλάττω.
10 Ἀνάγκη ἄρα ἐστὶν, ὡς ἔοικεν, ὅσα γε ἐν χρόνῳ ἐστὶ καὶ μετέχει τοῦ τοιού‐ του, ἕκαστον αὐτῶν τὴν αὐτήν τε αὐτὸ ἑαυτῷ ἡλικίαν ἔχειν, καὶ πρεσβύτερόν τε ἅμα αὑτοῦ καὶ νεώτερον γίγνεσθαι.
15Κινδυνεύει. Ἀλλὰ μὴν τῷ γε ἑνὶ τῶν τοιούτων παθημάτων οὐδὲν μετῆν. Οὐ γὰρ μετῆν. Οὐδὲ ἄρα χρόνου αὐτῷ μέτεστιν, οὐδ’ ἔστιν ἔν τινι χρόν. Οὔκουν δ, ὥς γε ὁ
20λόγος αἱρεῖ. (P. 141 D.) Διὰ τούτων συνάγει τὸ προκείμενον· τοῦτο δὲ ἦν ὅτι χρόνου τὸ ἓν οὐ μετείληχεν οὐδὲ ἔστιν ἐν χρόνῳ· δεῖ γὰρ αὐτοῦ καὶ πᾶσαν τὴν θείαν οὐσίαν ἀφελεῖν, ἀλλὰ μὴ μόνον τὴν ἀκρό‐
25τητα αὐτῶν· ταῦτα γάρ ἐστι τὰ ἔν τινι χρόνῳ ἐνεργοῦντα, ἀλλὰ μὴ ἐν αἰῶνι, καὶ μετέχοντα χρόνου τινὸς, ἃ πρότερον ἐλέγομεν· τὸ δὲ ἓν οὐδενὸς μετέχει χρόνου, πάντη γὰρ τούτων ἐξῄρηται τῶν τινος χρόνου μετεχόντων. Πῶς
30οὖν ὅτι οὐδενὸς χρόνου μετέχει τὸ ἓν ἀποδεί‐ κνυται, λέλεκται μὲν καὶ πρότερον· λεγέσθω δὲ καὶ νῦν αὐτὸς ὁ συλλογισμός· τὸ ἓν οὐδα‐ μῶς ἐστιν ἑαυτοῦ πρεσβύτερον ἢ νεώτερον ἢ ἰσήλικον, πᾶν δὲ τὸ χρόνου μετέχον ἑαυτοῦ νεώ‐
35τερόν ἐστιν ἅμα καὶ πρεσβύτερον καὶ ἰσήλικον, οὐδαμῶς ἄρα τοῦ χρόνου μετέχει τὸ ἕν· ὃ καὶ αὐτὸς συνήγαγεν εἰπὼν, οὐδὲ ἄρα χρόνου αὐτῷ μέτεστιν· εἶτα ἔτι τελειότερον, καὶ οὐδὲ ἐστὶν ἐν χρόνῳ τινι· παντελῶς γὰρ
40ἐξῄρηται τοῦ χρόνου, καὶ πάσης ὑπερίδρυται τάξεως χρονικῆς. Τοῦτο δὲ οὐ τῷ ἑνὶ μόνῳ ὑπάρχει τὸ χρόνου μὴ μετέχειν, ἀλλὰ καὶ
πᾶσι τοῖς κατὰ τὴν μεταβατικὴν κίνησιν ἀκινή‐
in Prm
.

1233

τοις· οὐδὲ γὰρ ἐκεῖνα κινεῖται κατὰ χρόνον, καὶ εἰ κινεῖται χρόνου ὄντος, οὐ περὶ αὐτὰ, ἀλλὰ τὰ μετὰ ταῦτα· οὐδὲ γὰρ ἦν τὸ εἶναι ἐν χρόνῳ τοῦτο τὸ εἶναι τότε ὅτε ὁ χρόνος ἐστίν·
5οὐ γὰρ τὸ εἶναι ἐν τόπῳ τουτέστι τὸ εἶναι ὅτε τόπος ἐστὶν, ἢ οὕτως πᾶν τὸ ἀσώματον ἐν τόπῳ φήσομεν εἶναι, διότι τόπου ὄντος ἐστίν· ὡς οὖν οὐκ ἐν τόπῳ τὸ ἀσώματον, κἂν ᾖ ὅτε ἐστὶ τόπος, οὕτως οὐκ ἐν χρόνῳ ἐστί. Μήποτε
10δὲ τότε λεκτέον εἶναι ὅτε χρόνος ἐστὶ, διότι προϋφέστηκε τοῦ προϋφεστῶτος τῶν ἐν χρόνῳ ὄντων, καὶ τὸ ὅτε χώραν ἐπὶ τούτου παντελῶς οὐκ ἔχει πρὸ αἰῶνος ὑφεστῶτος, ὅς ἐστι παρά‐ δειγμα τοῦ χρόνου. Πῶς γὰρ ἂν εἴποι τις τὸ
15ὅτε ἐπὶ τοῦ μήτε ἐν αἰῶνι μήτε ἐν χρόνῳ ὄν‐ τος, ἀναινομένου δὲ τὴν πρὸς ἄμφω κοινωνίαν; Ὡς γὰρ οὐκ ἐν χρόνῳ τὸ ἓν, ὅτι μὴ ἐν κινή‐ σει, οὕτως οὐδ’ ἐν αἰῶνι, ὅτι μὴ ἐν στάσει· μένει γὰρ ὁ αἰὼν ὡς ὁ Τίμαιός φησιν.
20 Τί οὖν; τὸ ἦν καὶ τὸ γέγονε καὶ τὸ ἐγίγνετο οὐ χρόνου μέθεξιν δοκεῖ σημαίνειν τοῦ ποτὲ γεγονότος; Καὶ μάλα. Τί δ; τὸ ἔσται καὶ τὸ γενήσε‐ ται καὶ τὸ γενηθήσεται οὐ τοῦ ἔπειτα
25τοῦ μέλλοντος; Να. Τὸ δὲ δὴ ἔστι καὶ τὸ γίγνεται οὐ τοῦ νῦν παρόντος; Πάνυ μὲν οὖν. (P. 141 D.) Ἀπέφησε πάντα τοῦ ἑνὸς ἐν τάξει· τὸ χρό‐ νου μετέχειν, ἀπὸ τοῦ μήτε πρεσβύτερον εἶναι
30μήτε νεώτερον ἑαυτοῦ· τὸ πρεσβύτερον καὶ νεώ‐ τερον ἑαυτοῦ, ἀπὸ τοῦ μήτε ὁμοιότητος μήτε ἰσότητος μήτε ἀνομοιότητος μήτε ἀνισότητος μετέχειν· τὸ ἴσον καὶ ἄνισον καὶ ὅμοιον καὶ ἀνόμοιον, ἀπὸ τοῦ μήτε ταὐτὸν εἶναι μήτε
35ἕτερον· τοῦτο δὲ, ἀπὸ τοῦ μὴ κινεῖσθαι μη‐ δαμῶς μήτε ἑστάναι· τοῦτο δὲ, ἀπὸ τοῦ μήτε ἐν ἑαυτῷ εἶναι μήτε ἐν ἄλλῳ· τοῦτο δὲ, ἀπὸ
τοῦ μήτε περιέχειν ἑαυτὸ μήτε περιέχεσθαι·
in Prm
.

1234

τοῦτο δὲ, ἀπὸ τοῦ μέρη μὴ ἔχειν· τοῦτο δὲ, ἐκ τοῦ μὴ εἶναι ὅλον· τοῦτο δὲ, ἐκ τοῦ μὴ εἶναι πλῆθος· τοῦτο δὲ, ἀπὸ τοῦ μὴ εἶναι ἄλλο τι ἢ ἕν. Ταῦτ’ οὖν ἀποφήσας καὶ κατ‐
5αντήσας ἐπὶ τὸ τοῦ χρόνου μετέχον, ὃ δὴ τῷ πλήθει τῶν θείων ψυχῶν καὶ τῶν συνηρτημέ‐ νων αὐταῖς θείων γενῶν [προσήκει] (καὶ γὰρ μάλιστα τούτοις προσήκειν τὴν διαίρεσιν ταύ‐ την φαμὲν), καὶ ἄνωθεν εἰς αὐτοὺς πρόεισι,
10πρῶτον μὲν τριαδικῶς εἰς τὸ παρὸν καὶ παρελ‐ θὸν καὶ μέλλον, ἔπειτα ἐννεαχῶς, ἕκαστον τῶν τριῶν τούτων εἰς τρία πάλιν ὑποδιαιρῶν. Τού‐ των δὲ τῶν διαιρέσεων καὶ ἐν ἄλλοις αὐτὸς ἡμῖν παρέσχετο τῆς τάξεως ἀφορμάς· ἢ οὐχὶ
15καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης τὰς Μοίρας διαι‐ ρεῖσθαι τὸν χρόνον φησὶ, καὶ τὴν μὲν ᾄδειν τὰ παρελθόντα, τὴν δὲ τὰ παρόντα, τὴν δὲ τὰ μέλλοντα; Καὶ ταύτην ἄρα τοῦ χρόνου διαί‐ ρεσιν περί τινας τριπλᾶς ὑποστάσεις τῶν κρειτ‐
20τόνων ἡμῶν ἀποληπτέον, ὧν ἐξῃρημένον εἶναι βούλεται τὸ ἓν ὁ Παρμενίδης· ἡ μὲν γὰρ μο‐ νὰς τῶν ψυχῶν ἥνωται πρὸς τὸ ἓν ὄλον χρόνον, αἱ δὲ πολλαὶ δευτέρως αὐτοῦ μετέχουσι. Καὶ αἱ μὲν ὁλικῶς, ὅσαι κατὰ τὸ παρελθὸν ἢ παρὸν
25ἢ μέλλον, αἱ δὲ μερικῶς, ὥσπερ αἱ κατὰ τὰς τούτων διαφορὰς οὐσιωμέναι· ἑκάστῃ γὰρ τῶν ὅλων συντέτακται πλῆθος εἰς πρῶτα καὶ μέσα καὶ τελευταῖα διαιρούμενον· καὶ γὰρ τῇ κατὰ τὸ παρελθὸν ἱσταμένῃ σύνεστί τι πλῆθος οἰ‐
30κεῖον, οὗ τὸ μὲν ἄκρον κατὰ τὸ ἦν, τὸ δὲ μέσον κατὰ τὸ γέγονε, τὸ δὲ τελευταῖον κα‐ τὰ τὸ ἐγίγνετο· καὶ τῇ κατὰ τὸ δεύτερον, οὗ τὸ μὲν κυριώτατον χαρακτηρί‐ ζεται τῷ ἔστι, τὸ δὲ μέσον τῷ γέγονε, τὸ
35δὲ τελευταῖον τῷ γίγνεται· καὶ τῇ κατὰ τὸ μέλλον ἄλλο τρίτον, οὗ τὸ μὲν ὑψηλότατον τῷ ἔσται, τὸ δὲ ἐν μέσῳ τεταγμένον τῷ γενή‐
σεται, τὸ δὲ τελευταῖον ἀφορίζεται τῷ γε‐
in Prm
.

1235

νηθήσεται· καὶ οὕτω δὴ τῶν τριῶν τούτων ὁλοτήτων αἱ τρεῖς τριάδες ἔσονται προσεχῶς ἐξηρτημέναι, πᾶσαι δὲ αὖται τῆς ἑαυτῶν μο‐ νάδος. Τί οὖν ἄρα τοῦτό φαμεν; ὅτι μεμερι‐
5σμένως ἐνεργοῦσιν αἱ διῃρημέναι κατὰ τὰ μό‐ ρια τοῦ χρόνου τάξεις, καὶ οὐ πᾶσαι κατὰ πάντα τὸν χρόνον, ἀλλ’ αἱ μὲν κατὰ τὸ παρ‐ ελθὸν μόνον, καὶ τίνι τούτων ἕκαστον ἀφορί‐ ζομεν, οὐχ ἕξομεν εἰπεῖν· μέχρι τινὸς γὰρ ἦν
10τὸ παρὸν ἢ τὸ παρελθὸν, καί ποθεν ἄρξεται λοι‐ πὸν τὸ μέλλον. Ἀλλ’ ἴσως ἄμεινον λέγειν ὅτι πᾶσαι μὲν κατὰ πάντα τὸν χρόνον ἐνεργοῦσιν, ἀλλ’ ἔχοντος τοῦ ὅλου χρόνου τριπλᾶς ἐν ἑαυτῷ δυνάμεις, τὴν μὲν τελεσιουργὸν πάσης
15κινήσεως, τὴν δὲ συνεκτικὴν τῶν ὑπ’ αὐτοῦ βασιλευομένων καὶ φρουρητικὴν, τὴν δὲ ἐκ‐ φαντορικὴν τῶν θείων (καὶ γὰρ εἰς κύκλον τὰ πάντα περιάγων τὰ μὴ αἰώνια τῶν πραγμά‐ των τελειοῖ καὶ συνέχει τὴν οὐσίαν αὐτῶν
20καὶ ἐκφαίνει τὴν ἡνωμένην τοῦ αἰῶνος αὐτοῖς ἀπειρίαν, ἀνελίττων τὸ συνῃρημένον ἐν τοῖς αἰῶσι πλῆθος· ὅθεν δὴ οὗτος ὁ ἐμφανὴς χρό‐ νος, ὥς φησιν ὁ Τίμαιος, ἐκφαίνεται ἡμῖν τὰ μέτρα τῶν θείων περιόδων καὶ τελειοῖ τὰ τῇδε
25καὶ γιγνόμενα φρουρεῖ τοῖς οἰκείοις ἀριθμοῖς)· τοῦ δ’ οὖν χρόνου τοῦ πρὸ τῶν ψυχῶν τριττὰς δυνάμεις ἔχοντος, τὴν τελεσιουργὸν, τὴν συν‐ εκτικὴν, τὴν ἐκφαντορικὴν, κατὰ τὴν πρὸς τὸν αἰῶνα ὁμοιότητα (καὶ γὰρ ὁ αἰὼν, ὡς ἐν
30ἄλλοις ἐδείξαμεν, τὴν μέσην τάξιν ἔχων ἐν τοῖς νοητοῖς, τελειοῖ μὲν τὴν μεθ’ ἑαυτὸν τά‐ ξιν ἕνωσιν αὐτῇ χορηγῶν, ἐκφαίνει δὲ τὴν πρὸ αὑτοῦ τὴν ἄῤῥητον αὐτῆς ἕνωσιν προάγων εἰς πλῆθος, συνέχει δὲ τὸν μέσον τῶν νοητῶν σύν‐
35δεσμον, καὶ πάντα φρουρεῖ διὰ τῆς ἑαυτοῦ δυνάμεως ἀμεταστάτως)· ἄνωθεν δ’ οὖν ἀπὸ τοῦ αἰῶνος ὁ χρόνος τὰς τριπλᾶς δυνάμεις καταδεξάμενος δίδωσιν αὐτὰς καὶ ταῖς ψυ‐ χαῖς· ἀλλ’ ὁ μὲν αἰὼν ἡνωμένως ἔχει τὴν
40τριάδα ταύτην, ὁ δὲ χρόνος ἡνωμένως ἅμα καὶ
in Prm
.

1236

διῃρημένως, αἱ δὲ ψυχαὶ διῃρημένως· ὅθεν δὴ τούτων αἱ μὲν κατ’ ἄλλην, αἱ δὲ κατ’ ἄλλην χαρακτηρίζονται δύναμιν, αἱ μὲν τὸ ἐκφαντορικὸν μιμούμεναι τοῦ χρόνου, αἱ δὲ τὸ
5τελεσιουργὸν, αἱ δὲ τὸ συνεκτικόν· ὥσπερ καὶ τῶν Μοιρῶν αἱ μὲν πρὸς τὸ συμπληροῦν καὶ τελειοῦν ᾠκειωμέναι λέγονται τὰ παρελθόντα ᾄδειν, ἀεὶ μὲν ἐνεργοῦσαι καὶ ἀεὶ ᾄδουσαι τὰς ἑαυτῶν ᾠδὰς νοήσεις οὔσας καὶ ποιήσεις περι‐
10κοσμίους, συμπληρωτικὸν γάρ ἐστι τὸ παρελ‐ θόν· αἱ δὲ πρὸς τὸ συνέχειν τὰ παρόντα, φρουροῦσι γὰρ αὐτῶν τὴν οὐσίαν καὶ τὴν γένε‐ σιν· αἱ δὲ πρὸς τὸ ἐκφαίνειν τὸ μέλλον, τὸ γὰρ μήπω ὂν εἰς οὐσίαν καὶ εἰς τέλος ἄγουσιν.
15Οὐκ ἀστόχως ἄρα καὶ τὸν χρόνον τριχῆ τοῦ‐ τον εἰώθαμεν διαιρεῖν εἰς παρελθὸν καὶ μέλλον καὶ παρὸν διὰ τὰς τριπλᾶς τοῦ χρόνου δυνά‐ μεις, τὴν ἐκφαντορικὴν, τὴν τελεσιουργικὴν, τὴν συνεκτικὴν, αὐτὰ δὲ ἄλλως μὲν ἐπὶ
20αἰῶνος, ἄλλως δὲ ἐπὶ τοῦ χρόνου, καὶ ἄλλως ἐπὶ τῶν ψυχῶν. Εἰ δὲ βούλει κατ’ ἄλλον τρό‐ πον, ἐπειδὴ τῶν κρειττόνων ἡμῶν ψυχῶν τά‐ ξις ἐστὶν εἰς πρώτας καὶ μέσας καὶ τελευταίας διῃρημένων, αἱ μὲν ὁλικώτατα αὐτῶν ᾠκείων‐
25ται πρὸς τὸ παρελθὸν καὶ τὸ παρὸν καὶ τὸ μέλλον· ὡς οὖν τοῦτο τῶν δύο περιεκτικὸν, οὕτω καὶ ἐκεῖναι τῶν λοιπῶν· αἱ δὲ μέσαι πρὸς τὸ παρόν· καὶ γὰρ τοῦτό ποτε μέλλον ἦν, οὔπω δὲ παρελθόν· ὡς οὖν τὸ παρὸν περιεκτι‐
30κὸν τοῦ μέλλοντος, οὕτω καὶ αἱ μέσαι τῶν μετ’ αὐτὰς περιληπτικαὶ, περιέχονται δὲ ἐν ταῖς πρὸ αὐτῶν· αἱ δὲ τρίται κατὰ τὸ μέλ‐ λον· τοῦτο γὰρ οὐ διὰ τοῦ παρόντος διώδευ‐ σεν, οὔτε πως γέγονε παρελθὸν, ἀλλ’ ἔστι
35μέλλον μόνον, ὥσπερ δὴ καὶ αἱ τρίται ψυχαὶ ἑαυτῶν εἰσι μόνον, ἄλλων δὲ διὰ τὴν εἰς τὸ μερικώτατον ὑπόβασιν οὐδαμῶς περιεκτικαί· τὸ γὰρ πέρας αὗται συνελίσσουσι κατὰ τὴν εἰς τρία διαίρεσιν τῶν μετὰ θεοὺς γενῶν, ἐπεὶ
40καθ’ ἑκάστην πάλιν τῶν τριῶν τούτων ὁλοτή‐
in Prm
.

1237

των πλῆθός ἐστι τριαδικόν· ἀλλὰ τὰ μὲν ἄλλα προϊόντες θεωρήσομεν, τὴν δὲ πρώτην τριάδα τέως ἐπισκεπτέον. Αὕτη δήπου κοινὸν ἔχει πᾶσα τὸ ποτέ· τοῦτο γὰρ τοῦ παρελθόντος
5καὶ τῆς συμπληρώσεως ἴδιον· διαιρεῖται δὲ τῷ ν, τῷ γέγονε, τῷ ἐγίγνετο· πάλιν οὖν τῶν τριῶν τούτων τὸ μὲν σημαίνει τὴν ἀκρότητα τῆς τριάδος, τὸ ἦν, κατ’ αὐτὴν τὴν ὕπαρξιν ἀφοριζόμενον· τὸ δὲ τὴν ἀθρόαν τε‐
10λείωσιν, τὸ γέγονε· τὸ δὲ τὴν ἐν τῷ τε‐ λειοῦσθαι παράτασιν, τὸ ἐγίγνετο, μιμή‐ ματα καὶ ταῦτα τῶν νοητῶν, τὸ μὲν ἦν τοῦ ὄντος, τὸ δὲ γέγονε τοῦ αἰῶνος, τὸ δὲ ἐγί‐ γνετο τοῦ πρώτως αἰωνίου· τὸ μὲν γὰρ εἶναι
15πᾶσιν ἐκ τοῦ πρώτου, τὸ δὲ ὁμοῦ πᾶν καὶ ὅλον ἀπὸ τοῦ μέσου, τὸ δὲ πληθύεσθαι καὶ ἐκτεί‐ νεσθαι ὁπωσοῦν ἐκ τοῦ τρίτου. Τούτοις δὲ τοῖς τρισὶ καὶ τὰ ἑξῆς ἐστὶν ἀνάλογα τρία κατά τε τὸ μέλλον καὶ κατὰ τὸ παρὸν καὶ τὸ παρ‐
20ελθόν· τῷ μὲν ἦν τὸ ἔσται καὶ τὸ ἔστι, τὸ μὲν τοῦ μέλλοντος, τὸ δὲ τοῦ παρόντος· τῷ δὲ γέγονε, τὸ γενήσεται καὶ τὸ γέγονεν· ἕτερον γὰρ παρ’ ἐκεῖνο τὸ γέγονε, τὸ μὲν ὡς παρελθὸν, τὸ δὲ ὡς παρόν· συνεκτικὸν γάρ
25ἐστι τὸ γέγονε, καὶ ὁρῶμεν αὐτὸ καὶ ὡς τε‐ λειωθὲν καὶ ὡς νῦν τελειωθὲν κατὰ τὸ νῦν τὸ ἄχρονον· οἷον γέγονεν ἔκλειψις, ταὐτὸν γὰρ τοῦτο τῷ συντετέλεσται νῦν. Ἐπειδὴ οὖν διτ‐ τὸν ἐσήμαινε τὸ γέγονεν, ἐπὶ τοῦ παρόντος
30δύο μόνα εἶπε τὴν πρώτην, τὸ ἔστι καὶ γί‐ γνεται, ἵνα μὴ ταράξῃ τὸν λόγον· ὕστερον δὲ προσθήσει καὶ ἐπὶ τοῦ παρόντος τὸ γέ‐ γονε. Τὸ δὲ ἐγίγνετο τρίτον ἀνάλογον λαμβάνει τῷ γίγνεται, δεύτερον δὲ τὸ γενη‐
35θήσεται· τοῦτο γὰρ οὐ ταὐτὸν τῷ γενήσε‐ ται, μὴ τοῦθ’ ὑπολάβωμεν· σημαίνει γὰρ τὸ μὲν γενήσεται τὴν ἄχρονον ἀθρόαν εἰς τὸ μέλ‐ λον ὕπαρξιν, οἷον ἀστραπὴ γενήσεται· τὸ δὲ γενηθήσεται τὴν μετὰ παρατάσεως πρόοδον,
40[οἷον] γενηθήσεται ἄνθρωπος· ἐπὶ δὲ ἀστρα‐
πῆς εἰπεῖν τὸ γενηθήσεται ψεῦδές ἐστιν.
in Prm
.

1238

Ἀνάλογον οὖν αἱ δύο τριάδες αὗται τῇ πρὸ αὐτῶν, καὶ μέσον τοῦ μὲν ἦν καὶ τοῦ ἔσται τὸ ἔστι, τοῦ δὲ γέγονε κατὰ τὸ παρελθὸν καὶ τοῦ γενήσεται τὸ γέγονε ὅ ἐστι κατὰ
5τὸ νῦν, τοῦ δὲ ἐγίγνετο καὶ τοῦ γενηθή‐ σεται τὸ γίγνεται. Πανταχοῦ δὲ αἱ μὲν πρῶται μονάδες ὑπάρξεώς εἰσιν, αἱ δὲ μέσαι δυνάμεως ὅλης οὔσης καὶ ἀθρόας, αἱ δὲ τρίται τῆς κατὰ παράτασιν ἐνεργείας· ἴδιον δὲ πάσης
10μὲν τῆς πρώτης τὸ ποτὲ, πάσης δὲ τῆς τρί‐ της τὸ ἔπειτα· καὶ χρῆται καὶ τοσαύταις φωναῖς. Εἰ δὲ τὴν κατὰ τὸ μέλλον δευτέραν ἔταξε, μὴ θαυμάσῃς· μιμεῖται γὰρ τὸν τοῦ χρόνου κύκλον, τῇ ἀρχῇ τὸ πέρας συνάπτων,
15ἐπεὶ καὶ προϊὼν μέσην τάξει τὴν κατὰ τὸ παρὸν τριάδα, τελευταίαν δὲ τὴν κατὰ τὸ μέλλον. Εἰ ἄρα τὸ ἓν μηδαμῆ μηδενὸς μετ‐ έχει χρόνου, οὔτε ποτὲ γέγονεν οὔτ
20ἐγίγνετο οὔτ’ ἦν ποτ, οὔτε νῦν γέγο‐ νεν οὔτε γίγνεται οὔτε ἔστιν, οὔτ’ ἔ‐ πειτα γενήσεται οὔτε γενηθήσεται οὔτε ἔσται. Ἀληθέστατα. (P. 141 E.) Ὁ μὲν συλλογισμὸς πῶς πρόεισιν ἐν τού‐
25τοις, οὐκ ἄδηλον· τὸ ἓν οὐδενὸς χρόνου μετ‐ έχει· πᾶν ὅ ποτε ἦν ἢ γέγονεν ἢ ἐγίγνετο, ὅπερ κατὰ τὸ παρὸν ἔστιν ἢ γέγονεν ἢ γίγνε‐ ται, καὶ ὅπερ κατὰ τὸ μέλλον ἔσται ἢ γενή‐ σεται ἢ γενηθήσεται, χρόνου μετέχει τινός·
30ταῦτα δὲ πάντα κατενείματο τὴν ὁλότητα τὴν χρονικήν· τὸ ἄρα ἓν ἐξῄρηται καὶ ὑπερήπλω‐ ται καὶ τριάδος τῆς χρονικῆς καὶ τῆς ἑνάδος. Ἀλλ’ ἡ μὲν ἀπόδειξις ἐναργής ἐστι διὰ τῶν προειρημένων· ἐν δὲ τῇ τῶν τριῶν τριάδων
35ἀπαριθμήσει προσεκτέον ὅπως τὴν μὲν αὐτῶν πρὸς ἀλλήλας τάξιν διαφυλάξῃ, πρώτην τὴν κατὰ τὸ παρελθὸν, δευτέραν δὲ [τὴν κατὰ τὸ παρὸν, τρίτην δὲ] τὴν κατὰ τὸ μέλλον θεὶς, ὥσπερ καὶ ἐν Πολιτείᾳ τῇ μὲν πρωτίστῃ τῶν
40Μοιρῶν ἀπένειμε τὸ παρελθὸν, τῇ δὲ μέσῃ τὸ
παρὸν, τῇ δὲ τρίτῃ τὸ μέλλον, ὡς τοῦ ὅλου
in Prm
.

1239

χρόνου δηλαδὴ περιεχομένου νοερῶς ὑπό τε μητρὸς αὐτῶν τῆς Ἀνάγκης. Ἐφ’ ἑκάστης δὲ οὐκ ἀπὸ τοῦ ἦν καὶ ἔστι καὶ ἔσται πεποίηται τὴν ἀρχὴν, ἀλλ’ ἀπὸ τοῦ μέσου, τοῦ γέγονέ
5ποτε καὶ νῦν γέγονε καὶ γενήσεται· τοῦτο γὰρ ἅτε τὸν αἰῶνα μιμουμένοις αὐτοῖς οἰκεῖον, καὶ δυνατὸν καὶ ἐντεῦθεν ἀρχομένοις οὕτω τῶν ἄλλων μνημονεύειν. Ταῦτα καὶ περὶ τούτων· ἓν δὲ τοῦτο συν‐
10αγαγεῖν χρὴ κεφάλαιον ἀπὸ πάντων τῶν ἐν τούτοις εἰρημένων, ὅτι τὸ ἓν ὑπερίδρυται πά‐ σης τε ψυχῆς καὶ θείας οὐσίας καὶ τῆς ἀεὶ ὡσαύτως ἐνεργούσης, οἵα δή ἐστιν ἡ τῶν κρειτ‐ τόνων γενῶν, εἴτε τριαδικῶς εἴτε ἐννεαχῶς
15εἴτε κατ’ ἄλλον ἀριθμὸν διαιρουμένης, καὶ οὐ‐ δὲν χρὴ τοιοῦτον ἀναφέρειν ἐπὶ τὸ ἕν. Καὶ ὡς μέχρι ταύτης προῆλθεν ὁ λόγος πάσας τὰς τά‐ ξεις τάς τε νοερὰς καὶ τὰς ἄλλας ἀποφάσκων τοῦ ἑνὸς, ποῦ δὲ ἡμᾶς ἄξει προϊὼν, εἰσόμεθα
20συνοδεύοντες αὐτοῦ ταῖς ὑφηγήσεσι καὶ ἀνα‐ σκοποῦντες ἕκαστα τῶν λεγομένων. Ἔστιν οὖν οὐσίας ὅπως ἄν τι μετά‐ σχοι ἄλλως ἢ κατὰ τούτων τι; Οὐκ ἔστιν. Οὐδαμῶς ἄρα τὸ ἓν οὐσίας μετ‐
25έχει. Οὐκ ἔοικεν. Οὐδαμῶς ἄρα ἔστι τὸ ἕν. Οὐ φαίνεται. (P. 141 E.) Μέχρι τῆς ἐκθεουμένης οὐσίας καὶ πάσης τῆς ἀεὶ ὡσαύτως ἐνεργούσης προελθόντες διὰ πάντων τῶν διῃρημένων καὶ πάσας τὰς τάξεις
30ἀποφήναντες τοῦ ἑνὸς τάς τε θείας καὶ νοερὰς καὶ ὅσαι ψυχικαὶ, πάλιν ἀνατρέχομεν διὰ τῆς κοινῆς πασῶν τῶν εἰρημένων τάξεων φύσεως ἐπὶ τὴν νοητὴν μονάδα τῶν ὄντων καὶ ταύτης ἐξαι‐ ρήσομεν τὸ ἕν· ὡς γὰρ καὶ πρότερον εἴπομεν,
35οὐκ ἀπὸ τῆς τῶν νοητῶν ἀκρότητος, ἀλλ’ ἀπὸ τῆς τῶν [νοητῶν καὶ] νοερῶν ἐπεποίητο τὴν ἀρχὴν τῆς ἀποφάσεως· ἐκεῖ γὰρ τὰ πολλὰ τί‐ κτεται, ὡς ἔσται δῆλον ἡμῖν προελθοῦσι κατὰ
τὴν δευτέραν ὑπόθεσιν· ἡ δὲ οὐσία κατὰ τὸ ἓν ὂν
in Prm
.

1240

πρὸ τούτων ἐστὶ τῶν πολλῶν καὶ πάσαις ὑπάρ‐ χει ταῖς εἰρημέναις τάξεσι, τοῖς πολλοῖς, τῇ ὁλότητι, τῷ σχήματι, τοῖς ἑξῆς ἅπασι. Διὸ καὶ ἀπὸ τούτων πάντων ὡς κοινῇ μετεχόντων
5τῆς οὐσίας ἐπ’ αὐτὴν ἀνατρέχομεν τὴν οὐσίαν, καὶ διὰ τοῦτο ἀρχόμενος ταύτης τῆς ἀποφά‐ σεως, πᾶν γὰρ, φησὶ, τὸ μετέχον οὐσίας κατά τι τούτων ἐστὶ μετέχον, οὐ περὶ τῶν προσε‐ χῶς εἰρημένων λέγων, ἀλλὰ πάντων ὁμοῦ τῶν
10ἐν τῇ πρώτῃ κατηριθμημένων ὑποθέσει, οἷον ἢ ὅλον ἐστὶν ἢ μέρη ἔχον, ἢ ἀρχὴν ἢ μέσον ἔχον ἢ τελευτὴν, ἢ ἐν αὑτῷ ἢ ἐν ἄλλῳ, καὶ ἑξῆς πάντα τὰ ἀποπεφασμένα τοῦ ἑνὸς, ὡς καὶ δῆ‐ λον ὅτι ταῦτα παρέλαβεν, ὃ καὶ ἐξ ἀρχῆς εἴ‐
15πομεν, ὅσα παρέπεται τοῖς οὖσιν ᾗ ὄντα ἐστὶν, ἀλλ’ οὐχ ᾗ ζῶντα ἄττα ἐστὶν ἢ νοοῦντα· πᾶν γὰρ τὸ οὐσίας ἁμωσγέπως μετέχον κατά τι τούτων τῶν ἀποπεφασμένων, φησὶν, οὐσίας μετέχει τούτων· οὐδ’ ἄρα οὐσίας μετεί‐
20ληχεν. Οὕτω δέ που καὶ ὁ ἐν Πολιτείᾳ Σω‐ κράτης τὸ πρῶτον ἐπέκεινα οὐσίας ἔλεγεν εἶ‐ ναι καὶ οὐκ οὐσίαν, αἴτιον δὲ οὐσίας καὶ ἐπέκεινα νοοῦντος καὶ νοουμένου παντὸς, ὥσπερ τὸν ἥλιον τῶν ὁρώντων καὶ τῶν ὁρωμένων αἴτιον
25εἶναί φαμεν, οὐκ ἄλλο τι λέγων τὴν οὐσίαν παρὰ τὸ ὄν· σαφῶς γὰρ αὐτὸς καὶ ἐνταῦθά φη‐ σιν ὅτι οὐχ οἷόν τε εἶναι μέν τι, μὴ μετέχειν δὲ οὐσίας, καὶ ἐν τούτῳ τῷ διαλόγῳ καὶ ἐν Τιμαίῳ παραπλησίως. Εἰ οὖν τὸ πρῶτον ὑπὲρ
30τὴν οὐσίαν καὶ ὑπὲρ τὸ ὄν ἐστι τὸ πᾶν, καὶ τὸ εἶναι αὐτὸ ψεῦδος· ἐπέκεινα γὰρ οὐσίας ἐξῄ‐ ρηται καὶ τοῦ ὄντος, καὶ ταύτῃ διέστηκεν ὁ παρὰ Πλάτωνι Παρμενίδης τοῦ ἐν τοῖς ἔπεσιν, ὅτι ὁ μὲν εἰς τὸ ἓν ὂν βλέπει καὶ τοῦτό φησιν
35εἶναι πάντων αἴτιον, ὁ δὲ εἰς τὸ ἓν, ἀπὸ τοῦ ἑνὸς ὄντος εἰς τὸ μόνως ἓν καὶ πρὸ τοῦ ὄντος ἀναδραμών. Ἀποφήσας δ’ οὖν τὸ μετέχειν οὐσίας τὸ ἓν, ἐπειδὴ οἶδεν ὅτι δύναταί τι [ἓν]
ἡ πρώτη οὐσία εἶναι (τὸ γὰρ μετέχειν νῦν τὸ
in Prm
.

1241

δευτέρως ἀπολαύειν ἐδήλου), προσέθηκεν οὐ‐ δαμῶς ἄρα ἔστι τὸ ἓν, οὐκέτι τοῦτο δι’ ἀποδείξεως λαμβάνων· οὐ γὰρ ἦν ἀποδεῖξαι δυνατὸν τοῦτο αὐτόθεν διὰ τὴν τοῦ ὄντος πρὸς
5τὸ ἓν συγγένειαν, καὶ γὰρ ἐν ταῖς ἀποφάσεσι τὰ συγγενέστερα δυσαποδεικτότερα, καθάπερ εἴπομεν πρότερον· ἀλλ’ ὅτι μὲν τὸ ἓν οὐκ ἔστι ταὐτὸν καὶ τὸ ὂν, δείξει τῆς δευτέρας ἀρχόμε‐ νος ὑποθέσεως. Εἰ δὲ τοῦτο ἀληθὲς, δῆλον ὅτι
10οὐδ’ ἔστι τὸ ἕν· πᾶν γὰρ τὸ παρὰ τὸ ἓν τῷ ἑνὶ προστεθὲν ἐλαττοῖ τὴν ἐξῃρημένην ὑπεροχὴν τοῦ ἑνός· τοῦτο μὲν οὖν ὅπως ἔλαβεν ἀπὸ τοῦ κοινοῦ τοῦ ἐν πᾶσι τοῖς οὖσιν ἐπὶ τὴν αἰτίαν τῶν ὄντων ἀναδραμὼν καὶ οὐδὲν ταύτης ἐφαρ‐
15μόζειν τῷ ἑνὶ τιθέμενος. Ἴσως δ’ ἄν τις ἐπι‐ ζητήσειε διὰ ποίαν αἰτίαν οὐκ ἀπὸ τοῦ ἔστιν ἤρξατο τῶν ἀποφάσεων, ἀλλ’ ἀπὸ τῶν πολ‐ λῶν, καὶ οὔτε τὴν ἀπὸ τοῦ μετὰ τὸ ἓν εὐθὺς ἄχρι τῶν ἐσχάτων τάξιν, οὔτε τὴν ἀπὸ τού‐
20των ἄχρι τῆς ἀκρότητος τῶν ὄντων προέ‐ κρινεν, ἀλλὰ τὴν ἀπὸ τῶν πολλῶν. Ῥητέον δὲ πρὸς τὴν ζήτησιν ὅτι πρὸς τὴν ὑπόθε‐ σιν ἐναντίως εἶχεν ἡ τῆς οὐσίας ἀπόφασις· ἡ μὲν γὰρ λέγει τὸ ἓν ὡς ἔστιν, ἡ δὲ ἀπόφα‐
25σις ὡς οὐκ ἔστι· πάντων οὖν γελοιότατον ἦν εὐθὺς ἐξ ἀρχῆς λέγειν εἰ ἔστι τὸ ἓν, οὐκ ἔστι τὸ ἕν· αὐτὸς γὰρ ἂν ἑαυτὸν ἔδοξεν ἀν‐ αιρεῖν ὁ λόγος· ἀλλὰ διὰ τοῦτο τῷ ἔστι κα‐ ταχρησάμενος, καὶ ὡς μηδὲν διαφέρον λέγων,
30εἰ ἔστι τὸ ἓν, εὗρεν ὅτι τὰ πολλὰ μάλιστα ἀντικεῖσθαί πως δοκεῖ πρὸς τὸ ἓν, καὶ ἄλλως τῷ Παρμενίδῃ δοκοῦν ἓν εἶναι τὸ ὂν καὶ οὐ πολλά. Ἀρξάμενος οὖν ἀπὸ τούτων ὡς γνωρι‐ μωτάτων καὶ πάντα τὰ ἄλλα ἀποφήσας κατεῖ‐
35δεν ὡς ἡ τοῦ ἑνὸς ἔννοια καὶ τὴν τῆς οὐσίας ἀναίνεται συνάρτησιν καὶ αὐτὸ τὸ ἔστιν, ὥστε δύο τῶν ὅρων ὄντων, τοῦ ἑνὸς καὶ τοῦ ἔστιν, ἀνυσιμώτερον οἶδε τῷ ὑποκειμένῳ τὸ ἀντι‐ κείμενον λαβεῖν ἢ τῷ κατηγορουμένῳ, καὶ οὕ‐
40τω λαβὼν τῷ ἑνὶ τὰ πολλὰ ἀντικεῖσθαι συνή‐
in Prm
.

1242

γαγεν ὅτι εἰ ἓν ἔστιν, πολλὰ οὐκ ἔστιν, ἀλλ’ οὐχὶ, εἰ ἓν, τὸ ἓν οὐκ ἔστιν. Εἰ δὲ, ὥσπερ εἴπομεν, καὶ ἀρχόμενος τῆς δευτέρας δείκνυσι μηδὲ ἐκεῖνο τὸ ἓν τῷ ὄντι ταὐτὸν,
5καίτοι συμπεπλεγμένον πρὸς τὸ ὂν, πῶς οὐκ ἐκ περιουσίας καὶ τὸ πρῶτον ἓν ἀποδείκνυται καθ’ αὑτὸ τοῦ ὄντος καθαρεῦον; ὥστε τοῦτο μὲν καὶ δι’ ἐκείνων ἔσται δῆλον, δέον πανταχοῦ τὸ ἀμέθεκτον ἡγεῖσθαι τῶν μετεχομένων, καὶ τοῦτο
10ἐπὶ τῶν εἰδῶν τοῦ Πλάτωνος κρατύνοντος καὶ διὰ τοῦτο τὰ καθ’ αὑτὰ προϋφεστάναι λέγοντος τῶν ἐν ἄλλῳ ὑφεστώτων, ὥστε εἰ τὸ μετεχό‐ μενον ὑπὸ τοῦ ὄντος ἓν τοῦ ὄντος διαφέρει, πᾶσα ἀνάγκη τὸ ἀμέθεκτον μειζόνως ἐξῃρῆσθαι τοῦ
15ὄντος. Οὐδ’ ἄρα οὐσίας μετέχει τὸ ἓν, κἂν οὐ‐ σίαν λαμβάνωμεν τὴν ἀκροτάτην καὶ μόνην οὐ‐ σίαν καὶ τὸ ὂν αὐτὸ μόνως ὂν καὶ πρὸ τῶν πολ‐ λῶν ἱδρυμένον τοῦ ὄντος γενῶν. Ἐπειδὴ δὲ τὸ μετέχειν ἐλάμβανε κατὰ πάντας τοὺς ἔμπρο‐
20σθεν λόγους, κατὰ τὴν συνάρτησιν τῶν μετὰ τὸ ὂν τὴν πρὸς τὸ ἓν, διὰ δὴ τοῦτο καὶ ἐν τού‐ τοις οὑτωσὶ λέγων τὴν μέθεξιν, πᾶν, φησὶ, τὸ μετέχον οὐσίας κατά τι τούτων αὐτῆς μετέχει· λέγει δὲ ἢ κατὰ τὸ ὅλον ἢ κατὰ τὸ σχῆμα ἢ
25κατὰ τὸ ταὐτὸν καὶ ἕτερον ἢ κατ’ ἄλλο τι τῶν ἀποπεφασμένων τοῦ ἑνός· τούτων δὲ προῤῥη‐ θέντων, συνῆψεν ὅτι οὐδαμῶς οὐσίας μετέχει τὸ ἓν, οὕτως ὡς κατά τι τούτων μετέχον αὐ‐ τῆς· ὅθεν ἐπειδήπερ ὑπελείπετο λέγειν μήποτε
30κατά τι τούτων οὐ μετέχει τὸ ἓν οὐσίας, αὐ‐ τῆς δ’ ἔχει τῆς πρὸ τούτων οὔσης οὐσίας, καὶ ἔστιν ἐκείνῃ τῇ οὐσίᾳ συμπεπλεγμένον, ἐπή‐ νεγκεν οὐδ’ ἄρα οὐσίας μετέχει. Οὐδ’ ἄρα οὕτως ἔστιν, ὥστε ἓν εἶ‐
35ναι· εἴη γὰρ ἂν ἤδη ὂν καὶ οὐσίας μετ‐ έχον, ἀλλ’ ὡς ἔοικε, τὸ ἓν οὔτε ἕν ἐσ‐ τιν, οὔτε ἔστιν, εἰ δεῖ τῷ τοιῷδε λόγῳ πιστεύειν. Κινδυνεύει. Ὃ δὲ μὴ ἔστι, τούτῳ τῷ μὴ ὄντι εἴη ἄν τι ἢ αὐτῷ
40ἢ αὐτο; Καὶ πῶς; Οὐδ’ ἄρα ὄνο‐
in Prm
.

1243

μά ἐστιν αὐτῷ οὐδὲ λόγος οὐδέ τις ἐπι‐ στήμη οὐδ’ αἴσθησις οὐδὲ δόξα. Οὐ φαίνεται. Οὐδ’ ὀνομάζεται ἄρα οὐδὲ
λέγεται οὐδὲ δοξάζεται οὐδὲ γινώσκε‐
in Prm
.

1244

ται, οὐδέ τι τῶν ὄντων αὐτοῦ αἰσθάνε‐ ται. Οὐκ ἔοικεν. Ἦ δυνατὸν οὖν περὶ τὸ ἓν ταῦτα οὕτως ἔχειν; Οὔκ‐
ουν ἔμοιγε δοκεῖ. (P. 141 E.)