TLG 4036 007 :: PROCLUS :: In Platonis Alcibiadem i

PROCLUS Phil., Diadochus
(Atheniensis: A.D. 5)

In Platonis Alcibiadem i

Source: Westerink, L.G. (ed.), Proclus Diadochus. Commentary on the first Alcibiades of Plato. Amsterdam: North–Holland, 1954: 1–158.

Citation: Section — (line)

in Alc
.

1

(1t)

ΠΡΟΚΛΟΥ ΔΙΑΔΟΧΟΥ
2tΕΙΣ ΤΟΝ ΠΛΑΤΩΝΟΣ ΠΡΩΤΟΝ ΑΛΚΙΒΙΑΔΗΝ
3 Τῶν Πλατωνικῶν διαλόγων καὶ πάσης, ὡς εἰπεῖν, τῆς φιλοσόφου θεωρίας ἀρχὴν κυριωτάτην καὶ βεβαιοτάτην εἶναι νομίζομεν τὴν τῆς
5ἑαυτῶν οὐσίας διάγνωσιν. ταύτης γὰρ ὀρθῶς ὑποτεθείσης καὶ τὸ ἀγαθὸν τὸ προσῆκον ἡμῖν καὶ τὸ τούτῳ μαχόμενον κακὸν πάντως που καταμαθεῖν ἀκριβέστερον δυνησόμεθα. πέφυκε γὰρ ἑκάστῳ τῶν ὄντων, ὥσπερ τὸ εἶναι διάφορον, οὕτω δὴ καὶ ἡ τελειότης τοῖς μὲν ἄλλη, τοῖς δὲ ἄλλη, κατὰ τὴν τῆς οὐσίας ὕφεσιν. εἴτε γὰρ ἀπὸ τῆς αὐτῆς ἑστίας
in Alc
.

2

καὶ πρωτίστης πηγῆς τό τε εἶναι πρόεισι καὶ τὸ ἀγαθόν, ὡς Ἀριστο‐ τέλης φησίν, ἀνάγκη δήπου κατὰ τὰ μέτρα τῆς οὐσίας καὶ τὸν ὅρον ἑκάστοις παραγίνεσθαι τῆς τελειότητος· εἴτε ἀπ’ ἄλλης μὲν τὸ ἀγαθὸν αἰτίας ἥκει πρεσβυτέρας καὶ ἁγιωτέρας, ἀπ’ ἄλλης δὲ ἡ οὐσία καὶ τὸ
5εἶναι τοῖς πράγμασιν, ὡς ἕκαστον μετέχει τοῦ ὄντος ἀμυδρότερον ἢ ἐναργέστερον, οὕτω δήπου καὶ τοῦ ἀγαθοῦ μεταλήψεται, τὰ μὲν πρώτως ὄντα μείζονος καὶ τελεωτέρου, τὰ δὲ ἐν μέσοις τεταγμένα κατὰ τὴν ἑαυτῶν τάξιν δευτέρου, τὰ δὲ ἔσχατα τῶν ὄντων ἐσχάτου. καὶ πῶς γὰρ ἂν ἄλλως ἔχοι τὰ ὄντα, θεῶν καὶ προνοίας ἡγουμένων, ἢ τὴν κατ’ ἀξίαν
10ἐν τῷ ἀγαθῷ διανομήν; οὐ γὰρ δὴ νοῦς μὲν εἰς τάξιν ἄγει τὰ ὄντα καὶ μέτρον ἑκάστῳ τοῦ εἶναι παρέχεται τὸ προσῆκον, τὸ δὲ ἀγαθόν, ὃ καὶ αὐτὸ πρεσβύτερόν ἐστι τοῦ νοῦ, τὰς ἑαυτοῦ μεταδόσεις εἰς τὰ ὄντα καὶ τὰς ἐποχετεύσεις τῶν ἀγαθῶν ἀτάκτους ποιεῖται, καὶ ἢ τοῖς δια‐ φόροις κατ’ οὐσίαν (λέγω δὲ οἶον τοῖς αἰτίοις καὶ τοῖς αἰτιατοῖς) τῆς
in Alc
.

3

αὐτῆς μεταδίδωσιν ἀγαθότητος ἢ τοῖς αὐτοῖς κατὰ τὸ εἶναι τὰς τῶν ἀρχικωτέρων τε καὶ ἑπομένων διανέμει τελειότητας. ‘θέμις‘ γὰρ ‘οὔτε ἦν‘, φησὶν ὁ Τίμαιος, ‘οὔτε ἐστὶ τῷ ἀρίστῳ δρᾶν ἄλλο τι πλὴν τὸ κάλλιστον καὶ συμμετρότατον‘. συμμετρό‐
5τατον δὲ οὐ τοῖς πρώτως οὖσι καὶ δευτέρως τὸ αὐτὸ ἀγαθόν, οὐδὲ τοῖς ὁμοίως οὖσιν ἡ κατ’ οὐσίαν ἐξηλλαγμένη τελειότης, ἀλλ’, ὥσπερ φησὶν ὁ Ἀθηναῖος ξένος, ἡ τοῖς ἀνίσοις τὰ ἄνισα διανέμουσα ἰσότης, καὶ τοῖς
μὲν μείζοσι τὰ μείζω, τοῖς δὲ ἐλάττοσι τὰ ἐλάττω, πασῶν μουσικωτάτη τε καὶ ἀρίστη. κατὰ ταύτην δὴ οὖν καὶ τὸ ἀγαθὸν ἄλλο ἐν ἄλλοις, καὶ1
10τῇ ἑκάστου φύσει σύστοιχον τὸ ἐν αὐτῷ δήπου πέφυκεν ἀγαθόν. διὸ νοῦ μέν ἐστιν ἐν αἰῶνι τὸ τέλειον, ψυχῆς δὲ ἐν χρόνῳ· καὶ ψυχῆς μὲν κατὰ νοῦν τὸ ἀγαθόν, σώματος δὲ κατὰ φύσιν· καὶ αὖ πάλιν θεῶν μὲν ἄλλη τελειότης, ἀγγέλων δὲ ἄλλη καὶ δαιμόνων, ψυχῶν δὲ ἄλλη μερικῶν. καὶ ὅστις οἴεται τῆς οὐσίας οὔσης ἐν τούτοις διαφερούσης
15εἶναι τὴν τελειότητα τὴν αὐτήν, ἁμαρτάνει τῆς ἐν τοῖς οὖσιν ἀληθείας· ‘ἐπεὶ οὔποτε φῦλον ὁμοῖον‘, ὥς φησιν Ὅμηρος, οὔτε ‘θεῶν
in Alc
.

4

καὶ ἀνθρώπων‘ οὔτε τῶν μεταξὺ τούτων γενῶν τε αὖ καὶ τῶν ἄκρων ἀμφοτέρων. Εἰ δὴ ταῦτα ὀρθῶς ὑπείληπται, δεῖ δήπου καθ’ ἑκάστην τάξιν τῶν ὄντων τὴν οὐσίαν πρὸ τῆς τελειότητος γινώσκειν· οὐ γὰρ ἑαυτῆς ἐστὶν
5ἡ τελειότης, ἀλλὰ τῆς οὐσίας ὑφ’ ἧς μετέχεται. ταύτην τοίνυν πρώτην θεωρητέον, οἷον, εἰ τῶν ἀμερίστων ἐστὶν οὐσιῶν ἢ τῶν μεριστῶν περὶ τοῖς σώμασιν ἢ τῶν ἐν μέσῳ τεταγμένων· καὶ ἢ τῶν αἰωνίων ἢ τῶν κατὰ πάντα τὸν χρόνον ὑφισταμένων ἢ τῶν ἐν μορίῳ τινὶ χρόνου γιγνομένων· καὶ ἢ τῶν ἁπλῶν καὶ πρὸ πάσης συνθέσεως ἱδρυμένων ἢ
10τῶν συνθέτων μέν, ἀεὶ δὲ συντιθεμένων ἐν τοῖς ἀλύτοις δεσμοῖς, ἢ τῶν ἀναλύεσθαι πάλιν εἰς ταῦτα ἐξ ὧν συνετέθησαν δυναμένων. κἂν οὕτω θεωρῶμεν ἕκαστον, δυνησόμεθα καὶ τὸ ἀγαθὸν αὐτοῦ κατανοεῖν, ὁποῖον δή τι τυγχάνει ὄν. δῆλον γὰρ αὖ, ὅτι τῶν μὲν ἀμέριστον τὴν οὐσίαν λαχόντων τὸ ἀγαθὸν αἰώνιόν ἐστι, τῶν δὲ μεριστὴν καὶ τὸ
15ἀγαθὸν κατὰ χρόνον καὶ ἐν κινήσει πέφυκε, τῶν δὲ μεταξὺ κατὰ τὰ μέτρα τῆς ὑποστάσεως καὶ ἡ τελειότης θεωρεῖται, χρόνου μέν, ἀλλὰ τοῦ πρώτου, δεομένη, καὶ τὰς ἀσωμάτους περιόδους δυναμένου κατα‐ μετρεῖν. Ὥστε καὶ φιλοσοφίας ἁπάσης καὶ τῆς τοῦ Πλάτωνος πραγματείας
20ταύτην ἂν ἀρχὴν κυριωτάτην νομίζοιμεν, ὅπερ εἴπομεν, τὴν ἡμῶν αὐτῶν καθαρὰν καὶ ἀκίβδηλον εἴδησιν ἐν ὅροις ἐπιστημονικοῖς περιγεγραμ‐
in Alc
.

5

μένην καὶ τοῖς τῆς αἰτίας λογισμοῖς βεβαίως καταδεθεῖσαν. καὶ πόθεν γὰρ ἄλλοθεν ἄρχεσθαι προσήκει τῆς ἑαυτῶν καθάρσεως καὶ τελειώ‐ σεως ἢ ὅθεν καὶ ὁ ἐν Δελφοῖς παρεκελεύσατο θεός; ὡς γὰρ τοῖς εἰς τὸ τῶν Ἐλευσινίων τέμενος εἰσιοῦσιν ἐδήλου τὸ πρόγραμμα μὴ χωρεῖν
5εἴσω τῶν ἀδύτων ἀμυήτοις οὖσι καὶ ἀτελέστοις, οὕτω δὴ καὶ πρὸ τοῦ νεὼ τοῦ Δελφικοῦ τὸ ‘γνῶθι σαυτὸν‘ ἀναγεγραμμένον ἐδήλου τὸν τρόπον οἶμαι τῆς ἐπὶ τὸ θεῖον ἀναγωγῆς καὶ τῆς εἰς κάθαρσιν ὁδοῦ τῆς ἀνυσιμωτάτης, μονονουχὶ λέγον σαφῶς τοῖς ξυνιέναι δυναμένοις, ὡς ὁ μὲν γνοὺς ἑαυτὸν ἀφ’ ἑστίας ἀρξάμενος συνάπτεσθαι δύναται θεῷ
10τῷ τῆς ὅλης ἀληθείας ἐκφαντικῷ καὶ ἡγεμόνι τῆς καθαρτικῆς ζωῆς, ὁ δὲ ἀγνοῶν ὅστις ἐστίν, ἀτέλεστος καὶ ἀμύητος ὢν μετέχειν τῆς τοῦ Ἀπόλλωνος προνοίας ἐστὶν ἀνεπιτήδειος. Αὕτη τοίνυν ἔστω καὶ φιλοσοφίας ἀρχὴ καὶ τῆς Πλάτωνος διδασκα‐
λίας, ἡ ἑαυτῶν γνῶσις· προσήκει γὰρ οἶμαι τὸν τοῦ Ἀπόλλωνος2
15ὀαριστὴν ἀπὸ τῶν αὐτῶν ἄρχεσθαι τῆς τῶν ἀτελῶν τελειώσεως, ἀφ’ ὧν καὶ αὐτὸς ὁ θεὸς παρακελεύεται. ἐπεὶ καὶ ὁ Σωκράτης, ὁ ‘τῶν κύκνων ὁμόδουλος‘ εἶναι λέγων καὶ οὐχ ἧττον αὐτῶν παρὰ
in Alc
.

6

τοῦ θεοῦ τὴν μαντικὴν λαβών, ἐντεῦθεν ἄρξασθαι λέγεται τῆς ἐπὶ φιλοσοφίαν ὁρμῆς, τῷ Πυθικῷ γράμματι περιτυχὼν καὶ οἷον αὐτοῦ τοῦ Ἀπόλλωνος ταύτην εἶναι τὴν παρακέλευσιν ἡγησάμενος. ἐντεῦθεν τοίνυν καὶ ἡμῖν ἀρκτέον ἑπομένοις θεῷ· καὶ ζητητέον, ἐν τίνι μάλιστα
5τῶν διαλόγων ὁ Πλάτων τοῦτον ἔχει σκοπόν, τὴν θεωρίαν τῆς οὐσίας ἡμῶν, ἵνα ἐκεῖθεν ποιησώμεθα καὶ τὴν τῶν Πλατωνικῶν συγγραμμάτων πρωτίστην ἀρχήν. ἆρ’ οὖν ἄλλον τινὰ ἂν ἔχοιμεν εἰπεῖν πρὸ τοῦ Ἀλκιβιάδου καὶ τῆς ἐν τούτῳ παραδεδομένης τοῦ Σωκράτους συνου‐ σίας; καὶ ποῦ φήσομεν οὕτως ἀλλαχοῦ δείκνυσθαι τὴν οὐσίαν ἡμῶν
10ἥτις ἐστί; ποῦ δὲ τὸν ἄνθρωπον ἐζητῆσθαι καὶ τὴν ἀνθρώπου φύσιν; ποῦ δὲ τὸ γράμμα τὸ Δελφικὸν ὅ τι ποτὲ νοεῖ, τελέως βεβασανίσθαι; ἢ πῶς δ’ ἂν πρὸ τούτων ἄλλο τι τῶν ὄντων ζητήσαιμεν εἴτε τῶν ὄντων εἴτε τῶν γινομένων, αὐτοῦ Σωκράτους ἀκούσαντες λέγοντος· ‘γελοῖον δή μοι φαίνεται ἐμαυτὸν ἀγνοοῦντα τὰ τῶν ἄλλων
15σκοπεῖν‘; οὐδὲν γὰρ ἡμῖν ἐστὶν ἔγγιον ἡμῶν αὐτῶν· τὸ τοίνυν ἐγγυτάτω μὴ γιγνώσκοντας τίς μηχανὴ τὰ πορρώτερον γινώσκειν καὶ ἃ δι’ ἡμῶν γιγνώσκεσθαι πέφυκεν; εἰ δὲ δὴ μὴ ταῦτα μόνον ἐννοήσειας ἐν τῷδε τῷ διαλόγῳ πολλῆς τυγχάνοντα διαρθρώσεως, ἀλλὰ καὶ ὅτι πρώτην ταύτην ὁ Σωκράτης καταβάλλεται συνουσίαν πρὸς τὸν
20Ἀλκιβιάδην καὶ αὐτός ἐστιν ὁ τὰς ἀρχὰς τῆς τελειώσεως ἐκ τῆς ἑαυτῶν θεωρίας ἠρτῆσθαι λέγων, οὐκ ἂν ἔτι διστάσειας ὡς ἐντεῦθεν καὶ πᾶσι
in Alc
.

7

τοῖς τελειωθῆναι σπεύδουσιν ἀρκτέον. καὶ γὰρ ἡμῶν ἕκαστος καὶ τῶν ἄλλων ἀνθρώπων ἐναργέστερον ἢ ἀμυδρότερον τοῖς αὐτοῖς ἔνοχος παθήμασιν οἷσπερ δὴ καὶ ὁ Κλεινίειός ἐστι. καὶ γὰρ ἀγνοοῦμεν ἑαυτοὺς ὑπὸ τῆς γενεσιουργοῦ λήθης κατεχόμενοι καὶ ὑπὸ τῆς ταραχῆς τῶν
5ἀλόγων εἰδῶν τῆς ζωῆς ἐκκρουόμενοι, καὶ οἰόμεθα πολλὰ γινώσκειν ὧν ἀγνοοῦμεν διὰ τοὺς κατ’ οὐσίαν ἡμῖν ἐνυπάρχοντας λόγους· καὶ τῆς αὐτῆς δεόμεθα βοηθείας, ἵνα τῆς τε περιττῆς οἰήσεως ἀποστήσωμεν ἡμᾶς αὐτοὺς καὶ τῆς προσηκούσης ἡμῖν ἐπιμελείας τύχωμεν. Ἀλλ’ ὅτι μὲν προηγεῖσθαι δεῖ τὴν ἑαυτῶν γνῶσιν παντὸς ἄλλου
10σκέμματος καὶ πάσης ὡς εἰπεῖν τῆς φιλοσόφου θεωρίας, εἴρηται· τάχα δ’ ἄν τις ἡμῖν ἐπιτιμήσειεν οὕτω προχείρως τὸν σκοπὸν τοῦ Ἀλκιβιάδου τοῦτον εἶναι τιθεμένοις, ἐπεὶ καὶ ἄλλων πολλῶν καὶ κλεινῶν ἐξηγητῶν λόγοι προθέσεις οἱ μὲν ἄλλας οἱ δὲ ἄλλας αὐτοῦ γεγράφασιν. οὐ μὴν ἀλλ’ αἰσχυνθείην ἂν ἐμαυτόν, εἰ τὸ τελεώτατον ἐν τῷ διαλόγῳ καὶ
15ἐπιστήμης μείζονος δεόμενον καὶ πάντων περιεκτικὸν τῶν προβλημάτων ὁρῶν τοῦτο, τὸ τὴν οὐσίαν ἡμῶν ἐκφαῖνον, ἥτις ἐστί, καὶ διὰ πάντων τῶν κεφαλαίων διατεῖνον, τὰ δεύτερα καὶ ἀτελέστερα καὶ μερικώτερα
σκοποὺς ποιησαίμην τοῦ προκειμένου συγγράμματος. οὔτε γὰρ ἐπὶ μόνον τὸν Ἀλκιβιάδην ἀναφέρειν προσήκει τὴν τοῦ διαλόγου πρόθεσιν,3
20ὥς τινες ὑπέλαβον (ἡ γὰρ ἐπιστημονικὴ θεωρία τὸ κοινὸν ὁρᾷ καὶ τὸ
in Alc
.

8

διατεῖνον ἐπὶ πᾶσαν τὴν ὁμοίαν ἕξιν)· οὔτε τὰ ὄργανα τὰ διαλεκτικὰ προτείνειν ὡς σκοποὺς τῆς συνουσίας, οἷον τὴν προτροπὴν ἢ τὴν μαιείαν ἢ τὸν ἔλεγχον, ἀλλ’ ὁρᾶν εἰς τί καὶ ταῦτα τέλος ἀνατείνεται· οὔτε ἀποστάντας τῶν προκειμένων σκεμμάτων ἐπ’ ἄλλας οὐσίας οὐδὲν ἡμῖν
5προσηκούσας, θείας ἢ δαιμονίας, μεταφέρειν τὴν ζήτησιν (οἰκεῖον γὰρ εἶναι δεῖ τῇ πρώτῃ καταβολῇ τῆς φιλοσόφου θεωρίας τὸν σκοπόν, ἐπεὶ καὶ ὁ Σωκράτης νυνὶ πρῶτον φησὶ τῷ νεανίσκῳ προσελθεῖν)· οὔθ’ ὅλως ἄλλην τινὰ πρόθεσιν ἐπισκευαστὴν μηχανᾶσθαι τοῦ διαλόγου, ταύτην ἀφέντας ᾗ μαρτυρεῖ καὶ αὐτὸς ὁ Σωκράτης. εἰ γὰρ παντὸς ἄλλου
10σκέμματος δεῖ προηγεῖσθαι τὴν ἡμῶν αὐτῶν γνῶσιν, πῶς ἂν τῆς πρώτης συνουσίας ἄλλο ἄν τι γένοιτο τέλος σκοπιμώτερον τοῦ γνῶναι ἑαυτούς; Προτροπαὶ τοίνυν καὶ ἀποτροπαὶ καὶ ἔλεγχοι καὶ μαιεῖαι καὶ ἔπαινοι καὶ ψόγοι τὸν ὧν οὐκ ἄνευ λόγον ἐπέχουσιν· ἄνευ γὰρ τούτων οὐκ ἔστι
15γνῶναι ἑαυτόν, ἀλλὰ δεῖ προτροπῆς μὲν ἐπὶ τὸ ὄντως ἀγαθόν, ἀπο‐ τροπῆς δὲ τῶν ὄντως κακῶν· καὶ μαιείας μὲν εἰς τὴν προβολὴν τῶν ἀδιαστρόφων λόγων, ἐλέγχου δὲ εἰς τὴν κάθαρσιν τῆς ἀγνοίας τῆς διπλῆς· καὶ ἐπαίνου μὲν εἰς τὴν οἰκείωσιν τῶν τελειουμένων, ψόγου δὲ
in Alc
.

9

εἰς τὴν ὠφέλειαν αὐτῶν καὶ τὴν θεραπείαν ἐν οἷς πράττουσι κακῶς. ὥσπερ οὖν ἐν ταῖς τελεταῖς καθάρσεις ἡγοῦνται καὶ περιρραντήρια καὶ ἁγνισμοί, ἃ τῶν ἐν ἀπορρήτοις δρωμένων καὶ τῆς τοῦ θείου μετουσίας γυμνάσματά εἰσιν, οὕτω μοι δοκεῖ καὶ ἡ φιλόσοφος
5τελεσιουργία προκαθαίρειν καὶ προπαρασκευάζειν εἰς τὴν ἑαυτῶν γνῶσιν καὶ τὴν αὐτοφανῆ τῆς οὐσίας ἡμῶν θεωρίαν τοὺς ἐπ’ αὐτὴν στελλομένους. ὥστε σκοπὸς μὲν οὗτός ἐστι τοῦ διαλόγου καὶ οὐκ ἄλλος· τῶν δὲ ἐν αὐτῷ δεικνυμένων τὰ μὲν προηγεῖται, τὰ δὲ ἐπακο‐ λουθεῖ τῇ προθέσει ταύτῃ, καθάπερ συμπεράσματα τῷ τέλει τούτῳ
10συνηρτημένα. προηγεῖται μὲν γὰρ ἡ τῆς διπλῆς ἀγνοίας ἀπόθεσις καὶ ἡ προτροπὴ καὶ ὅσα τοιαῦτα, ἕπεται δὲ ἡ τῆς ἀρετῆς καὶ ἡ τῆς εὐδαι‐ μονίας ἐπίδειξις καὶ ἡ τῶν πολλῶν τεχνῶν κατάγνωσις ὡς ἀγνοουσῶν καὶ ἑαυτὰς καὶ τὰ αὑτῶν καὶ πάντα ἁπλῶς καὶ ὅσα τούτου τοῦ εἴδους ἐπὶ τέλει τοῦ διαλόγου συγκατασκευάζεται· τὸ δὲ τελικώτατον αὐτὸ
15καὶ σκοπιμώτατόν ἐστι τῆς ὅλης συνουσίας ἡ θεωρία τῆς οὐσίας ἡμῶν. Ἐπεὶ καὶ εἴ τις λέγοι τέλος εἶναι τὴν ἑαυτῶν ἐπιμέλειαν καὶ τὴν ταύτης γνῶσιν τῷ διαλόγῳ, τίθεται μὲν ὀρθῶς, ἐννοείτω δὲ ὅτι τοῦτο μὲν ὡς τέλος καὶ ὡς τὸ ἀγαθὸν ὑπάρχειν ἡμῖν ἐκ τῶν ἀποδεικνυμένων
in Alc
.

10

προσήκει, τὸ δὲ ζητούμενόν ἐστι πρόβλημα, καὶ οὗ ἕνεκα πάντες οἱ συλλογισμοί, τὸ γνῶναι ἑαυτούς. ἄλλο γὰρ ἦν τὸν σκοπὸν γνῶναι τοῦ διαλόγου καὶ τὸ ἀγαθὸν ἄλλο τὸ ἐκ τῆς τοιαύτης προθέσεως. δεῖ γοῦν, ὥσπερ καὶ ἐν ἄλλοις εἴπομεν περὶ τῶν διαλόγων, ἕκαστον ἔχειν ἅπερ
5καὶ τὸ πᾶν· καὶ εἶναι τὸ μέν τι τῷ ἀγαθῷ τεταγμένον ἀνάλογον ἐν
αὐτοῖς, τὸ δέ τι τῷ νῷ, τὸ δὲ τῇ ψυχῇ, τὸ δὲ τῷ εἴδει, τὸ δὲ αὐτῇ τῇ ὑποκειμένῃ φύσει. λεγέσθω δὴ οὖν κἀν τούτοις τῷ μὲν ἀγαθῷ τὸ ὁμοιωθῆναι τῷ θείῳ διὰ τῆς ἑαυτῶν ἐπιμελείας ἀναλογεῖν, τῷ δὲ νῷ τὸ γνῶναι ἑαυτούς, τῇ δὲ ψυχῇ τὸ πλῆθος τῶν ἀποδείξεων τῶν εἰς τοῦτο4
10ἀγουσῶν ἡμᾶς τὸ συμπέρασμα καὶ πᾶν ὡς εἰπεῖν τὸ συλλογιστικὸν τοῦ διαλόγου, τῷ δὲ εἴδει λοιπὸν ὁ χαρακτὴρ τῆς λέξεως καὶ τῶν σχημάτων καὶ τῶν ἰδεῶν ἡ πλοκὴ καὶ ὅσα ἄλλα τῆς λεκτικῆς ἐστὶ δυνάμεως, τῇ δὲ ὕλῃ τὰ πρόσωπα καὶ ὁ καιρὸς καὶ ἡ καλουμένη παρά τισιν ὑπόθεσις. ταῦτα μὲν οὖν ἐν παντὶ διαλόγῳ· τὸ δὲ προκείμενον,
15σκοπὸς μέν ἐστι τῷδε τῷ συγγράμματι τὸ γνῶναι τὴν οὐσίαν ἡμῶν, ταύτης δὲ τῆς γνώσεως ἐρασταὶ τυγχάνομεν ὄντες ἵνα τῆς ἑαυτῶν τύχωμεν τελειότητος. καὶ ὥσπερ ἐν τοῖς αἰτίοις αὐτοῖς ὁ νοῦς ἐξήρτηται τἀγαθοῦ, οὕτω δὴ καὶ ἐν τούτοις τὸ ζητούμενον ἐν τῷ διαλόγῳ συνέ‐ ζευκται τῷ τέλει τῆς συνουσίας· τέλος δέ ἐστιν ὅπερ εἴπομεν.
in Alc
.

11

Ταῦτα καὶ περὶ τῆς προθέσεως ἡμῖν ἀναγεγράφθω, προαποδείξασιν ὡς ἄρα ἐντεῦθεν ἀρκτέον τῆς ἑαυτῶν τελειώσεως, ἀπὸ τῆς ἑαυτῶν καθαρᾶς γνώσεως. ἀρχὴ δέ ἐστιν οὗτος ὁ διάλογος ἁπάσης φιλοσοφίας, ὥσπερ δὴ καὶ ἡ ἑαυτῶν γνῶσις· καὶ διὰ τοῦτο πολλῶν μέν ἐστι λογικῶν
5ἐν αὐτῷ θεωρημάτων κατεσπαρμένη παράδοσις, πολλῶν δὲ ἠθικῶν καὶ τῶν πρὸς ὅλην ἡμῖν τὴν περὶ εὐδαιμονίας ἐπίσκεψιν συντελούντων ἀνακάθαρσις, πολλῶν δὲ εἰς φυσιολογίαν ἢ καὶ τὴν περὶ αὐτῶν τῶν θείων ἀλήθειαν ἡμᾶς ποδηγούντων δογμάτων ὑποτύπωσις, ἵν’ ὥσπερ ἐν 〈τύπῳ〉 τούτῳ τῷ διαλόγῳ πάσης φιλοσοφίας ἡ κοινὴ καὶ μία καὶ
10ὁλοσχερὴς ὑπογραφὴ περιλαμβάνηται, δι’ αὐτῆς τῆς πρώτης ἡμῖν εἰς ἑαυτοὺς ἐπιστροφῆς ἀναφαινομένη. καί μοι δοκεῖ καὶ διὰ ταύτην τὴν αἰτίαν ὁ θεῖος Ἰάμβλιχος τὴν πρώτην αὐτῷ διδόναι τάξιν ἐν τοῖς δέκα διαλόγοις ἐν οἷς οἴεται τὴν ὅλην τοῦ Πλάτωνος περιέχεσθαι φιλοσοφίαν, ὥσπερ ἐν σπέρματι τούτῳ τῆς συμπάσης ἐκείνων διεξόδου προειλημ‐
15μένης. οἵτινες δέ εἰσιν οἱ δέκα καὶ ὅπως αὐτοὺς προσήκει τάττειν καὶ ὅπως ἐν τοῖς δύο τοῖς μετ’ αὐτοὺς συνῄρηνται, προηγουμένως ἐν ἄλλοις πεπραγματεύμεθα. Ἀλλ’ ἐπειδὴ καὶ ταῦτα μετρίως ὑπέμνησται, περὶ τῆς τοῦ διαλόγου
in Alc
.

12

διαιρέσεως μετὰ ταῦτα λεκτέον. εἰσὶ δή τινες οἳ κατὰ τὸ λεκτικὸν αὐτοῦ ποιούμενοι τὴν τομὴν εἰς ἔπαινον καὶ ἔλεγχον καὶ προτροπὴν καὶ ἀποτροπὴν καὶ μαιείαν αὐτὸν διῃρήκασιν, ἐπαίνου μὲν δεῖσθαι λέγοντες τὸν φιλόσοφον ἵν’ οἰκειώσηται τὸν νέον, ἐλέγχου δὲ ἵνα
5καθήρῃ τῆς περιττῆς οἰήσεως, προτροπῆς δὲ ἵνα ἀνεγείρῃ πρὸς τὴν τῆς ἀρετῆς αὐτὸν μετουσίαν, ἀποτροπῆς δὲ ἵνα τῆς πρὸς τοὺς πολλοὺς δημαγωγοὺς ὁμοιώσεως ἀποστήσῃ καὶ τοῦ ζήλου τοῦ πρὸς τοὺς ἐν τῇ πόλει μέγα δυναμένους, μαιείας δὲ ὅπως ἂν αὐτὸν ἐκκαλέσηται πρὸς τὴν θεωρίαν τῆς τε ἀνθρωπίνης φύσεως καὶ τῆς πρεπούσης ἐπιμελείας
10τῇ τοιαύτῃ φύσει. καὶ λέγουσι μέν τι διαιροῦντες εἰς ταῦτα τὸν διάλογον, οὐ μέντοι ὅσον γε οἴονται· περὶ γὰρ τὰ τρίτα
ἀπὸ τῆς ἀληθείας διατρίβουσι καὶ περὶ τὰ ἔσχατα φιλοπονοῦσι καὶ τῶν ὀργάνων ἅπτονται, τῆς δὲ τῶν πραγμάτων ἀπολείπονται διαρθρώσεως.5
15 Ἕτεροι δὲ αὖ τούτων σεμνότεροι τὸ μὲν λεκτικὸν ὅπη ποτὲ διῄρηται χαίρειν ἐῶσιν, ἀνάγονται δὲ ἐπὶ τὸ συλλογιστικὸν τοῦ διαλόγου καὶ ἀποδεικτικόν, κἀκεῖθεν ἀξιοῦσιν αὐτοῦ μεταχειρίζεσθαι τὴν τομήν. καὶ δὴ καὶ ἀπαριθμοῦνται, πρῶτον μὲν εἶναι συλλογισμὸν ἐν ᾧ δείκνυσιν ὅτι οὐκ οἶδε τὰ δίκαια Ἀλκιβιάδης· δεύτερον δὲ τὸν ἀποφαίνοντα μὴ
20εἶναι σπουδαίους διδασκάλους τοῦ δικαίου τοὺς πολλούς· τρίτον δὲ αὖ τὸν συνάγοντα ὅτι ὁ λέγων ἐστὶν ὁ ἀποκρινόμενος, καὶ οὐχ ὁ
in Alc
.

13

ἐρωτῶν, ἐν οἷς ἐρώτησις γίνεται καὶ ἀπόκρισις· τέταρτον ἐν ᾧ δείκνυται τῆς αὐτῆς ἐπιστήμης ἔργον ὑπάρχον τὸ πολλοὺς καὶ ἕνα πείθειν· πέμπτον τὸν συλλογιζόμενον ὡς ἄρα τὰ δίκαια συμφέροντά ἐστιν· ἕκτον δὲ ἄλλον τούτῳ συνηρτημένον, ὃς συμπεραίνεται μόνον εἶναι τὸ καλὸν
5ἀγαθόν· ἕβδομον δὲ τὸν κατασκευάζοντα ὅτι κατὰ τὴν διπλῆν ἀμαθίαν ὁ Ἀλκιβιάδης ἀγνοεῖ ἑαυτὸν καὶ τὰ πράγματα· ὄγδοον δὲ τὸν ἐλέγχοντα ὡς οὐδὲ τοὺς ἀληθινοὺς ἀνταγωνιστὰς οἵτινές εἰσιν ἐπέ‐ σκεπται· ἔνατόν γε μὴν ὃς ἀποφαίνει παντελῶς αὐτὸν ἀγνοοῦντα τὸν τρόπον τῆς ὀρθῆς ἐπιμελείας· δέκατον δὲ ἐπὶ τούτοις ἐν ᾧ τὴν οὐσίαν
10ἡμῶν ἀνακαθαίρεται καὶ τὰς τριπλᾶς αὐτῆς διαγνώσεις καὶ τὸ εἶδος τῆς ἁρμοττούσης αὐτῇ θεραπείας. οὐκοῦν καὶ τοὺς ταῦτα λέγοντας ἐπαινεσόμεθα μὲν ὡς τῶν πρὸ αὐτῶν ἀστειοτέρους καὶ τῶν πραγμάτων ἐγγυτέρω γεγονότας, οὔπω δὲ οὐδὲ τούτους φήσομεν πραγματειώδη ποιεῖσθαι τὴν διαίρεσιν, ἀλλ’ ἐν δευτέρᾳ τάξει τετάχθαι καὶ μὴ
15παντελῶς ἀφεστάναι τῆς περὶ τὰ ὄργανα διατριβῆς. Ἐκεῖνος δὴ οὖν ὁ τρόπος τῆς τοῦ διαλόγου τομῆς ἔμοιγε δοκεῖ πάντων εἶναι τελεώτατος, ὃν καὶ ὁ φιλόσοφος Ἰάμβλιχος ἐνέκρινεν, ὁ ἀπ’ αὐτῶν ὁρμώμενος τῶν πραγμάτων καὶ συνάγων εἰς τρία κεφάλαια τὴν ὅλην οἰκονομίαν τοῦ συγγράμματος καὶ πρὸς ταῦτα ἀναφέρων τάς
20τε συλλογιστικὰς μεθόδους καὶ τὰς λεκτικὰς μεταχειρίσεις. δεῖ γὰρ ἀεὶ τὰ δεύτερα καὶ τὰ ὀργανικὰ τῶν πρώτων καὶ κυρίων μερῶν ἀντέ‐
in Alc
.

14

χεσθαι κἀκείνων ἐστοχασμένως παραδίδοσθαι. πῶς οὖν φαμὲν τὸν διάλογον εἰς τὰ προσεχῆ καὶ κυριώτατα μέρη διαιρεῖσθαι; πῶς δὲ ἄλλως ἢ ἐπειδὴ σκοπὸς μέν ἐστιν αὐτῷ τὴν οὐσίαν ἐκφῆναι τοῦ ἀν‐ θρώπου καὶ ἐπιστρέψαι πρὸς ἑαυτὸν ἕκαστον ἡμῶν ἀπὸ τῆς εἰς τὰ
5ἔξω βλεπούσης ὁρμῆς καὶ τῆς ἀλλοτριοπραγμοσύνης, ταύτην δὲ ἀνάγκη γίγνεσθαι τὸν μὲν λόγον ἡμῶν καθαιρόντων ἀπὸ τῶν ἐπιπροσθούντων αὐτῷ καὶ τὴν ἐπιστροφὴν διακοπτόντων, τὸ δὲ ἄλογον παιδευόντων καὶ πρὸς τὴν κατὰ τὸν λόγον τελείωσιν ἀνακαλουμένων, προηγεῖται μὲν κεφάλαιον ἕν, τὸ τὴν ἄγνοιαν ἀφαιροῦν τοῦ λόγου καὶ τὰ ἐμπόδια
10τῆς ἐπιστήμης τὰ ἐν αὐτῷ διὰ τὴν γένεσιν ἀναστέλλον πολλοῖς δή τισι καὶ παντοδαποῖς συλλογισμοῖς· δεύτερον δὲ ἐπὶ τούτῳ τέτακται τοῦ διαλόγου μέρος, τὸ κατασκευάζον ὡς οὐ χρὴ τοῖς φυσικοῖς πλεονεκτή‐ μασιν ἀρκούμενον ἀπολιμπάνεσθαι τῶν κατὰ τὴν τελείαν ἀρετὴν ἐπι‐ τηδευμάτων· τρίτον δὲ ἐπὶ τούτοις τὸ τὴν ἀνάμνησιν πορίζον τῆς6
15ἀληθινῆς ἡμῶν οὐσίας καὶ τῆς ἐπιμελείας τῆς ὀρθῆς τὴν εὕρεσιν καὶ τέλος τὸ προσῆκον ἐπάγον τῇ ὅλῃ προθέσει τῶν λόγων; τρία τοίνυν ταῦτα τοῦ προκειμένου διαλόγου μέρη· τὰ δὲ ἄλλα πάντα τούτων ἕνεκα παραλαμβάνεται καὶ πρὸς ταῦτα συντελεῖ, τά τε ἀποδεικτικὰ καὶ τὰ τῇ λεκτικῇ καθήκοντα. καὶ γὰρ τῶν συλλογισμῶν ἕκαστος ὀφθήσεται
20πρὸς ἓν τοῦτο τέλος ἀνάγων ἡμᾶς, τὴν θεωρίαν τῆς ἡμετέρας ὑποστά‐ σεως καὶ τὴν γνῶσιν τὴν ἑαυτῶν. εἰ γὰρ βούλει καθ’ ἑαυτὸν ἕκαστον σκοπεῖν καὶ ἣν ἔχει δύναμιν ἐξετάζειν, εἰς μίαν ταύτην ἀρχὴν ἅπαντας ἀναφερομένους εὑρήσεις.
in Alc
.

15

Ὁ μὲν γὰρ πρῶτος, ὁ δεικνὺς τὴν ἄγνοιαν ἣν ἔχομεν ἅπαντες ἐκ νεότητος τῶν δικαίων, οὐδὲν ἄλλο ἢ τὴν ἀνεπιστημοσύνην αἰτιᾶται τὴν ἑαυτῶν· κατ’ οὐσίαν γὰρ ἔχοντες αὐτῶν τοὺς λόγους οὐκ ἐπιστρέφομεν εἰς ἑαυτούς, οὐδὲ διηρθρωμένην αὐτῶν γνῶσιν ἀναλαμβάνομεν, καὶ
5τοῦτο αἴτιον τῆς οἰήσεως τοῦ εἰδέναι καὶ τῶν ἐλέγχων οἷς γινόμεθα περιπετεῖς διὰ τὴν οἴησιν. Ὁ δὲ δεύτερος ἀτιμάζων τὸν πολὺν ὄχλον τῶν ἀνθρώπων ὡς οὐκ ὄντα τῶν δικαίων ἐπιγνώμονα τοῦ μὲν πλήθους παντὸς καὶ τῆς εἰς δόξας φερομένης ζωῆς ἀφίστησιν ἡμᾶς, ἀνάγει δὲ ἐπὶ τὸν ἕνα λόγον καὶ τὴν μίαν ἐπιστήμην ἕκαστον ἐν αὐτῇ τῇ ψυχῇ
10κατ’ οὐσίαν ὑφεστηκυῖαν. ὁ δὲ τρίτος τὸν ἀποκρινόμενον εἶναι τὸν λέγοντα δεικνὺς τὴν αὐτοκινησίαν ἐμφανῆ ποιεῖ τῆς ψυχῆς καὶ τὰς προβολὰς τῶν λόγων καὶ τὰς μαθήσεις ἀναμνήσεις οὔσας ἀποφαίνει, καὶ οὐδὲν ἄλλο ἢ πρὸς ἑαυτὸν ἐπιστρέφει τὸν τελειούμενον. ὁ δὲ δὴ
in Alc
.

16

τέταρτος, ἐν ᾧ συνήγαγεν ὡς ἄρα τῆς αὐτῆς ἐστὶν ἐπιστήμης ἕνα καὶ πολλοὺς πείθειν, δείκνυσιν οἷόν ἐστι τὸ τέλειον καὶ τὸ ἑαυτοῦ μὴ ἐξιστάμενον τῆς ἐνεργείας εἶδος, ἀλλ’ εἰς ἑαυτὸ νοερῶς ἐπεστραμ‐ μένον· πάντα γὰρ πληροῦν ἀνελάττωτόν ἐστι καὶ ὡσαύτως ἑνὶ καὶ
5πολλοῖς πάρεστιν, οὔτε μεριζόμενον ἐν τοῖς μετέχουσιν οὔτε ἀλλοιού‐ μενον ὑπ’ αὐτῶν, ἀλλ’ ἓν καὶ τὸ αὐτὸ μένον ἐν ἑαυτῷ καὶ ἀφ’ ἑαυτοῦ τὰ ἄλλα τελειοῦν. ὁ δὲ πέμπτος μετὰ τοῦτον, ὁ τὰ δίκαια συμφέροντα ἀποδεικνύς, ἐν τῇ ψυχῇ τίθεται τὸ ἑκάστου συμφέρον, ἐν ᾗ καὶ τὸ δίκαιον, καὶ πείθει μηδαμοῦ ζητεῖν ἀλλαχοῦ τὴν οὐσίαν ἡμῶν ἢ ἐν
10ψυχῇ, ὅπου καὶ τὸ ἀγαθόν ἐστι τῷ δικαίῳ συνυφεστώς· οὐ γὰρ ἀλλαχοῦ μὲν ἡμῶν τὸ συμφέρον, ἀλλαχοῦ δὲ ἡ ὕπαρξις. ὁ δὲ ἕκτος, ὁ τὸ καλὸν συνάγων εἰς ταὐτὸν καὶ τὸ ἀγαθόν, ἀφίστησι μὲν τῶν φαινομένων καλῶν, ἐπ’ αὐτὸ δὲ τὸ νοερὸν καὶ λογικὸν καὶ ἐπιστημονικὸν κάλλος ἀνάγει τὴν ψυχὴν καὶ παρασκευάζει πρὸς ἑαυτὴν ἐπιστρέφεσθαι καὶ
15ἐν ἑαυτῇ ταῦτα θεωρεῖν, ἀλλ’ οὐκ ἐν τοῖς ἔξω κειμένοις αὐτῆς. ὁ δὲ
in Alc
.

17

ἕβδομος ἀποκαθαίρων τῆς διπλῆς ἀγνοίας πᾶν τὸ ἐπιπροσθοῦν τῇ ἑαυτῶν γνώσει καὶ ἀφαιρούμενον ἡμᾶς τῆς πρὸς ἑαυτοὺς ἐπιστροφῆς διὰ τοῦ τὴν περιττὴν οἴησιν ἐκβάλλειν, δείκνυσι τὸ μέγιστον ὑπάρχον
τοῦτο τῶν κακῶν, τὸ ἀγνοεῖν ἑαυτούς, ᾧ συναναφαίνεται τὸ μέγιστον7
5καὶ τελεώτατον τῶν ἀγαθῶν ἐν τῇ αὑτῶν γνώσει τὴν ὑπόστασιν κεκτημένον. ὁ δὲ ὄγδοος συλλογισμὸς ἐπιδείκνυσι μὲν αὐτῷ τοὺς ἀληθῶς ἀνταγωνιστάς, συντελεῖ δὲ ἄρα καὶ οὗτος εἰς τὸν ὅλον σκοπόν, ἐπειδήπερ ἀγνοοῦμεν ἑαυτοὺς ἢ κατὰ τὴν ψυχικὴν δύναμιν ἢ κατὰ τὴν σωματικὴν ἢ κατὰ τὴν ἐκτός· ἵν’ οὖν μὴ παντελῶς ἑαυτὸν ἀγνοῶν,
10καὶ ὅπως διὰ πάντων ἠλάττωται τῶν ἀνταγωνιστῶν, ἑαυτὸν λάθῃ τοῖς μεγίστοις ἀτυχήμασι περιπετὴς γενόμενος, ἀναγκαῖος οἶμαι καὶ οὗτός ἐστιν ὁ συλλογισμὸς πρὸς τὴν ὅλην τοῦ διαλόγου πρόθεσιν. ὁ δὲ ἔνατος, ἐν ᾧ δείκνυται τὸν τρόπον τῆς ἡμῶν αὐτῶν ἐπιμελείας ἀγνοῶν, κυριωτάτην ἀρχὴν ἀποφαίνει καὶ τῆς τούτου γνώσεως τὴν τῆς οὐσίας
15ἡμῶν διάγνωσιν. ἤρτηται γὰρ ἀπὸ τούτου καὶ ἡ τῆς ἐπιμελείας τῆς ὀρθῆς διάκρισις, μᾶλλον δὲ κατ’ αὐτὴν ἀφώρισται τὴν γνῶσιν. πᾶν
in Alc
.

18

γὰρ αὐτοκίνητον ἑαυτὸ τελειοῖ πρὸς ἑαυτὸ στρεφόμενον· καὶ ὁ μὲν γνοῦς ἑαυτὸν ὁμοῦ καὶ τὴν ἑαυτοῦ θεραπείαν ἐν ἑαυτῷ συνείληφεν, ὁ δὲ ἀγνοῶν ἑαυτὸν ἀνεπιστήμων ἐστὶ καὶ περὶ τὸν τῆς ἐπιμελείας τρόπον. δέκατος τοίνυν ἐφ’ ἅπασιν ὁ τὸν ἄνθρωπον ἐν ψυχῇ τὴν ὑπόστασιν
5ἔχοντα δεικνὺς αὐτόθεν ἐκφαίνει τὸ εἶδος τῆς ἡμετέρας οὐσίας καὶ τελεωτάτην ἡμῖν παρέχεται γνῶσιν τῆς αὐτοενεργήτου ζωῆς, ἐν ἑνὶ τήν τε ὕπαρξιν ἡμῶν καὶ τὴν τελείωσιν ἀποδεικτικῶς συλλαμβάνων. εἰ δὴ λέγοιμεν ὅτι καὶ ἕκαστος τῶν ἐν τῷ διαλόγῳ συλλογισμῶν καὶ πάντες ἅμα πρὸς τὴν ἑαυτῶν γνῶσιν ἡμᾶς περιάγουσι, τάχα ἂν τῆς τοῦ
10Πλάτωνος τυγχάνοιμεν διανοίας. Ὦ παῖ Κλεινίου, οἶμαί σε θαυμάζειν ὅτι πρῶτος ἐραστής σου γενόμενος τῶν ἄλλων πεπαυμένων μόνος οὐκ ἀπαλλάττομαι. 103 A. Τὰ προοίμια τῶν Πλατωνικῶν διαλόγων συνᾴδει πρὸς τοὺς ὅλους αὐτῶν σκοπούς, καὶ οὔτε δραματικῆς ἕνεκα ψυχαγωγίας μεμηχάνηται
15τῷ Πλάτωνι (πόρρω γάρ ἐστιν ὁ τρόπος οὗτος τῆς συγγραφῆς τῆς τοῦ φιλοσόφου μεγαλοφροσύνης) οὔτε τῆς ἱστορίας στοχάζεται μόνης, ὥσπερ τινὲς ὑπειλήφασιν· οὔτε γὰρ πιθανόν ἐστιν οὔθ’ ὅλως δυνατόν, ἅπαντα ἑξῆς ἀπὸ τῶν γεγονότων ἢ ῥηθέντων λαμβάνεσθαι πρὸς τὴν
in Alc
.

19

μίαν τῶν Πλατωνικῶν συγγραμμάτων τελείωσιν· ἀλλ’ ὥσπερ καὶ τοῖς ἡμετέροις δοκεῖ καθηγεμόσι καὶ ἡμῖν ἐν ἄλλοις μετρίως ὑπέμνησται, τῆς ὅλης τῶν διαλόγων ἐξήρτηται καὶ ταῦτα προθέσεως, καὶ τὰ μὲν ἐκ τῶν ὑποκειμένων πραγμάτων ἢ λόγων συναρμόζεται πρὸς τὸν
5παρόντα σκοπόν, τὰ δὲ τελειοῦται τῶν ἐλλειπόντων εἰς τὴν τῆς προκει‐ μένης θεωρίας συμπλήρωσιν, ὁμοῦ δὲ πάντα καθάπερ ἐν τελετῇ πρὸς τὴν ὅλην ἀνάγεται τῶν ζητουμένων τελείωσιν. τοῦτο δὴ οὖν μοι δοκεῖ καὶ ἐν τούτῳ τῷ διαλόγῳ προτείνειν ἡμῖν ὁ Πλάτων τὸ δόγμα, καὶ καλῶς ἐπιδεικνύναι δι’ αὐτῆς τῆς πρωτίστης ἐπιβολῆς τῶν λόγων τὸν
10σύμπαντα τοῦ γράμματος σκοπόν. Πρόκειται μὲν γὰρ αὐτῷ, καθάπερ εἴπομεν, τὴν φύσιν ἡμῶν ἐκφῆναι
καὶ τὴν οὐσίαν ὅλην καθ’ ἣν ἕκαστος ἀφώρισται τοῖς ἐπιστημονικοῖς καὶ ἀνελέγκτοις τῆς θεωρίας λόγοις περιλαβεῖν καὶ τοῦτο ἐκεῖνο τὸ Δελφικὸν παράγγελμα τὸ γνῶθι σαυτόν, ὅ τι ποτέ ἐστιν, ἀπο‐8
15καλύψαι διὰ τῶν ἀποδεικτικῶν μεθόδων· αὐτὸ δὲ τὸ προοίμιον ἐπιστρέφει μὲν εἰς ἑαυτὸν τὸν νέον καὶ καθίστησιν ἐξεταστὴν τῶν ἐν αὐτῷ προϋποκειμένων διανοημάτων, ἀνάγει δὲ αὐτὸν ὁμοῦ τῇ πρὸς ἑαυτὸν ἐπιστροφῇ καὶ εἰς τὴν τῆς Σωκρατικῆς ἐπιστήμης περιωπήν. τὸ γὰρ ἐξετάζειν τὴν αἰτίαν δι’ ἣν ὁ Σωκράτης μόνος τῶν ἐραστῶν
20οὐκ ἀπέληξε τοῦ ἔρωτος, ἀλλὰ καὶ ἤρξατο πρὸ τῶν ἄλλων καὶ πεπαυ‐ μένων ἐκείνων οὐκ ἀπαλλάττεται, θεατὴν αὐτὸν ἀποφαίνει τῆς ὅλης
in Alc
.

20

τοῦ Σωκράτους ζωῆς. ἔστι μὲν οὖν τὰ εἴδη τῆς ἐπιστροφῆς τριττά· πᾶν γὰρ τὸ ἐπιστρεφόμενον ἢ πρὸς τὸ χεῖρον ἐπιστρέφει ἑαυτοῦ διὰ τὴν ἀπόπτωσιν τῆς οἰκείας τελειότητος ἢ πρὸς τὸ κρεῖττον ἀνάγεται διὰ τῆς ἑαυτοῦ ζωῆς καὶ τῆς κατὰ φύσιν ἐνεργείας ἢ πρὸς ἑαυτὸ ἐπιστρέφει
5κατὰ τὴν σύστοιχον ἑαυτῷ γνῶσιν καὶ τὸ μέσον εἶδος τῆς κινήσεως. ἀλλ’ ἡ μὲν πρὸς τὸ χεῖρον ἐπιστροφὴ ψυχῆς ἐστὶ πάθος πτερορρυη‐ σάσης καὶ γενομένης ἐν λήθῃ καὶ ἑαυτῆς ἅμα καὶ τῶν πρὸ αὐτῆς· ἡ δὲ καὶ πρὸς ἑαυτὸ καὶ πρὸς τὸ κρεῖττον οὐκ ἐν ψυχαῖς ἐστὶ μόναις ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς θείοις, ὥσπερ ἡμᾶς ὁ Παρμενίδης ἀναδιδάσκει
10διττὰ τὰ τῆς ἐπιστροφῆς εἴδη τιθέμενος καὶ δεικνύς, ὅπως μὲν εἰς ἑαυτὸ τὸ θεῖον ἐπέστραπται καὶ ἐν ἑαυτῷ ἐστίν, ὅπως δὲ εἰς τὸ πρὸ αὐτοῦ, καθ’ ὃ δὴ καὶ ἐν ἄλλῳ περιέχεται καὶ συνήνωται πρὸς τὴν κρείττονα φύσιν. ὅθεν δὴ καὶ ὁ Σωκράτης ἐπὶ τέλει τοῦ διαλόγου τὸν εἰς ἑαυτὸν ἐπιστραφέντα καὶ ἑαυτοῦ γενόμενον θεωρὸν ἐντεῦθεν καὶ τὸ θεῖον
15ἅπαν κατόψεσθαί φησι, καὶ διὰ τῆς πρὸς ἑαυτὸν ἐπιστροφῆς ὥσπερ
in Alc
.

21

βαθμοῦ τινὸς ἀναγωγοῦ μεταστήσεσθαι πρὸς τὴν τοῦ θείου περιωπὴν καὶ εἰς τὴν πρὸς τὸ κρεῖττον ἑαυτὸν ἐπανάξειν στροφήν. ταῦτα τοίνυν ἐκ προοιμίων ἐνδεικνύμενος ὁ λόγος ἀπὸ μὲν τῆς ἔξω φερομένης ζωῆς εἰς τὴν ἐπίσκεψιν τὴν ἑαυτοῦ περιάγει τὸν Ἀλκιβιάδην, ἀπὸ δὲ τῆς
5ἑαυτοῦ κατανοήσεως εἰς τὸν ἔρωτα τῆς Σωκρατικῆς ἐπιστήμης ἀνα‐ καλεῖται. τὸ γὰρ τὴν αἰτίαν ποθῆσαι μαθεῖν ὧν πράττει Σωκράτης, ἐραστήν ἐστι γενέσθαι τῆς ἐν αὐτῷ προϋπαρχούσης ἐπιστήμης. Τοῦτο μὲν τοίνυν ἐκ τοῦ προοιμίου πρῶτον δοκεῖ μοι τοῖς κατακούειν αὐτοῦ δυναμένοις ὁ Πλάτων ἐνδείκνυσθαι. δεύτερον δὲ ἕτερον ἐπὶ τούτῳ
10τοιόνδε· τὸν σπουδαῖον πανταχοῦ τοῖς ὑποκειμένοις γνωστοῖς καὶ τὰς γνώσεις συστοίχους προβάλλειν, καὶ μήτε περὶ τῶν ἐνδεχομένων καὶ ἄλλοτε ἄλλως φερομένων τὴν ἑστῶσαν καὶ ὡρισμένην καὶ ἄτρεπτον προειληφέναι γνῶσιν μήτε περὶ τῶν ἀναγκαίων καὶ ἀεὶ ὡσαύτως ἐχόντων ἀμφίβολον καὶ ἀόριστον καὶ ἄστατον ἔχειν ὑπόληψιν, ἀλλ’
15ὥσπερ αὐτὸς ὁ Σωκράτης ἐν Πολιτείᾳ διέκρινε, τῇ μὲν ἁπλῇ καὶ μονοειδεῖ καὶ νοερᾷ γνώσει τὰ νοητὰ πάντα συζύγως θεωρεῖν, τῇ δὲ ἐπιστημονικῇ καὶ διανοητικῇ τῶν εἰδῶν ἀνελίξει καὶ συνθέσει τοὺς
μέσους τῶν ὄντων λόγους ἐπισκοπεῖσθαι, τρίτῃ δὲ ἀπὸ τῆς9
in Alc
.

22

ἀληθείας τῇ αἰσθήσει δι’ ὀργάνων ἐφαπτομένῃ τῶν οἰκείων γνωστῶν τὰ αἰσθητὰ πάντα διακρίνειν δεόντως, τῇ δὲ εἰκαστικῇ τὸ λοιπὸν δυνάμει τὰ εἰκαστὰ τῶν αἰσθητῶν εἴδωλα τυγχάνοντα γινώσκειν. καὶ μὴν καὶ ὁ Τίμαιος ἀνάλογον τοῖς οὖσι τὰς γνώσεις διελόμενος νοήσει
5μὲν ἡμᾶς καὶ λόγῳ παρακελεύεται τὰ ὄντα κρίνειν, δόξῃ δὲ καὶ αἰσθήσει τὰ μὴ ὄντα μέν, γιγνόμενα δὲ καὶ ἀπολλύμενα· καὶ τῶν μὲν ὄντως ὄντων ἀνελέγκτους καὶ ἀραρότας εἶναι τοὺς λόγους, τῶν δὲ φύσιν οὐ τοιαύτην λαχόντων, ἀλλ’ ἐν γενέσει φερομένων, εἰκαστικοὺς καὶ τοῦ προστυχόντος, ὡς αὐτός που λέγει, μετειλη‐
10χότας· πανταχοῦ γὰρ οἱ λόγοι μιμηταὶ τῶν πραγμάτων εἰσὶν ὧν ὑπάρχουσιν ἐξηγηταί. τὸ δὴ τρίτον ὅτι καὶ ὁ ἐν τῷ Κρατύλῳ Σωκράτης τὰ μὲν ἐπὶ τῶν ἀϊδίων εἶναί φησιν ὀνόματα τῆς τῶν πραγμά‐ των φύσεως μᾶλλον ἐφαπτόμενα, τὰ δὲ ἐπὶ τῶν γιγνομένων καὶ φθειρομένων πολυειδῶς ἐξαλλαττόμενα καὶ πολὺ τοῦ θέσει μετέχοντα
15διὰ τὴν τῶν ὑποκειμένων αὐτοῖς ἄστατον φοράν. εἰ τοίνυν καὶ αἱ γνώσεις διαφέρουσι τῶν τε ἀεὶ καὶ ὡσαύτως ἐχόντων καὶ τῶν ἐν‐ δεχομένων καὶ οἱ λόγοι παμπόλλην ἔλαχον ἐξαλλαγὴν καὶ τὰ ὀνόματα τοῖς μὲν ἄλλα προσήκει τοῖς δὲ ἄλλα, τί θαυμαστὸν εἰ καὶ ὁ Σωκράτης
in Alc
.

23

ἐνταῦθα περὶ φύσεως ἀστάτου διαλεγόμενος καὶ μεταβολὴν ἐπιδεχο‐ μένης τῷ ‘οἶμαι‘ κατεχρήσατο, σημαίνοντι τὴν τοῦ γνωστοῦ φύσιν εὔτρεπτον ὑπάρχουσαν, ἀλλ’ οὐ τὴν τοῦ Σωκράτους γνῶσιν ὡς ἀόριστον καὶ ἀγνοίᾳ συμμιγῆ καὶ ἀμφισβητήσιμον διελέγχοντι; δεῖ γάρ, ὡς
5προείπομεν, ἐν μὲν τοῖς δοξαστοῖς τῶν πραγμάτων καὶ εἰκαστοῖς ὡς εἰκάζοντας λέγειν τὰς ἑαυτῶν ἐννοίας, ἐν δὲ τοῖς νοητοῖς καὶ ἐπι‐ στημονικοῖς ὡς εἰδότας τὸ ἀληθὲς ἀνελέγκτοις δή τισι χρῆσθαι τοῖς λόγοις. οὐθεὶς γὰρ ἂν ἀποδέξαιτο, φησὶν Ἀριστοτέλης, ἢ γεωμέτρου πιθανῶς λέγοντος ἢ ῥήτορος ἀποδεικνύναι φάσκοντος· ὥστε οὔτε ὁ
10περὶ τῶν ἀναγκαίων εἰκαστικῶς λέγων οὔτε ὁ περὶ τῶν εἰκαστῶν ἀραρότως ἔμφρων ἄν ποτε εἴη τῶν πραγμάτων ἐξηγητής. ἔχει μὲν οὖν καὶ διὰ ταῦτα τῷ Σωκράτει τὸ ‘οἶμαι‘ τὴν προσθήκην ἀναγκαίαν· λέγοις δ’ ἂν ὅτι καὶ τὸ ἦθος ὑφορᾶται τοῦ νεανίσκου φιλότιμον ὄν. ἅπαν γὰρ τὸ τοιοῦτον ἐνστατικόν ἐστι καὶ φιλόνεικον· ἵν’ οὖν μὴ
15διατεινόμενος εὐθὺς ἐξ ἀρχῆς εἰς τὴν πρὸς ἑαυτὸν ἐκκαλέσηται φιλο‐ νεικίαν τὸ νεαροπρεπὲς εἶδος τῆς ζωῆς, μετ’ εὐλαβείας αὐτῷ πρόσεισιν ὑποστελλόμενός πως ἐν οἷς περὶ αὐτοῦ διαλέγεται, καὶ ὡς εἰκάζων, ἀλλ’ οὐ διϊσχυριζόμενος, προάγει τοὺς λόγους. δεῖ γὰρ οὕτως αὐτῷ τὴν πρώτην προσβάλλειν ὥστε ὑποσχεῖν ἐκεῖνον τὴν ἀκοὴν καὶ τὸ
20φιλότιμον κοιμήσαντα τῆς ψυχῆς μετασχεῖν τῶν ἀπὸ τοῦ σωφρονοῦντος
in Alc
.

24

στόματος προϊόντων λόγων. τάχα δ’ ἂν ῥηθείη καὶ τοῦτο πρὸς τοῖς
εἰρημένοις, ὅτι δὴ Σωκρατικόν ἐστι τὸ μέτριον ἦθος καὶ κοινὸν καὶ τὸ πόρρω τῆς ἀλαζονείας τεταγμένον. ἐπειδὴ τοίνυν αὐτὸς ὑπὲρ ἑαυτοῦ πεποίηται λέγων ὁ Σωκράτης ὅτι δοκοίη θαυμαστὸς εἶναι τῷ νεανίσκῳ10
5καὶ τοῦ ἔρωτος ἕνεκα καὶ τῆς ἐν ἅπαντι τῷ πρόσθεν χρόνῳ σιωπῆς, τὸ ‘οἶμαι‘ κατὰ καιρὸν αὐτῷ παρεμβέβληται καὶ οὔτε χάριτος ἕνεκα μόνης καὶ τῆς περὶ τὴν λέξιν εὐπρεπείας οὔτε τῆς περὶ τὴν Σωκρατικὴν γνῶσιν ἀμφιβόλου ῥοπῆς· προσήκει γὰρ τῷ καθ’ ἑαυτοῦ τοιαῦτα λέγοντι μεθ’ ὑποστολῆς μᾶλλον ἢ διατεταμένως λέγειν.
10 Καὶ μὴν καὶ ἡ πρώτη τῶν λόγων ἀρχὴ πατρόθεν ἀνακαλοῦσα τὸν νεανίσκον τῷ τε προσώπῳ καὶ τοῖς πράγμασιν οἰκείως παρείληπται. τὸ μὲν γὰρ πρόσωπον ἅτε φιλότιμον ὂν ἡ ἀπὸ τοῦ πατρὸς κλῆσις οἰκεῖον αὐτῷ μᾶλλον καθίστησιν, ἔνδοξος γὰρ ὁ Κλεινίας ἐν τῇ περὶ Κορώνειαν ἐγεγόνει μάχῃ· φιλοῦσι δὲ οἱ πατέρων ἐνδόξων γεγονότες ἐκεῖθεν
15μᾶλλον ἢ ἀφ’ ἑαυτῶν ὀνομάζεσθαι, τὸ μὲν γὰρ κοινόν ἐστι καὶ τῶν πολλῶν ἀνθρώπων, τὸ δὲ ἐξαίρετον αὐτῶν ἀγαθόν. ἔχει δὲ καὶ προτροπὴν ἱκανὴν εἰς τὴν τῆς ἀρετῆς ἐπιτήδευσιν ἡ μνήμη τοῦ πατρός·
in Alc
.

25

οὐ γὰρ ἄξιον καταισχύνειν τὴν τῶν πατέρων δόξαν, οὐδὲ τοῦ μὲν ὀνόματος αὐτῶν ἀντέχεσθαι καὶ τῆς ἀπ’ αὐτῶν προσρήσεως, τῆς δὲ κατὰ τὴν ἀρετὴν ὁμοιότητος ἀμελεῖν. ἔτι τοίνυν ἡ πρὸς τὸν πατέρα τὸν τοῦ φαινομένου καὶ ἔξωθεν προστεθέντος ἀνθρώπου γεννητὴ ἀναφορὰ
5σύμβολόν ἐστι τῆς ἐπὶ τὸν ἀληθινὸν πατέρα τῶν ψυχῶν ἀνακλήσεως. χρῆται δὴ καὶ τούτοις ὁ Σωκράτης κατὰ τὸ Πυθαγόρειον ἔθος, καὶ ταῦτα πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν συντελεῖν οἰόμενος, ἐπεὶ καὶ οἱ ἄνδρες ἐκεῖνοι τά τε ἐν ἀπορρήτοις δηλούμενα διὰ τῶν συμβόλων ἐπετήδευον καὶ τὸ φαινόμενον αὐτῶν ὡς ἐκείνων τὴν δύναμιν ἀπεικονι‐
10ζόμενον παρεφύλαττον. τοῦτο δὴ οὖν καὶ ὁ Σωκράτης κατὰ τὰ αὐτὰ τοῖς Πυθαγορείοις εἰδὼς πατρόθεν ἀνακαλεῖται τὸν νεανίσκον, σύνθημα τὴν τοιαύτην κλῆσιν οἰόμενος εἶναι τῆς ἐπὶ τὰς ἀφανεῖς αἰτίας τῶν ψυχῶν περιαγωγῆς. εἰ δὲ καὶ Ὁμηρικός ἐστιν ὁ ζῆλος οὗτος τῆς προσρήσεως, ἔχοι ἂν καὶ ταύτῃ τὸ πρέπον, ἄνωθεν κατὰ τὴν κοινὴν
15τῶν Ἑλλήνων συνήθειαν προαγόμενος· ‘πατρόθεν‘ γάρ φησι καὶ ἐκεῖνος ‘ὀνομάζων ἄνδρα ἕκαστον, πάντας κυδαίνων‘. οἰκειωτικὸν γὰρ καὶ θεραπευτικὸν καὶ φιλοφροσύνης ἐνδεικτικόν ἐστι τοῦτο τῆς συνουσίας τὸ εἶδος. Ἔτι δὴ λέγομεν ὅτι καὶ τοῖς περὶ τοῦ ἔρωτος λόγοις ἐστὶ τοῦτο
20διαφερόντως προσῆκον, ὥσπερ δή φησι καὶ ὁ θεῖος Ἰάμβλιχος· τὸ γὰρ ἀρρενωπὸν τῆς ἀληθοῦς ἐρωτικῆς καὶ τὸ ἐγηγερμένον ἀπὸ τῆς ὕλης
in Alc
.

26

καὶ τὸ δραστήριον ἡ ἀπὸ τοῦ πατρὸς ἐνδείκνυται κλῆσις. καὶ ὅλως ἐπειδὴ πᾶσα ἡ ἐρωτικὴ τάξις ἀπὸ τοῦ πατρὸς τοῦ νοητοῦ πρόεισι (πᾶσι γάρ, ὡς τὰ λόγιά φησιν, ἐνέσπειρεν ὁ πατὴρ δεσμὸν πυριβριθῆ ἔρωτος, ἵνα συνέχηται τὰ πάντα τοῖς ἀλύτοις τῆς
5φιλίας δεσμοῖς, ὥς φησι καὶ ὁ παρὰ τῷ Πλάτωνι Τίμαιος), διὰ δὴ τοῦτο καὶ ἡ ἐρωτικὴ συνουσία ταύτην ἀρχὴν προΐσταται τῆς οἰκειώσεως,
τὴν ἀπὸ τοῦ πατρὸς ἐγειρομένην ἐν τῷ ἐρωμένῳ φιλοφροσύνην. κινεῖ γὰρ ἡ μὲν τοῦ πατρὸς μνήμη τὴν ἐν τῷ νεανίσκῳ πρὸς αὐτὸν οἰκείωσιν, αὕτη δὲ τὴν πρὸς τὸν Σωκράτην κοινωνίαν, ὃ δὴ προκείμενον ἦν τῷ11
10Σωκράτει καὶ δι’ ὃ τὴν παροῦσαν καταβάλλεται συνουσίαν. δοκεῖ δέ μοι καὶ τὸ εἶδος τῶν λόγων πρεπωδέστατον εἶναι τῇ περὶ τοῦ ἔρωτος πραγματείᾳ. τὸ γὰρ εἰς ἑαυτὸν ἐπιστρέφειν τὸν ἐρώμενον καὶ ἀνα‐ καλεῖσθαι καὶ συλλέγειν οἰκεῖόν ἐστι τοῖς ἐνθέοις ἐρασταῖς· μέσην γὰρ οὗτοι τάξιν ἀτεχνῶς ἐνστησάμενοι τοῦ τε θείου κάλλους καὶ τῶν
15δεομένων τῆς παρ’ αὐτῶν προνοίας, ἅτε δὴ τὸν ἔρωτα τὸν θεῖον ἀπο‐ τυπούμενοι, συνάγουσι μὲν εἰς ἑαυτοὺς τὴν τῶν ἐρωμένων ζωὴν καὶ συνάπτουσιν ἑαυτοῖς, ἀνάγουσι δὲ μεθ’ ἑαυτῶν ἐπὶ τὸ νοητὸν κάλλος, ἐπαντλοῦντες, ὥς φησιν ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης, εἰς τὴν
in Alc
.

27

τούτων ψυχὴν ὅσα ἂν ἐκεῖθεν ἀρύτωνται. εἰ τοίνυν ὁ ἐρωτικὸς τῷ ἔρωτι κάτοχός ἐστιν, ἐπιστρεπτικός τις ἂν εἴη τῶν εὖ πεφυκότων εἰς τὸ ἀγαθόν, ὥσπερ δὴ καὶ ὁ ἔρως, καὶ ἀνακλητικός. ὃ δὴ καὶ ὁ Σωκράτης ἐνδεικνύμενος διὰ τῆς πρώτης ταύτης κλήσεως ἐγείρει μὲν
5τὸ φρόνημα τοῦ ἐρωμένου πρὸς τὴν τοῦ ἀληθινοῦ κάλλους ἀντοχήν, ἀνακινεῖ δὲ τὸ ἐν αὐτῷ θαῦμα τῆς φιλοσόφου ζωῆς, περιάγει δὲ αὐτὸν εἰς τὴν τῆς ἀληθοῦς ἐρωτικῆς ἀποπλήρωσιν. τοῦτο γὰρ δὴ τὸ εἶδος τῆς ζωῆς ἐν τούτῳ τῷ διαλόγῳ διαφερόντως ὁ Σωκράτης ἐπιδείκνυται. καὶ γὰρ τὴν ἀρχὴν ἐντεῦθεν πεποίηται καὶ μέχρι τοσούτου προελήλυθε
10τὸν νεανίσκον τελειῶν ἕως ἐραστὴν αὐτὸν ἀπέφηνε τῆς ἑαυτοῦ προνοίας, ὃ δὴ τῆς ἐρωτικῆς ἐστὶ προηγούμενον ἀγαθόν, καὶ διὰ πάντων ὡς εἰπεῖν τῶν κεφαλαίων τὸ προσῆκον ἀεὶ διαφυλάττει τῇ ἐρωτικῇ ζωῇ. Τριττῶν τοίνυν οὐσῶν τούτων ἐπιστημῶν ἃς ὁ Σωκράτης ἑαυτῷ φαίνεται μαρτυρῶν, τῆς διαλεκτικῆς, τῆς μαιευτικῆς, τῆς ἐρωτικῆς,
15εὕροις μὲν ἂν καὶ τῆς διαλεκτικῆς ἐν τῷδε τῷ διαλόγῳ τὸ εἶδος δι’ αὐτῶν τῶν ἔργων ἐπιδεικνύμενον, καὶ τῆς μαιευτικῆς πολλαχοῦ λάβοις ἂν τὴν ἰδιότητα τοῖς τοῦ Σωκράτους λόγοις ἐμφερομένην, διαφερόντως
in Alc
.

28

δὲ ἐν ἅπαντι τῷ συγγράμματι κρατεῖ τὰ τῆς ἐρωτικῆς ἐπιστήμης ἔργα. καὶ γὰρ μαιευόμενος φυλάττει τὸ τῷ ἐρωτικῷ προσῆκον καὶ τῇ δια‐ λεκτικῇ χρώμενος οὐκ ἀφίσταται τῆς ἰδιότητος τῶν ἐρωτικῶν λόγων. ὥσπερ καὶ ἐν Θεαιτήτῳ μαιευτικός ἐστι καὶ κατὰ τοῦτο μάλιστα
5χαρακτηρίζεται, διὸ καὶ μέχρι τῆς καθάρσεως πρόεισι τῶν ψευδῶν δοξασμάτων τοῦ Θεαιτήτου, τὸ δὲ ἐντεῦθεν ἀφίησιν αὐτὸν ὡς παρ’ ἑαυτοῦ τὸ ἀληθὲς ἤδη διαγνῶναι δυνάμενον, ὃ δὴ τῆς μαιευτικῆς ἐστὶν ἔργον, ὡς αὐτὸς ἐν ἐκείνοις φησίν· οὕτω δὴ τὴν ἐρωτικὴν ἐπιστήμην ἐν τούτῳ πρώτως ἐπιδείκνυσι καὶ τό τε διαλεκτικὸν ὁμοῦ καὶ τὸ μαιευτικὸν
10ἐρωτικῶς μεταχειρίζεται. πανταχοῦ γὰρ ὁ Σωκράτης τοῖς ὑποκειμένοις προσώποις οἰκείως προάγει τοὺς λόγους· καὶ ὥσπερ ἐν τῷ θείῳ πάντων ἑνοειδῶς προϋπαρχόντων τῶν ἀγαθῶν ἄλλος ἄλλων ἀπολαύει καθ’ ὅσον ἕκαστος πέφυκεν, οὕτω δὴ καὶ ὁ Σωκράτης ἁπάσας ἐν ἑαυτῷ τὰς ἐπιστήμας περιέχων ἄλλοτε ἄλλῃ χρῆται πρὸς τὴν τῶν ὑποδεχο‐
15μένων ἐπιτηδειότητα τὴν οἰκείαν ἐνέργειαν παραμετρῶν· καὶ τὸν μὲν
διὰ τῆς ἐρωτικῆς ἀνάγει, τὸν δὲ διὰ τῆς μαιευτικῆς εἰς ἀνάμνησιν ἀνακινεῖ τῶν ἀϊδίων λόγων τῆς ψυχῆς, τὸν δὲ κατὰ τὴν διαλεκτικὴν μέθοδον εἰς τὴν τῶν ὄντων περιάγει θεωρίαν. συνάπτει δὲ ἄλλους ἄλλοις, τοὺς μὲν τῷ αὐτοκάλῳ, τοὺς δὲ τῇ πρωτίστῃ σοφίᾳ, τοὺς δὲ12
in Alc
.

29

τῷ ἀγαθῷ· διὰ μὲν γὰρ τῆς ἐρωτικῆς πρὸς τὸ καλὸν ἀναγόμεθα, διὰ δὲ τῆς μαιευτικῆς σοφὸς ἕκαστος ἡμῶν ἀναφαίνεται περὶ ὧν ἐστὶν ἀμαθής, τοὺς ἐν αὑτῷ προβάλλων περὶ τῶν ὄντων λόγους, διὰ δὲ τῆς διαλεκτικῆς καὶ μέχρι τοῦ ἀγαθοῦ τὴν ἄνοδον εἶναί φησιν ὁ ἐν τῇ
5Πολιτείᾳ Σωκράτης τοῖς φιλοθεάμοσι τῆς ἀληθείας. ὡς οὖν ἕκαστος ἐπιτηδειότητος ἔλαχεν, οὕτω δὴ καὶ τελειοῦται παρὰ τοῦ Σωκράτους καὶ ἀνάγεται πρὸς τὸ θεῖον κατὰ τὴν ἑαυτοῦ τάξιν. ‘τὸ θεῖον ἅπαν καλόν, σοφόν, ἀγαθόν‘, ὡς ἐν τῷ Φαίδρῳ λέγεται· πρὸς ταῦτα τοίνυν ἡ ἀναγωγὴ καὶ διὰ τούτων ἡ σωτηρία ταῖς
10ψυχαῖς. ‘τρέφεται‘ γὰρ ‘τούτοις καὶ ἄρδεται τὸ τῆς ψυχῆς πτέρωμα, αἰσχρῷ δὲ καὶ κακῷ καὶ τοῖς ἐναν‐ τίοις φθίνει τε καὶ διόλλυται‘, καθάπερ ὁ Σωκράτης αὐτός φησιν ἐν ἐκείνοις. οὐκοῦν δι’ ἔρωτος μὲν ἡ τελείωσις ἐν τῷ προκειμένῳ συγγράμματι τοῖς ταύτην ἔχουσι τὴν φύσιν, ἣν δὴ καὶ ὁ Ἀλκιβιάδης
15λαχὼν ἀξιέραστος ἔδοξεν εἶναι τῷ Σωκράτει, ἡ δὲ συναφὴ πρὸς τὸ θεῖον κάλλος καὶ δι’ ἐκείνου πρὸς τὸ θεῖον ἅπαν οἰκειότης. καὶ δὴ καὶ ἡ μαιεία τοῦ Σωκράτους καὶ τὰ τῆς διαλεκτικῆς ἔργα πρὸς τοῦτο περιάγει τὸ τέλος τὴν τοῦ νεανίσκου ψυχήν· προβέβληται γάρ, ὡς εἴπομεν, ἐνταῦθα τὸ ἐρωτικόν, συνεργεῖ δὲ τὰ λοιπὰ τῶν ἐπιστημῶν
in Alc
.

30

εἴδη τῷ τοιούτῳ τέλει. διὸ καὶ τὰ προοίμια τῆς συνουσίας καὶ τὸ συμπέρασμα τῆς ἐρωτικῆς ἐστὶν ἐπιστήμης ἀνάμεστα καὶ πάντα τὰ μεταξὺ παμπόλλην ἔνδειξιν παρέχεται τῆς κατὰ τοῦτο τὸ εἶδος ἱστα‐ μένης τοῦ Σωκράτους ἐνεργείας.
5 Ταῦτα μὲν οὖν τῆς περὶ τὴν λέξιν θεωρίας ἀντεχόμενα μέχρι τούτων ἐξητάσθω, τὸ δὲ ἐντεῦθεν ἐπ’ αὐτὴν τὴν τῶν πραγμάτων τραπόμενοι ζήτησιν περὶ ἔρωτος ὅσα προσήκει τοῖς παροῦσι λόγοις θεωρήσωμεν. ὥσπερ τοίνυν ἄλλων θεῶν ἰδιότητες ἄλλαι πεφήνασιν, αἱ μὲν δημιουρ‐ γικαὶ τῶν ὅλων καὶ τοῦ εἴδους ὑποστατικαὶ τῶν ὄντων καὶ τῆς ἐν
10αὐτοῖς διακοσμήσεως, αἱ δὲ τῆς ζωῆς χορηγοὶ καὶ γεννητικαὶ τῶν ποικίλων τῆς ζωῆς γενῶν, αἱ δὲ φρουρητικαὶ τὴν ἄτρεπτον τάξιν τῶν πραγμάτων καὶ τὴν ἄλυτον συνοχὴν ἀχράντως διαφυλάττουσαι, αἱ δὲ ἄλλης τινὸς ἐξηγούμεναι δυνάμεως καὶ σώζουσαι τὰ πάντα διὰ τῆς ἑαυτῶν μεταδόσεως, οὕτω δὴ καὶ ἡ ἐρωτικὴ πᾶσα τάξις ἐπιστροφῆς
15ἐστὶν αἰτία τοῖς οὖσιν ἅπασι πρὸς τὸ θεῖον κάλλος, ἀνάγουσα μὲν τὰ δεύτερα πάντα πρὸς ἐκεῖνο καὶ συνάπτουσα αὐτῷ καὶ ἐνιδρύουσα, πληροῦσα δὲ ἀπ’ ἐκείνου τὰ μεθ’ ἑαυτὴν καὶ ἐπιλάμπουσα τὰς προϊού‐ σας ἐκεῖθεν τοῦ θείου φωτὸς μεταδόσεις. καὶ διὰ τοῦτο δήπου καὶ ὁ ἐν τῷ Συμποσίῳ λόγος δαίμονα μέγαν ἐκάλει τὸν ἔρωτα τὴν τῆς
20μεσότητος ταύτης δύναμιν ἐν ἑαυτῷ πρώτως ἐπιδεικνύμενον, παντὸς13
in Alc
.

31

τοῦ ἐπιστρεφομένου καὶ τοῦ τῆς ἐπιστροφῆς αἰτίου καὶ ὀρεκτοῦ τοῖς δευτέροις ὑπάρχοντος μέσον. ἡ τοίνυν ἐρωτικὴ πᾶσα σειρὰ τῆς τοῦ κάλλους αἰτίας προβεβλημένη συνάγει πάντα πρὸς αὐτὴν καὶ ἀνα‐ καλεῖται πρὸς τὴν μέθεξιν αὐτῆς καὶ μέσην ἐποιήσατο πρόοδον τοῦ τε
5ἐραστοῦ καὶ τῶν δι’ ἔρωτος ἀναγομένων· καὶ διὰ τοῦτο τῆς ὅλης τῶν δαιμόνων τάξεως ἐν ἑαυτῇ τὸ παράδειγμα προεστήσατο, ταύτην ἐν τοῖς θεοῖς ἔχουσα τὴν μεσότητα ἣν οἱ δαίμονες τῶν τε θείων μεταξὺ καὶ τῶν θνητῶν ἐκληρώσαντο πραγμάτων. κατὰ δὴ τὴν ἰδιότητα ταύτην ἁπάσης τῆς ἐρωτικῆς σειρᾶς ἐν τοῖς θεοῖς ὑφισταμένης, τὴν
10μὲν ἑνοειδῆ καὶ κρύφιον αὐτῆς ἀκρότητα νοήσωμεν ἐν αὐτοῖς τοῖς πρωτίστοις διακόσμοις τῶν θεῶν ἀρρήτως ἱδρυμένην καὶ τῷ πρωτίστῳ καὶ νοητῷ κάλλει συνηνωμένην χωριστῶς ἀφ’ ὅλων τῶν ὄντων· τὴν δὲ μέσην πρόοδον αὐτῆς ἐν τοῖς πρὸ τοῦ κόσμου θεοῖς προλάμπουσαν τελέως θεωρήσωμεν, νοερῶς μὲν τὴν πρώτην ἐκφαίνουσαν ἑαυτήν,
15ἡγεμονικὸν δὲ εἶδος ἐν δευτέρᾳ τάξει λαχοῦσαν, πρὸς δὲ τῷ τέλει τῆς ὅλης διακοσμήσεως ἀπολύτως τῶν ἐγκοσμίων πάντων ὑπεριδρυμένην· τὴν δὲ αὖ τρίτην ὑπόβασιν ταύτης περὶ τὸν κόσμον πολυειδῶς μεριζο‐ μένην καὶ πολλὰς τάξεις καὶ δυνάμεις ἀφ’ ἑαυτῆς προβάλλουσαν καὶ ταῖς διαφόροις μερίσι τοῦ παντὸς διανέμουσαν κατίδωμεν. μετὰ γὰρ
in Alc
.

32

τὴν ἑνιαίαν καὶ πρωτουργὸν τοῦ ἔρωτος ἀρχὴν καὶ τὴν τριπλασιαζο‐ μένην καὶ τελειουμένην ταύτης ἀφ’ ἑαυτῆς ὑπόστασιν τὸ παντοδαπὸν τῶν ἐρώτων πλῆθος ἀναφαίνεται, ὅθεν δὴ πληροῦνται μὲν οἱ τῶν ἀγγέλων χοροὶ τῆς τοῦ ἔρωτος μετουσίας, αἱ δὲ τῶν δαιμόνων ἀγέλαι
5διὰ τὴν τοῦ θεοῦ τούτου πλήρωσιν συνέπονται τοῖς θεοῖς ἐπὶ τὸ νοητὸν κάλλος ἀναγομένοις, αἱ δὲ τῶν ἡρώων στρατηγίαι συμβακχεύουσι τοῖς δαίμοσι καὶ τοῖς ἀγγέλοις περὶ τὴν μέθεξιν τοῦ καλοῦ, πάντα δὲ ὡς εἰπεῖν ἐγείρεται καὶ ἀναζωπυρεῖται καὶ ἀναθάλπεται περὶ τὴν ἀπορροὴν τοῦ κάλλους· καὶ δὴ καὶ ἀνθρώπων ψυχαὶ μετα‐
10λαγχάνουσι τῆς τοιαύτης ἐπιπνοίας καὶ διὰ τὴν πρὸς τὸν θεὸν οἰκειό‐ τητα κινοῦνται περὶ τὸ καλὸν καὶ κατίασιν εἰς τὸν τῆς γενέσεως τόπον ἐπ’ εὐεργεσίᾳ μὲν τῶν ἀτελεστέρων ψυχῶν, προνοίᾳ δὲ τῶν σωτηρίας δεομένων. θεοὶ μὲν γὰρ καὶ οἱ τῶν θεῶν ὀπαδοὶ μένοντες ἐν τοῖς ἑαυτῶν ἤθεσιν εὐεργετοῦσι τὰ δεύτερα πάντα καὶ πρὸς ἑαυτοὺς
15ἐπιστρέφουσι, ψυχαὶ δὲ ἀνθρώπων κατιοῦσαι καὶ γενέσεως ἐφαπτόμεναι τὴν ἀγαθοειδῆ πρόνοιαν ἀποτυποῦνται τῶν θεῶν. ὥσπερ οὖν ἄλλαι ψυχαὶ κατ’ ἄλλον ἱστάμεναι θεὸν ἀχράντως ἐπιφοιτῶσι τῷ θνητῷ τόπῳ
in Alc
.

33

καὶ ταῖς ἐν τούτῳ στρεφομέναις ψυχαῖς, καὶ αἱ μὲν διὰ μαντικῆς ὠφελοῦσι τὰς ἀτελεστέρας, αἱ δὲ διὰ τελεστικῆς, ἄλλαι δὲ διὰ τῆς θείας ἰατρικῆς, οὕτω δὴ καὶ αἱ τὸν ἐρωτικὸν βίον ἑλόμεναι ψυχαὶ κινοῦνται μὲν ὑπὸ τοῦ θεοῦ τοῦ τῶν καλῶν παίδων ἐφόρου
5πρὸς τὴν ἐπιμέλειαν τῶν εὖ πεφυκότων, ἀπὸ δὲ τοῦ φαινομένου κάλλους
ἀνάγονται πρὸς τὸ θεῖον κάλλος καὶ μεθ’ ἑαυτῶν ἀνάγουσι τὰ παιδικὰ καὶ ἐπιστρέφουσιν ἑαυτούς τε καὶ τοὺς ἐρωμένους ἐπ’ αὐτὸ τὸ καλόν. ὃ δὴ καὶ ὁ θεῖος ἔρως ἐκεῖ πρώτως ἀπεργάζεται καὶ ἑαυτὸν ἑνίζων τῷ ἐραστῷ καὶ τὰ μετέχοντα τῆς ἀπ’ αὐτοῦ προϊούσης δυνάμεως ἀνα‐14
10τείνων ἐπ’ ἐκεῖνο καὶ πᾶσιν ἕνα δεσμὸν καὶ μίαν φιλίαν ἀδιάλυτον ἐμποιῶν πρός τε ἄλληλα καὶ πρὸς αὐτὸ τὸ καλόν. αἱ μὲν οὖν κάτοχοι τῷ ἔρωτι ψυχαὶ καὶ μετέχουσαι τῆς ἐκεῖθεν ἐπιπνοίας ἀχράντῳ ὀχήματι χρώμεναι τῷ φαινομένῳ κάλλει περιάγονται πρὸς τὸ νοητὸν κάλλος καὶ τέλος ἐκεῖνο προΐστανται τῆς ἑαυτῶν ἐνεργείας καὶ φῶς ἀνά‐
15ψασαι ταῖς ἀτελεστέραις ψυχαῖς ἀνάγουσι καὶ ταύτας ἐπὶ τὸ θεῖον καὶ συγχορεύουσιν αὐταῖς περὶ τὴν μίαν τοῦ παντὸς κάλλους πηγήν· αἱ δὲ αὖ τῆς ἐκεῖθεν δόσεως ἀποπεσοῦσαι διὰ μοχθηρὰν τροφὴν, φύσιν δὲ ἐρωτικὴν λαχοῦσαι καὶ τοῖς εἰδώλοις τῶν καλῶν προσπίπτουσαι διὰ τὴν τῶν ἀληθινῶν ἄγνοιαν, φιλοφρονοῦνται μὲν τὰ ἔνυλα καὶ μεριστὰ
in Alc
.

34

κάλλη καὶ ταῦτα ἐκπλήττονται τὸ ἑαυτῶν ἀγνοοῦσαι πάθος ὃ πεπόνθασιν, ἀφίστανται δὲ τοῦ θείου παντὸς καὶ εἰς τὸ ἄθεον ὑπο‐ φέρονται καὶ σκοτεινὸν τῆς ὕλης, καὶ δοκοῦσι μὲν εἰς ἕνωσιν τὴν πρὸς τὸ καλὸν σπεύδειν ὥσπερ αἱ τελέως ἐρωτικαὶ ψυχαί, λανθάνουσι δὲ
5ἑαυτὰς ἀντὶ μὲν τῆς ἑνώσεως ἐπὶ τὸν σκεδασμὸν φερόμεναι τῆς ζωῆς καὶ τὸν τῆς ἀνομοιότητος πόντον, ἀντὶ δὲ τοῦ ἀληθοῦς καὶ ὄντως ὄντος καλοῦ πρὸς τὸ αἶσχος αὐτὸ καὶ τὴν ὑλικὴν ἀμορφίαν συζευγνύμεναι. ποῦ γὰρ ἢ τὰ ἔνυλα δι’ ἀλλήλων χωρῆσαι δυνατὸν ἢ τὸ φαινόμενον κάλλος καθαρόν ἐστι καὶ εἱλικρινές, ὕλῃ συμμιγὲς ὂν
10καὶ τῆς ὑποκειμένης ἀμορφίας ἀναπεπλησμένον; Ἐπειδὴ τοίνυν ἀπ’ ἀλλήλων διεστησάμεθα τάς τε τάξεις τοῦ ἔρωτος τὰς πολυειδεῖς καὶ τὰς ψυχὰς τάς τε γνησίως αὐτοῦ μετεχούσας καὶ τὰς παρατρεπούσας τὴν ἐκεῖθεν δόσιν· καὶ γὰρ ‘νοῦ ἀπόρροια πανουργίαν ποιεῖ‘, φησὶν ὁ Πλωτῖνος, καὶ σοφίας μέθεξις ἡμαρτη‐
15μένη τὴν ἐνταῦθα σοφιστικὴν ὑφίστησιν, ὥστε καὶ ἡ τοῦ ἔρωτος ἔλλαμψις τῆς ὑποδοχῆς μοχθηρᾶς τυχοῦσα τὴν τυραννικὴν καὶ ἀκό‐ λαστον ἀποτελεῖ ζωήν—ἐπειδὴ οὖν ταῦτα διεστησάμεθα, φέρε καὶ δι’
in Alc
.

35

αὐτῶν χωροῦντες τῶν Πλατωνικῶν ῥημάτων κατίδωμεν τὰς τῶν ἐραστῶν πρὸς ἀλλήλους διαφορότητας ἃς ὁ Σωκράτης ἡμῖν ὑπογράφει δι’ αὐτῶν τῶν πρώτων λέξεων, καὶ θεωρήσωμεν τίς μὲν ὁ θεῖος καὶ οἷα παρέχει τῷ ἐρωμένῳ, τίς δὲ ὁ πάνδημος καὶ ὁ τῷ πλήθει τῆς
5ψυχῆς ἐφεπόμενος. ὁ μὲν τοίνυν δημώδης καὶ φορτικὸς ἐραστὴς θαυμάζει τὸν ἐρώμενον καὶ ἐπιδιώκει καὶ ἐπτόηται περὶ αὐτόν, ὁ δὲ ἀληθινὸς ἐραστὴς θαῦμα παρέχει τῷ ἐρωμένῳ καὶ εἰς ἔκπληξιν αὐτὸν ἀνακινεῖ παντοδαπῶς τῆς ἐν αὐτῷ ζωῆς· καὶ τοῦτο εἰκότως. ὁ μὲν γὰρ χείρων ὁμολογεῖ τῶν παιδικῶν ὑπάρχειν καὶ δεῖσθαί φησιν αὐτῶν, ὁ
10δὲ αὐτάρκης ἐστὶ καὶ δυνάμεως πλήρης καὶ μετάδοσιν ἐπαγγέλλεται τῶν οἰκείων ἀγαθῶν εἰς τὰς τῶν ἐρωμένων ψυχάς. δεύτερον τοίνυν ὁ μὲν ἔνθεος ἐραστὴς ἐκ σπαργάνων τὸν ἐρώμενον ἐπισκοπεῖ καὶ μετὰ
τὴν λῆξιν τῆς ὥρας πρόσεισιν αὐτῷ τῶν σωματικῶν παυσαμένῳ θορύβων· οὐ γάρ ἐστι τοῦ σώματος ἐραστὴς ἀλλὰ τῆς ψυχῆς, τοῦ δὲ15
15σώματος παυσαμένου τῆς ἄνθης τὸ τῆς ψυχῆς ἀναλάμπει κάλλος. ὁ δέ γε πάνδημος ὥσπερ ὀπώρας ὀρέγεται τῆς ἀκμῆς τοῦ ἐρωμένου, καὶ οὔτε πρότερον οὔθ’ ὕστερον αὐτὸν περιεργάζεται, ἀλλ’ ἅμα τῇ ὥρᾳ παυσαμένῃ καὶ τῶν παιδικῶν ἀπαλλάττεται καὶ πέπονθε τὸ εἰκὸς ταῖς οἰκείαις ἀρχαῖς· τοῦ σώματος γὰρ ὢν ἐραστὴς τῇ τοῦ φαινομένου
20κάλλους ἀκμῇ παραμετρεῖ τὸν ἔρωτα. τὸ τρίτον τοίνυν ὁ μὲν μόνιμός ἐστι καὶ ἀεὶ ὁ αὐτὸς ἅτε δὴ μονίμῳ πράγματι συντακείς,
in Alc
.

36

ὁ δὲ εὐμετάβολος, καὶ παρὼν μὲν φορτικός, ὀξύρροπος δὲ καὶ ῥᾳδίως ἀπολείπων τὰ παιδικά· διὰ γὰρ τὴν περὶ τὸ ἔνυλον φιλίαν ὁμοιούμενος τῷ ἐραστῷ γίνεται δήπου καὶ αὐτὸς ἄστατος καὶ ῥᾳδίως μεταβάλλων τὴν πρὸς τὰ παιδικὰ συνήθειαν. τέταρτον στοιχεῖον τῆς τῶν ἀνδρῶν
5λεγέσθω διαφορᾶς, ὅτι ὁ μὲν καὶ παρὼν τῷ ἐρωμένῳ κεχώρισται αὐτοῦ τρόπον τινά, μήτε ἁπτόμενος αὐτοῦ μήτε προσομιλῶν μήθ’ ὅλως δια‐ λεγόμενος, ὅταν μὴ καιρὸς ᾖ τῆς ψυχικῆς ὠφελείας, ὁ δὲ ταῖς αἰσθή‐ σεσιν αὐτῷ φιλεῖ συνάπτεσθαι καὶ δι’ ὄχλου γίνεται ποικιλλόμενος καὶ παντοδαπὰς ἀφορμὰς τῶν πρὸς αὐτὸν λόγων ἐπινοῶν. πέμπτον ἀπ’
10αὐτῶν τῶν ῥημάτων λάβοις ἂν τὸ τὸν μὲν θεῖον ἐραστὴν ἕνα λέγεσθαι καὶ πρῶτον καὶ μόνον ἅτε οἰκεῖον ὄντα τῷ ἑνὶ καὶ τῷ ἀγαθῷ καὶ πρὸς τὸ ἁπλοῦν καὶ ἑνοειδὲς παράδειγμα τῶν καλῶν ἀνατεινόμενον, τὸν δὲ φορτικὸν πολὺν καὶ εἰκῆ συμπεφορημένον· τὸ γὰρ ‘ἄλλους‘ μὲν προσειπεῖν τοὺς τῶν εἰδώλων ἐραστάς, ‘πρῶτον‘ δὲ
15καὶ ‘μόνον‘ τὸν ἔνθεον φίλον, ἐκείνων μὲν τὴν ἀόριστον καὶ μεριστὴν καὶ πάντῃ διεσκεδασμένην ἀπελέγχει ζωήν, τούτου δὲ τὴν θεοπρεπῆ καὶ πόρρω τοῦ ἐνύλου πλήθους οὖσαν καὶ πάντων τῶν γενεσιουργῶν παθῶν ἐξῃρημένην ἀρετὴν ἀποσεμνύνει. πολλὰ δ’ ἂν καὶ ἄλλα τις ἔχοι λέγειν ἐκ τούτων ἀνακινούμενος τὰ χωρίζοντα τοὺς ἐραστὰς τούτους
20ἀπ’ ἀλλήλων. ‘ἐραστὰς‘ γὰρ οὐκ ἀποδοκιμάζει καὶ τοὺς πολλοὺς
in Alc
.

37

ὁ Σωκράτης ἔτι καλεῖν, διότι μήπω διακέκριται τίς ὁ ἀληθινός ἐστιν ἄνθρωπος καὶ ποῦ τὸν Ἀλκιβιάδην αὐτὸν ὑποθετέον. τότε γὰρ ἂν δεόντως ὀφθείη μόνος ἐραστὴς Ἀλκιβιάδου Σωκράτης, οἱ δὲ ἄλλοι τῶν Ἀλκιβιάδου μὲν ἐρῶντες καὶ ἅτε εἰδωλικὸν ἔρωτα περιφέροντες περὶ
5τὰ εἴδωλα στρεφόμενοι καὶ τῶν ψυχῶν ἠμεληκότες καὶ τὸν ὄντως Ἀλκιβιάδην ἀγνοοῦντες παντάπασι· τότε τοίνυν καὶ τὴν ὑπόκρισιν αὐτῶν τὴν περὶ τὸν ἔρωτα διελέγξει καὶ ὅτι τῆς ἀληθινῆς τοῦ ἔρωτος ἐπιπνοίας διημαρτηκότες τὸ εἴδωλον προβέβληνται τοῦ ἔρωτος καὶ κατὰ τοῦτο τῷ εἰδώλῳ τοῦ κάλλους συμπλέκονται. πᾶσα γὰρ ἐρωτικὴ
10τάξις συστοίχῳ τινὶ κάλλει συντέτακται, καὶ ὥσπερ ὁ θεῖος ἔρως ἐπὶ τὸ θεῖον κάλλος ἀνάγεται, οὕτω δὴ καὶ ὁ εἰδωλικὸς τοῦ τοιούτου
κάλλους ἀντιλαμβάνεσθαι σπεύδει· τοῦτο γὰρ δὴ καὶ ὁρᾶν δύναται μόνον, πρὸς δὲ τὸ θεῖον ἐσκοτωμένῳ παντάπασιν ἔοικε. ‘τὰ γὰρ τῶν πολλῶν τῆς ψυχῆς ὄμματα καρτερεῖν πρὸς τὸ ἀληθὲς16
15ἀφορῶντα ἀδύνατα‘, φησὶν ὁ Ἐλεάτης ξένος. Ταῦτα μὲν οὖν περὶ τούτων. εἰ δὲ καὶ ἄρχεται πρὸ τῶν ἄλλων ὁ Σωκράτης καὶ συνεκτείνει τοῖς ἄλλοις τὴν ἑαυτοῦ περὶ τὸν νεανίσκον
in Alc
.

38

πρόνοιαν καὶ πεπαυμένων τῶν ἄλλων αὐτὸς οὐκ ἀπαλλάττεται, δηλοῖ μὲν διὰ τῆς τοιαύτης ὡς οἶμαι ζωῆς καὶ ὅτι τὰ παραδειγματικώτερα πανταχοῦ καὶ τελειότερα πάντῃ περιλαμβάνει τὰς τῶν εἰκόνων ἐνεργείας καὶ ὡς οὐδενὶ τὰ καταδεέστερα πάρεστιν ᾧ μὴ πολλῷ
5πρότερον καὶ τὰ τελειότερα μεταδίδωσιν ἑαυτῶν· δηλοῖ δὲ καὶ ὅτι κατὰ πᾶσαν τάξιν τῶν ὄντων τὸ ἓν τὰ ἄλλα περιείληφε καὶ πρὸ αὐτῶν ἐνεργοῦν καὶ μετ’ αὐτῶν καὶ ἐπ’ αὐτοῖς. ἄντικρυς οὖν τὴν μὲν τῷ ἑνὶ προσήκουσαν ὑπεροχὴν ἀπένειμεν ὁ λόγος τῷ ἐνθέῳ φίλῳ καὶ μόνον αὐτὸν καὶ πρῶτον εἰς τὴν πρόνοιαν τῶν ἀτελεστέρων ἀποκαλῶν, τὴν
10δὲ τοῦ πλήθους τοῦ πάντῃ μεριστοῦ τάξιν τοῖς πολλοῖς ἐρασταῖς ἀπο‐ δέδωκε. καὶ ὥσπερ ἐκεῖνο καὶ πρὸ τῶν ἄλλων ἐνεργεῖ καὶ μετὰ τῶν ἄλλων καὶ ἐπὶ τοῖς ἄλλοις, εἰ θέμις εἰπεῖν, οὕτω δὴ καὶ ὁ θεῖος ἐραστὴς καὶ πρὸ τῶν φορτικῶν τὸν ἐρώμενον περιεργάζεται καὶ μετ’ αὐτῶν οὐκ ἀφίσταται τῆς περὶ αὐτὸν προνοίας (ὅτε δὴ καὶ διαφερόντως τὴν
15φροντίδα καταβάλλεται, μὴ λάθῃ τῷ ἐνύλῳ καὶ πανδήμῳ τοῦ ἔρωτος εἰδώλῳ παραδοὺς ἑαυτόν) καὶ ἐκείνων ἀποκαμόντων διὰ τὴν τῆς ὕλης ἐπίπονον εἰς αὐτοὺς εἰσδυομένην διάθεσιν πάρεστιν αὐτὸς ἐν γαλήνῃ
in Alc
.

39

τῷ ἐρωμένῳ γεγονότι καὶ τὸ πλῆθος ἀποσκεδάσαντι τὸ φορτικὸν καὶ πάσας ἐκτεμόντι τὰς πρὸς τὸ καταγωγὸν καὶ ἔνυλον τῆς ζωῆς εἶδος κοινωνίας. τότε γὰρ δὴ καὶ ἐπιτήδειός ἐστι πρὸς τὴν τοῦ ἐνθέου φίλου μετουσίαν καὶ τὴν κοινὴν πρὸς αὐτὸν καὶ ὁμονοητικὴν ἐνέργειαν,
5ἐκείνων δὲ παρόντων ἀνεπιτηδειότητος ἀναπέπλησται. καὶ εἴ με δεῖ τοὐμὸν λέγειν, εἰκόνα μοι δοκεῖ καὶ ταῦτα θαυμαστὴν φέρειν τῶν ἐν ταῖς τελεταῖς δρωμένων. πανταχοῦ γὰρ τὸ τελειότερον ὑποδύεταί τι τῶν ἀτελεστέρων καὶ περισπᾷ τὰς μήπω κατωρθωμένας ψυχὰς εἰς ἑαυτὸ καὶ τῶν βελτιόνων ἀφίστησιν. ὥσπερ οὖν ἐν τοῖς τῆς φιλοσοφίας
10νοεροῖς θεάμασιν ἐμπόδιόν ἐστιν ἡ σοφιστικὴ ζωὴ καὶ ἡ πρὸς ἐκείνην σύνταξις ἀφέλκουσα τοὺς ἀτελεστέρους ἀπὸ τῆς τῶν ὄντων θεωρίας εἰς τὴν σύστοιχον τοῖς γιγνομένοις καὶ φθειρομένοις φαντασίαν, οὕτω δὴ καὶ ἐν τῇ πρὸς τὸν θεῖον ἔρωτα ἀναγωγῇ τὸ τῶν φορτικῶν ἐραστῶν πλῆθος ἐμποδὼν γίνεται τὸν ἀληθινὸν ἐραστὴν ὑποδυόμενον καὶ τὴν τοῦ
15νέου ψυχὴν ἄνωθεν ἀπὸ τῶν Ὀλυμπίων ἀγαθῶν εἰς τὰ γήϊνα καθέλκον καὶ σκοτεινά. κατὰ τὰ αὐτὰ δὴ καὶ ἐν ταῖς ἁγιωτάταις τῶν τελετῶν πρὸ τῆς τοῦ θεοῦ παρουσίας δαιμόνων χθονίων τινῶν ἐμβολαὶ προφαί‐
in Alc
.

40

νονται καὶ ὄψεις ἐκταράττουσαι τοὺς τελουμένους καὶ ἀποσπῶσαι τῶν ἀχράντων ἀγαθῶν καὶ εἰς τὴν ὕλην προκαλούμεναι. διὸ καὶ οἱ θεοὶ παρακελεύονται μὴ πρότερον εἰς ἐκείνους βλέπειν πρὶν ταῖς ἀπὸ τῶν
τελετῶν φραχθῶμεν δυνάμεσιν·17
5οὐ γὰρ χρὴ κείνους σε βλέπειν πρὶν σῶμα τελεσθῇς‘. καὶ διὰ τοῦτο τὰ λόγια προστίθησιν, ὅτι ‘τὰς ψυχὰς θέλγοντες ἀεὶ τῶν τελετῶν ἀπάγουσιν‘. ἀνάλογον τοίνυν τοῖς χθονίοις δαίμοσιν οἱ φορτικοὶ τῶν ἐραστῶν περιρρέοντες τὸν νέον ἀπάγουσιν αὐτὸν ἀπὸ τῆς πρὸς τὸ θεῖον
10ἀναγωγῆς καὶ ἀνεπιτήδειον αὐτὸν ἀποτελοῦσι πρὸς τὴν τοῦ ἐνθέου φίλου συνουσίαν. ὥσπερ οὖν ἐκεῖ τὸ θεῖον ἐκφαίνεται μετὰ τὴν ἀπο‐ κάθαρσιν τοῦ τοιούτου παντὸς δαιμονίου τοῦ κατάγοντος ἐπὶ τὴν ὕλην τὰς ψυχάς, οὕτω δὴ καὶ ὁ ἔνθεος ἐραστὴς μετὰ τὴν τῶν πολλῶν καὶ γενεσιουργῶν ἐραστῶν φυγὴν ἀναφαίνεται καὶ μεταδίδωσι τῷ ἐρωμένῳ
15τῆς ἑαυτοῦ συνουσίας. ἀτεχνῶς οὖν μοι δοκεῖ δαίμονος ἀγαθοῦ χώραν ὁ Σωκράτης ἐπέχειν πρὸς τὸν Ἀλκιβιάδην καὶ κατοπτεύειν αὐτὸν ἐκ νεότητος, ὥσπερ ἐκεῖνος, καὶ φρουρεῖν καὶ τὰς ἐνεργείας αὐτοῦ πάσας ἐπισκοπεῖν καὶ τοὺς λόγους καὶ τὰς πράξεις ἐφορᾶν. καὶ ὥσπερ ὁ δαίμων καὶ πρὸ τῶν πατέρων ἄρχεται τῆς εἰς ἡμᾶς προνοίας καὶ μετὰ
20τῶν πατέρων ἐφέστηκεν ἡμῖν οἷον κυβερνήτης ἡμῶν τῆς ὅλης ζωῆς καὶ
in Alc
.

41

μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν προμηθεῖται τῆς πρὸς τοὺς δικαστὰς ἡμῶν πορείας (‘ἄγει‘ γάρ φησιν ‘ἕκαστον ὅσπερ ζῶντα εἰλήχει‘), κατὰ τὸν αὐτὸν τρόπον καὶ ὁ Σωκράτης καὶ τοὺς ἄλλους ἅπαντας οἰκείους καὶ φίλους τοῦ νεανίσκου φθάνει τῇ περὶ αὐτὸν
5προνοίᾳ καὶ μετὰ πολλῶν ἐραστῶν προστίθησι τὴν ἀφ’ ἑαυτοῦ κηδεμονίαν καὶ πεπαυμένων τῶν ἄλλων αὐτὸς ἐπιφοιτᾷ καὶ σύνεστι καὶ ἀνακαλεῖται τὸν ἐρώμενον ἐπὶ τὴν ὅλην δικαιοσύνην καὶ τὰ ὄντως ἀγαθὰ τῆς ψυχῆς. ἔτι δὲ ὥσπερ ὁ δαίμων ὁ ἀγαθὸς τὰ πολλὰ σύνεστιν ἡμῖν ἀφανῶς ἐξ ἀπροόπτου τὴν ἑαυτοῦ πρόνοιαν εἰς ἡμᾶς καταβαλλό‐
10μενος καὶ σιγῇ παρὼν καὶ ἀπορρήτως ἀνορθῶν τοὺς βίους ἡμῶν, οὕτω δὴ καὶ ὁ Σωκράτης σιωπῶν παρέπεται τοῖς παιδικοῖς καὶ προνοεῖ μὲν αὐτῶν, οὐδέπω δὲ τῆς ἑαυτοῦ συνουσίας αὐτοῖς μεταδίδωσι. καὶ ὥσπερ ἐκεῖνος τοῖς τὴν ἄκραν ἐπιτηδειότητα λαβοῦσιν ἑαυτὸν ἐκφαίνει καὶ φθέγγεταί τι πρὸς αὐτοὺς καὶ κοινωνεῖ λόγων, ᾗπερ οἶμαι καὶ αὐτὸς
15ὁ Σωκράτης τῆς τοῦ δαιμονίου παρουσίας ἀπολαύων καὶ φωνῆς ἐδόκει τινὸς ἐπήκοος γίνεσθαι, οὕτω δὴ καὶ ὁ θεῖος ἐραστὴς τότε τῆς ἑαυτοῦ διαλέξεως τῷ ἐρωμένῳ μεταδίδωσι καὶ πρὸς τὴν διὰ λόγων αὐτὸν ἐκκαλεῖται συνουσίαν, ὅτε μάλιστα τὴν ἐν αὐτῷ ζωὴν ἐθεάσατο
in Alc
.

42

χαλάσασαν μὲν ἀπὸ τῶν ἀγκτήρων τῆς ὕλης, ἀποσκευασαμένην δὲ τὸν πολὺν ὄχλον τῶν ἐραστῶν, κρατήσασαν δὲ τῶν γηγενῶν καὶ χθονίων ἐπιτηδευμάτων. ταῦτα γὰρ δὴ τῆς ἐν αὐτῷ πρὸς τὸ καλόν ἐστι συμπαθείας τεκμήρια.
5 Πρόσεισιν οὖν ὁ Σωκράτης ἐν τούτῳ τῷ καιρῷ καθ’ ὃν διαφερόντως εἰς ὑποδοχὴν τῆς ἑαυτοῦ συνουσίας ἑώρα τὸν ἐρώμενον ἐγηγερμένον. καὶ τοῦτο δήπου καὶ αὐτὸς δηλοῖ· ‘θαυμάζεισ‘ γάρ φησιν, ‘ὅ τι ποτέ
ἐστι τὸ ἐμὸν πρᾶγμα καὶ ὅπως ὑπομένω τῶν ἄλλων ἐραστῶν πεφευγό‐ των‘. τὸ δὲ θαυμάζειν τοῦτο φιλοσοφίας ἐστὶν ἀρχή, καθάπερ18
10αὐτὸς ἐν Θεαιτήτῳ λέγει, καὶ διὰ τοῦτο τὴν Ἶριν Θαύμαντος εἰρῆσθαι θυγατέρα κατὰ τὴν παλαιὰν φήμην. εἰ τοίνυν τηνικαῦτα τῷ νεανίσκῳ πρόσεισιν, ἡνίκα ἐκεῖνος θαυμάζει τὴν τοῦ φιλοσόφου ζωὴν καὶ τὰς αἰτίας ἐπιζητεῖ τῶν κατ’ αὐτὸν πραγμάτων, ἀρχὴν ἂν ἔχοι
in Alc
.

43

τῆς εἰς φιλοσοφίαν ὁρμῆς, καὶ συντρέχει πως ἀλλήλοις ἥ τε τῶν φορτικῶν ἀπαλλαγὴ καὶ ἡ περὶ φιλοσοφίαν πτοία. καθαρθεῖσαι γὰρ αἱ ψυχαὶ τῶν περικεχυμένων αὐτὰς ἐκ τῆς γενέσεως κακῶν ἑαυτὰς ἑτοίμους ἀποτελοῦσι πρὸς τὴν μετουσίαν τῶν θείων ἀγαθῶν. σκόπει
5δὴ καὶ κατὰ τὴν ἀναλογίαν ταύτην, οἵαν μὲν ἔχει τάξιν ὁ Ἀλκιβιάδης πρὸς τοὺς ἐραστάς, ὅπως δὲ εἰς τὴν τῶν προκειμένων θεωρίαν καὶ ταῦτα συντελεῖ. Σωκράτης μὲν γάρ, ἅτε ἔνθεος ὢν ἐραστὴς καὶ πρὸς αὐτὸ τὸ νοητὸν κάλλος ἀναγόμενος, τῷ νῷ τῆς ψυχῆς ἀνάλογον ἵδρυσεν ἑαυτόν· τί γὰρ ἄλλο ἐστὶ τὸ τῷ νοητῷ συναπτόμενον ἢ νοῦς καὶ πᾶν
10τὸ νοερὰν ἔχον ζωήν; τὸ δὲ ποικίλον καὶ πάνδημον τῶν ἐραστῶν φῦλον αἰσθήσει καὶ φαντασίᾳ συμφερόμενον καὶ τῷ πολυκεφάλῳ θηρίῳ τῆς ψυχῆς ἐκδεδομένον τὴν ἀνάλογον ἀποτυποῦται ζωήν, καθ’ ἣν καὶ χαρακτηρίζει τὴν ἑαυτοῦ ζωήν· πᾶσα γὰρ ψυχὴ τοῦτό ἐστι τὸ μόριον ᾧ ζῇ καὶ κατὰ τοῦτο ἀφώρισεν ἑαυτήν. μεταξὺ δέ πώς ἐστι τούτων ὁ
15Ἀλκιβιάδης, σπαραττόμενος μὲν κάτωθεν ὑπὸ τῶν ἐμπαθῶν ἐραστῶν καὶ κατασπώμενος ἐπὶ τὴν χείρονα μοῖραν, ἄνωθεν δὲ ὑπὸ τοῦ Σωκράτους ἑνὸς ὄντος βοηθούμενος καὶ σωζόμενος ὑπ’ αὐτοῦ καὶ προνοούμενος, μή τι πάθῃ πρὸς τῶν περιρρεόντων αὐτὸν ἐραστῶν. ἀνάγκη τοίνυν κατὰ τὴν τῶν ἄκρων ἀναλογίαν καὶ τὸν Ἀλκιβιάδην ἐν
20ψυχῇ λογικῇ τάττειν, ἧς ἐξήρτηται μὲν ἔτι τὰ πάθη καὶ αἱ ἄλογοι δυνάμεις, οἷον ἐπιβουλεύουσαι τῇ λογικῇ ζωῇ καὶ Τιτανικῶς αὐτὴν ἐπιχειροῦσαι σπαράττειν, ὑπερίδρυται δὲ ὁ νοῦς Ἀθηναϊκῶς ἀνέχων
in Alc
.

44

αὐτὴν ἀπὸ τῆς ῥοπῆς καὶ τῆς εἰς τὸ ἔνυλον φορᾶς. Ἀθηναϊκὸν γὰρ τὸ σώζειν ἀμέριστον τὴν ζωήν,
ἐξ οὗπερ Σώτειρ’ ἐπεκλήθη Παλλὰς Ἀθήνη‘· Τιτανικὸν δὲ τὸ μερίζειν αὐτὴν καὶ προκαλεῖσθαι περὶ τὴν γένεσιν.
5ὥσπερ τοίνυν ὁ νοῦς οὐκ ἀεὶ ταῖς ψυχαῖς ἑαυτὸν δείκνυσιν, ἀλλ’ ὅταν ἀποσκευάσωνται ‘τὸν πολὺν ὄχλον τὸν ἐκ τῆς γενέσεως ὕστερον προσφύντα‘, καθάπερ φησὶν ὁ Τίμαιος, οὕτω δὴ καὶ ὁ Σωκράτης τότε μεταδίδωσι τῷ νεανίσκῳ τῆς ἑαυτοῦ συνουσίας, ὅτε τῶν πολλῶν ἐραστῶν καὶ ὕστερον αὐτὸν περιστοιχισαμένων ἐλεύθερος
10γενόμενος σχολὴν ἄγει φιλοσοφίας πέρι καὶ τῶν εἰς ταύτην ἄγειν δυναμένων. καὶ καθάπερ ὁ νοῦς ἀεὶ μὲν ἐνεργεῖ περὶ ἡμᾶς καὶ δίδωσιν ἀεὶ τὸ τῆς νοήσεως φῶς, καὶ πρὶν εἰς ἀλογίαν ῥέψωμεν καὶ ὅτε συζῶμεν τοῖς πάθεσι καὶ κοιμισθέντων ἡμῖν ἤδη τῶν παθῶν, οὐκ ἀεὶ δὲ αὐτοῦ συναισθανόμεθα, ἀλλ’ ὅταν τοῦ πολλοῦ κλύδωνος τοῦ γενεσιουργοῦ
15καθαροὶ γενώμεθα καὶ ἐν γαλήνῃ τινὶ τὴν ἑαυτῶν ὁρμίσωμεν ζωήν (τότε γὰρ ἡμῖν ὁ νοῦς ἐκφαίνεται καὶ οἷον φθέγγεται πρὸς ἡμᾶς, τότε καὶ μεταδίδωσι τῆς ἑαυτοῦ φωνῆς ὁ πρότερον σιγῶν καὶ ἡσυχῆ παρών), οὕτω δὴ καὶ ὁ θεῖος ἐραστὴς καὶ πρὸ τῶν πολλῶν ἐραστῶν τῷ ἐρωμένῳ19
in Alc
.

45

πάρεστι καὶ μετ’ αὐτῶν καὶ ἐπ’ αὐτοῖς, ἀλλὰ σιωπῶν καὶ ἠρεμῶν καὶ προνοῶν μόνον· ἐκείνων δὲ πεπαυμένων καὶ λόγου τῷ ἐρωμένῳ μετα‐ δίδωσι καὶ συνουσίαν κοινὴν αὐτῷ προτείνει καὶ δείκνυσιν ἑαυτὸν ὅστις ἐστὶ καὶ ὅτι ὁ ἔρως αὐτῷ προνοητικός ἐστι καὶ ἀγαθοειδὴς καὶ ἀνα‐
5γωγός, ἀλλ’ οὐχ ὡς ὁ τῶν πολλῶν ἐκείνων ἐραστῶν μεριστὸς καὶ ἐνδεὴς καὶ ἔνυλος καὶ εἰδωλικός. ἔστι μὲν οὖν καὶ διὰ ταύτης ὁδεύειν τῆς ἀναλογίας τὸν φιλοθεάμονα τῶν τοιούτων θεωρημάτων, ἔστι δ’ αὖ καὶ δι’ ἧς ἔμπροσθεν εἴπομεν, δαίμονι μὲν ἀγαθῷ τὸν Σωκράτην προσεικάζοντα, τοῖς δὲ χθονίοις δαίμοσι καὶ ὑλαίοις τοὺς πανδήμους
10ἐραστάς, τῷ δὲ τελουμένῳ τὸν νεανίσκον ἀποδιδράσκοντα μὲν τὸ καταγωγὸν ἔθνος τῶν δαιμόνων, προσάγοντα δὲ ἑαυτὸν τῷ ἀγαθῷ δαίμονι κἀκείνῳ παραδιδόντα τὴν ὅλην διακυβέρνησιν τῆς ἑαυτοῦ ζωῆς. εἰ δὲ δεῖ συνάπτειν τὰς ἐπιβολὰς ἀμφοτέρας, διττόν μοι νόει τὸν Ἀλκιβιάδην, καὶ ὡς ψυχὴν ἁπλῶς καὶ ὡς ψυχὴν σώματι χρωμένην. οὐ
15γάρ ἐστι ταὐτὸν τούτων ἑκάτερον, ὥσπερ οὐδὲ ὁ κυβερνήτης καὶ ὁ ἄνθρωπος καθ’ αὑτὸν οὐδὲ ὁ ἡνίοχος καὶ τὸ ὑποκείμενον· καὶ ὅλως τὸ ἀμέθεκτον ἕτερόν ἐστι τοῦ μεθεκτοῦ καὶ τὸ καθ’ αὑτὸ τοῦ μετ’ ἄλλου συνθεωρουμένου καὶ τὸ ἐξῃρημένον τοῦ πρὸς ἕτερόν τινα σύνταξιν λαχόντος. ἐπειδὴ τοίνυν ὁ Ἀλκιβιάδης νοεῖται διχῶς, καὶ ὡς ψυχὴ 〈καὶ
20ὡς σώματι χρωμένη ψυχή〉, καθ’ ὅσον μέν ἐστι ψυχὴ τὴν τοῦ νοῦ σώζει πρὸς αὐτὸν ἀναλογίαν ὁ Σωκράτης, καθ’ ὅσον δὲ σώματι χρωμένη ψυχὴ τὴν τοῦ ἀγαθοῦ δαίμονος· καὶ ἔστιν ὁ αὐτὸς δαίμων μὲν ὡς πρὸς
in Alc
.

46

ἄνθρωπον, νοῦς δὲ ὡς πρὸς ψυχήν. ἐπεὶ καὶ ὅταν μὲν τὴν δαιμονίαν μεσότητα νοῶμεν, θεῶν αὐτὴν καὶ ἀνθρώπων μεταξὺ θεωροῦμεν, ὅταν δὲ νοῦν ἐν τῷ ἄκρῳ τάττωμεν, ψυχὴν ἐξάπτομεν αὐτοῦ καὶ τὸ σῶμα τῆς ψυχῆς. καὶ ἔχεις τὴν μὲν ἑτέραν διαίρεσιν ἐν Συμποσίῳ, τὸ γὰρ
5δαιμόνιον ἐκεῖ πού φησι μέσον εἶναι θεῶν καὶ ἀνθρώπων· τὴν δὲ ἑτέραν ἐν Τιμαίῳ, νοῦ γὰρ καὶ σώματος ἡ ψυχὴ κατὰ τὸ μέσον ὑφέστηκε. δαίμων οὖν ὁ αὐτὸς καὶ νοῦς, ὡς μὲν ψυχῆς νοῦς, ὡς δὲ ἀνθρωπίνης ψυχῆς δαίμων. διὸ καὶ ἐνταῦθα περὶ ἀνθρώπου φύσεως τῆς ζητήσεως οὔσης νοῦ μὲν οὐδεμία μνήμη γενήσεται, τῆς δὲ τοῦ δαίμονος προνοίας
10ὑπομνήσει τὸν νεανίσκον ὁ Σωκράτης, ποτὲ μὲν αὐτὸν δαίμονα προσαγορεύων, ποτὲ δὲ θεόν. ἀλλὰ τούτου μὲν ἡ αἰτία εἰσαῦθις φανερώτερον ῥηθήσεται. Πάλιν δὲ ἐξ ἀρχῆς διαπορήσωμεν τί ποτε τὸ αἴτιόν ἐστι τοῦ τὸν Ἀλκιβιάδην θαυμάζειν τὴν Σωκράτους περὶ αὐτὸν σπουδὴν καὶ
15τὴν προσεδρείαν καὶ τὴν διαμονὴν τοῦ ἔρωτος τῶν ἄλλων πεπαυμένων, καὶ πῶς ὁ Σωκράτης καταστοχάζεται τῆς τοῦ νεανίσκου διανοίας. καὶ λέγομεν ὅτι τῶν ἀνθρώπων οἱ ἀτελέστεροι τὰς σπουδὰς τῶν ψυχῶν καὶ τὰς ἐνεργείας τῷ μήκει τοῦ χρόνου παραμετρεῖν εἰώθασι καὶ οὐχὶ τῇ τελειότητι τῆς ἐνεργείας. ἢ οὐκ ᾐσθόμεθα τῶν πολλῶν τὸν ἐν πλείονι20
20χρόνῳ διδασκάλοις ὁμιλήσαντα τεχνίτην ἢ ἐπιστήμονα καλούντων ἐν τούτοις περὶ ἃ τὸν χρόνον τοῦτον διατρίψας ἂν τύχῃ; καίτοι θαυμαστὸν
in Alc
.

47

οὐδὲν τὸν εὐφυέστερον ἐλάττονος δεδεῆσθαι χρόνου καὶ πραγματείας εἰς τὴν ἑαυτοῦ τελείωσιν· ἀλλ’ ὅμως οἱ τὸ εἶδος αὐτὸ καθ’ αὑτὸ καὶ τὴν ἕξιν μὴ δυνάμενοι κρίνειν ἀποχρῶν οἴονται κριτήριον ἑαυτοῖς ὑπὸ τῆς φύσεως δεδόσθαι τὸν χρόνον. ἐπειδὴ οὖν οἱ πολλοὶ τὸν τρόπον
5τοῦτον ἕκαστα κρίνειν εἰώθασι, τὸ εἰκὸς ἦν καὶ τὸν Ἀλκιβιάδην θαυμάζειν τὸν Σωκράτην τοῦ ἔρωτος, ἐν πλείονι χρόνῳ περὶ αὐτὸν ἐσπουδακότα τῶν ἄλλων ἐραστῶν, τί ποτέ ἐστι τὸ κατ’ αὐτὸν πρᾶγμα· καὶ τὸν Σωκράτην τὸ νεαροπρεπὲς αὐτοῦ τῆς φύσεως εἰδότα κατεστο‐ χάσθαι τοῦ ἐν αὐτῷ θαύματος, εἰ καὶ αὐτὸς δι’ ἄλλας αἰτίας καὶ τὴν
10πρώτην ἐπιδέδωκεν ἑαυτὸν τῇ περὶ αὐτὸν προνοίᾳ καὶ μόνιμον διεφύ‐ λαξε τὸ ἐρωτικὸν ἦθος καὶ οὐδέποτε καὶ νῦν ἀπήλλακται τοῦ ἔρωτος, τοὐναντίον μὲν οὖν νῦν ἄρχεται κατάδηλον ἑαυτὸν τῷ ἐρωμένῳ ποιεῖν. Ἔτι τοίνυν ἑξῆς ἀναζητήσωμεν τὴν αἰτίαν δι’ ἣν ὁ μὲν ἀκόλαστος οὐκ ἂν ἀξιώσειεν ἑαυτόν ποτε τῆς τοῦ σώφρονος ἐπωνυμίας, οὐδέ γε
15ὁ ἄδικος οὐδὲ ὁ δειλὸς ὁ μὲν τῆς τοῦ ἀνδρείου προσηγορίας, ὁ δὲ τῆς τοῦ δικαίου· οἱ δὲ φορτικοὶ περὶ τοὺς ἔρωτας καὶ διαπεπτωκότες τῆς τοῦ ἐπιτηδεύματος ὀρθότητος ἐρασταὶ καλεῖσθαι βούλονται καὶ
in Alc
.

48

κοινωνεῖν τῆς αὐτῆς τοῖς ἐνθέοις προσρήσεως οἱ μὴ τῆς αὐτῆς προαιρέ‐ σεως κεκοινωνηκότες, ἀλλὰ καὶ ἐναντίως διακείμενοι πρὸς αὐτούς. οἱ μέν γε πρὸς τὸ θεῖον καὶ τὸ φανὸν καὶ τὸ ἑνοειδὲς ἀνατείνουσι τοὺς ἐρωμένους, οἱ δὲ πρὸς τὸ ἄθεον καὶ σκοτεινὸν καὶ τὸ σκεδαστὸν
5κατασπῶσιν αὐτῶν τὰς ψυχάς. τάχα οὖν ἂν πρὸς τὴν ζήτησιν ταύτην εἰκότως ἀπαντῷμεν λέγοντες ὡς τῷ μὲν ἀκολάστῳ καὶ τῷ σώφρονι τέλος οὐκ ἔστι ταὐτόν, ἀλλ’ ὥσπερ αἱ ἕξεις αὐτῶν, οὕτω καὶ τὰ τέλη διέστηκε παντελῶς· τοῖς δὲ ἐρασταῖς ἅπασι ταὐτόν ἐστι τέλος, ἡ πρὸς τὸ καλὸν οἰκείωσις, ἀλλ’ ἡ λήθη καὶ ἡ ἄγνοια τῶν πρώτως καλῶν περὶ
10τοῖς ἐνύλοις κάλλεσι τοὺς μοχθηροὺς ἐραστὰς ποιεῖ καταρρεῖν. ὥσπερ τοίνυν καὶ τὸ ἔσχατον κάλλος τὴν αὐτὴν ἐπωνυμίαν ἔχει τῷ πρώτως καλῷ, καίτοι τῆς ἑαυτοῦ φύσεως ἐκστάν (ἐν εἴδει γὰρ τὸ καλόν, τοῦτο δὲ τῷ ἀνειδέῳ καὶ τῷ αἰσχρῷ συμμιγές), οὕτω δὴ καὶ ὁ τελευταῖος ἐραστὴς ὡσαύτως ἀξιοῖ τῷ πρώτῳ καλεῖσθαι σύστοιχος ὢν τῷ ἐσχάτῳ
15κάλλει. καὶ μὴν καὶ κατ’ ἄλλον τρόπον ἴδοις ἄν τινα τῶν ὀνομάτων οὐκ ἀπεικυῖαν τὴν ἐν τούτοις κοινωνίαν. ὁ μὲν γὰρ σώφρων καὶ ὁ ἀκόλαστος ἐναντιωτάτας ἕξεις ἔλαχον καὶ κατὰ ταύτας ἐνεργοῦσιν, οἱ δὲ ἐρασταὶ πάντες καθ’ ὅσον εἰσὶ μανικοὶ ταὐτόν πως πεπόνθασιν, εἰ καὶ οἱ μὲν κατὰ τὸ κρεῖττον τῆς μανίας εἶδος, οἱ δὲ κατὰ τὸ χεῖρον
20νοοῦνται. τῆς γὰρ μανίας ἡ μέν ἐστι σωφροσύνης κρείττων, ἡ δὲ ἀπο‐ πέπτωκεν ἀπ’ αὐτῆς. καθ’ ὅσον δὴ οὖν ἑκάτεροι διάκεινται μανικῶς21
in Alc
.

49

περὶ τὸ καλὸν κοινωνοῦσι τῆς αὐτῆς ἐπωνυμίας, ὁ δὲ τρόπος τῆς μανίας ἐξηλλαγμένος καὶ τὸ καλὸν διάφορον ὂν τοὺς μὲν ἐνθέους ἐραστὰς ἀποτελεῖ, τοὺς δὲ φορτικούς. ἔτι δὴ οὖν τὸ τρίτον λέγομεν ὅτι τὰ θειότερα τῶν πραγμάτων διὰ περιουσίαν δυνάμεως καὶ τὰς ἀποπτώσεις
5ἑαυτῶν κατακοσμεῖ καὶ δίδωσι καὶ ταύταις εἰδωλικήν τινα τῆς ἑαυτῶν ἰδιότητος ἔμφασιν. ἡ μὲν οὖν σωφροσύνη τοῦτο δρᾶν εἰς τὴν ἀκολασίαν οὐ δύναται, ἡ δὲ ἔνθεος ἐρωτικὴ θειοτέρα τῆς σωφροσύνης οὖσα δίδωσί τι καὶ τῷ ἑαυτῆς εἰδώλῳ καὶ ἀμυδρὸν ἴχνος εἰς αὐτὸ καταπέμπει, διὸ καὶ εἴδωλον λέγεται. κατὰ τοῦτο τοίνυν καὶ τῆς αὐτῆς ἐπωνυμίας
10μεταλαγχάνει· πανταχοῦ γὰρ τὰ εἴδωλα κοινωνεῖν τῆς προσηγορίας τοῖς ἑαυτῶν ἐφίεται παραδείγμασι. ταῦτα καὶ πρὸς ταύτην ἡμῖν ἀπο‐ κεκρίσθω τὴν ζήτησιν. Εἴρηται δὲ καὶ πρότερον ὅτι ὁ τῷ ὄντι ἐραστής ἐστιν ὁ ἔνθεος, ὥσπερ καὶ αὐτὸς ὁ Σωκράτης ἐρεῖ προελθών, μόνον ἐραστὴν ἑαυτὸν ἀπο‐
15φαίνων τοῦ Ἀλκιβιάδου διὰ τὴν περὶ τὸν ἀληθινὸν Ἀλκιβιάδην σπουδήν. αὐτὸς μὲν γάρ ἐστι τῆς ψυχῆς ἐραστής, οἱ δ’ ἄλλοι ταύτην μὲν οὐδὲ προσεποιοῦντο, ‘ἀμφὶ δ’ ἄρ’ εἰδώλῳ‘ (φησὶν ἡ ποίησις) ‘δῄουν ἀλλήλους‘· διὸ δὴ καὶ τὸ εἴδωλον τῆς ἀκμῆς λῆγον ἰδόντες φροῦδοι
in Alc
.

50

γεγόνασιν. εἰ δὲ δεῖ τὰ τούτων ἀληθέστερα φάναι, εὐθὺς τῶν πρώτων συλλαβῶν μόνον ἑαυτὸν ἐραστὴν Ἀλκιβιάδου δείκνυσιν ὁ Σωκράτης. εἰ γὰρ ἤρξατο πρὸ τῶν ἄλλων, δῆλον ὅτι τηνικαῦτα μόνος ἦν ἐραστής· καὶ εἰ πεπαυμένων ἐκείνων αὐτὸς ἔτι περιέπει τὸν ἐρώμενον, μόνος
5ἂν εἴη καὶ νῦν ἐραστής· εἰ δὲ καὶ ἐκείνων παρόντων ὁ τρόπος τοῦ ἔρωτος διάφορος ἦν, καὶ οἱ μὲν ἠνώχλουν τὸν νεανίσκον, ὁ δὲ οἷον ἔφορός τις αὐτοῦ δαίμων ἢ θεὸς ἔξωθεν προὐνόει, καὶ τότε δηλαδὴ μόνος ἦν ἐραστής. τὸ δὲ αἴτιόν ἐστι τούτων ὅτι πᾶν τὸ ἐξῃρημένον ἐν ἑκάστῃ φύσει τῶν ὄντων μόνον ἐστί, κἂν ᾖ τι μετ’ αὐτὸ πλῆθος· καὶ
10γὰρ τοῦτο τὸ πλῆθος, εἴ τι ἀγαθὸν ἔχει, διὰ τὴν ἐκείνου ἕνωσιν ἔλαχεν· εἰ δέ τι συντεταγμένον εἴη πρὸς ἄλλο, τοῦτο οὔτε εἶναι μόνον οὔτε λέγεσθαι δύναται. καὶ οὖν καὶ ὁ Σωκράτης μόνος ἐστὶν ἐραστὴς ὡς τοῦ πλήθους ἐξῃρημένος τῶν πανδήμων ἐραστῶν· οὐ γάρ ἐστι τούτοις ἢ σύνταξις πρὸς ἐκεῖνον ἢ σχέσις διὰ τὴν πρὸς αὐτὸν ἀνομοιότητα.
15ἔστι μὲν οὖν καὶ ἐν τῷ παρόντι μόνος ἐραστὴς ὁ Σωκράτης Ἀλκιβιάδου διὰ τούτων ἀποδεδειγμένος, τῷ δὲ νεανίσκῳ μικρὸν ὕστερον ὀφθήσεται καὶ ἑαυτὸν κατιδόντι καὶ τὰ ἑαυτοῦ. τότε γὰρ δυνήσεται διακρίνειν, τί μὲν παράδειγμα, τί δὲ εἴδωλον· καὶ τί μὲν τὸ πεπλασμένον, τί δὲ τὸ ἀληθινὸν τοῦ ἔρωτος· καὶ τίς μὲν ὁ ψευδώνυμος ἐραστὴς ἀλλοτρίῳ
20κοσμούμενος ὀνόματι, τίς δὲ ὁ τῷ θεῷ προσήκων οὗπέρ ἐστιν ἐπώνυμος. ταῦτα καὶ περὶ τούτων εἰρήσθω. Φέρε δὲ εἰ βούλει πάλιν ἐπανελθόντες ἐπὶ τὸν ἔρωτα τῶν ἀπορρη‐
in Alc
.

51

τοτέρων ἁψώμεθα περὶ αὐτοῦ λόγων. τὸν τοίνυν θεὸν τοῦτον οὔτε ἐν τοῖς πρώτοις τῶν ὄντων οὔτε ἐν τοῖς ἐσχάτοις τάττειν ἀξιωτέον· ἐν τοῖς
πρώτοις μὲν γὰρ οὐκ ἔστι, διότι τὸ ἐραστὸν ἐπέκεινα τοῦ ἔρωτός ἐστιν, ἐν δὲ τοῖς ἐσχάτοις οὐκ ἂν ἐν δίκῃ τάττοιτο, διότι τὸ ἐρῶν μετέχει τοῦ22
5ἔρωτος. δεῖ τοίνυν αὐτὸν ἐν μέσῳ τοῦ τε ἐραστοῦ καὶ τῶν ἐρώντων ἱδρῦσθαι καὶ τοῦ μὲν καλοῦ δεύτερον εἶναι, τῶν δὲ ἄλλων πρῶτον. ποῦ δὴ οὖν ὑπέστη τὴν πρώτην καὶ πῶς ἐπὶ πάντα πρόεισι καὶ μετὰ τίνων ἐξέθορε μονάδων; τριττῶν τοίνυν ἐν τοῖς νοητοῖς καὶ κρυφίοις θεοῖς ὑποστάσεων οὐσῶν καὶ τῆς μὲν πρώτης τῷ ἀγαθῷ χαρακτηριζομένης
10(‘τἀγαθὸν αὐτὸ νοοῦσα, ὅπου πατρικὴ μονάς ἐστι‘, τὸ λόγιόν φησι), τῆς δὲ κατὰ τὸ σοφόν, ὅπου καὶ ἡ πρώτη νόησις, τῆς δὲ κατὰ τὸ καλόν, ὅπου καὶ τὸ τῶν νοητῶν ἐστὶ κάλλιστον, ὡς ὁ τοῦ Τιμαίου λόγος, καὶ τρεῖς κατὰ ταύτας τὰς νοητὰς αἰτίας ὑφίστανται μονάδες, κατ’ αἰτίαν μὲν ἐν τοῖς νοητοῖς οὖσαι καὶ ἑνοειδῶς, ἐκφαινό‐
15μεναι δὲ πρώτως ἐν τῇ ἀφθέγκτῳ τάξει τῶν θεῶν, πίστις καὶ ἀλήθεια καὶ ἔρως· ἡ μὲν ἑδράζουσα τὰ πάντα καὶ ἐνιδρύουσα
in Alc
.

52

τῷ ἀγαθῷ, ἡ δὲ ἐκφαίνουσα τὴν ἐν τοῖς οὖσιν ἅπασι γνῶσιν, ὁ δὲ ἐπιστρέφων πάντα καὶ συνάγων εἰς τὴν τοῦ καλοῦ φύσιν. καὶ ἡ τριὰς αὕτη πρόεισιν ἐντεῦθεν ἐπὶ πάντας τοὺς θείους διακόσμους καὶ πᾶσιν ἐπιλάμπει τὴν πρὸς τὸ νοητὸν ἕνωσιν, ἄλλως δὲ κατ’ ἄλλας ἐκφαίνεται
5τάξεις ταῖς ἰδιότησι τῶν θεῶν συμπλέκουσα τὰς ἑαυτῆς δυνάμεις. οὗ μὲν γάρ, ὡς εἴπομεν, ἀρρήτως ἐστὶ καὶ ἀγνώστως καὶ ἑνιαίως, οὗ δὲ συνεκτικῶς καὶ συνδετικῶς, οὗ δὲ τελειωτικῶς καὶ μορφωτικῶς· καὶ οὗ μὲν νοερῶς καὶ πατρικῶς, οὗ δὲ κινητικῶς καὶ ζωογονικῶς καὶ ποιητικῶς· καὶ οὗ μὲν ἡγεμονικῶς καὶ ἀφομοιωτικῶς, οὗ δὲ ἀπολύτως
10καὶ ἀχράντως, οὗ δὲ πεπληθυσμένως καὶ διῃρημένως. ἄνωθεν οὖν ὁ ἔρως ἀπὸ τῶν νοητῶν μέχρι τῶν ἐγκοσμίων φοιτᾷ πάντα ἐπιστρέφων ἐπὶ τὸ θεῖον κάλλος, καὶ ἡ ἀλήθεια φωτίζουσα ταῖς γνώσεσι τὰ ὅλα, καὶ ἡ πίστις ἱδρύουσα τῶν ὄντων ἕκαστον ἐν τῷ ἀγαθῷ. ‘πάντα γὰρ ἐν τρισὶ τοῖσδε‘, φησὶ τὸ λόγιον, ‘κυβερνᾶταί τε καὶ ἔστι‘·
in Alc
.

53

καὶ διὰ τοῦτο καὶ τοῖς θεουργοῖς οἱ θεοὶ παρακελεύονται διὰ τῆς τριάδος ταύτης ἑαυτοὺς τῷ θεῷ συνάπτειν. τὰ μὲν οὖν νοητὰ διὰ τὴν ἄφραστον ἕνωσιν οὐ δεῖται τῆς ἐρωτικῆς μεσότητος· ὅπου δὲ ἡ ἕνωσις καὶ ἡ διάκρισις τῶν ὄντων, ἐκεῖ καὶ ὁ ἔρως μέσος ἐξέφηνε· συνδετικὸς
5γάρ ἐστι τῶν διῃρημένων καὶ συναγωγὸς τῶν τε μετ’ αὐτὸν καὶ τῶν πρὸ αὐτοῦ καὶ ἐπιστρεπτικὸς ἐπὶ τὰ πρῶτα τῶν δευτέρων καὶ ἀναγωγὸς καὶ τελεσιουργὸς τῶν ἀτελεστέρων. κατὰ τὰ αὐτὰ δὴ καὶ ὁ θεῖος ἐραστὴς μιμούμενος τὸν ἑαυτοῦ θεὸν ᾧ κάτοχός ἐστιν ἀποσπᾷ καὶ ἀνάγει τοὺς εὖ πεφυκότας, τελειοῖ τοὺς ἀτελεῖς, ἐπιτυχεῖς ποιεῖ τοὺς
10σωθῆναι δεομένους. ὁ δὲ ἕτερος πᾶν τοὐναντίον δρᾷ· καθέλκει τὰς ψυχὰς εἰς τὸ βάθος τῆς ὕλης, ἀποστρέφει τοῦ θείου, φέρει πρὸς τὰ τῆς
πλάνης καὶ ἀγνοίας, καὶ εἰδώλων παντοδαπῶν ἀναπίμπλησι τὴν τοῦ ἐρωμένου ψυχήν, οὐ τῷ θείῳ πυρὶ παραδοὺς ἑαυτόν, ἀλλὰ τῇ ἐνύλῳ καὶ γενεσιουργῷ θέρμῃ καὶ τῷ σκότει τῆς ὕλης.23
15 Καὶ ὅτι οἱ μὲν ἄλλοι δι’ ὄχλου ἐγένοντό σοι διαλεγόμενοι, ἐγὼ δὲ τοσούτων ἐτῶν οὐδὲ προσεῖπον. 103 A. Δύο ταῦτα στοιχεῖα διαφερόντως εἶναί φασιν οἱ τῶν λόγων ἀκρι‐ βέστεροι τῆς τε θείας καὶ τῆς δαιμονίας εἰς τὰ δεύτερα προνοίας· τό τε διὰ πάντων αὐτὴν διήκειν ἄνωθεν μέχρι τῶν ἐσχάτων, μηδὲν μηδὲ τὸ
in Alc
.

54

σμικρότατον ἄμοιρον ἑαυτῆς ἀπολείπουσαν, καὶ τὸ μηδὲ ἓν ἐκ τῶν διοικουμένων εἰσδέχεσθαι μηδὲ ἀναπίμπλασθαι τῆς φύσεως αὐτῶν μηδὲ συμφύρεσθαι πρὸς αὐτά. οὔτε γὰρ διὰ τὸ πάντα σώζειν καὶ πάντα κοσμεῖν ἀναμίγνυται τοῖς προνοουμένοις (οὐδὲ γὰρ πάσχειν τὸ θεῖον
5καὶ τὸ δαιμόνιον πέφυκε τὰ πάθη τῶν μερικῶν ψυχῶν) οὔτε διὰ τὴν χωριστὴν τῶν δευτέρων ἁπάντων ὑπεροχὴν καταλείπει τι τῶν χειρόνων ἄτακτον καὶ ἀκόσμητον, ἀλλ’ ὁμοῦ καὶ πάντα διὰ ταῦτα διατάττει δεόντως καὶ τῶν ταττομένων ἐξῄρηται καὶ ἔστιν ἀγαθοειδὴς ἅμα καὶ ἄχραντος καὶ κοσμητικὴ τῶν ὅλων καὶ ἄσχετος πρὸς τὰ κοσμούμενα
10ὑπ’ αὐτῆς χωροῦσά τε διὰ πάντων καὶ ἀμιγὴς πρὸς πάντα. ταύτην δὴ οὖν τὴν δαιμονίαν τε καὶ θείαν πρόνοιαν ὁ Πλάτων ἐναργῶς καὶ τῇ Σωκράτους περιτίθησιν ἀγαθουργῷ τῶν ἀτελεστέρων προμηθείᾳ, ὁμοῦ μὲν ἄγρυπνον αὐτὴν περὶ τὸν ἐρώμενον διαφυλάττων καὶ μόνιμον καὶ μηδένα καιρὸν παραλείπουσαν τῆς περὶ αὐτὸν σπουδῆς, ὁμοῦ δὲ
15ἄσχετον καὶ ἀμιγῆ καὶ ἄχραντον καὶ ἀνέπαφον τῶν περὶ αὐτόν. τὸ μὲν οὖν καὶ πρῶτον τοῦ ἔρωτος ἄρξασθαι καὶ τῶν ὅλων πεπαυ‐ μένων αὐτὸν μὴ ἀπαλλάττεσθαι τὸ κηδεμονικὸν τοῦ Σωκρά‐ τους καὶ φρουρητικὸν τῆς τοῦ νεανίσκου ζωῆς ἱκανῶς ἡμῖν παρέστησε, τὸ δέ γε παρόντα καὶ συνεξεταζόμενον αὐτῷ μηδὲ προσειπεῖν
20τεκμήριον ἔστω σοι τῆς ἀσχέτου καὶ ἀμιγοῦς πρὸς τὸ χεῖρον ἐπι‐
in Alc
.

55

μελείας. πρώτη γάρ ἐστι σχέσις ἀνθρώπων πρὸς ἀνθρώπους ἡ πρόσρησις· τὸ τοίνυν μηδὲ κατὰ ταύτην τῷ προνοουμένῳ συνάπτειν ἑαυτὸν ἐξῃρημένον παντελῶς αὐτὸν ἀποφαίνει καὶ ἄσχετον πρὸς τὸ χεῖρον. ἅμα δὴ οὖν καὶ πάρεστιν αὐτῷ καὶ οὐ πάρεστι, καὶ ἐρᾷ καὶ
5ἄσχετός ἐστι, καὶ πανταχόθεν αὐτὸν θεᾶται καὶ οὐδαμοῦ συντάττεται πρὸς αὐτόν. εἰ δὴ ταῦτα τοῦτον ἔχει τὸν τρόπον καὶ ἐπὶ τῶν θείων ἀνδρῶν, τί χρὴ φάναι περὶ αὐτῶν τῶν θεῶν ἢ τῶν ἀγαθῶν δαιμόνων; οὐχ ὡς πᾶσι παρόντες ἐξῄρηνται πάντων καὶ πάντα πεπληρωκότες ἑαυτῶν ὅμως εἰσὶν ἄμικτοι πρὸς πάντα καὶ πανταχοῦ διήκοντες
10οὐδαμοῦ τὴν ἑαυτῶν κατέταξαν ζωήν; τί δ’ ἂν εἴποιμεν περὶ τῶν λεγομένων θεῶν ἐρᾶν τῶν οἰκείων γεννημάτων, ὥσπερ οἱ μυθοπλάσται
ποιοῦσιν ἢ τῆς Κόρης ἢ αὐτῆς τῆς Ἀφροδίτης ἐρῶντα τὸν Δία; οὐχ ὅτι προνοητικός ἐστιν ὁ τοιοῦτος ἔρως καὶ σωστικὸς τῶν ἐρωμένων καὶ τελειωτικὸς αὐτῶν καὶ συνεκτικός; οὐχ ὡς ἄσχετος καὶ ἀμιγὴς καὶ24
15ἀγαθοειδὴς καὶ ἄχραντος; ἢ πόθεν καὶ ἐν ταῖς ἀνθρωπίναις ψυχαῖς τοῦτο τὸ ἐρωτικὸν ἰδίωμα, μὴ πρότερον ἐν αὐτοῖς προϋπάρχον τοῖς θεοῖς; πᾶν γὰρ ὅτιπερ ἂν ἀγαθὸν καὶ σωτήριον ἐν ταῖς ψυχαῖς ᾖ τὴν αἰτίαν ἀπὸ τῶν θεῶν ὡρισμένην ἔχει· διὸ καὶ τῶν ἀρετῶν πασῶν καὶ τῶν σωματικῶν ἀγαθῶν ἐκεῖ προϋπάρχειν τὰ παραδείγματά φησιν ὁ
20Πλάτων, οἷον ὑγείας ἰσχύος δικαιοσύνης σωφροσύνης. πόσῳ δὴ μᾶλλον τῆς ἐρωτικῆς ἐν θεοῖς εἶναι τὴν πρωτουργὸν αἰτίαν ὑποθησόμεθα
in Alc
.

56

θείᾳ δόσει διδομένης‘, ὡς αὐτός φησιν ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης; καὶ θεοὶ τοίνυν θεῶν ἐρῶσιν, οἱ πρεσβύτεροι τῶν κατα‐ δεεστέρων, ἀλλὰ προνοητικῶς, καὶ οἱ καταδεέστεροι τῶν ὑπερτέρων, ἀλλ’ ἐπιστρεπτικῶς.
5 Ταῦτα μὲν οὖν ληπτέα τὰ δόγματα τὴν πρώτην ἐκ τῶν προκειμένων ῥημάτων. ἔτι δὲ μειζόνως νοήσωμεν τὸ αἴτιον τῆς τοῦ Σωκράτους σιγῆς, καὶ φῶμεν ὅτι τὸ ἄρρητον προηγεῖται τῶν ῥητῶν ἐν τοῖς θεοῖς καὶ τὸ ἄφθεγκτον τῶν φθεγκτῶν καὶ τὸ σιγώμενον τῶν διὰ λόγου καὶ φωνῶν γινομένων. διότι δὴ οὖν ἑαυτὸν πρὸς τὸ θεῖον ὁ Σωκράτης τελέως
10ἀφωμοίωσεν ἀπὸ τῆς σιγῆς ἄρχεται τῆς περὶ τὸν ἐρώμενον προνοίας, ἐπεὶ καὶ αὐτῷ τῷ ἔρωτι τοῦτο δὴ τὸ ἄφθεγκτόν ἐστιν οἰκεῖον ἐκεῖ πρῶτον, ὥσπερ εἴπομεν, ἐν τῇ σιγωμένῃ τάξει τῶν θεῶν ἑαυτὸν ὑποστήσαντι. ἔδει τοίνυν τὸν ἔνθεον ἐραστὴν τῇ θεοθρέμμονι σιγῇ πρὸ τῆς διὰ λόγων κοινωνίας παραδοῦναι τὴν περὶ τὸν ἐρώμενον
15κηδεμονίαν· οὕτω γὰρ ἂν καὶ τῷ ἑαυτοῦ θεῷ προσόμοιος ἐφαίνετο καὶ τὸν νεανίσκον ἐπέστρεφεν εἰς τὸ θαῦμα τῆς ἑαυτοῦ σιγῆς. Ἀλλ’ ὁ μὲν Σωκράτης τοιοῦτος· οἱ δὲ δὴ φορτικοὶ τῶν ἐραστῶν ὁποῖοί τινές εἰσι; ‘δι’ ὄχλου‘, φησίν, ‘ἐγένοντό σοι‘. τίς οὖν ὁ ὄχλος ἐστίν; ὅτι μὲν πλῆθος, παντὶ καταφανές· ἀλλὰ πλῆθος ἀόριστον,
in Alc
.

57

πλῆθος συγκεχυμένον, πλῆθος ἀσύντακτον· οὐ γὰρ οἷον ὁ χορὸς οὐδὲ οἷον ὁ δῆμος. ὁ μὲν γὰρ δῆμος πλῆθός ἐστι πρὸς ἑαυτὸ συνδούμενον, ὁ δὲ ὄχλος διεσπασμένον πλῆθος, ὅθεν δὴ καὶ ἐν ταῖς πολιτείαις διαφέρειν λέγουσι τὴν ὀχλοκρατίαν τῆς δημοκρατίας· ἔστι γὰρ ἡ μὲν
5ἄτακτος καὶ παράνομος καὶ πλημμελής, ἡ δὲ ὑπὸ τῶν νόμων τεταγμένη. δῆλον δὴ οὖν ὅτι καὶ τὸ δι’ ὄχλου γενέσθαι τεκμήριόν ἐστι τῆς ἐπισεσυρμένης ζωῆς καὶ συγκεχυμένης καὶ καθελκούσης τὸν ἐρώμενον ἐπὶ τὸ ἔνυλον καὶ σκεδαστὸν καὶ πολυμελὲς εἶδος τῆς τῶν παθῶν ποικιλίας. καὶ γὰρ ὁ Τίμαιος ὄχλον ἀπεκάλεσε τὴν ἀλογίαν πᾶσαν ὡς
10ἀόριστον ἀφ’ ἑαυτῆς καὶ πλημμελῆ καὶ ἄτακτον· ‘τὸν πολὺν ὄχλον καὶ ὕστερον προσφύντα ἐκ πυρὸς καὶ γῆς καὶ ἀέρος καὶ ὕδατος‘. ὥσπερ οὖν τὸ ‘ἄλλοι‘ τὴν διάστασιν αὐτῶν ἐδήλου
καὶ τὴν διεσπασμένην ζωήν, οὕτω δὴ καὶ τὸ δι’ ὄχλου γίνεσθαι τῷ νεανίσκῳ τὴν εἰς αὐτὸν ἀπ’ ἐκείνων ἥκουσαν ἐπήρειαν ἐνδείκνυται25
15καὶ ὅτι κατῆγον αὐτὸν ἐπί τι μεριστὸν καὶ ἔνυλον εἶδος ζωῆς. οὐ μόνον
in Alc
.

58

ἄρα πρὸς ἀλλήλους οὕτως εἶχον, διῃρημένως καὶ διαφώνως, ἀλλὰ καὶ τὸν νεανίσκον ἀνεπίμπλασαν τῆς τοιαύτης κακίας, πᾶν τοὐναντίον δρῶντες ἢ κατὰ τὴν τοῦ ἔρωτος δύναμιν. ὁ μὲν γὰρ ‘ἀλλοτριό‐ τητος κενοῖ καὶ οἰκειότητος πληροῖ‘, καθάπερ φησὶν ὁ
5τοῦ Πλάτωνος Ἀγάθων, οἱ δὲ καὶ καθ’ ἑαυτοὺς διαιρέσεως ἦσαν καὶ ἀναρμοστίας πεπληρωμένοι, διὰ τὸ ‘ἄλλοι‘, καὶ τῷ ἐρωμένῳ τὴν αὑτῶν προὔτεινον ταύτην ἀλλοτριότητα· παντὶ γὰρ τὸ ὀχληρὸν ἀλλό‐ τριόν ἐστι φύσει καὶ λυπηρόν. Ὁ μὲν οὖν πολὺς ἐραστὴς τοιοῦτος· μέγιστον δὲ καὶ τῆς Ἀλκιβιάδου
10φύσεως ἐγκώμιον τὸ μέχρι τοῦ διαλέγεσθαι μόνου προσέσθαι τὴν τῶν ἄλλων ἐραστῶν ὁμιλίαν καὶ τοσοῦτον μόνον αὐτῶν τῇ περὶ αὐτὸν πτοίᾳ χαρίσασθαι, καὶ τοῦτο ὀχληρὸν ὑπολαμβάνοντα καὶ ἀηδές, ἐνδιδόντα δὲ ὅμως καὶ λόγου κοινωνοῦντα τοῖς φορτικοῖς ἐρασταῖς, ἀλλ’ οὐχ ἁφῆς οὐδὲ συμποσίων οὐδὲ τῶν ἄλλων κακῶν τῶν προκαλουμένων
15αὐτὸν ἐπὶ τὴν κακοζωΐαν. οὗ δὴ καὶ μάλιστα δείκνυται τί τὸ διαφέρον ἦν τῆς τοῦ Ἀλκιβιάδου φύσεως πρὸς τοὺς ἄλλους τοὺς τὴν αὐτὴν ἡλικίαν ἔχοντας. ὥσπερ γὰρ καὶ πρὸς τὰς ἡδονὰς γυμναζόμεθα καὶ πρὸς τὰς ἀλγηδόνας οὐ φεύγοντες ἀπὸ τῶν παθῶν οὐδὲ ἀπείρατοι πάντῃ μένοντες αὐτῶν, ἀλλ’ ἐν μέσοις αὐτοῖς γινόμενοι καὶ κρατοῦντες
20τῆς ὑπερβολῆς αὐτῶν καὶ τῆς ἀταξίας, οὕτω δὴ καὶ ἐν τοῖς ἐρωτικοῖς
in Alc
.

59

γυμνάσιόν ἐστι μέγιστον ἡ τῶν φορτικῶν ἐραστῶν ὁμιλία τοῖς εὖ πεφυκόσι πρὸς τὴν ὅλην ἀρετήν· τὸ γὰρ ὑπερέχειν τῆς τούτων ἐνοχλή‐ σεως καὶ κρατῆσαι τῆς ἀλογίας αὐτῶν φύσεως ἰσχὺν δηλοῖ τῆς κακίασ ὑπεροπτικῶς ἔχουσαν κολακείας καὶ τῆς καθ’ ἡδονὴν ζωῆς.
5τοιοῦτος τοίνυν καὶ ὁ Ἀλκιβιάδης φανεὶς εἰκότως ἔδοξεν ἄξιος εἶναι τῷ Σωκράτει τοῦ ἔρωτος, τὸν μὲν ἐμπαθῆ κλύδωνα τῶν ἐραστῶν ἀποσεισάμενος ἐν ἡλικίᾳ τοιαύτῃ, θαυμάζων δὲ τὸν Σωκράτους ἔρωτα. καθάπερ δὴ οὖν ὁ Ἀθηναῖος ξένος εἰς μέθην ἄγει τὴν νεότητα γυμνάσιον τοῦτο πρὸς τὰ πάθη τοῖς νέοις ἐπινοήσας καὶ ἄρχοντα
10αὐτοῖς ἐφίστησι κριτὴν τῶν κινημάτων τῶν ἐν αὐτοῖς, κατὰ τὰ αὐτὰ δὴ καὶ ὁ Σωκράτης οἷον ἄρχοντα ἑαυτὸν ἐπέστησε τῷ νεανίσκῳ τῆς κατὰ τὴν ἡλικίαν μέθης κριτὴν καὶ δικαστὴν αὐτοῦ τε καὶ τῶν παθῶν καὶ τῶν κατὰ ταῦτα ζώντων ἐραστῶν. καὶ ἐπειδὴ κεκρατηκότα αὐτὸν ἐθεάσατο τῶν τοιούτων ἁπάντων καὶ ὑπερβαλλόμενον τῷ
15φρονήματι τὴν ἐκείνων ἀγεννῆ καὶ ἀπατηλὴν καὶ ὕπουλον ζωήν, ἀνακαλεῖται μὲν αὐτὸν εἰς τὴν ἑαυτοῦ συνουσίαν, ἐπιδείκνυσι δὲ τίς ἡ ἀληθινὴ ἐρωτικὴ καὶ τί τὸ ἐξ αὐτῆς ὄφελος καὶ ποῖον τέλος ἐστὶ τῆς
κατ’ ἀρετὴν ἐνεργείας. Τούτου δὲ τὸ αἴτιον γέγονεν οὐκ ἀνθρώπινον, ἀλλά τι δαιμόνιον26
20ἐναντίωμα, οὗ σὺ τὴν δύναμιν καὶ ὕστερον πεύσῃ. 103 A.
in Alc
.

60

Θαυμαστὸς μὲν ἦν ὁ Σωκράτης τῷ νεανίσκῳ καὶ διὰ τῶν ἔμπροσθεν εἰρημένων λόγων τῆς τε μονιμότητος ἕνεκα τῆς ἐν τῷ ἔρωτι καὶ τῆς ἀχράντου ζωῆς καὶ τῆς ἀσχέτου περὶ αὐτὸν προνοίας (τί γὰρ ἂν εἴη τούτων θειότερον ἐν ἀνθρωπίνῃ ζωῇ τῶν καὶ τὴν θείαν αὐτὴν εἰς τὰ
5δεύτερα πρόνοιαν θαυμαστὴν ἐπιδεικνύντων; τὸ γὰρ ἅμα διὰ πάντων φοιτᾶν καὶ μὴ ἐξίστασθαι ἑαυτῆς καὶ πᾶσι παροῦσαν ἐν ἑαυτῇ μόνον ἱδρῦσθαι τὸ παραδοξότατόν ἐστι τῶν περὶ τῆς προνοίας δογμάτων· τὸ τοίνυν καὶ τὴν ἀνθρωπίνην ζωὴν δεκτικὴν ἀναφανῆναι τούτων ἄσχετον ἅμα καὶ ἐν σχέσει συνοῦσαν τοῖς προνοουμένοις καὶ μένουσαν ἐν
10τῷ ἑαυτῆς κατὰ τρόπον ἤθει, πῶς οὐ παντελῶς ἐστὶ θαύ‐ ματος ἄξιον;) ἔτι δὲ μειζόνως αὐτὸν καταπλήττει τῶν ἀνθρωπίνων ἐπιτηδευμάτων τὴν αἰτίαν τοῦ δαιμονίου ἐξάπτων, ἵνα μὴ μόνον ὡς ἄνθρωπος αὐτῷ θαυμαστὸς εἶναι δοκῇ, ἀλλὰ καὶ ὡς κατὰ δαίμονα ἐνεργῶν καὶ κρεῖττόν τι τῆς ἀνθρωπίνης ἔχων ἀρετῆς, τὴν ἐκ τοῦ
15δαιμονίου ἐπίπνοιαν. πολλοῦ ἄρα δεῖ τοιοῦτος εἶναι ὁ Σωκράτους ἔρως
in Alc
.

61

ὁποῖος ὁ τῶν ἄλλων ἐραστῶν· ἐκεῖνοι μὲν γὰρ καθεῖλκον αὐτὸν εἰς ἀλογίαν καὶ ὕλην, ὁ δὲ ἀνατείνει καὶ διὰ τουτωνὶ τῶν πρώτων ῥημάτων μόνων αὐτὸν ἐπὶ λόγον καὶ δαίμονα. τοιοῦτος γὰρ ὁ θεῖος ἔρως, ἀναγωγὸς καὶ ἀγαθουργὸς καὶ τελειώσεως χορηγὸς καὶ νοῦ καὶ τῆς
5κατὰ νοῦν ζωῆς αἴτιος. ‘ἀμείνω‘ γάρ φησιν ‘ἔρωτος συνεργὸν εἰς φιλοσοφίαν οὐ ῥᾴδιον εὑρεῖν‘, ὡς καὶ αὐτὸς ἐν ἄλλοις ἀναδιδάσκει. δείκνυται οὖν ἤδη καὶ δαιμόνιός τις ὁ Σωκράτης μείζονα τὴν ἔκπληξιν ἀνεγείρων ἐν αὐτῷ καὶ πολλαπλασιάζων τὸ θαῦμα τὸ περὶ φιλοσοφίαν. καὶ τοῦτο εἰκότως ὁ Σωκράτης ποιεῖ· πολλαχοῦ γὰρ αἱ τοιαῦται
10ἐκπλήξεις εἰς τὴν περὶ τὸ ἀγαθὸν ἡμᾶς ἐπισπῶνται συμπάθειαν. ὥσπερ οὖν ἐν ταῖς ἁγιωτάταις τῶν τελετῶν προηγοῦνται τῶν δρωμένων κατα‐ πλήξεις τινές, αἱ μὲν διὰ τῶν λεγομένων, αἱ δὲ διὰ τῶν δεικνυμένων ὑποκατακλίνουσαι τῷ θείῳ τὴν ψυχήν, οὕτω δὴ καὶ ἐν τοῖς τῆς φιλο‐ σοφίας προθύροις ἀνεγείρει θαῦμα τῷ νεανίσκῳ καὶ ἔκπληξιν περὶ
in Alc
.

62

ἑαυτὸν ὁ καθηγούμενος, ἵνα δράσωσιν εἰς αὐτὸν οἱ λόγοι προϊόντες καὶ ἐκκαλέσωνται πρὸς τὴν φιλόσοφον ζωήν. καὶ τοῦτο μάλιστα ποιητέον ἐπὶ τῶν φρονήματος μεστῶν καὶ μεγαλαυχίας· τὸ γὰρ τοιοῦτον φρόνημα πρὸς μὲν τοὺς πολλούς ἐστιν ὀρθόν, πρὸς δὲ τοὺς σπουδαίους
5ἐμπόδιον εἰς τὴν ἀπ’ αὐτῶν ὠφέλειαν. ἵν’ οὖν μὴ τῶν πολλῶν ἐραστῶν κεκρατηκὼς ὁ Ἀλκιβιάδης οἰηθῇ καὶ τοῦ Σωκράτους ὁμοίως περι‐ φρονήσειν, εὐθὺς ἐκ προοιμίων θαυμαστὸν αὐτῷ δείκνυσιν ἑαυτὸν τῇ συντονίᾳ, τῇ σιωπῇ, τῇ κατὰ δαίμονα ζωῇ. δύο δὲ τούτων αὐτῷ
προειρημένων, τοῦ μὲν ὅτι πολυχρονιώτερός ἐστιν αὐτὸς ἐραστὴς τῶν27
10πολλῶν ἐκείνων καὶ παντοδαπῶν, τοῦ δὲ ὅτι σιωπῶν διετέλει τὰ πρὸς αὐτὸν ἐν τῷ πρόσθεν χρόνῳ, τοῦ δευτέρου τοῦδε τὴν αἰτίαν ἐπὶ τὸ δαιμόνιον ἀναφέρει· ‘τούτου‘ γάρ φησι ‘τὸ αἴτιον‘, τοῦ μηδὲ προσειπεῖν, ‘ἐναντίωμά τι δαιμόνιόν ἐστι‘. καίτοι καὶ τοῦ ἔρωτος αὐτῷ πάντως ὁ δαίμων αἴτιος· οὐ γὰρ ἂν οὕτως ἄριστα μετῄει
15τὴν ἐρωτικὴν ζωήν, εἰ μὴ κατὰ δαίμονα πεποίητο καὶ τὴν αἵρεσιν αὐτῆς καὶ τὴν σπουδήν· ἀλλ’ ἐπειδὴ τὸ μὲν ἐρασθῆναι τοῦ νεανίσκου καὶ σπουδάσαι περὶ αὐτὸν τῆς προνοίας ἔργον τῆς περὶ τὸ ἀτελέστερον, τὸ δὲ ἀσχέτως αὐτὸ καὶ ἀμιγῶς καὶ ἐξῃρημένως ἐπιστατεῖν δαιμονιώτερόν ἐστιν ἢ κατὰ τὴν ἀνθρωπίνην ζωήν, διὰ δὴ τοῦτο μόνου τούτου τὴν
in Alc
.

63

αἰτίαν ἐπὶ τὸ δαιμόνιον ἀνήνεγκε. τὸ μὲν γὰρ τελειοῦν τὰ χείρονα καὶ προνοεῖν τῶν καταδεεστέρων ὑπάρχει καὶ ψυχαῖς ὡς ψυχαῖς, ἐπεὶ καὶ ἡ κάθοδος αὐταῖς διὰ τὴν πρόνοιαν τῶν ἐν γενέσει πραγμάτων καὶ διὰ τὴν ἐπιμέλειαν τῶν θνητῶν ἐγένετο· τὸ δὲ μηδὲν ἀπὸ τῶν διοικουμένων
5εἰσδέχεσθαι μηδὲ ἀναμίγνυσθαι τοῖς χείροσιν, ἀλλὰ ἀσχέτως αὐτὰ διακοσμεῖν, θεοῖς προσήκει καὶ τοῖς ἀγαθοῖς δαίμοσι, καὶ ὅταν ὑπάρχῃ καὶ ταῖς ἀνθρωπίναις ψυχαῖς, κατά τινα θείαν ἢ δαιμονίαν δόσιν ὑπάρχει. τούτου τοίνυν ᾐτιάσατο τὸ δαιμόνιον, τῆς ἐξῃρημένης περὶ αὐτὸν κηδεμονίας· ἡ γὰρ σιωπὴ σύμβολόν ἐστι τῆς ἀρρεψίας καὶ τῆς
10ἐποχῆς τῶν ἔξω φερομένων ἐνεργειῶν καὶ τῆς ἀσχέτου πρὸς τὸ χεῖρον ζωῆς. Καὶ μὴν καὶ ἡ μνήμη τοῦ δαιμονίου συνᾴδει τῇ τοῦ ἔρωτος οὐσίᾳ τε καὶ δυνάμει· καὶ γὰρ ὁ αὐτός ἐστιν ἐρωτικός τε καὶ δαιμόνιος ἀνήρ. ὅ τε γὰρ ἐρωτικός, ἐὰν ἔνθεος ᾖ, προσεχῶς μὲν ἀπολαύει τοῦ δαίμονος,
15διὰ δὲ τούτου συνάπτεται τοῖς θεοῖς καὶ αὐτὴν τὴν ἐπίπνοιαν διὰ μέσου δέχεται τοῦ δαίμονος (τὰ γὰρ ἀπὸ θεῶν ἀγαθὰ τοῖς ἀνθρώποις ἥκει
in Alc
.

64

διὰ μέσων τῶν δαιμόνων, ὡς ὁ τῆς Διοτίμας λόγος)· καὶ αὖ ὁ δαιμόνιος ἐρωτικός τίς ἐστιν· ἢ πῶς ἀπολαύει τοῦ δαίμονος μὴ συνάψας ἑαυτὸν ἐκείνῳ καὶ κοινώσας τὴν ζωὴν ταῖς ἐκείνου δυνάμεσι; τί δὲ τὸν σύνδεσμον τοῦτον τοῦ καταδεεστέρου πρὸς τὸ κρεῖττον ἀπεργάζεται
5πλὴν τοῦ ἔρωτος; τοῦτον γὰρ δὴ τὸν θεὸν ‘συνδετικὸν πάντων ἐπιβήτορα‘ καὶ τὰ λόγια καλεῖ, καὶ οὐ τῶν μὲν συνδετικόν, τῶν δὲ οὔ· καὶ ἡμᾶς τοίνυν ταῖς τῶν δαιμόνων ἐπιστασίαις οὗτός ἐστιν ὁ συνάπτων. ἔτι δὲ καὶ αὐτὸς ὁ ἔρως δαίμων μέγας, ὥς φησιν ἡ Διοτίμα, καθ’ ὅσον δὴ τὴν μεσότητα συμπληροῖ πανταχοῦ τῶν τ’
10ἐραστῶν καὶ τῶν σπευδόντων ἐπ’ ἐκεῖνα διὰ τοῦ ἔρωτος. τὸ γὰρ ἐραστὸν τὴν πρώτην ἔχει τάξιν, τὸ δὲ ἐρῶν ἐκείνου τὴν τρίτην, τὸ δὲ μέσον ἀμφοῖν ὁ ἔρως συμπληροῖ συνάγων καὶ συνδέων ἀλλήλοις τό τε ἐφετὸν καὶ τὸ ἐφιέμενον ἐκείνου καὶ πληρῶν ἀπὸ τοῦ κρείττονος τὸ καταδεέστερον, καὶ ἐν μὲν τοῖς νοητοῖς καὶ κρυφίοις θεοῖς ἑνίζων τῷ
15πρώτῳ καὶ κρυφίῳ κάλλει τὸν νοῦν τὸν νοητὸν κατά τινα νοήσεως κρείττονα ζωήν (διὸ καὶ ὁ θεολόγος ὁ παρ’ Ἕλλησιν ἀνόμματον ἀποκαλεῖ τὸν ἔρωτα ἐκεῖνον·28
in Alc
.

65

ποιμαίνων πραπίδεσσιν ἀνόμματον ὠκὺν Ἔρωτα‘)· ἐν δὲ τοῖς ἔξω τῶν νοητῶν σύνδεσιν ἀδιάλυτον ἐλλάμπων τοῖς ὑφ’ ἑαυτοῦ τελειουμένοις. καὶ γὰρ ὁ δεσμὸς ἕνωσίς ἐστιν, ἀλλὰ μετὰ διακρίσεως πλείονος, διὸ καὶ συνδέσμιον τοῦ ἔρωτος τούτου τὸ πῦρ
5τὰ λόγια προσείρηκεν·
ὃς ἐκ νόου ἔκθορε πρῶτος ἑσσάμενος πυρὶ πῦρ συνδέσμιον‘. ἀπὸ γὰρ τοῦ νοητοῦ νοῦ προελθὼν συνδεῖ τὰ δεύτερα πάντα καὶ ἀλλήλοις καὶ ἐκείνῳ. συνάπτει τοίνυν καὶ θεοὺς πάντας τῷ νοητῷ
10κάλλει καὶ τοὺς δαίμονας τοῖς θεοῖς καὶ ἡμᾶς τοῖς τε δαίμοσι καὶ τοῖς θεοῖς, ἐν μὲν τοῖς θεοῖς πρώτως ὑφεστηκώς, ἐν δὲ τοῖς δαίμοσι δευτέρως, ἐν δὲ ταῖς ψυχαῖς ταῖς μερικαῖς κατὰ δή τινα πρόοδον τρίτην ἀπὸ τῶν ἀρχῶν· καὶ ἐν μὲν τοῖς θεοῖς ὑπερουσίως (πᾶν γὰρ τὸ θεῶν γένος τοιοῦτον), ἐν δὲ τοῖς δαίμοσι κατ’ οὐσίαν, ἐν δὲ ταῖς ψυχαῖς κατ’
15ἔλλαμψιν. καὶ ἔοικεν 〈ἡ〉 τριπλῆ τάξις αὕτη τῇ τοῦ νοῦ τριττῇ δυνάμει. καὶ γὰρ ὁ νοῦς ἄλλος μὲν ὁ ἀμέθεκτος, ἐξῃρημένος ἀφ’ ὅλων τῶν μερικῶν γενῶν, ἄλλος δὲ ὁ μεθεκτός, οὗ καὶ αἱ ψυχαὶ τῶν θεῶν μετέχουσι κρείττονος ὄντος, ἄλλος δὲ ὁ ἀπὸ τούτου ταῖς ψυχαῖς ἐγγινό‐ μενος, ὃς δὴ καὶ ἔστιν αὐτῶν τῶν ψυχῶν τελειότης. καὶ ἔχεις ἐν Τιμαίῳ
20τὰ τρία ταῦτα σημαινόμενα τοῦ νοῦ. τῷ μὲν οὖν ἀμεθέκτῳ νῷ τὸν
in Alc
.

66

ἔρωτα τὸν ἐν θεοῖς ἀνάλογον ληπτέον, ἐξῃρημένος γάρ ἐστι καὶ ἐκεῖνος πάντων τῶν κατόχων αὐτῷ καὶ ἐλλαμπομένων ὑπ’ αὐτοῦ· τῷ δὲ μετεχομένῳ τὸν ἐν δαίμοσιν, οὐσιώδης γὰρ καὶ οὗτος καὶ αὐτοτελὴς ὥσπερ ὁ μετεχόμενος νοῦς καὶ προσεχῶς ἐπιβατεύων ταῖς ψυχαῖς· τῷ
5δὲ καθ’ ἕξιν νῷ δῆλον ὡς τὸν τρίτον τὸν κατ’ ἔλλαμψιν ὑφιστάμενον ἐν ταῖς ψυχαῖς. καὶ εἰκότως οἶμαι τῇ νοερᾷ ταύτῃ διαφορότητι συστοίχως καὶ ὁ ἔρως θεωρεῖται, διότι δὴ τὴν πρώτην ὑπόστασιν ἔχει καὶ κρύφιον ἐν τῷ νοητῷ νῷ· εἰ γὰρ ἐξέθορεν ἐκεῖθεν, ἔστιν ἐν ἐκείνῳ κατ’ αἰτίαν ἱδρυμένος. καί μοι δοκεῖ καὶ ὁ Πλάτων εὑρὼν παρ’ Ὀρφεῖ τὸν
10αὐτὸν τοῦτον θεὸν καὶ ἔρωτα καὶ δαίμονα μέγαν ἀποκαλού‐ μενον ἀγαπῆσαι καὶ αὐτὸς ἐπὶ τοῦ ἔρωτος τὸν τοιοῦτον ὕμνον. περὶ μὲν γὰρ τοῦ νοητοῦ νοῦ λέγων ὁ θεολόγος
ἁβρὸς Ἔρως‘, φησί, ‘καὶ Μῆτις ἀτάσθαλος‘, καὶ πάλιν
15οἷσιν ἐπεμβεβαὼς δαίμων μέγας ἆεν ἐπ’ ἴχνη‘·
in Alc
.

67

περὶ δὲ τοῦ νοεροῦ νοῦ καὶ ἀμεθέκτου
καὶ Μῆτις πρῶτος γενέτωρ καὶ Ἔρως πολυτερπής‘, καὶ πάλιν
ἓν κράτος, εἷς δαίμων γένετο μέγας, ἀρχὸς ἁπάντων‘.
29
5εἰκότως ἄρα καὶ ἡ Διοτίμα ‘δαίμονα μέγαν‘ αὐτὸν ἀποκαλεῖ καὶ ὁ Σωκράτης συνάπτει τῷ περὶ ἔρωτος λόγῳ καὶ ἐραστῶν τὴν περὶ τοῦ δαίμονος καὶ τῆς δαιμονίας αἰτίας ἐπίδειξιν. ὥσπερ γὰρ ἅπαν τὸ δαιμόνιον ἐξήρτηται τῆς ἐρωτικῆς μεσότητος, οὕτω δὴ καὶ ὁ περὶ τοῦ δαιμονίου λόγος συνέπεται τῷ περὶ τοῦ ἔρωτος καὶ ἔστιν ἐκείνῳ
10συγγενής. μέσος γὰρ καὶ ὁ ἔρως ἐραστοῦ καὶ ἐρῶντος καὶ ὁ δαίμων ἀνθρώπου καὶ θεοῦ· καὶ διὰ ταύτην τὴν μεσότητα παμπόλλην ἔλαχον τὴν πρὸς ἀλλήλους κοινωνίαν, καθ’ ἣν καὶ ὁ Σωκράτης μετιὼν τὸν περὶ αὐτοῦ λόγον ἤρξατο μὲν ἀπὸ τοῦ ἔρωτος, ἐτελεύτησε δὲ εἰς τὸν περὶ τοῦ δαιμονίου λόγον. ἔστι γὰρ ἅμα καὶ ἐρωτικὸς καὶ δαιμόνιος, καὶ
15κυβερνᾷ μὲν τὴν ἐρωτικὴν ἐνέργειαν τῇ βουλήσει τοῦ δαίμονος, προκαλεῖται δὲ τὴν δαιμονίαν ἐπίπνοιαν τῇ περὶ τὴν ἐρωτικὴν σπουδῇ. Ταῦτα μὲν οὖν περὶ τούτων εἴχομεν λέγειν· περὶ δὲ αὐτῶν τῶν δαιμόνων καὶ ἔτι τῶν εἰληχότων ἡμᾶς κοινῇ καὶ τρίτον περὶ τοῦ
in Alc
.

68

Σωκρατικοῦ δαιμονίου μετὰ ταῦτα ῥητέον. δεῖ γὰρ ἀπὸ τῶν καθολικω‐ τέρων ἀεὶ τὰς ζητήσεις ὁρμᾶσθαι καὶ ἐκ τούτων προϊέναι μέχρι τῶν ἀτόμων· τοῦτο γάρ ἐστι καὶ κατὰ φύσιν καὶ πρὸς ἐπιστήμην οἰκειότερον. οἱ μὲν τοίνυν δαίμονες τὴν πρώτην ὑπόστασιν λαχόντες ἀπὸ τῆς
5ζωογόνου θεᾶς κἀκεῖθεν οἷον ἐκ πηγῆς τινὸς ἀπορρέοντες οὐσίαν ἔλαχον ψυχικήν, νοερωτέραν μὲν οἱ μείζους καὶ τελεώτεροι κατὰ τὴν ὕπαρξιν, ὑφειμένην δὲ καὶ λογοειδεστέραν οἱ μέσοι καὶ δευτέραν τάξιν κεκληρωμένοι, ποικίλην δὲ καὶ ἀλογωτέραν καὶ ἐνυλοτέραν οἱ τρίτοι καὶ τὸ τέλος συμπεραίνοντες τῆς δαιμονίας τάξεως. τοιαύτην δὲ
10προστησάμενοι τὴν ὕπαρξιν συνδιῄρηνται τοῖς θεοῖς ἅτε δὴ τὴν ὑπουργικὴν καὶ ὑπηρετικὴν πρὸς αὐτοὺς δύναμιν λαχόντες, ἄλλως μὲν τοῖς ἀπολύτοις καὶ πρὸ τοῦ κόσμου τῶν ὅλων ἐξηγουμένοις, ἄλλως δὲ τοῖς ἐγκοσμίοις, οἳ καὶ προσεχῶς ἐπιβατεύουσι ταῖς μοίραις τοῦ παντός. ἡ μὲν γάρ ἐστιν αὐτῶν διάκρισις κατὰ τοὺς δώδεκα θεοὺς τοὺς
15ὑπερουρανίους, ἡ δὲ κατὰ πάσας τὰς ἰδιότητας τῶν ἐν τῷ κόσμῳ θεῶν· ἅπας γὰρ θεὸς ἐγκόσμιος ἡγεῖται τάξεώς τινος δαιμονίας, ᾗ προσεχῶς δίδωσι τὴν ἑαυτοῦ δύναμιν, ὁ μὲν δημιουργικὸς τὴν δημιουργικήν, ὁ δὲ ἄτρεπτος τὴν ἄχραντον, ὁ δὲ τελεσιουργὸς τὴν τελειωτικήν. καὶ περὶ ἕκαστον τῶν θεῶν πλῆθός ἐστι δαιμόνων ἀμύθητον καὶ ταῖς αὐταῖς
in Alc
.

69

ἐπωνυμίαις ἀποσεμνυνόμενον τῶν ἡγουμένων θεῶν· Ἀπόλλωνες γὰρ
καὶ Δίες καὶ Ἑρμαῖ καλούμενοι χαίρουσιν ἅτε δὴ καὶ τὴν ἰδιότητα τῶν οἰκείων θεῶν ἀποτυπούμενοι. λοιπὸν δὲ ἐκ τούτων καὶ τὰ θνητὰ μετίσχει τῶν θείων ἀπορροιῶν· καὶ οὕτω δὴ ζῶα καὶ φυτὰ δημιουργεῖ‐30
5ται, τὰ μὲν ἄλλων θεῶν, τὰ δὲ ἄλλων εἰκόνας φέροντα· καὶ τούτοις προσεχῶς μὲν οἱ δαίμονες τὰς ἐμφάσεις τῶν σφετέρων ἡγεμόνων παρέ‐ χονται, ἐξῃρημένως δὲ οἱ θεοὶ τοῖς δαίμοσιν ἄνωθεν ἐποχούμενοι. καὶ διὰ τοῦτο συμπαθῆ καὶ τὰ ἔσχατα τοῖς πρώτοις ἐστί· τῶν τε γὰρ πρώτων εἰσὶν ἐν τοῖς ἐσχάτοις ἐμφάσεις καὶ τῶν ἐσχάτων ἐν τοῖς πρώτοις τὰ
10αἴτια προείληπται τά τε μέσα γένη τῶν δαιμόνων συμπληροῖ τὰ ὅλα καὶ συνδεῖ καὶ συνέχει τὴν κοινωνίαν αὐτῶν, μετέχοντα μὲν τῶν θεῶν, μετεχόμενα δὲ ὑπὸ τῶν θνητῶν. εἰ τοίνυν λέγοι τις τὰ κέντρα τῆς τοῦ παντὸς διακοσμήσεως ἐν τοῖς δαίμοσι πήξασθαι τὸν τῶν ὅλων δημιουργόν, οὐκ ἂν ἁμάρτοι τῆς περὶ αὐτῶν ἀληθείας· ἐπεὶ καὶ ἡ
15Διοτίμα ταύτην αὐτοῖς ἀποδέδωκε τὴν τάξιν, τὴν συνδετικὴν τῶν θείων
in Alc
.

70

καὶ τῶν θνητῶν, τὴν διαπόρθμιον τῶν ἄνωθεν ὀχετῶν, τὴν ἀναγωγὸν τῶν δευτέρων ἁπάντων εἰς τοὺς θεούς, τὴν συμπληρωτικὴν τῶν ὅλων κατὰ τὴν τῆς μεσότητος συνοχήν. οὐκ ἄρα ἀποδεξόμεθα τῶν λεγόντων ψυχὰς ἀνθρώπων εἶναι τοὺς δαίμονας μεταβαλούσας τὸν τῇδε βίον· οὐ
5γὰρ δεῖ τὸ κατὰ σχέσιν δαιμόνιον εἰς ταὐτὸν ἄγειν τῷ κατ’ οὐσίαν οὐδὲ τὴν ἀΐδιον μεσότητα τῶν ἐγκοσμίων πάντων ἐκ τῆς μεταβαλλούσης ἑαυτὴν πολυειδῶς ὑφιστάνειν ζωῆς. ἕστηκε γὰρ ἀεὶ ὡσαύτως ἡ δαιμονία φρουρὰ συνέχουσα τὰ ὅλα· ‘ψυχῆς δὲ τάξις οὐκ ἔστιν‘, ὥς φησιν ὁ ἐν τῇ Πολιτείᾳ Σωκράτης, ‘ἄλλοτε γὰρ ἄλλους αἱρεῖται βίουσ‘.
10ἀλλ’ οὐδὲ ἐκείνους ἐπαινέσομεν ὅσοι τῶν θεῶν τινὰς δαίμονας ποιοῦσιν, οἷον τοὺς πλανωμένους, καθάπερ Ἀμέλιος· ἀλλὰ πεισόμεθα τῷ Πλάτωνι τῷ τοὺς μὲν θεοὺς ἄρχοντας λέγοντι τοῦ παντός, ὑποτάττοντι δὲ αὐτοῖς τὰς τῶν δαιμόνων ἀγέλας, καὶ πανταχοῦ διασωσόμεθα τὸν τῆς Διοτίμας λόγον μέσην τῷ δαιμονίῳ τάξιν ἀπονέμοντα τῶν τε θείων
15ἁπάντων καὶ τῶν θνητῶν.
in Alc
.

71

Κοινῇ μὲν οὖν περὶ ἁπάσης τῆς δαιμονίας τάξεως ταύτην ἔχειν προσήκει τὴν ἔννοιαν, ἰδίᾳ δὲ περὶ τῶν εἰληχότων ἡμᾶς μετὰ ταῦτα λεκτέον. τῶν γὰρ δαιμόνων τούτων κατὰ τὸ μέσον ὡς εἴπομεν τεταγμένων, οἱ μὲν πρώτιστοι καὶ ἀκρότατοι θεῖοι δαίμονές εἰσι. καὶ
5θεοὶ φανταζόμενοι πολλάκις διὰ τὴν ὑπερβάλλουσαν ὁμοιότητα πρὸς τοὺς θεούς· ὡς γὰρ καθόλου φάναι πάσης τάξεως τὸ πρώτιστον σώζει τὴν τοῦ πρὸ ἑαυτοῦ μορφήν. καὶ γὰρ νοῦς ὁ πρώτιστος αὐτόθεν θεὸς καὶ ψυχῶν ἡ πρεσβυτάτη νοερά· καὶ τῶν δαιμόνων τοίνυν τὸ ἀκρότατον γένος ἅτε προσεχὲς ὂν τοῖς θεοῖς ἑνοειδές ἐστι καὶ θεῖον. δεύτεροι δὲ
10μετὰ τοὺς τοιούτους εἰσὶ δαίμονες οἱ τῆς νοερᾶς ἰδιότητος μετέχοντες καὶ τῶν ἀνόδων προϊστάμενοι καὶ τῶν καθόδων καὶ ὅλως ἐκφαίνοντες
τοῖς πᾶσι καὶ ἐκδιδόντες τὴν ποίησιν τῶν θεῶν. τρίτοι δέ εἰσιν οἱ τῶν θείων ψυχῶν τὰς εἰς τὰ δεύτερα ποιήσεις διανέμοντες καὶ συμπληροῦν‐ τες τὸν σύνδεσμον τῶν δεχομένων τὰς ἐκεῖθεν ἀπορροίας πρὸς αὐτάς.31
in Alc
.

72

τέταρτοι δὲ οἱ τῶν ὅλων φύσεων τὰς δυνάμεις τὰς δραστηρίους εἰς τὰ γενητὰ καὶ φθαρτὰ διαπορθμεύοντες καὶ ἐμπνέοντες ταῖς μερισταῖς φύσεσι ζωὴν καὶ τάξιν καὶ λόγους καὶ τὴν παντοίαν τῶν θνητῶν τελεσιουργίαν. πέμπτοι δὲ οἱ σωματοειδεῖς καὶ συνδετικοὶ τῶν ἐν τοῖς
5σώμασιν ἀκροτήτων· πῶς γὰρ τὰ ἀΐδια σώματα συνέσονται τοῖς φθαρτοῖς, πῶς τὰ ποιοῦντα τοῖς ἀποτελέσμασιν, ἢ διὰ ταύτης τῆς μεσότητος; αὕτη γάρ ἐστιν ἡ καὶ τῶν σωματοειδῶν ἀγαθῶν ἐπάρχουσα καὶ πρόνοιαν ποιουμένη τῶν κατὰ φύσιν ἁπάντων πλεονεκτημάτων. ἕκτοι δὲ δὴ οὖν ἐπὶ τούτοις οἱ περὶ τὴν ὕλην στρεφόμενοι καὶ τῶν εἰς
10τὴν ὕλην ἡκόντων ἄνωθεν ἀπὸ τῆς οὐρανίας ὕλης δυνάμεων συνεκτικοὶ καὶ φρουροῦντες αὐτὴν ἀεὶ καὶ τὴν ἐν αὐτῇ σκιαγραφίαν τῶν εἰδῶν φυλάττοντες. πολλῶν τοίνυν καὶ παντοδαπῶν, ὥσπερ καὶ ἡ Διοτίμα φησί, τῶν δαιμόνων ὄντων οἱ μὲν ἀκρότατοι τὰς ψυχὰς τὰς προελθούσας ἀπὸ τοῦ πατρὸς συνάπτουσι τοῖς ἑαυτῶν ἡγεμόσι θεοῖς.
15ἕκαστος γὰρ ὡς εἴπομεν θεὸς ἡγεῖται πρώτως μὲν δαιμόνων, ἔπειτα καὶ ψυχῶν μερικῶν· ἔσπειρε γὰρ καὶ τούτων ὁ δημιουργός, ὥς φησιν ὁ Τίμαιος, τὰς μὲν εἰς ἥλιον, τὰς δὲ εἰς σελήνην, τὰς δὲ εἰς τοὺς ἄλλους θεούς. οὗτοι δὴ οὖν οἱ θεοὶ δαίμονές εἰσιν οἱ κατ’ οὐσίαν εἰληχότες τὰς ψυχὰς καὶ συνάπτοντες αὐτὰς τοῖς οἰκείοις ἄρχουσι· καὶ πᾶσα ψυχή,
20κἂν συμπεριπολῇ τῷ ἑαυτῆς θεῷ, δεῖται τοῦ τοιούτου δαίμονος. οἱ δὲ δεύτεροι δαίμονες τὰς ἀνόδους αὐτῶν καὶ τὰς καθόδους ἐπιτροπεύουσι
in Alc
.

73

καὶ ἀπὸ τούτων αἱ αἱρέσεις ταῖς πολλαῖς τῶν ψυχῶν· ἐπεὶ αἵ γε τελεώ‐ ταται καὶ ἀχράντως ὁμιλοῦσαι τῇ γενέσει, ὥσπερ τὸν προσήκοντα βίον αἱροῦνται τῷ ἑαυτῶν θεῷ, οὕτω καὶ κατὰ δαίμονα ζῶσι τὸν θεῖον, ὃς καὶ μενούσας αὐτὰς ἄνω συνῆπτε τῷ οἰκείῳ θεῷ· διὸ καὶ ὁ Αἰγύπτιος
5τὸν Πλωτῖνον ἐθαύμασεν ὡς θεῖον ἔχοντα τὸν δαίμονα. ταῖς μὲν οὖν ἀποκαταστατικῶς ζώσαις ψυχαῖς ὁ αὐτός ἐστιν ἄνω κἀνταῦθα δαίμων, ταῖς δὲ ἀτελεστέραις ἄλλος μὲν ὁ κατ’ οὐσίαν δαίμων, ἄλλος δὲ ὁ κατὰ τὸν προβεβλημένον βίον. Εἰ δὴ ταῦτα ὀρθῶς λέγοιμεν, οὐδεὶς ἂν ἀποδέξαιτο τοὺς τὴν λογικὴν
10ψυχὴν τὴν ἡμετέραν δαίμονα ποιοῦντας· ὁ μὲν γὰρ δαίμων ἕτερος ἀνθρώπου, καθάπερ ἥ τε Διοτίμα λέγει μέσους τιθεμένη τοὺς δαίμονας θεῶν καὶ ἀνθρώπων καὶ ὁ Σωκράτης ἐνδείκνυται ἀντιδιαστέλλων τῷ ἀνθρωπείῳ τὸ δαιμόνιον (‘οὐκ ἀνθρώπειον‘ γάρ φησι ‘τὸ αἴτιον, ἀλλά τι δαιμόνιον ἐναντίωμα‘), ὁ δὲ ἄνθρωπος
15ψυχή ἐστι σώματι χρωμένη, ὡς δειχθήσεται. οὐκ ἄρα ὁ δαίμων ὁ αὐτός ἐστι τῇ λογικῇ ψυχῇ. καίτοι καὶ τοῦτο φανερόν, ὅτι καὶ ὁ Πλάτων αὐτὸς ἐν τῷ Τιμαίῳ δαίμονά φησιν ἐν ἡμῖν τοῦ ζώου κατῳκῆσθαι τὸν λόγον, ἀλλὰ τοῦτο μέχρι τῆς ἀναλογίας μόνον ἀληθές· ἄλλος γάρ ἐστιν ὁ τῇ οὐσίᾳ δαίμων, ἄλλος ὁ κατὰ ἀναλογίαν δαίμων, ἄλλος ὁ
in Alc
.

74

κατὰ σχέσιν δαίμων. πολλαχοῦ γὰρ τὸ προσεχῶς ὑπερκείμενον ἐν δαίμονος τάξει πρὸς τὸ καταδεέστερον τεταγμένον δαίμονα καλεῖν εἰώθασιν· ὥσπερ δὴ καὶ παρὰ τῷ Ὀρφεῖ λέγει που πρὸς τὸν ἑαυτοῦ πατέρα τὸν Κρόνον ὁ Ζεύς·32
5
ὄρθου δ’ ἡμετέρην γενεήν, ἀριδείκετε δαῖμον‘. καὶ αὐτὸς δὲ ὁ Πλάτων ἐν Τιμαίῳ δαίμονας ἐκάλεσε τοὺς προσεχῶς διακοσμοῦντας τὴν γένεσιν θεούς· ‘περὶ δὲ τῶν ἄλλων δαι‐ μόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ’ ἡμᾶς‘. ὁ μὲν δὴ κατὰ ἀναλογίαν δαίμων τοιοῦτός ἐστιν, ὁ προσεχῶς
10ἑκάστου προνοῶν, κἂν θεὸς ᾖ κἂν τῶν μετὰ θεοὺς τεταγμένων· ὁ δὲ κατὰ σχέσιν δαίμων λέγοιτο ἂν ὁ δι’ ὁμοιότητος τῆς πρὸς τὸ δαιμόνιον γένος θαυμασιωτέρας ἢ κατ’ ἄνθρωπον ἐνεργείας προβεβλημένος καὶ τὴν ἑαυτοῦ ζωὴν ὅλην ἐξάψας τῶν δαιμόνων (οὕτω γὰρ οἶμαι καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης δαίμονας ἐκάλεσε τοὺς εὖ βεβιωκότας καὶ ἐς
15ἀμείνω λῆξιν μεταστάντας καὶ τόπον ἁγιώτερον)· ὁ δὲ αὖ κατ’ οὐσίαν δαίμων οὔτε διὰ τὴν πρὸς τὰ δεύτερα σχέσιν καλεῖται δαίμων οὔτε διὰ τὴν πρὸς ἄλλο ἀφομοίωσιν ἀλλὰ καθ’ αὑτὸν ταύτην ἔλαχε τὴν ἰδιότητα καὶ ἔστιν ἐν ὑπάρξει τινὶ καὶ δυνάμεσιν οἰκείαις καὶ ἐνεργειῶν
in Alc
.

75

τρόποις διαφέρουσιν ἀφωρισμένος. ὅλως δὲ ἡ μὲν λογικὴ ψυχὴ δαίμων ἐν τῷ Τιμαίῳ τοῦ ζώου προσείρηται· ἡμεῖς δὲ τὸν 〈τοῦ〉 ἀνθρώπου δαίμονα ζητοῦμεν, ἀλλ’ οὐ τὸν τοῦ ζώου, καὶ τὸν ἐπιτροπεύοντα τὴν λογικὴν ψυχὴν αὐτήν, ἀλλ’ οὐ τὸ ὄργανον αὐτῆς, καὶ τὸν ἄγοντα παρὰ
5τοὺς δικαστὰς τὴν ψυχὴν μετὰ τὴν τοῦ ζώου διάλυσιν, ὥς φησιν ὁ ἐν τῷ φαίδωνι Σωκράτης, ὅτε τὸ μὲν ζῶον οὐκέτι ἔστιν, ὁ δὲ δαίμων ἄγει ἕκαστον, ὅσπερ καὶ ζῶντα εἰλήχει, παρὰ τὸν δικαστήν. εἰ γὰρ τοῦτον εἰλήχει ζῶντα ὁ δαίμων ὃν καὶ νῦν ἄγειν λέγεται μετὰ θάνατον, τὸν ἄνθρωπον δηλονότι εἴληχεν ἀλλ’ οὐ τὸ ζῶον
10μόνον καὶ ἄνωθεν ἀρχόμενος ἐπιτροπεύει πᾶσαν τὴν σύστασιν ἡμῶν. Ἀλλ’ οὐδὲ εἴ τινες τῆς λογικῆς ψυχῆς ἀποστάντες δαίμονα λέγοιεν εἶναι τὸ ἐνεργοῦν ἐπὶ τῆς ψυχῆς, οἷον ἐν μὲν τοῖς ζῶσι κατὰ λόγον τὸν λόγον, ἐν δὲ τοῖς θυμοειδέσι τὸ θυμικόν, ἢ εἴ τινες αὖ τὸ προσεχῶς ὑπερκείμενον τοῦ ἐνεργοῦντος τίθενται τῆς ζωῆς ἡμῶν, οἷον τῶν
15θυμοειδῶν τὸν λόγον καὶ τῶν κατ’ ἐπιθυμίαν ζώντων τὸν θυμόν, οὐδὲ οὗτοί μοι δοκοῦσι στοχάζεσθαι τῆς τῶν πραγμάτων ἀληθείας. πρῶτον μὲν γὰρ τὸ τοὺς δαίμονας μόρια τῶν ψυχῶν ποιεῖν πάνυ θαυμαζόντων ἐστὶ τὴν ἀνθρωπίνην ζωὴν καὶ οὐδαμοῦ προσποιουμένων τὸν ἐν Πολιτείᾳ Σωκράτην, μετὰ θεοὺς καὶ δαίμονας τάττοντα τό τε ἡρωϊκὸν καὶ τὸ
20ἀνθρώπειον γένος καὶ τοῖς ποιηταῖς ἐπιπλήττοντα διότι δὴ τοὺς ἥρωας
in Alc
.

76

οὐδὲν βελτίους τῶν ἀνθρώπων εἰσάγουσιν ἐν τοῖς ποιήμασιν, ἀλλ’ ἐν τοῖς ὁμοίοις παθήμασι στρεφομένους. ὁ γὰρ ταῦτα ἐπιτιμῶν πολλοῦ ἂν δεήσειε τοὺς δαίμονας, οἳ καὶ τῶν ἡρώων εἰσὶν ὑπέρτεροι, τοῖς μορίοις τῶν ψυχῶν καὶ ταῖς δυνάμεσι τοὺς αὐτοὺς ὑποτίθεσθαι·
5συμβαίνει γὰρ ἐκ τούτων τὰ κρείττονα κατ’ οὐσίαν συμπληρωτικὰ γίνεσθαι τῶν καταδεεστέρων. δεύτερον δὲ αἱ τῶν ζωῶν μεταβολαὶ καὶ τῶν δαιμόνων εἰσάξουσι τὰσ πολυειδεῖς ἐξαλλαγάς, ὁ γὰρ φιλοχρή‐ ματος μεταπίπτει πολλάκις εἰς φιλότιμον βίον καὶ οὗτος εἰς ὀρθοδο‐ ξαστικὸν καὶ οὗτος εἰς ἐπιστήμονα· καὶ δαίμων τοίνυν ἄλλοτε ἄλλος33
10ἔσται, καὶ γὰρ τὸ ἐνεργοῦν μόριον ἄλλοτε ἄλλο ἐστίν. εἴτε οὖν αὐτὸ δαίμων ἐστὶν εἴτε τὸ πρὸ αὐτοῦ τεταγμένον, ὁμοῦ τῇ μεταβολῇ τῆς ἀνθρωπίνης ζωῆς καὶ οἱ δαίμονες μεταβαλοῦσι καὶ ἐν ἑνὶ βίῳ πολλοὺς ἕξει δαίμονας ὁ αὐτός, ὃ δὴ πάντων ἐστὶν ἀδυνατώτατον· οὐδέποτε γὰρ ψυχὴ μεταβάλλει καθ’ ἕνα βίον τὴν τοῦ δαίμονος προστασίαν, ἀλλ’
15ὁ αὐτός ἐστιν ἐκ γενετῆς μέχρι τῆς πρὸς τοὺς δικαστὰς πορείας ὁ κυβερνῶν ἡμᾶς, ὥσπερ καὶ τοῦτό φησιν ὁ ἐν Φαίδωνι Σωκράτης. Καὶ μὴν καὶ ὅσοι τὸν νοῦν τὸν μερικὸν εἰς ταὐτὸν ἄγουσι τῷ λαχόντι δαίμονι τὸν ἄνθρωπον οὐ καλῶς δοκοῦσί μοι συγχεῖν τὴν νοερὰν ἰδιότητα πρὸς τὴν δαιμονίαν ὕπαρξιν. ἅπαντες γὰρ οἱ δαίμονες ἐν τῷ
20πλάτει τῶν ψυχῶν ὑφεστήκασι καὶ δεύτεροι τῶν θείων εἰσὶ ψυχῶν· ἄλλη δὲ ἡ νοερὰ τάξις τῆς ψυχικῆς καὶ οὔτε οὐσίαν ἔλαχον τὴν αὐτὴν οὔτε δύναμιν οὔτε ἐνέργειαν. ἔτι δὲ πρὸς τοῦτο κἀκεῖνο ῥητέον ὅτι νοῦ μὲν ἀπολαύουσιν αἱ ψυχαὶ τότε μόνον, ὅταν πρὸς αὐτὸν ἐπιστραφῶσι καὶ
in Alc
.

77

δέξωνται τὸ ἐκεῖθεν φῶς καὶ συνάψωσι τὴν ἑαυτῶν ἐνέργειαν ἐκείνῳ· τῆς δὲ τοῦ δαίμονος ἐπιστασίας κατὰ πᾶσαν ἡμῶν 〈τὴν〉 ζωὴν καὶ πάντα τὸν βίον καὶ τὰ ἀπὸ τῆς εἱμαρμένης πάντα καὶ τὰ ἀπὸ τῆς ὅλης προνοίας μετέχομεν. ὁ γὰρ πᾶσαν ἡμῶν τὴν ζωὴν ἰθύνων καὶ τάς τε
5αἱρέσεις ἡμῶν ἀποπληρῶν τὰς πρὸ τῆς γενέσεως καὶ τὰς τῆς εἱμαρ‐ μένης δόσεις καὶ τῶν μοιρηγετῶν θεῶν, ἔτι δὲ τὰς ἐκ τῆς προνοίας ἐλλάμψεις χορηγῶν καὶ παραμετρῶν, οὗτος ὁ δαίμων ἐστί. καὶ ὡς μὲν ψυχαὶ τοῦ νοῦ μόνον ἐξηρτήμεθα, ὡς δὲ ψυχαὶ σώματι χρώμεναι τοῦ δαίμονος δεόμεθα. διὸ καὶ ὁ Πλάτων τὸν μὲν νοῦν ‘ψυχῆς κυβερ‐
10νήτην‘ ἀποκαλεῖ (‘ψυχῆς‘ γάρ φησι ‘κυβερνήτῃ μόνῳ θεατὴ 〈νῷ〉‘), τὸν δὲ δαίμονα ἀνθρώπων ‘ἔφορον‘ καὶ ‘ἐπίτροπον‘. καὶ οὐδ’ ἂν εὕροι τις σκοπῶν ἀκριβῶς ἄλλην τινὰ μίαν πρόνοιαν προσεχῆ πάντων τῶν περὶ ἡμᾶς ἐπάρχουσαν ὡς τὴν δαιμονίαν. νοῦς γὰρ ὡς εἴπομεν ὑπὸ τῆς λογικῆς μετέχεται ψυχῆς ἀλλ’ οὐχ ὑπὸ τοῦ
15σώματος, καὶ φύσις ὑπὸ σώματος ἀλλ’ οὐχ ὑπὸ τῆς διανοίας, καὶ ἔτι ἡ λογικὴ ψυχὴ θυμοῦ καὶ ἐπιθυμίας ἄρχει ἀλλ’ οὐκέτι τῶν ἀπὸ τύχης·
in Alc
.

78

μόνος δὲ ὁ δαίμων πάντα κινεῖ, πάντα κυβερνᾷ, πάντα διακοσμεῖ τὰ ἡμέτερα. καὶ γὰρ τὸν λόγον τελειοῖ καὶ τὰ πάθη μετρεῖ καὶ τὴν φύσιν ἐμπνεῖ καὶ τὸ σῶμα συνέχει καὶ τὰ τυχαῖα χορηγεῖ καὶ τὰ εἱμαρμένα πληροῖ καὶ τὰ ἐκ τῆς προνοίας δωρεῖται· καὶ εἷς ἐστὶν οὗτος ἁπάντων
5τῶν ἐν ἡμῖν καὶ περὶ ἡμᾶς βασιλεύς, οἰακίζων ἡμῶν τὴν σύμπασαν ζωήν. Περὶ μὲν δὴ τῶν εἰληχότων ἡμᾶς δαιμόνων ἀρκεῖ καὶ ταῦτα πρὸς
τὸ παρόν· τὸ δὲ δὴ τῶν προτεθέντων ζητημάτων τρίτον ἑξῆς διέλθωμεν καὶ τὸν τρίτον λόγον περὶ τοῦ Σωκράτους δαιμονίου διαπερανώμεθα.34
10λέγεται δὴ περὶ αὐτοῦ τρία ταῦτα διαφερόντως· ἓν μὲν ὡς οὐ μόνον δαίμων ἐστίν, ἀλλὰ καὶ ὡς θεός. καὶ γὰρ ἐν τούτῳ τῷ διαλόγῳ προελθὼν λέγει σαφῶς ‘ἐπίτροπος ἐμὸς βελτίων ἐστὶν ἢ Περικλῆς ὁ σὸς θεῖος, Ἀλκιβιάδη, θεός, ὅσπερ σοί με οὐκ εἴα διαλέγεσθαι‘· τὸν αὐτὸν ἄρα δαίμονα λέγει καὶ
15θεόν, περὶ οὗ γὰρ προείρηται τὸ ‘δαιμόνιον ἐναντίωμα, οὗ σὺ τὴν δύναμιν καὶ ὕστερον πεύσῃ‘, τοῦτον ἀπεκάλεσε θεόν, ἐπεὶ καὶ οὗτός ἐστιν ὁ τῆς σιωπῆς αὐτῷ τῆς ἐν τῷ πρόσθεν χρόνῳ
in Alc
.

79

τὴν αἰτίαν παρασχών. καὶ μέντοι καὶ ἐν τῇ Ἀπολογίᾳ σαφέστερον ἐνδείκνυται περὶ τῆς τάξεως αὐτοῦ καὶ ὅτι θείαν ὑπεροχὴν ἔλαχεν ὡς ἐν τῇ δαιμονίᾳ φύσει. καὶ τοῦτο ἦν ὃ καὶ πρότερον ἐλέγομεν, ὅτι τῶν θείων ψυχῶν καὶ νοερὸν βίον ἑλομένων καὶ ἀναγωγὸν οἱ δαίμονες
5θεῖοί τινές εἰσι τοῦ παντὸς δαιμονίου γένους ὑπεριδρυμένοι καὶ τῶν θεῶν πρώτως μετέχοντες. ὡς γάρ ἐστι καὶ ἐν θεοῖς δαίμων, οὕτω καὶ ἐν δαίμοσι θεός. ἀλλ’ ἐκεῖ μὲν ἡ ὕπαρξις θεία, ἡ δ’ ἀναλογία δαιμονία, ἐν δὲ τοῖς δαίμοσι τὸ ἔμπαλιν ἡ μὲν ἰδιότης δαιμονία, ἡ δ’ ἀναλογία θεοπρεπῆ τὴν οὐσίαν ἐπιδείκνυσι· διὰ γὰρ τὴν ὑπεροχὴν τὴν πρὸς τοὺς
10ἄλλους δαίμονας καὶ θεοὶ φαντάζονται πολλάκις. εἰκότως ἄρα ὁ Σωκράτης τὸν ἑαυτοῦ δαίμονα καὶ θεὸν ἀποκαλεῖ, τῶν γὰρ πρωτίστων ἦν καὶ ἀκροτάτων δαιμόνων· διὸ καὶ τελεώτατος ἦν ὑπὸ τοιούτου προστάτου κυβερνώμενος καὶ πρὸς τοιοῦτον ἡγεμόνα καὶ φύλακα τῆς ζωῆς αὐτοῦ παραμετρῶν ἑαυτόν.
15 Ἓν μὲν δὴ τοῦτο τοιοῦτον ἐξαίρετον τῷ Σωκράτους δαιμονίῳ μεμαρτύρηκεν ὁ λόγος· δεύτερον δὲ ὅτι φωνῆς τινὸς ἀπ’ αὐτοῦ προϊούσης ἐπῃσθάνετο. καὶ γὰρ ἐν τῷ Θεάγει καὶ ἐν τῷ Φαίδρῳ ταῦτα ὑπ’ αὐτοῦ λέλεκται· ‘τοῦτο δέ ἐστι φων, τὸ ἐκ τοῦ δαιμονίου σημεῖον‘, ἐν τῷ Θεάγει φησί· καὶ πάλιν ἐν τῷ Φαίδρῳ ‘ἡνίκα
20ἔμελλον, ὠγαθ, τὸν ποταμὸν διαβαίνειν, τὸ δαι‐ μόνιον καὶ τὸ εἰωθὸς σημεῖόν μοι γίνεσθαι ἐγένετο· ἀεὶ δέ με ἐπίσχει ἃ ἂν μέλλω πράττειν· καί τινα καὶ φωνὴν ἔδοξα αὐτόθεν ἀκοῦσαι, ἥ με οὐκ ἐᾷ ἀπιέναι
in Alc
.

80

ὡς δή τι ἡμαρτηκότα εἰς τὸ θεῖον‘. τί δὴ οὖν ἐνδείκνυται ταῦτα λέγων ὁ Σωκράτης, καὶ τίς ἡ φωνὴ δι’ ἧς φησὶν αὐτῷ τὸ δαιμόνιον σημαίνειν τὴν ἑαυτοῦ βούλησιν; λεκτέον δὴ ὅτι πρώτως μὲν κατὰ τὴν ἑαυτοῦ διάνοιαν ὁ Σωκράτης καὶ τὴν τῶν ὄντων ἐπιστήμην
5ἀπήλαυε τῆς ἐπιπνοίας τοῦ δαίμονος ἀνακινούσης αὐτὸν ἐπὶ τὸν ἔρωτα τὸν θεῖον, δευτέρως δὲ καὶ ἐπὶ τοῖς κατὰ τὸν βίον πράγμασιν ἀνώρθου καὶ διεκόσμει τὴν πρόνοιαν αὐτοῦ τὴν περὶ τοὺς ἀτελεστέρους, καὶ κατ’ αὐτὴν τοῦ δαίμονος τὴν ἐνέργειαν οὐ τῇ διανοίᾳ μόνον οὐδὲ ταῖς δοξαστικαῖς δυνάμεσιν ὑπεδέχετο τὸ ἐκεῖθεν προϊὸν φῶς, ἀλλὰ καὶ τῷ
10πνεύματι, διὰ πάσης αὐτοῦ τῆς ζωῆς χωρούσης ἐξαίφνης τῆς δαιμονίας ἐλλάμψεως καὶ αὐτὴν ἤδη τὴν αἴσθησιν κινούσης. δῆλον γὰρ ὅτι τοῦ
αὐτοῦ ὄντος ἐνεργήματος ἄλλως μὲν ὁ λόγος ἀπολαύει τῆς δόσεως, ἄλλως δὲ ἡ φαντασία, ἄλλως δὲ ἡ αἴσθησις, καὶ ἕκαστον τῶν ἐν ἡμῖν ἰδίως πάσχει καὶ κινεῖται παρὰ τοῦ δαίμονος. οὐκ ἔξωθεν οὖν παθητικῶς35
15ἡ φωνὴ τῷ Σωκράτει προσέβαλλεν, ἀλλ’ ἔνδοθεν διὰ πάσης φοιτήσασα τῆς ψυχῆς ἡ ἐπίπνοια καὶ μέχρι τῶν αἰσθητικῶν ὀργάνων διαδραμοῦσα, φωνὴ τελευτῶσα ἐγίνετο, συναισθήσει μᾶλλον ἢ αἰσθήσει γνωριζομένη· τοιαῦται γὰρ αἱ τῶν ἀγαθῶν δαιμόνων καὶ τῶν θεῶν ἐλλάμψεις. Τὸ δὴ τρίτον ἐπὶ τούτοις τοῦ δαίμονος ἴδιον τοῦ Σωκράτους
20ἀνασκεψώμεθα· ‘προτρέπει μὲν‘ γὰρ ‘οὐδέποτε‘, φησίν, ‘ἀποτρέπει δὲ ἀεί‘. πάλιν δὲ καὶ τοῦτο πρὸς τὴν Σωκρατικὴν
in Alc
.

81

ζωὴν ἐπανακτέον· οὐ γὰρ κοινόν ἐστι τῶν εἰληχότων ἡμᾶς δαιμόνων, ἀλλὰ ἴδιον τῆς τοῦ Σωκράτους ἐπιστασίας. λέγομεν τοίνυν ὅτι τὸ ἀγαθοειδὲς τῆς τοῦ Σωκράτους ζωῆς καὶ τὸ κοινὸν καὶ τὸ φιλάνθρωπον καὶ τὸ ἐκκεχυμένον, ὡς αὐτός πού φησι, περὶ τὴν μετάδοσιν τῶν
5ἀγαθῶν οὐκ ἐδεῖτο τῆς ἐκ τοῦ δαίμονος προτροπῆς, ὥρμητο γὰρ ἀφ’ ἑαυτοῦ καὶ πᾶσι παρεῖχεν ἑαυτὸν ἕτοιμον εἰς τὴν κοινωνίαν τῆς ἀρίστης ζωῆς. ἐπειδὴ δὲ πολλοὶ τῶν προσιόντων ἀνεπιτήδειοι πρὸς τὴν μετάληψιν ἦσαν τῶν τῆς ἀρετῆς ἐπιτηδευμάτων καὶ τῆς ἐπιστήμης τῶν ὅλων, ἀνεχαίτιζεν αὐτὸν ὁ ἐπιτροπεύων ἀγαθὸς δαίμων τῆς περὶ τοὺς τοιού‐
in Alc
.

82

τους προνοίας· οἷον εἴ τις ἡνίοχος ἀγαθὸς ἵππον εὖ πεφυκότα πρὸς δρόμον ἐπέχοι μόνον ὅ τι δέοι τῆς ὁρμῆς, κινοίη δὲ μηκέτι, παρ’ ἑαυτοῦ πρὸς τὴν κίνησιν ἐγειρόμενον καὶ μὴ κέντρων ἡνιοχικῶν ἀλλὰ χαλινῶν δεόμενον. τοῦτο δὴ οὖν καὶ ὁ Σωκράτης ἔχων τὸ ἄφθονον περὶ
5τὰς τῶν προσιόντων εὐεργεσίας (‘ἱππέας‘ γάρ φησί τις ‘ἐς πεδίον προκαλεῖ Σωκράτη προκαλούμενος εἰς λόγους‘) εἰκότως ἐδεῖτο μᾶλλον τοῦ ἀποτρέποντος αὐτὸν μᾶλλον ἢ προτρέ‐ ποντος. αἵ τε γὰρ τῶν προσιόντων ἀνεπιτηδειότητες λανθάνουσαι τὰ πολλὰ τὴν ἀνθρωπίνην διάνοιαν τῆς δαιμονίας δέονται διακρίσεως καὶ
10αἱ τῶν καιρῶν διαγνώσεις ὑπ’ ἐκείνης μόνης ἀκριβῶς ἡμῖν ὑπαγορεύ‐ εσθαι δύνανται· μεμηχάνηνται μὲν γὰρ καὶ ἄνθρωποι πρὸς τοῦτο μεθόδους τινὰς καὶ τέχνας, ἀλλ’ ἀμυδρὰ καὶ ἡ ἐκ τούτων κατάληψις καὶ τῆς τῶν ἀγαθῶν δαιμόνων ἐνδείξεως πάμπολυ λειπομένη. πρὸς ταῦτα τοίνυν τῆς ἀνθρωπίνης διανοίας ἀστόχως ἐχούσης εἰκότως ὁ
15Σωκράτης ἀποτροπῆς ἐδεῖτο μόνον ἐν ταῖς παρὰ καιρὸν ὁρμαῖς, αὐτὸς ἀφ’ ἑαυτοῦ πρὸς τὰ ἀγαθὰ κεκινημένος. ἔστι μὲν οὖν καὶ ταῦτα ἀληθῆ περὶ τοῦ τὸν Σωκράτην προτρέπειν μὲν οὐδέποτε τὸ δαιμόνιον, ἀπο‐ τρέπειν δὲ ἀεί. μειζόνως δὲ ἔτι λεκτέον ὅτι τῶν δαιμόνων οἱ μὲν καθαρτικὴν ἔλαχον δύναμιν καὶ ἄχραντον, οἱ δὲ γεννητικήν, οἱ δὲ
20τελεσιουργόν, οἱ δὲ δημιουργικήν, καὶ ὅλως κατὰ τὰς ἰδιότητας διῄρηνται τῶν θεῶν καὶ τὰς δυνάμεις ὑφ’ ἃς ἐτάχθησαν· καὶ δὴ καὶ ὅτι κατὰ τὴν ἑαυτῶν ὕπαρξιν ἕκαστοι συλλαμβάνουσι τοῖς ὑφ’ ἑαυτῶν προνοουμένοις εἰς τὴν εὐδαίμονα ζωήν, οἱ μὲν εἰς τὴν ἐπιμέλειαν τῶν καταδεεστέρων κινοῦντες, οἱ δὲ ἀναστέλλοντες ἀπὸ τῶν πράξεων καὶ
25τῆς ἔξω ῥεπούσης ἐνεργείας. ἔοικε δὴ οὖν καὶ τὸ Σωκρατικὸν δαιμόνιον,
τοιαύτην ἰδιότητα λαχόν, καθαρτικὴν λέγω καὶ ἀχράντου ζωῆς36
in Alc
.

83

παρεκτικήν, καὶ ὑπὸ ταύτην τοῦ Ἀπόλλωνος τὴν δύναμιν τεταγμένον, τὴν τῆς καθάρσεως ὅλης μονοειδῶς προϊσταμένην, καὶ τὸν Σωκράτην τῆς πρὸς τοὺς πολλοὺς ἀνακόπτειν σχέσεως καὶ τῆς εἰς τὸ πλῆθος ἀποτεινομένης ζωῆς, περιάγειν δὲ αὐτὸν εἰς τὸ εἴσω τῆς ψυχῆς καὶ τὴν
5ἄχραντον ἀπὸ τῶν καταδεεστέρων ἐνέργειαν, καὶ διὰ τοῦτο προτρέ‐ πειν μὲν αὐτὸν οὐδέποτε, ἀποτρέπειν δὲ ἀεί. τί γάρ ἐστιν ἄλλο τὸ ἀποτρέπειν ἢ τὸ ἀναχαιτίζειν αὐτὸν ἀπὸ τῶν πολλῶν εἰς τὰ ἐκτὸς ἐνεργειῶν; τοῦτο δὲ τίνος ἐστὶν ἢ καθαρτικῆς ἰδιότητος; καί μοι δοκεῖ, καθάπερ Ὀρφεὺς ἐφίστησι τῷ βασιλεῖ Διονύσῳ τὴν μονάδα
10τὴν Ἀπολλωνιακὴν ἀποτρέπουσαν αὐτὸν τῆς εἰς τὸ Τιτανικὸν πλῆθος προόδου καὶ τῆς ἐξαναστάσεως τοῦ βασιλείου θρόνου καὶ φρουροῦσαν αὐτὸν ἄχραντον ἐν τῇ ἑνώσει, κατὰ τὰ αὐτὰ δὴ καὶ ὁ Σωκράτους δαίμων περιάγειν μὲν αὐτὸν εἰς τὴν νοερὰν περιωπήν, ἐπέχειν δὲ τῶν πρὸς τοὺς πολλοὺς συνουσιῶν. καὶ γὰρ ἀνάλογον ὁ μὲν δαίμων ἐστὶ
15τῷ Ἀπόλλωνι, ὀπαδὸς ὢν αὐτοῦ, ὁ δὲ Σωκράτους λόγος τῷ Διονύσῳ, γέννημα γάρ ἐστιν ὁ ἐν ἡμῖν νοῦς τῆς τοῦ θεοῦ τούτου δυνάμεως. Περὶ μὲν δὴ τούτων τοσαῦτα λεκτέον· ἕπεται δὲ τοῖς ἔμπροσθεν εἰπεῖν, τί δήποτέ φησιν ὁ Σωκράτης οὐκ αὐτὸ τὸ δαιμόνιον ὕστερον ἔσεσθαι τῷ νεανίσκῳ γνώριμον, ἀλλὰ τὴν δύναμιν αὐτοῦ. λέγει γὰρ
20οὕτως· ‘οὗ σὺ τὴν δύναμιν καὶ ὕστερον πεύσῃ‘. πρῶτον
in Alc
.

84

μὲν οὖν ῥητέον, ὃ καὶ ὁ θεῖος Ἰάμβλιχός φησιν, ὅτι τὰς μὲν ὑπάρξεις τῶν δαιμόνων καὶ ὅλως τῶν κρειττόνων ἡμῖν θεωρῆσαι χαλεπώτατόν ἐστι τοῖς μὴ τελέως ἐκκεκαθαρμένοις τὸν τῆς ψυχῆς νοῦν, ὅπου γε καὶ ψυχῆς οὐσίαν κατιδεῖν οὐ ῥᾴδιον παντί (μόνος γοῦν ὁ Τίμαιος ἅπασαν
5αὐτῆς τὴν οὐσίαν ἐξέφηνεν· ‘οἷον γάρ ἐστι πάντῃ πάντως θείας καὶ μακρᾶς δεῖται διηγήσεως‘, ὥς πού φησι καὶ ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης)· τὰς δὲ δυνάμεις αὐτῶν καὶ ἰδεῖν καὶ διασαφῆσαι ῥᾷον. ἀπὸ γὰρ τῶν ἐνεργειῶν, ὧν εἰσὶ προσεχῶς αἱ δυνάμεις μητέρες, καὶ αὐτῶν ἐκείνων ἐπαισθανόμεθα· μέση γὰρ ἡ δύναμίς ἐστι τῆς τε
10οὐσίας καὶ τῆς ἐνεργείας, προβαλλομένη μὲν ἀπὸ τῆς οὐσίας, ἀπο‐ γεννῶσα δὲ τὴν ἐνέργειαν. δεύτερον δὲ ὅτι καὶ ἄλλως ἡ δύναμις οἰκειοτάτη τοῖς δαίμοσίν ἐστι. πανταχοῦ γὰρ ἡ δύναμις τὸ μέσον κεκλήρωται· καὶ ἐν μὲν τοῖς νοητοῖς συνάπτει τὸν πατέρα καὶ τὸν νοῦν, ‘ἡ μὲν γὰρ δύναμις σὺν ἐκείν, νοῦς δ’ ἀπ’ ἐκείνου‘·
15ἐν δὲ τοῖς νοεροῖς τὰς ἐνεργείας συνδεῖ πρὸς τὰς οὐσίας, ἡ μὲν γὰρ ἐνέργεια γέννημα τῆς δυνάμεώς ἐστιν, ἡ δὲ οὐσία προάγει τὰς δυνάμεις ἀφ’ ἑαυτῆς. καὶ οὖν καὶ τὰ κρείττονα ἡμῶν γένη μέσα τῶν θεῶν ὄντα καὶ ἡμῶν οἰκείως σημαίνεται διὰ τῆς δυνάμεως ὡς μέσην πανταχοῦ τάξιν λαχούσης. ἔστι γὰρ ἡ μὲν ἀληθινὴ οὐσία καὶ τὸ ὄντως εἶναι παρὰ
20τοῖς θεοῖς, ἡ δὲ δύναμις ἡ ὑπουργὸς τῶν θεῶν παρὰ τοῖς δαίμοσιν, ἡ δὲ ἔξω προϊοῦσα διὰ τῆς δυνάμεως αὐτῶν ἐνέργεια καὶ ποίησις ἐν ἡμῖν. τὸ τρίτον τοίνυν καὶ τῷ νεανίσκῳ πρεπόντως ἐξυμνεῖ τὴν δαιμονίαν δύναμιν. ἦν γὰρ δὴ ὁ Ἀλκιβιάδης δυνάμεως ἐραστής· μόνον 〈οὖν〉 οὐχὶ ἤδη λέγει σαφῶς ὁ Σωκράτης ὅτι ἡ ἀληθὴς δύναμις ἐν τοῖς
in Alc
.

85

δαίμοσίν ἐστιν, ἀλλ’ οὐκ ἐν τῷ πολλῶν ἀνθρωπίσκων ἄρχειν, καὶ ὡς ἐκείνης ἐραστὴν εἶναι δεῖ τὸν μεγαλόφρονα τῆς δυνάμεως, ἀλλ’ οὐ τῆς φαινομένης. αὕτη μὲν γὰρ ἀσθενείᾳ συμμιγής ἐστι (τί γὰρ ἐν τοῖς ἐνύλοις δυνατόν, τῆς ὕλης αὐτῆς ἀδυναμίας οὔσης;) ἐκείνη δὲ37
5ἀκραιφνὴς προϋπάρχει καὶ δραστήριος πρὸ τῶν παρ’ ἡμῖν θαυμαζο‐ μένων δυνάμεων. τέταρτος αἰτίας ἀπολογισμός, ὅτι καὶ τῷ σκοπῷ τοῦ διαλόγου σύμφωνός ἐστιν ἡ μνήμη τῆς δυνάμεως. μέση γάρ ἐστιν ἡ γνῶσις ἑαυτῶν τῆς τε τῶν θείων γνώσεως καὶ τῆς εἰς τὸ ἔξω ῥεπούσης ζωῆς, διὸ καὶ ἡ ἄνοδος ἐπὶ τὴν θειοτέραν ἐνέργειαν διὰ ταύτης γίνεται
10μέσης, τῆς ἑαυτῶν γνώσεως· ἡ δὲ δύναμις τῷ μέσῳ προσήκει καὶ τὸ μέσον εἶδος τῆς ζωῆς ἐκ τῆς δυνάμεως ἀποφύεται, καθάπερ δὴ τὸ μὲν πρῶτον ἐκ τῆς ὑπάρξεως, τὸ δὲ τρίτον ἐκ τοῦ μικτοῦ. καὶ ταύτῃ τοίνυν οἰκείως ἀπὸ τῆς δυνάμεως τὸ ὅλον δαιμόνιον ἡμῖν γνωσθήσεσθαί φησιν ὁ Σωκράτης.
15 Νῦν δὲ ἐπειδὴ οὐκ ἐναντιοῦται, οὕτω προσελήλυθα· εὔελπις δέ εἰμι μηδὲ τὸ λοιπὸν ἐναντιώσεσθαι αὐτό.103 A—B. Ζητεῖν εἰώθασιν ἐν τούτοις, πῶς τὸ δαιμόνιον ὅλως ἐφῆκε τῷ Σωκράτει τὴν πρὸς τὸν Ἀλκιβιάδην συνουσίαν, μηδὲν ὠφελεῖσθαι μέλλοντα· τὸ γὰρ μάτην ἐνεργεῖν οὔτε τοῖς δαίμοσίν ἐστι προσῆκον
20οὔτε τοῖς σπουδαίοις ἀνδράσιν, ὅπου γε οὐδὲ ἡ φύσις αὐτὸ προσήκατο καίτοι γε ἄλογος οὖσα καθ’ ἑαυτήν. πῶς οὖν ἢ ὁ δαίμων ἐφῆκεν ἢ ὁ Σωκράτης κατὰ δαίμονα τῷ νεανίσκῳ προσῆλθεν, ὃν οὐδὲν ἐκ τῶν
in Alc
.

86

λόγων ὠφέλησε; τίς γὰρ ὁ τὰ μυστήρια, φασίν, ἐξορχησάμενος ἐν τῇ Πολυτίωνος οἰκίᾳ; τίς ὁ τὸν ἐπὶ Σικελίαν πλοῦν εἰσηγησάμενος; τίς ὁ τὴν πατρίδα ποιήσας ἀνάστατον καὶ Λακεδαιμονίους πείσας Δεκέλειαν ἐπιτειχίσασθαι; τίς ὁ τῶν μεγάλων ἐκείνων καὶ τραγικῶν δυστυχη‐
5μάτων Ἀθηναίοις αἴτιος, ὧν αἱ ἱστορίαι πλήρεις; ταῦτα δὴ καὶ τὰ τοιαῦτα θρυλλοῦσιν οἱ κατήγοροι τῶν λόγων τούτων καὶ κενὸν ἀνά‐ πλασμα τὴν δαιμονίαν ταύτην εἶναι νομίζοντες ἐπίπνοιαν. πρὸς οὖν ταῦτα ἀπαντῶντες λέγουσί τινες ὅτι μείζονα ἂν ὁ Ἀλκιβιάδης καὶ τούτων ἐποίησε τῶν κακῶν, εἰ μὴ καθάπερ ἐπῳδῆς τινὸς ἀλεξικάκου
10μετέσχε τῆς τοῦ Σωκράτους συνουσίας· διὰ γὰρ ταύτην ἐπέσχε μὲν τὴν παντοδαπὴν κακίαν, ἐλαττόνων δὲ αἴτιος ἐγένετο τῇ πατρίδι συμφορῶν. ἄτοπος δέ μοι δοκεῖ τῆς ἀπαντήσεως εἶναι ταύτης ὁ τρόπος· οὐ γάρ ἐστι τῆς τοῦ δαίμονος προνοίας τέλος ἡ τῶν κακῶν ἐλάττωσις, ἀλλ’ ἡ τῶν ἀγαθῶν δόσις, οὐδὲ τοῦ Σωκράτους τοῦτο ἦν τὸ ἔργον, εἰς
15βραχὺ συστέλλειν τὴν πονηρίαν, ἀλλὰ ταύτην μὲν ἐκκόπτειν τῶν συνόντων, ἀντεισφέρειν δὲ τὸ ἀγαθὸν εἰς τὰς ψυχὰς αὐτῶν. μή ποτε οὖν τὸ τοῦ Ξενοφῶντος ἀληθές, ὡς ὁ Ἀλκιβιάδης ἕως μὲν Σωκράτει συνῆν οὐδενὸς οὐδενὶ κακοῦ γέγονεν αἴτιος, ἀποστὰς δὲ τῆς τοῦ
in Alc
.

87

Σωκράτους ὁμιλίας ὑπό τε πλούτου καὶ τρυφῆς διεφθάρη καὶ παρὰ τοῦτο τηλικαῦτα ἐξήμαρτεν; ἢ καὶ τοῦτο μὲν ἀληθές, οὔπω δὲ τὴν
αἰτίαν λέγει δι’ ἣν ὁ δαίμων ἐπέτρεπε διαλεχθῆναι πρὸς αὐτὸν τῷ Σωκράτει· πάντως γὰρ οὐκ ἠγνόει τὸ δαιμόνιον ὅτι διαφθαρήσεται καὶ38
5ἐξυβρίσει χρόνου προϊόντος καὶ ἔσται περὶ τὴν πατρίδα μοχθηρός. λέγουσι δέ τινες πρὸς ταῦτα μηδὲ τῷ δαίμονι φανερὰν εἶναι τὴν ἀόριστον τοῦ ἐφ’ ἡμῖν ῥοπήν· ἄστατον γὰρ ὂν καὶ πεφυκὸς πρὸς τὸ χεῖρον καὶ πρὸς τὸ ἄμεινον μεθίστασθαι δύσγνωστόν ἐστι καὶ αὐτοῖς τοῖς δαίμοσιν. ἐμοὶ δὲ δὴ ταῦτα οὐκ ἀνεκτά, λέγεται δ’ οὖν ὅμως ὑπό
10τινων. πῶς γὰρ οὐκ ἄτοπον τῇ φύσει τῶν γνωστῶν τὰς τῶν γνώσεων ἀφορίζειν διαφοράς, ἀλλὰ μὴ τοὐναντίον ταῖς τῶν γνώσεων διαιρεῖν; καὶ τὸ μὲν αἰώνιον κατ’ οὐσίαν καὶ θεῖον καὶ γινώσκειν τὰ πάντα θείως, τὸ δὲ 〈ἀνθρώπινον〉 ἀνθρωπίνως, καὶ τὸ μὲν ἀμέριστον ἀμερίστως καὶ τὰ μεριστὰ προειληφέναι, τὸ δὲ αἰώνιον ὑπὲρ χρόνον
15καὶ τὰ ἔγχρονα, τὸ δὲ λογικὸν λογικῶς καὶ τὰ ἄλογα; δῆλον γὰρ ἐκ τούτων ὅτι καὶ τὰ ἀόριστα ὡρισμένως καὶ τὰ ἄστατα στασίμως καὶ βεβαίως οἵ τε θεοὶ γνώσονται καὶ οἱ δαίμονες. πῶς δὲ οὐχ ὁρῶμεν ὅτι πολλὰ καὶ τῶν τοῖς χείροσιν ἡμῶν ἐς γνῶσιν ἀδυνάτων ἡμῖν ἐστὶν εὔγνωστα; τὴν γὰρ τῶν καθόλου φύσιν τὰ μὲν ἄλογα γιγνώσκειν οὐ
20πέφυκεν, ἡμεῖς δὲ συναιρεῖν δυνάμεθα. τί οὖν ἔτι θαυμάζομεν εἰ καὶ ὅσων ἡμεῖς πεπλανημένην ἔχομεν ὑπόληψιν, τούτων ἀραρότως ἐστὶ τὰ κρείττονα ἡμῶν γνωστικά; οὐ γάρ ἐστι τὸ ἡμέτερον ἀσθενὲς κριτήριον τῆς ἐκείνων δυνάμεως, ὥσπερ οὐδὲ τὸ τῶν καταδεεστέρων τῆς ἡμετέρας
in Alc
.

88

φύσεως ἀλόγιστον τοῦ ἐν ἡμῖν λόγου καὶ τῆς ἡμετέρας διανοήσεως ἀνατρεπτικόν. πῶς δὲ ὅλως οὐκ ἄτοπον, στοχαστικὴν μὲν εἶναι τοῦ μέλλοντος πρόγνωσιν, ἑστῶσαν δὲ καὶ ὡρισμένην καὶ ἀνενδοίαστον ἐν μηδεμιᾷ τάξει τῶν πραγμάτων ὑφεστάναι; οὐδαμοῦ γὰρ ἡ φύσις ἀπὸ
5τῶν ἀτελῶν ἄρχεσθαι πέφυκεν οὐδὲ ἀπὸ τῶν μὴ εἱλικρινῶν οὐδὲ ἀπὸ τῶν τοῖς ἐναντίοις συμπεφυρμένων· ὁ δὲ στοχασμὸς τοῦ μέλλοντος μετέχει πως ἀγνοίας καὶ οὐκ ἔστι 〈τελεία γνῶσισ〉. ποῦ δὴ οὖν ἡ αὐτογνῶσις τοῦ μέλλοντος, ποῦ δὲ τὸ εἱλικρινές, ἀφ’ οὗ καὶ τὸ δευτέρως ὂν καὶ τὸ ἐφιέμενον ἐκείνου τὴν ὑπόστασιν ἔλαχεν;
10 Ἐπειδὴ τοίνυν αἱ τοιαῦται πᾶσαι ἀπαντήσεις σαθραὶ καὶ εὐδιάλυτοι πεφήνασι, λέγομεν ἡμεῖς ἑπόμενοι τῷ τε θείῳ Ἰαμβλίχῳ καὶ τῷ ἡμετέρῳ καθηγεμόνι τρία ταῦτα χρῆναι διαφερόντως ἐν τῇ λύσει τῆς προκειμένης ἀπορίας διασώζειν· ἓν μὲν τὸ πρέπον τῷ ἐφιέντι δαίμονι τὴν συνουσίαν, δεύτερον δὲ τὸ καθῆκον τῷ Σωκράτει τῷ καὶ πρότερον
15ὁρμήσαντι περὶ τὴν τοῦ Ἀλκιβιάδου πρόνοιαν καὶ νῦν ἀπηντηκότι πρὸς αὐτόν, τρίτον τὸ τοῦ νεανίσκου συμφέρον. δεῖν γὰρ αὐτὸν ἐκ τῆς συνουσίας ἐπιδεῖξαι ταύτης ὠφελημένον, οὐ γὰρ ἀποχρῆναι μὴ χείρω
in Alc
.

89

γεγονέναι. τοῦτο μὲν γὰρ καὶ † ὅτῳ μοχθηρῷ, τὸ καὶ χεῖρον † ἀπο‐ τελεσθῆναι, τῷ δὲ σπουδαίῳ πρέποι ἂν ἀμείνους δήπου τοὺς συνόντας ποιεῖν. ὅτι μὲν τοίνυν ὁ νεανίσκος, ἵνα ἀπὸ τῶν ἀτελεστέρων ἀρξώμεθα, καλλίων ἀποτετέλεσται, δηλοῖ καὶ τὸ Πλατωνικὸν Συμπόσιον, ὅπου δή,
5καὶ ταῦτα μεθύων, ὁ Ἀλκιβιάδης ὑπόκειται θαυμάζων μὲν τοὺς ἐν φιλοσοφίᾳ λόγους ὡς δραστηρίους καὶ ἀγριώτερον ἐχίδ‐
νης τῶν εὐφυΐᾳ διαφερουσῶν ψυχῶν ἀντιλαμβανομένους, ἐξομνύμενος δὲ καταψηφίζεσθαι ἑαυτοῦ καὶ τῆς ἑαυτοῦ ἀμαθίας, ὅταν ἀκούῃ δια‐ λεγομένου Σωκράτους, καὶ ἀποθαυμάζειν μὲν αὐτοῦ τὰ ἔνδον39
10ἀγάλματα τῶν ἀρετῶν ὡς σεμνὰ καὶ τίμια, ἄθλιον δὲ ἑαυτὸν ἡγεῖσθαι τῆς ἕξεως ἕνεκα τῆς κατὰ τὴν ψυχήν. πρὸς γὰρ ταῦτα ὠφελη‐ μένος ὑπὸ τοῦ Σωκράτους οὐ σμικρὰν οἶμαι προσθήκην ἔσχεν εἰς τὴν τῶν φυσικῶν πλεονεκτημάτων τελείωσιν. εἰ δὲ καὶ πέπρακταί τινα αὐτῷ πλημμελῆ, τὸ ἀτελὲς αἰτιώμεθα καὶ τὸ μὴ πάντῃ κατωρθωμένον τῆς ἐν
15αὐτῷ ζωῆς. οὐδὲ γὰρ τοῦτ’ ἔφαμεν ὡς σπουδαῖον αὐτὸν ἡ Σωκράτους ἀπείργασται συνουσία, ἀλλ’ ὡς ἀπώνατο † λέγειν †. ἔστω πρὸς τὸν παρόντα βίον μηδὲν αὐτῷ γεγονέναι τι διὰ τὴν συνουσίαν ἀγαθόν, ἀλλὰ
in Alc
.

90

πρός γε τὸν μέλλοντα προὔργου τι πάντως ἐγένετο. καὶ νῦν μὲν ὡς τὸ εἰκὸς ὑπὸ μοχθηρᾷ πολιτείᾳ τρεφόμενος οὐκ ἔσχε τελέως ἀπόνασθαι τῶν λόγων, πολλῶν ὄντων τῶν ἀνθελκόντων· ἀποπλήσας δὲ τὰς ἐμπλήκτους ὁρμὰς τῆς ψυχῆς καὶ ἐν γαλήνῃ τῶν τοιούτων γενόμενος
5κακῶν κατὰ σχολὴν προβάλλων τοὺς τοιούτους λόγους ὁρᾷ τὸ διάφορον τῆς ἑαυτοῦ ζωῆς πρὸς τὴν φιλόσοφον συμβουλήν. οὕτω γὰρ δὴ καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης περὶ Θρασυμάχου φησὶν ὅτι ‘εἰ καὶ πρὸς τὸ παρὸν μὴ πέπεισταί μοι, πρός γε τὸν ἔπειτα βίον εἴη ἄν τι προὔργου γεγονόσ‘. καὶ θαυμαστὸν οὐδὲν καὶ τὸν δαίμονα πρὸς τὴν ὅλην περίοδον
10ἀποβλέποντα τῶν ψυχῶν ἐφιέναι τῷ Σωκράτει διαλεχθῆναι. καθάπερ γὰρ οὖν καὶ τὰς κολάσεις ἃς ἐπάγουσιν οἱ δαίμονες οὐκ ἀξιωτέον πρὸς ἕνα βίον μόνον ἀναφέρειν ἀλλὰ πρὸς ἅπασαν τὴν περίοδον, κατὰ τὰ αὐτὰ δὴ καὶ τὰ ἀγαθὰ τὰ ἀπ’ αὐτῶν προτεινόμενα καὶ τὰς ὠφελείας εἰς τὸ ὅλον τῆς περιόδου τέλος ἀνενεκτέον. οὐ γὰρ ἐπὶ βραχὺ βλέπουσιν
15οἱ κρείττους ἡμῶν, οὐδ’ ὥσπερ ἡμεῖς οἱ ἄνθρωποι, ἀλλ’ ἅτε τοὺς βίους ἡμῶν ἐπεσκεμμένοι πάντας καὶ τὰς ὅλας περιόδους, ἐκείνων στοχαζό‐ μενοι πολλὰ δρῶσιν εἰς ἡμᾶς ὡς πρὸς ἕνα βίον ἀσύμφωνα τοῖς πολλοῖς φαινόμενα· διὸ καὶ θαυμάζεται ὑπ’ αὐτῶν εἰ κατὰ δαίμονα τὰ τοιαῦτα δίδοται. καὶ μὴν καὶ ἐκεῖνα ῥητέον πρὸς τήνδε τὴν ζήτησιν, ὅτι καὶ οἱ
20δαίμονες καὶ τῶν ἀνθρώπων οἱ σπουδαῖοι δι’ ἑαυτοὺς ἐνεργοῦσι καὶ τὸ ἐν αὐτοῖς ἀγαθόν, καὶ πράττουσιν, ἃ ἂν πράττωσι, διὰ τὸ τέλος ὅπερ ἐνεστήσαντο τούτων ἑκάτεροι τῆς ζωῆς· καὶ οἱ μὲν δαίμονες προτείνουσι τὰς τῶν ἀγαθῶν δόσεις ἀφθόνως, οἱ δὲ εὐεργετεῖν σπουδά‐
in Alc
.

91

ζουσι τοὺς συνόντας. καὶ ὥσπερ ὁ ἥλιος ἀφίησι τὸ φῶς οὐ διωρισμένως, ἀλλὰ πᾶσι τοῖς δυναμένοις ἀπολαύειν, μετέχει δὲ ὁ δυνάμενος· καὶ τοῦ μὲν ἡλίου πάντα μετέχει, τὸ δέ γε μὴ μετέχον διὰ τὴν ἀσθένειαν τὴν ἑαυτοῦ παραιτεῖται τῆς μεθέξεως· οὕτω δὴ καὶ τῶν ἀγαθῶν δαιμόνων
5ἀεὶ τὰ ἀγαθὰ διδόντων καὶ τῶν ἐκείνοις συντεταγμένων ἀνδρῶν, τὸ μὴ διατίθεσθαι κατ’ αὐτὰ συμβαίνει τοῖς ἄλλοις παρὰ τὴν αὐτῶν ἀνεπιτηδειότητα. καὶ εἰ προεγίνωσκεν οὖν ὁ δαίμων ὡς οὐ πεισθήσεται ὁ νεανίσκος, κατὰ τὴν ἑαυτοῦ ἀγαθότητα ἐνήργει τὸν Σωκράτην μὴ ἀεὶ τῆς πρὸς αὐτὸν ἀποτρέπων συνουσίας· καὶ τῷ μὲν δαίμονι καὶ οὗτος
10ὠφέληται, τῇ δὲ οἰκείᾳ αἱρέσει τῆς ὠφελείας ἀποπέπτωκεν. ἐπεὶ καὶ ὁ Πύθιος ὁ τῷ Λαΐῳ χρήσας ‘μὴ σπείρειν τέκνων ἄλοκα δαιμόνων βίᾳ‘ πάντως προῄδει τὸν Λάϊον μὴ πεισόμενον, ἀλλ’ ὡς ἀγαθὸς ὢν προὔτεινεν αὐτῷ τὴν ἀμείνω τῆς ζωῆς αἵρεσιν· καὶ ὁ Λάϊος αὐτῷ μὲν οὐχ ἥμαρτε, διὰ δὲ τὴν οἰκείαν ἄνοιαν τοῖς ὕστερον περιπετὴς40
15ἐγένετο δυστυχήμασι. καὶ τοίνυν καὶ ὁ Σω〈κράτης τοῦ καθήκοντος ἔτυχε〉· πᾶσαι γὰρ αἱ τοῦ σπουδαίου πράξεις πρὸς αὐτὸν ἔχουσι τὴν ἀναφοράν· ἐνεργήσας οὖν εὐεργετικῶς καὶ θεοπρεπῶς ἐν τῇ ἐνεργείᾳ τὸ τέλος ἔχει, καὶ εἰ μὴ τὸ ἐνδεχόμενον αὐτοῦ κατὰ τὴν ἐκτὸς ἐνέργειαν
in Alc
.

92

τετελείωται. ταῦτά μοι δοκεῖ καὶ τῷ Πλάτωνι σύμφωνα καὶ τοῖς πράγμασιν ὑπὸ τῶν ἐξηγητῶν εἰρῆσθαι πρὸς τὴν τῆς ἀπορίας διάλυσιν. Τὸ δὴ μετὰ τοῦτο τί τὸ ‘προσελήλυθα‘ σκοπήσωμεν. καὶ λέγομεν ὅτι πολλαχοῦ καὶ τὰ θειότερα δοκεῖ προσιέναι τοῖς καταδεεστέροις,
5οὐκ ἐξιστάμενα τῆς ἑαυτῶν ἕδρας ἀλλ’ ἐν ἑαυτοῖς μένοντα καὶ προσιέναι φανταζόμενα διὰ τὴν ἐπιτηδειότητα τοῦ μετέχοντος· ἐπεὶ καὶ ἐν ταῖς κλήσεσι καὶ ταῖς αὐτοψίαις προσιέναι πως ἡμῖν φαίνεται τὸ θεῖον, ἡμῶν ἐπανατεινομένων ἐπ’ αὐτό. λέγοιτο δ’ ἂν ὅτι καὶ οἷον ἀγάλματι τοῦ νοητοῦ κάλλους πρόσεισιν ὁ Σωκράτης τῷ ἐμφανεῖ
10κάλλει· θεραπευτὴς γάρ ἐστι πάσης τῆς τοῦ κάλλους σειρᾶς, καὶ ὥσπερ οἱ περὶ θεουργίαν δεινοὶ καὶ τὰς φαινομένας εἰκόνας τῶν θεῶν σέβουσιν, οὕτω δὴ καὶ ὁ τελέως ἐρωτικὸς καὶ τὸ προελθὸν ἐν ἐσχάτοις ἴνδαλμα τοῦ θείου κάλλους ὡς ἐξηρτημένον ἐκείνου μέτεισι. πρόσεισιν οὖν αὐτῷ διότι τὴν ἀγάλματος ἐπέχει τάξιν, καὶ γὰρ τοῖς ἀγάλμασι προσιέναι
15λεγόμεθα. Καὶ μὴν καὶ τὸ ‘εὔελπις‘ θαυμαστῶς μὲν αὐτῷ τὸν νεανίσκον οἰκειοῖ (τὸ γὰρ εὐελπιστίαν ἑαυτοῦ τὴν ἐκείνου προσαγορεύειν ὠφέ‐ λειαν πῶς οὐ παντάπασιν οἰκειωτικόν;) ἔχει δὲ ὅλως αὐτὸ τὸ τῆς ἐλπίδος πρᾶγμα στοχασμοῦ δεόμενον ἀπὸ τῆς τοῦ πράγματος φύσεως
in Alc
.

93

ὑπὲρ οὗ καὶ ὁ λόγος· ἄδηλον γὰρ εἰ ἐπιτρέψει καὶ αὖθις διὰ τὸ ὑποκεί‐ μενον ἄστατον ὄν. τὸ μὲν οὖν ἀμφίβολον ἐκεῖθεν, τὸ δὲ ‘εὖ‘ καὶ τὸ ἀγαθὸν ἀπὸ τῆς Σωκράτους σπουδαιότητος καὶ τῆς τοῦ δαίμονος ἀγαθότητος, ὥστε τὸ ὅλον, εὐελπιστία, διὰ μὲν τὴν τῶν προνοούντων
5ἀρετὴν ἔχει τὸ εὖ, διὰ δὲ τὴν τοῦ προνοουμένου φύσιν εὐμετάβολον οὖσαν ἀμφιβολίας ἐστὶν ἐνδεικτικόν. Ἀλλὰ πόθεν ὁ Σωκράτης ὅλως εἰς ἐλπίδα καθίστατο μὴ ἐναντιώ‐ σεσθαι τὸ δαιμόνιον εἰς τὸ λοιπόν; ἢ τὴν ἀρχὴν οὐκ ἐναντιωθέν, ἀλλ’ ἐφὲν αὐτῷ τὴν πρὸς τὸν νεανίσκον συνουσίαν, ᾤετο καὶ τὸν λοιπὸν
10χρόνον ἐφήσειν. τὸ γὰρ ὅλως ἐφεῖναι τεκμήριόν ἐστι τοῦ μὴ παντάπασιν ἀλλοτριώτατον εἶναι τὸν Ἀλκιβιάδην εἰς τὴν παρ’ αὐτοῦ σπουδήν· οὐκοῦν ὅσῳ μᾶλλον ὁ νεανίσκος ἐπιδίδωσιν ἐκ τῶν ἐν φιλοσοφίᾳ λόγων, τοσούτῳ πλέον ὑπελάμβανε καὶ τὸν δαίμονα συλλήψεσθαι αὐτῷ πρὸς τὸν ἔρωτα. δοκεῖ δέ μοι καὶ ὡς προτρεπτικὸν αὐτὸ τοῦ ἐρωμένου
15παραλαβεῖν. τὸ γὰρ κατὰ δαίμονα αὐτὸν ὑπολαμβάνειν ἀεὶ τὸν
Σωκράτην τοὺς πρὸς αὐτὸν ποιεῖσθαι λόγους ἐρρωμενέστερον αὐτὸν ἀπειργάζετο πρὸς τὴν τῆς ἀρετῆς ἐπιτήδευσιν· οἱ γὰρ λόγοι τοῦ Σωκράτους ἐπὶ ταύτην ἐποιοῦντο τὴν παράκλησιν. μέγιστον οὖν ὁρμητήριον τοῦτο τῷ Σωκράτει μεμηχάνηται πρὸς τοὺς προτρεπτικοὺς41
20λόγους, ἡ τοῦ δαιμονίου βούλησις, ἐπειδὴ κατὰ φύσιν ἅπαντες ἄνθρωποι πεπείσμεθα τὸ κατὰ δαίμονα ζῆν μακάριον εἶναι καὶ εὔδαιμον. ἐγγὺς γὰρ τῶν θεῶν ὑπάρχον τὸ δαιμόνιον γένος καὶ πρὸς τὴν θείαν ζωὴν τὰ μέγιστα συντελεῖ ταῖς ψυχαῖς· δι’ αὐτοῦ γὰρ καὶ ἡ ἄνοδος καὶ ἡ συναφὴ πρὸς θεούς.
25Σχεδὸν οὖν κατανενόηκα ἐν τούτῳ τῷ χρόνῳ σκοπούμενος ὡς πρὸς
in Alc
.

94

τοὺς ἐραστὰς ἔσχες· πολλῶν γὰρ γενομένων καὶ μεγαλοφρόνων οὐδείς ἐστιν ὃς οὐχ ὑπερβληθεὶς τῷ φρονήματι ὑπὸ σοῦ πέφευγεν. 103 B. Πολλὰ μὲν ἑώρα καὶ θαυμαστὰ ὁ Σωκράτης ἐν τῷ Ἀλκιβιάδῃ
5φυσικὰ συνθήματα τῆς πρὸς ἀρετὴν ἐπιτηδειότητος. καὶ γὰρ τὸ φαινό‐ μενον κάλλος καὶ τὸ μέγεθος σημεῖα τῆς κατὰ τὴν ψυχὴν ὑπῆρχε μεγαλουργοῦ καὶ ἁδρᾶς καὶ διαπρεποῦς ὑπεροχῆς· καὶ τούτων ἡ φύσις ἡ τοῦ ὀργάνου δημιουργικὴ τῷ φαινομένῳ σύμβολα ἄττα περιῆψεν, ἃ δὴ καὶ ὁ Σωκράτης θεώμενος ἐπιμελείας ἄξιον ὑπέλαβεν εἶναι τὸν νέον.
10καὶ τοῦτο ἦν ἄνωθεν τῶν Πυθαγορείων ἔθος, τὸ διὰ τῶν περὶ τὸ σῶμα σημείων διακρίνειν τὰς τῶν προσιόντων ἐπιτηδειότητας εἰς τὴν κρείτ‐ τονα ζωήν, ἐπειδήπερ ἡ φύσις ἡ τὰ σώματα προσπλάττουσα ταῖς ψυχαῖς προσήκοντα αὐταῖς ὄργανα ὑποτίθησι καὶ εἰκόνας αὐτῶν ἐν τοῖς σώμασι προτείνει, δι’ ὧν καὶ τὰς τῶν ψυχῶν ἰδιότητας οἱ ταῦτα
15δεινοὶ κατανοεῖν ἐκφαίνειν δύνανται. πολλὰ μὲν οὖν, ὅπερ ἔφην, καὶ διὰ τοῦ σώματος Σωκράτης ἑώρα φυσικὰ τοῦ Ἀλκιβιάδου πλεονεκτή‐
in Alc
.

95

ματα· μειζόνως δὲ αὐτὸν ἔτι καὶ τελεώτερον ἔκρινε παρεπόμενος αὐτοῦ τοῖς ἔργοις καὶ τῷ βίῳ, καὶ ὥσπερ ὁ ἀγαθὸς δαίμων τῶν τε λόγων αὐτῷ καὶ τῶν ἔργων κριτὴς γινόμενος, πῶς μὲν ἐν τῷ ἰδίῳ βίῳ, πῶς δὲ ἐν ταῖς πρὸς τοὺς ἄλλους ὁμιλίαις διαγίνεται, καὶ πότερον ἀπο‐
5δέχεται τὰ τῆς ἀρετῆς ἐπιτηδεύματα, τὰ δὲ τῆς κακίας ἀποστρέφεται, ἢ τῷ φιληδόνῳ τῆς ψυχῆς ἐνδίδωσι καὶ ῥέπει πρὸς τὸ χεῖρον καὶ ὑπὸ τῶν παθῶν ἀνδραποδίζεται. ταῦτα δὴ οὖν πάντα κατανοῶν καὶ ἀνασκοπούμενος εὗρεν αὐτὸν ἀδούλωτον ὑπὸ τῶν ὅλων ἐραστῶν, ἀνίκητον ὑπὸ τῆς φιλοχρημάτου ζωῆς, φρονήματος ἀντεχόμενον ἁδροῦ
10καὶ σμικρὰ πάντα τὰ ἀνθρώπινα νομίζοντα· καὶ ταῦτα θεασάμενος οὕτω δὴ μεταδίδωσιν αὐτῷ τῶν οἰκείων συμβουλιῶν, ἀνακαθαίρων μὲν αὐτοῦ τὰς ἐννοίας, τελειῶν δὲ αὐτοῦ τὰς φυσικὰς ἀρετάς, ἀνάγων δὲ εἰς τὴν ἐπιμέλειαν τῆς ἐλευθέρας ὄντως ζωῆς. εἰκότως δὴ οὖν φησὶν ὅτι σκοπούμενος αὐτὸν ἐν τῷ πρόσθεν χρόνῳ καὶ κατανοῶν διετέλει. δεῖ
15γὰρ τὸν ἐρωτικὸν ἀπὸ τῆς γνώσεως ἀρχόμενον οὕτω τελευτᾶν εἰς τὴν περὶ τὸν ἐρώμενον πρόνοιαν· ἀνάλογον γάρ ἐστι τῷ πολιτικῷ, πάντως δὲ οὐκ ἄδηλον ὅτι κἀκεῖνος ἀπὸ τῆς θεωρίας ἄρχεται καὶ τῆς ἐξετά‐ σεως, ἔπειθ’ οὕτω τὴν ὅλην διακοσμεῖ πολιτείαν τὰ τῆς θεωρίας
συμπεράσματα διὰ τῶν ἔργων δεικνύς. κατὰ τὰ αὐτὰ τοίνυν καὶ ὁ42
20ἐρωτικὸς γινώσκει πρότερον τὸ ἐραστόν, ὁποῖόν τί ἐστιν, ἔπειθ’ οὕτως αὐτῷ μεταδίδωσι τῆς ἑαυτοῦ προνοίας. ἀλλ’ εἰ μὲν ἦν τὸ γνωστὸν τοῦτο ἄϋλον καὶ καθαρὸν καὶ ἑστώς, εἶπεν ἂν αὐτοῦ δήπου καὶ τὴν γνῶσιν ἀραρυῖαν εἶναι καὶ ἀναμφισβήτητον· ἐπειδὴ δὲ πᾶν τοὐναντίον ἀόριστόν ἐστι καὶ ἀτελὲς καὶ δυνάμει μόνῃ, προστίθησι τῇ κατανοήσει
25τὸ ‘σχεδὸν‘ ὡς οὐ πάντῃ τὸ ἀκριβὲς ἐχούσῃ. καθάπερ γὰρ οἱ δεινοὶ
in Alc
.

96

τὰ διαλεκτικά φασι, κἂν μυρίαις προτάσεσιν ἀναγκαίαις χρήσηταί τις, μίαν δὲ ἐνδεχομένην προσλάβῃ, τὸ συμπέρασμα πάντως ὁμοιοῦται τῷ χείρονι· κατὰ τὰ αὐτὰ δὴ καὶ εἰ τὸ γνωστὸν ἔχει τι παρ’ ἑαυτῷ τῆς ὑλικῆς καὶ ἀστάτου φύσεως συμπεπλεγμένον, τὴν περὶ αὐτὸ γνῶσιν
5ἡμῶν ἀόριστον ἀπεργάζεται καὶ ἀμφίβολον. οὐ γάρ εἰσιν αἱ τῶν μὴ ἑστώτων ἀεὶ ὡσαύτως γνώσεις ἀνέλεγκτοι, ἀλλὰ διὰ τῆς εἰκασίας τὰ τοιαῦτα μόλις ἁλίσκεται· τοιοῦτον δὲ ἡ φυσικὴ ἀρετή, διότι δὴ πανταχοῦ τὸ ἀτελὲς ἅτε τῇ ὕλῃ συγγενὲς ὑπάρχον εὐμετάβλητόν ἐστι. ταύτης γοῦν ἔτι τὴν ἠθικὴν ἀρετὴν εἴποις ἂν μᾶλλον ἔχειν τὸ βέβαιον καὶ τὸ
10ἑστώς· καὶ ταύτης τὴν πολιτικήν, ἤδη μετ’ ἐπιστήμης οὖσαν· καὶ ὅσῳ δήπου πρὸς τὸ ἄναντες καὶ τὸ ὑψηλότερον μεταβαίνομεν τῶν ἀρετῶν εἶδος, τοσούτῳ πλέον εἰς τοὺς ἀνελέγκτους περὶ αὐτῶν καθιστάμεθα λόγους. τὸ δ’ αἴτιον, ὅτι τῆς νοερᾶς οὐσίας ἐγγυτέρω γινόμεθα, παρ’ ᾗ τὸ μόνιμόν ἐστι καὶ τὸ ὡρισμένον καὶ ἀεὶ ὡσαύτως ἔχον. τὸ μὲν οὖν
15σχεδὸν‘ τὴν ἀμυδρότητά μοι δοκεῖ σημαίνειν τῶν φυσικῶν ἀρετῶν· ἔσχαται γὰρ οὖσαι καὶ πόρρω τοῦ νοῦ καὶ τῇ ὕλῃ συμμιγεῖς καὶ ἀτελεῖς, ἔχουσί τι δύσγνωστον καὶ εἰκαστὸν καὶ τοῖς ἀνελέγκτοις τῆς ψυχῆς λογισμοῖς οὐχ ἁλωτόν. τὸ δὲ αὖ ‘κατανενοηκέναι‘ δηλούτω μὲν καὶ τὴν σύντονον τοῦ Σωκράτους βάσανον τῶν τοῦ νεανίσκου λόγων
20τε καὶ ἔργων, ἐνδείκνυται δὲ καὶ τὴν τοῦ χείρονος γνῶσιν καὶ τὴν εἰς
in Alc
.

97

τὸ κάτω βλέπουσαν καὶ πρὸς τὸ ἐκτὸς ἀποτεινομένην. διαφέρει δὲ τοῦ σκοπεῖσθαι καθ’ ὅσον τὸ μὲν διέξοδον ἔχει διὰ πάντων τῶν λόγων καὶ τῶν ἔργων ἐξεταστικήν, τὸ δὲ συμπέρασμά ἐστιν ἐκ τῆς διεξόδου ταύτης συνῃρηκὸς ἤδη τὴν ὅλην ἐπιτηδειότητα τοῦ νεανίσκου, τοιοῦτον
5γὰρ τὸ ‘κατανενόηκα‘. καὶ ἔχεις πάλιν ἐκ τούτων, ὅπως τὴν μὲν ἀθρόαν γνῶσιν ἅτε τοῦ νοῦ φέρουσαν ἴνδαλμα κατανόησιν προσεί‐ ρηκε, τὴν δὲ ἐξέτασιν τὴν διεξοδικὴν ἐν χρόνῳ γιγνομένην ψυχικῷ προσηγόρευσεν ὀνόματι· τὸ γὰρ σκοπεῖσθαι ψυχῆς ἐστὶ κίνησις, ὥς φησιν ὁ Ἀθηναῖος ξένος.
10 Τοιαῦτα μὲν οὖν τὰ τοῦ Σωκράτους· ὁ δ’ Ἀλκιβιάδης διατί θαύματος ἄξιος καὶ πρὸς ἐπιμέλειαν οὐκ ἀνεπιτήδειος; ὅτι, φήσω, τὸν πολὺν ἐραστὴν ἀπεσείσατο καὶ φορτικόν· ‘πολλῶν γὰρ γεγονότων‘, φησί (τοῦτο μὲν αὐτῶν τῆς ποσότητος δηλοῖ τὴν ὑπερβολήν) ‘καὶ μεγαλοφρόνων‘ (τοῦτο δὲ αὖ τῆς ποιότητός ἐστιν ἐνδεικτικόν)
15‘πάντας φυγάδας ἀπέφηνασ‘. καὶ δῆλον μέν, ὅτι τὸ μεγαλόφρον οὐκ ἔστιν ἐπὶ τούτων ἀληθινόν, ἀλλὰ φαινόμενον. ποῦ γὰρ ἂν εἴη μεγαλο‐ φροσύνη, φρονήσεως καὶ ἐπιστήμης οὐκ οὔσης; ποῦ δ’ ἂν εἴη φρόνησις, τῆς ἐπιθυμίας ἡγεμονευούσης; ἀλλ’ ἐπειδήπερ ἑλεῖν σπουδάζοντες τὸν
ἐρώμενον οἱ μὲν ἵππους, οἱ δὲ κύνας θηρατικάς, οἱ δὲ ἄλλα ἄττα43
20προσῆγον ἐκθεραπεύοντες αὐτὸν καὶ κολακεύοντες καὶ τῶν ὑπαρχόντων
in Alc
.

98

κατεφρόνουν, μεγαλόφρονες ἐπονομάζονται· καὶ ὥσπερ ἐρασταὶ κα‐ λοῦνται, τοῦ ἀληθοῦς ἔρωτος ἀποπεσόντες, οὕτω δὴ καὶ μεγαλόφρονες, τῆς ἀληθινῆς μεγαλοφροσύνης ἐστερημένοι. πάντας δὴ οὖν εἰκότως τοὺς τοιούτους ὁ Ἀλκιβιάδης ὑπερεβάλετο τῷ φρονήματι
5φύσιν γαυροτέραν τινὰ καὶ ἁδροτέραν λαχών, καὶ φυγάδας αὐτοὺς ἀπέδειξεν οὐκ ἐνεγκόντας τὸ φρόνημα αὐτοῦ τὸ ὑπέρογκον. καί μοι δοκεῖ καὶ τῷ ὀνόματι τούτῳ τοὺς φορτικοὺς ἐραστὰς περιβαλεῖν, πρῶτον μὲν ἵνα αὐξήσῃ τοῦ νεανίσκου μειζόνως τὴν κατ’ ἐκείνων ὑπεροψίαν, οἶον στρατηγικήν τινα αὐτῷ μαρτυρήσας δύναμιν κατ’
10αὐτῶν· ἔπειτα ἵνα κἀκείνων ἐμφανῆ ποιήσῃ τὴν ζωὴν κατὰ τὸ ἔσχατον μόριον τῆς ψυχῆς χαρακτηριζομένην, τὸ γὰρ δειλὸν τῇ ἐπιθυμίᾳ μάλιστα προσήκει, φυγάδες οὖν οἱ διὰ τὴν ἐπιθυμίαν καὶ τὸν ταύτης οἶστρον ἐρασταί· καὶ τρίτον ὕμνος τίς ἐστιν οὗτος τῶν ὡς ἀληθῶς ἀξιεράστων, ὅτι τοῖς πολλοῖς εἰσὶ καὶ ἀγενέσιν ἀνέραστοι. λέγει γοῦν καὶ ὁ
15Ἀντισθένους Ἡρακλῆς περί τινος νεανίσκου παρὰ τῷ Χείρωνι τρεφο‐ μένου· ‘μέγας γάρ‘ φησι ‘καὶ καλὸς καὶ ὡραῖος, οὐκ ἂν
in Alc
.

99

αὐτοῦ ἠράσθη δειλὸς ἐραστήσ‘. τοιοῦτος δὴ οὖν καὶ ὁ Ἀλκιβιάδης ἐκ τῶν προκειμένων ἀναφαίνεται· τὸ γὰρ τῶν μὲν ἀναξίων τοῦ ἔρωτος ὑπεριδεῖν, τὸν δὲ ἄξιον θαυμάσαι, πολλὴν αὐτῷ μαρτυρεῖ τὴν πρὸς τὸ καλὸν οἰκειότητα καὶ εἰς ἀρετὴν παρασκευήν. ἴσως δ’ ἄν
5τις ἐπιποθήσειε μαθεῖν τί δήποτε τὰ ὑψηλὰ φρονήματα καὶ ἁδρὰ κινεῖ τοὺς θείους ἐραστὰς καὶ σπουδῆς ἄξια εἶναι δοκεῖ. ῥητέον δὴ οὖν ὅτι τὰ τοιαῦτα ἤθη συγγένειαν ἔχειν δοκεῖ πρὸς αὐτὸ τὸ θεῖον κάλλος. τὸ γὰρ τῶν παρόντων μὲν ὑπερφρονεῖν ὡς ἐσκιαγραφημένων καὶ οὐδενὸς ἀξίων, ἄλλο δέ τι πρὸ τούτων ἐπιζητεῖν μέγα καὶ θαυμαστὸν καὶ
10ὑπερέχον τῶν πολλῶν τεκμήριόν ἐστιν ἐμφανὲς τῆς περὶ αὐτὸ τὸ καλὸν ὠδῖνος τῶν ψυχῶν. τοῦτο δὲ καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης ἐνέφηνε, τῶν ἀπ’ οὐρανοῦ κατιουσῶν ψυχῶν τὸ ἡγεμονικὸν καὶ ἁδρὸν καὶ μεγαλό‐ φρον ἐν ταῖς αἱρέσεσι τῶν βίων ἴδιον εἰπών· ἔτι γὰρ ἀπήχημα φέρουσι τῆς ἐκεῖ ζωῆς καὶ διὰ τοῦτο ταῖς δυνάμεσιν ἐπιτρέχουσι καὶ τῶν ἄλλων
15ἁπάντων ὡς μικρῶν καὶ οὐδενὸς ἀξίων ὑπερορῶσιν. ἔστι δὲ τοῦτο τὸ
in Alc
.

100

πάθος, εὖ παιδαγωγηθέν, ἀρχὴ τῆς σωτηρίας τῶν ψυχῶν. τὸ γὰρ σμικρὰ μὲν ὑπολαβεῖν τὰ ἀνθρώπινα καὶ ἀτιμάσαι τὰ παρόντα ὡς φορτικὰ καὶ εὐτελῆ καὶ οὐκ ἄξια σπουδῆς, ἐπιζητῆσαι δὲ τὸ ἐν ἐκείνῳ τῆς ζωῆς εἶδος τὸ τοῦ πλήθους ἐξῃρημένον καὶ ἄφατον τοῖς πολλοῖς ἐφόδιόν
5ἐστιν ἱκανὸν εἰς τὴν τῆς ἀρετῆς ἐπιτήδευσιν. Τὸν δὲ λόγον ᾧ ὑπερπεφρόνηκας ἐθέλω διελθεῖν. οὐδενὸς φῂς ἀνθρώπων ἐνδεὴς εἶναι εἰς οὐδέν· τὰ γὰρ ὑπάρχοντά σοι μεγάλα εἶναι, ὥστε μηδενὸς δεῖσθαι, ἀπὸ τοῦ σώματος ἀρξάμενα τελευτῶντα εἰς τὴν ψυχήν. 104 A.
10Εἰ καὶ ὁ νεανίσκος διά τινα χαυνότητα καὶ μεγαλαυχίαν ὑπερεώρα
τῶν πολλῶν περὶ αὐτὸν ἐραστῶν, ἀλλ’ ὁ Σωκράτης εἰς λόγον ἀναφέρει τὴν τοιαύτην ὑπεροψίαν, ἅμα καὶ προτρέπων αὐτὸν εἰς τὸ κατὰ λόγον ζῆν καὶ διὰ τὴν κατὰ λόγον ζωὴν ἀποσείεσθαι τὸ πλῆθος τῶν εἰκαίων ἀνθρώπων, ἵνα λόγῳ τὰ πάθη διαφεύγωμεν, ἀλλὰ μὴ παθῶν ἄλλων44
15ἄλλα ἀντικαταλλαττώμεθα. θαυμαστὸν δὲ οὐδὲν καὶ τὸν Ἀλκιβιάδην κατὰ λόγον ἐκείνων ὑπεριδεῖν. πολλαχῶς γὰρ ὁ λόγος· ἄλλος μὲν γάρ ἐστιν ὁ ἐπιστημονικὸς λόγος, ἄλλος δὲ ὁ δοξαστικός. κωλύει τοίνυν οὐδὲν κατὰ δόξαν αὐτὸν ἐνεργοῦντα ἀληθῆ καὶ ἀδιάστροφον ἄμικτον ἑαυτὸν φυλάξαι τοῖς φορτικοῖς ἐρασταῖς. ἔστιν οὖν οὐ μόνον ἔπαινος
20τοῦ νεανίσκου, ἀλλὰ καὶ προτροπὴ εἰς εὐζωΐαν· τὸ γὰρ μὴ χείρονας φαίνεσθαι τῆς τῶν ἄλλων ἀνθρώπων ὑπολήψεως ἱκανόν ἐστιν ἡμᾶς ἀνεγεῖραι πρὸς τὴν ἑαυτῶν ἐπιμέλειαν. Ἀλλὰ τί, φαίης ἄν, ὁ Σωκράτης εἰς ἔπαινον καθίησι τοῦ νεανίσκου;
in Alc
.

101

οὔτε γὰρ παρόντα ἐπαινετέον (κολακικὸν γὰρ τὸ τοιοῦτον ἔργον) οὔτε νέον (χαυνότητος γὰρ ποιητικόν) οὔτε ἐρώμενον (ἐμπόδιον γὰρ πρὸς τὸ πεῖσαι τὸν ἐρώμενον αὐτῷ προσέχειν τὸν νοῦν)· ὁ δέ γε Σωκράτης καὶ ἐρώμενον ἐπαινεῖν προτίθεται καὶ νέον καὶ παρόντα τοῖς ἐπαίνοις.
5λεκτέον τοίνυν ὅτι πᾶς οὗτος ὁ λόγος δοκεῖ μὲν ἔπαινος εἶναι τοῦ νεανίσκου καὶ ἔστι κατὰ τὸ φαινόμενον ἐγκωμιαστικός, κατηγορία δὲ μᾶλλόν ἐστι λεληθυῖα καὶ ἐσχηματισμένη. τοῦ δὲ τοιούτου τρόπου δεδέηται τῶν λόγων, πρῶτον μὲν ἐπειδὴ καὶ ἡ φυσικὴ ἀρετὴ τοιάδε τίς ἐστιν, ἐσκιαγραφημένη τις ὑπὸ τῆς φύσεως καὶ ἀτελὴς καὶ οὔτε
10ἐπαινετὴ ἁπλῶς οὔτε ψεκτή, ἀλλὰ μετέχουσά πως ἀμφοῖν, εἰκότως· καθ’ ὅσον μὲν γὰρ ἀρετή τίς ἐστι καὶ ἔσχατον ἴχνος τῆς ἀληθοῦς, ἔχει τι ἐπαινετόν, καθ’ ὅσον δ’ αὖ ἀτελής ἐστι καὶ ἔνυλος καὶ σωματοειδής, κατὰ τοσοῦτον ψεκτή. μεμίμηται γοῦν ὁ τῶν λόγων τρόπος τὴν ἰδιότητα τῆς φυσικῆς ἀρετῆς, φαινόμενον μὲν ἔχων τὸ ἐγκωμιαστικόν, ὥσπερ
15ἐκείνη τὸ ἐπαινετόν, κρυπτόμενον δὲ τοὐναντίον, ὥσπερ ἐκείνη τὸ ψεκτόν. δεύτερον δὲ καὶ ἀμφοῖν ὁ Σωκράτης ποιεῖται λόγον, τοῦ τε οἰκειώσασθαι τὸν ἐρώμενον (τί γὰρ ἄλλο ἐρωτικῷ τούτου προηγού‐ μενόν ἐστι;) καὶ τοῦ μὴ χαυνότερον ποιῆσαι καὶ πρὸς ἀρετὴν ἀνεπιτή‐ δειον. ὁ τοίνυν ἐσκιαγραφημένος οὗτος ἔπαινος οἰκειοῦται μὲν αὐτὸν
20τῷ φαινομένῳ, συστέλλει δὲ τῷ λεληθότι τῆς κατηγορίας. καὶ εἴπερ τις ἄλλος ἢ ῥητόρων ἢ συγγραφέων ἐσχημάτισε τὸν λόγον καὶ ὁ Πλάτων
in Alc
.

102

ἐν τούτοις· καὶ ἔξεστιν ἕκαστον τῶν λεγομένων βασανίζοντας δεικνύναι τῷ ἐγκωμίῳ συνυπάρχοντα τὸν τῆς ἀμαθίας ἔλεγχον, καὶ φυσικὴν μέν τινα δεικνυμένην ἐν τῷ νεανίσκῳ πρὸς τὸ καλὸν παρασκευήν, ἀτελῆ δὲ ταύτην καὶ ἀδιάρθρωτον καὶ τῆς ἀληθοῦς ἀρετῆς ἁμαρτάνουσαν.
5ἔτι δὲ καὶ κατ’ ἄλλον λόγον ὁ Σωκράτης φαινομένως ἐγκωμιάζει, κακίζει δὲ λεληθότως. πρὸ γὰρ τῶν ἀμίκτων ἐλέγχων κεκραμένους παρέχεται τοῖς ἐπαίνοις αὐτούς, κατὰ μικρὸν ἐθίζων τὸν νεανίσκον ὑποφέρειν τοὺς ἐλεγκτικοὺς λόγους. ἄρχεται δὴ οὖν ἀπὸ τῶν ἐσχημα‐ τισμένων ἐγκωμίων, τοῦτον τὸν τρόπον τὸν λόγον ἁρμοσάμενος, ἵνα
10πείσῃ καὶ τῶν ἀτοπωτέρων εὐμενῶς ἐπακοῦσαι ῥημάτων καὶ προσδέ‐ ξηται ὁ ἀκροατὴς τὸ ‘ἀμαθίᾳ γὰρ συνοικεῖς τῇ ἐσχάτῃ‘.
φορητὸν οὖν τὸ τοιοῦτον γίνεται τῶν λόγων εἶδος διὰ τῆς νῦν ἐπι‐ τετηδευμένης κράσεως. πῶς οὖν ἅπερ εἴπομεν ἐν τοῖς προκειμένοις ἔνεστι, καὶ πῶς ἡ εὐφημία συμμιγής ἐστι τοῖς ἐλέγχοις; πρῶτον μὲν45
15δὴ τὸ ‘οὐδενὸς φῄς‘, ἐν προσθήκης μοίρᾳ τοῦτο παραλαμβάνον τὸ ‘φῄς‘, ἀλλοτριοῖ μὲν ἀπὸ τοῦ Σωκράτους τὸν λόγον, ἐπ’ αὐτὸν δὲ ἐκεῖνον ἀναπέμπει πάντα τὰ ῥηθησόμενα. μονονουχὶ γὰρ τοῦτο λέγει σαφῶς, ὅτι ἀνενδεὴς εἶ, ὡς σὺ λέγεις, οὐχ ὡς ἐγώ, καὶ τάδε σοι πρόσεστι κατὰ τὴν σὴν οἴησιν, οὐ κατὰ τὴν ἐμήν. ἔστιν οὖν ἐπαινέτης
20αὐτὸς ἑαυτοῦ, πρᾶγμα φορτικὸν ποιῶν ὁ νέος. τούτου δὲ αἴτιον ἡ διπλῆ ἄγνοια· αὐτὸς γὰρ περὶ ἑαυτοῦ ἀμαθὴς ὢν οὐκ οἶδε τὴν ἑαυτοῦ κακο‐ δαιμονίαν, ἀλλ’ οἴεται εὐδαίμων εἶναι καὶ αὐτάρκης. δεύτερον τὸ τῆς
in Alc
.

103

ὑπερβολῆς μέγιστον ἔτι κατηγόρημα τοῦ λέγοντος· τὸ γὰρ ‘μηδενὸς εἰς μηδὲν δεῖσθαι‘ τῆς ἀνθρωπίνης οὐ στοχάζεται φύσεως καὶ τῆς ἀσθενείας τοῦ γένους ἡμῶν, οὐδὲ ἐννοεῖ τὸ ‘κούφων γὰρ καὶ πτηνῶν λόγων βαρυτάτη ζημία, πᾶσι γὰρ τοῖς τοιού‐
5τοις ἐπίσκοπος ἐτάχθη Δίκης Νέμεσις ἄγγελος‘. ἔδει δὴ οὖν αὐτὸν μὴ μέχρι τοσούτου μέγα φρονεῖν ὥστε τοὺς ὅρους ὑπερ‐ βαίνειν τῆς ἀνθρωπίνης φύσεως. τρίτον τὸ ‘τὰ ὑπάρχοντα μεγά‐ λα εἶναι‘ δείκνυσιν ἐπικτήτῳ μεγέθει κοσμούμενον, ἀλλ’ οὐ τῷ οἰκείῳ τῶν ψυχῶν οὐδὲ τῷ αὐτοφυεῖ. πᾶσα γὰρ ἡ φαινομένη δύναμις
10ἐν δοκήσει ψιλῇ τὸ μέγεθος ἔχει, τὸ δὲ ὄντως ὑψηλὸν καὶ μέγα καὶ ὑπερέχον ἐν αὐτῇ κεῖται τῇ ζωῇ τῶν ψυχῶν· μονοειδὴς δὲ αὕτη καὶ ἁπλῆ καὶ οὐ πεπληθυσμένη, καὶ αὐτοφυὴς ἀλλ’ οὐκ ἔξωθεν ἐνυπάρ‐ χουσα. τέταρτον τὸ ἀπὸ τοῦ σώματος ἄρχεσθαι τὰ ἀγαθ, τελευτᾶν δὲ εἰς τὴν ψυχήν, τὸ σαθρὸν αὐτῶν καὶ τὸ εἰδωλικὸν
15διασαφεῖ καὶ διελέγχει τὸν οἰόμενον εὐδαίμονα εἶναι καὶ τὴν ἀρχὴν τῶν οἰκείων ἀγαθῶν ἀπὸ τοῦ σώματος ὁρμᾶσθαι νομίζοντα. προτίθησι γὰρ οὗτος τὰ ἀναγκαῖα τῶν αἱρετῶν καὶ τὰ ἑπόμενα τῶν ἡγουμένων. ὡς γοῦν ὁ Ἀθηναῖος λέγει ξένος, θεῖα μέν ἐστι τὰ ψυχικά, ἀνθρώπινα δὲ τὰ θνητά, καὶ τὰ μὲν ἄρχειν προσήκει, τὰ δὲ ἐκείνοις ἐπακολουθεῖν·
20ὁ δὲ ἀνάπαλιν ἀπὸ τῶν σωματικῶν ἄρχεσθαί φησι τὴν ἑαυτοῦ εὐ‐ δαιμονίαν, πολλοῦ ἄρα δεῖ εἶναι εὐδαίμων καὶ ἀνενδεής. Ταῦτα μὲν οὖν ἐστί, δι’ ἅ φημι τὸν Σωκράτην φαινομένως μὲν ἐπαι‐
in Alc
.

104

νεῖν, ἀληθῶς δὲ ἐξελέγχειν τοῦ νεανίσκου τὴν ἀμαθίαν· ὅλως δὲ αὐτὸ τοῦτο ζητητέον, ἀπὸ ποίας ἐννοίας ὁ Ἀλκιβιάδης τὸ ἀνενδεὲς τοῦτο στοιχεῖον ἐτίθετο τῆς εὐδαίμονος ζωῆς. καὶ λεκτέον ὅτι τὸ αὔταρκες πρώτως ἐν αὐτοῖς ἐστὶ τοῖς θεοῖς· ἀγαθοὶ γάρ εἰσιν οἱ θεοὶ καὶ ἀγαθό‐
5τητες ὑπερούσιοι καὶ πληρώματα τῶν ὄντων ἁπάντων, δι’ οὓς καὶ τοῖς ἄλλοις πᾶσι τὸ αὔταρκες, καὶ τοῖς νοῖς καὶ ταῖς θείαις ψυχαῖς καὶ τοῖς δαίμοσι καὶ ἡμῖν· καὶ τὰ μὲν ἄλλα κατὰ μέθεξιν αὐτάρκη, θεοὶ δὲ καθ’ ὕπαρξιν. διὰ τοῦτο δὴ οὖν ἡ κοινὴ καὶ ἀδιάστροφος ἔννοια τὴν εὐδαιμονίαν τῇ αὐταρκείᾳ χαρακτηρίζει· παρ’ ὧν γὰρ τὸ εὖ, παρὰ
10τούτων καὶ τὸ αὔταρκες. καὶ ὁρᾷς δὴ πάλιν ὅπως ἐνταῦθα ὁ Ἀλκι‐ βιάδης κατορθοῖ μὲν κατὰ τὴν μείζονα, σφάλλεται δὲ κατὰ τὴν
ἐλάσσονα πρότασιν. συλλογίζεται γὰρ οὕτως· ‘ἐγὼ διὰ σῶμα καὶ γένος καὶ φίλους καὶ πλοῦτον εὐδαίμων· ὁ εὐδαίμων ἀνενδεής· ἐγώ‘ φησιν ‘ἀνενδεήσ‘. οὐκοῦν ὅτι μὲν ὁ εὐδαίμων ἀνενδεὴς ἀληθές, ὅτι δὲ αὐτὸς46
15εὐδαίμων ψευδές· τὸ γοῦν συμπέρασμα ψευδὲς διὰ τὴν ἐλάττονα. καὶ οὕτως εὑρήσεις καὶ τὸν φιλήδονον καὶ τὸν φιλοχρήματον διὰ ταύτην ψευδομένους· ὁ μὲν γὰρ ἡδονήν, ὁ δὲ χρήματα τίθεται τὸ ἀγαθόν, ὅτι δὲ πᾶν τὸ ἀγαθὸν ἐφετόν, κοινόν ἐστιν αὐτοῖς. καὶ συνελόντι φάναι, τὰς μὲν μείζους τῶν προτάσεων ἕκαστοι τιθέασιν ἀπὸ τῶν κοινῶν ἐννοιῶν
20καὶ τοῦ λόγου ταύτας προβάλλοντες, τὰς δὲ ἐλάττους ἀπὸ φαντασίας, ἀπὸ αἰσθήσεως, ἀπὸ τῶν ἀλόγων προφέρονται παθῶν. διὸ καὶ ταύταις μὲν διαφέρονται πρὸς ἀλλήλους, ἐκείναις δὲ ὁμοφρονοῦσι· τὰ μὲν γὰρ πάθη μερισμοῦ καὶ διαστάσεώς ἐστιν αἴτια ταῖς ψυχαῖς· Τιτανικὰ γάρ
in Alc
.

105

ἐστι καὶ διασπᾷ καὶ σπαράττει τὸν ἐν ἡμῖν νοῦν· ὁ δὲ λόγος κοινός ἐστι πᾶσι καὶ ἡ τοῦ λόγου προβολή, καὶ διὰ τοῦτο κοινὸς ὁ Ἑρμῆς, ἵνα δὴ καὶ ἠθικῶς αὐτοῦ ποιησώμεθα τὴν ἐξήγησιν. Οἴει γὰρ δὴ εἶναι πρῶτον μὲν κάλλιστός τε καὶ μέγιστος· καὶ
5τοῦτο μὲν δὴ παντὶ δῆλον ἰδεῖν ὅτι οὐ ψεύδῃ· ἔπειτα νεανικωτάτου γένους ἐν τῇ σεαυτοῦ πόλει, οὔσῃ μεγίστῃ τῶν Ἑλληνίδων, καὶ ἐνταῦθα πρὸς πατρός τέ σοι φίλους καὶ ξυγγενεῖς πλείστους εἶναι καὶ ἀρίστους, οἳ εἴ τι δέοι ὑπηρετοῖεν ἄν σοι, τούτων δὲ τοὺς πρὸς μητρὸς οὐδὲν χείρους οὐδ’ ἐλάττους. ξυμπάντων δὲ ὧν εἶπον μείζω
10οἴει σοι δύναμιν ὑπάρχειν Περικλέα τὸν Ξανθίππου, ὃν ὁ πατὴρ ἐπίτροπον κατέλιπε σοί τε καὶ τῷ ἀδελφῷ· ὃς οὐ μόνον ἐν τῇδε τῇ πόλει δύναται πράττειν ὅ τι ἂν βούληται, ἀλλ’ ἐν πάσῃ τῇ Ἑλλάδι καὶ τῶν βαρβάρων ἐν πολλοῖς καὶ μεγάλοις γένεσι. προσθήσω δὲ καὶ ὅτι τῶν πλουσίων· δοκεῖς δέ μοι ἐπὶ τούτῳ ἥκιστα μεγαλοφρο‐
15νεῖν. 104 A—C. Ἡ διὰ τῶν καθ’ ἕκαστα τοῦ νεανίσκου φαντασιῶν διέξοδος ἐναρ‐ γέστερον μὲν τὸν φαινόμενον ἔπαινον ποιεῖ, πληκτικώτερον δὲ τὸν
in Alc
.

106

ἔλεγχον· ἓν γὰρ εἶναι δοκεῖ τὸ κυρίως ἀγαθόν, ἅτε ἐκ τοῦ ἑνὸς ἐφῆκον καὶ ἴχνος τι φέρον τῆς οἰκείας πηγῆς· τὰ δὲ νῦν ὡς ἀγαθὰ προτεινόμενα συμπεφορημένα παραδίδοται καὶ πρὸς ἓν οὐκ ἀναφέρεται. πῶς ἂν οὖν εἴη ταῦτα τῆς αὐταρκείας αἴτια, τὰ δεόμενα τοῦ συντάττοντος αὐτὰ
5ἀλλήλοις καὶ ἑνοποιοῦντος ἑτέρου δή τινος; πάλιν τὸ μὲν αὔταρκες ἐν αὐτῷ τῷ εὐδαίμονι θεωρεῖται· τὸ γὰρ ἑαυτῷ ἀρκεῖν τοῦτ’ ἔστι, τὸ μηδὲν εἰσδέχεσθαι τῶν ἐκτός· ὁ δὲ πρὸς πάντα μᾶλλον ἀναφαίνεται βλέπων ἢ πρὸς ἑαυτόν. πρὸς γὰρ τὸ σῶμα καὶ τὸ γένος καὶ τοὺς φίλους καὶ τὸν Περικλέα βλέπει καὶ ἐν τούτοις ἔχει τὰς ἐλπίδας τῆς εὐδαιμονίας,
10αὐτὸς δὲ εἰς ἑαυτὸν οὐκ ἐπιστρέφει οὐδὲ τὴν ἑαυτοῦ ψυχὴν ὁρᾷ, ὥστε οὐδ’ ἂν αὐτάρκης εἴη· οὐ γὰρ ἑαυτῷ ἀρκεῖται, ἀλλὰ ἄλλοις τοῖς ἔξω κειμένοις· καὶ ὁ ‘μηδενὸς ἐνδεὴς‘ ἀναπέφανται πολυδεής. καὶ ὁρᾷς πάλιν τοῦτο παρ’ ἣν αἰτίαν πέπονθεν ἡ τοῦ νεανίσκου ψυχή· διὰ γὰρ τὴν πρὸς τὸ σῶμα ῥοπὴν καὶ τὸ αὑτῆς ἀγαθὸν κρίνει σωματικῶς.
15νοῦς μὲν γὰρ ἐν αὑτῷ καὶ παρ’ ἑαυτοῦ τὸ ἀγαθὸν ἔχει τὸ νοερόν, διὸ καὶ τῷ ὄντι αὐτάρκης· ἅπαν δὲ σῶμα κομίζεται παρ’ ἑτέρου τὸ ἀγαθόν, ὥσπερ καὶ τὸ εἶναι, καὶ γὰρ ἑτεροκίνητόν ἐστι κατὰ τὴν οἰκείαν φύσιν. καὶ ψυχὴ τοίνυν ἡ μὲν νῷ ὁμοιουμένη ζητεῖ τὸ ἀγαθὸν ἐν ἑαυτῇ καὶ47
in Alc
.

107

ἔστιν ὡς ἀληθῶς αὐτάρκης· ἡ δὲ σωματοειδὴς τὸ τῶν σωμάτων ὑπομένει πάθος καὶ τὸ ἀγαθὸν ἐν ἑτέροις οἴεται κεῖσθαι τὸ ἑαυτῆς, ἢ χρήμασιν ἢ φίλοις ἢ τιμαῖς ἢ ἄλλοις τισὶ τοιούτοις, ὥστε φάντασμα μὲν αὐταρ‐ κείας ἔχειν, αὐτὴν δὲ μὴ ἔχειν. τὸ γὰρ μὴ ἑαυτῷ ἀρκούμενον, ἀλλ’
5ἑτέρων ἐξηρτημένον, καὶ τούτων παντοδαπῶν καὶ ἀστάτων, οὐκ ἂν εἴη τῆς αὐτάρκους φύσεως. Ἔτι τοίνυν καὶ τῶν ῥημάτων ἕκαστον θεασώμεθα. τὸ μὲν δὴ ‘οἴει‘ πρόσκειται ἐν τοῖς ἐκκειμένοις ῥήμασιν ἱκανὸς ἔλεγχος τῆς ψευδοῦς ὑπολήψεως. τί γὰρ ἄλλο διὰ τῆς προσθήκης ἐνδείκνυται ταύτης ἢ ὅτι
10οἴει μέν, οὐ μέντοι ἔχει ταῦτα οὕτως; καὶ πρόσεστι καὶ τὸ ἀλαζονικὸν καὶ τὸ φορτικόν, αὐτὸν εἶναι τὸν κήρυκα τῆς εὐδαιμονίας, αὐτὸν τὸν κηρυττόμενον, αὐτὸν τὸν ἐπαινέτην, αὐτὸν τὸν ἐπαινούμενον. Τὸ δὲ αὖ τὸ κάλλος ἐννοεῖν τοῦ σώματος καὶ τὸ μέγεθος ὡς εἰς αὐτάρκειαν συντελοῦντα πῶς οὐκ ἀμαθές; οὐ γάρ ἐστιν ἐν αὐτῷ
15ταῦτα, ἀλλ’ ἐν τοῖς αὐτοῦ. πῶς οὖν, τῆς αὐταρκείας ἐν αὐτῷ οὔσης, τὰ μὴ ὄντα ἐν αὐτῷ συμπληροῖ τὴν αὐτάρκειαν; ὅμοιον γάρ, ὥσπερ εἴ τις τῆς σκιᾶς τὰ παθήματα συντελεῖν ἔλεγε πρὸς τὸ τοῦ σώματος ἀγαθὸν οὗ ἐστὶν ἡ σκιά. Καὶ μὲν δὴ καὶ τὸ παντὶ δῆλον εἶναι ἰδεῖν τὸ λεγόμενον
20ἀγαθὸν εὐκαταφρόνητον αὐτὸ παντελῶς ἀπέφηνε. τὸ γὰρ ἀληθινὸν ἀγαθὸν ἄγνωστόν ἐστι τοῖς πολλοῖς καὶ τοῖς ἐπιστήμοσι μόνοις κατα‐ φανές, καὶ διὰ νοήσεως ληπτὸν ἀλλ’ οὐκ αἰσθήσεως· πᾶν γὰρ τὸ αἰσθητὸν ἐν κινήσει τὴν ὑπόστασιν ἔλαχε, στοιχεῖον δὲ τοῦ ἀγαθοῦ πρὸς τοῖς ἄλλοις ἅπασι καὶ τὸ δυσκίνητόν ἐστι καὶ δυσμετάβλητον.
25Πάλιν οὐκ εἶπεν ὅτι ‘ἀληθεύεισ‘ κάλλιστος εἶναι καὶ μέγιστος οἰό‐
in Alc
.

108

μενος, ἀλλ’ ὅτι ‘οὐ ψεύδῃ‘. τὸ γὰρ ἀληθεύειν μάλιστα προσήκει τοῖς ἀΰλοις γνωστοῖς, τὸ δὲ μὴ ψεύδεσθαι ἐπὶ τῶν αἰσθητῶν καὶ διαφερόν‐ τως, ὅταν τὰ εἴδη κρατῇ τῆς ὕλης, εἴπερ ἡ ὕλη τὸ ἀληθινόν ἐστι ψεῦδος καὶ τὸ ὄντως μὴ ὄν, ὡς εἰώθασι λέγειν οἱ τοῦ Πλάτωνος
5ἐνθέως ἐξηγηταί. Καὶ μὴν καὶ τὸ ἄρχεσθαι τῶν φαινομένων ἐγκωμίων ἀπὸ τοῦ σώματος ἱκανὸς ἔλεγχός ἐστι τῆς ἀμαθίας τοῦ μέγα διὰ ταῦτα φρονοῦντος· τὸ γὰρ ἔσχατον πρῶτον τίθεται καὶ τὸ ἑπόμενον ὡς ἡγού‐ μενον παραλαμβάνει. καὶ ἅμα δῆλον ἐκ τούτων ὅτι ἡ πρώτη τῆς οἰήσεως
10αἰτία καὶ τοῦ τύφου καὶ τῆς ἀπάτης ταῖς ψυχαῖς τὸ σῶμά ἐστι καὶ ἡ ὕλη καὶ ἡ περὶ αὐτὴν εἰδωλικὴ σκιαγραφία τῶν εἰδῶν. ἐπιτρέχομεν γὰρ αὐτοῖς ὡς ἀληθέσι καὶ θαυμάζομεν αὐτὰ ὡς ὄντα καὶ μέγα φρονοῦμεν ἐπ’ αὐτοῖς ὡς τοῖς εἱλικρινέσιν ἀγαθοῖς, ἀπατώμενοι ὑπ’ αὐτῶν. καὶ ἡ πρώτη τοίνυν κάθαρσις ἀπὸ τούτων γίνεται τῶν σωματικῶν εἰδώλων,
15πρὸς ἃ καὶ ἐνδεσμεῖται πρώτως ἡ ψυχὴ κατιοῦσα εἰς τὴν γένεσιν καὶ τὴν θνητὴν φύσιν.
Ἔτι δὴ οὖν ἡ εὐγένεια, καὶ ἡ πρὸς πατρὸς καὶ ἡ πρὸς μητρός, καὶ ἡ περιβολὴ τῶν φίλων καὶ τῶν συγγενῶν οὐκ ἔστιν αὐτῆς ἀγαθὰ τῆς ψυχῆς, ἀλλὰ περὶ τὸν φαινόμενον ἄνθρωπον48
20ὁρᾶται, καὶ πολλοῖς ὑπάρχει καὶ τῶν μὴ σπουδαίων κατὰ ἦθος· οὐδὲν δέ ἐστιν ὄντως ἀγαθὸν ὃ κοινόν ἐστι πρὸς τοὺς πολλούς, ἀλλ’ ὃ μόνον ἐξαίρετόν ἐστι τῶν σπουδαίων. οὔπω τοίνυν οὐδὲ ἐν τούτοις ὁ Ἀλκιβιά‐ δης εὐδαίμων, πρὸς τῷ καὶ ἄτοπον εἶναι τὸ τὸν εὐδαίμονα τοσούτων ἐν χρείᾳ καθεστάναι φίλων καὶ συγγενῶν καὶ ἐν ταῖς ἀλλοτρίαις σχέσεσι
in Alc
.

109

καὶ ζωαῖς ὑφεστῶσαν ἔχειν τὴν εὐδαιμονίαν. εἰ δὲ ὑπηρέτας οἴεται τοὺς φίλους ἔχειν ὧν δεῖται, πάντως καὶ αὐτὸς ὁμοίως ἐστὶν ἐκείνων ὑπηρέτης· τοῖς γὰρ φίλοις ὁ αὐτός ἐστι πρὸς ἀλλήλους λόγος· οὐκ ἄρα εὐδαίμων ἐστὶν ὑπηρέτης ὢν τῶν ἄλλων. ἔτι δὲ ἡ φιλία τῶν ἀγαθῶν
5ἐστὶν ἀνθρώπων καὶ σπουδαίων, ἐν δὲ μοχθηροῖς τὸ ἦθος οὐκ ἐμφαί‐ νεται· τὸ δ’ αἴτιον, ὅτι καὶ ἡ φιλία καὶ τὸ ἀγαθὸν ἀφ’ ἑνὸς ἥκει καὶ μιᾶς αἰτίας. ὅθεν γὰρ ἑκάστῳ τῶν ὄντων ὑπάρχει τὸ ἀγαθόν, ἐκεῖθεν καὶ ἡ ἕνωσις, καὶ ὅθεν ἡ ἕνωσις, ἐκεῖθεν καὶ τὸ ἀγαθόν. ὥστε εἰ μὲν ἀγαθός ἐστιν ὁ Ἀλκιβιάδης, δύναιτο ἂν καὶ φιλίας ἄλλοις τοῖς ὁμοίοις
10κοινωνεῖν, εἰ δὲ μή ἐστιν ἀγαθός, ἄμοιρός ἐστι καὶ φιλίας ἀληθινῆς. Πρὸς δὴ τούτοις ἡ τοῦ Περικλέους δύναμις καὶ ἡ ἐπιτροπεία τῆς μὲν αὐταρκείας αὐτὸν ἀφαιρεῖται καὶ τῆς ἀνενδεοῦς ζωῆς, ἐξάπτει δὲ αὐτοῦ τὰ πράγματα τῆς ἄλλου δυναστείας· τοῦτο δὲ οὐκ ἔστιν εὐδαιμονικὸν οὐδὲ μακάριον. εἰ γὰρ δόξειε τῷ Περικλεῖ τῆς περὶ αὐτὸν
15ἀποστῆναι προνοίας, ἀφῄρηται τῆς εὐδαιμονίας ὁ Ἀλκιβιάδης. ἀλλὰ γὰρ οὐκ ἔστιν ἡ ἀληθὴς εὐδαιμονία τὰς ἀρχὰς ἐν τοῖς ἐκτὸς ἡμῶν ἔχουσα κειμένας, ἀλλ’ ἐν ἡμῖν· ὥστε καὶ εἰ τὰ μάλιστα μεγάλα δύναται Περικλῆς ἐν Ἕλλησι καὶ βαρβάροις, οὔπω διὰ τοῦτο εὐδαίμων ἐστὶν Ἀλκιβιάδης. εἰ δὲ μηδὲ ἐκεῖνος εὐδαίμων ὁ τοσοῦτον δυνάμενος, πῶς
20ἂν ἄλλῳ γίνοιτο τῆς εὐδαιμονίας αἴτιος;
in Alc
.

110

Λοιπὸν δὴ τὸ περὶ τῶν χρημάτων, ὅπερ ὡς ἐν προσθήκης μοίρᾳ παρέλαβεν ὁ Σωκράτης. σφόδρα γάρ ἐστι ψυχῶν εὐτελῶν καὶ ἀγεννῶν ἐκ τοῦ πλούτου καὶ τῆς περιουσίας κρίνειν τὴν εὐδαιμονίαν· διὸ καὶ αἱ τῶν ψυχῶν ταπεινότεραι καὶ ἐνυλότεραι τοῖς πάθεσιν ἁλίσκονται
5τοῖς τῆς φιλοχρηματίας. εἴωθε δὲ ὁ Σωκράτης καὶ ὅσα βούλεται ζηλοῦν τοὺς ἀφ’ ἑαυτοῦ τελειουμένους, ταῦτα ὡς ἤδη προειληφόσιν αὐτοῖς τὰ πλεονεκτήματα μαρτυρεῖν, προκαλούμενος αὐτοὺς εἰς τὸ μὴ χείρους ὀφθῆναι τῆς παρ’ αὐτῷ περὶ αὐτῶν ὑπολήψεως. διὸ δὴ καὶ ἐν τούτοις τῷ Ἀλκιβιάδῃ μεμαρτύρηκεν ὡς ἥκιστα μεγάλα φρονοῦντι
10διὰ χρήματα. τοῦτο δὲ καὶ ἐκ τῆς ἱστορίας δῆλον. φασὶ γὰρ αὐτὸν ἔτι παῖδα ὄντα καὶ πυθόμενον, ὅτι Ἀθηναῖοι περὶ πόρου βουλεύονται χρημάτων, ἐπιδοῦναι τῇ πόλει τάλαντα δέκα, καὶ δὴ καὶ τῶν ἐραστῶν τινὶ τὸν ἀγρὸν ἀποδομένῳ δραχμῶν ἑκατὸν παρασκευάσαι τάλαντα δέκα δοθῆναι παρὰ τῶν τὰ δημόσια τέλη μισθωσαμένων. τοῦτό γε μὴν
15τὸ καταφρονητικὸν τῶν χρημάτων τοῖς εὖ πεφυκόσιν ἔοικεν ὁ Πλάτων
15μάλιστα μαρτυρεῖν. καὶ γὰρ ἐν Θεαιτήτῳ πρὸς τοῖς ἄλλοις πλεονεκτή‐ μασι καὶ τοῦτο τῷ νεανίσκῳ μεμαρτύρηκεν· ἐπεὶ καὶ ἐν Πολιτείᾳ στοιχεῖον ἔφατο καὶ τοῦτο τῆς φιλοσόφου φύσεως εἶναι, τὸ τῶν49
in Alc
.

111

χρημάτων ὑπεροπτικόν. ἡ γὰρ πρὸς τὴν ἀρετὴν ἐπιτηδειότης ἀνθέστηκε πρὸς τὴν περὶ τὰ χρήματα πτοίαν· ὅπου γὰρ καὶ τοῦ σώματος ὑπερορᾶν δεῖ τὸν τῆς ἀρετῆς γνησίως ἀντεχόμενον, πῶς οὐ πολλῷ μᾶλλον τῶν τοῦ σώματος ὑπερφρονεῖν δεῖ τὸν τῶν ἀγαθῶν τῆς ψυχῆς ἐξηρτημένον;
5 Ταῦτα μὲν οὖν περὶ τῆς τῶν ἐλέγχων ἐν τοῖς ἐγκωμίοις τούτοις συμμίξεως ἡμῖν εἰρήσθω. πάλιν δὲ ἄνωθεν ἀρξάμενοι λέγωμεν, ἀπὸ ποίας ἐννοίας ἐπὶ τούτοις αἱ ψυχαὶ μέγα φρονοῦσι, σωμάτων κάλλεσι καὶ μεγέθεσι καὶ εὐγενείᾳ καὶ φιλίᾳ καὶ δυναστείαις. εἴδωλα γάρ ἐστι ταῦτα τῶν ἀληθινῶν ἀγαθῶν ταῖς ψυχαῖς προτεινόμενα, ὧν αἱ μὲν
10ἔμφρονες ὑπερορῶσιν, αἱ δὲ ἀνόητοι λιπαρῶς ἀντέχονται. λέγομεν τοίνυν ὅτι τὸ κάλλος καὶ τὸ μέγεθος ἐν ταῖς πρωτίσταις ἀνεφάνη τάξεσι τῶν θεῶν, τὸ μὲν ἐραστὰ πάντα τὰ θεῖα ποιοῦν καὶ ἐφετὰ τοῖς δευτέροις, τὸ δὲ ὑπερέχοντα τῶν ὅλων καὶ ἐξῃρημένα τῶν οἰκείων γεννημάτων, καὶ τὸ μὲν τῷ πέρατι συγγενὲς ὂν ὡς εἶδος εἰδῶν καὶ ὡς ἐπανθοῦν
15ἅπασι τοῖς νοητοῖς εἴδεσι, τὸ δὲ τῷ ἀπείρῳ κατὰ τὸ ἀπερίληπτον καὶ τὸ πάντα περιλαμβάνον καὶ κρατητικὸν τῶν πάντων, διὸ δὴ καὶ ἡ Διοτίμα τῷ μὲν κάλλει τὴν πρωτίστην δέδωκεν ἀξίαν, τῷ δὲ μεγέθει τὴν δευτέραν· τὸ μὲν γὰρ ἐραστὸν τὸ καλόν ἐστιν, ὁ δὲ
in Alc
.

112

ἔρως δαίμων μέγας ὁ τοῦ κάλλους πρῶτος ἐξηρτημένος. ἄνωθεν δ’ οὖν ἀπὸ τῶν πρωτίστων ἀρχῶν πρόεισι διὰ πάντων τῶν μέσων δια‐ κόσμων ἄχρι τοῦ ἐμφανοῦς κόσμου, καὶ τοῦτον ἀποτελοῦντα μέ‐ γιστον τῶν αἰσθητῶν θεῶν καὶ κάλλιστον, ὡς ὁ Τίμαιος
5λέγει. ταῦτα δὴ οὖν αἱ ψυχαὶ κατὰ τὰς αὐτοφυεῖς ἐννοίας ἐν τοῖς θείοις διαλάμπειν προειληφυῖαι καὶ τὸ ἐν τοῖς θνητοῖς σώμασι κάλλος καὶ μέγεθος τεθήπασιν ὡς ἔμφασιν ἐκείνων ἔχοντα· διὰ δὲ τὴν ἄγνοιαν ἐκείνων τῶν ἀληθινῶν ἐν τούτοις καταμένουσι καὶ ταῦτα μόνα θαυμά‐ ζουσι. τὸ δὴ δεύτερον, ἡ εὐγένεια, πρώτως ἐστὶν ἐν αὐτοῖς τοῖς θεοῖς·
10τὰ γὰρ ἀπὸ τῶν ὑψηλοτέρων αἰτίων ὑφιστάμενα κατὰ γένος ὑπερέχει τῶν ἐν τοῖς δευτέροις ἀπογεννωμένων. δηλοῖ που τοῦτο καὶ Ὅμηρος τὴν Ἥραν λέγουσαν πρὸς τὸν Δία ποιῶν·
γένος δέ μοι ἔνθεν, ὅθεν σο, καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλόμητις‘.
15ὁρᾷς γὰρ ὅτι τῆς τοῦ γένους ἀξίας ἀντιλαμβάνεται καὶ διὰ ταύτην ἴσην ἔχειν τὴν ἐπικράτειαν ἐν τῷ παντὶ βούλεται τῷ Διί. κατὰ δὴ ταύτην τὴν ἐπιβολὴν φαίης ἂν καὶ ἐν ἡμῖν τὴν λογικὴν ψυχὴν εὐγενεστέραν εἶναι τῆς ἀλόγου, διότι τὴν μὲν ὁ δημιουργὸς ὁ πρῶτος ὑπέστησε, τὴν δὲ οἱ νέοι θεοὶ παρήγαγον. τῆς δὴ τοιαύτης εὐγενείας εἴδωλόν ἐστιν ἡ
20κατὰ φυσικὴν διαδοχήν, εἰς ἣν αἱ ψυχαὶ μόνην ὁρῶσαι φρονήματος ἐμπίπλανται διακένου, μηδὲ αὐτὸ τοῦτο γινώσκουσαι τὸ ἐν Θεαιτήτῳ ῥηθέν, ὅτι θαυμαστὸν οὐδὲν ἐν τῇ ἀπείρῳ γενέσει τὸν ἐπὶ κατα‐
λόγῳ προγόνων πέντε καὶ εἴκοσι σεμνυνόμενον ἀπὸ50
in Alc
.

113

δούλων τῶν ἀνωτέρω γεγονέναι. πολλὰς γὰρ τὰ τοιαῦτα πάντα μετα‐ βολὰς ἐπιδέχεται· ἡ δὲ ἑστῶσα καὶ ἀΐδιος εὐγένεια τῶν ψυχῶν ἀπὸ τῶν θεῶν ἤρτηται περὶ οὓς ἐσπάρησαν, καὶ τῶν θείων δυνάμεων ὑφ’ ἃς ἐτάχθησαν· εὐγενέστεραι γὰρ αἱ τῶν θεῶν ὑψηλοτέρων ὀπαδοὶ καὶ
5αἱ δυνάμεων μειζόνων ἐξημμέναι κατὰ τὴν ἐν τῷ παντὶ διακλήρωσιν. τὸ δὲ αὐτὸ λέγω καὶ περὶ τῶν πόλεων. ἄνωθεν γὰρ ἡ κατὰ τοὺς κλήρους διαφορὰ διήκει καὶ μέχρι τῶν ψυχῶν· καί φαμεν τοὺς μὲν ἐμπυρίους εἶναι, τοὺς δὲ αἰθερίους, τοὺς δὲ οὐρανίους, τοὺς δὲ χθονίους θεούς, καὶ τῶν ψυχῶν τὰς μὲν τῆς ἡλιακῆς εἶναι σφαίρας, τὰς δὲ τῆς Ἑρμαϊκῆς,
10τὰς δὲ τῆς σεληνιακῆς. καὶ ἔστιν ἡ τοιαύτη κατὰ τόπους διακλήρωσις τῶν ψυχῶν ὄντως ἀξία φρονήματος, ἡ δὲ εἰς τὰς παρ’ ἡμῖν πόλεις καὶ τοὺς ἐν γῇ τόπους ἀποβλέπουσα διάκρισις ἄτοπός ἐστι καὶ χαυνότητος αἰτία ταῖς ψυχαῖς. πάλιν δὴ οὖν ἡ ἀληθινὴ φιλία καὶ τῶν θεῶν ἐστὶν αὐτῶν καὶ τῶν κρειττόνων ἡμῶν γενῶν, ἥκει δὲ καὶ εἰς ψυχὰς
15τὰς ἀγαθάς· ἡ δὲ φαινομένη φιλία κατὰ πάθος συνισταμένη φάντασμα φέρεται τῆς ἀληθοῦς, ὃ τὰς ψυχὰς παρακρούεται καὶ μέγα φρονεῖν ἐπ’ αὐτῷ παρασκευάζει. δέον δὲ γιγνώσκειν, ὅτι σεμνὸν μὲν καὶ τίμιον ἡ φιλία ἐστί, δεῖται δὲ ζωῆς θεοπρεποῦς καὶ νοερᾶς· ἐπεὶ καὶ τὴν πρώτην ἐν τοῖς θεοῖς ὑπέστη καὶ τῇ νοερᾷ ζωῇ καὶ τῷ κατὰ τὸν
20Ἐμπεδοκλέα νοητῷ θεῷ· ‘σφαῖρον‘ δὲ αὐτὸν ἐκεῖνος εἴωθεν ἀπο‐ καλεῖν. τὸ τοίνυν τῆς τοῦ Περικλέους ἐπιτροπείας πόθεν ἐξαπατᾷ τὸν
in Alc
.

114

νεανίσκον; πόθεν δὲ ἄλλοθεν ἢ τὴν τῶν ἀγαθῶν δαιμόνων τῶν κατ’ οὐσίαν προεστηκότων ἡμῶν διαφορὰν ὀνειροπολεῖ καὶ τὰς δυνάμεις ἃς ἐν τῷ κόσμῳ κεκλήρωνται, καὶ ὅτι τῶν ψυχῶν αἱ μὲν τελειότεραι τοῖς δυνατωτέροις εἰσὶν ὑποτεταγμέναι δαίμοσι καὶ σώζονται ὑπ’ ἐκείνων
5καὶ κατευθύνονται δεόντως, αἱ δὲ ἀτελέστεραι τοῖς ὑφειμένοις; ὡς γὰρ περὶ τοὺς θεοὺς κατ’ ἀξίαν ἐσπάρησαν, οὕτω καὶ ὑπὸ τοὺς δαίμονας ἐτάχθησαν κατὰ τὸ προσῆκον· καὶ ὥσπερ θεοὺς ἡγεμόνας, οὕτω καὶ δαίμονας ἐπιτρόπους ὁ δημιουργὸς καὶ πατὴρ ἐπέστησε ταῖς ψυχαῖς. διὸ καὶ ὁ Σωκράτης μικρὸν προελθὼν ‘ἐπίτροπον‘ ἑαυτοῦ
10καλέσει τὸν ἔφορον δαίμονα καὶ θεόν, μονονουχὶ λέγων τῷ νεανίσκῳ σαφῶς ὅτι οὗτός ἐστιν ὁ ἀληθινὸς ἡμῶν ἐπίτροπος ὁ τῆς εὐδαιμονίας ἡμῖν αἴτιος διὰ τὴν ἑαυτοῦ δύναμιν, ἀλλ’ οὐχὶ Περικλῆς, ἀλλ’ οὐδὲ ἀνθρώπων ἄλλος οὐδείς. Ταῦτα καὶ περὶ τούτων εἴχομεν λέγειν. ὅτι δὲ αὖ μέγας ὁ Ἀλκιβιάδης
15ἐγένετο καὶ καλός, δηλοῖ μὲν καὶ τὸ κοινὸν αὐτὸν ἐρώμενον καλεῖσθαι τῆς Ἑλλάδος ἁπάσης, δηλοῖ δὲ ὁ Ἀντισθένης εἰπὼν ὡς εἰ μὴ τοιοῦτος ἦν ὁ Ἀχιλλεύς, οὐκ ἄρα ἦν ὄντως καλός, δηλοῖ δὲ καὶ τὸ τοὺς Ἑρμᾶς πλάττεσθαι κατὰ τὸ εἶδος αὐτοῦ· καὶ ὅλως πολλὰς τοιαύτας ἡ ἱστορία δίδωσιν ἀφορμάς. καὶ μὴν καὶ ὅτι εὐγενὴς κατὰ τὴν φυσικὴν εὐγένειαν,
in Alc
.

115

καὶ τοῦτο δῆλον. ἦν γὰρ πρὸς πατρὸς μὲν Αἰακίδης, πρὸς μητρὸς δὲ
Ἀλκμαιωνίδης. καὶ δὴ καὶ Περικλῆς ὅτι δυνάστης, καὶ τοῦτο Θουκυ‐ δίδης μαρτυρεῖ, τὴν ἐκείνου πολιτείαν εἰπὼν ‘λόγῳ μὲν δημο‐ κρατίαν, ἔργῳ δὲ ἑνὸς ἀνδρὸς δυναστείαν‘. διὸ καὶ τῷ51
5Ἀλκιβιάδῃ πρὸς ἐκεῖνον ἦν ἡ ἅμιλλα· καὶ γὰρ ἤγειρεν αὐτοῦ τὸ φιλότιμον ὁ Περικλῆς, Εὔβοιαν μὲν παραστησάμενος, Σάμον δὲ κληρου‐ χήσας, καὶ Νάξον καὶ Χερρόνησον περιπλεύσας, τείχη δὲ οἰκοδομησά‐ μενος. ταῦτα δὲ πάντα φαινόμενα μέν ἐστιν ἀγαθά, μειζόνων δὲ αἴτια συμφορῶν τοῖς ἔχουσι χωρὶς φρονήσεως καὶ τῆς ἄλλης ἀρετῆς.
10 Κατὰ πάντα δὴ ταῦτα σύ τε μεγαλαυχούμενος κεκράτηκας τῶν ἐραστῶν ἐκεῖνοί τε ὑποδεέστεροι ὄντες ἐκρατήθησαν· καὶ σὲ ταῦτα οὐ λέληθεν. ὅθεν δὴ εὖ οἶδα ὅτι θαυμάζεις τί διανοούμενός ποτε οὐκ ἀπαλλάττομαι τοῦ ἔρωτος, καὶ ἥντινα ἐλπίδα ἔχων ὑπομένω τῶν ἄλλων πεφευγότων. 104 C.
15 Πάλιν καὶ διὰ τούτων ἡμῖν γινέσθω σαφές, ὅπως ὁ ἔνθεος ἐραστὴς τῷ παντὶ διέστηκε τῶν πολλῶν καὶ πανδήμων ἐραστῶν. οἱ μὲν γὰρ ὑπὸ τοῦ νεανίσκου μέγα φρονοῦντες ἐπὶ σμικροῖς κεκράτηνται, πάθεσιν ἀστειοτέροις ἡττηθέντες· ἦσαν γάρ, ὥς φησιν αὐτός, ‘ὑποδεέστεροι‘, κάτωθεν καὶ οἶον ἐκ τῆς ὕλης ὁρμώμενοι καὶ κατασπᾶν εἰς ἐκείνην τὸν
20νεανίσκον σπεύδοντες· ὁ δὲ μάταιον αὐτοῦ τὸ φρόνημα διέδειξεν εἰς τὴν ἐσχάτην ἀμαθίαν ἀναγαγὼν ἅπασαν ταύτην τὴν φαινομένην
in Alc
.

116

μεγαλοφροσύνην καὶ τὴν ἄγνοιαν τὴν ἑαυτοῦ. δηλοῖ δὲ αὐτῶν ἱκανῶς τὴν διαφορὰν καὶ τὸ ἐκείνους μὲν φυγάδας ἐπονομάζεσθαι ὡς ἐμ‐ παθεῖς καὶ ἀγεννεῖς καὶ μαλθακοὺς ἐραστάς, τοῦτον δὲ μὴ ἀπαλλάτ‐ τεσθαι τοῦ ἔρωτος, ἀλλ’ ἀνδρεῖον εἶναι καὶ σύντονον 〈καὶ〉
5ὄντως τῷ ἑαυτοῦ θεῷ παραπλήσιον. καὶ τοῦτο συνέβαινεν εἰκότως. μέση γάρ ἐστιν ἡ ψυχὴ τοῦ τε νοῦ καὶ τῆς σωματικῆς φύσεως· καὶ ὅταν μὲν εἰς νοῦν βλέπῃ καὶ τὸ ἐκεῖ καλόν, ὁ ἔρως αὐτῆς μόνιμός ἐστιν ὡς τῷ ἀκινήτῳ καὶ ἀμεταβλήτῳ δι’ ὁμοιότητος συναπτόμενος, νοῦς γὰρ ἐν αἰῶνι τήν τε οὐσίαν ἑστῶσαν ἔχει καὶ τὴν ἐνέργειαν· ὅταν δὲ εἰς τὰ
10σώματα καὶ τὸ ἐπ’ αὐτοῖς κάλλος, ἑτεροκίνητος γίνεται αὐτῆς ὁ ἔρως καὶ συμμεταβάλλει τῷ ἐραστῷ, καὶ γὰρ τὸ σῶμα τοιοῦτόν ἐστιν, ἑτεροκίνητον δήπου καὶ εὐμετάβολον. μέσην τοίνυν ἔχουσα τάξιν καὶ αὐτοκινήτως ἐπ’ ἄμφω φερομένη, τοτὲ μὲν ὁμοιοῦται τῷ ἀκινήτῳ καὶ ἀεὶ ὡσαύτως ἔχοντι, τοτὲ δὲ τῷ ἑτεροκινήτῳ καὶ ἐν μεταβολῇ παντοίᾳ
15φερομένῳ. εἰκότως οὖν ὁ μὲν ἔνθεος ἐραστής, ὁ πρὸς τὸ μόνιμον ἀνατεινόμενος καὶ ἑστὼς καλόν, μόλις ἀπαλλάττεται τοῦ ἔρωτος· οὐ γὰρ προσποιεῖται τὴν σωματικὴν ῥοήν· ὁ δὲ γηγενὴς καὶ ἔνυλος ἀναπίμπλαται τῆς ἐν γενέσει φερομένης μεταβολῆς. διὸ δὴ καὶ αὐτὸς εὐκίνητός ἐστι καὶ εὔτρεπτος, ἐπειδὴ καὶ τὸ αἴτιον αὐτῷ τοῦ ἔρωτος
20κάλλος μεταβλητὸν ὑπάρχει· θέμις δὲ οὐκ ἔστι τοῖς αἰτιατοῖς ὑπεκδρα‐
in Alc
.

117

μεῖν ποτὲ τὰ αἴτια τὰ αὑτῶν καὶ γενέσθαι κρείττω τῆς ἐκείνων φύσεως. ὅπου τοίνυν καὶ τῶν αἰτίων τεταγμένων ὄντων ἄτακτα φύεται τὰ ἀπ’
αὐτῶν καὶ ἑστώτων ἐκείνων κινούμενα καὶ ὡρισμένων ἀόριστα τὰ γινόμενά ἐστι, τί χρὴ φάναι περὶ αὐτῶν τούτων ὧν καὶ τὰ αἴτια ἄτακτα52
5καὶ εὐμετάβολα καὶ ἀόριστά ἐστιν; οὐχ ὡς πολλῷ μᾶλλον εἰς ἀοριστίαν ἀποφέρεται καὶ μεταβολὴν παντοίαν; εἰ τοίνυν τὸ αἰσθητὸν καὶ ἔνυλον κάλλος εὔτρεπτόν ἐστι καὶ εὐκίνητον, τί χρὴ φάναι περὶ τοῦ ἔρωτος ὃς ἐκ τούτου ταῖς ψυχαῖς ἐμφύεται; τοῦτο μὲν οὖν οὐκ ἂν ἄλλως ἔχοι. λεκτέον δὲ ἀπὸ τῆς αὐτῆς αἰτίας καὶ ὡς ὁ μὲν θεῖος ἔρως ἐνέργειά
10ἐστιν, ὁ δὲ ὑβριστὴς πάθος· σύστοιχος γὰρ ὁ μὲν τῷ νῷ καὶ τῷ θείῳ κάλλει, ὁ δὲ τοῖς σώμασι· προσήκει δὲ τὸ μὲν τῆς ἐνεργείας τοῖς ἀΰλοις εἴδεσι, τὸ δὲ τοῦ πάθους τοῖς ἐνύλοις, τῶν γὰρ ἀσωμάτων τὸ ποιεῖν, τῶν δὲ σωμάτων τὸ πάσχειν ἴδιον. ἀντίκεινται ἄρα οἱ ἔρωτες ἀλλήλοις, εἴπερ ὁ μὲν μόνιμός ἐστιν, ὁ δὲ εὐμετάβλητος, καὶ ὁ μὲν ἐνεργητικός,
15ὁ δὲ παθητικός, καὶ ὁ μὲν ἄϋλος, ὁ δὲ ὑλικός, καὶ ὁ μὲν ἔνθεος, ὁ δὲ ‘ὑβριστής‘· οὕτω γὰρ αὐτὸν ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης ἐπωνόμασεν, ὥσπερ οἶμαι, καὶ τὰ λόγια ‘πνιγμὸν ἔρωτος ἀληθοῦς‘. τίς οὖν αἰτία τῆς τῶν ἐρώτων τούτων ἀντιθέσεως; ἡ τῶν πραγμάτων ὕφεσις. ἄνωθεν γὰρ ἡ πρόοδος ἀρχομένη καταλήγει μέχρι τούτων ἃ
20καὶ μεταβάλλειν δύναται καὶ παρυφιστάνειν τινὰ παρατροπὴν ἑαυτοῖς.
in Alc
.

118

οἶον τὸ μὲν δίκαιον τὸ μέν ἐστι πρώτως δίκαιον καὶ αὐτοδίκαιον καὶ οὐ κατὰ μετοχὴν τοιοῦτον· τὸ δὲ ἐκείνου πρώτως μετέχον, ὃ καὶ ἀεὶ μετέχει· τὸ δὲ ποτὲ μὲν αὐτοῦ μετέχον, ποτὲ δὲ ἀποπῖπτον τῆς μεθέξεως. οὔτε γὰρ τὸ αὐτοδίκαιον ἄγονον ἔδει προεστάναι, μηδενὶ μεταδιδὸν τῆς
5οἰκείας ἰδιότητος (οὐδὲν γὰρ τῶν πρώτων τοιοῦτον, ἀλλὰ τὸ ἄγονον τῇ ὕλῃ προσήκει μόνον ὡς ἐσχάτῃ τῶν ὄντων) οὔτε, μετεχόμενον ὑπ’ ἄλλων, ὑπὸ τῶν ποτὲ μὲν μετεχόντων ἔδει μετέχεσθαι πρώτως (τῷ γὰρ ἁπλῷ καὶ ἀμεταβόλῳ τὸ σύνθετον καὶ μεταβλητὸν ἀλλοτριώτατόν ἐστι καὶ δεῖται μέσου συνδέσμου τινὸς εἰς τὴν πρὸς αὐτὸ συναφήν)
10οὔτε ὑπὸ τῶν ἀεὶ δυναμένων ἐλλάμπεσθαι μετεχόμενον ἔδει μέχρι τούτων ἱστάνειν τὴν ἑαυτοῦ δόσιν, ἵνα μὴ τὸ ἔσχατον ᾖ τὸ ἀεὶ τῶν ἀρχῶν ἐξηρτημένον. ἀνάγκη ἄρα τριχῶς τὸ αὐτοδίκαιον ὁρᾶν, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰ ἄλλα πάντα εἴδη, τὸ αὐτόκαλον, τὸ ἶσον, τὸ ὅμοιον, τῶν ἄλλων ἕκαστον, καὶ τὰ μὲν αὐτὰ καλεῖν, τὰ δὲ μετέχοντα,
15καὶ τὰς παρυποστάσεις ἐν τοῖς τρίτοις ἀπὸ τῆς ἀληθείας ὁρᾶν. οὔτε γὰρ τοῖς ἁπλοῖς παρυφίστασθαί τι δυνατὸν οὔτε τοῖς ἀεὶ μετέχουσιν· οὗ μὲν γὰρ ἡ ἁπλότης κωλύει τὴν παρυπόστασιν, οὗ δὲ ἡ ἀϊδιότης τῆς μεθέξεως. ἀνάγκη ἄρα τοῖς τρίτοις, τοῖς ποτὲ μετέχουσι, παρυφίστασθαι τὸ χεῖρον, τῷ μὲν ἐνταῦθα δικαίῳ τὸ ἄδικον, τῷ δὲ καλῷ τὸ αἰσχρόν,
in Alc
.

119

τῷ δὲ ἴσῳ τὸ ἄνισον. οὕτω τοίνυν καὶ ὁ ἔρως τριττός, ὁ μὲν αὐτὸ καὶ πρώτως, ὁ δὲ μετεχόμενος ἀϊδίως, ὁ δὲ ποτὲ μετεχόμενος. τούτῳ οὖν δὴ τῷ τρίτῳ παρυφέστηκεν ὁ ὑβριστὴς ἔρως· διὸ καὶ ἀντίκειται αὐτῷ καὶ τέλη τὰ ἐναντία προΐσταται καὶ σκοποῖς χρῆται διαφέρουσι καὶ
5ζωαῖς ἐμφύεται ταῖς ἀντικειμέναις. Ταῦτα καὶ περὶ τούτων. τί δὲ τὸ ‘καὶ σὲ ταῦτα οὐ λέληθεν‘; οὐκ ἐπιστρέφει μὲν τὸν νεανίσκον εἰς ἐξέτασιν τῶν ἐν αὐτῷ κινημάτων,
δείκνυσι δὲ ἑαυτὸν οὐ μόνον ἔνθεον ἐρωτικόν, ἀλλὰ καὶ μάντιν καὶ σοφόν, ὅλην αὐτοῦ τὴν ζωὴν ἐκφήναντα καὶ οἶον ἀνατεμόντα τὰ ἐν αὐτῷ53
10πάθη, καθάπερ οἱ δεινοὶ τῶν ἰατρῶν πρὸ τῶν ἰάσεων ταῖς ἀνατομαῖς ἐγχειροῦσιν, ἵνα τὴν φύσιν τοῦ θεραπευομένου κατανοήσωσι, ταῖς ἀναστομώσεσι χρώμενοι τῶν ἑλκῶν, ἵνα προκαλέσωνται τὸν ἐνοχλοῦντα χυμὸν καὶ ἐπιτήδειον ποιήσωσι τὸ σῶμα πρὸς τὴν ἴασιν; Ἔτι τοίνυν τὸ ‘εὖ οἶδ’ ὅτι θαυμάζεις τί διανοούμενος
15οὐκ ἀπαλλάττομαι τοῦ ἔρωτος‘ οὐχὶ συνάπτει μὲν τῇ ἀρχῇ τοῦ λόγου τὸ πέρας, ἔνδειξιν δὲ παρέχεται τῆς νοερᾶς τοῦ Σωκράτους ἐπιστήμης; τί δέ; οὐχὶ καὶ τῷ ἔρωτι προσήκων ἐστὶν ὁ τρόπος οὗτος τῆς ἑρμηνείας τῷ πάντα ἐπιστρέφοντι πρὸς τὴν ἑαυτῶν ἀρχήν; τί δέ; οὐχὶ καὶ τῇ φύσει τῶν πραγμάτων καὶ τῇ διακοσμήσει προσφορώτατος,
20εἴπερ ἅπαντα καὶ πρόεισιν ἀπὸ τοῦ πρώτου καὶ ἐπέστραπται πρὸς αὐτό; μὴ τοίνυν ἔτι θαυμάσῃς, εἰ τὸν ἐπιστήμονα λέγοιμεν ἀφομοιοῦν τοῖς πράγμασι τοὺς λόγους, ὧν εἰσὶν ἐξηγηταί· ταῦτα γὰρ ἡμῖν ἱκανῶς καὶ διὰ τούτων ὁ Σωκράτης ἐνέφηνεν.
in Alc
.

120

Εἰ δὲ πρότερον μὲν ἔλεγε τὸ ‘οἶμαί σε θαυμάζειν‘, νυνὶ δὲ τὸ ‘εὖ οἶδ’ ὅτι θαυμάζεις‘, πάντως που καὶ τοῦτο προσῆκον ἂν εἴη τῷ ἐπιστήμονι, πρὸ μὲν τῆς τῶν αἰτίων εὑρέσεως εὐλαβέστερον ἅπτεσθαι τῶν λόγων, μετὰ δὲ τὴν εὕρεσιν καὶ τὴν εἰς φῶς αὐτῶν προϊοῦσαν
5ἔκθεσιν θαρραλεώτερον· καὶ οὖν καὶ ὁ Σωκράτης, πρὶν μὲν κατασκευά‐ σαι διὰ τῶν λόγων ὅτι θαυμαστός ἐστι τῷ νεανίσκῳ, τῷ ‘οἶμαι‘ ἐχρήσατο, μετὰ δὲ τὰς ὑπομνήσεις τὰς διὰ τῶν προειρημένων τῷ ‘εὖ οἶδ’ ὅτι‘· γνώριμον γὰρ ἤδη τὸ αἴτιον τοῦ θαύματος γέγονε. Καὶ ἴσως γε, ὦ Σώκρατες, οὐκ οἶσθ’ ὅτι σμικρόν με ἔφθης. ἐγὼ
10γάρ τοι ἐν νῷ εἶχον πρότερός σοι προσελθὼν ταῦτα ἐρέσθαι, τί ποτε βούλει καὶ εἰς τίνα ἐλπίδα βλέπων ἐνοχλεῖς με ἀεί, ὅπουπερ ἂν ὦ ἐπιμελέστατα παρών· τῷ ὄντι γὰρ θαυμάζω ὅ τι ποτέ ἐστι τὸ σὸν πρᾶγμα, καὶ ἥδιστα ἂν πυθοίμην. 104 C—D. Εἴπερ που ἄλλοθι τὸ τὰς ψυχὰς εἶναι τοὺς καιροὺς τῶν
15θεραπειῶν ἀληθές ἐστιν, ὅ φησιν ὁ τῶν Ἀσκληπιαδῶν Ἱπποκράτης, καὶ ἐν ταῖς τῶν ψυχῶν ἰάσεσίν ἐστι παναληθές· καὶ γὰρ μαθημάτων μετάδοσις κατὰ καιρὸν ἐπιτελουμένη καὶ ζωῆς κάθαρσις εὐκαίρως προσαγομένη πολλαπλασίαν παρέχονται τὴν ἀφ’ ἑαυτῶν ὠφέλειαν τοῖς
in Alc
.

121

δεχομένοις. ὥσπερ οὖν οἱ θεοὶ τὰς ἰάσεις ταῖς ψυχαῖς τῶν ἁμαρτημάτων καὶ τὰς ἐπικαρπίας ἐν τοῖς προσήκουσι χρόνοις εὐτάκτως ἀπονέμοντες εὐεργετοῦσιν αὐτάς, οὕτω δὴ καὶ οἱ θεοπρεπεῖς ἄνδρες στοχάζονται δευτέρως τοῦ καιροῦ καὶ τῆς εἰς τὰ ἀτελέστερα κατὰ καιρὸν εὐποιΐας·
5θεοὶ μὲν νοερῶς καὶ θείως ἀφορίζοντες τὰ μέτρα τῶν καιρῶν, ἄνθρωποι δὲ κατ’ ἐπιστήμην αὐτὰ μεταδιώκοντες, οἱ δὲ καὶ κατὰ τὴν δαιμονίαν ἐπίπνοιαν τὴν θήραν αὐτῆς ποιούμενοι. μεγάλη γὰρ ῥοπὴ ταῖς ἐν
γενέσει ψυχαῖς τῆς ἀναμαρτήτου τῶν καιρῶν διαγνώσεως ἡ τῶν ἀγαθῶν δαιμόνων συνουσία· καὶ οὖν καὶ ὁ Σωκράτης ἐν τούτοις ὑπὸ τοῦ54
10δαιμονίου κινούμενος καὶ ὑπ’ αὐτοῦ τοῦ ἔρωτος ποδηγούμενος τὸν ἄριστον καιρὸν ἀνεῦρε τουτονὶ τῆς εἰς τὸν ἐρώμενον εὐποιΐας. ὥσπερ γὰρ τόπος ἐκ τῆς φύσεως ἑκάστῳ τῶν σωμάτων οἰκείως ἀφώρισται, οὕτω δὴ καὶ χρόνου μόρια ἄλλο ἄλλαις ἐφαρμόττει πράξεσι· καὶ ὥσπερ τοῦ ὅλου κόσμου περίοδοί τινές εἰσιν εὐγονίας αἴτιαι καὶ ἀγονίας καὶ
15ζώων καὶ φυτῶν, οὕτω δὴ καὶ ταῖς καθ’ ἕκαστον πράξεσιν ἄλλαις ἄλλος προσήκει χρόνος εἰς τελείωσιν. καὶ ὁ τοιοῦτος δὴ χρόνος καιρός ἐστι πράξεως ἑκάστης ὡς τὸ ἀγαθὸν καὶ τὸ τέλος ἐπάγων τοῖς πράττουσι καὶ αὐτοῖς τοῖς πραττομένοις. διὸ καὶ τὴν πρώτην αἰτίαν, ἀφ’ ἧς πᾶσι τὸ ἀγαθόν, οἱ Πυθαγόρειοι καιρὸν ἀπεκάλουν ὡς πᾶσι τὸ τελείοις εἶναι
20δωρουμένην. πῶς οὖν ἐν τοῖς παροῦσι κατὰ καιρὸν ἡ τοῦ Σωκράτους
in Alc
.

122

ἐπιτελεῖται συνουσία, δεδήλωκεν αὐτὸς ὁ νεανίσκος εἰπὼν ὅτι ‘σμικρόν με ἔφθης‘· καὶ γὰρ ἐγώ, φησίν, ὡρμήμην προσελθεῖν σοι καὶ περὶ τούτων ποιήσασθαι τοὺς λόγους. ἅπαντα γὰρ τὰ ὄντα τοῦτον ἀλλήλοις συνάπτεται τὸν τρόπον, καὶ πᾶσι κοινωνία τῶν ἀγαθῶν ἐπι‐
5τελεῖται πανταχοῦ, τῶν μὲν τελεσιουργῶν αἰτίων πρόχειρον ἐχόντων τὴν μετάδοσιν, τῶν δὲ μεταληψομένων ἐγηγερμένων πρὸς τὴν μέθεξιν, καὶ τῶν μὲν τὴν τελειωτικὴν δύναμιν προτεινόντων, τῶν δὲ τὴν κατ’ ἐπιτηδειότητα δύναμιν προειληφότων. διττὴ γὰρ ἡ δύναμις, ἡ μὲν τοῦ ποιοῦντος, ἡ δὲ τοῦ πάσχοντος· καὶ ἡ μὲν μήτηρ τῆς ἐνεργείας, ἡ δὲ
10ὑποδοχὴ τῆς τελειότητος. καὶ δεῖ τό τε ποιῆσον ὑπερπλῆρες εἶναι καὶ περὶ τὴν ἐνέργειαν ἕτοιμον οὕτως, ὡς, εἰ καὶ μὴ πάρεστι τὸ ὑποδεξό‐ μενον, αὐτὸ τέλειον εἶναι καὶ περὶ τὴν μετάδοσιν κεκινημένον, τό τε πεισόμενον ὀργᾶν πρὸς τὴν μέθεξιν καὶ ἑαυτὸ προσάγειν τῇ τελεσιουρ‐ γῷ δυνάμει, κἂν ἐκείνη μὴ παρῇ, διὰ τῆς ἐπιτηδειότητος τῆς ἄκρας
15ἐγηγέρθαι πρὸς τὴν μετουσίαν. διττῶν γὰρ ὄντων τῶν αἰτίων, τῶν μὲν ἀκινήτων καὶ πανταχοῦ πᾶσι παρόντων, τῶν δὲ κινουμένων καὶ ποτὲ μὲν προσιόντων τοῖς τελειουμένοις ποτὲ δὲ ἀφισταμένων, καὶ τῶν μὲν νοητῶν ὁμοίως πανταχοῦ παρόντων καὶ πᾶσιν ἐλλαμπόντων ἀεὶ καὶ ὡσαύτως τὰς ἑαυτῶν μεταδόσεις, τῶν δὲ αἰσθητῶν καὶ παρεῖναι καὶ
20ἀπεῖναι δυναμένων τοῖς μετέχουσιν αὐτῶν (ὥσπερ δὴ καὶ ὁ ἥλιος ποτὲ μὲν πάρεστι καὶ πληροῖ φωτός, ποτὲ δὲ ἄπεστιν), ὅταν μὲν ἡ ἐπιτηδειό‐
in Alc
.

123

της ᾖ τοῦ μεθέξοντος πρός τι τῶν ἀκινήτων, ἅμα τε πάρεστιν αὕτη καὶ ἡ τοῦ ποιοῦντος ἐπιτελεῖται μετάδοσις (κωλύει γὰρ ἐπὶ τούτων τὴν μετάδοσιν μόνη ἡ τῶν ὑποδεχομένων ἀνεπιτηδειότης, ἐπεὶ τά γε μετα‐ δώσοντα ἀεὶ δίδωσι καὶ πανταχοῦ ἐστὶν ὁμοίως· τὸ τοίνυν ἐπιτήδειον
5γεγονὸς μετέχει τοῦ αἰτίου λοιπὸν αὐτόθεν)· ὅταν δὲ πρός τι τῶν κινουμένων, πολλάκις καὶ τὸ δεξόμενον ἐπιτήδειόν ἐστι καὶ τὸ μετα‐ δῶσον ἄπεστι· δεῖ γὰρ καὶ τοῦτο ἐν αὐτῷ γενέσθαι, τόπου δεόμενον εἰς τὴν μετάδοσιν. ἀλλ’ οὖν, ὅπερ ἐλέγομεν, ἀνάγκη κατὰ πάσας τὰς τῶν ἀγαθῶν κοινωνίας τὰ δύο ταῦτα προϋπάρχειν, τὴν τελεσιουργὸν τοῦ
10δώσοντος δύναμιν καὶ τὴν ἄκραν ἐπιτηδειότητα τοῦ ληψομένου, καὶ
σύνδρομόν πως εἶναι τὴν τελειότητα τοῦ διδόντος τῇ ἐπιτηδειότητι τοῦ δεχομένου καὶ μετὰ τῆς συνδρομῆς ταύτης κατ’ οὐσίαν ὑπερφέρειν τὸ ποιοῦν τοῦ πάσχοντος· καὶ μὲν δὴ καὶ τὴν συνδρομὴν οὐκ εἶναι τυχαίαν (οὐ γὰρ ἀπὸ τῶν ἀτάκτων γίνεται καὶ ἀσυντάκτων, ὥσπερ τὰ κατὰ55
15τύχην συντρέχοντα ἀλλήλοις), ἀλλ’ ὅπου μὲν γίγνεσθαι κατὰ φύσιν, ὅπου δὲ κατὰ νοῦν, καὶ ὅπου μὲν ἀπὸ δαιμονίας αἰτίας, ὅπου δὲ θεόθεν ἐπιτελεῖσθαι. ταῦτα τοίνυν ἔξεστιν ὁρᾶν καὶ ἐπὶ τῆς προκειμένης ταύτης συνουσίας· ἔστι μὲν γὰρ ἐρωτικὴ καὶ ἐπιστημονικὴ τελειότης ἐν Σωκράτει πρόχειρον ἔχουσα τὴν εἰς τὸν ἐρώμενον εὐποιΐαν, ἔστι δὲ καὶ
20Ἀλκιβιάδῃ τῆς τελειώσεως ἐπιτηδειότης. διὸ καί φησι ‘σμικρόν με
in Alc
.

124

ἔφθης‘, ὡς ἂν καὶ αὐτὸς ἤδη κεκινημένος ἀφ’ ἑαυτοῦ πρὸς τὸν Σωκράτην. πρόσεισι δὲ ὁ Σωκράτης τῷ νεανίσκῳ (τῶν γὰρ κινουμένων ἦν πραγμάτων) καὶ συντρέχουσιν ἀλλήλοις ὅ τε ἐραστὴς ὁ θεῖος ἑαυτὸν ἔχων καὶ τὴν ἀφ’ ἑαυτοῦ πρόνοιαν εἰς τὸν ἐρώμενον καὶ ὁ
5ἐρώμενος ἐγείρων ἑαυτὸν εἰς τὴν τοῦ ἐραστοῦ μετουσίαν· καὶ τῆς συνδρομῆς ταύτης ὁ δαίμων ἐστὶν ἀγαθὸς ἡγεμὼν τὸν καιρὸν ἀφορίσας τῷ Σωκράτει τῆς συνουσίας. ἄνωθεν γὰρ ὁ καιρὸς ἀπὸ τῶν θείων ἀρχόμενος πρόεισιν ἄχρι τῶν ἐσχάτων, καὶ ἄλλος μὲν ὁ παρὰ τῶν θεῶν ἀφοριζόμενος, ἄλλος δὲ ὁ δαιμόνιος, ἄλλος δὲ ὁ εἱμαρμένος, ἄλλος
10δὲ ὁ τυχαῖος· ‘τύχη‘ γάρ φησι ‘καὶ καιρὸς τὰ ἀνθρώπινα διακυβερνῶσι σύμπαντα‘. διότι δὲ αὖ πανταχοῦ τὸ τελειοῦν προκατάρχει τῆς μεταδόσεως τῶν ἀγαθῶν καὶ ἀνακινεῖ πως τὸ δυνάμει πρὸς τὴν μετουσίαν, διὰ τοῦτό φησιν ὅτι ‘σμικρόν με ἔφθης‘. ἔστ’ ἂν μὲν γὰρ ἀνεπιτήδειον ᾖ τὸ ληψόμενον, πολλή τίς ἐστιν αὐτῶν
15ἡ διαφορότης· ὅταν δὲ ἐπιτήδειον γένηται, σμικρὸν φθάνει τὸ τελειοῦν δι’ ἣν εἴπομεν αἰτίαν· ὅταν δὲ ἤδη συναφθῇ ταῦτα ἀλλήλοις, τοσαύτην ἔχει πρὸς ἄλληλα κοινωνίαν ὥστε καὶ τὸ ποιοῦν ἐν τῷ πάσχοντί πως θεωρεῖσθαι καὶ τὸ πάσχον ἐν τῷ ποιοῦντι. διὸ δὴ καὶ ἐν τῇ δημιουργίᾳ τοῦ παντός τινες εἰς τὴν κοινωνίαν ταύτην ἰδόντες καὶ τὴν ὕλην αὐτὴν
20εἰς ἑαυτὴν ποιεῖν εἰρήκασι καὶ αὐτὴν τελειοῦν ἑαυτὴν κοσμουμένην, καὶ τὸ ποιοῦν ἔνυλον ἔθεντο μήτε τὸ πάσχον τοῦ ποιοῦντος μήτε τὸ ποιοῦν τοῦ πάσχοντος χωρίσαι δυνηθέντες.
in Alc
.

125

Ταῦτα μὲν δὴ περὶ τοῦ καιροῦ τῆς συνουσίας ἐκ τῶν προκειμένων ὁρμηθέντες εἴχομεν λέγειν. δοκεῖ δέ μοι διὰ τούτων ὁ νεανίσκος δύο ταῦτα μάλιστα θαυμάσαι τοῦ Σωκράτους, τήν τε ἀγαθοειδῆ βούλησιν αὐτοῦ καὶ τὴν δύναμιν τὴν προνοητικήν· ἃ δὴ καὶ ἐν ταῖς ἀρχηγικωτά‐
5ταις αἰτίαις τῶν ὄντων διαλάμπει καὶ ἐν τῇ δημιουργικῇ τάξει διαφερόντως προτίθεται καὶ τῆς ὅλης ἐξάρχει διακοσμήσεως. ‘βουλη‐ θεὶς γάρ‘ φησιν ‘ὁ θεὸς ἀγαθὰ πάντα εἶναι κατὰ δύ‐ ναμιν διεκόσμησε τὸ πᾶν‘, τῇ μὲν βουλήσει προτείνων τὸ ἀγαθὸν τοῖς ὅλοις, τῇ δὲ δυνάμει πάντα καταγωνιζόμενος καὶ πανταχοῦ διατείνων
10τὰς ἑαυτοῦ ποιήσεις. ταῦτα δὴ οὖν καὶ ὁ Σωκράτης ἀπομιμούμενος βούλησίν τε ἄφθονον προεστήσατο τῆς τελειώσεως τῶν χειρόνων καὶ δύναμιν, πανταχοῦ τῷ ἐρωμένῳ παρὼν καὶ εἰς τάξιν ἄγων αὐτὸν ἀπὸ τῆς ἀταξίας. τοῦτο οὖν θαυμάζει καὶ ὁ νεανίσκος, τί ποτε βού‐ λεται καὶ ὅπως αὐτῷ συντόνως καὶ προνοητικῶς (τοῦτο γὰρ τὸ
15ἐπιμελέστατα‘) πανταχοῦ πάρεστι. καὶ εἴπερ ἠδύνατο καὶ τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον λέγειν τι πρὸς τὸν δημιουργόν, τὰς αὐτὰς ἂν ταύτας φωνὰς ἀφῆκε· ‘τῷ ὄντι σου θαυμάζω καὶ τὴν βούλησιν τὴν ἀγαθουργὸν καὶ τὴν δύναμιν τὴν καὶ μέχρις ἐμοῦ διήκουσαν καὶ πανταχοῦ παροῦσάν μοι καὶ διακοσμοῦσάν με παντα‐56
in Alc
.

126

χόθεν‘. δαιμόνιον οὖν τοῦτο καὶ θεῖον τῷ Σωκράτει μαρτυρεῖ καὶ τοῖς πάντα ἑαυτῶν πεπληρωκόσιν ὅμοιον, τὸ μηδένα καιρὸν μηδὲ τόπον ἔρημον ἀφιέναι τῆς περὶ τὸν ἐρώμενον προνοίας. διὸ καὶ εἰκότως ἐπήνεγκεν ἐκεῖνος, ὅτι δὴ τῷ ὄντι θαυμάζει τὸ κατ’ αὐτὸν καὶ
5οὐκ ‘οἴεσθαι‘ δεῖ τοῦτο, καθάπερ ἔλεγεν ὁ Σωκράτης, ἀλλὰ πεπεῖσθαι. Πάλιν τοίνυν τὸ μὲν ‘ἴσως οὐκ οἶσθα‘ καὶ μιμεῖται τὴν ἀρχὴν τῶν Σωκρατείων λόγων καὶ τὴν ὕφεσιν ἐνδείκνυται τὴν ἐν τῷ νεανίσκῳ πρὸς τὸν καθηγούμενον τῆς συνουσίας. τὸ μὲν γὰρ ‘ἴσως‘ ἔοικε τῷ
10οἶμαί σε θαυμάζειν‘, τὸ δὲ ‘οὐκ οἶσθα‘ τῆς ἐπιστήμης ἀπο‐ λιμπάνεται τοῦ Σωκράτους· ᾔδει γὰρ ἐκεῖνος ὅτι θαῦμα τῷ νεανίσκῳ κεκίνηκε. Τὸ δὲ ἐν νῷ ἔχειν προσελθεῖν αὐτῷ πάνυ σφόδρα δεδήλωκεν ὅτι διὰ νοῦ πρὸς τὸν ἔνθεον ἐραστὴν ἡμῖν ἡ συναφή, καθάπερ δὴ διὰ
15τῶν παθῶν πρὸς τὸν φορτικόν. καὶ γὰρ νοῦς μὲν εἰς θεὸν ἄγει τὴν ψυχήν, πάθος δὲ εἰς ὕλην. Τὸ δὲ ‘τί ποτε βούλει‘ σημαίνειν ἔοικεν ὅτι τὸ μὲν ὄντως ἀγαθόν, ὃ καὶ βουλητόν ἐστιν, ἄγνωστον καὶ ἄβατον τοῖς ὄμμασι τῶν πολλῶν· τὸ δὲ δοκοῦν εἶναι ἀγαθὸν πᾶσι πρόκειται εἰς θέαν. διὸ τὸ μὲν
20Σωκράτους ἄδηλόν ἐστι τῷ νεανίσκῳ τέλος, τὸ δὲ ἐν αὐτῷ ἀγαθὸν ‘παντὶ δῆλον‘ ἐλέγετο παρὰ τοῦ Σωκράτους. Τὸ δὲ ‘ἐνοχλεῖς με‘ οὐκ ἔστι τοιοῦτον οἷον τὸ πρόσθεν εἰρημένον τὸ ‘δι’ ὄχλου ἐγένοντό σοι‘· ἀλλ’ ὥς φησιν ὁ θεῖος Ἰάμβλιχος,
in Alc
.

127

ἶσον δύναται τῷ ‘εἰς ἀπορίαν με καταβάλλεις ζητοῦντα τὴν αἰτίαν καὶ τὸ τέλος τῆς σιωπῆς καὶ τῆς συντόνου ταύτης παρακολουθήσεωσ‘. καὶ γάρ ἐστιν ὄντως τὸ ἀπορεῖν δεσμός τις τῆς ἀπορούσης ψυχῆς καὶ κώλυσις τῆς ἐνεργείας καὶ οἷον ὄχλησις.
5 Τὸ δὲ ἥδιστα ἂν πυθέσθαι τὴν τοῦ ἀντέρωτος ἤδη προφαίνει δύναμιν· τὸ γὰρ ἐπιστρέφειν τὸ χεῖρον εἰς τὸ βέλτιον καὶ ὀρέγεσθαι τῆς ἐκείνου συνουσίας ἀρχή τίς ἐστι καὶ οἶον ἐμπύρευμα τοῦ ἀντέρωτος. καὶ ὁρᾷς πάλιν ὅτι τοῖς μὲν φορτικοῖς ἐρασταῖς συνὼν οὐ καθ’ ἡδονὴν ἐλέγετο συνεῖναι, ἀλλὰ δι’ ὄχλου αὐτῷ ἐγίνοντο, τῷ δὲ
10Σωκράτει πρόσεισι μεθ’ ἡδονῆς. τοῦτο δὲ ἐνδείκνυταί που τὴν μὲν εἰς ὕλην ῥέπουσαν ζωὴν ἀσχάλλειν καὶ λυπεῖσθαι διὰ τὰ ἐκεῖθεν ἐμπόδια, τὴν δὲ εἰς νοῦν ἀναγομένην εὐφροσύνης πληροῦσθαι· τὰ μὲν γὰρ ἐμπόδια τῆς ζωῆς ἐκ τῆς ὕλης ἐφήκει ταῖς ψυχαῖς, ἡ δὲ ῥᾳστώνη καὶ τὸ εὔλυτον ἀπὸ νοῦ καὶ θεῶν· ἐκεῖ γάρ ἐστι τὸ ‘ῥεῖα ζῆν‘, παρὰ τοῖς
15θεοῖς. Ἀκούσῃ μὲν ἄρα μου, ὡς τὸ εἰκός, προθύμως, εἴπερ, ὡς φῄς,
ἐπιθυμεῖς εἰδέναι τί διανοοῦμαι· καὶ ὡς ἀκουσομένῳ καὶ περι‐ μενοῦντι λέγω; Πάνυ μὲν οὖν· ἀλλὰ λέγε. Ὅρα δή· οὐ γάρ τοι εἴη ἂν θαυμαστὸν εἰ, ὥσπερ μόγις ἠρξάμην, οὕτω μόγις καὶ παυσαίμην.57
in Alc
.

128

Ὠγαθὲ λέγε· ἀκούσομαι γάρ. Λεκτέον ἂν εἴη. 104 D—E. Τὰς ὑποθέσεις πανταχοῦ τῶν λόγων ἐλαχίστας εἶναι δεῖ καὶ ἁπλουστάτας· ὅσῳ γὰρ ἂν μᾶλλον ὦσι τοιαίδε, τοσούτῳ τῆς ἀνυποθέτου λεγομένης ἐπιστήμης ἐγγυτάτω τυγχάνουσιν οὖσαι. σκέψαι δὴ οὖν ὅπως
5καὶ τοῦτο ὁ Σωκράτης ἄκρως παραφυλάττει. προσαγαγέσθαι γὰρ καὶ τελειῶσαι τὸν νεανίσκον βουλόμενος οὔτε προοιμίων δεῖται μακρῶν, ὥσπερ οἱ ῥήτορες, οὔτε ὑποθέσεων ποικίλων καὶ πολλῶν, ἀλλ’ ἀπαιτεῖ τοσοῦτον μόνον, νῦν μὲν ἀκροατὴν αὐτὸν γενέσθαι τῶν λόγων ὧν ἐρεῖ, μικρὸν δὲ ὕστερον καὶ ἀποκρίνεσθαι ταῖς ἐρωτήσεσι· τοσαύτην ἑαυτῷ
10μαρτυρεῖ καὶ ἐπιστήμην τῶν πραγμάτων καὶ δύναμιν διαλεκτικήν· καὶ τούτων αὐτῷ μόνων συγχωρηθέντων ἀνύσει τὸ προκείμενον. διατί οὖν, φαίης ἄν, προηγεῖται τὸ ἀκοῦσαι μόνον τοῦ διδόναι λόγον; ὅτι, φήσω, διὰ τῆς ἀκοῆς ἀνακινηθῆναι δεῖ αὐτὸν πρὸς τὴν ἀπόκρισιν καὶ παρασκευὴν λαβεῖν εἰς τὸ καὶ αὐτόν τι λέγειν τὸ ὀρθόν, οἷον ἐκ
15πραγμάτων πρώτων φύοντα τὰς τῶν λόγων ἀδιαστρόφους ἀποκρίσεις. ἓν μὲν οὖν τοῦτο τοιοῦτον ἔχομεν ἐκ τῶν προκειμένων ῥημάτων· δεύτερον δὲ ὅτι διὰ τῆς μελλήσεως καὶ τῆς ἀναβολῆς τοῦ λόγου πάνυ λιπαρῆ ποιεῖ τὸν νεανίσκον περὶ τὴν ἀκρόασιν καὶ τὸν ἔρωτα τῶν λόγων αὔξει τὸν ἐν αὐτῷ. ἐρωτηθεὶς γὰρ οὐκ εὐθὺς ἀπεκρίνατο πρὸς τὴν
20ἐρώτησιν οὐδὲ εἶπε τί ποτε βούλεται καὶ ἥντινα ἐλπίδα ἔχων ὑπομένει, ἀλλὰ πρῶτον μὲν ὁμολογίαν αὐτὸν ἀπῄτησε τῆς ἀκροάσεως· τοῦ δὲ διατειναμένου καὶ παρακελευσαμένου λέγειν οὐδὲ οὕτως εἶπεν, ἀλλά τι προσέθηκεν ἄλλο· ‘ὅρα δ· οὐ γάρ τοι εἴη ἂν θαυμαστόν.
in Alc
.

129

τοῦ δὲ ἔτι λιπαρώτερον εἰπεῖν προκαλεσαμένου, ὠγαθὲ λέγε· ἀκούσομαι γάρ‘, οὐδὲ νῦν λέγει, ἀλλὰ ‘λεκτέον ἂν εἴη‘· καὶ τὸ ἑξῆς τῶν λόγων προοίμιον ἀναβολὴν ἱκανὴν παρέχεται ταῖς ἀπο‐ κρίσεσιν ἐκθερμαῖνον τὸν νεανίσκον περὶ τὴν τῶν ῥηθησομένων
5ἀκρόασιν. Ταῦτα καὶ περὶ τούτου. τῶν δὲ καθ’ ἕκαστα τὸ μὲν ‘εἴπερ, ὡς φῄς, ἐπιθυμεῖς‘ οὐ δι’ ἄγνοιαν εἴρηται τῆς τοῦ νεανίσκου προ‐ θυμίας, ἀλλ’ οἶον ὁμολογία τίς ἐστιν αὐτοῦ καὶ δεσμός, ἐρρωμενέστερον αὐτὸν ἀπεργαζόμενος καὶ προσεκτικώτερον πρὸς τοὺς λόγους.
10 Τὸ δὲ δὴ ‘καὶ ὡς ἀκουσομένῳ καὶ περιμενοῦντι λέγω;‘ κατ’ ἐρώτησιν προῆκται, διὰ μὲν τῆς ἀκοῆς τὸν λόγον αὐτοῦ διεγεῖρον πρὸς τὴν ὑποδοχὴν τῶν λόγων, διὰ δὲ τῆς προσεδρείας τὴν εὐκινησίαν τοῦ ἀλόγου καὶ τὴν ἔμπληκτον ὁρμὴν καταστέλλον. Τὸ δὲ ‘πάνυ μὲν οὖν· ἀλλὰ λέγε‘ μεμέρισται κατά τε τὴν
15ὁμολογίαν καὶ τὴν πρόκλησιν· δεῖ γὰρ τὸ μεθέξον καὶ ὑποστρωννύειν ἑαυτὸ τῷ χορηγοῦντι τὴν τελείωσιν καὶ προκαλεῖσθαι τὴν δύναμιν
αὐτοῦ πρὸς τὴν τοιαύτην συνουσίαν. Καὶ 〈τὸ〉 ‘ὅρα δή‘ πως πρὸς ἑαυτὸν ἐπιστρέφει τὸν νεανίαν καὶ κατασκευάζει νῷ καὶ λόγῳ χρῆσθαι † τῆς ἀκροάσεως καὶ μόνον οὐκ58
20ἐκεῖνον λέγοντος αὐτὸν ἰδὼν ἐν δυσὶ καὶ διὰ τούτου τὴν ἐπιτηδειότητα αὐτοῦ τέλεον μένον †. Τὸ δὲ ‘ὠγαθὲ λέγε‘ ἐφετὸν μὲν ποιεῖ τὸν Σωκράτην τῷ νεανίσκῳ, ἐραστὴν δὲ τὸν ἐρώμενον· τὸ γὰρ ἀγαθὸν ἐφετόν ἐστι καὶ ὁ ἔρως πρὸς τὸ ἀγαθὸν ἄγει τοὺς ἐρῶντας, ὡς 〈ὁ〉 τῆς Διοτίμας λόγος. διατί οὖν
in Alc
.

130

προσείρηκεν αὐτὸν ἀγαθόν; ἢ τὸ δαιμόνιον αὐτοῦ καὶ τὸ θεῖον θαυμάσας ταύτην προηνέγκατο τὴν φωνήν· τὸ γὰρ προνοητικὸν καὶ τὸ μόνιμον καὶ τὸ τελεσιουργὸν ἀγαθότητός ἐστι. Τί δὴ οὖν βούλεται λοιπὸν τὸ πρὸ τοῦ ῥηθέν, τὸ ‘οὐ γάρ τοι εἴη
5ἂν θαυμαστὸν ε, ὥσπερ μόγις ἠρξάμην, οὕτω καὶ μόγις παυσαίμην‘; ἢ συνῃρημένως περιέχει τὴν αἰτίαν τῆς ἐρωτήσεως τοῦ νεανίσκου· διὰ τοῦτο γὰρ ἐκίνει τοὺς λόγους προϊών, διότι καὶ μόγις ἄρχεται. δεῖ γὰρ τὸν ὡς ἀληθῶς ἐρωτικὸν ἀμφότερα προβεβλημένα ἔχειν, τό τε κριτικὸν τῶν ἐρωμένων καὶ τὸ συμπαθές·
10ἡ μὲν γὰρ κρίσις τῆς συμπαθείας χωρὶς ἐκποδὼν ποιεῖ τὸν ἔρωτα καὶ εἰς δή τινα ἄλλην περιάγει ζωήν, ἡ δὲ συμπάθεια τῆς κρίσεως ἐστερη‐ μένη προσκολλᾷ τοῖς χείροσι τὴν ψυχήν. δεῖ δὲ οὔτε ἀσχέτου πάντῃ τῷ ἐρωτικῷ ζωῆς οὔτε ἐνύλου σχέσεως, ἀλλ’ οἶον ἀσχέτου τινὸς ἅμα σχέσεως, ἵνα καὶ προνοῇ τῶν ἀτελεστέρων καὶ μὴ βαθύνῃ περὶ αὐτά.
15τούτων δὴ οὖν ἀμφοτέρων στοιχείων ὄντων τῆς ἀληθοῦς καὶ θείας ἐρωτικῆς, κρίσεως λέγω καὶ συμπαθείας, ἡ μὲν κρίσις ἡ περὶ τὸν ἐρώμενον αἰτία τῷ Σωκράτει 〈τοῦ〉 μόγις ἄρχεσθαι γέγονε (δεῖ γὰρ χρόνου πρὸς τὴν διάσκεψιν τῆς δυνάμεως καὶ τῆς φύσεως), ἡ δὲ συμπάθεια τοῦ μόγις παύεσθαι· διὰ γὰρ τὰ τοιαῦτα οὐκ ἀπαλλάττεται
20τοῦ ἔρωτος οὐδὲ τῶν ἐρωτικῶν λόγων. ἔτι δὲ αὖ κατ’ ἄλλον τρόπον λέγομεν ὅτι καὶ τοῦτο πολλαχοῦ θεωρεῖται περὶ τὴν πρόνοιαν τῶν θεῶν καὶ τῶν ἀγαθῶν δαιμόνων, τὸ μόγις ἄρχεσθαι καὶ παύεσθαι μόγις. καὶ γὰρ πολλῶν πολλὰ ἁμαρτανόντων μόλις ἡ κόλασις αὐτῶν ἄρχεται καὶ
in Alc
.

131

ἀρξαμένη πλεῖστον ὅσον ἐπιμένει χρόνον, καὶ πολλῶν πολλὰ ἀγαθὰ πραττόντων ἡ περὶ αὐτοὺς ἐκ τῆς προνοίας ἀμοιβὴ μόλις ἄρχεται καὶ διατείνει καθ’ ὅσον δυνατόν. οὕτω τοίνυν καὶ ὁ Σωκράτης κατὰ τὸν τοῦ θείου ζῆλον καὶ μόγις ἄρχεται τῶν λόγων καὶ διατείνει πλεῖστα
5ὅσα τὸν νεανίσκον εὖ ποιῶν· καὶ τοῦ μὲν ἄρξασθαι μόλις τὸ ὑποκείμενον αἴτιον ἀνεπιτήδειον ὄν, τοῦ δὲ παύσασθαι μόλις τὸ ὑπερπλῆρες τῆς δυνάμεως αὐτοῦ καὶ τὸ τῆς εὐεργεσίας ἄφθονον. οὐκ ἄρα θαυμαστόν ἐστιν εἰ καὶ μόγις παύσαιτο, μόγις ἀρξάμενος· ἔνθεος γάρ ἐστι, καὶ τῷ δέοντι καὶ τῷ καιρῷ παραμετρεῖ τὴν οἰκείαν ἐνέργειαν. καὶ ἐπὶ
10τούτου διαφερόντως ἐστὶν ἀληθές, ὅτι ὁ καιρὸς ἐπὶ τοῦ στόματος ἐπεκαθέζετο· κατὰ γὰρ τὸ ἀγαθὸν καὶ τὰς ἀρχὰς καὶ τὰ τέλη καὶ τὰ
μέσα τῶν συνουσιῶν κατεβάλλετο. Χαλεπὸν μὲν οὖν πρὸς ἄνδρα οὐχ ἥττονα ἐραστῶν προσφέρεσθαι ἐραστῇ, ὅμως δὲ τολμητέον φράσαι τὴν ἐμὴν διάνοιαν. 104 E.59
15 Τὸ προοίμιον τοῦτο τῶν λόγων σύντομόν ἐστι καὶ συνεστραμμένον, ἐν βραχυτάτοις περιέχον τὰ αἴτια τῆς ὅλης συνουσίας. ὁ μὲν γὰρ
in Alc
.

132

Ἀλκιβιάδης, πολλῶν ἄλλων κεκρατηκὼς ἐραστῶν, ἀτελής ἐστιν ἔτι, τὸ τοῦ ἔρωτος εἶδος οὐ διακρίνων οὐδὲ τὰς διαφόρους τάξεις οὐδὲ τὰ παρὰ φύσιν ὅπῃ διαφέρει τῶν κατὰ φύσιν συνορῶν. διὸ τῆς ἀπὸ τοῦ Σωκράτους δεῖται τελειώσεως· οὐδὲ γὰρ ὅλως τέλειος ὢν ἐδεῖτο τοῦ
5καθηγησομένου οὐδὲ πρὸς τὸν θεῖον ἔρωτα ἀνεπιτήδειος ὢν ἐπεδέχετο βοήθειαν. εἰ μὲν οὖν ἥττητο τῶν πολλῶν ἐραστῶν, ἁπάσης ἂν ἐπιτηδειό‐ τητος ἀποπεπτωκὼς ἐδείκνυτο, εἰ δὲ διηρθρωμένας εἶχεν ἐννοίας περὶ τῶν ἐρώτων, τῶν τε ἐνθέων καὶ τῶν ὑβριστῶν, τελεώτατος ἂν ἦν· νῦν δὲ τὰ μὲν ἀγνοῶν, τὰ δὲ πεφευγώς, ἐπιτήδειός ἐστι πρὸς ὑποδοχὴν τῆς
10ἐπιστήμης. ὁ δέ γε Σωκράτης πλήρης μέν ἐστι τῶν ἀγαθῶν καὶ τῶν καλῶν καὶ προτείνει τῷ νεανίσκῳ τὴν μετάδοσιν τῶν ἀρετῶν· οἷον δὲ κάτεισιν εἰς τὴν πρὸς ἄλλον ἐνέργειαν καὶ πρόεισιν εἰς ὑφειμένην κίνησιν ἀπὸ τῆς ἔνδον ζωῆς, καὶ διὰ τοῦτο τὴν πρόοδον ταύτην ‘τόλμαν‘ ἀποκαλεῖ τὸν Πυθαγόρειον τρόπον, καὶ ἐκφαίνει τὴν ἑαυτοῦ
15τῷ νεανίσκῳ προμήθειαν καὶ ἀναπλοῖ τὴν ὅλην προαίρεσιν τῆς οἰκείας ζωῆς καὶ τὸν ἐρωτικὸν σκοπόν, δι’ ὃν οὐκ ἀπαλλάττεται τοῦ ἔρωτος.
in Alc
.

133

διότι μὲν οὖν ὁ Ἀλκιβιάδης οὐχ ἥττων ἐστὶν ἐραστῶν καὶ διότι χαλεπὸν αὐτῷ. προσφέρεσθαι καὶ τὸν ἀληθινὸν ἐραστὴν οὔπω διακρίναντι τοὺς ἔρωτας, μέσης ὢν ἐπιδείκνυται δυνάμεως καὶ φυσικὰς μὲν ἔχων ἀρετάς, ἐννοίαις δὲ ἀδιαρθρώτοις χρώμενος· ἡ γὰρ φυσικὴ
5ἀρετὴ τοιάδε τίς ἐστι, καὶ γὰρ ‘ὄμμα ἀτελὲς καὶ ἦθος ἔχει‘ κατὰ τὸν θεῖον Πλωτῖνον. διότι δὲ ὁ Σωκράτης τολμᾷ τὴν ἑαυτοῦ διάνοιαν φράζειν, κάτεισιν εἰς ὑποδεεστέραν ἐνέργειαν τῆς ἔνδον ἐν αὐτῷ μενούσης· τοῖς γὰρ θείοις ἐρασταῖς τολμηρὰ πάντως ἐστὶν ἡ πρὸς τὸ χεῖρον ἐπιστροφή· ἀλλ’ ὅμως κάτεισιν ὁ Σωκράτης, ἵν’ ὥσπερ
10Ἡρακλῆς ἐξ ᾅδου τὸν ἐρώμενον ἀναγάγῃ καὶ πείσῃ τῆς μὲν φαινομένης ἀποστῆναι ζωῆς, ἐπὶ δὲ τὴν νοερὰν καὶ θείαν ἀναδραμεῖν, ἀφ’ ἧς καὶ ἑαυτὸν γνώσεται καὶ τὸ θεῖον ὅλον ἐξῃρημένον τῶν ὄντων ἁπάντων καὶ αἴτιον αὐτῶν προϋπάρχον. Ἐγὼ γάρ, ὦ Ἀλκιβιάδη, εἰ μέν σε ἑώρων ἃ νῦν δὴ διῆλθον
15ἀγαπῶντα καὶ οἰόμενον δεῖν ἐν τούτοις καταβιῶναι, πάλαι ἂν ἀπηλλάγμην τοῦ ἔρωτος, ὥς γε δὴ ἐμαυτὸν πείθω. 104 E. Τίς ἐστιν ὁ ἀξιέραστος κατὰ τὴν φύσιν δείκνυται διὰ τούτων ἐναργῶς παρὰ τοῦ Σωκράτους. καὶ ὥσπερ ἐν τῇ Πολιτείᾳ στοιχεῖα παραδέδωκεν ἡμῖν τῆς φιλοσόφου φύσεως, οὕτω μοι δοκεῖ καὶ ἐν τούτοις στοιχεῖά
20τινα τῆς ἀξιεράστου παραδιδόναι φύσεως. διττὰ δὲ ταῦτά ἐστι, τὰ μὲν60
in Alc
.

134

ἐμφανῆ, τὰ δὲ ἀφανῆ· καὶ τὰ μὲν περὶ τὸ σῶμα φανταζόμενα, τὰ δὲ ἔνδον ἐν αὐτῇ τῇ ψυχῇ κινήματα θεωρούμενα· καὶ τὰ μὲν εἱμαρμένης δῶρα καὶ φύσεως, ὥσπερ τὸ κάλλος καὶ τὸ μέγεθος, τὰ δὲ τῆς προνοίας τῶν θεῶν σπέρματα πρὸς σωτηρίαν ἐνδιδόμενα ταῖς ψυχαῖς, ὥσπερ τὸ
5ἡγεμονικὸν καὶ τὸ ἀρχικὸν καὶ τὸ εἰς ὕψος ἐπαιρόμενον εἶδος τῆς ζωῆς. κατὰ μὲν οὖν τὰ φυσικὰ καὶ τὰ εἱμαρμένα πλεονεκτήματα κεκράτηκε τῶν πολλῶν ὁ Ἀλκιβιάδης ἐραστῶν, διὰ γὰρ τὴν ἐπ’ αὐτοῖς μεγαλοφρο‐ σύνην ὑπερεῖδε τῆς πλημμελοῦς καὶ ἀτάκτου παρ’ ἐκείνων ὀχλήσεως· κατὰ δὲ τὰ προνοητικὰ καὶ τὰ ψυχικὰ κινήματα κρατεῖται ὑπὸ τοῦ
10Σωκράτους, διὰ γὰρ ταῦτα πείθεται ὑπ’ αὐτοῦ ὅτι παντὸς μᾶλλόν ἐστι σπουδῆς ἄξιος αὐτῷ. κἀνταῦθα δείκνυται, τίς ἐστιν ὑπεροχὴ καὶ ἡλίκη τοῦ ἐνθέου φίλου πρὸς τὸν πολὺν ἐραστήν. ὁ μὲν γὰρ καὶ τῶν φυσικῶν πλεονεκτημάτων ἐστὶν ὑποδεέστερος· ταῦτα δὲ τῶν ψυχικῶν ἐστὶ δεύτερα κινημάτων· ταῦτα δὲ ὑπὸ τοῦ ἐνθέου τελειοῦται μόνον
15ἐρωτικοῦ. ‘πολλῷ ἄρα μειζόνωσ‘, φαῖεν ἂν οἱ γεωμέτραι, τοῦ θείου ἔρωτος ἡττᾶσθαι λέγοιτ’ ἂν ὁ φορτικός. ἀλλ’ οὖν, ὅπερ ἐλέγομεν, ἄρχεται τῶν λόγων ὁ Σωκράτης καὶ αὐτὸς πεπεισμένος ὅτι παντός ἐστιν ἄξιος τῷ ἐρωμένῳ κἀκεῖνον πείθειν ἐπιχειρῶν, ἄντικρυς κατὰ τὸ ἐν Τιμαίῳ ῥηθέν, καὶ τῷ νῷ πείθων τὴν ἀνάγκην πρὸς τὸ
20βέλτιστον ἀκολουθεῖν καὶ κηδεμόνα ποιεῖσθαι τοῦ βίου τὸ κυρίως
in Alc
.

135

ἀγαθόν. τί δήποτ’ οὖν στοιχεῖόν ἐστι τῆς ἀξιεράστου φύσεως τοῦτο, τὸ μὴ ἀγαπᾶν τὰ παρόντα καὶ καταμένειν ἐν αὐτοῖς, ἀλλ’ ἀεὶ τὸ μεῖζον τῶν παρόντων ἐπιζητεῖν; ὅτι δή, φήσω, ψυχῆς ἐστὶ τοῦτο τὸ πᾶν μὲν φορτικὸν ἀτιμαζούσης καὶ οὐδενὸς ἄξιον εἶναι πεπεισμένης, μόνον δέ
5που τὸ μέγα καὶ τίμιον ἰδεῖν ὀρεγομένης, 〈καὶ〉 τὸ μὲν πάθος ὃ πέπονθεν ἀγνοούσης, κατὰ δὲ τὰς αὐτοφυεῖς ἐννοίας ἄλλο τι μέγεθος καὶ ὕψος ἀληθινὸν φανταζομένης. ‘πᾶσα‘ γὰρ ‘ψυχή‘, φησὶν ὁ Πλάτων, ‘φύσει τεθέαται τὰ ὄντα‘. εἶδεν οὖν ἐκεῖ τὸ ἀληθῶς τίμιον καὶ τὸ ἡγεμονικὸν καὶ τὸ ἀρχικὸν ἐν αὐτοῖς ἱδρυμένα τοῖς θεοῖς,
10καὶ ἰδοῦσα τέθηπεν αὐτὰ καὶ ἔχει τινὰ αὐτῶν ἐντὸς ἀπηχήματα· διὰ δὲ τὴν λήθην αὖ καὶ τὴν ἄγνοιαν οὐκ οἶδε, τί ποτέ ἐστιν ὃ θαυμάζει, καὶ κατὰ ποίας ἐννοίας ὀρέγεται τῆς δυνάμεως καὶ τοῦ μεγέθους καὶ τῆς ἀρχῆς ἢ τῆς ἡδονῆς ἢ τῶν χρημάτων. ὁ δέ γε ἐπιστήμων, ὁ καὶ τὰ πράγματα ἐπεσκεμμένος καὶ τὸ τῆς φύσεως ἀτελές, δείκνυσι μὲν αὐτῷ
15τίς ἀληθὴς δύναμις, ἐκφαίνει δὲ τὸ ἀρχικὸν καὶ τὸ ἡγεμονικὸν ἐν ποίᾳ θεωρεῖται ζωῇ, τελειοῖ δὲ τὸ ἀτελὲς αὐτοῦ κίνημα τῆς ψυχῆς. ὅλως γὰρ τριττήν τινα τῶν ψυχῶν ζωὴν νοήσομεν, εἰ βούλει· τὴν μὲν κατὰ τὴν μόνιμον ἐν ταῖς ἀρχαῖς ἐνέργειαν, τὴν δὲ κατὰ τὴν ἐκεῖθεν προϊοῦσαν, τὴν δὲ κατὰ τὴν εἰς ἐκεῖνα πάλιν ἐπιστρεφομένην. καὶ λέγομεν ὅτι
20μένουσαι μὲν αἱ ψυχαὶ παρὰ τοῖς θεοῖς νοερῶς ἐνεργοῦσι καὶ τῆς τε ἀγαθοειδοῦς βουλήσεως τῶν θεῶν καὶ τῆς εἱλικρινοῦς ἀπολαύουσι
in Alc
.

136

δόσεως· προϊοῦσαι δὲ ἐκεῖθεν διὰ φαντασίας καὶ ἀορίστου τινὸς κινή‐ σεως εἰδώλοις ἐντυγχάνουσι τῶν ἐκεῖ πραγμάτων καὶ φαινομένοις ἀντὶ
τῶν ἀληθῶν, καὶ θεώμεναι τὰς εἰκόνας καὶ τὰ εἴδωλα τῶν πραγμάτων παιφάσσουσι περὶ αὐτά, καὶ ποθοῦσι μὲν ἃ εἶδον, ἀντιπεριάγονται δὲ61
5εἰς ἃ μὴ ποθοῦσιν· ἐπιστρέφουσαι δὲ ἐν αὐτοῖς ἐπὶ τὰς ἀρχὰς μετα‐ βαίνουσι πάλιν ἀπὸ τῶν εἰδώλων ἐπὶ τὰ πρωτουργὰ παραδείγματα. καὶ δέονται νοήσεως ἐνταῦθα καὶ λόγου· δι’ ἐπιστήμης γὰρ ἡ ἄνοδος, καὶ ὁ λόγος ἐστὶν ὁ διαβάλλων ἐπὶ νοῦν ἀπὸ αἰσθήσεως καὶ φαντασίας. ἄλλαι μὲν οὖν τῶν ψυχῶν ἄλλοις εἰσὶν οἰκεῖαι θεάμασι, διὸ καὶ αἱ μὲν
10ἄλλοις, αἱ δὲ ἄλλοις εἰδώλοις ἐπιτρέχουσιν· ὧν γὰρ εἶδον ἐκεῖ τὰ εἴδωλα καὶ τὰς σκιὰς φιλοφρονοῦνται. ὅσαι δὲ αὖ τοῦ μεγάλου Διὸς ὀπαδοὶ γεγένηνται καὶ συμπεριεπόλουν αὐτῷ τὴν ἡγεμονικὴν ἔχοντι τάξιν ἐν τοῖς δώδεκα τῶν ὅλων ἄρχουσι, κατὰ εἶδος τοῦ σφετέρου θεοῦ καὶ δεῦρο ἐλθοῦσαι τὸ ἡγεμονικὸν εἶδος τῆς ζωῆς ποθοῦσι·
15καὶ τὸ μὲν ὄντως τοιοῦτον ἀγνοοῦσι, τὴν δὲ ἐν τοῖς φαινομένοις ἐξουσίαν καὶ δύναμιν ἐπιδιώκουσι. κἂν μὲν τύχωσιν ἐπιστημόνων τῶν καθηγου‐ μένων, εἰς σωτηρίαν αὐταῖς καὶ ἀναγωγὴν ἡ ἐπιτηδειότης ἡ τοιαύτη τελευτᾷ· ἂν δὲ καταμείνωσιν ἐν τοῖς εἰδώλοις, φίλαρχοι γίνονται καὶ περὶ τὰς φαινομένας ἐπτόηνται δυνάμεις καὶ τυραννίδων ἐμπιπλᾶσι
in Alc
.

137

τοὺς ἑαυτῶν βίους καὶ τῶν τοιούτων κακῶν. Ἔστι μὲν οὖν καὶ ταῦτα λέγειν περὶ τῶν ψυχῶν, ὡς ἀξιεράστους αὐτὰς ποιεῖ τὸ ἡγεμονικὸν τοῦτο καὶ τὸ μεγαλουργόν, καὶ διὰ ποίαν αἰτίαν. ἔστι δὲ αὖ κἀκεῖνον λέγειν οἶμαι τὸν λόγον, ὃν ἐν Πολιτείᾳ
5Σωκράτης παραδίδωσι περὶ τῶν ἐξ οὐρανοῦ κατιουσῶν ψυχῶν, ὅτι ἄρα πᾶσαι αἱ τοιαῦται ταῖς δυνάμεσι διαφερόντως ἐπιτρέχουσι καὶ τοὺς ἀρχικοὺς βίους καὶ ἡγεμονικοὺς ἐπιδιώκουσι. συμπεριπολήσασαι γὰρ τοῖς οὐρανίοις θεοῖς καὶ θεασάμεναι τὰς δυνάμεις αὐτῶν τὰς κρατητι‐ κὰς τῶν ὅλων καὶ τὰς βασιλείας τὰς διηκούσας ἄνωθεν ἄχρι τῶν
10ἐσχάτων καὶ τὰς σειρὰς τὰς ἀνεχομένας ὑπ’ αὐτῶν, ἐφίενται καὶ αὐταὶ τῆς ὁμοίας ζωῆς καὶ βούλονται πλείστων ἄρχειν καὶ ὑπερανέχειν τῶν ἄλλων ἀνθρώπων, ὡς ἐκεῖνοι τῆς γενέσεως, καὶ κυβερνᾶν τὰ τῶν ὅλων, ὡς ἐκεῖνοι τὰ καταδεέστερα πάντα· τούτου δὲ ὀρεγόμεναι ταῖς τυραν‐ νίσι καὶ ταῖς δυνάμεσι καὶ ταῖς τιμαῖς ἐπιπηδῶσι, καὶ αἱ μὲν αὐτῶν
15φιλότιμον, αἱ δὲ τυραννικὸν αἱροῦνται βίον. οἶδεν οὖν ὁ Σωκράτης ὅτι τὸ φίλαρχον τοῦτο καὶ φιλότιμον ἐκείναις προσήκει ταῖς ψυχαῖς ταῖς
in Alc
.

138

οὐρανίας συμπεριπολήσεώς ποτε τυχούσαις κἀκεῖθεν εἰς τὸν περὶ γῆν τόπον ἀφικνουμέναις. διὸ καὶ ἐν τούτοις πρὸς τὸν νεανίσκον φησὶν ὅτι πάλαι ἂν ἀπήλλακτο τοῦ ἔρωτος, εἰ ἑώρα αὐτὸν τὰ παρόντα ἀγαπῶντα. σμικρᾶς γὰρ τοῦτο καὶ ἀγεννοῦς ἐστὶ φύσεως καὶ
5κάτωθέν ποθεν ἐκ τῶν ὑπὸ γῆν τόπων ἀφικνουμένης καὶ διὰ τοῦτο στεργούσης τὸ παρόν, πρὸς δὲ τὸ ὅλον καὶ ὑπερέχον οὐκ ἀναβλεπούσης οὐδὲ διὰ μεγαλουργίαν ἀξιεράστου τυγχανούσης. Ἐκ δὴ τρίτων λεγέσθω καὶ ὅτι μετὰ τὴν κατὰ τὸν λόγον πολιτείαν ἡ φιλότιμός ἐστι καὶ τιμοκρατική· προσεχῶς γὰρ αὕτη μετ’ ἐκείνην
10ὑφίσταται καὶ ἥ τε ἔκβασις ἀπὸ ἀρίστης ζωῆς εἰς ταύτην πρώτην πρόεισιν, ὥσπερ φησὶν ὁ ἐν τῇ Πολιτείᾳ Σωκράτης, καὶ εἰς ἄνοδον ἀπὸ ταύτης ἐσχάτης καθαίρεται. διὸ καὶ ὁ Πλάτων ἔσχατον χιτῶνα τῶν ψυχῶν ἀπεκάλει τὴν φιλοτιμίαν. χρημάτων μὲν γὰρ ὑπεροψία καὶ ἡδονῆς καταφρόνησις πάρεστι καὶ ταῖς μετριωτέραις τῶν ψυχῶν, τιμῆς62
15δὲ καὶ δόξης καὶ δυνάμεως πολλοὶ καὶ τῶν δεινῶν οἰομένων ὑπάρχειν ἡττήθησαν. ἀνιοῦσιν οὖν ἡμῖν καὶ ἀποδυομένοις τὰ πάθη καὶ τοὺς χιτῶνας οὓς κατιόντες προσειλήφαμεν, ἔσχατος χιτών ἐστιν ἀποδυτέος ὁ τῆς φιλοτιμίας, ἵνα γυμνῆτες, ὥς φησι τὸ λόγιον, γεγονότες
in Alc
.

139

ἑαυτοὺς τῷ θεῷ προσιδρύσωμεν, λόγος καθαρὸς καὶ εἱλικρινὴς γενό‐ μενοι καὶ πάντα καταλιπόντες τὰ πάθη περὶ γῆν, ὅπουπερ ἐτάχθη, καὶ ταῖς θείαις ζωαῖς ἑαυτοὺς ἐξομοιώσαντες. εἰ τοίνυν ἡ πρώτη τῶν ψυχῶν κάθοδος ἡ φιλότιμός ἐστι ζωή, δῆλον ὡς οὐκ ἔστιν ἡ ἔφεσις αὕτη τῶν
5εἰς βάθος πεσόντων, ἀλλ’ ἐν προθύροις τοῦ λόγου στρεφομένων. διὸ δὴ καὶ ὁ Σωκράτης ἀξιέραστον εἶναι τὸ τοιοῦτον ἦθος ὑπείληφεν ὡς ὑπερανέχον τῆς γενέσεως καὶ τῷ λόγῳ συγγενέστερον· ἐγγυτέρω γάρ ἐστιν ὁ θυμὸς ἡμῶν ἤπερ ἡ ἐπιθυμία. διὰ ταύτας μὲν οὖν τὰς αἰτίας τὴν φίλαρχον καὶ φιλότιμον ζωὴν ὁ Σωκράτης ἀξίαν ἐρωτικῆς ὑπέλαβεν
10εἶναι κηδεμονίας. Ἐκ δὲ τούτων φανερὸν ὅτι χρὴ τὸν γνησίως ἐραστήν τινος καὶ ψυχῆς φύσιν εἰδέναι καὶ τὰς διαφόρους αἱρέσεις τῶν βίων ἐπεσκέφθαι καὶ τῶν εἰδώλων ἀξιόπιστον εἶναι κριτὴν καὶ δυνάμενον ὁρᾶν, τίνων ἐμ‐ φάσεις ἕκαστον ἔχει καὶ διὰ ποίων ὁδῶν πέφυκεν ἑκάστη ψυχὴ
15τυγχάνειν τοῦ οἰκείου τέλους. ὁ γὰρ μὴ ταῦτα συνιδὼν ἀκριβῶς ἀποτυγχάνει τῶν ἐκ τῆς ἐρωτικῆς ἐπιπνοίας ἀγαθῶν. τοῦτο μὲν οὖν ὥσπερ πόρισμα ληπτέον ἀπὸ τῶν προειρημένων λόγων. Τὸ δὲ ‘ὡς ἐμαυτὸν πείθω‘ δοκεῖ μοι δηλοῦν ἐναργῶς, ὅτι ὁ ἔνθεος ἐραστὴς ἐπιτήδειον μὲν ὁρῶν τὸν ἐρώμενον πρὸς τὴν εἰς τὸν
20νοῦν περιαγωγὴν βοηθεῖ κἀκείνῳ, καθ’ ὅσον ἐστὶ δυνατός· σμικρὸν δὲ αὐτὸν εὑρίσκων καὶ ἀγεννῆ καὶ περὶ τὰ κάτω στρεφόμενον εἰς ἑαυτὸν ἐπιστρέφει καὶ πρὸς ἑαυτὸν μόνον βλέπει, τὸ ‘αὐτόν μ’ ἐξεσάωσα
in Alc
.

140

πρόχειρον ποιούμενος. ἡ γὰρ πειθὼ καὶ ἡ πρὸς ἑαυτὸν ἐνέργεια τῆς ἐπιστήμης ταύτης ἐστὶν ἔνδειξις. Νῦν δὲ ἕτερα αὖ κατηγορήσω διανοήματα πρὸς αὐτὸν σέ, ᾧ καὶ γνώσῃ ὅτι προσέχων γέ σοι τὸν νοῦν διατετέλεκα. 105 A.
5 Διὰ τούτων μάλιστα τῶν διανοημάτων ἔδοξεν εἶναι τῷ Σωκράτει σπουδῆς ἄξιος, ἀλλ’ οὐ διὰ τὰ φυσικὰ μόνον πλεονεκτήματα, περὶ ἃ τὸ πλῆθος ἐπτόητο τῶν ἐραστῶν. ὁ γὰρ ἔνθεος φίλος ἔνδοθεν ἄρχεται τῆς κρίσεως· καὶ γὰρ τὴν τελείωσιν ἐπιφέρει τῇ ψυχῇ πρώτως καὶ οἷον ἐκ πρύμνης ταύτης τινὸς τὴν σύμπασαν κυβερνᾷ τοῦ ἐρωμένου ζωήν.
10ἐπισημαντέον δὲ καὶ ὅτι πρότερον μέν, ἡνίκα τοῦ νεανίσκου τὴν
ἐνέργειαν τὴν ψυχικὴν οἴησιν ἐκάλει, διανόησιν ἐπωνόμαζε τὴν ἑαυτοῦ κίνησιν, περὶ μὲν ἐκείνου λέγων τὸ ‘οἴει γὰρ δὴ εἶναι‘, περὶ δὲ ἑαυτοῦ τὸ ‘τί διανοοῦμαι‘· νυνὶ δὲ ἐπειδὴ ‘διανοήματα‘ προσ‐ είρηκε τὰ ἐν τούτῳ κινήματα, τὴν ἑαυτοῦ ζωὴν ὅλην ἵστησι κατὰ τὸν63
15νοῦν· ‘ᾧ καὶ γνώσῃ‘, φησίν, ‘ὅτι προσέχων γέ σοι τὸν νοῦν διατετέλεκα‘· νοῦς γὰρ προσεχῶς ὑπὲρ διάνοιαν, διάνοια δὲ ὑπὲρ δόξαν καὶ φαντασίαν. καὶ δεῖ τοίνυν τὸν ἐρωτικὸν ἑνί τινι καλῷ τοῦ ἐρωμένου προσέχειν, ἵνα καὶ τελειότερος ᾖ καὶ προσεχῶς ὑπεριδρυ‐ μένος. οὕτω γὰρ ἂν καὶ ὁ μὲν ἀνάγοι, ὁ δὲ ἀνάγοιτο, καὶ μετά τινος
20συμπαθείας ποιοῖτο τὴν πρόνοιαν. τὸ γὰρ παντελῶς ἀσύντακτον οὐ‐ δεμίαν ἔχει πρὸς τὸ καταδεέστερον κοινωνίαν, ὁ δὲ ἔρως ἐν τοῖς
in Alc
.

141

δυναμένοις κοινωνεῖν ἀλλήλοις ἔχει τὴν ὑπόστασιν, ἐπειδὴ καὶ αὐτὸς δι’ ὁμοιότητος ἐπιτελεῖται τῶν ὑφειμένων πρὸς τὰ κρείττονα καὶ διὰ συνδέσεως τῶν ἀτελεστέρων πρὸς τὰ τελειότερα καὶ δι’ ἐπιστροφῆς τῶν πληρουμένων πρὸς τὰ τῆς πληρώσεως αἴτια. ἔτι τοίνυν διὰ τῶν
5αὐτῶν τούτων ῥημάτων ἅμα μὲν εἰς ἑαυτὸν ὁ Σωκράτης συλλέγει τὸν Ἀλκιβιάδην καὶ τὴν ἑαυτοῦ πρόνοιαν, ἅμα δὲ τῆς ἑαυτοῦ ψυχῆς αὐτὸν καὶ τῶν ἔνδον κινημάτων καθίστησι θεωρόν, καθαίρων μὲν αὐτὸν ἀπὸ αἰσθήσεως καὶ φαντασίας καὶ τῆς περιττῆς ἐν τοῖς ἐκτὸς οἰήσεως, ἐπιστρέφων δὲ εἰς τὴν ἔνδον ζωὴν καὶ πείθων γνωρίσαι τὰς κινήσεις
10τὰς ἐν αὐτῷ καὶ ἐπισκέψασθαι τὸ τέλος αὐτῶν εἰς ὃ βλέπουσι καὶ τὸν τρόπον τῆς τελειώσεως αὐτῶν. Εἰ δέ τινες λέγοιεν ὅτι τὸ ‘πρὸς αὐτὸν σὲ‘ προσέθηκεν ὡς ἐπισφαλῶν ὄντων τῶν ῥηθησομένων καὶ εὐδιαβόλων πρὸς τοὺς πολλούς, οὐκ ἄξια Σωκράτους ἂν αὐτοὶ προφέροιεν· ἀλλὰ μᾶλλον ἐνδείκνυσθαι
15λεκτέον αὐτόν, ὅπερ ὁ σκοπὸς ἔχει τοῦ διαλόγου, τὸ τὸν Ἀλκιβιάδην εἶναι τὴν ψυχήν. τὸ γὰρ ‘τὰ διανοήματα‘ καὶ ‘πρὸς αὐτὸν σὲ‘ τὸν Ἀλκιβιάδην ἐν τῇ διανοητικῇ τίθεται ζωῇ καὶ ψυχὴν αὐτὸν μόνως εἶναι ὑποσημαίνει, τῶν ἄλλων εἰδῶν τῆς ζωῆς ἐξῃρημένην κατ’ οὐσίαν. Δοκεῖς γάρ μοι, εἴ τίς σοι εἴποι θεῶν, ‘ὦ Ἀλκιβιάδη, πότερον
20βούλει ζῆν εἰ ἃ νῦν ἔχεις, ἢ αὐτίκα τεθνάναι εἰ μή σοι ἐξέσται μείζω κτήσασθαι;‘ δοκεῖς ἄν μοι ἑλέσθαι τεθνάναι. 105 A.
in Alc
.

142

Ὥσπερ ἐν ταῖς τραγῳδίαις ἐκ μηχανῆς πολλάκις θεούς τινας εἰσά‐ γουσιν οἱ ποιηταὶ τῶν παρόντων πραγμάτων διορθωτάς, οὕτω μοι δοκεῖ καὶ ὁ Σωκράτης ἐν τούτοις οἷον θεῖον φάσμα τῷ νεανίσκῳ προτείνας ἐπὶ τούτου τὴν σύμπασαν αὐτοῦ διάνοιαν ἁπλοῦν. καὶ ὥσπερ ἐν ταῖς
5τελεταῖς τῶν ἀρρήτων φασμάτων δείξεις καὶ τὰ σύμβολα καταπλήτ‐ τοντα τοὺς τελουμένους ἐπιτηδειοτέρους αὐτοὺς καθίστησι καὶ συμ‐ παθεστέρους πρὸς τὴν ὅλην τελετήν, οὕτω δὴ καὶ ὁ παρὼν λόγος ἐκ τοῦ θείου τὴν ἀρχὴν ποιούμενος καὶ θεὸν ἐπιστήσας τῇ συνουσίᾳ μειζόνως ἐπιστρέφει τὸν νεανίσκον εἰς ἑαυτόν. ἔτι δὲ δοκεῖ καὶ δι’
10ἄλλην αἰτίαν τοῦτο ποιεῖν ὁ Σωκράτης. ἐπειδὴ γὰρ μέλλει τὰς κινήσεις ἁπάσας τοῦ νεανίσκου καὶ τὰς διανοήσεις ἐκφαίνειν, ἵνα 〈μὴ〉 εἰ τύχοι καὶ ἔξαρνος ἐκεῖνος γένηται ἦ μὴν μηδὲν τοιοῦτον διανενοῆσθαί ποτε, προκαταστέλλει τὴν ἄρνησιν καὶ ἐκποδὼν καθίστησι θεὸν ἐπιστή‐ σας τοῖς λόγοις. ἅπαντες γὰρ κατὰ φύσιν πρὸς τοὺς θεοὺς τὰς ἑαυτῶν64
15ἐννοίας λέγομεν καὶ τὰ πάθη καὶ τὰς ὀρέξεις, πεπεισμένοι κατὰ τὰς ἀδιαστρόφους προλήψεις τὸ θεῖον τὰ πάντα γινώσκειν, καὶ τὰ ἀφανῆ κινήματα τῶν ψυχῶν. εἰ δὲ βούλει καὶ τοῦτο εἰπέ, ὅτι διὰ τούτων ὁ Σωκράτης μέλλει τῶν λόγων ἑαυτῷ συνάπτειν τὸν νεανίσκον ἐν‐ δειξάμενος ὅτι παντὸς ἄξιός ἐστιν αὐτῷ καὶ ὅτι τῶν
20οἰκείων ἐφετῶν οὐκ ἄν ποτε κρατήσειε Σωκράτους ἄνευ· πᾶσα δὲ
in Alc
.

143

συναφὴ καὶ κοινωνία κατὰ λόγον ἀποτελουμένη δεῖται τῆς τοῦ θεοῦ παρουσίας. τί γὰρ τὸ ἑνοποιὸν τῶν πραγμάτων ἢ τὸ συναγωγόν ἐστι τῶν διῃρημένων, ἢ τὸ θεῖον; καὶ διὰ ταῦτα τοίνυν ἡ τοῦ θεοῦ παρουσία καὶ ἡ ἐρώτησις αὕτη τῷ Σωκράτει μεμηχάνηται. καὶ μὴν καὶ ἡ πρότασις
5αὕτη τῶν ἐν τῷ κόσμῳ γιγνομένων ἀεὶ δοκεῖ μοι προτείνειν εἰκόνα τινά. καὶ γὰρ ταῖς ψυχαῖς οἱ θεοὶ τοὺς βίους προτείνουσι καὶ ἑλομέναις ἀποκληροῦσι τὰ πρέποντα τοῖς βίοις· καὶ οὕτω δὴ τὸ αὐτεξούσιον ἐν μέσῃ τῇ προνοίᾳ περιέχεται καὶ κινούμενον καὶ ὁριζόμενον ἐκεῖθεν καὶ 〈ἐν〉 τῷ μέσῳ στρεφόμενον. καὶ ταῦτα σαφῶς ἐν Πολιτείᾳ γέγραπται·
10καὶ γὰρ ἐκεῖ ὁ προφήτης προτείνει ταῖς ψυχαῖς τοὺς βίους ἐκ τῶν τῆς Λαχέσεως γονάτων τοὺς κλήρους λαμβάνων καὶ βοῶν ἐν μέσαις αὐταῖς τὸ ‘ψυχαὶ ἐφήμεροι‘· καὶ ἡ μὲν πρότασις διὰ μέσου τοῦ προφήτου παρὰ τῆς Λαχέσεως, ἡ δὲ αἵρεσις ἐκ τῶν προταθέντων ἤδη τῶν ψυχῶν ἐστὶν αὐτῶν. ἀνάλογον δὴ οὖν κἀνταῦθα
15τῇ μὲν Λαχέσει θεὸς νοείσθω 〈ὁ〉 τὸν νεανίσκον ἐρωτῶν, τῷ δὲ προ‐ φήτῃ μετὰ τοῦτον ὁ Σωκράτης ὁ τὴν ἐρώτησιν ἐκφαίνων τοῦ θεοῦ, ταῖς δὲ αἱρουμέναις ψυχαῖς ὁ νεανίσκος, οὗ τὴν αἵρεσιν ὁ Σωκράτης προ‐ είληφε. καὶ γὰρ ὁ ἐκεῖ προφήτης ἐν ἑαυτῷ τὰς τῶν ψυχῶν αἱρέσεις προλαβὼν ἁπάσας οὕτως ἐπιρρίπτει τοὺς κλήρους, καὶ τὸ δοκοῦν
20ἄστατον εἶναι πρᾶγμα καὶ ἀόριστον ἐν τοῖς κρείττοσιν ἀεὶ καὶ τελειοτέ‐
in Alc
.

144

ροις καθ’ ἕνα ὅρον καὶ ἑστώτως καὶ τεταγμένως προείληπται. Ταῦτα μὲν οὖν ἐκ τῶν ῥημάτων τούτων δείκνυσιν ἡμῖν ἐναργῶς ὁ Πλάτων· συναγάγοιμεν δ’ ἂν ἐκ τῶν αὐτῶν οἷον πόρισμα καὶ ἄλλα τοιαῦτα. πρῶτον μὲν ὅτι τὸ κακῶς εἶναι τοῦ μὴ εἶναι πάντῃ χεῖρόν
5ἐστι, καὶ κατὰ ταύτην ἄρα τὴν ἔννοιαν ὁ Ἀλκιβιάδης ᾑρεῖτο μὴ ζῆν μᾶλλον ἢ διαπεσεῖν τῆς μεγαλουργοῦ ζωῆς. δεύτερον ὅτι τὸ χωρισθῆναι τοῦ σώματος τὴν ψυχὴν ἀπαλλάττει τῆς ἐν τῷ θνητῷ τόπῳ δυσχερείας καὶ τῶν ἐμποδίων τῶν ἐνταῦθα παραγινομένων εἰς τὴν τεῦξιν τοῦ προσήκοντος τέλους. τρίτον ὅτι καὶ αἱ τῶν ψυχῶν ἐφέσεις τὰ μέγιστα
10συντελοῦσι πρὸς τοὺς βίους καὶ οὐ πλαττομένοις ἔξωθεν ἐοίκαμεν, ἀλλ’
ἀφ’ ἑαυτῶν προβάλλομεν τὰς αἱρέσεις καθ’ ἃς διαζῶμεν.65
in Alc
.

145

Ἀλλὰ νῦν ἐπὶ τίνι δή ποτε ἐλπίδι ζῇς, ἐγὼ φράσω. ἡγῇ, ἐὰν θᾶττον εἰς τὸν Ἀθηναίων δῆμον παρέλθῃς—τοῦτο δὲ ἔσεσθαι μάλα ἡμερῶν ὀλίγων—παρελθὼν δὲ ἐνδείξασθαι Ἀθηναίοις ὅτι ἄξιος εἶ τιμᾶσθαι ὡς οὔτε Περικλῆς οὔτε ἄλλος οὐδεὶς τῶν πώποτε γενομένων, καὶ
5τοῦτο ἐνδειξάμενος μέγιστος γενήσῃ ἐν τῇ πόλει, ἐὰν δ’ ἐνθάδε μέγιστος ᾖς, καὶ ἐν τοῖς ἄλλοις Ἕλλησι, καὶ οὐ μόνον ἐν Ἕλλησιν, ἀλλὰ καὶ ἐν τοῖς βαρβάροις, ὅσοι ἐν τῇ αὐτῇ ἡμῖν οἰκοῦσιν ἠπείρῳ. 105 A—B. Δείκνυται μὲν εὐθὺς ἐκ τούτων, ὁπόσον ἦν τὸ διάφορον τοῦ τε Ἀλκι‐
10βιάδου καὶ τοῦ θείου Σωκράτους, εἴπερ ὁ μὲν ἐδεῖτο τοῦ γνῶναι παρ’ αὐτοῦ τίνα ἐλπίδα ἔχων ὑπομένει τῶν ἄλλων ἀπο‐ πεφευγότων ἐραστῶν, ὁ δὲ αὐτός φησιν αὐτοῦ πᾶσαν τὴν ἐλπίδα
in Alc
.

146

φανερὰν ποιήσειν. λάβοις δ’ ἂν διὰ τούτου θεώρημα θαυμαστόν, τὸ τὰ κρείττονα πανταχοῦ μονοειδῶς περιειληφέναι τὰ καταδεέστερα, τὰ δὲ χείρονα μὴ συνεξισοῦσθαι τῇ δυνάμει τῶν ὑψηλοτέρων· καὶ τὸ τῶν μὲν ἀνωτέρω τὰς γνώσεις ἀραρότως περιέχειν τὰς τῶν δευτέρων ἐνεργείας,
5τῶν δὲ ὑφειμένων τὰς ἐπιβολὰς τὴν τῶν ὑπερκειμένων ὅλην ἐνέργειαν μὴ δύνασθαι συναιρεῖν. καὶ μὴν καὶ ἡ πάροδος ἡ εἰς τὸν δῆμον οὕτω ταχεῖα γιγνομένη καὶ πρὸ τῆς τελειώσεως ἱκανῶς ἐμφαίνει τὸ ἔμ‐ πληκτον τῆς ὁρμῆς καὶ τὸ δημεραστικόν. τὸ γὰρ οὕτως ἔχοντα τὴν ψυχὴν ἀμαθῶς μάλα ὀλίγων ἡμερῶν εἰς τὴν τῶν δημαγωγῶν
10καθίστασθαι τάξιν, πῶς οὐκ ἀλόγιστον καὶ πλημμελές; ἅμα οὖν καὶ τὴν ἡλικίαν ὁ Σωκράτης τοῦ Ἀλκιβιάδου δεδήλωκεν εἰπὼν ‘τοῦτο δὲ ἔσεσθαι μάλα ὀλίγων ἡμερῶν‘ (μετὰ γὰρ τὴν ἐφηβείαν αὐτοῖς ἀγορεύειν ἐξῆν ὡς περὶ ἔτος εἰκοστόν) καὶ ἐπέπληξε τῷ ἀνοήτῳ τῆς ὁρμῆς· οὐ γὰρ ἔδει τὸν τῆς ἐφηβείας περιμένειν καιρόν, ἀλλὰ τὴν
15τῆς ἐπιστήμης κτῆσιν καὶ τῆς ἀμαθίας κάθαρσιν. ἔτι τοίνυν τῇ τοιαύτῃ παρόδῳ καὶ τῇ ὁρμῇ καὶ τὸ τέλος ἐστὶ σύμφωνον· οὐδὲ γὰρ εἰς τὸ ἀγαθὸν ὁρᾷ τῆς πόλεως οὐδὲ εἰς τὴν σωτηρίαν, ἀλλ’ εἰς τιμὴν καὶ δυναστείαν. οὐ γὰρ συμβουλεύσεις, φησίν, Ἀθηναίοις περί τινος ἀγαθοῦ, ἀλλ’ ἐνδείξῃ ὅτι ἄξιος εἶ τιμᾶσθαι· τοῦτο δὲ φιλότιμόν
20ἐστιν, ἀλλ’ οὐ προνοητικόν. ἔτι δὲ λέγω ὅτι καὶ ἡ πρὸς τὸν Περικλέα
in Alc
.

147

ἅμιλλα τὸ ἴδιον ἐμφαίνει τῶν κατὰ πάθος ζώντων· ἀπὸ γὰρ τῶν οἰκειοτάτων ἄρχονται τῆς ἐναντιώσεως οὐ προσποιούμενοι τὴν οἰκειό‐ τητα καὶ τὴν συγγένειαν, ἀλλὰ καὶ τούτοις ἐφεδρεύοντες εἰ παρ’ αὐτοῖς ἴδοιεν τὸ σφέτερον ἐφετόν. καὶ ἅμα δῆλον ὅτι μεριστόν ἐστι τὸ ἀγαθὸν
5περὶ ὃ ἐσπούδακεν ὁ Ἀλκιβιάδης· οὐ γὰρ ἂν ἐμάχετο περὶ αὐτοῦ πρὸς ἄλλους. τὰ μὲν γὰρ ἀμέριστα τῶν ἀγαθῶν ἅμα πλείοσι παρεῖναι δυνατόν, καὶ οὐδεὶς ἔλαττον ἔχει περὶ αὐτὰ διὰ τὴν ἄλλων κτῆσιν, τὰ δὲ μεριστὰ σὺν ἐλαττώσεσι τῶν ἄλλων παραγίνεται τοῖς ἔχουσιν. ὅτι
δὲ ὁ Περικλῆς διαφανέστατος ἐγένετο τῶν δημαγωγῶν ἡ ἱστορία λέγει.66
10καὶ γὰρ ἐν τῇ ζωῇ διαφέρων ἦν τῶν πολλῶν καί, ὡς αὐτὸς ὁ Πλάτων ἐν Φαίδρῳ λέγει, φύσιν γενναίαν λαχὼν καὶ Ἀναξαγόρᾳ συγγενόμενος καὶ φρονήματος ἐκ φιλοσοφίας πληρωθεὶς τελεώτερος ἦν τῶν ἄλλων ῥητόρων· εἰ δὲ καὶ ἀνιὼν ἐπὶ τὸ βῆμα πρὸς ἑαυτὸν εἰώθει λέγειν, ‘Ἑλλήνων ἄρχεις, Ἀθηναίων ἄρχεις, ἐλευθέρων ἄρχεισ‘, δῆλος ἦν καὶ
15διὰ τούτων σκοποὺς ἐν ἑαυτῷ τῆς δημαγωγίας ἀστειοτέρους τῶν πολλῶν προστησάμενος. πρὸς δὴ τοῦτον ἁμιλλώμενος ὁ νεανίσκος, τὸν συγγενῆ, τὸν ἐπίτροπον, τὸν διὰ φιλοσοφίας τοιοῦτον γενόμενον, πῶς οὐκ ἔμπληκτος, ἀμαθὴς ὢν καὶ ἀπαίδευτος; εἰ δὲ οὐ πρὸς Περικλέα μόνον, ἀλλὰ καὶ πρὸς τοὺς προγεγονότας διαμάχεται, πῶς οὐκ
20ἄπληστον ἐν αὐτῷ τὸ τῆς φιλοτιμίας πάθος, οὐκ ἐπιλογιζομένῳ τὰ τοῦ Ὀδυσσέως ἐκεῖνα τοῦ σώφρονος· ‘ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω‘; καθόλου γὰρ εἰπεῖν ἕκαστον τῶν παθῶν ἀπέραντόν ἐστι καὶ ἄμετρον, λόγῳ μὴ κρατούμενον· ὁ γὰρ λόγος πέρας ἐστί, τὸ δὲ πάθος ἄλογον
25καὶ ἀόριστον. ἔτι τῆς δυνάμεως τὴν ἔφεσιν ἐκτεινομένην ἀπὸ τῆς πόλεως
in Alc
.

148

ἐπὶ τὴν Ἑλλάδα καὶ ἀπὸ ταύτης ἐπὶ τὴν Εὐρώπην καὶ ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Ἀσίαν καὶ ἐπὶ πάντας ἀνθρώπους, τί ἄλλο γε ἔοικε δηλοῦν ἢ τὸ ἄμετρον ἐνδείκνυσθαι τῆς φιλάρχου ζωῆς; ὡς γὰρ τὸ φιλότιμον οὐχ ὁρίζει τὴν ὑπεροχὴν τῆς τιμῆς ἕως Περικλέους, ἀλλὰ πρὸς ἅπαντας
5ὁμοίως ἁμιλλᾶται τοὺς πρότερον γεγονότας, οὕτω δὴ καὶ τὸ φίλαρχον ἀεὶ τοῦ προτεινομένου γένους ὑπερορᾷ καὶ τὸ τούτου περιληπτικώτερον ἐκλέγεται καὶ πρόεισιν εἰς ἄπειρον. Πάλιν τοίνυν ἐκ τούτων τὰς ἐννοίας ἀνακαθηρώμεθα δι’ ἃς ὁ νεανίσκος τοιαῦτα ὠνειροπόλει. προείρηται γὰρ ὅτι στοχάζεταί τινος
10τέλους, ἀποπίπτει δὲ αὐτοῦ δι’ ἀνεπιστημοσύνην. τὸ μὲν δὴ τίμιον πᾶν διώκων πάντως ὀρέγεται τοῦ θείου· τίμιον γὰρ τὸ θεῖόν ἐστι πρώτως, δευτέρως δὲ ἡ κεκοσμημένη ψυχή, καθά φησιν ὁ Ἀθηναῖος ξένος, τῶν δ’ αὖ κακῶν οὐδὲν τίμιον· ἡ δὲ ἄγνοια τῶν ὄντως τιμίων ἐν τοῖς φαινο‐ μένοις αὐτὸν καὶ τοῖς φερομένοις στρέφεσθαι ποιεῖ. τῆς τοίνυν ἐπιστήμης
15ἔργον ὑποδεῖξαι τίς ἡ ἀληθὴς τιμὴ καὶ ἐν ποίᾳ φύσει τῶν ὄντων τὸ τίμιον. τὸ δὲ αὖ πάντων ἀνθρώπων ὑπερέχειν τῇ τιμῇ κινητικόν ἐστιν αὐτοῦ, διότι δαιμονίας τινὸς τάξεως καὶ πάσης τῆς ἐν γενέσει ζωῆς ἐξῃρημένης ἐπιθυμεῖ καὶ πρὸς ἐκείνην βλέπων σμικρὰς εἶναι νομίζει τὰς περὶ τοὺς ἄλλους ἀνθρώπους τιμάς. καὶ μὴν καὶ ἡ ἔφεσις τῆς κατὰ
20πάντων ἀνθρώπων δυναστείας καὶ ἡ μετάβασις ἡ ἀπὸ τῶν μερικωτέρων δυνάμεων ἐπὶ τὰς κοινοτέρας καὶ περιληπτικωτέρας εἰς τὸ ἀπόλυτόν ἐστι τῶν θεῶν γένος ὁρῶντος τὸ πᾶσιν ἐνεξουσιάζον τοῖς ἐγκοσμίοις καὶ διατεῖνον ἐπὶ πάντα τὰ ἐν τῷ κόσμῳ ταῖς δυνάμεσιν. ἐκεῖ γὰρ καὶ
in Alc
.

149

‘ὁ μέγας ἡγεμὼν Ζεὺς διακοσμῶν πάντα καὶ ἐπι‐ μελούμενος‘, ὥς φησιν ὁ ἐν Φαίδρῳ Σωκράτης. ὁ τοίνυν Δίϊος καὶ ἡγεμονικὸς τὴν φύσιν τῇ τοῦ ὅλου καὶ παντὸς ἐπιθυμίᾳ
τὰς μὲν παρούσας ἀεὶ δυνάμεις ἀτιμάζει, τὰς δὲ ὁλικωτέρας ποθεῖ, καὶ67
5τέλος ἐπείγεται τὸν ὅλον κόσμον συνδιοικεῖν τοῖς θεοῖς· ταύτην γὰρ εἶχε τὴν ἀξίαν καὶ τοῦ Διὸς ὀπαδὸς ὤν. ψυχῆς οὖν ἐστὶ σπευδούσης εἰς τὴν τοῦ σύμπαντος κόσμου διοίκησιν ἡ ἀπὸ τῶν ἐλαττόνων δυνάμεων εἰς τὰς μείζους μετάβασις· ἀλλ’ ἐπιστήμης μὲν κρατησάσης σωτηρία τὸ τέλος τῆς τοιαύτης ψυχῆς, ἄνευ δὲ ταύτης διαφθορὰ καὶ τῶν ἐφιε‐
10μένων καὶ τῶν ἄλλων ἀνθρώπων. Καὶ εἰ αὖ σοι εἴποι ὁ αὐτὸς θεὸς ὅτι αὐτοῦ ἔδει δυναστεύειν ἐν τῇ Εὐρώπῃ, διαβῆναι δὲ εἰς τὴν Ἀσίαν οὐκ ἐξέσται σοι οὐδὲ ἐπιθέσθαι τοῖς ἐκεῖ πράγμασιν, οὐκ ἂν αὖ μοι δοκεῖς ἐθέλειν οὐδὲ ἐπὶ τούτοις μόνοις ζῆν, εἰ μὴ ἐμπλήσεις τοῦ σοῦ ὀνόματος καὶ τῆς
15σῆς δυνάμεως πάντας ὡς ἔπος εἰπεῖν ἀνθρώπους· καὶ οἶμαί σε πλὴν Κύρου καὶ Ξέρξου ἡγεῖσθαι οὐδένα ἄξιον λόγου γεγονέναι. 105 B—C. Ὁ μὲν αὐτὸς ὑπόκειται θεός, ἵνα τῆς ἀπειρίας ἀεὶ τῆς κατὰ τὴν
in Alc
.

150

ἔφεσιν τοῦ Ἀλκιβιάδου πολλαπλασιαζομένης τὸ μετροῦν αὐτὴν ἀεὶ τὸ αὐτὸ διαμένῃ καὶ ἵνα τὰς ὅλας ἡμῶν αἱρέσεις ἓν ᾖ τὸ ἐπισκοποῦν καὶ τὴν μίαν ζωὴν εἰς ἓν τέλος ἀναφέρον. τὸ δὲ μήτε τῇ Εὐρώπῃ μήτε τοῖς κατὰ τὴν Ἀσίαν ὁρίζειν τὴν φιλαρχίαν, ἀλλὰ τῆς κατὰ πάντων
5ἀνθρώπων ὀρέγεσθαι δυνάμεως, ἀορίστου μέν ἐστιν ἐφέσεως, ἐννοίας δὲ καὶ ὠδῖνος μεγάλης καὶ πρὸς τὸ ὄντως καὶ ὑψηλὸν καὶ θεῖον βλεπούσης, ὃ πάντας αὑτοῦ ἐμπέπληκε καὶ πᾶσι πάρεστιν ἀδιαστάτως καὶ πᾶσιν ἐνδυναστεύει τοῖς ἐν τῷ κόσμῳ. ἐπεὶ καὶ τὸ τοῦ ὀνόματος ἐμπλῆσαι πάντας ἀνθρώπους ἐκείνου τινὰ φέρει θαυμαστὴν
10εἰκόνα. τὰ γὰρ ἄρρητα ὀνόματα τῶν θεῶν ὅλον πεπλήρωκε τὸν κόσμον, ὥσπερ οἱ θεουργοὶ λέγουσι· καὶ οὐ τὸν κόσμον τοῦτον μόνον, ἀλλὰ καὶ τὰς ὑπὲρ αὐτὸν πάσας δυνάμεις· καὶ γὰρ τὸ διαπόρθμιον ὄνομα τὸ ἐν ἀπείροις κόσμοις ἐνθρῶσκον τοιαύτην ἔλαχε δύναμιν. πεπληρώκασιν οὖν οἱ θεοὶ καὶ ἑαυτῶν καὶ τῶν οἰκείων ὀνομάτων τὸν
15σύμπαντα κόσμον· ἃ καὶ θεασάμεναι πρὸ τῆς γενέσεως αἱ ψυχαὶ καὶ ποθοῦσαι τὴν πρὸς ἐκείνους ὁμοίωσιν, ἀγνοοῦσαι δὲ τὸν τῆς ὁμοιώσεως τρόπον, φίλαρχοι γίνονται καὶ ποθοῦσι τὰ ἐκείνων εἴδωλα καὶ τοῦ ἑαυτῶν ὀνόματος καὶ τῆς ἑαυτῶν δυνάμεως ἐμπλῆσαι πᾶν τὸ ἀνθρώπων γένος. αἱ μὲν οὖν ἔννοιαι μεγάλαι καὶ θαυμασταὶ τῶν τοιούτων ψυχῶν,
20τὰ δὲ ἐπιτηδεύματα σμικρὰ καὶ ἀγεννῆ καὶ εἰδωλικά, χωρὶς ἐπιστήμης μεταδιωκόμενα· τὰ μὲν γάρ ἐστι παρὰ φύσιν, αἱ δὲ κατὰ φύσιν, καὶ τὰ μὲν λήθης ἐστὶν ἔκγονα καὶ ἀγνοίας, αἱ δὲ τῶν αὐτοφυῶν ὠδίνων ἀνακινήσεις. Ἀλλὰ τί βούλεται αὐτῷ Κῦρος ἐνταῦθα καὶ Ξέρξης; ἢ ἐπειδὴ
25Κῦρος μὲν φιλάνθρωπον καὶ κηδεμονικὴν προεστήσατο βασιλείαν,68
in Alc
.

151

Ξέρξης δὲ φλεγμαίνουσαν καὶ ὑβριστικήν (διὸ ὁ μὲν πατὴρ ὑπὸ τῶν ὑπηκόων ἐπωνομάζετο, ὁ δὲ οὐκ ἀρκεσθεὶς τοῖς παροῦσιν ἐπέθετο καὶ τοῖς τὴν Ἑλλάδα οἰκοῦσιν), ἐνδεικνύμενος τοῦ νεανίσκου τὴν ἀνεξέ‐ ταστον περὶ τούτων κρίσιν ὡς ὁμοίως ἑκάτερον θαυμάζοντος διὰ τὴν
5δύναμιν, τούτων ἐμνημόνευσεν. ὁ γὰρ τιμῆς ἁπλῶς ἐραστὴς οὐ διορίζει τὸ τιμῶν ὁποῖόν ἐστι, καὶ ὁ φίλαρχος οὐ προσποιεῖται τὰς τῶν ἀρχόντων διαφοράς, ἀλλ’ ὅπου ποτ’ ἂν ᾖ τὸ ἄρχειν καὶ παρ’ οἷστισι, θαυμαστὸν εἶναι νενόμικεν. Ὅτι μὲν οὖν ἔχεις ταύτην τὴν ἐλπίδα, εὖ οἶδα καὶ οὐκ εἰκάζω.
10ἴσως ἂν οὖν εἴποις, ἅτε εἰδὼς ὡς ἀληθῆ λέγω· ‘τί δὴ οὖν, ὦ Σώκρατες, τοῦτό ἐστί σοι πρὸς λόγον ὃν ἔφησθα ἐρεῖν, διὸ ἐμοῦ οὐκ ἀπαλλάττῃ;‘ ἐγὼ δὴ σοί γε ἐρῶ, ὦ φίλε παῖ Κλεινίου καὶ Δεινομένης. τούτων γάρ σοι ἁπάντων τῶν διανοημάτων τέλος ἐπιθεῖναι ἄνευ ἐμοῦ ἀδύνατον· τοσαύτην ἐγὼ οἶμαι δύναμιν ἔχειν εἰς τὰ σὰ
15πράγματα καὶ εἰς σέ. 105 C—D. Τίς ὁ παιδεύων ἐστὶ καὶ τίς ὁ παιδευόμενος ὀρθῶς ἀπὸ τούτων
in Alc
.

152

κατανοητέον. τὸν μὲν γὰρ παιδεύοντα προσήκει τὰς τῶν παιδευομένων ἐπιτηδειότητας ἀκριβῶς διαγινώσκειν καὶ κατὰ ταύτας αὐτῶν μετιέναι τὴν ἐπιμέλειαν. οὐ γάρ ἐστιν ὡσαύτως ἕκαστος ἀνακτέος, ἀλλὰ ἄλλως μὲν ὁ τὴν φύσιν φιλόσοφος, ἄλλως δὲ ὁ ἐρωτικός, ἄλλως δὲ ὁ μουσικός,
5καὶ ἄλλως μὲν ὁ διὰ φαντασίαν τῆς θείας ῥᾳστώνης περὶ τὴν ἡδονὴν ἐπτοημένος, ἄλλως δὲ ὁ διὰ τὴν τῆς αὐταρκείας ἔφεσιν τῆς τῶν χρημάτων κτήσεως ὀρεγόμενος, ἄλλως ὁ διὰ τὴν τῆς θείας δυνάμεως ἔννοιαν περὶ τὰς δυνάμεις τὰς φαινομένας ὑποφερόμενος. τὰ γὰρ εἴδωλα πανταχοῦ τὰς ἑαυτῶν ἀρχὰς ὑποδυόμενα περισπᾷ τὰς ἀνοήτους
10τῶν ψυχῶν· δεῖ δὲ ἀπὸ τούτων ἐξαναστάντας ἐπ’ ἐκεῖνα τὰ ἀληθῆ καὶ ὄντως ὄντα διαβαίνειν. καὶ οὗτος ἦν ὁ τρόπος τῆς Σωκρατικῆς διδασκαλίας, ἕκαστον ἀνάγειν εἰς τὸ οἰκεῖον ἐφετόν, καὶ τῷ μὲν φιληδόνῳ δεικνύναι, ποῦ τὸ καθαρῶς ἡδύ, τὸ πρὸς τὸ λυπηρὸν ἀμιγές (δῆλον γὰρ ὅτι τοῦτο αἱρετώτερον αὐτῷ διώκοντι τὴν ἡδονήν, ἀλλ’ οὐ
15τὸ τῷ ἐναντίῳ συμπεφυρμένον)· τῷ δὲ φιλοχρημάτῳ, ποῦ τὸ ὄντως αὔταρκες, τὸ μηδαμῶς τῆς ἐνδείας ἀναπιμπλάμενον (τοῦτο γὰρ πάντως περισπουδαστότερον τῷ τῆς αὐταρκείας ὀρεγομένῳ καὶ τὴν ἔνδειαν φεύγοντι)· τῷ δὲ φιλάρχῳ, ποῦ τὸ δύνασθαι καὶ τὸ ἄρχειν καὶ ποῖον τὸ ἡγεμονικὸν εἶδος τῆς ζωῆς δουλείας ἁπάσης καθαρεῦον (τοῦτο γὰρ
20αὐτῷ μᾶλλον ἂν εἴη τιμιώτερον ἢ τὸ τῷ φευκτῷ συμπεπλεγμένον). δύναμις μὲν οὖν καὶ αὐτάρκεια καὶ ἡδονὴ περὶ τὰ ἔνυλα τῶν πραγμά‐ των οὐκ ἔστιν· ἀσθένεια γὰρ ἡ ὕλη καὶ πενία καὶ φθορᾶς αἰτία καὶ
in Alc
.

153

λύπης· δῆλον δὲ ὅτι, εἴπερ που, ταῦτά ἐστιν ἐν τοῖς ἀΰλοις καὶ χωριστοῖς. ἐκείνων οὖν ἐρᾶν δεῖ καὶ πρὸς ἐκεῖνα ποιεῖσθαι τὴν ἀνα‐
γωγήν. τὸν μὲν οὖν παιδεύοντα τοῦτον χρὴ τὸν τρόπον προσάγειν τὴν παιδείαν, ἀπὸ τῶν ἐν ἑκάστῳ φυσικῶν ἐπιτηδειοτήτων προτείνοντα τὴν69
5σωτηρίαν ἑκάστοις· τὸν δὲ παιδευόμενον ἑαυτὸν ἐπιδιδόναι προσήκει τῷ παιδεύοντι καὶ ἠρέμα περιάγεσθαι πρὸς τὸ ἀληθὲς τῶν εἰδώλων ἀφιστάμενον καὶ ἀπὸ τοῦ καταγείου σπηλαίου πρὸς τὸ φῶς καὶ τὴν ὄντως οὐσίαν ἀνατεινόμενον πανταχοῦ τῆς ἀμιγοῦς πρὸς τὸ ἐναντίον καὶ ἀφιέντα μὲν τὸ μεριστὸν καὶ εἰδωλικόν, τοῦ δὲ καθόλου
10καὶ ἀμερίστου τελέως ὀρεγόμενον. τὸ γὰρ ὅλον ἀγαθόν, ὥς φησιν ὁ ἐν Φιλήβῳ Σωκράτης, οὔτε ἐφετόν ἐστι μόνον οὔτε τέλειον καὶ αὔταρκες οὔτε ἱκανὸν καὶ δυνάμενον ἄλλα πληροῦν, ἀλλ’ ὁμοῦ δὴ ταῦτα πάντα συλλαβὸν ἔχει, τὴν τελειότητα, τὴν ἱκανότητα, τὸ ἐφετόν· καὶ γὰρ εἰς αὑτὸ πάντα ἀνατείνει καὶ πλῆρές ἐστιν ἑαυτοῦ καὶ πᾶσιν ἐνδίδωσι τὸ
15εὖ. οἱ δὲ πολλοὶ μερικῶς αὐτοῦ καταδράττονται, καὶ οἱ μὲν πρὸς τὸ ἐφετὸν αὐτοῦ μόνον ὁρῶντες τὸ ἡδὺ διώκουσιν, εἴδωλον ὂν τοῦ ἐκεῖσε ἐφετοῦ· οἱ δὲ πρὸς τὸ τέλειον μόνον περὶ τὰ χρήματα σπουδάζουσιν, ἐν γὰρ τούτοις τὸ τῆς αὐταρκείας εἴδωλον· οἱ δὲ πρὸς τὸ ἱκανὸν ἀπονεύοντες περὶ τὰς δυνάμεις ἐπτόηνται, καὶ γὰρ ἡ δύναμις φάντασμα
20φέρεται τῆς ἱκανότητος. τὸ τοίνυν ἀφεῖναι μὲν τὰς μεριστὰς τοῦ ἀγαθοῦ ταύτας ἀντιλήψεις, ἰδεῖν δὲ πρὸς ὅλην αὐτοῦ τὴν φύσιν καὶ ἀναχθῆναι
in Alc
.

154

πρὸς τὸ παντελὲς αὐτοῦ πλήρωμα τοὺς παιδευομένους καλῶς ἀφίστησι τῆς περὶ τὰ εἴδωλα διατριβῆς. Παιδείας μὲν οὖν ὀρθότης αὕτη τῷ τε παιδεύοντι καὶ τῷ παιδευομένῳ προσήκουσα· διὸ καὶ ὁ Σωκράτης ἐν τῇ παρούσῃ συνουσίᾳ προτίθησιν
5ὑπ’ αὐγὰς τῷ νεανίσκῳ τὴν διὰ τῆς ἐπιστήμης τεῦξιν τοῦ προσήκοντος αὐτῷ τέλους. ἡ γὰρ δύναμις κρατηθεῖσα μὲν τῷ λόγῳ τῆς ἐπιστήμης μεγάλων ἐστὶν ἀγαθῶν αἰτία καὶ τὸ τέλειον συνεισφέρει τῷ ἱκανῷ καὶ τὸ ἐφετόν, ἄνευ δὲ ἐπιστήμης φευκτὴ μᾶλλόν ἐστιν ἢ αἱρετή, καὶ ἀτελὴς καὶ τοῦ σώζοντος ἐνδεής· ἀπόλλυσι γὰρ τὸν ἔχοντα αὐτήν. ἀληθὲς
10ἄρα ἐστὶν ὅτι μεγίστην ὁ Σωκράτης ἔχει δύναμιν ἐν τοῖς Ἀλκιβιάδου πράγμασι· τὸ γὰρ τελειωτικὸν παρὰ τοῖς τελειουμένοις καὶ τὸ σωστικὸν παρὰ τοῖς σωζομένοις τὰ μέγιστα δύναται, διότι παντὶ πρὸς τὸ σῶζόν ἐστιν ἡ ἀνάτασις. ἴσως δ’ ἄν τις πρὸς ἡμᾶς ἐνιστάμενος λέγοι φίλαρχον ἀποτελεῖσθαι διὰ τούτων τὸν Ἀλκιβιάδην ὑπὸ Σωκράτους· ἔδει γὰρ
15ἀποκόπτειν αὐτοῦ πάντῃ τὸ πάθος, ἀλλ’ οὐ πολλαπλασιάζειν αὐτὸ ἐλπίδας ὑποτείνοντα τοιαύτας. λέγομεν τοίνυν πρὸς τὸν τούτων κατή‐ γορον, ὅτι τὰ πάθη τῆς σκληρᾶς καὶ ἀντιτύπου φύσεώς ἐστιν ἅτε ἔνυλα ὄντα καὶ γήϊνα, πάντα μέν, ὡς εἰπεῖν, διαφερόντως δὲ τὰ θυμοειδῆ· τὸ γὰρ φιλότιμον ἦθος καὶ φίλαρχον ἕτοιμόν ἐστι πρὸς τὴν ἀντίστασιν
in Alc
.

155

τοῦ παιδεύειν ἐπιχειροῦντος. δεῖ δὴ οὖν αὐτὰ κατὰ βραχὺ περιάγειν εἰς τὸ εὐθὺ καὶ ἠρέμα παραμυθεῖσθαι τὸν τῆς παιδείας καθηγούμενον, ὥσπερ δὴ καὶ οἱ χρηστοὶ Ἀσκληπιάδαι τὰ φλεγμαίνοντα τῶν νοσημάτων διαίτῃ παιδαγωγοῦσιν, ἀλλ’ οὐκ αὐτόθεν ἐκβάλλειν ἐπιχειροῦσι τοὺς
5ἐνοχλοῦντας χυμούς· οὐκοῦν εἰ ταῦτα οὕτως ἔχει, καὶ ὁ Σωκράτης
ὀρθῶς 〈ποιεῖ〉 οὐκ εὐθὺς ἐν ἀρχῇ τῶν λόγων πρὸς τὸ τοῦ νεανίσκου πάθος ἱστάμενος, ἀλλὰ μετάγων αὐτοῦ τὴν ἔφεσιν ἀπὸ τῆς δυνάμεως εἰς ἐπιστήμην τὴν τῇ δυνάμει χρησομένην. ἐπιστήμης γὰρ ἐνούσης ἐν ψυχῇ δυνατώτερον οὐδέν ἐστιν, ὡς καὶ ἐν ἄλλοις φησίν. αὕτη τοίνυν καὶ τῶν70
10ὄντως ἀγαθῶν καὶ τῶν κακῶν ἡμῖν παρέχει τὴν διάκρισιν, καὶ ὁ ταύτην κτησάμενος οὐκ εὐεξαπάτητός ἐστιν ὑπὸ τῶν εἰδώλων καὶ πρὸς αὐτὰ τὰ ὄντα δύναται βλέπειν τῶν σκιαγραφιῶν τούτων ἀπαλλαγείς. Τοσαῦτα καὶ περὶ τούτων· πάλιν δὲ αὖ ἐκεῖνο ζητήσωμεν, εἰ μὴ θρασὺ πρᾶγμα ποιεῖ ὁ Σωκράτης τοιαῦτα κατεπαγγελλόμενος δύ‐
15νασθαι παρασχεῖν· τοῦτο γὰρ οὐ κατὰ τὸ Σωκρατικὸν ἦθος τὸ ἐπάγγελμα. δεῖ δὴ καὶ πρὸς ταῦτα λέγειν, ὅτι τῷ φιλοσόφῳ προσήκει τὸ μεγαληγορεῖν, ὅταν ᾖ τούτου καιρός. ἐν Θεαιτήτῳ μὲν οὖν ‘οὐδείς‘, φησί, ‘θεὸς δύσνους ἀνθρώποις οὐδὲ ἐγὼ δυσνοίᾳ τοιοῦτον οὐδὲν δρ· ἀλλά μοι ψεῦδός τε
20συγχωρῆσαι καὶ ἀληθὲς ἀφανίσαι οὐδαμῶς θέμις·‘ ἔπρεπε γὰρ τῷ μαιευτικῷ, τῷ κριτῇ τῶν τε γονίμων λόγων καὶ τῶν ἀνεμιαίων, πρὸς τὸν μαιευόμενον οὗτος ὁ τρόπος τῆς διαιτήσεως, ἵνα
in Alc
.

156

τι καὶ δράσῃ διὰ τῆς μαιείας. ἐν δὲ τῇ Ἀπολογίᾳ πάλιν οὐ θεμιτόν φησιν ἀμείνονι ἀνδρὶ ὑπὸ χείρονος βλάπτεσθαι καὶ ἀποκτεῖναι μὲν δύνασθαι, βλάψαι δὲ οὔ· προσῆκον γὰρ αὖ ἐν μέσοις ὄντα τοῖς κινδύνοις ὑψηλὸν φαίνεσθαι κατὰ τὴν ζωήν.
5ἐνταῦθα δὲ πρὸς ἐρώμενόν ἐστιν ὁ λόγος φιλότιμον, φίλαρχον, ἤδη καταφρονήσαντα τῶν ἄλλων ἐραστῶν· πρόσεισιν οὖν αὐτῷ μετὰ φρονήματος καὶ παρρησίας ὑποτάττων αὐτὸν τοῖς ἑαυτοῦ λόγοις καὶ οὕτω δὴ τὴν περισπούδαστον ἐκείνῳ δύναμιν τῆς οἰκείας ἐξάπτει δυνά‐ μεως. καὶ ὁρᾷς ὅπως ἀσφαλὴς καὶ ἐν τούτοις ὁ Σωκράτης· οὐ γὰρ εἶπεν
10ὅτι ‘μετ’ ἐμοῦ πάντως τεύξῃ τοῦ τέλουσ‘, ἀλλ’ ὅτι ‘ἄνευ ἐμοῦ οὐκ ἂν τύχοισ‘. ἐπιστήμης μὲν γὰρ χωρὶς οὐκ ἄν τις τῆς δυνάμεως τύχοι· τῶν γὰρ ἀγαθῶν ἡ δύναμις, τὰ δὲ ἀγαθὰ μετ’ ἐπιστήμης κτώμεθα. παρού‐ σης δὲ ἐπιστήμης θαυμαστὸν οὐδὲν μὴ παρεῖναι τὴν δύναμιν· δεῖ γὰρ καὶ τῆς τοῦ παντὸς συμπνοίας καὶ τῆς ἀγαθῆς τύχης τῆς τούτων
15προεστώσης. Ταῦτα περὶ ἁπάσης εἴχομεν λέγειν τῆς προκειμένης ῥήσεως· ἤδη δὲ καὶ τὰ καθ’ ἕκαστα διέλθωμεν. τὸ μὲν τοίνυν ‘εὖ οἶδα καὶ οὐκ εἰκάζω‘ μετὰ τοὺς λόγους καὶ τὰς ὑπομνήσεις ἀναγκαίως πρόσκει‐ ται· διὰ πολλῶν γὰρ ἑαυτὸν ἐπιδείξας μόνον, εἰκότως λοιπὸν διϊσχυρί‐
20ζεται. Τὸ δὲ ‘ἅτε εἰδὼς ὅτι ἀληθῆ λέγω‘ πάλιν εἰς ἑαυτὸν ἐπιστρέφει τὸν Ἀλκιβιάδην καὶ τῶν αὐτοῦ διανοημάτων ποιεῖ θεατήν. Τὸ δὲ ‘ὦ φίλε παῖ‘ τὴν θεραπείαν ἔχει προσκειμένην ἐν καιρῷ· βούλεται γὰρ αὐτὸν οἰκειώσασθαι καὶ συνάψαι πρὸς ἑαυτόν, ἵνα
in Alc
.

157

ἐραστὴς γένηται διὰ τὴν ἔφεσιν τῆς δυνάμεως τῆς ἐν αὐτῷ τελέας ἐπιστήμης.
Ἡ δὲ αὖ ἐκ τῶν δύο πατέρων ἀνάκλησις ὅλην αὐτοῦ τὴν ζωὴν συλλέγει καὶ οἰκειοῖ τῷ Σωκράτει· καὶ γὰρ τῆς ψυχῆς τὸ μέν ἐστιν71
5οἷον ἄρρεν, τὸ δὲ οἷον θῆλυ. καὶ ἅμα τοὺς δύο πατέρας ὀνομάζων ἐνδείκνυται αὐτῷ ὅτι οὔτε οἱ πρὸς μητρὸς οὔτε οἱ πρὸς πατρὸς συγγενεῖς ἢ φίλοι πρὸς ταύτην αὐτοῦ συντελοῦσι τὴν ἔφεσιν, ἀλλ’ αὐτὸς μόνος τέλος αὐτοῦ δύναται τῇ βουλήσει μετὰ τοῦ ἀγαθοῦ δαί‐ μονος ἐπιθεῖναι.
10 Τὸ δὲ ‘εἰς τὰ σὰ πράγματα καὶ εἰς σὲ‘ πάλιν ἐν ψυχῇ τὸν Ἀλκιβιάδην ἀφορίζεται· καὶ πράγματα μὲν αὐτοῦ τὰς ἔξω προϊού‐ σας ἐνεργείας καλεῖ καὶ τὴν τῆς πόλεως προστασίαν καὶ τὴν τεῦξιν τῆς δυνάμεως, αὐτὸν δὲ τὴν ψυχὴν τίθεται καὶ τὴν ἐν ταύτῃ τελειότητα. Διὸ δὴ καὶ πάλαι οἶμαι τὸν θεὸν οὐκ ἐᾶν διαλέγεσθαί σοι, ὃν ἐγὼ
15[περιέμενον] ὁπηνίκα ἐάσει. ὥσπερ γὰρ σὺ ἐλπίδας ἔχεις ἐν τῇ πόλει ἐνδείξασθαι ὅτι αὐτῇ παντὸς ἄξιος εἶ, ἐνδειξάμενος δὲ οὐδὲν ὅ τι οὐ παραυτίκα δυνήσεσθαι, 〈οὕτω κἀγὼ παρὰ σοὶ ἐλπίζω μέ‐ γιστον δυνήσεσθαι〉 ἐνδειξάμενος ὅτι παντὸς μᾶλλον ἄξιός εἰμι καὶ
in Alc
.

158

οὔτε ἐπίτροπος οὔτε συνεργός τις ἄλλος οὐδεὶς ἱκανὸς παραδοῦναι τὴν δύναμιν ἧς ἐπιθυμεῖς πλὴν ἐμοῦ, μετὰ τοῦ θεοῦ μέντοι. 105 D—E. Τίς ὁ λεγόμενος ἐνταῦθα θεὸς καὶ διὰ ποίαν αἰτίαν οὕτως ἐπονομά‐ ζεται, λέλεκταί μοι κἀν τοῖς προοιμίοις τοῦ διαλόγου. λεγέσθω δὲ καὶ
5νῦν ὡς οἱ θεῖοι δαίμονες τὴν ἀκροτάτην τάξιν ἐν τοῖς δαίμοσι λαχόντες καὶ πληρούμενοι προσεχῶς ἄνωθεν τοῦ θείου φωτὸς ποτὲ μὲν δαίμονες, ποτὲ δὲ θεοὶ καλοῦνται· θεῶν γὰρ ἔχουσι πρὸς τὸ λοιπὸν δαιμόνιον τάξιν. καὶ εἴπομεν ὡς ἄλλος μέν ἐστιν ὁ ἐν θεοῖς δαίμων, ἄλλος δὲ ὁ θεὸς μόνον, ἄλλος δὲ ὁ δαίμων μόνον. οἱ μὲν γὰρ πρώτιστοι τῶν θεῶν
10ἐπέκεινα καὶ τῆς τῶν δαιμόνων εἰσὶν ἀναλογίας· πρὸς γοῦν τῷ τέλει τῶν νοητῶν ἀνεφάνη πρῶτον ἡ δαιμονία πρὸς τοὺς ἄλλους θεοὺς ὑπεροχή. οἱ δὲ δεύτεροι καὶ τρίτοι δαίμονες, ὥσπερ ὑφεστήκασιν ἐν τῇ τῶν δαιμόνων ἰδιότητι, οὕτω καὶ ὀνομάζονται δαίμονες μόνον. οἱ δέ γε ἀκρότατοι τῶν δαιμόνων καὶ θεοὶ καλοῦνται καὶ δαίμονες, δαίμονες
15μὲν ὄντες κατ’ οὐσίαν, θεοὶ δὲ κατὰ μέθεξιν. καὶ αὖ τῶν θεῶν ἀπὸ τῶν νοερῶν ἀρξάμενοί τινες προσαγορεύονται δαίμονες, θεοὶ μὲν ὄντες κατὰ τὴν ὕπαρξιν, δαίμονες δὲ κατὰ τὴν ἀναλογίαν. ὃν τοίνυν δαίμονα πρόσθεν Σωκράτης ἀπεκάλει, τοῦτον ἐν τοῖς παροῦσι θεὸν προσαγο‐ ρεύει διὰ ταύτην τὴν αἰτίαν· τῶν γὰρ θείων ἐστὶ δαιμόνων, ὡς εἴρηται
20πρότερον. εἰ δὲ καὶ ὅτι τῶν θεῶν οἱ δαίμονες ἐξήρτηνται καὶ κατὰ τὴν κοινὴν αὐτῶν πρόνοιαν ἀποτελεῖται τὰ περὶ ἡμᾶς λέγοι τις κατὰ τὰ
in Alc
.

159

αὐτὰ καὶ τὸ δαιμόνιον δοκεῖν καὶ τὸ θεῖον, οὐδ’ οὗτος ὁ λόγος ἀπό‐ βλητος. οὐ γὰρ ἀντιμάχεται τῷ δαιμονίῳ τὸ θεῖον οὐδὲ ἡ τῶν ἀγαθῶν
δαιμόνων πρόνοια τῆς τῶν θεῶν ἀπέσπασται βουλήσεως, ὅπου γε οὐδ’ ἡ τῶν σπουδαίων ἀνδρῶν ἐνέργεια τῆς θείας δόσεως ἀφέστηκε· κατὰ72
5θεὸν γὰρ καὶ ὁ δαίμων δίδωσι καὶ ὁ ἀγαθὸς ἀνήρ. καὶ ἔχεις πάλιν ἐνταῦθα τὴν σειρὰν τῶν ἀγαθοειδῶν αἰτίων ἐκφαινομένην. ὁ μὲν γὰρ Σωκράτης εἰς δαίμονα βλέπει καὶ τὴν τοῦ δαίμονος προμήθειαν, ὁ δὲ δαίμων εἰς τὸν θεὸν οὗ ἐστὶν ὀπαδός· καὶ συνάπτεται τῷ θείῳ διὰ τοῦ δαιμονίου ὁ Σωκράτης, καὶ πάντα καὶ οὗτος ἐνεργεῖ κατὰ θεόν, τοῦ
10δαίμονος αὐτῷ τὴν θείαν βούλησιν ἐκφαίνοντος. Αὕτη μὲν οὖν ἀναλογία τῶν κρειττόνων αἰτίων· κατ’ ἄλλην δὲ αὖθις συστοιχίαν, ὅπερ ἐστὶν Ἀλκιβιάδης πρὸς τὸ Σωκράτην, τοῦτο τὸ πλῆθος τῶν Ἀθηναίων πρὸς τὸν Ἀλκιβιάδην. ‘ὥσπερ γὰρ σύ‘, φησίν, ‘ἐν τῇ πόλει μέγιστον δυνήσεσθαι προσδοκᾷς, οὕτω καὶ ἐγὼ παρὰ σοί‘.
15δεῖ γὰρ τὸ μὲν πλῆθος ἑνὸς ἐξάπτειν τοῦ συντεταγμένου, τὸ δὲ συντεταγμένον ἓν τοῦ ἐξῃρημένου· καὶ γὰρ αἱ πρόοδοι πᾶσαι τῶν ὄντων τοῦτον ἐπιτελοῦνται τὸν τρόπον. κατ’ ἀμφοτέρας δὴ οὖν τὰς ἀναλογίας ὁ Σωκράτης ἐστὶ δυοῖν ὅρων μέσος, αὐτὸς μὲν εἰς δαίμονα καὶ θεὸν ἀνηρτημένος, ἑαυτοῦ δὲ ἐξάπτων τόν τε ἐρώμενον καὶ τὸ πλῆθος τῶν
20Ἀθηναίων· καὶ οὕτω δὴ πᾶσιν αἴτιος γίνεται τῆς τοῦ θείου μετουσίας, καὶ τοῖς χείροσι. καὶ τὰ μὲν πλεῖστον ἀφέστηκε, τό τε πλῆθος καὶ τὸ θεῖον, τὰ δὲ συμπληροῖ τὰς τούτων μεσότητας. οἷον εἰ βούλει λέγειν
in Alc
.

160

ἐπὶ μιᾶς ψυχῆς, τὸ μὲν πλῆθός σοι νοείσθω τὸ ἐπιθυμητικόν (τοῦτο γάρ ἐστιν ὅπερ δῆμος ἐν πόλει, φησὶν ὁ Ἀθηναῖος ξένος, καὶ ὅλως τὸ πολυκέφαλον θηρίον, ὡς ὁ ἐν Πολιτείᾳ φησὶ Σωκράτης), ὁ δὲ Ἀλκιβιάδης κατὰ τὸν θυμόν (ἐκεῖ γὰρ τὸ φιλότιμον, ἐπεὶ τῆς
5δυναστείας ἡ ἔφεσις), ὁ δὲ Σωκράτης κατὰ τὸν λόγον (ἐν τούτῳ γὰρ ἡ ἐπιστήμη· διὸ καὶ οἷον δαίμων ἐστὶν ἀγαθὸς τοῦ Ἀλκιβιάδου, καὶ γὰρ ὁ Τίμαιος τὸν λόγον δαίμονα τῶν ἐνταῦθα καλεῖ δυνάμεων), ὑπὲρ δὲ τὸν λόγον ὁ ἀγαθὸς δαίμων ὁ καὶ κινῶν τὸν Σωκράτην πρὸς τὸ ἀγαθόν, καὶ ὑπὲρ τοῦτον ὁ θεός, εἰς ὃν καὶ ὁ δαίμων ἀνήρτηται καὶ
10περὶ ὃν ἔχει τὴν ὑπόστασιν. εἰκότως ἄρα ὁ Σωκράτης, ἅτε προσεχῶς ὑπεριδρυμένος τοῦ νεανίσκου, φησὶν αὐτὸς αἴτιος αὐτῷ τῶν ἀγαθῶν ἔσεσθαι, μετὰ τούτου μέντοι. Καὶ δὴ καὶ ἐπισημαντέον πάλιν ἐν τούτοις, ὅπως ὁ Σωκράτης ἐν τάξει προῆλθε. πρὸ μὲν γὰρ τῶν λόγων τούτων αὐτός φησι προ‐
15μηθεῖσθαι τοῦ Ἀλκιβιάδου (‘ᾧ καὶ γνώσῃ ὅτι προσέχων γέ σοι τὸν νοῦν διατετέλεκα‘)· διὰ δὲ τῶν λόγων τούτων τὴν δύναμιν αὐτῷ ταύτην αὐτὸς παραδώσειν· ἐπὶ δὲ τοῖς λόγοις τούτοις
in Alc
.

161

καὶ τοῦ θεοῦ τὴν πρόνοιαν ἐξέφηνε τῷ νεανίσκῳ. καὶ ὁ νοῦς καὶ ἡ δύναμις πρώτως ἐκ τοῦ θεοῦ τὴν πρόοδον ἔλαχον, ἀλλ’ ἡ μὲν ὅλη δύναμις προσεχῶς ἀπ’ αὐτοῦ πρόεισιν, ὁ δὲ νοῦς τρίτος ἐστὶν ἀπὸ τοῦ θεοῦ· διὸ καὶ νοῦ μετέχει πρῶτον ὁ ἀτελής, εἶτα δυνάμεως, εἶτα θεοῦ
5τοῦ καὶ ταῦτα χορηγοῦντος. οὐκοῦν εἰ τὸν νοῦν ὁ Σωκράτης προσ‐ εῖχεν, ἔννους ἐστίν· εἰ δὲ δυνάμεώς ἐστιν ἄλλοις αἴτιος, δυνάστης ἐστίν· εἰ δὲ μετὰ θεοῦ πάντα πράττει, ἔνθεός ἐστιν. ἀλλ’ οὐκ ἦν τῷ νεανίσκῳ δυνατὸν ἅμα ταῦτα πάντα συνιδεῖν· διὸ κατὰ μέρος
αὐτὰ προέφηνεν ὁ Σωκράτης. καὶ ἅμα διὰ τούτων δῆλον ὅπως αἱ73
10μεθέξεις ἀπὸ τῶν ὑφειμένων ἄρχονται καὶ ὅπως αἱ ἐπιστροφαὶ γίγνονται πρὸς τὰ σύνεγγυς πρῶτον, εἶθ’ οὕτως πρὸς τὰ θειότερα τῶν αἰτίων. Νεωτέρῳ μὲν οὖν ὄντι σοι καὶ πρὶν τοσαύτης ἐλπίδος γέμειν, οὐκ εἴα ὁ θεὸς διαλέγεσθαι, ἵνα μὴ μάτην διαλεγοίμην· νῦν δὲ ἐφῆκε, νῦν γὰρ ἄν μου ἀκούσαις. 105 E—106 A.
15 Νῦν ἀποδίδωσι τὰ ἐν προοιμίοις ῥηθέντα ὁ Σωκράτης, ‘οὗ σὺ τὴν δύναμιν καὶ ὕστερον πεύσῃ‘· τῷ γὰρ ὄντι τῆς τοῦ δαίμονος προνοίας ὕμνος ἐστὶ πάντα ταῦτα. τὸ γὰρ ἀγαθοειδῶς τοτὲ μὲν ἀνα‐ κόπτειν τοῦ Σωκράτους τὴν ὁρμήν, τοτὲ δὲ ἐφιέναι, δηλοῖ τῆς προ‐ μηθείας τῆς ἐκείνου τὴν δύναμιν· καὶ τὸ θεὸν αὐτὸν ἐπονομάζεσθαι
in Alc
.

162

ὑπερτάτην αὐτῷ τάξιν ἐν τῷ γένει τῶν δαιμόνων μαρτυρεῖ. καὶ αὖ πάλιν τὰ μέτρα τῆς ὑφηγήσεως· πρότερον μὲν γὰρ δαιμόνιον αὐτὸν ἐκάλει, νυνὶ δὲ καὶ θεόν. τοῖς γὰρ ἀναγομένοις πρῶτον ἐκφαίνεται ἡ τῶν δαιμόνων ἰδιότης, ἔπειτα καὶ ἡ τῆς θείας ὑπάρξεως μέθεξις. ἀλλὰ
5διατί πρὶν τοσαύτης ἐλπίδος γέμειν οὐκ εἴα ὁ θεὸς διαλέγεσθαι τὸν Σωκράτην; ἢ ὅτι παῖδες ὄντες οὔπω κατὰ τὸ φιλότιμον δύνανται ζῆν οἱ ἄνθρωποι, ἀλλὰ κατ’ ἐπιθυμίαν μᾶλλον, ὥσπερ οὐδὲ κατὰ φαντασίαν, ἀλλὰ μᾶλλον κατ’ αἴσθησιν· τότε τοίνυν πορρώτερόν εἰσι τοῦ λόγου. προελθόντες δὲ καθ’ ἡλικίαν ὑπερανέχουσί
10πως ἤδη τοῦ γενεσιουργοῦ κλύδωνος καὶ μεθίστανται πρὸς τὰ ἀστειό‐ τερα τῶν παθῶν οἱ φύσιν ἔχοντες ἁδροτέραν· τότε δὴ οὖν καὶ ὑπὸ λόγου ῥυθμίζεσθαι μᾶλλον δύνανται καὶ κατήκοοι γίνεσθαι τῆς ἐπιστήμης. οὐκοῦν παιδὶ μὲν ὄντι τῷ Ἀλκιβιάδῃ περὶ τούτων λέγειν οὐκ ἦν, εἰς δὲ ταύτην ἥκοντι τὴν ἡλικίαν καιρός ἐστι προσάγειν τοὺς τοιούτους
15λόγους. διατί δὲ ὡς αἰτία παρείληπται τὸ ‘ἵνα μὴ μάτην δια‐ λεγοίμην‘; ἢ ὅτι καὶ ἡ φύσις καὶ ὁ θεὸς οὐδὲν ποιεῖ μάτην, ὥς φησιν Ἀριστοτέλης· καὶ οὐδὲ τοῦτο μόνον, ἀλλ’ οὐδὲ ἄλλῳ τοῦ μάτην ἐνεργεῖν αἴτιός ἐστιν, ὡς νυνί φησι Σωκράτης. ὥσπερ γὰρ κακίας αἴτιος οὐκ ἔστιν, ἀγαθὸς ὤν, οὕτως οὐδὲ τοῦ μάτην, τέλος
20ὢν τοῖς πᾶσι· τὸ γὰρ ἄσκοπον καὶ ἀόριστον καὶ ἀτελὲς τοῦ μάτην αἴτιόν ἐστι. καὶ τί δεῖ λέγειν, ὅπου γε πολλὰ καὶ τῶν ἐν τοῖς μερικοῖς αἰτίοις μάτην γίνεσθαι δοκούντων διὰ τὴν θείαν αἰτίαν οὐ γίνεται
in Alc
.

163

μάτην; πῶς ἂν οὖν ὁ θεὸς μάτην τι πράττειν ἐπιτρέποι; καίτοι τὸ παρὰ τὰς ἡμετέρας αἱρέσεις ὁ θεὸς εἰς τὸ ἀγαθὸν ἑκάστοτε περιάγων εἰκότως ἄρα οὐδὲ τῷ Σωκράτει τότε ἐνεργεῖν ἐφῆκεν, ὅτε δὴ μάτην ἔμελλεν ἐνεργεῖν. ἀλλὰ τί τὸ ἐφεῖναι τὸν θεόν; ἢ τὸ μὴ ἀνακόψαι
5τὴν σπουδὴν αὐτοῦ καὶ τὴν εἰς τὸν νεανίσκον πρόνοιαν. ᾧ καὶ δῆλον ὅτι οὐκ ἐκ παντὸς ἀπαιτεῖ τὸ δαίμονα κινεῖν ἡμᾶς ἐπὶ τὰς πράξεις, ἀλλ’ ὅταν ἀγαθοειδὴς ἡμῶν ἡ προαίρεσις ᾖ, καὶ τὸ μὴ ἀποτρέπεσθαι μηδὲ ἐξείργεσθαι σημεῖόν ἐστι τοῦ καθήκειν ἡμῖν τὴν πρᾶξιν. διὸ καὶ ὁ Σωκράτης κωλυόμενος μὲν ἐπείθετο τῷ δαιμονίῳ, παυσαμένου δὲ
10ἐκείνου τῆς ἐναντιώσεως ἐφεῖσθαι νομίσας αὐτῷ τὴν πρὸς τὸν ἐρώμενον συνουσίαν οὕτω θαρρῶν προσελήλυθε. καὶ φυλακτέον καὶ ἡμῖν ἐν ταῖς πράξεσι τὰ μέτρα ταῦτα τῆς ὁσιότητος. οὔτε γὰρ ἐνίστασθαι χρὴ ταῖς τῶν ἀγαθῶν δαιμόνων ἀποτροπαῖς οὔτε κατὰ τοὺς δεισιδαίμονας ἀργοὺς καθῆσθαι περιμένοντας ἐφ’ ἑκάστοις τὴν ἐκεῖθεν προτροπήν,74
15ἀλλὰ προαίρεσιν ἀγαθὴν καὶ λογισμὸν προστησαμένους ἅπτεσθαι δεῖ τῶν πράξεων. Πολύ γ’ ἐμοί, ὦ Σώκρατες, νῦν ἀτοπώτερος φαίνῃ, ἐπειδὴ ἤρξω λέγειν, ἢ ὅτε σιγῶν εἵπου· καίτοι σφόδρα γε ἦσθα ἰδεῖν καὶ τότε τοιοῦτος. εἰ μὲν οὖν ἐγὼ τοιαῦτα διανοοῦμαι ἢ μή, ὡς ἔοικε
20διέγνωκας, καὶ ἐὰν μὴ φῶ, οὐδέν μοι ἔσται πλέον πρὸς τὸ πείθειν σε. εἶεν· εἰ δὲ δὴ ὅτι μάλιστα ταῦτα διανενόημαι, πῶς διὰ σοῦ μοι ἔσται καὶ ἄνευ σοῦ οὐκ ἂν γένοιτο; ἔχεις λέγειν; 106 A.
in Alc
.

164

Τοῦτ’ ἦν ὃ καὶ ὁ Σωκράτης ἐβούλετο δρᾶσαι διὰ τῶν προειρημένων λόγων, εἰς θαῦμα καὶ ἔκπληξιν κινῆσαι τὸν νεανίσκον, ἵνα διὰ μέσου τοῦ θαύματος τούτου πρὸς ἑαυτὸν ἐπιστρέψῃ τὸν ἐρώμενον καὶ πείσῃ τῆς ἑαυτοῦ προνοίας ὥσπερ ἀσφαλοῦς πείσματος ἀντέ‐
5χεσθαι, καὶ μήτε δι’ οἴησιν κενὴν ὑπερορᾶν τῶν αὑτοῦ λόγων, ὥσπερ τῶν πολλῶν ἐραστῶν, μήτε διὰ τὴν τῆς ἐφέσεως ὑπερβολὴν τὴν παρ’ αὐτοῦ τιμὴν ἀπαιτεῖν, ὥσπερ τὰς παρὰ τῶν ἄλλων ἀνθρώπων, μήτε ὅλως πρὸς αὐτὸν ἁμιλλᾶσθαι περὶ πρωτείων, ὥσπερ δὴ πρὸς τὸν ἐπίτροπον αὐτοῦ Περικλέα. διὰ ταῦτα γὰρ δὴ καὶ ἡ τοῦ θεοῦ μνήμη
10καὶ ἡ τοῦ δαίμονος ἔνδειξις καὶ ἡ φιλόσοφος παραδοξολογία μεμηχά‐ νηται τῷ Σωκράτει, καταπλήττουσα πανταχόθεν αὐτόν, οὐκ ἀπὸ τῶν ὑλικῶν καὶ τῶν ἐκτός, ὥσπερ οἱ ἄλλοι ἐρασταὶ διὰ χρημάτων αὐτὸν καὶ ἵππων καὶ κυνῶν θηρατικῶν προσήγοντο, ἀλλὰ διὰ φιλοσοφίας, διὰ δαιμόνων, διὰ θεῶν, ἃ δὴ καὶ διὰ τὸ ἄγνωστον ἐξέπληττεν αὐτὸν
15καὶ διὰ τὸ ἄϋλον μᾶλλον ὑπῆρχε δραστήρια. πᾶν γὰρ τὸ ἔνυλον ἀδρανές ἐστι καὶ ἀσθενές, ὅσῳ δ’ ἄν τι τῆς ὕλης ᾖ χωριστόν, τοσούτῳ μᾶλλόν ἐστι καὶ ἀπαθέστερον καὶ δραστικώτερον. ταῦτ’ ἄρα καὶ τὴν Στωϊκὴν μεγαληγορίαν ὑπερβέβληκεν ὁ Σωκράτης ἐν τούτοις. τί γὰρ ἄλλο ἐστὶν ἐκ τῶν εἰρημένων συνάγειν ἢ ὅτι μόνος ἄρχων ὁ σπουδαῖος, μόνος
in Alc
.

165

δυνάστης, μόνος βασιλεύς, μόνος ἡγεμὼν πάντων, μόνος ἐλεύθερος, καὶ ὅτι πάντα τῶν σπουδαίων ἐστὶν ὅσα καὶ τῶν θεῶν. κοινὰ γὰρ τὰ φίλων· εἴπερ οὖν πάντα τῶν θεῶν, πάντα καὶ τῶν σπουδαίων. διὰ γὰρ ταῦτα καὶ μετὰ θεοῦ παραδώσειν ὑπέσχετο τὴν δύναμιν καὶ
5ἄρχοντα ποιήσειν καὶ ἐγκρατῆ πάντων, ἐπιστήμης ἀρχικῆς μεταδούς. ὡς γὰρ τέκτονα λέγομεν οὐ τὸν ἔχοντα τὰ ὄργανα τοῦ τέκτονος, ἀλλὰ τὸν τὴν τέχνην κεκτημένον, οὕτω καὶ ἄρχοντα καὶ βασιλέα τὸν ἔχοντα τὴν βασιλικὴν ἐπιστήμην, ἀλλ’ οὐ τὸν κρατοῦντα πολλῶν. ὄργανον γάρ ἐστιν ἡ φαινομένη δύναμις, τὸ δὲ χρώμενον ἡ ἕξις· χωρὶς δὲ ταύτης οὐκ
10ἄν ποτέ τις ἄρχων εἴη καὶ βασιλεύς. Τὸ παρὸν τοίνυν εἰς πλέον θαῦμα Ἀλκιβιάδην ἤγειρε· ‘πλέον‘ γάρ ‘μοι‘, φησί, ‘νῦν φαίνῃ θαυμαστὸς ἢ ὅτε σιγῶν εἵπου‘. καὶ σιωπῶν ἄρα καὶ φθεγγόμενός ἐστιν ὁ σπουδαῖος θαύματος τοῖς συμπεφυκόσιν ἄξιος· ἀλλ’ οὐχ ὅ γε κακὸς τοιοῦτος, ἀλλὰ καὶ σιωπῶν ὕπουλός ἐστι75
15καὶ φθεγγόμενος ἀηδής. ἔοικε δὴ οὖν ὁ νεανίσκος καταπλαγεὶς δι’ ἀμφότερα, καὶ τὴν σιωπὴν τοῦ Σωκράτους καὶ τοὺς λόγους, ἄντικρυς οἷον δαίμονα αὐτὸν ὑπολαβεῖν. τὸ γὰρ σιγῶντα ἕπεσθαι δαιμόνιόν ἐστι, καὶ γὰρ τὸν ἀγαθὸν δαίμονα σύμπορον ἡμῶν εἰώθασι λέγειν καὶ ἕπεσθαί φασιν ἡμῖν αὐτὸν ἐκ θείας ὁρμῆς· καὶ τὸ φθεγξάμενον ἔτι
20μειζόνως φαίνεσθαι θαυμαστὸν αὐτοῖς προσήκει πάλιν τοῖς κρείττοσιν
in Alc
.

166

ἡμῶν. ὅσῳ γὰρ πλέον συναισθανόμεθα τῆς τῶν κρειττόνων δυνάμεως, τοσούτῳ μᾶλλον αὐτοὺς τεθήπαμεν. οἷον εἰ βούλει καὶ τοῦ σωτῆρος Ἀσκληπιοῦ καὶ νῦν ὑγιάζοντος ἡμᾶς καὶ ἀεὶ σώζοντος καὶ ἔχοντος ἐν ἑαυτῷ θειοτέρας ἐνεργείας τῶν ἔξω προϊουσῶν, ὅμως μᾶλλον αὐτὸν
5ἀνυμνοῦμεν ὅταν τινὸς ἐπιφανείας τύχωμεν· ἐθέλομεν γὰρ καὶ τὸ ζῶον ἡμῶν συναισθάνεσθαι τῆς τοῦ θεοῦ δόσεως. ταύτῃ μοι δοκεῖ καὶ ὁ νεανίσκος νυνὶ θαυμαστότερον εἶναι φῆσαι τὸν Σωκράτην· νυνὶ γὰρ αὐτοῦ συναισθάνεται, ἐν δὲ τῷ πρόσθεν χρόνῳ σιγῶντα μόνον ἑώρα καὶ παρεπόμενον. σιγῶν τε οὖν ἐστὶ θαυμαστὸς ὁ σοφὸς ὡς τῷ κρυφίῳ
10καὶ ἀγνώστῳ γένει τῶν θεῶν ὁμοιότατος, καὶ φθεγγόμενος ἔτι μειζόνως θαύματος ἄξιος τῷ ἐκφαντορικῷ τοῦ θείου προσεικάζων ἑαυτόν. πᾶν γὰρ δὴ τὸ θεῖον τοιοῦτόν ἐστι· κατὰ πάσας ἑαυτοῦ τὰς δυνάμεις θαυμαστὸν φαίνεται, καὶ γινωσκόμενον καὶ ἄγνωστον μένον· ὥσπερ δὴ τὸ ἄθεον καὶ σκοτεινὸν ὅσῳ γινώσκεται, τοσούτῳ μᾶλλόν ἐστιν εὐκατα‐
15φρονητότερον. Ὁ μὲν οὖν Σωκράτης τοιοῦτος, καὶ ὅλως ἤδη μέγιστον πέφηνε τῷ νεανίσκῳ δυνηθείς· κεκίνηκε γὰρ αὐτὸν εἰς τὴν ἔκπληξιν καὶ τὸ θαῦμα τὸ περὶ ἑαυτόν. ὁ δὲ Ἀλκιβιάδης ὁποῖος, καὶ διὰ τούτων ἀναφαίνεται· εὐφυὴς ἅμα καὶ ἀσφαλής, οὔτε τὸ ψεῦδος προσιέμενος εἰς τὴν ἑαυτοῦ
20ζωὴν οὔτε ἄντικρυς ὁμολογῶν φίλαρχος εἶναι καὶ δυναστείας ἐραστής. καὶ πέπονθέ τι τοιοῦτον πάθος δή τι καὶ ὁ Χαρμίδης ἐν τῷ ὁμωνύμῳ
in Alc
.

167

διαλόγῳ. καὶ γὰρ ἐκεῖνος περὶ σωφροσύνης ἐρωτηθεὶς ἄπορον αὐτῷ τὴν ἀπόκρισιν εἶναι λέγει· ‘κἄν τε γὰρ φῶ σωφρονεῖν φορτικὸς ὁ λόγος, κἄν τε μὴ φῶ κατήγορος ἔσομαι ἐμαυτοῦ‘. τοῦτο δὴ οὖν καὶ ὁ Ἀλκιβιά‐ δης ἐν τοῖς προκειμένοις πέπονθε· καὶ γὰρ ὁμολογήσας δυναστείας
5ἐρᾶν κατηγόρει ἑαυτοῦ ὡς φιλάρχου καὶ μὴ ὁμολογήσας ἐψεύδετο. τούτοις δὴ συνεχόμενος τοῖς ἀπόροις δι’ εὐφυΐαν εὗρέ τινα ἀποστροφήν· οὐ γὰρ κατηγορικῶς, ἀλλ’ ὑποθετικῶς προάγει τοὺς λόγους, οὐδὲ μόνα τὰ καταφατικὰ παραλαμβάνει, ἀλλὰ καὶ τὰ ἀποφατικά. ‘εἴτε
γάρ φησιν ‘ἐγὼ ταῦτα διανοοῦμαι εἴτε μ, ὡς ἔοικε76
10διέγνωκας‘. καὶ ἔχεις πάλιν ἐκ τούτων ἐπὶ τὰ πράγματα μετιὼν ὁρᾶν, ὅτι τὰ μὲν τελειότερα αἴτια καθαρεύει πάσης στερήσεως, τὰ δὲ κοιλότερα τῷ μὴ ὄντι συμπλέκεται· καὶ τὰ μὲν ἕστηκεν ἐν τῷ εἴδει, τὰ δὲ ῥέπει καὶ εἰς τὴν στέρησιν. ὁ μέντοι γε Σωκράτης μονοειδῶς ἔλεγεν, ὅτι ‘ταῦτά ἐστι τὰ διανοήματά σου‘, καὶ ἀραρότως, θάτερον μόριον τῆς
15ἀντιφάσεως· ὁ δὲ ἐπ’ ἄμφω φέρεται, καὶ ταῦτα ἐξ ὑποθέσεως· ‘εἴτε διανοοῦμαι εἴτε μ, ὡς ἔοικε διέγνωκας, καὶ ἐὰν μὴ φ, οὐδέν μοι πλέον ἔσται πρὸς τὸ πείθειν σε‘. καὶ τοῦτο εἰκότως· οὐδὲν γὰρ ἀπὸ τῶν χειρόνων εἰς ἑαυτὸ τὸ κρεῖττον εἰσδέχεται, ὥσπερ οὐδὲ ὁ οὐρανὸς ἐκ τῆς μεταβολῆς πάσχει τι τῶν ὑπὸ
20σελήνην, οὐδὲ τὸ ἀκίνητον αἴτιον ἐκ τῆς κινήσεως τῶν ἐγκοσμίων, οὐδὲ ὅλως τὰ αἰώνια ἐκ τῶν κατὰ χρόνον ἐνεργούντων, οὐδὲ ὅλως τὸ ἀναγκαίως πάντα γινῶσκον τροπὴν ὑπομένει κατὰ τὸ γνωστόν, ἂν ἐνδεχόμενον ᾖ. κατὰ δὴ τοῦτον τὸν λόγον καὶ ὁ Ἀλκιβιάδης οὐδὲν εἰς
in Alc
.

168

τὸν Σωκράτην δρᾷ διὰ τῆς οἰκείας ἀρνήσεως, οὐδὲ διὰ τῆς ἐπικρύψεως ἐλέγχει τὴν μόνιμον ἐκείνου γνῶσιν· ἐπειδὴ τούτοις συγχωρήσας ἐξ ὑποθέσεως, ὅτι ταῦτα διανοεῖται, καὶ θαυμάζων ἅμα τὴν Σωκράτους ὑπόσχεσιν, ἀπαιτεῖ λέγειν αὐτὸν πῶς δι’ αὐτοῦ ταῦτα ἔσται
5καὶ ἄνευ αὐτοῦ οὐκ ἂν γένοιτο. καὶ προενήνεκται πάνυ θαυμαστῶς τὸ ‘ἔχεις λέγειν;‘ ὡς εἰς πᾶσαν ἀπορίαν αὐτὸν κατα‐ βάλλον. ἀποβλέπει γὰρ εἰς τὰς ἐκτὸς δυνάμεις καὶ οἴεται ἀκούσεσθαι πόρους χρημάτων καὶ πλῆθος ἀνθρώπων καὶ ναυτικοῦ παρασκευήν. Σωκράτει δὲ οὐδενὸς τούτων ἔμελεν, ἀλλ’ ἐπιστήμης· οὐ γὰρ δεῖ πρὸ
10τοῦ χρησομένου τὰ ὄργανα ποθεῖν. καί μοι δοκεῖ καὶ τοῦτο συντρέχειν τῷ παντὶ τοῦ διαλόγου σκοπῷ· εἰ γὰρ τὸ χρώμενον ἕτερόν ἐστι τῶν ὀργάνων, καὶ ἐν τῷ χρωμένῳ τὸ πᾶν ἐστίν, ἀλλ’ οὐκ ἐν τοῖς ὀργάνοις, καὶ τὸ ὅλον τοῦ ἀνθρώπου ἐν ψυχῇ ἐστί, τὸ δὲ σῶμα ἔξωθεν ὡς ὄργανον ὑπέστρωται τῇ ψυχῇ, τοῦ αὐτοῦ τοίνυν ἐστὶ καὶ τὴν πρωτίστην δύναμιν
15ἐν τῇ ἐπιστήμῃ τῇ χρωμένῃ τίθεσθαι καὶ τὴν οὐσίαν ἡμῶν ἐν ψυχῇ δεικνύναι, τὰ δὲ ἄλλα πάντα ὡς ὄργανα τούτων ἐξάπτειν. Καὶ μὴν καὶ τὸ ‘διὰ σοῦ‘ πάνυ θαυμαστῶς ὁ νεανίσκος ἐπινενό‐ ηκεν. ἀκούσας γὰρ τοῦ Σωκράτους λέγοντος ὅτι ‘παραδώσω σοι τὴν δύναμιν ἧς ἐπιθυμεῖς, μετὰ τοῦ θεοῦ μέντοι‘,
20συνοῖδεν ὅτι τὸ μὲν πρώτως ποιητικὸν τῷ θείῳ προσήκει νέμειν, τῷ δὲ Σωκράτει τὸ ὀργανικόν. ἔστι δὲ τὸ μὲν ποιοῦν αἴτιον ὡς τὸ ὑφ’ οὗ, τὸ δὲ ὄργανον ὡς τὸ δι’ οὗ· καθάπερ δὴ καὶ τὸ μὲν τέλος εἴωθε καλεῖσθαι
in Alc
.

169

δι’ ὅ, τὸ δὲ παράδειγμα πρὸς ὅ· καὶ τὸ μὲν εἶδος καθ’ ὅ, τὸ δὲ ὑλικὸν αἴτιον, ὡς μὲν Ἀριστοτέλης φησὶν ἐξ οὗ, ὡς δὲ ὁ Τίμαιος ἐν ᾧ. προσήκει δὴ οὖν τὸ ὄργανον οὕτως αἴτιον λέγειν ὡς τὸ δι’ οὗ. καὶ οὖν καὶ ὁ Σωκράτης ὄργανον ὑπάρχων τοῦ θείου τὸν δι’ οὗ λόγον ἐπέχει, καὶ
5εἰκότως ὁ νεανίσκος φησὶ τὸ ‘διὰ σοῦ μοι ἔσται‘ καὶ τὸ ‘ἄνευ σοῦ οὐκ ἄν μοι γένοιτο‘. καὶ γὰρ τὰ ὄργανα τὸν ὧν οὐκ ἄνευ λόγον πρὸς τὸ γιγνόμενον ἔχουσιν, ἐπειδὴ τὰ κυρίως αἴτια ἄλλα εἰσί·
τὸ τελικόν, τὸ παραδειγματικόν, τὸ ποιητικόν. Ἆρα ἐρωτᾷς εἴ τινα ἔχω εἰπεῖν λόγον μακρόν, οἵους δὴ ἀκούειν77
10εἴθισαι; οὐ γάρ ἐστι τοιοῦτον τὸ ἐμόν· ἀλλ’ ἐνδείξασθαι μέν σοι, ὡς ἐγᾦμαι, οἷός τ’ ἂν εἴην ὅτι ταῦτα οὕτως ἔχει, ἐὰν ἓν μόνον μοι ἐθελήσῃς βραχὺ ὑπηρετῆσαι. Ἀλλ’ εἴ γε δὴ μὴ χαλεπόν τι λέγεις τὸ ὑπηρέτημα, ἐθέλω. Εἰ χαλεπὸν δοκεῖ τὸ ἀποκρίνασθαι τὰ ἐρωτώ‐ μενα. Οὐ χαλεπόν. Ἀποκρίνου δή. Ἐρώτα. Οὐκοῦν ὡς διανοουμένου
15σου ταῦτα ἐρωτῶ, ἅ φημί σε διανοεῖσθαι; Ἔστω, εἰ βούλει, οὕτως, ἵνα καὶ εἰδῶ ὅ τι καὶ ἐρεῖς. 106 B—C. Περὶ τοῦ τρόπου τῶν λόγων ἐν τούτοις ὁ Σωκράτης διορίζεται, ὁποῖόν τινα αὐτὸν εἶναι προσήκει, πότερον ῥητορικὸν καὶ δημηγορικὸν
in Alc
.

170

καὶ πιθανουργικὸν ἢ διαλεκτικὸν καὶ ἀκριβῆ καὶ ἐξεταστικόν. ὁ μὲν γὰρ νεανίσκος προσεδόκα προοιμίων ἀκούσεσθαι καὶ ἐπιλόγων καὶ ἀγώνων τινῶν ἐπιχειρηματικῶν, ἐντραφεὶς τοῖς τοιούτοις λόγοις· ὁ δὲ Σωκράτης ἐπὶ τὴν διαλεκτικὴν αὐτὸν ἄγει καὶ τὴν κατὰ βραχὺ
5προϊοῦσαν ἐξέτασιν τῶν ἐν αὐτῷ δογμάτων. οὗτος γὰρ ὁ τρόπος τῶν λόγων, ὁ διαλεκτικός, ἐρωτήσεσι καὶ ἀποκρίσεσι τελειούμενος, πρῶτον μὲν τὸν ἀκούοντα προσεκτικώτερον ποιεῖ, παρακολουθεῖν αὐτὸν ἀναγκάζων ταῖς ἐρωτήσεσιν, ἀλλ’ οὐκ ἀφέντα τὴν τοῦ λέγοντος ῥοπὴν αὐτὸν πρὸς ἄλλοις ἔχειν τὸν νοῦν· ὅπερ πάσχουσιν οἱ τῶν ῥητορικῶν
10ἀκροώμενοι λόγων, οὐδὲν ἐπιστρεφόμενοι πρὸς αὐτούς, ἀλλ’ ὡς τὰ πολλὰ χαίρειν ἐῶντες καὶ περὶ ἄλλα τὴν διάνοιαν τρέποντες. δεύτερον δὲ πρὸς τὴν ζητητικὴν δύναμιν ἀνυσιμώτατός ἐστιν, αὐτὸν τὸν ἀκροατὴν πείθων τὰς προσηκούσας ἀποκρίσεις ἀνερευνᾶν καὶ ταῖς ἐρωτήσεσι προσάγων καὶ ἐπιστρέφων αὐτὸν εἰς ἑαυτὸν ἀπὸ τῶν ἔξω φερομένων
15λόγων. τρίτον καὶ πρὸς κάθαρσιν τὰ μέγιστα συντελεῖ· ποιεῖ γὰρ δὴ τὸν τὰς ψευδεῖς ἔχοντα δόξας αὐτὸν ὑφ’ ἑαυτοῦ περιτρέπεσθαι καὶ πρὸς ἑαυτὸν διαφωνεῖν καὶ ἑαυτῷ διαμαχόμενον καθορᾶν τὸ αἶσχος τῆς ἀπάτης καὶ τῆς ἀληθοῦς ἐπορέγεσθαι γνώσεως. ὁ γὰρ ἔλεγχος συλλογισμός ἐστιν ἀντιφάσεως· τοῦτο δὲ τῶν ψευδῶν ἐστὶ δοξασμάτων
20ἀποκάθαρσις· γίνεται γὰρ ὁ ἐλεγχόμενος τῆς ἑαυτοῦ κατήγορος ἀγνοίας. τέταρτον πρὸς ἀνάμνησιν ἱκανῶς ἡμῖν συμβάλλεται· τὸ γὰρ διορᾶν ἐν ἑαυτῷ τὸ ἀληθὲς καὶ αὐτὸν εἶναι τὸν λέγοντα καὶ πρὸς ἑαυτὸν ἐπιστρέφειν καὶ ἐν ἑαυτῷ τὸ γνωστὸν θεωρεῖν ὄντως τὰς
in Alc
.

171

μαθήσεις ἀναμνήσεις ἀποφαίνει. ἐπὶ μὲν γὰρ τῶν ῥητορικῶν λόγων ἔξωθεν ἡμῖν ἡ γνῶσις ἐντίθεται καὶ ἔστιν ἀλλοτρία καὶ ἐπεισοδιώδης, ἐν δὲ ταῖς διαλεκτικαῖς συνουσίαις αὐτοὶ προβάλλομεν τὸ ἀληθές. ‘ἂν γάρ τις‘, φησί, ‘καλῶς ἐρωτ, πάντα παρ’ ἑαυτῶν οἱ
5ἐρωτώμενοι λέγουσιν‘· οὕτως ἡ μάθησις ἀνάμνησίς ἐστι. διὰ ταύτας μὲν οὖν ὁ Σωκράτης καὶ ἄλλας πλείονας αἰτίας τὸν διαλεκτικὸν τρόπον δοκιμάζει τῆς συνουσίας ὡς ὠφελιμώτατον ἡμῖν εἰς προσοχήν, εἰς ζήτησιν, εἰς κάθαρσιν, εἰς ἀνάμνησιν. Εἰ δὲ βραχὺ τὸ ἀποκρίνασθαι τὰ ἐρωτώμενά φησιν
10ὑπάρχειν, μή τοι θαυμάσῃς. δοκεῖ μὲν γὰρ εἶναι σοφοῦ τὸ δεόντως ἀποκρίνεσθαι· ὅταν δὲ ὁ ἐρωτῶν ἐπιστήμων ᾖ καὶ ὁ ἐρωτώμενος μαιείας ἕνεκα ποιῆται τὰς ἀποκρίσεις, τὸ ὅλον ἔργον ἐστὶ τοῦ ἐρωτῶντος. καὶ εἰ βούλει διελὼν εἰπεῖν οὕτως ἂν λέγοις, ὡς αἱ μὲν πρὸς τοὺς ἐριστικοὺς ἀποκρίσεις καὶ σοφιστικοὺς δέονται μείζονος ἐπιστήμης, ἵνα μὴ78
15λάθωμεν ἐξαπατηθέντες ὑπ’ αὐτῶν, αἱ δὲ πρὸς τοὺς μαιευομένους καὶ ἀνεγείροντας τὸν ἐν ἡμῖν νοῦν τοῦ ἐρωτῶντος ἐξήρτηνται καὶ βραχὺ τὸ οἰκεῖον ἔργον ἔχουσιν· ἐκείνων γὰρ ὀρθῶς ὑφηγουμένων καὶ αἱ ἀποκρίσεις ῥᾴδιαι πάντως εἰσί. καὶ ἔοικε καὶ τοῦτο τῶν λόγων τὸ πάθος τῇ φύσει τῶν πραγμάτων. καὶ γὰρ ἐν ἐκείνοις, ὅταν μὲν κακοποιὰ τὰ
20αἴτια ᾖ, δεῖται τὸ ὑποκείμενον μεγάλης δυνάμεως πρὸς τὸ μὴ παθεῖν· ὅταν δὲ ἀγαθουργά, καὶ ἣν ἔχει δύναμιν παρ’ ἐκείνων ἔχει καὶ ὅλον
in Alc
.

172

τὸ ἔργον τῶν ποιούντων ἐξήρτηται, παρ’ ὧν καὶ ἡ δύναμις τοῖς ὑπο‐ κειμένοις καὶ ἡ τελείωσις. οὐκοῦν ἀμφότερα ἀληθῆ, καὶ ὅτι τὸ ἀπο‐ κρίνεσθαι ὀρθῶς σοφοῦ τι εἰπεῖν, καὶ ὅτι τῷ Ἀλκιβιάδῃ τοῦτο οὐ χαλεπὸν διὰ τὴν τοῦ Σωκράτους μαιείαν. ὥστε καὶ νῦν σοφοῦ ἐστὶν
5ἔργον ἀπόκρισις, λέγω δὴ τοῦ Σωκράτους· οὗτος γάρ ἐστιν ὁ τῆς ἀποκρίσεως αἴτιος. καί μοι δοκεῖ καὶ τοῦτο προσῆκον εἶναι τῇ ἐρωτικῇ συνουσίᾳ. τὸ γὰρ τρόπον τινὰ καὶ τὸν ἐραστὴν ἐν τῷ ἐρωμένῳ εἶναι καὶ τὸν ἐρώμενον ἐν τῷ ἐραστῇ τοῦτο δείκνυσι περιφανῶς· ὡς γὰρ ἐν τῷ Ἀλκιβιάδῃ θεωρούμενος ὁ Σωκράτης οὕτως αὐτῷ κατευθύνει τὰς
10ἀποκρίσεις, καὶ ὡς ἐν Σωκράτει γενόμενος ὁ Ἀλκιβιάδης οὕτως ποιεῖται τὰς ἀποκρίσεις ὀρθάς. Ταῦτα κοινῇ περὶ τούτων εἰρήσθω. τῶν δὲ καθ’ ἕκαστα ῥημάτων τὸ μὲν ‘οἵους δὴ ἀκούειν εἴθισαι‘ τὸ ἄλογον δηλοῖ τῆς τοιαύτης ἀκροάσεως· τὸ γὰρ ἔθος τοιοῦτον καὶ τὸ ἔξωθεν ἐντιθέμενον· τοῖς γὰρ
15[ἀλόγοις] ἐθιζόμεθα. Τὸ δὲ ‘ἓν μόνον βραχὺ‘ πρὸς τὸ πλῆθος καὶ τὸ μῆκος ἀντι‐ διῄρηται τῶν ῥητορικῶν λόγων. Τὸ δὲ αὖ ‘ὑπηρετῆσαι‘ δείκνυσιν ὡς ἡ ἐρώτησις ἐνταῦθα τελείωσίς ἐστιν ἀπὸ τοῦ ἐρωτῶντος προϊοῦσα εἰς τὸν ἀποκρινόμενον,
20καὶ ὡς ἡ ἐπιστήμη πανταχοῦ τὴν ἡγεμονικὴν ἔλαχεν ἀξίαν καὶ δεσποτικήν, ἡ δὲ ἀτελὴς τῶν ἀνεπιστημόνων ἕξις τὴν ὑπηρετικήν. καὶ τοῦτό ἐστιν αὐτῆς τὸ ἀγαθόν, τὸ τοιαύτην οὖσαν ὑποτάττεσθαι τῷ κρείττονι καὶ καταδέχεσθαι τὴν ἐκεῖθεν τελείωσιν. καὶ ἀναπέφανται πάλιν ἐν τούτοις Ἀλκιβιάδης ὁ τοῖς φίλοις πᾶσι τοῖς ἀρίστοις ὑπηρέταις
25χρώμενος νυνὶ Σωκράτους ὑπηρέτης· ὥσπερ ὁ τῆς κατὰ πάντων ἀν‐ θρώπων δυνάμεως ἐφιέμενος εἰς τὴν Σωκράτους δύναμιν ἔχων τὰς τῆς
in Alc
.

173

δυναστείας ἐλπίδας. Τὸ δὲ ‘εἰ μὴ χαλεπόν τι λέγεις τὸ ὑπηρέτημα‘ μετά τινος εἴρηκεν ὑποτιμήσεως διά τε τὸ μέγεθος τοῦ ἐπαγγέλματος (ὑποψίαν γὰρ αὐτῷ παρεῖχε μὴ δυσαπόδεικτον ᾖ) καὶ διὰ τὴν αὑτοῦ
5δύναμιν (οὐ γὰρ δυνατὸν παντὶ πᾶσαν ὑπηρεσίαν ὑπομένειν, ἀλλ’ αἱ μὲν αὐτῶν εἰσὶ φορηταί, αἱ δὲ δυσχερεῖς).
Τὸ δὲ ‘εἰ χαλεπὸν δοκεῖ τὸ ἀποκρίνασθαι‘ τὴν δευτέραν ὧν ἐλέγομεν ὑπόθεσιν εἰσάγει· πρότερον μὲν γὰρ ᾐτεῖτο περιμεῖναι καὶ ἀκοῦσαι, νῦν δὲ τὸ ἀποκρίνεσθαι. ἀκούσας μὲν οὖν μόνον79
10ἐθαύμασε τὸν Σωκράτην, ἀποκρινάμενος δὲ καὶ ἑαυτὸν ὅστις ἐστὶν ὄψεται καὶ ἐκεῖνον. Τὸ δὲ ‘οὐκοῦν ὡς διανοουμένου σου ταῦτ’ ἐρωτῶ;‘ τοῦ Σωκράτους ἐστὶ τὰς ὑποθέσεις τῶν μελλόντων ῥηθήσεσθαι λόγων ἐμπεδουμένου. δεῖ γὰρ ἐξ ἀρχῶν ὁμολογουμένων προϊέναι τὰς ἀπο‐
15δείξεις· καὶ ἅμα τὸ ἄστατον τῆς τοῦ νεανίσκου συγχωρήσεως εἰς ὅρον ὁ Σωκράτης περιάγει καὶ τὸ τῇ στερήσει συμμιγὲς εἰς εἶδος καὶ τὸ ἀόριστον εἰς τὴν περιγεγραμμένην καὶ ἀναμφισβήτητον γνῶσιν. Λοιπὴ τοίνυν ἡ ἀπόκρισις τοῦ Ἀλκιβιάδου, † ἄλλα μὲν οὖν † πρότερον ὁμολογοῦντος, ἀπηλλαγμένου δὲ οὐδὲ νυνὶ πάντῃ τῆς κρύψεως. τὸ γὰρ
20εἰ βούλει‘ καὶ τὸ ‘ἵνα εἰδῶ ὅ τι ἐρεῖς‘ ἐναργῶς δείκνυσιν ὅτι πάλιν ὡς καθ’ ὑπόθεσιν ταῦτα διδοὺς ποιεῖται τοὺς λόγους. καὶ γὰρ ἐφίεται γνῶναι τὰς τοῦ Σωκράτους ἐπαγγελίας καὶ διὰ τοῦτο οὐ παντελῶς ἔξαρνος γίνεται, καὶ αἰσχύνεται καθ’ ἑαυτοῦ τηλικοῦτον ὁμολόγημα συγχωρῆσαι.
in Alc
.

174

Φέρε δή· διανοῇ γάρ, ὡς ἐγώ φημι, παριέναι συμβουλεύσων Ἀθηναίοις ἐντὸς οὐ πολλοῦ χρόνου. 106 C. Ἡ μὲν πρόθεσίς ἐστιν ἁπάντων τῶν προσεχῶς ῥηθησομένων λόγων κάθαρσις τῆς διανοίας ἡμῶν ἀπὸ τῆς διπλῆς ἀγνοίας καὶ ἀφαίρεσις
5τῶν ἐπιπροσθούντων εἰς τὴν τῆς ἀληθοῦς ἐπιστήμης ἀνάληψιν. ἀδύνατον γὰρ τὰ ἀτελῆ τῆς ἑαυτῶν τελειότητος τυχεῖν μὴ διὰ τῆς ἑαυτῶν καθάρσεως τῶν ἐμποδίων πρότερον ὁδεύσαντα· τὸ γὰρ καθαίρειν πανταχοῦ ταύτην ἔχει τὴν δύναμιν. τριττὴ δέ ἐστιν ἡ ἀληθινὴ κάθαρσις τῆς ψυχῆς· ἡ μὲν διὰ τελεστικῆς, περὶ ἧς ὁ ἐν Φαίδρῳ λέγει Σωκράτης,
10ἡ δὲ διὰ φιλοσοφίας, περὶ ἧς ἐν Φαίδωνι λέλεκται πολλά (καὶ γὰρ ἡ φρόνησις ἐκεῖ καὶ ἑκάστη τῶν ἄλλων ἀρετῶν καθαρμός τις ἐπωνόμασται)· ἡ δὲ διὰ τῆς ἐπιστήμης ταύτης τῆς διαλεκτικῆς εἰς ἀντίφασιν περιάγουσα καὶ τὴν ἀνομολογίαν ἀπελέγχουσα τῶν δογμά‐ των καὶ τῆς διπλῆς ἡμᾶς ἀγνοίας ἀπαλλάττουσα. τριπλῆς τοίνυν τῆς
15καθάρσεως οὔσης κατὰ τὴν τρίτην ὁ Σωκράτης ἐνταῦθα τὸν Ἀλκιβιάδην μεταχειρίζεται. τοῖς γὰρ κατὰ τὴν διπλῆν ἀμαθίαν νοσοῦσι διὰ ταύτης τῆς καθάρσεως ἡ ὠφέλεια παραγίνεται· συγκρούουσι γὰρ τοὺς λόγους τοῖς λόγοις καὶ τὴν σαθρότητα τῶν οἰκείων δι’ αὐτῶν ὧν ἐτίθεντο δογμάτων καταβάλλουσι. διὸ καὶ ὁ Σωκράτης οὐδέν πω λέγει τῶν
20ἀληθῶν, πρὶν ἂν ἀφέλῃ τὰς ἐμποδίους τῇ ψυχῇ δόξας πρὸς τὴν τῆς ἀληθείας κατάληψιν. τοῦτο δὲ ἅμα μὲν μετριωτέρους ἡμᾶς ἀποτελεῖ
in Alc
.

175

καὶ κοσμιωτέρους καὶ ἧττον ἀηδεῖς καὶ φορτικοὺς διὰ τὴν οἴησιν τοῖς συγγινομένοις· ἅμα δὲ πρὸς ἐπιστήμην ἑτοιμοτέρους (ἡ γὰρ ἁπλῆ ἄγνοια μεταξύ πώς ἐστι τῆς τε ἐπιστήμης καὶ τῆς διπλῆς ἀμαθίας, καὶ
πρώτη μετάβασις ἀπὸ τῆς ἐπιστήμης εἰς τὴν ἁπλῆν ἄγνοιαν ἐπιτελεῖται80
5καὶ προσεχὴς ἄνοδος ἐκ τῆς ἁπλῆς ἀγνοίας εἰς τὴν ἐπιστήμην)· ἅμα δὲ ἀφίστησιν ἡμᾶς τῆς πρὸς τὰ ἐκτὸς ἀποτεινομένης δόξης, ἐπιστρέφει δὲ τὴν ψυχὴν εἰς ἑαυτὴν καὶ ποιεῖ αὐτὴν τῶν οἰκείων δογμάτων ἐξεταστικὴν καὶ τοῦ ἐμποδίζοντος εἰς τὴν γνῶσιν ἀφαιρετικὴν καὶ τοῦ ἐλλείποντος ἀποπληρωτικήν· ἔτι δὲ βεβαιότητα καὶ μονιμότητα παρέχει
10τῇ ὠφελείᾳ τῶν ῥηθησομένων λόγων. ὡς γὰρ σῶμα ὑπὸ χυμῶν ἀλλο‐ τρίων ἐνοχλούμενον φθείρει πολλάκις τὴν τροφὴν καὶ τὴν ἀπ’ αὐτῆς ὠφέλειαν εἰς βλάβην μεθίστησιν, οὕτω δὴ καὶ ψυχὴ διὰ τῆς ψευδοῦς οἰήσεως ἐπιταραττομένη καὶ τὴν τῆς ἐπιστήμης ἐνδιδομένην βοήθειαν οἰκείως τῇ ἑαυτῆς ἕξει δεχομένη ποιεῖται μείζονος ψευδοδοξίας καὶ
15ἀπάτης ἀρχήν. ἡ μὲν οὖν κάθαρσις ἡ προηγουμένη τῶν λόγων πάντων διὰ ταῦτα παραλαμβάνεται καὶ ἔοικε ταῖς τελεστικαῖς καθάρσεσι ταῖς πρὸ τῶν ἔργων τῶν ἱερῶν ἀπολυούσαις ἡμᾶς τῶν μιασμάτων πάντων ὧν ἐκ τῆς γενέσεως ἐπισυρόμεθα καὶ παρασκευαζούσαις πρὸς τὴν τοῦ θείου μετουσίαν. γίνεται δὲ αὕτη κατὰ τὴν διαλεκτικὴν μέθοδον εἰς
20ἀντίφασιν ἡμᾶς περιάγουσα καὶ τὴν ἀπάτην τὴν ἐπισκοτοῦσαν ταῖς διανοίαις ἡμῶν ἐλέγχουσα, καὶ πρόεισι διὰ τῶν γνωριμωτέρων καὶ καθολικῶν λημμάτων εἰς ἀναμφισβήτητα συμπεράσματα, τὰς μὲν
in Alc
.

176

μείζους τῶν προτάσεων ἐκ τῆς κοινῆς ἐννοίας λαμβάνουσα, τὰς δὲ ἐλάττους ἐκ τῆς ὁμολογίας τοῦ προσδιαλεγομένου τιθεμένη, συνάπτου‐ σα δὲ ἀλλήλοις τὰ ἄκρα διὰ τῶν μέσων, καὶ ὅσα μὲν ἀπαρνεῖται τῶν μειζόνων ὅρων, ταῦτα καὶ τῶν ἐλασσόνων ἀποφάσκουσα, ὅσα δὲ τοῖς
5κατηγορουμένοις ὑπάρχει, ταῦτα παρεῖναι καὶ τοῖς ὑποκειμένοις ἀξιοῦσα. Πῶς οὖν ταῦτα πάντα ὁ Σωκράτης ἐν τῇ παρούσῃ τῶν λόγων ἀπο‐ δείξει διασώζει τὰ θεωρήματα; πρόκειται μὲν δὴ δεικνύναι τὸν Ἀλκι‐ βιάδην οὐδὲν εἰδότα τούτων ὧν οἴεται εἰδέναι καὶ περὶ ὧν ἐπαγγέλλεται
10συμβουλεύσειν Ἀθηναίοις. δείκνυται δὲ πρῶτον τίνα τῷ ἀγαθῷ συμ‐ βούλῳ πρόσεστιν· οἷον ὅτι ‘πᾶς ὁ ἀγαθὸς σύμβουλος ἐπίσταται ταῦτα περὶ ὧν συμβουλεύει, καὶ μᾶλλον ἐπίσταται τῶν συμβουλευομένων. οὔτε γὰρ ἧττον ἐπιστάμενος ἀξιώσει σύμβουλος εἶναι τῶν μᾶλλον ἐγνωκότων τὸ συνοῖσον ἑαυτοῖς, μανικὸν γὰρ τὸ τοιοῦτον· οὔτε ὁμοίως
15ἐπιστάμενος τῶν ὁμοίως εἰδότων ἐν οἷς ὁμοίως ἴσασιν ἐκεῖνοι σύμ‐ βουλός ἐστι, περιττὸν γὰρ καὶ μάταιον τὸ ἐγχείρημα. λείπεται ἄρα τὸν σύμβουλον μειζόνως γινώσκειν τὸ συνοῖσον τῶν μεθεξόντων αὐτοῦ τῆς γνώμης καὶ ἀπολαυσόντων τῆς συμβουλῆς. ἀλλὰ πᾶς ὁ ἐπιστήμων ὁτουοῦν πράγματος ἢ διὰ μαθήσεως ἀνέλαβε τὴν ἐπιστήμην ταύτην ἢ
20δι’ εὑρέσεως· οὐ γὰρ ἄλλη τις ὁδὸς εἰς κτῆσιν ὑπολείπεται φρονήσεως, ἀλλ’ ἢ μαθεῖν δεῖ τὸ ἀγνοούμενον ἢ εὑρεῖν, ἢ πρὸς ἑαυτοὺς ἡμᾶς ἐπιστρέφοντας καὶ δι’ ἑαυτῶν τὸ ἀληθὲς ἀνευρίσκοντας ἢ παρ’ ἄλλων ἀνακινουμένους καὶ βοηθουμένους εἰς τὴν τῆς ἐπιστήμης ἀνάληψιν. ὁ ἄρα ἀγαθὸς σύμβουλος, εἴπερ ἐπιστήμων ἐστὶν ἐν οἷς ἂν οἱ συμ‐
in Alc
.

177

βουλευόμενοι ἀνεπιστήμονες, ἢ ἔμαθε ταῦτα ἃ ἐπίσταται ἢ εὗρε‘. πολλὰ
γὰρ καὶ εὗρον οἱ ἄνθρωποι, ὥσπερ οἱ πρῶτοί τισιν ἐπιβάλλοντες ἐν τεχνικοῖς τισὶν ἔργοις ἢ ἐν ἐπιστημονικοῖς τισὶ θεωρήμασιν, οὓς καὶ θαυμάζομεν τῆς ἐπινοίας χάριν καὶ τῶν νοερῶν ἐπιβολῶν· πολλὰ δὲ81
5καὶ διὰ μαθήσεως γινώσκουσιν ἄλλοι παρ’ ἄλλων τῶν τελειοτέρων ὠφελούμενοι. καὶ τῶν φύσεων αἱ μὲν ἐρρωμενέστεραι δι’ ἑαυτῶν θεῶνται τὸ ἀληθὲς καί εἰσιν εὑρετικώτεραι, ‘σωζόμεναι δι’ ἑῆς ἀλκῆσ‘, ὥς φησι τὸ λόγιον, αἱ δὲ ἀσθενέστεραι ἐπιδέονται καὶ διδασκαλίας καὶ τῆς παρ’ ἄλλων ἀναμνήσεως τῶν τὸ τέλειον ἐχόντων
10ἐν οἷς εἰσὶν ἀτελεῖς. τούτῳ δὴ τῷ συλλογισμῷ προσθῶμεν ἕτερον τοιοῦτον. ‘πᾶς ὁ μαθὼν ἢ εὑρὼν ἐζήτησε πρότερον ἢ διδασκάλοις ἐχρήσατο· προηγεῖσθαι γὰρ ἀνάγκη τῆς μὲν εὑρέσεως τὴν ζήτησιν, τῆς δὲ μαθήσεως τὴν διδασκαλίαν· ἡ μὲν γὰρ εὕρεσις θήρα τοῦ ζητηθέντος ἐστὶ καὶ ἔντευξις, ἡ δὲ μάθησις μετάληψίς ἐστι τελειότητος ἀπὸ τοῦ
15διδάσκοντος προερχομένη. εἰ τοίνυν ὁ ἀγαθὸς σύμβουλος ἢ ἔμαθε ταῦτα ἐν οἷς ἐστὶ σύμβουλος ἢ εὗρε, πᾶς γε μὴν ὁ μαθὼν ὁτιοῦν ἢ εὑρὼν ἢ ἐζήτησεν ἢ διδασκάλοις ἐφοίτησεν, ἀνάγκη πάντα δήπου τὸν ἀγαθὸν σύμβουλον ἢ διὰ ζητήσεως εἰδέναι ταῦτα ἐν οἷς ἐστὶ σύμβουλος ἢ διὰ τῆς παρ’ ἄλλων διδασκαλίασ‘. τρίτον τοίνυν συλλογισμὸν κατὰ
20πρόσθεσιν ἄλλης προτάσεως ἐννοήσωμεν τοιοῦτον. ‘πᾶς ὁ ζητήσας ὁτιοῦν ἢ διδασκάλοις περί τι χρησάμενος ἔχει χρόνον εἰπεῖν ἐν ᾧ ποτὲ
in Alc
.

178

ταῦτα ᾤετο μὴ εἰδέναι· τὸ δὲ αἴτιον, ὅτι καὶ ἐπὶ τὴν ζήτησιν ὁρμῶσιν ἄνθρωποι ταῖς ἑαυτῶν ἀγνοίαις ἐπιστήσαντες καὶ εἰς διδασκάλων θύρας φοιτῶσιν ἑαυτοῖς ἀρκέσειν εἰς τὴν τῆς ἀγνοίας ἀπαλλαγὴν μὴ πιστεύσαντες· ἔστιν οὖν τις χρόνος καὶ πρὸ τῆς ζητήσεως καὶ πρὸ τῆς
5διδασκαλίας, ἐν ᾧ ᾤοντο μὴ εἰδέναι ταῦτα ἅπερ ἐζήτησάν τε καὶ ἃ ἔμαθον. εἰ οὖν ὁ ἀγαθὸς σύμβουλος ἢ ζητήσας ἢ διδαχθεὶς ἔγνω ταῦτα περὶ ἃ σύμβουλός ἐστιν, ὁ δὲ ζητήσας ἢ διδαχθεὶς ἦν χρόνος ὅτε οὐκ ᾤετο εἰδέναι ταῦτα, λείπεται δήπου τὸν ἀγαθὸν σύμβουλον ἔχειν τινὰ χρόνον εἰπεῖν ἐν ᾧ οὐκ ᾤετο εἰδέναι ταῦτα περὶ ἅ ἐστιν ἀγαθὸς σύμ‐
10βουλοσ‘. τρεῖς μὲν οὖν οὗτοι συλλογισμοὶ διὰ τῶν ἐλαχίστων καὶ συνεχῶν ληφθέντες προτάσεων· εἰ δὲ δεῖ καὶ ἕνα ποιεῖν σύνθετον ἁπάντων τῶν λημμάτων, ἐφεξῆς αὐτὸν οὑτωσὶ κατὰ τὸ συνθετικὸν λεγόμενον σχῆμα προάγωμεν συγκείμενον ἐκ πρώτων πρώτοις ἐπι‐ βαλλόντων (πάντες γάρ εἰσιν ἐν πρώτῳ σχήματι)· λεγέσθω δὴ οὖν
15οὑτωσὶ κατὰ τὸ ἑξῆς. ‘πᾶς ὁ ἀγαθὸς σύμβουλος οἶδε περὶ ὧν συμ‐ βουλεύει· πᾶς ὁ εἰδὼς περὶ ὧν συμβουλεύει ἢ μαθὼν ἢ εὑρὼν οἶδε· πᾶς ὁ μαθὼν ἢ εὑρὼν ἢ διδασκάλοις προσῆλθεν ἢ ἐζήτησεν αὐτός· πᾶς ὁ διδασκάλοις προσελθὼν ἢ ζητήσας αὐτὸς ἔχοι ἂν εἰπεῖν τινὰ χρόνον ἐν ᾧ οὐκ ᾤετο εἰδέναι περὶ ὧν συμβουλεύει‘. τούτῳ δὴ τῷ συλλογισμῷ
20συμπλέκειν δεῖ τὰς ἐλάττους προτάσεις καὶ ἑκάστῳ ἰδίᾳ τῶν ἁπλῶν καὶ κοινῇ πᾶσιν· οἷον, ‘ἀλλὰ μὴν Ἀλκιβιάδης οὔτε ἐζήτησεν οὔτε ἐδιδάχθη, οὐκ ἄρα ἀγαθός ἐστι σύμβουλοσ‘· καὶ ποιεῖς τὸν ὅμοιον τῆς συμπλοκῆς τρόπον. καὶ πάλιν· ‘ἀλλὰ μὴν Ἀλκιβιάδης οὐκ ἔχει χρόνον εἰπεῖν ἐν ᾧ οὐκ ᾤετο εἰδέναι, οὐκ ἄρα ἀγαθὸς σύμβουλός ἐστιν‘.
in Alc
.

179

Ἡμεῖς μὲν 〈οὖν〉 καθ’ ἕκαστον συλλογισμὸν τὴν ἐλάσσονα προσλα‐ βόντες τὸ αὐτὸ συνεπερανάμεθα· ὁ δὲ Σωκράτης ἑνὶ μόνῳ τῷ μεγίστῳ τῶν ὅρων τὸ ἀποφατικὸν προσλαβὼν ἀνεῖλε πάντας τοὺς ἐλάττονας ὅρους. εἰ γὰρ μὴ ἔχει χρόνον εἰπεῖν Ἀλκιβιάδης ἐν ᾧ οὐκ ᾤετο εἰδέναι82
5ταῦτα περὶ ὧν συμβουλεύει, οὔτ’ ἐζήτησεν οὔτε διδασκάλοις προσῆλθεν· εἰ δὲ μήτε ἐζήτησε μήτε διδασκάλοις τισὶν ὡμίλησεν, οὔτε ἔμαθεν οὔτε εὗρεν· εἰ δὲ μήτε ἔμαθε μήτε εὗρεν, οὐκ οἶδε· εἰ δὲ μὴ οἶδεν, οὐκ ἔστιν ἀγαθὸς σύμβουλος ἐν οἷς οὐκ ἔχει χρόνον εἰπεῖν ὅτε οὐκ ᾤετο εἰδέναι. καὶ ὁρᾷς ὅπως, εἰ ταύτῃ προάγοιτο ὁ λόγος, τοτὲ μὲν ὁδεύομεν κατὰ
10σύνθεσιν, τοτὲ δὲ κατὰ ἀνάλυσιν, τὰ μὲν καταφατικὰ λέγοντες συνθετικῶς, τὰ δὲ ἀποφατικὰ ἀναλυτικῶς. ταῦτα δέ, ἡ σύνθεσις καὶ ἡ ἀνάλυσις, προσήκει πάντως τῇ φύσει τῆς ψυχῆς, κατιούσῃ μὲν ἀπὸ τῶν τελειοτέρων ἐπὶ τὰ ἀτελέστερα διὰ συνθέσεως λόγων καὶ προσθέ‐ σεώς τινων ἀλλοτρίων χιτώνων, ἕως ἂν τὸν παχὺν τοῦτον καὶ ἀντίτυπον
in Alc
.

180

περιστοιχίσηται δεσμόν, ἀνιούσῃ δὲ δι’ ἀναλύσεως καὶ ἀφαιρέσεως τῶν μηδὲν αὐτῇ προσηκόντων, ἕως ἂν γυμνῆτις γενομένη κατὰ τὸ λόγιον αὐτοῖς συναφθῇ τοῖς ἀΰλοις εἴδεσι καὶ χωριστοῖς. διὰ δὴ ταῦτα καὶ ὁ μὲν διὰ τῶν καταφάσεων συλλογισμὸς ἀπὸ τῶν τελειοτέρων
5ἐπὶ τὰ ἀτελέστερα πρόεισιν, ὁ δὲ διὰ τῶν ἀποφάσεων ἀνάπαλιν. τὸ γὰρ ἀγαθὸν εἶναι σύμβουλον τῆς γνώσεως τῆς ἐν αὐτῷ μόνης τελειό‐ τερόν ἐστι· τὸ μὲν γὰρ νοῦ μέθεξιν ἐμποιεῖ μόνον, ἡ γνῶσις, τὸ δὲ καὶ τῆς πρωτίστης ἀρχῆς, ἡ ἀγαθότης. καὶ αὖ πάλιν τὸ εἰδέναι τοῦ μαθεῖν καὶ εὑρεῖν ὑπάρχει δήπου σεμνότερον· ἐκεῖνο μὲν γὰρ ὡς τέλος πρό‐
10κειται, ἡ εἴδησις, μάθησις δὲ καὶ εὕρεσις ὁδοί τινές εἰσιν ἐπὶ τὴν γνῶσιν· αἱ δὲ ὁδοὶ πάντως ἀτελεῖς εἰσὶν ὡς ἔτι μετέχουσαι τῆς ἐναντίας τῷ τέλει στερήσεως. καὶ δὴ καὶ τὸ μαθεῖν τοῦτο καὶ τὸ εὑρεῖν ζητήσεώς ἐστι καὶ διδαχῆς κάλλιον· ἐκεῖνα γὰρ τούτων ἕνεκα, ταῦτα δέ, εἰ καὶ πρὸς τὴν εἴδησιν κινήσεις εἰσίν, ἀλλ’ ἐκείνων τέλη τινά ἐστιν. ἔτι δὲ
15αὖ τὸ ζητῆσαι καὶ τὸ διδαχθῆναι τῆς ἀγνοίας ὑπερέχει κατὰ τὴν ἀξίαν· τὰ μὲν γὰρ ἀρχαὶ τῆς γνώσεώς εἰσιν, ἡ δὲ ἄγνοια τοὐναντίον ἀπόπτωσίς ἐστι τῆς γνώσεως. εἰ τοίνυν ταῦτα ὀρθῶς εἴπομεν, ὁ καταφατικὸς συλλογισμὸς ἀπὸ τοῦ τελειοτέρου πρόεισιν ἐπὶ τὸ ἀτελέστερον, διὸ καθόδῳ ἔοικεν, ὁ δὲ ἀποφατικὸς ἀνόδῳ, χωρῶν ἐπὶ τὰ τελειότερα· καὶ
20αὖ πάλιν ὁ μὲν οὐκ ἀναιρῶν τὰ βελτίονα τῇ κατὰ φύσιν ὑποστάσει τῶν πραγμάτων, ὁ δὲ ἀπὸ τῶν ἐλασσόνων ἀνατρέπων τὰ μείζονα τῇ παρὰ φύσιν διαθέσει· † τῇ δὲ κατ’ ἀμφότερα τῇ † κατὰ τὸ εἶδος τῆς πλοκῆς
in Alc
.

181

καὶ κατὰ τὰ πράγματα προσήκει τοῖς ἡμετέροις παθήμασι. ταῦτα μὲν δὴ περὶ τῶν συλλογισμῶν προειρήσθω· λοιπὸν δὲ αὐτὴν ἐκθέμενοι τὴν λέξιν τὰ πράγματα θεωρήσωμεν. Φέρε δή· διανοῇ γάρ, ὡς ἐγώ φημι, παριέναι συμβουλεύσων
5Ἀθηναίοις ἐντὸς οὐ πολλοῦ χρόνου· εἰ οὖν μέλλοντός σου ἰέναι ἐπὶ τὸ βῆμα λαβόμενος ἐροίμην· ‘ὦ Ἀλκιβιάδη, ἐπειδὴ περὶ τίνος Ἀθηναῖοι διανοοῦνται βουλεύεσθαι, ἀνίστασαι συμβουλεύσων; ἆρα
ἐπειδὴ περὶ ὧν σὺ ἐπίστασαι βέλτιον ἢ οὗτοι;‘ τί ἂν ἀποκρίναιο; Εἴποιμ’ ἂν δήπου, περὶ ὧν οἶδα βέλτιον ἢ οὗτοι. Περὶ ὧν ἄρ’ εἰδὼς83
10τυγχάνεις, ἀγαθὸς σύμβουλος εἶ. Πῶς γὰρ οὔ; 106 C—D. Τὸ ἀγαθὸν ἄνωθεν, ἅτε ἐπέκεινα τῆς νοερᾶς φύσεως ἱδρυμένον, εἰ θέμις εἰπεῖν, ἄχρι τῶν ἐσχάτων πρόεισι καὶ πάντα καταλάμπει καὶ πάντα σώζει καὶ κοσμεῖ καὶ ἐπιστρέφει πρὸς ἑαυτό· καὶ πρώτως μὲν τοῖς ὄντως οὖσι πάρεστι, δευτέρως δὲ ταῖς θείαις ψυχαῖς, κατὰ δὲ
15τρίτην ἀπόστασιν τοῖς κρείττοσι γένεσι, μετὰ δὲ ταῦτα ταῖς ἡμετέραις ψυχαῖς, καὶ δὴ ζώοις, καὶ φυτοῖς, καὶ σώμασιν ἅπασι, καὶ αὐτῇ τῇ ὑποστάθμῃ τῶν ὄντων ἁπάντων τῇ ἀμόρφῳ ὕλῃ. μᾶλλον δὲ ἐκεῖνο μὲν κρυφίως καὶ ἀρρήτως πρὸ τάξεως ἁπάσης ἐλλάμπει πᾶσι τὴν οἰκείαν δόσιν, ταῦτα δὲ μετέχει κατὰ τὴν αὑτῶν τάξιν ἄλλα ἄλλως καὶ ὡς
20ἕκαστα πέφυκε τοῦ ἀγαθοῦ, τὰ μὲν ἀμυδρότερον, τὰ δὲ ἐναργέστερον,
in Alc
.

182

καὶ τὰ μὲν ἑνοειδεστέρως, τὰ δὲ μεμερισμένως μᾶλλον, καὶ τὰ μὲν ἀϊδίως, τὰ δὲ κατὰ μεταβολήν. τὰ μὲν δὴ θειότερα τῶν πραγμάτων, ὥσπερ ἀμέριστον ἔχει τὴν οὐσίαν οὕτω δὴ καὶ τὸ ἀγαθὸν ἡνωμένον ἔχει καὶ ἀδιαίρετον· τὰ δὲ πορρώτερον προεληλυθότα τῶν ἀρχῶν ἐν
5διαστάσει καὶ μερισμῷ θεωρούμενον ἔλαχε τὸ ἑαυτῶν ἀγαθόν, ὅθεν δὴ τὰ τοιαῦτα καὶ τῆς εἰς ταὐτὸ δεῖται συνόδου καὶ τῆς πρὸς ἄλληλα συμπνοίας, ἵνα, ἐπείπερ ἕκαστον οὐκ ἔχει τὸ αὔταρκες, ὃ δὴ τοῦ ἀγαθοῦ στοιχεῖόν ἐστι, διὰ τῆς πρὸς ἄλληλα κοινωνίας καὶ συντάξεως τὸ ἐλλεῖπον ἀναπληρώσῃ τῇ φύσει καὶ τὴν διὰ τὸν μερισμὸν ἀσθένειαν
10καὶ ἔλλειψιν διὰ τῆς συμπνοίας αὖθις παραμυθήσηται καὶ πρὸς τὸ δυνατὸν καὶ τέλειον ἐπανακαλέσηται. διὰ δὴ τὸν λογισμὸν τόνδε καὶ ἄνθρωποι καθ’ ἑαυτοὺς ὄντες ἀσθενεῖς συνέρχονται καὶ κοινῇ περὶ τῶν συμφερόντων αὐτοῖς βουλεύονται, τὸν διῃρημένον ἀθροίζοντες νοῦν καὶ οἶον ἐκ σπινθήρων πολλῶν ἓν φῶς ἀνάψαι σπεύδοντες καὶ τὸ μερισθὲν
15περὶ ἕκαστον ἀγαθὸν εἰς τὴν κοινὴν εὐπραγίαν συνεισφέροντες. καὶ τοῦτο αἴτιον τοῦ καὶ βουλευτήριά τινα κοινὰ μεμηχανῆσθαι ταῖς πόλεσιν. ἐπειδὴ δὲ ἄλλος κατ’ ἄλλο μέτρον τοῦ ἀγαθοῦ μετέχει, καὶ ὁ μὲν μᾶλλον, ὁ δὲ ἧττον, καὶ νοῦν κριτὴν τῶν ἀγαθῶν ὁ μὲν τελειότερον, ὁ δὲ ἀτελέστερον ἔλαχε (νοῦς γάρ ἐστιν ὁ τὸ ἀγαθὸν δυνάμενος
20θεωρεῖν), φύεταί τις ἐν τοῖς πολλοῖς ἐξῃρημένην ἔχων διάνοιαν τοῦ πλήθους καὶ τοῦ τε ἀγαθοῦ μειζόνως μετέχων καὶ τοῦ νοῦ τὴν ἑαυτοῦ ψυχὴν πληρώσας, ὃς δὴ καὶ σύμβουλος ἀξιοῖ τῶν πολλῶν εἶναι, τὸ
in Alc
.

183

διεσπαρμένον ἀγαθὸν ἐν αὐτοῖς συνάγων καὶ τὸν μερισμὸν εἰς κοινωνίαν συνάπτων καὶ τὸ ἐνδεὲς εἰς αὐτάρκειαν ἀνακαλούμενος. καὶ πῶς γὰρ ἄν ποτε τὸ πλῆθος αὐτὸ καθ’ ἑαυτὸ τύχοι τοῦ κοινοῦ συμ‐ φέροντος μὴ περὶ ἕν τι τὸ κρατιστεῦον ἐν ἑαυτῷ συνταττόμενον; τοῦτο
5γὰρ δὴ κατὰ πᾶσάν ἐστι τάξιν τῶν ὄντων θεωρεῖν, τὸ πλῆθος πανταχοῦ συμφυόμενον τῷ ἑνὶ καὶ διὰ τοῦ ὁμοφυοῦς ἑνὸς ἐπὶ τὴν ἐξῃρημένην ἕνωσιν ἀνατεινόμενον. οὕτω δὴ οὖν καὶ τὸ τῶν βουλευομένων πλῆθος τὸ ἀγαθὸν σπεῦδον ἑλεῖν διὰ μέσου τοῦ συμβούλου τυγχάνει τοῦ τέλους. τὸ γὰρ συντεταγμένον αὐτοῖς ἓν ὁ σύμβουλός ἐστιν ὁ καὶ τὴν
10ἐπωνυμίαν ταύτην λαχὼν ὡς τοῦ συμπεράσματος καὶ τῆς ἑνώσεως αἴτιος ὢν τοῖς βουλευομένοις. καὶ γὰρ ὥσπερ ἅπασι τοῖς οὖσιν ἀπὸ μιᾶς ἀρχῆς ἐφήκει καὶ ἡ ἕνωσις καὶ τὸ ἀγαθόν, οὕτω δὴ καὶ τοῖς ἀνθρώποις ὁ αὐτὸς κοινωνίαν τε τοῦ νοῦ καὶ μετάδοσιν προτείνει τῶν ἀγαθῶν· καὶ ὥσπερ τὸ πρῶτον τῶν ἀγαθῶν νοῦ γεννητικόν ἐστιν, οὕτω84
15δὴ καὶ ὁ σύμβουλος φρονήσεώς ἐστι τοῖς βουλευομένοις χορηγός. εἰκότως ἄρα καὶ ἡ παλαιὰ φήμη τὴν συμβουλὴν ἱερὸν χρῆμα προσείρηκεν· ἔνθεον γάρ ἐστι καὶ τοῦ ἀγαθοῦ στοχάζεται καὶ ἀνάλογον ἐκείνῳ κοσμεῖ τὰ καταδεέστερα. διὸ καὶ ὅσοι τὸ συμβουλευτικὸν εἶδος
in Alc
.

184

τοῦ τε ἐπιδεικτικοῦ καὶ τοῦ δικανικοῦ διαιροῦσι τῷ ἀγαθῷ πάνυ μοι δοκοῦσι τῆς ἀληθείας τυγχάνειν. τὸ μὲν γὰρ συμβουλευτικὸν τέλος ἔχει τὸ ἀγαθόν, τὸ δὲ ἐπιδεικτικὸν εἰς τὸ καλὸν βλέπει, τὸ δὲ αὖ δικανικὸν τοῦ δικαίου στοχάζεται. τὸ μὲν ἄρα δικανικὸν ψυχῆς
5ἐξήρτηται, παρ’ ᾗ τὸ δίκαιον καὶ αἱ ἀναλογίαι πᾶσαι καὶ ἡ διαίρεσις ἡ κατ’ οὐσίαν· τὸ δὲ ἐπιδεικτικὸν τοῦ νοῦ, παρ’ ᾧ τὸ ἀληθινὸν κάλλος διαλάμπει· τὸ δὲ συμβουλευτικὸν τοῦ ἀγαθοῦ, τὸ γὰρ συμφέρον δήπου καὶ αὐτὸ τῆς τοῦ ἀγαθοῦ μοίρας ἐστί. τέλος μὲν οὖν καὶ τοῖς συμ‐ βουλευομένοις ἐστὶ καὶ τῷ συμβούλῳ τὸ ἀγαθόν· συμπεπλήρωται δὲ
10ἐκ πάντων ὁ σύμβουλος τῶν στοιχείων τῆς τοῦ ἀγαθοῦ μεταδόσεως. δεῖ γὰρ αὐτὸν καὶ προαίρεσιν ἔχειν ἀγαθοειδεστάτην καὶ ἐπιστήμην τελεωτάτην καὶ δύναμιν νεανικωτάτην, ἵνα καὶ πρὸς τὸ οἰκεῖον τέλος ἀποτείνηται καὶ τυγχάνῃ τοῦ τέλους διὰ τῆς ἐπιστήμης καὶ τὴν ἑαυτοῦ γνῶσιν ἐμφαίνῃ τοῖς χρωμένοις· καὶ διὰ μὲν τῆς ἀγαθοειδοῦς προαιρέ‐
15σεως ὁμοιοῦσθαι τῷ θείῳ, διὰ δὲ τῆς ἐπιστήμης τῷ νοερῷ, διὰ δὲ τῆς δυνάμεως ταῖς ψυχαῖς. ἀγαθότης μὲν γὰρ ἐν θεοῖς πρώτως, γνῶσις δὲ ἐν τῇ νοερᾷ φύσει, δύναμις δὲ λογικὴ πάντως ἐν ψυχαῖς· ἔκγονος γὰρ ψυχῆς ὁ λόγος καὶ ἡ διαλεκτικὴ πᾶσα δύναμις. τῶν τοίνυν τριῶν τούτων, ὧν ἀνάγκη τὸν σύμβουλον ἔχειν, ἓν ὁ Σωκράτης ἐν τοῖς
20παροῦσιν ἐκλέγεται, τὴν ἐπιστήμην, καὶ κατὰ τοῦτο δείκνυσιν οὐκ ὄντα τὸν Ἀλκιβιάδην σύμβουλον ἀγαθὸν ὡς ἐπιστήμης ἀπολειπόμενον, δέον τὸν σύμβουλον ἐπιστήμονα περὶ τούτων εἶναι περὶ ὧν ἐστὶ σύμβουλος· καὶ οὐχ ἁπλῶς γνῶσιν ἔχειν τοῦ συμφέροντος, ἀλλὰ μείζονα καὶ τελειοτέραν τῶν μεταληψομένων τῆς συμβουλῆς. καὶ στοιχεῖον ἓν τοῦτο
in Alc
.

185

περὶ τοῦ συμβούλου προλαμβάνει, τὴν εἴδησιν, ἵνα, εἰ μὲν καὶ ὁ νεανίσκος δειχθείη ταύτην ἔχων τὴν εἴδησιν, ἀγαθὸς ἀποφανθῇ σύμ‐ βουλος τῆς γε ἐπιστήμης ἕνεκα, ταύτης δὲ διαμαρτὼν παντελῶς στερῆται καὶ τῆς κατὰ σύμβουλον ὑπεροχῆς. τούτοις δὲ ἕπεται δήπου
5τὸ δεῖν ἐπιστήμῃ τὰ μέλλοντα κρίνεσθαι καὶ τὸ ἕκαστον ἐν τούτοις ἀγαθὸν εἶναι περὶ ἃ καὶ φρόνιμός ἐστι, καὶ ἐν τούτοις κακὸν περὶ ἃ τὴν ἐναντίαν ἀφροσύνην ἔχει. μὴ δὴ λεγέτω τις ὡς οὐκ ὀρθῶς ταῦτα ὁ Σωκράτης διορίζεται· δεῖν γὰρ μὴ μόνον ἐπιστήμης τοῖς συμβούλοις, ἀλλὰ καὶ τῶν παθῶν συμμετρίας· μηδ’ ὅτι αἱ ἀρεταὶ οὔκ εἰσιν ἐπιστῆμαι
10μόνον ὡς δεόμεναι καὶ τῆς ὁμολογίας τῶν ἀλόγων δυνάμεων. καὶ γὰρ αἱ ἀρεταὶ πᾶσαι τῆς φρονήσεως ὡς ἡγεμονούσης ἐξήρτηνται καὶ περὶ ταύτην ὑφεστήκασι καὶ ἀπὸ ταύτης ὥρμηνται· καὶ ἔτι τὸ διαγινώσκειν
τά τε ἀγαθὰ καὶ τὰ κακὰ μόνης ἐστὶ τῆς φρονήσεως ἔργον, ὡς αὐτὸς ἔν τε Χαρμίδῃ καὶ ἐν Μένωνι δείκνυσιν. εἰ τοίνυν ὁ σύμβουλος τῶν85
15ἀγαθῶν ἐστὶ καὶ τῶν κακῶν καὶ τῶν συμφερόντων καὶ βλαβερῶν ἐξεταστής, εἰκότως εἰς φρόνησιν ἀνήνεγκε τὴν σύμπασαν αὐτοῦ παρασκευήν. ταῦτα περὶ τῶν πραγμάτων. Ἄξιον δὲ θαυμάσαι καὶ τὴν μεταχείρισιν τῶν λόγων, ὅσον μὲν ἔχει τὸ ἐναργές, ὅσον δὲ τὸ πληκτικόν, ὅσον δὲ τὸ ἐπιστημονικόν. τὸ μὲν
20γὰρ ‘ὡς ἐγώ φημι‘ τὴν τοῦ νεανίσκου κρύψιν καὶ τὴν ἀοριστίαν εἰς τὸν οἰκεῖον ὅρον ἐπανάγει, μονονουχὶ λέγον ἐμφανῶς ὅτι τοῖς σοφοῖς ἡ τῶν πολλῶν ἕξις γνώριμός ἐστι καὶ οὐδὲν αὐτοὺς διαλανθάνει τῶν χειρόνων, ὁποῖόν ποτ’ ἐστί.
in Alc
.

186

Τὸ δὲ ‘ἐντὸς οὐ πολλοῦ χρόνου‘ πληκτικόν ἐστιν· εἰ γὰρ οὔπω γεγονὼς εἴκοσιν ἔτη τοῖς κοινοῖς ἐπιπηδᾷ, πῶς οὐκ ἔμπληκτον ποιεῖται τὴν ὁρμήν; Τὸ δὲ ὥσπερ ἐν σκηνῇ τῇ ἐκκλησίᾳ αὐτῷ τὸν δῆμον ὑπ’ ὀφθαλ‐
5μοῖς ἀγαγεῖν καὶ αὐτὸ τὸ βῆμα, καὶ τὸν μὲν σπεύδοντα τὴν τοῦ συμβούλου χώραν καταλαβεῖν, τὸν δὲ λαμβανόμενον αὐτοῦ καὶ οἷον χαλινὸν ἐπάγοντα τῇ ὁρμῇ τὸν λόγον, πολλὴν παρέχεται τὴν ἐνάργειαν, ἅμα δὲ κἀκεῖνο ποιεῖ δῆλον ὡς οὐδὲν ἀνεξετάστως προσήκει πράττειν οὐδὲ πρὸ τοῦ τὴν ἑαυτοῦ γνῶσιν ἀνακρῖναι πρὸς τὴν τῶν
10ἄλλων ᾄττειν ἐπανόρθωσιν. λόγος οὖν ἡγεμὼν ἔστω τῶν πράξεων καὶ τὴν μὲν φιλότιμον ἕξιν σωφρονεστέραν ποιείτω, τὴν δὲ ἀνυπεύθυνον ὁρμὴν εἰς βάσανον ἀγέτω καὶ κρίσιν, καὶ χαίρειν εἰπόντες τῷ βήματι καὶ τῷ δήμῳ τὸν ἐν ἡμῖν δῆμον καταστησώμεθα καὶ τὸν θόρυβον τῶν παθῶν ἐκκόψαντες ἀκούσωμεν τῶν τοῦ νοῦ συμβουλῶν (αὐτὸς γάρ
15ἐστιν ὁ τῶν ψυχῶν σύμβουλος ἀληθής) καὶ πρὸς τοῦτον ἐπιστρέψαντες τὸ ἀγαθὸν ἀνερευνήσωμεν. διὰ γὰρ νοῦ καὶ αἱ ψυχαὶ θεῶνται τὸ ἀγαθόν, ἡ δὲ ἀγνοίας μὲν ἀναπεπλησμένη, ταραττομένη δὲ ὑπὸ τῶν παθῶν ἕξις οὔτε ἑαυτῇ τὸ ἀγαθὸν οὔτε τοῖς ἄλλοις πορίζειν δύναται.
in Alc
.

187

Οὐκοῦν ταῦτα μόνον οἶσθα ἃ παρ’ ἄλλων ἔμαθες ἢ αὐτὸς ἐξεῦρες; Ποῖα γὰρ ἄλλα; Ἔστιν οὖν ὅπως ἄν ποτε ἔμαθές τι ἢ ἐξεῦρες μήτε μανθάνειν ἐθέλων μήτε αὐτὸς ζητεῖν; Οὐκ ἔστιν. Τί δέ; ἠθέλησας ἂν ζητῆσαι ἢ μαθεῖν ἃ ἐπίστασθαι ᾤου; Οὐ δῆτα. Ἆρα ἃ νῦν
5τυγχάνεις ἐπιστάμενος, ἦν χρόνος ὅτε οὐχ ἡγοῦ εἰδέναι; 〈Ἀνάγκη.〉 106 D—E. Δύο ταύτας ὁδοὺς ὁ Πλάτων ἁπάσης τίθεται γνώσεως, μάθησιν καὶ εὕρεσιν, προσηκούσας ταῖς ἡμετέραις ψυχαῖς. οὔτε γὰρ τὰ κρείττονα γένη τῆς ἡμετέρας ψυχῆς διὰ μαθήσεως ἢ εὑρέσεως τυγχάνει τῆς
10ἑαυτῶν τελειότητος· ἀεὶ γὰρ σύνεστι τοῖς ἑαυτῶν γνωστοῖς καὶ οὐδέ‐ ποτε ἀφίσταται αὐτῶν οὐδὲ ἐνδεῆ γίγνεται τῆς οἰκείας γνώσεως· οὔτε τὰ καταδεέστερα καὶ ἄλογα καλούμενα μανθάνειν πέφυκε μάθημα
διανοητικὸν ἢ παρ’ ἑαυτῶν ἀνευρίσκειν τι τῶν ὄντων· οὐδὲ γὰρ ὁρᾷ τι τῶν ἀληθῶν. ἀλλ’ ἡ ἀνθρωπίνη ψυχὴ πάντας μὲν ἐν ἑαυτῇ τοὺς λόγους86
15ἔχουσα, πάσας δὲ προλαβοῦσα τὰς ἐπιστήμας, ἐπιπροσθουμένη δὲ ἐκ τῆς γενέσεως περὶ τὴν θεωρίαν ὧν ἔχει, καὶ τῆς μαθήσεως δεῖται καὶ τῆς εὑρέσεως, ἵνα διὰ μὲν τῆς μαθήσεως ἀνακινήσῃ τὰς ἑαυτῆς νοήσεις, διὰ δὲ τῆς εὑρέσεως ἑαυτὴν εὕρῃ καὶ τὸ πλήρωμα τῶν ἐν αὐτῇ λόγων. καὶ ἔστι ταῦτα τὰ δῶρα θεῶν εὐεργετούντων αὐτὴν πεσοῦσαν καὶ
20ἐπανακαλουμένων εἰς τὴν νοερὰν ζωήν, ἄμφω μὲν ἐκ τῆς Ἑρμαϊκῆς ἥκοντα τάξεως, ἀλλ’ ἡ μὲν καθ’ ὅσον ἐστὶν ὁ θεὸς οὗτος Μαίας τῆς Ἄτλαντος υἱός, ἡ δὲ καθ’ ὅσον ἐστὶν ἄγγελος τοῦ Διός. ἐκφαίνων μὲν
in Alc
.

188

γὰρ τὴν πατρικὴν βούλησιν 〈μάθησιν〉 ἐνδίδωσι ταῖς ψυχαῖς· ἐκ δὲ τῆς Μαίας προϊών, παρ’ ᾗ κρυφίως ἡ ζήτησις, τὴν εὕρεσιν δωρεῖται τοῖς ἑαυτοῦ τροφίμοις. ἀλλ’ ὅταν μὲν ἡ μάθησις ἄνωθεν ἀπὸ τῶν κρειτ‐ τόνων εἰς τὰς ψυχὰς προέρχηται, τῆς εὑρέσεώς ἐστι κρείττων· ὅταν δὲ
5ἀπὸ τῶν συστοίχων, οἷον ἀνθρώπων ἀνακινούντων ἡμῶν τὴν γνωστικὴν δύναμιν, καταδεεστέρα ὑπάρχει τῆς εὑρέσεως. μέση τοίνυν ἡ εὕρεσίς ἐστι τῷ αὐτοκινήτῳ προσήκουσα τῆς ψυχῆς· τὸ γὰρ αὐτόζων ἡμῶν καὶ τὸ αὐτενέργητον δι’ αὐτῆς μάλιστα γίνεται καταφανές· ἡ δὲ μάθησις ἐφ’ ἑκάτερα, κατὰ μὲν τὸ κρεῖττον πληροῦσα τὴν ψυχὴν ἀπὸ τῶν
10θειοτέρων αὐτῆς αἰτίων, κατὰ δὲ τὸ χεῖρον ἀπὸ τῶν ἔξω τῆς οὐσίας ἡμῶν ἀνακινοῦσα τὴν ζωτικὴν δύναμιν ἑτεροκινήτως. ὅτι δὲ καὶ παρὰ τῶν κρειττόνων ἐγγίνεταί τις ἡμῖν γνῶσις τῶν πραγμάτων, αἱ τῶν θεῶν αὐτοψίαι καὶ ὑφηγήσεις ἱκανῶς δηλοῦσιν, ἐκφαίνουσαι μὲν τὴν τάξιν τῶν ὅλων ταῖς ψυχαῖς, προκαθηγούμεναι δὲ τῆς πρὸς τὸ νοητὸν πορείας
15καὶ τοὺς πυρσοὺς ἀνάπτουσαι τοὺς ἀναγωγούς. Ταῦτα μὲν οὖν περί τε μαθήσεως καὶ εὑρέσεως εἴχομεν λέγειν. αἱ δὲ δὴ ζητήσεις καὶ αἱ διδασκαλίαι προηγουμένην ἔχουσιν ἐξ ἀνάγκης τὴν ἁπλῆν ἄγνοιαν. οὔτε γὰρ οἱ ἐπιστήμονες ἔτι ζητοῦσι τὸ ἀληθές, ἤδη τῆς γνώσεως ὅρον κατὰ τὴν ἐπιστήμην εἰληφότες, οὔτε οἱ τὴν
in Alc
.

189

διπλῆν ἔχοντες ἄγνοιαν· ‘αὐτὸ γὰρ τοῦτό ἐστιν ἡ διπλῆ ἀμαθία, τὸ μὴ ὄντα καλὸν μηδὲ ἀγαθὸν μηδὲ φρό‐ νιμον οἴεσθαι ἱκανὸν εἶναι‘, φησὶν ὁ τῆς Διοτίμας λόγος. τὸ δὲ αἴτιον, ὅτι κατελθοῦσαι εἰς γένεσιν αἱ ψυχαὶ πλήρεις κατ’ οὐσίαν
5τῶν ἐπιστημῶν ὑπάρχουσαι τὴν ἐκ τῆς γενέσεως λήθην εἰσδέχονται· καὶ τῷ μὲν ἔχειν τοὺς λόγους τῶν πραγμάτων οἷον σφύζοντας ἐννοίας ἔχουσι περὶ αὐτῶν, τῷ δὲ τῆς λήθης πόματι κρατούμεναι διαρθροῦν τὰς ἑαυτῶν ἀδυνατοῦσιν ἐννοίας καὶ εἰς ἐπιστήμην ἀναπέμπειν. οἶον οὖν ἀπεψυγμένας αὐτὰς περιφέρουσι καὶ μόλις ἀναπνέουσας, καὶ διὰ τοῦτο
10κτῶνται τὴν διπλῆν ἄγνοιαν, οἰόμεναι μὲν εἰδέναι διὰ τὰς ἐννοίας ταύτας, ἀγνοοῦσαι δὲ διὰ τὴν λήθην· καὶ ἡ ἀπάτη καὶ ἡ δόκησις τῆς γνώσεως ἐντεῦθεν. ὁ μὲν τοίνυν ἀμαθαίνων διπλῇ πόρρω τῆς τῶν πραγμάτων ἐστὶ ζητήσεως, ὥσπερ καὶ ὁ ἐπιστήμων. οὔτε γὰρ σοφοῦ τὸ φιλοσοφεῖν οὔτε τοῦ τὴν διπλῆν ἄγνοιαν νοσοῦντος, ἀλλὰ δηλονότι
15τοῦ κατὰ τὴν ἁπλῆν ἑστῶτος. ἔοικε γὰρ ὁ διπλῇ ἀμαθαίνων κατὰ τοῦτο τῷ σοφῷ, ὥσπερ ἡ ὕλη τῷ θεῷ, κατὰ τὴν ἀνόμοιον ὁμοιότητα, φησί τις ὀρθῶς. ὡς γὰρ ἡ ὕλη ἀνείδεος, καὶ ὁ θεός· καὶ δὴ καὶ ἄπειρον ἑκάτερον καὶ ἄγνωστον, εἰ καὶ πάντα ὁ μὲν κατὰ τὸ κρεῖττον, ἡ δὲ κατὰ τὸ87
in Alc
.

190

χεῖρον· οὕτω τοίνυν καὶ ὁ ἐπιστήμων καὶ ὁ διπλῇ ἀμαθαίνων οὐδενός εἰσι ζητηταί, ἀλλ’ ὁ μὲν τῷ σοφὸς εἶναι καὶ οἷον πόρος, ὁ δὲ τῷ μηδὲ ἀρχὰς τοῦ ζητεῖν εἰληφέναι διὰ τὸ ψεῦδος τὸ περὶ αὐτόν. ὁ δέ γε τὴν ἁπλῆν ἄγνοιαν ἔχων μέσος πώς ἐστι τοῦ τε ἐπιστήμονος καὶ τοῦ
5διπλασιάσαντος ἐν ἑαυτῷ τὴν ἀπάτην. τῷ μὲν γὰρ ὅλως ἑαυτὸν εἰδέναι καὶ πρὸς ἑαυτὸν ἐπιστρέφειν κρείττων ἐστὶ τοῦ παντελῶς ἀγνοοῦντος ἑαυτόν, τῷ δὲ εἰς ἑαυτὸν ἀποβλέποντα μὴ γνῶσιν ὁρᾶν, ἀλλὰ ἄγνοιαν, καταδεέστερός ἐστι τοῦ ἐπιστήμονος. τῶν γὰρ τριῶν τούτων ὁ μὲν ἀνεπίστροφός ἐστι πάντῃ πρὸς ἑαυτόν· ὁ δὲ καὶ ἐπιστρέφεται καὶ
10ἐπιστραφεὶς ἀρετὰς ἔνδον εὑρίσκει καὶ ἐπιστήμας οἷον ἀγάλματα θεῖα προλάμποντα· ὁ δὲ ἐπιστρέφεται μέν, ὁρᾷ δὲ ἀμαθίαν ἔνδον καὶ ἀνεπιστημοσύνην καὶ οὕτως εἰς ἀρχὴν καθίσταται μαθήσεώς τε καὶ εὑρέσεως, ἢ ζητῶν ἑαυτὸν καὶ τὸν ἑαυτοῦ πλοῦτον, ὃν ἔχων οὐκ οἶδεν, ἢ διδασκάλοις προσιὼν καὶ παρ’ ἐκείνων ποδηγούμενος. ὡς δ’ ἁπλῶς
15εἰπεῖν ἡ ψυχὴ κατὰ μὲν τὴν ἐπιστήμην ὁμοιοῦται νῷ, κατ’ ἐνέργειαν περιλαμβάνουσα τὸ γνωστὸν ὥσπερ ὁ νοῦς τὸ νοητόν· κατὰ δὲ τὴν διπλῆν ἀμαθίαν ὁμοιοῦται τῇ ὕλῃ. ὡς γὰρ ἐκείνη πάντα κατὰ δόκησιν
in Alc
.

191

ἔχει ψιλήν, κατ’ ἀλήθειαν δὲ οὐδέν, καὶ οἴεται μὲν κεκοσμῆσθαι, τῆς δὲ ἀκοσμίας οὐκ ἀπήλλακται, οὕτω δὴ καὶ ὁ τὴν διπλῆν ἔχων ἄγνοιαν οἴεται γιγνώσκειν ἃ μὴ γινώσκει, καὶ δόκησιν περιφέρει σοφίας ὧν ἐστὶν ἀμαθής. ταῦτα περὶ τούτων.
5 Εἰπόντος δὲ Σωκράτους ὅτι ἃ νῦν τυγχάνομεν εἰδότες, ἦν χρόνος ὅτε οὐκ ᾠόμεθα εἰδέναι, μάχεσθαι τὸν λόγον οἴονται τοῦτόν τινες τοῖς ἐν τῷ Φαίδωνι γεγραμμένοις, ἐν οἷς περὶ τοῦ τὰς μαθήσεις ἀναμνήσεις εἶναι διαλεγόμενος ἐπιδείκνυσιν, ὅτι καὶ τοῦ ἴσου καὶ τοῦ δικαίου καὶ τοῦ καλοῦ καὶ ἑκάστου τῶν εἰδῶν τὴν γνῶσιν
10ἔχοντες οὐκ ἂν ἔχοιμεν χρόνον εἰπεῖν ἐν ᾧ ταύτην εἰλήφαμεν. ῥητέον δὲ πρὸς τὴν ἔνστασιν ὅτι διττὴ τῶν ψυχῶν ἐστὶν ἡ γνῶσις, ἡ μὲν ἀδιάρθρωτος καὶ κατ’ ἔννοιαν ψιλήν, ἡ δὲ διηρθρωμένη καὶ ἐπιστημονικὴ
in Alc
.

192

καὶ ἀναμφισβήτητος. ‘κινδυνεύομεν γάρ‘, ὡς αὐτός πού φησιν, ‘ὄναρ πάντα ἐγνωκότες τὰ αὐτὰ ταῦτα ὕπαρ ἀγνοεῖν‘, κατ’ οὐσίαν μὲν ἔχοντες τοὺς λόγους καὶ οἷον ἀποπνέοντες τὰς τούτων γνώσεις, κατ’ ἐνέργειαν δὲ καὶ κατὰ προβολὴν οὐκ ἔχοντες. τῆς μὲν
5οὖν καθ’ ὕπαρξιν ἐν ἡμῖν ἑστώσης τῶν εἰδῶν ἐννοίας χρόνος οὐκ ἔστι προηγούμενος (ἐξ ἀϊδίου γὰρ αὐτὴν εἰλήφαμεν), τῆς δὲ κατὰ προβολὴν καὶ διάρθρωσιν τῶν λόγων γνώσεως καὶ χρόνον ἔχομεν εἰπεῖν. οἶδα γὰρ ὅτι τὸ μὲν εἶδος τοῦ κύκλου τί ἐστιν ἔμαθον ἐν τῷδε τῷ χρόνῳ, τὸ δὲ εἶδος τῆς δικαιοσύνης ἐν ἄλλῳ, καὶ οὕτως ἐφ’ ἑκάστου τῶν ὄντων,
10ὧν τὰς ἐπιστήμας καὶ κατ’ ἐνέργειαν ἔχομεν. οὗ μὲν γὰρ ἀναμιμνῃσκό‐ μεθα τὸν χρόνον οὐ συναναφέρομεν, τῆς δὲ ἀναμνήσεώς ἐστί τις πάντως
ὡρισμένος χρόνος. Ἀλλὰ μὴν ἅ γε μεμάθηκας σχεδόν τι καὶ αὐτὸς οἶδα· εἰ δέ τι ἐμὲ λέληθεν, εἰπέ. ἔμαθες γὰρ δὴ σὺ κατὰ μνήμην γράμματα καὶ88
15κιθαρίζειν καὶ παλαίειν· οὐ γὰρ δὴ αὐλεῖν γε ἤθελες μαθεῖν. ταῦτ’ ἐστὶν ἃ σὺ ἐπίστασαι, εἰ μή πού τι μανθάνων ἐμὲ λέληθας· οἶμαι δὲ οὔτε γε νύκτωρ οὔτε γε μεθ’ ἡμέραν ἐξιὼν ἔνδοθεν. Ἀλλ’ οὐ πεφοί‐ τηκα εἰς ἄλλων ἢ τούτων. 106 E. Ἡ τῶν μαθημάτων ὧν Ἀλκιβιάδης ἔμαθεν ἀπαρίθμησις ἀναγκαία
20τῷ Σωκράτει γέγονεν. ἐπειδὴ γὰρ προωμολόγηται ταῦτα χρῆναι
in Alc
.

193

διδάσκειν ἄλλους καὶ περὶ τούτων συμβουλεύειν ὧν ἔχει τὴν εἴδησιν καὶ ἐν οἷς ἐπιστημονικώτερός ἐστι τῶν διδασκομένων τε καὶ συμ‐ βουλευομένων, ἀναγκαῖον ἦν πρότερον ἐκφῆναι τὰς γνώσεις ὧν μετέσχεν Ἀλκιβιάδης ἐκ νεότητος, ἵνα ἔχωμεν ἐν τίσιν ἐστὶ τῶν πολλῶν
5ἀμείνων καὶ τίσι μαθήμασιν ὑπερέχοι ἂν τίνων ἀνθρώπων, ἐν οἷς δὴ καὶ σύμβουλος ἀξιόχρεώς ἐστιν. ἀναγκαία μὲν οὖν, ὅπερ ἔφην, ἡ τῶν Ἀττικῶν παιδευμάτων ἀπαρίθμησις διὰ ταῦτα, ὧν καὶ Ἀλκιβιάδῃ μετῆν· παρέχεται δὲ καὶ κόσμον τῷ λόγῳ καὶ χάριν, ἵνα μὴ ξηρὰ τὰ διαλεκτικὰ θεωρήματα κείμενα τὸν ἀκροατὴν ἀσχάλλειν ἐπ’ αὐτοῖς
10ποιῇ. πρόσεστι δὲ καὶ τὸ χρήσιμον τὸ πρὸς τὸν ἐσόμενον ἔλεγχον· ἄρχεται γὰρ ἀφ’ ὧν οἶδεν ὁ νεανίσκος καὶ τελευτᾷ εἰς ἃ μὴ οἶδεν, ἵν’ ἐπὶ τῶν ἐγνωσμένων τοὺς κανόνας βασανίσας τῆς γνώσεως, οἷον ὅτι δεῖ μαθεῖν ἢ εὑρεῖν καὶ πρὸ τούτων ζητῆσαι ἢ διδαχθῆναι καὶ πρὸ τούτων γεγονέναι τὸν τῆς ἀγνοίας χρόνον, οὕτω δὴ καὶ ἐπὶ τῶν
15ἀγνοουμένων τὰ αὐτὰ ἀπαιτούμενος προσδέξηται τὸν ἔλεγχον. ποῖαι γὰρ δὴ μαθήσεις, ποῖαι εὑρέσεις παραδεδώκασί σοι τὴν τοῦ δικαίου γνῶσιν; ποῖαι ζητήσεις, ποῖοι διδάσκαλοι προκαθηγήσαντό σοι τῆς μαθήσεως ἢ τῆς εὑρέσεως; ποῖός ἐστι χρόνος ἐν ᾧ τὸ δίκαιον ᾠήθης ἀγνοεῖν; ὡς γὰρ ἐπὶ τῆς πάλης, οὕτω δεῖ καὶ ἐπὶ τῶν δικαίων καὶ ἐπὶ
20τῶν συμφερόντων ἅπαντα ταῦτα τὴν γνῶσιν αὐτῶν συνεισάγειν. Καὶ μὴν καὶ ὅτι τὰ τρία ταῦτα μαθήματα, γράμματα καὶ κιθαρίζειν καὶ παλαίειν, συντελεῖ πως εἰς τὴν ὅλην πολιτικὴν
in Alc
.

194

ἀρετήν, κατάδηλόν ἐστι. καὶ γὰρ ἐν ταῖς ἀδιαστρόφοις πολιτείαις διὰ γυμναστικῆς οἱ παῖδες ἄγονται καὶ μουσικῆς καὶ τῶν μαθημάτων, ἵνα τῇ μὲν γυμναστικῇ τὸ μαλακὸν τῆς ἐπιθυμίας ἐρρωμένον ποιήσωσι καὶ τὸ εὔλυτον εἰς εὐτονίαν ἀνακαλέσωνται (προσεχὲς γὰρ ὂν τοῦτο δὴ
5τὸ ἐπιθυμητικὸν τοῖς σώμασιν ὁ γὰρ θυμὸς τόνος ἐστὶ τῆς ψυχῆσ καὶ οἷον νεκρωθὲν ὑπὸ τῆς ὕλης δεῖται τοῦ ῥωννύντος αὐτὸ καὶ ἀνεγεί‐ ροντος)· διὰ δὲ τῆς μουσικῆς τὸ σύντονον τοῦ θυμοῦ καὶ ἄγριον χαλάσωσι καὶ ποιήσωσιν ἐμμελὲς καὶ εὐάρμοστον, 〈ὁ γὰρ θυμὸς τόνος ἐστὶ τῆς ψυχῆσ〉. οὔτε γὰρ γυμναστικὴ μόνον εἰς παιδείαν ἐξαρκεῖ
10(μόνη γὰρ αὕτη τῆς μουσικῆς ἀποδιαληφθεῖσα πέρα τοῦ δέοντος ἄγρια καὶ φιλόνεικα καὶ σύντονα τὰ ἤθη τῶν μετιόντων ἀποτελεῖ) οὔτε μουσικὴ μόνον ἄνευ γυμναστικῆς (καὶ γὰρ οἱ μουσικῇ μόνῃ χρώμενοι τὴν ζωὴν ἐκθηλύνονται καὶ μαλακώτεροι γίγνονται)· δεῖ δὲ ὥσπερ ἐν λύρᾳ μήτε τὴν συντονίαν εἶναι μόνην μήτε τὴν ἄνεσιν, ἀλλὰ τὴν ὅλην89
15αὐτὴν πρὸς ἑαυτὴν ἡρμόσθαι ψυχὴν ἔκ τε ἐπιτάσεως παιδευτικῆς καὶ ἀνέσεως. ταῦτα μὲν οὖν τὴν ἀλογίαν καθίστησι καὶ παιδεύει τῶν νέων· τὰ δὲ μαθήματα καὶ ἡ διαλεκτικὴ τὸν λόγον ἡμῶν ἀνακινεῖ καὶ ἀνάγει. τὸ γὰρ ὄμμα τῆς ψυχῆς ὑπὸ πολλῶν ἐπιτηδευμάτων ἀποτυφλωθὲν
in Alc
.

195

καὶ κατορυχθὲν ὑπὸ τούτων ἀναζωπυρεῖται καὶ πρὸς ἑαυτὸ ἐπιστρέφει καὶ τὴν ἑαυτοῦ γνῶσιν. τούτοις δὴ οὖν τρέφεται ὁ ἐν ἡμῖν λόγος καὶ διὰ τούτων ἄνεισιν εἰς νοῦν, ὡς καὶ ὁ Σωκράτης ἐν ἐκείνοις ἐδίδαξε. καὶ ἔστι πάντα ταῦτα τὰ Ἑρμαϊκὰ παιδεύματα· καὶ γὰρ γυμνασίων
5ἔφορος ὁ θεός (διὸ καὶ τοὺς Ἑρμᾶς ἵστασαν ἐν ταῖς παλαίστραις) καὶ μουσικῆς (διὸ καὶ λυραῖος ἐν οὐρανῷ τετίμηται) καὶ τῶν μαθημάτων (γεωμετρίας γὰρ καὶ λογισμῶν καὶ τῶν τοιούτων πάντων εἰς αὐτὸν ἀναπέμπουσι τὴν εὕρεσιν) καὶ τῆς διαλεκτικῆς (λόγου γάρ ἐστι παντὸς ὁ θεὸς εὑρετής, εἴπερ ὁ τὸ λέγειν μησάμενός ἐστιν αὐτός, ὡς
10ἐν Κρατύλῳ μεμαθήκαμεν). παιδείας τοίνυν ἁπάσης προεστὼς εἰκότως ἡγεμόνιός ἐστι, καθηγούμενος ἡμῖν ἐπὶ τὸ νοητὸν καὶ ἀνάγων τὴν ψυχὴν ἐκ τοῦ θνητοῦ τόπου καὶ κατευθύνων τὰς διαφόρους τῶν ψυχῶν ἀγέλας καὶ τὸν ὕπνον αὐτῶν καὶ τὴν λήθην διασκεδαννὺς καὶ τῆς ἀναμνήσεως χορηγὸς γινόμενος, ἧς ἐστὶ τέλος ἡ τῶν θείων εἱλικρινὴς
15νόησις. ἐν μὲν οὖν ταῖς ὀρθαῖς πολιτείαις διὰ τούτων, ὡς ἔφαμεν, τῶν παιδευμάτων ἡ ἀγωγὴ πρόκειται τῶν τρεφομένων ὑπὸ τοῖς νομοφύ‐ λαξιν. ἐν δὲ ταῖς Ἀθήναις εἴδωλα ἄττα τούτων διεσώζετο· καὶ τὰ μὲν γράμματα τῆς διαλεκτικῆς παιδείας ἐστοχάζετο, τὸ δὲ κιθαρίζειν τῆς μουσικῆς, τὸ δὲ παλαίειν τῆς γυμναστικῆς, δι’ ὧν οἱ εὐγενεῖς ἤγοντο
20τῶν παίδων. καὶ διὰ ταῦτα καὶ τὸν Ἀλκιβιάδην φησὶν ὁ Σωκράτης
in Alc
.

196

ταῦτα μαθεῖν ὡς τῆς προσηκούσης ἀγωγῆς παισὶν εὐγενέσι τυχόντα. κατὰ γὰρ τὴν τῶν παίδων ἡλικίαν τούτων μετέχειν ἔδει τοὺς εὐγενεῖς· τοῦτο δὲ καὶ τῇ τάξει τοῦ παντός ἐστι σύμφωνον. ἡ μὲν γὰρ πρωτίστη τῶν ἡλικιῶν διαφερόντως ἡμῖν τῆς σεληνιακῆς μεταδίδωσι ποιήσεως,
5κατὰ γὰρ τὴν θρεπτικὴν τότε καὶ φυτικὴν διαζῶμεν δύναμιν· ἡ δὲ δευτέρα τῆς Ἑρμαϊκῆς, ὅτε δὴ καὶ γραμμάτων καὶ κιθάρας καὶ πάλης ποιοῦνται πρόνοιαν· ἡ δὲ τρίτη τῆς Ἀφροδισιακῆς, ἡνίκα σπερμογονεῖν ἄρχονται καὶ ἀνακινεῖν τὰς παιδουργοὺς τῆς φύσεως δυνάμεις· ἡ δὲ τετάρτη τῆς ἡλιακῆς, ὅτε δὴ τὸ νέον ἀκμάζει καὶ τὴν τῆς ἡλικίας
10τελειότητα πάσης ἐπιδείκνυσιν αὐτὸ τὸ μέσον καταλαβοῦσαν τῆς τε γενέσεως καὶ τῆς φθορᾶς, ἡ γὰρ ἀκμὴ τοιαύτην ἔλαχε τάξιν· ἡ δὲ πέμπτη τῆς Ἀρεϊκῆς, ἐν ᾗ μάλιστα δυνάμεων ἀντέχονται καὶ τῆς πρὸς τοὺς ἄλλους ὑπεροχῆς· ἡ δὲ ἕκτη τῆς Διΐας, καθ’ ἣν εἰς φρόνησιν ἐπι‐
διδόναι καὶ τὴν πρακτικὴν ζωὴν καὶ πολιτικὴν ἀξιοῦσιν· ἡ δὲ ἑβδόμη90
15τῆς Κρονίας, καθ’ ἣν ἀφίστασθαι τῆς γενέσεως καὶ χωρίζειν ἑαυτούς ἐστι κατὰ φύσιν καὶ περιάγειν ἐπ’ ἄλλην τὴν ἀσώματον ζωήν. ταῦτα δὴ πάντα διείλομεν εἰς πίστιν τοῦ καὶ τὰ γράμματα καὶ πᾶσαν τὴν τῶν παίδων ἀγωγὴν τῆς Ἑρμαϊκῆς ἐξάπτειν σειρᾶς.
in Alc
.

197

Τὸν δὲ αὐλὸν κατιδεῖν ἄξιον δι’ ἣν αἰτίαν ὁ Ἀλκιβιάδης οὐ προσήκατο· καίτοι καὶ ἡ αὐλητικὴ μουσική τίς ἐστιν. ἤδη μὲν οὖν τινὲς εἰρήκασιν ὅτι καλλωπιστὴς ὢν οὗτος ἐκ παιδὸς οὐ προσῆλθε τῇ αὐλητικῇ τὴν ἐν τῷ προσώπῳ καὶ τῷ ἄλλῳ παντὶ σώματι φεύγων
5ἀσχημοσύνην ἐκ τῆς τῶν αὐλῶν ἐμπνεύσεως· ἄσχημον γὰρ τὸ χρώμενον φαίνεται τοῖς τοιούτοις ὀργάνοις. ἔστι δὲ ἡ ἀπόδοσις αὕτη καὶ ἄλλως προπετὴς τοῦ Ἀλκιβιάδου καταψηφιζομένη τὴν περὶ τοὺς καλλωπισμοὺς πτοίαν καὶ τὸ κοινὸν οὐχ ὁρῶσα τῆς ὅλης εὐγενείας φυλαττομένης τὸν αὐλόν. κάλλιον δὲ λέγειν ὅτι καὶ ὀρθαὶ πολιτεῖαι τὴν αὐλητικὴν
10ἀπεστράφησαν· οὐκοῦν οὐδὲ ὁ Πλάτων αὐτὴν παραδέχεται. τὸ δὲ αἴτιον ἡ ποικιλία τοῦδε τοῦ ὀργάνου, τοῦ αὐλοῦ λέγω, ὃ καὶ τὴν τέχνην τὴν χρωμένην αὐτῷ ἀπέφηνε φευκτήν· καὶ γὰρ τὰ παναρμόνια καὶ ἡ πολυχορδία μιμήματα τῶν αὐλῶν ἐστίν· ἕκαστον γὰρ τρύπημα τῶν αὐλῶν τρεῖς φθόγγους, ὥς φασι, τοὐλάχιστον ἀφίησιν, εἰ
15δὲ καὶ τὰ παρατρυπήματα ἀνοιχθείη, πλείους. δεῖ δὲ οὐ πᾶσαν παρα‐ δέχεσθαι τὴν μουσικὴν εἰς τὴν παιδείαν, ἀλλ’ ὅσον ἐστὶν αὐτῆς ἁπλοῦν. ἔτι τοίνυν τῶν μουσικῶν τούτων ὀργάνων τὰ μέν ἐστι καταστηματικά,
in Alc
.

198

τὰ δὲ κινητικά, τὰ μὲν στάσει προσήκοντα, τὰ δὲ κινήσει. τὰ μὲν οὖν καταστηματικὰ πρὸς παιδείαν ἐστὶν ἀνυσιμώτατα, τὸ ἦθος ἡμῶν εἰς τάξιν ἄγοντα καὶ τὸ θορυβῶδες καταστέλλοντα τῆς νεότητος καὶ τὸ κεκινημένον εἰς ἡσυχιότητα καὶ εἰς σωφροσύνην περιάγοντα, τὰ δὲ
5κινητικὰ πρὸς ἐνθουσίαν οἰκειότατα. διὸ δὴ καὶ ἐν τοῖς μυστηρίοις καὶ ἐν ταῖς τελεταῖς χρήσιμος ὁ αὐλός. χρῶνται γὰρ αὐτοῦ τῷ κινητικῷ πρὸς τὴν τῆς διανοίας ἔγερσιν ἐπὶ τὸ θεῖον· δεῖ γὰρ τὸ μὲν ἄλογον κοιμίζειν, τὸν δὲ λόγον ἀνακινεῖν. διὸ παιδεύοντες μὲν τοῖς κατα‐ στηματικοῖς χρῶνται, τελοῦντες δὲ τοῖς κινητικοῖς· τὸ μὲν γὰρ παιδευό‐
10μενον τὸ ἄλογόν ἐστι, τὸ δὲ τελούμενον καὶ ἐνθουσιάζον ὁ λόγος. τοσαῦτα καὶ περὶ τῆς αὐλητικῆς. Λάβοι δ’ ἄν τις καὶ ἐκ τούτων ὅτι δαίμονος ἀγαθοῦ τάξιν ὁ Σωκράτης ἐν τῇ περὶ τὸν Ἀλκιβιάδην προνοίᾳ διεσώσατο. τὸ γὰρ μήτε νύκτωρ μήτε μεθ’ ἡμέραν λανθάνειν αὐτὸν οἴκοθεν προϊόντα δαιμό‐
15νιόν ἐστιν ὄντως. ὥσπερ γὰρ ἐκεῖνος καὶ τὰς ἐμφανεῖς ἡμῶν καθορᾷ καὶ τὰς ἀφανεῖς ἐνεργείας, οὕτω δὴ καὶ ὁ Σωκράτης καὶ τὰς νυκτερινὰς καὶ τὰς ἡμερινὰς τοῦ ἐρωμένου προόδους ἐφύλαττε καὶ ἐπώπτευεν, ὥσπερ εἴπομεν, ὡς ἀγαθὸς δαίμων. ἄντικρυς οὖν τὸ Ὁμηρικόν, ὅ φησιν Ὀδυσσεὺς πρὸς τὴν δέσποιναν ἡμῶν τὴν Ἀθηνᾶν, τὸ οὐδέ σε λήθω
20κινύμενος, τοῦτο ἂν καὶ ὁ Ἀλκιβιάδης εἴποι πρὸς τὸν Σωκράτην.
in Alc
.

199

τὸ γὰρ καὶ πανταχοῦ αὐτῷ παρεῖναι καὶ κατὰ πάντα καιρὸν καὶ προκαταλαμβάνειν αὐτοῦ πάσας τὰς μεταβάσεις δαιμονίας τινός ἐστι καὶ θείας φρουρᾶς καὶ ἐποπτείας ἴδιον. καὶ μὴν καὶ τὸ πάντα αὐτοῦ καὶ τὰ μαθήματα καὶ πᾶσαν τὴν γνῶσιν προειληφέναι, πάνυ καὶ τοῦτο91
5τῆς αὐτῆς ὑπεροχῆς ἔνδειξιν ἔχει. τὰ γὰρ τελειότερα πανταχοῦ τὰς τῶν ὑφειμένων γνώσεις ἡνωμένως περιέχει καὶ κρειττόνως ἤπερ ἐστὶν ἐν τοῖς καταδεεστέροις. ὅσα γὰρ ἐνύλως ἡ αἴσθησις γιγνώσκει, ταῦτα ἀϋλότερόν ἐστιν ἐν τῇ φαντασίᾳ· καὶ ὅσα χωρὶς αἰτίας ἡ δόξα, ταῦτα μετ’ αἰτίας ἡ ἐπιστήμη. καὶ οὕτω δὴ τὰ κρείττονα πανταχοῦ κατά τινα
10ὑπεροχὴν ἐξῃρημένην προείληφεν ἅπασαν τὴν ἐν τοῖς καταδεεστέροις γνῶσιν. ἔτι τοίνυν τὸ μηδὲν λεληθέναι τὸν Σωκράτην τῶν περὶ τὸν νεανίσκον μήτε κατὰ τὴν ψυχικὴν παρασκευὴν μήτε κατὰ τὴν φυσικὴν ἐπιτηδειότητα μήτε κατὰ τὴν ἐκ τῆς τύχης χορηγίαν, πῶς οὐ δαιμόνιον; οὐδὲ γὰρ τὸν ἐφεστῶτα δαίμονα λανθάνει τι τῶν περὶ ἡμᾶς, οὐ ψυχῆς
15κίνησις, οὐ φυσικὴ δύναμις, οὐ μεταβολὴ κατὰ τύχην, ἀλλὰ πάντα ἑνοειδῶς ἐκεῖνος ἐπιτροπεύει καὶ κυβερνᾷ· καθάπερ δὴ καὶ ὁ Σωκράτης ὅλον τὸν ἐρώμενον ἐπεσκεμμένος ἀπ’ αὐτῆς τῆς ψυχῆς ἀρξάμενος προσάγει τὴν βοήθειαν αὐτῷ καὶ οἷον ἐκ πρύμνης αὐτὸν κατευθύνει καὶ τελειοῖ.
20 Πότερον οὖν, ὅταν περὶ γραμμάτων Ἀθηναῖοι βουλεύωνται, πῶς ἂν ὀρθῶς γράφοιεν, τότε ἀναστήσῃ αὐτοῖς συμβουλεύσων; 107 A.
in Alc
.

200

Ἐν τάξει πρόεισιν ὁ λόγος. διομολογησάμενος γάρ, τίνα μὲν ὑπάρχειν προσήκει τοῖς ἀγαθοῖς συμβούλοις, ὅτι γνῶσιν καὶ ἐπιστήμην ἐν οἷς συμβουλεύουσι τελεωτέραν τῶν βουλευομένων, τίνα δὲ ἔγνωκεν ὁ Ἀλκιβιάδης καὶ τίνα μεμάθηκεν, ὅτι γράμματα καὶ κιθαρίζειν καὶ
5παλαίειν, ἐκ τούτων ὁρμηθεὶς δείκνυσιν ὅτι τὰ μὲν Ἀλκιβιάδου μαθή‐ ματα τοῖς Ἀθηναίοις ἄχρηστά εἰσιν· οὐ γὰρ βουλεύονται περὶ αὐτῶν· ἃ δὲ βουλεύονται Ἀθηναῖοι, ταῦτα ἀγνοῶν Ἀλκιβιάδης οὐκ ἔστι σύμ‐ βουλος ἀγαθός, εἴπερ ὁ μὲν ἀγαθὸς σύμβουλος διαφέρουσαν ἔχει γνῶσιν τῶν πολλῶν, ὁ δὲ Ἀλκιβιάδης ἐν οἷς Ἀθηναῖοι βουλεύονται
10τῶν πολλῶν οὐδὲν διενήνοχεν. οὔτε οὖν ἐν οἷς οἶδε χρήσιμός ἐστιν οὔτε ἐν οἷς ἐκεῖνοι δέονται, κατὰ διαφόρους αἰτίας· οὗ μὲν διὰ τὴν ἄγνοιαν, οὗ δὲ διὰ τὴν ἀχρηστίαν τῶν ἐν αὐτῷ μαθημάτων πρὸς τὰς ἐκείνων βουλάς. σκοπὸς μὲν οὖν οὗτος τῷ λόγῳ, πρόεισι δὲ διαιρετικῶς. λαβὼν γὰρ ὅτι τὰ μὲν καὶ οἶδεν ὁ Ἀλκιβιάδης καὶ οἴεται γιγνώσκειν, ὥσπερ
15τὰ γράμματα καὶ τὸ κιθαρίζειν καὶ τὸ παλαίειν, τὰ δὲ οὔτε οἶδεν οὔτε οἴεται γινώσκειν, ὥσπερ οἰκοδομικὴν καὶ μαντικὴν καὶ ἰατρικήν, τὰ δὲ οὐκ οἶδε μέν, οἴεται δὲ ὅμως ἃ μὴ οἶδεν εἰδέναι, ὥσπερ τὰ δίκαια καὶ τὰ συμφέροντα, περὶ ἃ καὶ ἡ ἀπάτη καὶ ἡ διπλῆ ἄγνοια, δείκνυσιν ὅτι περὶ μὲν τῶν πρώτων οὐκ ἂν συμβουλεύσειεν Ἀθηναίοις (οὐδὲ γὰρ
20βουλεύονται περὶ αὐτῶν), περὶ δὲ τῶν δευτέρων παραχωρήσει τοῖς εἰδόσιν, ἰατροῖς δήπου καὶ οἰκοδόμοις καὶ μάντεσι, περὶ δὲ τῶν τρίτων ἐθελήσας συμβουλεύειν ἐξ ἀγνοουμένων ἀρχῶν ποιήσεται τὴν συμ‐
in Alc
.

201

βουλὴν καὶ μετὰ ἀνεπιστημοσύνης· κεῖται δὲ ὅτι ὁ ἀγαθὸς σύμβουλος 〈ἐπιστήμων περὶ τούτων ἐστὶ περὶ ὧν σύμβουλόσ〉 ἐστιν ἀγαθός. καὶ ὁρᾷς ὅτι ἡ διαίρεσις αὕτη πάλιν γέγονεν εἰς γνῶσιν καὶ ἁπλῆν ἄγνοιαν καὶ τὴν διπλῆν, καὶ ἔστιν ἀναντίβλεπτος· εἴληπται γὰρ ἐξ ἀντιφάσεως.92
5ἢ γὰρ ἴσμεν ἢ οὐκ ἴσμεν· καὶ εἰ μὴ ἴσμεν, ἢ οἰόμεθα γιγνώσκειν ἢ οὐκ οἰόμεθα. ἀλλ’ εἰ μὲν ἴσμεν, γνῶσιν ἔχομεν· εἰ δὲ καὶ οὐκ ἴσμεν καὶ οὐκ οἰόμεθα γιγνώσκειν, ἁπλῆν ἄγνοιαν· εἰ δὲ καὶ οὐκ ἴσμεν καὶ οἰόμεθα γιγνώσκειν, διπλῇ ἀμαθαίνομεν. τοσαῦτα καὶ περὶ τῆς μεθόδου τῶν προκειμένων λόγων.
10 Τῶν δὲ προτάσεων ἐξ ὧν ὁ συλλογισμός, αἱ μὲν ἐπαγωγῆς ἕνεκα παρελήφθησαν, ὥσπερ αἱ διὰ τῶν καθ’ ἕκαστα ἐπιστημῶν τὸ καθόλου πιστούμεναι τὸ πᾶσαν συμβουλὴν τοῦ εἰδότος εἶναι (καὶ γὰρ ὁ μάντις ἐν τοῖς μαντικοῖς καὶ ὁ ἰατρὸς ἐν τοῖς ἰατρικοῖς ἀγαθὸς σύμβουλος καὶ ἐπιστήμων ἐστίν), αἱ δὲ κόσμον τῷ λόγῳ παρέχονται διὰ τῆς
15ποικιλίας, οἷον τὸ καὶ ἐπὶ τῶν διὰ λόγου καὶ ἐπὶ τῶν δι’ ἔργου κυρου‐ μένων δεικνύναι ταὐτόν, αἱ δὲ προτροπῆς ἕνεκα συμπλέκονται (ἐάν τε μέγας ᾖ κἄν τε γενναῖος κἄν τε ἀγεννής, ἀξιόχρεως ἔσται σύμβουλος ἐν οἷς ἐπιστήμων ἐστὶν ἕκαστος). ἐκ δὲ τούτων ὁ διάλογος ἅμα μὲν δύναμιν εἰσάγει διαλεκτικήν, ἅμα δὲ χάριν
20ὁμιλητικήν, ἅμα δὲ ποικιλίαν προτρεπτικήν· καὶ συμπληροῦται πᾶσι τοῖς ἀγαθοῖς τοῖς τε λεκτικοῖς καὶ τοῖς διανοητικοῖς.
in Alc
.

202

Καὶ μὴν καὶ τοὺς τρόπους τῶν ἐρωτήσεων ἐπισκέπτεσθαι ἄξιον· οὐ γὰρ ἐρωτᾷ, πότερον συμβουλεύσεις εἰ δεῖ κιθαριστικὴν εἶναι ἐν τῇ πόλει καὶ εἰ δεῖ παλαιστικήν, ἀλλὰ πῶς ἂν γράφοιεν καὶ πῶς ἂν παλαίοιεν. καὶ γὰρ ὁ πολιτικὸς οὐ συμβουλεύσει περὶ τῶν καθ’
5ἕκαστα τεχνῶν, ἀλλὰ τὸ ἀγαθὸν αὐτῶν πρὸς τὴν πόλιν ἀναφέρων καὶ τὸ χρήσιμον τὸ ἀπ’ αὐτῶν ἐπισκοπούμενος, τὰς δὲ χρήσεις αὐτῶν καὶ τοὺς περὶ τῶν χρήσεων λογισμοὺς ἐπιτρέψει τοῖς καθ’ ἕκαστα τεχνίταις. ὡς γὰρ ἐν τῷ παντὶ τούτῳ τῷ κόσμῳ πάντα τὰ τέλη τῶν ἐν αὐτῷ τεταγμένων συννεύει πρὸς τὸ τοῦ κόσμου τέλος (ἵνα γὰρ ὁ κόσμος
10τέλειος ᾖ, καὶ τὰ θεῖα πάντα ζῶα καὶ τὰ θνητὰ τὴν ὑπόστασιν ἔσχεν, ὥς φησιν ὁ Τίμαιος), οὕτω δὴ καὶ ἐν ταῖς ὀρθαῖς πολιτείαις πάντα τὰ τέλη τῶν τεχνῶν καὶ τὰ ἀπ’ αὐτῶν χρήσιμα συντέτακται πρὸς τὸ πολιτικὸν τέλος. οὗ δὴ καὶ ὁ ἀγαθὸς σύμβουλος στοχαζόμενος εἰσηγή‐ σεται περὶ τῶν καθ’ ἕκαστα τεχνῶν, τίνας μὲν αὐτῶν παραδεκτέον,
15τίνας δὲ οὔ, καὶ διὰ ποίας αἰτίας· ὅπως δὲ ἑκάστην μετιέναι χρὴ καὶ τὰ ἑκάστης ἔργα τοῖς τεχνίταις λέγειν παραχωρήσει. ὥστε εἰ μὲν δεῖ μαντικὴν εἶναι ἢ μή, συμβουλεύσει, μαντεύειν δὲ οὐκ ἐθελήσει· καὶ εἰ
in Alc
.

203

μὲν δεῖ τὴν ἰατρικὴν παραδέχεσθαι τὴν πόλιν ἢ μή, γνώσεται, ἰατρικῶν δὲ ἔργων τὸν ἰατρὸν ποιήσεται σύμβουλον· κατὰ τὰ αὐτὰ δὲ καὶ περὶ οἰκοδομικῆς καὶ τῶν ἄλλων ἑκάστης τεχνῶν. εἰκότως ἄρα τῶν μὲν τεχνιτῶν ἕκαστος ἕν τι φρόνιμος ὢν κατὰ τὰ ἄλλα πάντα ἄφρων ἐστίν,
5ἃ δὴ μὴ μεμελέτηκεν, ὁ δὲ πολιτικὸς διὰ πάντων ἐστὶ φρόνιμος· καὶ γὰρ
τὰ τέλη τῶν ἄλλων τεχνῶν εἰς ἑαυτὸν ἀνεδήσατο, τὰ πρὸς τὸ τέλος ἀνευρίσκειν ἐκείναις ἀπολιπών. ὥσπερ οὖν τῶν μὲν ἐν γενέσει ὄντων ἕκαστον καθ’ ἓν εἶδος ἔχον τὸ εἶναι ἄπειρα οὐκ ἔστι, τὸ δὲ νοητὸν τὰ πάντα ἐστί (καὶ γὰρ τῶν αἰσθητῶν ἔχει τὰς αἰτίας), οὕτω δὴ καὶ ὁ μὲν93
10καθ’ ἕκαστα τεχνίτης πλεοναχῶς ἐστὶν ἄφρων, μοναχῶς δὲ φρόνιμος, ὁ δὲ πολιτικὸς τελέως φρόνιμος· καὶ γὰρ τὸ οἰκεῖον οἶδε τέλος καὶ τὰ τῶν ἄλλων καὶ συντάττει τὰς τέχνας τὰς ἄλλας πρὸς μίαν τὴν τῆς πόλεως ζωήν. Πότερον οὖν ὅταν περὶ γραμμάτων Ἀθηναῖοι βουλεύωνται, πῶς
15ἂν ὀρθῶς γράφοιεν, τότε ἀναστήσῃ αὐτοῖς συμβουλεύσων; Μὰ Δί’ οὐκ ἔγωγε. Ἀλλ’ ὅταν περὶ κρουμάτων ἐν λύρᾳ; Οὐδαμῶς. Οὐδὲ μὴν οὐδὲ περὶ παλαισμάτων γε εἰώθασι βουλεύεσθαι ἐν τῇ ἐκκλησίᾳ. Οὐ μέντοι. Ὅταν οὖν περὶ τίνος βουλεύωνται; οὐ γάρ που ὅταν γε περὶ οἰκοδομίας. Οὐ δῆτα. Οἰκοδόμος γὰρ ταῦτά γε σοῦ βέλτιον
in Alc
.

204

συμβουλεύσει. Ναί. Οὐδὲ μὴν ὅταν περὶ μαντικῆς βουλεύωνται. Οὔ. Μάντις γὰρ αὖ ταῦτα ἀμείνων ἢ σύ, ἐάν τέ γε σμικρὸς ἢ μέγας ᾖ, ἐάν τε καλὸς ἢ αἰσχρός, ἔτι τε γενναῖος ἢ ἀγενής. Πῶς γὰρ οὔ; Εἰδότος γὰρ οἶμαι περὶ ἑκάστου ἡ συμβουλὴ καὶ οὐ πλουτοῦντος.
5Πῶς γὰρ οὔ; Ἀλλ’ ἐάν τε πένης ἐάν τε πλούσιος ᾖ ὁ παραινῶν, οὐδὲν διοίσει Ἀθηναίοις ὅταν περὶ τῶν ἐν τῇ πόλει βουλεύωνται, πῶς ἂν ὑγιαίνοιεν, ἀλλὰ ζητοῦσιν ἰατρὸν εἶναι τὸν σύμβουλον. 107 A—C. Ὁρᾷς ὅπως σὺν ἀσφαλείᾳ προάγει τὰς ἐρωτήσεις· ‘πῶς‘ γὰρ ‘ἄν‘, φησί, ‘γράφοιεν‘ καὶ ‘περὶ κρουμάτων ἐν λύρᾳ‘ καὶ ‘περὶ
10παλαισμάτων‘, ἐν οἷς οὐδὲ ὁ πολιτικὸς ἑαυτὸν εἰς τὴν τοῦ συμ‐ βούλου τάξιν καθίστησι. καὶ οὐκ ἀδικεῖ τὸν Ἀλκιβιάδην οὕτω προτείνων τὰ λήμματα· καὶ γὰρ *************** ********************** οὐρανὸς συμφωνίας καὶ τῆς ἐν ταῖς κινήσεσιν εὐρυθμίας ἀνάμεστος
15ὤν, ἔπειτα τὰ κρείττονα ἡμῶν γένη ἅπαντα καὶ ταῦτα τῆς ἐκεῖθεν προϊούσης ἁρμονίας ἀπολαύοντα, μετὰ δὲ ταῦτα ἡ ἀνθρωπίνη ζωὴ
in Alc
.

205

τά τε ἤθη σύμμετρα ποιοῦσα καὶ τὴν ὅλην εὐάρμοστον καὶ εὔρυθμον ἕξιν ἐκεῖθεν παραδεχομένη· διήκει δὲ αὐτῶν ἡ δόσις καὶ μέχρι τῶν ἀλόγων ζώων καὶ τῶν φυτῶν, καὶ γὰρ καὶ ταῦτα κατὰ φύσιν ἁρμο‐ νίας μετείληχε. καὶ ὡς εἰπεῖν ἅπαντα τὰ ἐγκόσμια συνέχουσι καὶ
5τελειοῦσι καὶ πρός τε ἄλληλα καὶ πρὸς τὸ πᾶν συναρμόζουσι· καὶ τῷ μὲν νῷ τὸ σῶμα διὰ μέσης τῆς ψυχῆς σύμμετρον ἀποτελοῦσι, τῇ δὲ ταὐτοῦ περιόδῳ τὴν γένεσιν διὰ μέσης τῆς θατέρου περιφορᾶς, τῷ δὲ πυρὶ τὴν γῆν διὰ τῶν μεταξὺ συνδέσμων· καὶ ἔτι πρὸς τούτοις τῶν τε ψυχῶν ἑκάστην τοῖς ἁρμονικοῖς λόγοις κατακοσμοῦσι καὶ τῶν σωμάτων
10ἕκαστον ἐν μέτροις ὡρισμένοις συνδέουσι καὶ τῶν κινήσεων ἑκάστην ἐν ῥυθμοῖς τοῖς προσήκουσι τελειοῦσιν. ἡ τοίνυν ἐν ἡμῖν ἕξις ἡ μουσικὴ δόσις μέν ἐστι τῶν Μουσῶν, ἔσχατον δὲ εἴδωλον αὐτῶν· ἀλλ’ ὅμως καὶ
αὐτὴ τὴν ἐπωνυμίαν ἐκεῖθεν ἔλαχεν, ἀπ’ αὐτῆς δὲ ἡ ἐνέργεια τὸ τέλειον ἔχει καὶ τὸ ὄνομα τῆς τελειότητος· ἀεὶ γὰρ τὰ δεύτερα μετὰ τῆς94
15οὐσιώδους μεθέξεως καὶ τὴν κατ’ ὄνομα κοινωνίαν ἀπὸ τῶν πρεσβυτέ‐ ρων αἰτίων ἐφέλκεται. δέδεικται οὖν ἐνταῦθα, πρότερον μὲν ὅτι αἱ ἕξεις αἱ ἐν ἡμῖν αἱ τεχνικαὶ καὶ ἐπιστημονικαὶ θεοὺς ἐφόρους ἔχουσι καὶ ἀπὸ θεῶν ὥρμηνται τὴν πρώτην· δεύτερον δὲ ὅτι καὶ τὰ ὀνόματα ταῖς εἰκόσιν ἀπὸ τῶν παραδειγμάτων μετὰ τῆς οὐσίας ἐνδίδοται· τρίτον
20ὅτι τὰ παρωνύμως ἀπό τινων λεγόμενα τριῶν δεῖται τούτων, τοῦ κοινωνεῖν τῆς οὐσίας, τῆς τοῦ ὀνόματος μεθέξεως, τῆς κατὰ τὴν
in Alc
.

206

τελευταίαν συλλαβὴν διαφορᾶς. οὕτω γὰρ ἀπὸ τῶν Μουσῶν ἡ μουσικὴ λέγοιτ’ ἄν, ἀπὸ δὲ ταύτης τὸ μουσικῶς. Ἐπὶ δὲ τούτοις τὸν ἔπαινον τοῦ νεανίσκου συμφώνως τοῖς προρρη‐ θεῖσιν ἀποδεδομένον ὑπὸ τοῦ Σωκράτους θεωρήσωμεν. προείρηται μὲν
5γὰρ ὅτι ‘πρέποι ἄν που καὶ σοὶ τὸ καλῶς διαλέγεσθαι‘, τοῦ δὲ τὴν ἀπόκρισιν ἐμμελῆ πεποιημένου καὶ ἀναμάρτητον ἐπήγαγεν ὁ Σωκράτης τὸ ‘εὖ λέγεις‘, ὃ δὴ τῷ ‘καλῶς‘ εἰς ταὐτόν πως ἔρχεται, καὶ ἔστι δήπου ταῖς Μούσαις, εἴπερ τι ἄλλο, καὶ τὸ καλὸν οἰκεῖον. φιλόκαλος γάρ τίς ἐστι καὶ ὁ μουσικὸς τὴν φύσιν, καὶ τοῦτο
10κοινὸν ἔχει πρὸς τὸν ἐρωτικόν· καὶ ὅλως ἡ ἁρμονία καὶ ἡ συμμετρία μετὰ τοῦ κάλλους πάντως ὑφέστηκεν, ὥσπερ ἡ ἀσυμμετρία καὶ ἡ ἀναρμοστία μετὰ τῆς αἰσχρότητος. Ἴθι δὴ καὶ τὸ ἐν τῷ πολεμεῖν βέλτιον καὶ τὸ ἐν τῷ εἰρήνην ἄγειν, τοῦτο τὸ βέλτιον τί ὀνομάζεις; ὥσπερ ἐκεῖ ἐφ’ ἑκάστῳ ἔλεγες τὸ
15ἄμεινον ὅτι μουσικώτερον καὶ ἐπὶ τῷ ἑτέρῳ ὅτι γυμναστικώτερον· πειρῶ δὴ καὶ ἐνταῦθα λέγειν τὸ βέλτιον. Ἀλλ’ οὐ πάνυ τι ἔχω. 108 D—E.
in Alc
.

207

Ἀπὸ τῶν παραδειγμάτων ποδηγήσας ἱκανῶς τὸν νεανίσκον ὁ Σωκράτης εἰς τὴν κατανόησιν τοῦ ἀμείνονος ἐν ταῖς ἐνεργείαις, ἐρωτᾷ τί ποτέ ἐστι καὶ τὸ πολεμικὸν καὶ τὸ εἰρηνικὸν τέλος τὸ κοινὸν αὐτῶν, οὗ στοχάζεσθαι δεῖ τὸν ἀγαθὸν σύμβουλον καὶ τὸν ἔχοντα τὴν πολιτικὴν
5ἐπιστήμην. ἔστι γάρ τι κοινὸν ἀμφοτέρων καὶ τούτων τέλος, πρὸς ὃ βλέποντες τὰς ἐνεργείας τὰς περὶ ταῦτα δοκιμάζομεν, εἴτε κρατοῦσι τοῦ προσήκοντος αὐταῖς τέλους εἴτε καὶ μή. τί οὖν τοῦτο ἔστιν, ἀνάγκη τὸν σύμβουλον εἰδέναι. καθόλου γὰρ εἰπεῖν ἡ τῆς τελικῆς αἰτίας ἄγνοια περὶ ἕκαστον ἀνόνητον ἀποφαίνει καὶ τὴν τῶν ἄλλων αἰτίων διάγνωσιν,
10διότι τὸ πρώτιστον καὶ κυριώτατον αἴτιον καὶ ἡγεμονικώτατον τὸ τελικόν ἐστι· τούτου γὰρ ἕνεκα καὶ τὰ ποιοῦντα ποιεῖ καὶ τὰ γινόμενα γίνεται. διὸ καὶ ὁ Τίμαιος ταύτην ἀρχὴν ἀρίστην ἀποκαλεῖ, τὴν τελικήν, καὶ ὑπ’ ἀνδρῶν φρονίμων λέγεσθαι προσήκουσαν. τί οὖν ἐστὶ τῷ πολιτικῷ τέλος περί τε πολέμου καὶ περὶ εἰρήνης συμ‐
15βουλεύοντι, νῦν ὁ Σωκράτης ἐρωτᾷ τὸν νεανίσκον προσποιούμενον ἐν τούτοις εἶναι σύμβουλον ἀγαθόν. ὁ δὲ φαίνεται καὶ τοῦτο ἀγνοῶν, ὅθεν
δὴ καὶ δῆλός ἐστιν οὐκ ἔχων ἃ δεῖ τὸν σύμβουλον ἐσόμενον ἔχειν· ἐπιστήμης γάρ ἐστιν ἐνδεής. κεῖται δὲ καὶ προδιωμολόγηται τοῦ εἰδότος εἶναι περὶ ἕκαστα τὴν ὀρθὴν συμβουλήν. ταῦτα περὶ τῆς ἐν τοῖς95
20προκειμένοις ῥήμασι διανοίας.
in Alc
.

208

Τῆς δὲ λέξεως τὸ μὲν ‘ἴθι‘ συνεχῶς ὑπὸ τοῦ Σωκράτους λεγόμενον φατέον οἰκειότατον εἶναι τῇ γνώσει τῆς ἡμετέρας ψυχῆς· ἐν κινήσει γάρ ἐστι καὶ οὐκ ἀθρόως οὐδὲ ἀμεταβλήτως ὑφέστηκεν, ὥσπερ ἡ τοῦ νοῦ μόνιμος καὶ διαιώνιος ἐνέργεια.
5 Τὸ δὲ ‘ὥσπερ ἐκεῖ ἐφ’ ἑκάστῳ‘ τὸ κοινὸν λέγει τῶν τῆς μουσικῆς μερῶν, ᾠδῆς, μέλους καὶ βάσεως· ἐφ’ ἑκάστῳ γὰρ τούτων τὸ μουσικῶς λέγομεν ὡς ἄμεινον λέγοντες. καὶ γὰρ τὸ ᾠδικῶς τὸμουσικῶς ἦν καὶ τὸ ἐμμελῶς καὶ 〈τὸ〉 εὐρύθμως. Τὸ δὲ ‘οὐ πάνυ τι ἔχω‘ τρόπον τινὰ καταδυομένου πρὸς τὴν
10ἀπορίαν ἐστί. τὸ μὲν γὰρ ἐν ᾠδῇ καὶ κιθαρίσει καὶ βάσει βέλτιον ἀγνοεῖν οὐχ ὑπελάμβανεν αἰσχρόν, τὸ δὲ ἐν πολέμῳ καὶ εἰρήνῃ, περὶ ὧν προσποιεῖται σύμβουλος εἶναι, μὴ εἰδέναι πάντως αἰσχύνης ἄξιον εἶναι ἐνόμιζεν, ὃ καὶ ὁ Σωκράτης εὐθὺς ἑξῆς ἐπιφέρει. Ἀλλὰ μέντοι αἰσχρόν γε, εἰ μέν τίς σε λέγοντα καὶ συμβουλεύοντα
15περὶ σιτίων, ὅτι βέλτιον τόδε τοῦδε καὶ νῦν καὶ τοσοῦτον, ἔπειτα ἐρωτήσειε, ‘τί τὸ ἄμεινον λέγεις, ὦ Ἀλκιβιάδη;‘ περὶ μὲν τούτων ἔχειν εἰπεῖν ὅτι τὸ ὑγιεινότερον, καίτοι οὐ προσποιῇ γε ἰατρὸς εἶναι· περὶ δὲ οὗ προσποιῇ ἐπιστήμων εἶναι καὶ συμβουλεύεις ἀνιστάμενος ὡς εἰδώς, τούτου δὲ ὡς ἔοικας πέρι ἐρωτηθεὶς ἐὰν μὴ ἔχῃς εἰπεῖν,
in Alc
.

209

οὐκ αἰσχύνῃ, ἢ οὐκ αἰσχρὸν φανεῖται; Πάνυ γε. 108 E—109 A. Τὰ μὲν πρὸ τούτων ῥήματα τοῦ Σωκράτους ὑπεκρύπτετο τὸν ἔλεγχον μέχρις ἐνδείξεως αὐτὸν προάγοντα ψιλῆς· νῦν δὲ ἀπογυμνοῦν πως αὐτὸν ἄρχεται καὶ πληκτικώτερον πρόσεισι τῷ νεανίσκῳ ἀπὸ τοῦ
5ἥττονος ἐπιχειρῶν καὶ τὸ πρᾶγμα ἄντικρυς ὀνομάζων αἰσχρὸν καὶ διὰ τῆς πρὸς τὰ σιτία παραβολῆς ἐπιτείνων τὴν ἐπιτίμησιν. θαυμαστὸν τοίνυν ἡ συμμετρία τοῦ λόγου, πρῶτον μὲν δι’ ἐνδείξεως μόνης τὸν ἔλεγχον ποιουμένου, νυνὶ δὲ ἀπογυμνοῦντος αὐτόν, καὶ ἔτι πεφεισμένως· οὐ γὰρ αὐτὸς ἀποφαίνεται ὅτι αἰσχρὸν τὸ τοῦ νεανίσκου τούτου
10ἀγνόημα, ἀλλ’ ἐρωτήσας ἐκεῖνον ἑαυτοῦ ποιεῖ κατήγορον. ἔτι δὲ μίγνυσι τῷ ἐλεγκτικῷ τὸ μαιευτικόν, ἵνα ἅμα καὶ καθαίρῃ τὸν ἐρώ‐ μενον ὡς ἐλεγχόμενον καὶ εὐπορώτερον ποιῇ πρὸς τὰς ἀποκρίσεις ὡς μαιευόμενον. ἔτι τὸ μὴ πέρα τοῦ δέοντος ἐξετάζεσθαι τοὺς ἐλέγχους ἐμμετροτέρους αὐτοὺς ποιεῖ. τοσοῦτον γὰρ λέγει μόνον ὅτι αἰσχρὸν
15μὴ εἰδέναι τὸ ἐν τῷ πολέμῳ βέλτιον καὶ τῷ εἰρήνην ἄγειν, καὶ οὐ προσέθηκε τὰ ἑπόμενα τούτῳ, πῶς οὖν φησὶν εἶναι πολέμου καὶ εἰρήνης σύμβουλος ἀγαθός, ἀγνοῶν τὸ τοῦ πολέμου τέλος. ἔτι τὸ τὴν αἰσχρό‐ τητα δεῖξαι τῆς ἀγνοίας τῇ παραθέσει τῆς ἄλλου γνώσεως φορητὴν
ἐποίησε τὴν ἐπίπληξιν· ‘αἰσχρὸν‘ γάρ φησι, ‘περὶ μὲν ἰατρικῶν ἔχειν96
in Alc
.

210

τι λέγειν, περὶ δὲ τῶν πολιτικῶν τελῶν μηδέν‘. τὸ μὲν οὖν ἐλεγκτικὸν διὰ τοσούτων ὁ Σωκράτης ἐμμελέστερον ἀπέφηνεν ἐν τούτοις τοῖς ῥήμασι· δοκεῖ δέ μοι τὸ τοῦ αἴσχους ὄνειδος ἐπάγειν αὐτῷ κατὰ πολλὰς αἰτίας. πρῶτον μὲν ὅτι διττῆς ἐν ψυχῇ πονηρίας οὔσης, ὡς αὐτὸς ἐν
5Σοφιστῇ διεῖλε, καὶ τῆς μὲν κατὰ τὴν ἄγνοιαν ὑφισταμένης τοῦ λόγου, τῆς δὲ κατὰ τὴν στάσιν τοῦ ἀλόγου πρὸς τὸν λόγον, νόσος μέν ἐστι ψυχῆς ἡ τοιαύτη στάσις, αἶσχος δὲ ἡ ἄγνοια. διότι γὰρ εἴδους ἐπέχει τάξιν ὁ λόγος ἐν τῇ συμπάσῃ ψυχῇ, διὰ τοῦτο καὶ ἡ κακία τοῦ λόγου τῆς ψυχῆς ἐστὶν αἶσχος, ὥσπερ ἡ ἀρετὴ κάλλος. γίγνεται γὰρ ἡ μὲν
10ἄγνοια διὰ τὴν τῆς ἀλογίας ἐπικράτειαν, ἡ δὲ γνῶσις διὰ τὴν τοῦ λόγου 〈ἡγεμονίαν· καὶ τὸ μὲν κάλλος ὁρᾶται τοῦ λόγου〉 κρατοῦντος, τὸ δὲ αἶσχος κρατουμένου καὶ ἀσυμμέτρους καὶ παραφόρους ἀπο‐ διδόντος τὰς οἰκείας ἐνεργείας καὶ μὴ καταδραττομένας τοῦ τέλους. εἰ τοίνυν ταῦτα ἀληθῆ, πᾶσα ἄγνοια τῆς ψυχῆς καὶ ἀνεπιστημοσύνη
15αἰσχρὰν αὐτὴν ἀποτελεῖ. πρῶτον μὲν οὖν διὰ ταῦτα αἰσχρὸν ἔφατο εἶναι τὸ μὴ εἰδέναι τὸ τέλος τοῦ πολέμου καὶ τῆς εἰρήνης· δεύτερον δὲ καὶ ὅτι φιλοτίμῳ νεανίσκῳ τοῦ αἰσχροῦ πληκτικώτερον οὐδέν. ὑποπτεύει γὰρ οὗτος τὴν ἀδοξίαν καὶ πάντα μᾶλλον αὐτῷ φορητὰ τῆς αἰσχύνης καὶ τῆς καταγνώσεως· καὶ τί δεῖ λέγειν, ὅπου γε καὶ τὸ ὡς ἀληθῶς
20κακὸν παραδέχεται πολλάκις, ἵνα μὴ ὑπομείνῃ τὸ φαινόμενον αἰσχρόν;
in Alc
.

211

καὶ ταύτῃ τοίνυν, στοχαζόμενος τοῦ ἤθους, διὰ τῆς αἰσχρότητος αὐτῷ προσάγει τὸν ἔλεγχον. εἰ δὲ καὶ ἐπὶ σωματικῷ κάλλει μεγαλαυχεῖται, καθαρτικόν ἐστι τῆς οἰήσεως τὸ δεικνύναι τὸ αἶσχος αὐτῷ κατὰ τὸ τιμιώτερον ὑπάρχον, τὴν ψυχήν, καὶ ὅτι περιττὸν τὸ φαινόμενον κάλλος
5τῆς ψυχῆς οὔσης αἰσχρᾶς. Διὰ ταῦτα μὲν οὖν τὸ τῆς αἰσχρότητος ὄνειδος ἐπήνεγκεν αὐτῷ· τὸ δὲ ἐπιχείρημα πάντως οὐκ ἄδηλον ὅτι ἀπὸ τοῦ ἥττονος εἴληπται, πληκτικὸν ὑπάρχον. εἰ γὰρ περὶ ὧν ἧττον κατεπαγγελλόμεθα εἰδέναι δυνάμεθα λέγειν τι, αἰσχρὸν περὶ ὧν εἰδέναι φαμὲν μηδὲν δύνασθαι
10λέγειν. καὶ ὁρᾷς ὅπως ἐνταῦθα τὸ αἰσχρὸν ἀπὸ τῆς οἰήσεως τὴν παρείσδυσιν ἔχειν ἐνεδείξατο. τὸ γὰρ ‘περὶ οὗ προσποιῇ ἐπι‐ στήμων εἶναι‘ καὶ ἑξῆς τὸ ‘καὶ συμβουλεύεις ἀνιστά‐ μενος ὡς εἰδὼς‘ τὴν οἴησιν αὐτοῦ δείκνυσιν αἰτίαν τῆς αἰσχρό‐ τητος· αὕτη γὰρ τὴν διπλῆν ἄγνοιαν εἰσάγουσα πολλαπλασιάζει τὸ
15αἶσχος τῆς ψυχῆς. Σκόπει δὴ καὶ προθυμοῦ εἰπεῖν, πρὸς τί τείνει τὸ ἐν τῷ εἰρήνην τε ἄγειν ἄμεινον καὶ ἐν τῷ πολεμεῖν οἷς δεῖ. Ἀλλὰ σκοπῶν οὐ δύναμαι ἐννοῆσαι. Οὐδ’ οἶσθα, ἐπειδὰν πόλεμον ποιώμεθα, ὅ τι
in Alc
.

212

ἐγκαλοῦντες ἀλλήλοις πάθημα ἐρχόμεθα εἰς τὸ πολεμεῖν καὶ ὅ τι αὐτὸ ὀνομάζοντες ἐρχόμεθα; Ἔγωγε, ὅτι γε ἐξαπατώμενοί τι ἢ βιαζόμενοι ἢ ἀποστερούμενοι. Ἔχε· πῶς ἕκαστα τούτων πάσχοντες; πειρῶ εἰπεῖν τί διαφέρει τὸ ὧδε ἢ ὧδε. Εἰ τὸ ὧδε λέγεις, ὦ Σώκρατες,
5τὸ δικαίως ἢ τὸ ἀδίκως; Αὐτὸ τοῦτο. Ἀλλὰ μὴν τοῦτο διαφέρει ὅλον
τε καὶ πᾶν. 109 A—B. Ὁ μὲν προειρημένος λόγος, ὥσπερ εἴπομεν, ἤδη πως παρεγύμνου τὸ ἐλεγκτικὸν εἶδος τῶν λόγων καὶ τῆς ψευδοῦς οἰήσεως σφοδρότερον τὸν νεανίσκον ἀπήλλαττε· τὰ δὲ προκείμενα ταῦτα μετὰ τὴν κάθαρσιν εἰς97
10ἔφεσιν αὐτὸν ἀνεγείρει τῆς γνώσεως. δεῖ γὰρ τῶν ἐμποδίων ἐξῃρημένων ἤδη τὴν ψυχὴν προσάγειν τῇ θεωρίᾳ τῶν πραγμάτων. ἐνυπάρχει μὲν γὰρ ἡ γνῶσις τῆς ἀληθείας ἐν ἡμῖν, ἐμποδιζόμεθα δὲ πρὸς τὴν κατά‐ ληψιν αὐτῆς διὰ τὰ ἐπιπροσθοῦντα παθήματα τὰ γενεσιουργά, λέγω δὲ λήθην καὶ οἴησιν καὶ φαντασίας ψευδεῖς καὶ ὀρέξεις ἀμέτρους·
15τούτων δὲ ἀφαιρεθέντων εἰς ἑαυτοὺς λοιπὸν ἐπιστρέφειν δεῖ. μετὰ τὴν κάθαρσιν τοίνυν τῆς περιττῆς οἰήσεως παρακελεύεται τῷ νεανίσκῳ σκοπεῖν καὶ ἀνεγείρειν ἑαυτὸν εἰς τὴν τοῦ [ζητουμένου κατάληψιν μετ’ ἐπιστά]σεως προσεκτικωτέρας καὶ προθυμίας τελεωτέρας. τοῦ δὲ νεανίσκου κάμνοντος ἔτι περὶ τὴν εὕρεσιν τοῦ πολεμικοῦ τέλους μέτεισιν
in Alc
.

213

ὁ Σωκράτης ἀπὸ τῶν ἐναντίων τὸν λόγον καὶ μαιεύεται πάλιν αὐτόν· ὁ δὲ ἤδη καταδράττεται τοῦ ζητουμένου. τίς οὖν ἡ μέθοδος; ὅταν, φησί, πολεμῶμεν, ἐγκαλοῦντες τοῖς πολεμίοις ὥς τι παθόντες ὑπ’ αὐτῶν πολεμοῦμεν. τί οὖν τοῦτό ἐστιν; ἢ δηλονότι ἀδικεῖσθαι φάσκοντες. εἰ
5τοίνυν ἀδικούμενοι πολεμοῦμεν, τέλος ἐστὶ τοῦ πολέμου τὸ τῶν δικαίων τυχεῖν· εἰ δὲ τοῦτο, προσήκει τὸν περὶ πολέμου συμβουλεύσοντα ὀρθῶς εἰδέναι τὸ δίκαιον ὅ τι ποτ’ ἐστί. ταῦτα μὲν οὖν εἰσαῦθις· τὸ δὲ νῦν προκείμενον, ὅτι διὰ τῆς ἀδικίας εὗρε τὸ δίκαιον. ὥσπερ γὰρ αἱ νόσοι τῶν σωμάτων εἰς χρείαν ἡμᾶς κατέστησαν ἰατρικῆς, ἵνα τῆς ὑγείας
10τύχωμεν, οὕτω δὴ καὶ τὰ ἀδικήματα τῶν ἄλλων ἐγείρει τὴν πολεμικὴν παρασκευήν, ἵνα τοῦ δικαίου μὴ ἀμοιρήσωμεν. τοῦτο ἄρα ἐστὶ τὸ τοῦ πολέμου τέλος, ὥσπερ τῆς ἰατρικῆς ὑγεία. καὶ ὁρᾶς ὅπως ἐπιζητῶν ὁ λόγος τὸ τέλος τὸ πολεμικόν, ὃ προσήκει τὸν ἀγαθὸν προΐστασθαι σύμβουλον, τὸ δίκαιον τοῦτο ἀνεῦρεν. ἄλλο γὰρ στρατιώτου τὸ τέλος,
15ἄλλο στρατηγοῦ, ἄλλο τοῦ πολιτικοῦ. ὁ μὲν γὰρ εἰ τύχοι καὶ εὐπορώ‐ τερος θέλει γενέσθαι διὰ τῶν λαφύρων, ὁ δὲ εἰς νίκην βλέπει καὶ ταύτην περιποιήσασθαι σπεύδει τοῖς πολίταις, ὁ δὲ τὸ δίκαιον μόνον θεωρεῖ καὶ μέχρι τοσούτου κινεῖ τὸν πόλεμον ἕως ἂν ἀδικεῖν οἴηται τοὺς πολεμίους. διὸ πρῶτον μὲν τὴν ῥητορικὴν κινήσει, διὰ πειθοῦς
in Alc
.

214

ἐμμελοῦς παῦσαι τοὺς ἀδικοῦντας σπουδάζων, ἔπειτα τὴν στρατηγικήν, τοῖς ὅπλοις σωφρονεστέρους ποιῶν οὓς τοῖς λόγοις οὐ προσηγάγετο. ταῦτα ἄρα καὶ τῶν Ἑλλήνων πολιτικὸς ὁ Νέστωρ πρῶτον μὲν διὰ τῶν ῥητόρων ἐπρέσβευε πρὸς τοὺς Τρῶας ὑπὲρ τῆς Ἑλένης· ἔπειτα μὴ
5πείσας διὰ τῶν στρατηγῶν καὶ τῶν πολεμικῶν ἔργων αὐτοῖς προσέ‐ βαλλε. διὰ ταῦτα καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης ἀξιοῖ δύναμιν ἔχειν τὴν πόλιν τοσαύτην, ὅση καὶ αὐτὴν καὶ τοὺς γείτονας αὐτῆς ἀδικουμένους ὑπ’ ἀλλήλων δύναται σώζειν, ὡς τοῦ πολεμικοῦ τέλους ὄντος τοῦ
δικαίου καὶ οὐ τῆς νίκης οὐδὲ τῆς λαφυραγωγίας οὐδὲ ἄλλου τινὸς98
10τοιούτου. καταστρέφει μὲν οὖν ὁ σύμπας λόγος εἰς τοῦτο τὸ συμ‐ πέρασμα· νῦν δὲ ὁ Σωκράτης μαιευόμενος τὸν νεανίσκον ἀπὸ τοῦ ἐναντίου τῷ ζητουμένῳ προσάγων αὐτόν, ἐρωτᾷ τί ποτε ἐγκαλοῦντες ἐπὶ τὰ ὅπλα καὶ τοὺς πολέμους καταφεύγομεν. ὁ δέ γε νεανίσκος ἄντικρυς τὸ τοῦ Θεαιτήτου πέπονθεν· ἓν ἐρωτηθεὶς πολλὰ ἀνθ’ ἑνὸς
15λέγει καὶ μερικώτερα ἀντὶ τοῦ καθόλου καὶ ἔτι τῶν ἐναντίων δεκτικά, δικαιοσύνης καὶ ἀδικίας, καὶ οὐ πάντως ἄδικα ὑπάρχοντα. ἐρχόμεθα γὰρ εἰς τὸ πολεμεῖν ἐξαπατώμενοι ἢ βιαζόμενοι ἢ ἀποστερούμενοι, ταῦτα δὲ γένοιτ’ ἂν καὶ δικαίως. καὶ γὰρ ὁ τὸν ἀνόητον ἀπατῶν, ἵνα μὴ βλαβῇ, τὰ δίκαια ποιεῖ, καὶ ὁ τὸν παῖδα
20βιαζόμενος, ἵνα μὴ δι’ ἀκράτειαν ποιήσῃ τι μοχθηρόν, καὶ ὁ τὸν νοσοῦντα βιαζόμενος ὑγείας ἕνεκα προσέσθαι τι τῶν βοηθημάτων ὀρθῶς
in Alc
.

215

ποιεῖ, καὶ ὁ τὸν μαινόμενον τῆς παρακαταθήκης ἀποστερῶν, εἰ ξίφος εἴη τὸ παρακατατεθέν. οὔπω τοίνυν ἀποκέκριται πρὸς τὴν τοῦ Σωκράτους ἐρώτησιν. ὁ μὲν γὰρ ἐγκλήματα ἀκοῦσαι ζητεῖ, ταῦτα δὲ οὐ μόνον ποτὲ διαφεύγει τὸ εἶναι ἐγκλήματα, ἀλλὰ καὶ ἐπαινετά ἐστιν.
5ὀρθῶς οὖν ὁ Σωκράτης ἠρώτησε, πῶς ἕκαστα τούτων πάσχον‐ τες ἐρχόμεθα εἰς τὸ πολεμεῖν. οὐδὲν γὰρ αὐτῶν ἐστὶν ἁπλοῦν, ἀλλ’ ἔστι καὶ δικαίως πάσχειν ἕκαστον τούτων καὶ ἀδίκως. αἱ μὲν γὰρ τῶν πράξεων εὐθὺς καὶ τὸ ποιὸν συνεπιφέρουσι, τὸ αἱρετὸν ἢ φευκτόν, αἱ δὲ αὐταὶ ἐφ’ ἑαυτῶν εἰσὶ δεκτικαὶ τοῦ εὖ καὶ τοῦ κακῶς. ‘πᾶσα γάρ‘,
10φησί, ‘πρᾶξις ὧδε ἔχει· αὐτὴ ἐφ’ ἑαυτῆς οὔτε καλή ἐστιν οὔτε αἰσχρά‘. τῶν δὴ τοιούτων εἰσὶ πράξεων τὸ ἐξαπατᾶν, τὸ βιάζεσθαι, τὸ ἀποστερεῖν· μοιχεύειν δὲ καὶ τὸν πατέρα ἀποκτιννύναι πράξεις μέν, ἀλλ’ οὐκ αὐταὶ ἐφ’ ἑαυτῶν, ἀλλὰ μετὰ ποιότητος ἤδη τῆς μοχθηρᾶς. διαφέρει τοίνυν κἀνταῦθα δικαίως ἐξαπατᾶν ἢ ἀδίκως, καὶ
15βιάζεσθαι δικαίως ἢ ἀδίκως, καὶ ἀποστερεῖν ὡσαύτως. οἱ μὲν γὰρ ἀπὸ Στοᾶς εὐθὺς τὰ τοιαῦτα πάντα ὡς μοχθηρὰ διαβάλλουσιν· οὔτε γὰρ ἐξαπατᾶν ἐστὶ δικαίως κατ’ αὐτοὺς οὔτε βιάζεσθαι οὔτε ἀποστερεῖν, ἀλλ’ ἑκάστη τῶν πράξεων τούτων ἀπὸ μοχθηρᾶς πρόεισιν ἕξεως καὶ ἄδικός ἐστιν. οἱ δὲ ἀρχαῖοι μέσα τὰ τοιαῦτα τίθενται πάντα καὶ
20δεκτικὰ τῶν ἐναντίων, καὶ τοιῶσδε μὲν πραττόμενα ἄδικα, τοιῶσδε δὲ
in Alc
.

216

πραττόμενα δίκαια. δηλοῖ δέ που ταῦτα καὶ Ὅμηρος, τὸν Αὐτόλυκον, τὸν ἀπόγονον Ἑρμοῦ, κλεπτοσύνῃ τε καὶ ὅρκῳ κεκοσμῆσθαι λέγων, καίτοι οὔτε κοσμεῖσθαί ποτε διὰ μοχθηρᾶς πράξεως δυνατὸν οὔτε θεοῖς προσήκειν τὸν ἀδίκῳ χρώμενον ἕξει. καὶ ὅλως ἀρέσκει τοῦτο
5σχεδὸν ἅπασι τοῖς ἀρχαίοις, καὶ ἡ συνήθεια συνομολογεῖ τῇ δόξῃ τῶν παλαιῶν. ἐπαινοῦμεν γὰρ τὸν μὴ ἀποδόντα τῷ μαινομένῳ τὸ ξίφος καὶ τὸν ἀπατήσαντα τοὺς πολεμίους, ὅταν ὑπὲρ τῆς πατρίδος ὁ κίνδυνος ᾖ, καὶ τὸν βιασάμενον τὸν φίλον μὴ πρᾶξαί τι τῶν ἀνοσίων, καὶ ἕκαστον τούτων δίκαιον καὶ ὀρθὸν ἐπονομάζομεν. κινεῖ μὲν οὖν καὶ ταῦτα
10πολέμους τοῖς ἀνθρώποις οὐκ ὀλίγους, ἀπάτη καὶ βία καὶ ἀποστέρησις,
ἰδίους τε καὶ κοινούς, ἀλλ’ ἔστι μερικώτερα τοῦ κοινοῦ τῶν πολέμων τέλους. τούτων γὰρ τὸ μὲν ἀπατᾶσθαι κατὰ τὸν λόγον γίνεται μάλιστα, τὸ δὲ βιάζεσθαι κατὰ τὸν θυμόν, τὸ δὲ ἀποστερεῖσθαι κατὰ τὴν ἐπι‐ θυμίαν· ἀποστερεῖται μὲν γὰρ εἰκότως τὸ φιλοχρήματον, βιάζεται δὲ99
15τὸ 〈φίλαρχον, ἀπατᾶται δὲ τὸ〉 τῆς γνώμης μάλιστα δεκτικόν· ἡ δέ γε δικαιοσύνη πάσης ἐστὶ τῆς ψυχῆς ἀρετή, καὶ ἡ ἀδικία πάσης κακία τῆς τριμερείας. κοινότερον ἄρα τὸ δίκαιόν ἐστι καὶ τὸ ἄδικον τῶν τριῶν τούτων παθημάτων, καὶ οὐκ ὀρθῶς ὁ νεανίσκος ἐπὶ ταῦτα ἦλθε τῆς τοῦ κοινοτέρου γνώσεως ἀποπεσών.
20 Εἰ δὲ ἔστι τούτων ἕκαστον, ὥσπερ εἴρηται, καὶ εὖ πράττειν καὶ κακῶς, δῆλον δὴ καὶ ἐντεῦθέν ἐστιν ὡς ἄρα τὸ ἀγαθὸν καὶ γνώσεώς ἐστι κρεῖττον καὶ προαιρέσεως καὶ τῆς πρὸς τὰ ἄλλα σχέσεως. εἰ γὰρ ἦν ἐκεῖνο γνῶσις, οὐκ ἂν τὸ ἐναντίον πρὸς τὴν γνῶσιν, ἡ ἀπάτη, μετεῖχεν
in Alc
.

217

ἄν ποτε τοῦ ἀγαθοῦ· καὶ εἰ ἦν προαιρετικόν, οὐκ ἂν τὸ παρὰ τὴν προαίρεσιν ἡμῶν ἢ βίᾳ πραττόμενον ἀγαθὸν ὑπῆρχε τοῖς πάσχουσι· καὶ εἰ τὸ οἰκεῖον ἦν, 〈οὐκ ἄν ποτε ἀποστερεῖσθαι τῶν οἰκείων ἦν〉 ἐπ’ ἀγαθῷ. νῦν δὲ ἔοικεν ἅπαντα ταῦτα δεύτερα εἶναι τοῦ ἀγαθοῦ, τὸ
5οἰκεῖον, ἡ προαίρεσις, ἡ γνῶσις. οὐ γὰρ ἂν τοῖς ἀντικειμένοις αὐτῶν παρῆν, εἰ τούτων ἦν τι τὸ πρώτως ἀγαθόν· οὔτε γὰρ τοῦ θερμοῦ τοῖς ψυχροῖς οὔτε τοῦ λευκοῦ τοῖς μέλασι μέτεστι. Τοῦτο μὲν τοίνυν ὥσπερ πόρισμα γεωμετρικὸν ληπτέον ἀπὸ τοῦ λόγου· τὸ δὲ ὅλῳ καὶ παντὶ διαφέρειν τὸ δικαίως τοῦ ἀδίκως
10παντελῆ τὴν πρὸς ἄλληλα διάστασιν αὐτῶν ἐπιδείκνυσι. πάντα γὰρ τὰ πράγματα τῷ ὅλῳ καὶ παντὶ διῄρηται, τῆς μὲν ἑνώσεως αὐτῶν κατὰ τὸ ὅλον ὑφισταμένης, τῆς δὲ διακρίσεως κατὰ τὸ πᾶν· διὸ καὶ τοῦ ποσοῦ τὸ μὲν συνεχὲς ὅλον τί ἐστι, τὸ δὲ διωρισμένον πάντα. ἐν ἅπασιν οὖν τοῖς οὖσι διαφορὰν ἐνδεικνύμενοι τῶν προκειμένων οὕτως εἰώθεσαν
15λέγειν, ὅτι ὅλῳ καὶ παντὶ διαφέρει. Τί οὖν; Ἀθηναίοις σὺ πρὸς ποτέρους συμβουλεύσεις πολεμεῖν, τοὺς ἀδικοῦντας ἢ τοὺς τὰ δίκαια πράττοντας; Δεινὸν τοῦτό γε
in Alc
.

218

ἐρωτᾷς· εἰ γὰρ διανοεῖταί τις ὡς δεῖ πρὸς τοὺς τὰ δίκαια πράττοντας πολεμεῖν, οὐκ ἂν ὁμολογήσειέ γε. Οὐ γὰρ νόμιμον τοῦθ’, ὡς ἔοικεν. Οὐ δῆτα. Οὐδέ γε καλὸν δοκεῖ εἶναι. πρὸς ταῦτ’ ἄρα καὶ σὺ τὸ δίκαιον τοὺς λόγους ποιήσῃ; Ἀνάγκη. Ἄλλο τι οὖν, ὃ νῦν δὴ ἐγὼ
5ἠρώτων, βέλτιον πρὸς τὸ πολεμεῖν καὶ μή, καὶ οἷς δεῖ καὶ οἷς μή, καὶ ὁπότε καὶ μή, τὸ δικαιότερον τυγχάνει ὂν ἢ οὔ; Φαίνεταί γε. 109 B—C. Ἡ μὲν τοῦ Σωκράτους ἐρώτησις ἀναγκαία γέγονεν, ἵν’ εὕρῃ τί τέλος ἐστὶ πολιτικὸν κατὰ τὴν Ἀλκιβιάδου συμβουλήν. δῆλον γὰρ ὡς, εἰ μὲν
10πρὸς τοὺς τὰ δίκαια πράττοντας εἰσηγοῖτο τοῖς Ἀθηναίοις πολεμεῖν, τὴν ἀδικίαν ποιεῖται τοῦ πολέμου τέλος καὶ τὴν κατὰ τῶν ἄλλων ἀν‐
θρώπων δεινὴν πλεονεξίαν· εἰ δὲ πρὸς τοὺς μὴ δικαίους, ὅρον καὶ μέτρον τίθεται τοῦ πολέμου τὸ δίκαιον. ὁ δέ γε νεανίσκος πρὸς ταύτην τὴν ἐρώτησιν ἀφῆκε φωνὴν οὔτε παντάπασιν ἀπηρυθριακότος οὔτε τελέως100
15ἐπιστήμονος. τούτων γὰρ ὁ μὲν οὔτε διανοεῖταί ποτε πρὸς τοὺς τὰ δίκαια πράττοντας πολεμεῖν οὔτε διὰ λόγων αὐτὸ προφέρεται· ὁ δὲ διανοεῖται καὶ λέγειν τολμᾷ διὰ δή τινα δεινὴν ἀναισχυντίαν. πολλὰ γοῦν τοιαῦτα καὶ ἐν Πολιτείᾳ Θρασύμαχος λέγειν οὐκ ἐπῃσχύνετο. μέσος τοίνυν ἐστὶ τούτων ὁ Ἀλκιβιάδης, καὶ διανοεῖσθαι μὲν τὸ ἄδικον
in Alc
.

219

οὐ παντελῶς ἐστὶν ἔξαρνος, ὁμολογεῖν δὲ αὐτό φησιν αἰσχρὸν ὑπάρχειν. τέτακται τοίνυν κατὰ τὸ φιλότιμον καὶ οὔτε τοὺς τῆς ἐπιθυμίας φθέγγεται λόγους οὔτε τοὺς τῆς κρείττονος ψυχῆς· ἀλλ’ ὡς μὲν νίκης καὶ δυνάμεως ὀρεγόμενος οὐ διακρίνει τοὺς δικαίους ἀπὸ τῶν ἀδίκων
5ἐν τοῖς πολεμίοις, ὡς δὲ τῆς κοινῆς δόξης στοχαζόμενος τὸ ταῦτα ὁμολογεῖν αἰσχρὸν ὑπολαμβάνει, πλὴν ὅτι τὸν λόγον ἐξ ὑποθέσεως προαγαγὼν ἀποστροφὴν ἑαυτῷ πάλιν καταλιμπάνει. οὐ γὰρ εἶπεν ὅτι διανοοῦμαι μὲν ὡς χρὴ πρὸς τοὺς τὰ δίκαια πράσσοντας πολεμεῖν, αἰσχύνομαι δὲ ὅμως ὁμολογεῖν, ἀλλ’ ὅτι καὶ εἴ τις διανοοῖτο ταῦτα,
10φύγοι ἂν τὴν ἀδοξίαν καὶ τὸ πρὸς ἄλλους ταῦτα ὁμολογῆσαι. Ὁ τοίνυν Σωκράτης κατιδὼν αὐτὸν διὰ τὴν τῶν πολλῶν δόξαν προσιέμενον τὴν δικαιοσύνην πρὸ τῆς ἀδικίας εἰς ἐπιστήμην ἀναπέμπει τὴν δόξαν. ἐξάπτει γὰρ τὸ δίκαιον τοῦ νομίμου καὶ τοῦ καλοῦ καὶ τὸ ἄδικον κατὰ τὴν στέρησιν ἐπονομάζει τούτων ἀμφοτέρων· ‘οὔτε γὰρ
15νόμιμον‘, φησίν, ‘οὔτε καλὸν τὸ τοιοῦτον‘. καὶ πάλιν ἐνταῦθα τῷ διαλεκτικῷ μεμιγμένον ἔξεστι θεάσασθαι τὸ ἀποδεικτικόν. καὶ γὰρ ὁ πολὺς φαίη ἂν ὅτι τὸ ἄδικον παράνομόν ἐστι καὶ αἰσχρόν, τὸν ἐνταῦθα νόμον καὶ τὸ ἐν ταῖς δόξαις ταῖς κοιναῖς καλὸν ἐν νῷ τιθέμενος· καὶ ὁ ἐπιστήμων τὰ αὐτὰ ἂν ὁμολογήσειε κατὰ τὰς ἀποδεικτικὰς ἀρχάς.
20ἐπειδὴ γὰρ ἐν τοῖς αἰτίοις αὐτῶν ἡ δίκη τῆς εὐνομίας ἐξήρτηται (λέγω δὴ τὴν ἐγκόσμιον δίκην), διὰ τοῦτο τὸ δίκαιον νόμιμόν ἐστι καὶ καλόν, τῷ μετέχειν καὶ τοῦτο τῆς εὐνομίας, ἥτις ἔχει καὶ τὸ εὖ καὶ τὸν νόμον ἐν ἑαυτῇ. πάλιν ἐπειδήπερ ἡ πρὸ τοῦ κόσμου δίκη συνέπεται τῷ Διΐ,
in Alc
.

220

πάρεδρος γὰρ ὁ νόμος τοῦ Διός, ὥς φησιν Ὀρφεύς (διὸ καὶ ὁ Ἀθηναῖος ξένος τὴν δίκην ‘τοῦ θείου νόμου τιμωρὸν‘ ἐκάλεσε), καὶ τὸ ἐνταῦθα δίκαιον νόμιμόν ἐστιν. οἰκείως ἄρα ταῖς ἀρχαῖς αὐτῶν ὁ Σωκράτης τὸ δίκαιον ἔθετο νόμιμον εἶναι, καθάπερ ἡ δίκη τοῦ
5νόμου τιμωρὸς εἴρηται. διὰ γὰρ τοῦτο καὶ ὁ δικαστὴς εἰς τὸν νομοθέτην βλέπει καὶ ἡ δικαστικὴ τῆς νομοθετικῆς ἐξήρτηται, διότι καὶ τὰ αἴτια αὐτῶν ταύτην ἔλαχε τὴν τάξιν. ἀνάλογον τοίνυν ὡς ἡ πρὸ τοῦ κόσμου δίκη πρὸς τὸν νόμον, οὕτως ἡ ἐγκόσμιος πρὸς τὴν εὐνομίαν, οὕτως ἡ δικαστικὴ πρὸς τὴν νομοθετικήν, οὕτω τὸ δίκαιον πρὸς τὸ
10νόμιμον. ἀεὶ γὰρ τὰ καταδεέστερα μετέχει τῶν πρὸ αὐτῶν καὶ σειρά τις ἀφ’ ἑκατέρου τῶν αἰτίων πρόεισιν ἄχρι τῶν ἐσχάτων. οὐκοῦν τὸ δίκαιον καὶ νόμιμόν ἐστι καὶ καλόν ἐστι καὶ ἄμεινόν ἐστιν, ὃ δὴ τὸ
ἀγαθὸν ἐπιφέρειν ἔοικε. καὶ διότι μὲν νόμιμον, οἰκείως ἔχει πρὸς τὰς νοερὰς τάξεις—ἐκεῖ γὰρ ὁ νόμος, ἐπὶ Κρόνου, καθάπερ ἐν τῷ101
15Γοργίᾳ γέγραπται· καὶ ὅλως εἴρηται ἐν ἄλλοις ὡς ὁ νόμος ἐστὶ νοῦ
in Alc
.

221

διανομή· —διότι δὲ καλόν, μετέχει καὶ τῶν νοητῶν—ἐκεῖ γὰρ πρώτως τὸ κάλλος κἀκεῖθεν ἐπὶ πάντα πρόεισι· —διότι δὲ ἄμεινον, ἀγαθόν ἐστι καὶ μετέχει τῆς πρὸ τῶν νοητῶν αἰτίας—τὸ γὰρ ἄμεινον καὶ τὸ βέλτιον καὶ πάντα τὰ τοιαῦτα τῆς τοῦ ἀγαθοῦ συστοιχίας ἐστίν.
5εἴρηται οὖν, ὡς συντόμως εἰπεῖν, ὅτι δεῖ τὸν σύμβουλον ἐν τῇ περὶ τοῦ πολεμεῖν ἢ μὴ πολεμεῖν σκέψει πρὸς τὸ δίκαιον βλέπειν· τοῦτο γάρ ἐστι κριτήριον τῆς διαιρέσεως ταύτης. ὥσπερ γὰρ ὁ πόλεμος ὑπὸ σελήνην καὶ ἡ εἰρήνη τὸ μέτρον ἀπὸ τῆς ἐν οὐρανῷ δίκης ὑποδέχεται καὶ τὸ ἀγαθόν, οὕτω καὶ τὸ πολεμεῖν ἢ μὴ τῷ δικαίῳ καὶ ἡμῖν κριτέον. εἰ γὰρ
10διὰ τὰς ἀδικίας ὁ πόλεμος, τέλος ἐστὶ τοῦ πολέμου τὸ δίκαιον· οὐ γὰρ δὴ τὸ νικᾶν, ὡς οἴονταί τινες. νῖκαι μὲν γὰρ πολλαὶ Καδμεῖαι γεγόνασιν, ὥς πού φησιν ὁ Ἀθηναῖος ξένος, τὸ δὲ δίκαιον ἁπαντα‐ χοῦ λυσιτελεῖ τοῖς χρωμένοις· καὶ ὁ μὲν νικήσας μόνον οὔπω καλλίους ποιεῖ τοὺς ἡττηθέντας, ὁ δὲ τοῦ δικαίου στοχαζόμενος αὐτός τε ἐν
15ἀγαθοῖς ἐστὶ καὶ τοὺς πολεμίους ἀμείνους ποιεῖ. τοῦτο ἄρα τέλος ἐστὶ τοῦ πολέμου, τὸ δίκαιον· καὶ πολεμούντων μὲν ὅρος ἔστω δικαιοσύνη, τῶν δὲ εἰρηνευόντων ἄλλο μεῖζον νοείσθω καὶ τελικώτερον ἀγαθόν, ἡ φιλία καὶ ἡ ἕνωσις. τέλος γάρ ἐστιν ἁπάσης ἀρετῆς, καθάπερ οἱ Πυθαγόρειοί φασι καὶ ὁ Ἀριστοτέλης, ὀρθῶς εἰπών, ὅτι πάντων
20μὲν φίλων ὄντων οὐ δεόμεθα δικαιοσύνης, ἐξῄρηται δὲ
in Alc
.

222

τὸ ἐμὸν καὶ οὐκ ἐμόν, ἁπάντων δὲ δικαίων ὄντων ἔτι δεό‐ μεθα τῆς συναγωγοῦ φιλίας. ὅτι δὲ ἀρχὴ τῶν πολέμων ἐστὶν ἡ ἀδικία, δηλοῖ που καὶ ὁ ἐν τοῖς ἐνύλοις πόλεμος. μάχεται γὰρ τὸ θερμὸν τῷ ψυχρῷ, καὶ οὐχ ὅταν τὸ μὲν ὡδί, τὸ δὲ ἀλλαχοῦ τυγχάνῃ, ἀλλ’ ὅταν
5τὸ ἕτερον ἐθέλῃ τὴν θατέρου καταλαβεῖν ὑποδοχήν. δεόμενον γὰρ κἀκεῖνο τοῦ ὑποκειμένου μάχεται πρὸς τὸ ἔξωθεν ἐπεισιὸν καὶ ἐκβάλλον αὐτὸ τῆς οἰκείας χώρας. ὅθεν καὶ οἱ μὲν ἐν τῇ φύσει λόγοι σύνεισιν ἀλλήλοις ἀστασιάστως, ἕκαστος γὰρ ἐν ἑαυτῷ ἐστίν· οἱ δὲ ἔνυλοι, μὴ δυνάμενοι χωρὶς ὑποστῆναι τῆς ὕλης, στασιάζουσι πρὸς ἀλλήλους περὶ
10τῆς κοινῆς ὑποδοχῆς οὐ δυναμένης ἀμφοτέρους τοὺς ἀντικειμένους λόγους ἀσυγχύτως εἰς ἑαυτὴν χωρεῖν. Μέχρι μὲν δὴ τούτων συνήγαγεν ὅτι Ἀλκιβιάδης τὸ δίκαιον οἶδε. εἰ γὰρ συμβουλεύει περὶ πολέμου καὶ εἰρήνης, πᾶς δὲ ὁ περὶ τούτων σύμβουλος πρὸς τὸ δίκαιον βλέπων ποιήσεται τοὺς λόγους, Ἀλκιβιάδης
15ἄρα τὸ δίκαιον εἴσεται καὶ τούτου στοχαζόμενος συμβουλεύσει Ἀθηναίοις, εἴτε δεῖ πολεμεῖν εἴτε εἰρήνην ἄγειν. κατεσκεύασται γὰρ ἀμφότερα· καὶ ὅτι τὸ ἐν τῷ πολεμεῖν ἢ μὴ βέλτιον τὸ δικαιότερόν ἐστι καὶ ὅτι ὁ περὶ ἕκαστον σύμβουλος πρὸς τὸ βέλτιον ὁρᾷ, οἷον ὁ περὶ σιτίου πρὸς τὸ ὑγιεινότερον, ὁ περὶ τοῦ κιθαρίζειν πρὸς τὸ μουσικώ‐
20τερον, ὁ περὶ τοῦ παλαίειν πρὸς τὸ γυμναστικώτερον. διχῶς γὰρ ἀπο‐ δίδοται τὸ βέλτιον, ποτὲ μὲν ἀπὸ τῆς τέχνης, ποτὲ δὲ ἀπὸ τοῦ τέλους·102
in Alc
.

223

τὰ μὲν 〈γὰρ〉 ὄργανα καὶ τὰς ὕλας ἀπὸ τοῦ τέλους ὀνομάζομεν, τὸ φάρμακον ὑγιεινότερον καὶ τὸ σιτίον καὶ τὸ γυμνάσιον λέγοντες, τὰς δὲ ἐνεργείας ἀπὸ τῆς τέχνης, γυμναστικωτέραν καὶ μουσικωτέραν τήνδε μᾶλλον τὴν κίνησιν ἢ τήνδε καὶ τήνδε μᾶλλον τὴν ᾠδὴν ἢ τήνδε
5φάσκοντες εἶναι. τί οὖν; ἐπειδὴ καὶ τὸ ἐν τῷ πολεμεῖν βέλτιον τὸ δικαιότερόν ἐστι, πόθεν τοῦτο φήσομεν τὴν ἐπωνυμίαν ἔχειν; ἢ καὶ τοῦτο φήσομεν ἀπὸ τῆς ὅλης ἐπιστήμης τῆς πολιτικῆς τὴν προσηγορίαν εἰληφέναι. δικαιοσύνη γάρ ἐστιν ἐκείνη, καθάπερ καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης δεδήλωκε, τὴν μὲν πολιτικὴν δικαιοσύνην εἶναι πόλεως
10τιθέμενος, τὴν δὲ δικαιοσύνην πολιτικὴν ἐν τοῖς μέρεσιν ὑφεστῶσαν τῆς ψυχῆς. εἰ τοίνυν ταὐτόν ἐστι τῇ δικαιοσύνῃ πολιτική, εἰκότως τὸ δίκαιον ἐνέργημα κατ’ αὐτὴν λέγοντες ὀνομάζεσθαι τὸ ἐν τῇ πολιτικῇ συμβουλῇ βέλτιον οὕτω καλοῦμεν. ὡς γὰρ τὸ ἐν τῷ παλαίειν βέλτιον τὸ γυμναστικώτερον ἦν, ἀφ’ ὅλης τῆς γυμναστικῆς ὀνομαζόμενον, οὕτω
15τὸ ἐν τῷ πολεμεῖν βέλτιον τὸ δικαιότερόν ἐστιν, ἀφ’ ὅλης τῆς πολιτικῆς τὴν προσηγορίαν κομιζόμενον. Πῶς οὖν, ὦ φίλε Ἀλκιβιάδη; πότερον σαυτὸν λέληθας ὅτι οὐκ ἐπίστασαι τοῦτο, ἢ ἐμὲ ἔλαθες μανθάνων καὶ φοιτῶν ἐς διδασκάλου, ὅς σε ἐδίδασκε διαγινώσκειν τὸ δικαιότερόν τε καὶ ἀδικώτερον;
20καὶ τίς ἐστιν οὗτος; φράσον καὶ ἐμοί, ἵνα αὐτῷ φοιτητὴν προξενήσῃς ἐμέ. Σκώπτεις, ὦ Σώκρατες. 109 D.
in Alc
.

224

Ἡ τῆς ψυχῆς εἰς τὸ σῶμα κάθοδος ἀπέστησε μὲν αὐτὴν τῶν θείων αἰτίων, ἀφ’ ὧν νοήσεως ἐπληροῦτο καὶ δυνάμεως καὶ καθαρότητος, συνῆψε δὲ τῇ γενεσιουργῷ φύσει καὶ τοῖς ἐνύλοις πράγμασιν, ἀφ’ ὧν ἀναπίμπλαται λήθης καὶ πλάνης καὶ ἀγνοίας. κατελθούσῃ γὰρ αὐτῇ
5περιέφυσαν ἐκ τοῦ παντὸς καὶ ζωαὶ πολυειδεῖς καὶ χιτῶνες ποικίλοι, καθέλκοντες μὲν αὐτὴν εἰς τὴν θνητὴν σύστασιν, ἐπιπροσθοῦντες δὲ εἰς τὴν 〈τῶν〉 ὄντων θεωρίαν. δεῖ τοίνυν τὴν ἐντεῦθεν μέλλουσαν ὀρθῶς ἐπ’ ἐκείνην τὴν ἄγρυπνον περιάγεσθαι φύσιν κοσμῆσαι μὲν τὰς δευτέρας καὶ τρίτας δυνάμεις τὰς συνηρτημένας αὐτῇ καθάπερ τῷ θαλαττίῳ
10Γλαύκῳ τὰ φύκια καὶ τὰ ὄστρεα, κωλῦσαι δὲ τὰς ἔξω προ‐ ϊούσας αὐτῆς ὁρμάς, ἀναμνησθῆναι δὲ τῶν ὄντως ὄντων καὶ τῆς θείας οὐσίας, ἀφ’ ἧς ἡ κάθοδος καὶ πρὸς ἣν σπεύδειν προσήκει τὴν σύμπασαν ἡμῶν ζωήν. ἔστι δὴ τὰ δεόμενα τῆς τελειώσεως ἐν ἡμῖν τό τε ἄλογον, ὃ δι’ ἐθῶν κοσμεῖσθαι καὶ παιδεύεσθαι πέφυκε, καὶ τὸ προαιρετικόν, ὃ
15δεῖ τῶν ἀλόγων ὀρέξεων καὶ τῆς πρὸς αὐτὰς ἀποστῆναι συμπλοκῆς,
in Alc
.

225

καὶ πρὸς τούτοις τὸ γνωστικὸν ἡμῶν, ὃ δεῖται τῆς τῶν ὄντων ἀναμνή‐ σεως· ἄλλο γάρ ἐστι τὸ ἀναμιμνῃσκόμενον καὶ ἄλλο τὸ δι’ ἐθῶν ῥυθμιζόμενον καὶ ἄλλο τὸ νουθετήσεσι καὶ διδασκαλίαις συμμετρότερον
γινόμενον. δεῖ δὲ καὶ τὴν παιδείαν σύμφωνον εἶναι τοῖς τρισὶ τούτοις,103
5καὶ πρῶτον μὲν διὰ τῆς ὀρθότητος ἡμᾶς τελειοῦν τῶν ἐθῶν, ἔπειτα διὰ τῆς νουθεσίας καὶ τῶν διδασκαλικῶν λόγων, τὸ δὲ τρίτον διὰ τῆς ἀναμνήσεως τοὺς λόγους ἡμῶν ἀνακινεῖν καὶ τὴν γνῶσιν τὴν κατ’ οὐσίαν ὑπάρχουσαν ταῖς ψυχαῖς ἀνακαθαίρεσθαι. γένη μὲν οὖν τοσαῦτα καὶ ἡ τάξις αὕτη τῆς τελειώσεως πρόκειται ταῖς εἰς τὰ σώματα
10πεσούσαις ψυχαῖς. τούτων δὲ τοιούτων ὄντων τὸ τρίτον διά τε μαθήσεως καὶ εὑρέσεως ἔχει τὸ τέλειον. οὐ γὰρ ἄλλος ἐστὶ γνώσεως τρόπος ἐν ἡμῖν ἀλλ’ ἢ μάθησις ἢ εὕρεσις. κατ’ οὐσίαν μὲν γάρ ἐστιν αὐτοκίνητος ἡ ψυχή, κοινωνήσασα δὲ τῷ σώματι μετέσχε πως τῆς ἑτεροκινησίας. ὡς γὰρ τῷ σώματι δέδωκεν αὐτοκινησίας ἔσχατον ἴνδαλμα, οὕτω καὶ
15τῆς ἑτεροκινησίας ἔμφασιν διὰ τὴν περὶ τοῦτο σχέσιν ἀντέλαβε. διὰ μὲν οὖν τὴν τῆς αὐτοκινησίας δύναμιν πόριμός ἐστιν ἡ ψυχὴ καὶ εὑρετικὴ καὶ γόνιμος τῶν λόγων καὶ ἐπιστημῶν· διὰ δὲ τὴν τῆς ἑτεροκινησίας ἔμφασιν δεῖταί ποτε τῆς παρ’ ἄλλων ἀνακινήσεως, ὅτε δὴ καὶ αἱ μὲν τελειότεραι τῶν ψυχῶν εὑρετικώτεραι μᾶλλόν εἰσιν, αἱ δὲ ἀτελέστεραι
20πλειόνως ἐνδεεῖς τῆς ἔξωθεν βοηθείας. αἱ μὲν γὰρ μᾶλλόν εἰσιν αὐτο‐
in Alc
.

226

κίνητοι καὶ ἧττον ἀναπεπλησμέναι τοῦ χείρονος, αἱ δὲ ἧττον αὐτοκίνητοι καὶ μᾶλλον ἐκ τῆς σωματικῆς φύσεως παθοῦσαι, προϊοῦσαι δ’ ὅμως ἐν τῷ τελειοῦσθαι καὶ αὗται καὶ τοῦ σώματος ἀνεγειρόμεναι καὶ συλλέ‐ γουσαι τὰς ἑαυτῶν δυνάμεις ἀπὸ τῆς ὕλης γονιμώτεραι γίνονται καὶ
5εὑρετικώτεραι τούτων περὶ ἃ πρότερον ἦσαν ἄγονοι καὶ ἄποροι διὰ τὴν ἐκ τῆς ὕλης ἐφήκουσαν ἀργίαν καὶ τὴν ἀζωΐαν καὶ τὸν ἐκ τῆς γενέσεως κάρον. Ἡμεῖς μὲν οὖν οὑτωσὶ τὴν μεσότητα φυλάττοντες τῆς λογικῆς ἀπο‐ δίδομεν τὰς αἰτίας καὶ τῶν ἀτελεστέρων ἐν αὐτῇ καὶ τῶν τελειοτέρων
10ἕξεων καὶ τὰς ὁδοὺς τοιαύτας εἶναί φαμεν τῆς τελειώσεως αὐτῶν. ὅσοι δὲ κατὰ τὸ κρεῖττον ἵστανται τῆς μεσότητος ἢ κατὰ τὸ χεῖρον, ἀπο‐ πίπτουσι τῆς περὶ τούτων ἀληθείας. οὔτε γὰρ ἐκείνους ἀποδεξόμεθα τοὺς λόγους ὅσοι φασὶ τὴν ψυχὴν εἰς ὑγρὸν ἀφικομένην σῶμα κἀντεῦθεν ἐπιπροσθουμένην ἀνόητον εἶναι κατ’ ἀρχάς, αὖθις δὲ τῆς ὑγρότητος
15ἐξατμιζομένης διὰ τῆς ἐμφύτου θερμότητος καὶ συμμετροτέρας γινο‐ μένης ἀνανεοῦσθαι κατὰ τὸ φρόνιμον ἑαυτῆς· οὗτος γὰρ ὁ τῆς τελειώ‐ σεως τρόπος σωματικός ἐστι καὶ ἔνυλος καὶ ταῖς κράσεσι τοῦ σώματος ἑπομένην ὑποτίθεται τὴν τελειότητα τῆς ψυχῆς, καίτοι καὶ πρὸ τῶν
in Alc
.

227

στοιχείων καὶ πρὸ τῆς γενέσεως ὅλης τὴν ὑπόστασιν αὐτῆς ἐχούσης καὶ ζωῆς οὔσης ἀμιγοῦς πρὸς τὸ σῶμα καὶ τὴν φύσιν. οὔτε αὖ ἐκείνους ὅσοι μέρος μὲν εἶναι τῆς θείας οὐσίας λέγουσι τὴν ψυχήν, ὅμοιον δὲ τῷ ὅλῳ τὸ μέρος καὶ ἀεὶ τέλειον, τὸν δὲ θόρυβον εἶναι καὶ τὰ πάθη περὶ τὸ
5ζῶον· οἱ γὰρ ταῦτα λέγοντες ἀεὶ τελείαν ποιοῦσι τὴν ψυχὴν καὶ ἀεὶ ἐπιστήμονα καὶ μηδέποτε δεομένην ἀναμνήσεως καὶ ἀεὶ ἀπαθῆ καὶ μηδέποτε κακυνομένην. καίτοι γε ὁ Τίμαιος οὐδὲ τὴν οὐσίαν ἡμῶν ἐκ πρώτων φησὶν ὑφεστάναι πάντῃ τῶν γενῶν, ὥσπερ τὰς κρείττους ἡμῶν
ψυχάς, ἀλλ’ ἐκ δευτέρων καὶ τρίτων· καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης104
10μεμῖχθαι φησὶ τὰς δυνάμεις ἡμῶν πρὸς τὸ ἐναντίον τῷ ἀγαθῷ καὶ μάχης ἀναπεπλῆσθαι πρὸς ἀλλήλας καὶ διὰ τοῦτο ποτὲ μὲν τὰς ἀμείνους κρατεῖν, ποτὲ δὲ τὰς χείρονας. καὶ τί δεῖ πολλὰ λέγειν; ὅπου γε καὶ τὸν ἡνίοχον κακύνεσθαί φησιν ὁ αὐτός· ‘οὗ δὴ κακίᾳ ἡνιόχου πολλαὶ μὲν χωλεύονται, πολλαὶ δὲ πολλὰ πτερὰ
15θραύονται‘. καίτοι τί σεμνότερόν ἐστιν ἐν ἡμῖν τῆς ἡνιοχητικῆς δυνάμεως; αὕτη δὴ οὖν ἐστὶ καὶ ἡ ἀναμιμνῃσκομένη τῶν θείων καὶ ταῖς δευτέραις καὶ τρίταις δυνάμεσιν ὑπουργοῖς χρωμένη πρὸς τὴν ἀνάμνη‐ σιν, καὶ ταῦτα ἐν Φαίδρῳ λέγεται σαφῶς. ἀλλ’ οὖν, ὅπερ ἐλέγομεν, φυλακτέον τὰ μέτρα τῆς ψυχῆς, καὶ τοὺς περὶ τῆς τελειώσεως λόγους
20οὔτε ἀπὸ τῶν σωματικῶν ἐπ’ αὐτὴν ἀναθετέον οὔτε ἀπὸ τῶν θείων εἰς αὐτὴν καθελκυστέον, ἵνα δὴ τοῦ Πλάτωνος ὦμεν ἐξηγηταὶ καὶ μὴ πρὸς
in Alc
.

228

ἰδίας ὑπ〈ολήψεις ἀπ〉ευθύνωμεν τὰς τοῦ φιλοσόφου ῥήσεις. ἐπειδὴ τοίνυν καὶ ἀτελής ἐστιν ἡ ψυχή ποτε καὶ αὖθις τελειοῦται καὶ λήθην ἴσχει τῶν θείων καὶ αὖθις ἀναμιμνῄσκεται, δῆλον δὴ ὅτι καὶ ὁ χρόνος συντελεῖ πρὸς τὴν τελείωσιν αὐτῆς. πῶς γὰρ ἂν ἐξ ἀφροσύνης μετέ‐
5βαλεν εἰς φρόνησιν καὶ ὅλως εἰς ἀρετὴν ἀπὸ κακίας, μὴ κατὰ χρόνον ποιουμένη τὰς μεταβάσεις; πᾶσα γὰρ μεταβολὴ κατὰ χρόνον ὑφέστηκε. Ταῦτα μὲν οὖν εἰρήσθω καθόλου περὶ τῆς τελειώσεως τῶν ψυχῶν. λάβωμεν δὲ ἐκ τούτων τό γε τοσοῦτον, ὅτι δεῖ καὶ τὸν εἰδότα τὸ δίκαιον ἐξ ἀγνοίας εἰς τὴν γνῶσιν αὐτοῦ μεταβεβληκέναι καὶ οὔτε ἀεὶ τὸν τοῦ
10δικαίου λόγον πρόχειρον ἔχειν ὥσπερ τὰ κρείττονα ἡμῶν (ἀτελεῖς γὰρ φυόμεθα τὴν πρώτην) οὔτε διὰ τὴν τοῦ σώματος μεταβολὴν καὶ τὴν τούτου γνῶσιν ἡμῖν συνεληλυθέναι. οὐ γάρ ἐστιν ἡ οὐσία ἡμῶν σωματοειδὴς καὶ ἐκ τῶν ἐνύλων ὑφεστῶσα γενῶν. λείπεται ἄρα μάθησιν ἢ εὕρεσιν προκεῖσθαι τῆς γνώσεως. εἰκότως δὴ οὖν ὁ νεανίσκος
15ἀπαιτεῖται λέγειν, τίς ὁ τῆς μαθήσεως αἴτιος αὐτῷ καὶ πόθεν ἔγνω τὸ δίκαιον, εἴπερ ἔγνω. δεῖ γάρ, ὡς πολλάκις εἴρηται, τῆς μὲν παρ’ ἄλλου γνώσεως ἐνδοθείσης αὐτὴν ἡγεῖσθαι τὴν μάθησιν, τῆς δὲ μαθήσεως τὸν διδάσκαλον. ἡ μὲν γὰρ μάθησις κίνησίς ἐστι, πᾶσα δὲ κίνησις δεῖται τῆς κινούσης αἰτίας. δεῖ τοίνυν καὶ τοῦ διδάσκοντος, οὗτος γάρ ἐστιν
20ὁ τῆς μαθήσεως αἴτιος. Τοῦτο μὲν οὖν ἁπάντων ἐστὶν ἀληθέστατον, τὸ δὲ τῆς Σωκρατικῆς ἐρωτήσεως ἐμμελὲς καὶ τὸ πραῧνον τοὺς ἐλέγχους ἔξεστιν ἐν τούτοις ὁρᾶν. πρῶτον μὲν γὰρ διὰ τοῦ φίλον τὸν ἐλεγχόμενον προσειπεῖν προκαταλαμβάνει τὴν λύπην τῇ οἰκειώσει καὶ ἅμα δείκνυσιν ὅτι καὶ
25τέλος αὐτῷ τῆς καθάρσεως ἡ φιλία, ὅτι οὐδεὶς θεὸς δύσνους
in Alc
.

229

ἀνθρώποις, οὐκοῦν οὐδὲ αὐτὸς δυσνοίᾳ τοιοῦτον οὐδὲν δρᾷ, καθάπερ εἴρηκεν ἐν Θεαιτήτῳ, καὶ ὅτι καὶ ἐν θεοῖς τὸ καθαῖρον δι’ ἀγαθότητα προτείνει τὴν κάθαρσιν τοῖς ἀτελέσιν, ἀλλ’ οὐ διὰ τὴν πρὸς αὐτὰ ἀλλοτριότητα. δεύτερον δὲ ὅτι οὐκ ἀποφατικῶς
5εἰσήγαγε τὸν ἔλεγχον λέγων ‘ἀλλὰ μὴν οὐκ οἶσθα τὸ δίκαιον, οὔτε γὰρ ἔμαθες οὔτε εὗρεσ‘· ἀλλὰ ἀνερωτῶν αὐτὸν ποιεῖ φωρᾶσαι τὴν αὑτοῦ
πλάνην καὶ τὴν ἐρώτησιν ἐμμελῆ προσάγει· ‘ἆρα ἔλαθές με μανθάνων τὴν τοῦ δικαίου φύσιν; καὶ τίς ἐστιν οὗτος ὁ διδάσκαλός σου;‘ τρίτον ὅτι καὶ ἑαυτὸν συντάττει τῷ νεανίσκῳ, ὡς ἂν105
10καὶ αὐτὸς ἀγνοῶν τὸ δίκαιον· ‘φράσον‘ γάρ φησιν ‘ἐμοὶ τὸν τούτου διδάσκαλον, ἵνα αὐτῷ φοιτητὴν προξενήσῃς ἐμέ‘. διὰ ταύτης τοίνυν τῆς συντάξεως λεαίνει τοῦ ἐλέγχου τὸ πληκτικὸν καὶ πραΰνει τὸ σφοδρὸν καὶ φορητὸν ἀποτελεῖ τὸ ἀλγεινόν. Ταῦτα καὶ περὶ τοῦ τρόπου τῶν λόγων· τῶν δὲ καθ’ ἕκαστον ῥημάτων
15τὸ μὲν ‘ἑαυτὸν λέληθας‘ οἰκεῖόν ἐστι τῷ ἑαυτὸν ἀγνοοῦντι· πανταχοῦ γὰρ τὸ λανθάνον ἀγνοίας αἴτιόν ἐστιν· ἅμα οὖν κἀκεῖνο δῆλον, ὅτι διὰ λήθης ἡ ἄγνοια. Τὸ δὲ ‘ἢ ἐμὲ ἔλαθες μανθάνων‘ εἰς ἀδύνατον περιέστησε τὸν λόγον· προείρηται γὰρ ὅτι οὔτε νύκτωρ οὔτε μεθ’ ἡμέραν
20ἐλάνθανεν αὐτὸν οὐδαμοῦ φοιτῶν. ὥσπερ οὖν ἀδύνατόν ἐστι τὸν ἀγαθὸν δαίμονα λαθεῖν ἡμᾶς διανοουμένους, οὕτω δὴ καὶ τὸν Σωκράτην κατ’ οὐδεμίαν κίνησιν ὁ νεανίσκος ἐλάνθανεν, ὅπου γε καὶ τὰς ἔνδον αὐτοῦ
in Alc
.

230

κινήσεις τάς τε διανοητικὰς καὶ τὰς ὀρεκτικὰς πάσας ἀνήπλωσε. Τὸ δὲ ‘φοιτῶν εἰς διδασκάλου‘ τὴν ἐπιστροφὴν ἐνδείκνυται τῶν τελειωθησομένων πρὸς τὸν μέλλοντα τελειοῦν. οὐ γάρ ἐστιν ἡ ψυχὴ τοιοῦτον οἷον τὸ σῶμα, πάσχον ἔξωθεν μόνον, ἀλλὰ καὶ ἑαυτὴν ἐγείρει
5πρὸς τὸ τέλειον καὶ προσάγει τῷ δυναμένῳ πληροῦν. Τό γε μὴν ‘διαγινώσκειν τὸ δικαιότερον καὶ ἀδικώ‐ τερον‘ ἐνδείκνυται μὲν ὅτι τῶν ἐναντίων ἡ αὐτή ἐστιν ἐπιστήμη καὶ ὡς ὁ τὸ ἕτερον δυνάμενος διαγνῶναι καὶ θατέρου κριτής ἐστιν ὀρθός· ἐνδείκνυται δὲ καὶ ὅτι ταῦτα (τὸ δίκαιον λέγω καὶ ἄδικον) ἀορίστως
10ὑπὸ τῶν τῇδε μετέχεται κατὰ τὸ μᾶλλον καὶ ἧττον, ὁ δὲ τῆς ἐπιστήμης λόγος διακρίνει τὸ διάφορον τῆς μεθέξεως. οὐ γὰρ εἶπεν ‘ὅς σε ἐδίδαξε τὸ δίκαιον καὶ τὸ ἄδικον‘, ἀλλὰ ‘τὸ δικαιότερον καὶ ἀδικώτερον‘, ἃ δὴ τὸ μᾶλλον συνεισφέρει καὶ ἧττον. Τὸ δὲ ‘ἵνα αὐτῷ φοιτητὴν προξενήσῃς ἐμὲ‘ μὴ μόνον
15εἰρωνείαν νοήσωμεν, ἀλλὰ καὶ ἀλήθειαν· οὐδὲ γὰρ ἂν ὁ Σωκράτης ἀπέφυγεν ἀκρόασιν τοῦ ἐπιστήμονος. ὡς γὰρ τὰ θεῖα, κἂν τῆς αὐτῆς ᾖ τάξεως, ἀλλήλοις συνήνωται καὶ πληροῖ ἄλληλα ἀγαθοειδῶς, οὕτω καὶ οἱ ἐπιστήμονες, κἂν τὴν αὐτὴν ἔχωσιν ἕξιν, διὰ τῆς ὁμοιότητος
in Alc
.

231

συνάπτονται ἀλλήλοις καὶ χαίρουσιν εἰς ἀλλήλους τε καὶ ἑαυτοὺς ἀποβλέποντες. Τὸ δ’ ἐπίλοιπον δή, τὸ τοῦ νεανίσκου ῥῆμα τὸ ‘σκώπτεις, ὦ Σώκρατες‘, ἤδη συνῃσθημένου τῆς τοῦ Σωκράτους δυνάμεως καὶ
5ἐπιστήμης. οἴεται γὰρ ἀνενδεῶς ἔχοντα αὐτὸν καὶ ἐπιστήμονα ὄντα προσποιεῖσθαι διδασκάλου χρῄζειν, ἵνα τὴν περὶ αὐτὸν ἔνδειαν ἐλέγξῃ καὶ τὴν ἀπορίαν τὴν περὶ τῶν ἀδίκων καὶ δικαίων. καὶ ἔστι τοῦτο τοῖς πράγμασι σύμφωνον· ὡς γὰρ τοῦ θεοῦ πάντα ἀμερίστως ποιοῦντος ἡ ὕλη δέχεται μεριστῶς εἰς αὑτήν, ὡς δι’ αἰῶνος ἐνεργοῦντος ἐκείνου
10μετέχομεν δὲ ἡμεῖς κατὰ χρόνον, οὕτω δὴ καὶ τοῦ Σωκράτους ἀγαθοειδῶς πάντα καὶ ἀληθευτικῶς λέγοντος ὁ νεανίσκος ἀλλοίως ὑποδέχεται τοὺς λόγους, σκώπτεσθαι νομίζων καὶ ὀνειδίζεσθαι τῆς ἀπορίας ἕνεκα, καίτοι τοῦ Σωκράτους οὐ τούτων ἕνεκα λέγοντος. Μὰ τὸν φίλιον τὸν ἐμόν τε καὶ σόν, ὃν ἐγὼ ἥκιστα ἂν ἐπιορκήσαιμι·106
15ἀλλ’ εἴπερ ἔχεις, εἰπὲ τίς ἐστι. Τί δ’ εἰ μὴ ἔχω; οὐκ ἂν οἴει με ἄλλως εἰδέναι περὶ τῶν δικαίων καὶ ἀδίκων; Ναί, εἴ γε εὕροις. Ἀλλ’ οὐκ ἂν εὑρεῖν με ἡγῇ; Καὶ μάλα γε, εἰ ζητήσαις. Εἶτα ζητῆσαι οὐκ ἂν οἴει με; Ἔγωγε, εἰ οἰηθείης γε μὴ εἰδέναι. Εἶτα οὐκ ἦν ὅτε εἶχον οὕτω; Καλῶς λέγεις· ἔχεις οὖν εἰπεῖν τοῦτον τὸν χρόνον ὅτε οὐκ ᾤου
20εἰδέναι τὰ δίκαια καὶ τὰ ἄδικα; φέρε πέρυσιν ἐζήτεις τε καὶ οὐκ
in Alc
.

232

ᾤου εἰδέναι ἢ ᾤου; καὶ τἀληθῆ ἀποκρίνου, ἵνα μὴ μάτην οἱ διάλογοι γίνωνται. Ἀλλ’ ᾤμην εἰδέναι. Τρίτον δὲ ἔτος καὶ τέταρτον καὶ πέμπτον οὐχ οὕτως; Ἔγωγε. Ἀλλὰ μὴν τό γε πρὸ τοῦ παῖς ἦσθα. ἦ γάρ; Ναί. Τότε μέντοι εὖ οἶδα ὅτι ᾤου εἰδέναι. Πῶς εὖ οἶσθα;
5Πολλάκις ἐν διδασκάλων ἤκουον παιδὸς ὄντος καὶ ἄλλοθι, καὶ ὁπότε ἀστραγαλίζοις ἢ ἄλλην τινὰ παιδιὰν παίζοις, οὐχ ὡς ἀποροῦντος περὶ τῶν δικαίων καὶ ἀδίκων, ἀλλὰ μάλα μέγα καὶ θαρραλέως λέγοντος περὶ ὅτου τύχοις τῶν παίδων, ὡς πονηρός τε καὶ ἄδικος εἴη καὶ ὡς ἀδικοίη οὐκ ἀληθῆ λέγων. 109 D—110 B.
10 Ἐξαιρεῖ τοῦ νεανίσκου πᾶσαν ὑπόνοιαν ὁ Σωκράτης ἀφ’ ἧς οἴεται δυσκολώτερον αὐτὸν ἕξειν πρὸς τὰ παρ’ αὐτοῦ λεγόμενα καὶ ἀλλο‐ τριώτερον ἔσεσθαι πρὸς αὐτόν, ἵνα δὴ καὶ τοὺς ἐλέγχους εὐμενῶς παραδέξηται καὶ τὸ ὅλον πατρικὴν εἶναι νομίσῃ τὴν παρ’ αὐτοῦ πᾶσαν εἰς αὐτὸν προϊοῦσαν ἐνέργειαν. οὐδὲ γὰρ ἄλλως δυνατὸν τὸ ἀτελέ‐
15στερον ὠφελείας ἀπ’ ἄλλου τυχεῖν ἢ πιστεῦσαν εὔνουν εἶναι τὸ τὴν τελειότητα προτεῖνον. οὕτω γὰρ καὶ τὸ θεῖον ἐφετὸν ἡμῖν ἐστίν, ἵνα μεταδιδόναι δύνηται τῶν ἀγαθῶν. ἐξαιρεῖ μὲν οὖν, ὅπερ ἔφην, διὰ ταῦτα τὰς τῆς δυσκολίας προφάσεις, ὥσπερ ἰατρὸς ἀγαθὸς τὰ ἐμπόδια τὰ πρὸς τὴν θεραπείαν ἐκκόπτων ἀπὸ τῆς τοῦ νεανίσκου ψυχῆς. ἡ δὲ
20ὑπεξαίρεσις αὕτη διὰ φιλίας πρόεισι καὶ ταυτότητος καὶ κοινωνίας. ὡς γὰρ τὰ ψυχρὰ διὰ θερμότητος καὶ ὅλως τὰ ἐναντία διὰ τῶν ἐναντίων
in Alc
.

233

ἐκβάλλομεν, οὕτω τὰ τραχύτερα καὶ διαστάσεως αἴτια τῶν ῥημάτων διὰ τῶν οἰκειωτικῶν καὶ φιλικῶν ἐξιώμεθα. πόθεν οὖν ταῦτα παραγί‐ νεται ταῖς ψυχαῖς, φιλία καὶ ἕνωσις; ἀπὸ τῶν θεῶν, ὥσπερ τὰ πάθη καὶ ἡ διάστασις ἀπὸ τῆς ὕλης. θεὸν δὴ οὖν φίλιον κοινὸν αὐτῶν
5ἔφορον ὁ Σωκράτης μάρτυρα καλεῖ τῶν ἑαυτοῦ λόγων καὶ τῆς προαιρέσεως, ὡς μὲν ἐπιστήμων ἀπὸ θεοῦ τὴν ἕνωσιν ἐφήκειν τοῖς πᾶσιν οἰόμενος, ὡς δὲ ἐρωτικὸς ἀπὸ τοῦ φιλίου θεοῦ. τίς δέ ἐστιν οὗτος ὁ φίλιος θεός; ἔξεστι μὲν λέγειν ὅτι καὶ ἐπὶ τὸν Δία ταύτην ἀναφέρειν
εἰώθασι τὴν ἐπωνυμίαν· ὡς γὰρ ξένιον αὐτὸν καὶ ἱκέσιον, οὕτω καὶ107
10φίλιον ἐπονομάζουσι· καὶ ἴσως ἔχει λόγον ἐπὶ τὸν Δία ποιεῖσθαι τὴν ἀναφορὰν ὡς παρακαλοῦντα τὸ ἡγεμονικὸν προστησάμενον εἶδος ζωῆς συνέπεσθαι τῷ Διΐ. ἔξεστι δὲ καὶ τὸν ἔρωτα φίλιον λέγειν θεόν· τῆς γὰρ φιλίας αἴτιος ὁ ἔρως, παίδων καλῶν ἔφορος ὤν, ὡς αὐτὸς ἐν τῷ Φαίδρῳ λέγει. κάλλιον δὲ συνάπτειν ἀμφοτέρους τοὺς λόγους·
15ἐν γὰρ τῷ Διῒ καὶ ὁ ἔρως ἐστί. καὶ γὰρ Μῆτίς ἐστι πρώτως γενέτωρ καὶ Ἔρως πολυτερπής· καὶ ὁ ἔρως πρόεισιν ἐκ τοῦ Διὸς καὶ συνυπέστη τῷ Διῒ πρώτως ἐν τοῖς νοητοῖς· ἐκεῖ γὰρ ὁ Ζεὺς ὁ πανόπτης ἐστὶ καὶ ἁβρὸς Ἔρως,
in Alc
.

234

ὡς Ὀρφεύς φησι. συγγενῶς οὖν ἔχουσι πρὸς ἀλλήλους, μᾶλλον δὲ ἥνωνται ἀλλήλοις, καὶ φίλιος αὐτῶν ἑκάτερός ἐστι. καὶ ὁ Σωκράτης ὡς μὲν ἡγεμονικὸν εἰς Δία τὸν νεανίσκον ἀναπέμπει, ὡς δὲ ἐρώμενον εἰς τὸν ἔρωτα· καὶ ἐνεργεῖ διχῶς, καὶ ὡς φιλόσοφος ἅμα καὶ ὡς ἐρωτικός·
5καὶ τῇ μὲν εἰς Δία, τῇ δὲ εἰς ἔρωτα ἀνατείνεται. Ὁ μὲν οὖν φίλιος θεὸς οὕτως ἡμῖν νοείσθω. τὸ δὲ ‘ὃν ἐγὼ ἥκιστα ἂν ἐπιορκήσαιμι‘ μὴ αὐτὸν τοῦτο λέγειν οἰηθῶμεν, ὅτι ‘κατ’ ἄλλων μὲν θεῶν ἴσως κἂν ἐπιορκῆσαί μοι συμβαίη, τὸν φίλιον δὲ οὐδέποτ’ ἂν ἐπιορκήσαιμι‘. τὴν γὰρ Σωκρατικὴν εὐλάβειαν τήν τε πρὸς
10τοὺς ὅρκους καὶ τὴν πρὸς αὐτὰ τὰ γένη τῶν θεῶν καὶ ἐν Γοργίᾳ καὶ ἐν Φιλήβῳ μεμαθήκαμεν. ἀλλ’ ἡ ἀντιδιαίρεσις οὐκ ἔστι πρὸς ἄλλους θεούς (μία γὰρ ἡ ὁσιότης ἐστὶν ἡ πρὸς πάντας συνάπτουσα), ἀλλὰ πρὸς τὸν ἀκούοντα νέον· ἥκιστα γὰρ ἂν ἐπιορκήσειε τὸν φίλιον ἐν τοῖς πρὸς Ἀλκιβιάδην λόγοις, ἥκιστα δ’ ἂν τὸν ξένιον ἐν τοῖς πρὸς τὸν
15ξένον, καὶ τὸν ἱκέσιον ἐν τοῖς πρὸς τὸν ἱκέτην. καὶ ἐφ’ ἑκάστου μὲν τῶν ὀμνυμένων τὸ ‘ἥκιστα‘, πρὸς δὲ ἄλλον καὶ ἄλλον τῶν τοιούτων ἀκροατὴν κατὰ τὰς διαφόρους σχέσεις ἐξαλλάττεται. πρὸς τοίνυν ἐρώμενον ὄντος τοῦ λόγου τὸν φίλιον θεὸν ἥκιστα ἐπιορκητέον· εἰ γάρ ἐστιν ὁ ὅρκος φρουρά τις ἀπὸ τοῦ θείου καθήκουσα τῷ ὀμνύντι καὶ
20συνοχὴ καὶ ἀσφάλεια, βούλεται δὲ ὁ ἐραστὴς διὰ φιλίας ἑαυτῷ τὸν ἐρώμενον ἑνοῦν, ἥκιστα αὐτῷ τὸν φίλιον θεὸν ἐπιορκητέον, ἵνα παντα‐ χόθεν ὑπ’ ἐκείνου συνέχηται καὶ περιφράττηται μετὰ τοῦ ἐρωμένου καὶ τὸν τῆς φιλίας αὐτῶν ἔχῃ δεσμόν.
in Alc
.

235

Ὁ μὲν οὖν Σωκράτης διὰ ταῦτα τὸν φίλιον ὄμνυσι θεόν· ὁ δέ γε νεανίσκος ἀπορῶν διδάσκαλον εἰπεῖν τῆς τοῦ δικαίου γνώσεως, ἔπειτα ἄφυκτον τὴν διαίρεσιν τοῦ Σωκράτους ὁρῶν ἐπὶ τὴν εὕρεσιν καταφεύγει· κἀνταῦθα μαρτυρεῖ μὲν αὐτῷ πολλὴν ὁ Σωκράτης εὐφυΐαν καὶ γόνιμον
5δύναμιν εἰπὼν ‘καὶ μάλα γε εὗρες ἄν, εἴπερ ἐζήτησας‘. τοῦ μὲν οὖν μὴ μεμαθηκέναι τεκμήριον ποιεῖται τὸ μὴ ἔχειν διδασκάλους· τοῦτο δὲ ἐν Λάχητι καὶ ἐν Γοργίᾳ προΐσχεται τεκμήριον τοῦ μὴ μαθεῖν. τὸ δὲ αἴτιον, ὅτι ἡ ἀνθρωπίνη ψυχὴ σώματι συνεζύγη καὶ ζῇ τὴν μετὰ τοῦ σώματος ζωὴν τὴν κοινὴν καὶ ἐπιπροσθεῖται ὑπὸ τοῦ σώματος καὶ
10δεῖται τῶν ἔξωθεν αὐτὴν ἀνακινῆσαι δυναμένων. ὁ γὰρ ἀτελὴς νοῦς
ὑπὸ τοῦ τελείου ποδηγεῖται, καθάπερ δὴ καὶ ἡ ἀτελὴς φύσις ὑπὸ τῆς τελείας κατ’ ἐνέργειαν ἤδη τελεσιουργεῖται. ψυχὴ οὖν εἰς ἄλλην ὁρῶσα ψυχὴν ἐν τῷ συγγενεῖ τὴν ἑαυτῆς γνῶσιν ὁρᾷ καὶ οὕτω δὴ τὸ ἐλλεῖπον εἰς τὸ τέλειον περιάγει καὶ τὴν ἄγνοιαν εἰς γνῶσιν· ἔτι γὰρ δὴ108
15προσδεῖται. καὶ πολλά ἐστι τῶν γνωστῶν ὧν ἀνάγκη τὰς πρωτίστας ἡμᾶς αἰτίας καὶ ἀρχὰς † καὶ ὑποδέξασθαι καὶ πρὸς τοῖσδε τὰ ὑπὲρ τὴν οὐσίαν τῆς [....] δεῖται † τοῦ ποδηγοῦντος, ἵνα θεωρήσωμεν αὐτά, διὰ τὸ αὐτόθεν καὶ ἡμᾶς ἔχειν ἀφορμὰς εἰς τὴν ζήτησιν αὐτῶν. τοῦ μὲν τοίνυν μαθεῖν ἐστὶ τεκμήριον τὸ διδασκάλων τυχεῖν, τοῦ δὲ εὑρεῖν τὸ
in Alc
.

236

ζητῆσαι προκείμενόν ἐστιν. ἡ γὰρ ζήτησις ἀνακινεῖ τὸ ὄμμα τῆς ψυχῆς καὶ γυμνάζει πρὸς τὴν θέαν τῆς ἀληθείας. ὅθεν δὴ καὶ οἱ ζητητικώτεροι γιγνόμενοι πρὸς τὰς λύσεις εὐπορώτεροι καθίστανται· τὸ γὰρ καλῶς ἀπορῆσαι καὶ τῆς εὐπορίας αἴτιόν ἐστιν. ἡ μὲν οὖν πενία ἡ ἐν ἡμῖν
5αἰτία τῆς ἀπορίας ἐστὶ καὶ ἔρως ἐπὶ τὴν ζήτησιν ἐγείρει τῆς τελείας γνώσεως· ὁ δὲ πόρος ἐν τῷ ὄντι καὶ [τῷ νοερῷ] τῆς ψυχῆς Μήτιδος ὢν υἱός. ἄνωθεν γὰρ πρόεισι τὸ οὐσιῶδες ἡμῶν ἀπὸ τοῦ θείου νοῦ, τὸ δὲ δυνάμει τὸ ἐν ἡμῖν ἡ πενία καὶ ἡ ἀοριστία τῆς ζωῆς. ὅταν οὖν ἐγερθῶμεν εἰς τὸν ἔρωτα τῆς ἑαυτῶν γνώσεως, τότε καὶ τὸν ἐν ἡμῖν
10πόρον θεώμεθα καὶ τὸν διάκοσμον ὅλον τὸν ψυχικόν. δύο δὴ οὖν αὗται πρὸς τὴν μάθησιν καὶ τὴν εὕρεσιν ὁδοί, μία μὲν ἡ ζήτησις, μία δὲ ἡ διδασκαλία. διὸ καὶ τῶν τοῦ Πλάτωνος ἐξηγητῶν τινὲς τοὺς διαλόγους διεῖλον εἴς τε τοὺς διδασκαλικοὺς καὶ τοὺς ζητητικούς, ἐντεῦθεν λαβόντες τὴν ἀφορμὴν τῆς τοιαύτης διαιρέσεως. πάλιν τοίνυν ἀπὸ τῆς
15εὑρέσεως ἄνεισιν ὁ λόγος ἐπὶ τὴν ἁπλῆν ἄγνοιαν. οὐθεὶς γὰρ ἂν ὁρμήσειε ζητεῖν ὅ γε οἴεται γινώσκειν· δεῖ δὴ οὖν ἄρξαι τὴν ἁπλῆν ἄγνοιαν τῆς ζητήσεως· ἡ γὰρ ζήτησις ὄρεξίς ἐστι γνώσεως ἐν οἷς οἰόμεθα ἀγνοεῖν. ἀπὸ δὲ τῆς ἁπλῆς ἀγνοίας ἀνάγκη τὸν χρόνον γνωρίσαι καθ’ ὃν ᾠόμεθα μὴ εἰδέναι. διὸ καὶ ὁ Σωκράτης ἀπαιτεῖ
20χρόνον αὐτὸν εἰπεῖν τῆς οἰήσεως τοῦ μὴ εἰδέναι. καθάπερ γὰρ εἴρηται
in Alc
.

237

καὶ πρότερον, ἀνάγκη τὰς τοιαύτας ἁπάσας μεταβολὰς μετρεῖσθαι ὑπὸ χρόνου. διὸ καὶ ὁ δαιμόνιος Ἀριστοτέλης ἐνταῦθά γε προσίεται τὴν κίνησιν ἐπὶ τῆς ψυχῆς καὶ τὴν κατὰ χρόνον μεταβολήν. ἀλλ’ ὅτι μὲν ἡ σώματι συνοῦσα καὶ ἀπὸ κακίας εἰς ἀρετὴν μεθισταμένη δεῖται τοῦ
5χρόνου, παντὶ καταφανὲς δήπου· ἤδη δέ τινες καθ’ ἑαυτὴν οὖσαν τὴν ψυχὴν οὔ φασι δεῖσθαι χρόνου κατὰ τὴν ἐνέργειαν, ἀλλὰ τοὐναντίον αὐτὴν ἀπογεννᾶν τὸν χρόνον. τοῦτο δὲ οἶμαι δεῖσθαι λόγου τινός. διττὸς γὰρ ὁ χρόνος, ὁ μὲν τῇ φυσικῇ ζωῇ καὶ τῇ σωματοειδεῖ κινήσει τοῦ παντὸς συνυφιστάμενος, ὁ δὲ διὰ τῆς ἀσωμάτου ζωῆς πεφοιτηκώς.
10ἐκεῖνος μὲν οὖν καὶ τὰς τῶν θείων ψυχῶν περιόδους μετρεῖ καὶ τὰς ἐνεργείας τὰς χωριστὰς τῶν ἡμετέρων τελειοῖ· ὁ δὲ δεύτερος, ὁ τῇ
κατὰ φύσιν ζωῇ συμπαρατεινόμενος, τὴν μὲν μετὰ σώματος ἡμῶν ζωὴν μετρεῖ, τὴν δὲ τῆς ψυχῆς αὐτῆς καθ’ ἑαυτὴν ζώσης οὐδαμῶς. ταῦτα περὶ τῶν πραγμάτων εἰρήσθω.109
15 Τῶν δὲ περὶ τὴν λέξιν τὸ μὲν ‘οὐκ ἂν εὑρεῖν με ἡγῇ;‘ πάνυ τεθαρρηκότος ἐστὶ τῇ τῆς φύσεως δεξιότητι καὶ ταύτην ἀποχρῆναι νομίζοντος. διὸ καὶ ὁ Σωκράτης οὐκ ἀναιρεῖ ταύτην αὐτοῦ τὴν εὐελπιστίαν· οὐ γὰρ οἱ τέλειοι τῆς ἐπιτηδειότητος τῶν εὐφυεστέρων εἰσὶν ἀναιρετικοί, ἀλλὰ τελειωτικοί.
in Alc
.

238

Τὸ δὲ ‘καλῶς λέγεις‘ εἰς ἐμμελῆ πάλιν αὐτὸν ἔλεγχον περιάγει. δυνατὸν γὰρ ἦν εἰπεῖν ἀποφαινόμενον ὅτι χρόνος οὐδείς ἐστιν ἐν ᾧ τὴν ἁπλῆν ἔσχες ἄγνοιαν, ἀλλ’ ἀεὶ σαυτὸν ὑπέλαβες εἰδέναι ἃ μὴ ᾔδεις· ὁ δὲ οὐχ οὕτως εἶπεν, ἀλλ’ ὅτι ‘τὸν σαυτοῦ βίον ἐπίσκεψαι καὶ εἰπέ μοι
5τὸ ἔτος ἐν ᾧ οὐκ ᾤου εἰδέναι‘· καὶ ἀναλύσει χρησάμενος ἀπὸ τοῦ παρόντος πρὸς τὸν παρεληλυθότα χρόνον ἐφίστησιν αὐτὸν ὅτι οὐδέποτε ᾠήθη τὸ δίκαιον ἀγνοεῖν. Τὸ δὲ ‘τἀληθῆ ἀποκρίνου‘ προσέθηκεν εἰκότως. ὅτε μὲν γὰρ περὶ τῶν καθόλου τοὺς λόγους ἐποιεῖτο, τῇ ἐπιστήμῃ μόνῃ πρὸς τὴν
10λῆψιν ἐχρῆτο τῆς ἀληθείας· νῦν δὲ περὶ αὐτοῦ τοῦ Ἀλκιβιάδου τῆς ἐξετάσεως οὔσης καὶ τῶν ἐν αὐτῷ διαθέσεων, ἀληθεύοντος αὐτοῦ δεῖται πρὸς τὴν ὁμολογίαν. Τὸ δὲ ‘ἵνα μὴ μάτην οἱ διάλογοι γίνωνται‘ δηλοῖ μέν που ὅτι καὶ 〈οἱ〉 ἐκ ψευδῶν προτάσεων συλλογισμοὶ μάταιοι τρόπον
15τινά εἰσι, δηλοῖ δὲ καὶ ὅτι τοῖς σπουδαίοις οὐδὲν μάτην ἐστὶ πρακτέον. ὥσπερ γὰρ οὔτε θεὸς οὔτε ἡ φύσις μάτην τι λέγεται ποιεῖν, οὕτως οὐδὲ ὁ σπουδαῖος· ζῇ γὰρ καὶ κατὰ φύσιν καὶ κατὰ θεόν. τάχα δ’ ἂν δηλοῖ καὶ ὅτι χάρις ἐστὶ τῆς μαιείας ἡ ἀλήθεια καὶ ἡ διάκρισις τῶν ἀληθῶν καὶ τῶν ψευδῶν. οὐ δεῖ ἄρα τὸν ὑπέχοντα τὴν
20μαιείαν ψευδῆ λέγειν πρὸς τὸν μαιευόμενον. ἐνδείκνυται δὲ πρὸς τούτοις καὶ ὅτι οὐ χρὴ ψεύδεσθαι οὔτε πρὸς τὸν ὅμοιον οὔτε πρὸς τὸν ἑαυτοῦ βελτίονα· καὶ γὰρ ὅταν ὁ κρείττων ψεύδηται πρὸς τοὺς χείρονας, ὡς ἀναγκαῖον προτείνει τὸ ψεῦδος καὶ οὐχ ὡς αἱρετόν. Τὸ δὲ ‘ἐν διδασκάλων καὶ ἄλλοθι‘ καὶ τὸ ‘ὁπότε δὲ
in Alc
.

239

ἀστραγαλίζοις ἢ ἄλλην παιδιὰν παίζοις‘ διαιρεῖ καὶ τοὺς τόπους καὶ τὰς παιδιὰς οὐ μάτην, ἀλλ’ ἵνα ἐνδείξηται ὅτι καὶ ἐν παντὶ τόπῳ παρῆν αὐτῷ καὶ πᾶσαν ἐνέργειαν ἐνεργοῦντι παιδικήν. οὕτω δὲ ἐλέγετο σύντονος εἶναι περὶ τὰς παιδιὰς ὁ Ἀλκιβιάδης ὥστε
5ποτέ τινος αὐτῷ ζεῦγος ἐπελαύνοντος ἀστραγαλίζοντι ἔρριψεν ἑαυτὸν πρὸ τοῦ ζεύγους, ἵνα μὴ ἐπελθὸν ἐκεῖνο συγχέῃ τοὺς ἀστραγάλους. δηλοῖ δὲ αὐτοῦ καὶ νῦν τὴν σφοδρότητα ὁ Σωκράτης εἰπὼν ὅτι ‘μάλα μέγα καὶ θαρραλέως ἐβόας περὶ ὅτου τύχοις τῶν παίδων ὅτι ἀδικοῖ‘. καὶ γὰρ ἡ βοὴ καὶ τὸ ἀνενδοιάστως τῆς περὶ
10τὴν παιδιάν ἐστι συντονίας. Τὸ δὲ ‘ὡς πονηρὸς καὶ ὡς ἄδικος‘ τῇ δεξιότητι μαρτυρεῖ τοῦ νεανίσκου. τὸ γὰρ ἐκ παιδὸς ἀποστρέφεσθαι τὴν ἀδικίαν καὶ τὴνπονηρίαν αὐτὴν ψυχῆς νομίζειν εὐφυΐας ἐστὶ τεκμήριον ἱκανόν. Ἀλλὰ τί ἔμελλον ποιεῖν, ὦ Σώκρατες, ὁπότε τίς με ἀδικοίη; Σὺ110
15δ’ εἰ τύχοις ἀγνοῶν εἴτε ἀδικοῖο εἴτε μὴ τότε, λέγεις τί σε χρὴ ποιεῖν; Μὰ Δία οὐκ ἠγνόουν ἔγωγε, ἀλλὰ σαφῶς ἐγίγνωσκον ὅτι ἠδικούμην. Ὤιου ἄρα ἐπίστασθαι καὶ παῖς ὤν, ὡς ἔοικε, τὰ δίκαια καὶ τὰ ἄδικα. Ἔγωγε, καὶ ἠπιστάμην γε. Ἐν ὁποίῳ χρόνῳ ἐξευρών; οὐ γὰρ δήπου ἐν ᾧ γε ᾤου εἰδέναι. Οὐ δῆτα. Πότε οὖν ἀγνοεῖν ἡγοῦ;
in Alc
.

240

σκόπει· οὐ γὰρ εὑρήσεις τοῦτον τὸν χρόνον. Μὰ τὸν Δί’, ὦ Σώκρατες, οὔκουν ἔχω γε εἰπεῖν. Εὑρὼν μὲν ἄρα οὐκ οἶσθα αὐτά. Οὐ πάνυ φαίνομαι. Ἀλλὰ μὴν ἄρτι γε οὐδὲ μαθὼν ἔφησθα εἰδέναι· εἰ δὲ μήτε εὗρες μήτε ἔμαθες, πῶς οἶσθα καὶ πόθεν; 110 B—D.
5 Σαφῶς ἐν τούτοις ὁ νεανίσκος ὡμολόγησεν οἴησιν ἔχειν τῆς τῶν δικαίων γνώσεως. διὸ καὶ ὁ Σωκράτης ἐρωτᾷ πάλιν· πότε μαθὼν ἢ πότε εὑρών; οὐ γὰρ δή τις ὅτε οἴεται εἰδέναι, τότε ἐπὶ τὴν ζήτησιν τρέπεται τὴν τοῦ γνωστοῦ. κἀκ τούτων συνελαυνόμενος ὁ νεανίσκος ὁμολογεῖ μήτε μαθὼν εἰδέναι μήτε εὑρών, διότι μηδένα ἔχει χρόνον τῆς ἀγνοίας
10εἰπεῖν, μεθ’ ὃν ἢ ἐζήτησεν ἢ ἐδιδάχθη τὸ δίκαιον. καί μοι δοκεῖ δείκνυσθαι διὰ τούτων ἐναργῶς, τίς μέν ἐστιν ἐπιστήμη πρὸ χρόνου παντὸς ἐν ἡμῖν, τίς δὲ κατὰ χρόνον παραγίνεται. Σωκράτης μὲν γὰρ εἰς τὴν κατ’ ἐνέργειαν ἐπιστήμην ἀποβλέπων ἐπιζητεῖ, τίς ὁ πρὸ ταύτης χρόνος· Ἀλκιβιάδης δὲ τὴν κατ’ οὐσίαν ἔχων ἐπιστήμην, δι’ ἣν καὶ
15οἴεται εἰδέναι ἃ μὴ οἶδεν, οὐκ ἔχει χρόνον εἰπεῖν τῆς μεθέξεως αὐτῆς· ἐξ ἀϊδίου γὰρ αὐτὴν ἔχομεν. ὥστε εἰ ὁ μὲν περὶ ἄλλης ἐπιστήμης λέγει, ὁ δὲ περὶ ἄλλης, ἀμφότερά ἐστιν ἀληθῆ, καὶ 〈τὸ〉 τὸν χρόνον προηγεῖσθαι τῆς ἐπιστήμης καὶ τὸ μὴ ἔχειν πρὸ τῆς παρουσίας αὐτῆς εἰπεῖν τινὰ χρόνον. τῆς μὲν γὰρ ἀτελοῦς ἐπιστήμης οὐκ ἔστι προηγού‐
20μενος χρόνος, τῆς δὲ κατ’ ἐνέργειαν καὶ τῆς τελείας ἐστί. καὶ οὔτε τοῖς
in Alc
.

241

ἐν Φαίδωνι ταῦτα διαφωνεῖ λόγοις οὔτε ὁ Ἀλκιβιάδης παντελῶς ἀπο‐ πέπτωκε τῆς τῶν πραγμάτων ἀληθείας. ταῦτα καὶ περὶ τούτων. Ἐπισημήνασθαι δὲ ἄξιον ὅτι συνεχῶς ὁ νεανίσκος ὄμνυσι κατὰ τοῦ μεγάλου Διός. καὶ γὰρ ἐν τοῖς ἔμπροσθεν καὶ ἐν τούτοις δὶς τοῖς
5ῥήμασιν ἐχρήσατο, ‘μὰ Δία οὐκ ἠγνόουν ἔγωγε‘ καὶ πάλιν ‘μὰ τὸν Δί’, ὦ Σώκρατες, οὔκουν ἔχω γε εἰπεῖν‘. καὶ ἔοικεν ὡς ἡγεμονικὸς τὴν φύσιν ὢν ἐπὶ τοῦτον κατὰ φύσιν φέρεσθαι τὸν θεόν, καὶ ὡς δυνάμεως καὶ ὕψους καὶ μεγέθους ὀρεγόμενος ἐπὶ τὸν μέγιστον καὶ ὑψηλότατον καὶ δυνατώτατον ἀνατείνειν ἑαυτὸν τῶν θεῶν.
10 Πάλιν τοίνυν τὸ ἐμμελὲς τοῦ Σωκράτους θαύματος ἄξιον. καὶ γὰρ μετὰ τὸν ἔλεγχον οὐκ ὀνειδίζει τὴν ἄγνοιαν αὐτῷ, ἀλλὰ συναγαγὼν
ὡς οὔτε ἔμαθεν οὔτε εὗρεν ἐρωτᾷ, ‘πῶς οἶσθα καὶ πόθεν;‘ τοῦτο γὰρ ἅμα μὲν εἰς μαιείαν συντελεῖ, ἅμα δὲ εἰς ἐμμελῆ θεραπείαν, ἵν’ αὐτὸς ᾖ τρόπον τινὰ ὁ ἑαυτὸν ἐλέγχων. ὥσπερ γὰρ οἱ θεοὶ καὶ καθαίρουσιν111
15ἡμᾶς καὶ εὐεργετοῦσι δι’ ἑαυτῶν, καὶ ὅλως οὕτω κινοῦσιν ὡς αὐτο‐ κινήτους, οὕτω δὴ καὶ ὁ Σωκράτης μεμηχάνηται τοιοῦτον ἐλέγχων τρόπον δι’ οὗ καὶ ὁ ἐλεγχόμενος αὐτὸς ἐλέγχεσθαι δόξει παρ’ ἑαυτοῦ καὶ ὁ μαιευόμενος αὐτὸς ἑαυτὸν μαιεύεται. Ἀλλ’ ἴσως τοῦτό σοι οὐκ ὀρθῶς ἀπεκρινάμην, τὸ φάναι εἰδέναι
in Alc
.

242

αὐτὸς ἐξευρών. τὸ δὲ οὕτω πως εἶχεν· ἔμαθον, οἶμαι, καὶ ἐγὼ ὥσπερ καὶ οἱ ἄλλοι. Πάλιν εἰς τὸν αὐτὸν ἥκομεν λόγον· παρὰ τοῦ; φράζε κἄμοιγε. Παρὰ τῶν πολλῶν. 110 D—E. Τῆς μαθήσεως διττῆς οὔσης, καὶ τοτὲ μὲν ἀπὸ τῶν κρειττόνων αἰτίων
5ἐφηκούσης εἰς τὰ καταδεέστερα (καθ’ ὃ δὴ καὶ ὁ ἐν τῷ Τιμαίῳ λέγει δημιουργὸς πρὸς τοὺς νέους θεούς ‘νῦν ὃ λέγω πρὸς ὑμᾶς ἐνδεικνύμενος μάθετε‘), τοτὲ δὲ αὖ ἀπὸ τῶν ἐκτὸς ἀνακινου‐ μένης (καθ’ ὃ καὶ διδασκάλους εἰώθαμεν ἐπιγράφεσθαί τινας), καὶ τῆς εὑρέσεως μεταξὺ τούτων γε τεταγμένης (ἔστι γὰρ καταδεεστέρα
10μὲν τῆς ἀπὸ τῶν θεῶν ἐνδεδομένης τῇ ψυχῇ γνώσεως, τελειοτέρα δὲ τῆς ἔξωθεν καὶ παρ’ ἄλλων ἀναμνήσεως), περὶ μὲν τῆς κρείττονος μαθήσεως οὐδὲ ἔννοιαν ὁ Ἀλκιβιάδης ἔχει, πλὴν ὅσον εἰς τὴν κατ’ οὐσίαν ἐνυπάρχουσαν ἡμῖν ἐπιστήμην ἀποβλέπων, ἥτις ἀπὸ θεῶν ἐν‐ δέδοται, καὶ τὸ δίκαιον οἴεται γινώσκειν ἀκριβῶς· ἐλθὼν δὲ ἐπὶ τὴν
15εὕρεσιν μέσην οὖσαν ἐν μέσῃ τῇ ψυχῇ καὶ περικρουσθεὶς ὑπὸ τοῦ λόγου καὶ δειχθεὶς ὡς οὔτε ἐζήτησεν οὔτε ἔχει χρόνον εἰπεῖν τῆς ἀγνοίας, ἣν ἀνάγκη προϋπάρχειν τῆς ζητήσεως, νυνὶ πάλιν ἐπὶ τὴν δευτέραν ἔρχεται
in Alc
.

243

μάθησιν καὶ ἀπορίᾳ τοῦ ὡς ἀληθῶς διδασκάλου τῶν δικαίων, τοῦ ἐπιστήμονος, ἐπὶ τὸ πλῆθος καταφεύγει καὶ τὴν ἀστάθμητον τῶν πολλῶν ζωήν, καὶ ταύτην ἡγεμόνα προΐσταται τῆς τῶν δικαίων γνώσεως. ἐνταῦθα δὴ οὖν ὁ Σωκράτης, ὥσπερ τις Ἡρακλῆς τὰς τῆς ὕδρας
5κεφαλὰς ἐκτέμνων, δείκνυσιν ὅτι πᾶν τὸ πλῆθος ἀναξιόπιστόν ἐστι περὶ τὴν γνῶσιν τῶν τε δικαίων καὶ τῶν ἀδίκων. δοκεῖ μὲν οὖν ὁ λόγος οὗτος ἧττον συντελεῖν εἰς τὴν τοῦ νεανίσκου κάθαρσιν· εἰ δέ τις ἀκριβῶς θεωροίη, καὶ τοῦτον εὑρήσει τοῦ αὐτοῦ τέλους στοχαζόμενον. πρῶτον μὲν γὰρ ὁ νεανίσκος, φιλότιμος ὤν, ἐξήρτητο τῆς δόξης τῶν
10πολλῶν καὶ περὶ αὐτὴν ἐπτόητο· δείκνυσιν οὖν ὁ Σωκράτης ὅτι καὶ πρὸς τὸ κρίνειν τὰ πράγματα καὶ πρὸς τὸ διαγινώσκειν ἄκυρός ἐστιν ἡ τῶν πολλῶν δόξα καὶ οὐ χρὴ ταύτῃ τὸν τοῦ καλοῦ στοχαζόμενον ἐπερείδεσθαι. δεύτερον, ὅτι τὸ πλῆθος αἴτιόν ἐστι τῆς ψευδοδοξίας, ἐκ νεότητος ἡμῖν φαντασίας πονηρὰς καὶ πάθη ποικίλα ἐμποιοῦν· ἀνάγκη
15τοίνυν τὸν ἐπιστημονικὸν λόγον τὸ μὲν διαστραφὲν ἡμῶν ἐκ τῆς τῶν πολλῶν ὁμιλίας ἀπευθύνειν, τὸ δὲ ἐμπαθὲς γενόμενον θεραπεύειν, τὸ
in Alc
.

244

δὲ ἀκαθαρσίας ἀναπλησθὲν ἀποκαθαίρειν· οὕτω γὰρ ἂν ἐπιτήδειοι
γενοίμεθα πρὸς τὴν τῆς ἐπιστήμης ἀνάκτησιν. τρίτον, ὅτι καὶ ἐν ἑκάστῳ ἡμῶν ἐστί τι πολυκέφαλον θηρίον, ὡς αὐτὸς εἴρηκεν, ὅπερ ἀνάλογόν ἐστι τῷ πλήθει· τοῦτο γάρ ἐστιν ὅπερ δῆμος ἐν πόλει, τὸ112
5ποικίλον καὶ ἄλογον καὶ ἔνυλον εἶδος τῆς ψυχῆς, ὃ καὶ πεζότατόν ἐστιν ἡμῶν. παρακελεύεται τοίνυν ὁ παρὼν λόγος ἀφίστασθαι τῆς ἐπιθυμίας τῆς ἀπεράντου καὶ ἀποσκευάζεσθαι τὸ πλῆθος τῆς ζωῆς καὶ τὸν ἐν ἡμῖν δῆμον ὡς οὐκ ὄντα κριτὴν ἀξιόπιστον τῆς φύσεως τῶν πραγμάτων οὐδὲ ἐπιστήμης τινὸς ὅλως ὑπάρχοντα δεκτικόν. οὐδὲν γὰρ ἄλογον
10ἐπιστήμης μετέχειν πέφυκε, μὴ ὅτι γε τὸ τῶν ἀλόγων καταδεέστατον, ὃ καὶ τὸ πλῆθος ἔχον ἐν ἑαυτῷ στασιάζει καὶ διαμάχεται πρὸς ἑαυτό. τέταρτον δὴ οὖν ἐπὶ τούτοις λέγομεν ὅτι τὴν ἀπόστασιν τὴν ἀπὸ τοῦ ἑνὸς καὶ τὴν φυγὴν καὶ τὴν ἑτερότητα καὶ τὴν παντοίαν διαίρεσιν ἀξιοῖ
in Alc
.

245

μὴ προσίεσθαι ὁ παρὼν λόγος εἰς τὴν ἐπιστήμονα καὶ νοερὰν ζωήν, ἀλλὰ πάντα ταῦτα ὡς ἀλλότρια τοῦ νοῦ καὶ τῆς ἑνώσεως τῆς θείας ἀποπέμπεσθαι. δεῖ γὰρ μὴ τὸ ἔξω πλῆθος μόνον, ἀλλὰ καὶ τὸ ἐν αὐτῇ τῇ ψυχῇ φεύγειν, μηδὲ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ὁποιονοῦν ἀποσκευά‐
5ζεσθαι. Κάτωθεν οὖν ἀρχομένοις φευκτέον τὸ πλῆθος τῶν ἀνθρώπων τῶν ἀγεληδὸν ἰόντων, ὥς φησι τὸ λόγιον, καὶ οὔτε ταῖς ζωαῖς αὐτῶν οὔτε ταῖς δόξαις κοινωνητέον. φευκτέον τὰς ὀρέξεις τὰς πολυειδεῖς, αἳ μερίζουσιν ἡμᾶς περὶ τὸ σῶμα καὶ ποιοῦσιν ἄλλοτε ἐπ’ ἄλλα τῶν ἔξω
10κειμένων ὁρμᾶν, τοτὲ μὲν ἐπὶ ἡδονὰς ἀλόγους, τοτὲ δὲ ἐπὶ πράξεις ἀορίστους καὶ μαχομένας ἀλλήλαις· μεταμελείας γὰρ ἡμᾶς ἀνα‐ πιμπλᾶσιν αὗται καὶ κακῶν. φευκτέον τὰς συντρόφους ἡμῖν αἰσθήσεις τὰς τὴν διάνοιαν ἀπατώσας· καὶ γὰρ αὗται πολυειδεῖς εἰσὶ καὶ ἄλλοτε ἀλλοίων πειρῶνται τῶν αἰσθητῶν καὶ οὐδὲν ὑγιὲς λέγουσιν οὐδὲ
15ἀκριβές, ὥς πού φησιν αὐτὸς ὁ Σωκράτης. φευκτέον τὰς φαντασίας ὡς μορφωτικὰς καὶ ὡς μεριστὰς καὶ ὡς ποικιλίαν ἀμήχανον ὅσην
in Alc
.

246

ἐπεισαγούσας καὶ πρὸς τὸ ἀμέριστον καὶ ἄϋλον οὐκ ἐώσας ἡμᾶς ἀναχωρεῖν, ἀλλὰ σπεύδοντας τῆς τοιαύτης οὐσίας ἀντιλαβέσθαι κατα‐ σπώσας ἐπὶ τὴν παθητικὴν νόησιν. φευκτέον ἀπὸ τῶν δοξῶν· ποικίλαι γὰρ αὗται καὶ ἄπειροι καὶ εἰς τὸ ἐκτὸς φερόμεναι καὶ τῇ φαντασίᾳ καὶ
5τῇ αἰσθήσει συμμιγεῖς καὶ οὐδὲ αὗται καθαρεύουσι τῆς ἐναντιώσεως. μάχονται γάρ που καὶ δόξαι ἀλλήλαις ἐν ἡμῖν, ὥσπερ φαντασίαι φαντασίαις καὶ αἰσθήσεις αἰσθήσεσι. ταῦτα δὴ πάντα τὰ μεριστὰ καὶ ποικίλα τῆς ζωῆς εἴδη φεύγοντες ἐπ’ αὐτὴν ἀναδράμωμεν τὴν ἐπιστή‐ μην, κἀκεῖ τὸ πλῆθος τῶν θεωρημάτων εἰς ἕνωσιν συναγάγωμεν καὶ
10τὸ πλῆθος τῶν ἐπιστημῶν ἑνὶ συνδέσμῳ περιλάβωμεν. οὔτε γὰρ στάσις οὔτε ἐναντίωσίς ἐστιν ἐπιστημῶν πρὸς ἐπιστήμας, ἀλλ’ ἀεὶ ταῖς πρὸ αὐτῶν ὑπουργοῦσιν αἱ δεύτεραι καὶ ἔχουσι τὰς οἰκείας ἀρχὰς ἀπ’ ἐκείνων. δεῖ δὲ ὅμως ἐνταῦθα πρὸς τὴν μίαν ἐπιστήμην ἀπὸ τῶν πολλῶν ἑαυτὸν περιάγειν, τὴν ἀνυπόθετον καὶ πρώτην, καὶ τὰς ἄλλας ἁπάσας
15εἰς ἐκείνην ἀνατείνειν. μετὰ δὲ τὴν ἐπιστήμην καὶ τὴν ἐν αὐτῇ γυμνασίαν τὰς μὲν συνθέσεις καὶ τὰς διαιρέσεις καὶ τὰς πολυειδεῖς μεταβάσεις ἀποθετέον, ἐπὶ δὲ τὴν νοερὰν ζωὴν καὶ τὰς ἁπλᾶς ἐπιβολὰς μεταστατέον τὴν ψυχήν. οὐ γάρ ἐστιν ἐπιστήμη τῶν γνώσεων καὶ ἀκρότης, ἀλλὰ113
in Alc
.

247

καὶ πρὸ ταύτης ὁ νοῦς· οὐ λέγω τὸν ἐξῃρημένον τῆς ψυχῆς νοῦν, ἀλλ’ αὐτὴν τὴν ἐκεῖθεν ἔλλαμψιν τὴν ἐφήκουσαν τῇ ψυχῇ, περὶ οὗ καὶ ὁ Ἀριστοτέλης φησὶν ὅτι νοῦς ἐστὶν ᾧ τοὺς ὅρους γινώσκομεν, καὶ ὁ Τίμαιος ὅτι ἐν οὐδενὶ ἄλλῳ ἐγγίνεται ἢ ἐν ψυχῇ. ἐπὶ τοῦτον τοίνυν τὸν
5νοῦν ἀναβάντες μετ’ αὐτοῦ τὴν νοητὴν οὐσίαν θεασώμεθα, ταῖς ἁπλαῖς καὶ ἀμερίστοις ἐπιβολαῖς τὰ ἁπλᾶ καὶ ἀτρεμῆ καὶ ἀμέριστα τῶν ὄντων ἐποπτεύοντες γένη. μετὰ δὲ τὸν πολυτίμητον νοῦν αὐτὴν τὴν ἄκραν ὕπαρξιν ἀνεγεῖραι δεῖ τῆς ψυχῆς, καθ’ ἣν ἕν ἐσμεν καὶ ὑφ’ ἧς τὸ πλῆθος ἑνίζεται τὸ ἐν ἡμῖν. ὡς γὰρ νοῦ μετέχομεν κατὰ τὸν εἰρημένον νοῦν,
10οὕτω καὶ τοῦ πρώτου, παρ’ οὗ πᾶσιν ἡ ἕνωσις, κατὰ τὸ ἓν καὶ οἷον ἄνθος τῆς οὐσίας ἡμῶν, καθ’ ὃ καὶ μάλιστα τῷ θείῳ συναπτόμεθα. τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον πανταχοῦ καταληπτόν, τὰ μὲν ἐπιστητὰ τῇ ἐπιστήμῃ, τὰ δὲ νοητὰ τῷ νῷ, τὰ δὲ ἑνικώτατα μέτρα τῶν ὄντων τῷ ἑνὶ τῆς ψυχῆς. αὕτη τῶν ἡμετέρων ἐστὶν ἐνεργειῶν ἡ ἀκροτάτη· κατὰ
15ταύτην ἔνθεοι γινόμεθα πᾶν τὸ πλῆθος φυγόντες καὶ εἰς αὐτὴν συννεύ‐ σαντες τὴν ἕνωσιν ἡμῶν καὶ ἓν γενόμενοι καὶ ἑνοειδῶς ἐνεργήσαντες.
in Alc
.

248

καὶ ταύτην ὁ Σωκράτης προευτρεπίζων ἡμῖν τὴν μακαρίαν ζωὴν παρα‐ κελεύεται μηδαμοῦ προσίεσθαι τὸ ἔξω πλῆθος. ἔτι καὶ φευκτέον τὸ σύστοιχον πλῆθος, ὡς ἂν εἰς τὸ ἄνθος τοῦ νοῦ καὶ τὴν ὕπαρξιν ἡμῶν ἀνιόντες καταντήσωμεν.
5 Καὶ οὕτω μέν, εἰ βούλει κατὰ τὰς γνώσεις ὁδεύειν, ὄψει τὴν τοῦ Σωκράτους παρακέλευσιν ὀρθήν· εἰ δὲ καὶ κατ’ αὐτὰ τὰ γνωστὰ μετιέναι τὸν λόγον ἐθέλοις, φύγε τὰ αἰσθητὰ πάντα (διαπεφορημένα γάρ ἐστι καὶ μεριστὰ καὶ τῆς ἀκριβοῦς καταλήψεως ἀμέτοχα) καὶ ἀπὸ τούτων ἄναγε σαυτὸν ἐπὶ τὴν ἀσώματον οὐσίαν. πᾶν γὰρ αἰσθητὸν
10ἐπεισοδιώδη τὴν ἕνωσιν ἔχει καὶ διασκεδάννυται καθ’ ἑαυτό, καὶ δὴ καὶ ἀπειρίας ἀναπέπλησται· διὸ δὴ καὶ τὸ ἀγαθὸν αὐτοῦ μεριστόν ἐστι καὶ ἐπίκτητον καὶ ἐξιστάμενον ἀφ’ ἑαυτοῦ καὶ ἐπ’ ἀλλοτρίας ἕδρας τὴν ὑπόστασιν ἔχον. ἀναβὰς δὲ ἐκεῖ καὶ γενόμενος ἐν τοῖς ἀσωμάτοις ὄψει τὸν ψυχικὸν ἐκεῖνον ὑπὲρ τὰ σώματα διάκοσμον, αὐτοκίνητον μὲν καὶ
15αὐτενέργητον καὶ ἐν ἑαυτῷ καὶ ἐφ’ ἑαυτοῦ τὴν ὑπόστασιν ἔχοντα, πεπληθυσμένον δὲ ὅμως καὶ ἔμφασιν προειληφότα τῆς μεριστῆς περὶ τοῖς σώμασιν οὐσίας, λόγων σχέσεις παμπληθεῖς καὶ ἀναλογίας καὶ συνδέσεις καὶ ὅλα καὶ μέρη καὶ κύκλους ψυχικοὺς καὶ δυνάμεων ποικιλίαν θεάσῃ, καὶ τὴν τελειότητα αὐτῶν οὐκ οὖσαν
in Alc
.

249

αἰώνιον οὐδὲ ὁμοῦ πᾶσαν ἑστῶσαν, ἀλλὰ κατὰ χρόνον ἀνελισσομένην
καὶ ἐν διεξόδοις ὑφεστηκυῖαν· τοιαύτη γὰρ ἡ ψυχῆς φύσις. μετὰ δὲ τὸ ἐν ψυχαῖς πλῆθος ἀνάτεινον σαυτὸν ἐπὶ νοῦν καὶ τὰς νοερὰς βασιλείας, ἵνα τῆς ἑνώσεως ἀντιλάβῃ τῶν πραγμάτων, καὶ θεατὴς γενοῦ τῆς114
5φύσεως ἐκείνης καὶ ἴδε μένουσαν ἐν αἰῶνι φύσιν καὶ ζωὴν ζέουσαν καὶ ἄγρυπνον νόησιν καὶ μηδενὶ λείπουσαν εἰς τὸ ζῆν μηδὲ χρόνου δεομένην μηδὲ περιόδων εἰς τὸ τέλειον. καὶ ταῦτα ἰδὼν καὶ ὅσῳ δὴ ταῦτα ψυχῶν κρείττω θεασάμενος, ζήτησον εἰ μηδὲν ἐν τούτοις πλῆθος, μηδὲ ὁ νοῦς εἷς ὢν καὶ παντελής ἐστι, μηδὲ μονοειδὴς ὢν καὶ πολυειδὴς ὑπάρχει.
10μαθὼν δὲ καὶ ἐποπτεύσας τὸ νοερὸν πλῆθος τὸ ἀμέριστον καὶ ἡνωμένον, ἴθι δὴ πάλιν ἐπ’ ἄλλην ἀρχὴν καὶ πρὸ τῶν νοερῶν οὐσιῶν τὰς ἑνάδας αὐτῶν σκόπει καὶ τὴν ἐξῃρημένην τῶν ὅλων ἕνωσιν. κἀνταῦθα γενό‐ μενος πᾶν τὸ πλῆθος ἔσῃ καταλιπὼν καὶ πρὸς αὐτὴν ἀναβεβηκὼς τὴν τοῦ ἀγαθοῦ πηγήν.
15 Ὁρᾷς ὅπως οὐ σμικρὰν ἡμῖν βοήθειαν ὁ προκείμενος προδείκνυσι λόγος ἀναφεύγειν ἀπὸ τοῦ πλήθους παρακελευόμενος, καὶ ὅπως εἰς
in Alc
.

250

πᾶσαν συντελεῖ τὴν σωτηρίαν τῆς ψυχῆς εἰ τὸ διὰ πάντων τῶν ὄντων διῆκον πλῆθος ἐννοήσομεν. ἀρχὴν ἄρα καλλίστην ὑφηγεῖται τῆς τελειό‐ τητος ἡμῖν τὸ τῶν πολλῶν ἑαυτοὺς χωρίζειν τῶν τε ἔξω κειμένων καὶ τῶν ἐν ταῖς ὀρέξεσι τῆς ψυχῆς καὶ τῶν ἐν ταῖς ἀορίστοις δοξαστικαῖς
5κινήσεσιν. ἐκ δὴ τούτων φανερὸν ὅτι τὰς γνώσεις οὐκ ἀπὸ τῶν αἰσθητῶν ἀθροίζουσιν αἱ ψυχαί, οὐδὲ ἀπὸ τῶν μερικῶν καὶ διῃρημένων πραγμά‐ των τὸ ὅλον εὑρίσκουσι καὶ τὸ ἕν, ἀλλ’ ὡς ἔνδοθεν τὴν μάθησιν προ‐ βάλλουσι καὶ ἐπανορθοῦνται τὸ ἀτελὲς τῶν φαινομένων. οὐ γὰρ δεῖ τὰ μηδαμῶς μηδαμῇ ὄντα ἀρχηγικὰ νομίζειν αἴτια τῆς ἐν ταῖς ψυχαῖς
10γνώσεως εἶναι, 〈οὐδὲ〉 τὰ μαχόμενα πρὸς ἑαυτὰ καὶ ἐνδεῆ τούτων τῶν λόγων καὶ ἀμφίβολα προΐστασθαι τῆς ἐπιστήμης ὡσαύτως ἐχούσης αὑτῇ, οὐδὲ τὰ μεταβάλλοντα ποικίλως τῶν ἐν ἑνὶ ἑστηκότων λόγῳ γεννητικὰ τίθεσθαι καὶ τῆς ὡρισμένης νοήσεως τὰ ἀόριστα. οὐκ ἄρα ἀπὸ τῶν πολλῶν εἰσδέχεσθαι δεῖ τὴν τῶν ἀϊδίων πραγμάτων ἀλήθειαν
15οὔτε ἀπὸ τῶν αἰσθητῶν τὴν τῶν καθόλου διάκρισιν οὔτε ἀπὸ τῶν ἀλόγων τὴν περὶ τῶν ἀγαθῶν κρίσιν, ἀλλ’ αὐτὴν ἰοῦσαν τὴν ψυχὴν ἐν ἑαυτῇ ζητεῖν καὶ τὸ ἀληθὲς καὶ τὸ ἀγαθὸν καὶ τοὺς ἀϊδίους τῶν ὄντων λόγους. πλήρης γάρ ἐστιν αὐτῆς ἡ οὐσία τούτων, ἐπικρύπτεται δὲ ἐκ τῆς γενεσιουργοῦ λήθης καὶ πρὸς ἄλλα βλέπει ζητοῦσα τἀληθές,
in Alc
.

251

ἔχουσα αὐτὸ κατ’ οὐσίαν, καὶ ἐν ἄλλοις σκοπεῖ τὸ ἀγαθὸν ἀφεῖσα ἑαυτήν. ἐντεῦθεν ἄρα καὶ τῆς ἑαυτῶν γνώσεως ἡμῖν ἀρχὴ παραγίνεται. ἐὰν μὲν γὰρ εἰς τὸ πλῆθος τῶν ἀνθρώπων ἀποβλέπωμεν, οὐκ ἄν ποτε ἴδοιμεν τὸ ἓν εἶδος αὐτῶν, ἐπισκιαζόμενον ἐκ τοῦ πλήθους καὶ τοῦ
5μερισμοῦ καὶ τῆς διαστάσεως καὶ τῆς μεταβολῆς τῆς παντοίας τῶν μετειληφότων· ἐὰν δὲ εἰς ἑαυτοὺς ἐπιστραφῶμεν, ἐκεῖ καὶ τὸν λόγον τὸν ἕνα καὶ τὴν φύσιν τὴν μίαν τῶν ἀνθρώπων θεωρήσομεν ἀνεπιθό‐ λωτον. εἰκότως ἄρα ὁ Σωκράτης πόρρωθεν ἀναστέλλει τὴν ψυχὴν τῆς εἰς τὸ πλῆθος ἀφοράσεως τὴν μέλλουσαν γνώσεσθαι, τίς ὁ ὡς ἀληθῶς
10ἄνθρωπος, καὶ τὰς ἐμποδίους δόξας προανακαθαίρει τῆς τοιαύτης
θεωρίας. ἐμπόδιον γάρ ἐστι τὸ πλῆθος πρὸς τὴν εἰς αὐτοὺς ἡμᾶς ἐπιστροφὴν καὶ πρὸς τὴν γνῶσιν τοῦ ἑνὸς εἴδους, διότι δὴ τῷ ἑνὶ τὸ ποικίλον ἐπισκιάζει καὶ τῷ ταὐτῷ τὸ ἕτερον καὶ τῷ ὁμοίῳ τὸ ἀνόμοιον ἐν τοῖς ἐνύλοις πράγμασιν. οὐ γάρ ἐστιν ἀσυγχύτως ἐνταῦθα τὰ εἴδη115
15οὐδὲ ἀμιγῆ τὰ βελτίονα πρὸς τὰ χείρονα. τοῖς οὖν τὰ ἕκαστα τῶν
in Alc
.

252

ἀγαθῶν βουλομένοις ἐφ’ ἑαυτῶν 〈ἰδεῖν〉 ἀποστρέφεσθαι προσήκει τὰ πρὸς αὐτὰ ἀλλότρια. Ταῦτα μὲν οὖν περὶ τοῦ παντὸς ἡμῖν εἰρήσθω συλλογισμοῦ, τὴν διὰ πάντων διήκουσαν ὠφέλειαν ἀπ’ αὐτοῦ καταδησαμένοις· λοιπόν ἐστι τὰ
5τοῦ Πλάτωνος ῥήματα θεωρεῖν. ἔστι δή τι παρὰ τοῖς διαλεκτικοῖς ὄνομα λεγόμενον ἐπὶ τῶν συγχωρησάντων μὲν ἐξ ἀρχῆς ταῖς προτάσεσι, μετὰ δὲ τὸ συμπέρασμα καὶ τὸν συλλογισμὸν αὖθις πρός τινα τῶν συγκεχωρημένων προτάσεων ἱσταμένων, καὶ τοῦτο καλοῦσιν ‘ἀναθέ‐ σθαι‘· τοῦτο δὴ οὖν καὶ ἐν τούτοις ὁ Ἀλκιβιάδης ποιεῖ. τῶν γὰρ ἐξ
10ἀρχῆς προτάσεων ἀνατίθεταί τι τὸν ἔλεγχον φυγεῖν ἐπιχειρῶν, καὶ ἐπειδὴ συγχωρήσας ἑαυτὸν πρότερον μήτε μαθεῖν τὰ δίκαια μήτε εὑρεῖν ἑώρα συνεωσμένον εἰς παντελῆ τῶν δικαίων ἄγνοιαν ὑπὸ τοῦ λόγου, τὸ μὴ μαθεῖν ἀνατίθεται νῦν, καί φησι διὰ μαθήσεως ἐγνωκέναι τὰ δίκαια καὶ κακῶς ἔξαρνος γενέσθαι τὴν ἀρχὴν ὡς ἄρα οὐκ ἔμαθε,
15καὶ τῆς μαθήσεως ταύτης διδασκάλους προΐσταται τοὺς πολλούς. τοῦ γὰρ ἑνὸς ἀπορῶν καθηγεμόνος ἐπὶ τὸ πλῆθος φέρεται καὶ τούτῳ τὴν ἑαυτοῦ γνῶσιν ἀνατίθησι. καὶ ἔοικεν ὁ νεανίσκος ὑπὸ τῶν σοφιστικῶν λόγων ὡς τὸ εἰκὸς περιφερομένων ἀναπεπεισμένος ταύτης προΐστασθαι
in Alc
.

253

τῆς δόξης, ὡς ἄρα οἱ πολλοὶ διδάσκαλοι τῶν δικαίων εἰσίν. ἐν γοῦν τῷ Πρωταγόρᾳ ταῦτα πεποίηται τῷ Πλάτωνι λέγων ὁ σοφιστής· ‘νῦν δὲ τρυφᾷς, ὦ Σώκρατες, διότι πάντες διδάσκαλοί εἰσιν ἀρετῆς καθ’ ὅσον δύναται ἕκαστος καὶ οὐδείς σοι
5φαίνεται εἷς, ὥσπερ ἂν ἐζήτει τοῖς διδασκάλοις τοῦ ἑλληνίζειν, οὐδ’ ἂν εἷς φανείη‘. ταῦτα μὲν ὁ τοῦ Πρωταγό‐ ρου λόγος· τὰ δὲ αὐτὰ καὶ ὁ νεανίσκος ἐν τούτοις. ‘παρὰ‘ γὰρ ‘τῶν πολλῶν‘, φησίν, ‘ἔμαθον τὸ δίκαιον, ὦ Σώκρατες, ὥσπερ καὶ τὸ ἑλληνίζειν παρὰ τούτων ἔμαθον‘. πάλιν οὖν ἄλλος τρόπος καθαρτικὸς
10συνεισάγεται, τῆς τῶν σοφιστῶν συνουσίας ἀπείργων τὴν νεότητα ὡς ἐμποδίου πρὸς τὴν τῆς ἐπιστήμης κτῆσιν καὶ ὡς ἀφελκούσης ἡμᾶς τῆς ἀληθείας καὶ πλάνην ἐμποιούσης διὰ τῶν πολλῶν καὶ παντοδαπῶν ἀκουσμάτων. σύστοιχος οὖν ἐστὶ τῷ πλήθει καὶ τῇ ζωῇ τοῦ πλήθους ἡ σοφιστική, πρὸς ἀπάτησιν ὁρῶσα καὶ τὸ φαινόμενον καὶ τῆς ἀληθείας
15ἀφισταμένη καὶ τοῦ ἑνός. Οὐκ εἰς σπουδαίους γε διδασκάλους καταφεύγεις εἰς τοὺς πολλοὺς ἀναφέρων. Τί δέ; οὐχ ἱκανοὶ διδάξαι οὗτοι; Οὔκουν τὰ πεττευτικά
γε καὶ τὰ μή· καίτοι φαυλότερα αὐτὰ οἶμαι τῶν δικαίων εἶναι. τί δέ; σὺ οὐχ οὕτως οἴει; Ναί. Εἶτα τὰ μὲν φαυλότερα οὐχ οἶοί τε116
20διδάσκειν, τὰ δὲ σπουδαιότερα; 110 E.
in Alc
.

254

Τί μέν ἐστι κριτήριον ἐπιστημόνων ἀνθρώπων καὶ ὅπως οἱ πολλοὶ κατὰ τοῦτο τὸ κριτήριον οὔκ εἰσι σπουδαῖοι διδάσκαλοι τῆς τοῦ δικαίου φύσεως, ἐνδείξεται προϊὼν ὁ λόγος· ἡ δὲ νῦν λεγομένη παρὰ τοῦ Σωκράτους ἐπιχείρησις καὶ πιθανότητα πολλὴν ἔχει, διὰ τὴν ἐνάργειαν,
5καὶ ἀλήθειαν, εἴ τις αὐτὴν ὀρθῶς μεταδιώξειε. τί γάρ ποτέ ἐστιν ὅ φησιν; οἱ πολλοὶ τὰ πεττευτικὰ διδάσκειν οὐχ οἷοί τ’ εἰσί, φαυλότερα ὄντα τῶν δικαίων· εἶτα οἳ μὴ δύνανται τὰ φαυλότερα διδάσκειν τῶν μειζόνων εἰσὶν ἀγαθοὶ διδάσκαλοι καὶ οἱ τὰ πρὸς γνῶσιν εὐκολώτερα μὴ οἷοί τε ὄντες κρίνειν ὀρθῶς τὰ χαλεπώτερα καὶ δυσκατανοητότερα
10διδάσκειν δυνήσονται; ἐναργὴς μὲν οὖν ἡ ἐπιβολὴ τοῦ λόγου τούτου, δοκεῖ δὲ ἄτοπος εἶναι ἡ ἀκολουθία. οὐ γὰρ ὁ τὰ καταδεέστερα μὴ εἰδὼς ἄμοιρος ἀπεργάζεται τῆς τῶν βελτιόνων γνώσεως εἶναι. ὁ οὖν Ἱππο‐ κράτης τὰ μὲν ἰατρικὰ διδάσκειν οἷός τ’ ἦν, τὰ δὲ τεκτονικὰ οὐδαμῶς, φαυλότερα τῶν ἰατρικῶν ὄντα· καὶ ὁ Σωκράτης αὐτὸς διαλεκτικοὺς
15μὲν ἐποίει τοὺς συνόντας καὶ παρεδίδου τὴν ἐπιστήμην ταύτην, πεττευτὰς δὲ οὔ, καίτοι φαυλότερα τῶν διαλεκτικῶν εἰσὶ τὰ πεττευτικά. δοκεῖ μὲν οὖν, ὅπερ ἔφην, οὐκ εἶναι τὸ συνημμένον ἀληθές, ἀλλὰ πιθανὸν μόνον, ἐπισκοποῦντι δὲ αὐτὸ μετρίως φανεῖται παντάπασιν ἀληθὲς ὑπάρχον. τὰ γὰρ δὴ πεττευτικὰ παρέλαβεν ὁ λόγος οὐ μόνον ὡς
20φαυλότερα τῶν δικαίων, ἀλλὰ καὶ ὡς οἰκειότερα τοῖς πολλοῖς ὄντα καὶ σπουδαζόμενα ὑπ’ αὐτῶν· τὸ γὰρ δημῶδες καὶ τὸ ἄνουν πλῆθος ἐπιτρέχει τοῖς τοιούτοις καὶ περὶ ταῦτα διατρίβει. δεῖ δὴ οὖν τῷ συνημμένῳ τοῦτο προσυπακούειν καὶ ἔσται ἀναμφισβήτητον. εἰ γὰρ τὰ φαυλότερα καὶ οἷς ἐγχειροῦσι καὶ οἷς προσπεπόνθασι καὶ πρὸς ἃ
in Alc
.

255

ᾠκείωνται μὴ οἶοί τέ εἰσιν οἱ πολλοὶ διδάσκειν, οὐδ’ ἂν τὰ τούτων σπουδαιότερα καὶ ὧν ἧττον ἅπτονται καὶ πρὸς ἃ ἐλασσόνως ᾠκείωνται διδάσκειν δύναιντο. Τὸ μὲν οὖν σημαινόμενον οὕτως ἂν οἶμαι τυγχάνοι τῆς τῶν πραγμά‐
5των ἀληθείας· ἔοικε δὲ καὶ ὁ νεανίσκος ὥσπερ διελέγχων τὴν πιθανό‐ τητα τοῦ ἐπιχειρήματος ἐπάγειν τὰ ἐφεξῆς, ὅσα δείκνυσι τοὺς πολλοὺς καὶ ἄλλα διδάσκειν δυναμένους ἃ μή ἐστι φαυλότερα τῶν πεττευτικῶν, ἀγνοῶν ὅτι πᾶν πλῆθος ἄτακτον 〈ἄδεκτόν〉 ἐστι τῆς ὡς ἀληθῶς ἐπιστήμης. διὰ γὰρ τοῦτο καὶ δημοκρατίαν ἀγαθὴν καὶ σπουδαίαν
10εὑρεῖν ἀδύνατον, ὅτι δεῖ μὲν ἑκάστην πολιτείαν τότε τοῦ εὖ τυγχάνειν ὅταν τὸ ἄρχον ἐν αὐτῇ τὴν προσήκουσαν ἐπιστήμην ἔχῃ· τὸ δὲ ἐν ταῖς δημοκρατίαις ἄρχον ὁ δῆμός ἐστιν, ὁ δέ γε δῆμος ἐπιστήμην οὐ πέφυκεν ἴσχειν οὐδὲ κατ’ ἐπιστήμην ζῆν, ὥστε οὐδὲ δημοκρατία ἂν γένοιτό ποτε σπουδαία. δεῖ δὲ καὶ εἰς τὸ πᾶν βλέψαντα ἐρεῖν ὅτι τὰ ἑνικώτατα τῶν
15ἐν αὐτῷ νοῦν ἔχει καὶ φρόνησιν, ἃ δὲ μερικά εἰσι καὶ διαφερόμενα καὶ ἄτακτα, ταῦτα γνώσεώς ἐστιν ἀληθοῦς ἄμοιρα καὶ ἐπιστήμης.
in Alc
.

256

ὀρθῶς οὖν καὶ ὁ γενναῖος Ἡράκλειτος ἀποσκορακίζει τὸ πλῆθος ὡς ἄνουν καὶ ἀλόγιστον. ‘τίς‘ γὰρ ‘αὐτῶν‘, φησί, ‘νόος ἢ φρήν;
δήμων † αἰδοῦς ἠπιόων τε † καὶ διδασκάλῳ χρείωνται ὁμίλ, οὐκ εἰδότες ὅτι οἱ πολλοὶ κακο, ὀλίγοι δὲ117
5ἀγαθοί‘. ταῦτα μὲν ὁ Ἡράκλειτος· διὸ καὶ ὁ σιλλογράφος ‘ὀχλολοίδορον‘ αὐτὸν ἀπεκάλεσεν. Οὐ δεῖ δὲ θαυμάζειν εἰ τὸ κατὰ φύσιν πλέον εἶναι τοῦ παρὰ φύσιν λέγοντες, καὶ τοῦτο μὲν εἰς στενὸν συνελαύνεσθαι, τὸ δὲ κατὰ φύσιν ἐπικρατεῖν ἐν τῷ παντί, τῶν ἀνθρώπων τοὺς πλείστους λέγομεν
10ἀνεπιστήμονας καὶ κακούς, ἐλαχίστους δὲ τοὺς ἐπιστήμονας. οὐ γάρ ἐστι ταῖς ψυχαῖς κατὰ φύσιν ὁ μετὰ τῶν σωμάτων βίος οὐδὲ ἡ γενεσιουργὸς ζωή, τοὐναντίον δὲ ἡ χωριστὴ καὶ ἄϋλος καὶ ἀσώματος αὐταῖς μᾶλλον προσήκει. καὶ ὅταν μὲν ὦσιν ἐν τῇ γενέσει, τοῖς ἐν λοιμώττοντι χωρίῳ ποιουμένοις τὰς διατριβὰς ἐοίκασιν, ὅταν δὲ ἔξω
15τῆς γενέσεως, αὐτὸ τοῦτο 〈ὅ〉 φησιν ὁ Πλάτων, τοῖς ἐν λειμῶνι διαιτωμένοις. ὥσπερ οὖν οὐδὲν θαυμαστὸν ἐν λοιμώδεσι τόποις πλείους
in Alc
.

257

εἶναι τοὺς νοσοῦντας τῶν κατὰ φύσιν διακειμένων, οὕτω δὴ καὶ ἐν τῇ γενέσει πλείους εἶναι ψυχὰς τὰς ἐμπαθεῖς καὶ μοχθηρὰς οὐδὲν θαυμαστόν. τοὐναντίον μέντ’ ἂν εἴη θαυμαστόν, εἴ τινες ἠμφιεσμέναι τοιαῦτα σώματα καὶ περιβεβλημέναι τοιούτους δεσμοὺς καὶ περι‐
5εστοιχισμέναι τοσαύτῃ μεταβολῇ νήφουσι καὶ καθαραὶ καὶ ἀπαθεῖς διαμένουσι. καὶ εἴποι ἂν καὶ πρὸς τὰς τοιαύτας ψυχάς, οἶμαι, ἄφρων κριτὴς καὶ τὸν οὕτω ζῶντα, ἐν τοῖς ἐνύλοις ἀΰλως καὶ ἐν τοῖς θνητοῖς ἀχράντως· ‘θαῦμά μ’ ἔχει πῶς οὔ τι πιὼν τάδε φάρμακ’ ἐθέλχθης‘.
10ὄντως γὰρ ἔοικεν ἡ λήθη καὶ ἡ πλάνη καὶ ἡ ἄγνοια φαρμακείᾳ τινὶ κατασπώσῃ τὰς ψυχὰς ἐπὶ τὸν τῆς ἀνομοιότητος τόπον. τί οὖν θαυμάζεις εἰ πολλοὶ μὲν λύκοι κατὰ τὴν ζωήν, πολλοὶ δὲ σύες, πολλοὶ δὲ ἄλλο τι τῶν ἀλόγων εἶδος προβεβλημένοι, Κίρκης ὄντος καταγωγίου τοῦ περὶ γῆν τόπου καὶ τῷ πόματι τῶν πολλῶν ψυχῶν ἁλισκομένων διὰ τὴν
in Alc
.

258

ἄμετρον ἐπιθυμίαν; ἐκεῖνο θαύμασον, εἴ τινες ἐνταῦθα ἀφάρμακτοι καὶ ἄθελκτοι καὶ Ἑρμαϊκοὶ τὴν φύσιν εἰσίν, εἰς λόγον καὶ ἐπιστήμην μετα‐ βαίνοντες. ὥσπερ γὰρ οὐ δεῖ θαυμάζειν εἰ ἐν τῷ Ταρτάρῳ ψυχὰς κολαζομένας ἴδοιμεν (τούτων γὰρ ἦν ὁ ἐκεῖ τόπος), οὕτω καὶ εἰ ἐν
5τῇ γενέσει αἱ πολλαὶ παθαίνονται καί εἰσιν ἄνους καὶ ἀμαθεῖς· τοιαύτας γὰρ ἀπαιτεῖ ψυχὰς ἡ γένεσις. ὥσπερ οὖν ἐν τῷ οὐρανῷ πᾶσαι ἀγαθοει‐ δεῖς, ὡς ἐν τῷ Ταρτάρῳ πᾶσαι μοχθηραί, οὕτως ἐν τῇ γενέσει πλείους μὲν αἱ μοχθηραί, ἐλάσσους δὲ αἱ σπουδαῖαι· πρὸς γὰρ τῷ χείρονι τῶν ἄκρων ἐστὶν ἡ γένεσις, ἀλλ’ οὐ πρὸς τῷ θειοτέρῳ καὶ κρείττονι.
10 Οἶμαι ἔγωγε· ἄλλα γοῦν πολλὰ οἷοί τ’ εἰσὶ διδάσκειν σπουδαιό‐ τερα τοῦ πεττεύειν. Ποῖα ταῦτα; Οἷον καὶ τὸ ἑλληνίζειν παρὰ τούτων ἔγωγε ἔμαθον· καὶ οὐκ ἂν ἔχοιμι ἐμαυτοῦ εἰπεῖν διδάσκαλον, ἀλλ’ εἰς τοὺς αὐτοὺς ἀναφέρω οὓς σὺ φῂς μὴ σπουδαίους εἶναι διδασκά‐
λους. 110 E—111 A.118
15 Τοῦτο ἐκεῖνο τὸ προειρημένον ὑφ’ ἡμῶν ὁ νεανίσκος πέπονθεν, ἅμα μὲν ταῖς σοφιστικαῖς δόξαις ἑπόμενος, ἅμα δὲ ὡς πιθανὸν ἀλλ’ οὐκ ἀληθὲς τὸ ἐπιχείρημα τὸ ῥηθὲν διελέγχων· καὶ ἄλλα πολλά φησι διδάσκειν τοὺς πολλούς, ὧν τὰ πεττευτικὰ φαυλότερα· καὶ γὰρ τοῦ ἑλληνίζειν τούτους εἶναι διδασκάλους, κρείττονος ὄντος ἢ κατὰ τὸ
20πεττεύειν. ἔστι δὲ τὸ ἑλληνίζειν οὐχ ἁπλοῦν, ἀλλὰ τριττόν. τὸ μὲν γάρ
in Alc
.

259

ἐστι τὴν ἑλληνικὴν διασώζειν συνήθειαν τῶν ὀνομάτων, οἷον ὅτι τῳδὶ μὲν ξύλον ὄνομα, τῳδὶ δὲ ἄνθρωπος, καὶ ἵππος ἄλλῳ, καὶ οὕτως ἐπὶ πάντων· τὸ δέ ἐστιν ἀκριβοῦν κατὰ τὴν ἑλληνικὴν φωνὴν καὶ τὴν ὀρθότητα αὐτῆς διασώζειν τὴν ἐν τῇ προφορᾷ· τρίτον δέ ἐστι τὸ τὰς
5κυριότητας τῶν ὀνομάτων τὰς κατὰ φύσιν προσηκούσας τοῖς πράγμασιν ἀπονέμειν. κατὰ οὖν τὸ πρῶτον σημαινόμενον τοῦ ἑλληνίζειν καὶ οἱ πολλοὶ δύναιντ’ ἂν εἶναι διδάσκαλοι· τὰς γὰρ κειμένας συνηθείας ἐν τοῖς ὀνόμασι κατὰ τὴν κοινὴν τῶν Ἑλλήνων χρῆσιν διασαφοῦσι· κατὰ δὲ τὸ δεύτερον οὐκέτι καὶ τὸ τρίτον, ἀλλὰ τὸ μέν ἐστι τοῦ τὴν γραμ‐
10ματικὴν εἰδότος, τὸ δὲ τοῦ τὴν φύσιν τῶν πραγμάτων ἐπεσκεμμένου καὶ τοῦ φιλοσόφου. † οὕτω γὰρ ἂν ἐπὶ τὸ τεχνικώτερον ἀνατρέχωμεν· καὶ τοῦτο ποιῶμεν, ὅταν † τὴν τῶν πολλῶν διάνοιαν ἀσθενοῦσαν εὑρίσκωμεν πρὸς τὴν τῶν ὄντων κατάληψιν. ἐπεὶ καὶ ὁ Πυθαγόρας τῶν μὲν ὄντων πάντων σοφώτατον ἔλεγεν εἶναι τὸν ἀριθμόν, δεύτερον
15δὲ εἰς σοφίαν τὸ τοῖς πράγμασι τὰ ὀνόματα τιθέναι προσήκοντα. νοῦς μὲν γάρ ἐστιν ὁ πρῶτος ἀριθμός, ψυχὴ δὲ νοερὰ μετὰ τοῦτον ἡ τῶν εἰδῶν θεωρητική, τὸ δὲ ἓν καὶ πρὸ ψυχῆς καὶ πρὸ νοῦ· γεννᾷ γὰρ τὸν [ἀριθμόν]. Περὶ μὲν οὖν τοῦ ἑλληνίζειν τοσαῦτα· δοκοῦσι δέ μοι οἱ τοὺς πολλοὺς
20αἰτιώμενοι τοῦ δικαίου διδασκάλους, ὥσπερ καὶ τοῦ ἑλληνίζειν, σαφῶς λέγειν ὅτι θέσει καὶ τὸ δίκαιον εἶναι νομίζουσιν, ὥσπερ δὴ καὶ τὰ
in Alc
.

260

ὀνόματα. καὶ γὰρ ἐπὶ τῶν ὀνομάτων τῶν ἄλλων καὶ ἐν τῇ συνηθείᾳ κειμένων ἐπιγνώμονές εἰσιν οἱ πολλοί, τὴν δὲ πρὸς τὰ πράγματα αὐτῶν οἰκειότητα θεωρεῖν ἀδυνατοῦσιν. οἴονται δὴ οὖν καὶ τὸ δίκαιον εἶναι θέσει καὶ διὰ τοῦτο ἐπὶ τοὺς πολλοὺς αὐτοῦ τὴν διδασκαλίαν ἀνα‐
5φέρουσιν, ἐπεὶ τό γε φύσει δίκαιον τοῖς ἐπιστήμοσι μόνοις ἐστὶ κατα‐ φανές. λεκτέον δὲ ἡμῖν ὅτι τοδὶ μὲν τὸ δίκαιον κατὰ τὴν κοινὴν φήμην γνωρίζειν δύνανται, καθάπερ δὴ καὶ τὸ ὄνομα λέγουσι τὸ τῷδε τῷ πράγματι κείμενον, αὐτὸ δὲ τὸ δίκαιον οὐκ ἄν ποτε εἰδεῖεν, ὥσπερ οὐδὲ αὐτὴν τὴν κυριότητα τοῦ ὀνόματος.
10Ἀλλ’, ὦ γενναῖε, τούτου μὲν ἀγαθοὶ διδάσκαλοι οἱ πολλοί, καὶ
δικαίως ἐπαινοῖτ’ ἂν αὐτῶν ἡ διδασκαλία. Τί δή; Ὅτι ἔχουσι περὶ αὐτὸ ἃ χρὴ τοὺς ἀγαθοὺς διδασκάλους ἔχειν. Τί τοῦτο λέγεις; Οὐκ οἶσθ’ ὅτι χρὴ τοὺς μέλλοντας διδάσκειν ὁτιοῦν αὐτοὺς πρῶτον εἰδέναι; ἢ οὐ; Πῶς γὰρ οὔ; Οὐκοῦν τοὺς εἰδότας ὁμολογεῖν τε119
15〈ἀλλήλοις καὶ μὴ διαφέρεσθαι; Ναί. Ἐν οἷς δ’ ἂν διαφέρωνται,〉 ταῦτα φήσεις εἰδέναι αὐτούς; Οὐ δῆτα. Τούτων οὖν διδάσκαλοι πῶς ἂν εἶεν; Οὐδαμῶς. Τί οὖν; δοκοῦσί σοι διαφέρεσθαι οἱ πολλοί, ποῖόν ἐστι λίθος ἢ ξύλον; κἄν τινα ἐρωτᾷς, ἆρ’ οὐ ταὐτὰ ὁμολογοῦσι, καὶ ἐπὶ ταὐτὰ ὁρμῶσιν ὅταν βούλωνται λαβεῖν λίθον ἢ ξύλον, ὡσαύτως
20καὶ πάνθ’ ὅσα τοιαῦτα; σχεδὸν γάρ τι μανθάνω τὸ ἑλληνίζειν
in Alc
.

261

ἐπίστασθαι ὅτι τοῦτο λέγεις· ἢ οὔ; Ναί. Οὐκοῦν εἰ μὲν ταῦτα, ὥσπερ εἴπομεν, ἀλλήλοις τε ὁμολογοῦσι καὶ αὐτοὶ αὑτοῖς ἰδίᾳ, καὶ δημοσίᾳ αἱ πόλεις πρὸς ἀλλήλας οὐκ ἀμφισβητοῦσιν, αἱ μὲν ταῦτα, αἱ δ’ ἄλλα φάσκουσαι; Οὐ γάρ. Εἰκότως ἂν ἄρα τούτων καὶ διδάσκαλοι
5εἶεν ἀγαθοί. 〈Ναί.〉 111 A—D. Τὸ μὲν ἀποδέχεται τῶν εἰρημένων ὁ Σωκράτης, τὸ δὲ ἀποδοκιμάζει· καὶ πρότερον τελειοῖ τὸ ὀρθῶς εἰρημένον, ἔπειτα διὰ τούτου καὶ θάτερον ἐλέγχει. δεῖ γὰρ ἀπὸ τῶν γνωριμωτάτων τὰ ἄγνωστα καὶ ἀπὸ τῶν κοινῶν ὁμολογημάτων τὰ ζητούμενα κατορθοῦν. οὐκοῦν ὅτι μὲν
10διδάσκαλοι τοῦ ἑλληνίζειν εἰσὶν οἱ πολλοί, καὶ συγχωρεῖ τοῖς λέγουσιν ὁ Σωκράτης καὶ τεκμήριον αὐτοῦ προστίθησιν· ἐκ δὲ αὐτοῦ τούτου πάλιν ἐπιδείκνυσιν ὅτι δικαιοσύνην οὐκ ἂν οἱ πολλοὶ διδάξαιεν. λέγει τοίνυν τὸ τεκμήριον, μᾶλλον δὲ τὸ κριτήριον τῆς ὀρθῆς διανοίας, ὅτι εἰ συμφωνοῦσι περὶ πράγματος οὗ ἐστὶν αὕτη διδασκαλία. προείρηται
15γὰρ ὅτι δεῖ τὸν μέλλοντα διδάσκειν περὶ ὁτουοῦν πρότερον αὐτὸν διεγνωκέναι τὴν τοῦ διδασκομένου πράγματος φύσιν. εἰ μὲν οὖν τις ἔχοι παρ’ ἑαυτῷ τὴν ἐπιστήμην οὗ προέθετο διδάσκειν, ἀποδεκτέον τὸν τοιοῦτον διδάσκαλον· εἰ δὲ μὴ ἔχοι, δῆλον ὅτι οὐ προσδεκτέον αὐτὸν ὡς οὐκ ὄντα ἀκριβῆ διδάσκαλον, οὐδὲ εἶναι αὐτὸν ἐπιστήμονα. πάλιν
20δὴ γνώσεως καὶ ἀγνοίας τί ποτ’ ἂν εἴη τεκμήριον; τὸ τούτους διαφωνεῖν
in Alc
.

262

ἀλλήλοις. δῆλον γὰρ ὅτι πρὸς τὸ αὐτὸ γνωστὸν ἀνατεινόμενοι τὸ πρᾶγμα διδάσκοντες κατὰ τοῦτο οὐ διαφέρουσιν ἀλλήλων οἱ εἰδότες οὐδὲ στασιάζουσιν, οἱ μὲν ἄλλα, οἱ δὲ ἄλλα λέγοντες περὶ τοῦ αὐτοῦ πράγματος. τὸ δὲ αἴτιον ὅτι τὰ πράγματα ἕστηκεν ἐπὶ τῆς ἑαυτῶν
5φύσεως καὶ οὐ τοῖς μὲν ἄλλα φαίνεται, τοῖς δὲ ἄλλα· καὶ ἡ τῶν ἀν‐ θρώπων γνῶσις ὡρισμένους ἔχει τοὺς τρόπους τῆς καταλήψεως, ἡ δ’ ἐπιστήμη καὶ τὰ κριτήρια προείληφεν ἐν ἑαυτῇ τῆς ἑκάστου φύσεως. ἐπεὶ τῶν γε πραγμάτων † εἰ τὸ φαινόμενον † μόνον ὄντων, ὡς Πρωτα‐ γόρας ἔλεγεν, ἢ κρίσεως ἀφωρισμένης ἐν ἡμῖν † ἡ φύσις † οὐδὲν ἐκώλυε
10καὶ εἰδότας εἶναι πάντας καὶ διαφέρεσθαι πρὸς ἀλλήλους, τοὺς μὲν
ἀλλοίως, τοὺς δὲ ἀλλοίως ἁπτομένους τῶν γνωστῶν. εἰ τοίνυν ταῦτα ὀρθῶς εἴρηται, δεῖ τεκμήριον ποιεῖσθαι τῆς μὲν ἀγνοίας τὴν διαφωνίαν, τῆς δὲ γνώσεως τὴν συμφωνίαν· οἱ γὰρ τὸ ἀληθὲς εἰδότες ἅπαντες οὐ διαφέρονται περὶ αὐτοῦ πρὸς ἀλλήλους. οὐκοῦν γέγονε τὸ συνημμένον120
15τοιοῦτον· ‘εἰ γιγνώσκουσί τινες τὸ ἀληθές, οὐ διαφέρονται πρὸς ἀλλή‐ λουσ‘. εἶτα κατὰ τὴν σὺν ἀντιθέσει λεγομένην ἀντιστροφήν· ‘εἰ δὲ δια‐ φέρονται πρὸς ἀλλήλους, οὐ γινώσκουσι τὸ ἀληθές, ἀλλ’ ἤτοι πάντες
in Alc
.

263

ἤ τινες αὐτῶν ἀγνοοῦσιν‘. ἀλλ’ ἡ μὲν ἀντιστροφὴ μετὰ ταῦτα ἔσται τῷ Σωκράτει χρήσιμος, ὅταν ἐπὶ τὸ δίκαιον μεταστὰς περὶ ἐκείνου ποιῆται τὸν λόγον· νυνὶ δὲ τὴν πρώτην ἐπὶ τοῦ ἑλληνίζειν δείκνυσιν ὡς οὐδὲν θαυμαστὸν ἀγαθοὺς εἶναι διδασκάλους τούτου τοὺς πολλούς. ἔχουσι
5γὰρ ἃ δεῖ τοὺς ἀγαθοὺς διδασκάλους ἔχειν· δεῖ δὲ ἄρα τούτους εἰδέναι τὸ πρᾶγμα περὶ οὗ διδάσκειν ἐπαγγέλλονται. τί οὖν τούτου τεκμήριον; τὸ μὴ διαφέρεσθαι πρὸς ἀλλήλους. εἰ μὲν οὖν οἱ πολλοὶ διαφέρονται περὶ τοῦ τί καλεῖται ξύλον καὶ τί ἄνθρωπος καὶ τί λίθος, οὐκ ἂν εἶεν οὐδὲ τοῦ ἑλληνίζειν ἅπαντες ἀκριβεῖς καὶ ἀνέλεγκτοι
10διδάσκαλοι· εἰ δὲ ὁμολογοῦσι πρὸς ἀλλήλους περὶ τούτου καὶ ἑαυτῷ τις ἕκαστος συμφωνεῖ καὶ τοῖς ἄλλοις, ἔχοιεν ἂν περὶ τὸ ἑλληνίζειν τὴν προσήκουσαν τοῖς διδάσκειν ὁτιοῦν μέλλουσιν ἕξιν. συλλογισμὸς οὖν περὶ τοῦ ἑλληνίζειν γινέσθω τοιοῦτος. ‘οἱ πολλοὶ περὶ τῶν ὀνομάτων τῶν κειμένων τοῖς πράγμασι κατὰ τὴν συνήθειαν ὁμολογοῦσιν ἀλλή‐
15λοις· 〈οἱ〉 περὶ τῶν κειμένων ὀνομάτων ἐν τῇ συνηθείᾳ τοῖς πράγμασι πρὸς ἀλλήλους ὁμολογοῦντες τὴν ἐπιστήμην ἔχουσι τοῦ ἑλληνίζειν· οἱ τὴν ἐπιστήμην ἔχοντες τοῦ ἑλληνίζειν διδάσκαλοί εἰσιν ἀνέλεγκτοι τοῦ ἑλληνίζειν· οἱ ἄρα πολλοὶ διδάσκαλοί εἰσιν ἀνέλεγκτοι τοῦ ἑλληνίζειν‘. ἀλλὰ τῇ μὲν ἐλαχίστῃ τῶν προτάσεων, ὅτι ὁμολογοῦσιν ἀλλήλοις,
20συγχωροῦσιν ἅπαντες· καὶ γὰρ ὅτι οἱ πολλοὶ πρὸς ἀλλήλους οὐ δια‐
in Alc
.

264

φέρονται 〈περὶ τῆσ〉 χρήσεως τῶν ὀνομάτων, εὔδηλον, καὶ ὅτι ὁ μὴ πρός τινα διαφερόμενος περὶ ὁτιοῦν διδάσκαλος ἀγαθός ἐστιν ἐκείνου. δοκεῖ δὲ ἡ μέση ἀμφοτέρων τῶν προτάσεων εἶναι ψευδής· οὐ γὰρ πάντως οἱ ὁμολογοῦντες ἀλλήλοις περὶ ὁτιοῦν ἐπιστήμονές εἰσιν ἐκείνου περὶ
5ὃ τὴν ὁμολογίαν ἔχουσιν. ἐν γὰρ τῷ παρόντι χρόνῳ περὶ τοῦ μὴ εἶναι θεοὺς ὁμολογοῦντες οἱ πολλοὶ δι’ ἀνεπιστημοσύνην τοῦτο πεπόνθασι. λεκτέον δὴ πρὸς τὴν ἀπορίαν ταύτην πρῶτον μέν, ὅτι τὸν μοχθηρὸν ὁμολογεῖν πρὸς ἑαυτὸν ἀδύνατον· ἀνάγκη γὰρ αὐτὸν ὄντα κακὸν στασιάζειν πρὸς τὴν ἑαυτοῦ ζωήν, καὶ διὰ μὲν τὴν λογικὴν φύσιν ὁρᾶν
10πῃ τὸ ἀληθές, διὰ δὲ τὰ πάθη καὶ τὰς φαντασίας τὰς ἐνύλους εἰς ἄγνοιαν διαφέρεσθαι καὶ τὴν πρὸς ἑαυτὸν διαμάχην· δηλοῖ δὲ ἡ μετα‐ μέλεια τῶν παθῶν λωφησάντων καὶ τῆς ἀσυμφωνίας ἣν πρότερον ἔχων ἑαυτὸν ἐλάνθανε. καὶ ὁ ἄθεος τοίνυν καὶ ὁ ἀκόλαστος κατὰ μὲν τὴν διάνοιαν φύσει τῷ θείῳ προσήκουσαν καὶ τῆς ἀγαθοειδοῦς μοίρας
15ὑπάρχουσαν σωφρονικὰ φθέγγονται καὶ ἔνθεα, κατὰ δὲ τὰς ἐπιθυμίας καὶ τὰς φανταστικὰς καὶ μορφωτικὰς κινήσεις ἀθέως διάκεινται καὶ
ἀκολάστως, καὶ ὅλως κατὰ τὴν ἄλογον ψυχὴν πόλεμον ἐπεισάγουσιν ἑαυτοῖς καὶ θόρυβον παντοδαπόν. πᾶς οὖν ὁ κακὸς πρὸς ἑαυτόν ἐστιν ἀσύμφωνος· εἰ δὲ τοῦτο, πολλῷ μᾶλλον πρὸς τοὺς ἄλλους ἐστὶ τοιοῦτος.121
20καὶ πῶς γὰρ τοῖς ἐκτὸς ἑαυτοῦ τις ὁμολογήσειεν αὐτὸς πρὸς ἑαυτὸν
in Alc
.

265

στασιαστικῶς διακείμενος; καὶ οἱ ἄθεοι δὴ οὖν πάντες καὶ οἱ ἀκόλαστοι καὶ οἱ ἄδικοι διαφέρονται πρὸς ἀλλήλους καὶ οὐκ ἄν ποτε ἐναρμονίως ἔχοιεν ἀνεπιστήμονες ὄντες. Πρὸς μὲν οὖν τὴν εἰρημένην ἔνστασιν τοσαῦτα· τῶν δὲ καθ’ ἕκαστα
5τὸ μὲν ‘ὦ γενναῖε‘ θεραπευτικόν τέ ἐστι τοὺς ἐλέγχους παραμυθού‐ μενον καὶ ἔτι χωρίζει πως αὐτὸν ἀπὸ τῶν πολλῶν. ἐνδείκνυται γὰρ ὅτι δεῖ τὸν ἐπ’ εὐγενείᾳ μεγάλα φρονοῦντα καὶ φύσιν λαχόντα γενναίαν μὴ φαίνεσθαι τῆς φύσεως ἀνάξιον μηδὲ ἐπιδιώκειν τὰς τῶν πολλῶν δόξας μηδὲ συναριθμεῖν ἑαυτὸν τοῖς χείροσιν, ὧν ἡ φύσις αὐτῷ δέδωκε
10κρατεῖν. Τό γε μὴν ἐν οἷς ἂν διαφέρωνται μὴ εἰδέναι τοὺς πολλοὺς ἀντιστροφὴ σὺν ἀντιθέσει τῆς λεγούσης ἐστὶ προτάσεως τοὺς ἐπιστή‐ μονας μὴ διαφέρεσθαι ἀλλήλοις, συντελεῖ δὲ αὐτῷ πρὸς τὸν ἑξῆς λόγον, δι’ οὗ δείκνυσιν οὐκ ὄντας τοὺς πολλοὺς τῶν δικαίων διδασκάλους
15ἀγαθούς, ὅτι μηδὲ ἐπιστήμονας. Τὸ δὲ ἐπὶ ταὐτὰ ὁρμᾶν παντελῆ ποιεῖ τὴν συμφωνίαν. ἔστι γὰρ καὶ τὰ αὐτὰ δοξάζειν καὶ μὴ τὰ αὐτὰ πρεσβεύειν κατὰ † τοὺς προσδιαφερομένους, † [ἔστι δὲ καὶ τὰ] αὐτὰ πράττειν ἀπὸ γνώσεων διαφερουσῶν ὡρμημένους. [οὗτοι μὲν οὖν] πῇ μὲν συμφωνοῦσι, πῇ δὲ
20οὔ· μόνοι δὲ ἐκεῖνοι συμφωνοῦσιν [παντελῶς ὅσοι καὶ] τὰ αὐτὰ περὶ
in Alc
.

266

τῶν αὐτῶν γινώσκουσι καὶ τὰς αὐτὰς πράξεις ἐπὶ τῶν αὐτῶν [πραγμά‐ των] διώκουσιν. οὐκοῦν τὸ μὲν ὁμολογεῖν 〈τὴν〉 κατὰ τὸν λόγον συμφωνίαν δηλοῖ [ἐνταῦθα], τὸ δὲ ἐπὶ τὰ αὐτὰ ὁρμᾶν τὴν πρὸς τὸ ὀρεκτόν, ὃ δὴ καὶ αὐτὸ π[ρὸς τὴν συμφωνίαν] συντελεῖ.
5 Καὶ μὴν καὶ τὸ τούτοις ἐφεξῆς ὅτι ‘σχεδὸν γὰρ μανθάνω τὸ ἑλληνίζειν ἐπίστασθαι ὅτι τοῦτο λέγεις‘ ἔνδειξιν ἔχει τοῦ [πλεοναχῶς λέγεσθαι] τὸ ἑλληνίζειν, καὶ ὅτι καθ’ ἓν μόνον αὐτοῦ σημαινόμενον [οἱ πολλοὶ ἀγαθοὶ διδάσκαλοι] τοῦ ἑλληνίζειν εἰσί. Τὸ δὲ ‘καὶ αὐτοὶ ἑαυτοῖς‘ λυτικόν ἐστι [τῆς προειρημένης
10ἀπορίας. δεῖ γὰρ] τὴν ὁμολογίαν ἀφ’ ἑαυτῶν ἄρχεσθαι τοῖς ἐπιστή‐ μοσιν, οὐδεὶς δὲ κ[ακὸς ἑαυτῷ ὁμολογεῖ], ὥστ’ οὐδὲ ἄλλοις ὁμολογεῖν ἂν δύναιτο πρὸς αὑτὸν στασιάζων. 〈Οὐκοῦν〉 εἰ μὲν βουλοίμεθα ποιῆσαί τινα περὶ αὐτῶν εἰδέναι, ὀρθῶς ἂν αὐτὸν πέμποιμεν εἰς διδασκαλίαν τούτων τῶν πολλῶν;
15Πάνυ γε. Τί δ’ εἰ βουληθείημεν μαθεῖν, μὴ μόνον ποῖοι ἄνθρωποί εἰσιν ἢ ποῖοι ἵπποι, ἀλλὰ καὶ τίνες αὐτῶν δρομικοί τε καὶ μή, ἆρα ἔτι οἱ
πολλοὶ τοῦτο ἱκανοὶ διδάξαι; Οὐ δῆτα. Δοκεῖ δέ σοι τεκμήριον ὅτι οὐκ ἐπίστανται οὐδὲ κρήγυοι διδάσκαλοί εἰσι τούτων, ἐπειδὴ οὐδὲν122
in Alc
.

267

ὁμολογοῦσιν ἑαυτοῖς περὶ αὐτῶν; Ἔμοιγε. Τί δ’ εἰ βουληθείημεν εἰδέναι, μὴ μόνον ποῖοι ἄνθρωποί εἰσιν, ἀλλ’ ὁποῖοι ὑγιεινοὶ ἢ νοσώδεις, ἆρα ἱκανοὶ ἂν ἡμῖν ἦσαν διδάσκαλοι οἱ πολλοί; Οὐ δῆτα. Ἦν δ’ ἄν σοι τεκμήριον ὅτι μοχθηροί εἰσι τούτων διδάσκαλοι, εἰ
5ἑώρας αὐτοὺς διαφερομένους; Ἔμοιγε. 111 D—E. Πρὶν ἐπὶ τὸ προκείμενον στρέψῃ τὸν λόγον ὁ Σωκράτης ἐπ’ ἄλλων δείκνυσι πραγμάτων, πῶς οὔκ εἰσιν ἀγαθοὶ διδάσκαλοι οἱ πολλοί, τῷ μὴ ὁμολογεῖν ἀλλήλοις. περὶ μὲν γὰρ τῶν ἐν τῇ συνηθείᾳ κειμένων ὀνομάτων ἱκανοὶ διδάσκειν εἰσὶ καὶ οὐ διαφέρονται πρὸς ἀλλήλους·
10περὶ δὲ τοῦ τίνες εἰσὶ δρομικοὶ καὶ τίνες οὔ, καὶ αὖ πάλιν τίνες μὲν ὑγιεινοί, τίνες δὲ νοσώδεις, οὐκ ἔστι διδάσκειν τῶν πολλῶν, οὐ γὰρ συμφωνοῦσιν ἀλλήλοις περὶ τούτων, ἀλλὰ μόνων τῶν περὶ ταῦτα ἐπιστημόνων, τῶν τε ἱππικῶν καὶ τῶν ἰατρικῶν, οὗτοι γὰρ ταῦτα δύνανται διακρίνειν καὶ ὁμολογοῦσιν ἀλλήλοις. καὶ ὁρᾷς ὅτι τὰ μὲν
15ὀνόματα τὰ κείμενα τοῖς εἴδεσιν ἐπέτρεψε τῇ γνώσει τῶν πολλῶν, τὸ δὲ δρομικὸν καὶ τὸ μὴ καὶ τὸ ὑγιεινὸν καὶ τὸ μὴ κατ’ ἐπιτηδειότητα μόνην ὁρᾶται καὶ ἔστι δύσγνωστα πορρωτέρω γεγονότα τῶν φαινο‐ μένων καὶ τεχνικῆς δεόμενα γνώσεως. εἰ γὰρ καὶ ὁ δρόμος φαινόμενόν ἐστιν, ἀλλ’ ἡ δρομικὴ φύσις οὔπω τῶν εἰδοπεποιημένων ἐστίν, ὥστε
20διὰ τοῦτο τοῖς πολλοῖς οὐκ ἔστι καταφανές, τεκμήριον δὲ τῆς ἀγνοίας αὐτῶν ἡ διαφωνία. Καὶ τοῦτο δὲ αὖ πάλιν ἀπορίαν ἔχει πολλήν. εἰ γὰρ τοῦτο τῆς ἀνεπιστημοσύνης ἐστὶν ἡ διαφωνία τεκμήριον, καὶ τοὺς φιλοσόφους ἀνεπιστήμονας φήσομεν· διαφωνοῦσι γὰρ δὴ καὶ οὗτοι πρὸς ἀλλήλους
25καὶ καταβάλλουσι τὰς ἀλλήλων ὑποθέσεις, καὶ οἱ μὲν ἄλλων προεστή‐
in Alc
.

268

κασιν, οἱ δὲ ἄλλων. λυτέον δὴ καὶ ταύτην τὴν ἀπορίαν κατὰ τὰ αὐτὰ τοῖς πρὸ ἡμῶν, λέγοντας ὡς ἔστιν ἡ διαφωνία διττή, καὶ ἡ μὲν τῶν μὴ εἰδότων πρός τε ἑαυτοὺς καὶ πρὸς ἀλλήλους μαχομένων, ἡ δὲ τῶν μὴ εἰδότων πρὸς τοὺς εἰδότας διαφερομένων καὶ ὡς καθ’ ἑαυτοὺς
5οἰομένων ἀνεπιστήμονας εἶναι πάντας. ἀλλ’ εἰ μὲν κατὰ τὴν ἐναντίαν, μηδεμίαν ἐπιστήμην ἔχειν τούτων περὶ ἃ διαφωνοῦσιν, εἰ δὲ κατὰ τὴν ἀντίφασιν, οὐ πάντας ἔχειν τοὺς διαφερομένους, ἀλλὰ τοὺς μέν, τοὺς δὲ μή. προσεκτέον καὶ ταύτῃ τῇ προτάσει τὸ ἀκριβὲς ἐχούσῃ. τοὺς γὰρ μὴ ὁμολογοῦντας ἑαυτοῖς μηδὲ ἀλλήλοις οὔ φησιν ἐπιστήμην
10ἔχειν, οὗτοι δέ εἰσιν οἱ μὴ εἰδότες, ἐπεὶ οἵ γε εἰδότες ἑαυτοῖς ὁμολο‐ γοῦσιν, ὥστε ἀμφότερα τοῖς μὴ εἰδόσι μόνον προσήκει, τοῖς δὲ εἰδόσιν οὐδαμῶς. ἀλλ’ οὐδὲ οἱ ἐπιστήμονες διαφέρονται πρὸς τοὺς ἀνεπιστή‐ μονας (τοὐναντίον γὰρ τελειοῦσιν αὐτοὺς καὶ κοσμοῦσι καὶ εἰς τὴν ἑαυτῶν ἕξιν ἀνακαλοῦνται), ἀλλ’ οἱ ἀνεπιστήμονές εἰσιν οἱ τῶν
15ἐπιστημόνων αὑτοὺς ἀφιστάντες· διὰ γὰρ τὴν ἐν ἑαυτοῖς διαφωνίαν διαφέρονται καὶ πρὸς τοὺς ἀμείνονας. οὐδ’ ἄρα πρὸς ἀλλήλους δια‐
φέρονται οἵ τε εἰδότες καὶ οἱ μὴ εἰδότες, ὥστε οὐδ’ ὅλως οἱ ἐπιστήμονες διαφέρονται. πολλοῦ ἄρα δεῖ τοὺς ἀληθεῖς φιλοσόφους ἐνοχλεῖν ὁ ἀπορῶν λόγος· οἱ γὰρ δι’ ὁμοιότητος καὶ ταυτότητος ἀλλήλοις123
20ἡνωμένοι καὶ τῶν ἀνεπιστημόνων παντελῶς ἐξῃρημένην λαχόντες γνῶσιν οὔτε πρὸς ἑαυτοὺς οὔτε πρὸς ἐκείνους στασιάζουσιν.
in Alc
.

269

Τί δὲ δὴ νῦν; περὶ τῶν δικαίων ἀνθρώπων καὶ πραγμάτων οἱ πολλοὶ δοκοῦσί σοι ὁμολογεῖν αὐτοὶ ἑαυτοῖς ἢ ἀλλήλοις; Ἥκιστα νὴ Δί’, ὦ Σώκρατες. Τί δέ; μάλιστα περὶ αὐτῶν διαφέρεσθαι; Πολύ γε. Οὔκουν οἶμαί γε πώποτέ σε ἰδεῖν οὐδ’ ἀκοῦσαι σφόδρα οὕτω
5διαφερομένους ἀνθρώπους περὶ ὑγιεινῶν καὶ μή, ὥστε διὰ ταῦτα μάχεσθαί τε καὶ ἀποκτιννύναι ἀλλήλους. Οὐ δῆτα. Ἀλλὰ περὶ τῶν δικαίων καὶ ἀδίκων ἔγωγε οἶδ’ ὅτι καὶ εἰ μὴ ἑώρακας, ἀκήκοας γοῦν ἄλλων τε πολλῶν καὶ Ὁμήρου· καὶ Ὀδυσσείας γὰρ καὶ Ἰλιάδος ἀκήκοας. Πάντων δήπου, ὦ Σώκρατες. Οὐκοῦν ταῦτα ποιή‐
10ματά ἐστι περὶ διαφορᾶς δικαίων τε καὶ ἀδίκων; Ναί. Καὶ αἱ μάχαι γε καὶ οἱ θάνατοι διὰ ταύτην γε τὴν διαφορὰν τοῖς τε Ἀχαιοῖς καὶ τοῖς ἄλλοις Τρωσὶν ἐγένοντο, καὶ τοῖς μνηστῆρσι τοῖς τῆς Πηνελόπης καὶ τῷ Ὀδυσσεῖ. Ἀληθῆ λέγεις. Οἶμαι δὲ καὶ τοῖς ἐν Τανάγρᾳ Ἀθηναίων τε καὶ Λακεδαιμονίων καὶ Βοιωτῶν ἀποθανοῦσι καὶ τοῖς
15ὕστερον ἐν Κορωνείᾳ συμβᾶσιν, ὅτε καὶ ὁ σὸς πατὴρ ἐτελεύτησεν,
in Alc
.

270

οὐδὲ περὶ ἑνὸς ἄλλου διαφορὰ ἢ περὶ δικαίου τε καὶ ἀδίκου τοὺς θανάτους καὶ τὰς μάχας πεποιηκέναι· [ἦ γάρ;] Ἀληθῆ λέγεις. Τούτους οὖν φῶμεν ἐπίστασθαι [περὶ ὧν οὕτω σφόδρα] διαφέρονται, ὥστε ἀμφισβητοῦντες ἀλλήλοις τὰ ἔσχατα τῶν κακῶν ἐργάζονται;
5Οὐ φαίνεταί γε. Οὐκοῦν εἰς τοὺς [τοιούτους διδασκάλους] ἀναφέρεις οὓς ὁμολογεῖς αὐτὸς μὴ εἰδέναι; Ἔοικα. [Πῶς οὖν εἰκός σε] εἰδέναι τὰ δίκαια καὶ τὰ ἄδικα, περὶ ὧν οὕτω πλανᾷ [καὶ οὔτε μαθὼν φαίνῃ] παρ’ οὐδενὸς οὔτ’ αὐτὸς ἐξευρών; Ἐκ μὲν ὧν σὺ λέγεις οὐκ εἰκός. 111 E—112 D.
10 Ἐπὶ τὸ προκείμενον ἦλθεν ὁ λόγος δεικνὺς ὅτι οἱ πολλοὶ διδάσκαλοι τῶν [δικαίων οὔκ εἰσιν] ἀγαθοί, καὶ συλλογίζεται τὸν τρόπον τοῦτον. ‘οἱ πολλοὶ στασιάζουσι πρὸς ἑαυτοὺς καὶ πρὸς ἀλλήλους περὶ τῶν δικαίων· οἱ στασιάζοντες πρὸς ἑαυτοὺς καὶ πρὸς ἀλλήλους περὶ τῶν δικαίων οὔκ εἰσιν ἐπιστήμονες τῶν δικαίων· οἱ μὴ ἐπιστήμονες τῶν
15δικαίων οὐδὲ διδάσκαλοί εἰσιν ἀγαθοὶ τῶν δικαίων· οἱ ἄρα πολλοὶ οὔκ εἰσιν ἀγαθοὶ διδάσκαλοι τῶν δικαίων‘. τὰς μὲν οὖν ἄλλας προτάσεις ἤδη διὰ τῶν προειρημένων πεποίηκε σαφεῖς, τὴν δὲ ἐλαχίστην μόνην ἐν τούτοις ἐναργῆ ποιεῖ τὴν λέγουσαν στασιάζειν τοὺς πολλοὺς περὶ τῶν
δικαίων. οὐ γὰρ μόνον, φησί, διαφέρονται περὶ αὐτῶν, ἀλλὰ καὶ124
20σφόδρα διαφέρονται. τί οὖν τεκμήριον τῆς ὑπερβολῆς ταύτης; τὸ πολλοὺς μὲν θανάτους, πολλὰς δὲ ἀνατροπὰς πόλεων γίνεσθαι διὰ τὰς περὶ τῶν δικαίων διαφοράς.
in Alc
.

271

Πάλιν οὖν σκεψώμεθα τί ποτε ἂν εἴη τὸ αἴτιον τοῦ τοὺς ἀνθρώπους περὶ μὲν ὑγιεινῶν καὶ νοσερῶν ἀμφισβητοῦντας ἀλλήλοις ὅμως μὴ εἰς ἔσχατον κακοῦ χωρεῖν, περὶ δὲ δικαίων καὶ ἀδίκων στασιάζοντας τηλικαῦτα καὶ ποιεῖν κακὰ καὶ πάσχειν. λεκτέον δὴ πρῶτον μὲν αἴτιον
5εἶναι καὶ προσεχέστατον τὴν διπλῆν ἀμαθίαν ὑπόληψιν τοῖς ἔχουσιν ἐπιστήμης παρεχομένην. περὶ μὲν γὰρ τῶν ὑγιεινῶν ἁπλῆν ἔχομεν ἄγνοιαν καὶ ἴσμεν ὅτι οὐκ ἴσμεν, κἂν πρὸς ὀλίγον διενεχθῶμεν τοῖς τεχνίταις τῶν τοιούτων ἐπιτρέπομεν· περὶ δὲ τῶν δικαίων οἰόμεθα ἐπιστήμονες εἶναι διὰ τὸ λόγους ἔχειν αὐτῶν τὴν ψυχήν, καὶ τοῦτο
10οἰόμενοι κατὰ φύσιν οὐ βουλόμεθα προέσθαι τὸ δίκαιον. καὶ πάλιν ἐνταῦθα κατὰ μὲν τὴν μείζονα πρότασιν οὐχ ἁμαρτάνομεν, κατὰ δὲ τὴν ἐλάττονα ψευδοδοξοῦμεν· τόδε γὰρ δίκαιόν φαμεν καὶ ἠπατήμεθα καὶ οἰόμεθα εἰδέναι μὴ εἰδότες. ‘τὸ δίκαιον οὐ χρὴ προΐεσθαι‘· τοῦτο κατὰ φύσιν τὸ λῆμμα καὶ ὀρθόν· ‘τόδε ἄρα οὐ χρὴ προΐεσθαι‘· τοῦτο
15πάλιν διάστροφον περὶ τὴν ἐλάττονα πρότασιν. κρατοῦμεν τοίνυν αὐτὴν διὰ τὴν διπλῆν ἀμαθίαν. δεύτερον δὲ ἐπὶ τούτῳ ῥητέον ὅτι τὰ ὑγιεινὰ καὶ τὰ νοσώδη μερικὰς ἔχει τὰς ἀμφισβητήσεις καὶ οὐ πρὸς ὅλον ἡμῖν συντελεῖ τὸν βίον· τὰ δὲ δίκαια καὶ τὰ ἄδικα περὶ τὸν σύμπαντα βίον ἔχει τὴν διαφοράν, ὥστε εἰκότως ταῦτα μειζόνως ἡμᾶς ἐξάπτει περὶ
20τὰς ἀμφισβητήσεις. καὶ νοσῶδες καὶ ὑγιεινὸν κἂν πρόοιτό τις ὡς οὐ περὶ τὸ τιμιώτατον γινομένης τῆς βλάβης, δικαίου δὲ καὶ ἀδίκου κατὰ φύσιν ἀντεχόμεθα πάντες ὡς τὴν οὐσίαν ἡμῶν ἐν τούτῳ σύμπασαν ἔχοντες. μόνον οὖν οὐκ ἀνούσιοι καὶ νεκροὶ καὶ τὸ μὴ ὂν ὑπάρχοντες
in Alc
.

272

νομίζομεν γίνεσθαι στερόμενοι τῶν δικαίων. τὸ δὴ τρίτον ἡ μὲν δικαιοσύνη ὡς οὖσα τάξεως ὑψηλοτέρας θεῶν ἐστὶν ἀπήχημα καὶ νοερωτέρα (αὐτὴ γὰρ ἐστι δικαιοσύνη καὶ αὐτὴ σωφροσύνη καὶ αὐτὴ ἐπιστήμη πρώτως εἰσὶν ἐν τῷ ὑπερουρανίῳ τόπῳ, ὅστις
5ποτὲ οὗτός ἐστι, καὶ ἐκεῖ κατεῖδον αὐτὰς ἐν τῷ βάθρῳ βεβώσας αἱ ψυχαί, καθ’ ἅ φησιν ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης)· ἡ δὲ ὑγεία δευτέρας ἐστὶ θεῶν ὑποστάσεως ἔλλαμψις, διὸ καὶ παρ’ ἡμῖν ἡ ἰατρικὴ μιμεῖται τὴν δικαστικήν, ὡς ἐν Γοργίᾳ λέλεκται. κατὰ φύσιν τοίνυν αἱ ψυχαὶ τὸ δίκαιον μείζονος ἀξιοῦσι τοῦ πόθου μᾶλλον ἢ τὸ ὑγιεινόν· καὶ ἵνα
10μὲν ἐκείνου τύχωσι πάντα ποιοῦσι, τοῦ δὲ ὑγιεινοῦ πέρι καὶ τοῦ μὴ τοιούτου πρὸς ὀλίγον ἀλλήλοις διαφέρονται καὶ στασιάζουσι. ταῦτα καὶ πρὸς τήνδε τὴν ἀπορίαν. Τῶν δὲ καθ’ ἕκαστα ῥημάτων τὸ μὲν ‘τί δὲ δὴ νῦν;‘ τὴν προσθή‐ κην ἔχει τοῦ παρόντος χρόνου, διότι δὴ καὶ ὁ Ἀλκιβιάδης τοὺς νῦν
15ἀνθρώπους τοὺς πολλοὺς ᾐτιάσατο τῆς τοῦ δικαίου διδασκαλίας. Τὸ δὲ ‘ἀνθρώπων καὶ πραγμάτων‘ ἔννοιαν αὐτῷ παρέχει
τοῦ τῶν συστοίχων τόπου· δικαιοσύνη, δίκαιον, δικαίως· διαιρεῖται γὰρ εἰς τὴν ἕξιν, εἰς τὸ μετέχον πρᾶγμα, εἰς τὸν τρόπον. ἀμφισβητοῦσιν οὖν οἱ πολλοὶ περὶ μὲν οὖν τῶν δικαίων ἀνθρώπων ἐν ταῖς κρίσεσι, περὶ125
20δὲ τῶν δικαίων πραγμάτων ἐν ταῖς κρίσεσι καὶ ἐν ταῖς πράξεσι. Τὸ δὲ ‘ἥκιστα, νὴ Δία, ὦ Σώκρατες‘ οὐ μόνον ὡς ἡγεμονι‐ κὸς ὁ νεανίσκος ἀνεφθέγξατο, ἀλλὰ καὶ ὡς ἀπὸ τῆς τῶν πολλῶν
in Alc
.

273

διαφορᾶς ἀνάγων ἑαυτὸν ἐπὶ τὸν αἴτιον τῆς ὅλης δικαιοσύνης. Καὶ μὲν δὴ καὶ ἡ μνήμη τῆς Ἰλιάδος καὶ τοῦ Τρωϊκοῦ πολέμου δείκνυσιν ἡλίκη τίς ἐστιν ἡ περὶ τῶν δικαίων παρὰ τοῖς ἀνθρώποις στάσις, ὥστε ἀνατραπῆναι μὲν τὸ Ἴλιον διὰ ταύτην, πάμπολυ δὲ
5ἀπολέσθαι καὶ τῶν Ἑλλήνων γένος, καὶ τέλος γενέσθαι παροιμίαν ἐπὶ τῶν μεγίστων συμφορῶν τὴν Ἰλιάδα τῶν κακῶν. ἀλλὰ πῶς πρότερον ἔλαβεν ὅτι μόνα ταῦτα ἔμαθε, γράμματα καὶ κιθαρί‐ ζειν καὶ παλαίειν, νῦν δὲ καὶ τὸ Ὁμήρου προσέθηκεν; ἢ ὅτι περὶ τεχνῶν καὶ ἐπιστημῶν λέγων εἰς τρία ταῦτα τὴν ἑαυτοῦ γνῶσιν
10ἀπήγαγεν, οὐ περὶ γραμμάτων παλαιῶν. Ἔτι τοίνυν ὁ ἐν Τανάγρᾳ πόλεμος καὶ ὁ ἐν Κορωνείᾳ παρελήφθησαν εἰς ὑπόμνησιν τοῦ τοὺς πολλοὺς ἀμφισβητεῖν σφόδρα περὶ τῶν δικαίων, καὶ μὴ μόνον τοὺς Ἕλληνας, ἀλλὰ καὶ τοὺς βαρβάρους· καὶ ὅτι μηδὲν αὐτοῖς ἐλυσιτέλησε τὸ ὁμογλώσσοις εἶναι
15εἰς τὸ μὴ ἀπεργάσασθαι τὰ ἔσχατα κακὰ τῆς διαφορᾶς ἕνεκα τῶν δικαίων. Πρὸς τούτοις ἡ τοῦ Κλεινίου μνήμη τοῦ τελευτήσαντος ἐν Κορωνείᾳ παριστᾷ καὶ αὐτὸν τὸν ἔλεγχον τῆς περὶ τὰ δίκαια τῶν ἀν‐ θρώπων πλάνης. μόνον γὰρ οὐχὶ λέγει ὅτι καὶ ἡ σὴ οἰκία καὶ τὸ σὸν
20γένος διὰ ταῦτα πέπονθε κακὰ πολλά. ἐντεῦθεν οὖν πεποίηκε τὴν ἀπόδειξιν ἰσχυρὰν τοῦ Κλεινίου μνησθείς. ταῦτα καὶ περὶ τῆς τῶν καθ’
in Alc
.

274

ἕκαστα διαρθρώσεως. Ἡ δὲ τῶν ἱστοριῶν παράθεσις ποικίλλει μὲν τὴν γραφήν, κόσμον δὲ παρέχεται τῷ διαλόγῳ· παραμυθεῖται δὲ καὶ τὸ τῶν ἐρωτήσεων καὶ ἀποκρίσεων πρὸς εὐφροσύνην ἐνδέον. ἔτι δὲ καὶ ἡ τῶν σχημάτων
5ἐξαλλαγὴ τὸ προσκορὲς ἐκλύει τῶν λόγων· ὃ καὶ ὁ Σωκράτης μηχανώ‐ μενος ἐσχημάτισε τὸν λόγον. κατάλληλον γὰρ ἦν εἰπεῖν, ‘οὐδὲ περὶ ἑνὸς ἄλλου τὴν διαφορὰν ἢ περὶ δικαίων καὶ ἀδίκων τοὺς θανάτους καὶ τὰς μάχας πεποιηκέναι‘, ὁ δὲ ‘οὐδὲ περὶ ἑνὸς ἄλλου διαφορά‘, φησίν, ‘ἢ περὶ δικαίου καὶ ἀδίκου πεποιη‐
10κέναι τοὺς θανάτους καὶ τὰς μάχας‘. Ἐπὶ δὲ τούτοις συνήγαγεν ἐν βραχεῖ τὸν ἔλεγχον· ‘οὔτε ἔμαθες ἄρα τὸ δίκαιον οὔτε εὗρες· οὐδὲ γὰρ οὓς προεστήσω σαυτοῦ διδασκάλους, οὗτοι δύνανται τὸ δίκαιον διδάσκειν, οἱ πολλοί· τὸ δὲ αἴτιον ὅτι μηδὲ ἐπίστανται· τὸ δὲ τούτου τεκμήριον ὅτι διαφέρονται περὶ αὐτοῦ πρὸς
15ἀλλήλους σφοδρῶς, ὥστε τὰ ἔσχατα τῶν κακῶν ἀλλήλους
ἐργάζεσθαι διὰ τὴν περὶ τοῦτο διαφοράν‘. δεῖ γὰρ τοὺς ἐπιστα‐ μένους ὁτιοῦν συμφωνεῖν περὶ τοῦτο ἀλλήλοις· αἴτιον δὲ τοῦ ἀξιώματος τούτου πρῶτον μὲν ἥ τε τῶν πραγμάτων φύσις ὡρισμένη καὶ τὰ κριτήρια τῆς γνώσεως ὄντα τὰ αὐτὰ παρὰ πᾶσιν, ὥσπερ δὴ καὶ πρότερον εἴπομεν.126
20δεύτερον δὲ ὅτι καὶ ἐν ταῖς πρώταις ἀρχαῖς ὁ νοῦς ἥνωται πρὸς ἑαυτόν, καὶ πᾶν οὖν τὸ νοῦ μετέχον μετέχει τοῦ ἑνός. εἰ τοίνυν ἐπιστήμη νοῦ ἔλλαμψίς ἐστιν, ἡ δὲ συμφωνία τοῦ ἑνός (ἕνωσις γάρ ἐστι τῶν δια‐ φώνων), ἀνάγκη τὰ μετέχοντα τῆς αὐτῆς ἐπιστήμης συμφωνεῖν ἀλλή‐ λοις· ἡ γὰρ διάστασις καὶ ἡ διαφωνία τοῦ ἑνὸς ἀποπέπτωκεν.
25 Ἀλλὰ τί φῶμεν εἶναι τὸ αἴτιον τῆς τῶν πολλῶν ὑπολήψεως περὶ τῆς τοῦ δικαίου γνώσεως; καὶ πρὸς τί βλέποντες οἴονται τὸ δίκαιον
in Alc
.

275

διδάσκειν; εἴρηταί που καλῶς ὑπὸ τοῦ Ἀριστοτέλους, ὅτι τέτταρα προβλήματά ἐστι δι’ ἃ οἱ λόγοι καὶ αἱ ζητήσεις, τὸ εἰ ἔστι, τὸ τί ἐστι, τὸ ὁποῖόν τί ἐστι καὶ τὸ διατί ἐστι, καὶ ὅτι τὸν μέλλοντα γνώσεσθαι τὸ τί ἐστιν ἀνάγκη προειδέναι τὸ εἰ ἔστιν. αὐτῶν δὲ ἄρα τῶν τεσσάρων
5τούτων προεγνῶσθαι δεῖ τὸ τί σημαίνει· μὴ γὰρ ἔχοντες ψιλὴν τοῦ πράγματος ἔννοιαν οὐδ’ ἂν εἰ ἔστι γιγνώσκοιμεν. ἔχοντες οὖν τὴν σημασίαν καὶ ὅ τι ἐστὶ περιτυχόντες αὐτῷ γνοίημεν 〈ἂν〉 ἀνενδοιάστως ἔχοντες τὴν ἔννοιαν αὐτοῦ. τοῦτο οὖν τὸ τί σημαίνει τοῦ τί ἐστιν ἕτερον ὑπάρχει. ἡ μὲν γὰρ σημασία ἐστὶ τοῦ πράγματος ἀνάπτυξις ἐπί τινα
10νόησιν ὡρισμένην, τὸ δὲ τί ἐστι τῆς τοῦ προκειμένου πράγματος φύσεως ἀκριβὴς κατάληψις. οἱ τοίνυν πολλοί, τί μὲν σημαίνει αὕτη καὶ τί ἡ φωνὴ αὕτη, διδάσκουσιν· ὥσπερ τί σημαίνει ἄνθρωπος, τί σημαίνει ἵππος· τί δὲ ἔστι ταῦτα οὔτε ἐγνώκασιν οὔτε διδάσκουσιν. οὐδὲ γὰρ
in Alc
.

276

ἄνθρωπον καὶ ἵππον οἴδασι τούτων ἑκάτερον, οἴονται δὲ ἄρα ὅμως συγχέοντες τό τε τί σημαίνει καὶ τὸ τί ἐστι τῇ ψιλῇ τοῦ πράγματος ἐννοίᾳ τὴν ἐπιστημονικὴν περίληψιν ἔχειν, ταῦτα εἰς ταὐτὸν ἄγοντες. Ὁρᾷς αὖ τοῦθ’ ὡς οὐ καλῶς εἶπας, ὦ Ἀλκιβιάδη; Τὸ ποῖον; Ὅτι
5ἐμὲ φῂς ταῦτα λέγειν. Τί δέ; οὐ σὺ λέγεις ὡς ἐγὼ οὐκ ἐπίσταμαι περὶ τῶν δικαίων καὶ ἀδίκων; Οὐ μέντοι. Ἀλλ’ ἐγώ; Ναί. Πῶς δή; Ὧδε εἴσῃ. 112 E. Τοῦ νεανίσκου πρὸς τῷ τέλει τῶν προειρημένων λόγων δεξαμένου μὲν τὸ συμπέρασμα, καὶ τὴν ἄγνοιαν τῶν δικαίων καὶ ἀδίκων, ἣν ὁ
10Σωκράτης ὑπεδείκνυ, μεθ’ ὑποτιμήσεως δὲ προσεμένου, καὶ τὸν Σωκράτην τῶν ἀποδεδειγμένων, οὐχ ἑαυτὸν αἰτιασαμένου καὶ τὸ αὑτοῦ ἦθος, καὶ εἰπόντος ἀγνοεῖν τὰ δίκαια καὶ τὰ ἄδικα κατὰ τοὺς λόγους τοῦ Σωκράτους, ἀλλ’ οὐ κατ’ ἀλήθειαν (τοῦτο γάρ ἐστιν ὃ ὑπεδήλου προστιθεὶς τὸ ‘ἐκ μὲν ὧν σὺ λέγεις οὐκ εἰκός‘), δείκνυσιν
15αὐτὸν διὰ τούτων ὁ Σωκράτης ὅτι καὶ κατὰ τὴν αὐτοῦ κρίσιν Ἀλκι‐ βιάδου, δι’ ὧν ὡμολόγησεν, ἀγνοῶν ἀναφαίνεται τὸ δίκαιον καὶ ὡς οὐδείς ἐστιν ἄλλος ὁ τὸν ἔλεγχον τοῦτον προσενεγκάμενος, ἀλλ’ αὐτὸς
Ἀλκιβιάδης, καὶ ὡς οὐ δεῖ τὴν αἰτίαν τῶν ἀποπεφασμένων ἐπὶ τὸν Σωκράτην μεταφέρειν, ἀλλὰ τὰς οἰκείας ἀποκρίσεις κυριωτάτας ἀρχὰς127
20νομίζειν τοῦ συμπεράσματος. ἀποδείκνυται γὰρ σαφῶς ὅτι ὁ ἀποκρινό‐ μενός ἐστιν ὁ τὰ λήμματα καὶ τὰ συμπεράσματα πάντα λέγων, ἀλλ’
in Alc
.

277

οὐχ ὁ ἐρωτῶν· εἰ τοίνυν ἠρώτα μὲν τὰ προρρηθέντα μόνον ὁ Σωκράτης, ἀπεκρίνετο δὲ ὁ Ἀλκιβιάδης, οὗτός τε ἦν ὁ τὰ δεικνύμενα λέγων καὶ αὐτὸς ἑαυτὸν ἤλεγχε καὶ τῆς οἰκείας ἀμαθίας αὐτὸς κατήγορος ἦν, ἀλλ’ οὐχ ὁ Σωκράτης.
5 Καὶ δοκεῖ μέν τισιν οὐδὲ προηγουμένην ἐν τῷδε τῷ διαλόγῳ τάξιν ἔχειν ὁ προκείμενος ἡμῖν εἰς ἐξέτασιν συλλογισμός, ἀλλὰ παρεξέλεγχός τις εἶναι περὶ τῶν ζητουμένων οὐδὲν συναγαγών, ἀλλὰ τῆς λέξεως τῆς ῥηθείσης ἀντιλαμβανόμενος καὶ ταύτην ἡμαρτημένην ἀποφαίνων. εἰ δὲ σκοποῖμεν μὴ παρέργως, θαυμαστὴν καὶ οὗτος ὁ λόγος παρέχεται τῇ
10πάσῃ συνουσίᾳ χρείαν. εἰ γάρ ἐστι τὸ σκοπιμώτατον τοῦ διαλόγου τέλος ἐπαναγαγεῖν ἡμᾶς εἰς τὴν ἑαυτῶν γνῶσιν καὶ δεῖξαι τὴν οὐσίαν ἡμῶν ἐν εἴδεσι καὶ λόγοις ὑφεστηκυῖαν καὶ πάσας τὰς ἐπιστήμας ἀφ’ ἑαυτῆς προβάλλουσαν καὶ ἐν ἑαυτῇ τά τε θεῖα πάντα καὶ τὰ τῆς φύσεως εἴδη γινώσκουσαν, πῶς οὐ τὰ μέγιστα συντελεῖ πρὸς τὸν τοιοῦτον σκοπὸν
15τὸ δεῖξαι τῶν ἀποκρινομένων ἕκαστον αὐτὸν τῶν λόγων πάντων καὶ τῶν συμπερασμάτων εἶναι αἴτιον ἑαυτῷ καὶ οὐκ ἀλλαχόθεν τὴν γνῶσιν [ἔχειν ἐπείσα]κτον καὶ ἀλλοτρίαν; οὐδὲ γὰρ ὥσπερ ἄγραφον γραμ‐ ματεῖον ἔξωθέν ἐστι τοὺς λόγους δεχόμενον. ἤδη οὖν ἑαυτὸν ἄρχεται γινώσκειν ὁ Ἀλκιβιάδης, [ὁ ἀγνοήσας] πρότερον ἑαυτὸν προβάλλοντα
20τοὺς λόγους, νῦν αὖ καὶ τοῦτο γινώσκοντα· ὅτι εἰς ἑαυτὸν ἐπιστρέφει,
in Alc
.

278

καὶ τὴν ἑαυτοῦ ἐνέργειαν καὶ τὴν ἑαυτοῦ γνῶσιν γιγνώσκων ἓν γίνεται πρὸς τὸ γνωστόν· καὶ αὐτὸς ὁ τρόπος τῆς ἐπιστροφῆς ἐν αὐτῷ περιάγει τὴν ψυχὴν εἰς τὴν τῆς οὐσίας θεωρίαν. δεῖ οὖν πρῶτον γνῶσιν λαβεῖν τὴν ψυχὴν ἑαυτῆς, ἔπειτα τὰς δυνάμεις ἃς ἔλαχε σκοπῆσαι, ἔπειτα τὴν
5οὐσίαν, ἔπειτα πῶς ἀπὸ τῶν ἀτελεστέρων ὁρμηθεῖσα προέρχεται μέχρι τῶν πρώτων αἰτίων. νῦν δὴ οὖν δι’ ἐνεργείας εἰς ἐνέργειαν ἐπιστρέφει καὶ διὰ ταύτης ἐπὶ τὸ ἐνεργοῦν (ἅμα γὰρ ἀναφαίνεται καὶ τὸ ὑπο‐ κείμενον γεννητικὸν τῶν οἰκείων ὑπάρχον ἐνεργειῶν), αὖθις δὲ δι’ ἐνεργείας εἰς τὴν δύναμιν καὶ διὰ ταύτης πάλιν εἰς τὴν οὐσίαν
10(ἐγγυτέρω γάρ εἰσι τῆς οὐσίας αἱ δυνάμεις), καὶ τέλος αὐτῇ τῇ οὐσίᾳ συνάπτει τὴν ἐνέργειαν καὶ γίνεται πάντα ἓν καὶ σύνδρομα ἀλλήλοις, ἥ τε οὐσία ἐνεργείᾳ καὶ ἡ ἐνέργεια οὐσιώδης· ἡ μὲν γὰρ νοερὰ γίνεται κατ’ ἐνέργειαν, ἡ δὲ συμφυὴς τῇ οὐσίᾳ κατὰ τὴν ἑαυτῆς τελείωσιν. Εἰσὶ μὲν οὖν καὶ ταῦτα τοῖς προκειμένοις οἰκειότατα· λεγέσθω δὲ
15αὖ πρὸς τοῖσδε καὶ ὅτι τῆς ἀγνοίας ἀκουσίου πᾶσιν οὔσης, καὶ μάλιστα τῆς ἑαυτῶν καὶ τῶν τιμιωτάτων ἐν τοῖς οὖσιν, ἀνυσιμώτατος τοῖς παλαιοῖς καὶ σοφοῖς ἀνδράσι τρόπος ἔδοξεν εἶναι πρὸς τὴν ταύτης ἀπαλλαγὴν διὰ τῶν ἐλέγχων, παράλληλα τιθεὶς τὰ ψευδῆ δοξάσματα τοῖς ἀληθέσι καὶ τῶν μὲν τὴν πρὸς ἑαυτὰ διαφωνίαν ἐκφαίνων, τῶν δὲ
20τὴν ὁμολογίαν ἐπιδεικνύς. ὅταν γὰρ ταῖς δόξαις τὰ πάθη μαχόμενα δειχθῇ, καὶ αὖ πάλιν ἀλλήλοις τὰ πάθη, καὶ τὰ δοξάσματα δὲ κατὰ
τὸν αὐτὸν τρόπον στασιάζοντα ἀποφανθῇ, τότε διαφερόντως ἡ τῆς ἀγνοίας ἀναφαίνεται μοχθηρία καὶ αὐτὸς ὁ ἀγνοῶν συνορᾷ τὸ ἑαυτοῦ πάθος καὶ ἀπαλλαττόμενος χαίρει τοῦ τοιούτου κακοῦ. ὅταν δὲ ἄρα128
in Alc
.

279

μὴ μόνον ἐλέγχηταί τις ἀγνοῶν καὶ ἀμαθαίνων ἐν τοῖς μεγίστοις, ἀλλὰ καὶ ἐλέγχηται παρ’ ἑαυτοῦ, τότε μειζόνως ἀγαπᾷ τὸν ἔλεγχον καὶ ἀσπάζεται καὶ πολλαπλασίαν ποιεῖ τὴν ἀπ’ αὐτοῦ προσγινομένην θεραπείαν. ὡς γὰρ ἐν ταῖς τοῦ σώματος ἰατρείαις τὸ ἥδιον, ὅταν προσῇ
5τοῖς βοηθήμασι, μείζονα παρέχεται τὴν ὠφέλειαν, πανταχόθεν αὐτὰ τῆς φύσεως περιπτυσσομένης, καὶ διὰ τὸ ἡδὺ καὶ διὰ τὸ ἀγαθόν, οὕτω δὴ καὶ ὁ ἔλεγχος ὁ τοῖς ἐλεγχομένοις τῶν ἄλλων ἴσων δήπου μενόντων ἡδίων φαινόμενος τελεωτέραν παρέχει τὴν θεραπείαν, ὁ ὑφ’ ἡμῶν αὐτὸς εἰς ἡμᾶς γιγνόμενος· ἧττον γὰρ ὑφ’ ἑαυτῶν ἐλεγχόμενοι δυσχεραίνομεν
10ἢ ὑπὸ τῶν ἄλλων. εἰ τοίνυν ἀποδείξειεν ὁ Σωκράτης ὅτι ὁ ἀποκρινό‐ μενός ἐστιν ἐν ταῖς διαλεκτικαῖς συνουσίαις ὁ λέγων, ἀλλ’ οὐχ ὁ ἐρωτῶν, ὁ δοκῶν ἐλέγχειν, παντὶ δήπου καταφανὲς γίνεται τὸ παρ’ ἑαυτῶν ἐλέγχεσθαι καὶ οὐκ ἔξωθεν ταῦτα πάσχειν· ὥστε καὶ ὁ τρόπος τῆς ἰάσεως ταύτης φορητότερος. ὅσῳ γὰρ οἰκειότερος ἀναφαίνεται,
15τοσούτῳ ἐλαττοῖ μὲν τὸ ἐν αὐτῷ βαρὺ καὶ ἀλγεινόν, ἐπιτείνει δὲ τὸ προσηνὲς καὶ ὠφέλιμον· πᾶν γὰρ τὸ οἰκεῖον εἰς τὴν θεραπείαν ἀνυσιμώ‐ τερόν ἐστι. Τὸ τρίτον πάλιν λέγομεν, ὅτι τὰ μὲν ἄλογα ζῶα τῶν πληγῇ νεμομένων ἐστὶ καὶ πάντα ὅσα τὴν ἴασιν παρὰ τῶν ἐκτὸς ὑπομένει,
20καὶ ᾗπερ ἂν ἄγῃ τὸ ἄγον, ταύτῃ καὶ τὰ ἀγόμενα ἄγεται, τοῦ ἑαυτῶν ἄρχειν καὶ ἑαυτὰ σώζειν παρῃρημένα· ἡ δὲ ἀνθρωπίνη ψυχὴ διὰ τὴν αὐτενέργητον καὶ αὐτοκίνητον ἰδιότητα πέφυκε περὶ ἑαυτὴν ἐνεργεῖν καὶ ἑαυτὴν κινεῖν καὶ ἑαυτῇ παρέχειν τὸ ἀγαθόν. οὐκοῦν ὁ ἔλεγχος ὁ παρ’ ἑαυτῶν οἰκείως ἔχει πρὸς τὴν οὐσίαν τῆς ψυχῆς, καὶ ὁ δεικνὺς
in Alc
.

280

δήπου λόγος ὅτι ὁ ἀποκρινόμενός ἐστιν ὁ λέγων σύμφωνός ἐστι τῇ οὐσίᾳ καὶ ταῖς ἐνεργείαις ἡμῶν. οὐ γὰρ ἔξωθεν ἡμῖν ἡ κάθαρσις προσγίγνεσθαι πέφυκεν, ἀλλὰ ἔνδοθεν ἀπ’ αὐτῆς ὥρμηται τῆς ψυχῆς. τὸ μὲν γὰρ κακὸν πᾶν ἔξωθεν καὶ ἐπείσακτόν ἐστι τῇ ψυχῇ, τὸ δὲ
5ἀγαθὸν ἔνδοθεν· φύσει γάρ ἐστιν ἀγαθοειδής· καὶ ὅσῳ τελειοτέρα γίνεται, τοσούτῳ τὴν αὐτοκίνητον ἀπολαμβάνει ζωήν, οἶον ἑτεροκίνητος γενομένη διὰ τὴν τῶν σωμάτων συνάρτησιν καὶ διὰ τὴν πρὸς αὐτὰ συμπάθειαν. διὰ δὴ τοῦτο καὶ πᾶν ὃ ἂν ἔξωθεν εἰσδέχηται μένει κεί‐ μενον ἐκτὸς αὐτῆς, ὥσπερ τὰ φάσματα καὶ τὰ αἰσθητά, μόνα δὲ ἐκεῖνα
10ἐν αὐτῇ ἐστὶν ὅσα παρ’ αὐτῆς εἰς αὐτὴν δρᾶται καὶ ὑπ’ αὐτῆς προ‐ βάλλεται. καθαίρεται οὖν παρ’ ἑαυτῆς, ἐπείπερ καὶ ὁ λόγος ἀφ’ ἑαυτοῦ τε ἄρχεται καὶ εἰς ἑαυτὸν τελευτᾷ. εἰ δὴ ὁ ἀποκρινόμενος ἐλέγχεται, ὁ δὲ ἐλεγχόμενος καθαίρεται, ὁ δὲ καθαιρόμενος ἑαυτὸν καθαίρει κατὰ τὸ ἰδίωμα τῆς ψυχικῆς οὐσίας, ὁ ἀποκρινόμενος ἑαυτὸν δήπου καθαίρει
15καὶ τῆς ἀγνοίας ἀπαλλάττει τὸν ἔλεγχον ἐπιφέρων ἑαυτῷ καὶ εἰς ἐστὶν ὁ καθαίρων καὶ ὁ καθαιρόμενος καὶ ὁ ἐλέγχων καὶ ὁ ἐλεγχόμενος. οὐκ ἄρα δεῖ πρὸς τοὺς ἐλέγχους ἀγριαίνειν οὐδὲ πρὸς τὰς καθάρσεις,
εἴπερ αὑτοῖς ταύτας ἐπάγομεν, ἀλλ’ οὐ παρ’ ἄλλου πάσχομεν. Ἔτι τοίνυν τὸ τὰς μαθήσεις ἀναμνήσεις εἶναι δείκνυσιν ἐναργῶς ὁ129
20λόγος οὗτος ἱκανῶς πιεσθείς. μέγα γὰρ τοῦτο τεκμήριόν ἐστι, τὸ αὐτοὺς παρ’ ἑαυτῶν πάντα λέγειν τοὺς ἀποκρινομένους, τοῦ τοιούτου
in Alc
.

281

δόγματος, ὅτι προβάλλουσιν ἀφ’ ἑαυτῶν αἱ ψυχαὶ τοὺς λόγους καὶ ὡς τοῦ ἀνεγείροντος ἐδέοντο μόνον καὶ οὔκ εἰσιν ἄγραφα γραμματεῖα δεχόμενα τοὺς τύπους ἔξωθεν, ἀλλὰ γέγραπται μὲν ἀεὶ καὶ ὁ γράφων ἐν αὐτῷ ἐστί, γιγνώσκειν δὲ οὐ πᾶσαι τὰ γεγραμμένα δύνανται οὐδὲ
5αὖ [ὅτι ὅλως] γέγραπται, λημῶντος αὐταῖς τοῦ ὄμματος ὑπὸ τῆς γενεσιουργοῦ λήθης καὶ τῶν ἐκ τῆς λήθης ἐπεισκωμασάντων εἰς αὐτὰς παθῶν. ἀφαιρέσεως οὖν δεῖ μόνης τοῦ ἐπιπροσθοῦντος, ἀλλ’ οὐ τῆς ἔξωθεν οὐδὲ ἐπεισοδίου γνώσεως· ἔχουσι γὰρ ἐν αὑταῖς τὰς τῆς ἀληθείας θύρας κατακεχωσμένας ὑπὸ τῶν γηΐνων καὶ ἐνύλων εἰδῶν.
10εἰ γοῦν τις ἀκριβῶς ἀποφαίνοιτο, κινούμεναι μὲν ὑπ’ ἄλλων, προχειρι‐ ζόμεναι δὲ παρ’ ἑαυτῶν τὰς ἐπιστημονικὰς ἀποκρίσεις αὐτόθεν ἀπο‐ δεικνύουσι τὸ τοῦ Πλάτωνος ἀληθὲς ὄν, τὸ πάντα εἰδυῖαν τὴν ψυχὴν εἶναι, καὶ δὴ καὶ ἑαυτήν, καὶ μόνου δεῖσθαι τοῦ διεγείροντος αὐτὴν ἔξωθεν ὑπὸ τῶν ἐπιστημονικῶν ἐρωτήσεων.
15 Καὶ μὴν καὶ κατ’ ἄλλον τρόπον τὸ προκείμενον θεώρημα τῷ Σωκράτει προσῆκόν ἐστι. τὸ γὰρ αὐτὸν δι’ ἑαυτοῦ καθαίρειν τὸν δεόμενον τῆς τοιαύτης βοηθείας δαιμονίας ἔργον ἐστὶ δυνάμεως. οὐ γὰρ ἔξωθεν εἰς ἡμᾶς δρῶσιν οἱ δαίμονες, ἀλλ’ οἷον ἐκ πρύμνης ἡμᾶς ἔνδοθεν κατευθύνουσιν· οὐδὲ ὡς τὰ σώματα καθαίρουσι τὰ φύσιν ἑτερο‐
20κίνητον λαχόντα, ἀλλ’ ὡς αὐτοκινήτους ἐξιῶνται. καὶ γὰρ τὰς μετα‐
in Alc
.

282

δόσεις τῶν ἀγαθῶν καὶ τὰς καθάρσεις τῶν παθῶν οὕτως ἡμῖν ἐπιφέρουσι. δείκνυσιν οὖν καὶ ὁ Σωκράτης ἑστὼς ἐν ἀγαθοῦ δαίμονος τάξει τὸν ἔλεγχον δι’ αὐτοῦ τῷ νεανίσκῳ προσάγοντα. τὸ γὰρ ἐν τῷ ἀποκρινομένῳ θέσθαι τὴν τῶν ἐλέγχων αἰτίαν ἕνα μὲν ἀποφαίνει τὸν
5καθαίροντα καὶ καθαιρόμενον, δαιμόνιον δὲ ὄντως τὸν τῆς τοιαύτης καθάρσεως αἴτιον. τὸ μὲν οὖν θεώρημα διὰ τοσαύτας καὶ ἄλλας πλείους αἰτίας οἰόμεθα τῷ Σωκράτει συντελεῖν καὶ οὐκ εἶναι πάρεργον, ὥσπερ οἴονταί τινες· ἤδη δὲ καὶ τὰ καθ’ ἕκαστα ἐπιόντες, ὅπως ἀληθείας ἔχει θεωρήσωμεν.
10 Ἐάν σε ἔρωμαι τὸ ἓν καὶ τὰ δύο, πότερα πλείω ἐστί, φήσεις ὅτι τὰ δύο; Ἔγωγε. Πόσῳ; Ἑνί. Πότερος οὖν ἡμῶν ὁ λέγων ὅτι τὰ δύο τοῦ ἑνὸς ἑνὶ πλείω; Ἐγώ. Οὐκοῦν ἐγὼ μὲν ἠρώτων, σὺ δὲ ἀπεκρίνω; Ναί. Περὶ δὴ τούτων μῶν ἐγὼ φαίνομαι λέγων ὁ ἐρωτῶν, ἢ σὺ ὁ ἀποκρινόμενος; Ἐγώ. Τί δ’ ἂν ἐγὼ μὲν ἐρωτῶ καὶ ποῖα γράμματα
15Σωκράτους, σὺ δὲ εἴποις, πότερος ὁ λέγων; Ἐγώ. Ἴθι δή, ἑνὶ λόγῳ εἰπέ· ὅταν ἐρώτησίς τε καὶ ἀπόκρισις γίγνηται, πότερος ὁ λέγων,
ὁ ἐρωτῶν ἢ ὁ ἀποκρινόμενος; Ὁ ἀποκρινόμενος ἔμοιγε δοκεῖ, ὦ Σώκρατες. Οὐκοῦν ἄρτι διὰ παντὸς ἐγὼ μὲν ὁ ἐρωτῶν; Ναί. Σὺ δὲ ὁ ἀποκρινόμενος; Πάνυ γε. Τί οὖν; τὰ λεχθέντα πότερος ἡμῶν130
20εἴρηκε; [Φαίνομαι μέν,] ὦ Σώκρατες, ἐκ τῶν ὡμολογημένων ἐγώ. 112 E—113 B.
in Alc
.

283

Τῶν ἐρωτήσεων αἱ μέν εἰσι [πευστικαί], πλείονος λόγου δεόμεναι πρὸς τὴν ἀπόκρισιν τῆς συμβολικῆς κατανεύσεως [ἢ ἀνανεύσεως], αἱ δὲ ἀρκοῦνται τῷ ναὶ καὶ τῷ οὒ μόνον. ἂν μὲν οὖν ἐρωτῶμεν ποῦ ποτὲ Δίων οἰκεῖ, δεόμεθα τοῦ λέγοντος ὅτι ἐν Λυκείῳ, καὶ τὸ ναὶ καὶ τὸ οὒ
5πρὸς τὴν τοιαύτην ἐρώτησιν ἄχρηστον· ἐὰν δὲ ἐρώμεθα πότερον ἡ ψυχὴ ἀθάνατος ἢ οὔ, οἰκεῖον καὶ τὸ ἐπινεῦσαι μόνον ἢ ἀνανεῦσαι πρὸς τὴν τοιαύτην ἐρώτησιν εἰς τὸ δηλωθῆναι τὴν τῆς ἀποκρίσεως διάνοιαν. εἰ μὲν οὖν τὰς ἐρωτήσεις λαμβάνει 〈τισ〉 τὰς πευστικάς, ἐξ ἀνάγκης φαίνεται ὡς ὁ ἀποκρινόμενός ἐστιν ὁ λέγων. ὁ γὰρ εἰπὼν ὅτι ἐν Λυκείῳ
10Δίων οἰκεῖ, πάντως ὁ ἀποκρινόμενος, ἀλλ’ οὐχ ὁ ἐρωτήσας ἐστίν· ὁ μὲν γὰρ ἤρετο ἀγνοῶν, ὁ δὲ ἀπεκρίνατο γινώσκων, ὁ δὲ λόγος τοῦ γινώ‐ σκοντός ἐστι καὶ ἀποφαινομένου, ἀλλ’ οὐχὶ τοῦ ἀγνοοῦντος. διὸ καὶ ὁ Σωκράτης ἐπὶ τούτων μάλιστα πείθει τὸν νεανίσκον ὅτι αὐτὸς ἦν ὁ λέγων. τὸ γὰρ πόσῳ πλείω τὰ δύο τοῦ ἑνὸς καὶ ὁποῖα
15γράμματα Σωκράτους ἀποκρίσεων δεῖται τοιούτων, οὐ συμ‐ βολικῶν, ἀλλὰ διὰ λόγου κυρουμένων. εἰ δὲ τὰς ἐρωτήσεις ἐκείνας προτείνει τις ἡμῖν τὰς διαλεκτικάς, πρὸς ἅς ἐστιν εἰπόντας τὸ ναὶ καὶ τὸ οὔ, καὶ ἐπινεύσαντας δὲ καὶ ἀνανεύσαντας μόνον, ἀπηλλάχθαι, χαλεπώτερον ἐπὶ τῶν τοιούτων καταμαθεῖν ὡς ἔστιν ὁ ἀποκρινόμενος
20ὁ λέγων, ἀλλ’ οὐχ ὁ ἐρωτῶν. πάλιν ἐπειδὴ τῶν διαλεκτικῶν ἐρωτήσεων αἱ μέν εἰσι μαιευτικαί, αἱ δὲ ἀγωνιστικαί, αἱ δὲ ἀπορητικαί (μαιεύεται
in Alc
.

284

μὲν γὰρ ὁ τελειότερος ἐρωτῶν τὸν ἀτελέστερον, ἀπορεῖ δὲ ὁ γνώσεως δεόμενος τὸν ἐπιστημονικώτερον ἀνερωτῶν, ἀγωνίζεται δὲ ὁ πρὸς τὸν ὅμοιον αὐτῷ κατὰ τὴν ἕξιν διά τε ἐρωτήσεων καὶ ἀποκρίσεων συγγινό‐ μενος), ἀνάγκη τοίνυν τῶν διαλεκτικῶν ἐρωτήσεων τριττῶν οὐσῶν καθ’
5ἕκαστον εἶδος αὐτῶν τὸν ἀποκρινόμενον εἶναι τὸν λέγοντα. εἰ μὲν γὰρ πρὸς ἐπιστημονικώτερον ἡ ἐρώτησις γίγνοιτο, πάντως ὁ λέγων ἐστὶν ὁ τῆς ἐπιστήμης τῷ ἀτελεστέρῳ μεταδιδούς· ἐκεῖνος γάρ ἐστι † καὶ ἀποφαινόμενος ὑπὲρ ἐκείνου τῶν † προτεινομένων. εἰ δὲ ὁ μαιευτικὸς ἐρωτῴη, πάλιν ὁ τὴν μαιείαν ὑπέχων δήπου προάγει τοὺς λόγους· ἡ
10γὰρ μαιεία, κατὰ τὰ ἐν τῷ Θεαιτήτῳ γεγραμμένα ὑπὲρ αὐτῆς, οὐκ αὐτὴ γεννᾷ τοὺς λόγους, ἀλλὰ τοὺς ἄλλων τόκους εἰς τὸ ἐμφανέστερον προάγει καὶ τὰ γεννώμενα ὅπως ἔχει φύσεως διακρίνει. εἰ τοίνυν γεννᾷ μὲν ὁ ἀτελέστερος, ὁ δὲ γεννῶν ἐστὶν ὁ προφερόμενος τοὺς λόγους, οὗτος ἂν εἴη δήπου καὶ ὁ λέγων· ὥστε κἀνταῦθα τῷ ἀποκρινομένῳ τὸ
15λέγειν ἀποδώσομεν. τὸ δὴ τρίτον, ἐν ταῖς ἀγωνιστικαῖς ἐρωτήσεσι δεῖ γενέσθαι τὸν συλλογισμὸν ἐξ ὧν ὁ ἀποκρινόμενος δίδωσι. λόγος γὰρ ἦν ὁ συλλογισμὸς ἐν , τεθέντων τινῶν, ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει. παντὶ οὖν δὴ καταφανές, ὅτι προτείνει μὲν ὁ ἐρωτῶν θάτερον μόριον τῆς ἀντιφάσεως, δίδωσι δὲ131
in Alc
.

285

ὁ ἀποκρινόμενος, καὶ οὐ πάντως ὅπερ ὁ ἐρωτῶν προὔτεινεν, ἐκεῖνο δίδωσιν. εἰ γὰρ καταφατικῶς σχηματίζει τὴν ἐρώτησιν, ὁ δὲ τίθεται ἀποφατικῶς, πάντως ὁ λόγος οὐκ ἐκ τῆς ἐρωτήσεώς ἐστιν, ἀλλ’ ἐκ τῆς τούτου θέσεως, καὶ συμπεραίνεται ὁ λόγος διὰ τὰς ἀποκρίσεις, οὐ διὰ
5τὰς ἐρωτήσεις· ἀμφίβολοι γὰρ ἦσαν, ἀλλὰ διὰ τῆς ἀποκρίσεως αὗται ὡμολόγηντο. πρόδηλον οὖν ὅτι κἀνταῦθα ὁ ἀποκρινόμενός ἐστιν ὁ λέγων· ὁ γὰρ τιθέμενος καὶ ὁμολογῶν τά τε λήμματα καὶ τὰ ἐρωτώ‐ μενα πάντα ὁ ἀποκρινόμενός ἐστι. καθ’ ἕκαστον ἄρα τῶν ἐρωτήσεων εἶδος ὁ ἀποκρινόμενος ἀναπέφηνεν ὁ λέγων, ἀλλὰ διάφορος ὁ τρόπος
10τοῦ λέγειν· οὗ μὲν γὰρ [ἀποφαντικῶς, οὗ δὲ] γεννητικῶς, οὗ δὲ θετικῶς προάγει τοὺς λόγους, πανταχοῦ δ’ οὖν οὗτός ἐστιν ὁ λέγων, οὐχ ὁ ἐρωτῶν. καὶ γὰρ ὅλως εἰ ὁ μὲν λέγων ἐστὶν ὁ ἀποφαινόμενος, οὐκ ἐνδ[έχεται δὲ εἶναι τὸν] αὐτὸν τῷ ἐρωτῶντι τὸν ἀποφαινόμενον (οὐδὲ γὰρ οἱ λόγοι οἱ αὐτοί εἰσιν ὅ τε τῆς ἐρωτήσεως καὶ ὁ τῆς ἀποφάνσεως),
15λείπεται τὸν ἀποκρινόμενον εἶναι τὸν λέγοντα· λέγει γὰρ ὁ τιθέμενος, ὁ δὲ ἀποφαινόμενος τίθεται, καὶ ὁ ἀποκρινόμενος ἀποφαίνεται. τί οὖν ἐστὶ τὸ αἴτιον τοῦ φαντασίαν τισὶ παρέχειν ὅτι ὁ ἐρωτῶν ἐστὶν ὁ λέγων; ἐκεῖνο ἔγωγε εἴποιμ’ ἄν, ὅτι τὰς ἀποκρίσεις πολλάκις ὁ ἐρωτῶν συνθεὶς ἕνα τὸν ὅλον συλλογισμὸν ἀποτελεῖ ἐκ τούτων. ἀλλ’ ὅτε μὲν ἠρώτα,
20τότε τοῦ ἀποκρινομένου διέφερεν, ὅτε δὲ συντίθησι, συμφθέγγεται τῷ
in Alc
.

286

ἀποκρινομένῳ καὶ οὕτω δὴ δοκεῖ λέγειν, οὐκέτ’ ἐρωτῶν, ἀλλ’ ὁ αὐτὸς τῷ ἀποκρινομένῳ γινόμενος. καὶ γὰρ ὡς ἀρέσκοντά πως ἐκείνῳ τὰ λήμματα τίθησι καὶ συνάγει τὸ συμπέρασμα κατὰ τὴν ἐκείνου δόξαν· ὅθεν καὶ ἐπιφέρομεν πρὸς τὸν ἀποκρινόμενον, ‘τόδε ἄρα ὡμολόγησασ‘,
5ὡς ἂν ἐκείνῳ τό τε εἰρηκέναι καὶ τὸ λέγειν ἀπονέμοντες, ἀλλ’ οὐχ ἑαυτοῖς. ἔργον γάρ ἐστιν ἐν ταῖς τοιαύταις διαλέξεσι τοῦ ἐρωτῶντος ὀρθῶς τὸ ποιῆσαι τὰ ἐρωτώμενα τὸν ἀποκρινόμενον εἰπεῖν, οὐ τὸ αὐτὸν εἰπεῖν. ὥσπερ οὖν τὸ αἴτιον τοῦ τὸ σῶμα ζῆν οὐ ταύτην κινεῖται τὴν κίνησιν ἣν τὸ σῶμα, οὕτως ὁ παρασκευάζων τὸν ἀποκρινόμενον λέγειν
10αὐτὸς οὐ λέγει μὲν ἅπερ ὁ ἀποκρινόμενος, ὡς δὲ ἐρωτῶν λέγει· γίνεται δὲ συλλογισμὸς οὐκ ἐκ τῶν ἐρωτήσεων, ἀλλ’ ἐκ τῶν ἀποκρίσεων. εἰκότως ἄρα καὶ ὁ Σωκράτης φησὶν ὅτι ὁ ἀποκρινόμενός ἐστιν ὁ λέγων. οὐ γὰρ τὸ κοινὸν τοῦ λέγειν σημαινόμενον ἐνταῦθα παραλαμβάνει καὶ ὃ προσήκει πᾶσι τοῖς τῷ προφορικῷ λόγῳ χρωμένοις, οἷον τοῖς καλοῦσι,
15τοῖς εὐχομένοις, τοῖς πυνθανομένοις, ἀλλ’ ὃ μόνον ἴδιόν ἐστι τῶν ἀπο‐ φαινομένων. ἶσον γὰρ δύναται νῦν ὁ λόγος τῷ ἀποφαντικῷ λόγῳ. διὸ καὶ πάντων ἐστὶν ἀληθινώτατον τὸ λέγειν τὸν ἀποκρινόμενον· ἀπο‐ φαίνεται γὰρ ὁ ἀποκρινόμενος καὶ οὐχ ὁ ἐρωτῶν.
in Alc
.

287

[Οὐκοῦν ἐλέχθη ὅτι] περὶ δικαίων καὶ ἀδίκων ὁ Ἀλκιβιάδης ὁ καλὸς ὁ Κλεινίου οὐκ ἐπίσταιτο, οἴοιτο δέ, καὶ μέλλει εἰς ἐκκλησίαν ἐλθὼν συμβουλεύειν Ἀθηναίοις περὶ ὧν οὐδὲν οἶδεν· οὐ ταῦτ’ ἦν; Φαίνεται. Τὸ τοῦ Εὐριπίδου συμβαίνει, ὦ Ἀλκιβιάδη· σοῦ τάδε132
5κινδυνεύεις, οὐκ ἐμοῦ ἀκηκοέναι, οὐδ’ ἐγώ εἰμι ὁ ταῦτα λέγων, ἀλλὰ σύ, ἐμὲ δ’ αἰτιᾷ μάτην. καὶ μέντοι καὶ εὖ λέγεις. μανικὸν γὰρ ἐν νῷ ἔχεις ἐπιχείρημα ἐπιχειρεῖν, ὦ βέλτιστε, διδάσκειν ἃ οὐκ οἶσθα, ἀμελήσας τοῦ μανθάνειν. 113 B—C. Ὀρθῶς οἱ ἀπὸ τῆς Στοᾶς λέγειν εἰώθασιν ὡς ὁ μὲν ἀπαίδευτος
10ἄλλους αἰτιᾶται, καὶ οὐχ ἑαυτόν, τῆς αὑτοῦ κακοδαιμονίας· ὁ δὲ προ‐ κόπτων εἰς αὑτὸν ἀναφέρει τὴν αἰτίαν ὧν ποιεῖ πάντων ἢ λέγει κακῶς, ὁ δὲ πεπαιδευμένος οὔτε ἑαυτὸν οὔτε ἄλλους αἰτιᾶται τῶν οἰκείων παροραμάτων, οὐδὲ γὰρ αὐτὸς παρορᾷ τῶν δεόντων οὐδέν, ἀλλ’ ἔστιν αὐτὸς τῆς τοῦ καθήκοντος εὑρέσεως ἀρχηγός. ταῦτα γὰρ δὴ καὶ νῦν
15ἐπὶ τοῦ Ἀλκιβιάδου σαφῶς ἐνδείκνυται ἡμῖν. διπλῇ μὲν γὰρ ἀμαθαίνων οὐχ ἑαυτόν, ἀλλὰ Σωκράτη τῶν ἐλέγχων ᾐτιᾶτο (τὸ γὰρ ‘ἐκ μὲν ὧν σὺ λέγεις οὐκ οἶδα‘ τοιοῦτον ἦν, ὡς εἴρηται πρότερον)· εἰς
in Alc
.

288

δὲ τὴν ἁπλῆν ἄγνοιαν μεθιστάμενος ἑαυτὸν αἰτιᾶται τῆς διαφωνίας, ἀλλ’ οὐ τὸν καθηγούμενον· εἰ δέ ποτε τέλεος γένοιτο καὶ ἐπιστήμων, οὔτε ἑαυτὸν οὔτε ἄλλον αἰτιάσεται. οὐ γὰρ ἔσται τι διάφωνον ἐν αὐτῷ καὶ ἀνάρμοστον, ἀλλὰ πάντα φανά, πάντα ῥητά, πάντα νοερὰ τὰ
5κινήματα τῆς ψυχῆς. συμβαίνει γὰρ εἰκότως ἐν μὲν τοῖς πολλοῖς ἡ πρὸς ἑαυτοὺς διαφωνία, διότι τὰ μὲν ἀπ’ αἰσθήσεως εἰσδέχονται, τὰ δὲ ἀπὸ φαντασίας, τὰ δὲ ἀπὸ δόξης, καὶ τὰ μὲν ἀπὸ θυμοῦ, τὰ δὲ ἀπὸ ἐπι‐ θυμίας. οὐ γὰρ μόνον ἐκ τῶν δογμάτων τοιάδε κινεῖται πάθη τοῖς ἀνθρώποις, ὡς οἱ ἀπὸ τῆς Στοᾶς λέγουσιν, ἀλλὰ καὶ τοὐναντίον διὰ
10τὰ τοιάδε πάθη καὶ τὰς ὀρέξεις μεταβάλλουσι τὰς δόξας καὶ ἀντὶ χρηστῶν πονηρὰς ἀναλαμβάνουσιν. οὗτοι μὲν οὖν ἀπὸ τῶν πολλῶν ἀρχῶν καὶ δυνάμεων καὶ τούτων χειρόνων εἰσδεχόμενοι κινήματα πολυειδῆ διστάζουσαν ἔχουσι καὶ ἀνάρμοστον τὴν ψυχήν, οἱ δὲ ἐπιστή‐ μονες ἀπὸ μιᾶς ἀρχῆς ὑποδέχονται τὴν γνῶσιν ὅλην τῆς πρὸ αὐτῶν.
15νοῦς γὰρ αὐτοῖς δίδωσι τὰς ἀρχὰς καὶ νοῦ γεννήματα τὰ ἀληθῆ τῶν δογμάτων ἐστί· μετὰ ἁπλότητος οὖν ὑφιστάμενα καὶ ἀπὸ τῆς αὐτῆς αἰτίας ἑνοειδῶς σύμφωνα πάντα καὶ προσήγορά ἐστιν ἀλλήλοις. κἀνταῦθα τοίνυν Ἀλκιβιάδης ἀναδείκνυται πρὸς ἑαυτὸν διαμαχόμενος καὶ οἰόμενος γινώσκειν ἃ μὴ οἶδε καὶ ἄλλους αἰτιώμενος τῶν ἐλέγχων,
20〈ὧν〉 ἐστὶν αἴτιος αὐτὸς ἑαυτῷ, καὶ ὅλως ἀνάρμοστος ὢν πρὸς ἑαυτόν,
διότι δὴ νοῦ μὲν ἀφίστατο, κακοῖς δὲ καὶ ἀνοήτοις ἀνθρώποις εἵπετο καὶ φαντασίαις κεναῖς καὶ οἰήσεσιν ἀλλοκότοις καὶ ὅλως 〈τοῖσ〉 τῶν133
in Alc
.

289

ἐκτὸς κειμένων ἀντεχομένοις. Καὶ γίγνονται θαυμαστοὶ τοῦ Σωκράτους ἔλεγχοι μὴ παντελῶς ἀπηλλαγμένοι τοῦ προσηνοῦς καὶ πρὸς τὸ δραστικώτερον καὶ τομώ‐ τερον ἀποκλίνοντες. εὔκαιρον γὰρ ἐν τοῖς παροῦσι τὸ τοιοῦτον· ὅ τε
5γὰρ νεανίσκος δείκνυται παντελῶς ἑαυτὸν ἀγνοῶν καὶ τρόπον τινὰ παρ’ ἑαυτοῦ ταῦτα ἀκηκοώς, οὐ παρὰ Σωκράτους. μετὰ γὰρ τὰ συμπεράσματα τὸ πληκτικὸν προσάγει τῶν ἐλέγχων, ἀλλ’ οὐ πρὸ τῶν ἀποδείξεων, ὥσπερ δὴ καὶ ἐν Γοργίᾳ πεποίηκε· μετὰ γὰρ τὸ συλλογί‐ σασθαι καὶ ἐν ἐκείνοις ἐπιφέρει, ‘καὶ πρόϊθί γε εἰς τοὔμπρο‐
10σθεν, ὅτι ἔχων ληρεῖς‘. ἓν μὲν τοῦτο τοιοῦτον ἔχουσιν οἱ παρόντες ἔλεγχοι, τὸ μετὰ τὰς ἀποδείξεις προάγεσθαι καὶ τοῦ καιροῦ στοχάζεσθαι· δεύτερον δὲ τὸ οἰκειοῦν αὐτοὺς τῷ ἐλεγχομένῳ καὶ τὸ πικρὸν αὐτῶν κολάζειν διὰ τῆς οἰκειώσεως. ὁ μὲν γὰρ ὑπ’ ἄλλων ἐλεγχόμενος καὶ ἀλγύνεται μᾶλλον καὶ μεταμέλεται, ὁ δὲ ὑφ’ αὑτοῦ
15καὶ ἧττον ἀγριαίνει πρὸς τὸν ἔλεγχον καὶ πρόσεισιν εἰς ἀπαλλαγὴν τῆς πονηρίας ἐν ἑαυτῷ τὸν κατήγορον ἔχων τῶν παθῶν οὐδέποτε ἀφιστάμενον. ταῦτα δὴ οὖν ἀμφότερα ἔχουσιν οἱ προκείμενοι λόγοι, καὶ ἐπὶ τοῖς δεδειγμένοις εὐκαίρως προάγονται καὶ ἐπ’ αὐτὸν ἀναφέρονται τὸν Ἀλκιβιάδην αὐτὸν ἑαυτοῦ κατήγορον ὑφιστάμενον. πρὸς γὰρ τοὺς
in Alc
.

290

πληκτικωτέρους τῶν ἐλέγχων κοινή τις αὕτη μέθοδος ὑπὸ τῶν παλαιῶν παραδέδοται, προσώποις τισὶν ἄλλοις περιτιθέναι τὰ πικρότερα τῶν ῥημάτων. οὕτως Ὅμηρος μὲν εἰς Πηλέα τὴν ἐπιτίμησιν τοῦ Ἀχιλλέως ἀνήνεγκε, Δημοσθένης δὲ εἰς τὸ κοινὸν τῶν Ἑλλήνων τὴν κατὰ
5Ἀθηναίων ἐπίπληξιν, ὡς αὐτὸς ὁ Πλάτων εἰς τοὺς νόμους καὶ τὴν φιλοσοφίαν τὴν ἐπιτίμησιν τῶν ἀκουόντων. ἐλαττοῦνται γὰρ οἱ ἔλεγχοι μετατιθέμενοί πως εἰς ἄλλους τοὺς ἀπόντας ἡμῶν· ὅταν δὲ μηδὲ ἄλλος τις ᾖ ὁ ἐλέγχων, ἀλλ’ αὐτὸς ἑαυτόν, πολλῷ μειζόνως ἀλυπότερος εἶναι ὁ ἔλεγχος δοκεῖ τοῖς ἐλεγχομένοις. τοῦτο τοίνυν ὁ Σωκράτης ποιεῖ· τῷ
10γὰρ Ἀλκιβιάδῃ τὸν Ἀλκιβιάδου περιτίθησιν ἔλεγχον, τὸ μὲν σφοδρὸν τῆς ἐπιτιμήσεως διὰ τῆς μεθόδου ταύτης χαλῶν, τὸ δὲ ἀλλότριον τοῦ πλήττοντος οἰκεῖον ἀποφαίνων. Ταῦτα μὲν οὖν προειρήσθω κοινῇ περὶ τῶν προκειμένων λόγων· σκεψώμεθα δὲ καὶ τὰ καθ’ ἕκαστον, ὅπως κεκραμένους ἔχει τοὺς ψόγους
15τοῖς ἐπαίνοις καὶ τοὺς ἐλέγχους ταῖς θεραπείαις θαυμαστόν τινα τρόπον. τὸ μὲν οὖν ‘ὁ καλὸς ὁ Κλεινίου‘ διὰ τῶν φυσικῶν αὐτὸν ἐπαινεῖ πλεονεκτημάτων, ἐφ’ οἷς καὶ ἐκεῖνος μέγα ἐφρόνει, περιέχει δὲ ἔνδειξίν τινα καὶ τοῦ πάντα τὰ τοιαῦτα χωρὶς τῆς ἐπιστήμης ἀτελῆ καὶ ἄγονα εἶναι καὶ ἐνδεῆ τῶν ἀληθινῶν ἀγαθῶν.
20 Τὸ δὲ ‘οὐκ ἐπίσταιτο‘ μεγάλου ἀγαθοῦ στέρησιν ἐμφαίνει, τῆς ἐπιστήμης· καὶ τὸ ‘οἴοιτο‘ προστίθησιν αὐτῷ καὶ κακόν, τὴν οἴησιν τὴν περιττὴν καὶ τὴν ἄγνοιαν τὴν διπλῆν· καὶ τὸ μέλλειν εἰς
ἐκκλησίαν ἐλθόντα συμβουλεύσειν Ἀθηναίοις περὶ134
in Alc
.

291

ὧν οὐκ οἶδεν, ἤδη καὶ τὸν ἔλεγχον αὐτὸν ἀποφαίνει. προῆλθεν οὖν ὁ λόγος ἐν τάξει καὶ οὐκ ἀτάκτως, δηλονότι πρῶτον 〈ὅτι〉 οὐκ ἀγαθός, εἶθ’ ὅτι κακός, εἶθ’ ὅτι κακοποιός [ἐστι]. καί μοι δοκεῖ τῇ μὲν ἀφαιρέσει τῆς ἐπιστήμης ψυχικῆς αὐτὸν γυμνὸν δεικνύει τελειότητος—ἡ γὰρ
5ἐπιστήμη ψυχῆς ἐστὶν ἀγαθόν, ὥς που καὶ ὁ Τίμαιος λέγει· —[τῇ δὲ προσθή]κῃ τῆς οἰήσεως, νοερᾶς—νοῦς μὲν γὰρ καὶ πάντα γινώσκει καὶ ἑαυτὸν πάντως ἔγνωκεν, ὁ δὲ τὴν οἴησιν ἔχων καὶ ἀγνοεῖ καὶ ὅτι ἀγνοεῖ οὐκ οἶδε, καὶ κατ’ ἀμφότερα πρὸς τὸν νοῦν ὑπεναντίως διά‐ κειται—τῇ δὲ ἐπιθήκῃ τοῦ ‘καὶ μέλλει συμβουλεύειν περὶ
10ὧν οὐκ οἶδε‘ τῆς θείας αὐτὸν ἀγαθότητος ἀποπεπτωκότα δείκνυσιν —ἐκείνη μὲν γὰρ καὶ τοῖς ἄλλοις μεταδίδωσι τῶν ἀγαθῶν, κακοῦ δὲ οὐδενός ἐστιν αἰτία τοῖς οὖσιν, Ἀλκιβιάδης δὲ κακοποιός ἐστι καὶ τῶν συμβουλευομένων ὄλεθρος. πασῶν ἄρα τῶν ὑπερτέρων αἰτιῶν αὐτὸν ἔρημον καὶ ἡμαρτηκότα διὰ τούτων λεληθότως ἀπέφηνε.
15 Καὶ μὴν καὶ ἡ τοῦ Εὐριπίδου μνήμη τοὺς μὲν ἐλέγχους ἀνίησι, ποιεῖ δὲ τὸν λόγον χαριέστερον, ἅμα μὲν ἐπ’ ἄλλον ἀναφέρουσα τὸ συμπέρασμα τῶν εἰρημένων, ἅμα δὲ καὶ τὴν διαλεκτικὴν ἀκριβολογίαν
in Alc
.

292

χαλάσασα. καὶ δέδεικταί πως ἐν τούτοις τὰ μέτρα τῆς τῶν ποιημάτων χρήσεως· οὔτε γὰρ κατακόρως αὐτοῖς χρηστέον (ἀπειρόκαλον γάρ) οὔτε εἰς μῆκος αὐτὰ ἀποτείνειν προσήκει (τὸ γὰρ εἶδος τῆς προκειμένης ἑρμηνείας ἐκλύομεν), ἀλλὰ παρῳδοῦντας καὶ μεταβάλλοντάς πως ἐπὶ
5τὸ πεζοφανέστερον, οὕτω δεῖ ποιεῖσθαι τὴν μνήμην αὐτῶν. δεῖ γὰρ εὐφραίνειν μὲν διὰ τῆς ποικιλίας, μὴ ἐκβαίνειν δὲ τὸ εἶδος τῶν προ‐ κειμένων λόγων. ἔστι δὲ τοῦτο τὸ ἰαμβεῖον ἐξ Ἱππολύτου· τῆς γὰρ Φαίδρας ὑπαινιττομένης που τὸν ἑαυτῆς ἔρωτα πρὸς τὴν τροφόν, καὶ τὸν ἐρώμενον ὅστις ἦν παραδηλούσης, ἐκείνη μέν φησιν ‘Ἱππόλυτον
10αὐδᾷς‘ ὡς ἂν ἤδη συνῃσθημένη τοῦ πάθους, ἡ δέ γε Φαίδρα ‘σοῦ τάδε‘, φησίν, ‘οὐκ ἐμοῦ κλύεις‘, οὔτε ὁμολογεῖν αἱρουμένη τὰ καθ’ ἑαυτὴν οὔτε ἔξαρνος εἶναι πρὸς τὸν ἔρωτα καρτεροῦσα, μηχανω‐ μένη δὲ ἅμα καὶ λέγειν καὶ σιωπᾶν τὸ πάθος. Ἔτι τοίνυν τὸ ‘ἐμὲ δὲ αἰτιᾷ μάτην‘ ἀποστρέφει μὲν ἀπὸ τοῦ
15Σωκράτους τὴν τῶν ἐλέγχων βαρύτητα, δείκνυσι δὲ ὅτι ἕκαστος τῶν ἀπαιδεύτων ἀσκόπως καὶ ἀτελῶς καὶ ἀνοήτως ἐπ’ ἄλλον μετατίθησι τὴν αἰτίαν τῆς ἑαυτοῦ κακοδαιμονίας. καὶ ὅπερ εἴρηκεν ἐν Πολιτείᾳ περὶ τοῦ τὸν τυραννικὸν αἱρουμένου βίον, αἰτιωμένου δαίμονα καὶ τύχην ἀνθ’ ἑαυτοῦ, τοῦτο καὶ ἐνταῦθα ἁρμόττει λέγειν· καὶ
20γὰρ ἐκεῖ προτεινομένης τῆς αἱρέσεως ἐκ τοῦ τῆς Λαχέσεως κλήρου ᾑροῦντο μὲν αἱ ψυχαί, ἀπενέμετο δὲ τὰ ἀκόλουθα [τῇ αἱρέσει] ἐκ τοῦ
in Alc
.

293

παντός, καὶ ἐνταῦθα προτείνονται μὲν αἱ ἐρωτήσεις ἀπὸ Σωκράτους, αἱρεῖται δὲ ὁ Ἀλκιβιάδης, ἐπάγεται δὲ τὰ συμπεράσματα ἐξ ὧν ἐκεῖνος ἀπεκρίνετο. ὥσπερ οὖν ὁ τῆς τυραννικῆς ζωῆς ἐραστὴς ἀτόπως ᾐτιᾶτο
δαίμονα καὶ τύχην τῶν ἑπομένων, ἑαυτὸν ἀφείς, οὕτω δὴ καὶ ὁ Ἀλκι‐135
5βιάδης μάτην αἰτιᾶται τὸν Σωκράτην, δέον ἑαυτὸν αἰτιᾶσθαι τῶν συμπερασμάτων, ἀλλ’ οὐκ ἐκεῖνον. Προσκείμενον δὲ τούτοις καὶ τὸ ‘εὖ λέγεις‘ μίγνυσι τὸν ἔπαινον ἐμμελῶς τῷ ψόγῳ καὶ τὸ μὲν ἐγκωμιαστικὸν ἑαυτῷ προσνέμει, τὸ δὲ ἐπιπληκτικὸν ἐκείνῳ· καὶ ἅμα ἐπειδὴ τὰ ῥηθησόμενα σφοδρότερά ἐστιν,
10ἡγεῖταί πως αὐτῶν τὸ προσηνὲς σύγκρασιν θαυμαστὴν τῷ λόγῳ παρεχόμενον. τὸ γὰρ ‘μανικὸν ἐπιχείρημα‘ καὶ τὸ ‘διδάσκειν ἃ οὐκ οἶσθα‘ καὶ τὸ ‘ἀμελήσας μανθάνειν‘ πολὺ τὸ ἐλεγκτι‐ κὸν ἔχει. ταῦτα τοίνυν ὁ ἔπαινος ἐμμελέστερα πεποίηκεν. Ὅτι δὲ ἡ ἀμαθία μανία πολυχρόνιός ἐστι, καὶ μάλιστα ἡ διπλῆ,
15παράδοξον μέν ἐστιν, ἀληθέστατον δὲ ὅμως. ὥσπερ γὰρ ὁ μαινόμενος καὶ ἑαυτὸν ἀγνοεῖ καὶ τοὺς ἄλλους, οὕτω δὴ καὶ ὁ διπλῇ ἀμαθαίνων· καὶ ὥσπερ τοῖς μαινομένοις οὐδὲ παρὼν ὁ ἰατρὸς χρήσιμος, οὕτως οὐδὲ τοῖς τὴν διπλῆν ἔχουσιν ἄγνοιαν ὁ ἐπιστήμων, εἰ παραγένοιτο, λυσιτελὴς ἔσται. καὶ γὰρ αὐτοὶ οἴονται οὐδὲν ἧττον ἐπιστήμονες εἶναι τῶν ὡς
20ἀληθῶς ἐπιστημόνων, καὶ ὅ φησιν ὁ Ἀθηναῖος ξένος, φλέγονται τὴν ψυχὴν μεθ’ ὕβρεως, οἰόμενοι μηδενὸς ἐνδεεῖς εἶναι καὶ πάντα πράττειν ἀξιοῦντες ἅπερ οἱ ἐπιστήμονες.
in Alc
.

294

Οἶμαι δέ, ὦ Σώκρατες, ὀλιγάκις Ἀθηναίους βουλεύεσθαι καὶ τοὺς ἄλλους Ἕλληνας πότερα δικαιότερα ἢ ἀδικώτερα· τὰ μὲν γὰρ τοιαῦτα ἡγοῦνται δῆλα εἶναι· ἐάσαντες οὖν περὶ αὐτῶν σκοποῦσιν ὁπότερα συνοίσει πράξασιν. οὐ γὰρ ταὐτὰ οἶμαι ἐστὶ τά τε δίκαια
5καὶ συμφέροντα, ἀλλὰ πολλοῖς δὴ ἐλυσιτέλησεν ἀδικήσασι μεγάλα ἀδικήματα, καὶ ἑτέροις γε οἶμαι δίκαια ἐργασαμένοις οὐ ξυνή‐ νεγκεν. 113 D. Οἴεται μὲν διαφεύγειν ὁ νεανίσκος τοὺς ἐπὶ τῶν δικαίων ἐλέγχους, μεθιστὰς καὶ τὰς βουλὰς καὶ τὰς συμβουλὰς ἀπὸ τούτων ἐπὶ τὰ συμ‐
10φέροντα ὡς τῶν βουλευομένων οὐ περὶ δικαίων τὰς γνώμας προτιθέν‐ των, ἀλλὰ περὶ τῶν συμφερόντων, συμβουλιῶν τέλος ποιουμένων τὴν τοῦ συμφέροντος εὕρεσιν, ἀλλ’ οὐχὶ τὴν τοῦ δικαίου γνῶσιν, μονονουχὶ τοῦτο λέγων σαφῶς ὅτι ‘τί γὰρ ἐμοὶ μέλει τὸ δίκαιον εἰδέναι, μὴ περὶ τούτου μέλλοντι συμβουλεύειν;‘ ἔοικε δὲ πολλαπλασιάζειν αὑτῷ τὴν
15ἄγνοιαν καὶ τοὺς ἐλέγχους πλείους ἀποτελεῖν. εἴτε γὰρ τὸ δίκαιον καὶ τὸ συμφέρον ταὐτόν ἐστιν, ἀγνοεῖ δὲ τὸ δίκαιον, ἀγνοεῖ δήπου καὶ τὸ συμφέρον ὡσαύτως· εἴτε μὴ ταὐτόν ἐστιν ἑκάτερον, δειχθήσεται διὰ τῶν αὐτῶν τούτων καὶ τὸ δίκαιον καὶ τὸ συμφέρον ἀγνοῶν, ὥστε μείζων ἔσται περὶ αὐτῶν καὶ ἐν πλείοσιν ἡ ἄγνοια. πόθεν οὖν ὁ νεανίσκος
20ὁρμώμενος διΐστησιν ἀπ’ ἀλλήλων τό τε δίκαιον καὶ τὸ συμφέρον;
πρῶτον μέν, φαίην ἄν, ἀπὸ τῶν ῥητορικῶν εἰδῶν, τοῦ δικανικοῦ τε136
in Alc
.

295

〈καὶ〉 τοῦ συμβουλευτικοῦ καὶ τοῦ ἐπιδεικτικοῦ, τοῦ μὲν τὸ δίκαιον τέλος προτιθεμένου, τοῦ δὲ τὸ συμφέρον, τοῦ δὲ τὸ καλόν· εἰ τοίνυν ταῦτα τὰ εἴδη διάφορα καὶ τὰ τέλη τὰ τούτων, οὐκ ἂν εἴη ταὐτὸν τῷ δικαίῳ τὸ συμφέρον. δεύτερον δὲ ἐκ τῶν εἰωθότων θρυλλεῖσθαι τελικῶν
5παρὰ τοῖς ῥήτορσι κεφαλαίων· ἄλλο γάρ φασι τὸ δίκαιον, ἄλλο τὸ νόμιμον, ἄλλο τὸ συμφέρον, καὶ ἀπὸ τούτων ἐπιχειροῦσιν ἢ τινῶν ἢ πάντων τὰ προκείμενα δεικνύναι· καὶ λέγουσι πολλάκις τὸ μὲν δίκαιον ἐμπίπτειν, τὸ δὲ συμφέρον χώραν οὐκ ἔχειν, καὶ ἀνάπαλιν, ὡς τούτων διεστηκότων ἀπ’ ἀλλήλων. τρίτον τοίνυν ἀπὸ τῶν σοφιστικῶν συνουσιῶν
10τοὺς τοιούτους παρεδέδεκτο λόγους. καὶ γὰρ οἱ περὶ Θρασύμαχον καὶ περὶ Πῶλον καὶ Καλλικλέα συμφέρειν τὴν ἀδικίαν ἔλεγον τοῖς ἀδικοῦσι. τὸ γὰρ ποιεῖν τὰ δοκοῦντα καὶ τὸ μέγα δύνασθαι καὶ τὸ τυραννεῖν ἀπεδέχοντο, καὶ τὸν Ἀρχέλαον ἐμακάριζον τὸν διὰ τῶν μεγίστων ἀδικημάτων ἀντὶ δούλου γενόμενον τύραννον. ἀπὸ τούτων τοίνυν
in Alc
.

296

διετεθρύλλητο καὶ ὁ Ἀλκιβιάδης, ὅτι τὸ δίκαιον οὐκ ἔστι τῷ συμφέροντι ταὐτόν. οὗτοι μὲν οὖν διΐστασαν ταῦτα ἀπ’ ἀλλήλων, ὁ δέ γε Σωκράτης ἐπηρᾶτο τοῖς πρώτως τὸ δίκαιον ἀπὸ τοῦ συμφέροντος διαστήσασι. τὸ δὲ αἴτιον, ὅτι πᾶσαν τὸ δόγμα τοῦτο συγχεῖ τὴν ἠθικὴν φιλοσοφίαν.
5τοῖς μὲν γὰρ οἰηθεῖσιν ἕτερα ταῦτα εἶναι καὶ τὴν εὐδαιμονίαν ἀνάγκη συμπληροῦν ἀπὸ τῶν ἐκτός (ἐν ἐκείνοις γὰρ τὸ συμφέρον δοκεῖ πολλά‐ κις τοῦ δικαίου χωρίζεσθαι), τοῖς δὲ ἐν ταὐτῷ θεμένοις ἀμφότερα καὶ τὸ ἀληθινὸν ἀγαθὸν ἐν ψυχῇ συνομολογεῖν ἀναγκαῖον εἶναι καὶ τὸν ἕκαστον ἡμῶν εἰς ψυχὴν ἀναφέρειν. διὸ δὴ καὶ ὁ Σωκράτης ἀρχὴν εἶναι
10τοῦτο ἐνόμιζε καὶ τῆς ὅλης περὶ τέλους φιλοσοφίας καὶ τῆς ἑκάστου γνώσεως. οἱ δὲ Ἐπικούρειοι καὶ οἱ τὸ κατὰ φύσιν ζῆν 〈εἰς ταὐτὸν ἄγοντες τῷ εὖ ζῆν〉, ὥσπερ οἱ ἀπὸ τῆς Στοᾶς, καὶ οἱ συμπληροῦντες ἡμῶν τὸ ἀγαθὸν ἀπὸ τῶν ἀναγκαίων, ὡς οἱ ἐκ τοῦ Περιπάτου, τὸ ταὐτὸν τοῦ δικαίου σώζειν καὶ τοῦ συμφέροντος εἱλικρινῶς ἀδυνατοῦσι.
15καὶ ὅσοι δὲ αὖ τὸν ἄνθρωπον σῶμα ἔμψυχον ποιοῦσιν ἢ τὸ ἐκ ψυχῆς καὶ σώματος οὐχ ἕξουσι δεικνύναι ἁπλῶς τὸ συμφέρον τῷ δικαίῳ πάντῃ ταὐτόν. τραύματα γὰρ καὶ θανάτους φεύγει τις ἀδίκως, ἵνα σωθῇ τὸ ζῶον, καὶ τὸ σώζεσθαι καὶ τὸ κατὰ φύσιν ἔχειν τοῦ ζώου πάντως ἀγαθόν· ὥστε τοῦ δικαίου τὸ συμφέρον ἐνταῦθα διέστηκεν. ὅσοι δὲ τὸ
20τέλος ἐν ψυχῇ τίθενται τῶν σωματικῶν ἀπροσδεὲς ὑπάρχον καὶ τὸν ἄνθρωπον ψυχὴν εἶναί φασι σώματι χρωμένην, οὗτοι καὶ τὸ δίκαιον τῷ
in Alc
.

297

συμφέροντι ταὐτὸν εἶναι συγχωροῦσιν· ἑκάτερον γὰρ ἐν ψυχῇ τίθενται, τὰ τῶν ὀργάνων πάθη τῶν χρωμένων διϊστάντες. Τοῦτο μὲν δὴ καὶ μικρὸν ὕστερον ἔσται γνωριμώτερον, τὰ δὲ τοῦ Ἀλκιβιάδου νῦν σκεπτέον. ‘τὰ μὲν γὰρ δίκαια‘, φησίν, ‘ἡγοῦν‐
5ται δῆλα εἶναι‘ (καίτοι στασιάζουσι περὶ αὐτῶν, καὶ οἱ πόλεμοι καὶ αἱ μάχαι καὶ αἱ τῶν πόλεων ἀνατροπαὶ καὶ τῶν ἰδίων οἴκων διὰ
ταῦτα γεγόνασί τε καὶ ἔσονται), τὰ δὲ συμφέροντα προκεῖσθαι τοῖς συμβούλοις εἰς ζήτησιν. καὶ ὅτι μὲν οἱ σύμβουλοι περὶ τὸ συμφέρον διατρίβουσι, παντὶ καταφανές· ἀλλ’ ὁ μὲν ἐπιστήμων σύμβουλος τὸ137
10τῆς ψυχῆς συμφέρον ἐπισκοπούμενος ταὐτὸν οἴεται καὶ δίκαιον εἶναι καὶ οὐ διΐστησιν αὐτὰ ἀπ’ ἀλλήλων, ὁ δὲ διάστροφος ἐν τοῖς ἔξωθεν κειμένοις τὸ συμφέρον ἐπιζητῶν καὶ τούτου καὶ τοῦ δικαίου πολλάκις ἁμαρτάνει. πλανᾷ γὰρ αὐτὸν ὡς αἱρετὰ τὰ ἀναγκαῖα καὶ ὡς ὄντως ἀγαθὰ τὰ εἴδωλα τῶν ἀγαθῶν. τούτων οὖν ἀντεχόμενος καὶ τῶν δικαίων
15ἀποπίπτει καὶ τῶν ὡς ἀληθῶς συμφερόντων, σκιαῖς καὶ εἰδώλοις ἀμυδροῖς ἀντὶ τῶν πρώτων ἀγαθῶν συνών. Τί οὖν; εἰ ὅτι μάλιστα ἕτερα μὲν τὰ δίκαια τυγχάνει ὄντα, ἕτερα δὲ τὰ συμφέροντα, οὔ τί που αὖ σὺ οἴει ταῦτ’ εἰδέναι ἃ συμφέρει τοῖς ἀνθρώποις καὶ διότι; Τί γὰρ κωλύει, ὦ Σώκρατες; εἰ μή με αὖ
20ἐρήσῃ παρ’ ὅτου ἔμαθον ἢ ὅπως αὐτὸς εὗρον. Οἶον τοῦτο ποιεῖς· εἴ τι μὴ ὀρθῶς λέγεις, τυγχάνει δὲ δυνατὸν ἀποδεῖξαι δι’ οὗπερ καὶ
in Alc
.

298

τὸ πρότερον λόγου, οἴει δὴ καινὰ ἄττα δεῖν ἀκούειν ἀποδείξεις τε ἑτέρας, ὡς τῶν προτέρων οἶον σκευαρίων κατατετριμμένων, καὶ οὐκέτ’ ἂν σὺ αὐτὰ ἀμπίσχοιο, [εἰ μή τίς σοι] τεκμήριον καθαρὸν καὶ ἄχραντον οἴσει. ἐγὼ δὲ [χαίρειν] ἐάσας τὰς σὰς προδρομὰς τοῦ
5λόγου οὐδὲν ἧττον ἐρήσομαι πόθεν μαθὼν αὖ τὰ συμφέροντα ἐπίστασαι, καὶ ὅστις αὐτῶν ὁ διδάσκαλος, καὶ πάντα ἐκεῖνα τὰ πρότερον ἐρωτῶ μιᾷ ἐρωτήσει. ἀλλὰ γὰρ δῆλον ὡς εἰς ταὐτὸν ἥξεις, καὶ οὐχ ἕξεις ἀποδεῖξαι οὔθ’ ὡς ἐξευρὼν οἶσθα τὰ συμφέροντα οὔθ’ ὡς μαθών. 113 D—114 A.
10 Μετέστησε μὲν ἀπὸ τῶν δικαίων τὸ πρόβλημα ὁ νέος ἐπὶ τὰ συμφέ‐ ροντα, δείκνυσι δὲ ὁ Σωκράτης ὡς οὐδὲν μᾶλλον ταῦτα τῷ νεανίσκῳ διέγνωσται τῶν δικαίων, ταῖς αὐταῖς ἐρωτήσεσι χρώμενος. δεῖ γὰρ μὴ ἀφίστασθαι τῶν καθολικῶν τύπων καὶ τῶν κοινῶν ἐννοιῶν ἐν τοῖς διαφόροις ζητήμασιν. ὡς γὰρ αἱ ἀποδείξεις αἱ ἀπὸ τῶν καθολικωτέρων
15μειζόνως εἰς ἐπιστήμην ἡμᾶς προάγουσιν, οὕτω δὴ καὶ οἱ ἀπὸ τῶν κοινῶν ἐπιβολῶν ἔλεγχοι πρὸς τὴν κάθαρσιν ἀνύσιμοι γίνονται. τὸ γὰρ διὰ μιᾶς μεθόδου καὶ γνωριμωτάτης πολλῶν ἀποκαθαίρεσθαι ψευδῶν δοξασμάτων ῥᾷόν ἐστιν ἢ τὸ ποικιλωτέρων δεῖσθαι τῆς ἰάσεως τρόπων· ἐπεὶ κἀν ταῖς τοῦ σώματος ἰατρείαις τὰ ἁπλούστερα καὶ καθολικώτερα
20τῶν βοηθημάτων αἱρούμεθα μᾶλλον τῶν πολυτρόπων καὶ μερικῶν. ἀπὸ τῶν ὁμοίων τοίνυν ὁ Σωκράτης ἐπιχειρῶν δείκνυσιν ὡσαύτως ἀγνοοῦντα τὰ συμφέροντα τὸν νεανίσκον· ὁ δὲ πρὸ τῶν τοῦ Σωκράτους ἐλέγχων αὐτὸς φθάνει καὶ τὰς μεθόδους προλέγει τῶν ἐπιχειρήσεων, ἅμα μὲν τὴν ἑαυτοῦ δεικνὺς εὐφυΐαν ὡς τὸ κοινὸν τῶν λόγων οὐκ ἀγνοήσαντος
in Alc
.

299

καὶ διατεῖνον ἐπὶ πάντα τὰ πράγματα περὶ ἃ τὴν διπλῆν ἄγνοιαν ἔχομεν, ἅμα δὲ σφοδροτέραν ἄλλην παρὰ τοῦ Σωκράτους βοήθειαν ἀπαιτῶν ὡς ταύτης ἤδη πως διὰ συνήθειαν καταφρονουμένης. πολλάκις
γὰρ καὶ τὰ σωματικὰ πάθη δὶς ἢ τρὶς ὑπό τινων ὠφεληθέντα βοηθημά‐138
5των οὐδὲν αὖθις ὑπ’ αὐτῶν ὀνίναται καὶ δεῖται μείζονος ἄλλης δυνά‐ μεως. ταὐτὸ τοίνυν καὶ ὁ νεανίσκος παθὼν ὑπερορᾷ πως ἤδη τῶν προειρημένων λόγων καὶ κινεῖ τὸν καθηγούμενον ἐπ’ ἄλλους καθαρτι‐ κοὺς τῆς ἀγνοίας τρόπους προσεχέστερον αὐτὸν θεραπεύοντας. Κοινῇ μὲν οὖν ταῦτα προειλήφθω τῶν προκειμένων ῥημάτων· ἰδίᾳ
10δὲ τὸ μὲν ‘εἰ ὅτι μάλιστα ἕτερα μὲν τὰ δίκαια, ἕτερα δὲ τὰ συμφέροντα‘ κατὰ συγχώρησιν προῆκται, περιάγον αὐτὸν εἰς παντελῆ τῆς ἀγνοίας ἔλεγχον. ‘εἴτε γὰρ ἕτερα τὰ δίκαια τῶν συμ‐ φερόντων, οὐκ ὠφεληθήσῃ σύ· οὐδὲ γὰρ τὰ συμφέροντα γινώσκεις, ἃ μήτε ἔμαθες μήτε εὗρες· εἴτε τὰ αὐτά, κατὰ μίαν ἄγνοιαν ἀμφότερα
15ἀγνοεῖς. οὐ τοίνυν καὶ τοῖς περὶ τῶν συμφερόντων βουλευομένοις ἔσῃ λυσιτελής, ὥσπερ τοῖς περὶ τῶν δικαίων‘. οὐδεὶς γὰρ περὶ ὧν ἀγνοεῖ συμβουλεύειν ἐπιχειρήσειεν, οὐδὲ λυσιτελής ἐστι τοῖς χρωμένοις. Τὸ δὲ ‘εἰ μή με αὖ ἐρήσῃ παρ’ ὅτου ἔμαθον ἢ αὐτὸς εὗρον‘ καὶ τὸ εὐφυὲς καὶ τὸ ἀτελὲς τοῦ νεανίσκου παρίστησι. ὡσ
20εὐφυὴς μὲν γὰρ ὡς τὴν τῆς μεθόδου δύναμιν καθολικωτάτην οὖσαν συνιείς, ἀτελὴς δὲ ὡς διαπαίζων τὸ κοινὸν καὶ τὸ ὅμοιον τῶν λόγων.
in Alc
.

300

Τὸ δὲ ‘οἷον τοῦτο ποιεῖς‘ ἀφίστησιν αὐτὸν τῆς νεαροπρεποῦς ζωῆς καὶ τῆς ὑπερφρονούσης μὲν τῶν ἑστώτων λόγων, τὰ δὲ καινὰ καὶ νέα ζητούσης δόγματα. ταῦτα πάντα δὴ πεπόνθασιν ὅσοι τῆς γενέσεώς εἰσιν ἀναπεπλησμένοι τῆς ἄλλως καὶ ἄλλως ἐχούσης καὶ ὅσοι χαίρουσι
5ταῖς μεταβολαῖς, τῆς ἑστώσης φύσεως οὐδαμῶς ἀντιλαμβανόμενοι. καθάπαξ γὰρ αἱ ψυχαὶ καὶ τὰ εἴδη τούτων ἀναμάττονται οἷς συνάπτου‐ σιν ἑαυτάς· καὶ πρὸς μὲν νοῦν ὁμοιούμεναι τοῦ ταὐτοῦ καὶ τοῦ ἀμετα‐ βλήτου καὶ κατὰ τὰ δόγματα καὶ κατὰ τὴν ζωὴν ἀντέχονται, πρὸς δὲ τὴν γένεσιν συγκολλώμεναι τὸ καινὸν ἀεὶ καὶ τὸ νεαροπρεπὲς ἐπιδιώ‐
10κουσι καὶ ἄλλοτε ἐπ’ ἄλλα φέρονται δοξάσματα καὶ τῶν ἑστώτων ἀεὶ λόγων τῆς ψυχῆς ἀνεπαίσθητοι τυγχάνουσιν ὄντες. Καὶ μὴν καὶ τὰ ‘σκευάρια τὰ κατατετριμμένα‘ τοῖς ἀψύχοις καὶ τοῖς ἑτεροκινήτοις ἀποφαίνει τὴν μεταβολὴν προσήκουσαν,
in Alc
.

301

ἀλλ’ οὐ τοῖς αὐτοκινήτοις καὶ αὐτενεργήτοις λόγοις τῆς ψυχῆς. λέγοι δ’ ἂν τὰ σκευάρια ἤτοι τὰς τραγικὰς σκευὰς ἢ πάντα ἁπλῶς ἃ καλοῦ‐ μεν σκεύη. Καὶ τὸ ‘οὐκέτ’ ἂν αὐτὰ ἀμπίσχοιο‘ διαβολὴν ἔχει ὡς περὶ
5τὴν ἐσθῆτα πολυτελοῦς τοῦ νεανίσκου καὶ ὥς φησιν Ὅμηρος εἵματά τε ἐξημοιβὰ καὶ τὰ ἄλλα πάντα διὰ τρυφὴν ἐξαλλάττοντος. Ἔτι δὴ οὖν τὸ ‘καθαρὸν καὶ ἄχραντον τεκμήριον‘ ἔχει μὲν τὴν ἀπὸ τῶν ἱματίων μεταφοράν, ἐνδείκνυται δὲ ὅτι αἱ εὐφυέστεραι τῶν ψυχῶν, ἔννοιαν ἔχουσαι τῆς ἀχράντου καθαρότητος τῶν θεῶν καὶ
10ταύτην ἐν εἰδώλοις περιφέρουσαι, τῆς φαινομένης ἀντέχονται καθαρό‐ τητος· ἐπεὶ καὶ περιβλημάτων ἐστὶ θείων ἄχραντος οὐσία καὶ ἄϋλος
καθαρότης, ἣν δεῖ τὰς ψυχὰς ἐνδιδύσκεσθαι τὰ συμφυῆ περιβλήματα αὐτῶν ἐκκαθαιρούσας καὶ τοὺς χιτῶνας αὐτῶν ἀχράντους ἀπὸ τῆς γενέσεως διασωζούσας, ἀλλ’ οὐκ ἐν τῇ τῶν φαινομένων ἱματίων139
15καθαρότητι τὸ ὅλον ἀποτίθεσθαι. Πρὸς δὴ τούτοις καὶ αἱ προδρομαὶ τοῦ λόγου σημαίνουσι τὰς ἀτάκτους ὁρμὰς [τῶν ἀτελῶν ψυχῶν] πρὸς τὰς δυνάμεις τῆς προνοίας καὶ τῆς δίκης καὶ τῆς καθάρσεως. πολλὰ γὰρ καὶ [ἐν τῷ παν]τὶ τοιαῦτα δρῶσιν αἱ ψυχαὶ τὰς καθάρσεις ἐκκλίνουσαι τὰς
20ἀληθινάς. Καὶ ἡ ἐρώτησις ἡ πάντα τὰ πρότερα ἐπιχειρήματα περιλαμβάνουσα δηλοῖ τὴν ἐπιστημονικὴν καὶ νοερὰν τοῦ Σωκράτους μέθοδον. οἱ γὰρ ἑστῶτες λόγοι καὶ τὰ φερόμενα συλλαμβάνουσι καὶ τὰ πολυμετάβολα πάντα καθ’ ἕνωσιν περιέχουσι.
25Καὶ δὴ καὶ τὸ εἰς ταὐτὸν ἥξειν τὸν Ἀλκιβιάδην ὡς ἅπασαν
in Alc
.

302

αὐτοῦ τὴν ἕξιν προειληφὼς λέγει καὶ ὡς μηδὲν ἀγνοῶν τῶν περὶ αὐτόν, ἀλλ’ ἀρχὰς καὶ μέσα καὶ τέλη τῆς ζωῆς αὐτοῦ πάντῃ περιέχων. Ἐπειδὴ δὲ τρυφᾷς καὶ οὐκέτ’ ἂν ἡδέως τοῦ αὐτοῦ γεύσαιο λόγου, τοῦτο μὲν ἐῶ χαίρειν, εἴτε οἶσθα εἴτε μὴ τὰ Ἀθηναίοις συμφέροντα·
5πότερον δὲ ταὐτά ἐστι δίκαιά τε καὶ συμφέροντα ἢ ἕτερα, τί οὐκ ἀπέδειξας; εἰ μὲν οὖν βούλει, ἐρωτῶν με ὥσπερ ἐγὼ σέ, εἰ δέ, καὶ αὐτὸς ἐπὶ σαυτοῦ λόγῳ διέξελθε. Ἀλλ’ οὐκ οἶδ’ εἰ οἷός τ’ ἂν εἴην, ὦ Σώκρατες, πρὸς σὲ διελθεῖν. 114 A—B. Ὁ μὲν προειρημένος τρόπος τῶν ἐλέγχων διὰ τῆς κοινῆς μεθόδου τῆς
10καθαρτικῆς πάντων τῶν διπλῆν ἄγνοιαν ἐχόντων περὶ ἕκαστον τῶν πραγμάτων ἐδείκνυ καὶ τὰ συμφέροντα τὸν νεανίσκον ὥσπερ τὰ δίκαια ἀγνοοῦντα, κἄν τε ἕτερα ᾖ τῶν δικαίων κἄν τε τὰ αὐτά. νυνὶ δὲ καὶ ταύτην αὐτοῦ διελέγχει τὴν δόξαν τὴν διορίζουσαν ἀπὸ τῶν συμφερόν‐ των τὰ δίκαια, καὶ δείκνυσιν ὅτι τὰ αὐτά ἐστι καὶ οὐ διέστηκεν ἀπ’
15ἀλλήλων. καθαίρει τοίνυν αὐτὸν ἀπὸ τῆς δημώδους ὑπολήψεως καὶ φθαρτικῆς καὶ συνάπτει τῷ συμφέροντι τὸ δίκαιον, ἵν’ ὁ τὸ ἕτερον ἀγνοῶν καὶ τὸ λοιπὸν ὡσαύτως ἀγνοῶν ἀποφαίνηται. Καὶ τοῦτο μὲν αὖθις διὰ πλειόνων δειχθήσεται· ἐν δὲ τοῖς προκει‐ μένοις ῥήμασι τρυφὴν μὲν ἐνεκάλεσε τῷ νεανίσκῳ διὰ τὴν τεθρυλλη‐
20μένην αὐτοῦ καὶ πολυτελῆ δίαιταν, περὶ ἧς καὶ γεγράφασιν ἤδη τινές, πραγματείαν ποιησάμενοι τὴν τοῦ Ἀλκιβιάδου τρυφήν.
in Alc
.

303

Ἐν δὲ τῷ ‘τί οὐκ ἀπέδειξας; εἰ μὲν βούλει‘, καὶ τὰ ἑξῆς, δείκνυσιν ὅτι καὶ ὁ ἐρωτῶν ἀποδείκνυσιν, ὥσπερ καὶ ἐλέγομεν τὸν ἀποκρινόμενον, καὶ ἀποδεικτικός ἐστι· καὶ ἔστιν ἀμφότερα ἀληθῆ, τά τε πρότερον εἰρημένα καὶ τὰ νῦν. τὰς μὲν γὰρ προτάσεις ὁ ἀποκρινό‐
5μενος λέγει, τὸ δὲ συμπέρασμα ὁ ἐρωτῶν συνάγει, ὥστε ἀποφαίνεται μὲν ἐκεῖνος, δείκνυσι δὲ οὗτος, καὶ τὸ μὲν ἡγούμενον ἐκεῖνος λέγει, τὸ δὲ ἑπόμενον οὗτος, καὶ τὴν μὲν ὕλην ἐκεῖνος δίδωσι, τὸ δὲ εἶδος οὗτος ἐπιφέρει. ὅταν δὲ ἁπασῶν τῶν προτάσεων δεδομένων μηδὲν συνάγηται πλέον, καταγέλαστός ἐστιν ὁ ἐρωτῶν ὡς μὴ δυνηθεὶς ὕλην140
10λαβεῖν χρησίμην ἢ τῇ δεδομένῃ χρήσασθαι. εἰ δὲ ἐκ προτάσεων ψευδῶν ἄτοπόν τι συνάγεται, ὁ ἀποκρινόμενός ἐστιν αἴτιος, διότι τοιαύταις συνεχώρησε προτάσεσι. καί μοι δοκεῖ καὶ πρότερον, ὅτε τὸν ἀποκρινό‐ μενον ἔφατο εἶναι τὸν λέγοντα ὁ Σωκράτης, διὰ τοῦτο προσθεῖναι ὡς ὅταν ἐρώτησις γίνηται καὶ ἀπόκρισις, τότε ὁ ἀποκρινό‐
15μενος λέγει. τοῦτο γὰρ ἐπὶ τῶν προτάσεων συμβαίνει μόνων καὶ οὐκ ἐπὶ τοῦ συμπεράσματος. Ἀλλ’ ἐκείνοις πάλιν ἐπιστήσωμεν, δι’ ἣν αἰτίαν ὁ Σωκράτης τοῦ Ἀλκιβιάδου τὰ δίκαια τῶν συμφερόντων διαστήσαντος οὐχὶ τῇ ἐνστάσει πρότερον ἐχρήσατο, εἰπὼν ὅτι ταὐτά ἐστιν ἑκάτερα τούτων, ἀλλὰ τῇ
20ἀντιπαραστάσει, συγχωρήσας μὲν ἕτερα αὐτὰ εἶναι, ζητῶν δὲ ὁπόθεν ἔμαθεν ὁ Ἀλκιβιάδης τὸ συμφέρον. ἤδη γὰρ καὶ παρὰ τοῖς ῥήτορσι τοῦτο ζητήσεως ἔτυχε, πότερον δεῖ τῇ ἐνστάσει χρῆσθαι ἢ τῇ ἀντι‐
in Alc
.

304

παραστάσει· καὶ φαίνονται ποιοῦντες ἀμφοτέρως, ὅπως ἂν αὐτοῖς λυσιτελῇ πρὸς τὴν πιθανότητα τῶν ἐπιχειρημάτων. λέγομεν τοίνυν κἀν τούτοις, ὡς ὁ Σωκράτης συνοῖδεν ὅτι πρότερον ἀπαλλάξαι δεῖ τῆς διπλῆς ἀγνοίας τὸν νεανίσκον, εἶθ’ οὕτως αὐτῷ μεταδοῦναι τῆς τῶν
5πραγμάτων ἐπιστήμης. ἀπαλλάττει μὲν οὖν αὐτὸν τῆς κενῆς οἰήσεως ἐρωτῶν πῶς ἔμαθε τὰ συμφέροντα καὶ πόθεν· μιᾷ γὰρ μεθόδῳ καὶ τῶν δικαίων αὐτὸν καὶ τῶν συμφερόντων ἄγνοιαν ἔχοντα διήλεγξε· τίθησι δὲ αὐτῷ τὴν ἐπιστήμην τούτων ἐπιδεικνὺς ὅτι τὸ δίκαιον τῷ συμφέροντι ταὐτόν ἐστιν. ὥσπερ οὖν οἱ ἰατροὶ καθαίρουσι πρότερον καὶ τὸν
10ἐνοχλοῦντα χυμὸν ἐκβάλλουσι φαρμακείαις, ἔπειθ’ οὕτως ἀνακτῶνται τὰς δυνάμεις διαίταις, οὕτω δὴ καὶ ὁ Σωκράτης ἀπαλλάττει μὲν τῆς διπλῆς ἀμαθίας διὰ τῆς ἀντιπαραστάσεως, τρέφει δὲ καὶ τελειοῖ διὰ τῆς ἐνστάσεως. ὁ γὰρ ἐκ τούτων λόγος ἐξ ἀμφοῖν συγκείμενος τοιοῦτός ἐστι. μάλιστα μὲν ταὐτὸν ὑπάρχει τὸ δίκαιον καὶ συμφέρον, ὃ δεύτερον
15δείκνυσι· εἰ δ’ οὖν καὶ ἕτερον, ζητεῖ πῶς ἔγνω τὸ συμφέρον αὐτὸς καὶ ποῦ ποτέ, τοῦτο δέ ἐστι τὸ πρότερον ἐρωτηθέν. ἔχει δὲ ἡ τάξις αὕτη καὶ τὸ ἄρχεσθαι μὲν ἀπὸ τῶν γνωρίμων ἐπιβολῶν, τελευτᾶν δὲ εἰς τὰς ἀγνωστοτέρας· ἤδη γὰρ τῇ αὐτῇ μεθόδῳ καὶ ἐπὶ ἄλλων τυγχάνομεν χρησάμενοι. τὸ οὖν σαφὲς τῆς ἐπιχειρήσεως προτίθησι τοῦ μήπω κατα‐
20φανοῦς καὶ τὸ κοινὸν τοῦ ἰδίου. κατὰ δὴ ταύτην τὴν αἰτίαν χώραν ἔσχεν ὁ τῆς ἀγνοίας ἔλεγχος τῶν συμφερόντων πρὸ τῆς γνώσεως τοῦ ταὐτὰ εἶναι τά τε συμφέροντα καὶ τὰ δίκαια ἀλλήλοις.
in Alc
.

305

Καὶ ἐπειδὴ προσκορὴς ὁ λόγος ἐγίγνετο διὰ τῶν αὐτῶν ὁδεύων ἐπιχειρημάτων, συντόμως αὐτὰ περιλαβὼν καὶ αὐτὰ τὰ ἀναγκαιότατα θεὶς ἔφυγε τὸ προσκορές· ὡς μὲν ἐπιστήμων τὸ δὶς τὰ καλὰ λέγειν
οὐ παραιτούμενος (πρόσεστι γὰρ ἐνταῦθα τὸ καὶ περὶ τῶν αὐτῶν, ὅπερ141
5ὁ ἐν Γοργίᾳ Σωκράτης παραδέδωκεν ὡς τοῖς ἐπιστήμοσι πρέπον, τὸ 〈τὰ〉 αὐτὰ περὶ τῶν αὐτῶν λέγειν), ὡς δὲ πρὸς τρυφῶντα καὶ οὐκ ἀ[...] σοφιστὴν ἔχων τὸ προσκορὲς φυλαξάμενος. Τί οὖν φαίης ἂν τὸ αἴτιον εἶναι τοῦ τὸν Σωκράτην αὐτὸν μὲν δι’ ἐρωτήσεως μόνον οἴεσθαι δεῖν ποιεῖσθαι τὸν λόγον, τὸν δὲ νεανίσκον
10καὶ τοῦτο καὶ τὸ λόγῳ διεξιέναι συγχωρεῖν; ἓν μὲν οὖν αἴτιον εἴποις ἂν τὸ θαρρεῖν αὐτὸν τῇ ἐπιστήμῃ τῶν πραγμάτων καὶ ἑαυτῷ μὲν συγγινώσκειν ἀνεξαπατήτῳ τυγχάνοντι, τῷ δὲ νεανίσκῳ, τῆς διαλεκτι‐ κῆς ἀκριβείας ἐνδεῶς ἔχοντι, τὰς διὰ τῶν ἐρωτήσεων προσάγειν βασάνους. ἕτερον δὲ ὅτι προθυμότερον αὐτὸν περὶ τὴν συνουσίαν ποιῶν
15ἑκάτερον προτίθησι τῶν λόγων τρέπων εἰς αἵρεσιν, τὸν μὲν ὡς οἰκειό‐ τερον, τὸν δὲ ὡς ἐπιστημονικώτερον. καὶ γὰρ οἱ δεινοὶ τῶν ἰατρῶν πολλάκις ἐκλέγονται τὸ ἥδιον ἀντὶ τοῦ συμφέρειν δοκοῦντος, προσαγό‐ μενοι τὴν φύσιν. τρίτον τοίνυν ὅτι καὶ ταύτης αὐτὸν ἀπαλλάξαι βούλεται τῆς οἰήσεως ἣν ἔχει περὶ τοῦ δύνασθαι λέγειν. ὡς γὰρ ἐπιστήμης αὐτὸν
20ἔρημον ἀπέφηνεν, οὕτω δὴ καὶ δυνάμεως αὐτὸν ἐνδεᾶ δείκνυσι λεκτικῆς, ἵνα δι’ ἀμφοῖν ἀπαράσκευος δειχθῇ πρὸς τὴν συμβουλὴν καὶ τὴν δημα‐
in Alc
.

306

γωγίαν· οὔτε γὰρ λέγειν οὔτε φρονεῖν οἷός τε ἦν. ἵν’ οὖν μὴ ἐπιταττό‐ μενος ἐρωτᾶν τοῦτο ἐκεῖνο φῇ τὸ ‘οὐχ οὕτως οἱ σύμβουλοι λέγουσιν‘, ἀγνοῶν τοὺς τῶν ἐρωτήσεων τρόπους, ὥσπερ δὴ περὶ τοῦ δικαίου κρινόμενος εἴρηκεν, ἀμφοτέρας αὐτῷ προτείνει τὰς διαλεκτικὰς ἀτρα‐
5πούς, ἵν’ ἀμφοτέρας ἀγνοῶν ἀποφανθῇ κἀνταῦθα πάλιν ἀναφανῇ τὸ ἐν τῷ Φαίδρῳ λεχθέν, ὅτι οὐδὲ λέγειν ἱκανός ἐστιν ὁ μὴ διὰ φιλο‐ σοφίας ἀχθεὶς μηδὲ ἐπιστήμων γενόμενος τῆς τῶν πραγμάτων φύσεως. Ἐπὶ τούτοις δὴ οὖν προτείνει· καὶ ἀφίησι φωνὴν ὁ νεανίσκος συνῃσθη‐ μένος τῆς τοῦ Σωκράτους δυνάμεως, ἔτι δὲ ὅμως τῆς φιλονείκου ζωῆς
10ἀποπνέουσαν. τὸ γὰρ ‘πρὸς σὲ διελθεῖν‘ ὡς πρὸς ἀνταγωνιστὴν ἀποτείνεται τὸν Σωκράτην, δέοντος ὡς πρὸς πατέρα καὶ κηδεμόνα ποιούμενον τοὺς λόγους διανοεῖσθαι. τοιοῦτον δὲ πᾶν ἐστὶ τὸ φιλότιμον ἦθος καὶ πέρα τοῦ δέοντος ταῖς ἁμίλλαις ἐγκείμενον, ὅτι καὶ περὶ ὧν μὴ δεῖ καὶ ὁπότε μὴ προσήκει καὶ ἐν οἷς οὐκ ἔστιν ἀναγκαῖον τοῖς
15αὐτοῖς χρῆται λόγοις καὶ τῇ ὁμοίᾳ προαιρέσει τῆς συνουσίας. Ἀλλ’, ὠγαθέ, ἐμὲ ἐκκλησίαν νόμισον καὶ δῆμον· καὶ ἐκεῖ τοί σε δεήσει ἕνα ἕκαστον πείθειν. ἦ γάρ; Ναί. Οὐκοῦν τοῦ αὐτοῦ ἕνα τε οἷόν τε εἶναι κατὰ μόνας πείθειν καὶ ξυμπόλλους περὶ ὧν ἂν εἰδῇ,
in Alc
.

307

ὥσπερ ὁ γραμματιστὴς ἕνα τε πείθει που περὶ γραμμάτων καὶ πολλούς; Ναί. Ἆρ’ οὖν καὶ περὶ ἀριθμοῦ ὁ αὐτὸς ἕνα τε καὶ πολλοὺς πείσει; Ναί. Οὗτος δ’ ἔσται ὁ εἰδώς, ὁ ἀριθμητικός; 〈Πάνυ γε.〉 Οὐκοῦν καὶ σὺ ἅπερ καὶ πολλοὺς οἷός τε πείθειν εἶ, ταῦτα καὶ ἕνα;
5Εἰκός γε. Ἔστι δὲ ταῦτα δηλονότι ἃ οἶσθα. Ναί. Ἄλλο τι οὖν
τοσοῦτον μόνον διαφέρει τοῦ ἐν τῷ δήμῳ ῥήτορος ὁ ἐν τῇ τοιᾷδε ξυνουσίᾳ, ὅτι ὁ μὲν ἀθρόους πείθει ταῦτα, ὁ δὲ καθ’ ἕνα; Κινδυνεύει. 114 B—D. Ἐνάργειαν μὲν ὁ λόγος εἰσενήνοχε πολλήν, τὴν ἐκκλησίαν καὶ τὸν142
10δῆμον εἰς μέσον ἀγαγὼν καὶ τὸ βῆμα καὶ τὴν συμβουλήν, καὶ οὕτω δὴ τὸν νεανίσκον προτρέπων ἐπὶ τὸν λόγον. μόνον γὰρ οὐχὶ λέγει, τοῦτον μὲν εἶναι τὸν δῆμον ἡγοῦ, αὕτη δὲ ἡ Πνὺξ ὑποκείσθω, τὸ δὲ βῆμα προκείσθω σοι τουτί, σὺ δ’ ἀναβὰς πεῖθε περὶ τῶν δικαίων καὶ συμφερόντων ὡς οὐκ ἔστι τὰ αὐτὰ ἀλλήλοις. ἱκανὰ δήπου κινῆσαι καὶ
15πλῆξαι πάντα ταῦτα τὸν ὡς ἀληθῶς δημεραστήν. ποικιλίαν δὲ αὖ συνεισφέρει διαλεκτικὴν πρὸ τῶν ζητουμένων ἀποδείξεων ἄλλοις συλλο‐ γισμοῖς χρώμενος ἐξηλλαγμένοις κατὰ τὰ συμπεράσματα, καὶ διὰ ταῦτα προηγουμένως δοκεῖ τισὶν ἔνια τῶν κεφαλαίων μὴ δεικνύναι. καίτοι γε, ὥσπερ εἴπομεν, ἕκαστος τῶν λόγων συντελεῖ τῇ πάσῃ
20προθέσει καὶ τὸ αὐτὸ τῷ διαλόγῳ παντὶ τέλος ἐνίσταται· καὶ δὴ καὶ οὗτος ὁ νυνὶ προκείμενος, δεικνὺς ὅτι τῆς αὐτῆς ἐστὶν ἐπιστήμης ἕνα τε καὶ πολλοὺς πείθειν, οἷον ὕμνος τίς ἐστι τῆς ἐπιστήμης καὶ ἐγκώμιον α[ὐτῆς], καθ’ ἕκαστον τὴν δύναμιν αὐτῆς ἐμφαίνων, ὅση καὶ ἡλίκη τίς ἐστι, καὶ ὅτι κατὰ τὴν τοῦ νοῦ μίμησιν ἡ αὐτὴ καὶ ἕκαστον πληροῖ
25γνώσεως καὶ πάντας ὁμοῦ, καὶ ὡς ἀμέριστός ἐστι καὶ ἐν αὑτῇ ἱδρυμένη
in Alc
.

308

πάντα τὰ μετέχοντα αὐτῆς τελειοῖ, καὶ ὅτι νοῦς ἐστὶν ἑαυτοῦ πᾶσι μεταδιδοὺς καὶ ἑκάστῳ χωρίς. ταῦτα δὲ ἐμφαίνει τὴν οὐσίαν ἡμῶν χωριστὴν οὖσαν σώματος καὶ ἐν ἑαυτῇ ἑστῶσαν, ὅπου γε καὶ ἡ ἐπιστήμη τελειότης ἡμῶν ὑπάρχουσα τοιαύτην ἔλαχε δύναμιν. αἱ μὲν
5γὰρ σωματοειδεῖς δυνάμεις ἐν ταῖς μεταδόσεσιν ἑαυτὰς ἐλαττοῦσιν, ἡ δ’ ἐπιστήμη μία μένουσα καὶ ἡ αὐτὴ καὶ αὐτάρκης καὶ ἀνελάττωτος ἑνὶ καὶ πολλοῖς ὡσαύτως ἑαυτῆς μεταδίδωσιν. οὕτω δὴ οὖν καὶ ἡ ψυχὴ παντὶ τῷ σώματι πάρεστι καὶ πᾶσι τοῖς μορίοις, καὶ εἰ τὸ μὲν ἄλλως αὐτῆς μετέχει, τὸ δὲ ἄλλως.
10 Συντελεῖ μὲν οὖν, ὡς ἔφαμεν, ὁ λόγος καὶ πρὸς πᾶσαν τὴν εὕρεσιν τῆς οὐσίας ἡμῶν, ἐπαγγέλλεται δὲ δεικνύναι ὅτι τριῶν ὄντων τούτων, ἑνὸς μὲν τοῦ τὸν ἕνα πείθοντα καὶ πολλοὺς πείθειν, ἑτέρου δὲ τοῦ τὸν πολλοὺς πείθοντα καὶ ἕνα πείθειν, τρίτου τοῦ τὸν αὐτὸν ὁμοίως ἑκάτερον ποιεῖν, ἀντιστρέφοντα ταῦτα ἀλλήλοις—τριῶν δ’ οὖν ὄντων
15τούτων δείκνυσιν ὡς ὁ πολλοὺς πείθων καὶ ἕνα δυνατός ἐστι πείθειν, ἂν ἐπιστήμων ᾖ, καὶ ὁ ἕνα πείθων καὶ πολλούς, ἀλλ’ οὐ τὸ ἕτερον μόνον. ἔστι δὲ τοῦτο πάντων ἀληθέστατον, εἰ πρῶτον μὲν τῷ πείθοντι τὴν ἐπιστήμην τούτων ἃ πείθειν ἐπαγγέλλεται παραδοίημεν. καὶ γὰρ ὁ Σωκράτης διὰ τοῦτο προστίθησι ‘καὶ ὁμοῦ πολλοὺς‘ οὐχ ἁπλῶς,
20ἀλλὰ ‘περὶ ὧν ἂν εἰδῇ‘· καὶ πάλιν ἐν τοῖς ἑξῆς ὅτι ‘περὶ ἀριθμῶν ἕνα πείσει καὶ πολλοὺς ὁ αὐτός, οὗτος δὲ
in Alc
.

309

ἔσται ὁ εἰδώς, ὁ ἀριθμητικός‘· καὶ πρὸς τῷ τέλει τῶν λόγων, ‘οὐκοῦν καὶ σὺ ἅπερ πολλοὺς οἷός τ’ εἶ πείθειν, ταῦτα
καὶ ἕνα; ἔστι δὲ ταῦτα δηλονότι ἃ οἶσθα‘. τῆς ἐπιστήμης ἄρα πανταχοῦ τὸν τρόπον τοῦτον ἐξάπτει τῆς πειθοῦς, καὶ τοῦτο143
5εἰκότως· ὁ μὲν γὰρ ἀνεπιστήμων ἕνα γέ τινα ἐξαπατήσειεν ἄν, τὸ δὲ μιᾷ δυνάμει καὶ πολλοὺς πείθειν καὶ ἕνα τοῦ ἐπιστήμονος ἔργον ἐστί. Δεύτερον δὲ ἐπιστάσεως ἄξιον λάβωμεν ὅτι δεῖ τὸν ἕνα τὸν πειθό‐ μενον ἐκ τῶν πολλῶν ἐκείνων εἶναι τῶν ἅμα πεπεισμένων. διὰ γὰρ τοῦτό φησι καὶ ὁ Σωκράτης ὅτι πολλοὺς καὶ αὐτὸς ἀθρόους τε
10πείθει καὶ καθ’ ἕνα τοὺς ἀθρόους· οὕτως γὰρ καὶ εὐθὺς ἐν ἀρχῇ τῶν λόγων, ‘καὶ ἐκεῖ τοί σε δεήσει ἕνα ἕκαστον πείθειν τῶν πολλῶν‘. οὐκ ἄρα δεῖ λέγειν τοὺς ἐνισταμένους, ‘πῶς οὖν ὁ Θεό‐ φραστος οὐχ οἶός τε ἐγένετο πείθειν τοὺς Ἀρεοπαγίτας, ὁ ἐν ταῖς ἰδίαις συνουσίαις πιθανώτατος;‘ οὐ γὰρ οἱ ἰδίᾳ πειθόμενοι τῶν πολλῶν ἦσαν
15τῶν μὴ πεπεισμένων οὐδὲ ἐν οἷς ἐπιστήμων ἦν ὁ Θεόφραστος, ἐν τούτοις οὐκ ἐπείσθησαν, ἀλλ’ ἐν οἷς ἀπείρως εἶχεν· οὐδὲ ἀντεπιφέρειν, ‘πῶς δὲ ὁ Σωκράτης οὐκ ἔπεισεν ἀπολογούμενος;‘ αὐτὸς γὰρ λέγει σαφῶς ὅτι ‘δι’ ἔνδειαν ἀναισχυντίας ἡττῶμαι‘ καὶ ὅτι ‘εἰ πλείω χρόνον ὑμῖν συνεγενόμην, ἔπεισα ἂν ὑμᾶς περὶ ὧν λέγω‘. μὴ τοίνυν μηδὲ ἐκεῖνα
in Alc
.

310

λεγέτω τις, ὅτι διττὸς ὁ τρόπος ἐστὶ τῆς πειθοῦς, καὶ ὁ μὲν πιστευτι‐ κός, ὁ τοῖς ὀρθοδοξαστικοῖς προσήκων, ὁ δὲ τοῖς ἐπιστήμοσιν, ὁ διδασκαλικός, καὶ ὡς τοῖς πολλοῖς οὐ δυνατὸν προσάγειν τὴν ἐπιστημονικὴν πειθώ. λέγεται μὲν γὰρ ταῦτα ἐν Γοργίᾳ, καὶ ὀρθῶς
5λέγεται. πῶς δὲ οὐ μέλλει, τοῦ Σωκράτους οὑτωσὶ διαιρουμένου, πρὸς τὴν παροῦσαν ἀπόδειξιν οὐδὲν ὑπεναντίον ἔχειν; τοῖς γὰρ ἐπιστήμοσιν αὐτὸ τοῦτο πρῶτον ἔργον ἀποδίδοται, τὸ διελέσθαι τοὺς καιροὺς καὶ τὰ πρόσωπα καὶ τὰ πράγματα, καὶ τὰ προσήκοντα τῶν λόγων εἴδη πᾶσιν ἀποδιδόναι, καὶ τοῖς μὲν τὰ ἐπιστημονικά, τοῖς δὲ τὰ δοξαστικά.
10πείθεται γὰρ ὑπ’ ἄλλων ἄλλος, καὶ ὁ μὲν ἀδύνατός ἐστιν εἰς ἐπιστήμην ἑαυτὸν ἀνάγειν, ἀλλὰ ταῖς ὀρθαῖς ἀρκεῖται δόξαις, ὁ δὲ καὶ τῶν ἀκριβεστέρων τρόπων τῆς γνώσεως ἀντιλαμβάνεται. πείθει μὲν οὖν ὁ αὐτὸς ἕνα καὶ πολλούς, πείθει δὲ ἄλλους ἄλλως· καὶ οἱ μὲν τρόποι τῆς πειθοῦς διοίσουσιν, ἡ δὲ πείθουσα δύναμις ἡ αὐτή, δημιουργὸς δὲ
15ἡ ἐπιστήμη τῆς συναμφοτέρας· χρῆται γὰρ αὐταῖς εἰς δέον. εἰκότως ἄρα καὶ οἱ τὰ θεῖα σοφοὶ τῷ τῆς ἐπιστήμης χορηγῷ τῶν θεῶν τὴν
in Alc
.

311

Πειθὼ συνοικίζουσι, δι’ ἧς τὰ πάντα πειθήνια καὶ κατήκοα ποιεῖ τῷ δημιουργῷ τῶν ὅλων καὶ ἀνατείνει πρὸς τὸν ἕνα πατέρα· καὶ αὐτὸς δὲ ὁ δημιουργικὸς νοῦς [τῆς ἀνάγκης] ἄρχει τῷ πείθειν αὐτὴν πάντα πρὸς τὸ βέλτιστον ἄγειν. εἰ τοίνυν [πειθοῦς
5δημιουργὸς] ἡ ἐπιστήμη καὶ γέννημα νοῦ, προσήκει μὲν ἀμφοτέροις τοῖς [τῆς πειθοῦς τρό]ποις, εἰκότως δὲ καὶ πειθοῦς προεστάναι λέγεται καὶ ἑνὸς 〈καὶ〉 πο[λλῶν]. ἐπεὶ καὶ οἱ νέοι θεοὶ πείθεσθαι λέγονται τῷ πατρὶ καὶ ἕκαστος αὐτῶν ἰδίᾳ καὶ κοινῇ πάντες, καὶ οὕτω δὴ
προνοεῖν τῶν θνητῶν· ‘νοή[σαντες‘ γάρ] φησι ‘τὴν τοῦ πατρὸς144
10τάξιν ἐπείθοντο αὐτῇ‘. διττῆς δὲ οὔ[σης τῆς πειθοῦς] καθ’ ἑκατέραν ὁ ἐπιστήμων πείθων οὐκ ἐκβήσεται τὰ μέτρα τῆς ἐπιστημονι‐ κῆς γνώσεως. Ἴθι τοίνυν, ἐπειδὴ τοῦ αὐτοῦ φαίνεται πολλούς τε καὶ ἕνα πείθειν, ἐν ἐμοὶ ἐμμελέτησον καὶ ἐπιχείρησον ἐπιδεῖξαι ὡς τὸ δίκαιον ἐνίοτε
15οὐ ξυμφέρει. Ὑβριστὴς εἶ, ὦ Σώκρατες. Ἦ που νῦν ὑφ’ ὕβρεως μέλλω σε πείθειν τἀναντία οἷς σὺ ἐμὲ οὐκ ἐθέλεις. Λέγε δή. Ἀπο‐ κρίνου μόνον τὰ ἐρωτώμενα. Μή, ἀλλὰ σὺ αὐτὸς λέγε. Τί δέ; οὐχ ὅτι μάλιστα βούλει πεισθῆναι; Πάντως δήπου. Οὐκοῦν εἰ λέγεις ὅτι ταῦτα οὕτως ἔχει, μάλιστ’ ἂν εἴης πεπεισμένος; Ἔμοιγε δοκεῖ.
in Alc
.

312

Ἀποκρίνου δή· καὶ ἐὰν μὴ αὐτὸς σὺ σαυτοῦ ἀκούῃς ὅτι τὰ δίκαια συμφέροντά ἐστιν, ἄλλῳ γε λέγοντι μὴ πιστεύσῃς. Οὔτοι, ἀλλ’ ἀποκριτέον· οὐ γὰρ οὐδὲν οἴομαι βλαβήσεσθαι. Μαντικὸς γὰρ εἶ. 114 D—115 A.
5Συνῆκται καὶ ὁ τέταρτος συλλογισμός, δεικνὺς ὅτι ὁ αὐτὸς ἕνα τε.
5πείθειν δύναται καὶ πολλούς, ἄνπερ ἐπιστήμων ᾖ. ἕπεται δὴ οὖν καὶ τὸν Ἀλκιβιάδην, εἴπερ ἐπιστήμων ἐστὶ τῶν δικαίων καὶ τῶν συμφερόν‐ των, πείθειν περὶ αὐτῶν τὸν Σωκράτην. οὐ γὰρ δήπου μετὰ μὲν τῶν ἄλλων δύναται αὐτὸν πείθειν, αὐτὸν δὲ καθ’ ἑαυτὸν ἀδυνατεῖ. πάρεστι δὲ ἐν τούτοις τὴν μὲν φιλανθρωπίαν κατιδεῖν τοῦ Σωκράτους, διότι
10προτίθησιν ἑαυτὸν εἰς γυμνάσιον τῷ νεανίσκῳ· τὴν δὲ ἀτυφίαν, ἐν οἷς οὐ προσποιεῖται τὸ τῆς ὕβρεως ὄνομα, καὶ τὴν μεγαλοφροσύνην ἐν τῷ αὐτῷ· τὴν δὲ ἐπιστήμην τὴν διαλεκτικήν, ἐξ ὧν οὐ προσίεται τοὺς μακροὺς λόγους, ἀλλὰ τὰς δι’ ἐρωτήσεων ἐξετάσεις τῶν ζητουμένων ἐν τῷ παρόντι προτίθησι· τὴν δὲ δύναμιν, ἐν οἷς ἐπαγγέλλεται ποιήσειν
15τὸν νεανίσκον αὐτὸν ἀκοῦσαι παρ’ ἑαυτοῦ λέγοντος ὅτι τὰ δίκαια συμφέροντά ἐστι. ποῖος γὰρ τελεστὴς οὕτως ἂν δυνηθείη καταγωνί‐ σασθαι τὴν τοῦ τελουμένου ψυχήν; ἢ τίς τῶν θαυματοποιῶν οὕτω παράδοξα ἐπαγγελλόμενος τοῦ τέλους ἔτυχεν; ἀλλὰ Σωκράτης καὶ εἴ τις ἄλλος ἐν διαλεκτικῇ δεινός, αὐτοὺς δὲ τοὺς προσδιαλεγομένους
20μάρτυρας προΐσταται τῶν οἰκείων λόγων. Ταῦτα μὲν οὖν κοινῇ τεθεωρήσθω περὶ τῶν ἐκκειμένων ῥημάτων· τῶν δὲ καθ’ ἕκαστα τὸ μὲν προτρέπειν τὸν νεανίσκον εἰς τὴν ἀπόδειξιν τῆς τῶν δικαίων καὶ συμφερόντων ἑτερότητος γυμνάζειν πως αὐτὸν προτί‐ θεται περὶ τοὺς διαλεκτικοὺς ἀγῶνας καὶ περὶ ἅπασαν τὴν τῶν λόγων
25τέχνην. δεῖ γὰρ καὶ ταύτης ὡς ὑπουργοῦ τοῖς μέλλουσιν ἔσεσθαι συμ‐
in Alc
.

313

βούλοις ἀγαθοῖς. Τὸ δὲ ‘ὑβριστὴν‘ τὸν Σωκράτην καλεῖν εἴρηται διὰ τὸ φάναι ἐκεῖνον ‘ἐν ἐμοὶ ἐμμελέτησον‘. τὴν γὰρ παρρησίαν εἰς τὴν ὕβριν μετέβαλε, καὶ τὸ ἐλεγκτικὸν δὲ καὶ πληκτικὸν ὕβρεως ποιεῖται
5σημεῖον. καὶ ἐν Συμποσίῳ δὲ σατύρου τινὸς αὐτὸν ὑβριστοῦ
φησὶ δορὰν περιβεβλημένον ἔνδοθεν ἀνοιχθέντα ἀγάλματα δεικνύναι θαυμαστά. τότε γὰρ ἤδη συνῃσθημένος ἦν τῆς Σωκράτους ἐπιστήμης.145
10 Τὸ δὲ καὶ τὸν Σωκράτην μὴ ἀποπέμπεσθαι τὸ ὄνομα τῆς ὕβρεως τὸ ἁδρὸν αὐτοῦ δείκνυσι καὶ τὸ ὑψηλὸν καὶ τὸ περιφρονεῖν ἁπάντων τῶν χειρόνων. καὶ ἡ ἐπαγγελία τοῦ τὰ ἀντικείμενα τοῖς ἐκείνου δόγμασιν ἀποδείξειν οὐχ ὑβριστὴν αὐτὸν ἀποφαίνει περὶ τοὺς ἄλλους, ἀλλ’ ἀγωνιστὴν ὑπὲρ τῆς ἀληθείας. τὸ γὰρ δικαιοσύνης κακηγορου‐
15μένης καὶ διασπωμένης ἀπὸ τοῦ συμφέροντος καὶ τοῦ ἀγαθοῦ μὴ ὑπερδικεῖν ὄντως οὐ δικαίων ἐστίν, ὥσπερ που λέγει καὶ αὐτὸς ἐν Πολιτείᾳ.
in Alc
.

314

Πρὸς δὴ τούτοις τὸ τὰς ἀποκρίσεις διαφεύγειν αἰτίαν ἔχει τὸν τρίτον συλλογισμὸν τὸν ἀποδείξαντα ὅτι ὁ ἀποκρινόμενός ἐστιν ὁ λέγων. ἤδη γὰρ τούτου δειχθέντος οὐ βούλεται τοῖς ἐλέγχοις ἑαυτὸν ὑπεύθυνον ποιεῖν. ὅθεν δὴ καὶ ὁ Σωκράτης τῆς ὠφελείας αὐτοῦ στοχαζόμενος ἄγει
5πάλιν αὐτὸν εἰς τὴν διαλεκτικὴν κοινωνίαν τῶν λόγων, ἵνα θεατὴς αὐτὸς γένηται τῆς οἰκείας ἀγνοίας καὶ μάρτυς τῆς Σωκράτους ἐπιστήμης. Καὶ μὴν καὶ ἡ μετάληψις τοῦ προβλήματος πάμπολυν ἔχει λόγον. ἐκείνου γὰρ ἕτερα τὰ δίκαια καὶ τὰ συμφέροντα εἰπόντος αὐτὸς οὐ τοῦτο μόνον δείκνυσιν ὅτι οὐχ ἕτερα, ἀλλ’ ὅτι καὶ ταὐτά. πᾶν γὰρ
10πρὸς πᾶν ὧδε ἔχει· ἢ ἕτερόν ἐστιν ἢ ταὐτὸν ἢ ὅλον ἢ μέρος. τὸ δὲ δίκαιον καὶ τὸ συμφέρον οὔτε ἕτερα εἶναι βούλεται (συνάπτει γὰρ αὐτὰ ἀλλήλοις) οὔτε ὅλον θατέρου θάτερον ἢ μέρος· ἀντιστρέφει γάρ, καὶ τὸ συμφέρον τίθεται δίκαιον εἶναι, τῷ δὲ ὅλῳ τὸ μέρος ἀντιστρέφειν ἀδύνατον. ἵν’ οὖν μὴ διὰ τῆς ἀποφάσεως τοῦ ἑτέρου
15τὸ ὅλον ἢ τὸ μέρος ἐννοήσωμεν, αὐτόθεν δείκνυσι τὴν ταυτότητα τοῦ δικαίου καὶ τοῦ συμφέροντος. Ἔτι τοίνυν τὸ ‘μαντικὸς γὰρ εἶ‘ λέγεται μέν, διότι καὶ ἐκεῖνος κατὰ δόξαν, ἀλλ’ οὐ κατ’ ἐπιστήμην, προείρηκε τὸ ‘οὐδὲν οἶμαι βλαβήσεσθαι‘· καὶ γὰρ οἱ μαντικοὶ δοξαστικοί τινές εἰσιν, ἀλλ’
20οὐκ ἐπιστήμονες, οἱ δὲ μὴ μαντικοὶ μόνον, ἀλλὰ καὶ μάντεις, ἤδη καὶ ἐπιστήμονες καὶ κρεῖττόν τι τῆς ἀνθρωπίνης ἐπιστήμης ἔχοντες. ἐν‐ δείκνυται δὲ καὶ ὅτι τῶν εὐφυεστέρων ψυχῶν αἱ ὁρμαὶ καὶ αἱ κινήσεις ἀνεγείρονταί πως ὑπὸ τῶν κρειττόνων· διὸ καὶ παρ’ ἐλπίδας πολλὰ πράττουσιν ἀγαθὰ καίτοι χωρὶς ἐπιστήμης ἐνεργοῦσαι.
in Alc
.

315

Καί μοι λέγε· 〈τῶν〉 δικαίων φῂς ἔνια μὲν συμφέρειν, ἔνια δ’ οὔ; Ναί. Τί δέ; τὰ μὲν καλὰ εἶναι αὐτῶν, τὰ δ’ οὔ; Πῶς τοῦτο ἐρωτᾷς; Εἴ τις ἤδη σοι ἔδοξεν αἰσχρὰ μέν, δίκαια δὲ πράττειν; Οὐκ ἔμοιγε. Ἀλλὰ πάντα 〈τὰ〉 δίκαια καὶ καλά; Ναί. 115 A.
5 Ἡ προκειμένη ζήτησις περὶ τῶν δικαίων καὶ τῶν συμφερόντων, εἴτε τὰ αὐτά ἐστιν εἴτε διῄρηται ἀπ’ ἀλλήλων καθ’ ἑτερότητα τῶν ὑποκει‐
μένων, εἰς ἅπασαν ἡμῖν συντελεῖ τὴν φιλοσοφίαν καὶ τῆς ὅλης ἀντέχεται τῶν πραγμάτων ἀληθείας. ἥ τε γὰρ ἠθικὴ πᾶσα πραγματεία καὶ ἡ τοῦ ἀνθρωπείου τέλους εὕρεσις ἐκ τοῦ δόγματος ἤρτηται τούτου καὶ ἡ τῆς146
10οὐσίας ἡμῶν θεωρία διὰ τούτου μάλιστα γίνεται καταφανής. εἰ γάρ ἐστι τὸ δίκαιον ὡς ἀληθῶς τῷ συμφέροντι ταὐτὸν καὶ μὴ διώρισται ταῦτα ἀπ’ ἀλλήλων, ἐν ἀρετῇ μόνῃ τὸ ἀγαθὸν ὑφέστηκε καὶ οὔτε τὰ περὶ τὸ σῶμα θεωρούμενα ὡς ἀγαθὰ συντελεῖ τι πρὸς τὴν ἀνθρωπίνην εὐδαιμονίαν οὔτε τὰ ἔξω τοῦ σώματος πολλῷ μᾶλλον πληρώματα τοῦ
15ἀγαθοῦ καθέστηκεν, ἀλλ’ ἓν μόνον τὸ ἀγαθὸν ἐν αὐταῖς ἵδρυται ταῖς ψυχαῖς ἄμικτον καὶ καθαρὸν καὶ ἄϋλον καὶ μήτε τῶν σωματικῶν μήτε τῶν ἐκτὸς ἀναπιμπλάμενον ἀγαθῶν ἢ κακῶν. εἰ δὲ ἔστι τι δίκαιον μέν, ὡς ὁ Ἀλκιβιάδου λόγος, ἀσύμφορον δέ, καὶ αὖ πάλιν συμφέρον μὲν ἡμῖν, ἄδικον δέ, καὶ τὰ φαινόμενα ἀγαθὰ συμπληροῦν ἀνάγκη τὴν
20εὐδαίμονα ζωήν, οἷον δὴ καὶ τὴν ὑγείαν καὶ τὸν πλοῦτον. πολλὰ γὰρ
in Alc
.

316

ἕνεκα τούτων πράττουσιν ἄνθρωποι, καὶ θηρῶντες τὸ ἐν τούτοις ἀγαθὸν τῆς περὶ τὸ δίκαιον ἐξίστανται φιλίας, οἷς καὶ δοκοῦσιν οἱ τῶν δικαίων ἕνεκα καὶ σωμάτων εὐεξίας καὶ χρηματισμοῦ καταφρονοῦντες δίκαια μὲν καὶ τοῖς πολλοῖς ἐπαινετὰ πράττειν, οὐ μέντοι συμφέροντα, διότι
5τὸ συμφέρον οὐχ ὁρῶσιν ἔνδον ἐν αὐτῇ τῇ ψυχῇ μονίμως ἑστηκός, ἀλλ’ ἐν τοῖς ἔξω κείμενον ἐσπαρμένοις πράγμασιν καὶ ἀναγκαίοις μᾶλλον ἢ ἀγαθοῖς, αὐτοὶ δὲ ἅτε φαντασίαν καὶ αἴσθησιν νοῦ καὶ ἐπιστήμης προστησάμενοι. καὶ μὴν εἰ ἔστι τὸ δίκαιον τῷ συμφέροντι ταὐτόν, ὡς ὁ Σωκράτους λόγος, καὶ ἡ οὐσία τοῦ ἀνθρώπου κατ’ αὐτὴν ἀφώρισται
10τὴν ψυχήν, τὸ δὲ σῶμα οὔτε μόριόν ἐστιν οὔτε συμπληρωτικὸν ἡμῶν. εἰ γὰρ δὴ καὶ τὸ σῶμα συμπληροῖ τὸν ἄνθρωπον, καὶ τὸ ἀγαθὸν τοῦ σώματος ἔσται τῶν ἀνθρωπίνων ἀγαθῶν καὶ τὸ καλὸν ἀλυσιτελὲς οὐ τῷ σώματι μόνον, ἀλλὰ καὶ τῷ ἀνθρώπῳ. τὰ μὲν δὴ τῶν μορίων πλεονεκτήματα καὶ ὅσα ἐναντία διαβαίνει καὶ εἰς τὴν τοῦ ὅλου φύσιν,
15ἐπειδὴ τὸ ὅλον ἐν τοῖς μέρεσιν ἔλαχε τὸ εἶναι, τὰ δὲ τῶν ὀργάνων παθήματα τὰς τῶν χρωμένων ἕξεις οὐ μεταβάλλει, καὶ εἰ πρὸς τὰς ἐνεργείας αὐτῶν εἴη πολλάκις ἐμπόδια. ὥστ’ εἴπερ ἐστὶ τὸ δίκαιον τῷ συμφέροντι ταὐτόν, ὅπου τὸ δίκαιον, ἐκεῖ καὶ τὸ συμφέρον· ἐν ψυχῇ δὲ τὸ δίκαιον, ὥστε ἐν ψυχῇ καὶ τὸ συμφέρον. ἀλλὰ μὴν ὅπου τὸ ἀγαθὸν
20ἡμῶν ὑπάρχει διαφερόντως, ἐκεῖ καὶ τὸ εἶναι ἔχομεν. οὐ γὰρ ἐν ἄλλῳ μὲν ἡμῶν ἡ οὐσία, κατ’ ἄλλο δὲ τελειούμεθα, ἀλλ’ ὅπου τὸ ἀνθρώπου εἶδος, ἐκεῖ καὶ ἡ τοῦ ἀνθρώπου τελειότης. ἐν ψυχῇ ἄρα καὶ ὁ ἄνθρωπος. ἕκαστον γὰρ τῶν ὄντων ἐν αὑτῷ σύζυγον ἔχει καὶ τὸ ἀγαθόν· καὶ γὰρ
in Alc
.

317

τὸ πρώτιστον ὂν τοῦ ἀγαθοῦ ἕνεκα καὶ περὶ τὸ ἀγαθὸν ὑφέστηκεν. ὅπου τοίνυν τὸ εἶναι πᾶσιν, ἐκεῖ καὶ τὸ εὖ εἶναι· καὶ ἀδύνατον σῶμα μὲν εἶναι τὸν ἄνθρωπον, ἐν ἄλλῳ δὲ τὴν τελειότητα ἔχειν ἔξω σώματος, καὶ τὸ μὲν συναμφότερον εἶναι, κατὰ δὲ ψυχὴν μόνην ἀφωρίσθαι τὸ ἀνθρώπειον
5ἀγαθόν. ἔτι τοίνυν ἡ τοῦ ἀγαθοῦ ἔφεσις σωστικὴ τῶν ἐφιεμένων ἐστίν. ὡς γὰρ καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης διώρισε, τὸ μὲν ἑκάστου σωστικόν ἐστι τὸ ἀγαθόν, τὸ δὲ ἑκάστου φθαρτικὸν τὸ κακόν. εἰ μὲν οὖν ἐν ψυχῇ τὸ ἀγαθὸν ἔχοντες ἐν ἐκείνῃ καὶ τὸ εἶναι ἔχομεν, κατὰ φύσιν ἂν καὶ τοῦ
ἀγαθοῦ τυγχάνοιμεν τῆς ἐφέσεως. εἰ δὲ τὸ μὲν κατὰ τὴν ψυχήν, τὸ δὲ147
10κατὰ τὸ συναμφότερον ἡμῶν εἴη, τῆς ἑαυτῶν ἐφίεσθαι συμβαίνειν ἀνάγκη φθορᾶς, εἴπερ ἄϋλον μὲν τὸ ἀγαθὸν καὶ ἔξω σώματος. οὐδὲν δὲ τῶν ὄντων ὀρέγεται τῆς οἰκείας φθορᾶς, ὥστε οὐδὲ ὁ ἀπορῶν, εἰ ἄρα τὸ δίκαιον συμφέρον, ἐν ψυχῇ λέγει τὸ ἀγαθὸν ἡμῶν. εἰ δὲ [ἐν ψυχῇ τὸ ἀγαθόν], καὶ τὸ εἶναι τοῦ ἀνθρώπου ψυχικόν ἐστι καὶ οὔτε
15μικτὸν ἐκ ψυχῆς καὶ σώματος οὔτε σωματικὸν μόνον. Διὰ μὲν οὖν τούτων ὅτι καὶ πρὸς τὴν ἠθικὴν φιλοσοφίαν καὶ πρὸς τὴν εὕρεσιν τῆς ἀνθρώπου φύσεως ἡ προκειμένη συμβάλλεται ζήτησις, οἶμαι γεγονέναι καταφανές· ὅτι δὲ καὶ πρὸς θεολογίαν ἀφορμὰς παρέχεται θαυμαστάς, μάθοιμεν ἂν μνημονεύσαντες ὡς τὸ μὲν δίκαιον
20τὴν ὅλην οὐσίαν συνέχει τῶν ψυχῶν (κατὰ γὰρ τὰς ἀναλογίας ὑποστᾶσαι πάσας κατὰ δίκην δηλονότι τήν τε οὐσίαν διῃρέθησαν καὶ τὰς δυνάμεις), τὸ δὲ αὖ καλὸν τὴν νοερὰν ὑπόστασιν ἀφορίζει (διὸ
in Alc
.

318

καὶ ἐραστόν ἐστιν ὁ νοῦς καὶ ὀρεκτόν, ὥς φησιν Ἀριστοτέλης· καὶ τὰ νοῦ μετασχόντα καλὰ πάντα, καὶ ἡ ὕλη καθ’ ἑαυτὴν ἀκαλλὴς οὖσα, διότι καὶ ἀνείδεος, ἅμα τε μεταλαμβάνει μορφῆς καὶ εἴδους καὶ τῆς τοῦ κάλλους δυνάμεως ἐμφάσεις ὑποδέχεται), τὸ δὲ ἀγαθὸν ἅπασαν
5τὴν θείαν οὐσίαν ἀφορίζει (πᾶν γὰρ τὸ θεῖον κατ’ αὐτὴν τὴν θείαν ὕπαρξιν ἀγαθόν ἐστιν· εἰ γὰρ οἱ θεοὶ τῶν ὄντων εἰσὶν αἴτιοι καὶ εἰ πρεσβύτεροι τῶν ὅλων καὶ εἰ τὰ ὄντα περὶ ἑαυτοὺς ὑπέστησαν, ἀγαθοὶ κατ’ οὐσίαν εἰσὶ καὶ πᾶσι τοῖς οὖσιν ἐπιλάμπουσι τὸ ἀγαθόν). εἰ τοίνυν τὸ δίκαιον διὰ τοῦ καλοῦ τῷ ἀγαθῷ συνδέδεται, καὶ πᾶς ὁ ψυχικὸς
10διάκοσμος διὰ μέσων τῶν νοερῶν ὑποστάσεων ἥνωται τοῖς θεοῖς, ὥστε μία ἐστὶν ἡ ἀσώματος φύσις καὶ ἑνοειδὴς καὶ συννεύει πᾶσα πρὸς τὸ ἀγαθόν· ὁ δὲ μερισμὸς ἐν τοῖς εἰδώλοις ἐστίν, οὐ δυναμένοις τὰς πρωτουργοὺς αἰτίας κατὰ τὴν ἐκείνων 〈ἑνότητα〉 ἀποτυπώσασθαι. φανερὸν ἄρα ἐκ τούτων ὅτι καὶ πρὸς θεολογίαν ἡμῖν ἡ παροῦσα ἀπό‐
15δειξις οὐ σμικρὰ συντελεῖ καὶ πρὸς πᾶσαν ὡς εἰπεῖν φιλοσοφίαν. Ἄνωθεν οὖν τὸν ὅλον ἐκθέμενοι συλλογισμὸν ἑκάστην τῶν προτά‐ σεων αὐτὴν ἐφ’ ἑαυτῆς ἀνασκεψώμεθα καὶ διορίσωμεν, τίνες μέν εἰσι περὶ αὐτῶν ἀληθεῖς δόξαι, τίνες δὲ ἡμάρτηνται, καὶ παρὰ ποίας αἰτίας οἷον ἑτέραν ὁδὸν ἐξετράπησαν τῆς περὶ τούτων ἐπιστήμης οἱ τἀναντία
20τῷ Πλάτωνι δοξάζοντες. ὁ μὲν δὴ συλλογισμὸς ὅλος ὁ κατασκευάζων ὅτι τὸ δίκαιον συμφέρον οὑτωσὶ πρόεισι· ‘πᾶν δίκαιον καλόν, πᾶν καλὸν ἀγαθόν, πᾶν ἄρα δίκαιον ἀγαθόν· ἀλλὰ μὴν καὶ τὸ ἀγαθὸν τῷ συμφέ‐ ροντι ταὐτόν· πᾶν ἄρα δίκαιον συμφέρον‘. καὶ ἔστι πρῶτος ἐν πρώτῳ σχήματι, τοῖς μὲν μείζοσιν ὅροις τοὺς ἐλάττονας περιλαμβάνων, τοῖς δὲ
in Alc
.

319

ἐλάττοσι τοὺς μείζονας ἀντιστρόφους ἀποφαίνων. πάλιν γὰρ αὖ καὶ ἀπὸ τοῦ ἀγαθοῦ ἀρξάμενος τὸ αὐτὸ δυνήσῃ συναγαγεῖν· ‘πᾶν ἀγαθὸν καλόν, πᾶν καλὸν δίκαιον, πᾶν ἄρα ἀγαθὸν δίκαιον· ἔστι δὲ τὸ συμφέρον τῷ ἀγαθῷ ταὐτόν· πᾶν ἄρα συμφέρον δίκαιόν ἐστι‘. ταὐτὸν ἄρα ἐστὶ
5τῷ συμφέροντι τὸ δίκαιον. οὔτε γὰρ τὸ ἀγαθὸν τῆς ψυχῆς ἐν ἄλλῳ τινὶ
ἢ ἐν τῇ ἀρετῇ ὑφέστηκεν οὔτε τὸ καλόν, ἀλλὰ πᾶν τὸ ἀγαθὸν κατ’ ἀρετὴν ἀφώρισται καὶ τὸ αὐτὸ καλόν ἐστιν ὅπερ καὶ ἀγαθόν, καὶ ταῦτα ἀμφότερα δίκαιά ἐστι. κἂν γὰρ σῶφρον ᾖ κἂν ἀνδρεῖον, δίκαιόν ἐστι διὰ τὴν τῶν ἀρετῶν ἀντακολούθησιν· οὐ γάρ ἐστι σωφρονεῖν μέν,148
10ἀδίκως δὲ ζῆν, οὐδὲ ἀνδρίζεσθαι μέν, στέρεσθαι δέ ποτε δικαιοσύνης, ἀλλὰ τὸ αὐτὸ τῆς ζωῆς εἶδος ἐκ πασῶν ὑφέστηκε τῶν ἀρετῶν. Ἐν μὲν οὖν ταῖς ἀρχαῖς τῶν πραγμάτων τὸ ἀγαθὸν ἐξῄρηται τοῦ κάλλους καὶ τὸ καλὸν ὑπέρκειται τῆς δικαιοσύνης. τὸ μὲν γάρ ἐστι πρὸ τῶν νοητῶν ἐν ἀβάτοις ὑπεριδρυμένον, τὸ δὲ κρυφίως μὲν ἐν τοῖς
15πρώτοις τῶν νοητῶν, ἐκφανέστερον δὲ ἐν τῷ πέρατι τῆς διακοσμήσεως ἐκείνης, τὸ δὲ ἑνοειδῶς μὲν ἐν τῇ πρωτίστῃ τάξει τῶν νοερῶν, δευτέρως
in Alc
.

320

δὲ ἐν τῷ τέλει τῆς νοερᾶς προόδου τῶν θεῶν· καὶ αὖ πάλιν τὸ μὲν ἀγαθὸν ἐν τοῖς θεοῖς, τὸ δὲ καλὸν ἐν τοῖς νοῖς, τὸ δὲ δίκαιον ἐν ταῖς ψυχαῖς. ὅθεν δὴ καὶ τὸ μὲν δίκαιον καλόν ἐστιν, οὐ πᾶν δὲ τὸ καλὸν δίκαιον, ἀλλ’ ἡ τοῦ κάλλους αἰτία τοῦ [δικαίου προ]ϋφέστηκε· καὶ πᾶν
5μὲν τὸ καλὸν ἀγαθόν, ἡ δὲ πηγὴ τῶν ὅλων ἀγαθῶν ὑπερήπλωται παντὸς τοῦ καλοῦ· καὶ τὸ μὲν δίκαιον ἀγαθόν, διὰ μέσου τοῦ καλοῦ τῷ ἀγαθῷ συναπτόμενον, τὸ δὲ ἀγαθὸν ἐπέκεινα ἀμφοῖν. οὕτω δ’ ἂν εὕροις καὶ εἰς τὰ ἔσχατα τῶν ὄντων ἀποβλέπων· τὸ μὲν ὑλικὸν αἴτιον, εἰ καὶ ἀγαθόν ἐστιν, αἰσχρὸν ὑπάρχει καὶ ἀκαλλές (τοῦ γὰρ ἑνὸς μὴ
10μετέχον ἄμοιρόν ἐστιν εἴδους), τὸ δὲ αἰσθητὸν κάλλους μὲν ἔμφασιν ἔχει, δικαιοσύνης δὲ οὔ· καὶ γὰρ ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης ‘δικαιο‐ σύνης‘ φησὶ ‘καὶ σωφροσύνης οὐδέν ἐστι φέγγος ἐν τοῖς τῇδε ὁμοιώμασι, νῦν δὲ κάλλος μόνον ταύτην ἔσχε μοῖραν, ἐκφανέστατον εἶναι καὶ ἐρασμιώτατον‘.
15ὅπου μὲν ἄρα τὸ δίκαιον, ἐκεῖ καὶ τὸ καλόν, καὶ ὅπου τὸ καλόν, ἐκεῖ καὶ τὸ ἀγαθόν, εἴτε εἰς τὰς πρωτίστας ἀρχὰς ἀπιδεῖν ἐθέλεις, εἴτε εἰς τὰς ἐκείνων μέχρι τῶν ἐσχάτων ἐλλάμψεις. τοῦ μὲν γὰρ ἀγαθοῦ πάντα ἀπολαύει (πάντων γάρ ἐστιν ἀρχή), τοῦ δὲ καλοῦ τὰ εἴδους μετέχοντα μόνα, τοῦ δὲ δικαίου τὰ ψυχῆς. ἐν δέ γε τῷ μέσῳ κέντρῳ τῶν ὄντων
20ἁπάντων, οἷον δή ἐστιν ἡ ψυχή, πάντα συνήνωται ταῦτα ἀλλήλοις, τὸ
in Alc
.

321

ἀγαθόν, τὸ καλόν, τὸ δίκαιον, καὶ τό τε ἀγαθὸν αὐτῆς καλόν ἐστι 〈καὶ δίκαιον, καὶ τὸ καλὸν ἅμα ἀγαθὸν καὶ δίκαιον,〉 καὶ τὸ δίκαιον ἅμα καλὸν καὶ ἀγαθόν. καὶ οὐκ ἐπὶ ταύτης μόνον τῆς τριάδος ὁ λόγος ἀληθής, ἀλλὰ καὶ ἐπ’ ἄλλων πολλῶν. οἶον τὸ ὂν ἐπέκεινα ζωῆς ἐστὶ
5καὶ ζωὴ τοῦ νοῦ ἐπέκεινα ἐν ταῖς ἀρχαῖς· καὶ αὖ ἐν τοῖς ἀποτελέσμασιν οὐ πᾶν τὸ τοῦ ὄντος μετέχον καὶ ζωῆς ἐστὶ μετέχον οὐδὲ πᾶν τὸ ζῶν καὶ νοῦ μετείληφεν, ἀλλ’ ἔμπαλιν τὰ μὲν νοοῦντα πάντα καὶ ζῇ καὶ ἔστι, τὰ δὲ ζῶντα τοῦ εἶναι μετέχει. καὶ ὅμως τοιαύτης οὔσης ἐν τοῖς ἄκροις κατὰ τὴν τριάδα ταύτην διαφορᾶς ἐν τῇ ψυχῇ συνήνωται ἀλλή‐
10λοις, καὶ τὸ μὲν ὂν ζωή τε καὶ νοῦς ἐστίν, ἡ δὲ ζωὴ νοῦς καὶ οὐσία, ὁ δὲ νοῦς οὐσία καὶ ζωή. μία γάρ ἐστιν ἁπλότης ἐν αὐτῇ καὶ ὑπόστασις μία, [καὶ] οὔτε τὸ ζῆν ἐπακτὸν οὔτε τὸ νοεῖν, ἀλλ’ ὁ μὲν νοῦς αὐτῆς
ζῶν καὶ οὐσιώδης ἐστίν, ἡ δὲ ζωὴ νοερὰ κατ’ οὐσίαν, ἡ δὲ οὐσία [νοερὰ καὶ ζωτική]. καὶ πάντῃ οὖν ἐστὶ πάντα καὶ ἓν ἐκ πάντων. κατὰ τὰ149
15αὐτὰ γοῦν καὶ τὸ ἀγαθὸν αὐτῆς κάλλει διαφέρει καὶ δικαιοσύνῃ, καὶ τὸ καλὸν τέλειόν ἐστι καὶ ἀγαθὸν καὶ πάντως δίκαιον, καὶ τὸ δίκαιον
in Alc
.

322

τῷ καλῷ καὶ τῷ ἀγαθῷ συγκέκραται· καὶ τὸ μὲν ὑποκείμενον ἕν, οἱ δὲ λόγοι διάφοροι. καὶ αὖ καὶ τοῦτο· μήτε τὴν ταυτότητα τῶν τριῶν τούτων κατὰ τοὺς λόγους νομίζωμεν μήτε τὴν ἑτερότητα κατὰ τὸ ὑποκείμενον, ἀλλὰ τοὺς μὲν λόγους διαφόρους αὐτῶν φυλάττωμεν, τὸ
5δὲ ὑποκείμενον ἕν, διότι δὴ πανταχοῦ κατὰ τὰς ἐνεργείας τῆς ψυχῆς συνυφέστηκε τὰ τρία ταῦτα ἀλλήλοις. ὥσπερ γὰρ οἱ μὲν λόγοι τῶν ἀρετῶν εἰσὶ διαφέροντες, ἓν δὲ τὸ πασῶν ἐστὶ μετειληφός, καὶ οὐκ ἐνδέχεται δικαιοσύνης μὲν μετέχειν, σωφροσύνης δὲ ἀμοιρεῖν, ἢ τούτων μὲν μετέχειν, ἄνευ δὲ τῶν ἄλλων ἀρετῶν, οὕτω δὴ καὶ ἡ τριὰς αὕτη
10συνήνωται ἑαυτῇ· καὶ πᾶν τὸ ἀγαθὸν ὁμοῦ καὶ τοῦ καλοῦ πλῆρές ἐστι καὶ τοῦ δικαίου καὶ τούτων ἑκάτερον μετ’ ἐκείνου συνεισέρχεται. διὸ καὶ ὁ Σωκράτης διὰ τοῦ καλοῦ τῷ ἀγαθῷ συνῆψε τὸ δίκαιον· τοῦτο γὰρ μέσον ἐστὶ καὶ σύνδεσμος ἐκείνων, ‘δεσμὸς δὲ κάλλιστος‘, φησὶν ὁ Τίμαιος, ‘ὃς ἂν ἑαυτόν τε καὶ τὰ συνδούμενα ὅτι
15μάλιστα ἓν ποιῇ‘. πολλῷ δὴ οὖν μᾶλλον παντὸς ἄλλου δεσμοῦ τὸ καλὸν αὐτὸ συναγωγόν ἐστι καὶ ἑνωτικὸν τῶν δύο τούτων, τοῦ τε δικαίου καὶ τοῦ ἀγαθοῦ. Περὶ μὲν δὴ τῆς ὅλης ἀποδείξεως τοσαῦτα προειρήσθω· καθ’ ἑκάστην δὲ τῶν προτάσεων ἑξῆς τὴν ἀλήθειαν θεωρήσωμεν. πρὸς δὴ τὴν λέ‐
20γουσαν πρότασιν πᾶν τὸ δίκαιον εἶναι καλὸν οἱ μὲν εὖ πεφυκότες οὐκ ἄν ποτε ἐνσταῖεν· γεγόνασι δέ τινες καὶ ἔσονται Θρασύμαχοι καὶ
in Alc
.

323

Καλλικλεῖς καὶ ἄλλο πάμπολυ Κενταυρικὸν καὶ Σατυρικὸν γένος, οἵ φασι γενναίαν εὐήθειαν εἶναι τὴν δικαιοσύνην καὶ οὔτε τῶν καλῶν οὔτε τῶν φρονίμων ἐπιτηδευμάτων. οἱ δὲ καλὸν μὲν αὐτὴν εἶναι συγχωροῦσιν αἰσχυνόμενοι τὴν τῶν πολλῶν δόξαν, νόμῳ
5δὲ καλόν, ἀλλ’ οὐ φύσει. καὶ γὰρ Πῶλος ὁ Ἀκραγαντῖνος καὶ ἄλλοι πολλοὶ ταύτης προὔστησαν τῆς δόξης, οἳ καί φασι τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι νόμῳ μὲν αἴσχιον, τῇ δὲ φύσει κάλλιον, διϊστάντες τὸν ὡς ἀληθῶς νόμον ἀπὸ τῆς φύσεως τῶν πραγμάτων, ἄλλα μὲν τὰ κατὰ νόμον αἰσχρὰ καὶ καλὰ λέγοντες, ἄλλα δὲ τὰ κατὰ φύσιν. πρὸς δὴ
10ταύτας τὰς δόξας ὁ Σωκράτης ἱστάμενος ἐν Πολιτείᾳ καὶ δεικνὺς ὅτι ὁ δίκαιος ἐπιστήμων ἐστὶ καὶ οὐκ εὐήθης, ὡς ὁ ἐκείνων λόγος, στοιχεῖον ἔθετο τοῦ μὲν ἐπιστήμονος τὸ τοῦ μὲν ὁμοίου πλεονεκτεῖν μὴ βούλεσθαι, τοῦ δὲ ἀνομοίου (καὶ γὰρ ὁ ἰατρὸς οὐ τῶν ἰατρῶν ἐθέλει πλέον ἔχειν, ἀλλὰ τῶν μὴ ἰατρῶν, ἐπεὶ τοῖς γε ἰατροῖς
15ἐθέλοι ἂν τὰ αὐτὰ λέγειν, ἐπείπερ καὶ δέδεικται ὅτι τοῖς ἐπιστήμοσι τὰ αὐτὰ δοκεῖ περὶ τῶν αὐτῶν· ὁμοίως τοίνυν καὶ ὁ ἀριθμητικὸς καὶ ὁ γεωμέτρης καὶ τῶν ἐπιστημόνων ἕκαστος)· τοῦ δὲ ἀνεπιστήμονος τὸ πάντων ὡσαύτως ἐθέλειν πλεονεκτεῖν, καὶ τῶν ὁμοίων δήπου καὶ τῶν ἀνομοίων· οὐ γὰρ ἔχειν παρ’ ἑαυτῷ διάκρισιν ἐπιστήμης καὶ ἀνεπιστη‐
20μοσύνης. καὶ ὅλως τῷ μὲν ἀγαθῷ τὸ κακὸν ἠναντίωται μόνον, τῷ δὲ κακῷ καὶ τὸ κακὸν καὶ τὸ ἀγαθόν· ἀναιρετικὸν οὖν ἐστὶ τοῦ ἀγαθοῦ150
in Alc
.

324

καὶ τοῦ πρὸς αὐτὸ ἐναντίου κακοῦ. ἐπειδὴ τοίνυν δύο ταῦτα στοιχεῖα κεῖται, τὸ μὲν ἐπιστήμης, τὸ δὲ ἀνεπιστημοσύνης, ὁ δίκαιος πότερον τοῦ μὲν ὁμοίου πλέον ἔχειν οὐκ ἐθέλει, τοῦ δὲ ἀνομοίου μόνον, ἢ ἀμφο‐ τέρων ὡσαύτως; ἀλλ’ ὁρῶμεν ὅτι δίκαιός τις ὢν τῶν μὲν δικαίων οὐκ
5ἂν βούλοιτο πλέον ἔχειν, τῶν δὲ ἀδίκων. εἰ γὰρ καὶ τῶν ὁμοίων ἐθέλοι πλεονεκτεῖν, οὐ δίκαιος ἂν εἴη. ὡς γὰρ τὸ ἶσον ἐν τοῖς ἴσοις, ἐκβαίνει δὲ [τῆς ἑαυτοῦ φύσεως ἐν τοῖς ἀνίσοις, οὕτω καὶ τὸ δίκαιον]. ἀναγκαῖον ἄρα τὸν δίκαιον τοῦ μὲν ὁμοίου πλεονεκτεῖν οὐδαμῶς ἐθέλειν, τοῦ δὲ ἀνομοίου μόνον. ἀλλὰ μὴν τοῦτο στοιχεῖον ἐπιστήμης ἐθέμεθα· ὁ ἄρα
10δίκαιος ἐπιστήμων ἐστίν. εἰ δὲ τοῦτο, καλόν ἐστιν ἡ δικαιοσύνη καὶ φύσει καλόν, εἴπερ ἐπιστήμῃ σύνεστιν, ἀλλ’ οὐκ αἰσχρόν· καὶ διὰ φρόνησιν ὁ δίκαιος τοιοῦτος, ἀλλ’ οὐ δι’ εὐήθειαν. ὁ μὲν οὖν Σωκράτης τὸν τρόπον τοῦτον ἐν Πολιτείᾳ τοὺς τῆς δικαιοσύνης κατηγόρους διήλεγξεν· ἐν δὲ τῷ συλλογισμῷ συνάγει μὲν εἰς ταὐτὸν τό τε κατὰ
15νόμον καὶ τὸ κατὰ φύσιν, ἐπιδείκνυσι δὲ ὅτι πανταχοῦ τὸ δίκαιον φύσει καλόν ἐστι, καὶ ἑνὸς ὄντος τοῦ κρατοῦντος καὶ πολλῶν, καὶ ὡς ὁ δίκαιος βίος κράτιστός ἐστι καὶ ἄριστος, ὁ δὲ ἄδικος πᾶν τοὐναντίον αἴσχιστός τε ἅμα καὶ κάκιστος. Εἰ δὲ δεῖ ἄλλων ἀποδείξεων τῆς προτάσεως ταύτης, ἥ φησι πᾶν τὸ
20δίκαιον εἶναι καλόν, φέρε καὶ ἡμεῖς αὐτὴν διὰ πλειόνων ἐπιχειρημάτων γνωριμωτέραν ποιήσωμεν. ἐπειδὴ τοίνυν ἡ ψυχὴ πλῆθός ἐστι καὶ τὸ μέν ἐστιν αὐτῆς πρῶτον, τὸ δὲ μέσον, τὸ δὲ τελευταῖον, πότε φαμὲν ἐν ταύτῃ γίνεσθαι δικαιοσύνην; ἆρα ὅταν τὸ μέσον ἢ τὸ ἔσχατον ἄρχειν ἐπιχειρῇ τῶν βελτιόνων, ἢ ὅταν τὸ πρώτιστον τοῦ μέσου καὶ τὸ μέσον
25τοῦ τελευταίου κρατῇ; ἀλλ’ εἰ μέν, ὅταν τὰ χείρονα δυναστεύῃ κατὰ
in Alc
.

325

τῶν κρειττόνων, οὐκέτ’ ἂν εἴη τὰ χείρονα τῇ φύσει τοιαῦτα. ᾧ γὰρ τὸ ἄρχειν προσήκει, τοῦτο κρεῖττόν ἐστι καὶ τιμιώτερον κατὰ φύσιν. εἰ τοίνυν ἀδύνατον τὸ αὐτὸ βέλτιον εἶναι καὶ χεῖρον τῇ φύσει, δεῖ καὶ τὸ δίκαιον τότε ἐν ψυχαῖς θεωρεῖν, ὅταν τὸ μὲν ἄριστον ἐν αὐταῖς ἄρχῃ
5τῆς ζωῆς ὅλης, τὸ δὲ μέσον ὑποτεταγμένον τῷ ἀμείνονι τοῦ ἐσχάτου κρατῇ. τότε γὰρ ἕκαστον τῶν μορίων τοῦ κατ’ ἀξίαν τυγχάνει, τὸ μὲν βασιλεῦον, τὸ δὲ δορυφοροῦν, τὸ δὲ ὑπηρετοῦν ταῖς τοῦ κρείττονος δυνάμεσι. τὸ ἄρα δίκαιον ἀπονεμητικόν ἐστι τοῦ προσήκοντος ἑκάστῳ τῶν τῆς ψυχῆς μορίων καὶ τῆς ἰδιοπραγίας αἴτιον. [ἑκάστου δὲ τῶν
10μορίων] τὸ κατ’ ἀξίαν ἔχοντος καὶ τὰ ἑαυτοῦ [πράττοντος] εὐταξία περὶ τὴν ψυχὴν ὅλην ἐστὶ καὶ συμμετρία μη[δενὸς παρὰ] φύσιν τὴν αὑτοῦ πράττοντος μηδέν· τὸ δὲ τεταγμένον καὶ τὸ σύμμετρον καὶ τὸ κατὰ φύσιν καλόν ἐστι· τὸ ἄρα δίκαιον [καλόν ἐστι]. διττὸν γὰρ τὸ δίκαιον· τὸ μὲν ἐν τοῖς συναλλάγμασιν, ὃ τῆς ἀριθμητικῆς ἰσότητος
15στοχάζεται, τὸ δὲ ἐν ταῖς διανομαῖς, ὃ τῆς γεωμετρικῆς δεῖται πάντως
in Alc
.

326

ἰσότητος. δεῖ γὰρ συναλλάττοντα μὲν τὸ ἀριθμητικὸν ἶσον ἐπιζητεῖν,
ἵνα μὴ τὸν κοινωνοῦντα τῶν συμβολαίων ἀδικήσωμεν τοῦ πλείονος ἀντιλαμβανόμενοι, διανέμοντα δὲ τοῖς ἀνίσοις τὰ ἄνισα κατὰ τὴν προσήκουσαν ἀξίαν νέμειν καὶ τὸ ἀνάλογον σώζειν γεωμετρικῶς,151
5〈καὶ〉 ὡς ἔχει τὰ πρόσωπα διαφορᾶς, οὕτω καὶ τὰ διανεμόμενα αὐτοῖς ἀξίας ἔχειν πρὸς ἄλληλα. πᾶν μὲν οὖν τὸ δίκαιον ἶσόν ἐστιν, ὡς εἰρήκαμεν, πᾶν δὲ τὸ ἶσον καλόν· τὸ γὰρ ἄνισον αἰσχρόν ἐστι καὶ ἀσύμμετρον, ἐπειδὴ καὶ ἀνάρμοστόν ἐστι· πᾶν ἄρα τὸ δίκαιον καλόν. Τρίτον δὴ οὖν λέγομεν ὅτι καὶ τὸ ἐν σώμασι καλὸν οὐκ ἄλλως
10ὑφέστηκεν ἢ ὅταν τὸ εἶδος ἐπικρατῇ τῆς ὕλης· ἀκαλλὴς γὰρ αὕτη καὶ αἰσχρά, καὶ ὅταν κρατηθῇ τὸ εἶδος ὑπ’ αὐτῆς, αἴσχους ἀναπίμπλαται καὶ ἀμορφίας καὶ οἶον ἀνείδεον γίνεται τῇ ὑποκειμένῃ φύσει συνεξο‐ μοιούμενον. εἰ τοίνυν καὶ ἐν ψυχῇ τὸ μὲν νοερὸν ἡμῶν εἴδους ἐπέχει τάξιν, τὸ δὲ ἄλογον ὕλης (νοῦς μὲν γὰρ καὶ λόγος τῆς τοῦ πέρατός
15ἐστι συστοιχίας, τὸ δὲ ἄλογον τῆς τοῦ ἀπείρου· φύσει γὰρ ἄμετρόν ἐστι καὶ ἀόριστον), ἀνάγκη δήπου καὶ ἐν ψυχῇ τὸ κάλλος ὁρᾶσθαι τοῦ μὲν λόγου κρατοῦντος, τῶν δὲ ἀλόγων εἰδῶν τῆς ζωῆς κρατουμένων ὑπὸ λόγου καὶ φρονήσεως. ἀλλὰ μὴν τὸ δίκαιον τῷ μὲν λόγῳ δίδωσι τὸ κράτος, τῇ δὲ ἀλογίᾳ τὸ κρατεῖσθαι· διανέμει γὰρ ἑκατέρῳ τὸ προσ‐
20ῆκον, τῷ μὲν ἀρχικῷ τὸ ἄρχειν, τῷ δὲ ὑπηρετικῷ τὸ δουλεύειν, ἐπεὶ
in Alc
.

327

καὶ ἡ δημιουργία τὸ ἄλογον ὑπέταξεν ἡμῖν καὶ τῷ λόγῳ ἐν ἡμῖν οἷον ὄχημα παρεσκεύασεν αὐτό· συμφέρον ἄρα τὸ δίκαιον 〈καὶ〉 καλόν ἐστι καὶ κάλλους αἴτιον τῇ ψυχῇ. Τέταρτον τοίνυν τὸ δίκαιον τέλειόν ἐστι καὶ ὡρισμένον, ἐπείπερ τὸ
5ἄδικον ἀόριστον καὶ ἀτελές, ἐπ’ ἄπειρον δὲ εἶσι καὶ οὐδαμοῦ ἵσταται τὸν τῆς δικαιοσύνης ὅρον ὑπεξελθόν. τὸ οὖν δίκαιον μέτρον ἐπιφέρει καὶ πέρας οἷς ἂν παραγένηται, καὶ τέλεια πάντα ἀποτελεῖ. τοιοῦτον δὲ ὂν καλλοποιόν ἐστι τῆς ψυχῆς· τῷ γὰρ τελείῳ καὶ τῷ μεμετρημένῳ συμφύεται τὸ καλόν, διότι παρὰ τῷ ἀμέτρῳ καὶ ἀορίστῳ συνυφέστηκε
10τὸ αἰσχρόν. ἅμα ἄρα τὸ δίκαιον τέλειόν ἐστι καὶ μέτριον καὶ ὡρισμένον καὶ καλόν, καὶ οὐ διέστηκε ταῦτα ἀπ’ ἀλλήλων κατὰ φύσιν. Πέμπτον τοίνυν λεγέσθω καὶ ὅτι τὸ πᾶν τοῦτο δικαιοσύνῃ κατε‐ κόσμησεν ὁ δημιουργός· τῷ γὰρ καλλίστῳ συνέδησεν αὐτὸ τῶν δεσμῶν καὶ ἄλυτον ἐποίησε διὰ τὴν τῆς ἀναλογίας δύναμιν τὴν
15συνέχουσαν αὐτὸ καὶ φίλον ἑαυτῷ ποιοῦσαν. τὸ δὲ ὁμοιούμενον τῷ παντὶ τῷ καλλίστῳ τῶν ὁρατῶν καὶ αὐτὸ δήπουθέν ἐστι καλόν· τὸ ἄρα δίκαιον καὶ κατὰ τοῦτον τὸν λόγον ἐστὶ καλὸν καὶ οὐδαμοῦ διέζευκται τῆς τοῦ καλοῦ φύσεως. Ὅτι μὲν οὖν πᾶν τὸ δίκαιόν ἐστι καλὸν διὰ τούτων ὑπομεμνήσθω.
20τὴν δὲ ἑξῆς ταύτῃ πρότασιν τὴν λέγουσαν πᾶν τὸ καλὸν ἀγαθὸν προ‐ τείνει μὲν ὁ Σωκράτης, ὁ δὲ Ἀλκιβιάδης οὐκ ἀποδέχεται. τὸ δὲ αἴτιον, ὅτι τὸ καλὸν θέσει καλὸν ὑπείληφεν εἶναι καὶ οὐ φύσει· διὸ καὶ τὸ
in Alc
.

328

δίκαιον συνεχώρησεν εἶναι καλόν (οὕτω γὰρ ὑπείληπται παρὰ τῷ πλήθει) καὶ τὸ καλὸν τοῦ ἀγαθοῦ διέστησε. τὸ μὲν γὰρ εἶναι νομίζει κατὰ δόξαν (τοῦτο γὰρ εἶναι καλόν, τὸ πρέπον δήπου καὶ τὸ ἔνδοξον),
τὸ δὲ κατὰ ἀλήθειαν (οὐδενὶ γὰρ ἔδοξεν εἶναι θέσει τὸ ἀγαθόν). καὶ152
5ταύτην τοίνυν τὴν πρότασιν ἡμεῖς ἐπιδείξωμεν πάντῃ ἀληθεστάτην. παντὶ δὴ οὖν τοῦτο καταφανές, ὅτι τὸ καλὸν ἐράσμιόν ἐστι κατὰ τὴν αὑτοῦ φύσιν, ὅπου γε καὶ τὸ ἔσχατον κάλλος ὡς ἐν εἰδώλοις φερόμενον ἐραστόν ἐστι καὶ κινεῖ τὰς ψυχὰς [πρὸς] αὑτὸ καὶ ἐκπλήττει φαινό‐ μενον, ἴνδαλμα φέρον τοῦ θείου κάλλους. τοῦτο γάρ φησιν ὁ ἐν τῷ
10Φαίδρῳ Σωκράτης· ‘τὸ κάλλος μόνον ταύτην ἔσχε μοῖραν, ἐκφανέστατον εἶναι καὶ ἐρασμιώτατον‘. ἐτύμως γάρ, εἴτε διὰ τὸ καλεῖν εἰς ἑαυτὸ κέκληται καλὸν εἴτε διὰ τὸ κηλεῖν καὶ θέλγειν τὰ πρὸς αὐτὸ δυνάμενα βλέπειν, ἐραστόν ἐστι κατὰ φύσιν· διὸ καὶ ὁ ἔρως πρὸς τὸ καλὸν ἄγειν λέγεται τὸ ἐρῶν. ἀλλὰ δὴ πᾶν τὸ
15ἐραστὸν ἐφετόν (ἔστι γὰρ ὁ ἔρως ἔφεσίς τινος ἐρρωμένη καὶ σύντονος,
in Alc
.

329

καὶ πᾶν τὸ ἐρῶν ἐφίεταί τινος οὗ ἐστὶν ἐνδεές), ἅπαν δὲ τὸ ἐφετὸν ἀγαθόν ἐστιν, ἤτοι ὡς ἀληθῶς ἀγαθὸν ἢ φαινόμενον. πολλὰ γὰρ καὶ τῶν μὴ ἀγαθῶν ἐφετά ἐστι, διότι τοῖς ἐφιεμένοις ὡς ἀγαθὰ φαντάζεται. δέδεικται οὖν καὶ ὑπὸ τοῦ Σωκράτους ἐν τῷ Μένωνι σαφῶς, ὅτι
5ἀδύνατον εἰδότας τὸ κακόν, ὁποῖόν ἐστιν, ἐφίεσθαι αὐτοῦ. πᾶν οὖν τὸ ἐφετὸν ἀγαθόν ἐστι· καὶ εἰ μὲν ἐφετὸν κυρίως, καὶ ἀγαθὸν κυρίως, εἰ δὲ τοῦτο φαινόμενον εἴη, καὶ τὸ ἀγαθὸν ἔσται δήπου τοιοῦτον. ὅλως δὲ ἐφ’ ἑκάστου τῶν ὅρων τοῦτο προσθετέον, τὸ φαινομένως ἢ ἀληθῶς· εἰ γὰρ καλόν ἐστι φαινόμενον, καὶ ἐραστόν ἐστι καὶ ἐφετὸν καὶ ἀγαθὸν
10τῷ τοιούτῳ καλῷ σύζυγον, εἰ δὲ φύσει καλόν, καὶ ἐραστὸν καὶ ἀγαθὸν ὡσαύτως. καὶ τί γὰρ ἂν εἴη τὸ ἐφετόν; ἆρα τὸ κακόν; ἀλλ’ ἀδύνατον γινωσκόμενον ἐφετὸν γενέσθαι τινὶ τῶν ὄντων. πάντα γὰρ τὰ ὄντα τοῦ ἀγαθοῦ ἐφίεται, κακοῦ δὲ οὐδενός ἐστιν ἔφεσις, ἀλλ’ οὐδὲ τοῦ μήτε ἀγαθοῦ μήτε κακοῦ· ἀλλὰ πᾶν τὸ τοιοῦτον ἄλλου ἕνεκα πράττεται καὶ
15τέλος οὐδενός ἐστι, πᾶν δὲ τὸ ἐφετὸν τέλος. καὶ εἴ τι τῶν κακῶν ἐφετόν ἐστιν, ἀγαθὸν εἶναι φαντάζεται, καὶ εἴ τι τῷ καλῷ διάφορον, ὡσαύτως. εἰ τοίνυν πᾶν τὸ καλὸν ἐραστόν, πᾶν τὸ ἐραστὸν ἐφετόν, πᾶν τὸ ἐφετὸν ἀγαθόν, πᾶν τὸ καλὸν ἄρα ἀγαθόν. καὶ ἀντιστρέψαντι· πᾶν τὸ ἀγαθὸν ἐφετόν (τοῦτο μὲν οὖν αὐτόθεν δῆλον), πᾶν τὸ ἐφετὸν ἐραστόν (τοῦ
20γὰρ αὐτοῦ ἐστὶν ὁ ἔρως καὶ ἡ ἔφεσις, διαφέρει δὲ ἀλλήλων κατὰ τὴν ἄνεσιν ἢ τὴν συντονίαν τῆς ἐφέσεως, ἐπεὶ καὶ ὁ ἐν Συμποσίῳ Σωκράτης διὰ τοῦ καλοῦ τὸν ἔρωτα καὶ πρὸς τὸ ἀγαθὸν ἀνάγει καὶ ἐραστόν φησιν εἶναι τὸ ἀγαθόν, ὥσπερ καὶ τὸ καλόν)· εἰ οὖν πᾶν τὸ ἀγαθὸν ἐφετόν, πᾶν δὲ τὸ ἐφετὸν ἐραστόν, πᾶν δὲ τὸ ἐραστὸν καλόν (προσεχῶς γὰρ
in Alc
.

330

ὁ ἔρως κάλλους ἐστί), πᾶν ἄρα τὸ ἀγαθὸν καλόν. Μὴ γοῦν λεγέτω τις ὅτι τὸ ἀγαθὸν ἐπέκεινα κάλλους, μηδ’ ὅτι διττὸν τὸ ἐραστόν· οὐ γὰρ περὶ τῶν πρώτων ἀρχῶν ὁ λόγος, ἀλλὰ περὶ τῶν ἐν ἡμῖν καλῶν καὶ ἀγαθῶν. τὸ οὖν ἐν ἡμῖν ἀγαθὸν ἅμα καὶ ἐφετόν ἐστι
5καὶ ἐραστόν. δι’ ἔρωτος οὖν αὐτὸ κτώμεθα καὶ συντόνου περὶ αὐτὸ σπουδῆς, καὶ εἴ τις ἑαυτοῦ συναισθάνεται, πάντως που οἶδεν ὅτι τοῦτο τὸ ἀγαθὸν δριμυτέρους ἔχει τοὺς ἔρωτας τῶν ἐν αἰσθήσει καλῶν· τὸ
ἄρα ἀγαθὸν καὶ καλόν ἐστι. διὸ δὴ καὶ οἱ ἐρωτικοὶ παρακελεύονται μετὰ τὸ αἰσθητὸν καλὸν ἄγειν τοὺς ἐρωμένους ἐπὶ τὸ ἐν πράξεσι καὶ153
10ἐπιτηδεύμασι καὶ ἐπιστήμαις καὶ ἀρεταῖς κάλλος, κἀκεῖ γυμνάζειν τὸ ἐρωτικὸν ὅρμημα τῆς ψυχῆς, εἶθ’ οὕτως ἐπὶ νοῦν καὶ τὸ ἐκεῖ πρωτουργὸν καὶ θεῖον κάλλος ἀνατείνεσθαι, ὡς ὄντος δηλαδὴ τοῦ καλοῦ καὶ ἐν τούτοις ἅ φαμεν εἶναι τῆς ψυχῆς ἀγαθά. τί γὰρ ἀρετῆς ἢ ἐπιστήμης κάλλιον ἐν ἡμῖν, τί δὲ τῶν ἐναντίων αἴσχιον;
15 Ταῦτα περὶ τῶν συνεκτικωτάτων εἰρήσθω προτάσεων τοῦ προκει‐ μένου συλλογισμοῦ· τὴν δὲ λέξιν λοιπὸν τοῦ Πλάτωνος ἐξετάσωμεν. πρῶτον μὲν οὖν τὴν θέσιν ὁρίζει τοῦ προσδιαλεγομένου (δεῖ γὰρ αὐτὴν εἶναι καταφανῆ) καὶ πότερον οὐδὲν τῶν δικαίων συμφέρον ἐστὶν ἢ τινὰ μέν ἐστι τοιαῦτα, τινὰ δὲ οὔ. δῆλον γὰρ ὅτι πρὸς μὲν τὸν τὸ καθόλου
in Alc
.

331

ἀποφάσκοντα καὶ τὸ μερικὸν καταφάσκον ἀρκεῖ κατασκευάσαι, πρὸς δὲ τὸν τῆς μερικῆς ἀποφάσεως προϊστάμενον ἀνάγκη τὸ καθόλου κατασκευάζειν καταφατικόν. ὃ δὴ καὶ ποιήσει ὁ Σωκράτης λαβὼν ὅτι τὸ συμφέρον οὐ καθόλου οὐ πάντων ἀποφάσκει τῶν δικαίων ἀλλὰ
5τινῶν μόνον. δεύτερον δὲ ἐπὶ τούτῳ τὴν ἐλάττονα πρότασιν ἐρωτᾷ, εἰ πᾶν τὸ δίκαιον καλόν. καὶ δίδωσιν ὁ Ἀλκιβιάδης· ἔνδοξον γὰρ οἴεται εἶναι τὸ δίκαιον καὶ πρέπον. Ἐπειδὴ δὲ ὁ Σωκράτης ὁμοῦ δικαίων καὶ συμφερόντων μνημονεύσας ἐπήγαγε ‘τί δ; τὰ μὲν καλὰ αὐτῶν ἐστ, τὰ δὲ οὔ‘;
10διηπόρησεν ὁ Ἀλκιβιάδης περὶ τίνων ἤρετο· τοῦ δὲ εἰπόντος ὅτι περὶ δικαίων, συνεχώρησεν ὅτι πᾶν τὸ δίκαιον καλόν. τούτων δὲ ληφθέντων, καὶ τοῦ προβλήματος καὶ τῆς ἐλάσσονος προτάσεως, μέτεισιν ἐπὶ τὰ ἑξῆς ὁ Σωκράτης. Τί δ’ αὖ τὰ καλά; πότερον πάντα ἀγαθά, ἢ τὰ μέν, τὰ δ’ οὔ; Οἶμαι
15ἔγωγε, ὦ Σώκρατες, ἔνια τῶν καλῶν κακὰ εἶναι. Καὶ αἰσχρὰ ἀγαθά; Ναί. Ἆρα λέγεις τὰ τοιάδε, οἷον πολλοὶ ἐν πολέμῳ μὴ βοηθή‐ σαντες 〈ἑταίρῳ ἢ οἰκείῳ τραύματα ἔλαβον καὶ ἀπέθανον, οἱ δ’ οὐ βοηθήσαντες,〉 δέον, ὑγιεῖς ἀπῆλθον; Πάνυ μὲν οὖν. Οὐκοῦν τὴν τοιαύτην βοήθειαν καλὴν μὲν λέγεις κατὰ τὴν ἐπιχείρησιν τοῦ σῶσαι
20οὓς ἔδει· τοῦτο δ’ ἐστὶν ἀνδρεία· ἢ οὔ; Ναί. Κακὴν δέ γε κατὰ τοὺς θανάτους καὶ ἕλκη· ἦ γάρ; Ναί. Ἆρ’ οὖν οὐκ ἄλλο μὲν ἡ ἀνδρεία,
in Alc
.

332

ἄλλο δὲ ὁ θάνατος; Πάνυ γε. Οὐκ ἄρα κατὰ ταὐτόν γ’ ἐστὶ καλὸν καὶ κακὸν τὸ τοῖς φίλοις βοηθεῖν. 〈Οὐ φαίνεται.〉 115 A—C. Δευτέραν πρότασιν ὁ Σωκράτης ἤρετο τῷ ἀγαθῷ τὸ δίκαιον διὰ μέσου τοῦ καλοῦ συνάψαι βουλόμενος, τὴν λέγουσαν πᾶν τὸ καλὸν
5ἀγαθόν· ὁ δέ γε νεανίσκος θέσει τὸ καλὸν ἡγούμενος εἶναι καὶ ἐπὶ τὰς τῶν πολλῶν δόξας φερόμενος, ἔτι δὲ τὴν οὐσίαν ἡμῶν τὴν ἀληθινὴν ἀγνοῶν καὶ τὰ ὄργανα μὴ διορίζων ἀπὸ τῶν μερῶν, μηδὲ τὰ συμ‐
πληροῦντα τῶν ὑπουργικῶν διακρίνων, οὐ συγχωρεῖ τῇ προτάσει ταύτῃ. λέγει. γοῦν ὅτι πολλοὶ καλὰ μὲν καὶ ἐπαινετὰ πράττουσι, κακὰ δέ. πῶς154
10γὰρ οὐ καλὸν τῷ Ἀντιλόχῳ τὸ βοηθῆσαι τῷ πατρὶ κινδυνεύοντι καὶ τὴν τοῦ Μέμνονος ὁρμὴν ὑπομεῖναι; πῶς δὲ οὐ κακὸν τὸ ἀποθανεῖν; ἅμα οὖν ὁ αὐτὸς καὶ καλὸν ἔπραξεν ἔργον καὶ κακῶς ἀπήλλαξε. ταῦτα τοῦ νεανίσκου λέγοντος ὁ Σωκράτης ἠρώτησεν εἰ καὶ ἐκεῖνο συγχωρεῖ, τὸ τὸ αἰσχρόν ποτε ἀγαθὸν εἶναι. θαυμαστὸν γὰρ οὐδὲν ἦν εἰπεῖν πᾶν
15μὲν τὸ αἰσχρὸν εἶναι κακόν, τῶν δὲ καλῶν μερίζεσθαι τὸ εἶδος, καὶ τὰ μὲν αὐτῶν εἶναι κακά, τὰ δὲ ἀγαθά. συνομολογεῖ δὴ καὶ τοῦτο ὁ Ἀλκιβιάδης καὶ τίθεται τὸ αἰσχρὸν ἀγαθόν ποτε γίνεσθαι τοῖς πράτ‐ τουσιν· οἷον εἴ τινες φίλοις κινδυνεύουσι μὴ βοηθήσαντες ἐσώθησαν, αἰσχρὰ μὲν ἔπραξαν παριδόντες τοὺς φίλους, ἀγαθὰ δὲ ἑαυτοῖς
20σεσωσμένοι καὶ διαφυγόντες ἢ τραύματα ἢ φόνους. Πρὸς δὴ ταύτας τοῦ νεανίσκου τὰς θέσεις ἔξεστι μὲν λέγειν καὶ ὅτι κακῶς οἴεται τὸν θάνατον εἶναι τῶν κακῶν καὶ τὰ τραύματα. τί γὰρ τούτων ἡμῖν κακόν, ἐν ψυχῇ τὴν ὑπόστασιν ἔχουσιν; οὐδὲ γὰρ τὰ πάθη
in Alc
.

333

τῶν ὀργάνων μεθίστησι τὰς τῶν χρωμένων ἀρετάς· οὔκουν οὐδὲ ὁ τέκτων τοῦ πρίονος αὐτῷ λωβηθέντος ἀποβάλλει τὴν τέχνην, οὐδ’, εἰ ἦν ἡμῶν τὸ εὔδαιμον ἐν τῇ τεκτονικῇ, κακοδαίμονα ἂν εἴποιμεν τὸν τοῦ πρίονος ἀφῃρημένον. ἐπεὶ ὥσπερ ἡ ψυχὴ τὸ ὄργανον ἔχει, οὕτω καὶ τοῦ
5σώματος ἄλλα ἂν ἴδοι τις ὄργανα, δι’ ὧν τὸ σῶμα κινεῖ τὰ ἐκτός, ὧν ἡ κακία τὴν τοῦ σώματος εὐεξίαν οὐ λυμαίνεται. κατὰ ταῦτα δὴ οὖν καὶ τὰ πάθη τοῦ σώματος οὐ διαβαίνει καὶ μέχρι ψυχῆς, ὥστε καὶ ὁ θάνατος, εἰ καὶ σώματός ἐστι κακόν, ἀλλ’ οὔτι γε ψυχῆς. εἰ τοίνυν τὸ μὲν καλὸν τῆς πράξεως ἐν ψυχῇ ἐστί, τὸ δὲ κακὸν ἐν ἄλλῳ, οὔπω
10δέδεικται τὸ αὐτὸ καλὸν καὶ κακόν. ἔξεστι δὲ αὖ καὶ λογικῶς διορίζειν, ὡς ἄλλο τὸ καθ’ αὑτὸ καὶ ἄλλο τὸ κατὰ συμβεβηκός· καὶ ὅ γε Σωκράτης τοῦτον ἐκλέγεται τῆς λύσεως τὸν τρόπον ὡς τῷ νεανίσκῳ γνωριμώτερον. ἔστι γὰρ ἡ ἀνδρικὴ πρᾶξις καλὸν καθ’ ἑαυτήν, κακὸν δέ, εἴπερ ἄρα, κατὰ συμβεβηκός, διότι συμβέβηκεν ἀνδριζόμενον ἀπο‐
15θανεῖν· ἔστω γὰρ ὁ θάνατος, εἰ βούλει, τῶν κακῶν. οὐκ ἄρα καθ’ ὃ καλόν τί ἐστι, κατὰ τοῦτο καὶ κακόν, ἀλλὰ κατὰ συμβεβηκός. εἷς δὲ
in Alc
.

334

καὶ οὗτος τρόπος ἐστὶ τῶν σοφιστικῶν ἐνοχλήσεων αἴτιος, ὅτι τὰ κατὰ συμβεβηκὸς ὡς καθ’ αὑτὸ λαμβάνουσι καὶ οὐ διορίζουσι ταῦτα ἀπ’ ἀλλήλων κατὰ τὸν διαλεκτικὸν νόμον. ἄλλο δὴ οὖν ἐστὶ τὸ καλὸν καὶ ἄλλο τὸ κακόν, καὶ οὐ καθ’ ὃ καλὸν δέδεικται κακόν, ἀλλὰ κατὰ
5συμβεβηκὸς διὰ τὸν θάνατον. ἔξεστί γε μὴν κἀκεῖνα λέγειν, ὅτι τὴν οὐσίαν ἀγνοεῖ τοῦ ἀνθρώπου ὁ διορίζων ἀπὸ τοῦ καλοῦ τὸ ἀγαθόν, καὶ τὸ μὲν ἐν ἄλλῳ, τὸ δὲ ἐν ἄλλῳ τιθέμενος, καὶ τὸ μὲν ἀγαθὸν τῷ σώματι συμφύρων, τὸ δὲ καλὸν ἐπὶ τὴν ἐνέργειαν τῆς ψυχῆς ἀναφέρων, καὶ τὸ μὲν προηγούμενον, τὸ δὲ ἐπακολουθοῦν ὁμολογῶν. ἀλλ’ ὅ γε
10Σωκράτης οὐ ταύτῃ μετῆλθε τὴν λύσιν, ὅτι μηδὲ τὴν οὐσίαν ἡμῶν ἔδειξεν ἤδη τοῦ σώματος καθαρεύουσαν. πρὸς ἄνθρωπον οὖν οἰόμενον τὸ σῶμα συμπληρωτικὸν εἶναι τῆς οὐσίας ἡμῶν οὔπω λέγειν ἦν δυνατόν, ὅτι τὸν θάνατον, εἴτε ἐστὶ κακὸν εἴτε μή, διορίζειν χρὴ τῶν τῷ ἀνθρώπῳ
συμβαινόντων καὶ μὴ συγχεῖν εἰς ταὐτὸν τό τε ἀγαθὸν τοῦ σώματος155
15καὶ τὸ ἀγαθὸν τοῦ ἀνθρώπου, μηδὲ τὸ τοῦ ὀργάνου κακὸν ἐπὶ τὸ χρώμενον ἀναπέμπειν. Ὅρα τοίνυν εἰ ᾖ γε καλὸν καὶ ἀγαθόν, ὥσπερ ἐνταῦθα. κατὰ τὴν
in Alc
.

335

ἀνδρείαν γὰρ ὡμολόγεις καλὸν εἶναι τὴν βοήθειαν· τοῦτο οὖν αὐτὸ σκόπει, τὴν ἀνδρείαν, ἀγαθὸν ἢ κακόν. ὧδε δὲ σκόπει· πότερα ἂν δέξαιό σοι εἶναι, ἀγαθὰ ἢ κακά; Ἀγαθά. Οὐκοῦν τὰ μέγιστα μάλιστα, καὶ ἥκιστα τῶν τοιούτων δέξαιο ἂν στέρεσθαι; Πῶς γὰρ
5οὔ; Πῶς οὖν λέγεις περὶ ἀνδρείας; ἐπὶ πόσῳ ἂν αὐτῆς δέξαιο στέρεσθαι; Οὐδὲ ζῆν ἂν ἐγὼ δεξαίμην δειλὸς ὤν. Ἔσχατον ἄρα σοι κακὸν εἶναι δοκεῖ ἡ δειλία; Ἔμοιγε. Ἐξ ἴσου τῷ τεθνάναι, ὡς ἔοικε; Φημί. Οὐκοῦν θανάτῳ τε καὶ δειλίᾳ ἐναντιώτατον ζωὴ καὶ ἀνδρεία; Ναί. Καὶ τὰ μὲν μάλιστα εἶναι βούλοιό σοι, τὰ δὲ ἥκιστα; Ναί. Ἆρ’
10ὅτι τὰ μὲν ἄριστα ἡγῇ, τὰ δὲ κάκιστα; Πάνυ γε. Τὸ ἄρα βοηθεῖν ἐν πολέμῳ τοῖς φίλοις, ᾗ μὲν καλόν, κατ’ ἀγαθοῦ πρᾶξιν τὴν τῆς ἀν‐ δρείας καλὸν αὐτὸ προσεῖπες; Φαίνομαί γε. Κατὰ δέ γε κακοῦ πρᾶξιν τὴν τοῦ θανάτου κακόν; Ναί. Οὐκοῦν ὧδε δίκαιον προσαγο‐ ρεύειν ἑκάστην τῶν πράξεων· εἴπερ ᾗ κακὸν ἐργάζεται, κακὴν
15καλεῖς, καὶ ᾗ ἀγαθόν, ἀγαθὴν κλητέον; Ἔμοιγε δοκεῖ. 115 C—116 A. Μέχρι μὲν τῶν προειρημένων ῥημάτων ὅ τε Ἀλκιβιάδης ἀντέστη πρὸς τὴν λέγουσαν πρότασιν τὸ καλὸν ἀγαθὸν εἶναι πᾶν, ἣν Σωκράτης διέλυσε τῷ καθ’ αὑτὸ καὶ τῷ κατὰ συμβεβηκός, ἀφ’ ὧν πολλὰ τῶν
in Alc
.

336

ἀπόρων ὑπὸ τῶν διαλεκτικῶν εἴωθεν ἐπιλύεσθαι· ἐντεῦθεν δὲ ἤδη προηγουμένως κατασκευάζει τὴν πρότασιν ταύτην ἀμφισβητήσιμον εἶναι [δό]ξασαν. καὶ κέχρηται προσυλλογισμῷ προκατασκευάζοντι τὸ ζητού‐ μενον, καὶ ἔστιν ὁ προσυλλογισμὸς πρῶτος πρώ[τῳ] ἐπιβάλλων. γίνεται
5γὰρ κατὰ τὸ πρῶτον σχῆμα, καὶ προείρηται ὁ τρόπος· ‘πᾶν καλὸν ἐφετόν, πᾶν ἐφετὸν ἀγαθόν, πᾶν ἄρα καλὸν ἀγαθόν‘. ἀλλ’ εἰ μὲν οὑτωσὶ προὔφερε τὰ λήμματα, δῆλος ἂν ἦν· νῦν δὲ δοκεῖ μερικώτερον αὐτῶν ἀντιλαμβάνεσθαι, ἐπὶ ἀνδρείας ποιούμενος τὸν λόγον. αἴτιον δέ, ὅτι βούλεται τὰς προτάσεις ἀπὸ τῆς ζωῆς τοῦ προσδιαλεγομένου λαβεῖν·
10τοῦτο γὰρ μαιευτικώτερον καὶ ἅμα δραστήριον πρὸς τὴν τοῦ ἀτελοῦς ἐπανόρθωσιν, ἐκεῖνο δὲ ἐπιστημονικώτερόν τε καὶ διαλεκτικώτερόν ἐστιν. Εἰ δὲ βούλει τοῖς ῥήμασι παρακολουθεῖν ἀκριβῶς, ὄψει κειμένας ἁπάσας τὰς προτάσεις. ἐρωτῶν μὲν γάρ, πότερον δέξαιτο αὐτῷ
15ὑπάρχειν τὰ ἀγαθὰ ἢ τὰ κακά, τὴν μεγίστην ἐρωτᾷ πρότασιν τὴν λέγουσαν τὸ ἐφετὸν ἀγαθόν. οὐδὲν γὰρ ἄλλο ἐστὶν ἐφετὸν ἢ τὸ ἀγαθόν· οὐ γὰρ δὴ τὸ κακόν· τοῦτο γὰρ παντὶ φευκτόν, καὶ ἅμα τε γινώσκεται οἷόν ἐστι καὶ ὑπ’ οὐδενὸς σπουδάζεται τῶν ὄντων. ὅταν δὲ ὡς ἀγαθὸν ἐξαπατήσῃ, γίνεται πάλιν ἐφετόν· μόνον δὴ οὖν ἐφετόν ἐστι τὸ ἀγαθόν.
20τί δὲ ἄλλο ἐστὶν ὃ ἂν δεξαίμεθα ἡμῖν ὑπάρχειν ἢ οὗ τὴν ἔφεσιν ἔχομεν καὶ βουλητὸν ἡμῖν ὑπάρχει; πάλιν δὲ αὖ ἐρωτῶν εἰ καὶ τὸ μέγιστον ἀγαθὸν μάλιστα ἐφετόν ἐστιν, ἐκείνην λαμβάνει τὴν πρότασιν τὴν λέγουσαν ‘τὸ ἐραστὸν ἀγαθόν ἐστι‘. σύντονος γάρ ἐστιν ἔφεσις ὁ ἔρως,156
in Alc
.

337

ὥστε, εἴτε ὡς ἐφετὸν λαμβάνοις τὸ ἀγαθόν, εἴτε ὡς ἐραστόν, συνάπτειν αὐτῷ τὸ καλὸν ἐκ παντός. τρίτον αὖθις προσλαμβάνων ὅτι ἀνδρείας οὐκ ἂν δέξαιτο στέρεσθαι, προσλαμβάνει τῷ τὸ καλὸν ἐραστὸν εἶναι καὶ ἐφετόν. κεῖται γὰρ εἶναι καλὸν τὴν ἀνδρείαν· ἐξ ὧν συνάγεται τὸ
5τὴν ἀνδρείαν καὶ πᾶν τὸ οὑτωσὶ καλὸν ἅμα καὶ ἀγαθὸν εἶναι. κατα‐ σκευάζει δέ, ὅτι ἡ ἀνδρεία ἐφετόν ἐστι καὶ ἀγαθόν, καὶ ἀπὸ τοῦ ἐναντίου· εἰ γὰρ ἡ δειλία κακὸν ἔσχατον, καὶ ἡ ἀνδρεία τῶν μεγίστων ἐστὶν ἀγαθῶν. καλὸν ἄρα οὖσα καὶ ἀγαθόν ἐστιν οὐ τὸ τυχόν, ἀλλὰ τὸ μέγιστον. συνήνωται ἄρα τῷ καλῷ τὸ ἀγαθὸν καὶ κατ’ ἄλλον τρόπον·
10εἰ γὰρ ὁ θάνατος αἱρετώτερός ἐστι τῆς δειλίας, κακῶς εἶναί ἐστι τὸ δειλὸν εἶναι· μόνον γὰρ τὸ κακῶς εἶναι τοῦ μὴ εἶναι φευκτότερον, ἄλλο δὲ οὐδέν. εἰ δὲ ἧττον κακὸν τὸ μὴ εἶναι τοῦ δειλὸν εἶναι, μᾶλλον ἀγαθὸν τὸ ἀνδρεῖον εἶναι τοῦ ζῆν· τῷ γὰρ μᾶλλον κακῷ τὸ μᾶλλον ἀγαθὸν ἀντίκειται· ἡ ἄρα ἀνδρεία μειζόνως ἐστὶν ἀγαθὸν ἤπερ ἡ ζωή. εἰ δὲ καὶ
15ἶσον κακὸν ὁ θάνατος τῇ δειλίᾳ, καὶ τὰ ἐναντία αὐτοῖς ἐπίσης ἀγαθά, ζωὴ καὶ ἀνδρεία. οὐκ ἄρα διὰ τὸν θάνατον ἀφαιρετέον τῆς ἀνδρείας τὸ ἀγαθόν· ἶσον γάρ ἐστιν ἀγαθὸν τῇ ζωῇ, καὶ οὐ διὰ τὴν ζωὴν ἀγαθόν, ἀλλὰ δι’ αὑτήν· ὑπερορᾶται γοῦν ἡ ζωὴ διὰ τὴν τῆς ἀνδρείας ἔφεσιν. δέδεικται τοίνυν ἐπὶ τῆς ἀνδρείας ὅτι τὸ αὐτὸ καλόν ἐστι καὶ ἀγαθόν·
20ἔλαθον δὲ αἱ προτάσεις, ἐπείπερ ὁ Σωκράτης μαιευόμενος, ἀλλ’ οὐκ ἀγωνιζόμενος, ἐπὶ μερικοῦ πεποίηται τὰς ἐρωτήσεις.
in Alc
.

338

Ἆρ’ οὖν καὶ ᾗ ἀγαθόν, καλόν· ᾗ δὲ κακόν, αἰσχρόν; Ναί. Τὴν ἄρα ἐν τῷ πολέμῳ τοῖς φίλοις βοήθειαν λέγων καλὴν μὲν εἶναι, κακὴν δέ, οὐδὲν διαφερόντως λέγεις ἢ ὡς προεῖπες αὐτὴν ἀγαθὴν μέν, κακὴν δέ. Ἀληθῆ μοι δοκεῖς λέγειν, ὦ Σώκρατες. Οὐδὲν ἄρα τῶν
5καλῶν, καθ’ ὅσον καλόν, κακόν, οὐδὲ τῶν αἰσχρῶν, καθ’ ὅσον αἰσχρόν, ἀγαθόν. Οὐ φαίνεται. 116 A—B. Τὸ καθ’ αὑτὸ τοῦ ᾗ αὐτὸ καὶ ὑπὸ τοῦ Ἀριστοτέλους ὀρθῶς διακέ‐ κριται, καὶ λέλεκται ὅτι τὸ μὲν καθ’ αὑτὸ ὑπάρχον δύναται καὶ μὴ πρώτως ὑπάρχειν, τὸ δὲ ᾗ αὐτὸ πρὸς τῷ καθ’ αὑτὸ παρεῖναι τοῖς ὑπο‐
10κειμένοις καὶ πρώτως αὐτοῖς πάρεστι δηλονότι καὶ ἐξισάζει πρὸς αὐτά· τὸ γὰρ ἀπ’ αὐτῶν ἄρχεσθαι καὶ ἐν αὐτοῖς ἵστασθαι τῶν ἐξ ἴσου τὴν ὑπόστασιν ἐχόντων ἐστὶ τοῖς ὑποκειμένοις. ὁ δὴ Σωκράτης ἐν τούτοις τὸ καλὸν ἀγαθὸν ἀποδείξας ἐπαγωνίζεται τῷ λόγῳ καὶ προστίθησιν ὅτι καὶ ᾗ καλόν, ἀγαθόν ἐστιν, ἵνα καὶ ἀντιστρέφοντα δείξῃ ταῦτα
15ἀλλήλοις. καὶ συγχωρεῖ μὲν ὁ νεανίσκος, ἔννοιαν ἤδη λαβὼν τοῦ φύσει καλοῦ καὶ τοῦτο εὑρὼν ὡς ἅμα καὶ ἀγαθόν ἐστιν· ὑπομιμνήσκειν δὲ ἔξεστι τοὺς ἀμφισβητοῦντας. εἰ γὰρ τὸ καλὸν συμμετρίας ἐστὶν αἴτιον
τῇ ψυχῇ, καὶ εἰ διὰ τοῦτο λέγεται καλόν, καὶ εἰ τὸ κρεῖττον ἐν ἡμῖν παρέχεται κρατεῖν τοῦ χείρονος, καὶ εἰ τελειωτικόν ἐστιν ἡμῶν καὶ τοῦ157
in Alc
.

339

αἴσχους τῆς ψυχῆς καθαρτικόν, κατ’ αὐτὰ ταῦτα καὶ ἀγαθόν ἐστι· καὶ ᾗ ταῦτα ἐργάζεται τῆς 〈τοῦ〉 ἀγαθοῦ μοίρας ἐστί. καὶ οὐ κατὰ συμβεβη‐ κός ἐστιν ἀγαθόν, ἀλλὰ ᾗ καλόν. εἰ γὰρ ᾗ καλόν, σύμμετρόν ἐστιν, ᾗ δὲ σύμμετρον, ἀγαθόν· μέτρον γὰρ καὶ τὸ ἀγαθόν ἐστιν. ὥστε καὶ τὸ
5ἐναντίον ᾗ αἰσχρόν, κακόν ἐστιν· ᾗ γὰρ αἰσχρόν, ἄμορφόν ἐστι καὶ ἀόριστον καὶ ἄμετρον, ᾗ δὲ ταῦτα, ἐστὶ κακόν. ᾗ ἄρα αἰσχρὸν δηλονότι καὶ κακὸν ἀναφαίνεται. συνάγει δ’ οὖν εἰκότως ὁ Σωκράτης ὅτι ταὐτόν ἐστι καλὸν καὶ ἀγαθόν, εἴπερ ᾗ καλόν, καὶ ἀγαθόν ἐστι, καὶ ὅτι τῷ αἰσχρῷ τὸ κακὸν ταὐτόν, εἴπερ ᾗ αἰσχρόν, κακόν ἐστιν· ἐφ’ οἷς συλλογί‐
10ζεται ὡς οὐ δεῖ τὸ αὐτὸ καὶ καλὸν λέγειν καὶ κακόν, οὐδὲ αἰσχρὸν καὶ ἀγαθόν. καὶ ἔστιν ἐντεῦθεν λαβεῖν θεώρημα λογικόν, ᾧ καὶ Ἀριστο‐ τέλης ὕστερον ἐχρήσατο, ὅτι ἐὰν δύο ἄττα ἀλλήλοις ἀντιστρέφῃ καὶ τὰ τούτοις ἐναντία ἀλλήλοις, οὐ δυνατὸν θατέρῳ τῶν δύο τούτων ἀκολουθεῖν τὸ ἐναντίον τῷ λοιπῷ. εἰ γὰρ τὸ καλὸν καὶ τὸ ἀγαθὸν
15ἀντιστρέφει καὶ τὰ ἀντικείμενα αὐτοῖς, τὸ κακὸν καὶ τὸ αἰσχρόν, **
**********************158