TLG 4034 009 :: MICHAEL :: In Aristotelis sophisticos elenchos commentarius (selecta) (= Pseudo–Alexander 2 + commentarium 5)

MICHAEL Phil.
(Ephesius: A.D. 11–12)

In Aristotelis sophisticos elenchos commentarius (selecta) (= Pseudo–Alexander 2 + commentarium 5)

Source: Ebbesen, S. (ed.), Commentators and commentaries on Aristotle’s sophistici elenchi. A study of post–Aristotelian ancient and medieval writings on fallacies, vol. 2 [Corpus Latinum commentariorum in Aristotelem Graecorum 7] Leiden: Brill, 1981: 153–199.

Citation: Scholion — (line)

1

(t)

De inscriptione et ad 164a20—21.
1lΠερὶ δὲ τῶν σοφιστικῶν ἐλέγ‐
2lχων καὶ τῶν φαινομένων μὲν
3lἐλέγχων ὄντων δὲ παραλογισμῶν
4lἀλλ’ οὐκ ἐλέγχων λέγωμεν·
5Ὁ ἐριστικὸς λόγος, ὡς ἐν τοῖς Τοπικοῖς ἐπεσημήνατο ὁ Ἀριστοτέλης, καὶ Πλάτων ἐν τῷ Εὐθυδήμῳ, ὁ αὐτός ἐστι τῷ σοφιστικῷ ἐλέγχῳ. ἐπιγέγραπται δὲ “Σοφιστικοὶ Ἔλεγ‐ χοι” οὐχ ὅτι τοὺς σοφιστὰς ἐλέγχει, ἀλλ’ ὅτι διά τινος τῶν τρόπων οὓς παραδώσει δοκοῦσιν ἐλέγχειν τοὺς ἀπεί‐
10ρους τῆς συλλογιστικῆς μεθόδου, καὶ ἔστιν ἡ ἐπιγραφὴ τοῦ βιβλίου οὐ τῆς ἀντιλογίας, ἀλλὰ τῆς συστάσεως. ὤ‐ σπερ γὰρ ἐν τῇ γνώσει τοῦ δεσμοῦ, ὡς ἐν τοῖς Μετὰ τὰ Φυσικὰ λέγεται, ἡ λύσις ἕπεται, οὕτως καὶ ἐν τῇ γνώσει τῆς συστάσεως ὁ ἔλεγχος.
15Εἰπὼν δὲ “Περὶ τῶν σοφιστικῶν ἐλέγχων” ἐπήγαγε “καὶ τῶν φαινομένων ἐλέγχων, ὄντων δὲ παραλογισμῶν”, ἐκ πα‐
ραλλήλου τὸ αὐτὸ θείς· ταὐτὸ γάρ ἐστι σοφιστικὸς ἔλεγ‐ χος καὶ φαινόμενος ἔλεγχος· κοινὸν γὰρ πάντων τῶν σοφιστικῶν ἐλέγχων τὸ φαίνεσθαι. καὶ τούτων τὴν
20διαίρεσιν ποιεῖται λέγων “οἱ μὲν γάρ εἰσι συλλογι‐ σμοί, οἱ δὲ δοκοῦσιν εἶναι”. συλλογισμοὶ μὲν οὖν εἰσι σοφιστικοὶ οἱ τὸ σχῆμα μὲν ἔχοντες ὑγιές, τὰς δὲ προτάσεις ἢ τὴν πρότασιν ψευδεῖς· φαινόμενοι δὲ οἱ τὸ σχῆμα οὐχ ὑγιὲς ἔχοντες, τὰς δὲ προτάσεις
25ὁτὲ μὲν ἀληθεῖς, ὁτὲ δὲ ψευδεῖς. τοῦ δὲ ἐλέγχου μέρη εἰσὶ δεκατρία, ἓξ μὲν παρὰ τὴν λέξιν, ἑπτὰ δὲ παρὰ τὴν διάνοιαν, οὓς αὐτὸς ‘ἔξω τῆς λέξεωσ‘ κα‐ λεῖ. καὶ ταῦτα τὰ ιγʹ δὶς παραδίδωσι, πρῶτον μὲν λέγων πῶς ἀπατῶσιν οἱ σοφισταί, ὕστερον δὲ λύων αὐ‐
30τά.

2

(t)

164a22
1lἀρξάμενοι κατὰ φύσιν ἀπὸ
2lτῶν πρώτων·
3Φύσει πρῶτα λέγοι ἂν ἢ τὰ κοινά—κοινὸν δὲ ἐν τούτοις ὁ συλλογισμός, οὖ τέσσαρά φησιν ἑξῆς εἶναι τὰ γένη—ἢ
5φύσει πρῶτα λέγοι ἂν τὰς οἰκείας ἑκάστου ἀρχάς· καὶ ὤ‐
σπερ φύσει πρῶτα καὶ ἀρχαὶ τῆς γεωμετρίας εἰσὶ σημεῖα καὶ γραμμαὶ καὶ κύκλοι καὶ τὰ τοιαῦτα, οὕτω καὶ τῆς σοφιστικῆς μεθόδου ἥ τε διαίρεσις ἣν λέγει, καὶ τὸ δεῖξαι ὅτι ἔστι τι τοιοῦτον εἶδος λόγου
10καὶ ὅτι προαιροῦνταί τινες αὐτὸ μετιέναι, καὶ τίνα ἐστὶ δι’ ἃ μετίασι καὶ ζητοῦσι τοὺς τοιού‐ τους λόγους, ὅτι διὰ πλοῦτον καὶ χρηματισμόν.

3

(t)

165b23—24
1lΤρόποι δέ εἰσι τοῦ μὲν ἐλέγ‐
2lχειν δύο· οἱ μὲν γάρ εἰσι
3lπαρὰ τὴν λέξιν οἱ δὲ ἔξω
5lτῆς λέξεως·
6Ἐντεῦθεν ἐκτίθεται τοὺς τρόπους τῶν παραλογισμῶν. δεκατρεῖς δὲ οὗτοι, ἓξ μὲν παρὰ τὴν λέξιν, οἱ δ’ ἔξω τῆς λέξεως. εἰσὶ δὲ οἱ παρὰ τὴν λέξιν ποιοῦν‐ τες τὴν φαντασίαν ὁμωνυμία, ἀμφιβολία, σύνθεσις,
10διαίρεσις, προσῳδία, σχῆμα λέξεως. οἱ δ’ ἔξω τῆς λέξεως· εἷς μὲν ὁ παρὰ τὸ συμβεβηκός, δεύτερος δὲ ὁ παρὰ τὸ ἀπλῶς τόδε ἢ πῂ λέγεσθαι καὶ μὴ κυρίως προσαγορευόμενος, τρίτος δὲ ὁ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν, τέταρτος ὁ παρὰ τὸ ἑπόμενον, πέμπτος ὁ
15παρὰ τὸ ἐν ἀρχῇ λαμβάνειν, ἔκτος δὲ ὁ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθείς, ἕβδομος ὁ παρὰ τὸ τὰ πλείω ἐρω‐ τήματα ἓν ποιεῖν. Ἐπεὶ γὰρ 〈τῶν ὄντων〉 τὰ μέν εἰσι λεκτά, τὰ δὲ τυγχάνοντα, καὶ λεκτὰ μὲν αἱ φωναί, τυγχάνοντα δὲ
20τὰ πράγματα, καὶ ἡ τῶν σοφιστικῶν ἐλέγχων διαίρεσις τὴν πρώτην ἔχει διαίρεσιν ‘ἢ περὶ φωνὰς ἢ περὶ πράγ‐ ματα‘. ἑκάτερον δὲ τούτων εἰς πλείω διαιρεῖται· τὸ μὲν γὰρ περὶ τὰς φωνὰς ἢ ἐκ τῶν κατ’ αὐτὰς ἢ ἐκ τῶν περὶ αὐτάς· καὶ ἐκ τῶν κατ’ αὐτὰς ἢ τὰς ἁπλᾶς διάφο‐
25ρα πράγματα περιεχούσας φυλάττει καὶ ποιεῖ πρῶτον εἶδος τὸ καθ’ ὁμωνυμίαν, ἢ τὰς συνθέτους διάφορα πράγματα περιεχούσας καὶ ποιεῖ δεύτερον εἶδος τὸ κατ’ ἀμφιβολίαν. τέσσαρες δέ εἰσι τρόποι ἐξ ὧν τὰ δύο ταῦτα εἴδη συνίστασθαι εἴωθε· πρῶτος μὲν ὄταν ὁ
30λόγος ἢ τοὔνομα πλείω σημαίνῃ, ὃς καὶ κοινός ἐστιν ἀμφοῖν ἐπ’ ἴσης, ὡς μαθησόμεθα· δεύτερος δὲ ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν—τί δέ ἐστι τὸ ‘εἰωθό‐ τες οὕτω λέγειν‘ ἐροῦμεν ὅτε καὶ τὴν λέξιν ἐπισκε‐ πτόμεθα, τέως ἰστέον ὅτι καὶ οὗτος κοινός ἐστι·
35τρίτος δὲ ὅταν τὸ συντεθὲν πλείω σημαίνει, κεχωρι‐ σμένον δὲ ἁπλοῦν ἐστιν, ὃς τρόπος ἴδιός ἐστι τοῦ κατ’ ἀμφιβολίαν μόνου· τέταρτος δὲ ὁ ἀντιστρόφως τούτου ἔχων, ἡνίκα τὸ μὲν σύνθετον ἓν σημαίνει 〈τὸ δὲ ἁπλοῦν πολλά〉. —ἢ οὖν, ὡς εἴρηται, τὰς ἁπλᾶς
40διάφορα περιεχούσας πράγματα ἁπλᾶς †φυλάττει καὶ ποιεῖ τὰ εἰρημένα εἴδη, ἢ τὰς ἁπλᾶς συντιθεῖσα καί τι ἑπόμενον ἐκ τῆς συνθέσεως τῆς ὅλης φωνῆς λαμβά‐ νουσα καὶ† ποιεῖ τὸ κατὰ σύνθεσιν τρίτον εἶδος τῶν ἐν τῇ λέξει, ἢ ἀντιστρόφως τούτῳ καὶ ποιεῖ τὸ κατὰ
45τὴν διαίρεσιν. καὶ ταῦτα μὲν τὰ ἐκ τῶν κατὰ τὰς λέξεις· ἐκ δὲ τῶν περὶ αὐτὰς ἕτερα δύο συνίστανται· ἢ γὰρ παρὰ τὸν τόνον ἢ καὶ τὸ πνεῦμα καὶ ποιεῖ τὸ παρὰ τὴν προσῳδίαν, ἢ παρὰ τὴν ποιὰν σχέσιν τοῦ σχηματισμοῦ τῆς λέξεως καὶ ποιεῖ τὸ παρὰ τὸ σχῆμα

3

(50)

καλούμενον εἶδος τῆς λέξεως. καὶ οὗτοι μὲν οἱ ἐκ τῶν λεκτῶν τρόποι ἕξ· πῶς δὲ καὶ ὅθεν οἱ †ἐκ† τῆς λέ‐ ξεως συνίστανται πάλιν ἐροῦμεν πρῶτον τὰ περὶ τούτων
διαρθρώσαντες.

post 3

(1l)

Cum scholio Ps. —Alexandri—2 conferas hoc, quod
2lex eo fluxisse videtur:
1Δύο τινά εἰσι, πράγματα λέγω καὶ ὀνόματα, καὶ “παρὰ” μὲν “τὴν λέξιν” εἰπὼν ἐδήλωσε τὰ ὀνόματα (ἐν λέξεσι γὰρ καὶ λόγοις τὰ ὀνόματα)· “ἔξω” δὲ “τῆς λέξεως” προσθεὶς ὑπεσήμανε τὰ πράγματα.

4

(t)

165b27—28
1lτούτου δὲ πίστις ἥ τε
2lδιὰ τῆς ἐπαγωγῆς καὶ
3lσυλλογισμὸς ἄν τε ληφθῇ
4lτις ἄλλος·
5Εἰπὼν ὅτι οἱ παρὰ τὴν λέξιν ἕξ εἰσι τὸν ἀριθμόν, τὸ μήτε πλείονας εἶναι τούτων μήτε ἐλάττονας πιστοῦσθαι λέγει ἔκ τε τῆς ἐπαγωγῆς καὶ ἐκ συλλογισμοῦ. καὶ τὴν μὲν ἐπαγωγὴν ὕστερον ἐπάξει, ὁ δὲ συλλογισμὸς τοιοῦ‐ τος ἂν εἴη· ‘τὸ παρὰ τὴν λέξιν σόφισμα γίνεται παρὰ
10τὸ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλοῦ‐ σθαι· πᾶν τὸ μὴ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλού‐ μενον ἑξαχῶς συμβαίνει γίνεσθαι· τὸ παρὰ τὴν λέξιν ἄρα σόφισμα ἑξαχῶς συμβαίνει γίνεσθαι‘. ‘ἄλλον‘ δὲ ‘συλλογισμὸν‘ λέγοι ἂν τὸν κατασκευάζον‐
15τα τὴν μείζονα πρότασιν, τὴν λέγουσαν ὅτι πᾶν τὸ μὴ
τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενον ἑξαχῶς συμ‐ βαίνει γίνεσθαι, καὶ ἔτι τὸν κατασκευάζοντα τὴν ἐλάττονα, τὴν λέγουσαν ‘τὸ σόφισμα γίνεται παρὰ τὸ μὴ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλοῦσθαι
20τὰ πράγματα‘. εἴη δ’ ἂν ὁ κατασκευάζων τὴν ἐλάτ‐ τονα πρότασιν συλλογισμὸς τοιοῦτος· ‘τὸ σόφισμα παρὰ τὴν κακίαν τῆς λέξεώς ἐστι· πᾶσα κακία λέ‐ ξεως γίνεται παρὰ τὸ μὴ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις ταὐτὸν δηλοῦν· 〈***〉,‘ ὅπερ δὴ συμπέρασμα
25ἡ ἐλάττων ἦν, ὡς εἴρηται, πρότασις τοῦ προγεγονό‐ τος συλλογισμοῦ. ὁ δὲ τὴν μείζονα κατασκευάζων τοιοῦτός ἐστιν· ‘ὁ λόγος καὶ τοὔνομα τὸ διττὸν ἔ‐ χει (τουτέστιν οὐ τὸ αὐτὸ δηλοῦσι)· πᾶν διττὸν ἐν ὀνόματι καὶ λόγῳ ἢ δυνάμει ἢ ἐνεργείᾳ ἢ φαντασίᾳ·
30τὸ δὲ δυνάμει ἢ ἐνεργείᾳ ἢ φαντασίᾳ δὶς λαμβανό‐ μενον ἑξαχῶς συμβαίνει γίνεσθαι,‘ καὶ τὸ συμπέρα‐ σμα δῆλον. ἐνεργείᾳ μὲν γὰρ ἔχουσι τὸ διττὸν οἱ παρά τε τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν· ἐν ὀνόματι μὲν
35ὁ παρὰ τὴν ὁμωνυμίαν, ἐν λόγῳ δὲ ὁ παρὰ τὴν ἀμφι‐ βολίαν. ἐνεργείᾳ δὲ ὅτι τῷ ὄντι δύο σημαίνουσι· τό τε γὰρ ‘κύων‘ ὄνομα οὐχ ἑνός ἐστι δηλωτικόν, ἀλ‐ λὰ καὶ τὸ ‘ἆρα ἔστι σιγῶντα λέγειν;‘ οὐχ ἑνὸς ἀλλὰ δύο. δυνάμει δὲ τὸ διττὸν ἔχουσιν οἱ παρὰ τὴν προ‐
40σῳδίαν καὶ τὴν σύνθεσιν καὶ τὴν διαίρεσιν· οὗτοι γὰρ πλείω μὲν οὐ σημαίνουσιν ἀλλὰ πάντως ἕν· διὰ δὲ τὸ ἑκατέρως δέχεσθαι διττοὶ λέγονται· 〈διὸ καὶ δυνάμει φαμὲν αὐτούς· τοιοῦτον γὰρ τὸ δυνάμει·〉 τὸ
γὰρ ‘ορος ἕστηκεν‘ ἐνεργείᾳ μὲν οὐδενός ἐστι δηλωτικόν,
45δύναται δὲ πολλῶν γενέσθαι δηλωτικὸν ἢ δασείας ἢ ψιλῆς τιθεμένης ἐν τῷ ορος. φαντασίᾳ δὲ τὸ διττὸν οἱ παρὰ τὸ σχῆμα τῆς λέξεως· τοῦ γὰρ ‘ὁ‐ ρῶ‘ καὶ ‘λέγω‘ ὁμοίως ἐκφερομένου φασὶν οἱ σο‐ φισταί· ‘ἆρ’ οὐχὶ τὸ ὁρᾶν καὶ λέγειν ὁμοίως λέ‐

4

(50)

γεται;‘ ‘ναί.‘ ‘ἔστι δὲ τὸ λέγειν ἐνεργεῖν· καὶ τὸ ὁρᾶν ἄρα· ἀλλὰ μὴν ἔστι καὶ πάσχειν τὸ ὁρᾶν, εἴπερ συγκρίσει καὶ διακρίσει τῶν αἰσθητηρίων
ἡ ἀντίληψις τῶν αἰσθητῶν γίνεται.‘

5

(t)

165b27—28
1lτούτου δὲ πίστις ἥ τε διὰ
2lτῆς ἐπαγωγῆς καὶ συλλογι‐
3lσμοῦ ἄν τε ληφθῇ τις ἄλλος·
4Ἄλλον συλλογισμόν, ὥσπερ 〈***〉, λέγει τοὺς προσυλλο‐
5γισμοὺς τοὺς τὴν μείζονα καὶ ἐλάττονα πρότασιν συνι‐ στῶντας. τὸ δὲ “καὶ ὅτι τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνό‐ μασι καὶ λόγοις μὴ ταὐτὸ δηλώσωμεν” ἡ μείζων ἐστὶ πρότασις τοῦ πρώτου συλλογισμοῦ· τὸ γὰρ “ὅτι τοσαυτα‐ χῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις μὴ ταὐτὸ δηλώ‐
10σωμεν” ἴσον ἐστὶ τῷ ‘πᾶν τὸ μὴ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενον ἑξαχῶς συμβαίνει γίνεσθαι‘, ἣν δὴ μόνην θείς, τὴν δὲ ἐλάττονα καὶ τὸ συμπέρασμα καὶ
τοὺς προσυλλογισμοὺς ἀφείς, πολλὴν ἀσάφειαν ἐποίησεν.

6

(t)

166b21—22
1lτῶν δ’ ἕξω τῆς λέξεως παρα‐
2lλογισμῶν εἴδη ἐστὶν ἐπτά·
3Εἴρηται καὶ πρότερον ὅτι τῶν ὄντων εἰς φωνὰς καὶ πράγματα διαιρουμένων, καὶ ἐν ἑκάστοις τούτων παρα‐
5λογισμῶν γινομένων, εἰπὼν τοὺς ἐκ τῶν φωνῶν τρόπους, οὓς ‘παρὰ τὴν λέξιν‘ ἐκάλει, λέγει καὶ τοὺς ἐκ τῶν πραγμάτων. ἀπαριθμεῖται δὲ αὐτοὺς πόσοι καὶ τίνες εἰσὶ λίαν σαφῶς.

7

(t)

166b28—30
1lοἱ μὲν οὖν παρὰ τὸ συμβε‐
2lβηκὸς παραλογισμοί εἰσιν
3lὅταν ὁμοίως ὁτιοῦν ἀξιωθῇ
4lτῷ πράγματι καὶ τῷ συμβε‐
5lβηκότι ὑπάρχειν·
6Πρῶτος οὗτος τρόπος τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων. ‘πρᾶγμα‘ δὲ λέγει τὸ σύνθετον, ‘συμβεβηκὸσ‘ δὲ ἁπλῶς πᾶν κατηγορούμενον, εἴτε τῶν οὐσιωδῶς ὑπαρχόντων ἐ‐ στὶν εἴτε καὶ μή. καί φησιν· οὐκ ἀνάγκη ὅσα συμβέβη‐
10κε τῷ κατηγορουμένῳ καὶ τῷ ὑποκειμένῳ ταῦτα συμβεβη‐
κέναι· οὐ γὰρ ταὐτόν ἐστι τὸ συμβεβηκὸς χωρίς τε καὶ μετὰ τοῦ ᾧ συμβέβηκε πρὸς τὸ ᾧ συμβέβηκε μόνον συγκρινόμενον, οἷον εἴ τις εἴπῃ ‘ὁ Κορίσκος ἄν‐ θρωπος· ὁ ἄνθρωπος ἕτερος Κορίσκου· ὁ Κορίσκος
15ἕτερος ἑαυτοῦ‘. λέγεται δὴ τὸ σόφισμα ‘παρὰ τὸ συμβεβηκόσ‘, ὅτι οὐ ταὐτόν ἐστι τὸ συμβεβηκὸς χωρίς τε καὶ μετὰ τοῦ ᾧ συμβέβηκεν· ὥσπερ γὰρ ὁ λέγων ‘ὁ Σωκράτης λευκός· τὸ λευκὸν χρῶμα· ὁ Σω‐ κράτης ἄρα χρῶμα‘ ἐν μὲν τῇ ‘Σωκράτης λευκόσ‘
20προτάσει τὸ συμβεβηκὸς καὶ τὸ ᾧ συμβέβηκεν ὁμοῦ ὡς ἕν τι λαμβάνει, ἐν δὲ τῇ ‘τὸ λευκὸν χρῶμα‘ τὸ συμβεβηκὸς μόνον χωρὶς τοῦ ὑποκειμένου, οὕτω καὶ ὁ λέγων ‘ὁ Κορίσκος ἄνθρωποσ‘ τὸ συναμφότερον λαμβάνει, τὸν συγκατατεταγμένον τῷ Κορίσκῳ ἄνθρω‐
25πον καὶ τὸν Κορίσκον· ἐν δὲ τῇ ‘ἄνθρωπος ἕτερος Κορίσκου‘ τὸν ἀκατάτακτον αὐτὸν τὸν καθόλου. παρὰ τὸ συμβεβηκὸς ἄρα· οὐ γὰρ ὅσα συμβέβηκε τῷ ἁπλῷ, ταῦτα ἀνάγκη καὶ τῷ συνθέτῳ ὑπάρχειν, ἀλλ’ ὅσα μὲν οὐσιωδῶς ὑπάρχει τῷ ἀνθρώπῳ, ταῦτα δηλονότι καὶ
30τῷ Σωκράτει ὑπάρξει· ὅσα δὲ μή, ἀλλ’ ὡς συμβεβηκό‐ τα καὶ ὡς ἐν ὑποκειμένῳ αὐτῷ τὸ εἶναι ἔχει, οὐκ ἀνάγκη καὶ τῷ Σωκράτει ὑπάρχειν. καὶ εἴη ἂν τὸ τῆς λέξεως, τῆς “ἐπεὶ γὰρ τῷ αὐτῷ πολλὰ συμβέβηκεν, οὐκ ἀνάγκη πᾶσι τοῖς κατηγορου‐
35μένοις” τοιοῦτον· ἐπεὶ γὰρ τῷ κατηγορουμένῳ, οἷον τῷ βροτῷ, πολλὰ συμβέβηκεν, οἷον τὸ δισύλλαβον εἶ‐ ναι, τὸ ἕτερον Κορίσκου, τὸ εἶδος ζῴου, τὸ ἔμψυχον, τὸ αἰσθητικόν, οὐκ ἀνάγκη ταῦτα πάντα, ἐπειδὴ τῷ
κατηγορουμένῳ συμβέβηκε, καὶ καθ’ οὗ κατηγορεῖται
40ὑπάρχειν· οὐ γὰρ ὅσα κατὰ τοῦ κατηγορουμένου λέγε‐ ται, ταῦτα πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσε‐ ται, ὡς ἐν ταῖς Κατηγορίαις ἠκούσαμεν. ἢ μᾶλλον τὸ “ἐπεὶ γὰρ τῷ αὐτῷ πολλὰ συμβέβηκεν, οὐκ ἀνάγκη πᾶσι τοῖς κατηγορουμένοις καὶ καθ’ οὗ
45κατηγορεῖται” τοιοῦτόν ἐστιν· 〈ἐπειδὴ γὰρ τῷ ὑπο‐ κειμένῳ πολλὰ συμβέβηκεν〉—ἀντὶ τοῦ ‘πολλὰ ὑπάρ‐ χει‘, καὶ ἔθος αὐτῷ τῷ ‘συμβέβηκεν‘ ἀντὶ τοῦ ‘ὑπάρ‐ χει‘ χρῆσθαι· πολλαχοῦ γὰρ εἶπε “συμβέβηκε τῷ Σω‐ κράτει ἀνθρώπῳ εἶναι”—ἐπειδὴ οὖν τῷ αὐτῷ πολλὰ

7

(50)

ὑπάρχει, οὐκ ἀνάγκη ταῦτα πάντα, ὅσα πᾶσι τοῖς κα‐ τηγορουμένοις ἕπεται (τοῦτο γὰρ λείπει), καὶ τῷ ὑ‐ ποκειμένῳ (τοῦτο γὰρ εἶπε ‘καθ’ οὗ κατηγορεῖται‘) ἕπεσθαι· οὐ γὰρ ὅσα ὑπάρχει τῷ ζῴῳ καὶ τῷ λογικῷ, ταῦτα καὶ τῷ Σωκράτει ὑπάρξει· οὔτε γάρ ἐστιν ὁ Σω‐
55κράτης διαφορὰ διότι καὶ τὸ λογικόν, οὔτε δισύλλα‐ βον διότι καὶ τὸ ζῷον. ὡσαύτως δὲ οὐχί, εἰ ὑπάρχει τῷ Κορίσκῳ ὁ ἄνθρωπος, τῷ δὲ ἀνθρώπῳ τὸ ἕτερον εἶ‐ ναι Κορίσκου, καὶ τῷ Κορίσκῳ τὸ ἕτερον εἶναι Κορί‐ σκου ὑπάρξει
60ἡ μὲν οὖν τῶν λεγομένων διάνοια τοιαύτη τις ἂν εἴη· κατὰ δὲ τὴν λέξιν, “οἷον εἰ Κορίσκος ἕτερος ἀνθρώπου”· εἰ μὲν ὡς ἴσον ληφθῇ τῷ ‘ὁ ἄνθρωπος ἕτε‐ ρος Κορίσκου‘ (σύνηθες δὲ αὐτῷ τοιαύταις ἐρμηνείαις χρῆσθαι), σαφές ἐστι τὸ λεγόμενον, καὶ εἴη ἂν ἡ
65μείζων πρότασις τοῦ παραλογισμοῦ αὕτη, τὸ δὲ “ἔστι γὰρ ἄνθρωπος” ἡ ἐλάττων, ὡς γίνεσθαι τὸν συλλογισμὸν ἐν πρώτῳ σχήματι οὕτως· ‘ὁ Κορίσκος ἄνθρωπος· ὁ ἄν‐
θρωπος ἕτερος Κορίσκου· ὁ Κορίσκος ἄρα αὐτὸς ἑαυτοῦ ἕτεροσ‘. εἰ δὲ μὴ οὔτως ληφθῇ, ἀλλ’ ὥσπερ κεῖται
70ἐν τῷ ἐδαφίῳ γεγραμμένον, τὸ μὲν “ὁ Κορίσκος ἕτε‐ ρος ἀνθρώπου” ἔσται πρότασις συλλογισμοῦ τοιούτου· ‘ὁ Κορίσκος ἕτερος ἀνθρώπου· τὸ δὲ ἕτερον ἀνθρώπου οὐκ ἄνθρωπος· ὁ Κορίσκος ἄρα οὐκ ἄνθρωποσ‘, τὸ δὲ “ἔστι γὰρ ἄνθρωπος” συλλογισμοῦ τοιούτου· ‘ὁ Κορί‐
75σκος ἄνθρωπος· ὁ ἄνθρωπος ἕτερος Κορίσκου· ὁ Κορί‐ σκος ἄρα ἕτερος ἀνθρώπου‘.

8

(t)

167a21
1lοἱ δὲ παρὰ τὸ μὴ διωρίσθαι
2lτί ἐστι συλλογισμὸς ἢ τί
3lἔλεγχος ἀλλὰ παρὰ τὴν ἔλ‐
4lλειψιν γίνονται τοῦ λόγου·
5Τρίτος οὗτος τρόπος, ὃν ‘παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν‘ ὀνομάζει, οἷον ‘τὰ δύο διπλάσια· τὰ δύο οὐ διπλάσια· τὸ διπλάσιον ἄρα οὐ διπλάσιον‘· ὁ συλλογισμὸς ἐν τρίτῳ σχήματι, μέσος ὅρος ‘τὰ δύο‘, ἄκρα ‘τὸ διπλάσιον‘ καὶ ‘οὐ διπλάσιον‘. λέγεται δὲ ‘παρὰ τὴν τοῦ ἐλέγχου ἄ‐
10γνοιαν‘, ὅτι ὁ εἰδὼς τί ποτέ ἐστιν ἔλεγχος οὐ περιπε‐ σεῖται τῷ τοιούτῳ σοφίσματι. ἔλεγχος γάρ ἐστι τοῦ αὐ‐ τοῦ καὶ ἑνός, μὴ ὀνόματος ἀλλὰ πράγματος, μὴ συναρι‐ θμουμένου τοῦ ἐν ἀρχῇ, καὶ κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ. οἷον εἴ τις
15ἔροιτο πότερον ἡ ψυχὴ ἀθάνατος ἢ οὔ, τοῦ δὲ ἀποκρινο‐ μένου ἀπαρνησαμένου τὸ εἶναι αὐτὴν ἀθάνατον, αὐτὸς οὑτωσὶ συλλογίζεται· ‘ἡ ψυχὴ ἄφθαρτος· τὸ ἄφθαρτον ἀ‐ θάνατον· ἡ ψυχὴ ἄρα ἀθάνατος· ἀλλὰ μὴν καὶ οὐκ ἀθάνα‐ τος κατὰ σέ‘—οὐκ ἐλέγχει ὁ οὔτω συλλογιζόμενος τὸν
20λέγοντα αὐτὴν μὴ ἀθάνατον· τὸ γὰρ ἐν ἀρχῇ ᾐτήσατο· ὃ γὰρ ἔμελλε δεῖξαι ἔλαβε· τὸ γὰρ ‘ἡ ψυχὴ ἄφθαρτοσ‘ ταὐτόν ἐστι τῷ ‘ἡ ψυχὴ ἀθάνατοσ‘. εἴρηται δὲ περὶ τοῦ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι καὶ λαμβάνειν τῷ Φιλοσόφῳ τοῦτο τί ποτέ ἐστι καὶ πῶς γίνεται ἐν τῷ δευτέρῳ τῶν Προτέ‐
25ρων Ἀναλυτικῶν. ἀλλὰ καὶ ὁ συλλογιζόμενος τὸν τέσσα‐ ρα διπλάσιόν τε καὶ οὐ διπλάσιον οὐκ ἐλέγχει τὸν λέ‐ γοντα αὐτὸν μὴ διπλάσιον εἶναι· οὐ γὰρ πρὸς τὸν αὐτόν ἐστι διπλάσιος καὶ οὐ διπλάσιος, ἀλλὰ πρὸς ἄλλον καὶ
ἄλλον· ἔδει δέ, εἴπερ ἔμελλεν ἀληθὴς ἔλεγχος γενέσθαι,
30πρὸς τὸν αὐτὸν συναγαγεῖν τὴν ἀντίφασιν. ἀλλὰ καὶ ὁ λέγων πάντα ἄνθρωπον ἐπὶ τοῦ χρυσοῦ γένους ἀγα‐ θὸν εἶναι καὶ οὐδένα ἄνθρωπον ἐπὶ τοῦ σιδηροῦ ἀ‐ γαθόν, εἶτα συναγαγὼν πάντα ἄνθρωπον καὶ μηδένα ἄνθρωπον ἀγαθὸν εἶναι, οὐκ ἐλέγχει τὸν μὴ τοῦτο
35λέγοντα· οὐ γὰρ ἔδειξεν ἐν τῷ αὐτῷ χρόνῳ ἀγαθοὺς εἶναι καὶ μὴ ἀγαθοὺς πάντας ἀνθρώπους, οὗ δειχθέν‐ τος ἀληθὴς ἂν ἦν ἔλεγχος, ἀλλ’ ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ. ἀλλὰ καὶ ὁ λέγων πάντα ἄγγελον ἀγαθὸν καὶ οὐδένα δαίμονα ἀγαθόν, οὐκ ἐλέγχει τὸν λέγοντα τὰς
40ἐναντίας προτάσεις ἐπὶ τῆς ἐνδεχομένης ὕλης συμ‐ ψεύδεσθαι· οὐ γὰρ ἐπὶ τοῦ αὐτοῦ ὑποκειμένου, ἀλλ’ ἐπ’ ἄλλου καὶ ἄλλου συνεπεράνατο τὸν λόγον. ἔστι δὲ ἀληθὴς ἔλεγχος ὅταν τὴν ἀντίφασιν τοῦ αὐτοῦ καὶ ἑνὸς πράγματος κατὰ τοῦ αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου
45ἐν τῷ αὐτῷ καὶ ἑνὶ χρόνῳ μὴ λαμβανομένου τοῦ ἐξ ἀρχῆς συνάγῃ τις ἐξ ὧν δίδωσιν ὁ ἀποκρινόμενος. ἂν δέ τι τούτων ἐλλείπῃ, οὐκ ἐλέγχει. ἀλλ’ ἡ μὲν παρα‐ γωγὴ τοῦ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν τρόπου αὕτη. δεῖ δὲ ἡμᾶς πάλιν τὴν λέξιν θέντας τὰ περὶ τοῦ ὁ‐

8

(50)

ρισμοῦ τοῦ ἐλέγχου κατὰ λέξιν ἀνασκοπῆσαι.

9

(t)

167a23
1lἔλεγχος μὲν γάρ ἐστιν ἀν‐
2lτίφασις τοῦ αὐτοῦ καὶ ἑ‐
3lνὸς μὴ ὀνόματος ἀλλὰ πράγ‐
4lματος·
5Ἔλεγχος, φησίν, ἐστὶν ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνός. εἰ γὰρ μέλλομεν ἐλέγξαι τὸν ἡμῖν προσδιαλεγόμενον παρὰ τὸ εἰκὸς ἐνιστάμενον, ὀφείλομεν αὐτὸν ἑαυτῷ μα‐ χόμενον ἀπελέγχειν καὶ τἀναντία ἀποφαινόμενον. τοῦτο γὰρ καὶ ἀντίφασις λέγεται, οὐ περὶ ἄλλου καὶ ἄλλου·
10εἰ γὰρ φαίημεν Πλάτωνα μὲν διαλέγεσθαι, Σωκράτην δὲ μή, οὐδὲν ἐναντίον ἔσται. διὰ τοῦτο εἰπὼν “ἀντίφασιν” ἐπήγαγε “τοῦ αὐτοῦ καὶ ἑνός”· οὐ γὰρ περὶ ἄλλου, φησί, πειρᾶσθαι προσάγειν τῷ προσδιαλεγομένῳ τὸν ἔλεγχον, οὐ γὰρ ἔλεγχος τοῦτο, ἀλλὰ περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ.
15εἶτα, ἐπειδὴ πολλὰ ἓν ὄντα τῷ ὀνόματι τὴν φύσιν δι‐ άφορα τυγχάνει, ὡς τὰ ὁμώνυμα, ἐπήνεγκε “μὴ ὀνόματος ἀλλὰ πράγματος”, τουτέστιν οὐ μόνον τὸ ὄνομα ἓν εἶναι δεῖ, ἀλλὰ καὶ τὸ σημαινόμενον πρᾶγμα ἕν. τὸ γὰρ “μὴ ὀνόματος” ἀντὶ τοῦ ‘μὴ μόνον ὀνόματοσ‘ τέθεικεν· εἰ
20γὰρ ἓν ὄνομα ᾖ, πολύσημον δέ, καὶ οὕτω τἀναντία λέγων τις οὐ διαψεύσεται, οἷον ‘κύων ὑλακτεῖ, κύων οὐχ ὑλα‐ κτεῖ‘.
ἐπειδὴ δὲ οὐ μόνον ἐξ ὁμωνυμίας συμβαίνει τινὰ τἀ‐ ναντία λέγοντα μὴ διαψεύδεσθαι, ἀλλὰ καὶ ἀπὸ συ‐
25νωνυμίας, οἷον ‘ζῷον περιπατεῖ, ζῷον οὐ περιπα‐ τεῖ‘· ἐνδέχεται γὰρ τινὰ μὲν περιπατεῖν, τινὰ δὲ μή [περιπατεῖν], ἐπήγαγε “καὶ ὀνόματος μὴ συνωνύ‐ μου”. ἀλλὰ “μηδὲ συναριθμουμένου”, 〈φησί,〉 “τοῦ ἐν
30ἀρχῇ”, τουτέστι μὴ λαμβανομένου τοῦ ζητήματος 〈εἰς τὸν λόγον τῆς ἀποδείξεωσ〉· οὐ γὰρ δι’ ἑαυτοῦ χρὴ δείκνυσθαι τὸ μὴ δι’ ἑαυτοῦ δῆλον, ὅτι μηδὲ ἔ‐ λεγχος τὸ τοιοῦτον. ἔστι δὲ τὸ τοιοῦτον ὅταν ὁ μέ‐ σος ὅρος ὁ αὐτός τινι τῶν ἄκρων ληφθῇ, μετωνομα‐
35σμένος μέντοι καὶ ἄλλως κατὰ τὴν προφορὰν ἐκφερό‐ μενος, ὥσπερ εἴρηται ἐπὶ τοῦ προβλήματος τοῦ ὅτι ἀθάνατος ἡ ψυχή. ἀλλὰ καὶ “κατὰ τὸ αὐτό”, φησίν· εἰ γὰρ καὶ ἓν καὶ τὸ αὐτὸ καὶ μήτε ὁμώνυμον μήτε συνώνυμον ᾖ τὸ
40λεγόμενον, μήτε τὸ ἐν ἀρχῇ ληφθῇ, κατ’ ἄλλο δὲ καὶ ἄλλο μέρος λέγοιμέν τι τῷ αὐτῷ ὑπάρχειν καὶ μὴ ὑ‐ πάρχειν, ἀληθεύειν συμβήσεται, οἷον ‘ὁ αἰθίοψ μέλας καὶ οὐ μέλασ‘· κατὰ μὲν τὴν ἐπιφάνειαν μέλας, κατὰ δὲ τοὺς ὀδόντας οὐ μέλας.
45ἀλλὰ καὶ “πρὸς τὸ αὐτό”, φησίν, ἀλλ’ οὐ πρὸς ἄλλο καὶ ἄλλο, ὀφείλει λέγεσθαι τόδε τι εἶναι ἢ μὴ εἶναι, ὥσπερ εἶχεν ὁ προρρηθεὶς παραλογισμὸς ὁ τὰ δύο διπλάσια καὶ οὐ διπλάσια συνάγων. οὐ δεῖ δὲ πρὸς ἄλλο καὶ ἄλλο, ἀλλὰ πρὸς αὐτὸ δεικνύναι κατα‐

9

(50)

φάσκοντα καὶ ἀποφάσκοντα τὸν προσδιαλεγόμενον, εἰ
μέλλοιμεν αὐτὸν διελέγχειν ἑαυτῷ ἀντιφάσκοντα. ἀλλὰ καὶ “ὡσαύτως”, φησίν, ἤγουν μὴ τὸ μὲν δυνάμει, τὸ δὲ ἐνεργείᾳ· οὐδὲ γὰρ οὕτως ἀντιφάσκειν ἔστιν· ὁ γὰρ λέγων ὅτι ‘ὁ κοιμώμενος ὄψιν ἔχει· ὁ ὄψιν ἔχων ὁ‐
55ρᾷ· ὁ κοιμώμενος ἄρα ὁρᾷ‘ οὐκ ἐλέγχει τὸν λέγοντα μὴ ὁρᾶν τὸν κοιμώμενον· τὸ γὰρ ‘ὁ ὄψιν ἔχων ὁρᾷ‘ σημαίνει καὶ τὸν ἔχοντα καὶ μὴ ἐνεργοῦντα, δυνάμενον δὲ ἐνεργῆ‐ σαι, καὶ τὸν ἤδη ἐνεργοῦντα. “καὶ ἐν τῷ αὐτῷ”, φησί, “χρόνῳ”· τὸ γὰρ κατ’ ἄλλον
60καὶ ἄλλον χρόνον φαῦλόν τε καὶ οὐ φαῦλον λέγειν τὸν αὐτὸν οὐκ ἀδύνατον. ταῦτα δὴ πάντα εἰδέναι χρεὼν τὸν μήτε ἀπατᾶσθαι καὶ τὸν ἀπατῶντα ἐλέγχειν ἐθέλοντα, ὡς εἰ μὴ εἰδείη, οὔτε ἐλέγχειν δυνήσεται καὶ αὐτὸς τοῖς ἀπατᾶν ἐσπου‐
65δακόσιν ἁλώσεται. καὶ τοῦτό ἐστι τὸ παρὰ τὴν τοῦ ἐ‐ λέγχου ἄγνοιαν. ταῦτα εἰπὼν λέγει· “ἕλκοι δ’ ἄν τις” τὸν τρόπον “τοῦτον”, τὸν παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν, “καὶ εἰς τοὺς παρὰ τὴν λέξιν”. ὁ γὰρ παρὰ τὴν ὁμωνυμίαν καὶ ὁ
70παρὰ τὴν ἀμφιβολίαν τῶν παρὰ τὴν λέξιν ἦσαν τρόπων, τὸ δὲ ‘ὁ κοιμώμενος ὄψιν ἔχει‘ ἀμφίβολον· ἢ γὰρ ὅτι
ἐνεργεῖ τῇ ὄψει δύναταί τις ὑπονοεῖν ἢ ὅτι ἐνεργήσειεν.

10

(t)

167b38—39.
1lοἱ δὲ παρὰ τὸ τὰ δύο ἐρω‐
2lτήματα ἓν ποιεῖν·
3Ἕβδομος οὗτος τρόπος καὶ τελευταῖός ἐστι τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων. λέγεται δὲ ‘παρὰ τὸ τὰ δύο
5ἐρωτήματα ἓν ποιεῖν‘ ὅτι ἕκαστον τῶν ὑποκειμένων ἰ‐ δίας ἐρωτήσεως δεόμενον, συμμίξας τὰ διάφορα ὑπο‐ κείμενα καὶ ὡς περὶ ἑνὸς ἐρωτῶν ἀπατᾷ τὸν ἀποκρινό‐ μενον, ὅταν καὶ αὐτὸς τὴν ἀπόκρισιν ὡς ἑνὸς ὑποκει‐ μένου δοίη, ὡς ἐπὶ τοῦδε τοῦ σοφίσματος· ‘ὁ δεῖνα
10Σωκράτην καὶ Πλάτωνα τύπτει· ὁ Σωκράτης καὶ ὁ Πλάτων ἄνθρωπός ἐστιν· ὁ δεῖνα ἄρα ἄνθρωπον ἀλλ’ οὐκ ἀνθρώ‐ πους τύπτει‘. τοιοῦτόν τι πεποίηκε καὶ ὁ Πῶλος ἐν τῷ Γοργίᾳ τὰ πλείω ὡς ἓν ἐρωτήσας τὸν Σωκράτην, ὃν ὁ Σωκράτης ἐ‐
15πέπληξε πλείονας ἅμα ἐρωτήσεις ἐρωτήσαντα. ἦν δὲ ἡ ἐρώτησις, οἶμαι, τοιαύτη· “εἰπέ μοι, ὦ Σώκρατες, οὐ δοκοῦσί σοι οἱ ῥήτορες ὥσπερ οἱ τύραννοι ἅπαντα ποι‐ εῖν ἃ βούλονται καὶ δοκεῖ αὐτοῖς βέλτιστα εἶναι;” ἐν γὰρ τῇ ἐρωτήσει ταύτῃ πλείονα ἅμα ἐρώτησεν ἀγνοήσας
20τὴν διαφορὰν τῆς τε βουλήσεως καὶ τῆς δοκήσεως. ἀλλ’ ἡ μὲν τοῦ σοφίσματος ἀγωγὴ τοιαύτη τίς ἐστιν. αὐτὸς δέ φησιν ὅτι ἐπ’ ἐνίων μὲν ῥᾴδιον ἰδεῖν ὅτι πλείω τὰ ἐρωτήματά ἐστιν, οἷον ‘πότερον ἡ γῆ θάλαττά ἐστιν ἢ ὁ οὐρανός;‘ δῆλον γὰρ ἐνταῦθα ὅτι δύο τυγ‐
25χάνει τὰ ἐρωτήματα· ἕδει γὰρ οὕτως ἐρωτῆσαι· ‘πότερον ἡ γῆ θάλαττά ἐστιν;‘, εἶτα αὖθις· ‘πότερον ὁ οὐρα‐ νὸς θάλαττά ἐστιν;‘—ἐπ’ ἐνίων δέ φησιν ὅτι οὐκ ἔστι ῥᾴδιον ἰδεῖν ὅτι πλείω τὰ ἐρωτήματά ἐστι, κα‐ θάπερ εἶχεν ἡ προειρημένη τοῦ Πώλου ἐρώτησις, καὶ
30διὰ τὸ μὴ εἶναι δῆλον, ἢ διδόασιν ἀπόκρισιν καὶ φαίνονται ἐλέγχεσθαι, ἢ φαῦλοι κοινωνοὶ νομίζονται διὰ τὸ μὴ ἀποκρίνεσθαι τὸ ἐρωτώμενον.

11

(t)

168a34—35
1lοἱ δὲ παρὰ τὸ συμβεβηκὸς
2lὁρισθέντος τοῦ συλλογισμοῦ
3lφανεροὶ γίνονται·
4Ἀνάγει καὶ τοὺς παρὰ τὸ συμβεβηκὸς φαινομένους ἐλέγ‐
5χους εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν. εἰ γὰρ ὁ ἔλεγχος
συλλογισμός ἐστιν ἀντιφάσεως, ὡς πολλάκις εἴρηται, συλλογισμὸς δὲ τοῦ συμβεβηκότος οὐκ ἔστιν, οὐκ ἂν εἴη ἔλεγχος ἀπὸ συμβεβηκότος. ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι οὕτως· ‘ὁ ἔλεγχος ἀντιφάσεώς
10ἐστι συλλογισμός· τοῦ συμβεβηκότος συλλογισμὸς οὐκ ἔστι· τοῦ συμβεβηκότος ἄρα οὐκ ἔστιν ἔλεγχοσ‘. καὶ ὅτι μὲν ὁ ἔλεγχος συλλογισμός ἐστιν ἀντιφά‐ σεως εἴρηται πολλάκις, ἀλλὰ καὶ δέδεικται ἐν τῷ δευτέρῳ τῶν Προτέρων Ἀναλυτικῶν. ὅτι δὲ τοῦ συμ‐
15βεβηκότος οὐκ ἔστι συλλογισμός, δῆλον· εἰ γὰρ συλλογισμός ἐστιν ὁ ἐκ τῶν κειμένων συνάγων τι, ὁ δὲ ἀπὸ τοῦ συμβεβηκότος οὐκ ἀπὸ τῶν κειμένων συνάγει τὸ συμπέρασμα, οὐκ ἂν εἴη συλλογισμὸς ὁ ἀπὸ τοῦ συμβεβηκότος· τίς γὰρ οὐκ οἶδεν ὅτι τὸ ‘ὁ
20ἄνθρωπος ζῷον· τὸ ζῷον δισύλλαβον· ὁ ἄνθρωπος ἄρα δισύλλαβον‘ οὐκ ἐκ τῶν κειμένων συνάγεται; εἰπὼν δὲ ὅτι τοῦ συμβεβηκότος συλλογισμὸς οὐκ ἔστι, τὴν αἰτίαν τούτου ἐπήγαγε διὰ τοῦ “οὐ γὰρ εἰ τούτων ὄντων ἀνάγκη τόδ’ εἶναι, τοῦτο δ’ ἐστὶ λευ‐
25κόν, ἀνάγκη λευκὸν εἶναι διὰ τὸν συλλογισμόν”. εἴη δ’ ἂν τὸ λεγόμενον δυνάμει τοιοῦτον· οὐ γὰρ εἴ τινων κειμένων ὑγιῶς ἀνάγκη τι συμβαίνειν, καὶ ἁπλῶς τε‐ θέντων τινῶν ἀνάγκη συμβαίνειν· οὐ γὰρ τῶν τυχόντων τεθέντων ἀνάγκη τόδε συμβαίνειν· οὐ γὰρ εἰ Σωκράτους
30ὄντος ἔστι λευκόν, λευκοῦ δὲ ὄντος ἀνάγκη χρῶμα δια‐ κριτικὸν εἶναι ὄψεως, καὶ ὁ Σωκράτης λευκὸς ἔσται, τουτέστι χρῶμα διακριτικὸν ὄψεως· τὸ γὰρ “ἀνάγκη λευκὸν εἶναι” ὡς ἴσον τῷ ‘χρῶμα διακριτικὸν ὄψε‐
ωσ‘ εἴληπται, τὸ δὲ “διὰ τὸν συλλογισμόν” ἀντὶ τοῦ
35‘διὰ τὸν ἀπὸ τοῦ συμβεβηκότος συλλογισμόν‘. ἢ τὸ “διὰ τὸν συλλογισμόν” ἐπήγαγεν ὡς εἰ ἔλεγεν· οὐ γάρ ἐστι συλλογισμός, εἰ καὶ δοκεῖ συλλογισμὸς εἶναι· οὐ γὰρ ὁ αὐτὸς μέσος ἐν ἀμφοτέραις ταῖς προτάσεσιν εἴληπται, ἀλλ’ ἐν μὲν τῇ προτάσει τῇ λεγούσῃ ὄτι ὁ
40Σωκράτης λευκὸς τὸ σύνθετον, λέγω δὴ τὸ ὑποκείμενον μετὰ τῆς ποιότητος, ἐν δὲ τῇ ‘τὸ λευκὸν χρῶμα δια‐ κριτικὸν ὄψεωσ‘ αὐτὴ ἡ ποιότης χωρὶς τοῦ ὑποκειμένου. τὸ δὲ “τοῦτο δέ ἐστι λευκόν” ὡς ἴσον εἴληπται τῷ ‘τοῦτο δὲ τὸ λευκὸν κύκνος ἐστίν‘, ἵν’ ᾗ ὁ συλλογισμὸς
45ἐκ δύο καταφατικῶν μερικῶν ἐν δευτέρῳ σχήματι· ‘ὁ Σω‐ κράτης λευκός, ὁ κύκνος λευκός, ὁ Σωκράτης ἄρα κύκνοσ‘. καὶ οἶμαι μάλιστα τοῦτο συνάγειν τοὺς σοφιστὰς διὰ τὸ τὸν Σωκράτην ἐν τῷ Φαίδρῳ ὁμόδουλον ἑαυτὸν ὁμολο‐
γῆσαι εἶναι τῷ κύκνῳ.

12

(t)

170b12
l1οὐκ ἔστι δὲ δια‐
l2φορὰ τῶν λόγων·
1Διελὼν τοὺς τρόπους καθ’ οὓς οἱ παραλογισμοὶ γίνονται εἰς δύο τοὺς ἀνωτάτω, καὶ τοὺς μὲν αὐτῶν παρὰ τὴν λέ‐ ξιν φήσας εἶναι, τοὺς δὲ ἔξω τῆς λέξεως, εὐθύνει τοὺς μὴ οὕτω λέγοντας, ἀλλ’ ὅτι οἱ μέν εἰσι πρὸς τοὔνομα,
5οἱ δὲ παρὰ τὴν διάνοιαν. λέγει γὰρ καὶ δείκνυσι μὴ ἄλλους εἶναι καὶ ἄλλους ἀλλὰ τοὺς αὐτούς· οἵ τε γὰρ παρὰ τὴν διάνοιαν πρὸς τοὔνομα καὶ οὗτοι παρὰ τὴν διά‐
νοιαν· ὥστε οὐ δύο τρόποι εἰσίν, ἀλλ’ εἷς.

13

(t)

171b14—15
lπερὶ ἀληθές·
1Τὸ “περὶ ἀληθές” ὅτι τὰ μὲν ψευδογραφήματα περὶ ψεῦδος γίνονται· ψεῦδος γὰρ συνάγουσιν, οἷον τὸ τὰς δύο τοῦ τριγώνου πλευρὰς ἴσας τῇ μιᾷ εἶναι ἢ ἐλάττους αὐτῆς. ὁ
δὲ Ἱπποκράτης ἢ ὁ Ἀντιφῶν ἢ ὁ Βρύσων ἀληθὲς συνῆγον
5διὰ ψευδῶν, οἱ μὲν διὰ γεωμετρικῶν, ὁ δὲ Βρύσων οὐ διὰ τοιούτων.

14

(t)

172b19—20
1lδύναται καὶ νῦν ἧττον κα‐
2lκουργεῖν·
3Νῦν, φησί, ὅταν ᾖ ὡρισμένον τὸ πρόβλημα καὶ πολλά τι‐ να ἐρωτῶνται, ἧττον ἀπατηθήσεταί τις ἢ πρότερον ὅταν
5ἀόριστον καὶ ἄγνωστον τῷ ἀποκρινομένῳ ἦν. εἰ γὰρ εἰ‐ δὼς ὁ ἀποκρινόμενος τὸ πρόβλημα ἐνεχθείη τι εἰς ἄτο‐ πον παρὰ τοῦ ἐρωτῶντος, εὐθὺς ἀπαιτεῖ καί φησι· ‘τί τοῦτο πρὸς τὸ προκείμενον;‘

15

(t)

173a7—18
1lπλεῖστος γὰρ τόπος ἐστὶ
2lτοῦ παράδοξα λέγειν καὶ
3lποιεῖν ἕως τοῦ ἢ παράδοξα
4lλέγειν τὸν ἀποκρινόμενον
5lἐπεχείρουν·
6Ἔτι, φησίν, εἰ βούλει παράδοξα ποιεῖν λέγειν τὸν
ἀποκρινόμενον, ἐπιχείρει ἀπὸ τοῦ κατὰ φύσιν καὶ τοῦ κατὰ νόμον, ὡς ὁ Καλλικλῆς ἐν τῷ Γοργίᾳ καὶ πάν‐ τες οἱ ἁρχαῖοι ποιοῦσι. καὶ εἰ μὲν ὁ ἀποκρινόμε‐
10νος ἀπὸ τοῦ κατὰ νόμον ἐπιχειρεῖ, σὺ τὸ ἀνάπαλιν ἀπὸ τοῦ κατὰ φύσιν, ὡς ὁ Καλλικλῆς πεποίηκε· λέ‐ γοντος γὰρ τοῦ Σωκράτους τὴν δικαιοσύνην εἶναι καλὸν καὶ σεβάσμιον καὶ τῷ νόμῳ διατεταγμένον, αὐτὸς μᾶλλον τὴν ἀδικίαν καλὸν ἔδειξε· διατί γὰρ
15τὰ μὲν τῶν θηρίων πεποίηκεν ἰσχυρά, τὰ δ’ ἄτονα; ἡ δὲ δικαιοσύνη τοῖς νομοθέταις καλὸν ἐνομίσθη διὰ δειλίαν, ἵνα μὴ ὑπὸ τῶν ἰσχυροτέρων καταβλά‐ πτωνται. ἦν δὲ ἄρα τοῖς παλαιοῖς, ἤγουν τῷ Καλλι‐ κλεῖ καὶ τοῖς ἄλλοις σοφισταῖς, μᾶλλον ἀληθὲς καὶ
20καλὸν τὸ ὑπὸ τῆς φύσεως γενόμενον, τὸ δὲ ἀπὸ τοῦ νόμου διαταχθὲν τῶν πολλῶν καὶ συγκλύδων ἀνθρώπων
θέσις.

16

(t)

173a33—40
1lπάντες γὰρ οἱ τοιοῦτοι
2lτοῦτο βούλονται ποιεῖν
3lἕως τοῦ ἡ ὄρεξις ἡδέος ἡδέος·
4Πάντες δέ, φησίν, οἱ μέλλοντες λεχθῆναι τοῦτο βούλον‐
5ται ποιεῖν, τὸ ἀδολεσχεῖν. οἷον λέγουσιν οἱ σοφισταὶ ὅτι οὐδὲν διαφέρει τὸ ὄνομα εἰπεῖν ἐπί τινων ἢ τὸν ὁ‐ ρισμὸν αὐτῶν, οἷόν ἐστι διπλάσιον καὶ τούτου λόγος ‘τὸ διπλάσιον ἡμίσεος διπλάσιον‘. τῷ γοῦν λέγειν ‘δι‐ πλάσιον‘ συνεξακούεται πάντως καὶ τὸ ‘ἡμίσεοσ‘. εἰ
10γοῦν εἴποις ‘τὸ διπλάσιον ἡμίσεος διπλάσιον‘, ἠδολέ‐ σχησας· ἐν οἷς γὰρ εἶπας ‘διπλάσιον‘, ἐδήλωσας αὐτό· προσέθηκας δὲ καὶ ἐνεργείᾳ αὐτό, ὥστε λέγεις ὅτι τὸ διπλάσιον ἡμίσεος ἡμίσεος διπλάσιον. καὶ πάλιν λέγου‐ σιν ὅτι ἡ ἐπιθυμία ἡδέος ἐστίν· εἰ γοῦν τις εἴποι ὄ‐
15ρεξιν ἡδέος εἶναι αὐτήν, ἠδολέσχησεν· εἰπὼν γὰρ ἐπι‐ θυμίαν ἔλαβέ πως καὶ τὸ ‘ἡδέοσ‘, προσέθηκε δὲ πάλιν
αὐτό.

17

(t)

173b12—16
1lφαίνονται δὲ ποιεῖν ἕως τοῦ
2lταὐτὸν σημαίνει·
3Πολλάκις, φησί, φαίνονται οἱ σοφισταὶ ποιοῦντές τινα ἀδολεσχεῖν μὴ ποιοῦντες ἀληθῶς. καὶ τούτου τὴν αἰτίαν
5τίθησιν· οὐδὲ γὰρ ἠρώτησαν τὸν ἀποκρινόμενον εἰ ση‐ μαίνει τι τὸ ‘διπλάσιον‘ καθ’ αὑτὸ λεχθὲν χωρὶς τοῦ ‘ἡμίσεοσ‘ ἢ οὐδέν, καί, εἰ σημαίνει, πότερον τὸ αὐτὸ ἢ ἕτερον, ἀλλὰ μηδὲν ἐρωτήσαντες εὐθὺς λέγουσι τὸ συμ‐ πέρασμα, τὸ ‘τὸ διπλάσιον ἡμίσεος ἡμίσεος διπλάσιον‘
10εἰ μὲν οὖν ὁ ἀποκρινόμενος ἠρωτήθη· ‘ἆρά γε σημαντική τίς ἐστι φωνὴ τὸ ‘διπλάσιον‘; ‘, εἶτα κατέφησε, καὶ πάλιν ἠρωτήθη· ‘ἆρά γε χωρὶς τοῦ ‘ἡμίσεοσ‘ λεγόμε‐ νον παραλαμβάνει ἐν ἑαυτῷ καὶ τὸ ‘ἥμισυ‘;‘, καὶ πρὸς τοῦτο πάλιν κατέφησε, κυρίως ἐστὶ τοῦτο ἀδο‐
15λεσχία· ὡμολόγησε γὰρ ταῦτα πάντα. ἔδει δὲ εἰπεῖν δυνάμει παραλαμβάνεσθαι τὸ ‘ἡμίσεοσ‘ ἐν τῷ διπλα‐ σίονι χωρὶς λεγομένῳ.

18

(t)

176b33
1lεἴη ἂν ἥ τε εἰρημένη νῦν
2lλύσις·
3Εἰρημένην νῦν λύσιν λέγει τὴν προσεχῶς ῥηθεῖσαν, τὴν
ὅτι οὐ συλλελόγισαι ἀλλ’ ἀσυλλόγιστος εἶ διὰ τὸ ὁμώ‐
5νυμα ἢ ἀμφίβολα εἶναι τὰ ἠρωτημένα ἤ τι τοιοῦτον. τὸ δὲ “τοὺς φαινομένους διελόντας λύειν” ἴσον ἐστὶ τῷ ‘ἀναλύοντας εἰς τὰς προτάσεις ὁρᾶν πῶς ἐ‐ λήφθησαν καὶ πότερον ὁμώνυμά ἐστι τὰ ἠρωτημένα ἢ ἄλλον τινὰ τρόπον ἐξ ὧν οἱ παραλογισμοὶ γίνονται‘.
10καὶ τοὺς μὲν συλλελογισμένους καὶ τὸ ἴδιον τοῦ σχήματος ἐν ᾧ συνελογίσθησαν φυλάττοντας ἀναιρετέ‐ ον δεικνύντας τὸν τρόπον τοῦ παραλογισμοῦ, τοὺς δὲ ἀσυλλογίστους διελόντας καὶ δεικνύντας ὅτι αἱ δύο καταφατικαί εἰσιν ἐν δευτέρῳ σχήματι ἤ τι τοιοῦτον.
15τὸ δὲ “ὅπως ἢ διαιροῦντες ἢ ἀναιροῦντες λύωμεν”· τὸ μὲν “διαιροῦντες” ἀντὶ τοῦ ‘ἀναλύοντες εἰς τὰς προτάσεισ‘, ὥσπερ καὶ τὸ “ἀναιροῦντες”. “καὶ ἀναιροῦντες ὧδε ἢ ὧδε” ἀντὶ τοῦ ‘ἢ τὸ συμ‐ πέρασμα μόνον ἢ τὸ συμπέρασμα καὶ τὰς προτάσεισ‘.
20τὸ δὲ “διαφέρει δὲ πλεῖστον ἐρωτώμενόν τε καὶ μὴ λύειν λόγον” ἴσον ἐστὶ τῷ ‘πολὺ διαφέρει τὸ ὁρᾶν τὴν τοῦ λόγου ἁμαρτίαν (τοῦτο γάρ ἐστιν ἡ λύσις, ἡ εὕρεσις τῆς ἁμαρτίας τοῦ λόγου) ὅταν κατὰ σχολὴν καὶ καθ’ ἑαυτοὺς λαβόντες τὸν συλλογισμὸν σκοπῶμεν
25πῶς συλλελόγισται καὶ πῶς αἱ προτάσεις ἐλήφθησαν, καὶ ὅτε ἐρωτᾶται‘· ἐργῶδες γὰρ καὶ πολλῆς ἐστι τῷ ὄντι ἕξεως ἅμα τῇ ἐρωτήσει δύνασθαι τὸ συμβαῖνον ἐκ
τοῦ λόγου συνορᾶν.

19

(t)

178b18—20
1lεἰ γὰρ αὕτη λύσις δόντα τὸ
2lἀντικείμενον οὐχ οἷόν τε λύ‐
3lειν καθάπερ ἐπὶ τῶν ἄλλων,
4lοἷον ἔστι μὲν , ἔστι δὲ ὃ οὔ·
5Τοῦ μὴ εἶναι λύσεις τοὺς τοιούτους λόγους σημεῖον δίδωσι τὰς τῶν ἑτέρων σοφισμάτων λύσεις, μίαν ἐνταῦθα παρειληφὼς ὑπόδειγμα τὴν ‘ἔστι μὲν ὅ, ἔστι δὲ ὃ οὔ‘. ὡς γὰρ εἰ προβάλοιτό τις πότερον τὸ δέον ἀγαθόν ἐστι, καὶ ὁ ἀποκρινόμενος ἁπλῶς τὸ δέον ἀγαθὸν εἶναι συγχωρήσοι, δέον αὐτὸν εἰπεῖν ὅτι ἔστι μὲν ὅ, ἔστι δὲ ὃ
10οὔ (οὕτως γὰρ αὐτὸν εἰπεῖν ἔδει, ἀλλὰ μὴ ἁπλῶς συγχωρῆσαι τὸ δέον ἀγαθὸν εἶναι)· εἰ οὖν εἴπῃ ὁ ἀποκρινόμενος ὅτι πᾶν δέον ἀγαθόν ἐστιν, ὁ δὲ ἐρωτῶν συμπεράνῃ τὸ μὴ πᾶν δέον ἀγαθὸν εἶναι, δέον γὰρ τὸν σφαττόμενον ἀποθανεῖν ἀλλ’ οὐκ ἀγαθόν (σημαίνεται γὰρ ὑπὸ τοῦ ‘δέον‘ οὐ τὸ ἀγαθὸν μόνον ἀλλὰ καὶ τὸ ἀναγκαῖον),
15λύσιν ἑτέραν τοῦ τοιούτου λόγου οὐκ ἕξει εἰ μὴ τῇ οὔσῃ χρησά‐ μενος. ἢ καὶ οὕτως· μὴ συλλογίζοιτο λαβὼν τὸ ἁπλῶς πᾶν τὸ δέον ἀγαθὸν εἶναι, δεῖ λύσιν οἴεσθαι τὸ ‘ἔστι μὲν ὅ, ἔστι δὲ ὃ οὔ‘· οὐ γὰρ ἂν καὶ ὑπὸ τούτου μὴ συμποδιζόμενος ἀσυμπέραστος ὁ λόγος. ὡς οὖν ἐπὶ τούτου, οὕτως ἐχρῆν καὶ ἐνταῦθα συμβαίνειν, καὶ εἴπερ
20ἦν λύσις τοῦ ‘ὅπερ οὐκ ἔλαβέ τις, ἔχει· ἔχει γὰρ ψήφους πολλὰς μίαν παρά τινος εἰληφώσ‘—ἡ δ’ αὖ λύσις ἦν τούτου τὸ μίαν ἔχειν παρ’ ἐκείνου ἐπεὶ καὶ μίαν ἔλαβε παρ’ ἐκείνου, καὶ τἆλλα τῶν εἰρημένων ὑπό τινων, συνεπεραίνετο ἂν ὁ λόγος μὴ τούτου ῥηθέντος. νῦν δὲ καὶ τούτου μὴ προενεχθέντος οὔ φησι γίνεσθαι συλλογισμόν,
25ὅτι μὴ τὴν ἀντίφασιν τοῦ προβλήματος ἀλλ’ ἕτερόν τι συλλελόγισται. ἦν δὲ τὸ μὲν πρόβλημα πότερον ὃ ἔλαβε, τοῦτο ἔχει. συνῆκται δὲ
τὸ ‘ὡς οὐκ ἔλαβεν ἔχει‘, ὃ καὶ τοῦ ‘ὡς ἔλαβεν ἔχει‘ ἀπόφασίς ἐστι καὶ ἀληθὴς εἶναι οὐ κεκώλυται. τοῦτο οὖν ἐστι λύσις κοινὴ τῶν οὕτως ἐρωτωμένων πάντων. συγχωρηθέντος γὰρ τοῦ ταὐτὸν εἶναι
30τῷ ‘ὃ ἔλαβε‘ τὸ ‘ὡς ἔλαβε‘ καὶ συλλογισμὸς ἔσται τοῦ τῷ προ‐ βλήματι ἀντικειμένου καὶ ἡ λύσις πάντῃ ἄπορος ἡμῖν ἔσται. τί γὰρ ἂν τῷ συναγαγόντι ὅτι ᾗ μὴ ἔχει τις τύψει ἄρα χειρὶ τῷ †μὴ μίαν μόνην μὴ† ἔχων δύνασθαι τύψαι τῇ μιᾷ, ἀποδοίημεν εἰς λύσιν τοῦ φαινομένου τουτουὶ ἐλέγχου, χαλεπὸν καὶ πλάσασθαι. τὸ
35γὰρ καὶ μίαν ἔχειν τὸν ἔχοντα δύο, ἀληθές· τὸ δὲ καὶ μόνην, οὐκ ἀληθές· ὥστε οὐδὲ τοῦτο τούτου λύσις. ‘ἀντικείμενον‘ δέ φησι τὸ ἀντιφάσκον λύσιν, οἷον τῷ μὴ ταὐτὸν εἶναι τὸ ‘ὡς ἔλαβε‘ τῷ ‘ἔλαβε‘ τὸ ταὐτὸν εἶναι, καὶ τῷ μὴ ἁπλῶς τὸ ἁπλῶς, καὶ τἆλλα τούτου ὡσαύτως.
40lἌλλως, εἰς τὸ εἰ γὰρ ἦν αὕτη λύσις
41lδόντα τὸ ἀντικείμενον οὐχ οἷόν
42lτε ἦν λύειν·
43Εἴπερ ἦν, φησίν, αὕτη λύσις τοῦ ‘ὅπερ οὐκ ἔλαβέ τις ἔχει· ἔχει γὰρ ψήφους πολλὰς μίαν παρά τινος εἰληφώσ‘—εἰ οὖν λύσις ἦν
45τούτου τὸ μίαν ἔχειν ἐπεὶ καὶ μίαν ἔλαβε παρ’ ἐκείνου, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν. εἰ γὰρ τῆς καταφάσεως δοθεί‐ σης, τῆς ‘ὃ ἔλαβεν ἔχει‘, τὸ συναγόμενον δι’ αὐτὴν ψεῦδός ἐστι καὶ λύσιμον, τὸ διὰ τῆς ἀποφάσεως τεθείσης, τῆς ‘ὃ οὐκ ἔλαβεν ἔχει‘, συμβαῖνον ἀληθὲς ἔσται δηλονότι καὶ ἄλυτον. ἀλλὰ μὴν καὶ

19

(50)

ταύτης τεθείσης τὸ συμβαῖνον ψεῦδός ἐστι, δυναμένης τῆς λύσεως ταύτης καὶ ἐπὶ τοῦ συμβαίνοντος διὰ τῆς παρούσης ἀντιφάσεως λέ‐ γεσθαι. ἀδύνατον δὲ τὴν αὐτὴν καὶ μίαν λύσιν ἐπ’ ἀμφοτέρων ἀλη‐ θεύειν. ὅτι δὲ καὶ τῆς ἀντιφάσεως τεθείσης τὸ συμβαῖνον ψεῦδός ἐστι, δῆλον ὧδε· ‘πότερον ὃ ἔλαβέ τις, τοῦτο ἔχει;‘ ‘οὔ.‘ εἶτα
55ῥητέον ‘ἀλλὰ μὴν οὗτος ἔλαβε παρ’ αὐτοῦ μίαν ψῆφον, καὶ ἔχει
αὐτήν· ὃ ἄρα ἔλαβεν ἔχει, καὶ οὐχ ὃ οὐκ ἔλαβεν· ἀλλὰ μὴν ἔχει καὶ ἄλλας ἃς οὐκ ἔλαβε παρ’ αὐτοῦ, ἐφ’ ὧν ἀληθεύσει τὸ ‘ἔχει ἃ οὐκ ἔλαβεν‘‘. οὐκ ἄρα ἐστιν ἡ εἰρημένη λύσις τοῦ πράγματος, ἀλλὰ πρὸς τὸν λέγοντα. λύσις δέ ἐστιν ἥν φησιν ὁ Ἀριστοτέλης, ἡ
60λέγουσα τὸ ὅτι οὐ ταὐτόν ἐστι τὸ ‘ὃ ἔλαβε‘ τῷ ‘ὡς ἔλαβε‘· τούτου γὰρ ληφθέντος γέγονεν ὁ παραλογισμός. δόντος γὰρ τοῦ ἀποκρινο‐ μένου τὸ ‘ὃ ἔλαβεν ἔχει‘ οὐ συνήγαγε τὸ ‘ὃ οὐκ ἔλαβεν ἔχει‘, ὅπερ ἐστὶν ἀντίφασις τοῦ ‘ὃ ἔλαβεν ἔχει‘, ἀλλὰ τὸ ‘ὡς οὐκ ἔλα‐ βεν ἔχει‘, ὅπερ πάλιν ἐστὶν ἀντίφασις τοῦ ‘ὡς ἔλαβεν ἔχει‘.
65ὥστε ἐπεὶ τοῦ μὲν ‘ὃ ἔλαβεν‘ ἀπόφασίς ἐστι τὸ ‘ὃ οὐκ ἔλαβε‘, τοῦ δὲ ‘ὡς ἔλαβε‘ τὸ ‘ὡς οὐκ ἔλαβε‘, λαβὼν δὲ τὸ ‘ὃ ἔλα‐ βεν ἔχει‘ συνήγαγε τὸ ‘ὡς οὐκ ἔλαβε‘, τὴν ἀπόφασιν τοῦ ‘ὡς ἔλαβε‘, τὸ ‘ὃ ἔλαβε‘ καὶ τὸ ‘ὡς ἔλαβεν‘ ὡς ταὐτὸν εἰληφὼς καὶ συναγαγὼν τὸν παραλογισμόν. εἰ δὲ ἐκ τοῦ λαβεῖν τὸ ‘ὃ ἔλαβεν
70ἔχει‘ ὡς ταὐτὸν τῷ ‘ὡς ἔλαβε‘ γέγονεν ὁ παραλογισμός, δῆλον ὡς λύσις αὐτοῦ ἐστι τὸ μὴ τὰ ὡσαύτως ἢ λεγόμενα ἢ ὄντα ὡσαύτως λαβεῖν. ἢ λέγοι ἂν διὰ τοῦ “εἰ γὰρ ἦν αὕτη λύσις δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν”· εἰ γὰρ ἦν ὅπερ ὑμεῖς λέγετε, καὶ οὐχ ὅπερ ἐγώ—ἐγὼ γάρ φημι μὴ ταὐτὸν εἶναι τὸ ‘ἔλαβε‘ τῷ
75‘ὡς ἔλαβεν‘—εἰ οὖν ψεῦδός ἐστιν ὅπερ ἐγώ φημι καὶ οὐ παρὰ τοῦ‐ το γέγονεν ὁ παραλογισμός, δόντα τὸ ἀντικείμενον, ὅπερ ἐστὶ τὸ ταὐτὸν εἶναι—τὸ γὰρ λέγειν ὅτι ταὐτόν ἐστι τὸ ‘ἔλαβε‘ τῷ ‘ὡς ἔλαβεν‘ ἀντίκειται τῷ μὴ ταὐτὸν εἶναι—δόντα οὖν τὸ ἀντικεί‐ μενον ἀληθὲς ἂν ἦν τὸ συμβαῖνον καὶ ἦν ἂν ἄλυτον· τοῦ γὰρ ἀλη‐
80θοῦς οὐκ ἔστι λύσις. νῦν δέ, δοθέντος τοῦ ταὐτὸν εἶναι τὸ ‘ἔλαβε‘ τῷ ‘ὡς ἔλαβε‘ μᾶλλον τὸ συμβαῖνόν ἐστι ψεῦδος. οἷον εἰ ἔστι μὲν , ἔστι δὲ ὃ οὔ. φέρεται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα οὕτως· οἷον εἰ ἔστι μέν, ἔστι δὲ οὔ. δι’ ἀμφοτέρων δὲ τὸ
85αὐτὸ δηλοῦται. εἴη δὲ ἂν τὸ λεγόμενον δυνάμει τοιοῦτον· ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, ἐφ’ ὧν τὸ ἀντικείμενόν ἐστιν ἀληθές, ἀφαιρε‐ θέντων τῶν ψευδῶν καὶ τεθέντων τῶν ἀληθῶν τὸ συμβαῖνον ἀληθές ἐστι καὶ ἄλυτον, οὕτω καὶ ἐπὶ τῶν προκειμένων, εἰ παρὰ τὰ τεθέντα σοφίσματα ἐγίνετο διὰ τὸ ψευδῆ τυγχάνειν, τεθέντων τῶν ἀντικει‐
90μένων καὶ ἀληθῶν καὶ ἀληθῆ ἂν εἴησαν καὶ ἄλυτα τὰ συμβαίνοντα· νῦν δὲ καὶ ψευδῆ καὶ εὐδιάλυτα· οὐκ ἄρα παρὰ τὰ πρώτως τεθέντα, ἃ καὶ λύειν οὗτοι πειρῶνται, ἀλλὰ παρὰ τὰ ἐσχάτως ἐπενηνεγμένα. ἔστι δὴ οὖν τὸ “οἷον εἰ ἔστι μὲν ὅ, ἔστι δὲ ὃ οὔ” ἴσον τῷ ‘οἷον εἰ τὸ μέν ἐστιν ἀληθές, τὸ δὲ ψεῦδος, τεθέντος τοῦ ἀληθοῦς (ὅπερ
95‘ὃ‘ εἶπεν) ἄλυτον ἂν ἦν‘. ταῦτα εἰπὼν ἐπάγει “ἡ λύσις, ἂν ἁπλῶς δῷ λέγεσθαι, συμπεραίνε‐ ται”, δυνάμει λέγων ‘ἡ μὲν ὑπ’ ἐκείνων λεγομένη λύσις μοχθηρὰ καὶ ἀδόκιμος, ἡ δὲ ἀληθὴς ὅτι εἰ μὲν ἁπλῶς δῷ λέγεσθαι, τουτέστιν εἰ μὲν τὰ μὴ ὡσαύτως λεγόμενα ὡσαύτως δῷ λέγεσθαι, συμπεραίνεται

19

(100)

καὶ ἐλέγχει, εἰ δὲ μὴ δῷ, οὐ συμπεραίνεται‘· εἰ δὲ μὴ συμπεραί‐ νεται, οὐκ ἂν εἴη λύσις—καὶ δεῖ προσυπακούειν τοῦ ‘ἣν ἐκεῖνοι μοχθηρῶς λύοντες ἐπάγουσιν, ἀλλὰ λύσις ἔσται ἣν αὐτὸς εἶπε‘. τὸ δὲ “ἐν δὲ τοῖς προειρημένοις πάντων διδομένων” ἴσον ἐστὶ τῷ ‘ἐν δὲ τοῖς προειρημένοις πάντων συγχωρουμένων αὐτοῖς οὐ συμπε‐
105ραίνονται, ὥστε οὐδὲ οὗτοι καλῶς λύουσιν‘.

20

(t)

182b15—17
1lκαὶ γὰρ οἱ λόγοι σχεδὸν γε‐
2lλοῖοι πάντες εἰσὶ παρὰ τὴν
3lλέξιν, οἷον ἀνὴρ ἐφέρετο κα‐
4lτὰ κλίμακος δίφρον‘
5Τὸ σόφισμα τοιοῦτον· ‘οὐχὶ ὁ ἀνὴρ ἐπὶ δίφρου οὗτος ἐφέρετο;‘ ‘ναί.‘ ‘οὐχὶ ὁ δίφρος κατὰ κλίμακος ἐφέρετο;‘ ‘ναί.‘ ‘ὁ ἀ‐ νὴρ ἄρα κατὰ κλίμακος ἐφέρετο δίφρον (ἤτοι ὁ ἀνὴρ ἔφερε δίφρον κατὰ τῆς κλίμακοσ)‘. παρὰ τὴν σύνθεσιν ἢ διαίρεσιν τὸ σόφισμα· ἔδει γὰρ εἰπεῖν οὐχὶ ‘ὁ ἀνὴρ κατὰ κλίμακος ἐ‐
10φέρετο δίφρον‘ ἀλλ’ ‘ὁ ἀνὴρ κατὰ κλίμακος ἐφέρετο ἐπὶ δί‐ φρου‘. ἠρωτᾶτο δὲ τὸ σόφισμα, ὡς ἔοικεν, ἐπὶ ἀρρώστῳ ἐν ἀ‐ νωγείῳ κειμένου καὶ ἐπὶ δίφρου ὑπό τινων αἰρόντων καταγο‐ μένου. ὅτι δὲ τὸ παρὰ τὴν σύνθεσιν ἢ διαίρεσιν παρὰ τὴν λέξιν ἐστί, δῆλον.
15Τὸ δὲ ‘ὅποι στέλλεσθε πρὸς τὴν κεραίαν‘ δύναται καὶ πα‐ ρὰ τὴν ὁμωνυμίαν εἶναι· μάλιστα δ’ ἂν εἴη παρὰ τὴν ἀμφιβο‐ λίαν· ἢ γὰρ ὅτι ποῖ πορεύεσθε, ἢ ὅτι ποῖ παρ’ ἄλλου στέλλε‐ σθε, ἤτοι πέμπεσθε. μήποτε δὲ καὶ παρὰ τὸ σχῆμα τῆς λέξεως ἂν εἴη, τὸ ‘στέλλεσθε‘ ἀντὶ τοῦ ‘πέμπετε‘ τῶν σοφιστῶν
20λαμβανόντων, τὸ παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ. ἡ δ’ ἀγωγὴ τοῦ σοφίσματος τοιαύτη τις ἂν εἴη· ‘ποῖ στέλλεσθε;‘ ‘πρὸς τὴν κεραίαν.‘ ‘τὸ δὲ στέλλεσθαι πέμπεσθαί ἐστι· πέμπεσθε ἄρα πρὸς τὴν κεραίαν‘. διττὸν τὸ ‘στέλλεσθαι‘, τό τε ἐξ ἑαυτοῦ καὶ ἀπὸ ἰδίας προαιρέσεως καὶ ὅλως τὸ πορεύεσθαι,
25ὡς τὸ ‘ἐστειλάμην ταύτην τὴν ὁδόν‘ ἀντὶ τοῦ ‘ἐπορεύθην‘, καὶ τὸ παρ’ ἄλλων ἢ ἄλλου ἀποστέλλεσθαι, ὡς τὸ ‘ἔπεμψεν ἡ‐ μᾶς ὁ βασιλεύς, ἄνδρες Ἕλληνεσ‘. ἐν γοῦν τῷ ‘ποῖ στέλλε‐ σθε‘ ἐκεῖνοι μὲν τὸ ‘στέλλεσθε‘ ὡς τὸ ‘πορεύεσθε‘ δεδώκα‐ σιν, ὁ δὲ σοφιστὴς ἐπὶ τοῦ ‘πέμπεσθε‘ ἔλαβε.
30Καὶ τὸ ‘ἔμπροσθεν‘ δὲ δηλοῖ μὲν καὶ τὸ ‘πρότερον‘ χρο‐ κὸν ἐπίρρημα, δηλοῖ δὲ καὶ τὸ ἔμπροσθεν τοῦ ζῴου μέρος. Ἀλλὰ καὶ τὸ ‘καθαρόσ‘ σημαίνει μὲν καὶ τὸ ‘ὑγιεινόσ‘ (καθαρὸς γὰρ Βορρᾶς ὁ ὑγιεινὸς λέγεται), σημαίνει δὲ καὶ τὸ ἀμόλυντον καὶ ἄχραντον. ὥστε εἰ ὁ μὲν ἐπὶ τοῦ ὑγιεινοῦ
35δοίη, ὁ δὲ ἐπὶ τοῦ ἀχράντου συμπερανεῖται, οὐ συλλελόγι‐
σται.