TLG 4034 008 :: MICHAEL :: In Aristotelis sophisticos elenchos commentarius (= Pseudo–Alexander 1) (olim sub auctore Alexandro Aphrodisiensi)

MICHAEL Phil.
(Ephesius: A.D. 11–12)

In Aristotelis sophisticos elenchos commentarius (= Pseudo–Alexander 1) (olim sub auctore Alexandro Aphrodisiensi)

Source: Wallies, M. (ed.), Alexandri quod fertur in Aristotelis sophisticos elenchos commentarium [Commentaria in Aristotelem Graeca 2.3] Berlin: Reimer, 1898: 1–198.

Citation: Page — (line)

in SE
.

1

(1t)

ΑΠΟΣΗΜΕΙΩΣΕΙΣ ΕΙΣ ΤΟΥΣ ΣΟΦΙΣΤΙΚΟΥΣ ΕΛΕΓΧΟΥΣ
2 Ὅτι μὲν ὁ περὶ ἀποδείξεως λόγος τέλος ἐστὶ τῆς λογικῆς ἁπάσης πραγματείας, ἤδη φθάσαντες εἴπομεν ἐν οἷς τε περὶ τοῦ ἁπλῶς συλλο‐ γισμοῦ διελέγετο ὁ Ἀριστοτέλης καὶ ἐν οἷς τὴν ἀποδεικτικὴν παρεδίδου
5μέθοδον. ἐπειδὴ γοῦν ἱκανῶς τὰ περὶ ἐκείνης ἡμῖν τῆς μεθόδου ἐζήτηται, ἀκόλουθον ἂν εἴη εἰπεῖν τι καὶ περὶ τῶν Σοφιστικῶν ἐλέγχων, τίς τε ὁ σκο‐ πὸς τῆς παρούσης πραγματείας ἐστί, καὶ διὰ τί τάξιν ἔσχε τὴν τελευταίαν, καὶ ὅτου χάριν Σοφιστικοὶ ἐπιγράφονται ἔλεγχοι· ὡς γὰρ ἐν πολλοῖς εἴπομεν, ἔνθα μὴ αὐτόθεν ἐστὶ δήλη ἡ ἐπιγραφὴ τοῦ συγγράμματος, χρὴ
10καὶ ταύτην σαφηνίζειν. σκοπὸς οὖν ἐστι τῆς παρούσης πραγματείας κατὰ μέν τινας, ὡς ἂν ἡμῖν τὴν μέθοδον παραδῷ δι’ ἧς τοὺς ἐλέγχους συνίστων οἱ σοφισταὶ καὶ τοὺς ἀπείρους τῆς συλλογιστικῆς μεθόδου ἠπάτων· ἔστι δὲ αὕτη οἱ μέλλοντες παραδοθῆναι παρ’ αὐτοῦ τοῦ Ἀριστοτέλους δεκατρεῖς τρόποι, οἳ καὶ ὥσπερ τινές εἰσι γενικοὶ στοχασμοὶ τῶν σοφισμῶν. οἱ δὲ
15τοῦτον εἶναι τὸν σκοπὸν τῆς παρούσης πραγματείας τιθέμενοι καὶ διὰ τοῦτο ἐπιγεγράφθαι Σοφιστικοὺς ἐλέγχους φασίν, ὡς τῆς παρούσης πραγματείας περὶ τοῦ πῶς ἤλεγχον οἱ σοφισταὶ διαλαμβανούσης καὶ περὶ τῆς συστά‐ σεως τῶν σοφισμάτων αὐτῶν, οὐ περὶ τοῦ πῶς ἂν τοῖς σοφισταῖς ἀντι‐ λέγοιμεν. ἄλλοι δὲ οὐ τοῦτον εἶναι τὸν σκοπὸν τοῦ βιβλίου εἰσήγαγον,
20ἀλλὰ μᾶλλον σκοπὸν ἔχειν τὸν Ἀριστοτέλην εἰπεῖν περὶ τοῦ πῶς ἂν αὐτοὶ
μάθοιμεν ἐλέγχειν καὶ ἀντιλέγειν τοῖς πειρωμένοις σοφίζεσθαι ἡμᾶς· διὰ1
in SE
.

2

τοῦτο γάρ φασιν οὐδὲ Περὶ τῶν σοφιστικῶν συλλογισμῶν ἐπιγέγραπται τὸ βιβλίον ἀλλὰ Σοφιστικοὶ ἔλεγχοι, ὡς μεθόδου παραδιδομένης δι’ ἧς ἂν τοὺς σοφιστὰς ἐλέγχειν δυναίμεθα. ἐπειδὴ γὰρ τῶν κατηγορικῶν συλλογισμῶν τὸ εἶδος τριττὸν εἶναι δέδειχε καὶ περὶ τῶν δύο, τοῦ τε διαλεκτικοῦ φημι συλλο‐
5γισμοῦ καὶ τοῦ ἀποδεικτικοῦ, ἀρκούντως ἐν ταῖς αὐτῶν πραγματείαις διέ‐ λαβεν, ἐν τῷ παρόντι βιβλίῳ ὥσπερ ἡμῖν ἀλεξητήριον παρέχων φάρμακον εἰς τὸ ἀποφεύγειν τὰς σοφιστικὰς ἐνοχλήσεις περὶ τοῦ σοφιστικοῦ δια‐ λέγεται συλλογισμοῦ, ἐλέγχους παραδιδοὺς μᾶλλον τῶν σοφιστικῶν λόγων, οἷα φιλοτιμούμενος ὡς μάλιστα περὶ τὸ ἀληθές, δι’ οὗ αἱ ἀδρανεῖς ψευδο‐
10λογίαι καὶ ὁ τῶν δοκούντων ἐνδόξων φενακισμὸς διελέγχεται. ὡς γὰρ οἱ ἰατροὶ οὐ μόνον τὰ πρὸς ὑγείαν συντείνοντα διδάσκονται ἀλλὰ καὶ τὰ δηλη‐ τήρια τῶν φαρμάκων ἐπιζητοῦσι τίνα ἐστίν, οὐχ ἵνα τούτοις χρήσωνται, ἀλλ’ ὡς βλαβερὰ ταῦτα φεύγωσι καὶ θανάσιμα, κατὰ τὸν αὐτὸν τρόπον χρὴ πάντως καὶ τοὺς τοῖς ἀληθέσιν ἐγγυμνασθέντας καὶ πεῖραν τῶν ἐνδόξων
15λαβόντας εἰδέναι καὶ ποῖά εἰσι τὰ φαινόμενα ἔνδοξα. οὐ γὰρ τῷ Ἀριστο‐ τέλει σκοπὸς ἦν προηγούμενος περὶ τῶν σοφιστικῶν ἐλέγχων διαλαβεῖν (οὐ γὰρ δι’ αὐτὸ ἀλλὰ καθ’ ἕτερον περὶ τοῦ εἰρημένου εἴδους διδάσκει) 〈ἀλλὰ〉 περὶ τοῦ ἐλέγχειν τοὺς σοφιστάς. παιζόντων γάρ, οὐ σπουδαζόντων τὸ τοιοῦτον εἶδος τοῦ συλλογισμοῦ· τὸ δὲ παίγνιον πῶς ἂν εἴη περισπούδαστον
20ἀνδράσι σοφοῖς καὶ ἐπιστήμοσιν; ὡς ἐν τῷ Εὐθυδήμῳ καὶ Πλάτων δια‐ λαμβάνει, ἔνθα τῷ Κρίτωνι διαλεγόμενος ὁ Σωκράτης θαυμασίαν εἶναι τὴν σοφιστικὴν ἀποφαίνεται καὶ “πανσόφους ἀτεχνῶς” ὀνομάζει τοὺς σοφιστὰς καὶ βούλεσθαι μαθεῖν καὶ αὐτὸς ταύτην τὴν μέθοδον· εἶτα προτρέπεται τὸν Εὐθύδημον τῷ τοῦ Ἀξιόχου παιδὶ Κλεινίᾳ προσδιαλεχθῆναι· ὁ δ’
25εὐθὺς ἀρξάμενος καὶ ὁμώνυμα ἐρωτῶν εἰς ἀντιφάσεις περιῆγε τὸν νέον οὕτω λέγων· “ὦ Κλεινία, πότεροί εἰσι τῶν ἀνθρώπων οἱ μανθάνοντες; καὶ τὸ μειράκιον, ἅτε μεγάλου ὄντος τοῦ ἐρωτήματος”, πρῶτα μὲν ἠρυ‐ θρίασεν, εἶτα πρὸς τὸν Σωκράτην ἀπεῖδεν· ὁ δὲ παρεθάρρυνέ τε αὐτὸν καὶ ἀποκρίνασθαι διεκελεύσατο ὅ τι ἂν βούλοιτο· καὶ ἀποκρίνεται ὁ Κλει‐
30νίας “ὅτι οἱ σοφοὶ εἶεν οἱ μανθάνοντες”. καὶ ὁ Εὐθύδημος· ἆρά γε, ὦ Κλεινία, οἶδάς τινας διδασκάλους; ὡμολόγησεν οὗτος. τίνων οὖν εἰσι διδά‐ σκαλοι; ἐκεῖνος· τῶν μανθανόντων. ἆρ’ οὖν σοφοὶ ἦσαν, ὅτε τὰ διδασκό‐
μενα οὐκ ἠπίσταντο; “οὐ δῆτα, ἦ δ’ ὅς”. μανθάνουσιν ἄρα οἱ ἀμαθεῖς.2
in SE
.

3

ἔπειτα πάλιν τὸ ἐναντίον συνελογίσατο, ὅτι μανθάνουσιν οἱ ἐπιστάμενοι. ἀλλὰ τοιούτων μὲν λόγων πλήρης οὗτός τε ὁ διάλογος καὶ ὁ Πρωταγόρας. ἡμεῖς δὲ πάλιν πρὸς τὸ προκείμενον ἐπανέλθωμεν. σκοπός ἐστι τῷ Ἀρι‐ στοτέλει, ὡς ἔφημεν, ὁ πρῶτος ἀποδεδομένος περὶ τοῦ εἰπεῖν πῶς συνίστων
5τοὺς δοκοῦντας ἐλέγχους οἱ σοφισταί, καὶ πῶς ἐδόκουν διὰ τούτων ἐλέγχειν τοὺς ἀπείρους τῆς τέχνης αὐτῶν, καὶ τίνες οἱ γενικοὶ στοχασμοὶ τῶν σοφισμῶν, καὶ πόσων στοχάζονται οἱ ἐν τοῖς σοφίσμασιν ἀγωνιζόμενοι καὶ διαφιλονεικοῦντες, καὶ πόσα εἴδη τῶν σοφισμῶν, καὶ κατὰ πόσους τρόπους ἓν ἕκαστον τῶν εἰδῶν τὴν φαντασίαν τοῦ ἐλέγχειν ἐμποιεῖ. εἶτα ἐφεξῆς
10καὶ τὰς προσηκούσας λύσεις ἐπάγει αὐτοῖς· λύειν γὰρ τῶν ἀμηχάνων τὸν δεσμὸν ἀγνοοῦντα. τούτου δὲ φανεροῦ γεγονότος καὶ ἐλέγχειν δυνησόμεθα· ἁπλῶς γὰρ τὸ εἰδέναι ὅπως ἐκεῖνοι τὰ σοφίσματα συνίστων τῶν λύσεων γίνεται ποριστικόν, ἐπεὶ ὁ τοῦ δεσμοῦ τὴν γνῶσιν ἔχων οἶδε πάντως καὶ ὅπως ἂν τὴν λύσιν ἐπαγάγῃ τῷ δεσμῷ μηδενὸς προσισταμένου αὐτῷ, ὡς
15ἐν τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ φησί. Περὶ δέ γε τῆς τάξεως ἀμφισβητεῖται πολλοῖς. οἱ μὲν γάρ φασιν ὡς ἔδει τὴν διαλεκτικὴν πραγματείαν, ὁμοίως δὲ καὶ ταύτην τὴν σοφιστικὴν τῆς ἀποδεικτικῆς προταχθῆναι· χρῆναι γὰρ πρότερον τοῖς πιθανοῖς χρονοτριβή‐ σαντας εἶθ’ οὕτως καὶ τοῖς ἀναγκαίοις καὶ ἀληθέσι προσδιατρῖψαι. οὐ
20καλῶς δὲ οἱ ταῦτα λέγοντες ἀποφαίνονται. εἰ γὰρ ἡ τῶν ἀνθρώπων φύσις τῇ ὕλῃ συνδεθεῖσα ἀπατᾶται ὡς ἐπὶ τὸ πλεῖστον καὶ τῇ φαντασίᾳ παρα‐ κολουθοῦσα παραλογίζεται καὶ τὰ μὴ ὄντα ὡς ὄντα ὑπονοεῖ, οὐ χρὴ πάν‐ τως πρώτοις αὐτὴν προσβαλεῖν τοῖς πιθανοῖς τε καὶ φαινομένοις ἐνδόξοις· ἐνσχεθεῖσα γὰρ τούτοις καὶ προσληφθεῖσα οὐ ῥᾷον αὐτῶν ἀποστήσεται
25καὶ τὴν ἀλήθειαν ὑποδέξεται, ἐκεῖνα ἡγουμένη τἀληθῆ καὶ αὐτόπιστα· πρόληψις γάρ, κἂν ἡ τυχοῦσα εἴη, ὡς ἐπὶ τὸ πολὺ ταχέως μετατίθεσθαι οὐ φιλεῖ. ἄλλως τε δὲ ἐκεῖνα προταχθῆναι τῆς ἀποδεικτικῆς ἐπιστήμης ὤφειλον ἃ δὴ καὶ χρήσιμα ἦν εἰς ἀπόδειξιν· ἡ δέ γε σοφιστικὴ ἄχρηστός ἐστι παντελῶς τῇ ἀποδεικτικῇ ἐπιστήμῃ. ἔτι εἰ τὸ ψεῦδος τῇ παραθέσει
30τῆς ἀληθείας ἐλέγχεται, ἀκόλουθον ἂν εἴη πάντως τἀληθῆ πρῶτον μαθόντας οὕτω τοῖς πιθανοῖς καὶ ψευδέσι προσομιλῆσαι· εἰκότως ἄρα προτέρα τῶν τοιούτων ἡ ἀποδεικτικὴ τέτακται. ἐν αὐτῇ γὰρ τὸν κυρίως συλλογισμὸν μαθόντες, ὅτι ἐξ ἀναγκαίων καὶ ἀμέσων καὶ γνωριμωτέρων καὶ προ‐ τέρων τοῦ συμπεράσματος γίνεται, τὸν παρὰ ταῦτά τι συνάγοντα σκώλου
35παντὸς πόρρω καθισταμένου ῥᾳδίως ἐπιγνωσόμεθα· εἰ γὰρ τὸ πῶς γίνεται
καταμάθωμεν καὶ τίνα τρόπον τὸ ἀληθές, τὸ παρὰ ταῦτα γινόμενον εὐχερῶς3
in SE
.

4

καταμαθεῖν δυνησόμεθα. ἐπεὶ δὲ οὐχ οἷόν τε ἦν ἐκ ταύτης ἀμέσως προσ‐ βαλεῖν τῇ σοφιστικῇ, διδάσκει μεταξὺ περὶ τῆς πῇ μὲν ἀληθοῦς πῇ δὲ ψευδοῦς, ἥπερ ἐστὶν ἡ διαλεκτική. ἀλλὰ γὰρ τίς μὲν ὁ σκοπὸς τῆς παρού‐ σης πραγματείας καὶ περὶ τῆς τάξεως αὐτῆς καὶ τῆς ἐπιγραφῆς ἀρκούντως
5εἰρήκαμεν· ἤδη δὲ καὶ τῶν τοῦ φιλοσόφου λόγων ἐπίσκεψιν ποιησώμεθα. p. 164a20 Περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων. Πλάτων μὲν ἐν τῷ Εὐθυδήμῳ καὶ Ἀριστοτέλης ἐν προοιμίοις εὐθὺς τῆς διαλεκτικῆς πραγματείας τὸν αὐτὸν εἶναι λέγουσιν ἐριστικὸν καὶ σοφιστικὸν συλλογισμόν. τούτους δὲ τοὺς συλλογισμοὺς ποτὲ μὲν κατὰ τὴν ὕλην διημαρ‐
10τῆσθαι λέγουσι τῆς συλλογιστικῆς συζυγίας οὐκ ἐκπίπτοντας, οὓς καὶ συλλο‐ γισμοὺς ὀνομάζουσι, ποτὲ δὲ τὸ συλλογιστικὸν εἶδος μὴ ἔχοντας ἀληθῆ φέρειν τὴν ὕλην, οὓς οὐδὲ συλλογισμοὺς ἀξιοῦσι καλεῖν ἀλλὰ φαινομένους συλλογισ‐ μούς. οἷον τί φημι; ὅταν τις συλλογίσηταί τι ἐν συλλογιστικῇ συζυγίᾳ διὰ προτάσεων παρὰ τὴν ὕλην ληφθεισῶν, ἐριστικὸν μὲν ποιεῖ συλλογισμόν, πλὴν
15καὶ σοφιστικόν, ὡς ὅτε λέγει ‘πᾶς ὁ ἀνδρεῖος ἀνδρείαν ἔχει· ἔστι δὲ ὁ χιτὼν ἀνδρεῖος· ὁ χιτὼν ἄρα ἀνδρείαν ἔχει‘· οὗτος γὰρ ὁ συλλογισμὸς ἐριστικὸς καὶ σοφιστικὸς οὐ παρ’ ἄλλο τι ἢ παρὰ τὸ ληφθῆναι ὡς ἔνδοξον τὸ πάντα τὸν ἀνδρεῖον ἀνδρείαν ἔχειν, ἐπειδὴ ἐν συλλογιστικῇ συζυγίᾳ ἐν πρώτῳ οὔσῃ σχήματι ἐκ δύο καταφατικῶν, τῆς μὲν ἐπὶ μέρους τῆς δὲ καθόλου τῆς
20μείζονος. ὅταν δὲ πάλιν συλλογίσηταί τίς τι ἐξ ἀληθῶν μὲν προτάσεων μὴ συλλογιστικῶς δὲ μηδὲ φυλάξας τὸ τοῦ σχήματος ἴδιον, συλλογισμὸν καὶ οὗτος ἐποίησε, πλὴν οὗτος φαινόμενος συλλογισμὸς λέγεται, οἷοί εἰσιν οἱ ἐν ἀσυλλογίστῳ συζυγίᾳ ἐρωτώμενοι λόγοι. οἷον εἰ συνάγει τις τὸ ὅτι πᾶς ἄνθρωπος ἵππος ἐστὶ διὰ τοῦ λαβεῖν πάντα ἄνθρωπον ζῷον εἶναι καὶ
25πάντα ἵππον ζῷον· ἀσυλλόγιστος γὰρ ἡ τοιαύτη πλοκὴ τοῦ συλλογισμοῦ καίτοι ἐξ ἀληθῶν οὖσα προτάσεων· αἴτιον δὲ τὸ εἶναι δύο καταφάσεις ἐν δευτέρῳ σχήματι. καὶ πολλὰ τούτων τὰ παραδείγματα ἐν ταῖς πονηθείσαις ἡμῖν εἰς τὴν Διαλεκτικὴν ἐξηγήσεσιν. ἄλλοι δέ τινες σοφιστικοῦ καὶ ἐρι‐ στικοῦ συλλογισμοῦ διαφορὰν ταύτην παραδεδώκασιν, ἐριστικὸν μὲν εἰπόντες
30εἶναι τὸν κατὰ τὸ συλλογιστικὸν εἶδος μὴ ὑγιῶς ἔχοντα, σοφιστικὸν δὲ τὸν τὴν ὕλην ἔχοντα διημαρτημένην ὑγιὲς δὲ τὸ συλλογιστικὸν εἶδος. ἀλλ’ ἐλέγχον‐
ται οὗτοι παρ’ αὐτοῦ τοῦ Ἀριστοτέλους ψευδόμενοι· προϊὼν γὰρ ἐν οἷς4
in SE
.

5

τὸν ἀποδεικτικὸν λόγον τοῦ διαλεκτικοῦ διίστησι καὶ τοῦτον τοῦ σοφιστικοῦ, φησὶν ὅτι “ὁ μὲν οὖν κατὰ τὸ πρᾶγμα θεωρῶν τὰ κοινὰ διαλεκτικός, ὁ δὲ τοῦτο φαινομένως ποιῶν σοφιστικὸς καὶ συλλογισμὸς ἐριστικός”. ἐπειδὴ τοίνυν ὁ ἐριστικὸς συλλογισμὸς ὁ αὐτός ἐστι τῷ σοφιστικῷ ἐλέγχῳ, εἰπὼν
5περὶ τῶν σοφιστικῶν ἐλέγχων ἐπήγαγε καὶ τῶν φαινομένων ἐλέγχων ὄντων δὲ παραλογισμῶν, ἐκ παραλλήλου τὸ αὐτὸ θείς· κοινὸν γὰρ πάντων τῶν σοφιστικῶν ἐλέγχων τὸ φαίνεσθαι. καὶ τούτων τὴν διαί‐ ρεσιν ποιεῖται εὐθὺς ἐν τοῖς ἑξῆς λέγων· οἱ μὲν γὰρ τούτων τῶν σοφιστι‐ κῶν ἐλέγχων εἰσὶ συλλογισμοί, οἱ αὐτοὶ ὄντες τοῖς ἐριστικοῖς συλλογισμοῖς
10τοῖς ἐκ φαινομένων ἐνδόξων μὴ ὄντων δὲ συντιθεμένοις· οἱ δὲ δοκοῦσιν εἶναι, οἱ αὐτοὶ καὶ οὗτοι ὄντες τοῖς ἐριστικοῖς λόγοις τοῖς ἢ ἐξ ἐνδόξων ἢ φαινομένων ἐνδόξων φαινομένοις, οἳ καὶ ἐριστικοὶ μὲν λέγονται συλλο‐ γισμοί, συλλογισμοὶ δ’ οὔ. συλλογισμοὶ μὲν οὖν εἰσι σοφιστικοὶ οἱ τὸ σχῆμα μὲν ἔχοντες ὑγιὲς τὰς δὲ προτάσεις ἢ ἄμφω ἢ τὴν ἑτέραν ψευδεῖς·
15φαινόμενοι δὲ οἱ τὸ σχῆμα μὲν μὴ ὑγιὲς ἔχοντες τὰς δὲ προτάσεις ὁτὲ μὲν ἀληθεῖς ὁτὲ δὲ ψευδεῖς. ἁπλῶς δὲ πάντες οἱ φαινόμενοι ἔλεγχοι ἢ συλλελογισμένοι εἰσὶν ἢ ἀσυλλόγιστοι· κἂν γὰρ καὶ τὸ εἶδος ὑγιὲς ἔχῃ, φαινόμενός ἐστιν ἔλεγχος καὶ οὐ κυρίως ἔλεγχος. τοῦ δὲ ἐλέγχου μέρη εἰσὶ δεκατρία· ἓξ μὲν τὰ “παρὰ τὴν λέξιν”, ἑπτὰ δὲ τὰ παρὰ τὴν διά‐
20νοιαν, οὓς ὁ Ἀριστοτέλης “ἔξω τῆς λέξεως” καλεῖ. καὶ ταῦτα τὰ δεκατρία δὶς παραδίδωσι, πρῶτον μὲν λέγων πῶς ἀπατῶσιν οἱ σοφισταί, ὕστερον δὲ λύων αὐτά. Σοφιστικοὶ οὖν ἔλεγχοι ἐπιγέγραπται ἡ παροῦσα πραγματεία καλῶς· καὶ διχῶς ἂν νοηθείη ἡ ἐπιγραφή, καὶ ὅτι ἐλέγχουσιν οἱ σοφισταὶ καὶ ὅτι ἐλέγχονται. ἢ τὸ φαινομένων ἐλέγχων ἐπήνεγκεν ὡς ἐξηγητι‐
25κόν〈· ἐξηγητικὸν〉 γὰρ τὸ πρότερον τοῦ δευτέρου. καὶ εἴη ἂν ὁ νοῦς τοῦ λεγομένου τοιοῦτος, ὡς ἤδη λέγωμεν περὶ τῶν μὴ κυρίως ἐλέγχων ἀλλὰ τῶν φαινομένων ἐλέγχων, οἵτινές εἰσιν οἱ σοφιστικοὶ ἔλεγχοι. ἀλλ’ ἀναγκαῖόν ἐστιν εἰπεῖν τί τέ ἐστι σόφισμα καὶ τί ἀληθὴς ἔλεγχος καὶ τί φαινόμενος ἔλεγχος καὶ τί παρεξέλεγχος καὶ τί παραλογισμός. σόφισμα μὲν οὖν ἐστι, καθὼς
30καὶ αὐτὸς ἐν τοῖς Τοπικοῖς φησι, ταὐτὸν τῷ ἐριστικῷ συλλογισμῷ. οἷον ἆρα ἔστι σιγῶντα λέγειν; οὔ φησιν ὁ ἀποκρινόμενος· τί δέ, ὅταν ξύλα καὶ λίθους λέγῃς, ἆρ’ οὐ σιγῶντα λέγεις; ἰδοὺ γοῦν ἐνταῦθα παρὰ τὴν ἀμφιβολίαν τὸ σόφισμα γέγονεν. ἔλεγχος δέ ἐστιν ἀληθὴς “ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος ἀλλὰ πράγματος, καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοῦ αὐτοῦ,
35ἐκ τῶν δοθέντων ἐξ ἀνάγκης, μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ, κατὰ5
in SE
.

6

ταὐτὸ καὶ πρὸς ταὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ”. εἰ γὰρ ἐρωτήσει τις ‘ἆρά γε ὁ κύων ζῷόν ἐστιν;‘ εἶτα καταφήσομεν καὶ ἐπαγάγοι ὁ ἐρωτῶν ὅτι ὁ τὰ καύματα ποιῶν οὐκ ἔστι ζῷον, οὐκ ἂν ἐλέγχοι διὰ τὸ μὴ πρὸς τὸ αὐτὸ πρᾶγμα ποιήσασθαι τὸν ἔλεγχον. ἐπειδὴ δὲ πολλάκις
5καὶ ἀπὸ συνωνύμων ἀπάτη γίνεται, οἷον ὡς ὅταν ἐρωτήσῃ τις ‘ἆρά γε ζῷον περιπατεῖ;‘, εἶτα καταφήσει ὁ ἀποκρινόμενος καὶ ὁ σοφιστὴς ἐπαγάγῃ ὅτι ἔστι τι καὶ ἠρεμοῦν, διὰ τοῦτο ἐπήγαγεν ὅτι “καὶ ὀνόματος μὴ συνω‐ νύμου.” ἀλλὰ μηδὲ τὸ ἐν ἀρχῇ συναριθμεῖσθαι. τί δὲ τὸ ἐν ἀρχῇ αἰτεῖ‐ σθαι, εἴρηκεν ἐν τῷ δευτέρῳ τῶν Προτέρων. ὀφείλει δὲ ὁ ἔλεγχος καὶ
10“κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ” εἶναι. εἰ γὰρ μήτε ὁμώνυμον μήτε συνώνυμον εἴη τὸ ἠρωτημένον μήτε τὸ ἐν ἀρχῇ ληφθῇ, κατ’ ἄλλο δὲ καὶ ἄλλο μέρος λέγοιμέν τι τῷ αὐτῷ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, οὐκ ἂν ἐλέγχοιμεν. οἷον ἆρά γε ὁ Αἰθίοψ μέλας; ναί· ἀλλὰ μὴν τοὺς ὀδόντας οὐ μέλας, ὥστε ὁ αὐτὸς καὶ μέλας καὶ οὐ μέλας. ἀλλ’ οὐ κατὰ τὸ αὐτὸ
15ὁ ἔλεγχος γέγονε. καὶ εἰ μὴ πρὸς τὸ αὐτὸ εἴη, οὐδὲ οὕτως ἔσται κυρίως ἔλεγχος. οἷον εἴ τις εἴπῃ τὰ δέκα διπλασίονα εἶναι καὶ μή· οὐ γὰρ πρὸς τὸ αὐτὸ λέγονται ἀλλὰ πρὸς ἄλλο καὶ ἄλλο. ἔστω δὲ καὶ “ὡσαύτως” λεγό‐ μενον, ὅπερ ἐστὶ δηλωτικὸν τοῦ δυνάμει ἢ ἐνεργείᾳ. οἷον ἆρά γε ὁ κοιμώ‐ μενος ὄψιν ἔχει; ναί, φησί· τί δέ, ὁ ὄψιν ἔχων οὐχ ὁρᾷ; ναί· ὁ κοιμώμενος
20ἄρα ὁρᾷ· οὐκ ἐλέγχει γὰρ οὗτος ὁ λόγος τὸν λέγοντα μὴ ὁρᾶν τὸν κοι‐ μώμενον, διότι ὁ λέγων ‘ὁ ὄψιν ἔχων ὁρᾷ‘ σημαίνει καὶ τὸν ἔχοντα καὶ μὴ ἐνεργοῦντα δυνάμενον δὲ ἐνεργεῖν καὶ τὸν ἤδη ἐνεργοῦντα. “καὶ ἐν τῷ αὐτῷ χρόνῳ”. οἷον ἆρά γε οἱ ἄνθρωποι ἀγαθοί; ἀλλὰ μὴν ἐπὶ τοῦ σιδηροῦ γένους οὐκ ἀγαθοί. ἀλλὰ τὸ τοιοῦτον οὐκ ἂν εἴη ἔλεγχος ἀληθὴς μὴ ἐπὶ
25τοῦ αὐτοῦ χρόνου συλλογισάμενος. ὅταν οὖν μὴ κατὰ τὸν διορισμὸν τούτου τοῦ ἐλέγχου, λέγω δὴ τοῦ ἀληθοῦς, ἐλέγχῃ τις τὸν προσδιαλεγόμενον ἀλλ’ ἢ καθ’ ὁμωνυμίαν ἢ κατά τινα τῶν σοφιστικῶν τρόπων, τηνικαῦτα ἐλέγχοι ἂν οὐκ ἀληθῶς ἀλλὰ σοφιστικῶς. καὶ τὸν τοιοῦτον ἔλεγχον οὐδ’ ἔλεγχον ὀνομάζει ὁ Ἀριστοτέλης ἀλλὰ φαινόμενον ἔλεγχον καὶ παρεξέλεγχον ὡς
30ἔξω ὄντα τοῦ κυρίως καὶ ἀληθοῦς ἐλέγχου, περὶ οὗ καὶ αὐτὸς ὁ Ἀριστο‐
τέλης ἐρεῖ μετὰ μικρόν. παραλογισμὸς δέ ἐστιν ἡ γινομένη ἀπάτη ἢ διὰ6
in SE
.

7

τὴν ὕλην ἢ διὰ τὸ εἶδος τοῦ συλλογισμοῦ. ὡς ἐπὶ τὸ πολὺ δὲ ἐσημειωσάμεθα τὸν Ἀριστοτέλην παραλογισμὸν ὀνομάζοντα τὸν μὴ ὑγιῶς ἔχοντα κατὰ τὸ σχῆμα συλλογισμόν. Περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων. τινὲς τῶν ἐξηγησαμένων ἐν‐
5ταῦθα ἐκ παραλλήλου, ὡς ἔφαμεν, τεθεῖσθαί φασι τῶν σοφιστικῶν ἐλέγχων καὶ τῶν φαινομένων ὡς πάντων τῶν σοφιστικῶν οὐκ ὄντων κυρίως ἐλέγχων ἀλλὰ φαινομένων. εἴη δ’ ἄν τις καὶ διαφορὰ σοφιστικοῦ ἐλέγχου καὶ φαινομένου ἐλέγχου· σοφιστικὸν μὲν γὰρ ἔλεγχον ἐρεῖς τὸν τὴν ὕλην ἔχοντα ψευδῆ καὶ ἀπὸ φαινομένων ἐνδόξων ἐπιχειροῦντα τὸ δὲ
10σχῆμα ὑγιὲς ἔχοντα, φαινόμενον δὲ ἔλεγχον καὶ παραλογισμὸν τὸν κατὰ τὸ συλλογιστικὸν εἶδος ἐσφαλμένον τῆς ὕλης ὅπως δήποτε ἐχούσης, ἐπειδὴ προειρήκαμεν ὅτι ὁ παραλογισμὸς κυρίως τῷ Ἀριστοτέλει ἐπὶ τῶν μὴ καλῶς ἐχόντων κατὰ τὸ σχῆμα εἴληπται. p. 164a22 Ἀρξάμενοι κατὰ φύσιν ἀπὸ τῶν πρώτων.
15 Πολλάκις εἰρήκαμεν ὡς ὁ ἁπλῶς συλλογισμὸς γένος ἐστὶ τοῦ ἀποδει‐ κτικοῦ καὶ διαλεκτικοῦ καὶ τοῦ σοφιστικοῦ συλλογισμοῦ. ἐπεὶ γοῦν τὰ γένη τῇ φύσει πρότερά εἰσι τῶν εἰδῶν, μέλλει δὲ καὶ ἐνταῦθα παραδοῦναι πρῶτον περὶ συλλογισμοῦ κεφαλαιωδῶς, τί τέ ἐστι καὶ πῶς οἱ μὲν μὴ ὄντες δοκοῦσιν, οἱ δὲ κατὰ ἀλήθειάν εἰσι, διὰ τοῦτό φησιν ὅτι χρὴ καὶ
20ἡμᾶς ἄρξασθαι ἀπὸ τῶν πρώτων κατὰ φύσιν (οὕτως γὰρ ὀφείλεις ποιῆσαι τὴν σύνταξιν), τουτέστι τῶν τῇ φύσει πρώτων, ἅτινά εἰσι τὰ κοινά· κοινὰ δὲ ἐν τούτοις ὁ συλλογισμός, οὗ ἑξῆς τέσσαρά φησιν εἶναι τὰ γένη. ἢ τοίνυν κατὰ τοῦτο ῥητέον ‘τῶν τῇ φύσει πρώτων‘, ἢ φύσει πρῶτα λέγοι ἂν τὰς οἰκείας τῇ προκειμένῃ πραγματείᾳ ἀρχὰς καὶ οἱονεὶ στοιχεῖα·
25ἄλλαι γὰρ ἄλλου ἀρχαὶ καὶ οὐχὶ αἱ αὐταὶ πᾶσιν· ὥσπερ γὰρ τῆς γεωμε‐ τρίας φύσει πρῶτα καὶ ἀρχαὶ σημεῖα καὶ γραμμαὶ καὶ κύκλοι καὶ ἀξιώματα, περὶ ὧν πρότερον εἰπόντες οἱ γεωμέτραι οὕτως εἰς τὴν τῶν κατὰ μέρος διδασκαλίαν ἔρχονται, οὕτω δὴ καὶ αὐτὸς ἐνταῦθα ποιήσει. πρῶτα δ’ ἂν εἴη τῆς σοφιστικῆς μεθόδου ἥ τε διαίρεσις ἣν λέγει καὶ τὸ δεῖξαι ὅτι ἔστιν
30εἶδός τι τοιούτου λόγου σοφιστικοῦ, καὶ τὸ τίνων ἐφίενται οἱ σοφισταί, καὶ τίς ἡ τούτων προαίρεσις, καὶ τίνα ἐστὶ δι’ ἃ μετίασι καὶ ζητοῦσι τοὺς
τοιούτους λόγους, ὅτι τὸ δοκεῖν εἶναι σοφοὶ καὶ ὁ χρηματισμὸς καὶ ὁ7
in SE
.

8

πλοῦτος· “ἡ γὰρ σοφιστική ἐστι χρηματιστική τις ἀπὸ φαινομένης σοφίας, διὸ καὶ φαινομένων ἐφίενται ἀποδείξεων”· κἀν τούτῳ γὰρ τῆς διαλεκτικῆς ἡ σοφιστικὴ διαφέρει, ὡς ἐκείνη μὲν πρὸς δόξαν μόνον ἀφορᾷ, αὕτη δὲ 〈καὶ〉 πρὸς τὸ χρηματίζεσθαι.
5p. 164a23 Ὅτι μὲν οὖν οἱ μὲν εἰσὶ συλλογισμο, οἱ δ’ οὐκ ὄντες δοκοῦσιν. Εἴπομεν ὥς τινες ἄλλο νενοήκασιν εἶναι τὸν σοφιστικὸν ἔλεγχον παρὰ τὸν φαινόμενον ἔλεγχον ὄντα δὲ παραλογισμόν. καὶ πρὸς ταύτην τὴν ἔν‐ νοιαν εἰρῆσθαι καὶ τὰ παρόντα φασίν, ὅτι οἱ μέν, οἱ σοφιστικοὶ ἔλεγχοι
10δηλαδή, εἰσί τε καὶ ὀνομάζονται συλλογισμο, οἱ δ, οἱ φαινόμενοι ἔλεγχοι καὶ παραλογισμοί, οὐκ ὄντες δοκοῦσιν εἶναι, ἀλλ’ οὐχ οὕτως ἔχουσι. καθολικῶς δέ φησιν ὅτι οἱ μὲν περί τινος διαλεγόμενοι καὶ συλλογίζονται ὑγιῶς, οἱ δὲ φαίνονται μὲν συλλογίζεσθαι, τὴν πλοκὴν δὲ τοῦ συλλογισμοῦ μὴ ὑγιῆ ἔχοντες οὐκ ἂν ῥηθεῖεν ἁπλῶς συλλογισμοὶ ἀλλὰ φαινόμενοι.
15προθέμενος δὲ περὶ τῶν σοφιστικῶν ἐλέγχων εἰπεῖν, οἳ καὶ ἦσαν φαινό‐ μενοι ἔλεγχοι, πρῶτον διὰ βραχέων ὑπομιμνήσκει ἡμᾶς τῆς ἐν τῷ πρώτῳ τῶν Τοπικῶν γενομένης παρ’ αὐτοῦ διαιρέσεως τοῦ ἐριστικοῦ συλλογισμοῦ. τῶν γὰρ σοφιστικῶν συλλογισμῶν, ταὐτὸν δὲ εἰπεῖν καὶ ἐριστικῶν, οἱ μέν εἰσι συλλογισμοὶ “ἐκ φαινομένων ἐνδόξων”, ὡς ἐκεῖ εἶπεν, οἱ δὲ φαινόμενοι
20συλλογισμοὶ οὐκ ὄντες δέ. καὶ πιστοῦται τοῦτο δι’ ὧν ἐπάγει· ὥσπερ γὰρ καὶ ἐπὶ τῶν ἄλλων τοῦτο γίνεται διά τινα ὁμοιότητα, καὶ ἐπὶ τῶν λόγων, τουτέστι τῶν συλλογισμῶν, τοῦτο οὕτως ἔχον ἔστιν ἰδεῖν. πιστοῦται δὲ τὸ λεγόμενον οὐκ ἐκ λογικῶν μόνον ζῴων ἀλλὰ καὶ αὐτῶν τῶν ἀψύχων. εὐφυῆ δὲ καὶ τὰ παραδείγματα. ὥσπερ γάρ, φησίν, εἰσί
25τινες τῶν ἀνθρώπων καλῶς ἔχοντες καὶ εὐεκτοῦντες (τοιοῦτοι δ’ οἱ ἀθλητικοὶ καὶ οἱ πένταθλοι), οἱ δὲ προσποιοῦνται τὸ εὐεκτεῖν καὶ διά τινων ἐπιτεχνήσεων περὶ τὸ σῶμα τοὺς εὐεκτοῦντας μιμοῦνται στολίζοντες ἑαυτοὺς παχυτάτοις ἐνδύμασι, καὶ ὅπερ αἱ φυλαὶ ἐν τῇ προσαγωγῇ τῶν ἱερείων ἐποίουν (σπεύδουσα γὰρ ἑτέρα τὴν ἑτέραν ὑπερβαλεῖν ἐν ταῖς ἑορταῖς
30καὶ ταῖς πανηγύρεσι τῆς τῶν θυμάτων ἐν τοῖς βωμοῖς γινομένης προσα‐ γωγῆς ἐνεφύσα τῷ λειπόκρεῳ, καὶ λιπῶδες ἐποίει φαίνεσθαι τὸ μὴ ὂν
ἐκ τοῦ ἐμφυσήματος, ὥσπερ Ἀθήναιος ἐν τοῖς Δειπνοσοφισταῖς καὶ8
in SE
.

9

Πρόκλος ἐν τῇ τῶν ἑορτῶν ἀπαριθμήσει εἰρήκασι), τοῦτο δὴ καὶ οἱ καχεκ‐ τοῦντες ποιοῦντες, ναὶ μὴν καὶ οἱ δυσειδεῖς καὶ τὴν ὄψιν αἰσχίονες καὶ τὸ ἀληθινὸν μὴ ἔχοντες κάλλος ἐπιτρίμμασιν ἑαυτοὺς καταχρωννύοντες σπεύ‐ δουσι τοὺς ὁρῶντας ἐξαπατᾶν καὶ φαίνεσθαι ὅπερ οὐκ εἰσί. φυλετικῶς
5οὖν πεφυσῆσθαι πάντες οἱ τοιοῦτοι καθόλου λέγονται οἱ μὴ δι’ ἀσκήσεως μηδὲ πρὸς ἀλήθειαν τὰ σώματα μεγάλοι καὶ τὸ εἶδος περικαλλεῖς, ἀλλὰ διά τινων ἐπιτεχνήσεων ἐπισκευάζοντες ἑαυτοὺς καὶ κομμώσαντες οἱ μὲν καχεκτοῦντες τοὺς εὐεκτοῦντας φαίνονται μιμούμενοι, οἱ δὲ δυσειδεῖς φαίνονται μὲν καλοί, οὐκ εἰσὶ δέ. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀψύχων τὰ
10μὲν κυρίως ἐστὶν ἄργυρος ἀληθῶς καὶ χρυσός, τὰ δὲ φαινομένως κατὰ τὴν ἐσφαλμένην τῆς αἰσθήσεως κρίσιν τῷ ἀπατᾶσθαι ἀπὸ μικρᾶς ὁμοιότητος, τῆς τῶν χρωμάτων λέγω, δι’ ἣν ἀπατᾶται ἡ αἴσθησις, ὡς ἐπὶ τοῦ μέλιτος· τοῦτο γὰρ ξανθὸν εἶναι γνωρίσασα καὶ τῇ γεύσει γλυκὺ κρίνασα, εἴπερ καὶ ἄλλο τι θεάσηται τοιοῦτον ἔχον χρῶμα, εὐθὺς κἀκεῖνο μέλι ὑπολαμβάνει
15διὰ τὸ συνδραμεῖν ποτε ἐπὶ τοῦ αὐτοῦ ἄμφω, καθὼς ἐν τῷ Περὶ ψυχῆς οὗτός φησιν. ὃν οὖν τρόπον ἀπάτη πολλάκις γίνεται ἐπί τε τῶν σωματι‐ κῶν διαθέσεων καὶ ἐπὶ τῶν ἀψύχων, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἐλέγχων καὶ συλλογισμῶν, 〈ὧν〉 ὁ μέν τίς ἐστι συλλογισμὸς ἀληθὴς καὶ ἔλεγχος, ὁ δὲ οὐκ ἔστι, φαίνεται δὲ εἶναι συλλογισμός, ὅταν οἱ ἀκροώμενοι τῆς συλλο‐
20γιστικῆς μεθόδου τυγχάνωσιν ἄπειροι καὶ μηδὲ τὰ τῶν ἀληθῶς συλλο‐ γισμῶν καὶ ἐλέγχων εἰδῶσιν ἰδιώματα. τοῦτο γάρ, φησί, φαίνεται διὰ τὴν ἀπειρίαν, τῶν ἀκουόντων δηλονότι· ὃ καὶ ἐν τῇ Ἀποδεικτικῇ αἰνιττό‐ μενος ἔλεγεν, ὅτι περὶ γεωμετρικῶν ἐν ἀγεωμετρήτοις διαλεγόμενός τις ἀκροαταῖς “λήσει φαύλως διαλεγόμενος”. εἶτα κατασκευάζει καὶ δι’ ἣν αἰ‐
25τίαν τὰ μὴ ὄντα ὡς ὄντα νομίζουσιν οἱ ἄπειροι· οἱ γὰρ ἄπειροι, φησίν, ὥσπερ ἂν ἀπέχοντες πόρρω θεωροῦσιν. ὃ διττὴν ἔχει τὴν ἐξή‐ γησιν. ἢ γὰρ τοῦτό φησιν, ὅτι οἱ ἄπειροι, περὶ ὧν ἀπείρως ἔχουσιν, οὕτω πεφύκασι ταῦτα νοεῖν καὶ διακρίνειν ὥσπερ ἂν τῆς τούτων φύσεως πόρρω διακείμενοι καὶ μὴ εἰδότες ὅλως τί ἐστι τὸ περὶ οὗ ἡ διάλεξις γίνεται·
30ἀπέχουσι γὰρ ὄντως καὶ πόρρω εἰσὶ τῆς περὶ αὐτοῦ γνώσεως. ἢ γοῦν οὕτω νοητέον, ἢ μάλιστα ὅτι ὥσπερ οἱ ἀπὸ πολλοῦ διαστήματος ὁρῶντές τινα πολλάκις ἀπατῶνται ἔκ τινος βραχείας ὁμοιότητος καὶ διὰ τὴν τοῦ διαστήματος ἀσυμμετρίαν καὶ τῆς ὄψεως τὴν ἀσθένειαν κατά τε διάκλασιν αὐτῆς καὶ ἀνάκλασιν τὸν μὴ Σωκράτην Σωκράτην οἴονται καὶ τὰ χολο‐
35βάφινα διὰ τὸ ὁμοιόχρωμον χρυσᾶ καὶ τὰ λιθαργύρινα καὶ τὰ κατ‐9
in SE
.

10

τιτέρινα ἀργυρ, οὕτως καὶ οἱ ἀνεπιστήμονες τῆς συλλογιστικῆς μεθόδου ἐλέγχους μὲν ἡγοῦνται καὶ συλλογισμοὺς ἀπό τινων μικρῶν ὁμοιοτήτων τοὺς οὐχ οὕτως ἔχοντας δι’ ἀπειρίαν τὴν δόξαν ταύτην λαμβάνοντες. p. 165a1 Ὁ μὲν γὰρ συλλογισμὸς ἐκ τινῶν ἐστι τεθέντων.
5 Τί ἐστι συλλογισμὸς καὶ ἔλεγχος, εἴρηται ἔν τε τοῖς προτέροις Ἀνα‐ λυτικοῖς καὶ ἐν τοῖς δευτέροις, ἐν μὲν τοῖς προτέροις ὅτι “συλλογισμός ἐστι λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμ‐ βαίνει τῷ ταῦτα εἶναι” καὶ τὰ ἑξῆς (καὶ τίνος χάριν προσετέθη ἑκάστη τῶν διαφορῶν, ἀρκούντως ἐν τοῖς Ἀναλυτικοῖς διελάβομεν), ἐν δὲ τοῖς δευ‐
10τέροις τῶν Προτέρων ἀναλυτικῶν ὅτι ἔλεγχός ἐστι συλλογισμὸς μετὰ ἀντιφάσεως τοῦ συμπεράσματος· οὐ γὰρ ἄνευ συλλογισμοῦ ὁ ἔλεγχος. ἀλλ’ οὐ διὰ τοῦτο ὁ αὐτὸς τῷ συλλογισμῷ· ἐπὶ πλέον γὰρ ὁ συλλογισμὸς τοῦ ἐλέγχου· εἰ μὲν γὰρ ἔλεγχος, πάντως καὶ συλλογισμός, οὐ μήν, εἰ συλλογισμός, καὶ ἔλεγχος. καὶ ὅτι συλλογισμὸς μὲν γίνεται καὶ ἄνευ ἀντι‐
15φάσεως ἐκ δύο καταφατικῶν προτάσεων, ἔλεγχος δ’ οὐ γίνεται ἐκ δύο καταφατικῶν προτάσεων· δεῖ γὰρ ἐν ἐλέγχῳ τὴν μὲν τῶν προτάσεων εἶναι κατηγορικὴν τὴν δὲ στερητικήν· ὁ γὰρ ἔλεγχος προσλαβὼν τὸ ἀντικείμενον τῷ ἐξ ἀρχῆς συμπεράσματι συλλογισμὸς μετὰ ἀντιφάσεως λέγεται τοῦ συμπεράσματος, τουτέστι συλλογισμὸς προσειληφὼς τὸ συμπέρασμα
20ἔχον ἀντίφασιν εἴς τινα κειμένην ἀληθῆ πρότασιν, ἢ διὰ συλλογισμοῦ ληφθεῖσαν ἢ ἐξ ὁμολογίας τινὸς ἀληθῆ καὶ αὐτόπιστον. οἷον εἴ τις λέγει τὸν ἄνθρωπον ζῷον εἶναι καὶ τοῦτο ἀποδεικνύει διὰ συλλογισμοῦ, ὅτι ὁ ἄνθρωπος λογικός, τὸ λογικὸν ζῷον, καὶ τὸ συμπέρασμα δῆλον, ἀληθὲς μὲν ὁ τοιοῦτος συνελογίσατο· εἰ δέ τις ἐνίσταται πρὸς τὸ συμπέρασμα,
25ἐλέγξομεν τοῦτον λαβόντες τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ ἀληθεῖ συμπε‐ ράσματι ἢ τὸ ἐναντίον, ὅπερ αὐτὸς ὑποτίθησι, καὶ τὴν ἑτέραν ὁμολογου‐ μένην πρότασιν καὶ δείξομεν αὐτὸν τοῖς προδήλοις μαχόμενον. ἔστω γὰρ τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ· τὸ ζῷον παντὶ λογικῷ· τὸ λογικὸν οὐδενὶ ἀν‐ θρώπῳ· ἦν δὲ καὶ παντί. ἰδοὺ γοῦν λαβόντες τὸ ἐναντίον τῷ ἀληθεῖ
30συμπεράσματι ἄτοπόν τι συνηγάγομεν τὴν ὁμολογουμένην πρότασιν ἀνατρέ‐ ψαντες. ἔστι δὲ ταὐτὸ τοῦτο ποιῆσαι, κἂν εἰ τὸ ἀντιφατικῶς ἀντικείμενον λάβοιμεν. [συλλογιστέον οὖν ἐν δευτέρῳ σχήματι διὰ μέσου τοῦ αἱρετοῦ
μὴ εἶναι τὸ κακὸν ἀγαθόν.] καὶ ἔστω τόδε κείμενον τὸ μηδὲν εἶναι κακὸν10
in SE
.

11

ἀγαθόν, ἢ ἁπλῶς τεθὲν ὡς ἐναργὲς ἢ καὶ διὰ συλλογισμοῦ δειχθέν· ὡς ὅταν λάβῃ τις μηδὲν εἶναι κακὸν αἱρετόν, πᾶν ἀγαθὸν αἱρετόν, ἔχοι ἂν διὰ τούτου δεδειγμένον ἐν δευτέρῳ σχήματι τὸ μηδὲν εἶναι κακὸν ἀγαθόν. εἰ οὖν τις ἐνίσταται πρὸς τὸ συμπέρασμα λέγων εἶναι τοῦτο ψεῦδος, δώσει
5ἂν τὴν ἀντίφασιν τοῦ συμπεράσματος, τὴν ὅτι ἔστι τι ἀγαθὸν κακόν, καὶ ἐλεγχθείη ἂν ἐν τρίτῳ σχήματι συλλογισαμένων ἡμῶν οὕτω· τὸ κακὸν τινὶ ἀγαθῷ κατὰ τὴν ὑπόθεσιν, τὸ αἱρετὸν παντὶ ἀγαθῷ, καὶ τὸ αἱρετὸν τινὶ κακῷ· ἦν δὲ καὶ οὐδενί. τοῦτο μὲν οὖν ἔλεγχός ἐστιν ὁ τὸ ἐναντίον ἢ τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ συμπεράσματι λαμβάνων καὶ πρότασίν τινα
10ἀληθῆ κἀκ τούτου ἀποδεικνύων ἄτοπόν τι συναγόμενον. τοιοῦτος μὲν ὅ τε συλλογισμὸς καὶ ὁ ἔλεγχος, καὶ ὁ συλλογιζόμενος καὶ ἐλέγχων κατὰ τού‐ τους συλλογίζεται καὶ ἐλέγχει. ἀλλ’ οἱ σοφισταὶ ἐλέγχουσι μὲν οὐδαμῶς, δοκοῦσι δὲ ἐλέγχειν διὰ πολλὰς αἰτίας, αἰτίας λέγων τοὺς δεκατρεῖς τρόπους δι’ ὧν ἀπατῶσι τοὺς προσδιαλεγομένους. ὧν ἕνα τόπον εἶναί
15φησιν ἐπίκαιρόν τε καὶ κοινὸν τοῖς πολλοῖς καὶ διὰ τοῦτο δημοσιώτατον, τουτέστι κοινότατον, εὐφυέστατον δὲ ὡς ῥᾴδιον, τὸν διὰ τῶν ὀνομάτων, ὃς εἴη ἂν ἢ ὁ καθ’ ὁμωνυμίαν λεγόμενος ἢ ὁ κατὰ ἀμφιβολίαν ἢ τάχα καὶ ἀμφότεροι. καὶ προστίθησιν ἐξ οἵας οὗτος τῆς αἰτίας γίνεται. εἰ μὲν ἦν, φησί, δυνατὸν διαλεγομένους ἡμᾶς αὐτὰ τὰ πράγματα φέρειν εἰς μέσον
20καὶ ὑπ’ ὄψιν τιθέναι, οἷον περὶ κυνὸς τοῦ καύματα ποιοῦντος διαλεγομένους αὐτὸν ἐκεῖνον παριστᾶν καὶ περὶ τούτου τοὺς λόγους ποιεῖσθαι, οὐκ ἄν ποτε ἠπατήθημεν περὶ τῶν ὑποπιπτόντων αἰσθήσει καὶ προδήλων διαλεγό‐ μενοι. ἐπεὶ δὲ τοῦτο ἀδύνατόν ἐστι καὶ οὐ τοῖς πράγμασι χρώμεθα ἐν ταῖς διαλέξεσιν, ἀλλ’ ἀντὶ τῶν πραγμάτων τοῖς τούτων συμβόλοις
25(σύμβολα δὲ τῶν πραγμάτων εἰσὶ τὰ ὀνόματα· τὰ γὰρ ἐν τῇ φωνῇ ὀνό‐ ματα καὶ ῥήματα, ἃ καθ’ αὑτὰ λεγόμενα καὶ αὐτὰ ὀνόματά ἐστι, διὰ μέσων τῶν νοημάτων ἐξαγγελτικά εἰσι τῶν πραγμάτων), τὸ συμβαῖνον ἐπὶ τῶν ὀνομάτων μεταφέρομεν ἐπὶ τὰ σημαινόμενα ὑπ’ αὐτῶν· ὧν γὰρ ἓν ὄνομα καὶ ταὐτὸν συμβέβηκεν εἶναι, τούτων καὶ τὴν οὐσίαν καὶ τὴν φύσιν
30τὴν αὐτὴν εἶναι νομίζομεν διὰ τὴν τοῦ ὀνόματος ταυτότητα. διὸ καὶ οὕτως ἐρωτῶσιν· οὐχὶ ὁ λίθος ἄρρην ἐστίν; οὐχὶ ὁ Καλλίας ἄρρην ἐστίν; ὁ λίθος ἄρα Καλλίας. καὶ πάλιν· οὐχὶ ὁ Πλάτων ἄρρην ἐστίν; οὐχὶ ὁ ποταμὸς ἄρρην ἐστίν; ὁ Πλάτων ἄρα ποταμός ἐστι. κἀντεῦθεν ἡ ἀπάτη γίνεται
ὁμωνύμων ὄντων τῶν ὀνομάτων ἢ ἀμφιβόλων· νομίζομεν γάρ, ὅπερ συμ‐11
in SE
.

12

βαίνει τοῖς ὀνόμασι, τοῦτο ἀκολουθεῖν καὶ τοῖς πράγμασι. διὰ τί δὲ οὕτως ἀπατᾶν πειρᾶται ὁ σοφιστής, λέγει, ὅτι διὰ τὸ ἀπορεῖν τὴν φύσιν ἡμῶν ὀνομάτων τῶν ἁρμοζόντων ἑνὶ ἑκάστῳ τῶν πραγμάτων γίνεται αὕτη ἡ ἀπάτη καὶ ὁ παραλογισμός· εἰ γὰρ εὐπορία ἦν πολλῶν ὀνομάτων, οὐκ ἂν
5αὕτη ἡ ἀπάτη ἐπιπολάζειν ἠδύνατο. νῦν δὲ ἀποροῦσα ἡ φύσις ἡμῶν πολλοῖς οὖσι καὶ διαφόροις τοῖς πράγμασι καὶ ἀπείροις, οὐχὶ τῇ φύσει ἀλλ’ ἡμῖν, ἐπιθεῖναι ἑνὶ ἑκάστῳ οἰκεῖον ὄνομα, πολλά τινα καὶ διάφορα συναγαγοῦσα πράγματα τέθεικεν ἓν καὶ τὸ αὐτὸ ὄνομα· ἅπερ πράγματα εἰ εἶχον τὸν οἰκεῖον ἓν ἕκαστον ὀνομασμόν, οὐκ ἂν ἠπατώμεθα, ἀλλ’ ὅταν
10διαλεγώμεθα, ὑπεφέρομεν ἂν τῇ αἰσθήσει τὰ πράγματα, καὶ οὕτως ἀπρόσ‐ κοπος ἂν ἐγίνετο ἡ διάλεξις. νῦν δὲ ἐπειδὴ ἡ φύσις διὰ τὴν ἀπορίαν οὐ προσήρμοσεν ἑνὶ ἑκάστῳ τὸ κατάλληλον ὄνομα, ἀλλὰ πολλοῖς πράγμασιν τὸ αὐτὸ καὶ ἓν ὄνομα ἀγαγοῦσα ἐπέθηκε, διὰ τοῦτο καὶ ἡ ἀπάτη χώραν ἔσχε· διὸ τὰ ἐπὶ τοῦ ὀνόματος ὁμολογηθέντα τὰ αὐτὰ καὶ ἐπὶ τοῦ ὑπὸ
15τοῦ ὀνόματος σημαινομένου συμβαίνειν ἡγούμεθα, ὡς κἀκείνων μιᾶς φύσεως ὄντων διὰ τὴν τοῦ ὀνόματος ταυτότητα, καὶ τῷ τὸ ὄνομα εἶναι ἓν οἰόμεθα καὶ τὰ ὑπ’ αὐτοῦ δηλούμενα πράγματα διάφορα καὶ ἀνομοούσια ὄντα ἓν εἶναι κατὰ φύσιν, ὅπερ ἀδύνατον. οὐ γάρ, εἰ τὸ βασιλίσκος ὄνομά ἐστιν ἕν τι, ἤδη καὶ τὸ σημαινόμενον παρ’ αὐτοῦ πρᾶγμα ἔσται ἕν· ἄλλος
20γὰρ ὁ τοῖς πολλοῖς ἐγνωσμένος βασιλίσκος καὶ ἄλλος ὁ τοῖς ἐπιστή‐ μοσιν, ὁ ἐπὶ τῆς καρδίας δηλονότι ὢν τοῦ ἀστρῴου λέοντος. οὐκοῦν τὸ ἀπατᾶν καὶ ἀπατᾶσθαι ἀπὸ μικρᾶς τινος κοινωνίας καὶ ὁμοιότητος σοφιστι‐ κόν. καὶ ὅτι τὸ συμβαῖνον ἐπὶ τῶν ὀνομάτων καὶ ἐπὶ τῶν πραγ‐ μάτων τοῦτο ἡγεῖσθαι συμβαίνει, φησί, τοῖς σοφισταῖς. παραδείγματι
25χρῆται τῷ ἐπὶ τῶν ψήφων τοῖς λογιζομένοις· ἃ γὰρ ἐπὶ τῶν δακτύ‐ λων ἐν ταῖς ψήφοις συλλογιζόμενοι εὑρίσκουσι, ταῦτα καὶ ἐπ’ αὐτῶν τῶν πραγμάτων μεταφέρουσι, καὶ τοσαῦτά φασιν ἔχειν καὶ ταῦτα εἶναι τὰ δακτυλομετρούμενα. τὸ δ’ οὐκ ἔστιν ὅμοιον, ἀλλὰ ἐπὶ μὲν τοῦ ἀριθμοῦ τὰ συμβαίνοντα ἐπ’ αὐτοῦ μεταφέρειν ἐπὶ τὰ ἀριθμούμενα ἀληθές· εἰ γὰρ
30ὁ ἑπτὰ ἀριθμὸς εἰς περιττὸν καὶ ἄρτιον διαιρεῖται, ἀνάγκη καὶ τοὺς ἑπτὰ ἄνδρας, οἵτινές εἰσι τὰ ἀριθμούμενα, εἰς περιττὸν καὶ ἄρτιον διαιρεῖσθαι· ἐπὶ δὲ τῶν ὀνομάτων οὐκ ἀληθές· οὐ γάρ, εἰ ὁ Δίων δισύλλαβον, τὸ δισύλλαβον τετρασύλλαβον, ἀνάγκη τὸν Δίωνα, ὅς ἐστι τὸ πρᾶγμα, τετρασύλλαβον εἶναι. Ταῦτα εἰπὼν καὶ δείξας πῶς ἀπατώμεθα, δηλονότι δι’ ἀπειρίαν καὶ
35ἄγνοιαν καὶ μᾶλλον διὰ τὴν ὁμωνυμίαν μεταφερόντων τῶν σοφιστικῶν τὴν
ἐπὶ τῶν ὀνομάτων ἀπάτην εἰς τὰ πράγματα, ὥσπερ οἱ λογαριασταὶ μετα‐12
in SE
.

13

φέρουσι τοὺς ἀριθμοὺς ἐπὶ τὰ ἀριθμητά, δείκνυσι τοῦτο διάφορον εἶναι καὶ οὐχ ὅμοιον διὰ τοῦ εἰπεῖν τοῦτο δὲ οὐκ ἔστιν ὅμοιον. ἐπὶ μὲν γὰρ τῶν ἀριθμῶν καὶ τῶν ἀριθμητῶν καὶ ἄμφω ἄπειρά εἰσι καὶ ἀπερίληπτα, καὶ εὔδηλον ὅτι ὡς ἂν ἔχοι τὸ ἕτερον, οὕτως ἕξει καὶ θάτερον·
5ἐπὶ δὲ τῶν ὀνομάτων καὶ τῶν πραγμάτων οὐχ οὕτως ἔχει. τὰ μὲν γὰρ ὀνόματα πεπέρανται καὶ τὸ τῶν λόγων πλῆθος· ἐπεὶ γὰρ οἱ λόγοι ἐξ ὀνομάτων σύγκεινται (λεγέσθω γὰρ νῦν καὶ τὰ ῥήματα ὀνόματα), τὰ δὲ ὀνόματα ἐκ συλλαβῶν, αἱ δὲ συλλαβαὶ ἐκ στοιχείων, τὰ δὲ στοιχεῖα τῆς ἐγγραμμάτου φωνῆς πεπερασμένα (εἰκοσιτέσσαρα γάρ), τὸ ἐκ πεπερασμένων
10ἄρα, ὡς ἐν τῷ ἕκτῳ τῆς Φυσικῆς ἀκροάσεως δέδεικται, ἀνάγκη συμπεπε‐ ράνθαι. ἀλλ’ οὕτω μὲν πεπερασμένα εἰσὶ τὰ ὀνόματα. πῶς δὲ ὁ ἀριθμὸς καὶ τὰ πράγματα ἄπειρά εἰσι, καὶ ὅπως οὐχ ὅμοιόν ἐστι τὸ συμβαῖνον ἐπί τε τῶν πραγμάτων καὶ ἐπὶ τῶν ἀριθμῶν, τὴν αἰτίαν τούτου ἐπάγει δυνάμει λέγων· ἐπεὶ καὶ ὁ ἀριθμὸς ἐπ’ ἄπειρον αὔξειν δύναται καὶ τὰ
15ἀριθμητά, οὐκ ἐνδέχεται τὰ διάφορα ἀριθμητὰ καθὸ ἀριθμητὰ τῷ αὐτῷ καὶ ἑνὶ ἀριθμῷ δηλοῦσθαι, οἷον τὰ ἑπτὰ καὶ ἓξ διὰ τοῦ πέντε ἀριθμοῦ· τὰ δὲ πράγματα ἐπείπερ ἄπειρά εἰσι τὸν ἀριθμόν, τὰ δὲ ὀνόματα πεπέρανται, ἀναγκαῖον πλείω τὸν αὐτὸν λόγον καὶ τοὔνομα τὸ ἓν σημαίνειν. τούτου δὲ ὄντος, εἰ μὲν ἐπ’ ἄλλου δοίη ὁ ἀποκρινόμενος, ἐπ’
20ἄλλου δὲ μεταγάγοι ὁ ἐρωτῶν, δόξειεν ἂν ὁ ἔλεγχος γίνεσθαι. χρᾶται δὲ τοῖς ἀριθμοῖς καὶ ταῖς ψήφοις πρὸς τὸ δεῖξαι τοὺς σοφιστὰς τῷ τὰ ὀνό‐ ματα μεταφέρειν ἐπ’ αὐτὰ τὰ πράγματα παραλογιζομένους τοὺς ἀνεπιστή‐ μονας. ὡς γὰρ ἐπὶ τῶν ψήφων οἱ μὴ δεινοὶ ἀλλ’ ἐπιπόλαιοι καὶ ἰδιῶται τῷ τοὺς ἀριθμοὺς φέρειν ἐπὶ τὰ ἀριθμούμενα παρ’ ἑαυτῶν καὶ παρὰ τῶν
25περὶ τὰς ψήφους καὶ τοὺς ἀριθμοὺς ἐπιστημόνων ἀπατῶνται καὶ διὰ τοῦτο καὶ ὑπὸ τούτων παρακρούονται, τὸν αὐτὸν δή φησι τρόπον ἔχειν καὶ ἐπὶ τῶν λόγων τῶν ἐξ ὀνομάτων· οἱ γὰρ ἀξύνετοι καὶ ἀνε‐ πιστήμονες τῆς τῶν ὀνομάτων δυνάμεως κακῶς διαλεγόμενοι παρα‐ λογίζονται καὶ αὐτοὶ διαλεγόμενοι καὶ ἄλλων ἀκούοντες. ὅτι
30ἐλάττω τὰ ὀνόματα τῶν πραγμάτων, καὶ ἐκ τῆς ἐνεργείας ἔνεστι πιστοῦ‐ σθαι· πολλὰ γὰρ οὐκ ὠνόμασται· καὶ τὰ μὲν πράγματα ἄλλοτε ἄλλα, τὰ δὲ ὀνόματα τὰ αὐτά. οὐχ ὅτι δὲ διὰ τοῦτο μόνον αἱ ὁμωνυμίαι λέγει, ἀλλ’ ὅτι διὰ τοῦτο ἐξ ἀνάγκης, εἰ καὶ δι’ ἄλλας αἰτίας τινὰς αἱ ὁμωνυμίαι. ἢ ἡ μὲν ὁμωνυμία ἐξ ἀνάγκης διὰ τοῦτο· πάντως γὰρ ὁ τιθέμενός τινι
35ὄνομά τι χρήσεται φωνῇ κατ’ ἄλλου τινὸς εἰρημένῃ. ἡ μέντοι πρὸς τόνδε13
in SE
.

14

ἢ τόνδε ὁμωνυμία οὐκ ἔστιν ἀναγκαία· ἠδύνατο γὰρ ἄλλῳ τινὶ καὶ μὴ τοιούτῳ ὁμωνύμῳ εἶναι. ὅτι δὲ πεπέρανται τὰ ὀνόματα, δῆλον ἔκ τε τοῦ τὰ στοιχεῖα, ὧν ἐν τῇ συνθέσει τὰ ὀνόματα, πεπεράνθαι· τῶν δὲ πεπερασ‐ μένων καὶ ἡ σύνθεσις πεπερασμένη· καὶ ἔτι ἐκ τοῦ μηδὲ πᾶσαν σύνθεσιν
5γραμμάτων συλλαβὰς ἢ ὀνόματα ποιεῖν δύνασθαι· αἱ γὰρ πρὸς τὰ φωνήεντα συμπλοκαί τε καὶ συνθέσεις αὐτῶν μόναι τοῦτο ποιοῦσι. p. 165a17 Διὰ μὲν οὖν ταύτην τὴν αἰτίαν. Ποίαν αἰτίαν; τὴν ἐκ τῶν ὀνομάτων, δηλονότι τὴν ἐκ τῆς ὁμωνυμίας, καὶ τὰς μελλούσας λεχθῆναι τῶν λοιπῶν δώδεκα τρόπων. ἔστιν ἐν συλλο‐
10γισμοῖς καὶ ἐλέγχοις, ὡς εἴρηται, καὶ τὸ φαινόμενον καὶ τὸ ἀληθές, τὸ μὲν σοφιστικὸν ὂν τὸ δὲ ἐπιστημονικόν. p. 165a19 Ἐπεὶ δ’ ἐστί τισι μᾶλλον πρὸ ἔργου. Εἰπὼν ὅτι διὰ ταύτην τὴν αἰτίαν καὶ τὰς ἄλλας γίνεται ἡ ἀπάτη ἡ σοφιστική, προτίθεται εἰπεῖν καὶ δι’ ἣν αἰτίαν ἐπιτετήδευται. λέγει τοίνυν
15ὅτι τινὲς δοκεῖν θέλοντες μᾶλλον ἤπερ εἶναι σοφοὶ διὰ τὸ εὐχερῶς καὶ ῥᾳδίως καὶ ἀνιδρωτὶ αὐτοῖς τοῦτο προσγίνεσθαι διὰ πολλοῦ τιθέασι καὶ τὸ τοῦ σοφοῦ ἔργον δοκεῖν μᾶλλον ποιεῖν παρὸ ποιεῖν κυρίως. οὐ μόνον γὰρ ἐν τοῖς κατωτάτοις χρόνοις τὸ δοκεῖν μὲν εἶναι σοφοῖς μὴ εἶναι δὲ σπουδάζεται, ἀλλὰ καὶ ἐν τοῖς πάλαι χρόνοις τὸ τοιοῦτον περισπούδαστον
20ἦν τοῖς σοφισταῖς· ἡ γὰρ σοφιστικὴ φαινομένη μέν ἐστι σοφία οὐκ οὖσα δ, καὶ ὁ σοφιστὴς χρηματιστὴς ἀπὸ φαινομένης σοφίας. δηλοῦσι δὲ τοῦτο Ἱππίαι καὶ Πρωταγόραι καὶ Γοργίαι καὶ Πρό‐ δικοι, ὧν ὁ βουλόμενος τὴν σοφίαν καὶ τὸν πλοῦτον ὃν ἐκ ταύτης συνή‐ θροισαν μαθεῖν ἐντυγχανέτω τοῖς ὁμωνύμοις τούτων διαλόγοις τοῦ Πλά‐
25τωνος. καὶ ὁ σοφώτατος δὲ Σωκράτης ἐν τῷ τοῦ Πλάτωνος Γοργίᾳ τοῦ θρασυτάτου Πώλου τὸ ἐπηρμένον καὶ τοῦ Καλλικλέους τὸ ἀμαθὲς διελέγχων ἐπιστημονικῷ λόγῳ καὶ ταπεινῷ φρονήματι πάντως πιστούμενος τὴν σοφι‐
στικὴν δοκήσει μόνον εἶναι σοφίαν φησὶ καὶ οὐκ ἀληθείᾳ καὶ τὸν σοφιστὴν14
in SE
.

15

δοκήσει μόνον εἶναι σοφὸν τῇ δ’ ἀληθείᾳ ἄσοφον καὶ χρηματιστήν, ἤγουν χρημάτων ἕνεκεν ἀγωνιζόμενον ἀπὸ φαινομένης σοφίας. ὅτι δ’ ἡ σοφιστικὴ φαινομένη ἐστὶ σοφία καὶ οὐ κυρίως, δῆλον ἐκ τοῦ κατὰ δόκησιν εἶναι· τὰ γὰρ κατὰ δόκησιν οὐ κυρίως· εἰ γὰρ ἡ δόκησις φαι‐
5νομένη ἐστὶν ὑπάρξις, ἡ δὲ φαινομένη ὑπάρξις οὐ κυρίως ἐστὶν ὑπάρξις, κατ’ ἐπαναδίπλωσιν τοῦ μείζονος ὅρου ἡ ἄρα δόκησις οὐ κυρίως ἐστί. διὰ τοῦτο ἥ τε σοφιστικὴ φαινομένη σοφία καὶ ὁ σοφιστὴς φαινόμενος σοφός, καὶ τὸ ἔργον τοῦ σοφοῦ 〈φαινομένου〉 φαινόμενον καὶ οὐκ ἀληθές. καὶ ἐπειδὴ ἀπὸ φαινομένης σοφίας ἐχρηματίζοντο, ἀκόλουθον ἦν πάντως δοκεῖν μᾶλλον
10ποιεῖν τὸ τοῦ σοφοῦ ἔργον ἢ ποιεῖν. ὁ μὲν γὰρ ὄντως σοφὸς ποιεῖ μᾶλλον τὸ τοῦ σοφοῦ ἔργον ἢ δοκεῖ· δηλοῖ δὲ ὁ Σωκράτης μηδὲν εἰδέναι πανταχοῦ διαβεβαιούμενος μηδὲ σοφόν τι ποιεῖν καίτοι πάντα καὶ λέγων καὶ πράττων ἀπ’ ἄκρας ἐπιστήμης. οἱ δὲ σοφισταὶ τοὐναντίον· πάντα γὰρ εἰδέναι διαβεβαιοῦνται· ‘οὐδεὶς γὰρ οὐδέπω μέχρι καὶ τήμερον‘, φησὶν ὁ
15Πρωταγόρας, ‘καινόν τί με ἠρώτησε‘, μόνον οὐχὶ λέγων ‘αὐτὰ ἐκεῖνα παρὰ πάντων ἐρωτῶμαι ἅπερ τυγχάνω εἰδώσ‘. p. 165a24 Ἔστι δ’ ὡς ἓν πρὸς ἓν εἰπεῖν ἔργον. Εἰπὼν ὁποία ἐστὶν ἡ τῶν σοφιστῶν σοφία, ὅτι φαινομένη σοφία, καὶ ὁποῖον τὸ ἔργον αὐτῶν, ὅτι τὸ δοκεῖν ποιεῖν τὸ τοῦ σοφοῦ ἔργον, νῦν
20προστίθησι καὶ τὸ τῶν ἀληθῶν σοφῶν ἔργον. ἵνα γὰρ μή τις εἴπῃ ‘πῶς δὲ καὶ τίνα τρόπον ἐρωτᾶν καλῶς, ὡσαύτως καὶ ἀποκρίνεσθαι γνόντες οὐχ ἁλωθείημεν τοῖς ἐπιχειροῦσι σοφίζεσθαι;‘, φησὶ τῶν ἐπιστημόνως ἐρωτώντων καὶ ἀποκρινομένων τοῦ μὲν ἐρωτῶντός ἐστιν ἔργον τὸ ἀψευδεῖν περὶ τὰς ἐρωτήσεις καὶ τὸν ἀποκρινόμενον ἐμφανίζειν ψευδόμενον, εἴ που κακῶς
25καὶ ψευδῶς ἀποκρίνεται, τοῦ δ’ ἀποκρινομένου τὸ ἐμφανίζειν, εἴ που δια‐ ψεύδεται ὁ ἐρωτῶν. καὶ τὸ μὲν ἐμφανίζειν τὸν ψευδόμενον, ὅπερ ἐστὶν ἔργον τοῦ ἀποκρινομένου, ἐν τῷ δύνασθαι ὑπέχειν λόγον ἐστίν· ὁ γὰρ εἰδώς, εἴτε πολλαχῶς εἴτε μοναχῶς τὰ πράγματα λέγεται, τὸν ἐρωτῶντά τι τῶν πολλαχῶς ὡς μοναχῶς λεγόμενον οὐ συγχωρήσει τοῦτον ἀπατῆσαί
30τε καὶ σοφίσασθαι. τὸ δὲ ἀψευδεῖν ἐν τῷ λαμβάνειν, ὅ ἐστι τοῦ ἐρω‐ τῶντος· ὁ γὰρ δυνάμενος καλῶς ἐρωτᾶν οὐδέποτε πρότασιν ἐρωτήσει ἀφ’ ἧς συμβήσεται τὰ ἐναντία λέγειν ἑαυτῷ· ὡς γὰρ ἐρωτῶν καλῶς οὐ δι’ ἑαυτὸν δείκνυσι τἀναντία συμβαίνειν, ὡς εἰδὼς ἐρωτᾶν ἀναμαρτήτως,
ἀλλὰ διὰ τὸν ἀποκρινόμενον.15
in SE
.

16

p. 165a24 Ἔστι δ’ ὡς ἓν πρὸς ἕν. Ἵνα συνελὼν εἴπω ὡς ἓν πρὸς ἓν τὰ ἀμφοτέρων ἔργα, τοῦ μὲν καλῶς ἐρωτῶντος ἔργον ἐστὶ τὸ λαμβάνειν προτάσεις κυρίας καὶ μὴ ἀμ‐ φιβόλους, τοῦ δέ γε ἀποκρινομένου ἔργον ἐστὶ τὸ δύνασθαι τὸν ἐρωτῶντα
5ἐλέγχειν ψευδόμενον· τὸ δὲ δύνασθαι τὸν ψευδόμενον ἐλέγχειν γίνεται παρὰ τὸ εἰδέναι τά τε ὁμώνυμα καὶ ἀμφίβολα καὶ τἄλλα δι’ ὧν ἀπατᾶν πειρᾶται ὁ ἐρωτῶν. ἢ τοίνυν τὸ ἓν πρὸς ἓν οὕτω νοητέον ἢ καὶ οὕτως ὀφείλει νοεῖσθαι· ὅτι ἐπειδή με ἐρωτᾶν βούλει, γίνωσκε ὅτι, εἰ θέλεις μὴ παρατραπῆναι, ἐρώτα καλῶς καὶ ἀληθῶς, ὅπερ ἐστὶν ἔργον τοῦ ἐπιστη‐
10μόνως ἐρωτῶντος, καὶ σπούδαζε τὸν ψευδόμενον ἐλέγχειν δι’ ὧν εἴπομεν, ὅπερ ἐστὶν οἰκεῖον ἔργον τοῦ ἐπιστημόνως ἀποκρινομένου. ἢ τοίνυν κατὰ τὸ πρῶτον νοητέον τὸ ἓν πρὸς ἓν ἢ κατὰ τὸ δεύτερον· † σῴζει γὰρ καὶ ἐπὶ τούτου· δύο γάρ τινα εἶπε, τό τε πῶς δεῖ ἀποκρίνεσθαι καὶ τὸ ἐρωτᾶν. Ταῦτα δὴ εἰπὼν ὑπομιμνήσκει ἡμᾶς ὧν ἔδειξε· καὶ γὰρ ὅτι ἔστι
15τοιοῦτον εἶδος λόγων, ὅπερ οἱ σοφισταὶ διώκουσιν, συνέστησεν ἐν οἷς καὶ τὴν ὁμωνυμίαν παρέθετο, προσθεὶς καὶ τὴν αἰτίαν δι’ ἣν ἐφίενται τῆς τοιαύτης τῶν λόγων δυνάμεως ὡς εὐχεροῦς καὶ ῥᾳδίας, καὶ ὅτι ἡ τοιαύτη δύναμις τῆς ἔριδος ποιεῖ τὸν φαινόμενον σοφόν, δι’ οὗ τυγχάνουσιν οἱ σοφισταὶ τὴν προαίρεσιν ἔχοντες. συνίστησι δὲ τρόπον τινὰ διὰ τούτων
20ὁ Ἀριστοτέλης ὅτι ἀναγκαῖόν ἐστι τῷ φιλοσόφῳ κατ’ ἀλήθειαν καὶ ἐπι‐ στημονικῶς καὶ τοῦτο εἰδέναι τὸ εἶδος τῶν λόγων τὸ παρὰ τοῖς σοφισταῖς σπουδαζόμενον. πῶς γὰρ τὸ ἀγνοούμενον ἐλεγχόμενον ἔσται; ἀλλὰ δῆλον ὅτι τὸ γινωσκόμενον. εἰ γὰρ ἡ ἀπειρία καὶ ἡ ἄγνοια τῶν τοιούτων λόγων τῆς φαντασίας αἰτία, δῆλον ὡς ἡ γνῶσις αὐτῶν ἅμα τῇ γνώσει καὶ ἔλεγχός
25ἐστι. ταῦτα δείξας ἐπὶ τούτοις προτίθεται εἰπεῖν περὶ οὗ ἡ προκειμένη πραγματεία· ἔστι δὲ περὶ τῶν σοφιστικῶν ἐλέγχων, πῶς τε γίνονται καὶ διὰ τίνων. p. 165a34 Πόσα δέ ἐστιν εἴδη τῶν λόγων τῶν σοφιστικῶν. Εἰσβάλλει νῦν εἰς τὴν τῶν σοφιστικῶν ἐλέγχων διδασκαλίαν, καὶ ζητεῖ
30πρότερον πόσα εἰσὶν εἴδη τῶν λόγων τῆς σοφιστικῆς καὶ ἐκ πόσων συνέστηκε τὸ σοφιστεύειν. τὸ δὲ πόσα ἐστὶν εἴδη τῶν λόγων καὶ ἐκ
πόσων τὸν ἀριθμὸν ἢ ἐκ παραλλήλου κεῖται, ἢ τὸ μὲν πόσα ἀντὶ16
in SE
.

17

τοῦ ‘τίνα εἰσὶ τὰ εἴδη τῶν σοφιστικῶν ἐλέγχων‘, ἅπερ εἰσὶ δύο, τὰ παρὰ τὴν λέξιν καὶ τὰ ἔξω τῆς λέξεως, τὸ ἐκ πόσων δὲ ἀντὶ τοῦ ‘πόσα μέρη ἑνὸς ἑκάστου τῶν τοιούτων εἰδῶν‘· μέρη γὰρ τῶν εἰδῶν τὰς ὑποδιαιρέσεις τῶν εἰδῶν λέγει. δύναται τὸ καὶ πόσα μέρη τῆς πραγματείας
5τυγχάνει λέγειν ὡς ἴσον τῷ ‘καὶ πόσων οἱ σοφισταὶ στοχάζονται‘· οὐ γὰρ μόνον τοῦ ἐλέγχειν δοκεῖν ἀλλὰ καὶ ἄλλων τινῶν, ἃ μετ’ ὀλίγον ἐρεῖ. δύναμιν δὲ λέγει τὴν σοφιστικήν, ἤτοι ὅτι μὴ τέχνη μηδ’ ἐπιστήμη· περὶ τἀληθῆ γὰρ ἐκείνων ἑκατέρα, ἥ τε τέχνη “ἕξις οὖσα μετὰ λόγου ἀληθοῦς ποιητική” καὶ ἡ ἐπιστήμη ἕξις ἀποδεικτικὴ περὶ τὸ ἀεὶ ὡσαύτως ἔχον· ἢ
10τέχνην εἶπε τὴν σοφιστικὴν κοινῶς καὶ γενικῶς, ἤτοι δυνάμει· λέγει γὰρ αὐτὴν καὶ τέχνην κοινότερον χρώμενος τῷ τῆς τέχνης ὀνόματι. p. 165a38 Ἔστι δὴ τῶν ἐν τῷ διαλέγεσθαι λόγων τέσσαρα γένη. Κοινοποιεῖται πρότερον πάντα τὰ τῶν συλλογισμῶν εἴδη καὶ ἀπα‐ ριθμεῖται αὐτά, καὶ τότε τὸ περὶ οὗ ὁ λόγος ἐστὶν αὐτῷ εἶδος τοῦ συλλο‐
15γισμοῦ ἀναλεξάμενος τὴν περὶ αὐτοῦ ποιεῖται διδασκαλίαν. ἀπορῆσαι δὲ ἄξιον, πῶς εἰπὼν τῶν ἐν τῷ διαλέγεσθαι λόγων εἶναι τέτταρα γένη ἐπήνεγκε τοὺς διδασκαλικοὺς λόγους προηγουμένως, οἵτινές εἰσιν ἀπο‐ δεικτικοί. οὐ γὰρ οἱ ἀποδεικτικοὶ λόγοι ἐξ ἐνδόξων εἰσίν, οὔτε ἐκ τῶν πᾶσι δοκούντων οὔτε ἐκ τῶν τοῖς πλείστοις οὔτε ἐκ τῶν τοῖς σοφοῖς, ἢ
20τῶν πᾶσι δοκούντων σοφοῖς ἢ τῶν τοῖς πλείστοις ἢ τῶν 〈τοῖσ〉 μάλιστα γνωρίμοις κατὰ φιλοσοφίαν, οὐδὲ περὶ παντὸς τοῦ προκειμένου συλλογίζονται· τὸ γὰρ ἐκ τούτων συλλογίζεσθαι, ὡς ἡ πρόθεσις τῆς διαλεκτικῆς σημαίνει, οὐκ ἔστιν ἀποδείξεως καὶ ἀποδεικτικοῦ λόγου ἀλλὰ τῆς διαλεκτικῆς. ἢ ληπτέον ἐπὶ τοῦ συλλογίζεσθαι νῦν τὸ διαλέγεσθαι· ὁ γὰρ ἀποδεικνύων οὐ
25διαλέγεται ἀλλὰ συλλογίζεται, καθάπερ ἐπὶ γεωμετρίας ἔχει καὶ ἄλλων τινῶν. θεὶς δὲ τίνα τὰ τέσσαρα γένη λέγει καὶ τὴν πρὸς ἄλληλα τούτων διὰ συντόμου λόγου διδάσκει διαφοράν, διδασκαλικοὶ μὲν φάσκων εἰσὶν οἱ ἐκ τῶν οἰκείων ἀρχῶν ἑκάστου μαθήματος γινόμενοι ἀλλ’ οὐχ οἱ ἐκ τῶν δοκούντων τῷ ἀποκρινομένῳ, ἤγουν ἀποδεικτικοὶ μέν εἰσι συλλο‐
30γισμοί, οἷον φέρε εἰπεῖν ἐπὶ ἀριθμοῦ οἱ διὰ ποσοῦ διωρισμένου συλλογιζό‐ μενοι καὶ γεωμετρικοὶ οἱ διὰ ποσοῦ συνεχοῦς καὶ ἁπλῶς ἕκαστος ἐξ οἰκείας
ἐπιστήμης καὶ τοῦ οἰκείου ὑποκειμένου τὰς ἀρχὰς ἔχων, καὶ ἀποδεικτικὸς17
in SE
.

18

ὁ οὕτω καὶ ἐκ τοιούτων συλλογιζόμενος, οὐκ ἐκ τῶν τοῦ ἀποκρινο‐ μένου δοξῶν. αἴτιον δὲ τούτου τὸ τὸν μανθάνοντα πιστεύειν, ὃ γίνεται, ὅταν ἐκ τῶν οἰκείων ἀρχῶν τοῦ πράγματος ὁ διδάσκων ἀκολού‐ θους ἔχῃ τοὺς οἰκείους λόγους· οὐ γὰρ ἂν μάθοι τις τὰ δεύτερα μὴ περὶ
5τῶν πρώτων πεπεισμένος. διαλεκτικοὶ δέ εἰσι συλλογισμοὶ οἱ ἐκ τῶν ἐνδόξων συλλογιστικοὶ ἀντιφάσεως· ἀεὶ γὰρ ὁ διαλεκτικὸς τὴν ἀντί‐ φασιν πειρᾶται συλλογίζεσθαι τοῦ προβλήματος, καὶ γυμναστικός τις ὢν ἐπ’ ἀμφότερα ἐγχειρεῖ δι’ ἐνδόξων καὶ τῶν ἀντικειμένων ἐστὶ συλλο‐ γιστικός. τρίτον φησὶν εἶναι τὸν πειραστικὸν συλλογισμόν, ὅς ἐστι καὶ
10αὐτὸς διαλεκτικός· μέρος γὰρ τοῦ διαλεκτικοῦ. διαφέρει δὲ τοσοῦτον ἐκείνου, ὅτι μή ἐστιν ἐκ τῶν ἁπλῶς ἐνδόξων ἀλλὰ καὶ ἐκ τῶν δοκούν‐ των τῷ ἀποκρινομένῳ περὶ οὗ προσποιεῖται τὴν ἐπιστήμην ἔχειν. τούτῳ γὰρ διαφέρει, ὡς εἴρηται, ὁ πειραστικὸς τοῦ διαλεκτικοῦ καίτοι καὶ αὐτὸς διαλεκτικὸς ὤν, τῷ τὸν διαλεκτικὸν ἐκ τῶν ἁπλῶς
15ἐνδόξων συλλογίζεσθαι, ἅπερ ἐστὶ τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, τὸν δὲ πειραστικὸν καὶ ἐκ τῶν ἁπλῶς ἐνδόξων καὶ ἐκ τῶν δοκούντων πᾶσι τοῖς προσποιουμένοις εἰδέναι τὴν ἐπιστήμην ἐκείνην καθ’ ἣν ἡ πεῖρα γίνεται, ἃ καὶ αὐτὰ ἔνδοξα, εἰ καὶ μὴ ἁπλῶς, ἀλλὰ κατὰ τὴν ἐπιστήμην ἐκείνην. τὰ γὰρ ἐν ταῖς ψευδογραφίαις ταῖς κατὰ τὴν
20γεωμετρίαν λαμβανόμενα οὐκ ἐκ τῶν δοκούντων πᾶσίν εἰσιν ἀλλ’ ἐκ τῶν τοῖς γεωμέτραις, τῶν ἀναγκαίων παρ’ αὐτῶν ἐκείνων τῶν γεωμετρικῶν γινώσκεσθαι. γράφεται δὲ ἔν τισι καὶ ἀναγκαῖον διὰ τοῦ ο μικροῦ, καὶ εἴη ἂν ἐλλειπτικὸν ὡς ἔξωθεν λαμβάνεσθαι τὸ ‘ὧν τὴν ἐπιστήμην ἔχειν ἀναγκαῖον τῷ προσποιουμένῳ εἰδέναι‘. ἔν τισι μέντοι ἀντιγράφοις οὐ τέτ‐
25ταρα γένη ἀλλὰ τρία φέρεται, ἐπεὶ τοῦ πειραστικοῦ δοκεῖ ὡς μέρους τοῦ διαλεκτικοῦ μνημονεύειν προελθών. πολὺ δὲ καὶ τὸ τῆς πειραστικῆς εἶδος παρὰ Πλάτωνι ἔστιν εὑρεῖν ἔν τε τῷ Εὐθύφρονι καὶ ἐν ἅπασι σχεδὸν αὐτοῦ τοῖς διαλόγοις. μνημονεύει δὲ τῶν πειραστικῶν καὶ ἐν τῷ πρώτῳ τῶν Τοπικῶν, ἔνθα διέξεισι πρὸς τίνα χρήσιμός ἐστιν ἡ διαλεκτική· ἐκεῖνο γὰρ
30ᾐνίξατο διὰ τοῦ ὃν τρόπον δ, διώρισται ἐν ἑτέροις. ἐριστικοὺς δὲ
λέγει εἶναι τοὺς ἐκ τῶν φαινομένων μὲν ἐνδόξων μὴ ὄντων δὲ18
in SE
.

19

(οὗτοι δέ εἰσιν οἱ τὸ σχῆμα ἔχοντες ὑγιές) καὶ τοὺς φαινομένους συλλο‐ γισμούς· οὗτοι δὲ πάλιν εἰσὶν οἱ κατὰ τὸ σχῆμα ἡμαρτημένοι. ἀγωνιστι‐ κοὺς δὲ καὶ ἐριστικοὺς τοὺς αὐτοὺς λέγει. περὶ μὲν οὖν τῶν ἄλλων, φησί, τῶν διδασκαλικῶν καὶ ἀποδεικτικῶν λόγων, ἐν τοῖς Ὑστέροις εἴρηται
5ἀναλυκτικοῖς, περὶ δὲ τῶν διαλεκτικῶν καὶ πειραστικῶν ἐν τοῖς Τοπικοῖς· περὶ δὲ τῶν ἀγωνιστικῶν καὶ ἐριστικῶν νῦν λεκτέον. p. 165b12 Πρῶτον δὴ ληπτέον πόσων στοχάζονται οἱ ἐν τοῖς λόγοις ἀγωνιζόμενοι. Εἰπὼν διαλαβεῖν πόσα τε εἴδη ἐστὶ τῶν σοφιστικῶν συλλογισμῶν καὶ πόσα
10ἑνὸς ἑκάστου τῶν εἰδῶν μέρη καὶ περὶ τῶν συμβαλλομένων εἰς τὴν παροῦσαν πραγματείαν, νῦν ἄρχεται τὴν ἐπαγγελίαν πληροῦν. καὶ πρῶτον ἐκτίθησι πόσων στοχάζονται οἱ ἐν τοῖς λόγοις ἀγωνιζόμενοι, τουτέστιν οἱ σοφισταί, καὶ φησὶ πέντε εἶναι ταῦτα τὸν ἀριθμὸν ὧν στοχάζονται, ἔλεγχον, ψεῦδος, παράδοξον, σολοικισμὸν καὶ τὸ ποιῆσαι ἀδο‐
15λεσχεῖν τὸν προσδιαλεγόμενον. τί δὲ τούτων ἕκαστόν ἐστι, προϊόντες μαθησόμεθα. τί δέ ἐστι τὸ ποιῆσαι ἀδολεσχεῖν τὸν προσδιαλεγό‐ μενον, διὰ τοῦ ἐπαγομένου δηλοῖ· ἐφερμηνευτικὸν γάρ ἐστι τοῦ τί ποτ’ ἐστὶ τὸ ἀδολεσχεῖν τὸ πολλάκις ἀναγκάζεσθαι τὸ αὐτὸ λέγειν. μήποτε δέ, ἐπεὶ μὴ ἀληθῶς λέγουσιν οἱ σοφισταί, τῷ μὴ ἐπιχειρεῖν ἐξ
20ἐνδόξων ἀλλ’ ἐκ φαινομένων ἐνδόξων, διὰ τοῦτο καὶ τὸ στοχάζονται εἴρηκεν. ἀλλὰ περὶ τούτων μέν, τί ποτέ ἐστιν ἕκαστον, τὰ δοκοῦντα ῥηθή‐ σεται, ὅταν καὶ αὐτὸς περὶ τούτων διέξεισι. τὸ δὲ ἢ τὸ μὴ ὂν ἀλλὰ τὸ φαινόμενον ἕκαστον εἶναι τούτων τοιοῦτόν ἐστιν· ἀπαριθμησά‐ μενος γὰρ τίνων οἱ σοφισταὶ στοχάζονται, λέγει ὅτι ἕκαστον τούτων τῶν
25παρ’ αὐτῶν στοχαζομένων οὐκ ἔστιν ἀληθῶς ὂν ἀλλὰ φαινόμενον. ἔστι δὲ ἡ λέξις οὕτως· τὸ ἕκαστον τούτων μὴ εἶναι ὂν ἀλλὰ φαινόμενον· οὔτε γὰρ ἀληθῶς δεικνύουσι ψευδόμενον τὸν ἀποκρινόμενον, ἀλλὰ φαινομένως, οὔτε σολοικίζοντα τὸν δοκοῦντα σολοικίζειν. ἐν γὰρ τῇ ἐρωτήσει τῇ ‘ἆρα ὃ λέγεις εἶναι, ἔστι τοῦτο; λέγεις εἶναι Σωκράτην· ἔστιν ἄρα Σωκράτην‘ οὐκ
30ἀληθής ἐστι τοῦτο σολοικισμὸς ἀλλὰ φαινόμενος. τὸ δὲ ἢ τὸ μὴ ὂν ἀλλὰ τὸ φαινόμενον ἔστι καὶ οὕτως ἐκλαβεῖν, ὡς εἰ ἔλεγεν ἢ ὡς εἶναι τοῦτο τῆς δοκούσης ἀπορίας τοῦ πῶς ἐλέγχουσιν οἱ σοφισταὶ λυτικόν, εἰ καὶ ψεύδους καὶ ἐλέγχου καὶ τῶν τοιούτων στοχάζονται, ἀλλ’ ἕκαστον
τούτων μὴ ὄν ἐστι καὶ φαινόμενον· οὔτε γὰρ ὁ ἔλεγχος ἀληθής ἐστιν19
in SE
.

20

ἔλεγχος, οὔτε μὴν ὁ σολοικισμὸς σολοικισμός, οὔτε τῶν ἄλλων οὐδὲν τοι‐ οῦτον οἷον καὶ φαίνεται. ἀληθὴς μὲν γὰρ ἔλεγχος ὁ τὴν ἀντίφασιν τοῦ συμπεράσματος καὶ μίαν τῶν προτάσεων λαβὼν καὶ ἀνελών τι τῶν κει‐ μένων· ὁ δὲ λέγων ‘ἆρ’ ἔστι σιγῶντα λέγειν; οὔ· τί δέ, ὅταν ξύλα καὶ
5λίθους λέγῃς, οὐ σιγῶντα λέγεις; ἔστιν ἄρα σιγῶντα λέγειν‘ οὐκ ἐλέγχει· διττὸν γάρ ἐστι τὸ σιγῶντα. ὅτι δὲ ἢ τὸ μὴ ὂν ἀλλὰ τὸ φαινόμενον ἕκαστον εἶναι τούτων οὕτως εἴρηκεν ὡς εἴπομεν, δῆλον καὶ αὐτὸς πεποίηκε διὰ τοῦ μάλιστα μὲν γὰρ προαιροῦνται φαίνεσθαι ἐλέγ‐ χοντες καὶ τῶν ἑξῆς. ἔφη δέ τις καὶ οὕτως ἑρμηνεύεσθαι τὸ ῥητόν, ὅτι
10τὸ πειρᾶσθαι ἐλέγχειν τὸν σοφιστὴν οὐκ ἔστι μὴ ὂν τοιοῦτον ὡς τὸ τῇ ἀληθείᾳ καὶ τῷ φαινομένῳ, οἷον τὸ μηδαμῇ μηδαμῶς δοκοῦν, ἀλλὰ μὴ ὂν ὅσον καθ’ ἑαυτό, ὂν δὲ ὅσον κατὰ τὸν δοξάζοντα καὶ διὰ τοῦτο φαινόμενον. p. 165b23 Τρόποι δ’ εἰσὶ τοῦ μὲν ἐλέγχειν δύο.
15 Νῦν προτίθεται λέγειν περὶ τῶν τρόπων τῶν παραλογισμῶν. δέκα δὲ καὶ τριῶν αὐτῶν ὄντων δύο τρόπους αὐτῶν εἶναί φησιν. εἴη δ’ ἂν ἀντὶ τοῦ εἴδους τὸν τρόπον παραλαμβάνων, καὶ ἔστι τρόπον τινὰ λέγων οὕτως, ὅτι εἴδη τῶν σοφιστικῶν ἐνοχλήσεών εἰσι δύο, καὶ τὸ μὲν ἓν τῶν εἰδῶν ἓξ τρόπους περιέχει, τοὺς παρὰ τὴν λέξιν λεγομένους, τὸ δὲ ἕτερον ἑπτά,
20οὓς ἔξω καλεῖ τῆς λέξεως. εἰσὶ δὲ οἱ παρὰ τὴν λέξιν ποιοῦντες τὴν φαντασίαν ὁμωνυμία, ἀμφιβολία, σύνθεσις, διαίρεσις, προσῳδία, σχῆμα λέξεως. οἱ δ’ ἔξω τῆς λέξεως εἷς μὲν ὁ παρὰ τὸ συμβεβηκός, δεύτερος δὲ ὁ παρὰ τὸ ἁπλῶς ἢ μὴ ἁπλῶς ἀλλὰ πῇ ἢ ποῦ ἢ ποτὲ ἢ πρός τι λέγεσθαι καὶ μὴ κυρίως προσαγορευόμενος, τρίτος δὲ ὁ παρὰ
25τὴν τοῦ ἐλέγχου ἄγνοιαν, τέταρτος ὁ παρὰ τὸ ἑπόμενον, πέμπτος ὁ παρὰ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, ἕκτος ὁ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθείς, ἕβδομος ὁ παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν. ἐπεὶ δὲ ἡ τῶν ὄντων ἀνωτάτω διαίρεσις εἰς φωνάς ἐστι καὶ πράγματα καὶ τούτων τὰ μέν εἰσι λεκτὰ τὰ δὲ τυγχάνοντα, λεκτὰ μὲν αἱ φωναί, τυγχάνοντα δὲ τὰ πράγματα, καὶ ἡ
30τῶν σοφιστικῶν ἐλέγχων διαίρεσις τὴν πρώτην ἔχει διαίρεσιν ἢ περὶ φωνὰς ἢ περὶ πράγματα· ἑκάτερον δὲ τούτων εἰς πλεῖστα διαιρεῖται. καὶ εἰ μὲν περὶ φωνάς, περὶ ταύτας ἔσονται οἱ παρὰ τὴν λέξιν ἓξ τῶν σοφισμάτων
τρόποι· εἰ δὲ περὶ πράγματα, οἱ τῶν ἔξω τῆς λέξεως λοιποὶ ἑπτὰ τρόποι.20
in SE
.

21

πρῶτον μὲν οὖν λεκτέον περὶ τῶν παρὰ τὴν λέξιν σοφιστικῶν τρόπων, ὕστερον δὲ περὶ τῶν ἔξω τῆς λέξεως. ἀνάγκη τοίνυν τὰ παρὰ τὴν λέξιν σοφίσματα περὶ φωνὰς ὄντα ἢ ἐκ τῶν κατ’ αὐτὰς εἶναι ἢ ἐκ τῶν περὶ αὐτάς. καὶ εἰ μὲν ἐκ τῶν κατ’ αὐτάς, ἢ ἐκ τῶν ἁπλῶν διάφορα
5πράγματα περιεχουσῶν, καὶ γίνεται τὸ πρῶτον εἶδος τῶν εἰρημένων παρα‐ λογισμῶν τὸ κατὰ τὴν ὁμωνυμίαν, ἢ ἐκ τῶν συνθέτων φωνῶν ὁμοιοτρόπως διάφορα πράγματα περιεχουσῶν, καὶ ἀποτελεῖται τὸ δεύτερον εἶδος τὸ κατὰ τὴν ἀμφιβολίαν. τέσσαρες δέ εἰσι τρόποι ἐξ ὧν τὰ δύο ταῦτα συνίστασθαι εἴωθε. πρῶτος μὲν ὅταν ὁ λόγος ἢ τοὔνομα πλείω σημαίν, ὃς
10καὶ κοινός ἐστιν ἀμφοῖν ἐπ’ ἴσης, ὡς μαθησόμεθα. δεύτερος δὲ ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν· τί δέ ἐστι τὸ εἰωθότες ὦμεν οὕτω λέγειν, ὅτε τὴν λέξιν ἐπισκεψόμεθα, δηλοποιηθήσεται· πλὴν καὶ οὗτος κοινός ἐστιν ἀμφοῖν, ὡς καὶ ὁ πρὸ αὐτοῦ. τρίτος δὲ ὅταν τὸ συντεθὲν πλείω σημαίν, κεχωρισμένον δὲ ἁπλοῦν ἐστιν, ὃς τρόπος ἴδιός ἐστι
15τοῦ κατὰ ἀμφιβολίαν μόνου. τέταρτος δὲ ὁ ἀντιστρόφως τούτῳ ἔχων, ἡνίκα τὸ μὲν σύνθετον ἓν σημαίνῃ τὸ δ’ ἁπλοῦν πολλά. [ἀλλ’ ὅπερ ἐλέγομεν] ἢ γοῦν, ὡς ἄνωθεν ἐλέγετο, τὰς ἁπλᾶς φωνὰς διατηρεῖ τις διάφορα δὲ πράγματα περιεχούσας, καὶ ποιεῖ τοὺς εἰρημένους δύο τρόπους τῶν σοφισμάτων ἢ τὰς ἁπλᾶς συντίθησι καί τι ἑπόμενον ἐκ τῆς συνθέσεως τῆς ὅλης φωνῆς λαμβάνει,
20καὶ ποιεῖ τὸ κατὰ σύνθεσιν τρίτον εἶδος τῶν ἐν λέξει, ἢ ἀντιστρόφως τούτῳ, καὶ ποιεῖ τὸ κατὰ τὴν διαίρεσιν. ἀλλ’ ἐκ μὲν τῶν κατ’ αὐτὰς τὰς λέξεις σοφιστικῶν τρόπων ταῦτα συνίστανται τὰ σοφίσματα. ἐκ δὲ τῶν περὶ αὐτὰς ἕτερα δύο συνίστανται· ἢ γὰρ παρὰ τὸν τόνον ἢ καὶ τὸ πνεῦμα, καὶ ποιεῖ τὸ παρὰ τὴν προσῳδίαν, ἢ παρὰ τὴν ποιὰν σχέσιν τοῦ σχημα‐
25τισμοῦ τῆς λέξεως, καὶ ποιεῖ τὸ παρὰ τὸ σχῆμα καλούμενον εἶδος τῆς λέξεως. καὶ οὗτοι μὲν οἱ ἐκ τῶν λεκτῶν τρόποι ἕξ. πῶς δὲ καὶ ὅθεν ἕκαστος τούτων συνίσταται, παρακατιόντες ἐροῦμεν καὶ διὰ παραδειγμάτων τὸ σκοτεινὸν τοῦ λόγου διαφωτίσομεν. p. 165b27 Τούτου δὲ πίστις ἥ τε διὰ τῆς ἐπαγωγῆς.
30 Ἔφησεν ἐν τοῖς ἄνω ὅτι ἕξ εἰσι μόνοι τρόποι τῶν παρὰ τὴν λέξιν σοφισμάτων, οὐδεὶς ἕτερος, καὶ τὸν ἑαυτοῦ λόγον πιστούμενος τὸν ὅτι οὔτε πλείους εἰσὶν οὗτοι τῶν ἓξ λέγοντα οὔτε ἐλάττους φησί· πίστις δὲ τοῦ ἓξ εἶναι αὐτοὺς καὶ μὴ τὸν ἀριθμὸν τοῦτον ὑπερβαίνειν ἥ τε ἐπαγωγ, ἥτις παρ’ ἐμοῦ ὕστερον ἐπαχθήσεται, ἐκτιθεῖσα τοὺς παρὰ τὴν λέξιν σοφισμοὺς
35καὶ πᾶν ὃ ἂν εἴη ἕτερον σόφισμα γινόμενον ἐκ τῆς λέξεως εἰς τούτους21
in SE
.

22

ἀνάγουσα, καὶ ὁ συλλογισμός, ἄν τε ληφθῇ τις ἕτερος. ἕτερος δὲ λέγει τοὺς προσυλλογισμοὺς ἑκατέρας τῶν προτάσεων τοῦ παρ’ αὐτοῦ τιθε‐ μένου συλλογισμοῦ. καὶ αὐτὸς οὗτος ὁ προσεχῶς τοῖς λεγομένοις παρ’ αὐτοῦ τούτου τιθέμενος, εἰ καὶ ἀσαφῶς καὶ οἷον εἰπεῖν αἰνιγματωδῶς. πῶς
5δὲ ταῦτα ἔχει, λεκτέον τοῦ σαφοῦς ἕνεκα. ὁ συλλογισμὸς ἐν πρώτῳ σχήματι γίνεται καὶ πρώτῳ τρόπῳ τοῦ πρώτου σχήματος· ὁμοίως καὶ ἑκάτερος προσυλ‐ λογισμὸς ἑκατέρας προτάσεως. ἔχει δ’ ὁ συλλογισμὸς οὕτως, ὡς καὶ Γαληνός φησι· τὰ παρὰ τὴν λέξιν σοφίσματα γίνεται παρὰ τὸ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλοῦσθαι· πάντα τὰ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς
10ὀνόμασι καὶ λόγοις δηλούμενα ἑξαχῶς συμβαίνει γίνεσθαι· πάντα ἄρα τὰ παρὰ τὴν λέξιν σοφίσματα ἑξαχῶς συμβαίνει γίνεσθαι. τοιοῦτος μὲν οὖν ὁ συλλογισμός. ἄλλον δὲ συλλογισμὸν λέγοι ἂν τὸν κατασκευάζοντα τὴν μείζονα πρότασιν τὴν λέγουσαν ὅτι πᾶν τὸ μὴ ταὐτὸ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενον ἑξαχῶς συμβαίνει γίνεσθαι, ἔτι τὸν κατασκευάζοντα
15τὴν ἐλάττονα τὴν λέγουσαν ‘τὰ παρὰ τὴν λέξιν σοφίσματα γίνεται παρὰ τὸ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλοῦσθαι‘. δείκνυται δὲ ἡ ἐλάττων αὐτοῦ πρότασις, ἂν ληφθῇ μέσος ὅρος τὰ παρὰ τὴν κακίαν τῆς λέξεως. καὶ εἴη ἂν ὁ συλλογισμὸς ὁ τὴν ἐλάττονα πρότασιν κατασκευάζων τοιοῦτος· τὰ σοφίσματα παρὰ τὴν κακίαν τῆς λέξεως γίνεται· τὰ παρὰ τὴν
20κακίαν τῆς λέξεως γινόμενα πάντα παρὰ τὸ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνό‐ μασι καὶ λόγοις δηλοῦσθαι γίνονται· τὰ ἄρα σοφίσματα παρὰ τὸ μὴ τὰ αὐτὰ τοῖς 〈αὐτοῖσ〉 ὀνόμασι καὶ λόγοις δηλοῦσθαι γίνονται. ὅπερ δὴ συμπέρασμα ἡ ἐλάττων ἦν, ὡς εἴρηται, πρότασις τοῦ προγεγονότος συλλογισμοῦ. καὶ ἡ μείζων ὁμοίως δείκνυται τῷ ληφθῆναι μέσον τὸ ἢ δυνάμει ἢ ἐνεργείᾳ
25ἢ φαντασίᾳ. ἔστι δὲ καὶ οὗτος ὁ συλλογισμὸς κατασκευάζων τὴν μείζονα τοιοῦτος· ὁ λόγος καὶ τοὔνομα τὸ διττὸν ἔχει, τουτέστιν οὐ τὸ αὐτὸ δηλοῦσι· πᾶν δὲ διττὸν ἐν ὀνόματι καὶ λόγῳ ἢ δυνάμει ἢ ἐνεργείᾳ ἢ φαντασίᾳ· τὸ δὲ δυνάμει ἢ ἐνεργείᾳ ἢ φαντασίᾳ δὶς λαμβανόμενον ἑξαχῶς συμβαίνει γίνεσθαι· καὶ τὸ συμπέρασμα δῆλον. λεχθείη δ’ ἂν σαφέστερον
30ὁ συλλογισμὸς καὶ οὕτως· πόθεν δῆλον ὅτι πάντα τὰ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενα ἑξαχῶς συμβαίνει γίνεσθαι; ἢ πάντως τῷ ἢ δυνάμει ἢ ἐνεργείᾳ ἢ φαντασίᾳ τὸ διττὸν ἔχειν· πάντα δὲ τὰ οὕτως ἔχοντα ἑξαχῶς συμβαίνει γίνεσθαι· καὶ διὰ τοῦτο τὰ μὴ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενα ἑξαχῶς συμβαίνει γίνεσθαι. οὐκοῦν
35κοινὸν πᾶσι συμπέρασμά ἐστι τὸ τὰ παρὰ τὴν λέξιν σοφίσματα ἑξαχῶς γίνεσθαι συμβαίνειν. καὶ τὰ μὲν τῶν συλλογισμῶν τοιαῦτα. ἐνεργείᾳ
μὲν οὖν τὸ διττὸν ἔχουσιν οἱ παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν22
in SE
.

23

σοφισμοί, ἐν ὀνόματι μὲν οἱ παρὰ τὴν ὁμωνυμίαν, ἐν λόγῳ δὲ οἱ παρὰ τὴν ἀμφιβολίαν· ἐνεργείᾳ δέ, ὅτι τῷ ὄντι δύο σημαίνουσι· τό τε γὰρ κύων ὄνομα οὐχ ἑνός ἐστι δηλωτικόν, ἀλλὰ καὶ τὸ ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;‘ οὐχ ἑνὸς ἀλλὰ δύο. δυνάμει δὲ τὸ διττὸν ἔχουσι οἱ παρὰ τὴν
5προσῳδίαν καὶ τὴν σύνθεσιν καὶ τὴν διαίρεσιν· οὗτοι γὰρ πλείω μὲν οὐ σημαίνουσιν ἀλλὰ πάντως ἕν· διὰ δὲ τὸ ἑκατέρως δέχεσθαι διττοὶ λέγονται. διὸ καὶ δυνάμει φαμὲν αὐτούς· τοιοῦτον γὰρ τὸ δυνάμει. τὸ γὰρ ‘ορος ἕστηκεν‘ ἐνεργείᾳ μὲν οὐδενός ἐστι δηλωτικὸν ἐκφωνούμενον μόνως· γραφὲν δὲ δύναται πολλῶν γενέσθαι δηλωτικὸν ἢ δασείας ἢ ψιλῆς τιθε‐
10μένης ἐν τῷ ορος. πῶς δὲ καὶ οἱ παρὰ τὴν σύνθεσιν καὶ τὴν διαίρεσιν δυνάμει τὸ διττὸν ἔχουσι, προϊόντες εἰσόμεθα. φαντασίᾳ δὲ τὸ διττὸν ἔχουσιν οἱ παρὰ τὸ σχῆμα τῆς λέξεως· τοῦ γὰρ ‘ὁρῶ‘ καὶ ‘λέγω‘ ὁμοίως ἐκφερομένου φασὶν οἱ σοφισταί· ἆρ’ οὐχὶ τὸ ὁρᾶν καὶ λέγειν ὁμοίως λέγεται; ναί· ἔστι δὲ τὸ λέγειν ἐνεργεῖν· καὶ τὸ ὁρᾶν ἄρα· ἀλλὰ μήν ἐστι
15καὶ πάσχειν τὸ ὁρᾶν, εἴπερ συγκρίσει καὶ διακρίσει τῶν αἰσθητηρίων ἡ ἀντί‐ ληψις τῶν αἰσθητῶν γίνεται. πολλὴν δὲ τὴν ἀσάφειαν ὁ Ἀριστοτέλης ἐποίησε τὸν συλλογισμὸν ἐκτιθείς. σαφηνισθήτω δὲ ἡ λέξις αὖθις αὐτὴν ἀναλαβόντων ἡμῶν. πίστις ἐστὶ τοῦ ἓξ εἶναι τὸν ἀριθμὸν τὰ παρὰ τὴν λέξιν σοφίσματα ἡ ἐπαγωγὴ καὶ ὁ συλλογισμός, ἄν τε ληφθῇ τις
20ἄλλος, ἄλλον συλλογισμὸν ὥσπερ λέγων τοὺς προσυλλογισμοὺς τοὺς τὴν μείζονα καὶ ἐλάττονα πρότασιν συνιστῶντας. τὸ δὲ καὶ ὅτι τοσαυταχῶς ἂν τοῖς ὀνόμασι τοῖς αὐτοῖς καὶ λόγοις καὶ μὴ ταὐτὰ δηλώ‐ σαιμεν ἡ μείζων ἐστὶ πρότασις τοῦ παρ’ αὐτοῦ τιθεμένου συλλογισμοῦ. ἴσον δέ ἐστι τὸ τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις
25δηλώσαιμεν μὴ ταὐτὸ τῷ ‘πᾶν τὸ μὴ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενον ἑξαχῶς συμβαίνει γίνεσθαι‘. ἐγένετο δ’ αὕτη ἡ ἀσάφεια ἐκ τοῦ ταύτην δὴ μόνην θεῖναι τὴν πρότασιν τὴν δὲ ἐλάττονα καὶ τὸ συμπέ‐ ρασμα καὶ τοὺς προσυλλογισμοὺς ἀφεῖναι. p. 165b30 Εἰσὶ δὲ παρὰ μὲν τὴν ὁμωνυμίαν οἱ τοιοῦτοι τῶν
30λόγων
30 Ἄρχεται τῶν παρὰ τὴν λέξιν σοφισμάτων, καὶ τίθησιν ἑκάστου τῶν ἓξ τρόπων παραδείγματα, καὶ πρῶτον τῶν παρὰ τὴν ὁμωνυμίαν. εἰσὶ δὲ οἱ πρὸς παράδειγμα ληφθέντες αὐτῷ τοῦ ἐξ ὁμωνυμίας παραλογισμοῦ σοφισμοὶ τέσσαρες. πρῶτος ὁ συμπεραίνων τὸν ἐπιστήμονα ἀνεπιστήμονα, δεύτερος ὁ τὰ κακὰ ἀγαθὰ καὶ ὁ τὸν καθήμενον ἑστηκέναι καὶ ἔτι ὁ τὸν κάμνοντα
35ὑγιαίνειν. εἴωθε δὲ πρῶτον ἐπάγειν τὸ συμπέρασμα τὸ σοφιστικὸν καὶ23
in SE
.

24

τότε τιθέναι καὶ τὸν συλλογισμόν· τὸ γὰρ μανθάνουσιν οἱ ἐπιστά‐ μενοι, τοῦτό ἐστι τὸ συμπέρασμα. καὶ ἔοικε λαμβάνειν ἀντὶ τῶν ἐπιστη‐ μόνων τοὺς γραμματικοὺς καὶ τὴν ἐλάττονα παραλιμπάνειν πρότασιν τὴν ὅτι οἱ γραμματικοὶ ἀποστοματίζουσιν. ὁ δὲ ὅλος συλλογισμὸς ἔχοι ἂν οὕτως·
5ἆρ’ οὖν οὐχ οἱ ἐπιστάμενοι ἀποστοματίζουσι; ναί; οἱ δ’ ἀποστοματίζοντες μανθάνουσι; ναί· οἱ ἄρα ἐπιστάμενοι μανθάνουσι. λύων οὖν τὸν τοιοῦτον παραλογισμὸν φησὶν ὅτι τὸ μανθάνειν ὁμώνυμον, ἤγουν διττόν, τὸ μὲν λεγόμενον ἐπὶ τοῦ χρωμένου τῇ ἐπιστήμῃ καὶ ξυνιέντος καὶ σημαῖνον τὸ νοεῖν, ὥσπερ εἰώθαμεν λέγειν ‘μανθάνω τὰ λεγόμενα‘ ἀντὶ τοῦ ‘νοῶ‘, τὸ
10δὲ τιθέμενον ἐπὶ τοῦ ἀναλαμβάνοντος ἐπιστήμην καὶ ἐξ ἀγνοίας ἀγομένου εἰς γνῶσιν καὶ μὴ εἰδότος μέχρι τοῦ νῦν· διόπερ φαμὲν τοὺς ἐπιστήμονας καὶ μανθάνειν καὶ οὐ μανθάνειν, μανθάνειν μὲν κατὰ τὸ χρᾶσθαι τῇ ἐπι‐ στήμῃ καὶ ξυνιέναι, οὐ μανθάνειν δὲ κατὰ τὸ ἀναλαμβάνειν τὴν ἐπιστήμην. τὸ δὲ σόφισμα, ὡς ἐν προοιμίοις εἰρήκαμεν, ἐκ τοῦ Πλάτωνος εἴληπται,
15ἔχον οὕτως. ἠρώτα ὁ Εὐθύδημος τὸν Κλεινίαν· ὦ Κλεινία, πότεροι τῶν ἀνθρώπων μανθάνουσιν, οἱ σοφοὶ ἢ οἱ ἀμαθεῖς; οἱ σοφοί, ἔφη ὁ Κλεινίας. καὶ ὁ Εὐθύδημος· εἰσὶ δὲ διδάσκαλοι; ναί. τίνων; τῶν μανθανόντων. τί δέ, οἱ μανθάνοντες οἷον σὺ ἠπίστασο ἃ ἐμάνθανες; οὐ δῆτα. ἆρα σοφὸς ἦς, ὅτε ταῦτα οὐκ ἠπίστασο; οὐδαμῶς. οὐκοῦν εἰ μὴ σοφός, ἀμαθὴς πάνυ·
20οἱ ἀμαθεῖς ἄρα, ὦ Κλεινία, μανθάνουσιν ἀλλ’ οὐχ οἱ σοφοί. εἶτα πάλιν ἐπεχείρει ἐκ τοῦ ἐναντίου ὁ Εὐθύδημος· λέγε, ὦ Κλεινία, “ὁπότε ἀπο‐ στοματίζοι ὑμῖν ὁ γραμματιστής, πότεροι τῶν παίδων ἐμάνθανον τὰ ἀπο‐ στοματιζόμενα, οἱ σοφοὶ ἢ οἱ ἀμαθεῖς; οἱ σοφοί. οἱ σοφοὶ ἄρα μανθά‐ νουσιν, οὐχ οἱ ἀμαθεῖς”. ἐν μὲν δὴ τῷ πρώτῳ παραλογισμῷ ὁ μὲν
25Κλεινίας τὸ μανθάνειν δέδωκεν ἐπὶ τοῦ συνιέναι καὶ νοεῖν τὰ λεγόμενα, ὁ δὲ Εὐθύδημος ἔλαβεν ἐπὶ τοῦ ἐξ ἀνεπιστημοσύνης καὶ ἀγνοίας εἰς ἐπι‐ στήμην καὶ γνῶσιν ἄγεσθαι· ἐπὶ δὲ τοῦ δευτέρου ἀνάπαλιν. ἀλλὰ τοιοῦτος μὲν ὁ εἰρημένος παραλογισμός. ὁ δὲ τὰ κακὰ ἀγαθὰ συμπεραίνων τοιοῦτος. εἴληπται μὲν καὶ ἐνταῦθα πρότερον τὸ συμπέρασμα τὸ ὅτι τὰ κακὰ
30ἀγαθ· συνελήφθησαν δὲ καὶ αἱ δύο προτάσεις. ἔχει δὲ οὕτως· οὐχὶ τὰ κακὰ δέοντά ἐστι; ναί· οὐχὶ τὰ δέοντα ἀγαθά ἐστί; ναί· τὰ ἄρα κακὰ ἀγαθά. καὶ οὗτος οὖν ὁ παραλογισμὸς παρὰ τὸ διττόν· σημαίνει γὰρ τὸ δέον καὶ τὸ ὠφέλιμον καὶ τὸ καλόν· οἷον δέον τὰ δίκαια ποιεῖν,
ἤγουν καλόν, ὁμοίως καὶ τοῖς νόμοις πείθεσθαι ἢ τοῖς γονεῦσι· σημαίνει24
in SE
.

25

καὶ τὸ ἀναγκαῖον, καθό φαμεν δέον τὸ γινόμενον φθαρῆναι ἀντὶ τοῦ ἀναγ‐ καῖον· σημαίνει τὸ δέον καὶ τὸ συμφέρον· δέον γάρ φαμεν, ἤτοι συμ‐ φέρον, γυμνασίαις χρῆσθαι τοιαῖσδε. τριχῶς οὖν λεγομένου τοῦ δέοντος ὁ Ἀριστοτέλης τὸ ἓν σημαινόμενον παρείς, τὸ κατὰ τὸ συμφέρον, ἐκ τῶν
5δύο ἐμφανίζει τὰς μοχθηρίας τῶν παραλογισμῶν. ἐν μὲν οὖν τῇ ἐλάττονι προτάσει τῇ λεγούσῃ τὰ κακὰ δέοντα τὸ δέον ἀντὶ τοῦ ἀναγκαῖον εἴληπται· μάστιγες γὰρ καὶ πληγαὶ καὶ σφαγαὶ καὶ ἄλλα τινὰ κακὰ ὄντα ἀναγκαῖα τυγχάνει πρός τινας λῃστὰς καὶ φονεῖς· ἐν δὲ τῇ μείζονι ἀντὶ τοῦ ἀγαθὸν εἴληπται, καὶ παρὰ τοῦτο τὸ κακὸν εἶναι ἀγαθὸν συμπεπέ‐
10ρασται. εἰ γοῦν τις διεῖλε τὸ δέον καὶ τούτου τὸ μὲν ἔφησεν εἶναι ἀναγ‐ καῖον τὸ δὲ ἀγαθόν, ἐπέσχεν ἂν τὸν σοφιστὴν ἐπαγαγεῖν τὸ συμπέρασμα διὰ τὸ μὴ τὸ ἀναγκαῖον δέον, ἤγουν τὴν τομὴν καὶ τὴν καῦσιν τὴν ἐξ ἀνάγκης ἐπαγομένην, τῷ ὑγιαίνοντι ἀγαθὸν εἶναι· αὗται γάρ, ἡ τομή φημι καὶ ἡ καῦσις, καθ’ ἑαυτὰ τυγχάνουσιν ὄντα κακά. γέγονε τοίνυν ὁ παρα‐
15λογισμὸς διὰ τὸν μέσον ὅρον ἄλλον καὶ ἄλλον λαμβανόμενον. τοιοῦτοί εἰσι καὶ οὗτοι· οὐχὶ ὁ κόραξ πτηνόν ἐστι; τί δέ, οὐχὶ τὸ ὄργανον ᾧ κλείομεν τὰς θύρας κόραξ ἐστί; τὸ ὄργανον ἄρα πτηνόν ἐστιν· ὁμώνυμον γὰρ τὸ κόραξ. καὶ πάλιν οὐχὶ ὁ ἀετὸς πτηνόν ἐστι; ναί· τί δέ, οὐχὶ ὁ ἰχθὺς ὁ ἀετὸς ἀετός ἐστιν; ὁ ἰχθὺς ἄρα πτηνόν ἐστιν. ἴδωμεν καὶ τὰ ἑξῆς
20δύο τοῦ παραλογισμοῦ τοῦ ἐξ ὁμωνυμίας παραδείγματα. p. 165b38 Ἔτι τὸν αὐτὸν καθῆσθαι καὶ ἑστάναι καὶ κάμνειν καὶ ὑγιαίνειν. Καὶ ταῦτα τρόπον τινὰ τὰ συμπεράσματά εἰσι τῶν παραλογισμῶν. αἱ δὲ ἀγωγαὶ τῶν σοφισμάτων τοιαῦται· οὐχὶ ὁ καθήμενος ἀνίσταται; ναί·
25τί δέ, οὐχ ὁ ἀνιστάμενος ἕστηκε; καὶ πῶς γὰρ οὔ; ὁ ἄρα καθήμενος ἕστηκε. πάλιν οὐχὶ ὁ ὑγιαζόμενος ὑγιαίνει; ὁμολογουμένως· οὐχὶ ὁ κάμνων ὑγιάζεται; ναί· ὁ ἄρα κάμνων ὑγιαίνει, ὅπερ ἄτοπον. ἐν ἑκατέρῳ οὖν τούτων τῶν συλλογισμῶν τὴν ἀπάτην ἡ μείζων ἔχει πρότασις· τὸ γὰρ τὸν ἀνιστάμενον ἑστηκέναι καὶ τὸν ὑγιαζόμενον ὑγιαίνειν διττόν· τὸ μὲν
30ὅτι ἅμα ἤρξατο ἀνίστασθαι καὶ ἑστηκώς ἐστι, καὶ ἅμα ἤρξατο ὑγιάζεσθαι καὶ ὑγιεινός ἐστιν, ἅπερ οὐ δοτέον· ψευδῆ γάρ εἰσι· τὸ δὲ ὅτι ἐνδέχεται τὸν πρότερον ὑγιαζόμενον καὶ πρότερον ἀνιστάμενον νῦν ὑγιαίνειν καὶ ἵστασθαι, ἐφ’ ὧνπερ καὶ τὸ ναὶ φατέον. διὸ κατὰ μὲν τὸ ἑστηκέναι τὸν ἀνιστάμενον, ὅτε ἤρξατο ἀνίστασθαι, ἐστὶ τὸ ἀδύνατον, καὶ οὐ δεῖ ἐπ’ αὐτοῦ
35συγχωρεῖν τὸ ναί· κατὰ δὲ τὸ νῦν ἑστηκέναι τὸν πρώην ἀνιστάμενον τὸ25
in SE
.

26

δυνατόν, καὶ δεῖ ἐπ’ αὐτοῦ συγχωρεῖν τὸ ναί. ὁμοίως καὶ ἐπὶ τῷ τὸν ὑγιαζόμενον ὑγιαίνειν· τὸ μὲν γὰρ ὅτι ἅμα ὑγιάζεταί τις καὶ ὑγιαίνει ἀδύνατον καὶ οὐ συγκαταθετέον τῷ λέγοντι· τὸ δ’ ὅτι ὁ πέρυσιν ὑγια‐ ζόμενος ὑγιαίνει ἀληθές, καὶ ἐπὶ τούτου τὸ συγκαταθέσθαι οὐκ ἄλογον.
5παρὰ οὖν τὴν ὁμωνυμίαν ἐν τοῖς λόγοις τούτοις ὁ ἔλεγχος ἢ καὶ τὴν ἀμ‐ φιβολίαν· κοινωνοῦσι γὰρ αὗται ἀλλήλαις, ὥσπερ καὶ πρότερον εἴρηται καὶ προϊόντες μαθησόμεθα. ὡς ἔχει καὶ τὸ νῦν προβαλλόμενον· ἆρ’ οὐχ ὁ δικαστὴς χρᾶται τῷ ἔργῳ τοῦ νομοθέτου; ναί· τί δ’, οὐχ ὁ χρώμενος τῷ τινος ἔργῳ ἀρχιτεκτονεῖν ἐκείνου λέγεται; πάντως γε· ὁ δικαστὴς ἄρα
10τοῦ νόμου ἀρχιτεκτονεῖ. διττὸν γὰρ κἀνταῦθα τὸ χρᾶσθαι τῷ τινος ἔργῳ, τὸ μὲν ὡς ὀργάνῳ, ὅπερ οὐκ ἔστιν εὑρεῖν ἐπὶ τοῦ δικαστοῦ, τὸ δὲ ὡς ἀρχῇ τῆς οἰκείας συστάσεως, ὅπερ οὐ κεκώλυται διὰ τοῦτο καὶ ὑπὸ τὸν νομοθέτην εἶναι καὶ ὑπάγεσθαι αὐτῷ καὶ ἀρχιτεκτονεῖσθαι ἢ ἀρχιτεκτονεῖν. εἰπὼν δὲ τὰς μείζους καὶ ἐλάττους προτάσεις τῶν παραλογισμῶν, τὰς μὲν
15μείζους ἐν οἷς λέγει ὅσπερ ἀνίστατο, ἕστηκε, καὶ ὅσπερ ὑγιάζετο, ὑγιαίνει, τὰς δὲ ἐλάττους ἐν οἷς φησιν ὅτι ἀνίστατο ὁ καθήμενος καὶ ὑγιάζετο ὁ κάμνων, ἐπάγει τὸ γὰρ τὸν κάμνοντα ὁτιοῦν ποιεῖν ἢ πάσχειν οὐχ ἓν σημαίνει· ὅπερ δηλοῖ ὅτι οὐχ ἕν ἐστι καὶ ἓν σημαίνει τὸ ὑγιάζετο ὁ ὑγιαίνων καὶ ἀνίστατο ὁ ἑστηκώς, ἀλλ’ ὁμώνυμόν
20ἐστιν. ἔστι δὲ τὸ μὲν ποιεῖν μηνυτικὸν τοῦ καθῆσθαι ἢ μᾶλλον τοῦ ἀνίστασθαι, ἢ τάχα καὶ ἀμφοτέρων, τὸ δὲ πάσχειν τοῦ κάμνειν. ἦν δ’ ἂν σαφέστερον, εἰ οὕτω ἔκειτο· τὸ γὰρ ὑγιαίνειν τὸν κάμνοντα καὶ ἑστη‐ κέναι τὸν ἀνιστάμενον οὐχ ἓν σημαίνει, διότι ὁτὲ μὲν διὰ τοῦ λόγου τοῦ λέγοντος ὅτι ὁ ὑγιαζόμενος ὑγιαίνει σημαίνεται ὅτι ὁ ὑγιαζόμενος νῦν
25ὑγιαίνει, ὅπερ ἐστὶ καὶ ψευδές (ἀδύνατον γάρ ἐστιν ἐνεργείᾳ ἔχειν τὴν ὑγίανσιν τὸν νῦν ὑγιαζόμενον καὶ τὴν ὑγείαν κατ’ ὀλίγον προσκτώμενον), ὁτὲ δὲ σημαίνεται πάλιν διὰ τούτου ὅτι ὃς ὑγιάζετο πρὸ δέκα τυχὸν ἡμερῶν, τουτέστι πρὸς τὴν ὑγείαν ἀνήγετο, νῦν ὑγιαίνει. ταῦτα εἰπὼν ἐπάγει πλὴν ὑγιάζετο μὲν καὶ κάμνων καὶ ὁ κάμνων καὶ τὰ ἑξῆς, ἅπερ ὡς λύσις
30ἐστὶ τῶν σοφισμάτων. ἔστι δὲ ὃ λέγει τοιοῦτον· ὑγιάζεσθαι μὲν λέγεται καὶ ὁ κάμνων νῦν καὶ ὁ κάμνων πάλαι, ὑγιαίνειν δὲ οὐχ ὁ νῦν ὑγιαζόμενος ἀλλ’ ὅστις πάλαι ὑγιάζετο. κάμνων δὲ εἴληπται τῷ Ἀριστοτέλει ὁ νῦν κάμνων, ὁ κάμνων δὲ ὁ ποτὲ κάμνων. ὑγιαίνει δὲ οὐχὶ ὁ κάμνων νῦν ἀλλὰ ὁ κάμνων πρότερον καὶ οὐ νῦν. ἵνα δὲ καὶ ἔτι σαφέστερον γένηται τὸ λεγόμενον,
35ῥητέον οὕτως· καὶ ὁ κάμνων νῦν καὶ ὁ κάμνων πρότερον [πρὸς] ὑγείαν ἀνακτώμενοι λέγοιντο ἂν ὑγιάζεσθαι· πλὴν ὑγιάζετο μὲν ὁ κάμνων, ὅτι
ἔκαμνεν, ὑγιαίνει δέ, ὅτι οὐ κάμνει.26
in SE
.

27

p. 166a6 Παρὰ δὲ τὴν ἀμφιβολίαν οἱ τοιοίδε· τὸ βούλεσθαι λαβεῖν με τοὺς πολεμίους. Περὶ τοῦ παρὰ τὴν ὁμωνυμίαν γινομένου παραλογισμοῦ διαλαβὼν καὶ διδάξας πῶς γίνεται, μέτεισι καὶ εἰς τοὺς παρὰ τὴν ἀμφιβολίαν γινομένους
5παραλογισμοὺς τῆς ἀκολουθίας ἐχόμενος· καὶ γὰρ καὶ ἐν τῇ ἀπαριθμήσει τῶν παρὰ τὴν λέξιν σοφισμάτων δευτέραν τὴν ἀμφιβολίαν ἔταξε. σαφῆ δὲ λίαν τίθησι τὰ παραδείγματα, καὶ οὐ μόνον οἷα δῆθεν προβλήματα παρὰ τῶν σοφιστῶν λέγονται, ἀλλ’ οἷα εἰκὸς καὶ ἐν λόγῳ μὴ συλλογιζομένῳ εὑρίσκεσθαι· τὸ γὰρ βούλεσθαι λαβεῖν με τοὺς πολεμίους οὐκ ἔστιν
10ὡς πρόβλημα. ὅτι δέ ἐστιν ἀμφίβολον, δῆλον· σημαίνει γὰρ ὁ λόγος ἢ τὸ ἐμὲ γενέσθαι τῶν πολεμίων ἐπικρατῆ ἢ τοὺς πολεμίους ἐμοῦ. τοιοῦτόν ἐστι καὶ τὸ “γένοιτο καταβαλεῖν τὸν ὗν ἐμέ”· σημαίνει γὰρ ὁ λόγος σφᾶς αὐτοὺς ἑλεῖν τε καὶ ἀναιρεθῆναι. ἡ δὲ ἀγωγὴ τοῦ ἐφεξῆς σοφίσματος τοιαύτη· ἆρα ὃ γινώσκει τις, τοῦτο γινώσκει; γινώσκει δέ τις λίθον·
15γινώσκει ἄρα ὁ λίθος. πάλιν ἆρ’ οὖν ὁρᾷ ὃ ὁρᾷ τις; ναί· ὁρᾷ δέ τις ξύλον· ὁρᾷ ἄρα τὸ ξύλον. σαφὴς καὶ ἀμφοτέρων ἡ λύσις· διττὸς γὰρ καὶ ἐν ἀμφοτέροις ὁ λόγος. ὁμοίως δὲ τούτοις ἔχει καὶ τὸ ἆρα σὺ φῂς εἶναι ὃ σὺ φῂς εἶναι; φῂς δ’ εἶναι λίθον· σὺ ἄρα φῂς εἶναι λίθος. ἔτι καὶ τὸ ρ’ ἔστι σιγῶντα λέγειν; ἔχει γὰρ καὶ τούτου
20ἡ ἀγωγὴ τοῦ σοφίσματος οὕτω· φῂς ὃ σὺ φῄς; ναί· φῂς δὲ σιγᾶν· σιγῶν ἄρα φῄς, ἢ καὶ τοὔμπαλιν φῂς σιγῶν. τὸ δὲ σόφισμα τὸ ρ’ ἔστι σιγῶντα λέγειν; οὕτως Εὐθύδημος ἠρώτα. ἆρ’ ἔστι σιγῶντα λέγειν; οὐδα‐ μῶς· τί δ’, ὅταν λίθους λέγῃς καὶ ξύλα καὶ σίδηρον, οὐ σιγῶντα λέγεις; ναί· ἔστιν ἄρα σιγῶντα λέγειν. εἶτα πάλιν ἐπιχειρῶν εἰς τοὐναντίον
25ἔλεγεν· ἆρ’ ἔστι λέγοντα σιγᾶν; οὐδαμῶς· τί δέ, ὅταν σιγᾷς, οὐ πάντα σιγᾷς; ναί· οὐκοῦν καὶ τὰ λέγοντα σιγᾷς· ἔστιν ἄρα λέγοντα σιγᾶν. ἐνταῦθα γὰρ τὸ μὴ λέγειν ἐπὶ τοῦ μὴ λέγοντος δέδωκεν· ὁ δ’ ἔλαβεν ἐπὶ τὰ λεγόμενα. p. 166a14 Εἰσὶ δὲ τρεῖς τρόποι τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν
30ἀμφιβολίαν. Εἴρηκε μὲν ἐκ τῶν δέκα καὶ τριῶν τρόπων, καθ’ οὓς γίνονται οἱ παρα‐
λογισμοί, μόνους τοὺς δύο, τόν τε παρὰ τὴν ὁμωνυμίαν καὶ τὸν παρὰ τὴν27
in SE
.

28

ἀμφιβολίαν. πρὸ δὲ τοῦ καὶ τοὺς ἑξῆς ἐκθεῖναι, κατὰ ποίους καὶ πόσους τρόπους ἥ τε ὁμωνυμία καὶ ἡ ἀμφιβολία γίνεται, διδάσκει, καὶ φησὶ τρεῖς εἶναι καθ’ οὓς γίνονται οἱ κατὰ ταύτας παραλογισμοί. καὶ εἷς μέν ἐστιν, ὅταν ὁ λόγος ἢ τὸ ὄνομα κυρίως σημαίνῃ πλείω· ὃ γίνεται καὶ ἐν
5τοῖς παρὰ τὴν ὁμωνυμίαν καὶ ἐν τοῖς παρὰ τὴν ἀμφιβολίαν παραλογισμοῖς. καὶ ἐπὶ μὲν τοῖς παρὰ τὴν ὁμωνυμίαν τὸ ὄνομα πλείω σημαίνει ὡς ἐπὶ τῶν ὁμωνύμων, ὡς ἀετὸς καὶ κύων καὶ κόραξ καὶ κλείς· ἐπὶ δὲ τοῖς παρὰ τὴν ἀμφιβολίαν, ὡς εἴρηκε, πλείω σημαίνει ὁ λόγος. ἐπεὶ γὰρ ὁ λόγος σύνθεσίς ἐστιν ὀνομάτων (ῥητέον δὲ καὶ νῦν, ὡς πολλάκις εἴπομεν, ὀνόματα καὶ τὰ
10ῥήματα), τὸ διττὸν ἢ ἔν τισι τούτων τῶν ὀνομάτων ἐστὶν ἢ ἐν αὐτῷ τῷ λόγῳ· ἐν γὰρ τῷ ὃ ὁρᾷ τις, τοῦτο ὁρᾷ καὶ ὃ γινώσκει, τοῦτο γινώσκει ἐν τῷ λόγῳ εὑρίσκεται τὸ διττόν. δεύτερος δὲ τρόπος, καθ’ ὃν πάλιν οἱ παρὰ ἀμφότερα παραλογισμοὶ γίνονται, ὅταν εἰώθαμεν οὕτως ὀνομάζειν αὐτὰ ἐκεῖνα τὰ ὀνομαζόμενα. εἰωθότων γὰρ ἡμῶν λέγειν σιγῶντα καὶ τὸν
15σιγῶντα ἄνθρωπον καὶ τὰ σιγώμενα εὑρίσκει χώραν ὁ παραλογισμὸς καὶ ἀπατᾷ τὸν ἀκούοντα· εἰ δὲ σιγῶντα μόνως ἐλέγομεν τὸν σιγῶντα ἄνθρω‐ πον, ὁμοίως δὲ καὶ τὰ σιγώμενα μόνως σιγώμενα ἐλέγομεν, οὐ μὴν ἐπε‐ τίθεμεν τούτοις ποτὲ καὶ τὸ σιγῶντα, οὐκ ἂν ἐγίνετο ὁ παραλογισμός. οὐ μόνον δὲ καὶ οὗτος ὁ τρόπος τοὺς παρὰ τὴν ἀμφιβολίαν ἀποτίκτει παρα‐
20λογισμοὺς ἀλλὰ καὶ τοὺς παρὰ τὴν ὁμωνυμίαν. εἰώθαμεν γὰρ λέγειν κύνα καὶ τὸν ἀστρῷον καὶ τὸν χερσαῖον· εἰ γοῦν μὴ τῷ αὐτῷ ὀνόματι τὸν ἀστέρα καὶ τὸ χερσαῖον ζῷον καλεῖν εἰώθαμεν, οὐκ ἄν ποτε ἡμᾶς ἠπα‐ τήκει τὸ ὄνομα ἐφ’ ἑνὶ μόνῳ κείμενον. τρίτον τρόπον φησὶ τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν σοφισμάτων, ὅταν αὐτὰ μὲν καθ’ αὑτὰ τὰ
25ὀνόματα ἁπλᾶ τυγχάνῃ, συντεθέντα δὲ διττόν τινα ἐκφαίνωσι νοῦν. τά τε γὰρ γράμματα κεχωρισμένως τεθέντα οὐδὲν ἡμῖν διττὸν ἀποτίκτουσιν, ὁμοίως δὲ καὶ τὸ ἐπίσταται· συμπλακέντα δὲ καὶ συνηνωμένως ἐκφωνη‐ θέντα διττὰ ἀποκυΐσκουσι τὰ νοήματα. p. 166a23 Παρὰ δὲ τὴν σύνθεσιν τὰ τοιάδε, οἷον τὸ δύνασθαι.
30Διακόψας τὸν λόγον ὁ Ἀριστοτέλης καὶ καθ’ ὅσους τρόπους ἔν τε
ὁμωνυμίᾳ καὶ ἀμφιβολίᾳ τὰ σοφίσματα γίνεται μεταξὺ παραθεὶς καὶ διαλαβὼν28
in SE
.

29

περὶ τούτων καὶ τρεῖς αὐτοὺς εἰπὼν εἶναι, νῦν ἀνάγει τὸν λόγον εἰς τὴν ἀκολουθίαν καὶ τὸν τρίτον τρόπον τῶν παρὰ τὴν λέξιν σοφισμάτων (ἔστι δὲ οὗτος ὁ παρὰ τὴν σύνθεσιν) ἐκτίθεται. ὀνομάζεται δὲ παρὰ τὴν σύνθεσιν, ὡς τῆς μὲν ἐννοίας τοῦ λεγομένου συνθέτως δυναμένης νοεῖσθαι
5καλῶς, παρὰ τὴν σύνθεσιν δὲ τιθεμένου τινὸς καὶ τὸν παραλογισμὸν ἀπο‐ τίκτοντος. οἷον τί φημι; ἔστι συλλογισμὸς τοιοῦτος· ὁ καθήμενος δύναται βαδίζειν· ὁ Σωκράτης κάθηται· ὁ Σωκράτης ἄρα βαδίζει· ἀλλὰ μὴν καὶ κάθηται· βαδίζει ἄρα καὶ οὐ βαδίζει. γέγονεν οὗτος ὃ παραλογισμὸς παρὰ τὴν σύνθεσιν· ἔδει γὰρ συντεθῆναι καὶ τὸ ‘δύναται‘· τούτου γὰρ προστε‐
10θέντος καὶ τοιούτου τοῦ συμπεράσματος ἐξενηνεγμένου ‘ὁ Σωκράτης ἄρα δύναται βαδίζειν‘ οὐδὲν ἂν συνήγετο ἄτοπον. νῦν δὲ παρὰ τὸ μὴ συντε‐ θῆναι καὶ τὸ ‘δύναται‘ τὸν παραλογισμὸν ἔχει ὁ ἔλεγχος. τοιοῦτος μὲν καὶ ὁ τρόπος οὗτος. ἴδωμεν δὲ καὶ τὰ τοῦ φιλοσόφου ῥητά· παρὰ δὲ τὴν σύνθεσιν τὰ τοιάδε, οἷον τὸ δύνασθαι καθήμενον βαδίζειν
15καὶ μὴ γράφοντα γράφειν. τοῦτο οὐ συμπέρασμά ἐστιν ἄτοπόν τι συνάγον, ἀλλ’ ἡ πρότασίς ἐστιν ἡ ἀληθὴς ἡ προσληφθεῖσα· καὶ εἰ ἀληθὴς ἡ ‘ὁ Σωκράτης κάθηται‘, ἐὰν μὴ παρὰ τὴν σύνθεσιν γένηται, ἐξενεχθείη ἂν τὸ ἀληθὲς συμπέρασμα τὸ ‘ὁ Σωκράτης δύναται βαδίζειν‘. ὅμοιον τούτῳ καὶ τὸ μὴ γράφοντα γράφειν· ἐλλειπτικὸν γάρ ἐστι καὶ συνεφέλκον τὸ
20δύνασθαι. δεικτικὰ δέ εἰσι τοῦ ὅτι οἱ σοφιζόμενοι τοιαύτας μὲν τὰς προ‐ τάσεις λαμβάνοντες, εἶτα παρὰ τὴν σύνθεσιν ποιοῦντες ἀποτελοῦσι τὸν σοφισμόν. ἀλλὰ γὰρ πρότερον ἑκάστου τῶν σοφισμάτων τὴν ἀγωγὴν εἴπωμεν, καὶ τότε καὶ τὸ τῆς λέξεως διασαφήσωμεν ἀσαφές. εἰσὶ δὲ τοιαῦτα· οὐχὶ ὁ καθήμενος δύναται βαδίζειν; ναί· οὐχὶ ὁ Σωκράτης
25κάθηται; ναί· ὁ Σωκράτης ἄρα βαδίζει· ἀλλὰ μὴν καὶ κάθηται· ὁ Σω‐ κράτης ἄρα βαδίζει καὶ οὐ βαδίζει. πάλιν ἆρά γε ὁ μὴ γράφων δύναται γράφειν; ναί· ὁ δὲ Πλάτων οὐ γράφει· ὁ Πλάτων ἄρα γράφει. πάλιν ἆρά γε ὁ ἐπιστάμενος γράμματα δύναται μανθάνειν νῦν γράμματα; τί δέ, ὁ Σωκράτης νῦν ὑπνώττων οὐχὶ ἐπίσταται γράμματα; ναί· ὁ Σωκράτης ἄρα
30μανθάνει νῦν γράμματα· ἀλλὰ καὶ οὐ μανθάνει· κοιμᾶται γάρ. πάλιν ἐρωτᾷ· ὁ ἓν μόνον δυνάμενος φέρειν δύναται καὶ πολλὰ φέρειν; ναί· ἀλλὰ μὴν ὁ Ἀλκιβιάδης ἓν μόνον φέρει· ὁ Ἀλκιβιάδης ἄρα πολλὰ φέρει· ἀλλὰ μὴν καὶ οὐ πολλά· ἓν γὰρ φέρει. ἔστι δὲ καὶ οὕτως ἐρωτῆσαι· οὐχὶ ὁ πολλὰ δυνάμενος φέρειν καὶ ἓν δύναται φέρειν; ναί· ὁ Ἀλκιβιάδης
35πολλὰ φέρει· ὁ Ἀλκιβιάδης ἄρα ἓν φέρει. αἱ μὲν οὖν ἀγωγαὶ τῶν σοφισ‐
μάτων, ἅπερ εἰς παράδειγμα τίθησι τοῦ παρὰ τὴν σύνθεσιν παραλογισμοῦ,29
in SE
.

30

τοιαῦταί τινες. τὸ δὲ οὐ γὰρ ταὐτὸν σημαίνει, ἂν διελών τις εἴπῃ καὶ συνθείς τοιοῦτόν ἐστιν· ὅταν τὸ δύνασθαι βαδίζειν διέλῃ τις καὶ ποτὲ μὲν κατηγορήσῃ μόνον τὸ βαδίζειν ποτὲ δὲ τὸ δύνασθαι βαδίζειν κατὰ τοῦ Σωκράτους, οὐ ταὐτὸν σημαίνει· οὐ γάρ ἐστι ταὐτὸν τὸ ‘ὁ Σωκράτης
5βαδίζει‘ τῷ ‘ὁ Σωκράτης δύναται βαδίζειν‘. ὥστε παρὰ τὴν σύνθεσιν γίνεται τὸ σόφισμα· ἔδει γὰρ συνθέντα καὶ συνάψαντα τὸ δύνασθαι καὶ τὸ βαδίζειν κατὰ τοῦ Σωκράτους εἰπεῖν ἀλλ’ οὐχὶ τὸ βαδίζειν μόνον. κολο‐ βῶς οὖν καὶ οἷον εἰπεῖν ἠκρωτηριασμένως τῆς συνθέσεως γεγονυίας καλῶς εἴρηται παρὰ τὴν σύνθεσιν εἶναι τὸ σόφισμα. σημειωτέον δὲ ὅτι σύνθεσιν
10λέγει ὁ Ἀριστοτέλης καὶ τὸ χωρὶς τοῦ δυνατοῦ τὸ βαδίζειν κατηγορεῖσθαι. εἰπὼν οὖν ὅτι οὐ ταὐτὸν σημαίνει, ἂν τὸ βαδίζειν χωρὶς τοῦ δύνασθαι κατὰ τοῦ καθημένου κατηγορήσῃ, ὅπερ διὰ τοῦ ἂν διελών τις εἴπῃ ἐσήμανε, καὶ ὅταν αὖθις τὸ βαδίζειν μετὰ τοῦ δύνασθαι (διὰ τοῦ καὶ συνθείς, ὡς δυνατὸν τὸν καθήμενον), τοῦ μὲν ἑνὸς τρόπου, καθ’ ὃν
15τὸ βαδίζειν μετὰ τοῦ δύνασθαι κατηγοροῦμεν, παράδειγμα τέθεικε τὸ ὡς δυνατὸν τὸν καθήμενον βαδίζειν καὶ τὸν μὴ γράφοντα γράφειν, ἐν ᾧ καὶ αὐτῷ προσυπακούειν δεῖ τὸ ‘δυνατόν‘, ἵνα ᾖ ‘καὶ δυνατὸν τὸν μὴ γράφοντα γράφειν. τοῦ δὲ λοιποῦ τρόπου, καθ’ ὃν συντίθεμεν τῷ καθημένῳ τὸ βαδίζειν χωρὶς τοῦ δυνατοῦ, μηνυτικὸν ἐπήγαγε τὸ καὶ τοῦθ
20ὡσαύτως, ὅταν συνθῇ τὸν μὴ γράφοντα γράφειν. ταῦτα θεὶς τῶν δύο τρόπων, τοῦ τε ἔχοντος τὸ βαδίζειν μετὰ τοῦ δυνατοῦ κατηγορούμενον καὶ τοῦ μὴ τὸ δυνατὸν ἔχοντος, σαφηνίζων τίνος ἐστὶν ἑκάτερος δηλωτικός, ἐπή‐ γαγε λέγων σημαίνει γὰρ ὡς ἔχει δύναμιν τοῦ μὴ γράφων γράφειν καὶ τὰ ἑξῆς. ἔστι δὲ ὃ λέγει δυνάμει τοιοῦτον. ὁ μὲν γὰρ τὸ βαδίζειν
25μετὰ τοῦ δυνατοῦ κατηγορῶν κατὰ τοῦ καθημένου καὶ λέγων ὡς ὁ καθή‐ μενος δύναται βαδίζειν σημαίνει ὅτι ὁ καθήμενος οὐ βαδίζει, οὐδὲ ὁ μὴ γράφων γράφει, δύναται δὲ μετὰ ταῦτα βαδίσαι καὶ γράψαι· ὅπερ ἐστὶν ἀληθές. ἐὰν δὲ μὴ τῷ βαδίζειν ἢ τῷ γράφειν συνθῇ ὅτι 〈ἔχει〉 δύναμιν καὶ ἀμφότερα κατὰ τοῦ καθημένου καὶ μὴ γράφοντος κατηγορήσῃ, ἀλλὰ
30τὸ βαδίζειν μόνον καὶ τὸ γράφειν, οὗτος οὐ λέγει ὅτι δύναμιν ἔχει ὁ μὴ γράφων νῦν ἢ ὁ καθήμενος ὕστερον γράψαι ἢ βαδίσαι, ἀλλ’ ὅτι νῦν, ὅτε οὐ γράφει, δύναμιν ἔχει τοῦ γράφειν, τουτέστι νῦν, ὅτε οὐ γράφει, γράφει· τὸ γὰρ ἔχει δύναμιν, ὅτε οὐ γράφει, τοῦ γράφειν ὡς ἴσον εἴληπται τῷ ‘δύναμιν ἔχει ἅμα τε καὶ κατὰ ταὐτὸν καὶ γράφειν καὶ οὐ γράφειν‘,
35ὅπερ ἀδύνατον· ἐν ἄλλῳ μὲν γὰρ χρόνῳ γράφειν καὶ ἐν ἄλλῳ μὴ γράφειν30
in SE
.

31

δυνατόν, ὁμοίως καὶ βαδίζειν καὶ μὴ βαδίζειν. τὸ δὲ μανθάνειν νῦν γράμματα, εἴπερ ἐμάνθανεν ἃ ἐπίσταται ἀπολύτως εἴρηκε καὶ καθ’ αὑτό· ἔστι δὲ παράδειγμα τοῦ συνάγοντος σοφίσματος τὸν κοιμώμενον μανθάνειν νῦν γράμματα.
5p. 166a33 Παρὰ δὲ τὴν διαίρεσιν ὅτι τὰ πέντε ἐστὶ δύο καὶ τρία καὶ περισσὰ καὶ ἄρτια. Καὶ τὸν τέταρτον τρόπον τῶν παρὰ τὴν λέξιν φαινομένων ἐλέγχων (ἔστι δὲ οὗτος ὁ παρὰ τὴν διαίρεσιν) ἐκτιθεὶς οὐ διὰ σοφισμάτων ἡμῖν αὐτὸν οἷός ἐστι παρίστησιν, ἀλλὰ καὶ διὰ παραδειγμάτων τινῶν, ἃ οὐκ
10εἰσὶ σοφίσματα παραλογιστικὰ ἀλλ’ ἁπλῶς οὕτως ἐν πεζῷ λόγῳ κείμενα. τίνα δέ εἰσι ταῦτα, παρακατιόντες ἐροῦμεν. παρὰ δὲ τὴν διαίρεσιν οὗτος ὀνομάζεται, διότι ἅτινα τῷ λεγομένῳ πρόσεισι δυνάμει, ταῦτα διαιρῶν ὁ σοφιστὴς καὶ ἰδίᾳ τιθεὶς συνάγει ἐνεργείᾳ ταῦτα προσεῖναι τῷ περὶ οὗ συλλογίζεται· τοῦτο δ’ ἂν οὐ συνήχθη, εἰ μὴ ἡ διαίρεσις γέγονεν. οἷον
15τί φημι; τὸν πέντε ἀριθμὸν δυνάμει ἔχοντα ἐν ἑαυτῷ τὸ περιττὸν καὶ τὸ ἄρτιον ὁ σοφιστὴς διαιρῶν μὴ ἄρτιον ὄντα καὶ ἄρτιον ἀποδείκνυσι καὶ μὴ ἄρτιον, οὑτωσὶ ἐν πρώτῳ σχήματι τὴν ἀγωγὴν ποιούμενος τοῦ σοφίσματος· οὐχὶ ὁ πέντε εἰς δύο καὶ τρία διαιρεῖται; ναί· τί δέ, ὁ τρία καὶ ὁ δύο οὐ περιττὸς καὶ ἄρτιος; ὁ πέντε ἄρα περιττὸς καὶ ἄρτιός ἐστι. παρὰ τὴν
20διαίρεσιν τὸ σόφισμα· τὰ γὰρ μόρια ἐν τῷ ὅλῳ δυνάμει εἰσίν· ἐν γὰρ τῷ πέντε ὁ τρία καὶ ὁ δύο δυνάμει εἰσί. τὸ δὲ δυνάμει τι ὂν οὐκ ἔστιν ἐκεῖνο ὃ δύναται γενέσθαι· οἷον τὸ δένδρον τὸ ἑστηκὸς δυνάμει πλοῖον ὂν οὐκ ἔστι πλοῖον· ἀλλὰ καὶ ὁ ἀσχημάτιστος χαλκὸς δυνάμει ὢν ἀνδριὰς οὐκ ἔστιν ἀνδριάς. τὸν μὲν οὖν τὰ πέντε συνάγοντα παραλογισμὸν καὶ
25ἄρτια εἶναι καὶ περισσὰ πάνυ σαφῶς ὁ Ἀριστοτέλης ἐξέθετο. τὸν δὲ τὰ μείζονα ἴσα τοῖς ἐλάττοσι συνάγοντα πάνυ βραχέως καὶ διὰ τοῦτο ἀσαφῶς ἀπαγγέλλειν δοκεῖ. δεῖ δὲ προσυπακούειν ἐν τῷ καὶ τὸ μεῖζον ἴσον τὸ ‘τῷ ἐλάττονι‘, ἵνα ᾖ τὸ πλῆρες τῆς λέξεως τοιοῦτον. ἡ δ’ ἀγωγὴ τοῦ σοφίσ‐ ματος οὕτως ἠρωτᾶτο· οὐχὶ ὁ ὀκτὼ εἰς ἓξ καὶ δύο διαιρεῖται; ναί· τί
30δέ, οὐχὶ εἰς τρία καὶ πέντε; ναί· ὁ ὀκτὼ ἄρα εἰς ἓξ καὶ δύο καὶ τρία καὶ πέντε διαιρεῖται· τὰ δὲ ἓξ καὶ δύο καὶ πέντε καὶ τρία ιϛʹ ἐστίν· ὁ ὀκτὼ ἄρα εἰς ιϛʹ διαιρεῖται· ἴσος ἄρα ὁ ιϛʹ τῷ ὀκτώ, ὁ μείζων τῷ ἐλάττονι. παρὰ δὲ τὴν διαίρεσιν καὶ τοῦτο τὸ σόφισμα· δυνάμει γὰρ ἐν
τῷ ὀκτὼ ταῦτα. τὸ δὲ τοσοῦτον γὰρ τὸ μεῖζον καὶ ἔτι πρός οὕτως31
in SE
.

32

ἐπῆκται, ὡσεὶ ἔλεγεν ὁ ιϛʹ, τουτέστι τὸ μεῖζον, τοσοῦτός ἐστιν ὅσος ὁ ὀκτὼ καὶ ἔτι πρός. αἰνιξάμενος δὲ τὸν παρὰ τὴν διαίρεσιν παραλογισμὸν δι’ ὧν ἐπήνεγκε σοφισμάτων, ἐπάγει καὶ παραδείγματα δεικνύντα τὸν αὐτὸν λόγον διῃρημένον καὶ συγκείμενον μὴ ταὐτὸν σημαίνειν· τὸ γὰρ ἐγώ σε
5ἔθηκα δοῦλον αὐτὸ λεγόμενον καθ’ αὑτὸ καὶ αὖ πάλιν τὸ ἐγώ σε ἔθηκα ἐλεύθερον οὐ ταὐτὸν σημαίνουσι, καὶ ὅταν ἀμφότερα συντεθέντα λόγον ἀπαρτίσωσι τὸν λέγοντα ἐγώ σε ἔθηκα δοῦλον ὄντα ἐλεύθερον. ὅμοιον τούτῳ καὶ τὸ ἐφεξῆς τούτου κείμενον· οὐ γὰρ ὡς σόφισμα τέθειται, ἀλλὰ καὶ αὐτὸ ὥσπερ παράδειγμα εἴληπται τοῦ μὴ ταὐτὸν σημαίνειν τὸν
10λόγον τοῖς μέρεσιν. ἔστι δὲ τοῦτο τὸ πεντήκοντ’ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς· ἄλλο γὰρ δηλοῖ διαιρουμένων τῶν ἀνδρῶν ἀπὸ τῶν πεντήκοντα καὶ ἄλλο συντιθεμένων· εἰ μὲν γὰρ ὑποστίζομεν εἰς τὸ πεντήκοντα λέγοντες ὅτι πεντήκοντα ἑκατὸν ἀνδρῶν, σημαίνει ὅτι ὁ δῖος Ἀχιλλεὺς ἀπὸ τῶν ἑκατὸν ἀνδρῶν κατέλιπε πεντήκοντα· εἰ δὲ εἰς
15τὸ ἑκατόν, ἕτερον πάλιν δηλοῦται, ὅτι ἀπὸ τῶν πεντήκοντα ἀνδρῶν κατέ‐ λιπεν ἑκατόν. p. 166b1 Παρὰ δὲ τὴν προσῳδίαν ἐν μὲν τοῖς ἄνευ γραφῆς δια‐ λεκτικοῖς οὐ ῥᾳδίον ποιῆσαι λόγον. Πέμπτος τρόπος τῶν παρὰ τὴν λέξιν σοφισμάτων ὁ παρὰ τὴν προσῳ‐
20δίαν ἐστίν, ὅστις ἐν μὲν τοῖς διαλεκτικοῖς λόγοις τοῖς μὴ γεγραμμένοις ἀλλὰ λεγομένοις οὐ ῥᾳδίως γίνεται, ἐν δὲ τοῖς γεγραμμένοις δύναται γενέσθαι. ὀνομάζεται δὲ παρὰ τὴν προσῳδίαν, ὅτι ὁ τόνος, πρὸς ὃν ᾄδομεν καὶ τοὺς λόγους ποιούμεθα, ποιεῖ τὸν παραλογισμόν, νῦν μὲν οὕτως ἄλλοτε δ’ ἄλλως ἢ καὶ ἀλλαχοῦ τιθέμενος. οἷον τί φημι; ἐν μὲν ὁμιλίᾳ
25καὶ διαλέξει οὐκ ἀπατήσει ποτὲ ὁ λέγων “ἑταίρα χρυσία εἰ φοροίη, δημο‐ σία ἔστω”· εἴληπται γὰρ ὁ λέγων παροξυτόνως τὸν λόγον ἐξενεγκὼν ἢ τυχὸν καὶ προπαροξυτόνως, καὶ οὐκ ἂν σοφίσαιτό ποτε τὸν ἠκροαμένον νῦν μὲν παροξυτόνως λέγων νῦν δὲ εἰς προπαροξύτονα μεταλαμβάνων· ἅπαξ γὰρ εἰρηκὼς ἐσήμανε τὸ ἑαυτοῦ βούλημα. εἰ δὲ ἐν γραφῇ εἴη
30κείμενον τὸ δημοσια οὐδένα τόνον ἔχον, τότε δῆτα καὶ τὸν παραλογισμὸν 〈ἂν〉 ἀποτέκοι. εἴρηκε δὲ τὸ οὐ ῥᾳδίως γίνεσθαι λόγον ἐν τοῖς ἄνευ γραφῆς, διότι ἔστιν ὅτε καὶ ἐν αὐτοῖς οὗτος ἀποτελεῖται, ὥσπερ ὅταν
τις εἴπῃ· ἆρ’ ἔστι τὸ οὗ καταλύεις οἰκία; ναί· τὸ δὲ ‘οὐ καταλύεισ‘ τοῦ32
in SE
.

33

‘καταλύεισ‘ ἀπόφασις; ναί· ἡ οἰκία ἄρα ἀπόφασις. παρὰ τὴν προσῳδίαν τὸ σόφισμα ἐν μὲν τῇ πρώτῃ προτάσει τοῦ ‘οὗ καταλύεισ‘ περισπωμένως δοθέντος, ἐν δὲ τῇ δευτέρᾳ οὐχ οὕτως ληφθέντος. πάλιν· ἆρ’ ἕστηκεν ὄρος; τί δέ, τὸ ζῷον λογικὸν ἐπιστήμης δεκτικὸν οὐχ ὅρος; ἕστηκεν ἄρα
5τὸ ζῷον λογικὸν ἐπιστήμης δεκτικόν. παρὰ τὴν προσῳδίαν καὶ τοῦτο. παράδειγμα δὲ ἐπιφέρει τοῦ παρὰ τὴν προσῳδίαν, ὅπερ ἐν ποιήμασιν ἔφη μάλιστα γίνεσθαι παρὰ τοῦ Ὁμήρου. κεῖται δὲ ἐν τῷ ψʹ τῆς Ἰλιάδος, ἔνθα καὶ ἐπὶ τῷ Πατρόκλῳ ὁ ἱππικὸς ἀγὼν ἐτετέλεστο· πεποίηται δὲ τῷ ποιητῇ ὁ Νέστωρ τῷ παιδὶ Ἀντιλόχῳ τὰ περὶ τῆς ἱππικῆς ὑποτιθέμενος
10καὶ περὶ τοῦ τόπου διαλεγόμενος ἔνθα ἔμελλεν ἀγωνίζεσθαι μετὰ τῶν λοιπῶν ἡνιόχων. μετὰ δὲ τῶν ἄλλων φησὶ καὶ τὰ περὶ τῆς νύσσης οὕτως ἔχοντα·
σῆμα δέ τοι ἐρέω μάλ’ ἀριφραδές, οὐδέ σε λήσει.
ἕστηκε ξύλον αὖον, ὅσον τ’ ὄργυι’, ὑπὲρ αἴης,
15
ἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ·
λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ
ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δ’ ἱππόδρομος ἀμφίς. Τινὲς οὖν ἐκάκιζον τὸν Ὅμηρον περισπωμένως τὸ ου ἀναγινώσκοντες καὶ λέγοντες ἄτοπόν τι αὐτὸν εἰρηκέναι διὰ τούτου, ὡς λέγοντα δῆθεν ὅτι
20τοῦ ξύλου ἐκείνου τοῦ ἐξανέχοντος, ὃ δρύινον ἢ πεύκινον ὀνομάζει, τὶ μὲν κατασήπεται, τὶ δὲ οὐ κατασήπεται· εἰ γὰρ μὴ καὶ τοῦτο ἐδήλωσεν ἐναργῶς, τὸ ‘τὶ δὲ οὐ κατασήπεται‘ λέγουσιν ἄντικρυς δηλοῦσθαι διὰ τοῦ εἰρημένου τοῦ “οὗ τὸ μὲν καταπύθεται”, ὡς τινὸς μὲν ἐκ τῆς πεύκης τοῦ δένδρου σηπομένου τοῖς ὀμβρίοις ὕδασι τινὸς δὲ μὴ σηπομένου.
25τινὲς μὲν οὖν ἐκάκιζον τὸν Ὅμηρον, ὡς εἶπον, ἀτόπως τόδε εἰρηκότα. ἐπιδιορθοῦται δὲ τούτους [ἐν τῷ Περὶ ποιητικῆς], ὡς αὐτὸς Ἀριστοτέλης ἐν τῇ Ῥητορικῇ φησιν, Ἱππίας ὁ Θάσιος μὴ περισπωμένως ἀναγινώσκων τὸ ου ἀλλ’ ἀποφατικῶς, ὅπερ αὐτὸς ὀξύτερον εἴρηκεν, ἵνα ᾖ τὸ λεγό‐
μενον ὡς ἡ πεύκη τὸ δένδρον οὐ καταπύθεται ὄμβρῳ. λέγει δὲ Θεόφρα‐33
in SE
.

34

στος τὸ φυτὸν τῆς πεύκης ὀμβρίοις ὕδασι καὶ πηγαίοις μὴ σήπεσθαι, θαλαττίοις δὲ μάλιστα. ἀλλὰ τοιοῦτον μὲν τὸ ἓν παράδειγμα. τὸ δὲ ἕτερον τὸ ἐπαγόμενον τὸ περὶ τὸ ἐνύπνιον τοῦ Ἀγαμέμνονος, ὅ φησι τὸν Δία εἰπεῖν, τὸ δίδομεν δέ οἱ εὖχος ἀρέσθαι, οὐδαμοῦ κεῖται ἐν τῇ
5Ἰλιάδι· τὰ μὲν γὰρ περὶ τοῦ ὀνείρου ἐν τῇ ἀρχῇ τοῦ βῆτά ἐστιν, οὐδ’ ὅλως δ’ εὑρήσει τις τοῦτο πρὸς ἔπος ἐκεῖ κείμενον. καὶ ἔοικε τὸν μὲν νοῦν ἐκεῖθεν λαβεῖν, αὐτὸς δὲ πλάσασθαι τὸ τοῦ στίχου τεμάχιον τὰ ἔπη τάδε μεταβαλών·
θωρῆξαί ἑ κέλευε καρηκομόωντας Ἀχαιοὺς
10
πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν. Τοιαῦτα μὲν τὰ ῥητά. αὐτὸς δὲ καὶ οἴκοθεν βουλόμενος ποιῆσαι τοῦ παρὰ προσῳδίαν παράδειγμα ὡς ἐκ τοῦ Ὁμήρου τοῦτο ἐπήγαγε. φασὶν οὖν τινες ὅτι εἰς τὸ δέ οἱ ἐστὶν ὁ παραλογισμὸς καὶ ἡ ἁμαρτία τοῦ Ὁμήρου· ἐκεῖνος μὲν γὰρ οὕτως ἔγραψε, δίδομεν δέ οἱ εὖχος ἀρέσθαι,
15τουτέστι φησὶν ὁ Ζεὺς τῷ ὀνείρῳ ὡς ἀπελθὼν ἀπάγγειλον τῷ Ἀγαμέμνονι ὡς οἱ θεοὶ πάντες ἐψηφίσαντο τὸ σοὶ τὴν νίκην διδόναι. εἰσὶν οὖν τὰ ῥήματα τοῦ Διὸς πρὸς τὸν ὄνειρον ὅτι βὰς ταῦτα εἰπὲ τῷ Ἀγαμέμνονι, ὅτι δίδομεν αὐτῷ πάντες οἱ θεοὶ τὴν νίκην. φασὶν οὖν οἱ ταῦτα λέγοντες ὡς ἐνταῦθα ἁμαρτάνει ὁ ποιητὴς εἰσάγων τὸν Δία λέγοντα ταῦτα τῷ
20ὀνείρῳ καὶ τρόπον τινὰ ψευδόμενον, ὅπερ οὐκ ἔστι θεοῦ. οἱ γοῦν ἐπι‐ διορθούμενοι τοῦτόν φασιν ὡς οὐ τῷ Ἀγαμέμνονι ὁ Ζεὺς ἔλεγε τὸ εὖχος δοθῆναι ἀλλὰ τῷ ὀνείρῳ κατὰ τοῦ Ἀγαμέμνονος· ἀναγινώσκουσι δὲ οὕτως, δίδομεν δὲ οἷ ἀντὶ τοῦ ‘σοί‘, τῷ ὀνείρῳ. ἔστι δὲ καὶ τοῦτο ψεῦδος· ὁ γὰρ αὐτὸς νοῦς ἐστι, κἂν ὁ τόνος ἀναβιβασθείη, κἂν περισπασθείη ἡ
25ἀντωνυμία ἡ ‘οἷ‘. ποῦ γοῦν ἐστιν ἡ ἁμαρτία; ἢ οὐκ εἰς τὸ δέ οἱ ἀλλ’ εἰς τὸ δίδομεν· ἐπειδὴ γὰρ ἴδιόν ἐστι τῆς Δωρικῆς διαλέκτου τὸ ἀντὶ τοῦ διδόναι λέγειν διδόμεναι καὶ ἀντὶ τοῦ εἶναι τὸ ἔμμεναι, τῆς αὐτῆς δὲ
καὶ τὸ ἀποκόπτειν πολλάκις τὸ αι τῆς ἀπαρεμφάτου ἐγκλίσεως, τοῦτο καὶ34
in SE
.

35

ἐνταῦθα εὑρίσκεται. εἰ γοῦν τὸ δίδομεν δέ οἱ εὖχος ἀρέσθαι ἀναγνῷ τις τὸν τόνον θεὶς εἰς τὸ δι, τὸν Δία ποιεῖ ψευδόμενον ὡς ὑπισχνού‐ μενον διδόναι τὴν νίκην καὶ μὴ εἰς ἔργον ἐξάγοντα τὴν ὑπόσχεσιν. εἰ δὲ εἰς τὸ δο τὸν τόνον θεὶς ἀναγνῷ τὸ ἑξῆς, καὶ τὸν Δία τοῦ ψεύδεσθαι
5ἀπολύσει καὶ τῷ Ὁμήρῳ περιποιήσεται τὸ ἀνέγκλητον, ὡς τοῦ Διὸς λέγοντος τῷ ὀνείρῳ καὶ ἐπιτάττοντος διδόμεναι αὐτὸν τὸν ὄνειρον τὸ εὖχος τῷ Ἀγαμέμνονι καὶ μὴ αὐτοῦ τοῦ Διός· καὶ γοῦν ὁ ὄνειρος ὑπισχνεῖται τῷ Ἀγαμέμνονι τὸ εὖχος καὶ ψεύδεται καὶ οὐχ ὁ Ζεὺς αὐτός. p. 166b10 Οἱ δὲ παρὰ τὸ σχῆμα τῆς λέξεως συμβαίνουσιν, ὅταν
10τὸ μὴ ταὐτόν. Ὁ ἕκτος τρόπος τῶν παρὰ τὴν λέξιν σοφισμάτων οἱ παρὰ τὸ σχῆμα τῆς λέξεως συμβαίνοντές εἰσι παραλογισμοί· οὕτως δὲ λέγεται, ὅτι ἡ ποιὰ σχέσις τοῦ σχηματισμοῦ τῆς λέξεως αἰτία γίνεται τοῦ παραλογισμοῦ, καὶ ὅτι τὸ σχῆμα ταὐτὸν ὂν τοῖς μὴ ταὐτοῖς κατὰ τὴν φύσιν ταὐτὰ ταῦτα
15φαίνεσθαι ποιεῖ. οἷον τί φημι; τὸ παθητικὸν διὰ τὸ ὁμοιόσχημον εἶναι τῷ ἐνεργητικῷ ὡς ἐνεργητικὸν λαμβάνει ὁ σοφιστὴς καὶ παραλογίζεται, ὡς ἐπὶ τοῦδε· πότερον τὸ μανθάνειν ἐνεργεῖν ἐστι περὶ τὴν μάθησιν; ναί· τὸ ἐνεργεῖν περὶ τὴν μάθησιν διδάσκειν ἐστί; ναί· τὸ ἄρα μανθάνειν διδάσκειν ἐστί. παρὰ τὸ σχῆμα οὖν τῆς λέξεως λέγεται, ὅτι ἐσχημά‐
20τισται τὸ παθητικὸν εἰς τὸ ἐνεργητικὸν καὶ τὸ ἐνεργητικὸν εἰς τὸ παθη‐ τικόν, καὶ διότι τὸ ἐνεργεῖν περὶ τὴν μάθησιν δηλοῖ καὶ ἀμφότερα· παρί‐ στησι γὰρ καὶ ἐνέργειαν τοῦ διδάσκοντος, ὁμοίως δὲ καὶ πάθος τοῦ διδασκο‐ μένου (ἢ μᾶλλον εἰπεῖν γένεσιν, καθὼς ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ φησί· τὴν γὰρ τοῦ μαθητοῦ τελείωσιν γινομένην παρὰ τοῦ διδασκάλου οὐ πάθος
25εἶναί φησιν ἀλλὰ γένεσιν μᾶλλον· εἰ δέ τις αἱροῖτο καὶ πάθος κατονο‐ μάζειν, οὐχ ἁπλῶς ἂν εἴη πάθος ἀλλὰ τελειωτικόν). κατὰ γοῦν τὸ ἐσχη‐ ματίσθαι κατ’ ἐνέργειαν τὸν λόγον γίνεται ἡ ἀπάτη καὶ τὸ μὴ ταὐτόν, ἤγουν τὸ παθητικόν, μὴ ὂν ὅμοιον τῷ ἐνεργητικῷ ὡσαύτως αὐτῷ ἑρμηνεύεσθαι, ἢ τὸ ἀνάπαλιν· συμβαίνει γὰρ τὸν σοφιστὴν ἀπατᾶν τὸν
30προσδιαλεγόμενον, καὶ ὅταν τὸ ἐνεργητικὸν μὴ ὂν ἴσον τῷ παθητικῷ ὡς παθητικὸν λέγηται. τὰ δὲ σοφίσματα ὧν αὐτὸς μνημονεύει τοιαῦτά εἰσιν· οὐχὶ τὸ ἄρρεν οὐδέτερον; οὐχὶ τὸ θῆλυ οὐδέτερον; τὸ ἄρρεν ἄρα θῆλυ
καὶ τὸ θῆλυ ἄρρεν. ἢ πάλιν τὸ μεταξ, ἤγουν τὸ οὐδέτερον (τοῦτο35
in SE
.

36

γάρ ἐστι τὸ μεταξὺ θήλεος καὶ ἄρρενος), ὡς θάτερον τούτων ἑρμηνεύεται, ἢ ὡς ἄρρεν ἢ ὡς θῆλυ. ἔστι δὲ καὶ ἡ τοῦ τοιούτου σοφίσματος ἀγωγὴ τοιαύτη· οὐχὶ ὁ λίθος ἄρρην; οὐχὶ ὁ Καλλίας ἄρρην; ὁ λίθος ἄρα Καλλίας. ἰδοὺ γοῦν τὸ οὐδέτερον, ἤγουν ὁ λίθος, διὰ τὸ σχῆμα τῆς
5λέξεως, ἤγουν τὸ ἀρσενικῶς ἐκφωνεῖσθαι, ἄρρεν δοκεῖ. τὸ δὲ ὅτι τὸ ποιὸν ποσὸν ἢ τὸ ποσὸν ποιὸν οὕτως ἠρωτᾶτο· οὐχὶ τὸ ποιὸν οὐδέ‐ τερον; οὐχὶ τὸ ποσὸν οὐδέτερον; τὸ ποιὸν ἄρα καὶ τὸ ποσὸν ταὐτόν. ἢ τὸ ποιοῦν πάσχον ἢ τὸ διακείμενον ποιοῦν, διακείμενον τὸ πάσχον λέγων. συλλογίζονται δὲ τὸ ποιοῦν ὡς πάσχον καὶ τὸ πάσχον ὡς ποιοῦν
10οὕτως· οὐχὶ τὸ ‘τύπτεται‘ ῥῆμά ἐστιν; οὐχὶ τὸ ‘μέμφεται‘ ῥῆμά ἐστι; τὸ ‘μέμφεται‘ ἄρα καὶ τὸ ‘τύπτεται‘ ταὐτόν· τὸ ἐνεργεῖν ἄρα καὶ τὸ πάσχειν ταὐτόν· τὸ γὰρ ‘μέμφεται‘ ἐνεργητικὸν ὂν ὡς ταὐτὸν ὂν τῷ ‘τύπτεται‘ συνάγουσι. καὶ τἆλλα δ, φησίν, ὡς διῄρηται, τουτέστι καὶ τὰς ἄλλας κατηγορίας, ἃς ἐν ταῖς Κατηγορίαις ἐδίδαξε, δύναται ὁ σοφιζόμενος ἐν
15παραλογισμῷ παραλαμβάνειν καὶ τὸ ποιὸν ὡς πρός τι δεικνύναι καὶ τὸ ποσὸν ὡς πρός τι καὶ τὸ πρός τι ὡς ποιὸν καὶ τὸ ποιεῖν πάσχειν. τίθησι δὲ καὶ τούτου παράδειγμα τοιοῦτον· οὐχὶ τὸ ὑγιαίνειν ἀπαρέμφατον; οὐχὶ τὸ τέμνειν ἀπαρέμφατον; τὸ ὑγιαίνειν ἄρα καὶ τὸ τέμνειν ταὐτόν· ἀλλὰ τὸ μὲν ὑγιαίνειν πάσχειν τί ἐστιν, εἴπερ ἡ ὑγεία διάθεσις σώματος
20ζῴου ἐν συμμετρίᾳ θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν (τούτου γάρ ἐστι δηλωτικὸν τὸ καίτοι τὸ μὲν ποιόν τι καὶ διακείμενόν πως δηλοῖ), τὸ δὲ τέμνειν καὶ οἰκοδομεῖν ποιεῖν· τούτου γὰρ πάλιν ἐστὶ δηλωτικὸν τὸ τὸ δὲ ποιεῖν τι. ἠρώτα δὲ καὶ τοιοῦτον λόγον ὁ Εὐθύ‐ δημος· “πότερον ὁρῶσι καὶ οἱ Σκύθαι καὶ οἱ ἄλλοι ἄνθρωποι τὰ δυνατὰ
25ὁρᾶν ἢ τὰ ἀδύνατα; τὰ δυνατὰ δήπου· οὐκοῦν καὶ σὺ καὶ ἐγώ; ναί· ὁρᾷς δὲ τὰ ἡμέτερα ἱμάτια; ναί· δυνατὰ οὖν ὁρᾶν ἐστι ταῦτα”· ὁρᾷ ἄρα τὰ ἱμάτια. οὐχ ὅσα γοῦν ἐνεργητικῶς λέγεται, ἐνεργειῶν εἰσι δηλωτικά· τὸ γὰρ ὁρᾶν ἐνταῦθα, εἰ καὶ ἐνεργητικόν ἐστιν, ἀλλ’ ἀντὶ τοῦ ὁρᾶσθαι δέδωκεν· ὁ δὲ Εὐθύδημος ἔλαβεν ἐπὶ τοῦ βλέπειν, καὶ συνήγαγεν ὅτι δύναται βλέπειν
30τὰ ἱμάτια. τὸ δὲ ἔστι γὰρ τὸ μὴ τῶν ποιεῖν ὂν ὡς τῶν ποιεῖν τι τῇ λέξει σημαίνειν ἴσον ἐστὶ τῷ ‘ἔστι γὰρ ἀπὸ τῶν σημαινόντων ἐνέρ‐ γειαν τὸ μὴ ὂν λαμβάνειν ὡς ἐνεργείας ὂν σημαντικόν‘, ὡς ἐπὶ τοῦ μαν‐ θάνειν καὶ τοῦ ὁρᾶν εἴρηται. καὶ οἱ μὲν παρὰ τὴν λέξιν τρόποι τῶν σοφισμάτων τοσοῦτοί εἰσιν, ἀντὶ τοῦ ἕξ, καὶ τοιοῦτοι, οἷον καθ’ ἕκαστον
35αὐτῶν εἶναι ἔφημεν.36
in SE
.

37

p. 166b21 Τῶν δὲ ἔξω τῆς λέξεως παραλογισμῶν εἴδη ἐστὶν ἑπτ. Εἴπομεν καὶ πρότερον ὅτι πάντων τῶν ὄντων εἰς φωνὰς καὶ πράγματα διαιρουμένων καὶ ἐν ἑκάστοις τούτων παραλογισμῶν γινομένων εἰπὼν ὁ Ἀριστοτέλης τοὺς ἐν ταῖς φωναῖς γινομένους παραλογισμούς, οὓς καὶ παρὰ
5τὴν λέξιν ἐκάλεσε, καὶ διαλαβὼν περὶ αὐτῶν ἀρκούντως, πῶς γίνονται καὶ πῶς συνίστανται μόνον (ὕστερον γὰρ καὶ περὶ τῆς αὐτῶν ἐρεῖ λύσεως), νῦν καὶ τοὺς ἐκ τῶν πραγμάτων γινομένους παραλογισμοὺς τίθησιν, οὓς καὶ ὀνομάζει ἔξω τῆς λέξεως, διότι οὐχὶ ἡ λέξις κἀνταῦθα ἢ ἡ ταύτης σύνθεσις ἢ διαίρεσις ἢ ὁ ἐν τῇ λέξει τόνος ἢ τὸ πνεῦμα ἢ τὸ ὁμοιό‐
10σχημον τῆς λέξεως αἴτιον γίνεται τοῦ παραλογισμοῦ. διαλαβὼν δὲ καὶ περὶ τούτων, ὅπως τε γίνονται παρὰ τῶν σοφιστῶν καὶ συνίστανται, προϊὼν καὶ περὶ τῆς τούτων λύσεως ἐν τῷ προσήκοντι διαλήψεται. καὶ γοῦν πρότερον ἀπαριθμεῖται αὐτοὺς λίαν σαφῶς, πόσοι καὶ τίνες εἰσίν. ἑπτὰ μὲν οὖν οἱ πάντες· ὁποῖοι δέ, ἐν τοῖς ἑξῆς θεωρήσομεν. καὶ πρῶτος
15τῶν ἄλλων ἐστὶν ὁ παρὰ τὸ συμβεβηκός. p. 166b28 Οἱ μὲν οὖν παρὰ τὸ συμβεβηκὸς παραλογισμοί εἰσιν. Ὁ πρῶτος τρόπος τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων ἐστὶν ὁ παρὰ τὸ συμβεβηκός· γίνεται δὲ οὗτος, ὅταν τις ἀξιοῖ πᾶν τὸ προσὸν τῷ κατηγορουμένῳ ὑπάρχειν καὶ τῷ ὑποκειμένῳ, ὅπερ οὐκ ἀναγκαῖόν ἐστι.
20παρὰ γοῦν τὸ τὰ συμβεβηκότα τῷ κατηγορουμένῳ λαμβάνειν τὸν σοφιστὴν καὶ λέγειν κατὰ τοῦ ὑποκειμένου μὴ ὀφείλοντα λέγεσθαι ὁ παραλογισμὸς γίνεται. ὅταν οὖν, φησί, τὶς ἀξιοῖ ὁμοίως ὑπάρχειν τι τῷ πράγματι καὶ τῷ συμβεβηκότι, πρᾶγμα μὲν λέγων τὸ σύνθετον καὶ ὑποκείμενον, συμβεβηκὸς δὲ ἁπλῶς πᾶν κατηγορούμενον, κἄν τε τῶν οὐσιωδῶς καὶ
25καθ’ αὑτὸ ὑπαρχόντων τῷ καθ’ οὗ κατηγορεῖταί ἐστι κἄν τε καὶ μή. φησὶ γοῦν ὡς οὐκ ἀναγκαῖόν ἐστιν, ὅσα συμβέβηκε τῷ κατηγορουμένῳ, καὶ τῷ ὑποκειμένῳ ταῦτα συμβαίνειν. οἷον τί φημι; κατηγορεῖται τὸ λευκὸν κατὰ τοῦ Σωκράτους· ὑπάρχει δὲ τῷ λευκῷ καὶ τὸ χρῶμα διακρι‐ τικὸν ὄψεως· εἴ τις οὖν ἀξιοῖ καὶ τῷ Σωκράτει ὑπάρχειν τὸ χρῶμα δια‐
30κριτικὸν ὄψεως λέγων οὕτως ‘ὁ Σωκράτης λευκός, τὸ λευκὸν χρῶμα δια‐ κριτικὸν ὄψεως, ὁ Σωκράτης ἄρα χρῶμα διακριτικὸν ὄψεωσ‘, ποιεῖται παρὰ
τὸ συμβεβηκὸς τὸν παραλογισμόν. οὐ γὰρ τὸ τῷ συμβεβηκότι ὑπάρχον37
in SE
.

38

καὶ τῷ ὑποκειμένῳ ἀνάγκη ὑπάρχειν, ὅτι οὐδὲ ταὐτόν ἐστι τὸ συμβεβηκὸς χωρὶς ὂν τοῦ ᾧ συμβέβηκε καὶ πρὸς αὐτὸ συγκρινόμενον καὶ μετὰ τοῦ ᾧ συμβέβηκε, πρὸς τὸ ᾧ συμβέβηκε συγκρινόμενον μόνον. οἷον εἴ τις εἴπῃ ‘ὁ Κορίσκος ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Κορίσκου, ὁ Κορίσκος ἕτερος
5ἀνθρώπου‘, λέγεται δὴ τὸ σόφισμα παρὰ τὸ συμβεβηκός, ὅτι οὐ ταὐτόν ἐστι τὸ συμβεβηκὸς χωρίς τε καὶ μετὰ τοῦ ᾧ συμβέβηκεν. ὥσπερ γὰρ καὶ ἐπὶ τοῦ ἄνωθεν εἰρημένου ἡμῖν παραδείγματος ὁ σοφιστὴς λέγων ‘ὁ Σωκράτης λευκόν, τὸ λευκὸν χρῶμα, ὁ Σωκράτης ἄρα χρῶμα‘ ἐν μὲν τῇ προτάσει τῇ ‘ὁ Σωκράτης λευκόσ‘ τὸ συμβεβηκὸς καὶ τὸ ᾧ συμβέβηκεν
10ὁμοῦ ὡς ἕν τι λαμβάνει, ἐν δὲ τῇ ‘τὸ λευκὸν χρῶμα‘ τὸ συμβεβηκὸς μόνον χωρὶς τοῦ ὑποκειμένου, οὕτω καὶ ὁ λέγων ‘ὁ Κορίσκος ἄνθρωποσ‘ τὸ συναμφότερον λαμβάνει, τὸν συγκατατεταγμένον τῷ Κορίσκῳ ἄνθρωπον καὶ τὸν Κορίσκον, ἐν δὲ τῇ ‘ἄνθρωπος ἕτερος Κορίσκου‘ τὸν ἀκατάτακτον ἄνθρωπον τὸν καθόλου. παρὰ τὸ συμβεβηκὸς ἄρα· οὐ γὰρ ὅσα συμβέβηκε
15τῷ ἁπλῷ καὶ ἀκατατάκτῳ ἀνθρώπῳ τῷ καθόλου, ταῦτα ἀνάγκη καὶ τῷ συγκατατεταγμένῳ καὶ συνθέτῳ ὑπάρχειν. τῷ μὲν γὰρ ἁπλῷ συμβέβηκε τὸ ἑτέρῳ εἶναι Κορίσκου· οὐκ ἀνάγκη τοίνυν τοῦτο καὶ κατὰ τοῦ Κορίσκου κατηγορεῖσθαι, ὅτι μηδὲ καθ’ αὑτὸ πρόσεστι τῷ ἁπλῶς ἀνθρώπῳ. ὅσα μὲν γὰρ οὐσιωδῶς ὑπάρχει τούτῳ, ταῦτα δηλονότι καὶ τῷ Κορίσκῳ ὑπάρξει·
20ὅσα δὲ μὴ οὐσιωδῶς καὶ καθ’ αὑτὸ ἀλλ’ ὡς συμβεβηκότα ὡς ἐν ὑποκει‐ μένῳ αὐτῷ τὸ εἶναι ἔχει, οὐκ ἀνάγκη καὶ τῷ Κορίσκῳ ταῦτα ὑπάρχειν. οἷον τῷ βροτῷ τῷ κατηγορουμένῳ πολλὰ συμβέβηκε, τὸ δισύλλαβον εἶναι, τὸ ἕτερον Κορίσκου, τὸ εἶδος ζῴου, τὸ ἔμψυχον, τὸ αἰσθητικόν· οὐκ ἀνάγκη οὖν ταῦτα πάντα, ἐπειδὴ τῷ κατηγορουμένῳ συμβέβηκε, καὶ καθ’
25οὗ κατηγορεῖται ὑπάρχειν· οὐ γὰρ “ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, ταῦτα πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται”, ὡς ἐν ταῖς Κατηγο‐ ρίαις ἐμάθομεν. τὸ αὐτὸ καὶ ἐπὶ τῶν γενῶν καὶ εἰδῶν. ὅσα μὲν γὰρ ἐν τῇ οὐσίᾳ τοῦ γένους ἐστὶ συμπληροῦντα αὐτοῦ τὸ εἶναι, ταῦτα ἀνάγκη καὶ τῷ εἴδει ὑπάρχειν, ἐπειδὴ τὰ γένη συνωνύμως τῶν εἰδῶν κατηγο‐
30ρεῖται. ὅσα δὲ συμβέβηκε τῷ γένει, οὐ πάντως ταῦτα καὶ ἑκάστῳ τῶν αὐτοῦ εἰδῶν ἀνάγκη συμβεβηκέναι· συμβεβηκέναι γὰρ τῷ γένει λέγεται καὶ ὅσα ἑνί τινι εἴδει τῶν ἐν τῷ γένει συμβέβηκεν ἢ καὶ ἐν τῇ οὐσίᾳ ἐστὶν αὐτοῦ· οἷον τῷ ζῴῳ συμβέβηκε τὸ λευκόν, ἐπεὶ ὁ κύκνος ζῷον ὢν λευκός ἐστι· τὰ δὴ οὕτω συμβεβηκέναι λεγόμενα τῷ γένει οὐκ ἀνάγκη
35καὶ τῷ εἴδει συμβεβηκέναι. ἢ μᾶλλον τὸ ἐπεὶ γὰρ τῷ αὐτῷ πολλὰ συμβέβηκεν, οὐκ ἀνάγκη πᾶσι τοῖς κατηγορουμένοις καὶ καθ
οὗ κατηγορεῖται τοιοῦτόν ἐστιν· συμβέβηκε τῷ Σωκράτει ἀνθρώπῳ38
in SE
.

39

εἶναι· ἐπεὶ οὖν τῷ αὐτῷ πολλὰ ὑπάρχει, οὐκ ἀνάγκη ταῦτα πάντα, ὅσα πᾶσι τοῖς κατηγορουμένοις ἕπεται (τοῦτο γὰρ λείπει), καὶ τῷ ὑποκειμένῳ ἕπεσθαι· τοῦτο γὰρ εἶπε καθ’ οὗ κατηγορεῖται· οὐ γὰρ ὅσα ὑπάρχει τῷ ζῴῳ καὶ τῷ λογικῷ, ταῦτα καὶ τῷ Σωκράτει ὑπάρχει· οὔτε γὰρ ὁ Σω‐
5κράτης διαφορά ἐστιν, ἐπειδὴ τὸ λογικὸν τὸ λογικὸν τὸ κατὰ τοῦ Σωκράτους λεγόμενον, οὔτε δισύλλαβον, διότι καὶ τὸ ζῷον δισύλλαβον. ὡσαύτως δὲ οὐχί, εἰ ὑπάρχει τῷ Κορίσκῳ ὁ ἄνθρωπος, τῷ δὲ ἀνθρώπῳ τὸ ἕτερον εἶναι Κορίσκου, καὶ τῷ Κορίσκῳ τὸ ἕτερον εἶναι Κορίσκου ὑπάρξει, ὅτι τῷ ἀν‐ θρώπῳ τὸ ἕτερον εἶναι Κορίσκου κατὰ συμβεβηκός ἐστιν. εἰ δὲ τὸν ἄν‐
10θρωπον συμβεβηκέναι τῷ Σωκράτει εἴπομεν, καταχρηστικώτερον τοῦτο λέλεκται ἀντὶ τοῦ ὑπάρχειν καὶ καταγορεῖσθαι αὐτοῦ· ἄλλως τε δὲ καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἐν τῇ τῶν πρός τι διδασκαλίᾳ κατὰ συμβεβηκὸς τὸν Σωκράτην ἄνθρωπον εἶναί φησιν. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια τοιαύτη τίς ἐστι. κατὰ δὲ τὴν λέξιν εἰ μὲν τὸ ὁ Κορίσκος ἕτερον
15ἀνθρώπου ὡς ἴσον ληφθείη τῷ ‘ὁ ἄνθρωπος ἕτερον Κορίσκου‘ (σύνηθες δέ ἐστι τῷ Ἀριστοτέλει τοῦτο ποιεῖν καὶ πολλαῖς τοιαύταις ἑρμηνείαις χρῆσθαι), σαφές ἐστι τὸ λεγόμενον. καὶ εἴη ἂν ἡ μείζων πρότασις τοῦ παραλογισμοῦ αὕτη, τὸ δὲ ἔστι γὰρ ἄνθρωπος ἡ ἐλάττων, ὡς γίνεσθαι τὸν συλλογισμὸν ἐν πρώτῳ σχήματι οὕτως· ὁ Κορίσκος ἄνθρωπος, ὁ
20ἄνθρωπος ἕτερος Κορίσκου, ὁ Κορίσκος ἄρα αὐτὸς ἑαυτοῦ ἕτερος. εἰ δὲ μὴ οὕτω τὸ χωρίον μεταληφθὲν ἑρμηνευθείη, ἀλλ’ ὥσπερ κεῖται ἐν τῷ ἐδαφίῳ γεγραμμένον ληφθείη, δύο συλλογισμοὺς ἐντεῦθεν μανθάνομεν, παριστῶντος τοῦ μὲν ἑνὸς τὸν Κορίσκον οὐκ ἄνθρωπον, τοῦ δὲ ἑτέρου τὸν Κορίσκον ἕτερον ἀνθρώπου. λέγοι δ’ ἂν καὶ ἑκατέρου μόνας τὰς ἥττους
25προτάσεις. καὶ ἔστι τὸ μὲν ὁ Κορίσκος ἕτερος ἀνθρώπου πρότασις τοῦ τοιούτου συλλογισμοῦ· ὁ Κορίσκος ἕτερος ἀνθρώπου· τὸ δὲ ἕτερον ἀν‐ θρώπου οὐκ ἄνθρωπος· ὁ Κορίσκος ἄρα οὐκ ἄνθρωπος. τὸ δὲ ἔστι γὰρ ἄνθρωπος τοῦ ἑτέρου συλλογισμοῦ ἥττων πρότασις. ἔστι δὲ καὶ αὐτὸς τοιοῦτος· ὁ Κορίσκος ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Κορίσκου, ὁ Κορίσκος
30ἄρα ἕτερος ἀνθρώπου. ὅμοιον τούτοις καὶ τὸ ἐφεξῆς παράδειγμα, πλὴν ἐν τούτῳ καὶ ἀμφότεραι αἱ προτάσεις ἐλήφθησαν· ἡ μὲν γὰρ εἰ Σωκρά‐ τους ἕτερος ἡ μείζων ἐστίν, ἡ δὲ ὁ δὲ Σωκράτης ἄνθρωπος ἡ ἐλάττων. καὶ ἔστι τοιοῦτον· ὁ Σωκράτης ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος
Σωκράτους, ὁ Σωκράτης ἄρα ἕτερος Σωκράτους. τὸ δὲ λέγειν ἕτερον39
in SE
.

40

ἀνθρώπου ὡμολογηκέναι ταὐτόν ἐστι τῷ ‘ἕτερον Σωκράτουσ‘· ὁ γὰρ Σωκράτης ἄνθρωπος. προστίθησι δὲ καὶ τὴν αἰτίαν τοῦ πόθεν συμβαίνει τὸν Σωκράτην ἕτερον ἑαυτοῦ εἶναι· διὰ γὰρ τὸ συμβεβηκέναι, φησίν, οὗ ἕτερον ἔφησεν, εἶναι τοῦτον ἄνθρωπον. ὃ τοιοῦτον ἔχει τὸν
5νοῦν· ἐπειδή, φησί, συμβέβηκε τοῦτον, δηλαδὴ τὸν Σωκράτην, ἄνθρωπον εἶναι, οὗ δὴ Σωκράτους ἐν τῇ μείζονι προτάσει ἕτερον εἶναι τὸν ἄνθρωπον εἶπε, τὸν καθόλου δηλονότι. p. 166b37 Οἱ δὲ παρὰ τὸ ἁπλῶς τόδε ἢ πῇ λέγεσθαι καὶ μὴ κυρίως.
10 Δεύτερος οὗτος τρόπος ἐστὶ τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων. γίνονται δὲ καὶ ἐκ τούτου οἱ παραλογισμοί, ὅταν τὰ πῇ, ἤγουν ἡνωμένως καὶ ἅμα κατηγορούμενά τινος, ὡς ἁπλῶς τις, τουτέστιν ἰδίᾳ καὶ χωρὶς κατηγορούμενα λήψαιτο, καὶ τὸ ἀνάπαλιν. τῶν γὰρ κατηγορουμένων ὅσα μὲν κατὰ συμβεβηκὸς τῶν ὑποκειμένων κατηγορεῖται, ὡς ἐν τῷ Περὶ ἑρμη‐
15νείας δέδεικται, οἷον τοῦ ἀνθρώπου τὸ λευκὸν καὶ τὸ μουσικόν, ταῦτα οὐ δυνατὸν καὶ διῃρημένως καὶ συνημμένως κατηγορεῖσθαι, ἐπεὶ συμβεβή‐ κασιν ἄμφω τῷ αὐτῷ· διὰ τοῦτο οὐδὲ ὁ σκυτεὺς ἀπλῶς ἀγαθός, διότι κατὰ συμβεβηκὸς τὸ ‘ἀγαθόσ‘ τοῦ σκυτέως κατηγορεῖται. εἰ δέ γε ἀνεπι‐ σφαλῆ τις τὴν κατηγορίαν ποιήσασθαι βούλοιτο, τὰ οὐσιωδῶς κατηγορού‐
20μενα τοῦ σκυτέως, τὸ ζῷον καὶ τὸ δίπουν, ταῦτα δὴ ἰδίως κατηγορούμενα καὶ ἅμα κατηγορῆσαι δύναται. ἀλλ’ αὕτη μὲν ἡ χωρὶς γινομένη κατη‐ γορία δυναμένη δὲ καὶ ἅμα λέγεσθαι. ἔστι δέ τις ἑτέρα κατηγορία, ἣ χωρὶς μὲν ἀληθῶς κατηγορηθήσεται, ἅμα δὲ ψευδῶς, ὡς ἐπὶ τοῦ Σίμω‐ νως· κατὰ τούτου γὰρ κατηγορεῖται τὸ μὲν ‘σκυτεύσ‘ κατὰ τέχνην, τὸ δὲ
25‘ἀγαθόσ‘ κατὰ τὴν διαγωγὴν καὶ τὴν ἐν ἤθεσιν εὐτροπίαν· τοιοῦτος γὰρ ἦν ὁ σκυτεὺς ἐκεῖνος ὁ τῷ Σωκράτει συγγεγονώς, τὴν μὲν σκυτικὴν οὐ πάνυ τι διακριβωσάμενος, τὴν δὲ ἕξιν τῆς ψυχῆς ἀγαθός. τὰ γοῦν ἰδίᾳ τούτου καταγορούμενα, τὸ ‘σκυτεύσ‘ καὶ ‘ἀγαθόσ‘, οὐ δύναται καὶ ὁμοῦ κατ’ αὐτοῦ λεχθῆναι· εἰ γὰρ ἅμα κατηγορήσομεν, παραλογισμὸν ποιήσομεν ὡς ψευδό‐
30μενοι· οἷον Σίμων σκυτεὺς ἀγαθός, ὁ ἀγαθὸς σκυτεὺς ἀγαθῶν πεδίλων δημιουργός, ὁ Σίμων ἄρα ἀγαθῶν πεδίλων δημιουργός. ἐψεύσμεθα τοίνυν, ὅτι ὁ Σίμων σκυτεὺς μὲν ἦν τὴν τέχνην, ἀγαθὸς δὲ κατὰ τοὺς τρόπους· τὰ γὰρ ἁπλῶς κατηγορούμενα τοῦ σκυτέως ἅμα κατηγορούμενα τὴν ἀπάτην
ἐποίησαν. πάλιν πρόκειται ἄνθρωπος τεθνεώς· διτταὶ φέρονται καὶ κατὰ40
in SE
.

41

τούτου κατηγορίαι, ἥ τε ‘ἄνθρωποσ‘ καὶ ἡ ‘νεκρόσ‘· ἀλλὰ συνημμένως μὲν τὰ δύο ταῦτα ὀνόματα κατηγορῆσαι τοῦ ποκειμένου ἀνθρώπου νεκροῦ ἀνεπισφαλές, οὐ μὴν καὶ διῃρημένως. αὕτη πάλιν ἄλλη τίς ἐστι κατηγορία ἡ κατηγοροῦσα κατά τινός τινα ἅμα μὲν ἀληθῶς χωρὶς δὲ ψευδῶς. καὶ
5πάλιν κατὰ τῆς λιθίνης χειρὸς ὁμοῦ μὲν κατηγορῆσαι καὶ τὸ λιθίνην καὶ χεῖρα ἀληθές, διῃρημένως δ’ οὔ. ἐκ τῶν κατηγοριῶν οὖν τούτων οἱ παραλογισμοὶ οἱ παρὰ τὸ πῇ καὶ ἁπλῶς γίνονται, ὡς οὐ δεῖ γινομένων τῶν συμπλοκῶν· οὔτε γὰρ πάντα τὰ ἅμα κατηγορούμενα καὶ ἰδίᾳ κατη‐ γορεῖται, οὔτε τὰ ἰδίᾳ καὶ ἅμα, ἀλλ’ ἐκεῖνα καὶ ἅμα καὶ ἰδίᾳ κατηγο‐
10ρεῖσθαι δύναται ὅσα οὐσιωδῶς κατηγορεῖταί τινος. ὅτι δὲ ἁπλῶς λέγεται τὰ χωρὶς κατηγορούμενα, πῇ δὲ τὰ ὁμοῦ, καὶ ἐν τῷ Περὶ ἑρμηνείας περὶ τὸ τέλος τοῦ τρίτου τμήματος δέδεικται, ἐν οἷς φησιν “ὥστε ἐν ὅσαις κατηγορίαις μήτε ἐναντιότης ἔνεστιν, ἐὰν λόγοι ἀντ’ ὀνομάτων λέγωνται καὶ καθ’ ἑαυτὰ κατηγορῆται καὶ μὴ κατὰ συμβεβηκός, ἐπὶ
15τούτων τὸ τὶ καὶ ἁπλῶς ἀληθές ἐστιν εἰπεῖν”· λέγει γὰρ “ἁπλῶς” τὰ χωρὶς κατηγορούμενα, “τὶ” δὲ τὰ ὁμοῦ· οἷον ὁ Σίμων σκυτεύς ἐστιν ἁπλῶς, ὁμοίως καὶ τὸ ‘ὁ Σίμων ἀγαθός ἐστιν‘· τὶ δέ, ὅπερ ταὐτόν ἐστι τῷ ὁμοῦ, τὸ ‘ὁ Σίμων σκυτεὺς ἀγαθός ἐστιν‘. ὀνομάζει δὲ τὶ ἢ πῇ τὴν σύνθετον κατηγορίαν, ὅτι καὶ τὸ τὶ μερικόν ἐστι καὶ πᾶσα σύνθεσις μερική, καὶ διότι
20ἡ σύνθετος κατηγορία μερικώτερόν ἐστι δηλωτικόν· τὸ γὰρ ζῷον λογικὸν καθολικώτερόν ἐστι τοῦ ‘ζῷον λογικὸν θνητόν‘, ὥσπερ καὶ τὸ ζῷον λογικὸν μερικώτερον τοῦ ζῴου. παρὰ τὸ πῇ οὖν, φησί, καὶ ἁπλῶς εἰσι παρα‐ λογισμοί, ὅταν τὸ ἐν μέρει, τουτέστι τὸ ὁμοῦ λεγόμενον, ληφθῇ ὡς ἁπλῶς, τουτέστι χωρὶς δυνάμενον λέγεσθαι. οἷον κατὰ τοῦ Ὁμήρου
25λέγεται συνημμένως τὸ εἶναι ποιητήν· εἰ γοῦν τις ἰδίᾳ λαβὼν τὸ εἶναι κατη‐ γορήσει τοῦ Ὁμήρου καὶ εἴπῃ ‘Ὅμηρος ἔστι‘, ψεύδεται· πάλαι γὰρ τέθνηκεν· εἰ δ’ εἴπῃ ‘ὁ Ὅμηρος ποιητής ἐστιν‘ ἠλήθευκε, τὸ ὁμοῦ λεγό‐ μενον εἰς τὸ ἁπλῶς μὴ λαβών. τοιαύτη τίς ἐστι καὶ ἡ περὶ τοῦ δοξαστοῦ τοῦ σοφίσματος ἀγωγή· λέγει γὰρ ὁ σοφιστής· οὐχὶ ὁ τραγέλαφος μὴ ὄν
30ἐστιν; οὐχὶ ὁ τραγέλαφος δοξαστόν ἐστι; τὸ μὴ ὂν ἄρα ἔστιν. ὁ συλλογισμὸς ἐν τρίτῳ σχήματι. τὸ σόφισμα δὲ παρὰ τὸ πῇ καὶ ἁπλῶς· οὐ γάρ, εἰ χωρὶς μὲν ὁ τραγέλαφος καὶ μὴ ὂν εἶναι λέγεται καὶ δοξαστόν, ἤδη καὶ ἔστιν· οὐ γὰρ ταὐτόν ἐστι τὸ εἶναί τι καὶ ἁπλῶς εἶναι. καὶ γάρ, ὡς μικρὸν ἄνωθεν εἴρηται, καὶ ὁ Ὅμηρός ἐστί τι, οἷον ποιητής, ἀλλ’
35οὐχὶ καὶ ἁπλῶς ἔστιν· οὐ γὰρ ἔστιν ὁ Ὅμηρος. ἐπάγει δὲ καὶ ἕτερον41
in SE
.

42

παραλογισμὸν τὸν τὸ ὂν μὴ ὂν εἶναι λέγοντα. ἔστι δὲ καὶ οὗτος παρὰ τὸ πῇ καὶ ἁπλῶς· τὸ γὰρ τὶ μὴ ὂν καὶ ἁπλῶς φησιν εἶναι μὴ ὄν. ἔστι δὲ καὶ οὗτος ὁ συλλογισμὸς ἐν πρώτῳ σχήματι· οὐχὶ τὸ ὂν ἕτερόν ἐστιν ἀνθρώπου; οὐχὶ καὶ ἵππου καὶ βοὸς καὶ οὐρανοῦ καὶ γῆς καὶ ἁπλῶς πάν‐
5των τῶν ὄντων; ναί· τὸ ἕτερον τῶν ὄντων μὴ ὄν· τὸ ὂν ἄρα μὴ ὄν. λύει οὖν τοὺς τοιούτους παραλογισμοὺς διὰ τοῦ ἐπαγομένου· οὐ γάρ, εἰ μή ἐστι τὸ ὂν τὶ ὄν, οἷον ἄνθρωπος ἢ ἵππος ἢ βοῦς, καὶ ἁπλῶς μὴ ὄν ἐστιν. καὶ πόθεν γοῦν ἡ ἀπάτη γίνεται; φήσειέ τις. διαλυόμενος δὲ καὶ τοῦτο λέγει φαίνεσθαι ἔλεγχον διὰ τὸ δοκεῖν ἢ μηδὲν ἢ μικρὸν δια‐
10φέρειν τὸ εἶναί τι τοῦ εἶναι ἁπλῶς· τὸ γὰρ τὶ προσκείμενον μηδέν τι πλέον δηλοῦν οἰόμεθα τοῦ εἶναι. τὸ δ’ αὐτὸ γίνεσθαι καὶ ἐπὶ τοῦ μὴ εἶναί τι καὶ ἐπὶ τοῦ μὴ εἶναι· τὸ γὰρ μὴ ὄν τι καὶ ἁπλῶς μὴ ὂν οἰόμεθα. τοῦτο δ’ οὐκ ἔστιν· οὐ γάρ, εἰ μὴ τόδε τί ἐστι, καὶ ἁπλῶς οὐκ ἔστιν. ὁμοίως δέ, φησί, τούτοις ὁ παραλογισμὸς γίνεται, ὅταν τὸ πῇ λεγόμενον
15ὡς ἁπλῶς τις λαβὼν εἰς ἀντίφασιν περιαγάγῃ. οἷον εἴ τις ἔροιτο· τὸν τὰ δίκαια λέγοντα χρὴ καταδικάζειν ἢ τὸν τὰ ἄδικα; τί δέ, ὅταν ὑβρισθείς τις καὶ τυφθεὶς καὶ χρημάτων ἀφαίρεσιν ὑπομείνας εἶτα προσελθὼν τῷ δικαστῇ καὶ ἐλεεινολογούμενος λέγῃ ἃ πέπονθεν, οὐχὶ τὰ ἄδικα λέγει; δεῖ ἄρα τὸν τοιοῦτον καταδικάζειν. παρὰ τὸ πῇ οὗτος ὁ παραλογιμός· οὐ
20γάρ, εἰ πῇ ἄδικα, λέγει καὶ ἁπλῶς ἄδικα. τοιοῦτον καὶ τὸ περὶ τοῦ Αἰθίο‐ πος· τὸ γὰρ πῇ λευκὸν εἶναι, οἷον κατὰ τοὺς ὀδόντας, λαβὼν λέγει καὶ ἁπλῶς εἶναι λευκόν. ἐπεὶ δέ ποτε οἱ ἐρωτώμενοι παρὰ τῶν σοφιστῶν στενοχωροῦνται περὶ τὴν ἀπόκρισιν, λέγει πῶς καὶ τοῦτο γίνεται. φησὶ γὰρ ὅτι ἐπὶ τινῶν μὲν οὐ λανθάνει ὁ παραλογιζόμενος, ὅταν τὸ πῇ λεγό‐
25μενον ὡς ἁπλῶς λεγόμενον λαμβάνῃ, ὡς ἐπὶ τοῦ Αἰθίοπος· ἐπὶ τὶ γὰρ ὄντος λευκοῦ ὡς ἁπλῶς ὄντος λευκοῦ ἔλαβε, καὶ οὕτω διαλεξάμενος ὁ σοφιστὴς οἴεται συλλογιστικῶς περᾶναι τὸ τὸν Αἰθίοπα εἶναι λευκὸν καὶ οὐ λευκόν. ἐπὶ τινῶν μὲν οὖν, φησίν, οὐ λανθάνει· ἐπὶ τινῶν δὲ λανθάνει πολλάκις, ἐφ’ ὅσων πῇ μὲν λέγεται καὶ δοκεῖ καὶ ἁπλῶς ἀκολουθεῖν.
30τοιοῦτον γάρ ἐστι τὸ κἂν δόξειεν ἀκολουθεῖν ἀντὶ τοῦ ‘πῇ μὲν λέγεται καὶ δοκεῖ καὶ τὸ ἁπλῶς ἀκολουθεῖν‘, ὡς ἐπὶ τοῦδε τοῦ σοφίσματος· ἆρ’ ἐνδέχεται τὸν αὐτὸν ἅμα ἐπιορκεῖν καὶ εὐορκεῖν; οὐ δῆτα· τί δέ, ὁ ὀμόσας ἐπιορκήσειν καὶ ἐπιορκήσας οὐκ εὐώρκησεν; ἐνδέχεται ἄρα τὸν αὐτὸν ἅμα ἐπιορκεῖν καὶ εὐορκεῖν. ἐν πρώτῳ σχήματι τὸ τοιοῦτον σόφισμά ἐστι.
35παρὰ δὲ τὸ πῇ ὁ παραλογισμός ἐστιν· οὐ γὰρ ὁ κατὰ τὶ μὲν εὐορκῶν καὶ
ἁπλῶς εὐορκεῖ· καὶ λανθάνει ὅτι οὐχ ἁπλῶς εὐορκεῖ ἀλλὰ πῇ. ἐπί τε42
in SE
.

43

οὖν τούτων λανθάνει τὸ ἁπλῶς καὶ πῇ, καὶ δοκεῖ καὶ τὸ πῇ καὶ ἁπλῶς λέγεσθαι καὶ ἐπ’ ἐκείνων ἐν ὅσοις μὴ ῥᾴδιον θεωρῆσαι ποτέρως τὸ πρᾶγμα χρὴ καλεῖν· οἷον τὴν ἀνδρείαν λέγομεν καλὸν διὰ τὸ ἀγαθὸν καὶ τὴν ἀρετήν, κακὸν δὲ διὰ τὰ ἐν πολέμῳ τραύματα καὶ τὰς σφαγάς· ποτέρως
5οὖν χρὴ καλεῖν αὐτήν, καλὴν ἢ κακήν, οὐ ῥᾴδιον εἰπεῖν. καὶ ἐπὶ τῶν τοιούτων τοίνυν λανθάνει πολλάκις ἐν ὅσοις ὁμοίως ὑπάρχει τὰ ἀντικεί‐ μενα, ὡς εἴρηται ἐπὶ τῆς ἀνδρείας· ὁμοίως γάρ ἐστιν ἐν αὐτῇ τὸ καλὸν καὶ τὸ κακόν. ἀλλὰ καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ· τούτου γὰρ τὸ μὲν ἥμισυ λευκόν, τὸ δὲ ἥμισυ οὐ τοιοῦτον. οὐκ ἐπὶ τούτων δὲ μόνων γίνεται
10σαφὲς τὸ λεγόμενον, ἀλλὰ καὶ ἀφ’ οὗ φησιν αὐτὸς ἀλλαχοῦ ὑποδείγματος· ὅταν γάρ τι μέγεθος εἴη τῷ μὲν πλάτει δίπηχυ τῷ δὲ μήκει τετρά‐ πηχυ, ἔπειτα ἐρωτῴμεθα πότερον τοδὶ τὸ μέγεθος δίπηχύ ἐστιν ἢ οὔ, ἐπὶ τοῦ τοιούτου γοῦν οὐ ῥᾴδιον εἰπεῖν ἢ τὸ ναὶ ἢ τὸ οὔ, ἀλλ’ ἀναγκα‐ ζόμεθα ἢ ἄμφω δοῦναι καὶ εἰπεῖν καὶ δίπηχυ καὶ τετράπηχυ, καὶ οὐ δια‐
15λεκτικῶς ἀποκρινόμεθα· καὶ τὸ ναὶ γάρ φαμεν καὶ τὸ οὔ· ἢ γοῦν καὶ ἄμφω ἐπὶ τοῦ τοιούτου δοκεῖ διδόναι ἢ μηδέτερον. p. 167a21 Οἱ δὲ παρὰ τὸ μὴ διωρίσθαι τί ἐστι συλλογισμός. Ὁ τρίτος τρόπος τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων ἐστὶν ὁ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν λεγόμενος, ὃς οὕτω λέγεται, ὅτι ὁ εἰδὼς τί ποτέ
20ἐστιν ἔλεγχος οὐ περιπεσεῖται τῷ τοιούτῳ σοφίσματι. ἔλεγχος γάρ ἐστι τοῦ αὐτοῦ καὶ ἑνὸς καὶ ἑξῆς ὅσα ἄλλα ἐν τῷ ὁρισμῷ τοῦ ἐλέγχου κεῖνται· ὁ δὲ κατασοφισθεὶς παρά τινος διά τι τῶν ἐν τῷ ἐλέγχῳ κειμένων τῷ κυρίως, οὗτος οὐκ ἠλέγχθη. ὅταν δέ τις ἐλεγχθείη τοῦ αὐτοῦ καὶ ἑνὸς ὀνόματος ληφθέντος καὶ τῶν ἄλλων ἁπάντων τῶν περὶ τοῦ ἀλη‐
25θῶς καὶ κυρίως ἐλέγχου διοριζομένων, τότε δῆτα καὶ ἐλέγχεσθαι λέγοιτ’ ἂν καὶ εἰς ἀντίφασιν περιάγεσθαι. γίνονται δὲ οἱ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν παραλογισμοὶ παρὰ τὴν ἔλλειψιν τοῦ λόγου, τουτέστι τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου· ὁ γὰρ παρά τι τῶν ἐν τῷ ὁρισμῷ τοῦ ἐλέγχου σοφιζόμενος, ὡς εἰρήκαμεν, παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν παραλογίζεσθαι
30λέγεται. ἢ τὸ παρὰ τὴν ἔλλειψιν τοῦ λόγου τοῦτο δηλοῖ, ὅτι παρὰ τὴν ἔλλειψιν τοῦ συλλογισμοῦ. ἐπεὶ γὰρ καὶ ὁ ἔλεγχος ὡς συλλογισμός τίς ἐστι, καὶ ὥσπερ ὁ συλλογισμὸς ἐκ τῶν κειμένων ὀφείλει συνάγειν τὸ συμ‐
πέρασμα μὴ ὁμωνύμου τινὸς λαμβανομένου μὴ συναριθμουμένου τοῦ43
in SE
.

44

ἐξ ἀρχῆς, οὕτως καὶ ὁ ἔλεγχος ἔχειν ὀφείλει. ἀλλὰ δεῖ πρότερον πᾶσαν τὴν λέξιν θέντας τὰ περὶ τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου κατὰ λέξιν κατασκο‐ πῆσαι. ἔλεγχός ἐστιν ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνός. εἰ γὰρ μέλλο‐ μεν ἐλέγξαι τὸν ἡμῖν προσδιαλεγόμενον παρὰ τὸ εἰκὸς ἐνιστάμενον, ὀφεί‐
5λομεν αὐτὸν ἑαυτῷ μαχόμενον ἀπελέγχειν καὶ τὰ ἐναντία ἀποφαινόμενον· τοῦτο γὰρ καὶ ἀντίφασις λέγεται, ὅταν περὶ τοῦ αὐτοῦ καὶ ἑνὸς τὰ ἐναντία λέγῃ τις, οὐ περὶ ἄλλου καὶ ἄλλου· εἰ γὰρ φαίημεν Πλάτωνα μὲν δια‐ λέγεσθαι Σωκράτην δὲ μή, οὐδὲν ἐναντίον ἔσται. διὰ τοῦτο εἰπὼν ἀντί‐ φασιν ἐπήγαγε τοῦ αὐτοῦ καὶ ἑνός· οὐ γὰρ περὶ ἄλλου φησὶ πειρᾶσθαι
10προσάγειν τῷ προσδιαλεγομένῳ τὸν ἔλεγχον (οὐ γὰρ ἔλεγχος τοῦτο) ἀλλὰ περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ. ὁμοίως τούτῳ καὶ ὁ λέγων πάντα ἄγγελον ἀγα‐ θὸν καὶ οὐδένα δαίμονα ἀγαθὸν οὐκ ἐλέγχει τὸν λέγοντα τὰς ἐναντίας προτάσεις ἐπὶ τῆς ἐνδεχομένης ὕλης συμψεύδεσθαι· οὐ γὰρ ἐπὶ τοῦ αὐτοῦ ὑποκειμένου ἀλλ’ ἐπ’ ἄλλου καὶ ἄλλου τὸν λόγον συνεπεράνατο· δεῖ δὲ
15ἐφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ. εἶτα ἐπεὶ πολλὰ ἓν ὄντα τῷ ὀνόματι τὴν φύσιν διάφορα τυγχάνει, ὡς τὰ ὁμώνυμα, ἐπήνεγκε μὴ ὀνόματος ἀλλὰ πράγ‐ ματος, οἷον μὴ ὀνόματος μόνον ἀλλὰ καὶ πράγματος· οὐ γὰρ μόνον τὸ ὄνομα ἓν εἶναι δεῖ, ἀλλὰ καὶ τὸ σημαινόμενον πρᾶγμα ἕν· τὸ γὰρ μὴ ὀνόματος ἀντὶ τοῦ ‘μὴ μόνον ὀνόματοσ‘ τέθεικεν. εἰ γὰρ ἓν ὄνομα ᾖ
20πολύσημον δέ, καὶ οὕτω τἀναντία λέγων τις οὐ διαψεύδεται· οἷον κύων ὑλακτεῖ, κύων οὐχ ὑλακτεῖ. ἐπεὶ δὲ οὐ μόνον ἐξ ὁμωνυμίας συμβαίνει τινὰ τὰ ἐναντία λέγοντα μὴ διαψεύδεσθαι ἀλλὰ καὶ ἀπὸ συνωνυμίας (ἔστι γάρ τινα τἀναντία λέγειν καὶ ἀληθεύειν· οἷον ζῷον περιπατεῖ, ζῷον οὐ περιπατεῖ· ἐνδέχεται γὰρ τινὰ μὲν περιπατεῖν τινὰ δὲ μή), ἐπήγαγε καὶ
25ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοῦ αὐτοῦ καὶ ἑνὸς μήτε ὁμωνύμου μήτε συνωνύμου. κἀκ τῶν δοθέντων ἐξ ἀνάγκης. ἔστιν ὅμοιον τοῦτο τῷ ἐν τῷ ὁρισμῷ τοῦ ἁπλῶς συλλογισμοῦ λεγομένῳ τῷ “ἐκ τῶν κειμένων ἐξ ἀνάγκης”· εἰ γάρ τις πειρᾶται ἐλέγχειν τὸν προσδιαλεγόμενον μὴ ἐξ ὧν αὐτὸς ὁ προσδιαλεγόμενος δίδωσιν, οὐ λεχθήσεται οὗτος ἐλέγχειν. μὴ
30συναριθμουμένου δέ, φησίν, τοῦ ἐν ἀρχ, τουτέστι μὴ λαμβανομένου τοῦ ζητουμένου εἰς τὸν λόγον τῆς ἀποδείξεως· οὐ γὰρ δι’ ἑαυτοῦ χρὴ δείκνυσθαι τὸ μὴ δι’ ἑαυτοῦ δῆλον, ὅτι μηδὲ ἔλεγχος τὸ τοιοῦτον. ἔστι δὲ τὸ τοιοῦτον, ὅταν ὁ μέσος ὅρος ὁ αὐτός τινι τῶν ἄκρων ληφθῇ, μετωνομασμένος μέντοι καὶ ἄλλως κατὰ τὴν προφορὰν ἐκφερόμενος·
35ζητουμένου γὰρ τοῦ εἰ ἀθάνατος ἡ ψυχή, τὸ οὕτως εἰπεῖν, ὅτι ἡ ψυχὴ44
in SE
.

45

ἀθάνατος, καὶ ἑτέραν σὺν ταύτῃ ἐπαγαγεῖν πρότασιν κομιδῇ ἠλίθιόν ἐστιν. ὁ γοῦν τὸ ἐν ἀρχῇ βουλόμενος παραλαμβάνειν μεταλαμβάνει εἰς ἕτερον ἰσοδύναμον ὄνομα τῷ ζητουμένῳ καὶ οὕτως ποιεῖται τὸν παραλογισμόν· οἷον εἴ τις ἔροιτο πότερον ἡ ψυχὴ ἀθάνατος ἢ οὔ, τοῦ δὲ ἀποκρινομένου
5ἀπαρνησαμένου τὸ εἶναι αὐτὴν ἀθάνατον, αὐτὸς οὑτωσὶ συλλογίζεται· ἡ ψυχὴ ἄφθαρτος, τὸ ἄφθαρτον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος· ἀλλὰ μὴν καὶ οὐκ ἀθάνατος κατὰ σέ. οὐκ ἐλέγχει ὁ οὕτως συλλογιζόμενος τὸν λέγοντα αὐτὴν μὴ ἀθάνατον· τὸ γὰρ ἐν ἀρχῇ ᾐτήσατο· ὃ γὰρ ἔμελλε δεῖξαι, ἔλαβε· τὸ γὰρ ‘ἡ ψυχὴ ἄφθαρτοσ‘ ταὐτόν ἐστι τῷ ‘ἡ ψυχὴ ἀθάνατοσ‘. εἴρηται
10δὲ τῷ Ἀριστοτέλει περὶ τοῦ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι καὶ λαμβάνειν τοῦτο, τί ποτέ ἐστι καὶ πῶς γίνεται, ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν. δεῖ δὲ τὸν ἔλεγχον καὶ κατὰ τὸ αὐτὸ εἶναι. εἰ γὰρ ἓν καὶ τὸ αὐτὸ εἴη τὸ ἠρωτημένον, μήτε ὁμώνυμον μήτε συνώνυμον, μήτε τὸ ἐν ἀρχῇ ληφθῇ, κατ’ ἄλλο δὲ καὶ ἄλλο μέρος λέγοιμέν τι τῷ αὐτῷ ὑπάρχειν, ἀληθεύειν
15συμβήσεται· οἷον ὁ Αἰθίοψ λευκός, ὁ Αἰθίοψ οὐ λευκός, κατὰ μὲν τὴν ἐπιφάνειαν οὐ λευκός, κατὰ δὲ τοὺς ὀδόντας λευκός. δεῖ οὖν καὶ κατὰ τὸ αὐτ, ἵνα μὴ κατ’ ἄλλο καὶ ἄλλο μέρος λέγωμέν τι ὑπάρχειν. οὐ μὴν ἀλλὰ καὶ πρὸς τὸ αὐτό φησιν, ἀλλ’ οὐ πρὸς ἄλλο καὶ ἄλλο, ἀλλὰ πρὸς τὸ αὐτὸ δεικνύναι καταφάσκοντα καὶ ἀποφάσκοντα τὸν προσδιαλεγόμενον, εἰ μέλλοιμεν
20αὐτὸν ἐλέγχειν ἑαυτῷ ἀντιφάσκοντα. ὁ γὰρ συλλογιζόμενος τὸν δύο διπλάσιόν τε καὶ οὐ διπλάσιον οὐκ ἐλέγχει τὸν λέγοντα αὐτὸν μὴ διπλάσιον εἶναι· οὐ γὰρ πρὸς τὸν αὐτὸν καὶ ἕνα ἀριθμὸν δείκνυσιν αὐτὸν διπλάσιόν τε καὶ οὐ διπλάσιον ἀλλὰ πρὸς ἄλλον καὶ ἄλλον, πρὸς μὲν τὸ ἓν διπλάσιον, πρὸς δὲ τὰ δʹ οὐ διπλάσιον. ἀλλὰ καὶ ὡσαύτως φησίν, ἤγουν μὴ τὸν μὲν
25τὸ δυνάμει λαμβάνειν, τὸν δὲ τὸ ἐνεργείᾳ διδόναι· οὐδὲ γὰρ οὐδὲ οὕτως ἔσται ἀντίφασις. ὁ γὰρ λέγων, ὅτι ὁ κοιμώμενος ὄψιν ἔχει, ὁ ἔχων ὄψιν ὁρᾷ, ὁ κοιμώμενος ἄρα ὁρᾷ, οὐκ ἐλέγχει τὸν λέγοντα μὴ ὁρᾶν τὸν κοιμώ‐ μενον· τὸ γὰρ ‘ὁ ὄψιν ἔχων ὁρᾷ‘ δύο σημαίνει, τὸν ἔχοντα καὶ μὴ ἐνερ‐ γοῦντα δυνάμενον δὲ ἐνεργεῖν καὶ τὸν ἤδη ἐνεργοῦντα. καὶ ἐν τῷ αὐτῷ
30δέ, φησί, χρόν· τὸ γὰρ κατ’ ἄλλον καὶ ἄλλον χρόνον φαῦλόν τε καὶ οὐ φαῦλον λέγειν τὸν αὐτὸν οὐκ ἀδύνατον. ὁ δὲ λέγων πάντα ἄνθρωπον ἐπὶ τοῦ παρ’ Ἡσιόδῳ χρυσοῦ γένους ἀγαθὸν εἶναι καὶ οὐδένα ἄνθρωπον ἐπὶ τοῦ σιδηροῦ ἀγαθόν, εἶτα συνάγων πάντα ἄνθρωπον καὶ μηδένα ἄνθρωπον ἀγαθὸν εἶναι οὐκ ἐλέγχει τὸν μὴ τοῦτο λέγοντα· οὐ γὰρ ἔδειξεν ἐν τῷ αὐτῷ χρόνῳ
35ἀγαθοὺς εἶναι καὶ μὴ ἀγαθοὺς πάντας ἀνθρώπους, οὗ δειχθέντος ἀληθὴς ἂν ἦν ἔλεγχος, ἀλλ’ ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ. ἀλλὰ καὶ ὁ λέγων, ὅτι τὸ σκυλάκιον ὁρᾷ, τὸ σκυλάκιον οὐχ ὁρᾷ, οὐκ ἐν τῷ αὐτῷ χρόνῳ συνάγει
τὴν φαινομένην ἀντίφασιν ἀλλ’ ἐν ἄλλῳ καὶ ἄλλῳ. ταῦτα δὴ πάντα45
in SE
.

46

εἰδέναι χρεὼν τὸν μήτε ἀπατᾶσθαι ἐθέλοντα [μᾶλλον μὲν οὖν σπουδάζοντα] καὶ τὸν ἀπατῶντα ἐλέγχειν, ὡς εἰ μὴ εἰδείη, οὔτε ἐλέγχειν δυνήσεται καὶ αὐτὸς τοῖς ἀπατᾶν ἐσπουδακόσιν ἁλώσεται. Καὶ τοῦτό ἐστι τὸ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν. εἰπὼν δὲ τίς ἐστιν
5ὁ κυρίως ἔλεγχος, κἀντεῦθεν δείξας ὡς οἱ κατὰ τὸν διορισμὸν τοῦ ἐλέγχου τούτου ἐλεγχόμενοι κυρίως ἐλέγχονται, ἑξῆς φησι κατὰ τὸν αὐτὸν δὲ τρόπον γίνεσθαι καὶ τὸ ψεύσασθαι περί τινος. ὥσπερ γὰρ τὸ ἀλη‐ θῶς ἐλέγχεσθαι γίνεται, ὅταν τις εἰς ἀντίφασιν περιενεχθῇ τοῦ αὐτοῦ καὶ ἑνὸς ληφθέντος πράγματος, καὶ ὅταν μὴ συναριθμηθῇ τὸ ἐν ἀρχῇ,
10οὕτως καὶ τὸ ψευδῆ γενέσθαι τὸν παραλογισμὸν συμβαίνει, ὅταν ἢ ὁμώνυμον ληφθῇ ἢ τὸ ἐν ἀρχῇ συναριθμηθῇ. καὶ διὰ τοῦ ἐπαγομένου μάλιστα τοῦτο σαφηνίζει. ἔνιοι γάρ, φησίν, ἀπολείποντές τι τῶν λεχθέντων φαίνονται ἐλέγχειν, οὐκ ἐλέγχουσι δέ. θέμενος δὲ τὸν ὁρισμὸν τοῦ ἐλέγχου τοῦ πρὸς ταὐτὸ καὶ τοῦ κατὰ ταὐτὸ τίθησι παρα‐
15δείγματα· φησὶ γὰρ ὅτι φαίνονταί τινες ἐλέγχοντες, ὅταν λέγωσιν τὰ δύο διπλάσια, τὰ δύο οὐ διπλάσια· τοῦ μὲν γὰρ ἑνὸς διπλάσια, τῶν δὲ τριῶν οὐ διπλάσια. καὶ τοῦτο μὲν ἔφησεν ἐνδεικνύμενος τὸ πρὸς ταὐτό· εἰ γάρ τις τὰ δύο διπλάσια τοῦ ἑνὸς ἀποδείξειε καὶ τοῦ αὐτοῦ πάλιν οὐ διπλάσια, τότε καὶ κυρίως ἐποιήσατο ἔλεγχον. τὸ δὲ παράδειγμα δεύτερον τιθέμενον
20εἰς ἔνδειξιν τοῦ κατὰ ταὐτὸ τέθεικεν. οὐ γὰρ οὐδὲ ὁ τόδε τὸ μέγεθος ἑτέρου λέγων εἶναι διπλάσιον καὶ οὐ διπλάσιον, κατ’ ἄλλο δὲ καὶ ἄλλο, οἷον κατὰ μὲν τὸ μῆκος διπλάσιον, κατὰ δὲ τὸ πλάτος οὐ διπλά‐ σιον, οὐδὲ οὗτος ἔλεγχον ἐποίησε· τότε γὰρ ἔσται ἂν ἀληθὴς ὁ ἔλεγχος, εἴπερ τὸ μέγεθος τόδε κατὰ τὸ μῆκος μόνον ἐδείκνυτο διπλάσιον καὶ οὐ
25διπλάσιον. τὸ δὲ ἑξῆς τούτων τίθησι δεικτικὸν τοῦ μὴ μόνον καὶ κατὰ ταὐτὸ καὶ πρὸς ταὐτὸ καὶ ὡσαύτως ὀφείλειν ἔχειν, εἴπερ ἀληθὴς ἔλεγχος μέλλει ἔσεσθαι ὁ τὴν ἀντίφασιν τοῦ αὐτοῦ καὶ ἑνὸς συνάξων, ἀλλὰ καὶ τὸ ἐν τῷ αὐτῷ χρόνῳ ὀφείλειν κατασκοπεῖσθαι. εἰ γὰρ τὸ αὐτὸ μὲν καὶ ἕν ἐστι τὸ πρᾶγμα, μὴ λαμβανομένου τοῦ ἐξ ἀρχῆς, μήτε κατ’ ἄλλο καὶ ἄλλο
30μέρος λέγοιτο, οὐ λαμβάνοιτο δὲ καὶ ἅμα, τουτέστιν ἐν τῷ αὐτῷ καὶ ἑνὶ χρόνῳ, φαινόμενος ἔλεγχος γενήσεται. Ταῦτα εἰπὼν καὶ τὸν ἔλεγχον τὸν ἀληθῶς ὅστις ἐστὶν ἀκριβῶς διο‐
ρισάμενος ἐπάγει· ἕλκοι δ’ ἄν τις τὸν τρόπον τοῦτον τὸν σοφιστικὸν46
in SE
.

47

τὸν παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν καὶ εἰς τοὺς παρὰ τὴν λέξιν· ὁ γὰρ παρὰ τὴν ὁμωνυμίαν καὶ ὁ παρὰ τὴν ἀμφιβολίαν τῶν παρὰ τὴν λέξιν ἦσαν τρόπων· τὸ δὲ ‘ὁ κοιμώμενος ὄψιν ἔχει‘ ἀμφίβολον· ἢ γὰρ ὅτι ἐνεργεῖ τῇ ὄψει, δύναταί τις ὑπονοεῖν, ἢ ὅτι ἐνεργήσειεν ἄν.
5p. 167a36 Οἱ δὲ παρὰ τὸ ἐν ἀρχῇ λαμβάνειν γίνονται μὲν οὕτως. Ὁ τὸ ἐν ἀρχῇ λαμβάνων παραλογισμὸς τέταρτός ἐστι τρόπος τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων, καὶ εἴρηται περὶ τούτου πρὸ βραχέος ὅπως γίνεται· προκειμένου γὰρ τοῦ προβλήματος τοῦ ὅτι ἡ ψυχὴ ἀθάνατος, λαβών τις τὸ ‘ἄφθαρτοσ‘ καὶ ‘ἀίδιοσ‘ ὡς ἕτερα ὄντα καὶ μὴ ταὐτὰ τῷ
10‘ἀθάνατοσ‘ συνεπεράνατο τὴν ψυχὴν ἀθάνατον. εἴρηται δὲ τελεώτερον ἐν τοῖς δευτέροις τῶν Προτέρων ἀναλυτικῶν· οὐ μὴν ἀλλὰ καὶ ἐν τῷ ὀγδόῳ τῶν Τοπικῶν σαφέστατα εἴρηται ὡς πενταχῶς αἰτεῖται. παρα‐ λογίζονται δὲ οἱ μὴ δυνάμενοι συνορᾶν ὅτι ταὐτόν ἐστι τὸ ἄφθαρτον καὶ τὸ ἀθάνατον καὶ ἀπατῶνται ὑπὸ τῶν σοφιστῶν μηδὲν ἀποδεικνυόντων ἀλλὰ
15δι’ ἑαυτοῦ δεικνυόντων τὸ μὴ δι’ ἑαυτοῦ δῆλον καὶ πρότασιν ποιουμένων τὸ πρόβλημα· ὅταν γὰρ ζητουμένου τοῦ εἰ ἡ ψυχὴ ἀθάνατος λέγῃ ὁ σοφιστὴς ‘ἡ ψυχὴ ἄφθαρτος, τὸ ἄφθαρτον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθά‐ νατοσ‘, οὐδὲν ἀποδείκνυσιν, ἀλλὰ τὸ ἐξ ἀρχῆς αἰτεῖται. ἀλλὰ κἄν τινος λέγοντος ὅτι οὐκ ἔστι τόπος συνάγῃ τις τὸ εἶναι τόπον οὕτω πως λέγων
20‘εἰ ἔστιν ἄνω καὶ κάτω καὶ πρόσθεν καὶ ὄπισθεν καὶ δεξιὸν καὶ ἀριστερόν, ἔστι τόπος· ἀλλὰ μὴν ἔστιν ἄνω καὶ κάτω καὶ τὰ λοιπά· ἔστιν ἄρα τόποσ‘, τὸ ἐν ἀρχῇ καὶ οὗτος αἰτεῖται, ἤτοι ὃ ἔδει δεῖξαι, ἔλαβεν ἀναποδείκτως· εἰ γὰρ τὸ ὅλον οὐδὲν ἄλλο ἐστὶν ἢ τὰ ἑαυτοῦ μέρη, ὁ λέγων ‘εἰ ἔστι τὰ μέρη τοῦ τόπου, ἔστιν ὁ τόποσ‘ οὐδὲν ἄλλο φησὶν ἢ ‘εἰ ἔστιν ὁ τόπος,
25ἔστιν ὁ τόποσ‘. p. 167b1 Ὁ δὲ παρὰ τὸ ἑπόμενον ἔλεγχος διὰ τὸ οἴεσθαι ἀντι‐ στρέφειν τὴν ἀκολούθησιν. παρὰ τὸ ἑπόμενον ἔλεγχος πέμπτος ἐστὶ τρόπος τῶν ἐκτὸς
τῆς λέξεως φαινομένων ἐλέγχων. μέρος δέ ἐστι τοῦ παρὰ τὸ συμβεβηκὸς47
in SE
.

48

παραλογισμοῦ, ὃς πρῶτός ἐστι τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων· τοῦτο δὲ καὶ αὐτὸς ὁ Ἀριστοτέλης προϊὼν ἐρεῖ· ἀμφότεροι γὰρ οὗτοι οἱ σοφισμοὶ ἀπὸ συμβεβηκότος ὥρμηνται. διαφέρουσι δέ, ὅτι ὁ μὲν παρὰ τὸ συμβε‐ βηκὸς οὐκ ἀντιστρέφει τοὺς ὅρους, ἀλλ’ οὑτωσὶ συλλογίζεται· ὁ Σωκράτης
5ζῷον, τὸ ζῷον γένος, ὁ Σωκράτης ἄρα γένος· ὁ δὲ παρὰ τὸ ἑπόμενον ὡς ἀντιστρέφοντας λαμβάνει τοὺς ὅρους καὶ γίνεται, ὅταν καὶ τὰ μὴ ἀντι‐ στρέφοντα ὡς ἀντιστρέφοντα λαμβάνηται. ἐπειδὴ γὰρ ἕπεται τῷ κλέπτῃ τὸ νύκτωρ πλανᾶσθαι, ἀντιστρέφοντες οἱ σοφισταὶ λέγουσι καὶ ‘ὁ νύκτωρ πλανώμενος κλέπτης ἐστί‘· καὶ ἐπειδὴ τὸ μέλι ξανθόν ἐστι, καὶ τὸ ξανθὸν
10μέλι εἶναί φασι. καὶ κατὰ τοῦτο τὸν κατασοφισμὸν συμβαίνει γίνεσθαι. οὐκ ἀνάγκη δέ, εἰ ὁ μοιχὸς καλλωπίζεται, καὶ τὸν καλλωπιζόμενον μοιχὸν εἶναι· πολλοῖς γὰρ ταῦτα ὑπάρχει, λέγω δὲ καὶ τὸ νύκτωρ πλανᾶσθαι καὶ τὸ καλλωπίζεσθαι· τὸ δὲ κατηγορούμενον οὐχ ὑπάρχει. ἀλλὰ τοιαύτη μὲν ἡ τῶν λεγομένων διάνοια. τὰ δὲ κατὰ τὴν λέξιν οὕτως ἔχει·
15ὅταν γὰρ μέλιτος ὄντος ἐξ ἀνάγκης ἕπεται καὶ τὸ ξανθόν, καὶ τινὸς ξανθοῦ ὄντος οἴονται εἶναι μέλι· καὶ γίνεται ὁ παραλογισμὸς ἐντεῦθεν· συμβαίνει γὰρ εἶναι χολήν, ἥτις ἐστὶ ξανθή, πλὴν οὐχὶ καὶ μέλι. ὁ δὲ παραλογιζόμενος οὕτως ἀπατᾷ· οὐχὶ τὸ μέλι ξανθόν ἐστί; ναί· ὥστε καὶ τὸ ξανθὸν μέλι· ἡ δὲ χολὴ ξανθή· ἡ χολὴ ἄρα μέλι. καὶ αἱ περὶ τὴν δόξαν ἀπάται ἐν‐
20τεῦθεν τίκτονται· ἡ μὲν γὰρ γεῦσις ἀντιλαμβάνεται τοῦ μέλιτος ὡς γλυ‐ κέος, ἡ δὲ ὄψις ὡς ξανθοῦ· ἀφ’ ὧν ἡ δόξα τὰ πάθη συνθεῖσα καὶ ὡς ἓν δοξάζουσα, ὁπηνίκα ἐνεργεῖ ἡ ὄψις περί τι ξανθὸν καὶ ὁρᾷ τι χολοβαφές, εὐθὺς καὶ μέλι τοῦτο εἶναι δοξάζει. πάλιν ἐπειδὴ ἐξ ἀνάγκης ὄμβρου κατενηνεγμένου ἡ γῆ διάβροχος γίνεται, καὶ ὁπηνίκα ὕδατος ἔκχυσις
25γένηται, ὑετοῦ καταφορὰν γενέσθαι νομίζομεν. ἐντεῦθεν καὶ τὸν ἥλιον πολλάκις ποδιαῖον ἡ ὄψις εἶναι δοξάζει διὰ τὸ ἕπεσθαι ταῖς τῆς ὄψεως φαντασίαις. οὐ μὴν ἀλλὰ καὶ ἐν τοῖς ῥητορικοῖς συλλογισμοῖς αἱ σημειώ‐ δεις ἀποδείξεις ἐκ τῶν ἑπομένων γίνονται. ἐπειδὴ γὰρ σημεῖον τοῦ μοιχοῦ τὸ καλλωπίζεσθαί ἐστι καὶ τοῦ κλέπτου τὸ νυκτὸς πλανᾶσθαι (ἕπεται γὰρ
30καὶ τῷ μοιχῷ τὸ καλλωπίζεσθαι καὶ τῷ κλέπτῃ τὸ νυκτοπορεῖν), διὰ τοῦτο αἱ ῥητορικαὶ ἀποδείξεις ἐκ τῶν ἑπομένων γίνονται· ὁ γὰρ βουλό‐ μενος δεῖξαι ὅτι μοιχός ἐστι, τὸ ἑπόμενον ἔλαβεν, ὅτι καλλω‐ πιστής, καὶ ὁ τὸν κλέπτην ἐλέγξαι βουλόμενος ὅτι νύκτωρ πλανᾶται. τὸ δὲ πολλοῖς μὲν ταῦτα ὑπάρχει, τὸ δὲ κατηγορούμενον οὐχ
35ὑπάρχει λύσις ἐστί. κατηγορούμενον δὲ λέγει τὴν μὲν μοιχείαν κατηγο‐48
in SE
.

49

ρίαν τοῦ καλλωπίζεσθαι, τοῦ δὲ νυκτὸς βαδίζειν τὸ κλέπτειν, οὐχ ὡς ἀληθῶς κατηγορουμένων (εἴρηται γὰρ ὡς οὐκ ἀνάγκη ἀντιστρέφειν), ἀλλ’ ὡς ὑπὸ τῶν σοφιστῶν ὡς κατηγορουμένων λαμβανομένων. ὁμοίως δ, φησί, καὶ ἐν τοῖς συλλογιστικοῖς, ἤτοι τοῖς κατὰ συλλογισμὸν δοκοῦσι
5προβαίνειν λόγοις, οἷος δοκεῖ καὶ ὁ τοῦ Μελίσσου εἶναι. οὗτος γάρ, δεῖξαι θέλων ὅτι ἕν ἐστι τὸ ὂν καὶ ἄπειρον, κατεσκεύαζε τοῦτο διὰ τῆς σὺν ἀντι‐ θέσει τάχα ἀντιστροφῆς λέγων ὡς εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γενόμενον λοιπὸν οὐχ ἕξει ἀρχήν· εἶτα προσετίθει καὶ τὴν ἑτέραν πρότασιν, ὅτι τὸ μὴ ἀρχὴν ἔχον ἄπειρον, ὡς εἶναι τοιοῦτον τὸ συλλογιζόμενον·
10τὸ ὂν οὐ γέγονε, τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει, τὸ μὴ ἔχον ἀρχὴν ἄπειρον, τὸ ὂν ἄπειρον. τούτου γοῦν τοῦ λόγου πολλὰ μὲν καὶ ἄλλ’ ἄττα αἰτιάματα ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως εἴρηται τῷ Ἀριστο‐ τέλει· ἀπεδείχθη δὲ καὶ τὸ ἡμαρτημένον, ἡ σὺν ἀντιθέσει ἀντιστροφή· ταύτης γὰρ τῇ ἀναιρέσει τοῦ ἑπομένου καὶ τὸ ἡγούμενον ἀναιρούσης οὐχ
15οὕτως ἔχει καὶ ἡ παρὰ τοῦ Μελίσσου. εἰ μὲν γὰρ ἄνθρωπός ἐστιν, ἕπεται καὶ ζῷον εἶναι ἐξ ἀνάγκης· ζῴου δὲ μὴ ὄντος εὔδηλον ὡς οὐδὲ ἄνθρωπος. ἐχρῆν οὖν καὶ τὸν Μέλισσον οὕτως ἀντιστρέψαι καὶ εἰπεῖν, ὡς εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ ἀρχὴν ἔχον οὐ γέγονεν· ὁ δ’ οὐχ οὕτω πεποίηκεν, ἀλλὰ τῇ ἀναιρέσει τοῦ ἡγουμένου συνανεῖλε καὶ τὸ
20ἑπόμενον. ἀλλ’ ἐπισκεπτέον αὖθις τὰ ῥητὰ κατὰ λέξιν. οἷον ὁ Μελίσσου λόγος ὅτι ἄπειρον τὸ ἅπαν. ἐδείκνυε, φησίν, ὁ Μέλισσος ὅτι ἄπειρον τὸ ἅπαν, τουτέστι τὸ ὄν· τὸ γὰρ ἅπαν ἀντὶ τοῦ ὄντος εἴληφεν. ἐδείκνυε δὲ τοῦτο λαμβάνων ὅτι τὸ ὂν ἀγένητον, ἤτοι τὸ ὂν οὐ γέγονε. καὶ τίθησι τὴν τούτου κατασκευήν· εἰ γὰρ τὸ ὂν λέγει τις γενέσθαι, ἢ ἐξ ὄντος ἂν
25γένοιτο ἢ ἐκ μὴ ὄντος· ἀλλ’ ἐξ ὄντος μὲν γενέσθαι οὐκ ἐνδέχεται· τὰ αὐτὰ γὰρ καὶ περὶ ἐκείνου ζητήσομεν· ὁμοίως δὲ ἀδύνατον καὶ ἐκ μὴ ὄντος εἰπεῖν γενέσθαι τὸ ὄν, διὰ τὸ κοινὸν ἀξίωμα εἶναι τῶν φιλοσόφων μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι· συνάγεται λοιπὸν τὸ ὂν ἀγένη‐ τον εἶναι. εἰ γοῦν τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γενόμενον ἀρχὴν οὐχ
30ἕξει· τὸ δὲ μὴ ἔχον ἀρχὴν ἄπειρον. πρὸς τοῦτο οὖν φησιν ὁ Ἀριστοτέλης ὡς οὐκ ἀνάγκη, εἰ τὸ γενόμενον ἅπαν ἀρχὴν ἔχει, καὶ τὸ ἀρχὴν ἔχον γεγονέναι. τοιοῦτον δέ τινα νοῦν ἔχει τὸ λεγόμενον. ὁ Μέλισσος τὸ μὴ γεγονέναι καὶ τὸ ἀρχὴν μὴ ἔχειν ταὐτὸν ἐνόμιζεν εἶναι καὶ ἐξισάζειν
καὶ ἀντιστρέφειν. ὑπήχθη δὲ εἰς ταύτην τὴν ἔννοιαν ἀπὸ τοῦ καὶ τὸ γενό‐49
in SE
.

50

μενον καὶ τὸ ἀρχὴν ἔχον ταὐτὰ οἴεσθαι καὶ ἀντιστρέφοντα, ὥστε καὶ πᾶν τὸ γενόμενον ἀρχὴν ἔχειν καὶ πᾶν τὸ ἀρχὴν ἔχον γεγονέναι, ὃ ψευδός ἐστιν· εἰσὶ γάρ τινα ἀρχὴν μὲν ἔχοντα μὴ γεγονότα δέ, ὡς τὰ οὐράνια καὶ θεῖα σώματα. εἰ γοῦν τοῦτο ψεῦδος, δῆλον ὡς οὐδὲ τὸ μὴ γενόμενον
5καὶ τὸ μὴ ἀρχὴν ἔχον ταὐτά εἰσιν. p. 167b21 Ὁ δὲ παρὰ τὸ μὴ αἴτιον ὡς αἴτιον, ὅταν προσληφθῇ τὸ ἀναίτιον. Οὗτος ὁ τρόπος ἕκτος ἐστὶ τῶν ἐκτὸς τῆς λέξεως παραλογισμῶν. ὃ δὲ ἐνταῦθα παρὰ τὸ μὴ αἴτιον ὡς αἴτιον καλεῖ, τοῦτο ἐν τοῖς δευτέροις
10τῶν Προτέρων ἀναλυτικῶν “μὴ παρὰ τοῦτο” ὠνόμασε. γίνεται δὲ τοῦτο ἐν τοῖς δι’ ἀδυνάτου συλλογισμοῖς, ὅταν καὶ δίχα τῆς ὑποθέσεως οὐδὲν ἧττον περαίνηται τὸ ἀδύνατον, συναγόντων τῶν σοφιστῶν τὸ τοιοῦτον ἀδύνατον καὶ λεγόντων ὅτι διὰ τὴν ὑπόθεσιν ἡμῶν τῶν προσδιαλεγομένων αὐτοῖς τοῦτο γέγονε τὸ ἀδύνατον, μηδαμῶς τῆς ὑποθέσεως ἡμῶν αἰτίας
15οὔσης τοῦ συμβαίνοντος ἀδυνάτου· τότε γὰρ μάλιστα ἔστι λέγειν τὸ “μὴ παρὰ τοῦτο”. ἔσται δὲ δῆλον τὸ λεγόμενον ὧδε· εἴ τις λέγει τὸ ζῷον παντὶ λευκῷ καὶ ἡμῶν λεγόντων μὴ εἶναι ἀληθές (οὐ γὰρ πᾶν λευκὸν ζῷόν ἐστι) πειρᾶται ἐλέγχειν ἡμᾶς λέγων ‘εἰ γὰρ ψεῦδος τὸ παντί, ἔσται ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ ζῷον οὐ παντὶ λευκῷ‘, ἔπειτα τῇ
20θέσει ταύτῃ τῇ λεγούσῃ τὸ ζῷον οὐ παντὶ λευκῷ δεικνὺς ἀδύνατόν τι ἑπόμενον, ψεῦδος μὲν εἶναι λέγει τὸ τὸ ζῷον οὐ παντὶ λευκῷ, ἀληθὲς δὲ εἶναι εἰσάγει τὸ ὃ αὐτὸς ἔλεγε, τὸ πᾶν λευκὸν εἶναι ζῷον. δείκνυσι δὲ τοῦτο οὕτως συλλογιζόμενος· τὸ ζῷον καθ’ ὑμᾶς οὐ παντὶ λευκῷ, τὸ λευκὸν παντὶ πτηνῷ, τὸ πτηνὸν παντὶ κόρακι, τὸ λευκὸν ἄρα παντὶ κόρακι· ἀλλὰ μὴν
25τοῦτο ψεῦδος· ψευδὴς ἄρα καὶ ἡ ὑπόθεσις ᾗ τὸ ἀδύνατον ἠκολούθησε καὶ ἀφ’ ἧς γέγονε τὸ ψεῦδος· ἦν δὲ ἡ λέγουσα ὅτι τὸ ζῷον οὐ παντὶ λευκῷ·
ἀληθὲς ἄρα τὸ παντί. πρὸς τοῦτο ῥητέον· οὐ παρὰ τοῦτο· οὐ γὰρ παρὰ50
in SE
.

51

τὴν ὑπόθεσιν τὴν λέγουσαν τὸ ζῷον οὐ παντὶ λευκῷ συνῆκται τὸ λευκὸν παντὶ κόρακι, ἀλλὰ παρὰ τὴν σὴν τὴν λέγουσαν τὸ λευκὸν παντὶ πτηνῷ· ἀφαιρεθείσης γὰρ τῆς ὑποθέσεως ἡμῶν τῆς, ὡς λέγεις, αἰτίας γενομένης τοῦ ἀτόπου πάλιν τὸ ψεῦδος συνάγεται. δείκνυσι δὲ καὶ αὐτός, ὅπως οὐ γίνεται
5παρὰ τὴν ὑπόθεσιν ἡμῶν τὸ ψεῦδος ἀλλὰ παρὰ τὴν τῶν σοφιστῶν, καὶ ἐπὶ παραδείγματός τινος. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον. λέγει τις ἀλη‐ θῶς ὅτι ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ. πειρᾶται οὖν ὁ σοφιστὴς δεικνύναι τοῦτο ψεῦδος καὶ φησίν· εἰ ἔστιν ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ, οὐχ ἕψεταί τι τῇ ὑποθέσει ἀδύνατον· ἀλλὰ μὴν ἕψεται, ὡς
10δειχθήσεται· οὐκ ἄρα ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ. εἶτα πειρᾶται δεικνύναι ἀδύνατόν τι τοῦτον τὸν τρόπον, εἰ γὰρ ἡ φθορὰ λέγων καὶ ἡ γένεσις ἐναντία, καὶ τῇ τινὶ φθορᾷ ἔσται τὶς γένεσις ἐναντία· τὶς δὲ φθορὰ ὁ θάνατός ἐστιν· ὥστε ἔσται τῷ θανάτῳ τινὶ ὄντι φθορᾷ ἐναντία τὶς γένεσις· οὐδὲν δὲ ἄλλο τῷ θανάτῳ ἐναντίον ἢ ἡ ζωή·
15ἡ ζωὴ ἄρα γένεσις· εἰ δὲ ἡ ζωὴ γένεσις, καὶ τὸ ζῆν γίνεσθαι· ὥστε καὶ τὸ ζῷον, ᾗ ζῇ, γίνεται· ἀδύνατον δὲ τῷ ζῴῳ, ᾗ ζῇ, γίνεσθαι· εἰ δὲ τοῦτο ἀδύνατον, ἀδύνατος καὶ ἡ ὑπόθεσις παρ’ ἣν τοῦτο γίνεται· ἦν δὲ ἡ λέγουσα ὅτι ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ. οὐκ ἔστιν ἄρα ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτόν. φαμὲν οὖν πρὸς τοῦτο ὅτι οὐ παρὰ τοῦτο·
20οὐ γὰρ παρὰ τὸ λέγειν ἡμᾶς τὴν ψυχὴν καὶ τὴν ζωὴν ταὐτὸν συνήχθη τὸ ‘τὸ ζῷον, ᾗ ζῇ, γίνεται‘, ἐπεὶ καὶ τούτου μὴ κειμένου οὐδὲν ἧττον διὰ τῶν λοιπῶν προτάσεων τὸ ἀδύνατον συναχθήσεται· ἀλλὰ τὸ ἀδύνατον συνῆκται παρὰ τὸ λέγειν σε τὴν ζωὴν ἐναντίαν τῷ θανάτῳ ὄντι φθορ. ἡ γὰρ φθορὰ οὐ τῇ ζωῇ ἐναντία ἐστὶν ἀλλὰ τῷ ἀψύχῳ σώματι·
25τῇ δὲ ζωῇ ἡ διάλυσίς ἐστιν ἐναντία. ἡ διάλυσις δὲ οὐ ταὐτὸν τῇ φθορᾷ· οὐ γὰρ ἀνάγκη τὰ διαλυόμενα καὶ ἀπ’ ἀλλήλων χωριζόμενα φθείρεσθαι. ἰδοὺ γάρ τις διέλυσε μὲν ἀπ’ ἀλλήλων τὰ ἐξ ἐρίου καὶ ἐκ σηρῶν νήματα ἀλλήλοις συνημμένα καὶ κεκλωσμένα· ἡ δὲ τούτων διάλυσις οὐκ ἤδη γέγονεν αὐτοῖς καὶ αἰτία φθορᾶς. πάλιν ἐάν τις ἀπὸ τοῦ σωροῦ διακρίνῃ
30τὸν σῖτον καὶ τὴν κριθὴν ἀλλήλοις ὄντα συμπεφυρμένα, διάλυσις μὲν καὶ διάκρισις γέγονεν ἀπ’ ἀλλήλων, φθορὰ δὲ οὐδαμῶς. εἰ οὖν καὶ ὁ θά‐ νατος διάλυσίς ἐστι καὶ διάκρισις ψυχῆς καὶ σώματος ἀπ’ ἀλλήλων, οὐκ ἂν εἴη ὁ θάνατος φθορά. ὅτι δὲ ὁ θάνατος οὐ ταὐτόν ἐστι τῇ φθορᾷ,
δῆλον καὶ ἐκ τοῦ θνήσκειν μὲν λέγεσθαι τὰ ζῶντα, φθείρεσθαι δὲ τὰ51
in SE
.

52

νεκρὰ καὶ ἄψυχα τῶν σωμάτων. εἰ δ’ ἦν ὁ θάνατος καὶ ἡ φθορὰ ταὐτόν, ἅμα τῷ χωρισθῆναι τὴν ψυχὴν τοῦ σώματος ἐφθείρετο ἂν τὸ σῶμα· νῦν δὲ οὐκ ἔστι τοῦτο, ἀλλὰ μετὰ πολὺ ἡ φθορὰ τοῦ σώματος γίνεται. τὰ μὲν οὖν λεγόμενα οὕτως ἔχει. τὸ δὲ ἐὰν ἐγκαταριθμηθῇ ἐν
5τοῖς ἀναγκαίοις ἐρωτήμασι πρὸ τοῦ συμπεράσματος τὸ συμ‐ βαῖνον ἀδύνατον τοιοῦτόν ἐστιν. ἐὰν ἐν τοῖς ἀναγκαίοις ἐρωτήμασι, τουτέστι ταῖς παρὰ τοῦ ἐρίζοντος λεγομέναις προτάσεσι (ταύτας γὰρ ἀνα‐ γκαῖα λέγει ἐρωτήματα, οὐχ ὅτι ἀναγκαῖόν τι συνάγουσιν, ἀλλ’ ὅτι τούτων μὴ ληφθέντων οὐκ ἂν συνήχθη τὸ προκείμενον ἀδύνατον), ἐὰν οὖν ἐν ταῖς
10τοιαύταις τοῦ ἐρίζοντος προτάσεσιν ἐγκαταμιχθῇ παρ’ αὐτοῦ δὴ τούτου τοῦ σοφιστοῦ πρὸ τοῦ ἐπενεχθῆναι παρ’ αὐτοῦ τὸ συμπέρασμα τὸ συμ‐ βαῖνον ἀδύνατον, τουτέστιν ἡ ψευδὴς πρότασις ἡ αἰτία γινομένη τοῦ συμβαίνοντος ἀδυνάτου (δι’ αὐτῆς γὰρ περαίνεται τὸ τοιοῦτον ἄτοπον), δόξει πολλάκις παρὰ τοῦτο γίνεσθαι ὁ ἔλεγχος, ὥσπερ δὴ καὶ
15ἐνταῦθα γέγονε· συγκατεμίχθη γὰρ τοῖς ἀναγκαίοις ἐρωτήμασι τὸ ‘ἡ ζωὴ ἐναντία τῷ θανάτῳ ὄντι φθορᾷ‘· οὐ γάρ ἐστιν, ὡς εἴρηται, ὁ θάνατος φθορὰ ἀλλὰ διάλυσις ψυχῆς καὶ σώματος. συγκατεμίχθη οὖν τοῖς ἀνα‐ γκαίοις ἐρωτήμασι τὸ ‘ὁ θάνατος καὶ ἡ φθορὰ ταὐτόν‘· οὗ ληφθέντος συνῆ‐ κται καὶ ἡ ζωὴ γένεσις καὶ τὸ ζῆν γίνεσθαι καὶ τὸ ζῷον, ᾗ ζῇ, γίνεσθαι.
20τοὺς τοιούτους δὲ συλλογισμοὺς ἀσυλλογίστους μὲν ἁπλῶς φησι μὴ εἶναι, τουτέστι καθόλου, πρὸς δὲ τὸ προκείμενον ἀσυλλογίστους, ὅτι οὐ συλλογίζονται ὃ αἱροῦνται διὰ τὸ ψευδεῖς τὰς προτάσεις λαμβάνειν. κατὰ τοῦτο γοῦν εἰσιν ἀσυλλόγιστοι. τὸ δὲ λανθάνειν πολλάκις οὐχ ἧττον αὐτοὺς τοὺς ἐρωτῶντας τοιοῦτόν ἐστιν, ὅτι οὐ μόνον οἱ ἀπο‐
25κρινόμενοι ἐπιλανθάνονται καὶ νομίζουσι τὰ μὴ ταὐτὰ ὡς ταὐτὰ κἀντεῦθεν ἀπάτῃ ὑπάγονται καὶ σοφίζονται, ἀλλὰ καὶ οἱ ἐρωτῶντες αὐτοὶ τοῦτο πάσχουσιν, ὥσπερ καὶ ὁ Πῶλος τὴν βούλησιν καὶ τὴν δόκησιν ταὐτὸν νομίζων ὡς ἓν ὄντων ἠρώτα τὸν Σωκράτην. p. 167b38 Οἱ δὲ παρὰ τὸ τὰ δύο ἐρωτήματα ἓν ποιεῖν, ὅταν λαν‐
30θάνῃ πλείω ὄντα, καὶ ὡς ἑνός. Ἕβδομος καὶ τελευταῖος τρόπος τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων ἐστὶν ὁ παρὰ τὸ τὰ δύο ἐρωτήματα ἓν ποιεῖν. λέγεται δὲ οὕτως, ὅτι
ἕκαστον τῶν ὑποκειμένων καὶ περὶ ὧν ὁ λόγος ἐστὶν ἰδίας ἐρωτήσεως52
in SE
.

53

δεόμενον οὐ προτείνεται ἰδίᾳ καὶ ἰδίᾳ ὁ ἐρωτῶν, ἀλλὰ συμμίξας τὰ διά‐ φορα ὑποκείμενα καὶ ὡς περὶ ἑνὸς ἐρωτῶν ἀπατᾷ τὸν ἀποκρινόμενον, ὅταν καὶ αὐτὸς τὴν ἀπόκρισιν ὡς ἑνὸς ὄντος τοῦ ὑποκειμένου δοίη, ὡς ἐπὶ τοῦδε τοῦ σοφίσματος· ὁ δεῖνα Σωκράτην καὶ Πλάτωνα τύπτει· ὁ Σωκράτης
5καὶ ὁ Πλάτων ἄνθρωπός ἐστιν· ὁ δεῖνα ἄρα ἄνθρωπον ἀλλ’ οὐκ ἀνθρώ‐ πους τύπτει. τοιοῦτόν τι πεποίηκε καὶ ὁ Πῶλος ἐν τῷ Γοργίᾳ τὰ πλείω ὡς ἓν ἐρωτήσας τὸν Σωκράτην. ἦν δὲ ἡ ἐρώτησις τοιαύτη· ‘εἰπέ μοι, ὦ Σώκρατες, οὐ δοκοῦσί σοι οἱ ῥήτορες ὥσπερ καὶ οἱ τύραννοι ποιεῖν ἅπαντα ἃ βούλονται καὶ δοκεῖ αὐτοῖς βέλτιστα εἶναι‘. τὰ πλείω γὰρ ἐν‐
10ταῦθα ἠρώτησεν ὡς ἓν ὁ Πῶλος· ἄλλο γὰρ βούλησις καὶ ἄλλο δόκησις. ὃν ὁ Σωκράτης ἐπέπληξε πλείονας ἅμα ἐρωτήσεις ἐρωτήσαντα ὡς τὴν διαφορὰν τῆς βουλήσεως καὶ τῆς δοκήσεως ἀγνοήσαντα καὶ ὡς ἑνὸς ὄντων μίαν τὴν ἐρώτησιν ποιησάμενον. π’ ἐνίων μὲν οὖν, φησί, ῥᾴδιόν ἐστιν ἰδεῖν ὅτι πλείω ἐρωτήματά ἐστιν· οἷον πότερον ἡ γῆ θάλαττά
15ἐστιν ἢ ὁ οὐρανός· δῆλον γὰρ ἐνταῦθα ὅτι δύο τυγχάνει τὰ ἐρωτήματα· ἔδει γὰρ οὕτως ἐρωτῆσαι, πότερον ἡ γῆ θάλαττά ἐστιν, εἶτα αὖθις πότερον ὁ οὐρανὸς θάλαττά ἐστιν. π’ ἐνίων δ, φησίν, οὐκ ἔστι ῥᾴδιον ἰδεῖν ὅτι πλείω τὰ ἐρωτήματά ἐστιν, καθάπερ εἶχεν ἡ προειρημένη τοῦ Πώλου ἐρώτησις. καὶ διὰ τὸ μὴ εἶναι δῆλον ὅτι πλείω εἰσὶ τὰ ἐρωτώ‐
20μενα ἢ ὁμολογοῦσι τῷ μὴ ἀποκρίνεσθαι τὸ ἐρωτώμενον ἢ ἐλέ‐ γχεσθαι φαίνονται. τοιοῦτον δέ ἐστι τὸ λεγόμενον· οἱ ἐρωτώμενοι τὴν τοιαύτην ἐρώτησιν ἢ ὁμολογοῦσι μὴ ἀποκρινόμενοι τὸ ἐρωτώμενον φαῦλοι κοινωνοὶ εἶναι ὡς ἐμποδίζοντες τὸ κοινὸν ἔργον, ὡς εἶναι ἔξωθεν λαμβανόμενον τὸ ‘εἶναι φαῦλοι κοινωνοί‘ (ὁμολογοῦσι γὰρ φαῦλοι εἶναι
25κοινωνοὶ τῷ μὴ ἀποκρίνεσθαι τὸ ἐρωτώμενον), ἢ τῷ ἀποκρίνεσθαι φαίνονται ἐλεγχόμενοι. ἔστι καὶ οὕτω νοῆσαι τὸ λεγόμενον· οἱ ἐρωτώ‐ μενοι ἢ οὐδέν τι ἀποκρίνονται, καὶ ὁμολογοῦσι διὰ τῆς σιωπῆς τρόπον τινά (ἡ γὰρ σιωπὴ δηλοῖ τὸ ναί, τὸ τῆς συγκαταθέσεως πρόσρημα), ἢ ἀπόκρισιν διδόντες ἐλέγχεσθαι φαίνονται. τὸ δὲ ἢ πάλιν, ὧν τὰ μέν ἐστιν
30ἀγαθὰ τὰ δὲ οὐκ ἀγαθ, πάντα ἀγαθὰ ἢ οὐκ ἀγαθ, καὶ τοῦτο παράδειγμά ἐστι τοῦ τὰ πλείω ὡς ἓν ἐρωτῶντος. ἔδει γὰρ οὕτως εἰπεῖν, πότερον ἡ σωφροσύνη ἀγαθὸν ἢ φαῦλον, καὶ πότερον ἡ ἀκολασία ἀγαθὸν ἢ φαῦλον· ὁ δὲ μίξας ἀμφότερα καὶ ὡς περὶ ἑνὸς ἐρωτήσας οὐκ ἄδηλον ὅτι ἀπατήσει τὸν ἀποκρινόμενον, εἴ γε συνυπαχθεὶς τῇ ἐρωτήσει κατα‐
35φήσει ἢ ἀποφήσει. εἰ γὰρ ἐρωτηθείς τις, πότερον ἡ σωφροσύνη καὶ ἡ
ἀκολασία ἀγαθόν ἐστιν ἢ φαῦλον, εἴπῃ ὅτι ἀγαθόν, συμβήσεται τὴν ἀκο‐53
in SE
.

54

λασίαν μὴ οὖσαν τῶν ἀγαθῶν εἶναι ἀγαθόν· εἰ δ’ ἀποφήσει, συμβήσεται πάλιν τὴν σωφροσύνην οὖσαν τῶν ἀγαθῶν μὴ εἶναι ἀγαθόν. καὶ ποτὲ μὲν οὕτως φησὶ γίνεσθαι φαινόμενον ἔλεγχον ἐκ τοῦ μόνον φῆσαι ἢ ἀπο‐ φῆσαι ἐν τῇ ἐρωτήσει τῇ τὰ πλείω ὡς ἓν πυνθανομένῃ· τὸ γὰρ φάναι
5τῶν μὴ ἀγαθῶν τι εἶναι ἀγαθὸν ἢ τῶν ἀγαθῶν τι μὴ ἀγαθὸν ψεῦδος. ποτὲ δὲ συμβήσεται καὶ ἔλεγχον γενέσθαι ἀληθινὸν προσληφθέν‐ των τινῶν· οἷον εἴ τις ἔροιτο ‘ἆρά γε ὃ ἐφ’ ἑνός, τοῦτο καὶ ἐπὶ πολλῶν;‘ καὶ τοῦτο λαβὼν προσλάβοι ‘ἐπεὶ τυφλόν ἐστι τὸ μὴ ἔχον ὄψιν πεφυ‐ κὸς δὲ ἔχειν, καὶ τυφλὰ ἔσται τὰ μὴ ἔχοντα ὄψιν πεφυκότα δὲ ἔχειν,
10καὶ εἰ λευκόν ἐστι τὸ ἔχον χρῶμα διακριτικὸν ὄψεως, καὶ λευκὰ ἔσται τὰ ἔχοντα χρῶμα διακριτικὸν ὄψεωσ‘. καὶ γὰρ ἐπὶ τούτων οὐ μία ἐστὶν ἡ ἐρώτησις· τὸ γὰρ ‘ἆρά γε, εἰ τυφλόν ἐστι τὸ μὴ ἔχον ὄψιν πεφυκὸς δὲ ἔχειν, καὶ τυφλὰ ἔσται τὰ μὴ ἔχοντα ὄψιν πεφυκότα δὲ ἔχειν;‘ οὐκ ἔστιν ἓν ἐρώτημα. ἐπειδὴ γὰρ ἐκεῖνό ἐστι τυφλὸν ὃ πεφυκὸς ὄψιν ἔχειν οὐκ
15ἔχει, οἷον τὸ διὰ πήρωσιν μὴ ἔχον ὄψιν, τὸ δὲ μήπω πεφυκὸς ἔχειν ὄψιν, ὡς τὸ σκυλάκιον, καταχρηστικῶς φαμεν τυφλόν (οὔπω γὰρ τοῦτο πέφυκεν ἔχειν ὄψιν), πῶς οὐκ ἂν εἴη διάφορα ἐρωτῶν ὁ λέγων ‘ἆρά γε, εἰ τυφλόν ἐστι τὸ μὴ ἔχον ὄψιν πεφυκὸς δὲ ἔχειν, καὶ τυφλὰ ἔσται τὰ μὴ ἔχοντα ὄψιν πεφυκότα δὲ ἔχειν‘; εἰ γὰρ τὸ μὲν ἕν ἐστι τυφλὸν διὰ πήρωσιν, ὃ καὶ
20τυφλὸν εἰπεῖν ἀληθές ἐστι, τὰ δὲ διὰ τὸ μήπω πεφυκέναι ἔχειν, ἃ καὶ καταχρώμενοί φαμεν τυφλά, ὡς ἐπὶ τῶν σκυλακίων (οὐ γὰρ ἀληθές ἐστιν εἰπεῖν ὅτι τυφλά), δύο οὖν οὐσῶν τῶν ἐρωτήσεων οὐ μία ἔσται πρὸς ταῦτα ἀπόκρισις. εἰ δέ τις συναρπασθείη ὑπὸ τῆς ἐρωτήσεως καὶ ὥσπερ μιᾶς αὐτῆς οὔσης εἴπῃ ὅτι ναί, τυφλά ἐστιν, ὅταν τὰ μὲν σκυλάκια βλέπῃ τὸ δὲ
25μή (οὐ γὰρ δυνατόν ἐστι τὸ πεπηρωμένον βλέψαι), ἔσονται ἢ πάντα ὁρῶντα ἢ πάντα τυφλά. ‘διὰ τίνα γὰρ λόγον‘, εἴποι ἂν ὁ σοφιστὴς πρὸς τὸν ἀποκρινόμενον, ‘τὰ μὲν ἔσται ὁρῶντα, τὸ δὲ μὴ ὁρῶν; ἐπεὶ γὰρ ἀμφό‐ τερα ἔφησας εἶναι τυφλὰ μὴ ἔχοντα ὄψιν πεφυκότα δὲ ἔχειν, ἢ ἀμφότερα ἀνάγκη ὁρᾶν ἢ μηδέτερον‘. τὸ δὲ τοιοῦτον σόφισμα οὐ μόνον γέγονε
30παρὰ τὸ τὰ δύο ἐρωτήματα ὡς ἓν ἐρωτηθῆναι ἀλλὰ καὶ παρὰ τὴν ἔλλει‐ ψιν τοῦ κυρίως καὶ ἀληθῶς ἐλέγχου· εἴρηκε γὰρ ἐν αὐτῷ μετὰ τῶν ἄλλων καὶ τὸ ὅτι δεῖ λαβεῖν “ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ”, τουτέστι τὸ ἐρω‐ τώμενον μὴ εἶναι τοιοῦτον ὡς τὸν μὲν ἐρωτῶντα ἄλλου χρόνου λαμβάνειν τὸ ὑποκείμενον, τὸν δὲ ἀποκρινόμενον ἑτέρου. τοῦτο δέ ἐστι καὶ ἐνταῦθα·
35οὐ γὰρ πᾶν τὸ πεφυκὸς ἔχειν ὄψιν καὶ μὴ ἔχον τυφλόν ἐστιν, ἀλλὰ τὸ μὴ
ἔχον ὅτε πέφυκεν ἔχειν.54
in SE
.

55

p. 168a17 Ἢ δὴ οὕτως διαιρετέον. Εἰπὼν δύο εἴδη εἶναι τῶν παραλογισμῶν καθ’ οὓς φαίνονται ἐλέγχειν οἱ σοφισταὶ τοὺς ἐντυγχάνοντας, καὶ διδάξας ὅσοι τε καὶ τίνες οἱ τρόποι οἱ ὑπὸ τὰ εἴδη ταῦτα τῶν σοφισμῶν τελοῦντες, καὶ τὸ μὲν [τὰ] παρὰ τὴν
5λέξιν ὀνομάσας τὸ δ’ ἐκτὸς τῆς λέξεως, καὶ τοὺς μὲν παρὰ τὴν λέξιν τρόπους σοφιστικοὺς ἓξ εἶναι παραδούς, ὁμωνυμίαν, ἀμφιβολίαν, σύνθεσιν, διαίρεσιν προσῳδίαν, σχῆμα λέξεως, τοὺς δ’ ἐκτὸς τῆς λέξεως ἑπτὰ εἶναι σαφέστατα ἐκθέμενος, τὸν παρὰ τὸ συμβεβηκός, τὸν παρὰ τὸ ἁπλῶς ἢ πῇ καὶ μὴ κυρίως λέγεσθαι μέρη, τὸν παρὰ τὸν διορισμὸν τοῦ συλλογισμοῦ
10καὶ ἐλέγχου, τὸν παρὰ τὸ ἐν ἀρχῇ λαμβάνειν, τὸν παρὰ τὸ ἑπόμενον, τὸν παρὰ τὸ μὴ αἴτιον ὡς αἴτιον καὶ τὸν παρὰ τὸ τὰ δύο ἐρωτήματα ἓν ποιεῖν, νῦν λέγει ὅτι ἢ οὕτως διαιρετέον τοὺς σοφιστικοὺς ἐλέγχους, καὶ λεκτέον ὅτι οἱ μέν εἰσι παρὰ τὴν λέξιν, οἱ δὲ ἐκτὸς τῆς λέξεως, καὶ οἱ μὲν παρὰ τὴν λέξιν ἓξ ὄντες εἰσὶν οἵδε, οἱ δὲ ἐκτὸς τῆς λέξεως ἑπτὰ
15τυγχάνοντές εἰσιν οἵδε, ἢ πάντας τοὺς φαινομένους συλλογισμοὺς καὶ ἐλέγχους ἀνακτέον εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν. καὶ λέγει πῶς ἀναχθήσονται, μᾶλλον δὲ αὐτὸς ἀνάγει πάντας. ἐπειδὴ γὰρ ἔλεγχός ἐστιν, ὡς εἴρηται, “τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος ἀλλὰ πράγματος, καὶ ὀνό‐ ματος μὴ συνωνύμου ἀλλὰ τοῦ αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου, ἐκ τῶν δοθέν‐
20των τῷ ἀποκρινομένῳ, μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ, καὶ κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ”, ὁ ταῦτα ἀγνοήσας ἤ τι τούτων ἐξ ἀνάγκης περιπεσεῖται τῷ ψεύδει καὶ ἀπατηθή‐ σεται. ἐπειδὴ οὖν, ὡς εἴρηται, ἔλεγχός ἐστι συλλογισμὸς ἀντιφάσεως, ὁ δὲ συλλογισμὸς ἐκ τῶν κειμένων ἐστίν, ὁ ἀγνοῶν ὅ τι ποτέ ἐστι συλλογισμός,
25καὶ ὅτι ἐκ τῶν κειμένων δεῖ συμβαίνειν τὸ συμπέρασμα, ἀπατηθήσεται παρὰ τοῦ μὴ συλλογιζομένου μηδὲ ἐκ τῶν κειμένων συνάγοντος τὴν δοκοῦσαν ἀντίφασιν. τοιοῦτοι δ’ ἦσαν οἱ μὴ ἐκ τῶν κειμένων συνάγοντες τὴν ἀντίφασιν, οἱ τὸ μὴ αἴτιον ὡς αἴτιον παραλαμβάνοντες παραλογισμοὶ καὶ οἱ τὸ ἐν ἀρχῇ αἰτοῦντες καὶ οἱ παρὰ τὸ ἑπόμενον. πρῶτον μὲν οὖν,
30φησίν, ἁπλῶς ἀναχθήσονται πάντες οἱ παραλογισμοὶ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ὡς ἀσυλλόγιστοι καὶ μὴ ἐκ τῶν κειμένων συνάγοντες, ὅπερ ἐστὶν ἴδιον τοῦ κυρίως συλλογισμοῦ. ἔπειτα ἀναχθήσονται πάντες οὗτοι καὶ εἰς τὰ μέρη τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου, καὶ δειχθήσεται ὡς παρὰ τὴν ἔλλειψίν τινος τῶν ἐν τῷ ἐλέγχῳ τὸ σόφισμα συνίσταται, ἢ παρὰ τὸ ὁμώνυμόν τι
35ληφθῆναι ἢ παρὰ τὸ ἀμφίβολον ἢ ἕτερόν τι.55
in SE
.

56

p. 168a23 Τῶν μὲν γὰρ ἐν τῇ λέξει οἱ μέν εἰσι παρὰ τὸ διττόν. Εἶπεν ὅτι τῶν παραλογισμῶν ἕκαστος ἀναχθήσεται εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν. καὶ ἁπλῶς μὲν ἓν ἔφησεν ἀπελέγχον τοὺς παραλογισμούς, τὸ μὴ ἐκ τῶν κειμένων αὐτοὺς συνάγεσθαι, ὅπερ καὶ ἐν τῷ διορισμῷ τοῦ ἐλέγχου
5εἴρητο. νῦν δὲ καὶ παρ’ ἓν ἕκαστον τῶν μερῶν τοῦ ἐλέγχου γίνεσθαι τούτους διδάσκει, καὶ πρότερον τὸν ἐκ τῆς ὁμωνυμίας φησὶ γίνεσθαι παρὰ τὸ μὴ ἓν εἶναι τὸ ὄνομα καὶ τὸ πρᾶγμα καὶ τὸν ἐκ τῆς ἀμφιβολίας· τού‐ τους γὰρ ἐδήλωσε διὰ τοῦ ἥ τε ὁμωνυμία καὶ ὁ λόγος. οὗτοί τε οὖν καὶ ἡ ὁμοιοσχημοσύνη τῆς λέξεως, τουτέστιν οἱ παρὰ τὸ σχῆμα τῆς
10λέξεως, ὅτι παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν γίνονται, δῆλον· κεῖται γὰρ τὸν ἔλεγχον εἶναι “τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος ἀλλὰ πράγματος”· οἱ δὲ ἐκ τῆς ὁμωνυμίας καὶ ἀμφιβολίας ἐξ ὀνομάτων εἰσὶ καὶ λόγων οὐχ ἁπλῶν ἀλλὰ διάφορα σημαινόντων, ναὶ μὴν καὶ ἡ ὁμοιοσχημοσύνη. τό τε γὰρ μανθάνειν δύο σημαίνει καὶ ὁμώνυμον, ἀλλὰ καὶ ὁ ἀμφίβολος λόγος ὁ ‘ὃ
15ὁρᾷ τις, τοῦτο ὁρᾷ‘ λέγων δύο παρεμφαίνει, τόν τε ὁρῶντα καὶ τὸ ὁρώ‐ μενον· καὶ τὸ ἐνεργεῖν περὶ τὴν μάθησιν δύο ταῦτα δηλοῖ, ὡς εἴρηται· πάθους γάρ ἐστι καὶ ἐνεργείας σημαντικόν, ὅπερ ἐστὶ τοῦ παρὰ τὸ σχῆμα τῆς λέξεως συλλογισμοῦ. δῆλον οὖν ὡς εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν καὶ οἱ τρεῖς οὗτοι ἀναχθήσονται, ὅτι οὐ πράγματός εἰσιν ἑνός· δεῖ δὲ τὸν συλλο‐
20γιζόμενον καὶ ἔλεγχον ποιῆσαι βουλόμενον τὸ αὐτὸ καὶ ἓν πρᾶγμα λαμ‐ βάνειν. τὸ δὲ σύνηθες γὰρ τὸ πάντα ὡς τόδε τι σημαίνειν περὶ τῆς ἀμφιβολίας δοκεῖ εἰρῆσθαι, οὐ περὶ τοῦ παρὰ τὸ σχῆμα τῆς λέξεως παραλογισμοῦ, ὃν ὁμοιοσχημοσύνην, ὡς εἴρηται, ἐνταῦθα λέγει· σύνηθες γὰρ σιγῶντα λέγειν μὴ μόνον τὸν σιγῶντα ἀλλὰ καὶ τὰ σιγώμενα καὶ
25ὁρῶντα τόν τε ὁρῶντα καὶ τὰ ὁρώμενα. ἐπήγαγε δὲ τοῦτο ἀναμιμνήσκων τοῦ ἔμπροσθεν εἰρημένου, ὅτι εἷς τρόπος τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν καὶ οὗτος, “ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν”. καὶ ἡ ἀπὸ τῆς συνθέσεως, φησί, καὶ διαιρέσεως ἀπάτη εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀναχθήσεται· δεῖ γὰρ ἐπὶ τοῦ κυρίως ἐλέγχου τὸ αὐτὸ δηλοῦσθαι καὶ χωρὶς
30καὶ μετὰ τῆς συνθέσεως· ὅπερ ἐπὶ τῆς συνθέσεως καὶ τῆς διαιρέσεως οὐ συμ‐ βαίνει, ἀλλ’ ἕτερον μέν ἐστι τὸ χωρὶς ὑπὸ τῶν ὀνομάτων ἢ ῥημάτων δηλούμενον, ἕτερον δὲ τὸ ὑπὸ τῆς τούτων συνθέσεως. τὰ γὰρ γράμματα
χωρὶς καὶ τὸ ‘ἐπίσταται‘ χωρὶς οὐ ταὐτὸν σημαίνει καὶ συντεθέντα, ὡς ἐπὶ56
in SE
.

57

τοῦ ‘γράμματα ἐπίσταται‘· ἀλλὰ καὶ ‘ὁ Σωκράτης κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ Σωκράτης βαδίζει‘ οὐ ταὐτὸν σημαίνει, ὥσπερ εἴρηται καὶ πρότερον. ταῦτα εἰπὼν λέγει τὴν αἰτίαν δι’ ἣν ἀναχθήσονται οἱ προειρημένοι παραλογισμοὶ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν· ἔστι δὲ αὕτη
5τὸ μὴ τὸ αὐτὸ σημαίνειν τὸ ὁμώνυμον καὶ τὸν ἀμφίβολον λόγον. νοηθή‐ σεται δὲ καὶ περὶ τῆς συνθέσεως καὶ διαιρέσεως τοῦτο εἰρῆσθαι, ὅτι εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν οὗτοι ἀναχθήσονται παρὰ τὸ μὴ ταὐτὸ σημαίνειν. τὸ γὰρ ‘βαδίζει‘ καὶ τὸ ‘δύναται βαδίζειν‘, ναὶ μὴν καὶ τὸ ‘οὗ καταλύεισ‘ καὶ τὸ ‘οὐ καταλύεισ‘ οὐ ταὐτὸν σημαίνει· ὁ γὰρ ἀμφίβολος λόγος καὶ
10τὸ ὄνομα τὸ διαφέρον οὐ ταὐτὸν σημαίνουσι. χρεὼν δὲ εἶναι καὶ τοῦτο, ἤγουν τὸ ὄνομα μὴ διάφορα σημαίνειν· ὥσπερ γὰρ τὸ πρᾶγμα ἓν καὶ ταὐτὸν εἶναι δεῖ, εἰ μέλλει ἔλεγχος γενέσθαι, οὕτω καὶ τὸ ὄνομα οὐ πολ‐ λῶν εἶναι δηλωτικόν. ὥσπερ γάρ, φησίν, οὐ γίνεται ἔλεγχος, ἂν ἐπ’ ἄλλου μὲν πράγματος ὁ ἐρωτώμενος καταφήσῃ, ἐπ’ ἄλλου δὲ τὴν ἀντίφασιν τὴν
15δοκοῦσαν συναγάγῃ ὁ ἐρωτῶν, οὕτω, κἂν τὸ πρᾶγμα μὲν ἓν ᾖ πολυώνυμον δέ, μὴ ἐπὶ τοῦ αὐτοῦ δὲ ὀνόματος, ἐφ’ οὗ κατέφησεν ὁ ἐρωτώμενος, συναγάγῃ τὴν ἀντίφασιν ὁ ἐρωτῶν, οὐ δοκεῖ ἔλεγχος ἀληθὴς γίνεσθαι, ἀλλ’ ἔτι ἐρωτήματος δεῖ εἰ ταὐτόν ἐστι τοῦτο κἀκεῖνο. οἷον εἴ τις οὕτως συλλογίσεται· πότερον καὶ Σκύθαι καὶ οἱ ἄλλοι ἄνθρωποι τὰ
20δυνατὰ ὁρᾶν ὁρῶσιν ἢ τὰ ἀδύνατα; τὰ δυνατὰ δήπου· οὐκοῦν καὶ σὺ καὶ ἐγώ; ναί· ὁρᾷς δὲ τὰ ἡμέτερα λώπια; ναί· δυνατὰ οὖν ὁρᾶν ἐστι ταῦτα· ὁρᾷ ἄρα τὰ ἡμέτερα ἱμάτια· ἀλλὰ καὶ οὐχ ὁρᾷ· ἐπὶ τούτου, εἰ καὶ ταὐτόν ἐστι τὸ λώπιον καὶ τὸ ἱμάτιον, ἀλλ’ ὅμως διὰ τὸ πολλοὺς τῶν ἀκουόντων ἀορισταίνειν δεῖται ὁ λόγος ἐρωτήματος εἰ ταὐτόν ἐστι
25τὸ λώπιον τῷ ἱματίῳ. δεῖ οὖν ὥσπερ τὸ πρᾶγμα εἶναι ταὐτὸν καὶ ἕν, εἰ μέλλει ἔλεγχος ἔσεσθαι, οὕτω καὶ τὸ ὄνομα τὸ αὐτὸ καὶ ἓν εἶναι καὶ μὴ ἱματίου προκειμένου ἀποδεικνύναι λώπιον ἀλλὰ ἱμάτιον. ἀληθὴς μὲν γὰρ ὁ συλλογισμός ἐστι κἀκεῖνος ὁ ἀντὶ ἱματίου λώπιον συλλογισάμενος, ἀλλ’ ἐπειδή, εἰ ἀγνοεῖ τις ὅτι ταὐτόν ἐστι τὸ ἱμάτιον τῷ λωπίῳ, θροηθήσεται
30οὐκ ἀπεικότως κἀντεῦθεν ζητήσει τὸ διὰ τί, διὰ τοῦτό φησι μὴ συλλογί‐ ζεσθαι τὸν οὕτω συλλογιζόμενον. p. 168a34 Οἱ δὲ παρὰ τὸ συμβεβηκὸς ὁρισθέντος τοῦ συλλο‐ γισμο. Ἀνήγαγε μὲν ἐν τοῖς ἄνωθεν εἰρημένοις τοὺς παρὰ τὴν λέξιν παρα‐
35λογισμοὺς εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν. νῦν δὲ καὶ τὸν πρῶτον τῶν ἐκτὸς57
in SE
.

58

τῆς λέξεως τὸν παρὰ τὸ συμβεβηκὸς εἰς τὴν τοῦ ἐλέγχου ἀνάγει ἄγνοιαν, καὶ φησὶν ὡς ἀπὸ τοῦ ὁρισμοῦ τοῦ συλλογισμοῦ φανερὸν γενήσεται καὶ ἡ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν τῶν τοιούτων σοφισμάτων ἀναγωγή. ὅτι δὲ ἀπὸ τοῦ ὁρισμοῦ τοῦ συλλογισμοῦ εἰς τὴν ῥηθεῖσαν ἀνάγεται τοῦ ἐλέγχου ἄγνοιαν,
5πιστοῦται ἐκ τοῦ τὸν συλλογισμὸν ὁρίσασθαι· εἰ γὰρ συλλογισμός ἐστι “λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων συμβαίνει”, ἐπὶ δὲ τοῦ συμβεβηκότος οὐκ ἀπὸ τῶν κειμένων ἕτερόν τι συνάγεται, ὁ ἀπὸ τοῦ συμβεβηκότος ἄρα οὐκ ἔστι συλλογισμός, διὸ οὐδὲ ἔλεγχος. φανερὸν ἄρα ὡς καλῶς καὶ οὗτος ἀνάγεται εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν· ἀγνοεῖ γὰρ
10πῶς δεῖ ἐλέγχειν ὁ οὕτως ἐλέγχειν δοκῶν. τούτῳ δὲ τοῦ ἐλέγχου ὁ συλ‐ λογισμὸς διενήνοχε, τῷ προσκεῖσθαι ἐπ’ αὐτοῦ τὴν ἀντίφασιν· ἔλεγχος γάρ ἐστι συλλογισμὸς μετὰ ἀντιφάσεως τοῦ συμπεράσματος. εἰ γάρ τις συλλογίσαιτο τὸν ἄνθρωπον κατ’ οὐδενὸς λίθου διὰ μέσου τοῦ ζῴου οὕτω λέγων ‘τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου, τὸ ζῷον κατ’ οὐδενὸς λίθου‘, ἐνίσταται
15δέ τις πρὸς αὐτὸν μὴ οὕτως ἔχειν τὸ συναγόμενον, ἀλλὰ κατὰ τινὸς λίθου κατηγορεῖσθαι τὸν ἄνθρωπον, εἰ τοῦτο τεθῇ, προσληφθῇ δὲ καὶ ἡ ἑτέρα πρότασις ἡ τὸ ζῷον ἀπὸ τοῦ λίθου ἀποφάσκουσα, ἐν τρίτῳ σχήματι ὁ συλλογισμὸς γενήσεται τὸ ζῷον κατ’ οὐ παντὸς ἀνθρώπου συνάγων, ὅπερ ἐστὶ ψεῦδος· παντὶ γὰρ ἀνθρώπῳ τὸ ζῷον· καὶ οὕτως ὁ συλλογισμὸς τοῦ
20ἐλέγχου γενήσεται τὴν ἀντίφασιν τοῦ πρώην ἔχων συμπεράσματος. οὗτος οὖν ὁ κυρίως ἔλεγχος, ἐν ᾧ ἡ ἀντίφασις τοῦ συμπερανθέντος παραλαμβά‐ νεται. ὁ δ’ ἀπὸ τοῦ συμβεβηκότος οὐκ ἔλεγχος. ἐν δευτέρῳ δὲ σχήματι καὶ τὸν τοιοῦτον συνακτέον συλλογισμόν. ὅτι μὲν οὖν ὁ ἔλεγχος συλλο‐ γισμὸς ἀντιφάσεως, εἴρηταί τε καὶ δέδεικται. ὅτι δὲ καὶ περὶ ἄλλων τινῶν,
25οὐ μὴν ἀλλὰ καὶ περὶ τούτου καὶ Ἀριστοτέλης αὐτὸς ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν εἴρηκε καὶ ἡμεῖς ἐν ταῖς ἡμετέραις εἰς ἐκεῖνα σχο‐ λαῖς, οἱ τῷ τοιούτῳ ἐντυχόντες ὑπομνήματι γνώσονται, ἐν ᾧ καὶ τὸν ἀπὸ τοῦ συμβεβηκότος μὴ ὄντα συλλογισμὸν ἀπεδείξαμεν διὰ τὸ μὴ ἐκ τῶν κειμένων συνάγειν τι ἕτερον. παντὶ γὰρ δῆλον ὡς οὐκ ἔστιν ὁ τοιοῦτος
30σώζων ἐν ἑαυτῷ τὸν τοῦ συλλογισμοῦ ὁρισμόν· τὸ γὰρ τὸν ἄνθρωπον λέγειν μουσικόν, τὸ δὲ μουσικὸν συμβεβηκός, εἶτα τὸν ἄνθρωπον συνάγειν
συμβεβηκὸς καὶ τὴν οὐσίαν ποιὸν πόρρω τῆς συλλογιστικῆς μεθόδου ἐστί.58
in SE
.

59

τὸ δὲ οὐ γὰρ εἰ τούτων ὄντων ἀνάγκη τόδε εἶναι κατασκευαστικὴ αἰτία ἐστὶ τοῦ μὴ εἶναι τὸν ἀπὸ τοῦ συμβεβηκότος συλλογισμὸν συλλο‐ γισμόν. κειμένων μὲν γάρ τινων κατὰ τὴν συλλογιστικὴν μέθοδον κατ’ ἐκείνην συνάγεται συλλογιστικὸν καὶ τὸ συναγόμενον· εἰ δὲ μή, ὡς ἡ
5τέχνη παρακελεύεται, οἱ ὅροι τεθῶσιν, ἀλλ’ ἄλλως ληφθῶσι καὶ ἄλλως, οὐδὲ τὸ συμπέρασμα τεχνηέντως συμπερανθήσεται, ὥσπερ δὴ κἀπὶ τοῦ παραδείγματος γινόμενον φαίνεται. ἀσάφειαν δὲ τῷ λόγῳ ἐνεποίησε διά τε τοῦ τὸν ἐλάττονα ὅρον παραλιπεῖν, εἰ καὶ μὴ πάντῃ, καὶ διὰ τοῦ τὸ τόδε τι ἐπὶ τοῦ συνθέτου λαβεῖν ἐπὶ οὐσίας μόνης λεγόμενον· πᾶσα γὰρ
10οὐσία τόδε τι σημαίνειν δοκεῖ. δεῖ οὖν καταστῆσαι τὴν λέξιν καὶ οὕτως εἰπεῖν· οὐ γὰρ εἰ τούτων ὄντων ἀνάγκη τόδε εἶναι, ἤτοι οὐ γὰρ εἰ Σωκράτους ὄντος λευκόν ἐστι, τὸ δὲ λευκὸν χρῶμα διακριτικὸν ὄψεως (ἀντὶ γὰρ τοῦ χρώματος τὸ λευκὸν παρέλαβεν), ἀνάγκη τὸν Σωκράτην χρῶμα εἶναι διακριτικὸν ὄψεως διὰ τὸν ἐπισυναχθέντα ψευδῆ συλλογισμόν·
15τούτου γὰρ δηλωτικὸν τὸ διὰ τὸν συλλογισμόν. ἢ τὸ διὰ τὸν συλ‐ λογισμὸν ἀντὶ τοῦ ‘διὰ τὸν φαινόμενον μὲν εἶναι συλλογισμὸν μὴ ὄντα δὲ διὰ τὸ ἀπὸ τοῦ συμβεβηκότος συναγόμενον ψεῦδοσ‘. οὐ γὰρ συλλογισμὸς ὁ τοιοῦτος διὰ τὸ μηδὲ τὸν αὐτὸν μέσον ἐν ἀμφοτέραις λαμβάνεσθαι ταῖς προτάσεσιν, εἰ καὶ τοῖς ἀτέχνοις συλλογισμὸς καὶ τὸ τοιοῦτον δοκεῖ. ἄλλως
20μὲν γὰρ τὸ λευκὸν ἐν τῇ ἐλάττονι προτάσει παρείληπται τῇ λεγούσῃ ‘ὁ Σωκράτης λευκός ἐστι‘ καὶ ἄλλως ἐν τῇ μείζονι· ἐν μὲν γὰρ τῇ ἐλάττονι τὸ σύνθετον παρελήφθη, αὐτὴ λέγω ἡ οὐσία μετὰ τῆς ποιότητος, ἐν δὲ τῇ μείζονι μόνη αὐτὴ ἡ ποιότης· οὐ δεῖ δ’ οὕτως ἔχειν τὸν ἀληθῶς συλλογισμόν, ἀλλὰ τὸν αὐτὸν ὅρον καὶ ὁμοίως ἐν ταῖς δυσὶ προτάσεσι
25παραλαμβάνεσθαι. μᾶλλον δὲ οἶμαι τὸ τοιοῦτον σόφισμα ἀπὸ τοῦ Φαίδρου καὶ ἐνταῦθα παρειλῆφθαι, διὰ τὸ ἐκεῖσε τὸν Σωκράτην ὁμόδουλον ἑαυτὸν ἀποφαίνειν τῷ κύκνῳ, ἵν’ ᾖ ὁ λόγος οὕτως ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν μερικῶν συναγόμενος· ὁ Σωκράτης λευκός, ὁ κύκνος λευκός, ὁ Σωκράτης ἄρα κύκνος, ὡς εἶναι τὸ τοῦτο δέ ἐστι λευκόν ἴσον τῷ
30‘τοῦτο δὲ τὸ λευκὸν κύκνος ἐστί‘, καὶ δεῖ παραλαμβάνειν ἀντὶ τοῦ λευκοῦ τὸν κύκνον. τὸ δὲ οὐδ’ εἰ τὸ τρίγωνον δυοῖν ὀρθαῖν ἴσας ἔχει κατασκευαστικόν ἐστι καὶ αὐτὸ τοῦ μὴ εἶναι τοῦ συμβεβηκότος συλλο‐ γισμόν. τοῦτο δέ ἐστιν ὅ φησιν· οὐ γὰρ εἰ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, συμβέβηκε δ’ αὐτῷ καὶ σχήματι εἶναι,
35ὅ τι σχῆμα, ἐστὶ τοῦτο, τουτέστι τοῦτο, λέγω δὴ τὸ ἔχειν τὰς τρεῖς59
in SE
.

60

γωνίας δυσὶν ὀρθαῖς ἴσας, ὑπάρξει παντὶ σχήματι· τοῦτο γὰρ τὸ ὅ τι σχῆμα σημαίνει. ἢ οὕτω· οὐδ’ εἰ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, συμβέβηκε δ’ αὐτῷ σχήματι εἶναι, ὅτι σχῆμα, ἀντὶ τοῦ ‘διότι σχῆμα τὸ τρίγωνον‘, ἤδη παντὶ σχήματι τὸ ἔχειν τὰς τρεῖς
5γωνίας δυσὶν ὀρθαῖς ἴσας ὑπάρξει· οὐ γὰρ ὡς ἐπὶ σχήματος ποιοῦμεν τὴν τῶν γωνιῶν ἀπόδειξιν, ἀλλ’ ὡς ἐπὶ τριγώνου. ἡ δὲ τῶν παραλογι‐ σμῶν ἀγωγὴ ἐν τρίτῳ σχήματι συναχθήσεται· τὸ τρίγωνον σχῆμά ἐστι, τὸ τρίγωνον τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, τὸ σχῆμα ἄρα τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει. ὥστε καὶ τὸ τετράγωνον διὰ τὸ
10εἶναι σχῆμα τὰς γωνίας τοιαύτας ἕξει· τοῦτο δὲ ἄτοπον· οὐ γάρ ἐστι τὸ ὀκτάγωνον τοιοῦτον ἢ τὰ λοιπὰ σχήματα ἢ ὁ κύκλος. ἀλλὰ καὶ ὁ συλλογισμὸς ὁ συνάγων διὰ μέσου τοῦ τριγώνου, ὅτι ἡ ἀρχὴ καὶ τὸ πρῶτον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, ἐν τρίτῳ συνάγεται σχήματι. δεῖ οὖν οὕτως εἰπεῖν· οὐκ εἰ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς
15γωνίας, συμβέβηκε δ’ αὐτῷ καὶ σχήματι εἶναι ἢ πρώτῳ ἢ ἀρχ, διότι τοῦτο, τουτέστι τὸ τρίγωνον σχῆμά ἐστιν ἢ ἀρχὴ ἢ πρῶτον, ἤδη πᾶν σχῆμα τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἕξει· οὐ γὰρ ὡς ἐπὶ σχήματος τὰς τῶν γωνιῶν ἀποδείξεις ἀλλ’ ὡς ἐπὶ τριγώνου ποιοῦμεν, οὐδ’ ὡς ἐπὶ πρώτου ἢ ἀρχῆς. ὅμοιος τοῖς ῥηθεῖσιν παραλογισμοῖς ἐστι καὶ οὗτος· ὁ κύων σός
20ἐστιν· οὗτος πατήρ ἐστιν· ὁ κύων ἄρα σὸς πατήρ ἐστιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων σοφισμάτων τῶν παρὰ τὸ συμβεβηκός· ἐλλιπὴς γὰρ ἡ λέξις. εἰ οὖν ὁ ἔλεγχος συλλογισμός τίς ἐστιν, ὁ δὲ ἀπὸ τοῦ συμβεβη‐ κότος οὐκ ἔστι συλλογισμός, οὐδὲ ἔλεγχος ἄρα. διὰ δὲ τὸ ἀγνοεῖν τὸν κυρίως ἔλεγχον καὶ οἱ τεχνῖται καὶ ὅλως οἱ ἐπιστήμονες περὶ ἕκαστα
25ὑπὸ τῶν ἀνεπιστημόνων, ἤτοι τῶν σοφιστῶν, δοκοῦσιν ἐλέγχεσθαι· τοῦτο γάρ ἐστι τὸ ἐλέγχονται. ἕκαστος γὰρ ἐπιστήμων, εἰ τύχῃ ἀγνοῶν τίς ὁ ἔλεγχος, ἀπατηθήσεται περὶ ἐκεῖνα, περὶ ἅ ἐστιν ἐπιστήμων, ὑπὸ τοῦ ἀνεπιστήμονος, ὅστις ἐστὶν ὁ σοφιστής· οἷον ὁ περὶ τὰ μαθηματικὰ ἢ τὰ μουσικὰ ἐπιστήμων ἀγνοῶν τὸν ἀπὸ τοῦ συμβεβηκότος συλλογισμὸν
30ἢ ἔλεγχον ἀπατηθήσεται· ἀπὸ γὰρ τῶν συμβεβηκότων ποιοῦνται πρὸς τοὺς ἐπιστήμονας οἱ ἀνεπιστήμονες τοὺς συλλογισμούς. οἱ δὲ ἐπιστήμονες, εἰ τύχωσι μὴ δυνάμενοι διαιρεῖν καὶ διακρίνειν ποῖοι οἱ ἀπὸ τῶν καθ’ αὑτὸ συλλογισμοὶ καὶ ποῖοι οἱ ἀπὸ τῶν κατὰ συμβεβηκός, ἢ ἐρω‐ τώμενοι συγχωροῦσι τὰ ἐρωτηθέντα καὶ ἐλέγχονται, ἢ μὴ συγχωροῦντες
35ἀλλὰ τὴν σιωπὴν τιμῶντες καὶ οὕτως συγκατανεύειν τῇ ἐρωτήσει παρὰ τῶν ἀκουόντων ὑπολαμβάνονται διὰ τὸ τὴν σιωπὴν συγκαταθέσεως εἶναι
δηλωτικήν.60
in SE
.

61

p. 168b11 Οἱ δὲ παρὰ τὸ πῇ καὶ ἁπλῶς, ὅτι οὐ τοῦ αὐτοῦ ἡ κατάφασις καὶ ἡ ἀπόφασις. Δεύτερός ἐστιν, ὡς ἐμάθομεν, τῶν ἐκτὸς τῆς λέξεως παραλογισμῶν ὁ παρὰ τὸ πῇ καὶ ἁπλῶς. ὅτι δὲ καὶ οὗτος παρὰ τὴν τοῦ ἐλέγχου
5ἄγνοιάν ἐστι, πᾶσι καταφανές· ἔλεγχος γάρ ἐστιν, ὡς πολλάκις εἴρηται, ὅταν ἐξ ὧν δίδωσιν ὁ ἀποκρινόμενος συμβαίνῃ ἀποφάσκεσθαι ὃ κατέφησεν· ἐπὶ δὲ τούτου οὐχ οὕτως· οὐ γάρ, εἰ τοῦ ἀποκρινομένου διδόντος πῇ εἶναι λευκὸν τὸν Αἰθίοπα ὁ ἐρωτῶν δι’ ὅλου τοῦ σώματος μέλανα εἶναι αὐτὸν ἀποδείκνυσιν, εἰς ἀντίφασιν ἤγαγε τὸν προσδιαλεγόμενον. δῆλα δὲ
10τὰ λεγόμενα ἐξ ὧν εἴπομεν, ὅτε τὸν τρόπον τοῦτον κατ’ ἀρχὰς ἐξηγού‐ μεθα. καὶ πάντες μὲν οὖν, φησίν, οἱ παραλογισμοὶ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀναχθήσονται· φανερώτατοι δὲ μάλιστα πάντων τῶν εἰς αὐτὴν ἀναγομένων οἱ παρὰ τὴν λέξιν, ἔνθεν καὶ οὕτω προσηγορεύ‐ θησαν, ὡς τῆς λέξεως αἰτίας γινομένης τοῦ παραλογίζεσθαι. τὸ δὲ παρὰ
15γὰρ τοῦ λόγου τὴν ἔλλειψιν ἡ φαντασία γίνεται καθολικῶς λέλεκται. τοιοῦτο δέ ἐστι τὸ διὰ τούτου δηλούμενον, ὅτι πᾶς οἱοσδήποτε παρα‐ λογισμὸς καὶ πᾶσα φαντασία παραλογισμοῦ παρὰ ἔλλειψίν τινα γίνεται τοῦ λόγου, τουτέστι τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου. ἢ λόγου τοῦ συλλογισμοῦ φησι καθ’ ὃν ὁ ἀληθὴς ἔλεγχος γίνεται· ὅταν γὰρ μηδέν τι ἐλλείπῃ τοῦ προ‐
20ειρημένου διορισμοῦ, ἔλεγχος ἀληθὴς γίνεται· ὅταν δέ τι ἐλλείπῃ, φαινό‐ μενος. p. 168b22 Οἵ τε παρὰ τὸ λαμβάνειν τὸ ἐν ἀρχῇ καὶ τὸ ἀναίτιον. Πάνυ σαφῆ εἰσι ταῦτα τοῦ Ἀριστοτέλους τὰ ῥήματα καὶ οὐδέν τι παρανενοημένον ἔχουσι· δηλοῦσι γὰρ ὅτι καὶ οἱ δύο οὗτοι παραλογισμοί,
25ὅ τε τὸ ἐν ἀρχῇ λαμβάνων καὶ ὁ τὸ ἀναίτιον ὡς αἴτιον τιθείς, δῆλοί εἰσιν ὡς εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται διὰ τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου. ἐπειδὴ γὰρ ὁ ἔλεγχος, ὡς πολλάκις εἴρηται, συλλογισμός ἐστιν, ἐν δὲ τῷ συλλογισμῷ οὔτε τὸ ἐν ἀρχῇ κεῖσθαι δεῖ, καὶ τὰ κείμενα δὲ αἴτια χρὴ εἶναι τοῦ συμπεράσματος, ὁ τὸ ἐξ ἀρχῆς αἰτούμενος καὶ τὸ
30ἀναίτιον ὡς αἴτιον λαμβάνων δῆλον ὡς οὐ συλλογίζεται· εἰ δὲ μὴ συλλο‐
γίζεται, οὐδὲ ἐλέγχει. εἰσὶ δὲ καὶ οὗτοι τῶν ἐκτὸς τῆς λέξεως παρα‐61
in SE
.

62

λογισμῶν· τέταρτος δὲ ὁ τὸ ἐν ἀρχῇ αἰτούμενος καὶ λαμβάνων, ἕκτος δὲ ὁ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθείς. p. 168b27 Οἱ δὲ παρὰ τὸ ἑπόμενον μέρος εἰσὶ τοῦ συμβεβηκότος. Πέμπτος μέν ἐστι τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων ὁ παρὰ τὸ
5ἑπόμενον παραλογισμός. ὑπάγει δὲ καὶ τοῦτον εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν συλλογιζόμενος. συλλογίζεται δὲ οὕτω· οἱ παρὰ τὸ ἑπόμενον παραλογισμοὶ μέρη εἰσὶ τοῦ συμβεβηκότος· οἱ ἀπὸ τοῦ συμβεβηκότος παραλογισμοὶ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται· δῆλον οὖν ὡς καὶ οἱ παρὰ τὸ ἑπόμενον εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται. τὸ γὰρ
10ξανθὸν τὸ ἑπόμενον τῷ μέλιτι καὶ τὸ διάβροχον εἶναι τὴν γῆν ὑετοῦ κατενηνεγμένου συμβεβήκασι, τὸ μὲν τῷ μέλιτι, τὸ δὲ τῇ γῇ. καὶ ὅτι μὲν μέρος εἰσὶ τοῦ συμβεβηκότος οἱ παρὰ τὸ ἑπόμενον, δῆλον. φανερὰ δέ ἐστι καὶ ἡ τούτων διαφορά· διαφέρουσι γὰρ οἱ παρὰ τὸ ἑπόμενον ἔλεγχοι τῶν παρὰ τὸ συμβεβηκός, ὅτι οἱ μὲν παρὰ τὸ συμβεβηκὸς ἐφ’ ἑνὸς μόνου
15λαμβάνονται, τουτέστιν ἐφάπαξ, καὶ οὐκ ἀντιστρέφονται. φ’ ἑνὸς γὰρ μόνου λῆψιν τὸ μὴ ἀντιστρέφειν λέγει, ὡς ἐπὶ τούτου· τὸ μέλι ξανθόν, τὸ ξανθὸν χρῶμα, τὸ χρῶμα ποιότης, τὸ μέλι ἄρα ποιότης. ἢ τὸ φ’ ἑνὸς λαβεῖν τοιοῦτόν τι σημαίνει, ὡς ὁ σοφιστὴς τὸ συμβεβηκὸς καὶ τὸ ὑποκείμενον ὡς ἓν καὶ ταὐτὸν λαμβάνει καὶ μίαν φύσιν οἴεται ἑκατέρων·
20ἐπειδὴ γάρ, φησί, τὸ μέλι καὶ τὸ ξανθὸν ταὐτόν, τὸ δὲ ξανθὸν χρῶμα, τὸ μέλι ἄρα χρῶμα· καὶ πάλιν ἐπειδὴ τὸ λευκὸν κύκνος, ὁ δὲ κύκνος οὐσία, καὶ τὸ λευκὸν οὐσία· ἢ οὕτως· ὃ ἐγώ εἰμι, σὺ οὐκ εἶ· ἄνθρωπος δ’ εἰμὶ ἐγώ· σὺ ἄρα ἄνθρωπος οὐκ εἶ. οἱ μὲν οὖν παρὰ τὸ συμβεβηκὸς ἐφ’ ἑνὸς μόνου λαμβάνονται, οἱ δὲ παρὰ τὸ ἑπόμενον ἀεὶ ἐν πλείοσι, τουτέστιν
25ἀεὶ ἐν ἀντιστροφῇ· οἷον εἰ ὁ κλέπτης νύκτωρ πλανᾶται, καὶ ὁ νύκτωρ πλανώμενος κλέπτης ἐστί· καὶ εἰ ὁ τυραννήσειν μέλλων ὅπλα παρασκευάζει, καὶ ὁ ὅπλα παρασκευάζων τυραννήσειν μέλλει· ἀλλὰ μὴν ὁ Σωκράτης νύκτωρ πλανᾶται, καὶ ὁ Περικλῆς ὅπλα παρασκευάζει· κλέπτης ἄρα ὁ Σω‐ κράτης, καὶ ὁ Περικλῆς τυραννήσειν μέλλει. ὥστε ὅταν μὲν ἀντιστρέ‐
30ψωμεν τοὺς ὅρους, ὡς ἐπὶ τούτων ἔχει τῶν εἰρημένων, καὶ μετὰ τὴν ἀντιστροφὴν προσλάβωμεν ὅρον, παρὰ τὸ ἑπόμενον τὸ τοιοῦτον λέγεται σόφισμα· ὅταν δὲ μὴ ἀντιστρέψωμεν, ἀλλ’ εὐθὺς τῇ ληφθείσῃ προτάσει προσλάβωμεν ἑτέραν πρότασιν, ὡς ὅταν λέγωμεν ‘τὸ μέλι ξανθόν, τὸ ξανθὸν χρῶμα‘, παρὰ τὸ συμβεβηκός ἐστι τὸ σόφισμα. μέρος ἄρα ἐστὶ τὸ παρὰ
35τὸ ἑπόμενον τοῦ παρὰ τὸ συμβεβηκός· διαιροῦνται γὰρ οἱ παρὰ τὸ συμ‐62
in SE
.

63

βεβηκὸς εἴς τε τοὺς λαμβάνοντας τοὺς ὅρους ὡς ἀντιστρέφοντας καὶ εἰς τοὺς μὴ τοιούτους. ἀλλ’ ἴσως ἐρωτήσειέ τις, ὅτι διὰ τί οὐκ εἶπεν ‘οἱ παρὰ τὸ ἑπόμενον ἀεὶ ἐν ἀντιστροφῇ‘, ἀλλ’ ἀεὶ ἐν πλείοσιν. ἢ διότι ἄλλο μέν ἐστι τὸ λέγειν ‘ὁ κύκνος λευκόσ‘ καὶ ἄλλο τὸ λέγειν ‘τὸ λευκὸν
5κύκνοσ‘· ἐκείνως μὲν γὰρ ὁ κύκνος ἐστὶν ὑποκείμενον, τὸ δὲ λευκὸν κατη‐ γορούμενον, οὕτως δὲ τὸ ἔμπαλιν ὑπόκειται μὲν τὸ λευκόν, κατηγορεῖται δὲ ὁ κύκνος. οἱ μὲν οὖν παρὰ τὸ ἑπόμενον παραλογισμοὶ τοιοῦτοί εἰσι, δηλονότι ἀντιστρέφοντες τοὺς ὅρους καὶ ἕτερον προσλαμβάνοντες, καὶ τοιοῦτοι ἀποτελούμενοι. ὅρα δὲ καὶ τὸ τοῦ Ἀριστοτέλους παράδειγμα. ἐπειδὴ γὰρ
10κύκνος καὶ ἡ χιὼν τῷ λευκῷ ταὐτόν ἐστιν (ἄμφω γὰρ λευκά), τὸν κύκνον χιόνα ἀξιοῦσιν εἶναι· νομίσαντες γὰρ ὅτι, ἐπειδὴ ἡ χιὼν λευκή, καὶ τὸ λευκὸν χιόνα διὰ τῆς ἀντιστροφῆς † λέγοντες, ἔστι δὲ καὶ ὁ κύκνος λευκόν, ὑπολαμβάνομεν ὅτι καὶ ὁ κύκνος χιών ἐστι. καὶ διὰ τοῦτο γίνεται ὁ παρὰ τὸ ἑπόμενον ἔλεγχος. ἔστι δ’ οὐκ ἀναγκαῖον, ἐπειδὴ ὁ κύκνος κατὰ συμ‐
15βεβηκός ἐστι λευκόν. τοιοῦτόν ἐστι καὶ ὁ τοῦ Μελίσσου λόγος, ὡς καὶ ἐν τοῖς προλαβοῦσιν ἐδείξαμεν· λαβὼν γὰρ ὅτι τὸ γεγονὸς ἀρχὴν ἔχει καὶ νομίσας ἀντιστρέφειν συνεπεράνατο λέγων· εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, καὶ τὸ ἀρχὴν ἔχον γέγονεν· ὥστε, εἴ τι μὴ γέγονεν, ἀρχὴν οὐκ ἔχει· τὸ δὲ μὴ ἀρχὴν ἔχον ἄπειρον· ὥστε τὸ μὴ γεγονὸς ἄπειρον· τὸ δὲ ὂν οὐ
20γέγονεν· τὸ ὂν ἄρα ἄπειρον. τὸ δὲ ἢ τὸ ἴσοις γίνεσθαι καὶ τὸ αὐτὸ μέγεθος λαμβάνειν ὅτι μὲν παρὰ τὸ ἑπόμενόν ἐστι, δῆλον. ἔστι δὲ καὶ τὸ σόφισμα τόδε τοιοῦτον· εἰ τὰ τὸ αὐτὸ καὶ ἓν μέγεθος λαμ‐ βάνοντα ἴσα ἐστ, καὶ τὰ ἴσα γινόμενα τὸ αὐτὸ μέγεθος καὶ ἓν λαμ‐ βάνουσι· Σωκράτης δὲ καὶ Θεαίτητος ἴσα ἐστί· Σωκράτους ἄρα καὶ Θεαι‐
25τήτου τὸ μέγεθος ταὐτὸν καὶ ἕν ἐστιν· ἀλλὰ μὴν οὐκ ἔστι ταὐτόν. τίνα δὲ ἂν εἴη τὰ τὸ αὐτὸ καὶ ἓν μέγεθος λαμβάνοντα; ἢ δηλονότι τὰ πολυώνυμα· ὃ γὰρ μέγεθος λαμβάνει ὁ ἄνθρωπος, τοῦτο καὶ ὁ βροτός, καὶ ὃ τὸ ἱμάτιον, τοῦτο καὶ τὸ λώπιον. ὥστε τὰ τὸ αὐτὸ μέγεθος λαμ‐ βάνοντα καὶ ἴσα ἐξ ἀνάγκης γίνεται· οὐ μὴν καὶ τὰ ἴσα γινόμενα τὸ αὐτὸ
30λαμβάνει μέγεθος· οὐ γὰρ ταὐτὸν τὸ τοῦ Σωκράτους μέγεθος τῷ τοῦ Θεαιτήτου, εἰ καὶ ἴσα ἐστίν, ἀλλ’ ἕτερον. ὁμοίως, φησί, καὶ ἐπὶ τῶν ἴσων γινομένων· γίνεται γὰρ καὶ ὁ παραλογισμὸς οὗτος παρὰ τὸ ἑπό‐ μενον. τὰ μὲν γὰρ τὸ αὐτὸ μέγεθος καὶ ἓν λαμβάνοντα ἴσα γίνε‐ σθαι ἀληθές, οὐ μὴν καὶ τὰ ἴσα γινόμενα τὸ αὐτὸ μέγεθος λαμβάνει.
35γίνεται δὲ ὁ παραλογισμὸς διὰ τὸ ἐκεῖ μὲν τὸ ταὐτὸ καὶ ἓν μέγεθος
ταὐτὸν λέγειν τῷ ὅρῳ· ὁ γὰρ Σωκράτης καὶ ὁ Πλάτων, εἰ τύχῃ καὶ ἄμφω63
in SE
.

64

τριπήχεις ὄντες, τὸ αὐτὸ καὶ ἓν μέγεθος ἔχοντες ἴσοι εἰσί· ταὐτὸν γάρ ἐστι τῷ ποσῷ τὸ ἀμφοτέρων μέγεθος· οὐ μὴν καὶ τὰ ἴσα γινόμενα τὸ αὐτὸ μέγεθος ἔχουσιν· οὐ γὰρ οἱ αὐτοὶ πάλιν ἴσοι ὄντες τὸ αὐτὸ τῷ ἀριθμῷ μέγεθος ἔχουσιν· ἄλλο γὰρ τὸ μέγεθος τὸ ἐν τῷ Σωκράτει καὶ ἕτερον τὸ
5ἐν τῷ Πλάτωνι. ἐκεῖ μὲν οὖν, ὡς εἴπομεν, τὸ αὐτὸ τῷ εἴδει καὶ τῷ ὅρῳ λαμβάνεται, ἐνταῦθα δὲ τῷ ἀριθμῷ. ἐπισκεπτέον δ, φησί, τοῦτο καὶ ἄλλως. αὐτὸς μὲν συλλογισάμενος τὸν παρὰ τὸ ἑπόμενον παρα‐ λογισμὸν εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνήγαγεν· ἐπισκέψασθαι δὲ λέγει, μήποτε καὶ καθ’ ἕτερόν τινα τρόπον εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀναχθή‐
10σεται, ἢ παρὰ τὸ ἄλλον καὶ ἄλλον λαμβάνειν τὸν μέσον ἢ κατ’ ἄλλο τι τῶν ἐν τῷ ὁρισμῷ τοῦ ἐλέγχου ἀπηριθμημένων. p. 169a6 Οἱ δὲ παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν. Καὶ ὁ ἕβδομος τῶν ἐκτὸς τῆς λέξεως παραλογισμῶν, ὁ παρὰ τὸ τὰ δύο ἐρωτήματα ἓν ποιεῖν γινόμενος, ὅτι εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνά‐
15γεται, δῆλον· ἐπειδὴ γάρ, ὡς πολλάκις εἴρηται, ὁ ἔλεγχος συλλογισμός ἐστιν ἀντιφάσεως, ἐν δὲ τῷ συλλογισμῷ ἕνα δεῖ εἶναι τὸν ὑποκείμενον καὶ ἕνα τὸν κατηγορούμενον, ἐν δὲ τῇ τὰ πλείω ἐρωτήματα ἐρωτώσῃ τοῦτο οὐκ ἔστι, δῆλον ὡς οὐκ ἂν εἴη συλλογισμός. γίνεται οὖν, φησίν, ἐν τῷ μὴ διαιρεῖν τὸν ἀποκρινόμενον τὸν τῆς προτάσεως λόγον, τουτέστιν
20ἐν τῷ μὴ δύνασθαι αὐτὸν διαιρεῖν τὴν κυρίως πρότασιν ἐκ τῆς δοκούσης προτάσεως κἀντεῦθεν ἀπατᾶσθαι. πρότασις μὲν γάρ ἐστιν ἡ ἓν καθ’ ἑνὸς ὑποκειμένου κατηγοροῦσα· αὕτη δὲ ἡ τοῦ σοφιστοῦ πλείω καθ’ ἑνὸς λέγουσα οὐκ ἔστι πρότασις. τὸ δὲ ὁ γὰρ αὐτὸς ὅρος ἑνὸς μόνου καὶ ἁπλῶς τοῦ πράγματος τοιοῦτόν ἐστιν, ὅτι καὶ τὸ κατηγορούμενον ἓν
25ὀφείλει εἶναι καὶ τὸ ὑποκείμενον ἓν καὶ ὁ αὐτὸς ὅρος ἀμφοτέρων. ἢ μᾶλ‐ λον οὕτω· ὁ αὐτός, φησίν, ὅρος ἑνὸς μόνου, τουτέστιν ἓν μόνον ὀφείλει εἶναι τὸ κατηγορούμενον, καὶ ἁπλῶς εἰπεῖν καὶ τοῦ ὑποκειμένου· πρᾶγμα γάρ, ὡς πολλάκις εἴπομεν, τὸ ὑποκείμενον λέγει. τὸ δὲ οἷον ἀνθρώπου καὶ ἑνὸς μόνου ἀνθρώπου παράδειγμα ἐπήγαγεν κατηγορουμένου καὶ
30ὑποκειμένου, ἄνθρωπον μὲν λέγων τὸν κατηγορούμενον, ἕνα δὲ μόνον ἄν‐
θρωπον τὸν ὑποκείμενον· εἰ γὰρ κατηγορεῖται ὁ ἄνθρωπος, καθ’ ἑνὸς64
in SE
.

65

μόνου κατηγορηθήσεται τοῦ Σωκράτους, οὐ κατὰ Σωκράτους καὶ Πλάτωνος καὶ Ἀλκιβιάδου. καταχρηστικώτερον δὲ τῷ τοιούτῳ ἐχρήσατο παρα‐ δείγματι. σαφῶς δὲ καὶ αὐτὸς ὁ Ἀριστοτέλης τὰ ἑξῆς ἀπαγγέλλει, πλὴν ἐν τῇ λέξει τῇ φανερὸν ὅτι καὶ οὗτος ἐν τῇ τοῦ ἐλέγχου ἀγνοίᾳ
5τὸ οὗτος περὶ τοῦ παραλογισμοῦ εἴρηκε τοῦ ἐκ τοῦ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν ὡρμημένου. εἰ μὲν οὖν δέδωκε, φησίν, ὁ ἐρωτηθεὶς ὡς πρὸς μίαν ἐρώτησιν, ἔσται ἔλεγχος. κυρίως μὲν οὖν οὐδ’ οὕτως ἔλεγχός ἐστι, πλὴν ἐπειδήπερ μὴ προσσχὼν τοῖς ἐρωτωμένοις δέδωκεν ὡς μίαν ἐρώτησιν ἐρωτηθείς, λέγεται ἠλέγχθαι. εἰ δὲ μὴ δέδωκεν ἀλλὰ φαίνεται, δηλονότι
10δεδωκώς (τοῦτο γὰρ δεῖ ἔξωθεν προσεπινοεῖν), ἔσται φαινόμενος ἔλεγχος. ἀλλὰ πότε δὴ μὴ δεδωκὼς φαίνεται δεδωκέναι; ἢ δηλονότι, ὅταν τὸ ‘ἴσωσ‘ ἢ τὸ ‘τρόπον τινά‘ ἢ τὸ ‘ἔστω‘ ἐν ταῖς ἀποκρίσεσι προσεπιφθέγγηται· οἷον εἴ τις ἤρετο ‘ἆρά γε ὁ τοῦτον τύπτων ἄνθρωπον τύπτει;‘, ὁ δὲ ἀποκρι‐ νόμενός φησιν ἴσως ἢ ὅτι τρόπον τινὰ ἢ ὅτι ἔστω, ἐκ τοῦ λόγου φαίνεται
15μὲν δεδωκέναι, οὐ δέδωκε δέ. οὕτω καὶ Πρωταγόρας καὶ Θρασύμαχος καὶ ἄλλοι πολλοὶ τὰς ἀποκρίσεις φαίνονται ποιούμενοι· τὸ γὰρ ‘ἴσωσ‘ ἢ τὸ ‘ἔστω‘ καὶ τὰ τοιαῦτα οὐ δοκοῦσιν εἶναι συγχωρούντων ἀλλὰ μὴ ἀρεσκο‐ μένων τῇ ἐρωτήσει. τυχὸν δὲ καὶ μὴ ἀποκρινόμενοι ἀλλὰ σιγῶντες φαί‐ νονται δεδωκέναι, καὶ διὰ τοῦτο καὶ ἐλέγχεσθαι φαίνονται, ἀλλ’ οὐ κυρίως
20ἐλέγχονται. p. 169a18 Ὥστε πάντες οἱ τρόποι πίπτουσι. Δείξας ἐκ τῆς ἐπαγωγῆς, ὅτι πάντες οἱ τρόποι εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται, καὶ πάλιν ἡμᾶς ἀναμιμνήσκει τῆς τούτων ἀναγωγῆς, καὶ σαφέστερον ἀπαγγέλλει πῶς οἱ δεκατρεῖς τρόποι εἰς τὴν τοῦ ἐλέγχου
25ἄγνοιαν ἀνάγονται. καὶ φησὶν ὅτι οἱ μὲν παρὰ τὴν λέξιν εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται διὰ τὸ μὴ ἀληθῆ συνάγειν ἀντίφασιν, ὅπερ ἐστὶν ἴδιον ἐλέγχου, ἀλλὰ φαινομένην· οὐ γὰρ τοῦ ἐλέγχου ἐστὶ τοῦ κυρίως ἴδιον τὸ φαινομένην συνάγειν ἀντίφασιν, ἀλλὰ τούτου μὲν τὸ ἀληθῆ ἀντίφασιν, τοῦ δὲ σοφιστικοῦ τὸ φαινομένην. τοῦ γὰρ ἀποκρινομένου δόντος
30τὸν σιγῶντα μὴ λέγειν ὁ σοφιστὴς οὐ τοῦτο συνάγει, λέγω δὴ τὸ τὸν σιγῶντα λέγειν, ἀλλ’ ὅτι τὰ σιγώμενα δυνατόν ἐστιν ἡμᾶς λέγειν· ὥστε
οὐκ ἀληθῶς ὁ ἀποκρινόμενος ἐλέγχεται παρὰ τοῦ σοφιστοῦ ἀλλὰ παρὰ65
in SE
.

66

τὴν τοῦ ἐλέγχου ἄγνοιαν. καὶ οἱ μὲν παρὰ τὴν λέξιν οὕτως ἀνάγονται εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν, οἱ δ’ ἄλλοι (ἄλλους δὲ λέγει τοὺς ἐκτὸς τῆς λέξεως παραλογισμούς) εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται παρὰ τὸν τοῦ συλλογισμοῦ ὅρον· εἰ γὰρ συλλογισμός ἐστι “λόγος ἐν ᾧ
5τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων συμβαίνει”, οἱ δὲ παρὰ τὸ συμ‐ βεβηκὸς καὶ τὸ ἑπόμενον καὶ οἱ λοιποὶ οὐκ ἐκ τῶν τεθέντων τῷ ἀπο‐ κρινομένῳ τὰ συναγόμενα συμπεραίνονται, δῆλον ὅτι παρὰ τὸν τοῦ συλλο‐ γισμοῦ ὅρον ταῦτα συνάγουσι. καὶ εἴη ἂν τὸ παρὰ τὸν τοῦ συλλο‐ γισμοῦ ὅρον ἴσον τῷ ‘ἀσυλλόγιστοι δέ εἰσιν οἱ ἐκτὸς τῆς λέξεως παρα‐
10λογισμοί‘. p. 169a22 δ’ ἀπάτη γίνεται τῶν μὲν παρ. Εἰπὼν πόσοι τε καὶ τίνες εἰσὶν οἱ τρόποι καθ’ οὓς οἱ σοφισταὶ τοὺς διαλεγομένους ἐπηρεάζουσι, μετὰ δὲ ταῦτα δείξας ὅτι πάντας δυνάμεθα λέγειν παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν γίνεσθαι, λέγει καὶ τὴν αἰτίαν καθ’
15ἣν παρὰ τῶν σοφιστῶν ἀπατώμεθα. καὶ αἰτιᾶται τὴν ἄγνοιαν ἡμῶν· ἡ ἀπάτη γάρ, φησί, γίνεται ἐπὶ τῶν ὁμωνύμων καὶ τῶν ἀμφιβόλων (λόγον γὰρ τὴν ἀμφιβολίαν λέγει) διὰ τὸ μὴ δύνασθαι διαιρεῖν ποσαχῶς τὸ πρᾶγμα λέγεται· καὶ ὁπηνίκα τι ἐρωτηθῶμεν ὁμώνυμον ἢ ἀμφίβολον, ὡς ἁπλῶς λεγόμενον συγχωροῦμεν καὶ ἀπατώμεθα· ἐπὶ τινῶν γὰρ οὐκ
20εὐχερές ἐστιν οὐδὲ ῥᾴδιον συνιδεῖν ὅτι τῶν πολλαχῶς λεγομένων ἐστὶ τὸ ἐρωτώμενον, ὡς τὸ ἓν καὶ τὸ ὂν καὶ τὸ ταὐτόν. τῶν δὲ παρὰ τὴν σύνθεσιν καὶ διαίρεσιν παραλογισμῶν αἴτιον αὖθις γίνεται τὸ μὴ εἰδέναι ἡμᾶς ὅτι οὐ ταὐτὸν σημαίνει ὁ λόγος συντιθέμενός τε καὶ διαιρούμενος, ἀλλὰ τοτὲ μὲν ἕτερον νοῦν εἰσάγει, τοτὲ δὲ ἕτερον· οἰόμεθα δὲ ταὐτὸν
25σημαίνειν τὸν λόγον καὶ συντιθέμενον καὶ διαιρούμενον, ὡς ἐπὶ πολλῶν ἔχει· ἐπὶ γὰρ τῶν πλείστων οὐκ ἄλλο δηλοῖ ὁ λόγος συντιθέμενος καὶ ἄλλο διαιρούμενος ἀλλὰ τὸ αὐτό. ὁμοίως δὲ καὶ ἐπὶ τῶν παρὰ τὴν προσῳδίαν ἔχει παραλογισμῶν· οὐ γὰρ ἴσασιν οἱ ἐρωτώμενοι ὅτι ἄλλο σημαίνει ὁ λόγος ἀνιέμενος καὶ ἐπιτεινόμενος, τουτέστιν
30ὀξυνόμενος ἢ περισπώμενος. π’ οὐδενὸς γὰρ τὸ αὐτὸ σημαίνει ἐπιτεινό‐ μενος καὶ ἀνιέμενος, ἢ μάλιστα οὐκ ἐπὶ πολλῶν· ἐπ’ ὀλίγων δὲ πάντῃ· Θαλῆς γὰρ καὶ Θάλης τὸ αὐτὸ δηλοῖ· καὶ ἄμφω γὰρ ὀνόματα κύρια· ἄγνος δὲ καὶ ἁγνὸς καὶ Ἄργος καὶ ἀργὸς ἄλλο καὶ ἄλλο δηλοῖ, καὶ σχεδὸν ἐπὶ πάντων. ἐπὶ δὲ τῶν παρὰ τὴν ὁμοιοσχημοσύνην γινομένων παραλογισμῶν
35ἡ ἀπάτη γίνεται διὰ τὸ χαλεπὸν εἶναι διελεῖν ποῖα ὡσαύτως καὶ
ποῖα ὡς ἑτέρως λέγεται. τοῦτο δὲ εἴρηται διὰ τὰ ἐνεργητικῶς μὲν66
in SE
.

67

ἐκφερόμενα παθῶν δὲ ὄντα σημαντικά, οἷόν ἐστι τὸ ὁρᾶν, τὸ ἀκούειν καὶ τὸ μανθάνειν· ταῦτα γὰρ ἐνεργείας εἰσὶ καὶ πάθους δηλωτικά, καὶ λαμβάνει μὲν ὁ σοφιστὴς ὡς παθητικά, οἴεται δὲ ὁ ἐρωτώμενος ὡς ἐνερ‐ γητικὰ καὶ δίδωσιν οὕτως αὐτά, κἀντεῦθεν καὶ ἀπατᾶται. τὸ δὲ σχεδὸν
5γὰρ ὁ τοῦτο δυνάμενος ποιεῖν ἐγγύς ἐστι τοῦ θεωρεῖν τἀληθές τοιοῦτον ἔχει τὸν νοῦν· ὁ δυνάμενος διαίρεσιν ποιεῖσθαι τῶν ἐνεργείας καὶ πάθους σημαντικῶν, ναὶ μὴν καὶ τῶν ὅσα μὲν διαιρούμενα ἄλλο τι σημαίνει, συντιθέμενα δ’ ἕτερον, οὐχ ἥκιστα δὲ καὶ ἐπὶ τῶν ὁμωνύμων, καὶ συνιεὶς τῶν πολλαχῶς εἶναι λεγομένων τὸ ἐρωτώμενον, ὁ τοιοῦτος ὡς δυνάμενος
10ἐπὶ πάντων διαίρεσιν ποιεῖσθαι οὐ ῥᾳδίως ἀπατηθήσεται, καὶ μὴ ἀπατώ‐ μενος ἐγγύς ἐστι τοῦ θεωρεῖν τὸ ἀληθές. p. 169a33 Μάλιστα δὲ ἐπίσταται συνεπινεύειν. Περὶ τοῦ παρὰ τὸ σχῆμα τῆς λέξεως συμβαίνοντος παραλογισμοῦ τὸν λόγον ποιησάμενος καὶ εἰπὼν ὅτι ἐπὶ τῶν δι’ αὐτοῦ γινομένων παρα‐
15λογισμῶν τὸ αἴτιόν ἐστι τῆς ἀπάτης τὸ δυσκολαίνειν ἡμᾶς περὶ τὴν διαί‐ ρεσιν τῶν ποῖα μὲν ὡσαύτως καὶ ποῖα ὡς ἑτέρως λέγεται, ἔτι περὶ τοῦ αὐτοῦ τούτου διέξεισι. καὶ φησὶν ὅτι μάλιστα δὲ συμβαίνει ἡμᾶς ἀπατᾶσθαι διὰ τὸ οἴεσθαι διὰ τὴν ὁμοιοσχημοσύνην ταὐτὸν εἶναι τόν τε καθόλου ἄνθρωπον καὶ τὸν μερικὸν τὸν Σωκράτην· ἐπεὶ γὰρ
20κἀκεῖνος ὁ καθόλου ἄνθρωπος λέγεται καὶ οὗτος ὁ μερικὸς ἄνθρωπος, ἀπατώμεθα διὰ τὸ τῆς λέξεως ὁμοιόσχημον. μάλιστα δ, φησί, δύναται συμπείθειν. ἢ οὕτως· μάλιστα δὲ δύναται πείθειν εἰς τὸ συνεπινεύειν καὶ ὁμολογεῖν τὰς τῶν σοφιστῶν προτάσεις, ὃ πάλιν ταὐτόν ἐστι τῷ μάλιστα δὲ ἀπατᾶσθαι συμβαίνει ἡμᾶς διὰ τὸ νομίζειν ὅτι πᾶν τὸ κατηγορού‐
25μενόν τινος τόδε τί ἐστι καὶ ἓν καὶ ταὐτόν ἐστι τῷ ὑποκειμέν. γίνεται δὲ τοῦτο διὰ τὸ ἐν ὁμοίῳ σχήματι τῷ ἄνθρωπος τῷ ἑνικῷ ἀμφό‐ τερα, τὸ κατηγορούμενον καὶ τὸ ὑποκείμενον, σημαίνεσθαι. τοῦτο δὲ οὐκ ἔστιν ἀληθές· ὡς γὰρ ἐν ταῖς Κατηγορίαις εἴρηται, τῷ μὲν ἑνὶ καὶ τῇ πρώτῃ οὐσίᾳ τὸ τόδε τι ἁρμόττει· “ἄτομον γὰρ καὶ ἓν ἀριθμῷ τὸ δηλού‐
30μενόν ἐστιν· ἐπὶ δὲ τῶν δευτέρων οὐσιῶν φαίνεται μὲν ὅσον τῷ σχήματι τῆς προσηγορίας ὅτι τόδε τι σημαίνει, ὅταν εἴπῃ ἄνθρωπον”. πόθεν οὖν γίνεται ἡ ἀπάτη; ἢ ὡς καὶ ἄνωθεν εἴρηται, διὰ τὸ ἀνώμαλον τῆς
συνηθείας, ἥτις καὶ τὰ ἀνόμοια πράγματα ὁμοίοις σχήμασι λέξεων εἴωθε67
in SE
.

68

πολλάκις σημαίνειν· καὶ γὰρ ὅταν εἴπῃ τις ἄνθρωπον, πιθανὴν φαντασίαν ἐμποιεῖ, ὡς ἄρα ὁ ἄνθρωπος ὅμοιός ἐστι τῷ Σωκράτει καὶ εἷς ἀριθμῷ, ἐπειδὴ εἴδει ἐστὶν εἷς. τὸ δὲ τῷ γὰρ ἑνὶ καὶ τῇ οὐσίᾳ μάλιστα δοκεῖ παρέπεσθαι τὸ τόδε τι ἓν καὶ οὐσίαν τὰς ἀτόμους λέγει
5οὐσίας, οἷον Σωκράτην, Πλάτωνα καὶ τὰς τοιαύτας. ὡς οὖν ἐπὶ τούτων διὰ τὸ ὁμοίῳ σχήματι τῆς προσηγορίας σημαίνεσθαι τῷ ἑνικῷ (καὶ γὰρ καὶ ὁ Σωκράτης ἄνθρωπος, καὶ ὁ ἄνθρωπος ὁμοίως ἄνθρωπος, ἀλλ’ οὐκ ἄνθρωποι πληθυντικῶς), ὡς οὖν ἐπὶ τούτων διὰ τὸ ἐν ὁμοίῳ σχήματι σημαίνεσθαι φαντασίαν ἐμποιεῖ ὅτι ὁ καθόλου ἄνθρωπος ὅμοιός ἐστι τῷ
10Σωκράτει καὶ εἷς ἀριθμῷ, οὕτως καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει γίνεσθαι τῶν παρὰ τὴν ὁμοιότητα τῆς λέξεως γινομένων παραλογισμῶν. οἶμαι δὲ μὴ ἐπὶ πάντων ἁπλῶς τῶν παρὰ τὴν ὁμοιότητα τῆς λέξεως εἰπεῖν τοῦτο, ἀλλ’ ἐπ’ ἐκείνων μόνων ἐφ’ ὧν διὰ τὴν ὁμοιότητα τὰς καθόλου οὐσίας τὰς αὐτὰς εἶναι τῷ ἀριθμῷ ταῖς μερικαῖς συνάγειν πειρῶνται. διὰ τοῦτο
15γὰρ εἶπε διὸ καὶ τῶν παρὰ τὴν λέξιν οὗτος ὁ τρόπος θετέος, ὡς εἰ ἔλεγεν ‘οὐ μόνον τοὺς ἤδη ῥηθέντας ἀλλὰ καὶ τοὺς τὰ καθόλου τοῖς μερικοῖς τὰ αὐτὰ συνάγοντας διὰ τὴν τῆς λέξεως ὁμοιότητα ταῖς παρὰ τὴν λέξιν ἀπάταις συντακτέον‘. εἰπὼν δὲ ὅτι καὶ τοῦτον τὸν τρόπον ἐν τοῖς παρὰ τὴν λέξιν θετέον, αἰτίας τούτου δύο ἐπήγαγε, μίαν μὲν λέγων ὅτι
20μᾶλλον ἡ ἀπάτη γίνεται μετ’ ἄλλων σκοπουμένοις· ἐκεῖνοι γὰρ πρὸς τοὺς λόγους καὶ τὰ ὀνόματα καὶ οὐχὶ πρὸς τὰ πράγματα τὰς ἐρωτήσεις ποιοῦνται. τοῦτο δὲ τοιοῦτόν ἐστιν· ὅταν μὲν καθ’ ἑαυτοὺς σκεπτώμεθα περί τινος πράγματος, οὐχὶ πρὸς τὰ ὀνόματα καὶ τοὺς λόγους τὴν σκέψιν ποιούμεθα ἀλλὰ πρὸς τὸ πρᾶγμα, καὶ διὰ τοῦτο ἧττον συμ‐
25βαίνει ἡμᾶς ἀπατᾶσθαι· ὅταν δὲ μετ’ ἄλλων περί τινος σκεπτώμεθα, πρὸς τοὔνομα καὶ τοὺς λόγους τὰς σκέψεις ποιούμεθα, ἐν οἷς καὶ αἱ ἀπά‐ ται, ἐπ’ ἄλλου μὲν τῶν ὑπὸ τοῦ ὀνόματος ἢ τοῦ λόγου δηλουμένων τοῦ ἐρωτωμένου τὴν ἀπόκρισιν διδόντος, ἐπ’ ἄλλου δὲ τοῦ συλλογιζομένου λαμβάνοντος. διὰ μίαν μὲν οὖν ταύτην αἰτίαν καλῶς ἔχει ἐν τοῖς παρὰ
30τὴν λέξιν παραλογισμοῖς καὶ τοῦτον τάττειν. δι’ ἑτέραν δέ, ὅτι ἡ ἀπάτη τοῦ τὸν καθόλου ἄνθρωπον τῷ Σωκράτει ταὐτὸν συνάγεσθαι ἐκ τῆς ὁμοιότητος γίνεται, ἡ δ’ ὁμοιότης παρὰ τὴν λέξιν, ὥστ’ εἰκότως [γὰρ] τοῖς παρὰ τὴν λέξιν καὶ κατὰ τοῦτο ὑπαχθήσεται. εἰπὼν δὲ ὅτι, ὅταν καθ’ ἑαυτοὺς σκεπτώμεθα, ἧττον συμβαίνει ἀπατᾶσθαι, διότι οὐ διὰ
35λόγων καὶ ὀνομάτων ἀλλὰ δι’ αὐτῶν τῶν πραγμάτων τὴν σκέψιν68
in SE
.

69

ποιούμεθα, ἐπήνεγκεν ὅτι καὶ καθ’ ἑαυτοὺς ποιουμένους τὴν σκέψιν οὐδὲν κωλύει ἀπατηθῆναι, ὅταν μὴ ἐπὶ τοῦ πράγματος ἀλλ’ ἐπὶ τοῦ λόγου τὴν σκέψιν ποιώμεθα. p. 169b3 Τῶν δὲ παρὰ τὸ συμβεβηκὸς διὰ τὸ μὴ δύνασθαι.
5 Εἰπὼν περὶ τῶν παρὰ τὴν λέξιν παραλογισμῶν καὶ τὰς αἰτίας παρα‐ θέμενος, καθ’ ἃς ἀπατώμεθα ἐν ἑνὶ ἑκάστῳ τῶν ἕξ, νῦν καὶ περὶ τῶν ἐκτὸς τῆς λέξεως ἑπτὰ παραλογισμῶν, πῶς συμβαίνει ἡμᾶς καὶ ἀπὸ τούτων ἀπατᾶσθαι, διέξεισι. καὶ φησὶν αἰτίαν περὶ τῶν παρὰ τὸ συμβεβηκὸς παραλογισμῶν τὸ μὴ δύνασθαι διακρίνειν τὸ ταὐτὸν καὶ τὸ ἕτερον
10καὶ ἓν καὶ πολλ. καὶ εἴρηται περὶ τούτων ἐν τῷ πρώτῳ τρόπῳ τῶν ἐκτὸς τῆς λέξεως (ἐκεῖνος γὰρ ἦν ὁ παρὰ τὸ συμβεβηκός), ὅπως τὸ ἕτερον ὡς ταὐτὸν καὶ τὰ πολλὰ ὡς ἓν συνάγειν ἐπειρῶντο οἱ σοφισταί, καὶ οὐ δεῖ πάλιν τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγειν. τὸ δὲ μηδὲ τοῖς ποίοις τῶν κατηγορημάτων πάντα ταὐτὰ καὶ τῷ πράγματι συμβέβηκεν
15ἴσον ἐστὶ τῷ ‘ποίοις τῶν κατηγορουμένων πάντα ταὐτὰ καὶ τοῖς ὑποκει‐ μένοις συμβέβηκεν‘, ὡς εἶναι τοιοῦτον τὸ λεγόμενον· ἐν τοῖς παρὰ τὸ συμβεβηκὸς παραλογισμοῖς γίνεται ἡ ἀπάτη παρὰ τὸ μὴ δύνασθαι διαιρεῖν τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ ἓν καὶ πολλὰ καὶ παρὰ τὸ μὴ δύνασθαι διακρίνειν ποίοις τῶν κατηγορουμένων πάντα, ὅσα κατ’ αὐτῶν λέγεται,
20δύναται καὶ κατὰ τῶν ὑποκειμένων λέγεσθαι. ἐπεὶ δέ, ὡς δέδεικται, μέρη εἰσὶ τῶν παρὰ τὸ συμβεβηκὸς οἱ παρὰ τὸ ἑπόμενον, ὁμοίως ἔχει καὶ ἐπὶ τῶν παρὰ τὸ ἑπόμενον παραλογισμῶν· ὡς γὰρ ἐν τοῖς παρὰ τὸ συμ‐ βεβηκὸς ἀπατώμεθα, οὕτω καὶ ἐν τοῖς παρὰ τὸ ἑπόμενον. τὸ δὲ ἔτι καὶ ἐπὶ πολλῶν φαίνεται καὶ ἀξιοῦται οὕτως δυνάμει τοιοῦτόν ἐστιν·
25ἐπεὶ γὰρ ἐπὶ τινῶν ἀντιστρέφει τὰ ὑποκείμενα πρὸς τὰ ἑπόμενα, ὡς ὁ ἄν‐ θρωπος πρὸς τὸ γελαστικὸν καὶ ὁ ἵππος πρὸς τὸ χρεμετιστικόν, καὶ ἐπὶ ἄλλων πολλῶν τοῦτο ἀξιοῦται, ἵνα, εἰ ἕπεται τὸ λευκὸν τῇ χιόνι, ἀντι‐ στρέψῃ καὶ ἡ χιὼν πρὸς τὸ λευκόν, καὶ εἰ τὸ ξανθὸν τῷ μέλιτι, καὶ τὸ μέλι πρὸς τὸ ξανθόν, καὶ εἰ τὸ γεγονὸς ἀρχὴν ἔχει, καὶ τὸ ἀρχὴν ἔχον
30γεγονέναι. ἐπὶ δὲ τῶν παρὰ τὴν ἔλλειψιν τοῦ λόγου καὶ ἐν τοῖς παρὰ τὸ πῇ καὶ ἁπλῶς παραλογισμοῖς ἡ ἀπάτη γίνεται διὰ τὸ νομίζειν μηδὲν διαφέρειν ἁπλῶς τι συγχωρεῖν ἢ πῇ. ὡς γὰρ οἰόμενοι μηδέν τι πλέον σημαίνειν τοῦ πῇ τὸ ἁπλῶς δίδομεν καὶ ἀπατώμεθα, ὡς ἐπὶ τοῦ‐ δε δῆλον· ἆρά γε τὸ ἀποβαλεῖν, ὅπερ ἔχει τις, οὐ κακόν ἐστιν; ἀλλὰ
35μὴν ἔχει τις νόσον· τὸ ἀποβαλεῖν ἄρα νόσον κακόν ἐστιν. ἡ ἀπάτη ἐν‐69
in SE
.

70

ταῦθα γέγονε παρὰ τὸ πῇ· οὐ γάρ, εἰ κακόν ἐστι τὸ ἀποβαλεῖν τινα ὧν ἔχει τις, καὶ ἁπλῶς ἐστι κακόν. ἀλλὰ καὶ ἐπὶ τῶν τὸ ἐν ἀρχῇ αἰτούν‐ των καὶ τῶν τὰ πλείω ἐρωτήματα ἓν ποιούντων ἡ ἀπάτη γίνεται διὰ τὸ παρὰ μικρόν· οὐ γὰρ ἐξακριβούμεθα τὸν τῆς προτάσεως λόγον λέγοντα
5πρότασιν εἶναι τὴν ἓν καθ’ ἑνὸς ἔχουσαν, οὔτε τὸν τοῦ συλλογισμοῦ ὅρον τὸν λέγοντα ἕτερόν τι δεῖν τῶν κειμένων συνάγεσθαι, κἀντεῦθεν ἀπατώμεθα. οὐκ ἐξακριβούμεθα δὲ ταῦτα διὰ τὴν εἰρημένην αἰτίαν, ἥτις ἐστὶ τὸ παρὰ μικρόν. ἢ εἰ θέλεις, νόησον εἰρημένην αἰτίαν καὶ τὸ μὴ εἰδέναι τὸν τῆς προτάσεως λόγον καὶ τοῦ συλλογισμοῦ.
10p. 169b18 Ἐπεὶ δ’ ἔχομεν παρ’ ὅσα γίνονται οἱ φαινόμενοι συλ‐ λογισμο. Ἐπειδὴ φαινόμενος συλλογισμὸς καὶ σοφιστικὸς συλλογισμὸς ταὐτόν ἐστιν, ὡς ἐν ἀρχῇ τοῦ παρόντος βιβλίου δέδεικται, ἔχομεν δὲ παρ’ ὁπόσα οἱ φαινόμενοι συλλογισμοὶ γίνονται (ταῦτα δέ ἐστιν οἱ εἰρη‐
15μένοι δεκατρεῖς τρόποι), δῆλον ὡς ἔχομεν καὶ παρ’ ὁπόσα γίνονται οἱ σοφιστικοὶ συλλογισμο. παρ’ ὅσα γὰρ οἱ φαινόμενοι, παρὰ τοσαῦτα καὶ οἱ σοφιστικοί· παρὰ δὲ τοὺς εἰρημένους τρόπους οἱ φαινόμενοι· παρὰ τούτους ἄρα καὶ οἱ σοφιστικοί. τὸ δὲ παρ’ ὅσα γίνονται οἱ φαινό‐ μενοι ἴσον ἐστὶ τῷ ‘δι’ ὅσα‘· δι’ ὅσους γὰρ τρόπους καὶ δι’ ὅσας αἰτίας
20οἱ φαινόμενοι, διὰ τοσούτους οἱ σοφιστικοί. εἰπὼν δὲ ὅτι παρ’ ὅσα γίνονται οἱ φαινόμενοι, παρὰ τοσαῦτα καὶ οἱ σοφιστικοί, λέγει ὅτι οὐ μόνον τὸν φαινόμενον συλλογισμόν· οὗτος δέ ἐστιν ὁ μὴ τὸ σχῆμα ἔχων ὑγιές, ὡς καὶ ἐν ἀρχῇ τοῦ βιβλίου εἴρηται, οἷος ὁ ἐκ δύο καταφατι‐ κῶν ἐν δευτέρῳ σχήματι ἢ ὁ ἐκ δύο μερικῶν ἔν τινι τῶν σχημάτων
25πειρώμενός τι συνάγειν· οὐ μόνον οὖν φησι τὸν φαινόμενον συλλο‐ γισμὸν γίνεσθαι παρὰ τοὺς εἰρημένους τρόπους ἀλλὰ καὶ τὸν ὄντα μὲν φαινόμενον δὲ οἰκεῖον τοῦ πράγματος, μὴ ὄντα δὲ οἰκεῖον· τοῦτο γὰρ δεῖ προσυπακούειν. οὗτος δέ ἐστιν ὁ ὑγιῶς μὲν συλλογιζόμενος μὴ κατὰ τὸ πρᾶγμα δέ, ὅπερ οὐ τῆς σοφιστικῆς λέγει εἶναι ἀλλὰ τῆς πειρα‐
30στικῆς· οἱ γὰρ πειραστικοὶ πρὸς ὠφέλειαν τοῦ προσποιουμένου τὸ πρᾶγμα εἰδέναι μὴ εἰδότος δὲ τοὺς λόγους ποιούμενοι ἐλέγχουσι μὲν τὸν ἀποκρινό‐ μενον καὶ εἰς ἀντιφάσεις συνθλίβουσιν αὐτόν, ἀλλ’ οὐκ ἐκ τῶν οἰκείων τοῦ πράγματος περὶ οὗ τοὺς λόγους ποιοῦνται, ἀλλ’ ἔκ τινων δοκούντων μὲν οἰκείων εἶναι τοῦ πράγματος μὴ ὄντων δέ. διὰ τοῦτο γὰρ μὴ κατὰ τὸ
35πρᾶγμα ἐλέγχειν οἱ τοιοῦτοι λέγονται, ὅτι τὰς μὲν ἀρχὰς φυλάττουσι τοῦ70
in SE
.

71

πράγματος, παραλογίζονται δὲ τὸν ἀκροατὴν μεταξύ τι παρεντιθέντες, δι’ οὗ γίνεται ἡ παραγωγή· “τῷ γὰρ τὰ ἡμικύκλια γράφειν μὴ ὡς δεῖ”, ὡς ἐν τῷ πρώτῳ τῶν Τοπικῶν εἴρηται, “καὶ γραμμάς τινας ἄγειν μὴ ὡς ἂν ἀχθεῖεν ὁ παραλογισμὸς γίνεται”, καὶ δοκεῖ μὲν ἐκ τῶν οἰκείων τοῦ πράγ‐
5ματος εἶναι, οὐκ ἔστι δέ. εἶτα καὶ τὴν αἰτίαν τίθησι τοῦ πῶς ὁ πειρα‐ στικὸς δύναται ἐλέγχειν τὸν προσποιούμενον εἰδέναι καὶ μὴ εἰδότα λέγων ἔστι δὲ ἡ πειραστικὴ μέρος τῆς διαλεκτικῆς. εἰ οὖν ἡ πειραστικὴ μέρος ἐστὶ τῆς διαλεκτικῆς, αὐτὴ δὲ ἡ διαλεκτικὴ δύναται συλλογίζεσθαι ψεῦδος δι’ ἄγνοιαν τοῦ διδόντος, συλλογίζεται καὶ τὸ μέρος αὐτῆς τὸ
10τοιοῦτον. πῶς δέ ἐστιν ἡ πειραστικὴ μέρος τῆς διαλεκτικῆς, προϊὼν ἐρεῖ, καὶ ἡμεῖς τὰ δοκοῦντα ἐκεῖσε ἐροῦμεν. ἀλλ’ ὁ μὲν διαλεκτικὸς καὶ πειραστικὸς δῆλον ποιοῦσι τὸν ἀποκρινόμενον ὡς ἀγνοεῖ διὰ τὸ τὰ συμ‐ περάσματα συνάγειν ἐκ τῶν δοκούντων καὶ συγκεχωρημένων τῷ ἀποκρινο‐ μένῳ· ἔχομεν δὲ τούτων πολλὴν ἀφθονίαν ἔν τε τῷ Πρωταγόρᾳ καὶ τῷ
15Γοργίᾳ καὶ τοῖς ἄλλοις διαλόγοις τοῦ Πλάτωνος, ἐν οἷς κατὰ τῶν σοφιστῶν ἀγωνίζεται. ὁ δὲ σοφιστικός, ἂν συλλογίζηται τὴν ἀντίφασιν, οὐ ποιεῖ δῆλον εἰ ἀγνοεῖ ὁ ἀποκρινόμενος· ὁμώνυμα γὰρ καὶ ἀμφίβολα καὶ οἷα πολλάκις εἴρηται τὰ ἐρωτήματα προφέροντος τίς οἶδε τῶν ἀκροω‐ μένων, πρὸς τίνα τῶν ὑπὸ τούτων τῶν ἐρωτημάτων σημαινομένων ὁ μὲν
20ἐρωτᾷ, ὁ δὲ ἀποκρίνεται; κἂν γὰρ τύχῃ ὁ ἀκροατὴς εἰδὼς ὁσαχῶς τὸ ἐρώτημα λέγεται, ὅμως ἐμποδίζεται διακρῖναι εἰ ἐλήλεγκται ὁ ἀποκρινό‐ μενος. ἐπὶ γὰρ τοῦ ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;‘ τίς οἶδε τῶν ἀκροωμένων περὶ τίνος τῶν σιγώντων ἥ τε ἐρώτησις καὶ ἀπόκρισις γέγονεν, ἵνα δια‐ κρίνῃ τὸν ἀποκρινόμενον εἰ ἀγνοεῖ ἢ μή; ὁμώνυμα γὰρ ἐρωτώντων τῶν
25σοφιστῶν καὶ ἀμφίβολα οὐδεὶς οἶδεν εἰ τὴν ἀντίφασιν συνάγουσι τοῦ τεθέντος παρὰ τοῦ προσδιαλεγομένου, ἢ ὅλως εἰ ἀγνοεῖ ὁ προσδιαλεγόμενος ἂν ἀμφίβολόν ἐστι τὸ ἠρωτημένον ἢ ὁμώνυμον ἢ μὴ καλῶς συντεθὲν ἢ διαιρεθέν. εἰ γάρ τις ἐρωτηθείη παρὰ σοφιστοῦ ‘ἆρά γε ὁ κύων καύματα ποιεῖ;‘, ὁ δὲ εἴπῃ ‘οὔ‘ διὰ τὸ τὸν χερσαῖον κύνα μὴ ποιεῖν καύματα, ἐμ‐
30ποδίζεται ὁ ἀκροατὴς ἐληλεγμένον ἔχειν τὸν ἀποφήσαντα· ὅσον γὰρ ἐπὶ τούτῳ, τῷ χερσαίῳ φημὶ κυνί, ἠλήθευκεν ὁ ἀποκρινόμενος καὶ οὐκ ἐλή‐
λεγκται.71
in SE
.

72

p. 169b30 Ὅτι δὲ ἔχομεν αὐτοὺς τῇ αὐτῇ μεθόδ, δῆλον. Εἰπὼν ὅτι “ἔχομεν παρ’ ὅσα οἱ σοφιστικοὶ γένοιντ’ ἂν συλλογισμοί” διὰ τὸ ἔχειν ἡμᾶς “παρ’ ὅσα γίνονται οἱ φαινόμενοι” καὶ μεταξὺ παρεν‐ θεὶς τὰ εἰρημένα, πάλιν ἐπάνεισιν ἐπὶ τὸ προκείμενον, καὶ κατασκευάζει
5τοῦτο καὶ ἀπὸ τῶν ἀκροωμένων λέγων παρ’ ὅσα γὰρ ἂν τῶν μὴ καλῶς ἠρωτημένων φανείη τοῖς ἀκροωμένοις ὡς καλῶς ἠρωτημένα, παρὰ το‐ σαῦτα ἂν καὶ τῷ ἀποκρινομένῳ δόξειε καλῶς ἠρωτῆσθαι. ἀπατηθή‐ σεται δὲ ὁ ἀκροατὴς ἢ διὰ τὴν ὁμωνυμίαν ἢ διὰ τὸ σχῆμα τῆς λέξεως ἢ διά τι τούτων· καὶ ὁ ἀποκρινόμενος ἄρα κατά τι τούτων παραλογισθή‐
10σεται. ὥστε ἔσονται συλλογισμοὶ ψευδεῖς διὰ τῶν ἀπηριθμημένων τρόπων ἢ πάντων συνελθόντων εἰς τὸ ἀπατηθῆναί τινα ἢ τινῶν. εἰπὼν δὲ παρὰ τοσαῦτα ἂν καὶ τῷ ἀποκρινομένῳ δόξειεν ἐπάγει ὃ γὰρ μὴ ἐρωτηθεὶς οἴεται δεδωκέναι, κἂν ἐρωτηθεὶς θείη, τουτέστιν ὅπερ ἐν τῇ οἰκείᾳ διανοίᾳ καλῶς ἠρωτῆσθαι ἐνόμισε καὶ ὡς ἀληθεῖ συνέ‐
15νευσε, κἂν ἠρωτήθη, ἐδεδώκει ἄν. πλήν, φησίν, ἐπί τινων, οἷον ἐν τοῖς παρὰ τὴν λέξιν καὶ τὸν σολοικισμόν, οὐκ ἄφωνοι διατελοῦσιν οἱ ἀποκρινόμενοι τὸν λόγον συμπεράναντος τοῦ σοφιστοῦ, ἀλλὰ προσερω‐ τῶσι τὸ ἐνδεὲς καὶ τὸ ψεῦδος ἐμφανίζουσιν. εἰπόντος γὰρ τοῦ σοφιστοῦ ‘ὁ δεῖνα κάθηται, ὁ καθήμενος δύναται βαδίζειν‘ καὶ ἐπάγοντος
20ὅτι ὁ δεῖνα βαδίζει, εὐθὺς ὁ καὶ μικρὸν δυνάμενος συνορᾶν προσεπερω‐ τήσοι ἂν τὸ ἐνδεές, τὸ ‘δύναται‘, καὶ ἐμφανίσοι τὸ ψεῦδος. πάλιν λέγοντος τοῦ σοφιστοῦ ‘ἆρ’ ὃ φῂς εἶναι, τοῦτ’ ἔστι; φῂς δὲ λίθον εἶναι· ἔστιν ἄρα λίθον‘ οὐκ ἄφωνοι διατελοῦσιν οἱ ἀποκρινόμενοι, ἀλλά φασιν ‘οὐχί, ἀλλ’ ἔστιν ἄρα λίθοσ‘.
25 Ἀλλὰ περὶ μὲν τούτων σαφὲς γενήσεται τὸ λεγόμενον, ὅταν τὰς λύσεις τῶν σοφισμάτων καὶ αὐτὸς ἐπαγάγῃ. νῦν δὲ τὸ μικρῷ πρόσθεν εἰρημένον, τὸ ὅτι ἡ πειραστικὴ μέρος ἐστὶ τῆς διαλεκτικῆς, εἴπωμεν. λέγεται τοίνυν ὑπὸ τὴν διαλεκτικὴν εἶναι ἡ πειραστική, διότι καὶ αὐτὴ ψεῦδος δύναται συλλογίζεσθαι διὰ τὴν τοῦ διδόντος ἄγνοιαν ὥσπερ ἡ δια‐
30λεκτική, διαφέρουσι δὲ ἀμφότεραι τῆς σοφιστικῆς, ὅτι αἱ μὲν δῆλον ποιοῦσιν ὅτι τὴν ἀντίφασιν συλλογίζονται τῆς τοῦ ἀποκρινομένου θέσεως (οὐ γὰρ ἐρωτῶσιν ἀμφίβολα καὶ ὁμώνυμα καὶ τοιαῦτά τινα), οἱ δὲ σοφι‐ σταί, ἂν καὶ συλλογίζωνταί ποτε τὴν ἀντίφασιν, οὐ ποιοῦσι δῆλον εἰ ἀγνοεῖ
ὁ προσδιαλεγόμενος· ὁμώνυμα γὰρ ἐρωτώντων καὶ οἷα πολλάκις εἴρηται72
in SE
.

73

οὐδεὶς οἶδεν εἰ τὴν ἀντίφασιν συνάγουσι τοῦ τεθέντος παρὰ τοῦ προσδια‐ λεγομένου, ἢ ὅλως εἰ ἀγνοεῖ ὁ προσδιαλεγόμενος ἂν ἀμφίβολόν ἐστι τὸ ἠρωτημένον ἢ ὁμώνυμον ἢ ἄλλο τι. p. 169b37 Εἰ οὖν οἱ παραλογισμοὶ τῆς ἀντιφάσεως παρὰ τὸν
5φαινόμενον ἔλεγχόν εἰσιν. Εἰπὼν ὅτι παρ’ ὅσα εἰσὶν οἱ φαινόμενοι συλλογισμοί, παρὰ τοσαῦτα καὶ οἱ σοφιστικοί, δείκνυσιν ὅτι καὶ οἱ ψευδεῖς παρὰ τοσούτους γί‐ νονται τρόπους παρ’ ὅσους οἱ φαινόμενοι καὶ οἱ σοφιστικοί. εἰ γὰρ ψευδὴς συλλογισμὸς ὁ παρὰ τὸν ἀληθινὸν συλλογισμόν ἐστι, δῆλον ὅτι
10ὅσα μόριά εἰσι τοῦ ἀληθινοῦ συλλογισμοῦ, παρὰ τοσαῦτα ἔσονται οἱ ψευδεῖς· τοῦ δὲ ἀληθινοῦ συλλογισμοῦ μόριά εἰσι τὸ τοῦ αὐτοῦ καὶ ἑνὸς πράγματος εἶναι καὶ πρὸς τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ καὶ ὅσα πολλά‐ κις εἴρηται· ψευδὴς ἄρα ἔσται, ὅταν μὴ πρὸς τὸ αὐτὸ μηδὲ κατὰ τὸ αὐτὸ καὶ τὰ ὅμοια γίνηται. εἰπὼν δὲ ὅτι ὁ φαινόμενος παρὰ τὰ μό‐
15ρια τοῦ ἀληθινοῦ γίνεται (ἐλλείψαντος γάρ τινος μορίου τῶν τοῦ ἀληθινοῦ συλλογισμοῦ σοφιστικὸς φανείη ἂν ἔλεγχος), συνίστησι τοῦτο διὰ τῆς ἐπαγωγῆς λέγων οἷον ὁ παρὰ τὸ μὴ συμβαῖνον διὰ τὸν λόγον, ὁ εἰς τὸ ἀδύνατον. τὸ δὲ λεγόμενόν ἐστι δυνάμει τοιοῦτον· ἐπεὶ συλλογισμός ἐστι λόγος συνάγων ἕτερόν τι τῶν κειμένων ἐκ τῶν κειμένων,
20ὁ τὸ μὴ αἴτιον ὡς αἴτιον τοῦ συνηγμένου ἀδυνάτου λαβὼν δῆλον ὅτι παρὰ τὸ μόριον τοῦ συλλογισμοῦ τὸ ψεῦδος συνήγαγεν. ἔστι δὲ τὸ κατάλληλον τῆς λέξεως τοιοῦτον· ὁ εἰς τὸ ἀδύνατον δοκῶν ἄγειν τὸν λόγον γίνεται παρὰ τὸ μὴ συμβαῖνον διὰ τὸν λόγον, ἤτοι παρὰ τὸ τὸ μὴ αἴτιον ὡς αἴτιον λαβεῖν. ὁμοίως δὲ καὶ ὁ τὰς δύο ἐρωτήσεις μίαν ποιῶν παρὰ
25τὸν ὁρισμὸν τῆς προτάσεως τὸ ψεῦδος συνάγει. καὶ ὁ ἀπὸ τοῦ συμβεβη‐ κότος ψεῦδός τι συλλογιζόμενος παρὰ τὸ μόριον τοῦ ἀληθινοῦ συλλο‐ γισμοῦ τοῦτο συλλογίζεται· ἐκ τῶν καθ’ αὑτὰ γὰρ ὑπαρχόντων ὁ ἀληθὴς συλλογισμὸς ἀλλ’ οὐκ ἀπὸ συμβεβηκότων. ἀλλὰ μὴν καὶ ὁ παρὰ τὸ ἑπόμενον, ὅστις μόριόν ἐστι τοῦ παρὰ τὸ συμβεβηκός, ὡς δέδεικται, διὰ
30τὴν αὐτὴν αἰτίαν γίνεται. p. 170a5 Ἔτι τὸ μὴ ἐπὶ τοῦ πράγματος. Καὶ ὁ παρὰ τὴν ἀμφιβολίαν τρόπος σοφιστικός· τοῦτον γὰρ δηλοῖ
λέγων τὸ μὴ ἐπὶ τοῦ πράγματος ἀλλ’ ἐπὶ τοῦ λόγου συμβαῖνον,73
in SE
.

74

διότι τὸ ἔστιν ἄρα σιγῶντα λέγειν‘ οὐκ ἐπὶ τοῦ πράγματος ἀλλ’ ἐπὶ τοῦ λόγου συμβαίνει. καὶ οὗτος δῆλον ὅτι παρὰ τὸ μόριόν ἐστι τοῦ ἀληθινοῦ λόγου. καὶ ὁ παρὰ τὸ πῇ καὶ ἁπλῶς παρὰ τὸ μόριόν ἐστι τοῦ ἐλέγχου· τοῦτον γὰρ σημαίνει διὰ τοῦ εἶτ’ ἀντὶ τοῦ καθόλου τὴν ἀντίφασιν.
5καὶ τὸ μὲν καθόλου τέθεικεν ἀντὶ τοῦ ἁπλῶς, τὴν ἀντίφασιν δὲ ἀντὶ τοῦ πῇ· δόντων γὰρ ἡμῶν ἁπλῶς ὅτι ὁ Αἰθίοψ μέλας, συνάγει ὅτι τοὺς ὀδόν‐ τας λευκός, ἤτοι πῇ λευκός· ἢ πάλιν λεγόντων ‘οὐδεὶς ἐπιορκῶν ἅμα εὐορκεῖ‘ ἐπιφέρει ‘ὀμόσας τις ἐπιορκήσειν ἐπιώρκησεν· ἅμα ἄρα ἐπιορκεῖ καὶ εὐορκεῖ‘. ὅτι δὲ καὶ οἱ μὴ κατὰ ταὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ
10παρὰ τὸ ἐπί τι παρὰ τὰ μόριά εἰσι τοῦ ἀληθινοῦ λόγου, παντί που δῆλον καὶ εἴρηται πολλάκις καὶ οὐ δεῖ πάλιν μηκύνειν. p. 170a8 Ἔτι παρὰ τὸ τὸ ἐν ἀρχῇ μὴ ἐναριθμουμένου. Τὸ ἐν ἀρχῇ αἰτεῖσθαι καὶ λαμβάνειν ὅτι παρὰ τὸ μόριόν ἐστι τοῦ ἀληθινοῦ συλλογισμοῦ καὶ διὰ ἔλλειψιν τοῦ ἀληθοῦς γίνεται ἐλέγχου,
15πολλάκις εἴρηται. οὕτως οὖν δείξας διὰ τῆς ἐπαγωγῆς ὅτι παρὰ τὰ μόρια τοῦ ἀληθινοῦ συλλογισμοῦ τὸ ψεῦδος καὶ οἱ φαινόμενοι ἔλεγχοι γίνονται, συμπεραίνεται λέγων ὥστε ἔχομεν παρ’ ὅσα γίνονται οἱ παρα‐ λογισμο· παρὰ πλείονα μὲν γὰρ τῶν τρόπων τούτων οὐδεὶς ἂν γένοιτο, παρὰ δὲ τὰ εἰρημένα ἔσονται πάντες.
20p. 170a12 Ἔστι δὲ ὁ σοφιστικὸς ἔλεγχος. Τοὺς σοφιστικοὺς ἅπαντας καὶ φαινομένους συλλογισμοὺς ἀναγαγὼν εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν, ἔτι γε μὴν διδάξας ὡς οἱ σοφιστικοὶ ἔλεγχοι διὰ ἔλλειψιν τοῦ κυρίως καὶ ἀληθοῦς ἐλέγχου γίνονται, καὶ διὰ τῆς ἐπα‐ γωγῆς τὸ λεγόμενον πιστωσάμενος, ἐφιστάνει λέγων ὅτι ὁ σοφιστικὸς
25ἔλεγχος οὐχ ἁπλῶς ἐστιν ἔλεγχος, ἀλλὰ πρὸς τὸν ἀποκρινόμενον δοκεῖ εἶναι ἔλεγχος. εἰ μὲν γὰρ τύχῃ οὗτος εἶναι τῶν ἀμαθῶν, συγχωρήσει τε τὰ λεγόμενα, οἷα ἂν ὦσι, καὶ ἀπατηθήσεται, καὶ δοκήσει ἐλεγχθῆναι. εἰ μέν‐ τοι γε τῶν συνιέντων τις εἴη, οὐκ εὐθὺς ὁμολογήσει τὰ ἐρωτώμενα, κἀντεῦθεν ἐπίσχει καὶ τὸν δοκοῦντα ἐλέγχειν καὶ συλλογίζεσθαι. ὡσαύτως δὲ καὶ ὁ
30σοφιστικὸς συλλογισμὸς οὐχ ἁπλῶς ἐστι συλλογισμὸς ἀλλὰ πρός τινα, ἤγουν τὸν ἀγνοοῦντα τὰς δυνάμεις τῶν λέξεων καὶ πρὸς τὸν συγχω‐
ροῦντα τὸ μὴ ἁπλῶς λεγόμενον ὡς ἁπλῶς λέγεσθαι καὶ τὰ λοιπὰ πάντα.74
in SE
.

75

ὅτι δὲ πρός τινά ἐστιν ὁ σοφιστικὸς ἔλεγχος, κατασκευάζει ἀπὸ τοῦ μὴ δύνασθαι τὸν σοφιστὴν ποιῆσαι τὸν ἔλεγχον, ἐὰν μὴ λάβῃ παρὰ τοῦ ἀπο‐ κρινομένου τὸ ὁμώνυμον ὡς ἓν σημαῖνον. ὁμοίως καὶ ὁ παρὰ τὴν ὁμοιοσχημοσύνην συλλογισμός, ἐὰν μὴ λάβῃ παρὰ τοῦ ἀποκρινομένου
5τὸ σημαίνειν τὸ ἐρωτώμενον πρᾶγμα μόνον τόδε τι, ἤτοι τὸ ἐνεργη‐ τικὸν ῥῆμα ἐνεργείας μόνης δηλωτικόν, οὐδ’ οὗτος ἀπατήσει. εἰ μὲν οὖν μὴ λάβῃ ὁ σοφιστής, οὔτε ἁπλῶς συλλογισμὸν ποιεῖ οὔτε πρὸς τὸν ἐρωτώμενον. ἐὰν δὲ λάβῃ τὸ ὁμώνυμον ὡς μὴ ὁμώνυμον, πρὸς μὲν τὸν ἐρωτώμενον πεποίηκε τὸν ἔλεγχον, ἀληθῶς δὲ καὶ κυρίως ἔλεγχον
10οὐ πεποίηκε, διότι οὐχ ἓν εἴληφε, τουτέστι μὴ ὁμώνυμον, ἀλλὰ φαινό‐ μενον, καὶ παρὰ ἀνεπιστήμονος ἀκροατοῦ. ὥστε οὐχ ἁπλῶς ἐστιν ἔλεγχος ὁ σοφιστικὸς ἔλεγχος ἀλλὰ πρός τινα. p. 170a20 Παρὰ πόσα δὲ ἐλέγχονται οἱ ἐλεγχόμενοι. Παρ’ ὅσα μέν, φησί, φαινομένως ἐλέγχεσθαί τινες δοκοῦσιν, εἴρηται,
15καὶ ὡρίσθησαν οἱ φαινόμενοι ἔλεγχοι, καὶ δέκα καὶ τρεῖς εἰσιν οἱ πάντες· ὧν πάντων ἢ ἐνίων παραλαμβανομένων ὁ παραλογισμὸς καὶ ὁ φαινόμενος ἔλεγχος γίνεται. παρ’ ὅσα δὲ ἀληθῶς ἐλέγχονται οἱ ἐλεγχόμενοι, οὐδεὶς ἀριθμῆσαι ἢ παραδοῦναι δύναται οὐδὲ εἰς ἀριθμόν τινα θεῖναι ὡρισμένον τοὺς τρόπους δι’ ὧν ἐλέγχονται οἱ ἀληθῶς ἐλεγχόμενοι· ὅσαι
20γὰρ ἀποδείξεις, τοσοῦτοι δύνανται καὶ ἔλεγχοι γίνεσθαι πρὸς τοὺς μὴ τιθε‐ μένους τὸ συναχθὲν ἐκ τῶν δοθέντων συμπέρασμα λαβοῦσι τὴν ἀντίφασιν. οὐ δεῖ οὖν, φησί, πειρᾶσθαι λαμβάνειν δι’ ὅσων καὶ οἵων τοὺς ἀληθεῖς ἐλέγχους ποιοῦσιν οἱ ἀληθινῶς ἐλέγχοντες, εἰ μή τις εἴη τὰς ἐπιστήμας πάσας εἰδὼς καὶ ἐν πάσαις ἔχων τὸ ἀκρότατον· εἰ γὰρ μὴ τοιοῦτός ἐστι,
25πῶς ἂν δυνηθείη ἀληθῶς ἀπελέγχειν τὸν ἔν τινι ἐπιστήμῃ σφαλλόμενον; τοῦτο δ, τὸ πάσας εἰδέναι, οὐ μιᾶς ἐστι τέχνης καὶ ἀδύνατον· ἄπειρα γὰρ τὰ ἀληθῶς δεικνύμενα· ἄπειροι ἄρα καὶ οἱ ἀληθεῖς ἔλεγχοι. ἐν δὲ τῷ ἄπειροι γὰρ ἴσως αἱ ἐπιστῆμαι τὸ ἴσως εἶπε κατὰ τὴν ἑαυτοῦ δόξαν· ἀιδίου γὰρ ὄντος κατ’ αὐτὸν τοῦ κόσμου, ὡς ἐν τῷ Περὶ οὐρανοῦ
30αὐτῷ δέδεικται, ἐπ’ ἄπειρον καὶ αἱ ἐπιστῆμαι αὐξηθήσονται. οὐ δεῖ μὲν οὖν ζητεῖν κατὰ πόσους τρόπους οἱ ἀληθεῖς ἔλεγχοι γίνονται. ὅτι δὲ ὅλως εἰσὶν ἀληθεῖς ἔλεγχοι ὥσπερ καὶ φαινόμενοι, δῆλον. ὅσα γάρ, φησίν, ἔστιν ἀποδεῖξαι τῇ καλουμένῃ ἐπ’ εὐθείας δείξει, ἔστι καὶ δι’ αὐτῆς καὶ διὰ τῆς ἀδυνάτου δείξεως ταῦτα συστῆσαι καὶ ἐλέγξαι τὸν μὴ συγχωροῦντα
35τὸ συνηγμένον ἐκ τῶν τεθέντων ἀλλὰ τὸ ἐναντίον τιθέντα τῷ ἀληθεῖ·75
in SE
.

76

ὁ δὲ τοῦτον ἐλέγχων καὶ ἀποδεικνὺς ψευδόμενον συλλογισμὸς ἀληθής ἐστιν ἔλεγχος. ὥστε τὸν μέλλοντα ἀληθῶς ἐλέγχειν δεῖ πάντων ἐπιστήμονα τυγχάνειν· τοιοῦτος γὰρ ὢν ῥᾳδίως ἂν ἐλέγξῃ τὸν μὴ συγχωροῦντα τὴν θέσιν ἢ τὸ συμπέρασμα λαβὼν τὴν ἀντίφασιν. εἰπὼν δὲ ὅτι δεήσει
5πάντων ἐπιστήμονα εἶναι, ἐπήγαγεν οἱ μὲν γὰρ ἔσονται παρὰ τὰς ἐν γεωμετρίᾳ ἀρχάς, ὥστε γεωμετρικὸν εἶναι δεῖ τὸν μέλλοντα ἐλέγχειν τοὺς παρὰ τὰς ἀρχὰς τῆς γεωμετρίας συλλογιζομένους καὶ ἰατρικὸν τοὺς παρὰ τὰς τῆς ἰατρικῆς καὶ μουσικὸν ὡσαύτως τοὺς παρὰ 〈τὰσ〉 τῆς μου‐ σικῆς, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ὥστε εἴ τις ἅπαντας ἐλέγχειν μέλλει,
10δεῖ τοῦτον ἐπιστήμονα πάντων εἶναι. p. 170a30 Ἀλλὰ μὴν καὶ οἱ ψευδεῖς ἔλεγχοι ὁμοίως ἐν ἀπείροις. Ἄπειροι μέν εἰσι, φησίν, οἱ ἀληθεῖς ἔλεγχοι, ἄπειροι δὲ καὶ οἱ ψευ‐ δεῖς. ψευδεῖς δὲ ἐλέγχους οὐ τοὺς σοφιστικούς φησιν ἐνταῦθα ἀλλὰ τοὺς δοκοῦντας μὲν εἶναι ἀπὸ τῶν οἰκείων ἀρχῶν τῆς ἐπιστήμης, περὶ ἧς τὸν
15λόγον ποιοῦνται, μὴ ὄντας δέ. ὥστε ἐπειδὴ ἄπειροι οἱ ἀληθεῖς εἰσιν ἔλεγχοι, ἄπειροι ἂν εἶεν καὶ οἱ ψευδεῖς. καὶ τὰ μὲν λεγόμενα δῆλα. ἡ δὲ λέξις ἡ οἷον κατὰ γεωμετρίαν ὁ γεωμετρικὸς ἐλλιπῶς εἴρηται. εἴη δ’ ἂν τὸ πλῆρες τοιοῦτον· ὁ γεωμετρικὸς ψευδὴς ἔλεγχος κατὰ γεωμετρίαν ἐστὶν ὁ παρὰ τὰς ἀρχὰς τῆς γεωμετρίας γινόμενος, ὁποῖος ἦν ὁ τοῦ Βρύ‐
20σωνος τετραγωνισμός. οὐ μόνον δὲ τοὺς μὴ ἀπὸ τῶν ἀρχῶν ὡρμημένους τῆς ἐπιστήμης, ὑφ’ ἥν ἐστι τὸ πρόβλημα, δοκοῦντας δὲ εἶναι ψευδεῖς ἐλέγχους φησὶν ἀλλὰ καὶ τοὺς ἐκ τῶν οἰκείων μὲν τῆς ἐπιστήμης ἀρχῶν κατά τι δὲ παραλογιζομένους, οἷά εἰσι τὰ τοῦ Εὐκλείδου ψευδογραφή‐ ματα.
25p. 170a34 Δῆλον οὖν ὅτι οὐ πάντων τῶν ἐλέγχων. Εἰπὼν ὅτι ἄπειροί εἰσιν οἱ ἀληθεῖς ἔλεγχοι καὶ ἐν πάσαις ταῖς ἐπι‐ στήμαις δυνάμενοι γίνεσθαι, ὁμοίως δὲ ἄπειροι καὶ οἱ ἐναντίοι τούτοις ψευδεῖς συλλογισμοί (κατὰ πᾶσαν γὰρ τέχνην ἐγχωρεῖ γίνεσθαι καὶ τούτους), φησὶν ὅτι τὸ παραδοῦναι ἐλέγχους καθολικοὺς πάντων τῶν ψευδῶν συλλο‐
30γισμῶν οὐ τῆς παρούσης ἐστὶ σκέψεως. νῦν γάρ, φησίν, οὐ ληπτέον τόπους καὶ ἀρχὰς πάντων τῶν ἀληθῶν ἐλέγχων ἀλλὰ τῶν παρὰ
τὴν διαλεκτικήν· τοῦτο δέ ἐστιν, ἤτοι τὸ τοῦτο ποιῆσαι, οἰκεῖόν ἐστι76
in SE
.

77

τῇ διαλεκτικῇ καὶ τοῖς ἐν ἐκείνῃ παραδιδομένοις τόποις. καὶ προστίθησιν ἐφεξῆς τὴν αἰτίαν τοῦ τὴν διαλεκτικὴν δύναμιν [ἐν] πᾶσιν ἐπιχειρεῖν λέγων οὗτοι γὰρ κοινοὶ πρὸς ἅπασαν τέχνην καὶ δύναμιν· ἐν ἁπάσῃ γὰρ τέχνῃ δύναται ὁ διαλεκτικὸς συλλογίζεσθαι ἐκ κοινῶν καὶ ἐνδόξων. ἀλλὰ
5καὶ τὸν ἐλέγχοντά τινα κατά τινα ἐπιστήμην, εἴτε ἀληθῶς ἐλέγχει εἴτε φαινομένως, οὐ παντός ἐστι διαγνῶναι ἀλλὰ τοῦ ἐπιστήμονος μόνου· ὁ τοιοῦτος γὰρ δυνήσεται γνῶναι εἰ ἐκ τῶν οἰκείων τῇ ἐπιστήμῃ λημμάτων ὁ ἐλέγχων ἐλέγχει. τὸν δὲ ἐλέγχοντα ἀπό τινων κοινῶν καὶ ἐνδόξων διαγνώσεται ὁ διαλεκτικός. καὶ ὅπως προστίθησι δυνάμει λέγων ‘ὡς ἤδη
10φθάσαντες παραδεδώκαμεν ἐν τοῖς Τοπικοῖς, ἐξ ὧν ἄν τις περὶ παντὸς τοῦ προτεθέντος συλλογίσαιτο‘. ἐκ τούτων οὖν τις ὁρμώμενος δύναται καὶ ἐλέγχειν· ὅ τε γὰρ διαλεκτικὸς ἀντίφασιν πειρᾶται συλλογίζεσθαι· τὸ δ’ αὐτὸ τοῦτο καὶ ὁ ἔλεγχος. πλὴν ποτὲ μὲν δι’ ἑνὸς συλλογισμοῦ τὴν ἀντίφασιν συμπεραίνει, ποτὲ δὲ διὰ δύο. περὶ δὲ τοῦ πότε μὲν ἐν ἑνί,
15πότε δὲ ἐν δυσίν, εἴρηκεν ἐν τῷ περὶ τοῦ ἐξ ἀντικειμένων συλλογίζεσθαι, ὅτι εἰ μὲν ἐν ἑνὶ βουλόμεθα συλλογίσασθαι τὴν ἀντίφασιν, χρὴ ταύτην καὶ ἐν μιᾷ τῶν προτάσεων λαβεῖν, οἷον ὅτι ἡ ἰατρικὴ ἐπιστήμη, πᾶσα ἐπιστήμη ὑπόληψις καὶ οὐχ ὑπόληψις, ἡ ἰατρικὴ ἄρα ὑπόληψις καὶ οὐχ ὑπόληψις. ἀλλ’ ἐπειδὴ ὡς φανερὸν τοῦτο οὐκ ἄν τις συγχωρήσειε πώποτε,
20χρὴ ἐν δυσὶ πειρᾶσθαι συνάγειν τὴν ἀντίφασιν καὶ δεικνύναι τὴν ἰατρικὴν ποτὲ μὲν ὑπόληψιν ποτὲ δὲ μὴ τοῦτο διῃρημένως καὶ ἐν δυσὶ συλλο‐ γισμοῖς. ἐροῦμεν δὲ περὶ τούτου καὶ ἐν τοῖς ἑξῆς τὰς λύσεις τῶν σοφισμάτων κατασκεπτόμενοι. Ἔχομεν ἄρα παρ’ ὅσα πάντες εἰσὶν οἱ ψευδεῖς ἔλεγχοι, ἤτοι
25οἱ σοφιστικοί. εἰ δὲ γινώσκομεν ὅπως γίνονται καὶ διὰ ποίας αἰτίας, εὔδηλον ὡς καὶ τὰς λύσεις τούτων ἔχομεν· ἃ γὰρ ἐνιστάμενοι προ‐ φέρομεν τοῖς συλλογιζομένοις παρ’ ὁμωνυμίαν ἢ ἀμφιβολίαν ἢ κατά τινα τῶν λοιπῶν τρόπων, ταῦτα ἂν εἶεν καὶ λύσεις αὐτῶν. ὅταν γὰρ ὁ σοφιστὴς ἐλέγχῃ τὸν λέγοντα τὸν κύνα μὴ ὑλακτεῖν, ὡς ὑλακτοῦντος δηλονότι τοῦ
30χερσαίου, αὐτοὶ ἐνιστάμενοι ὡς περὶ ἄλλου τὴν ἀπόκρισιν δόντες εἴημεν ἂν ἐκ ταύτης τῆς ἐνστάσεως λύοντες καὶ τὸν φαινόμενον ἔλεγχον. ἐπειδὴ δέ, φησίν, ἔχομεν παρ’ ὁπόσα γίνονται οἱ σοφιστικοὶ ἔλεγχοι, ἔχομεν
ἄρα καὶ παρ’ ὁπόσα γίνονται οἱ φαινόμενοι. τοῦτο δὲ καὶ ἐν τοῖς ἄνωθεν77
in SE
.

78

εἰρημένοις εἶπε. φαινομένους δὲ λέγει ἐλέγχους οὐχὶ τοὺς τυχοῦσι δοκοῦντας καὶ ἰδιώταις (οἱ γὰρ μὴ εἰδότες ἐξ οἱωνδήποτε ἀπατηθήσονται, ὥστε καὶ ἄπειρα ἔσονται τὰ τοὺς τοιούτους ἀπατῶντα), ἀλλὰ τοὺς [φαινο‐ μένους ἐλέγχους λέγω] τοῖς εἰδόσι καὶ ἐπιστήμοσιν. ἀλλὰ καὶ ὁ διαλεκτικὸς
5μόνος, φησί, δύναται γνῶναι παρ’ ὅσα διὰ τῶν κοινῶν γίνεται ἀληθὴς ἔλεγχος ἢ φαινόμενος. τίς δὲ ὁ ἀληθὴς ἔλεγχος καὶ τίς ὁ φαινόμενος καὶ τίς ὁ διαλεκτικὸς καὶ ὁ φαινόμενος διαλεκτικός, ἐπὶ δὲ τούτοις καὶ ὁ πειραστικός, εἴρηται πολλάκις, καὶ περιττὸν αὖθις λέγειν περὶ αὐτῶν. p. 170b12 Οὐκ ἔστι δὲ διαφορὰ τῶν λόγων ἣν λέγουσί τινες.
10 Διελὼν τοὺς τρόπους, καθ’ οὓς οἱ παραλογισμοὶ γίνονται, εἰς δύο τοὺς ἀνωτάτω καὶ τοὺς μὲν αὐτῶν παρὰ τὴν λέξιν φήσας εἶναι τοὺς δὲ ἔξω τῆς λέξεως, νῦν εὐθύνει τοὺς μὴ οὕτως λέγοντας ἀνάγοντας δὲ πάντα τὰ σοφίσματα εἰς τοὺς πρὸς τοὔνομα λόγους καὶ εἰς τοὺς παρὰ τὴν διά‐ νοιαν· τὸ γὰρ πρὸς τὴν διάνοιαν ἀντὶ τοῦ ‘παρὰ τὴν διάνοιαν‘ εἴληπται,
15καὶ δῆλον αὐτὸς τοῦτο ποιεῖ διὰ τοῦ μετ’ ὀλίγον ἐπαχθέντος τοῦ τί γάρ ἐστι τὸ μὴ πρὸς τὴν διάνοιαν. ἀνατρέπων 〈οὖν〉 τοὺς μὴ οὑτωσὶ διαι‐ ροῦντας πάντας τοὺς παραλογισμούς, ὡς αὐτὸς ἐδίδαξεν, ἀλλὰ λέγοντας, ὅτι οἱ μέν εἰσι πρὸς τοὔνομα οἱ δὲ παρὰ τὴν διάνοιαν, λέγει καὶ δείκνυσι μὴ ἄλλους εἶναι καὶ ἄλλους ἀλλὰ τοὺς αὐτούς· οἵ τε γὰρ παρὰ
20τὴν διάνοιαν πρὸς τοὔνομα, καὶ οἱ πρὸς τοὔνομα παρὰ τὴν διάνοιαν, ὥστε οὐ δύο τρόποι εἰσὶν ἀλλ’ εἷς. τὸ γὰρ μὴ πρὸς τὴν διάνοιαν διειλέχθαι τί, φησίν, ἄλλο ἐστὶν ἢ ὅταν μὴ χρῆται ὁ ἐρωτῶν τῷ ὀνόματι, ἐφᾧ οἰόμενος ἐρωτᾶσθαι ὁ ἐρωτώμενος ἔδωκε τὴν ἀπόκρισιν; τοῦτο γάρ ἐστι τὸ τῆς λέξεως κατάλληλον. εἰ γάρ τις ἐρωτηθῇ ‘ἆρά γε ὁ κύων ὑλα‐
25κτεῖ;‘, ὁ δὲ τὸν χερσαῖον οἰόμενος ἐρωτᾶσθαι δοίη ὑλακτεῖν, ὁ δὲ ἐρωτῶν τὸ κύων ὄνομα ἐπὶ τὸν ἰχθὺν μεταφέρων λέγει ‘ἀλλὰ μὴν ὁ ἰχθὺς κύων ὢν οὐχ ὑλακτεῖ‘, οὐ πρὸς τὴν διάνοιαν τοῦ ἀποκρινομένου τῷ ὀνόματι κέχρηται· τὸ δὲ τοιοῦτον σόφισμα καὶ πρὸς τοὔνομά ἐστιν. ὥστε ὥσπερ οὐ πρὸς τὴν διάνοιάν ἐστι συλλογιζόμενος ὁ μὴ χρώμενος τῷ κύων ὀνό‐
30ματι πρὸς τὸν χερσαῖον, ὃν καὶ διανοούμενος ὁ ἀποκρινόμενος ὑλακτεῖν ἔφησεν, οὕτως ἔμπαλιν πρὸς τὴν διάνοιάν ἐστι συλλογιζόμενος, ὅταν χρῆ‐
ται τῷ ὀνόματι κατὰ τοῦ πράγματος, ὃ διανοούμενος κατέφησεν ὁ ἐρωτη‐78
in SE
.

79

θείς (ὃ καὶ αὐτὸς ἐδήλωσε διὰ τοῦ τὸ δὲ πρὸς τὴν διάνοιαν, ὅταν ἐφ’ ᾧ δέδωκε διανοηθείς· διανοηθέντα δὲ λέγει τὸν ἀποκρινόμενον)· εἰ γὰρ μὴ πρὸς τὴν διάνοιάν ἐστι τὸ μὴ χρῆσθαι ἐφ’ ᾧ δέδωκε, τὸ χρῆ‐ σθαι ἐφ’ ᾧ δέδωκε πρὸς τὴν διάνοιαν εἴη ἄν. εἰ δὲ ταῦτα ἀληθῆ,
5ἄτοπον τὸ ὑπολαμβάνειν ἄλλους μὲν εἶναι πρὸς τοὔνομα λόγους, ἑτέρους δὲ παρὰ τὴν διάνοιαν· ὅπου γὰρ τὸ κατὰ διάνοιαν, ἐκεῖ καὶ τὸ κατ’ ὄνομα, καὶ τὸ ἀνάπαλιν καὶ ὅπου τὸ παρὰ τοὔνομα, ἐκεῖ καὶ τὸ παρὰ τὴν διάνοιαν. p. 170b20 Εἰ δή τις πλείω σημαίνοντος τοῦ ὀνόματος.
10 Εἰπὼν καὶ συστήσας ταὐτὸν εἶναι τὸ πρὸς τοὔνομα καὶ μὴ πρὸς τὴν διάνοιαν διαλέγεσθαι ἐπάγει· ὅταν μὲν γὰρ πλείω σημαίνοντος τοῦ ὀνόματος οἴοιτο καὶ ὁ ἐρωτῶν καὶ ὁ ἐρωτώμενος μὴ πλείω σημαίνειν, οὗτος καὶ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν διεί‐ λεκται τοῦ ἀποκρινομένου (ἐρωτώμενον γὰρ τὸν ἀποκρινόμενον εἴρηκεν,
15ὥσπερ καὶ τὸ ἢ πρὸς τὴν διάνοιαν ἀντὶ τοῦ ‘καὶ πρὸς τὴν διάνοιαν‘)· ἐπεὶ γὰρ ἐφ’ ᾧ ἔδωκεν ὁ ἀποκρινόμενος, πρὸς τοῦτο καὶ ὁ ἐρωτῶν ἐχρή‐ σατο τῷ ὀνόματι, ἀμφοτέρων οἰομένων καθ’ ἑνὸς καὶ τοῦ αὐτοῦ πράγ‐ ματος λέγεσθαι τοῦ ὀνόματος δῆλον ὅτι καὶ πρὸς τὴν διάνοιαν καὶ πρὸς τοὔνομα διείλεκται. ὑπόθου γὰρ τὸν Παρμενίδην ἓν ἡγούμενον σημαίνειν τὸ
20ὂν καὶ τὸ ἕν, ὁμοίως δ’ ἔχειν τούτῳ καὶ τὸν αὐτοῦ ζηλωτὴν Ζήνωνα· ὁ οὖν Παρμενίδης ἐρωτῶν τὸν Ζήνωνα, εἰ ἓν τὸ ὄν, τούτου καταφήσαντος καὶ ὁμολογήσαντος οὐκ ἂν ἐπ’ ἄλλου τινὸς ἐκεῖνος μεταγάγοι, ἀλλὰ καὶ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν τοῦ ἀποκρινομένου ἔσται διειλεγ‐ μένος. εἰ δέ γε ὁ ἀποκρινόμενος οἴεται πολλὰ σημαίνειν, ἢ καὶ ὁ
25ἐρωτῶν, καὶ ὁ μὲν πρὸς ἄλλο δέδωκεν, ὁ δὲ πρὸς ἄλλο κέχρηται τῷ ὀνόματι, ὡς ἐπὶ τοῦ κυνὸς ἄνωθεν εἴρηται, δῆλον ὡς οὐ πρὸς τὴν διάνοιαν ἀλλὰ πρὸς τοὔνομα (τοῦτο γὰρ λείπει) διείλεκται· τὸ γὰρ πλῆρες τοιοῦτόν ἐστι· δῆλον ὅτι οὐ πρὸς τὴν διάνοιαν ἀλλὰ πρὸς τοὔνομα διείλεκται. τοῦτο εἰπὼν ἐπιφέρει τὸ γὰρ πρὸς τοὔνομα καὶ
30μὴ πρὸς τὴν διάνοιαν διειλέχθαι πρῶτον μὲν περὶ τοὺς τοιού‐ τους ἐστὶ λόγους, δυνάμει τάδε λέγων, ὡς ψεῦδός ἐστι τὸ λέγειν ὅτι πάντες οἱ παραλογισμοὶ εἰς τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ἀνάγονται· πρῶτον μὲν γὰρ περὶ τοὺς τοιούτους ἐστὶ λόγους ὅσοι πλείω σημαίνουσιν· οὗτοι δ’ ἂν εἶεν οἱ ὁμώνυμοι καὶ ἀμφί‐
35βολοι, οἱ δ’ ἄλλοι οὐχί· εἶτα περὶ ὁντινοῦν. ἐστι, λέγων ὁντινοῦν τὸν
ἐρωτῶντα καὶ ἀποκρινόμενον· ἐνδέχεται γὰρ τοῦ λόγου ἢ τῆς λέξεως μὴ79
in SE
.

80

πλείω σημαίνοντος τὸν ἐρωτῶντα ἢ τὸν ἀποκρινόμενον οἴεσθαι πλείω σημαίνειν, καὶ ἔσται τότε οὐκ ἐν τῷ λόγῳ τὸ παρὰ τὴν διάνοιαν καὶ πρὸς τοὔνομα ἀλλ’ ἐν τῷ τὸν ἀποκρινόμενον ἔχειν πως πρὸς τὰ δεδομένα. ὅτι δὲ τὸ περὶ ὁντινοῦν τοῦτο σημαίνει, δῆλον ἐκ τοῦ
5ἐπαγομένου· φησὶ γὰρ οὐ γὰρ ἐν τῷ λόγῳ ἐστὶ τὸ παρὰ τὴν διά‐ νοιαν εἶναι ἀλλ’ ἐν τῷ ἀμαθῶς ἔχειν τὸν ἀποκρινόμενον πρὸς τὰ ἠρωτημένα καὶ τὰ μοναχῶς λεγόμενα ὁμώνυμα νομίζειν. εἰ δὴ καί, ὡς εἴρηται, οἱ πρὸς τοὔνομα παρὰ τὴν διάνοιάν εἰσιν, ἐνδέχεται πάντας τοὺς παραλογισμούς, καὶ τοὺς ἐκ τῶν λόγων καὶ ὀνομάτων τῶν πλείω σημαι‐
10νόντων ὄντας καὶ τοὺς ἐκ τῶν ἀποκρινομένων καὶ ἐρωτώντων τῶν ἐχόντων πως πρὸς τὰ δεδομένα καὶ ἁπλῶς τοὺς τρισκαίδεκα τρόπους πάντας, πρὸς τοὔνομα λέγειν. εἰ γὰρ εἰς δύο ταῦτα πάντες ἀνάγονται, ὡς αὐτοῖς ἀρέσκει, τόν τε πρὸς τοὔνομα καὶ τὸν παρὰ τὴν διάνοιαν, οὗτοι δὲ μηδέν, ὡς δέδεικται, διαφέρουσιν ἀλλήλων ἀλλ’ εἰσὶν οἱ αὐτοί, δῆλον ὅτι ἐνδέχεται
15πάντας πρὸς τοὔνομα λέγειν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ εἶτα πρὸς τοὔνομα ἐνδέχεται πάντας αὐτοὺς εἶναι. εἰ δὲ εὑρεθῶσί τινες, ὡς δειχθήσεται, μὴ ὄντες πρὸς τοὔνομα, οὗτοι οὐδὲ πρὸς τὴν διάνοιαν ἔσον‐ ται, καὶ ἔσονταί τινες παραλογισμοὶ τῆς παρούσης ἔξω πίπτοντες μεθόδου. τὸ γὰρ ‘Σωκράτης κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ Σωκράτης
20ἄρα βαδίζει‘ οὔτε πρὸς τοὔνομα οὔτε πρὸς τὴν διάνοιάν ἐστιν· οὐδὲν γὰρ τῶν εἰλημμένων πολλαχῶς λέγεται. εἰπὼν δὲ ὅτι ἐνταῦθα, ἤγουν ἐν τῇ παρούσῃ μεθόδῳ, τὸ πρὸς τοὔνομα λέγειν ταὐτόν ἐστι τῷ παρὰ τὴν διάνοιαν, ἐπήγαγεν εἰ γὰρ μὴ πάντες, ἔσονταί τινες ἕτεροι. ἐλλιπέστερον δὲ εἴρηται· τὸ γὰρ πλῆρές ἐστιν ‘εἰ γὰρ μὴ πάντες πρὸς
25τοὔνομά εἰσιν, ἔσονταί τινες ἕτεροι‘. ὃ δὲ λέγει δυνάμει, τοιοῦτόν ἐστιν· εἰ γάρ, ὡς δέδεικται, πᾶν τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιάν ἐστιν, εἴπερ εὑρεθῶσί τινες μὴ πρὸς τοὔνομα ὄντες ἀλλὰ παρ’ ἄλλο τι, οὐκ ἂν εἴη κοινή τις ἡ διαίρεσις αὐτῶν καὶ καθόλου, εἰς ἣν ἅπαντα ἀνάγεσθαι βούλονται, ἀλλ’ ἐλλιπὴς καὶ διὰ τοῦτο ἀδόκιμος.
30p. 170b35 Ἀλλὰ μὴν ὅσοι συλλογισμοί εἰσι παρὰ τὸ πλεοναχῶς. Εἰπὼν ὅτι, εἴπερ εὑρεθῶσί τινες μὴ πρὸς τοὔνομα λέγεσθαι δυνά‐ μενοι, ἔξω πεσοῦνται τῆς διαιρέσεως, ἐπάγει ἀλλὰ μὴν ὅσοι συλλο‐ γισμοί εἰσι παρὰ τὸ πλεοναχῶς. ἔστι δὲ ὃ λέγει τοιοῦτον· εἴπερ φαμὲν συλλογίζεσθαι πρὸς τοὔνομα καὶ τὸν λόγον, ἤτοι τὴν ἀμφιβολίαν,
35ὅσοι περὶ τὰς ὁμωνυμίας καὶ ἀμφιβολίας διατρίβουσιν, ἐν οἷς μή εἰσιν80
in SE
.

81

ὁμώνυμα ἢ ἀμφίβολα τὰ λεγόμενα, οὗτοι οὐκ ἔσονται πρὸς τοὔνομα. ἔστι δὲ τὸ τῆς λέξεως τοιοῦτον· ὅσοι συλλογισμοί εἰσι παρὰ τὸ πλεονα‐ χῶς, τουτέστιν ὅσοι οὐκ εἰσὶ τῶν πλεοναχῶς τισι χρωμένων, ἀλλ’ ἐκτός εἰσι τούτων, ὡς ἐπὶ τοῦ ‘Σωκράτης κάθηται, ὁ καθήμενος δύναται βαδίζειν,
5ὁ Σωκράτης ἄρα βαδίζει‘, οὗτοι οὐκ ἐκ τῶν πλεοναχῶς ἀλλ’ ἐκ τῶν παρὰ τὸ πλεοναχῶς, ὥστε οὐδὲ πρὸς τοὔνομα ἔσονται οὐδὲ πρὸς τὴν διάνοιαν. τὸ δὲ τούτων εἰσί τινες οὐ παρὰ τοὔνομα ταὐτόν ἐστι τῷ ‘τούτων εἰσί τινες οἱ μὴ πρὸς τοὔνομα ὄντεσ‘. πῶς οὖν ἀναχθήσονται οὗτοι εἰς τοὺς παρὰ τὴν διάνοιαν; οὐ μόνον γάρ, φησίν, ἄτοπόν ἐστι τὸ τοὺς τρισκαίδεκα τρόπους
10λέγειν πρὸς τοὔνομα, ἀλλ’ οὐδὲ αὐτοὺς τοὺς παρὰ τὴν λέξιν ἓξ εἰς τοὺς παρὰ τοὔνομα ἀνάγειν χρεών. εἰ γοῦν καὶ μὴ πάντες οἱ φαινόμενοι ἔλεγ‐ χοι εἰς τοὺς παρὰ τοὔνομα ἀνάγονται, ἀλλ’ οὖν εἰσί τινες παραλογισμοὶ ἐν οἷς οὐ γίνεται ἡ ἀπάτη διὰ τὸ τὴν ἀπόκρισιν σφαλερὰν γενέσθαι, ἀλλὰ διὰ τὸ τὸν προταθέντα λόγον ὁμώνυμον εἶναι ἢ ἀμφίβολον. εἰ γάρ τις,
15εἰ τύχῃ, τοιαύτην προενέγκοι ἐρώτησιν ὡς ‘ἆρά γε ὁ κύων ὑλακτεῖ ἢ οὔ;‘ καὶ τοῦ ἀποκρινομένου οἰομένου μοναχῶς τὸν κύνα λέγεσθαι, οἷον, εἰ τύχῃ, τὸν χερσαῖον, ὁ ἐρωτῶν ἐπὶ τοῦ ἀστρῴου ἐπαγάγῃ τὸ συμπέρασμα, οὐ γέγονεν ἡ ἀπάτη διὰ τὸ κακῶς ἐξενεχθῆναι τὴν ἀπόκρισιν (καλῶς γὰρ ὅσον πρὸς τὴν τοῦ ἀποκρινομένου διάνοιαν), ἀλλὰ διὰ τὸ τὸν ἐρωτηθέντα
20λόγον ἔχειν τὸ διττόν. p. 171a1 Ὅλως τε ἄτοπον τὸ περὶ ἐλέγχου διαλέγεσθαι. Δείξας τοὺς πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ἅπαντα τὰ σοφί‐ σματα ἀνάγοντας μὴ καλῶς διαιροῦντας μέμφεται τούτους καὶ ἄλλως λέγων· ὅλως τε ἄτοπόν τι ποιοῦσιν οἱ οὑτωσὶ διαιροῦντες τὰ σοφίσματα
25περὶ ἐλέγχου διαλεγόμενοι μὴ πρότερον περὶ συλλογισμοῦ διαλαβόν‐ τες. ὁ γὰρ ἔλεγχος συλλογισμός ἐστιν ἀντιφάσεως· ἔδει οὖν ζητῆ‐ σαι τί ποτέ ἐστι συλλογισμός, καὶ τούτου εὑρεθέντος εὑρεῖν τί ἐστιν ἔλεγχος, εὑρόντας δὲ τί ἐστιν ἔλεγχος ἢ τρισκαίδεκα λέγειν καὶ αὐτοὺς τῶν σοφισμά‐ των τρόπους, ὥσπερ καὶ ἡμεῖς λέγομεν, ἢ πάντας εἰς τὴν τοῦ ἐλέγχου
30ἀνάγειν ἄγνοιαν. ὥστε ἐχρῆν πρότερον περὶ συλλογισμοῦ εἰπεῖν· ἔστι γὰρ ὁ σοφιστικὸς ἔλεγχος φαινόμενος συλλογισμὸς ἀντιφάσεως. διὸ ἂν ᾖ φαινόμενος ἔλεγχος (οὕτω γὰρ συντακτέον τὸ χωρίον), τουτέστιν εἰ μέλλει φαινόμενος ἔλεγχος καὶ σοφιστικὸς συλλογισμὸς γενήσεσθαι, δεῖ τὸ αἴτιον τῆς ἀπάτης καὶ τοῦ ψεύδους ἢ ἐν τῷ συλλογισμ, τουτέστι τῷ συμπερά‐
35σματι, εἶναι ἢ ἐν τῇ ἀντιφάσει, τουτέστι τῇ κατ’ ἀντίφασιν ἐρωτήσει81
in SE
.

82

(προσκεῖσθαι γὰρ δεῖ ἐν τῇ ἐρωτήσει τὴν ἀντίφασιν· οἷον ἆρ’ ἔστι σιγῶντα λέγειν ἢ οὔ;), ποτὲ δὲ ἐν ἀμφοῖν, καὶ ἐν τῇ ἀντιφάσει καὶ ἐν τῷ συμπεράσματι. ἐν μὲν οὖν τῇ ἀντιφάσει καὶ οὐκ ἐν τῷ συμπερά‐ σματι τὸ τῆς ἀπάτης αἴτιόν ἐστιν ὡς ἐπὶ τοῦδε· ἆρ’ ἔστι σιγῶντα λέγειν
5ἢ οὔ; οὐδαμῶς· τί δέ, ὅταν ξύλα λέγῃς καὶ λίθους καὶ σιδήρια, οὐ σιγῶντα λέγεις; ναί· ἔστιν ἄρα ξύλα καὶ λίθους καὶ σιδήρια λέγειν, τουτέστιν ἔστιν ἄρα τὰ σιγῶντα λέγειν. τὸ μὲν οὖν σόφισμα τοιοῦτον. τὸ δὲ αἴτιον τῆς ἀπάτης οὐκ ἐν τῷ συμπεράσματι (ἀληθὲς γάρ ἐστι· λέγομεν γὰρ καὶ ξύλα καὶ λίθους, ἅπερ ἐστὶ σιγῶντα) ἀλλ’ ἐν τῇ ἀντιφάσει, τῇ τῆς ἀντιφάσεώς
10φημι ἐρωτήσει, ἥτις εἶχε τὸ διττόν· τὸ γὰρ ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;‘ δηλοῖ καὶ τὸν σιγῶντα καὶ τὰ σιγώμενα. ἢ οὕτως· ἆρ’ ἔστι λέγοντα σιγᾶν; οὐ δῆτα· τί δέ, ὅταν σιγᾷς, οὐ πάντα σιγᾷς; οὐκοῦν καὶ τὰ λέγοντα σιγᾷς· ἐκ τῶν πάντων γάρ εἰσιν· ἔστιν ἄρα λέγοντα σιγᾶν. ἐνταῦθα γὰρ λέγοντα τὰ λεγόμενα ἔλαβεν ὁ ἐρωτῶν· ὁ δὲ ἀποκρινόμενος ἐπὶ τοῦ λέγον‐
15τος ἔδωκε. καὶ οὗτος μὲν ὁ παραλογισμὸς ὡς καὶ ὁ πρὸ αὐτοῦ ἐν τῇ ἀντιφάσει ἔχει τὸ αἴτιον. ὁ δὲ ἃ μὴ ἔχει τις, δοίη ἂν ἐν ἀμφοῖν, καὶ ἐν τῇ ἀντιφάσει καὶ ἐν τῷ συμπεράσματι. ὅπως δέ, δῆλον ἔσται καὶ τοῦτο θεμένοις τὸ σόφισμα. ἔστι δὲ τοῦτο· ἆρ’ ὃ μὴ ἔχει τις, δοίη ἄν; οὐδα‐ μῶς· τί δέ, ὃ μὴ ἔχει τις ταχέως, δοίη ἂν ταχέως; ναί· ὃ ἄρα μὴ
20ἔχει τις, δοίη ἄν. ἐνταῦθα καὶ ἐν τῇ ἀντιφάσει καὶ ἐν τῷ συμπερά‐ σματί ἐστι τὸ αἴτιον τοῦ ψεύδους. καὶ ἐν μὲν τῷ συμπεράσματι δῆλον· ἔδει γὰρ μὴ συμπεράνασθαι ‘ὃ ἄρα μὴ ἔχει τις, δοίη ἄν‘, ἀλλ’ ὅτι ὃ μὴ ἔχει τις ταχέως, δοίη ἂν ταχέως· τοῦτο γὰρ ἦν ἀκόλουθον. ἀλλὰ μὴν καὶ ἐν τῇ ἀντιφάσει ἐνορᾶται τὸ αἴτιον τοῦ ψεύδους· οὕτως γὰρ ἐχρῆν
25εἰπεῖν ‘ἆρ’ ὃ ἔχει τις, δοίη ἂν ὡς οὐκ ἔχει ἢ οὔ;‘, ἀλλ’ οὐχὶ ‘ὃ μὴ ἔχει τις, δοίη ἄν;‘. ἐν δὲ τῷ συμπεράσματι μόνῳ ἔχων τὸ ψεῦδος παραλογι‐ σμὸς οὗτος· ὁ δεῖνα κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ καθήμενος ἄρα βαδίζει. ἐνταῦθα αἱ μὲν προτάσεις ἀληθεῖς, ἐν δὲ τῷ συμπεράσματι γέγονεν ἡ ἀπάτη. ἀλλὰ καὶ ὁ λέγων ‘τὰ ἔπη κύκλος, ὁ κύκλος σχῆμα,
30τὰ ἔπη σχῆμα‘ ἐν τῷ συμπεράσματι μόνῳ ἔχει τὸ αἴτιον, διότι ὁ μέσος ὅρος ὡς πλειόνων δηλωτικὸς ἐν μὲν ταῖς διαλεκτικαῖς συνουσίαις λαμβάνεται, ἐν δὲ ταῖς ἐπιστημονικαῖς οὐκέτι, ὡς καὶ ἐν τῇ Ἀποδεικτικῇ ἐπεσημήνατο· ἐκεῖνα γὰρ μόνα οἶδε καὶ λέγεσθαι συγχωρεῖ ὁ γεωμέτρης κύκλους, ὅσοις ὁ τοῦ κύκλου ἐφαρμόζει ὁρισμός, οἷς δὲ μή, οὐκέτι. ὁ μὲν
35οὖν φαινόμενος ἔλεγχος ἢ ἐν τῇ ἀντιφάσει ἢ ἐν τῷ συμπεράσματι ἢ82
in SE
.

83

πολλάκις καὶ ἐν ἀμφοῖν τὸ αἴτιον φέρει τοῦ ψεύδους. ὅστις δὲ μηδαμοῦ ἔχει ποιοῦν τὴν ἀπάτην, οὗτος ἀληθής ἐστι συλλογισμός· ἀληθῶν γὰρ οὐσῶν τῶν προτάσεων ἐξ ἀνάγκης καὶ τὸ συμπέρασμα ἔσται ἀληθές. p. 171a12 Ἀλλὰ δὴ ὅθεν ὁ λόγος ἦλθεν.
5 Πάλιν ἐπὶ τὸ προκείμενον ἐπανῆλθε, καὶ δείκνυσι μὴ ἕτερον εἶναι τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν συλλογίζεσθαι ἀλλ’, ὡς δέδεικται, ταὐτόν. καὶ φησὶν ἐρωτῶν πότερον οἱ ἐν τοῖς μαθήμασι σοφιστικοὶ λόγοι καὶ ἀπατητικοί, μαθήματα λέγων ἀριθμητικήν, γεωμετρίαν καὶ τὰ συγγενῆ ταύταις, πότερον οἱ ἐν τοῖς μαθήμασι πρὸς τὴν διάνοιάν εἰσι,
10τουτέστι κατὰ 〈τὴν〉 διάνοιάν εἰσι τοῦ ἐρωτωμένου; καὶ ἐρωτήσας ἀποκρίνεται λέγων ἢ ο, δηλῶν διὰ τούτου ὅτι οὐ κατὰ τὴν ἐκείνου διάνοιαν, ὡς ἴσου ὄντος τοῦ ἢ οὔ τῷ ‘ἢ δηλονότι παρὰ τὴν διάνοιάν εἰσι τοῦ ἀποκρινο‐ μένου‘. εἰ γὰρ ὁ ἀποκρινόμενος οἴεται πολλὰ σημαίνειν τὸ τοῦ τριγώνου ὄνομα, τό τε σκαληνὸν καὶ τὸ ἰσοσκελές, καὶ ἐρωτηθεὶς ‘ἆρα παντὸς
15τριγώνου αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλήλαις εἰσίν;‘ ἔδωκεν, ὅτι ἴσαι ἀλλήλαις ἐπὶ τοῦ ἰσοσκελοῦς, ὁ δὲ σοφιστὴς ἐλέγχει αὐτόν, ἆρα κατὰ τὴν διάνοιαν διείλεκται οὗτος τοῦ ἐρωτωμένου; καὶ ἐπάγει τὴν λύσιν λέγων ἢ οὔ· οὐ γὰρ πρὸς τὴν διάνοιαν διείλεκται τοῦ ἀποκρινομένου ὁ ἐρωτῶν, εἴπερ ὁ μὲν ἀποκρινόμενος, εἰ οὕτως ἔτυχε, τὸ σχῆμα ἢ τὸν
20κύνα δέδωκεν ἐπὶ τοῦ χερσαίου ἢ τοῦ ἐπιπέδου σχήματος, ἐκεῖνος δ’ ἐπὶ τὸν ἀστρῷον μετήνεγκεν ἢ τὰ ἔπη. δῆλον ἄρα ὡς πρὸς τὸ ὄνομα διείλε‐ κται καὶ οὐ πρὸς τὴν διάνοιαν τοῦ ἀποκρινομένου· ταὐτὸν ἄρα τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιάν ἐστιν. ἰστέον δὲ ὅτι ἐφ’ ἑκάστης τῶν αὐτοῦ ἐρωτήσεων τὸ ἢ οὔ ὡς ἀπόκρισίς ἐστι καὶ οἱονεὶ ἀπόφασις καὶ
25ἀπάρνησις ἀντὶ τοῦ ‘φανερὸν ὅτι οὐκ ἔστι πρὸς τὴν διάνοιαν‘. p. 171a17 Ἔτι εἰ πολλὰ μὲν σημαίνει τοὔνομα. Ἔτι τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ταὐτὸν εἶναι δείκνυσι, καὶ φησίν· εἰ πολλὰ σημαίνοντός τινος ὀνόματος μὴ νοεῖ τοῦτο οὕτως ἔχειν ὁ ἀποκρινόμενος ἀλλὰ μοναχῶς λέγεσθαι νομίζει, εἶτα ἐλέγχεται
30παρὰ τοῦ σοφιστοῦ, πάντως οὐ κατὰ τὴν οἰκείαν διάνοιαν ἠλέγχθη. ταὐτὸν οὖν ἄρα τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν. τὴν δὲ λέξιν τὴν ἔτι
εἰ πολλὰ μὲν σημαίνει τοὔνομα, ὁ δὲ μὴ νοεῖ μηδ’ οἴεται,83
in SE
.

84

πῶς οὗτος οὐ πρὸς τὴν διάνοιαν διείλεκται; τριχῶς ἔστιν ἐκλαβεῖν. καθ’ ἕνα μὲν τρόπον οὕτως· εἰ τοῦ ὀνόματος διττοῦ ὄντος μὴ νοεῖ τοῦτο ὁ ἀποκρινόμενος, πῶς οὗτος ἠπάτηται, κατὰ διάνοιαν ἢ οὔ; καὶ πρὸς τοῦτο λύσις οὐ πρὸς τὴν διάνοιαν, ἤγουν οὐ κατὰ τὴν διάνοιαν. ἢ κατ’
5ἐρώτησιν ἀναγνωστέον καὶ ὑπερβατῶς οὕτως· ἆρά γε οὗτος πρὸς τὴν διά‐ νοιαν διείλεκται; καὶ οὕτως ἐπακτέον ὡς ἀρνητικόν τε καὶ ἀποφατικὸν τὸ οὔ· σύνηθες γὰρ αὐτῷ τοῦτο, ὡς καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει εἶπεν “ἀλλ’ ἐπειδὴ περὶ φύσεως μὲν οὔ, φυσικὰς δὲ ἀπορίας συμβαίνει λέγειν αὐτοῖς”. ἢ οὖν οὕτω τὴν λέξιν ἀναγνωστέον, ἢ ἀποφατικῶς ὧδε· ἔτι
10εἰ πολλὰ μὲν σημαίνει τοὔνομα, ὁ δὲ μὴ νοεῖ μηδὲ οἴεταί πως· καὶ στίξαντας ἐπαγαγεῖν οὗτος οὐ πρὸς τὴν διάνοιαν διείλεκται ὡς ἴσον τῷ ‘πάντως ὁ τοιοῦτος δῆλός ἐστιν ὅτι οὐ πρὸς τὴν διάνοιαν διεί‐ λεκται ἀλλὰ παρὰ τὴν διάνοιαν‘. ἀλλὰ μὴν τοῦτο καὶ πρὸς τοὔνομά ἐστι· ταὐτὸν ἄρα τὸ πρὸς τοὔνομα καὶ τὸ παρὰ τὴν διάνοιαν.
15p. 171a18 Ἢ πῶς δεῖ ἐρωτᾶν, πλὴν διδόντα διαίρεσιν. Ἀποδείξας διὰ τῶν εἰρημένων ταὐτὸν εἶναι τὸ πρὸς τὴν διάνοιαν καὶ πρὸς τοὔνομα, ἔτι δὲ καὶ ὅτι οὐ πάντες οἱ ψευδεῖς συλλογισμοὶ καὶ ἔλεγχοι εἰς τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ἀνάγονται διὰ τὸ μὴ δυνατὸν εἶναι τοὺς ἔξω τῆς λέξεως ἀναχθῆναι εἰς ταῦτα, νῦν ὡς τινὸς
20εἰπόντος ὡς δύνατόν ἐστι πάντας τοὺς ἐλέγχους ἀναχθῆναι εἰς ταῦτα, εἰ κατὰ διαίρεσιν ἡ ἐρώτησις γίνοιτο, φησὶν ὡς πῶς οὖν δεῖ ἐρωτᾶν; ἢ καθ’ ὑμᾶς διὰ διαιρέσεως· εἰ γὰρ μὴ οὕτως αἱ ἐρωτήσεις προάγονται, ὥσπερ δὴ καὶ ἐλέχθησαν, οἷον ‘ρ’ ἔστι σιγῶντα λέγειν; ἆρ’ ὁ κύκλος σχῆμα;‘, πάντως κατὰ διαίρεσιν λοιπὸν προαχθήσονται, ὅπερ ἐστὶ τὸ πλὴν
25διδόντα διαίρεσιν. εἶτα καὶ τὴν κατὰ διαίρεσιν ἐρώτησιν τίθησιν· οἱ γὰρ λέγοντες ἀνάγεσθαι πάντας τοὺς ἐλέγχους εἰς τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ἴσως ἂν εἴποιεν, ὅτι ἀπὸ τοῦ μὴ κατὰ διαίρεσιν τὰς ἐρωτήσεις γίνεσθαι συμβαίνει μηδὲ τοὺς ἐλέγχους εἰς τὰ εἰρημένα ἀνά‐ γεσθαι. τίς δὲ ἡ κατὰ διαίρεσιν ἐρώτησις καὶ πῶς εἰσαχθήσεται, σαφῶς
30παριστῶν φησιν εἶτ’ ἐρωτήσειέ τις εἰ ἔστι σιγῶντα λέγειν ἢ ο, ἢ ἔστι μὲν ὡς ο, ἔστι δ’ ὡς να, τοιοῦτόν τι διὰ τούτων παριστῶν, ὡς ὁ διαιρετικῶς ἐρωτῶν οὐ προάγει τὴν ἐρώτησιν οὕτως, ὡς ἆρ’ ἔστι
σιγῶντα λέγειν ἢ οὔ, ἀλλὰ κατὰ τόνδε τὸν τρόπον· ἆρ’ ἔστι σιγῶντα84
in SE
.

85

λέγειν ἢ οὐκ ἔστιν, ἀλλ’ ἔστι μὲν ὡς ἔστιν, ἔστι δ’ ὡς οὐκ ἔστι; τουτέστιν ἆρ’ ἔστι λέγειν σιγῶντα, ἢ ἁπλῶς μὲν ὁ σιγῶν οὐ λέγει, τρόπον δέ τινα ἔστι λέγειν τὸν σιγῶντα, τρόπον δέ τινα οὔ; τουτέστι κατὰ τὶ μὲν λέγει ὁ σιγῶν, κατὰ τὶ δ’ οὔ; φησὶν οὖν πρὸς τοῦτο ὁ Ἀριστοτέλης, ὡς κἂν κατὰ
5διαίρεσιν ἡ ἐρώτησις γένηται, οἱ συναχθησόμενοι πάλιν λόγοι, εἰς ἃ καὶ πρώην ἀνήγοντο, καὶ πάλιν εἰς ταὐτὰ ἀναχθήσονται, εἴς τε τὸ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν, ὅπερ ἐδείχθη ταὐτόν. εἰ γὰρ ἐκ διαιρέσεως προ‐ βαίη ἡ ἐρώτησις καὶ ὁ μὲν ἀποκρινόμενος ἀποφήσει μὴ δυνατὸν εἶναι λέγειν τὸν σιγῶντα, ὁ δ’ ἐρωτῶν ἐπαγάγῃ συμπέρασμα ὡς δύναται λέγειν ὁ
10σιγῶν, δῆλον ὡς οὐ πρὸς τὴν διάνοιαν, τουτέστιν οὐ κατὰ τὴν διάνοιαν διειλέχθη τοῦ ἀποκρινομένου ὁ ἐρωτῶν ἀλλὰ πρὸς τὸ ὄνομα. οἷον ὁ ἐρω‐ τῶν οὕτως προήγαγε τὴν ἐρώτησιν, ὡς ἆρ’ ἔστι σιγῶντα λέγειν ἢ οὐκ ἔστιν, ἀλλὰ τρόπον μέν τινα ἔστι, τρόπον δέ τινα οὐκ ἔστιν; ὁ δὲ ἀποκρινό‐ μενος τὸ ‘οὐκ ἔστιν‘ ἔφησε· δῆλός ἐστι διὰ τοῦ ‘οὐκ ἔστι‘ τοῦτο εἰπών, ὡς
15οὐκ ἔστι λέγειν τὸν σιγῶντα· τὸ γὰρ ‘οὐκ ἔστι‘ τοῦτο δηλοῖ, τὸ ‘οὐκ ἐνδέχεται κατὰ τὶ μὲν λέγειν τὸν σιγῶντα κατὰ τὶ δὲ μή, ἀλλ’ ἁπλῶς μὴ λέγειν‘. ἂν οὖν ὁ ἀποκρινόμενος οὕτως εἴπῃ, τουτέστιν ‘οὐκ ἔστι λέγειν τὸν σιγῶντα‘, ὁ δ’ ἐρωτῶν ὅτι ἔστι συλλογίσεται, φανερόν ἐστιν ὡς ἀπ’ ἄλλου μὲν σιγῶντος τὸ λέγειν ἀπέφησεν ὁ ἀποκρινόμενος, κατ’ ἄλλου
20δὲ ὁ ἐρωτῶν συνεπέρανε. τὴν 〈δὲ〉 λέξιν τὴν ρ’ οὐ πρὸς τὴν διάνοιαν διείλεκται ὀξυτόνως ἀναγινώσκειν δεῖ καὶ κατὰ ἀπόφασιν, ἀλλ’ οὐχὶ κατὰ ἐρώτησιν. ἵν’ οὖν συντόμως ἐροῦμεν, τοῦτό ἐστιν ὅ φησιν, ὡς εἰ καὶ κατὰ διαίρεσιν καθ’ ὑμᾶς ἡ ἐρώτησις γίνοιτο, ἣν δὴ καὶ προλαβόντες εἰρή‐ καμεν, καὶ τῆς διαιρέσεως γενομένης ὁ μὲν ἀποκρινόμενος εἴπῃ μηδαμῶς
25λέγειν τὸν σιγῶντα, ἤτοι οὐδ’ ὅλως, ὁ δ’ ἐρωτῶν συμπερανεῖ λέγειν αὐτόν, ἄρ’ οὐ κατὰ τὴν διάνοιαν τοῦ ἀποκρινομένου διείλεκται, ἵν’ ᾖ τὸ ‘ἄρα‘ συμ‐ περασματικόν. καίτοι οὗτος ὁ λόγος, τουτέστιν ὁ παρὰ τὴν διάνοιαν, καὶ παρὰ τὸ ὄνομά ἐστιν· οὔτε γὰρ ἡ αὐτὴ διάνοια τοῦ ἐρωτῶντος καὶ τοῦ ἀποκρι‐ νομένου, οὔτε πρὸς τὸ αὐτὸ πρᾶγμα, πρὸς ὃ ἡ τοῦ ἀποκρινομένου ἀπόκρισις
30γέγονε, πρὸς ἐκεῖνο καὶ τὸ συμπέρασμα ἐξενήνεκται, κἂν τὸ αὐτὸ ὄνομα ἦν. ὥστε τὸ αὐτό ἐστι τό τε πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν. τὸ δὲ οὐκ ἄρα ἐστὶ γένος τι λόγων τὸ πρὸς τὴν διάνοιαν τοιοῦτόν ἐστιν, ἵνα καὶ τὸ πλῆρες τῇ λέξει προσθήσομεν· ἐπεὶ ἀπεδείχθη τὸ αὐτὸ εἶναι τὸ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν, οὐκ ἔστι λοιπὸν τὸ γένος τῶν παρὰ τὴν
35διάνοιαν λόγων ἄλλο τῶν παρὰ τοὔνομα ἀλλὰ ταὐτό. ὁμοίως καὶ τὸ ἀλλ85
in SE
.

86

οἱ μὲν πρὸς τοὔνομά εἰσι τοιοῦτον, ὅτι ἀλλ’ οἱ μέν, ἤτοι τινὲς τῶν ψευδῶν συλλογισμῶν, πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιάν εἰσι, πλὴν οὐ πάντες εἰς ταῦτα ἔχουσι τὴν ἀναγωγήν. τὸ δὲ καὶ τοιοῦτοι οὐ πάντες τοιοῦτόν ἐστιν, οὐχ ὅτι οὐ πάντες οἱ ἔλεγχοι τοιοῦτοι, ἤτοι εἰς
5τὰ πολλάκις εἰρημένα ἀναγόμενοι, ἀλλ’ οὐδ’ οἱ φαινόμενοι ἔλεγχοι εἰς ταῦτα ἀνάγονται, τουτέστιν οὐ μόνον τοῦτό φημι, ὡς οὐκ ἀνάγονται πάντες ἁπλῶς οἱ ἔλεγχοι εἰς ταῦτα, ἀλλ’ οὐδ’ οἱ φαινόμενοι· τῶν γὰρ φαινο‐ μένων ἐλέγχων οἱ μὴ παρὰ τὴν λέξιν, τουτέστιν οἱ ἐκτὸς τῆς λέξεως, οἷον οἱ παρὰ τὸ συμβεβηκὸς καὶ οἱ λοιποὶ ἕξ, οὐκ εἰς τὴν διαίρεσιν ταύ‐
10την ἀνάγονται. ὥστε ματαία ἡ εἰσαγομένη διαίρεσις, ὡς τῶν αὐτῶν καὶ πάλιν ἀπ’ αὐτῆς ἀτόπων συναγομένων. p. 171a28 Εἰ δέ τις ἀξιοῖ διαιρεῖν ὅτι λέγω δ. Εἰπὼν ὡς οὐκ ἐγχωρεῖ τὰ σοφίσματα πάντα εἰς τὸ πρὸς τοὔνομα ἀνάγεσθαι καὶ παρὰ τὴν διάνοιαν, ἀπαντήσας δὲ καὶ πρὸς τοὺς ἴσως ἀντι‐
15πεσόντας καὶ φήσαντας δυνατὸν εἶναι διὰ τῆς διαιρέσεως ἀνάγεσθαι εἰς αὐτὰ καὶ δείξας, ὅτι κἂν δώσομεν πάντα εἰς ταῦτα ἀνάγεσθαι, ἀλλ’ οὖν πάλιν καὶ οὕτως οἱ παρὰ τὴν διάνοιαν καὶ οἱ πρὸς τοὔνομα οἱ αὐτοί εἰσι, νῦν εὐθύνει καὶ τὸν ἀξιοῦντα λόγον κατὰ διαίρεσιν ἐρωτᾶν. καὶ πειρᾶται ἀνατρέπειν αὐτὸν λέγων ὡς εἴ τις οὕτως ἀξιοῖ λέγων οὕτω καὶ ἐρωτῶν ‘ἆρ’
20ἔστι σιγῶντα λέγειν; ἔστι δὲ σιγῶντα ὅ τε μὴ λαλῶν ἄνθρωπος καὶ τὰ σιγώμενα‘ (τοῦτο γὰρ δηλοῖ διὰ τοῦ τὰ μὲν ὡδ, τὰ δ’ ὡδ· τὰ μὲν γὰρ οὕτως εἰσὶ σιγῶντα ὡς δύναμιν μὲν ἔχοντα τοῦ λαλεῖν, νῦν δὲ σιγῶντα, τὰ δὲ οὕτως ὡς μὴ πεφυκότα λαλεῖν), εἴ τις οὕτως ἐρωτᾷ, οὐ καλῶς ἀξιοῖ, ὅτι καίπερ τῆς ἀξιώσεως ἀπρεποῦς οὔσης ἐπὶ μὲν τῶν πολλαχῶς
25λεγομένων ἴσως ἄν τις κατὰ διαίρεσιν ἐρωτήσῃ, ἐπὶ δὲ τῶν μὴ πολλαχῶς πῶς ἐνδέχεται διαιρεῖν; ὃ γὰρ μὴ οἴεται πολλάκις αὐτὸς ὁ ἐρωτῶν ὁμώ‐ νυμον εἶναι ἀλλ’ ἀγνοεῖ, μάταιόν ἐστι διαιρεῖν αὐτὸν τοῦτο, μᾶλλον δὲ ἀδύνατον. ἄλλως τε καὶ παρὰ τὴν διαλεκτικὴν μέθοδον τὴν ἀξίωσιν ποιεῖται ὁ οὕτως ἐρωτῶν· διδασκόντων γάρ ἐστι τὸ διαιρεῖν ποσαχῶς
30λέγεται τὸ πρᾶγμα, οἷον ὀξὺ φέρε εἰπεῖν λέγεται καὶ ἡ φωνὴ καὶ ὁ
ὄγκος, καὶ ὀξεῖα μὲν φωνή ἐστι τόδε, ὄγκος δὲ τόδε. τῶν διδασκόντων86
in SE
.

87

οὖν ἐστι τὸ διαιρεῖν. ἔπειτα ἐπεὶ πρὸς νίκην ἢ ἀπάτην τοῦ ἀποκρινο‐ μένου ὁρᾷ ὁ τὰς ἐρωτήσεις ποιούμενος, εἰ διαίρεσιν ποιησάμενος ἔροιτο, γνώριμον ποιήσει τῷ ἀποκρινομένῳ ποσαχῶς λέγεται μὴ εἰδότι μηδ’ ἐπεσκεμμένῳ ὅτι τοσαυταχῶς καὶ κατὰ τοσούτων καὶ τοιούτων λέγεται·
5γνωρίμου δὲ γενομένου ποσαχῶς τὰ σιγῶντα λέγεται καὶ τοῦ ἀποκρινο‐ μένου, εἰ τύχῃ, ἐπὶ τοῦ σιγῶντος ἀποφήσαντος, ἂν ὁ ἐρωτῶν ἐπὶ τὰ σιγώ‐ μενα μετενέγκοι τὸν λόγον, καταγέλαστος δόξειεν. p. 171a34 Ἐπεὶ καὶ ἐν τοῖς μὴ διπλοῖς τί κωλύει τοῦτο ποιεῖν; Εἰπὼν ὅτι ἐνίοτε τὸ ἐρωτώμενον καίτοι πολλαχῶς λεγόμενον οὐ δοκεῖ
10πολλαχῶς λέγεσθαι (ὃ δὲ μὴ οἴεται πολλαχῶς λεγόμενον, πῶς ἂν διέλοι ὁ ἐρωτῶν;), νῦν ὡς ἀπ’ ἐκείνων ἐπάγει τὸ λεγόμενον τὸ ἐπεὶ καὶ ἐν τοῖς μὴ διπλοῖς. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον, ὅτι πῶς φῄς, Ἀρι‐ στότελες, ὅτι δεῖ τὸ ἐρωτώμενον ὁμώνυμον εἶναι, ἵνα ἡ κατὰ διαίρεσιν προβαίη ἐρώτησις; δυνατὸν γὰρ καὶ ἐν τοῖς μὴ διπλοῖς, τουτέ‐
15στι μὴ ὁμωνύμοις, τοῦτο ποιεῖν, ἤγουν τὸ κατὰ διαίρεσιν ἐρωτᾶν. εἶτα καὶ πῶς ἐνδέχεται τὰ μὴ πολλαχῶς ἀλλὰ μοναχῶς λεγόμενα διαι‐ ροῦντας ἐρωτᾶν, διδάσκων ἐπάγει ἆρά γε αἱ ἐν τοῖς τέσσαρσι μονά‐ δες ἴσαι εἰσὶ ταῖς δυσὶ δυάσιν, ἤτοι ἆρα αἱ τέσσαρες μονάδες ἴσαι εἰσὶ ταῖς δυσὶ δυάσι; λέγω δὲ οὐχὶ ἑκάστην τῶν μονάδων ἴσην τῇ δυάδι,
20ἀλλ’ ὁμοῦ τὰς τέσσαρας μονάδας ἴσας ταῖς δυσὶ δυάσι. τὸ δὲ εἰσὶ δὲ δυάδες αἱ μὲν ὡδὶ ἐνοῦσαι αἱ δὲ ὡδί ἴσον ἐστὶ τῷ ‘λέγω δὲ ὡδὶ μὲν ἴσας ὡδὶ δὲ μή, ὁμοῦ μὲν τὰς δύο δυάδας ἴσας ταῖς τέσσαρσι μονάσιν, ἑκάστην δὲ τῶν μονάδων ἑκάστῃ τῶν δυάδων οὐκ ἴσας.‘ καὶ ἵνα σαφέστερος ὁ λόγος γένηται, οὕτως αὐτὸν δέξῃ· αἱ τέσσαρες μονάδες
25ὡδὶ μὲν ἐνοῦσαι καὶ λαμβανόμεναι ἴσαι εἰσὶ ταῖς δυσὶ δυάσιν, ὡδὶ δέ, ἤγουν μία ἑκάστη τῶν μονάδων μιᾷ τῶν δυάδων, οὔ. εἴ τις οὖν οὕτως, φήσουσιν ἐκεῖνοι, τὴν ἐρώτησιν ποιήσεται, κατὰ διαίρεσιν ἠρώτησε καίτοι μήτε τῶν μονάδων μήτε τῶν δυάδων πλεοναχῶς λεγομένων. εἶτα
καὶ ἕτερον παράδειγμα τίθησι τὸ ἆρα τῶν ἐναντίων μία ἐπιστήμη;87
in SE
.

88

ὃ οὕτως ἂν καταλλήλως ἐρωτηθείη· ἆρ’ ἐπεὶ τῶν ἐναντίων τὰ μέν ἐστι γνωστὰ τὰ δὲ ἄγνωστα, ἔστιν αὐτῶν μία ἐπιστήμη; ταῦτα εἰπὼν λέγει ὥστε ἔοικεν ἀγνοεῖν ὁ τοῦτο ἀξιῶν ὅτι ἕτερον τὸ διδάσκειν τοῦ διαλέγεσθαι· τὸν μὲν γὰρ διδάσκοντα δεῖ μὴ ἐρωτᾶν ἀλλὰ
5λαμβάνειν ἀφ’ ἑαυτοῦ καὶ πάντα δῆλα ποιεῖν τῷ μαθητῇ, τὸν δὲ πρὸς ἀπάτην ἢ νίκην ὁρῶντα οὐδαμῶς. p. 171b3 Ἔτι τὸ φάναι ἢ ἀποφάναι ἀξιοῦν. Ἔτι ἀναιρεῖ τοὺς κατὰ διαίρεσιν ἐρωτῶντας, καὶ φησί· τὸ τὴν πρό‐ τασιν οὕτως ἐρωτᾶν ὡς ἀναγκάζεσθαι τὸν ἀποκρινόμενον ἢ τὸ ‘ναί‘ ἢ τὸ
10‘οὔ‘ λέγειν (ταῦτα γὰρ εἶπε φάναι ἢ ἀποφάναι) οὐ δεικνύντος ἐστίν, ἀλλὰ πεῖραν λαμβάνοντος τοῦ ἀποκρινομένου εἰ γινώσκει τὸ ἐρωτώμενον. πῶς οὖν ἐνδέχεται τὸν ἀπόπειραν ποιούμενον διαιρεῖν καὶ διδάσκειν τὸν ἐρωτώμενον ὃ ζητεῖ μαθεῖν εἰ οἶδεν; ἡ γὰρ πειραστικὴ οὐ διδασκαλική ἐστιν, ἵνα δῆλα ποιῇ τὰ πράγματα, ἀλλὰ διαλεκτική τις, ὡς καὶ ἐν
15τοῖς προρρηθεῖσιν εἴπομεν, καὶ θεωρεῖ οὐ τὸν εἰδότα ἀλλὰ τὸν προσ‐ ποιούμενον εἰδέναι ἀγνοοῦντα δέ. p. 171b6 Ὁ μὲν οὖν κατὰ τὸ πρᾶγμα θεωρῶν τὰ κοινὰ δια‐ λεκτικός ἐστιν. Ἐμφήνας διὰ τοῦ εἰπεῖν, ὅτι ἡ πειραστικὴ διαλεκτική τίς ἐστιν,
20ὅτι μὴ ταὐτόν ἐστι πειραστικὴ καὶ διαλεκτικὴ ἀλλὰ διάφοροι, ἀκολούθως τὴν διαφορὰν αὐτῶν παραδίδωσι, καὶ τὸν μὲν κατὰ τὰ κοινὰ θεωροῦντα τὸ πρᾶγμα (οὕτω γάρ ἐστι τὸ ἑξῆς τῆς λέξεως· [ὡς] κοινὰ δὲ λέγει τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς), τοῦτον καλεῖ διαλεκτικόν, τὸν δὲ ἐκ τῶν δοκούντων τῷ ἀποκρινομένῳ πειραστικόν (τοῦτο γὰρ λείπει), τὸν δὲ
25ἐκ τῶν φαινομένων ἐνδόξων μὴ ὄντων δὲ σοφιστικὸν καὶ ἐριστικόν. πῇ δὲ διαφέρει ὁ σοφιστικὸς τοῦ ἐριστικοῦ, μετ’ ὀλίγον ἐρεῖ. p. 171b7 Καὶ συλλογισμὸς ἐριστικὸς καὶ σοφιστικός ἐστιν εἷς μὲν ὁ φαινόμενος. Παρακατιὼν μὲν φαίνεται παραδοῦναι μέλλειν διαφορὰν ἐριστικοῦ καὶ
30σοφιστικοῦ. νῦν δὲ ὡς ἓν λαμβάνει τὸν ἐριστικὸν καὶ σοφιστικὸν συλλο‐88
in SE
.

89

γισμόν. διαιρεῖ δὲ τοῦτον εἰς δύο, καὶ ἕνα μέν φησι συλλογισμὸν ἐριστι‐ κὸν καὶ σοφιστικὸν εἶναι τὸν φαινόμενον μὲν συλλογισμὸν ὄντα δὲ ἀσυλλόγιστον, ὃς καὶ συλλογίζεται περὶ τῶν ἐνδόξων, περὶ ὧν ἡ διαλεκτικὴ πειράζει. ἔστι δὲ οὗτος ὁ ἐκ δύο καταφατικῶν συνάγων τι ἐν δευτέρῳ
5σχήματι ἢ ὁ ἐκ δύο μερικῶν ἐν ὁποιῳοῦν τῶν σχημάτων ἢ ὅπως ἄλλως παρὰ τοὺς συλλογιστικοὺς τρόπους συνάγων τι, ὥσπερ ὁ Καινεὺς ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι συνῆγεν, ὅτι τὸ πῦρ ἐν πολλαπλασίονι ἀναλογίᾳ ἐστίν, οὑτωσὶ τὴν ἀναγωγὴν ποιούμενος τοῦ σοφίσματος· τὰ ἐν πολλαπλασίονι ἀναλογίᾳ ταχὺ αὔξονται, τὸ πῦρ ταχὺ αὔξει, καὶ τὸ συμ‐
10πέρασμα δῆλον. ὁ μὴ τὸ σχῆμα οὖν, φησίν, ὑγιὲς ἔχων ἐριστικὸς καὶ σοφιστικός ἐστιν, ἐκ παραλλήλου θεὶς τὸ αὐτό· ὁ γὰρ ἐριστικὸς καὶ ὁ σοφιστὴς ὁ αὐτός, τῇ προαιρέσει μόνον διαφέροντες, ὡς μετ’ ὀλίγον ἐρεῖ. ἔστιν οὖν ἀσυλλόγιστος ὁ τοιοῦτος συλλογισμός, κἂν ψευδὲς κἂν ἀληθὲς ᾖ τὸ συμπέρασμα. καὶ τὴν αἰτίαν ἐπάγει τοῦ εἶναι τοῦτον ἀσυλλό‐
15γιστον· τὸν γὰρ μέσον ὅρον, ὃς καὶ αἴτιός ἐστι τοῦ συμπεράσματος, ὃν καὶ διὰ τί ὀνομάζει, ἀπατητικὸν ἔχει· κἂν γὰρ ἀληθῶς κατὰ ἀμφοτέ‐ ρων τῶν ἄκρων κατηγορῆται ὁ μέσος ὅρος ἐν τῷ δευτέρῳ σχήματι, ὅταν ἀμφότεραι αἱ προτάσεις καταφατικαὶ ληφθῶσιν, ὅμως οὐχ οὕτως ἔδει ταύτας λαβεῖν, ἀλλὰ τὴν μὲν οὕτως τὴν δὲ στερητικῶς. ὥστε ἀπατητι‐
20κός ἐστι τοῦ διὰ τ. ἀλλὰ κἂν τὰς δύο μερικὰς λάβῃ, ὡς ἐπὶ τοῦδε ‘ὁ Πιττακὸς σοφός, ὁ Πιττακὸς σπουδαῖος, οἱ σοφοὶ ἄρα σπουδαῖοι‘, ἀπα‐ τητικὸς καὶ οὗτος τοῦ μέσου καίτοι ἀληθοῦς ὄντος τοῦ συμπεράσματος· οὐ γὰρ ἀνάγκη, εἰ ὁ Πιττακὸς σπουδαῖος καὶ σοφός, καὶ τοὺς σοφοὺς σπου‐ δαίους εἶναι διὰ τὸν συλλογισμόν. περὶ ἃ οὖν, φησίν, ἡ διαλεκτικὴ
25πειραστική ἐστι (καὶ εἴρηται κατ’ ἀρχὰς πῶς ἐστι), περὶ ταῦτα ἡ σοφιστικὴ ἀπατητική ἐστι· προσποιεῖται γὰρ εἰδέναι. ἀλλ’ ὁ μὲν πειρα‐ στικὸς ἐπ’ ὠφελείᾳ, ὡς εἴρηται, τοῦτο ποιεῖ τοῦ προσποιουμένου εἰδέναι τὸ πρᾶγμα καὶ ἐκ τῶν ἁπλῶς ἐνδόξων ἢ τῶν δοκούντων τῷ προσποιου‐ μένῳ εἰδέναι τὸ πρᾶγμα (καὶ πολὺ τοῦτο παρὰ τῷ Πλάτωνι τὸ εἶδος τῶν
30λόγων), ὁ δὲ σοφιστὴς ἔκ τινων ὁμωνύμων ἢ ἀμφιβόλων ἤ τινων ἄλλων τοιούτων. δύο οὖν, φησίν, εἰσὶν οἱ ἐριστικοὶ συλλογισμοί, εἷς μὲν ὁ προει‐ ρημένος ὁ ἀσυλλόγιστον ἔχων τὸ σχῆμα, ἕτερος δὲ ὃς οὐκ ἐκ τῶν οἰκείων ἀρχῶν τῆς προκειμένης ὢν μεθόδου μηδὲ ταῖς οἰκείαις τοῦ πράγματος χρώ‐
μενος προτάσεσι δοκεῖ εἶναι κατὰ τὴν τέχνην, ἤγουν 〈ἐκ〉 τῶν οἰκείων89
in SE
.

90

τῇ τέχνῃ. διὰ τοῦτο τὰ ψευδογραφήματα οὐκ ἐριστικά· ἐκ γὰρ τῶν οἰκείων ἀρχῶν ὥρμηνται τῆς γεωμετρίας· αἱ γραφαὶ δὲ οὐ γίνονται ὡς δεῖ. καὶ εἴρηται ἐν τῷ πρώτῳ τῶν Τοπικῶν περὶ τούτων· λέγει γὰρ ἐν ἐκείνοις “τῷ γὰρ ἢ τὰ ἡμικύκλια περιγράφειν μὴ ὡς δεῖ ἢ γραμμάς τινας
5ἄγειν μὴ ὡς ἂν ἀχθείησαν τὸν παραλογισμὸν ποιεῖται ὁ ψευδογραφῶν”. οὐκ ἐριστικὰ οὖν τὰ ψευδογραφήματα, ὅτι ἀπὸ τῶν οἰκείων ἀρχῶν παραλογίζονται, οὐδὲ εἰ τί ἐστι ψευδογράφημα περὶ ἀληθές, ἐριστι‐ κὸν ἔσται, οἷος ὁ τοῦ Ἱπποκράτους καὶ ὁ διὰ τῶν μηνίσκων τοῦ Ἀντι‐ φῶντος τοῦ κύκλου τετραγωνισμός· οὐ γάρ εἰσιν ἐριστικοί, ὅτι τηροῦσι
10τὰς οἰκείας ἀρχὰς τῆς γεωμετρίας. ἀλλ’ ὁ τοῦ Βρύσωνος τετραγωνισμὸς τοῦ κύκλου ἐριστικός ἐστι καὶ σοφιστικός, ὅτι οὐκ ἐκ τῶν οἰκείων ἀρχῶν τῆς γεωμετρίας ἀλλ’ ἔκ τινων κοινοτέρων. τὸ γὰρ περιγράφειν ἐκτὸς τοῦ κύκλου τετράγωνον καὶ ἐντὸς ἐγγράφειν ἕτερον καὶ μεταξὺ τῶν δύο τετραγώνων ἕτερον τετράγωνον, εἶτα λέγειν ὅτι ὁ μεταξὺ τῶν δύο τετραγώνων κύκλος,
15ὁμοίως δὲ καὶ τὸ μεταξὺ τῶν δύο τετραγώνων τετράγωνον τοῦ μὲν ἐκτὸς τετραγώνου ἐλάττονά εἰσι τοῦ δὲ ἐντὸς μείζονα, τὰ δὲ τῶν αὐτῶν μείζονα καὶ ἐλάττονα ἴσα ἐστίν, ἴσος ἄρα ὁ κύκλος καὶ τὸ τετράγωνον, ἔκ τινων κοινῶν ἀλλὰ καὶ ψευδῶν ἐστι, κοινῶν μέν, ὅτι καὶ ἐπ’ ἀριθμῶν καὶ χρόνων καὶ τόπων καὶ ἄλλων κοινῶν ἁρμόσοι ἄν, ψευδῶν δέ, ὅτι ὀκτὼ
20καὶ ἐννέα τῶν δέκα καὶ ἑπτὰ ἐλάττονες καὶ μείζονές εἰσι καὶ ὅμως οὐκ εἰσὶν ἴσοι. ἀλλὰ καὶ ὁ συνάγων ὅτι αἱ ἀρεταὶ διδακταὶ ἐκ τοῦ λέγειν ὅτι τὰ διδακτὰ πρότερον μὴ ὄντα ὕστερον ἡμῖν ἐπιγίνεται, αἱ δ’ ἀρεταὶ πρό‐ τερον οὐκ ἐνοῦσαι ὕστερον ἐπιγίνονται, αἱ ἀρεταὶ ἄρα διδακταί, ἐριστικὸς καὶ σοφιστικός· οὐ γὰρ ἐκ τῶν οἰκείων τοῦ πράγματος συνάγει τὸ προκεί‐
25μενον· τοῦτο γὰρ ἁρμόσει καὶ ἐπ’ ἄλλων λέγειν πολλῶν. p. 171b18 Ὥστε ὅ τε περὶ τῶνδε φαινόμενος συλλογισμὸς ἐριστικὸς λόγος. Δύο εἰπὼν ἐριστικοὺς συλλογισμούς, τόν τε κατὰ τὸ σχῆμα ἡμαρτη‐ μένον καὶ τὸν μὴ ἐκ τῶν οἰκείων ἀρχῶν τῆς προκειμένης μεθόδου φαινό‐
30μενον δὲ ἐκ τούτων, νῦν συνάπτει τούτους, ἢ μᾶλλον ἓν ὄνομα καὶ ἀμ‐ φοτέροις τίθησιν. ἐριστικὸς γάρ ἐστι λόγος καὶ ὁ περὶ τῶνδε φαινό‐ μενος, περὶ τῶνδε φαινόμενον λέγων τὸν μὴ κατὰ τὸ σχῆμα ὑγιῆ. καὶ
κατὰ τὸ πρᾶγμα δὲ φαινόμενος, κἂν ὑγιὴς μέν ἐστι κατὰ τὸ σχῆμα90
in SE
.

91

(τοῦτο γὰρ δηλοῦται διὰ τοῦ κἂν ᾖ συλλογισμός [δοκῶν]), δοκῶν δὲ συνάγεσθαι μὲν ἐκ τῶν ἀρχῶν τοῦ πράγματος, μὴ συναγόμενος δὲ ἀπ’ ἐκείνων ἀλλὰ φαινομένως, ἐριστικός ἐστι λόγος. διὰ τί δὲ ἐριστικός ἐστιν, ἐπήγαγε λέγων φαινόμενος γάρ ἐστι κατὰ τὸ πρᾶγμα, ὥστε ἀπα‐
5τητικὸς καὶ ἄδικος· διὰ τοῦτο γοῦν καὶ σοφιστικός. ὥσπερ δὲ καὶ ἐν τοῖς δρομικοῖς ἀγῶσιν ἀδικία τίς ἐστιν, ὅταν οἱ δρομεῖς ἀφέντες εὐθὺ τῆς νύσσης φέρεσθαι ἀλλήλους ἐμποδίζουσιν, οὕτως ἐστὶ καὶ ἐν διαλέξει ἀδικομαχία τις ἐριστικὴ τιθέντων τῶν διαλεγομένων ἀλλήλοις σκῶλα πρὸς τὸ μὴ συναχθῆναι τὸ παρ’ ἑκατέρου μελετώμενον. ἢ ὥσπερ ἐν τῷ
10τοιούτῳ ἀγῶνι ἀδικία γίνεται, ὅταν προεκτρέχοντος ἄλλου καὶ προπορευο‐ μένου ἄλλος ὑποφθάσας κατάσχῃ αὐτὸν καὶ κωλύσῃ τοῦ δρόμου (ἔδει γὰρ ἄμφω τρέχειν καὶ οὕτω φανῆναι τὸν δόκιμον), οὕτω καὶ τοὺς διαλεγομένους δεῖ μὴ σπεύδειν ἀδικεῖν τὸν προσδιαλεγόμενον διὰ τοῦ ἀπα‐ τᾶν. εἰ δὲ μὴ τοῦτο γίνεται, τότε ὁ ἀγαθὸς διακρίνεται περὶ τὴν διάλεξιν.
15νῦν δὲ δι’ ὧν λέγει καὶ τὴν διαφορὰν τοῦ σοφιστικοῦ καὶ ἐριστικοῦ παρα‐ δίδωσιν· οὔτε γὰρ οἱ αὐτοί εἰσι πάντῃ οὔτε πάντῃ ἕτεροι, ἀλλ’ ᾗ μὲν τῶν αὐτῶν λόγων εἰσὶν οἱ φιλέριδες καὶ οἱ σοφισταὶ καὶ ἀμφότεροι ἐκ φαινομένων ἐνδόξων μὴ ὄντων δὲ ἐπιχειροῦσιν, εἰσὶν οἱ αὐτοί, ᾗ δὲ οἱ μὲν ἐριστικοὶ χάριν νίκης καὶ τῆς ἀπὸ τῶν παρεστώτων δόξης τοῦτο
20ποιοῦσιν, οἱ δὲ σοφισταὶ χάριν χρηματισμοῦ καὶ πλούτου, διαφέρουσιν. p. 171b34 δ’ ἐριστικός ἐστί πως οὕτως ἔχων πρὸς τὸν δια‐ λεκτικόν. Τέσσαράς τινας λαμβάνει, ἐριστικὸν καὶ διαλεκτικόν, ψευδογράφον καὶ γεωμετρικόν, καὶ φησὶν ὅτι ὡς ἔχει ὁ ψευδογράφος πρὸς τὸν γεωμέτρην
25(ὑποδύεται γὰρ αὐτὸν καὶ ἀπὸ τῶν οἰκείων αὐτοῦ ἀρχῶν συλλογίζεται), οὕτως καὶ ὁ ἐριστικὸς ἔχει πρὸς τὸν διαλεκτικόν. προσέθηκε δὲ τὸ πώς, ὅτι ὁ μὲν διαλεκτικὸς καὶ ἐκ δοκούντων καὶ ἐξ ὄντων συλλογίζεται, ὁ δὲ ἐριστικὸς ἐκ δοκούντων μὲν μὴ ὄντων δὲ ἀλλὰ φαινομένων. ἐλλιπῶς δὲ ἔχει ἡ λέξις· ἔστι δὲ τὸ πλῆρες τοιοῦτον· ἐκ γὰρ τῶν αὐτῶν τῇ δια‐
30λεκτικῇ παραλογίζεται, ὥσπερ καὶ ὁ ψευδογράφος ἐκ τῶν αὐτῶν τῇ γεωμετρίᾳ. πῶς δὲ ἐκ τῶν αὐτῶν; ὅτι καὶ ὁ διαλεκτικὸς καὶ ὁ ἐριστικὸς ἐξ ἐνδόξων, ἀλλ’ ὁ μὲν ἐκ δοκούντων καὶ ὄντων, ὡς εἴρηται, ὁ δὲ ἐκ δοκούν‐
των μὴ ὄντων δέ. διὰ τοῦτο οὐκ ἔστιν ἐριστικὸς ὁ ψευδογράφος, ὅτι οὐκ91
in SE
.

92

ἐκ δοκούντων μὲν ἐνδόξων μὴ ὄντων δὲ ἀλλ’ ἐκ τῶν ἀρχῶν καὶ συμ‐ περασμάτων τῶν ὑπὸ τὴν τέχνην ψευδογραφε. ὁ δ’ ὑπὸ τὴν διαλεκτικήν, ἤγουν ὁ ἐριστικός, περὶ μὲν τὰ ἄλλα, ἤτοι τὰ μαθή‐ ματα, ὅτι ἐριστικός ἐστιν, οὐκ ἄδηλον· οὐ γὰρ ἐκ τῶν ἀρχῶν τῆς γεω‐
5μετρίας τὸν κύκλον τετραγωνίζειν πειρᾶται ἀλλ’ ἔκ τινων κοινοτέρων, ὥσπερ ὁ Βρύσων, οὗ ὁ τετραγωνισμός ἐστι καὶ ἐριστικός. ὁ δὲ διὰ τῶν μηνίσκων οὐκ ἐριστικός, ὅτι ἐκ τῶν ἀρχῶν τῆς γεωμετρίας τοὺς λόγους ποιεῖται. καὶ διὰ τοῦτο τὸν μὲν οὐκ ἔστι μετενεγκεῖν ἐπ’ ἄλλα, ὅτι τὰς ἀρχὰς τῆσδε τῆς ἐπιστήμης ἀδύνατον ἐπ’ ἄλλην μετάγειν·
10τὸν δὲ τοῦ Βρύσωνος πρὸς πολλά, ὥσπερ καὶ ἐν τῇ Ἀποδεικτικῇ εἴρηται τῷ Ἀριστοτέλει ὅτι “κατὰ κοινόν τε γὰρ δεικνύουσιν οἱ τοῦ Βρύσωνος λόγοι, ὃ καὶ ἑτέρῳ ὑπάρξει· διὸ καὶ ἐπ’ ἄλλων ἐφαρμόττουσιν οἱ λόγοι οὐ συγ‐ γενῶν”. οἷς γὰρ ὁ Βρύσων ἐπὶ ποσὸν ἐχρήσατο, ταῦτ’ ἔστι μετενεγκεῖν καὶ ἐπὶ ποιά· ἔστι γὰρ οὕτως εἰπεῖν· τὸ ψιμμύθιον καὶ ὠὸν χιόνος
15μὲν μελάντερα, τιτάνου δὲ λευκότερα· τὰ δὲ τῶν αὐτῶν λευκότερα καὶ μελάντερα ὁμοίως εἰσὶ λευκά· τὸ ὠὸν ἄρα καὶ τὸ ψιμμύθιον ὁμοίως εἰσὶ λευκά. πάλιν ὁ γλίχων καὶ τὸ σκόροδον πυρὸς μὲν ψυχρότερα, ἐλαίου δὲ θερμότερα· τὰ δὲ τῶν αὐτῶν θερμότερα καὶ ψυχρότερα ὁμοίως εἰσὶ θερμά· ὁ γλίχων ἄρα καὶ τὸ σκόροδον ὁμοίως εἰσὶ θερμά. ὥστε τὸν Βρύσωνος
20συλλογισμὸν δυνάμεθα μετενεγκεῖν καὶ εἰς ἄλλα, ὅταν οἱ ἀποκρινόμενοι ἢ ἀκροώμενοι ἀγνοῶσι καὶ οὐκ ἴσασι (δεῖ δὲ ἔξωθεν ὑπακούειν τὸ ἀληθῶς) ἐκ τίνων μὲν συνάγεται τὸ ἀδύνατον, ἐκ τίνων δὲ οὐκ ἀληθῶς. ἢ καὶ οὕτως συμβιβάσεις τὸ ἀπορούμενον ὡδὶ λέγων· τὸν μὲν τοῦ Ἀντιφῶντος, δηλονότι τὸν διὰ τῶν μηνίσκων, οὐκ ἔστι μετενεγκεῖν, τὸν δὲ ὡς ἀπὸ
25κοινοῦ λαμβάνοντα ἔστι μετενεγκεῖν τὸν τοῦ Βρύσωνος πρὸς πολλοὺς δια‐ λεγομένῳ, ὅσοι μὴ ἴσασιν ἀληθῶς τὸ δυνατὸν ἐν ἑκάστῳ καὶ τὸ ἀδύνατον· ἁρμόσει γὰρ ἐπὶ πολλὰ μεταχθῆναι οὗτος παρὸ ὁ τοῦ Ἀντιφῶντος. πάλιν ἐάν τις συλλογίζηται ὅτι οὐ συμφέρει περιπατεῖν ἀπὸ δείπνου, ὅτι κίνησις οὐκ ἔστιν, ὡς ὁ Ζήνων συλλογίζεται, οὐκ
30ἔστιν ἰατρικός· οὐ γὰρ ἔκ τινων ἰατρικῶν ἐστιν ἀρχῶν ἀλλ’ ἐκ κοινῶν.
διὸ ἔστι καὶ τοῦτον μετενεγκεῖν εἰς ἄλλα, οἷον ὅτι οὐ συμφέρει εἰς ἀγορὰν92
in SE
.

93

ἢ εἰς διδασκαλεῖον φοιτᾶν· οὐ γὰρ ἔστι κίνησις. ὁ δὲ λέγων μὴ δεῖν ἀπὸ δείπνου περιπατεῖν, ἵνα μὴ ἄπεπτα τὰ βρώματα ὑπὸ τῶν φλεβῶν ἕλκηται, ἰατρικός, καὶ οὐκ ἔστιν εἰς ἄλλα μετενεγκεῖν. p. 172a9 Εἰ μὲν οὖν πάντῃ ὁμοίως εἶχεν ὁ ἐριστικὸς πρὸς τὸν
5διαλεκτικόν. Τὴν αἰτίαν διὰ τούτων λέγει δι’ ἣν ἔχει χώραν ἡ ἐριστικὴ πρὸς τὰ μαθήματα, καὶ φησὶ διὰ τὸ μὴ πάντῃ ὁμοίως ἔχειν τὸν ἐριστικὸν πρὸς τὸν διαλεκτικὸν ὡς τὸν ψευδογράφον πρὸς τὸν γεω‐ μέτρην. ὅτι δὲ οὐ πάντῃ ὁμοίως ἔχει ὁ ἐριστικὸς πρὸς τὸν διαλεκτικὸν ὡς
10ὁ ψευδογράφος πρὸς τὸν γεωμέτρην, δῆλον ἐντεῦθεν· ὁ μὲν γὰρ γεωμέτρης καὶ ὁ ψευδογράφος ἐκ τῶν αὐτῶν τῆς γεωμετρίας ἀρχῶν συλλογίζονται· ὁ δ’ ἐριστικὸς καὶ ὁ διαλεκτικὸς οὐκ ἐκ τῶν αὐτῶν, ἀλλ’ ὁ μὲν διαλεκτικὸς ἐκ τῶν ἐνδόξων, ὁ δὲ ἐριστικὸς ἐκ τῶν φαινομένων μὲν μὴ ὄντων δέ. ὥστε καθὸ μὲν περὶ πάντων τῶν προτεθέντων συλλογίζεται καὶ ὁ ἐριστικὸς ὥσπερ καὶ ὁ
15διαλεκτικός, ἔχει ὁμοιότητα πρὸς τὸν διαλεκτικόν, ᾗ δὲ οὐκ ἐκ τῶν αὐ‐ τῶν ἀρχῶν, διαφέρει. ἀλλὰ πῶς ὁ ἐριστικὸς διὰ τὸ μὴ πάντῃ ὁμοίως ἔχειν πρὸς τὸν διαλεκτικὸν ὡς ὁ ψευδογράφος πρὸς τὸν γεω‐ μέτρην χώραν ἔχει πρὸς τὰ ψευδογραφήματα; ἢ διότι ψευδογράφημα ἐξ ἐνδόξων γενέσθαι οὐ δύναται, ἀλλ’ ἐκ φαινομένων μὲν τῇ γεωμετρίᾳ μὴ
20ὄντων δέ· καὶ διὰ τοῦτο οὐδεὶς διαλεκτικὸς ψευδογραφεῖν ἐπιχειρεῖ, ἀλλ’ ὁ ἐριστικός. τὸ δὲ νῦν οὐκ ἔστιν ὁ διαλεκτικὸς περὶ γένος τι ὡρισμένον οὐ τῆς ἀνομοιότητός ἐστι δεικτικὸν ἀλλὰ μᾶλλον τῆς ὁμοιό‐ τητος· ἀόριστος γὰρ καὶ ὁ διαλεκτικὸς καὶ ὁ ἐριστικός. εἰπὼν δὲ ὅτι οὐκ ἔστι περὶ γένος τι ὡρισμένον ὁ διαλεκτικὸς καὶ διὰ τοῦτο
25οὐδὲ ἀποδεικτικὸς καὶ συλλογιστικὸς ἑνός τινος ἀλλὰ περὶ πᾶν [ὁ] ἐξ ἐνδό‐ ξων συλλογιζόμενος, λέγει οὐδὲ τοιοῦτός ἐστιν οἷος ὁ καθόλου, λέγων καθόλου τὸν θεολόγον. οὐ γάρ ἐστιν ὁ διαλεκτικὸς ἢ ὁ ἐριστικὸς οἷος ὁ καθόλου· εἰ γὰρ καὶ περὶ τὰ αὐτὰ ἀναστρέφεται ὁ διαλεκτικὸς τῷ θεολόγῳ (περὶ γὰρ πάντα τὰ ὄντα ἀμφότεροι), ἀλλ’ οὐχ ὡσαύτως,
30ἀλλ’ ὁ μὲν θεολόγος περὶ τὰ κοινὰ καὶ ἐκ τῶν καθ’ αὑτὰ καὶ ᾗ αὐτὰ τοῖς πράγμασιν ὄντων τὴν θεωρίαν ποιεῖται, ὁ δὲ διαλεκτικὸς καὶ ἐριστι‐ κὸς περὶ τὰ καθ’ ἕκαστα διατρίβουσι, καὶ οὐκ ἐκ τῶν καθ’ αὑτὰ ἀλλ’
ἐκ τῶν ἐνδόξων ἢ τῶν φαινομένων ἐνδόξων τοὺς λόγους ποιοῦνται.93
in SE
.

94

ὅτι δὲ οὐκ ἔστιν ὡρισμένης τινὸς φύσεως ἡ διαλεκτική, καὶ διὰ τοῦτο οὐδ’ ἡ μιμουμένη ταύτην ἐριστική, εἴρηται καὶ ἐν τῷ πρώτῳ τῶν Τοπικῶν. δεί‐ κνυσι δὲ καὶ ἐνταῦθα λέγων οὔτε γάρ ἐστιν ἅπαντα ἐν ἑνί τινι γένει, τουτέστιν εἰ μὲν ἦν κοινὸν πάντων γένος τὸ ὄν, ἐνῆν ἴσως λέγειν ὅτι περί
5τι ὡρισμένον εἰσὶν ἡ διαλεκτικὴ καὶ ἡ πειραστική· ἐπεὶ δὲ δέκα τὰ γένη, οὐκ ἔστι λέγειν ὅτι περὶ μίαν τινὰ ὡρισμένην φύσιν εἰσίν. ἀλλὰ κἂν ἦν, φησίν, ἓν κοινὸν γένος πάντων τὸ ὄν, οὐχ οἷόν τε ἦν ὑπὸ τὰς αὐτὰς ἀρχὰς εἶναι πάντα τὰ ὄντα· ἄλλαι γὰρ ἄλλων εἰσί, καὶ ἄλλα ὑπ’ ἄλλας τυγχάνουσι· τῶν μὲν γὰρ φυσικῶν ἀρχαί εἰσιν εἶδος, στέρησις, ὕλη, γεω‐
10μετρίας δὲ γραμμαί, σημεῖα, κύκλοι, ἰατρικῆς πῦρ, γῆ καὶ τὰ μεταξὺ καὶ ἄλλων ἄλλαι. ὥστε κἂν ἓν ἦν πάντων κοινὸν γένος τὸ ὄν, ἐπειδὴ τὰ ὑπὸ τὸ ὄν, περὶ ἃ ἡ διαλεκτικὴ στρέφεται, διάφοροι φύσεις εἰσίν, ὅτι καὶ αἱ ἀρχαὶ αὐτῶν διάφοροι, οὐκ ἂν εἴη ὡρισμένης τινὸς καὶ μιᾶς φύσεως ἡ διαλεκτική, ὥστε οὐδ’ ἡ ταύτην ὑποκρινομένη ἐριστική. δείκνυσι δὲ τὸ
15προκείμενον καὶ ἄλλως, δυνάμει συλλογιζόμενος οὕτως· αἱ μιᾶς τινος φύσεως καὶ ἑνός τινος ὑποκειμένου οὖσαι οὐκ ἐρωτῶσιν· ἡ διαλεκτικὴ καὶ ἡ πειραστικὴ ἐρωτᾷ· ἡ διαλεκτικὴ ἄρα καὶ ἡ πειραστικὴ οὐκ εἰσὶν μιᾶς τινος ὡρισμένης φύσεως οὐδὲ ἑνός τινος ὑποκειμένου. οὐ γὰρ ἔξ‐ εστιν ὁποτερονοῦν τῶν μορίων δοῦναι. διὰ τούτου δὲ τὴν μείζονα
20πρότασιν παρασκευάζει, ὅτι αἱ μιᾶς τινος φύσεως καὶ ἑνὸς ὑποκειμένου οὖσαι οὐκ ἐρωτῶσιν. εἴη ἂν 〈οὖν〉 τὸ δοῦναι ἀντὶ τοῦ συλλογίσασθαι εἰρη‐ κώς· οὐ γὰρ ἔξεστιν οὐδὲ δυνατόν ἐστι τῷ ἀποδεικνύντι δεῖξαι τὰς τρεῖς τοῦ τριγώνου γωνίας, εἰ τοῦτο εἴη δεικνύμενον, δύο ὀρθῶν ἐλάττονας ἢ τὴν διάμετρον σύμμετρον τῇ πλευρᾷ. ἡ γὰρ ἀπόδειξις ἐκ τῶν οἰκείων
25καὶ καθ’ αὑτὰ καὶ ᾗ αὐτά, ὡς ἐν τῇ Ἀποδεικτικῇ δέδεικται, τοῦ δεικνυ‐
μένου γίνεται· ἐκ δὲ τῶν καθ’ αὑτὰ ὑπαρχόντων ἕν τι δείκνυται, τἀλη‐94
in SE
.

95

θές. ὥστε ἐπεὶ οὐκ ἔστιν αὐτῷ δυνατὸν ἐκ τῶν αὐτῶν καὶ τὸ ἀντικεί‐ μενον δεικνύναι, οὐκ ἐρωτᾷ· ὁ γὰρ ἐρωτῶν οὕτως ἐρωτᾷ ὡς παρεσκευα‐ σμένος τὸ ἐναντίον τοῦ τεθέντος συλλογίσασθαι. ἢ τὸ δοῦναι ἀντὶ τοῦ συγ‐ χωρῆσαι καὶ ὡς ἀληθῶς ὂν λαβεῖν εἴρηται· τῷ γὰρ μέλλοντι δεικνύναι
5τὰς τοῦ τριγώνου τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας οὐκ ἔξεστι λαβεῖν καὶ ὡς ἀληθεῖ χρήσασθαι ὅτι τοῦ τριγώνου αἱ τρεῖς γωνίαι ἄνισοί εἰσι δύο ταῖς ἐφεξῆς· οὐ γὰρ ἐκ τούτου ἀλλ’ ἐκ τοῦ ἴσας εἶναι δείκνυται τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν. ἢ τὸ οὐ γὰρ ἔξεστιν ὁποτερονοῦν τῶν μορίων δοῦναι ἴσον ἐστὶ τῷ ‘οὐ γὰρ ἔξεστι τῷ ἀποκρινομένῳ
10ἐν τοῖς ἀποδεικτικοῖς δοῦναι οἷον ἂν μόριον βούληται τῆς ἀντιφάσεωσ‘· συλλογισμὸς γάρ, τουτέστιν ἀπόδειξις καὶ συλλογισμὸς ἀποδεικτικός, οὐ γίνεται ἐξ ἀμφοῖν. εἰ μὲν γὰρ σκοπὸν εἶχεν ὁ γεωμέτρης συνάγειν ἀμφό‐ τερα, τό τε τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν καὶ μὴ ἴσας, τότε ἂν ἠρώτα, ἵνα ἐκ μὲν τοῦ λαβεῖν τὰς τρεῖς γωνίας δυσὶ ταῖς ἐφεξῆς ἴσας
15εἶναι συναγάγῃ τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι, ἐκ δὲ τοῦ λαβεῖν μὴ ἴσας εἶναι τὰς τρεῖς δύο ταῖς ἐφεξῆς τοὐναντίον· ἐπεὶ δὲ μόνης τῆς ἀληθείας ἀντέχεται καὶ τὸ ὂν συλλογίζεσθαι βούλεται, οὐκ ἐρωτᾷ, ἀλλὰ λαμβάνει δι’ ὧν τὸ ἀληθὲς δείκνυται. ὥστε οὐκ ἔξεστι τὸ ψεῦδος ὡς ἀληθὲς τιθέναι. εἰ οὖν αἱ ἐρωτήσεις ἐπ’ ἐκείνων γίνονται ἐφ’ ὧν ἔξεστιν
20ὁποτερονοῦν τῆς ἀντιφάσεως μόριον δοῦναι, ἐπὶ δὲ τῶν ἀποδεικτικῶν τοῦτο οὐκ ἔστιν, οὐκ ἂν εἴη ἐπὶ τούτων τὸ ἐρωτᾶν. p. 172a18 Εἰ δὲ ἐδείκνυεν, εἰ καὶ μὴ πάντα, ἀλλὰ τά γε πρῶτα. Εἰπὼν ὅτι ἡ διαλεκτικὴ ἐρωτητική ἐστι καὶ διὰ τοῦτο οὐκ ἀπο‐ δεικτική (ὁ γὰρ ἀποδεικνὺς οὐκ ἐρωτᾷ, ὅτι μηδὲ τὴν ἀντίφασιν συλλογίζεται,
25ἀλλὰ λαμβάνει τὸ ἀληθές), νῦν αὐτὸ τοῦτο πάλιν κατασκευάζει, ὅτι οὐκ ἀποδεικνύει ὁ διαλεκτικός. φησὶ γὰρ εἰ δὲ ἐδείκνυεν, οὐκ ἂν ἠρώτα, εἰ καὶ μὴ πάντα, ἀλλὰ τά γε πρῶτα καὶ τὰς οἰκείας ἀρχάς. τὸ γὰρ ἑξῆς τῆς λέξεως, ἂν πλῆρες, τοιοῦτον. εἰ ἐδείκνυε, φησίν, ὁ διαλεκτικός, οὐκ ἂν ἠρώτα. διὰ τί; ὅτι “οὐκ ἐρωτᾷ ἀλλὰ λαμβάνει ὁ
30ἀποδεικνύων”, ὡς ἐν τοῖς Ἀναλυτικοῖς εἴρηται. ὥστε ἢ περὶ οὐδενὸς ἂν ἠρώτα ὅλως, ἀλλὰ τὰ οἰκεῖα τοῦ δεικνυμένου λαμβάνων συνεπέραινεν ἂν τὸ προκείμενον, ἢ εἴπερ ὅλως ἠρώτα, ἀλλ’ οὖν περὶ τῶν πρώτων καὶ τῶν οἰκείων ἀρχῶν οὐκ ἂν ἠρώτα καὶ ἀπό τινων ἐνδόξων συνελογίζετο
καὶ ῥοπὴν ἐδίδου πρὸς συγκατάθεσιν αὐτῶν· οὐδεμία γὰρ ἐπιστήμη περὶ95
in SE
.

96

τῶν οἰκείων διαλέγεται ἀρχῶν, ἀλλ’ ὡς οὕτως ἐχούσαις χρωμένη τὸ ἑξῆς συμπεραίνεται. ὅτι δὲ καὶ τὰς ἀρχὰς ὁ διαλεκτικὸς συλλογίζεται, δῆλον· λαμβάνει γὰρ οὕτως· πᾶν πέρας μιᾷ διαστάσει λείπεται οὗ ἐστι πέρας, ὥστε καὶ ἡ στιγμὴ πέρας οὖσα γραμμῆς μιᾷ διαστάσει ἀπολειφθήσεται
5τῆς γραμμῆς· ἐπεὶ δὲ ἡ γραμμὴ ἐφ’ ἓν διαστατή, ἡ στιγμὴ ἔσται ἀδιά‐ στατος καὶ ἀμερής. τὸ δὲ μὴ διδόντος γὰρ οὐκέτ’ ἂν εἶχεν ἐξ ὧν διαλέξεται τοιοῦτόν ἐστιν· εἰ γὰρ ἀποδεικνύουσα μὴ ὡς ἀληθέσιν οὔ‐ σαις ἐχρῆτο ταῖς ἀρχαῖς, ἀλλ’ ἠρώτα, οἷον, εἰ οὕτως ἔτυχεν, ἆρά γε αἱ ἀπὸ τοῦ κέντρου ἴσαι ἀλλήλαις εἰσίν, ὁ δὲ ἀποκρινόμενος ἀπέφησεν, οὐκ ἂν
10εἶχεν ἐξ ὧν ἔτι διαλέξεται καὶ δείξει ὅτι εἰσὶν ἴσαι· εἰ γὰρ αἱ δείξεις ἐκ τῶν προτέρων καὶ αἰτίων, τῶν δὲ ἀρχῶν οὐδέν ἐστι πρότερον, οὐκ ἂν εἶχε δεῖξαι ὅτι ἴσαι εἰσίν. ὥστε διὰ ταῦτα οὐκ ἐρωτῶσιν οἱ ἀποδεικνύν‐ τες. ἐπεὶ οὖν ὁ μὲν δεικνύων οὐκ ἐρωτᾷ, ὁ δὲ διαλεκτικὸς ἐρωτᾷ, ὁ διαλεκτικὸς οὐ δεικνύει. ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι· οὐδεὶς
15δεικνύων ἐρωτᾷ, πᾶς διαλεκτικὸς ἐρωτᾷ, καὶ τὸ συμπέρασμα δῆλον. p. 172a21 δ’ αὐτὴ καὶ πειραστικ. Εἰπὼν τὴν διαλεκτικὴν περὶ πολλὰ καταγίνεσθαι, νῦν φησιν ὅτι ἡ αὐτὴ δέ ἐστι τῇ διαλεκτικῇ καὶ ἡ πειραστικ· περὶ πολλὰ γὰρ καὶ αὕτη καταγίνεται. πειραστικὴν δὲ ἐνταῦθα λέγει οὐχὶ τὴν ἐν τοῖς μαθή‐
20μασι γινομένην (αὕτη γὰρ ἐν μόνοις τούτοις ἐστίν) ἀλλά τινα ἄλλην καθόλου καὶ ἐν μαθήμασι καὶ ἐν ταῖς ἄλλαις τέχναις εὑρισκομένην καὶ τὸ προσω‐ πεῖον τῆς διαλεκτικῆς ὑποδυομένην καὶ ἐπιχειροῦσαν περὶ παντὸς τοῦ προτεθέντος, ὡς καὶ ἡ διαλεκτική, πλὴν οὐκ ἐπιστημόνως καὶ αὕτη ἐπι‐ χειρεῖ, ὡς ἡ ἐν τοῖς μαθήμασι πειραστική, ἀλλὰ φαινομένως τε καὶ τὸ
25ὅλον ὡς ἔτυχε. καὶ ὅτι τοιαύτη ἐστί, φησίν, ἡ πειραστική, πρόδηλον ἐξ ὧν ἐπάγει· οὐ γὰρ ἡ πειραστικ, φησί, περὶ ἕν τι καταγίνεται, ὡς ἡ γεωμετρία, ἀλλὰ τοιαύτη ἐστὶν ἣν ἂν ἔχοι καὶ μὴ εἰδώς τις, ὅπερ τοιοῦτόν ἐστι· πολλάκις τινὲς ἀλλήλους πειράζοντες ἐρωτῶσιν, ὁ ἀδικη‐ θεὶς τὸν ἀδικήσαντα, ‘δέδωκά σοι τόδε ἢ οὔ; ἐποίησας τοῦτο ἢ οὔ;‘· ἰδοὺ
30οὖν ἐνταῦθα μὴ εἰδώς τις τὴν ἀντίφασιν διὰ ταύτης πειράζει.96
in SE
.

97

p. 172a23 Ἔξεστι γὰρ πεῖραν λαβεῖν καὶ τὸν μὴ εἰδότα τὸ πρᾶγμα τοῦ μὴ εἰδότος, εἴπερ καὶ δίδωσιν οὐκ ἐξ ὧν οἶδεν οὐδὲ ἐκ τῶν ἰδίων ἀλλ’ ἐκ τῶν ἑπομένων, ὅσα τοιαῦτά ἐστι. Τὸ προειρημένον κατασκευάζει τὸ ὅτι “καὶ μὴ εἰδώς” τίς ἐστι πειρα‐
5στικός. ὥσπερ γὰρ δικάζονταί τινες ἀτέχνως καὶ δίχα τῆς τῶν νόμων γνώσεως καὶ πεῖραν λαμβάνουσιν ἀλλήλων περὶ οὗ δικάζονται, πῶς ἔχουσι πιθανότητα πρὸς τὸ πρᾶγμα, καὶ λόγους ἐκφέρουσι μηδὲ ὄναρ γευσάμενοι ῥητορικῆς, οὕτω καὶ συλλογίζονται· καὶ γὰρ καὶ ὁ μὴ εἰδὼς παρὰ τοῦ μὴ εἰδότος ἐρωτῶν καὶ λαμβάνων συλλογίζεται καίπερ ἀγνοῶν τί ἐστι
10συλλογισμός. συλλογίζεται οὖν καὶ πεῖραν λαμβάνει ὁ μὴ εἰδὼς [παρὰ] τοῦ ὁμοίως αὐτῷ μὴ εἰδότος· ἐκείνου γὰρ διδόντος συνάγει τι οὗτος ἐκ τῶν δοθέντων· τοῦτο δὲ τρόπον τινὰ συλλογίζεσθαί ἐστιν. εἰσὶ γάρ τινα λίαν ἐναργῶς ἑπόμενά τισιν, ὧν διδομένων μὲν παρὰ τοῦ ἀποκρινομένου λαμβανομένων δὲ παρὰ τοῦ ἐρωτῶντος ἐπάγεταί τι ὕστερον ὡς συμπέρασμα.
15καὶ ἔξεστι τούτου πίστιν λαβεῖν τῷ προσέχοντι τοῖς πολλοῖς, καὶ μάλιστα τοῖς κοινωνοῦσί τινων καὶ λόγους διδόντων καὶ λαμβανόντων τῆς κοινωνίας. ἔστιν οὖν ὁ πᾶς τοῦ λεγομένου σκοπὸς τοιοῦτος, ὅτι ἔξεστι καὶ τῷ μὴ εἰδότι τὴν ἀντίφασιν (ταύτην γὰρ πρᾶγμα λέγει) ἀπόπειραν λαβεῖν τοῦ μὴ εἰδότος αὐτήν, ἐπεὶ καὶ δίδωσιν οὐκ ἐξ ὧν οἶδεν ὡς ἐπιστήμην
20ἔχων καὶ τῶν οἰκείων τῇ ἐπιστήμῃ, ἀλλ’ ἐκ τῶν κοινῶν καὶ συνήθων τοῖς πᾶσιν, ἃ εἰδώς τις οὐκ οἶδε τὴν τέχνην. ἔστι δὲ καὶ τὸ διὰ τούτου λεγόμενον τοιοῦτον· οὐδὲν κωλύει τὸν εἰδότα τὰ ἑπόμενα τῷ πράγματι, περὶ οὗ τὴν πεῖραν λαμβάνει, τὴν τέχνην ἀγνοεῖν, ὥσπερ καὶ οἱ ἐμπειρι‐ κοὶ τῶν ἰατρῶν. οὐδὲν οὖν κωλύει τὴν τέχνην ἀγνοεῖν, ἀλλ’ ἐνδέχεται
25καὶ γινώσκειν καὶ ἀγνοεῖν· ὁ δὲ μὴ εἰδὼς τὰ ἑπόμενα ἐξ ἀνάγκης ἀγνοεῖ καὶ τὴν τέχνην. ἔστι δὲ ὁ μὲν τὰ ἑπόμενα θεωρῶν καὶ τὴν τέχνην εἰδὼς ὁ διαλεκτικός· ὁ γὰρ μετὰ τέχνης πειράζων ὁ διαλεκτικός· ὁ δὲ τὴν τέχνην μὲν ἀγνοῶν τὰ δὲ ἑπόμενα εἰδὼς ὁ ἐριστικός. p. 172a27 Ὥστε φανερὸν ὅτι οὐδενὸς ὡρισμένου ἡ πειραστικὴ
30ἐπιστήμη ἐστ. Τὸν περὶ πειραστικοῦ καὶ διαλεκτικοῦ λόγον συμπεραινόμενος φησὶν
ὅτι ὥσπερ ἡ διαλεκτικὴ οὐχ ὡρισμένα ἔχει τὰ ὑποκείμενα, οὕτως οὐδ’ ἡ97
in SE
.

98

ταύτην ὑποδυομένη πειραστική· διὸ καὶ περὶ πάντα ἐστίν. ἔπειτα καὶ τὴν αἰτίαν ἀποδίδωσι δι’ ἣν περὶ πάντων θεωρεῖ ὁ πειραστικός. καὶ φησὶν ὅτι εἰσί τινα κοινὰ καὶ πᾶσι γνώριμα, ἃ οὐδὲ ἀφωρισμένης μιᾶς τινός ἐστιν ἐπιστήμης, οἷον τὸ ‘ὕβρισας τὸν δεῖνα ἢ οὔ;‘ καὶ ‘συνεγένου τῇ
5τούτου φίλῃ ἢ οὔ;‘ καὶ ‘εἰ μὲν ἐμοίχευσας, ἕπεται τόδε, εἰ δὲ μή, τόδε.‘ ὅτι δ’ ἅπαντες μετέχουσι τῶν κοινῶν, σημεῖόν φησιν εἶναι τὸ πάντας μέχρι τινὸς καὶ ὑπέχειν λόγον καὶ ἀπολογεῖσθαι ἐπιχειρεῖν. τὸ δὲ τρό‐ πον τινὰ προσέθηκε δεικνύων ὅτι τὰ κοινὰ ταῦτα, κἂν εἰ ἅπαντες γινώ‐ σκωσιν, ἀλλ’ οὖν οὐχ ὁμοίως· ὁ μὲν γὰρ διαλεκτικὸς οἶδεν ὅτι τὸ ἐρω‐
10τώμενον ἀντίφασις, καὶ ὡς ἀνάγκη θάτερον εἶναι ἀληθές· ὁ δὲ πολὺς ὄχλος ἀτέχνως προΐσχεται τὴν ἐρώτησιν. περὶ δὲ τῆς ἀτέχνου ταύτης πειραστικῆς καὶ ἐν τοῖς εἰς τὴν Ῥητορικὴν πονηθεῖσι διειλήφειμεν. τὰ γοῦν κοινὰ ὄντα, εἰ καὶ ἀνεπιστήμονές εἰσι καὶ δοκοῦσιν ἔξω λέγειν τῆς ἐπι‐ στήμης, ἀλλ’ οὖν ἴσασιν οἱ πολλοί, [καὶ] κἂν ἀτέχνως μετέχωσι τούτου·
15λέγουσι γάρ, ὡς πολλάκις εἰρήκαμεν, τὴν ἀντίφασιν, ἧς ἐντέχνως μετέχει ὁ διαλεκτικός. p. 172a36 Ἐπεὶ δέ ἐστι πολλὰ μὲν ταῦτα. Ἐπειδή, φησί, τὰ κοινὰ ταῦτα πολλά εἰσι καὶ ἐν πάσαις ταῖς τέχναις καὶ ταῖς ἐπιστήμαις ταῦτα εὑρίσκονται, οὐ τοιαῦτα δέ εἰσιν ὥστε μιᾶς
20τινος εἶναι φύσεως καὶ ὑφ’ ἓν ἀνάγεσθαι γένος (πῶς γὰρ ἂν καὶ ἀνα‐ χθείησαν;) καὶ διὰ τοῦτο οὐδ’ ὡρισμένα εἰσὶν ἀλλ’ οἷον αἱ ἀποφά‐ σεις, τουτέστιν ἀόριστα (καὶ γὰρ αἱ ἀποφάσεις ἀόριστοί εἰσιν· ἡ γὰρ λέγουσα ἀπόφασις ‘τόδε οὐ λευκόν ἐστιν‘ ἀόριστος), ἐπεὶ γοῦν τὰ μέν εἰσι κοινὰ καὶ ἀόριστα, εἰσὶ δέ τινα καὶ μὴ κοινὰ ἀλλ’ ἴδιά τινος ἐπιστή‐
25μης, δυνατόν ἐστιν ἐκ τούτων τῶν κοινῶν περὶ πάντων πεῖραν λαμ‐ βάνειν, καὶ ἔστι τις τέχνη ἡ ἀπὸ τῶν κοινῶν ἐπιχειροῦσα, καθὸ ὁμι‐ λεῖ τε καὶ ἐρωτᾷ, οὐχὶ τοιαύτη δὲ οἷαί εἰσιν αἱ ἐπιστημονικαί. τὸ δὲ διόπερ ὁ ἐριστικὸς οὐκ ἔστιν οὕτως ἔχων καὶ τὰ ἑξῆς ἀποδοθή‐
σεται μὲν καὶ πρὸς τὰ ἄνωθεν εἰρημένα· ἔλεγε γὰρ ἐν τοῖς προλαβοῦσιν,98
in SE
.

99

ὅτι ὁ ἐριστικὸς περὶ πολλὰ καταγίνεται ὡς ὁ διαλεκτικός, καὶ ὅτι οὐκ ἔχει ὁμοιότητα πρὸς τὸν διαλεκτικὸν τὴν αὐτὴν ἣν ὁ ψευδογραφῶν πρὸς τὸν γεωμέτρην, καὶ διὰ τοῦτο εὑρίσκεται καὶ ἐν τοῖς μαθήμασι. ῥηθήσεται δὲ καὶ πρὸς τὰ προσεχῶς εἰρημένα συναπτόμενον. καὶ ἔστι τὸ λεγόμενον
5τοιοῦτον, ὅτι οὐκ ἔστιν ὁ ἐριστικὸς οὕτως ἔχων πρὸς τὸν διαλεκτικὸν ὡς ὁ ψευδογραφῶν πρὸς τὸν γεωμέτρην· εἰ γὰρ ἦν τοῦτο καὶ ἦσαν ὡρισμένα αὐτοῦ τὰ ὑποκείμενα ὥσπερ δὴ καὶ τὰ τοῦ ψευδογραφοῦντος, οὐκ ἂν ἠδύνατο περὶ παντὸς τοῦ προτιθεμένου παραλογίζεσθαι· νῦν δὲ διὰ τοῦτο συμβαίνει ἀπατητικὸν εἶναι αὐτόν, διὰ τὸ περὶ πάντων ἐπιχειρεῖν.
10p. 172b5 Τρόποι μὲν οὖν εἰσιν οὗτοι τῶν σοφιστικῶν ἐλέγχων. Εἰπὼν πόσοι εἰσὶν οἱ σοφιστικοὶ ἔλεγχοι, καὶ ἀναγαγὼν αὐτοὺς εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν καὶ πρὸς τοὺς διαιροῦντας αὐτοὺς εἰς τοὺς πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ἀπομαχεσάμενος, ἔτι γε μὴν καὶ διαφορὰν πειραστικοῦ καὶ ἐριστικοῦ παραδούς, καὶ αὐτὸν δὲ αὖθις τὸν ἐριστικὸν εἰς
15τὸν σοφιστικὸν καὶ ἐριστικὸν διελὼν καὶ διαφορὰν ἑκατέρου ἀποδούς, νῦν μέλλων εἰπεῖν, πῶς οἱ σοφισταὶ ἐλέγχουσί τινα ψευδόμενον ἢ παράδοξα λέγοντα ἢ ἀδολεσχοῦντα ἢ σολοικίζοντα, πρῶτον τοῦτο λέγει, ὅτι ὁ δια‐ λεκτικὸς δύναται θεωρῆσαι περὶ τῶν σοφισμάτων καὶ διακρῖναι ταῦτα καὶ ἐλέγξαι σοφίσματα ὄντα. τὸ γὰρ τάττειν τὰς προτάσεις καὶ συντιθέναι
20τῆς διαλεκτικῆς ἐστιν· εἰ γοῦν τοῦτο τῆς διαλεκτικῆς, λοιπὸν αὐτῆς καὶ τὸ κρίνειν τὰ σοφίσματα. ἅπασαν τοίνυν τὴν περὶ τῶν σοφιστικῶν ἐλέγ‐ χων θεωρίαν ἡ διαλεκτικὴ μέθοδος κέκτηται. p. 172b9 Καὶ περὶ μὲν τῶν ἐλέγχων εἴρηται τῶν φαινομένων. Πέντε τινῶν στοχάζεσθαι κατ’ ἀρχὰς τῆς παρούσης πραγματείας ἔφη
25τοὺς σοφιστάς, τοῦ πειρᾶσθαι ἐλέγχοντας φαίνεσθαι καὶ τοῦ εἰς ψεῦδος ἄγειν τὸν προσδιαλεγόμενον, τοῦ παράδοξον αὐτὸν ἐλέγχειν λέγοντα, τέταρ‐ τον σολοικίζειν ποιεῖν καὶ πέμπτον ἀδολεσχοῦντα ἀποδεικνύειν τὸν ἀπο‐ κρινόμενον. καὶ περὶ μὲν τοῦ πῶς σπουδάζουσιν ἔλεγχον φαινόμενον ποιεῖν
εἴρηκε, καὶ τὸν λόγον συγκεφαλαιούμενος καὶ αὐτὸς τοῦτο δηλοῖ· λέγει γὰρ99
in SE
.

100

περὶ μὲν οὖν τῶν φαινομένων ἐλέγχων εἴρηται. νῦν δέ, ὃ δεύτερον αὐτοῖς σπουδάζεται (ἔστι δὲ τοῦτο τὸ ἀποδεικνύναι ψευδόμενον τὸν προσ‐ διαλεγόμενον), διέξεισι, καὶ φησὶ πρῶτον μὲν γίνεσθαι τοῦτο ἐκ τοῦ πυν‐ θάνεσθαί πως, τουτέστι κρυπτικῶς. οὐ γὰρ ἁπλῶς τις προάγων τὴν
5ἐρώτησιν ἐλέγξει ψευδόμενον τὸν ἀποκρινόμενον· ἐκ δὲ τοῦ πῶς ἐρωτᾶν, τουτέστι μετ’ ἐπικρύψεως, καὶ διὰ τῆς τοιᾶσδε ἐρωτήσεως συμβαίνει τοῦτο μάλιστα· τὸ γὰρ μὴ ὑποθέμενον πρόβλημα ὡρισμένον ποιεῖσθαι τὴν ἐρώτησιν θηρευτικόν ἐστι τοῦ σπουδαζομένου. οἷον εἴ τις θέλων κατασκευάσαι καλὸν τὸ ἐν ἀγορᾷ συνουσιάζειν μὴ ἁπλῶς ὁρίσαιτο τὸ
10λεγόμενον, ἀλλ’ οὕτω πως εἴπῃ κρυπτικῶς ‘ἆρά γε ὃ ἁπλῶς καλόν, καὶ πῇ οὐκ ἔσται καλόν;‘· εἶτα τοῦτο δόντος τοῦ ἀποκρινομένου κατασκευάζεται ὃ βούλεται ὁ ἐρωτῶν. ὅταν γὰρ μὴ ὡρισμένον ᾖ τὸ περὶ οὗ ὁ ἐρωτῶν βούλεται συλλογίσασθαι, ἁμαρτάνουσιν οἱ ἀποκρινόμενοι εἰκῇ λέγοντες. οὐ μὴν ἀλλὰ κἂν ὡρισμένον εἴη τὸ πρόβλημα, ἔσται πάλιν τὸ εἰς
15ἄδοξον ἀγαγεῖν τὸν ἀποκρινόμενον, εἴ τις πολλὰ ἐρωτᾷ. καὶ ἔοικεν ἐλλειπτικὴ εἶναι ἡ λέξις· εἴη δ’ ἂν ὁλόκληρος, εἰ οὕτως ληφθείη· τό τε ἐρωτᾶν πολλ, κἂν ὡρισμένον ᾖ πρὸς ὃ διαλέγεται, εἰς ἄδοξον δύναται ἀγαγεῖν. ἐπὶ τούτῳ καὶ τοῦτο κατορθοῖ τὸ σπουδαζόμενον, τὸ ἀξιοῦν τὸν ἀποκρινόμενον λέγειν τὰ δοκοῦντα τοῖς πολλοῖς. πλὴν ὅταν
20ᾖ, φησίν, ὡρισμένον τὸ πρόβλημα, ἧττον κακουργεῖν οἱ σοφιστεύοντες δύναν‐ ται, κἂν πολλά τινα ἐρωτῶσιν· ἧττον γὰρ ἀπατηθήσεταί τις παρὸ πρότερον, ὅταν ἀόριστον καὶ ἄγνωστον εἴη τῷ ἀποκρινομένῳ τὸ πρὸς ὃ διαλέγεται. πῶς δέ, φησίν, ἥττονα τότε δύνανται κακουργεῖν, διότι, εἰ οἶδεν ὁ ἀποκρινόμενος τὸ πρόβλημα, εἰ ἐναχθείη εἰς ἄτοπόν τι παρὰ τοῦ ἐρωτῶντος,
25εὐθὺς ἀπαιτεῖ καὶ φησὶ τί τοῦτο πρὸς τὸ προκείμενον;‘. p. 172b22 Στοιχεῖον δὲ τοῦ τυχεῖν ἢ ψεύδους τινός. Ὅπερ ἄνωθεν ἔλεγε, καὶ ἔτι τὸ αὐτό φησι. σαφέστερον δὲ νῦν τὸν λόγον μεταχειρίζεται λέγων ἀρχὴν εἶναι καὶ οἱονεὶ στοιχεῖον τοῦ ἐλέγξαι τινὰ ψεῦδος ἢ ἄδοξον λέγοντα τὸ μὴ δῆλον ποιεῖν τὸ βούλημα μηδὲ τὸ
30πρόβλημα τιθέναι καὶ ἐρωτᾶν, ἀλλὰ λέγειν μὴ πειραστικῶς διαλέγεσθαι, ἐρωτᾶν δὲ χάριν μαθήσεως· τὸ γὰρ λέγειν σε μαθητείας χάριν προσδια‐ λέγεσθαι πολλὴν παρέξει ἀφθονίαν εἰς τὸ ἀπατῆσαι αὐτὸν μὴ προορῶντα τὸ συμβησόμενον. ἔτι πρὸς τὸ ψευδῶς τινα ἀπελέγχειν μέθοδος ἥδε, ἥτις καὶ σοφιστική ἐστι· τὸ γὰρ τιθέναι τι πρόβλημα, εἶτα τούτου μὲν ἀναχω‐
35ρεῖν ἐπ’ ἄλλα δέ τινα κατατρίβειν μὴ ἀναγκαῖα τῷ προβλήματι λόγων100
in SE
.

101

δ’ εὐπορίαν τῷ ἐρωτῶντι διδόντα σοφιστικὸν ἔργον ἐστίν. ἔστι δὲ τοῦτο ποιεῖν καὶ καλῶς καὶ τοὐναντίον· εἰ μὲν γὰρ πρὸς ἀναγκαῖα τῷ προβλήματι τὸν λόγον μετέφερον, καλῶς ἂν ἐποίουν· νῦν δὲ μὴ ποιοῦντες οὕτως οὐ δοκοῦσι καλῶς ποιεῖν τὴν μεταφοράν. ὡς γὰρ ἐν τοῖς Τοπικοῖς
5ἐδίδαξε, χάριν τεσσάρων ἀναχωρεῖ τις τοῦ προβλήματος, ἢ χάριν κρύψεως ἢ χάριν ὄγκου ἢ “ἐπαγωγῆς χάριν τοῦ δοθῆναι τὸ καθόλου” ἢ “πρὸς τὸ σαφέστερον γενέσθαι τὸν λόγον”· εἰ δὲ μηδὲν τούτων γένηται, οὐ καλῶς τέ εἰσι τὰ τοιαῦτα εἰλημμένα καὶ σοφιστική ἐστιν ἡ διάλεξις. p. 172b29 Πάλιν πρὸς τὸ παράδοξα λέγειν σκοπεῖν.
10 Πῶς ἄν τις εἰς τὸ φαινόμενον ψεῦδος τὸν ἀποκρινόμενον ἀπενέγκοι, εἰπὼν νῦν καὶ περὶ τῆς εἰς παράδοξον ἀπαγωγῆς φησιν. εἰ βούλει γάρ, φησί, ποιεῖν τὸν ἀποκρινόμενον παράδοξα λέγειν, σκόπει καὶ ἐξέταζε ὁποῖός τίς ἐστιν οὗτος καὶ ποίας αἱρέσεως καὶ ποίου δόγματος ἀντέχεται τῆς φιλοσοφίας, εἰ Περιπατητικός ἐστιν ἢ Στωικός· καὶ εἰ Περιπατητικός
15ἐστιν, ἐρεύνα ὅπερ εἶπον οὗτοι παράδοξον καὶ ἐναντίον τοῖς λοιποῖς, οἷον ὅτι πέμπτου σώματός ἐστιν ὁ οὐρανός, καὶ ἐρώτα τοῦτο, εἶτα παράγαγε τοὺς πολλούς· τούτοις γὰρ ἀνόητον πάντῃ καὶ παράδοξον τὸ τοιοῦτον φανεῖται. ὅτι δὲ ἑκάστη αἵρεσις ἔχει τι παράδοξον, ἐδήλωσεν εἰπὼν ἔστι γὰρ ἐν ἑκάστοις τι τοιοῦτον. ἀρχὴ δὲ καὶ τοῦ εἰς παράδοξον
20ἄγειν τὸν ἀποκρινόμενον τὸ μὴ ἁπλῶς καὶ ἀνακεκαλυμμένως καὶ φανερῶς καὶ χωρὶς ἐπικρύψεως τιθέναι τὰ τῶν αἱρέσεων παράδοξα ἀλλὰ μέσον τῶν προτάσεων· ἐπεὶ γάρ, εἰ ἐρωτηθείησαν ἀνέδην, ἴσως οὐκ ἂν αὐτὰς ὁμολο‐ γήσειαν διὰ τοὺς πολλούς, δεῖ τὰς παραδόξους τῶν οἷς προσδιαλεγόμεθα ὑπολήψεις, ἃς καὶ παρὰ τοὺς πολλοὺς δογματίζουσι, παραλαμβάνειν ἐν ταῖς
25προτάσεσιν. οὐκ ἦν δὲ ἄρα ὁ Σταγειρίτης εἰς τὸ παραδιδόναι μέθοδον τῇ ἀπάτῃ μόνον δεινός, ἀλλὰ καὶ λύσιν τούτου παρασχεῖν πολὺ δυνατώ‐ τερος. εἰ γοῦν τις, ὦ Περιπατητικέ, φησίν, εἰς παράδοξόν σε ἄγει πέμπτου σώματος τὸν οὐρανὸν λέγοντα, φάθι τούτῳ μὴ διὰ τὸν σὸν λόγον μηδὲ
διὰ τὰς σὰς ἀποδείξεις τοῦτο συμβῆναι ἀλλὰ διὰ τοὺς πολλοὺς προκατει‐101
in SE
.

102

λημμένους ἑτέρῳ δόγματι· καὶ γὰρ καὶ πᾶς ὁ ἀγωνιζόμενος τοῦτο καὶ βούλεται, τὸ λέγειν μὴ δι’ ἑαυτὸν καὶ τὴν τούτου ἀπόκρισιν νομισθῆναι παράδοξον λέγειν ἀλλὰ διὰ τοὺς πολλούς. p. 172b36 Ἔτι δ’ ἐκ τῶν βουλήσεων καὶ τῶν φανερῶν δοξῶν.
5 Ἔτι περὶ τοῦ πῶς ἄν τις παράδοξα ποιήσῃ λέγειν τὸν ἀποκρινόμενον διδάσκει. φησὶν οὖν ὅτι, ἐπειδὴ ἄλλα μὲν πολλάκις βουλόμεθα, ἄλλα δὲ δοξάζομεν, οἷον βουλόμεθα μὲν πάντες πλουτεῖν, εὐεκτεῖν, δοξάζεσθαι, δοξάζομεν δὲ καλὸν εἶναι πένεσθαι καὶ νοσεῖν, ὁπόταν οὖν διαλέγῃ μετά τινος, σκόπει εἰ ἀπὸ τῶν βουλήσεων τῶν πολλῶν διαλέγεται· οἷον εἰ λέγει
10κατὰ τὴν τῶν πολλῶν βούλησιν καλὸν τὸ ζῆν ἡδέως, καλὸν τὸ πλου‐ τεῖν αἰσχρῶς, ἐπιχείρει σὺ ἀπὸ τῶν φανερῶν δοξῶν φάσκων καλὸν εἶναι τὸ σωφρονεῖν, τὸ τεθνάναι καλῶς, τὸ πένεσθαι δικαίως· φαίνε‐ ται γὰρ ἅπασι τοῦτο. καὶ οὕτως εἰς παράδοξον ἄξεις τὸν προσδιαλεγόμενον, εἰ μὲν κατὰ τὰς βουλήσεις ἀπόκρισιν διδῷ, τὰς φανερὰς δόξας σοῦ ἀντι‐
15τιθέντος αὐτῷ, εἰ δὲ κατὰ τὰς φανερὰς δόξας ἀποκρίναιτο, ἀντιπαριστῶντος σοῦ τὰς ἀποκεκρυμμένας, τουτέστι τὰς βουλήσεις· ταύτας γὰρ κρυπτὰς καὶ ἀφανεῖς δόξας ἔχομεν. p. 173a7 Πλεῖστος δέ ἐστι τόπος τοῦ ποιεῖν παράδοξα λέγειν. Ἔτι περὶ τοῦ εἰς παράδοξον ἄγειν τὸν ἀποκρινόμενον λέγει, καὶ φησὶν
20ὅτι ἰσχυρός ἐστι τόπος εἰς τὸ εἰς παράδοξον ἄγειν τὸ ἐπιχειρεῖν ἀπὸ τοῦ κατὰ φύσιν καὶ κατὰ νόμον, ὥσπερ καὶ ὁ Καλλικλῆς ἐν τῷ Γοργίᾳ καὶ πάντες οἱ ἀρχαῖοι ποιοῦσιν· εἰσάγει γὰρ ὁ Πλάτων ἐν τῷ ἐπιγραφομένῳ Γοργίᾳ αὑτοῦ διαλόγῳ τὸν Καλλικλῆν λέγοντα τὴν δικαιοσύ‐ νην μὴ εἶναι καλήν τε καὶ ἀγαθὴν ὡς μὴ κατὰ φύσιν ἀλλὰ κατὰ νόμον
25μόνον οὖσαν ἀγαθήν, τὴν δὲ πλεονεξίαν μᾶλλον εἶναι καλὴν ὡς κατὰ102
in SE
.

103

φύσιν. διὰ τί γάρ, φησί, τῶν θηρίων τὰ μὲν πεποίηκεν ἰσχυρὰ τὰ δ’ ἄτονα; φύσει γοῦν ἐν τούτοις τὸ ἁρπάζειν, καὶ ἕκαστον αὐτῶν μὴ νόμῳ χρώμενον ἀλλὰ μόνῃ φύσει ἑπόμενον τὸ ἔλαττον αὑτοῦ ἁρπάζει καὶ ἐσθίει. τοῖς δὲ νομοθέταις καλὸν ἐνομίσθη ἡ δικαιοσύνη διὰ δειλίαν, ὅθεν καὶ τὸν
5νόμον εὕρημα δειλῶν ἀνθρώπων ἔλεγον· δεδοικότες γάρ, ἵνα μὴ ὑπὸ τῶν ἰσχυρῶν βλάπτωνται, τοὺς νόμους ἔθεντο. ἐπιχείρει οὖν, φησίν, ἀπὸ τοῦ κατὰ φύσιν καὶ κατὰ νόμον· καὶ εἰ μὲν ὁ ἀποκρινόμενος ἀπὸ τοῦ κατὰ νόμον ἐπιχειρεῖ, σὺ τὸ ἀνάπαλιν ἀπὸ τοῦ κατὰ φύσιν· εἰ δ’ ἐκεῖνος ἀπὸ τοῦ κατὰ φύσιν, σὺ ἀπάντησον ἀπὸ τοῦ κατὰ νόμον. ἦν δὲ ἄρα τοῖς
10παλαιοῖς, ἤγουν τῷ Καλλικλεῖ καὶ τοῖς ἄλλοις σοφισταῖς, μᾶλλον ἀληθὲς καὶ καλὸν τὸ ἀπὸ τῆς φύσεως γενόμενον, τὸ δὲ ὑπὸ τοῦ νόμου διαταχθὲν τῶν πολλῶν καὶ συγκλύδων ἀνθρώπων θέσις. p. 173a19 Ἔνια δὲ τῶν ἐρωτημάτων ἔχει τὸ ἀμφοτέρως ἄδοξον εἶναι τὴν ἀπόκρισιν.
15 Καὶ ἕτερον τόπον παραδίδωσι δι’ οὗ ἄν τις εἰς παράδοξον ἄγοι τὸν ἀποκρινόμενον. ἔστι δὲ τοιοῦτος· εἰσί τινα τῶν ἐρωτημάτων κατὰ ἀντί‐ φασιν ἐρωτώμενα, ἐφ’ ὧν οἷον ἂν ἀποκριθείη ὁ ἐρωτώμενος, ἄδοξα λέγειν νομίζεται ὡς τοῦ ἑτέρου καταφρονῶν. εἰσὶ δὲ τῶν οὕτως ἐρωτωμένων τὸ μὲν παρὰ τῶν πολλῶν οὕτως ἔχειν δοξαζόμενον καὶ παρ’ αὐτῶν σπου‐
20δαζόμενον, τὸ δὲ παρὰ τῶν σοφῶν ἐπαινούμενον καὶ ἐπιτρεπόμενον· οἷον τί φημι; ὁ μὲν πολὺς ὄχλος δεῖν δοξάζει τῷ πατρὶ πείθεσθαι, ὁ δὲ σοφὸς τοῖς σοφοῖς, καὶ ἀδικεῖσθαι μᾶλλον ὁ σοφὸς λέγει ἢ ἕτερον βλάπτειν. ἐπεὶ οὖν ἐν ἐνίοις τῶν ἐρωτημάτων, φησίν, οὐ δύναται ὁ ἀποκρινόμενος ἀποκρίνασθαι τὸ ἕτερον μόριον τῆς ἀντιφάσεως (οἷον γὰρ ἂν ἀποκρίνηται,
25ἄδοξα λέγων εὑρεθήσεται· οἷόν ἐστι τὸ ‘ἆρά γε δεῖ τῷ πατρὶ πείθεσθαι ἢ τοῖς σοφοῖς;· εἰ μὲν γὰρ εἴπῃ τοῖς σοφοῖς, ἄδοξον μὴ τῷ πατρὶ πείθεσθαι· εἰ δὲ τῷ πατρί, πάλιν διὰ τί μὴ τοῖς σοφοῖς;), δεῖ οὖν, ἐὰν ἀπο‐ κρίνηται ὥσπερ οἱ σοφοὶ λέγουσι καὶ τὸ ἀδικεῖσθαι κρεῖττον ἐρεῖ, μετάγειν
ἐπὶ τοὺς πολλούς· τὸ γὰρ ἀνάπαλιν οὗτοι δοξάζουσιν· εἰ δὲ ὃ οἱ πολλοί,103
in SE
.

104

ἄγειν ἐπὶ τὰ τῶν σοφῶν. ἔστι δὲ καὶ τοῦτο ὅμοιον τῷ κατὰ νόμον καὶ κατὰ φύσιν· ὃ μὲν γὰρ ὁ πολὺς λεὼς δοξάζει, τοῦτο τῷ νόμῳ ἔοικεν, ἐπεὶ καὶ ὁ νόμος δόξα 〈τῶν〉 πολλῶν ἐστιν· ὃ δὲ οἱ σοφοὶ πρεσβεύουσι, τοῦτο καὶ ἡ φύσις αὐτὴ λέγει καὶ ἡ ἀλήθεια.
5p. 173a32 Περὶ δὲ τοῦ ποιῆσαι ἀδολεσχεῖν. Στοχάζονται οἱ σοφισταί, ὡς εἰρήκαμεν, τοῦ ποιεῖν τὸν προσδιαλεγό‐ μενον ὡς ἀδολεσχοῦντα δοκεῖν. καὶ δι’ ὧν λέγει, αὐτὸ τοῦτο διδάσκει. τέως γοῦν πρότερον τί ἐστι τὸ ἀδολεσχεῖν λέγει εἰρηκέναι· καὶ ἔφθη περὶ τούτου εἰπὼν ἐν ἀρχαῖς τῆς προκειμένης πραγματείας, ὅτι ἀδολεσχῆ‐
10σαί ἐστι τὸ πλεονάκις ταὐτὸ λέγειν. τοῦτο εἰπὼν ἐπάγει πάντες δὲ οἱ τοιοίδε λόγοι τοῦτο βούλονται ποιεῖν. ἔστι δὲ τὸ λεγόμενον τοιοῦ‐ τον, ὅτι οἱ μέλλοντες ῥηθῆναι παρ’ ἐμοῦ λόγοι τούτου χάριν λέγονται, παριστῶντες πῶς γίνεται τὸ ἀδολεσχεῖν, καὶ τοῦτο βούλονται ποιεῖν, τὸ ἀδολεσχεῖν. γίνεται δὲ τοῦτο ἐπ’ ἐκείνων, ὅταν ὄνομα ἢ λόγον οὐδὲν
15διαφέρῃ εἰπεῖν, οἷον διπλάσιον καὶ διπλάσιον ἡμίσεος, ὅ ἐστι λόγος τοῦ διπλασίου· ἐπεὶ γὰρ τὸ διπλάσιον πρὸς τὸ ἥμισυ λέγεται (πρός τι γὰρ ὂν αὐτὸ ὅπερ ἐστὶ πρὸς ἄλλο τὴν ἀναφορὰν ἔχει), καὶ μόνον λεγόμενον διπλάσιον ποιεῖ συνεξακούεσθαι πάντως καὶ τὸ ἡμίσεος. εἰ γοῦν ἀντὶ τοῦ εἰπεῖν τὸ ὄνομα, ἤτοι τὸ μέγεθος τόδε διπλάσιον, ἐρεῖς τόδε τὸ μέγεθος
20διπλάσιον ἡμίσεος, ἠδολέσχησας· ἐν οἷς γὰρ εἶπας διπλάσιον, ἐδήλωσας αὐτό· εἰ γὰρ ἐν τῷ διπλασίῳ τὸ ἥμισυ ἐμφαίνεται, εἰλημμένου ἐνεργείᾳ καὶ τοῦ ἡμίσεος δὶς εἴληπται τὸ ἡμίσεος. εἰ τοίνυν οὕτως λέγεις ‘τόδε διπλάσιον ἡμίσεοσ‘, οὐδὲν ἄλλο λέγεις ἀλλ’ ἢ ‘τόδε διπλάσιον ἡμίσεος ἡμίσεοσ‘· ἅπαξ μὲν γὰρ τὸ ἡμίσεος συνεμφαίνεται ἐν τῷ εἰπεῖν σε δι‐
25πλάσιον, καὶ ἔτι ἐν τῷ προσθεῖναί σε ἐνεργείᾳ τὸ ἡμίσεος. πάλιν ἂν ἀντὶ τοῦ εἰπεῖν διπλάσιον τὸ διπλάσιον ἡμίσεος ληφθ, τρὶς ἔσται εἰρημένον τὸ ἡμίσεος. p. 173b1 Εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι τῶν λόγων ἔν τε τοῖς πρός τι.
30Ἐκ ποίων ἢ καὶ ἐν τίσιν οἱ ποιοῦντες τὴν ἀδολεσχίαν γίνονται λόγοι,
νῦν προστίθησι, καὶ φησὶν ὅτι ἐν ἐκείνοις τῶν πρός τι οἱ τοιοῦτοι τῶν104
in SE
.

105

λόγων γίνονται, ἐφ’ ὅσων μὴ μόνον τὰ γένη πρός τι ἀποδίδοται ἄλλο ἀλλὰ καὶ αὐτ. οἷον ἡ ἐπιθυμία ἡδέος ἐστὶν ἐπιθυμία καὶ πρός τι λέγεται· ἀλλὰ καὶ [ἡ] οἷον γένος αὐτῆς ἡ ὄρεξις πρός τι καὶ αὐτὴ λέγεται· ὀρεκτοῦ γάρ τινος ὄρεξίς ἐστιν. ἀλλὰ καὶ ἐν ἐκείνοις, ὅσων μὴ ὄντων
5πρός τι κατηγορουμένων δὲ κατὰ οὐσίας τινὸς παραλαμβάνεται ἐν τῷ ὁρισμῷ αὐτῶν ἡ ὑποκειμένη αὐτοῖς οὐσία, καὶ ὅλως ἐν ἐκείνοις ὧν ἕξεις εἰσὶν ἢ πάθη καθ’ αὑτὸ κατηγορούμενα τῶν ὑποκειμένων. οἷον ἡ σιμότης πάθος ἐστὶ καθ’ αὑτὸ κατηγορούμενον τῆς ῥινός, καὶ ἐν τῷ λόγῳ αὐτοῦ παραλαμβάνεται καὶ τὸ ὑποκείμενον καθ’ οὗ κατηγορεῖται, ἡ ῥίς· ὁ γὰρ
10αὐτὴν τὴν ἐν ῥινὶ σιμότητα ὁριζόμενος οὕτω λέγει· σιμότης ἐστὶ κοίλαν‐ σις ἐν ῥινί. ἠδολέσχησεν οὖν οὕτως πως ὁρισάμενος· εἰπὼν γὰρ σιμότητα καὶ ῥῖνα συνέλαβε· προσθεὶς δὲ πάλιν ἐνεργείᾳ τὸ ἐν ῥινὶ δὶς τὸ ῥὶς [ῥὶς] ἔλαβε. τοιοῦτόν ἐστι καὶ τὸ ‘ἀριθμός ἐστι μέσον ἔχων τὸ περιττόν· ἐπειδὴ γὰρ καὶ τοῦτο πάθος ἐστὶ τοῦ ἀριθμοῦ κατηγορούμενον, ὁπηνίκα
15τὸ περιττὸν ὁριζόμενος τὸ ἀριθμὸς παραλήψομαι, δὶς εἰλήφειν αὐτόν· περιττὸν γὰρ εἰπὼν τρόπον τινὰ καὶ ἀριθμὸν εἰρήκειν· προστέθεικα δὲ καὶ ἐνεργείᾳ τὸ ἀριθμός, ὥστε δὶς ἔφην τὸ αὐτό. p. 173b12 Φαίνονται δὲ ποιεῖν οὐ ποιοῦντες ἐνίοτε. Οἱ σοφισταὶ μὴ ἀληθῶς ἐλέγχοντές τινα ἀδολεσχοῦντα φαίνονται
20πολλάκις ποιοῦντές τινα ἀδολεσχεῖν. πῶς δὲ ποιοῦσιν, αὐτὸς τὴν αἰτίαν τίθησιν. οὐ γὰρ ἐρωτῶσι τὸν ἀποκρινόμενον εἰ οἴεται σημαίνειν τι τὸ διπλάσιον καθ’ αὑτὸ λεχθὲν χωρὶς τοῦ ἡμίσεος ἢ οὐδέν τι σημαίνει· καὶ τυχὸν εἰπόντος σημαίνειν τι καθ’ αὑτὸ λεχθὲν τὸ διπλάσιον, οὐ προσερωτῶσιν αὖθις πότερον τὸ αὐτὸ σημαίνει, ὃ καὶ ἐὰν οὕτως ἐρρέθη
25διπλάσιον ἡμίσεος, ἢ ἕτερον. φαίνεται γοῦν ὁ σοφιστὴς ποιεῖν τινα ἀδο‐ λεσχεῖν, ὅτι οὐδέν τι τούτων ἐρωτᾷ, ἀλλ’ εὐθὺς ἐπάγει τὸ συμπέρασμα τὸ ‘τὸ διπλάσιον ἡμίσεος ἡμίσεος διπλάσιον‘. εἰ μὲν οὖν ὁ ἀποκρινόμενος ἠρωτήθη ‘ἆρά γε σημαντική τίς ἐστι φωνὴ τὸ διπλάσιον;‘, εἶτα κατέφησε καὶ πάλιν ἠρωτήθη ‘ἆρά γε χωρὶς τοῦ ἡμίσεος λεγόμενον περιλαμβάνει ἐν ἑαυτῷ
30καὶ τὸ ἥμισυ;‘ καὶ πρὸς τοῦτο πάλιν κατέφησε, τότε κυρίως ἀδολεσχῶν ἐλέγχεται· ὡμολόγησε γὰρ ταῦτα. φαίνεται γοῦν ἐλεγχόμενος διὰ τὸ τὸ ὄνομα ταὐτὸν εἶναι τῷ λόγῳ καὶ σημαίνειν τὸ αὐτ, ὅπερ γίνεται, εἰ μηδὲν διαφέρει, ὡς καὶ μικρὸν ἄνωθεν εἴρηκεν “εἰ μηδὲν διαφέρει τὸ
ὄνομα ἢ τὸν λόγον εἰπεῖν”. τὴν γοῦν τοιαύτην ἐρώτησιν οἵαν εἰρήκειμεν,105
in SE
.

106

τὴν ‘ἆρά γε χωρὶς τοῦ ἡμίσεος λεγόμενον τὸ διπλάσιον περιλαμβάνει ἐν ἑαυτῷ καὶ τὸ ἥμισυ;‘, ἐρωτώμενον οὕτως ἔδει ἀποκριθῆναι, ὡς δυνάμει μέν, ὅταν τὸ διπλάσιον χωρὶς λέγηται, περιλαμβάνει καὶ τὸ ἡμίσεος, οὐ μὴν δὲ καὶ ἐνεργείᾳ. καὶ οὕτως ἀποκριθεὶς οὐκ ἂν ἑάλω ὡς πολλάκις λέγων
5ταὐτά. p. 173b17 Σολοικισμὸς δὲ οἷον μέν ἐστιν, εἴρηται πρότερον. Καὶ περὶ τοῦ παρὰ τοῖς σοφισταῖς σπουδαζομένου σολοικισμοῦ νῦν διδάσκει, καὶ φησὶν ὅτι τί μέν ἐστιν ὁ σολοικισμός, εἰρήκειν καὶ περὶ αὐ‐ τοῦ κατ’ ἀρχὰς εἰπὼν “σολοικίζειν ἐστὶ τὸ ποιῆσαι τὸν ἀποκρινόμενον τῇ
10λέξει βαρβαρίζειν ἐκ τοῦ λόγου”. γίνεται δὲ κατὰ τρεῖς τρόπους. καὶ πρῶτον μέν, ὅταν ἀληθῶς τις σολοικίζῃ λέγων Λάχης Λάχου. δεύτερον δέ ἐστι μὴ ποιεῖν, φαίνεσθαι δὲ ποιεῖν, ὡς οἱ σοφισταὶ ἐπιχειροῦσι λέγοντες ‘ἆρα ὃ σὺ φῂς εἶναι, ἔστι; φῂς δὲ λίθον εἶναι‘, εἶτα ἐπάγουσιν ‘ἔστιν ἄρα λίθον‘. τὸ τοιοῦτον σολοικισμὸς μὲν εἶναι δοκεῖ, κυρίως δὲ οὐκ ἔστιν· ἔδει
15γὰρ οὕτως ἐπαγαγεῖν τοὺς σοφιστὰς ‘ἔστιν ἄρα λίθον εἶναι‘. ἐνίοτε δὲ ποιῶν τις σολοικισμὸν οὐ δοκεῖ ποιεῖν, ὡς ὁ Πρωταγόρας· οὗτος γὰρ τὸν μῆνιν καὶ τὸν πήληκα ἔλεγε, καὶ ποιῶν σολοικισμὸν οὐκ ἐνόμιζε σολοικίζειν, τοῖς δ’ ἄλλοις ἐφαίνετο. ὥστ’ ἐκείνῳ μὲν ἐφαίνετο σολοικίζειν ὁ λέγων τὴν μῆνιν καὶ τὴν πήληκα, τοῖς δὲ πολλοῖς οὔ· ὁ δὲ λέγων οὐλόμενον
20μῆνιν φαίνεται μὲν τοῖς ἄλλοις σολοικίζειν, ἀλλὰ τῷ Πρωταγόρᾳ οὐ σολοικί‐ ζειν ἐδόκει. τοὺς τρεῖς τοίνυν τούτους τρόπους, καθ’ οὓς σολοικίζει τις, εἰπὼν φησὶ δῆλον ὅτι κἀν τέχνῃ τις δύναται τοῦτο ποιεῖν, τοῦτο διὰ τούτου λέγων, ὅτι καὶ ἐν συλλογισμῷ τις δύναται σολοικίζειν ἢ ἀλη‐ θῶς ἢ φαινομένως· τέχνην γὰρ τὸν συλλογισμὸν ὠνόμασεν ὡς ἐν τέχνῃ
25καὶ μεθόδῳ ἐσκεμμένον καὶ μὴ ὡς ἔτυχε προαγόμενον. ὅτι δὲ καὶ ἐν συλλογισμῷ τις φαινομένως σολοικίζειν τὸν ἀποκρινόμενον δείκνυσιν, ἐφεξῆς διδάσκει· πολλοὶ γάρ, φησί, τῶν λόγων μὴ συλλογιζόμενοι τὸν
κυρίως σολοικισμὸν φαίνονται τοῦτον συλλογίζεσθαι.106
in SE
.

107

p. 173b26 Εἰσὶ δὲ πάντες σχεδὸν οἱ φαινόμενοι σολοικισμοὶ παρὰ τὸ τόδε. Εἰπὼν ὅπως τις σολοικίζει, νῦν καὶ ἀπὸ ποίας αἰτίας ὁ σολοικισμὸς γίνεται λέγει, ἥτις ἐστὶ τὸ τόδε. τὸ δὲ καὶ ὅταν ἡ πτῶσις ἑρμηνευ‐
5τικὸν τοῦ παρὰ τὸ τόδε τίθησιν, ὡς εἰ ἔλεγεν ‘ἤτοι ὅταν ἡ πτῶσις μήτε ἄρρεν σημαίνει μήτε θῆλυ ἀλλὰ τὸ οὐδέτερον. τὸ μὲν γὰρ οὗτος ἀρρενικοῦ ἐστι σημαντικόν, τὸ δὲ αὕτη θηλυκοῦ· τὸ δὲ τοῦτο βούλεται μὲν σημαίνειν τὸ οὐδέτερον, ἀλλὰ πολλάκις καὶ ἀρρενικὸν καὶ θῆλυ δηλοῖ. τοῦ μὲν οὖν ἄρρενος καὶ τοῦ θήλεος αἱ πτώσεις ἅπα‐
10σαι καὶ ἀλλήλων διαφέρουσι καὶ αὐταὶ ἑαυτῶν, καὶ οὐκ ἄν τις διά τινος ἀπατηθείη τῶν τοιούτων πτώσεων ὥστε νομίσαι τὴν αἰτιατικὴν δοτικὴν ἢ τὴν ἀρρενικὴν πτῶσιν θηλυκήν. τῶν δὲ οὐδετέρων ἔνιαι μὲν πτώ‐ σεις διαφέρουσι καὶ ἑαυτῶν καὶ τῶν ἀρρενικῶν καὶ θηλυκῶν πτώσεων, αἱ δ’ οὔ· ὅθεν καί φασιν οἱ γραμματικοὶ τῶν οὐδετέρων τὴν αὐτὴν εἶναι
15ὀρθὴν καὶ αἰτιατικὴν καὶ κλητικήν. οἷόν ἐστι τὸ τοῦτο· λαμβάνεται γάρ, ὡς ἔφημεν, καὶ ἐπὶ ἀρσενικοῦ καὶ θηλυκοῦ καὶ αἰτιατικῆς καὶ εὐθείας· ὅθεν καὶ ἀπατᾶταί τις καὶ δοκεῖ σολοικίζειν. δοθέντος γὰρ πολλάκις τοῦ τοῦτο ὡς ἐπὶ οὐδετέρου συλλογίζονται ὡς ἐπὶ ἀρσενικοῦ οἱ σοφισταὶ τοῦ‐ τον· ὁμοίως δοθέντος πάλιν ἐπ’ εὐθείας ἐπὶ αἰτιατικὴν αὐτὸ μετάγουσι·
20καὶ ὁμοίως τούτοις ἐπὶ ἄλλης πτώσεως δοθὲν ἐπὶ ἄλλην αὐτὸ μετα‐ φέρουσι. καὶ πόθεν τοῦτο συμβαίνει, φησὶ διὰ τὸ τόδε κοινὸν εἶναι πτώσεων πολλῶν· σημαίνει γὰρ καὶ τὸ ‘τόδε ὁ Σωκράτησ‘ καὶ τὸ ‘τόδε τὸν Σωκράτην‘. p. 173b36 Δεῖ δ’ ἐναλλὰξ σημαίνειν, μετὰ μὲν τοῦ ἔστι τὸ
25οὗτος, μετὰ δὲ τοῦ εἶναι τὸ τοῦτον. Ἐπειδὴ ἔφησεν, ὅτι τὸ τοῦτο οὐδέτερον ὂν πολλάκις σημαίνει καὶ ἀρσενικὸν καὶ θῆλυ, καὶ ὅτι καὶ διαφόρους πτώσεις σημαίνει καὶ διὰ τοῦτο ἀπατητικόν ἐστι καὶ ποιεῖ φαίνεσθαι πολλάκις τινὰς σολοικίζοντας, νῦν παραδίδωσι μέθοδον δι’ ἧς ἄν τις τὴν ἀπάτην διαδιδράσκοι, λέγων ὅτι
30ἐπειδὴ τὸ τοῦτο καὶ τὸ οὗτος καὶ τὸ τοῦτον σημαίνει, δεῖ ἐνηλλαγμένως ποιεῖσθαί σε παρ’ ἑκάστῳ τούτων τῶν δύο σημαινομένων τοῦ τοῦτο τὴν σύν‐
θεσιν· ἔχε γάρ μοι καὶ τὸ ἔστι καὶ τὸ εἶναι· καὶ εἰ μὲν βούλει εἰπεῖν τὸ τοῦτο107
in SE
.

108

ἐπ’ εὐθείας, προστίθει τὸ ἔστι καὶ λέγε ‘ἔστι τοῦτο‘· ὅτε δὲ ὡς ἐπὶ αἰτιατι‐ κῆς τὸ τοῦτο ἐκφωνεῖς, τὸ εἶναι πάλιν ἐπίλεγε λέγων ‘εἶναι τοῦτο‘. ὁμοίως δὲ ποίει καὶ ἐπὶ τῶν ἀρρενικῶν καὶ θηλυκῶν ὀνομάτων· εἰ γὰρ βούλει δηλῶσαι διὰ τοῦ τοῦτο ἢ ἀρσενικὴν ἢ θηλυκὴν πτῶσιν, αἰτιατικὰς δέ,
5εἰπὲ ‘εἶναι τοῦτο Κορίσκον, εἶναι τοῦτο Καλλιόπην‘, εἰ δ’ εὐθεῖαν, ‘ἔστι τοῦτο Κορίσκοσ‘. καὶ ἐπὶ τῶν λεγομένων δὲ σκευῶν ὁμοίως ποίει, τουτέστι τῶν οὐδετέρων (σκεύη δὲ ταῦτά φησι διὰ τὸ ἄψυχα εἶναι)· καὶ ἐπὶ τούτων γὰρ τῶν ἢ θηλείας ἢ ἄρρενος ἐχόντων ὄνομα (κυρίως γὰρ οὐδέτερα ἐκεῖνά ἐστιν ὅσα εἰς τὸ ο καὶ ν τελευτ· ὅμως καί τινα τῶν ἀρρενικῶν
10ὀνομάτων τοῖς ἀψύχοις περιτιθέαμεν, ὡς ἀσκὸς καὶ πρίων καὶ τὰ τοιαῦτα), καὶ ἐπὶ τῶν τοιούτων τοίνυν τότε δηλοῦται εὐθεῖα καὶ αἰτιατικὴ πτῶσις, ὅτε τὸ ἔστι ἢ τὸ εἶναι προσθήσομεν· ταῦτα γὰρ λεγόμενα ποιήσει πάμ‐ πολυ διαφέρειν. p. 174a5 Καὶ τρόπον τινὰ ὅμοιός ἐστιν ὁ σολοικισμός.
15 Τρόπον τιν, φησίν, ὅμοιός ἐστιν ὁ σολοικισμὸς τοῖς παρὰ τὸ σχῆμα τῆς λέξεως γινομένοις ἐλέγχοις· ὥσπερ γὰρ ἐν ἐκείνοις ἐπὶ τῶν πραγμάτων τις ἀπατᾶται, οὕτως ἐνταῦθα ἐπὶ τῶν ὀνομάτων συμβαίνει τινὰ σολοικίζειν. ἐκεῖ γὰρ ὁ σοφιστὴς ἐρωτᾷ ‘ἆρα οὐχ ὁμοίως τῷ σχή‐ ματι τῆς λέξεως ἐκφέρεται τὸ ὁρᾶν καὶ τὸ ἀκούειν;‘· ναί φησιν ὁ ἀποκρινό‐
20μενος· εἶτα συνάγει ταὐτὰ εἶναι. τοῦτο δὲ ἄτοπον· τὸ μὲν γὰρ ἐνεργείας σημαντικόν, τὸ δὲ πάθους δηλωτικόν. γέγονεν οὖν ἐν τούτοις ἐπὶ τῶν πραγμάτων ὁ ἔλεγχος. ἐνταῦθα δὲ κατὰ τὰ ὀνόματα γίνεται ὁ σολοι‐ κισμός· τὸ γὰρ τόδε ἐπ’ εὐθείας δοθὲν ἐπὶ αἰτιατικὴν παρὰ τοῦ σοφιστοῦ μετήχθη, καὶ γέγονεν ὁ σολοικισμὸς ἐκ τοῦ ὀνόματος. ὅτι δὲ ὁ μὲν παρὰ
25τὸ σχῆμα τῆς λέξεως δοκεῖ ὅμοιος εἶναι κατά τι τῷ σολοικισμῷ, δῆλον ὡς ἐπὶ παραδείγματος· ἄνθρωπος γάρ, φησί, καὶ λευκὸν καὶ πρᾶγμά ἐστι καὶ ὄνομα· εἰ μὲν οὖν ὡς πράγματά τις αὐτὰ ἐξετάσει, ποιήσει καθ’ ὑπόθεσιν τὸν παρὰ τὸ σχῆμα τῆς λέξεως ἔλεγχον, εἰ δὲ ὡς ὀνόματα, τὸν σολοικισμόν. οὐκ ἐπὶ τοῦ ἀνθρώπου δὲ καὶ τοῦ λευκοῦ
30ποιήσει τις καὶ τὸν παρὰ τὴν ὁμοιοσχημοσύνην ἔλεγχον καὶ τὸν σολοικισμόν, ἀλλ’ ἐφ’ ἑτέρων τινῶν· ταῦτα γάρ, τὸν ἄνθρωπον καὶ τὸ λευκόν, χάριν παραδείγματος ἔλαβεν, ὡς εἰ ἔλεγε ‘τόδε καὶ τόδε καὶ πράγματά εἰσι καὶ ὀνόματα‘. εἰ μὲν οὖν ὡς πράγματά τις αὐτὰ λαμβάνει, ποιήσει τὸν παρὰ
τὴν ὁμοιοσχημοσύνην ἔλεγχον, εἰ δὲ ὡς ὀνόματα, τὸν σολοικισμόν. πειρα‐108
in SE
.

109

τέον οὖν ἐκ τῶν εἰρημένων πτώσεων, ἤγουν τοῦ τοῦτο, ὅπερ καὶ αἰτιατικὴν καὶ εὐθεῖαν δηλοῖ πτῶσιν καὶ ἀρσενικὴν καὶ θηλυκήν, τὸν σολοικισμὸν συλλογίζεσθαι. p. 174a12 Εἴδη μὲν οὖν ταῦτα τῶν ἀγωνιστικῶν λόγων καὶ
5μέρη τῶν εἰδῶν. Δύο εἴδη τῶν σοφιστικῶν λόγων ἄνωθεν καὶ ἐξ ἀρχῆς ἀπέδωκε. λέγει οὖν καὶ πάλιν τὰ αὐτά, ὅτι εἴδη μέν εἰσι τῶν σοφισμάτων ταῦτα, μέρη δὲ τοῦ μὲν ἑνὸς εἴδους, τοῦ παρὰ τὴν λέξιν, ἕξ, ὁμώνυμον, ἀμφί‐ βολον καὶ τὰ λοιπὰ δʹ, τοῦ δὲ ἑτέρου εἴδους, τοῦ ἐκτὸς τῆς λέξεως, τὰ
10πολλάκις ἀπηριθμημένα ἑπτὰ σοφίσματα, καὶ τρόποι οἱ δεκατρεῖς. ἔφασαν δέ τινες τρόπους, οὐ κατὰ λόγον ὡς οἶμαι, καὶ τὰ παρὰ τῶν σοφιστῶν σπουδαζόμενα, τὸ φαίνεσθαι ἐλέγχειν, τὸ εἰς ψεῦδος ἄγειν καὶ παράδοξον, τὸ εἰς ἀδολεσχίαν καὶ τὰ ἑξῆς. μέλλων δὲ εἰπεῖν, πῶς ὁ σοφιστὴς τάττει τὰς ἑαυτοῦ ἐρωτήσεις καὶ συντίθησι, καὶ περὶ τούτου πλατύτερον διαλαβεῖν
15λέγει ὅτι, ὥσπερ ἐν τοῖς διαλεγομένοις οὐ μικρὰ συμβάλλεται τὸ προση‐ κόντως ταχθῆναι τὰ ἐρωτήματα (καὶ τοῦτο ἐδείξαμεν ἐν τῇ διαλεκτικῇ ἐν τῷ ὀγδόῳ τῶν Τοπικῶν), οὕτως ἔχει καὶ ἐν τοῖς ἀγωνιστικοῖς τῶν λόγων. ἐπεὶ γοῦν ὠφελεῖ καὶ τὸν ἀγωνιζόμενον τὸ οὕτως ἢ οὕτως τάττε‐ σθαι τούτου τὰς ἐρωτήσεις, ἄγε δὴ καὶ περὶ τούτου εἴπωμεν. διάφοροι
20δέ εἰσι τοῦ ἐλέγχειν τρόποι, καὶ εἷς μὲν τὸ μηκύνειν τὸν λόγον· χαλεπὸν γὰρ καὶ δύσκολόν ἐστι τῷ ἀποκρινομένῳ πάντα συνορᾶν ὡς μὴ συγχε‐ θῆναι αὐτοῦ τὸν νοῦν καὶ δοῦναι ὃ βούλεται ὁ ἐρωτῶν. p. 174a18 Εἰς δὲ τὸ μῆκος στοιχείοις χρηστέον τοῖς προειρη‐ μένοις.
25 Καὶ ὅτι μὲν στοιχεῖον καὶ ἀρχὰς προειρημένας τὰ ἐν τῷ ὀγδόῳ τῶν Τοπικῶν εἰρημένα λέγει, δῆλον. ταῦτα δὲ ἦσαν τὸ παρεμβάλλειν καὶ ἐρωτᾶν μὴ μόνον τὰ αἴτια τοῦ συμπεράσματος ἀλλὰ καὶ τὰ μὴ τοιαῦτα, παραβολαῖς τε καὶ παραδείγμασι καταποικίλλειν τὸν λόγον. ἔτι γε μὴν δῆλον τοῦτο πεποίηκε διὰ τοῦ μετ’ ὀλίγον ῥηθησομένου τοῦ “ὅλως δὲ
30πάντα τὰ πρὸς τὴν κρύψιν ῥηθέντα πρότερον χρήσιμα καὶ πρὸς τοὺς109
in SE
.

110

ἀγωνιστικοὺς λόγους”. δεύτερος τρόπος τοῦ ἐλέγχου, φησί, τὸ ἐπισπεύ‐ δειν ταχείας καὶ συντόμους ποιεῖσθαι τὰς ἐρωτήσεις· οἱ γὰρ ἀποκρινό‐ μενοι ὑστερίζοντες καὶ μὴ δυνάμενοι ἀκριβῶς σκοπεῖν ἀπατηθήσονται· εἰ δὲ μέλλοιεν ἐφίστασθαι καὶ προσέχειν, ἀνόητοι νομίζονται. τρίτος
5τρόπος ἐλέγχου τὸ ποιεῖν τὸν ἀποκρινόμενον ὀργίζεσθαι καὶ θυμοῦσθαι· ταραττόμενοι γάρ, φησίν, οἱ ἀποκρινόμενοι πάντες ἧττον δύνανται φυλάττεσθαι. ἔν τισι δὲ πάντα γράφεται· καὶ εἰ οὕτως ἔχει, δηλοῦται ὅτι οὐ δύνανται θυμούμενοι πάντα ὁρᾶν καὶ φυλάττεσθαι τὰ ἐρωτώμενα κἀντεῦθεν πρὸς ἀπάτην ἀπάγονται. τοῦ δὲ γινώσκειν, φησίν, ὅτι πρὸς
10ὀργὴν ἐρωτᾷ, στοιχεῖα ἔστω σοι καὶ σημεῖα, καὶ τίνα ταῦτα, σαφῶς λέγει· ὥστε εἰ ταῦτα ποιεῖ, πρὸς ὀργὴν διαλέγεται. p. 174a23 Ἔτι τὸ ἐναλλὰξ τὰ ἐρωτήματα τιθέναι. Ἔτι, φησί, πρὸς τὸ δύνασθαι ἐλέγχειν συντελεῖ καὶ τὸ ἐναλλὰξ τὰ ἐρωτήματα τιθέναι. καὶ εἴρηται περὶ τούτου καὶ ἐν τῷ δευτέρῳ τῶν
15Προτέρων ἀναλυτικῶν καὶ ἐν τῷ ὀγδόῳ τῶν Τοπικῶν. ἔστι δέ, φησί, πρὸς ἔλεγχον συντελοῦν καὶ τὸ πρὸς τὸ αὐτὸ πλείους ἔχειν λόγους, ἤγουν συλλογισμούς· τὴν γὰρ ἡδονὴν δείξει τις ἀγαθὸν ὁτὲ μὲν διὰ τοῦ κατὰ φύσιν, ὁτὲ δὲ διὰ τοῦ πάντα αὐτῆς ἐφίεσθαι. οὐ μόνον δὲ τοῦτο συντελεῖ πρὸς ἔλεγχον ἀλλὰ καὶ τὸ λόγους ἔχειν δεικνύντας καὶ ὅτι οὕτως καὶ
20οὐχ οὕτως· οἷον ὅτι ἡ ἡδονὴ ἀγαθόν, διὰ τοῦ κατὰ φύσιν καὶ πάντα αὐτῆς ἐφίεσθαι, καὶ ὅτι οὐκ ἀγαθόν, διὰ τοῦ ‘γένεσίς ἐστιν εἰς φύσιν αἰσθητὴ καὶ ἐμποδιστικὴ τοῦ φρονεῖν‘. εἰ οὖν ἔχεις πρὸς τὸ αὐτὸ πλείους λόγους δεικνύντας, οἷον ὅτι ἡ ἡδονὴ ἀγαθὸν καὶ ὅτι οὐκ ἀγαθόν, συμβαίνει τὸν
ἀποκρινόμενον πρὸς πλείω ποιεῖσθαι τὴν φυλακήν· ὁ δὲ πρὸς πλείω110
in SE
.

111

φυλαττόμενος ταράττεται. ὁμοίως καὶ ὁ πρὸς τἀναντία (καὶ γὰρ καὶ οὗτος πρὸς πλείω) ταραττόμενος ἀπατᾶται. καὶ ὅλως τὰ λεχθέντα ἐν τῷ ὀγδόῳ τῶν Τοπικῶν, ὡς εἴρηται, χάριν κρύψεως χρήσιμά εἰσι καὶ τοῖς ἀγωνιζομένοις, καὶ μάλιστα, φησίν, εἰσὶ χρήσιμα ἐνταῦθα· ἐπεὶ γὰρ ὁ
5ἀγωνιζόμενος ἀπατᾶν σπεύδει, ἡ δὲ κρύψις τὴν λήθην προσποιεῖ, ἐξ ἧς ἡ ἀπάτη, εὔδηλον ὡς μάλιστα χρήσιμά εἰσι τὰ περὶ κρύψεως ἐκεῖσε ἡμῖν παραδιδόμενα. Ἐπεὶ δὲ πολλάκις ὁ ἀποκρινόμενος ἐρωτώμενός τινα καὶ συνιείς, ὅτι ταῦτα συντελοῦσι τῷ ἐρωτῶντι πρὸς κατασκευὴν οὗ βούλεται αὐτὸς ὁ
10ἐρωτῶν, οὐ δίδωσι ταῦτα ἀλλ’ ἀνανεύει, διδάσκει καὶ περὶ τούτου, πῶς χρὴ ποιεῖσθαι τὴν ἐρώτησιν. καὶ λέγει δεῖν [εἶναι] τότε κατὰ ἀπόφασιν ἐρωτᾶν· οἷον εἰ βούλοιτο λαβεῖν ὁ ἐρωτῶν ὅτι ἡ ἡδονὴ κατὰ φύσιν, μὴ οὕτως ἐρωτάτω ἆρά γε ἡ ἡδονὴ κατὰ φύσιν;‘, ἀλλ’ οὕτως ‘ἆρά γε οὐ δοκεῖ σοι ὅτι οὐκ ἔστιν ἡ ἡδονὴ κατὰ φύσιν;‘· καὶ ἐπεὶ ἀνανεύει, δῆλον
15ὅτι κἀνταῦθα ἀνανεύσας εἴποι ἂν ὅτι οὔ, καὶ ῥητέον ‘εἰ μὴ ἀληθὲς τὸ οὐκ ἔστι κατὰ φύσιν, ἀληθὲς ἄρα τὸ ἔστι κατὰ φύσιν‘. ἢ καὶ ἐξ ἴσου ποιητέον τὴν ἐρώτησιν, οἷον ἆρά γε ἡ ἡδονὴ κατὰ φύσιν ἢ οὐκ ἔστι κατὰ φύσιν; ἀδήλου γὰρ ὄντος τί τούτων βουλόμεθα λαβεῖν, πολλάκις συμβαίνει συγχωρεῖν ὃ βουλόμεθα, καὶ ἧττον δυσκολαίνουσιν οἱ ἀπο‐
20κρινόμενοι περὶ τὴν ἀπόκρισιν διὰ τὸ ἄδηλον εἶναι ὃ βούλεται ὁ ἐρωτῶν. p. 174a33 Ὅταν τε ἐπὶ τῶν μερῶν διδῷ τις τὸ καθ’ ἕκαστον, ἐπάγοντα. Καὶ ὅταν, φησίν, ὁ ἐρωτῶν ἐπαγωγὴν ποιούμενος τῶν καθ’ ἕκαστα ἔχῃ καὶ τὸν ἀποκρινόμενον διδόντα τὸ μερικόν, ὁπηνίκα μέλλει ἐρωτῆσαι
25τὸ καθόλου, οὐ δεῖ κατ’ ἐρώτησιν τοῦτο προάγειν ἀλλὰ ἀποφαντικῶς καὶ ὡς δοθὲν παρ’ αὐτῶν τῶν ἀποκρινομένων. καὶ γὰρ ἐνίοτε καὶ αὐτὸ τὸ καθόλου δεδώκασι καὶ ἀπὸ μόνης τῆς ἐπαγωγῆς καὶ τοῦ καθόλου μὴ μνημονευθέντος, καὶ τοῖς ἀκροαταῖς φαίνονται δεδωκέναι, ὅτι μηδὲ μάτην καὶ χωρίς τινος λόγου ἡ ἐπαγωγὴ ἐγίνετο. οἷον εἰ προκείμενόν ἐστι τὸ
30πάντα ἄνθρωπον καθ’ ὑπόθεσιν λογικὸν εἶναι, λεκτέον οὕτως· ὁ Σωκρά‐111
in SE
.

112

της οὐκ ἔστι λογικὸς ἄνθρωπος ὤν; ὁ Πλάτων καὶ ὁ Ἀλκιβιάδης; ναί φησιν ὁ ἀποκρινόμενος· εἶτα ὡς ὡμολογημένον ἐπακτέον χωρὶς ἐρωτήσεως ὅτι πᾶς ἄρα ἄνθρωπος λογικός ἐστιν· οὐ γὰρ ἂν πρὸς τοῦτο δυσανασχετήσῃ ὁ ἀποκρινόμενος δεδωκὼς τὰ καθ’ ἕκαστα. ἐπεὶ δὲ ἐπί τινων ἐπαγωγὴν
5ποιουμένους οὐκ ἔστιν εὐχερὲς ἐρωτῆσαι καὶ τὸ καθόλου διὰ τὸ μὴ εἶναι ὠνομασμένον, λέγει πῶς καὶ τότε ὀφείλομεν ἐπάγειν τὸ καθόλου, καὶ φησίν· ἐν οἷς μή ἐστιν ἓν ὄνομα τὴν ὁμοιότητα περιέχον αὐτῶν, ὡς ἐπὶ τῶν ἀμφοδόντων ζῴων (τούτοις γὰρ οὐκ ἔστιν ἓν ὄνομα), χρηστέον πρὸς τὸ συμφέρον οὕτω λέγοντας· ἐπεὶ ἡ αἲξ κερασφόρος οὖσα οὐκ ἀμφόδουν
10ἐστὶ καὶ ἡ ἔλαφος καὶ ὁ βοῦς, καὶ πᾶν ἄρα τοιοῦτον· διὰ γὰρ τὴν ὁμοι‐ ότητα λανθάνει πολλάκις ὁ τοιαύτην ποιούμενος τὴν ἐπιφοράν. ἔφησε δέ τις καὶ οὕτως τὸ ῥητὸν ἑρμηνεύεσθαι καὶ μάλιστα τῆς τοῦ Ἀριστοτέ‐ λους δεινότητος καθαπτόμενος. ἐπὶ τινῶν μὲν ἐπαγαγεῖν δυνατὸν καὶ δηλῶσαι τὸ καθόλου δι’ ὀνόματος, ἐπὶ δὲ τινῶν οὐκ ἔστι δυνατὸν ὀνόματι
15δηλῶσαι τὸ καθόλου ἀλλὰ λόγῳ. τὸ γοῦν τοιοῦτον, φησί, καθόλου τὸ μὴ δι’ ὀνόματος ἀλλὰ διὰ λόγου ἐπαγόμενον ἐνίοτε πῖπτον ὑπὸ ἔνστασιν, ὡς χρησιμεύει σοι τῷ ἐρωτῶντι, ἔπαγε. εἰ μὲν γὰρ αὐτὸς ἐπάγεις, λέγε τοῦτο ὡς ἀληθὲς καὶ οὕτως ἔχον· εἰ δὲ ἕτερος λέγει τοῦτο, ἔπαγε αὐτὸς τὴν κειμένην πρὸς τοῦτο ἔνστασιν. ἀλλὰ σαφηνισθήτω καὶ διὰ παραδειγ‐
20μάτων τὸ λεγόμενον. δι’ ὀνόματος μὲν ἐπάγεται καὶ δηλοῦται τὸ καθόλου ὡς ἐπὶ τοῦδε· ὁ Σωκράτης δίπουν πλατυώνυχον ὢν γελαστικόν ἐστιν· ἀλλὰ καὶ ὁ δεῖνα καὶ ὁ δεῖνα· πᾶς ἄρα ἄνθρωπος δίπους πλατυώνυχος ὢν γελαστικός ἐστιν· ἰδοὺ δι’ ὀνόματος τοῦ ἀνθρώπου ἐπῆκταί μοι τὸ καθόλου. ἐπὶ δὲ τοῦδε οὐκ ἔστι δυνατὸν ὀνόματι δηλῶσαι· τὸ πρόβατον
25πεζὸν τετράπουν ὂν οὐκ ἀμφόδουν ἐστίν· ὁμοίως καὶ ἡ ἔλαφος καὶ ἡ αἴξ· πᾶν ἄρα κερασφόρον οὐκ ἀμφόδουν· τὸ γὰρ κερασφόρον οὐκ ὄνομα ἀλλὰ λόγος. ἐνταῦθα οὖν ἐξ ὁμοιότητος εἴληπται τὸ καθόλου· ἐπειδὴ γὰρ τόδε καὶ τόδε ὅμοιά εἰσι κερασφόρα ὄντα, λοιπὸν συνῆκται καὶ πᾶν κερασφόρον. ἔστιν οὖν πρὸς τοῦτο ἔνστασιν ἐπαγαγεῖν τὸν ἄγριον ὄνον, ὃς ἐν Ἰνδίᾳ λέγε‐
30ται γίνεσθαι καὶ κερασφόρος εἶναι καὶ ἀμφόδους. χρηστέον οὖν τούτῳ
πρὸς τὸ συμφέρον· εἰ μὲν γὰρ αὐτὸς ποιῇ τὴν ἐπαγωγήν, λέγε ὡς112
in SE
.

113

ἀληθὲς καὶ συμφέρον· εἰ δὲ ἕτερος, ἔπαγε τὸν ἄγριον τοῦτον ὄνον κερασ‐ φόρον ὄντα καὶ ἀμφόδοντα. τὸ δὲ λανθάνει γὰρ ἡ ὁμοιότης πολλάκις τοιοῦτόν ἐστιν· ὁ λόγος καὶ ἡ ὁμοιότης ἡ λέγουσα ‘πᾶν κερασφόρον οὐκ ἀμφόδουν‘ λανθάνει καθόλου εἶναι μὴ οὖσα τοιαύτη· οὐ γὰρ πᾶν κερασ‐
5φόρον οὐκ ἀμφόδουν. p. 174a40 Πρός τε τὸ λαβεῖν τὴν πρότασιν. Χρήσιμόν ἐστι καὶ συντελοῦν τῷ ἐρωτῶντι εἰς τὸ λαμβάνειν τὴν πρότασιν καὶ τὸ μὴ αὐτὸ ἐκεῖνο μόνον ὃ βούλεται ἐρωτᾶν ἀλλὰ προστι‐ θέναι καὶ τὸ ἐναντίον. οἷον εἰ βούλεται ὁ ἐρωτῶν τοιαύτην λαβεῖν πρό‐
10τασιν, ὅτι δεῖ πάντα τῷ πατρὶ πείθεσθαι, οὕτω συζεύξαντα χρὴ προτείνεσθαι τὴν ἐρώτησιν· πότερον ἅπαντα δεῖ πείθεσθαι τοῖς γονεῦσιν, ἢ πάντα δεῖ ἀπειθεῖν; καὶ πάλιν, εἰ δέοι λαβεῖν τὸ δεῖ πολλάκις πολλὰ πείθεσθαι τῷ πατρί (ἀπὸ κοινοῦ δὲ κἀνταῦθα ληπτέον τὸ οἷον εἰ δέοι λαβεῖν), ἐρωτητέον πότερον πολλάκις πολλὰ δεῖ
15πείθεσθαι τῷ πατρὶ ἢ ὀλίγα. ἐν τισὶ μὲν οὖν οὐ πρόσκειται τὸ συγ‐ χωρητέον, καὶ ἔστι σαφὲς τὸ λεγόμενον. εἰ δὲ καὶ τόδε ἔγκειται, οὕτως ληπτέον· πότερον συγχωρητέον τὸ πολλὰ πείθεσθαι τῷ πατρὶ ἢ ὀλίγα; μᾶλλον γὰρ ἂν δόξειεν εἶναι τὰ πολλὰ συγχωρεῖν, εἴπερ ἀναγκαῖόν ἐστιν, ἢ τὰ ὀλίγα. τοῦτο εἰπὼν καὶ τὴν αἰτίαν προστίθησι δι’
20ἣν λέγει συλλαμβάνειν ἐν τῇ τῆς προτάσεως ἐρωτήσει καὶ τὸ ἐναντίον αὐτῇ· φησὶ γὰρ ὅτι παρατιθεμένων γὰρ τῶν ἐναντίων καὶ μείζω καὶ μεγάλα φαίνεται. ἴσον δέ ἐστι τοῦτο τῷ ‘παρ’ ἄλληλα γὰρ τιθέμενα τὰ ἐναντία μείζω φαίνεται‘· τὸ γὰρ λευκὸν παρὰ τὸ μέλαν φαινόμενον μᾶλλον λευκὸν φαίνεται. ὡς οὖν ἐπὶ τούτων, οὕτως καὶ ἐπὶ τῶν προειρημένων·
25μᾶλλον γὰρ πιθανὸν φαίνεται τὸ πάντα πείθεσθαι τῷ πατρὶ παρατιθεμένου τῇ ἐρωτήσει τοῦ ἢ πάντα ἀπειθεῖν, ἤπερ εἰ μόνον ἠρωτήθη τὸ πότερον πάντα δεῖ πείθεσθαι τῷ πατρί. p. 174b8 Σφόδρα δὲ καὶ πολλάκις ποιεῖ δοκεῖν ἐληλέγχθαι. Τὸ μὲν κατάλληλον τῆς λέξεως τοιοῦτόν ἐστι· σφόδρα δὲ καὶ
30μάλιστα πολλάκις δοκεῖν ποιεῖ ἐληλέγχθαι τὸ μάλιστα σοφιστι‐
κὸν συκοφάντημα τῶν ἐρωτώντων. ἔστι δὲ ὃ λέγει τοιοῦτον· μάλιστα113
in SE
.

114

φαντασίαν ἀποτελεῖ ἐλέγχου, ὅταν μὴ συλλογισαμένου τοῦ ἐρωτῶντος μὴ ἐν ἐρωτήσει τὸ τελευταῖον, ἤγουν τὸ συμπέρασμα, ἐξάγηται ἀλλ’ ἀποφαντι‐ κῶς ἐπάγηται· τοῦτο γάρ ἐστι τὸ συμπεραντικῶς. ἀλλὰ διὰ τί οὐκ εἶπε μὴ ἐν ἐρωτήσει τὸ συμπέρασμα ἀλλὰ τὸ τελευταῖον; ἢ ὅτι συμ‐
5πέρασμα κυρίως λέγεται τὸ συλλογιστικῶς καὶ κατὰ μέθοδον συλλογιστικὴν συναγόμενον. τὸ δὲ μὴ οὕτω πῶς ἂν συμπέρασμα ῥηθείη; τὸ γὰρ λέγον ὅτι τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν, τοῦτο τελευ‐ ταῖον μὲν ῥηθήσεται ὡς ὕστερον ἐπαχθέν, συμπέρασμα δὲ οὔ. δεῖ οὖν, φησί, συμπεραντικῶς ἐπάγειν ‘οὐκ ἄρα πολλὰ τὸ ὄν, οὐκ ἄρα πεπερα‐
10σμένον τὸ ὄν‘· φαίνεται γὰρ ὅτι ὡς ἀποδείξας καὶ θαρρῶν τῇ ἀποδείξει οὕτως ἐπάγεις, ὅτι καὶ ἐν τῇ κυρίως ἀποδείξει οὕτως ἐπήγετο τὸ συμ‐ πέρασμα ‘οὐκ ἄρα σύμμετρος ἡ διάμετρος τῇ πλευρᾷ‘. εἰ δὲ ἐν ἐρωτήσει ἐπάξεις ‘πότερον οὐ δοκεῖ σοι ἐκ τούτων ὅτι οὐκ ἔστι πολλὰ τὸ ὂν ἀλλ’ ἕν;‘, δοκεῖς ὅτι μὴ ἀποδείξας μηδὲ θαρρῶν τῇ ἀποδείξει ἐρωτᾷς· ὁ
15γὰρ ἀποδεδειχὼς οὐκ ἐρωτᾷ. ἄλλως τε εἰ κατ’ ἐρώτησιν προαχθείη, ἐν‐ σταίη ἴσως ὁ ἀποκρινόμενος λέγων μὴ καλῶς αὐτὸν συνάξαι τὸν ἐρωτῶντα, καὶ ἀπαιτήσει ὅθεν συνῆκται. p. 174b12 Σοφιστικὸν δὲ καὶ τὸ κειμένου παραδόξου. Σοφιστικόν ἐστι καὶ τὸ κειμένου παραδόξου τὸ προκείμενον
20ἀξιοῦν ἀποκρίνεσθαι· τὸ γὰρ φαινόμενον ἀντὶ τοῦ ‘προκείμενον‘ εἴληπται. καὶ πῶς τὸ προκείμενον ἀξιοῦται, ἐξηγούμενος ἐπήγαγε προ‐ κειμένου τοῦ δοκοῦντος ἐξ ἀρχῆς, δυνάμει λέγων ‘εἰ περιέχει ἐν ἑαυτῇ ἡ ἐρωτωμένη πρότασις τὸ κείμενον ἐξ ἀρχῆς, δῆλον ὅτι τὸ προ‐ κείμενον ἀξιοῖ ἀποκρίνεσθαι‘. οἷον κείμενον ἄδοξόν ἐστι τὸ τὴν ἀδικίαν
25εὐδαιμονίαν εἶναι· τοῦτο οὖν οἱ σοφισταὶ βουλόμενοι κατασκευάσαι ἐρω‐ τῶσι καὶ ἀξιοῦσι τὸν προσδιαλεγόμενον ἀποκρίνασθαι τὸ φαινόμενον ἄδοξον, καὶ τὴν ἐρώτησιν οὕτως πως ποιοῦνται· πότερόν σοι δοκεῖ ὁ Ἀρχέλαος βασιλεὺς ὢν εὐδαίμων ἢ οὔ; εἰ γοῦν ὁμολογήσει τὸ φαινόμενον τοῖς
πᾶσιν ἔνδοξον, τὸ εἶναι τὸν Ἀρχέλαον εὐδαίμονα, ἐνταῦθα περιέχεται τὸ114
in SE
.

115

ἐξ ἀρχῆς κείμενον ἄδοξον, τὸ τὴν ἀδικίαν εὐδαιμονίαν εἶναι. οὕτως ἐν τῷ Πλάτωνος Γοργίᾳ ὁ Πῶλος ποιεῖ· ὁ γὰρ Πῶλος εἰπὼν ὅτι τὸ ἀδικεῖν καὶ τὸ φονεύειν ἀγαθόν ἐστι, παράδοξον ὂν πάντως, καὶ δεῖξαι τοῦτο βουλόμενος ἐρωτᾷ τὸν Σωκράτην ‘Ἀρχέλαος ὁ Περδίκκου ὁ Μακεδονίας
5ἄρχων εὐδαίμων σοι δοκεῖ εἶναι ἢ ἄθλιος;‘· οὗτος δὲ ὁ Ἀρχέλαος φονεύσας τοὺς ἑαυτοῦ συγγενεῖς καὶ τὰ μέγιστα ἀδικήσας [τῆς] τῶν Μακεδόνων ἦρξεν. ἐν γοῦν τῇ προτάσει ταύτῃ, τῇ ‘Ἀρχέλαος εὐδαίμων σοι δοκεῖ εἶναι;‘ περιέ‐ χεται ἡ ἐξ ἀρχῆς παράδοξος θέσις, ἣν θέσιν ὁ Ἀριστοτέλης τὸ δοκοῦν ἐξ ἀρχῆς εἶπεν. ὅτι δὲ ἐν τῇ προτάσει ταύτῃ ἡ ἐξ ἀρχῆς περιέχεται
10θέσις, δῆλον· εἰ γὰρ τὸ εὐδαιμονεῖν ἀγαθόν, ὁ δὲ Ἀρχέλαος ἀδικήσας εὐδαίμων, ὡς ᾤετο Πῶλος, ὁ Ἀρχέλαος, ἤτοι ὁ ἄδικος, καὶ τὸ ἀδικεῖν ἀγαθόν. ὥστε ὁ ἀξιῶν τὸν Ἀρχέλαον εὐδαίμονα εἰπεῖν τὸ προκείμενον ἀξιοῖ· τὸ γὰρ τὸν ἄδικον Ἀρχέλαον εὐδαίμονα λέγειν ταὐτόν ἐστι τῷ τὸ ἀδικεῖν ἀγαθὸν λέγειν. δεῖ οὖν, φησί, καὶ ἐν τούτοις οὕτως ἐρωτᾶν·
15πότερόν σοι εὐδαίμων δοκεῖ εἶναι ὁ Ἀρχέλαος ἢ ἄθλιος; καὶ εἰ μὲν δοίη ὁ ἀποκρινόμενος ὁ λέγων κακὸν εἶναι τὸ ἀδικεῖν εὐδαίμονα εἶναι τὸν Ἀρχέ‐ λαον, ἐλεγχθήσεται ὅτι οὐκ ἔστι κακὸν ἀλλὰ ἀγαθόν. εἰ δὲ μὴ δοίη μηδὲ φάσκει δοκεῖν εὐδαίμονα εἶναι, ἄδοξα καὶ παράδοξα λέγειν δόξει· σχεδὸν γὰρ οἱ πλείους εὐδαίμονα τὸν Ἀρχέλαον εἶναι ἔλεγον. εἰ δὲ μὴ συγχωρεῖ,
20ὅμως δὲ φάσκει δοκεῖν εὐδαίμονα, ἐλεγχοειδές. p. 174b19 Ἔτι καθάπερ καὶ ἐν τοῖς ῥητορικοῖς. Ὥσπερ, φησίν, οἱ ῥήτορες (ῥήτορας δὲ λέγει τοὺς ὑπέρ τινος λόγους ποιουμένους καὶ βοηθοῦντας αὐτῷ) σπουδάζουσι τοὺς ἀντιλέγοντας σφίσιν αὐτοῖς περί τινος δεῖξαι τἀναντία λέγοντας τοῖς ὑπὸ τῶν νόμων λεγο‐
25μένοις ἢ τοῖς τῆς πόλεως ἔθεσιν, οὕτω καὶ τοῖς ἐλέγξαι βουλομένοις ποιητέον καὶ ἐπιχειρητέον δεῖξαι τὸν ἀποκρινόμενον, ὅτι τἀναντία λέγει τῆς κειμένης θέσεως ὑπ’ αὐτοῦ (τούτου γάρ ἐστι μηνυτικὸν τὸ ἢ πρὸς τὰ ὑφ’ ἑαυτοῦ λεγόμενα) ἢ τἀναντία οἷς ὁμολογεῖ καλῶς λέ‐ γειν ἢ πράττειν· οὓς γὰρ ὁμολογεῖ καλῶς λέγειν, τούτοις εἰ δείξομεν
30τἀναντία λέγοντα, ἐλέγξομεν. δύναται τὸ οὓς ὁμολογεῖ καλῶς λέγειν τοιοῦτον εἶναι· εἴπερ ὁ ἀποκρινόμενος ὁμολογεῖ τὸν Ζήνωνα (ἔστω γὰρ οὗτος) καλῶς λέγειν μὴ εἶναι κίνησιν μηδὲ δύνασθαι διελθεῖν τὸ στάδιον, πειρᾶσθαι χρὴ δεικνύναι ὅτι ἐξ ὧν λέγει συμβαίνει καὶ κίνησιν εἶναι καὶ διιέναι τὸ στάδιον, ὅπερ ἐναντίον τῷ τοῦ Ζήνωνός ἐστι λόγῳ, ὃν καλῶς
35λέγειν εἴρηκε. καὶ ἔτι φησὶ πειρᾶσθαι δεικνύναι τὸν ἀποκρινόμενον115
in SE
.

116

τἀναντία λέγοντα τῶν δοκούντων τοιούτων, λέγων τοιούτους τοὺς ἀγα‐ θοὺς περὶ ἕκαστα, οἷον ἰατρούς, οἷον ὅτι ἃ φῂς ἐναντία ἐστὶν ὧν δοκεῖ τοῖς ἀγαθοῖς ἰατροῖς ἢ φρονίμοις, ἢ ὧν δοκεῖ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, ὡς καὶ ἐν τῷ Γοργίᾳ Σωκράτης πρὸς Καλλικλέα ποιεῖ. ὁμοίους
5δὲ αὐτοῦ ἔλεγεν, οἷον εἰ ἰατρὸς εἴη, ἀπελεγκτέον λέγοντα ἐναντία ἰατροῖς, εἰ μουσικός, μουσικοῖς, καὶ εἰ γεωμέτρης, γεωμέτραις. p. 174b23 Ὥσπερ τε ἀποκρινόμενοι πολλάκις. Τὸ λεγόμενον τοιοῦτόν ἐστι· τὸ ‘ἐπίσταται τοῦτο‘ πολλὰ σημαίνει, ἓν μὲν ὅτι ἐπιστήμην ἔχει τοῦτο τὸ ζῷον, οἷον ὁ Σωκράτης, ἕτερον δὲ ὅτι
10ἐπιστήμῃ χρῆται· ἄλλο γὰρ τὸ ἔχειν ἐπιστήμην καὶ μὴ χρῆσθαι μηδὲ ἐνεργεῖν κατ’ αὐτὴν καὶ ἄλλο τὸ χρῆσθαι καὶ ἐνεργεῖν. τρίτον δὲ τὸ ἐπι‐ στήμην εἶναι αὐτοῦ· τὸ γὰρ λέγειν ὅτι ἐπίσταται τοῦτο, οἷον τὸ τρίγωνον, ταὐτόν ἐστι τῷ ‘ἐπιστήμη ἐστὶν αὐτοῦ, ὅτι τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχει‘· διότι οὖν ἔστιν ἐπιστήμη αὐτοῦ καὶ ἔστιν ἐπιστητόν, λέγεται
15ἐπίστασθαι τοῦτο, οὐχ ὅτι ἐπιστήμην ἔχει τὸ τρίγωνον. τούτου οὕτως ἔχοντος, ἂν ἔροιτό τις ‘ἆρά γε ἐπίσταταί τι; ναί· τί δέ, τὸ ἐπιστάμενον ἐπιστήμην ἔχει; ναί· ἀλλὰ μὴν τὸ τρίγωνον ἐπίσταται· ἐπιστήμην ἄρα ἔχει‘, ῥητέον ὅτι οὐχ ἓν τὸ ‘ἐπίσταται‘, καὶ ὡδὶ μὲν συμβαίνει τὸ [ἐπί‐ στασθαι] τοῦτο ἔχειν ἐπιστήμην, εἰ ἐπὶ τοῦ ζῴου τοῦτο ληφθῇ, ἂν δὲ ἐπὶ
20τοῦ τριγώνου, οὐ συμβαίνει, ἢ μᾶλλον ἂν μὲν τὸ ‘ἐπίσταται τοῦτο‘ ἐπὶ τοῦ ἐπιστήμην ἔχειν, συμβαίνει, ἂν δὲ ἐπὶ τοῦ ἐπιστήμην εἶναι αὐτοῦ, οὐ συμβαίνει, καὶ ὅτι ἐπὶ τοῦ ἐπιστήμην ἔχειν τὸ ‘ἐπίσταται τοῦτο‘ δέδωκεν, ἀλλ’ οὐχὶ ἐπὶ τοῦ ἐπιστήμην εἶναι αὐτοῦ. ἂν δὴ ταῦτα ὁ ἀποκρινόμενος λέγῃ, δεῖν φησι καὶ τὸν ἐρωτῶντα λέγειν ὅτι οὐκ ἐπὶ τοῦ ἐπιστήμην
25εἶναι αὐτοῦ τὴν ἐρώτησιν ἐποιησάμην, ἀλλ’ ἐπὶ τοῦ ἐπιστήμην ἔχειν, καὶ τοῦτο ἔλαβον. ῥητέον δὲ καὶ οὕτως· οἱ ἀποκρινόμενοι, φησί, πολλάκις ἐλεγχθέντες οὐχ ὁμολογοῦσιν ἐπὶ τῷ συμπεράσματι, ἀλλὰ διενίστανται ἐπ’ ἄλλου μὲν τὴν πρότασιν αὐτοὶ δοῦναι, ἐπ’ ἄλλου δὲ συμπερᾶναι τὸν ἐρω‐ τῶντα. ὅθεν καὶ ἐλεγχθέντες ποιοῦσι διττόν, ἤγουν διαιροῦσι τὸ ὄνομα
30ἐκεῖνο ἐφ’ ᾧ ἠλέγχθησαν καὶ λέγουσι τόδε δοῦναι· οἷον εἰ περὶ κυνὸς διαλέγοιντο, εἴπωσι δὲ τὸν κύνα καύματα ποιεῖν, ἐπιχειρεῖ δ’ ἐλέγχειν ὁ ἐρωτῶν ἐπὶ τὸν χερσαῖον μεταφέρων τὸν λόγον, αὐτίκα ὁ ἀποκρινόμενος διαιρεῖ τὰ σημαινόμενα τοῦ κυνός. ὥσπερ οὖν οἱ ἀποκρινόμενοι ποιοῦσιν
ἐλεγχθέντες, οὕτω καὶ τοὺς ἐρωτῶντας ποιητέον, καὶ ὅταν ἐλέγξωσι,116
in SE
.

117

λεκτέον πρὸς τοὺς ἐνισταμένους ὅτι οὕτως εἰλήφασιν· οἷον εἰ διάλεξις εἴη περὶ κυνὸς καὶ ὁ ἀποκρινόμενος ὁμολογήσει τοῦτον καύματα ποιεῖν, εἶτα ἐλέγχειν αὐτὸν μέλλει ὁ ἐρωτῶν, *** δεῖ ἐνίστασθαι καὶ τὸν ἀποκρι‐ νόμενον αὐτὸν οὕτως λαβεῖν καὶ περὶ τοῦ κυνὸς τοῦ χερσαίου λέγειν
5καύματα ποιεῖν. p. 174b28 Δεῖ δὲ καὶ ἀφισταμένους τοῦ λόγου τὰ λοιπὰ τῶν ἐπιχειρημάτων. Ἐπειδὴ πολλάκις οἱ ἀποκρινόμενοι εἰς τὴν τῶν ἐρωτώντων τάξιν μετα‐ πίπτουσιν (ἐρωτήσαντος γάρ τινος πρότασιν συντελοῦσαν εἰς κατασκευὴν
10τῆς κειμένης θέσεως τοῦ ἐρωτῶντος, οἱ ἀποκρινόμενοι ἀντεπιχειροῦσι πρὸς τὴν πρότασιν καὶ ἐρωτῶσί τινα δι’ ὧν νομίζουσιν ἀποφαίνειν ψευδῆ τὴν ἠρωτημένην πρότασιν), λέγει ἀφίστασθαι ἐρωτήσαντα τὴν πρότασιν τοῦ λόγου τοῦ δεικνύντος αὐτὴν ψευδῆ. ὥσπερ καὶ ὁ Καλλικλῆς ποιεῖ· ἐρω‐ τήσας γὰρ πρότασιν ψευδῆ καὶ τοῦ Σωκράτους ἐπιχειρήσαντος ἐλέγξαι καὶ
15δεῖξαι ψευδῆ ἀπέστη τοῦ λόγου φήσας “οὐκ οἶδα τί λέγεις, Σώκρατες, 〈ἀλλ’〉 ἄλλον τινὰ ἐρώτα”. δεῖ οὖν, φησίν, ἀφίστασθαι τοῦ λόγου, ἄνπερ γνοίης εὐποροῦντα τὸν ἀποκρινόμενον ἐπιχειρημάτων εἰς τὸ δεῖξαι ψευδῆ τὴν πρότασιν, καὶ ἐπιτέμνειν τὰ λοιπὰ τῶν ἐπιχειρημάτων, καὶ ἂν προ‐ αίσθηται τοῦτο ἐπιχειρῶν ὅτι ἀποχωρεῖς καὶ ἀφίστασαι τοῦ λόγου, προα‐
20γορεύειν ὡς οὐκ ἀφίσταμαι. οἷον καὶ ὁ Καλλικλῆς “ἐρώτα σὺ τὰ σμικρὰ ταῦτα καὶ στενά”, μόνον οὐχὶ λέγων ‘τί δεῖ ἀφίστασθαι; οὕτως εὐεξέλεγκτα καὶ εὐτελῆ εἰσιν ἅ με ἐρωτᾷσ‘. ἢ τὸ λεγόμενόν ἐστιν· ὅταν διὰ μακρῶν τὸ προκείμενον συλλογισθῇ τῷ μὴ δύνασθαι διὰ βραχέων (εὐφώρατον γὰρ γίνεται τὸ συμβαῖνον ἐξ ὀλίγων συναγόμενον), δεῖ, φησίν, ἀφίστασθαι τοῦ
25λόγου, τουτέστι τῆς μακρολογίας, καὶ τὰ λοιπὰ τῶν ἐπιχειρημάτων ἐπιτέμνειν, καὶ ἂν προαισθόμενος τὸ συμβαῖνον ἐνίστηται ὅτι οὐκ ἔστιν ὃ μέλλεις συνάγειν, προαγορεύειν ‘οὐ τὸ καὶ τὸ πρὸ ὀλίγου ὡμολόγησας;‘. καὶ ἔστι πολλὰ τοιαῦτα εὑρεῖν παρὰ τῷ Πλάτωνι. καλλίων δὲ οἶμαι ἡ προτέρα ἐξήγησις· τοῦτο γὰρ οὐ σοφιστικόν, τὸ τὰ προδιομολογηθέντα καὶ
30προδειχθέντα διαρθροῦν, ἀλλὰ διαλεκτικόν. καὶ ὁ βουλόμενος ἀκριβεστέ‐ ρως μαθεῖν, πῶς ἀφίσταται καὶ ἐπιτέμνει τὸν λόγον ὁ ἀποκρινόμενος, ἀνα‐ γνώτω τὸ πρῶτον τῶν Πολιτικῶν τοῦ Πλάτωνος· ἐκεῖσε γὰρ ὁ σοφιστὴς Θρασύμαχος λόγον ὑπέχων καὶ γνοὺς τὸ συμβαῖνον ἀποστὰς τοῦ ἀποκρίνε‐
σθαι συνέτεμε τὸν λόγον ἐρωτῶν. λέγει γὰρ ὁ Πλάτων ἐν ἐκείνοις οὕτως·117
in SE
.

118

“ἐπειδὴ οὖν ἐνταῦθα ἦμεν τοῦ λόγου, ὁ Θρασύμαχος ἀντὶ τοῦ ἀποκρίνε‐ σθαι, εἰπέ μοι, ἔφη, ὦ Σώκρατες” καὶ τὰ ἑξῆς· εἶτα ἐπήγαγε “ταῦτα εἰπὼν ἐν νῷ εἶχεν ἀπιέναι”. εἰπόντων δὲ τῶν παρεστώτων ‘διὰ τί ἀφίστασαι;‘ καὶ τοῦ Σωκράτους ὁμοίως ‘τί ἀποχωρεῖς καὶ οὐ πείθεις οὕτως
5ἔχειν ὃ φῄς;‘ ὁ Θρασύμαχος εἶπεν ‘οὐκ ἀφίσταμαι‘· τοῦτο γὰρ δύναται τὸ ”〈εἰ〉 γὰρ οἷς δὴ νῦν ἔλεγον μὴ πέπεισαι, τί ἔτι σοι ποιήσω;”, δυνάμει λέγων πῶς ἀφίσταμαι καὶ τὸν λόγον ἐπιτέμνω, ὃς τοιαῦτα εἶπον πιθανὰ καὶ δυνάμενα πεῖσαι τὸν μὴ κακουργοῦντα;‘. p. 174b30 Ἐπιχειρητέον δὲ ἐνίοτε.
10 Σοφιστικόν ἐστι καὶ τὸ καταλιπόντας περὶ τοῦ προκειμένου ποιεῖσθαι τοὺς λόγους μετάγειν αὐτοὺς καὶ μεταφέρειν πρὸς τοῦτο πρὸς ὃ εὐπορεῖν ἔστιν ἐπιχειρημάτων, ὡς ὁ Πρωταγόρας ἐν τῷ ὁμωνύμῳ διαλόγῳ ποιεῖ, ποτὲ μὲν μύθους τινὰς διεξιὼν, ποτὲ δὲ περὶ ποιημάτων τὸν λόγον ποιού‐ μενος ἐν οἷς εὐπορεῖν ἐπιχειρημάτων ἠδύνατο. ἢ οὖν τοῦτό ἐστιν ὃ λέγει,
15ὅτι δεῖ μετάγειν τὸν λόγον πρὸς ὃ εὐποροῦμεν ἐπιχειρημάτων, ἢ ὅτι πρὸς ἄλλο τοῦ κειμένου. οἷον εἰ κεῖται τὸν φιλόσοφον πολυπράγμονα εἶναι, δέδωκε δὲ τοῦτο ὁ ἀποκρινόμενος ἐπὶ τοῦ ζητητικοῦ καὶ ἐξεταστικοῦ τῆς τῶν ὄντων φύσεως, δεῖ τὴν πολυπραγμοσύνην καὶ τὸν πολυπράγμονα μεταλαβεῖν πρὸς τὸν φιλοπράγμονα οὕτως· ὁ φιλόσοφος πολυπράγμων, ὁ πολυπράγμων
20φιλοπράγμων, ὁ φιλοπράγμων ἐρωτικῶς διάκειται περὶ τὰ χρήματα, ὁ φιλό‐ σοφος ἄρα ἐρωτικῶς ἔχει τῶν χρημάτων· ἀλλὰ τοῦτο ψεῦδος· καὶ τὸ ἄρα πολυπράγμονα εἶναι ψεῦδος. ὥσπερ καὶ ὁ Καλλικλῆς πεποίηκε· τοῦ γὰρ Σωκράτους δείξαντος ὅτι τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι αἴσχιον, ὁ Καλλικλῆς μετέλαβε πρὸς ἄλλο εἰπὼν ‘φύσει μὲν παναίσχιον τὸ ἀδικεῖσθαι, νόμῳ
25δὲ τὸ ἀδικεῖν· ἀλλὰ μὴν τοὺς νόμους φαῦλοι καὶ δειλοὶ ἄνθρωποι τιθέν‐ ται· ὃ δὲ οὗτοι τίθενται, ἐστὶ φαῦλον, οὐ μὴν ὃ ἡ φύσις· οὐκ ἄρα τὸ ἀδικεῖν φαῦλον‘. δεῖ οὖν πρὸς ἄλλο τοῦ κειμένου μεταφέρειν, ὥσπερ καὶ Ἰσοκράτης ποιεῖ· μὴ δυνηθεὶς γὰρ αὐτόθι τὴν Ἑλένην ἐγκωμιάσαι ἐπαινεῖ τοὺς αὐτῆς ἐραστὰς καὶ ἐκ τούτου συνάγει τὸν ἔπαινον εἰς αὐτήν· ἧς γὰρ
30οἱ ἥρωες ἤρων, πῶς οὐ καθέστηκεν ἀξία ἐπαίνων; καὶ ὁ σοφιστὴς Λυκό‐ φρων τοὺς λυρικοὺς ἐπαινῶν ἐπὶ τὴν λύραν μετήνεγκε τὸν ἔπαινον. ἢ μᾶλλον
ἐπειδὴ ὑπό τινων ἠναγκάζετο ἐπαινέσαι τὴν λύραν, εἶτα μὴ λόγων εὐπόρει118
in SE
.

119

πολλῶν, μικρόν τι ἐπαινέσας τὴν αἰσθητὴν ταύτην λύραν ἐπὶ τὴν οὐράνιον ἀνηνέχθη· ἔστι γὰρ ἐν οὐρανῷ ἄστρον τι ἐξ ἄστρων πολλῶν συγκείμενον λύρα ὀνομαζόμενον, εἰς ἣν πολλοὺς καλοὺς καὶ ἀγαθοὺς λόγους ἐξεῦρεν. p. 174b33 Πρὸς δὲ τοὺς ἀπαιτοῦντας πρός τι ἐπιχειρεῖν, ἐπειδὴ
5δοκε. Ἐπειδὴ πολλάκις οἱ ἀποκρινόμενοι τὰς προτεινομένας αὐτοῖς ὑπὸ τῶν ἐρωτώντων προτάσεις οὔτε παντελῶς ἀπαρνοῦνται οὔτε διδόασιν, ἀξιοῦσι δὲ τοὺς προτείνοντας δεικνύναι καὶ δίκαιον δοκεῖ τοῖς ἀκροαταῖς τὴν αἰτίαν λέγειν, διὰ τί ἐστι τοιαύτη, ὡς αὐτοὶ ἤροντο, καὶ οὐ τοὐναντίον, οἷον διὰ
10τί κινεῖται ἡ ψυχή, ἀλλ’ οὐ μᾶλλον ἀκίνητός ἐστιν, ἐπειδὴ οὖν ἀξιοῦσιν οἱ ἀποκρινόμενοι τοὺς ἐρωτῶντας συνιστᾶν τὰς ἐρωτωμένας ὑπ’ αὐτῶν προτάσεις, λέγει μὴ δεῖν ἄγειν ἐπὶ τὸ καθόλου τὸν ἔλεγχον· εὑρήσει γὰρ ἔνστασιν ἐπὶ τούτῳ. οἷον εἰ ἤρετό τις ‘οὐ δοκεῖ σοι τοῦ ὑγιεινοῦ καὶ τοῦ νοσώδους τὴν αὐτὴν εἶναι ἐπιστήμην;‘, ὁ δὲ ἀποκρινόμενος ἔφησεν οὒ καὶ
15ἀπαιτεῖ τὸν ἐρωτήσαντα τὴν πρότασιν δεῖξαι τοῦτο, ἐνδέχεται, φησί, τὸν ἐρωτῶντα δεῖξαι τὴν πρότασιν ἀξιούμενον μὴ οὕτως εἰπεῖν· ἡρμοσμένου καὶ ἀναρμόστου ἡ αὐτὴ ἐπιστήμη καὶ ὀξέος καὶ βαρέος· ἡ μουσικὴ γάρ· ἀλλὰ καὶ περιττοῦ καὶ ἀρτίου· ἡ ἀριθμητικὴ γάρ· ἀλλὰ καὶ συμμέτρου καὶ ἀσυμμέτρου· ἡ γεωμετρικὴ γάρ· πάντων ἄρα τῶν ἐναντίων ἡ αὐτὴ
20ἐπιστήμη, ὥστε καὶ τοῦ ὑγιεινοῦ καὶ τοῦ νοσώδους· † ἐνστάσεως γὰρ πρὸς τὸ καθόλου λέγων ὅτι γνωστοῦ καὶ ἀγνώστου ὄντων ἐναντίων οὐκ ἔστιν ἡ αὐτὴ ἐπιστήμη, ὥστε οὐ πάντων τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη· εἰ δὲ μὴ πάντων, οὐδὲ ὑγιεινοῦ καὶ νοσώδους· τί γὰρ κωλύει, ὥσπερ οὐκ ἔστι γνωστοῦ καὶ ἀγνώστου ἡ αὐτή, οὕτως μηδὲ ὑγιεινοῦ καὶ νοσώδους εἶναι
25τὴν αὐτήν; δεῖ οὖν μὴ περὶ τὸ καθόλου ἀλλὰ περὶ τὰ καθ’ ἕκαστα διατρίβειν λέγοντα, εἰ μὴ τοῦ ὑγιεινοῦ καὶ νοσώδους ἡ αὐτὴ ἐπιστήμη, οὐδὲ ἀρτίου καὶ περιττοῦ ἡ αὐτὴ ἔσται· ἀλλὰ μὴν ἀρτίου καὶ περιττοῦ ἡ αὐτή· καὶ ὑγιεινοῦ καὶ νοσώδους ἡ αὐτὴ ἔσται καὶ οὐχ ἡ αὐτὴ κατὰ σέ· συναληθεύσει ἄρα ἡ ἀντίφασις, καὶ ὃ ἔφησας μὴ εἶναι, τοῦτο καὶ ἔσται
30καὶ οὐκ ἔσται. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη. ἡ δὲ λέξις ἡ λεχθέντων δ’ ἐνίων εὐφυλακτότερον τὸ καθόλου συμβαῖνον ἐν τοῖς ἐλέγχοις πάνυ ἀσαφής, καθὸ τὸν δὲ σύνδεσμον ἐκ περιττοῦ συμ‐ βαίνει κεῖσθαι καὶ διὰ τὸ ἐλλείπειν τινά. ἦν δ’ ἂν σαφής, εἰ οὕτως εἶχε·
λεχθέντων δὲ ἐνίων εὐφυλακτότερον τοῦ τὸ καθόλου συμβαῖνον119
in SE
.

120

ἐν τοῖς ἐλέγχοις τὸ λέγειν τὴν ἀντίφασιν. καὶ εἴη ἂν τὸ λεγόμενον τοιοῦτον· λεχθέντων ἐνίων, οἷον ἡρμοσμένου καὶ ἀναρμόστου καὶ περιττοῦ καὶ ἀρτίου ἡ αὐτὴ ἐπιστήμη, τούτων λεχθέντων εὐφυλακτότερόν ἐστι καὶ ἀσφαλέστερον εἰς τὸ ἐλέγξαι τὸν ἀποκρινόμενον (τὸ γὰρ ἐν τοῖς ἐλέγχοις
5ἀντὶ τοῦ ‘ὅτε ἐλέγξαι βουλόμεθα‘) τὸ εἰπεῖν ‘ἀλλὰ μὴν τούτων οὕτως ἐχόν‐ των ὑγιεινοῦ καὶ νοσώδους ἡ αὐτὴ ἐπιστήμη ἔσται· ἔστι δὲ κατὰ σὲ καὶ οὐχ ἡ αὐτή· συναληθεύσει ἄρα ἡ ἀντίφασισ‘. εὐφυλακτότερον οὖν τὸ λέγειν ὅτι συναληθεύσει ἡ ἀντίφασις τοῦ λέγειν τὸ καθόλου συμβαῖνον, ἤτοι τοῦ λέγειν ὅτι συμβαίνει τούτων κειμένων τὸ καθόλου· ἔστι δὲ τὸ καθόλου
10τὸ πάντων τῶν ἐναντίων τὴν αὐτὴν ἐπιστήμην εἶναι ἢ οὐχὶ τὴν αὐτήν. p. 174b38 Οὐ δεῖ δὲ τὸ συμπέρασμα. Ἐξ ὧν μὲν οὖν αἱ ἐρωτήσεις, καὶ πῶς ἐρωτητέον ἐν ταῖς ἀγωνιστι‐ καῖς διατριβαῖς, εἴρηται. καὶ ἄμφω ἃ νῦν λέγει καὶ ἐν τοῖς προλαβοῦσιν ἐδίδαξε, καὶ νῦν δὲ σαφέστερον αὖθις αὐτὰ ἐκτίθησιν. οὐ δεῖ, φησίν,
15ἐπί τινων τὸ συμπέρασμα προτατικῶς προάγειν, τουτέστι κατ’ ἐρώ‐ τησιν, ἀλλὰ οἱονεὶ συμπεραντικόν. τὸ δὲ ἔνια δ’ οὐκ ἐρωτητέον τινὲς μὲν ἐπὶ τῶν συμπερασμάτων λέγουσιν, ὡς οὐ δεῖ τὰ συμπεράσματα ἐρωτη‐ ματικῶς προάγεσθαι. τὸ δ’ ἀληθὲς μᾶλλον ἔχει, ὡς διὰ τὰς προτάσεις εἴρηται· τινὰς γὰρ τῶν προτάσεων οὐ δεῖ ἐρωτᾶν ἀλλὰ λαμβάνειν ὡς ὁμο‐
20λογουμένας. p. 175a2 Περὶ δὲ ἀποκρίσεως καὶ πῶς χρὴ λύειν καὶ τί καὶ πρὸς τίνα χρῆσιν. Ἤδη μὲν φθάσαντες εἴπομεν ὅτι αἱ ἐρωτήσεις αἱ σοφιστικαὶ ἐκ τῶν δεκατριῶν τρόπων γίνονται, ἔτι τε καὶ πῶς ἐν ταῖς διατριβαῖς ταῖς σοφι‐
25στικαῖς ἐρωτητέον. νῦν δὲ λεκτέον ὅπως χρὴ ἀποκρίνεσθαι, καὶ πῶς δεῖ τὰ σοφίσματα λύειν, καὶ τί λυτέον. εἰ γὰρ ὁ προτεινόμενος συλλογισμὸς καὶ τὰς δύο προτάσεις ἔχει ψευδεῖς, ποίαν λυτέον; εἰ γὰρ τὴν ἥττονα, οὐδὲν ἧττον μένει ὡς τὸ πρότερον. ἀλλ’ ἢ πάντως τὴν μείζονα. ἔτι τε καὶ πρὸς τί χρήσιμοί εἰσιν οἱ σοφιστικοὶ λόγοι. φησὶν οὖν πρῶτον περὶ
30αὐτῶν τούτων, πρὸς ἃ χρήσιμός ἐστιν ἡ τῶν ἐλέγχων τῶν σοφιστικῶν παράδοσις. τρία δὲ εἶναι ταῦτα λέγει, πρὸς τὴν θεολογίαν καὶ καθόλου φιλοσοφίαν, πρὸς τὰς καθ’ ἑαυτὸν ζητήσεις καὶ πρὸς δόξαν. καὶ πρὸς μὲν φιλοσοφίαν χρήσιμοί εἰσι διὰ ταῦτα· ἐπειδὴ γάρ, φησίν, εἴπομεν ὅτι οἱ σοφιστικοὶ ἔλεγχοι ὡς ἐπὶ τὸ πολύ εἰσι γινόμενοι ἀπὸ τῶν παρὰ τὴν
35λέξιν, τουτέστι λέξεων καὶ ὀνομάτων, ἐάν τις εἰδείη τούτους ὅπως γίνονται120
in SE
.

121

καὶ ἄρχηται θεολογεῖν, οὐκ ἂν ἀπατηθείη ποτέ, διότι ἐκεῖσε πράγματα μέν εἰσι μὴ ὁρώμενα μήτε αἰσθήσει ὑποπίπτοντα, λόγοι δὲ μόνοι καὶ ὀνό‐ ματα· ἃ εἰδώς τις πῶς ἀπατηθήσεται περὶ θεολογίας μετά τινος διαλεγό‐ μενος; τὸ δὲ ἄμεινον ἔχειν ποιοῦσι τοῦτο σημαίνει· οἱ σοφιστικοὶ
5ἔλεγχοι, φησίν, ὡς ἐπὶ τὸ πολὺ γινόμενοι ἀπὸ τῶν λέξεων ποιοῦσι τὸν μετά τινος θεολογοῦντα ἀμεινόνως ἔχειν πρὸς τὸ ποσαχῶς ἕκαστον λέγεται, ἔτι δὲ καὶ εἰδέναι ποῖα ὁμοίως ἐπί τε τῶν πραγμάτων ἔχουσι καὶ τῶν ὀνομάτων, καὶ ποῖα ἑτέρως· οἷον ἑτέρως τῷ πράγ‐ ματι ἔχουσι τὸ ὁρᾶν καὶ τὸ τύπτειν, ὁμοίως δὲ τῷ ὀνόματι· ἐνεργητικὰ
10γὰρ ἄμφω. δεύτερον δέ εἰσι χρήσιμοι πρὸς φιλοσοφίαν, καὶ ὅταν μὴ θεολογῇ τις μετά τινος ἀλλὰ καθ’ ἑαυτὸν ζητῇ τι. τρίτον δὲ καὶ τὸ λοιπὸν ἔτι χρησιμεύουσι πρὸς δόξαν. ἐπάγει δὲ τίς ἡ δόξα, ἤγουν τὸ δοκεῖν περὶ πάντα γεγυμνάσθαι· εἰ γάρ τις τοὺς σοφιστικοὺς λόγους εἰδείη, πάντως ἂν καὶ ἐν οἷς ὅλως μὴ οἶδεν ἐπιχειρήσῃ λέγειν, καὶ ἄλλων
15διαλεγομένων αὐτὸς μέμψεταί τινα τῶν λέξεων ὁρμώμενος ἀπὸ τῶν σοφι‐ σμάτων καὶ γεγυμνασμένος ἐν τούτοις. καὶ οὐ μόνον μέμψεται τὸν κακῶς διαλεγόμενον, ἀλλὰ καὶ τὴν αἰτίαν εἴποι τῆς μέμψεως· τὸ γὰρ μετά τινος διαλεγόμενον καὶ κοινωνοῦντα λόγων ψέγειν μὲν τοὺς λόγους, μὴ ἐμφανίζειν δὲ δι’ ἣν αἰτίαν ψέγει, ὑποψίαν δίδωσι γνώμης φιλονείκου
20καὶ μηδὲν εἰδυίας. p. 175a17 Ἀποκρινομένοις δὲ πῶς ἀπαντητέον. Φανερόν, φησίν, ἐστὶν ἐξ ὧν εἰρήκαμεν πρότερον καὶ διείλομεν τὰ δεκατρία σοφίσματα, πῶς δεῖ ἀπαντᾶν πρὸς τοὺς ἐλέγχους· εἰ γὰρ εἴπο‐ μεν ἱκανῶς, ὅπως γίνονται ταῦτα καὶ διὰ ποίαν αἰτίαν, καὶ διείλομεν
25τὰς ἐν τῷ πυνθάνεσθαι πλεονεξίας (πλεονεξία γὰρ ὄντως ἐστὶ τὸ τὰ ὁμώνυμα ἀναγκάζειν τὸν ἀποκρινόμενον ὁμολογῆσαι), φανερὸν καὶ ὅπως δεῖ ἀποκρίνεσθαι. p. 175a20 Οὐ ταὐτὸ δ’ ἐστὶ λαβόντα τε τὸν λόγον ἰδεῖν. Νῦν διδάσκει μεγάλην ὠφέλειαν ἐμποιεῖν τὰ γυμνάσια καὶ τὸ πρὸς
30ἑτέρους διαλέγεσθαι· καὶ γὰρ οὐ ταὐτὸν εἶναι τὸ καθ’ ἑαυτόν τινα λαβόντα λόγον σκοπεῖν καὶ λύειν τὴν τούτου μοχθηρίαν καὶ τὸ ἀπαντᾶν δύνα‐ σθαι ταχέως ἐρωτώμενον. καθ’ ἑαυτὸν μὲν γὰρ ἀνέτως καὶ ὡς βούλεται
ἐπιχειρεῖ τις· ἡνίκα δὲ ἐρωτᾶται, πολλῆς χρεία τῆς προσοχῆς· πολλάκις121
in SE
.

122

γάρ, ἃ οὐκ ἂν συγχωρήσειέ τις ἁπλῶς ἐρωτηθείς, ταῦτα δίδωσι διὰ τοῦ τρόπου τῆς ἐρωτήσεως. ὥστε τρόπον τινὰ ἀγνοοῦντα ποιεῖ τὸν ἀποκρινόμε‐ νον ἡ τοιάδε ἐρώτησις· ὃ γὰρ ἴσμεν, ὅταν μετατεθῇ καὶ τοιῶσδε ἐρωτηθῇ, ἀγνοοῦμεν. οἷον γινώσκοντες ὅτι οὐδεὶς τύπτει τοῖς ὀφθαλμοῖς (τίς γὰρ
5τῷ ὀφθαλμῷ δύναται τύψαι τινά;), τοῦτο ἂν ἀγνοήσωμεν ἐκ τῆς τοιαύτης ἐρωτήσεως καὶ συγχωρήσομεν ὅτι τύπτεταί τις τῷ ὀφθαλμῷ ἀλλ’ οὐ τῇ ῥάβδῳ ἢ τῇ μάστιγι· οἷον ‘ἆρ’ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύ‐ πτετο οὗτος;‘· εἰ οὖν οὕτως ἐρωτηθείη ὁ λόγος, συλλογισθείη ἂν ὁ ἀποκρι‐ νόμενος καὶ φησὶν ὅτι ναί· τούτου δοθέντος εἰ ἐπάξομεν ‘ἀλλὰ μὴν εἶδες
10τοῦτον τῷ ὀφθαλμῷ τυπτόμενον‘, συναχθήσεται τὸ ‘ἐτύπτετο ἄρα τῷ ὀφθαλμῷ‘. ὃ γοῦν ᾔδειμεν, ἐρωτώμενοι δι’ ἄλλου τινὸς τρόπου παρ’ ὃν οἴδαμεν ἀγνοοῦμεν διὰ τὸ ἀγύμναστοι εἶναι. ἔτι δ’ ὥσπερ ἐπὶ τῶν ἄλλων τεχνῶν τὸ γεγυμνάσθαι λίαν ὠφέλιμον, οὕτως ἔχει καὶ ἐπὶ τῶν λόγων. ὥστε πολλάκις οἴδαμεν μὲν τὸ ἐρωτώμενον, ἀγύμναστοι δ’ ὄντες
15καὶ μὴ δυνάμενοι τάχιον ἀποκρίνεσθαι ἐρχόμεθα ὕστεροι τῶν ἀποκρίσεων, σκοποῦντες βράδιον καὶ ὑπὸ τῶν συντόμους τὰς ἐρωτήσεις ποιουμένων παρατρεπόμενοι. p. 175a26 Συμβαίνει δέ ποτε, καθάπερ ἐν τοῖς διαγράμμασιν. Ἔτι περὶ τοῦ αὐτοῦ τὸν λόγον ποιεῖται ἐπαιτιώμενος τὸ ἀγύμναστον,
20καὶ φησὶν ὅτι ὥσπερ ἐπὶ τῶν διαγραμμάτων εὑρόντες τὰς τοῦ θεωρήματος δεικτικὰς προτάσεις συνθεῖναι καὶ εἰς σχῆμα ἀναγαγεῖν ἀδυνατοῦμεν διὰ τὸ δυσθεώρητον εἶναι ποία τῶν προτάσεών ἐστι μείζων καὶ ποία ἐλάττων, ὥσπερ ἐπὶ τοῦ ἀσύμμετρον εἶναι τὴν πλευρὰν τῇ διαμέτρῳ καὶ ἐπ’ ἄλλων πολλῶν συμπίπτει, ὡς οὖν ἐπὶ τούτων, οὕτως καὶ ἐν τοῖς
25ἐλέγχοις· διὰ γὰρ τὸ συμβαίνειν πλείονας ἁμαρτίας εἶναι τοῦ λόγου ἀδυ‐ νατοῦμεν συνιδεῖν, ποία ἐστὶ καθ’ ἣν ὁ ἔλεγχος γίνεται. κείσθω γὰρ τὸν Σωκράτην μήτε καθῆσθαι μήτε γράφειν, καὶ λεγέτω τις ὅτι ὁ Σωκράτης κάθηται, ὁ καθήμενος γράφει, ὁ Σωκράτης ἄρα γράφει· τοῦτο δὲ ψεῦδος·
εἰ οὖν τις τὸ ψεῦδος συναχθῆναι λέγει διὰ τὸ τὸν Σωκράτην καθῆσθαι,122
in SE
.

123

λέλυκε μέν, ἀλλὰ πρὸς τὸν ἄνθρωπον ἀλλ’ οὐ πρὸς τὸ πρᾶγμα· οὐ γὰρ παρὰ τὴν τὸν Σωκράτην λέγουσαν καθῆσθαι πρότασιν τὸ ψεῦδος, ἀλλὰ παρὰ τὸ τὸν καθήμενον γράφειν. ἐπεὶ εἰ Κορίσκος καθήμενος τύχῃ, ὅτε Σωκράτης ἵσταται, μὴ γράφει δὲ καὶ λέγει τις ὅτι ὁ Κορίσκος κάθη‐
5ται, ὁ καθήμενος γράφει, ὁ Κορίσκος ἄρα γράφει, ὅπερ ψεῦδος, οὐκ ἂν ἐπὶ τούτου ἁρμόσοι λέγειν ὅτι παρὰ τὸ τὸν Κορίσκον καθήμενον λαβεῖν γέγονεν ὁ ἔλεγχος· καθῆσθαι γὰρ κεῖται. p. 175a31 Πρῶτον μὲν οὖν, ὥσπερ συλλογίζεσθαί φαμεν ἐνδόξως. Ὥσπερ, φησίν, εἴπομεν δεῖν προαιρεῖσθαι ἐνδόξως παρὸ ἀληθῶς
10συλλογίζεσθαι, ἡνίκα ὁ ἀποκρινόμενος μὴ δέχεται τἀληθῆ, οὕτω δεῖ καὶ τὸν ἀποκρινόμενον λύειν τὰ σοφίσματα μὴ ἐξ ἀληθῶν ἀλλ’ ἐκ φαινο‐ μένων· οὐ γάρ εἰσι τὰ σοφίσματα ἀληθεῖς ἔλεγχοι ἀλλὰ φαινόμενοι. πῶς δέ εἰσι φαινόμενοι, κατασκευάζει λέγων μὴ συλλογίζεσθαι αὐτούς. ὥστε ἐπειδὴ φαινόμενοί εἰσι, δεῖ τὸν ἀποκρινόμενον πρὸς τὸ μὴ δοκεῖν
15ἐλέγχεσθαι διορθωτέον, τουτέστι δεῖ λέγειν παρὰ τί φαίνεται μὲν ἐλέγχειν, οὐκ ἐλέγχει δέ, καὶ διορθοῦσθαι τοὺς ἀκροωμένους. εἰ γὰρ εἴποιμεν παρὰ τί δοκεῖ μὴ ὢν ἔλεγχος, διορθωσόμεθα τοὺς δοκοῦντας ὅτι ἐληλέγμεθα καὶ ἀπάξομεν ἀπὸ τῆς ψευδοῦς ταύτης δόξης· ὁ γὰρ ἀπάγων τινὰ ἀπὸ τῆς ψευδοῦς δοκήσεως ἐπὶ τὴν ἀλήθειαν διορθοῦται τοῦτον, καὶ ἡμεῖς εἰ εἴ‐
20ποιμεν τὸ παρὰ τί φαίνεται ἔλεγχος μὴ ὢν ἔλεγχος, διορθωσόμεθα τοὺς ἀκροατὰς καὶ πείσομεν αὐτοὺς μὴ δοκεῖν ἔλεγχον τὸν μὴ ὄντα ἔλεγχον. ὅλως γάρ, φησί, πρὸς τοὺς τοιούτους ἀπομάχεσθαι δεῖ ὡς οὐκ ἐλέγχον‐ τας· δεῖ γὰρ λέγειν ὅτι οὐκ ἔλεγχος τὸ συμβαῖνον ἀλλὰ φαίνεται, καὶ ἐμφανίζειν παρὰ τί φαίνεται μέν, οὐκ ἔστι δέ, οἷον ὅτι παρὰ τὴν σύνθεσιν
25ἢ παρὰ τὴν ὁμωνυμίαν ἢ παρὰ τὴν λέξιν ἢ τὴν ἀμφιβολίαν φαίνεται, οὐκ ἔστι δέ. ἐπειδὴ γὰρ ὁ ἀληθὴς ἔλεγχος ἀντίφασίς ἐστιν ἔκ τινων μὴ ὁμώνυμος, οὐ χρὴ τὸν ἀποκρινόμενον ἄλλο τι προσδιορίζεσθαι ἐν τοῖς ὁμωνύμοις ἢ ἀμφιβόλοις ἐλέγχοις, ἀλλὰ λέγειν μόνον ἀμφίβολα καὶ ὁμώ‐ νυμα εἶναι τὰ ἐρωτώμενα καὶ ὅτι τὸ συμπέρασμα φαίνεται μὲν ἐλέγχειν,
30οὐ ποιεῖ δὲ τοῦτο ὁμώνυμον ὄν. p. 175a40 Οὔκουν τὸ ἐλεγχθῆναι ἀλλὰ τὸ δοκεῖν εὐλαβητέον. Οὐδαμῶς, φησί, χρὴ τὸν ἐρωτώμενον φοβεῖσθαι μή πως ἐλεγχθῇ,
ἀλλὰ τὸ δόξαι ἐληλέγχθαι· οὐ γὰρ κυρίως ἄν ποτε ἐλεγχθήσεται παρὰ123
in SE
.

124

τῶν σοφιστῶν ψευδῆ λαμβανόντων· τοσοῦτον γὰρ οὐκ ἐλέγχει, φησίν, ἀλη‐ θῶς ὁ σοφιστὴς διὰ τῶν τοιούτων ἐρωτημάτων. ὥστε καὶ εἴ τις πολλάκις δι’ ἀμαθίαν ἐλέγχεται, καὶ τὸν τοιοῦτον ἀδηλοποιεῖ καὶ οὐ φανεροῖ αὐτόν· τὸ γὰρ ἐρωτᾶν ὁμώνυμα καὶ ἀμφίβολα καὶ ὅσα ἄλλα τοι‐
5αῦτα σοφιστικὰ ἀφανίζει τὸν κυρίως ἔλεγχον καὶ τὸν ἐλεγχόμενον ἄδηλον ποιε. πολλάκις γάρ, εἰ διεῖλεν ὁ σοφιστὴς τὰ ὁμώνυμα καὶ ἠρώτησεν, ἐποίησεν ἂν ἔλεγχον κυρίως· οἷον εἰ διεῖλε τὰ τοῦ κυνὸς σημαι‐ νόμενα καὶ ἠρώτησέ τι περὶ ἑνὸς τούτων, ἠπάτησεν ἄν. νῦν δὲ μὴ ποιῶν τοῦτο πολλάκις συμπεραινόμενός τι ἄτοπον εὑρίσκει τὸν ἀποκρινόμενον
10ἀνθιστάμενον καὶ λέγοντα μὴ ἐπὶ τούτου καταφῆσαι καθ’ οὗ ἀπέφησεν ὁ σοφιστής· καὶ ἴσως ἐφ’ οὗ ἔδωκεν ἐκεῖνος ὁ ἀποκρινόμενος, ἐπὶ τούτου συνεπεράνατο ἂν καὶ ὁ ἐρωτῶν. ὥστε ἄδηλον ποιεῖ τὸν ἐλεγχό‐ μενον· ἄδηλον γὰρ εἰ ἀληθῆ νῦν λέγει ὁ ἀποκρινόμενος λέγων μὴ δοῦναι ἐπὶ τούτου ἐφ’ οὗ συνεπεράνατο ὁ σοφιστής. τοῦτο δὲ οὐκ ἂν
15ἐγίνετο, εἰ διελὼν τὰ ὁμώνυμα ἠρώτα. p. 175b8 Ὅ τε ἐπιζητοῦσι νῦν μὲν ἧττον. Εἰ διελὼν τὰ ὁμώνυμα ὁ σοφιστὴς ἠρώτα, ἐγίνετο ὅπερ νῦν μὲν ἧττον ἐπιζητοῦσιν οἱ σοφισταί, μᾶλλον δὲ ἐν τοῖς κατὰ Πλάτωνα χρόνοις. τί δὲ ἦν ἐκεῖνο ὃ ἐζήτουν, ἐπάγει, τὸ ἀποκρίνεσθαι ἢ ναὶ ἢ
20ο. πάλαι γὰρ ἀμφίβολα καὶ ὁμώνυμα ἐρωτῶντες τὸν Πλάτωνα εὕρισκον αὐτὸν ἀποκρινόμενον τὴν ἀντίφασιν, τὸ ‘ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ‘· ὅθεν καὶ ἠνάγκαζον αὐτὸν ἓν ἀποκρίνεσθαι, ἢ ναὶ ἢ οὔ, κατὰ τοὺς διαλεκτικούς. τοῦτο γοῦν, φησί, τὸ περισπούδαστον τοῖς σοφισταῖς ἐγίνετο ἂν νῦν, εἰ διαιροῦντες οἱ σοφισταὶ τὰ σημαινόμενα τῶν ὁμωνύμων ἠρώτων
25τι περὶ ἑνὸς αὐτῶν, οἷον περὶ κυνὸς χερσαίου, εἰ καύματα ποιεῖ· πάντως γὰρ ἂν τότε ὁ ἀποκρινόμενος ἢ ναὶ ἢ οὒ ἀπεκρίθη. νῦν δὲ μὴ διαιρούν‐ των ἀνάγκη τὸν ἐρωτώμενόν τι ὁμώνυμον προσαποκρίνεσθαι, τουτέστι δεῖ λέγειν ὅτι φαίνεται μέν, οὐκ ἔστι δέ, ἢ τὸ ἴσως ἢ τοιοῦτόν τι· οὕτως γὰρ ἂν κατάδηλος γίνεται, ὅτι οὐκ ἀρέσκεται τοῖς ἐρωτωμένοις
30διὰ τὸ μὴ ἀληθέσιν εἶναι. ἢ γοῦν τὰ εἰρημένα ἀνάγκη τὸν ἐρωτώμενον προσαποκρίνεσθαι ἢ λέγειν τὴν ἀντίφασιν, τὸ ‘ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ‘,
καὶ οὕτως διορθοῦν τὴν μοχθηρίαν τῆς ἐρωτήσεως.124
in SE
.

125

p. 175b15 Εἰ δέ τις ὑπολήψεται τὸν κατὰ τὴν ὁμωνυμίαν ἔλεγ‐ χον εἶναι. Εἰπὼν πρὸ ὀλίγου φαινομένως ἐλέγχειν τοὺς σοφιστὰς καὶ οὐ κυρίως νῦν φησιν ὅτι, εἴ τις ὑπολάβοι κυρίως ἐλέγχειν τοὺς σοφιστὰς καὶ μὴ
5φαινόμενον εἶναι ἔλεγχον τὸν κατὰ τὴν ὁμωνυμίαν ἔλεγχον καὶ τὰ ἄλλα σοφίσματα, συμβήσεται πάντας ἐλέγχεσθαι καὶ αὐτοὺς τοὺς ἐπιστήμονας· παρακρούονται γὰρ καὶ οὗτοι ὑπὸ τῶν σοφιστῶν δι’ ὁμωνύμων τινῶν καὶ τῶν ἄλλων τῶν τοιούτων. καὶ εἰ οὕτως ἔχει καὶ ἀληθὴς ἔλεγχος ὁ τοιοῦτος ἔλεγχος λογίζεται, οὐ διαφευξεῖταί ποτε ὁ ἀποκρινόμενος τρόπον
10τινὰ τὸ ἐλέγχεσθαι· παρὰ γὰρ τοῖς ἀληθῆ λέγουσιν ἔλεγχον τὸν φαινό‐ μενον ἔλεγχον καὶ παραλογισμὸν ἀδύνατον διαφυγεῖν τὸ μὴ ἐλεγχθῆναι, καὶ οὐκ ἔστι τὸ μὴ οὐκ ἐλέγχεσθαι τὸν ἀποκρινόμενον. τὸ δὲ τρόπον τινὰ προσέθηκε, διότι μὴ κυρίως ἐστὶν οὗτος ἔλεγχος. πῶς δὲ πάντας συμβήσεται ἐλέγχεσθαι, ἐπάγει· ἐπὶ γὰρ τῶν ὁρατῶν, ἤτοι
15τῶν τῇ ὁράσει ὑποπιπτόντων, ἀναγκαῖον πολλάκις, ὃ ἔφησεν ὁ ἀπο‐ κρινόμενος, ἀποφῆσαι πάλιν, καὶ ὃ ἀπέφησε, φῆσαι. πρῶτον δὲ καλῶς ἂν ἔχοι τὴν ἀγωγὴν τοῦ σοφίσματος ἐκθέσθαι καὶ οὕτως τὰ κατὰ τὴν λέξιν ἀναθρῆσαι. περικαλύψαντες τὸν μουσικὸν Κορίσκον ὀθόνῃ ἢ ἄλλῳ τινὶ οἱ σοφισταὶ ἠρώτων· ἆρ’ οἶδας ὅτι ὁ Κορίσκος μουσικός ἐστι;
20ναί· τί δ’, οἶδας τὸν κεκαλυμμένον ὅστις ἐστίν; οὔ. εἶτα ἀφελόντες τὸ περικάλυμμα, τί δ’, οἶδας, ἔλεγον, τοῦτον ὅστις ἐστί; ναί· οἶδας ἄρα τοῦτον καὶ ὅτι μουσικός ἐστιν· ἀλλὰ μὴν καὶ οὐκ οἶδας· ὃν γὰρ ἠγνόεις, ὅτε περι‐ κεκαλυμμένος ἦν ὅστις ἦν, τοῦτον οὐδ’ εἰ ἦν μουσικὸς ἐγίνωσκες· οἶδας ἄρα τὸν αὐτὸν καὶ μουσικὸν καὶ μὴ μουσικόν, ἤτοι μουσικὸν καὶ ἄμουσον,
25ὥστε ὃ ἀπέφησας ἀπ’ αὐτοῦ ὄνομα, τὸ ‘μουσικόσ‘, τοῦτο κατέφησας κατ’ αὐτοῦ. πάλιν ἆρ’ οἶδας τὸν κεκαλυμμένον ὅστις ἐστίν; οὔ. εἶτα ἀπο‐ καλύψαντες, τί δέ, οἶδας τοῦτον; ναί· Κορίσκος γάρ ἐστιν· ἀλλὰ μὴν ἔφη‐ σας αὐτὸν καὶ μὴ Κορίσκον· ὃν γὰρ ὅλως ἠγνόεις τίς ἐστιν, οὐδὲ εἰ Κορί‐ σκος ἐστὶν ἐγίνωσκες· ὥστε τὸ αὐτὸ ὄνομα κατέφησας κατ’ αὐτοῦ καὶ ἀπέ‐
30φησας. τὸ σόφισμα παρὰ τὸ συμβεβηκός· συμβέβηκε γὰρ τῷ Κορίσκῳ τὸ κεκαλυμμένῳ εἶναι. οὐκ ἀνάγκη δὲ τὸ ὑπάρχον τῷ συμβεβηκότι ὑπάρχειν καὶ τῷ πράγματι ᾧ ὑπάρχει τὸ συμβεβηκός· οὐ γάρ, εἰ ὑπάρχει τὸ δισύλλα‐ βον τῷ λευκῷ, τὸ δὲ λευκὸν συμβέβηκε τῷ Ἀλκιβιάδῃ, ἀνάγκη καὶ τὸ δισύλλαβον ὑπάρχειν τῷ Ἀλκιβιάδῃ· οὐ γάρ ἐστιν ὁ Ἀλκιβιάδης δισύλλα‐
35βον. οὕτως καὶ ἐπὶ τούτων· οὐ γάρ, εἰ τὸν κεκαλυμμένον ἀγνοῶ, συμ‐
βέβηκε δὲ τὸ κεκαλύφθαι τῷ Κορίσκῳ, ἀνάγκη καὶ ἀγνοεῖν τὸν Κορίσκον.125
in SE
.

126

ὥστε δεῖ λέγειν ὅτι παρὰ τὸ συμβεβηκός (τοιοῦτον γὰρ τὸ τοῦ ἐγκεκαλυμμένου) ἢ παρὰ τὴν ὁμωνυμίαν ὁ λόγος ἢ παρὰ τὴν ἀμφιβολίαν ἢ παρά τι τούτων. τὸ τοιοῦτον σόφισμα ἔλυον οὕτως ἐκεῖνοι λέγοντες, ὅτι τοῦτον τὸν Κορί‐ σκον οἶδα μουσικὸν τὸν φαινόμενον καὶ τοῦτον οἶδα Κορίσκον, τὸν δὲ
5κεκαλυμμένον καὶ ἄμουσον καὶ οὐ Κορίσκον. ἡ μὲν οὖν διάνοια καὶ ἡ τοῦ σοφίσματος ἀγωγὴ τοιαύτη τις ἂν εἴη. τὰ δὲ κατὰ τὴν λέξιν ὧδε ἂν ἔχοι. ὁρατὰ λέγει τὰ κατ’ ἐνέργειαν ὁρατά, ἃ βλέποντες γνωρίζομεν, κε‐ καλυμμένα δὲ ὄντα ἀγνοοῦμεν· ἐπὶ τούτων γὰρ ἀναγκαῖον ὃ ἔφησέ τις ἀποφῆσαι καὶ ὃ ἀπέφησέ τις καταφῆσαι· ὃν γὰρ ἔλεγε μουσικὸν ὁρῶν,
10τοῦτον περικεκαλυμμένον ὄντα καὶ μὴ ὁρώμενον εἴποι ἄμουσον· καὶ ὃν λέγει ἄμουσον περικεκαλυμμένον ὄντα, τοῦτον μουσικὸν ἂν εἴποι ἀφαιρε‐ θέντος τοῦ περικαλύμματος. ὥστε ἐπὶ τούτων, φησί, τῶν ὁρατῶν ὃ ἔφη‐ σεν ὄνομα, ἀναγκαῖον ἀπὸ τοῦ αὐτοῦ ἀποφῆσαι, πάλιν ὃν ἔφησε λευκόν, ἀναγκαῖον ἀποφῆσαι καὶ εἰπεῖν μὴ λευκόν. δεῖ οὖν ὡς εἴπομεν λύειν, ἢ
15ὅτι παρὰ τὸ συμβεβηκὸς ἢ καθ’ ἕτερόν τι, ὅπερ καὶ αὐτὸς ἐρεῖ, ὅτε τὰς λύσεις τῶν σοφισμάτων ἐκτίθεται, ἀλλὰ μὴ ὡς οὗτοι. p. 175b21 Ὁ γὰρ αὐτὸς ἔσται λόγος τὸ τὸν Κορίσκον. Ὃ λέγει τοιοῦτόν ἐστι· τὸ λέγειν ὅτι τὸν Κορίσκον οἶδα ταὐτόν ἐστι τῷ τοῦτον τὸν Κορίσκον· τὸ γὰρ ‘ἆρα οἶδας τὸν Κορίσκον ὅτι μουσι‐
20κός ἐστι; ναί‘, τοῦτο ταὐτόν ἐστι τῷ ‘ἆρ’ οἶδας τοῦτον τὸν Κορίσκον ὅτι μουσικός ἐστιν;‘· ὃν γὰρ νῦν λέγεις μουσικὸν ἢ Κορίσκον, ὅτε ἀφῃρέθη τὸ περικάλυμμα, τοῦτον ἔλεγες καὶ ὅτε κεκαλυμμένος ἦν. καὶ ἔτι σαφέστερον περὶ τοῦ αὐτοῦ εἰπεῖν, ἔλυόν τινες τὸ σόφισμα λέγοντες τοῦτον μὲν τὸν Κορίσκον εἰδέναι μουσικόν, τοῦτον δ’ ἄμουσον, ἐπὶ διαφόρων προσώπων
25τὴν ἐρώτησιν φέροντες καὶ δύο ὑποκείμενα λαμβάνοντες. οὓς λύειν ἀνω‐ φελῶς φησι λέγων ὁ γὰρ αὐτὸς ἔσται λόγος τὸ τὸν Κορίσκον εἶναι μουσικὸν ἢ ἄμουσον τῷ τοῦτον τὸν Κορίσκον, τοῦτο διὰ τούτων λέγων, ὅτι ἡνίκα φαμὲν ‘ἆρ’ οἶδας τὸν Κορίσκον μουσικόν;‘, τοῦτόν φαμεν τὸν ἕνα τῷ ἀριθμῷ καὶ οὐ πολλούς, ἀλλὰ τὸν ὀθόνῃ κεκαλυμμένον, ἐφ’
30οὗ καταφάσκεται καὶ ἀποφάσκεται. ἀνατρέψας οὖν τοὺς κακῶς λύοντάς φη‐ σιν ἀλλ’ ἴσως οὐ ταὐτὸν σημαίνει, ὃ δυνάμει τοιοῦτον ἂν εἴη· ἴσως οὐχ οὕτω δεῖ διορθοῦσθαι, ὅτι ὅδε ὁ Κορίσκος μουσικὸς καὶ ὅδε ἄμουσος, ἀλλ’ ὅτι οὐ ταὐτὸν σημαίνει, τουτέστι τὸ Κορίσκος οὐχ ἓν σημαίνει. οὐ γάρ ἐστιν ἑνὸς δηλωτικὸν τὸ Κορίσκος ὄνομα, ὥσπερ οὐδὲ ὁ Σωκράτης
35καὶ ὁ λευκὸς Σωκράτης· εἰ γὰρ καὶ τῷ ὑποκειμένῳ ἕν ἐστιν ὁ Κορίσκος126
in SE
.

127

καὶ ὁ κεκαλυμμένος Κορίσκος, ὥσπερ καὶ ὁ Σωκράτης καὶ ὁ λευκὸς Σω‐ κράτης, ἀλλὰ τῷ λόγῳ οὐχ εἷς ἐστιν. ὥστε ῥητέον ὅτι ἐλεγχοειδὲς καὶ παρὰ τὸ συμβεβηκός. εἶτα ἐπειδὴ εἶπεν “εἴ τις ὑπολήψεται τὸν κατὰ τὴν ὁμωνυμίαν”, οὗτος δὲ τοῦ παρὰ τὸ συμβεβηκὸς τέθεικε παράδειγμα, ἐπι‐
5φέρει οὐδὲ γὰρ ἐκεῖ τοὔνομα, ἐκεῖ λέγων ἐπὶ τοῦ καθ’ ὁμωνυμίαν· ἐπὶ τούτου γὰρ οὐ ταὐτὸν σημαίνει τὸ ὄνομα. ὥστε τι διαφέρει τὸ ἁπλῶς περὶ Κορίσκου ἐρωτᾶν καὶ κεκαλυμμένου. τὸ δὲ εἰ δὲ τῷ μὲν τὸ ἁπλῶς λέγειν Κορίσκον ἀποδώσει πρὸς τοὺς κακῶς λύοντας ἀνα‐ φέρεται καὶ ἔστιν ἀνατρεπτικὸν αὐτῶν· λέγει γὰρ τὸ συμπέρασμα οἰκεῖον
10ὀφείλειν εἶναι ταῖς προτάσεσι. πῶς γοῦν ὑμεῖς μὴ ἐρωτηθέντες ‘ἆρ’ οἶδας τόνδε ἢ τόνδε τὸν Κορίσκον;‘ ἐν τῷ συμπεράσματι τοῦτο ἐπάγετε; εἰ γὰρ ἐν τῷ μέν, ἤγουν ἐπὶ τῶν προτάσεων, ὡς ἐκεῖνοι λέγουσιν, ἁπλῶς δεῖ λέγειν ὅτι ὁ Κορίσκος μουσικός, ἐν δὲ τῷ συμπεράσματι προστεθήσεται τὸ ὅδε, ἄτοπον. τὸ δὲ οὐδὲν γὰρ μᾶλλον θατέρῳ τοιοῦτόν ἐστιν, ὅτι
15ἐπίσης ἔδει καὶ ἐν ταῖς προτάσεσι καὶ ἐν τῷ συμπεράσματι τεθεῖσθαι τὸ τόνδε· ἢ γὰρ καὶ ἐν ταῖς προτάσεσι προσκείσθω τὸ ὅδε ἤ, εἰ μὴ ἐν ἐκεί‐ ναις, μηδὲ ἐπὶ τῷ συμπεράσματι. p. 175b28 Οὐ μὴν ἀλλ’ ἐπειδὴ ἄδηλος μέν ἐστι. Νῦν διδάσκει ὅτι δεῖ τὸν ἀποκρινόμενον ἐρωτώμενόν τι ὁμώνυμον διαί‐
20ρεσιν αὐτοῦ ποιεῖσθαι καὶ ἐρωτᾶν ἐφ’ οὗ τῶν σημαινομένων ἐρωτᾷ τοῦτο ὁ ἐρωτῶν· εἰ γὰρ μὴ οὕτως ποιήσει, ἄδηλός ἐστι, κἄν τε ἐλήλεγκται, κἄν τε οὔ. οὐκοῦν ἐπειδὴ ἄδηλός ἐστιν εἰ ἐλέγχεται ὁ μὴ διαίρεσιν τοῦ ὁμω‐ νύμου ἢ ἀμφιβόλου λόγου ποιούμενος, δέδοται δὲ τῷ ἀποκρινομένῳ τὸ διελεῖν, εἰ μὴ οὗτος, ὁ ἀποκρινόμενός [ὅ] φημι, διορίζει τὸ ἐρωτώμενον,
25ἤγουν μὴ διαιρεῖ ἀλλ’ ἁπλῶς λαμβάνει, ἁμαρτάνει καὶ αὐτὸς ἑαυτῷ τοῦ φαινομένως ἐλέγχεσθαι αἴτιός ἐστι. συμβαίνει δ’ ἐντεῦθεν, καὶ εἰ μὴ αὐτὸς ἐλήλεγκται, τόν γε λόγον αὐτοῦ ἐληλέγχθαι· οἷον εἰ ἐρωτηθείη τις ‘ἆρά γε ὁ κύων καύματα ποιεῖ;‘, εἶτα ὁ ἀποκρινόμενος εἴπῃ ναὶ πρὸς τὸν ἀστρῷον ἀποβλέψας, μὴ διέληται δὲ τὰ τοῦ κυνὸς σημαινόμενα,
30αὐτὸς μὲν δοκεῖ μὴ ἐλέγχεσθαι ὡς τὸν ἀστρῷον δοὺς καύματα ποιεῖν,127
in SE
.

128

ἡ δὲ διάλεξις αὐτοῦ καὶ ἀπόκρισις οὐκ ἂν τοῦτο ἐκφύγῃ ἅτε μὴ διελοῦσα. συμβαίνει δέ, φησί, πολλάκις συνορῶντα τὸν ἐρωτώμενον καὶ εἰδότα, ὅτι ὁμώνυμός ἐστιν ἢ ἀμφίβολος ὁ λόγος ὁ ἐρωτώμενος, μὴ ποιεῖσθαι διαί‐ ρεσιν τοῦ ἐρωτωμένου ὀκνοῦντα πρὸς τοῦτο καὶ ἀναδυόμενον, ἵνα μὴ δόξῃ
5δύσκολος εἶναι ἅτε συνεχῆ ποιούμενος τὴν διαίρεσιν· ἐπεὶ γὰρ οἱ σοφι‐ σταὶ κατ’ ἐνδελεχισμὸν ἐρωτῶσιν ὁμώνυμα καὶ ἀμφίβολα τὰ ἐρωτήματα, εὐλαβεῖται ὁ ἀποκρινόμενος, ἵνα μὴ δόξῃ δυσχερής, εἰ ἅπαντα ἐπιχειροίη διαιρεῖν. εἶτα οἰομένων τῶν ἀποκρινομένων μηδὲν ἄτοπον ἐντεῦθεν συμ‐ βῆναι, εἰ χωρὶς διαιρέσεως δώσουσι τὸ ἐρωτώμενον, ἀπαντήσει τι πολλά‐
10κις παράδοξον. ὥστε φυλακτέον τῷ ἀποκρινομένῳ τοιαύτην ποιεῖσθαι ἀπόκρισιν, καὶ ἐπεὶ ἐφεῖται αὐτῷ διαιρεῖν τὰ ἐρωτώμενα, μὴ ὀκνητέον πρὸς τοῦτο. p. 175b39 Εἰ δὲ τὰ δύο ἐρωτήματα μὴ ἓν ποιεῖ τις. Νῦν διδάσκει τὴν γένεσιν τῆς ὁμωνυμίας καὶ τῆς ἀμφιβολίας, καὶ
15φησὶν ὅτι ἀπὸ τοῦ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν ταύτας γίνεσθαι· ὡς γὰρ ἐν ἐκείνῳ πλείω ὄντα τὰ ἐρωτώμενα ἓν ἔχει τὸ κατηγορούμενον, οὕτως καὶ ὧδε, εἰ καὶ ἕν ἐστιν ὄνομα, ἀλλ’ οὖν πλειόνων ἐστὶ σημαντικόν. εἰ γοῦν μὴ ἦν ὁ τὰ πλείω ἐρωτήματα ἓν ποιῶν παραλογισμός, οὐκ ἂν ἦν ὁ παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν· εἰ δὲ μὴ ἦν ἀμφιβολία ἢ ὁμω‐
20νυμία, ἢ ἀληθὴς ἔλεγχος ἐγίνετο ἢ οὐδ’ ὅλως ἐγίνετο. οἷον εἰ μὴ ἦν τὸ κύων ὄνομα πολλῶν σημαντικόν, ἀλλ’ ἕν τι ἐδήλου, οἷον τὸν ἀστρῷον μόνον, εἰ ἠρωτήθη τις ‘ἆρα ὁ κύων ὑλακτεῖ;‘, ἀπέφησε δὲ ὁ ἐρωτώμενος, ἠλέγχθη ἂν κυρίως οὐχί· ἐπεὶ γὰρ μόνον τὸν ἀστρῷον ὁ κύων σημαίνει, εἰ ἐρωτηθείη ‘ἆρα ὑλακτεῖ;‘ καὶ ἐρεῖ ὅτι οὐχί, οὐδ’ ὅλως ἐλήλεγκται· εἰ δὲ
25κατέφησεν, ἠλέγχθη ἄν. πῶς δὲ ὁ ὁμώνυμόν τι ἐρωτῶν πλείω ἐρωτή‐ ματα ἐρωτᾷ, δείκνυσι. τί γὰρ διαφέρει τὸ εἰπεῖν ‘ἆρα ὁ Καλλίας καὶ ὁ Θεμιστοκλῆς μουσικοί εἰσι;‘ τοῦ εἰπεῖν ‘ἆρα ὁ κύων ὑλακτεῖ;‘· ἐπὶ γὰρ
ἀμφοτέρων πλείω τὰ πράγματα· πᾶν γὰρ τὸ ἐρωτώμενον, εἰ μὴ ἁπλοῦν128
in SE
.

129

εἴη ἀλλ’ ὁμώνυμον καὶ πλείω δηλοῖ τοῦ ἑνός, ἐν ἐρωτήσει παραλαμ‐ βανόμενον πολλὰ ἐρωτᾷ. p. 176a3 Εἰ οὖν μὴ ὀρθὸν πρὸς δύο ἐρωτήσεις. Ἐπειδὴ ἀνοίκειόν ἐστι τῆς διαλεκτικῆς τὸ πρὸς δύο ἐρωτήσεις μίαν
5ποιεῖσθαι ἀπόκρισιν, μηδὲ τῶν ὁμωνύμων λοιπὸν μία ἔστω ἀπόκρισις· ὡς γὰρ εἰρήκαμεν, ὁ ὁμώνυμον ἐρωτῶν πλείω ἐρωτᾷ. ἀλλ’ οὐδὲ ἐὰν κατὰ πάντων τῶν πραγμάτων τῶν ὑπὸ τοῦ ὁμωνύμου ὀνόματος σημαινομένων ἐστιν ἀληθὲς τὸ κατηγορούμενον. οἷον εἰ ἐρωτήσει τις ‘ἆρ’ ὁ Αἴας ζῷον δίπουν;‘, τοῦτο ἀληθὲς μέν ἐστι καὶ κατ’ ἀμφοτέρων τῶν Αἰάντων, οὐ δεῖ δὲ
10ἀπόκρισιν μίαν ποιῆσαι, καὶ διὰ τὸν τῆς προτάσεως λόγον τὸν λέγοντα ‘μιᾷ ἐρωτήσει μία ἔστω ἀπόκρισισ‘ (ὧδε δὲ διτταὶ οὖσαι αἱ ἐρωτήσεις οὐχ ἁπλῆν ἐπιδέχονται τὴν ἀπόκρισιν), καὶ ἵνα μὴ συνεθισθέντες μίαν ἀπόκρισιν διδόναι ἐπί τινων ἀληθῶν ἐρωτημάτων πολλῶν καὶ ἐπὶ ἄλλων μὴ τοιούτων πάθωμεν τοῦτο. οὐδὲν γάρ, φησί, διαφέρει τὸ ὁμώνυμόν τι ἐρωτῆσαι καὶ
15τὸ τοιαύτην προαγαγεῖν ἐρώτησιν, πότερον ὁ Κορίσκος καὶ ὁ Καλλίας οἴκοι εἰσὶν ἢ ο; κἂν γὰρ ἀληθὲς εἴη τὸ εἶναι αὐτοὺς οἴκοι, κἂν τὸ μή, ἀμφοτέρως πολλαὶ αἱ ἐρωτήσεις· οὐ γάρ, εἰ ἀληθὲς εἴη τὸ εἰπεῖν οἴκοι αὐτοὺς εἶναι, μία ἐστὶν ἡ ἐρώτησις. p. 176a13 Τοῦτο δ’ ὅμοιον ὡς εἰ καὶ τὸ αὐτὸ ὄνομα.
20 Τοῦτο, φησί, τὸ πολλὰ ἐρωτηθέντα ἐρωτήματα μίαν ἀπόκρισιν δοῦναι, ταὐτόν ἐστι τῷ ἐρωτηθέντα τι ὁμώνυμον (τούτου γάρ ἐστι δηλωτικὸν τὸ τὸ αὐτὸ ὄνομα τεθείη τοῖς ἑτέροις· διαφόροις γὰρ πράγμασι τὸ αὐτὸ καὶ ἓν ἐπίκειται ὄνομα), τὸ γοῦν πρὸς πολλὰ ἐρωτήματα ποιήσασθαι μίαν ἀπόκρισιν ταὐτόν ἐστι τῷ ἐρωτηθέντα τι ὁμώνυμον ἀπόκρισιν μίαν δοῦναι.
25ὥσπερ οὖν οὐ διαλεκτικοῦ τὸ πρὸς πολλὰ ἐρωτήματα μίαν ἀπόκρισιν ποιεῖν, οὕτω καὶ τὸ πρὸς ὁμώνυμόν τι τὸ αὐτὸ ποιεῖν. εἰπὼν δὲ μὴ δεῖν ἐπὶ τῶν ὁμωνύμων τὸ ναὶ ἢ οὒ φάσκειν, τὴν αἰτίαν τοῦ μὴ ἀποκρίνε‐ σθαι τὸν οὕτως ἀποκρινόμενον καὶ τὸ ναὶ ἢ τὸ οὒ λέγοντα τίθησιν. ἔστι δὲ
τὸ λεγόμενον τοιοῦτον. ἐπειδὴ πολλαχῶς λέγεται τὸ πρᾶγμα καὶ ἀδύνατόν129
in SE
.

130

ἐστι πάντα, ὧν ἐστι τὸ ὄνομα σημαντικόν, διὰ τοῦ ναὶ ἢ τοῦ οὒ δηλῶσαι, εὔδηλον ὡς οὐκ ἀποκρίνεται· εἰ γὰρ ἐπ’ ἄλλου μὲν ὁ ἐρωτῶν ἤρετο, ὁ δὲ ἀποκρινόμενος ἐπ’ ἄλλου καταφήσει ἢ ἀποφήσει, οὐδὲν ἀπεκρίθη. οὐδὲ γὰρ ὁ εἰπὼν ἀπόκρισιν μίαν ἐπὶ τῶν ὁμωνύμων κυρίαν ἀπόκρισιν ἐποιή‐
5σατο, ἀλλ’ εἴρηκε μέν τι καὶ ἔδοξε τοῖς πολλοῖς ἀπὸ τοῦ εἰπεῖν ναὶ ἢ οὔ, ἀπόκρισιν δὲ οὐ δέδωκεν. ἀπόκρισις γάρ ἐστιν, ὅταν, ὅ τις ἐρωτηθῇ, τοῦτο αὐτὸ ἢ δῷ ἢ ἀπαρνήσηται· ἂν δ’ ἄλλο μὲν ὁ ἐρωτῶν ἔρηται, ἄλλο δὲ ὁ ἀποκρινόμενος φήσῃ ἢ ἀποφήσῃ, εἴρηκε μέν τι καὶ οὕτως, ὥσπερ ἂν εἰ αὐτὸς προαιρούμενος εἶπεν, ἀπόκρισιν δὲ οὐ δέδωκε. τὸ δὲ ἀλλ’ ἀξιοῦν‐
10ταί πως ἐν τοῖς διαλεγομένοις ἴσον ἐστὶ τῷ ‘ἀλλ’ εἰ καὶ μὴ κατὰ ἀλήθειαν ἀποκρίνονται ἐν τοῖς ὁμωνύμοις τὸ ναὶ ἢ τὸ οὒ λέγοντες, ὅμως ἀξιοῦνται, τουτέστι νομίζονται καὶ ὑπολαμβάνονται ὅτι ἀπόκρισιν ἐποιή‐ σαντο‘. νομίζονται δέ, φησίν, ἀποκρίνεσθαι διὰ τὸ λανθάνειν τοὺς ἀκροατὰς τὰ συμβαίνοντα, ἤγουν τὸ μιᾶς ἐρωτήσεως μίαν ἀπόκρισιν
15εἶναι καὶ τῶν πολλῶν πολλάς, ἢ μάλιστα διὰ τὸ λανθάνειν αὐτοὺς ὅτι ἐν τοῖς ὁμωνύμοις οὐκ ἔστιν ἀπόκρισις· τοῦτο γὰρ εἶπε συμβαῖνον· συμ‐ βαίνει γὰρ ἐν τοῖς ὁμωνύμοις τὴν νομιζομένην ἀπόκρισιν μὴ εἶναι ἀπό‐ κρισιν. ὅπερ δὲ ἐν τῷ ὀγδόῳ τῶν Τοπικῶν εἶπε, τοῦτο καὶ ἐνταῦθά φη‐ σιν, ὅτι πολλάκις ἀποκρίσεις δοτέον ψευδεῖς μᾶλλον ἢ ἀληθεῖς, εἴπερ
20εὐχερέστερον ταύτας ὁ ἐρωτῶν δέξαιτο· ἐπεὶ γάρ, φησίν, ὥσπερ ἔλεγχοί τινες οὐκ εἰσὶ μὲν ἀληθῶς, δοκοῦσι δὲ εἶναι, τὸν αὐτὸν δὴ τρόπον καὶ λύσεις εἰσί τινες οὐκ οὖσαι μὲν δοκοῦσαι δέ τισιν, ἃς καὶ προκομιστέον μᾶλλόν ποτε ἤπερ τὰς ἀληθεῖς· πρὸς τὸν πάντῃ γὰρ ἀνθιστάμενον, ὡς τὸ αὐτοῦ ἔχει παράγγελμα, διὰ πάντων δεῖ ἀντιτάττεσθαι. ἀλλὰ μηδὲ ἁπλῶς,
25φησίν, ἀποκρίνεσθαι δεῖ, ἀλλ’ ὅπερ καὶ αὐτὸς πολλάκις εἶπε, τὸ ‘ἴσωσ‘ λεκτέον καὶ τὸ ‘ἔστω‘ καὶ τὸ ‘δοκεῖ‘· οὐδαμῶς γὰρ καὶ τούτων προσλεγο‐ μένων δυνήσεται γενέσθαι ὁ σοφιστικὸς ἔλεγχος· τοῦτον γὰρ καλεῖ παρεξέ‐ λεγχον διὰ τὸ ἔξω εἶναι τοῦ κυρίως καὶ ἀληθῶς ἐλέγχου. p. 176a27 Ἐπεὶ δὲ πῶς αἰτεῖται τὸ ἐν ἀρχῇ δῆλον.
30Ἐπειδή, φησί, δῆλόν ἐστι τί τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, τότε δὲ οἰό‐
μεθα τὸ ἐν ἀρχῇ αἰτεῖσθαι καὶ λαμβάνειν τὸν ἐρωτῶντα, ὅταν ᾖ σύν‐130
in SE
.

131

εγγυς καὶ ταὐτὸν τὸ ἐρώτημα τῷ προβλήματι, λέγει ἐπὶ τῶν τοιούτων εὐθὺς ἀναιρεῖν ἔνια τῶν ἐρωτημάτων καὶ μηδ’ ὅλως συγχωρεῖν λέγοντος τοῦ ἀποκρινομένου τῷ ἐρωτῶντι τὸ ἐν ἀρχῇ αἰτεῖσθαι· ἐγγὺς γάρ εἰσι καὶ ταὐτὰ τὰ ἐρωτώμενα τῷ προκειμένῳ προβλήματι. οἷον εἰ προκειμένου
5συμπερανθῆναι τὴν ἡδονὴν ἀγαθὸν ἔροιτο ‘ἆρά γε ἡ χαρὰ ἀγαθόν;‘, οὐ δοτέον, ἀλλὰ ῥητέον ὅτι τὸ ἐν ἀρχῇ αἰτεῖ. ἔτι ὅταν τις ἀξιοῖ τι συμπέρασμα ψευδές τε καὶ ἄδοξον, ὃ ἐξ ἀνάγκης ἐκ ψευδῶν συνήχθη προτάσεων (τὸ γὰρ ψευδὲς ἀεὶ ἐκ ψευδῶν), τοῦτο καὶ ἐπὶ τῶν προτάσεων ῥητέον, ὅτι ψευδεῖς ἢ ἄδοξοι αἱ προτάσεις αἱ τὸ τοιοῦτον συναγαγοῦσαι συμπέρασμα.
10τὰ γὰρ συμπεράσματα, ἅπερ αὐτὸς συμβαίνοντα εἶπε, τῆς αὐτῆς εἰσι θέσεως (θέσεις δὲ λέγει νῦν τὰς προτάσεις)· ὁποῖαι γάρ εἰσιν αἱ προ‐ τάσεις, τοιαῦτα καὶ τὰ συμπεράσματα. ὥστε εἴπερ ἄδοξον τὸ συμπέ‐ ρασμα, ῥητέον ὅτι καὶ αἱ προτάσεις ἄδοξοι. p. 176a33 Ἔτι ὅταν τὸ καθόλου μὴ ὀνόματι ληφθ.
15 Ὡς ἐν παραβολῇ λαμβάνεσθαι ὃ βουλόμεθα λαβεῖν ἐν τῷ ὀγδόῳ τῶν Τοπικῶν εἴρηκεν, ὅταν ὃ βουλόμεθα λαβεῖν οὕτως ἐρωτῶμεν ὡς οὐκ αὐτὸ θέλοντες ἀλλὰ δι’ αὐτοῦ ἄλλο βουλόμενοι λαβεῖν, οἷον βουλόμενοι τὴν ἐγκράτειαν λαβεῖν ὅτι ἀρετή ἐστι, μὴ εἴποιμεν ‘ἆρά γε ἡ ἐγκράτεια ἀρετή ἐστιν;‘ ἀλλ’ ‘ἆρά γε ὥσπερ ἡ ἐγκράτεια ἀρετή, οὕτως καὶ ἡ ἀνδρεία
20καὶ ἡ δικαιοσύνη;‘. εἰ οὖν καὶ ἐνταῦθα παραβολὴν τοῦτο λέγει, εἴη ἂν τοῦτο λέγων, ὅτι ὅταν τὸ καθόλου μὴ ὀνόματι, τουτέστι μὴ αὐτὸ καθ’ αὑτὸ ληφθῇ μηδ’ ὡς δι’ αὑτό (ὀνόματι γὰρ λαμβάνεταί τι, ὅταν τὸ ὄνομα αὐτόθεν αὐτὸ ληφθῇ, οἷον τῶν ἐναντίων μία ἡ ἐπιστήμη ἢ ἡ ἐγκράτεια ἀρετή, παραβολῇ δέ, ὅταν λόγῳ καὶ μὴ δι’ ἑαυτὸ ἀλλὰ ἄλλου
25χάριν), ὅταν οὖν τὸ καθόλου παραβολῇ ληφθῇ, ῥητέον ὅτι οὐχ οὕτως δέδωκεν οὐδ’ ὡς ἔδωκεν ἔλαβεν· οὐ γὰρ τὴν ἐγκράτειαν δέδωκεν ἀρετὴν ἀλλὰ τὴν ἀνδρείαν. εἰ δὲ μὴ οὕτως εἴληπται τὸ τῆς παραβολῆς, εἴη ἂν λέγων, ὅταν τὸ καθόλου μὴ ὀνόματι ληφθ, ἀλλὰ παραβολῇ καὶ λόγῳ, ῥητέον τὸ καὶ τό. μὴ ὀνόματι δὲ ἀλλὰ λόγῳ ληφθήσεται τὸ καθό‐
30λου οὕτως· ἆρά γε ἡ ἔλαφος τετράπους οὖσα διχηλή ἐστι; ναί· τί δέ, ἡ131
in SE
.

132

αἴξ; ναί· τί δέ, ὁ βοῦς; ναί· τί δέ, τὸ πρόβατον; ναί· πᾶν ἄρα ὃ ἂν ᾖ τοιοῦτον διχηλόν ἐστιν· ἀλλὰ μὴν ὁ ἵππος οὐ διχηλὸς τοιοῦτος ὤν· οὐκ ἄρα πᾶν διχηλόν. ἐνταῦθα τὸ ‘πᾶν ὃ ἂν ᾖ τοιοῦτον διχηλόν ἐστι‘ λόγῳ εἴληπται· λόγος γὰρ τὸ ‘πᾶν ὃ ἂν ᾖ τοιοῦτον‘, οὐκ ὄνομα. εἰ δὲ εἶπε ‘πᾶν
5ἄρα τετράπουν‘, ὀνόματι τὸ καθόλου ἔλαβε· τὸ γὰρ τετράπουν ὄνομα. ἐπὶ τούτου δὲ ῥητέον ὅτι τὸ ‘πᾶν ἄρα τοιοῦτον‘ οὐκ ἐπὶ τοῦ τετράποδος δέδωκεν ἀλλ’ ἐπὶ τοῦ κερασφόρου· πᾶν γὰρ κερασφόρον διχηλόν. κωλυό‐ μενον δὲ [διὰ] τούτων δεῖ τρέπεσθαι ἐπὶ τὸ ἐλέγχειν αὐτόν, ὅτι οὐ δέδει‐ χεν οὐδὲ συλλελόγισται, κατὰ τὸν εἰρημένον διορισμόν, λέγων διορισμὸν
10τὴν ὁμωνυμίαν, τὴν ἀμφιβολίαν, τὴν διαίρεσιν, τὴν σύνθεσιν καὶ τοὺς λοι‐ ποὺς τρόπους παρ’ ὅσους ὁ φαινόμενος ἔλεγχος γίνεται. δείξομεν οὖν αὐτὸν μὴ ἀποδεικνύντα μηδὲ συλλογιζόμενον ἢ ἐλέγχοντα ἐμφανίζοντες τὸν τρόπον τοῦ παραλογισμοῦ. p. 176a38 Ἐν μὲν οὖν τοῖς κυρίως λεγομένοις ὀνόμασιν.
15 Ἐν τοῖς ὀνόμασι, φησί, τοῖς κυρίως λεγομένοις καὶ αὐτοτελῶς (κύρια γὰρ ἐκεῖνα λέγει ὀνόματα τὰ οἰκεῖα τοῖς ὑποκειμένοις πράγμασιν, οἷον ἄνθρωπος, ἵππος) ἀνάγκη ἀποκρίνεσθαι ἢ ναὶ ἢ οὒ ἢ ἁπλῶς καὶ χωρὶς διαιρέσεως, ἐὰν μὴ ᾖ ὁμώνυμον, ἤ, ἐὰν ᾖ, μετὰ διαιρέσεως. ἐν δὲ τοῖς κολοβῶς ἠρωτημένοις, οὐ δεῖ ἁπλῶς ἢ ναὶ ἢ οὒ ἀποκρίνεσθαι·
20συμβαίνει γὰρ παρὰ τοῦτο ἔλεγχος. συνεπινοούμενα δέ ἐστι τὰ συμμνη‐ μονευόμενα τοῖς προηρωτημένοις· οἷον ὃ ἂν ᾖ Ἀθηναίων, ἆρα κτῆμά ἐστιν Ἀθηναίων; ναί· τί δέ, ὁ ἄνθρωπος τῶν ζῴων; να· ὁ ἄνθρω‐ πος ἄρα κτῆμα τῶν ζῴων ἐστί. συνεπινοεῖν γὰρ ἀνάγκη κἀνταῦθα τὸ κτῆμα· ὡς γὰρ ὃ ἂν ᾖ Ἀθηναίων, κτῆμά ἐστιν Ἀθηναίων, οὕτως καὶ ὃ
25ἂν ᾖ τῶν ζῴων, κτῆμα ἔσται τῶν ζῴων· ἔστι δὲ τῶν ζῴων ὁ ἄνθρω‐ πος· κτῆμα ἄρα ἐστὶ τῶν ζῴων. ἐνταῦθα γοῦν ἐρωτηθέντος κολο‐ βῶς τοῦ προβλήματος συνέβη ὁ παραλογισμός· ἔδει γὰρ εἰπεῖν ‘ἆρ’ ὃ ἂν ᾖ Ἀθηναίων κτῆμα, κτῆμά ἐστιν Ἀθηναίων, καὶ ὃ Λακώνων κτῆμα,
κτῆμα τούτων;‘.132
in SE
.

133

p. 176b8 Ὅταν δὲ δυεῖν ὄντοιν. Τοῦτο δῆλον ἔσται, εἰ ἀναμνησθείημεν ὧν εἶπεν ἐν τῷ ἐλέγχῳ τῷ γινομένῳ παρὰ τὸ ἑπόμενον. εἶπε δὲ ἐκεῖσε ὅτι τῷ μὲν γενομένῳ ἕπεται τὸ ἀρχὴν ἔχειν καὶ ὄντος τοῦ γενομένου ἐξ ἀνάγκης ἐστὶ καὶ τὸ ἀρχὴν ἔχειν·
5εἰ γὰρ γέγονε, καὶ ἀρχὴν ἔσχεν· οὐ μὴν εἰ ἀρχὴν ἔχει, καὶ γέγονε· πολ‐ λαχῶς γὰρ ἡ ἀρχή. ἐπὶ τούτων δεῖν φησιν ἐρωτώμενον τὸ μὲν μερικώ‐ τερον (τοῦτο γὰρ εἶπεν ἔλαττον) διδόναι καὶ συγχωρεῖν· ἀληθὲς γάρ· τὸ δὲ ἕτερον μὴ διδόναι· τοῦτο γὰρ δεῖ προσυπακούειν. ἔλαττον δὲ καὶ μερικώτερον τὸ γεγονὸς τοῦ ἀρχὴν ἔχειν, ὡς καὶ ὁ ἄνθρωπος τοῦ ζῴου·
10ἀνθρώπου μὲν γὰρ ὄντος ἔστιν ἐξ ἀνάγκης καὶ ζῷον, ζῴου δὲ ὄντος οὐκ ἐξ ἀνάγκης καὶ ἄνθρωπος. τοῦτο γοῦν ἅτε καθόλου ὂν οὐ συγχωρητέον· τοῦτο γὰρ δηλοῖ τὸ ἐρωτώμενον πότερον δεῖ τὸ ἔλαττον διδόναι, ἤγουν σχηματισθείσης τῆς ἐρωτήσεως κατὰ τὸ πότερον δεῖ διδόναι τὸ μερικόν. ὁμοίως δὲ καὶ ἐπὶ ὅρων καὶ συλλογισμῶν τὰ ἐλάττονα καὶ μερικὰ συγχω‐
15ρητέον ἀεί· χαλεπώτερον γὰρ ἐκ πλειόνων, ἤτοι μερικωτέρων, συλλογίσασθαι· ἄνευ γὰρ τοῦ καθόλου, ὡς ἐμάθομεν, συλλογισμὸς οὐ γίνεται. εἶπε δὲ τὸ μερικώτερον πλείονα, ἢ διότι συνθετώτερόν ἐστι καὶ ἐκ πλειόνων (ὁ γὰρ ἄνθρωπος ἐκ πλειόνων μᾶλλόν ἐστιν ἤπερ τὸ ζῷον· ἔχει γὰρ καὶ τὰ τοῦ ζῴου, οἷον τὴν οὐσίαν, τὸ ἔμψυχον καὶ τὸ αἰσθητι‐
20κόν· ἔχει δὲ καὶ τὸ λογικὸν καὶ τὸ ἐπιστήμης δεκτικόν, ἅπερ τὸ ζῷον οὐκ ἔχει), ἢ εἶπεν αὐτὸ πλείονα, ὅτι τὸ καθόλου τρόπον τινὰ ἕν ἐστι, τὰ δὲ μερικὰ πλείονα. καλλίων δὲ ἡ προτέρα ἐξήγησις. p. 176b11 Ἐὰν δ’ ἐπιχειρῇ ὅτι τῷ μέν. Εἴρηται ἐν τοῖς Τόποις ὅτι, εἰ τῷ γένει ἐστὶν ἐναντίον, καὶ τῷ
25τοῦ γένους εἴδει ἀνάγκη εἶναι εἶδος ἐναντίον· τῇ γὰρ ἀρετῇ γένει οὔσῃ133
in SE
.

134

καὶ ἐναντίας οὔσης αὐτῇ τῆς κακίας καὶ τῷ τῆς ἀρετῆς εἴδει, τῇ ἀνδρείᾳ, ἐστὶν ἐναντία ἡ δειλία. τούτου οὕτως ἔχοντος, εἴ τις ἀληθῶς ἔδειξε τῆς ψυχῆς μὴ εἶναι γένος τὴν ἁρμονίαν διὰ τὸ τῇ μὲν ἁρμονίᾳ εἶναι ἐναντίον τὴν ἀναρμοστίαν, τῇ δὲ ψυχῇ οὐσίᾳ οὔσῃ μὴ εἶναι ἐναντίον τι, ῥητέον,
5φησίν, ὅτι ἔστι καὶ τῇ ψυχῇ ἐναντίον, ἀλλ’ οὐ κεῖται ὄνομα αὐτῷ, ἔστι δὲ ἀνώνυμον. p. 176b14 Ἐπεὶ δὲ ἔνια μὲν ὧν λέγουσιν οἱ πολλο. Ἐπε, φησί, τὸν μὴ συγχωροῦντά τινα ὧν οἱ πολλοὶ λέ‐ γουσι ψεύδεσθαι φάσκουσι, ἔνια δὲ οὐ συγχωροῦντα, οἷον ὅσα εἰσὶν
10ἀμφίδοξα, οὐ λέγουσι ψεύδεσθαι, ὡς καὶ τὸ περὶ τῆς ψυχῆς τῶν ζῴων ἔχει, ἐν τοῖς ἀμφιδόξοις οὖν τούτοις οὐ δεῖ ἁπλῶς ἀποκρίνεσθαι (τοῦτο γὰρ λείπει) ἀλλὰ σκοπεῖν ὅπως βούλεται ὁ ἐρωτῶν, ἵνα αὐτὸς μὴ λάβῃς αὐτό. οἷον εἰ ἔστι πρόβλημα ‘ἆρα ἡ ψυχὴ θνητὴ ἢ ἀθάνατος;‘, ἐπεὶ τοῦτο ἀμφί‐ δοξον, σκόπησον ὃ βούλεται ὁ ἐρωτῶν, καὶ αὐτὸς δὸς τὸ ἕτερον· οὐδεὶς
15γὰρ ὁ μεμψόμενός 〈σ’〉 οἷον βούλει τῶν ἀμφιδόξων λέγοντα. ἐν δὲ τῇ λέξει, ὡς εἴρηται, τῇ ἐν οἷς οὖν ἄδηλον ποτέρως εἴωθε λέγεσθαι, λείπει τὸ ‘ἐν τούτοις δεῖ μὴ συγχωρεῖν‘· ἔστι γὰρ τὸ πλῆρες ‘ἐν οἷς οὖν ἄδη‐ λον ποτέρως εἴωθε λέγεσθαι, οὐ δεῖ συγχωρεῖν τὸ ναὶ ἢ τὸ οὔ, ἀλλ’ ἁπλῶς λέγειν ὅτι ἄδηλον τὸ προτεινόμενον‘. λέγει δὲ λέγεσθαι γνώμας
20καὶ τὰς ἀληθεῖς δόξας, ὁποῖαί εἰσιν αἱ δοκοῦσαι “πᾶσιν ἢ τοῖς πλεί‐ στοις ἢ τοῖς σοφοῖς, καὶ τούτοις ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς μάλιστα γνωρίμοις”, περὶ ὧν ἐν τῷ πρώτῳ τῶν Τοπικῶν εἴρηται, καὶ τὰς ὅλας ἀποφάσεις, λέγων ὅλην ἀπόφασιν τὴν καθόλου ἀπόφασιν, οἷον τὴν οὐδείς. p. 176b20 Ἔτι οὗ τὸ ἀληθὲς ἀμφιδοξεῖται.
25 Ἐφ’ ὧν, φησίν, οὐκ ἔστι τὸ ἀληθὲς ὁμολογούμενον ἀλλ’ ἀμφι‐ δοξούμενον, μάλιστά τις μεταφέρων καὶ μεταλαμβάνων τὰ ὀνόματα πρὸς τὸ χρήσιμον αὐτῷ διαλάθοι ἄν. εἰ γὰρ ἀληθὲς μέν ἐστι τὸ τὴν ψυχὴν ἐξ ἑαυτῆς κινεῖσθαί τε καὶ αὐτοκίνητον εἶναι, ἀμφιδοξεῖται δὲ καὶ ἐπίσης φαίνεται καὶ κινεῖσθαι ἐξ ἑαυτῆς καὶ μὴ κινεῖσθαι (οὐδὲν
30γὰρ κωλύει ἐφ’ οὗ τις μὴ ἔχει ἀκριβῆ κατάληψιν, ἐπίσης νομίζειν καὶ ὅτι οὕτως καὶ ὅτι οὐχ οὕτως), ἂν μεταφέρῃ τὸ τῆς κινήσεως ὄνομα ὁ ἀπο‐
κρινόμενος εἰς τὴν ἀκινησίαν καὶ φησὶν ὅτι ἡ ψυχὴ ἀκίνητός ἐστιν, ἀλλ’134
in SE
.

135

οὐχ ὡς σὺ ἤρου κινουμένη, οὐ δόξει σοφίζεσθαι καὶ σοφιστικῶς ἀποκρί‐ νεσθαι. δειχθείη δ’ ἂν ἡ ψυχὴ διὰ μὲν τοῦ αὐτοκινήτου ἀθάνατος, θνητὴ δὲ διὰ τοῦ ἐναντίου· εἰ γὰρ μὴ κινεῖται, οὐδὲ χωρίζεται τοῦ σώματος, καὶ εἰ μὴ χωρίζεται, ἐστὶ θνητή. ἢ λέγοι ἂν διὰ τοῦ μεταφέρειν τὸ
5μεταφοραῖς χρῆσθαι· εἰ γάρ τις θείη τὴν ψυχὴν θνητήν, χρήσεται [δέ] τις μεταφορᾷ καὶ εἴπῃ ‘εἰ ἡ ψυχὴ ἁρμονία ἐστὶ ζωὴ οὖσα‘, ὡς ὁ Πλάτων ἐν τῷ Φαίδωνι πεποίηκεν, ‘οὐκ ἂν γένοιτό ποτε ἀναρμοστία, ἤτοι θάνατος· εἰ γὰρ ἡ ψυχὴ ζωὴ οὖσα ἁρμονία ἐστίν, πάντως ὁ θάνατος ἀναρμοστία ἐστίν· εἰ δὲ ἡ ἁρμονία μὴ γίνεται ἀναρμοστία, πάντως οὐδὲ θάνατος· ἀθάνατος ἄρα
10ἡ ψυχή‘. καλλίων δὲ ἡ προτέρα ἐξήγησις διὰ τὰ εὐθὺς ἐπενηνεγμένα· λέγει γὰρ ἔτι ὅσα ἄν τις προαισθάνηται τῶν ἐρωτημάτων, προενστα‐ τέον. τῷ ἀποκρινομένῳ ταῦτα πάντα παρεγγυᾶται, πῶς δῆτα τὰς ἀποκρίσεις ποιουμένῳ οὐκ ἔσται αὐτῷ συμποδισμὸς καὶ ἀπάτη· λέγει γοῦν καὶ ταῦτα τῆς ἄνωθεν ἐννοίας ἐξηρτημένα. ἔστι δὲ τοιοῦτος τῶν λεγο‐
15μένων ὁ νοῦς· ὅταν τινὰ ἐρωτῶνται, οἶδεν δὲ ὁ ἀποκρινόμενος αὐτὰ δὴ τὰ ἐρωτώμενα ἀμφίδοξα εἶναι, προαγορευέτω καὶ λεγέτω μὴ οὕτως ἔχειν, ὡς ὁ ἐρωτῶν τίθησιν, ἀλλὰ ἐναντίως· οὕτω γὰρ ποιῶν καὶ μόνον οὐχὶ ἐπιστο‐ μίζων διὰ τοῦ λέγειν ‘οὐχ οὕτως ἔχει ὡς σὺ φῄς, ἀλλὰ μᾶλλον τὸ ἐναντίον‘ κωλύσειε τὸν ἐρωτῶντα ὃ βούλεται συμπεράνασθαι.
20p. 176b29 Ἐπεὶ δ’ ἐστὶν ἡ μὲν ὀρθὴ λύσις ἐμφάνισις ψευδοῦς συλλογισμο. Μέλλων χωρῆσαι εἰς τὸ παραδοῦναι ἡμῖν μέθοδον δι’ ἧς ἂν δυναί‐ μεθα διαλύειν τὰ σοφίσματα, εἴτε καθ’ ὁμωνυμίαν εἰσὶν εἴτε κατ’ ἀμφι‐ βολίαν ἢ καθ’ ἕτερόν τινα τρόπον τῶν ἀπηριθμημένων δέκα καὶ τριῶν,
25ἀνάγει τὸν λόγον ἐπὶ τὸ καθολικώτερον. καὶ φησὶν ὅτι, ἐπεὶ πᾶς συλλο‐ γισμὸς σοφιστικὸς ἢ παρὰ τὴν ὕλην ἐστί, τὰς προτάσεις ἔχων ψευδεῖς, ἢ παρὰ τὸ σχῆμα καὶ κατὰ τοῦτο ὢν ἀσυλλόγιστος, τοῦ μὲν κατὰ τὸ σχῆμα ὄντος ἐρρωμένου ψευδεῖς δὲ τὰς προτάσεις ἔχοντος δεῖ ἀναιρεῖν μίαν τῶν κειμένων προτάσεων, παρ’ ἣν τὸ ψεῦδος, ἢ εἰ τύχοι καὶ ἀμφοτέρας, ἀλλὰ
30μᾶλλον τὴν μείζονα, ὡς πολλάκις εἰρήκαμεν, καὶ διαλύειν οὕτως αὐτόν, τοῦ δὲ τὸ σχῆμα ἡμαρτημένον ἔχοντος τὴν ἀσυλλογιστίαν αὖθις ἀπελέγ‐ χειν καὶ οὕτω καὶ αὐτὸν ἀνατρέπειν. ὁ πᾶς μὲν οὖν τῶν λεγομένων σκοπὸς τοιοῦτός ἐστιν. ἐπιέναι δὲ παροδικῶς καὶ τὴν λέξιν οὕτως ἔστιν.
ἐπεὶ ἡ ὀρθὴ ἐμφάνισις καὶ ἀπόδειξις τοῦ ἁπλῶς σοφιστικοῦ συλλογισμοῦ135
in SE
.

136

αὕτη ἐστί, τὸ δεῖξαι παρὰ ποίαν τῶν προτάσεων συμβαίνει τὸ ψεῦδος, τὴν μείζονα ἢ τὴν ἐλάττονα, ὁ δὲ ψευδὴς συλλογισμός ἐστι διττός, ὁ μὲν τὸ σχῆμα ἐρρωμένον ἔχων, ὡς ὁ λέγων ‘ὁ λίθος παντὶ ζῴῳ, τὸ ζῷον παντὶ ἀνθρώπῳ‘ καὶ συλλογιζόμενος ἐκ τῆς πᾶς καὶ πᾶς ψευδές τι συμπέρασμα,
5τὸ πάντα ἄνθρωπον εἶναι λίθον, ὁ δὲ παρὰ τὸ σχῆμα λαμβανόμενος ἀλη‐ θευουσῶν τῶν προτάσεων, ὡς ὁ ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι τὸν ἄνθρωπον ἵππον εἶναι συμπεραινόμενος, ὅστις καὶ μὴ ὢν συλλογισμὸς δοκεῖ εἶναι τοῖς ἰδιώταις, εἴη ἂν τοῦ οὕτως συλλογιζομένου συλλογισμοῦ λύσις ἥ τε νῦν εἰρημένη (εἰρημένην δὲ νῦν λύσιν λέγει τὴν προσεχῶς
10ῥηθεῖσαν, τὴν ὅτι οὐ συλλελόγισαι, ἀλλ’ ἀσυλλόγιστος εἶ διὰ τὸ ὁμώνυμα ἢ ἀμφίβολα εἶναι τὰ ἠρωτημένα ἤ τι τοιοῦτον, ἢ ὅτι ἐκ δύο μερικῶν συλλογίζῃ ἢ ἐκ δύο ἀποφατικῶν ἤ τι τοιοῦτον) καὶ ἡ διόρθωσις τῆς οὐ καλῶς ληφθείσης προτάσεως, παρ’ ἣν τὸ ψεῦδος συνάγεται. ὥστε ἔσται λύειν τοὺς τοιούτους συλλογισμοὺς τοὺς μὲν συλλελογισμένους
15ἀνελόντα, τοὺς δὲ φαινομένους διελόντα. τὸ δὲ τοὺς φαινομέ‐ νους διελόντα λύειν ἴσον ἐστὶ τῷ ἀναλύοντα εἰς τὰς προτάσεις ὁρᾶν πῶς ἐλήφθησαν, καὶ πότερον ὁμώνυμά ἐστι τὰ ἠρωτημένα ἢ ἄλλον τινὰ τρόπον, ἐξ ὧν οἱ παραλογισμοὶ γίνονται. καὶ τοὺς μὲν συλλελογισμένους καὶ τὸ ἴδιον τοῦ σχήματος ἐν ᾧ συνελογίσθησαν φυλάττοντας ἀναιρετέον
20δεικνύντας τὸν τρόπον τοῦ παραλογισμοῦ, τοὺς δὲ ἀσυλλογίστους διαιροῦν‐ τας καὶ δεικνύντας ὅτι αἱ δύο καταφατικαί εἰσιν ἐν δευτέρῳ σχήματι ἤ τι τοιοῦτον. διὰ μὲν οὖν τῶν μέχρι τοῦ νῦν εἰρημένων περί τε τοῦ κατὰ τὸ σχῆμα ἡμαρτημένου καὶ περὶ τοῦ κατὰ τὴν ὕλην ψευδομένου διελάμ‐ βανε· νῦν δὲ περὶ μόνου τοῦ τὸ σχῆμα μὲν ἐρρωμένον φυλάττοντος τῆς
25δὲ ἀληθείας ἐκπίπτοντος τὸν λόγον ποιεῖται. καὶ φησὶν ὅτι, ἐπεὶ τῶν τοιούτων συλλογισμῶν οἱ μὲν ἀληθὲς ἔχουσι τὸ συμπέρασμα, ὡς οἱ λέγοντες ‘ὁ ἄνθρωπος λίθος, ὁ λίθος ζῷον, ὁ ἄνθρωπος ἄρα ζῷον‘, οἱ δὲ τὸ συμπέρασμα ψευδὲς ἔχοντες δῆλοι, τοὺς μὲν κατὰ τὸ συμπέρασμα ψευδομένους διττῶς ἔστι λύειν· καὶ γὰρ ὅταν [μὲν] τὸ συμπέρασμα ψευδὲς
30ᾖ, ἐξ ἀνάγκης καὶ αἱ προτάσεις ψευδεῖς εἰσιν. ἀναιρεθήσεται οὖν ἐν τοῖς τοιούτοις συλλογισμοῖς καὶ τὸ συμπέρασμα καὶ αἱ τὸ τοιοῦτον συνάγουσαι προτάσεις συμπέρασμα. τοὺς δὲ κατὰ τὰς προτάσεις ψευδομένους μοναχῶς ἔστι λύειν· ἐπεὶ γὰρ καὶ ἐκ ψευδῶν συνάγεται ἀληθές, ἐν τοῖς τοιούτοις αἱ προτάσεις ἀναιρεθήσονται, οὐ μὴν καὶ τὸ συμπέρασμα· τοῦτο
35γὰρ ἀληθές. ὥστε τοῖς βουλομένοις λύειν τοιοῦτον συλλογισμόν, σο‐
φιστικὸν δηλονότι, πρῶτον μὲν σκεπτέον ὅτι κατὰ τὸ σχῆμα ἡμάρ‐136
in SE
.

137

τηται ἢ κατὰ τὴν ὕλην. καὶ εἰ κατὰ τὴν ὕλην τυχὸν εἴη τὸ αἴτιον, ζητητέον πότερον ἐν ταῖς προτάσεσιν ἔχει τὸ ψεῦδος ἢ ἐν τῷ συμπερά‐ σματι. εἰ μὲν οὖν ἐν τῷ συμπεράσματι, καὶ ἐν ταῖς προτάσεσιν ἐξ ἀνάγκης, οὐ μὴν τὸ ἀνάπαλιν. ζητητέον δὲ ταῦτα, ὅπως, εἰ μὲν εἴη κατὰ τὸ σχῆμα
5ἡμαρτημένος, διελόντες αὐτὸν λύσωμεν, εἰ δὲ παρὰ τὴν ὕλην, ἀναίρεσιν τῆς ψευδοῦς προτάσεως ποιησάμενοι. τὸ γὰρ ὅπως ἢ διαιροῦντες ἢ ἀναιροῦντες λύωμεν, τὸ μὲν διαιροῦντες ἀντὶ τοῦ ‘ἀναλύοντες εἰς τὰς προτάσεισ‘, ὥσπερ καὶ τὸ ἀναιροῦντες ὧδε ἢ ὧδε ἀντὶ τοῦ ‘ἢ τὸ συμ‐ πέρασμα μόνον ἢ τὸ συμπέρασμα καὶ τὰς προτάσεισ‘.
10p. 177a6 Διαφέρει δὲ πλεῖστον ἐρωτώμενόν τε καὶ μὴ λύειν λόγον. Ἴσον ἐστὶ τὸ προκείμενον τῷ ‘πολὺ διαφέρει τὸ ὁρᾶν τὴν τοῦ λόγου ἁμαρτίαν (τοῦτο γάρ ἐστιν ἡ λύσις, ἡ εὕρεσις τῆς ἁμαρτίας τοῦ λόγου), ὅτε κατὰ σχολὴν καὶ καθ’ ἑαυτοὺς λαμβάνοντες τὸν συλλογισμὸν σκοποῦμεν,
15πῶς συλλελόγισται καὶ πῶς αἱ προτάσεις ἐλήφθησαν, καὶ ὅτε ἐρωτώμεθα‘· ἐργῶδες γάρ ἐστι καὶ πολλῆς τῷ ὄντι ἕξεως ἅμα τῇ ἐρωτήσει τὸ συμ‐ βαῖνον ἐκ τοῦ λόγου δύνασθαι συνορᾶν. p. 177a9 Τῶν μὲν οὖν παρὰ τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν ἐλέγχων.
20 Τέσσαρές εἰσι τρόποι ἐξ ὧν τὰ δύο εἴδη, τό τε καθ’ ὁμωνυμίαν καὶ τὸ κατ’ ἀμφιβολίαν, εἴωθε συνίστασθαι. πρῶτος μέν, ὅταν ὁ λόγος ἢ τοὔνομα πλείω σημαίνῃ, ὃς καὶ κοινός ἐστιν ἐπίσης τοῦ τε ἀπὸ τῆς ὁμω‐ νυμίας γινομένου ἐλέγχου καὶ τῆς ἀμφιβολίας. δεύτερος δέ, ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν· ἔστι δὲ καὶ οὗτος κοινός. τρίτος δέ, ὅταν τὸ συν‐
25τεθὲν πλείω σημαίνῃ, κεχωρισμένον δὲ ἁπλοῦν ἐστιν, ὡς τὸ ‘ἐπίσταται γράμματα‘· οὔτε γὰρ τὸ ‘ἐπίσταται‘ πλείω σημαίνει οὔτε τὸ ‘γράμματα‘, συντεθὲν δὲ διττόν ἐστιν· ὃς τρόπος ἴδιός ἐστι τοῦ κατὰ ἀμφιβολίαν μόνου. τέταρτος δὲ ὁ ἀντιστρόφως τούτῳ ἔχων, ὅταν τὸ μὲν σύνθετον ἓν σημαίνῃ, ὡς τὸ ‘ὁ ἄνθρωπος νεκρός ἐστι‘, κεχωρισμένον δὲ πολλά, ὥσπερ καὶ τὸ
30‘Ὅμηρος ποιητής ἐστιν‘ ἓν δηλοῖ, χωρισθὲν δέ, οἷον ‘Ὅμηρός ἐστι‘, πολλά· ἢ γὰρ ὅτι ποιητής ἐστιν, ἢ ὅτι ζῇ καὶ ἔστι. τούτων οὕτως ἐχόντων λέγει ὅτι τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν ἐλέγχων οἱ μὲν
παρὰ τὴν ὁμωνυμίαν ἔλεγχοι ἕν τι τῶν ἐρωτημάτων ἔχουσι πολλὰ137
in SE
.

138

σημαῖνον, τὸ ὄνομα δηλαδή· ἐπεὶ δὲ τοῦτο ἔχουσι πολλὰ σημαῖνον, καὶ ὁ λόγος διττὸς ἔσται ᾧ συνεπλάκη τὸ ὄνομα. προσυπακουστέον οὖν τὸ ‘καὶ τὸν λόγον‘, ἵν’ ᾖ τὸ πλῆρες οὕτως· οἱ μὲν παρὰ τὴν ὁμωνυμίαν ἔχουσι καὶ τὸ ὄνομα καὶ τὸν λόγον πλείω σημαίνοντα. ἐν γὰρ τῷ ‘ὁ
5κύων πορεύεται‘ καὶ τὰ ὀνόματα πλείω σημαίνει καὶ ὁ λόγος· ἡ γὰρ πορεία καὶ ἐπὶ ἕρψεως καὶ βαδίσεως καὶ νεύσεως λέγεται. εἰ οὖν τὸ κύων ὄνομα πολλὰ σημαίνει, ἔσται καὶ ὁ λόγος ᾧ συντεθήσεται τοῦτο διττός [οἱ δὲ τὸ συμπέρασμα]. οἱ δὲ παρὰ τὴν ἀμφιβολίαν ἐν λόγῳ τὸ διττὸν ἔχουσιν, ὃν συμπέρασμα ὠνόμασε διὰ τὸ καὶ αὐτὸ λόγον εἶναι· ἡ
10γὰρ ἀμφιβολία καὶ ὡς πρότασις προβάλλεται καὶ προτείνεται, γίνεται δὲ καὶ συμπέρασμα. οἱ οὖν παρὰ τὴν ἀμφιβολίαν τὸν λόγον ἔχουσι πλείω σημαίνοντα, τὰ δὲ ὀνόματα οὐχί, οἷον “γένοιτο καταβαλεῖν τὸν ὗν ἐμέ”· ἐνταῦθα γὰρ τῶν μὲν ὀνομάτων οὐδὲν διττόν, αὐτὸς δὲ ὁ λόγος σφᾶς αὐτοὺς σημαίνων ἑλεῖν τε καὶ αἱρεθῆναι. καὶ τάχα τις εἴποι ὡς καὶ ἐν τῷ
15κατ’ ἀμφιβολίαν ἐλέγχῳ καὶ ὁ λόγος καὶ τοὔνομα τὸ διττὸν ἔχουσιν· ἐν γὰρ τῷ ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;‘ καὶ ὁ λόγος διττὸς καὶ τὸ σιγῶντα. καὶ πρῶτα μὲν λεκτέον ὅτι τὸ σιγῶντα οὐκ ὄνομα ἀλλὰ μετοχή· ὁμοίως καὶ τὸ ὁρῶντα. ἄλλως τε δὲ ἐπὶ μὲν τῶν παρὰ τὴν ὁμωνυμίαν ἀεὶ τὸ διττὸν καὶ ἐν ὀνόμασίν ἐστι καὶ ἐν λόγοις· ἐν δὲ τοῖς παρὰ τὴν ἀμφι‐
20βολίαν παραλογισμοῖς οἰκεῖον μὲν ἐν τῷ λόγῳ τὸ διττόν, ὡς εὑρήσεις τὸν φιλόσοφον κατ’ ἀρχὰς τοῦτο αὐτὸ λέγοντα· ὁτὲ δὲ ἔχουσι τὸ διττὸν καὶ ἐν ὀνόματι, ὁτὲ δὲ οὐκ ἔχουσι. ζητήσειε δ’ ἄν τις πῶς πρότερον ἔλεγεν ὅτι ἐν μὲν τῷ σιγῶντα λέγειν “ἐν τῇ ἀντιφάσει” ἐστὶ τὸ αἴτιον τοῦ παραλογισμοῦ, οὐκ ἐν τῷ συλλογισμῷ, ἤτοι τῷ συμ‐
25περάσματι, νῦν δὲ λέγει ὅτι ἐν μὲν τῷ σιγῶντα λέγειν τὸ συμπέ‐ ρασμα διττόν. ἢ ἐπειδὴ ἔν τισι τῶν σοφισμάτων τὸ συμπέρασμα τὸ αὐτό ἐστι μιᾷ τῶν προτάσεων, διὰ τοῦτο ὁτὲ μὲν ὡς παράδειγμα τοῦ ἔχοντος τὸ διττὸν ἐν ταῖς προτάσεσι λαμβάνει αὐτό, ὁτὲ δὲ ὡς παράδειγμα τοῦ ἔχοντος τὸ συμπέρασμα διττόν· ὅτι δὲ ἐν τῷ ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;‘
30τὸ συμπέρασμα καὶ ἡ πρότασις τὸ διττὸν ἔχουσιν, οὐκ ἄδηλον. ὅταν δὲ ἕτερόν τι τὸ συμπέρασμα τῶν προτάσεων, οὐδέποτε ἔλαβε τὸ συμπέρασμα καὶ ὡς παράδειγμα προτάσεως ἐχούσης τὸ διττόν, ἀλλὰ μόνον ὡς συμπέ‐ ρασμα. τὸ δὲ ἐν δὲ τῷ μὴ συνεπίστασθαι τὸν ἐπιστάμενον παρά‐ δειγμά ἐστι τοῦ κατὰ ἀμφιβολίαν ἐλέγχου· οὐδὲν δὲ τῶν ὀνομάτων τὸ
35ἐρώτημα ἔχει διττὸν ἀλλὰ τὸν λόγον. ἔστι δὲ τὸ σόφισμα τοιοῦτον· ἆρ’
ὁ ἐπιστάμενος λέγειν ἢ πράττειν ἐκεῖνο συνεπίσταται ὃ λέγει ἢ πράττει;138
in SE
.

139

ναί· οὗτος δὲ ἐπίσταται λέγειν ἰαμβεῖα· οὗτος ἄρα συνεπίσταται καὶ τὰ ἰαμβεῖα· ἀλλὰ μὴν ἀγνοεῖ τὰ παρ’ αὐτῶν δηλούμενα (ὁ γὰρ λόγος ἐπὶ παιδὸς ἢ ἰδιώτου ἠρωτᾶτο)· εἰ οὖν οὗτος [μὲν] ἐπίσταται μὲν λέγειν ἰαμ‐ βεῖα, οὐ συνεπίσταται δὲ καὶ τὰ δι’ αὐτῶν δηλούμενα (οὐδὲν γὰρ κωλύει
5ἀποστοματίσαντα ἐπίστασθαι δίχα βιβλίου προφέρειν τε καὶ ἐπαγγέλλειν, ἀγνοεῖν δὲ τὰ δηλούμενα δι’ αὐτῶν), ψεῦδος ὅτι συνεπίσταται. εἰπὼν δὲ τοὺς μὲν ἀπὸ τῆς ὁμωνυμίας καὶ τὸ ὄνομα καὶ τὸν λόγον ἔχειν πλείω σημαίνοντα, τοὺς δὲ παρὰ τὴν ἀμφιβολίαν [τὸ μὲν συμπέρασμα καὶ] τὸν λόγον [πλείω σημαίνειν], εἴτε πρότασίς ἐστιν ὁ λόγος εἴτε συμπέρασμα, τῶν μὲν
10ἀπὸ τῆς ὁμωνυμίας οὐκ ἔθηκε παράδειγμα· τῶν δὲ παρὰ τὴν ἀμφιβολίαν δύο τέθεικε παραδείγματα, τὸ μὲν ἔχον διττὸν καὶ τὰς προτάσεις καὶ τὸ συμπέρασμα, τὸ δὲ τὴν πρότασιν μόνον. εἰδέναι γὰρ δεῖ ὅτι τοῦ μὲν σιγῶντα λέγειν διττὸν μὲν τὸ συμπέρασμα καὶ ἡ πρότασις, τοῦ δὲ μὴ συνεπίστασθαι τὸν ἐπιστάμενον ἡ μὲν πρότασις διττή, τὸ δὲ συμπέρασμα
15οὐχί· τὸ γὰρ συμπέρασμα τὸ ‘οὗτος ἄρα συνεπίσταται καὶ τὰ ἰαμβεῖα‘ οὐ διττόν. ἦν δ’ ἂν σαφεστέρα ἡ λέξις ἡ ἐν δὲ τῷ μὴ συνεπίστασθαι τὸν ἐπιστάμενον, εἰ οὕτω πως εἶχεν· ἐν δὲ τῷ ἐλέγχῳ τῷ λέγοντι ‘οὐκ ἄρα συνε‐ πίσταται ὁ ἐπιστάμενοσ‘ τὸ ἐρώτημα διττὸν καὶ ἀμφίβολον, τὸ δὲ συμπέρασμα ἁπλοῦν. τὸ δὲ καὶ τὸ διττὸν ὁτὲ μὲν ἔστιν, ὁτὲ δὲ οὐκ ἔστιν εἶπε
20περὶ τῶν δύο τρόπων τῶν τὰ πολλαχῶς λεγόμενα συνιστώντων, τοῦ τε χωρὶς μὲν ἕκαστον ἔχοντος ἁπλοῦν, συντεθέντος δὲ οὐχ ἁπλοῦν, καὶ περὶ τοῦ ἀντιστρόφως τούτῳ ἔχοντος. καὶ ἔστιν ὃ λέγει τοιοῦτον, ὅτι τὸ διττὸν ὁτὲ μέν, χωρισθέντος τοῦ ‘ἐπίσταται‘ τῶν γραμμάτων, οὐκ ἔστι, συντεθέντων δὲ ἔστι· ποτὲ μὲν γὰρ τὸ διττὸν ἐν συνθέσει ἐστίν, ἐν διαιρέσει δὲ οὐκ
25ἔστιν, ἢ καὶ ἀνάπαλιν. ἔστι δὲ καὶ οὕτως· τὸ διττὸν ἐν τοῖς παρὰ τὴν ἀμφιβολίαν παραλογισμοῖς ποτὲ μέν ἐστι καὶ ἐν τοῖς ἐρωτήμασι καὶ ἐν ταῖς προτάσεσι, ὁτὲ δὲ οὐκ ἔστιν· εἴρηται γὰρ διαφέρειν ἀλλήλων τὰ δύο ταῦτα εἴδη τῷ τοὺς μὲν ἀπὸ τῆς ὁμωνυμίας ἀεὶ ἔχειν καὶ ἐν ὀνό‐ μασι καὶ ἐν ἐρωτήμασι τὸ διττόν, τοὺς δὲ παρὰ τὴν ἀμφιβολίαν οὐκ ἀεί,
30ἀλλὰ ἔχειν οὕτως τὸ διττὸν ποτὲ μέν, ποτὲ δ’ οὔ. τὸ δὲ ἀλλὰ σημαίνει τὸ διττὸν ὁτὲ μὲν ὂν ὁτὲ δὲ οὐκ ὄν ἴσον ἐστὶ τῷ ‘τὶ μὲν τοῦ διττοῦ ἐστιν ὂν καὶ ἀληθές, τὶ δὲ μὴ ὂν καὶ ψεῦδοσ‘. ἐπὶ γὰρ τοῦ ‘ἆρ’ ὁ ἐπιστάμενος λέγειν καὶ ἐκεῖνο συνεπίσταται 〈ὃ〉 λέγει πῇ μὲν ἀληθὲς πῇ δὲ ψεῦδος· ἐπὶ μὲν γὰρ τοῦ ἐπιστήμονος ἀληθές· οὗτος γὰρ συνεπίσταται· ἐπὶ δὲ τοῦ
35παιδὸς ἢ τοῦ ἰδιώτου ψεῦδος.139
in SE
.

140

p. 177a16 Ὅσοις μὲν οὖν ἐν τῷ τέλει τὸ πολλαχῶς. Τὸ λεγόμενον δῆλον ἔσται, εἴπερ ἀναμνησθῶμεν ὧν εἶπεν ἐν τῷ δευ‐ τέρῳ τῶν Προτέρων ἀναλυτικῶν ἐν οἷς περὶ τοῦ ἐξ ἀντικειμένων συλ‐ λογίζεσθαι τὸν λόγον ἐποιεῖτο. εἰσὶ δὲ ἅπερ εἶπεν ἐκεῖσε ταῦτα πρὸς τῷ
5τέλει· “δεῖ δὲ κατανοεῖν ὅτι οὕτως μὲν οὐκ ἔστιν ἐναντία συμπεράνασθαι ἐξ ἑνὸς συλλογισμοῦ, ὥστ’ εἶναι τὸ συμπέρασμα τὸ μὴ ὂν ἀγαθὸν ἀγαθὸν ἢ ἄλλο τι” καὶ τὰ λοιπά. τούτων οὕτως ἐκεῖ ῥηθέντων δῆλον ὅτι τὸ ὅσοις μὲν οὖν ἐν τῷ τέλει ἴσον ἐστὶ τῷ ‘ἐν ὅσοις μὲν οὖν ἐν τῷ συμπεράσματι‘· τοῦτο γὰρ εἶπε τέλος. ἐν ὅσοις μὲν οὖν ἐν τῷ τέλει ὁρᾶται τὸ πολλαχῶς
10λεγόμενον, τουτέστιν ἡ ἀντίφασις, δεῖ εἰδέναι ὅτι ἡ πρότασις ἔχουσα τὴν ἀντίφασιν ἐλήφθη· εἰ γὰρ μὴ προσλάβῃ ἐν τῇ προτάσει τὴν ἀντί‐ φασιν, οὐ γίνεται ἔλεγχος ἐξ ἑνὸς συλλογισμοῦ τἀναντία συνάγων. εἶτα ὥσπερ ἀναμιμνήσκων ἡμᾶς τῶν ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀνα‐ λυτικῶν εἰρημένων ἐπήγαγεν ἄνευ γὰρ ἀντιφάσεως οὐκ ἦν ἔλεγχος,
15ὡς εἰ ἔλεγεν ‘εἴρηται γὰρ καὶ ἐν ἐκείνοις ὅτι ἄνευ τοῦ προσλαβεῖν τὴν ἀντίφασιν οὐ δύναται γενέσθαι ἔλεγχος ὅτι τὸ ἀγαθὸν οὐκ ἀγαθόν‘· τὰ γὰρ δεύτερα τῶν Προτέρων τὰς ἀρχὰς περιέχει τῶν Σοφιστικῶν ἐλέγχων. ἢ μᾶλλον τὸ λεγόμενόν ἐστιν· ἐν ὅσοις μὲν οὖν ἐν τῷ συμπεράσματι ἀμφι‐ βολία ἐστί (ταύτην γὰρ εἶπε πολλαχῶς), ἂν μὴ προσλάβῃ τὴν ἀντί‐
20φασιν, οὔπω δῆλον εἰ ἐλέγχει· τούτου γάρ ἐστι δηλωτικὸν τὸ οὐ γίνεται ἔλεγχος. οἷον ἆρ’ ἔστι τυφλὸν ὁρᾶν; οὔ· τί δέ, ὅταν τυφλὸν ὁρᾷς, οὐ τυφλὸν ὁρᾷς; ἔστιν ἄρα τυφλὸν ὁρᾶν. τοῦτο ἀμφίβολον· ἢ γὰρ ὅτι ὁ τυφλὸς ὁρᾷ, ἢ ὅτι ὁ βλέπων ὁρᾷ τὸν τυφλόν. ὥστε εἰ μέλλει φανῆναι ἔλεγχος, δεῖ προσλαβεῖν τὴν ἀντίφασιν οὕτως· ἔστιν ἄρα τυφλὸν ὁρᾶν καὶ μὴ ὁρᾶν·
25ἢ οὕτως· ὁ τυφλὸς ἄρα ὁρᾷ καὶ οὐχ ὁρᾷ. ἐπειδὴ γὰρ ἀμφίβολόν ἐστι διὰ τὸ πολλὰ δηλοῦν τί τούτων συνεπεράνατο, εἰ μὴ προσλάβῃ τὴν ἀντίφασιν, ἄδηλός ἐστιν εἰ εἰς θάτερον τῶν σημαινομένων βλέπων συνεπεράνατο ἀλλὰ μὴ εἰς θάτερον. ἐν γὰρ τῷ ‘ἔστιν ἄρα σιγῶντα λέγειν‘ ἄδηλον εἰ ἐλέγχει· ἂν δὲ προσλάβῃ τὴν ἀντίφασιν, λέγων ‘ἔστιν ἄρα σιγῶντα λέγειν καὶ μὴ
30λέγειν‘, δῆλος γίνεται. οὕτω γὰρ εἶπε τὸν ἔλεγχον γίνεσθαι ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν· ὃ καὶ αἰνιττόμενος εἶπεν ἄνευ γὰρ ἀντι‐
φάσεως οὐκ ἦν ἔλεγχος.140
in SE
.

141

p. 177a18 Ὅσοις δ’ ἐν τοῖς ἐρωτήμασιν, οὐκ ἀνάγκη. Ἐν ὅσοις δ, φησίν, ἐν τοῖς ἐρωτήμασίν ἐστι τὸ διττόν, οὐκ ἀνάγκη προαποφάσκειν, τουτέστιν οὐ δεῖ ἁπλῶς ἀποφάσκειν καὶ λέγειν ὅτι οὔ, ὅταν πῇ μέν ἐστιν ἀληθὲς πῇ δὲ ψευδές. ἐπὶ τούτων δὴ οὖν οὐκ
5ἀνάγκη προαποφάσκειν· ψευδῶς γὰρ ἀποφάσκοις ἄν. ὅταν δὲ ὅλως ᾖ ψεῦδος, δεῖ ἀποφάσκειν· οἷον ἆρά γε ὁ Αἴας Θερσίτῃ ἐμονομάχησεν; οὔ· ἐνταῦθα γὰρ ἀνάγκη προαποφῆσαι· οὐδεὶς γὰρ τοῖν Αἰάντοιν Θερσίτῃ ἐμονομάχησεν. ἐπὶ δὲ τοῦ ‘ἆρά γε ὁ ἐπιστάμενός τι λέγειν καὶ ἐκεῖνο συνεπίσταται ὃ λέγει;‘ οὐκ ἀνάγκη ἀποφῆσαι· ἐπὶ γὰρ τοῦ ἐπιστήμονος
10ψεῦδος τὸ ἀποφῆσαι· συνεπίσταται γὰρ ὁ ἐπιστήμων ἃ λέγειν ἐπίσταται. ἐπὶ μὲν οὖν τούτων οὐκ ἀνάγκη. ἐπὶ δὲ τοῦ συμπεράσματος ἀνάγκη λέγειν οὔ· οἷον ‘οὐκ ἄρα συνεπίσταται ὃ ἐπίσταται λέγειν‘· ῥητέον οὔ· ψεῦδος γὰρ τὸ τοὺς ὡδὶ ἐπισταμένους, οἷον τοὺς ἐπιστήμονας, [τὸ] μὴ συνεπίσταθαι ἃ λέγειν ἐπίστανται. εἰπὼν δὲ ὅτι οὐκ ἀνάγκη προαποφῆσαι τὸ διττόν,
15τὴν αἰτίαν ἐπήγαγε τούτου διὰ τοῦ οὐ γὰρ πρὸς τοῦτο ἀλλὰ διὰ τοῦτο ὁ λόγος, τουτέστιν οὐ γὰρ πρὸς τοῦτο τὸ ἐρώτημά ἐστιν ὁ λόγος ἀλλὰ διὰ τοῦτο, ἤτοι τὸ συμπέρασμα· διὰ γὰρ τὸ συμπέρασμά ἐστι τὸ ἐρώτημα. καὶ ἐπεὶ διὰ τὸ συμπέρασμά ἐστι τὸ ἐρώτημα, ἐν δὲ τῷ ἐρωτήματι ἄδηλόν ἐστι τὸ συμβαῖνον (ἀγνοοῦμεν γὰρ εἴτε ἐπὶ τοῦ ἐπιστή‐
20μονος εἴτε ἐπὶ τοῦ παιδὸς τὸν λόγον συμπερανεῖ), οὐκ ἀνάγκη προαποφά‐ σκειν, ἀλλὰ λέγειν ὅτι ἴσως ἢ ὅτι ἔστι μὲν ὡς, ἔστι δ’ ὡς ο, ὅπερ αὐτὸς ποιεῖ. p. 117a20 Ἐν ἀρχῇ μὲν οὖν τὸ διπλοῦν καὶ ὄνομα καὶ λόγον. Εἰπὼν πῶς οὐ δεῖ ἀποκρίνεσθαι δι’ ὧν ἔλεγεν ὅτι ὅσοις δ’ ἐν
25τοῖς ἐρωτήμασίν ἐστι τὸ διττόν, οὐκ ἀνάγκη προαποφῆσαι, νῦν διδάσκει καὶ πῶς δεῖ τὰς ἀποκρίσεις ποιεῖσθαι. καὶ φησὶν ὅτι, ὅταν ἐν τῇ ἀρχ, τουτέστιν ἐν τῇ προτάσει, ἢ ὄνομά τι ἔχῃ τὸ διττὸν ἢ ὁ λόγος, δεῖ εὐθὺς ἅμα τῇ ἐρωτήσει μὴ συγχωρεῖν αὐτὴν καὶ κατανεύειν, ἀλλὰ λέγειν ὡς ἔστι μὲν ὡς, ἔστι δ’ ὡς ο. καὶ ἐπάγει πρὸς σαφηνισμὸν τούτου τὸ
30σιγῶντα λέγειν· ὡς γὰρ ἐπὶ τούτου, φησίν, ὅταν ἐρωτηθῶμεν ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;, λέγομεν ὡς ἔστι μὲν ὡς, ἔστι δ’ ὡς ο, οὕτω ποιητέον καὶ ἐν πᾶσι τοῖς ἄλλοις. ἐὰν δέ, φησί, πολλάκις συμβαίνῃ ἐπι‐
λαθόμενόν τινα τοῦ ὅτι διττός ἐστιν ὁ λόγος δοῦναι τὸ ἐρωτώμενον, φησὶν141
in SE
.

142

ὡς ἔστι πάλιν διορθώσασθαι ἐπὶ τῷ συμπεράσματι (τέλος γάρ φησιν, ὡς πολλάκις εἴπομεν, τὸ συμπέρασμα)· ἐν γὰρ τῷ συμπεράσματι, ὁπηνίκα τοῦτο συνάγεται παρὰ τοῦ ἐρωτῶντος, προστεθέντα τινὰ τῇ ἐρωτήσει ἀπείρξουσι τὸν συλλογιζόμενον συλλογίσασθαι. ἐπάγει δὲ καὶ τούτου παρά‐
5δειγμα, ὃ τοιοῦτόν ἐστιν· ἠρώτησεν ὁ σοφιστὴς ρ’ ἔστι σιγῶντα λέγειν; οὐκ ἔφησεν ὁ ἀποκρινόμενος ὅτι ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ, ἀλλὰ ὅλως ἀπέφησε· συνεπεράνατο δ’ ἐκεῖνος ὅτι ἄρ’ ἔστι σιγῶντα λέγειν. πῶς γοῦν ἀποδράσει πάλιν τὸν ἔλεγχον ὁ ἀποκρινόμενος; ὁπηνίκα ἐκεῖνος ἐξάγει τὸ συμπέρασμα λέγων ‘ἄρ’ ἔστι σιγῶντα λέγειν‘, προστιθεὶς αὐτὸς
10‘οὔ· ὁ γὰρ Σωκράτης ὅδε σιγῶν οὐ λέγει‘. ὡσαύτως ποιητέον καὶ ἐν τοῖς ἔχουσι τὸ διττὸν ἐν ταῖς προτάσεσιν, εἰ μὴ φθάσοι ὁ ἀποκρινόμενος τότε τοῦτο προδιαστείλασθαι. τὰ δὲ ἑξῆς σαφῆ εἰσι καὶ τοῖς ῥηθεῖσι παραπλήσια. p. 177a33 Φανερὸν δὲ καὶ τοὺς παρὰ τὴν διαίρεσιν καὶ σύνθεσιν πῶς λυτέον.
15 Εἰπὼν πῶς δεῖ ἀποκρίνεσθαι ἐν τοῖς παρὰ τὴν ὁμωνυμίαν καὶ ἀμφι‐ βολίαν ἐλέγχοις καὶ διδάξας ἀρκούντως περὶ αὐτῶν, νῦν καὶ περὶ τῶν παρὰ τὴν σύνθεσιν καὶ διαίρεσιν παραλογισμῶν τὸν λόγον ποιεῖται καὶ πῶς λυτέον αὐτοὺς σαφηνίζει. ἂν γὰρ ὁ λόγος, φησίν, ὁ αὐτὸς ἕτερόν τι σημαίνει διαιρούμενος καὶ ἕτερον συντιθέμενος, συμπεραινομένου
20τοῦ συλλογιζομένου αὐτὸς ἀεὶ τὸ ἐναντίον λέγε. παρὰ δὲ τὴν σύνθε‐ σιν αὐτοὺς ἢ τὴν διαίρεσιν εἶπε, διότι τὸ αὐτὸ ἀπὸ τοῦδε διαιρούμενον συντίθεται τῷδε καὶ συντιθέμενον τῷδε διαιρεῖται ἀπὸ τοῦδε. οἷον ὁ Σωκράτης κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ Σωκράτης ἄρα βαδίζει· τὸ οὖν βαδίζειν διαιρεθὲν ἀπὸ τοῦ ‘δύναται‘ συνετέθη τῷ Σωκράτει, καὶ
25γέγονεν ὁ παραλογισμὸς ὁ λέγων ‘ὁ Σωκράτης ἄρα βαδίζει‘. ἐπεὶ οὖν τοῦ αὐτοῦ, οἷον τοῦ βαδίζειν, ἅμα καὶ διαίρεσις καὶ σύνθεσις γίνεται, ἀλλὰ ἀπ’ ἄλλου μὲν διαίρεσις, οἷον ἀπὸ τοῦ ‘δύναται‘, ἄλλῳ δὲ σύνθεσις, οἷον τῷ Σωκράτει, διὰ τοῦτο εἶπεν εἰσὶ δὲ παρὰ σύνθεσιν ἢ διαίρεσιν· οὐδὲν γὰρ διαφέρει οὕτως ἢ οὕτως λεγόμενον. διὸ καὶ ὁ Γαληνὸς τοὺς παρὰ
30σύνθεσιν καὶ διαίρεσιν ὡς ἕνα τρόπον ἔλαβεν εἰπὼν “παρὰ δὲ τὴν σύνθεσιν καὶ διαίρεσιν, ὅταν αὕτη ποιῇ τοῦ σημαινομένου τὴν διαφοράν”. ὅτι δὲ καὶ
τὸ παρὸν σόφισμα τὸ ‘ρ’ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ142
in SE
.

143

ἐτύπτετο;‘ παρὰ τὴν σύνθεσίν ἐστι, δῆλον ἔσται, εἴπερ τὸ ὅλον ἐκθήσομεν σόφισμα. ἔστι δὲ τοῦτο· ἆρ’ ᾧ εἶδες τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο; ναί· εἶδες δὲ αὐτὸν τῷ ὀφθαλμῷ τυπτόμενον· τῷ ἄρα ὀφθαλμῷ ἐτύπτετο καὶ οὐ μάστιγι, ὅπερ ψεῦδος· τὸ γὰρ ἀληθὲς ἦν ‘τῷ ὀφθαλμῷ ἄρα εἶδες
5τοῦτον τυπτόμενον‘. γέγονε δὲ ὁ παραλογισμὸς ἐκ τοῦ διελεῖν τὸ τοῦτον τυπτόμενον ἀπὸ τοῦ εἶδες, προσθεῖναι δὲ τῷ ὀφθαλμῷ· οὐ γὰρ ‘τῷ ὀφθαλμῷ οὗτος ἐτύπτετο‘ ἔδει εἰπεῖν, ἀλλὰ ‘τῷ ὀφθαλμῷ οὗτος ὡρᾶτο τυπτόμενοσ‘ ἢ ‘τῷ ὀφθαλμῷ εἶδες τοῦτον τυπτόμενον‘. καὶ ἐπεὶ τὸ ἀπὸ τῆς διαιρέσεως, ὅπερ αὐτὸς διὰ τοῦ οὐ γάρ ἐστι διττὸν τὸ παρὰ τὴν
10διαίρεσιν ἐδήλωσεν, ἐπεὶ οὖν τὸ ἀπὸ τῆς διαιρέσεως οὐ διττόν, τὸ δὲ ἀπὸ τῆς συνθέσεως διττόν, παρὰ τὴν σύνθεσίν ἐστι τὸ σόφισμα. διαι‐ ρεθὲν γὰρ τὸ ‘ἐτύπτετο‘ ἢ τὸ ‘τυπτόμενον‘ ἀπὸ τοῦ ὀφθαλμοῦ, μετὰ τοῦ ‘εἶδεσ‘ ἢ τοῦ ‘ὡρᾶτο‘ συντεθέν, εἶτα τὸ συναμφότερον, τὸ ‘εἶδες τυπτό‐ μενον‘, συντεθὲν τῷ ὀφθαλμῷ ἀληθὲς συλλογίζεται ὁ λέγων ‘τῷ ὀφθαλμῷ
15εἶδες τοῦτον τυπτόμενον.‘ ὥστε δῆλον ὅτι τὸ παρὰ τὴν σύνθεσιν τρόπον τινὰ παρὰ τὴν διαίρεσίν ἐστι καὶ τὸ παρὰ τὴν διαίρεσιν παρὰ τὴν σύνθεσιν. λέγει δὲ τὸ σόφισμα ἔχειν τι τῶν ἀπὸ τῆς ἀμφιβολίας· τὸ γὰρ τούτῳ ἐτύπτετο οὗτος διττόν· δύναται γάρ τις τὸ τούτῳ καὶ ἐπὶ τῆς μάστιγος, δύναται καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ νοεῖν. πλὴν παρὰ τὴν
20σύνθεσίν ἐστι· διαιρεθεὶς γὰρ ὁ λόγος οὐκ ἔστι διττός· τὸ γὰρ ἐπαχθὲν τὸ ‘εἶδες δὲ σὺ τοῦτον τυπτόμενον‘ καὶ συντεθὲν πεποίηκε διττὸν εἶναι καὶ τὸ ‘ρ’ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο οὗτος;· ἐπεὶ εἰ καθ’ αὑτὸ ἐλέχθη, οὐκ ἂν ἦν διττόν. καὶ ὅτι ἡ σύνθεσις ἡ τοῦ ὑστέρου μετὰ τοῦ προτέρου πεποίηκε τὸ διττόν, σαφηνίζων ἐπήγαγεν εἴπερ
25μὴ καὶ τὸ ὄρος καὶ ὅρος, δυνάμει λέγων ὅτι ὥσπερ οὐδὲ τὸ ὄρος καὶ ὅρος σημαίνει ἕτερον τῇ αὐτῇ προσῳδίᾳ λεχθέν (τοῦτο γάρ ἐστι τὸ πλῆρες τῆς λέξεως), ὅταν δὲ καὶ αὐτὰ καὶ αἱ διάφοροι προσῳδίαι συντε‐ θῶσι, τότε γίνεται διττὸς ὁ λόγος, οὕτως καὶ ἐπὶ τοῦ προκειμένου· τῇ γὰρ συνθέσει γέγονε καὶ οὗτος διττός. ἐὰν γάρ τις γράψειεν ἢ εἴπῃ ‘ἆρά
30γε τὸ ὄρος ὅρος ἐστί;‘, διττὸν τὸ ἐρώτημα· δύναται γάρ τις καὶ οὕτως ἀκούειν ‘ἆρά γε τὰ ὄρη ὁρισμοὶ καὶ λόγοι εἰσί;‘· δύναται καὶ οὕτως ‘ἆρά γε τὰ ὄρη πέτραι μετὰ δένδρων καί τινων τοιούτων εἰσίν;‘. ἀλλ’ ἐὰν ἐρω‐ τηθῇ ἢ γραφῇ χωρὶς τῆς ψιλῆς καὶ δασείας τῶν προσῳδιῶν, διττὸς γίνεται·
τὰ γὰρ ἄνευ προσῳδιῶν ἐπὶ τοῖς τοιούτοις γραφόμενα τὰ αὐτά ἐστι τοῖς143
in SE
.

144

ἐρωτωμένοις· τῶν δὲ προσῳδιῶν γραφεισῶν οὐκέτι διττὸς ὁ λόγος γίνεται. τὸ δὲ οὐ γάρ ἐστι διττὸν τὸ παρὰ τὴν διαίρεσιν οὐχ ὡς κατα‐ σκευαστικόν, οἶμαι, ἐπῆκται τοῦ μὴ εἶναι τὸ παρὸν σόφισμα παρὰ τὴν ἀμφιβολίαν· ὁ γὰρ κυριώτατος τρόπος ὁ ἐκ τῆς ἀμφιβολίας μᾶλλον ἦν ἐν
5ᾧ τῶν ὀνομάτων οὐδέν ἐστι διττόν, ἀλλ’ ἐν αὐτῷ τῷ λόγῳ, ὡς ἐπὶ τοῦ “γένοιτο καταβαλεῖν τὸν ὗν ἐμέ”· ἐνταῦθα γὰρ τῶν μὲν ὀνομάτων οὐδὲν διττόν, ὁ δὲ λόγος. οὐ δὴ οὖν ὡς κατασκευαστικὸν ἐπῆκται· δοκεῖ γὰρ λέγειν ὅτι, εἰ διαιρεθέντος τοῦ λόγου ἦσαν τὰ μέρη αὐτοῦ διττά, τότε ἦν ἂν τῶν ἀμφιβόλων, ὡς τῶν ἀμφιβόλων πάντων ἐχόντων τὰ μέρη διττά,
10ὅπερ ψεῦδος. τεσσάρων γὰρ ὄντων τρόπων, ὡς καὶ πρὸ ὀλίγου εἰρή‐ κειμεν, ἐξ ὧν τὰ δύο εἴδη συνίστανται, τό τε ἐκ τῆς ὁμωνυμίας καὶ ἀμφιβολίας, πρώτου μὲν ὅταν ὁ λόγος ἢ τοὔνομα πλείω σημαίνῃ, ὅς ἐστι κοινὸς ἀμφοῖν ἐπίσης, δευτέρου δὲ ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν, ὅστις καὶ οὗτος κοινός ἐστι, τρίτου ὅταν τὸ συντεθὲν πλείω σημαίνῃ, κεχωρι‐
15σμένον δέ ἐστιν ἁπλοῦν, ὅς ἐστιν ἴδιος τοῦ κατὰ ἀμφιβολίαν μόνου, τετάρτου δὲ τοῦ ἀντιστρόφως τούτῳ ἔχοντος, ἡνίκα τὸ μὲν συντεθὲν ἓν σημαίνῃ, κεχωρισμένον δὲ πολλαχῶς λέγεται, ὃς ὡς ἐπίπαν τὸν πρῶτον τρόπον ποιεῖ, ἐπ’ ἔλαττον δὲ καὶ τὸν δεύτερον, τεσσάρων οὖν ὄντων τρόπων καὶ κυριωτάτου ὄντος 〈τοῦ〉 παρὰ τὴν ἀμφιβολίαν, ὅταν τῶν ὀνομάτων οὐδὲν
20ἔχῃ τὸ διττόν, οὐκ οἶμαι τὸ οὐδὲ γάρ ἐστι διττὸν τὸ παρὰ τὴν διαίρεσιν οὕτως ἐπενεχθῆναι ὡς λέγον ὅτι, ἂν διαιρεθὲν εἶχε τὸ διττόν, ἦν ἂν παρὰ τὴν ἀμφιβολίαν, ἐπεὶ δὲ οὐκ ἔστι διττόν, οὐκ ἔστι παρὰ τὴν ἀμφιβολίαν, ἀλλ’ ἔστιν ὃ λέγει ‘ἐπειδὴ συντεθεὶς ἔχει τὸ διττόν, διαιρεθεὶς δὲ οὐκ ἔχει, παρὰ τὴν σύνθεσίν ἐστι σόφισμα‘. ὁμοίως καὶ τὸ ‘ἆρα
25οἶδας σὺ νῦν οὔσας ἐν Πειραιεῖ τριήρεις ἐν Σικελίᾳ ὤν;‘ παρὰ τὴν σύνθεσίν ἐστιν· ἄλλο γὰρ δηλοῖ διαιρουμένων τῶν τριήρων ἀπὸ τοῦ Πειραιέως καὶ ἄλλο συντιθεμένων· διαιρουμένων μὲν γὰρ δηλοῖ ὅτι ἐν Πειραιεῖ ὢν νῦν οἶδας τριήρεις ἐν Σικελίᾳ οὔσας, συντιθεμένων δὲ τῷ Πειραιεῖ ὅτι οἶδας ἐν Πειραιεῖ τριήρεις οὔσας σὺ ὢν ἐν Σικελίᾳ νῦν. ἐν
30δὲ τῷ ἀλλ’ ἐν μὲν τοῖς γεγραμμένοις τὸ αὐτὸ ὄνομα λείποι ἂν τὸ ‘οὐκ ἔστι διττόν‘. ἔστι δὲ ὃ λέγει τοιοῦτον· ἐν τοῖς γεγραμμένοις οὐκ ἔστι διττὸν τὸ αὐτὸ ὄνομα ἢ τὰ αὐτὰ ὀνόματα, ὅταν ἐκ τῶν αὐτῶν ᾖ γεγραμμένα στοιχείων καὶ ὡσαύτως, τουτέστι διὰ τῶν αὐτῶν τόνων
καὶ πνευμάτων, ἵν’ ἢ ἀμφότερα δασύνηται ἢ ἀμφότερα ψιλῶνται, καὶ144
in SE
.

145

ἢ ἀμφότερα διὰ διχρόνων ἢ ἀμφότερα διὰ μακρῶν· τὸ γὰρ ἦχος καὶ ἦχος οὐ διττόν· ὅταν δὲ μὴ διὰ τῶν αὐτῶν ᾖ γεγραμμένα ἀλλὰ δι’ ἄλλων καὶ ἄλλων, διττόν, ὥσπερ ἐπὶ τοῦ κλῆμα καὶ κλίμα· τὸ μὲν γὰρ διὰ τοῦ η σημαίνει τὴν ἄμπελον, τὸ δὲ διὰ τοῦ ι τὸ τμῆμα τῆς γῆς, οἷον εἰ τύχοι τὸ
5διὰ Ῥόδου κλίμα ἢ τὸ διὰ Βορυσθένους. παράσημα γὰρ τὰ στοιχεῖα, ἴσως δὲ καὶ τοὺς τόνους, μᾶλλον δὲ ἀμφότερα εἴρηκεν· ἐπειδὴ γὰρ τὰ φθεγγόμενα καὶ δηλούμενα διὰ τῶν τοιούτων ὀνομάτων, λέγω δὴ τοῦ κλή‐ ματος καὶ κλίματος, οὐ τὰ αὐτά ἐστι, παρεσημειώσαντο πρὸς δήλωσιν τῶν δηλουμένων τὸ μὲν γράφεσθαι διὰ τοῦ διχρόνου, τὸ δὲ διὰ τοῦ
10φύσει μακροῦ. ἐν δὲ τῇ λέξει τῇ τὰ δὲ φθεγγόμενα οὐ τὰ αὐτά ἦν ἂν σαφέστερον, εἰ ἀντὶ τοῦ ‘δέ‘ ἦν ὁ ‘γάρ‘ σύνδεσμος γεγραμμένος· ὡς αἰτίαν γὰρ τοῦ διὰ τί τὰ παράσημα ποιοῦνται τὸ τὰ φθεγγόμενα οὐ τὰ αὐτά ἐπήγαγε. τὸ δὲ ὥστε οὐ διττὸν τὸ παρὰ τὴν διαίρεσιν ἴσον ἐστὶ τῷ ‘ὥστε οὐ διττὸν οὐδὲ παρὰ τὴν ἀμφιβολίαν ῥηθείη ἂν τὸ
15σόφισμα, ἐπειδὴ διῃρημένα ἀπ’ ἀλλήλων οὐκ ἔχουσι τὸ διττὸν καὶ τὸ ἀμφίβολον‘. ἔστιν οὖν τὸ παρὰ τὴν διαίρεσιν ταὐτὸν τῷ ‘ἀπὸ τῆς διαι‐ ρέσεωσ‘· τοῦ γὰρ συνθέτου τὸ μέρος διαιρεθὲν οὐ διττόν. διὰ δὲ τοῦ οὐ γὰρ ταὐτὸ ἰδεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον καὶ τὸ φάναι ἰδεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον τὴν λύσιν λέγει τοῦ σοφίσματος τοῦ ‘ρ
20ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο;. ὃ δὲ λέγει ἐστίν· οὐ ταὐτόν ἐστιν εἰπεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον ἰδεῖν τῷ ἰδεῖν τυπτό‐ μενον ὥσπερ μάστιξι τοῖς ὀφθαλμοῖς. εἶδον μὲν γὰρ τυπτόμενον τοῖς ὀφθαλμοῖς· οὐ γὰρ τοῖς ὠσὶν ἢ τῇ ῥινὶ βλέπομεν ἀλλὰ τοῖς ὀφθαλμοῖς· τύπτομεν δὲ ἢ τυπτόμεθα οὐ τοῖς ὀφθαλμοῖς ἀλλὰ τῇ ῥάβδῳ· οὐ γάρ
25ἐστιν ὁ ὀφθαλμὸς ῥάβδος, ἵνα τις τῷ ὀφθαλμῷ τύπτηται. p. 177b12 Καὶ ὁ Εὐθυδήμου λόγος, ἆρ’ οἶδας σὺ νῦν οὔσας ἐν Πειραιεῖ τριήρεις. Οὐχ ἕν τι μόνον παράδειγμα τίθησι τοῦ παρὰ σύνθεσιν καὶ διαίρεσιν παραλογισμοῦ ἀλλὰ διάφορα, ὥσπερ δὴ καὶ αὐτὸς ἐπεσημειώσατο εἰπὼν
30τοὺς τιθεμένους πάντας λόγους παρὰ σύνθεσιν εἶναι ἢ διαίρεσιν. οἷός ἐστι καὶ ὁ Εὐθυδήμου λόγος συμπεραινόμενος οὕτως· ρ’ οἶδας νῦν οὔσας ἐν Πειραιεῖ τριήρεις ἐν Σικελίᾳ ὤν· τοῦτο γὰρ τὸ συμπέρασμα τοῦ σοφί‐ σματός ἐστι παρὰ τὴν σύνθεσιν ἔχον τὸ διττόν, καὶ δεῖ τὸ ἄρα οἶδας ὀξύνειν ἀλλὰ μὴ περισπᾶν. τὸν δὲ λόγον ἠρώτα ὁ Εὐθύδημος ἐν Πειραιεῖ
35τυγχάνων, ὅτε αἱ τῶν Ἀθηναίων τριήρεις εἰς Σικελίαν ἦλθον. ἔστι δὲ ἡ145
in SE
.

146

τοῦ σοφίσματος ἀγωγὴ τοιαύτη· ἆρά γε σὺ νῦν ἐν Πειραιεῖ εἶ; ναί· ἆρ’ οἶδας ἐν Σικελίᾳ τριήρεις οὔσας; ναί· ρ’ οἶδας σὺ νῦν οὔσας ἐν Πειραιεῖ τριήρεις ἐν Σικελίᾳ ὤν. παρὰ τὴν σύνθεσιν τὸ σόφισμα· οὐ γάρ, εἰ ἐν Πειραιεῖ εἰμι νῦν, καὶ εἰ οἶδα ὅτι ἐν Σικελίᾳ εἰσὶν αἱ
5τριήρεις, ἀνάγκη νῦν ἐμὲ ἐν Σικελίᾳ εἶναι ἐν Πειραιεῖ ὄντα καὶ τὰς ἐν Σικελίᾳ τριήρεις ἐν Πειραιεῖ εἶναι. τοῦτο γὰρ συνῆγεν ὁ Εὐθύδημος, τὸ τὸν ὄντα ἐν Πειραιεῖ νῦν τὸν αὐτὸν ἐν Σικελίᾳ εἶναι καὶ τὰς οὔσας ἐν Σικελίᾳ νῦν τριήρεις τὰς αὐτὰς ἐν Πειραιεῖ νῦν εἶναι. καὶ πάλιν ρ’ ἔστιν ἀγαθὸν ὄντα σκυτέα μοχθηρὸν εἶναι. καὶ τοῦτο ὀξύνειν δεῖ·
10συμπέρασμα γάρ ἐστι τοῦ σοφίσματος ἔχον τὸ διττὸν παρὰ τὴν σύνθεσιν· ἢ γὰρ ὅτι ἀγαθὸς μέν ἐστι καὶ σπουδαῖος, φαῦλος δὲ σκυτεὺς καὶ ἄτεχνος, ἢ ὅτι ἀγαθὸς μὲν σκυτεὺς καὶ ἐπίδοξος κατὰ τὴν τέχνην, φαῦλος δὲ καὶ μοχθηρὸς ἄνθρωπος. ἐφ’ οὗ καὶ συνεπεράνατο τὸ σόφισμα οὑτωσί πως ἀγόμενον· ἆρά γε ὁ Σίμων ἀγαθός ἐστι; ναί· ἆρά γε ὁ Σίμων σκυτεὺς
15μοχθηρός ἐστι; ναί· ὁ Σίμων ἄρα ἀγαθὸς ὢν σκυτεὺς μοχθηρός ἐστιν. ἐδήλωσε δὲ τὰ δύο ἐρωτήματα διὰ τοῦ εἴη δ’ ἄν τις ἀγαθὸς ὢν σκυτεὺς μοχθηρός, διὰ μὲν τοῦ εἴη ἄν τις ἀγαθὸς ὤν τὸ ‘ἆρά γε ὁ Σίμων ἀγαθός;‘, διὰ δὲ τοῦ σκυτεὺς μοχθηρός τὸ ‘ἆρά γε ὁ Σίμων σκυτεὺς μοχθηρός;‘. τοῦτο δὲ ἔλυσε δυνάμει καὶ ἐν τῷ Περὶ ἑρμηνείας
20λέγων ‘οὐ γὰρ ὅσα χωρὶς λέγεται, καὶ ἅμα δύναται λέγεσθαι‘· “οὐ γὰρ εἰ σκυτεὺς καὶ ἀγαθός, καὶ σκυτεὺς ἀγαθός”. τὸ δὲ ὥστε ἔσται ἀγαθὸς σκυτεὺς μοχθηρός λύσις ἐστὶ τοῦ σοφίσματος, ὡς εἰ ἔλεγεν ‘ἢ ἀγαθὸς μὲν ἔσται ἄνθρωπος, μοχθηρὸς δὲ σκυτεύς, ἀλλ’ οὐχὶ μοχθηρὸς μὲν ἄνθρωπος, σκυτεὺς δὲ ἀγαθόσ‘. δύναται τὸ σόφισμα καὶ τοιοῦτον
25εἶναι· ἆρά γε ἔστιν ἀγαθὸν ὄντα σκυτέα μοχθηρὸν εἶναι, τουτέστιν ἆρα ἐνδέχεταί τινα ἀγαθὸν μὲν εἶναι σκυτέα ἄνθρωπον δὲ μοχθηρόν; ναί· ἔστι δέ τις ἀγαθὸς μὲν ἄνθρωπος πονηρὸς δὲ σκυτεύς· εἶτα ὥσπερ συμ‐ πέρασμα ἐπιφέρειν τὸ ὥστε ἔσται ἀγαθὸς σκυτεὺς μοχθηρός, τουτέστιν ὥστε ἔσται ἀγαθὸς μὲν ἄνθρωπος πονηρὸς δὲ σκυτεύς· ἔκειτο
30δὲ ἔμπαλιν. ἐν δὲ τῷ ρ’ ὧν αἱ ἐπιστῆμαι σπουδαῖαι, σπουδαῖα τὰ μαθήματα κατὰ δύο ἡμάρτηται ὁ λόγος, καθ’ ἓν μέν, ὅτι ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι συλλογίζεται, καθ’ ἕτερον δέ, ὅτι οὐδὲ συνάγει ὅπερ φαίνεται ἐκ τῶν κειμένων συμβαίνειν, ἀλλ’ ἄλλο τι. δῆλον δὲ τοῦτο ἐντεῦθεν· ρ’ ὧν αἱ ἐπιστῆμαι σπουδαῖαι, σπουδαῖα τὰ
35μαθήματα; ναί· εἶτα ἐπῆγεν τοῦ δὲ κακοῦ σπουδαῖον τὸ μάθημα· καὶ ὁρᾷς ὅτι αἱ δύο καταφατικαὶ μέσον ὅρον ἔχουσι τὸ μάθημα. ὅμως, εἰ καὶ ἀσυλλόγιστος ἡ συζυγία, οὐχ ὅπερ ἐκεῖνοι ἐπιφέρουσι, διὰ τούτων συμβαίνει, τὸ σπουδαῖον ἄρα μάθημα τὸ κακόν. οὐ δὴ τοῦτο συμ‐
βαίνει, ἀλλ’ ὅτι τοῦ κακοῦ σπουδαία ἡ ἐπιστήμη, ὅπερ καὶ αὐτὸς ἐδή‐146
in SE
.

147

λωσε διὰ τοῦ ἀλλ’ ἔστι κακῶν σπουδαία ἡ ἐπιστήμη, ὡς εἰ ἔλεγεν ‘οὐ συνάγεται ἐκ τῶν κειμένων τὸ σπουδαῖον μάθημα τὸ κακόν, ἀλλ’ ὅτι τοῦ κακοῦ ἢ τῶν κακῶν σπουδαία ἡ ἐπιστήμη‘. τὸ δὲ ἀλλὰ μὴν καὶ κακὸν καὶ [σπουδαῖον] μάθημα τὸ κακὸν δύναται καὶ ὡς ἀπὸ τῶν
5σοφιστῶν λεγόμενον νοεῖσθαι ἐπιτεινόντων τὸ ἄτοπον, ὡσανεὶ λεγόντων ‘σπουδαῖον ἄρα μάθημα τὸ κακόν, ἀλλὰ μὴν καὶ κακόν, ὅπερ ἄτοπον‘, τὸ δὲ καὶ μάθημα τὸ κακόν ὡς κατασκευαστικὸν ὑπ’ αὐτῶν λέγεσθαι τοῦ καὶ τὸ κακὸν μάθημα εἶναι καὶ μὴ μόνον τὰ καλὰ εἶναι μαθήματα ἀλλὰ καὶ τὰ κακά. δύναται μὲν οὖν καὶ οὕτως ὡς εἴπομεν νοεῖσθαι.
10δύναται καὶ ὡς λύσιν τις τοῦτο τοῦ σοφίσματος ἐπινοεῖν, δυνάμει λέγοντος τοῦ Ἀριστοτέλους ‘πρῶτον μὲν οὐκ ἔστι μάθημα τὸ κακόν· εἰ δὲ καὶ θήσει τις μάθημα εἶναι καὶ τὸ κακόν, κακὸν ἔσται μάθημα‘. οὐ γὰρ τὸ σπουδαῖον εἶναι συνάγεται διὰ τῶν ἠρωτημένων, ἀλλὰ τὸ τῶν κακῶν σπου‐ δαίαν εἶναι τὴν ἐπιστήμην· τοῦτο δὲ οὐδέν ἐστιν ἄτοπον· ἐνδέχεται γάρ
15τινα φαῦλον ὄντα καὶ κακὸν ἀριθμητικὸν εἶναι, σπουδαίας οὔσης ἐπιστήμης τῆς τοῦδε. p. 177b20 Ἆρα ἀληθές ἐστιν εἰπεῖν νῦν ὅτι σὺ γέγονας; Τὸ σόφισμα τοιοῦτον· ἆρα γέγονας σύ; ναί· τί δέ, ἀληθές ἐστιν εἰπεῖν νῦν ὅτι γέγονας; να· γέγονας ἄρα νῦν. ἄλλο γὰρ σημαίνει
20διαιρούμενον τὸ νῦν ἀπὸ τοῦ εἰπεῖν καὶ ἄλλο συντιθέμενον. εἰ δέ τις ἐρωτᾷ τὸν λόγον ἐπὶ τῆς νῦν γενομένης ἐκλείψεως, ἔσται παρὰ τὴν διαίρεσιν· οἷον ἆρα νῦν γέγονεν ἔκλειψις; p. 177b22 Ἆρα ὡς δύνασαι καὶ ἃ δύνασαι, οὕτω καὶ ταῦτα ποιή‐ σαις ἄν;
25 Καὶ τοῦτο παράδειγμά ἐστι τοῦ παρὰ σύνθεσιν παραλογισμοῦ. ἠρω‐ τᾶτο δὲ οὕτως παρὰ τῶν σοφιστῶν· ἆρα ὡς δύνασαι καὶ ἃ δύνασαι, οὕτω καὶ ταῦτα ποιήσαις ἄν; ναί· οὐ κιθαρίζων δὲ ἔχεις δύναμιν τοῦ κιθαρίζειν; ναί· κιθαρίσαις ἂν ἄρα οὐ κιθαρίζων. θεὶς δὲ αὐτὸς τὸ σόφισμα καὶ τὴν ἀληθῆ προσθεὶς τοῦ σοφίσματος λύσιν, ὅτι οὐ
30δύναμιν ἔχει τοῦ ἅμα μὴ κιθαρίζειν καὶ κιθαρίζειν, ἀλλ’ ὅτι τοῦ μετὰ ταῦτα κιθαρίσαι, καὶ ὅτι παρὰ τὴν σύνθεσίν ἐστιν ἡ παραγωγὴ καὶ τὸ σόφισμα, ἐπιμέμφεται τοὺς οὐχ οὕτω λύοντας μηδὲ λέγοντας ὅτι παρὰ τὴν σύνθεσιν ὁ παραλογισμός, ἀλλ’ ἐπ’ ἄλλα φερομένους καὶ λέγοντας 〈ὡσ〉 μὴ ὃ δύναται ποιεῖν, πάντως, τουτέστι καὶ ἐξ ἀνάγκης δύναται. εἰ γὰρ ταὐτὸν
35ἦν, φασί, τὸ δυνατὸν τῷ ἀναγκαίῳ, τότε ἔδει λέγειν ‘μὴ κιθαρίζων κιθαρίσαις147
in SE
.

148

ἄν, ἐπειδὴ δύνασαι κιθαρίζειν, τὸ δὲ δυνατὸν ἀναγκαῖον, πᾶν δὲ ἀναγκαῖον ὄν‘· πᾶν γὰρ ἀναγκαῖον ὄν, ὥσπερ καὶ πᾶν ἀδύνατον μὴ ὄν. εἰ οὖν ταὐτὸν ἦν, φασί, τὸ δυνατὸν τῷ ἀναγκαίῳ, τὸ δὲ ἀναγκαῖον ὄν, ἐπειδὴ δέδωκε κιθαρίζειν δύνασθαι, δέδωκε καὶ ὅτι κιθαρίζει μὴ κιθαρίζων. ἐπειδὴ δὲ
5οὐκ ἔστι ταὐτόν, οὐδὲ τὸ κιθαρίζειν δέδωκεν· οὐ γάρ, φασί, δέδωκε καὶ ἐξ ἀνάγκης ποιεῖν, ἤτοι κιθαρίζειν, εἰπὼν ὅτι δύναται ποιεῖν καὶ κιθαρίζειν· οὐ γὰρ ταὐτόν ἐστι τὸ δυνατὸν καὶ τὸ ἀναγκαῖον· τούτου γάρ ἐστι δηλω‐ τικὸν τὸ οὐ ταὐτὸ δ’ εἶναι ὡς δύναται καὶ πάντως ὡς δύναται ποιεῖν. ἀλλὰ φανερόν, φησίν, ὅτι οὐ καλῶς λύουσιν· εἰ γὰρ ὁ
10παραλογισμὸς ἦν ἐκ τοῦ τὸ δυνατὸν λαβεῖν ὡς ταὐτὸν ὂν τῷ ἀναγκαίῳ, ἔδει τῶν παρὰ ταὐτὸν λόγων τὴν αὐτὴν εἶναι λύσιν, τουτέστιν ἔδει πάντων τῶν ὁμοίων τῷ λόγῳ τούτῳ λόγων, ἤτοι τῶν παρὰ τὴν σύνθεσιν, ὡς ἡμεῖς λέγομεν, ἀπατώντων ἀλλὰ μὴ παρὰ τὸ δυνατὸν καὶ ἀναγκαῖον, ὡς ἐκεῖνοι λέγουσιν, ἔδει οὖν πάντων τούτων τὴν αὐτὴν εἶναι λύσιν. οὔτε
15δὲ ἐπ’ ἐκείνων ἁρμόσοι ἂν ἡ λύσις αὕτη οὔτε ἐπὶ τούτου, εἰ οὕτω πως ἐρωτηθείη· ἆρ’ ὡς συγχωρεῖς καὶ τίθεσαι, καὶ ἃ συγχωρεῖς καὶ τίθεσαι, οὕτω καὶ ταῦτα ποιήσαις ἄν; οὐ κιθαρίζων δὲ συγχωρεῖς καὶ τίθεσαι κιθαρίζειν; ναί· οὐ κιθαρίζων ἄρα κιθαρίζεις. ἐνταῦθα αἱ μὲν Ἀριστο‐ τέλους λύσεις ἁρμόσουσιν, ἡ δὲ ἐκείνων οὐδαμῶς. οὐδὲν δὲ κωλύει τῆς
20λέξεως πάλιν μνησθέντας λέγειν. οὐ γὰρ πάντως, φασὶ μὴ καλῶς λύοντες, ὡς δύναται ποιεῖν, δεδόσθαι ποιήσειν, τουτέστιν οὐ κατὰ πᾶν σημαινόμενον τοῦ δυνατοῦ δέδωκε τῷ δύνασθαι κιθαρίζειν ἤδη καὶ τὸ μὴ κιθαρίζειν, δύνασθαι δὲ κιθαρίζειν· ἀλλὰ τὸ μὲν ‘ὡς δύναται κιθαρίζειν, κιθαρίσει‘ δηλοῖ ὅτι δύναμιν ἔχει μὴ κιθαρίζων νῦν μετὰ ταῦτα κιθαρίσαι·
25τὸ δὲ ‘πάντως δύναται κιθαρίζειν‘ δηλοῖ καὶ τὸ ὅτε οὐ κιθαρίζει, ὅτι ἤδη κιθαρίζει, ὅπερ ψεῦδος, τὸ λέγειν ὅτι δύναμιν ἔχει, ὅτε οὐ κιθαρίζει, τότε κιθαρίζειν ὡς ἅμα εἶναι κιθαρίζοντα καὶ μὴ κιθαρίζοντα. λέγει οὖν ὁ Ἀριστοτέλης μὴ καλῶς αὐτοὺς λύειν· εἰ γὰρ οὕτως τις ἐρωτήσει τὸν λόγον ‘ἆρ’ ὡς συγχωρεῖς καὶ τίθεσαι, καὶ ἃ συγχωρεῖς καὶ τίθεσαι, οὕτως
30καὶ ταῦτα ποιήσαις ἄν; οὐ κιθαρίζων δὲ συγχωρεῖς καὶ τίθεσαι κιθαρίζειν; ναί· οὐ κιθαρίζων ἄρα κιθαρίζεισ‘, εἰ οὖν οὕτως ἔροιτό τις τὸν λόγον, ἡ μὲν τοῦ Ἀριστοτέλους λύσις ἁρμόσει, ἡ λέγουσα παρὰ τὴν σύνθεσιν εἶναι τὸ σόφισμα, ἡ δὲ τῶν ἄλλων λόγων οὐδαμῶς. ὅτι δὲ παρὰ τὴν σύνθεσιν τὸ σόφισμα, δῆλον· οὐκ ἔδει γὰρ συμπεράνασθαι ὅτι οὐ κιθαρίζων ἄρα
35κιθαρίζεις, ἀλλ’ ὅτι οὐ κιθαρίζων ἄρα συγχωρεῖς καὶ τίθεσαι κιθαρίζειν·
τοῦτο δὲ οὐκ ἀδύνατον.148
in SE
.

149

p. 177b35 Παρὰ δὲ τὴν προσῳδίαν λόγοι μὲν οὐκ εἰσίν. Ὅπερ καὶ κατ’ ἀρχὰς εἶπε, τοῦτο καὶ ἐνταῦθά φησιν, ὅτι παρὰ τὴν προσῳδίαν οὐ πάνυ ῥᾳδίως παραλογισμοὶ γίνοιντ’ ἂν οὔτε ἐν τοῖς γεγραμ‐ μένοις λόγοις οὔτε ἐν τοῖς λεγομένοις. πλὴν ἐκεῖ ἔλεγεν ὡς “ἐν μὲν τοῖς
5ἄνευ γραφῆς διαλεκτικοῖς οὐ ῥᾴδιον ποιῆσαι λόγον”, ἐν δὲ τοῖς ἐγγράφοις **** οὐδαμῶς, πλὴν εἰ καὶ δοίημέν τινας γίνεσθαι, ὀλίγοι τινὲς εὑρεθή‐ σονται. οἷός ἐστιν ὁ λέγων· ρ’ ἔστι τὸ οὗ καταλύεις οἰκία; να· οὐκοῦν τὸ οὐ καταλύεις τοῦ καταλύεις ἀπόφασις; να· ἡ οἰκία ἄρα ἀπόφασις. παρὰ τὴν προσῳδίαν τὸ σόφισμα, ἐν μὲν τῇ πρώτῃ
10προτάσει τὸ οὗ καταλύεις περισπωμένως δοθέντος, ἐν δὲ τῇ δευτέρᾳ οὐχ οὕτως ληφθέντος. p. 178a4 Δῆλον δὲ καὶ ἐν τοῖς παρὰ τὸ ὡσαύτως λέγεσθαι τὰ μὴ ταὐτ. Ἐνταῦθα καὶ περὶ τῶν παρὰ τὸ σχῆμα τῆς λέξεως γινομένων ἐλέγχων
15φησί. δῆλον οὖν, φησί, πῶς ἀπαντητέον πρὸς τούτους, εἴπερ ὥρισται ἡμῖν ὅτι δέκα τὰ ἀνωτάτω γένη. ὁ μὲν οὖν ἀποκρινόμενος ἐρωτηθεὶς εἰ ὁ Σωκράτης, ὅς ἐστιν οὐσία, πρὸς τί ἐστιν, ἀνανεύει (τοῦτο γὰρ δηλοῖ τὸ μὴ ὑπάρχειν τι τούτων, τουτέστι τῶν ἐννέα γενῶν, ὅσα τί ἐστι καὶ οὐσίαν σημαίνει)· ὁ δὲ ἐρωτῶν δείκνυσι τὴν οὐσίαν ἢ ποσὸν ἢ πρός τι
20ἢ ἄλλο τι νομιζόμενον οὐσίᾳ εἶναι. οἷον ἐρωτᾷ εἰ ὁ Σωκράτης πατήρ· ὁ δὲ ἐρωτώμενος ὁμολογεῖ τοῦτο οὐχὶ πρός τι καὶ συμβεβηκὸς τὸν Σωκράτην νομίζων ἀλλ’ ὡς υἱὸν ἔχοντα· ὁ δὲ συνάγει εὐθὺς τῷ τὸν Σωκράτην πατέρα εἶναι, τοῦτον δὲ πρός τι, τὸ δὲ 〈πρός τι〉 συμβεβηκὸς καὶ αὐτὸν εἶναι συμβεβηκός. ἔστι δὲ ἡ παραγωγὴ τοῦ σοφίσματος τοιαύτη· ἆρά γε
25ὁ Σωκράτης πατήρ; ναί· ἆρά γε ὁ πατὴρ τῶν πρός τι; ναί· ὁ Σω‐ κράτης ἄρα τῶν πρός τι· ὁ Σωκράτης ἄρα συμβεβηκός. ἃ δὲ ἐφεξῆς τί‐ θησι παραδείγματα οὐκ εἰσὶ τοῦ συνάγοντος ἐλέγχου καὶ δεικνύντος οὐσίαν συμβεβηκὸς ἢ τὸ ἀνάπαλιν, ἀλλὰ τοῦ τὸ πάθος ὑπὸ τὸ ποιεῖν ἀνάγοντος. ἠρώτων γὰρ οἱ σοφισταὶ εἰ τὸ αὐτό ἐστι ποιεῖν τε καὶ πεποιηκέναι·
30τοῦ δὲ ἀποκρινομένου ἀρνουμένου (οὐδὲ γάρ ἐστιν ἀληθῶς ταὐτὸ τὸ ποιεῖν τῷ πεποιηκέναι· τὸ μὲν γὰρ πεποιηκέναι ἐπὶ τῶν ἤδη γεγονότων λέγεται, τὸ δὲ ἐπὶ τοῦ νῦν ἐνεργοῦντος) προσηρώτων καὶ αὖθις εἰ τὸ αὐτὸ ἐνδέχεται
ὁρᾶν καὶ ἑωρακέναι, ὃ καὶ ἀληθὲς καταφαίνεται· ὃ γὰρ εἶδον πρότερον,149
in SE
.

150

καὶ νῦν τὸ αὐτὸ ὁρᾶν οὐδὲν ἀπεικός. ἀλλὰ μὴν τῇ προφορᾷ τῆς λέξεως ταὐτὸ δοκοῦσιν εἶναι τὸ ποιεῖν τῷ ὁρᾶν καὶ τὸ πεποιηκέναι τῷ ἑωρακέναι, καὶ ἢ οὐκ ἐνδέχεται τὸ αὐτὸ ὁρᾶν καὶ ἑωρακέναι, ἢ εἰ ἐνδέχεται ταῦτα, ἐνδέχοιτο ἂν καὶ τὰ ἄλλα. καὶ πάλιν ἐρωτῶσιν εἰ τὸ πάσχειν ποιεῖν ἐστιν·
5ὃ μὴ ὁμολογήσαντος τοῦ ἀποκρινομένου φασὶν ὅτι, ἐπειδὴ ὁμοίως λέγεται τὸ τέμνεσθαι καὶ καίεσθαι καὶ αἰσθάνεσθαι, ἀνάγοιντο ἂν ὑπὸ τὸ πάσχειν· ἀλλὰ καὶ τὸ τέμνειν καὶ λέγειν καὶ τρέχειν ὁμοίως ἐκφερόμενά εἰσι· καὶ λοιπὸν ἀναχθείησαν ὑπὸ τὸ ποιεῖν· ἀλλὰ τὸ ὁρᾶν πάθος ἐστὶ καὶ ὑπὸ τὸ πάσχειν ἀνάγεται. φησὶν οὖν ὁ Ἀριστοτέλης, ὡς εἴ τις μὴ
10συγχωρήσοι μὲν τὸ ἅμα ποιεῖν καὶ πεποιηκέναι, φαίη δὲ ἐγχω‐ ρεῖν ὁρᾶν καὶ ἑωρακέναι τὸ αὐτό, καὶ ἁπλῶς εἰπεῖν ταῦτα πάντα ὁμολογήσας οὐκ ἐλήλεγκται ὅσον ἐπὶ τούτῳ, εἰ μὴ ἐνεργείᾳ ἐρωτηθείη, τί οἴεται περὶ τοῦ ὁρᾶν, εἰ ὑπὸ τὸ πάσχειν ἀνάγεται. καίτοι ὁ ἀκροατὴς ἀμαθὴς ὢν οἴεται δοῦναι τὸν ἀποκρινόμενον τοῦτο, ὅτε δηλαδὴ ὡμολόγησε
15ταὐτὸ εἶναι τὸ λέγειν, τρέχειν, ὁρᾶν καὶ τέμνειν, ὡμολόγησε δὲ καὶ ὅτι τὸ τέμνειν ποιεῖν ἐστι. πλὴν ἐρεῖ ὁ ἀποκρινόμενος κατὰ τὴν λέξιν ταὐτὰ ὁμολογῆσαι ταῦτα. οὐκ ἐλήλεγκται οὖν, φησίν, ὁ οὕτως ἀποκρινόμενος. εἰ δ’ οἴεται τὸ ὁρᾶν ποιεῖν εἶναι, ἐλήλεγκται· ἔτι γὰρ προσδεῖται ὁ ἀποκρι‐ νόμενος ἐρωτηθῆναι εἰ τὸ ὁρᾶν ὑπολαμβάνει ποιεῖν, εἰ καὶ παρὰ τῶν
20ἀκουόντων ὑπολαμβάνεται συγχωρῆσαι τοῦτο, ὅτε ἠρωτᾶτο εἰ τὸ τέμνειν ποιεῖν ἔδωκε καὶ τὸ τετμηκέναι πεποιηκέναι καί τινα τοιαῦτα ὅμοια· ὁ γὰρ ἀκούων αὐτίκα προστίθησι ταὐτὸν εἶναι τὸ ὁρᾶν τῷ ποιεῖν. τὸ δὲ οὐκ ἔστιν ὁμοίως λεγόμενον τῷ ποιεῖν· φαίνεται δὲ διὰ τὴν προφοράν. φησὶ δὲ καὶ ὅτι ὃ συμβαίνει ἐν ταῖς ὁμωνυμίαις, τὸ αὐτὸ καὶ ἐπὶ τῶν
25παρὰ τὸ σχῆμα τῆς λέξεως· ὡς γὰρ ἐπ’ ἐκείνων οὐχ ὃ κατέφησεν ὁ ἀποκρινόμενος πρᾶγμα, ἀποφάσκει ὁ σοφιστής, ἀλλὰ ὄνομα μὲν ταὐτόν, πρᾶγμα δὲ οὔ, οὕτω καὶ ἐνταῦθα ὁ σοφιστὴς τὸ ὁρᾶν καὶ τὸ τέμνειν καὶ τὸ τρέχειν ὡς ὅμοια τῇ προφορᾷ λαμβάνων ἀπατᾷ λέγων καὶ τὸ ὁρᾶν ποιεῖν, ὅπερ οὐκ ἔστιν ἔλεγχος ἀληθής. ἀλλὰ δεῖ τὸν ἐλέγξαι ἀληθῶς
30μέλλοντα ὥσπερ καὶ ἐπὶ τῶν ὁμωνύμων οὕτως καὶ ἐπὶ τούτων ποιῆσαι καὶ ἐρωτῆσαι εἰ τὸ ὁρᾶν ποιεῖν ἐστιν. ἀναληπτέον δὲ αὖθις τὸ ‘ἆρα ἐνδέχεται τὸ αὐτὸ ἅμα ποιεῖν τε καὶ πεποιηκέναι;. τὸ σόφισμα τοιοῦτον· ρ’ ἐνδέχεται τὸ αὐτὸ ἅμα ποιεῖν τε καὶ πεποιηκέναι; ο· ἀλλὰ μὴν ἐνδέχεται ἅμα ὁρᾶν καὶ ἑωρακέναι· ὥστε καὶ ποιεῖν καὶ
35πεποιηκέναι. παρὰ τὸ σχῆμα τῆς λέξεως τὸ σόφισμα· τὸ γὰρ ὁρᾶν
πάσχειν ἐστί, τὸ δὲ ποιεῖν ἐνεργεῖν· οὐκ ἀνάγκη δὲ τὰ τῷ διαφόρῳ συμ‐150
in SE
.

151

βαίνοντα καὶ τῷ λοιπῷ συμβαίνειν. τοιοῦτον καὶ τὸ τοιόνδε σόφισμα· ὃ ἐγώ εἰμι, σὺ οὐκ εἶ· ἄνθρωπος δέ εἰμι ἐγώ· σὺ ἄρα ἄνθρωπος οὐκ εἶ. κἀνταῦθα τὸ μὲν ἐγὼ καὶ σὺ ἐπὶ τῶν ἀτόμων λέγεται, ὁ δὲ ἄνθρωπος ἐπ’ οὐδενὶ τῶν ἐν μέρει. γέγονεν οὖν ὁ παραλογισμὸς διὰ τὸ οὐ τινὶ ὡς
5τινὶ χρήσασθαι· τὸ γὰρ τόδε τι ἐπὶ τῆς ἀτόμου οὐσίας λέγεται, ὡς ἐν Κατηγορίαις εἴρηται· “δοκεῖ γάρ, φησὶν ἐκεῖ, πᾶσα οὐσία τόδε τι σημαίνειν”· ἐπὶ δὲ τῆς καθόλου οὐδαμῶς τὸ τόδε τι ἁρμόζει, εἰ καὶ δοκεῖ ὁμοίως τὸ σχῆμα τῆς προσηγορίας. ἐκ τούτων λύεται καὶ τὸ σόφισμα τὸ λέγον μὴ εἶναι τὴν κίνησιν ἐν τῷ κινουμένῳ· εἰ γάρ ἐστιν “ἡ κίνησις
10ἐντελέχεια τοῦ κινητοῦ, ᾗ κινητόν”, ὡς ἐν τῷ τρίτῳ τῆς Φυσικῆς ἀκροά‐ σεως δέδεικται, δῆλον ὅτι ἐν τῷ κινουμένῳ ἐστί. πρὸς τοῦτο δὲ ἐνίσταντο οἱ σοφισταὶ λέγοντες ‘οὐ λέγομεν ὁρᾷ, ὁρᾶται, ὅρασις καὶ ἀκούει, ἀκούεται, ἄκουσις; ἀλλὰ μὴν ὅρασις ἐν τῷ ὁρῶντι καὶ ἄκουσις ἐν τῷ ἀκούοντι· καὶ ἡ κίνησις ἄρα ἐν τῷ κινοῦντι‘. παρὰ τὸ σχῆμα τῆς λέξεως ὁ παραλο‐
15γισμός· τὸ γὰρ ὁρᾶν καὶ ὅλως τὸ αἰσθάνεσθαι πάσχειν ἐστὶν ἀλλ’ οὐ ποιεῖν. p. 178a29 Ὅμοιοι δὲ καὶ οἵδε οἱ λόγοι αὐτοῖς, εἰ ὅ τις ἔχων ὕστερον μὴ ἔχει. Ἡ ἀγωγὴ τοῦ σοφίσματος τοιαύτη· ἆρ’ ὅ τις ἔχων μὴ ἔχει,
20ἀπέβαλε; ναί· ἀλλὰ μὴν ὁ δέκα ἔχων ἀστραγάλους καὶ ἀποβαλὼν τὸν ἕνα οὐκέτι ἔχει δέκα· εἰ δὲ οὐκ ἔχει δέκα, εἶχε δὲ τοὺς δέκα, ἀπέβαλεν ἄρα τοὺς δέκα, ὅπερ ἄτοπον· ἄτοπον γὰρ τὸν ἀποβαλόντα ἕνα ἀστράγαλον φάσκειν δέκα ἀποβεβληκέναι. τὸ μὲν σόφισμα τοιοῦτον. τινὲς δὲ λύειν πειρώμενοί φασι μὴ ἄτοπον εἶναι τὸ φάσκειν ὅτι τοὺς δέκα ἀπέβαλεν· οὐ
25γὰρ ἔτι ἔχει δέκα τὸν ἕνα ἀποβαλὼν μεθ’ οὗ καὶ ἦσαν οἱ ἐννέα ἀστράγαλοι δέκα. οὕτω μέν τινες λύειν δοκοῦσιν. ἀλλὰ δῆλον ὅτι οὐ καλῶς· ἡ γὰρ τοιαύτη λύσις πρὸς μὲν τὸν ἄνθρωπόν ἐστι, πρὸς δὲ τὸ πρᾶγμα οὐκ ἔστι. τὴν δ’ ἀληθῆ λύσιν τὴν πρὸς τὸ πρᾶγμα σαφῶς ἡμῖν ἐφεξῆς τοῦ σο‐ φίσματος ὁ Ἀριστοτέλης παρατέθεικεν ἐν τῷ λέγειν ἢ ὃ μὲν μὴ ἔχει
30πρότερον καὶ ἑξῆς, δυνάμει λέγων ὅτι ὃ μέν τις πρότερον ἔχων ὕστερον οὐκ ἔχει, ἐξ ἀνάγκης ἀποβέβληκεν, οὐ μὴν δ’ ὅσον οὐκ ἔχει ἢ ὅσα οὐκ ἔχει, ἀνάγκη τοσαῦτα ἀποβαλεῖν· οὐ γάρ, εἰ μὴ ἔχει δέκα ἔχων πρότερον, ἀνάγκη δέκα ἀποβαλεῖν, ἀλλ’ ἀποβαλεῖν μέν τινα, οἷον τρία ἢ
πέντε ἤ τι ἄλλο τῶν τοῦ δέκα μερῶν, δέκα δὲ οὐχί. ὅτι δὲ καὶ τοῦτο151
in SE
.

152

τὸ σόφισμα παρὰ τὸ σχῆμα τῆς λέξεώς ἐστι, δῆλον ἐντεῦθεν, ὅτι ὁ μὲν ἀριθμὸς ποσόν, ἡ δὲ δεκὰς ποιόν, ὥστε καὶ τὰ τρία μόνον καὶ ἁπλῶς τὰ εἴδη. εἰ δὴ ἐρωτήσας ἐπὶ τοῦ ποιοῦ συνάγει ποσόν (ἔχων γὰρ πρότερον δεκάδα οὐκ ἔχει δεκάδα· ἔχει γὰρ τὸν ἐννέα· οὐ γάρ, εἰ μὴ ἔχει τὸν
5δέκα, ἀνάγκη δέκα μονάδας ἀποβαλεῖν), ἐρωτήσας οὖν ποιὸν συνάγει ποσόν· παρὰ τὸ σχῆμα ἄρα τῆς λέξεως καὶ τοῦτο τὸ σόφισμα. δῆλον δὲ τοῦτο καὶ ἐντεῦθεν· ἐρωτήσας γὰρ ἐπὶ τῆς δεκάδος, ἥτις ἐστὶ ποιόν (τὰ γὰρ εἴδη οὐσιώδεις ποιότητες) συνάγει τὸ ὅσα, ἤγουν ἐρωτήσας ποιὸν συνάγει ποσόν. εἰ γάρ, φησί, μὴ οὕτως ὡς προηνέχθη τὸ σόφισμα ἠρώτα ὁ σο‐
10φιστὴς ἀλλὰ οὕτως ‘ἆρά γε, εἴ τις μὴ ἔχοι ὕστερον ὅσα εἶχε πρότερον, ἀποβέβληκε τοσαῦτα; οἷον εἴ τις μὴ ἔχοι δέκα ἔχων πρότερον δέκα, ἀποβέβληκε δέκα;‘, οὐδεὶς ἂν ἔδωκεν, ἀλλ’ ἢ τοσαῦτα ἢ τούτων τι, τουτέστιν ἀλλ’ εἶπεν ἂν ὅτι δέκα μὲν οὐκ ἀποβέβληκε, τοσαῦτα δέ, οἷον εἰ τύχοι τρία ἤ τι τῶν τοῦ δέκα μερῶν.
15p. 178a37 Καὶ ὅτι δοίη τις ἂν ὃ μὴ ἔχει· οὐ γὰρ ἔχει ἕνα μόνον ἀστράγαλον. Τὸ σόφισμα τοιοῦτον· ἆρα δοίη ἄν τις ὃ μὴ ἔχει; οὔ· ὅδε δὲ οὐκ εἶχεν ἕνα μόνον ἀστράγαλον, δέδωκε δὲ ἕνα· δέδωκεν ἄρα ὃ οὐκ εἶχε· μὴ ἔχων γὰρ ἕνα δέδωκεν ἕνα· δοίη ἄν τις ὃ μὴ ἔχει.
20λύσις ὅτι οὐ δέδωκεν ὃ οὐκ εἶχε· πολλὰ γὰρ ἔχων εἶχε καὶ ἕνα. ὥσ‐ τε οὐ δέδωκεν ὃ οὐκ εἶχεν (εἶχε γὰρ τὸν ἕνα), ἀλλ’ ὡς οὐκ εἶχε· μὴ ἔχων γὰρ ἕνα μόνον δέδωκεν ἕνα μόνον. ὡς γὰρ τὸ μόνον οὔτε τόδε τι σημαίνει, οἷον οὐσίαν, οὔτε ποιόν (οὐδενὸς γὰρ τούτων ἐστὶ σημαντι‐ κόν), ἀλλ’ ὡς ἂν εἶπέ τις ἄσχετον σχέσιν, οἷον ὅτι καθ’ αὑτό ἐστιν
25ἀλλ’ οὐ μετά τινος ἄλλου, οὕτως καὶ τὸ μὴ μόνον τὸ μετ’ ἄλλου ὂν δηλοῖ. σαφηνίζων δὲ τὸ παραληφθὲν σόφισμα καὶ ἕτερον προσλαμβάνει παράδειγμα τόδε· ρ’ ὃ μή τις ἔχει δοίη ἄν; οὔ· ἆρά γε δοίη ἄν τίς τι ταχέως μὴ ἔχων ταχέως; ναί· δοίη ἄν τις λοιπὸν ὃ μὴ ἔχει. λύων οὖν καὶ τοῦτο τὸ σόφισμα λέγει τὸ γὰρ ταχέως οὐ
30τόδε διδόναι ἀλλ’ ὧδε διδόναι ἐστίν, ὅπερ ἴσον ἐστὶ τῷ ‘τὸ γὰρ ταχέως τὸν τρόπον τῆς δόσεως δηλοῖ πῶς δίδωσι, οὐ μὴν ὃ οὐκ ἔχει ἢ
ὃ ἔχει‘.152
in SE
.

153

p. 178b8 Ὅμοιοι δὲ οἱ τοιοίδε πάντες. ἆρ’ ᾗ μὴ ἔχει χειρ. Τὸ τῆς λέξεως ἀκόλουθον τοιοῦτον· ἆρα ᾗ μὴ ἔχει χειρὶ τύπτοι ἄν; ἢ ᾧ μὴ ἔχει ὀφθαλμῷ ἴδοι ἄν; ἢ ἐνδέχεται ὃ μὴ ἔλαβεν ἔχειν; τὰ δὲ μεταξὺ λύσεις εἰσίν, ἅς τινες ἐπῆγον λύοντες τὰ σοφίσματα, ἃς
5οὐκ ἀποδέχεται ὁ Ἀριστοτέλης. συνεπεραίνετο δὲ τὰ σοφίσματα ἐπὶ τοῦ ἔχοντος δύο χεῖρας καὶ δύο ὀφθαλμοὺς καὶ ψηφίσματα πλείω ἑνὸς οὕτως· ρ’ ᾗ μὴ ἔχει τις χειρὶ τύπτοι ἄν; οὔ· ὅδε δὲ οὐκ ἔχει μίαν χεῖρα μόνον ἀλλὰ δύο, τύπτει δὲ τῇ μιᾷ· ᾗ ἄρα χειρὶ οὐκ ἔχει τύπτει· μὴ ἔχων γὰρ μίαν μόνον τύπτει τῇ μιᾷ μόνον. ἡ λύσις ὅτι οὐ τύπτει ᾗ
10οὐκ ἔχει, ἀλλ’ ὡς οὐκ ἔχει· μὴ ἔχων γὰρ μίαν μόνην τύπτει τῇ μιᾷ μόνῃ. πάλιν ἆρ’ ᾧ μὴ ἔχει τις ὀφθαλμῷ ἴδοι ἄν; οὔ· ὅδε δὲ οὐκ ἔχει ἕνα μόνον ὀφθαλμὸν καὶ βλέπει τῷ ἑνί. καὶ τοῦτο οὐ ψεῦδος· ἐνδέχεται γὰρ τὸν ἕνα λήμην ἔχοντα μὴ βλέπειν, τὸν δὲ ἕνα ὑγιῆ ὄντα βλέπειν. πάλιν ἆρ’ ἐνδέχεται ὃ μὴ ἔλαβέ τις ἔχειν; οὔ· ὅδε δὲ λαβὼν
15μίαν μόνην ψῆφον παρὰ τοῦδε (μίαν γὰρ τούτου δόντος μίαν καὶ οὗτος ἔλαβε), λαβὼν δὲ μίαν οὐκ ἔχει μίαν· σὺν αὐτῇ γὰρ καὶ ἑτέρας ἔχει· ὃ ἄρα οὐκ ἔλαβεν ἔχει. ἡ λύσις ὅτι καὶ ὃ ἔλαβεν ἔχει, πρὸς τούτῳ δὲ ἔχει καὶ ἄλλα. λύουσι μὲν οὖν τινες λέγοντες ὅτι καὶ ὀφθαλμὸν ἕνα καὶ χεῖρα μίαν ἔχει· ἐπειδὴ γὰρ τῇ μὲν μιᾷ τύπτει καὶ τῷ ἑνὶ ὁρᾷ, πρὸς
20τὰς τοιαύτας ἐνεργείας, οἷον τὸ ὁρᾶν καὶ τύπτειν, καὶ ἕνα ὀφθαλμὸν ἔχει καὶ μίαν χεῖρα· οἷς γὰρ χρῆται ἐνεργῶν, ταῦτα καὶ ἔχει πρὸς τὴν ἐνέρ‐ γειαν ἣν νῦν ἐνεργεῖ. τὸ δὲ καὶ ἄλλο ὁτιοῦν ὁ πλείω ἔχων εἶπε διὰ τὸν τὰς πλείους μιᾶς ψήφους ἔχοντα. ἀλλὰ καὶ ψῆφον, φασίν, ἐκ τῆς λήψεως μίαν ἔχει· ἕνα γὰρ λαβὼν ἐκ τοῦδε καὶ ἕνα ἔχει παρὰ τοῦδε. ἐν
25δὲ τῇ λέξει τῇ οἱ δὲ καὶ ὡς ὃ ἔχει ἔλαβε τὸ λεγόμενόν ἐστιν, ὅτι λαβὼν ἕνα καὶ ἕνα ἐκ τοῦ λαβεῖν ἔχει. τὸ δὲ ἐδίδου μίαν μόνον οὗτος ψῆφον κατασκευαστικόν ἐστι τοῦ ‘ὅδε δὲ λαβὼν μίαν μόνην ψῆφον παρὰ τοῦδε οὐκ ἔχει μίαν‘· εἰ γάρ, φασί, μίαν μόνην ὅδε ἐδίδου, καὶ μίαν ὁ λαβὼν ἐλάμβανεν. τὸ δὲ διὰ τοῦ οἱ δ’ εὐθὺς τὴν ἐρώτησιν
30ἀναιροῦντες τοιοῦτόν ἐστι· τῶν λυόντων τὰ προρρηθέντα σοφίσματα οἱ μὲν πρὸς τὸ συμπέρασμα ἐνίστανται οἱ δὲ πρὸς τὴν πρότασιν. οἷον ἐρω‐
τῶσιν οἱ σοφισταί· ἆρ’ εἰκὸς τύπτειν τινὰ ᾗ μὴ ἔχει χειρί; οὔ· ὁδὲ δὲ153
in SE
.

154

μὴ ἔχων μίαν χεῖρα ἀλλὰ δύο ἔτυψε τῇ μιᾷ· ἔτυψε λοιπὸν ᾗ οὐκ ἔχει χειρί· οὐδὲ γὰρ εἶχεν ἐκείνην μόνην. οἱ μὲν οὖν εὐθὺς ἐνίστανται πρὸς τὸ συμπέρασμα μίαν αὐτὸν λέγοντες ἔχειν τὴν ἐνεργοῦσαν. ἄλλοι δὲ ἐνίστανται πρὸς τὴν πρότασιν καὶ ἀληθῆ ταύτην εἶναί φασιν. ἔστω γοῦν,
5φησίν, ἐπειδὴ ψεῦδος τὸ μὴ τύπτειν, ἀληθὲς τὸ τύπτειν μεθ’ ἧς οὐκ ἔχει χειρός, ὃ βούλονται οἱ σοφισταὶ συνάγειν ὡς ἄτοπον καὶ ἀδύνατον. εἰ γοῦν ἀληθές, οὐδὲ λύσιμον ἔσται· ἀλλὰ μὴν λύσει ὑποπίπτει· ἐροῦμεν γὰρ πρὸς τὸν σοφιστὴν ὅτι ὁ ἀποκρινόμενος δέδωκε τύπτειν μεθ’ ἧς οὐκ ἔχει χειρός, οὐχὶ τῆς μὴ οὔσης ὅλως ἀλλὰ τῆς λαιᾶς· τύπτειν γὰρ ἔφησε μετὰ
10τῆς δεξιᾶς, ἣν οὐκ ἔχει λαιάν, ἢ τῆς τοῦ Σωκράτους χειρός. τὸ δὲ εἰ γὰρ ἦν αὕτη λύσις, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν ἴσον ἐστὶ τῷ ‘εἰ γὰρ αἱ ἀληθεῖς καὶ τοῦ πράγματος αὗται ἦσαν λύσεις, εἴ τις δοίη τὸ ἀντικείμενον, οὐκ ἂν λυθεῖεν τὰ σοφίσματα‘· τὰ γὰρ ἀντι‐ κείμενα τοῖς κειμένοις ἀληθῆ ἔσται, ὥστε καὶ τὰ διὰ τῶν κειμένων
15συναγόμενα. πῶς δὲ ἡ αὐτὴ λύσις ἔσται τῶν ἀντικειμένων; εἰ γὰρ εἴποι τις ‘ἆρα ᾗ μὴ ἔχει τις χειρὶ τύπτοι ἄν;, ὁ δὲ ἀποκρινόμενος εἴποι ναί, εἶτα ἐπάξει ὁ ἐρωτῶν ‘ἀλλὰ μὴν ὁ Ἀλκιβιάδης οὐκ ἔχει τὴν τοῦ Σωκράτους χεῖρα καὶ τύπτει· ὁ Ἀλκιβιάδης ἄρα τύπτει τῇ τοῦ Σωκράτους χειρὶ ἣν οὐκ ἔχει‘, τοῦτο πῶς ἂν λυθείη διὰ τῆς παρ’ ἐκείνων λύσεως;
20εἰ οὖν αὕτη, φησίν, ἡ λύσις τοῦ πράγματος ἦν καὶ οὐ πρὸς τὸν ἄνθρω‐ πον, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν· τὸ γὰρ ἀντι‐ κείμενον τῷ δοθέντι, εἰ παρὰ τοῦτο ἦν τὸ ψεῦδος, ἀληθὲς ἐξ ἀνάγκης ἔσται· τὸ γὰρ ἀντικείμενον τῷ ψεύδει παρ’ ὃ τὸ ψεῦδος ἀληθές ἐστιν· ἀλλὰ μὴν καὶ τοῦ ἀντικειμένου δοθέντος λύσις γίνεται· οὐκ ἄρα παρὰ τοῦτο
25τὸ ψεῦδος ἢ μᾶλλον ὁ ἔλεγχος γίνεται. ὅτι δὲ καὶ τοῦ ἀντικειμένου δο‐ θέντος, τοῦ δύνασθαι τύπτειν ᾗ μὴ ἔχει χειρί, λύσις γίνεται, φανερόν· φήσαντες γὰρ ὅτι παρὰ τὸ μὴ τὰ αὐτὰ ὡσαύτως λέγεσθαι λύσομεν· δόντος γὰρ ἐκείνου τύπτειν μὴ ᾗ οὐκ ἔχει χειρί, ἀλλὰ [ᾗ] ὡς οὐκ ἔχει, σὺ ἐπὶ τοῦ ‘ᾗ μὴ ἔχει‘ συνάγεις. ἀλλὰ κἂν εἴποιμεν ὅτι τῇ δεξιᾷ τύπτει, ἣν
30οὐκ ἔχει λαιάν, καὶ οὕτω λύσομεν· ἡ γὰρ δεξιὰ χεὶρ οὐκ ἔστι λαιά. ὥστε ὁ δοὺς τύπτειν ᾗ μὴ ἔχει χειρὶ οὐ τῇ ἀλλοτρίᾳ τύπτειν, ἣν ὅλως οὐκ ἔχει, δέδωκεν, ἀλλὰ ἐκείνῃ τύπτειν ἔφησεν ἣν ὡδὶ μὲν ἔχει, ὡδὶ δὲ οὐκ ἔχει· ὅλως μὲν γὰρ ἔχει· τὸ γὰρ μέρος αὑτοῦ ἔχει· ὡδὶ δὲ οὐκ ἔχει· λαιὰν γὰρ τὴν δεξιὰν οὐκ ἔχει. λύσομεν οὖν οὕτω τὸ σόφισμα. λυθήσεται
35γὰρ καὶ ἄλλως· τύπτοι γὰρ ἄν τίς τινα καὶ τῇ μὴ ἑαυτοῦ χειρί, ὥσπερ εἴ τις τὴν τοῦ πατρὸς χεῖρα κρατῶν τύπτει τὸν πατέρα αὑτοῦ μετ’ αὐτῆς τῆς πατρικῆς χειρός. πλείους οὖν αἱ κακίαι τοῦ λόγου. πλὴν οὐχὶ ἡ τῆς
τυχούσης κακίας ἐμφάνισις καὶ τοῦ πράγματός ἐστι λύσις, ἀλλ’ ἡ παρ’ ἣν154
in SE
.

155

τὸ ψεῦδος, ὡς ἐπὶ τοῦδε· ὁ Σωκράτης κάθηται, ὁ καθήμενος γράφει, ὁ Σωκράτης γράφει· τοῦτο δὲ ψεῦδος. ἐνταῦθα οὐ διὰ τὸ τὸν Σωκράτην καθῆσθαι τὸ ψεῦδος, κἂν εἰ τύχῃ ψεῦδος ὂν τὸ τὸν Σωκράτην καθῆσθαι, ἀλλὰ διὰ τὸ τὸν καθήμενον γράφειν. ἀλλὰ τοῦτο μὲν τοιοῦτον. τὰ δὲ
5εἰρημένα σοφίσματα παρὰ μόνα τὰ ἐσχάτως ῥηθέντα ἔχει τὴν μοχθηρίαν· τὰ δὲ ἐσχάτως ῥηθέντα ἦσαν τὸ ‘ὅδε δὲ οὐκ ἔχει μίαν μόνην χεῖρα, τύπτει δὲ τῇ μιᾷ‘ καὶ τὸ ‘ὅδε μὲν οὐκ ἔχει ἕνα μόνον ἀστράγαλον, δέ‐ δωκε δὲ ἕνα μόνον‘ καὶ τὸ ‘ὅδε μὲν ἔχων δέκα ἀστραγάλους καὶ ἀποβαλὼν τὸν ἕνα οὐκ ἔχει δέκα‘ καὶ τὰ λοιπά. ὁ οὖν ταῦτα ἐμφανίσας λύει, ἀλλ’
10οὐχὶ ὁ λέγων ὅτι τὸ δύνασθαι πολλαχῶς καὶ ὅτι ἐνδέχεται ὃ μὴ ἔλαβεν ἔχειν καὶ τὰ τούτοις ὅμοια. p. 178b18 Εἰ γὰρ ἦν αὕτη λύσις, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν. Εἴπερ ἦν, φησίν, αὕτη λύσις τοῦ ‘ὅπερ οὐκ ἔλαβέ τις ἔχει‘ (ἔχει γὰρ
15ψήφους πολλὰς μίαν παρά τινος εἰληφώς), εἰ οὖν λύσις ἦν τούτου τὸ μίαν ἔχειν, ἐπεὶ καὶ μίαν ἔλαβε παρ’ ἐκείνου, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν. εἰ γὰρ τῆς καταφάσεως δοθείσης τῆς ‘ὃ ἔλαβεν ἔχει‘ τὸ συναγόμενον δι’ αὐτῆς ψεῦδός ἐστι καὶ λύσιμον, τὸ διὰ τῆς ἀποφάσεως τεθείσης τῆς ‘ὃ οὐκ ἔλαβεν ἔχει‘ συμβαῖνον ἀληθὲς ἔσται δηλονότι καὶ
20ἄλυτον· ἀλλὰ μὴν καὶ ταύτης τεθείσης τὸ συμβαῖνον ψεῦδός ἐστι, δυνα‐ μένης τῆς λύσεως ταύτης καὶ ἐπὶ τοῦ συμβαίνοντος διὰ τῆς παρούσης ἀντιφάσεως λέγεσθαι· ἀδύνατον δὲ τὴν αὐτὴν καὶ μίαν λύσιν ἐπ’ ἀμφο‐ τέρων ἀληθεύειν. ὅτι δὲ καὶ τῆς ἀντιφάσεως τεθείσης τὸ συμβαῖνον ψεῦδός ἐστι, δῆλον ὧδε· πότερον ὃ ἔλαβέ τις, τοῦτο ἔχει; οὔ· εἶτα ῥητέον· ἀλλὰ
25μὴν οὗτος ἔλαβε παρ’ αὐτοῦ μίαν ψῆφον καὶ ἔχει αὐτήν· ὃ ἄρα ἔλαβεν ἔχει, καὶ οὐχ ὃ οὐκ ἔλαβεν· ἀλλὰ μὴν ἔχει καὶ ἄλλας, ἃς οὐκ ἔλαβε παρ’ αὐτοῦ, ἐφ’ ὧν ἀληθεύσει τὸ ‘ἔχει ἃ οὐκ ἔλαβεν‘. οὐκ ἄρα ἐστὶν ἡ εἰρημένη λύσις τοῦ πράγματος ἀλλὰ πρὸς τὸν λέγοντα. λύσις δέ ἐστιν ἥν φησιν ὁ Ἀριστοτέλης ἡ λέγουσα τὸ ὅτι οὐ ταὐτόν ἐστι τὸ ‘ὃ 〈οὐκ〉 ἔλαβε‘ τῷ
30‘ὡς οὐκ ἔλαβε‘· τούτου γὰρ ληφθέντος γέγονεν ὁ παραλογισμός· δόντος γὰρ τοῦ ἀποκρινομένου τὸ ‘ὃ ἔλαβεν ἔχει‘ οὐ συνήγαγε τὸ ‘ὃ οὐκ ἔλαβεν ἔχει‘, ὅπερ ἐστὶν ἀντίφασις τοῦ ‘ὃ ἔλαβεν ἔχει‘, ἀλλὰ τὸ ‘ὡς οὐκ ἔλαβεν ἔχει‘, ὅπερ πάλιν ἐστὶν ἀντίφασις τοῦ ‘ὡς ἔλαβεν ἔχει‘. ὥστε ἐπεὶ τοῦ μὲν ‘ὃ
ἔλαβεν‘ ἀπόφασίς ἐστι τὸ ‘ὃ οὐκ ἔλαβε‘, τοῦ δὲ ‘ὡς ἔλαβε‘ τὸ ‘ὡς οὐκ155
in SE
.

156

ἔλαβε‘, λαβὼν δὲ τὸ ‘ὃ ἔλαβεν ἔχει‘ συνήγαγε τὸ ‘ὡς οὐκ ἔλαβε‘, τὴν ἀπόφασιν τοῦ ‘ὡς ἔλαβε‘, τὸ ‘ὃ ἔλαβε‘ καὶ τὸ ‘ὡς ἔλαβεν‘ ὡς ταὐτὸν εἰληφὼς καὶ συναγαγὼν τὸν παραλογισμόν· εἰ δὲ ἐκ τοῦ λαβεῖν τὸ ‘ὃ ἔλαβεν ἔχει‘ ὡς ταὐτὸν τῷ ‘ὡς ἔλαβε‘ γέγονεν ὁ παραλογισμός, δῆλον ὡς
5ἡ λύσις αὐτοῦ ἐστι τὸ μὴ τὰ ὡσαύτως ἢ λεγόμενα ἢ ὄντα ὡσαύτως λαβεῖν. ἢ λέγοι ἂν διὰ τοῦ εἰ γὰρ ἦν αὕτη λύσις, δόντα τὸ ἀντι‐ κείμενον οὐχ οἷόν τε ἦν λύειν ‘εἰ γὰρ ἦν ὅπερ ὑμεῖς λέγετε καὶ οὐχ ὅπερ ἐγώ (ἐγὼ γάρ φημι μὴ ταὐτὸν εἶναι τὸ ‘〈ὃ〉 ἔλαβε‘ τῷ ‘ὡς ἔλαβεν‘), εἰ οὖν ψεῦδός ἐστιν ὅπερ ἐγώ φημι καὶ οὐ παρὰ τοῦτο γέγονεν ὁ παρα‐
10λογισμός, δόντος τὸ ἀντικείμενον, ὅπερ ἐστὶ τὸ ταὐτὸν εἶναι (τὸ γὰρ λέγειν ὅτι ταὐτόν ἐστι τὸ ‘〈ὃ〉 ἔλαβεν‘ τῷ ‘ὡς ἔλαβεν‘ ἀντίκειται τῷ μὴ ταὐτὸν εἶναι), δόντος οὖν τὸ ἀντικείμενον ἀληθὲς ἂν ἦν τὸ συμβαῖνον· νῦν δὲ δοθέντος τοῦ ταὐτὸν εἶναι τὸ ‘〈ὃ〉 ἔλαβε‘ τῷ ‘ὡς ἔλαβε‘ μᾶλλον τὸ συμβαῖνόν ἐστι ψεῦδοσ‘. ἀλλὰ ῥητέον ἔτι περὶ τοῦ αὐτοῦ διὰ τὸ ἀσαφῶς εἰρῆσθαι.
15εἰ παρὰ ταῦτα ἦν τὸ σόφισμα, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν. εἰ γὰρ παρὰ ταῦτα ἦν, ψευδῆ ἂν ἦσαν· δι’ ἃ γὰρ τὸ ψεῦδος, ἐκεῖνα ψευδῆ· ὥστε τὰ ἀντικείμενα αὐτοῖς ἀληθῆ εἶναι ἀναγκαῖον· τὰ γὰρ ἀντικείμενα τοῖς ψευδέσι πάντως ἀληθῆ· ἀλλὰ μὴν τὸ ἐξ ἀληθῶν ἀληθὲς καὶ ἄλυτον· νῦν δὲ τὸ ἐκ τῶν ἀντικειμένων ψεῦδος καὶ λύσιμον·
20οὐκ ἄρα παρὰ ταῦτα τὸ ψεῦδος, οὐδὲ ταῦτά ἐστιν αἴτια τοῦ σοφίσματος. οὐχ οἷόν τε ἦν, φησί, λύειν, εἰ παρὰ ταῦτα ἦν τὸ ψεῦδος, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων. καὶ τίνα τὰ ἄλλα, ἐπήγαγε λέγων οἷον εἰ ἔστι μὲν , ἔστι δὲ ὃ ο. φέρεται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα οὕτως· οἷον εἰ ἔστι μέν, ἔστι δὲ ο. δι’ ἀμφοτέρων δὲ τὸ αὐτὸ δηλοῦται. εἴη δὲ ἂν τὸ
25λεγόμενον δυνάμει τοιοῦτον· ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, ἐφ’ ὧν τὸ ἀντικείμενόν ἐστιν ἀληθές, ἀφαιρεθέντων τῶν ψευδῶν καὶ τεθέντων τῶν ἀληθῶν τὸ συμβαῖνον ἀληθές ἐστι καὶ ἄλυτον, οὕτως καὶ ἐπὶ τῶν προκει‐ μένων, εἰ παρὰ τὰ τεθέντα 〈τὰ〉 σοφίσματα ἐγίνετο διὰ τὸ ψευδῆ τυγχάνειν, τεθέντων τῶν ἀντικειμένων καὶ ἀληθῶν καὶ ἀληθῆ ἂν εἴησαν τὰ συμβαί‐
30νοντα καὶ ἄλυτα· νῦν δὲ καὶ ψευδῆ καὶ εὔλυτα· οὐκ ἄρα παρὰ τὰ πρώτως τεθέντα, ἃ καὶ λύειν οὗτοι πειρῶνται, ἀλλὰ παρὰ τὰ ἐσχάτως ἐπενηνεγμένα. ἔστι δὴ οὖν τὸ οἷον εἰ ἔστι μὲν , ἔστι δ’ ὃ οὔ ἴσον τῷ ‘οἷον εἰ τὸ μέν ἐστιν ἀληθές, τὸ δὲ ψεῦδος, τεθέντος τοῦ ἀληθοῦς, ὅπερ ‘ὃ‘ εἶπεν, ἄλυτον ἂν ἦν‘. ταῦτα εἰπὼν ἐπάγει ἡ λύσις, ἂν ἁπλῶς
35δῷ λέγεσθαι, συμπεραίνεται, δυνάμει λέγων ‘ἡ μὲν ὑπ’ ἐκείνων λε‐
γομένη λύσις μοχθηρὰ καὶ ἀδόκιμος, ἡ δὲ ἀληθὴς ὅτι, εἰ μὲν ἁπλῶς δῷ156
in SE
.

157

λέγεσθαι, τουτέστιν εἰ μὲν τὰ μὴ ὡσαύτως λεγόμενα ὡσαύτως δῷ λέγεσθαι, συμπεραίνεται καὶ ἐλέγχει, εἰ δὲ μὴ δῷ, οὐ συμπεραίνεται‘. εἰ δὲ μὴ συμπεραίνεται, οὐκ ἂν εἴη λύσις, καὶ δεῖ προσυπακούειν τὸ ‘ἣν ἐκεῖνοι μοχθηρῶς λύοντες ἐπάγουσιν, ἀλλὰ λύσις ἔσται ἣν αὐτὸς εἶπον‘. τὸ δὲ
5ἐν δὲ τοῖς εἰρημένοις πάντων διδομένων ἴσον ἐστὶ τῷ ‘ἐν δὲ τοῖς εἰρημένοις ἐλέγχοις καὶ σοφίσμασι πάντων συγχωρουμένων αὐτοῖς, τοῦ τύπτειν ᾗ μὴ ἔχει χειρί, τοῦ ὁρᾶν ᾧ μὴ ἔχει ὀφθαλμῷ, οὐ συμπεραίνονται οὐδ’ ἔλεγχον οὗτοι συλλογίζονται, ὥστε οὐδὲ οὗτοι καλῶς λύουσιν‘. p. 178b24 Ἔτι δὲ καὶ οἵδ’ εἰσὶ τούτων τῶν λόγων. ἆρ’ ὃ γέ‐
10γραπται, γέγραφέ τις; Τοιοῦτόν ἐστι τὸ σόφισμα· ἆρα ὅπερ ἐγράφη, τοῦτό τις ἔγραψε; ναί· γέγραπται δὲ ὁ λόγος ὅτι νῦν σὺ κάθησαι, ὅστις ἐστὶ καὶ ψευδὴς διὰ τὸ κινεῖσθαί σε ἢ καὶ ἵστασθαι· ἦν δὲ καὶ ἀληθὴς οὗτος ὁ λόγος, ὅτε ἐγράφη· ὁ αὐτὸς ἄρα λόγος ἐστὶ καὶ ἀληθὴς καὶ ψευδής. πρὸς τοῦτο
15γοῦν τὸ σόφισμα ἐπῆκται παρὰ τοῦ Ἀριστοτέλους λύσις τοιαύτη, ὅτι σὺ μέν, ὦ σοφιστά, τὴν ἐρώτησιν ἐπὶ ποσοῦ ποιησάμενος συνάγεις ἐπὶ ποιοῦ· ἐρωτήσας γὰρ ‘ἆρα ὃ γέγραπται, τοῦτό τις ἔγραψε;‘ καὶ ἐμοῦ συγκα‐ τανεύσαντος τῇ ἐρωτήσει σου καὶ ὡς ἐπὶ λόγου τὴν κατάνευσιν ποιησαμένου, ὅς ἐστι τοῦ ποσοῦ, συνάγεις ἐπὶ τοῦ ποιοῦ (δυνάμει λέγων ὁ Ἀριστοτέλης
20διὰ τοῦ τὸ γὰρ ψευδῆ ἢ ἀληθῆ λόγον ἢ δόξαν εἶναι οὐ τόδε ση‐ μαίνει ἀλλὰ τοιόνδε)· ὅταν γὰρ τὴν ἐρώτησιν προὔτεινας τὴν ‘ἆρα ὃ γέγραπται, γέγραφέ τις;, ἐπὶ ποσοῦ μόνου ταύτην ἠρώτησας· ἐπὶ γὰρ λόγου ἠρώτησας ἢ συλλαβῆς ἢ λέξεως, ἅτινα ὑπὸ τὸ ποσὸν ἀνά‐ γονται, ὡς μεμαθήκαμεν· ὅταν δὲ συνῆξας τὸ συναχθέν, ἐπὶ ποιοῦ συνῆξας·
25τὸ γὰρ ψευδὲς καὶ ἀληθὲς τοῦ ποιοῦ εἰσι. τὸ δ’ ρ’ ὃ μανθάνει ὁ μαν‐ θάνων τοιοῦτόν ἐστι σόφισμα καὶ οὕτως προήγετο κατὰ τὴν ἐρώτησιν· ρ’ ὃ μανθάνει τις, τοῦτό ἐστιν ὃ μανθάνει; ναί· μανθάνει δέ τις τὸ βραδὺ ταχ· ἔσται ἄρα τὸ βραδὺ ταχύ. πρὸς ὅπερ ἀπαντᾷ ὁ Ἀριστοτέλης λέγων ὅτι ἐρωτήσαντες οἱ σοφισταὶ ἐπὶ τοῦ πῶς συνάγουσιν
30ἐπὶ τοῦ οἷον, ἤγουν τὴν ἐρώτησιν ποιήσαντες ἐπὶ ποσοῦ συνάγουσιν ἐπὶ τοῦ ποιοῦ· τὸ γὰρ ἐρωτηθῆναι ρ’ ὃ μανθάνει καὶ τὰ λοιπὰ ἐπὶ τοῦ τρόπου ποιήσαντες (δηλοῦσι γὰρ τὸ ‘ὡς μανθάνει, οὕτως μανθάνει, ταχέως
ἢ ἄλλως πωσ‘ καὶ οὐ τὸ πρᾶγμα) συνάγουσιν ἐπὶ ποιοῦ τὴν ἐρώτησιν.157
in SE
.

158

p. 178b33 Οὐδ’ ὅταν τὴν κύλικα πίν, ὃ πίνει ἀλλ’ ἐξ ο. ἔτι ἆρ’ ὅ τις οἶδεν. Τὸ σόφισμα τοιοῦτον· ἆρ’ ὃ πίνει τις, τοῦτο πίνει; ἢ οὕτως· ἆρ’ ὃ πέπωκέ τις, ἐκεῖνο πέπωκε; ναί· πέπωκε δὲ κύλικα· πέπωκεν ἄρα τὴν
5κύλικα. ἡ λύσις ὅτι οὐ τὴν κύλικα πέπωκεν, ἀλλ’ ὃ πέπωκεν ἢ ὃ πίνει, ἐκ τῆς κύλικός ἐστι. τοιοῦτον δὲ καὶ τὸ ρ’ ὅ τις οἶδεν, ἢ μαθὼν ἢ εὑρὼν οἶδε; ναί· ὅδε δὲ τὸ μὲν ἔμαθε τὸ δὲ εὗρεν· ἀμφότερα δὲ οὔτε ἔμαθεν οὔτε εὗρεν· οὐκ ἄρα οἶδεν. εἰ γὰρ οἶδεν ἢ ὃ ἔμαθεν ἢ ὃ εὗρε, τὰ δὲ δύο οὐκ ἔμαθε (τὸ ἓν γὰρ ἔμαθεν, οὐχὶ τὰ δύο), ἀλλ’ οὐδὲ τὰ δύο
10εὗρε (τὸ γὰρ ἓν εὗρεν), εἰ οὖν μήτε εὗρε μήτε ἔμαθε τὰ δύο, οὐδὲ οἶδεν· ἀλλὰ καὶ οἶδε. τὴν δὲ λύσιν τοῦ σοφίσματος ἐνέφηνε διὰ τοῦ ἢ ὃ μὲν ἅπαν, τὸ δ’ οὐχ ἅπαν. ἔστι δὲ ὃ λέγει ὅτι τὸ μὲν πᾶν, ἤτοι οἷον καὶ ποιόν, τὸ δ’ οὐ ποιὸν ἀλλὰ ποσόν· τὰ γὰρ ὧν τὸ μὲν τό, τὸ δὲ τό, ποσά. ἐρωτήσας οὖν ἐπὶ τοῦ ὃ συνάγει ὅσα. ἔτι ἔστι καὶ ἄλλως
15εἰπεῖν τὸ ἢ ὃ μὲν ἅπαν, τὸ δ’ οὐχ ἅπαν, τουτέστιν ὅτι δυνατόν ἐστιν ἐπὶ μέν τινος μαθήματος ἅπαν εἰπεῖν, οἷον ὅτι καὶ εὗρον ἐγὼ καὶ ἔμαθον παρ’ ἄλλου, ἐπὶ δέ τινων οὐχ ἅπαν ἀλλ’ ἢ τὸ εὑρεῖν μόνον ἢ τὸ μαθεῖν παρ’ ἄλλου. p. 178b36 Καὶ ὅτι ἔστι τις τρίτος ἄνθρωπος παρ’ αὐτόν.
20 Ὁ λεγόμενος ὑπὸ τῶν σοφιστῶν λόγος καὶ τὸν τρίτον ἄνθρωπον εἰσάγων τοιοῦτος· οἷον λέγοντες, φασίν, ‘ἄνθρωπος περιπατεῖ‘ οὔτε τὴν ἰδέαν ἄνθρωπον περιπατεῖν λέγομεν (ἀκίνητος γὰρ ἐκείνη) οὔτε τῶν καθ’ ἕκαστά τινα· πῶς γὰρ ὃν μὴ γνωρίζομεν; τὸ μὲν γὰρ ἄνθρωπον περι‐ πατεῖν γνωρίζομεν, τίς δὲ τῶν καθ’ ἕκαστά ἐστιν ἐφ’ ᾧ λέγομεν, οὐ γνω‐
25ρίζομεν· ἄλλον ἄρα τινὰ παρὰ τούτους τρίτον ἄνθρωπον λέγομεν περιπατεῖν· τρίτος ἄρα ἄνθρωπος ἔσται, οὗ τὸ περιπατεῖν κατηγοροῦμεν. ἡ λύσις ὅτι ὁ ἄνθρωπος καὶ πᾶν τὸ κοινὸν οὐ τόδε σημαίνει ἀλλὰ τοιόνδε· ὁμοίωμα γάρ ἐστι τῶν καθ’ ἕκαστα. πῶς οὖν αὐτὸ δῆτα τὸ ἐν τοῖς καθ’ ἕκαστα θεωρούμενον καὶ ἐν τούτοις ἔχον τὴν ὕπαρξιν οὐσία τις ἔσται καὶ
30ἕτερον παρὰ ταῦτα; οὐκ ἄρα τρίτος ἄνθρωπος ἔστι. τὸ δὲ ὁμοίως καὶ ἐπὶ τοῦ Κορίσκος καὶ Κορίσκος μουσικός πρὸς κατασκευὴν τοῦ μὴ εἶναι τρίτον ἄνθρωπον εἴληπται καὶ οὕτως ἐπῆκται, ὡς εἰ ἔλεγεν ‘ὥσπερ γὰρ ὁ μουσικὸς Κορίσκος ἕτερος ὢν τοῦ Κορίσκου οὐκ ἔστι καθ’ αὑτὸν οὐδὲ ὕπαρξιν ἔχει ἰδίαν (τοῦτο γὰρ σημαίνει τὸ ὥστε οὐκ ἔστιν
35αὐτὸ ἐκθέσθαι), διότι οὐκ ἔστι τόδε τι καὶ οὐσία ἀλλὰ τοιόνδε καὶ158
in SE
.

159

ποιόν, οὕτως οὐδὲ ὁ ἄνθρωπος περιπατῶν, κἂν ἕτερός ἐστι Σωκράτους, Πλάτωνος καὶ τῶν κατὰ μέρος, ὡς ὁ μουσικὸς Κορίσκος τοῦ Κορίσκου, καθ’ αὑτὸν ἔσται‘. ἵνα δὲ μή τις ἴσως ὑπολάβῃ ὅτι ἡ τοῦ τρίτου ἀν‐ θρώπου παρεισάγεται ὕπαρξις ἐκ τοῦ λέγοντας ἄνθρωπον περιπατεῖν ἀπο‐
5δεικνύναι ἕτερον αὐτὸν εἶναι τῶν μερικῶν, Σωκράτους, Πλάτωνος καὶ τῶν ἄλλων τῶν καθ’ ἕκαστα, φησὶν οὐ τὸ ἐκτίθεσθαι δὲ ποιεῖ τὸν τρίτον ἄνθρωπον, δυνάμει τοῦτο διὰ τούτων λέγων ‘οὐ τὸ ἀπαριθμεῖσθαι τοὺς καθ’ ἕκαστα ἀνθρώπους καὶ ἕτερον ἐκείνων λέγειν τὸν τρίτον ἄνθρωπον ποιεῖ, ἀλλὰ τὸ διδόναι καὶ συγχωρεῖν εἶναι ὅπερ τόδε τι, τουτέστιν
10ἀλλὰ τὸ οὐσίαν καὶ τόδε τι λέγειν αὐτόν‘. τῷ δὲ τόδε τι ἔθος αὐτῷ ἐπὶ τῆς ἀτόμου χρῆσθαι οὐσίας. κατασκευάζει δὲ καὶ αὐτὸ τοῦτο, τὸ μὴ εἶναι τὸ κατηγορούμενον καὶ κοινὸν οὐσίαν, δι’ οὗ ἐπιφέρει, τοῦ οὐ γὰρ ἔσται τόδε τι εἶναι, ὅπερ Καλλίας καὶ ὅπερ ἄνθρωπός ἐστι, δηλονότι οὐ γάρ, εἰ ἔστιν ὁ Καλλίας τόδε τι, καὶ ὁ ἄνθρωπος τόδε
15τι ἔσται. τὸ δὲ οὐδ’ εἴ τις τὸ ἐκτιθέμενον 〈μὴ〉 ὅπερ τόδε τι εἶναι λέγει ταὐτόν ἐστι τῷ ‘εἰ γὰρ καὶ μή ἐστι τὸ ἐκτιθέμενον καὶ κοινὸν τόδε τι καὶ οὐσία ἀλλὰ ποιόν, ἀλλ’ οὖν ἕτερόν ἐστι τῶν καθ’ ἕκαστα, ἐν αὐτοῖς δὲ ὅμως ὂν καὶ οὐ καθ’ αὑτό‘. ὥστε, φησίν, οὐ δοτέον ἕτερόν τινα τρίτον εἶναι ἄνθρωπον· τὸ γὰρ κοινῶς κατηγορούμενον ἐπὶ πᾶσιν οὐκ ἔστιν
20οὐσία ἀλλὰ ποιόν τι. p. 179a14 Πάλιν εἰ παρὰ προσῳδίαν ὀξεῖαν. Εἰπὼν ὅτι αἰεὶ ἐπὶ τῶν σοφισμάτων κατὰ τὸ ἀντικείμενον ἡ λύσις προβαίνειν ὀφείλει, οἷον εἰ συνθεὶς ἠπάτησε, σὺ διελὼν ἐκφεύξῃ τὴν ἀπάτην, καὶ τὸ ἀνάπαλιν, καὶ ἐπὶ τῶν ἄλλων τῶν παρὰ τὴν λέξιν καθο‐
25λικῶς, πῶς δεῖ τὰς λύσεις ποιεῖσθαι, διδάσκει, καὶ φησὶν ὡς εἰ παρὰ προσῳδίαν ὀξεῖαν ἡ ἀπάτη, ἡ βαρεῖα προσῳδία λύσις. οἷόν ἐστι τὸ “οὗ καταπύθεται ὄμβρῳ”· εἰ ἐκεῖνος ὀξεῖαν θεὶς προσῳδίαν ἠπάτησε, σὺ λύσεις περισπωμένως· βαρεῖαν γὰρ προσῳδίαν πανταχοῦ τὴν περισπωμένην λέγει. ὁμοίως καὶ ἐν τοῖς ὁμωνύμοις εἰ ἀπατᾷ ὁ σοφιστής, σὺ τὸ ἀντι‐
30κείμενον ὄνομα λέγων ἐνίστασο πρὸς τὸ σόφισμα. οἷον τί φημι; εἰ ἐκ τῆς ὁμωνυμίας τὸ ἄψυχον ἔμψυχον συνελογίσατο, λυτέον ἀποφήσαντας, εἰπόντας μὴ τόδε δεδωκέναι ὃ σημαίνει τὸ ἄψυχον, ἀλλ’ ὃ δηλοῖ τὸ
ἔμψυχον. εἰ γὰρ ἔροιτο ‘ἆρά γε τὸ διδάσκον ἔμψυχόν ἐστιν;‘, εἴποις δὲ ναί,159
in SE
.

160

εἶτα εἴποι ‘τὸ δὲ βιβλίον διδάσκει, ἔμψυχον ἄρα τὸ βιβλίον‘, ῥητέον ὅτι οὐ τὸ ἄψυχον διδάσκειν εἶπον ἀλλὰ τὸν διδάσκαλον. ὁμοίως ποιητέον καὶ ἐπὶ τοῦ ἀνάπαλιν· εἰ γὰρ ἔροιτο ‘ἆρά γε τὸ διδάσκον ἔμψυχόν ἐστιν;‘, εἴποις δὲ οὔ, εἶτα εἴποι ‘ὁ δὲ Πλάτων διδάσκει, ἔμψυχον ἄρα τὸ διδάσκον‘,
5εἰπὲ ὡς ἐπὶ τοῦ βιβλίου τὸ διδάσκειν εἶπον. καὶ ἐπὶ τῶν παρὰ τὸ σχῆμα τῆς λέξεως, ὡς προειρήκειμεν, ὡσαύτως ποιητέον. οἷον ὁ σοφιστὴς συμ‐ περαινόμενος λέγει ρ’ ὃ μὴ ἔχει, δοίη ἄν τις· σὺ δὲ πρὸς τοῦτον λύων τὸ σόφισμα εἰπὲ οὐχ ὃ μὴ ἔχει, ἀλλ’ ὡς οὐκ ἔχει· ἀντίκειται γάρ, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται, τὸ ὃ μὴ ἔχει τῷ ὡς οὐκ ἔχει.
10διὰ δὲ τοῦ ἀλλ’ οὐχ ἃ ἐπίσταται τὸ λεγόμενον δυνάμει ἐστὶν ὅτι οὕτω λύειν δεῖ, ὅτι ὃ ἐπίσταται μεμάθηκεν ἢ εὗρεν, ἀλλ’ οὐχ ἃ ἐπίσταται μεμάθηκε〈ν ἢ εὗρεν〉· τοῦτο γὰρ καὶ ἠρωτήθη· οὐ γὰρ εἶπεν ὁ ἐρωτῶν ‘ἅ τις ἐπίσταται μεμάθηκεν ἢ εὗρεν‘, ἀλλ’ ἑνικῶς ‘ὅ τις ἐπίσταται μεμάθηκεν ἢ εὗρεν‘.
15p. 179a26 Πρὸς δὲ τοὺς παρὰ τὸ συμβεβηκὸς μία μὲν καὶ ἡ αὐτὴ λύσις πρὸς ἅπαντας. Μεταβαίνει καὶ ἐπὶ τοὺς παρὰ τὸ συμβεβηκὸς γινομένους παραλο‐ γισμούς, καὶ πῶς δεῖ καὶ τούτους λύειν διδάσκει, καὶ φησὶ τῶν παρὰ τὸ συμβεβηκὸς παραλογισμῶν μίαν εἶναι καὶ τὴν αὐτὴν λύσιν. ἐντεῦθεν ἐπι‐
20στομίζων τοὺς λύσιν τινὰ τοῖς τοιούτοις σοφίσμασιν ἐπάγοντας, μὴ μέντοι γε ἐν πᾶσιν ἀποσώζουσαν καὶ πάντων τῶν παρὰ τὸ συμβεβηκὸς λυτικὴν οὖσαν, ἐπεὶ γάρ, φησίν, ἀδιόριστόν ἐστι τὸ πότε λεκτέον ἐπὶ τοῦ πράγματος. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. εἰσί τινα ἃ τῷ συμβεβηκότι ὑπάρχοντα ἀληθεύονται καὶ ἐπὶ τοῦ ὑποκειμένου τῷ συμβεβηκότι, φημὶ δὴ
25τῷ πράγματι· τινὰ δὲ τῷ μὲν συμβεβηκότι ὑπάρχει, τῷ δὲ πράγματι οὐχ ὑπάρχει. τὸ γὰρ δισύλλαβον λέγεται μὲν καὶ κατὰ τοῦ λευκοῦ, ἀληθεύεται δὲ καὶ κατὰ τοῦ ἵππου τοῦ τινός, ᾧ συμβέβηκε τὸ λευκόν· ὥστε ἐπὶ τούτου ἀληθὲς δοῦναι τάσδε τὰς προτάσεις· ἆρά γε ὅδε ἵππος; ναί· ἆρά γε λευκός; ναί· ὅδε ἄρα λευκός· τί δέ, τὸ λευκὸν δισύλλαβον; ναί· ὁ
30ἵππος ἄρα δισύλλαβος. ἐπὶ μὲν τούτου ἀληθῶς τὸ κατὰ τοῦ συμβεβηκότος, οἷον τὸ δισύλλαβον τὸ κατὰ τοῦ λευκοῦ λεγόμενον, καὶ κατὰ τοῦ ἵππου ῥηθήσεται. ἐπὶ δὲ τοῦ Σωκράτους οὐκ ἀληθῶς· οὐ γάρ, εἰ ὁ Σωκράτης
λευκός, τοῦτο δὲ δισύλλαβον, καὶ ὁ Σωκράτης δισύλλαβον. ἐπειδὴ οὖν160
in SE
.

161

ταῦθ’ οὕτως ἔχει, οὐδὲν δὲ διώρισται πότε δεῖ λέγειν ὅτι τὰ ὑπάρχοντα τῷ συμβεβηκότι ὑπάρξει καὶ τῷ πράγματι, τουτέστι τῷ ὑποκειμένῳ, πότε δὲ οὔ, ῥητέον πρὸς ἅπαντας ὅτι οὐκ ἀνάγκη τὸ τῷ συμβεβηκότι ὑπάρ‐ χον καὶ τῷ πράγματι ὑπάρχειν, ἀλλ’ ἐπὶ τινῶν μὲν ἐνδέχεται, ἐπὶ τινῶν δὲ
5οὔ. καὶ ἔτι δεῖ προφέρειν καὶ τὸ οἷον, ἤτοι τὸ ὁποῖον, ὥσπερ ἐν τῷ Μίνωι τοῦ Πλάτωνος γέγραπται. ἔχει δὲ οὕτως τὰ ἐκεῖσε· “ὁ νόμος ἡμῖν τί ἐστιν; ὁποῖον καὶ ἐρωτᾷς τῶν νόμων;”. τὰ δὲ ἐπαγόμενα σοφίσματα τοιαῦτά εἰσιν. ρ’ οἶδας ὃ μέλλω σε ἐρωτᾶν; οὔ· ἆρ’ οἶδας ὅτι ἡ ἀρετὴ ἀγαθόν; ναί· τοῦτο δέ σε μέλλω ἐρωτᾶν· οἶδας ἄρα ὃ μέλλω σε
10ἐρωτᾶν. ἡ λύσις ὅτι οὐ ταὐτόν ἐστι τὸ τὴν ἀρετὴν ἀγαθὸν εἶναι καὶ τὸ μέλλειν ἐρωτᾶσθαι εἰ ἔστιν ἀγαθόν, ἀλλὰ ἀγαθῷ οὔσῃ συμβέβηκεν αὐτῇ τὸ μέλλειν ἐρωτᾶσθαι εἰ ἔστιν ἀγαθόν. πάλιν ρ’ οἶδας τὸν προσιόντα καὶ κεκαλυμμένον; οὔ· (εἶτα ἀφελόντες τὸ περικάλυμμα) τί δέ, οἶδας τοῦτον; ναί· τὸν αὐτὸν ἄρα οἶδας καὶ οὐκ οἶδας. πάλιν ἆρά γε ὁ ἀνδριὰς
15ἔργον ἐστί; ναί· ἆρά γε σός ἐστι; ναί· σὸν ἄρα ἔργον ἐστὶν ὁ ἀνδριάς· ἀλλὰ μὴν καὶ οὐκ ἔστι; τοῦ Φειδίου γάρ ἐστι. πάλιν ἆρά γε ὁ κύων πατήρ ἐστι; ναί· ἆρά γε σός ἐστι; ναί· σὸς ἄρα ὁ κύων πατήρ. πάλιν ἆρά γε τὰ ὀλιγάκις ὀλίγα ὀλίγα; ναί· ἀλλὰ μὴν τὰ ἑκατὸν πρὸς τὰ δεκάκις μύρια ὀλιγάκις ἐστὶν ὀλίγα· τὰ ἑκατὸν ἄρα ὀλίγα· ἀλλὰ
20μὴν καὶ πολλά. φανερὸν οὖν ὡς πάντες οὗτοι οἱ παραλογισμοὶ παρὰ τὸ συμβεβηκὸς λύονται· μόνοις γάρ, φησί, τοῖς κατὰ τὴν οὐσίαν ἀδια‐ φόροις ταὐτὰ ὑπάρχει. οἷον κατὰ τὴν οὐσίαν ἀδιάφοροι ὁ ἵππος καὶ ὁ βοῦς· τούτοις γοῦν ταὐτὰ ἐπίσης ὑπάρξει. λύουσι μὲν οὖν τινες ταῦτα τὰ σοφίσματα καὶ ἑτέρως. ἀνατρέπει δὲ τὴν λύσιν ταύτην ὁ Ἀριστοτέλης
25διὰ τὸ μή, ὡς ἄνωθεν εἰρήκειμεν, πάντων τῶν παρὰ ταὐτὸ γινομένων παραλογισμῶν εἶναι ταύτην λυτικήν. p. 179b11 Καίτοι πρῶτον μέν, καθάπερ ἤδη εἴπομεν. Ἔλυόν τινες τὸ παρὰ τὸ συμβεβηκὸς σόφισμα οὕτω λέγοντες, ὡς οὐδὲν ἄτοπον, εἰ τὸν Κορίσκον οἴδαμεν καὶ οὐκ οἴδαμεν· κατ’ ἄλλο γὰρ
30οἴδαμεν καὶ κατ’ ἄλλο ἀγνοοῦμεν, ἀλλ’ οὐ κατὰ ταὐτ. ταύτην τὴν δοκοῦσαν λύσιν ἀναιρῶν ὁ Σταγειρίτης φησὶ τῶν παρὰ ταὐτὸ λόγων τὴν αὐτὴν εἶναι δεῖ λύσιν, ὥσπερ δὴ καὶ εἰρήκαμεν. παρὰ τὸ αὐτὸ δὲ λόγοι εἰσὶ πάντες οἱ παρὰ τὴν ἀμφιβολίαν, ὁμοίως δὲ καὶ πάντες οἱ παρὰ τὴν
σύνθεσιν· οἱ δὲ παρὰ τὴν ἀμφιβολίαν οὐ παρὰ τὸ αὐτὸ τοῖς παρὰ τὴν161
in SE
.

162

σύνθεσιν ἀλλὰ παρὰ ἄλλο. λέγει οὖν δὴ ὅτι, εἰ καλῶς ἔχει ἡ τῶν οὕτω λυόντων τὰ παρὰ τὸ συμβεβηκὸς σοφίσματα λύσις, ἁρμόσοι ἂν αὕτη εἰς πάντας τοὺς παρὰ τὸ συμβεβηκός· ἀλλὰ μὴν ἐπί τινων οὐχ ἁρμόζει· οὐκ ἄρα καλῶς λύουσι· τῶν γὰρ παρὰ τὸ αὐτὸ αἴτιον δεῖ τὴν αὐτὴν εἶναι
5λύσιν. πῶς δὲ οὐκ ἔστι πάντων λύσις τῶν τοιούτων σοφισμάτων ἡ παρ’ αὐτῶν ἀποδιδομένη, ἐπάγει. ἂν ἀφέλωμεν γάρ, φησίν, ἀπὸ τοῦ σοφίσματος τὸ εἰδέναι [ὡς λέγειν ἆρ’ οἶδας], ἀντεισαγάγωμεν δὲ τὸ ‘ἐστίν‘, ὡς μὴ λέγειν ‘ἆρ’ οἶδας τόνδε τὸν κεκαλυμμένον;‘ καὶ ‘ἆρ’ οἶδας τὸν προσιόντα;‘, ἀλλ’ ὅτι ‘ἆρ’ ὅδε σός ἐστιν;‘, οὐκ ἂν ἣν αὐτοὶ λέγουσι λύσιν ἐφαρμόσοι
10ἐπ’ αὐτοῦ. ἀξίωμα δὲ λέγει τὴν πρότασιν. τὸ δὲ σόφισμα οὕτως ἠρω‐ τᾶτο· ἔστω δὲ λόγου χάριν ἐπὶ Γλαύκωνος τοῦ Πλάτωνος ἀδελφοῦ, ὅστις δὴ Γλαύκων οὐ μόνον ἀδελφὸς ἦν Πλάτωνος ἀλλὰ καὶ πατήρ· εἶχε γὰρ παῖδας. ἂν δὴ ὁ ἐρωτώμενος ἦν ὁ Πλάτων (δοθήτω γὰρ καὶ τοῦτον εἶναι τὸν ἐρωτώμενον), οὕτως αὐτὸν ἤρετο ὁ ἐρίζων· ἆρά γε, ὦ Πλάτων, ὁ
15Γλαύκων σός ἐστι; ναί· ἆρά γε ὁ Γλαύκων πατήρ ἐστι; ναί· ὁ Γλαύκων ἄρα, ὦ Πλάτων, σός ἐστι πατήρ. ἐπὶ δὴ τούτου τοῦ σοφίσματος πῶς ἂν ἔχοι χώραν ἣν αὐτοὶ λύσιν λέγουσιν, ὅτι τοῦτο μὲν οἶδα, τοῦτο δὲ οὐκ οἶδα; οἶδε γὰρ ἀμφότερα ὁ Πλάτων, καὶ ὅτι πατήρ ἐστιν ὁ Γλαύκων καὶ ὅτι αὐτοῦ, τοῦ Πλάτωνος δηλονότι, ἐστί τι. ὥστε οὐχ ἡ ὑπό τινων
20λεγομένη λύσις ἁρμόσοι ἂν εἰς πάντας τοὺς παρὰ τὸ συμβεβηκός· εἰ γὰρ καὶ ἐπί τινων ἀληθές ἐστι τὸ λέγειν ὅτι τὸν αὐτὸν οἶδα καὶ ἀγνοῶ κατ’ ἄλλο καὶ ἄλλο, ἀλλ’ ὧδε τοῦτο λέγειν οὐκ ἐγχωρεῖ. πολλαὶ δέ εἰσιν αἱ κακίαι τοῦ συλλογισμοῦ, πλὴν οὐχ ἡ τῆς τυχούσης κακίας ἐμφάνισις καὶ τοῦ πράγματός ἐστι λύσις, ὅπερ μικρὸν ὀπίσω εἰρήκειμεν, ἀλλ’ ἡ παρ’ ἣν
25τὸ ψεῦδος, ὡς ἐπὶ τοῦδε· ὁ Σωκράτης κάθηται, ὁ καθήμενος γράφει, ὁ Σωκράτης ἄρα γράφει· τοῦτο ψεῦδος. ἐνταῦθα οὐχὶ [εἴ τις ἐρεῖ ὅτι] διὰ τὸ ὑποθέσθαι τὸν Σωκράτην καθῆσθαι τὸ ψεῦδος συνήχθη, κἂν εἰ τύχῃ ψεῦδος ὂν τὸ τὸν Σωκράτην καθῆσθαι, ἀλλὰ διὰ τὸ τὸν καθήμενον γράφειν. οὐκ ἀρκεῖ οὖν πρὸς λύσιν τὸ δεῖξαι ὅτι ψεῦδός ἐστι τὸ συναχθέν, ἀλλὰ
30χρὴ καὶ τὸν τρόπον εἰπεῖν καὶ τὸ αἴτιον παρ’ ὃ τὸ ψεῦδος γέγονεν· εἰ γὰρ ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν συμπεραίνεταί τις τὸ τὸν ἄνθρωπον ἵππον εἶναι, οὐκ ἀρκεῖ τὸ δεῖξαι τοῦτο ψεῦδος, ἀλλὰ καὶ τὸ αἴτιον εἰπεῖν, ὅτι τὸ ψεῦδος συνήχθη διὰ τὸ τοῦ σχήματος ἀσυλλόγιστον. τίθησι δὲ καὶ αὐτὸς πρὸς τὸ λεγόμενον παράδειγμα. ἔστι δὲ τὸ διὰ τούτου
35λεγόμενον τοιοῦτον. ἔλεγεν ὁ Ζήνων μὴ εἶναι κίνησιν· εἴ τις οὖν, φησίν,
ἐπιχειροίη συνάγειν τε καὶ δεικνύναι τὸν Ζήνωνος λόγον τὸν ἀναιροῦντα162
in SE
.

163

τὴν κίνησιν ἐκ τοῦ συνάγειν ἀδύνατόν τι τεθείσης τῆς τοῦ Ζήνωνος ὑπο‐ θέσεως, ἁμαρτάνει· οὐδὲ γὰρ λέλυκε τὸν παραλογισμόν. εἰ γὰρ λέγει ‘ἐγὼ μέν, ὦ Ζήνων, εἶναι κίνησίν φημι· εἰ δὲ ψεῦδος τοῦτο, ἀληθὲς δὲ ὃ σὺ φῄς, τὸ μὴ εἶναι κίνησιν, ἔστω τοῦτο καὶ κείσθω ὅτι οὐκ ἔστι κίνησις
5οὐδὲ τὸ κινεῖσθαι· ἀλλ’ εἰ μή ἐστι τοῦτο, οὐδὲ τὸ πόθεν ποῖ κινεῖσθαι ἔσται· εἰ δὲ τοῦτο, οὐδὲ ὁ ἥλιος ἀπὸ ἀνατολῆς εἰς δύσιν κινηθήσεται οὐδὲ ἀπὸ δύσεως εἰς ἀνατολήν· εἰ δὲ μὴ τοῦτο, οὐδὲ ἡμέραι καὶ νύκτες ἔσονται, ὅπερ ἀδύνατον· εἰ δὲ τοῦτο ἀδύνατον, ψευδὴς καὶ ἡ σὴ ὑπόθεσις, ᾗ τὸ ἀδύνατον ἠκολούθησεν‘—ὁ ταῦτα συλλογιζόμενος, κἂν εἰ μυριάκις
10ᾖ συλλογιστικῶς καὶ ἀληθῶς συμπεραινόμενος καὶ συνάγων ὡς ἀδύνατον μὴ εἶναι κίνησιν ἐκ τοῦ συνελαύνειν τὴν Ζήνωνος ὑπόθεσιν εἰς τὸ ἀδύνατον, οὐ λέλυκε τὸ σόφισμα τὸ τοῦ Ζήνωνος, ἀλλ’ ὁ λέγων ὅτι ἐνεργείᾳ τὰ ἄπειρα λαμβάνεις καὶ ὅσα ἄλλα αὐτὸς ὁ Ἀριστοτέλης ἐν τῷ ζῆτα τῆς Φυσι‐ κῆς ἀκροάσεως εἴρηκε καὶ ἡμεῖς ταῦτα ἐξηγούμενοι τεθεωρήκαμεν.
15p. 179b24 Εἰ οὖν μὴ συλλελόγισται, εἰ καὶ ἀληθές. Ὃ λέγει διὰ τῶν εἰρημένων τοῦτό ἐστι. κἂν ἀληθές, φησί, κἂν ψεῦδος ᾖ τὸ ἐξ ἀσυλλογίστου τρόπου συναχθέν, ἡ τούτου ἐμφάνισίς ἐστι λύσις· οὐ συλλογίζεται δὲ καὶ ὁ ἐκ δύο μερικῶν συνάγων τι καὶ ὁ ἐκ δύο καταφάσεων ἐν δευτέρῳ σχήματι καὶ ὁ χρώμενος ὁμωνύμοις καὶ
20ἀμφίβολα λαμβάνων καὶ εἴ τι τοιοῦτον· ὥστε ὁ παρά τι τούτων δείξας τὸν παραλογισμὸν γεγονέναι ἐκεῖνος λύει. ἴσως δ, φησίν, ἐπί τινων οὐδὲν κωλύει λύειν τὸν λόγον διὰ τοῦ δεικνύναι ἀδύνατόν τι ἑπόμενον, ἀλλ’ ἐπί γε τοῦ παρόντος οὐκ ἀπόχρη τοῦτο. ἢ μάλιστα τοῦτο λέγει, ὅτι ἐπί τινων μὲν οὐδὲν κωλύει λέγειν τὸ αὐτὸ εἰδέναι καὶ μὴ εἰδέναι, κατ’ ἄλλο
25μέντοι καὶ ἄλλο, ἐπὶ δὲ τοῦ προσιόντος Κορίσκου οὐκ ἀρκεῖ τοῦτο· οἶδε γὰρ ὁ ἀποκρινόμενος καὶ τὸ προσιὸν ὅτι προσέρχεται καὶ τὸν Κορίσκον ὅτι Κορίσκος. ἀλλὰ καὶ οἱ λύοντες τὸ σόφισμα τὸ ὅτι τὰ ἑκατὸν καὶ πολλὰ καὶ ὀλίγα συμπεραινόμενον, λέγοντες ὅτι πᾶς ἀριθμὸς καὶ πολὺς
καὶ ὀλίγος, ὁμοίως τούτοις ἁμαρτάνουσιν οὓς εἴπομεν ἁμαρτάνειν163
in SE
.

164

ἐν τῷ εἰς τὸ ἀδύνατον ἀπάγειν ἢ τὴν τυχοῦσαν λύσιν ἐπάγοντας καὶ μὴ παρ’ ἣν τὸ ψεῦδός ἐστι. καὶ εἴη ἂν λεῖπον τῷ ὥσπερ οὓς εἴπομεν τὸ ‘ἡμάρτανον‘· ὡς γὰρ ἐκεῖνοι ἡμάρτανον, οὕτω καὶ οὗτοι. τίς δέ φησιν ἡ ἁμαρτία· ἀφέντες γάρ, φησί, λέγειν πρὸς τὸν ἐρεθίζοντα ὅτι οὐ συνεπε‐
5ράνω, ἐφιᾶσι μὲν τοῦτο λέγειν, φασὶ δὲ αὐτὸν συμπεπεράνθαι, καὶ πάντα ἀριθμὸν καὶ πολὺν καὶ ὀλίγον λέγουσιν. εἰ γοῦν οὕτω ποιοῦσι, πῶς οὐχ ἁμαρτάνουσιν; ἴσον δέ ἐστι τὸ λεγόμενον τῷ ‘εἰ γὰρ παραλιπόντες λέγειν πρὸς τὸν ἐρίζοντα ὅτι οὐ συνεπεράνω τὴν ἀντίφασιν τῆς θέσεως, εἰ τοῦτο γοῦν παραλιπόντες λέγουσιν ὅτι ἀληθές ἐστιν ὃ συνεπεράνω καὶ οὐδὲν
10ἀδύνατον (πᾶς γὰρ ἀριθμὸς καὶ πολύς ἐστι καὶ ὀλίγος), ἁμαρτάνουσιν‘. p. 179b38 Ἔνιοι δὲ καὶ τῷ διττῷ λύουσι τοὺς συλλογισμούς. Πρὸ τῆς τῶν ῥητῶν σαφηνείας δεῖ τοῦτο προειπεῖν, ὅτι τὰ σοφίσματα ταῦτα, ἃ νῦν ἐκτίθησι, πρὸς τοὺς εἰδότας ἐλέγοντο. τὸ δὲ ‘οὗτος τούτου δοῦλός ἐστι‘ συνεπέραινον οὕτως· ἆρά γε οὗτος τέκνον ἐστί; ναί· ἆρά γε
15οὗτος τούτου ἐστί; ναί· οὗτος ἄρα τούτου τέκνον ἐστίν· ἀλλὰ καὶ δοῦλος. εἰ γὰρ μὴ εἰδὼς ἐτύγχανεν ὁ ἀποκρινόμενος ὅτι οὗτος δοῦλός ἐστι Γλαύ‐ κωνος ἀλλ’ οὐ τέκνον, ἐκεῖνος δὲ ἠρώτα· ἆρά γε οὗτος τέκνον ἐστί; ναί· ἆρά γε οὗτος Γλαύκωνός ἐστι; ναί· οὗτος ἄρα τέκνον Γλαύκωνός ἐστιν· ἀλλὰ καὶ δοῦλος, ὃ ταὐτόν ἐστι τῷ ‘οὐ τέκνον‘—εἰ οὖν μὴ ᾔδει ταῦτα ὁ
20ἀποκρινόμενος, εἶχεν ἂν λέγειν πρὸς τὸν ἐρωτῶντα ‘πόθεν δῆλον ὅτι δοῦλός ἐστι Γλαύκωνος καὶ οὐ τέκνον;‘. ὥστε πρὸς τὸν εἰδότα τὰς ἐρωτήσεις ἐποιοῦντο. τούτων οὕτως ἐχόντων λέγει ὁ Ἀριστοτέλης τινὰς λύειν τοὺς τοιούτους παραλογισμοὺς τῷ διττ, διττὸν λέγων τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν· ἔλεγον γὰρ ὅτι τὸ ‘ἆρά γε οὗτος τούτου;‘ διττόν, καὶ ὅτι
25δοῦλος τούτου καὶ ὅτι τέκνον τούτου· ὁμοίως, φασί, καὶ τὸ ‘οὗτος τούτου τέκνον‘ διττόν· καὶ γὰρ ἢ ὅτι Γλαύκωνος τέκνον ἢ ὅτι τοῦ γεννήσαντος αὐτόν. πρὸς δὴ ταῦτά φησιν ὁ Ἀριστοτέλης μὴ καλῶς λύειν· μὴ γὰρ εἶναι διττὸν τὸ ‘ἆρά γε οὗτος τούτου;‘ ἢ τὸ ‘ἆρά γε οὗτος τούτου τέκνον;‘. ἐπειδὴ γάρ, ὡς εἴρηται, πρὸς τὸν εἰδότα ὅτι οὗτος τοῦ Γλαύκωνός ἐστι
30δοῦλος ἀλλ’ οὐ τέκνον τὴν ἐρώτησιν ἐποιοῦντο, πῶς ἂν εἴη διττὸν πρὸς αὐτὸν τὸ ‘οὗτος τούτου‘; ὁ γὰρ δοὺς τὸ τοῦτον τούτου εἶναι ὡς ἴσον δέ‐ δωκε τῷ τοῦτον τούτου δοῦλον εἶναι, ὥστε οὐ διττὸν πρὸς αὐτὸν τὸ ‘ἆρα
οὗτος τούτου;‘. πάνυ δὲ ἀνυσίμως διὰ τοῦ κατωτέρω τιθεμένου αὐτῷ εἰς164
in SE
.

165

παράδειγμα, τοῦ ἔπους, ἔδειξεν ὅτι οὐ παρὰ τὸ διττόν ἐστι τὸ σόφισμα. ὥσπερ γὰρ ὁ λέγων ὅτι δός μοι τὸ μῆνιν ἄειδε θε, τὸ ἥμισυ τοῦ ἔπους, ὁ ἀκούσας οὐ τὴν Ἰλιάδα ἔπος νοεῖ οὐδ’ ὡς ἥμισυ Ἰλιάδος δίδω‐ σιν ἀλλ’ ὡς ἥμισυ στίχου· οἶδε γὰρ ὡρισμένως ὅτι ἥμισυ ἔπους ἐστὶ τὸ
5μῆνιν ἄειδε θεά ἀλλ’ οὐ τῆς ποιήσεως· οὐ γὰρ λέγεται ἡ Ἰλιὰς ἔπος ἀλλ’ ὁ στίχος. εἰ μὲν γὰρ ἐλέγετο καὶ ἡ Ἰλιὰς καὶ ὁ στίχος ἔπος, τότε ἦν ἂν διττὸν τὸ ‘δός μοι τὸ ἥμισυ τοῦ ἔπουσ‘· ἐπεὶ δὲ οὐ λέγεται ἔπος ἡ Ἰλιὰς ἀλλ’ ὁ στίχος, οὐ διττόν. οὕτως καὶ ἐπ’ ἐκείνων. τὸ δὲ οἷον ὅτι σός ἐστι πατὴρ ἢ υἱός ἴσον ἐστὶ τῷ ‘σὸς ἄρα, ὦ Γλαύκων, οὗτος
10υἱός, καὶ σός, ὦ δοῦλε, ὁ Γλαύκων πατήρ‘. λύει δὲ λέγων ὅτι, εἰ παρὰ τὸ διττὸν ἦν τὸ σόφισμα, ἐχρῆν τὸ ὄνομα καὶ τὸν λόγον κυρίως λέγεσθαι καθ’ ὧν λέγονται. ὁ γὰρ κύων τῶν πολλαχῶς λεγομένων ὢν κυρίως λέ‐ γεται καὶ κατὰ τοῦ χερσαίου καὶ κατὰ τοῦ ἀστρῴου· ὁ δὲ πατὴρ κατὰ τοῦ δούλου, ἐφ’ οὗ καὶ τὸ σὸς ἐδόθη, οὐ λέγεται κυρίως· ὁ γὰρ εἰπὼν
15ὅτι ναὶ σός, τὸ σὸς ὡς πρὸς δοῦλον δέδωκεν· οὐ λέγεται δὲ ὁ πατὴρ δούλου πατήρ. ὥστε οὐ διττὸς ὁ λόγος διὰ τὸ τὸ διττὸν κυρίως κατὰ πάντων λέγεσθαι καθ’ ὧν λέγεται, τὸ δὲ δοῦλος, ᾧ ὡς ταὐτὸν τὸ σὸς ἐδόθη, μὴ λέγεσθαι κυρίως πρὸς τὸν πατέρα. τὴν δὲ λέξιν τὴν τὸ δὲ τόνδε εἶναι τοῦδε τέκνον ὑπερβατῶς ἀναγνωστέον οὕτως· τὸ δὲ τόνδε
20τοῦδε οὐδεὶς λέγει κυρίως εἶναι τέκνον. εἰ γὰρ τὸ τέκνον κυρίως πρὸς τὸν δεσπότην ἐλέγετο, τότε ἂν καὶ τὰ δηλωτικὰ τούτων, τὰ τόδε τοῦδε, ἦσαν διττά, σημαίνοντα ὅτι τὸ τέκνον καὶ δεσπότου ἐστὶ τέκνον καὶ πατρὸς καὶ ὁ πατὴρ καὶ δούλου πατὴρ καὶ υἱοῦ· ἐπεὶ δὲ τὸ τέκνον οὐ λέγεται δεσπότου ἀλλὰ πατρός, οὐδὲ τὸ τοῦ τέκνου καὶ πατρὸς δη‐
25λωτικόν, ὅπερ ἐστὶ τὸ τόδε τοῦδε, διττὸν ἔσται. ὁμοίως καὶ ἐπὶ τοῦ δού‐ λου καὶ δεσπότου. ὅτι δὲ οὐ λέγεται διττῶς, δῆλον· οὐδεὶς γὰρ τὸν δοῦλον τούτου τέκνον κυρίως λέγει, εἰ δοῦλον αὐτὸν αὐτοῦ γινώσκει καὶ μὴ τέκνον, καὶ συνελόντα φάναι τὸ τόνδε τοῦδε εἶναι τέκνον τοῦ
εἰ γοῦν
30καί τινες, φησί, παρὰ τὴν ὁμωνυμίαν ἢ τὴν ἀμφιβολίαν (ταῦτα γάρ εἰσι τὰ διττά) λέγουσιν εἶναι τὸ σόφισμα, ἀλλ’ οὖν, ὡς δέδεικται, παρὰ τὸ συμβεβηκός ἐστι. τὸ δὲ ἐπὶ τῆς φρονήσεως σόφισμα τοιοῦτον· ἆρά γέ ἐστιν ἐπιστήμη τῶν κακῶν; ναί· τὰ γὰρ κακὰ ἐπιστητά· ἀλλὰ μὴν ἡ φρόνησις ἐπιστήμη· ἡ φρόνησις ἄρα τῶν κακῶν· ἔστιν ἄρα
35ἡ φρόνησις κακόν τι. καὶ τοῦτο δὲ λέγει τινὰς τῷ διττῷ λύειν· τὸ γὰρ τοῦτο
τούτων εἶναι διττόν φασι. πρὸς ἣν λύσιν ἐνιστάμενος ὡς μὴ ἀρκούντως165
in SE
.

166

ἔχουσαν ἐπήγαγε λέγων τὸ δὲ τοῦτο τούτων εἶναι οὐ λέγεται πολ‐ λαχῶς, ἀλλὰ κτῆμα, ὡσεὶ ἔλεγεν· ὥσπερ γὰρ τὸ χωρίον τόδε τῶν Ἀθηναίων ὂν οὐ λέγεται πολλαχῶς, ἀλλὰ κτῆμα ἢ δοῦλος, καθάπερ εἴρηται, οὕτως οὐδὲ τὸ τὴν ἀρετὴν εἶναι τῶν κακῶν πολλαχῶς λέγεται·
5δῆλον γὰρ πᾶσιν ὅτι οὐ κακόν τί ἐστιν ἡ ἀρετή· οὐδεὶς γὰρ κακὸν αὐτὴν λέγων κυριολεκτεῖ· ἀλλ’ οὕτως λέγεται τῶν κακῶν ὡς ἐπιστήμη τῶν ἐπι‐ στητῶν. παρὰ τὸ συμβεβηκὸς ἄρα καὶ τοῦτο καὶ οὐ παρὰ τὸ διττόν· διότι γὰρ ἡ φρόνησις τούτων ἐστί, συμβέβηκε δὲ τούτοις κακοῖς εἶναι, διὰ τοῦτο λέγεται ἡ φρόνησις τῶν κακῶν.
10p. 180a10 Εἰ δ’ ἄρα πολλαχῶς· καὶ γὰρ τὸν ἄνθρωπον τῶν ζῴων φαμὲν εἶναι. Λείποι ἂν τῷ λόγῳ τὸ οὐ καλῶς λέγει‘, καὶ εἴη ἂν τὸ πλῆρες τοιοῦτον· εἰ δέ τις τὸ τοῦτο τούτων ἢ τὸ οὗτος τούτου πολλαχῶς λέγεσθαι φήσει, ὅτι καὶ ὁ λόγος ὁ λέγων τὸν ἄνθρωπον τῶν ζῴων πολλαχῶς
15λέγεται, εἰ οὖν τοῦτό τις εἴποι, οὐ καλῶς λέγει. καὶ τὴν αἰτίαν τοῦ μὴ καλῶς λέγειν τὸν εἰπόντα τοῦτο γοργῶς τέθεικε διὰ τοῦ ἀλλ’ οὔ τι κτῆμα, ὅπερ ἴσον ἐστὶ τῷ ‘οὐ γὰρ λέγεται κτῆμα‘. ἔστι δὲ ἡ σύμπασα τῶν λέξεων διάνοια τοιαύτη. εἰ μὲν γὰρ ὁ ἄνθρωπος καθ’ ἕνα μὲν τρόπον ἐλέγετο τῶν ζῴων, διότι ζῷόν ἐστι (πᾶν γὰρ ζῷον οὐ τῶν μὴ ζῴων
20ἀλλὰ τῶν ζῴων), κατ’ ἄλλον δὲ πάλιν ἐλέγετο τῶν ζῴων, ὥσπερ ὁ Πει‐ ραιεύς, μᾶλλον δὲ ἡ Τάναγρα τῶν Ἀθηναίων (λέγεται γὰρ ταῦτα τῶν Ἀθηναίων ὡς κτήματα), τότε δὴ τότε καὶ τὸ τόδε τοῦδε ἢ τὸ τοῦτο τού‐ των ἐλέγετο ἂν πολλαχῶς. ἐπεὶ δὲ ‘ὁ ἄνθρωπος τῶν ζῴων‘ οὐ λέγεται πολλαχῶς (οὐδεὶς γὰρ ἀκούσας αὐτὸν τῶν ζῴων ὡς κτῆμα εἶναι τῶν
25ζῴων ἀκούει, ἀλλ’ ὅτι ζῷόν ἐστιν· οὐ γὰρ λέγεται κυρίως ὁ ἄνθρωπος τῶν ζῴων ὡς κτῆμα τῶν ζῴων, οὐδ’ ὁ τοῦτο λέγων κυριολεκτεῖ), ἐπεὶ οὖν ‘ὁ ἄνθρωπος τῶν ζῴων‘ οὐ λέγεται πολλαχῶς, οὐδὲ τὸ τούτου δηλωτι‐ κόν (ἔστι δὲ τὸ τοῦτο τούτων) διττόν ἐστιν. ὥστε οὐδὲ τὸ σημαντικὸν τοῦ δούλου καὶ δεσπότου (ἔστι δὲ καὶ αὐτὸ τὸ τοῦτο τούτου) διττόν· καὶ
30εἴρηται πρότερον διὰ τί. τὸ δὲ καὶ ἐάν τι πρὸς τὰ κακὰ λέγηται ὡς τινός ταὐτόν ἐστι τῷ ‘καὶ ἐάν τι πρὸς τὰ κακὰ λέγηται κατὰ γενικὴν πτῶσιν, καθάπερ ἡ φρόνησις λέγεται τῶν κακῶν, ῥηθήσεται μέν, ἀλλ’
οὐχ ὅτι κακή ἐστι, τῶν κακῶν, ἀλλ’ ὅτι ἐπιστήμη οὖσα τῶν κακῶν‘· ὁ166
in SE
.

167

γὰρ φρόνιμος ἐπίσταται τὰ κακά. ὥστε τὰ σοφίσματα ταῦτα, ἃ μικρῷ πρότερον εἰρήκειμεν, παρὰ τὸ συμβεβηκὸς γέγονεν ἀλλ’ οὐ τῷ διττῷ. πῇ δὲ καὶ ἁπλῶς αὐτὸς τὸ παρὰ τὸ συμβεβηκὸς ὠνόμασε· πῇ γὰρ ὢν ὅδε τοῦδε, οἷον δοῦλος δεσπότου, καὶ ἁπλῶς κατὰ πάντων, καθ’ ὅσων τὸ τόδε
5τοῦδε λέγεσθαι δύναται, ἐπιφέρειν ἀξιοῦσι. καίτοι ἐνδέχεται, φησίν, ἴσως ἀγαθὸν εἶναί τι τῶν κακῶν, ὡς ἡ ἀνδρεία ἁπλῶς οὖσα ἀγαθὸν δοκεῖ τισι διὰ τὰ ἐν πολέμοις τραύματα εἶναι κακόν· διὰ τοῦτο γὰρ καὶ αὐτὸς τὸ ἴσως προσέθηκεν. ὥστε ὁ λόγος ὁ λέγων ἡ ἀνδρεία τῶν κακῶν‘ διττός· ἢ γὰρ ὅτι κακόν τί ἐστιν ἡ ἀνδρεία, ἢ ὅτι ἐπίσταται τὰ κακά.
10ἀλλ’ εἰ καὶ ἐνδέχεταί ποτέ τινα λόγον λέγοντά τι ἀγαθὸν τῶν κακῶν εἶναι τὸ διττὸν ἔχειν, ὡς ἐπὶ τῆς ἀνδρείας καὶ τοῦ πλούτου καὶ ὑγιείας καὶ ἄλλων τινῶν, ἀλλ’ οὔτι γε τὸν λέγοντα τὴν φρόνησιν τῶν κακῶν τὸ διττὸν ἔχειν φήσαιμεν. καὶ τοῦτο εἰπὼν τίθησι λόγον δοκοῦντα μὲν ἔχειν τὸ διττὸν μὴ ὄντα δὲ διττόν, ὡς μετ’ ὀλίγον ἐρεῖ. ἔστι δὲ ὃν ἐπάγει λόγον
15δοκοῦντα ἔχειν τὸ διττὸν οὗτος· ἀλλ’ εἴ τι δοῦλον εἴη ἀγαθὸν μο‐ χθηρο. φέρεται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα οὕτως· ἀλλ’ εἴ τι δοῦλον εἴη ἀγαθὸν ὄνομα μοχθηρο. ὃ δὲ λέγει ἐστὶ τοιοῦτον· ἐάν τις δοῦλος ἀγαθὸς ὢν [ἢ εἰ γάρ τις δοῦλος ὄνομα ἔσχε κεκλῆσθαι ἀγαθός] τύχοι δουλεύειν μοχθηρῷ, λέγει δέ τις τὸ ἀγαθὸν μοχθηρο, δόξειεν
20ἂν διττὸς ὁ λόγος εἶναι· ἐπειδὴ γὰρ οἱ πλείους τῶν δούλων μοχθηροὶ λέγονται, φαντασίαν τινὰ ἀποτελεῖ τοῦ διττοῦ· ἢ γὰρ ὅτι ὁ ἀγαθὸς μο‐ χθηρὸς ἢ ὅτι δοῦλος μοχθηροῦ. τοῦτο θεὶς ἐνίσταται, καθάπερ εἶπον, μὴ εἶναι διττὸν τὸν λόγον λέγων ‘οὐ γάρ, εἰ ἀγαθὸν δοῦλον ὂν λέγεται καὶ μοχθηροῦ, καὶ ἀγαθὸν μοχθηροῦ ῥηθήσεται‘. τὸ δὲ ἅμα πρόσκειται, ὡς
25εἰ ἔλεγεν ‘οὐ τὰ δύο ὁμοῦ, ἀγαθὸν πονηρο, ἀλλὰ τὰ τρία, ἀγαθὸν δοῦλον πονηροῦ· τοῦτο γὰρ τὰ ἠρωτημένα ἀναγκάζει συνεπινοεῖν. ταῦτα μὲν διὰ τῆς μιᾶς τῶν γραφῶν λέγοιτο ἄν. διὰ δὲ τῆς ἐχούσης καὶ τὸ ὄνομα προσκείμενον λέγοι ἂν ‘οὐ γάρ, εἰ τῷ δούλῳ κεῖται ὄνομα τὸ Ἀγαθὸν ὡς μὴ καλεῖσθαι Νικοκλέα ἢ Πλάτωνα ἢ Ἱππόνικον ἢ ἄλλο τι
30τοιοῦτον ἀλλ’ Ἀγαθόν, ὥσπερ καὶ ὁ Ὀλυμπιονίκης ὠνομάζετο αὐτὸ τοῦτο Ἄνθρωπος, ἤδη καὶ τὸ ἀγαθὸν μοχθηροῦ διττόν, οἷον ὅτι τὸ Ἀγαθὸν ὄνομα τοῦ δούλου πονηρόν ἐστιν, ἢ ὅτι πονηροῦ δεσπότου, ἀλλ’ ἁπλοῦν‘. ὥστε παρὰ τὸ συμβεβηκός· οὐ γάρ, εἰ συμβέβηκε τῷ αὐτῷ ἀγαθῷ τε λέγεσθαι καὶ πονηροῦ εἶναι, καὶ τὸ ἀγαθὸν πονηροῦ ἐστιν, ὥσπερ οὐδέ,
35εἰ ἡ φρόνησις ἐπιστήμη, τῇ δὲ ἐπιστήμῃ συμβέβηκε θεωρητικῇ τῶν
κακῶν εἶναι, καὶ ἡ φρόνησις τῶν κακῶν ἐστιν· οὐ γὰρ ὅσα κατὰ τοῦ167
in SE
.

168

κατηγορουμένου λέγεται, πάντα καὶ κατὰ τοῦ ὑποκειμένου τῷ κατηγορου‐ μένῳ ῥηθήσεται. ὥστε οὐκ εἰ συμβέβηκε τῷ δούλῳ ἀγαθῷ λέγεσθαι, τούτῳ δὲ πάλιν πονηροῦ, καὶ τὸ ἀγαθὸν πονηροῦ, ἀλλὰ τὸ ἀγαθὸν δοῦλον πονηροῦ δεσπότου.
5p. 180a18 Οὐδὲ τὸ τὸν ἄνθρωπον φάναι τῶν ζῴων εἶναι οὐ λέγεται πολλαχῶς. Θεὶς πάνυ ἀσαφῶς τὰς αἰτίας καθ’ ἃς οὐ καλῶς φαίνονται λέγοντες διττὸν τὸ τούτου τοῦτο, πάλιν τὸ αὐτὸ ἐκτίθεται, καὶ φησὶν οὐδὲ τὸ τὸν ἄνθρωπον φάναι τῶν ζῴων οὐ λέγεται πολλαχῶς, ὥσπερ οὐδὲ τὸ
10τὸν ἀγαθὸν δοῦλον πονηροῦ· οὐ γάρ, εἴ ποτέ τι, φησί, σημαίνομεν ἀφελόντες τούτου, ἐκεῖνο πολλαχῶς λέγεται. ἔστι δὲ ὃ λέγει· οὐ γὰρ πᾶν τὸ καθ’ αὑτὸ ἀποληφθὲν καὶ ὡρισμένον καὶ γνώριμον ὂν καὶ τούτου λεγόμενον πολλαχῶς λέγεται. οὐ γάρ, εἰ συμβέβηκε τούτῳ σῷ εἶναι καὶ τέκνῳ εἶναι, σόν ἐστι τέκνον· οὐ γὰρ τὰ τῷ αὐτῷ συμβεβηκότα
15καὶ ἀλλήλοις τὰ αὐτά· οὐ γάρ, εἰ ὁ Κορίσκος καὶ μουσικὸς καὶ λευκός, καὶ τὸ μουσικὸν καὶ τὸ λευκὸν ταὐτόν. εἰ μὲν γὰρ πάντα τὰ κατὰ συμ‐ βεβηκὸς κατηγορούμενα τοῦ αὐτοῦ τινος καὶ ἀλλήλοις καὶ τῷ ὑποκειμένῳ ἦν ταὐτά, τότε ἂν καὶ τὸ ‘οὗτος σόσ‘ ἦν διττὸν καὶ τὸ ‘οὗτος τούτου‘· οὐδὲν γὰρ διέφερε τὸ σὸς ἐπὶ τέκνου ἢ δούλου εἰπεῖν, ἐπειδὴ τὸ τέκνον
20καὶ τὸ δοῦλον κατὰ τοῦ αὐτοῦ λεγόμενα τὰ αὐτά ἐστιν. ἐπεὶ δὲ οὐ ταὐτὰ ἀλλ’ ἕτερα, πῶς οἷόν τε λέγειν ὅτι πᾶν τὸ καθ’ αὑτὸ ἀποληφθὲν ὡς τού‐ του μόνου δηλωτικὸν διττόν; εἰ γὰρ τοῦτο ἦν, ἐπειδὴ τὸ μῆνιν ἄειδε θεά ἀφελόντες ὡρισμένως οἴδαμεν ὅτι ἥμισυ στίχου ἐστὶ καὶ οὐ τῆς Ἰλιάδος, ὁ λέγων ὅτι δός μοι τὸ μῆνιν ἄειδε θε, τὸ ἥμισυ τοῦ
25ἔπους, διττὸς ἂν ἦν· ἀλλὰ μὴν οὐ διττός· καθ’ αὑτὸ γὰρ ληφθὲν τὸ μῆνιν ἄειδε θεά δῆλον γέγονε τίνος ἐστὶν ἥμισυ. ὥστε καὶ ὁ τοῦτο σημαίνων λόγος οὐ διττός. εἰ δὲ τοῦτο, οὐδὲ ὁ λέγων ‘ἆρα ὅδε σός;‘ διττός· δῆλον γάρ ἐστιν ὅπως οὗτος τούτου ἐστίν. ὥστε οὐ λέγεται πολ‐ λαχῶς τὸ τούτου τοῦτο, ὅταν ἀφελόντες τι γνώριμον ὂν τί ἐστι ταύτῃ τῇ
30προσηγορίᾳ ὀνομάζωμεν· λέγω δὲ προσηγορίαν τὸ τούτου τοῦτο. ὁ γὰρ τὸν Πλάτωνα καὶ Ἀρίστωνα καθ’ αὑτοὺς λαβὼν καὶ ἐρωτῶν ‘ἆρά γε οὗτος τούτου ἐστί;‘ ταὐτὸν λέγει τῷ ‘ἆρα ὁ Πλάτων υἱός ἐστιν Ἀρίστωνος;‘·
καὶ οὐ διττὸν ἐνταῦθα τὸ ἐρώτημα διὰ τὸ τὰ ληφθέντα γνώριμα τυγχάνειν168
in SE
.

169

πῶς ἀλλήλων εἰσίν. ἔτι τὸ οὐδὲ γὰρ εἴ ποτέ τι σημαίνομεν ἀφε‐ λόντες τοιοῦτόν ἐστι· οὐ γὰρ τὸ τούτου τοῦτο λέγεται πολλαχῶς, εἴ ποτέ 〈τί〉 τινος ἀφελόντες σημαίνομεν τῇ προσηγορίᾳ τῇ τούτου τοῦτο. καὶ γὰρ εἰπόντες δός μοι τὸ ἥμισυ τοῦ ἔπους, τὸ μῆνιν ἄειδε θε,
5δυνάμει τῇ προσηγορίᾳ σημαίνομεν τῇ τούτου τοῦτο· λέγομεν γὰρ ὅτι δός μοι τούτου τοῦτο, ἤγουν τοῦ στίχου τὸ ἥμισυ, καὶ οὐκ ἔστι διττὸν 〈τὸ〉 τούτου τοῦτο. εἰ γὰρ ἦν διττόν (τοῦτο γὰρ δεῖ προσυπακούειν), εἰπόντες δός μοι τὸ ἥμισυ τοῦ ἔπους, οἷον τὸ μῆνιν ἄειδε θε, σημαίνομεν τὴν Ἰλιάδα, ἤγουν σημαίνομεν ὅτι δός μοι τὸ ἥμισυ τῆς
10Ἰλιάδος· ἀλλ’ οὐ τοῦτο σημαίνομεν. ἐν δὲ τῇ λέξει τῇ καὶ γὰρ τὸ ἥμισυ εἰπόντες δός μοι ὑποστικτέον εἰς τὸ δός μοι, εἶτα ἐπακτέον τὸ Ἰλιάδα σημαίνομεν. ἔστι δὲ τὸ τῆς λέξεως κατάλληλον τοιοῦτον· καὶ γὰρ τὸ ἥμισυ τοῦ ἔπους, οἷον τὸ μῆνιν ἄειδε θε, εἰπόντες Ἰλιάδα σημαίνομεν. λέγοι δ’ ἂν δι’ αὐτοῦ· εἰ πᾶν τὸ τούτου τοῦτο
15διττόν, καὶ τὸ δός μοι τὸ ἥμισυ τοῦ ἔπους διττὸν ἔσται, καὶ τοῦτο λέγοντες λέγοιμεν ἂν ‘δός μοι τὸ ἥμισυ τῆς Ἰλιάδοσ‘. p. 180a23 Τοὺς δὲ παρὰ τὸ κυρίως τόδε ἢ πῇ ἢ πο. Τίνες εἰσὶν οἱ παρὰ τὸ κυρίως, ἐξηγήσατο διὰ τοῦ ἢ πῇ ἢ ποῦ ἢ πῶς· ὅσοι γὰρ παρὰ τὸ πῇ ἢ ποῦ ἢ πῶς ἀληθεῦον ἢ μὴ ἀληθεῦον
20καὶ ἁπλῶς ἀληθεύειν ἢ ψεύδεσθαι ἢ ὑπάρχειν ἢ μὴ ὑπάρχειν ἀξιοῦντες παρὰ τὸ κυρίως λεγόμενον ἀξιοῦσιν. ἁπλῶς μὲν γὰρ τὸ αὐτὸ καὶ ἓν ἅμα λευκὸν εἶναι καὶ οὐ λευκὸν ἀδύνατον· πῇ δὲ οὐκ ἀδύνατον, ὥσπερ ὁ ὀφθαλμὸς πῇ μὲν λευκὸς πῇ δὲ οὐ λευκός. καὶ πρὸς μὲν τὸν τυμβωρύχον ἢ λῃστὴν ἀγαθὸν ἡ νόσος, ἁπλῶς δὲ οὐκ ἀγαθόν. καὶ πῶς μὲν τὸ μὴ
25ὂν ἔστιν· ἔστι γὰρ δοξαστόν· ἁπλῶς δὲ οὐκ ἔστι. τὸ δ’ ὥστ’ εἰ τόδε μὲν ἁπλῶς τόδε δὲ π, οὔπω ἔλεγχος δύναται καὶ ἐπὶ τοῦ Αἰθίοπος ἀκούεσθαι· εἰ γὰρ ἁπλῶς μὲν κατὰ τὴν σαρκὸς ἐπιφάνειάν ἐστι μέλας, κατὰ δὲ τοὺς ὀδόντας ἐστὶ λευκός, ὁ συνάγων λευκὸν αὐτὸν καὶ οὐ λευκὸν οὐκ ἐλέγχει. δύναται δὲ καὶ ἐπὶ τοῦ ἁπλῶς μὴ ὄντος· εἰ γὰρ ἁπλῶς
30μέν ἐστι μὴ ὂν πῇ δὲ ὄν, ὡς δοξαστόν (ἔστι γὰρ αὐτοῦ δόξα οὐχ ὅτι ἔστιν, ἀλλ’ ὅτι οὐκ ἔστιν), ὁ συνάγων αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι οὐκ
ἐλέγχει.169
in SE
.

170

p. 180a32 Εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι λόγοι τοῦτ’ ἔχοντες. Τὰ σοφίσματα τοιαῦτα. ρ’ ἐνδέχεται τὸ μὴ ὂν εἶναι; οὔ· ἆρά γε τὸ μὴ ὂν δοξαστόν ἐστι; ναί· τὸ μὴ ὂν ἄρα ἔστι· τὸ γὰρ ἀλλὰ μήν ἐστι γέ τι μὴ ὂν ὡς ἴσον ἐστὶ τῷ ‘ἀλλὰ μὴν τὸ μὴ ὂν ἐστί τι, οἷον
5δοξαστόν‘. πάλιν τὸ ὂν συνάγουσι μὴ εἶναι οὕτως· εἰ ἔστι τὸ ὄν, ἢ ἄνθρωπος ἔσται ἢ ἵππος ἢ βοῦς ἤ τι τῶν τοιούτων· οὐδὲν δὲ τούτων ἐστίν, ὥστε οὐδὲ ἔστιν· οὐκ ἄρα ἔστι τὸ ὄν. πάλιν ἆρα ἐνδέχεται τὸν αὐτὸν ἅμα εὐορκεῖν καὶ ἐπιορκεῖν; ὁ δὲ ὀμόσας ἐπιορκήσειν ἐπιώρκησεν, ὥστε εὐώρκησεν· ἠλήθευσε γὰρ πεποιηκὼς ὃ ποιεῖν ὤμοσεν·
10ὀμόσας γὰρ ἐπιορκήσειν ἐπιώρκησεν· ὁ αὐτὸς ἄρα ἅμα ἐπιορκεῖ καὶ εὐορκεῖ. πάλιν ἆρα τὸν αὐτὸν ἐγχωρεῖ ἅμα τῷ αὐτῷ πείθεσθαι καὶ ἀπειθεῖν; οὔ· ἀλλὰ μὴν ὅδε πείθεται μὲν τῷ γεωμέτρῃ ἀσύμμετρον εἶναι τὴν πλευράν, ἀπειθεῖ δὲ σύμμετρον εἶναι, καὶ πείθεται μὲν μείζονα εἶναι τὸν ἥλιον τῆς γῆς, ἀπειθεῖ δὲ τῷ αὐτῷ ἐλάττονα εἶναι· ὁ αὐτὸς
15ἄρα τῷ αὐτῷ πείθεται καὶ ἀπειθεῖ. θεὶς δὲ τὰ σοφίσματα συντόμως λύει αὐτὰ λέγων ἢ οὔτε τὸ εἶναί τι ταὐτόν, τουτέστιν οὐ ταὐτόν ἐστι τὸ λέγειν τὸ μὴ ὂν ὅτι ἐστί τι, οἷον δοξαστόν, καὶ ἁπλῶς ὅτι ἔστιν· εἰ μὲν γὰρ τὸ τὶ ὂν ταὐτὸν ἦν τῷ ἁπλῶς ὄντι, ἦν ἂν τὸ μὴ ὂν ὄν· ἐπεὶ δὲ ἕτερον, οὐκ ἔσται τὸ μὴ ὂν ὄν. λύει δὲ σαφῶς καὶ τὸ τὸν αὐτὸν ἅμα
20ἐπιορκεῖν καὶ εὐορκεῖν λέγων πλὴν τοῦτο μόνον, εὐορκεῖ δὲ ο, ὃ ἴσον ἐστὶ τῷ ‘ἁπλῶς μὲν οὐκ εὐορκεῖ, ἀλλὰ τοῦτο μόνον, ὅτι ὀμόσας ἐπιορκήσειν ἐπιώρκησεν‘· ὥστε κατὰ τοῦτο μόνον, ἁπλῶς δὲ οὐκ εὐορκεῖ, ὥστε οὐχ ἁπλῶς ὁ ἐπιορκῶν εὐορκεῖ ἀλλὰ πῇ. οὐδ’ ὁ ἀπειθῶν ἁπλῶς πείθεται, ἀλλὰ τὶ πείθεται· ἁπλῶς γὰρ πειθόμενος
25τῷ ἀληθεῖ, ἐφ’ οὗ καὶ τὸ ‘πείθεται‘ ἀληθῶς λέγεται (ὁ γὰρ τοῖς ἀληθέσι πιστεύων καὶ τούτοις πειθόμενος κυρίως πείθεται), ἀπειθεῖ [δὲ] τῷ ψεύδει· καὶ ἔστιν ἄλλο μὲν ᾧ πείθεται, ἄλλο δ’ ᾧ ἀπειθεῖ. p. 180b2 Ὅμοιος δὲ ὁ λόγος καὶ περὶ τοῦ ψεύδεσθαι τὸν αὐτόν. Τὸ περὶ τοῦ ψεύδεσθαι τὸν αὐτὸν ἅμα καὶ ἀληθεύειν σόφισμα
30καὶ ἠρωτᾶτο καὶ συνεπεραίνετο ἐπ’ ἐκείνων οἷς ὁμοίως ὑπῆρχε τὰ ἀντι‐ κείμενα· ταῦτα δέ ἐστιν ὧν ἐστι τὸ μὲν ἥμισυ λευκὸν τὸ δὲ ἥμισυ μέλαν, ὥσπερ ἐπὶ τοῦ ὀφθαλμοῦ ἔχειν θεωροῦμεν. ἡ δὲ ἀγωγὴ τοῦ σοφίσματος
τοιαύτη· ἆρά γε ἐνδέχεται τὸν αὐτὸν ἅμα ψεύδεσθαι καὶ ἀληθεύειν; οὔ·170
in SE
.

171

εἶτα ἐπῆγον· ἀλλὰ μὴν ὁ εἰπὼν τὸν ὀφθαλμὸν λευκὸν ψεύδεται· ἀλλὰ καὶ ἀληθεύει· ἅμα γάρ ἐστι λευκὸς καὶ οὐ λευκός. λέγει δὲ καὶ τούτου τὴν αὐτὴν εἶναι λύσιν, ἀλλὰ διὰ τὸ μὴ εἶναι εὐθεώρητον, καὶ μάλιστα ἐν οἷς τὰ ἀντικείμενα ὁμοίως ὑπάρχει, πότερον δεῖ φάσκειν, ἆρα τὸ ἀλη‐
5θεύειν ἢ τὸ ψεύδεσθαι, τὴν δυσκολίαν παρέχεται. οὐδὲν δὲ κωλύει τὸν αὐτὸν ἁπλῶς μὲν εἶναι ἀληθῆ πῇ δὲ ψευδ, ὡς ἐπὶ τοῦ Αἰθίοπος καὶ τοῦ μὴ ὄντος· ὁ γὰρ τὸν Αἰθίοπα μέλανα λέγων ἁπλῶς μέν ἐστιν ἀληθής, πῇ δὲ ψευδής· ὁ δὲ λέγων αὐτὸν λευκὸν ἁπλῶς μὲν ψευδής, πῇ δὲ ἀληθής. τὸ δὲ ἢ τινὸς λέγοι ἂν ἐφ’ οὗ τὸ ἥμισυ λευκόν, τὸ δὲ
10ἥμισυ οὐ λευκόν· οὗτος γὰρ οὔτε ἁπλῶς ἐστιν ἀληθὴς πῇ δὲ ψευδής, οὔτε ἔμπαλιν ἁπλῶς μὲν ψευδὴς πῇ δὲ ἀληθής, ἀλλὰ τινός, ἤτοι ἐπίσης καὶ ψευδὴς καὶ ἀληθής. δύναται καὶ ἐκ παραλλήλου τὸ τινὸς κεῖσθαι· ὁ γὰρ πῇ ψευδόμενος ἢ ἀληθεύων κατά τι ψεύδεται ἢ ἀληθεύει καὶ οὐχ ἁπλῶς. τὸ δὲ καὶ εἶναι ἀληθῆ τιν, ἀληθῆ δὲ μή ἴσον ἐστὶ τῷ
15‘εἶναι κατά τι μὲν ἀληθῆ, ἁπλῶς δὲ μὴ ἀληθῆ‘· ὁ γὰρ κατά τι ἀληθεύων ἐπί τι ἀληθὴς καὶ οὐχ ἁπλῶς ἀληθής ἐστι. δύναται δέ τις καὶ ὡς οὕτως ἐρωτωμένου τοῦ σοφίσματος ἀκούειν· ἆρά γε ἐνδέχεται τὸν αὐτὸν ἅμα καὶ ψεύδεσθαι καὶ ἀληθεύειν; οὔ· ἀλλὰ μὴν ὁ λέγων ‘ἐγὼ ψεύδομαι‘ ἅμα καὶ ψεύδεται καὶ ἀληθεύει· ψεῦδος ἄρα τὸ ‘οὐκ ἐνδέχεται τὸν αὐτὸν ἅμα
20καὶ ἀληθεύειν καὶ ψεύδεσθαι‘. τὰ δὲ ἐφεξῆς κείμενα σοφίσματα σαφῆ εἰσι, καὶ πλεῖστα τούτων τὰ παραδείγματα καὶ ἐν τοῖς Τοπικοῖς. p. 180b17 Ὁμοίως δὲ καὶ ὁ τοῦ κλέπτου λόγος. Δεῖ πρότερον τὴν ἀγωγὴν τοῦ σοφίσματος ἐκθέσθαι· οὕτω γὰρ καὶ ἡ λύσις, ἣν αὐτὸς ἐπήγαγε καὶ ὑπέγραψε, δήλη ἔσται. ἔστι δὲ ἡ ἀγωγὴ
25τοῦ παραλογισμοῦ αὕτη· ἆρά γε βούλεταί τις τὸ ἑαυτοῦ κακόν; οὔ· τί δέ, τὸ κλέπτειν κακόν; ναί· βούλεται δὲ ὁ κλέπτης κλέπτειν; ναί· τὸ ἑαυτοῦ ἄρα βούλεται κακόν. λαβεῖν δὲ ἀντὶ τοῦ κλέπτειν ἐνταῦθα εἴληπται ἐν οἷς λέγει οὐ γάρ, εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ λαβεῖν ἐστι κακόν. τὸ δὲ ὅτι κακὸν τὸ κλέπτειν κατεσκεύαζον οἱ σο‐
30φισταὶ δεικνύντες κακὸν τὸν κλέπτην. ἐδείκνυον δὲ αὐτὸν κακὸν ἐκ τοῦ ὁρισμοῦ τοῦ κλέπτου, ὃν αὐτὸς κλέπτου λόγον εἶπεν· εἰ γὰρ κλέπτης ἐστί, φασίν, ὁ βουλόμενος τὰ ἀλλότρια λάθρᾳ λαμβάνειν, τοῦτο δὲ κακόν, καὶ ὁ κλέπτης ἄρα κακόν· ὥστε καὶ τὸ κλέπτειν κακόν· ὥστε βούλεται ὁ κλέπτης τὸ ἑαυτοῦ κακόν. τοῦτο λύων Ἀριστοτέλης ἐπήγαγε τὸ οὐ
35γάρ, εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ λαβεῖν ἐστι κακόν, δυνάμει λέγων ‘οὐ γάρ, εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ κλέπτειν ὡς κακὸν βού‐
λεται, ἀλλ’ ὡς ἀγαθόν‘· παντὸς γάρ, οὗ τις ἐφίεται, ὡς ἀγαθοῦ ἐφίεται,171
in SE
.

172

κἂν κακόν ἐστιν· ὥστε καὶ ὁ κλέπτης οὐχ ὡς κακὸν ἀλλ’ ὡς ἀγαθὸν βούλεται τὸ κλέπτειν· οὐκ ἄρα τὸ ἑαυτοῦ βούλεται κακόν. ὅτι δὲ τὸ τὰ ἀλλότρια λαμβάνειν ἀγαθὰ οὐκ ἔστι κακὸν τῷ λαμβάνοντι οὐδ’ ὡς κακὰ σπουδάζει λαβεῖν ἀλλ’ ὡς ἑαυτοῦ ἀγαθά, κατεσκεύασε διὰ τῆς τῶν κακῶν
5ἀποβολῆς, δυνάμει λέγων ‘ὥσπερ τὸ ἀποβαλεῖν τὴν νόσον καίτοι κακὸν οὖσαν οὐκ ἔστι κακόν, οὕτως οὐδὲ τὸ λαμβάνειν ἀγαθὰ χρήματα τὰ ἀλλότρια κακόν ἐστι τῷ λαμβάνοντι‘. ὧν γὰρ ἡ ἀποβολή, ὡς ἐν τοῖς Τοπικοῖς εἴρηται, κακόν, τούτων ἡ λῆψις ἀγαθόν· ἀλλὰ μὴν ἡ ἀποβολὴ τοῦ χρήματος κακόν· ἡ λῆψις ἄρα ἀγαθόν· τὸ κλέπτειν ἄρα ἀγαθόν. ῥητέον
10δὲ πρὸς τοῦτο ‘ἄρα οὐχὶ πᾶσα λῆψις ἀγαθὸν ἀλλὰ τοιάδε‘. τὸ δὲ ἐφεξῆς σόφισμα τοιοῦτόν ἐστιν. εἰ τὸ ἀποθανεῖν ἀδίκως αἱρετώτερον τοῦ δικαίως ἀποθανεῖν (ὥσπερ καὶ ὁ Σωκράτης πρὸς τὸν εἰπόντα ‘ὦ Σώκρατες, ἀδίκως ἀποθνήσκεισ‘ εἴρηκε ‘σὺ δὲ ἄρα ἠβούλου με δικαίως ἀποθανεῖν‘· ὁ γὰρ δικαίως ἀποθνήσκων ὡς φονεὺς ἢ ὡς κακοῦργος τοῦτο πάσχει· ὁ δὲ
15ἀδίκως πάσχων δίκαιος, καθάπερ καὶ ὁ Σωκράτης), εἰ οὖν τὸ ἀδίκως, φασὶν οἱ σοφισταί, ἀποθνήσκειν τοῦ δικαίως αἱρετώτερον, καὶ τὸ ἄδικον τοῦ δικαίου αἱρετώτερον. τὴν δὲ τοῦ σοφίσματος τούτου λύσιν παρα‐ κατιὼν ἐρεῖ. τοῦ δὲ συμπεραινομένου σοφίσματος τὸ αὐτὸ εἶναι δίκαιον καὶ οὐ δίκαιον μετ’ ὀλίγον τὴν ἀγωγὴν φανερῶς ἐκθήσομεν. χρεὼν δέ
20ἐστι πρότερον πρὸς σαφήνειαν τοῦ λεγομένου τοῦ ἐν τῷ πέμπτῳ τῶν Ἠθικῶν εἰρημένου ἀναμνησθῆναι, ὅπερ ἐστὶ τὸ ἄλλο μὲν εἶναι τὸ φύσει δίκαιον, ἄλλο δὲ τὸ κατὰ δόξαν τοῦ κρίναντος, ἄλλο δὲ τὸ κατὰ τὴν διάταξιν τοῦ νόμου περατωθέν. ὥστε ἐνδέχεται τὸ αὐτὸ καὶ δίκαιον εἶναι καὶ ἄδικον· τὸ γὰρ κατὰ νόμον δίκαιον οὐκ ἀνάγκη καὶ φύσει ἢ τῇ δόξῃ
25τοῦ κρίναντος δίκαιον εἶναι, ἀλλ’ ἐνδέχεται μὲν ὡς πρὸς τὴν φύσιν εἶναι ἄδικον, καθὸ δὲ γέγονεν ὡς οἱ νόμοι διατάττονται, εἶναι δίκαιον. ὥσπερ καὶ ὁ Καλλικλῆς ἐν τῷ τοῦ Πλάτωνος Γοργίᾳ πρὸς τὸν Σωκράτην λέγει ὅτι, ἄν τις τὸ κατὰ νόμους εἴπῃ, σὺ μεταλαμβάνων τὸ κατὰ φύσιν, εἰ δέ τις τὸ κατὰ φύσιν, σὺ τὸ κατὰ νόμους ἐπιφέρων κυκᾷς καὶ συγχεῖς τὰς
30διαλέξεις. οὕτως οὖν τοῦ δικαίου τριχῇ διαιρουμένου ἀφορμαὶ πολλαὶ παραλογισμῶν ἐντεῦθεν τοῖς σοφιστεύουσι δέδονται, ὡς καὶ ἐπὶ τοῦ παρόν‐ τος· ἔλεγον γάρ· ἆρα δίκαιόν ἐστι τὸ ἕκαστον ἔχειν τὰ ἑαυτο, ἄδικον δὲ τὸ τὰ ἀλλότρια; ἢ οὕτως· πότερόν ποτέ φαμεν εἶναι δίκαιον καὶ κρίσιν δικαίαν (τὸ γὰρ δίκαιον ἀντὶ τοῦ ** δικαίου εἴληπται ὡς
35μηδὲν διαφέρον) οὐχὶ τὸ ἕκαστον τῶν κρινομένων ἔχειν τὰ ἑαυτοῦ καὶ ἃ
δεῖ ἔχειν αὐτόν; ναί· ἄδικον δὲ καὶ κρίσιν ἄδικον οὐχὶ τὴν κυρώσασαν τὰ172
in SE
.

173

ἀλλότρια ἔχειν τὸν μὴ κύριον; ναί. εἶτα ἐπῆγον· ἀλλὰ μὴν ὅδε ἔχει τὰ χρήματα τούτου λαβών· καὶ ᾗ μὲν ἐκ τοῦ νόμου ἢ καὶ τῆς δόξης τοῦ κριτοῦ ἔλαβε (τοῦτο γὰρ λείπει), ᾗ μὲν οὖν ἐκ τούτων ἔλαβε, τὰ ἑαυτοῦ ἔχει· τὸ δὲ τὰ ἑαυτοῦ ἔχειν κεῖται δίκαιον εἶναι· εἰ δὲ δικαίως ἔχει, δι‐
5καία ἡ κρίσις· κατὰ νόμους γὰρ ἔχει· ᾗ δὲ πάλιν τοῦ ἀποστερηθέντος ἦσαν, ἄδικος ἡ κρίσις· ἡ αὐτὴ ἄρα δικαία καὶ ἄδικος. οἷον εἴ τις συκο‐ φάντης ἔλεγε τὴν οἰκίαν ἢ τὸν ἀγρὸν τοῦ Πλάτωνος, ἃ κατεῖχε μίσθωμα καὶ φόρους τελῶν τῷ Πλάτωνι, μὴ τοῦ Πλάτωνος εἶναι ἀλλ’ οἰκεῖα, ἔκρινε δὲ ὁ δικαστὴς ὀμωμοκέναι τὸν Πλάτωνα καὶ γενέσθαι κύριον τοῦ ἀγροῦ
10ἢ τῆς οἰκίας, ὁ δὲ Πλάτων διὰ τὴν περὶ τὸν ὅρκον εὐλάβειαν τὸν συκο‐ φάντην εἴασεν ἔχειν τὰ ἑαυτοῦ, οὕτως ὁ συκοφάντης τὰ μὲν ἑαυτοῦ ἔχει· ἃ γὰρ ἀπὸ νόμου τις ἔσχεν, ὡς ἴδια ἔλαβε· τὸ δὲ τὰ ἴδια ἔχειν κεῖται δίκαιον εἶναι· ὥστε δικαία ἡ κρίσις. ἄδικος δὲ τῇ φύσει· τῇ γὰρ φύσει δίκαιον [εἶναι] μὴ πρὸς ὅρκους ἀφιέναι τὸν Πλάτωνα, ἀλλ’ ἐκεῖνον μὲν
15ἀπορρῖψαι ὡς βδελυρὸν καὶ συκοφάντην, ἀποδοῦναι δὲ τῷ Πλάτωνι τὰ ἑαυτοῦ. ἡ αὐτὴ ἄρα κρίσις δικαία καὶ ἄδικος, καὶ τὸ αὐτὸ δίκαιόν ἐστι καὶ ἄδικον. ἡ μὲν παραγωγὴ τοῦ σοφίσματος αὕτη. κατὰ δὲ τὴν λέξιν τὴν κυρία ἐστὶν ἐκ τοῦ νόμου 〈τὸ ἐκ τοῦ νόμου〉 πρόσκειται, ὅτι νόμος ἦν τὴν τῶν δικαστῶν κρίσιν εἶναι κυρίαν. ἃ δ’ ἄν τις κρίνῃ κατὰ δόξαν τὴν
20αὑτο, κἂν ᾖ ψευδής, κυρία ἐστὶν ἐκ τοῦ νόμου· κἂν γὰρ ἄδικός ἐστιν ἡ κρίσις, κατὰ μέντοι γε τὸ δόξαν αὐτῷ δίκαιον ἔκρινε, κυρίαν εἶναι τήνδε τὴν κρίσιν λέγει ὁ νόμος. τὴν μὲν οὖν τοῦ σοφίσματος παρα‐ γωγὴν καὶ λύσιν εἴπομεν. ἃ δὲ λέγει διὰ τῆς λέξεώς ἐστιν· ὅσα ἄν τις κρίνῃ κατὰ δόξαν τὴν αὑτο, κἂν ψευδὴς κἂν ἄδικος ἡ κρίσις
25ἐστί, κυρία ἐστὶν ἐκ τοῦ νόμου· νόμος γὰρ ἦν Ἀθηναίοις τὰς δικα‐ σθείσας δίκας κυρίας εἶναι. καὶ τοῦτο δῆλον πεποίηκεν καὶ ἐν τῷ Κρίτωνι τοῦ Πλάτωνος Σωκράτης· λέγει γὰρ ἐν ἐκείνοις ὁ Σωκράτης “τί ἐροῦμεν πρὸς ταῦτα, ὦ Κρίτων, καὶ ἄλλα τοιαῦτα; πολλὰ γὰρ ἄν τις ἔχοι, ἄλλως τε καὶ ῥήτωρ, εἰπεῖν ὑπὲρ τούτου τοῦ νόμου ἀπολλυμένου, ὃς τὰς δίκας
30τὰς δικασθείσας προστάττει κυρίας εἶναι”. ἐν δὲ τῷ ‘πότερον δεῖ κρίνειν τὸν τὰ δίκαια λέγοντα ἢ ἄδικα;‘ τὸ κρίνειν ἴσον ἐστὶ τῷ κατακρίνειν καὶ καταδίκῃ ὑποβάλλειν. τίνα γάρ, φασί, δεῖ καταδίκης ἀξιοῦν, τὸν τὰ δίκαια λέγοντα ἢ τὰ ἄδικα; εἰπόντος δὲ τοῦ ἀποκρινομένου
ὅτι τὸν τὰ ἄδικα λέγοντα καταδικάζειν δεῖ, ἐπῆγον περὶ τοῦ ἀδικηθέντος173
in SE
.

174

λέγοντες· ὅδε δὲ ἄδικα λέγει· ἃ γὰρ ἔπαθεν, ἐκεῖνα καὶ διηγεῖται καὶ λέγει· ἔπαθε δὲ ἄδικα· ἄδικα ἄρα λέγει· ὥστε εἰ τὸν τὰ ἄδικα λέγοντα κρίνειν δεῖ καὶ καταδικάζειν, οὗτος δὲ ἄδικα λέγει, τοῦτον ἄρα δεῖ κατα‐ δικάζειν· οὗτος δέ ἐστιν ὁ ἀδικηθείς· δεῖ ἄρα τὸν ἀδικηθέντα καταδικάζειν,
5δικαιοῦν δὲ τὸν ἄδικον. τὸ δὲ ἀλλὰ μὴν καὶ τὸν ἀδικούμενον δίκαιόν ἐστιν ἱκανῶς λέγειν ἃ ἔπαθεν ὡς αἰτία ἐπῆκται τοῦ ἄδικα λέγειν τὸν ἀδικηθέντα· δίκαιον γάρ, φασὶν οἱ σοφισταί, λέγειν τὸν ἀδικηθέντα ἃ πέ‐ πονθε· πέπονθε δὲ ἄδικα· ἄδικα ἄρα λέγει. μέχρι μὲν τούτου ἐτίθει μόνα αὐτὰ τὰ σοφίσματα· τὸ δὲ ἐντεῦθεν τὰς λύσεις αὐτῶν ἐπάγει. ἔστι
10δὲ ἣν νῦν λέγει ἐν τῷ οὐ γάρ, εἰ παθεῖν τι ἀδίκως αἱρετόν, τὸ ἀδίκως αἱρετώτερον τοῦ δικαίως λύσις τοῦ λέγοντος σοφίσματος ‘εἰ τὸ ἀδίκως ἀποθανεῖν αἱρετώτερόν ἐστι τοῦ δικαίως, καὶ τὸ ἄδικον τοῦ δικαίου αἱρετώτερον‘. ἔστι δὲ ὃ λέγει· οὐ γάρ, εἰ τὸ ἀποθανεῖν ἀδίκως ἢ ὅλως παθεῖν τι ἀδίκως αἱρετόν, καὶ ἁπλῶς τὸ ἀδίκως τοῦ δικαίως
15αἱρετώτερον, ἀλλ’ ἁπλῶς μὲν αἱρετώτερόν ἐστι τὸ δικαίως καὶ τὸ δί‐ καιον, τοδὶ μέντοι οὐδὲν κωλύει ἀδίκως ἢ δικαίως, τουτέστιν ἐν‐ ταῦθα μέντοι οὐδὲν κωλύει τὸ ἀδίκως ἀποθανεῖν αἱρετώτερον εἶναι τοῦ δικαίως· οὐ γάρ, εἰ τί ποτέ ἐστιν αἱρετώτερον ἢ πρός τι, καὶ ἁπλῶς τὸ οὕτως λεγόμενον αἱρετώτερόν ἐστι. τὸ δὲ καὶ τὸ ἔχειν τὰ ἑαυτοῦ δί‐
20καιον, τὰ δὲ ἀλλότρια οὐ δίκαιον λύσις ἐστὶ τοῦ σοφίσματος τοῦ τὰ ἑαυτοῦ ἔχειν ἕκαστον δίκαιον εἶναι ἀξιοῦντος. λέγει δὲ ἀληθὲς μὲν εἶναι τὸ δίκαιον λέγειν τὰ ἑαυτοῦ ἔχειν, ἄδικον δὲ τὸ τὰ ἀλλότρια· κρίσιν μέντοι τοιαύτην, εἰ καὶ ψευδής ἐστι, τουτέστιν εἰ καὶ ἡμαρτημένη ἐστὶ τῷ πρὸς τὸ φύσει δίκαιον βλέποντι, ὅμως οὐδὲν κωλύει λέγειν δικαίαν εἶναι,
25ἐπειδὴ κατὰ τὴν τῶν νόμων πρόσταξιν πεπέρασται, καὶ πολλὰ μέν εἰσιν ἃ φαίνεται ἄδικα μὲν διὰ τὸ μὴ κατὰ νόμους προβῆναι, δίκαια δὲ ὅμως ὄντα φύσει, καὶ πολλὰ ἔμπαλιν δίκαια διὰ τὸ νομίμως πεπεράνθαι, ἄδικα δὲ φύσει. οὐ γάρ, εἰ δίκαιον, φησί, τὸ τοδὶ ἢ ὡδ, καὶ ἁπλῶς δί‐ καιον, τουτέστιν οὐ γάρ, εἰ ὁ νόμος δίκαιον μὲν λέγει τοδί, τοὐναντίον δὲ
30ἔκρινεν ὁ δικαστὴς πρὸς τὸ φύσει δίκαιον ἀποβλέψας, καὶ ἁπλῶς τὸ μὲν παρὰ τοῦ νόμου λεγόμενον δίκαιόν ἐστι, τὸ δὲ κατὰ τὴν δόξαν τοῦ κριτοῦ ἄδικον, ἀλλ’ ἐνδέχεται καὶ ἔμπαλιν. p. 180b34 Ὁμοίως δὲ καὶ ἄδικα ὄντα οὐδὲν κωλύει λέγειν. Τοῦτο λύσις ἐστὶ τοῦ τελευταίου σοφίσματος τοῦ λέγοντος “πότερον
35δεῖ κατακρίνειν τὸν τὰ δίκαια λέγοντα ἢ τὸν τὰ ἄδικα;”. ἔστι δὲ τοιαύτη·174
in SE
.

175

οὐδέν, φησί, κωλύει ἄδικα ὄντα τὰ λεγόμενα δίκαιον εἶναι λέγειν αὐτ. τὸ δὲ οὐ γάρ, εἰ λέγειν δίκαιον, ἀνάγκη δίκαια εἶναι ἐναν‐ τίως ἔχειν μοι δοκεῖ τοῖς εἰρημένοις· ἔδει γάρ, ὡς οἶμαι, οὕτως εἰπεῖν· οὐ γὰρ ἀνάγκη ἄδικα εἶναι, ἐπειδὴ δίκαιόν ἐστι λέγειν αὐτά· ἃ γὰρ πέ‐
5πονθέ τις ἀδίκως, λέγει, καὶ οὐκ ἀνάγκη ἄδικα λέγειν. ἢ εἴη ἂν λέγων ὅτι οὐκ ἀνάγκη τὸν τὰ ἄδικα λέγοντα κατακρίνειν· οὐ γάρ, εἰ δίκαιόν ἐστι τὸ λέγειν ἅ τις πέπονθεν, ἀνάγκη καὶ τὰ λεγόμενα δίκαια εἶναι· πῶς γάρ, ἐπειδὴ ἀδίκων εἰσὶ μηνυτικά; ἔστι γοῦν, ἵνα σαφέστερον εἴπωμεν, ὃ λέγει τοιοῦτον, ὅτι οὐκ ἀνάγκη δίκαια εἶναι, ἐπειδὴ δίκαιόν ἐστι λέγειν αὐτά·
10ἃ γὰρ πέπονθεν ἄδικα, ἐκεῖνα λέγει, καὶ δίκαιά ἐστι λέγεσθαι ταῦτα· ὥστε οὐ δεῖ τὸν ἀδικηθέντα κατακρίνειν, ἐπειδὴ λέγει ἅ ἐστι δίκαια λέγε‐ σθαι, ἄδικα δὲ καθὸ πέπονθε ταῦτα. ὥσπερ οὐδ’ εἰ ὠφέλιμά εἰσι λέγεσθαι τὰ θανάσιμα ἢ βλαβερὰ διὰ τὸ τὸν ἄνθρωπον ταῦτα φεύγειν, ἔσονται καὶ ὠφέλιμα τὰ τοιαῦτα· ταῦτα μὲν γὰρ φύσει βλαβερὰ καὶ θανάσιμα καὶ
15ἀνωφελῆ, ὠφέλιμα δ’ εἰσὶ λέγεσθαι. ὥσπερ καὶ ἐπὶ τῶν δικαίων· οὐ γάρ, εἰ τόδε ἐστὶ δίκαιον λέγεσθαι, ἀνάγκη καὶ δίκαιον εἶναι. ὥστε εἰ ἃ λέγει ὁ ἀδικηθείς, δίκαιά ἐστι λέγεσθαι καίπερ ἄδικα ὄντα, τὴν νικῶσαν λήψεται. ἐκ τούτου δὲ φανερόν ἐστι καὶ τὸ μὴ πάντα τὸν λέγοντα τὰ ἄδικα νικᾶν, ἀλλὰ τὸν λέγοντα ἃ πέπονθεν ἄδικα δίκαια ὄντα λέγεσθαι. τοῦτο
20γὰρ συνῆγον οἱ σοφισταὶ ἐρωτῶντες οὕτως· ἆρα τὸν τὰ ἄδικα λέγοντα δεῖ κατακρίνειν ἢ τὸν τὰ δίκαια; καὶ λαμβάνοντες ἐκ τοῦ ἀποκρινομένου τὸν τὰ ἄδικα, εἰσάγοντες δὲ καί τινα ἀδικηθέντα καὶ λέγοντες ‘ἀλλὰ μὴν καὶ οὗτος ἄδικα λέγει· ἃ γὰρ πέπονθε, λέγει‘ συνῆγον ‘καὶ λοιπὸν ἔστι τὸν ἀδικηθέντα κατακρίνειν‘· ἃ γὰρ ἄδικα πέπονθε, λέγει. ἀλλὰ μὴν καὶ
25δίκαια λέγειν· δίκαια γάρ ἐστι λέγεσθαι· ἔστιν ἄρα τὸν τὰ ἄδικα λέγοντα νικᾶν. πρὸς ὃ ἀπαντῶν ὁ Ἀριστοτέλης φησὶν ὥστε οὐκ εἰ τὰ λεγόμενα ἄδικά ἐστι, καὶ πᾶς ὁ λέγων τὰ ἄδικα νικᾶν λέγεται, ἀλλ’ ὁ λέγων ἃ λέγειν ἐστὶ δίκαια, ἁπλῶς δὲ καὶ παθεῖν ἄδικα· λοιπὸν καὶ τόνδε ἄδικα λέγοντα δίκαια λέγεσθαι ὄντα οὐκ ἔστι κατακρίνειν· λέγει γὰρ ἃ
30λέγειν ἐστὶ δίκαια, παθεῖν δὲ ἄδικα. ἴσον οὖν ἐστι τὸ ὁμοίως δὲ καὶ ἐπὶ τῶν δικαίων τῷ ‘ὁμοίως δὲ οὐδέ, εἰ λέγει τις δίκαια, ἀνάγκη δίκαια λέγειν‘· οὐ γάρ, εἰ ὁ ὑβρισθεὶς λέγων ὅτι ὑβρίσθη ἄδικα λέγει (ἃ γὰρ πέπονθεν ἄδικα ὄντα, λέγει), ὁ ὑβρίσας, δηλονότι λέγων μὴ ὑβρικέναι, τὰ δίκαια λέγει. τὸ γὰρ μὴ ὑβρίζειν δίκαιον· τοῦτο δὲ λέγει· τὸ δίκαιον ἄρα
35λέγει· ἀλλ’ οὐχί, εἰ τὰ δίκαια λέγει, καὶ ἁπλῶς δίκαιά ἐστιν ἃ λέγει·
ψευδῆ γάρ ἐστιν. ὥστε εἰ ἃ λέγει ὁ ἀδικηθεὶς δίκαιά ἐστι λέγεσθαι175
in SE
.

176

καίπερ ἄδικα ὄντα, τὴν νικῶσαν λήψεται· δίκαιον γάρ ἐστι λέγειν ἃ λέγει. καὶ ᾗ μὲν δίκαιά ἐστι λέγεσθαι, δίκαιά ἐστιν, ἄλλως δὲ ἄδικα· μηνυτικὰ γὰρ ἀδίκων. p. 181a1 Τοῖς δὲ παρὰ τὸν ὁρισμὸν γενομένοις τοῦ ἐλέγχου.
5 Τίς μέν ἐστιν ὁ ὁρισμὸς τοῦ ἐλέγχου, καὶ τί ἐστιν ἕκαστον τῶν ἐν αὐτῷ κειμένων, καὶ τίνες οἱ παρὰ τὸν τοῦ ἐλέγχου ὁρισμὸν γινόμενοι παραλογισμοί, ἔφθη τε καὶ αὐτὸς ὁ Ἀριστοτέλης καλλίστως ἐν τῇ ἀρχῇ τοῦ προκειμένου συντάγματος παραδούς, καὶ ἡμεῖς ἀρκούντως εἰρήκαμεν ἓν ἕκαστον τῶν ἐν τῷ ὁρισμῷ αὐτοῦ ἐμφερομένων διευκρινοῦντες καὶ
10σαφηνίζοντες, καὶ περιττὸν πάλιν περὶ τὰ αὐτὰ ἀνακυκλοῦντας τὰ αὐτὰ λέγειν. λοιπὸν οὖν ἐκεῖνο τὸ μέρος ἐνταυθοῖ καταθρήσωμεν, ὃ ἡμῖν μὴ ἐξήτασται· ἔστι δὲ τὸ ἐὰν δὲ ἐν ἀρχῇ προσέρηται. ἔστιν οὖν τὸ ῥητὸν ὑπερβατὸν καὶ μὴ κατ’ εὐθεῖαν κείμενον. εἰ γοῦν οὕτως εἴληπτο, ἦν ἂν σαφὲς τὸ λεγόμενον· καὶ ἐὰν ἐν ἀρχῇ τις προσέρηται,
15ὡς ‘ἆρά γε ἀδύνατον τὸ αὐτὸ εἶναι διπλάσιον καὶ μὴ διπλάσιον;, οὐχ ὁμολογητέον. ἔστι δὲ τοιοῦτον· ἐάν, φησίν, ἔρηταί τις ‘ἆρά γε ἀδύνατον τὸ αὐτὸ εἶναι διπλάσιον καὶ μὴ διπλάσιον;, μὴ ὁμολο‐ γητέον ὡς ἀδύνατον, ἀλλὰ φατέον τὸ ναί, μὴ μέντοι ὡδ, τουτέστι πρὸς τὸ αὐτό (τοῦτο γάρ ἐστιν ὁ κυρίως ἔλεγχος), ἀλλὰ πρὸς ἄλλο καὶ
20ἄλλο· τὰ γὰρ τέσσαρα καὶ διπλάσιά εἰσι πρὸς τὰ δύο καὶ οὐ διπλάσια πρὸς τὰ τρία. τὰ δὲ κείμενα σοφίσματα σαφῆ εἰσι καὶ οὐδεμιᾶς θεωρίας δέονται. p. 181a15 Τοὺς δὲ παρὰ τὸ αἰτεῖσθαι καὶ λαμβάνειν τὸ ἐν ἀρχ. Τοὺς παρὰ τὸ ἐν ἀρχ, φησίν, αἰτεῖσθαι καὶ λαμβάνειν, ἂν
25ᾖ δῆλον ὅτι τὸ ἐν ἀρχῇ λαμβάνει (οὐ γὰρ ἀεὶ δῆλον, ὅταν μὴ αὐτόθεν αὐτὸ λαμβάνῃ· καὶ εἴρηται πότε ἐστὶ δῆλον καὶ πότε ἄδηλον ἐν τῷ δευ‐ τέρῳ τῶν Προτέρων ἀναλυτικῶν καὶ ἐν τῷ ὀγδόῳ τῶν Τοπικῶν), ἂν δή, φησί, δῆλον , οὐ δοτέον, ῥητέον δὲ ὅτι τὸ ἐν ἀρχῇ αἰτεῖς. οὔτε οὖν οὕτω διδόναι δεῖ, οὔθ’ ὅταν ἔνδοξον , λέγοντα τἀληθές. εἴη
30δ’ ἂν λέγων· ὅταν σὺ ὁ ἀποκρινόμενος τἀληθὲς δῷς, ὁ δὲ ἐρωτῶν ἔνδοξον ἐρωτᾷ συντελοῦν αὐτῷ πρὸς τὸ δεῖξαι τὸ ἐναντίον τῆς σῆς ἀληθοῦς θέσεως (οὐδὲν γὰρ κωλύει διά τινων ἐνδόξων δεῖξαι τὸ μὴ ζῷον, οἷον τὸ βιβλίον,
ἢ ἄλλο τι τοιοῦτον ζῷον), τὸ δὴ τοιοῦτον, εἰ καὶ ἔνδοξον, φησίν, ἐστίν,176
in SE
.

177

ὅμως οὐ δοτέον. ἢ εἴη ἂν λέγων διὰ τοῦ οὔθ’ ὅταν ἔνδοξον , λέ‐ γοντα τἀληθές, ὅτι κἂν δοκῇ μὲν μὴ λαμβάνειν τὸ ἐν ἀρχῇ, τῇ δὲ ἀληθείᾳ τὸ ἐν ἀρχῇ αἰτῆται, οὐ δοτέον λέγοντα τἀληθές, τουτέστιν ἀλλὰ ῥητέον πρὸς αὐτὸν τἀληθές. ἔστι δὲ τὸ ἀληθὲς ὃ δεῖ πρὸς τὸν
5ἐρωτῶντα λέγειν, ὅτι φαίνῃ μὲν μὴ τὸ ἐν ἀρχῇ λαμβάνων, τῇ δὲ ἀληθείᾳ ὃ ἔδει συμπεράνασθαι αἰτεῖς. ὅτι δὲ δύναταί τις τὸ ἐν ἀρχῇ λαμβάνειν, μὴ δοκεῖν δὲ λαμβάνειν, ὅταν ἀντ’ ὀνόματος ὄνομα ἢ λόγον καὶ ἀντὶ λόγου ὄνομα λάβῃ, εἴρηται, καθάπερ εἶπον, ἐν τοῖς Ἀναλυτικοῖς καὶ ἐν τοῖς Τοπικοῖς. εἰ μὲν οὖν ᾖ δῆλον ὅτι τὸ ἐν ἀρχῇ αἰτεῖται, οὕτως ἀπο‐
10κρίνεσθαι χρή. εἰ δὲ λανθάνει διὰ τὸ μοχθηρῶς ἐρωτᾶσθαι τοὺς τοιούτους λόγους, μετατρεπτέον τὴν ἁμαρτίαν εἰς τὸν ἐρωτῶντα λέγοντας αὐτὸν μὴ διειλέχθαι, μὴ διαλεχθεὶς δὲ δῆλον ὡς οὐδὲ ἤλεγξεν· ἔλεγχος γάρ ἐστιν, ὅταν συλλογισάμενος τὸ ἀντικείμενον δείξῃ μήτε τὸ ἐν ἀρχῇ αἰτήσας μήτε πρός τι μήτε πρὸς ἄλλο καὶ ὅσα ἄλλα περὶ τοῦ ὁρισμοῦ
15τοῦ ἐλέγχου. εἶτα, φησί, ῥητέον δεδόσθαι οὐχ ὡς χρησομένῳ τῷ δοθέντι σοι ὡς προτάσει, ἀλλὰ δέδοται ὡς πρόβλημα, ἵνα πρὸς τοῦτο συλλογιῇ, τουτέστιν ἵνα λαβὼν πρότασιν συλλογισάμενος δείξῃς τὸ ἐναντίον· σὺ δὲ ὡς προτάσει χρησάμενος συνελογίσω τὸ συμπερανθέν. εἰ γὰρ ἐδόθη αὐτῷ ὅτι ἡ ἡδονὴ κατὰ φύσιν, αὐτὸς δὲ διὰ τούτου συνελογίσατο τὴν τῶν κιναί‐
20δων ἡδονὴν ἀγαθόν, χρὴ λέγειν ἡμᾶς μὴ ὡς πρότασιν δοῦναι τὸ τὴν ἡδονὴν κατὰ φύσιν εἶναι ἀλλ’ ὡς πρόβλημα. καὶ ὅλως, φησί, δεῖ τοὺς ἀποκρινομένους τὸ ἐναντίον ποιεῖν τῶν παρεξελέγχων· ἐκεῖ γὰρ τεθέν‐ των τινῶν καὶ ἐπαχθέντος τοῦ συμπεράσματος συγχωρεῖν μέν φασιν οὕτως ἔχειν, οὐ μὴν τοῦτο ἐβουλόμεθα δειχθῆναι ἀλλὰ δι’ αὐτοῦ ὡς διὰ προτά‐
25σεως ἄλλο τι· τοῦτο οὖν λαβὼν δεῖξον δι’ αὐτοῦ ἄλλο τι. p. 181a22 Καὶ τοὺς διὰ τοῦ παρεπομένου συμβιβάζοντας ἐπ’ αὐτοῦ τοῦ λόγου δεικτέον. ἔστι δὲ διττὴ ἡ τῶν ἑπομένων ἀκολούθησις. Τοὺς διὰ τοῦ παρεπομένου συλλογισμοὺς τοὺς παρὰ τὸ ἑπόμενον
30λέγει συμβαίνοντας. φησὶν οὖν ὡς π’ αὐτοῦ τοῦ λόγου, τουτέστι τοῦ συλλογισμοῦ, δεικτέον ὅτι τὸ σόφισμα παρὰ τὸ ἑπόμενον συμβέβηκεν, ἤτοι παρὰ τὸ μὴ ἀντιστρέφειν. οὐ γάρ, εἰ τόδε τῷδε ἕπεται, καὶ τῷδε τόδε ἀνάγκη ἕπεσθαι· οὐ γάρ, εἰ τὸ μέλι ξανθόν, καὶ τὸ ξανθὸν μέλι· καθόλου γὰρ εἶπε τὸ ἑπόμενον, οἷον τὸ ξανθόν, ἐν μέρει δὲ ᾧ ἕπεται τὸ
35ἑπόμενον, οἷον τῷ μέλιτι. γίνεται δὲ τὸ παρὰ τὸ ἑπόμενον σόφισμα καὶ177
in SE
.

178

ἐν τοῖς κατὰ ἀντίθεσιν λαμβανομένοις· οὐ γάρ, εἰ τῷ ἀντικειμένῳ τὸ ἀντι‐ κείμενον, καὶ τῷ ἀντικειμένῳ τὸ ἀντικείμενον. παρ ὃ γέγονε καὶ τὸ τοῦ Μελίσσου σόφισμα, ὅτι εἰ τὸ γεγονὸς ἀρχὴν ἔχει, καὶ τὸ μὴ γεγονός, ὅπερ ἀγένητον εἶπεν, ἀρχὴν οὐκ ἔχει. ἐγένετο οὖν τὸ σόφισμα,
5ὅτι οὐκ ἀκριβής ἐστιν ἡ σὺν ἀντιθέσει ἀντιστροφή· ἔδει γὰρ οὕτως εἰπεῖν· εἰ τὸ γεγονὸς ἀρχὴν ἔχει, τὸ μὴ ἔχον ἀρχὴν οὐ γέγονε. περὶ τῆς ἀντι‐ στροφῆς ταυτησὶ πολλὰ μὲν καὶ ἐν τοῖς εἰς τὰ Φυσικὰ ἡμετέροις εἰρή‐ καμεν θεωρήμασιν, ἀλλὰ καὶ τὸν τρόπον τοῦτον κατ’ ἀρχὰς ἐξετάζοντες οὐκ ὀλίγα, καὶ περιττὸν αὖθις ταυτολογεῖν.
10p. 181a31 Ὅσοι δὲ παρὰ τὸ προστιθέναι τι συλλογίζονται. Παρὰ τὸ προστιθέναι τι συλλογίζεσθαι λέγει τοὺς τὸ μὴ αἴτιον ὡς αἴτιον τιθέντας, ὃς ἦν ἕκτος τρόπος τῶν ἔξω τῆς λέξεως παραλο‐ γισμῶν. πῶς δὲ ἀφαιρουμένου τοῦ παρ’ ὃ λέγουσι γίνεσθαι τὸ ἀδύνατον πάλιν οὐδὲν ἧττον τὸ ἀδύνατον μένει, εἴρηται πρότερον, ὅτε τὴν λέξιν
15ἐξηγούμεθα ἣν αὐτὸς τέθεικεν ἐν τῷ τοιούτῳ τῶν παραλογισμῶν εἴδει· ἔστι δὲ ἡ λέξις αὕτη “οἷον ὅτι οὐκ ἔστι ζωὴ καὶ ψυχὴ ταὐτόν· εἰ γὰρ φθορᾷ γένεσις ἐναντίον” καὶ τὰ ἑξῆς τῆς λέξεως· καὶ οὐ δεόμεθα πάλιν δι’ ὑποδείγματος σαφηνίζειν. ὃ δὲ ἡμᾶς παραινεῖ, ἐστὶν ἀφαιρεῖν ἐκεῖνο παρ’ ὃ συμβαίνει τὸ ἀδύνατον καὶ ἐμφανίζειν ὅτι καὶ τούτου ἀναιρουμένου
20τὸ ἀδύνατον μένει, ὥστε οὐ παρὰ τοῦτο. καὶ ἐπίστησον ὅτι οὗτος ὁ τρόπος ὁ αὐτός ἐστι τῷ μὴ παρὰ τοῦτο. εἶπε δὲ περὶ τοῦ μὴ παρὰ τοῦτο ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν, ὥσπερ καὶ περὶ τοῦ 〈τὸ〉 ἐν ἀρχῇ αἰτεῖσθαι. εἰπὼν δὲ ὅτι ἐμφανιστέον ἐπήγαγε καὶ λεκτέον ὡς δέδωκα, οὐχ ὅτι μοι δοκεῖ, ἀλλὰ χάριν τοῦ λόγου, ἵνα μὴ δυσκολαίνειν
25ἢ ἐρίζειν δόξαιμι· εἰδὼς γὰρ αὐτὸ μηδαμῶς ὂν πρὸς τὸν λόγον μηδὲ αἴτιον αὐτοῦ δέδωκα, σὺ δὲ ἐχρήσω τούτῳ ὡς πρὸς τὸν λόγον ὄντι καὶ οἰκείῳ ὑπάρχοντι τῷ λόγῳ. τὸ δὲ πλῆρες τοῦ ὁ δὲ κέχρηται οὐδὲν πρὸς τὸν λόγον τοιοῦτόν ἐστι· σὺ δὲ κέχρησαι πρὸς τὸν λόγον καὶ ὡς οἰκείῳ ὄντι τοῦ προβλήματος οὐδὲν ὄντι πρὸς τὸν λόγον.
30p. 181a36 Πρὸς δὲ τοὺς τὰ πλείω ἐρωτήματα ἓν ποιοῦντας. Πρὸς τοὺς τὰ πλείω ἐρωτήματα ἓν ποιοῦντας παραλογισμούς φησι δεῖν εὐθὺς ἐν ἀρχῇ διορίζειν καὶ ἀπαντᾶν λέγοντας ὅτι πλείω
τὰ ἠρωτημένα, καὶ οὐ δεῖ ἢ διδόναι ἢ ἀπαρνεῖσθαι ἀλλ’ αὐτὸ τοῦτο178
in SE
.

179

δῆλον ποιεῖν, ὅτι τὰ πολλὰ ἐρωτήματα ὡς ἓν προτείνουσιν, ὅπερ οὐκ ἔστι τεχνικόν· ἐρώτησις γὰρ ἐκείνη ἐστὶν ἀρίστη, ἥτις μία οὖσα καὶ μιᾶς ἀποκρίσεώς ἐστιν αἴτησις. νῦν δὲ δι’ ὧν ἐπάγει τοῦτο λέγει, ὅτι πολλάκις δὲ μὴ ἁπλῆς οὔσης τῆς ἐρωτήσεως δόντα τινὰ ἁπλῆν τὴν ἀπόκρισιν
5οὐδὲν συμβαίνει αὐτὸν ἁμαρτάνειν· ὥσπερ γάρ, φησίν, ἐπὶ τῶν ὁμωνύμων ὁτὲ μὲν ἀμφοῖν ὁτὲ δὲ οὐδετέρῳ ὑπάρχει. τῶν γὰρ Αἰάντων ὁμωνύμων ὄντων ἀμφοῖν μὲν ὑπάρχει τὸ εἰς Ἴλιον ἀπελθεῖν, οὐδετέρῳ δὲ τὸ τῷ Θερσίτῃ μονομαχῆσαι· ὥστε ἐπὶ τούτων καίτοι ὁμω‐ νύμων ὄντων δοτέον ἢ τὸ ναὶ ἢ τὸ οὔ. οἷον πότερον ὁ Αἴας εἰς Ἴλιον
10ἐστράτευσε; ναί· ἁρμόζει γὰρ καὶ τοῖς δυσί· πότερον Θερσίτῃ ἐμονομάχησεν; οὔ· οὐδεὶς γὰρ τούτων τῷ Θερσίτῃ συνημιλλήθη. ἀλλὰ πῶς οὐ μαχό‐ μενα ταῦτα τοῖς πρότερον εἰρημένοις, ὅτε ἔλεγεν ὅτι κἂν ἀληθὴς ἡ ἐρώ‐ τησις ᾖ, ὑπάρχῃ δὲ τῶν πολλαχῶς λεγομένων, οὐ δοτέον τὸ ναὶ ἢ τὸ οὔ; ἢ οὐ μαχόμενα ταῦτα ἐκείνοις· ἔστι γὰρ ὃ νῦν λέγει, ὅτι κἂν δῶ κἂν μὴ
15δῶ ἐπὶ τῶν πολλαχῶς λεγομένων ἐρωτημάτων, οὐδὲν συμβαίνει ἐλέγχεσθαι. ἐπειδὴ γὰρ τὸ εἰς Ἴλιον ἀπελθεῖν ἐπ’ ἀμφοῖν τοῖν Αἰάντοιν ἀληθεύεται, εἴ τις ἡμᾶς ἔροιτο πότερον ὁ Αἴας εἰς Ἴλιον ἐστράτευσεν, εἰ φήσομεν ὅτι ναί, οὐδὲν ἂν ἐλεγχθείημεν· ὁμοίως πότερον Θερσίτῃ ἐμονομάχησεν, εἴπερ εἴπωμεν οὐ δῆτα, οὐδὲν ἂν δεινὸν πεισόμεθα. καὶ ὅτι τοῦτό ἐστιν
20ὃ λέγει, δῆλον πεποίηκε διὰ τῶν ἐφεξῆς εἰπὼν ὅταν μὲν οὖν τὰ πλείω τῷ ἑνὶ ἢ τὸ ἓν τοῖς πολλοῖς ὑπάρχ. ἓν μὲν τοῖς πολ‐ λοῖς τὸ εἰς Ἴλιον ἀπελθεῖν ὑπάρχει τῷ Αἴαντι, μᾶλλον δὲ τοῖς Αἴασι· πλείω δὲ τῷ ἑν, ὡς τῷ Κορίσκῳ τὸ λευκὸν καὶ τὸ μουσικόν. εἰ οὖν τις ἔροιτο πότερον ὁ Κορίσκος μουσικὸς καὶ λευκός ἐστιν, ὁ εἰπὼν ὅτι ναὶ
25οὐδαμῶς ἂν ἐλεγχθείη καίτοι ἡμαρτημένως τὸ ναὶ δούς· οὐ γὰρ δεῖ ἐπὶ τῶν πολλαχῶς ἁπλῶς φάσκειν ἢ ἀποφάσκειν. p. 181b6 Ὅταν δὲ ᾖ τῷ μὲν τῷ δὲ μ. Ὅταν μέν, φησί, τὸ λευκὸν καὶ τὸ μουσικὸν ὑπάρχῃ τῷ Κορίσκῳ ἢ τὸ πλεῦσαι εἰς Ἴλιον τοῖς πολλοῖς, τότε ἢ καταφήσας ἢ ἀποφήσας τις
30οὐδαμῶς ἂν ἐλεγχθείη. ὅταν δ, φησί, τῷ μὲν ᾖ τῷ δὲ μ, ὡς τῷ Αἴαντι τὸ μονομαχῆσαι Ἕκτορι, ἢ πολλὰ κατὰ πλειόνων, ὡς τὸ ἀλλοιοῦσθαι κατὰ κυνός (πολλὰ γὰρ καὶ τὸ ἀλλοιοῦσθαι δηλοῖ καθάπερ καὶ τὸ ὁ κύων), ἐν τούτοις εὐλαβεῖσθαι χρὴ τὸ ναὶ ἢ τὸ οὔ. αὐτὸς δὲ
πλείω κατὰ πλειόνων νῦν οὐ τοῦτο λέγει, ἀλλ’ ὃ λέγει ἔσται δῆλον179
in SE
.

180

ὧδε· τῇ μὲν ἀνδρείᾳ ὑπάρχει τὸ ἀγαθόν, τῇ δὲ δειλίᾳ τὸ κακόν, πλείω κατὰ πλειόνων, τὸ ἀγαθὸν καὶ κακὸν κατὰ ἀνδρείας καὶ δειλίας. ἐν‐ ταῦθα δὴ εἴ τις ἔροιτο ‘ἆρά γε ἡ δειλία καὶ ἡ ἀνδρεία ἀγαθόν ἐστιν ἢ οὔ;‘, οὐ δοτέον ἢ τὸ ναὶ ἢ τὸ οὔ· ψεῦδος γὰρ καὶ τὸ ἀποφῆσαι καὶ τὸ
5καταφῆσαι· ἐφ’ ὧν γὰρ ἀληθὲς ὁμοῦ τὸ λέγειν καὶ ἀγαθὰ καὶ κακὰ καὶ οὔτε ἀγαθὰ οὔτε κακά, πῶς οἷόν τε ἐπὶ τούτων χωρὶς λέγειν τὸ ἢ ἀγαθὰ ἢ κακά; εἰ μὲν γὰρ ἦν, φησί, τὸ ἀγαθὸν κακὸν ἢ τὸ κακὸν ἀγαθόν, τουτέστιν εἰ μὲν ἦν ἡ ἀνδρεία δειλία ἢ ἡ δειλία ἀνδρεία, ἔδει ἐρωτωμένους, πότερον ἡ ἀνδρεία καὶ ἡ δειλία ἀγαθόν ἐστιν ἢ οὔ, διδόναι ἁπλῶς ἢ
10ἀπαρνεῖσθαι· ἐπεὶ δὲ ἕτερα, ἀδύνατον. ταῦτα εἰπὼν ὑπογράφει καὶ τὸ συμβαῖνον ἄτοπον τοῖς ἁπλῶς ἐπὶ τούτων λέγουσι τὸ ναὶ ἢ τὸ οὔ, μᾶλλον δὲ καὶ αὐτὸν τὸν παραλογισμὸν ὃν συνῆγον οἱ σοφισταὶ κατὰ τῶν ἀπερι‐ σκέπτως τὸ ναὶ ἢ τὸ μὴ λεγόντων. ὑπογράφει δὲ ταῦτα διὰ τοῦ ὥστε ταὐτὸν ἀγαθὸν καὶ κακὸν καὶ οὔτε ἀγαθὸν οὔτε κακόν, δυνάμει
15λέγων· εἴ τις ἐρωτηθείς, πότερον ἡ ἀνδρεία καὶ ἡ δειλία ἀγαθὸν ἢ κακόν, φήσει ὅτι ἀγαθόν, ἔσται ἡ δειλία ἀγαθὸν καὶ κακόν, κακὸν μέν, ὅτι καὶ κακὸν ἔστιν, ἀγαθὸν δέ, καθὸ δέδωκεν αὐτὴν ἀγαθὸν εἶναι· εἰ δ’ ἀπο‐ φήσει, πάλιν ἔσται ἡ ἀνδρεία ἀγαθὸν καὶ κακόν· καθὸ μὲν εἶπεν αὐτὴν μὴ εἶναι ἀγαθόν, ἔσται κακόν, ᾗ δὲ πάλιν ἀγαθόν ἐστιν, ἔσται ἀγαθόν·
20ὥστε ἔσται τὸ αὐτὸ καὶ ἕν, οἷον ἡ ἀνδρεία, ἀγαθὸν καὶ κακὸν καὶ οὔτε ἀγαθὸν οὔτε κακόν. ἀλλ’ εἰ τοῦτο, ἐπειδὴ ἕκαστον τῶν ὄντων αὐτὸ ἑαυτῷ ταὐτὸν μέν ἐστιν ἄλλου δὲ ἕτερον (ὁ γὰρ Σωκράτης αὐτὸς μὲν ἑαυτῷ ὁ αὐτός ἐστι, Πλάτωνος δὲ ἕτερος), ἐπεὶ οὖν ἕκαστον αὐτὸ ἑαυτῷ ταὐτόν ἐστι, κεῖται δὲ τὴν ἀνδρείαν ἀγαθὸν εἶναι καὶ κακόν, τὸ δὲ ἀγαθὸν καὶ
25κακὸν ἕτερα, καὶ ἡ ἀνδρεία ἔσται αὐτὴ ἑαυτῆς ἑτέρα καὶ ἡ αὐτή· ὁμοίως δὲ καὶ ἡ δειλία· ὥστε ἔσονται τὰ αὐτά, οἷον ἡ δειλία καὶ ἡ ἀνδρεία, τὰ αὐτὰ ἑαυτοῖς καὶ ἕτερα. ἡ δὲ λέξις ἡ ἐπεὶ δὲ οὐκ ἄλλοις τὰ αὐτὰ ἀλλ’ αὑτοῖς ἐλλιπέστερον ἀπήγγελται· εἴη δὲ ἂν τὸ πλῆρες τοιοῦτον· ἐπεὶ δὲ οὐκ ἄλλοις μέν εἰσι τὰ αὐτὰ καὶ ἕτερα, ἀλλὰ ἑαυτοῖς εἰσι τὰ αὐτὰ
30καὶ ἕτερα ἑαυτῶν, συμβαίνει τὰ αὐτὰ καὶ ἕτερα εἶναι ἑαυτῶν καὶ τὰ αὐτὰ180
in SE
.

181

ἑαυτοῖς. ἔτι, φησίν, ἐπειδὴ συμβαίνει ἐκ τῆς τοιαύτης ἀποκρίσεως τὴν ἀνδρείαν, ἥ ἐστιν ἀγαθόν, γίνεσθαι κακὸν καὶ τὴν δειλίαν, τὸ κακόν, γί‐ νεσθαι πάλιν ἀγαθόν, δύο γένοιντ’ ἄν. ὥστε ἔσται ἡ δειλία δύο, ἀγαθὸν καὶ κακόν, καὶ ἕτερον ἑαυτῆς· τὸ γὰρ ἀγαθὸν καὶ ἕτερον τοῦ
5κακοῦ. ὁμοίως καὶ ἡ ἀνδρεία. p. 181b16 Δυοῖν τε καὶ ἀνίσοιν ἑκάτερον αὐτὸ ἑαυτῷ ἴσον. Καὶ διὰ τούτου τὸ συμβαῖνον ἄτοπον λέγει τοῖς ἁπλῶς ἢ τὸ ναὶ ἢ τὸ οὒ λέγουσιν, ὅταν ἢ ἓν κατὰ πολλῶν ἢ πολλὰ καθ’ ἑνὸς λέγηται. ἡ δὲ παραγωγὴ τοιαύτη. εἰ δύο εἴη τινὰ ἄνισα, δίπηχυ φέρε εἰπεῖν καὶ
10τρίπηχυ, ὅτι μὲν αὐτὸ ἑαυτῷ ἴσον ἐστί (τὸ γὰρ δίπηχυ αὐτὸ ἑαυτῷ ἴσον· ὁμοίως καὶ τὸ τρίπηχυ αὐτὸ ἑαυτῷ ἴσον), δῆλον. εἰ οὖν τις ἡμᾶς ἔροιτο, πότερον τὸ δίπηχυ καὶ τὸ τρίπηχυ ἴσα ἐστὶν ἢ οὔ, φήσομεν δὲ ἢ ναὶ ἢ οὔ, συμβήσεται ἴσα καὶ ἄνισα εἶναι αὐτὰ ἑαυτοῖς· εἰ γὰρ ἴσον τὸ δίπηχυ τῷ τριπήχει, ἔσται τὸ δίπηχυ τρίπηχυ, ὥστε καὶ ἄνισον αὐτὸ
15ἑαυτῷ καὶ μεῖζον καὶ ἔλαττον, εἴπερ τὸ τρίπηχυ μεῖζον τοῦ διπήχεος. ἔστι δὲ ἡ λύσις τοῦ σοφίσματος παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν. λέγει δὲ ἐμπίπτειν τούτους καὶ εἰς ἄλλας λύσεις, οἷον εἰς τὴν ἀμφι‐ βολίαν· τὸ γὰρ ἐρωτᾶν, πότερον ἄμφω ταῦτα ἢ πάντα ταῦτα ἴσα ἐστὶν ἢ ἄνισα, καὶ ἀμφίβολόν ἐστι. δύναται γάρ τις ἀκούειν τοῦ ἐρωτήματος ἢ
20ὡς λέγοντος ‘ἆρά γε ἴσα ἀλλήλοις ἐστίν;‘ ἢ ὡς ‘ἴσα αὐτὰ ἑαυτοῖς;‘· ὁμοίως δὲ καὶ ‘ἆρά γε ἄνισα ἑαυτοῖς εἰσιν;‘ ἢ ‘ἄνισα πρὸς ἄλληλα;‘. οὔκουν, φησίν, ἐπὶ τῶν ἀμφιβόλων ἢ ἐπὶ τῶν πλείω ἐρωτώντων ταὐτόν, τουτέστι τὸ αὐτὸ πρᾶγμα φάσκει καὶ ἀποφάσκει, ἀλλὰ τὸ αὐτὸ ὄνομα κατ’ ἄλλου καὶ ἀπ’ ἄλλου τῶν ὑπὸ τὸ ὄνομα. τοῦτο δὲ οὐκ ἔλεγχος· ὁ γὰρ ἔλεγχος
25γίνεται, ὅταν συμβαίνῃ τὸ αὐτὸ πρᾶγμα κατὰ τοῦ αὐτοῦ καὶ ἑνὸς πράγματος ἅμα λέγεσθαι καὶ μὴ λέγεσθαι ἐκ τῆς τοῦ ἀποκρινομένου θέσεως. τὸ δὲ ἀλλὰ φανερὸν ὅτι μὴ μιᾶς ἐρωτήσεως καὶ τὰ ἑξῆς τοιοῦτόν ἐστιν, ὅτι οὐ μὴ συμβήσεται τὸ ἀδύνατον, ἤγουν ὁ ἔλεγχος, ἂν μὴ ποιήσῃ τις τὰ πολλὰ μίαν ἐρώτησιν ἀλλ’ ἓν καθ’ ἑνὸς εἴπῃ, ἤγουν 〈ἓν〉
30κατηγορούμενον καθ’ ἑνὸς ὑποκειμένου· εἰ γὰρ ἓν καθ’ ἑνὸς εἴπῃ, οὐ μὴ δυνήσεται ἐλέγξαι τὸν ἀποκρινόμενον ὁ σοφιστής. ἢ καὶ οὕτως· φανερόν, φησίν, ὅτι μὴ μιᾶς ἐρωτήσεως γινομένης κατὰ τῶν πολλῶν ἀλλ’ ἑνὸς
πράγματος καθ’ ἑνὸς ἐρωτηθέντος, οὐ γίνεται ἔλεγχος· ὅταν γάρ τις τὰ181
in SE
.

182

πολλὰ ὡς ἓν ἐρωτηθῇ, ἢ τὸ ναὶ ἢ τὸ οὒ δοὺς οὐκ ἂν ἐλεγχθείη ἀληθῶς ἀλλὰ μόνον φαινομένως· ὅταν δὲ ἓν καθ’ ἑνὸς φήσῃ, εἰ μὲν ἀληθῶς φήσει, οὐκ ἔσται ἔλεγχος, εἰ δὲ ψευδῶς, ἔλεγχος, καὶ ἔλεγχος οὐ φαινό‐ μενος ἀλλ’ ἀληθής.
5p. 181b25 Περὶ δὲ τῶν ἀπαγόντων εἰς τὸ αὐτ. Πληρώσας τὰς λύσεις τῶν σοφισμάτων, νῦν λύει καὶ τοὺς εἰς τὸ λέγειν τὸ αὐτὸ πολλάκις ἀπάγοντας παραλογισμούς. καὶ φησὶν ὅτι περὶ τῶν ἀπαγόντων σοφισμάτων εἰς τὸ λέγειν πολλάκις τὸ αὐτὸ δεῖ μὴ διδόναι τὰς κατηγορίας, ἤγουν τὰ ὀνόματα τῶν πρός τι λεγο‐
10μένων αὐτὰ καθ’ ἑαυτὰ καὶ χωρὶς λεγόμενα σημαίνειν τι, ἤγουν σύνθετον· οἷον εἰ διπλάσιον λέγεται αὐτὸ καθ’ αὑτό, οὐκ ἔστι σύνθετον οὐδὲ σημαίνει τι καὶ ἕτερον, οἷον τὸ ἡμίσεος, διότι ἐμφαίνεται ἐν αὐτῷ. περὶ τούτου οὖν διδάσκει ἡμᾶς καὶ παραινεῖ, εἰ ἐρωτώμεθα πότερον τὸ διπλάσιον καθ’ αὑτὸ λεγόμενον καὶ μετὰ τοῦ ἡμίσεος ταὐτόν
15ἐστι καὶ τὸ αὐτὸ σημαίνει ἢ οὔ, μὴ διδόναι ἀλλὰ φάσκειν ὅτι ἄλλο μέν ἐστι τὸ εἰπεῖν διπλάσιον καὶ ἄλλο τὸ διπλάσιον ἡμίσεος· εἰ γὰρ καὶ ἐμφαίνεται καὶ συνεπινοεῖται ἐν τῷ εἰπεῖν διπλάσιον τὸ ἡμίσεος, ἀλλ’ οὖν ἄλλο ἐστὶ τὸ εἰπεῖν καὶ τὸ ἡμίσεος καὶ ἄλλο τὸ μὴ εἰπεῖν. καὶ συνίστησι τοῦτο διὰ τῆς ἐπαγωγῆς λέγων καὶ γὰρ τὰ δέκα ἐν τοῖς
20ἑνὸς δέουσι δέκα, τουτέστι ‘καὶ γὰρ τὰ δέκα ἐμφαίνεται ἐν τοῖς παρὰ μονάδα δέκα‘· παρὰ μονάδα δὲ δέκα ἐστὶ τὰ ἐννέα· τοῖς γὰρ ἐννέα εἰ προστεθείη μονάς, δέκα ἐστί. τὰ γοῦν ἐννέα λέγοντες οὐ δέκα, ἐν ὅσῳ ταῦτα οὐ δέκα φαμέν, συνεμφαίνομεν ἐν τούτοις καὶ δέκα· ὡς γὰρ ἐν τοῖς Μετὰ τὰ φυσικὰ δέδεικται, αἱ καταφάσεις ἐμφαίνονται ἐν ταῖς οἰκείαις
25ἀποφάσεσιν. ὁ γὰρ λέγων ὅτι τόδε οὐκ ἄνθρωπος τοῦτο αὐτό φησιν, ὅτι τοῦτο ἄνθρωπος οὐκ ἔστιν, ὥστε ἐν τῷ μὴ ἀνθρώπῳ συνθεωρεῖται καὶ συννοεῖται ὁ ἄνθρωπος. ὁμοίως καὶ ἐν τῷ λέγειν ὅτι οὐ ποιεῖ ἐμφαίνεται τὸ ποιεῖν· τὸ γὰρ μὴ ποιεῖν αὐτὸ τοῦτο τοῦ ποιεῖν ἐστι στέρησις. εἰ δὴ ταῦθ’ οὕτως ἔχει, ὥσπερ ὁ λέγων οὐ λευκὸν οὐκ ἐξ ἀνάγκης λευκὸν
30λέγει, κἂν ἐν τῷ μὴ λευκῷ ἐμφαίνηται τὸ λευκόν, ὁμοίως καὶ ὁ λέγων οὐ δέκα οὐκ ἐξ ἀνάγκης καὶ δέκα λέγει καίτοι τῶν δέκα ἐμφαινομένων ἐν τοῖς οὐ δέκα, οὕτως καὶ ὁ λέγων οὐ διπλάσιον οὐκ ἐξ ἀνάγκης διπλάσιον
λέγει, κἂν ἐν τῷ μὴ διπλασίῳ ἐμφαίνηται τὸ διπλάσιον. εἰ δὲ τοῦτο, καὶ182
in SE
.

183

ἀντιστρέψαντας ῥητέον· ὥσπερ ὁ λέγων λευκὸν οὐ λέγει καὶ μὴ λευκὸν καὶ ὁ δέκα οὐχὶ καὶ μὴ δέκα, οὕτως καὶ ὁ διπλάσιον λέγων οὐκ ἐξ ἀνάγκης καὶ οὐ διπλάσιον λέγει, ὅπερ ἐστὶν ἥμισυ· τὸ γὰρ ἥμισυ οὐ διπλάσιον. καὶ τὸ μὲν διπλάσιον, φησίν, οὐδὲ σημαίνει οὐδὲν ἴσως,
5τουτέστιν ἴσως οὐδὲ σημαίνει τὸ ἥμισυ· τὸ δὲ ἴσως πρόσκειται, ὅτι δυ‐ νάμει, ἐνεργείᾳ δὲ οὔ. εἰ δέ γε καὶ σημαίνει, ἀλλ’ οὐ ταὐτὸ διῃρη‐ μένως καὶ συνηνωμένως· τὸ δὲ διῃρημένως ἴσον ἐστὶ τῷ καθ’ αὑτό, τὸ δὲ συνημμένως τῷ μετὰ τοῦ ἡμίσεος. τὸ δὲ οὐδὲ ἡ ἐπι‐ στήμη ἐν τῷ εἴδει ἴσον ἐστὶ τῷ ‘οὐδὲ σημαίνεται ἡ ἐπιστήμη διὰ τοῦ
10εἴδους καίτοι ἐν τοῖς εἴδεσιν οὖσα‘. οἷον εἰ ἔστιν ἡ ἰατρικὴ εἶδος τῆς ἐπιστήμης (τούτου γάρ ἐστι δηλωτικὸν τὸ οἷον εἰ ἔστιν ἡ ἰατρικὴ ἐπιστήμη, ὅπερ τὸ κοινόν), δῆλον ὅτι ἔνεστιν ἐν τῇ ἰατρικῇ· πλὴν εἰ καὶ ἐν αὐτῇ ἐστιν, οὐ σημαίνεται δι’ αὐτῆς· ὁ γὰρ εἰπὼν ἰατρικὴν οὐ λέγει ἐπιστήμην. καὶ τὴν αἰτίαν τούτου ταχέως ἐπήγαγε διὰ τοῦ ἐκεῖνο
15δὲ ἦν ἡ ἐπιστήμη ἐπιστητο, δυνάμει λέγων ὅτι ἡ ἐπιστήμη λέγεται ἐπιστητοῦ, ἡ δὲ ἰατρικὴ οὐ λέγεταί τινος· οὔτε γὰρ ἡ γραμματική τινος λέγεται γραμματικὴ οὔτε ἄλλη τῶν κατὰ μέρος οὐδεμία, ὡς ἐν ταῖς Κατη‐ γορίαις μεμαθήκαμεν. εἰ οὖν ὁ ἐπιστήμην εἰπὼν τινὸς εἶπεν ἐπιστήμην, ὁ δὲ ἰατρικὴν εἰπὼν οὐ τινὸς λέγει, δῆλον ὅτι οὐ συσσημαίνεται τῷ εἴδει
20τὸ γένος. ἢ μᾶλλον τὸ οὐδὲ ἡ ἐπιστήμη ἐν τῷ εἴδει ἴσον ἐστὶ τῷ ‘οὐδὲ ἐν τῇ ἐπιστήμῃ ἐμφαίνεται τὸ εἶδοσ‘· καὶ σύνηθες αὐτῷ τοιαύταις χρᾶσθαι ἑρμηνείαις. ὥσπερ οὖν ὁ ἐπιστήμην εἰπὼν οὐ λέγει ἰατρικὴν καίτοι οὖσαν ὑπὸ τὴν ἐπιστήμην, οὕτως καὶ ὁ διπλάσιον εἰπὼν οὐ λέγει ἥμισυ.
25p. 181b35 Ἐν δὲ τοῖς δι’ ὧν δηλοῦνται κατηγορουμένοις τοῦ‐ το λεκτέον. Πρὸς τὴν ἀποδοθεῖσαν ἐξήγησιν τοῦ “οὐδὲ ἡ ἐπιστήμη ἐν τῷ εἴδει ἐστίν” ὑπηγάγετο τὸ εὐθὺς ἐπαχθὲν τὸ ἐν δὲ τοῖς δι’ ὧν δηλοῦνται κατηγορουμένοις καὶ τὰ ἑξῆς, λέγων κατηγορούμενα τὰ κοινότερα καὶ
30περιληπτικώτερα τῶν ὑπ’ αὐτά. ἔστι δὲ ἡ λέξις ἐλλιπής· τὸ δὲ πλῆρες τοιοῦτον· ἐν δὲ τοῖς κατηγορουμένοις καὶ ὑποκειμένοις, δι’ ὧν ὑποκειμένων δηλοῦνται, ἤτοι ὁρίζονται (ἡ γὰρ σιμότης διὰ τῆς ῥινὸς ὁρίζεται, ὥστε τὰ κατηγορούμενα διὰ τῶν ὑποκειμένων δηλοῦνται), ἐν δὴ τούτοις, φησί,
ῥητέον ὅτι οὐ τὸ αὐτὸ δηλοῖ χωρὶς καὶ καθ’ αὑτὸ λεγόμενον καὶ ἐν183
in SE
.

184

τῷ λόγ, τουτέστι ‘καὶ ὅταν μετά τινος ὑποκειμένου συνδυασθὲν λόγῳ λέγηται καὶ μὴ ὀνόματι‘. καὶ τοῦτο λίαν ἐναργῶς παρέστησε διὰ τοῦ κοίλου· καὶ γὰρ τὸ κοῖλον καθ’ αὑτὸ μὲν λεγόμενον συγκεχυμένως ἀμφο‐ τέρων ἐστὶ δηλωτικόν, τοῦ τε σιμοῦ καὶ τοῦ ῥαιβοῦ· ὅταν δὲ προστεθῇ
5τινι, οὐ τὸ αὐτό· ὁ γὰρ εἰπὼν σκέλος κοῖλον ὡρισμένως δι’ αὐτοῦ τὸ ῥαιβὸν δηλοῖ, ὥσπερ καὶ ὁ εἰπὼν κοίλην ῥῖνα τὸ σιμόν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ οὐδὲν κωλύει, τοῦ ‘ὡρισμένον τι ἀλλὰ μὴ συγκεχυμένον‘. ὡς γοῦν ἐνταῦθα οὐ ταὐτόν ἐστιν εἰπεῖν κοῖλον καὶ κοίλην ῥῖνα, οὕτως οὐδὲ τὸ λέγειν διπλάσιον ταὐτὸν ἔσται τῷ λέγειν διπλάσιον ἡμίσεος.
10εἰ δὴ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, οὔθ’ ὁ λέγων τὴν σιμότητα κοιλότητα ῥινὸς δὶς λέγει τὴν ῥῖνα, οὔθ’ ὁ λέγων τὸ διπλάσιον ἡμίσεος διπλάσιον δὶς λέγει τὸ ἥμισυ, ὥσπερ οἱ σοφισταὶ βούλονται. λαβόντες γὰρ παρὰ τῶν μὴ καλῶς ἀποκρινομένων, ὅτι τὸ διπλάσιον ταὐτόν ἐστι καὶ τὸ διπλάσιον ἡμίσεος, φασὶν ὅτι, ἐπεὶ ὁ διπλάσιον εἰπὼν ἥμισυ εἶπε, προσθεὶς [δὲ] πάλιν
15τὸ ἥμισυ δὶς εἶπε τὸ ἥμισυ, οἷον διπλάσιον ἡμίσεος ἡμίσεος. πάλιν σιμότητα εἰπὼν ῥῖνα εἶπεν, ὥστε, εἰ λέγοιμεν ὅτι σιμότης ἐστὶ κοίλη ῥίς, δὶς λέγομεν τὸ ῥίς· σιμότητα γὰρ εἰπόντες ῥῖνα εἴπομεν, προσθέντες δὲ καὶ τὴν ῥῖνα δὶς τὸ αὐτὸ εἰρήκαμεν, κοίλη ῥὶς ῥίς. λύονται δὲ ταῦτα, καθάπερ εἴπομεν, ὅτι οὐ ταὐτὸν σημαίνει χωρὶς καὶ συνημμένως λεγόμενον.
20ἔτι σαφέστερον εἰπεῖν τὸ ὥστ’ οὐδὲν ἄτοπον, εἰ ἡ ῥὶς ἡ σιμὴ ῥίς ἐστιν ἔχουσα κοιλότητα ῥινός τοιοῦτόν ἐστιν, ὅτι οὐδὲν ἄτοπον, εἴ τις ἐρωτηθείς, τί ἐστι ῥὶς σιμή, εἴπῃ ὅτι ῥίς ἐστιν ἡ ἔχουσα κοιλότητα ῥινός· ὥσπερ γάρ, ὅταν ἐρωτηθέντες περὶ ἀνθρώπου, τί ἐστιν ἄνθρωπος, εἴπωμεν ὅτι ἄνθρωπός ἐστι ζῷον λογικόν, οὐ συμπαραλαμβάνομεν τὸν ἄνθρωπον,
25οὕτω γίνεται καὶ ἐπὶ τούτου. καὶ μή τις ὑπολάβοι ἄτοπόν τι λέγειν τὸν Ἀριστοτέλην ἐκ τούτου τοῦ ῥητοῦ ὁρμηθείς (ἔοικε γὰρ οὗτος ἐν τούτῳ τῷ ῥητῷ παραλαμβάνειν δὶς τὴν ῥῖνα) λέγοντα ὥστε οὐδὲν ἄτοπον, εἰ ἡ ῥὶς ἡ σιμὴ ῥίς ἐστιν ἔχουσα κοιλότητα ῥινός· οὐ γὰρ δὶς παρα‐ λαμβάνει τὸ ῥίς· ὑποστικτέον γὰρ εἰς τὸ ῥίς ἐστιν ἔχουσα κοιλότητα
30ῥινός· ὅταν γὰρ ἐρωτώμεθά τι, συμπαραλαμβάνομεν κἀκεῖνο, οὐχ ὡς μέρος ὂν τοῦ ὁρισμοῦ ἀλλ’ ὡς ἐρωτηθέν, οἷον ἐρωτώμενοι, τί ἐστι τόδε, λέγομεν ‘τόδε ἐστὶ τόδε καὶ τόδε‘. p. 182a7 Περὶ δὲ τῶν σολοικισμῶν, παρ’ ὅ τι μὲν φαίνονται. Περὶ τῶν σολοικισμῶν, παρὰ τί μὲν φαίνονται συμβαίνειν,
35εἴρηται πρότερον· παρὰ γὰρ τὸ τόδε καὶ τοῦτο συμβαίνουσι· τὸ γὰρ
τόδε ἐπὶ τῶν οὐδετέρων λεγόμενον λαμβάνεται καὶ ἐπ’ εὐθείας καὶ ἐπ’184
in SE
.

185

αἰτιατικῆς, καὶ λαμβανόμενον παρὰ τοῦ σοφιστοῦ τὸ τόδε ὡς σημαῖνον εὐθείαν, εἶτα προσφέροντος τοῦ σοφιστοῦ παρὰ τὸ τόδε αἰτιατικὴν σημαῖνον συμβαίνει ἀπάγεσθαι τὸν ἀποκρινόμενον εἰς σολοικισμόν. π’ αὐτῶν δὲ τῶν συλλογισμῶν ἐστι, φησί, φανερὸν πῶς λυτέον, οἷον ὡς ἐπὶ
5τοῦδε τοῦ λόγου· ρ’ ὃ λέγεις ἀληθῶς, καὶ ἔστι τοῦτο; ἐνταῦθα μὲν ὡς ἐπ’ εὐθείας ἐρωτηθὲν τὸ τοῦτο καὶ οὕτως παρὰ τοῦ ἀποκρινομένου συγχωρηθὲν συμπεραίνει ἐπὶ αἰτιατικῆς, λέγων φῂς δ’ εἶναί τι λίθον· ἔστιν ἄρα τι λίθον. ἢ τὸ λέγειν λίθον οὐκ ἔστι λέγειν εὐθεῖαν, ὅπερ εἶπεν αὐτὸς ὅ, ἀλλ’ αἰτιατικήν, ὅπερ ἐδήλωσεν αὐτὸς διὰ τοῦ ὅν.
10p. 182a13 Εἰ οὖν ἔροιτό τις, ἆρ’ ὃν ἀληθῶς λέγεις. Ὥσπερ, φησίν, εἰ ἔροιτό τις, ἆρ’ ὃν ἀληθῶς λέγεις, ἔστι τοῦ‐ τον, τὸν τοιοῦτον οὐκ ἄν τις φαίη ἑλληνίζειν ἀλλὰ σολοικίζειν, ὥσπερ καὶ ἐπὶ τοῦ ‘ρ’ ἣν λέγεις εἶναι, ἔστιν οὗτος; ξύλον δ’ εἶπε ταύτην οὗτος· ἔστιν ἄρα ξύλον ταύτην‘, οὕτως καὶ ἐπ’ ἐκείνων γίνεται· τὸ γὰρ
15τοῦτο συγχωρηθὲν καὶ ἐπ’ εὐθείας λεγόμενον ἐκεῖνος λαμβάνει ὡς ἐπὶ αἰτιατικῆς. διὸ καὶ ἐπὶ τούτων μόνων γίνονται οἱ σολοικισμοί, ἐπὶ τῶν ἀρσενικῶν καὶ θηλυκῶν, ὡς τὸ ‘αὕτη τόδε ἐστίν, οἷον ἡ οὐσία ζῷον‘. ἁρμόζει δὲ καὶ κατ’ εὐθεῖαν καὶ αἰτιατικὴν φερόμενον. ἀλλ’ ἴδωμεν αὖθις τὸ ἆρ’ ἣν λέγεις, ἔστιν οὗτος; ὥσπερ, φησίν, ὁ λέγων ρ’ ἣν λέ‐
20γεις εἶναι, ἔστιν οὗτος; οὐκ ἂν ἑλληνίζοι, οὕτως οὐδ’ ὁ λέγων ρ’ ὃν ἀληθῶς λέγεις, ἔστι τοῦτον; τὸ δὲ ξύλον δ’ εἶπεν οὗτος ἐπήγαγεν, ὡς εἰ ἔλεγεν ‘εἰ ἑλληνίζειν τις τοὺς οὕτω λέγοντας φήσει, συμβήσεται τὸ αὐτὸ καὶ θηλυκῶς καὶ ἀρρενικῶς καὶ οὐδετέρως λέγεσθαι‘. εἰ γὰρ ἣν λέγεις, ἔστιν οὗτος, εἶπε δὲ οὗτος αὐτὴν ξύλον, ἔσται αὕτη ξύλον οὗτος
25καὶ οὗτος τοῦτο αὕτη καὶ τοῦτο αὕτη οὗτος. ἐπὶ μὲν οὖν τῶν ἀρσενικῶν ἢ θηλυκῶν πάμπολυ διέστηκε τὸ ὃ τοῦ αὕτη ἢ οὗτος, ὁμοίως δὲ καὶ τὸ τοῦτο, ἐπὶ δὲ τῶν οὐδετέρων, ἃ εἶπεν αὐτὸς ἢ ὅσα μήτε θῆλυ μήτε ἄρρεν σημαίνει, τὸ ὃ καὶ τὸ τοῦτο οὐδὲν διαφέρει. διὸ καὶ οὐ γίνονται σολοικισμοί· ἐνταῦθα γὰρ διὰ τοῦ τόδε σημαίνοντος καὶ εὐθεῖαν καὶ
30αἰτιατικὴν οὐ συμβήσεται σολοικισμός. οἷον εἰ ἔροιτό τις ρ’ ὃ λέγεις εἶναι, ἔστι τοῦτο; ξύλον δὲ λέγεις εἶναι τοῦτο· ἔστιν ἄρα ξύλον· ἐνταῦθα γὰρ ἐπὶ τοῦ ξύλου οὐδετέρου ὄντος καὶ τοῦ τοῦτο ἁρμόζοντος τῷ
ξύλῳ καὶ ἐπὶ εὐθείας καὶ ἐπὶ αἰτιατικῆς λεγομένῳ, ὥσπερ καὶ αὐτοῦ τοῦ185
in SE
.

186

τόδε, οὐ γίνονται σολοικισμοί. ἐπὶ δὲ τοῦ ἆρα οὗτός ἐστιν αὕτη; τί δ, οὐχ οὗτος Κορίσκος; καὶ συμπεραινομένου ἔστιν ἄρα οὗτος αὕτη, οὐ συλλελογίσθαι φησὶ σολοικισμόν, καθὸ μὴ τὴν αἰτιατικὴν δοτικὴν ἢ εὐθεῖαν συνελογίσατο· εἶπε γὰρ ‘αὕτη οὗτος, οὗτος Κορίσκος,
5αὕτη ἄρα Κορίσκοσ‘. ὁρᾷς πῶς οὐ σολοικίζει ἐν πτώσεσιν· ἔστι δὲ τοῦτο σολοικισμός. φησὶ γὰρ ὁ φιλόσοφος ἐν τῷ Περὶ μνήμης καὶ ἀναμνήσεως ὡς ὁ μὴ τὰ πράγματα οἰκείοις ὀνόμασιν ὀνομάζων σολοικίζει· τὸν γὰρ μέλλοντα εἰπεῖν Λεωσθένην, εἶτα Λεωδάμαντα εἰπόντα σόλοικον ὠνόμασεν ὡς ἄλλο ἀντὶ ἄλλου εἰπόντα.
10p. 182a21 Οὐδ’ εἰ τὸ Κορίσκος σημαίνει ὅπερ αὕτη. Εἰπὼν ὅτι ὥσπερ ὁ λέγων “ἆρ’ ἣν λέγεις εἶναι, ἔστιν οὗτος;” οὐκ ἂν ἑλληνίζοι, οὕτως οὐδ’ ὁ λέγων “ἆρ’ ὃν ἀληθῶς λέγεις, ἔστι τοῦτον;” (εἰ γάρ τις ἑλληνίζειν αὐτοὺς λέγει, συμβήσεται τὸ αὐτὸ καὶ θηλυκῶς καὶ ἀρρενικῶς καὶ οὐδετέρως λέγεσθαι), ἐπάγει τὸ οὐδ’ εἰ τὸ Κορίσκος ση‐
15μαίνει ὅπερ αὕτη. ἐκ περιουσίας δέ ἐστι τὸ ἐπιχείρημα. τὸ δὲ διὰ τούτου λεγόμενον τοιοῦτόν ἐστι· κἂν δοίημεν τὸν Κορίσκον καὶ θηλυκῶς λέγεσθαι, οἷον καὶ οὗτος καὶ αὕτη, μὴ δοίη δὲ τοῦτο ὁ ἀποκρινόμενος, οὐ συλλελόγισται τὸν σολοικισμόν, ἀλλὰ δεῖ ἐρωτῆσαι τὸν ἀποκρινόμενον. καὶ εἰ δίδωσι μὲν οὐ λέγεται δέ, γίνεται μὲν σολοικισμός, ἀλλ’ οὐχ ἁπλῶς
20ἀλλὰ πρὸς τὸν ἀποκρινόμενον· εἰ δὲ μήτε λέγεται μήτε δίδωσι, οὔθ’ ἁπλῶς γίνεται οὔτε πρὸς τὸν ἀποκρινόμενον. ἐν δὲ τῷ ὁμοίως οὖν δεῖ κἀκεῖ λείποι ἂν τὸ ‘προσερωτηθῆναι εἰ δίδωσι‘ τὸν λίθον σημαίνειν οὗτος. ἀνόμοιον δὲ πτῶσιν λέγει τὴν εὐθεῖαν πρὸς τὴν αἰτιατικήν, ὡς δῆλον πεποίηκε διὰ τοῦ ἐπαχθέντος. σαφῶς δὲ τὰ ἑξῆς ἀπαγγέλλει.
25p. 182a37 Ἀλλ’ ἐν μὲν τῷ πρώτῳ τοῦτον, ἐν δὲ τῷ ὑστέρῳ οὗτος. Ἐν τῇ πρώτῃ, φησίν, ἐρωτήσει τῇ ἆρα ἐπίστασαι τοῦτο; τὸ τοῦτο ὡς ἴσον τῷ τοῦτον δέδοται, ἐν δὲ τῇ δευτέρᾳ ὡς ταὐτὸν τῷ οὗτος· ἀνόμοιος δὲ πτῶσις τὸ οὗτος καὶ τὸ τοῦτον· ὥστε οὐ συλλελό‐
30γισται. ἀλλὰ καὶ ἐν τῷ ἑξῆς σοφίσματι τῷ ρ’ οὗ ἐπιστήμην ἔχεις,
ἐπίστασαι τοῦτο; τὸ τοῦτο ὡς ἴσον τῷ τοῦτον δέδοται. ἐδόθη δ’,186
in SE
.

187

οὗ ἐπιστήμην ἔχεις, ἐπίστασθαι οὐ τούτου ἀλλὰ τοῦτο· τὸ δὲ τοῦτο ὡς ἴσον τῷ τοῦτον δέδοται, ὥστε ἐπίστασαι τὸν λίθον. p. 182b6 Δεῖ δὲ καὶ κατανοεῖν ὅτι πάντων τῶν λόγων. Δεῖ, φησί, σκοπεῖν καὶ ἐξακριβοῦν ὡς οἱ μὲν τῶν παραλογισμῶν
5ῥᾴους εἰσὶν εἰς τὸ γνωσθῆναι τὰ δι’ ὧν ἐλέγχονται σοφιστικῶς προαγό‐ μενοι, τοὺς δὲ οὐ ῥᾴδιον ἐπιγνῶναι, παρὰ τί παραλογίζεται ὁ ἀκούων, καίτοι πολλάκις τοὺς αὐτοὺς ὄντας τοῖς εὐκόλως ἐπιγινωσκομένοις. τὸ γὰρ πολλάκις οἱ αὐτοὶ ἐκείνοις ὄντες τοιοῦτόν ἐστιν· οἱ αὐτοὶ ἀλλήλοις εἰσὶ πάντες οἱ παρὰ τὴν ὁμωνυμίαν, ὥσπερ καὶ οἱ παρὰ τὴν ἀμφιβολίαν
10πᾶσι τοῖς παρὰ τὴν ἀμφιβολίαν καὶ οἱ παρὰ τὸ συμβεβηκὸς πᾶσι τοῖς παρὰ τὸ συμβεβηκός. ὃ δὲ λέγει ἐστίν, ὅτι τινὲς μὲν ὄντες παρὰ τὴν ὁμωνυμίαν ἔλεγχοι καὶ φαίνονται ὅτι παρὰ τὴν ὁμωνυμίαν εἰσί, τινὲς δὲ εἰσὶ μὲν παρὰ τὴν ὁμωνυμίαν, οὐ φαίνονται δὲ ὄντες παρὰ τὴν ὁμωνυμίαν· οὕτως καὶ οἱ παρὰ τὸ συμβεβηκός. ὅμως, φησί, τοὺς παρὰ τὸ συμβεβηκὸς
15πάντας τοὺς αὐτοὺς δεῖ καλεῖν, τουτέστι παρὰ τὸ συμβεβηκὸς δεῖ λέγειν εἶναι, κἂν μὴ φαίνωνται ὄντες παρὰ τὸ συμβεβηκός. ὅτι δέ εἰσι παρα‐ λογισμοὶ παρ’ ἄλλο μέν, φαινόμενοι δὲ εἶναι παρ’ ἄλλο, εἴρηται πρὸ ὀλίγου, ὁπηνίκα μὴ ἀπεδέχετο τοὺς μὴ καλῶς λύοντας μηδὲ λέγοντας τὸ αἴτιον παρ’ ὃ γέγονεν ὁ παραλογισμός. μεταφερόμενον δὲ λέγοι ἂν τὸ
20ἐπαγόμενον, ὥσπερ καὶ τὸ ‘ἆρ’ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο οὗτος;‘ καὶ ‘ᾧ ἐτύπτετο, τούτῳ σὺ εἶδεσ‘· τοῦτο γὰρ κατὰ μὲν τὰ ἠρωτημένα δοκεῖ παρὰ τὴν ἀμφιβολίαν εἶναι, κατὰ δὲ τὸ ἐπαχθὲν παρὰ τὴν σύνθεσιν. p. 182b13 Ὥσπερ οὖν ἐν τῷ παρὰ τὴν ὁμωνυμίαν.
25 Ἡ ἀπόδοσις τοῦ μερισμοῦ τοῦ τὰ μὲν τοῖς τυχοῦσίν ἐστιν δῆλα κατωτέρω ἐστὶν ἐν οἷς λέγει, ἐν τῷ τὰ δὲ καὶ τοὺς ἐμπειροτέρους διαλανθάνει. τῶν δὲ παρὰ τὴν λέξιν σοφισμάτων ἓξ ὄντων, ὁμωνυμίας, ἀμφιβολίας, συνθέσεως, διαιρέσεως, προσῳδίας, σχήματος λέξεως, τὸ παρὸν σόφισμα τὸ ἀνὴρ ἐφέρετο κατὰ κλίμακος δίφρον παρὰ τὸ σχῆμα τῆς
30λέξεώς ἐστι· τὸ γὰρ ἄρρεν, τὸν ἄνδρα, οὐδετέρως ἑρμηνεύει· λέγει γὰρ τὸν ἄνδρα δίφρον ὑπάρχοντα φέρεσθαι κατὰ κλίμακος, τὸ ἀρρενικῶς λεγό‐
μενον οὐδετέρως ἑρμηνεύων· οὐ γάρ ἐστιν ἡ ὀρθὴ πτῶσις τὸ δίφρον187
in SE
.

188

οὐδετέρως, ἀλλ’ ὁ δίφρος. ἔστι γοῦν παρὰ τὸ σχῆμα τῆς λέξεως· τὸ γὰρ μὴ ταὐτὸ ὡσαύτως ἑρμηνεύει, οἷον τὸ ἄρρεν οὐδέτερον λέγει καὶ τὸ οὐδέτερον ἄρρεν. ἔστι δὲ καὶ παρὰ τὴν ἀμφιβολίαν. καὶ εἴη ἂν τὸ σό‐ φισμα τοιοῦτον· τὸ ἅρμα δίφρον σημαίνει· ἀνὴρ δὲ ἐφέρετο κατὰ κλίμακος
5δίφρον· ὁ ἀνὴρ ἄρα κατὰ κλίμακος ἐφέρετο ἅρμα· ὥστε ὁ ἀνὴρ ἅρμα ὢν κατὰ τῆς κλίμακος ἐφέρετο. καὶ ὅτι οὕτως ἐγένετο ἡ ἀγωγὴ τοῦ λόγου, δῆλον ἀπὸ τοῦ κατὰ προσῳδίαν τούτου τοῦ σοφίσματος· τὸ κῆρ ψυχὴν σημαίνει· Ἀγαμέμνονι δὲ τὸ πολεμεῖν “κὴρ εἴδετο εἶναι”· Ἀγαμέμνονι ἄρα τὸ πολεμεῖν ψυχὴ εἴδετο εἶναι. ἔστιν οὖν τῆς τῶν σοφισμάτων
10ἀγωγῆς ἡ ὁμοιότης τοιαύτη· τὸ κῆρ ψυχὴν σημαίνει· Ἀγαμέμνονι δὲ τὸ πολεμεῖν “κὴρ εἴδετο εἶναι”· Ἀγαμέμνονι ἄρα τὸ πολεμεῖν ψυχὴ εἴ‐ δετο εἶναι· τὸ ἅρμα δίφρον σημαίνει· ἀνὴρ δὲ ἐφέρετο κατὰ κλίμακος δίφρον· ἀνὴρ ἄρα ἐφέρετο κατὰ κλίμακος ἅρμα. δύναται τὸ ἀνὴρ ἐφέ‐ ρετο κατὰ κλίμακος δίφρον καὶ παρὰ τὴν ἀμφιβολίαν εἶναι· ἢ γὰρ
15ὅτι ἀνὴρ ἔφερεν ἐπὶ τοῦ ὤμου δίφρον κατὰ κλίμακος φερόμενος, ἢ ὅτι ὁ ἀνὴρ δίφρον ὢν καὶ ἅρμα κατὰ κλίμακος ἐφέρετο. ὅτι μὲν οὖν τὸ ἀνὴρ ἐφέρετο κατὰ κλίμακος δίφρον παρὰ τὴν λέξιν ἐστί, δῆλον. ἔστι δὲ ἁπλούστερον οὕτω συνάγειν· οὐχὶ ὁ ἀνὴρ κατὰ κλίμακος ἐφέρετο; ναί· οὐχὶ ὁ δίφρος κατὰ κλίμακος ἐφέρετο; ναί· ἀνὴρ ἄρα κατὰ κλίμακος
20ἐφέρετο δίφρον· ἀλλὰ μὴν οὐκ ἔφερε δίφρον, ἀλλ’ ἐφέρετο ὑπὸ τοῦ δίφρου. ἠρωτᾶτο δὲ τὸ σόφισμα ἐπί τινος ἐπὶ δίφρου κατὰ κλίμακος φερομένου. ἢ κἂν μὴ ἐπὶ δίφρου κατήρχετό τις κατὰ τῆς κλίμακος, ἀλλὰ πρῶτον μὲν ὁ ἀνὴρ αὐτὸς καθ’ αὑτόν, ὕστερον δὲ ὁ δίφρος, οὐδὲν ἧττον χώραν ἔχει τὸ σόφισμα. κἂν γὰρ ὁ ἀνὴρ ἐν τῇ πρώτῃ, εἰ τύχῃ, ὥρᾳ τῆς ἡμέρας, ὁ δὲ
25δίφρος ἐν τῇ τετάρτῃ κατὰ τῆς κλίμακος ἐφέρετο, οὐδὲν ἧττον τὸ σόφισμα δύναται οὕτως ἐρωτᾶσθαι· ἆρ’ οὐχὶ ὁ ἀνὴρ κατὰ κλίμακος ἐφέρετο; ναί· τί δέ, οὐχὶ ὁ δίφρος κατὰ κλίμακος ἐφέρετο; ναί· ἀνὴρ ἄρα κατὰ κλίμα‐ κος ἐφέρετο δίφρον. παρὰ τὴν σύνθεσιν τὸ σόφισμα· ἔδει γὰρ οὕτως συμ‐ περάνασθαι· ὁ ἀνὴρ ἄρα καὶ ὁ δίφρος κατὰ κλίμακος ἐφέρετο· τοῦτο δὲ
30ἀληθές. ὅτι δὲ τὸ παρὰ τὴν σύνθεσιν ἢ διαίρεσιν παρὰ τὴν λέξιν ἐστί, δῆλον. εὕρηται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα οὕτως· ἀνὴρ ἐφέρετο κατὰ κλίμακος διάφορον. καὶ εἴη ἂν τὸ λεγόμενον διὰ ταύτης τοιοῦτον· εἰπὼν καὶ γὰρ οἱ λόγοι σχεδὸν οἱ γελοῖοί εἰσι πάντες παρὰ τὴν λέξιν ἐπάγει τούτων ὑπόδειγμα, δυνάμει λέγων· τὸ γὰρ ‘ἀνὴρ κατὰ κλίμα‐
35κος ἐφέρετο‘ οὐχ ἁπλοῦν ἐστιν ἀλλὰ διάφορον καὶ ἀμφίβολον· τοῦτο δὲ
παρὰ τὴν λέξιν. ὅτι δὲ διάφορόν ἐστι καὶ ἀμφίβολον, δῆλον· ἢ γὰρ ὅτι188
in SE
.

189

ἀνὴρ κατὰ κλίμακος ἐφέρετο, ἢ ὅτι αὐτὸς ἔφερέ τι. καὶ μήποτε ἁπλου‐ στέρα αὕτη ἡ γραφή. p. 182b17 Καὶ ὅπου στέλλεσθε; πρὸς τὴν κεραίαν. Ἡ τοῦ ποῖ στέλλεσθε; πρὸς τὴν κεραίαν ἀγωγὴ σοφίσματος
5τοιαύτη τις ἂν εἴη· ποῖ στέλλεσθε; πρὸς τὴν κεραίαν· τὸ δὲ στέλλεσθαι πέμπεσθαί ἐστι· πέμπεσθε ἄρα πρὸς τὴν κεραίαν. διττὸν τὸ στέλλεσθαι, τό τε ἐξ αὑτῶν καὶ ἀπὸ ἰδίας προαιρέσεως καὶ ὅλως τὸ πορεύεσθαι, ὡς τὸ ‘ἐστειλάμην ταύτην τὴν ὁδόν‘ ἀντὶ τοῦ ‘ἐπορεύθην‘, καὶ τὸ παρ’ ἄλλων ἢ ἄλλου ἀποστέλλεσθαι, ὡς τὸ ‘ἔπεμψεν ἡμᾶς ὁ βασιλεύς, ἄνδρες Ἕλληνεσ‘.
10ἐν τῷ οὖν ποῖ στέλλεσθε ἐκεῖνοι μὲν τὸ στέλλεσθαι ὡς τὸ πορεύεσθαι δεδώκασιν· ὁ δὲ σοφιστὴς ἐπὶ τοῦ πέμπεσθαι ἔλαβε. τοῦτο δὲ τὸ σόφισμα δύναται καὶ παρὰ τὴν ὁμωνυμίαν εἶναι. μάλιστα δ’ ἂν εἴη παρὰ τὴν ἀμφιβολίαν· ἢ γὰρ ὅτι ποῖ πορεύεσθε; ἢ ὅτι ποῖ παρὰ ἄλλου πέμπεσθε; μήποτε δὲ καὶ παρὰ τὸ σχῆμα τῆς λέξεως ἂν εἴη, τὸ στέλλεσθε ἀντὶ
15τοῦ ‘πέμπετε‘ τῶν σοφιστῶν λαμβανόντων, τὸ παθητικὸν ἀντὶ τοῦ ἐνεργη‐ τικοῦ. καὶ τὸ ἔμπροσθεν δὲ δηλοῖ μὲν καὶ τὸ πρότερον χρονικὸν ἐπίρρημα, δηλοῖ δὲ καὶ τὸ ἔμπροσθεν τοῦ ζῴου μέρος. ἀλλὰ καὶ τὸ καθαρὸς σημαίνει μὲν καὶ τὸ ὑγιεινός· καθαρὸς γὰρ βορρᾶς ὁ ὑγιεινὸς λέγεται· σημαίνει δὲ καὶ τὸ ἀμόλυντον καὶ ἄχραντον· ὥστε εἰ ὁ μὲν ἐπὶ
20τοῦ ὑγιεινοῦ δοίη, ὁ δὲ ἐπὶ τοῦ ἀχράντου συμπερανεῖται, οὐ συλλελόγισται. τὸ δὲ ρ’ Εὔαρχος; οὐ δῆτα, ἀλλ’ Ἀπολλωνίδης παρὰ τὴν σύνθεσιν οὕτως· ἆρά γε Εὔαρχος; οὐ δῆτα ἀλλ’ Ἀπολλωνίδης; ναί· Εὔαρχος ἄρα, ἀλλ’ οὐ δῆτα Ἀπολλωνίδης· παρὰ τὴν σύνθεσιν γὰρ τοῦ ἀλλὰ συνδέσμου τὸ σόφισμά ἐστιν. ἢ καὶ οὕτως· ἆρ’ Εὔαρχος; οὐ δῆτα· ἀλλ’ Ἀπολλωνίδης;
25ναί· ὁ Εὔαρχος ἄρα Ἀπολλωνίδης ἐστί. τὸ δὲ παρὸν σόφισμα ἠρωτᾶτο πρὸς τὸν ἀδελφὸν τοῦ Εὐάρχου· ἦσαν δὲ ὅ τε Εὔαρχος καὶ ὁ ἀδελ‐ φὸς αὐτοῦ υἱοὶ τοῦ Ἀπολλωνίδου· ἦν δὲ ὁ Εὔαρχος καὶ πατήρ. ἠρώτων οὖν τὸν ἀδελφὸν Εὐάρχου οὕτως· ἆρά γε Εὔαρχος σός ἐστι; ναί· τί δέ, οὐχὶ ὁ Εὔαρχος πατήρ ἐστι; ναί· σὸς ἄρα ὁ Εὔαρχος πατήρ ἐστιν· ἀλλὰ
30μὴν καὶ οὐ πατήρ· ἀδελφὸς γὰρ σοῦ ἐστιν. ἡ μὲν οὖν ἀγωγὴ τοῦ σο‐ φίσματος τοιαύτη. ὁ δὲ Ἀριστοτέλης διά τινα βραχυλογίαν καὶ τὸ φθάσαι τὰ ἀπὸ τοῦ συμβεβηκότος σοφίσματα, ὧν καὶ τοῦτό ἐστι, καὶ δι’ ἄλλων ὀνομάτων ἐκθέσθαι τὴν μίαν πρότασιν θεὶς καὶ ταύτην ἐλλιπῆ τἆλλα παρῆκεν. ἦν γὰρ ἂν πλῆρες, εἰ οὕτως εἶχεν· ἆρά γε Εὔαρχος σός ἐστι;
35τέθεικε δὲ αὐτὸς ἐλλιπῆ διὰ τὸ δύνασθαι τὸ ‘ἆρά γε Εὔαρχος;‘ ποτὲ μὲν189
in SE
.

190

συμπλέκεσθαι τῷ † σοφίσματί ἐστι, ποτὲ δὲ τῷ ‘πατήρ ἐστι‘. τὸ δὲ οὐ δῆτα, ἀλλ’ Ἀπολλωνίδης ἡ λύσις ἐστὶ τοῦ σοφίσματος, δυνάμει λέγων ‘οὐκ ἔστι μοι ὁ Εὔαρχος πατὴρ ἀλλὰ ὁ Ἀπολλωνίδησ‘. δύναται τὸ Εὔαρχος καὶ ὡς παράδειγμα τῶν ὁμωνύμων νοεῖσθαι· τὸ γὰρ Εὔαρχος
5διττόν· ἢ ὁ εὖ τὴν ἀρχὴν διέπων ἡ ὁ καλὴν ἀρχὴν ἔχων. καὶ ἴσως ἂν ἠρωτᾶτο ὁ λόγος ἐπὶ τοῦ Ἀπολλωνίδου καλὴν μὲν ἔχοντος ἀρχὴν οὐ καλῶς δὲ αὐτὴν κυβερνῶντος. ἴσως ἂν καὶ οὕτως ἠρωτᾶτο· ἆρ’ Εὔαρχος ὅδε; ναί· τί δέ, ὅδε ὁ τοῦ Πλάτωνος, εἰ τύχῃ, διάλογός ἐστιν; ὅτι δὲ καὶ τὸ ὂν καὶ τὸ ἓν οἱ μὲν ὁμώνυμα καὶ πολλαχῶς λέγεσθαί φασιν, οὐκ
10ἄδηλον· Παρμενίδης γὰρ ἓν τὸ ὄν φησι, Πλάτων δὲ τὸ ἓν μοναχῶς λέ‐ γεσθαι, ὁ δὲ Ἀριστοτέλης ἀμφότερα πολλαχῶς. τὸν Ζήνωνος δὲ λόγον καὶ Παρμενίδου λύειν λέγει οὐκ ἄλλον τινὰ ἀλλ’ ἢ ἑαυτόν· οὗτος γὰρ κυρίως λέλυκε τοὺς Παρμενίδου καὶ Μελίσσου λόγους ἐν τοῖς Φυσικοῖς, τοὺς δὲ Πλάτωνος ἐν τοῖς Μετὰ τὰ φυσικά. ὥσπερ δέ, φησίν, ἐπί τινων τῶν
15προειρημένων λόγων δυσχερῶς ἔστι κατιδεῖν πῶς λύονται (οἱ μὲν γὰρ ῥᾷον ἐπιγινώσκονται, οἱ δὲ χαλεπώτερον), ὁμοίως ἔχει καὶ ἐπὶ τῶν παρὰ τὸ συμβεβηκὸς ἐλέγχων· τούτων γὰρ οἱ μὲν ῥᾴους εἰσὶν ὀφθῆναι, ὅτε παρὰ τὸ συμβεβηκός εἰσιν, οἱ δὲ δυσφώρατοι τυγχάνουσιν, εἰ παρὰ τοῦτο γε‐ γόνασιν.
20p. 182b32 Ἔστι δὲ δριμὺς λόγος ὅστις ἀπορεῖν ποιεῖ μάλιστα· δάκνει γὰρ οὗτος μάλιστα. Ὁποῖά εἰσι καὶ τὸ τέταρτον καὶ ἕκτον ἐπιχείρημα ἐν τῷ πέμπτῳ τμήματι τοῦ Περὶ ἑρμηνείας, δι’ ὧν πειρᾶται [μᾶλλον] κατασκευάζειν ὅτι μᾶλλον ἀντίκειται τῇ καταφάσει ἡ ἀπόφασις ἤπερ ἡ ἐναντία κατάφασις·
25δριμεῖαν γὰρ ὄντως καὶ οὐ ῥᾳδίαν ἔχουσι τὴν φαντασίαν τῆς παραγωγῆς. ἔτι δὲ καὶ τὰ δεικνύντα ὡς οὐκ ἔστι χρόνος διὰ τὸ μηδὲ τὰ μέρη αὐτοῦ εἶναι, τό τε παρεληλυθὸς καὶ τὸ μέλλον, τὸ δὲ ἐνεστὼς μὴ εἶναι χρόνον καὶ ἄλλα τοιαῦτα. p. 182b33 Ἀπορία δέ ἐστι διττ, ἡ μὲν ἐν τοῖς συλλελο‐
30γισμένοις. Ἀπορία, φησίν, ἐστὶν ἐν τοῖς συλλελογισμένοις λόγοις, τί ἀνελόντων
ἐλεγχθήσεται τὸ ψεῦδος, ὡς ἐπὶ τοῦδε· εἰ οὐδεὶς τοῖχος ἀναπνεῖ διὰ τὸ190
in SE
.

191

μὴ ζῷον εἶναι, εἰ ζῷα ἦσαν, ἀνέπνεον ἂν οἱ τοῖχοι, ὥστε εἴ τι ζῷον, ἀναπνεῖ· ἀλλὰ μὴν μύρμηκες, μέλιτται, ὅλα τὰ ἔντομα ζῷα ὄντα οὐκ ἀναπνεῖ· οὐκ ἄρα ὁ τοῖχος, διότι οὐκ ἔστι ζῷον, οὐκ ἀναπνεῖ· ὥστε ἔσται ὁ τοῖχος ζῷον, κἂν μὴ ἀναπνῇ. αἴτιον δὲ προσεχὲς τοῦ μὴ ἀναπνεῖν
5τὸν τοῖχον οὐ τὸ μὴ ζῷον εἶναι (πόρρω γὰρ τοῦτο) ἀλλὰ τὸ μὴ ἔχειν πνεύμονα. τὰ δὲ λεγόμενα κοινῶς καὶ περὶ τῶν διαλεγομένων καὶ τῶν σοφιζομένων λέγεται. ἐπεὶ δὲ οἱ διαλεγόμενοι ἐξ ἐνδόξων συλλογίζονται (τούτων γὰρ τοὺς λόγους εἶπε συλλελογισμένους), οὐ πάντως δὲ τὰ ἔνδοξα καὶ κυρίως ἀληθῆ ἐστιν, ἂν ἀμφότερα μὲν τὰ ληφθέντα ἔνδοξα ᾖ, δριμὺς
10οὗτος ὁ λόγος ἐστίν· ἀπορίαν γὰρ ἐμποιεῖ, ποίαν τῶν προτάσεων ἀνελόντες (τὸ ὅ τι γὰρ ἀντὶ τοῦ τί) καὶ τὸ συναχθὲν ἀναιρήσομεν· οὐ γὰρ ἡ τῆς τυχούσης τῶν προτάσεων ἀναίρεσις συναναιρεῖ καὶ τὸ συναχθέν, καθάπερ πολλάκις εἴρηται πρότερον, ἀλλ’ ἐκείνης παρ’ ἣν γέγονεν ἡ παραγωγή. καὶ ἔστι πρώτη μὲν ἀπορία αὕτη ἐν τοῖς διαλεκτικοῖς λόγοις. ἐν δὲ τοῖς
15ἐριστικοῖς πρώτη ἐστί, πῶς εἴπῃ τις τὸ προταθέν, τουτέστι πῶς ἀποκριθείς τις οὐκ ἐλεγχθήσεται. εἰ γὰρ ἔροιτό τις ‘ὅσα τις μὴ ἔχει πρότερον ἔχων, ἆρα ἀποβέβληκε τοσαῦτα;‘, ἀπορία πῶς ἄν τις ἀποκριθεὶς ἐνταῦθα μὴ ἐλεγχθῇ· εἰ μὲν γὰρ φήσει, ἐλεγχθήσεται· εἰ δ’ εἴποι ‘τοσαῦτα μὲν οὐ δῆτα, τούτων δὲ τὶ ἢ τινά‘, οὐκ ἂν ἐλεγχθῇ. ἢ καὶ
20οὕτως νοήσεις τὸ πῶς τις εἴπῃ τὸ προταθέν, πότερον παρὰ τὴν ἀμφι‐ βολίαν ἐστὶν ἢ παρὰ τὸ συμβεβηκὸς ἢ παρά τινα τῶν εἰρημένων τρόπων· τινὰ γὰρ τῶν σοφισμάτων φαίνονται καὶ παρὰ τοῦτον καὶ παρ’ ἐκεῖνον, ὥσπερ εἴρηται καὶ πρότερον. p. 182b37 Ἔστι δὲ συλλογιστικὸς μὲν λόγος δριμύτατος.
25 Ὅτι μάλιστα ἔνδοξον τὸ τὴν δικαιοσύνην ἀγαθὸν εἶναι, φαῦλον δὲ τὴν κακίαν, καὶ ἔτι τὸ κρείττονα εἶναι τὴν δικαιοσύνην τῆς ἀδικίας· ἂν οὖν τις ἐξ ὅτι μάλιστα ἐνδόξων δυνήσηται τοῦτο ἀναιρῆσαι, ὡς Πῶλος καὶ Καλλικλῆς ἐπειρῶντο ποιεῖν, καὶ συνάξῃ ὅτι τὸ ἀδικεῖν κρεῖττόν ἐστι τοῦ δικαιοπραγεῖν, οὗτος ὁ λόγος εἷς ὤν, ὁ συναγαγὼν τὸ ἀδικεῖν βέλτιον
30εἶναι τοῦ δικαιοπραγεῖν, ἅπαντας ὁμοίως ἕξει τοὺς συλλογισμούς, τουτέστι πάντας τοὺς ἀναιροῦντας τὰ ἔνδοξα ἐπίσης αὐτῷ πιθανοὺς ποιήσει. πιθανὸς γὰρ ἔσται καὶ ὁ τὸν ἄδικον τοῦ δικαίου κρείττονα συλλογιζόμενος ἐκ τῶν ὁμοίων προτάσεων καὶ τὸ ἄδικον τοῦ δικαίου· ἀεὶ γὰρ ἐκ τῶν ὁμοίως ἐνδόξων προτάσεων ταῖς συναγούσαις τὸ ἀδικεῖν κρεῖττον τοῦ δι‐
35καιοπραγεῖν ὅμοιον ἔνδοξον ἀναιρεθήσεται· ὡς γὰρ ἔνδοξον ὅτι ἡ δικαιοσύνη191
in SE
.

192

ἀγαθόν, οὕτω καὶ ὅτι τὸ δικαίως καὶ τὸ δίκαιον, ἅπερ ἀναιρεθήσεται διὰ τῶν ὁμοίως ἐνδόξων, ὡς εἴρηται πρότερον. τὸ δὲ μετατιθεμένης τῆς ἀντιφάσεως ἴσον ἐστὶ τῷ ‘μετατιθεμένης ἐξ ἀδόξου εἰς ἔνδοξον καὶ ἐξ ἐνδόξου εἰς ἄδοξον‘, ὡς ἐπὶ τῶν προκειμένων· ἔνδοξον γὰρ ὂν τὸ τὴν δι‐
5καιοσύνην ἀγαθὸν εἶναι μετετέθη εἰς τὴν ἀντίφασιν τὴν ὅτι οὐκ ἀγαθόν· ὁμοίως καὶ τὸ ὅτι ἡ δικαιοσύνη κακὸν εἰς τὸ ὅτι οὐ κακόν. p. 183a3 Μάλιστα μὲν οὖν ὁ τοιοῦτος δριμύς. Ἐκεῖνον μάλιστά φησιν εἶναι δριμὺν λόγον τὸν ὁμοίως τῷ συμπεράσματι ἐνδόξῳ ὄντι καὶ τὰς προτάσεις ἔχοντα ἐνδόξους καὶ ὁμοίας τῷ συμπεράσματι·
10δυσφώρατος γὰρ οὗτος, παρὰ ποίαν συνῆκται τὸ συμπέρασμα. καθάπερ ὁ τὴν ψυχὴν κατασκευάζων ἀθάνατον ἔνδοξος ὢν δι’ ὁμοίων ἐνδόξων ὄντων· εἰ γὰρ τὰ ἐναντία γίνεται ἐκ τῶν ἐναντίων (λευκὸν γὰρ ἐκ μέλανος καὶ ἐκ λευκοῦ μέλαν, καὶ ψυχρὸν ἐκ θερμοῦ καὶ θερμὸν ἐκ ψυχροῦ, καὶ τὰ ἄλλα ὁμοίως), γίνονται δὲ ἐκ τῶν ζώντων οἱ τεθνεῶτες, ἀνταποδώσει καὶ
15ἐνταῦθα, καὶ ἔσονται ἐκ τῶν τεθνεώτων οἱ ζῶντες· ἐναντία γὰρ ζωὴ καὶ θάνατος· ἐνταῦθα γὰρ οὐ πάνυ δῆλόν ἐστι παρ’ ὁποίαν συνῆκται τὸ συμ‐ πέρασμα, πότερον παρὰ τὴν λέγουσαν ὅτι τὰ ἐναντία ἐξ ἐναντίων γίνεται, ἢ τὴν ὅτι ἡ ζωὴ καὶ ὁ θάνατος ἐναντία. δεύτερον δὲ εἶναι λέγει δριμὺν τὸν ἐξ ἁπάντων ὁμοίων, τουτέστι τὸν τὰς προτάσεις μὲν ὁμοίας ἔχοντα
20ἑαυταῖς ἀνομοίας δὲ τῷ συμπεράσματι ὥστε εἶναι ἐνδοξότερον τὸ συμπέ‐ ρασμα τῶν προτάσεων. ἐπὶ μὲν οὖν τοῦ πρώτου ὁμοίως οὐσῶν τῶν προτάσεων ἐνδόξων τῷ συμπεράσματι οὐκ ἔστι δῆλον εἰ γέγονε παραγωγή. ἐπὶ δὲ τοῦ δευτέρου, ἐπειδὴ δῆλόν ἐστιν ὅτι τὸ συμπέρασμα ἐνδοξότερον τῶν προτάσεών ἐστι, προφανές ἐστιν ὅτι παραγωγὴ γέγονεν· οὐ γὰρ δεῖ
25τὸ συμπέρασμα ἐνδοξότερον εἶναι τῶν προτάσεων ἀλλὰ τὰς προτάσεις τοῦ συμπεράσματος, εἴπερ ἐκ πιστοτέρων καὶ γνωριμωτέρων δεῖ τοὺς συλλο‐ γισμοὺς γίνεσθαι. ὥστε ἐπεὶ ἧττόν εἰσι τοῦ μὲν συμπεράσματος ἔνδοξοι ἑαυταῖς δὲ ὅμοιαι, ὅτι μὲν παραγωγὴ γέγονε, δῆλον· παρ’ ὁποίαν δέ, οὐ δῆλον ὁμοίων οὐσῶν ἀλλήλαις. ἐπὶ δὲ τοῦ προτέρου ὅλως ἄδηλον εἰ γέγονε
30παραγωγή, ὁμοίου ὄντος τοῦ συμπεράσματος ταῖς προτάσεσι. λέγει δὴ δῆλον εἶναι ἐπὶ τοῦ δευτέρου τὸ δεῖν ἀναιρεῖν τι τῶν προτάσεων, ποίαν δὲ ἄδηλον διὰ τὸ ὁμοίας ἀλλήλαις εἶναι. πλῆρες δὲ τοιούτων συλλογισμῶν, τῶν ὁμοίας μὲν ἀλλήλαις τὰς προτάσεις ἐχόντων ἀνομοίας δὲ τῷ συμπε‐
ράσματι, τὸ βῆτα τῶν Μετὰ τὰ φυσικὰ Ἀριστοτέλους βιβλίων.192
in SE
.

193

p. 183a7 Τῶν δὲ ἐριστικῶν δριμύτατος μὲν ὁ πρῶτον εὐθὺς ἄδηλος. Εἰπὼν τίνες τῶν διαλεκτικῶν λόγων εἰσὶ δριμεῖς, νῦν λέγει καὶ τίνες τῶν σοφιστικῶν. καὶ φησὶ πρῶτον αὐτῶν εἶναι τὸν πρῶτον εὐθὺς
5ἄδηλον ὄντα εἰ συλλελόγισται ἢ ο· οἷος ὁ Παρμενίδου λόγος ὁ λέγων ἓν εἶναι τὸ ὄν· ἔστι δὲ τοιοῦτος· τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν· οὗτος γάρ, εἰ καὶ ἀσυλλόγιστός ἐστιν, ἀλλ’ οὐ πάντῃ δῆλος. ἔστι δὲ ἀσυλλόγιστος, διότι οὐ συνάγεται ἐκ τῶν κειμένων ‘ἓν ἄρα τὸ ὄν‘, ἀλλ’ ὅτι τὸ ἓν ὄν ἐστιν. ὅτι δὲ σοφιστικὸς καὶ ἀσυλλόγιστος, εἴρηκεν ἐν
10τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως· “ἀμφότεροι γάρ”, φησὶν ἐκεῖσε, “ἐριστικοί, καὶ ὁ Μελίσσου καὶ ὁ Παρμενίδου· μᾶλλον δὲ ὁ Μελίσσου φορτικὸς καὶ οὐδεμίαν ἔχων ἀπορίαν”, ὡς δηλονότι τοῦ Παρμενίδου λόγου ἀπορίαν ἔχοντος. πρῶτος μὲν οὖν ἐν τοῖς ἐριστικοῖς δριμύς ἐστι λόγος οὗτος, ὁ ἔχων ἄδηλον τὸ τίνος ἀναιρεθέντος ἀναιρεθήσεται καὶ τὸ συναχθὲν
15ἄτοπον, πότερον τοῦ συμπεράσματος ἤ τινος τῶν προτάσεων. τὸ γὰρ καὶ πότερον παρὰ ψεῦδος ἡ λύσις ἢ παρὰ διαίρεσιν ἴσον ἐστὶ τῷ ‘πότερον ἡ λύσις παρὰ τὸ συμπέρασμα τὸ συνάξαν τὸ ψεῦδοσ‘, ὅπερ εἶπεν αὐτὸς παρὰ ψεῦδος, ‘ἢ παρὰ ἀναίρεσίν ἐστί τινος τῶν προτάσεων‘, ὅπερ εἶπεν αὐτὸς διαίρεσιν. δεύτερος δὲ ὁ δῆλον μὲν ἔχων τὸ παρὰ ἀναί‐
20ρεσιν εἶναι τὴν λύσιν, μὴ φανερὸν δὲ ἔχων διὰ τίνος ἀναίρεσιν τῶν ἠρωτημένων, τουτέστι ποῖον τῶν ἠρωτημένων ἀναιρήσαντες τὸν λόγον λύσομεν, ἀλλὰ ἀμφίβολον τὸ πότερον αὕτη, τουτέστιν ἡ ἀπάτη, παρὰ τὸ συμπέρασμά ἐστιν ἢ παρά τι τῶν ἠρωτημένων. τὸ δὲ ὁ δῆλος μὲν ὅτι παρὰ τὴν διαίρεσιν ἢ ἀναίρεσίν ἐστιν ἴσον ἐστὶ τῷ ‘ὁ
25δῆλος μὲν ὅτι παρὰ ἀναίρεσίν ἐστι‘· τοῦ γὰρ παρὰ διαίρεσιν τὸ ἀναί‐ ρεσίν ἐστιν ἐφερμηνευτικόν. διαφέρει δὲ ὁ δεύτερος τρόπος τοῦ προτέρου, ὅτι ὁ μὲν δεύτερος φανερὸν ἔχων ἐστὶ τὸ συναχθέν, εἰ καὶ μὴ καὶ τοῦτο φανερὸν ἔχει, τὸ τίνος ἀναιρεθέντος ἀναιρεθήσεται καὶ τὸ συναχθέν, πότερον τοῦ συμπεράσματος ἤ τινος τῶν προτάσεων, ὁ δὲ πρῶτος ἄδηλον εὐθὺς ἦν
30ἔχων τὸ εἴτε συλλογισμός ἐστιν ἢ οὔ. καὶ τοῦ μὲν ἀπάτας γίνεσθαι παρὰ τὰ ἠρωτημένα πλῆρες τὸ παρὸν βιβλίον. παρὰ δὲ τὸ συμπέρασμα γίνεται ἀπάτη, ὅταν μὴ ὅπερ ἐκ τῶν ἠρωτημένων συμβαίνει ἐπάξωμεν, ἀλλὰ τοῦτο
μὲν ἐῶμεν, ἄλλο δέ τι ὃ βουλόμεθα ἐπιφέρωμεν, ὥσπερ ἔχει καὶ ὁ193
in SE
.

194

Παρμενίδου λόγος καὶ ἐκεῖνος, οὗ πρότερον ὁ Ἀριστοτέλης ἐμνημόνευσεν, ὁ λέγων “ὧν αἱ ἐπιστῆμαι σπουδαῖαι, σπουδαῖα τὰ μαθήματα, τοῦ δὲ κακοῦ σπουδαῖον τὸ μάθημα, σπουδαῖον ἄρα μάθημα τὸ κακόν”· οὐ γὰρ τοῦτο συμβαίνει ἐκ τῶν κειμένων, ἀλλ’ ὅτι τοῦ κακοῦ σπουδαία ἡ ἐπιστήμη.
5 Λέγει δὲ καὶ εὐήθη συλλογισμὸν εἶναι, ὅταν τις μὴ προσλάβοι τὸ ἐλλεῖπον καὶ δι’ οὗ τὸ προκείμενον μέλλει συνάγειν, ἀλλὰ τοῦτο μὲν μεθῇ, χωρὶς δὲ αὐτοῦ συμπεραίνηται, ὥσπερ ἔχει ὁ Μελίσσου ὁ δεικνὺς ἓν τὸ ὂν καὶ ἄπειρον καὶ ἄλλοι πολλοί, καθάπερ καὶ ὁ λέγων “μὴ οὐσίας ἀναιρουμένης μὴ ἀναιρεῖσθαι οὐσίαν, ἐξ ὧν δέ ἐστιν ἀναιρουμένων καὶ τὸ
10ἐκ τούτων φθείρεσθαι”· ἐλλείπουσι γὰρ ἐνταῦθα προτάσεις, ὡς ἐν τῷ Περὶ ἀναλύσεως συλλογισμῶν μεμαθήκαμεν. ἔξωθεν δὲ ἐλλείπειν λέγει προ‐ τάσεις τὰς δεικτικάς τινος τῶν πρὸς κατασκευὴν τοῦ προκειμένου εἰλημ‐ μένων· ταύτας γὰρ εἰ μὴ παραμυθίας τις ἀξιώσας δεομένος συστάσεως λαβὼν συμπεραίνεται, ἐλλείπειν ἄν τι τῶν ἔξωθεν ἐν τῷ συλλογισμῷ λέ‐
15γοιτο. καὶ μὴ εἴπῃς ὡς οὐ δεῖ τοὺς σοφιστὰς τὰς προτάσεις δεικνύναι· κοινὰ γὰρ ταῦτα, καθάπερ εἴρηται, λέγεται καὶ πρὸς τοὺς διαλεγομένους. ἢ δεῖ καὶ τοὺς σοφιστικῶς ἐρωτῶντας τὰ ὑπ’ αὐτῶν ἐρωτώμενα δεικνύ‐ ναι, εἴπερ ἀληθῶς ἐλέγχειν μέλλοιεν, ὥσπερ καὶ φασίν· οὐ γὰρ φαινομέ‐ νως φασὶν ἐλέγχειν ἀλλ’ ἀληθῶς. ἔτι σαφέστερον εἰπεῖν τὸ διὰ τοῦ
20ἐνίοτε μὲν ὁ μὴ συλλογισθεὶς λόγος δηλούμενον τοιοῦτόν ἐστιν· ἐνίοτε μὲν τὸν μὴ συλλελογισμένον λόγον ἔστι καλεῖν εὐήθη καὶ ἄξιον ἡγεῖσθαι καταφρονήσεως, ἐνίοτε δὲ οὐκ ἔστι ποιεῖν τοῦτο· οὔτε γὰρ εὐήθη ἔστι τοῦτον λέγειν, οὔτε μὴν ἄξιον καταφρονήσεως. εἰ μὲν γάρ ἐστιν ὁ τοιοῦτος λόγος ἐξ ἀδόξων ἢ ψευδῶν λημμάτων συγκείμενος, εὐήθης ἐστὶ
25καὶ καταφρονήσεως ἄξιος, ἢ ὅταν ἐλλείπῃ τι τῶν τοιούτων ἐρωτη‐ μάτων, τῶν τῷ πράγματι οἰκείων περὶ οὗ ὁ λόγος καὶ δι’ οὗ συνά‐ γεται, τοῦ λόγου μὴ προσλαβόντος τοῦτο μηδὲ συλλογισαμένου. ὅταν δέ τι ἐλλείπῃ τῶν ἔξωθεν ὄντων, ἤγουν τῶν πρὸς κατασκευὴν ὄντων τῶν δύο προτάσεων τῶν παραληφθεισῶν ἐν τῷ λόγῳ, οὐκ ἔστιν εὐκαταφρόνητος,
30ἀλλ’ ὁ μὲν λόγος ἐστὶ καλός, ὁ δὲ ἐρωτῶν ἠρώτηκεν οὐ καλῶς. Οὔτε δὲ πρὸς τὴν θέσιν οὔτε πρὸς τὸν ἀποκρινόμενον ἀλλὰ πρὸς τὸν χρόνον ἐρωτῶσιν, ὅσοι τοιαῦτα προτείνουσιν, ἃ πλείονος δεῖται καὶ μακροῦ χρόνου εἰς τὸ φανῆναι εἰ οὕτως ἔχει ὥσπερ προτείνε‐
ται. διὸ δεῖ καὶ τὸν ἀποκρινόμενον πρὸς τὸν χρόνον λύειν. λύσει δὲ194
in SE
.

195

πρὸς τὸν χρόνον, ἢ ἂν ἐνστάσεις κομίζῃ χρόνου πολλοῦ δεομένας ὀφθῆναι ἂν ἀληθεῖς ὦσι (καὶ γὰρ τῶν ἐνστάσεων αἱ μὲν εἰσίν, αἱ δὲ δοκοῦσι μέν, οὐκ εἰσὶ δέ, ὡς ἐν τῷ ὀγδόῳ εἴρηται τῶν Τοπικῶν), ἢ λύσει πρὸς τὸν χρόνον καὶ ἐὰν οὕτω πως εἴποι· οὐ δίδωμι ταύτην οὐδὲ συγχωρῶ διὰ τὸ
5μὴ δοκεῖν καὶ πλείονος χρόνου δεῖσθαι πρὸς κατανόησιν εἰ ἀληθής ἐστι. τὰ δὲ ἑξῆς σαφῶς καταλέγει. p. 183a37 Προειλόμεθα μὲν οὖν εὑρεῖν τινα δύναμιν συλλο‐ γιστικήν. Δύναμιν συλλογιστικὴν τὴν τῶν Τόπων λέγει πραγματείαν, καὶ εἴρηται
10ἐν ἐκείνοις, διὰ τί λέγεται δύναμις. εἰπὼν δὲ ἐν τοῖς Τόποις “ἡ μὲν πρό‐ θεσις τῆς πραγματείας μέθοδον εὑρεῖν, δι’ ἧς δυνησόμεθα συλλογίζεσθαι περὶ παντὸς τοῦ προτεθέντος”, τοῦτο εἰπὼν καὶ ἐπενεγκὼν τὸ “καὶ αὐτοὶ λόγον ὑπέχοντες”, νῦν τὴν αἰτίαν τοῦ διὰ τί ἔργον ἐστὶ τῆς διαλεκτικῆς μὴ μόνον τὸ δύνασθαι λόγον λαβεῖν καὶ ἐρωτᾶν ἀλλὰ καὶ λόγον ὑπέχειν
15καὶ διδόναι εἶπε διὰ τοῦ ἐπεὶ δὲ προσκατασκευάζεται πρὸς αὐτὴν διὰ τὴν τῆς σοφιστικῆς γειτνίασιν. δεῖ δὲ πρότερον ἀναμνῆσαι τῶν πρότερον εἰρημένων καὶ οὕτω τὴν λέξιν ἐπελθεῖν. εἴρηται δὲ ὅτι, ὡς ἔχει ἡ ψευδογραφικὴ πρὸς τὴν γεωμετρίαν, οὕτως ἡ σοφιστικὴ πρὸς τὴν διαλεκτικήν· ὥσπερ γὰρ ἐκείνη ἐκ τῶν ἀρχῶν μὲν τῶν γεωμετρικῶν ὥρ‐
20μηται, τὰς δὲ καταγραφὰς ψευδεῖς ποιεῖται καὶ μὴ δεούσας, οὕτως καὶ αὕτη ἡ σοφιστικὴ ἐκ τῶν δοκούντων μὲν ἐνδόξων, ἅπερ ἔνδοξα ἀρχαὶ τῆς διαλεκτικῆς εἰσιν, ὥρμηται, τούτων δὲ οἷς χρῆται ἢ μὴ ὄντων ἐνδόξων ἀλλὰ φαινομένων μόνον, ἢ ὄντων μὲν ἐνδόξων τὸ σχῆμα δὲ ἡμαρτημένων, ὅταν ἢ ἐκ δύο μερικῶν ἢ ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι συμ‐
25περαίνηται. εἰ οὖν ταῦτα ἀληθῆ, καλῶς τὴν σοφιστικὴν εἴρηκε τῇ δια‐ λεκτικῇ γειτνιάζειν· ἀμφότεραι γὰρ περὶ παντὸς ἐπιχειροῦσιν, εἰ καὶ δια‐ φέρουσι, καθάπερ εἴρηται. τούτων οὕτως ἐχόντων τὸ λεγόμενόν ἐστιν· ἐπειδὴ γειτνιάζει ἡ σοφιστικὴ τῇ διαλεκτικῇ, ἡ δὲ σοφιστικὴ ἐπαγγέλλεται μὴ μόνον δύνασθαι λόγον λαβεῖν ἀλλὰ καὶ ὡς εἰδυῖα (ὁ γὰρ δια‐
30λεκτικὸς ὥσπερ μὴ εἰδὼς ἐρωτᾷ ἅπερ ἂν ἐρωτᾷ· ὁ δὲ σοφιστὴς πάντα εἰ‐195
in SE
.

196

δέναι ἐπαγγέλλεται καὶ οὐδὲν εἶναι ὃ μὴ οἶδεν· εἰ δὲ πάντα οἶδεν, ἐκ δὲ τῶν πάντων καὶ ἅπερ ἐρωτᾷ ἐστι, δῆλον ἄρα ὡς οἶδε καὶ ὅσα ἂν καὶ οἷα ἐρωτᾷ· τοῦτο γὰρ καὶ ὁ ἐν τῷ Πλάτωνι Γοργίας ἐδήλωσεν εἰπὼν “οὐδεὶς οὐδέπω πολλῶν ἐτῶν καινόν τί με ἠρώτησε”, μόνον οὐχὶ λέγων ‘πάντα
5ὅσα ἄν μέ τις ἐρωτᾷ, οἶδα, καὶ οὐδέν ἐστιν ὅ με διέλαθεν‘), ἐπειδὴ τοίνυν ἡ σοφιστικὴ πάντα εἰδέναι ἐπαγγέλλεται, τὸν δὲ λέγοντα πάντα γινώσκειν μᾶλλον προσήκει ἐρωτᾶσθαι καὶ φανερὰ ποιεῖν ἅπερ ἐπίσταται ἤπερ ἐρω‐ τᾶν, φαίνεται ὅτι καὶ τῆς διαλεκτικῆς ἔργον ἐστὶν οὐ μόνον τὸ ἐρωτᾶν ἀλλὰ καὶ τὸ ἐρωτᾶσθαι καὶ λόγον ὑπέχειν, καὶ μᾶλλον τοῦτο· εἰ γὰρ τῆς
10σοφιστικῆς μᾶλλόν ἐστι τὸ λόγον διδόναι ὡς λεγούσης πάντα εἰδέναι, γειτ‐ νιάζει δὲ καὶ ἡ σοφιστικὴ τῇ διαλεκτικῇ, εἴη ἂν καὶ τῆς διαλεκτικῆς ἔργον τὸ ὑπέχειν λόγον. διὰ ταύτην οὖν, φησί, τὴν αἰτίαν εἶπον ἐκεῖ ἔργον εἶναι τῆς διαλεκτικῆς μὴ μόνον λαμβάνειν δύνασθαι λόγον ἀλλὰ καὶ διδόναι. ἐν δὲ τῇ λέξει τῇ τὴν δὲ αἰτίαν εἰρήκαμεν τούτου ἐλλείπει τὸ νῦν·
15εἴρηκε γὰρ οὐκ ἐκεῖ ἀλλὰ νῦν δι’ ὅ τι ἔργον ἐστὶ τῆς διαλεκτικῆς καὶ τὸ λόγον ὑπέχειν. ὅτι δ’ οὐκ αὐτόθεν οὐδὲ προηγουμένως τῆς διαλεκτικῆς ἐστι καὶ τὸ λόγον ὑπέχειν ἀλλὰ διὰ τὴν τῆς σοφιστικῆς πρὸς αὐτὴν γειτ‐ νίασιν, παρέθετο τὸν Σωκράτην λέγοντα μηδὲν εἰδέναι, ὡς τοῦ διαλεκτικοῦ δῆθεν ἀγνοοῦντος ἅπερ ἂν ἐρωτᾷ· τὸν δὲ ὡς ἀγνοοῦντα ἐρωτῶντα οὐκ
20ἀνάγκη λόγον ὑπέχειν ἀλλὰ μᾶλλον λαμβάνειν. λέγει δὲ δεδηλῶσθαι αὐτῷ ἐν τοῖς Τοπικοῖς (ταῦτα γὰρ εἶπε πρόσθεν) καὶ ἐκ τίνων καὶ πρὸς πόσα ἐστὶ τό τε ἐρωτᾶν καὶ λόγον ὑπέχειν. ἢ λέγοι ἂν πρόσθεν καὶ τὰ ἐνταῦθα εἰρημένα· εἴρηκε γὰρ ἐκ τίνων οἱ παραλογισμοὶ γίνονται καὶ πρὸς πόσα δεῖ βλέποντα τόν τε ἐρωτῶντα ἐρωτᾶν καὶ τὸν ἀποκρινόμενον ὑπέ‐
25χειν λόγον. δῆλα δὲ καὶ τὰ ἑξῆς. ἐν δὲ τῇ λέξει τῇ τὰ μὲν παρ’ ἑτέρων ληφθέντα πρότερον πεπονημένα ὑποστικτέον εἰς τὸ πρότερον, εἶτα ἐπακτέον τὸ πεπονημένα καὶ τὰ συνεχῆ τούτων. ὃ δὲ λέγει ἐστὶν ὅτι τὰ μὲν ὑπό τινων εὑρεθέντα πρότερον παραλαβόντες οἱ ἀπ’ ἐκείνων ἐφεξῆς ἅπαντες κατὰ βραχὺ ταῖς καθ’ ἕκαστον προσθήκαις ἐπὶ
30μέγα ηὔξησαν· τοῦτο δὲ εἶπε καὶ ἐν τῷ ἐλάττονι ἄλφα τῶν Μετὰ τὰ φυσικά. τὸ δὲ χρησιμωτέραν μέντοι πολλῷ τῆς ὕστερον ἐκ τούτων αὐξή‐
σεως ταὐτόν ἐστι τῷ ‘ἡ ἐξ ἀρχῆς τινος εὕρεσις, κἂν ἀτελές ἐστι τὸ εὑρε‐196
in SE
.

197

θέν, ὅμως ἡ τούτου εὕρεσις χρησιμωτέρα ἐστὶ πολλῷ τῆς ὕστερον τοῦ εὑρεθέντος ἐπιδόσεώς τε καὶ τελειώσεωσ‘· εἰ γὰρ μὴ ὅλως εὑρέθη, οὐδ’ ἂν ἐπίδοσιν ἔσχε. “παντὸς γάρ”, φησὶν ἐν τοῖς Μετὰ τὰ φυσικά, “τὸ ἐλ‐ λεῖπον προσθεῖναι” τοῦ εὑρεθέντος· τὸ δὲ τὴν ἀρχὴν εὑρεῖν οὐ παντός·
5πᾶσα γὰρ ἀρχὴ ὅσῳ κράτιστόν ἐστι τῇ δυνάμει, τοσούτῳ σμικρό‐ τατον τῷ μεγέθει. καὶ πολλὰ ἡμῖν ἐστι δῆλα οὕτως ἔχοντα· καὶ γὰρ ἡ κεγχραμὶς καίτοι σμικρότατον ὂν τῷ μεγέθει μέγα τῇ δυνάμει τυγ‐ χάνει, εἴ γε ἐξ αὐτῆς ἡ συκῆ τοσοῦτον τῷ μεγέθει δένδρον. ταύτην οὖν εἴ τις εἶδεν ἐξ ἀρχῆς, οὐδ’ ὄναρ ἂν ἤλπισεν ὅτι τηλικοῦτον ἐξ αὐτῆς γενή‐
10σεται δένδρον· ὅμως ταύτης εὑρεθείσης ὡς ἀρχῆς πολλὰ ἡμῖν ἐκ τούτου γέγονε δῆλα κατὰ βραχὺ πονήσασιν, οἷον ὅτι ἐν αὐτῇ δυνάμει ἦσαν στέλε‐ χός τε καὶ κλάδοι καὶ φύλλα καὶ ὄζοι, καὶ ὅτι οἱ φυσικοὶ καὶ σπερματικοὶ ἐν αὐτῇ λόγοι ἀσώματοί εἰσιν· οὐ γὰρ ἂν τοσοῦτοι ὄντες τῷ πλήθει ἐχώρησαν ἐν αὐτῇ οὕτως οὔσῃ σμικροτάτῃ τὸ μέγεθος.
15p. 183b34 Ταύτης δὲ τῆς πραγματείας. Πραγματείαν λέγοι ἂν ἢ τὴν τοπικὴν ἢ πᾶσαν τὴν λογικήν. μάλιστα μισθωτοὺς δὲ καλεῖ τοὺς σοφιστὰς ὡς ἀπὸ φαινομένης πλουτοῦντας σοφίας. τίς δὲ ἡ Γοργίου πραγματεία, ᾗ ὁμοίαν λέγει τὴν σοφιστικήν, δήλη τοῖς τὸν Πλάτωνος Γοργίαν ἀνεγνωκόσι. λέγει δὲ τοὺς σοφιστὰς τοιούτους δι‐
20δάσκειν λόγους εἰς οὓς ἐγίνωσκον τοὺς ἀλλήλων λόγους ἐμπίπτειν· οὗτοι δὲ ἦσαν οἱ ἐκ τῆς ὁμωνυμίας, οἱ ἐκ τῆς ἀμφιβολίας καὶ οἱ λοιποί. τὰ δὲ ἑξῆς δῆλα. p. 184a2 Οὐ γὰρ τέχνην ἀλλὰ τὸ ἀπὸ τῆς τέχνης. Τέχνη ἐστὶ πᾶσα ἡ συλλογιστικὴ μέθοδος, ἐν ᾗ ἐστι καὶ ὁ ἀληθινὸς
25ἔλεγχος· ὁ δὴ ταύτην παραδοὺς καὶ τέχνην δίδωσι καὶ παιδεύει. αἱ δὲ παραγωγαὶ καὶ οἱ παραλογισμοί, οἱ τρόποι δηλονότι τῆς ἀπάτης, οἷς καὶ ἐχρῶντο καὶ ἐδίδασκον οἱ σοφισταί, οὐ τέχνη ἀλλὰ τὸ ἀπὸ τῆς τέ‐ χνης· ὁ γὰρ ἔχων τὴν δύναμιν καὶ ἐπιστήμην τοῦ συλλογίζεσθαι, ἐκεῖνος δῆλον ὅτι δύναται καὶ παραλογίζεσθαι. ὥσπερ γὰρ ὁ ἔχων τὴν τέχνην τοῦ
30ὀρθογραφεῖν καὶ ὑγιάζειν, ἐκεῖνος οἶδε μάλιστα καὶ μὴ ὀρθογραφεῖν197
in SE
.

198

καὶ νόσον ἐμποιεῖν, οὕτως καὶ ὁ δυνάμενος ἐπιστημόνως συλλογίζεσθαι, ἐκεῖνος οἶδε καὶ παραλογίζεσθαι. ὥστε τὸ παραλογίζεσθαι, ὅπερ ἐπετή‐ δευον οἱ σοφισταὶ καὶ ἄλλους ἐδίδασκον, οὐ τέχνη ἐστὶν ἀλλὰ τὸ ἀπὸ τῆς τέχνης δυνάμενον γίνεσθαι. ἀλλὰ καὶ οἱ διὰ τῆς διαιρετικῆς συλλο‐
5γίζεσθαι διδάσκοντες καὶ ταύτην παραδιδόντες οὐ τέχνην (“ἔστι γὰρ ἡ διαιρετική”, ὡς ἐν τῷ Περὶ εὐπορίας προτάσεων εἴρηται, “οἷον ἀσθενὴς συλλογισμός”) ἀλλὰ τὸ ἀπὸ τέχνης· τοῦ γὰρ εἰδότος συλλογίζε‐ σθαι καὶ ἀποδεικνύναι καὶ τὸ διαιρεῖν καὶ τὸ ἐκ διαιρέσεως ληφθὲν συλλο‐ γιστικῶς συμπεράνασθαι. ἀλλὰ καὶ οἱ δι’ ἐπαγωγῆς τι συνάγοντες τὸ
10αὐτὸ πάσχουσιν. ἐν δὲ τῇ λέξει τῇ ἐξ ἀρχῆς ὑπαρχόντων ἔχειν ἡ μέθοδος ἱκανῶς τὸ ἱκανῶς θαρρούντως ἐπῆκται· αἱ μὲν γὰρ ἄλλαι τέχναι οὐκ ἐξ ἀρχῆς οὐδὲ ὑπ’ αὐτῶν τῶν εὑρόντων τὸ τέλειον ἔσχον ἀλλ’ ἀπὸ τῶν διαδεξαμένων αὐτάς· ἡ δὲ λογικὴ πραγματεία τῷ Ἀριστο‐ τέλει πρώτως εὑρεθεῖσα καὶ παρ’ αὐτοῦ τετελείωται. ᾧ δεῖ πάντας
15ἡμᾶς οὐ πολλήν, ὡς αὐτὸς ἔφησεν, ἀλλ’ οὐδ’ ὅσην εἰπεῖν δυνατὸν
ἔχειν χάριν.198