TLG 4034 006 :: MICHAEL :: In librum quintum ethicorum Nicomacheorum commentarium MICHAEL Phil. In librum quintum ethicorum Nicomacheorum commentarium Citation: Page — (line) | ||
1(1t) | ΕΞΗΓΗΣΙΣ ΤΟΥ ΕΦΕΣΙΟΥ ΚΥΡΙΟΥ ΜΙΧΑΗΛ ΕΙΣ ΤΟ ΠΕΜΠΤΟΝ | |
2t | ΤΩΝ ΗΘΙΚΩΝ. | |
---|---|---|
3 | Ἐν τῷ παρόντι βιβλίῳ πέμπτῳ ὄντι τῶν τῆς Ἀριστοτέλους Ἠθικῶν Νικομαχείων πραγματείας πρόθεσίς ἐστιν εἰπεῖν περὶ τῆς μερικωτέρας | |
5 | δικαιοσύνης καὶ τοῦ συστοίχου ταύτῃ δικαίου, τῶν ἀντικειμένων τε τούτοις ἀδικίας καὶ ἀδίκου. διττὴ γὰρ ἡ δικαιοσύνη λέγεται, ἥ τε ὅλη ἀρετὴ καὶ ἡ προκειμένη, ἥτις καὶ ἀντιδιῄρηται τῇ φρονήσει, τῇ ἀνδρίᾳ, τῇ σωφροσύνῃ, ὧν ἑκάστη πρὸς τῷ δικαιοσύνη λέγεσθαι καὶ ἰδίως ἡ μὲν φρόνησις ἡ δ’ ἀνδρία, ἡ δὲ σωφροσύνη ὀνομάζεται. ἡ δὲ προκειμένη ἀρετὴ δικαιοσύνη | |
10 | μὲν λέγεται καὶ ὀνομάζεται τῷ τῆς ὅλης δικαιοσύνης ὀνόματι, ὄνομα δ’ ἴδιον οὐκ ἐκληρώσατο, ἀλλ’ ὥσπερ ἐκεῖνος ὁ ὀλυμπιονίκης οὐ Σωκράτης, οὐ Πλάτων, οὐκ Ἀριστείδης, ἀλλὰ τῷ κοινῷ πάντων ἀνθρώπων ὀνόματι ἄν‐ θρωπος ὠνομάζετο, οὕτω καὶ ἡ παροῦσα ἀρετὴ δικαιοσύνη καλεῖται τῷ κοινῷ τῆς ὅλης δικαιοσύνης ὀνόματι. εἰσὶ δὲ αὐτῆς μέρη δύο, τό τε | |
15 | διανεμητικὸν δίκαιον καὶ τὸ διορθωτικόν. τί δὲ τούτων ἑκάτερόν ἐστιν, ἐροῦμεν ὅταν ὁ δαιμόνιος Ἀριστοτέλης περὶ τούτων λέγῃ. | |
17n | Περὶ δὲ δικαιοσύνης καὶ ἀδικίας σκεπτέον, περὶ ποίας | |
18n | τε τυγχάνουσιν οὖσαι πράξεις. | |
19 | Ἐπειδὴ τῆς αὐτῆς καὶ μιᾶς ἐστιν ἐπιστήμης θεωρεῖν τἀναντία, οἷον | |
20 | μουσικῆς τὸ ἡρμοσμένον καὶ ἀνάρμοστον, ἀριθμητικῆς τὸ περιττὸν καὶ ἄρτιον, καὶ τῶν ἄλλων ὁμοίως, ἔστι δὲ καὶ ἡ δικαιοσύνη τῇ ἀδικίᾳ καὶ τὸ δίκαιον τῷ ἀδίκῳ ἐναντία, εὔλογόν ἐστιν, ἵνα μὴ λέγωμεν ἀναγκαῖον, περὶ | |
ἀμφοῖν ἰδεῖν, περὶ ποίας πράξεις οὖσαι τυγχάνουσιν. ὡς γὰρ ἡ δειλία καὶ | 1 | |
2 | ἡ ἀνδρία περὶ φόβους ἦσαν καὶ θάρση τὰ περὶ τοὺς πολέμους, καὶ ἡ σωφροσύνη καὶ ἡ ἀκολασία περὶ ἡδονὰς καὶ λύπας τὰς περὶ μῖξιν ἄρρενος καὶ θήλεος, οὕτω καὶ ἡ προκειμένη δικαιοσύνη καὶ ἀδικία περὶ τὸ ἴσον καὶ ἄνισον, ὡς δείξει προϊών. σκεπτέον, φησί, περὶ ποίας τυγχάνουσιν | |
5 | οὖσαι πράξεις. λέγει δὲ πρᾶξιν τὴν δικαίαν διανομήν, οὖσαν κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν, καὶ τὴν τῶν ἀδικημάτων ἐπανόρθωσιν, οὖσαν καὶ αὐτὴν κατὰ ἀναλογίαν, οὐ τὴν γεωμετρικὴν ἀλλὰ τὴν ἀριθμητικήν, ὧν τὴν διαφορὰν ἐροῦμεν, ὅταν λέγῃ περὶ αὐτῶν ἐν τῷ παρόντι βιβλίῳ. τὸ δὲ ποία μεσότης ἐστὶν ἡ δικαιοσύνη, ἐπεὶ αἱ ἀρεταὶ μεσότητες ἐδεί‐ | |
10 | χθησαν οὖσαι, καὶ τίνων μέσον ἐστίν. ἔστι δὲ ὡς δείξει μεσότης ὑπερ‐ βολῆς καὶ ἐλλείψεως, καὶ τὸ δίκαιον μέσον τοῦ πλείονος καὶ ἐλάττονος. ἡ δὲ σκέψις ἡμῖν ἔστω κατὰ τὴν αὐτὴν μέθοδον τοῖς προειρη‐ μένοις. εἴρηκε γὰρ καὶ κατ’ ἀρχὰς ἐν τῷ πρώτῳ τῆς παρούσης πραγ‐ ματείας ὅτι οὐ πάντα τὴν ἀποδεικτικὴν ἀκρίβειαν ἐπιδέχεται τὴν ἐκ τῶν | |
15 | καθ’ αὑτὰ ᾗ αὐτὰ τοῖς πράγμασιν ὑπαρχόντων γινομένην, καὶ νῦν πάλιν τὸ αὐτὸ διὰ τούτου λέγει, δυνάμει λέγων ὡς καὶ περὶ δικαιοσύνης ἐκ τῶν πολλαχῶς, ὡς εἶπεν ἐκεῖ, καὶ ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ δεῖ τοὺς λόγους συμπεραίνειν, καὶ ἐκ τῶν δοκούντων τοῖς πᾶσιν ἢ τοῖς σοφοῖς. διὸ καὶ τὴν ἀρχὴν ἐκ τῶν δοκούντων ποιεῖται λέγων ὁρῶμεν δὲ πάντας τὴν | |
20 | τοιαύτην ἕξιν βουλομένους λέγειν δικαιοσύνην, ἀφ’ ἧς βούλονται τὰ δίκαια πράττειν. ἔστι δὲ ὁ λόγος οὗτος ὁ λέγων ὅτι δικαιοσύνη ἐστὶν ἕξις ἀφ’ ἧς βούλονται τὰ δίκαια πράττειν οὐχ ὁρισμὸς ἀλλ’ ὑπογραφή· οὐ γὰρ οἷόν τε ἕνα λόγον καὶ ὁρισμὸν τῶν πολλαχῶς λεγομένων ἀποδοῦναι, ἡ δὲ δικαιοσύνη, ὡς προϊὼν δείξει, τῶν πολλαχῶς λεγομένων ἐστί. καὶ | |
25 | διὰ τοῦτο ἐπήνεγκε διὸ καὶ ἡμῖν ὡς ἐν τύπῳ ἤτοι ὡς ἐν ὑπογραφῇ τοῦτο ἔστω δικαιοσύνη. οὐ γὰρ τὸν αὐτὸν ἔχει τρόπον ἐπί τε τῶν ἐπιστημῶν καὶ δυνάμεων καὶ τῶν ἕξεων. ἰδίως νῦν ἕξεις εἶπε τὰς ἀρετὰς ἀντιδιαιρῶν καὶ χωρίζων αὐτὰς ἀπὸ τῶν ἐπιστημῶν καὶ δυνάμεων, ἐπεὶ ὅτι καὶ τὰς ἐπιστήμας ἕξεις πολλαχῇ καλεῖ, οὐδεὶς ἀγνοεῖ. εἰπὼν | |
30 | δὲ τὴν δικαιοσύνην ἕξιν ἀφ’ ἧς βούλονται τὰ δίκαια πράττειν, τὴν αἰτίαν λέγει τοῦ τίνος ἕνεκα ἐν τῇ τοιαύτῃ ὑπογραφῇ προσέθηκε τὸ βούλονται. καὶ οὐχ ἁπλῶς οὑτωσὶ εἶπεν, ἕξις ἀφ’ ἧς τὰ δίκαια πράττουσι, δυνάμει λέγων καὶ διὰ τοῦτο προσέθηκα τὸ βούλονται, ἵνα χωρίσω αὐτὴν ἀπὸ τῶν ἐπι‐ στημῶν καὶ δυνάμεων· ἐκείναις γὰρ οὐκ ἐν τῷ βούλεσθαι πράττειν ἐστὶ | |
35 | τὸ εἶναι, ἀλλ’ ἐν τῷ δύνασθαι. ὁ γὰρ τὴν ἰατρικὴν ἔχων κἂν μὴ | 2 |
3 | βούληται ὑγιάζειν, ἰατρός ἐστι καὶ λέγεται· ὁμοίως καὶ ὁ τὴν ῥητορικὴν δύναμιν ἔχων, κἂν μὴ ὑπὲρ τῶν δικαίων λέγῃ ἀλλὰ τῶν ἀδίκων, ῥήτωρ ἐστί, καὶ ὅλως ἂν δύνηται ὑπὲρ ἀμφοτέρων τῶν τε δικαίων καὶ τῶν ἀδίκων, ῥήτωρ ἐστί. δίκαιος δέ ἐστιν οὐχ ὁ τὰ δίκαια πράττειν δυνάμενος· δύναται | |
5 | γὰρ καὶ ὁ ἄδικος ταῦτα ποιεῖν· ἀλλὰ δίκαιός ἐστιν ὁ βουλόμενος, βούλεται δὲ ὁ τὴν ἕξιν ἔχων τὴν εἰρημένην. ἀλλὰ διὰ τί ἰατρὸν λέγομεν τὸν δυνά‐ μενον καὶ τὰ ὑγιεινὰ καὶ τὰ νοσώδη πράττειν, ὁμοίως δὲ καὶ διαλεκτικὸν καὶ ῥήτορα τὸν δυνάμενον ἐφ’ ἑκάτερα ἐπιχειρεῖν; ἢ ὅτι καὶ αἱ ἐπιστῆμαι καὶ αἱ δυνάμεις αἱ αὐταί εἰσι τῶν ἐναντίων· οὐ γὰρ ἔχουσι τὸ εἶναι ἐν | |
10 | τῷ τὸ ἕτερον τῶν ἀντικειμένων δύνασθαι καὶ βούλεσθαι δεικνύναι, ὥσπερ ἡ δικαιοσύνη ἐν τῷ βούλεσθαι καὶ δύνασθαι μόνα τὰ δίκαια, ἀλλ’ ἔστιν αὐταῖς ἥ τε παρασκευὴ καὶ ἡ βούλησις καὶ τὸ εἶναι πρὸς τὰ ἀντικείμενα ἐπιχειρεῖν. τοῦτο δὲ λέγω ἐπὶ τῆς ῥητορικῆς καὶ διαλεκτικῆς· ἐπὶ δὲ τῆς ἰατρικῆς οὐχ οὕτως, ἀλλ’ ἔστιν αὐτῇ τὸ εἶναι ἐν τῷ γινώσκειν τὰ | |
15 | ἀντικείμενα. δυνάμεις δὲ λέγει τὴν διαλεκτικὴν καὶ ῥητορικήν, ἐπιστήμας δὲ μουσικὴν καὶ ἰατρικήν· καὶ γὰρ αὗται τῶν ἀντικειμένων εἰσὶ γνωστικαί. λέγει δὲ ἕξεις οὐ τὰς ἀρετὰς μόνον ἀλλὰ συμπάσας ὁμοῦ τὰς ἀρετὰς καὶ κακίας τῆς ψυχῆς καὶ τοῦ σώματος. ὅτι δὲ αἱ ὡς ἀρεταὶ ἕξεις λεγόμεναι οὔκ εἰσι τῶν ἐναντίων αἱ αὐταί, ἔδειξε σαφῶς ἐπὶ τῆς ὑγείας, ἀρετῆς οὔσης | |
20 | σώματος· ἐκ γὰρ τῆς ὑγείας τὰ ὑγιεινὰ πράττεται, οὐκέτι δὲ καὶ τὰ νοσώδη, ὡς καὶ τὰ νοσώδη ἐκ τῆς νόσου, οὐ μὴν καὶ τὰ ὑγιεινά. ἐκεῖνος γὰρ βαδίζει ὑγιεινῶς ὁ τὴν ὑγείαν ἔχων, οὐκ ἐνδέχεται δὲ καὶ τὸν νοσοῦντα οὕτως βαδίζειν. ὁμοίως καὶ ὁ τὴν δικαιοσύνην ἔχων τῶν δικαίων μόνων ἐστὶ πρακτικὸς καὶ ὁ τὴν ἀδικίαν τῶν ἀδίκων, οὐ μὴν τἀνάπαλιν. | |
25n | Πολλάκις μὲν οὖν γνωρίζεται ἡ ἐναντία ἕξις ἀπὸ τῆς | |
26n | ἐναντίας. | |
27 | Μέλλων δεικνύειν ὅτι πολλαχῶς ἡ δικαιοσύνη, καὶ ἔστιν ἡ μὲν ὡς ὅλον ἡ καθόλου δικαιοσύνη ἡ δὲ ὡς μέρος, ἢ ἡ μὲν ὡς γένος ἡ δ’ ὡς εἶδος (τινὲς μὲν γὰρ τὴν καθόλου δικαιοσύνην γένος ἀπεφήναντο τῆς ἀνδρίας | |
30 | καὶ τῶν λοιπῶν τριῶν ἀρετῶν, τινὲς δὲ οὐ γένος ἀλλ’ ὅλον) μέλλων δὴ τοῦτο δεικνύειν, πρῶτον λέγει καὶ συνίστησιν ἐκεῖνα, οἷς μέλλει χρῆσθαι πρὸς τὴν τοιαύτην δεῖξιν, λέγων πολλάκις μὲν γνωρίζεται ἡ ἐναντία ἕξις ἀπὸ τῆς ἐναντίας· οἷον ὁ εἰδὼς ὅτι εὐεξία ἐστὶν ἡ τῶν σαρκῶν | |
πύκνωσις, οἶδεν ὅτι καχεξία ἐστὶν ἡ τῶν σαρκῶν μάνωσις. καὶ οὐ μόνον | 3 | |
4 | ἡ ἕξις ἀπὸ τῆς ἐναντίας ἕξεως γνωρίζεται, ἀλλὰ καὶ ἤδη ἀπὸ τῶν ὑπ’ αὐτὴν ἑκτῶν, καὶ τὰ ἑκτὰ ἐκ τῆς ἕξεως. εἰπὼν δὲ τὴν ἐναντίαν ἕξιν ἀπὸ τῆς ἐναντίας γνωρίζεσθαι, προσέθηκε πάνυ ἀκριβῶς τὸ πολλάκις· οὐ γὰρ ἀεὶ ἀλλ’ ὡς ἐπὶ τὸ πολὺ ἡ ἐναντία ἀπὸ τῆς ἐναντίας γνωρίζεται. τοῦ | |
5 | γὰρ φιλεῖν, ὡς ἐν τοῖς Τοπικοῖς εἶπε, πολλαχῶς λεγομένου τὸ μισεῖν πολλαχῶς οὐ λέγεται· ὥστε ἐπὶ τούτου οὐκ ἐκ τοῦ θατέρου θάτερον γνωρισθήσεται. λέγεται δὲ τὸ φιλεῖν ἐπί τε τοῦ κατὰ διάνοιαν ἀγαπᾶν καὶ ἐπὶ τοῦ τοῖς χείλεσιν ἀσπάζεσθαι, ᾧ τῷ τοῖς χείλεσι φιλεῖν οὐκ ἔστι τι ἐναντίον, τῷ δὲ κατὰ διάνοιαν φιλεῖν ἔστι τι ἐναντίον, τὸ κατὰ διάνοιαν μισεῖν. ἔοικε | |
10 | δὲ πολλαχῶς λέγεσθαι ἡ δικαιοσύνη καὶ ἡ ἀδικία, ἀλλὰ διὰ τὸ σύνεγγυς εἶναι τὴν ὁμωνυμίαν. διὰ τούτων τὴν αἰτίαν λέγει τοῦ διὰ τί πολλαχῶς λεγομένης τῆς δικαιοσύνης οὐκ ἔστι γνώριμον τοῦτο· καὶ φησὶν ὅτι αἴτιον τούτου ἐστὶ τὸ σύνεγγυς ἀλλήλων εἶναι τὰς δικαιοσύνας καὶ πολλὴν ἔχειν τὴν ὁμοιότητα. ἐν γὰρ τοῖς τοιούτοις πᾶσι τοῖς ἐπιτεταμένην | |
15 | ἔχουσι τὴν ὁμοιότητα λανθάνειν συμβαίνει τὴν κατὰ αὐτὰ ὁμωνυμίαν. τῶν γὰρ ὁμωνύμων ὅσα μὲν πολὺ ἀπ’ ἀλλήλων διέστηκε, γνώριμα ταῦτα ὅτι ὁμώνυμα, ὡς ὁ Ἀλέξανδρος ὁ βασιλεὺς καὶ Ἀλέξανδρος ὁ ἐξηγητής, καὶ ἡ κλεὶς ᾗ τὰς θύρας κλείομεν, καὶ τὸ κατὰ τὸν αὐχένα τῶν ζῴων ὀστοῦν, καὶ ὅλως τὰ ἔκ τινος τύχης ὀνομασθέντα· ὅσα δὲ σύνεγγύς ἐστιν ἀλλήλων, | |
20 | ταῦτα οὐκέτι δοκεῖ ὀνόματος μόνου κοινωνεῖν. σύνεγγυς δὲ ἀλλήλων τὰ ὄντα, αἱ κινήσεις, τὰ ἀγαθά, αἱ δικαιοσύναι, ὡς δειχθήσεται περὶ αὐτῶν, λέγω δὴ τῶν δικαιοσυνῶν. τούτων γὰρ ἡ μέν ἐστιν ὥσπερ γένος δικαιοσύνη ἡ λεγο‐ μένη κατὰ πάσης ἀρετῆς, ἡ δὲ ὥσπερ ταύτης εἶδος· ὥστε ὡς μὲν γένος καὶ εἶδος συνώνυμα ἔσονται (ἐπιδέχονται γὰρ τὰ εἴδη τὸν τῶν γενῶν ὁρισ‐ | |
25 | μόν), καθ’ ὅσον δὲ ἡ ὡς εἶδος λαμβανομένη δικαιοσύνη τὸ αὐτὸ ὄνομα ἔχει τῇ ὡς γένος λαμβανομένῃ, κατὰ τοῦτο ἔσονται ὁμώνυμοι· ἄλλο γὰρ ἑκατέρας αὐτῶν ὑπὸ τοῦ ὀνόματος τῆς δικαιοσύνης σημαίνεται. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ ἀδικίας· τοῦτο δὲ δῆλον ἔσται προϊόντος τοῦ λόγου. μέλλων δὲ ἤδη δεικνύναι ὅτι πολλαχῶς ἡ δικαιοσύνη λέγεται, ἀπὸ τῆς | |
30 | ἀδικίας ἄρχεται, μᾶλλον δὲ τοῦ ἀδίκου· γνωριμώτερον γὰρ ὅτι ὁ ἄδικος πολλαχῶς λέγεται ἤπερ ἡ ἀδικία. εἰ δὲ ὁ ἄδικος πλεοναχῶς, καὶ ἡ ἀδικία· εἰ δὲ ἡ ἀδικία, καὶ ἡ δικαιοσύνη· τοῦτο γὰρ εἴρηται ὅτι ὡς ἐπὶ πολύ, ἂν θάτερον τῶν ἐναντίων πλεοναχῶς λέγηται, καὶ θάτερον. | |
34n | Δοκεῖ δὲ ὅ τε παράνομος ἄδικος εἶναι. | |
35 | Εἰπὼν ὅτι ἡ δικαιοσύνη μεσότης ἐστί, διὰ τούτων δείκνυσι καὶ ὅτι | 4 |
5 | μεσότης καὶ τίνων μεσότης ἐστί, συλλογιζόμενος οὕτως· εἰ ὁ ἄδικος παρά‐ νομος καὶ ὁ παράνομος πλεονέκτης, ὁ δὲ πλεονέκτης ἄνισος, ὁ ἄδικος ἄρα ἄνισος. οὕτως καὶ τὸ ἄδικον ἄνισον, τὸ δὲ ἄνισον περιέχει τὸ πλέον καὶ ἔλαττον καὶ κοινῶς κατηγορεῖται κατ’ ἀμφοῖν, τοῦ τε πλείονος καὶ τοῦ | |
5 | ἐλάττονος. εἰ οὖν τὸ ἄδικον ἄνισον, τὸ δίκαιον ἴσον, καὶ εἰ τὸ ἄδικον πλέον καὶ ἔλαττον, τὸ δίκαιον μέσον τοῦ πλείονος καὶ ἐλάττονος, καὶ ἡ δικαιοσύνη μεσότης, ὅπερ ἐστὶν ἀρετῆς γνώρισμα. εἶπε γὰρ ἐν τῷ Β ὅτι ἀρετή ἐστιν ἕξις ἐν μεσότητι τῇ πρὸς ἡμᾶς. ὅτι δὲ ὁ ἄδικος ἄνισος καὶ οὐδέποτε τὸ ἴσον καὶ μέσον αἱρεῖται, ἀλλ’ ἐπὶ μὲν τῶν ἁπλῶς ἀγαθῶν τὸ πλεῖον, ἐπὶ | |
10 | δὲ τῶν κακῶν τὸ ἔλαττον, δῆλον ἐκ τῶν ὁσημέραι γινομένων· χρημάτων γὰρ ἢ τιμῶν ἢ διανομῆς χρυσοῦ γινομένης ἀεὶ τὸ πλέον λαβεῖν σπουδάζει, ζημίας δὲ παρούσης ἤ τινος ἄλλου ὧν οὐ βουλόμεθα, πάντα τρόπον μη‐ χανᾶται ἢ μηδέν τι ἢ μικρόν τι καὶ ὧν οἱ ἄλλοι πάντες εἰσενηνόχασι τὸ βραχύτατον εἰσενεγκεῖν. ὥστε τοῦ μὲν ἀγαθοῦ τὸ πλέον, τοῦ δὲ κακοῦ | |
15 | τὸ ἔλαττον αἱρεῖται καὶ διώκει· αἱρεῖται δὲ τὸ ἔλαττον κακὸν οὐχ ὡς κακόν, ἀλλ’ ὡς ἀγαθόν. τὸ μὲν γὰρ ἔλαττον κακὸν πρὸς τὸ μεῖζον κακὸν παρα‐ βαλλόμενον ἀγαθὸν εἶναι δοκεῖ τὸ γὰρ ἀντὶ δέκα νομισμάτων δοῦναι νόμισμα ἓν ὡς ἀγαθὸν αἱρεῖται. ἔστιν οὖν τὸ μὲν δίκαιον τὸ νόμιμον καὶ ἴσον, τὸ δ’ ἄδικον τὸ παράνομον καὶ ἄνισον. | |
20n | Ἐπεὶ δ’ ὁ πλεονέκτης ἄδικος, οὐ περὶ πάντα τὰ ἀγαθὰ | |
21n | ἔσται. | |
22 | Εἰπὼν τὸν πλεονέκτην ἄδικον εἶναι περὶ τὰ ἀγαθά, λέγει μὴ περὶ πάντα τὰ ἀγαθὰ πλεονέκτην εἶναι· οὔτε γὰρ τοῦ ἰατροῦ ἢ τοῦ ῥήτορος ἰατρικώτερος ἢ ῥητορικώτερος σπεύδει γενέσθαι οὔτε τοῦ μουσικοῦ μουσικώτερος καὶ | |
25 | τὸ πλέον τούτων ἐν τούτοις ἔχειν, ἀλλὰ περὶ ἐκεῖνα τὰ ἀγαθὰ πλεονεκτεῖ, ἅπερ ἐστὶν ἁπλῶς καὶ τῇ ἑαυτῶν φύσει ἀγαθά, τοῖς φαύλοις δὲ καὶ μο‐ χθηροῖς οὐκ ἀγαθά. εἰσὶ δ’ ἁπλῶς ἀγαθὰ ὑγεία, πλοῦτος, κάλλος, εὐγένεια, ἀρχή, ἐξουσία, ἃ τῇ ἑαυτῶν φύσει ἀγαθὰ ὄντα τοῖς φαύλοις κακά ἐστι· μᾶλλον δ’ ἀγαθὰ καὶ συμφέροντα αὐτοῖς ἐστιν αἶσχος, νόσος, πενία. εἰπὼν | |
30 | δὲ ὅτι περὶ τὰ ἁπλῶς ἀγαθὰ ὁ πλεονέκτης ἐστί, τίνα ταῦτά ἐστιν ἐπήγα‐ γεν, ὅτι ὑπὲρ ὧν τῆς λήψεως τῷ θεῷ εὔχονται οἱ ἄνθρωποι· εὔχονται δὲ πλουτεῖν, ὑγιαίνειν· ταῦτά ἐστι τὰ ἁπλῶς ἀγαθά. ἐνδειξάμενος δὲ τίνα εἰσὶ τὰ ἁπλῶς ἀγαθὰ διὰ τοῦ εἰπεῖν οἱ δ’ ἄνθρωποι ταῦτα εὔχονται | |
καὶ διώκουσιν, ἐπιδιορθούμενος τὸ πλημμελὲς τῆς τοιαύτης εὐχῆς ἐπή‐ | 5 | |
6 | γαγεν οὐ δεῖ εὔχεσθαι λαβεῖν ταῦτα, ἀλλ’ εὔχεσθαι καὶ τὸν ὑγιαίνοντα καὶ τὸν πλουτοῦντα καὶ τὸν καλὸν τὴν ὑγείαν καὶ τὸν πλοῦτον καὶ τὸ κάλλος εἰς καλὸν αὐτοῖς καὶ ἀγαθὸν γενέσθαι, καὶ μὴ εἰς βλάβην ἢ λώβην ψυχῆς. τοῦ δ’ ἀγαθοῦ ἐστιν ἡ πλεονεξία, διὰ τοῦτο δοκεῖ πλεονέκτης | |
5 | εἶναι. ἐπεὶ πλεονέκτης λέγεται ὁ τὸ πλεῖον ἔχων, ὁ δ’ ἄδικος ἐπὶ τοῦ κακοῦ τὸ ἔλαττον ἔσχε κακόν, λέγει ὅτι τὸ τοιοῦτον κακὸν ὡς ἀγαθὸν ᾑρετίσατο καὶ ἐδίωξεν· ὥστε πλεονέκτης ἐστί, καθ’ ὅσον τοῦ ἀγαθοῦ ἐστιν ἡ πλεονεξία. εἰπὼν δὲ ἔστιν ἄνισος ἐπήγαγε τοῦτο γὰρ περιέχον καὶ κοινόν, λέγων τοῦτο τὸ ἄνισον· τὸ γὰρ ἄνισον περιέχει τὸ πλέον καὶ | |
10 | ἔλαττον, ὡς εἴρηται. | |
11n | Ἐπεὶ δ’ ὁ παράνομος ἄδικος ὁ δὲ νόμιμος δίκαιος, | |
12n | δῆλον ὅτι πάντα τὰ νόμιμά ἐστί πως δίκαια. | |
13 | Δείξας τὸ ἄδικον ἄνισον, πιστούμενος ὅτι ὁ δίκαιος ἴσος ἐπὶ τὸ δει‐ κνύναι τὴν διαφορὰν τοῦ δικαίου τοῦ τε ὡς νομίμου καὶ τοῦ ὡς ἴσου πρόεισι, | |
15 | καὶ τίς ἐστιν ὁ νόμιμος δίκαιος λέγει. τὸ μὲν οὖν ὅτι νόμιμός ἐστι λαμ‐ βάνει πάλιν ἐκ τοῦ καὶ τὸ ἄδικον παράνομον εἶναι. εἰ δὲ ὁ νόμιμος δίκαιος, δῆλον ὡς καὶ τὰ νόμιμα πάντα δίκαια ἂν εἴη. πρόσκειται δὲ τὸ πῶς δίκαια, ὅτι μὴ κατὰ τὴν ἰδίως λεγομένην δικαιοσύνην πάντα τὰ νόμιμα δίκαια, ἀλλὰ κατὰ τὴν κοινῶς. καθ’ ὅσον γὰρ τοῖς νόμοις πειθόμενός τις | |
20 | ταῦτα ποιεῖ, δίκαιός ἐστι, καὶ αὐτὰ δίκαια, αὐτὰ δὲ καθ’ αὑτὰ ἢ ἀνδρεῖα ἢ σωφρονικά εἰσιν, ἢ ἐξ οἵας ἂν εἴη ἀρετῆς. ἀλλὰ μὴν περὶ πάντων οἱ νόμοι ὁρίζουσι τῶν κατὰ τὰς ἀρετὰς καὶ προαγορεύουσι τὴν ἀναφορὰν ποιούμενοι αὐτῶν ἐπὶ σύστασιν τῆς καθεστώσης πολιτείας ἢ εὐδαιμονίαν καὶ σωτηρίαν, ἡ μὲν δημοκρατία, ὥς φησιν αὐτός, τοῦ κοινῇ συμφέροντος | |
25 | πᾶσι καταστοχαζομένη· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων πολιτειῶν, τῆς ἀριστο‐ κρατίας καὶ τιμοκρατίας καὶ τῶν λοιπῶν. ἡ γὰρ ἠθικὴ καὶ ἡ πολιτικὴ τῷ σκοπῷ διαφέρουσι μόνῳ, ἐπεὶ ἀμφοτέραις περὶ ἀρετῆς ἡ πραγματεία, ἀλλὰ τῇ μὲν ἠθικῇ ἑνὸς ἑκάστου διὰ τῶν ἀρετῶν ἡ εὐταξία καὶ εὐστά‐ θεια σκοπός, τῇ δὲ πολιτικῇ ἡ τῆς πόλεως, ἣν οὐχ οἷόν τε διοικεῖσθαι καλῶς | |
30 | χωρὶς ἀρετῶν καὶ τῆς κατ’ αὐτὰς ἐνεργείας. ὁ δὴ τούτοις πειθόμενος νόμιμός τε καὶ δίκαιος, καὶ τὸ νόμιμον ἄρα δίκαιον. ἀλλὰ μὴν τὰ κατὰ τὰς ἀρετὰς πάντα ποιητικά τέ ἐστιν εὐδαιμονίας καὶ φυλακτικὰ τῶν μορίων αὐτῆς, μόρια δὲ εὐδαιμονίας αἱ ἀρεταὶ καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι. καὶ | |
τὸ δίκαιον ἄρα ποιητικόν τέ ἐστι καὶ φυλακτικὸν εὐδαιμονίας καὶ τῶν | 6 | |
7 | μορίων αὐτῆς. ἢ λέγοι ἂν μόρια εὐδαιμονίας τὰς ἀρετὰς πάσας τὰς ψυχικὰς καὶ σωματικὰς καὶ τὰ ἐκτός, ἅπερ ἐκτός εἰσι χρήματα, κτήματα, κτῆσις ἄλλη πᾶσα· ἐκ τούτων γὰρ πάντων τῶν ψυχικῶν καὶ σωματικῶν ἀρετῶν καὶ τῶν ἐκτὸς ἀγαθῶν βούλεται συγκεκροτῆσθαι τὴν εὐδαιμονίαν τὴν | |
5 | πολιτικήν, ἐπεὶ μὴ ὅτι ἐκ τούτου καὶ τὴν θεωρητικήν, ἐν τῷ Κ τῆσδε τῆς πραγματείας γνωσόμεθα. εἰπὼν δὲ ἕνα τρόπον δίκαια λέγεσθαι καὶ τὰ ποιητικὰ καὶ φυλακτικὰ εὐδαιμονίας καὶ τῶν μορίων αὐτῆς, ἐπήγαγε τῇ πολιτικῇ κοινωνίᾳ, διότι οἱ νομοθέται περὶ τῶν κατὰ τὰς ἀρετὰς διαγορεύουσιν οὐχ ἁπλῶς τὴν φύσιν τῶν ἀρετῶν σκοποῦντες, ἥτις ἐστὶν | |
10 | ἑκάστη αὐτῶν, καὶ τί τὸ 〈τί〉 ἦν εἶναί ἐστιν αὐτῶν καὶ ἡ οὐσία, ἀλλὰ στοχα‐ ζόμενοι τοῦ κοινῇ συμφέροντος καὶ ἐπ’ ἐκεῖνο τὴν ἀναφορὰν ποιούμενοι προστάττουσι τὰ κατὰ τὰς ἀρετὰς πράττειν. ἀπεσχεδιασμένον δὲ νόμον λέγει τὸν μὴ ἐκ πολλῆς μελέτης καὶ ἐξετάσεως τεθέντα, ἀλλ’ ἀθρόον καὶ ἀμελετήτως. | |
15n | Αὕτη οὖν ἡ δικαιοσύνη ἀρετὴ μέν ἐστι τελεία. | |
16 | Τριχῶς ἡ τελεία ἀρετὴ λέγεται. λέγεται γὰρ τελεία ἀρετὴ καὶ ἡ ἀνδρία μόνη ἡ ἠθικὴ ἡ μετὰ φρονήσεως καὶ ὀρθοῦ λόγου ὑπομενετικὴ τῶν μεγίστων ἐν τοῖς πολέμοις κινδύνων· λέγεται δὲ τελεία αὕτη ἡ ἀν‐ δρία πρὸς ἀντιδιαστολὴν τῆς φυσικῆς ἀνδρίας, καθ’ ἣν φυσικὴν ἀνδρίαν | |
20 | ὁ Ἀχιλλεὺς ἀνδρεῖος ἐλέγετο. λέγεται πάλιν τελεία ἀρετὴ καὶ τὸ ἐκ πασῶν τῶν ἀρετῶν ἄθροισμα, ἥτις καὶ ἁπλῶς ἀρετὴ λέγεται καὶ μόνως ἀρετὴ τελεία. λέγεται δὲ ἀρετὴ τελεία καὶ ἡ κατὰ τὴν νομιμότητα, περὶ ἧς νῦν λέγει, ἥτις ἡ αὐτή ἐστι τῇ ἐκ πασῶν ἀρετῶν οὔσῃ, ὡς προϊὼν ἐρεῖ· δια‐ φέρουσι δ’ ὅτι ἡ μὲν προτέρα ὡς ἕξις ψυχῆς ἁπλῶς θεωρεῖται, ἡ δὲ κατὰ | |
25 | τὴν νομιμότητα ἀρετή, ἥτις καὶ δικαιοσύνη λέγεται, ἐν τῇ πρὸς ἕτερον χρήσει κρίνεται. ἡ γὰρ κατὰ πάσας τὰς ἀρετὰς ἐνέργεια ἐπὶ σωτηρίᾳ γινομένη τῆς πολιτικῆς κοινωνίας ἐστὶν ἡ νῦν λεγομένη τελεία μὲν ἀρετή, ἀλλ’ οὐχ ἁπλῶς ἀλλ’ ὡς πρὸς ἕτερον, ἤτοι πρὸς τὸ διαμένειν καὶ διασώζεσθαι τὸ πολίτευμα, ὥστε δῆλον γέγονεν ὅτι ἡ καθόλου ἀρετὴ καὶ ἡ καθόλου δικαιοσύνη τῷ | |
30 | ὑποκειμένῳ καὶ τῇ οὐσίᾳ αἱ αὐταί εἰσι, διαφέρουσι δὲ κατά τι, ὡς εἴρηται· ὅταν μὲν γὰρ ἁπλῶς ὡς ἕξις θεωρεῖται ψυχῆς, ἀρετὴ μόνως λέγεται, ὅταν δὲ ὡς σωστικὴ τῆς πολιτείας, δικαιοσύνη προσαγορεύεται. τούτῳ τε οὖν διαφέρουσι καὶ καθὸ τελειοτέρα ἡ δικαιοσύνη δοκεῖ εἶναι τῆς ἀρετῆς· τελειο‐ | |
τέρα γὰρ αὕτη, ἣν ὁ ἔχων καὶ πρὸς ἄλλους χρῆσθαι δύναται, ἀλλ’ οὐχὶ | 7 | |
8 | μόνον καθ’ ἑαυτόν· ἔστι δὲ ὡς εἴρηται πρὸς ἄλλον ἡ κατὰ νομιμότητα. διὰ οὖν τὸ πρὸς ἄλλον εἶναι τὴν δικαιοσύνην καὶ πρὸς σωτηρίαν τῆς πολι‐ τικῆς κοινωνίας κρατίστη, φησί, καὶ ἀρίστη δοκεῖ εἶναι ἡ δικαιοσύνη, καὶ θαυμασιωτέρα καὶ αὐτοῦ τοῦ τῆς Ἀφροδίτης ἀστέρος. ἑῴα δὲ φαῦσις | |
5 | ἀστέρος λέγεται, ὅταν πρὸ τῆς ἀνατολῆς τοῦ ἡλίου φαίνηται ὁ ἀστήρ, ἕσπερος δὲ ὅταν μετὰ τὴν τοῦ ἡλίου δύσιν ὁρᾶται. οὐχ οὕτω δοκεῖ, φησί, θαυμαστὴ ἡ Ἀφροδίτη, καίτοι λαμπροτάτη οὖσα ἑῴα καὶ ἑσπέριος φαινομένη, ὡς ἡ δικαιοσύνη. ὅτι δὲ καὶ κρατίστη καὶ θαυμαστὴ καὶ ἀρίστη ἐστὶν ἡ δικαιο‐ σύνη πιστούμενος ἐπήνεγκε καὶ τὴν λέγουσαν παροιμίαν | |
10n | Ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶς’ ἀρετὴ ἔνι. | |
11 | Τουτέστιν ἅπαν κακὸν πόρρω τῆς δικαιοσύνης. ἡ δὲ παροιμία Θεόγνι‐ δός ἐστιν, ὡς Θεόφραστός φησιν ἐν τῷ πρώτῳ Περὶ ἠθῶν λέγων, ἐν δὲ τῷ πρώτῳ τῶν Ἠθικῶν ὡς Φωκυλίδης αὐτοῦ μέμνηται, καὶ οὐδὲν θαυ‐ μαστὸν καὶ Φωκυλίδην αὐτῷ καὶ Θέογνιν χρήσασθαι. πολλοὶ γὰρ ἐν | |
15 | μὲν τοῖς οἰκείοις δύνανται τῇ ἀρετῇ χρῆσθαι. οὐχ ὥσπερ ἐν ταῖς θεωρητικαῖς ἐπιστήμαις ἐν γνώσει τὸ τέλος ἐχούσαις ὁμοία ἐστὶν ἡ γνῶσις τοῦ γνωστοῦ αὐτῷ τε ἐφ’ ἑαυτοῦ καὶ ἐπ’ ἄλλων, οὕτως καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει, καὶ ὅλως περὶ τῆς πολιτικῆς· οὐ γὰρ ἐξαρκεῖ καθόλου εἰδέναι τίνα τε πρακτέον καὶ τίνα μή, ἀλλὰ καὶ δι’ ὧν καὶ πῶς ἂν πρα‐ | |
20 | χθείη εἰδέναι χρή, ὧν ἡ γνῶσις δι’ ἐμπειρίαν παραγίνεται. διὸ δεῖ πολλοῖς καὶ παντοδαποῖς ἐντετυχηκέναι πράγμασι τὸν μέλλοντα πολιτικὸν ἔσεσθαι, ὡς καὶ κυβερνήτην καὶ ἰατρόν. οὐ γὰρ αὐτάρκεις τούτοις οἱ καθόλου λόγοι ἀλλὰ καὶ ἐμπειρίας αὐτοῖς δεῖ. διὰ τοῦτο δὴ ἐν μὲν τοῖς οἰκείοις δύνανται πολλοὶ τῇ πολιτικῇ κοινωνίᾳ χρῆσθαι, οἷον ἐν γυναιξὶ καὶ παισὶ | |
25 | καὶ ἀδελφοῖς, ἐν δὲ τοῖς ἄλλοις ἀδυνατοῦσι διὰ τὸ μὴ ἐμπειρίαν ἔχειν τῶν πραγμάτων. δεῖται οὖν ὁ πολιτικὸς καὶ πρακτικὸς πρὸς τῷ τοὺς καθόλου λόγους ἔχειν καὶ τῆς τῶν πραγμάτων ἐμπειρίας, ὡς καὶ ὁ στρατηγὸς καὶ ὁ ἰατρὸς καὶ ὁ κυβερνήτης. ὅτι δὲ τὸ πρὸς ἑτέρους χρῆσθαι τῇ ἀρετῇ χαλεπόν ἐστι, μάρτυρα ἐπάγει τὸν Βίαντα εἰπόντα “ἀρχὴ τὸν ἄνδρα δείξει”· | |
30 | ὁ γὰρ ἄρχων πρὸς ἑτέρους· τινῶν γὰρ ὁ ἄρχων ἄρχει καὶ ἐν κοινωνίᾳ ἡ ἀρχή, ἐν ᾗ χαλεπώτεραι αἱ ἐνέργειαι. εἰπὼν δὲ τὴν κατὰ τὴν νομιμό‐ τητα δικαιοσύνην πρὸς ἄλλον εἶναι, πιστούμενος τοῦτο λέγει διὰ δὲ τὸ | |
αὐτὸ τοῦτο. τουτέστι τὸ πρὸς ἕτερον ἢ πρὸς ἑτέρους εἶναι τὴν δικαιο‐ | 8 | |
9 | σύνην, οὐ τοῦ ἔχοντος τὴν τοιαύτην ἕξιν λέγουσιν εἶναι οὐδὲ ἀγαθὸν αὐτοῦ τυγχάνειν, ἀλλ’ ἐκείνοις εἶναι ἀγαθόν, οἷς τὰ συμφέροντα πράττει, ἄρχουσιν ἢ κυρίοις, ἢ τοῖς βασιλεῦσιν ἢ τοῖς ἀρίστοις, ὡς ἐν ἀριστοκρατίᾳ. | |
4n | Κάκιστος μὲν οὖν ὁ καὶ πρὸς αὑτὸν καὶ πρὸς τοὺς φίλους. | |
5 | Οὐχ ὥσπερ, φησίν, κάκιστός ἐστιν ὁ καὶ πρὸς ἑαυτὸν καὶ πρὸς τοὺς κοινωνοὺς καὶ φίλους χρώμενος τῇ μοχθηρίᾳ, οὕτω δὴ καὶ ἄριστός ἐστιν ὁ πρὸς ἑαυτὸν καὶ φίλους καὶ κοινωνοὺς χρώμενος τῇ ἀρετῇ· ὁ γὰρ τῇ ἀρετῇ πρὸς τοὺς φίλους χρώμενος τρόπον τινὰ πρὸς ἑαυτὸν χρῆται· ἀλλ’ ἔστιν ἄριστος ὁ καὶ πρὸς ἑαυτὸν καὶ πρὸς ἑτέρους, ὁποῖοι ἂν τύχωσιν ὄντες. | |
10 | τοῦτο δὲ εἶπεν ὡς κατασκευαστικὸν τοῦ τὴν τοιαύτην δικαιοσύνην τελείαν εἶναι, εἴ γε ἄριστος ὁ τῇ ἀρετῇ πρὸς ἄλλους χρώμενος, ὃ ἴδιόν ἐστι τῆς δικαιοσύνης. ταῦτα εἰπὼν ἐπάγει αὕτη μὲν οὖν ἡ κατὰ τὴν νομιμότητα δικαιοσύνη οὐ μέρος ἀρετῆς ἐστιν, ὡς ἡ ἀνδρία καὶ ἡ σωφροσύνη, ἀλλ’ ὅλη καὶ πᾶσα ἀρετή ἐστι, καὶ οὐ μία τις ἀρετὴ ἢ μέρος ἀρετῆς. | |
15 | τί δὲ διαφέρει ἡ ἀρετὴ καὶ ἡ δικαιοσύνη, ἐκ τῶν εἰρημένων δῆλον. ὥσπερ ὁ θεωρητικὸς καὶ πρακτικὸς νοῦς τῇ μὲν οὐσίᾳ εἷς ἐστι καὶ ὁ αὐτός, ταῖς δ’ ἐνεργείαις δύο (ὅταν μὲν γὰρ τὰ ἀεὶ ὡσαύτως ἔχοντα καὶ ἐξ ἀνάγκης ὄντα θεωρῇ, θεωρητικὸς ὀνομάζεται, ὅταν δὲ τὰ πρακτὰ καὶ ἐνδε‐ χόμενα ἄλλως ἔχειν σκοπῇ καὶ βουλεύηται πῶς ἂν κάλλιστα γένοιτο, πρακτικὸς | |
20 | λέγεται), καὶ ὥσπερ ὁ αὐτὸς καὶ εἷς, ὅταν μὲν τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ διωρισμένῳ ποσῷ σκοπῆται, ἀριθμητικὸς ἐπονομάζεται, ὅταν δὲ τῷ συνεχεῖ ποσῷ, γεωμέτρης, οὕτω καὶ ἡ καθόλου ἀρετὴ καὶ ἡ καθόλου δι‐ καιοσύνη τῷ μὲν ὑποκειμένῳ ἕν ἐστι, πῇ δὲ διαφέρουσιν. ὅταν μὲν γὰρ ἁπλῶς ὡς ἕξις ψυχῆς σκοπῆται ἀρίστη καὶ μηδέν τι πλέον, ἀρετὴ λέγεται, | |
25 | ὅταν δὲ ὡς χρῆσις πρὸς ἕτερον, δικαιοσύνη ὀνομάζεται. καὶ ἐπεὶ ἄλλη ἐστὶ δικαιοσύνη ἑτέρα τῆς ὅλης καὶ καθόλου ἀρετῆς καὶ δικαιοσύνης, με‐ ρική τις οὖσα καὶ σύστοιχος τῇ ἀνδρίᾳ καὶ σωφροσύνῃ [καὶ] δικαιοσύνη, καὶ περὶ ταύτης λεκτέον· ὁμοίως καὶ περὶ τῆς μερικῆς ἀδικίας. καὶ τοῦτο εἰπὼν πρότερον δείκνυσιν ὅτι ἔστι τις ἄλλη δικαιοσύνη καὶ ἀδικία ἑτέρα | |
30 | τῆς καθόλου δικαιοσύνης καὶ ἀδικίας, εἶτα λέγει τίς ἐστι· πρότερον γὰρ ἐν τοῖς ζητουμένοις τὸ εἰ ἔστι τοῦ τί ἐστιν, ὡς ἐν τῷ Β τῶν Ὑστέρων | |
ἀναλυτικῶν μεμαθήκαμεν. | 9 | |
10(1n) | Κατὰ μὲν τὰς ἄλλας μοχθηρίας ὁ ἐνεργῶν ἀδικεῖ μέν, | |
2n | πλεονεκτεῖ δ’ οὐδέν. | |
3 | Μέλλων δεικνύειν ὅτι ἔστι τις ἄλλη δικαιοσύνη παρὰ τὴν καθόλου, πρότερον ὡς γνωριμώτερον δείκνυσιν ὅτι ἔστι τις μερικωτέρα ἀδικία, ἄλλη | |
5 | οὖσα τῆς κοινῆς ἀδικίας καὶ καθόλου, ἥτις καὶ ἀντίκειται τῇ ζητουμένῃ μερικωτέρᾳ δικαιοσύνῃ. μεμνήμεθα ὅτι καθόλου δικαιοσύνην καὶ καθόλου δίκαιον ἐλέγομεν τὸν πάντα τὰ ὑπὸ τῶν νόμων διατεταγμένα τηροῦντα καὶ πράττοντα, καθόλου δὲ ἀδικίαν καὶ καθόλου ἄδικον τὸν παράνομον καὶ μὴ κατὰ τὰ τῶν νόμων προστάγματα πολιτευόμενον. εἰ οὖν δειχθῇ ὅτι ἔστι τις ἄλλος | |
10 | ἄδικος παρὰ τὸν παράνομον, δῆλον ἔσται ὡς ἔσται καὶ δίκαιός τις μερικώτερος παρὰ τὸν καθόλου, ὅστις καθόλου, ὡς εἴρηται, νόμιμος δίκαιος λέγεται. ὅτι δέ ἐστιν ὑπὸ τὴν κοινὴν ἀδικίαν, ἥτις ἐστὶ παρανομία, ἀδικία τις ἡ κατὰ τὴν πλεονεξίαν, ἄλλη μὲν οὖσα τῆς καθόλου, ὑπ’ αὐτὴν δὲ τὴν καθόλου οὖσα, καὶ ὁμωνύμως τῇ καθόλου καὶ αὐτὴ ἀδικία λεγομένη, δείκνυσι λέγων· οἱ | |
15 | μὲν γὰρ κατὰ τὰς ἄλλας μοχθηρίας ἐνεργοῦντες πλεονέκται οὐ λέγονται, ἀλλ’ ἄδικοι καὶ παράνομοι· οὔτε γὰρ ὁ ῥίψας τὴν ἀσπίδα ἐν πολέμῳ πλεονεκτεῖ, καίτοι διὰ δειλίαν τοῦτο ποιήσας καὶ διὰ τοῦτο ἀδικῶν καὶ παρανομῶν, οὔθ’ ὁ κακῶς εἰπών τινα πλεονεκτεῖ, καίτοι δι’ ὕβριν τοῦτο ποιήσας καὶ παρὰ νόμον, οὔθ’ ὁ μὴ ἐπαρκέσας τινὶ δεομένῳ, καίτοι δι’ ἀνελευθερίαν | |
20 | τοῦτ’ εἰργασμένος. εἰ οὖν οὗτοι καὶ πάντες ὅμοιοι παράνομοι μὲν καὶ ἄδικοι λέγονται, πλεονέκται δὲ οὔ, δῆλον ὡς ὁ πλεονέκτης ἕτερός ἐστι τούτων, καὶ ἡ πλεονεξία ἄλλη τῆς καθόλου ἀδικίας. καὶ ὥσπερ ἐκείνων ἕκαστος ὃ εἰργάσατο οὐ διὰ πλεονεξίαν ἐποίησεν, ἀλλ’ ὁ μὲν διὰ δειλίαν, ὁ δὲ δι’ ἀνελευθερίαν, ὁ δὲ διὰ χαλεπότητα, οὕτως οὐδ’ ὁ πλεονέκτης κατά τινα | |
25 | τῶν εἰρημένων ἀδικιῶν ἢ κατὰ πάσας ὁμοῦ ἀδικεῖ, ἀλλὰ κατὰ μόνην τὴν πλεονεξίαν, ἥτις πλεονεξία οὐκ ἔστιν οὐ δειλία, οὐκ ἀνελευθερία, οὐκ ὀργή, οὐκ ἄλλο τῶν ὁμοίων οἷς ὁ παράνομος χαρακτηρίζεται. ὥστε ὁ πλεονέκτης ἃ ποιεῖ κατὰ κακίαν τινὰ ποιεῖ καὶ πλεονεκτεῖ· κἀκείνους μὲν ψέγοντες λέ‐ γομεν δειλοὺς καὶ ἀνελευθέρους καὶ ὑβριστὰς καὶ ὀργίλους καὶ παρανόμους, | |
30 | τοῦτον δὲ πονηρὸν καὶ πλεονέκτην· κἀκείνους μὲν λέγομεν ἀδικίαν ποιεῖν τοῦτον δὲ πλεονεξίαν. ἐκεῖνοι ἄρα ἄδικοι μέν εἰσι κατὰ τὴν καθόλου ἀδι‐ κίαν, οὗτος δὲ ἄδικος κατὰ τὴν μερικωτέραν. καὶ ἔστιν ἡ ἀδικία αὕτη ἤτοι ἡ πλεονεξία ὑπὸ τὴν καθόλου ἀδικίαν, ὡς καὶ ἡ δειλία καὶ ἡ θρασύ‐ της, ὠνομασμένη τῷ κοινῷ ὀνόματι ἀδικία ὁμωνύμως τῇ καθόλου ἀδικίᾳ, | |
35 | κἂν μὴ δοκῇ ὁμώνυμος διὰ τὸ ὑποτετάσθαι αὐτῇ, ὡς εἶδος γένει. ὅτι δὲ | 10 |
11 | ὁ πλεονέκτης οὐδὲ κατὰ πάσας ὁμοῦ τὰς μοχθηρίας πλεονεκτεῖ, οὐκ ἄδηλον. εἰ γὰρ κατὰ πάσας ὁμοῦ ἀδικεῖ, δῆλον ὡς κατὰ τὴν κοινήν· τὸ γὰρ κοινὸν οὐδὲν ἄλλο ἐστὶν ἢ ὁμοῦ πάντα· εἰ δὲ κατὰ τὴν κοινήν, ἔσται ἡ πλεονεξία ἡ αὐτὴ τῇ κοινῇ ἀδικίᾳ, καὶ κατηγοροῖτο ἂν ὥσπερ ἡ κοινὴ κατὰ πασῶν | |
5 | τῶν ἄλλων, καὶ ῥηθείη ἂν καὶ ἕκαστος τῶν κατὰ τὰς ἄλλας κακίας ἁμαρ‐ τανόντων πλεονέκτης, ὥσπερ καὶ ἄδικος. οὐ λέγεται δὲ ἐκείνων τις πλεο‐ νέκτης ἀλλ’ ἄδικος· ὥστε οὐδὲ κατὰ πάσας ὁμοῦ τὰς κακίας ὁ πλεονέκτης ἀδικεῖ. εἰ δὲ τοῦτο, ἔστιν ἄρα τις ἄδικος καὶ ἀδικία τις ὡς μέρη τινὰ τῶν ὅλων, τοῦ ἀδίκου καὶ τῆς ἀδικίας τῶν παρὰ τὸν νόμον. ἔτι δὲ εἰ ὁ | |
10 | μὲν τοῦ κερδαίνειν ἕνεκα μοιχεύει καὶ προσλαμβάνει. καὶ διὰ τού‐ των τὸ αὐτὸ δείκνυσιν ὅτι ἐστὶν ἡ πλεονεξία ἀδικία ἑτέρα τῆς κοινῆς ἀδικίας. λαμβάνει δὲ δύο μοιχούς, τὸν μὲν μοιχεύοντα οὐ δι’ ἀκο‐ λασίαν οἰκείαν, ἀλλὰ διὰ χρήματα διδόμενα αὐτῷ παρὰ τῆς μοιχευομένης ἀκολάστου οὔσης, τὸν δὲ μοιχεύοντα δι’ ἀκολασίαν καὶ διὰ τοῦτο διδόντα | |
15 | τῇ μοιχευομένῃ καὶ ζημιούμενον, καὶ φησὶ τὸν μὲν ἀναλίσκοντα καὶ ζη‐ μιούμενον δι’ ἀκολασίαν ἀκόλαστον μὲν καὶ παράνομον λέγεσθαι, πλεονέκτην δὲ μή, τὸν δὲ μοιχεύοντα καὶ λαμβάνοντα πλεονέκτην μέν (κερδαίνει γάρ) ἀκόλαστον δ’ οὔ· οὐ γὰρ δι’ ἐπιθυμίαν καὶ ἀκολασίαν, ἀλλὰ διὰ χρημάτων ἔρωτα παρανόμως μίγνυται. ἄλλος ἄρα οὗτος ἄδικος ὁ κερδαίνων καὶ πλεονεκ‐ | |
20 | τῶν, καὶ ἄλλος ἐκεῖνος ἄδικος· εἰ δὲ τοῦτο, δύο ἀδικίαι εἰσίν, ἥ τε πλεονε‐ ξία καὶ ἡ κοινή, ὑφ’ ἣν αἱ ἄλλαι πονηρίαι καὶ ἡ δι’ ἀκολασίαν μοιχεία. ὅτι δ’ οὐδεὶς πλεονεκτεῖ, οὔθ’ ὁ τὴν ἀσπίδα ῥίψας οὔθ’ ὁ ὑβρίσας οὔθ’ ὁ μοιχεύων καὶ ζημιούμενος, ἀλλὰ μόνον παρανομοῦσι καὶ ἀδικοῦσι κατὰ τὴν κοινὴν ἀδικίαν, οὐδεὶς ἀγνοεῖ· τί γὰρ ἐκέρδανεν ὁ τὴν ἀσπίδα ῥίψας ἢ | |
25 | ὁ κακολογήσας ἢ ὁ τῶν ἑαυτοῦ διὰ μοιχείαν ἀποστερούμενος; ἄλλοι ἄρα ἄδικοι οὗτοι καὶ ἄλλος ὁ πλεονεκτῶν καὶ κερδαίνων. | |
27n | Ἔτι περὶ μὲν τἆλλα πάντα ἀδικήματα γίνεται ἡ ἐπανα‐ | |
28n | φορὰ ἐπί τινα μοχθηρίαν. | |
29 | Ὃ λέγει τοιοῦτόν ἐστιν· ἐὰν αἱ μοχθηρίαι καὶ αἱ κακίαι πᾶσαι πρὸς | |
30 | τῷ κοινῷ τῷ τῆς ἀδικίας ὀνόματι καὶ ἰδίῳ τινὶ εἴδει κακίας ὑπάγωνται, οἷον ἡ μοιχεία τῷ τῆς ἀκολασίας εἴδει καὶ ἡ τῶν ὅπλων ἀποβολὴ καὶ ῥῖψις τῷ τῆς δειλίας καὶ ἡ ὕβρις τῷ τῆς χαλεπότητος καὶ αἱ ἄλλαι ὁμοίως, καὶ λέγεται ὁ μοιχὸς καὶ ἀκόλαστος καὶ ἄδικος, εἰ οὖν πᾶσαι αἱ ἄλλαι οὕτως, ὁ δὲ πλεονέκτης μόνῳ τῷ τῆς ἀδικίας κοινῷ ὀνόματι λέγεται, δῆλον | |
35 | ὅτι ἔστι τις ἄλλη μερικὴ ἀδικία ἀνάλογον τῇ δειλίᾳ καὶ τῇ ἀκολασίᾳ, [ἐν] ᾗ | 11 |
12 | ὁ πλεονέκτης ὑπάγεται. καὶ εἴη ἂν ἡ ἀναλογία τοιαύτη ** πρὸς τὴν ἀκολασίαν, ὡς ὁ πλεονέκτης πρὸς τὴν μερικὴν ἀδικίαν, καὶ ὡς ἡ ἀκολασία πρὸς τὴν ἀδικίαν, οὕτως ἡ μερικὴ ἀδικία πρὸς τὴν κοινὴν ἀδικίαν. δῆλον τοίνυν γέγονεν ἤδη ὡς ἔστι τις ἀδικία ἄλλη παρὰ τὴν | |
5 | ὅλην ἀδικίαν ἐν μέρει, συνώνυμος τῇ ὅλῃ ἀδικίᾳ. ἔθος δὲ Ἀριστοτέλει συνώνυμα λέγειν καὶ τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν λεγόμενα, ἃ ὡς ἐν τῷ τρίτῳ τῶν Μετὰ τὰ Φυσικὰ ** μεταξύ ἐστι τῶν τε συνωνύμων καὶ τῶν κυρίως ὁμωνύμων. ὅτι ὁ ὁρισμὸς ἐν τῷ αὐτῷ γένει· ἄμφω γὰρ ἐν τῷ πρὸς ἕτερον. ἀπ’ ἀρχῆς τοῦ παρόντος βιβλίου μέχρι καὶ τοῦδε τὴν ἐν | |
10 | μέρει κακίαν συνώνυμον λέγων τῇ ὅλῃ κακίᾳ ἤτοι τὴν ἐν μέρει ἀδικίαν τῇ ὅλῃ ἀδικίᾳ (εἰσὶ δὲ τῇ ἀληθείᾳ οὐ συνώνυμοι, ἀλλὰ μέσαι τῶν συνωνύμων καὶ ὁμωνύμων), δι’ ὧν παρατίθεται ἐμφαίνει ὡς οὐχ ἁπλῶς συνωνύμους τὰς ἀδικίας ἐκάλει, ἀλλὰ πῇ, οἷά ἐστι τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ἃ τρόπον μέν τινα συνώνυμά ἐστιν, ὡς ἐν τοῖς Μετὰ τὰ Φυσικὰ δέδεικται, τρόπον δέ | |
15 | τινα ὁμώνυμα. καθ’ ὅσον μὲν γὰρ ὁ ὁρισμὸς αὐτῶν, ὡς αὐτός φησιν, ἐν τῷ αὐτῷ γένει ἐστί, κατὰ τοῦτο συνώνυμόν ἐστι· πῶς δὲ ἐν τῷ αὐτῷ γένει καὶ ἐν τίνι γένει, ἐδήλωσεν εἰπὼν ἄμφω γὰρ ἐν τῷ πρὸς ἕτερον, ἥ τε κοινὴ ἀδικία καὶ ἡ κατὰ τὴν πλεονεξίαν, ἣν ἐπὶ μέρους λέγομεν· ἀμ‐ φότεραι γὰρ αἱ ἀδικίαι ἐν τῷ πρὸς ἑτέρους ἁμαρτάνειν τὸ εἶναι ἔχουσι. | |
20 | κατὰ μὲν δὴ τοῦτο συνώνυμοί εἰσι. καθ’ ὅσον δὲ ἡ μὲν ἐν μέρει ἀδικία ἡ κατὰ πλεονεξίαν περὶ τιμήν ἐστι καὶ χρήματα (λέγοι δ’ ἂν τιμὴν καὶ χρήματα τὰ τυχηρὰ τῶν ἀγαθῶν, ἐν οἷς δι’ ἡδονὴν τὴν ἀπὸ τοῦ κέρ‐ δους ἡ πλεονεξία) ἡ δὲ καθόλου ἀδικία περὶ πάντα περὶ ὅσα ὁ νόμιμος καὶ σπουδαῖος, κατὰ δὴ τοῦτο πάλιν ὁμώνυμοί εἰσιν αἱ ἀδικίαι. δύνανται | |
25 | δὲ καὶ συνώνυμοι λέγεσθαι μὴ κατὰ τὸ ἐν τῷ αὐτῷ εἶναι γένει, ἀλλὰ καθ’ ὅσον ἀμφοτέρων ὁ αὐτός πώς ἐστι λόγος καὶ κοινός. ἀμφότεραι γὰρ ἕξεις εἰσὶ πρακτικαί, διαφέρει δὲ ὅτι ἡ μὲν πλεονεξία τῶν αἰσχρῶν ἐστι πρακτική, ἡ δὲ περὶ ὅσα ἐστὶν ὁ σπουδαῖος. εἰπὼν δὲ ἀλλ’ ἡ μὲν πλεονεξία περὶ τιμὴν καὶ χρήματα (σπουδάζει γὰρ ἀεὶ τὸ πλέον ἢ καὶ τὸ πᾶν | |
30 | ἔχειν ὁ πλεονέκτης) ἐπήγαγεν ἢ σωτηρίαν, λέγων σωτηρίαν ἁπλῶς πᾶν ὃ σωστικόν ἐστιν ἡμῶν καὶ εἰς τὸ ζῆν ἢ εὖ ζῆν συντελεῖ. ἐπεὶ δὲ περὶ ἃ ἡ πλεονεξία ἐστὶ πολλά εἰσι καὶ διάφορα κατ’ εἶδος, οὔκ εἰσι δὲ ἑνὶ ὀνόματι περιειλημμένα, ἐπήγαγεν ἢ εἴ τινι ἔχοιμεν ἑνὶ ὀνόματι περιλαβεῖν, δυνάμει λέγων ‘εἴπερ εἶχον ἑνὶ ὀνόματι πάντα δηλῶσαι, περὶ ἅ ἐστιν ἡ | |
35 | πλεονεξία, οὐκ ἂν ἔλεγον τιμήν, χρήματα, σωτηρίαν, ἀλλ’ εἶπον ἂν ὅτι ὁ | |
μὲν πλεονέκτης ἐστὶ περὶ τόδε, ὁ δὲ καθόλου ἄδικος περὶ τόδε· ἐπεὶ δὲ | 12 | |
13 | οὐ κεῖται αὐτοῖς ὄνομά τι κοινόν, ἀνάγκη αὐτὰ λέγειν τοῖς οἰκείοις ὀνό‐ μασιν. οὕτως οὖν δείξας ὅτι ἔστι τις ἐν μέρει ἀδικία ἑτέρα τῆς καθόλου, ἔχων δὲ ἀπὸ ταύτης τῆς ἀποδείξεως ὅτι ἔστι καὶ δικαιοσύνη τις ἑτέρα τῆς καθόλου (εἴρηται γὰρ ὅτι τῶν ἐναντίων ἂν θάτερον λέγηται πλεοναχῶς, καὶ | |
5 | τὸ λοιπὸν ὡς ἐπὶ τὸ πολὺ πλεοναχῶς λέγεται), συμπεραίνεται λέγων ὅτι μὲν οὖν εἰσι δικαιοσύναι πλείους, καὶ ἑτέρα τις παρὰ τὴν ὅλην, δῆλον· ἡ γὰρ κατὰ τὸ ἴσον δικαιοσύνη, ὡς εἴρηται, ἑτέρα τίς ἐστι τῆς ὡς νομι‐ μότητος καὶ καθόλου δικαιοσύνης. ὅτι μὲν οὖν πλείους εἰσὶ δικαιοσύναι, δέδεικται· τίς δὲ τῷ γένει ἡ ὡς ἐν μέρει δικαιοσύνη καὶ ὁποία τις τὸ | |
10 | εἶδος, ληπτέον. ἔστι δὴ οὖν τῷ γένει τέως ἰσότης. ἐπεὶ γὰρ ἄδικον κεῖται τό τε παράνομον καὶ τὸ ἄνισον, δίκαιον δὲ τό τε νόμιμον καὶ ἴσον, κατὰ μὲν τὸ παράνομον ἡ προτέρα ἤτοι ἡ ὅλη ἀδικία ἐστί, κατὰ δὲ τὸ ἄνισον ἡ ὡς μέρος ἀδικία· ὁμοίως δὲ καὶ κατὰ μὲν τὸ νόμιμον ἡ ὅλη δικαιοσύνη, κατὰ δὲ τὸ ἴσον ἡ ὡς μέρος, περὶ ἧς εἰπεῖν πρόκειται. ἐπεὶ δὲ τὸ ἄνισον | |
15 | καὶ τὸ πλεῖον οὐ ταὐτόν, ἐξ ἀναλογίας τινὸς δείκνυσι τὴν διαφορὰν τῆς τε μερικῆς ἀδικίας καὶ τῆς ὅλης ἀδικίας, καὶ τῆς μερικῆς δικαιοσύνης καὶ τῆς ὅλης, δυνάμει λέγων, ὡς τὸ πλέον πρὸς τὸ ἄνισον, οὕτω ἡ μερικὴ δικαιοσύνη πρὸς τὴν ὅλην δικαιοσύνην. ἀμφότεραι γὰρ ἥ τε μερικὴ δικαιοσύνη καὶ τὸ πλέον ὡς μέρος ἐν ὅλοις εἰσίν, ἡ μὲν τῇ δικαιοσύνῃ, τὸ δὲ πλέον | |
20 | τῷ ἀνίσῳ. ὅτι δὲ τὸ πλέον μέρος ἐστὶ τοῦ ἀνίσου, δείκνυσι λέγων τὸ μὲν γὰρ πλέον ἄνισον, ὡς καὶ ὁ ἄνθρωπος ζῷον, οὐ μὴν τὸ ἄνισον πλέον, ὥσπερ οὐδὲ τὸ ζῷον ἄνθρωπος. ἔστι γὰρ ἄνισον καὶ τὸ ἔλαττον, καὶ κατηγορεῖται τὸ ἄνισον κατὰ ἀμφοτέρων, τοῦ τε πλείονος καὶ τοῦ ἐλάττονος. εἰπὼν δὲ ὅτι τὸ πλέον ἅπαν ἄνισόν ἐστιν, οὐ μὴν καὶ τὸ ἄνισον | |
25 | πᾶν πλέον (τὸ γὰρ ἔλαττον, ὡς εἴρηται, ἄνισον ὂν οὐκ ἔστι πλέον) ἐπήγαγε καὶ τὸ ἄδικον καὶ ἡ δικαιοσύνη οὐ ταὐτά, τουτέστι τὸ μερικὸν ἄδικον καὶ δίκαιον καὶ ἡ μερικὴ ἀδικία καὶ δικαιοσύνη οὐ ταὐτὰ ἐκείνοις, τοῖς ὅλοις δηλονότι, ἀλλ’ ἕτερα ἐκείνων ὃν τρόπον καὶ τὸ μέρος τοῦ ὅλου. σαφῆ δὲ τὰ ἑξῆς διὰ τὸ πολλάκις εἰρῆσθαι περὶ αὐτῶν. | |
30n | Σχεδὸν γὰρ τὰ πολλὰ τῶν νομίμων τὰ ἀπὸ τῆς ὅλης | |
31n | ἀρετῆς προσταττόμενά ἐστι. | |
32 | Εἰπὼν ὅτι τὰ πολλὰ τῶν νομίμων τὰ ἀπὸ τῆς ὅλης ἀρετῆς προσταττόμενά εἰσι (καθ’ ἑκάστην γὰρ ἀρετὴν προστάττει ζῆν· προστάττει γὰρ ὁ νόμος καὶ τὰ τῆς ἀνδρίας πράττειν τοὺς πολίτας καὶ τὰ τῆς | |
35 | σωφροσύνης καὶ τὰ τῆς φρονήσεως· ὁμοίως κωλύει ποιεῖν τὰ τῶν ἐναντίων | 13 |
14 | ταῖς ἀρεταῖς μοχθηριῶν. ταῦτα δὲ λέγει ὡς δεικτικὰ τοῦ τὴν ὡς νομιμότητα δικαιοσύνην πασῶν τῶν ἀρετῶν εἶναι χρῆσιν πρὸς ἄλλους, καὶ διὰ τοῦτο τελείαν καὶ ὅλην ἀρετήν), εἰπὼν δὴ ὅτι τὰ πολλὰ τῶν νομίμων σχεδὸν τὰ ἀπὸ τῆς ὅλης ἀρετῆς προσταττόμενά εἰσιν, ἐπάγει ὡς ἐξηγητικὸν τοῦ σχεδὸν τὸ | |
5 | τὰ δὲ ποιητικὰ τῆς ὅλης ἀρετῆς ἐστι τῶν νομίμων ὅσα νενο‐ μοθέτηται περὶ παιδείαν τὴν πρὸς τὸ κοινόν. ἔστι γάρ τινα τῶν νομίμων (καὶ τίνα ταῦτα, λέγει ἐν ταῖς Πολιτείαις) ἔστι δ’ οὖν τινα τῶν νομίμων ἃ οὐ περὶ τοῦ πῶς δεῖ ζῆν διορίζεται, ἀλλὰ 〈περὶ〉 τοῦ πῶς ἂν ἀγαθοὶ καὶ σπουδαῖοι καὶ ἐνάρετοι γένοιντο οἱ πολῖται εἰσηγοῦνται. ὁ γὰρ | |
10 | ἔμφρων νομοθέτης οὐ μόνον περὶ τούτων νομοθετεῖ καθ’ ἃ ζῆν δεῖ τοὺς τῆς αὐτῆς πολιτείας μετέχοντας, οἷον περὶ οἰκοδόμων, περὶ ὑφαντῶν, περὶ ἁπλῶς πάντων τεχνιτῶν, ἀλλὰ καὶ περὶ γεωργῶν καὶ στρατιωτῶν, καὶ ἐμπόρων, καὶ ἄλλων πολλῶν, δι’ ὧν αἱ πολιτεῖαι συνίστανται, οὐ μόνον δὴ περὶ τούτων νομοθετεῖ, ἀλλὰ πολὺ δὴ πρότερον περὶ τῆς παιδείας τῶν | |
15 | μελλόντων ἔσεσθαι ἀγαθῶν τε καὶ νομίμων πολιτῶν προαγορεύει ἅπερ ἐστὶ ποιητικὰ τῆς ὅλης καὶ κοινῆς καὶ τελείας ἀρετῆς. ἑκάστην δὲ παιδείαν τοὺς πολίτας παιδεύει κατὰ τὴν πρὸς τὸ κοινὸν ἀναφοράν· ἃ γὰρ τῷ κοινῷ καὶ τῇ καθεστηκυίᾳ πολιτείᾳ συμφέρει, ταῦτα ὁ νομοθέτης ἀξιοῖ παιδεύεσθαι τοὺς μέλλοντας ἔσεσθαι ἀγαθοὺς πολίτας ταῦτα δὲ τὰ τοὺς ἀγαθοὺς πολίτας | |
20 | ποιοῦντά ἐστι καὶ ποιητικὰ τῆς ὅλης ἀρετῆς, καὶ τῆς τοιαύτης ἤτοι τῆς ὅλης δικαιοσύνης. εἰπὼν δὲ ὅτι τὰ ποιητικὰ τῆς ὅλης ἀρετῆς τῶν νομίμων ἐστὶν ὅσα νενομοθέτηται περὶ παιδείας τῆς πρὸς τοὺς πολίτας ἐπάγει λέγων περὶ δὲ τῆς καθ’ ἕκαστα παιδείας, καθ’ ἣν ἁπλῶς ἀνὴρ ἀγαθός ἐστιν, ὕστερον διοριστέον, καὶ τοῦτο ποιήσει ἐν ταῖς Πολιτείαις. οὐ γὰρ ὁ | |
25 | ἀγαθὸς ἀνὴρ ἤδη καὶ πολίτης ἀγαθός. ἐν μὲν γὰρ ταῖς ἀγαθαῖς καὶ καλῶς ἐχούσαις πολιτείαις ὁ ἀγαθὸς ἀνὴρ καὶ πολίτης ἀγαθός ἐστιν, ἐν δὲ ταῖς μοχθηραῖς καὶ κακῶς ἐχούσαις οὔτε ὁ ἀγαθὸς ἀνὴρ καὶ ἀγαθὸς πολίτης ἐστὶν οὔτε ὁ ἐν ἐκείναις ἀγαθὸς πολίτης ἀγαθός ἐστιν ἀνήρ. τῆς μὲν γὰρ ἀγαθῆς καὶ καλῶς ἐχούσης πολιτείας καὶ ὁ πολίτης ἀγαθός· ἐπεὶ γὰρ οὐχ | |
30 | ἁπλῶς ἀγαθόν, ἀλλὰ πολίτην ἀγαθὸν ἐκεῖνον λέγομεν τὸν πάντα τρόπον ποιοῦντα τὰ εἰς σωτηρίαν τῆς πολιτείας συντελοῦντα, δῆλον ὅτι τὰ εἰς σύστασιν καὶ διαμονὴν καὶ σωτηρίαν τῆς ἀγαθῆς πόλεως σπεύδων ποιεῖν καὶ ἀγαθός ἐστιν ἁπλῶς καὶ πολίτης ἀγαθός· ὁ δὲ τὰ εἰς σύστασιν μοχθηρᾶς καὶ παντοίως φαύλως ἐχούσης πολιτείας σπουδάζων πολίτης μὲν ἀγαθός | |
35 | ἐστιν, ἁπλῶς δ’ ἀγαθὸς οὐκ ἔστιν. οὐ γὰρ διασώζεσθαι ἔσπευδε μοχθηρὰν πολιτείαν, εἰ ἀγαθὸς ἁπλῶς ἦν· οὐδεὶς γὰρ φιλεῖ ἀγαθὸς καὶ μένειν βούλεται | |
τὰ φαῦλα. ὥστε ὁ ἁπλῶς ἀγαθὸς ἐν φαύλῃ πολιτείᾳ πολίτης ἀγαθὸς οὐκ | 14 | |
15 | ἔστι, καταφρονῶν αὐτῆς καὶ μὴ κατ’ αὐτὴν πολιτευόμενος. εἰ δὲ τοῦτο, οὐκ ἀεὶ ὁ αὐτὸς καὶ εἷς ἀγαθός ἐστι καὶ πολίτης ἀγαθός, ἀλλά ποτε, ἐν τῇ καλῶς δηλονότι ἐχούσῃ πολιτείᾳ. διὰ τοῦτο καὶ αὐτὸς οὕτως εἶπεν· | |
4n | Οὐ γὰρ ἴσως ταὐτὸν ἀνδρί τε ἀγαθῷ εἶναι καὶ πολίτῃ | |
5n | παντί. τῆς δὲ κατὰ μέρος δικαιοσύνης καὶ τοῦ κατ’ αὐτὴν δι‐ | |
6n | καίου ἓν μέν ἐστιν εἶδος. | |
7 | Μέλλων λέγειν περὶ τῆς κατὰ μέρος δικαιοσύνης διαιρεῖ αὐτὴν εἰς δύο. εἴτε δὲ μέρη αὐτῆς δεῖ λέγειν εἰς ἃ διαιρεῖται, εἴτε εἴδη, νῦν οὐ πρόκειται σκοπεῖν· τὴν δ’ οὖν τοιαύτην διελὼν εἰς δύο λέγει περὶ ἑκατέρου ὁποῖόν | |
10 | τί ἐστι. μαθόντες γὰρ τὰ μέρη ἔχομεν καὶ τὸ ὅλον ὁποῖόν τί ἐστιν, εἴπερ τὸ ὅλον ἢ τὸ γένος μηδέν τί ἐστι παρὰ τὰ μέρη ἢ τὰ εἴδη. λέγει τοίνυν ὅτι ταύτης ἓν μέν ἐστιν εἶδος τὸ ἐν ταῖς διανομαῖς, τὰ δὲ διανεμόμενα καὶ μεριζόμενα παρὰ τοῦ δικαίου πρός τινας ἢ τιμαί εἰσιν, οἷον ἀξιώματα, στέφανοι, ἀνδριάντων ἀναστηλώσεις καὶ τοιαῦθ’ ἕτερα, ἢ χρήματα. ἐν δὲ | |
15 | τοῖς χρήμασίν ἐστι καὶ τὰ νομίσματα ἢ γῆ ἢ ἄμπελοι ἢ οἰκόπεδα ἢ ὅσα νέμονται τοῖς κοινωνοῦσι τῆς πολιτείας, οἷον βασιλείας ἢ ἀριστοκρατίας ἢ τιμοκρατίας ἢ δημοκρατίας· ἐν τούτοις γὰρ ἐνδέχεταί τινας πλέον ἔχειν τῆς ἀξίας αὐτῶν ἢ ἔλαττον, ἃ τῆς τοῦ ἀδίκου μοίρας ἐστί, τινὰς δὲ τὸ κατ’ ἀξίαν καὶ ἴσον, ὅπερ ἐστὶ τῆς δικαιοσύνης. καὶ ἔστι τοῦτο τὸ διανεμητικὸν | |
20 | δίκαιον κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν. ἓν μὲν οὖν εἶδος τῆς ἐν μέρει δικαιοσύνης τοῦτο, ἕτερον δὲ τὸ ἐπανορθωτικόν, ὃ ὁρῶμεν καθ’ ἑκάστην τοὺς δικαστὰς ποιοῦντας· τὰς γὰρ γινομένας ἐν τοῖς συναλλάγμασιν ἀνισότητας καὶ ἀδικίας πειρῶνται ἰσάζειν, καὶ γίνεται τοῦτο κατὰ τὴν ἀριθμητικὴν ἀνα‐ λογίαν. ἐπεὶ δὲ τὰ τοιαῦτα εἴδη κατὰ τὰς ἀναλογίας ταύτας γίνονται, ῥη‐ | |
25 | τέον πρότερον τίνες εἰσὶν αὗται καὶ πῇ διαφέρουσιν ἀλλήλων, εἶθ’ οὕτω τὴν Ἀριστοτέλους λέξιν μετιτέον. καὶ πρῶτον ῥητέον, τίς ἐστιν ἡ ἀριθμητικὴ ἀναλογία. ἔστι δὲ ἀριθμητικὴ ἀναλογία, ὅταν τριῶν ἢ καὶ πλειόνων ὅρων ἐφεξῆς κειμένων ἡ μὲν πρὸς ἀλλήλους διαφορὰ κατὰ τὸ ποσὸν ἡ αὐτὴ ὑπάρχῃ, τουτέστιν ἐν ἰσότητι, κατὰ δὲ τὸν λόγον καὶ τὴν τῶν λόγων | |
30 | ποιότητα μὴ 〈ἡ〉 αὐτὴ ἀλλ’ ἑτέρα. οἷον ἔστωσαν ὅροι ὁ ὀκτώ, ὁ ἑπτά, ὁ ἕξ, ἢ ὁ δ, ὁ γ, ὁ β. ἐν τούτοις ὅσον ὑπερέχει ὁ ὀκτὼ τοῦ ἑπτά, τοσοῦτον καὶ ὁ ἑπτὰ τοῦ ἕξ· μονάδι γὰρ ἑκάτερος ἑκατέρου. ὁμοίως καὶ ὅσον ὁ τέσσαρα τοῦ τρία, τοσοῦτον καὶ οὗτος τοῦ δύο· ἐν μονάδι γοῦν καὶ τούτων ἡ πρὸς ἀλλήλους διαφορά· ἐν ἰσότητι ἄρα τῇ κατὰ τὸ ποσόν. καὶ μετέχουσιν | |
35 | ἐν ταῖς πρὸς ἀλλήλους διαφοραῖς ποσοῦ μὲν ἴσου, ποιοῦ δὲ οὐδαμῶς. ὁ | 15 |
16 | γὰρ τέταρτος πρὸς τὸν τρίτον τὸν τοῦ ἐπιτρίτου λόγον ἔχει· περιέχει γὰρ ὁ δ τὸν τρία καὶ τὸ τρίτον αὐτοῦ τὴν μονάδα· ὁ δὲ τρίτος πρὸς τὸν β τὸν τοῦ ἡμιολίου· ἔχει γὰρ ὁ τρίτος ἐν ἑαυτῷ τὸν δύο καὶ τὸ ἥμισυ του δύο τὴν μονάδα. ὥστε ἡ πρὸς ἀλλήλους τούτων διαφορὰ τῷ μὲν ποσῷ καὶ τῇ | |
5 | ἰσότητι ἡ αὐτή ἐστι, τῷ δὲ λόγῳ καὶ τῇ ποιότητι ἑτέρα· ἄλλος γὰρ λόγος ὁ ἐπίτριτος καὶ ἄλλος ὁ ἡμιόλιος. πάλιν ἔστωσαν ὁ ὀκτώ, ὁ ἕξ, ὁ τέσσαρα, καὶ ἐν τούτοις ἡ μὲν κατὰ τὸ ποσὸν διαφορὰ ἡ αὐτή· δυάδι γὰρ ὁ ὀκτὼ τοῦ ἓξ καὶ ὁ ἓξ τοῦ τέσσαρα διαφέρουσιν· ἡ δὲ κατὰ τὸ ποιὸν καὶ τὸν λόγον οὐχ ἡ αὐτή, ἀλλ’ ἔστιν ὁ μὲν ὀκτὼ τοῦ ἓξ ἐπίτριτος, ὁ δὲ ἓξ τοῦ | |
10 | δ ἡμιόλιος. ἀναλογία οὖν ἀριθμητική ἐστιν ἡ ποσοῦ μὲν ἴσου ἐν ταῖς διαφοραῖς, ποιοῦ δὲ μὴ ἴσου ἢ μὴ ὁμοίου μετέχουσα. ἐπειδὴ δὲ καὶ συνημμένης καὶ διεζευγμένης ἀναλογίας μεμνῆσθαι μέλλει ὁ Ἀριστοτέλης, ῥητέον καὶ περὶ τούτων, τίνες εἰσὶν αὗται. ὅταν μὲν γὰρ ὁ αὐτὸς καὶ εἷς ὅρος πρόλογός τε καὶ ὑπόλογος πρὸς τοὺς ἄκρους ὑπακούοι, τουτέστι δὶς ὁ | |
15 | αὐτὸς καὶ εἷς λέγοιτο, συνημμένη ἡ τοιαύτη ἀναλογία λέγεται, ὡς ἔχει ἐπὶ τῶν ἐκκειμένων ὅρων· δὶς γὰρ ὁ αὐτὸς λέγεται. φαμὲν γὰρ ὅσον ὁ δ τοῦ γ ὑπερέχει, τοσοῦτον καὶ ὁ γ τοῦ β· δὶς ἄρα ὁ τρίτος εἴρηται. καὶ πάλιν ὅσον ὁ ὀκτὼ τοῦ ἓξ ὑπερέχει, τοσοῦτον καὶ ὁ ἓξ τοῦ δ· δὶς κἀνταῦθα ὁ ἓξ ἐρρήθη. ἢ καὶ οὕτω· ᾧ ὑπερέχει ὁ ὀκτὼ τοῦ ἕξ, τούτῳ καὶ ὁ ἓξ τοῦ | |
20 | δ. ἡ μὲν οὖν συνημμένη ἀναλογία αὕτη, ἡ δὲ διεζευγμένη ἥδε· ᾧ ὑπερέχει ὁ η τοῦ ϛ, τούτῳ καὶ ὁ δ τοῦ β· ἐν τούτοις γὰρ ἅπαξ ὁ ϛ εἴρηται, ὁμοίως καὶ ὁ δ. γεωμετρικὴ δὲ ἀναλογία, ἣ καὶ κυρίως ἀναλογία ἐστὶ καὶ λέγεται, ἐστὶν ὅταν τριῶν ἢ καὶ πλειόνων ὅρων ὡς ἔχει ὁ μέγιστος κατὰ τὸ ποιὸν πρὸς τὸν μέσον ἢ τὸν ἐφεξῆς, οὕτω καὶ ὁ μέσος ἢ ὁ ἐφεξῆς πρὸς | |
25 | τὸν ὑπ’ αὐτόν. ὅταν τοίνυν τῇ μὲν ποιότητι διαφέρωσι τῇ αὐτῇ, τῇ δὲ ποσότητι μὴ τῇ αὐτῇ, ἡ τοιαύτη ἀναλογία γεωμετρικὴ καλεῖται. ἔστωσαν ὅροι ὁ θ, ὁ ϛ, ὁ δ· ἐν τούτοις γὰρ ὡς ὁ πρῶτος ὁ θ πρὸς τὸν ὑπ’ αὐτὸν τὸν ϛ, οὕτως ὁ ϛ ὁ δεύτερος πρὸς τὸν τρίτον τὸν δ· ἐν τῷ αὐτῷ γὰρ λόγῳ· ἡμιόλιος γὰρ καὶ ὁ θ τοῦ ϛ καὶ ὁ ϛ τοῦ δ. καὶ ἔστιν ὁ μὲν λόγος | |
30 | ὁ αὐτός, οὐ μὴν ἡ μεταξὺ ποσότης ἴση ἐστὶν ἀλλ’ ἄνισος· ἔστι γὰρ μεταξὺ τοῦ μὲν θ καὶ ϛ ὁ γ, τοῦ δὲ ϛ καὶ δ ὁ β. πάλιν ἔστωσαν ὅροι ὁ ιϛ, ὁ ιβ, ὁ θ· κἀνταῦθα ὡς ὁ ιϛ πρὸς τὸν ὑπ’ αὐτὸν ιβ, οὕτω καὶ ὁ ιβ πρὸς τὸν θ· ἐν ἐπιτρίτῳ γὰρ λόγῳ. ἔχει γὰρ ὁ ιϛ τὸν ιβ καὶ τὸ τρίτον τοῦ ιβ τὰ δ, ὁμοίως καὶ ὁ ιβ τὸν θ καὶ τὸ τρίτον τοῦ θ τὰ γ. κἀν τούτοις | |
35 | ἡ τῶν λόγων ποιότης [καὶ ταυτότης] ἡ αὐτή, ἡ δὲ μεταξὺ τῶν ὅρων ποσότης ἑτέρα· ὁ μὲν γὰρ ιϛ τοῦ ιβ τετράδι διαφέρει, ὁ δὲ ιβ τοῦ θ τριάδι. ἔστι δὲ ἡ ἀναλογία αὕτη συνημμένη· δὶς γὰρ ὁ ιβ λαμβάνεται. διεζευγμένη δὲ ἥδε· ὡς ὁ ιϛ πρὸς τὸν η, ὁ δ πρὸς τὸν β ἐν διπλασίονι λόγῳ, καὶ ὁ αὐτὸς λόγος, οὐχ ἡ αὐτὴ δὲ ποσότης. τούτων οὕτω προειλημμένων ἐπὶ | |
40 | τὰ ἑξῆς τῶν Ἀριστοτέλους ἰτέον. | 16 |
17(1n) | Ἓν δὲ τὸ ἐν τοῖς συναλλάγμασιν διορθωτικόν. τούτου | |
2n | δὲ μέρη δύο. | |
3 | Τοῦ ἐν τοῖς συναλλάγμασι διορθωτικοῦ δύο, φησίν, εἰσὶ μέρη. τῶν γὰρ συναλλαγμάτων, φησί, τὰ μὲν ἑκούσια τὰ δ’ ἀκούσια. ὅταν | |
5 | μὲν γὰρ δοίη τις σῖτον καὶ λάβοι οἶνον ἢ νόμισμα, ἢ δανείσῃ ἑκὼν ἢ ἐγγυή‐ σηται, ἑκούσια τὰ τοιαῦτα συναλλάγματα. καὶ γὰρ καὶ ὁ δανείζων καὶ [ὁ] λαμβάνων ἐγγυητὴν ἀνταλλαγὴν εἰργάσατο (ἔλαβε γὰρ ἀντὶ τῶν νομισμάτων τρόπον τινὰ τὴν ἐγγύην) καὶ ὁ πρὸς ἡμέρας τινὰς δοὺς τὸν οἰκεῖον βοῦν εἰς ἐργασίαν γῆς τινι καὶ λαβὼν ἀντὶ τούτου νόμισμα ἢ σῖτον ἢ καὶ ἵππον, | |
10 | χρῄζων δι’ αὐτοῦ ἀπελθεῖν που συνάλλαγμα πεποίηκε, καὶ ὁ παρακαταθέμενος πρός τινα ἀντηλλάξατο· ἔλαβε γὰρ τρόπον τινὰ ἀντὶ τῆς παρακαταθήκης τὴν τοῦ ἀνδρὸς χρηστότητα. ὅταν οὖν ἐπὶ τούτων ὁ ἐξωνησάμενος τὶ μὲν τοῦ τιμήματος δοίη, τὶ δὲ δοῦναι φήσει, μὴ διδοῖ δέ, ὅπερ οὐδέν ἐστιν ἄλλο ἢ ἀδικεῖν, τοῦ ἐπανορθωτικοῦ δεόμεθα δικαίου· τοῦτο καὶ ἐπὶ τῆς | |
15 | παρακαταθήκης καὶ τῶν λοιπῶν. ἑκούσια δὲ λέγονται τὰ συναλλάγματα ταῦτα οὐ διὰ τὰ ὕστερον ἀποβαίνοντα, ἀλλ’ ὅτι τὴν ἀρχὴν ἑκουσίως γεγό‐ νασιν. ἑκούσια μὲν ταῦτα, ἀκούσια δέ, ὡς εἴρηκεν ἐν τῷ τρίτῳ τῆς παρούσης πραγματείας, τά τε ἀγνοούμενα καὶ τὰ βίᾳ· ἀγνοούμενα δὲ κλοπὴ καὶ τὰ λοιπὰ ἃ καταλέγει. ἀλλὰ πῶς συναλλάγματα ταῦτα λέγεται; ἢ ὅτι ὁ κλέψας | |
20 | ἀντὶ τῶν κλεμμάτων ὁτὲ μὲν δίδωσιν ἕτερά τινα, ὁτὲ δὲ μαστιγοῦται, καὶ γέγονε τρόπον τινὰ δόσις καὶ λῆψις, ὅ ἐστι τὸ συναλλάσσειν. λαβὼν γὰρ χρήματα ἤ τι ἄλλο ὁ κλέψας δέδωκεν ἀντ’ ἐκείνων εὐθύνας· ὁμοίως καὶ ὁ μοιχεύσας ἢ χρήματα δέδωκεν ἢ δεινόν τι πέπονθε, καὶ ὁ διὰ φαρμακο‐ δοσίας ἀνελών τινα ἐπίσης τούτοις ὅμοιόν τι πέπονθεν. ὁμοίως καὶ ὁ δοῦλον | |
25 | ἀπατήσας καὶ ὁ φονεύσας ἀντάλλαγμα δίδωσι. προαγωγὸς δὲ κυρίως λέγεται ὁ τὴν ἑαυτοῦ γυναῖκα μοιχᾶσθαι προτρεπόμενος· νῦν δὲ προαγωγίαν οὐ ταύτην ὁ Ἀριστοτέλης φησί, ἀλλὰ τὴν 〈δι’〉 ἄγνοιαν τοῦ οἰκείου ἀνδρὸς μοιχείαν τῆς μοιχευομένης. τῆς οὖν τοιαύτης μοιχείας λαθραίας οὔσης, ἐπειδὰν γνωσθῇ, διόρθωσις γίνεται καὶ τὸ διορθωτικὸν δίκαιον. εἰπὼν δὲ | |
30 | τίνα εἰσὶ τὰ δι’ ἄγνοιαν ἀκούσια, λέγει καὶ τίνα τὰ βίᾳ, ὅτι αἰκίαι, θάνατοι, δεσμοί, καὶ ἔστι καὶ ἐπὶ τούτων τὸ ἐπανορθωτικόν· λαμβάνει γὰρ ὁ μαστιγω‐ θεὶς ἢ δεσμευθείς τι ἀνθ’ ὧν βίᾳ πέπονθεν. ἀλλὰ καὶ ὁ φονευθεὶς ἔλαβε τρόπον τινά· ἃ γὰρ ἡ γυνὴ ἢ οἱ συγγενεῖς τοῦ φονευθέντος ἔλαβον, τρόπον | |
τινὰ ἐκείνῳ δέδοται. | 17 | |
18(1n) | Ἐπεὶ δ’ ὅ τε ἄδικος ἄνισος καὶ τὸ ἄδικον ἄνισον, δῆλον | |
2n | ὅτι καὶ μέσον τί ἐστι τοῦ ἀνίσου. | |
3 | Διὰ τούτων δείκνυσιν ὅτι τὸ δίκαιον μέσον καὶ ἡ δικαιοσύνη μεσότης, ὅπερ ἐστὶν ἴδιον τῆς ἀρετῆς. εἴρηται πολλάκις καὶ δέδεικται ὅτι αἱ ἀρεταὶ | |
5 | μεσότητές εἰσιν. εἰ γὰρ τὸ ἄδικον ἄνισον, δῆλον ὅτι τὸ δίκαιον ἴσον διὰ τοῦ λέγοντος τόπου, εἰ τὸ ἐναντίον ὑπάρξει τῷ ἐναντίῳ, καὶ τὸ λοιπὸν τῷ λοιπῷ. ἐπεὶ γὰρ ἀντίκειται τὸ ἴσον τῷ ἀνίσῳ καὶ τὸ δίκαιον τῷ ἀδίκῳ, ὑπάρχει δὲ τὸ ἄνισον τῷ ἀδίκῳ, τὸ ἴσον ὑπάρξει τῷ δικαίῳ, καὶ ἔσται ἐξ ἀνάγκης τὸ δίκαιον ἴσον. ἔσται οὖν τὸ δίκαιον μέσον τοῦ πλείονος καὶ ἐλάττονος. | |
10 | ὃ καὶ ἄνευ λόγου δοκεῖ πᾶσι, λέγων λέγον τὸν λέγοντα τόπον δύο ἀντι‐ θέσεων οὐσῶν, εἰ τὸ ἓν τῶν ἀντικειμένων ἐν τῷ ἑνὶ τῶν ἀντικειμένων ἐστί, καὶ τὸ λοιπὸν ὑπὸ τὸ λοιπὸν ἔσται· καὶ εἴρηται πῶς. ἔστι δὲ τὸ ἴσον ἐν ἐλαχίστοις δυσίν. ἐπεὶ τὸ ἴσον τῶν πρός τι, τῶν πρός τι δὲ τὸ εἶναί ἐστιν ἐν τῷ πρός τί πως ἔχειν, καὶ τῷ ἴσῳ ἄρα τὸ εἶναί ἐστιν ἐν τῷ πρός | |
15 | τί πως ἔχειν, ἤτοι πρὸς ἴσον· τὸ γὰρ ἴσον ἴσῳ ἴσον. συλλογιστέον δὴ οὕτως· τὸ ἴσον πρός τι, τὸ πρός τι ἐν δυσί, τὸ ἴσον ἐν δυσίν. ὅτι δὲ τὸ πρός τι ἐν δυσί, δῆλον· τὸ γὰρ διπλάσιον ἡμίσεος καὶ ὁ πατὴρ υἱοῦ. καὶ τὸ ἴσον ἄρα ἐκείνῳ ἴσον, πρὸς ὃ λέγεται ἴσον. καὶ ἐπεὶ τὸ δίκαιον ἴσον, τὸ δ’ ἴσον ἐν δυσί, καὶ τὸ δίκαιον ἐν δυσί, τῷ νεμομένῳ πράγματι καὶ τῷ πρὸς | |
20 | ὃν ἡ νομή· καὶ ἔσται ὡς μὲν ἁπλῶς ἴσον ἐν δυσί (τὸ γὰρ ἴσον, ὡς εἴρηται, ἴσῳ ἴσον), ὡς δὲ δίκαιον ἐν τέτρασι, τοῖς τε λαμβάνουσι καὶ τοῖς διανεμο‐ μένοις χρήμασιν ἢ τιμαῖς. κἂν γὰρ πλείους ὦσιν οἱ λαμβάνοντες οἷον ν ἢ ρ, ὡς β θεωροῦνται· ἢ γὰρ ὡς ἴσοι, τὸ δὲ ἴσον ἐν δυσίν, ἢ ὡς ἄνισοι, καὶ τοῦτο ὡς β· καθ’ ὑπεροχὴν γὰρ καὶ ἔλλειψιν. εἰπὼν δὲ τὸ ἴσον ἐν | |
25 | ἐλαχίστοις ἐστὶ δυσίν, ἐπάγει ἀνάγκη δὴ τὸ δίκαιον καὶ μέσον εἶναι καὶ ἴσον καὶ τισὶ καὶ πρός τινας. καὶ διὰ τί τούτων ἕκαστόν ἐστι τὸ δίκαιον λέγει. μέσον μὲν γάρ ἐστι διὰ τὸ τὸ πλέον καὶ τὸ ἔλαττον παρ’ ἑκά‐ τερα αὐτοῦ κεῖσθαι, καὶ ᾗ μὲν μέσον, δύο τινῶν ἐστι μέσον· ᾗ δὲ ἴσον, ἐν δυσὶ τῷ νεμομένῳ καὶ μεριζομένῳ πράγματι καὶ τῷ πρὸς ὃν νέμεται | |
30 | ἀνθρώπῳ· ᾗ δὲ δίκαιον, τισὶ καὶ πρός τινας. τὸ δὲ τισὶ καὶ πρός τινας ἐκ παραλλήλου κεῖται ταὐτὸν σημαῖνον· πρὸς ἄλλους γὰρ τὸ δίκαιον καὶ ἡ δικαιοσύνη, ὡς εἴρηται, δύναται, τὸ δὲ ᾗ δὲ ἴσον, ἐν δυσὶ δύο λέγει τά τε διανεμόμενα πράγματα καὶ πάλιν τοὺς πρὸς οὓς διανέμονται. ἢ γὰρ ὅδε καὶ ὅδε πρὸς οὓς δίδονται ** οἷον εἰ τύχοι τὰ νομίσματα ἢ τὰ | |
35 | οἰκόπεδα ἢ γῆ, οἷον ε καὶ ε νομίσματα ἢ πενταμέδιμνος καὶ πενταμέδιμνος | 18 |
19 | γῆ. λέγει γὰρ ἐν ταῖς Πολιτείαις καὶ τοιαύτην ἰσότητα, λέγει καὶ τὴν εἰρημένην· τὸ γὰρ κατ’ ἀξίαν διδόμενόν τινι ἴσον ἐκείνῳ ἐστίν. ἐπεὶ γὰρ ἴσα ἐστὶ κατὰ τοὺς γεωμέτρας τὰ προσαρμόζοντα καὶ μήθ’ ὑπερέχοντα μήτ’ ἐλλείποντα, εἰ ἔστιν ὁ Ἀχιλλεὺς διπλασίων τοῦ Αἴαντος, δοθῇ δὲ τῷ μὲν | |
5 | Ἀχιλλεῖ νομίσματα η, τῷ δ’ Αἴαντι δ, τὰ κατ’ ἀξίαν λαβὼν ἕκαστος τὸ ἴσον ἑαυτῷ ἔλαβε· κείσθω γὰρ τὸν Ἀχιλλέα μήτε πλείω τῶν η μήτε ἐλάττω λαβεῖν ἄξιον εἶναι, ὁμοίως καὶ τὸν Αἴαντα. | |
8n | Ἀνάγκη ἄρα τὸ δίκαιον ἐν ἐλαχίστοις εἶναι τέτρασιν. | |
9 | Ἐπεὶ γὰρ ἡ διανομὴ πρὸς τοὺς κοινωνοῦντας τῆς αὐτῆς πολιτείας | |
10 | γίνεται, ἀνάγκη τὸ δίκαιον ἐν ἐλαχίστοις τέτρασιν εἶναι. ἢ γὰρ ἴσοι εἰσὶν οἱ γεωργοὶ τοῖς στρατιώταις καὶ πάλιν ἡ βουλὴ τῷ δήμῳ, καὶ εἰσὶ κἀκεῖνοι δύο καὶ οὗτοι δύο, ἢ κρείττους οἱ γεωργοὶ ὡς πλείω ὠφελοῦντες τὴν πόλιν, χείρους δὲ οἱ στρατιῶται ὡς ἥττω, καὶ πάλιν δύο εἰσὶν ὡς κρείττονες καὶ χείρονες· ὁμοίως καὶ ἐπὶ τῆς βουλῆς καὶ τοῦ δήμου. ὁμοίως καὶ τὰ διδόμενα | |
15 | τοῖς γεωργοῖς ἢ ἴσα ἐστὶ τοῖς διδομένοις πρὸς τοὺς στρατιώτας, καί εἰσι δύο, ἢ τὰ μὲν πλείω τὰ δ’ ἐλάττω, καὶ οὕτως πάλιν δύο εἰσίν. ἐπεὶ οὖν οἷς ἀνθρώποις δίκαιον τυγχάνει τὰ χρήματα δοθῆναι δύο εἰσὶ καὶ τὰ διδόμενα δύο, ἀνάγκη τὸ δίκαιον ἐν τέτρασιν εἶναι, ἀνθρώποις μὲν δυσὶν ἢ τῷ ἀριθμῷ ἢ τῷ εἴδει καὶ πράγμασιν ὡσαύτως δυσίν. τὰ μὲν οὖν λεγόμενα ταῦτ’ ἐστί· | |
20 | τὴν δὲ λέξιν τὴν καὶ ἐν οἷς τὰ πράγματα, δύο, ὑπερβατῶς ἀναγνωστέον· καὶ τὰ πράγματα ἐν οἷς, δύο. ἦν δ’ ἂν σαφεστέρα, εἰ ἀντὶ δοτικῆς πτώσεως τῶν πληθυντικῶν κατὰ γενικὴν τῶν πληθυντικῶν ἦν γεγραμμένη. ἔστι δὲ ὃ λέγει· καὶ τὰ πράγματα οἷς τουτέστιν ὧν ἡ διανομή, δύο ἐστί, καὶ τὴν αὐτὴν ἰσότητα καὶ τὸ αὐτὸ πρέπον ἔχουσι καὶ οἱ ἄνθρωποι καὶ τὰ πράγματα. | |
25 | τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ οἷς καὶ ἐν οἷς, λέγων οἷς τοὺς ἀνθρώπους, ἐν οἷς δὲ τὰ πράγματα. ὡς γὰρ οἱ ἄνθρωποι ἔχουσι πρὸς ἀλλήλους, καὶ τὰ σφίσι διδόμενα ἕξει, καὶ ὡς αὐτά, οὕτω κἀκεῖνοι. ὡς γὰρ ἐκεῖνα ἔχει τὰ ἐν οἷς, ἤτοι ὡς γὰρ οἱ ἄνθρωποι ἔχουσι πρὸς ἀλλήλους, οὕτω κἀκεῖνα ἕξουσι, τὰ χρήματα δηλονότι. δύναται τὸ ὡς γὰρ ἐκεῖνα ἔχει | |
30 | τὰ ἐν οἷς εἰρῆσθαι περὶ τῶν πραγμάτων, τὸ δὲ κἀκεῖνα ἔχει περὶ τῶν πολιτῶν. ὅταν μὲν οὖν οὕτω γίνηται ἡ διανομή, καὶ ἕκαστοι τὰ ἴσα καὶ ἁρμόζοντα αὐτοῖς ἔχωσιν, εἰρηνεύει ἡ πόλις· ὅταν δὲ οἱ ἄνισοι ἴσα ἔχωσιν ἢ οἱ κρείττους ἐλάττω οἱ δὲ χείρους πλείω ἔχωσι καὶ νέμωνται, τότε μάχαι καὶ ἐγκλήματα καὶ στάσεις κατ’ ἀλλήλων. | |
35n | Ἔτι ἐκ τοῦ κατ’ ἀξίαν τοῦτο δῆλον. | |
36 | Εἰπὼν ὅτι δικαία διανομή ἐστιν, ὅταν γένηται τὰ διδόμενα ὡς ἐκεῖνοι | 19 |
20 | πρὸς οὓς δίδονται (τοῦτο δ’ ἐστὶν ἀναλογία γεωμετρική) ὅτι, φησίν, ἀναλογία ἐστὶ τοῦτο, δῆλον ἐκ τοῦ κατ’ ἀξίαν. εἰ γὰρ δίκαιον τὸ κατ’ ἀξίαν, τὸ δὲ κατ’ ἀξίαν ἀνάλογον, τὸ δίκαιον ἄρα ἀνάλογον. καὶ τὴν μὲν ἐλάττω πρότασιν τὴν λέγουσαν δίκαιόν ἐστι τὸ κατ’ ἀξίαν ἐδήλωσε διὰ τοῦ τὸ γὰρ δίκαιον | |
5 | ἐν ταῖς διανομαῖς ὁμολογοῦσι πάντες κατ’ ἀξίαν τινὰ δεῖν εἶναι· τὴν δὲ μείζω τὴν λέγουσαν τὸ κατ’ ἀξίαν ἀνάλογον καὶ τὸ συμπέρασμα παρῆκεν. ἔθος δὲ αὐτῷ σχεδὸν πανταχοῦ τοῦτο ποιεῖν. τὴν μέντοι ἀξίαν οὐ τὴν αὐτὴν λέγουσι πάντες. μέτρον, φησί, καὶ ὅρον τῆς ἀξίας καὶ τῆς ἰσότητος οὐ τὸ αὐτὸ πάντες τίθενται, ἀλλ’ οἱ μὲν δημοκρατικοὶ τῇ ἐλευθερίᾳ μετροῦσι | |
10 | τὴν ἀξίαν καὶ τὸ ἴσον, καὶ ἴσους φασὶ πάντας τοὺς ἐλευθέρους, κἂν ὁ μέν, εἰ τύχοι, Θεμιστοκλῆς ἢ Περικλῆς τυγχάνῃ ὤν, ὁ δὲ σκυτεὺς ἢ βυρσοδέψης, καὶ δεῖν φασιν ἐν τῇ διανομῇ τὸν στρατηγικώτατον Περικλέα μὴ πλέον τι λαβεῖν τοῦ σκυτέως, ἀλλὰ τὸ ἴσον· οἷον εἰ νόμισμα ἓν ἐδόθη τῷ σκυτεῖ, καὶ τῷ Θεμιστοκλεῖ ἓν δοθῆναι δεῖ, ὅτι ἀμφότεροι ἐλεύθεροι καὶ ἴσοι· | |
15 | τῆς γὰρ αὐτῆς ἀξίας μετέχουσι τῆς ἐλευθεριότητος. οἱ μὲν οὖν δημοκρατικοὶ ἐλευθερίᾳ, ὡς εἴρηται, κρίνουσι τὴν ἰσότητα, οἱ δὲ ὀλιγαρχικοὶ πλούτῳ, κἀκείνους λέγουσιν ἴσους καὶ ἴσα δεῖν ἔχειν καὶ νέμεσθαι, ὅσων ἡ οὐσία ἴση, ὧν δὲ ἐλάττων, ἀνίσους καὶ ἐλάττονας ἐκείνων, ὥστε καὶ τὰ διδόμενα αὐτοῖς ἐλάττονα δεῖν εἶναι. οἱ δ’ ἀριστοκρατικοὶ ἀρετῇ κρίνουσι τὸ ἴσον καί | |
20 | φασι πάντας τοὺς σπουδαίους ἴσους εἶναι, κἂν οἱ μὲν αὐτῶν ὦσι πλουσιώτεροι, οἱ δ’ ἐνδεέστεροι. οἱ δὲ κρίνουσι τὴν ἰσότητα τῇ εὐγενείᾳ καὶ τοὺς τοιούτους πάντας ἴσους φασίν. εἰ δὴ τοῦθ’ οὕτως ἔχει, οὐ τὸ αὐτὸ ἴσον τε καὶ δίκαιον ἐν πάσαις ταῖς πολιτείαις ἔσται. ἐρεῖ δὲ περὶ τούτων ὁ Ἀριστοτέλης ἐν ταῖς Πολιτείαις καὶ πολλὰ καὶ καλά. | |
25n | Τὸ γὰρ ἀνάλογον οὐ μόνον ἐστὶ μοναδικοῦ ἀριθμοῦ | |
26n | ἴδιον, ἀλλ’ ὅλως ἀριθμοῦ. | |
27 | Μοναδικὸν ἀριθμὸν λέγει ᾧ ἀριθμοῦμεν, οἷον τὴν δεκάδα, ᾗ ἀριθμοῦμεν τοὺς δέκα ἵππους ἢ τοὺς δέκα ἄνδρας, ὃς καὶ κυρίως ἀριθμὸς λέγεται, ὁμοίως καὶ τὴν πεντάδα καὶ εἰκοσάδα καὶ τοὺς ἄλλους ἀριθμούς. ὅλως δὲ ἀρι‐ | |
30 | θμοὺς λέγει τὰ ἀριθμητά, οἷον τοὺς δέκα βόας ἢ ἀνθρώπους ἢ τοὺς πέντε ἵππους ἢ ὄνους. ἀναλογία γάρ, φησίν, οὐ μόνον ἐστὶ τῶν ἐκ μονάδων συγκειμένων καὶ ὡς μέτρων λαμβανομένων ἀριθμῶν, ἀλλὰ καὶ τῶν ἀριθμη‐ τῶν ἢ καὶ ἠριθμημένων ὡς γὰρ ἐπὶ τῶν ὡς μέτρων ἀριθμῶν ἔστι τις | |
ἀναλογία, ὡς ὁ η πρὸς τὸν δ, ὡς ὁ ϛ πρὸς τὸν γ, οὕτως ἔστι καὶ ἐπὶ | 20 | |
21 | τῶν ἀριθμητῶν, ἵππων, κυνῶν, γραμμῶν, ἐπιπέδων καὶ ἁπλῶς ὧν ἐστιν ἀριθμός. καὶ γὰρ καὶ ἐν τούτοις ἀναλογία ἐστίν· ἔχουσι γὰρ ἀριθμόν· δεῖ γὰρ ἵνα ἀναλογία τις ᾖ, ἀριθμόν τινα εἶναι. καὶ ὅρα πῶς· φαμὲν γάρ, ὡς ὁ οἰκοδόμος πρὸς τὸν σκυτέα, τὸ ἔργον τοῦ οἰκοδόμου πρὸς τὸ τοῦ | |
5 | σκυτέως. ἔστι δὲ ὁ οἰκοδόμος δεκαπλασίων τοῦ σκυτέως· καὶ ἡ οἰκία ἄρα τοῦ ὑποδήματος, οἷον δέκα νομισμάτων ἡ οἰκία εἰ τύχοι ἀξία, τοιούτου ἑνὸς ἄξιον τὸ ὑπόδημα. ὁρᾷς ὅπως δεόμεθα ἀριθμοῦ εἰς τὸ γενέσθαι ἀναλογίαν. ἥ τε γὰρ ἀναλογία λόγων ἰσότης ἐστὶ καὶ ἐν τέτρασιν ἐλαχίστοις. τὸ ἰσότης ἀντὶ τοῦ ὁμοιότης· ἀναλογία γάρ ἐστι λόγων ὁμοιό‐ | |
10 | της. καὶ ἐπεὶ ἀναλογία ἐστὶ λόγων ὁμοιότης, τὸ δὲ ὅμοιον τινὶ ὅμοιον, ἀνάγκη τὰ ὅμοια β τοὐλάχιστον εἶναι· ὥστε καὶ τοὺς ἀνάλογον λόγους ἀνάγκη β εἶναι τοὐλάχιστον. πάλιν ἐπεὶ λόγος ἐστὶ δύο μεγεθῶν ἢ δύο ἀριθμῶν πρὸς ἄλληλα ποιὰ σχέσις, ἀνάγκη τὸν λόγον ἐκ δύο εἶναι. ἐπεὶ οὖν ἡ ἀναλογία β λόγων τοὐλάχιστον ὁμοιότης ἐστίν, ἕκαστος δὲ τῶν λόγων ἐκ | |
15 | δύο τινῶν ἐστιν, ἀνάγκη τὴν ἀναλογίαν ἐν τέτρασιν ἐλαχίστοις εἶναι. ἀναλογία δὲ ἐκ β λόγων ἐστὶν ἥδε· ὡς ὁ η πρὸς τὸν δ, ὁ ἓξ πρὸς τὸν γ, † καὶ αὕτη ἢ οὗτος ὁ λόγος ἐκ τοῦ ϛ πρὸς γ. εἰσὶν οὖν λόγοι μὲν β, τέσσαρα δὲ μόρια, τὰ η τὰ δ τὰ ϛ καὶ τὰ γ. ἔστι δὲ [καὶ] διῃρημένη ἡ ἀναλογία αὕτη. καὶ οὐ μόνον ἡ διῃρημένη ἐν τέτρασι θεωρεῖται, ἀλλὰ καὶ ἡ συνεχής, | |
20 | ὡς ὁ η πρὸς τὸν δ, ὁ δ πρὸς τὸν β. δὶς οὖν εἴρηται ὁ δ· ὥστε εἰ τεθῇ δὶς ὁ δ, τέσσαρες ἔσονται οἱ ὅροι, ὀκτώ, τέσσαρες καὶ πάλιν τέσσαρες, δύο. ἃ μὲν οὖν λέγει, ταῦτά ἐστιν. τὸ δὲ τῆς λέξεως τῆς οἷον ὡς ἡ τοῦ πρώτου πρὸς τὴν τοῦ δευτέρου τοιοῦτόν ἐστιν· ὡς ἡ τοῦ πρώτου ὅρου σχέσις τοῦ ὀκτὼ πρὸς τὸν δεύτερον τὸν δ, οὕτως ἡ τοῦ δευτέρου τοῦ | |
25 | δ πρὸς τὴν τοῦ τρίτου τοῦ β. | |
26n | Ὥστε ἂν ἡ τοῦ β τεθῇ δίς. | |
27 | Ἤτοι ὥστε ἂν ὁ δεύτερος τεθῇ δίς, τέσσαρες ἔσονται. ἔστι δὲ καὶ τὸ δίκαιον ἐν τέτρασιν ἐλαχίστοις. ὃ συνάγει διὰ τούτων ἐστίν, ὅτι τὸ διανεμητικὸν δίκαιον καὶ ἡ τοιαύτη δικαιοσύνη ἀνάλογόν ἐστιν, καὶ ἀνα‐ | |
30 | λογία γεωμετρική. εἴη δ’ ἂν ὁ συλλογισμὸς τοιοῦτος· τὸ διανεμητικὸν δίκαιον ἐν τέτρασίν ἐστι, β ἡγουμένοις καὶ β ἑπομένοις· τὸ ἐν τέτρασι τοιούτοις γεωμετρικὴ ἀναλογία ἐστί· τὸ διανεμητικὸν ἄρα δίκαιον ἐν γεω‐ μετρικῇ ἀναλογίᾳ ἐστίν, ἢ εἰ βούλῃ γεωμετρικὴ ἀναλογία ἐστίν. ἀλλὰ τὸν μὲν τοιοῦτον συλλογισμὸν αὐτὸς οὐ τέθεικεν· ᾐνίξατο δὲ τὴν ἐλάττονα | |
35 | πρότασιν τὴν τὸ διανεμητικὸν δίκαιον ἐν τέτρασίν ἐστι, β ἡγουμένοις καὶ | |
β ἑπομένοις, διὰ τοῦ ἔστι δὲ καὶ τὸ δίκαιον ἐν τέτρασιν ἐλαχίστοις, | 21 | |
22 | καὶ ὁ λόγος ὁ αὐτός· διῄρηται γὰρ ὁμοίως. τὸ γὰρ διῄρηται ὁμοίως ταὐτόν ἐστι τῷ ὡς γὰρ ἐν τοῖς ἀνθρώποις πρὸς οὓς γίνεται ἡ διανομή, ἔστιν ἡγούμενον καὶ ἑπόμενον, οἷον ὁ μὲν Ἀχιλλεὺς ἡγούμενον ὁ δ’ Αἴας ἑπόμενον, οὕτω καὶ ἐν τοῖς χρήμασιν, ὧν ἡ διανομή, ἔστιν ἡγούμενον | |
5 | καὶ ἑπόμενον, καὶ ὁ λόγος ὁ αὐτός, ἤτοι καὶ ὃν λόγον ἔχει ὁ Ἀχιλλεὺς πρὸς τὸν Αἴαντα, τὸν αὐτὸν καὶ τὸ τῷ Ἀχιλλεῖ δοθὲν πρὸς τὸ τῷ Αἴαντι. τὸ δὲ οἷς τε καὶ ἅ, οἷς μὲν λέγει τὸν Ἀχιλλέα καὶ Αἴαντα, ἃ δὲ τὰ χρήματα. | |
9n | Ἔσται ἄρα ὡς ὁ α ὅρος πρὸς τὸν β, οὕτως ὁ γ πρὸς | |
10n | τὸν δ, καὶ ἐναλλάξ. | |
11 | Ἔστωσαν πρῶτος ὅρος ὁ Ἀχιλλεύς, δεύτερος ὁ Αἴας, καὶ κείσθω ὁ Ἀχιλλεὺς διπλασίων τοῦ Αἴαντος, ἔστω δὲ καὶ τρίτος ὅρος νομίσματα η, τέταρτος δὲ νομίσματα δ· ἔστιν ἄρα ὡς ὁ Ἀχιλλεὺς πρὸς τὸν Αἴαντα (διπλα‐ σίων δέ) οὕτω τὰ η νομίσματα πρὸς τὰ δ, καὶ ἐναλλάξ, ὡς ὁ Ἀχιλλεὺς | |
15 | πρὸς τὰ δοθέντα αὐτῷ η νομίσματα, οὕτως ὁ Αἴας πρὸς τὰ δ ἃ δέδοται αὐτῷ. ἐναλλὰξ γὰρ κατὰ τοὺς γεωμέτρας ἐστὶ λῆψις τοῦ ἡγουμένου πρὸς τὸ ἡγούμενον ὡς ἑπομένου, καὶ τοῦ ἑπομένου ὡς ἡγουμένου πρὸς τὸ ἑπό‐ μενον. λέγουσι δὲ ἡγούμενον τὸν πρῶτον ὅρον, οἷον τὸν Ἀχιλλέα, ἑπόμενον δὲ τὸν Αἴαντα τὸν δεύτερον, καὶ πάλιν ἡγούμενον τὸν τρίτον ὅρον, οἷον | |
20 | τὰ η νομίσματα, καὶ ἑπόμενον τὰ δ νομίσματα. ὅταν οὖν λέγῃ τις, ὡς ὁ Ἀχιλλεὺς πρὸς τὸν Αἴαντα, οὕτως τὰ η πρὸς τὰ δ, λαμβάνει ἡγούμενον τὸν Ἀχιλλέα, ὁμοίως ἡγούμενον καὶ τὰ η νομίσματα, ἑπόμενα δὲ τὸν Αἴαντα καὶ τὰ δ νομίσματα. ὅταν δὲ λέγῃ καὶ ὡς ὁ Ἀχιλλεὺς ἄρα πρὸς τὰ η, ὁ Αἴας πρὸς τὰ δ, ἐναλλὰξ λέγει· ἐνήλλαξε γὰρ καὶ πεποίηκε τὸ μὲν ἡγού‐ | |
25 | μενον τὰ η ἑπόμενον, τὸ δὲ ἑπόμενον τὸν Αἴαντα ἡγούμενον. καὶ τοῦτό ἐστι τῆς δικαίας διανομῆς καὶ τῆς κατὰ λόγον γεωμετρικῆς ἀναλογίας, τὸ συνδυάσαι καὶ συζεῦξαι τὸ πρέπον καὶ ἁρμόζον ἑκάστῳ τῶν ἀνθρώπων δῶρον, καὶ γενέσθαι ὡς ἔχει ὁ ἄνθρωπος πρὸς τὸν ἄνθρωπον, οὕτω καὶ τὸ ὅλον πρὸς τὸ ὅλον, τουτέστιν οὕτω καὶ ὁ ἄνθρωπος μετὰ τοῦ δο‐ | |
30 | θέντος αὐτῷ πρὸς τὸν ἄνθρωπον μετὰ τοῦ δοθέντος ἐκείνῳ. οἷον εἰ ἦν ὁ Ἀχιλλεὺς τοῦ Αἴαντος διπλασίων, δεῖ μετὰ τὴν διανομὴν καὶ τὸν Ἀχιλλέα μετὰ τῶν δοθέντων αὐτῷ νομισμάτων διπλασίονα εἶναι τοῦ Αἴαντος σὺν τοῖς νομίσμασι τοῦ Αἴαντος. τοῦτο δὲ δῆλον ἔσται ἐπ’ ἀριθμῶν. ἔστω | |
ὁ Ἀχιλλεὺς ὁ η ἀριθμός, ὁ δ’ Αἴας ὁ δ, τὰ δοθέντα τῷ Ἀχιλλεῖ νομί‐ | 22 | |
23 | σματα ϛ, τὰ δὲ τῷ Αἴαντι γ· ἔστιν οὖν, ὡς ὁ η ὁ Ἀχιλλεὺς πρὸς τὰ δ τὸν Αἴαντα, οὕτω τὰ ϛ νομίσματα πρὸς τὰ γ· ἐν διπλασίονι γὰρ λόγῳ καὶ τὰ ὀκτὼ πρὸς τὰ δ καὶ τὰ ϛ πρὸς τὰ γ. καὶ ἐναλλὰξ ὡς ὁ Ἀχιλλεὺς ὁ η πρὸς τὰ ϛ νομίσματα, οὕτως ὁ Αἴας ὁ δ πρὸς τὰ γ νομίσματα. ἐν | |
5 | ἐπιτρίτῳ γὰρ λόγῳ· καὶ γὰρ καὶ ὁ η τοῦ ϛ ἐπίτριτος καὶ ὁ δ τοῦ γ. καὶ ὡς ἄρα ἓν πρὸς ἕν, ἤτοι Ἀχιλλεὺς πρὸς Αἴαντα, οὕτω καὶ τὸ ὅλον, ἤτοι ὁμοῦ τὰ β ὁ Ἀχιλλεὺς καὶ τὰ ϛ νομίσματα, πρὸς τὸ ὅλον, ἤτοι τὸν Αἴαντα καὶ τὰ γ νομίσματα. ἔστι δὲ ὁ Ἀχιλλεὺς η καὶ τὰ νομίσματα αὐτοῦ ϛ, ϛ δὲ καὶ η ιδ· ἀλλὰ καὶ ὁ Αἴας δ, καὶ τὰ νομίσματα τοῦ Αἴαντος γ, τρία | |
10 | δὲ καὶ δ ζ. ὡς ἄρα ὁ Ἀχιλλεὺς ὁ η πρὸς τὸν Αἴαντα τὸν δ, οὕτω τὸ ὅλον ὁ Ἀχιλλεὺς καὶ τὰ νομίσματα αὐτοῦ, ἅπερ εἰσὶ ιδ πρὸς τὸν Αἴαντα καὶ τὰ αὐτοῦ, ἅ εἰσιν ζ· ἐν διπλασίονι γὰρ λόγῳ καὶ ὁ η τοῦ δ καὶ τὰ η καὶ ϛ τῶν δ καὶ γ. ἂν οὖν οὕτω συζευχθῇ καὶ συντεθῇ, ὡς εἶναι ὡς τὸν ἡγούμενον πρὸς τὸν ἑπόμενον, οὕτω καὶ τὸ ὅλον ἤτοι τοὺς β ἡγου‐ | |
15 | μένους πρὸς τοὺς β ἑπομένους, δικαία ἔσται ἡ διανομή· γέγονε γὰρ κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν. | |
17n | Ἡ ἄρα τοῦ α ὅρου τῷ τρίτῳ. | |
18 | Πρῶτον ὅρον καὶ τρίτον τοὺς β ἡγουμένους λέγει, τὸν Ἀχιλλέα καὶ τὰ δοθέντα αὐτῷ ϛ νομίσματα, δεύτερον δὲ καὶ τέταρτον τοὺς β ἑπομένους, | |
20 | τὸν Αἴαντα καὶ τὰ γ ἃ ἐδόθη αὐτῷ νομίσματα. καὶ ἔστιν ἡ τοιαύτη σύζευ‐ ξις τὸ ἐν διανομῇ δίκαιον καὶ τὸ μέσον τοῦ πλείονος καὶ ἐλάττονος, ὃ πλεῖον καὶ ἔλαττον παρὰ τὸ ἀνάλογόν ἐστιν. εἰ γὰρ τὸ δίκαιον ἀνάλογον, τὸ πλέον δηλονότι καὶ ἔλαττον ἄδικον ὂν παρὰ τὸ ἀνάλογόν ἐστιν, ἤτοι ἕτερον τοῦ ἀνάλογον καὶ τοῦ δικαίου ἐστίν. εἰπὼν δὲ ὅτι τὸ δίκαιον μέσον, | |
25 | συνάγει τοῦτο διὰ συλλογισμοῦ λέγων τὸ μὲν γὰρ ἀνάλογον μέσον, τὸ δὲ δίκαιον ἀνάλογον· τὸ δίκαιον ἄρα μέσον. ἀλλὰ πόθεν δῆλον ὅτι τὸ ἀνάλογον μέσον; ἢ ὅτι τὸ μὲν ἀνάλογον ἴσον, τὸ δ’ ἴσον μέσον· τὸ ἀνάλογον ἄρα μέσον. καλοῦσι δέ, φησί, τὴν τοιαύτην ἀναλογίαν οἱ μαθηματικοὶ γεωμετρικήν, ὅτι ὅπερ συμβαίνει ἐπ’ ἐκείνης, τοῦτο | |
30 | καὶ ἐπὶ τῆς τοιαύτης ἀναλογίας· συμβαίνει δὲ ἐπ’ ἐκείνης τὸ ὡς τὸ ἡγού‐ μενον πρὸς τὸ ἑπόμενον, καὶ τὸ ὅλον πρὸς τὸ ὅλον. | |
32n | Ἔστι δ’ οὐ συνεχὴς ἡ τοιαύτη ἀναλογία· οὐ γὰρ γίνεται | |
33n | εἷς ἀριθμῷ ὅρος ᾧ καὶ ὅ. | |
34 | Διὰ μὲν τοῦ μακροῦ ἢ διχρόνου ἢ ὡς ἄν τις ἐθέλῃ λέγειν φωνήεντος | 23 |
24 | ἐδήλωσε τὸν ἄνθρωπον, ᾧ δίδοται τὰ νομίσματα ἢ ὃ ἂν εἴη τὸ διδόμενον, διὰ δὲ τοῦ βραχέος φωνήεντος ἐδήλωσε τὸ διδόμενον πρᾶγμα. λέγει οὖν ὅτι ἡ τοιαύτη ἀναλογία οὐκ ἔστι συνεχὴς ἀλλὰ διῃρημένη. ἐπεὶ γὰρ β εἰσὶν οἱ ἄνθρωποι, οἷς ἡ διανομὴ γίνεται τῶν πραγμάτων, καὶ β | |
5 | τὰ νεμόμενα καὶ μεριζόμενα πράγματα, καὶ ἀδύνατον ἓν κατ’ ἀριθμὸν εἶναι καὶ ταὐτὸν τὸν ἄνθρωπον καὶ τὸ πρᾶγμα τὸ νεμόμενον αὐτῷ, ἀνάγκη διῃρῆ‐ σθαι τοὺς ὅρους ἀπ’ ἀλλήλων καὶ γίνεσθαι β μὲν ἀνθρώπους, β δὲ πρά‐ γματα. πῶς γὰρ δυνατὸν τὸν ἄνθρωπον, ᾧ τὸ πρᾶγμα νέμεται, ἄνθρωπον ὄντα πρᾶγμα γεγονέναι, ἢ ἴσον ἢ ἄνισον τῷ πράγματι εἰλῆφθαι κατ’ ἀλή‐ | |
10 | θειαν. τὸ μὲν οὖν δίκαιον τοῦτό ἐστι τὸ ἀνάλογον, τὸ δ’ ἄδικον τὸ παρὰ τὸ ἀνάλογον, ὃ γίνεται ὅταν μὴ τηρῆται ἡ προειρημένη ἰσότης, ἀλλ’ ὁ μὲν ὑπερέχων τῇ ἀξίᾳ ἔλαττον, ὁ δ’ ἐλλείπων πλέον ἔχωσι. καὶ ἔστι τὸ ἄδικον καὶ τὸ παρὰ τὸ ἴσον· εἰ γὰρ ἰσότης ἡ ἀναλογία, τὸ ἔξω τῆς ἀναλογίας καὶ τῆς ἰσότητος ἄνισον. ἄνισον δὲ ἐν ᾧ τὸ μέν ἐστι πλέον | |
15 | τῆς ἀξίας, τὸ δ’ ἔλαττον. καὶ τοῦτο δῆλον καὶ ἐπὶ τῶν ἔργων· ἄδικον γὰρ λέγομεν τὸν τὸ πλέον τῆς ἀξίας ἔχοντα, ἠδικημένον δὲ τὸν τὸ ἔλαττον. οὐκ ἀεὶ δὲ ὁ ἄδικος, ὡς καὶ πρότερον εἴρηται, τὸ πλέον αἱρεῖται, ἀλλ’ ἐπὶ τῶν ἀγαθῶν ἀεὶ τὸ πλέον σπεύδει λαμβάνειν, ἐπὶ δὲ τῶν κακῶν τὸ ἔλαττον. ἐπεὶ γὰρ τὸ ἔλαττον κακὸν πρὸς τὸ μεῖζον κακὸν συγκρινόμενον ἀγαθόν | |
20 | πως δοκεῖ, αἱρεῖται τὸ ἔλαττον κακὸν ὡς ἀγαθοῦ ὑπεροχήν. τὰ μὲν οὖν λεγόμενα ταῦτα· ἐν δὲ τῇ λέξει τῇ καὶ τὸ μᾶλλον μεῖζον τὸ λεγόμενόν ἐστιν ὅτι καὶ τὸ μᾶλλον αἱρετὸν μεῖζον ἀγαθόν ἐστι. | |
23n | Τὸ δὲ λοιπὸν εἶδος τὸ διορθωτικὸν ὃ γίνεται ἐν τοῖς | |
24n | συναλλάγμασι καὶ τοῖς ἀκουσίοις καὶ ἑκουσίοις. | |
25 | Πληρώσας τὸν περὶ τοῦ ἐν διανομαῖς δικαίου λόγον λέγει καὶ περὶ τοῦ διορθωτικοῦ δικαίου. ἰστέον δὲ ὅτι συναλλάγματα οἱ παλαιοὶ ἐκάλουν οὐ μόνον ἃ ἑκόντες συνετίθεντο πρὸς ἀλλήλους ποιεῖν, ἀλλὰ καὶ τὰ ὑπὸ τῶν νόμων διηγορευμένα καὶ κελευόμενα, καθ’ ἃ χρὴ ζῆν τε καὶ συναλλάσσειν· καὶ τάχα κατὰ τοῦτο συναλλάγματα λέγεται, καθὸ πρὸς ἕτερον ἔχει τὴν | |
30 | ὕπαρξιν, οὐ κατὰ τὸ ἑκούσιον. οὐδεὶς γὰρ μοιχεύει κατὰ συνάλλαγμα τοῦ τῆς μοιχευομένης ἀνδρός, οὐδ’ ὁ ἱεροσυλῶν ἱεροσυλεῖ κατὰ συνάλλαγμα ἢ ὁ ὑβρίζων ὑβρίζει. καὶ εἴρηταί μοι πρότερον ἐπὶ πλέον περὶ τούτων, | |
καὶ οὐ δεῖ πάλιν μηκύνειν. | 24 | |
25(1n) | Τὸ μὲν γὰρ διανεμητικὸν δίκαιον τῶν κοινῶν. | |
2 | Ὑπομιμνήσκει πάλιν ἡμᾶς τῶν εἰρημένων περὶ τοῦ διανεμητικοῦ δι‐ καίου καὶ φησὶν ὅτι τὸ διανεμητικὸν δίκαιόν ἐστι περὶ τὴν διανομὴν τῶν κοινῶν τοῖς πολίταις, γινόμενον κατὰ τὴν γεωμετρικήν, ὡς δέδεικται, ἀνα‐ | |
5 | λογίαν. κἂν γὰρ χρήματα ᾖ κἂν γῆ κἂν ἄλλο τι τὸ διανεμόμενον, πάν‐ τως κατὰ τὸν αὐτὸν λόγον διαιρεθήσεται, καθ’ ὃν καὶ προσπεπόρισται· τῷ μὲν γὰρ πλεῖον εἰς ταῦτα συντελέσαντι πλεῖον δοθήσεται, τῷ δὲ ἔλαττον ἔλαττον, εἰ μέλλει ἡ διανομὴ δικαία ἔσεσθαι, καὶ κατὰ τὸν λόγον τῆς κατὰ τὴν συντέλειαν ἰσότητος ἡ ὑπεροχὴ καὶ ἡ ἔλλειψις τῶν νεμομένων. ὡς | |
10 | γὰρ ἔχει τὰ εἰσενεχθέντα πρὸς τὸ κοινόν, οὕτως ἔσται καὶ τὰ διδόμενα πρὸς τοὺς εἰσενεγκαμένους. | |
12n | Τὸ δ’ ἐν τοῖς συναλλάγμασι δίκαιον ἔστι μὲν ἴσον τι. | |
13 | Τὸ δὲ τὶ προσκείμενον δηλωτικόν ἐστι τοῦ ἄλλο τι παρὰ τὸ ἐν διανομῇ δίκαιον καὶ ἴσον, καὶ ἔστι τὸ τοιοῦτον δίκαιον κατὰ τὴν ἀριθμητικὴν ἀνα‐ | |
15 | λογίαν. ἔστι δὲ ἡ ἀριθμητικὴ ἀναλογία, ὥς μοι εἴρηται πρότερον, ἐν ἰσότητι κατ’ ἀριθμὸν ἢ ποσόν, ἀλλ’ οὐ τῇ κατὰ ἀναλογίαν ἰσότητι. ἥτις ἡ ἀριθμητικὴ ἀναλογία ὅπως γίνεται, ἐπάγει λέγων ὅτι ὁ νομοθέτης ἢ ὁ δικαστὴς οὐ τὴν ἀναλογίαν, ἣν ἔχει ὁ ἀδικήσας πρὸς τὸν ἀδικηθέντα ἐξετάζων τὴν ἐπανόρθωσιν τῶν ἀδικημάτων ἐπάγει· οὐ γὰρ ἐξετάζει, εἰ | |
20 | εὐγενὴς ἢ σοφὸς ἢ σπουδαῖος ἢ φαῦλος ὁ ἀδικήσας, ἢ πάλιν ὁ ἀδικηθεὶς πότερον φαῦλος ἢ σπουδαῖός ἐστιν ἤ τι τοιοῦτον· οὐδὲν οὖν τοιοῦτον ἐπιζητεῖ, ἀλλ’ ὡς ἴσους λαβὼν σκοπεῖ, εἰ ὁ μὲν ἠδίκησεν ὁ δ’ ἠδικήθη, καὶ τίς καὶ ποία ἡ κατὰ τὴν βλάβην διαφορά, καὶ τὴν ἀνισότητα τὴν γενομένην κατὰ τὴν τῆς βλάβης διαφορὰν ἐπανορθοῦν πειρᾶται καὶ εἰς ἰσότητα ἁπλῶς | |
25 | ἐπανάγειν σπουδάζει, καὶ οὐ κατὰ τὴν ἀναλογίαν τῶν ὑποκειμένων εἰς κρίσιν προσώπων. χρῆται δὴ οὖν ὡς ἴσοις τῷ ἀδικήσαντι καὶ ἀδικηθέντι ἢ τῷ βλάψαντι καὶ βλαβέντι. ἰστέον δὲ ὅτι τὴν ἀδικίαν καὶ βλάβην ὁ Ἀριστο‐ τέλης λέγει, κἂν οἱ Πλατωνικοὶ ἀδικεῖσθαι μὲν λέγωσι τὸν τὴν ψυχὴν κακυνόμενον, βλάπτεσθαι δὲ τὸν εἰς σῶμα ἢ χρήματα. διὰ τοῦτο καὶ | |
30 | Σωκράτης κατηγορηθεὶς ἔλεγε “Σωκράτην Ἀθηναῖοι βλάψαι μὲν δύνανται, ἀδικῆσαι δὲ οὐ δύνανται”, τουτέστι φονεῦσαι μὲν δύνανται, κακῦναι δέ μου τὴν ψυχὴν οὐ δύνανται. ὅτι δὲ ὁ νομοθέτης οὐ πρὸς ποιότητα προσώπων βλέπων ἢ ὁ δικαστὴς ὁ μὲν νομοθετεῖ ὁ δὲ δικάζει, δῆλον ἐκ τοῦ μὴ | |
γεγράφθαι τέως τῷ νομοθέτῃ ὅτι ὁ ὑβρίσας εὐγενῆ ἢ σπουδαῖον ἄρχοντα | 25 | |
26 | ζημιούσθω πλείω ζημίαν ἢ τυπτέσθω πλείους πληγάς, ὁ δὲ φαῦλον ἄρχοντα ἢ οὐκ εὐγενῆ ὑβρίσας ἐλάττω ζημιούσθω ἢ μετρίως κολαζέσθω, ἀλλὰ ἁπλῶς καὶ καθόλου γέγραφεν ὅτι ὁ τὸν ἄρχοντα ὑβρίσας ζημιούσθω μνᾶς δέκα ἢ τῆς πόλεως διωκέσθω. ἐπεὶ οὖν οὐκ ἄλλο μὲν πρόστιμον οἷον | |
5 | πλέον μὲν ὥρισεν ἐπὶ τοῦ εὐγενοῦς ἢ σπουδαίου ἄρχοντος, ἕτερον δὲ οἷον ἔλαττον ἐπὶ τοῦ ἀγενοῦς ἢ οὐ σπουδαίου, δῆλον ὡς ἴσους πάντας τοὺς ἀδι‐ κοῦντας καὶ τοὺς ἀδικουμένους λαμβάνει, βλέπει δὲ πρὸς μόνην τὴν τοῦ βλάβους διαφοράν· εἰ μὲν γάρ ἐστι τὸ βλάβος μέγα, καὶ εὐθύνη καὶ πρόσ‐ τιμον γίνεται μέγα, εἰ δὲ σμικρά, καὶ ἡ εὐθύνη καὶ τὸ πρόστιμον κατ’ | |
10 | ἐκεῖνα ἐνεργεῖται. | |
11n | Ὥστε τὸ ἄδικον τοῦτο ἄνισον ὂν ἰσάζειν πειρᾶται | |
12n | ὁ δικαστής. | |
13 | Ὡς ἐπὶ β ἴσων ἀριθμῶν, οἷον τοῦ η καὶ η, ἄν τις ἀπὸ τοῦ ἑνὸς ἀφέλῃ μίαν δυάδα καὶ προσθῇ τῷ ἑτέρῳ, ἀνίσους ἀπειργάσατο τοὺς ἀρι‐ | |
15 | θμούς (γέγονε γὰρ ὁ μὲν ᾧ προσετέθη ἡ δυὰς ι, ὁ δὲ ἀφ’ οὗ ἀφῄρηται ϛ), οὕτως συμβαίνει γίνεσθαι καὶ ἐπὶ τοῦ ὑβρίσαντος καὶ ὑβρισθέντος· ὁ μὲν γὰρ ὑβρίσας οἷον ἐκέρδανε καὶ μείζων γέγονεν, ὁ δὲ ὑβρισθεὶς οἷον ἐζημιώθη καὶ ἠλάττωται, καὶ πρὸ τῆς ὕβρεως ἴσοι ὄντες γεγόνασιν ἄνισοι μετὰ τὴν ὕβριν. τοῦτο τὸ ἄνισον πειρᾶται ὁ δικαστὴς ἰσάζειν· λαμβάνει | |
20 | γὰρ ἀπὸ τοῦ ὑβρίσαντος πρᾶγμά τι καὶ δίδωσι τῷ ὑβρισθέντι, ἢ ἀντὶ τῆς ζημίας πληγὰς ἐπιτίθησι τῷ ὑβριστῇ. καὶ γὰρ ὅταν ὁ μὲν πληγῇ ὁ δὲ πατάξῃ ἢ κτείνῃ ὁ δὲ ἀποθάνῃ, διῄρηται τὸ πάθος. ἐπειδὴ ἡ ἐπὶ ζημίᾳ χρημάτων ἀνισότης φανερά ἐστι καὶ ἡ πλεονεξία ἡ ἐπὶ τούτοις δήλη, καὶ ῥᾷόν ἐστι γνῶναι πόσον ὑπερέχει ὁ ἀδικήσας τοῦ ἠδικημένου, | |
25 | ἐπὶ δὲ τῶν εἰς ὕβριν καὶ βίαν οὐ πάνυ τί ἐστιν ἡ πλεονεξία διάδηλος, δεί‐ κνυσι, πῶς καὶ ἐπὶ τούτων τὸ κατὰ διόρθωσιν ἴσον γίνεται. ἂν γὰρ ὁ μέν, φησί, πλήξῃ ὁ δὲ πληγῇ, καὶ κατὰ τοῦτο ἡ ἀδικία καὶ ἡ ἀνισότης γένηται, διῄρηται καὶ ἐν τούτοις τὸ τοῦ παθόντος πάθος καὶ ἡ πρᾶξις καὶ τὸ ἔργον τοῦ ποιήσαντος, τουτέστι τοῦ πλήξαντος, εἰς ἄνισα, καὶ ἔχει ὁ μὲν πλήξας | |
30 | πλέον, ὁ δὲ πληγεὶς ἔλαττον, ἢ ὁ μὲν πλήξας γέγονεν οἷον μείζων, ὁ δὲ πληγεὶς οἷον ἐλάττων. ταύτην δὴ τὴν ἀνισότητα πειρᾶται ἰσάζειν ὁ δικαστὴς τῇ ζημίᾳ, ἣν ἐπιτίθησι τῷ ἀδικήσαντι. γίνεται δὲ τοῦτο οὕτως· τιμᾶται τὰς πληγὰς ὁ δικαστὴς νομισμάτων εἰ ἔτυχε δ, εἶτα λέγει πρὸς τὸν πλή‐ ξαντα καὶ κατὰ τοῦτο πλεονεκτήσαντα ὧδε· ἴσοι ὄντες πρότερον σὺ καὶ ὃν | |
35 | ἐπάταξας, νῦν δὲ μετὰ τὴν πληγὴν ἄνισοι εὑρίσκεσθε, σὺ μὲν κερδήσας | 26 |
27 | νομίσματα δ, αὐτὸς δὲ ζημιωθεὶς τοσαῦτα· καὶ δεῖ με δικαστὴν ὄντα ἀφελεῖν τὰ τοσαῦτα νομίσματα ἀπὸ σοῦ, προσθεῖναι δὲ τῷ πληγέντι καὶ ζημιωθέντι. καὶ τοῦτο εἰπὼν καὶ ποιήσας ἰσάζει καὶ ποιεῖ οἷοι ἦσαν πρότερον. | |
4n | Λέγεται γὰρ ὡς ἁπλῶς εἰπεῖν ἐπὶ τοῖς τοιούτοις, κἂν | |
5n | εἰ μή τισιν οἰκεῖον ὄνομα δοκῇ. | |
6 | Ἐπεὶ τὸ κέρδος καὶ ἡ ζημία ἐπὶ χρημάτων μόνων δοκεῖ λέγεσθαι καὶ ἐπὶ κτημάτων, καὶ ὁ μὲν πλέον ἐπὶ τούτοις προσκτησάμενος κερδαίνειν, ὁ δὲ ἔλαττον ἔχων ζημιοῦσθαι λέγεται, ἐπισημαίνεται τοῦτο λέγων ὅτι κυρίως καὶ ἁπλῶς καὶ ἐπὶ τούτων, ἤτοι τῆς ὕβρεως καὶ τῶν πληγῶν καὶ τοῦ | |
10 | φόνου, τὸ κέρδος καὶ ἡ ζημία λέγεται, καὶ οὐκ ἐπὶ μόνης τῆς εἰς χρήματα ὑπεροχῆς καὶ ἐλλείψεως, κἂν μὴ δοκῇ τισιν οἰκεῖα ὀνόματα κεῖσθαι τὸ κέρδος καὶ ἡ ζημία ἐπὶ τῆς ὕβρεως καὶ τοῦ φόνου· οἰκείως γὰρ καὶ ἐπὶ τούτων τὸ κερδαίνειν καὶ τὸ ζημιοῦσθαι λέγεται· διὸ ἐπιφέρει λέγων ἀλλ’ ὅταν γε μετρηθῇ τὸ πάθος. ἔστι δὲ τὸ μετρηθῇ ταὐτὸν τῷ τιμηθῇ· | |
15 | τῷ γὰρ μετρεῖσθαι τὸ πάθος καὶ τῷ τιμᾶσθαι ζημία καὶ κέρδος λέγεται· τιμηθέντος γὰρ τοῦ πάθους ὅσου ἐστὶν ἄξιον, τοσοῦτον ζημιοῦται ὁ ποιήσας ὡς καὶ τοσοῦτον δηλαδὴ κερδήσας. | |
18n | Ὥστε τοῦ μὲν πλείονος καὶ τοῦ ἐλάττονος τὸ ἴσον μέσον. | |
19 | Δείξας καὶ τὴν κατὰ τὴν ὕβριν ζημίαν εἰς κέρδος καὶ ζημίαν διαιρου‐ | |
20 | μένην συλλογίζεται πάλιν καὶ τὸ ἐν ταύτῃ δίκαιον ἴσον καὶ μέσον ζημίας καὶ κέρδους, λέγων τὸ δίκαιον ἴσον, τὸ ἴσον μέσον τοῦ πλείονος καὶ ἐλάττονος, τὸ πλέον καὶ ἔλαττον κέρδος καὶ ζημία, τὸ δίκαιον ἄρα καὶ ἴσον μέσον κέρδους καὶ ζημίας. ἐπεὶ δὲ πολλάκις καὶ ὁ τοῦ κακοῦ τὸ ἔλαττον λαβὼν ἀδικεῖ τε καὶ κερδαίνει, διορίζει καὶ περὶ τούτου μεταξὺ καὶ φησὶν ἐναντίως | |
25 | τὸ κέρδος καὶ τὴν ζημίαν τὸ πλέον καὶ τὸ ἔλαττον ἔχειν. ἔστι γὰρ τὸ μὲν κέρδος ἐπὶ ἀγαθοῦ μὲν πλεονεξίας κακοῦ δὲ μειονεξίας. ὡς γὰρ ὁ ἔχων τὸ πλέον μὲν ἀγαθὸν ἔλαττον δὲ κακὸν κερδαίνει, οὕτω καὶ ὁ ἔχων τὸ μεῖζον κακὸν ἔλαττον δ’ ἀγαθὸν ζημιοῦται. καὶ ἔστι τὸ δίκαιον καὶ ἴσον, ὡς εἴρηται, μέσον ζημίας καὶ κέρδους, δίκαιον δὲ τὸ ἐπανορθωτικὸν ἀλλ’ | |
30 | οὐ τὸ διανεμητικόν· οὐ γὰρ ἦν ἐκεῖνο μέσον ζημίας καὶ κέρδους. καὶ διὰ τὸ εἶναι, φησί, τὸ ἐπανορθωτικὸν δίκαιον μέσον ζημίας καὶ κέρδους, ὅταν ἀμφισβητῶσί τινες πρὸς ἀλλήλους ὡς οὐκ ἔχοντες τὸ ἴσον ἀλλὰ ζημιού‐ μενοι, ἐπὶ τὸν δικαστὴν καταφεύγουσι, τουτέστιν ἐπὶ τὸ δίκαιον καὶ ἴσον, καὶ καλοῦσι τὸν δικαστὴν μεσίδιον οἱ δοκοῦντες ἀδικεῖσθαι ὡς τὸ οἰκεῖον | |
35 | μέσον καὶ δίκαιον παρέχοντα τούτοις. | 27 |
28(1n) | Καὶ ὥσπερ γραμμῆς εἰς ἄνισα τεμνομένης. | |
2 | Εἰπὼν ὅτι τὸ δίκαιον μέσον, ἐπεὶ καὶ ὁ δικαστὴς μέσος, πῶς μέσος καὶ ἴσος ὁ δικαστής, διὰ τούτων δείκνυσιν. ἔστω δὴ ἡ γραμμὴ ἣν λαμβάνει, πήχεων δώδεκα, καὶ τετμήσθω εἰς ἴσα ἓξ καὶ ἕξ, εἰς δὲ ἄνισα η καὶ δ, | |
5 | καὶ κείσθω ὁ μὲν δικαστὴς ὁ ϛ, ὁ δὲ πλεονεκτήσας ὁ η, ὁ δὲ ἀδικηθεὶς ὁ δ. ᾧ δὴ οὖν ὑπερέχει ὁ ἀδικήσας ὁ η τῆς ἡμισείας, τοῦ ϛ, ὅπερ ϛ ἐστὶν ὁ δικαστής, τοῦτο ἀφαιρεῖ ὁ δικαστὴς ὁ ϛ ἀπὸ τοῦ η τοῦ ἀδικήσαντος καὶ προστίθησι τῷ δ τῷ ἠδικημένῳ καὶ ποιεῖ ἴσους. πίπτει οὖν ὁ δικαστὴς ὁ ϛ 〈εἰσ〉 μέσον τοῦ η καὶ δ, τοῦ ἠδικηκότος καὶ ἠδικημένου καὶ ἀφαιρεῖ ἀπὸ | |
10 | τοῦ η τὰ β (τούτοις γὰρ ὑπερέχει ὁ η τοῦ ϛ) καὶ προστίθησι τοῖς τέσσαρσι, καὶ γίνονται οἱ τρεῖς ἀνὰ ϛ. εἰ γὰρ ἀφαιρεθῇ ἀπὸ τοῦ η β, λείπεται ϛ, καὶ εἰ προστεθῇ τὰ β τοῖς τέσσαρσι, γίνεται ϛ. μέσος ἄρα ὁ δικαστὴς τοῦ η καὶ δ, ἀλλὰ καὶ ἴσος τοῖς πρὸς αὐτὸν ἐκ τῆς ἀφαιρέσεως καὶ προσθέσεως γεγονόσι· καὶ γεγονότες ὁ η καὶ ὁ δ κατὰ τὸν δικαστὴν τὸν ϛ, ἤτοι γεγο‐ | |
15 | νότες καὶ αὐτοὶ ἀνὰ ἕξ, ἔχει τὸ οἰκεῖον ὁ ἠδικημένος. | |
16n | Τὸ δ’ ἴσον μέσον ἐστὶ τῆς μείζονος καὶ ἐλάττονος | |
17n | κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν. | |
18 | Εἴρηται πολλάκις ὅτι ἡ ἀριθμητικὴ ἀναλογία ἐν ἴσῃ ὑπεροχῇ ἐστι τοῦ μείζονος καὶ ἐλάττονος. ᾧ γὰρ ὑπερέχει ὁ ϛ τοῦ ἐλάττονος τοῦ δ. τούτῳ | |
20 | ὑπερέχεται ὁ ϛ ὑπὸ τοῦ μείζονος τοῦ η· δυσὶ γὰρ ὑπερέχων τοῦ δ δυσὶν ὑπερέχεται ὑπὸ τοῦ η. καὶ διὰ τοῦτο, φησίν, ὀνομάζεται δίκαιον, διότι δίχα ἐστίν. | |
23n | Ἐπὰν γὰρ δύο ἴσων ἀφαιρεθῇ ἀπὸ θατέρου. | |
24 | Δείκνυσι καὶ διὰ τούτων ὅτι ἡ τοιαύτη διαίρεσις κατὰ ἀριθμητικὴν | |
25 | ἀναλογίαν γίνεται. ἐπεὶ δὲ ὃ δείκνυται διὰ τῶν γραμμῶν καὶ 〈διὰ〉 τῶν ἀριθμῶν δείκνυσθαι δύναται, καὶ ἔστι καὶ σαφεστέρα ἡ διὰ τῶν ἀριθμῶν δεῖξις, ληπτέον ἀριθμοὺς εἰς τὴν τοῦ προκειμένου δεῖξιν. καὶ ἔστωσαν ἑξάδες τρεῖς, ἕξ, ἕξ, ἓξ ἐφεξῆς κείμεναι, ὧν τριῶν ἑξάδων ἡ μὲν πρώτη ἔστω ὁ μέλλων πλεονεκτῆσαι καὶ ἀδικῆσαι, ἡ δὲ ἐσχάτη ὁ πλεονεκτηθησόμενος καὶ ἀδικη‐ | |
30 | θησόμενος, ἡ δὲ μέση ἑξὰς πρὸς ὃν μέλλουσιν ἀφικέσθαι τῆς ἀδικίας γινο‐ | |
μένης, ὁ δικαστής· καὶ δὴ λαβέτω ἡ πρώτη ἑξὰς εἰς ἑαυτὴν ἀπὸ τῆς τρίτης | 28 | |
29 | ἑξάδος τριάδα· γεγόνασι τοίνυν θ ϛ γ· ἂν γὰρ ἀπὸ τοῦ ἑνὸς ἓξ ἀφαιρεθῇ γ καὶ προστεθῇ τῷ λοιπῷ ἕξ, ᾧ μὲν ἓξ προσετέθη ὁ γ, ἔσται θ, ἀφ’ οὗ δὲ ἀφῄρηται, λειφθήσεται γ. τούτων οὕτως ἐχόντων, δῆλον ὡς ὁ μὲν πλεονεκτήσας καὶ ἓξ μὲν πρὸ τῆς πλεονεξίας ὤν, μετὰ δὲ τὴν πλεονεξίαν | |
5 | γενόμενος θ, οὗτος δὴ ὁ θ τοῦ μὲν δικαστοῦ τοῦ ϛ ὑπερέχει μιᾷ τριάδι, τοῦ δὲ ἀδικηθέντος γεγονότος γ ὑπερέχει δυσὶ τριάσιν. εἰ μὲν οὖν ἀφαιρε‐ θεῖσα ἡ τριὰς ἀπὸ τῆς τρίτης ἑξάδος μὴ προσετέθη τῇ πρώτῃ ἑξάδι, ἑνὶ ἂν ἤτοι μιᾷ τριάδι ὑπερεῖχεν ἡ πρώτη ἑξὰς τῆς μετὰ τὴν ἀφαίρεσιν λει‐ φθείσης τριάδος, προστεθείσης δὲ δυσὶν ὑπερέχει τριάσι. τοῦτο θεὶς ἐπήγαγε | |
10 | τοῦ μέσου ἄρα ἑνί, τουτέστιν ὁ πλεονεκτήσας θ τοῦ μὲν μέσου τοῦ δικαστοῦ ἑνὶ ἤτοι μιᾷ τριάδι ὑπερέχει, καὶ τὸ μέσον ἤτοι ὁ δικαστὴς ἑνί, ἤτοι καὶ οὗτος μιᾷ τριάδι ὑπερέχει τοῦ γ. ὑπερέχει οὖν ὁ μὲν πρῶτος ὅρος τοῦ μέσου μιᾷ τριάδι, καὶ ὁ μέσος τοῦ ἐσχάτου, ἀφ’ οὗ γέγονεν ἡ ἀφαίρεσις, ἑνί. τούτῳ δὴ τῷ μέσῳ γνωριοῦμεν τί μὲν ἀφελεῖν δεῖ ἀπὸ | |
15 | τοῦ πρώτου ὅρου, καὶ τί δεῖ προσθεῖναι τῷ τρίτῳ. ᾧ μὲν γὰρ τὸ μέσον ὑπερέχει, τοῦτο προσθεῖναι δεῖ τῷ τὸ ἔλαττον ἔχοντι. ὃ λέγει τοιοῦτόν ἐστιν· ἡλίκον ὑπερέχει ὁ μέσος ὅρος ὁ ϛ τοῦ ἐσχάτου τοῦ γ, τοσοῦτον προστεθῆναι δεῖ τῷ ἐσχάτῳ, ἵνα γένηται ὁ ἔσχατος ἴσος τῷ μέσῳ. ὑπερέχει δέ, ὡς εἴρηται, ὁ μέσος τοῦ ἐσχάτου τοῦ γ τρισί. ταῦτα | |
20 | τὰ τρία εἰ προσθῶμεν τῷ γ, γενήσεται ὁ ϛ ἴσος τῷ μέσῳ, ἓξ ὄντι καὶ αὐτῷ. ὅσον οὖν ὑπερέχει ὁ μέσος τοῦ ἐσχάτου, τοσοῦτον προστεθῆναι δεῖ τῷ ἐσχάτῳ, εἰ μέλλουσι γενέσθαι ἴσοι· ὅσον δὲ αὖ πάλιν ὑπερέχει ὁ πρῶτος τοῦ μέσου (ὑπερέχει δὲ τρισί) ταῦτα ἀφελεῖν δεῖ αὐτοῦ τοῦ πρώτου, καὶ ἔσται ἴσος τῷ μέσῳ· ἂν γὰρ ἀπὸ τοῦ θ ἀφαιρεθῇ τὰ γ, λείπεται ϛ. ἀφαιρε‐ | |
25 | θέντων οὖν ἀπὸ τοῦ πρώτου ὅρου τοῦ θ τριῶν καὶ προστεθέντων τῷ ἐσχάτῳ ὅρῳ τῷ γ γεγόνασιν ἀμφότεροι ἀνὰ ϛ, ἴσος ἑκάτερος τῷ μέσῳ ὄντι ἕξ. δῆλον τοίνυν ὅτι τὸ δίκαιον τὸ ἐπανορθωτικὸν καὶ τὸ ἴσον τὴν τοῦ μέσου χώραν ἔχει καὶ κανών ἐστι καὶ μέτρον τοῦ πόσον δεῖ ἀφελεῖν ἀπὸ τοῦ ἀδικήσαντος καὶ προσθεῖναι τῷ ἠδικημένῳ, ἵνα ἴσοι γίνωνται. | |
30n | Ἴσαι αἱ ἐφ’ ὧν ΑΑ, ΒΒ, ΓΓ. | |
31 | Τοῦτο δῆλον ἐξ ὧν εἴπομεν· ὅμως καὶ πάλιν ῥητέον. λαμβάνει τρεῖς γραμμὰς καὶ καλεῖ τὴν μὲν πρώτην ΑΑ, τὴν δὲ δευτέραν ΒΒ, τὴν δὲ τρίτην ΓΓ, ἴσας ἀλλήλαις· ἔστι δ’ ἑκάστη ἀνὰ πηχῶν ϛ. ταύτας λαβὼν λέγει ἀφαιρείσθω ἀπὸ τῆς πρώτης τῆς ΑΑ ἡ ΑΕ, ἣν ΑΕ ἐκάλεσεν ΔΓ, καὶ | |
35 | προσκείσθω τῇ ΓΓ ἡ ἀφῃρημένη ἡ ΑΕ ἤτοι ἡ ΔΓ· γέγονεν οὖν ἡ προσλα‐ | 29 |
30 | βοῦσα τὸ ἀφαιρεθὲν ἡ ΔΓΓ, ἀφ’ ἧς δὲ ἀφῃρέθη τὸ ΑΕ ἤτοι τὸ ΔΓ κατα‐ λέλειπται ἡ ΕΑ. τετμήσθω ἡ ΓΓ δίχα κατὰ τὸ Ζ, ὡς εἶναι ἑκάτερον τῶν τμημάτων, ἤτοι τὸ ΓΖ καὶ τὸ ΖΓ ἀνὰ πήχεων τριῶν. ἔστω δὲ καὶ τὸ ΑΕ ἤτοι τὸ ΔΓ τὸ προστεθὲν τοῖς ΓΓ τριῶν πήχεων. λείπεται ἄρα τὸ | |
5 | ΕΑ πήχεων τριῶν. καὶ ἐπεὶ τὸ ΔΓ ἐστὶ πήχεων τριῶν καὶ τὸ ΓΖ ἑτέρων τριῶν καὶ τὸ ΖΓ τριῶν, τὸ δὲ ἀπὸ τῶν ΑΑ ληφθὲν ΕΑ πήχεών ἐστι τριῶν, δῆλον ὅτι τὸ ΓΓΔ πήχεων ὂν θ ὑπερέχει τοῦ τριπήχεως τοῦ ΕΑ δυσὶ τριπήχεσιν, ἃ δύο τριπήχη ἐστὶ τό τε ΔΓ καὶ ΓΖ. ὑπερέχει οὖν ἡ ΔΓΓ τῆς μὲν ΕΑ τῇ ΔΓ καὶ ΓΖ, τῆς δὲ ΒΒ ὑπερέχει ἡ ΔΓΓ τῇ ΓΔ. | |
10 | ἔστι δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν. διὰ τούτων παρίστησιν ὅτι καὶ αἱ ἀντιδόσεις καὶ αἱ ἀμοιβαὶ τῶν γινομένων ἔργων παρὰ τῶν τεχνῶν κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν καὶ τὴν ἰσότητα ταύτην γίνονται. πρὸ δὲ τῆς τῶν λεγομένων σαφηνείας πρότερον ῥητέον ὅτι πάσχοντας λέγει τοὺς δεομένους καὶ χρῄζοντας, ποιοῦντας δὲ ὧν δεόμεθα καὶ χρῄζομεν· χρῄζομεν | |
15 | δὲ δηλονότι οὐκ ἐκείνων, ἀλλὰ τῶν ἔγρων αὐτῶν, οἷον ὁ μὴ ἔχων οἰκίαν καὶ δεόμενος οἰκίας λέγεται χρῄζειν οἰκοδόμου. καὶ λέγεται ἐπὶ τούτων ποιῶν μὲν ὁ οἰκοδόμος, πάσχων δὲ ὁ δεόμενος οἰκίας· ὁμοίως ὁ μὲν δεόμενος σίτου πάσχων, ὁ δὲ ἔχων ὁ γεωργὸς ποιῶν. εἰ δ’ ἐπίσης δέονται ὁ μὲν γεωργὸς νομισμάτων ὁ δὲ πολίτης σίτου, ἐπίσης ἀμφότεροι καὶ ποιοῦντες | |
20 | καὶ πάσχοντες ῥηθεῖεν. ὅταν δὲ ὁ μὲν πολίτης, ὡς ἐπὶ ταῖς ἀφορίαις συμ‐ βαίνει, δέηται σίτου, ὁ δὲ γεωργὸς τῶν νομισμάτων οὐ χρῄζει, πάσχων μὲν ὁ πολίτης ἐστὶ καὶ λέγεται, ποιῶν δὲ ὁ γεωργός. τίνα μὲν οὖν λέγει ποιοῦντα καὶ τίνα πάσχοντα, εἴρηται. ἃ δὲ λέγεται, τοιαῦτα ἂν εἴη· ὡς γὰρ ἐπὶ τοῦ ἐπανορθωτικοῦ δικαίου ὁ δικαστὴς τὴν ὑπεροχὴν τοῦ πλέον | |
25 | ἔχοντος ἀφελὼν τῷ ἠλαττωμένῳ καὶ παθόντι προστίθησιν, ἥτις ὑπεροχὴ φανερὰ γίνεται ἀπὸ τοῦ μέσου καὶ ἴσου, καὶ οὕτως συμμένει καὶ ἵσταται ἡ πολιτεία, εἰ δὲ μὴ ἦν τὸ ποιοῦν οἷον ὁ δικαστής, (οὗτος γὰρ ὁ ποιῶν ἤτοι ὁ ἀφαιρῶν ἀπὸ τοῦ ἠδικηκότος τὸ ἀδίκημα) καὶ τὸ πάσχον ἤτοι ὁ ἀδικήσας ἔπασχεν, εἰ οὖν μὴ ὁ δικαστὴς ἐποίει καὶ ὁ ἀδικήσας ἔπασχεν, | |
30 | οὐκ ἂν ἡ πολιτεία ἦν, ὡς οὖν ἐπὶ τούτων, οὕτως καὶ ἐπὶ τῶν τεχνῶν καὶ τῶν κατ’ αὐτὰς κοινωνιῶν καὶ ἀντιδόσεων· εἰ μὴ τὸ τοῦ ποιοῦντος ἔργον καὶ ἡ ὑπεροχὴ αὐτοῦ πρὸς τὸ τοῦ πάσχοντος ἔργον καὶ τὴν ἔλλειψιν αὐτοῦ ἦν ὡρισμένη καὶ μεμετρημένη, ὡς ἐπὶ τοῦ ποιοῦντος καὶ πλεονεκτοῦντος καὶ πάσχοντος καὶ πλεονεκτουμένου, οὐκ ἂν ἠδύναντο κοινωνεῖν ἀλλήλοις. οὐδὲν | |
35 | δὲ θαυμαστόν, εἰ ὁ πλεονέκτης καὶ ποιεῖν καὶ πάσχειν λέγεται· πρότερον μὲν γὰρ ὅτε πλεονεκτεῖ ποιεῖ, ὕστερον δὲ ὅτε ἰσάζεται πάσχει. ῥητέον δὲ καὶ οὕτως· εἰ μὴ κατ’ ἀξίαν τῶν γινομένων ἔργων ὑπὸ τῶν τεχνι‐ | |
τῶν κατά τε τὸ μέγεθος, ὅπερ αὐτὸς ὅσον εἶπε, καὶ τὴν ποιότητα, ὅπερ | 30 | |
31 | πάλιν οἷον εἴρηται, ἦν ἡ χρεία τῶν δεομένων καὶ πασχόντων, ἀνῃροῦντο ἂν αἱ τέχναι· οὐ γὰρ ἂν εἰργάζοντο μὴ μέλλοντες τὸ ἴσον ἀντιλήψεσθαι. ἐλή‐ λυθε τὰ ὀνόματα ταῦτα ἥ τε ζημία καὶ τὸ κέρδος ἐκ τῆς ἑκουσίου ἀλλαγῆς. ἐπειδὴ τὸν μὲν πλεονεκτοῦντα ἔθος ἦν αὐτοῖς κερδαίνειν λέγειν, τὸν | |
5 | δ’ ἀδικούμενον ζημιοῦσθαι, φησὶν ὅτι τὸ κερδαίνειν καὶ ζημιοῦσθαι κυρίως ἐπὶ τῶν ἑκουσίως ἀλλασσόντων λέγεται, μετήχθη δὲ ταῦτα καὶ ἐπὶ τοὺς ἀδικοῦντας καὶ ἀδικουμένους. ὥστε κέρδους τινὸς καὶ ζημίας μέσον ἐστὶ τὸ δίκαιον. τῶν δὲ παρὰ τὸ ἑκούσιον κέρδος ἐστὶ τὸ πλέον, ζημία δὲ τὸ ἔλαττον· μέσον δὲ τούτων τὸ δίκαιον. ἔστιν οὖν, φησί, τὸ δίκαιον | |
10 | μέσον ἐκείνων. τίνων δή; τῶν ὄντων παρὰ τὸ ἑκούσιον, ἤτοι τῶν πλειόνων καὶ ἐλαττόνων. ἔστιν οὖν, φησί, δίκαιον τὸ ἔχειν ὕστερον τὸ ἴσον οὗ εἶχε καὶ πρότερον πρὸ τῆς πλεονεξίας. τοῦτο γάρ ἐστι δίκαιον τὸ ἔχειν τοσοῦτον ὕστερον, ὅσον εἶχε καὶ πρότερον πρὸ τοῦ ἀδικηθῆναι. τὸ ἴσον ἔχειν πρότερον καὶ ὕστερον. δεῖ προσθεῖναι τῇ λέξει τὸ ὅσον, καὶ οὐδεμίαν ἕξει ἀσάφειαν. | |
15 | καὶ εἴη ἂν τὸ πλῆρες καὶ κατάλληλον τοιοῦτον· δίκαιόν ἐστι τὸ ἴσον ἔχειν ὕστερον, ὅσον καὶ πρότερον εἶχε πρὸ τῆς πλεονεξίας. | |
17n | Δοκεῖ δέ τισι καὶ τὸ ἀντιπεπονθὸς εἶναι ἁπλῶς δίκαιον. | |
18 | Εἰπὼν περὶ τῶν δύο εἰδῶν ἢ μερῶν τῆς ἐν μέρει δικαιοσύνης ἀλλ’ οὐ τῆς κοινῆς τῆς ὡς νομιμότητος λεγομένης (ἦσαν δὲ ταῦτα τὸ διανεμητικὸν καὶ | |
20 | ἐπανορθωτικόν, καὶ ἑκάτερον ἐν ἀναλογίᾳ, τὸ μὲν διανεμητικὸν ἐν τῇ γεωμετρικῇ καὶ ἐν τέτρασιν ὅροις θεωρούμενον, ὅτι καὶ τὰ νεμόμενα δύο καὶ οἷς ἐνέμοντο δύο, τὸ δὲ ἐν τῇ ἀριθμητικῇ ἀναλογίᾳ καὶ ἐν τρισὶν ὅροις, δύο μὲν τῶν ἄκρων τοῦ τε ἀδικήσαντος καὶ ἀδικηθέντος καὶ ἑνὸς μέσου τοῦ δικαστοῦ) ταῦτα εἰπὼν καὶ δείξας μνημονεύει περὶ τοῦ ἀντιπεπονθότος δικαίου, ὃν ὅρον | |
25 | οἱ Πυθαγόρειοι τῶν δικαίων ἐποιοῦντο. περὶ οὗ τί ποτέ ἐστι, σαφέστερον εἶπεν ἐν τῷ πρώτῳ τῶν Μεγάλων ἠθικῶν. ἐκεῖνοι γὰρ δίκαιον ᾤοντο τὸ ἀντιπαθεῖν ἃ ἄν τις πεποίηκεν, οἷον 〈εἰ〉 ἐτύφλωσέ τίς τινα, ἀντι‐ τυφλωθῆναι, 〈εἰ〉 ἔτυψεν, ἀντιτυφλωθῆναι. τοῦτο δὴ τὸ δίκαιον οὐ πρὸς ἅπαντας ἁρμόζει· εἰ γὰρ δοῦλος ἐλεύθερον ἔπληξεν, οὐχ ἅπαξ δεῖ τὸν δοῦλον | |
30 | ἀντιπληγῆναι, ἀλλὰ καὶ πολλάκις. τί δέ ἐστι τὸ ἀντιπεπονθὸς τοῦτο δίκαιον, καὶ νῦν σαφῶς ἐδήλωσε παραθέμενος τὸ τοῦ Ῥαδαμάνθυος· ἔστι δὲ τὸ ἔπος ἀπὸ τοῦ Ἡσιόδου. αἰτιᾶται δὲ καὶ ἐνταῦθα Ἀριστοτέλης τῶν Πυθα‐ γορείων τὸ ἁπλῶς εἰπεῖν τὸ ἀντιπεπονθὸς δίκαιον καὶ μὴ διορίσαι μηδὲ προσθεῖναι τὸ κατὰ ἀναλογίαν· τὸ γὰρ ἁπλῶς ἀντιπάσχειν ἕκαστον ὃ πεποίηκεν | |
35 | οὐδαμῶς δίκαιον. οὗ σημεῖον παρέθετο τὸ μὴ ἐφαρμόζειν αὐτὸ μήτε τῷ | 31 |
32 | διανεμητικῷ δικαίῳ μήτε τῷ διορθωτικῷ, εἰς ἃ τὸ δίκαιον διῄρηται. ἀλλὰ πῶς οὐκ ἐφαρμόζει ἐκείνοις; ἢ ὅτι ἐκείνων ἑκάτερον ἐν ἀναλογίᾳ ἐστί, τὸ μὲν γεωμετρικῇ, τὸ δ’ ἀριθμητικῇ, τοῦτο δ’ ἐν οὐδετέρᾳ τῶν ἀναλογιῶν ὑποπίπτει. ὅτι μὲν οὖν οὐκ ἔστι τὸ ἀντιπεπονθὸς ταὐτὸν τῷ διανεμητικῷ | |
5 | οὐδὲ κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν, δῆλον· ἐν μὲν γὰρ ἐκείνῳ τὸ ἴσον καὶ τὸ δίκαιον ἦν τὸ κατ’ ἀξίαν, ἐν δὲ τῷ ἀντιπεπονθότι οὐκ ἔστι. ποῦ γὰρ τὸ κατ’ ἀξίαν, εἰ δοῦλος εὐγενῆ καὶ σπουδαῖον μίαν πληγὴν πλήξει, καὶ αὐτὸν μίαν ἀντιπληγῆναι, ἢ εἰ ἱερέα λακτίσει, ἀντιλακτισθῆναι; ἀλλὰ μὴν οὐδὲ τῷ διορθωτικῷ ταὐτὸν τὸ ἀντιπεπονθός. τὸ μὲν γὰρ διορθωτικὸν οὐ ταὐτὰ | |
10 | ἀξιοῖ ἀντιπάσχειν τοὺς ποιήσαντας· οὐ γὰρ ὀδόντα ἀντὶ ὀδόντος ἀξιοῖ ἐξαιρεῖν, ἀλλὰ τιμᾶσθαι πόσου καὶ ποίου ἄξιος ὁ ὀδοὺς ἢ ὁ ὀφθαλμὸς ἢ ὅ τι ἂν ᾖ τὸ μέλος, οἷον εἰ δέκα νομισμάτων, ταῦτα ἀπαιτεῖν ἀπὸ τοῦ ποιήσαντος καὶ διδόναι τῷ πεπονθότι τὴν στέρησιν τοῦ ὀδόντος ἢ τοῦ ὀφθαλμοῦ. ἐπὶ μὲν οὖν τῶν τοιούτων δικαίων οὕτως· ἐπὶ δὲ τοῦ ἀντιπεπονθότος χωρίς | |
15 | τινος ἀναλογίας λαμβάνεται. δεῖ γάρ, φησίν, ἁπλῶς καὶ δίχα τινὸς ἀνα‐ λογίας παθεῖν ὃ δέδρακε· τοῦτο δὲ οὐδαμῶς δίκαιον καὶ ὅτι οὐκ ἔστι δίκαιον, δείκνυσι τῇ παραθέσει τῶν παραδειγμάτων λέγων οὐ γὰρ εἰ ἀρχὴν ἔχων ἐπάταξε, δεῖ ἀντιπληγῆναι· τὰ γὰρ αὐτὰ οὐκ ἴσην βλάβην ποιεῖ τῷ ἄρχοντι καὶ ἀρχομένῳ. ὁ γὰρ ἄρχων πλέον τι κατὰ | |
20 | τὸν πολίτην ἐστί· διὸ οὔτε πλήξας ἀντιπλήσσεται, διότι μηδὲ ἀδικεῖν δοκεῖ (καίτοι πέπονθεν ὁ πληγείς) μήτε πληγέντος τὰ ἴσα ἀντιπληγήσεται ὁ τὸν ἄρχοντα πλήξας. τὸ δὲ ἁπλῶς ἀντιπεπονθὸς τὰ αὐτὰ βούλεται παθεῖν τὸν δράσαντα ἃ δέδρακεν. ἔτι ποῖον δίκαιόν ἐστι τὸ τὰ αὐτὰ πάσχειν ἃ πεποίηκε τὸν ἑκόντα δράσαντα καὶ τὸν ἄκοντα; ὅπερ δή, λέγω δὴ τὸ μὲν πότερον | |
25 | ἑκὼν δέδρακεν ἢ ἄκων, ἐν μὲν τῷ ἐπανορθωτικῷ δικαίῳ ἐξετάζεται, καὶ εἰ μὲν εὑρεθῇ ἑκὼν δράσας, εὐθύνεται μειζόνως, εἰ δ’ ἄκων, μετριωτέρως· ἐπὶ δὲ τοῦ ἀντιπεπονθότος οὐδὲν τοιοῦτον ἐξετάζεται. ἀλλ’ ἐν μὲν ταῖς κοινωνίαις ταῖς ἀλλακτικαῖς συνέχει τὸ τοιοῦτον δίκαιον τὸ ἀντι‐ πεπονθός. δείξας ὅτι τὸ ἀντιπεπονθὸς δίκαιον οὕτως ἁπλῶς καὶ δίχα | |
30 | διορισμοῦ τινος λεγόμενον καὶ γινόμενον οὐκ ἔστι δίκαιον, διὰ τούτων ἐπι‐ χειρεῖ δεικνύναι, πρὸς τίνα χρήσιμον καὶ πῶς γινόμενον δίκαιον ἂν εἴη. καὶ λέγει ὅτι, ἂν μὴ ἁπλῶς ὡς οἱ Πυθαγόρειοί φασι γίνηται, ἀλλὰ κατ’ ἀναλογίαν καὶ τὴν ταύτης ἰσότητα, χρήσιμον ἔσται πρὸς τὰς κοινωνίας τὰς ἀλλα‐ κτικάς, ἐν αἷς τὸ καὶ τὰς πόλεις σώζεσθαι καὶ συμμένειν ἐστί. σύμφωνα δὲ ταῦτα | |
35 | τοῖς πρὸ ὀλίγου ῥηθεῖσιν· εἶπε γὰρ “ἀνῃροῦντο ἄν, εἰ μὴ τὸ ποιοῦν ἐποίει καὶ τὸ πάσχον ἔπασχεν οἷον καὶ ὅσον”. τοῦτο οὖν ἐστιν ὃ καὶ νῦν λέγει διὰ τοῦ τῷ ἀντιποιεῖν γὰρ ἀνάλογον καὶ οὐχ ἁπλῶς, ὥς φασιν οἱ Πυθαγόρειοι, | |
συμμένουσι καὶ σώζονται αἱ πόλεις.” ἀντιδιδομένων γὰρ ἀνάλογον | 32 | |
33 | τοῖς κακῶς ποιοῦσι κακῶν καὶ τοῖς καλῶς καλῶν οὐκ ἐν δουλείᾳ ἡ πολιτεία εὑρίσκεται, ἀλλ’ ἐν ἐλευθερίᾳ καὶ δημοκρατικῶς πολιτευομένη. γινόμενον οὖν κατὰ νόμους καὶ κατ’ ἀναλογίαν καὶ ὡρισμένως τὸ ἀντιπεπονθὸς σώζει καὶ συντηρεῖ τὰς πόλεις καὶ οὐκ ἐᾷ ἐκπολεμοῦσθαι καὶ ἀνατρέπεσθαι τὴν | |
5 | κοινωνίαν καὶ τὴν πολιτείαν. οὕτω μὲν οὖν ἀναλόγως γινόμενον τὸ ἀντι‐ πεπονθὸς δίκαιόν ἐστι καὶ σώζει τὰς πόλεις, ὡς δ’ οἱ Πυθαγόρειοι ἀπο‐ φαίνονται, οὐδαμῶς. καὶ τὰ μὲν λεγόμενα τοιαῦτα· κατὰ δὲ τὴν λέξιν τὴν | |
8n | Ἢ γὰρ τὸ κακῶς ζητοῦσιν· εἰ δὲ μή, δουλεία δοκεῖ εἶναι | |
9 | Ὃ λέγει τοιοῦτόν ἐστιν· ἢ γὰρ τοὺς κακῶς ποιήσαντας ζητοῦσιν οἱ | |
10 | κακῶς πεπονθότες κακὰ ἀντιπαθεῖν (δουλεία γάρ ἐστιν, εἰ μὴ πάθοιεν ἀνα‐ λόγως κακά) ἢ πεποιηκότες εὖ τὴν πόλιν ἢ πολίτην τινὰ καὶ ζητοῦσιν ἀντιπαθεῖν εὖ· εἰ δὲ μή, μετάδοσις οὐκ ἔσται. ὅτι δὲ τοὺς εὖ πεποιηκότας δεῖ ἀντευποιεῖν, σημεῖόν φησι τὸ ἱδρῦσθαι ἐν ταῖς πόλεσιν ἐμποδὼν ἤτοι ἐν τῷ μέσῳ Χαρίτων ἱερόν, ὡς δεῖ πάντως τὸν εὖ παθόντα ἀνθυπηρετῆσαι | |
15 | τῷ προκατάρξαντι, καὶ αὐτὸν πάλιν ἄρξασθαι χαριζόμενον. διὰ τοῦτο καὶ τριῶν οὐσῶν ἐν τῷ νεῷ Χαρίτων ἡ μέση οὖσα τῶν ἄκρων ἔμπαλιν ἔστραπται πρὸς τὸν χαρισάμενον καὶ δεξιοῦται. καὶ τὸ μὲν ἐπεστράφθαι πρὸς τὸν εὖ πεποιηκότα ἦν σύμβολον ὑπηρεσίας, τὸ δὲ δεξιοῦσθαι τοῦ πάλιν αὐτὴν ἀρχὴν ποιεῖσθαι τοῦ ἀντευεργετεῖν. ποιεῖ δὲ τὴν ἀντίδοσιν τὴν κατὰ | |
20 | ἀναλογίαν ἡ κατὰ διάμετρον σύζευξις. εἰπὼν ὅτι τὸ ἀντιπεπονθὸς δίκαιον γινόμενον κατὰ ἀναλογίαν σωστικόν ἐστι τῆς πολιτικῆς κοινωνίας (οὕτω γὰρ ἂν ὑπάγοιτο τῷ πολιτικῷ δικαίῳ κατὰ ἀναλογίαν δηλονότι γινό‐ μενον), διὰ τούτων δείκνυσι πῶς γίνεται καὶ πῶς ἐν τῷ διαγράμματι ἡ κατὰ διάμετρον σύζευξις, καὶ πῶς οἱ τεχνῖται ἀλλασσόμενοι τὰ ἔργα αὐτῶν | |
25 | τὸ ἴσον καὶ τὸ δίκαιον ἂν ἔχοιεν. ἁπλῶς μὲν γὰρ τῆς ἀλλαγῆς γινομένης οὐκ ἔσται τὸ συνάλλαγμα ἴσον, οὐδ’ ἂν συσταίη οὕτω ἡ πόλις· εἰ δ’ ἀνά‐ λογον γένοιτο, εἴη ἂν ἴσον καὶ δίκαιον. οὐ γὰρ ἔστιν ἡ οἰκία ἴση τῷ ὑποδήματι· διὰ τοῦτο δεῖ τὸ ἀνάλογον παραλαμβάνειν ἐν τούτοις. οἰκοδόμος ἐφ’ οὗ Α, σκυτοτόμος ἐφ’ οὗ Β. δείκνυσιν, ὡς εἶπον, πῶς τὸ ἀντι‐ | |
30 | πεπονθὸς κατὰ ἀναλογίαν γινόμενον δίκαιόν ἐστι καὶ τίς ἡ κατὰ διάμετρον ἐν τῷ διαγράμματι σύζευξις. ἔστι δέ, ἵν’ ἐντεῦθεν ἄρξωμαι, κατὰ διάμετρον σύζευξις ἡ τοῦ οἰκοδόμου πρὸς τὰ ὑποδήματα καὶ ἡ τοῦ σκυτέως πρὸς τὴν οἰκίαν. διάμετρος γάρ ἐστιν εὐθεῖα τέμνουσα δίχα τὸ τετράγωνον. ἔστι δὲ τοιαύτη ἡ ἀπὸ τοῦ οἰκοδόμου πρὸς τὸ ὑπόδημα ἐπεζευγμένη, ὁμοίως | |
35 | καὶ ἡ ἀπὸ τοῦ σκυτέως πρὸς τὴν οἰκίαν. ἡ μὲν οὖν κατὰ διάμετρον | 33 |
34 | σύζευξις αὕτη· ἡ δὲ ἀναλογία, ὡς ὁ οἰκοδόμος πρὸς τὸν σκυτέα, ἡ οἰκία πρὸς τὰ ὑποδήματα. εἰ οὖν ὁ οἰκοδόμος ἴσος τῷ σκυτεῖ, ἔσται καὶ ἡ οἰκία ἴση τοῖς ὑποδήμασι, καὶ λαβὼν ὁ οἰκοδόμος τὰ ὑποδήματα καὶ ὁ σκυτεὺς τὴν οἰκίαν ἕξουσι τὰ ἴσα, καὶ ἔσται ἡ ἀνταλλαγὴ δικαία καὶ τὸ | |
5 | ἀντιπεπονθὸς τοῦτο δίκαιον διὰ τὸ κατὰ ἀναλογίαν γενέσθαι· ἐπίσης γὰρ ὠφέληται ὁ οἰκοδόμος παρὰ τοῦ σκυτέως καὶ ὁ σκυτεὺς παρὰ τοῦ οἰκοδόμου. ἐπεὶ γὰρ ἴση ἡ οἰκία τοῖς ὑποδήμασι διὰ τὸ καὶ τοὺς τεχνίτας ἴσους εἶναι, δῆλον ὅτι ὅσον ἔλαβεν ὁ οἰκοδόμος, τοσοῦτον καὶ ὁ σκυτεύς. εἰ δὲ μή ἐστιν ὁ οἰκοδόμος ἴσος τῷ σκυτεῖ ἀλλ’ ὑπερέχει, δῆλον ὅτι καὶ τὸ ἔργον | |
10 | τοῦ οἰκοδόμου ὑπερέχει τοῦ ἔργου τοῦ σκυτέως, καὶ δεῖ γενέσθαι τὸ ἀνά‐ λογον, ὥστε γενέσθαι τὰ ὑποδήματα ἴσα τῇ οἰκίᾳ· κἂν οὕτω γένηται, ἔσται ἡ διανομὴ ἴση καὶ δικαία. ἔστω γὰρ τοῦ σαφοῦς ἕνεκα ὁ μὲν οἰκοδόμος ὁ ϛ ἀριθμός, ὁ δὲ σκυτεὺς ὁ γ· διπλασίων ἄρα ὁ οἰκοδόμος τοῦ σκυτέως· εἰ δὲ τοῦτο, διπλάσιον δηλονότι καὶ ἡ οἰκία τῶν ὑποδημάτων. εἰ οὖν | |
15 | διπλασιασθῇ τὰ ὑποδήματα ἔσονται ἴσα τῇ οἰκίᾳ, καὶ λήψεται ὁ μὲν οἰκοδόμος τὰ ὑποδήματα, ὁ δὲ σκυτεὺς τὴν οἰκίαν. εἰ οὖν πρῶτον, φησί, γένηται τὸ κατὰ ἀναλογίαν ἴσον, καὶ ἰσασθῇ τὰ ἔργα τῶν τεχνιτῶν ὡς μὴ ὑπερέχειν θάτερον θατέρου, εἶτα τὸ ἀντιπεπονθὸς γένηται, τουτέστιν εἶτα ἡ ἀνταλλαγὴ γένηται, ἔσται τὸ λεγόμενον, ἤτοι τὸ κατὰ ἀναλογίαν | |
20 | δίκαιον· εἰ δὲ μὴ πρότερον γένηται τὸ κατὰ ἀναλογίαν καὶ ἰσασθῇ τὰ ὑποδή‐ ματα τῇ οἰκίᾳ, οὐχ ἕξουσι τὰ ἴσα, ἀλλὰ τὰ ἄνισα· πλέον μὲν ὁ σκυτεύς, ὅτι ἡ οἰκία μείζων τῶν ὑποδημάτων, ἔλαττον δὲ ὁ οἰκοδόμος, ὅτι τὰ ὑπο‐ δήματα ἐλάττω τῆς ἀξίας τοῦ οἰκήματος· ὥστε οὐδὲ συμμενεῖ ἡ κοινωνία τοῦ οἰκοδόμου καὶ τοῦ σκυτέως. | |
25n | Οὐ γὰρ ἐκ δύο ἰατρῶν γίνεται κοινωνία, ἀλλ’ ἐξ ἰατροῦ | |
26n | καὶ γεωργοῦ. | |
27 | Εἰπὼν ὅτι οὐθὲν κωλύει κρεῖττον εἶναι τὸ θατέρου ἔργον ἢ τὸ θατέρου, τοῦτο διὰ τῶν λεγομένων νῦν δείκνυσι, δυνάμει λέγων “εἰ μὲν γὰρ ἦσαν ἀμφότεροι οἱ τεχνῖται ἰατροὶ ἢ ἀμφότεροι σκυτεῖς, οὐκ ἂν ἦν τὸ θατέρου | |
30 | ἔργον κρεῖττον ἢ τὸ θατέρου· ἐπεὶ δὲ διαφέρουσιν οἱ τεχνῖται, ἐνδέχεται τὸ μὲν θατέρου εἶναι κρεῖττον, τὸ δὲ θατέρου χεῖρον”. καὶ ὅλως ἑτέρων καὶ οὐκ ἴσων. προσέθηκε τῷ ἑτέρων τὸ οὐκ ἴσων, διότι ὧν τὰ ἔργα ἕτερα καὶ οὐκ ἴσα, ἀνάγκη καὶ τοὺς τεχνίτας ἀνίσους εἶναι. δεῖ δέ, εἰ μέλλει κοινωνία εἶναι καὶ πόλις, ἑτέρους εἶναι τοὺς κοινωνοῦντας τῆς πολιτείας. | |
35 | οὔτε γὰρ πόλις οὔτε ἄλλη τις γίνεται κοινωνία ἐκ τῶν πάντα τὰ ἔργα | |
ἐργαζομένων· εἰ γὰρ πάντες τὰ αὐτὰ ἐργάζονται, ἕκαστος ἂν ἔχοι τὰ ἑκάστου, | 34 | |
35 | καὶ οὕτω πάντες ἕν τι ἔσονται καὶ μηδένες μηδένων χρῄζοντες· ἡ γὰρ χρεία πλειόνων, πλείονες δὲ οἱ διαφέροντες. οἱ γὰρ τὰ αὐτὰ εἰδότες καὶ ἐργαζόμενοι κἂν πλείους ὦσιν ὡς ἄνθρωποι, ἀλλ’ ὡς τὰ αὐτὰ ἐργαζόμενοι πάντες εἷς εἰσιν. ὥστε εἰ μέλλει κοινωνία εἶναι, δεῖ ἑτέρους εἶναι καὶ μὴ | |
5 | ἴσους. ἡ γὰρ τῶν χρησίμων καὶ λειπόντων ἑκάστῳ λῆψις καὶ δόσις αἰτία τῆς κοινωνίας. ἐπεὶ τοίνυν μὴ οἷόν τέ ἐστιν ἕκαστον ἅπαντα ἐργάζεσθαι ὧν χρῄζει, διαφέροντας ἀνάγκη εἶναι τοὺς τὰ χρειώδη ἐργαζομένους (εἰ δ’ οὗτοι διαφέροντες, καὶ τὰ ἔργα διάφορα) εἶθ’ οὕτως γενέσθαι τὴν ἄμειψιν καὶ ἀνταλλαγὴν τῶν κοινῶν· οὕτω γὰρ ἂν τὸ ἴσον ἔχοιεν. | |
10n | Διὸ πάντα συμβλητὰ δεῖ πως εἶναι, ὧν ἐστιν ἀλλαγή. | |
11 | Τὸ συμβλητὰ ἀντὶ τοῦ λόγον ἔχειν πρὸς ἄλληλα καὶ σύγκρισιν, τουτέστι τιμᾶσθαι καὶ ὡρισμένην εἶναι τὴν ἑκάστου τιμήν. διὰ τοῦτο τὰ νομίσματα εὕρηται· μετρεῖ γὰρ πάντων τὴν ἀξίαν καὶ ἐπ’ ὄψιν τίθησι καὶ δήλην ποιεῖ τὴν ἑκάστου ὑπεροχὴν καὶ ἔλλειψιν. δήλου μὲν γὰρ ὄντος ὅτι ὑπερέχει | |
15 | ἡ οἰκία τῶν β ὑποδημάτων, τῆς δ’ ὑπεροχῆς ἀδήλου οὔσης πόση τίς ἐστι, τὸ νόμισμα ταύτην ἐμφανῆ καθίστησιν. εὑρόντες γὰρ ὅτι ἡ οἰκία ἐστὶν ἀξία, εἰ ἔτυχε, νομισμάτων ι, τὰ δὲ β ὑποδήματα ἑνός, ἔχομεν ὅσον ὑπερέχει ἡ οἰκία τῶν ὑποδημάτων καὶ ὅσον ἐλλείπει τὰ ὑποδήματα τῆς οἰκίας. ἐπεὶ γὰρ ἡ οἰκία δέκα ἐστὶν ἀξία νομισμάτων, τὰ δὲ ὑποδήματα νομί‐ | |
20 | σματος ἑνός, ἡ ὑπεροχὴ τῆς οἰκίας πρὸς τὰ ὑποδήματά ἐστιν νομισμάτων θ. ἰσασθήσεται δὲ ἡ οἰκία καὶ τὰ ὑποδήματα οὕτως. ἐπεὶ τὰ β ὑποδήματα ἑνός ἐστι νομίσματος ἄξια, ἔσται τὰ κ ὑποδήματα νομισμάτων ι ἄξια· ἔστι δὲ καὶ ἡ οἰκία τῶν αὐτῶν δέκα νομισμάτων ἀξία· τὰ ἄρα κ ὑποδήματα τὰ αὐτά εἰσι τῇ οἰκίᾳ καὶ ἴσα. 〈ὥστε〉 ἂν κ ὑποδήματα λαβὼν ὁ οἰκοδόμος | |
25 | ἀπὸ τοῦ σκυτέως δοίη αὐτῷ τὴν οἰκίαν, ἔσται τὸ ἀντιπεπονθὸς κατὰ τὴν ἀναλογίαν δίκαιον καὶ ἴσον. καὶ ὁρᾷς ὅπως τὰ νομίσματα ἀνάλογόν εἰσι τῷ δικαστῇ. ὡς γὰρ ἐπὶ τοῦ ἐπανορθωτικοῦ δικαίου τῇ τοῦ δικαστοῦ μεσότητι ἐγινώσκομεν πόσον δεῖ ἀφελεῖν ἀπὸ τοῦ πλεονέκτου καὶ προσθεῖναι τῷ ἀδικηθέντι (μέσον γὰρ πίπτων ὁ δικαστὴς τοῦ ἠδικηκότος καὶ ἠδικημένου | |
30 | ἐποίει ἀμφοτέρων τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν δήλην), οὕτως κἀνταῦθα τῇ παραθέσει τῶν νομισμάτων εὕρομεν τὴν τῆς οἰκίας πρὸς τὰ ὑποδήματα ὑπεροχήν. καλῶς ἄρα εἴρηκεν ὅτι γίνεταί πως μέσον τὸ νόμισμα· κανὼν γὰρ καὶ κριτήριον γίνεται τῆς ἀρετῆς τοῦ οἰκήματος καὶ τῶν ὑποδη‐ | |
μάτων, ὡς καὶ ὁ δικαστὴς τῆς πλεονεξίας καὶ μειονεξίας. δεῖ τοίνυν, | 35 | |
36 | ὅπερ ὁ οἰκοδόμος πρὸς σκυτοτόμον, τοῦτο γενέσθαι τὰ ὑποδήματα πρὸς τὴν οἰκίαν. ἦν δὲ ὁ οἰκοδόμος διπλασίων τοῦ σκυτοτόμου· δεῖ δὴ διπλα‐ σιάσαι τὰ ὑποδήματα, καὶ ἔσονται ἴσα τῇ οἰκίᾳ. εἰ γάρ ἐστιν ἡ οἰκία δ, τὰ δὲ ὑποδήματα β, εἰ διπλασιασθῇ τὰ β, ἔσται δ. εἰ γὰρ μὴ ἔσται ἰσότης, | |
5 | οὐκ ἔσται ἀλλαγὴ οὐδὲ κοινωνία· μετρηθήσονται δὲ καὶ ἰσασθήσονται ἑνί τινι, οἷον τῷ νομίσματι, καὶ εἴρηται πῶς. τοῦτο δέ ἐστι τῇ μὲν ἀληθείᾳ ἡ χρεία. τὸ αἴτιον, φησί, τῆς πρὸς ἀλλήλους κοινωνίας ἐστὶν ἡ χρεία· διὰ γὰρ τὸ χρῄζειν ἕκαστον ἡμῶν πολλῶν, μὴ οἷόν τε δὲ εἶναι, ὡς καὶ πρότερον εἴρηται, πάντα ἐργάζεσθαι ὧν χρῄζει, κοινωνοῦμεν ἀλλήλοις. | |
10 | ὅτι δὲ τῆς κοινωνίας ἡ χρεία ἐστὶν αἰτία, δῆλον ἐφ’ ὧν μὴ δέονται θάτεροι θατέρων. ὅταν γὰρ μὴ δέηται ὁ γεωργὸς ὑποδημάτων ἢ ὁ σκυτοτόμος σίτου, οὐδὲ κοινωνία τούτων ἐστί· δεηθέντες δὲ ἀμφότεροι καὶ ὁ γεωργὸς τῶν τοῦ σκυτέως καὶ ὁ σκυτεὺς τῶν τοῦ γεωργοῦ ἔργων, εὐθὺς κοινωνῆσαι σπεύδουσι τῶν ἀλλήλων ἔργων. ἀλλ’ ἐπεὶ πολλάκις ὁ μὲν σκυτεὺς χρῄζει | |
15 | τῶν τοῦ οἰκοδόμου ἔργων ἢ τοῦ γεωργοῦ, ὁ δὲ οἰκοδόμος ἢ γεωργὸς τῶν τοῦ σκυτέως οὐ χρείαν ἔχει ἔργων, ἀντάλλαγμα τῆς χρείας γέγονε τὸ νόμισμα, καὶ διδόαμεν ἀντὶ ὑποδημάτων ἢ σίτου ἢ οἰκίας νομίσματα κατὰ συνθήκην. καὶ διὰ τοῦτο νόμισμα καλεῖται, ὅτι οὐ φύσει ἀλλὰ νόμῳ καὶ θέσει ἡμετέρᾳ, καὶ ἐφ’ ἡμῖν ἄχρηστον ποιῆσαι αὐτό· εἰ γὰρ θελήσομεν διδόναι ἃ | |
20 | ἔχομεν καὶ λαμβάνειν ἃ μὴ ἔχομεν, ἄχρηστον ἔσται τὸ νόμισμα. | |
21n | Ἔσται δὴ ἀντιπεπονθός, ὅταν ἰσασθῇ, ὥστε ὅπερ | |
22n | γεωργὸς πρὸς σκυτοτόμον. | |
23 | Ὅταν, φησίν, ἰσασθῇ τὰ ἔργα, ἔσται τὸ ἀντιπεπονθὸς δίκαιον, ὡς εἶναι ὡς ὁ γεωργὸς πρὸς τὸν σκυτοτόμον, τὸ ἔργον τοῦ σκυτοτόμου πρὸς | |
25 | τὸ τοῦ γεωργοῦ εἰ γάρ ἐστιν ὁ γεωργὸς διπλασίων τοῦ σκυτοτόμου, ἥμισυς ἄρα ὁ σκυτοτόμος τοῦ γεωργοῦ· καὶ τὰ ὑποδήματα ἄρα ἡμίση τοῦ σίτου. εἰ οὖν διπλασιασθῇ τὰ ὑποδήματα, ὡς εἶναι, ὡς ὁ γεωργὸς πρὸς τὸν σκυτέα, τὰ ὑπο‐ δήματα τὰ διπλασιασθέντα πρὸς τὰ ὑποδήματα τὰ ἐξ ἀρχῆς τὰ ὄντα ἡμίση τοῦ σίτου, ἔσται τὰ ὑποδήματα ἴσα τῷ σίτῳ καὶ τὸ ἀντιπεπονθὸς δίκαιον κατὰ | |
30 | τὴν γεωμετρικὴν ἀναλογίαν, ἥτις γίνεται ἐν τέτρασιν ὅροις. δείξει δὲ ὕστερον ὅτι καὶ ἐν τρισὶν ὅροις γίνεταί πως καὶ κατὰ τοῦτο ὑπάγεται τῇ ἀριθμητικῇ ἀναλογίᾳ. καὶ εἴη ἂν ἡ μὲν ἀντίδοσις καὶ ἀνταλλαγὴ κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν, ἡ δὲ ἔκθεσις τῆς ἀναλογίας καὶ τῆς ἰσότητος τῶν ἐν τῇ ἀντιδόσει | |
γινομένων διὰ τῆς ἀριθμητικῆς καὶ ἐκείνῃ προσχρωμένη. | 36 | |
37(1n) | Εἰς σχῆμα δ’ ἀναλογίας οὐ δεῖ ἄγειν, ὅταν ἀλλάξωνται· | |
2n | εἰ δὲ μή, ἀμφοτέρας ἕξει τὰς ὑπεροχάς. | |
3 | Ἡ ὑπεροχὴ λέγεται καὶ ἐπὶ τῆς ὑπερβολῆς καὶ τῆς ἐλλείψεως, καὶ ἔθος ἐστὶ λέγειν “εἰς ὑπερβολὴν ἐδόθη αὐτῷ πολλά”, καὶ ἔμπαλιν “εἰς | |
5 | ὑπερβολὴν ἐδόθη αὐτῷ ὀλίγα”, καὶ “εἰς ὑπερβολὴν ὅδε πλούσιός ἐστι”, καὶ αὖ “εἰς ὑπερβολὴν ὅδε πένης”, ἴσον λέγοντες τῷ λίαν ἔχει ὅδε χρήματα πολλά, καὶ λίαν ὅδε ὀλίγα. καὶ τὸ μὲν τῆς λέξεως τοιοῦτον· ὃ δὲ λέγει, τοιοῦτον ἂν εἴη· τὰς ἀναλογίας τῶν τεχνιτῶν καὶ τῶν ἔργων, ἃ ἐργάζονται, δεῖ ποιεῖν πρὸ τοῦ ἀλλάξασθαι κατὰ τὸν ὑφηγη‐ | |
10 | μένον τρόπον. γινομένης γὰρ τῆς ἀναλογίας πρὸ τῆς ἀλλαγῆς, μετὰ δὲ τοῦτο τῆς ἀνταλλαγῆς, ἔσται ἡ ἀντίδοσις καὶ ἡ ἀλλαγὴ ἴση καὶ δικαία, καὶ εἰς τὸ σχῆμα τῆς ἀναλογίας ἀναχθήσεται, ὡς εἶναι, ὡς ὁ οἰκοδόμος πρὸς τὸν σκυτοτόμον, οὕτως ὁ οἰκοδόμος μετὰ τῆς οἰκίας πρὸς τὸν σκυτέα μετὰ τῶν ὑποδημάτων. ὡς γὰρ ὑπερέχει ὁ οἰκοδόμος τοῦ σκυτέως, οὕτω | |
15 | καὶ ὁ οἰκοδόμος μετὰ τῆς οἰκίας τοῦ σκυτέως μετὰ τῶν ὑποδημάτων, πρὸ τῆς ἀλλαγῆς δηλονότι. καὶ δεῖ τὴν τοιαύτην ἀνισότητα τῆς οἰκίας πρὸς τὰ ὑποδήματα ἰσασθῆναι· ἰσασθήσεται δὲ οὕτως. ἐπεὶ γὰρ διπλῆ ἐστιν ἡ οἰκία τῶν ὑποδημάτων, εἰ διπλασιασθῇ τὰ ὑποδήματα β ὄντα καὶ γένηται δ, ἔσται δ ὑποδήματα ἴσα τῇ οἰκίᾳ· καὶ οὕτως τῆς ἰσότητος γεγονυίας, εἰ | |
20 | λήψεται ὁ μὲν οἰκοδόμος τὰ δ ὑποδήματα καὶ ὁ σκυτεὺς τὴν οἰκίαν, ἔσται ὁ οἰκοδόμος μετὰ τῶν δ ὑποδημάτων ἴσος τῷ σκυτεῖ μετὰ τῆς οἰκίας. ἐπεὶ γὰρ διὰ τὴν τῆς οἰκίας πρὸς τὰ ὑποδήματα ὑπεροχὴν ἐλέγετο ὁ οἰκο‐ δόμος ὑπερέχειν τοῦ σκυτέως, ἰσασθέντων τῶν ὑποδημάτων τῇ οἰκίᾳ ἔσται ὁ οἰκοδόμος ἴσος τῷ σκυτεῖ. τοῖς δὲ ἴσοις ἴσα ἐὰν προστεθῇ, τὰ ὅλα ἴσα | |
25 | ἔσται, 〈ὥστε〉 εἴη ἂν καὶ ὁ οἰκοδόμος μετὰ τῶν ὑποδημάτων ἴσος τῷ σκυτεῖ μετὰ τῆς οἰκίας. δεῖ οὖν, φησί, πρὸ τῆς ἀλλαγῆς ποιεῖσθαι τὴν ἀναλογίαν καὶ ἰσάζειν δι’ αὐτῆς τὰ τῶν τεχνιτῶν ἔργα. εἰ δὲ μή, ἀμφοτέρας ἕξει τὰς ὑπεροχάς, τουτέστιν· εἰ δὲ ἀπλῶς καὶ χωρὶς ἀναλογίας ἀλλά‐ ξονται, ἑκάτερος τῶν ἄκρων, ἤτοι ὁ οἰκοδόμος καὶ ὁ σκυτεύς, ἀμφοτέρας | |
30 | ἕξει τὰς ὑπεροχάς. ἂν γὰρ λάβῃ ὁ οἰκοδόμος τὰ β ὑποδήματα, ἔσται μὲν ὑπερέχων ὡς οἰκοδόμος, ὑπερεχόμενος δὲ καὶ ἐλλείπων ὡς τὰ β ὑποδήματα ἔχων, καὶ ὁ σκυτεὺς ὁμοίως ὡς μὲν σκυτεὺς ἐλλείπων καὶ ὑπερεχόμενος, ὡς δὲ ἔχων τὴν οἰκίαν ὑπερέχων. ὥστε τοὺς οὕτως ἁπλῶς δηλονότι ἀλλασσομένους μάταιόν ἐστι μετὰ τὴν ἀλλαγὴν πειρᾶσθαι εἰς σχῆμα ἄγειν | |
35 | ἀναλογίας. καὶ οὐ μόνον μάταιον, ἀλλὰ καὶ ἀδύνατον· οὐ γὰρ δύναται ἐπὶ τῆς ἀλλαγῆς τῆς δίχα ἀναλογίας γεγονυίας εἶναι, ὡς ὁ οἰκοδόμος πρὸς τὸν | |
σκυτέα, οὕτως ὁ οἰκοδόμος μετὰ τῶν β ὑποδημάτων πρὸς τὸν σκυτέα | 37 | |
38 | μετὰ τῆς οἰκίας διὰ τὴν τῶν ἀλλασσομένων ἀνισότητα. ὅτι δὲ δύναται ἰσασθῆναι τὰ ὑποδήματα τῇ οἰκίᾳ, εἴρηται· διὰ γὰρ τῶν νομισμάτων ἢ ἄλλου τινός. σαφέστατον δὲ τὸ διάγραμμα διὰ τὸ πολλάκις εἰρῆσθαι περὶ αὐτοῦ, καὶ οὐ δεῖ μάτην περὶ αὐτοῦ λέγειν πάλιν. | |
5n | Ὅτι δὲ ἡ χρεία συνέχει ὥσπερ ἕν τι ὄν. | |
6 | Εἶπε καὶ πρότερον ὅτι τὸ συνέχον τὰς πολιτείας ἡ χρεία ἐστί, καὶ πάλιν διὰ τούτων τὸ αὐτὸ πιστοῦται ἐκ τῶν ὁσημέραι γινομένων. ἕως μὲν γὰρ ὁ μέν τις ἔχει οἶνον μόνον, ὁ δὲ σῖτον μόνον, καὶ δέονται ὁ μὲν τὸν σῖτον ἔχων οἴνου, ὁ δὲ τὸν οἶνον σίτου, ἀλλάττονται πρὸς ἀλλήλους καὶ | |
10 | στέργουσιν ἀλλήλους· ὅταν δὲ ὁ ἔχων ἢ καὶ γεωργῶν τὸν σῖτον ἀμπέλων εὐπορήσῃ, καὶ ὁ τὰς ἀμπέλους ἔχων σῖτον γεωργεῖν δυνήσεται, οὐκ ἀλλάτ‐ τονται οὐδὲ κοινωνοῦσι διὰ τὸ μὴ ἐν χρείᾳ ἀλλήλων εἶναι. | |
13n | Ὑπὲρ δὲ τῆς μελλούσης ἀλλαγῆς, εἰ νῦν μηδὲν δεῖται, | |
14n | ὅτι ἔσται. | |
15 | Πῶς εὕρηται νόμισμα, διὰ τούτων λέγει. ἐπεὶ γὰρ πολλάκις ὁ μὲν σκυτεὺς ἐδεῖτο σίτου ἢ οἴνου ἤ τινος ἄλλου, ὁ δὲ γεωργὸς ἢ ὁ ἀμπελουργὸς ὑποδημάτων οὐκ ἔχρῃζεν, ἢ ἔμπαλιν ἐκεῖνοι μὲν ἐδέοντο ὑποδημάτων, ὁ δὲ σκυτοτόμος οὐδενὸς τῶν ἐν ἐκείνοις ἔχρῃζεν, εἰς βοήθειαν τῆς τοιαύτης περιστάσεως τὸ νόμισμα εὕρηται, καὶ γίνεται οἷον ἐγγυητής. φέρων γὰρ | |
20 | ὁ σκυτεὺς δίδωσι τῷ γεωργῷ τὸ νόμισμα, καὶ φησὶν “ἔχε τοῦτο ἀντὶ ὑπο‐ δημάτων καὶ οἷον ἐγγυητήν· ὅταν δέ ποτε ὑποδημάτων δεηθῇς, ληψόμεθα σὺ μὲν ὑποδήματα, ἐγὼ δὲ τὸ νόμισμα τὸν ἐγγυητήν”. πάσχει μὲν οὖν καὶ τοῦτο τὸ αὐτό· οὐ γὰρ ἀεὶ ἴσον δύναται. καὶ τοῦτο, τὸ νόμισμά φησι, τὸ αὐτὸ πάσχει. ὃ δὲ λέγει ἐστίν, ὡς ἐπὶ τῆς χρείας τοῦτο ἐπὶ | |
25 | τοῦ νομίσματος ἴδοι ἄν τις γινόμενον. ὡς γὰρ ἐπ’ ἐκείνης οὐκ ἀεὶ ὁμοίως δεόμεθα καὶ ἐν χρείᾳ τῶν ἀλλοτρίων ἐσμέν, οὕτως οὐδὲ τὸ νόμισμα ἀεὶ ἴσον δύναται, ἀλλὰ μεταπίπτει καὶ τὸ πρότερον πλεῖον δυνάμενον ὕστερον ἢ οὐδὲν ἢ ἔλαττον ἰσχύει. ὅμως μᾶλλόν γε τοῦτο διαμένει, καὶ δεῖ ὡς μέτρῳ αὐτῷ τῶν ἀλλασσομένων χρῆσθαι, καὶ πάντων προέχειν καὶ τιμᾶσθαι τὸ | |
30 | νόμισμα. ἀλλὰ πότε δύναται πλεῖον τὸ νόμισμα ἢ πότε ἔλαττον ἢ οὐδέν; ἢ ἐν μὲν ταῖς εὐθηνίαις πολὺ δύναται, ἐν δὲ ταῖς ἄγαν σιτοδείαις καὶ ἀφορίαις πάντων τῶν καρπῶν οὐδέν· οὐδεὶς γὰρ τῶν ἐχόντων σῖτον μὴ ἀρκοῦντα ἑαυτῷ καὶ τοῖς ἑαυτοῦ ἀνταλλάσσειν τότε προθυμεῖται. πῶς δὲ τὸ νόμισμα | |
σύμμετρα τὰ ἔργα ποιεῖ καὶ ἰσάζει, εἴρηται. | 38 | |
39(1n) | Οὔτε γὰρ μὴ οὔσης ἀλλαγῆς κοινωνία ἂν εἴη. | |
2 | Εἰπὼν ὅτι τὸ νόμισμα ὥσπερ μέσον ἤτοι μέτρον γεγονὸς ἰσάζει καὶ σύμ‐ μετρα ποιεῖ (σύμμετρα γάρ φασιν οἱ γεωμέτραι τὰ τῷ αὐτῷ μέτρῳ μετρού‐ μενα) πῶς σύμμετρα ποιεῖ, λέγει· εἰ μὴ ἦν ἀλλαγή, κοινωνία οὐκ ἂν ἦν. ἔστι | |
5 | δὲ ἡ τοῦ λόγου σύνθεσις τοιαύτη· ἡ κοινωνία ἐστί, διότι ἀλλάσσομεν, ἀλλάσσο‐ μεν δὲ διὰ τὴν ἰσότητα, ἴσα δὲ γίνεται διὰ τὴν συμμετρίαν, συμμετρία δὲ διὰ τὸ νόμισμα. ὥστε μὴ ὄντος νομίσματος συμμετρία οὐκ ἔσται, συμμετρίας δὲ μὴ οὔσης οὐδ’ ἀλλαγή, τῆς δ’ ἀλλαγῆς οἰχομένης οἴχεται καὶ ἡ κοινωνία. τῇ μὲν οὖν ἀληθείᾳ ἀδύνατον τὰ τοσοῦτον διαφέροντα σύμμετρα | |
10 | γενέσθαι. εἰ κυρίως σύμμετρα τὰ ὁμογενῆ δύνανται γενέσθαι, οἷον ἀριθμοὶ ἀριθμοῖς καὶ μεγέθη μεγέθεσι, τὰ ἀπ’ ἀλλήλων τοσοῦτον διεστῶτα ἀδύνατον σύμμετρα γενέσθαι. τὰ γὰρ σύμμετρα κοινῷ μορίῳ καταμετροῦνται, ἀριθμοὶ ἀριθμῷ, τὰ μεγέθη μεγέθει, τὸ δὲ νόμισμα οὐκ ἔστι μόριον τῶν ἐν τῇ ἀλλαγῇ· οὔτε γὰρ τῶν ὑποδημάτων ἐστὶ μόριον οὔτε τοῦ οἴνου (ἦν γὰρ | |
15 | ἂν ἢ οἶνος ἢ ὑπόδημα) οὔτε ἄλλου οὐδενός. γίνεται δὲ μέτρον τῆς κατὰ τὴν χρείαν αὐτῶν συμμετρίας· ὅταν μὲν γάρ ἐστι πολλὴ χρεία τῶν ἀλλασσομένων, μικρόν, ὅταν δὲ σμικρά, μέγα. ἐν μὲν γὰρ ταῖς εὐθηνίαις μέγα καὶ τίμιον, ἐν δὲ ταῖς ἐνδείαις καὶ μάλιστα ταῖς μεγίσταις, πάμπαν σμικρότατον καὶ ἄτιμον. δεῖ οὖν, φησίν, ἕν τι εἶναι, δι’ οὗ σύμμετρα γενήσεται τὰ ἐν ταῖς | |
20 | ἀλλαγαῖς, τουτέστι δεῖ ἕν τι εἶναι τὸ μετροῦν αὐτά, καὶ εἶναι μὴ μόριον τῶν μετρουμένων, ἀλλ’ ἐξ ὑποθέσεως καὶ συνθήκῃ ἡμετέρᾳ ὡς μέτρον λαμβάνε‐ σθαι, ὃ καὶ νόμισμα λέγεται διὰ τὸ κατὰ συνθήκην γεγονέναι μέτρον. καὶ μετρεῖται αὐτῷ τὰ ὤνια. οἰκία Α, μναῖ δέκα Β, κλίνη Γ. ἐν τῷ κλίνῃ Γ λείπει τὸ μιᾶς μνᾶς. εἰπὼν δὲ ὅτι τὸ νόμισμα μέσον καὶ | |
25 | μέτρον γίνεται ἐν ταῖς ἀλλαγαῖς καὶ ἰσάζει πάντα, δείκνυσιν διὰ τούτων, λέγω δὴ τὸ πῶς τὸ νόμισμα μεσότης γίνεται καὶ πῶς τούτῳ μετρεῖται καὶ πῶς λαμβανόμενον μέσον αὐτῶν εὑρίσκεται. καὶ λαμβάνει εἰς τὴν δεῖξιν οἰκίαν, ἥ ἐστι ἔργον οἰκοδόμου ἐφ’ ᾧ τὸ Α, δέκα δὲ μνᾶς ἢ νομίσματα, ἐπὶ τοῦ Β, κλίνην δὲ ἔργον τέκτονος ἐπὶ τοῦ Γ. καὶ ἐπεὶ πάντα τιμᾶται | |
30 | τοῦ νομίσματος, ἔστω οἰκία ἀξία πέντε μνῶν, ἡ δὲ κλίνη μιᾶς μνᾶς. τῷ δὴ νομίσματι γνωριοῦμεν πόσαι κλῖναι ἀντάξιαι τῆς οἰκίας· πέντε γὰρ μνῶν οὔσης ἀξίας τῆς οἰκίας ἥμισύ ἐστιν ἡ οἰκία τῶν δέκα μνῶν. ἀλλὰ καὶ τῆς κλίνης μιᾶς οὔσης μνᾶς ἀξίας, δέκατόν ἐστιν ἡ κλίνη τῶν δέκα μνῶν ἐπεὶ οὖν δέκατόν ἐστι τῶν δέκα μνῶν. ἔστι δὲ ἥμισυ τῶν δέκα τὰ ε· τῶν δὴ ε τῶν ἡμίσεων πέμπτον ἐστὶν ἡ | |
35 | κλίνη. ἦν δὲ ἡ οἰκία ε μνῶν, ἡ κλίνη ἄρα τῆς οἰκίας πέμπτον ἐστί. | 39 |
40 | πέντε ἄρα κλῖναί εἰσιν ἀντάξιαι τῆς οἰκίας. τοῦτο δὲ εὕρηται διὰ τῶν δέκα μνῶν μέσων τεθεισῶν. αἱ μὲν οὖν ἀλλαγαί, ὡς ἐν ταῖς Πολιτείαις λέγεται, οὕτως ἐγίνοντο πρὸ τῆς τοῦ νομίσματος εὑρέσεως· κλῖναι γὰρ ἐδίδοντο ἀντὶ οἰκίας, καὶ τἆλλα ὁμοίως. καὶ τί γὰρ διαφέρει, πέντε κλίνας λαβεῖν καὶ | |
5 | δοῦναι οἰκίαν ἢ ε μνᾶς, ἐπεὶ ε μνῶν εἰσιν ἄξια αἱ κλῖναι; ταῦτα δείξας συμπεραίνεται λέγων τί μὲν οὖν ἐστι τὸ δίκαιον, τό τε διανεμητικὸν δηλονότι καὶ τὸ ἐπανορθωτικόν, καὶ τὸ ἀντικείμενον τούτοις ἄδικον, εἴρηται. | |
8n | Διωρισμένων δὲ τούτων δῆλον ὅτι καὶ ἡ δικαιοπραγία | |
9n | μέσον ἐστὶ τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι. | |
10 | Εἰ τὸ δίκαιον μέσον ἐστὶ τοῦ πλείονος καὶ ἐλάττονος, ὅτι καὶ τῆς πλεονεξίας καὶ τῆς μειονεξίας μέσον, δῆλον ὅτι καὶ τὸ τὰ δίκαια πράττειν καὶ τὸ δικαιοπραγεῖν εἴη ἂν μέσον τοῦ τε πλεονεκτεῖν καὶ πλεονεκτεῖσθαι, ἤτοι τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι· ὥστε καὶ ἡ δικαιοπραγία μέση πλεονεξίας καὶ μειονεξίας. ἡ δὲ δικαιοσύνη μεσότης ἐστὶν οὐ τὸν αὐτὸν τρόπον | |
15 | ταῖς ἀρεταῖς. δείξας πῶς τὸ δίκαιον καὶ τὸ δικαιοπραγεῖν μέσον καὶ τίνων μέσον, διὰ τῆς ἐπανορθωτικῆς παραθέσεως εὐλόγως ἐπιφέρει ὅτι ἡ δικαιοσύνη μεσότης ἐστὶν οὐ τὸν αὐτὸν τρόπον ταῖς προειρημέναις ἀρεταῖς. ἐκεῖναι μὲν γὰρ β κακιῶν ἦσαν μεταξύ, ἡ μὲν ἀνδρία δειλίας καὶ θρασύτητος, ἡ σωφροσύνη ἀκολασίας καὶ ἠλιθιότητος, καὶ αἱ ἄλλαι ὁμοίως μέσαι ὑπερβολῆς | |
20 | καὶ ἐνδείας τοῦ μέσου οὖσαι πρακτικαὶ καὶ προαιρετικαί· ἡ δὲ δικαιοσύνη οὐκέτι δύο κακιῶν ἐστι μέση· μία γὰρ αὐτῇ ἐστιν ἐναντία ἡ ἀδικία, ἣ θεωρεῖται ἐν τῷ ἀδικοῦντι καὶ ἀδικουμένῳ, ὧν ὁ μὲν ἀδικῶν ἐστιν ὁ τὸ πλέον ἔχων, ὁ δ’ ἀδικούμενος ὁ τὸ ἔλαττον, μέσον δὲ τοῦ πλείονος καὶ ἐλάττονος ἡ δικαιοσύνη, τοῦ ἴσου οὖσα πρακτική· καὶ ἐπεὶ πρακτική ἐστι τοῦ ἴσου, τὸ | |
25 | δὲ ἴσον μέσον, καὶ αὐτὴ ἄρα μεσότης, ὅτι τοῦ μέσου καὶ ἴσου ἐστί. | |
26n | Καὶ ἡ μὲν δικαιοσύνη ἐστὶ καθ’ ἣν ὁ δίκαιος λέγεται | |
27n | πρακτικὸς κατὰ προαίρεσιν. | |
28 | Πάνυ καλῶς προσέθηκε τὸ κατὰ προαίρεσιν· τῇ προαιρέσει γὰρ χαρακτηρίζεται ὁ σπουδαῖος καὶ αἱ κατ’ ἀρετὰς ἐνέργειαι. οὐ γὰρ ὁ τὰ | |
30 | δίκαια πράττων ἐξ ἀνάγκης δίκαιος (τί γάρ, εἰ διὰ φόβον ἢ ἄλλο τι τοῦτο ποιεῖ;) ἀλλ’ ὁ προαιρούμενος καὶ πράττων ἐκεῖνός ἐστι δίκαιος. δι’ ὧν δὲ | |
λέγει ὑπογράφει καὶ τὴν δικαιοσύνην, λέγων ἕξιν αὐτήν, καθ’ ἣν πρακτικοὶ | 40 | |
41 | κατὰ προαίρεσιν γίνονται τῶν ἐν ταῖς κοινωνίαις ἴσων. τί δ’ ἐστὶ τὸ ἐν ταῖς κοινωνίαις ἴσον, δι’ ὧν ἐπάγει λέγει· φησὶ γὰρ καὶ διανεμητικοὶ καὶ αὑτῷ πρὸς ἄλλον καὶ ἑτέρῳ πρὸς ἕτερον. κἂν γὰρ ἑτέροις διανέμῃ τινά, τὸ κατ’ ἀξίαν, ὅπερ ἐστὶ τὸ ἴσον, ἑκάστῳ νέμει, κἂν ἑαυτῷ καὶ ἄλλοις τὴν | |
5 | διανέμησιν ποιῆται, οὐ τὸ πλέον αὐτὸς λαμβάνει, ἐκείνοις δ’ ἔλαττον δίδωσι, ἀλλὰ τὸ ἴσον ἑαυτῷ ἐπιφέρει καὶ τὸ ἁρμόζον ἐκείνοις διανέμει. καὶ μνη‐ μονεύει μὲν διὰ τούτων φανερῶς τοῦ ἐν ταῖς νομαῖς ἴσου, ἐνδείκνυται δὲ καὶ περὶ τοῦ ἐν ταῖς ἐπανορθώσεσιν· ἅμα δὲ καὶ πῶς καὶ τίνων ἡ δι‐ καιοσύνη μεσότης ἐστί, φανερὸν ποιεῖ. καὶ ὁ μὲν ἄδικος ἀεὶ ἐπὶ μὲν τῶν | |
10 | ἀγαθῶν τὸ πλέον αἱρεῖται καὶ λαμβάνει, ἐπὶ δὲ τῶν κακῶν τὸ ἔλαττον, ὁ δὲ δίκαιος ἐπὶ πάντων τὸ ἀναλογοῦν ἑαυτῷ. εἴη ἂν οὖν δικαιοσύνη ἕξις ἀφ’ ἧς πρακτικοί τε καὶ προαιρετικοὶ γίνονται τοῦ ἐν ταῖς διανομαῖς καὶ ταῖς ἐπανορθώσεσιν ἴσου, ἡ δ’ ἀδικία τοὐναντίον, ἀφ’ ἧς πρακτικοὶ καὶ προαιρετικοὶ τοῦ ἀνίσου. | |
15n | Ἐπὶ δὲ τῶν ἄλλων τὸ μὲν ὅλον ὁμοίως, τὸ δὲ παρὰ | |
16n | τὸ ἀνάλογον, ὁποτέρως ἔτυχε. | |
17 | Παρὰ τὸ ἀνάλογον λέγει τὸ ἄνισον, ἤτοι τὸ πλέον καὶ ἔλαττον· εἰ γὰρ τὸ ἀνάλογον ἴσον, τὸ παρὰ τὸ ἀνάλογον ἄνισον. εἴη δ’ ἂν σαφεστέρα ἡ γραφή, εἰ ἀντὶ τοῦ τὸ δὲ παρὰ τὸ ἀνάλογον εἴη γεγραμμένον τὸ γὰρ | |
20 | παρὰ τὸ ἀνάλογον. περὶ μὲν οὖν τῆς λέξεως ταῦτα· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. εἰς ἑαυτὸν μὲν τὴν διανομὴν ὁ ἄδικος ἀεὶ ὡρισμένως ποιεῖται· ἀεὶ γὰρ ἐπὶ μὲν τῶν ὠφελίμων τὸ πλέον λαμβάνει, ἐπὶ δὲ τῶν βλαβερῶν τὸ ἔλαττον· ὅταν δὲ πρὸς ἄλλους τὴν διανομὴν ποιῆται, ἀορίστως καὶ ὡς ἔτυχε ποτὲ μὲν ἐκείνῳ διανέμει τὸ πλέον, ποτὲ δ’ ἑτέρῳ, καὶ ᾧ μὲν | |
25 | τήμερον δέδωκε πλέον οὐκ ἀξίως, αὔριον δίδωσι ἔλαττον καὶ αὐτὸ ἀναξίως. ταῦτα εἰπὼν ἐπάγει τοῦ δὲ ἀδικήματος τὸ μὲν ἔλαττον ἔχειν, τοῦ κατ’ ἀξίαν δηλονότι, ἀδικεῖσθαί ἐστι, τὸ δὲ μεῖζον τοῦ κατ’ ἀξίαν ἀδικεῖν, διδάξας διὰ τούτων τίνα εἰσὶν ἃ ἀνωτέρω εἴρηκεν ὑπερβολὴν καὶ ἔλλειψιν. | |
30n | Περὶ μὲν οὖν δικαιοσύνης καὶ ἀδικίας, τίς ἑκατέρα | |
31n | ἐστίν. | |
32 | Εἴρηκε γὰρ ὅτι ἔστιν ἕξις οἵαν εἴπομεν. πρόσκειται δὲ τὸ καθόλου, ὅτι μὴ ἐπεξῆλθεν τὰ καθ’ ἕκαστα, καὶ ὅτι ἐν μὲν τοῖς περὶ τῶν πρακτῶν | |
λόγοις τὸ μὲν καθόλου ὁποῖόν τι δεῖ εἶναι, ὑπογράψαι δύναταί τις, οὐκέτι | 41 | |
42 | μέντοι ἐπεξιόντα τὰ καθ’ ἕκαστα οἷόν τε ὁρίσαι, μέχρι πόσου ἕκαστον αὐτῶν γινόμενον πλέον ἐστὶν ἢ ἔλαττον ἢ ἴσον· οἱ γὰρ περὶ τῶν πρακτῶν λόγοι οὐ δέχονται τὴν τοιαύτην ἀκρίβειαν τῷ ἐν πλάτει ἕκαστον τούτων τὸ εἶναι ἔχειν. | |
5n | Ἐπεὶ δ’ ἔστιν ἀδικοῦντα μήπω ἄδικον εἶναι. | |
6 | Ἦν ἂν σαφεστέρα ἡ λέξις, εἰ οὕτω πως εἶχεν· ἐπεὶ ἀδικήματά ἐστι τὸ κλέπτειν, τὸ μοιχεύειν, τὸ πορνεύειν, τὸ ἱεροσυλεῖν, καὶ ἁπλῶς πάντα τὰ παράνομα, ποῖα ἐκ τούτων πράττων τις ἀδικεῖ, καὶ ποῖα ὁμοίως πράττων οὐκ ἀδικεῖ; εἰσὶ γάρ τινα ἄδικα ἃ πράττει μέν τις, ἄδικος δὲ οὐκ ἔστι. πῶς | |
10 | δὴ τοῦτο; ὅτι οὐκ εἰς τὴν πρᾶξιν ἀποσκοποῦντες τὰ πράγματα κρίνομεν, ἀλλ’ εἰς τὸ οὗ ἕνεκα. ὁ γὰρ τοῦ μαινομένου τὴν μάχαιραν κλέψας, μεθ’ ἧς ἔμελλεν ἑαυτὸν ἀνελεῖν. ἔκλεψε μέν, κλέπτης δ’ οὐκ ἔστιν, ἀλλὰ μᾶλλον σωτὴρ καὶ εὐεργέτης, οὐδὲ μοιχὸς ὁ τὴν πλουσίαν διαφθείρας ἐπιθυμίᾳ χρημάτων, ἀλλὰ φιλοχρήματος. ἐρωτήσας δὴ ὁ ποῖα ἀδικήματα ἀδικῶν | |
15 | ἄδικός ἐστιν, ἀποκρίνεται λέγων ἢ οὕτω μὲν οὐδὲν διοίσει. ἔστι δὲ ὃ λέγει· οὕτω μὲν δίχα προσδιορισμοῦ λεγόμενον δόξειεν ἂν μηδεμίαν ἔχειν διαφοράν, ἀλλὰ πάντα τὸν ἄδικόν τι πράττοντα εὐθὺς ἄδικον εἶναι· εἰ δέ τις ἐπιβλέπει εἰς τὸ τέλος καὶ οὗ ἕνεκα ποιεῖ τὸ ἄδικον, εὑρήσει πολλοὺς ἄδικα μὲν πράττοντας, ἀδίκους δὲ μὴ ὄντας. καὶ ὃ μὲν βούλεται λέγειν, | |
20 | τοῦτό ἐστιν· ἐν δὲ τῇ λέξει τῇ εἰδὼς τὸ ᾗ ταὐτόν ἐστι τῷ εἰδὼς ᾗτινι γυναικὶ μίγνυται, οἷον ὑπάνδρῳ, ἀλλ’ ὅμως οὐ μοιχός ἐστιν· οὐ γὰρ δι’ ἀκολασίαν ἐμίχθη, ἀλλὰ διὰ τὰ χρήματα. ἄδικος μὲν γὰρ ὁ βουλόμενος καὶ προαιρούμενος, ὁ δὲ μὴ διὰ προαίρεσιν ἀλλὰ διὰ πάθος πράξας ἀδικεῖ μέν, ἄδικος δ’ οὐκ ἔστι. | |
25n | Δεῖ δὲ μὴ λανθάνειν ὅτι τὸ ζητούμενόν ἐστι καὶ τὸ | |
26n | ἁπλῶς δίκαιον. | |
27 | Τὸ ἁπλῶς ἀντὶ τοῦ κυρίως καὶ ἀληθῶς δίκαιον. δείξας ὅτι τοῦ δικαίου τὸ μὲν διανεμητικόν, τὸ δὲ διορθωτικόν, ὧν τὸ μὲν ἦν κατὰ τὴν γεωμε‐ τρικὴν ἀναλογίαν, τὸ δὲ ἐπανορθωτικὸν κατὰ τὴν ἀριθμητικήν, ἐπεὶ καὶ ἡ | |
30 | δικαιοσύνη καὶ τὸ δίκαιον πολλαχῶς λέγεται, περὶ ποίας δικαιοσύνης καὶ ποίου δικαίου τὸν λόγον πεποίηται λέγει, ὅτι περὶ τοῦ πολιτικοῦ· περὶ γὰρ τοῦ τοιούτου καὶ ἡ ζήτησις, οἷον πότερον ἡ πρᾶξις αὕτη δικαία ἢ οὔ, καὶ πότερον ἑκάστῳ δικαίως διανενέμηται ἡ γῆ ἢ τὰ χρήματα ἢ οὔ. περὶ τοῦ πολιτικοῦ οὖν δικαίου ὁ λόγος, ὅτι καὶ ἁπλῶς καὶ κυρίως τοῦτο δίκαιόν | |
35 | ἐστιν, ὃ καὶ περιγράφοντες καὶ ὑπ’ ὄψιν τιθέντες λέγομεν αὐτὸ εἶναι κατὰ | 42 |
43 | κοινωνίαν βίου πρὸς τὸ εἶναι αὐτάρκειαν, ἐλευθέρων καὶ ἴσων. εἰπὼν δὴ ὅτι τὸ δίκαιόν ἐστιν ἀνθρώπων ἐλευθέρων καὶ ἴσων βίου κοινω‐ νούντων πρὸς τὸ εἶναι αὐτάρκειαν (κοινωνοῦντες γὰρ καὶ ἀνταλλαττόμενοι αὐτάρκεις γίνονται οἱ ἄνθρωποι) εἰπὼν δὴ ὅ τι ποτέ ἐστι τὸ πολιτικὸν δίκαιον | |
5 | ἐπήγαγεν ἢ κατὰ ἀναλογίαν ἢ κατὰ ἀριθμόν, διὰ μὲν τοῦ εἰπεῖν κατὰ ἀναλογίαν δηλώσας τὸ διανεμητικὸν δίκαιον, διὰ δὲ τοῦ κατὰ ἀριθμὸν τὸ ἐπανορθωτικόν· τοιοῦτον γὰρ τὸ πολιτικὸν δίκαιον. συντηρητικὸν γὰρ καὶ σωστικόν ἐστι τῆς τῶν ἐλευθέρων καὶ ἴσων κοινωνίας· σώζεται γὰρ ἡ κοινωνία τῶν διανομῶν κατὰ ἀναλογίαν καὶ ἰσότητα γινομένων καὶ τῶν | |
10 | ἀδικημάτων ἐπανορθουμένων. καὶ σκόπει τὴν Ἀριστοτέλους ἀγχίνοιαν, ὅπως διὰ τοῦ εἰπεῖν ἢ κατὰ ἀναλογίαν ἢ κατὰ ἀριθμὸν ἐνέφηνε τὰ εἴδη πασῶν τῶν πολιτειῶν, διὰ μὲν τοῦ κατὰ ἀριθμὸν τὸ τῆς δημοκρατίας εἶδος· ἴσοι γὰρ κατὰ ἀριθμὸν ἐν δημοκρατίᾳ οἱ κοινωνοί, ὡς ἐν ταῖς Πολιτείαις ἀκριβέστατα λέγει. πάντες γὰρ οἱ ἐν δημοκρατίᾳ ἴσους ἑαυτοὺς | |
15 | ὑπολαμβάνουσιν· ἐλευθερίᾳ γὰρ τὴν ἰσότητα κρίνουσιν. διὰ μὲν οὖν τοῦ κατ’ ἀριθμὸν τὴν δημοκρατίαν ἐδήλωσεν, διὰ δὲ τοῦ κατὰ ἀναλογίαν τὴν ὀλιγαρχίαν καὶ ἀριστοκρατίαν. εἰ δὴ τοῦτό ἐστι τὸ πολιτικὸν δίκαιον, ὅσοις μή ἐστι τοῦτο, τουτέστιν ὅσοις μή ἐστι τὸ κοινωνεῖν κατὰ ἀνταλλαγὴν ἢ διανομήν, ἐν τούτοις οὐκ ἔστι τὸ πολιτικὸν δίκαιον, ἀλλά τι δίκαιον καθ’ | |
20 | ὁμοιότητα, ὥσπερ πατρὸς πρὸς υἱόν, καὶ ἀνδρὸς πρὸς γυναῖκα, καὶ δούλου πρὸς δεσπότην· ἐν γὰρ τούτοις οὐκ ἔστι πρὸς ἀλλήλους τὸ πολιτικὸν δίκαιον, ἀλλὰ τὸ οἰκονομικὸν καὶ δεσποτικόν. τίνα δὲ ταῦτα τὰ δίκαια, εἶπεν ἐν ταῖς Πολιτείαις. | |
24n | Ἔστι γὰρ δίκαιον, οἷς καὶ νόμος πρὸς αὐτούς. | |
25 | Ἐν ἐκείνοις, φησίν, ἔσται τὸ κυρίως δίκαιον, ὅ ἐστι τὸ πολιτικόν, οἷς καὶ νόμοι κεῖνται, καθ’ οὓς ζῶσι πρὸς ἀλλήλους κοινωνοῦντες. τούτοις δὲ νόμος πρὸς ἀλλήλους, οἳ καὶ ἀδικεῖν ἀλλήλους δύνανται· ὁ γὰρ νόμος τηρητικὸς τῆς ἰσότητος τῆς κατὰ κοινωνίαν, ἧς κοινωνίας φθαρτικὴ ἡ ἀδικία, ἐπεὶ ἐν οἷς μὴ οἷόν τε ἀδικεῖν ἀλλήλους μηδὲ γίνεσθαι ἀδικίαν, οὗτοι | |
30 | οὔτε νόμων δέονται οὔτε ἔστιν αὐτοῖς δίκαιον, οὔτε τὸ νεμητικὸν οὔτε τὸ ἐπανορθωτικόν. εἰ γὰρ ἡ κατὰ νόμον δίκη κρίσις ἐστὶ τοῦ δικαίου καὶ ἀδίκου, ἔνθα μὴ ἔστι τὸ ἀδικεῖν καὶ ἀδικεῖσθαι, οὐδὲ ἡ κατὰ νόμον ἐστὶ κρίσις, ἥτις ἐστὶ τὸ πολιτικὸν δίκαιον. ἐν οἷς δὲ τὸ ἀδικεῖν, οὐ πᾶσιν ἀδικία. ὅπου ἀδικία, ἐκεῖ καὶ τὸ ἀδικεῖν, ὡς ἀνωτέρω εἴρηται, οὐ μὴν ὅπου τὸ | |
35 | ἀδικεῖν, ἐκεῖ καὶ ἀδικία· ἐν γὰρ τοῖς ἀπροαιρέτοις ἢ κατ’ ἄγνοιαν ἢ κατ’ ἔνδειαν | |
τῶν ἀναγκαίων γινομένοις τὸ ἀδικεῖν ἐστιν, ἀδικία δὲ οὐκ ἔστιν. αἱ γὰρ | 43 | |
44 | κατὰ προαίρεσιν ὁρμαί, ὡς εἴρηται, κύριαί εἰσιν ἐπαίνων καὶ ψόγων, ὡς εἶπεν ἐπὶ τοῦ μοιχείαν ἐργασαμένου, μὴ μέντοι μοιχείας κρινομένου· οὐ γὰρ δι’ ἀκολασίαν ἐμοίχευσε (τοῦτο γάρ ἐστι μοιχείας κρίνεσθαι), ἀλλὰ διὰ χρήματα. εἰπὼν δὲ ταῦτα ἐπήγαγε τοῦτο δέ ἐστι τὸ πλεῖον | |
5 | ἑαυτῷ νέμειν, τουτέστιν ἀδικία ἐστὶ τὸ πλεῖον ἑαυτῷ νέμειν τῶν ἁπλῶς ἀγαθῶν, ἔλαττον δὲ τῶν ἁπλῶς κακῶν. λέγει δὲ ἁπλῶς ἀγαθὰ καὶ κακὰ τὰ τῇ ἑαυτῶν φύσει τοιαῦτα, ἃ καὶ ὡς δυνάμεις λέγεται καὶ ἀγαθὰ καὶ κακά, οἷον πλοῦτος εὐγένεια, πενία δυσγένεια καὶ ἀγαθά ἐστι καὶ πάλιν κακά· συντελοῦσι γὰρ τῷ μὲν σπουδαίῳ εἰς τὰς κατ’ ἀρετὴν ἐνεργείας, | |
10 | τῷ δὲ φαύλῳ εἰς τὰς κατὰ κακίαν, ἐν αἷς ἐνεργείαις καὶ τὸ εὐδαιμονεῖν ἢ κακοδαιμονεῖν ὁρᾶται. τὰς τοιαύτας δὲ ἐνεργείας ὅτι ἄνευ τῶν τοιούτων τῶν τῇ ἑαυτῶν φύσει ἀγαθῶν ὄντων μὴ οἷόν τε ἐνεργεῖν, οὐδεὶς ἀγνοεῖ· δίχα γὰρ ὕλης καὶ ἄνευ ὀργάνων οὐδέν τι τῶν καλῶν ἢ κακῶν ἐνεργηθῆναι δύναται· ὕλη δὲ καὶ ὄργανα τὰ ὡς δυνάμεις ἀγαθά, πλοῦτος, ἰσχύς, εὐγένεια, | |
15 | τὰ ὅμοια. | |
16n | Διὸ οὐκ ἐῶμεν ἄρχειν ἄνθρωπον, ἀλλὰ τὸν λόγον. | |
17 | Διὰ τὸ τοὺς ἀνθρώπους δύνασθαι ἀδικεῖν, καὶ τῶν μὲν ἁπλῶς ἀγαθῶν νέμειν ἑαυτοῖς τὰ πλείονα, τῶν δὲ κακῶν τὰ ἐλάττονα, καὶ τυραννίσιν ἐπι‐ τίθεσθαι τῷ ἀκωλύτως ἐξουσίαν ἔχειν ὃ βούλοιντο ποιεῖν, διὰ ταῦτα δὴ | |
20 | οὐκ ἐῶμεν ἄνθρωπον ἄρχειν, ἀλλ’ ἀντὶ ἀνθρώπου τὸν λόγον ἄρχειν καθιστῶ‐ μεν. λέγει δὲ λόγον τὸν ἄρχοντα τὸν σπουδαῖον, τὸν μετὰ λόγου καὶ φρονήσεως ἐνεργοῦντα· ὁ τοιοῦτος γὰρ οὐδέποτ’ ἂν ἀδικήσειεν. ὁ γὰρ ὄντως ἄρχων καὶ μὴ ψευδόμενος τοῦ ἄρχοντος τοὔνομα, φύλαξ ἐστὶ τοῦ δικαίου καὶ τοῦ ἴσου τοῦ κατὰ ἀναλογίαν ἢ κατὰ ἀριθμόν. ἃ μὲν οὖν λέγει, | |
25 | ταῦτα· ἐν δὲ τῇ λέξει τῇ ὅτι ἑαυτῷ τοῦτο ποιεῖ καὶ γίνεται τύραννος οὐ περὶ τοῦ λόγου ἤτοι τοῦ ἄρχοντος εἴρηται, ἀλλὰ περὶ τοῦ ἀνθρώπου. διὸ τὴν λέξιν ὑπερβατῶς ἀναγνωστέον οὕτως· διὸ οὐκ ἐῶμεν ἄρχειν ἄνθρωπον, ὅτι ἑαυτῷ τοῦτο ποιεῖ, τουτέστι νέμει αὑτῷ τῶν μὲν ἁπλῶς ἀγαθῶν τὰ πλείω, τῶν δὲ κακῶν τὰ ἐλάττω· τοῦτον μὲν οὐκ ἐῶμεν ἄρχειν, ἀλλὰ τὸν | |
30 | λόγον, διότι οὐ νέμει πλέον ἑαυτῷ ὁ λόγος, εἰ μὴ πρὸς αὐτὸν ἀνάλογον εἴη, ἤτοι εἰ μὴ προσήκει αὐτῷ τὸ πλέον· ὅτε γάρ ἐστι δίκαιον πλέον λαβεῖν, λήψεται οὐχ ἁπλῶς πλέον, ἀλλὰ τὸ ἀναλογοῦν αὐτῷ· καὶ διὰ τοῦτο ἀλλότριόν φασιν ἀγαθὸν εἶναι τὴν δικαιοσύνην. τὴν αἰτίαν διὰ τού‐ των λέγει δι’ ἣν δοκεῖ ἀλλότριον ἀγαθὸν εἶναι ἡ δικαιοσύνη. ἐπεὶ γὰρ ὁ | |
35 | δίκαιος ἄρχων καὶ φύλαξ ἐστὶ τοῦ δικαίου καὶ ἴσου, τούτων δὲ ὁ φύλαξ | |
οὐδὲν νέμει πλέον αὑτῷ, εἰ μὴ δίκαιόν ἐστιν αὐτῷ πλειόνων τυχεῖν, ὧν | 44 | |
45 | καὶ ἄλλου νέμοντος ἐτύγχανεν ἄν, ἐπεὶ οὖν φύλαξ τῶν τοιούτων ὁ δίκαιος ἄρχων, δῆλον ὅτι ἀλλότριον ἀγαθὸν συντηρεῖ καὶ ἐργάζεται· καὶ διὰ τοῦτο μισθὸς αὐτῷ ὡρίσθη τιμὴ καὶ γέρας, οἷον στέφανοι, εἰκόνες, ἀνδριάντες. ᾧ δὲ μὴ ἀρκεῖ ἡ τιμὴ καὶ τὸ γέρας, οὗτοι τύραννοι γίνονται. | |
5n | Τὸ δὲ δεσποτικὸν δίκαιον καὶ τὸ πατρικὸν οὐ ταὐτὸν | |
6n | τούτοις. | |
7 | Εἰπὼν πρότερον “ὥστε ὅσοις μή ἐστι τοῦτο, οὐκ ἔστι τούτοις πρὸς ἀλλήλους τὸ πολιτικὸν δίκαιον, ἀλλά τι δίκαιον καθ’ ὁμοιότητα”, νῦν λέγει τί ἐστι τοῦτο τὸ καθ’ ὁμοιότητα δίκαιον, ὅτι τὸ πατρικὸν καὶ δεσποτικόν. | |
10 | ἕτερον γὰρ τοῦτο τοῦ πολιτικοῦ δικαίου· τὸ μὲν γὰρ πολιτικὸν ἐν ἰσότητι θεωρεῖται τῇ πρὸς ἀλλήλους· οὔτε δὲ δούλῳ πρὸς τὸν δεσπότην, ἔστ’ ἂν ᾖ δοῦλος, ἐστὶν ἰσότης οὔτε υἱῷ πρὸς πατέρα ὑπὸ τῷ πατρὶ μένοντι. τότε γὰρ ὥσπερ μέρη εἰσίν, ὁ μὲν δοῦλος τοῦ δεσπότου, ὁ δὲ υἱὸς τοῦ πατρός, οὓς οὐχ οἷόν τε βλάπτειν, ὅτι μηδὲ ἑαυτόν. ὁ γὰρ βλάπτων τὸ | |
15 | μέρος ἑαυτοῦ δῆλον ὡς ἑαυτὸν βλάπτει· οὐθεὶς δὲ ἑαυτὸν βλάπτει, ὥστε οὐδὲ τὸ μέρος ἑαυτοῦ· ὥστ’ οὐδὲ τὸν δοῦλον οὐδὲ τὸν υἱόν, ὅτι μέρη εἰσὶν αὐτοῦ. εἰ οὖν τὸ πολιτικὸν δίκαιον ἐν τούτοις ἐν οἷς καὶ τὸ βλάπτειν καὶ βλάπτεσθαι, μὴ ἔστι δ’ ἐν τῷ πατρὶ καὶ τῷ υἱῷ ἢ τῷ δεσπότῃ καὶ δούλῳ τὸ βλάπτειν καὶ βλάπτεσθαι, οὐδὲ τὸ πολιτικὸν δίκαιόν ἐστιν ἐν αὐ‐ | |
20 | τοῖς. κτῆμα δὲ εἶπε τὸν δοῦλον· τὸ δὲ ἕως ἂν ᾖ πηλίκον ἴσον ἐστὶ τῷ ἕως ἂν ᾖ τὸ τέκνον ἀτελὲς καὶ μήπω φθάσαν εἰς ἡλικίαν καθ’ ἣν νόμος ἀπολύεσθαι τοῦ πατρός, μέρος ἐστὶ τοῦ πατρός. οὐκ ἔστιν οὖν ἐν τούτοις τὸ πολιτικὸν δίκαιον, ἀλλ’ ἐκείνοις ἐν οἷς καὶ νόμος· ὁ δὲ νόμος ἐν τοῖς δυναμένοις βλάπτειν καὶ βλάπτεσθαι. ἐπανορθωτικὸς γὰρ τῶν παρὰ | |
25 | τὸ προσῆκον ὁ νόμος, τὸ δὲ βλάβος παρὰ τὸ προσῆκον· ὥστε ἐν οἷς μὴ ἔστι βλάβη, οὐδὲ τὸ παρὰ τὸ προσῆκον, ἐν οἷς δὲ μὴ τὸ παρὰ τὸ προσῆκον, οὐδὲ νόμος, ἐν οἷς δὲ μὴ νόμος, οὐδὲ τὸ πολιτικὸν δίκαιον. ἕως μὲν οὖν πηλίκον ᾖ τὸ τέκνον καὶ ὁ δοῦλος τυγχάνῃ δοῦλος, ἕως τότε τὸ πολιτικὸν ἐν αὐτοῖς οὐκ ἔστι δίκαιον· ἡνίκα δὲ ὁ μὲν δοῦλος ἀπολυθῇ τῆς δουλείας | |
30 | καὶ ὁ υἱὸς τῆς διὰ τὴν ἀτελῆ ἡλικίαν ὑποταγῆς, καὶ γένηται αὐτοῖς ἰσότης, τότε καὶ ὑπὸ τὸ πολιτικὸν πίπτουσι δίκαιον. πέφυκε γὰρ ἐν τούτοις ὁ νόμος εἶναι, οἷς ἰσότης πρὸς ἀλλήλους ὑπάρχει τοῦ ἄρχειν καὶ ἄρχεσθαι | |
παρὰ μέρος, ὧν θάτερον, τὸ ἄρχειν δηλονότι, ἐπὶ τῶν ὑπεξουσίων οὐκ ἔστι. | 45 | |
46 | καὶ διὰ τοῦτο μᾶλλον πρὸς γυναῖκα, φησί, δίκαιόν ἐστι ἢ πρὸς τέκνα καὶ οἰκέτας, διότι ἔστιν ἀνδρὶ πρὸς γυναῖκα ἰσότης, καθὸ ἄμφω ἐλεύθεροι, καὶ ἔστι πρὸς ἀλλήλους τὸ οἰκονομικὸν δίκαιον ἄλλο ὂν τοῦ πολιτικοῦ· οὐ γὰρ ἐν τῇ πολιτικῇ ἰσότητί εἰσι πρὸς ἀλλήλους, ὡς παρὰ μέρος ἄρχειν καὶ | |
5 | ἄρχεσθαι. δεῖ γὰρ ἀεὶ τὸν ἄνδρα ἄρχειν, δεῖ μέντοι καὶ τὴν γυναῖκα ἐξουσίαν ἔχειν τινῶν, τῶν θεραπαινίδων δηλονότι καὶ τῆς τῶν εἰσκομιζομένων σωτηρίας καὶ φυλακῆς. | |
8n | Τοῦ δὲ πολιτικοῦ δικαίου τὸ μὲν φυσικὸν τὸ δὲ | |
9n | νομικόν, φυσικὸν μὲν τὸ πανταχοῦ τὴν αὐτὴν ἔχον δύναμιν. | |
10 | Τὸ πανταχοῦ ἀντὶ τοῦ παρὰ τοῖς πλείστοις καὶ ἀδιαστρόφοις καὶ κατὰ φύσιν ἔχουσι· παρὰ γὰρ τοῖς θηριώδεσι καὶ παντάπασι τὸν νοῦν ἐκτετυ‐ φλωμένοις καὶ μόνην τὴν ζῳώδη διώκουσιν ἡδονὴν οὐκ ἔστι τὸ πολιτικὸν δίκαιον. ἔστι δὲ κατὰ φύσιν δίκαιον καὶ ἐν τοῖς πλείστοις τὸ σέβειν τὸ θεῖον, τὸ τιμᾶν τὸν πατέρα καὶ τὴν μητέρα, τὸ ἐπαρκεῖν ἐνδεέσι, τὸ τοῖς | |
15 | πλανωμένοις τὴν ὁδὸν ἐπιδεικνύειν, τὸν ἐξ ὀλισθήματος πεπτωκότα ἐπανορ‐ θοῦν. εἰπὼν δὲ φυσικὸν τὸ πανταχοῦ τὴν αὐτὴν ἔχον δύναμιν ἐπή‐ νεγκε καὶ οὐ τῷ δοκεῖν ἢ μή, χωρίζων αὐτὸ ἀπὸ τοῦ νομικοῦ δικαίου. οὐ γὰρ τῷ δόξαι τισὶν ἢ μὴ τὸ φυσικὸν δίκαιον, ἀλλὰ τὸ νομικὸν ἤτοι πολιτικόν· τὸ γὰρ πολιτικὸν δίκαιον ἐξ ἀρχῆς μὲν οὐδὲν διαφέρει, τεθὲν | |
20 | δὲ καὶ νομισθὲν πολὺ τὸ διάφορον. τὸ γὰρ τὸν ἀδελφὸν μίγνυσθαι τῇ ἀδελφῇ ἐξ ἀρχῆς μὲν ἀδιάφορον ἦν, νόμου δὲ τεθέντος μὴ μίγνυσθαι πολὺ τὸ διαφέρον. καὶ τοὺς αἰχμαλώτους πωλεῖν, ὡς βούλονται οἱ κεκρατηκότες καὶ διὰ ποίων, ἀδιάφορον ἦν· νόμου δὲ τεθέντος μιᾷ μνᾷ πιπράσκειν, οὐκ ἄλλως ἀπεδίδουν εἰ μὴ διὰ μνᾶς. τὸ δὲ αἶγα θύειν ἀλλὰ μὴ δύο πρό‐ | |
25 | βατα οὐκ ἀπὸ ἱστορίας εἴληπται. καὶ τὸ θύειν ἢ μὴ θύειν Βρασίδᾳ ἀδιάφορον ἐτύγχανε· νόμου δὲ τεθέντος ὡς ἥρωϊ θύειν τὸν μὴ θύοντα ἐζημίουν. οὐ μόνον, φησί, ταῦτα νομικὰ δίκαιά ἐστιν, ἀλλὰ καὶ ὅσα διὰ ψηφισμάτων προστάττουσι γίνεσθαι, καὶ ταῦτα οὐκ ἔστι τῶν φύσει δικαίων, ἀλλὰ τῶν νόμῳ καὶ θέσει ἡμετέρᾳ γινομένων. | |
30n | Δοκεῖ δὲ ἐνίοις πάντα εἶναι τοιαῦτα. | |
31 | Διελὼν εἰς β τὸ δίκαιον, εἰς τὸ φυσικὸν καὶ τὸ νομικόν, λέγει ὅτι δοκεῖ τισι πάντα τὰ δίκαια νομικὰ εἶναι, μηδὲν δὲ φυσικόν, διότι πᾶν φύσει | |
ἀκίνητόν ἐστι (τὸ γὰρ πῦρ φύσει θερμὸν ὂν οὐκ ἐνθάδε μέν ἐστι θερμόν, | 46 | |
47 | ἐν Αἰγύπτῳ δὲ οὐ θερμόν, ἀλλὰ κἀκεῖ καὶ πανταχοῦ), πᾶν δὲ δίκαιον μετα‐ πίπτει, ὥστε οὐδὲν δίκαιον φύσει, ἀλλὰ πᾶν δίκαιον νομικὸν καὶ πολιτικόν. οὕτω θεὶς τῆς δόξης τὴν αἰτίαν ἐπάγει λέγων τοῦτο δ’ οὐκ ἔστιν οὕτως ἔχον, ἀλλ’ ἔστιν ὡς, ἤτοι οὐκ ἔστιν ἀληθὲς ἁπλῶς ὅτι πᾶν δίκαιον | |
5 | κινεῖται, ὡς λέγουσί τινες, ἀλλ’ ἔστιν ὡς ἀκίνητόν ἐστι τὸ δίκαιον. παρὰ γὰρ τοῖς κατὰ φύσιν καὶ ἀδιαστρόφοις ἀκίνητόν ἐστιν, εἰ καὶ παρὰ τοῖς κάκιστα διακειμένοις κινεῖται. ἢ οὖν τοῦτό ἐστιν ὃ λέγει, ἢ ὅτι οὐκ ἔστιν ἁπλῶς ἀληθὲς ὅτι πᾶν τὸ φύσει ἀκίνητόν ἐστι· τὸ γὰρ φύσει πῶς μὲν ἀκίνητόν ἐστιν, ἁπλῶς δὲ ἀκίνητον οὐκ ἔστι. τῇ μὲν γὰρ αὐτοῦ φύσει ἀκίνητον τὸ φύσει, | |
10 | παρὰ δὲ τοῖς μὴ χρωμένοις ὡς πέφυκε κινούμενον. ἅμα δὲ διὰ τούτων γνώριμον γέγονε καὶ πῶς εἶπεν ὅτι φυσικόν ἐστι τὸ πανταχοῦ τὴν αὐτὴν ἔχον δύναμιν, ὅτι τὸ πανταχοῦ ἀντὶ τοῦ τοῖς κατὰ φύσιν ἔχουσιν· ἐν ἅπασι γὰρ τοῖς κατὰ φύσιν ἔχουσι καὶ μὴ διεστραμμένοις ἀκίνητον τὸ κατὰ φύσιν δίκαιον. καὶ γὰρ τὸ φύσει ἀγαθὸν ἀγαθόν ἐστιν, ὡς πάντας ὠφελεῖν τοὺς | |
15 | κατὰ φύσιν ἔχοντας, καὶ οὐχ ἁπλῶς πάντας, ὡς καὶ τὸ τῇ ἑαυτοῦ φύσει γλυκὺ γλυκύ ἐστιν, ὡς γλυκάζειν ἅπαντας τοὺς ὑγιαίνοντας. τὸ δὲ καίτοι παρά γε τοῖς θεοῖς οὐδαμῶς ἴσως ἔχον πρὸς τὴν τοῦ Πλάτωνος δόξαν ἀπιδὼν εἶπε λέγοντος εἶναι καὶ ἐν τοῖς θεοῖς δίκαιον, καὶ πρὸ αὐτοῦ τὴν αὐτοδικαιοσύνην. εἰ γὰρ ἔστι, φησί, παρὰ τοῖς θεοῖς δίκαιον, τοῦτο | |
20 | οὐδέποτε μεταπίπτει οὐδὲ ἄλλοις μὲν τῶν θεῶν ἐστιν αὐτοδίκαιον ἄλλοις δ’ οὐ τοιοῦτον, διὰ τὸ πάντας αὐτοὺς ὁμοίως ἔχειν. οὕτως οὖν ἔχει καὶ ἐπὶ τῶν ἀνθρώπων· εἰ πάντες κατὰ φύσιν διέκειντο, οὐκ ἂν μετέπιπτε τὸ φύσει δίκαιον. ὡς γὰρ ἐν τοῖς κατὰ φύσιν ἔχουσιν ἡ δεξιὰ χεὶρ κρείττων καὶ ἰσχυροτέρα, ἐν δὲ τοῖς παρὰ φύσιν οὐχ οὕτως, ἀλλ’ ἡ ἀριστερά, διὸ | |
25 | καὶ σπάνιοι οἱ τοιοῦτοι, καὶ ὡς δίποδές εἰσιν οἱ κατὰ φύσιν ἔχοντες καὶ ὡς δύο ὀφθαλμοὺς ἔχοντες, οἱ δὲ παρὰ φύσιν καὶ τερατώδεις οὐχ οὕτως, οὕτω καὶ ἐν τοῖς κατὰ φύσιν ἔχουσιν ἀνθρώποις δίκαιόν ἐστι τὸ φύσει δίκαιον· ὥστε οὐ δεῖ τὴν κρίσιν ἀπὸ τῶν κακῶς καὶ παρὰ φύσιν διακει‐ μένων ποιεῖσθαι τοῦ φύσει δικαίου, ἀλλ’ ἀπὸ τῶν κατὰ φύσιν ἐχόντων. | |
30 | ἔστι δὴ οὖν παρ’ ἡμῖν [κινητὸν] φύσει δίκαιον, κινητὸν μέντοι πᾶν διὰ τὴν τῶν χρωμένων φαυλότητα καὶ τὸ παρὰ φύσιν διακεῖσθαι. | |
32n | Ποῖον δὲ φύσει τῶν ἐνδεχομένων καὶ ἄλλως ἔχειν | |
33n | καὶ ποῖον οὔ, ἀλλὰ νομικὸν καὶ συνθήκῃ. | |
34 | Ἐπεί, φησί, καὶ τὸ φύσει δίκαιον μεταπίπτει καὶ τὸ νομικόν (εἰ γὰρ | |
35 | τὸ φύσει, πολλῷ μᾶλλον τὸ νομικόν), τίνι γνωριοῦμεν ὅτι τόδε μὲν εἰ καὶ | 47 |
48 | τάχα κεκίνηται, φυσικόν ἐστι, τόδε δὲ νομικόν; ἢ εἰ καὶ μήπω μεταπεπτώ‐ κασιν, ἐνδέχεται δὲ μεταπεσεῖν, πῶς διακρινοῦμεν τὸ φυσικὸν ἀπὸ τοῦ νομικοῦ; καὶ τὸ μὲν λεγόμενον τοιοῦτον, αὐτὸς δὲ οὐχ οὕτως τὴν λέξιν ἐπήνεγκε, καὶ διὰ τοῦτο ἀσαφέστερόν πώς ἐστιν, ἀλλ’ οἷον ἀποφαινόμενος | |
5 | δῆλον, φησίν, ἐστὶ ποῖον δίκαιόν ἐστι φύσει, καὶ ποῖον νομικόν, καίτοι ἐν‐ δεχομένων ἀμφοτέρων ἄλλως ἔχειν. διορισθήσεται γάρ, φησίν, ἀπὸ τῶν ἄλλων· ὡς γὰρ ἐπ’ ἐκείνων ἀπὸ τῶν κατὰ φύσιν ἐχόντων κρίνεται, ποία χείρ ἐστι κρείττων, ὅτι ἡ δεξιά, καὶ ποία χείρων, ὅτι ἡ ἀριστερά, καίτοι ἐνδέχεται καὶ ταῖς χερσὶν ἀμφοτέραις ἴσον τινὰ ἰσχύειν, οὕτω καὶ τὸ | |
10 | φύσει δίκαιον, εἰ καὶ μεταπίπτειν ἐνδέχεται, ἀπὸ τῶν κατὰ φύσιν ἐχόντων κρινοῦμεν ὅτι τοιοῦτόν ἐστιν, εἰ καὶ μὴ τοῖς παρὰ φύσιν διακειμένοις ἰσχύει. ταῦτα εἰπὼν διὰ τῶν ἐπαγομένων ἐνδείκνυται, πῶς τὸ κατὰ συνθήκην δίκαιον τίθεται καὶ πάλιν μετατίθεται. ὡς γὰρ τὰ μέτρα, φησί, πρὸς τὸ χρήσιμον ἀλλάττεται, οὕτω καὶ τὸ κατὰ συνθήκην δίκαιον τὴν ἀρχὴν μὲν | |
15 | τίθεται διὰ τὸ δοκεῖν συμφέρειν τῷ κοινῷ, ἔπειτα μεταπίπτει, ἡνίκα δοκεῖ μὴ συμφέρειν ἢ ὅπου μὴ συμφέρει. οὐ γὰρ τὸ συμφέρον τῇ δημοκρατίᾳ συμφέρει καὶ τῇ ὀλιγαρχίᾳ ἢ τῇ ἀριστοκρατίᾳ· ὥστε ἐπεὶ ἄλλο μὲν τὸ δίκαιον καὶ τὸ συμφέρον τῇ δημοκρατίᾳ, ἄλλο δὲ τῇ ἀριστοκρατίᾳ, ἐπειδὰν ἡ πολιτεία οἷον ἡ δημοκρατία μεταπέσῃ εἰς ἀριστοκρατίαν ἢ αὕτη | |
20 | εἰς ἐκείνην δι’ ἃς αἰτίας λέγει ἐν ταῖς Πολιτείαις τὰς μεταπτώσεις αὐτῶν γίνεσθαι, ἀνάγκη καὶ τὰ νομικὰ δίκαια μεταπίπτειν. οὔκ εἰσι δὲ πανταχοῦ καὶ παρὰ πᾶσιν αἱ αὐταὶ πολιτεῖαι, διότι μὴ φύσει ἀλλὰ νόμῳ καὶ κατὰ συνθήκην συνίστανται καὶ χρῶνται καὶ δικαίοις τοιούτοις· ἡ μέντοι ἀρίστη πολιτεία (ἥτις δέ ἐστιν αὕτη, εἴρηκεν ἐν ταῖς Πολιτείαις) ἀεὶ καὶ παρὰ | |
25 | πᾶσι τοῖς κατὰ φύσιν ἔχουσιν ἡ αὐτή ἐστι. | |
26n | Τῶν δὲ δικαίων καὶ νομίμων ἕκαστον ὡς τὰ καθόλου | |
27n | πρὸς τὰ καθ’ ἕκαστα ἔχει. | |
28 | Τὰ νόμιμα, φησί, καὶ τὰ δίκαια πρὸς τὰ καθ’ ἕκαστα τὰ κατ’ αὐτὰ πραττόμενα οὕτως ἔχει, ὡς ἔχει ὁ καθόλου ἄνθρωπος πρὸς τοὺς κατὰ | |
30 | μέρος, Σωκράτην, Πλάτωνα, Ἀριστοτέλην. κοινὸν μὲν οὖν νόμιμον καὶ δίκαιον τὸ γεγραμμένον καὶ διοριζόμενον ὅτι δεῖ τὴν παρακαταθήκην διδόναι, δεῖ τὸν ἀριστέα τιμᾶν στεφάνῳ· καθ’ ἕκαστον δὲ τὸ τῷδε μὲν δεῖ τὴν οἰκείαν διδόναι παρακαταθήκην, καὶ τόνδε τῳδὶ καὶ ἄλλον ἐκείνῳ καὶ ἕτερον ἑτέρῳ· ἐν τούτοις γὰρ αἱ πράξεις, ὧν πάντων ὡς κοινὸν ἐκεῖνο τὸ λέγον | |
35 | “δεῖ τὴν παρακαταθήκην διδόναι” κατηγορεῖται. ταῦτα εἰπὼν λέγει καὶ τί | 48 |
49 | διαφέρει τὸ ἀδίκημα τοῦ ἀδίκου καὶ τὸ δικαίωμα τοῦ δικαίου. ἄδικον μὲν γάρ ἐστι, φησί, τῇ φύσει ἢ τῇ τάξει, λέγων τάξιν τὸν νόμον. ἄδικον οὖν, φησί, τῇ φύσει ἢ τῷ νόμῳ· τὸ μὲν γὰρ καθόλου καὶ ὡρισμένον καὶ τεταγμένον τῷ λόγῳ, οἷον τὸ μὴ κλέψῃς, ἄδικόν ἐστιν· ὅταν δὲ ἐν | |
5 | πράξει πρός τινος γένηται, ἀδίκημά ἐστιν ὂν ἐν τοῖς καθ’ ἕκαστα. ὁμοίως δίκαιον τὸ καθόλου καὶ ὡρισμένον, δικαίωμα δὲ ὅταν πραχθῇ. | |
7n | Καλεῖται δὲ μᾶλλον δικαιοπράγημα. | |
8 | Εἰπὼν τί ἐστι τὸ δικαίωμα, ὅτι τὸ πραχθὲν κατὰ τὸ καθόλου τε καὶ ὡρισμένον δίκαιον, ἐπανορθῶν τοῦτό φησιν ὅτι καθόλου μὲν λεγέσθω δικαιο‐ | |
10 | πράγημα πᾶν τὸ πραχθὲν κατὰ τὸ ὡρισμένον δίκαιον, εἴτε ἐν διανομῇ ἐστιν εἴτε ἐν συναλλάγματι, ἰδίως δὲ λεγέσθω δικαίωμα τὸ ἐπανόρθωμα τοῦ ἀδική‐ ματος, ἤτοι ἡ ἐπὶ τῷ ἀδικήματι τιμωρία καὶ ζημία. τοιοῦτον γὰρ καὶ τὸ “δικαιώσει Κόρινθον ὁ Ζεύς”, ἀντὶ τοῦ κολάσει καὶ ἐπανορθώσει. δικαίωμα τοίνυν ἐστὶ τὸ εἰς τὸν ἀδικήσαντα γινόμενον δικαιοπράγημα. δικαιοπραγεῖ | |
15 | μὲν γὰρ ὁ τὴν παρακαταθήκην ἀποδιδούς, ὁ δὲ τῷ μὴ ἀποδιδόντι ἐπεξιὼν δικαιοῖ τὸν ἀδικήσαντα, καὶ ἔστιν ἡ μὲν τοῦ ἀποδεδωκότος τὴν παρακατα‐ θήκην πρᾶξις δικαιοπράγημα, ἡ δὲ τοῦ ἐπεξιόντος δικαίωμα. ταῦτα εἰπὼν λέγει ὅτι τίνα δὲ καὶ πόσα εἴδη δικαιοπραγημάτων καὶ ἀδικημάτων, καὶ ἐν τίσιν ἐστί, καὶ πῶς γινόμενα τοιαῦτά ἐστιν, ὕστερον ἐπισκεπτέον, καὶ | |
20 | εἰπὼν ὅτι ὕστερον ἐπισκεπτέον εὐθὺς δι’ ὧν ἐπιφέρει περὶ αὐτῶν λέγει συντόμως, ὕστερον δὲ ἐπὶ πολὺ λέγων. ὄντων γὰρ τῶν δικαίων καὶ ἀδί‐ κων τῶν προειρημένων, τουτέστι τῶν τὰ δίκαια ἢ τὰ ἄδικα πραττόντων, τινὲς μὲν δικαιοπραγοῦσι καὶ ἀδικοῦσι κυρίως, τινὲς δ’ οὐ κυρίως, ἀλλὰ κατὰ συμβεβηκός. ὅσοι μὲν ἑκόντες τὰ δίκαια πράττουσι, κυρίως δικαιοπρα‐ | |
25 | γοῦσιν, ὅσοι δὲ ἄκοντες, οὐ κυρίως· ὥστε ἄλλο εἶδος δικαιοπραγίας τὸ ἑκόντα καὶ ἐκ προαιρέσεώς τινα πράττειν, καὶ ἄλλο τὸ ἄκοντα· ὁμοίως καὶ ἐπὶ ἀδικημάτων. ὄντων δὴ τῶν δικαίων καὶ ἀδίκων τῶν προει‐ ρημένων. ὅπερ εἶπον, διὰ τούτων διορίζεται λέγων τίνες εἰσὶν οἱ κυρίως ἀδικοῦντες καὶ τὰ δίκαια πράττοντες, καὶ τίνες οἱ μὴ κυρίως ἀλλὰ κατὰ | |
30 | συμβεβηκός, διαρθρῶν ἅμα καὶ ὃ πρὸ ὀλίγου προεβάλετο λέγων “ἐπεὶ δὲ ἔστιν ἀδικοῦντα μήπω ἄδικον εἶναι, ὁ ποῖα ἀδικήματα ἀδικῶν ἤδη ἄδικός ἐστι πᾶσαν ἀδικίαν”; καὶ φησὶν ὅτι ὅταν ἑκών τις πράττῃ τὰ ἄδικα ἢ τὰ δίκαια, κυρίως ἀδικεῖ καὶ κυρίως δικαιοπραγεῖ, ὅταν δὲ διὰ φόβον ἢ τῶν δικαστῶν ἢ τοῦ ἄρχοντος τὰ δίκαια ποιῇ, οἷον τὴν παρακαταθήκην δίδωσι, δίκαιον μὲν | |
35 | ποιεῖ, δικαιοπραγεῖ δὲ κατὰ συμβεβηκός, διότι δίκαιόν ἐστιν ὃ ἔπραξεν. ἀλλὰ | 49 |
50 | κἂν προστάξαντος τοῦ ἄρχοντος μὴ δοῦναι τὴν παρακαταθήκην οὐ δίδωσιν, ἄδικον μὲν πράττει, ἀδίκημα δ’ οὐκ ἔστι· τῷ γὰρ ἑκουσίῳ, ὡς εἴρηται, καὶ τῷ ἀκουσίῳ κρίνεται τὰ ἀδικήματα καὶ τὰ δικαιοπραγήματα. | |
4n | Λέγω δὲ ἑκούσιον μέν, ὥσπερ καὶ πρότερον εἴρηται, | |
5n | ὃ ἄν τις τῶν ἐφ’ αὑτῷ ὄντων. | |
6 | Ἐπεὶ ἐν τῷ τρίτῳ βιβλίῳ τῆς παρούσης πραγματείας περὶ ἀκουσίου καὶ ἑκουσίου εἴρηκεν, οὐ χρὴ ἡμᾶς πάλιν ἐνταῦθα μνείαν ποιουμένου τοῦ Ἀριστο‐ τέλους πονεῖν, ἀλλ’ ἐκ τῶν ἐκεῖσε γεγραμμένων τοῖς ἐξηγηταῖς σχολῶν ἔτι σωζομένων τὰ εἰς σαφήνειαν τῶν προκειμένων συντείνοντα μετενεγκεῖν· καὶ | |
10 | δὴ τοῦτο ποιῶμεν. εἰπὼν τῷ ἑκουσίῳ ὁρίζεσθαι τὸ δικαιοπράγημα, ὑπο‐ μιμνήσκει ἡμᾶς τῶν περὶ τοῦ ἀκουσίου καὶ ἑκουσίου εἰρημένων αὐτῷ ἐν τῷ Γ. διττοῦ ὄντος τοῦ ἀκουσίου, τοῦ τε βίᾳ καὶ τοῦ δι’ ἄγνοιαν γινομένου, ἑκούσιόν ἐστιν ὃ μήτε βίᾳ μήτε δι’ ἄγνοιαν γίνεται. καὶ ἔστιν οὐ βίᾳ μὲν οὗ ἡ ἀρχὴ ἐν αὐτῷ, οὐ δι’ ἄγνοιαν δέ, ὅταν μηδὲ τὰ καθ’ ἕκαστά τις ἀγνοῇ, | |
15 | δι’ ὧν καὶ ἐν οἷς ἡ πρᾶξις. ὁ γὰρ τῷ τὸ καθόλου ἀγνοεῖν ἁμαρτάνων οὐ δι’ ἄγνοιαν ἁμαρτάνει, ὡς ἔδειξεν ἐν τῷ Γ, ἀλλ’ ἀγνοῶν. τοῦτο δή ἐστι τὸ ἑκούσιον τὸ μὴ δι’ ἄγνοιαν τῶν καθ’ ἕκαστα ἁμαρτηθέν. ὅταν οὖν, φησίν, ἡ ἀρχὴ ᾖ ἐν αὐτῷ εἰδότι καὶ τὰ καθ’ ἕκαστα, ἐν οἷς ἡ πρᾶξις, ἑκὼν πράττει· τῶν γὰρ βίᾳ γινομένων οὐκ ἐν τοῖς πράττουσιν ἡ ἀρχή. | |
20 | ἐπεὶ γὰρ ἦν ἀκούσιον τὸ διὰ τὴν τῶν καθ’ ἕκαστα ἄγνοιαν γινόμενον, τότε φησὶν ἑκούσιον εἶναι, ὅταν μηδέν τι τῶν καθ’ ἕκαστα, ἐν οἷς ἡ πρᾶξις, ἀγνοῆται. τὰ δὲ καθ’ ἕκαστα ἐν οἷς ἡ πρᾶξις, ὧν ἀγνοήσας τις δι’ ἄγνοιαν ἐποίει, ἦν ταῦτα, ὁ πράττων ἄνθρωπος, περὶ ἃ πράττει, ὃ πράττει, δι’ οὗ πράττει, οὗ ἕνεκα πράττει, ὡς πράττει. ἔστιν οὖν ὁ πράττων ὁ ἐργαζό‐ | |
25 | μενος καὶ ποιῶν τὸ πραττόμενον καὶ ποιούμενον, οἷον ὁ φονεύσας ἢ ὁ κλέψας· περὶ ἃ δὲ πράττει, ὁ φονευθείς (περὶ αὐτὸν γὰρ πέπραχε τὸν φόνον) καὶ τὰ κλαπέντα χρήματα· ὃ δὲ πράττει, ἐστὶν ὁ φόνος ἢ ἡ τῶν χρη‐ μάτων μετάθεσις, ὅ ἐστιν ἡ κλεψία· δι’ οὗ δὲ πράττει, τὸ ὄργανον δι’ οὗ πεποίηκε τὸν φόνον· οὗ δὲ ἕνεκα, τὸ τέλος οὗ χάριν ἔπραξεν. οἷον ἔδωκέ τις | |
30 | ἐρῶν τῇ ἐρωμένῃ φάρμακον ὡς φίλτρον, συνέβη δὲ μανῆναι τὴν γυναῖκα ἀντὶ τοῦ φιλεῖν, ἢ δέδωκεν ὡς ὑπνωτικόν, ἀπέβη δὲ θανεῖν τὸν πιόντα ὡς ὑπνώσαι, ἢ καὶ κειμένων ἐν τῷ αὐτῷ κιβωτίῳ καὶ ὑπνωτικῶν φαρ‐ μάκων καὶ δηλητηρίων λαθεῖν καὶ δοῦναι τὸ δηλητήριον ὡς ὑπνωτικόν. τὸ δὲ ὡς πράττει, οἷον ἠρέμα οἰόμενος πλήττειν σφοδρῶς ἔπληξεν, καὶ σὺν | |
35 | τῷ πλῆξαι τὴν φλέβα ἔπληξε καὶ τὴν ἀρτηρίαν· ἔτεμεν γὰρ ἀμφοτέρας. | 50 |
51 | τὰ μὲν οὖν καθ’ ἕκαστα, ἐν οἷς ἡ πρᾶξις καὶ ἃ ἐνδέχεται ἀγνοῆσαι, ταῦτα ἂν εἴη. τούτων δέ, φησί, τὸν μὲν πράττοντα οὐδεὶς ἂν δύναιτο ἀγνοεῖν· πῶς γὰρ ἐνδέχεταί σε ὄντα τὸν πράττοντα ἀγνοῆσαι ὅτι σὺ εἶ ὁ πράττων; μαινόμενος γὰρ καὶ κατεσθίων τις τὰς ἑαυτοῦ σάρκας ἀγνοήσειεν ὅτι αὐτὸς | |
5 | ἑαυτὸν ἐσθίει, σωφρονῶν δὲ οὐκ ἂν ἀγνοήσειεν ὅτι πράττει καὶ ἐνεργεῖ. συνέστειλε δὲ ταῦτα ἐν τῷ βιβλίῳ ἐκείνῳ εἰς τρία, ὧν νῦν μνημονεύει. ὁ γὰρ γνωρίζων τό τε περὶ ὃ ἡ πρᾶξις γίνεται καὶ τὸ ὄργανον δι’ οὗ καὶ τίνος ἕνεκα γίνεται, οὗτος ἑκουσίως ποιεῖ· καὶ γὰρ τὸ ἀκουσίως γινόμενον δι’ ἄγνοιάν τινος ἢ καὶ πάντων τούτων γίνεται· ἐδείχθη γὰρ ἐν ἐκείνῳ | |
10 | τῷ βιβλίῳ καὶ τἆλλα ὑπαγόμενα τούτοις. εἰπὼν δὲ εἰδὼς καὶ μὴ ἀγνοῶν πράττῃ μήτε ὃν μήτε ᾧ μήτε οὗ [καὶ τίνος] ἕνεκα, ἐπήγαγε μὴ κατὰ συμβεβηκὸς μηδὲ βίᾳ, τουτέστιν ἐν οἷς τὸ ἑκούσιον μὴ ᾖ κατὰ συμβεβηκὸς μηδὲ βίᾳ. καὶ εἴη ἂν λέγων μὴ τὸ μὲν αὐτῶν κατὰ συμβεβηκός, τὸ δὲ βίᾳ· οὐ γὰρ ἀμφότερα κατὰ συμβεβηκὸς ἢ ἀμφότερα βίᾳ. ἀλλ’ | |
15 | ἐπὶ μὲν τοῦ τὴν ἀρχὴν καὶ τὴν αἰτίαν ἐν αὐτῷ εἶναι ἁρμόζοι ἂν τὸ μὴ βίᾳ· δύναται γὰρ δι’ αὑτοῦ τις οὗ τὴν ἀρχὴν ἔχει βιασθεὶς ποιῆσαί τι, ὡς αὐτὸς παρέθετο τὸ ἐπὶ τῶν χειρῶν. ἂν γάρ τις λαβὼν τὴν χεῖρα τὴν ἐμὴν τύπτῃ τὸν πατέρα μου, ἡ ἀρχὴ ἐν ἐμοί ἐστιν, ὅτι ἡ χείρ, ᾗ τύπτεται ὁ πατήρ μου, ἐμή ἐστιν, ἀλλὰ βίᾳ ποιῷ, ὥστε καὶ ἀκουσίως· ἂν δ’ αὐτὸς | |
20 | ἐγὼ κινῶν τὸν πατέρα τύπτοιμι, τοῦτο ἑκούσιόν ἐστιν. τὸ μὲν οὖν μὴ βίᾳ ἁρμόζει ἐπὶ τοῦ τοιούτου· τὸ δὲ μὴ κατὰ συμβεβηκὸς ἐπὶ τοῦ εἰδέναι τὰ καθ’ ἕκαστα. κατὰ συμβεβηκὸς δὲ γνωρίζοι ἄν τις ταῦτα ὧν ἡ ἄγνοια ἀκούσιον ἐποίει τὸ γινόμενον οὕτως ὡς αὐτὸς δείκνυσιν. ὁ γὰρ τὸν πατέρα τύπτων ἐν νυκτομαχίᾳ καὶ γνωρίζων μὲν ὅτι ἄνθρωπον τύπτει, ἀγνοῶν | |
25 | δὲ ὅτι ὃν τύπτει ὁ πατὴρ αὐτοῦ ἐστι, κατὰ συμβεβηκὸς ἂν εἴη περὶ τὸν πατέρα ἡ πρᾶξις· ὡς πρὸς μὲν γὰρ ἄνθρωπον καθ’ αὑτό, ὡς δὲ πρὸς πατέρα κατὰ συμβεβηκός· ὥστε καὶ ἀκούσιος ἡ πρὸς τὸν πατέρα ὕβρις τοῦ υἱοῦ ἀλλὰ καὶ ὁ τὸν ἐλλέβορον γνωρίζων ὅτι τόδε τι ἐλλέβορος, ἀγνοῶν δὲ τὴν δύναμιν αὐτοῦ ὅτι καθαρτικός (ὑπολαμβάνει δὲ ὡς ὕπνον | |
30 | ἐμποιεῖ) καὶ διδοὺς ὡς ὑπνοποιὸν κατὰ συμβεβηκὸς τὸ οὗ ἕνεκα γνωρίζοι ἂν οὗτος. ἀλλὰ καὶ ὁ εἰδὼς τὸ ἀκόντιον ὃ ἀφίησιν, ὅτι ἀκόντιόν ἐστιν, ἀγνοῶν δὲ ὅτι λελόγχωται, κατὰ συμβεβηκὸς ἂν γνωρίζοι καὶ οὗτος. οὐκ ἄρα ἑκούσιος ἡ πρᾶξις γένοιτο ἂν ἐν ᾗ τὰ καθ’ ἕκαστα, ἐν οἷς ἡ πρᾶξις γίνεται, κατὰ συμβεβηκὸς γνωρίζεται· ὧν γὰρ ἡ καθ’ αὑτὸ γνῶσις ἑκούσιον | |
35 | τὴν πρᾶξιν ποιεῖ, ταῦτα εἰ κατὰ συμβεβηκὸς γνωρίζοιτο, οὐχ ἑκούσιον τὴν πρᾶξιν καὶ τὸ γινόμενον ποιεῖ. ταῦτα εἰπὼν ἐπιφέρει τὸ καθόλου λέγων | |
ὁμοίως δὲ τοῦτο διωρίσθω καὶ περὶ τῶν οὗ ἕνεκα καὶ περὶ | 51 | |
52 | τὴν πρᾶξιν ὅλην, τὸν πράττοντα, περὶ ὃ πράττει, ὃ πράττει, δι’ οὗ πράττει, τὸ ὡς πράττει. | |
3n | Τὸ δὴ ἀγνοούμενον ἢ μὴ ἀγνοούμενον μέν, μὴ ἐπ’ | |
4n | αὐτῷ δὲ ὂν ἢ βίᾳ ἀκούσιον. | |
5 | Εἰπὼν τί τὸ ἑκούσιον, λέγει καὶ περὶ τοῦ ἀκουσίου, τί ποτέ ἐστι, καὶ φησὶν ὅτι τοῦτό ἐστιν ἀκούσιον, τὸ δι’ ἄγνοιαν γινόμενον ἢ βίᾳ τῶν ἐφ’ ἡμῖν ὄντων. ὅσα γὰρ ἀγνοεῖται ἢ μὴ ἀγνοεῖται, μὴ ἐπ’ αὐτῷ δ’ ἐστὶ τῷ πράττοντι, ἤτοι μὴ κατὰ τὴν ἐν αὐτῷ ἀρχὴν γίνεται, ἀλλὰ βίᾳ, ἀκούσιά ἐστι. δεῖ δὲ ἐν τῇ λέξει τῇ ἢ βίᾳ ἀντὶ τοῦ ἤ τὸ ἀλλά γράφειν, ἵνα ᾖ | |
10 | ἀλλὰ βίᾳ· τὸ γὰρ μὴ ἐπ’ αὐτῷ ἀλλὰ βίᾳ ἀκούσιον. λέγει δὲ καὶ πολλὰ τῶν φυσικῶν οὐκ ἀγνοούμενα ἡμῖν καὶ γινόμενα καὶ πραττόμενα οὔθ’ ἑκούσια οὔτ’ ἀκούσια εἶναι, καίτοι ὡς εἴρηται καὶ ἐφ’ ἡμῖν ὄντα· ἐφ’ ἡμῖν γὰρ ἡ ἀρχὴ καὶ οὐκ ἀγνοεῖται ὅτι γίνεται. ἔστι δὲ ταῦτα ὅσα κατὰ φύσιν γίνεται, οἷον τροφῆς πέψις καὶ ἀνάδοσις καὶ πρόσκρισις, καὶ τὸ γηρᾶν ἢ ἀποθνήσκειν. | |
15 | ἢ τὸ μὲν τὰ τοιαῦτα ὅτι οὐκ ἀγνοεῖται ὡς γίνεται δῆλον καὶ ἀληθές, οὐ μὴν καὶ ἐφ’ ἡμῖν εἰσι. διὰ τοῦτο καὶ ὁ ποιητὴς εἶπε “φύσει γὰρ ὄντες θνητοὶ οὐ κύριοί ἐσμεν τοῦ ἐπὶ τοῦτο μὴ ἐλθεῖν· ἀνάγκῃ γὰρ ἥκομεν.” | |
18n | Ἔστι δ’ ὁμοίως καὶ ἐπὶ τῶν ἀδίκων καὶ τῶν δικαίων καὶ | |
19n | τὸ κατὰ συμβεβηκός. | |
20 | Εἰπὼν ὅτι ἐν οἷς ἡ πρᾶξις, καὶ τὸ κατὰ συμβεβηκὸς καὶ τὸ καθ’ αὑτό, ὧν τὸ μὲν ἐποίει τὸ ἑκούσιον, τὸ δὲ τὸ ἀκούσιον, λέγει ὅτι καὶ ἐπὶ τῶν δικαίων καὶ τῶν ἀδίκων ἔστι καὶ τὸ κατὰ συμβεβηκός. ὁ γὰρ ποιῶν τι τῶν δικαίων ἄκων καὶ κατὰ φόβον κατὰ συμβεβηκὸς δικαιοπραγεῖ, ὅτι οἷς συμβέβηκε δικαίοις εἶναι ταῦτα ποιεῖ, οὐ μὴν ἁπλῶς οὐδὲ κυρίως, ὅτι | |
25 | οὐχ ἑκὼν ἀλλὰ διὰ φόβον ποιεῖ. ἀλλὰ καὶ ὁ ἄκων 〈ἄδικόν〉 τι ποιῶν, ὡς ὁ ἀναγκασθεὶς μὴ ἀποδοῦναι τὴν παρακαταθήκην, κατὰ συμβεβηκὸς ἀδικεῖ (ὅτι γὰρ συμβέβηκε τῷ πραττομένῳ ὑπ’ αὐτοῦ ἀδίκῳ εἶναι) οὐ μὴν ἁπλῶς· τὸ γὰρ ἁπλῶς ἀδικεῖν ἦν ἐν τῷ ἑκόντι αὐτὰ πράττειν. λαβὼν δὲ ὅτι ἐν τοῖς ἑκουσίως γινομένοις ἐστὶ τὸ δικαιοπραγεῖν καὶ τὸ ἀδικεῖν, ἑξῆς τῶν | |
30 | ἑκουσίως γινομένων διαφοράν τινα ποιεῖται λέγων τῶν ἑκουσίως πραττο‐ μένων τὰ μὲν προελόμενοι καὶ μετὰ προαιρέσεως ποιοῦμεν, τὰ δὲ οὐ προελόμενοι. τὰ γὰρ διὰ θυμὸν γινόμενα ἀπροβούλευτα· ἑκόντες μὲν | |
γὰρ ποιοῦμεν ταῦτα, οὐ προβουλευσάμενοι δέ. | 52 | |
53(1n) | Τριῶν δ’ οὐσῶν βλαβῶν τῶν ἐν ταῖς κοινωνίαις, τὰ | |
2n | μὲν μετ’ ἀγνοίας ἁμαρτήματά εἰσιν. | |
3 | Εἰπὼν πρὸ ὀλίγου περὶ αὐτῶν “καθ’ ἕκαστόν γε αὐτῶν ὁποῖά τε εἴδη καὶ πόσα, καὶ περὶ ποῖα ὄντα τυγχάνουσιν, ὕστερον ἐπισκεπτέον” νῦν τοῦτο | |
5 | ποιεῖ· διελὼν γὰρ τὸ ἑκούσιον εἰς τὸ κατὰ προαίρεσιν καὶ τὸ χωρὶς προαι‐ ρέσεως ** ἔστι δὲ ἡ ἀδικία βλάβη τις, ἀποδίδωσι νῦν πῶς μὲν γινομένη ἡ βλάβη ἀδικία ἐστί, καὶ πῶς γινομένη οὐκ ἔστιν ἀδικία. τῶν δὴ βλαβῶν αἱ μὲν μετ’ ἀγνοίας τοῦ γινομένου γίνονται καὶ εἰσὶν ἀκούσιοι, αἱ δὲ εἰδότων καὶ ἑκουσίως. καὶ τῶν μετ’ ἀγνοίας αἱ μὲν παράλογοι καὶ ἐκ παραδόξου | |
10 | γίνονται, αἱ δὲ τὸ μὲν ἀκούσιον ἔχουσιν, οὐ μὴν κατὰ τὸ παράλογόν τε καὶ παράδοξον. εἰπὼν δὲ τὰς κατὰ ἄγνοιαν γινομένας βλάβας κοινῶς ἁμαρτή‐ ματα ὑποδιαίρεσιν αὐτῶν ποιεῖται καὶ φησὶ τὰς μὲν παραλόγως αὐτῶν γινο‐ μένας δεῖ καλεῖν ἀτυχήματα, τὰς δὲ μὴ παραλόγως ἁμαρτήματα ὁμωνύμως τῷ κοινῷ. εἴη δ’ ἂν παραλόγως γινόμενα τὰ σπάνια καὶ ἀπροσδόκητα, οἷον | |
15 | εἰ τὴν θύραν ἄφνω ἀνοίξαντός τινος ὁ πατὴρ ἐκείνου παρεστὼς ἐπλήγη, ἢ εἰ τοξεύοντος ἐν τοιούτῳ τόπῳ ἐν ᾧ οὐδεὶς εἴωθε πορεύεσθαι, ἄφνω τις ἔκ τινος τύχης ἐκεῖσε διερχόμενος ἐτρώθη τῷ ἀφεθέντι βέλει. τὰ γὰρ τοιαῦτα παράλογά τε καὶ ἀπροσδόκητα· πῶς γὰρ ἂν προσεδόκησεν ὁ το‐ ξεύων ἐκεῖσέ τινα διελθεῖν ἐν ᾧ οὐδεὶς οὐδέποτε ὦπται διιών; ὅσα δὲ μὴ | |
20 | ἔστι παράλογα, ἀγνοοῦντος μέντοι τοῦ πράξαντος γίνεται, ταῦτα λεγέσθω ἁμαρτήματα. ὁ γὰρ ἐν ὁδῷ ἀκοντίζων ἢ ἔν τινι χωρίῳ, ἐν ᾧ ἐνδέχεταί τινας εἶναι, καὶ βαλών τινα ἡμάρτηκε, καὶ καλοῦνται αἱ τοιαῦται τῶν βλαβῶν ἁμαρτήματα. ἁμαρτάνει γάρ, φησίν, ὅταν ἐν αὐτῷ ἡ ἀρχὴ ᾖ τῆς αἰτίας· ἔστι δὲ ἐν αὐτῷ, καθ’ ὅσον εἰς τόπον ἠκόντιζεν ἐν ᾧ ἔθος | |
25 | ἦν διέρχεσθαί τινας. τὰ μὲν οὖν μετ’ ἀγνοίας γινόμενά εἰσιν, ὡς εἴρηται, τὰ ἀτυχήματα καὶ τὰ ἁμαρτήματα· ἀδικήματα δέ ἐστιν ὅταν πράξῃ τίς τι εἰδὼς μέν, μὴ προβουλεύσας δέ. ταῦτα δ’ ἐστὶ τὰ διὰ θυμὸν γινόμενα καὶ διὰ πάθη ἀναγκαῖα ἢ φυσικά. εἰσὶ δὲ πάθη φυσικὰ ἔρωτες λῦπαι φόβοι, ἀναγκαῖα δὲ πεῖνα δίψα. ὁ γὰρ διὰ μεγάλην λύπην βλάψας τινὰ | |
30 | ἢ διὰ φόβον ἐξειπὼν τὰ τοῦ φίλου μυστήρια ἢ διὰ σφοδρὸν ἔρωτα βλάψας ἢ διὰ πεῖναν ἰσχυρὰν ἢ δίψαν ἀποστερήσας τινὰ τοῦ οἰκείου ἀδικεῖ μέν, καὶ ἄδικοι αἱ πράξεις, οὐ μὴν ἤδη ἄδικός ἐστιν· οὐ γὰρ διὰ μοχθηρίαν πέπραχεν, ἀλλ’ ἠναγκάσθη πρᾶξαι. ἄδικος δ’ ἐστὶν ὁ ἐκ προαιρέσεως ταῦτα ποιῶν δίχα τῶν εἰρημένων παθῶν τῶν ἀναγκαίων καὶ φυσικῶν. ἡ | |
35 | μὲν οὖν σύμπασα τῶν λεγομένων διάνοια αὕτη. τὸ δὲ κατὰ τὴν ἀρχὴν | |
τῆς λέξεως τὸ ὅταν μήτε ὃν μήτε ὃ μήτε ᾧ μήτε οὗ ἕνεκα, ὃν μὲν | 53 | |
54 | λέγει τὸν πατέρα περὶ ὃν ἡ πρᾶξις· ὃ δὲ ἡ πρᾶξις, ὡς ὁ ἐξειπὼν τὰ μυστήρια ἀγνοήσας ὅτι μυστήριά ἐστιν· ᾧ δὲ τὸ ὄργανον, οἷον ὅτι ἀκόντιόν ἐστιν, οὗ δὲ τὸ τέλος, ὡς ὁ ἀγνοήσας ὅτι οὐ ποιεῖ φιλίαν τόδε τὸ φάρ‐ μακον, ἀλλὰ μανίαν, ὣς δὲ ὁ τρόπος, οἷον ἠρέμα ἀλλ’ οὐ σφοδρῶς. διὸ | |
5 | καλῶς τὰ ἐκ θυμοῦ οὐκ ἐκ προνοίας κρίνεται. ὁ διὰ θυμὸν ποιήσας εἰδὼς μὲν ἐποίησε καὶ ἑκών, οὐ προβουλεύσας δὲ οὐδὲ προελόμενος· ὁ γὰρ ὑβρισθεὶς καὶ διὰ τοῦτο τρώσας οὐκ ἐν ἑαυτῷ τὴν ἀρχὴν ἔχει, ἀλλ’ ἐν τῷ ὑβρίσαντί ἐστιν· ὁ γὰρ ὑβρίσας γέγονεν ἀρχὴ καὶ αἴτιος τοῦ κινηθῆναι εἰς ἀνθύβρισιν τὸν ὑβρισθέντα. | |
10n | Ἔτι δὲ οὐδὲ περὶ τοῦ γενέσθαι ἢ μὴ ἀμφισβητεῖται. | |
11 | Ταῦτα ὡς σημεῖα παρατίθεται τοῦ τοὺς διὰ θυμόν τι πράξαντας μὴ ἐκ προαιρέσεως μηδ’ ἐπιβούλως μηδ’ ἀπὸ κακίας πεπραχέναι ** ἀλλ’ ἀπαρνοῦνται λέγοντες μὴ πεποιηκέναι, καὶ γίνεται ἐν τούτοις ἡ ἀμφιβολία, εἰ γέγονε παρὰ τοῦδε τόδε τὸ κακὸν ἢ μὴ γέγονε, τῶν μὲν κατηγόρων | |
15 | λεγόντων ὡς αὐτὸς πεποίηκεν, αὐτοῦ δὲ ἀπαρνουμένου καὶ λέγοντος μὴ πεποιηκέναι. ὁ δὲ διὰ θυμὸν πράξας ὁμολογεῖ καὶ λέγει ὡς πεποίηκα τοῦτο, ἀλλὰ δικαίως. ὡς γὰρ ἠδικημένοι οἱ δι’ ὀργήν τι ποιοῦντες καὶ ἀμυνόμενοι αὐτοὺς ὡς προηδικηκότας· ἐπὶ φαινομένῃ γὰρ ἀδικίᾳ ἡ ὀργή ἐστιν. ἐν μὲν γὰρ τοῖς συναλλάγμασι βλάπτοντες περὶ τοῦ γεγονέναι | |
20 | ἢ μὴ ἀμφισβητοῦσι· τὸ γὰρ δρᾶμα ἀμφισβητοῦσιν ἅτ’ ἐξ ἐπιβουλῆς ποι‐ οῦντες, οἱ μὲν ἀποδεδωκέναι τὸ ὀφειλόμενον λέγοντες, οἱ δὲ μὴ κεκομίσθαι, ὧν ἀνάγκη τὸν ἕτερον πάντως εἶναι κακόν, ἢ τὸν λέγοντα δεδωκέναι ἢ τὸν μὴ λαβεῖν διισχυριζόμενον. ἔσται δὲ ἐξ ἀνάγκης ὁ ἕτερος κακός, εἰ μὴ διὰ λήθην δρᾷ· εἰ γὰρ μὴ δοὺς ἐπιλέλησται ὅτι οὐ δέδωκεν, ὁμοίως δὲ | |
25 | καὶ λαβὼν ὅτι ἔλαβεν, οὐ κακός. ἐπὶ δὲ τῶν διὰ θυμὸν γινομένων τὸ μὲν πρᾶγμα ὁμολογοῦσι πεποιηκέναι, περὶ δὲ τοῦ δικαίως ἢ ἀδίκως ἡ ἀμφισβήτησίς ἐστι τῷ πεποιηκότι καὶ πεπονθότι. εἰ οὖν οἱ ἐκ προαιρέσεως πράξαντες τὸ κακὸν οὐχ ὁμολογοῦσι πεποιηκέναι, οἱ δὲ διὰ θυμὸν ὁμο‐ λογοῦσιν, οἱ διὰ θυμόν τι ποιοῦντες οὐκ ἐκ προαιρέσεως ποιοῦσιν. ἃ μὲν | |
30 | οὖν λέγει ταῦτ’ ἐστίν· ἐν δὲ τῇ λέξει τῇ ὥστε ὁ μὲν οἴεται ἀδικεῖσθαι, ὁ δὲ μὴ περὶ τῶν διὰ θυμόν τι ποιησάντων καὶ παθόντων εἴρηται. εἰ οὖν ὁ μὲν ἀδικεῖσθαι οἴεται, ὁ δ’ οὐκ ἀδικεῖν, δῆλον ὅτι ἡ ἀμφισβήτησις αὐτῶν ἐστιν οὐ περὶ τοῦ εἰ γέγονεν ἢ μή, ἀλλὰ περὶ τοῦ εἰ δίκαιον ἢ ἄδικον τὸ γεγονός. ἂν δὲ ἐκ προαιρέσεως βλάψῃ, ἀδικεῖ, καὶ κατὰ | |
35 | ταῦτα ἤδη τὰ ἀδικήματα. ἀδικήματα λέγει τὰς βλάβας. δείξας δὲ | 54 |
55 | ὅτι ὁ διὰ πάθος τι ποιήσας οὔπω ἄδικός ἐστιν, ὡς ἀκόλουθον τούτοις ἐπιφέρει ὅτι ἀδικεῖ καὶ ἄδικός ἐστιν ὁ ἐκ προαιρέσεως βλάπτων. ὅταν οὖν κατὰ προαίρεσιν βλάπτῃ τις ἢ νέμων ἑαυτῷ τῶν ἀγαθῶν τὸ πλέον παρὰ τὸ ἀνάλογον, ἢ πλεονεκτῶν τὸ ἴσον παραβαίνῃ (τούτου γὰρ δηλωτικὸν τὸ | |
5 | ὅταν παρὰ τὸ ἀνάλογον ἢ παρὰ τὸ ἴσον), οὗτος ἤδη ἄδικος. ὥστε ἄδικος μὲν καὶ ἀδικεῖ ὁ κατὰ προαίρεσιν βλάπτων, ὁ δὲ εἰδὼς μέν, μὴ κατὰ προαίρεσιν δὲ βλάπτων ἀδικεῖ μέν, ἀδίκημα μέντοι τὸ γινόμενον οὐκ ἔστιν. οὕτως ἔχει καὶ ἐπὶ τοῦ δικαίου· ὁ μὲν γὰρ πρὸς τῷ εἰδέναι καὶ κατὰ προαίρεσιν δίκαια ποιῶν δίκαιός ἐστιν, ὁ δὲ εἰδὼς μέν, μὴ κατὰ προαίρεσιν | |
10 | δὲ ποιῶν δικαιοπραγεῖ μέν, οὐ μέντοι δίκαιός ἐστι. | |
11n | Τῶν δ’ ἀκουσίων τὰ μέν ἐστι συγγνωμονικά, τὰ δ’ οὐ | |
12n | συγγνωμονικά· ὅσα μὲν γὰρ μὴ μόνον ἀγνοοῦντες, ἀλλὰ καὶ δι’ | |
13n | ἄγνοιαν. | |
14 | Ἀγνοοῦντα λέγει τὸν τὸ καθόλου ἀγνοοῦντα. ὁ γὰρ μὴ εἰδὼς τὸ | |
15 | τὸ μοιχεύειν κακόν, ἀγνοῶν λέγεται καὶ ἀγνοῶν πράττει, ὁ δὲ εἰδὼς τὸ καθόλου ὅτι ἡ μοιχεία κακὸν καὶ ὅτι κεκώλυται ὑπὸ τοῦ νόμου, ταύτην δὲ ᾗ ἐμίχθη οὐκ οἶδεν ὅτι ἀνδρὶ συνοικεῖ, οὗτος ἀγνοῶν οὐκ ἔστι, δι’ ἄγνοιαν δὲ τοῦ συνοικεῖν ἀνδρὶ συνεφθάρη τῇ γυναικί. δι’ ἄγνοιαν μὲν οὖν λέγει γίνεσθαι ἐφ’ ὧν τῶν καθ’ ἕκαστά τι ἐν οἷς ἡ πρᾶξις ἀγνοεῖται, | |
20 | ἃ ἦν καὶ κυρίως ἀκούσια· ἀγνοούντων δέ εἰσι τὰ παρὰ τὴν τοῦ καθόλου προσήκοντος ἄγνοιαν ἁμαρτήματα. καὶ τὰ μὲν περὶ τὴν λέξιν τοιαῦτα. ἀκούσια δὲ νῦν ἔοικε λέγειν πάντα τὰ μὴ κατὰ προαίρεσιν γινόμενα· τὰ γὰρ κατὰ πάθος γινόμενα πρὸ ὀλίγου ἑκούσια μὲν εἶπεν, ἀπροαίρετα δέ, νῦν δὲ τοῖς ἀκουσίοις ὑπάγει καὶ ταῦτα. καὶ θαυμαστὸν οὐδέν, εἰ ἑκούσια | |
25 | λέγων ταῦτα πάλιν ἀκούσιά φησιν· ἑκούσια μὲν γὰρ δοκεῖ εἶναι, καθ’ ὅσον οὐ δι’ ἄγνοιαν γίνεται, ἀκούσια δ’ αὖ πάλιν, καθ’ ὅσον οὐ κατὰ προαίρεσιν. τῶν δὴ ἀκουσίως γινομένων ὅσα πρὸς τῷ ἀγνοεῖν καὶ δι’ ἄγνοιαν γίνεται, συγγνώμης ἄξιά ἐστι· τὸν γὰρ μὴ εἰδότα μήτε τὸ καθόλου μήτε τὸ κατὰ μέρος καὶ ἁμαρτήσαντα συγγνωμονήσειεν ἂν πᾶς. ὅσα δὲ οὐ δι’ ἄγνοιαν | |
30 | τῶν καθ’ ἕκαστα γίνεται, ἀγνοούντων δέ (ταῦτα δὲ ἦν τὰ διὰ πάθος γινό‐ μενα) τούτων, φησίν, ὅσα μὴ διὰ πάθος γίνεται μήτε φυσικὸν μήτε ἀνθρω‐ πικόν, οὐ συγγνωμονικά. φυσικὰ δέ εἰσιν, ὡς εἴρηται, πεῖνα καὶ δίψα, ἀνθρω‐ πικὰ δὲ λύπη, φόβος, ἔλεος. ὁ γὰρ διὰ πεῖναν ἁμαρτήσας καὶ ἁπλῶς τὴν τῶν ἀναγκαίων ἀπορίαν καὶ ἐπιθυμίαν συγγνωστός, ὁ δὲ τοιᾶσδε τροφῆς | |
35 | ἐπιθυμῶν καὶ τοιοῦδέ τινος πόματος, οἷον σαρκὸς πέρδικος καὶ οἴνου | |
γλυκέος, καὶ διὰ ταῦτα ἁμαρτήσας οὐκ ἔστι συγγνώμης ἄξιος. | 55 | |
56(1n) | Ἀπορήσειε δ’ ἄν τις εἰ ἱκανῶς διώρισται περὶ τοῦ | |
2n | ἀδικεῖσθαι καὶ τοῦ ἀδικεῖν. | |
3 | Εἰπὼν πρότερον περὶ τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι ὅτι ἀδικεῖν ἐστι καὶ ἄδικός ἐστιν ὁ ἑκὼν ἀδικῶν, ἀδικεῖσθαι δὲ τὸ ἀκουσίως πάσχειν, ἐπεὶ πρὸς | |
5 | ταῦτα τὰ τοῦ Εὐριπίδου ἀντιφθέγγεται (λέγει γὰρ οὗτος ὅτι ἔστι καὶ ἐπὶ τοῦ ἀδικεῖσθαι τὸ ἑκούσιον καὶ εἰσὶν οἳ ἑκόντες ἀδικοῦνται), ζητεῖ ὁ Ἀρι‐ στοτέλης, ἆρα ἔστιν ἑκόντα ἀδικεῖσθαι, καὶ ὡς τὸ ἀδικεῖν ἑκούσιόν ἐστι (τῷ ἑκουσίῳ γὰρ ὁ ἄδικος ὁρίζεται· ὁ γὰρ ἑκὼν καὶ κατὰ προαίρεσιν βλά‐ πτων ἄδικός ἐστιν) ἆρα οὖν ὥσπερ τὸ ἀδικεῖν ἑκούσιον, οὕτως καὶ τὸ ἀντι‐ | |
10 | κείμενον αὐτῷ τὸ ἀδικεῖσθαι πᾶν ἑκούσιον, ἢ ἐπεὶ ἀντίκειται ἀλλήλοις τὸ ἀδικεῖν καὶ ἀδικεῖσθαι, θατέρου τοῦ ἀδικεῖν ὄντος ἑκουσίου θάτερον τὸ ἀδικεῖσθαι ἀκούσιόν ἐστι. τὸ δ’ αὐτό, φησί, ἀπορήσειεν ἄν τις καὶ ἐπὶ τοῦ δικαιοῦσθαι· ἐπεὶ γὰρ τὸ δικαιοπραγεῖν πᾶν ἑκούσιον ὥσπερ τὸ ἀδικεῖν, ἀντίκειται δὲ ὡς τὸ ἀδικεῖν τῷ ἀδικεῖσθαι, οὕτω καὶ τὸ δικαιοπραγεῖν τῷ | |
15 | δικαιοῦσθαι, ὡσαύτως ἂν καὶ ἐπὶ τούτων δόξειεν ἔχειν, καὶ ἢ ὡς ἀκούσιον ἑκουσίῳ ἀντικείσεται ἢ ὡς ἑκούσιον ἑκουσίῳ. ἔστι δὲ τὸ δικαιοῦσθαι τὸ ὑπὸ τοῦ δικαστοῦ ἐπανισοῦσθαι, ὡς εἴρηται, κατὰ τὸ ἐπανορθωτικὸν δίκαιον. αὐτὸ μὲν οὖν τὸ ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν ὁμοίως ἔχει τῷ δικαιοῦσθαι καὶ δικαιοπραγεῖν ἀλλὰ μήποτε οὐκ ἐν ἅπασιν ὁμοίως ταῦθ’ ὑπάρχει. ὃ | |
20 | μὲν οὖν ζητεῖ, τοῦτο· κατὰ δὲ τὴν λέξιν παρατίθεται τὰ τοῦ Εὐριπίδου ἰαμβεῖα ἐκ τοῦ Βελλεροφόντου εἰς πίστωσιν τοῦ ἔστιν ἑκόντα ἀδικεῖσθαι. ὃ καὶ εὐθὺς ἀπερράπισεν ὡς μὴ ἀποδεχόμενος, προσθεὶς τὸ ἀτόπως· παράλογον γὰρ τὸ εἰρημένον καὶ ἄτοπον τὸ τὴν μητέρα ἐθέλουσαν ἀνῃ‐ ρῆσθαι ὑπὸ ἑκόντος τοῦ παιδὸς ἢ θέλουσαν ἀναιρεθῆναι ὑπ’ ἄκοντος. | |
25 | τὸ γὰρ μὴ θέλουσαν ὑπὸ ἑκόντος ἀναιρεθῆναι εὔλογον· ἀντίκειται γὰρ τὸ θέλειν καὶ μὴ θέλειν, ἤτοι τὸ ἑκούσιον καὶ ἀκούσιον· τὸ δὲ θέλουσαν θέλοντος εὔλογον οὐδαμῶς, εἴπερ τὸ ἀδικεῖσθαι, ὡς δείξει, ἀκούσιον. δύναται δὲ τὸ ἀτόπως καὶ πρὸς τὸν Εὐριπίδην εἰρῆσθαι. ὡς εἰ ἔλεγεν ἀτόπως εἶπεν ὁ Εὐριπίδης· δύναται καὶ καθόλου εἰρῆσθαι ὅλως δὴ τὸ λέγειν | |
30 | ὅτι ἀδικεῖταί τις ἑκὼν ἄτοπον. | |
31n | Ἄτοπον δ’ ἂν δόξειε καὶ ἐπὶ τοῦ δικαιοῦσθαι, εἰ ἅπαν | |
32n | ἑκούσιον. | |
33 | Εἰπὼν ὅτι καὶ τὸ λέγειν πᾶν τὸ δικαιοῦσθαι ἑκούσιον ἄτοπόν ἐστι, συντόμως τὴν αἰτίαν τῆς ἀτοπίας τέθεικεν εἰπὼν ἔνιοι γὰρ δικαιοῦνται | |
35 | οὐχ ἑκόντες. εἰσὶ δὲ οὗτοι οἱ πεπλεονεκτηκότες, ὧν τὸ πλέον ἐχόντων | 56 |
57 | ἀφαιρεῖται ὁ δικαστὴς καὶ δίδωσι τῷ ἠδικημένῳ. εἴρηται δὲ πρότερον ὅτι τὸ δικαιοῦσθαι λέγεται καὶ ἐπὶ τοῦ λαμβάνοντος, ὅπερ ἀφῄρηται, παρὰ τοῦ πλεονέκτου (δεδικαιῶσθαι γὰρ λέγεται οὗτος), λέγεται καὶ ἐπὶ τοῦ κολα‐ ζομένου· ὁ γὰρ ἀδικήσας καὶ κολασθεὶς δεδικαιῶσθαι καὶ οὗτος λέγεται. | |
5 | ἐκεῖνος μὲν οὖν ἑκὼν δικαιοῦται. οὗτος δὲ ὁ ἀδικήσας ἄκων. εἰσὶν οὖν τῶν δεδικαιωμένων οἱ μὲν ἑκόντες δικαιούμενοι, ὅσοι ἠλάττωνται, οἱ δὲ ἄκοντες, ὅσοι ἐπλεονέκτησαν. ἐπεὶ καὶ τόδε διαπορήσειεν ἄν τις, πότερον ὁ τὸ ἄδικον πεπονθὼς ἀδικεῖται πᾶς. ἀπορήσας, εἰ ἔστιν ἑκόντα ἀδικεῖσθαι, καὶ κοινοποιήσας τὸν λόγον καὶ ἐπὶ τοῦ δικαιοῦσθαι ὡς | |
10 | ὁμοίως ἐχόντων τοῦ ἀδικεῖσθαι πρὸς τὸ ἀδικεῖν καὶ τοῦ δικαιοῦσθαι πρὸς τὸ δικαιοπραγεῖν, καὶ ὀφειλόντων [ἢ] ἀμφοτέρων τοῦ ἀδικεῖσθαι καὶ δικαιοῦσθαι ἢ ἀκουσίων εἶναι ἢ ἑκουσίων, [καὶ] ἐπεὶ μὴ οἷόν τε πᾶν τὸ δικαιοῦσθαι ἑκούσιον εἶναι, συνάγεται δὲ μηδὲ πᾶν τὸ ἀδικεῖσθαι ἀκούσιον εἶναι, ἀλλ’ εἶναι καὶ ἐπὶ τούτου τὸ ἑκούσιον, ταῦτα ἀπορήσας διὰ τούτων δεικνύναι | |
15 | πειρᾶται ὅτι ὡδὶ μὲν ἑκάτερον αὐτῶν γινόμενον ἑκούσιόν ἐστιν, ὡδὶ δὲ ἀκούσιον. λέγει δὴ ὅτι ὡς ἔχει ἐπὶ τοῦ πράττειν, οὕτως ἕξει καὶ ἐπὶ τοῦ πάσχειν, πράττειν λέγων τὸ ἀδικεῖν καὶ δικαιοπραγεῖν, πάσχειν δὲ τὸ ἀδικεῖ‐ σθαι καὶ δικαιοῦσθαι. ἐπεὶ δέ, ὡς ἀνωτέρω δέδεικται, τοῦ ἀδικεῖν τὸ μὲν ἦν καθ’ αὑτό, ὅταν ὁ ἀδικῶν ἑκὼν ἠδίκει, τὸ δὲ κατὰ συμβεβηκός, ὅταν | |
20 | οὐχ ἑκών, ὁμοίως καὶ τοῦ δικαιοπραγεῖν τὸ μὲν καθ’ αὑτὸ τὸ ἑκούσιον, τὸ δὲ κατὰ συμβεβηκὸς τὸ ἀκούσιον, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ ἀδικεῖ‐ σθαι καὶ δικαιοῦσθαι ἕξει, καὶ ἔσται καὶ τὸ ἀδικεῖσθαι διττόν. ἀσαφῶς δὲ ἀπήγγελται ἡ λέξις ἡ λέγουσα κατὰ συμβεβηκὸς γὰρ ἐνδέχεται ἐπ’ ἀμφοτέρων μεταλαμβάνειν τῶν δικαίων. ἔστι δὲ ὃ λέγει δυνάμει | |
25 | τοιοῦτον. τεττάρων ὄντων, τοῦ ἀδικοῦντος, τοῦ ἀδικουμένου, τοῦ δικαιοπρα‐ γοῦντος, τοῦ δικαιουμένου, ἐπ’ ἀμφοτέρων, ἤτοι ἐπὶ τῶν δύο τοῦ δικαιο‐ πραγοῦντος καὶ δικαιουμένου, ἐνδέχεται τὸν δικαιούμενον κατὰ συμβεβηκὸς μεταλαμβάνειν τοῦ δικαίου, ὅταν ὁ δικαιοπραγῶν κατὰ συμβεβηκὸς δικαιο‐ πραγῇ· ὁμοίως καὶ ἐπὶ τῶν ἀδίκων ἐνδέχεται κατὰ συμβεβηκὸς ἀδικεῖσθαι τὸν | |
30 | ἀδικούμενον, ὅταν κατὰ συμβεβηκὸς ὁ ἀδικῶν ἀδικῇ. ἀλλὰ πρότερον κατὰ συμβεβηκὸς ἀδικεῖταί τις, [ἢ] ὅταν ἑκὼν πάσχῃ, ὡς δείξει, ὥσπερ οἱ ἐπιεικεῖς καὶ μέτριοι τὸ ἦθος· λαμβάνουσι γὰρ ἐν ταῖς διανομαῖς πολλάκις τὰ ἐλάττω ὧν προσῆκεν αὐτοῖς λαβεῖν. ἑκόντες οὖν τότε πάσχοντες οὗτοι. κατὰ συμβεβηκὸς οὖν ἀδικεῖ ὁ τὸ ἔλαττον αὐτοῖς νείμας, καὶ εἴη ἂν ὁ ἑκὼν | |
35 | ἀδικούμενος ἀντικείμενος τῷ κατὰ συμβεβηκὸς ἀδικοῦντι, ὁ δ’ ἄκων ἀδικού‐ μενος τῷ ἑκουσίως ἀδικοῦντι. ὡς γὰρ ὁ ἀδικῶν ἐν τούτοις ἁπλῶς καὶ καθ’ αὑτὸ ἀδικεῖ, διότι ἑκὼν καὶ ἐκ προαιρέσεως, οὕτω καὶ ὁ ἀδικούμενος ἁπλῶς ἀδικεῖται, ὅτι ἄκων καὶ ἀπροαιρέτως· ὥστε καὶ ἀντίκειται ἀλλήλοις. τὸ | |
δ’ αὐτὸ συμβαίνει καὶ ἐπὶ τοῦ δικαιοῦσθαι· ὁ μὲν γὰρ κατὰ συμβεβηκὸς | 57 | |
58 | δικαιούμενος ἑκὼν δηλονότι πάσχει τὰ δίκαια, καὶ εἴη ἂν ἀντικείμενος τῷ κατὰ συμβεβηκὸς δικαιοπραγοῦντι, ὅς, ὁ κατὰ συμβεβηκὸς δικαιοπραγῶν, ἄκων δικαιοπραγεῖ. εἰ γὰρ ὁ καθ’ αὑτὸ δικαιοπραγῶν ἑκὼν δικαιοπραγεῖ, ὁ κατὰ συμβεβηκὸς δικαιοπραγῶν δῆλον ὡς ἄκων δικαιοπραγεῖ· εἰ δὲ τοῦτο, ὁ κατὰ | |
5 | συμβεβηκὸς δικαιούμενος ἑκὼν δικαιοῦται. καὶ εἴη ἂν οὗτος ὁ ἀδικήσας μὲν ἐπανορθούμενος δὲ τὴν ἀδικίαν ἣν εἰργάσατο. ἀδύνατον γὰρ ἀδικεῖ‐ σθαι μὴ ἀδικοῦντός τινος ἢ δικαιοῦσθαι μὴ δικαιοπραγοῦντος. εἰ ἀδύνατον ἀδικεῖσθαι ἢ δικαιοῦσθαι μὴ ὄντων τοῦ ἀδικοῦντος ἢ δικαιοπρα‐ γοῦντος, ἀνάγκη, ὡς ἔχει ὁ ἀδικῶν, οὕτως ἔχειν καὶ τὸν ἀδικούμενον· | |
10 | ὁμοίως καὶ ὁ δικαιοπραγῶν καὶ ὁ δικαιούμενος. εἰ μὲν οὖν καθ’ αὑτὸ ὁ ποιῶν ποιεῖ, καθ’ αὑτὸ καὶ ὁ πάσχων πάσχει· εἰ δὲ κατὰ συμβεβηκός, δηλονότι καὶ ὁ πάσχων κατὰ συμβεβηκὸς πάσχει. | |
13n | Εἰ δέ ἐστιν ἁπλῶς τὸ ἀδικεῖν τὸ βλάπτειν ἑκόντα τινά. | |
14 | Ζητήσας εἰ ἔστιν ἀληθὲς τὸ ἀδικεῖν τινα ἑαυτόν, ὡς ὁ Εὐριπίδης | |
15 | εἴρηκε, συνάγειν πειρᾶται διὰ τούτων ὅτι ἐνδέχεται ἀδικεῖν ἑαυτόν. ἀλλ’ εἰ τὸ ἀδικεῖν τῷ ἑκουσίῳ ὥρισται, εἰ ἀδικεῖ τις ἑαυτόν, ἑκουσίως ἀδικεῖ, ὥστε καὶ ἑκουσίως ἀδικεῖται· ἔστιν ἄρα τὸ ἑκουσίως ἀδικεῖσθαι, ὡς καὶ ὁ Εὐριπίδης εἶπεν. εἰ γάρ ἐστι, φησί, τὸ ἁπλῶς καὶ χωρὶς προσθήκης τινὸς ἀδικεῖν τὸ βλάπτειν ἑκόντα τινά, τὸ δὲ ἑκόντα ἦν τὸ μὴ δι’ ἄγνοιαν, ἀλλ’ | |
20 | εἰδότα ταῦτα ἐν οἷς ἡ πρᾶξις, ἐν οἷς δ’ ἡ πρᾶξις, ἐστὶ περὶ ὃν ἡ ἀδικία καὶ ὅπερ ἐστὶ τὸ ἀδίκημα καὶ ὡς ὁ τρόπος τῆς βλάβης, εἰ οὖν τὸ βλάπτειν τοῦτό ἐστιν, εἴη ἂν τὸ ἑαυτὸν ἀδικεῖν ἑκόντα. ὁ γὰρ ἀκρατὴς ἑαυτὸν ἀδικεῖ ἑκόντα· εἰδὼς γὰρ τὰ καθ’ ἕκαστα καὶ μὴ ἀγνοῶν τίνα τὰ εἰς βλάβην αὐτοῦ, πράσσει. εἰ δὲ εἰδὼς ταῦτα πράττει, ἑκὼν ἑαυτὸν βλάπτει· ὥστε καὶ | |
25 | ἀδικοῖτο ἂν ἑκών. ὁ γὰρ ἀκρατὴς ὑπὸ τῆς ἐρωμένης ἀποσυλώμενος τὰ ἴδια χρήματα ἑκὼν βλάπτεται, κἀκείνης ἑκούσης βλαπτούσης, ὥστε καὶ ἑκὼν ὑφ’ ἑκούσης. ὀρθῶς ἄρα εἴρηται τῷ Εὐριπίδῃ ὅτι ἑκὼν ἑκοῦσαν ἔκτεινε τὴν μητέρα ὁ Βελλεροφόντης. οὕτως οὖν δριμέως ἐπιχειρήσας ὅτι ἐνδέχεται ἀδικεῖν ἑαυτὸν τὴν παραγωγὴν λύει διὰ τῆς προσθήκης τοῦ λεί‐ | |
30 | ποντος τῷ προσδιορισμῷ τοῦ ἀδικεῖν, οὗ προστεθέντος δειχθήσεται ὅτι μὴ οἷόν τε αὐτὸν ἑαυτὸν ἀδικεῖν εἰ μὴ κατὰ συμβεβηκὸς μήτε ἑκόντα ἀδικη‐ θῆναι. λύων δὴ τὴν παραγωγὴν λέγει οὐ δεῖ λέγειν βλάπτειν ἐστὶ τὸ εἰδέναι ὃν καὶ ὃ καὶ ὥς, ἀλλὰ χρὴ λέγειν τὸ εἰδέναι ὃν καὶ ὃ καὶ ὣς παρὰ τὴν τοῦ βλαπτομένου βούλησιν. προκειμένου γὰρ παρὰ τὴν τοῦ | |
35 | βλαπτομένου βούλησιν οὐκ ἂν ῥηθείη ὁ ἀκρατὴς βλάπτειν ἑαυτόν· οὐ γὰρ | 58 |
59 | παρὰ τὴν ἑαυτοῦ βούλησιν ἀποστερεῖται τῶν οἰκείων χρημάτων πρὸς τῆς ἐρωμένης, ἀλλὰ βουλόμενος. τότε γὰρ ἀδικεῖ ὁ ἀδικῶν, ὅταν ἑκὼν βλάπτῃ παρὰ τὴν βούλησιν τοῦ βλαπτομένου. βλάπτεται μὲν γάρ τις ἑκὼν καὶ τὰ ἄδικα πάσχει ἑκών, ἀδικεῖται δ’ οὐδεὶς ἑκών· τῷ γὰρ ἀκουσίῳ τὸ ἀδικεῖσθαι ὁρί‐ | |
5 | ζεται καὶ τῷ παρὰ τὴν οἰκείαν βούλησιν βλάπτεσθαι. ὁμοίως καὶ τὸ ἀδικεῖν τῷ ἑκόντα βλάπτειν παρὰ τὴν βούλησιν τοῦ βλαπτομένου. εἰ δὴ ὁ ἀδικού‐ μενος παρὰ τὴν ἑαυτοῦ βλάπτεται βούλησιν, ὁ δ’ ἀκρατὴς οὐ παρὰ τὴν ἑαυτοῦ βλάπτεται βούλησιν, οὐκ ἀδικεῖται· εἰ δὲ μὴ ἀδικεῖται, οὐδ’ ἀδικεῖ ἑαυτόν. ἑκὼν μὲν οὖν τις βλάπτεται, ὡς εἴρηται, καὶ τὰ ἄδικα πάσχει, | |
10 | ἑκὼν δ’ οὐκ ἀδικεῖται. | |
11n | Ἀλλὰ παρὰ τὴν βούλησιν πράττει. | |
12 | Δεῖ τὸ ἀλλὰ εἰς τὸ ἀκρατὴς συνάψαι, ἵν’ ᾖ τὸ πᾶν τοιοῦτον ἀλλ’ οὐδ’ ὁ ἀκρατὴς παρὰ τὴν βούλησιν πράττει, ἀλλὰ κατὰ βούλησιν, ὥστε οὐδὲ ἀδικεῖται. ἀλλὰ πῶς ὁ ἀκρατὴς ὃ οὐκ οἴεται δεῖν πράττειν, | |
15 | πράττει; ἢ τῷ ἡττᾶσθαι ὑπὸ τῆς ἡδονῆς. τὸ δὲ πράττειν μὴ παρὰ τὴν βού‐ λησιν ἃ πράττει ὡς δεικτικὸν παρέθετο τοῦ ἐπ’ αὐτῷ εἶναι τὸ μὴ πράττειν καὶ κινεῖν ἐπὶ τοῦτο τὰ ὀργανικὰ μόρια, καὶ αὐτός ἐστιν αἴτιος τοῦ ἡττᾶσθαι ὑπὸ τῆς ἡδονῆς. ὁ δὲ τὰ αὑτοῦ διδοὺς ὡς Ὅμηρός φησι δοῦναι τὸν Γλαῦκον τῷ Διομήδει χρύσεα χαλκείων. οὐδὲ ὁ Γλαῦκος, | |
20 | φησίν, ἠδίκησεν ἑαυτόν, ὅτι ἑκὼν δέδωκε τὰ ἑαυτοῦ· ὅτι δὲ ἑκὼν δέδωκε, δείκνυσι προσχρώμενος τῷ ἐπ’ αὐτῷ εἶναι τὸ μὴ δοῦναι τὰ ἑαυτοῦ. ὡς οὖν ὁ Διομήδης, οὕτω καὶ οἱ ἀκρατεῖς ἑκόντες τὰ οἰκεῖα προΐενται· εἰ δὲ ἑκόντες διδόασιν, ἔστι δὲ ἡ δόσις αὐτοῖς βλαβερά, ἑκόντες βλάπτονται. τὸ δ’ ἀδικεῖσθαι οὐκ ἦν ἐν τῷ ἑκόντα βλάπτεσθαι, ἀλλ’ ἐν τῷ ἄκοντα· | |
25 | τοῦ γὰρ ἀδικεῖσθαι ἡ ἀρχὴ οὐκ ἐν τῷ ἀδικουμένῳ ἐστίν, ἀλλ’ ἐν τῷ ἀδικοῦντι. | |
26n | Ἔτι δ’ ὧν προειλόμεθα δύο ἔστιν εἰπεῖν, πότερόν ποτε | |
27n | ἀδικεῖ. | |
28 | Περὶ τῶν δύο ἀποριῶν ἃς προτίθησιν οὐδαμοῦ μνείαν ἐν τοῖς ἔμπροσθεν πεποίηκε, κἂν δοκῇ ὅσον ἐπὶ τῇ λέξει προειρηκέναι περὶ αὐτῶν. εἴη δ’ | |
30 | ἂν λέγων ὅτι τῆς προθέσεως ἡμῖν περὶ δικαιοσύνης εἰπεῖν οὔσης, ἐπεὶ ὁ περὶ αὐτῆς λόγος πεπλήρωται, ὑπόλοιπόν ἐστι περὶ δύο τινῶν εἰπεῖν. ἔστι δὲ τὰ δύο, ἃ τίθησιν ὡς ἀπορεῖσθαι δυνάμενα καὶ δεόμενα προσδιορισμοῦ | |
τινος, ἓν μὲν τίς ἐστιν ὁ ἀδικῶν, ὁ παρὰ τὴν ἀξίαν νέμων τὸ πλέον ἢ ὁ | 59 | |
60 | λαβὼν παρὰ τοῦ νείμαντος τὸ πλέον καὶ ἔχων, ἕτερον δὲ εἰ ἔστιν ἑαυτὸν ἀδικεῖν. ἤρτηται δὲ αὕτη ἡ ἀπορία τῆς προτέρας, ὡς καὶ αὐτὸς λέγει· διὸ καὶ πάλιν αὐτῆς ἐμνημόνευσε, καίτοι περὶ αὐτῆς εἰπὼν πρὸ ὀλίγου. ἔστι δὲ τὸ ἀπορούμενον διὰ τῆς προτέρας ἀπορίας τοιοῦτον· εἰ ἐνδέχεται | |
5 | τὸν ἀδικοῦντα εἶναι τὸν ἀνίσως διανέμοντα καὶ μὴ τὸν ἔχοντα καὶ λαμβάνοντα τὸ πλέον, ἔσται ἑαυτὸν ἀδικεῖν. εἰ γάρ τις νέμων τι ἄλλῳ καὶ ἑαυτῷ ἐκείνῳ μὲν δοίη τὸ πλεῖον, αὑτῷ δὲ τὸ ἔλαττον, ὃ μάλιστα εἰώθασιν ποιεῖν οἱ ἐπιεικεῖς, ἑαυτὸν ἀδικήσει. εἰ γὰρ ὁ ἀνίσως νέμων ἀδικεῖ, ἀδικεῖται δὲ ὑπὸ τοῦ ἀνίσως νέμοντος ὁ τὸ ἔλαττον λαμβάνων, αὐτὸς δέ ἐστι καὶ ὁ | |
10 | ἀνίσως νέμων καὶ ὁ τὸ ἔλαττον λαμβάνων, αὐτὸς ἂν αὑτὸν ἀδικοίη, ὃ οὐκ ἐδόκει οἷόν τε εἶναι. λύει δὲ τὴν ἀπορίαν πρῶτον μὲν 〈τῷ〉 τὸν ἐπιεικῆ ἐν τῇ τοιαύτῃ νομῇ μὴ ἑαυτῷ τὸ ἔλαττον νέμειν, ἀλλὰ τοῦ μὲν διδομένου λαμβάνειν ἔλαττον, διὰ τοῦτο δὲ ἄλλου τινὸς ἀγαθοῦ μείζονος πλεονεκτεῖν· δόξης γὰρ ἢ τοῦ ἁπλῶς καὶ κυρίως ἀγαθοῦ· ὥστε οὐ τὸ ἔλαττον αὑτῷ | |
15 | νέμει οὐδ’ ἐλαττοῦται. δεύτερον δὲ λύει αὐτὴν λέγων 〈ὅτι〉 μὴ παρὰ τὴν αὑτοῦ βούλησιν μηδ’ ἄκων ἐλαττοῦται καὶ βλάπτεται, ἐν ᾧ ἦν τὸ ἀδικεῖσθαι, ἀλλ’ οὐκ ἐν τῷ ἁπλῶς βλάπτεσθαι. εἰ δὲ μὴ ἀδικεῖται, οὐδ’ ἂν ἀδικοίη ἐν τῇ οὕτω γινομένῃ ἀνίσῳ νομῇ. πᾶς γὰρ ὁ ἀδικῶν τινὰ ἀδικεῖ, ὁ δὲ οὕτω νέμων οὔτε τὸν ᾧ πλέον νέμει ἀδικεῖ οὔτε ἑαυτὸν τὸν ᾧ τὸ ἔλαττον. ἃ | |
20 | μὲν οὖν λέγει, ταῦτα. κατὰ δὲ τὴν λέξιν εἰ ἐνδέχεται τὸ πρότερον λεχθὲν τοιοῦτόν ἐστιν· εἰ ἐνδέχεται τὸν ἀδικοῦντα εἶναι τὸν ἀνίσως διανέ‐ μοντα, καὶ μὴ τὸν ἔχοντα ὡς λαμβάνοντα τὸ πλέον, ἔσται ἑαυτὸν ἀδικεῖν. φανερὸν δὲ καὶ ὅτι ὁ διανέμων ἀδικεῖ, ἀλλ’ οὐχ ὁ τὸ πλέον ἔχων ἀεί. λύσας τὸ δοκοῦν ἐνίστασθαι τῷ εἶναι τὸν ἀδικοῦντα τὸν διανέμοντα | |
25 | ἀδίκως, δῆλόν φησιν ὅτι ὁ ἀνίσως νέμων καὶ παρὰ τὴν ἀξίαν ἐστὶν ὁ ἀδικῶν, ἀλλ’ οὐχ ὁ ἔχων τὸ πλέον· προσθεὶς δὲ τῷ οὐχ ὁ ἔχων τὸ ἀεὶ ἐδήλωσεν ὅτι ὁ ἔχων τὸ πλέον ποτὲ μὲν ἀδικεῖ καὶ ἄδικός ἐστι, ποτὲ δ’ οὐκ ἔστιν, ὃ καὶ δείξει. ὅταν γὰρ ὁ τὸ πλέον ἔχων παρὰ τὴν ἀξίαν αὐτός ἐστιν ὁ ποιήσας τὴν ἄνισον διανομὴν καὶ νείμας ἑαυτῷ τὸ πλέον ἀναξίως, | |
30 | καὶ τὸ πλέον ἔχει καὶ ἄδικός ἐστιν. ὥστε οὐκ ἀεὶ ὁ τὸ πλέον ἔχων οὐκ ἀδικεῖ, ἀλλὰ ποτέ, ὅταν ὁ νείμας τὸ παρὰ τὴν ἀξίαν ἕτερος ᾖ καὶ οὐκ αὐτὸς ὁ ἔχων. καὶ διὰ τοῦτο ὁ μὲν ἄδικος ἀεὶ τὸ πλέον ἔχει, ὁ δὲ τὸ πλέον ἔχων οὐκ ἀεὶ ἀδικεῖ. οὐ γὰρ ᾧ τὸ ἄδικον ὑπάρχει ἤδη καὶ ἀδικεῖ, ἀλλὰ δεῖ πρὸς τῷ ὑπάρχειν αὐτῷ τὸ ἄδικον προσεῖναι καὶ τὸ ἑκόντα τοῦτο | |
35 | πεποιηκέναι, καὶ ὡς εἶπε πολλάκις, καὶ μετὰ προαιρέσεως. ἑκὼν δὲ ποιεῖ ἐν ᾧ ἡ ἀρχὴ τῆς πράξεως· ἡ δὲ τῆς πράξεως ἀρχὴ ἐν τῷ διανέμοντι, | |
ἀλλ’ οὐκ ἐν τῷ λαβόντι. | 60 | |
61(1n) | Ἔτι ἐπεὶ πολλαχῶς τὸ ποιεῖν λέγεται. | |
2 | Ἐπεί, φησί, τὸ ποιεῖν πολλαχῶς λέγεται, καὶ οὐ πᾶς ὁ ποιῶν τὸ ἄδικον ἀδικεῖν λέγεται ἁπλῶς, ὡς εἴρηται, καὶ ὁ διανέμων ἀνίσως, ἂν μὲν ἑκὼν τοῦτο ποιήσῃ, ἁπλῶς ἀδικήσει καὶ ἄδικος ἔσται, ἂν δὲ μὴ ἑκών, | |
5 | κατὰ συμβεβηκὸς ἀδικήσει (οὕτω γὰρ καὶ τὰ ἄψυχα λέγεται κτείνειν καὶ ἀδικεῖν καὶ ἡ χείρ, ὡς εἴρηται, καὶ ὁ κελευθεὶς οἰκέτης κατὰ συμβεβηκὸς καὶ οὐχ ὡς ἁπλῶς, ὅτι μηδὲ προαιρούμενος), ὡς οὖν τὸ ποιεῖν πολλαχῶς, τό τε ἑκουσίως καὶ μετὰ προαιρέσεως, καὶ τὸ ἀκουσίως καὶ ἀπροαιρέτως, οὕτω καὶ τὸ πλέον ἔχειν κατὰ συμβεβηκὸς ἀδικεῖν ἐστιν, ὅταν οὐκ ἐκ | |
10 | προαιρέσεως οὐδὲ ἑκουσίως. ἁπλῶς δὲ καὶ κυρίως ἀδικεῖ ὁ ἑκὼν βλάπτων τινὰ ἄκοντα καὶ παρὰ τὴν προαίρεσιν, ἀδικεῖται δὲ κυρίως ὁ παρὰ τὴν βού‐ λησιν καὶ ἄκων ὑπὸ ἑκόντος βλαπτόμενος τῷ τὸ ἔλαττον καὶ ἄνισον ἔχειν· κατὰ συμβεβηκὸς δὲ ἀδικεῖ ὁ ἄκων ἑκόντα βλάπτων, καὶ κατὰ συμβεβηκὸς ἀδικεῖται ὁ ἑκὼν ὑπὸ τοῦ ἄκοντος βλαπτόμενος. | |
15n | Ἔτι εἰ μὲν ἀγνοῶν ἔκρινεν. | |
16 | Εἰπὼν ὅτι ἐπεὶ τὸ ποιεῖν πολλαχῶς λέγεται, ἀκολουθεῖ τὸν πά‐ σχοντα πάσχειν ὡς ἂν ὁ ποιῶν ποιῇ, καὶ διὰ τούτων τὸ αὐτὸ κατα‐ σκευάζει. ἐπεὶ γὰρ ἐνδέχεται αὐτὸν πῇ μὲν δικαίως ποιεῖν, πῇ δὲ ἀδίκως, καὶ ὁ πάσχων κατά τι μὲν πάσχει δικαίως, κατά τι δὲ ἀδίκως. τοῦτο δὴ | |
20 | οὖν βουλόμενος δεῖξαι διαιρεῖ τὸ δίκαιον εἰς τὸ κατὰ νόμον καὶ εἰς τὸ φύσει, καὶ λέγει ὅτι ὁ ἄνισον νείμας ἢ τὸ φύσει δίκαιον ἀγνοήσας τοῦτο ἐποίησεν ἢ τὸ νόμιμον ἢ ἀμφότερα. εἰ μὲν ἀμφότερα ἀγνοήσας καὶ κρίνας τὸ ἄνισον διένειμεν, οὐκ ἀδικεῖ· οὐ γὰρ ἑκὼν τοῦτο πεποίηκεν. οὐδ’ ἂν κατὰ τὸ νόμιμον κρίνας ἔνειμε τὸ ἄνισον ἀγνοήσας τὸ φύσει ἀδικεῖ· κατὰ γὰρ νόμους | |
25 | ἔκρινε, τοὺς δὲ κατὰ νόμους κρίνοντας οὐκ ἐπιτιμῶμεν. ὁμοίως δὲ καὶ ὁ τὸν νόμον ἀγνοήσας, γνοὺς δὲ τὸ φύσει δίκαιον καὶ κρίνας κατ’ αὐτὸ οὐκ ἀδικεῖ· οὐδὲ γὰρ οἱ κατὰ τὸ φύσει δίκαιον κρίνοντες ἐπιτιμίαις ὑποβάλλονται. εἰ δ’ ἀμφότερα εἰδὼς καὶ τὸ νόμιμον καὶ τὸ φύσει δίκαιον δι’ ἐμπάθειάν τινα ἢ δῶρα τὸ ἄνισον ἔνειμεν, ἑκὼν ἀδικεῖ καὶ ἄδικός ἐστι, καὶ ὁ τὸ ἔλαττον | |
30 | ἔχων οὐ κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ αὑτὸ καὶ κυρίως ἠδίκηται. ἀλλὰ κἂν τὸ φύσει γινώσκων δίκαιον, ἀγνοῶν δὲ τὸ νόμιμον διά τι πάθος τὸ | |
ἄνισον ἔνειμεν παρὰ τὸ φύσει δίκαιον, κυρίως ἀδικεῖ· ὁμοίως δὲ καὶ ὁ τὸ | 61 | |
62 | φύσει ἀγνοῶν, τὸ δὲ νόμιμον εἰδώς, εἰ δι’ ἔχθραν ἢ δῶρα οὐκ ἔκρινεν ὡς ὁ νόμος διαγορεύει, κυρίως ἀδικεῖ καὶ ὁ τὸ ἄνισον ἔχων κυρίως ἀδικεῖται. ἐν τούτοις δὴ ὁ οἷον δή ποτ’ οὖν τῶν δικαίων ἀγνοήσας εἰ τὸ ἄδικον ἔκρινεν, οὐκ ἔστιν ἡ κρίσις αὕτη ἄδικος, ὅτι κατά τινα τῶν νόμων ὑπάρχει, ἢ τῶν | |
5 | φύσει ἢ τῶν γεγραμμένων, ἔστι μέντοι πως ἄδικος, ὅτι μὴ ταὐτὸν τὸ φύσει τῷ νομίμῳ δικαίῳ· καὶ ἔστι κατὰ μὲν τὸ νόμιμον δίκαιον, εἰ κατ’ αὐτὸ ἔκρινε, δικαία ἡ κρίσις, ὡς πρὸς τὸ φύσει δὲ ἄδικος, καὶ ἔμπαλιν πρὸς μὲν τὸ φύσει, εἰ κατ’ αὐτὸ ἡ κρίσις γέγονε, δικαία, πρὸς δὲ τὸ νόμιμον ἄδικος, καὶ διὰ τοῦτο καὶ ὁ κρίνας οὕτως κατὰ συμβεβηκὸς ἀδικεῖ· ὁμοίως | |
10 | καὶ ὁ τὸ ἄνισον λαβὼν κατὰ συμβεβηκὸς ἀδικεῖται. οὐκ ἔστι, φησί, ταὐτὸν τὸ νόμιμον δίκαιον καὶ τὸ πρῶτον, λέγων πρῶτον τὸ φύσει δίκαιον· ὥστε ὁ κρίνας, ὡς εἴρηται, οὐκ ἀδικεῖ οὐδ’ ἄδικος ἁπλῶς ἐστιν. ὁ δέ γε εἰδὼς ἢ ἀμφότερα ἢ θάτερον καὶ γνωρίζων καὶ κρίνων ἀνίσως πλεονεκτεῖ· λαβὼν γὰρ παρ’ ἐκείνου, ᾧ τὸ πλέον ἔνειμεν, ἢ χρυσὸν ἢ ὅλως χάριν | |
15 | τινὰ πλεονεκτεῖ. ἀλλὰ κἂν ἔλαττον νέμῃ τινὶ ἀμυνόμενος αὐτὸν καὶ τιμωρού‐ μενος ὡς ἐχθρόν, καὶ οὕτω τρόπον τινὰ ἔλαβέ τι καὶ πλεονεκτεῖ· τρόπον γάρ τινα μοῖράν τινα ἔλαβε τοῦ ἀδικήματος. ὡς γὰρ ὁ ἐπὶ λήψει ἀργυρίου τὸν ἀγρὸν νείμας τῷ δεδωκότι τὸ ἀργύριον τοῦ ἀδικήματος τρόπον τινὰ μετέσχε (τὸ δὲ τρόπον τινὰ εἶπον, διότι οὐκ ἀγρὸν ἔλαβεν) οὕτω καὶ ὁ δι’ | |
20 | ἔχθραν τιμωρούμενος καὶ τὸ ἔλαττον νέμων ἀγρὸν μὲν οὐκ ἔλαβεν οὐδ’ ἀργύριον, ἀλλ’ ὅμως ἔχει τι τρόπον τινὰ τοῦ ἀδικήματος. τί δὲ ἔχει; τὴν τοῦ θελήματος ἀποπλήρωσιν καὶ τῆς βουλῆς τὸ τέλος· βουλόμενος γὰρ ἀμύνεσθαι ἠμύνατο δείξας οὖν διὰ τούτων ἄδικον ἐκεῖνον εἶναι τὸν ἑκόντα ἀνίσως νείμαντα ἢ κρίναντα, οὐ μὴν τὸν δι’ ἄγνοιαν τοῦτο πεποιηκότα, | |
25 | συναπέδειξε μὴ ἀδικεῖν ποτε καὶ ᾧ τὸ πλέον νέμεται. ἀδικεῖ μὲν γὰρ ὁ τὸ πλέον ἔχων, ὅταν ἐπὶ δόσει ἀργυρίου τοῦτο λήψεται· ὅταν δὲ δι’ ἄγνοιαν τοῦ κρίναντος, οὐκ ἀδικεῖ. ἡ μὲν σύμπασα τῶν λεγομένων διάνοια αὕτη· κατὰ δὲ τὴν λέξιν τὴν καὶ ὁ διὰ ταῦτα κρίνας ἀδίκως πλέον ἔχει τὸ πλέον ἔχει ταὐτόν ἐστι τῷ πλεονεκτεῖ. οἱ δ’ ἄνθρωποι ἐφ’ ἑαυτοῖς | |
30 | οἴονται εἶναι τὸ ἀδικεῖν. ὅτι μὲν ἡ δικαιοσύνη καὶ ἀδικία ἐν τοῖς ἑκου‐ σίοις καὶ ἐφ’ ἡμῖν ἐστι (τοιαῦτα γὰρ τὰ κατὰ προαίρεσιν), διὰ πάντων τῶν προειρημένων ἱκανῶς δέδεικται· δοκεῖ δὲ διὰ τῶν προκειμένων λέγειν μὴ εἶναι ἐφ’ ἡμῖν τὸ δικαίοις ἢ ἀδίκοις εἶναι. παντὸς γὰρ μᾶλλον ἐφ’ ἡμῖν αἱ ἀρεταὶ καὶ αἱ κακίαι. δοκεῖ μὲν οὖν τοῦτο λέγειν, οὐ τοῦτο δὲ δείκνυσιν, | |
35 | ἀλλὰ τὸ δεικνύμενόν ἐστιν ὅτι οὐχ ὅτε θέλομεν οὐδ’ ὁπηνίκα βουληθῶμεν, δίκαιοι ἢ ἄδικοί ἐσμεν. ἐνεδείξατο δὲ τοῦτο διὰ τοῦ προσθεῖναι διὸ καὶ | |
τὸ δίκαιον εἶναι ῥᾴδιον ἡγοῦνται. ὥσπερ τὸ τύραννον ἀνελεῖν ἐφ’ | 62 | |
63 | ἡμῖν μὲν κεῖται καὶ ἔστιν, οὐχ ὅτε δὲ θέλομεν τοῦτο ποιεῖν, οἷοί τέ ἐσμεν, οὕτως καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει καὶ κακιῶν· ἐφ’ ἡμῖν γάρ ἐστι τὸ δικαίοις ἢ ἀδίκοις εἶναι ἀλλ’ οὐχ ὅτε θέλομεν τοῦτο δυνατόν ἐστι. διὰ τί; διότι αἱ κακίαι ἕξεις εἰσί, τὰς δ’ ἕξεις ἔχειν εὐθὺς τῷ βουληθῆναι ἀδύνατον· | |
5 | δεόμεθα γὰρ πρὸς τὴν κτῆσιν αὐτῶν ὡς καὶ πρὸς τὴν τῶν ἐπιστημῶν καὶ ἐθῶν καὶ ἀσκήσεως καὶ διδασκαλίας· ὥστε οὐχ ὅτε θέλομεν ἢ ἅμα τῷ θελῆσαι καὶ δίκαιοι ἢ ἄδικοί ἐσμεν. ὡς γὰρ τὸ τὴν ἰατρικὴν ἢ τὴν γεωμετρίαν ἐφ’ ἡμῖν ἐστι μαθεῖν, οὐ μὴν ὅτε θέλομεν ἔχομεν αὐτὰς ἢ ἀποβάλλομεν ὅτε θέλομεν ἔχοντες αὐτάς, οὕτω καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει | |
10 | καὶ κακιῶν· χρόνου γὰρ χρεία καὶ συνασκήσεως καὶ μαθήσεως πρὸς τὴν τῶν ἕξεων κτῆσιν. τὸ μὲν οὖν ποιῆσαι ἄδικόν τι ἢ δίκαιον, οἷον μοιχεῦσαι ἢ πατάξαι, ἐφ’ ἡμῖν καὶ ῥᾴδιον, ἀλλὰ τὸ ὡδὶ ἔχοντα ταῦτα ποιεῖν οὔτε ῥᾴδιον οὔτε ἐπ’ αὐτοῖς, τουτέστιν ἀλλὰ τὸ ἀπὸ τῆς ἕξεως τῆς δικαιο‐ σύνης ἢ τῆς ἀδικίας ταῦτα ποιεῖν οὐ ῥᾴδιον, ἀλλ’ ὡς εἴρηται χρόνου δεῖται | |
15 | καὶ μαθήσεως καὶ ἔθους, ἐπεὶ καὶ τὸ τεμεῖν ἢ καῦσαι ἢ φάρμακον καθαῖρον δοῦναι, ῥᾴδιον καὶ ἐφ’ ἡμῖν ποιῆσαι, ὅταν βουληθῶμεν, τὸ δὲ ἀπὸ ἕξεως ἰατρικῆς οὐ ῥᾴδιον. ἀπὸ ἕξεως δέ ἐστι τὸ τεμεῖν ἢ καῦσαι ἢ φαρμακεῦσαι τῷ εἰδέναι πότε καὶ πρὸς τίνα καὶ πόσον ἕκαστον τούτων ποιητέον· τοῦτο γὰρ καὶ λόγου δεῖται καὶ πείρας πολλῆς, ἃ τὸν λόγον καὶ τὴν πεῖραν εὐθὺς | |
20 | ὁπηνίκα θελήσομεν ἔχειν ἀδύνατον. | |
21n | Ὁμοίως δὲ καὶ τὸ γνῶναι τὰ δίκαια καὶ τὰ ἄδικα οὐδὲν | |
22n | οἴονται σοφὸν εἶναι. | |
23 | Ὡς οὖν τὸ δίκαιον εἶναι ῥᾴδιόν ἐστιν, φασὶν οἱ ἄνθρωποι, διότι καὶ τὸ τὰ δίκαια πράττειν εὐπετὲς καὶ ἕτοιμον, οὕτω καὶ τὸ γνῶναι τὰ δίκαια οὐδὲν | |
25 | χαλεπόν. λέγουσι γὰρ οἱ νόμοι περὶ δικαίων καὶ ἀδίκων, τὸ δὲ γνῶναι τὰ ὑπὸ τῶν νόμων λεγόμενα οὐδὲν σπουδαῖον, ὥστε τὸ εἰδέναι τὰ δίκαια καὶ ἄδικα ῥᾴδιον καὶ οὐ χαλεπόν· οὐ γὰρ χαλεπὸν συνιέναι τὰ ὑπὸ τῶν νόμων λεγόμενα. λέγει δὲ πρὸς ταῦτα ὁ Ἀριστοτέλης· οὐκ ἔστι τοῖς δικαίοις τὸ δικαίοις εἶναι ἐν τῷ ἐξ ἀκοῆς γινώσκεσθαι ὅτι μὴ δεῖ τὴν παρακατα‐ | |
30 | θήκην κατέχειν ἢ οὐ δεῖ κλέπτειν. τὸ γὰρ δίκαιον καὶ τὸ ἄδικον εἶναι τὸ μὲν καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκός. κατὰ συμβεβηκὸς γὰρ δίκαιόν ἐστι τό τε ἐξ ἀκοῆς γινωσκόμενον ὅτι δίκαιόν ἐστι, καὶ τὸ πραττόμενον δι’ ἀπάτην. τὸ γὰρ τὴν παρακαταθήκην δοῦναι ἐπιβούλως ὑπὲρ τοῦ | |
αὖθις πλέον τι λαβεῖν καὶ μὴ ἀποδοῦναι δίκαιον μέν, ἀλλὰ κατὰ συμβεβηκός, | 63 | |
64 | καθὸ νόμιμον καὶ διηγορευμένον τῷ νόμῳ. καθ’ αὑτὸ δὲ δίκαιόν ἐστι τὸ πραττόμενον ἀπὸ ἕξεως τῆς δικαιοσύνης, καὶ ἐκεῖνος οἶδε κυρίως τὸ δίκαιον ὁ πράττων ἀπὸ τῆς ἕξεως. εἰ δὲ τὸ κυρίως εἰδέναι τὸ δίκαιόν ἐστι τὸ ἀπὸ ἕξεως πράττειν, τὰς δὲ ἕξεις ἐπικτᾶσθαι χαλεπόν, οὐδὲ τὸ τὰ δίκαια | |
5 | ἄρα εἰδέναι ῥᾴδιον ἀλλὰ χαλεπόν, καὶ πλέον, φησίν, ἔργον καὶ χαλεπώτερον πρᾶγμά ἐστιν ἡ τῶν δικαίων εἴδησις τῆς τῶν ὑγιεινῶν γνώσεως, ὅσῳ καὶ τὸ δίκαιον εἶναι τοῦ ἰατρὸν εἶναι χαλεπώτερον. ὡς γὰρ ἐπ’ ἐκείνων τὰ μὲν οἷς χρῆται ὁ ἰατρὸς πρὸς ὑγείαν ῥᾴδιον εἰδέναι, οἷον οἶνον, σῖτον, ἐλλέ‐ βορον, καῦσιν, τομήν, οὐ μὴν καὶ τὸ ταῦτα εἰδέναι ἐστὶ τὸ εἰδέναι τὰ | |
10 | ὑγιεινά, εἰ μὴ κατὰ συμβεβηκός, ἀλλὰ τὸ εἰδέναι ὅτι ταῦτά ἐστιν ὑγιεινὰ ἐν τῷ χρῆσθαί ἐστιν αὐτοῖς ἀπὸ ἕξεως ἰατρικῆς, τοῦτο δέ ἐστι τὸ πότε καὶ πῶς καὶ μέχρι πόσου προσφέρειν, ὃ οὐ ῥᾴδιον, διότι μηδὲ τὴν ἰατρικὴν κτήσασθαι ῥᾴδιον. ὅσον δὴ ἔργον ἐστὶ καὶ δύσκολον τὸ ἰατρὸν γενέσθαι, τοσοῦτον καὶ τὴν προσήκουσαν χρῆσιν αὐτῶν εἰδέναι. | |
15n | Δι’ αὐτὸ δὲ τοῦτο καὶ τοῦ δικαίου οἴονται εἶναι οὐδὲν | |
16n | ἧττον τὸ ἀδικεῖν. | |
17 | Δι’ ἣν αἰτίαν οἴονται οἱ ἄνθρωποι ῥᾴδιον εἶναι τὸ εἰδέναι τὰ δίκαια καὶ τὰ ἄδικα (οἴονται δὲ ῥᾴδιον εἶναι διὰ τὸ οἴεσθαι δίκαιον καὶ ἄδικόν τινα 〈εἶναι〉, ὅτε θέλει, ἐπ’ αὐτῷ εἶναι), διὰ ταύτην τὴν αἰτίαν ἡγοῦνται καὶ τοῦ | |
20 | δικαίου μηδὲν ἧττον εἶναι τὰ ἄδικα ποιεῖν ἢ τοῦ ἀδίκου, ἀλλὰ καὶ μᾶλλον· μᾶλλον γάρ φασι τὸν δίκαιον δύνασθαι ποιεῖν τὰ ἄδικα τοῦ ἀδίκου καὶ ἁπλῶς τῶν πολλῶν καὶ τυχόντων (μᾶλλον γὰρ ὁ δίκαιος τοῦ τυχόντος δύναται συγγενέσθαι γυναικὶ καὶ πατάξαι τὸν γείτονα) καὶ τὸν ἀνδρεῖον μᾶλλον τοῦ δειλοῦ ἀφεῖναι τὴν ἀσπίδα ἐν τῷ πολέμῳ καὶ φυγεῖν. μᾶλλον | |
25 | δέ φασιν οἱ πολλοὶ δύνασθαι τούτους ταῦτα, καθ’ ὅσον αὐτὰ ἴσασι μᾶλλον· τοῦ γὰρ τὸ ἐναντίον εἰδότος καὶ τὸ ἐναντίον εἰδέναι. ταῦτα δὲ λέγουσι διὰ τὸ οἴεσθαι τὸ τὸν ἄδικόν τι ποιήσαντα εὐθὺς καὶ ἄδικον εἶναι, ἀλλὰ μὴν τὸ ποιεῖν τὸ ἄδικον ῥᾴδιον, ὁμοίως καὶ τὸ δίκαιον, καὶ τὸ ἄδικον ἄρα καὶ δίκαιον εἶναι ῥᾴδιον. οὐκ ἔστι δὲ ἀληθὲς τὸ τὸν δίκαιον ἢ ἄδικον | |
30 | ποιοῦντα εὐθὺς καὶ δίκαιον ἢ ἄδικον εἶναι, οὐδὲ τὸν τὴν ἀσπίδα ῥίψαντα δειλὸν εἶναι. ἀλλὰ τὸ ὡδὶ ἔχοντι ταῦτα ποιεῖν, οἷον ἀπὸ κακίας· δειλὸς γὰρ ὁ διὰ δειλίαν τὴν ἀσπίδα ῥίψας καὶ ἄδικος ὁ δι’ ἀδικίαν πλεονεκ‐ τῶν καὶ ὅλως ὁ καθ’ ἕξιν τι ποιῶν ἀγαθὴν ἢ φαύλην ἀγαθὸς ἢ φαῦλός ἐστιν. εἰ δὲ τὸ ἀπὸ ἕξεως ἀδίκου τὰ ἄδικα ποιεῖν τὸ ἀδικεῖν ἐστιν, οὐ | |
35 | μόνον οὐ ῥᾴδιον τῷ δικαίῳ τὸ ἀδικεῖν, ἀλλὰ καὶ ἀδύνατον· ὡς γὰρ εἶπεν | 64 |
65 | ἀρχόμενος τοῦδε τοῦ βιβλίου, αἱ μὲν ἐπιστῆμαι τῶν ἐναντίων εἰσίν, οὐκέτι δὲ καὶ αἱ ἕξεις. | |
3n | Ἔστι δὲ τὰ δίκαια ἐν τούτοις οἷς μέτεστι τῶν ἁπλῶς | |
4n | ἀγαθῶν. | |
5 | Ἦν ἂν σαφεστέρα ἡ λέξις, εἰ οὕτως πως εἶχεν· τῶν δικαίων τὸ μὲν ὡς εἴρηται διανεμητικὸν τὸ δ’ ἐπανορθωτικόν, ταῦτα δὲ τὸ διανεμητικὸν καὶ τὸ ἐπανορθωτικὸν ἐν τούτοις ἐστὶ τοῖς μετέχουσι τῶν ἁπλῶς ἀγαθῶν, ἐν οἷς ἐστι καὶ ἡ εὐδαιμονία. ἁπλῶς δὲ ἀγαθά ἐστι κυρίως μὲν τὰ τῇ ἑαυτῶν φύσει ἀγαθά, οἷον αἱ ἀρεταὶ καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι, δεύτερον | |
10 | δὲ ἁπλῶς ἀγαθὰ τὰ ὀργανικὰ καὶ αἱ δυνάμεις, ἀγαθὰ ὄντα τοῖς κατὰ φύσιν ἔχουσιν, οὐ τοῖς παρὰ φύσιν τίνα δέ ἐστι τὰ ὀργανικὰ ἀγαθὰ καὶ αἱ δυνάμεις σαφηνίζων ἐπήγαγεν ἐν οἷς ἐστιν ὑπερβολὴ καὶ ἔλλειψις, ὡς πλοῦτος, τιμαί, δυναστεία πολιτική. ἐν τούτοις γὰρ ὑπερβολὴ καὶ ἔλλειψις, ἀλλ’ οὐκ ἐν τοῖς ἁπλῶς ἀγαθοῖς ταῖς ἀρεταῖς ἐν γὰρ ταῖς ἀρεταῖς ὡρι‐ | |
15 | σμέναις οὔσαις καὶ μεσότησιν, ὡς δέδεικται, ὑπερβολὴ καὶ ἔλλειψις οὐκ ἔστιν. ἐν οἷς δ’ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις, ἐν τούτοις καὶ τὸ πλεονεκτεῖν καὶ μειονεκτεῖν, κατ’ ἀρετὴν δὲ οὐ γίνεται πλεονεξία. οὐ γὰρ οἷόν τέ τινος ἀρετὴν λαβεῖν βιασάμενον τὸν ἔχοντα, ὡς ἐπὶ τῶν χρημάτων καὶ κτημάτων γίνεται. ἐν γὰρ τούτοις καθ’ ὥραν ἀφαιρεῖται βίᾳ ὅδε τοῦδε τὸ χωρίον, | |
20 | τὴν ἄμπελον, τὸ νόμισμα, τὰ λοιπά· τὴν ἀνδρίαν δὲ τοῦ ἀνδρείου ἀφελέσθαι ἢ τὴν ἐπιστήμην τοῦ ἐπιστήμονος βίᾳ οὐδεὶς δύναται. ὧν οὖν ἔχουσιν οἱ ἄνθρωποι ὑπερβολὴν καὶ ἔλλειψιν, ἐν τούτοις τὰ δίκαια· τῷ γὰρ δύνασθαι τούτων τῶν ἀγαθῶν καὶ πλέον τινὰ ἔχειν καὶ ἔλαττον, περὶ τὴν τούτου νομὴν καὶ ἐπανίσωσιν τὰ δίκαιά ἐστιν, ἐπεὶ οἷς γε μηδέν ἐστι τῶν τοιούτων | |
25 | ἀγαθῶν, τούτοις οὐδ’ ὑπερβολὴ τῶν τοιούτων οὐδ’ ἔλλειψίς ἐστιν, εἰ δὲ μὴ αὗται, οὐδὲ τὸ ἐπανορθωτικὸν ἢ τὸ διανεμητικὸν δίκαιον. ἐν μὲν οὖν τοῖς θεοῖς ἐν οἷς οὐ πλοῦτος, οὐ δόξα, οὐ τιμή, οὐκ ἀρχή, οὐκ ἄλλο οὐδὲν τῶν τοιούτων ἀγαθῶν, οὐδὲ δίκαιον οὔτε τὸ διανεμητικὸν οὔτε τὸ ἐπανορ‐ θωτικὸν ὑπάρχει. ἀλλ’ οὐδὲ οἷς ἔστιν, οὖσι δὲ ἀνιάτοις ὑπὸ τρυφῆς καὶ | |
30 | ἀκολασίας καὶ πάσης ἀσελγείας, οὐδ’ ἐν τούτοις ἐστὶν δίκαιόν τι τῶν εἰρη‐ μένων. ἐν γὰρ ἀγαθοῦ τινος ἢ ὠφελίμου νομῇ ἴσῃ κατὰ ἀναλογίαν τὸ ἐπανορθωτικὸν καὶ διανεμητικὸν δίκαιον, εἴ γε ἐπανισοῖ τὸν πλεονεκτοῦντα καὶ τὸν πλεονεκτούμενον· οἷς δὲ εἴσοδον τὸ ἀγαθὸν καὶ ὠφέλιμον οὐκ | |
ἔχει οὐδὲ πολιτεύεσθαι δύναται, ἐν τούτοις οὐδὲ δίκαιόν τί ἐστιν. ἀλλὰ | 65 | |
66 | τοῖς μὲν ἀνιάτοις οὐδὲν τῶν τοιούτων ἀγαθῶν ὠφέλιμον, τισὶ δὲ μέχρι τινός εἰσιν ὠφέλιμα, τοῖς μεταξὺ οὖσι καὶ τοῖς μὴ πάντῃ διεστραμμένοις καὶ τοῖς νόμοις καὶ ἔθεσι μὴ φαύλοις πολιτευομένοις. τὰ μὲν οὖν λεγόμενα τοιαῦτα· ἐν δὲ τῇ λέξει τῇ οἷον ἴσως τοῖς θεοῖς τὸ ἴσως πρόσκειται διὰ | |
5 | τὸν Πλάτωνα λέγοντα ὅτι ἔστιν ἀρετὴ θεοῦ, ὥστε εἰ ἔχει ἀρετὴν ὁ θεός, ἔσται καὶ δίκαιόν τι ἐν αὐτῷ, εἰ δὲ τοῦτο, καὶ χρήματα. ὁ μὲν οὖν Πλάτων λέγει ἀρετὴν εἶναι ἐν τοῖς θεοῖς, Ἀριστοτέλης δὲ οὐκ ἀποδέχεται τὸ δόγμα φάσκων ἐν ἄλλοις, ἐὰν ἡ ἀρετὴ μετρῇ τε καὶ τάττῃ τὰ πάθη, ἔστι δὲ ἐν τοῖς θεοῖς ἀρετή, ἔσονται ἐν αὐτοῖς καὶ τὰ πάθη. | |
10n | Περὶ δὲ ἐπιεικείας καὶ τοῦ ἐπιεικοῦς, πῶς ἔχει ἡ | |
11n | μὲν ἐπιείκεια πρὸς δικαιοσύνην. | |
12 | Ἐπειδὴ ἡ ἐπιείκεια καὶ τὸ ἐπιεικὲς περὶ τὸ ἐπανορθωτικὸν δίκαιον, ὡς μαθησόμεθα, καταγίνονται, εἰκότως εἰπὼν περὶ τοῦ τοιούτου δικαίου, τί ποτέ ἐστι, λέγει καὶ περὶ ἐπιεικείας. καὶ ἔστι τὸ ἐπιεικὲς οὔτε ἁπλῶς ταὐτὸν τῷ | |
15 | δικαίῳ οὐθ’ ἕτερον, καὶ ἔστι τινὸς δικαίου βέλτιον τοῦ νομίμου, ὡς καὶ τὸ φύσει δίκαιον· βέλτιον γὰρ καὶ τοῦτο τοῦ νομίμου. ἐνδεικνύμενος δὲ ὡς οὐ πάντῃ ταὐτὸν τῷ δικαίῳ τὸ ἐπιεικές, ἐπήγαγε λέγων ὁτὲ μὲν τὸ ἐπιεικὲς ἐπαινοῦμεν καὶ ἄνδρα τὸν τοιοῦτον λέγοντες ὡς βελτίων ἐστὶ τοῦ δικαίου· λέγομεν δὲ τοῦτο δηλονότι ὡς ἕτερον ὑπολαμβάνοντες τὸν ἐπιεικῆ | |
20 | τοῦ δικαίου. ἀλλὰ καὶ ὅταν ἐπὶ τὰ ἄλλα οἷον ἀνδρίαν ἢ σωφροσύνην ἢ τέχνην μεταφέροντες λέγωμεν ὅτι ὁ σώφρων, εἰ τύχῃ, ἐπιεικέστερος τοῦ ἀνδρείου ἢ οὗτος τοῦ σώφρονος, ἢ ὁ οἰκοδόμος τοῦ γεωργοῦ ἢ οὗτος τοῦ οἰκοδόμου, ὅταν οὖν μεταφέροντες οὕτω λέγωμεν, δῆλον ὅτι τῷ ἐπιεικέστερος χρώμεθα οὐχ ὡς τῷ δικαιότερος ἀλλ’ ὡς τῷ κρείττων καὶ βελτίων ὁ | |
25 | ἀνδρεῖος τοῦ σώφρονος ἢ οὗτος ἐκείνου. ἕτερος ἄρα ὁ ἐπιεικὴς ἐκ τούτου φαίνεται τοῦ δικαίου καὶ τὸ ἐπιεικὲς τοῦ δικαίου. πάλιν δέ, φησίν, ἀκολου‐ θοῦσι τῷ λόγῳ ἄτοπον ἂν δόξειεν εἶναι, εἰ τὸ ἐπιεικὲς ἕτερον ὂν τοῦ δικαίου ἐπαινετόν ἐστιν. εἰ γὰρ ἕτερον ὂν ἐπαινετόν ἐστι, τὸ δίκαιον οὐ σπουδαῖον οὐδ’ ἐπαινετόν· εἰ δὲ τὸ δίκαιον ἐπαινετόν, τὸ ἐπιεικὲς οὐκ ἐπαι‐ | |
30 | νετόν. οὕτως οὖν ἀπορήσας λέγει μηδὲν ὑπεναντίον ἔχειν τοὺς λόγους, ἀλλ’ ἀληθεύειν καὶ τὸν λέγοντα ὅτι ἕτερόν ἐστι καὶ τὸν λέγοντα μὴ εἶναι ἕτερον, καὶ ὁμοίως τὸν λέγοντα ὅτι τὸ ἐπιεικὲς βέλτιον τοῦ δικαίου καὶ τὸν λέγοντα μὴ εἶναι βέλτιον. ἔστι γάρ τινος δικαίου κρεῖττον, οὐ μὴν παντός, καὶ οὐχ ὡς ἄλλο τι ὂν κατὰ γένος κρεῖττόν ἐστι τοῦ δικαίου, ἀλλὰ δίκαιον ὄν ἐστί τινος | |
35 | δικαίου κρεῖττον. καὶ ἀμφοῖν σπουδαίοιν ὄντοιν κρεῖττον τὸ ἐπι‐ | |
εικές, οὐ παντὸς δικαίου, ὡς εἴρηται, λέγων τὸ ἐπιεικὲς εἶναι κρεῖττον, εἴ γε καὶ | 66 | |
67 | αὐτὸ δίκαιον, ὡς εἶπεν (εἰ γάρ ἐστι τὸ ἐπιεικὲς δίκαιόν τι, ἔστι δὲ παντὸς δικαίου κρεῖττον, εἴη ἂν καὶ ἑαυτοῦ κρεῖττον· τὸ δὲ κρεῖττον χείρονος κρεῖττον, ὥστε εἴη ἂν ἑαυτοῦ χεῖρον καὶ κρεῖττον), ἀλλ’ ἔστι κρεῖττον δικαίου τοῦ κατὰ συνθήκην καὶ νόμον· ἐπανόρθωμα γάρ ἐστιν, ὡς ἐρεῖ, | |
5 | τοῦ τοιούτου δικαίου τὸ ἐπιεικές. ἀμφοῖν δή, φησί, τοῦ τε κατὰ συνθήκην καὶ νόμον δικαίου καὶ τοῦ ἐπιεικοῦς ὄντοιν σπουδαίοιν, κρεῖττον τὸ ἐπιεικές. εἰπὼν δὲ ὅτι τὸ ἐπιεικὲς ἐπανόρθωμα νομίμου δικαίου (τὸ γὰρ ἁμαρ‐ τηθὲν αὐτοῦ ἐπανορθοῦται) δείκνυσιν ὅτι ἀναγκαῖόν ἐστιν ἁμαρτεῖν τὸν κατὰ συνθήκην νόμον διὰ τὴν τῶν πραγμάτων ἀοριστίαν καὶ τὸ ἄλλοτε | |
10 | ἄλλως ἐπισυμβαίνειν. ὁ μὲν γὰρ νόμος καθόλου κελεύει τὸν μὴ ἀποδιδόντα τὴν παρακαταθήκην ἄτιμον εἶναι, τὸν ξένον, εἰ ἐπὶ τὸ τεῖχος ἀνέλθοι ἀναι‐ ρεῖσθαι ὑπὸ τῶν πολιτῶν, τὸν τῇ ἀλλοτρίᾳ μιγνύμενον εὐθύνεσθαι, καὶ ἔστιν ἕκαστον τούτων ἡ ἀτιμία καὶ ἡ ἀναίρεσις καὶ τὸ εὐθύνεσθαι δίκαια, συμβαίνει δέ ποτε μὴ εἶναι δίκαια, ἀλλ’ ἡμαρτημένα. τὸν γὰρ τυράννου | |
15 | γυναῖκα διαφθείραντα καὶ διὰ τὴν τοιαύτην μοιχείαν δυνηθέντα ἀνελεῖν τὸν τύραννον καὶ ἐλευθερώσαντα τὴν πόλιν ἕλκειν εἰς εὐθύνας πῶς οὐκ ἄν τις διημαρτημένως δίκαιον εἴποι; ἀλλὰ καὶ τὸ πολεμίων ἐπικειμένων ἀνελθόντα τὸν ξένον εἰς τὸ τεῖχος καὶ ἀριστεύσαντα ἀναιρεῖν σπεύδειν πόσης ἁμαρτίας γέμει; τοῦ δὴ νόμου καθόλου ἀγορεύοντος ἀλλοτρίας ἀπέχεσθαι γυναικός, | |
20 | καὶ διὰ τοῦτο εἰς εὐθύνας ἑλκομένου τοῦ τὸν τύραννον ἀνελόντος, ὁ ἐπιεικὴς ἐπανορθοῖ τὸ ἐλλειφθέν. εἰ γὰρ ᾔδει τοῦτο ὁ νομοθέτης ὅτι γενήσεται, προσέγραψεν ἂν τῷ νόμῳ τοῦτο, καὶ εἶχεν ἂν ὁ νόμος οὕτως· δεῖ πάσης ἀλλοτρίας γυναικὸς ἀπέχεσθαι πλὴν τῆς τοῦ τυράννου, εἰ μέλλει διὰ τῆς τοιαύτης μίξεως ἡ πόλις ἐλευθεροῦσθαι· καὶ δεῖ πάντα ξένον ἀνελθόντα ἐν | |
25 | πολέμῳ εἰς τὸ τεῖχος ἀναιρεῖσθαι πλὴν τοῦ ἀριστεύσαντος. ἐν οἷς οὖν μὴ οἷόν τε περὶ πάντως ὀρθῶς νομοθετῆσαι, κατὰ τῶν ὡς ἐπὶ τὸ πολὺ γινο‐ μένων τοὺς νόμους τίθενται· ὡς ἐπὶ τὸ πολὺ γὰρ κακὸν τὸ μοιχεύειν καὶ τὸ ξένον ἐπὶ τὸ τεῖχος ἀνέρχεσθαι καὶ τὴν παρακαταθήκην μὴ διδόναι, οὐ μὴν ἀεί, ὡς εἴρηται. καὶ δῆλον ὅτι τὸ ἐπιεικὲς δίκαιον μέν (δίκαιον γὰρ | |
30 | μὴ ἀποθανεῖν τὸν ἀριστεύσαντα μηδὲ τὸν ἀνελόντα τὸν τύραννον) καὶ βέλτιον τοῦ κατὰ νόμον δικαίου, ἀλλ’ οὐ τοῦ ἁπλῶς. λέγει δὲ ἁπλῶς δίκαιον τὸ κατὰ φύσιν, καὶ εἴη ἂν ἐν μὲν τῇ λέξει τῇ καὶ ἥμαρτεν ἁπλῶς εἰπὼν τὸ ἁπλῶς εἰρηκὼς ἀντὶ τοῦ καθόλου, ἐνταῦθα δὲ φύσει καὶ κατὰ φύσιν. ἐν δὲ αὖ τῇ λεγούσῃ καὶ ἔστιν αὕτη φύσις ἡ τοῦ ἐπιεικοῦς τὸ φύσις | |
35 | ἀντὶ τοῦ οὐσία καὶ τὸ εἶναι αὐτοῦ. ἔστιν οὖν ἡ φύσις ἡ τοῦ ὡς δευτέρου | |
ἐπιεικοῦς, ἐξ οὗ καὶ ὁ ἐπιεικὴς παρωνόμασται, ἐπανόρθωμα τοῦ ἐλλείποντος | 67 | |
68 | ἐν τῷ νόμῳ, ὅπερ ἐλλεῖπον, εἰ παρῆν, ὁ νομοθέτης προσέθηκεν ἂν τῷ νόμῳ. τοῦτο γὰρ αἴτιον καὶ τοῦ μὴ πάντα κατὰ νόμον εἶναι. τοῦ διαμαρτάνειν τοὺς νόμους τὸ τῶν πραγμάτων ἀόριστον καὶ ἄλλοτε ἄλλως ἔχειν ἐστὶν αἴτιον, καὶ τὸ μὴ πάντων νόμους τίθεσθαι μηδὲ περὶ πάντων | |
5 | νομοθετεῖν. ὅσα γὰρ ἄλλοτε ἄλλως ἔχει καὶ πρὸς τοὺς καιροὺς μεταπίπτει, περὶ τούτων ἀδυνατοῦσι νόμους τιθέναι, ἀλλὰ πρὸς τὰ τοιαῦτα ψηφίσμασι χρῶνται, οἷον τίσι δεῖ συμμαχεῖν καὶ πότε μετοικίας καὶ ποῦ ποιεῖσθαι, καὶ πότε ἐξαγωγὴν καὶ πότε μὴ τῶν ἐν τῇ χώρᾳ γενομένων ποιεῖσθαι. οἱ γὰρ καιροὶ καὶ αἱ χρεῖαι ἕκαστον τῶν τοιούτων μηνύουσιν· ὧν ἀορίστων | |
10 | ὄντων ἀδύνατον καθόλου νόμῳ τινὶ καὶ κανόνι τὴν περίληψιν ποιεῖσθαι. τὸ γὰρ ὁρίζον τὸ ἄλλοτε ἄλλως ἔχον ἀόριστον καὶ τῇ τοῦ ὁριζομένου φύσει συμμεταπίπτει. τοῦ δὲ τῶν ἀορίστων τοὺς κανόνας ἀορίστους εἶναι καὶ συμμεταβάλλειν τοῖς ὁριζομένοις σημεῖον παρέθετο τὸν μολίβδινον κανόνα τῆς Λεσβίας οἰκοδομῆς. οὐ γὰρ ἐκ λείων λίθων καὶ ἴσως συντεθειμένων καὶ | |
15 | ἀπευθυσμένων ἡ καλουμένη Λέσβιος οἰκοδομὴ ᾠκοδόμηται. Λεσβία δὲ λέγεται οἰκοδομή, ὅτι ἐκείνοις ἐν συνηθείᾳ τοῦτο· εἰσοχὰς γὰρ καὶ ἐξοχὰς ἔχοντας τοὺς λίθους ᾠκοδόμουν. ὡς οὖν ἐκεῖνος ὁ μολίβδινος κανὼν ἐσχη‐ ματίζετο ταῖς τῶν οἰκοδομουμένων λίθων ἀνωμαλίαις, οὕτω δὴ καὶ τὰ ψηφίσματα ταῖς τῶν πραγμάτων ἄλλοτε ἄλλως χρείαις συμμεταβάλλεται. | |
20 | εἰπὼν δὲ τί ἐστιν ἐπιείκεια, λέγει ὅτι ἐκ ταύτης φανερὸν καὶ τίς ὁ ἐπιεικής. | |
21n | Τί μὲν οὖν τὸ ἐπιεικές, καὶ τί τὸ δίκαιον, καὶ τίνος | |
22n | βέλτιον δικαίου. | |
23 | Δηλαδὴ τοῦ νομίμου δικαίου καὶ διὰ τὸ καθόλου ἡμαρτημένου ἀλλ’ οὐ διὰ τὸ κακῶς κεῖσθαι. τοῦ τοιούτου δὴ δικαίου βέλτιον τὸ ἐπιεικές, | |
25 | ἀλλ’ οὐ τοῦ ἁπλῶς δικαίου καὶ κατὰ φύσιν. ὁ γὰρ τῶν τοιούτων προαι‐ ρετικὸς καὶ πρακτικός, καὶ ὁ μὴ ἀκριβοδίκαιος ἐπὶ τὸ χεῖρον. ἐπὶ τὸ χεῖρόν ἐστιν ἀκριβοδίκαιος ὁ τὰ γεγραμμένα ἐν τοῖς νόμοις πάντα φυλάσσειν βουλόμενος κατὰ τὸ ῥητὸν καὶ ἐπὶ τὸ χεῖρον ἐξηγούμενος. ὁ δ’ ἐπιεικὴς οὐ τοιοῦτος ἀλλ’ ἐλαττωτικός· τρέπει γὰρ τὰς κολάσεις καὶ τὰς | |
30 | εὐθύνας ἐπὶ τὸ ἔλαττον. οὐ γὰρ πικρῶς ἐπεξιέναι βούλεται τὰ πεπραγμένα οὐδὲ τῷ ῥητῷ ἐγκάθηται, ἀλλὰ τῇ διανοίᾳ χρῆται τοῦ νομοθέτου, κἂν τὸν νόμον ἤτοι τὸ ῥητὸν ἔχῃ βοηθοῦντα αὐτῷ πρὸς τὸ πικρῶς κολάζειν. πότερον ἐνδέχεται ἑαυτὸν ἀδικεῖν ἢ οὔ, φανερὸν ἐκ τῶν εἰρη‐ | |
μένων. ζητήσας πρότερον περὶ τοῦ ἀκρατοῦς, εἰ ἐνδέχεται ἑαυτὸν ἀδικεῖν, | 68 | |
69 | καὶ δείξας ὅτι οὐκ ἐνδέχεται (ἑκὼν γὰρ ἀποσυλᾶται ὑπὸ τῆς ἐρωμένης) νυνὶ καθόλου ζητεῖ προηγουμένως, εἰ ἐνδέχεται ἑαυτὸν ἀδικεῖν. τὰ μὲν γάρ ἐστι τῶν δικαίων κατὰ πᾶσαν ἀρετὴν ὑπὸ τοῦ νόμου τεταγ‐ μένα. ὅτι μὲν ἡ δικαιοσύνη ἡ μέν ἐστιν ἡ ὡς νομιμότης λεγομένη, ἥ | |
5 | ἐστι πάσης ἀρετῆς περιεκτική, ἡ δέ τις ὡς μερική, ὁμοίως καὶ ἀδικία ἡ μὲν καθόλου, ἡ δὲ ὡς μερική, εἴρηται καὶ δέδεικται· ὑπομιμνήσκει δὲ καὶ νῦν τὸ διττὸν καὶ δείκνυσιν ὅτι κατὰ μηδετέραν μήτε τὴν καθόλου ἀδικίαν μήτε τὴν κατὰ μέρος ἐνδέχεται ἑαυτὸν ἀδικεῖν, καὶ πρῶτόν γε ὅτι μὴ κατὰ τὴν καθόλου. ἐπιχειρεῖ δὲ πρότερον εἰς τὸ ἐναντίον πειρώμενος συνάγειν | |
10 | ὅτι ἀδικεῖ ἑαυτὸν κατὰ τὴν δικαιοσύνην ἐκείνην καὶ πᾶν τὸ κατὰ νόμον τὸ καθ’ ἡντιναοῦν ἀρετὴν γινόμενον. οὐ κελεύει γάρ, φησίν, ὁ νόμος ἀποκτιννύναι ἑαυτόν· ὁ δὴ ἀποκτείνας ἑαυτὸν παρανομεῖ, παρανομῶν δὲ ἀδικεῖ· ὁ ἀποκτείνας ἄρα ἑαυτὸν ἀδικεῖ. ἐπεὶ δὲ ὁ ἀδικῶν τινὰ ἀδικεῖ, καὶ ὁ ἀποκτείνας ἑαυτὸν καὶ διὰ τοῦτο ἀδικήσας τινὰ ἠδίκησεν. τίνα οὖν; | |
15 | ἢ δῆλον ὅτι ἑαυτόν; ἔστιν οὖν ἑαυτὸν ἀδικεῖν. ἠδίκησε δὲ οὐκ ἄκων παρανο‐ μήσας ἀλλ’ ἑκών, καὶ οὐ μόνον ἑκὼν ἀλλὰ καὶ εἰδὼς ὃν καὶ ᾧ. ἀντι‐ βλάπτει δὲ ὁ ἀμυνόμενός τινα ὑβρίσαντα ἤ τι κακὸν δράσαντα εἰς αὐτόν. ἀλλὰ τίνα; ἢ τὴν πόλιν, ἑαυτὸν δ’ οὔ; ἀναιρεῖ διὰ τούτου τὸν δοκοῦντα συνάγειν λόγον ὅτι ἔστιν ἀδικεῖν ἑαυτόν, λέγων ὅτι ὁ ἀνελὼν ἑαυτὸν ἀδικεῖ, | |
20 | ἀλλ’ οὐχ ἑαυτόν. ἑκὼν γὰρ ἑαυτὸν ἀνεῖλε, δέδεικται δὲ ὅτι ἑκὼν οὐδεὶς ἀδικεῖται· ὥστε ἑαυτὸν μὲν οὐκ ἀδικεῖ, ἀδικεῖ δέ τινα, ἤτοι τὴν πόλιν. ἀδικεῖ δὲ τὴν πόλιν, καθὸ ἀφαιρεῖται αὐτὴν στρατηγὸν ἢ στρατιώτην ἢ τεχνίτην ἤ τινα τοιοῦτον. ὁ γὰρ ἑαυτὸν ἀναιρήσας ἢ ἄρχων ἦν ἢ στρατιώ‐ της ἢ τεχνίτης ἢ ἄλλο τι τῶν ἐκ τῆς πόλεως μερῶν· ὥστε ζημιώσας τὴν | |
25 | πόλιν πολίτου ἀδικεῖ τὴν πόλιν. διὸ καὶ ὡς τὴν πόλιν ἀδικήσαντα ζημιοῖ αὐτὸν ἡ πόλις. τίς δὲ ἡ ζημία τῷ ἑαυτὸν ἀποκτείναντι καὶ μηκέτι ὄντι; τὸ μὴ συγχωρεῖν ἐν μνήματι τεθῆναι· ἄταφον γὰρ κελεύουσιν οἱ πολῖται ῥίπτεσθαι· ἢ ἄλλην τινὰ τοιαύτην τιμωρίαν ὁρίζουσιν οἱ νόμοι κατ’ αὐτῶν. | |
29n | Ἔτι καθὸ ἄδικος ὁ μόνον ἀδικῶν καὶ μὴ ὅλως φαῦλος. | |
30 | Δείξας ὡς κατὰ τὴν κοινὴν καὶ καθόλου δικαιοσύνην μὴ οἷόν τέ τινα ἑαυτὸν ἀδικεῖν, μέτεισιν ἐπὶ τὴν ἑτέραν δικαιοσύνην, ἣ μία τῶν ἀρετῶν ἐστι, καὶ τὴν ἀντικειμένην αὐτῇ ἀδικίαν, ἥ ἐστι πλεονεξία. διὸ οὐ παρά‐ νομος ὁ πλεονέκτης· μόνον οὖν ἀδικοῦντα λέγει τὸν πλεονέκτην, ὅλως δὲ | |
φαῦλον τὸν κατὰ τὴν καθόλου καὶ ὅλην ἀδικίαν ὁρώμενον. τοῦτο γάρ, | 69 | |
70 | φησίν, ἄλλο ἐκείνου, τουτέστι τοῦτο τὸ κατὰ πλεονεξίαν ἄδικον ἕτερόν ἐστιν ἐκείνου τοῦ καθόλου ἀδίκου. ἔστι γὰρ ὁ ἄδικος οὗτος ὁ πλεονέκτης πονηρὸς ὡς ὁ δειλός· ὡς γὰρ ὁ δειλὸς οὐχ ὅλην ἔχει τὴν πονηρίαν, ἀλλά τινα πονηρίαν τὴν δειλίαν, ἣ ἀντίκειται τῇ ἀνδρίᾳ, οὕτως καὶ ὁ πλεονέκτης | |
5 | οὐχ ὅλην ἔχει τὴν ἀδικίαν, ἀλλά τινα ἀδικίαν. ὥστε οὐδὲ κατὰ ταύτην ἀδικεῖ. οὐδὲ κατὰ τὴν μερικήν, φησί, δικαιοσύνην ἀδικεῖ ἑαυτόν τις. ἐπεὶ γὰρ ὁ ὡς πλεονέκτης ἄδικος ἄνισός ἐστιν, ὡς δέδεικται, ἄνισος δὲ ὡς τὸ πλέον ἔχων (τοῦτο γὰρ τοῦ πλεονέκτου τὸ ἔχειν τὸ πλέον τοῦ ἀγαθοῦ), εἰ ἀδικεῖ τις ἑαυτὸν κατὰ ταύτην τὴν ἀδικίαν, πλεονεκτοίη ἂν ἑαυτόν, καὶ | |
10 | ἔχοι ἂν ὡς πλεονέκτης τὸ πλέον, ὡς δὲ πλεονεκτούμενος τοὔλαττον, καὶ ὃ ἀφῄρηται ὡς ἀδικούμενος, τοῦτο ἕξει ὡς ἀδικῶν, καὶ ἔχοι ἂν ἅμα τὸ αὐτὸ καὶ οὐκ ἔχοι. ἀδύνατον δὲ τοῦτο, ὥστε καὶ τὸ ἀδικεῖν ἑαυτὸν ἀδύνατον. | |
13n | Ἔτι δὲ ἑκούσιον καὶ ἐκ προαιρέσεως καὶ πρότερον. | |
14 | Εἰ οὖν ὁ ἀδικούμενος ἄκων ἀδικεῖται, αὐτὸς δὲ ἑαυτὸν οὐκ ἄκων | |
15 | βλάπτει, οὐκ ἀδικεῖ ἑαυτόν· ἀδικεῖσθαι γὰρ ἦν τὸ ἀκουσίως βλάπτεσθαι. τὸ δὲ καὶ πρότερον ταὐτόν ἐστι τῷ τὴν ἀρχὴν τοῦ ἀδικοῦντος ἐν ἑαυτῷ ἔχοντος καὶ τοῦ ἀρχομένου. ὁ γὰρ ἀρχόμενος τοῦ βλάπτειν οὗτος ἀδικεῖ, ὁ δὲ ἀμυνόμενος καὶ ἀντιδρῶν οὐ δοκεῖ ἀδικεῖν· οὐ γὰρ ἄρχεται τοῦ βλάπτειν, ἀλλὰ βλαβεὶς ἐπιτίθεται. εἰ δὴ δεῖ τὴν ἀρχὴν τῆς βλάβης ἐν τῷ ἀδικοῦντι | |
20 | εἶναι καὶ οὐκ ἐν τῷ ἀδικουμένῳ, καὶ δεῖ ἄλλον εἶναι τὸν ἐν ᾧ ἡ ἀρχὴ τῆς βλάβης παρὰ τὸν ἀδικούμενον, ἀδύνατον δέ τινα αὐτὸν ἑαυτοῦ ἄλλον εἶναι, ἀδύνατον καὶ τὸ ἑαυτὸν ἀδικεῖν. ἔτι, φησίν, εἰ ἀδικεῖ ἑαυτόν τις, εἴη ἂν ἑκόντα ἀδικεῖσθαι· οὐδεὶς δὲ ἑκὼν ἀδικεῖται. ἀλλὰ καὶ τὰ αὐτὰ ἅμα πάσχει, εἰ ἀδικεῖ τις ἑαυτόν, ἃ καὶ ποιεῖ, καὶ ἅμα ἂν πλεονεκτοίη | |
25 | καὶ πλεονεκτοῖτο, καὶ ἔμπαλιν πλεονεκτοῖτο καὶ πλεονεκτοίη. πρὸς δὲ τούτοις ἄνευ τῶν κατὰ μέρος ἀδικημάτων οὐδεὶς ἀδικεῖ. εἰ τὸ ἀδικεῖν ἐνεργεῖν ἐστι περὶ τὰ καθ’ ἕκαστα, εἴη ἂν τὸ ἀδικεῖν ἐν τοῖς κατὰ μέρος ἀδικήμασι γινόμενον· κατὰ μέρος δέ εἰσι μοιχεία, κλοπή, ὕβρις, τὰ ὅμοια. οὐδεὶς δὲ τὴν ἑαυτοῦ γυναῖκα μοιχεύει οὐδὲ τὸν ἑαυτοῦ τοῖχον | |
30 | τοιχωρυχεῖ οὐδὲ τὸ ἑαυτοῦ ἱμάτιον κλέπτει. εἰ οὖν τῶν κατὰ μέρος ἀδικη‐ μάτων μὴ οἷόν τέ τι πρὸς ἑαυτὸν παρ’ ἑαυτοῦ γίνεσθαι, οὐδ’ ἄρα ἑαυτὸν ἀδικεῖν οἷόν τε. ὅλως δέ, φησί, λύεται τὸ ζητεῖν εἰ οἷόν τε ἑαυτὸν ἀδικεῖν κατὰ τὸν διορισμὸν τοῦ ἀδικεῖσθαι. εἰ γὰρ ἀδικούμενός ἐστιν ὁ παρὰ τὴν ἑαυτοῦ βούλησιν βλαπτόμενος, οὐχ οἷόν τε δὲ παρὰ τὴν ἑαυτοῦ βούλησιν | |
35 | ἀδικεῖσθαι τὸν αὐτὸν ὑφ’ ἑαυτοῦ ἀδικούμενον, οὐκ ἂν εἴη ἀδικεῖν ἑαυτόν. | 70 |
71(1n) | Φανερὸν δὲ καὶ ὅτι ἄμφω μὲν φαῦλα, καὶ τὸ ἀδικεῖ‐ | |
2n | σθαι καὶ τὸ ἀδικεῖν. | |
3 | Ἀμφότερα, φησί, φαῦλά εἰσιν, ἀλλὰ μᾶλλον τὸ ἀδικεῖν φαυλότερον τοῦ ἀδικεῖσθαι. ἀλλὰ πῶς καὶ τὸ ἀδικεῖσθαι φαῦλον; ἢ ὡς ἐκπεπτωκὸς | |
5 | τοῦ ἴσου καὶ μέσου· εἰ γὰρ τὸ ἴσον ἀγαθόν, τὸ ἔλαττον, ὅ ἐστι τὸ ἀδικεῖ‐ σθαι, φαῦλον, ἀλλ’ οὐχ ὡς τὸ ἀδικεῖν. μᾶλλον γὰρ τὸ ἀδικεῖν φαῦλον, ὅτι ἀπὸ πονηρίας καὶ κακίας, ἡ δὲ κακία ψεκτὸν καὶ τὸ ἀδικεῖν. εἰπὼν δὲ ἀμφότερα κακά, καὶ τὸ ἀδικεῖν καὶ τὸ ἀδικεῖσθαι, πῶς ἀμφότερα κακά, διὰ τῶν παραδειγμάτων συνέστησεν. ὡς γὰρ τὸ ὑγιεινὸν ἐν ἰατρικῇ, ὅ | |
10 | ἐστιν ἐν συμμετρίᾳ τινῶν, ἀγαθόν, τὸ δὲ πλέον καὶ ἔλαττον ὡς ἐκπεπτωκὸς τοῦ συμμέτρου οὐκ ἀγαθόν, ὁμοίως καὶ τὸ εὐεκτικὸν τὸ ἐν γυμναστικῇ τὸ σύμμετρον ἀγαθόν, τὸ δὲ πλέον καὶ ἔλαττον οὐ τοιοῦτον, οὕτως ἔχει καὶ ἐπὶ τοῦ μέσου καὶ ἴσου. ὅπερ ἐστὶ τὸ δίκαιον. καὶ κακίας ἢ τῆς τελείας καὶ ἁπλῶς ἢ σύνεγγυς. τὸ ἀδικεῖν, φησί, μᾶλλόν ἐστι κακὸν τοῦ ἀδικεῖ‐ | |
15 | σθαι, διότι μετὰ κακίας ἢ τῆς ἁπλῶς ἢ σύνεγγυς, λέγων νῦν κακίαν ἁπλῶς τὴν μετὰ προαιρέσεως, ὅτι τὸ ἑκούσιον ἔχει, σύνεγγυς δὲ τὴν δίχα προαι‐ ρέσεως. ὅτι δὲ σύνεγγυς τὴν δίχα προαιρέσεως γινομένην εἶπεν, σαφηνίζων ἐπήνεγκεν οὐ γὰρ πᾶν τὸ ἑκούσιον μετὰ ἀδικίας, διότι οὐδὲ μετὰ προαιρέσεως πᾶν ἑκούσιον. οἱ γὰρ ὀργιζόμενοι, ὡς εἶπε πρότερον, ἑκόντες | |
20 | πράττουσιν, οὐ μὴν ἐκ προαιρέσεως· τὸ γὰρ ἑκούσιον καὶ τοῦ βούλεσθαι καὶ τοῦ θέλειν. καθ’ αὑτὸ μὲν οὖν τὸ ἀδικεῖσθαι ἧττον φαῦλον, κατὰ συμβεβηκὸς δὲ οὐδὲν κωλύει εἶναι μεῖζον κακόν. γενήσεταί ποτε κατὰ συμβεβηκὸς τὸ ἀδικεῖσθαι μεῖζον κακὸν τοῦ ἀδικεῖν οὕτω πως· ἀδικηθεὶς γάρ τις ὑπό τινος καὶ ἀμυνόμενος ἀνῆψε τὴν τοῦ ἀδικήσαντος | |
25 | οἰκίαν, εἶτ’ ἔκ τινος τύχης λαμπροῦ πνεύσαντος ἀνέμου κατεκαύθη πᾶσα ἡ πόλις, καὶ γέγονε μεῖζον κακὸν τὸ ἀδικηθῆναι τοῦ ἀδικῆσαι. ἢ καὶ ὑπερ‐ λυπηθεὶς ὁ ἀδικηθεὶς ἀπέσφαζεν ἑαυτόν. ὅμως, φησίν, εἰ καὶ συμβαίνει ποτὲ μεῖζον γίνεσθαι κακὸν τοῦ ἀδικεῖν, ἀλλ’ οὖν μεῖζόν ἐστι φαῦλον τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι, ἐπεὶ καὶ πρόσπταισμα γένοιτ’ ἂν μεῖζον κακὸν | |
30 | πλευρίτιδος, ἀλλ’ οὐ μέλει τῷ ἰατρῷ, ἀλλά φασιν ὅτι μεῖζον κακὸν ἡ πλευρῖτις τοῦ πταίσματος, πρὸς τὴν φύσιν ἀποβλέποντες ἑκατέρου. γέγονε | |
δὲ μεῖζον κακὸν τὸ πρόσπταισμα πλευρίτιδος ἐπὶ τοῦ προσπταίσαντος ἐν | 71 | |
72 | τῷ φεύγειν τοὺς πολεμίους καὶ καταπεσόντος· πεσὼν γὰρ ἐλήφθη παρὰ τῶν πολεμίων καὶ ἀνῃρέθη. | |
3n | Κατὰ μεταφορὰν δὲ καὶ ὁμοιότητά ἐστιν οὐκ αὐτῷ πρὸς | |
4n | αὑτὸν δίκαιον, ἀλλὰ τῶν αὐτοῦ τισιν. | |
5 | Τοῦ Πλάτωνος ὁρίζοντος τὴν δικαιοσύνην ἐν τῇ ἰδιοπραγίᾳ τῶν τῆς ψυχῆς μερῶν, ἐπεὶ ἅπαξ ὁ Ἀριστοτέλης περὶ πάσης δικαιοσύνης εἰπεῖν προέθετο, μνημονεύει καὶ περὶ τοῦ τοιούτου δικαίου τοῦ τῶν μερῶν τῆς ψυχῆς. λέγει δὲ πρῶτον ὅτι τὸ τοιοῦτον δίκαιον κατὰ μεταφορὰν λέγεται δίκαιον, τουτέστιν οὐ κυρίως. οὐ πᾶν δὲ δίκαιόν ἐστι τῶν αὐτοῦ τισιν· | |
10 | οὐ γὰρ τὸ πολιτικὸν καὶ κυρίως λεγόμενον δίκαιον (τοῦτο δὲ ἦν τὸ ἐπίσης ἀνὰ μέρος ἄρχειν καὶ ἄρχεσθαι) ἀλλὰ τὸ δεσποτικόν, ὃ οὐ κυρίως ἐν τοῖς δικαίοις ἠριθμεῖτο· οὐ γὰρ ἔστι τι δίκαιον δούλου πρὸς δεσπότην, ὡς πρότερον δέδεικται. ἐν τούτοις γὰρ τοῖς λόγοις διέστηκε τὸ λόγον ἔχον μέρος τῆς ψυχῆς πρὸς τὸ ἄλογον. ὃν λόγον ἔχει ὁ δοῦλος πρὸς | |
15 | τὸν δεσπότην, τὸν αὐτὸν καὶ τὸ ἄλογον μέρος τῆς ψυχῆς πρὸς τὸ λογιζό‐ μενον. τοιαύτην γὰρ διέστηκε ταῦτα διάστασιν ἀπ’ ἀλλήλων, ὡς εἶναι τὸ μὲν ἄρχον, τὸ δ’ ἀρχόμενον· τοῦτο δὲ τὸ δίκαιον, φησίν, ἢ οἰκονομικόν ἐστιν ἢ δεσποτικόν. εἰς γὰρ ταῦτα ἀποβλέποντές φαμεν εἶναι τῶν αὐτοῦ τισι δίκαιον ἢ ἄδικον, δίκαιον μέν, ὅταν τὸ πεφυκὸς ἐν αὐτῷ ἄρχειν ἄρχῃ, τὸ | |
20 | δ’ ἄρχεσθαι ἄρχηται, ὅταν δ’ ἔμπαλιν γένηται καὶ ἄρχῃ μὲν τὸ ἄλογον, ἄρχηται δὲ τὸ λόγον ἔχον, ἀδικία. ὥσπερ ἂν ὁ δοῦλος ἄρχῃ τοῦ δεσπότου, ἄρχει μὲν ἐν τῷ ἀκρατεῖ ἢ καὶ ἀκολάστῳ τὸ ἄλογον, ἄρχεται δὲ τὸ λογικόν· ἐν δὲ τῷ ἐγκρατεῖ καὶ σώφρονι ἔμπαλιν ὁ λόγος ἄρχει, τὸ δ’ ἄλογον ἄρχεται. ὡς οὖν ἄρχοντι καὶ ἀρχομένῳ ἐστὶ πρὸς ἄλληλα δίκαιον. καὶ | |
25 | εἴρηται περὶ αὐτῶν πολλάκις τί τὸ τοιοῦτον, ὅτι τῷ μὲν ἀρχομένῳ τὸ ὑπείκειν, τῷ δ’ ἄρχοντι τὰ συμφέροντα ζητεῖν καὶ σκοπεῖσθαι τῷ ἀρχο‐ | |
μένῳ· καὶ σωτηρία οὕτω καὶ ἐν τούτοις. | 72 |