TLG 4034 004 :: MICHAEL :: In libros de animalium motione commentarium MICHAEL Phil. In libros de animalium motione commentarium Citation: Page — (line) | ||
103(1t) | ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ ΠΕΡΙ ΖΩΩΝ ΚΙΝΗΣΕΩΣ. | |
2 | Ἐπειδὴ ἡ ὀρεκτική τε καὶ ὁρμητικὴ τῆς ψυχῆς δύναμις συνεζευγμέναι οὖσαι ἀλλήλαις (ὁρμὴ γάρ τις καὶ ἡ ὄρεξις) αἰτίαι εἰσὶ τῆς κατὰ τόπον κινήσεως τῶν ζῴων (ἢ γὰρ ὀρεγόμενά τινος ἐπὶ τὸ λαβεῖν αὐτὸ ὁρμᾷ καὶ | |
---|---|---|
5 | κινεῖται ἢ ἀποστρεφόμενα ἐπὶ τὸ ἐκκλῖναί τε καὶ φυγεῖν), ἔχουσι δὲ τὴν τάξιν μετὰ τὴν φανταστικὴν τῆς ψυχῆς δύναμιν (δοκεῖ γὰρ ἕπεσθαι μετὰ τὴν ἐπὶ ταῖς φαντασίαις συγκατάθεσιν ὁρμή, ὥσπερ οὖσα τέλος αὐτῆς, οὐκέτ’ οὖσα ἡ ὁρμητική τε καὶ ὀρεκτικὴ κριτική, ἀλλὰ τοῦ ἑτέρου μέρους τῆς ψυχῆς τοῦ πρακτικοῦ· εἰς δύο γὰρ ἡ τῶν ζῴων διαιρουμένη ψυχή, | |
10 | εἴς τε τὸ κριτικὸν καὶ τὸ πρακτικόν, τοῦ πρακτικοῦ ἐστιν ἡ ὁρμητική τε καὶ ὀρεκτική) ἐπεὶ οὖν ἡ ὀρεκτική τε καὶ ὁρμητικὴ αἰτίαι οὖσαι τῆς κατὰ τόπον κινήσεως μετὰ τὴν φαντασίαν εἰσίν, ἡ δὲ μνήμη ἐστὶν ἕξις φαντά‐ σματος ὡς εἰκόνος οὗ φάντασμα, εἰκότως μετὰ τὸ Περὶ μνήμης τάττεται τὸ Περὶ ζῴων κινήσεως. ζητεῖ δὲ ἐν αὐτῷ τίς ἡ αἰτία τοῦ κινεῖσθαι τὰ | |
15 | ζῷα κίνησιν ὁποιανοῦν, καὶ ὅτι τὸ κινούμενον ὑφ’ ἑαυτοῦ δεῖ τι ἔχειν ἐν αὑτῷ ἀκίνητον δείκνυσι καὶ ὅτι καὶ ἐκτός, ἕτερόν γε ὂν αὐτοῦ. μετὰ ταῦτα ζητεῖ τί ἐστι τὸ κινοῦν τὸν οὐρανόν, εἶτα ἐνίσταται πρὸς τοὺς λέγοντας τὸν Ἄτλαντα ὀχεῖν τὸν οὐρανόν. εἶτα ζητεῖ εἰ ἐνδέχεται φθαρῆναι ὁ κόσμος, εἶτα λέγει διὰ τί δεῖ ἀκίνητον εἶναι, ἵνα κινῆται ὁ κόσμος. εἶτα ἐφιστάνει | |
20 | εἰ τοῖς ἀψύχοις τοῖς κινουμένοις δεῖ τι καὶ ἐντὸς καὶ ἐκτὸς εἶναι ἀκίνητον. εἶτα ζητεῖ πότερον τῶν κατὰ τόπον κινουμένων δεῖ τι ἐκτὸς ἠρεμεῖν ἢ καὶ τῶν αὐξανομένων καὶ ἀλλοιουμένων. εἶτα πῶς ἡ ψυχὴ κινεῖ τὰ σώματα, καὶ τίς ἀρχὴ τῶν ζῴων τῆς ἑκουσίου κινήσεως, καὶ πῶς ἐνίοτε νοοῦντες οὐ πράττουσιν. εἶτα λέγει ὅτι τὸ πρῶτον κινοῦν τὸ ζῷον σὺν τῇ ἀρχῇ | |
25 | ἐστιν, εἶτα ὅτι τῷ πνεύματι κινουμένῳ τὰ ζῷα κινεῖται, καὶ πῶς κινεῖται | 103 |
104 | τὰ ζῷα τὰς οὐχ ἑκουσίους κινήσεις καὶ τὰς ἑκουσίους, καὶ διὰ τί μάλιστα καρδία καὶ αἰδοῖον οὕτω κινοῦνται, καὶ πῶς ἡ μὲν ἀρχὴ ἀπὸ τῶν μορίων, τὰ δὲ μόρια πάλιν ἀπὸ τῆς ἀρχῆς κινεῖται. φροιμίων μὲν ἅλις, ἐπὶ δὲ τὴν τῶν λεγομένων σαφήνειαν ἴωμεν εὐχόμενοι τῷ τῶν λόγων ἐφόρῳ θεῷ | |
5 | ἀκριβῆ τούτων δοῦναι ἡμῖν κατανόησιν. | |
6n | Περὶ δὲ κινήσεως τῆς τῶν ζῴων, ὅσα μὲν περὶ ἕκαστον | |
7n | αὐτῶν ὑπάρχει γένος καὶ τίνες διαφοραί. | |
8 | Εἴρηκεν ἐν τῇ Περὶ ζῴων πορείας περὶ ἁπάντων τῶν ὑπαρχόντων ἑκάστῳ γένει ἢ εἴδει τῶν ζῴων καὶ περὶ τῆς διαφορᾶς αὐτῶν· εἶπε | |
10 | γὰρ ἐκεῖ διὰ τί τὰ μὲν αὐτῶν τέτρασι σημείοις κινεῖται τὰ δὲ πλείοσι, καὶ διὰ τί τὰ μέν ἐστιν αὐτῶν ἄποδα τὰ δ’ ὑπόποδα, καὶ ὅλως περί τε τῆς διαφορᾶς αὐτῶν περί τε τῶν ὑπαρχόντων αὐτοῖς χρησίμων πρὸς τὴν πορείαν εἶπεν ἐν ἐκείνῳ τῷ βιβλίῳ. ἐνταῦθα δὲ ζητήσει τί τὸ κοινὸν αἴτιον τοῦ κινεῖσθαι ἕκαστον ὡς πέφυκε κινεῖσθαι· καὶ γὰρ τὰ μὲν πτήσει τὰ δὲ | |
15 | ἕρψει τὰ δὲ ἄλλως πέφυκε κινεῖσθαι. δέδεικται δὲ καὶ ἐν τῷ Θ τῆς Φυσι‐ κῆς ἀκροάσεως ὅτι τοῦ αὐτοκινήτου τὸ ἀκίνητον, τοῦτο δ’ ἐστὶν ἡ ψυχή, ἀρχὴ τῶν ἄλλων ἐστὶ κινήσεων. πρῶτον δὲ κινοῦν λέγει τὸν πρῶτον θεόν. | |
18n | Δεῖ δὲ τοῦτο μὴ μόνον τῷ λόγῳ λαβεῖν. | |
19 | Τὸ 〈τῷ〉 λόγῳ ἀντὶ τοῦ καθόλου. εἰπὼν ‘ὅτι δὲ τῶν ἄλλων πασῶν | |
20 | κινήσεων ἀρχή ἐστι τὸ ἀκίνητον, δέδεικται καθόλου‘ (ἐδείχθη γὰρ ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως) λέγει ὅτι δεῖ δὲ τοῦτο, τουτέστι τὸ λέγειν ὡς ἀνάγκη εἶναί τι ἀκίνητον, εἰ μέλλει εἶναι κίνησις, μὴ μόνον τῷ λόγῳ καὶ καθόλου λαβεῖν, μηδὲ ἀρκεῖσθαι τῇ ἐν τῷ Θ καθόλου δείξει, ἀλλὰ καὶ ἐπὶ τῶν καθ’ ἕκαστα βασανίσαι τὸν λόγον. διὰ γὰρ τῶν καθ’ | |
25 | ἕκαστα ζητοῦμεν καὶ τοὺς καθόλου λόγους· οὓς εἰ μὲν εὑρήσομεν ἐφαρμό‐ ζοντας τοῖς μερικοῖς, πιστεύομεν, εἰ δὲ μή, ἀποσειόμεθα. ὅτι δ’ ἠρεμοῦσιν ἐν ἡμῖν αἱ καμπαί, εἴρηται ἐν τῷ Περὶ πορείας ζῴων· τοῦ γὰρ βραχίονος | |
κινουμένου ἠρεμεῖ τὸ ὠλέκρανον καὶ τῆς κνήμης τὸ γόνυ· ἐκτὸς δ’ ἡμῶν | 104 | |
105 | ἠρεμεῖ ἡ γῆ ἢ ὅ τι ἂν ᾖ ἐφ’ οὗ τὴν πορείαν ποιούμεθα. τὸ δὲ ὅλον κῶλον ἓν μέν ἐστι δυνάμει ἐνεργείᾳ δὲ δύο ἐν τῇ κάμψει, ἓν δὲ ἐνεργείᾳ δυνάμει δὲ δύο ἐν τῇ ἐκτάσει, ὥσπερ, φησίν, ἂν ἐπὶ τῆς διαμέτρου ἡ μὲν Α καὶ Δ μένοι, τουτέστιν ἡ ΑΔ μένοι, ἡ δὲ Β κινοῖτο, τουτέστιν ἡ δὲ | |
5 | ΑΒ κινοῖτο, καὶ γίνοιτο ἡ ΑΓ κίνησις. ἔστω δὲ ΑΔ τὸ ἀπὸ τοῦ ὤμου ἕως τοῦ ὠλεκράνου, ΑΒ δὲ ὁ βραχίων. ἀλλ’ [Omitted graphic marker] ἐπὶ μὲν τῆς διαμέτρου τοῦ κύκλου δοκεῖ κατὰ πάντα ἀδιαίρετον εἶναι τὸ κέντρον, τὰ δὲ ἐν ταῖς καμπαῖς ὁτὲ μὲν γίνεται ἕν, ὁτὲ δὲ διαι‐ | |
10 | ρετά, τουτέστιν ὁτὲ δὲ δύο. καὶ εἴρηται πότε ἓν καὶ πότε δύο δυνάμει καὶ ἐνεργείᾳ. σαφῶς δὲ τὰ λοιπὰ ἀπαγγέλλει. ὅλον δὲ ἀθρόον κινεῖ‐ ται τὸ ἁλλόμενον. τὸ δὲ ἀλλὰ πᾶσα ἡ ἐν αὐτῷ ἠρεμία τοιοῦτόν ἐστι δυνάμει ‘κἂν μέρη | |
15 | τινὰ ἠρεμῇ κἂν ἅπαντα, εἰ μὴ ᾖ τι ἔξωθεν ἁπλῶς ἠρεμοῦν καὶ κυρίως, οὐδ’ ὅλως ἂν γένοιτο κίνησις. | |
17n | Ἔχει γὰρ τὴν θεωρίαν οὐ μόνον ὅσον ἐπὶ τὰ ζῷα | |
18n | συντείνουσαν. | |
19 | Τὸ δεικνύναι, φησίν, ὡς εἰ μὴ εἴη τι ἔξωθεν ἁπλῶς ἀκίνητον, οὐκ | |
20 | ἂν γένοιτο κίνησις, οὐ μόνον ἐπὶ τὰ ζῷα συντείνει, ἀλλὰ καὶ πρὸς τὸν σύμπαντα κόσμον· ἀνάγκη γὰρ καὶ ἐν τούτῳ εἶναί τι πάντως ἀκίνητον, εἰ μέλλει κινεῖσθαι ὁ οὐρανός. πάντῃ δὲ ἀκίνητόν ἐστιν ὅπερ αὐτὸς ἐν τῇ Μετὰ τὰ φυσικὰ ζῷον ἀίδιον ἄριστον εἶπεν· τοιαῦτα γὰρ περὶ τούτου ἐν τῷ Λ τῆς πραγματείας ἐκείνης μεγαληγορεῖ. ταῦτα εἰπὼν λέγει ‘εἰ γὰρ | |
25 | ὑποδώσει καὶ ὑπείξει ἀεὶ ἡ γῆ τοῖς ἐν τῇ γῇ πορευομένοις μυσίν (ἔστω γὰρ λόγου ἕνεκεν τὰ πορευόμενα μῦς), οὐκ ἔσται πορεία‘. ἀνάγκη δὲ τὸ κυρίως μένον ἕτερον εἶναι τοῦ κινουμένου, καὶ ὅλον ὅλου. δεῖ γὰρ ὅλον τὸ μένον ἕτερον εἶναι ὅλου τοῦ κινουμένου, καὶ μηδὲν εἶναι μόριον τοῦ κινουμένου τὸ οὕτως ἀκίνητον, τουτέστι τὸ κυρίως ἀκίνητον. | |
30 | προσέθηκε δὲ τοῦτο, διότι ὁ ἐν τῷ πλοίῳ ὤν, ὡς ἐρεῖ μετ’ ὀλίγον, καὶ | 105 |
106 | ὠθῶν τὸν ἱστὸν τῷ κοντῷ μόριόν ἐστι τοῦ πλοίου καὶ ἐπὶ τούτῳ οὐ κινεῖται τὸ πλοῖον· καὶ γὰρ ὁ ἐν τῷ πλοίῳ ὢν τρόπον τινὰ μόριόν ἐστι τοῦ πλοίου. | |
3n | Μαρτύριον δὲ τούτου τὸ ἀπορούμενον, διὰ τί ποτε τὸ | |
4n | πλοῖον ἔξωθεν μὲν ἄν τις ὠθῇ τῷ κοντῷ τὸν ἱστόν. | |
5 | Τὸ ἑξῆς τῆς λέξεως τοιοῦτον ‘διὰ τί ποτε τὸ πλοῖον κινεῖται ῥᾳδίως, ἄν τις ἔξωθεν τοῦ πλοίου ὢν ὠθῇ τὸ πλοῖον προσβάλλων τῷ ἱστῷ τὸν κοντόν‘; τὸ δὲ λεγόμενον ‘μαρτύριον δὲ καὶ πίστις ἐναργὴς τοῦ δεῖν εἶναί τι ἀκίνητον, εἰ μέλλει γενέσθαι κίνησις, τὸ συμβαῖνον ἐπὶ τοῦ πλοίου· τὸ γὰρ πλοῖον ἄν τις ἐν τῇ γῇ ἱστάμενος ὠθῇ μετὰ ῥάβδου ἢ κοντοῦ προσ‐ | |
10 | βάλλων καὶ ἀπερείδων τὸν κοντὸν τῷ ἱστῷ ἢ ἄλλῳ τινὶ μέρει τοῦ πλοίου, οἷον τῇ πρύμνῃ, κινεῖται ῥᾳδίως· ἂν δ’ ἐν αὐτῇ τῇ πρύμνῃ καθήμενος προσβάλλῃ τὸν κοντὸν τῷ ἱστῷ καὶ πειρᾶται κινῆσαι, οὐκ ἂν δυνήσεται τοῦτο ποιῆσαι, οὔτε ἂν ὁ Τιτυὸς ᾖ ὁ κινῶν οὔτε ἂν ὁ Βορέας ἦν ἐν αὐτῷ τῷ πλοίῳ καὶ ἔπνει ἀπ’ αὐτοῦ, ἐκίνησεν ἂν αὐτό. ἀλλὰ πῶς κινοῦσιν οἱ | |
15 | ἄνεμοι τὰ πλοῖα; ἢ ὅτι ἐκτὸς ὄντες τοῦ πλοίου πνέουσιν· εἰ δ’ ἀπ’ αὐτοῦ ἔπνεον, οὐκ ἂν ἐκίνησαν αὐτό. πῶς οὖν ταῦτα συμβαίνει; ἢ ὁ μὲν ἐν τῷ αἰγιαλῷ ἢ πέτρᾳ ἢ ὅλως γῇ ἑστὼς διὰ τὸ ἐν ἀκινήτῳ ἵστασθαι καὶ μὴ μέρος εἶναι τοῦ πλοίου κινεῖν αὐτὸ δύναται, ὁ δ’ ἐν αὐτῷ τῷ πλοίῳ ὢν κινεῖν οὐ δύναται διὰ τὸ δεῖν εἶναί τι ἀκίνητον, εἰ μέλλει γενέσθαι κίνησις. | |
20 | εἰ δ’ ἐκινήθη τὸ πλοῖον ὑπὸ τοῦ ἐν αὐτῷ ὄντος, ἦν ἄρα καὶ ἠρεμοῦν καὶ κινούμενον, ὅπερ ἀδύνατον, ἠρεμοῦν μὲν διὰ τὸ δεῖν τὸν μέλλοντα κινήσειν πρὸς ἠρεμοῦν τι ἀπερείδεσθαι, ἵν’ ὠθήσῃ, κινούμενον δὲ διὰ τὸ ὑποκεῖσθαι ὅτι κινεῖται ὑπὸ τοῦ ὄντος ἐν αὐτῷ. εἰ οὖν μήθ’ ὁ Τιτυὸς μήθ’ ὁ Βορέας δύνανται κινεῖν τὸ πλοῖον ἐν αὐτῷ ὄντες, φανερὸν ἄρα ὅτι | |
25 | ἀνάγκη εἶναί τι ἀκίνητον, εἰ μέλλει γενέσθαι κίνησις, καὶ τοῦτο ἐκτὸς καὶ μηδὲν εἶναι τοῦ κινουμένου μόριον‘. ἡ μὲν τῶν λεγομένων διάνοια αὕτη. τοὺς δὲ ἀνέμους ὅτι ὡς ἀνθρώπους γράφουσιν οἱ γραφεῖς ἐκ τοῦ στόματος αὐτῶν πέμποντας τὸ πνεῦμα, δῆλον παντί. τὸ δὲ ἀνάγκη πρῶτον μὲν πρὸς ἠρεμοῦν τι τῶν αὑτοῦ μορίων ἀπερειδόμενον ὠθεῖν τοιοῦτόν | |
30 | ἐστιν· ὁ κυβερνήτης ὠθῶν τὸ πλοῖον πρῶτον μὲν φέρε εἰπεῖν ἀπερείδει | 106 |
107 | τὸν βραχίονα εἰς τὸ ὠλέκρανον, εἶτα ἢ αὐτὸ τὸ ὠλέκρανον ἀποστηρίζεται πρός τι τῶν ἔξωθεν, οἷον πρὸς πέτραν ἢ ἄλλο τι, ἢ οὖν αὐτὸ ἀποστηρί‐ ζεται ἢ ὁ κυβερνήτης, οὗ τινος κυβερνήτου μέρος ἐστὶ τὸ ὠλέκρανον. τὸ δὲ συμβαίνει δὲ αὐτῷ τὸ αὐτὸ ὅ τε κινεῖται καὶ πρὸς ὃ ἀποστηρί‐ | |
5 | ζεται ἴσον ἐστὶ τῷ συμβέβηκε δὲ αὐτῷ τῷ πλοίῳ ἅμα εἶναι καὶ κινού‐ μενον καὶ μένον· πρὸς ὃ γὰρ ἀποστηριζόμεθα μένειν ἀνάγκη. | |
7n | Ἀπορήσειε δ’ ἄν τις, ἆρ’ εἴ τι κινεῖ τὸν ὅλον οὐρανόν, | |
8n | εἶναι θέλει ἀκίνητον. | |
9 | Ὅπερ ἀπορεῖ τοιοῦτόν ἐστι· πότερον τὸ κινοῦν τὸν οὐρανὸν ἀκίνητόν | |
10 | ἐστι, καὶ πότερον ἔστιν αὐτοῦ μόριον ἢ οὔ; καὶ γὰρ ἡ ψυχὴ κινεῖ τὸ ζῷον ἀκίνητος οὖσα, καὶ ὅμως μόριόν ἐστι τοῦ ὅλου ζῴου. ἆρ’ οὖν καὶ τὸ κινοῦν τὸν οὐρανὸν μόριόν ἐστι τοῦ οὐρανοῦ, ὡς καὶ ἡ ψυχὴ τοῦ ζῴου, ἢ οὔ; εἰσὶ δὲ τὰ ζητούμενα τρία, ἓν μὲν εἰ κινεῖται τὸ κινοῦν τὸν οὐρανόν, δεύτερον δὲ εἰ ἔστι μόριον τοῦ οὐρανοῦ, καὶ τρίτον εἰ ἐν τῷ οὐρανῷ ἐστιν | |
15 | ὥσπερ καὶ ὁ κυβερνήτης ἐν τῷ πλοίῳ ἢ ὡς ἡ ψυχὴ ἐν τῷ ζῴῳ. θεὶς οὖν τὸ πρόβλημα δείκνυσι τέως πρῶτον ὅτι οὐ κινεῖται λέγων ‘εἴτε γὰρ κινούμενον τὸ πρώτως κινοῦν τὸν οὐρανόν, ἀνάγκη εἶναί τι ἀκίνητον, ὡς δέδεικται, οὗ θιγγάνον κινήσει, καὶ τοῦτο, ἐν ᾧ ἀπερείδεται καὶ οὗ θιγγάνει, μηδὲν εἶναι μόριον τοῦ κινοῦντος. εἰ γάρ ἐστι μόριον αὐτοῦ ὥσπερ τῆς | |
20 | χειρὸς τὸ ὠλέκρανον, δεήσει πάλιν ἄλλου, ἐν ᾧ ἀπερείσεται. ἀλλὰ μὴν ἀδύνατον τὸ πρώτως κινοῦν θιγγάνειν τινὸς καὶ πρός τι ἀπερείδεσθαι ἀμερὲς ὂν καὶ ἀσώματον, ὡς ἐν τῷ τέλει τῆς Φυσικῆς ἀκροάσεως δέδεικται· ὥστε οὐδὲ κινεῖται‘. εἰ γὰρ ἀνάγκη τὸ κινοῦν κινούμενον πρός τι ἀπερείδε‐ σθαι καὶ οὕτω κινούμενον κινεῖν, μὴ οἷόν τε δὲ ἀπερείδεσθαι πρός τι τὸ | |
25 | πρώτως κινοῦν, οὐδὲ κινεῖται ὅλως, ἀλλ’ ἔστιν ἀκίνητον. εἰ δὲ ἔστιν ἀκί‐ νητον, ἀνάγκη μηδὲν εἶναι μόριον τοῦ κινουμένου· εἰ γὰρ εἴη μόριον τοῦ οὐρανοῦ, ἐπειδὴ δεῖ ἀκίνητον εἶναι, ἢ καὶ πᾶς ὁ οὐρανὸς μενεῖ ἢ εἰ κινεῖ‐ ται, μένοντος τοῦ μέρους διασπασθήσεται. διὰ ταύτην οὖν τὴν αἰτίαν ὀρθῶς εἶπον οἱ λέγοντες ὅτι κύκλῳ φερομένης τῆς σφαίρας οὐδ’ | |
30 | ὁτιοῦν μένει μόριον, ὅπερ ταὐτόν ἐστι τῷ κινοῦν οὐκ ἔστι μόριον. | |
καὶ τοῦτο μὲν λέγουσι καλῶς· σφάλλονται δὲ ᾗ φασιν ὡς οἱ πόλοι κινοῦσι | 107 | |
108 | τὸν οὐρανόν. οἱ γὰρ πόλοι οὐδέν εἰσιν· ἐπινοίᾳ γὰρ ἡμετέρᾳ τὸ εἶναι ἔχουσι. καὶ ἔτι πρὸς τῷ μηδεμίαν οὐσίαν καὶ φύσιν εἶναι τῶν πόλων, ἀδύνατον καὶ τὸ τὴν μίαν κινεῖσθαι κίνησιν ὑπὸ δυοῖν· ἡ γὰρ μία τῷ ἀριθμῷ κίνησις ὑπὸ ἑνὸς τῷ ἀριθμῷ κινουμένου, ὁμοίως δὲ κινοῦντος | |
5 | γίνεται, ὡς ἐν τοῖς Φυσικοῖς δέδεικται, οἱ δὲ πόλοι οὐχ εἷς, ἀλλὰ δύο· πῶς οὖν δυνατὸν τὴν μίαν κίνησιν τὴν ἀπὸ ἀνατολῆς ἐπὶ δύσιν ὑπὸ δύο κινούντων γίνεσθαι; ὅτι μὲν οὖν ἔστι τι καὶ ἐν ὅλῃ τῇ φύσει ἀκίνητον, ὑφ’ οὗ τὸ πᾶν κινεῖται, καὶ ἐκ τῶν τοιούτων διαπορημάτων ἄν τις πιστεύ‐ σειεν· τούτου γὰρ οἶμαι δηλωτικόν ἐστι τὸ ἐκ τῶν τοιούτων ἄν τις | |
10 | διαπορήσειεν. | |
11n | Οἱ δὲ μυθικῶς τὸν Ἄτλαντα ποιοῦντες ἐπὶ τῆς γῆς | |
12n | ἔχοντα τοὺς πόδας. | |
13 | Ἡ μὲν περὶ τὸν Ἄτλαντα ἱστορία δήλη πᾶσιν· ποιοῦσι γὰρ αὐτὸν κίονας βαστάζοντα καὶ ἐπὶ τῆς γῆς ἱστάμενον κινεῖν τὸν οὐρανόν, ἀνάλογον | |
15 | ὄντα τῇ ἡμισείᾳ τοῦ κύκλου διαμέτρῳ τῇ ἀπὸ τοῦ κέντρου πρὸς τὴν περι‐ φέρειαν προσπιπτούσῃ. ὡς γὰρ ἐκείνη ἀπὸ τοῦ κέντρου πρὸς τὴν περι‐ φέρειαν, οὕτως ὁ Ἄτλας ἀπὸ τῆς γῆς κέντρου οὔσης πρὸς τὸν οὐρανόν. λέγει δὲ τοὺς ταῦτα λέγοντας ἀπὸ διανοίας λέγειν, καὶ εἶναι πλάσματα τῶν εἰπόντων, ἀλλ’ οὐκ ἀληθῆ. ὅμως, φησίν, εἰ καὶ δῶμεν εἶναι τοῦτο ἀληθές, | |
20 | μαρτύριον ἂν εἴη τοῖς ὑφ’ ἡμῶν λεγομένοις ὅτι εἰ μέλλει εἶναι κίνησις, ἀνάγκη εἶναί τι ἀκίνητον. διὰ γὰρ τὸ καὶ ἐκείνους ὑπολαμβάνειν τὴν γῆν μένειν, τὸν Ἄτλαντα ἐπὶ ταύτης ἱστῶσι. θεὶς δὲ ταῦτα ἐνίσταται πρὸς τὴν δόξαν δεικνύων αὐτὴν ψευδῆ, καί φησιν ἀλλὰ τοῖς ταῦτα λέγουσιν ἀναγκαῖον φάναι μηδὲν εἶναι μόριον αὐτὴν τοῦ παντός. ἔστι δὲ | |
25 | τὸ λεγόμενον ‘εἰ μὲν μὴ ἦν ἡ γῆ μόριον τοῦ παντός, εἰκότως ταῦτα λέγουσιν, εἰ δὲ μή, μάτην· ὥσπερ γὰρ ὁ ἐν τῇ πρύμνῃ καθήμενος οὐκ ἂν κινήσειε τὸ πλοῖον, διὰ τὸ εἶναι τὴν πρύμναν μόριον τοῦ πλοίου, οὕτως οὐδ’ ὁ ἐν τῇ γῇ ἱστάμενος κινήσειε τὸ πᾶν· μέρος γὰρ ἡ γῆ τοῦ παντόσ‘. | |
29n | Πρὸς δὲ τούτοις δεῖ τὴν ἰσχὺν ἰσάζειν τοῦ κινοῦντος | |
30n | καὶ τὴν τοῦ μένοντος. | |
31 | Καὶ τοῦτο κατὰ τῆς περὶ τὸν Ἄτλαντα δόξης ἐστί. τὸ δὲ λεγόμενον | |
τοιοῦτον· ὥσπερ ἔστιν ἰσχύς τις, καθ’ ἣν κινεῖ τὸ κινοῦν, οὕτω καὶ καθ’ | 108 | |
109 | ἣν μένει τὸ μένον, ἀνάλογον ἐξ ἀνάγκης οὖσαι. ὡς γὰρ ἡ κίνησις πρὸς τὴν κίνησιν, οὕτω καὶ ἡ ἠρεμία πρὸς τὴν ἠρεμίαν, καὶ ἐναλλὰξ ὡς ἡ κίνησις πρὸς τὴν ἠρεμίαν, οὕτω πάλιν ἡ κίνησις πρὸς τὴν ἠρεμίαν. καὶ αἱ μὲν ἴσαι κινήσεις ἢ δυνάμεις ἀπαθεῖς ὑπ’ ἀλλήλων, κινοῦνται δὲ κατὰ | |
5 | τὴν ὑπεροχήν. ὥστε εἰ μὴ ἔστιν ἡ τῆς γῆς ἰσχύς, καθ’ ἣν ἠρεμεῖ, ἴση πρὸς τὴν τοῦ ἐν αὐτῇ ἀπερειδομένου καὶ κινοῦντος, κινηθήσεται ἀπὸ τοῦ μέσου καὶ τοῦ κατὰ φύσιν αὐτῇ τόπου. | |
8n | Κινεῖ δὲ τὸ ἠρεμοῦν πρῶτον. | |
9 | Ἠρεμοῦν πρῶτον λέγει τὸν Ἄτλαντα· αὐτὸς γὰρ ἐπὶ τῆς γῆς ἠρε‐ | |
10 | μῶν κινεῖ τὸν οὐρανὸν μετὰ τῶν κιόνων, κινουμένων τῶν κιόνων. καὶ ἐπεὶ τὴν τῆς γῆς ἰσχὺν οὐ μόνον πρὸς τὴν τοῦ Ἄτλαντος ἰσχύν, ἀλλὰ καὶ πρὸς τὴν τοῦ ὑπὸ Ἄτλαντος κινουμένου οὐρανοῦ ἰσχὺν ἀντιμάχεσθαί ἐστιν ἀναγκαῖον, δῆλον ὅτι χωρὶς ἑκάστης ἰσχύος μείζων ἐστὶν ἡ τῆς γῆς, τῆς τε τοῦ οὐρανοῦ καὶ τῆς τοῦ Ἄτλαντος. ἀλλὰ μὴν ἀδύνατον λόγον ἔχουσαν | |
15 | σημείου πρὸς τὸ πᾶν ἴσην εἶναι τὴν δύναμιν αὐτῆς τῇ τε τοῦ παντὸς καὶ τῇ τοῦ Ἄτλαντος. | |
17n | Ἔστι δέ τις ἀπορία περὶ τὰς κινήσεις τῶν τοῦ οὐρα‐ | |
18n | νοῦ μορίων. | |
19 | Δείξας ὅτι ἀδύνατόν ἐστι κινεῖσθαι τὸν οὐρανὸν ὑπὸ τοῦ Ἄτλαντος | |
20 | διὰ τοῦ δεῖξαι ὅτι ἀδύνατόν ἐστι τὴν τῆς γῆς ἰσχὺν ἴσην εἶναι τῇ τε τοῦ οὐρανοῦ καὶ τῇ τοῦ Ἄτλαντος, ἐπάγει ἔστι δέ τις ἀπορία περὶ τὰς κινή‐ σεις τῶν τοῦ οὐρανοῦ μορίων, λέγων νῦν οὐρανὸν τὸν σύμπαντα κόσμον, μόρια δὲ αὐτοῦ γῆν πῦρ καὶ τὰ θεῖα καὶ κυκλοφορητικὰ σώματα, κινήσεις δὲ τὰς ἀπὸ τῶν κατὰ φύσιν ἑκάστου τόπων μεταστάσεις. ἔστι δὲ τὸ ἀπο‐ | |
25 | ρούμενον, ἆρά γε εἴ τις εὑρεθείη δύναμις μείζων οὖσα τῆς τῆς γῆς δυνά‐ μεως, καθ’ ἣν ἠρεμεῖ, κινήσει αὐτὴν ἢ οὔ. ὅτι δὲ ἐνδέχεται εὑρεθῆναι μείζονα τῆς δυνάμεως τῆς γῆς, δῆλον. εἰ μὲν γὰρ ἦν ἡ γῆ ἄπειρος (τούτου γάρ ἐστι δηλωτικὸν τὸ καὶ ἡ ἰσχὺς δὲ ἀφ’ ἧς αὕτη ἡ δύναμις ὅτι οὐκ ἄπειρος) εἰ μὲν οὖν ἦν ἡ γῆ ἄπειρος, ἦν ἂν καὶ ἡ ἰσχὺς αὐτῆς ἡ βαρύ‐ | |
30 | της, δι’ ἣν οὐ κινεῖται, ἄπειρος, ἀπείρου δὲ οὔσης οὐκ ἂν εὑρέθη μείζων· | 109 |
110 | τῆς γὰρ ἀπείρου οὐδέν ἐστι μεῖζον· ἐπεὶ δὲ πεπέρασται (οὐδὲν γάρ ἐστιν ἐνεργείᾳ ἄπειρον, ὡς ἐν τῇ Φυσικῇ ἀκροάσει δέδεικται), τοῦ πεπερασμένου μεῖζον εὑρεθῆναι οὐδὲν κωλύει. ὥστε εἰ ταύτης, καὶ τῆς τῶν θείων καὶ κυκλοφορητικῶν σωμάτων δυνάμεως εὑρεθήσεταί | |
5 | τις δύναμις μείζων· πεπερασμένα γὰρ καὶ ταῦτα, ὡς ἐν τῇ Περὶ οὐρα‐ νοῦ δέδεικται. ταῦτα εἰπὼν ἐπάγει τὸν δ’ οὐρανὸν οἰόμεθα ἐξ ἀνάγκης ἄφθαρτον εἶναι, ὥσπερ καὶ τὴν φωνὴν ἀόρατον· συμβαίνει δὲ εἶναι αὐτὸν φθαρτόν, διὰ τὸ ἐνδέχεσθαι μείζω δύναμιν εὑρεθῆναι τῶν δυνάμεων, ἀφ’ ὧν αὐτός τε κινεῖται καὶ τὸ πῦρ, καὶ ἡ γῆ ἠρεμεῖ‘. ἐπεὶ δέ τις ἤμελλε | |
10 | λέγειν ὅτι ἄδηλόν ἐστιν, εἴπερ τις ὅλως ἐστὶ μείζων δύναμις τῶν δυνάμεων τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῶν λοιπῶν, ἐπήγαγεν εἰ μὲν οὖν εἰσιν ὑπερέχουσαι κινήσεις, τουτέστιν εἰ μὲν οὖν εἰσιν ὑπερέχουσαι δυνάμεις. ἔστι δὲ τὸ λεγόμενον ‘εἰ μὲν οὖν εἰσιν ἐκ τῶν ὄντων καὶ ὕπαρξιν ἐχόντων δυνάμεις τινὲς μείζους τῶν τοῦ οὐρανοῦ καὶ τῆς γῆς δυνάμεων, κινήσουσι | |
15 | νῦν ἢ αὔριον ἢ ὅλως ποτὲ καὶ φθεροῦσι τὸν κόσμον‘ (τὸ γὰρ ὑπ’ ἀλλή‐ λων ἴσον ἐστὶ τῷ ἡ μὲν γῆ ὑπὸ τῆς μείζονος ἰσχύος τῆς ἑαυτῆς δυνάμεως, καὶ ὁ οὐρανὸς ὑπὸ τῆς μείζονος τῆς ἑαυτοῦ)· ‘εἰ δὲ μή εἰσιν ὄντα αἱ μείζονες δυνάμεις, δύνανται δ’ ὅμως ποτὲ γενέσθαι‘ (ἄπειρον γὰρ οὐκ ἐνδέχεται, τουτέστιν οὐ γάρ εἰσιν ἄπειρα τὰ σώματα, ἵνα καὶ αἱ δυνάμεις | |
20 | αὐτῶν ἄπειροι ὦσιν, ἢ τὸ ἄπειρον γὰρ οὐκ ἐνδέχεται ἴσον ἐστὶ τῷ οὐδὲν γὰρ ἐνδεχόμενον γενέσθαι εἰς ἄπειρον ἔχει τὴν δύναμιν, ἀλλ’ ἔρχε‐ ταί ποτε εἰς ἐνέργειαν, ὡς ἐν τῇ Περὶ οὐρανοῦ δέδεικται· εἰ γὰρ ἐνδέχεται τὸ ὕδωρ γενέσθαι ἀέρα, κἂν γενήσεταί ποτε) ‘εἰ οὖν μή εἰσι μείζονες δυνάμεις τῶν τῆς γῆς καὶ τοῦ οὐρανοῦ δυνάμεων, δύνανται δ’ ὅμως γενέ‐ | |
25 | σθαι, ἐνδέχοιτ’ ἂν διαλυθῆναι τὸν οὐρανόν. τί γὰρ κωλύει φθαρῆναι, εἴπερ μὴ ἀδύνατον ἀλλ’ ἐνδεχόμενόν ἐστι φθαρῆναι τὸν οὐρανόν; οὐκ ἔστι δὲ ἀδύνατον, εἰ μὴ τὸ ἀντικείμενον ἀναγκαῖον. ὅταν γάρ ἐστι τόδε τι ἀναγκαῖον, τότε τὸ ἀντικείμενον αὐτῷ ἀδύνατόν ἐστι γενέσθαι, οἷον ἀναγ‐ καῖόν ἐστιν εἶναι τὸν ἄνθρωπον ζῷον, ἀδύνατον ἄρα εἶναι αὐτὸν μὴ ζῷον· | |
30 | ἀντίκειται δὲ τῷ μὴ ζῷον τὸ ζῷον. ὅταν δέ ἐστι τὸ ἀντικείμενον ἐνδεχό‐ μενον ἤτοι μὴ ἀναγκαῖον, καὶ τὸ ἀντικείμενον οὐκ ἀδύνατον ἀλλὰ δυνατόν, οἷον οὐκ ἔστιν ἀναγκαῖον βαδίζειν τὸν Σωκράτην, ὥστε τὸ μὴ βαδίζειν οὐκ | |
ἀδύνατον, ἀλλὰ δυνατόν· ἀντίκεινται γὰρ πάλιν τὸ βαδίζειν καὶ μὴ βαδίζειν. | 110 | |
111 | ὥστε ἂν οὐκ ἔστιν ἀναγκαῖον μὴ φθαρῆναι τὸν οὐρανόν, ἀλλ’ ἐνδεχόμενον, οὐδὲ τὸ φθαρῆναι ἀδύνατον ἔσται, ἀλλὰ δυνατόν‘. τὰ μὲν οὖν λεγόμενα τοιαῦτα. τὴν δ’ ἀπορίαν αὐτὸς μετ’ ὀλίγον ἐπιλύσεται. ὅτι δὲ οἰκεία ἐστὶ τοῖς εἰρημένοις, ὡς εἴρηται, ἐντεῦθεν δῆλον· ἐζήτει γὰρ ὅτι εἰ κινεῖ τὸν | |
5 | οὐρανὸν ὁ Ἄτλας, ἔσται ἡ τῆς γῆς δύναμις χωρὶς μείζων τῆς τοῦ Ἄτλαντος καὶ μείζων τῆς τοῦ οὐρανοῦ δυνάμεως· εἰ δὲ τοῦτο, τί κωλύει εἶναι καὶ μείζονα δύναμιν τῆς δυνάμεως τῆς γῆς. | |
8n | Ἄρα δὲ δεῖ τι ἀκίνητον εἶναι καὶ ἠρεμοῦν ἔξω τοῦ | |
9n | κινουμένου. | |
10 | Δείξας ὅτι εἰ μέλλει γίνεσθαι κίνησις, ἀνάγκη εἶναί τι ἠρεμοῦν, καὶ τοῦτο μηδὲν εἶναι μόριον τοῦ κινουμένου, καὶ μέλλων ζητεῖν, εἰ ἐνδέχεται καὶ ἐπὶ τῆς τοῦ οὐρανοῦ κινήσεως εἶναί τι ἀκίνητον, ἵνα κινῆται ὁ οὐρανός, πάλιν ἐπανέλαβε τὸν λόγον, καὶ ἐρωτήσας ἐπὶ τῶν ζῴων μεταβαίνει ἀπὸ τῶν ζῴων ἐπὶ τὸν οὐρανόν, καὶ κατὰ τὸ σιωπώμενον δοὺς ἡμῖν ἐννοεῖν ὅτι | |
15 | ἔστι τι ἐκτὸς τοῦ οὐρανοῦ πάντῃ πάντως ἀκίνητον ἐπήγαγεν ἴσως γὰρ ἂν δόξειεν ἄτοπον εἶναι, εἰ ἡ ἀρχὴ τῆς κινήσεως ἐντός. ὥσπερ γὰρ ἀδύ‐ νατόν ἐστι τὸ πλοῖον κινηθῆναι ὑπὸ τοῦ καθημένου εἰς τὴν πρύμναν, διὰ τὸ μέρος γίνεσθαι τὸν καθήμενον τοῦ πλοίου, οὕτω καὶ τὸν οὐρανὸν ἀδύνατον κινη‐ θῆναι ἐντὸς ὄντος τοῦ τῆς κινήσεως αἰτίου· μέρος γὰρ ἂν καὶ τοῦτο εἴη τοῦ | |
20 | παντὸς ἐντὸς ὂν αὐτοῦ. διὸ τοῖς ὑπολαμβάνουσι καὶ ἀποδεχομένοις ὅτι εἰ μέλλει κινεῖσθαι ὁ οὐρανός, ἀνάγκη πάντῃ πάντως εἶναί τι ἀκίνητον καὶ ἐκτὸς τοῦ οὐρανοῦ, δόξει καλῶς εἰρῆσθαι Ὁμήρῳ “ἀλλ’ οὐκ ἂν ἐρύσαιτ’ ἐξ οὐρανόθεν πεδίονδε”. ἔοικε γὰρ καὶ Ὅμηρος διὰ τὸ νομίζειν δεῖν εἶναί τι ἀκίνητον καὶ ἐκτὸς τοῦ οὐρανοῦ πεποιηκέναι τὸν Δία ταῦτα λέγοντα πρὸς | |
25 | τοὺς ἄλλους θεοὺς ὅτι “οὐκ ἂν δυνήσεσθέ ποτε πάντες οἱ θεοὶ καὶ πᾶσαι αἱ θέαιναι κατασπάσαι καὶ καταγαγεῖν με ἐξ οὐρανοῦ εἰς τὴν γῆν” τὸ γὰρ πρῶτον κινητικόν, δι’ οὗ κινεῖται ἡ ἀπλανής, πάντῃ ἀκίνητον ὂν οὐδεὶς ἂν κινήσειεν. ὥστε διὰ μὲν τοῦ εἰπεῖν “ἀλλ’ οὐκ ἂν ἐρύσαιτε” ἐδήλωσεν ὅτι πάντῃ ἐστὶν ἀκίνητον, διὰ δὲ τοῦ ἐπενεγκεῖν ὅτι “ἐξ οὐρανοῦ” ᾐνίξατο ὅτι | |
30 | ἐκτὸς τοῦ οὐρανοῦ. εἰ δ’ ἔστιν ἀκίνητον τὸ πρώτως κινοῦν, λύεται καὶ ἡ προσεχῶς ῥηθεῖσα ἀπορία, ἣν αὐτὸς πάλαι εἶπεν, ἡ λέγουσα πότερον ἐνδέχεται φθαρῆναι τὸν οὐρανὸν ἢ οὔ; τὸ γὰρ ὑπ’ ἀκινήτου κινούμενον | |
αἰτίου οὐδέποτε φθαρήσεται, ἕως ἂν μένῃ τὸ κινοῦν. τὸ δὲ τῆς λέξεως | 111 | |
112 | συνεχὲς τοιοῦτόν ἐστιν ‘ὅθεν, εἰ ἐξ ἀκινήτου ἤρτηται ἀρχῆς, λύεται καὶ ἡ πάλαι λεχθεῖσα ἀπορία, πότερον ἐνδέχεται‘ καὶ τὰ ἑξῆς. φέρεται καὶ ἄλλη γραφὴ ἡ διὰ τοῦ Δ ἔχουσα οὕτως ‘ὅθεν δύεται καὶ ἡ πάλαι λεχθεῖσα ἀπορία‘. καὶ εἴη ἂν τὸ λεγόμενον ‘ὅθεν, τουτέστι διὰ τὸ εἶναι ἄδηλον, | |
5 | εἴτε ἔστιν ἐκτὸς τοῦ οὐρανοῦ τι ἀκίνητον εἴτε μή, δύεται καὶ χώραν ἔχει καὶ εὑρίσκει τὸ ἀπορεῖν, πότερον ἐνδέχεται φθαρῆναι τὸν οὐρανὸν ἢ οὔ. εἰ δὲ ἦν δῆλον ὡς ἔστι τι ἐκτὸς τοῦ οὐρανοῦ ἀκίνητον, οὐκ ἂν εἰσεδύετο καὶ εἰσήρχετο καὶ χώραν εὕρισκεν ἡ τοιαύτη ἀπορία‘. σαφῶς δὲ τὰ ἑξῆς καταλέγει. τὸ δὲ ἀλλ’ ὑφ’ ὧν ταῦτα κινεῖται τοιοῦτόν ἐστιν· ‘ἢ ἐν μὲν | |
10 | τοῖς ἀψύχοις εἶναι καὶ ἐκτὸς καὶ ἐν αὐτοῖς ἠρεμοῦν οὐκ ἐνδέχεται ἀλλ’ ἐν τοῖς ζῴοις, ὑφ’ ὧν τὰ ἄψυχα κινεῖται· ὑπὸ γὰρ τῶν ζῴων τὰ ἄψυχα κινεῖ‐ ται‘. ἐν δὲ τῇ λέξει τῇ τῶν δὲ τοιούτων περὶ μὲν τῶν ζῴων εἴρη‐ ται τὸ τοιούτων περὶ πάντων ἁπλῶς τῶν κινουμένων εἴρηται καὶ ἐμψύ‐ χων καὶ ἀψύχων. ὅτι δὲ καὶ τὰ ζῷα καὶ εἰσπνέοντα καὶ ἐκπνέοντα πρὸς | |
15 | τὸ ἔξω ἀπερειδόμενα τοῦτο ποιεῖ, δῆλον τοῖς προσέχουσιν· ὅταν μὲν γὰρ ἠρεμῶμεν, καὶ πάντῃ προδήλως, ἀλλὰ καὶ ὅταν βαδίζωμεν, εἴπερ ἐξ ἠρε‐ μίας καὶ κινήσεως ἡ βάδισις γίνεται καὶ πᾶσα ἡ κατὰ τόπον μεταβολή, ὡς ἐν τῷ Περὶ ζῴων μορίων δέδεικται. κἄν τις δὲ προσέχῃ, γνώσεται ἑαυ‐ τὸν ἐν ταῖς ἐκπνοαῖς καὶ εἰσπνοαῖς ἀπερειδόμενον ὡς πέφυκε τότε γίνεσθαι | |
20 | ἡ ἀπέρεισις. δῆλον δὲ καὶ ὅτι ὅταν μέγα βάρος ῥῖψαι βουληθῶμεν, ἀπε‐ ρειδόμεθα, ἀλλὰ καὶ ὅταν πτύσαι καὶ βῆξαι. | |
22n | Πότερον δὲ ἐν τῷ αὑτὸ κινοῦντι κατὰ τόπον μόνῳ δεῖ | |
23n | τι μένειν, ἢ καὶ ἐν τῷ ἀλλοιουμένῳ αὐτῷ ὑφ’ αὑτοῦ καὶ αὐξα‐ | |
24n | νομένῳ; | |
25 | Οὐκ ἀλλοιοῦται οὐδ’ αὔξεται ὑφ’ αὑτῶν τὰ κατὰ γαστρὸς ὄντα· ὑπὸ τῆς μητρὸς γὰρ ὡς μέρη αὐτῆς τότε καὶ αὔξεται καὶ ἀλλοιοῦται τὰ ἔμβρυα· ὑφ’ αὑτῶν δὲ ἀλλοιοῦται καὶ αὔξεται ἐκτός. ἀλλοίωσιν δὲ νῦν ἀκουστέον καὶ τὴν ἡδονὴν καὶ τὸν θυμὸν καὶ τὰς ἄλλας ἁπάσας· ἀλλοιούμεθα γὰρ καὶ ὑπὸ τοῦ περιέχοντος, ἀλλὰ καὶ ὑφ’ αὑτῶν, τινὸς ἐντὸς γινομένης κινή‐ | |
30 | σεως. γένεσιν δὲ ἐξ ἀρχῆς λέγει καὶ φθορὰν τὴν ἐξ ἀρχῆς ἐν τῇ μήτρᾳ | 112 |
113 | σύστασιν· περὶ γὰρ ταύτης νῦν παραιτεῖται ζητεῖν. ἀπορήσας οὖν εἰ ἐνδέ‐ χεται εἶναί τι καὶ ἐπὶ τῶν αὐξανομένων καὶ ἐπὶ τῶν ἀλλοιουμένων ἠρε‐ μοῦν ὥσπερ καὶ ἐπὶ τῶν κινουμένων κατὰ τόπον, ἐπάγει εἰ γάρ ἐστιν ἥνπερ φαμὲν πρώτην κίνησιν γενέσεως καὶ φθορᾶς, πρώτην κίνησιν | |
5 | λέγων τὴν κατὰ τόπον μεταβολήν· αὕτη γὰρ ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροά‐ σεως δέδεικται πρώτη τῶν ἄλλων, καὶ ταύτης ἡ κύκλῳ. ἔστι δὲ τὸ λεγό‐ μενον ‘εἰ μὲν οὖν ἔστιν ἡ κατὰ τόπον κίνησις προτέρα γενέσεως καὶ ἀλλοι‐ ώσεως, αὗται δὲ αὐξήσεως, καὶ χωρὶς τῆς κατὰ τόπον κινήσεως οὐκ ἐνδέ‐ χεται οὔτε γένεσιν οὔτε ἄλλην τινὰ γενέσθαι μεταβολήν, ἡ δὲ κατὰ τόπον | |
10 | κίνησις χωρὶς ἠρεμοῦντός τινος γενέσθαι οὐ δύναται, οὐδὲ αὗται χωρὶς ἠρεμοῦντος γενήσονται‘. εἰ δὲ μή, οὐκ ἀνάγκη, τουτέστιν εἰ δὲ μὴ ἔστιν ἡ κατὰ τόπον μεταβολὴ προτέρα τῶν ἄλλων, οὐκ ἀνάγκη εἶναί τι τῶν ἀλλοιουμένων καὶ αὐξανομένων ὑφ’ αὑτῶν ἠρεμοῦν. ἀλλὰ μήν, ὡς δέδεικται, ἔστι προτέρα· ἔστιν ἄρα καὶ ἐπὶ τούτων ἠρεμοῦν τι. ὅτι δὲ ἡ | |
15 | κατὰ τόπον, ἥτις εἰς τὴν κύκλῳ καὶ εἰς τὴν ἐπ’ εὐθείας διαιρεῖται, πρώτη καὶ ἐν τῷ παντὶ καὶ ἐν τοῖς ζῴοις, δέδεικται. τελειωθέντα γὰρ τὰ ζῷα πρῶτον μεταβάλλει κατὰ τόπον καὶ οὕτως ὀχεύει· ἀλλὰ καὶ ὅτε θηλάζει προηγεῖται ἡ κατὰ τόπον κίνησις. ἀλλὰ καὶ τοῦ αἵματος πρῶτον ἄνω καὶ κάτω κινηθέντος οὕτως ἕπεται ἡ πρόσκρισις, καὶ οὕτως ἡ αὔξησις. ὅταν | |
20 | δὲ λέγῃ ὅτι πρότερόν ἐστι τὸ κινοῦν τοῦ κινουμένου, οὐκ ἐπὶ παντὸς κινοῦν‐ τος καὶ κινουμένου ἀκούειν δεῖ, ἀλλ’ ἐπί τινων. τί δὲ διαφέρει φαντασία καὶ νοῦς καὶ ὄρεξις, εἴρηται ἐν τῷ Περὶ ψυχῆς. καὶ ἐπεὶ ἡ προαίρεσις κίνησις διανοίας καὶ ὀρέξεως, ἔσται καί τι διανοητὸν προαιρετόν· οὐ γὰρ πᾶν διανοητόν. τὰ γὰρ μαθήματα διανοητὰ μέν, οὐ προαιρετὰ δέ, ἀλλ’ | |
25 | ὅσων διανοητῶν ἐστι τὸ τέλος πρακτόν, ὡς ἐπὶ τῶν τεχναστῶν καὶ ἄλλων τινῶν, τούτων καὶ τὸ τέλος προαιρετόν. τοῦτο γὰρ τὸ τῶν πρακτῶν τέλος ἀπὸ πάντων τῶν ἀγαθῶν ἐστι τὸ κινοῦν τὸ ζῷον, ἀλλ’ οὐ πᾶν τὸ καλόν. ἡ γὰρ γνῶσις τῶν ὄντων ᾗ ὄντα, καλὸν οὖσα, ἠρεμίας μᾶλλον ἀλλ’ οὐ κινήσεώς ἐστιν αἰτία, ὡς ἐν τῷ δευτέρῳ Περὶ ψυχῆς εἴρηται, ὅτε τὸν | |
30 | Πλάτωνα ἤλεγχε λέγοντα τὴν ψυχὴν αὐτοκίνητον. κινεῖ οὖν τὸ ὡς πρακτὸν ἀγαθὸν τὸ ζῷον, ᾗ ἐστιν ἄλλα τούτου ἕνεκεν, καὶ ᾗ τέλος ἐστὶ τῶν ἄλλου | |
τινὸς ἕνεκα ὄντων. πάντα γὰρ τὰ πρὸ τοῦ τέλους ἕνεκα τοῦ τέλους ἐστίν. | 113 | |
114(1n) | Ὥστε δῆλον ὡς ἔστι μὲν ᾗ ὁμοίως κινεῖται τὸ ἀεὶ | |
2n | κινούμενον. | |
3 | Τὸ ἔστι μὲν ᾗ ὁμοίως κινεῖται ἴσον ἐστὶ τῷ τρόπον μέν τινα ὁμοίως κινεῖται ὁ οὐρανὸς ὑπὸ τοῦ πρώτου κινητικοῦ καὶ τὰ ζῷα ὑπὸ | |
5 | τοῦ ὀρεκτοῦ· τοῦτο γὰρ κινεῖ τὴν ὀρεκτικὴν καὶ ὁρμητικὴν τῆς ψυχῆς δύναμιν, ἥτις κινεῖ τὰ ζῷα· ἔστι δ’ ᾗ ἄλλως, τουτέστι τρόπον δέ τινα ἀνομοίως, ὁμοίως μὲν διότι καὶ τὸ κινοῦν τὸν οὐρανὸν καὶ τὸ κινοῦν τὰ ζῷα ὡς ἐφετὰ κινοῦσιν, ἀνομοίως δὲ διότι τὸ μὲν ἀεὶ κινεῖ τὸν οὐρανόν, τὸ δὲ οὐκ ἀεὶ τὰ ζῷα. τὸ δὲ ἀίδιον καλὸν καὶ τὸ ἀληθῶς καὶ τὸ | |
10 | πρώτως ἀγαθόν. τὸ δέ ἀντὶ τοῦ γάρ, ἵν’ ᾖ ‘τὸ γὰρ ἀίδιον καλόν‘· εἰπὼν γὰρ ὅτι τὸ πρώτως κινοῦν ἀεὶ κινεῖ, ἐπήγαγε τὸ γὰρ ἀίδιον καλὸν καὶ τὸ πρώτως καὶ ἀληθῶς ἀγαθὸν καὶ μὴ ποτὲ μὲν ποτὲ δ’ οὔ, ὥσπερ τὰ παρ’ ἡμῖν ἀγαθά (ταῦτα γὰρ οὐκ ἀεὶ ἀγαθά) θειότερον καὶ τιμιώτερον ἢ ὥστ’ εἶναι πρότερον· τουτέστιν οὕτως ἐστὶ θειότερον, ὥστε μὴ ἔχειν αὐτοῦ | |
15 | πρότερόν τι κατὰ τὸ τίμιον· πάντων γὰρ τιμιώτερον τὸ τοιοῦτον. ὥστε τὰ μὲν παρ’ ἡμῖν, διὰ τὸ ποτὲ μὲν εἶναι ἀγαθὰ ποτὲ δὲ μή, καὶ ποτὲ μὲν κινεῖ ποτὲ δὲ οὐ κινεῖ, ἐκεῖνο δὲ ἀεὶ ὂν ἀγαθὸν ἀεὶ κινήσει. τελευταῖον δὲ τῶν κινουμένων λέγει τὸ ζῷον, ὅπερ κινεῖ ἡ ὄρεξις καὶ αὐτὴ κινου‐ μένη, κινουμένη δὲ οὐ κατὰ τόπον (δέδεικται γὰρ ὅτι ἡ ψυχὴ πάντῃ ἀκίνη‐ | |
20 | τός ἐστιν) ἀλλ’ ὡς ἀγομένη ἀπὸ ἀνενεργησίας εἰς ἐνέργειαν. εὐλόγως δ’ ἐστὶ φορὰ ὑστέρα τῆς ὀρέξεως· προτέρα γὰρ ἡ ὄρεξις κινεῖται, καὶ οὕτω τὸ ζῷον φέρεται. ἀλλὰ ταῦτα μὲν οὕτως. τίσι δὲ ὀργάνοις χρω‐ μένη κινεῖ τὸ ζῷον ἡ ψυχή, καὶ ὅλως πῶς κινεῖ οὐ κινουμένη, εἴρηται ὅτε περὶ ὁρμῆς καὶ τῆς ὁρμητικῆς δυνάμεως ὁ λόγος ἦν. διὸ ἐξ ἐκείνου | |
25 | τοῦ βιβλίου τὴν πᾶσαν τοῦ Ἀριστοτέλους διάνοιαν ἀναλέγεσθαι χρὴ τῷ βουλομένῳ τῆς ἀληθείας ἐπιτυγχάνειν· ὅμως καὶ νῦν ὀλίγα τῶν ἐκεῖσε παραγράψομεν. εἴρηται πρῶτον ὅτι τοῦ ὀρεκτικοῦ τε καὶ ὁρμητικοῦ αἱ δυνάμεις πλείους εἰσί, τελευταῖον δὲ ὅτι καὶ τῶν γνωστικῶν τε καὶ κριτικῶν δυνάμεών ἐστι διαφορά. ἡ μὲν γάρ τίς ἐστι δύναμις | |
30 | ὑπηρετικὴ κριτική (τοιαύτη γὰρ ἥ τε αἴσθησις καὶ ἡ φαντασία), τὸ δέ | |
τι τῆς ψυχῆς ἡγεμονικόν ἐστι κριτικόν· τοιοῦτον γὰρ τὸ λογιστικόν, ὃ | 114 | |
115 | διανοητικόν τέ ἐστι καὶ νοητικόν. τὸ γὰρ αἰσθητικὸν ἐπὶ τὸ διανοητικὸν ἔχει τὴν ἀναφορὰν ἐν ὅσοις ἐστὶν ἄμφω, ὅπως εἰσαγγέλλῃ καὶ μηνύῃ τὰς τῶν αἰσθητῶν αὐτῷ διαφοράς. ὡς δὲ ἐν τῷ κριτικῷ τὸ μέν ἐστιν ἡγε‐ μονικόν, τὸ δὲ ὑπηρετικόν, οὕτως ἐστὶ καὶ ἐν τῷ πρακτικῷ τὸ μὲν ἡγεμονικόν, | |
5 | ὃ ὁρμητικόν τε καὶ ὀρεκτικὸν καλοῦμεν, τὸ δέ τί ἐστιν ἐν τοῖς νεύροις ὡς ὑπη‐ ρετικόν, ὃ καὶ νευροσπαστικὸν καλοῦμεν. δύναμις γάρ ἐστι καὶ ἐν τοῖς νεύροις, καθ’ ἣν ὑπηρετεῖται τὸ σῶμα ταῖς καθ’ ὁρμὴν ἐνεργείαις. ἐπεὶ γὰρ τὰ κατ’ ὄρεξιν πραττόμενα πάθους τινὸς ἐγγινομένου πράττεται, ὧν παθῶν τὰ μὲν ἀνίησί τε τὸ σῶμα καὶ αὔξην αὐτοῖς ἐμποιεῖ διὰ θερμότητα εὔκρατον, | |
10 | τὰ δὲ καταψύχει τε καὶ συστέλλει (αἱ γὰρ φαντασίαι καὶ αἱ αἰσθήσεις καὶ αἱ ἔννοιαι τῶν πραγμάτων καθ’ ὁμοίωσιν αὐτῶν γινόμεναι ὡς ἐπὶ παροῦσιν ἐκείνοις ἢ ἀνιᾶσι τὸ σῶμα ἢ συστέλλεσθαί τε καὶ φρίττειν ποιοῦσιν) ὧν γινομένων συστολῶν τε καὶ ἐκτάσεων περὶ τὸ σύμφυτον πνεῦμα, καὶ ἀπὸ τούτου διαδιδομένων ἐπὶ τὰ νεῦρα, κινεῖσθαι ταῦτα δύναται τὰς καθ’ ὁρμὴν | |
15 | ἐνεργείας, τὴν ἀρχὴν τῆς κινήσεως ἀπὸ τῆς ὀρέξεως λαμβάνοντα. μικρὰ γὰρ μεταβολὴ περὶ τὴν ἀρχὴν γινομένη μεγάλων καὶ πολλῶν διαφορῶν αἰτία γίνεται. τοῦ γὰρ οἴακος ἀκαριαῖον μεθισταμένου πολλὴ ἡ τῆς πρώρας γίνεται μετάστασις· καὶ περὶ τὴν καρδίαν ἤδη καὶ τὸ πνεῦμα τὸ ἐν αὐτῇ ὅταν ἀλλοίωσίς τις γένηται δι’ αἰσθήσεις τινῶν ἢ νοήσεις, αἷς ἕπεταί τις | |
20 | κίνησις καὶ πάθος, εἰ καὶ ἐν ἀναισθήτῳ μορίῳ γένοιτο ἡ τοιαύτη τροπή, τῷ ἀρχὴν τοῦ ζῴου τὴν καρδίαν εἶναι πολλὴν ποιεῖται τοῦ σώματος παντὸς διαφορὰν ἐρυθήμασιν, ὠχρότησι, θερμότησιν, ψύχεσι, φρίκαις τε καὶ τρόμοις. ἀρχὴ μὲν οὖν τῆς κινήσεως τὸ ἐν τῷ πρακτῷ διωκτόν τε καὶ φευκτόν. ἔστι γὰρ ὁρμὴ κίνησις ἐμψύχοις γινομένη κατὰ φαντασίαν διωκτοῦ ἢ φευ‐ | |
25 | κτοῦ. κινεῖ δὲ ἡ ὁρμητική τε καὶ ὀρεκτικὴ ψυχὴ τὸ ζῷον οὐκ αὐτὴ κινουμένη, ὡς ἐν ἐκείνοις εἴρηται· ἀκίνητος γὰρ καθ’ αὑτὴν πᾶσα ἐντελέ‐ χεια, ἡ ψυχὴ δὲ ἐδείχθη οὖσα ἐντελέχεια. διὸ οὐδὲ κυρίως λέγεται κινεῖ‐ σθαι τὸ σῶμα ὑπὸ τῆς ψυχῆς (τοῦτο γὰρ λέγεται ἐφ’ ὧν κεχώρισται τὸ κινοῦν καὶ τὸ κινούμενον, ὡς οἱ βοῦς οἱ κινοῦντες τὴν ἅμαξαν) ἀλλ’ ἐπεὶ | |
30 | κοινότερον λέγεται ὑπό τινος κινεῖσθαι καὶ τὸ κατ’ αὐτὸ κινούμενον (οὕτω γὰρ ὁ τεχνίτης ὑπὸ τῆς τέχνης, ὅτι κατ’ αὐτήν, καὶ οὕτως ὑπὸ τῆς κουφό‐ τητος τὸ πῦρ, ὅτι κατ’ αὐτήν) οὕτω λέγεται τὸ ζῷον ὑπὸ τῆς ψυχῆς κινεῖ‐ | |
σθαι, ὅτι κατ’ αὐτήν· κατὰ γὰρ τὸ ἔμψυχον εἶναι ἡ τοιάδε αὐτῷ κίνησις | 115 | |
116 | γίνεται, οὐ κατὰ τὸ βαρὺ ἢ κοῦφον, ἢ λευκὸν ἢ μέλαν, ἢ θερμὸν ἢ ψυχρόν. αἰσθάνεται μὲν οὖν τὸ ζῷον καὶ νοεῖ καὶ βαδίζει κατὰ τὴν ψυχήν, οὐ μὴν τῆς ψυχῆς αὐτῆς καθ’ αὑτήν, ἵνα κινήσῃ, κινουμένης. ὥσπερ γὰρ κατὰ τὴν ὀρχηστικὴν κινεῖται ὁ ὀρχηστὴς καὶ κατὰ τὰς τέχνας οἱ τεχνῖται, καί εἰσιν | |
5 | αὐτοῖς αὗται τῆς τοιᾶσδε κινήσεως αἴτιαι, αὐταὶ μὴ κινούμεναι (οὔτε γὰρ αἱ τέχναι οὔτε ἡ ὀρχηστικὴ κινοῦνται) οὕτω καὶ τὰ ἔμψυχα κατὰ τὴν ψυχὴν κινεῖται μὴ κινουμένης αὐτῆς. ἔστι δὲ ἡ ὁρμητικὴ καὶ ὀρεκτικὴ δύναμις τῆς ψυχῆς καθ’ ἣν τὰ ζῷα κινεῖται· αὕτη γὰρ τοῖς ζῴοις τῆς οἰκείας κινήσεως αἰτία. καὶ ἔστιν ἐν ἡμῖν ἡ ψυχὴ οὐχ ὡς ἐρέτης ἐν τῇ | |
10 | νηί, ἀλλ’ ὡς εἶδός τι καὶ τελειότης, ὡς ἐν τῷ Περὶ ὁρμῆς τε καὶ τῆς ὁρμητικῆς δυνάμεως λόγῳ εἴρηται. ἀλλὰ ταῦτα μὲν εἴληπται ἱκανῶς πρὸς σαφήνειαν τῶν μελλόντων λέγεσθαι· τὰ δὲ πλείονα τούτων ὁ βουλό‐ μενος θεωρεῖν ἐντυγχανέτω τῷ Περὶ ὁρμῆς λόγῳ. ἐπὶ δὲ τὰ ἑξῆς τοῦ Ἀριστοτέλους ἴωμεν. | |
15n | Πῶς δὲ νοῶν ὁτὲ μὲν πράττει ὁτὲ δ’ οὐ πράττει, καὶ | |
16n | κινεῖται, ποτὲ δ’ οὐ κινεῖται. | |
17 | Ἐπειδὴ ποτὲ μὲν νοοῦντες κινούμεθα ἐπὶ πρᾶξιν, ποτὲ δὲ νοοῦμεν μέν, οὐ κινούμεθα δέ, ἀλλὰ καὶ μάλιστα ἡ τοιαύτη νόησις αἰτία ἠρεμίας γίνεται, τὸ αἴτιον τοῦ ποτὲ μὲν κινεῖσθαι ποτὲ δὲ μὴ κινεῖσθαι διὰ τούτων | |
20 | ἐπάγει, καί φησιν ὅτι ὅταν τὸ νοηθὲν πρακτόν ἐστι κινούμεθα, ὅταν δὲ οὐ πρακτὸν ἀλλ’ ἐπιστημονικόν, καὶ ὅλως ἡ νόησις αὐτοῦ θεωρία μόνον, οὐ κινούμεθα. ἀκίνητα δὲ λέγει τὰ μαθηματικά. ἀλλ’ ἐπὶ μὲν τῶν ἀκινήτων γνῶσις μόνον τὸ τέλος, καὶ διὰ τοῦτο οὐ κινούμεθα· ὅταν γὰρ νοήσῃ τὰς δύο προτάσεις, ἐπάγει τὸ συμπέρασμα καὶ πλέον οὐδέν· ἐνταῦθα δὲ ἐπὶ | |
25 | τῶν πρακτῶν τὸ συμπέρασμα γίνεται πρᾶξις. καὶ τίθησι τοῦ συλλογισμοῦ οὗ τὸ συμπέρασμα πρᾶξις, σαφῆ παραδείγματα λέγων ‘ὅταν γὰρ νοήσῃ παντὶ βαδιστέον ἀνθρώπῳ‘ καὶ τὰ ἑξῆς. τὸ δὲ ἂν μή τι κωλύῃ ἢ ἀναγ‐ κάζῃ, ἐκ παραλλήλου κεῖται· τὸ γὰρ κωλῦον ἀναγκάζει ἡμᾶς μὴ ποιῆσαι ἐκεῖνο, οὗπέρ ἐστι κωλυτικόν. ἐπὶ δὲ τοῦ ἑτέρου συλλογισμοῦ ἐλάττων | |
30 | μέν ἐστι πρότασις τὸ σκεπάσματος δέομαι, μείζων δὲ τὸ τὸ δὲ ἱμά‐ τιον σκέπασμα. τὸ δὲ πράττει δὲ ἀπ’ ἀρχῆς ἴσον ἐστὶ τῷ τῆς δὲ πράξεως ἀρχήν τινα ποιεῖται, ἐπὶ μὲν ἱματίου τὰ ἔρια ἢ τὸ νόμισμα, ἐπὶ | |
δὲ οἰκίας λίθους. προτάσεις δὲ ποιητικὰς λέγει καθ’ ἃς συλλογιζόμενοι | 116 | |
117 | πράττομέν τι. αὗται δὲ διὰ δύο εἰδῶν περαιοῦνται· ὅταν γὰρ ἀγαθὸν ἢ φαινόμενον ἀγαθὸν καὶ προσέτι δυνατὸν εἶναι συλλογισώμεθα, εὐθὺ πράτ‐ τομεν. καὶ ὥσπερ, φησίν, ἐπὶ τῶν ἐρωτώντων ἔνιοι τὴν μὲν δήλην πρό‐ τασιν παραλιμπάνουσι, προτείνουσι δὲ τὴν λοιπήν, οὕτω καὶ ἐπὶ τῶν πρα‐ | |
5 | κτῶν, οἷον τὸ ὅτι μὲν βαδίζειν ἀγαθὸν προτείνει καὶ σκοπεῖ εἰ ἀγαθόν, τὴν δὲ ὅτι ἐγὼ ἄνθρωπος οὐ προτείνει ὡς δήλην. διὸ καὶ ὅσα μὴ λογισά‐ μενοι πράττομεν, ταχὺ πράττομεν· οὐ γὰρ συλλογιζόμεθα, ἵνα ἐνδιατρίψωμεν καὶ ὅλως ἐμβραδύνωμεν συλλογιζόμενοι· ὅταν δὲ ἐνεργήσῃ τὰ ζῷα ἢ τῇ αἰσθήσει ἢ τῷ νῷ, εὐθὺς ἐπὶ τὴν πρᾶξιν ὁρμῶμεν οὗ ὀρεγόμεθα. ὅτι δὲ | |
10 | ἡ ὄρεξις ἐσχάτη, δῆλον· πρῶτον μὲν γὰρ ἡ αἴσθησις ἢ ἡ φαντασία κινεῖ‐ ται, καὶ οὕτως ἡ ὄρεξις. ἐν δὲ τῇ λέξει τῇ τῆς μὲν ἐσχάτης αἰτίας τοῦ κινεῖσθαι ὀρέξεως οὔσης τὸ ἐσχάτης ἀντὶ τοῦ κυρίας εἴληπται· οὐδὲν γὰρ ὄφελος πρὸς τὸ κινηθῆναι τὸ αἰσθέσθαι ἢ νοῆσαι, εἰ μὴ καὶ ὄρεξις ἐπακολουθήσει. ὅτι δὲ τὰ πραττόμενα δι’ ὄρεξιν θυμοῦ καὶ ἐπιθυ‐ | |
15 | μίας καὶ βουλήσεως πράττεται, εἴρηται. ὁμοίως δὲ καὶ τί διαφέρει βού‐ λησις θυμοῦ καὶ ἐπιθυμίας καὶ ὅλως ὀρέξεως, εἴρηται ταῦτα πάντα ἐν τῷ Περὶ ὁρμῆς. | |
18n | Ὥσπερ δὲ τὰ αὐτόματα κινεῖται μικρᾶς κινήσεως γινο‐ | |
19n | μένης, λυομένων τῶν στρεβλῶν. | |
20 | Αὐτόματα λέγει τὰ ὑπὸ τῶν θαυματοποιῶν ἐν τοῖς γάμοις καὶ ἐν ἄλλοις τισὶ γινόμενα. λύσαντες γὰρ οὗτοι τὴν ἀρχὴν τῶν στρεβλῶν, εὐθὺς κρούσασα τὴν ἐφεξῆς λύει αὐτήν, καὶ αὕτη τὴν ἐφεξῆς, ἕως ἂν εἰς τὰ ξύλινα εἴδωλα φθάσασα ἡ κίνησις κινήσῃ αὐτά, ὥστε δοκεῖν τοῖς μὴ εἰδόσι τὴν τῶν στρεβλῶν κατασκευὴν ὑφ’ αὑτῶν κινεῖσθαι. οὕτω καὶ τοῦ ἐν τῇ | |
25 | καρδίᾳ πνεύματος κινηθέντος ὑπὸ τῆς ὀρέξεως, κινεῖ τὰ ἐχόμενα νεῦρα, καὶ ἐκεῖνα πάλιν τὰ ἐχόμενα, ἕως ἂν εἰς τὰ ὀργανικὰ μέρη χεῖρας καὶ πόδας φθάσασα ἡ κίνησις κινήσῃ τὸ ζῷον. ὅτι δὲ ἐν τοῖς ἁμαξίοις τοῖς τετρατρόχοις (ἐπὶ τούτων γὰρ τὸν λόγον ποιεῖται) ὁ ἐλάττων ὥσπερ κέν‐ τρον ἠρεμοῦν γίνεται, ἀνάλογος ὢν τῷ ἠρεμοῦντι ὠλεκράνῳ, δῆλον τοῖς | |
30 | ἀκριβῶς προσέχουσιν. ἐπειδὴ γὰρ μέγας ἐστίν, μᾶλλον δὲ μεγάλοι οἱ ὄπισθεν, οἱ δὲ ἔμπροσθεν οἱ πρὸς τοῖς βουσὶν ὄντες μικροί, ἀνάγκη ἵστα‐ σθαι τοὺς ἐλάττονας ἐν τῇ περιφορᾷ, ἵνα κινηθῶσιν οἱ μείζονες. ἐπεὶ γὰρ ἐν τῷ αὐτῷ καὶ ἴσῳ χρόνῳ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκαθίστανται | |
οἵ τε ἐλάττονες καὶ οἱ μείζονες, δῆλον ὅτι ἡ τοῦ μείζονος κίνησις μείζων | 117 | |
118 | ἐστὶ καὶ ταχυτέρα, ἡ δὲ τοῦ ἐλάττονος βραδυτέρα. τὸ δὲ βραδύτερον τῇ τοῦ ἐναντίου μίξει ἐστὶ βραδύτερον, ἐναντία δὲ ἡ ἠρεμία τῇ κινήσει· ὥστε ἠρεμεῖ ὁ ἐλάττων βραδύτερον κινούμενος, εἰ καὶ λανθάνει ἡμᾶς μὴ βουλο‐ μένους διαπονεῖν περὶ τὸ τὰ τοιαῦτα βλέπειν. φέρε γὰρ λόγου χάριν (τὴν γὰρ | |
5 | ἀκρίβειαν ἐν τούτοις οὐ ζητητέον· σαφηνείας γὰρ μόνον τῶν λεγομένων, ἀλλ’ οὐχ ὁμοιότητος ἕνεκα τὸ ὑπόδειγμα παράγεται) φέρε οὖν λόγου χάριν εἰπεῖν ὅτι ὥσπερ ὁ πόλος πρὸς τὸν ἰσημερινὸν ἢ καὶ ἁπλῶς πρὸς ἅπαντας τοὺς ὑπὸ τῶν ἀστέρων γραφομένους κύκλους ἔχει, οὕτω καὶ οἱ ἐλάττονες τροχοὶ πρὸς τοὺς μείζονας. ἀλλὰ ταῦτα μὲν οὕτως ἡμᾶς δὲ καλῶς ἔχει | |
10 | εἰδέναι ὅτι τὸ τῶν αὐτομάτων ὑπόδειγμα εἴληπται ὡς ἀνάλογον τοῖς ἐν ἡμῖν νεύροις, τὸ δὲ τοῦ ἁμαξίου διὰ δύο λόγους μόνους καὶ οὐκέτι δι’ ἄλλο τι, δι’ ἕνα μὲν λόγον ὡς ἀναλογίαν ἔχοντα τὰ ξύλα πρὸς τὰ ὀστᾶ, δι’ ἄλλον δὲ ὅτι ὡς ἐνταῦθα οἱ ἐλάττονες τροχοὶ ὥσπερ κέντρον ἀκίνητον γίνονται, οὕτω καὶ ἐν τῷ ζῴῳ αἱ καμπαί· καὶ γὰρ ἐν ταῖς καμπαῖς, ὡς | |
15 | πολλάκις εἴρηται, τὸ μὲν κινεῖται, τὸ δὲ ἠρεμεῖ. ἡ μὲν οὖν τῶν λεγομέ‐ νων διάνοια, οἶμαι, τοιαύτη. ἐν δὲ τῇ λέξει τῇ καὶ τὸ ἁμάξιον ὅπερ αὐτὸ ὀχούμενον κινεῖ εἰς εὐθὺ τοιοῦτόν ἐστι ‘τὸ ἁμάξιον εἰς εὐθὺ κινεῖ τὸ φερόμενον ὑπ’ αὐτοῦ‘· ὀχούμενον γὰρ τὸ φερόμενον ὑπὸ τοῦ ἁμα‐ ξίου εἶπεν. εἰ γὰρ καὶ κύκλῳ κινοῦνται οἱ τροχοί, ἀλλ’ οὖν τὸ ὀχούμενον | |
20 | καὶ φερόμενον βάρος εἰς εὐθὺ κινοῦσιν. ἀλλὰ τοῦτο μέν, εἰ μὴ πλανῶμαι, οὐδεμίαν εἰκόνα τῆς ὑφ’ ἡμῶν γινομένης κινήσεως σώζει· τὸ δ’ ἐφεξῆς, τοῦτο δ’ ἐστὶ τὸ τῷ ἀνίσους ἔχειν τοὺς τροχούς· ὁ γὰρ ἐλάττων ὥσπερ κέντρον γίνεται καὶ πάμπαν ἔχει πολλὴν ὁμοιότητα πρὸς τὴν ὑφ’ ἡμῶν γινομένην κίνησιν. ὡς γὰρ ἐν τούτοις ἱσταμένων τῶν ἐλαττόνων | |
25 | τροχῶν, ὡς πέφυκε γίνεσθαι ἡ στάσις, γίνεται ἡ τῶν μειζόνων περιαγωγὴ ἢ μᾶλλον ἡ κυκλικὴ κίνησις (ἡ γὰρ περιαγωγὴ κυρίως τῆς σφαίρας ἐστίν) οὕτω καὶ ἐφ’ ἡμῖν τὰ μὲν κινοῦνται ἐν τῇ κατὰ τόπον μεταβολῇ, τὰ δὲ ἵστανται. ἀνίσους δὲ ποιοῦσι τοὺς ἔμπροσθεν τροχούς, οὓς αὐτὸς ἐντὸς εἶπεν, ἵνα ὥσπερ ὑπερκειμένων τῶν ὄπισθεν καὶ ὠθούντων τοὺς πρόσθεν | |
30 | γίνηται ταχεῖα ἡ κίνησις. τὸ δὲ καθάπερ ἐν τοῖς κυλίνδροις εἶπε διὰ τὸ ὡς ἔοικε κἀκείνους τροχωτοὺς ποιεῖν, ὥσπερ καὶ νῦν τὰ ἐκ κυλίνδρων ἁμαξίδια τὰ τετράτροχα, ἅπερ ἕλκουσιν οἱ παῖδες παίζοντες χαρίεντα ἰδεῖν διὰ τὸ περιτιθέμενον αὐτοῖς κάλλος ὑπὸ τῶν ζωγράφων. σίδηρον δὲ ἐν τῷ | |
τροχῷ λέγει τὸν ἐν τῇ περιφερείᾳ τῶν τροχῶν περικείμενον, κύκλον καὶ | 118 | |
119 | αὐτὸν ὄντα. ἀλλ’ ἐπεὶ ἐν τῷ περὶ τὴν καρδίαν πνεύματι καὶ τοῖς νεύ‐ ροις συστολαί τινες γίνονται καὶ ἐκτάσεις καὶ ὅλως ἀλλοιώσεις, ἐν δὲ τοῖς ἁμαξίοις καὶ τοῖς αὐτομάτοις οὐ γίνονται, προσδιορίζεται καὶ περὶ τούτου λέγων ἐν μὲν οὖν τοῖς αὐτομάτοις καὶ τοῖς ἁμαξίοις οὐκ ἔστιν | |
5 | ἀλλοίωσις, δυνάμει τοῦτο λέγων ὅτι κἂν καὶ ἐν τούτοις ἐγίνετο ἀλλοίωσις, ἡ αὐτὴ ἂν ἐπετελεῖτο κίνησις, ἥτις καὶ νῦν γίνεται μὴ ἀλλοιουμένων. ὅτι δὲ καὶ τὰ νεῦρα ἡμῶν καὶ τὰ μόρια αὔξονται ἤτοι ἐκτείνονται καὶ ὅλως μείζονα γίνονται ἐν ταῖς ἡδοναῖς ὑπὸ τῆς τότε γινομένης εὐκράτου θερμό‐ τητος, καὶ πάλιν συστέλλονται καὶ οἱονεὶ πιλοῦνται ἐν τοῖς φόβοις διὰ τὴν | |
10 | κατάψυξιν (πήγνυσι γὰρ τὸ ψῦχος) εἴρηται καὶ πρότερον. σαφῆ δὲ τὰ ἑξῆς διὰ τὸ προειπεῖν ἡμᾶς ταῦτα πάντα πρὸ ὀλίγου. τὸ δὲ καὶ ἐν ταύτῃ κατὰ μέγεθος ἐν ἀναισθήτῳ μορίῳ ἴσον ἐστὶ τῷ κἂν ἐν μικρο‐ τάτῳ καὶ πρὸς αἴσθησιν ἀναισθήτῳ μορίῳ αὐτῆς γένηται ἡ ἀλλοίωσις. | |
14n | Ἐξ ἀνάγκης δὲ ἀκολουθεῖ τῇ νοήσει καὶ τῇ φαντασίᾳ | |
15n | αὐτῶν θερμότης καὶ ψῦξις. | |
16 | Τὸ τῆς λέξεως συνεχὲς τοιοῦτον ‘ἐξ ἀνάγκης δὲ ἀκολουθεῖ τῇ νοήσει καὶ τῇ φαντασίᾳ αὐτῶν θερμότης καὶ ψῦξις· ἔστι δὲ τὰ λυπηρὰ καὶ ἡδέα αὐτῶν σχεδὸν πάντα μετὰ ψύξεως καὶ θερμότητοσ‘. τὰ δὲ ἄλλα μεταξύ. ἦν δ’ ἂν κατάλληλος ἡ λέξις, εἰ εἶχεν ἀντὶ τοῦ δέ συνδέσμου τὸν γάρ, ἵν’ | |
20 | ἦν οὕτως ‘ἔστι γὰρ τὰ λυπηρὰ καὶ ἡδέα αὐτῶν‘. λανθάνει δὲ ὅτι μετὰ θερμότητος καὶ ψύξεως γίνονται περὶ τὰ μικρὰ λυπηρὰ καὶ ἡδέα, περὶ δὲ τὰ μεγάλα πάμπαν εἰσὶ καταφανῆ. ὧν θερμοτήτων περὶ ἡμᾶς γινομένων καὶ ψύξεων ὁρῶμεν ποτὲ μὲν μόριά τινα κινούμενα ἐν ἡμῖν, ὡς ἐν τοῖς ὀνειρωγμοῖς τὸ αἰδοῖον, τὰ σκέλη, ποτὲ δὲ ὅλον τὸ σῶμα. ὅτε κατὰ τόπον | |
25 | μεταβάλλομεν. ἐν δὲ τῇ λέξει τῇ οἷον εἰδώλοις χρώμεναι τοῖς τοι‐ ούτοις περὶ τῶν ἀπὸ τῶν ἡδέων καὶ τῶν λυπηρῶν ἐγγινομένων ἡμῖν περὶ τὸ πρῶτον αἰσθητήριον τύπων καὶ ἀναζωγραφημάτων εἴρηται. | |
28n | Ὥστ’ εὐλόγως ἤδη δημιουργεῖται τὰ ἐντὸς καὶ τὰ περὶ | |
29n | τὰς ἀρχὰς τῶν ὀργανικῶν μορίων. | |
30 | Ἀρχὰς ὀργανικῶν μορίων λέγει τὰ νεῦρα, τοὺς μῦς, ὀργανικὰ δὲ | 119 |
120 | μόρια χεῖρας καὶ πόδας. γίνονται δὲ τὰ νεῦρα πεπηγότα καὶ οἱονεὶ ξηρὰ καὶ ὡς αὐτὸς λέγει σκληρὰ ἐν τοῖς φόβοις, ὑγρὰ δὲ καὶ μαλακὰ καὶ ἀπο‐ λελυμένα ἐν ταῖς ἡδοναῖς. γινομένων γὰρ ὑπὸ ψύξεως καὶ θερμότητος τῶν τοιούτων περὶ τὰς ἀρχὰς τῶν ὀργανικῶν μορίων πρὸς τὰς ἐνεργείας αὐτὰς | |
5 | καὶ τὰς ὑπηρεσίας ἄγεται τῇ ὁρμητικῇ δυνάμει, ἀφ’ ἧς καὶ τὴν ἀρχὴν ἐγγίνεται· πᾶσαι γὰρ αἱ τοιαῦται πράξεις ἐνεργοῦνται διὰ τῆς τῶν σωμα‐ τικῶν μορίων ἐνεργείας. | |
8n | Τούτων δὲ συμβαινόντων τοῦτον τὸν τρόπον. | |
9 | Τουτέστι τούτων δὲ μεταβαλλόντων ἐξ ὑγρῶν εἰς ξηρὰ καὶ τὰ λοιπὰ | |
10 | ἅπερ εἴρηκε πασχόντων, καὶ ἐπὶ τοῦ παθητικοῦ καὶ ποιητικοῦ τοιαύτην ἐχόντων φύσιν, ἵνα τὸ μὲν ποιῇ τὸ δὲ πάσχῃ, ἐπειδὴ ἀπὸ τῆς τοιαύτης ὀρέξεως τὰ τοιάδε γίνεται πάθη, ἀνάγκη ἅμα τῷ τὴν ὄρεξιν κινῆσαι γίνε‐ σθαι τοῦ πνεύματος καὶ διὰ τούτου τῶν νεύρων κίνησιν, καὶ διὰ τούτων τοῦ ζῴου. ἡ μὲν οὖν διάνοια αὕτη. τὸ δὲ τῆς λέξεως τῆς καὶ μηδὲν | |
15 | ἀπολείπει αὐτῶν ἑκάτερον τῶν ἐν τῷ λόγῳ τοιοῦτόν ἐστι ‘καὶ μηδὲν ἀπολείπει τῶν εἰς τὸ τί ἦν εἶναι καὶ τὸ εἶδος ἑκάστου τούτων συντεινόν‐ των‘ ὥσπερ γὰρ ἂν λείπῃ τι τῶν εἰς τὸν ὁρισμὸν τοῦ ἀνθρώπου ὑπαρ‐ χόντων, οὐκέτ’ ἐστὶν ἄνθρωπος, οὕτως ἂν λείπῃ τι τῶν εἰς τὸν ὁρισμὸν τοῦ ποιητικοῦ ᾗ ποιητικὸν λαμβανομένων, οὐκ ἔσται τὸ ποιητικὸν τοῦθ’ | |
20 | ὅπερ λέγεται· ὁμοίως οὐδὲ τὸ παθητικὸν παθητικόν. | |
21n | Τὸ δὲ κινοῦν πρῶτον τὸ ζῷον ἀνάγκη εἶναι ἔν τινι ἀρχῇ. | |
22 | Ὅτι μὲν οὖν τὸ κινοῦν πρῶτον τὸ ζῷον ἀνάγκη εἶναι ἔν τινι ἀρχῇ, πάντες ὁμολογοῦσιν. ἐπειδὴ δὲ καὶ αἱ καμπαὶ ἀρχαί, ὡς πολλάκις εἴρηται, δείκνυσιν ὅτι ἀδύνατον ἔν τινι τῶν καμπῶν εἶναι, ἀλλ’ ἐν τοιαύτῃ ἀρχῇ | |
25 | ἀναγκαῖον εἶναι τὸ πρῶτον κινοῦν τὸ ζῷον, ἥτις οὐκ ἔστιν ἄλλου μὲν ἀρχὴ | |
ἄλλου δὲ τέλος, ἀλλ’ οὖσα αὐτὴ καθ’ αὑτήν· τοῦτο δ’ ἐστὶν ἡ καρδία. | 120 | |
121 | δείκνυται δὲ διὰ πλειόνων τῷ ἀληθεστάτῳ Ἀλεξάνδρῳ τῷ Ἀφροδισιεῖ ἐν τῷ Περὶ τοῦ ποῦ τακτέον τὸ ἡγεμονικὸν τῆς ψυχῆς μέρος, ὅτι τὸ κινοῦν πρῶτον τὸ ζῷον (τοῦτο δ’ ἐστὶν ἡ ὀρεκτική τε καὶ ὁρμητικὴ δύναμις τῆς ψυχῆς, ὡς πολλάκις εἴρηται) δέδεικται οὖν ὅτι ἐν τῇ καρδίᾳ ἐστίν· αὕτη | |
5 | γὰρ καὶ ἀρχὴ τῶν ζῴων, ὡς ἐκ τοῦ λόγου καὶ τῶν ἀνατομῶν δείκνυται δείκνυσι δὲ ὅτι οὐκ ἔστιν ἐν ταῖς καμπαῖς, ἐπὶ τοῦ βραχίονος τὴν δεῖξιν ποιούμενος· ὃ γὰρ ἂν ἐπὶ τούτου δειχθῇ, τοῦτο κατὰ πάντων ἁρμόσει. ὅτι μὲν οὖν, φησίν, ἐστὶν ἡ καμπὴ τοῦ μὲν ἀρχὴ τοῦ δὲ τελευτή, εἴρηται· ὡς γὰρ τὸ νῦν τέλος μέν ἐστι τοῦ παρεληλυθότος, ἀρχὴ δὲ τοῦ μέλλοντος, | |
10 | οὕτω καὶ ὁ καρπὸς ἀρχὴ μὲν τῆς χειρός, τελευτὴ δὲ τοῦ βραχίονος. καὶ χρῆται μὲν ὡς ἑνὶ ἅπαντι τῷ κώλῳ τῷ ἀπὸ τοῦ ὤμου ἄχρι τῆς χειρός (χεὶρ δέ ἐστι τὸ ὑπὸ τῶν δακτύλων καὶ τοῦ θέναρος συνεστηκός· εἴρηται δὲ ἐν ταῖς Περὶ ζῴων ἱστορίαις) χρῆται οὖν ἅπαντι τῷ κώλῳ ὡς ἑνὶ διὰ τὴν συνέχειαν τῶν σαρκῶν καὶ νεύρων, χρῆται δ’ αὐτῷ καὶ ὡς δυσὶ διὰ τὸ | |
15 | κινουμένης τῆς χειρὸς ἠρεμεῖν τὸν καρπόν (τοῦτο γὰρ δέδεικται πρότερον) ὁμοίως δὲ καὶ τοῦ βραχίονος κινουμένου ἠρεμεῖν τὸ ὠλέκρανον. τὸ δὲ ὅταν γὰρ κινῆται ἐντεῦθεν ταὐτόν ἐστι τῷ ὅταν γὰρ κινῆται ἐκ τοῦδε τοῦ τόπου εἰς τόνδε. ὅτι δὲ ἐν τῇ κινήσει οὐ μόνον πρὸς ἠρεμοῦν ἐκτός τι δεῖ ἀπερείδεσθαι, ἀλλὰ καὶ πρός τι τῶν ἐν ἡμῖν, εἴρηκεν ἀρχόμενος | |
20 | τοῦ λόγου. | |
21n | Τῆς δ’ ἐν τῷ ὠλεκράνῳ κάμψεως τὸ μὲν κινεῖται τὸ | |
22n | ἐν αὐτῷ τῷ ὅλῳ κινουμένῳ. | |
23 | Ὃ λέγει τοιοῦτόν ἐστι· τὸ μέρος, τουτέστιν ἡ χείρ, συγκινεῖται τῷ ὅλῳ βραχίονι. ἔστι γὰρ ἡ χεὶρ ἐν τῷ βραχίονι ὡς μέρος πρὸς ὅλον· τὸ | |
25 | μέρος οὖν τὸ ἐν τῷ ὅλῳ συγκινεῖται τῷ ὅλῳ. ἐν τῇ κάμψει γὰρ τοῦ βραχίονος, κινουμένου τοῦ βραχίονος ὅλου, συγκινεῖται καὶ ἡ χείρ. εἰπὼν δὲ τὸ μὲν κινεῖται, καὶ δέον ἐπενεγκεῖν ‘τὸ δ’ οὐ κινεῖται‘, ἀντὶ τούτου ἐπήγαγεν ἀνάγκη δ’ εἶναί τι ἀκίνητον· δέδεικται δὲ τοῦτο πολλάκις. | |
ταῦτα προλαβὼν δείκνυσιν ὅτι οὐκ ἔστι τὸ πρῶτον κινοῦν ἔν τινι τῶν | 121 | |
122 | καμπῶν, λέγων ‘ὥστε εἰ ἦν ὁ βραχίων ζῷον, ἦν ἂν ἐν τῷ ὠλεκράνῳ ἡ ψυχή. ἐπεὶ δὲ ὡς ἔχει ὁ βραχίων πρὸς τὸ ὠλέκρανον, ἐνδέχεταί τι ἄλλο τῶν ἀψύχων, οἷον ἡ ῥάβδος, ἔχειν πρὸς τὴν χεῖρα (ἔστι γὰρ καὶ ἡ ῥάβδος τέλος μὲν τῆς ἐχούσης αὐτὴν χειρός, ἀρχὴ δὲ ἑαυτῆς· τὸ γὰρ τῆς ῥάβδου | |
5 | τέλος, οὗπερ ἡ χεὶρ ἅπτεται, τέλος μέν ἐστι τῆς χειρός, ἀρχὴ δὲ τῆς ῥάβδου) ἐπεὶ οὖν ἐνδέχεταί τι ἄλλο τῶν ἀψύχων ἔχειν πρὸς τὴν χεῖρα, ὡς ὁ βραχίων πρὸς τὸ ὠλέκρανον, μὴ ἔστι δὲ ἡ ψυχὴ μεταξὺ χειρὸς καὶ ῥάβδου, οὐδ’ ἂν ἐν τῷ καρπῷ εἴη οὔτε ἐν τῷ ὠλεκράνῳ οὔτε ἐν τῷ ὤμῳ οὔτε ἐν ἄλλῳ, οὗ τὸ μέν ἐστιν ἀρχὴ τὸ δὲ τέλος. διὰ τί γὰρ ἂν ἐν ταύτῃ | |
10 | τῇ καμπῇ εἴη, καὶ οὐκ ἐν ταύτῃ, ὁμοίως ἐν πάσαις ταῖς καμπαῖς θεωρου‐ μένων καὶ τῆς ἀρχῆς καὶ τοῦ τέλους;‘ ἡ μὲν οὖν διάνοια οἶμαι αὕτη. ἔσχατον δὲ κινούμενον λέγει τὴν χεῖρα, ἑτέραν δὲ ἀρχὴν τὴν ῥάβδον. ἀνάγκη οὖν, φησίν, ἐν μηδεμιᾷ εἶναι ἀρχῇ, ἥ ἐστιν ἄλλου τελευτή, μηδὲ εἴ τι ἐστὶν ἕτερον ἐκείνου ἐξωτέρω, λέγων ἐξωτέρω τὰ ἐφεξῆς. | |
15 | ἔστι δὲ τοῦ μὲν καρποῦ ἐφεξῆς βραχίων, καὶ τούτου ἄλλο, κἀκείνου ἕτερον. οὐκ ἔστιν οὖν ἐν τῇ τοιαύτῃ ἀρχῇ ἡ ψυχή, ἥτις ἐστὶν ἐφεξῆς ἄλλης. τὸ δὲ ἔτι γὰρ τοῦ ὠλεκράνου μένοντος κινεῖται ἅπαν τὸ κάτω συνεχὲς ἴσον ἔστι τῷ ‘ὥσπερ γὰρ τοῦ ὠλεκράνου μένοντος κινεῖται ὁ βραχίων (οὗτος γάρ ἐστι συνεχὴς τῷ ὠλεκράνῳ) οὕτω καὶ τοῦ ὠλεκράνου μένοντος | |
20 | κινηθήσεται τὸ ἀνώτερον αὐτοῦ, τοῦτο δ’ ἐστὶ τὸ μεταξὺ αὐτοῦ τοῦ ὠλεκράνου καὶ τοῦ ὤμου· εἰ δὲ τοῦτο, οὔτε ὁ βραχίων ἔσται ἀρχὴ οὔτε τὸ ὠλέκρανον οὔτ’ ἄλλο οὐδὲν τῶν τοιούτων. | |
23n | Ἐπεὶ δ’ ὁμοίως ἔχει ἀπὸ τῶν ἀριστερῶν καὶ τῶν | |
24n | δεξιῶν, καὶ ἅμα τὰ ἐναντία κινεῖται. | |
25 | Τὸ ἅμα ἀντὶ τοῦ παρὰ μέρος εἴληπται· οὐ γὰρ ἀεὶ ἐν τῇ κατὰ τόπον μεταβολῇ τὸ μὲν ἀριστερὸν ἠρεμεῖ, τὸ δὲ δεξιὸν κινεῖται, ἢ ἔμπαλιν ἀεὶ τὸ δεξιὸν ἠρεμεῖ καὶ κινεῖται τὸ ἀριστερόν, ἀλλὰ παρὰ μέρος ἕως ἂν ἠρεμήσωμεν. ἐπεὶ οὖν, φησίν, ὁμοίως ἔχει ἀπὸ τῶν δεξιῶν καὶ τῶν ἀριστερῶν, τουτέστιν ἐπεὶ ὁμοίως ἔχει ἡ καρδία καὶ πρὸς τὰ δεξιὰ καὶ | |
30 | πρὸς τὰ ἀριστερά (ἐν αὐτῇ γὰρ παύομεν τὰ ἀριστερὰ καὶ δεξιὰ μέρη κινού‐ | |
μενα· ἄχρι γὰρ αὐτῆς ἡ τῶν δεξιῶν καὶ ἀριστερῶν κίνησις ἀπέρχεται), καὶ | 122 | |
123 | ἐκ ταύτης αὐτοῖς ἡ τῆς κινήσεως εἴη ἂν ἀρχή. ἐφ’ ὃ γὰρ αἱ ἀπὸ τῶν δεξιῶν καὶ ἀριστερῶν κινήσεις τελευτῶσιν ὡς ἐπ’ ἀρχήν, ἀπὸ τούτου εὔλογον γίνεσθαι καὶ τὴν ἀρχὴν τῆς ἐπὶ τὸ ἔξω κινήσεως. οὕτω γὰρ γίνεται καὶ ἐν τῷ στρατοπέδῳ· ἐφ’ ὃν γὰρ αἱ τῶν ἔξωθεν προσαγγελίαι | |
5 | γίνονται, οὗτος δ’ ἐστὶν ὁ στρατηγός, ἀπὸ τούτου καὶ αἱ πρὸς τὰ ἔξω κινήσεις τὴν ἀρχὴν λαμβάνουσι. γίνονται δὲ πρὸς τὴν καρδίαν αἱ ἐκτὸς κινήσεις, ὡς ἐν τῷ Περὶ τοῦ ποῦ τακτέον τὸ ἡγεμονικὸν τῷ Ἀφροδισιεῖ Ἀλε‐ ξάνδρῳ δέδεικται, τὰ σποράδην πολλαχοῦ Ἀριστοτέλει περὶ τούτων λεχθέντα ἐκεῖσε συλλεξαμένῳ, καὶ πρὸς τούτοις ἕτερα ἀναγκαιότατα οἰκεῖα προσεπι‐ | |
10 | θέντι. ἀπὸ ταύτης ἄρα τῆς καρδίας καὶ ἡ ὁρμὴ καὶ ὄρεξις, αἵτινές εἰσιν ἀρχαὶ τῆς κατὰ τόπον κινήσεως. διὸ καὶ τὰ πρὸς τὴν κίνησιν ὄργανα τὰ νεῦρα ἀπὸ τῆς καρδίας, ὡς ἐκ τῶν ἀνατομῶν δείκνυται, τὴν ἀρχὴν ἔχει. ἀφ’ οὗ γὰρ τὴν ἀρχὴν ἔχει τὰ πρὸς τὴν κίνησιν ὄργανα, ἐν τούτῳ ἀναγ‐ καῖον εἶναι καὶ τὸ διδὸν αὐτοῖς τὴν τοῦ κινεῖν καὶ κινεῖσθαι δύναμιν. | |
15 | κινοῦνται μὲν γὰρ τὰ νεῦρα ὑπὸ τῆς ψυχῆς, κινοῦσι δὲ τὰ κῶλα. ἐπεὶ οὖν, ὡς εἴρηται, ὁμοίως ἔχει καὶ ἅμα καὶ παρὰ μέρος τὰ δεξιὰ καὶ ἀρι‐ στερά, ταῦτα γὰρ εἶπεν ἐναντία (οὐ γὰρ ἅμα κινεῖται τὸ δεξιὸν καὶ ἀρι‐ στερόν, ἀλλὰ παρὰ μέρος), ἀεὶ δ’ ἀμφοτέρων τῶν δεξιῶν καὶ ἀριστερῶν κώλων ἡ ἀρχὴ τῆς κινήσεως ἀνωτέρω καὶ οὐκ ἐν ταῖς καμπαῖς, ἀνάγκη | |
20 | ἐν τῷ μέσῳ τοῦ θώρακος, τουτέστιν ἐν τῇ καρδίᾳ εἶναι τὴν τῆς κινήσεως ἀρχήν. ἔσχατον γὰρ καὶ πέρας καὶ οἱονεὶ κέντρον τῶν ἄκρων τῶν δεξιῶν καὶ ἀριστερῶν τὸ μέσον ἐστίν. ἔτι δὲ καὶ καθ’ ὅσον ἐν μέσῳ οὖσα ἡ καρδία ὁμοίως ἔχοι ἂν πρὸς τὰ ἄνω καὶ κάτω καὶ ὁμοίως ἂν αὐτοῖς ἀμφοτέροις χορηγοίη τὴν κίνησιν, καὶ οὐ τοῖς μὲν μᾶλλον τοῖς δ’ ἧττον, | |
25 | καὶ διὰ τοῦτο ἐν ταύτῃ εἴη ἂν τὸ κινοῦν. τὰς ἀπὸ τῆς ῥάχεως δὲ λέγοι ἂν τὰ κῶλα, χεῖρας καὶ πόδας· τούτων γὰρ καὶ πάντων τῶν ὀστῶν ἡ ῥάχις ἀρχή, ὡς ἐν τῷ Περὶ ζῴων μορίων καὶ ἐν ἄλλοις πλείοσιν εἴρη‐ ται. ὅτι δὲ ἐν ᾧ ἡ αἴσθησις ἐν τούτῳ ἡ ὁρμητική τε καὶ ὀρεκτικὴ δύναμις, δέδεικται ἐν τῷ Περὶ τοῦ ποῦ τακτέον τὸ ἡγεμονικόν. ἐχόμενα | |
30 | δὲ τοῦ τόπου τοῦ περὶ τὴν ἀρχὴν λέγει τὰ νεῦρα. ἡ μὲν οὖν ξύμπασα διάνοια αὕτη. τὸ δὲ τῆς λέξεως τῆς ὥστε μὴ τῷ ἠρεμεῖν τὸ δεξιὸν | |
κινεῖσθαι τὸ ἀριστερόν, μηδ’ αὖ τῷ τοῦτο ἐκεῖνο τοιοῦτόν ἐστιν· | 123 | |
124 | ‘οὐκ ἔστιν ἡ κίνησις τοῦ δεξιοῦ οὐδὲ κινεῖται τὸ δεξιὸν τῷ ἀεὶ ἠρεμεῖν τὸ ἀριστερόν, οὐδ’ αὖ πάλιν ἐκεῖνο τὸ ἀριστερὸν κινεῖται [ἐν] τῷ τοῦτο τὸ δεξιὸν ἠρεμεῖν, ἀλλ’ ἐπίσης ἀμφότερα πεφύκασι καὶ ἠρεμεῖν καὶ κινεῖσθαι‘. | |
4n | Τὸ δὲ μέσον τοῦ σώματος μέρος δυνάμει μὲν ἕν, ἐνερ‐ | |
5n | γείᾳ δὲ ἀνάγκη γίνεσθαι πλείω. | |
6 | Μέσον τοῦ σώματος λέγει τὴν καρδίαν καὶ τὸ ἐν αὐτῇ πνεῦμα. φησὶ δὲ ὅτι τὸ τῶν ζῴων μέσον δυνάμει μὲν ἕν, ἐνεργείᾳ δὲ δύο. ἐπειδὴ γὰρ ἀπ’ αὐτοῦ αἱ κινήσεις, ἀνάγκη ἐκτεινομένου τοῦ ἐν τῷ δεξιῷ μέρει τῆς καρδίας πνεύματος, καὶ συνεκτείνοντος ἑαυτῷ τὸ ἀπὸ τῆς καρ‐ | |
10 | δίας νεῦρον ἢ νεῦρα, συνεκτείνεσθαι καὶ τὸ τῆς καρδίας μέρος καὶ κινεῖσθαι. ἀπὸ γὰρ αὐτῆς ὡς ἀπ’ ἀρχῆς τὰ νεῦρα τὴν ἀρχὴν ἔχει ὥσπερ καὶ αἱ φλέβες· ὥστε ὅταν τείνηται ὑπὸ τῆς τοῦ πνεύματος ἐκτάσεως τὸ νεῦρον, ἀνάγκη συντείνεσθαι τὸ τῆς καρδίας μέρος, ἐν ᾧ τὸ τεινόμενον νεῦρον ἐρρίζωται. ἐπεὶ δ’ ἠρεμούντων τῶν ἀριστερῶν κινεῖται τὰ δεξιά, | |
15 | ὥσπερ πάλιν τῶν δεξιῶν τὰ ἀριστερά, ἀνάγκη κινουμένων τῶν δεξιῶν καὶ ἠρεμούντων τῶν ἀριστερῶν ἠρεμεῖν καὶ τὸ ἀριστερὸν μέρος τῆς καρδίας καὶ τὸ ἐν τούτῳ πνεῦμα. οὐδὲν γὰρ κωλύει, καίπερ συνεχοῦς ὄντος ὅλου τοῦ ἐν τῇ καρδίᾳ πνεύματος, τὸ μὲν αὐτοῦ ἠρεμεῖν τὸ δὲ κινεῖσθαι· καὶ γὰρ καὶ τοῦ ἐν ταῖς σκάφαις ὕδατος ὁρῶμεν τὸ μὲν κινούμενον, ὅπερ ἐκί‐ | |
20 | νησεν ἡ χείρ, τὸ δ’ ἠρεμοῦν. ἠρεμοῦντος οὖν τοῦ ἀριστεροῦ μέρους τῆς καρδίας καὶ τοῦ ἐν αὐτῇ πνεύματος δῆλον ὅτι καὶ τὸ ἐν τούτῳ τῷ μέρει νεῦρον ἢ νεῦρα ἠρεμεῖ. εἰ δὲ τοῦτο, δῆλον ὅτι ἠρεμούντων τῶν δεξιῶν μερῶν τοῦ πνεύματος καὶ τῆς καρδίας κινεῖται τὰ ἀριστερά, καὶ ἠρεμούν‐ των τῶν ἀριστερῶν κινεῖται τὰ δεξιά, ἀπερειδόμενα τὰ μὲν δεξιά, ὅτε κινεῖ‐ | |
25 | ται, εἰς τὰ ἀριστερὰ ἠρεμοῦντα, καὶ ταῦτα εἰς τὰ δεξιά, ἐοικότα ὡς αὐτὸς ἐρεῖ προϊὼν τοῖς τὰ νῶτα ἀπερείδουσι καὶ κινοῦσι τὰ σκέλη. ὡς γὰρ ὁ βραχίων ἀπερειδόμενος ὡς πρὸς ἠρεμοῦν τὸ ὠλέκρανον κινεῖται, οὕτως ἀνάγκη καὶ τὸ ἀριστερὸν τῆς καρδίας καὶ τοῦ πνεύματος ἀπερείδεσθαι πρὸς τὸ δεξιὸν ὡς πρὸς ἠρεμοῦν, καὶ τοῦτο πάλιν πρὸς τὸ ἀριστερόν, κινεῖ‐ | |
30 | σθαι δὲ ἀμφότερα ὑπὸ τῆς ψυχῆς, ἀκινήτου οὔσης καθ’ ἑαυτήν. | 124 |
125 | τὰ γὰρ εἴδη καὶ αἱ ἕξεις ἀκίνητα καθ’ αὑτά· τοιοῦτον δὲ καὶ ἡ ψυχὴ δέδει‐ κται οὖσα. κινουμένων δὲ τῶν δεξιῶν καὶ τῶν ἀριστερῶν κινεῖται καὶ τὰ ἐν τούτοις νεῦρα καὶ διὰ τῶν νεύρων τὰ κῶλα. ὥστε ἓν ὂν τὸ πνεῦμα δυνάμει ἐν ταῖς κινήσεσιν ἐνεργείᾳ γίνεται δύο, ὁμοίως καὶ ἡ καρδία· ὡς | |
5 | γὰρ τὸ πνεῦμα, καὶ ἡ καρδία, καὶ ὡς αὕτη, καὶ τὸ πνεῦμα. ἐπειδὴ γὰρ τὸ μὲν κινεῖται τῆς καρδίας καὶ τοῦ πνεύματος τὸ δὲ ἠρεμεῖ, δῆλον ὡς δύο εἰσὶν ἐνεργείᾳ· ἓν δὲ ἐνεργείᾳ γίνεται ἐν ταῖς ἠρεμίαις. ἀλλὰ περὶ μὲν τούτων τοσαῦτα εἰρήσθω, ἐπὶ δὲ τὴν λέξιν λοιπόν ἐστι τραπῆναι. εἰπὼν ὅτι ἐνεργείᾳ δύο γίνεται, συντόμως τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν καὶ | |
10 | γὰρ ἅμα τὰ κῶλα κινεῖται ἀπὸ τῆς ἀρχῆς· πάλιν τὸ ἅμα ἀντὶ τοῦ παρὰ μέρος. περὶ ὧν ἀκριβέστερον ἐν τῷ Περὶ ζῴων πορείας εἴρηται. ἐπεὶ οὖν τὸ μὲν ἠρεμεῖ τῶν κώλων, τὸ δὲ κινεῖται, ἀνάγκη καὶ τοῦ πνεύ‐ ματος καὶ τῆς καρδίας τὸ μὲν κινεῖσθαι, τὸ δὲ ἠρεμεῖν. | |
14n | Λέγω δὲ οἷον ἐπὶ τῆς Α Β Γ τὸ Β κινεῖται, κινεῖ | |
15n | δὲ τὸ Α. | |
16 | Εἰπὼν ὅτι ἐνεργείᾳ γίνεται δύο δυνάμει ὄντα ἕν, δείκνυσι τοῦτο καὶ ἐπὶ καταγραφῆς, ὡς ἔθος αὐτῷ, ἅμα πρὸς τούτῳ δεικνύων ὅτι ἀνάγκη εἶναί τι ἀκίνητον, εἰ μέλλει κινήσεσθαι τὸ ζῷον. νενοήσθω δὴ Α ὅλη ἡ καρδία καὶ ὅλον τὸ ἐν αὐτῇ πνεῦμα, Β δὲ τὸ ἐν τῷ δεξιῷ μέρει τῆς καρδίας | |
20 | νεῦρον ἢ νεῦρα, καὶ Γ ὁμοίως τὸ ἐν τῷ ἀριστερῷ μέρει αὐτῆς νεῦρον ἢ νεῦρα. κινεῖται οὖν τὸ Β τὸ νεῦρον, κινεῖ δὲ τὸ Α τὸ μέρος τοῦ πνεύματος καὶ τὸ μέρος τῆς καρδίας κινούμενα ὑπὸ τῆς ψυχῆς. ἀλλ’ ἐπεί, ὡς δέδεικται, ἀνάγκη εἶναί τι ἠρεμοῦν, εἰ μέλλει γενέσθαι κίνησις, ἀνάγκη τὸ λοιπὸν μέρος τοῦ Α ἤτοι τῆς καρδίας καὶ τοῦ πνεύματος ἠρεμεῖν. ἓν ἄρα δυνάμει | |
25 | ὄντα τὰ ΑΕ ἐνεργείᾳ δύο ἔσται. ἐκάλεσε δὲ τὸ ἠρεμοῦν μέρος τοῦ πνεύ‐ ματος καὶ τῆς καρδίας Ε, ἵνα τῇ διαφορᾷ τοῦ στοιχείου δηλώσῃ καὶ τὸ διαφέρον τοῦ πνεύματος καὶ τῆς καρδίας. διαφέρει γάρ, ὡς πολλάκις εἴρη‐ ται, τὸ ἠρεμοῦν τῆς καρδίας μέρος καὶ τοῦ πνεύματος πρὸς τὸ μὴ ἠρεμοῦν· ᾗ γὰρ τὰ μὲν κινεῖται τὰ δὲ ἠρεμεῖ, διαφέρουσιν. ἓν ἄρα δυνάμει | |
30 | ὄντα τὰ ΑΕ τουτέστιν ἓν ἄρα δυνάμει οὖσα ὅλη ἡ καρδία καὶ ὅλον τὸ | 125 |
126 | πνεῦμα δύο εἰσὶν ἐνεργείᾳ. καὶ ἐπεὶ τὸ μὲν αὐτῆς ἠρεμεῖ τὸ δὲ κινεῖται, ἀνάγκη μὴ στιγμὴν εἶναι. τοῦτο δὲ ταὐτόν ἐστι τῷ ἀνάγκη μὴ τοῦτο εἶναι τὴν ψυχήν. εἰ γὰρ τῶν κινουμένων τὸ μὲν αὐτῶν κινεῖται τὸ δὲ ἠρεμεῖ, ἡ δὲ ψυχὴ ἀμερὴς καὶ ἀσώματος, τῶν δ’ ἀμερῶν οὐ τὸ μὲν κινή‐ | |
5 | σεται τὸ δὲ ἠρεμήσει (οὕτω γὰρ οὐκ ἂν ἦν ἀμερῆ) οὐκ ἂν εἴη οὔτε ἡ καρδία οὔτε αὐτὸ τὸ πνεῦμα ἡ ψυχή, ἀλλ’ ἄλλο τι εἶδος οὖσα τούτων καὶ ἀκίνητος. εἰ γὰρ κινεῖται, πάλιν τὰ αὐτὰ ἐροῦμεν ὅτι ἀνάγκη τὸ μὲν αὐτῆς κινεῖσθαι τὸ δὲ ἠρεμεῖν· οὕτω δὲ πάλιν σῶμα ἂν εἴη καὶ οὐκ ἀσώματον, καὶ οὐκ εἶδος, ἀλλ’ ὑποκείμενον καὶ ὕλη. | |
10n | Ἀλλὰ μὴν ἐνδέχεται τὸ Γ τῷ Β ἅμα κινεῖσθαι. | |
11 | Τὸ Γ ἐν θατέρῳ τῆς καρδίας μέρει νεῦρον ἔθεμεν. τὸ δὲ ἅμα πάλιν ἀντὶ τοῦ παρὰ μέρος· ἐνδέχεται γὰρ μετὰ τὸ κινηθῆναι τὸ δεξιὸν κινηθῆναι τὸ ἀριστερόν. ὥστε καὶ τὸ μέρος τῆς καρδίας, ἐν ᾧ ἐρρίζωται τὸ ἀριστερὸν νεῦρον, κινηθήσεται. | |
15n | Ὥστ’ ἀνάγκη ἀμφοτέρας τὰς ἀρχὰς τὰς ἐν τῷ Α κινου‐ | |
16n | μένας κινεῖν. | |
17 | Ἀρχὰς λέγων τὰ δεξιὰ καὶ ἀριστερὰ μέρη τῆς καρδίας καὶ τοῦ πνεύ‐ ματος. ἦν δ’ ἂν καταλληλότερον, εἰ οὕτως εἶχεν ἡ γραφὴ ‘ὥστε ἀνάγκη ἀμφότερα τὰ μέρη τοῦ Α κινούμενα κινεῖν‘. οὐ γὰρ τὸ πνεῦμα μόνον | |
20 | κινεῖται, ἀλλὰ καὶ ἡ καρδία. δεῖ τι ἄρα εἶναι παρὰ ταύτας τὰς ἀρχὰς ἕτερόν τι, ὅπερ κινήσει μὴ κινούμενον. ὡς γὰρ οἱ ἀπερείδοντες τὰ νῶτα καὶ κινοῦντες τὰ σκέλη ἄλλο τι ἔχουσιν ἐν αὑτοῖς τὸ κινοῦν τὰ σκέλη, οὕτω κἀνταῦθα εἶναι δεῖ τι ἄλλο παρὰ τὸ κινοῦν κινούμενον καὶ αὐτό. ἀναλογεῖ δὲ τοῖς μὲν νώτοις τὸ δεξιὸν καὶ ἀριστερὸν τῆς καρδίας καὶ τοῦ | |
25 | πνεύματος, τοῖς δὲ σκέλεσι τὰ ΒΓ νεῦρα. | |
26n | Κατὰ μὲν οὖν τὸν λόγον τὸν λέγοντα τὴν αἰτίαν τῆς | |
27n | κινήσεώς ἐστιν ἡ ὄρεξις τὸ μέσον, ὃ κινεῖ κινούμενον. | |
28 | Τὸ λεγόμενόν ἐστιν ὅτι κατὰ τὸν λόγον τὸν λέγοντα καὶ δεικνύντα τὸ | |
αἴτιον τῆς κινήσεως φαίνεται ὅτι ἡ ὄρεξίς ἐστιν, ἥτις ἀκίνητος οὖσα, ἐπεὶ | 126 | |
127 | καὶ πᾶσα ἡ ψυχὴ ἀκίνητος, ἧς αὕτη μέρος ἢ δύναμις οὖσα τυγχάνει, ἥτις δὴ ἀκίνητος οὖσα κινεῖ τὸ κινούμενον καὶ κινοῦν. τοῦτο γὰρ δεῖ προσυπακούειν· τὸ γὰρ πνεῦμα καὶ ἡ καρδία κινούμενα κινοῦσι. δύναταί τις τοῦ ὃ κινεῖ κινούμενον καὶ ἐπὶ τῆς ὀρέξεως ἀκούειν. εἰ γὰρ καὶ | |
5 | μὴ κινεῖται ἡ ὄρεξις (τὰ γὰρ εἴδη ἀκίνητα) ἀλλ’ οὖν διεγείρεται ὑπὸ τῶν ὀρεκτῶν, ἵν’ ᾖ τὸ κινούμενον ἀντὶ τοῦ ‘διεγειρόμενον καὶ ἐπιτήδειον γινόμενον πρὸς τὸ κινῆσαι τὸ ζῷον‘. ἢ τὸ λεγόμενόν ἐστι διὰ τοῦ ὃ κινεῖ κινούμενον ‘κατὰ τὸν τοιοῦτον λόγον δόξειεν ἂν τὸ κινοῦν καὶ κινούμενον ὅτι ἡ ὄρεξίς ἐστιν· οὐκ ἔστι δὲ αὕτη, ἀλλὰ δεῖ εἶναι σῶμά τι, | |
10 | ὃ κινεῖ κινούμενον καὶ αὐτό‘. | |
11n | Τὸ μὲν οὖν κινούμενον, μὴ πεφυκὸς δὲ κινεῖν δύναται | |
12n | πάσχειν κατὰ ἀλλοτρίαν δύναμιν. | |
13 | Πανάληθες καὶ τοῦτο· πᾶν γὰρ ὃ κινεῖται μόνον, οὐ πέφυκε δὲ κινεῖν, πάσχει κατὰ τὴν τοῦ κινοῦντος δύναμιν καὶ ἄγεται ὡς ἂν ἐκεῖνο ἄγῃ. | |
15 | τοιοῦτον δέ τί ἐστι καὶ πᾶν σῶμα ζῴου· κατὰ γὰρ τὴν ψυχὴν καὶ αὐτὸ κινεῖται, ὥσπερ ὁ ὀρχηστὴς κατὰ τὴν ὄρχησιν. σαφῆ δὲ τὰ ἑξῆς. περὶ δὲ τῆς τοῦ πνεύματος σωτηρίας οἰκεῖον ἦν εἰπεῖν ἐν τοῖς Περὶ τροφῆς. λέγει δ’ ἔχειν τὸ τοιοῦτον πνεῦμα πρὸς τὴν ψυχὴν ὥσπερ τὸ κινοῦν καὶ κινούμενον μέρος ἐν ταῖς καμπαῖς πρὸς τὸ ἀκίνητον. ὥσπερ δὲ οὐ τὰ | |
20 | μέρη ἀεὶ τὰ αὐτά ἐστιν, ἀλλ’ ἐν κινήσει (ἐν ἐπιρροῇ γὰρ καὶ ἀπορροῇ), οὕτως καὶ τὸ σύμφυτον πνεῦμα. | |
22n | Δεῖ δὲ τὸ μέλλον κινεῖν μὴ ἀλλοιώσει τοιοῦτον εἶναι. | |
23 | Ὑποστικτέον εἰς τὸ ἀλλοιώσει, εἶθ’ οὕτως ἐπακτέον τὸ τοιοῦτον. ἔστι δὲ δηλωτικὸν τὸ τοιοῦτον τοῦ ἔχειν βάρος καὶ κουφότητα· τὸ γὰρ | |
25 | ἐν ἡμῖν θερμὸν καὶ βαρὺ καὶ κοῦφόν ἐστιν ὥσπερ ὁ ἀήρ. εἴη δ’ ἂν τὸ λεγόμενον ‘δεῖ τὸ μέλλον κινεῖν τὴν κατὰ τόπον κίνησιν, ἀλλὰ μὴ τὴν κατ’ ἀλλοίωσιν βάρος ἔχειν καὶ κουφότητα. κινεῖ γὰρ τὸ πῦρ τὸ ὕδωρ καὶ ἄγει ἀπὸ τοῦ ψυχροῦ εἰς τὸ θερμόν, ἀλλ’ οὐ κατὰ τόπον αὕτη ἡ μεταβολή, ἀλλὰ κατ’ ἀλλοίωσιν· τὸ δ’ ἐν τῇ καρδίᾳ θερμὸν καὶ ἀλλοιοῖ ἡμᾶς καὶ τῆς | |
30 | κατὰ τόπον κινήσεως ἡμῖν ἐστιν αἴτιον. ἀλλ’ ὅμως ᾗ μὲν κοῦφον, ἀντέχει πρὸς τὰ βαρέα τὰ ὠθοῦντα καὶ ἀποβιαζόμενα αὐτὸ κάτω, καὶ οὐκ ἐξίστα‐ | |
ται τῆς οἰκείας ἕδρας, ᾗ δὲ πάλιν βαρύ ἐστιν, ἀντέχει πρὸς τὰ βαρέα τὰ | 127 | |
128 | ἀνωθοῦντα καὶ ἀναρριπτοῦντα αὐτὸ ἄνω (ἀνάγκη γὰρ τὰ βαρέα πρὸς τὸ κάτω φερόμενα ἀνωθεῖν αὐτὸ ἄνω)· ὥστ’ ἐπεὶ καὶ βαρὺ καὶ κοῦφόν ἐστιν, οὔτ’ ἂν ἄνω εἴη (ἦν γὰρ ἂν κοῦφον μόνως), οὔτε κάτω (ἦν γὰρ ἂν βαρὺ μόνως) ἀλλὰ μέσον· ἐν ᾧ δὲ τοῦτο, ἐν τούτῳ καὶ ψυχή. ἐν τῷ μέσῳ | |
5 | ἄρα ἡ ψυχή‘. ὅτι δὲ καὶ βαρὺ καὶ κοῦφόν ἐστι, δῆλον ἐντεῦθεν· συστέλ‐ λεται γὰρ καὶ ἐκτείνεται κατὰ φύσιν καὶ οὐ βίᾳ, τὸ δ’ ἐκτεινόμενον ἄνω καὶ κάτω κινεῖται, τὸ δὲ οὕτω κινούμενον βαρὺ καὶ κοῦφόν ἐστιν. τοιοῦτον δὲ τὸ πνεῦμα, ἐν ᾧ κινουμένῳ κινεῖ τὰ ζῷα ἡ ψυχή. ἀπεικάζει δὲ τὸ ζῷον πόλει εὐνομουμένῃ. ὥσπερ γὰρ ἐπὶ ταύτης οὐ δεῖ παρεῖναι ἐφ’ | |
10 | ἑκάστῃ πράξει τὸν βασιλέα, ἀλλ’ ἕκαστος τῶν ὑπ’ αὐτοῦ ταχθέντων πράττει τὸ οἰκεῖον ἔργον διὰ τὸ ἔθος, αὐτοῦ τοῦ βασιλέως μένοντος εἰς τὰ ἀνά‐ κτορα, οὕτω καὶ ἐν τοῖς ζῴοις διὰ τὴν κινοῦσαν φύσιν ἕκαστον τῶν μερῶν πράττει τὸ οἰκεῖον μενούσης τῆς ψυχῆς ἐν τῇ καρδίᾳ ὥσπερ τινὸς βασι‐ λέως εἰς τὰ βασίλεια· ἀλλ’ ἐπὶ μὲν τῆς πόλεως πράττεται διὰ τὸ ἔθος | |
15 | (ὡς γὰρ ἔχουσιν ἔθος, οὕτω καὶ πράττουσι τάδε μετὰ τάδε), ἐν δὲ τοῖς ζῴοις διὰ τὴν φύσιν. | |
16n | Κινεῖται δέ τινας καὶ ἀκουσίους ἔνια τῶν μορίων, τὰς | |
17n | δὲ πλείστας οὐχ ἑκουσίους. | |
18 | Τὸ οὐχ ἑκούσιον μεταξύ ἐστιν ἀκουσίου καὶ ἑκουσίου, ὡς ἐπεσημήνατο | |
20 | καὶ ἐν τοῖς Ἠθικοῖς τοῖς ἐπιγραφομένοις Νικομαχείοις. ὅταν μὲν γὰρ ἐξαίφνης ἐπιστῇ γυνὴ τὸ εἶδος παγκάλη ἢ πολέμιος μηδὲν ἡμῶν περὶ τού‐ των ἀναλογιζομένων, καὶ ἐπὶ τῇ ἐπιστάσει αὐτῶν κινηθῇ διὰ μὲν τὴν γυναῖκα τὸ αἰδοῖον, διὰ δὲ τὸν πολέμιον ἡ καρδία, ἡ τοιαύτη τούτων κίνησις ἀκούσιος· ὅταν δὲ ἀναπλάσηται τῇ διανοίᾳ γυναῖκα καὶ περιεργά‐ | |
25 | σηται τὸ εἶδος αὐτῆς ἕκαστόν τε τῶν μερῶν καὶ μελῶν, καὶ καλὴν εἶναι φήσῃ ἡδεῖάν τε πρὸς ὁμιλίαν, καὶ ἐκ τῆς τοιαύτης γε τῆς διανοίας καὶ περιεργα‐ σίας καὶ τῆς ἐπακολουθησάσης αὐτῇ συγκαταθέσεως κινηθῇ τὸ αἰδοῖον, πάλιν τὴν τοιαύτην τοῦ αἰδοίου κίνησίν φαμεν ἑκούσιον. οὐχ ἑκούσια δὲ | |
ὕπνος, ἐγρήγορσις, τὰ ὅμοια. ᾗ μὲν γὰρ οὐ συγκατέθετο ὁ νοῦς ὅτι ὑπνω‐ | 128 | |
129 | τέον, ἔοικε τῷ ἀκουσίῳ, ᾗ δὲ ὅλως ἐν ἡμῖν ἡ ἀρχὴ τοῦ ὕπνου, ἔοικε τῷ ἑκουσίῳ. πῶς γὰρ ἂν ἑκούσιον εἴποι τις τὸν ὕπνον, οὗ οὐκ ἔστιν ἡ φαν‐ τασία ἢ ἡ διάνοια αἰτία; ἀλλὰ μὴν οὐδ’ ἀκούσιον· ἐν ἡμῖν γὰρ ἡ αἰτία τοῦ ὕπνου, ὡς μεμαθήκαμεν ἐν τῷ πρὸ τούτου βιβλίῳ ἐν οἷς διελέγετο | |
5 | πῶς ὁ ὕπνος γίνεται. οὔτε οὖν ὁ νοῦς οὔθ’ ἡ φαντασία ἐστὶν αἰτία, ἀλλ’ ἐπεὶ ἀναγκαῖον ἀλλοιοῦσθαι τὰ ζῷα φυσικήν τινα ἀλλοίωσιν, διὰ τοῦτο συμ‐ βαίνει κινεῖσθαι ἅμα τῷ φανέντι· τοῦτο γὰρ οἶμαι προσυπακούειν καὶ ὡς ἔοικε πρὸς τούτῳ δεῖ καὶ στίζειν τελείαν εἰς τὸ φυσικήν τινα ἀλλοίωσιν (φαίνεται γὰρ ἐν τούτῳ ἡ ἀπόδοσις οὖσα τοῦ λόγου) ἀναγινώσκειν δὲ ὡς ἀπ’ | |
10 | ἄλλης ἀρχῆς τὸ ἀλλοιουμένων δὲ τῶν μορίων τὰ μὲν αὔξεσθαι τὰ δὲ φθίνειν οὕτως ‘οὐ μόνον δὲ κατ’ ἀλλοίωσιν ἀθρόαν τὸ αἰδοῖον καὶ ἡ καρδία κινοῦνται, ἀλλὰ καὶ αἱ αὐξήσεις καὶ αἱ φθίσεις τῶν μορίων ἀλλοιου‐ μένων τῶν ζῴων συμβαίνουσι‘. δύναταί τις μόρια σύμφυτα ἀκούειν ἐν τῇ καρδίᾳ τὸ πνεῦμα καὶ τὰ ὑπ’ αὐτοῦ κινούμενα νεῦρα· ᾧ σύμφωνον ἂν εἴη | |
15 | καὶ τὸ ἐπαχθὲν τὸ καὶ μεταβάλλειν τὰς πεφυκυίας ἔχεσθαι μετα‐ βολὰς ἀλλήλων. παρὰ τὸν λόγον δὲ κινήσεις λέγει τὰς ἀκουσίους· καὶ γὰρ αὗται ἀλλοιουμένων τινῶν γίνονται, αἵτινες καὶ αὐταὶ γίνονται οὐ μόνον φανέντος τινὸς κατὰ τὴν αἴσθησιν, ἀλλὰ καὶ μὴ φανέντος τινός, ἡμῶν δ’ ἐξαίφνης φαντασθέντων τοῦ λόγου μὴ κελεύοντος πολλάκις κινεῖται | |
20 | τὸ αἰδοῖον· ἡ γὰρ φαντασία τὸ εἶδος τῆς γυναικὸς προφέρει. | |
21n | Μάλιστα δὲ τῶν μορίων ταῦτα ποιεῖ ἐπιδήλως. | |
22 | Ταῦτα λέγει τὸ αἰδοῖον καὶ τὴν καρδίαν. ἀπὸ πάντων, φησί, τῶν μορίων ταῦτα μόνα, ἥ τε καρδία καὶ τὸ αἰδοῖον, ποιοῦσιν ἐπίδηλον ἣν κινοῦνται κίνησιν. ταῦτα οὖν ἐπιδήλως κινοῦνται διὰ τὸ ὥσπερ ζῷον εἶναι | |
25 | ἑκάτερον αὐτῶν· ὥσπερ γὰρ τὰ ζῷα κινεῖται, οὕτω καὶ ταῦτα διὰ τὸ εἶναι αὐτὰ ὥσπερ ζῷα κεχωρισμένα καὶ καθ’ αὑτά. πῶς δὲ ἅλλεται ἡ καρδία καὶ σφύζει, αὐτὸς ἐρεῖ ἀκριβέστερον ἐπὶ τέλει τοῦ Περὶ γήρως καὶ νεότητος. εἰπὼν δὲ διὰ τὸ ὥσπερ ζῷον εἶναι ἑκάτερον αὐτῶν | |
ἐπήγαγε τούτου δ’ αἴτιον, τουτέστι τοῦ δὲ εἶναι ὥσπερ ζῷα αἴτιον τὸ | 129 | |
130 | ἔχειν ὑγρότητα ζωτικήν· ἡ μὲν γὰρ καρδία διὰ τὸ ἔχειν τὴν ἀρχὴν τῶν αἰσθήσεων (τὸ δὲ ζῷον ἐν τῷ αἰσθάνεσθαι τὸ εἶναι ζῷον ἔχει· τῷ γὰρ ἔχειν αἴσθησιν διαφέρει τῶν μὴ ζῴων τὸ ζῷον), τὸ δὲ αἰδοῖον διὰ τὸ ὥσπερ ζῷον ἐξέρχεσθαι ἐξ αὐτοῦ τὸ σπέρμα, δυνάμει ὂν ζῷον· τὸ γὰρ | |
5 | σπέρμα δυνάμει ἐστὶ ζῷον, ὡς ἐν τῷ Περὶ γενέσεως ζῴων δείκνυται. | |
6n | Αἱ δὲ κινήσεις τῇ τε ἀρχῇ ἀπὸ τῶν μορίων, καὶ τοῖς | |
7n | μορίοις ἀπὸ τῆς ἀρχῆς εὐλόγως συμβαίνουσι. | |
8 | Εἴρηται πρὸ ὀλίγου ὅτι τῶν νεύρων τεινομένων συντείνεται ἡ καρδία· ὥστε τὰ μὲν μόρια κινοῦνται ἀπὸ τῆς ἀρχῆς καὶ ἡ ἀρχὴ πάλιν ἀπὸ τῶν | |
10 | μορίων. καὶ ὡς ἔθος τίθεται ἐπὶ στοιχείων τὴν ἀρχὴν καὶ τὰ μόρια, ‘ἔστω γὰρ ἀρχὴ‘ λέγων ‘τὸ Α, μόρια δὲ τὰ ΒΓ‘. ταῦτα λέγει ἐπιγεγραμμένα στοιχεῖα. καὶ Β ἔστω πάλιν τὰ δεξιά, Γ δὲ τὰ ἀριστερά. αἱ δὲ κινήσεις τῶν δεξιῶν καὶ ἀριστερῶν ἐπὶ τὴν ἀρχὴν τὴν καρδίαν ἀφικνοῦνται (συγκι‐ νεῖται γὰρ αὐτοῖς) καὶ ἀπὸ ταύτης δὲ γίνονται· ταύτης γὰρ καὶ τοῦ ἐν | |
15 | αὐτῇ πνεύματος κινουμένων κινεῖται τὰ δεξιὰ καὶ ἀριστερά. καὶ ἡ μὲν τοῦ Β ἀρχὴ ἐπὶ τὸ Β· ἡ γὰρ ἀρχὴ καὶ αἰτία τῆς τῶν δεξιῶν κινήσεως ἐπὶ τὰ δεξιὰ διαδίδοται, ὥσπερ ἡ τῶν ἀριστερῶν ἐπὶ τὰ ἀριστερά. οὔτε γὰρ ἡ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερὰ ἀφικνεῖται ἢ διαδίδοται, οὔτε αὖ πάλιν ἡ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιά, ἀλλ’ ἑκάστη πρὸς τὸ οἰκεῖον μέρος ἀποτείνεται. | |
20 | ἡ δὲ τοῦ Γ πάλιν ἀρχὴ ἐπὶ τὸ Γ τὰ ἀριστερά, ἡ δ’ ἀμφοῖν ἐπ’ ἄμφω, τουτέστιν ἡ δὲ τοῦ Β καὶ Γ ἐπὶ τὸ Β καὶ Γ· ἡ γὰρ δεξιὰ καὶ ἀριστερὰ ἀρχὴ ἐπὶ τὰ δεξιὰ καὶ ἀριστερὰ περαιοῦνται. ἀπὸ δὲ τοῦ Β ἐπὶ τὸ Γ· λείπει τὸ οὐκέτι, ἵν’ ᾖ ‘ἀπὸ δὲ τοῦ Β ἐπὶ τὸ Γ οὐκέτι‘. ἡ γὰρ τοῦ Β ἀρχή, ὥσπερ εἴρηται, ἐπὶ τὸ Γ οὐ διαδίδοται, οὐδ’ ἡ τοῦ Γ ἐπὶ τὸ Β. | |
25 | καὶ ἡ μὲν ἀπὸ τοῦ Β κίνησις ἐπὶ τὸ Α ὡς ἐπ’ ἀρχήν, ἡ δ’ ἀπὸ τοῦ Α ἐπὶ τὸ Β ὡς ἀπ’ ἀρχῆς. | |
27n | Ὅτι δὲ ὁτὲ μὲν ταῦτα νοησάντων γίνεται κίνησις ἡ | |
28n | παρὰ τὸν λόγον. | |
29 | Ἐπειδὴ πολλάκις νοήσαντες γυναῖκα ἢ ἐχθρόν, κινεῖται τὸ αἰδοῖον καὶ | 130 |
131 | ἡ καρδία, πολλάκις δὲ νοήσαντες οὐ κινεῖται, αἴτιον, φησί, τοῦ ποτὲ μὲν κινεῖσθαι ποτὲ δὲ μὴ ἡ ὕλη. ἢ γὰρ οὐκ ἔστιν ὅλως ὕλη καὶ διὰ τοῦτο οὐ κινεῖται τὸ αἰδοῖον, ἢ ἔστι μέν, ἀλλ’ οὐ τοσαύτη καὶ τοιαύτη, ὥστε δύνασθαι κινῆσαι. ὧδε οὖν πεπλήρωται καὶ ἡ Περὶ ζῴων κινήσεως πραγ‐ | |
5 | ματεία καὶ αἱ εἰς αὐτὴν σχολαί. | 131 |