TLG 4034 003 :: MICHAEL :: In libros de partibus animalium commentaria

MICHAEL Phil.
(Ephesius: A.D. 11–12)

In libros de partibus animalium commentaria

Source: Hayduck, M. (ed.), Michaelis Ephesii in libros de partibus animalium, de animalium motione, de animalium incessu commentaria [Commentaria in Aristotelem Graeca 22.2] Berlin: Reimer, 1904: 1–99.

Citation: Page — (line)

1

(1t)

ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ ΠΡΩΤΟΝ ΤΩΝ ΠΕΡΙ ΖΩΩΝ ΜΟΡΙΩΝ ΜΙΧΑΗΛ
2tΤΟΥ ΕΦΕΣΙΟΥ.
3 Ὥσπερ ἐν τοῖς ἠθικοῖς ἐπιγραφομένοις Νικομαχείοις πρότερον προεῖπε ποταπὰς δεῖ ζητεῖν τὰς ἀποδείξεις τὰς περὶ τὰ καλὰ καὶ τὰ δίκαια γινο‐
5μένας, ὁποῖόν τε τὸν περὶ τούτων ἀκουσόμενον εἶναι χρή, ὅτι πεπαιδευμένον (κρίνει γάρ, φησὶν ἐν ἐκείνοις, ἕκαστος καλῶς ἃ γινώσκει, καὶ τούτων ἐστὶν ἀγαθὸς κριτής· καθ’ ἕκαστον ἄρα ὁ πεπαιδευμένος) ὡς οὖν ἐν ἐκείνοις ταῦτα προειπὼν οὕτω τὸν περὶ τῶν ἠθῶν λόγον ἐποιήσατο, οὕτω κἀνταῦθα ποιεῖ καὶ ἐκτίθεται τὸν ἀκουσόμενον τῆς περὶ τῶν ζῴων μορίων καὶ τῶν
10αἰτιῶν, δι’ ἃς ταῦτα ἔχει τὰ ζῷα, πραγματείας, καί φησι ‘περὶ πᾶσαν θεωρίαν τιμιωτέραν τε καὶ ταπεινοτέραν δύο ἕξεις εἰσίν, ὧν τὴν μὲν ἐπι‐ στήμην προσαγορεύομεν καὶ τὸν ἔχοντα αὐτὴν ἐπιστήμονα καλοῦμεν, θατέραν δὲ παιδείαν καὶ τὸν ἀπ’ αὐτῆς πεπαιδευμένον‘. πεπαιδευμένος δὲ λέγεται οἷον φέρε εἰπεῖν ἐπὶ γεωμετρίας οὐχ ὁ ἔχων ἀκριβεστάτην πάντων ἕξιν
15τῶν γεωμετρικῶν θεωρημάτων (ὁ γὰρ τοιοῦτος κυρίως ἐπιστήμων ὀνομάζε‐ ται), ἀλλ’ ὁ ἔχων γεωμετρικὰς ἀρχὰς καί τινων θεωρημάτων γνῶσιν καὶ δυνάμενος ἐκ τούτων κρίνειν τὸν διαλεγόμενον ὡς γεωμέτρην κατὰ τὰς γεω‐ μετρικὰς ἀρχὰς καὶ ὡς δεῖ γεωμέτρην διαλέγεσθαι. ὅστις οὖν ἔχει ἀρχὰς γεωμετρικὰς ἀριθμητικάς τε καὶ ἀστρονομικὰς καὶ φυσικάς, καὶ ἁπλῶς
20ἁπασῶν τεχνῶν τε καὶ ἐπιστημῶν, καὶ δυνάμενος ἐκ τούτων κρίνειν τόν τε φυσικόν, εἰ φυσικῶς διαλέγεται, καὶ τὸν μαθηματικόν, εἰ μαθηματικῶς, καὶ τοὺς ἄλλους ὁμοίως, ὁ δὴ τοιοῦτος ὀνομάζεται ὅλως πεπαιδευμένος ἤγουν περὶ ἅπαντα πεπαιδευμένος καὶ ἁπάντων ἀρχὰς ἔχων καὶ πάντων κριτικὸς νομιζόμενος, εἷς ὢν τῷ ἀριθμῷ· οὐ γὰρ πολλοὶ ὁ τοιοῦτος, ἀλλ’
25εἷς. ὅστις δὲ ἔχει ἀρχὰς μιᾶς τινος φύσεως καὶ ἐπιστήμης, οἷον γεω‐1

2

μετρίας μόνης, οὗτος διάκειται περὶ ἕν τι μόριον τῆς ὅλης ἐπιστήμης ὡς ὁ πρότερος περὶ ἅπαντα. ἐκ δὴ τούτων δῆλον ὅτι ὁ μὲν ἐπιστήμων καὶ πεπαιδευμένος ἐστίν, οὐ πᾶς δὲ πεπαιδευμένος ἐπιστήμων. εἰ δὴ ἐπὶ πάν‐ των οὕτως ἔχει, δεῖ καὶ τῆς περὶ φύσεως ἱστορίας ὑπάρχειν ἀρχὰς καὶ
5ὅρους τοιούτους, πρὸς οὓς ἀναφέρων ὁ ἀκροώμενος ἀποδέξεται τὰ δεικνύ‐ μενα χωρὶς τοῦ πῶς ἔχει τἀληθές. εἰ γὰρ τοῦτό ποτε θεωρεῖ, ἀλλ’ οὖν οὐ προηγουμένως ὁ πεπαιδευμένος σκοπεῖ, κἂν ἀληθὲς ἢ μὴ τὸ δεικνύ‐ μενον ᾖ (ἐπιστήμονος γάρ ἐστι τοῦτο), ἀλλ’ ἔργον ἐστὶν αὐτῷ θεωρῆσαι, εἰ γεωμετρικόν ἐστι τὸ δεικνύμενον, εἰ ἐκ τῶν γεωμετρικῶν ἀρχῶν δεί‐
10κνυται. Ταῦτ’ εἰπὼν ἐπάγει ‘ἆρα δεῖ λαβόντας ἑκάστην οὐσίαν περὶ ἑκάστης ἰδίᾳ ζητῆσαι, οἷον χωρὶς μὲν περὶ ἀνθρώπου φύσεως καὶ ἰδίως περὶ λέον‐ τος, ἢ τὰ κοινῇ συμβεβηκότα πᾶσι κατά τι κοινὸν ὑποθεμένουσ‘; οἷον ἐπεὶ συμβέβηκε καὶ ἀνθρώπῳ καὶ ἵππῳ καὶ λέοντι καὶ ἄλλοις πολλοῖς τὸ ἀνα‐
15πνεῖν, τὸ αὔξειν, τὸ φθίνειν, δεῖ ὡς κοινόν τι πρᾶγμα καὶ κοινήν τινα φύσιν λαβεῖν τὸ ἀναπνευστικὸν καὶ ζητεῖν, ὅπως καὶ διὰ τί ἀναπνέουσι τὰ ἀνα‐ πνευστικὰ καὶ αὔξει τὰ αὐξητικά, ἢ χωρὶς μὲν ἰδεῖν ὅπως ὁ ἄνθρωπος ἀναπνεῖ καὶ ἰδίως ὅπως ὁ ἵππος; εἰπὼν δὲ καὶ ὅτι πολλοῖς ἑτέροις οὖσιν ἀλλήλων τῷ εἴδει ὑπάρχει τὰ αὐτά, οἷον ὕπνος, ἀναπνοή, αὔξησις, φθίσις,
20θάνατος, ἐπήγαγε καὶ πρὸς τούτοις ὅσα τοιαῦτα τῶν λειπομένων παθῶν τε καὶ διαθέσεων, ὃ ἴσον ἂν εἴη τῷ καὶ πρὸς τούτοις ἄλλα πλεῖστα κοινῶς ὑπάρχει τοῖς ζῴοις, ἃ παραλέλειπται καὶ οὐ κατείλεκται νῦν ἡμῖν· ταῦτα δ’ ἂν εἶεν ἐγρήγορσις, μακροβιότης, βραχυβιότης καὶ τὰ ὅμοια. τὸ δὲ ἄδηλον γὰρ καὶ ἀδιόριστόν ἐστι λέγειν νῦν περὶ τού‐
25των εἴρηται ἀντὶ τοῦ οὔπω γὰρ περὶ τούτων ὑπό τινος τῶν πρὸ ἡμῶν ἢ τῶν σὺν ἡμῖν ὄντων διώρισταί τε καὶ σεσαφήνισται, εἴτε χωρὶς δεῖ λέγειν εἴτε κοινῶς. εἰπὼν οὖν ὅτι πότερον δεῖ λαβόντας μίαν ἑκάστην οὐσίαν καὶ τὰ ἑξῆς, ἐπάγει φανερὸν δὲ καὶ ὅτι κατὰ μέρος μὲν λέγοντες περὶ πολλῶν ἐροῦμεν πολλάκις τὰ αὐτά, αἰνιττόμενος διὰ τούτων ὡς
30οὐ δεῖ χωρὶς περὶ ἑκάστου λέγειν, ὅπως τε ὁ ἵππος ἀναπνεῖ καὶ ὅπως ὁ ἄνθρωπος, ἀλλὰ ληπτέον ὡς μίαν τινὰ φύσιν τὸ ἀναπνευστικὸν καὶ σκοπη‐ τέον, ὅπως γίνεται. ἐπεὶ δὲ τῶν κοινῶς ὑπαρχόντων τοῖς ζῴοις τὰ μέν ἐστι συνώνυμα, τὰ δ’ ὁμώνυμα, θεὶς ὑποδείγματα τῶν συνωνύμων ὕπνον, ἀναπνοήν, αὔξησιν, φθίσιν, τίθησι καὶ τῶν ὁμωνύμων λέγων ἕτερα δὲ
35ἴσως ἐστὶν οἷς συμβαίνει τὴν μὲν κατηγορίαν ἔχειν τὴν αὐτήν, τὸ ἕτερα ἀντὶ τοῦ ὁμώνυμα νῦν λαβών· ἡ γὰρ πορεία ὁμωνύμως βαδί‐
σεως καὶ ἕρψεως καὶ πτήσεως κατηγορεῖται· τὸ δὲ ἴσως ἢ ἀντὶ τοῦ2

3

ἁπλῶς καὶ καθόλου κεῖται ἢ διὰ φιλόσοφον εὐλάβειαν. τὸ δὲ πότερον καθάπερ οἱ μαθηματικοὶ τὰ περὶ τὴν ἀστρολογίαν δεικνύουσιν, οὕτω δεῖ καὶ τὸν φυσικὸν ἴσον ἂν εἴη τῷ ἆρά γε ὥσπερ οἱ μαθη‐ ματικοὶ λαβόντες τὸ πρᾶγμα ὅτι ἐστὶν οὕτω τὰς αἰτίας, διὰ τί οὕτως ἔχει,
5ζητοῦσι (λαβόντες γὰρ ἐξ αἰσθήσεως ὅτι τῶν ἀστέρων οἱ μὲν ἀεὶ δύνουσιν, ὡς τὸ λεγόμενον θυτήριον, ὡς ὁ στέφανος, οἱ δὲ οὐδέποτε ποιοῦνται δύσιν, ὡς ἡ ἄρκτος, οὕτω τὴν αἰτίαν διὰ τί οὕτως ἔχει ἐζήτησαν) οὕτω δεῖ καὶ τὸν φυσικὸν πρότερον ἰδεῖν, εἰ ἔχει τὰ ζῷα καρδίαν, πνεύμονα, φλέβας, καὶ οὕτω ζητῆσαι, διὰ τί ταῦτα ἔχουσι τὰ μόρια, ἢ ἀνάπαλιν;
10nἪ τῇ αἰσθήσει ὁρισάμενος.
11 Ὁρίζεται τὴν ὑγείαν τῇ αἰσθήσει ὁ ἰατρός, ὅταν λαβὼν ὑγιᾶ χεῖρα φάσκῃ ‘ἐπειδὰν ἡ νοσοῦσα χεὶρ ἐνεργῇ ὡς αὕτη, τότε ὑγιανεῖ‘. ὁμοίως καὶ ἐπὶ οἰκίας, ὅταν ἀφορῶν ὁ οἰκοδόμος πρὸς τὴν ἤδη οὖσαν ἑτέραν ὁμοίαν ἐκείνῃ ποιῇ.
15nΕἰς ὃ πειρῶνται πάντες σχεδόν.
16 Οἱ γὰρ πρεσβύτεροι τούτου φιλόσοφοι τὸ ὑλικὸν ἅπαντες ἐζήτουν αἴτιον καὶ περὶ ἐκεῖνο διέτριβον ἧττον φροντίσαντες τῶν ἄλλων αἰτίων, κἂν ἐπὶ μικρὸν καὶ ἐκείνων, ὅσον ὀνειρώξασθαι, ἥψαντο.
19nἈλλ’ ὁ τρόπος τῆς ἀποδείξεως καὶ τῆς ἀνάγκης ἕτερος.
20 Ἕτερος, φησίν, ἐστὶν ὁ τρόπος τῆς ἀποδείξεως καὶ τῆς ἀνάγκης ἤγουν τῆς ὕλης ἐπί τε τῆς φυσικῆς καὶ τῶν θεωρητικῶν ἐπιστημῶν καὶ ἐπὶ τῶν τεχναστῶν· τοῦτο γὰρ δεῖ προσυπακούειν. τῆς μὲν γὰρ φυσικῆς ἀρχὴ τὸ ὄν· ὡς ἤδη γὰρ ὄντα λαβοῦσα τὸν ἄνθρωπον, κἂν μήπω ἐστί, λέγει ‘ἐπειδὴ τοιονδί ἐστιν ὁ ἄνθρωπος, δεῖ τοιᾶσδε ὕλησ‘, καὶ οὔ φησιν ὡς
25ἐπειδὴ τοιαύτη ἐστὶν ἡ ὕλη, δεῖ ἄνθρωπον εἶναι. καὶ ἡ ἰατρικὴ ὁμοίως τὴν ὑγίειαν ὡς οὖσαν, κἂν μὴ ἔστι, καὶ ὁ γεωμέτρης τὸ τρίγωνον ὡς ὂν λαβὼν ζητεῖ, εἰ ἔχει τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας. ἐπὶ δὲ τῶν τεχναστῶν οὐχ οὕτως, ἀλλ’ ὡς μὴ ὂν καὶ δυνάμενον γενέσθαι· φαμὲν γὰρ ‘εἰ ἔσται πρίων, δεῖ τοιᾶσδε ὕλησ‘, καὶ ἐπὶ τῆς οἰκίας ὁμοίως.
30nΟὐδ’ ἔστιν εἰς ἀίδιον συναρτῆσαι.
31Οὐ δυνατόν ἐστι, φησιν, εἰς ἀίδιον συναρτῆσαι τῆς τοιαύτης ἀποδεί‐
ξεως ἤγουν τῆς ἀντιστρεφούσης τὴν ἀνάγκην ἐπὶ τῶν τεχναστῶν, ὥστε3

4

λέγειν ‘ἐπειδὴ ἡ οἰκία τοδί ἐστι, δεῖ τοιαύτης ὕλης, καὶ ἐπεὶ τοιαύτη ὕλη ἐστίν, ἔσται οἰκία‘. ἐπὶ δὲ τῶν ἀιδίων δυνατὸν λέγειν ‘ἐπεὶ ὁ ἥλιος ἐν κριῷ ἐστιν, ἦν ἐν τοξότῃ, καὶ ἐπεὶ ἐν τοξότῃ ἐστίν, ἔσται ἐν κριῷ‘. ἀλλὰ περὶ μὲν τούτων εἴρηκε καὶ ἐν τῷ δευτέρῳ τῆς Ἀποδεικτικῆς καὶ ἐν τῷ
5τέλει τῆς Περὶ γενέσεως καὶ φθορᾶς, καὶ ἐν τῇ Μετὰ τὰ φυσικά.
6nΔεῖ δὲ μὴ λεληθέναι καὶ πότερον προσήκει λέγειν.
7 Καὶ τοῦτό φησι δεῖν γινώσκειν ἡμᾶς, ἆρ’ οὕτω ποιητέον τὴν παρ‐ οῦσαν σκέψιν, ὥσπερ οἱ πρὸ ἡμῶν ἐποίουν. ἐκεῖνοι γὰρ ἔλεγον ὅτι τὴν τοῦ πράγματος γένεσιν, ὅπως γίνεται, πρότερον ζητεῖν ἄξιον· ταύτης γὰρ
10καταληφθείσης καὶ γνωρίμου γεγονυίας ἕπεται καὶ ἡ γνῶσις τῆς τοῦ πρά‐ γματος ὑπάρξεως καὶ τῆς οὐσίας αὐτοῦ. ἀλλ’ ἐκεῖνοι μὲν οὕτως· ὁ δὲ οὐκ ἀρέσκεται, ἀλλά φησιν ἔοικεν ἐντεῦθεν ἀρκτέον εἶναι, καθάπερ καὶ πρότερον εἴπομεν, καὶ ληπτέον τὰ ὑπάρχοντα ἑκάστῳ γένει ὡς ὑπ‐ άρχοντα, καὶ θεωρητέον τίνα τίσιν ὑπάρχει καὶ ἐστίν, οἷον τοῖς μὲν βουσὶν
15ἐχῖνος, σηπίᾳ δὲ τὸ σήπιον καὶ ἄλλοις ἄλλα. καὶ μετὰ τὴν γνῶσιν τῶν ὑπαρχόντων ἑκάστοις οὕτω ζητητέον τήν τε γένεσιν αὐτῶν καὶ τὰς αἰτίας, καθ’ ἃς ταῦτα αὐτοῖς ὑπάρχει. εἰ γὰρ μὴ γνῶμεν πρότερον ὅτι εἰσί, πῶς ἂν ὅπως γέγονεν εὕροιμεν; οὕτω γὰρ καὶ ἐπὶ οἰκοδομήσεως ποιοῦμεν· ὡς οὖσαν γὰρ τὴν οἰκίαν λαβόντες, οὕτω τὴν γένεσιν αὐτῆς ζητοῦμεν, ὅπως
20ἐγένετο. εἰ δὲ ἡ γένεσις ἕνεκα τῆς οὐσίας ἐστίν, οὐκ ὀρθῶς Ἐμπεδοκλῆς εἴρηκεν ὑπάρχειν πολλὰ τοῖς ζῴοις κατὰ συμβεβηκὸς καὶ ἀπὸ τύχης. ἔλεγε γὰρ τὴν ῥάχιν ἀπὸ τύχης καὶ κατὰ συμβεβηκὸς ἔχειν τοὺς σπονδύλους· μία γὰρ οὖσα, φησί, καὶ συνεχὴς ὥσπερ ἡ ῥάβδος ἢ κάλαμος, καὶ στρα‐ φέντος τοῦ ζῴου ἢ κύψαντος κατεάγη, ἀγνοήσας πρῶτον μὲν ὅτι τὸ σπέρμα,
25ἀφ’ οὗ τὰ μέρη τοῦ ζῴου συνέστη, δεῖ δυνάμει ταῦτα πάντα εἶναι, εἶθ’ ὅτι καὶ ὁ πατήρ, ἀφ’ οὗ τὸ σπέρμα, πρότερός ἐστι τοῦ υἱοῦ· ὥστε διὰ τὸ τὸν πατέρα τοιόνδε εἶναι καὶ τὸ σπέρμα δυνάμει τὰ μέρη, διὰ τοῦτο γέ‐ γονεν ἡ ῥάχις τοιαύτη καὶ τὰ λοιπὰ μόρια, ἀλλ’ οὐχ ὅτι ἐστράφη ἢ ἔκυψε κατεαγεῖσα ἔσχε τοὺς ἁρμούς. ἰστέον δὲ καὶ τόδε ὅτι ὥσπερ ἐπὶ τῶν ἀπὸ
30φύσεως καὶ τέχνης γινομένων προϋπάρχοντος τοῦ ποιητικοῦ ὑπ’ αὐτοῦ γίνεται τὰ γινόμενα οἷά ἐστιν, οὕτω καὶ ἐπὶ τῶν αὐτομάτως δοκούντων γίνεσθαι ἔνια γίνεται οἷα ἂν ἐποίησε φύσις ἢ τέχνη. εἰπὼν δὲ ὅτι τῶν τεχναστῶν προϋπάρχει τὸ ποιητικὸν ὅμοιον ὂν τῷ γινομένῳ ἐπήγαγεν ‘ἡ γὰρ τέχνη λόγος καὶ εἶδος τοῦ τεχναστοῦ ἐστιν ἄνευ τῆς ὕλησ‘. καὶ τοῦτο
35πανάληθες· ἡ γὰρ οἰκοδόμησις οὐδὲν ἄλλο τυγχάνει οὖσα ἢ τὸ εἶδος τῆς4

5

οἰκίας χωρὶς ξύλων καὶ λίθων. διὸ οὐ τὴν τύχην καὶ τὸ κατὰ συμβεβηκὸς αἰτιατέον, ἀλλὰ λεκτέον ‘ἐπεὶ τοῦτό ἐστι τὸ ἀνθρώπῳ εἶναι, διὰ τοῦτο ταῦτα τὰ μόρια ἔχει‘. οὐ γὰρ ἐνδέχεται εἶναι ἄνευ τῶν μορίων τούτων ἢ πάντων ἢ τῶν γε κυριωτάτων καὶ ὧν ἄνευ ἀδύνατον εἶναι. τούτου γάρ
5ἐστι δηλωτικὸν τὸ εἰ δὲ μ, ἀλλ’ ὅτι ἐγγυτάτω τούτοις, καὶ ἢ ὅλως ἐχέτω τὰ μόρια, ἤτοι καὶ ἢ τὰ κυριώτατα ἐχέτω μόρια, καρδίαν, ἧπαρ, τὰ ὅμοια, ὅτι χωρὶς τούτων ἀδύνατον εἶναι, ἢ καλῶς γε οὕτως, τουτέστιν ἢ πάντα ἐχέτω· τὸ γὰρ κάλλιον τοῦτό ἐστι τὸ μηδὲν ἐλλείπειν τῶν ἐν αὐτῷ μορίων. τὸ δὲ ταῦτα δὲ ἕπεται ἴσον ἐστὶ τῷ εἰ καλῶς
10ἔχοι ὁ ἄνθρωπος, ἕπεται ταῦτα πάντα μόρια αὐτοῦ· τῷ γὰρ καλῶς ἔχοντι τοῦτ’ ἀκολουθεῖ, τὸ μηδὲν ἐλλείπειν μήτε τῶν κυριωτάτων μήτε τῶν ἀκύρων. Εἰπὼν δὲ ἀνωτέρω ὅτι πρῶτον τὰ φαινόμενα καὶ ὄντα ληπτέον περὶ ἕκαστον γένος, εἶθ’ οὕτω τὰς αἰτίας τούτων λεκτέον, καὶ μεταξὺ πολλὰ
15παρενείρας ἐπάγει ἐπεὶ δὲ ἔστι τοιοῦτον, τὴν γένεσιν ὡδ, δυνάμει λέγων ‘δεῖ δὴ τὸ πρᾶγμα ὡς ὂν λαμβάνειν, εἶτα λέγειν, ἐπειδὴ τοιοῦτόν ἐστι καὶ φύσιν εἴληφε τοιαύτην, δεῖ τὴν γένεσιν ὡδὶ γενέσθαι, πρότερον μὲν καρδίαν, εἶτα ἄλλο καὶ οὕτως ἕτερον‘. ἀλλ’ οὗτος μὲν οὕτω δαιμονίως περὶ τούτου διορίζει· Ἐμπεδοκλῆς δὲ τὴν ὕλην αἰτιᾶται τῆς γενέσεως
20λέγων ‘ἐπεὶ καὶ τὸ πῦρ καὶ ὁ ἀὴρ ἄνω πεφύκασι φέρεσθαι, γῆ δὲ καὶ ὕδωρ κάτω, συναγούσης τῆς Φιλίας τὰ στοιχεῖα τὸ ἐν ἐμοὶ ὕδωρ κάτω πεφυκὸς φέρεσθαι ἐκοίλανε τὸν τόπον ὃν καλοῦμεν κοιλίαν, καὶ πεποίηκεν αὐτήν (ῥανὶς γὰρ ἐνδελεχείῃ καὶ πέτραν κοιλαίνει), ὁμοίως καὶ ὁ ἀὴρ ἐπὶ τὸ ἄνω φερόμενος διέρρηξε τὸν τόπον καθ’ ὃν οἱ μυκτῆρες,
25καὶ γεγόνασι μυκτῆρες. εἰ οὖν ἄτοπον ταῦτα λέγειν, ἔστι δὲ καὶ ὁ ἄνθρωπος καὶ τὰ ζῷα καὶ τὰ μόρια αὐτῶν φύσει, λεκτέον ἂν εἴη περὶ σαρκὸς καὶ ὀστοῦ καὶ τῶν ὁμοίων· οὐ γὰρ ἱκανὸν τὸ λέγειν ὅτι ἐκ πυρός εἰσι καὶ ἀέρος, ὥσπερ κἂν εἰ περὶ κλίνης ἐποιούμεθα τὸν λόγον, ἐπειρώμεθα μᾶλλον περὶ τοῦ εἴδους λέγειν ἢ περὶ τῆς ὕλης, εἰ δὲ μή, ἀλλ’ οὖν περὶ ἀμφοῖν
30καὶ τῆς ὕλης καὶ τοῦ εἴδους, ἀλλ’ οὐ περί γε τῆς ὕλης μόνης. καὶ πῶς ἂν περὶ ἀμφοῖν ἐλέγομεν, ἐπήγαγε ‘κλίνη γάρ ἐστι τόδε ἐν ὑποκειμένῳ οὖσα τῳδί, ἢ τόδε τὸ ὑποκείμενόν ἐστι τοιονδί‘.
33nΕἰ μὲν οὖν τῷ σχήματι καὶ τῷ χρώματι ἕκαστον τῶν
34nζῴων.
35Δημόκριτος τὴν ἅπασαν ζήτησιν περὶ τῆς ὑλικῆς αἰτίας ποιούμενος
ἀπεκρίνατο, τὸ δὲ τίνος ἕνεκα ἤτοι τὴν εἰδικὴν εἴα λέγων ‘ἅπαντι δῆλόν5

6

ἐστιν ὁποῖόν τι κατὰ τὴν μορφὴν καὶ τὸ χρῶμα ὑπάρχει ὁ ἄνθρωπος καὶ ἕκαστον τῶν ζῴων, κατὰ δὲ τὴν ὕλην ἄδηλον· εἰ δὲ τοῦτο, περὶ τοῦ ἀδήλου τὴν ζήτησιν ποιητέον, καὶ οὐ περὶ τοῦ φανερωτάτου‘. πρὸς ταῦτα ἐνίσταται ὁ Ἀριστοτέλης λέγων ‘εἰ μὲν οὖν κατὰ τοιονδὶ σχῆμα καὶ χρῶμα
5ὁ ἄνθρωπος οὐσίωται καὶ ἕκαστον τῶν ζῴων καὶ τῶν μορίων, ὀρθῶς ἂν ὁ Δημόκριτος λέγοι· εἰ δὲ μὴ κατὰ ταῦτα, ἀλλὰ κατὰ τὸν ὁριστικὸν λόγον, οὐκ ὀρθῶς. εἰ γὰρ ἦν τῷ ἀνθρώπῳ τὸ ἀνθρώπῳ εἶναι κατὰ τοιονδὶ σχῆμα, ἦν ἂν καὶ ὁ τεθνεὼς ἄνθρωπος· σώζει γὰρ καὶ οὗτος τὸ τῶν ζώντων σχῆμα· ἀλλ’ ἄνθρωπος οὐκ ἔστιν. λίαν οὖν περὶ τούτων ἁπλῶς
10καὶ ἀνεπισκέπτως εἴρηκε, καὶ τὸν αὐτὸν τρόπον ὥσπερ ἂν εἰ τέκτων λέγοι περὶ χειρὸς ξυλίνης ὅτι χείρ ἐστι ξύλον οὑτωσὶ λεανθὲν κοιλανθέν τε καὶ σχισθέν. οὕτω γὰρ καὶ οἱ φυσιολόγοι τὰς τῶν σχημάτων αἰτίας λέγουσιν· ἐπεὶ τὸ ὕδωρ κάτω ῥεῖ, γέγονεν ἡ κοιλία, καὶ οἱ μυκτῆρες, ὅτι ὁ ἀὴρ ἄνω· ἀπὸ γὰρ τῆς ὕλης καὶ τῶν δυνάμεων, κουφότητος βαρύτητος, τὰς αἰτίας
15τοῦ σχήματος ἀποδιδόασι. καὶ ἴσως ὁ μὲν τέκτων αἴτια τοῦ σχήματος εἶπεν ἂν τὰ ὄργανα, τρύπανον καὶ σκέπαρνον, ὁ δὲ Δημόκριτος ἀέρα καὶ γῆν, ἀλλὰ βέλτιον ὁ τέκτων τὰς αἰτίας ἐρεῖ λέγων ** καταλέγει οὖν αὐ‐ τὰς οὗτος λίαν σαφῶς. δῆλον οὖν ὅτι οὐκ ὀρθῶς λέγουσιν, ἀλλὰ λεκτέον τὸ εἶδος τοῦ ζῴου, κἂν ἄνθρωπος κἂν ἄλλο ὁτιοῦν ἐστιν, ὅτι τοιοῦτον, καὶ
20περὶ ἐκείνου τοῦ εἴδους ζητητέον καὶ τί ἐστι καὶ ποῖόν τι, καὶ τῶν μορίων ἕκαστον. καὶ εἰ ἔστι τὸ εἶδος τοῦ ἀνθρώπου ἢ πᾶσα ψυχή, ἡ λογική τε καὶ ἄλογος, ἢ μέρος ψυχῆς, τουτέστι μόνη ἡ ἄλογος, ἢ ἂν ἀδύνατον χωρὶς ψυχῆς εἶναι τὸ τοῦ ἀνθρώπου εἶδος (ἀπελθούσης γὰρ τῆς ψυχῆς οὐκέτι ζῷόν ἐστιν ὁ ἄνθρωπος οὐδὲ τῶν μορίων οὐδὲν πλὴν τῷ σχήματι μόνον,
25καθάπερ καὶ τὴν μυθευομένην Νιόβην ἀπολιθωθεῖσαν ἄνθρωπον μὲν μηκέτι εἶναι, σώζειν δὲ τὸ σχῆμα **) εἰ δὴ εἶδος ἀνθρώπου ψυχὴ ἢ μέρος ψυχῆς, τοῦ φυσικοῦ περὶ ψυχῆς ἂν εἴη λέγειν, καὶ εἰ μὴ περὶ πάσης, τῆς τε λογικῆς καὶ ἀλόγου, ἀλλὰ τέως περὶ τῆς ἀλόγου, καθ’ ἣν τὰ ζῷα τὸ ζῷα εἶναι ἔσχηκεν. ἄλλως τε καὶ τῆς φύσεως τῆς μὲν ὡς ὕλης λεγομένης,
30τῆς δὲ ὡς εἴδους (καὶ ἔστιν ἡ εἰδικὴ φύσις καὶ ὡς κινοῦσα καὶ ὡς τέλος· αὕτη γὰρ ὡς ἐφετὸν καὶ κοσμοῦν κινεῖ τὴν ὕλην· ἀλλὰ καὶ τὸ τέλος αὕτη· πάντα γὰρ τὰ πρὸ τοῦ εἴδους γινόμενα ἕνεκα τούτου γίνεται) διχῶς οὖν τῆς φύσεως λεγομένης, ὧν ἡ μέν ἐστιν ὡς οὐσία καὶ ἔστιν αὕτη ἤτοι ἡ πᾶσα ψυχή, ἡ λογικὴ καὶ ἄλογος, ἢ μέρος τι αὐτῆς οἷον ἡ ἄλογος, καὶ
35διὰ τοῦτο ῥητέον ἂν εἴη τῷ φυσικῷ περὶ ψυχῆς καὶ τοῦ εἴδους μᾶλλον ἢ περὶ τῆς ὕλης, ὅσῳ μᾶλλον ἡ ὕλη ὥσπερ φύσις ἐστὶ διὰ τὸ εἶδος ἢ τοῦτο δι’ ἐκείνην. Ταῦτα εἰπὼν ζητεῖ, πότερον περὶ πάσης ψυχῆς ἐστι τῆς φυσικῆς εἰπεῖν
ἢ περί τινος. εἰ γὰρ περὶ πάσης, δῆλον ὅτι καὶ περὶ τοῦ νοῦ· ὁ δὲ νοῦς6

7

τῶν πρός τι (ὁ γὰρ νοῦς νοητῶν ἐστι νοῦς), ἐν δὲ τοῖς πρός τι ὁ θάτερον εἰδὼς καὶ θάτερον οἶδεν· ὥστε εἰ περὶ τοῦ νοῦ λέγει ὁ φυσικός, ἐρεῖ καὶ περὶ τῶν νοητῶν. εἰ οὖν ἡ φυσικὴ λέγει καὶ περὶ τῶν αἰσθητῶν καὶ περὶ τῶν νοητῶν, οὐδεμία ἔσται ἄλλη ἐπιστήμη παρὰ τὴν φυσικήν· οἰχήσεται
5ἄρα ἡ θεολογία. εἰπὼν δὲ ὅτι τῆς αὐτῆς ἐστιν ἐπιστήμης λέγειν περὶ νοῦ καὶ τῶν νοητῶν, ἐπήγαγεν εἴπερ ἄλλα, τουτέστιν εἴπερ ἕτερον ὁ νοῦς καὶ τὰ νοητά, ἀλλὰ μὴ ταὐτά· εἴρηκε γὰρ ἐν τῷ τρίτῳ τῶν Περὶ ψυχῆς ὅτι πᾶς νοῦς νοητὸς καὶ πᾶν κυρίως νοητὸν νοῦς. ἀπορήσας οὖν λύει λέγων οὐκ ἔστι πᾶσα ψυχὴ κινήσεως ἀρχ, οὐδὲ τὰ μόρια πάντα
10τῆς ψυχῆς, ἀλλ’ αὐξήσεως μὲν αἴτιον τὸ θρεπτικὸν μόριον, ἀλλοιώσεως δὲ τῆς μετὰ συναισθήσεως γινομένης καὶ μὴ ἄνευ αἰσθήσεως τὸ αἰσθητι‐ κόν, φορᾶς δὲ τὸ ὀρεκτικὸν καὶ οὐ τὸ νοητικόν. ἐπεὶ οὖν ἡ φύσις ἀρχὴ κινήσεώς ἐστι καὶ ἠρεμίας, τὸ δὲ νοητικὸν αἴτιον κινήσεως οὐκ ἔστι, δῆλον ὅτι περὶ τῶν κινητικῶν μορίων τῆς ψυχῆς ὁ φυσικὸς ἐρεῖ καὶ οὐ περὶ τοῦ
15νοητικοῦ. τὸ δὲ ἓν ἢ καὶ πλείω εἶπεν ὡς εἰ ἔλεγε ‘τὰ δὲ κινητικὰ τῆς ψυχῆς μόρια εἴτε ἕν ἐστιν εἴτε καὶ πλείω ἑνός, περὶ τῶν τοιούτων ὁ φυσικὸς ἐρεῖ καὶ οὐ περὶ τοῦ νοητικοῦ‘. δείκνυσι δὲ ὅτι οὐδὲ περὶ τῶν μαθηματικῶν ὁ φυσικὸς ἐρεῖ, διότι ἡ φύσις ἕνεκά του πάντα ποιεῖ, τὰ δὲ ἐξ ἀφαιρέσεως, ἅπερ ἐστὶ τὰ μαθηματικά, οὐχ ἕνεκά του εἰσί. καὶ ὥσπερ,
20φησίν, ἐν τοῖς τεχναστοῖς ἐστιν ἀρχὴ κινήσεως ἡ τέχνη, οὕτως ἐν ἡμῖν ἄλλη τις ἀρχὴ καὶ αἰτία, εἴτε ψυχὴν εἴτε φύσιν αὐτὴν καλεῖν δεῖ. αὐτὸς γὰρ καὶ τὴν ψυχὴν φύσιν ἐνταῦθα εἴρηκεν, ὥστε καθολικώτερον ἡ φύσις τῆς ψυχῆς. ταύτην δέ, φησί, τὴν ἀρχὴν καὶ αἰτίαν τὴν ἀνάλογον οὖσαν τῇ τέχνῃ, ἔχομεν ἐκ τοῦ σύμπαντος κόσμου ὥσπερ καὶ τὸ ψυχρὸν καὶ τὸ
25θερμόν· ἐκ τοῦ κόσμου γὰρ καὶ αὐτὰ σύνεισιν ἡμῖν. σαφῆ δὲ τὰ λοιπά. Τὸ δὲ ἀλλὰ μὴν τούτου πρότερον τὸ οὗ τὸ σπέρμα εἴρηκεν ἀντὶ τοῦ τὸ δὲ σπέρμα ὕστερόν ἐστι τοῦ οὗ ἐστι σπέρμα. τὸ γὰρ ποιῆσαν τὸν Σωκράτην σπέρμα εἰ καὶ πρότερόν ἐστι Σωκράτους τῷ χρόνῳ, ἀλλὰ τῇ φύσει καὶ τῷ τιμίῳ καὶ ὅλως τῷ τελείῳ ὕστερόν ἐστι τοῦ Σωκράτους.
30ὃ καὶ κατασκευάζων ἐπήγαγε τὸ γένεσις μὲν γὰρ τὸ σπέρμα, οὐσία δὲ τὸ τέλος, ἴσον λέγων τῷ τὸ μὲν σπέρμα γένεσίς ἐστι, πᾶσα δὲ γένεσις ἀτελής, τὸ δὲ ἐκ τοῦ σπέρματος γεγονὸς τέλος καὶ οὐσία· τὸ δὲ τέλος καὶ ἡ οὐσία πρότερον τῇ φύσει τοῦ ἀτελοῦς. ἀλλ’ ὁ μὲν Σωκράτης πρότερος τῇ φύσει τοῦ ἐξ οὗ γέγονε σπέρματος, ὁ δὲ Σωφρονίσκος ἀμφοτέρων τῷ
35χρόνῳ καὶ Σωκράτους καὶ τοῦ ἐξ οὗ ὁ Σωκράτης σπέρματος. λέγεται δὲ τὸ σπέρμα διχῶς· τὸ γὰρ σπέρμα ἐξ οὗ ὁ Σωκράτης λέγεται καὶ Σωκρά‐ τους σπέρμα, λέγεται καὶ Σωφρονίσκου, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸν εἰρημένον· τοῦ μὲν γὰρ Σωφρονίσκου ὡς ἐξ οὗ· ἐξ αὐτοῦ γὰρ ἐξῆλθε·
τοῦ δὲ Σωκράτους ὡς οὗ· αὐτοῦ γὰρ ἕνεκα, ἢ τούτου γάρ ἐστι ποιητικόν.7

8

(1n)

Ἴσως δ’ ἄν τις ἀπορήσειε ποίαν λέγουσιν ἀνάγκην.
2 Εἰπὼν ὅτι πολλὰ γὰρ γίνεται καὶ διὰ τὴν ἀνάγκην, λέγει ‘ἀπορήσειε δ’ ἄν τις, ἐπειδὴ πολλαχῶς ἡ ἀνάγκη λέγεται‘, ὡς ἐν τῷ Δ τῶν Μετὰ τὰ φυσικὰ εἴρηται‘. ταῦτα γὰρ ᾐνίξατο διὰ τοῦ ὡς ἐν τοῖς κατὰ φιλο‐
5σοφίαν εἴρηται· εἶπε γὰρ ἐκεῖ ‘ἀναγκαῖον λέγεται καὶ τὸ βίᾳ ἀναγκαῖον, καὶ αἱ προτάσεις· εἰ γὰρ ἔσται τοιόνδε συμπέρασμα, ἀνάγκη τοιάσδε εἶναι προτάσεις. λέγεται ἀναγκαῖον καὶ οὗ ἄνευ οὐκ ἔστι τόδε εἶναι‘. λέγει οὖν ὅτι ἡ ζητουμένη ἐνταῦθα ἀνάγκη κατ’ οὐδένα λέγεται τῶν πρότερον δύο τρόπων, οὔτε ὡς τὸ βίᾳ οὔτε ὡς αἱ προτάσεις, ἀλλὰ κατὰ τὸν τρίτον τὸν
10οὗ ἄνευ οὐκ ἔστι τόδε εἶναι· ἄνευ γὰρ τροφῆς οὐχ οἷόν τε ζῷον εἶναι. τοῦτο, δέ, φησί, τὸ τρίτον ἀναγκαῖον ὥσπερ ἐξ ὑποθέσεώς ἐστιν, ἤτοι τρόπον τινὰ ἐξ ὑποθέσεώς ἐστι· καὶ σαφηνίζει διὰ παραδείγματος, ὅπως ἐστὶν ὥσπερ ἐξ ὑποθέσεως. ὥσπερ γάρ, φησίν, ἐπειδὴ δεῖ σχίζειν τῷ πελέκει, ἀνάγκη σκληρὸν εἶναι, εἰ δὲ σκληρόν, χαλκοῦν, οὕτω καὶ ἐπειδὴ
15τὸ σῶμα ὄργανον, ἀνάγκη τάδε εἶναι. καὶ συμπεραίνεται λέγων ὅτι μὲν οὖν δύο τρόποι εἰσὶ τῆς αἰτίας, ὕλη καὶ εἶδος, καὶ δεῖ λέγοντας τυγχάνειν ἀμφοῖν, εἰ δὲ μ, δῆλόν γε πειρᾶσθαι ποιεῖν· τουτέστιν εἰ δὲ μή ἐστιν ὕλη, ὥσπερ ἐν τῷ οὐρανίῳ σώματι, δεῖ πειρᾶσθαι δηλοῦν καὶ φανερὸν ποιεῖν ὡς ἐνταῦθα ὑλικὸν αἴτιον οὐκ ἔστιν. ὅτι μὲν οὖν ταῦθ’
20οὕτως ἔχει, δῆλον· λείπει γὰρ τὸ δῆλον. τὸ δὲ ἐνιαχοῦ δέ που αὐτῇ καὶ Ἐμπεδοκλῆς περιπίπτει εἴρηται ἀντὶ τοῦ ἄκων ὑπ’ αὐτῆς τῆς ἀληθείας ἀναγκαζόμενος ἅπτεται τῆς εἰδικῆς αἰτίας. ἥψατο δέ, φησίν, αὐ‐ τῆς καὶ Δημόκριτος, οὐχ ὡς ἀναγκαίας δὲ οὔσης τῷ περὶ φύσεως λέγοντι εἴρηκε περὶ αὐτῆς, ἀλλὰ καὶ οὗτος ἄκων ὑπὸ τῆς ἀληθείας παρασυρείς·
25τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἀλλ’ ἐκφερόμενος ὑπ’ αὐτοῦ τοῦ πράγματος. Ταῦτα εἰπὼν λέγει καὶ πῶς δεῖ ποιεῖσθαι τὰς τοιαύτας ἀποδείξεις τῆς ἀνάγκης λέγων ‘ἔστιν ἡ ἀναπνοὴ χάριν τοῦ περιψύχεσθαι τὴν καρδίαν· τοῦτο δὲ γίνεται διὰ τάδε ἐξ ἀνάγκησ‘. ἐπὶ δὲ τῆς ἀνάγκης, φησίν, ὅταν
30λέγῃ τις ὅτι τοῦτο γίνεται διὰ τάδε ἐξ ἀνάγκης, ὁτὲ μὲν τοῦτο λέγει ὡς εἰ μέλλει ἔσεσθαι ἐκεῖνο τὸ οὗ ἕνεκα, ἀνάγκη ταῦτα ἔχειν τὰ μόρια (εἰ γὰρ ἔσται ἀναπνοή, δεῖ πνεύμονος, τραχείας ἀρτηρίας † πνοῆς ἧς ἕνεκα ἀναπνοῆς ταῦτα γέγονεν), ὁτὲ δὲ οὐ τοῦτο σημαίνει διὰ τοῦ ἐξ ἀνάγκης, ἀλλ’ ὅτι ἔστι τόδε, ὅτι οὕτω πέφυκεν· ἔστι γὰρ ἐξ ἀνάγκης τῷ πυρὶ τὸ
35ἄνω φέρεσθαι οὐχ ὅτι ἕνεκα τῆς ἄνω φορᾶς γέγονέ τινα, ἀλλ’ ὅτι οὕτω
πέφυκεν. ὥστε εἴ τις εἴπῃ ‘ἀνάγκη τὸ πῦρ ἄνω φέρεσθαι‘, τοῦτό φησι8

9

‘πέφυκε τὸ πῦρ ἄνω φέρεσθαι‘. ἀσαφῶς δὲ τῆς ἀνάγκης τῆς δευτέρας τέθεικε τὸ παράδειγμα εἰπὼν τὸ θερμὸν γὰρ ἀναγκαῖον ἐξιέναι καὶ πάλιν εἰσιέναι ἀντικροῦον. ῥητέον δὲ πρὸς σαφήνειαν αὐτοῦ ταῦτα· ὁ Πλάτων πῶς ποτε τὸ ἀναπνεῖν γίνεται λέγων, εἴρηκεν ὅτι ὁ εἰσερχόμενος
5ἐν τῷ πνεύμονι ἀὴρ διὰ τῶν μυκτήρων ἢ τοῦ στόματος, θερμαινόμενος ἐν τῷ πνεύμονι καὶ διὰ τοῦτο λεπτυνόμενος φέρεται ἄνω καὶ ἐξέρχεται διὰ τῶν μυκτήρων, ἐξερχόμενος δὲ καὶ προσεγγίζων τῷ ἐκτὸς ἀέρι τῷ εὐθὺς ἁπτομένῳ τῶν μυκτήρων ψυχρῷ ὄντι πυκνοῦται καὶ συστέλλεται ἐντὸς εἰς ἐλάττονα κατὰ πολὺ τόπον τοῦ ὃν κατεῖχε πρὸ τοῦ πυκνωθῆναι. ἐπεὶ δὲ
10οὐκ ἔστι κενόν, διὰ τὴν τοιαύτην ἀνάγκην συνέπεται τῷ πυκνωθέντι ἀέρι ἐκτὸς ἄλλος ἀὴρ ἀναπληρώσων τὸν τόπον ὃν ἀπέλιπεν ὁ πυκνωθείς. οὕτως οὖν ὁ Πλάτων ἐφυσιολόγει τὸ ἀναπνεῖν. λαμβάνει δὲ ταύτην Ἀριστοτέλης τὴν δόξαν εἰς παράδειγμα οὐχ ὡς ἀρεσκόμενος ταύτῃ, ἀλλὰ σαφηνίσαι δι’ αὐτῆς βουληθείς, πῶς τὸ ἀναγκαῖόν ποτε σημαίνει τὸ οὕτω πέφυκε. τὸ
15θερμὸν γάρ, φησίν, ἀναγκαῖον ἐξιέναι, λέγων θερμὸν τὸν ἐν τῷ πνεύ‐ μονι ἀέρα· ἀναγκαῖον οὖν, τουτέστι πέφυκε τὸ θερμὸν ἄνω φέρεσθαι ἐξ‐ έρχεσθαί τε ᾗ ἂν εὑρήσει δίοδον, καὶ ἐξερχόμενον ἀντικροῦσαν τῷ ἐκτὸς ἀέρι καὶ πυκνωθὲν πέφυκε συστέλλεσθαι καὶ εἰσιέναι ἐντὸς ὥσπερ τις κοχλίας ἢ χελώνη ἐν τῷ οἰκείῳ ὀστράκῳ, τούτου δὲ συστελλομένου εἰσρεῖν τὸν
20ἐκτὸς ἀέρα εἴσω διὰ τῶν μυκτήρων. τοῦτο δὲ ἀναγκαῖον, ἤτοι τοῦτο δὲ οὕτω πέφυκε γίνεσθαι. τίθησι δὲ καὶ παράδειγμα τοῦ αὐτοῦ λέγων τοῦ ἐντὸς δὲ θερμοῦ ἀντικόπτοντος ἐν τῇ ψύξει τοῦ θύραθεν ἀέρος ἡ εἴσοδος. ὑποστικτέον δὲ εἰς τὸ ἀντικόπτοντος, εἶτα ἐπακτέον τὸ ἐν τῇ ψύξει τοῦ θύραθεν ἀέρος. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν ‘τοῦ
25ἐντὸς δὲ θερμοῦ ἀντικοπτομένου καὶ οἱονεὶ ἀναχαιτιζομένου καὶ εἰς τοὐ‐ πίσω παλινοστοῦντος, ἐν τῇ ψύξει ἤτοι διὰ τῆς ψύξεως γίνεται τοῦ θύραθεν ἀέρος ἡ εἴσοδος· τούτου δὲ εἰσελθόντος καὶ θερμανθέντος καὶ φερομένου ἄνω, ὡς πέφυκε φέρεσθαι, γίνεται ἡ ἔξοδος.
29nΛαμβάνουσι δ’ ἔνιοι τὸ καθ’ ἕκαστον διαιρούμενοι τὸ
30nγένος εἰς δύο διαφοράς.
31 Τὰ εἰδικώτατα εἴδη λαμβάνειν ὁ Πλάτων βουλόμενος (ταῦτα γὰρ εἶπε καθ’ ἕκαστον) ἐλάμβανε τὸ γένος καὶ διῄρει εἰς δύο, καὶ ἑκάτερον πάλιν τῶν τμημάτων εἰς δύο κἀκεῖνο, οὕτω λέγων ‘τῆς ποδότητος τὸ μέν ἐστι πολύπουν, τὸ δ’ ὀλιγόπουν‘, καὶ ἑκάτερον τούτων διῄρει πάλιν εἰς δύο, καὶ
35διὰ τῆς τοιαύτης διαιρέσεως ἐπειρᾶτο λαμβάνειν τὰ εἰδικώτατα εἴδη. δεί‐ κνυσι δὲ οὗτος διὰ πλειόνων ὡς ἀδύνατόν ἐστι διὰ τῆς τοιαύτης μεθόδου λαμ‐
βάνειν τὰ εἴδη· συμβαίνει γὰρ οὕτω τὸ αὐτὸ καὶ ἓν εἶδος πίπτειν ὑπὸ τὰς9

10

ἐναντίας διαφοράς, ὡς δείξει, ὅπερ οὐ καλόν· ἡ γὰρ διαίρεσις ἐπὶ τούτῳ γίνεται, ἵνα ἐν θατέρῳ τμήματι τὸ ζητούμενον ἐμπεσεῖται, ἀλλ’ οὐκ ἐν τοῖς ἀμφοτέροις· γίνεται δὲ τοῦτο διὰ τὸ τὴν διαίρεσιν εἰς δύο βούλεσθαι ποιεῖν. πῶς δὲ δεῖ τὰς διαιρέσεις ποιεῖσθαι, αὐτὸς ἐρεῖ μετὰ τὰς πρὸς τὸν Πλάτωνα
5ἀντιλογίας. ἃ δὲ νῦν λέγει ταῦτα ἂν εἴη· λαμβάνειν, φησί, πειρῶνται τὸ καθ’ ἕκαστον ἤτοι τὸ εἰδικώτατον εἶδος, διαιροῦντες τὸ γένος εἰς δύο δια‐ φοράς· τὸ δὲ οὕτω λαμβάνειν αὐτὸ πειρᾶσθαι τῇ μέν ἐστιν οὐ ῥᾴδιον, τῇ δὲ ἀδύνατον. καὶ τῆς δυσκολίας καὶ τοῦ ἀδυνάτου τὴν αἰτίαν ἐπήγαγεν εἰπὼν ἐνίων γὰρ ἔσται διαφορὰ μία μόνη, τουτέστιν ἐπί τινων μία
10διαφορὰ ἡ τελευταία ἐστὶν ἡ τὸ πρᾶγμα εἰδοποιοῦσα· συμβαίνει οὖν ἐκ τῆς διχοτομίας πολλάκις λέγειν τὸ αὐτό. ἔστω οὖν λαβεῖν ἐκ τῆς τοιαύτης διαιρέσεως τὸν ἄνθρωπον καὶ ῥητέον ‘τοῦ ζῴου τὸ μέν ἐστιν ὑπόπουν τὸ δ’ ἄπουν· ὁ δὲ ἄνθρωπος ἄπουν μὲν οὐκ ἔστιν, ὑπόπουν ἄρα. καὶ τοῦ ὑπόποδος τὸ μέν ἐστι δίπουν τὸ δὲ πολύπουν· ὁ δ’ ἄνθρωπος πολύπουν
15μὲν οὐκ ἔστι, δίπουν δ’ ἄρα. ὁ ἄνθρωπος ἄρα ἔστι ζῷον ὑπόπουν δίπουν‘. ὥστε δὶς εἴρηται τὸ ὑπόπουν· τὸ γὰρ δίπουν ὑπόπουν ἐστίν. οὕτως δὲ ἔδει λέγειν, ὁ ἄνθρωπός ἐστι ζῷον δίπουν, οὐ μὴν ζῷον ὑπόπουν δίπουν. πάλιν τὸ ζῷον διαιρεῖται εἰς ὑπόπουν καὶ ἄπουν, τὸ ὑπόπουν εἰς δίπουν καὶ πολύπουν, τὸ δίπουν εἰς σχιζόπουν καὶ ἀσχιδές· ὁ ἄνθρωπος ἄρα ἐστὶ
20ζῷον πεζὸν δίπουν σχιζόπουν. τρὶς ἄρα εἴρηται τὸ ὑπόπουν [καὶ δὶς τὸ δίπουν, καὶ πολύπουν τὸ δίπουν]· ὅτε γὰρ εἶπε δίπουν, ὑπόπουν εἶπεν, ἀλλὰ μὴν εἶπε τὸ ὑπόπουν καὶ ἐν τῇ ἀπαριθμήσει, ὅτε ἔλεγεν ὁ ἄνθρωπός ἐστι ζῷον ὑπόπουν δίπουν· ὥστε ὅτε εἶπεν ὑπόπουν, εἶπεν ἐξ ἀνάγκης τὸ ὑπόπουν, ἀλλὰ καὶ ὅτε εἶπε τὸ δίπουν, ὑπόπουν εἶπε· τὸ γὰρ δίπουν ὑπό‐
25πουν ἐστίν. ἀλλὰ καὶ ὅτε σχιζόπουν εἶπεν, ὑπόπουν εἴρηκεν ὁμοίως [καὶ δίπουν]. εἰ δὴ ἡ ἐσχάτη διαφορὰ κυρία ἐστὶ τοῦ εἰδοποιεῖσθαι τὰ πράγματα, μάτην ἦσαν εἰλημμέναι αἱ λοιπαί· συνεπιφέρει γὰρ ἡ ἐσχάτη τὰς πρὸ αὐτῆς. εἰ δὲ λέγει τις ὡς οὐκ ἔστιν αὕτη κυρία, ἀλλὰ καὶ αἱ λοιπαί, καὶ δεῖ κἀκείνας λέγειν, συμβήσεται τὸ αὐτὸ πολλάκις λέγειν. τοῦτο δὲ εἴρηκε καὶ
30ἐν τῷ Ζ τῶν Μετὰ τὰ φυσικά. Ἔτι, φησ, προσήκει μὴ διασπᾶν ἕκαστον γένος, λέγων γένος τὸ εἰδικώτατον εἶδος. οὐ δεῖ οὖν διασπᾶν καὶ τιθέναι τὸ αὐτὸ καὶ ἓν εἶδος ἐν ταῖς ἐναντίαις διαφοραῖς, οἷον εἴ τις διαιρεῖ τοὺς ὄρνιθας καὶ τοὺς μὲν τίθησιν ἐν τῇδε τοὺς δὲ ἐν ἄλλῃ διαιρέσει, καθάπερ ἔχουσιν αἱ γεγραμ‐
35μέναι τῷ Πλάτωνι διαιρέσεις· ἐν ἐκείναις γὰρ τοὺς μὲν τῶν ὀρνίθων μετὰ
τῶν ἐνύδρων τετάχθαι λέγει, τοὺς δὲ ἐν ἄλλῳ γένει.10

11

Καὶ ταύτῃ μὲν οὖν τῇ ὁμοιότητι, τῷ τε σχιζοπτέρῳ 〈καὶ〉 τῷ ῥυγ‐ χωτῷ κεῖται ὄνομα ὄρνις, ἄλλῃ δὲ ὁμοιότητι ἰχθύς, τινὲς δὲ ὁμοιότητες ἀνώ‐ νυμοί εἰσιν· ἐπὶ γὰρ τῶν ἐναίμων οὐ κεῖται ὄνομα ὥσπερ ἐπὶ τῶν σχιζο‐ πτέρων ὁ ὄρνις. ἀπορήσειε δ’ ἄν τις, πῶς ὥσπερ ὁ ὄρνις ὄνομά ἐστιν,
5οὐκ ἂν εἴη καὶ τὸ ἔναιμον ὄνομα, ἀλλ’ ἀνώνυμον. ἢ ἐπὶ μὲν τῶν ὀρνίθων πάνυ πολλὴ ἡ πρὸς ἄλληλα ὁμοιότης· καὶ γὰρ κατὰ τὸ σχιζόπτερον ὅμοιά εἰσι κόραξ, κορώνη, τὰ ἄλλα καὶ κατὰ τὰ ῥύγχη καὶ κατὰ τοὺς πόδας, ἀλλὰ δὴ καὶ κατὰ τὰ ἐντός, μόνῳ δὲ τῷ μεγάλῳ καὶ μικρῷ διαφέρουσι· τῶν γὰρ ὀρνίθων τινῶν μέν εἰσι καὶ οἱ πόδες καὶ τὰ πτερὰ μείζονα, τινῶν δ’
10ἐλάττονα. διὰ οὖν τὴν τοιαύτην ὁμοιότητα ὄνομα καλεῖν τὸ κοινῶς κατ’ αὐτῶν λεγόμενον, φημὶ δὴ τὸν ὄρνιν, οὐκ ἀπηξίωσεν. ἐπὶ δὲ τῶν ἐναίμων, ἐπειδὴ λίαν ἀνόμοια ἢ καὶ πάντῃ πρὸς ἄλληλα τυγχάνουσιν, οὐκ ἠθέλησε τὸ ἔναιμον ὄνομα εἰπεῖν. τίνα γὰρ ὁμοιότητα ἔχει ὁ τοῦ ἀνθρώπου ποὺς πρὸς τὸν τοῦ ἵππου ἢ ἡ κεφαλὴ πρὸς τὴν κεφαλὴν ἢ τὰ πλείω τούτων,
15ἵνα μὴ λέγω πάντα. Εἰπὼν οὖν ἔτι προσήκει μὴ διασπᾶν ἕκαστον γένος, καὶ μεταξὺ ἀκόλουθά τινα τοῖς λεχθεῖσιν εἰπὼν ἐπήγαγεν εἴπερ οὖν μηδὲν τῶν ὁμο‐ γενῶν διασπαστέον, ἡ εἰς δύο διαίρεσις μάταιος ἂν εἴη, τουτέστιν εἰ δεῖ μὴ διασπᾶν τὰ ὁμογενῆ μηδὲ τὸ αὐτὸ καὶ ἓν ὑπὸ τὰς ἐναντίας τι‐
20θέναι διαιρέσεις, μάταιός ἐστιν ἡ εἰς δύο διαίρεσις· διασπᾷ γὰρ καὶ ὑπὸ ἐναντίας τίθησι διαιρέσεις τὸ αὐτὸ καὶ ἕν. τοῦ γὰρ πολύποδος τὸ μέν ἐστιν ἐν τοῖς πεζοῖς, τὸ δ’ ἐν τοῖς ἐνύδροις. Ἔτι τοὺς εἰς δύο τὴν διαίρεσιν ποιοῦντας ἀναγκαῖον στερήσει διαιρεῖν, καὶ οὐχ ἡμεῖς τοῦτό φαμεν, ἀλλὰ κἀκεῖνοι οὕτω ποιοῦσι. τοῦ γὰρ ζῴου
25φασὶ τὸ μέν ἐστιν ὑπόπουν τὸ δ’ ἄπουν, καὶ τὸ μὲν πτερωτὸν τὸ δ’ ἄπτερον· στέρησις δὲ καὶ τὸ ἄπτερον καὶ τὸ ἄπουν, συμβαίνει δ’ ἐκ τούτου εἴδη εἶναι τῆς στερήσεως. οὐκ ἔστι δὲ διαφορ, τουτέστιν οὐκ ἔστιν εἴδη τῆς στερήσεως, καθὸ στέρησις· τοῦ γὰρ μὴ ὄντος (μὴ ὂν γὰρ ἡ στέρησις, ὡς ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως εἴρηται) τοῦ γὰρ δὴ μὴ ὄντος ἀδύνατον
30εἶναι εἴδη. δεῖ δὲ καὶ ἔχειν εἴδη, εἴπερ ἐστὶ καθόλου διαφορά· εἰ γὰρ μὴ ἔχει εἴδη, διὰ τί ἂν εἴη τῶν καθόλου καὶ οὐ τῶν καθ’ ἕκαστα; τὰ μὲν οὖν λεγόμενα οἶμαι τοιαῦτα· κατὰ δὲ τὴν λέξιν τὴν οὐκ ἔστι δὲ διαφορὰ στερήσεως ᾗ στέρησις τὸ διαφορὰ ἀντὶ τοῦ εἶδος εἶπεν· ἔδει γὰρ εἰπεῖν ‘οὐκ ἔστι δὲ εἶδος στερήσεωσ‘. τοῦτο δὲ εἶπε διὰ τὸ τὰ εἴδη ὑπὸ τῶν δια‐
35φορῶν συνίστασθαί τε καὶ οὐσιῶσθαι.11

12

(1n)

Χαλεπὸν μὲν οὖν διαλαβεῖν καὶ εἰς τοιαύτας διαφοράς,
2nὧν ἔστιν εἴδη.
3 Εἰπὼν ὅτι τοῖς διαιροῦσιν εἰς δύο τὰ γένη ἀναγκαῖον στερήσει τὴν διαίρεσιν ποιεῖν, καὶ δὴ ποιοῦσι, καὶ εἰς ἄτοπον συνωθήσας τὸν λόγον τὸ
5εἴδη εἶναι τῆς στερήσεως καὶ τοῦ μὴ ὄντος, λέγει ὅτι καὶ ἐπὶ τῶν δια‐ φορῶν τῶν ὡς ἕξεων λεγομένων, ὑφ’ ἃς φανερῶς ἐστιν εἴδη, χαλεπόν ἐστι διχοτομοῦντας διαλαβεῖν καὶ ὑπὸ μίαν διαίρεσιν θεῖναι εἶδός τι, ὡς μὴ ἐμπεσεῖν καὶ εἰς τὴν ἀντικειμένην. εὐθὺς γὰρ ὁ μύρμηξ καὶ ὑπὸ τὸ πτερωτόν ἐστι καὶ ὑπὸ τὸ ἄπτερον· ἀνάγκη οὖν μὴ μόνον ἐπὶ τῆς στερήσεως τοῦτο
10πάσχειν πρὸς τῷ καὶ εἴδη εἶναι αὐτῆς, ἀλλὰ καὶ ἐπὶ τῶν ἕξεων. πάντων δὲ χαλεπώτατον ἢ ἀδύνατον εἰς τὰ ἄναιμα. τοῦτο οὐ πρὸς τὸ χαλεπὸν μὲν οὖν διαλαβεῖν καὶ εἰς τοιαύτας διαφοράς, ὧν ἔστιν εἴδη εἴρηται, ἀλλὰ πρὸς τὸ δεῖ δὲ τῆς καθόλου διαφορᾶς εἴδη εἶναι· εἰ γὰρ μὴ ἔσται, διὰ τί ἂν εἴη τῶν καθόλου; ὥστε ἔσται τῆς
15στερήσεως εἴδη, 〈οἷον〉 τῆς ἀποδίας. τοῦτο δὴ κἀνταῦθα κατασκευάζει λέγων πάντων δὲ χαλεπώτατον ἢ ἀδύνατον εἰς τὰ ἄναιμα, καὶ προσυπακουστέον τὸ μὴ εὑρίσκεσθαι εἴδη. ἀδύνατον γάρ, φησί, μὴ εἶναι εἴδη τῆς ἀναιμίας, καὶ συντόμως ἐπήγαγε τὴν τοῦ ἀδυνάτου αἰτίαν εἰπὼν ἀναγκαῖον ἑκάστην τῶν διαφορῶν ὑπάρχειν τινὶ τῶν καθ’ ἕκαστον. εἰ οὖν
20τὸ ἔναιμον ὑπάρχει τινί, δῆλον ὅτι καὶ τὸ ἀντικείμενον τὸ ἄναιμον, εἴπερ ἐστὶ διαφορά. δείξας οὖν οὕτως ὅτι ὑπάρχει καὶ τὸ ἄναιμόν τισι τῇ τοῦ ἐναίμου παραθέσει, κατασκευάζει τὸ προκείμενον, φημὶ δὴ τὸ εἶναι εἴδη καὶ τοῦ ἀναίμου, λέγων εἰ δὲ μὴ ἐνδέχεται τοῖς εἴδει διαφέρουσι, καὶ τὰ ἑξῆς. διαφέρει δὲ τῷ εἴδει ἄνθρωπος καὶ ὄρνις καὶ τὰ ὅμοια· εἰ
25οὖν μὴ ἐνδέχεται τοῖς διαφέρουσι τῷ εἴδει ὑπάρχειν εἶδός τι ἄτομον τῆς οὐσίας καὶ ἕν (λέγων εἶδός τι ἄτομον καὶ ἓν ἐνταῦθα τὴν διαφοράν, οἷον τὴν διποδίαν), εἰ οὖν μὴ ἐνδέχεται τὴν αὐτὴν καὶ μίαν τῷ ἀριθμῷ διποδίαν ὑπάρχειν ἀνθρώπῳ καὶ ὄρνιθι (ἄλλη γὰρ ἡ ἐν τῷ ἀνθρώπῳ διποδία καὶ ἑτέρα ἡ ἐν τῷ ὄρνιθι) ὡσαύτως ἄλλο τὸ ἐν ἀνθρώπῳ ἔναιμον
30καὶ ἕτερον τὸ ἐν ὄρνιθι. καὶ ὅτι ἕτερον καὶ ἕτερον καὶ τὸ ἔναιμον καὶ τὸ δίπουν, κατασκευάζει διὰ τοῦ ἢ οὐδὲν τῆς οὐσίας τὸ αἷμα θετέον. ἐλλιπῶς δὲ τοῦτο τεθὲν καὶ ἀσαφῶς εἴη ἂν τὸ πλῆρες τοιοῦτον· πότερον τὸ ἔναιμον τῆς οὐσίας ἔστι τοῦ ἀνθρώπου καὶ ὄρνιθος ἢ οὔ; εἰ μὲν οὐκ ἔστιν, ἔσται ἄναιμον ὁ ἄνθρωπος καὶ ὁ ὄρνις, ὅπερ ἀδύνατον· εἰ δ’ ἔστι τῆς
35οὐσίας, πότερον ἕτερον τὸ ἐν ἀνθρώπῳ ἔναιμον καὶ ἄλλο τὸ ἐν ὄρνιθι, ἢ12

13

ταὐτόν; εἰ μὲν οὖν ταὐτόν, ἡ μία καὶ ἡ αὐτὴ διαφορὰ ὑπάρξει δυσί, καὶ ἔσται ὁ ἄνθρωπος καὶ ὁ ὄρνις τὸ αὐτό· λείπεται ἄρα ἕτερον εἶναι καὶ ἕτερον. εἰσὶν ἄρα εἴδη τοῦ ἐναίμου· εἰ δὲ τοῦτο, ἢ ἀδύνατον τὸ ἄναιμον καὶ τὴν στέρησιν διαφορὰν εἶναι, ἢ εἴπερ ἔστιν, ἔσονται τῆς στερήσεως
5εἴδη· διὰ τί γὰρ τοῦ ἐναίμου διαφορᾶς ὄντος ἔσονται εἴδη, τοῦ δὲ ἀναίμου διαφορᾶς καὶ αὐτοῦ ὄντος οὐκ ἔσται; ἔστιν οὖν ἡ συναγωγὴ τοῦ λόγου τοι‐ αύτη ‘εἰ οὖν μὴ ἐνδέχεται τὴν αὐτὴν καὶ μίαν διαφορὰν ὑπάρχειν τοῖς διαφέρουσι τῷ εἴδει, ἔσονται τοῦ ἐναίμου εἴδη. ἀλλὰ μὴν οὐκ ἐνδέχεται, ὡς δέδεικται· εἰσὶν ἄρα τοῦ ἐναίμου εἴδη. εἰ δὲ τοῦτο, καὶ τοῦ ἀναίμου,
10ὅπερ ἔδει δεῖξαι.
11nἜσονται δὲ διαφοραὶ ἴσαι τοῖς ἀτόμοις ζῴοις.
12 Καὶ τοῦτο ἐκ τῆς εἰς δύο διαιρέσεως τῶν γενῶν συνάγεται, τὸ εἶναι τοσαύτας τὰς διαφοράς, ὅσα τὰ εἴδη. ἐπειδὴ γὰρ τὴν διαίρεσιν ποιοῦνται, ἕως ἂν εἰς διαφορὰν καταντήσωσι μὴ ἐπιδεχομένην διαίρεσιν, αὕτη δὲ μετὰ
15τοῦ οἰκείου γένους εὐθὺς εἶδός ἐστι, φανερὸν ὅτι ὅσα ἄτομα ζῷα, ἤγουν εἰδικώτατα εἴδη, τοσαῦται καὶ αἱ διαφοραί, εἴπερ ἄτομοι καὶ αὗται καὶ μηδεμία κοινή· εἰ γάρ ἐστι κοινή τις διαφορά, ἔσται τὸ αὐτὸ ὑπὸ τὰς ἀντικειμένας διαφοράς, ὅπερ ἤδη λέγειν πεπαύμεθα. τὸ δὲ εἰ ἐνδέχεται μὴ ὑπάρχειν καὶ κοινήν, ἄτομον δ, δῆλον ὅτι ἐν τῷ αὐτῷ ἐστι
20δυνάμει τοιοῦτόν ἐστιν ‘εἰ δὲ λέγουσιν οἱ τὰς τοιαύτας διαιρέσεις ποιούμενοι ὅτι οὐκ ἐνδέχεται ἐν τῇ τοῦ εἴδους συστάσει κοινὴν καὶ κατ’ ἄλλων εἰδῶν λεγομένην λαμβάνειν διαφοράν, ἀλλ’ ἄτομον, εἰ δὲ τοῦτο, οὐκ ἔσονται τῆς στερήσεως εἴδη (εἰς τοῦτο γὰρ πάλιν ὁ λόγος τείνει), εἰ οὖν τοῦτο, φησί, λέγουσι, δῆλον ὡς εἰ μὴ κατὰ τὰς ἀτόμους τοῦτο συμβαίνει διαφοράς,
25ἀλλὰ κατὰ τὴν κοινὴν συμβήσεται, καὶ ἔσται τὰ ἕτερα τῷ εἴδει ζῷα ἐν τῇ αὐτῇ διαφορᾷ· τοῦτο δὲ ταὐτόν ἐστι τῷ εἶναι εἴδη τῶν διαφορῶν, ὥστε καὶ τῶν στερήσεων, εἴπερ καὶ αὗται διαφοραί. εἰ οὖν ἴδιοι καὶ ἄτομοί εἰσιν αἱ διαφοραί, οὐκ ἔσται οὐδεμία κοινή, ἢ εἰ ἔσονται κοιναί, τὰ ἕτερα τῷ εἴδει εἰς τὴν αὐτὴν βαδιεῖται καὶ ἔσται καὶ τῆς στερήσεως, ὡς πολλάκις
30εἴπομεν, εἴδη‘. ταῦτα εἰπὼν προσδιορίζεται λέγων δεῖ δὲ οὔτε τὸ αὐτὸ καὶ ἄτομον εἰς ἑτέραν καὶ ἑτέραν ἰέναι διαφοράν, ὥσπερ ὁ μύρμηξ εἰς τὸ πτερωτὸν καὶ ἄπτερον, οὔτε εἰς τὴν αὐτὴν τὰ ἕτερα, ὥσπερ ὁ ἄνθρωπος καὶ ὁ ὄρνις εἰς τὸ ὑπόπουν· οὕτω γὰρ ἔσται καὶ τῶν στερήσεων εἴδη. καὶ πάντα εἰς ταύτας, τουτέστι καὶ δεῖ τὴν τοῦ ζῴου διαίρεσιν
35οὕτω ποιήσασθαι, ἵνα πάντα τὰ ζῷα εἰς τὰς τοῦ ζῴου διαφορὰς ἐμπεσεῖται. καὶ λοιπὸν συμπεραίνεται λέγων ‘φανερὸν τοίνυν ὅτι οὐκ ἔστιν ἐκ τῆς διχο‐
τομίας λαβεῖν τὰ ἄτομα εἴδη. ἀναγκαῖον γὰρ κατ’ ἐκείνους ἴσας εἶναι τὰς13

14

διαφορὰς τοῖς εἴδεσιν, ὅπερ ἀδύνατον· δεῖ γὰρ τὰ εἴδη πλείονα εἶναι τῶν διαφορῶν‘. εἶτα καὶ δι’ ὑποδείγματος σαφηνίζει, πῶς συμβαίνει ἴσας εἶναι τὰς διαφορὰς τοῖς εἴδεσιν. ἔστω γάρ, φησίν, σαφηνείας ἕνεκα τόδε τι γένος καὶ διῃρήσθω πρῶτον εἰς δύο φέρε εἰπεῖν λευκὸν καὶ μέλαν, καὶ ἑκάτερον
5τούτων πάλιν εἰς δύο, καὶ ἔστωσαν αὗται αἱ τελευταῖαι καὶ ἄτομοι τοῦ προκειμένου γένους διαφοραί. τέσσαρες οὖν, δύο μὲν αἱ τοῦ λευκοῦ, δύο δὲ αἱ τοῦ μέλανος, ἑκάστη δὲ τούτων μετὰ τοῦ οἰκείου γένους, ὡς κἂν αὐτοὶ φαῖεν, εἴδους ἐστι γεννητική· τέσσαρα οὖν καὶ τὰ εἴδη. ὅσαι ἄρα αἱ διαφοραὶ τοῦ προκειμένου γένους, τοσαῦτα καὶ τὰ εἴδη. τοῦτο καὶ ἐπὶ
10τῶν ἄλλων ἁπάντων. τὸ δὲ ἢ ἄλλο τι πλῆθος τῶν ἀφ’ ἑνὸς διπλα‐ σιαζομένων ἴσον ἐστὶ τῷ κἂν μὴ λευκὰ καὶ μέλανα εἴη τὰ διαιρούμενα καὶ διπλασιαζόμενα. εἰς δύο γὰρ τὸ λευκὸν διῄρηται ἓν ὄν· τὰ δὲ δύο διπλάσια τοῦ ἑνός. κἂν οὖν μὴ λευκὸν εἴη ἀλλ’ ἄλλο τι, τὸ αὐτὸ ποιήσει. ἐπεὶ οὖν ἡ διαφορὰ ἐν τῷ οἰκείῳ γένει ὡς εἶδος ἐν ὕλῃ ἐστίν, ὅσαι ἂν
15εἶεν αἱ διαφοραί, τοσαῦτα ἔσται καὶ τὰ εἴδη. οὔτε γὰρ τὰ εἴδη, τουτέστιν αἱ εἰδοποιοὶ διαφοραί, χωρὶς ὕλης ἤτοι χωρὶς τοῦ γένους ζῷον ποιοῦσιν οὔτε ἡ ὕλη καὶ τὸ γένος χωρὶς τῶν εἰδῶν. Ἔτι δεῖ τὰς διαιρέσεις ποιεῖσθαι τοῖς ἐν τῇ οὐσί, τουτέστι διὰ τῶν οὐσιωδῶς ὑπαρχόντων, ἀλλ’ οὐ τοῖς καθ’ αὑτὸ συμβεβηκόσιν, ὡς οὗτοι ποι‐
20οῦσιν, ἐξ οὗ μάλιστα συμβαίνει τὸ καὶ τὸ αὐτὸ εἶδος ὑπὸ τὰς ἐναντίας πίπτειν διαφορὰς καὶ εἶναι τῶν στερήσεων εἴδη. τὸ γὰρ πτερωτὸν καὶ ἄπτερον, καὶ ἄπουν καὶ ὑπόπουν τῶν καθ’ αὑτὸ συμβεβηκότων εἰσὶ τῷ ζῴῳ, ὥσπερ καὶ τῷ τριγώνῳ τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας. ἔτι, φησί, τοῖς ἀντικειμένοις διαιροῦσιν, οἷον εἰς λευκότητα καὶ μελανίαν,
25καὶ οὐκ εἰς λευκότητα καὶ λειότητα· ἐξ οὗ συμβαίνει εἶναι εἴδη τῶν στερήσεων. Πρὸς δὲ τούτοις, ἐπεὶ τὰ ζῷα ἐκ ψυχῆς εἰσι καὶ σώματος, καὶ τὰ ἐν τοῖς ζῴοις τὰ μὲν τῆς ψυχῆς ἐστι, τὰ δὲ τοῦ σώματος, τὰ δὲ τοῦ συν‐ αμφοτέρου, ὡς ἐν τοῖς Περὶ ψυχῆς εἴρηται, τὴν διαίρεσιν, φησί, τῶν ζῴων
30κατὰ τὰ κοινὰ πάθη τῆς ψυχῆς καὶ τοῦ σώματος ποιοῦνται· τὸ γὰρ πτηνὸν καὶ τὸ πορευτικὸν καὶ τὰ ὅμοια τοῦ συναμφοτέρου τοῦ ἐκ ψυχῆς καὶ σώματος. συμβαίνει δ’ ἐκ τούτου τὰ ἀντικείμενα τῷ αὐτῷ ὑπάρχειν ** ὧν ἕκαστον τῶν ἀπηριθμημένων, εἰ μὲν ὁμώνυμον τὸ ἄγριον πρόβατον καὶ τὸ ἥμερον, οὐ διῄρηται χωρὶς ἡ τοῦ προβάτου φύσις εἰς ἕτερα τῷ
35εἴδει, ὥσπερ χρὴ τὰς διαιρέσεις ποιεῖσθαι, ἀλλὰ μόνον τὸ ὄνομα· εἰ δὲ ἕν εἰσι τῷ εἴδει τὰ ἥμερα καὶ τὰ ἄγρια πρόβατα, οὐ διαφοραὶ τὸ ἥμερον καὶ τὸ ἄγριον, ἀλλὰ συμβεβηκότα· τοῦτο δὲ οὐ διαίρεσις. εἰ δὲ διαφοραί,
ἔσται τὸ αὐτὸ καὶ ἓν ἐν τοῖς ἀντικειμένοις.14

15

(1n)

Ὅλως δὲ ὁποιανοῦν διαφορὰν μιᾷ διαιροῦντι τοῦτο
2nσυμβαίνειν ἀναγκαῖον.
3 Πρὸς τοῖς ἄλλοις ἀτόποις τοῖς τῇ ἐκ διαιρέσεως μεθόδῳ παρακολου‐ θοῦσι καὶ ἐκεῖνο ἕπεσθαι δείξας, τὸ συμβαίνειν τὸ αὐτὸ καὶ ἓν εἶδος ὑπὸ
5τὰ ἐναντία εὑρίσκεσθαι ἢ τὰ ἐναντία ἐν τῷ αὐτῷ (ὁ γὰρ μύρμηξ καὶ πτερω‐ τόν ἐστι καὶ ἄπτερον, καὶ τὸ πτερωτὸν καὶ ἄπτερον ἐν τῷ μύρμηκι), λέγει ὅλως δὲ τοῖς διαιροῦσιν ὁποιανοῦν διαφορὰν μιᾷ διαιρέσει, ἤτοι δίχα, ἀνάγκη τοῦτο συμβαίνειν, ἤγουν τὸ τὰ ἐναντία ἐν τῷ αὐτῷ εὑρίσκε‐ σθαι καὶ τὸ αὐτὸ εἰς τὰ ἐναντία. καὶ τοῦτο θεὶς πάνυ διὰ βραχέων
10ᾐνίξατο, ὅπως δεῖ τὰς διαιρέσεις ποιεῖσθαι, καὶ φησὶν ‘ἀλλὰ πειρατέον κατὰ γένος λαμβάνειν τὰ ζῷα, ὥσπερ καὶ οἱ πολλοὶ ποιοῦσιν‘ παράγει δὲ τοὺς πολλοὺς συνήθως· σύνηθες γὰρ αὐτῷ μαρτύρασθαι καὶ τὴν τῶν πολλῶν ὑπό‐ ληψιν, ὅταν συμφωνῇ τῇ ἀληθείᾳ. δεῖ οὖν κατὰ γένος πειρᾶσθαι λαμβάνειν τὰ ζῷα· πῶς δέ, ῥητέον οὕτω. τοῦ ζῴου τὸ μέν ἐστι πτερωτόν, τὸ δὲ πεζόν,
15τὸ δὲ ἔνυδρον· εἶτα τοῦ ζῴου τὸ μέν ἐστι πολύπουν, τὸ δὲ δίπουν· εἶτα τοῦ ζῴου τὸ μέν ἐστι λεπιδωτὸν τὸ δὲ φολιδωτόν· πάλιν τοῦ ζῴου τὸ μέν ἐστιν ἔναιμον τὸ δ’ ἄναιμον. καὶ διαιρετέον τὸ ζῷον εἰς ὅσα ἂν διαιρε‐ θῆναι δύνηται. εἶτα βλεπτέον εἰς ποῖα τῶν τῆς διαιρέσεως ὁ ὄρνις ἐμπε‐ σεῖν δύναται, κἂν μὲν ἐμπίπτῃ φέρε εἰπεῖν εἰς τὸ πτερωτόν, εἰς τὸ ἔναιμον,
20εἰς τὸ δίπουν, εἰς τὸ ῥυγχωτόν, ῥητέον ‘ὄρνις ἐστὶ ζῷον πτερωτὸν ἔναιμον δίπουν ῥυγχωτόν· καὶ ἐπὶ τοῦ ἰχθύος ὁμοίως, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. οὕτως οὖν τὰ τοῦ ζῴου γένη πειρατέον λαμβάνειν ἐπιδιαιρέσεις ποιουμένους τοῦ ζῴου, ἀλλ’ οὐχὶ ἑκάστης τῶν διαιρέσεων ὑποδιαιρέσεις· κἂν οὕτω ποιῶμεν, τά τε γένη καὶ τὰ εἴδη ληψόμεθα καὶ τὰ ἑπόμενα ἄτοπα τοῖς
25τὰς ὑποδιαιρέσεις ποιουμένοις φευξούμεθα· εἵπετο γὰρ αὐτοῖς πρὸς ἄλλοις πολλοῖς καὶ τὸ εἶναι εἴδη τῆς στερήσεως ἢ μὴ εἶναι τὴν στέρησιν διαφοράν. ἡμῖν δὲ ὥσπερ λέγομεν ποιουμένοις οὐχ ἕψεται τοῦτο· ἐκεῖνοι γὰρ λέγοντες ὅτι τοῦ ζῴου τὸ μέν ἐστι πτερωτὸν τὸ δὲ ἄπτερον, καὶ ἑκάτερον τούτων ὑποδιαιροῦντες καὶ λέγοντες ‘τοῦ δὲ πτερωτοῦ τὸ μέν ἐστι σχιζόπτερον τὸ
30δὲ ἀσχιδές, καὶ τοῦ ἀπτέρου τὸ μέν ἐστι πολύπουν τὸ δ’ οὐ πολύπουν‘, καὶ ἐπὶ τοῦ ἀναίμου καὶ τῆς ἀναιμίας καὶ τῶν ἄλλων ὁμοίως ποιοῦντες, οὕτως οὖν ἐκεῖνοι ποιοῦντες ἀναγκαίως αὐτοῖς εἵπετο τὸ εἶναι εἴδη τῆς στερήσεως, ἤγουν τοῦ ἀπτέρου τὸ πολύπουν καὶ τὸ μὴ πολύπουν, ἢ μὴ εἶναι τὸ ἄπτερον διαφοράν. ἡμεῖς δὲ τὰς διαιρέσεις ποιοῦντές φαμεν ‘τοῦ
35ζῴου τὸ μέν ἐστιν ἔναιμον τὸ δ’ ἄναιμον‘, καὶ τοῦτο εἰπόντες οὐχ ὑπο‐
διαιροῦμεν τούτων ἑκάτερον, ὥστε ἐκ τούτου συμβαίνειν καὶ ἡμῖν εἴδη15

16

ποιεῖν τῆς ἀναιμίας, ἀλλὰ πάλιν ἐπιδιαίρεσιν τοῦ ζῴου ποιούμεθα λέγοντες τοῦ ζῴου τὸ μέν ἐστι πτερωτὸν τὸ δ’ ἄπτερον, καὶ πάλιν τοῦ ζῴου τὸ μέν ἐστιν ὑπόπουν τὸ δ’ ἄπουν, καὶ πάλιν τοῦ ζῴου τὸ μέν ἐστιν ἀμφίβιον τὸ δὲ χερσαῖον τὸ δὲ ἔνυδρον, εἶτα τοῦ ζῴου τὸ μέν ἐστι πελάγιον τὸ δὲ
5πετραῖον, καὶ τὸ μὲν ἀγελαῖον τὸ δὲ μοναδικόν. καὶ οὕτω διαιρήσαντες τὸ ζῷον εἰς ἅπαντα ὅσα ἂν διαιρεθῆναι δύνηται, ὁρῶμεν εἰς τίνας τούτων ἐμπίπτειν ὁ ἄνθρωπος ἢ ὁ κόραξ ἢ ἄλλο ὁποιονοῦν δύναται, καὶ συντιθέντες ἀποτελοῦμεν τὸ ζητούμενον εἶδος. ὥστε καὶ τὸ ἔναιμον μετὰ καὶ ἄλλων τινῶν οἷον φέρε εἰπεῖν τοῦ ὑπόποδος, τοῦ πτερωτοῦ συντεθὲν εἶδος μὲν
10ποιήσει, ὥσπερ καὶ αἱ ἄλλαι, εἴδη δὲ αὐτοῦ οὐκ ἔσται· οὐ γὰρ ὑποδιαίρεσιν αὐτοῦ πεποιήκαμεν, ὥσπερ οἱ τὰς διαιρέσεις οὕτω ποιοῦντες. Ἀλλὰ ταῦτα μὲν εἴρηταί μοι πρὸς σαφήνειαν τῶν λεχθησομένων, καὶ ὅπως τὰς διαιρέσεις γίνεσθαι ὁ δαιμόνιος οὗτος βούλεται· λοιπὸν δ’ ἐπὶ τὰ ἑξῆς ἰέναι. δε, φησί, πειρᾶσθαι λαμβάνειν κατὰ γένος τὰ ζῷα·
15ἔχοντες γὰρ ἁπάσας τὰς τοῦ ζῴου διαιρέσεις οὕτως ληψόμεθα τὸν ὄρνιν, τὸν ἰχθύν, τὰ ἄλλα· καὶ ἐπεὶ πάλιν τούτων ἕκαστον, τοῦ τε ὄρνιθος, ἰχθύος καὶ τῶν ἄλλων, εἰς πολλὰ διαιρεῖται (τούτου γάρ ἐστι δηλωτικὸν τὸ τούτων δ’ ἕκαστον πολλαῖς ὥρισται διαφοραῖς) εἴς τε μακρόπτερα καὶ βραχύπτερα καὶ εἰς ἄλλα πλεῖστα, ἔχοντες οὖν καὶ τούτων τὰς τοι‐
20αύτας διαφορὰς ἐν τῇ τοῦ ζῴου διαιρέσει (εἰς ἅπαντα γὰρ ὅσα δυνατὸν ἦν διαιρεθῆναι διῄρηται τὸ ζῷον) ληψόμεθα καὶ τὰ τούτων εἴδη, τὸν κόρακα, τὴν κορώνην, τὸν δελφῖνα, τὸν λάβρακα, τὰ ὅμοια. εἰπὼν δὲ ὅτι τούτων ἕκαστον πολλαῖς ὥρισται διαφοραῖς ἐπήγαγεν οὕτω μὲν γὰρ ἤτοι οὐκ ἔστι τὸ παράπαν λαβεῖν, τουτέστιν οὕτω μὲν ἐκ τῆς διχοτομίας
25τῆς κατὰ Πλάτωνα ἢ οὐκ ἔστι τὰ εἴδη λαβεῖν (εἰς πλείους γὰρ ἐμπε‐ σεῖται διαφοράς, ὥσπερ ὁ μύρμηξ εἰς πτερωτὸν καὶ ἄπτερον) ἢ μία μόνον διαφορὰ ἔσται, ἥτις ἢ ἐκ συμπλοκῆς ἢ ἁπλῶς ποιήσει τὸ τελευταῖον εἶδος. εἰδοποιείσθω λόγου ἕνεκα τὸν ἄνθρωπον τὸ δίπουν· εἰ οὖν λέγει τις ‘ἄνθρωπός ἐστι ζῷον δίπουν‘, ἁπλῆ αὕτη, εἰ δὲ λέγει ‘ἄνθρωπός ἐστι ζῷον
30ὑπόπουν δίπουν, ἐκ συμπλοκῆς. συνέπλεξε γὰρ τὸ ὑπόπουν τῇ ἑαυτοῦ δια‐ φορᾷ· τὸ γὰρ δίπουν διαφορὰ ὑπόποδός ἐστιν. εἴτε δὲ ἁπλῶς εἴτε συμπε‐ πλεγμένως τοῦτο ποιεῖ, συμβήσεται τὸ ἔναγχος λεχθέν, λέγω δὴ τὸ δὶς λαμβάνειν τὸ ὑπόπουν. ἐπεὶ δέ τις ἔμελλε προχείρως ἐνίστασθαι καὶ λέγειν ἀλλ’ οὐ ληψόμεθα τῆς τοῦ ὑπόποδος διαφορᾶς ἄλλην διαφοράν, οἷον τὸ
35δίπουν, ὥστε συμβαίνειν δὶς τὸ ὑπόπουν λαμβάνειν, ἀλλὰ ἑτέραν, ἥτις οὐκ
ἔσται ὑπὸ τὸ ὑπόπουν· εἴποιμεν γὰρ ἄν, φησίν, οὕτω· τοῦ ζῴου τὸ μέν16

17

ἐστιν ἄπτερον, τὸ δὲ πτερωτόν· ὁ δὲ κόραξ ἄπτερον μὲν οὐκ ἔστι, πτερωτὸν ἄρα. πάλιν τοῦ πτερωτοῦ τὸ μέν ἐστιν ἥμερον τὸ δὲ ἄγριον, ὁ δὲ κόραξ ἄγριον· πάλιν τοῦ πτερωτοῦ τὸ μέν ἐστι λευκὸν τὸ δὲ μέλαν, ὁ δὲ κόραξ μέλαν. ἔστιν ἄρα ὁ κόραξ ζῷον πτερωτὸν 〈ἄγριον〉 μέλαν, καὶ
5οὐδέτερον τούτων δὶς εἴρηται, οὔτε τὸ πτερωτὸν οὔτε τὸ ἄγριον‘. εἰ δὴ ταῦτά τις ἐνιστάμενος λέγει, ‘ὥσπερ‘, φησί, ‘τὸ Σωκράτης περιπατεῖ καὶ Πλάτων ἀναγινώσκει καὶ Θεμιστοκλῆς ναυαρχεῖ εἷς ἐστι ταῦτα λόγος, ἀλλὰ τῷ συνδέσμῳ εἷς, οὕτω κἀκείνους ἀναγκαῖον τοῖς συνδέσμοις ἕνα λόγον τοῦ κόρακος ποιῆσαι ἐκ τῶν τοιούτων διαιρέσεων, ἄλλως δ’ οὐκ ἐνδέχεται.‘
10πῶς γὰρ ἐκ τοῦ πτερωτοῦ καὶ ἀγρίου καὶ μέλανος, ἑτέρων ὄντων, ὥσπερ καὶ τὸ Σωκράτης διαλέγεται ἕτερον τοῦ Πλάτων βαδίζει, πῶς οὖν ἐκ τούτων ἄλλως δυνατόν ἐστιν ἕνα καὶ συνεχῆ ποιήσασθαι λόγον, εἰ μὴ τῷ συν‐ δέσμῳ; οὐ γάρ ἐστι διαφορὰ τοῦ πτερωτοῦ τὸ ἥμερον ἢ τὸ μέλαν, ἵνα φύσει ἓν γένωνται καὶ μὴ τῷ συνδέσμῳ, ἀλλ’ ἑτέρας ἀρχὴ διαφορᾶς
15(ἄλλη γάρ τις διαφορὰ διαιρεῖται εἰς τὸ ἄγριον, ἀλλ’ οὐ τὸ πτερωτόν), ἐκεῖ δὲ κατὰ συμβεβηκός, τουτέστι κατὰ συμβεβηκὸς δὲ τὸ πτερωτὸν εἰς τὸ ἄγριον καὶ τὸ ἥμερον διαιρεῖται ἢ τὸ μέλαν καὶ λευκόν. διό, φησίν, οὐ διχοτομητέον, ἀλλ’ εὐθὺς πολλαῖς διαφοραῖς τὸ ἓν διαιρετέον, ὥσπερ προείπομεν· καὶ γὰρ οὕτω μέν, ὡς ἡμεῖς λέγομεν τὰς διαιρέσεις γίνεσθαι,
20ποιήσουσι διαφορὰν αἱ στερήσεις, κατὰ δὲ τὴν διχοτομίαν οὐδαμῶς· ἔσονται γὰρ εἴδη τῆς στερήσεως.
22nὍτι δ’ οὐκ ἐνδέχεται τῶν καθ’ ἕκαστον εἰδῶν λαμβά‐
23nνειν οὐδὲν διαιροῦσι δίχα τὸ γένος, ὥσπερ τινὲς ᾠήθησαν.
24Καὶ διὰ τούτων δείκνυσιν ὅτι ἐκ τῆς κατὰ τὴν διχοτομίαν διαιρέσεως
25ἀδύνατόν ἐστι λαμβάνειν τὰ καθ’ ἕκαστα εἴδη. ἰστέον δὲ ὅτι, ὅτε ἔλεγε καὶ ἐν τῷ Ζ τῶν Μετὰ τὰ φυσικὰ καὶ ἐνταῦθα μίαν εἶναι τὴν ἐλαχίστην διαφοράν, καθ’ ἣν εἰδοποιεῖται καὶ τὸ εἶναι τάδε τινὰ λαμβάνει τὰ εἴδη, οὐχὶ ἀρεσκόμενος τοῦτο ἔλεγεν, ἀλλ’ ὡς ἑπόμενος τοῖς τὰς διαιρέσεις δίχα ποιουμένοις. εἰ γὰρ ἐκ τοῦ ζῴου ὑπόποδος πεζοῦ φέρε ὁ ἄνθρωπός ἐστι,
30τὸ δὲ ὑπόπουν συνεπιφέρει τὸ πεζόν, φανερώτατον ὅτι ἐκ τοῦ ζῴου καὶ τοῦ πεζοῦ συνίσταται ὁ ἄνθρωπος. καὶ τοῦτο μὲν προλελέχθω πρὸς δήλωσιν τῆς τοῦ Ἀριστοτέλους γνώμης καὶ βουλήσεως. εἰπὼν δὲ ὅτι κἀν‐ τεῦθεν δῆλον ὡς οὐκ ἐνδέχεται οὐδὲν τῶν καθ’ ἕκαστον εἰδῶν λαμβάνειν
δίχα διαιροῦσιν, ἐπήγαγεν ἀδύνατον γὰρ μίαν ὑπάρχειν διαφορὰν17

18

τῶν καθ’ ἕκαστον διαιρετῶν, τουτέστιν ἀδύνατον γὰρ ὑπὸ μιᾶς δια‐ φορᾶς συνίστασθαι τὸ ἄτομον εἶδος τὸ διαιρούμενον εἰς τὰ καθ’ ἕκαστα καὶ ἓν ἀριθμῷ· τὸ γὰρ ἐλάχιστον πᾶν εἶδος ἐκ δύο διαφορῶν συνίσταται. εἴρηκε δὲ τὸ τῶν καθ’ ἕκαστον διαιρετῶν ἀντὶ τοῦ τῶν εἰς τὰ καθ’
5ἕκαστα καὶ ἓν ἀριθμῷ διαιρουμένων· ὁ γὰρ ἄνθρωπος εἰς Σωκράτην καὶ Πλάτωνα καὶ τοὺς ἄλλους τοὺς καθ’ ἕκαστα διαιρεῖται. εἰ οὖν ἀδύνατον ἐκ μιᾶς διαφορᾶς μὴ διαιρουμένης εἰς ἄλλας διαφορὰς συνίστασθαι τὰ εἴδη, ἐκ δὲ τῆς κατὰ διαίρεσιν διχοτομίας τοιαύτας διαφορὰς δύο ἢ τρεῖς λαβεῖν οὐκ ἐνδέχεται, εἰ μὴ μίαν μόνην, πῶς οἷόν τε λέγειν ὅτι ἐκ τῆς διχοτο‐
10μίας ληψόμεθα τὰ εἴδη; σαφέστερον δὲ ἔσται τὸ λεγόμενον ἐκ τοῦ παρα‐ δείγματος. κείσθω εἶναι τοῦ κόρακος ὁρισμὸν τὸ ζῷον δίπουν ῥυγχωτόν, δέον δὲ ἔστω ἐκ τῆς διχοτομίας λαβεῖν τὸν τοιοῦτον ὁρισμόν. πειρατέον οὖν κατ’ ἐκείνους οὕτω· τὸ ζῷον διαιρεῖται εἰς πτερωτὸν καὶ ἄπτερον, τὸ πτερωτὸν εἰς ὑπόπουν καὶ ἄπουν, τὸ ὑπόπουν εἰς δίπουν καὶ πολύπουν· ὁ
15δὲ κόραξ πολύπουν μὲν οὐκ ἔστι, δίπουν ἄρα. κείσθω δὲ ὅτι καὶ τὸ δίπουν τελευταία ἐστὶ καὶ ἐσχάτη διαφορὰ καὶ εἰς ἄλλας διαιρεῖσθαι μὴ δυναμένη· ἔστιν ἄρα ὁ κόραξ ζῷον δίπουν. ἀλλ’ οὐκ ἐκ τοῦ δίποδος μόνον καὶ τοῦ ζῴου ὑπόκειται συγκεῖσθαι, ἀλλὰ καὶ ἐκ τοῦ ῥυγχωτοῦ, τὸ δὲ ῥυγχωτὸν ἐκ τῆς τοιαύτης διαιρέσεως οὐδαμῶς ἐπακολουθῆσαν ἔχομεν.
20ἀνάγκη οὖν καὶ ἄλλην διαίρεσιν ποιήσασθαι, ἵνα ἐκ ταύτης ληφθῇ καὶ τὸ ῥυγχωτόν. εἰ οὖν, ὥσπερ λέγομεν, τὰ εἴδη ἐκ πλειόνων ἀτόμων διαφορῶν συνίσταται, ταύτας δὲ ἐκ μιᾶς διαιρέσεως λαβεῖν οὐκ ἐνδέχεται, 〈ἀλλ’〉 ἀνάγκη δύο ποιεῖν διαιρέσεις, εἰ δύο εἰσὶν αἱ συστατικαὶ διαφοραί, ἢ τρεῖς, ἐὰν τρεῖς, τί οὐκ εὐθὺς διαιροῦμεν τὸ ζῷον εἰς ὅσα δυνατὸν ἦν διαιρεθῆναι,
25κἀκεῖθεν λαβόντες τὰς συμπληρωτικὰς τοῦ κόρακος διαφορὰς ἀπετελέσαμεν τὸν κόρακα, ἀλλὰ πολὺν χρόνον πονοῦμεν καὶ κακοπαθοῦμεν τῇ ἐκ διχο‐ τομίας διαιρέσει; ἡ μὲν οὖν αἰτία, δι’ ἣν καὶ νῦν κακίζει τὴν διχοτομίαν διὰ τὸ μὴ δύνασθαι ἐκ ταύτης τὰ εἴδη λαμβάνειν, αὕτη ἐστίν. εἰπὼν δὲ ὅτι ἀδύνατον γὰρ μίαν ὑπάρχειν τὴν συστατικὴν διαφορὰν τῶν εἰς τὰ καθ’
30ἕκαστα καὶ ἓν ἀριθμῷ διαιρουμένων εἰδῶν, προσέθηκε τὸ ἐάντε ἁπλᾶ λαμβάνῃ ἐάντε συμπεπλεγμένα, τουτέστιν εἴτε τὴν τελευταίαν διαφορὰν μόνην μετὰ τοῦ γένους λαμβάνει, ἡνίκα λέγει ζῷον δίπουν, εἴτε συμπεπλεγ‐ μένην, ὅταν μετὰ τῆς καθολικωτέρας, ἐπειδὰν λέγῃ ζῷον ὑπόπουν δίπουν, εἴτε οὖν ἁπλᾶ εἴτε συμπεπλεγμένα, ἀδύνατον ἐκ μιᾶς διαφορᾶς τὸ εἶδος
35συνίστασθαι. σαφηνίζων δὲ τί τὸ ἁπλοῦν καὶ τί τὸ συμπεπλεγμένον, προσέθηκε τὸ ἁπλᾶ μέν, ἐὰν μὴ ἔχῃ διαφοράν, τουτέστιν ἐὰν ἡ ἐσχάτη διαφορὰ μετὰ τοῦ οἰκείου γένους μόνου ληφθῇ, οἷον τὸ σχιζόπουν μετὰ τοῦ ζῴου, συμπεπλεγμένα δέ, ἐὰν ἡ καθολικωτέρα διαφορὰ μετὰ τῆς
ὑπ’ αὐτὴν καὶ τοῦ οἰκείου γένους συντεθῇ, οἷον ζῷον σχιζόπουν πολυ‐18

19

σχιδές· καθολικώτερον δὲ τὸ σχιζόπουν τοῦ πολυσχιδοῦς. τὸ δὲ τοῦτο γὰρ ἡ συνέχεια βούλεται ἴσον ἐστὶ τῷ βούλεται γὰρ αὐτοῖς ἡ συν‐ έχεια καὶ ἡ σύζευξις τῶν καθολικωτέρων διαφορῶν μετὰ τῶν μερικωτέρων ἕν τι ἐκ τῶν πολλῶν ποιεῖν, καὶ ἐπὶ τούτῳ συντιθέασι τὰ πολλά. τοῦτο
5δ’ ἄν, οἶμαι, ἐνδεικτικὸν εἴη τοῦ ὅτι οὐκ ἐνδέχεται ἐκ μιᾶς διαφορᾶς συν‐ ίστασθαι εἶδος τὸ οἱονοῦν, ὡς ἂν εἰ ἔλεγε ‘τοσοῦτόν ἐστι χρεία πλειόνων μιᾶς διαφορᾶς εἰς σύστασιν παντὸς εἴδους, ὥστε καὶ ἐκεῖνοι πολλὰς λαμβάνοντες πειρῶνται ἕν τι ἐξ αὐτῶν ἀποτελεῖν‘. ἀλλὰ κἄν ποτε τὸ γένος λάβωσι καὶ τὴν τελευταίαν μόνην διαφοράν, οἷον τὸ ζῷον καὶ τὸ δίπουν ἢ τὸ ζῷον
10καὶ τὸ πολυσχιδές, ἐν τῷ λέγειν καὶ τῷ προφορικῷ λόγῳ, αὐτῇ δὴ τῇ ἐκφωνουμένῃ φωνῇ δοκεῖ ὅτι μία ἐστὶ διαφορά, κατ’ ἀλήθειαν δὲ οὐ μία, ἀλλὰ πολλαὶ διὰ τὸ συνεπιφέρειν τὴν ἐσχάτην τὰς πρὸ αὐτῆς, κἂν μὴ ἐκφωνῶνται. τοσοῦτον δὲ συνεπιφέρει, ὥστε κἂν ἐκφωνηθείη ἢ τὸ πολύ‐ πουν ἢ τὸ ὑπόπουν, περίεργον καὶ μάτην εἰρῆσθαι δοκεῖ.
15 Εἰπὼν οὖν ὅτι ἀδύνατον ἐκ μιᾶς ἀτόμου διαφορᾶς συνίστασθαι τὸ εἶδος λέγει ὅτι δὲ ἀδύνατον ἐκ μιᾶς διχοτομίας πλείους λαβεῖν τοιαύτας διαφορὰς ἤγουν ἀτόμους, δῆλον· ἀεὶ γὰρ βαδίζων ἐκ τῆς διαιρέσεως ἐπὶ τὴν ἐσχάτην μὲν βαδίζει καὶ ἄτομον διαφοράν, ἀλλ’ οὐκ ἐπὶ τὴν εἰδοποιὸν καὶ τελειωτικὴν τοῦ εἴδους· διὰ τί; διότι οὐκ ἐκ μιᾶς, ὡς πολλάκις εἴρηται,
20συνίσταται διαφορᾶς τὸ οἱονοῦν εἶδος. αὕτη δὲ ἡ ἐσχάτη διαφορά, εἰς ἣν οἱ διχοτομοῦντες καταντῶσιν, ἢ τὸ σχιζόπουν ἐστὶ μόνον· ἢ γὰρ τὸ σχιζόπουν μόνον μετὰ τοῦ ζῴου λήψεται ὁ τὸν ἄνθρωπον λαβεῖν ζητῶν, ἢ καὶ τὰς ἐπάνω τοῦ σχιζόποδος τὸ ὑπόπουν καὶ τὰς λοιπάς· σύμπλεξιν γὰρ τὴν σύνθεσιν εἴρηκε τῶν καθολικωτέρων μετὰ τῶν μερικωτέρων δια‐
25φορῶν. ἀλλ’ εἰ μὲν ἦν ὁ ἄνθρωπος ζῷον σχιζόπουν μόνον, δυνατὸν ἦν ληφθῆναι τὸν ἄνθρωπον ἐκ τῆς κατὰ διχοτομίαν διαιρέσεως· νῦν δ’ ἐπειδὴ οὐκ ἔστιν ὑπὸ ζῴου καὶ σχιζόποδος, ἀλλὰ καὶ ἐξ ἄλλων, αἵτινες οὔκ εἰσιν ὑπὸ τὴν αὐτὴν διαίρεσιν, ἐξ ἧς τὸ σχιζόπουν ἐλήφθη, ἀλλ’ ἄλλη μὲν διαί‐ ρεσις τελευτᾷ καὶ περατοῦται εἰς τὸ σχιζόπουν, ἄλλη δὲ εἰς ἄλλο, νῦν δ
30ἐπειδὴ οὐκ ἔστι τοῦτο, ἀδύνατον ὁτιοῦν τῶν καθ’ ἕκαστον ζῴων λαβεῖν διαιρουμένους δίχα, λέγων πάλιν καθ’ ἕκαστον ζῷον τὸ εἰδι‐ κώτατον εἶδος.
33nἈπορήσειε δ’ ἄν τις διὰ τί οὐκ ἄνωθεν ἑνὶ ὀνόματι
34nἐμπεριλαβόντες ἅμα ἓν γένος προσηγόρευσαν οἱ ἄνθρωποι.
35 Ζητήσειεν ἄν τις, φησί, διὰ τί οἱ ἄνθρωποι, ὥσπερ κόρακα, κορώνην, ἀετόν, τὰ τοιαῦτα κοινῷ ὀνόματι τῷ ὄρνιθι προσηγόρευσαν ὄρνιθας, οὐχ
οὕτω καὶ τὸ πτηνὸν καὶ ἔνυδρον ἐκάλεσαν φέρε εἰπεῖν ἔμψυχον ἢ αἰσθη‐19

20

τικόν, ὥσπερ ἐκεῖνα ὄρνις. εἰ γὰρ διὰ τὸ ἔχειν κοινὰ πάθη ὁ κόραξ, ἡ κορώνη, ὁ ἀετός (ταῦτα δ’ ἂν εἶεν τὸ ῥύγχος, τὸ πτερόν, τὰ λοιπά, ὅσα κοινῶς αὐτοῖς ὑπάρχει) εἰ οὖν διὰ τὴν τῶν παθῶν κοινωνίαν κοινῷ ὀνόματι ὄρνιθας αὐτὰ προσηγόρευσαν, διὰ τί οὐ καὶ τὸ πτηνὸν ταὶ τὸ ἔνυδρον; εἰσὶ
5γὰρ καὶ ἐν τούτοις, τῷ τε πτηνῷ καὶ ἐνύδρῳ, ἔνιά τινα κοινὰ πάθη. θεὶς οὖν τὴν ἀπορίαν λύει αὐτὴν λέγων ‘καλῶς τοῦτο πεποιήκασιν οἱ ἄνθρωποι, καὶ τὰ μὲν ἑνὶ ὀνόματι περιέλαβον, τὰ δὲ ἐχώρισαν καὶ ἄλλως μὲν ταῦτα, ἑτέρως δὲ ἐκεῖνα προσηγόρευσαν‘. ὅσα μὲν γὰρ κατὰ τὴν φύσιν οὐ δια‐ φέρει, ἀλλὰ μόνην τὴν ὑπεροχὴν καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον, ταῦτα
10ὑπέζευκται ἑνὶ γένει, τουτέστι ταῦθ’ ὡς ἕν τι γένος περιέλαβον καὶ κοινῷ ὀνόματι προσηγόρευσαν τόδε τι, οἷον ὄρνιν ἢ ἰχθύν. τὸ γὰρ τοῦ κόρακος πτερὸν ἢ τὸ ῥύγχος καὶ τοῦ πυργίτου ὁμοίως καὶ τῶν ἄλλων ὀρνίθων, ᾗ πτερὰ καὶ ᾗ ῥύγχη, οὐδὲν διαφέρει, μόνῳ δὲ τῷ μακρῷ καὶ βραχεῖ· τὰ μὲν γὰρ τῶν ὀρνίθων ἐστὶ μακρόπτερα, τὰ δὲ βραχύπτερα.
15ἀλλὰ καὶ οἱ πόδες γεράνου καὶ πυργίτου καὶ ἀλεκτορίδος καὶ ἀετοῦ τῷ μὲν σχήματι διαφέρουσιν οὐδέν, τῷ μᾶλλον δὲ καὶ ἧττον. ἀλλὰ καὶ κατὰ τὰ ἐντὸς μέρη πολλὴν ἔχουσιν ἅπαντες οἱ ὄρνιθες πρὸς ἀλλήλους τὴν ὁμοιότητα. ὅσα μὲν οὖν ἦν τοιαῦτα, ταῦτα ὑπέζευκται ἑνὶ γένει· ὅσα δὲ μὴ τῇ φύσει κοινωνεῖ ἀλλὰ διαφέρει, μόνῃ δὲ τῇ ἀναλογίᾳ ἔχουσι τὸ
20ταὐτόν, ταῦτα κεχώρισται, καὶ διαφόροις ὀνόμασιν ὠνόμασταί τε καὶ ὡς διάφορα φύσει νενόμισται· τίνα γὰρ κοινωνίαν φύσεως καὶ ταυτότητα ἔχει λεπὶς καὶ πτερὸν ἢ βράγχιον καὶ πνεύμων, ὥστε ὡς μία τις φύσις λογί‐ ζεσθαι [ὁ ὄρνις καὶ ὁ ἰχθύς] καὶ διὰ τοῦτο καὶ κοινῷ ὀνόματι πρὸς τῇ ταυτότητι τῆς φύσεως προσαγορεύεσθαι; πάντως οὐδεμίαν, ἀλλὰ μόνῃ τῇ
25ἀναλογίᾳ τὸ ταὐτὸν σώζει· ὃ γὰρ ἐν κόρακι ποιεῖ πνεύμων, τοῦτο ἐν λάβρακι ποιεῖ βράγχιον. τὸ δὲ τοῦτο δὲ ποιεῖν ἐπὶ πᾶσιν οὐ ῥᾴδιον εἴρηται ἀντὶ τοῦ ἐπὶ πᾶσι δὲ εὑρίσκειν κοινότητα μὲν φύσεως, ὥσπερ ἐπὶ τῶν πτερῶν καὶ τῶν ῥύγχων, διαφορὰν δὲ κατὰ μόνον τὸ μᾶλλον καὶ ἧττον οὐ ῥᾴδιον. τὰ γὰρ πλεῖστα τῶν ζῴων τῇ ἀναλογίᾳ τὸ ταὐτὸν
30σώζει, οὐ τῇ φύσει· εἰ δὲ τοῦτο, πῶς οἷόν τ’ ἦν ἅπαντα ἑνὶ προσαγορεῦσαι ὀνόματι.
32nἘπεὶ δὲ οὐσίαι μέν εἰσι τὰ ἔσχατα εἴδη.
33 Ἡ μὲν τοῦ ῥητοῦ διάνοια αὕτη ὅτι μᾶλλον οὐσίαι εἰσὶ τὰ εἴδη τῶν γενῶν. ἐλλιπῶς δὲ πέφρασται· λείπει γὰρ τὸ τὰ διαιρούμενα εἰς τὰ ἔσχατα,
35λέγων ἔσχατα Σωκράτην, Πλάτωνα, ἁπλῶς τὰ ἄτομα. καὶ εἴη ἂν τὸ20

21

πλῆρες τῆς λέξεως τοιοῦτον ‘ἐπεὶ δὲ μᾶλλον οὐσίαι εἰσὶ τὰ εἴδη τὰ εἰς τὰ ἄτομα προσεχῶς διαιρούμενα, ταῦτα δὲ τὰ ἄτομα κατ’ εἶδος ἀδιάφορα‘, καὶ τὰ ἑξῆς. ἔστι δὲ τὸ λεγόμενον λύσις ἀπορίας τινὸς δυναμένης φέρεσθαι πρὸς τὰ λεγόμενα· ἠπόρησε γὰρ ἄν τις ‘ἐπειδὴ μᾶλλον οὐσίαι τὰ εἴδη τῶν
5γενῶν εἰσι, διὰ τί οὐκ ἐπὶ τῶν μᾶλλον οὐσιῶν τὰ μέλλοντα δείκνυσθαι δεικνύεις, ἀλλ’ ἐπὶ τῶν καθολικωτέρων, ἃ ἧττόν εἰσιν οὐσίαι; δεῖ δὲ τὰς δείξεις ἐπὶ τῶν μᾶλλον ὄντων ποιεῖσθαι· μᾶλλον δὲ ὄντα αἱ μᾶλλον οὐσίαι‘. πρὸς δὴ τοιαύτην ἀπορίαν ἐπάγει ταῦτα, δυνάμει λέγων ‘ᾗ μὲν γάρ εἰσι μᾶλλον οὐσίαι τὰ ἔσχατα εἴδη, ὅ τε κόραξ, κορώνη καὶ τὰ ὅμοια, δεῖ ἐπὶ
10τούτων τὰς δείξεις ποιεῖσθαι· ᾗ δὲ ἐκ τούτων συμβαίνει πολλάκις τὰ αὐτὰ λέγειν, ὥσπερ καὶ ἐν ἀρχῇ τοῦδε τοῦ βιβλίου εἴπομεν, ἀναγκαῖον τὰ καθόλου καὶ κοινῶς πᾶσιν ὑπάρχοντα πρῶτον εἰπεῖν· εἰ δέ πῃ καὶ ἴδιά τινα πρόσεστιν αὐτοῖς, ὕστερον καὶ περὶ τούτων λελέξεται‘.
14nἈπορίαν δ’ ἔχει περὶ πότερα δεῖ πραγματεύεσθαι.
15 Τὴν προρρηθεῖσαν ὑφ’ ἡμῶν ἀπορίαν νῦν ἐκτίθεται καὶ λύει· ἔχει γάρ, φησίν, ἀπορίαν περὶ ποῖα δεῖ τὴν πραγματείαν ποιεῖσθαι· ᾗ μὲν γὰρ οὐσία, τὸ τῷ εἴδει ἄτομον κράτιστον, τουτέστι καθὸ μὲν γὰρ οὐσία, κρά‐ τιστον καὶ κυριώτατον τὸ τῷ εἴδει ἄτομόν ἐστι· τοῦτο δὲ ταὐτόν ἐστι τῷ ἐπεὶ δὲ κρατίστη καὶ κυριωτάτη καὶ μᾶλλον οὐσία ἐστὶ τὸ ἄτομον καὶ
20εἰδικώτατον εἶδος (μᾶλλον γὰρ οὐσία τὸ εἶδος τοῦ γένους, ὥσπερ καὶ Σωκράτης καὶ ὅλως τὰ ἄτομα τῶν εἰδῶν), εἴ τις ἐν τοῖς τοιούτοις εἴδεσι δύναται τὴν πραγματείαν οὕτω ποιεῖσθαι χωρὶς μὲν περὶ ἀνθρώπου, χωρὶς δὲ περὶ ὄρνιθος (λέγων ὄρνιθα οὐ τὸ τῶν ὀρνίθων γένος, ἀλλὰ στρουθὸν ἢ γέρανον ἢ τοιοῦτον, ὃ καὶ σαφηνίζων ἐπήγαγεν ἔχει γὰρ εἴδη τὸ γένος
25τοῦτο, δυνάμει λέγων ‘ἐπεὶ ὁ ὄρνις λέγεται μὲν καὶ κατὰ τοῦ τῶν ὀρνί‐ θων γένους, λέγεται δὲ καὶ κατὰ τῶν τοῦ ὄρνιθος εἰδῶν, κόρακος, κορώνης, τῶν ἄλλων, ὄρνιθος εἰπὼν οὐ τὸ γένος εἶπον τῶν ὀρνίθων, ἀλλ’ εἶδος ὄρνιθος), εἴ τις οὖν δύναιτο τὴν πραγματείαν ποιεῖσθαι περὶ ὁτουοῦν ὄρνι‐ θος, ὥστε μὴ πολλάκις λέγειν τὰ αὐτά, δικαίως ἂν τοῦτο ποιήσειεν. ὁ δέ
30τις, φησίν, ὄρνις ἢ στρουθός ἐστιν ἢ γέρανος, ἢ ἄλλο τι τοιοῦτον. ᾗ δὲ περὶ ἑνὸς ἑκάστου τούτων λέγων συμβαίνει πολλάκις λέγειν περὶ τοῦ αὐτοῦ πάθους διὰ τὸ κοινῶς πλείοσιν ὑπάρχειν, ταύτῃ δ’ ἐστὶν ὑπάτοπον τὸ χωρὶς περὶ ἑκάστου λέγειν. ὑπάτοπον δέ ἐστι τὸ μεταξὺ ἀτόπου καὶ μὴ ἀτόπου ὥσπερ ὑπόξηρον τὸ μεταξὺ χλοεροῦ καὶ ξηροῦ. ταῦτα εἰπὼν πάλιν ἐπι‐
35κρίνει λέγων ‘ὅσα καλῶς οἱ ἄνθρωποι ὥρισαν ἤτοι συνήθροισαν καὶ ὡς21

22

μίαν τινὰ φύσιν καὶ ἕν τι γένος τετάχασι διὰ τὸ μὴ πολὺ διεστάναι ἀπ’ ἀλλήλων, ὁποῖόν ἐστιν ὁ ὄρνις (τοῦτον γὰρ ὡς ἕν τι γένος καὶ μίαν φύσιν νομίζεσθαι ἔθοντο διὰ τὸ μὴ πολὺ διεστηκέναι κόρακα κορώνης, καὶ τοὺς ἄλλους ὄρνιθας ἀπ’ ἀλλήλων), ὅσα μὲν οὖν τοιαῦτα, δεῖ περὶ τούτων κοινῶς
5λέγειν, ὅσα δὲ μὴ τοιαῦτα, καθ’ ἕκαστον, τουτέστι χωρὶς περὶ ἑνὸς ἑκάστου, οἷον χωρὶς μὲν περὶ ἀνθρώπου, ἰδίως δὲ περὶ ἵππου‘. τίνα δέ εἰσιν ἅπερ ὡς ἕν τι γένος ἐτάχθη, ἐπήγαγεν εἰπὼν ‘σχεδὸν γὰρ ὅσα τῶν μορίων ἔχει ὁμοιότητα καὶ ὅλον τὸ σῶμα, ὥρισταί τε καὶ ὡς μία τις φύσις καὶ ἕν τι γένος νενόμισται καὶ καθ’ ἑαυτὸ κεχωρισμένον καὶ τῶν ἄλλων
10ἀφωρισμένον εἶναι λελόγισται, ὥσπερ ὁ ὄρνις. ὁμοίως καὶ τὰ μαλάκια· καὶ ταῦτα γὰρ διὰ τὴν τῶν μορίων ὁμοιότητα ὡς γένος εἶναι διώρισαν. ἀλλὰ καὶ τὰ ὄστρεια· τὰ γὰρ μόρια τούτων οὐ τῇ ἀνάλογον ὁμοιότητι τὸ ταὐτὸν ἔχει, τῇ φύσει δὲ καὶ τῷ σχήματι τὸ διάφορον, ἀλλὰ μόνοις τοῖς πάθεσι, μεγέθει καὶ μικρότητι, λειότητι τραχύτητι, καὶ ὅλως τῷ μᾶλλον καὶ ἧττον‘.
15ταῦτα εἰπὼν συμπεραίνεται τὸν ἅπαντα λόγον λέγων πῶς μὲν οὖν ἀπο‐ δέχεσθαι χρὴ τὴν περὶ φύσεως μέθοδον, καὶ τὰ ἑξῆς. Σαφῆ δὲ τὰ λοιπὰ διὰ τὸ τούτων τὰ μὲν εἰπεῖν αὐτὸν ἐν τῷ Περὶ οὐρανοῦ, τὰ δὲ καθαρῶς ἐνταῦθα καὶ σαφῶς ἀπαγγέλλειν. ὅμως εἰσί τινα δεόμενα βραχείας ἐπιστάσεως· ὧν οὐδὲν ἀνεξέταστον καταλειφθήσεται.
20αὐτίκα τὸ ἀντικαταλλάττεταί τι πρὸς τὴν περὶ τὰ θεῖα φιλοσοφίαν εἴρηται ὥσπερ ἂν εἰ ἔλεγε πρὸς ἡμᾶς τὰ φυτὰ καὶ ζῷα ‘ἄνθρωποι, εἰ γὰρ καὶ τίμια καὶ θειότατα τὰ οὐράνια σώματα τυγχάνει, ἀλλ’ οὖν ἐπειδὴ ἔνεισι καὶ ἡμῖν πολλὰ θαυμάσια, ποιητέον λόγον καὶ ἡμῶν, καὶ μὴ πάντῃ καταφρονητέον‘. μὴ κεχαρισμένα δὲ πρὸς αἴσθησιν εἴρηκε τὰ ἀηδέ‐
25στατά τε καὶ εἰδεχθέστατα, οἷόν ἐστιν ὁ κοχλίας καὶ ἄλλα πάμπολλα. καὶ τὸ μὴ δυσχεραίνειν παιδικῶς ἴσον ἐστὶ τῷ οὐ δεῖ ὥσπερ τοὺς παῖδας φεύγειν τὰ μὴ ἡδέα τῶν ζῴων, ἀλλὰ προσιέναι τούτοις διὰ τὸ ἐν αὐτοῖς θαυμάσιον. τὸ δὲ περὶ Ἡρακλείτου τοιοῦτόν ἐστιν· Ἡράκλειτος ὁ Ἐφέσιος καθήμενος ἐντός ποτε τοῦ ἰπνοῦ (ἰπνὸς δέ ἐστιν οἷον οἰκίδιον ἐν ᾧ τοὺς
30ἄρτους ἕψομεν, ἀφ’ οὗ καὶ ἰπνίτης ἄρτος λέγεται) καθήμενος οὖν ἐντὸς τοῦ ἰπνοῦ καὶ θερόμενος ἐκέλευσε τοὺς προσιόντας αὐτῷ ξένους εἰσελθεῖν· εἶναι γάρ, φησί, καὶ ἐνταῦθα θεούς· τὸ γὰρ ‘πάντα πλήρη θεῶν‘ Ἡρακλεί‐ τειόν ἐστι δόγμα. καὶ ἐπεὶ μάλιστα ἐν τοῖς τῆς φύσεως ἔργοις ἔνεστι τὸ οὗ ἕνεκα, ἕκαστον δὲ οὗ ἕνεκα τέλους ἢ ἔστιν ἢ γίνεται, ὡς τέλος τὴν
35τοῦ καλοῦ χώραν εἴληφε (πᾶν γὰρ τὸ γινόμενον ἕνεκά τινος ὡς καλοῦ22

23

ἐκείνου ἐφιέμενον γίνεται) ἐπεὶ οὖν οὕτω ταῦτα, σκεπτέον περὶ αὐτοῦ. εἰ δέ τις ἄτιμον νενόμικε τὴν θεωρίαν τῶν μερῶν, ἐξ ὧν τὰ ἄλλα ζῷα συν‐ έστηκε, διὰ τὸ μὴ ποιεῖν ἡδύτητα τῇ αἰσθήσει, τοῦτο καὶ περὶ ἑαυτοῦ νομιζέτω· τίνα γὰρ ἡδονὴν ἐμποιεῖ καταμήνιον ἢ χιτὼν ὁ περιέχων τὸ
5βρέφος, ὅτε ἐξέρχεται ἐκ τῆς κοιλίας τῆς μητρός, ἢ σάρκες, νεῦρα, τὰ τοιαῦτα, ἐξ ὧν ὁ ἄνθρωπος συνέστηκε; τούτου γάρ ἐστι δηλωτικὸν τὸ οὐκ ἔστι γὰρ ἄνευ πολλῆς δυσχερείας ἰδεῖν, ἐξ ὧν συνέστηκε τὸ τῶν ἀνθρώπων γένος, δυσχέρειαν εἰπὼν τὴν γινομένην τῇ αἰσθήσει λύπην καὶ ὡς ἂν εἴποι τις ἀηδίαν.
10 Ταῦτα εἰπὼν πάλιν διορίζει τὰ περὶ τὴν ὕλην καὶ τὸ εἶδος λέγων δεῖ νομίζειν τὸν διαλεγόμενον περὶ οὑτινοσοῦν μορίου τῶν ζῴων ἢ καὶ περὶ σκεύους μὴ περὶ τῆς ὕλης μόνης ποιεῖσθαι τὴν μνήμην μηδὲ ταύτης χάριν, ἀλλὰ περὶ τῆς ὅλης μορφῆσ‘, λέγων ὅλην μορφὴν τὸ σύνθετον τὸ ἐξ ὕλης καὶ εἴδους, ‘ἔν τε τοῖς κατὰ τέχνην, καὶ ἐν τοῖς φυσικοῖσ‘. καὶ
15ἐν τοῖς φυσικοῖς γὰρ περὶ τῆς ὅλης οὐσίας τῆς ἐξ ὕλης καὶ εἴδους ποιητέον τὴν μνείαν, ἀλλὰ μὴ περὶ τῆς ὕλης, ἥτις οὐδέποτε χωρίζεσθαι πέφυκε τῆς οὐσίας αὐτῶν. τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἀλλὰ μὴ περὶ τούτων, ἃ μὴ συμβαίνει χωριζόμενά ποτε τῆς οὐσίας αὐτῶν. οὐδέποτε γὰρ χωρὶς τῆς οἰκείας ὕλης ἢ ἡ σὰρξ σάρξ ἐστιν ἢ ἡ χεὶρ χεὶρ ἢ ἄλλο τι τῶν
20τοιούτων. τὸ δὲ πράξεώς τινος ἕνεκα πλήρους, τὸ πλήρους ἀντὶ τοῦ τῆς ὅλης· εἰ γὰρ ἡ χεὶρ ἕνεκά τινος πράξεως συνέστηκε καὶ ὁ ὀφθαλμός, δῆλον ὅτι καὶ τὸ ὅλον σῶμα ἕνεκα πράξεως ὅλης συνέστηκε, καὶ ὃν λόγον ἔχει τὰ μέρη πρὸς τὸ ὅλον, τὸν αὐτὸν καὶ αἱ τῶν μερῶν πράξεις πρὸς τὴν τοῦ ὅλου. λέγει δὲ καὶ τίνες αἱ κοιναὶ πράξεις καὶ τίνες οὔ· κοιναὶ
25μὲν οὖν, φησί, πράξεις εἰσίν, ὅσαι πᾶσιν ὑπάρχουσι τοῖς ζῴοις, κατὰ γένος δ, ὅσων παρ’ ἄλληλα τὰς διαφορὰς ὁρῶμεν καθ’ ὑπερ‐ οχὴν οὔσας, τουτέστιν ὅσων τὰ μέρη παρ’ ἄλληλα τιθέμενα καὶ ἐξεταζό‐ μενα μὴ ἔχει διαφορὰς τῇ φύσει, μόνῳ δὲ τῷ μᾶλλον καὶ ἧττον· πτερὸν γὰρ πτεροῦ καὶ ῥύγχους ῥύγχος τῷ μᾶλλον καὶ ἧττον μόνῳ διαφέρουσιν.
30nὍσαι μὲν οὖν πράξεις ἄλλων ἕνεκα, δῆλον ὅτι καὶ ὧν
31nαἱ πράξεις τὸν αὐτὸν τρόπον διεστᾶσι.
32 Τὸ λεγόμενον ὧδε ἔσται φανερόν· πρᾶξίς ἐστι καρδίας τὸ γεννᾶσθαι ἐν αὐτῇ τὸ ἔμφυτον θερμόν, πράξεις δὲ χειρός εἰσι μὲν καὶ ἄλλαι, ἀλλὰ καὶ τὸ προσάγειν τὰ βρώματα ἐν τῷ στόματι, ὀδόντων δὲ τὸ λεαίνειν αὐτά,
35κοιλίας τὸ δέχεσθαι καὶ ἕψειν, ἥπατος τὸ ἐξαιματοῦν. αὗται δὲ πᾶσαι αἱ23

24

πράξεις ἕνεκα τῆς πράξεως τῆς καρδίας εἰσί· διὰ γὰρ τὸ ἔμφυτον θερμὸν ταῦτα πάντα γίνεται· καὶ ἔστι τῇ τῆς καρδίας πράξει ἐγγυτέρα ἡ τοῦ ἥπατος, πορρωτέρα δὲ ἡ τῆς κοιλίας, καὶ ταύτης ἡ τῶν ὀδόντων, καὶ ταύτης ἡ τῶν χειρῶν. τούτων οὖν προρρηθέντων τὸ λεγόμενόν ἐστι τοιοῦτον· ὅσαι
5μὲν οὖν πράξεις ἄλλων ἕνεκα (αὐτίκα ἡ τοῦ ἥπατος πρᾶξις καὶ τῆς κοιλίας καὶ τῶν ἄλλων ἕνεκα τῆς πράξεώς εἰσι τῆς καρδίας), ὅσαι οὖν πράξεις ἄλλων πράξεων ἢ ἄλλης ἕνεκά εἰσι, δῆλον ὅτι ὡς αἱ πράξεις πρὸς τὴν πρᾶξιν, οὕτω καὶ τὰ μόρια, ὧν αἱ πράξεις, πρὸς τὸ μόριον. ἐγγυτέρα δέ, ὡς εἴρηται, ἡ τοῦ ἥπατος πρᾶξις τῇ τῆς καρδίας πράξει· καὶ τὸ ἧπαρ
10ἄρα ἐγγύτερον τῇ καρδίᾳ ἤπερ τἄλλα μόρια. ἐγγύτερον δὲ οὐ τῷ τόπῳ, καίτοι ἴσως καὶ τούτῳ, ἀλλ’ ὡς ἡ πρᾶξις ἔχει τὸ ἐγγύς, οὕτω καὶ τὸ μόριον· καὶ ἀντιστρέφει τὸν λόγον λέγων ὁμοίως δὲ κἂν εἴ τινές εἰσι πρότεραι πράξεις καὶ τυγχάνουσιν οὖσαι τέλος ἑτέρων πράξεων, τὸν αὐτὸν τρόπον ἕξει τὰ μόρια ὡς αἱ πράξεις καὶ αἱ πράξεις ὡς τὰ μόρια.
15καὶ τρίτον ὧν ὄντων ἀναγκαῖον τόδε τι ὑπάρχειν, τὸν αὐτὸν τρόπον ἕξουσιν αἱ πράξεις ὡς τὰ πράγματα, καὶ ταῦτα ὡς αἱ πράξεις. τὰ δὲ
ἑξῆς σαφῆ ἕως τέλους τοῦ βιβλίου καὶ μηδεμίαν ἔχοντα δυσχέρειαν.24

25

(1t)

ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ ΔΕΥΤΕΡΟΝ ΒΙΒΛΙΟΝ ΤΗΣ ΑΥΤΗΣ
2tΠΡΑΓΜΑΤΕΙΑΣ.
3 〈Εἰπὼν〉 ἐν τῷ πρώτῳ, ποταπὸν δεῖ εἶναι τὸν ἀκροατήν, ὅτι πεπαιδευ‐ μένον καὶ ὅτι δεῖ πρῶτα περὶ τῶν κοινῇ πᾶσι τοῖς ζῴοις ὑπαρχόντων
5εἰπεῖν, εἶθ’ ὕστερον περὶ τῶν ἰδίων ἑκάστῳ, ἵνα μὴ πολλάκις περὶ αὐτῶν ἀναγκάζοιτο λέγειν, καὶ ὅτι δεῖ τὰ φαινόμενα περὶ τὰ ζῷα θεωρῆσαι πρῶ‐ τον, ἔπειτα καὶ τὰς αἰτίας τούτων ζητεῖν, καὶ ποσαχῶς τὸ ἀναγκαῖον, ἔτι τε καὶ τὰς τοῦ Πλάτωνος διαιρέσεις μεμψάμενος, νῦν περὶ τῶν αἰτιῶν μέλλει ἐρεῖν. ἐκ τίνων οὖν, φησί, μορίων συνέστηκε καὶ πόσων ἕκαστον
10τῶν ζῴων, ζητητέον ἐν τῇ πραγματείᾳ τῇ Περὶ ζῴων ἱστορίας, ὅπου ἐν ἐννέα βιβλίοις τὰ περὶ πάντων τῶν ζῴων διαλαμβάνει, τὰς δὲ αἰτίας τού‐ των καὶ καθ’ ὃν τρόπον ἐτάχθη ἕκαστον παρὰ τῆς φύσεως ἐπισκεπτέον.
13nΤριῶν δ’ οὐσῶν τῶν συνθέσεων.
14Τρεῖς συνθέσεις λέγει ἐν ἑκάστῳ τῶν ζῴων, καὶ πρώτην τὴν ἐκ τῶν
15τεσσάρων στοιχείων. εἶτα ἀπορίαν ἣν ἄν τις ἠπόρησε λύει, πῶς ἐκ τῶν τεσσάρων στοιχείων συνιστάμεθα ἐναντίων ὄντων καὶ διὰ τοῦτο φθαρτικῶν ἀλλήλων, ὅτι βέλτιον εἰπεῖν συνίστασθαι τὰ σώματα τὴν πρώτην ταύτην σύνθεσιν οὐκ ἐκ τῶν στοιχείων ἀλλ’ ἐκ τῶν δυνάμεων τούτων, ψυχροῦ θερμοῦ καὶ ἔτι ξηροῦ καὶ ὑγροῦ, μᾶλλον δὲ τῶν πρώτων ὡς ποιητικῶν
20ἢ ἐκ τῶν δευτέρων ὡς παθητικῶν· τέως δὲ ἐκ τῶν τεσσάρων ποιοτήτων καὶ δυνάμεων, καθὼς καὶ ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς ἔλεγε. καὶ αὕτη μὲν ἡ πρώτη σύνθεσις ἡ ἐν τῶν δυνάμεων· αἱ γὰρ δυνάμεις διὰ ταύτας εἰσί. δευτέρα σύστασις καὶ σύνθεσις ἡ ἐκ τῶν ὁμοιομερῶν καὶ
τρίτη ἡ ἐκ τῶν ἀνομοιομερῶν. πᾶσαι δὲ αἱ ἄλλαι δυνάμεις ἀπὸ τούτων,25

26

οἷον εἰ πλεονάσει τὸ πυρῶδες ἢ ἀερῶδες, γίνεται τὸ σῶμα κοῦφον καὶ μανόν, εἰ δὲ πλεονάσει τὸ γεῶδες, γίνεται βαρὺ καὶ πυκνόν.
3nἘπεὶ δὲ ἐναντίως ἔχει.
4Γένεσιν τὴν ὕλην φησίν, οὐσίαν δὲ τὸ εἶδος. ἐπεὶ γοῦν ἐναντίως
5ἔχει ταῦτα· τὰ γὰρ ὕστερα τῇ γενέσει, ὥσπερ ἐστὶν ἡ οὐσία, πρότερα τῇ φύσει ἐστίν· εἰς γὰρ τὸ εἶδος καὶ τὴν μορφὴν ἀποβλέπουσα ἡ φύσις κινεῖ τὴν ὕλην, καὶ διὰ τοῦτο τὸ τῇ γενέσει τελευταῖον πρῶτόν ἐστι. καὶ τίθησι καὶ παράδειγμα ὅτι οὐχ ἕνεκα τῶν πλίνθων καὶ τῶν ξύλων ἡ οἰκία, ἀλλὰ ταῦτα τῆς οἰκίας ἕνεκα. ὡς γοῦν ἐπὶ τῶν τεχνητῶν, οὕτως ἔχει καὶ ἐπὶ
10τῶν φυσικῶν. τοῦτο δὲ οὐ μόνον ἐκ τῆς ἐπαγωγῆς δῆλον, ἀλλὰ καὶ ἐκ τοῦ λόγου. πᾶν γάρ τι, φησί, τὸ γινόμενον ἔκ τινος ὑλικοῦ εἴς τι εἰδικὸν ποιεῖται τὴν γένεσιν, καὶ ἀπ’ ἀρχῆς ὑλικῆς εἰς ἀρχὴν εἰδικὴν ἵησι· τὴν γοῦν ὕλην φύσιν φησί, τὸ δὲ εἶδος οὐσίαν. ἐκ τούτου γοῦν δῆλον ὅτι ἡ ὕλη ἕνεκα τοῦ εἴδους καὶ προτέρα ἡ ὕλη τῷ χρόνῳ, τῷ δὲ λόγῳ ἡ οὐσία
15καὶ ἡ ἑκάστου μορφή.
16nΔῆλον δ’ ἂν λέγῃ τις.
17 Ἡ ὕλη τῶν στοιχείων ἕνεκα τῶν ὁμοιομερῶν, τὰ δὲ ὁμοιομερῆ ἕνεκα τῶν ἀνομοιομερῶν· τοῦτο γὰρ θέλων δεῖξαι ποιεῖται τὸν λόγον ἐκ τῶν τεχνη‐ τῶν ὅτι ὁ τῆς οἰκοδομήσεως λόγος ἔχει τὸν τῆς οἰκίας, ὁ δὲ τῆς οἰκίας
20〈οὐκ〉 ἔχει τὸν τῆς οἰκοδομήσεως. λόγος γὰρ οἰκοδομήσεως τὸ οἰκίαν ποιῆσαι τοιανδί, λόγος δὲ οἰκίας τὸ σκέπειν καὶ φρουρεῖν τὰ ἐμπεριεχόμενα ἐν αὐτῇ. ὥστε ἡ οἰκοδόμησις ἕνεκα τῆς οἰκίας, οὐ μὴν ἡ οἰκία ἕνεκα τῆς οἰκοδομήσεως. προτέρα γοῦν τῷ χρόνῳ ἡ οἰκοδόμησις τῆς οἰκίας, ὑστέρα δὲ ἡ οἰκία. ὥστε καὶ τὰ στοιχεῖα τῶν ὁμοιομερῶν πρότερα, τὰ
25δὲ ὁμοιομερῆ τῶν ἀνομοιομερῶν. καὶ ἔσχε καὶ ταῦτα ἐπὶ τοῦ τρία ἀριθμοῦ τὸ τέλος καὶ τὸ πέρας, καθὼς ἐν τῷ Περὶ οὐρανοῦ τὸν τρία ἐξύμνει.
27nΠολυμόρφων δ.
28 Πολυειδεῖς εἰσιν αἱ πράξεις τῆς χειρός. ἄλλη γὰρ πρᾶξις τοῦ πιέσαι καὶ ἄλλη πρᾶξις τὸ λαβεῖν καὶ ἄλλη τὸ ἀποτρέψαι. ὁμοίως καὶ τοῦ ποδός·
30ἄλλη γὰρ πρᾶξις τοῦ βαδίσαι καὶ ἄλλη τοῦ πατάξαι καὶ ἄλλη τοῦ ὀρχήσασθαι. πολυειδῶν γοῦν οὐσῶν τῶν πράξεων καὶ αἱ δυνάμεις, ἐξ ὧν συνίστανται τὰ μόρια, διάφοροι. δυνάμεις δέ εἰσι μαλακότης σκληρότης κραυρότης, τὰ τοιαῦτα. ἀνόμοιοι τοίνυν αἱ πράξεις, ἀνόμοιοι καὶ αἱ δυνάμεις ἐξ ὧν συνετέθησαν οὕτω τῆς φύσεως οἰκονομησάσης εἰς τὴν προσήκουσαν πρᾶξιν. τὰ γὰρ ὁμοιομερῆ
35κατὰ μέρος διείληφε τὰς δυνάμεις· τοῦ γὰρ ἥπατος τυχὸν τὸ μὲν μέρος
σκληρὸν τὸ δὲ μαλακόν, ἢ καρδίας τὸ μὲν ὑγρὸν τὸ δὲ ξηρόν· τὰ δὲ26

27

ἀνομοιομερῆ κατὰ πολλὰς δυνάμεις εἰσὶ καὶ ἀλλήλαις συγκειμένας. καὶ δῆλον ἐκ τῆς χειρὸς καὶ τῶν ἄλλων τῶν ὀργανικῶν μορίων, ποδὸς καὶ τῶν τοιούτων.
4n〈Ὡς μὲν οὖν ἕνεκά τιν〉ος.
5 Ὡς μὲν οὖν ἕνεκά τινος πράξεως ταῦτα τὰ μόρια διὰ ταύτην τὴν αἰτίαν τὴν τελικὴν δηλονότι οὕτως ἔχει. ἐπεὶ δὲ καὶ περὶ τῆς ὑλικῆς αἰτίας ζητεῖται, φανερὸν ὅτι οὕτως ἔχει ὡς πέφυκεν ἔχειν πρὸς ἄλληλα. τὰ γὰρ ἀνομοιομερῆ καὶ ἐκ πλειόνων, οἷον χεὶρ πρόσωπον πούς, τὰ δὲ ἐκ πλειόνων καὶ ἐξ ἑνὸς τὰ σπλάγχνα. ταῦτα γὰρ ἐξ ἑνὸς ὁμοιομεροῦς σύγ‐
10κειται, λέγω τοῦ αἵματος, ἐκ πλειόνων δὲ σχημάτων· αὐτίκα ἡ καρδία ἔχει σχῆμα κυλινδροειδὲς καὶ κωνοειδὲς καὶ σφαιροειδές. τὰ δὲ ὁμοιο‐ μερῆ πολλὰ ἂν εἴη ὁμοιομερ. γράφεται καὶ ἀνομοιομερ. ἡ μὲν οὖν προτέρα γραφὴ τοῦτ’ ἂν βούλοιτο· ἐπεί, φησί, τὸ ἀνομοιομερὲς πολλά ἐστιν ὁμοιομερῆ, διότι ἐξ αὐτῶν σύγκειται, εἴπερ καὶ τὸ ὁμοιομερὲς ἐκ τῶν
15ἀνομοιομερῶν συνέκειτο, ἦν ἂν καὶ αὐτὸ ἐξ ὁμοιομερῶν συγκείμενον πολλῶν· τὰ γὰρ ἀνομοιομερῆ οὐδέν εἰσιν ἕτερα ἢ ἕκαστον πολλὰ ὁμοιομερῆ. συν‐ έκειτο οὖν τὸ ὁμοιομερὲς ἐξ ὁμοιομερῶν, καὶ αὐτὸ ἐξ ἑαυτοῦ, ὅπερ ἄτοπον. ἡ δὲ δευτέρα τὸ ἀνομοιομερῆ εἴη ἂν τοιοῦτον· εἴπερ, φησί, τὸ ὁμοιο‐ μερὲς συνέκειτο ἐκ τῶν ἀνομοιομερῶν, ἦν ἂν καὶ αὐτὸ πολλὰ ἀνομοιομερῆ,
20ὥσπερ τὸ ἀνομοιομερὲς ἐξ ὁμοιομερῶν συνιστάμενόν ἐστι πολλὰ ὁμοιομερῆ. ἀλλὰ καὶ τοῦτο ἄτοπον τὸ εἶναι τὸ αἷμα τυχὸν (ὁμοιομερὲς γάρ) πολλὰ πρόσωπα ἢ πολλὰς χεῖρας.
23nδ’ αἴσθησις ἐγγίνεται πᾶσιν.
24Τὰ μὲν ὀργανικὰ μόρια ἀνομοιομερῆ εἰσι, τὰ δὲ αἰσθητήρια ὁμοιο‐
25μερῆ. καὶ γὰρ ἡ αἴσθησις ἐν τοῖς ὁμοιομερέσι, διότι μία ἑκάστη τῶν αἰσθήσεων ἑνὸς γένους καὶ ὑποκειμένου δεκτική ἐστιν, οἷον ἀκοὴ ψόφων, χυμῶν γεῦσις, χρωμάτων ὅρασις, ὀδμῆς ὄσφρησις. περὶ δὲ τῆς ἁφῆς παρακατιὼν ἐπαπορεῖ, ὅτι πλειόνων αὕτη δεκτική ἐστιν. ἡ τοίνυν αἴσθησις δυνάμει οὖσα ὅπερ τὸ αἰσθητὸν πάσχει ὑπὸ τοῦ αἰσθητοῦ ἐνεργείᾳ ὄντος.
30ὥστε εἰ ἔστι τὸ αἰσθητὸν τὸ αὐτὸ ἤτοι ἓν τῷ γένει, καὶ τὸ αἰσθητήριον λοιπὸν τὸ τούτου ἀντιληπτικὸν ἕν ἐστι καὶ ἁπλούστατον. ἢ γὰρ ὕδωρ ἐστὶν ὡς τὸ κρυσταλλοειδὲς ὑγρὸν τὸ τῆς ὄψεως, ἢ ἀὴρ τὸ τῆς ἀκοῆς ἢ ἄλλο τῶν στοιχείων τὰ τῶν λοιπῶν αἰσθητηρίων, καθὼς ἐν τῷ Περὶ αἰσθήσεων καὶ αἰσθητῶν λέγει.
35nἘν ὁμοιομερεῖ μέν.
36Τῶν ἄλλων αἰσθήσεων καὶ ὁμοιομερῶν ὄντων καὶ ἁπλῶν, ὡς ἐρρήθη,
ὕδατος τοῦ ὀφθαλμοῦ καὶ τῆς ὄψεως, καὶ ἀέρος ἐπὶ τῆς ἀκοῆς, εὐλόγως27

28

συμβέβηκεν ἐπὶ τῆς ἁφῆς ἔχειν μὲν ταύτην τὸ ὁμοιομερές, οὐ μὴν δὲ καὶ τὸ ἁπλοῦν, ὡς εἶναι καὶ ταύτην ἐξ ἑνὸς στοιχείου. οἷόν ἐστιν ἡ σὰρξ καὶ ὁμοιομερὲς καὶ οὐχ ἁπλοῦν, ἀλλ’ ἐκ τῶν τεσσάρων συγκείμενον στοιχείων, ὅτι καὶ διάφορα τὰ ὑποκείμενα αὐτῇ θερμὸν ψυχρόν, ξηρὸν ὑγρόν, μαλακὸν
5σκληρόν, τραχὺ λεῖον, καὶ τὰ τοιαῦτα. ἡ γοῦν σὰρξ τῆς ἁφῆς αἰσθητήριον οὖσα ὡς ὀφθαλμὸς τῆς ὁράσεως, καὶ τὸ ἀνάλογον τῆς σαρκὸς ἐπὶ τῶν ἄλλων, οἱονεὶ ἐπὶ τῆς σηπίας τὸ ὀστρακόδερμον, εἰκότως ὑλικώτερον καὶ σύνθετόν ἐστιν. ἐπεὶ δὲ ἀδύνατον αἴσθησιν 〈μὴ〉 ἔχειν τὸ ζῷον, διὰ τοῦτο καὶ ὁμοιομερῆ μόρια ἔχει· ἡ γὰρ αἴσθησις ἐν τοῖς τοιούτοις, αἱ δὲ πράξεις
10ἐκ τῶν ἀνομοιομερῶν. ἐν δὲ τῇ καρδίᾳ ἐστὶν ἡ αἰσθητικὴ δύναμις καὶ ἡ θρεπτική· διὰ τοῦτο καὶ ἡ καρδία ἀμφότερον ἔχει.
12nἯι μέν ἐστι δεκτικὸν πάντων τῶν αἰσθητῶν τῶν ἁπλῶν.
13 Ἐπεὶ ἡ καρδία ἢ τὸ ταύτῃ ἀνάλογον ἐν τοῖς ἀναίμοις ἐστὶ καὶ δεκτικὴ πάντων τῶν αἰσθητῶν, ἐστὶ καὶ κινητικὴ διὰ τῶν ἐνόντων αὐτῇ νεύρων, ᾗ
15μὲν τὰ αἰσθητήρια ὁμοιομερῆ καὶ ἁπλᾶ, τῶν ἁπλῶν καὶ αὐτὴν εἶναι μορίων συμβέβηκεν, ᾗ δὲ κινητικὴ καὶ πρακτική ἐστι καὶ αἱ πράξεις διὰ τῶν ἀνομοιομερῶν, ἀνομοιομερῆ καὶ ταύτην εἶναι. διαιρεῖται γὰρ καὶ αὕτη καθάπερ καὶ τὰ ἄλλα τῶν σπλάγχνων εἰς ὁμοιομερῆ· διὰ δὲ τὸ τῶν σχη‐ μάτων πολυειδὲς καὶ ἀνομοιομερής ἐστιν. ἠκολούθηκε δὲ ταύτῃ καὶ τὰ
20ἄλλα σπλάγχνα· αἱματικὴ γὰρ ἡ φύσις αὐτῶν, διότι διαλείψεις ἔχει τοῦ αἵματος ἐπὶ πόροις φλεβικοῖς· καθάπερ οὖν ὕδατος ἰλύς, οὕτω προχεῖται ἐκεῖσε διὰ τῶν φλεβῶν ἡ τοιαύτη πρόχυσις. ἐπεὶ δὲ καὶ ἡ καρδία τρέφε‐ ται ἐξ αἵματος, 〈εὔλογον ἐξ αἵματοσ〉 συνεστάναι· πᾶν γὰρ τὸ τρεφόμενον ὑπὸ τοῦ συγγενοῦς καὶ ὁμοίου τρέφεται, οἷον ἡ σὰρξ ὑπὸ τῆς σαρκὸς καὶ
25ἡ καρδία ὑπὸ τοῦ αἵματος.
26n〈Τῶν δὲ ὁμοιομερ〉ῶν.
27 Περὶ τῶν ὁμοιομερῶν μορίων λέγει ὅτι τὰ μὲν μαλακὰ καὶ ὑγρά, τὰ δὲ σκληρὰ καὶ στερεά, ὑγρὰ μὲν ἢ ὅλως 〈ἢ〉 ἔστ’ ἂν ᾖ ἐν τῷ ζῴῳ [ἢ ὅλως]· τὸ γὰρ αἷμα ἐξελθὸν πήγνυται καὶ οὐ μένει ὑγρόν. [αἷμα] ἰχὼρ
30οἷον αἷμα διεφθαρμένον, πιμελὴ ἡ ἐπὶ τῶν χοίρων, στέαρ τὸ ἐπὶ τῶν προ‐ βάτων, μυελός, γονή, χολή, γάλα ἐν τοῖς ἔχουσι. τούτων γὰρ τὰ μὲν ὑγρά, τὰ δὲ μόνον μαλακά· τὰ δὲ ξηρὰ καὶ στερεὰ ὡς ἄκανθα, τὸ μεσαί‐ τατον ὀστοῦν τοῦ ἰχθύος, νεῦρον, φλέψ. ἡ δὲ φλὲψ εἰ μὲν ἐγκαρσίως διαιρεθῇ, οὐ διαιρεῖται εἰς ὁμώνυμα ἑαυτῇ· οὐκέτι γὰρ τὸ διαιρεθὲν λέγε‐
35ται φλέψ, ἐπεὶ οὐδὲ κοιλότης ἐστὶ περιεκτικὴ αἵματος, ὅπερ ἐστὶν ὁρισμὸς τῆς φλεβός· εἰ δὲ δίχα διαιρεθῇ, διαιρεῖται εἰς ὁμώνυμα ἑαυτῇ, καὶ φλέβες
τὰ μόρια λέγονται.28

29

(1n)

Ἔστι γὰρ ὡς ἐνίων.
2 Εἰ μὲν ἐγκαρσίως διαιρεθῇ, οὐχ ὁμώνυμα τὰ μέρη τῆς φλεβός· εἰ δὲ δίχα, ὁμώνυμα. προσώπου δὲ πρόσωπον, ὅπερ ἐστὶν ἀνομοιομερές, οὐδαμῶς ἐστιν ὁμώνυμον μεριζόμενον. τέως δὲ καὶ τοῖς ὑγροῖς καὶ τοῖς
5ξηροῖς πολλοὶ τρόποι τῆς αἰτίας εἰσίν. ἐκ γὰρ τῶν ὁμοιομερῶν συνέστηκε τὰ ὀργανικὰ μέρη· ἐκ γὰρ ὀστῶν καὶ νεύρων καὶ σαρκῶν καὶ ἰνῶν καὶ φλεβῶν συνίσταται ταῦτα, ὥστε συμβάλλεσθαι τὰ μὲν εἰς τὸ εἶναι, ὡς ἡ γλῶττα οὐκ ἐν τῷ λαλεῖν ἀλλ’ ἐν τῷ γεύεσθαι, τὰ δὲ εἰς τὸ ἐνεργεῖν ὡς αἱ χεῖρες, τὰ δὲ ὡς τροφὴ εἶναι τῶν ἄλλων, ὥσπερ τροφή ἐστιν ὁ μυελὸς
10τῶν ὀστῶν, εἰ καὶ ὀστεογενῆ τὸν μυελὸν Ἐμπεδοκλῆς λέγει. εἴ τι γὰρ ἔστι τὸ ἐν τοῖς σώμασιν αὐξανόμενον, ἐξ ὑγροῦ λαμβάνει τὴν αὔξησιν· εἰ δὲ καὶ ἐξ ἑτέρου ἤγουν ἐκ ξηροῦ, ἀλλ’ ὑγρανθέντος τέως. τὰ δὲ περιττώ‐ ματα ἤγουν ἀφοδεύματα συμβέβηκεν εἶναι τῆς ξηρᾶς τροφῆς ὑπόστασιν, ὥσπερ τοῦ ὑγροῦ τὸ οὖρον.
15nΑὐτῶν δὲ τούτων.
16 Τῶν αἱμάτων αἱ διαφοραὶ πρὸς ἄλληλα τοῦ βελτίονος ἕνεκεν. ὡς γὰρ τὸ παχύτερον ἰσχύος ποιητικώτερον, οὕτω τὸ λεπτότερον νοήσεως. διαφέρει δὲ αἷμα αἵματος καὶ ἐν ἄλλῳ καὶ ἄλλῳ ζῴῳ καὶ ἐν τῷ αὐτῷ καὶ ἑνὶ τοῦ ζῴου σώματι, οἷον ἄλλο αἷμά ἐστι πρὸς τὰ ἄνω μέρη καὶ ἄλλο πρὸς τὰ
20κάτω. μὴ μόνον δὲ ἐπὶ τοῦ αἵματος ἐν τοῖς ἐναίμοις ἔστι διαφορά, ἀλλὰ καὶ τοῦ ἀναλόγου τῷ αἵματι ἐν τοῖς ἀναίμοις καὶ γὰρ μέλιττα καὶ μυῖα ἄναιμα, ἀλλ’ ἡ μέλιττα πολλῶν ἐναίμων φρονιμωτέρα τὴν φύσιν ἐστίν. ὅρα γὰρ τὴν ἐργασίαν αὐτῆς καὶ τὰς ἑξαγώνους σύριγγας· ἰδὲ πάλιν καὶ τοῦ ἀράχνου τὴν ἱστουργικὴν ἐπιστήμην ἐς τὸ τὰς μυίας ἁλίσκεσθαι.
25nἌριστα δ.
26 Ἧι μὲν γὰρ λεπτὸν τὸ αἷμά ἐστι, ποιεῖ αὐτὰ φρόνιμα, ᾗ δὲ θερμόν, ποιεῖ αὐτὰ ἀνδρεῖα. διὰ τοῦτο πρός τε ἀνδρείαν καὶ πρὸς φρόνησιν ἔχει καλῶς τὰ τοιαῦτα τῶν αἱμάτων. διὸ διαφέρει καὶ ἐν τῷ ἑνὶ ζῴῳ τὸ αἷμα κατὰ τὸ ἄνω καὶ τὸ κάτω, καὶ τὸ θῆλυ 〈πρὸσ〉 τὸ ἄρρεν καὶ τὰ
30δεξιὰ μέρη πρὸς τὰ ἀριστερά. ὥσπερ δὲ ἐπὶ τοῦ αἵματος ἔχει, ὅτι ἐστὶ διαφορὰ αὐτοῦ καὶ ἐπὶ διαφόρων σω〈μάτων τῷ εἴδει〉 καὶ ἐπὶ διαφόρων τῷ ἀριθμῷ, ὡς ἐπὶ ἀνδρὸς καὶ γυναικός, καὶ ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς ζῴου τῷ ἀριθμῷ κατὰ τὰ ἄνω καὶ τὰ κάτω καὶ τὰ δεξιὰ καὶ τὰ ἀριστερά, οὕτω καὶ ἐπὶ τῶν ἄλλων μορίων ἔχει τῶν τε ὁμοιομερῶν καὶ τῶν ἀνομοιο‐
35μερῶν. ἔχουσι γὰρ μὴ μόνον πρὸς ἄλληλα ταῦτα διαφοράν, ἀλλὰ καὶ29

30

αὐτὰ πρὸς ἑαυτὰ ἔν τε ἄλλοις καὶ ἄλλοις ζῴοις καὶ ἐν τῷ αὐτῷ καὶ ἑνὶ τῷ ἀριθμῷ, ὥσπερ τὰ σπλάγχνα καὶ αἱ χεῖρες καὶ αἱ κεφαλαὶ καὶ τὰ λοιπά.
3n〈Πολλῶν〉 γὰρ ἡ φύσις.
4Πολλῶν γὰρ μορίων φύσις· ἀνάγεται εἰς ταύτας τὰς ἀρχὰς ἤτοι τὸ
5θερμὸν καὶ τὸ ψυχρόν, καὶ διὰ τοῦτό ἐστιν ἀναγκαῖον εἰπεῖν περὶ θερμοῦ καὶ ψυχροῦ. ἀμφισβητοῦσι γὰρ πολλοί, φησί, ποῖα τῶν ζῴων θερμὰ καὶ ποῖα ψυχρά, καὶ λέγουσί τινες τὰ ἔνυδρα θερμά, τὰ δὲ πεζὰ ψυχρά, καὶ τὰ ἄναιμα θερμά, τὰ δὲ ἔναιμα ψυχρά, καὶ τὰ θήλεα θερμά, ὡς Παρμενίδης, τὰ δὲ ἄρρενα ψυχρά· διὰ τοῦτο γὰρ καὶ πολυαίμους γίνεσθαι τὰς γυναῖκας
10καὶ τοῖς καταμηνίοις συνέχεσθαι· Ἐμπεδοκλῆς τοὐναντίον φησίν. οἱ δὲ λέγοντες τὰ ἄναιμα θερμότερα τῶν ἐναίμων τάχα ἂν εἴποιεν καὶ αἰτίαν, ὅτι οὐκ ἐχώρησεν ἡ φύσις προστιθέναι καὶ αἷμα τοῖς τοιούτοις ἀναίμοις θερμοῖς οὖσι, μή πως πάντῃ θερμανθέντα ἀπόλωνται.
14nΕἰ δ’ ἔχει τοσαύτην.
15 Τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐναργέστατον περὶ τὴν αἴσθησίν ἐστιν. εἰ γοῦν περὶ ταῦτα τὰ ἐναργῆ ἐστιν ἀμφισβήτησίς τισι, τί ἂν ποιήσαιεν ἐκεῖνοι περὶ τῶν ἄλλων, ἤγουν τοῦ ὑγροῦ καὶ τοῦ ξηροῦ; ἐπεὶ δὲ φιλόσοφοί εἰσιν οἱ περὶ τούτων ἀμφισβητοῦντες, δεῖ μὲν ὑπολαμβάνειν εὐλόγως τούτους καὶ παρά τινα αἰτίαν εὔλογον ἀμφισβητεῖν. ἔοικε γοῦν διὰ τὸ πολλαχῶς
20λέγεσθαι οὐχ ἁπλῶς τὸ θερμὸν ἀλλὰ τὸ θερμότερον ταῦτα λέγειν ἐκείνους τὰ ἐναντία. ἕκαστος γὰρ τἀναντία λέγων δοκεῖ τι λέγειν. διὸ ἐπεὶ περὶ φυσικῶν πραγμάτων ζητοῦμεν, ποῖα θερμὰ καὶ ποῖα ψυχρά, δεῖ μὴ λανθάνειν κατὰ ποῖον σημαινόμενον πολλαχῶς λεγομένων τούτων δεῖ λέγειν ἐπὶ τούτοις· ταῦτα γάρ εἰσι καὶ αἴτια σχεδὸν παρὰ τὰς ἄλλας ἐναντιώσεις
25καὶ ζωῆς καὶ θανάτου καὶ ὕπνου καὶ ἐγρηγόρσεως καὶ νεότητος καὶ γήρως καὶ νόσου καὶ ὑγείας καὶ τῶν λοιπῶν.
27nἝνα μὲν οὖν τρόπον.
28 Ἑξαχῶς φησι τὸ θερμότερον· πρῶτον μὲν ὑφ’ οὗ μᾶλλον θερμαίνεται τὸ ἁπτόμενον, ὡς τὸ ζέον ὕδωρ μᾶλλον θερμαίνοι ἂν τὸν ἁψάμενον αὐτοῦ
30παρὸ τὸ πῦρ· τὸ γὰρ πῦρ φθάνει διαφορεῖσθαι διὰ τὴν λεπτομέρειαν. δεύτερον τὸ μᾶλλον αἴσθησιν ἐμποιοῦν, ὡς ὁ πεπυρακτωμένος σίδηρος θερ‐ μότερος πυρός. τρίτον ἐὰν μετὰ λύπης ἤτοι ἀλγηδόνος ἐμποιεῖ τὴν αἴσθησιν τῷ αὐτοῦ θιγγάνοντι· μᾶλλον γὰρ ἂν ἐκεῖνον λυπήσοι ὁ πεπυρακτωμένος
σίδηρος παρὸ τὸ πῦρ. ἔστι δ’ ὅτε δοκεῖ τοῦτο ψεῦδος· πολλάκις γὰρ ἡ30

31

ἕξις ἐκείνου τοῦ σώματος τοῦ ἁψαμένου αἰτία γίνεται τοῦ ἀλγῆσαι· ἀλλ’ οὐ παρὰ τοῦτο ῥηθήσεται τὸ ψυχρὸν ὕδωρ ἁπλῶς θερμόν, ἀλλ’ ὡς πρὸς τὴν τοιάνδε ἕξιν τῆς σαρκός. τέταρτον τὸ τηκτικώτερον· τὸ γὰρ πῦρ τήκει πλέον τοῦ ξύλου τοῦ ἁπτομένου. πέμπτον τὸ πλέον πῦρ τοῦ ὀλίγου
5πυρός. ἕκτον τὸ θαλάσσιον ὕδωρ ὡς μὴ ταχέως ψυχόμενον θερμότερον τοῦ ἄλλου. ἕβδομον τὸ θᾶττον θερμαινόμενον ὡς τὸ ποτάμιον ὕδωρ ἐκβληθέντος οὖν τοῦ μετὰ λύπης ἓξ ἐγκαταλείπονται.
8nΘερμαίνει μὲν γάρ.
9Τίθησιν ἐντεῦθεν τὰ παραδείγματα τῶν τοῦ θερμοῦ τρόπων. τοῦ γοῦν
10πρώτου τρόπου ὅτι θερμότερον τὸ ζέον ὕδωρ τῆς φλογός, τοῦ δὲ τρίτου παράδειγμα καίει δὲ καὶ τήκει τὸ καυστὸν καὶ τηκτὸν ἡ φλόξ, τὸ δ’ ὕδωρ οὐδέν. τοῦ δὲ τετάρτου ἔτι θερμότερον μὲν τὸ ζέον ὕδωρ ἢ πῦρ ὀλίγον, τοῦ δὲ πέμπτου τὸ ψύχεται δὲ καὶ θᾶττον καὶ μᾶλλον τὸ θερμὸν ὕδωρ μικροῦ πυρός. [τοῦ δὲ τρίτου τὸ ἔτι δὲ θερμότερον
15μὲν κατὰ τὴν ἁφὴν τὸ ζέον, ψύχεται δὲ θᾶττον καὶ πήγνυται τοῦ ἐλαίου.] τοῦ δὲ ἕκτου τὸ ἔτι δὲ λίθοι καὶ σίδηρος καὶ τὰ τοιαῦτα.
17nΠρὸς δὲ τούτοις τῶν λεγομένων θερμῶν.
18 Καὶ πρὸς τούτοις ἄλλην αὖθις διαφορὰν λέγει τῶν λεγομένων θερ‐ μῶν, καὶ ὅτι τὰ μὲν οἰκείαν ἔχει τὴν θερμότητα 〈τὰ δὲ ἀλλοτρίαν〉
20καὶ ἢ ἀλλοτρίαν ἢ οἰκείαν πλεῖστον διαφέρει. θάτερον μὲν γὰρ αὐτῶν οἱονεὶ τὸ ἔχον ἀλλοτρίαν τὴν θερμότητα κατὰ συμβεβηκὸς θερμὸν ἂν εἴη, ὥσπερ καὶ ὁ μουσικὸς θερμότερος τοῦ ἄλλως πως καὶ εἰς ὑγείαν διακειμένου, διότι πυρέττει. οὐ γὰρ ὁ μουσικὸς θερμότερος, ἀλλ’ ὁ πυρέτ‐ των πρὸς τὸν μεθ’ ὑγείας θερμόν. ἐπεὶ δὲ τὸ μὲν αἷμα ὡς οἰκείαν ἔχον
25τὴν θερμότητα καθ’ αὑτὸ θερμόν, τὸ δὲ ὕδωρ ὡς ἀλλοτρίαν ἔχον τὴν θερ‐ μότητα κατὰ συμβεβηκός, ψύχεται μὲν βραδύτερον τὸ καθ’ αὑτὸ θερμόν, ὅτι οἰκεῖον ἔχει τὸ θερμὸν ὡς αἷμα καὶ ἔλαιον, μᾶλλον δὲ θερμαίνει τὴν αἴσθησιν τὸ κατὰ συμβεβηκὸς θερμόν, διότι ξένην καὶ ἀλλοτρίαν δεξάμενον τὴν θερμότητα παρὰ λόγον ἔχον ταύτην καὶ πλείονα τοῦ εἰκότος εἰκὸς δέξα‐
30σθαι τοῦτο τὴν θερμότητα. εἰς δὲ τὴν καῦσιν τὸ ἀνάπαλιν γίνεται· τὸ γὰρ καθ’ αὑτὸ θερμὸν μᾶλλον καίει ἢ τὸ κατὰ συμβεβηκός, ἤγουν φλὸξ τοῦ ζέοντος ὕδατος. ὥστε τὸ κρῖναι ὁποῖον θερμότερον δυοῖν ὄντοιν οὐχ ἁπλοῦν ἐστιν.
34nἜνια δὲ τῶν τοιούτων.
35Εἰσί τινα τῶν θερμῶν ἅπερ οὐκ ἔστιν εἰπεῖν ἁπλῶς ἢ θερμὰ ἢ οὐ
θερμά. οὔτε γὰρ κατὰ συμβεβηκὸς ἔχουσι τὸ θερμὸν οὕτως ὥστε γίνεσθαι31

32

καὶ ἀπογίνεσθαι ἐν αὐτοῖς τοῦτο δὴ τὸ θερμόν, καὶ μένειν ἐκεῖνο οἷόν ἐστιν, ὥσπερ [τῷ] ἐν τῷ λίθῳ θερμῷ, οὔτε αὖθις φύσει καὶ ἀρχῆθεν ἔχουσι τὸ θερμὸν ὥσπερ ὁ ἥλιος, εἰ μή γε καὶ περὶ τούτου ἔστιν εἰπεῖν κατά τινας τῶν φυσικῶν ὅτι ἐκ τῆς ταχυτῆτος τὸ θερμὸν λαμβάνει. τίνα
5δέ εἰσι ταῦτα τὰ μὴ ἁπλῶς θερμὰ ἢ οὐ θερμά; ὥσπερ τὸ αἷμα, φησίν· τοῦτο γὰρ θερμόν ἐστιν, ἀλλ’ οὔτε κατὰ συμβεβηκὸς ἔχει τὸ θερμόν, ὥστε γίνεσθαι καὶ ἀπογίνεσθαι ἐν αὐτῷ τὸ θερμόν, μένειν δὲ ἐκεῖνο καὶ πάλιν αἷμα, οὔτε μὴν φυσικῶς καὶ ἀρχῆθεν ἐξ αὐτῆς δὴ τῆς φύσεως τῆς ὑπο‐ κειμένης αὐτῷ· τὸ γὰρ φλέγμα ψυχρὸν ὂν ὕλη τοῦ αἵματός ἐστι. καὶ τί
10λέγω περὶ αἵματος, φησίν, ὅπου γε καὶ αὐτὸ τὸ πῦρ τοιοῦτόν τι ἐστί; τὸ γὰρ ὑποκείμενον τῷ πυρὶ ἢ καπνὸς ἢ ἄνθραξ ἐστίν· ὁ δὲ καπνὸς θερμὸν μέν, οὐ μὴν δὲ ὡς τὸ πῦρ, ἀλλὰ πρὸς τοῦτο συγκρινόμενον ψυχρόν ἐστιν· ὁ δὲ ἄνθραξ ἀποσβεσθεὶς ψυχρός ἐστιν. ἔλαιον δὲ καὶ πεύκη ἤγουν ῥητίνη ἄλλον τρόπον θερμόν, ὅτι γίνοιντο ἂν καὶ ψυχρά, μείναντα ἔλαιον καὶ ῥητίνη.
15nἜχει δὲ θερμότητα.
16 Ἀλλὰ λαμβάνουσι τὴν θερμότητα ἐν τῷ πυρωθῆναι, οἷον κονία ἤτοι ἄσβεστος καὶ τέφρα καὶ κατὰ ἀνάλογον ταύτης καὶ τὰ ὑποστήματα τῶν ζῴων, αἱ ἀφοδεύσεις· κἀκεῖνα γὰρ θερμά εἰσιν ὡς ἡ τέφρα. ἀλλὰ καὶ ἐκ τῶν περιττωμάτων ἡ χολή, ἣν ὠχράν φασιν οἱ ἰατροί. ἄλλον τρόπον πάλιν
20θερμόν ἐστιν τὰ πίονα ἐν τῷ ταχὺ θερμαίνεσθαι καὶ τὸ δυνάμει εἰς ἐνέρ‐ γειαν γίνεσθαι. τὸ οὖν θερμὸν καὶ πήγνυσι καὶ τήκει ἤγουν διαλύει, καὶ τὸ ψυχρὸν ὁμοίως. καὶ λέγει περὶ τοῦ ψυχροῦ ὅτι τὰ ἐξ ὕδατος συνιστά‐ μενα πήγνυσι τὸ ψυχρὸν ὡς τὸν κρύσταλλον, τὰ δὲ 〈γῆς ὄντα〉 πῦρ, ὡς τὸν κέραμον. καὶ τὰ θερμὰ πήγνυται ὑπὸ τοῦ ψυχροῦ ταχὺ μὲν καὶ
25ἀλύτως ὅσα μᾶλλον γῆς, λυτῶς δὲ [καὶ] ὅσα ὕδατος, ὡς τὸ πηγνύμενον ὕδωρ.
26nΟὐ τὸν αὐτὸν τρόπον.
27 Τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ καὶ τὸ καθ’ αὑτὸ καὶ τὸ κατὰ συμβεβη‐ κός, ὥς φασιν ἐξηγηταί, Ἀριστοτέλης πρῶτος ἢ κομιδῇ σὺν ὀλίγοις καὶ εὗρε καὶ ἐπλάτυνε, δι’ ὧν ἀμφιβαλλόμενα τοῖς παλαιοῖς φιλοσόφοις συνεβί‐
30βασεν, ὥσπερ ἀρτίως καὶ περὶ αἵματος. ψυχρὸν γὰρ εἰπόντων αὐτό τινων θερμοῦ φανεροῦ φαινομένου συμβιβάζει ὁ φιλόσοφος ὅτι τὸ μὲν τί ἦν εἶναι ἤγουν τὸ εἶδος αὐτό, ὅπερ φησὶ συνδυαζόμενον, ἤγουν μετὰ τῆς ὕλης, θερμόν ἐστιν, ἡ δὲ τοῦ αἵματος ὕλη ψυχρά· φλέγμα γὰρ ψυχρὸν ἡ τοῦ αἵματος ὕλη. ἔτι, φησί, καὶ κατὰ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ πολλὰ καὶ
35ψυχρά εἰσι κατ’ ἐνέργειαν καὶ θερμὰ κατὰ δύναμιν ὡς τὰ ψυχρὰ ὕδατα, καὶ
θερμὰ πάλιν κατ’ ἐνέργειαν καὶ ψυχρὰ κατὰ δύναμιν ὡς τὰ ζέοντα ὕδατα.32

33

(1n)

Ἐχόμενον δ.
2 Εἰπὼν περὶ τῶν ποιητικῶν δυνάμεων θερμοῦ καὶ ψυχροῦ νῦν λέγει καὶ περὶ τῶν παθητικῶν ξηροῦ καὶ ὑγροῦ· οὕτω γὰρ λέγει ταύτας τὰς τέσσαρας δυνάμεις ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς. εἰσὶ γοῦν τά τε ξηρὰ
5καὶ ὑγρὰ τὰ μὲν δυνάμει τὰ δὲ ἐνεργείᾳ. πᾶν γὰρ πεπηγὸς ὑγρὸν ξηρὸν μὲν ἐνεργείᾳ καὶ κατὰ συμβεβηκός, δυνάμει δὲ καὶ καθ’ αὑτὸ ὑγρόν. γῆ δὲ καὶ τέφρα μιχθέντα ὑγρῷ ἐνεργείᾳ μέν εἰσι καὶ κατὰ συμβεβηκὸς ὑγρά, καθ’ αὑτὰ δὲ καὶ δυνάμει ξηρά. διακριθέντα δὲ τὰ ἀπὸ τοῦ ὕδατος ὑγρὰ καὶ ἀναπληστικ. τί δὲ τοῦτό ἐστιν; ὅτι ὑγρόν, φησί, τὸ τῷ οἰκείῳ ὅρῳ
10δυσόριστον, τῷ δὲ ἀλλοτρίῳ εὐόριστον· ἀναπληστικὸν γοῦν λέγεται τὸ ὑγρόν, ὅτι περιορίζεται ἐν ὁποιῳοῦν ἀγγείῳ καὶ ἀναπληροῖ οἷον δή τινα τόπον. ταῦτα γοῦν εἰσι καὶ ἐνεργείᾳ καὶ δυνάμει ὑγρὰ τὰ ἐξ ὕδατος. τὰ δὲ γῆς ἅπαντα ξηρά. δυνάμει δὲ λέγει ἐν τούτοις τὸ τέλειον δυνάμει καὶ κατὰ φύσιν ὑπάρχον. οὕτω καὶ τὸ αἷμα τῷ εἴδει μέν ἐστι θερμόν, τῷ δὲ ὑπο‐
15κειμένῳ καὶ τῇ ὕλῃ ψυχρόν· φλέγμα γάρ.
16nἘν μὲν γὰρ τῷ λόγ.
17 Ἐπεὶ τὸ αἷμα τῷ ὑποκειμένῳ καὶ τῇ ὕλῃ ψυχρὸν τῷ δὲ εἴδει καὶ τῇ οὐσίᾳ θερμόν, ἐν τῷ λόγῳ αὐτοῦ ὑπάρξει ἡ θερμότης, ὥσπερ ἐν τῷ τοῦ λευκοῦ ἀνθρώπου τὸ λευκόν· ᾗ γὰρ κατὰ πάθος αἷμα ἤγουν κατὰ
20συμβεβηκός, οὐ καθ’ αὑτὸ θερμόν. ὁμοίως καὶ περὶ ξηροῦ καὶ ὑγροῦ. διὸ ἐν τῇ 〈φύσει〉 τῶν τοιούτων τοῦ ψυχροῦ ὄντος χωριζομένου τοῦ θερμοῦ πήγνυται ταῦτα καὶ ψυχρὰ φαίνονται. χολὴ δὲ θερμὸν οὖσα καὶ πάχος ἔχουσα χωριζομένου τοῦ θερμοῦ 〈ψύχεται〉 καὶ ὑγραίνεται. τὸ μὲν γὰρ αἷμα ξηραίνεται, ἡ δὲ ξανθὴ χολὴ ὑγραίνεται. τὸ δὲ μᾶλλον καὶ ἧττον
25μετέχειν ἢ θερμότητος ἢ ψυχρότητος δεῖ τιθέναι ὡς διαφοράν. αἷμα γὰρ αἵματος διαφέρει ἐν τῷ θερμότερον εἶναι ἄλλου αἵματος ἢ ψυχρότερον παρ’ ἄλλο θερμότερον· κεκοινώνηκε γὰρ τῶν ἐναντίων ἡ φύσις τοῦ αἵματος.
28nἘπεὶ δὲ ἀνάγκη πᾶν τὸ αὐ〈ξανόμενον.
29Ἐπεὶ πᾶν τὸ αὐξανόμενον λαμβάνει τροφήν, ἡ δὲ τροφὴ ξηρὰ ἢ ὑγρά,
30ἡ πέψις τούτων πάντων καὶ ἡ μεταβολὴ διὰ τῆς τοῦ θερμοῦ δυνάμεως γίνεται. διὰ γοῦν ταύτην τὴν αἰτίαν καὶ τὰ ζῷα πάντα καὶ τὰ φυτὰ ἔχει ἀρχὴν θερμοῦ φυσικήν, καὶ ταύτην εἰς ἐργασίαν τῆς τροφῆς ** ὅτι πλειό‐
νων εἰσὶ μορίων αἱ ἐργασίαι αὗται τῆς τροφῆς. ἡ μὲν γὰρ πρώτη λει‐33

34

τουργία τῆς τροφῆς ἡ διὰ τοῦ στόματός ἐστι καὶ τῶν ἐν αὐτῷ ὀδόντων· δεῖται γὰρ πρῶτον διαιρέσεως ἡ τροφή. ἀλλ’ αὕτη ἡ λειτουργία οὐδεμιᾶς ἐστιν αἰτία πέψεως, εὐπεψίας δὲ μᾶλλον. διαιρεῖται γὰρ εἰς μικρὰ διὰ τῶν ὀδόντων, καὶ ῥᾴων γίνεται εἰς τὸ κατεργασθῆναι. εἶτα ἡ ἐν στομάχῳ
5δύναμις πεπτική, ἥτις γίνεται διὰ τοῦ ἐμφύτου θερμοῦ· καὶ οὕτως αἴτιον τῆς αὐξήσεως τοῦ ζῴου καὶ τῶν φυτῶν ἐστι τὸ θερμόν.
7nἩ δὲ τῆς ἄνω καὶ τῆς κάτω.
8 Δύο κοιλίαι εἰσὶν ἐν τῷ ζῴῳ, ἡ μὲν ἄνω τῆς ἀκατεργάστου τροφῆς στόμαχος, ἡ δὲ κάτω τῆς κατεργασίας, ἐξ ἧς αἱ φλέβες λαμβάνουσι τὸ
10αἷμα καὶ τρέφουσι τὸ ζῷον. ὡς φάτνη γάρ ἐστιν ἡ κοιλία τοῖς ζῴοις, τοῖς δὲ φυτοῖς ἡ γῆ· ἐκ δὲ ταύτης ἀκατέργαστον λαμβάνει διὰ στόματος τὴν τροφήν, ὅθεν καὶ περιττώματα γίνεται ἐν αὐταῖς. τὰ δὲ φυτὰ κατ‐ ειργασμένην ἐν τῇ γῇ τὴν τροφὴν λαμβάνει ὡς ἐκ κοιλίας αὐτῆς· διὸ καὶ περιττώματα οὐκ ἔστιν ἐν τοῖς φυτοῖς. οὐδὲ γὰρ αὐτοῖς φυσική ἐστιν ἡ
15θερμότης, ἀλλ’ ἡ ἐκ τῆς γῆς θερμότης, ἣν λαμβάνει ἐκ τοῦ ἡλίου καὶ τοῦ περιέχοντος ἀέρος κατεργαστική ἐστι τῆς τούτων τροφῆς.
17nἩ μὲν γὰρ τοῦ στόματος.
18 Ἡ πρώτη λειτουργία τῆς τροφῆς διὰ τοῦ στόματος γίνεται καὶ τῶν ὀδόντων. διὰ δὲ τοῦ οἰσοφάγου εἰς τὴν ἄνω κοιλίαν κατέρχεται ἡ τροφή,
20ἀπ’ ἐκείνης δὲ εἰς τὴν κάτω κοιλίαν καταντᾷ, κἀκεῖθεν ὡς ἀπὸ φάτνης τρέφεται ἅπαν τὸ ζῷον διὰ τῶν φλεβῶν. τείνουσι γὰρ διὰ τοῦ μεσεντερίου κάτωθεν ἀρξάμεναι μέχρι τῆς κοιλίας. δεῖ δὲ ταῦτα θεωρεῖν, φησίν, ἔκ τε τῶν ἀνατομῶν καὶ ἐκ τῆς φυσικῆς τῶν ζῴων θεωρίας τῆς περὶ γενέσεως πραγματείας. ἡ τελευταία δὲ τροφὴ τὸ αἷμά ἐστι τοῖς ζῴοις, τοῖς δὲ
25ἀναίμοις τὸ ἀνάλογον τῷ αἵματι. διὰ τοῦτο ὅτε λαμβάνει τὰ ζῷα τροφήν, αὐξάνεται τὸ αἷμα, καὶ ὅτε μὴ λαμβάνει, ὑπολείπει τὸ αἷμα καὶ τὸ σῶμα.
27nΚαὶ γὰρ διὰ τοῦτο.
28 Τὸ αἷμα θέλων δεῖξαι ὅτι περίττωμά ἐστι τῆς τροφῆς ἐκ τούτου δει‐ κνύει ὡς ἐκ μέσου τινὸς καὶ αἰτίου, οἷον τὸ αἷμα αἴσθησιν οὐ ποιεῖ θιγ‐
30γανόμενον, τὸ ἐν σώματι αἴσθησιν οὐ ποιοῦν περίττωμα, τὸ αἷμα ἄρα περίττωμα. καὶ αὐτὴ γὰρ ἡ τροφὴ αἴσθησιν οὐ ποιεῖ ἡ κειμένη ἐντὸς τοῦ στομάχου· οὐ γὰρ διὰ τὴν ἔξω τροφὴν λέγει ταῦτα. ἡ δὲ σὰρξ αἴσθη‐ σιν ἐμποιεῖ· οὐ γάρ ἐστι ταύτῃ, φησί, συνεχὲς τὸ αἷμα, ἀλλ’ ὡς ἐν ἀγγείῳ
[ὡσπερεὶ] ἐστὶ τοῦτο τῇ τε καρδίᾳ καὶ ταῖς φλεψί.34

35

(1n)

Τὰς δὲ καλουμένας ἶνας.
2 Εὕρηνται αἵματα ἔχοντα ἶνας, καὶ εἰσὶ ταῦτα γεωδέστερα· αἱ γὰρ ἶνες τοῦ γεώδους εἰσί. τὰ γοῦν τοιαῦτα αἵματα τὰ ἶνας μὴ ἔχοντα οἷα τὰ τῶν ἐλάφων καὶ τῶν προκῶν, οὐ πήγνυνται ὡς καθαρὰ καὶ ψυχρὰ καὶ ὑδατώδη.
5ἵνα τί δὲ μᾶλλον ὡς ὑδατώδη οὐ πήγνυνται ἔξω γεγονότα; ἢ δῆλον ὅτι αὐτὸς λύει τὴν ἀπορίαν· τὸ δὲ γεῶδες, φησί, πήγνυται συνεξατμίζοντος τοῦ ὑγροῦ· τὸ γὰρ γεῶδες ἐστὶ τὸ ποιοῦν τὴν πῆξιν.
8nΣυμβαίνει δ’ ἔνιά γε.
9Ἔνια, φησί, καὶ νοερώτερά εἰσι τῶν ἐχόντων τοιαῦτα αἵματα, πλὴν οὐ
10διὰ τὴν ψυχρότητα ἀλλὰ διὰ τὴν καθαρότητα· τὸ γὰρ γεῶδες οὔτε ψυχρόν ἐστι πάντῃ οὔτε καθαρόν. ἀλλὰ διότι ἔχει τὴν ὑγρότητα καθαρωτέραν, διὰ τοῦτο νοερώτερά εἰσι τὰ ἔχοντα τὸ τοιοῦτον αἷμα· εὐκινητότερα γὰρ πρὸς νόησιν ἢ μᾶλλον αἴσθησιν τὰ τοιαῦτα. διὰ τοῦτο ἔλεγε καὶ πρώην ὅτι πολλὰ τῶν ἀναίμων φρονιμώτερά εἰσι τὴν ψυχὴν πολλῶν ἐναίμων,
15οἷον μέλιττα, ἀράχνης. τὰ δὲ ὑδατώδη αἵματα ψυχρὰ ὄντα φόβον ποιεῖ.
16nΠροωδοποίηται οὖν.
17 Προοδοποιεῖται οἱονεὶ συνεργεῖται τὰ τοιαῦτα τῶν ζῴων ὑπὸ τοῦ τοι‐ οῦδε πάθους, ὅτι τοιαύτην ἔχουσιν ἐν τῇ καρδίᾳ κρᾶσιν τοῦ αἵματος, ψυχρὰν δῆλον. ὥσπερ γὰρ τὸ ὕδωρ τὸ ψυχρὸν πηκτόν ἐστιν, οὕτω πήγνυ‐
20ται καὶ τὸ ὑδαρὸν αἷμα ὑπὸ ψυχρότητος ἐν τῇ καρδίᾳ καὶ φόβον ἐμποιεῖ. διὰ τοῦτο καὶ ὁ φόβος ἐκ ψυχρότητος τοῦ αἵματος. διὸ καὶ τὰ ἄλλα ἄναιμα, μυῖαι δηλονότι καὶ τὰ λοιπά, δειλότατα πάντων ὡς μὴ ἔχοντα αἷμα, καὶ ἀκινητίζει καὶ περιττώματα προΐενται πάντες ἀπὸ ψυχρότητος· οὐδὲ γὰρ ἔχουσι τὴν φυσικὴν θερμότητα ἱκανὴν εἰς τὸ συνέχειν τὰ περιτ‐
25τώματα.
26nΤὰ δὲ πολλὰς ἔχοντα.
27 Τὰ πολλὰς ἔχοντα ἶνας γεωδέστερα τὴν φύσιν εἰσὶ καὶ θυμώδη τὸ ἦθος. διὰ τί δὲ θυμώδη, αὐτός φησιν, ὅτι πᾶν στερεὸν ἐκπυρούμενον λίαν ἐκκαίει· ὥστε καὶ αἱ ἶνες στερεαὶ οὖσαι καὶ πυρωθεῖσαι οἷον πυρίαι γίνονται
30αἱ ἐν τοῖς χαλκείοις ἐκ τῶν μύδρων ἀποτινασσόμεναι, καὶ ἐπὶ πλεῖστον κατιλλόμεναι τὸ θερμὸν ἐκπυροῦσι τὸ ζῷον, ὥσπερ καὶ τὸ ταύρου αἷμα ἔχει· ἰνωδέστερον γὰρ παρὰ τὰ ἄλλα. διὰ τοῦτο καὶ εἴ τις πίῃ τοῦ ταυρι‐
κοῦ αἵματος, ἀποθνήσκει· πήγνυται γὰρ ἐντὸς ὂν περὶ τὴν καρδίαν καὶ ἀπο‐35

36

πνίγει τὸ ζῷον. εἶτα λέγει καὶ τὴν αἰτίαν, πῶς οὐ πήγνυται τὸ αἷμα ἐντὸς τοῦ σώματος ὄν· ὅτι, φησίν, ἐν τοῖς ἔξω τοῦ θερμοῦ ὑπὸ τοῦ ψυχροῦ ἐκθλιβομένου συνεξατμίζεται τὸ ὑγρὸν καὶ πήγνυται ξηραινόμενον οὐχ ὑπὸ θερμοῦ, ὡς πολλά τινα ἄλλα, ἀλλ’ ὑπὸ ψυχροῦ· καὶ γὰρ τὸ ψυχρὸν πήγνυσιν.
5nἸχὼρ δ’ ἐστὶ τὸ ὑδατῶδες.
6 Ὁ ἰχὼρ διττός ἐστιν, ὁ μὲν διὰ τὸ διεφθάρθαι τὸ αἷμα, ὁ δὲ αἵματος χάριν, διὰ τὸ μέλλειν αὐτὸ πεπανθῆναι. τὸ μὲν οὖν πρῶτόν ἐστι τὸ ὑδα‐ τῶδες τοῦ αἵματος, τὸ ἄπεπτον αἷμα, ὃς καὶ ἐξ ἀνάγκης ἰχώρ ἐστι, τὸ δὲ πεπεμμένον χάριν αἵματος ὁμοίως καὶ πιμελὴ καὶ στέαρ. ἐὰν μὲν γὰρ
10πεφθῇ τὸ αἷμα κατὰ πολύ, γίνεται πιμελή, ἐὰν δὲ ὀλίγιστον, γίνεται στέαρ· ὥστε ἐν τοῖς χοίροις ἡ πιμελή, ἐν δὲ τοῖς προβάτοις τὸ στέαρ.
12nΜέτρια μὲν οὖν ταῦτ’ ὄντα ἐν τοῖς μορίοις τῶν ζῴων
13nὠφελε.
14Μέτρια μὲν οὖν, φησί, τὸ στέαρ καὶ ἡ πιμελὴ ἐν τοῖς τῶν ζῴων
15μορίοις ὑπάρχοντα ὠφελεῖ, ὑπερβάλλοντα δὲ βλάπτει καὶ φθείρει. καὶ πῶς τῇ ὑπερβολῇ φθείρουσι, λέγει· τὸ ζῷον γάρ, φησί, ζῷόν ἐστι κατὰ τὸ αἰσθητικὸν μόριον, τουτέστι τὸ ζῷον, ᾗ ζῷον, οὐσίωται καὶ εἰδοποι‐ εῖται κατὰ τὸ αἰσθάνεσθαι. οὔτε γὰρ ἡ οὐσία οὔτε τὸ ἔμψυχον εἰδοποιεῖ τὸ ζῷον (ἔστι γὰρ καὶ τὸ φυτὸν οὐσία ἔμψυχος), ἀλλὰ τὸ αἰσθητικόν·
20ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. ἀλλὰ μὴν καὶ ἡ σὰρξ καὶ τὸ ἀνάλογον ταύτῃ αἰσθητικόν ἐστι, τουτέστιν αἰσθητήριόν ἐστι τῆς ἁφῆς. τὸ γὰρ αἷμα, ὡς εἴρηται, αἴσθησιν οὐ ποιεῖ οὐδὲ εἶναι δύναται αἰσθητήριον, ναὶ μὴν οὐδὲ τὸ στέαρ οὐδὲ ἡ πιμελή· αἷμα γὰρ καὶ αὐτὰ πεπεμμένον. εἰ οὖν τῷ ζῴῳ τὸ ζῷον εἶναί ἐστιν ἐν τῷ αἴσθησιν ἔχειν, αὕτη δὲ διὰ
25σαρκὸς γίνεται, τὸ μὴ σάρκα ἔχον οὐκ αἰσθήσεται, ὥστε οὐδὲ ζῷον ἔσται· εἰ γὰρ ζῷον, καὶ αἰσθήσεται. εἰ οὖν ἡ πᾶσα σὰρξ πιμελὴ γένοιτο, ἡ δὲ πιμελὴ αἴσθησιν οὐ ποιεῖ, οὐκ ἂν ἔχοι οὐδεμίαν αἴσθησιν. τοῦτο δὲ ταὐτόν ἐστι τῷ ἀναιρεῖσθαι τὸ ζῷον, εἴπερ, ὡς εἴρηται, ζῷον ἄνευ αἰσθήσεως εἶναι οὐ δύναται. σαφῆ δὲ τὰ ἑξῆς. κατὰ δὲ τὴν λέξιν τὴν καὶ τὸ ὀλίγον
30παθητικὸν καὶ ὑπὸ ψυχροῦ τοῦ τυχόντος ὑποστικτέον εἰς τὸ ὀλίγον· πᾶν γὰρ ὀλίγον πεφυκὸς πάσχειν ὑπὸ ψυχροῦ ἢ θερμοῦ εὐπαθέστερόν ἐστι τοῦ πλείονος. Μετὰ ταῦτα λέγει καὶ περὶ μυελοῦ, οὐ τοῦ καλουμένου ἐγκεφάλου (περὶ γὰρ τούτου μετὰ ταῦτα ἐρεῖ καὶ δείξει ὅτι ὁ ἐγκέφαλος οὐκ ἔστι
35μυελός), ἀλλὰ τοῦ ἐν τοῖς ὀστοῖς ἐνόντος, καί φησιν ὅτι ὁ μυελὸς αἵμα‐36

37

τός τις φύσις ἐστ, καὶ οὐχ ὥσπερ οἴονταί τινες, τῆς γονῆς σπερματικὴ δύναμις, τουτέστιν ἀρχὴ σπέρματος· ἀρχὴν γὰρ σπέρματος ἐτίθεντο τὸν μυελὸν οἱ περὶ Πλάτωνα, ὥσπερ καὶ τὸν ἐγκέφαλον νεύρων. ὅτι δὲ ὁ μυελὸς φύσις τις αἵματός ἐστι, δηλοῖ τῶν νεογνῶν ζῴων ὁ μυελὸς
5ἐρυθρὸς καὶ αἱματώδης ὤν, ἀλλ’ οὐ λευκός, αὐξανομένων δὲ καὶ πεττομένων μεταβάλλει τὴν χρόαν, ὥσπερ καὶ τὰ σπλάγχνα, καὶ γίνεται ἐξ αἱματώδους λευκός. καὶ τὸ μὲν λεγόμενον τοιοῦτόν ἐστι, τὴν δὲ λέξιν οὕτως ἀναγνωστέον· καθάπερ καὶ τὰ μόρια μεταβάλλει καὶ τὰ σπλάγχνα τὰς αἱματώ‐ δεις χρόας (ὑπερβολῇ γὰρ αἱματῶδες, τουτέστι λίαν γὰρ αἱματῶδες
10ἔστιν ἕκαστον τῶν σπλάγχνων ἔτι νέων ὄντων τῶν ζῴων), καθάπερ οὖν ταῦτα μεταβάλλει, οὕτω καὶ ὁ μυελός· ἀλλ’ ὁ μὲν τῶν ἄλλων ὀστῶν μυελὸς τοιοῦτός ἐστιν οἷον εἴπομεν, ὁ δὲ τῆς ῥάχεως οὐ τοιοῦτος, ἀλλὰ γλίσχρος καὶ νευρώδης διὰ τὸ δεῖν αὐτὸν εἶναι συνεχῆ καὶ διήκειν ὥσπερ περόνην τινὰ διὰ πάσης τῆς ῥάχεως διῃρημένης κατὰ τοὺς σπονδύλους.
15ὡς γὰρ ὁ ἄτρακτος, δι’ οὗ νήθουσιν αἱ γυναῖκες, τοὺς ἐν αὐτῷ σπονδύλους συνέχει καὶ οὐκ ἐᾷ διαπίπτειν, ἐπειδὰν δὲ ἐξαιρεθῇ, διαπίπτουσιν, οὕτω τρόπον τινὰ ὁ ῥαχίτης μυελὸς οἷον ἄτρακτός τις ἢ περόνη τῶν τῆς ῥάχεώς ἐστι σπονδύλων. εἰ δὲ τοῦτο, οὔτε λιπαρὸν καὶ πιμελώδη οὔτε στεατώδη τὸν ῥαχίτην ἐνδέχεται εἶναι μυελόν· στεατώδης μὲν γὰρ ὢν ἐθραύετο ἄν
20(θραυστὸν γὰρ τὸ στέαρ) καὶ οὐκέτ’ ἂν ἦν συνεχὴς καὶ οἷον περόνη, πιμε‐ λώδης δὲ ἦν ἂν ὑγρὸς καὶ ῥυτὸς καὶ οὐδ’ οὕτω συνεχὴς οὐδὲ δι’ ὅλης τῆς ῥάχεως, ἀλλὰ ῥέων ἐν μὲν τῷ κάτω μέρει ἦν ἄν, ἐν δὲ τῷ αὐχένι οὐκέτι. ἔνια δὲ τῶν ζῴων ἔχει μὲν μυελόν, οὐχ οὕτω δὲ φανερόν, ὥστε ἀξίως ὀνομάσαι αὐτὸν μυελόν, ὥσπερ ὁ λέων· τούτου γὰρ τὰ ὀστᾶ διὰ
25τὸ πάμπαν ἄσημον ἔχειν, τουτέστι διὰ τὸ λίαν ἔχειν τοὺς τῶν ὀστῶν πόρους στενωτάτους δοκεῖ μὴ ἔχειν ὅλως μυελόν, καίπερ ἔχων ὅσον ἦν εἰκὸς χωρῆσαι ἐν τοιούτῳ πόρῳ. Ταῦτα εἰπὼν ἐπισημαίνεται ὅτι τῶν ἐχόντων τὰ ὀστᾶ πυκνὰ καὶ ἰσχυρά, τούτων τὰ μὲν οὐδ’ ὅλως ἔχει μυελόν, τὰ δ’ ἔχει, ἀλλ’ ὀλίγον διὰ
30τὸ τὴν τροφὴν ἀναλίσκεσθαι εἰς τὴν τῶν ὀστῶν φύσιν καὶ μὴ ἐπαρκεῖν καὶ εἰς μυελοῦ γένεσιν. χρῄζουσα γὰρ ἡ φύσις μᾶλλον τῶν ὀστῶν, ἤπερ τοῦ μυελοῦ, εἰς ἐκεῖνα τὴν τροφὴν ἀναλίσκει. Μετὰ ταῦτα λέγει περὶ ἐγκεφάλου, καί φησιν ὅτι πολλοῖς, ἐξ ὧν καὶ ὁ Πλάτων, ὁ ἐγκέφαλος δοκεῖ μυελὸς εἶναι καὶ ἀρχὴ τοῦ
35μυελο, διὰ τὸ τὸν ῥαχίτην ὁρᾶν αὐτῷ συνεχῆ· τοσοῦτον δ’ οὐκ ἔστι, φησίν, ὁ ἐγκέφαλος οὔτε μυελὸς οὔτε μὴν ἀρχὴ μυελοῦ, ὥστε καὶ ἐναντίος ἐστὶν ὁ
μυελὸς κατὰ τὴν φύσιν τῷ ἐγκεφάλῳ. καὶ πῶς, ἐπάγει· ὁ μὲν γὰρ ἐγκέ‐37

38

φαλος ψυχρότατός ἐστιν, ὁ δὲ μυελὸς θερμός, ἐναντίον δὲ τὸ θερμὸν τῷ ψυχρῷ. καὶ εὐλόγως ἐστὶν ὁ μυελὸς θερμός, ὢν συνεχὴς τῷ ἐγκεφάλῳ, ψυχρῷ ὄντι, ἵνα θερμαίνῃ καὶ κολάζῃ τὴν ὑπερβάλλουσαν αὐτοῦ ψυχρό‐ τητα. ἀεὶ γὰρ ἡ φύσις μηχανᾶται πρὸς τὴν ἑκάστου ὑπερβολὴν
5βοήθειαν τὴν τοῦ ἐναντίου παρεδρίαν. ὅτι δὲ ὁ ἐγκέφαλος ψυχρό‐ τατός ἐστι, φανερὸν καὶ ἐκ τῆς θίξεως· ἁπτόμενος γὰρ ψυχρός ἐστιν. ἔστι δὲ οὔτε περίττωμα ὁ μυελὸς οὔτε τῶν συνεχῶν μορίων, ὥσπερ αἱ σάρκες, ἀλλ’ αὐτὸς καθ’ αὑτόν. καὶ ὅτι μὲν οὐκ ἔχει συνέχειαν ὁ μυελός, ἀλλ’ ὡς ἐν ἀγγείῳ τινί ἐστιν ἐν τῇ κεφαλῇ καθ’ αὑτόν, δῆλον καὶ ἐκ τῆς ὄψεως
10καὶ ἐκ τοῦ μὴ ποιεῖν αἴσθησιν θιγγανόμενος, ὥσπερ οὐδὲ τὸ αἷμα· οὐδὲ γὰρ τοῦτο συνεχές, ἀλλ’ ὡς ἐν ἀγγείῳ ταῖς φλεψίν· ἡ δὲ σὰρξ συνεχὴς οὖσα ποιεῖ αἴσθησιν. Εἰπὼν δὲ τί ἐστιν ὁ ἐγκέφαλος, λέγει καὶ δι’ ἣν αἰτίαν ἐγεγόνει· πρὸς γὰρ σωτηρίαν αὐτῶν, καὶ τὸ περιψύχειν τὸ ἐν τῇ καρδίᾳ θερμόν.
15πρότερον δὲ δείκνυσιν ὡς ἔνεστιν ἡμῖν θερμόν, καὶ οὕτω λέγει, διὰ τί γέγονεν ὁ ἐγκέφαλος. τοσοῦτον οὖν, φησίν, ἐκδηλότατον τυγχάνει ὅτι ἔνεστιν ἡμῖν θερμόν, ὥστε τινὲς τὴν ψυχὴν πῦρ τιθέασι, δυνάμει λέγοντες ὅτι ὥσπερ ἄνευ ψυχῆς οὐ δύναται ζῷον εἶναι, οὕτω καὶ ἄνευ θερμοῦ, φορτικῶς πῦρ εἰπόντες τὴν ψυχήν. βέλτιον οὖν λέγειν τὴν αἰσθητικὴν
20ψυχὴν ἐν πυρὶ εἶναι, ἢ λέγειν αὐτὴν πῦρ. λέγει δὲ τὴν αἰτίαν, ἐξ ἧς πῦρ αὐτὴν λέγειν ὡρμήθησαν· ὁρῶντες γάρ, φησί, τὸ ἐν ἡμῖν πῦρ, ἤγουν τὸ ἔμφυτον θερμόν, ὑπηρετικώτατον καὶ οἷον ὄργανον ὑπάρχον τῶν τῆς ψυχῆς ἔργων (ἄνευ γὰρ τούτου οὔτε κινεῖν οὔτε τρέφειν δύναται) ὑπέλαβον ὅτι τὸ πῦρ ἔστιν ἡ ψυχή. ὅμοιον οὖν τὸ τὴν ψυχὴν πῦρ λέγειν καὶ τὸν τέκτονα
25πρίονα ἢ σκέπαρνον· οὐδὲ γὰρ οὗτος χωρὶς τούτων τὰ τῆς τεκτονικῆς ἔργα πράττειν δύναται. ὥσπερ οὖν τὸ σκέπαρνον ἐγγὺς ὂν τῷ τέκτονι (ἅπτεται γὰρ αὐτοῦ) καὶ οὕτω τῷ σκεπάρνῳ τὸ ἔργον περαίνουσιν, οὕτω καὶ ἡ αἰσθητικὴ ψυχὴ καὶ τὸ ἔμφυτον θερμόν. οὕτω μὲν οὖν δῆλον ὅτι ἔνεστιν ἡμῖν θερμόν. ἐπεὶ δὲ πᾶν ἄκρον, εἴτε θερμόν ἐστι τοῦτο εἴτε ἄλλο
30ὁτιοῦν, δεῖται τῆς ἐναντίας ῥοπῆς, ἵνα εἰς συμμετρίαν ἔλθῃ (τὴν γὰρ οὐσίαν καὶ τὸν ἑκάστου λόγον ἡ τῶν ἄκρων σύμμετρος ἔχει μῖξις, τῶν δ’ ἄκρων ἑκάτερον χωρὶς οὐκ ἔχει), διὰ τοῦτο γέγονεν ὁ ἐγκέφαλος καὶ ποιεῖ τὴν ἐν τῇ καρδίᾳ θερμότητα εὔκρατον. ἵνα δὲ καὶ οὗτος διὰ τὸ ψυχρό‐ τατος εἶναι τυγχάνῃ μετρίας θερμότητος, ὅπως μὴ παγῇ ὥσπερ κρύ‐
35σταλλος, ἀφ’ ἑκατέρας τῆς φλεβός, τῆς μεγάλης καὶ τῆς ἀορτῆς, τελευτῶσι φλέβες εἰς τὴν περὶ τὸν ἐγκέφαλον μήνιγγα· ἵνα δὲ πάλιν μὴ πολλὰ θερ‐
μαινόμενος θερμαίνῃ τὴν καρδίαν καὶ βλάπτῃ, ἀντὶ μεγάλων ὀλίγων φλε‐38

39

βῶν πυκναὶ καὶ λεπταὶ περιέχουσιν αὐτόν, ἵν’ εἰς πολλὰ φλεβία καὶ λεπτὰ κατακερματιζομένη ἡ εἰς αὐτὸν ἀναδιδομένη θερμότης ἀσθενεστάτη γίνηται. Ποιεῖ δὲ καὶ τὸν ὕπνον ὁ ἐγκέφαλος ἐν ὅσοις ἔνεστιν, ἐν οἷς δὲ μή ἐστιν, τὸ ἀνάλογον· καὶ πῶς, ἐπήγαγεν καταψύχων γὰρ τὴν ἀπὸ τῆς
5τροφῆς τοῦ αἵματος ἐπίρρυσιν, καὶ τὰ ἑξῆς. τὸ δὲ λεγόμενον τοι‐ οῦτόν ἐστι· τὸ πνεῦμα τὸ ἀναδιδόμενον σὺν τῷ αἵματι (μετὰ πνεύματος γὰρ ἀεὶ ἡ τοῦ αἵματος ἀνάδοσις) τὸ δὴ πνεῦμα τοῦτο ψυχόμενον ὑπὸ τοῦ ἐγκεφάλου κατέρχεται καὶ ποιεῖ τὸν ὕπνον. διὸ καὶ οἱ ὑπνώττοντες, του‐ τέστιν οἱ ἤδη πρὸς ὕπνον τραπῆναι μέλλοντες, καρηβαροῦσι· τοῦ γὰρ πνεύ‐
10ματος ψυχθέντος καὶ ἐν τῷ περὶ τὴν καρδίαν τόπῳ πεπτωκότος καὶ ἤδη ἀναισθητεῖν τοῦ ζῴου μέλλοντος καρηβαρεῖ καὶ κλίνει ἔνθεν κἀκεῖθεν τὴν κεφαλήν. σαφῆ δὲ τὰ ἑξῆς. τὰ δὲ τῶν λέξεων τοιαῦτα· καταψύχων γὰρ τὴν ἀπὸ τῆς τροφῆς τοῦ αἵματος ἐπίρρυσιν, τουτέστιν καταψύχων γὰρ ὁ ἐγκέφαλος τὴν ἐπίρρυσιν τοῦ αἵματος (λέγων ἐπίρρυσιν τὸ πνεῦμα
15τὸ ἀνιὸν σὺν τῷ αἵματι), τὸ δὴ πνεῦμα τοῦτο τὸ ἀπὸ τοῦ αἵματος, ὅπερ αἷμα ἡ ἐσχάτη ἐστὶ τροφή, ψυχόμενον ποιεῖ τὸν ὕπνον. τὸ δὲ ἢ καὶ διά τινας αἰτίας ὁμοίας ἄλλας εἶπεν, ἐπειδὴ οὐκ ἀπὸ τροφῆς ἀεὶ τὸ πνεῦμα ἄνεισι καὶ ποιεῖ ἡμᾶς ὑπνώττειν, ἀλλὰ πολλάκις ὑπνώττομεν καὶ διὰ κόπον· κινουμένων γὰρ λεπτότερον γίνεται τὸ πνεῦμα καὶ ἄνεισι τότε μᾶλλον. καὶ
20ταῦτα μὲν οὕτως. Ὅτι δ’ ἔστιν ὁ ἐγκέφαλος κοινὸς ὕδατος καὶ γῆς, τουτέστιν ψυχρότατος, δηλοῖ πρὸς τοῖς εἰρημένοις καὶ τὸ συμβαῖνον περὶ αὐτόν· ἑψόμενος γὰρ γίνεται ξηρὸς καὶ σκληρὸς ὥσπερ τὰ τῶν χεδροπῶν ἑψήματα. ὅτι δὲ τὰ χεδροπὰ ἑψηθέντα τοιαῦτά ἐστι, δῆλον ὡς ἐπὶ τοῦ ἀληλεσμένου
25κυάμου· ὁ γὰρ τοιοῦτος κύαμος καλῶς ἑψηθείς, εἶτα ψυχθεὶς ξηραίνεταί τε καὶ σκληρύνεται. ὅτι δὲ τὰ χεδροπὰ καὶ ὕδατός ἐστι καὶ γῆς, δέδεικται. Τὸν δ’ ἐγκέφαλον ἔχει ὁ ἄνθρωπος πλεῖστον ὡς κατὰ μέγεθος. ἀσφαλῶς δὲ πρόσκειται τὸ ὡς κατὰ μέγεθος· εἰ γὰρ εἴη ὁ ἄνθρωπος ὑποδεκαπλάσιος ἐλέφαντος, οὐκέτι καὶ ὁ τοῦ ἀνθρώπου ἐγκέφαλος ὑπο‐
30δεκαπλάσιός ἐστι τοῦ ἐγκεφάλου τοῦ ἐλέφαντος, ἀλλ’ ἴσως οὐδὲ ὑποτρι‐ πλάσιος. καὶ εὐλόγως διὰ τὸ τὸν ἐγκέφαλον ὑγρὸν εἶναι καὶ ψυχρὸν ὀψιαί‐ τατα πήγνυται τὸ καλούμενον βρέγμα· ὑγρότατα γὰρ ὄντα τὰ βρέφη καὶ ἐπὶ τούτῳ πολλῆς τῆς ὑγρᾶς ἀναθυμιάσεως ὑπὸ τοῦ ἐν τῇ καρδίᾳ θερμοῦ πρὸς τὸν ἐγκέφαλον διαδιδομένης πολύν τινα χρόνον ἀπατμίζει· ὥστε εἰ
35μὴ ἦν τὸ βρέγμα εὔπνουν καὶ ἐξήρχετο ἀπ’ αὐτοῦ ἡ ἀναθυμίασις ἡ πρὸς τὸν ἐγκέφαλον ἀναδιδομένη, ἀλλὰ σκληρὸν καὶ κωλυτικὸν τοῦ ἐξέρχεσθαι τὴν ἀναθυμίασιν, ἣν θερμὸν οὗτος εἶπεν, ἢ ἐξηραίνετο ἂν καὶ ἐθερμαίνετο
ὁ ἐγκέφαλος, εἰ τοιοῦτον ἦν τὸ ἀνιὸν πνεῦμα, καὶ οὐκ ἂν ἔψυχε τὴν καρ‐39

40

δίαν, ἢ ὑγραίνετο ἂν καὶ ἐψύχετο, εἰ πάλιν τοιοῦτον ἦν τὸ ἀνιὸν πνεῦμα· τούτου δὲ γινομένου συνέβαινε σβέννυσθαι τὸ ἐν τῇ καρδίᾳ θερμόν. τού‐ των γάρ ἐστι δηλωτικὸν τὸ ἢ οὐ ψύξει ἢ [ο] πήξει. πῶς δὲ τοῦτο ἔπα‐ σχεν ἂν τὸ ἐν τῇ καρδίᾳ θερμόν, κατεσκεύασε διὰ τοῦ ‘συμπαθέστατον γὰρ
5ὂν τὸ ἐν τῇ καρδίᾳ θερμὸν ταχέως αἰσθάνεται καὶ πάσχει ὑπὸ τοῦ τυχόντος περὶ τὸν ἐγκέφαλον γινομένου πάθουσ‘. Ταῦτα εἰπὼν λέγει καὶ περὶ σαρκὸς ὅτι ἐστὶν ἀρχὴ καὶ σῶμα καθ’ αὑτὸ τῶν ζῴων ἡ σάρξ. ὅτι δὲ τοιοῦτον ἡ σάρξ, δῆλον, φησί, καὶ κατὰ τὸν λόγον· ἐπειδὴ γὰρ τῷ ζῴῳ τὸ εἶναί ἐστιν ἐν τῷ αἴσθησιν ἔχειν καὶ
10πρῶτον ἐν τῷ τὴν πρώτην ἔχειν (εἰδοποιεῖται γὰρ καὶ ὑπὸ τῶν ἄλλων αἰσθήσεων τὸ ζῷον, ἀλλὰ πρώτως ὑπὸ τῆς πρώτης· αὕτη δ’ ἐστὶν ἡ ἁφή, ἁφῆς δὲ αἰσθητήριον ἡ σάρξ) εἰ δὴ τὸ ζῷον μᾶλλον ὥρισται τῇ ἁφῇ, ἁφῆς δὲ αἰσθητήριον ἡ σάρξ, δῆλον ὅτι ἡ σὰρξ καθ’ αὑτὸ τοῖς ζῴοις ἐστίν, ὥσπερ καὶ τῇ ὄψει ὁ ὀφθαλμός. εἰπὼν δὲ ὅτι τῆς ἁφῆς αἰσθητήριόν ἐστιν
15ἡ σάρξ, ἐπήγαγεν ἤτοι τὸ πρῶτον, ὥσπερ ἡ κόρη τῆς ὄψεως, ἢ τὸ δι’ οὗ συνειλημμένον. ἔσται δὲ τὸ λεγόμενον δῆλον, εἰ προείπομεν ὅτι ὥσπερ ἡ διαφάνεια τοῦ ἀέρος διαπορθμεύει τὰ χρώματα χωρὶς ὕλης πρὸς τὴν κόρην, ἥτις πρῶτον αἰσθητήριόν ἐστι τῆς ὄψεως, οὕτω καὶ ἡ σὰρξ πρὸς τὸ ἔμφυτον θερμόν, ὅπερ ἐστὶ πρῶτον αἰσθητήριον τῆς ἁφῆς.
20ἀλλ’ ἡ μὲν σὰρξ συμφυὴς οὖσα ἡμῖν δοκεῖ ὅτι αὕτη ἐστὶ τὸ πρῶτον αἰσθη‐ τήριον, ὁ δ’ ἀήρ, μὴ συμφυὴς ὢν τῷ ὀφθαλμῷ ἀλλ’ ἁπτόμενος, διάδηλός ἐστιν ὅτι οὐκ ἔστι τὸ πρῶτον αἰσθητήριον τῆς ὄψεως· εἰ δ’ ἦν τῷ ὀφθαλμῷ συμφυής, ἐδόκει ἂν καὶ οὗτος πρῶτον αἰσθητήριον τῆς ὄψεως. τούτων οὕτω προλεχθέντων τὸ λεγόμενον εἴη ἂν τοιοῦτον· τῆς ἁφῆς αἰσθητήριόν
25ἐστιν ἡ σάρξ, ἤτοι τὸ πρῶτον, ὥσπερ ἡ κόρη τῆς ὄψεως, ἢ τὸ δι’ οὗ συνειλημμένον, τουτέστιν ἢ τὸ δι’ οὗ αἰσθάνεται, ἤτοι [ἢ] τὸ διαπορθμευ‐ τικὸν ὥσπερ ὁ ἀήρ. τὸ δὲ συνειλημμένον ἀντὶ τοῦ συμφυές· συμφυὴς γάρ ἐστιν ἡμῖν ἡ σάρξ, ἀλλ’ οὐ χωρὶς ὥσπερ ὁ ἀήρ. ἀλλὰ διὰ τί, ὥσπερ ἐπὶ τῆς ἁφῆς τὸ αἰσθητήριον, δι’ οὗ τὸ πρῶτον αἰσθητήριον τὰ ἁπτὰ δέχεται,
30σάρξ ἐστιν, οὐ καὶ τὸ τῆς ὄψεως καὶ τὸ τῆς ἀκοῆς σὰρξ ἦν, ἀλλὰ τῆς μὲν ἡ διαφάνεια τοῦ ἀέρος, τῆς δὲ ἀκοῆς ὁμοίως τὸ διηχὲς τοῦ αὐτοῦ ἀέρος; ἢ ἐπὶ μὲν τῶν δύο τούτων, φησίν, αἰσθήσεων ἀδύνατον ἦν σάρκινον γενέ‐ σθαι τὸ αἰσθητήριον τὸ ἀναλογοῦν τῇ σαρκί, καὶ οὐδὲν ἂν ἦν προὔργου οὐδ’ ὠφέλιμον. πολλῶν γὰρ οὖσα ἀντιληπτικὴ ἡ ἁφή, σκληρῶν μαλακῶν,
35ψυχρῶν θερμῶν, τραχέων λείων καὶ ἄλλων πολλῶν, εὐλόγως καὶ τὸ αἰσθη‐ τήριον αὐτῆς συνέστησεν ἡ φύσις ἐκ πολλῶν· ἡ δὲ ὄψις ἑνὸς οὖσα γένους
(χρώματος γάρ) καὶ ἡ ἀκοὴ ψόφων ἁπλοῦν καὶ τὸ ἀναλογοῦν τῇ σαρκὶ40

41

αἰσθητήριον ἀπειργάσατο. σωματῶδες οὖν εἴρηκε τὴν σάρκα αἰσθη‐ τήριον ἀντὶ τοῦ σύνθετον καὶ ἐκ πλειόνων συγκείμενον. ἀλλὰ κατὰ μὲν τὸν λόγον οὕτω δῆλον ὅτι ἡ σὰρξ πρῶτόν ἐστι καὶ ἀρχή, κατὰ δὲ τὴν αἴσθησιν οὕτως, ἐπειδὴ τἆλλα πάντα, οἷον νεῦρα [σάρκες] τρίχες, τὰ
5λοιπὰ δι’ αὐτήν εἰσιν, οὗ δὲ ἕνεκα τὰ λοιπά ἐστι, τοῦτο πρῶτον ἐκείνων ἐστὶ τῇ φύσει. σαφῆ δὲ τὰ λοιπά. Τὸ δὲ ἡ δὲ χελώνη καὶ τὸ τῶν ἑμύδων γένος ὁμοίως ἔχειν δοκεῖ τούτοις εἴρηται ἀντὶ τοῦ ὁμοίως τοῖς λεχθεῖσιν ἔχει τὸ μὲν σαρκῶδες ἐντός, τὸ δὲ συνέχον καὶ φυλάττον ἐκτός. τὰ δ’ ἔντομα καὶ τὰ
10μαλάκια ἐναντίως ἔχει καὶ ἑαυτοῖς καὶ τοῖς ἔχουσιν ἐκτὸς τὴν βοήθειαν. αὐτίκα ἡ μὲν σηπία ἔχει ἐν τῷ κύτει, ὃ καλεῖται κεφαλή, τὸ σηπίον, ὁ δὲ πολύπους τοῦτο οὐκ ἔχει. ἡ δὲ αἰτία, ὅτι τὸ μὲν τῆς σηπίας εὔμηκες ὂν εἰ μὴ εἶχε τὸ σηπίον, ἵν’ ὀρθοῖ αὑτὸ καὶ ὄρθιον ἵστασθαι παρασκευάζῃ, ἐκινεῖτο ἂν ὧδε κἀκεῖσε ὥσπερ αἱ κατεψυγμέναι χεῖρες, τὸ δὲ τοῦ πολύποδος διὰ
15τὸ βραχύτατον εἶναι καὶ χωρίς τινος στερεωτέρου δύναται ἀνορθοῦσθαι.
16nἜχει δ’ ὁμοίως ἥ τε τῶν ὀστῶν καὶ τῶν φλεβῶν φύσις.
17 Ὥσπερ γὰρ αἱ φλέβες ἀπὸ μιᾶς εἰσιν ἀρχῆς τῆς καρδίας, οὕτως καὶ τὰ ὀστᾶ ἐκ τῆς ῥάχεως. καὶ διὰ τοῦτο οὐδέν ἐστιν ὀστοῦν αὐτὸ καθ’ αὑτὸ ἀποκεκριμένον, ἀλλὰ πᾶν συνεχές ἐστι πρὸς ἄλλο ἢ ἁπτόμενον, κἀκεῖνο
20πρὸς ἄλλο· ἅπαντα δὲ τελευτῶσιν εἰς τὴν ῥάχιν. εἴτε δὲ ὀστοῦν ἦν τι καθ’ αὑτὸ εἴτε φλέψ, μάτην ἂν ἦν ἑκάτερον τούτων. ἡ γὰρ φλὲψ εἰ μὴ συνεχὴς ἦν τὴν ἀρχήν, οὐκ ἂν ἐσώζετο αἷμα ἐν αὐτῇ· ἀλλὰ πᾶσα φλὲψ γέγονε διὰ τὸ σώζεσθαι ἐν αὐτῇ αἷμα. καὶ πῶς οὐκ ἂν ἐσώζετο ἐν αὐτῇ αἷμα ἐπήγαγεν εἰπὼν ἡ γὰρ ἀπ’ ἐκείνης θερμότης κωλύει πήγνυσθαι,
25ἡ ἀπὸ τῆς καρδίας, ἥτις καρδία ἀρχὴ τῶν φλεβῶν ἐστιν· ἡ οὖν θερμότης αὕτη κωλύει πήγνυσθαι τὸ ἐν ταῖς φλεψὶν ἐνὸν αἷμα. εἰ δὲ ἦν τις φλὲψ χωρὶς καθ’ ἑαυτήν, πῶς ἂν πρὸς αὐτὴν διεπέμπετο τὸ ἐκ τῆς καρδίας θερμόν; Τοῦτό τε εἰπὼν καὶ ὅτι πολυμερὴς τῇ διαιρέσει τῶν σπονδύλων ἐστὶν
30ἡ ῥάχις, ἐπήγαγεν ἐκ δὲ ταύτης τοῖς ἔχουσι κῶλα συνεχῆ πρὸς αὐτὴν τὰ τούτων ὀστᾶ τῶν ἁρμονιῶν ἐστιν. κῶλα δὲ κυρίως εἰσὶν αἵ τε χεῖρες καὶ οἱ πόδες. τὸ δὲ λεγόμενον εἴη ἂν τοιοῦτον· τοῖς ζῴοις ὅσοις συμβέβηκεν ἔχειν κῶλα, τούτων τῶν ζῴων τὰ ὀστᾶ ἐκ τῶν ἁρμονιῶν τῆς ῥάχεώς ἐστι συνεχῆ πρὸς αὐτήν· αἱ γὰρ τῆς ῥάχεως ἁρμονίαι συνε‐
35χίζουσι πρὸς αὐτὴν τὰ κῶλα τῶν ζῴων. τῶν δὲ ὀστῶν, φησί, τὰ μέν41

42

εἰσι χάριν τῆς σαρκός, τὰ δ’ ἕνεκα φυλακῆς, ὥσπερ αἱ συγκλείουσαι πλευ‐ ραὶ τὸ στῆθος· χάριν γὰρ σωτηρίας αὗται τυγχάνουσι τῶν περὶ τὴν καρδίαν σπλάγχνων. ἀλλὰ τὸ μὲν στέρνον ἅπαν ὀστοῖς περικλείεταί τε καὶ συνέ‐ χεται, τὸ δὲ μετὰ τὸ στῆθος ἄχρι τοῦ ἤτρου, ἐν ᾧ ἡ κοιλία καὶ τὰ ἔντερα
5κεῖται κάτωθεν τοῦ ὑποζώματος, τὸ δὴ μετὰ τὸ στῆθος ἄχρι τοῦ ἤτρου ἀνόστεόν ἐστιν. εἰ γὰρ ἦν ὀστῶδες, ἐπειδὴ τρωγόντων τῶν ζῴων ὀγκοῦται ἡ κοιλία ὑπὸ τῶν βρωμάτων, καὶ τῶν θηλειῶν ὑπό τε τούτων καὶ τῶν ἐμβρύων, ἐπειδὰν ὠδίνωσιν, ἐκωλύετ’ ἂν ἡ τῆς κοιλίας ἀνοίδησις καὶ ἐξ‐ όγκωσις· ὥστε συνέβαινεν ἐκ τούτου μήτε τὰ ἔμβρυα αὔξεσθαι καὶ ὀδύνας
10ἐγγίνεσθαι διὰ τὴν ἐκ τῶν βρωμάτων στενοχωρίαν. Μετὰ ταῦτα λέγει ὅτι τοῖς ὄφεσιν ἀκανθώδης ἐστὶν ἡ τῶν ὀστῶν φύσις, πλὴν τοῖς λίαν μεγάλοις. πλὴν τῶν λίαν μεγάλων ὄφεων ὀστώδης ἡ τοιαύτη φύσις· πρὸς γὰρ τὴν ἰσχὺν ἰσχυροτέρων δεῖται τῶν στερεωμάτων. τὰ δὲ καλούμενα σελάχη τὰς ἀκάνθας ἔχει
15οἷον χόνδρους· χόνδρος δ’ ἐστὶ σαρκὸς μὲν σκληρότερος, ὀστοῦ δὲ μαλα‐ κώτερος. ἔχουσι δὲ τὰς ἀκάνθας χονδρώδεις, ἐπειδὴ πλατέα ὄντα οἷον θυρεοί, ἀνάγκη τὴν κίνησιν αὐτῶν ὑγροτέραν εἶναι· ὑγροτέρα δὲ ἡ κίνησις λέγεται λυγιζομένων καὶ καμπτομένων, ὥσπερ λύγος ἢ κάλαμος, τῶν χόνδρων, δι’ ὧν κινοῦνται. τὰ γὰρ σελάχη τὴν κίνησιν ποιεῖται διπλού‐
20μενα· ἀπερειδόμενα γὰρ τῇ περιφερείᾳ τοῦ σώματος αὐτῶν καὶ κυρτούμενα οὕτω κινεῖται· εἰ δὲ ἦσαν κραῦροι αἱ ἄκανθαι, οὐκ ἂν ἠδύναντο διπλοῦσθαι καὶ κάμπτεσθαι ἢ ὅλως κυρτοῦσθαι. ἄλλως τε καὶ τὸ γεῶδες πᾶν εἰς τὸ δέρμα καταναλώσασα ἡ φύσις (σκληρόδερμα γὰρ τὰ σελάχη) οὐκ ἠδυνήθη χορηγῆσαι καὶ ταῖς ἀκάνθαις ἐκ τοῦ γεώδους καὶ σκληροῦ. εἰσὶ δέ, φησί,
25καὶ ἐν τοῖς ζῳοτόκοις χονδρώδη τινὰ τὴν φύσιν, οἷον ῥῖνες καὶ ὦτα, εὐλόγως δέ· εἰ γὰρ μὴ τοιαῦτα ἦσαν ἀλλὰ κραῦρα, ἐπειδὴ ὑπερανεστηκότα εἰσὶ καὶ δυνάμενα μᾶλλον τῶν ἄλλων μορίων προσπταίειν, ἐθραύοντο ἄν.
28nΟἱ μὲν οὖν τοῖς πεζοῖς ἀμύελοι χόνδροι κεχωρισμένῳ
29nμυελ.
30 Τὸ ἑξῆς οὕτως ‘οἱ μὲν οὖν τοῖς πεζοῖς χόνδροι ἀμύελοι κεχωρισμένῳ μυελῷ‘. τὸ δὲ λεγόμενον κατασκευαστικόν ἐστι τοῦ διὰ τί οἱ τῶν πεζῶν ζῴων χόνδροι σκληρότεροί εἰσι τῶν ἐν τοῖς σελάχεσι χόνδρων. λέγει οὖν ὅτι ἐν τοῖς πεζοῖς ζῴοις χόνδροι κεχωρισμένους ἔχουσι τοὺς ἐν αὐτοῖς μυελοὺς καὶ καθ’ αὑτούς, ὥσπερ καὶ τὰ ὀστᾶ, καὶ διὰ τοῦτό εἰσι σκληροί,
35ἐν δὲ τοῖς σελάχεσιν ὁ μυελὸς ἀνακεκραμένος ὢν μετὰ τῶν χόνδρων καὶ
οἷον ἀνεζυμωμένος μαλακωτέραν ἀπεργάζεται τὴν φύσιν αὐτῶν, ὥσπερ42

43

ἔλαιον πίσσῃ μιχθέν· καὶ γὰρ καὶ τοῦτο μαλακωτέραν τὴν πίσσαν ἀποτελεῖ μιχθὲν μετ’ αὐτῆς. εἰπὼν δὲ ἀμυέλους τοὺς ἐν τοῖς πεζοῖς χόνδρους, καί‐ τοι ἔχοντας μυελόν, σαφηνίζων ὅπως εἶπεν αὐτοὺς ἀμυέλους, ἐπήγαγε τὸ κεχωρισμένῳ μυελ, ὡς ἂν εἰ ἔλεγε ‘μὴ γὰρ πάμπαν ἀμύελοι τυγχά‐
5νουσιν· ἔνεστι γὰρ αὐτοῖς μυελός· ἀλλ’ ἐπειδὴ κεχωρισμένος ἐστὶ καὶ καθ’ ἑαυτόν, ὥσπερ καὶ ὁ οἶνος ἐν τῷ ἀμφορεῖ, καὶ οὐκ ἀναμεμιγμένος οὐδ’ ἀνακεκραμένος μετ’ αὐτῶν, τρόπον τινὰ ἀμύελόν ἐστιν‘. ἰστέον οὖν ὅτι τὸ χωριζόμενον καὶ καθ’ αὑτὸ εἶναι δυνάμενον ὥσπερ ὁ μυελὸς μαλακὴν εἰς ἅπαν ποιεῖ τοῦ χόνδρου τὴν σύστασιν καὶ ζυμώδη μιχθεὶς μετ’ αὐτοῦ.
10 Ταῦτα εἰπὼν οἷον πάλιν ἀπ’ ἄλλης ἀρχῆς ἀρξάμενος λέγει ὅτι πᾶσι τοῖς τελείοις ζῴοις δύο τὰ ἀναγκαιότατα ὑπάρχει μόρια, ἓν μὲν ἐν ᾧ δέχεται τὴν τροφήν, τοῦτο δ’ ἐστὶ τὸ καλούμενον στόμα, ἄλλο δὲ δι’ οὗ ἀφιᾶσι τὸ περίττωμα. τοῦτο δὲ τὸ μόριον τὸ ἀφ’ οὗ τὸ περίττωμα ἐξέρ‐ χεται τὰ φυτὰ οὐκ ἔχει καίπερ ζωὴν ἔχοντα, ἀλλ’ ἀντὶ τοῦ περιττώματος
15προεῖται τὰ σπέρματα καὶ τοὺς καρπούς. πρὸς δὲ τοῖς εἰρημένοις μορίοις ὑπάρχει καὶ τρίτον τι, ἐν ᾧ ἐστιν ἡ ἀρχὴ τῆς ζωῆς· τοῦτο δ’ ἐστὶν ἡ καρδία. ἀλλ’ ἐπειδὴ ἔχει καὶ τὰ φυτὰ ἀνομοιομερῆ μέρη, οὐκ ἔστι δὲ τῶν τοιούτων ἀνομοιομερῶν μερῶν ἡ φύσις πολυειδής (ὀλίγων γὰρ πράξεων ὄντα πρακτικὰ ὀλίγων καὶ τῶν ὀργάνων χρῄζει), θεωρητέον περὶ τούτων
20ἰδίᾳ· περὶ δὲ τῶν ἀνομοιομερῶν μερῶν τῶν ζῴων, ἐπειδὴ τὰ ζῷα πολυ‐ μορφοτέραν ἔχει τὴν ἰδέαν, καὶ τούτων ἄλλα ἄλλων πρότερα ἔχει [δὲ] ταύτην τὴν ἰδέαν, καὶ πολυχουστέραν ἤτοι πολυειδεστέραν, θεωρητέον περὶ τούτων, καὶ ἀρκτέον ἀπὸ τῆς κεφαλῆς. τὸ μὲν οὖν ἔχειν τὴν κεφαλὴν ἄσαρκον δῆλον ἐκ τῶν περὶ τὸν ἐγκέφαλον εἰρημένων, ἀλλὰ καὶ νῦν ῥηθή‐
25σεται. οὐχ ὥσπερ φασί τινες, ἐστὶν ἄσαρκος· ῥητέον γὰρ οἷά ἐστι τὰ ὑπ’ ἐκείνων λεγόμενα. λέγουσι δὴ ὡς, εἰ σαρκώδης ἦν, μακροβιώτερον ἂν ἦν τὸ γένος, ὅμως οὐ πεποίηκεν αὐτὴν σαρκώδη (οὐ γὰρ μέλει τῇ φύσει τῆς μακροβιότητος) πεποίηκε δὲ αὐτὴν ἄσαρκον χάριν εὐαισθησίας· τοῦτο γὰρ ἀναγκαιότατόν ἐστι τοῖς ζῴοις, εἴπερ αὐτοῖς ἐν τῷ αἰσθάνεσθαι τὸ εἶναί
30ἐστιν. οὐδέτερον δὲ τῶν λεχθέντων ἀληθές· καὶ γὰρ ὅτι τῷ ἐγκεφάλῳ αἰσθάνεται τὰ ζῷα ψεῦδος (δέδεικται γὰρ ὅτι οὐδεμιᾶς αἰσθήσεως αἴτιος), ἀλλὰ καὶ τὸ λέγειν ὅτι τὰ λίαν σαρκώδη μέρη αἴσθησιν οὐ προσίεται οὐκ ἀληθές· εἰ γὰρ ἡ σὰρξ καὶ αἰσθητήριον, τὰ ἔτι σαρκωδέστερα μᾶλλον αἰσθήσεται. οὐ δὴ οὖν δι’ ἃς αὐτοί φασιν αἰτίας ἄσαρκός ἐστιν ἡ κεφαλή,
35ἀλλ’ εἴπερ ἦν πολύσαρκος ὁ τόπος ὁ περὶ τὸν ἐγκέφαλον, ἀλεαίνων, του‐ τέστι θερμαινόμενος ὁ ἐγκέφαλος ὑπὸ τῆς πολυσαρκίας οὐκ ἂν ἠδύνατο
καταψύχειν τὴν καρδίαν. ἐπεὶ δέ τις ἔμελλε λέγειν ‘καὶ πῶς ἔνιαι τῶν43

44

αἰσθήσεων ἤτοι τῶν αἰσθητηρίων ἐν τῇ κεφαλῇ εἰσι, τοῦ ἐγκεφάλου, ὡς φῄς, οὐδεμιᾶς αἰσθήσεως ὄντος αἰτίου;‘ λέγει ὅτι τὴν αἰτίαν, δι’ ἣν ἔνιαι τούτων ἐν τῇ κεφαλῇ εἰσι, μὴ δυνηθέντες εὑρεῖν οὕτως ἀπεφήναντο. ἔλεγον γὰρ ‘τίνος ἕνεκα ἐν τῇ κεφαλῇ τυγχάνουσιν ὄντες ὀφθαλμοί, ῥῖνες, ὦτα;
5ἆρά γε διὰ τὸ εἶναι ἐν αὐτῇ σάρκας, νεῦρα, φλέβας; καὶ μὴν ἔνεισι ταῦτα καὶ ἐν τῷ λοιπῷ σώματι· διὰ τί οὖν οὐκ ἐν ἄλλῳ μέρει, ἀλλ’ ἐν τῇ κεφαλῇ πεποίηκεν αὐτὰ ἡ φύσις; δῆλον οὖν ὅτι οὐ διὰ ταῦτα ἐν τῇ κεφαλῇ τυγχάνουσιν ὄντα, ἀλλ’ ἐπειδὴ ὁ ἐγκέφαλος φανερῶς ἕτερός ἐστι τὴν φύσιν τῶν ἄλλων μερῶν. ἔστι δὴ ἐν τῇ κεφαλῇ δι’ αὐτὸν καὶ τὰ αἰσθητήρια
10καὶ αἱ διὰ τούτων αἰσθήσεις ἐν αὐτῇ εἰσιν· εἰκὸς γὰρ διὰ τὸ διαφέρον τῶν ἄλλων ἁπάντων μορίων ἐν αὐτῇ ταύτας εἶναι ἤπερ διὰ τὰ μὴ δια‐ φέροντα.‘ καὶ ἡ μὲν αἰτία καὶ ὁ συλλογισμός, δι’ οὗ συνδυάζουσι τὰς αἰσθήσεις τῷ ἐγκεφάλῳ, αὕτη· τὰ δὲ κατὰ τὴν λέξιν τὴν τοῦτο δ’ ὁρῶν‐ τες ἰδιώτερον ὂν τῶν ἄλλων μορίων ἐκ συλλογισμοῦ πρὸς
15ἄλληλα συνδυάζουσι, τὰ δὴ κατὰ τὴν λέξιν τοιαῦτα· αὐτίκα τὸ τοῦτο δὲ (τοῦτο λέγων τὸν ἐγκέφαλον) τὸν ἐγκέφαλον δὴ ὁρῶντες ἰδιώτερον καὶ ἕτερον ὄντα τῶν ἄλλων μορίων καὶ ἐν τῇ κεφαλῇ κείμενον συνάπτουσιν αὐτῷ τὰς αἰσθήσεις· διάφορος γὰρ ὢν πρὸς τὰ ἄλλα μέρη διὰ τοῦτο ἂν εἴη ἐν αὐτῇ, καὶ οὐ διὰ τὰ νεῦρα ἢ τὰς σάρκας.
20 Ὅτι μὲν οὖν οὐκ ἔστιν ὁ ἐγκέφαλος ἀρχὴ τῶν αἰσθήσεων, ἀλλ’ ἡ καρδία, διώρισται ἐν τοῖς Περὶ αἰσθήσεως καὶ αἰσθητῶν· ἀλλὰ καὶ νῦν ὧδε ἔσται δῆλον ὅτι ἡ καρδία ἐστὶν ἀρχή, καὶ οὐχ οὗτος. καὶ τέως ὅτι ἡ καρδία ἐστὶν ἀρχὴ τῶν ἁπτῶν καὶ χυμῶν, δῆλον· ἐπεὶ γὰρ ἀμφοτέρων αἰσθητήριόν ἐστιν ἡ σάρξ, ἡ δὲ σὰρξ ἐξ αἵματος, τὸ δὲ αἷμα ἐκ τῆς καρ‐
25δίας, δῆλον ὡς ἐκεῖθέν ἐστι τῶν δύο τούτων ἡ ἀρχή. τῶν δὲ λοιπῶν τριῶν πρῶτον μὲν φανερὸν ὅτι ἡ ὄσφρησις μέση ἐστὶ καὶ μεταξὺ τῶν ὀμμάτων κεῖται, κἂν οἱ μυκτῆρες κατωτέρω τούτων τὴν θέσιν ἔχωσιν· ἡ δὲ ἀκοὴ καὶ ἡ ὄψις μάλιστά εἰσιν ἐν τῇ κεφαλῇ, ἐπειδὴ καὶ τὰ αἰσθη‐ τήρια τούτων, τά τε ὦτα καὶ οἱ ὀφθαλμοὶ ἐν αὐτῇ κεῖνται· ἀλλ’ οὐχ ὅτι
30ταῦτα ἐν ταύτῃ, ἀρχὴ τούτων ὁ ἐγκέφαλος ἐκ τούτου τε ἔχουσι τὴν τοῦ ὁρᾶν καὶ ἀκούειν δύναμιν. καὶ τοῦτο δῆλον ἐπὶ τῶν ἰχθύων· ἀκούουσί τε γὰρ καὶ ὀσφραίνονται, αἰσθητήριον δὲ τούτων οὐδὲν ἔχουσι φανερὸν ἐν τῇ κεφαλῇ, ὡς ἐκ τῶν ἀνατομῶν ἔγνωμεν. εἰ δ’ ἦν ὁ ἐγκέφαλος τούτων ἀρχή, ἦν ἂν ἐν αὐτῇ καὶ αἰσθητήρια. ἀλλ’ ὅτι μὲν ὁ ἐγκέφαλος οὐκ ἔστι
35τούτων τῶν αἰσθήσεων ἀρχή, δέδεικται· δι’ ἣν δ’ αἰτίαν ἐν τῇ κεφαλῇ
τυγχάνουσι τὰ τούτων αἰσθητήρια καίπερ οὐκ ὄντος τοῦ ἐγκεφάλου ἀρχῆς,44

45

δῆλον ἐντεῦθεν· ἐπεὶ γάρ ἐστι τὸ τῆς ὄψεως αἰσθητήριον τὸ κρυσταλλο‐ ειδές, τοῦτο δ’ ἐστὶν ὑγρὸν καὶ ψυχρόν, ἔστι δὲ καὶ ὁ ἐγκέφαλος ὑγρὸς καὶ ψυχρός, ἔθηκεν ἡ φύσις τοὺς ὀφθαλμοὺς ἐν τῇ κεφαλῇ, ἵν’ αὐτοῖς χορηγῆται τὸ κρυσταλλοειδὲς ἐκ τοῦ ἐγκεφάλου. καὶ τὰ μὲν φλεβία, δι’
5ὧν αὐτοῖς δίδοται τὸ κρυσταλλοειδές, ἄρχονται μὲν ἀπὸ τῆς κόρης, ῥιζοῦνται δὲ πρὸς τὸν ἐγκέφαλον· ἐκ δὲ τῆς καρδίας ἄγουσιν ἕτερα φλεβία καὶ συμ‐ φύονται τοῖς περὶ τὸν ἐγκέφαλον φλεβίοις, ἀφ’ ὧν φλεβίων τῶν ἀπὸ τῆς καρδίας ἀνερχομένων ἀναδίδοται ἡ ὀπτικὴ δύναμις εἰς τὰ ὑπὸ τῆς κόρης πρὸς τὴν κεφαλὴν τείνοντα φλεβία, καὶ διὰ τούτων εἰς τὴν τῶν ὀφθαλμῶν
10κόρην. ἐπεὶ δὲ ἔδει τοὺς χιτῶνας τῶν ὀφθαλμῶν λεπτοτάτους εἶναι, ἵνα ταχέως τὰς αὐγὰς δέχωνται (παχύτατοι γὰρ ὄντες ἐνεποδίζοντο ἂν πρὸς τοῦτο ὑπὸ τοῦ πάχους) ἐπεὶ οὖν οὕτως ἔδει τούτους εἶναι, πεποίηκεν ἡ φύσις ἐξ ὑγροῦ τὸ αἰσθητήριον, καὶ οὐκ ἀπὸ ἀέρος· ἐξ ἀέρος γὰρ ὂν διὰ τὴν λεπτότητα διέπνει ἂν καὶ ἐξήρχετο· δυσκράτητος γὰρ καὶ δυσφύλακτος
15ὁ ἀήρ, τὸ δ’ ὕδωρ εὐφύλακτον. ἔτι ἐπεὶ αἱ ἀκριβέστεραι τῶν αἰσθήσεων ἀκριβέστεραι γίνονται διὰ τῶν καθαρώτερον ἐχόντων τὸ αἷμα μορίων, καθα‐ ρώτερον δὲ τὸ ἐνυπάρχον τοῖς ἐν τῇ κεφαλῇ οὖσι φλεβίοις, καὶ διὰ τοῦτο ἂν εἶεν ἐν τῇ κεφαλῇ ταυτὶ τὰ αἰσθητήρια. σαφῆ δὲ τὰ ἑξῆς. Τὰ δὲ ὦτα κεῖνται ἐν τῇ κεφαλῇ, ὅτι τῆς ἀκοῆς αἰσθητήριον ὁ ἀήρ
20ἐστιν, ὡς ἐν τοῖς Περὶ αἰσθήσεως δέδεικται· εἰ δ’ ἦσαν τὰ ὦτα ἐν ἄλλῳ τόπῳ, οὐκ ἂν ῥᾳδίως ἐδέχοντο τὸν ἀέρα. ταῦτα μὲν οὕτως. τῶν δὲ ἐναίμων ζῴων οὐδέν ἐστιν ἄναιμον μόριον αἰσθητικόν, οὔτε μὴν τὸ αἷμα, ἀλλ’ ὄχημα μὲν τὸ αἷμα τῆς αἰσθητικῆς δυνάμεως, ὡς καὶ πρότερον εἴπο‐ μεν, ἐστίν, αἰσθητικὸν δὲ οὐκ ἔστιν, ἀλλὰ τὸ ἐξ αἱμάτων, ἤτοι ἡ σάρξ.
25ἀλλὰ πῶς, εἴπερ ἡ σὰρξ ἐξ αἵματος, τὸ δ’ αἷμα ἀναίσθητον, τὸ ἐξ ἀναι‐ σθήτου ὂν ἔσται αἰσθητικόν; ἢ ἐπειδὴ τὸ αἰσθησόμενον μόριον λαβὸν τὸ αἷμα καὶ συμπέψαν καὶ ὅμοιον ἑαυτῷ ποιῆσαν οὕτω τρέφεται, δῆλον ὅτι καὶ τὴν αἰσθητικὴν δύναμιν, ἥτις ἐν τῷ αἵματι ἐποχεῖται, συνανακεραννύει καὶ ἀναζυμοῖ ἑαυτῷ· εἰ δὲ τοῦτο, δῆλον ὅτι ἡ σὰρξ οἷον κρᾶμά ἐστιν
30αἰσθήσεως καὶ αἵματος, καὶ εἰ τοῦτο, εὐλόγως, μᾶλλον δ’ ἀνάγκη αὐτὴν μὲν εἶναι αἰσθητικήν, τὸ δ’ αἷμα ἀναίσθητον. Μετὰ ταῦτα λέγει, τίνος ἕνεκεν ὁ ἐγκέφαλος ἔμπροσθέν ἐστι, καί φησιν ὅτι ἐπεὶ διὰ τὸ τὴν καρδίαν περιψύχειν γέγονεν, αὕτη δ’ ἔμπροσθέν ἐστιν, ἀνάγκη καὶ τοῦτον ἔμπροσθεν εἶναι. δι’ ἣν δ’ αἰτίαν ἡ καρδία ἔμπροσθεν
35κεῖται, ἐρεῖ ἐν τῷ ἐφεξῆς βιβλίῳ, ὅτε περὶ σπλάγχνων λέγει. ἔτι ἐπεὶ τὸ45

46

αἰσθάνεσθαι διὰ τῶν ἐναίμων γίνεται μορίων, τὰ δ’ ἔναιμα μόρια, δι’ ὧν ἡ αἴσθησις πρὸς τὰ αἰσθητήρια ἄνεισιν, ἔμπροσθέν εἰσιν (ἐκ τῆς καρδίας γὰρ ταῦτα), τῶν δὲ τοιούτων αἰσθητηρίων αἱ φλέβες, ὡς εἴρηται, πρὸς τὸν ἐγκέφαλόν εἰσι καὶ διὰ τοῦτο ἂν εἴη ὁ ἐγκέφαλος ἔμπροσθεν.
5 Μετὰ ταῦτα λέγει, διὰ τί οὕτω τέτακται τὰ αἰσθητήρια. σαφῶς δὲ καταλέγει τὰ περὶ ὀφθαλμῶν καὶ ὤτων. περὶ δὲ τῶν ῥινῶν δι’ ἣν αἰτίαν οὕτω κεῖνται μέλλων εἰπεῖν, πρῶτον λέγει ὅτι ἕκαστον τῶν αἰσθητηρίων διπλοῦν ἐστιν, εἰ καὶ ἐπὶ τῆς ἁφῆς ἄδηλον ὂν τοῦτο διὰ τὸ μὴ εἶναι πρῶτον αἰσθητήριον τὴν σάρκα. ἀλλ’ οὖν ἐπὶ τῆς γεύσεως
10μᾶλλόν ἐστι δῆλον· φαίνεται γὰρ ἡ γλῶττα κεχαραγμένη καὶ οἷον ἐσχισμένη. εἰπὼν οὖν ὅτι ἕκαστον τῶν αἰσθητηρίων διπλοῦν ἐστι, λέγει ὅτι εἰ μὴ ἔκειτο ἡ ῥὶς ὥσπερ κεῖται, ἀλλ’ ἦν διεσπασμένη ὥσπερ τὰ ὦτα, ἐπειδὴ οἱ πόροι αὐτῆς κατὰ στάθμην καὶ ἐπ’ εὐθείας πρὸς τὴν τραχεῖαν ἀρτηρίαν εἰσβάλλουσιν, οὐκ ἂν ἐποίει τὸ αὐτῆς ἔργον· οὐ γὰρ ἠδύνατο τὸ πνεῦμα
15πρὸς τὴν τραχεῖαν ἀρτηρίαν εἰσέρχεσθαι τῶν μυκτήρων, τοῦ μὲν ἐν τῇ κεφαλῇ φέρε εἰπεῖν κειμένου, τοῦ δὲ ἐν ἄλλῳ μέρει τοῦ σώματος. λέγει καὶ διὰ τί ποτε οὕτω καὶ τὰ ἄλλα ζῷα ἔχει τὰ ὦτα· διότι, φησί, τὰ τετράποδα κυπτάζει καὶ οὕτω κινεῖται, ἀλλ’ οὐκ ὄρθιά ἐστιν· εἰ γὰρ οὕτω κινούμενα [εἴ] μὴ μετέωρα εἶχον τὰ ὦτα καὶ κινούμενα, ἀλλὰ κάτω που
20καὶ ἀκίνητα, οὐκ ἂν ἐδέχετο πάντοθεν τοὺς ψόφους. οἱ δὲ ὄρνιθες σκληρό‐ δερμοι ὄντες καὶ πτερωτοί, πρῶτον μὲν διὰ τὴν τοῦ δέρματος σκληρότητα ὦτα ποιῆσαι ἐν αὐτοῖς ἡ φύσις οὐκ ἠδυνήθη, ἔπειτα πάσης τῆς ὕλης εἰς τὴν τῶν πτερῶν φύσιν καταναλωθείσης οὐκ εὐπόρησε καὶ ἄλλης εἰς ὤτων γένεσιν. διὰ ταύτας δὲ τὰς αἰτίας οὐδὲ τὰ τετράποδα καὶ ᾠοτόκα ἔχει
25ὦτα. ἡ δὲ φώκη τετράπους μέν ἐστιν, ἀλλὰ διὰ τὸ λίαν ἔχειν βραχυ‐ τάτους καὶ δακτυλιαίους τοὺς πόδας, καὶ οἷον πεπηρωμένη διὰ τοῦτο οὖσα, οὐκ ἔχει ὦτα. Μετὰ ταῦτα λέγει διὰ τί οἱ ὀφθαλμοὶ ἔχουσι φυλακὴν τὰ καλούμενα βλέφαρα, ὑφ’ ὧν καὶ σκαρδαμύττουσι. σκαρδαμύττειν δὲ
30λέγεται τὸ συνεχῶς καὶ πυκνῶς μύειν. καὶ τὰ μὲν ἄλλα σκαρδαμύττει ταῖς βλεφαρίσιν, οἱ δὲ ὄρνιθες δι’ ὑμένος ἐξερχομένου ἀπὸ τῶν κανθῶν τῶν πρὸς τοῖς μυκτῆρσι. σαφῶς δὲ λέγει, διὰ τί τὰ βλέφαρα ἔχει ὅσα βλέφαρα ἔχει. λέγει δὲ καὶ ὅτι σκαρδαμύττουσιν ὅσα σκαρδαμύττει οὐκ ἐκ προαιρέσεως, ἀλλ’ ἀπροαιρέτως καὶ μηδὲ συναισθανόμενα ὅτι
35τοῦτο πάσχει. μᾶλλον δὲ τῶν ἄλλων σκαρδαμύττει ὁ ἄνθρωπος, ὅτι λεπτόδερμός ἐστιν, εὐκινητότερον δὲ τὸ λεπτόν. τὸ δὲ ἡ δὲ βλεφαρίς ἐστι δέρματι περιειλημμένη ἴσον ἐστὶ τῷ ἡ δὲ βλεφαρὶς δέρμα ἐστί, διὰ δὲ τὸ εἶναι δέρμα τμηθεῖσα οὐ συμφύεται· τοῦτο γὰρ φύσις δέρματος.
οὔτε δὲ αὕτη συμφύεται οὔτε ἡ ἀκροποσθία· ἔστι δὲ ἡ ἀκροποσθία τὸ46

47

περιέχον δέρμα τὴν βάλανον τοῦ αἰδοίου, ὃ καὶ τέμνουσιν Ἰουδαῖοι καὶ Αἰγύπτιοι, καὶ λέγουσι τὴν τοιαύτην τομὴν περιτομήν. λέγει δὲ καὶ διὰ τί οἱ ὄρνιθες τῷ κάτω, ἀλλ’ οὐ τῷ ἄνω βλεφάρῳ σκαρδαμύττουσι καὶ ὅλως μύουσι, καί φησιν ὅτι διὰ τὴν τοῦ δέρματος τοῦ περὶ τὴν κεφαλὴν
5σκληρότητα· σκληρὸν γὰρ ὂν δυσκίνητόν ἐστι. καὶ διὰ τί σκληρὸν λέγει, ὅτι οἱ βαρεῖς τῶν ὀρνίθων πτητικοὶ μὴ ὄντες, ἀλλὰ δυσκίνητοι διὰ τὴν τῶν πτερῶν ὀλιγότητα, ὥπλισεν αὐτοὺς ἡ φύσις σκληρῷ δέρματι, ἵνα τυπτόμενοι ὑπὸ τῶν θηρευόντων ἀντέχωσι διὰ τὴν σκληρότητα, καὶ μὴ ταχέως ἀποθνήσκωσιν. ᾧπερ οὖν ἔμελλε χρήσασθαι ἡ φύσις πρὸς αὔξησιν
10τῶν πτερῶν, ἐχρήσατο πρὸς τὴν τοῦ δέρματος σκληρότητα. λέγει δὲ καὶ περὶ τῶν τετραπόδων τῶν ᾠοτοκούντων ὅτι φολιδωτά ἐστιν· καὶ ἔστιν ἡ φολὶς σκληροτέρα τῶν τριχῶν, ὥστε καὶ τὸ δέρμα τὸ τὰς φολίδας ἔχον σκληρότερον τοῦ δέρματος τοῦ τὰς τρίχας ἔχοντός ἐστιν. λέγει δὲ καὶ διὰ τί σκαρδαμύττουσιν οἱ ὄρνιθες τῷ ὑμένι τῷ ὄντι ἐν τοῖς πρὸς τοὺς μυκτῆρας
15κανθοῖς, καὶ οὐ διὰ τοῦ ὄντος πρὸς τοὺς ἐν τοῖς κροτάφοις κανθούς· καί φησιν ὅτι βέλτιον ἀπὸ μιᾶς ἀρχῆς εἶναι τὴν φύσιν αὐτῶν, δύνανται δὲ ἀπὸ τῶν πρὸς τοὺς μυκτῆρας κανθῶν διὰ τὸ σύνεγγυς εἶναι ἀλλήλων ἀπὸ μιᾶς εἶναι ἀρχῆς, ἐκ δὲ τῶν ὄντων πρὸς τοῖς ὠσὶν οὐ δύνανται, ἀπῳκισ‐ μένοις οὖσιν ἀπ’ ἀλλήλων, ἄλλως τε τῶν ὤτων πρὸς τὰ πλάγια κειμένων,
20τῶν δὲ μυκτήρων ἔμπροσθεν. βέλτιον δὲ τὸ ἔμπροσθεν διὰ τὸ καὶ τὴν καρ‐ δίαν τὴν ἀρχὴν τῶν ζῴων ἔμπροσθεν κεῖσθαι, καὶ διὰ ταύτην τὴν αἰτίαν βέλτιον ἐκ τῶν ἔμπροσθεν, ὃ ταὐτόν ἐστι τῷ ἐκ τῆς ἀρχῆς πάσης κινή‐ σεως καὶ ζωῆς, σκαρδαμύττειν ἢ ἐκ τῶν πλαγίων. σαφῆ δὲ τὰ ἑξῆς. Τὸ δὲ οἷον βλέποντα διὰ τοῦ βλεφάρου προσπεφυκό‐
25τος σαφὲς ἔσται, εἰ οὕτω πως εἴποιμεν· νενοήσθω ὅτι συμπεφυκότα καὶ συνεχῆ γεγονότα τὸ ἄνω καὶ κάτω βλέφαρον δύναται ὁρᾶν οὕτω τὸ ζῷον· τοιοῦτόν τί εἰσι τὰ σκληρόφθαλμα, οἱονεὶ βλέποντα συμπεφυκότων τῶν βλεφάρων. ὥσπερ οὖν εἰ ἑώρων ἐγώ τε καὶ σὺ καὶ πάντες συμπεφυκότων τῶν βλε‐ φάρων, οὐδ’ ἂν ἦν ἡμῖν ἄλλων χρεία βλεφάρων πρὸς φυλακὴν τῶν ὀφθαλ‐
30μῶν διὰ τὸ ἅμα τὰ προσπεφυκότα βλέφαρα καὶ φυλάττειν αὐτοὺς καὶ μὴ κωλύειν πρὸς τὸ ὁρᾶν, οὕτως οὐδὲ τοῖς σκληροφθάλμοις ἐστὶ χρεία βλε‐ φάρων. ἀλλ’ ἐπεὶ διὰ τὴν τῶν ὀφθαλμῶν σκληρότητα ἀναγκαῖον ἦν ἀμβλύ‐ τερον βλέπειν, ὥσπερ τὰ ὦτα τῶν τετραπόδων κινούμενα γέγονεν, ἵνα διὰ τὴν κίνησιν πάντοθεν δέχηται τοὺς ψόφους, οὕτω καὶ τοὺς ὀφθαλμοὺς τού‐
35των κινεῖσθαι παρασκευάζει, ἵνα πάντοθεν δέχωνται τὰς αὐγάς. Εἶτα λέγει διὰ τί βλέφαρα τοῖς ἰχθύσιν οὐ δέδωκεν ἡ φύσις, καί
φησιν ὅτι ἐπειδὴ ἐν τῷ ὕδατι ζῶσιν, ἐμποδιστικὸν δὲ τὸ ὕδωρ πρὸς τὸ47

48

ὁρᾶν διὰ τὸ μήτε διαφανέστερον εἶναι τοῦ ἀέρος, μήτε εὐδιαιρετώτερον, ἔχουσιν ὑγροτέρους τοὺς ὀφθαλμοὺς καὶ πλέον τῶν ἄλλων τὸ κρυσταλλο‐ ειδές, ἵνα νικῴη τὸ τοῦ ὕδατος πρὸς τὸ ὁρᾶν ἐμπόδιον. ἐπεὶ οὖν πολὺ τούτοις τὸ κρυσταλλοειδές, ἀνάγκη ἦν ἔχειν βλέφαρα, ἀλλ’ ἐπεὶ ἐν τῷ ὕδατι
5οὔκ εἰσι κονιορτώδη τινὰ καὶ προσκρούσματα τῶν ὄψεων οὐ δέδωκεν αὐτοῖς ἡ φύσις βλέφαρα εἰς φυλακὴν τῶν ὀμμάτων, διὰ τὸ μηθὲν μάτην ἢ περί‐ εργον ποιεῖν. Σαφῆ δὲ τὰ περὶ τριχῶν. τὸ δὲ ἀλλ’ ἀλεάζει διὰ τὴν κάμψιν ἴσον ἐστὶ τῷ θερμαίνεται διὰ τὸ κυπτάζειν. πρὸ δὲ τούτου ὅταν λέγῃ
10ὅτι τὰ τετράποδα ἐν τοῖς ὑπτίοις οὐκ ἔχει τρίχας, ἢ τὸ μὴ ἔχειν εἴρηται ἀντὶ τοῦ ἥττονας ἔχουσιν ἐν τοῖς ὑπτίοις, πλείονας δὲ ἐν τοῖς πρανέσιν, ἢ τὰς ἐν τοῖς ὑπτίοις οὐ βούλεται λέγειν τρίχας διὰ τὸ διαφέρειν πρὸς τὰς ἐν τοῖς πρανέσι. λέγει δὲ καὶ πλείονας τρίχας ἔχειν τὸν ἄνθρωπον διά τε τὴν ὑγρότητα τοῦ ἐγκεφάλου καὶ διὰ τὰς ῥαφάς· ἀλλ’ ἡ μὲν ὑγρότης ὡς
15ὑλικὴ αἰτία, αἱ δὲ ῥαφαὶ ὡς μὴ ἐμποδίζουσαι ἐξέρχεσθαι τὴν ὑγρότητα. διὰ ταύτας δὲ τὰς αἰτίας ἔχει καὶ τὰς ὀφρύας· ἐπὶ συνθέσει γὰρ καὶ ἁρμογῇ ὀστῶν οὖσαι οὐκ ἐμποδίζουσι τὸ ὑγρὸν αἱ ἁρμογαὶ ἐξέρχεσθαι. τὰς δὲ βλεφαρίδας ἔχει ᾗ περατοῦνται τὰ φλεβία· ᾗ δὲ περατοῦνται, πόρους ἔχουσιν, ᾗ δὲ πόροι τυγχάνουσιν ὄντες, δίδοται διέξοδος τῷ ὑγρῷ, εἰ μή
20που ἔργον τι φύσεως ἐμποδίσει πρὸς ἄλλο ἔργον καὶ χρῆσιν. Ταῦτα εἰπὼν ἐπάγει ὅτι οὐ πόρρω διέστηκεν ἀλλήλων τὸ τῆς ὀσφρήσεως αἰσθητήριον, τῷ διέστηκε χρησάμενος ἀντὶ τοῦ μὴ ἔχειν μέγεθος. ἀλλὰ τὸ μὲν τῶν πτηνῶν καὶ τετραπόδων οὔτε μῆκος ἔχει οὐδὲ ὅλως ἐπανέστηκεν, ἀλλὰ καὶ πάντῃ ἀδιάρθρωτον τὸ τῶν πτηνῶν, τῶν δὲ
25τετραπόδων μᾶλλον διηρθρωμένον. ὁ δὲ ἐλέφας, φησίν, ἰδιώτατον ἔχει τοῦτο τὸ μόριον. σαφῆ δὲ ἃ λέγει περὶ τῆς ῥινὸς τοῦ ἐλέφαντος· τινὰ δὲ δεόμενα μικρᾶς ἐπιστασίας τεύξεται αὐτῆς. αὐτίκα τὸ τὸ γὰρ μέγεθος ὂν ὑπερβάλλον ἀναγκαῖον ὁμοίως ἦν χρῆσθαι τῷ ὑγρῷ ὥσπερ τῇ γῇ ἴσον ἐστὶ τῷ μέγιστος γὰρ ὢν ὁ ἐλέφας καὶ διὰ τοῦτο δυσκίνητος,
30ἀναγκαῖόν ἐστιν ὅσον ἂν χρόνον ἐν τῇ γῇ διατρίβῃ, τοσοῦτον εἶναι καὶ ἐν τῷ ὕδατι. τὸ δὲ λεγόμενον περὶ τῶν ὀπισθονόμων βοῶν τοιοῦτόν ἐστι· φασὶ γὰρ κινεῖσθαι τὰ κέρατα τούτων, καὶ ἐπειδὰν κύψωσιν εἰς τὴν νομήν, πήγνυνται ἐν τῇ γῇ καὶ οὐκ ἐῶσιν αὐτοὺς πρόσω προβῆναι· καὶ διὰ τοῦτο ὑποχωροῦσιν ὀπίσω. οὕτω δὲ ἑλκόμενα τὰ κέρατα ὑπ’ αὐτῶν, ἀλλ’ οὐκ
35ὠθούμενα οὐ πήγνυνται· ἐν γὰρ τῇ ὠθήσει, ἀλλ’ οὐ τῇ ἕλξει πήγνυται πᾶν εὐθύ. τὸν δὲ ἐλέφαντά φησι χρῆσθαι τῷ μυκτῆρι ἀντὶ τῆς τῶν ἐμπρο‐ σθίων ποδῶν χρείας· ὡς γὰρ τὰ τετράποδα χρῶνται τοῖς ἐμπροσθίοις ποσὶν
ἀντὶ χειρῶν, οὕτω καὶ οὗτος τῷ μυκτῆρι. ὅτι δὲ χρῶνται τοῖς τοιούτοις48

49

ποσὶν ἀντὶ χειρῶν, δῆλον μὲν καὶ ἐξ ἄλλων, ἀλλὰ καὶ ἐκ τῶν κυνῶν· οὗτοι γὰρ τοὺς ὀδόντας αὑτῶν διὰ τούτων καθαίρουσι τούς τε κυνοραϊστὰς κἂν ἄλλο τι δάκνῃ, διὰ τούτων μάλιστα ἀπορρίπτουσι, καὶ ἄλλα πολλὰ μετὰ τούτων ἐργάζονται· οἱ κατοικίδιοί τε αἴλουροι τοὺς μῦς μετὰ τούτων τύπτουσί
5τε καὶ κατέχουσιν. Οἱ δὲ ὄρνιθες καὶ οἱ ὄφεις καὶ ὅσα ἄλλα ἔναιμα, ἔχουσι τοὺς μυκτῆρας πρὸ τοῦ στόματος· ἐν τῷ πέρατι γὰρ σχεδὸν τοῦ ἄνωθεν χείλους, οἱ δὲ ὄρνιθες ἐν τῷ ῥύγχει. ἔχουσι δὲ οἱ ὄρνιθες τοὺς μυκτῆρας, ὥστε μὲν εἰπεῖν μυκτῆρας διὰ τὸ ἔργον ὃ ποιοῦσιν, οὔκ εἰσι δὲ διὰ τὸ μὴ εἶναι
10φανερῶς διηρθρωμένοι. αἰτία δὲ τούτου ἡ τῶν ὀρνίθων φύσις, δίπους οὖσα καὶ πτερυγωτή· διὰ μὲν οὖν τὸ πτέρυγας ἔχειν οὐκ ἔχει μυκτῆρας, ὅτι καταναλισκομένη ἡ ὕλη εἰς τὴν τῶν πτερῶν φύσιν οὐκ ἀρκεῖ καὶ εἰς γένεσιν μυκτήρων· δίπους δὲ οὖσα καὶ οὐκ ἐν τῷ μέσῳ τοῦ σώματος ἔχουσα τοὺς πόδας, ἀλλὰ πρὸς τῷ τέλει, εἴπερ εἶχε μυκτῆρας, εἶχεν ἂν
15καὶ μεγάλην κεφαλήν, ἔχουσα δὲ ταύτην μεγάλην ἔπιπτεν ἂν εἰς τὸ ἔμπρο‐ σθεν, ὥσπερ ἐπὶ τῆς τρυτάνης συμβαίνει. ἐν ἐκείνῃ γὰρ εἰ δύο τινὰ βάρη ἐν ἑκάστῃ τῶν πλαστίγγων θήσεις, βρίθει ἐπὶ τὴν ἔχουσαν τὸ μεῖζον βάρος. σαφῆ δὲ τὰ ἑξῆς. Μετρικοὺς δὲ λέγει τοὺς ποιητὰς τοὺς ἔμμετρα γράψαντας, ὥσπερ
20Ὅμηρος καὶ οἱ λοιποί. τὸ δὲ τραυλίζειν, φησίν, ἐστὶ καὶ μὴ ἐν τῷ ἔχειν πλατεῖαν ἢ στενὴν τὴν γλῶτταν· ὁ γὰρ πλατεῖαν ἔχων τὴν γλῶτταν καὶ συμμέτρως ἀπολελυμένην οὐ τραυλίζει. ἰστέον δὲ ὅτι ὁ ἔχων πλατεῖαν ἔχει καὶ στενήν, ὥσπερ καὶ ὁ μέγα ἔχων ἔχει καὶ μικρόν (δύναται γὰρ στενοῦν αὐτήν), ἀλλ’ οὐχ ὁ στενὴν ἤδη καὶ πλατεῖαν. τὴν δὲ γλῶτταν
25ἔχουσιν οἱ ὄφεις δικρόαν καὶ ἐσχισμένην διὰ τὴν λιχνότητα· λίχνοι γὰρ ὄντες ἔλαβον αὐτὴν ἐσχισμένην καὶ οἱονεὶ διπλῆν, ἵνα ἔχωσι διπλῆν καὶ τὴν ἡδονήν. οἱ δὲ ἰχθύες ἔχουσι βραχεῖαν τὴν τῆς γλώττης διάρθρωσιν καὶ δι’ ἃς μὲν εἶπε σαφῶς αἰτίας καὶ διὰ ταύτην, ἣν καὶ αὐτὸς ἐνταῦθα μετὰ τῶν προειρημένων τίθησιν· ἐν ὕδατι, φησί, διατρίβοντες καὶ ταχέως
30διαβιβάζοντες τὴν τροφὴν εἰς τὴν κοιλίαν, ἵνα μὴ λεαίνοντες αὐτὴν διὰ τῶν ὀδόντων εἴσεισι τὸ ὕδωρ εἰς τὴν κοιλίαν αὐτῶν καὶ ἀποπνίγωνται, οὐ δέδο‐ ται αὐτοῖς γλῶττα. ἐπεὶ γάρ, ὡς εἴρηται, ἅμα τῷ ἅψασθαι τῆς τροφῆς εἰς τὴν κοιλίαν αὐτὴν παραπέμπουσιν, ἐκ τούτου δὲ αἴσθησιν οὐκ ἔχουσι τῶν χυμῶν, ἀφῄρηνται καὶ τὸ τῶν χυμῶν αἰσθητήριον, καὶ τοσοῦτον ὥστε,
35εἰ μή τις αὐτῶν τὸ στόμα ἐπικλίνει καὶ οἱονεὶ κυρτώσει ἢ κοιλανεῖ, οὐ φαίνεται ἡ τοιαύτη διάρθρωσις. Οἱ δὲ κροκόδειλοι πεπηρωμένην ἔχουσι τὴν γλῶτταν ἴσως
τοῖς ἰχθύσι, διὰ ταυτηνὶ τὴν αἰτίαν· ἐπεὶ γὰρ ἐν τῇ κάτω σιαγόνι πέφυκεν ἡ49

50

γλῶττα κεῖσθαι (ἄνω γὰρ κειμένη ἐκώλυε τὴν τροφὴν εἰσέρχεσθαι εἰς τὸν οἰσοφάγον) τοῖς δὲ κροκοδείλοις τὸ κάτω ἄνω ἐστί (τὴν γὰρ ἄνω κινοῦσιν, ἐν ἅπασι δὲ τοῖς ἄλλοις ζῴοις ἡ κινουμένη σιαγὼν κάτω ἐστί), κάτω μὲν τὴν γλῶτταν οὐκ ἔχει, ὅτι τὸ κάτω ἄνω ἐστίν, ἄνω δὲ κεῖσθαι οὐ πέφυκεν·
5ἄνω δέ, ὅπερ ἐστὶ κάτω, οὐκ ἔχει τὴν γλῶτταν, ἵνα μὴ ἐμποδίζῃ τὴν τροφήν· ἐπάνω γὰρ τῆς γλώττης πίπτει τὰ βρώματα, καὶ οὕτως ὑπ’ αὐτῆς διαπέμπεται πρὸς τὸν οἰσοφάγον. αἱ δὲ πορφύραι ἰσχυρότατον ἔχουσαι τὸ κέντρον διατρυπῶσι τὸ τῶν στρόμβων ὄστρακον, ὑφ’ ὧν στρόμβων καὶ δελεάζουσιν αὐτὰς οἱ ἀσπαλιεῖς· τίθενται γὰρ περὶ τὸ ἄγκιστρον στρόμβον,
10ὃν ἰδοῦσαι ἔρχονται πρὸς αὐτόν, καὶ οὕτως ἁλίσκονται. σαφῆ δὲ τὰ λοιπὰ
πάντα τοῦ παρόντος βιβλίου, διὸ ἑκτέον τῶν ἐφεξῆς.50

51

(1t)

ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ ΤΡΙΤΟΝ ΤΩΝ ΠΕΡΙ ΖΩΩΝ ΜΟΡΙΩΝ.
2 Μετὰ τὰ εἰρημένα, φησί, περὶ κεφαλῆς ἡ τῶν ὀδόντων ἐστὶ φύσις, καὶ τὸ στόμα τὸ περιεχόμενον ὑπὸ ὀδόντων καὶ ἐξ ὀδόντων συνεστηκός. λέγει δὲ καὶ ὅτι οὐ μόνον πρὸς τὴν τῆς τροφῆς ἐργασίαν ἔχει τὰ ζῷα
5τοὺς ὀδόντας, ἀλλὰ καὶ χάριν ἀλκῆς. διαιρεῖ δὲ τὴν ἀλκὴν εἴς τε τὸ ποιεῖν καὶ ἐπιτίθεσθαι ἀλλήλοις καὶ εἰς τὸ μὴ πάσχειν καὶ ἀμύνεσθαι τὰ ἐπιτιθέμενα. τῶν γὰρ ζῴων τὰ μὲν ἐπιτίθενται ἄλλοις, οἷον λέων, ἀετός, καὶ κατεσθίουσι τὰ οἷς ἐπιτίθενται, τὰ δὲ οὔτε ἐπιτίθεται οὔτε ἐπιβουλεύει, οἷον λαγώς, ἀηδών, ἀλλ’ ἀμύνεται καὶ μάχεται, ὡς δύναται, τοῖς ἐπιτιθε‐
10μένοις καὶ ἀναιρεῖν αὐτὰ σπουδάζουσιν. ὁ δὲ ἄνθρωπος ἔχει τοὺς κυνόδοντας καὶ τοὺς ἄλλους ἅπαντας τοσούτους πρὸς τὴν διάλεκτον· ἢ γάρ τις λείπῃ, ψελλίζεται ὁ ἄνθρωπος. χαυλιόδοντας δὲ λέγει τοὺς ἐοικότας τοῖς τῶν βουβάλων κέρασιν, οἷοί εἰσιν οἱ τῶν κάπρων. οὐδὲν δὲ τῶν ζῴων ἔστιν ἅμα καρχαρόδουν καὶ χαυλιόδουν· ἐπεὶ γὰρ τὸ καρχαρόδουν ἕνεκα τοῦ
15δάκνειν ἐστί, τὸ δὲ χαυλιόδουν τοῦ πλήττειν καὶ τιτρώσκειν, οὐδὲν δὲ μάτην ἡ φύσις ποιεῖ, διὰ τοῦτο οὐδέν ἐστιν ἅμα καρχαρόδουν καὶ χαυλιόδουν. ἐπεὶ δὲ ὅ τε κάπρος καὶ ἡ θήλεια ὗς ἐκ τοῦ αὐτοῦ εἰσι γένους (λέγων γένος τὸ εἶδος), ὅ τε ἄρρην ἔλαφος καὶ ἡ θήλεια (ὁμοειδῆ γὰρ καὶ ταῦτα) καὶ ὁ μὲν κάπρος ἔχει χαυλιόδοντας, ἡ δὲ ὗς οὐκ ἔχει, ὁμοίως ὁ ἄρρην
20ἔλαφος ἔχει κέρατα, ἡ θήλεια δὲ οὔ, ἐπεὶ οὖν ταῦθ’ οὕτως ἔχει, καὶ ἦν εἰκὸς τὸν μὴ ἀργὸν τὴν διάνοιαν ζητεῖν, διὰ τί ὁμοειδῆ ὄντα ὅ τε κάπρος καὶ ἡ ὗς ὁ μὲν ἔχει χαυλιόδοντας, ἡ δὲ οὐκ ἔχει, ὁμοίως καὶ ἐπὶ τῶν ἐλάφων ὁ μὲν κέρατα, ἡ δὲ οὔ, μέλλων τὴν αἰτίαν τούτων εἰπεῖν λέγει ὅτι δεῖ καθόλου περὶ τούτων εἰπεῖν, ὃ χρήσιμον ἔσται καὶ περὶ τούτων καὶ
25τῶν ἄλλων τῶν ὕστερον λεχθησομένων· καὶ ἐπάγει ὅτι ἐπειδὴ χάριν ἀλκῆς
καὶ βοηθείας ὑπὸ τῆς φύσεως δίδοται οἷς δίδοται κέρατα, κέντρα, πλῆκτρα,51

52

ἐκείνοις ταῦτα δίδωσιν ἡ φύσις τοῖς δυναμένοις χρῆσθαι. ὥσπερ γὰρ στρατηγὸς οὐκ ἂν δώσει τῷ βρέφει σπάθην ἢ κόντον, ἀλλ’ ἀνδρί, καὶ ἀνδρὶ τῷ δυναμένῳ χρῆσθαι, οὕτω καὶ ἡ φύσις τοῖς μὲν ἄρρεσι τῶν ζῴων ἰσχυροτέροις οὖσι καὶ δυναμένοις χρῆσθαι δέδωκε κέρατα, κέντρα, χαυλιό‐
5δοντας, τοῖς δὲ θήλεσι διὰ τὴν ἀσθένειαν οὐ δέδωκε, καὶ τῶν ἀρρένων πάλιν τὰ μείζω κέρατα καὶ πλῆκτρα καὶ τὰ λοιπὰ δέδωκε τοῖς ἰσχυρο‐ τέροις, τὰ δ’ ἐλάττω τοῖς ἀσθενεστέροις. εἰ δέ που συμβαίη τὰ αὐτὰ ἔχειν τὸ θῆλυ, ἅπερ καὶ τὸ ἄρρεν, οἷά εἰσι τὰ πρὸς τὴν τροφὴν χρησι‐ μεύοντα, ἥττονά εἰσι τὰ τῶν θηλειῶν, μείζω δὲ τὰ τῶν ἀρρένων. λέγει
10δὲ τοὺς ἰχθύας ἔχειν τοὺς ὀδόντας γαμψοὺς καὶ κεκαμμένους, ὥσπερ τὸ τῶν ἱεράκων ῥύγχος, διὰ τὸ πᾶσαν τὴν ἰσχὺν αὐτῶν ἐν τούτοις εἶναι· ἐπιτηδειότερα δὲ τὰ γαμψὰ πρὸς τὸ σπαράττειν καὶ διατέμνειν. Ἔχει δέ, φησί, τὰ ζῷα τὸ στόμα ἕνεκεν τῶν ἔργων τούτων, λέγων ἔργα τὸ ἐσθίειν, τὸ ἔχειν ὀδόντας ἐν αὐτῷ, καὶ πρὸς
15τούτοις χάριν τοῦ ἀναπνεῖν· ἀναπνεῖ γὰρ καὶ ἐκ τοῦ στόματος. ἔχει δὲ τῶν ζῴων τινὰ μὲν τὸ στόμα χάριν τοῦ ἐσθίειν μόνον, τὰ δὲ καὶ πρὸς τὸ ἀμύνασθαι, τὰ δὲ πρὸς τούτοις καὶ πρὸς τὸ διαλέγεσθαι, ὥσπερ ὁ ἄνθρωπος· καὶ διὰ τοῦτο γέγονε τὰ στόματα τῶν ζῴων διάφορα, ὅτι καὶ αἱ ἐργασίαι αὐτῶν διάφοροί εἰσι. μύουρον δὲ εἶπε τὸ τῶν μὴ
20σαρκοφάγων ἰχθύων στόμα, ὅτι ἐκ παχέος ἢ πλατέος εἰς λεπτὸν λήγει· τοιαύτη γάρ ἐστι καὶ ἡ τῶν μυῶν οὐρά. γλαφυρὸν δὲ εἶπε τὸ τῶν μικρῶν ὀρνίθων ῥύγχος ἀντὶ τοῦ περιφερὲς καὶ κυρτόν. στεγανόποδα δὲ λέγει τὰ μὴ ἐσχισμένους ἔχοντα τοὺς δακτύλους, οἷοί εἰσιν οἱ τῶν χηνῶν καὶ νηττῶν. τὸ δὲ πρόσωπον, φησίν, ἢ ἐκ τοῦ πρόσθεν ὀπωπέναι καλεῖται πρόσωπον ἢ
25ἐκ τοῦ πρόσω τὴν φωνὴν διαπέμπειν. Σαφῆ δὲ ἃ περὶ κεράτων λέγει· κατὰ δὲ τὴν λέξιν τὴν ὅσοις δὲ μ, δέδωκεν ἡ φύσις ἄλλην ἀλκὴν πρὸς σωτηρίαν, οἷον ταχυτῆτα σώματος λείπει τὸ ‘κέρατα δέδωκεν‘, ἵν’ ᾖ τὸ πλῆρες τοιοῦτον ‘ὅσοις δὲ μὴ δέδωκεν ἡ φύσις κέρατα, δέδωκεν αὐτοῖς ἄλλην ἀλκὴν πρὸς
30σωτηρίαν‘. καὶ τίς ἡ τοιαύτη ἀλκή, ἐπάγει λέγων ‘οἷον τοῖς μὲν ἵπποις βεβοήθηκε, τουτέστιν εἰς βοήθειαν δέδωκε ταχυτῆτα σώματος, ταῖς δὲ καμήλοις μέγεθος. ἡ γὰρ ὑπερβολὴ τοῦ μεγέθους ἱκανὴ ὑπάρχει βοηθεῖν αὐταῖσ‘. ταῦτα μὲν οὕτω βεβοήθηκεν, ἄλλα δέ, ὥσπερ εἴρηται, πεποίηκε χαυλιόδοντα. ἐπεὶ δέ τινα, ὥσπερ οἱ ἔλαφοι, κέρατα μὲν ἔχουσιν, οὐδὲν δὲ
35πρὸς βοήθειαν αὐτοῖς συντελεῖ, διά τε τὸ μέγιστα εἶναι καὶ πολυσχιδῆ (κατ‐ εσχισμένα γὰρ τὰ τῶν ἐλάφων κέρατα καὶ πολλαῖς παραφυάσι καταπεπύκνω‐ ται, ὥσπερ καὶ τὰ δένδρα τοῖς κλάδοις), δέδωκεν αὐτοῖς ταχυτῆτα. οἱ δὲ
βόνασοι, φησίν, ἐπειδὰν διώκωνται, ἀπορρίπτουσιν ἐκ τοῦ ἐν τῇ κοιλίᾳ αὐτῶν52

53

ἐνόντος περιττώματος· τοῦτο δὲ λίαν δυσωδέστατον ὂν ἀποπνίγει ἢ φεύγειν παρασκευάζει τὸ διῶκον· ὥστε διὰ τῆς τοιαύτης τοῦ περιττώματος προσθήκης ἐφεῦρεν ἡ φύσις σωτηρίαν τοῖς ζῴοις. ἐπεὶ δέ εἰσι μονόκερα καὶ διχηλὰ καὶ μώνυχα, εὐλογώτερόν ἐστι, φησί, τὸ τὰ μώνυχα μονόκερα εἶναι ἤπερ τὰ δι‐
5χηλά· τῷ μωνύχῳ γὰρ διὰ τὸ ἓν ἁρμόζει καὶ τὸ μονόκερων, τῷ δὲ διχηλῷ διὰ τὴν δυάδα τὸ δίκερων. ἔτι ἐπεὶ ἡ σχίσις κατ’ ἔλλειψιν ὕλης ἐστί· μὴ γὰρ εὐποροῦσα ἡ φύσις ὕλης ὁλόκληρον ὥσπερ τὸ τῶν μωνύχων ἀπεργά‐ σασθαι, πεποίηκεν αὐτὸ διχηλόν. ἀποβάλλει δὲ μόνος ὁ ἔλαφος τὰ κέρατα διὰ τὴν εἰδικὴν αἰτίαν καὶ διὰ τὴν ὑλικήν· διὰ μὲν τὴν εἰδικήν, ὅπως τῇ
10ἀποθέσει ἐλαφριζόμενα ὠφελοῖντο, ἐξ ἀνάγκης δ, τουτέστι διὰ τὴν ὕλην, ὅτι βαρύτατα ὄντα καὶ διὰ τοῦτο διηνεκῶς κινούμενα σάττεταί τε καὶ ἐκρι‐ ζοῦται. οὐ πέφυκε δὲ τὰ κέρατα ἐκ τοῦ δέρματος, ἀλλ’ ἐν τῷ δέρματι ἐνήρμοσται στερεὸν ἐκ τῶν ὀστῶν, τουτέστιν ἐκ τοῦ κρανίου διὰ τοῦ δέρματος δίεισιν ὀστοῦν τι, καὶ εἰσέρχεται εἰς τὸ τοῦ κέρατος κοῖλον.
15 Ταῦτα εἰπὼν λέγει ὅτι ῥητέον πῶς ἔχουσα ἡ ἀναγκαία καὶ ὑλικὴ φύσις λαμβάνει αὐτὴν τὸ εἶδος καὶ καταχρῆται ἕνεκά του. καὶ λέγει ὅτι τῷ σωματώδει καὶ γεώδει, ὅπερ ἐστὶν ἡ φύσις τῶν ὀστῶν, καταχρῆται ἡ φύσις ἐπὶ βοήθειαν καὶ τὸ συμφέρον. τὰς δὲ θηλείας τῶν ἐλάφων, τὰς αὐτὰς τὴν φύσιν οὔσας τοῖς ἄρρεσι καὶ μηδὲ ὀδόντας
20ἄνωθεν ἐχούσας ὅσον ἐπὶ τούτῳ ἔδει κέρατα ἔχειν· οὐκ ἔχει δὲ διὰ τὸ μηδὲ τοῖς ἄρρεσιν, ὥσπερ εἴρηται, χρήσιμα εἶναι· ἔχουσι δὲ ταῦτα οἱ ἄρρενες, ὅτι ἰσχυρότεροι τῶν θηλειῶν ὄντες, ἧττον βλάπτονται. Λέγει δὲ καὶ περὶ τοῦ οἰσοφάγου ὅτι οὐκ ἀναγκαῖον ἔχειν αὐτὸν ἕνεκα τῆς τροφῆς. οὐθὲν γὰρ παρασκευάζει πρὸς αὐτήν, τουτέστι οὐθὲν
25συντελεῖ πρὸς αὐτήν· οὔτε γὰρ λεαίνει ταύτην ὥσπερ οἱ ὀδόντες οὔτε πέττει ὡς ἡ κοιλία οὔτ’ ἄλλο οὐδὲν ποιεῖ πρὸς αὐτήν. ἔτι ἐπεὶ ἐνδέχεται εὐθὺς μετὰ τὸ στόμα κεῖσθαι τὴν κοιλίαν, ἱκανόν ἐστι τὸ στόμα διακομίζειν τὴν τροφὴν πρὸς τὴν κοιλίαν, ὥστε οὐδεμία ἐστὶ τοῖς οὕτως ἔχουσι κειμένην τὴν κοιλίαν οἰσοφάγου χρεία. τὸν δὲ πνεύμονα ἐπεὶ οὐκ ἐνδέχεται εὐθὺς μετὰ τὸ στόμα
30κεῖσθαι, χρεία τῆς τραχείας ἀρτηρίας, δι’ ἧς μερισθήσεται τὸ πνεῦμα κατὰ τὰς ἀρτηρίας, αἵτινες περιέχονται ὑπὸ τῶν ἐν τῷ πνεύμονι συρίγγων· οἷον γὰρ σωλῆνες οὖσαι αἱ ἐν τῷ πνεύμονι σύριγγες ἔχουσιν ἐν ἑαυταῖς τὰς ἀρτηρίας. ἐπεὶ δὲ ἡ κοιλία πόρρω κεῖται τοῦ στόματος, ἀναγκαῖος γέγονε
μεταξὺ τοῦ στόματος καὶ τῆς κοιλίας ὁ οἰσοφάγος, ἵνα δι’ αὐτοῦ ἀπὸ τοῦ53

54

στόματος πρὸς τὴν κοιλίαν κομίζηται τὰ βρώματα. ἡ δὲ τραχεῖα ἀρτηρία κεῖται ἔμπροσθεν τοῦ οἰσοφάγου, καίπερ ἐμποδίζουσα αὐτόν· πεφειδημένως γὰρ καὶ οἱονεὶ μετὰ ἐμποδισμοῦ ὁ οἰσοφάγος τὰς τροφὰς ἐκ τοῦ στόματος λαμβάνει διὰ τὸ ὥσπερ δεδιέναι μή τι ἐκδραμὸν εἰσέλθοι τῆς ξηρᾶς ἢ ὑγρᾶς
5τροφῆς πρὸς τὴν τραχεῖαν ἀρτηρίαν. σαφῆ δὲ τὰ ἑξῆς. Τὸ δὲ δῆλον δὲ ὅτι οὐκ εὐθέως εἰς τὴν κύστιν συλλέγεται τὸ ὑγρὸν λύσις ἐστὶν ἐνστάσεως ὑπὸ τῶν ἀντιδοξούντων λεγομένης. ἔφασκον γὰρ ὅτι μὴ γὰρ εἰς τὴν κοιλίαν ἀπέρχεται τὸ ποτόν, ἵν’ ὦσιν ἐκ τοῦ πνεύμονος πόροι πρὸς αὐτήν, ἀλλ’ εἰς τὴν κύστιν. πρὸς δὴ
10ταύτην τὴν ἔνστασιν ἐπῆκται τὸ ‘δῆλόν ἐστιν ὅτι οὐκ εὐθέως εἰς τὴν κύστιν συλλέγεται τὸ ὑγρόν, ἀλλ’ εἰς τὴν κοιλίαν πρότερον‘. πίστις δὲ τούτου ὅτι μελαίνεται τὰ τῆς κοιλίας περιττώματα ὑπὸ τοῦ ἐρυθροῦ οἴνου· ὥστε, εἰ μὴ ἀπήρχετο ὁ οἶνος πρότερον εἰς τὴν κοιλίαν, οὐκ ἂν ἐμελαίνετο ὑπ’ αὐτοῦ τὰ περιττώματα. ἀλλὰ καὶ κοιλίας πολλάκις ὑπὸ βέλους τρωθείσης ὡράθη
15ἐξ αὐτῆς ἐξερχόμενον τὸ ποτόν. ἀλλὰ περὶ μὲν τούτων, φησί, εὔηθες ἀντι‐ λέγειν. ἡ δὲ φύσις πεποίηκε τὴν ἐπιγλωττίδα, ἥτις περίκειται τὴν τρα‐ χεῖαν ἀρτηρίαν, ὅπως μὴ ἐᾷ εἰς αὐτὴν εἰσέρχεσθαι ὑγρὸν ἢ ξηρόν. ὅσα δὲ μὴ ἔχουσιν ἐπιγλωττίδα, τούτων συνάγεται καὶ συστέλλεται ὁ φάρυγξ εἰσιούσης τῆς τροφῆς καὶ οὐκ ἐᾷ εἰσέρχεσθαί τι τῆς τροφῆς εἰς αὐτήν.
20μεμηχάνηται δὲ θαυμαστῶς καὶ ἡ ταύτης καὶ ἡ τῆς ἐπιγλωττίδος κίνησις· τῆς γλώττης γὰρ κινουμένης ἡνίκα ἡ τροφὴ ὑπὸ τῶν ὀδόντων λεαίνεται, οὐδαμῶς αὕτη δήκεται ὑπὸ τούτων, εἰ μὴ σπανίως· τούτου γάρ ἐστι δηλω‐ τικὸν τὸ ὥστε τῆς τροφῆς ἐν μὲν τῷ στόματι λεαινομένης, παρ’ αὐτὴν δὲ διιούσης καὶ τὰ ἑξῆς. τὸ δὲ ἀλλ’ αὐτῆς τῆς ἀρτηρίας τῶν
25ἐσχάτων θᾶσσον ἂν ἐγίνετο ἡ συναγωγὴ τῆς ἐκ τῆς οἰκείας σαρκὸς ἐπιγλωττίδος τοιοῦτόν ἐστιν ‘ἀλλ’ ἀπὸ τῶν ἐσχάτων μορίων τῆς τραχείας ἀρτηρίας θᾶσσον γίνεται ἡ συναγωγὴ τῆς ἐπιγλωττίδος, ἤ τις ἂν ἐγίνετο ἐκ τῆς οἰκείας σαρκόσ‘. τοῦτο δὲ ταὐτόν ἐστι τῷ ‘θᾶσσον συν‐ άγεται καὶ συστέλλεται τὰ ἔσχατα μέρη τῆς τραχείας ἀρτηρίασ‘, ἔσχατα
30λέγων τὰ ἐγγὺς τοῦ στόματος· ‘εἰ δὲ εἶχεν ἀπὸ τῆς οἰκείας σαρκὸς ἐπι‐ γλωττίδα, ἐπειδὴ ξηρά ἐστιν ἡ σάρξ, βραδέως ἂν συνήγετο‘. κεῖται δ’ ἔμπρο‐ σθεν ὁ φάρυγξ τοῦ οἰσοφάγου ἐξ ἀνάγκης· ἐπεὶ γὰρ ἡ καρδία ἔμπροσθεν κεῖται δι’ ἃς αὐτὸς σαφῶς λέγει αἰτίας, ὁ δὲ πνεύμων περὶ τὴν καρδίαν, ἵνα καταψύχῃ αὐτήν, ἡ δὲ ἀρτηρία, ἣν φάρυγγα εἶπε, κομίζει περὶ τὸν
35πνεύμονα τὸ πνεῦμα, ἀνάγκη τὴν ἀρτηρίαν ἔμπροσθεν κεῖσθαι τοῦ οἰσο‐ φάγου. τὸ μὲν οὖν λεγόμενον τοιοῦτον· τὸ δὲ αὐτῷ γὰρ τῷ λόγῳ τούτῳ διώρισται τὸ ἔμπροσθεν καὶ ὄπισθεν ἴσον ἐστὶ τῷ ‘οὕτω γὰρ ὁριζό‐
μεθα τὸ ἔμπροσθεν· ἔμπροσθέν ἐστιν ἐν ᾧ ἐστιν ἡ ἀρχὴ τῆς κινήσεως καὶ τῆς54

55

αἰσθήσεωσ‘. τὸ δὲ τὰ μὲν γὰρ πρὸς τὸν πνεύμονα τείνει, τὰ μὲν εἶπε φάρυγγα καὶ τὴν ἀρτηρίαν· ὁ δὲ πνεύμων εἰς τὴν κοιλίαν. σημειω‐ τέον δὲ ὅτι πρότερον μὲν φάρυγγα καὶ ἀρτηρίαν τὸ αὐτὸ ἔλεγε, νῦν δὲ φάρυγγα λέγει τὴν ἀρχὴν τῆς ἀρτηρίας τὴν εὐθὺ μετὰ τὸ στόμα, ἀρτηρίαν
5δὲ τὸ λοιπὸν ἅπαν· καὶ διὰ τοῦτο ἀντὶ τοῦ εἰπεῖν ‘ὁ μὲν γὰρ‘ ἢ ‘ἡ μὲν γὰρ‘ ἑνικῶς, εἶπεν ὅτι τὰ μὲν γάρ. ὅλως δέ, φησίν, ἀεὶ τὸ βέλτιον καὶ τιμιώτερον ἐν τῷ βελτίονι τίθησιν ἡ φύσις τόπῳ, κἂν μὲν εἴη τὸ βέλτιον ἄνω, ἐν τῷ ἄνω, εἰ δὲ τὸ ἔμπροσθεν, ἐν τῷ ἔμπροσθεν, εἰ δὲ τὸ δεξιόν, ἐν τούτῳ· ταῦτα γὰρ ἐδήλωσε διὰ τοῦ τοῦ μὲν ἄνω καὶ κάτω ἐν τοῖς
10μᾶλλόν ἐστιν ἄνω καὶ ἑξῆς. ἐλλιπῶς δὲ καὶ ἀσαφῶς ἀπήγγελται τὸ τοῖς μάλιστά ἐστιν ἄνω· εἴη δ’ ἂν τὸ πλῆρες τοιοῦτον ‘ἐν τοῖς ἔχουσι τὸ ἄνω μᾶλλον, ἤτοι τιμιώτερον, ἐν ἐκείνοις τὸ τιμιώτερον ἄνω κεῖται‘. Ἃ δὲ λέγει περὶ τῶν σπλάγχνων σαφῆ. τὸ δὲ ὥσπερ τῶν ἐκτὸς μορίων οὐ πᾶσι τῶν αὐτῶν χρῆσις ἴσον ἐστὶ τῷ ‘οὐ πᾶσι
15τοῖς ἐκτὸς μορίοις πρὸς τὰ αὐτὰ χρώμεθα‘. οὐ γὰρ οἷς χρώμεθα μορίοις πρὸς βάδισιν, τούτοις καὶ πρὸς τὸ τὴν τροφὴν λεαίνειν, ἀλλ’ ἑτέροις. τὸ δὲ αἱματωδέστερα γὰρ καὶ μέγιστα κατὰ λόγον, μέγιστα μὲν εἶπε, διότι αἱματικά εἰσι, πάμπολυ δὲ ἐν τοῖς νεογνοῖς τὸ αἷμα. τούτου γάρ ἐστι δηλωτικὸν τὸ διὰ τὸ εἶναι τὸ εἶδος τῆς
20ὕλης καὶ τὸ πλῆθος ἐμφανέστατον, εἶδος καὶ πλῆθος ἐκ παραλλήλου θείς, ἐμφανέστατον δὲ ἀντὶ τοῦ πολύ· πολὺ γὰρ ἐν αὐτοῖς τὸ αἷμα, ὅπερ ἐστὶν ὕλη τῶν σπλάγχνων. τὸ δὲ κατὰ λόγον πρόσκειται, ὅτι ὑπερ‐ βαίνει τὴν ἀναλογίαν τοῦ ὅλου σώματος. ἀναγκαῖον δὲ λέγει σῶμα τὸ ἀπὸ τῆς κεφαλῆς μέχρι τοῦ ἀφ’ οὗ ἐξέρχεται τὰ περιττώματα. κεῖται
25οὖν ἡ καρδία ἐν τῷ μέσῳ τοῦ ἀναγκαίου σώματος· ὥσπερ δὲ ἀρχὴ τοῦ ἀναγκαίου σώματος ἡ κεφαλή, οὕτω πέρας ᾗ τὰ περιττώματα ἐκκρίνεται. ἀναγκαῖον δὲ καλεῖ τὸ τοιοῦτον σῶμα διὰ τὸ μὴ δύνασθαι χωρὶς τούτου εἶναι τὸ ζῷον· χωρὶς μὲν γὰρ χειρῶν ἢ ποδῶν ἢ ὤτων ἢ ῥινῶν εἶναι δύναται, ἄνευ δ’ ἐκείνου ἀδύνατον. τὸ δὲ δῆλον δ’ ὡς οὐδὲ προστι‐
30θέμενα φθείρει εἴρηκε διὰ τὸ γίνεσθαί τινας ἀνθρώπους ἑξαδακτύλους, ὅμως μὴ φθείρεσθαι τὸν ἄνθρωπον ὑπὸ τῆς τοιαύτης προσθέσεως. δύσ‐ ριγον δὲ εἶπε τὸν ἐγκέφαλον ἀντὶ τοῦ ταχέως ῥιγοῦντα. καὶ ἐπεὶ ψυχρὸς ὁ ἐγκέφαλος, αἱ δὲ φλέβες θερμαί, ἐπεὶ καὶ τὸ ἐν αὐταῖς αἷμα, οὐκ ἂν εἶεν αἱ φλέβες ἐκ τοῦ ἐγκεφάλου· ψυχραὶ γὰρ ἂν ἦσαν καὶ αὗται. τῷ δὲ
35αὕτη γάρ ἐστιν ἀρχὴ καὶ πηγὴ αἵματος προστέθεικε τὸ ἢ ὑποδοχὴ πρώτη, ὥσπερ εἰ ἔλεγεν ‘εἰ δέ τις ἀρχὴν αἵματος μὴ λέγοι τὴν καρδίαν,
ἀλλὰ τὴν ἐν αὐτῇ ψυχήν, λεγέτω τὴν καρδίαν πρώτην ὑποδοχὴν τοῦ55

56

αἵματοσ‘. τὸ δὲ καὶ ἐπὶ πᾶν ἐφικτὸν ὁμοίως ἢ παραπλησίως. δυνάμει τοιοῦτόν ἐστι ‘τὸ κείμενον μέσον μᾶλλον δύναται μεταδιδόναι ὁμοίως δυνάμεώς τινος τοῖς κύκλῳ αὐτοῦ· ἡ δὲ καρδία μέση κεῖται· αὕτη ἄρα δυνήσεται ὁμοίως καὶ τοῖς πρὸς τῇ κεφαλῇ καὶ τοῖς πρὸς τοῖς ποσὶ
5μέρεσι χορηγεῖν ζωτικήν τινα δύναμιν, ἤπερ ὁ ἐγκέφαλος ἄνω κείμενοσ‘. τὸ δὲ ἢ παραπλησίως εἴρηται ἀντὶ τοῦ ἧττον ὁμοίως· ἢ γὰρ ὁμοίως πᾶσι χορηγεῖ ἢ ὀλίγον τι νεύει πρὸς τὸ ἀνομοίως χορηγεῖν. τὸ δὲ αἷμα ἔχει ἡ καρδία ὥσπερ τὸ ἀγγεῖον τὸν οἶνον. τὸν δὲ σπλῆνα εἶπεν ἀντί‐ ζυγον ἀντὶ τοῦ ὁμόζυγον· ὡς γὰρ ὁ δεξιὸς ὀφθαλμὸς ὁμόζυγον ἔχει
10τὸν ἀριστερόν, οὕτως καὶ τὸ ἧπαρ τὸν σπλῆνα. λέγει δὲ τὴν καρδίαν κεῖσθαι ἐν τοῖς ἔμπροσθεν τοῦ σώματος, ὅπως μὴ καταψύχηται, καὶ τὴν αἰτίαν ἐπήγαγε διὰ τοῦ πᾶσι γὰρ ἀσαρκότερον τὸ στῆθος, τὰ δὲ πρανῆ σαρκωδέστερα· ἐπεὶ γὰρ τὰ ἄλογα κυπτάζει καὶ διὰ τοῦτο δέχεται ἐν τοῖς πρανέσι τούς τε ὄμβρους τά τε ψύχη, ἐν δὲ
15τοῖς ὑπτίοις διὰ τὴν κάμψιν οὐδαμῶς, ὥστε καὶ θερμότερα, διὰ τοῦτο κἂν ἀσαρκωδέστερα τυγχάνῃ, τέθεικεν ἡ φύσις τὴν καρδίαν πρὸς τῷ στήθει. εἰ γὰρ ἔκειτο πρὸς τοῖς πρανέσιν, ἐπειδήπερ, ὡς εἴρηται, ἐν τούτοις δέχεται τοὺς ὄμβρους καὶ τὰ ψύχη, ἐψύχετο ἄν. διὰ τοῦτο καὶ σαρκωδέστερα γέγονε ταῦτα, ἵνα μὴ ταχέως διέρχηται διὰ τούτων εἰς τὴν
20καρδίαν τὸ ψῦχος. ἐν δὲ τοῖς ἀνθρώποις γέγονε τὰ πρανῆ ** διὰ τὴν αὐτὴν αἰτίαν, ἔχει δὲ τὸ στῆθος τὸ θερμὸν διὰ τὴν ἀπὸ τῶν χειρῶν φυλα‐ κήν. ἐπεὶ δὲ τὸ ὀξὺ τῆς καρδίας ἐν μὲν τοῖς ἄλλοις ζῴοις πρὸς τῷ στήθει κεῖται (τοῦτο γάρ ἐστι τὸ ἔμπροσθεν, ὥσπερ ἡ κεφαλὴ τὸ ἄνω) ἐν δὲ τοῖς ἰχθύσιν οὐχ οὕτω κεῖται, ἀλλὰ πρὸς τῇ κεφαλῇ, ἐπήγαγε τὸ ὅτι δὲ καὶ
25ἐν τοῖς ἰχθύσιν ἡ καρδία ὁμοίως κεῖται, τουτέστιν ἔμπροσθεν, κἂν πρὸς τῇ κεφαλῇ κειμένη οὐ φαίνεται εἰς τὸ ἔμπροσθεν κεῖσθαι, ἀλλ’ εἰς τὸ ἄνω, δῆλον· ἐν γὰρ τοῖς ἰχθύσι τὸ ἔμπροσθεν ἡ κεφαλή ἐστι. πῶς δὲ ἐν τοῖς ἰχθύσιν ἡ κεφαλή ἐστι τὸ ἔμπροσθεν, κατασκευάζων ἐπήγαγεν ἐπὶ ταύτην γὰρ ἡ κίνησις· ἐφ’ ὃ δὲ ἡ κίνησις, τοῦτό ἐστι τὸ ἔμπροσθεν.
30ἔχει δὲ καὶ νεύρων πλῆθος ἡ καρδία εὐλόγως· ἀπὸ ταύτης γὰρ αἱ κινήσεις πᾶσαι περαίνονται. πῶς δὲ ἀπὸ ταύτης περαίνονται, ἐπήγαγε τὸ διὰ τοῦ ἕλκειν καὶ ἀνιέναι· ἕλκουσα γὰρ ἡ καρδία διὰ τῶν ἐξ αὐτῆς νεύρων τὰ τῆς πορείας ὄργανα καὶ πάλιν ἀνιεῖσα, κινεῖ τὸ ζῷον. ἐπεὶ οὖν διὰ τῶν νεύρων κινεῖ τὸ ζῷον, δεῖ αὐτῇ τῆς ἀπὸ τῶν νεύρων ὑπηρεσίας καὶ ἰσχύος.
35διὰ ταύτην ἄρα τὴν αἰτίαν ἐστὶ καὶ τῶν νεύρων ἀρχὴ ἡ καρδία. λέγει δὲ καὶ διὰ τί αἱ τῶν μεγάλων ζῴων καρδίαι ἀνὰ τρεῖς ἔχουσι κοιλίας, ἄλλαι
δὲ ἀνὰ δύο, πρὸς δὲ τούτοις καὶ διὰ τί οὐδεμία καρδία ἀκοίλιός ἐστιν,56

57

ἀλλὰ τοὐλάχιστον τέως μίαν ἔχει· τὸ γὰρ μίαν δὲ πᾶσαι, ἴσον ἐστὶ τῷ ‘οὐκ ἔστι δέ τις καρδία, ἵνα τέως μίαν μὴ ἔχῃ· τρεῖς μὲν γὰρ μὴ ἔχειν μηδὲ δύο εὕρηνται πολλαί, μηδεμίαν δὲ οὐδεμία ὦπται‘. καὶ ἡ αἰτία τοῦ τίνος χάριν ἔχει μίαν εἴρηται· ἀνάγκη γὰρ ἀρχὴν οὖσαν τοῦ αἵματος τὴν
5καρδίαν ἔχειν ἀγγεῖον τὸ ὑποδεξόμενον τὸ αἷμα· ἐπεὶ δὲ αἱ ἀρχηγοὶ καὶ πρῶται καὶ ῥίζαι τῶν ἄλλων φλεβῶν δύο εἰσίν, ἥ τε μεγάλη καὶ ἡ καλου‐ μένη ἀορτή, βέλτιον καὶ τὰς ἀρχὰς αὐτῶν κεχωρίσθαι, ἀρχαὶ δὲ τῶν τοιού‐ των δύο φλεβῶν τὸ ἐν τῇ καρδίᾳ αἷμα. βέλτιον οὖν τὸ καὶ τὸ ἐν τῇ καρδίᾳ αἷμα κεχωρισμένον εἶναι καὶ διάφορον τὸ ἐξ οὗ γέγονεν ἡ μεγάλη πρὸς
10τὸ ἀφ’ οὗ ἡ ἀορτή· διάφορον δὲ οὐκ ἂν ἦν, εἰ μὴ δύο ἦσαν αἱ ἐν τῇ καρδίᾳ κοιλίαι, καὶ ἐν θατέρᾳ μὲν ἦν τὸ ἀφ’ οὗ ἡ μεγάλη φλὲψ γέγονεν αἷμα, ἐν δὲ τῇ λοιπῇ τὸ ἀφ’ οὗ ἡ ἀορτή. δι’ ἣν μὲν οὖν αἰτίαν ἀνάγκη πρὸς τῇ μιᾷ καὶ ἄλλην εἶναι κοιλίαν ἐν τῇ καρδίᾳ εἴρηται· δι’ ἣν δὲ καὶ τρίτη προσευρίσκεται, ἐπάγει λέγων ‘ἀνάγκη καὶ τρίτην εἶναι ἐν τοῖς μεγά‐
15λοις, ὅπως ᾖ ἀρχὴ τῶν λοιπῶν δύο· δύο γὰρ οὐσῶν τῶν κοιλιῶν τίνος ἂν ἕνεκα ἡ ἐν τῷ δεξιῷ μέρει φέρε εἰπεῖν ἀρχὴ ἦν τῆς ἐν τῷ ἀριστερῷ, καὶ οὐχ αὕτη ἐκείνης; διὰ τοῦτο καὶ μέσου τινὸς ἐδέησεν, ἵν’ ᾖ τὸ περισσὸν καὶ τρίτον ἀρχὴ τῶν λοιπῶν δύο‘. τὸ δὲ ὥστε μεγέθους δεῖ μείζονος αὐταῖς ἀεὶ ἴσον ἐστὶ τῷ ‘ὥστε ταῖς μελλούσαις ἔχειν καρδίαις τρεῖς κοι‐
20λίας ἀνάγκη μέγεθος ἔχειν· εἰ γὰρ μὴ ὦσι μεγάλαι, πῶς ἂν χωρήσωσι τὰς τρεῖς κοιλίας; σαφῆ δὲ τὰ ἑξῆς. Διὰ τί δὲ καθαρώτατον τὸ ἐν τῇ μέσῃ τῆς καρδίας κοιλίᾳ αἷμά ἐστι, σαφῶς ἐκτίθεται λέγων δεῖ γὰρ τὴν ἀρχήν, λέγων ἀρχὴν τὴν αἰσθητικὴν ψυχὴν καὶ ὅλως πᾶσαν ψυχὴν τὴν ἐν τῇ καρδίᾳ καθιδρυ‐
25μένην, δεῖ οὖν, φησί, τὴν ἀρχὴν ἠρεμεῖν· ἠρεμήσειε δ’ ἂν καθαροῦ τοῦ αἵματος ὄντος καὶ μέσου τῷ τε πλήθει καὶ τῇ θερμότητι. εἰ γὰρ ὑπερβάλλῃ ἢ τῷ πλήθει ἢ τῇ θερμότητι, ταραχὴν παρέξει τῇ ἀρχῇ. λέγει δὲ τὴν καρδίαν ἔχειν διαίρεσιν καὶ οἱονεὶ ῥαφήν, οἷα τυγχάνει ὄντα τὰ χαράγματα τὰ ἐν τῷ μέρει τῆς χειρός, ὃ καλεῖται θέναρ. τοιαύτην δή τινα διαίρεσιν ἔχειν λέγει
30τὴν καρδίαν· οὔκ εἰσι δὲ συναφεῖς καὶ συνεχεῖς ὑπὸ τῶν τοιούτων διαιρέ‐ σεων αἱ καρδίαι ὥσπερ τὰ ἐκ διαφόρων τινῶν καὶ ἀνομοίων μερῶν συγ‐ κείμενα. τὰ γὰρ ἀνομοιομερῆ, ὥσπερ αἱ ἐπιφάνειαι φέρε εἰπεῖν, ὑπὸ τῶν γραμμῶν συνεχίζονται, καὶ ταῦτα ὑπὸ τῶν τοιούτων ῥαφῶν· αἱ δὲ καρδίαι ὁμοιομερεῖς οὖσαι ἑαυταῖς ἔχουσι τὰς ῥαφὰς οἱονεὶ διαρθρώσεις καὶ ῥαφάς,
35οἷαί εἰσι καὶ αἱ ἐν τοῖς δακτύλοις ᾗ κάμπτονται ῥαφαί· φανερῶς γὰρ φαί‐
νονται, καὶ μάλιστα ἐν ταῖς περιφερείαις, καθ’ ἃς κάμπτονται οἱ τῶν χειρῶν57

58

δάκτυλοι, ῥαφαί τινες, ἃς ῥαφὰς καὶ ἄρθρα ὀνομάζει πολλάκις, διὰ τὸ ἐν τοῖς ἄρθροις εὑρίσκεσθαι περικειμένας. ἀλλ’ αἱ μὲν τῶν αἰσθητικῶν καρ‐ δίαι, φησίν, εἰσὶν ἀρθρωδέστεραι, τουτέστιν ἔχουσιν εἰς βάθος ἐνσεση‐ μασμένας καὶ διὰ τοῦτο διαδηλοτέρας τὰς τοιαύτας ῥαφάς, τῶν δὲ νωθρο‐
5τέρων ἀναρθρότεροι ἤγουν ἐπιπόλαιοι αἱ ῥαφαὶ τούτων εἰσί, καὶ οὐ διά‐ δηλοι, ἀλλ’ ἀμαυραί. λέγει δὲ καὶ διὰ τί τὰ μεγάλας ἔχοντα τὰς καρδίας δειλά ἐστι, καί φησιν ὅτι ἐπεὶ ὁ φόβος γίνεται ψυχρανθέντος τοῦ αἵματος, ἐν δὲ τῇ μεγάλῃ καρδίᾳ μικρὸν ὂν τὸ αἷμα (λέγει μικρὸν τὸ ὀλίγον) ὀλίγον οὖν ἐν ταύτῃ ὂν τὸ αἷμα ψύχεται διὰ τὸ μὴ ἀνάλογον ἔχειν τῷ
10μεγέθει αὐτῆς τὸ θερμόν, δῆλον τὸ διὰ τί δειλά ἐστι τὰ μεγάλας ἔχοντα τὰς καρδίας. παραπλήσιον δὲ ταύτῃ εἰσὶ ψυχραὶ καὶ αἱ μεγάλαι κοιλίαι, ὁμοίως δὲ καὶ αἱ μεγάλαι φλέβες. ὡς γὰρ τὸ αὐτὸ καὶ ἓν ἀριθμῷ πῦρ ἐν μὲν μεγάλῃ οἰκίᾳ τεθὲν ἧσσον θερμαίνει, ἐν δὲ βραχυτάτῃ μᾶλλον, οὕτως καὶ ἐν ταῖς μικραῖς καρδίαις ἢ φλεψὶ τὸ αὐτὸ θερμὸν μᾶλλον θερ‐
15μαίνει, ἧττον δὲ ἐν ταῖς μεγάλαις. ἄλλως τε ἐπειδὴ αἱ ἀλλότριαι κινήσεις, οἷον ἀνέμων καὶ ἀέρος, καταψύχουσιν ἕκαστον τῶν θερμῶν (εἰ γάρ τι θερμὸν ὂν ἐν ἀνέμῳ ἢ ἀέρι ὑπ’ ἀνέμου κινουμένῳ τεθείη, ψυχρὸν γίνεται), ἐν δὲ ταῖς εὐρυχωροτέραις καρδίαις ἢ φλεψὶν ἢ κοιλίαις ἔνεστι πολὺ πνεῦμα, ἀνάγκη ὑπὸ τούτου ψύχεσθαι τὸ ἐν αὐταῖς αἷμα· καὶ διὰ τοῦτο οὐδὲ
20πίονά ἐστι τὰ μεγαλόφλεβα καὶ μεγαλοκοίλια, ὅτι ὀλίγον τὸ ἐν αὐταῖς θερ‐ μόν, τὸ δὲ πῖον πέψις ἐστὶν αἵματος διὰ θερμοῦ. λέγει δὲ καὶ τίνος ἕνεκα τὰ μὲν ἄλλα σπλάγχνα ὑπομένει χαλεπὰ πάθη, ἡ καρδία δὲ οὐδαμῶς, ἀλλ’ ἄν τι τοιοῦτον περὶ αὐτὴν συμβῇ, εὐθὺς φθείρεται τὸ ζῷον. οἱ δοθιῆνες δὲ εἶδός ἐστι φυμάτων. περὶ δὲ τὴν τραχεῖαν ἀρτηρίαν καὶ ἐν τῷ ἥπατι
25περὶ τὸ μέρος ἐκεῖνο, καθ’ ὃ συνάπτει ἐν αὐτῷ ἡ μεγάλη φλέψ, λέγει μηδ’ ὅλως γίνεσθαι ὑπομονὴν καὶ καρτερίαν χαλεποῦ πάθους. διὰ τί; ὅτι κατὰ ταῦτα τὰ μέρη κοινωνοῦσι τῇ καρδίᾳ, ὥστε τὸ γεγονὸς ἐν τούτοις πάθος εὐθὺς ὑπὸ τούτων διαδιδόμενον εἰς τὴν καρδίαν φθείρει τὸ ζῷον. καὶ διά τινα δὲ πάθη εἰ ἀποθάνοι ζῷον καὶ ἀνατμηθῇ, ὁρᾶταί τι πάθος περὶ τὴν
30καρδίαν αὐτοῦ· εἰ μὴ γὰρ εἰς αὐτὴν φθάσει τὸ πάθος, οὐκ ἀποθνήσκει τὸ ζῷον. Λέγει δὲ καὶ διὰ τί δύο εἰσὶν αἱ μεγάλαι φλέβες, καὶ ἀπὸ μιᾶς ἀρχῆς τῆς καρδίας. ἀπὸ μὲν οὖν μιᾶς ἀρχῆς λέγει εἶναι αὐτὰς διὰ τὸ καὶ τὴν αἰσθητικὴν ψυχὴν μίαν εἶναι. μιᾶς δὲ οὔσης ταύτης τῆς ψυχῆς εὔλογον καὶ τὸ
35ταύτην ἔχον μόριον ἓν εἶναι· ἀμερὴς γὰρ οὖσα καὶ ἀσώματος, πῶς ἐνδέχεται ἐν πλείοσι μέρεσι τὴν οὐσίαν αὐτῆς εὑρίσκεσθαι; ἀλλ’ ἐν μὲν τοῖς ἐναίμοις
καὶ πᾶσι τοῖς γεννῶσιν ὅμοια ἑαυτοῖς ἐστιν ἡ αἰσθητικὴ ψυχὴ καὶ δυνάμει58

59

καὶ ἐνεργείᾳ, ἐνεργείᾳ μέν, καθὸ ἔχουσι τὴν τοιαύτην ψυχὴν ἐνεργείᾳ, δυνάμει δέ, καθὸ δύνανται μεταδοῦναι τοιαύτης ψυχῆς καὶ τοῖς ἐξ αὐτῶν γινομένοις· ἐν δὲ τοῖς μὴ γεννῶσιν ὅμοια ἑαυτοῖς, οἷά ἐστι τὰ ἐκ σήψεως γινόμενα, ἐνεργείᾳ μόνον, καθὸ ἤδη ἔχουσιν αὐτήν, οὐδαμῶς δὲ δυνάμει,
5διότι οὐ γεννῶσιν ὅμοια ἑαυτοῖς, ἵνα ἐκ τούτου ἔχωσι δύναμιν τοῦ καὶ ἄλλοις διδόναι. ὅτε οὖν ἔστιν ἡ τοιαύτη ψυχὴ ἐνεργείᾳ ἐν τῇ καρδίᾳ, ἀνάγκη τότε ἐν αὐτῇ εἶναι καὶ τὴν τοῦ αἵματος ἀρχήν· αὕτη γὰρ ἡ ψυχὴ ἐστὶν αἰτία καὶ τοῦ εἶναι τὸ αἷμα ὑγρὸν καὶ θερμόν. διότι μὲν οὖν ἐστιν ἡ αἰσθητικὴ ψυχὴ ἐν τῇ καρδίᾳ, διὰ τοῦτο καὶ τὸ αἷμά ἐστιν ἐν αὐτῇ,
10διὰ δὲ τὴν τοῦ αἵματος ἑνότητα, ἤτοι διὰ δὲ τὸ αἷμα ἐν αὐτῇ ἠθροῖ‐ σθαι, διὰ τοῦτο καὶ αἱ φλέβες εἰσὶν ἀπ’ αὐτῆς. δύο δὲ τυγχάνουσιν οὖσαι, ὅπερ προὔκειτο ζητῆσαι, διὰ τὸ καὶ τὰ τῶν ζῴων σώματα διμερῆ εἶναι. εὐθὺ γὰρ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν δύο καὶ οὐχ ἕν, καὶ τὸ ἄνω δὲ καὶ τὸ κάτω δύο, ὁμοίως δὲ καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν. λέγει δὲ καὶ
15τὴν μεγάλην φλέβα πάντα ἔχειν τὰ ἔναιμα, ἔνια δὲ τὴν ἀορτὴν ἀφανῶς. σαφῆ δὲ τὰ ἑξῆς· ἐν δὲ τῇ λέξει τῇ καὶ ἄλλους αἰεὶ πρὸς τὸ πάντῃ μεταδιδόναι, λείπει ἡ εἰς πρόθεσις, ἵν’ ᾖ τὸ πλῆρες ‘εἰς πολλοὺς ὀχετοὺς καὶ ἐκ τούτων εἰς ἄλλους πρὸς τὸ πάντῃ μεταδιδόναι‘. τὰ δὲ περὶ τῶν τάφρων, ἃς ὁ πολὺς ἄνθρωπος τράφους καλεῖ, δῆλον ὅτι αἱ μὴ εἰς βάθος,
20ἀλλ’ ἐπιπολαίως ὀρωρυγμέναι ταχέως ἀφανίζονται ὑπὸ τῆς ἰλύος, ἣν κατ‐ άγει τὸ ὕδωρ, αἱ δὲ μὴ τοιαῦται βραδέως. δῆλον δὲ καὶ ὅτι καθαιρομένης πάλιν τῆς ἰλύος φαίνονται αἱ τάφροι. λέγει δὲ καὶ ὅτι ἐπειδὰν ἐλάσσους αἱ φλέβες γένωνται, δίοδος αἵματος ἐν αὐταῖς οὐ γίνεται δι’ ἣν ἔχει παχύ‐ τητα. καὶ αἵματος μὲν δίοδος οὐ γίνεται ἐν αὐταῖς, γίνεται δὲ τοῦ περιτ‐
25τώματος, ὃ καλοῦμεν ἱδρῶτα· λεπτότατον γὰρ τοῦτο. λέγει δὲ καὶ ὅπως συνέβη τισὶ διὰ καχεξίαν ἱδρῶσαι αἷμα, καί φησι ‘γενομένου γὰρ τοῦ σώματος αὐτῶν ῥυάδοσ‘, καὶ σαφηνίζων, τί δηλοῖ ἡ ῥυάς, ἐπήγαγε τὸ καὶ μανο. ῥυάδος γὰρ καὶ μανοῦ γενομένου τοῦ σώματος, ὑγροῦ δὲ τοῦ αἵματος διὰ τὴν ἀπεψίαν, καὶ μὴ δυναμένου τοῦ σώματος δι’ ἣν πέπονθε
30μανότητα καὶ ἀραιότητα τὴν τοιαύτην κατέχειν ὑγρότητα, συμβαίνει αἱμα‐ τώδεις ἱδρῶτας ἐκκρίνεσθαι ἀπ’ αὐτοῦ. λέγει δὲ καὶ τὴν ὑπερβολὴν δισσὴν εἶναι ἢ τῷ ποσῷ ἢ τῷ ποιῷ. τῷ μὲν ποιῷ φέρε εἰπεῖν τῆς δυσπεψίας ὑπερβάλλει ὁ τυρός· ὁ γὰρ Καρναῖος τυρὸς δυσπεπτότερός ἐστιν, εἰ τύχῃ, ἀλεκτορίδος· ὑπερβάλλει οὖν ὁ τοιοῦτος τυρὸς καὶ νικᾷ τὴν ἀλεκτορίδα οὐ
35τῷ ποσῷ (σμικρότατος γάρ), ἀλλὰ τῷ ποιῷ. αἱ δὲ πέντε ἀλεκτορίδες ὑπερβάλλουσι τὴν μίαν οὐ τῷ ποιῷ (εὐχυμόταται γὰρ πᾶσαι), ἀλλὰ τῷ ποσῷ. τὰς δὲ αἱμορροίας λέγει γίνεσθαι ἐκ τῆς τραχείας ἀρτηρίας
μετὰ βίας· μετὰ γὰρ βηχῶν καὶ ὀδυνῶν ἀποπτύονται. διεστῶσαι δὲ59

60

ἄνωθεν (λέγων ἄνωθεν τὴν καρδίαν) ἄνωθεν οὖν ἐκ τῆς καρδίας διεστῶσαι καὶ εὐθὺ χωριζόμεναι αἱ δύο φλέβες, ἥ τε μεγάλη καὶ ἡ ἀορτή, κάτω δὲ πρὸς τοὺς μηροὺς καὶ ἄνω ὁμοίως πρὸς τῇ κεφαλῇ ἐναλλάσσουσαι αὐταί τε καὶ αἱ ἀπ’ αὐτῶν φυόμεναι φλέβες, καὶ αἱ μὲν πρὸς τὰ δεξιὰ κείμεναι
5γινόμεναι πρὸς τὰ ἀριστερά, ἐκεῖναι δὲ πρὸς τὰ δεξιά, συνέχουσι τὸ σῶμα. σαφῆ δὲ τὰ ἑξῆς. Ἐν δὲ τῇ λέξει τῇ ὥστε ἐν τῷ πνεύματι αὐτῶν εἶναι τὸ τέλος τοῦ ζῆν ἴσον ἐστὶν τῷ ἕως ἂν ἀναπνέῃ, ἕως τότε καὶ ζῇ. ὄργανον δὲ τοῦ ἀναπνεῖν ἐστιν ὁ πνεύμων· τὴν δὲ ἀρχὴν τοῦ εὐρύνε‐
10σθαι καὶ πάλιν συστέλλεσθαι ἔχει ὁ πνεύμων ἀπὸ τῆς καρδίας. τοῦ Πλάτωνος δὲ λέγοντος ὅτι κεῖται δὲ ἡ καρδία ὑπὸ τὸν πνεύμονα διὰ τὴν ἅλσιν (διότι γάρ, φησίν, ἅλλεται ἡ καρδία, τέθεικεν αὐτὴν ἡ φύσις ἐπάνω τοῦ πνεύμονος, ἵνα ἐν αὐτῷ σομφῷ ὄντι καὶ μαλακῷ προσκρούουσα μὴ βλάπτηται· εἰ γὰρ μὴ τοῦτον τέθεικεν ἐπάνω αὐτῆς, προσέκρουεν ἂν
15στερεοῖς τισι καὶ ἐβλάπτετο), ταῦτα τοῦ Πλάτωνος λέγοντος ἐπάγει τὸ ‘τὸ δὲ διὰ τὴν τῆς καρδίας ἅλσιν γενέσθαι τὸν πνεύμονα, ἵνα ἐν αὐτῷ προσ‐ πταίῃ ἡ καρδία καὶ μὴ ἐν στερεῷ τινι, οὐ καλῶς εἴρηται· ἐν πολλοῖς γὰρ πλεῖστον ἀφέστηκεν ἡ καρδία τοῦ πνεύμονος, ὥστε μηδὲ προσεγγίζειν αὐτῷ κἂν λίαν ἅλληται, ἔν τισι δὲ οὐδὲ ὑπὸ τὸν πνεύμονα κεῖται, ἀλλ’
20ἐπάνω αὐτοῦ‘. τὸ δὲ φαινόμενον ἐν τοῖς ὄρνισιν αἱματῶδες ἰστέον ὅτι οὐκ ἔστιν ὁ πνεύμων, ἀλλὰ τὸ ἧπαρ· ὁ δὲ πνεύμων αὐτῶν ἐστι τὸ κεί‐ μενον ἐν τῇ ῥάχει καὶ ἁπτόμενον αὐτῆς μακρὸν καὶ φλεβῶδες. τὸν δὲ ἀφρὸν λέγει ἐκ μεγάλου μικρὸν γίνεσθαι διὰ τὸ ἐξέρχεσθαι τὸν ἐν αὐτῷ ἀέρα· τοῦ γὰρ τοιούτου ἀέρος ἐξερχομένου συστέλλεται ὁ ἀφρὸς εἰς
25ἐλάττονα ὄγκον. ἄδιψοι δὲ καὶ ὀλιγόποτοί εἰσιν οἱ ὄρνιθες διὰ τὸ τὸν πνεύμονα αὐτῶν ὀλίγαιμον εἶναι καὶ διὰ τοῦτο ψυχρόν. τοῦτο δὲ αἴτιον τοῦ καὶ τοὺς ὄρνιθας πολὺν χρόνον ὑπὸ τὸ ὕδωρ εἶναι· ξηρὸς γὰρ ὢν διὰ τὴν ὀλιγαιμίαν καὶ σομφὸς ὁ πνεύμων αὐτῶν, καὶ διὰ μὲν τὴν ὀλιγαιμίαν, ὡς εἴρηται, ψυχρός, διὰ δὲ τὴν σομφότητα πολὺν ἔχων ἀέρα, ἱκανῶς
30ἐμψύχονται ὑπ’ αὐτοῦ, καὶ διὰ τοῦτο οὐ δεῖται τοῦ θύραθεν ἀέρος· τούτου δὲ μὴ δεόμενα οὐδὲ σπεύδει γενέσθαι ἐκτὸς τοῦ ὕδατος. λέγει δὲ καὶ ὅτι οὐδὲν τῶν ζῳοτόκων τρωγλοδυτεῖ· θερμὰ γὰρ ὄντα ὄρθιά ἐστι, τὸ δὲ ὄρθιον οὐ δύναται ὑπὸ τὴν τρώγλην εἰσέρχεσθαι, ὥσπερ οἱ σαῦροι· οὗτοι γάρ, καίπερ ὑπόποδες ὄντες, ὅμως διὰ τὴν τῶν σκελῶν βραχύτητα καὶ
35μᾶλλον διὰ τὸ μὴ ὄρθιοι εἶναι, οὐκ ἐμποδίζονται εἰσέρχεσθαι, καθάπερ οὐδὲ οἱ ὄφεις. ὅλως μὲν οὖν ὁ πνεύμων ἐστὶ χάριν τοῦ ἀναπνεῖν. τὸ δὲ
γένους τινός πρόσκειται, διότι οὐ πάντα ἀναπνεῖ. ἔστι δὲ ὁ πνεύμων60

61

καὶ ἄναιμος καὶ τοιοῦτος, τουτέστι καὶ ἔχων αἷμα· τινῶν μὲν γὰρ ὁ πνεύμων ἔχει αἷμα, τινῶν δὲ ἔχει μέν, ἀλλὰ πάμπαν ὀλίγον, ὥσπερ ὁ τῶν ὀρνίθων· τοὺς γὰρ ὀλιγαίμους πνεύμονας εἶπε καὶ ἀναίμους. Τοῦ δὲ σπληνὸς παραπλησίαν ἔχοντος τὴν φύσιν τῷ ἥπατι,
5πῇ μὲν δοκεῖ τὸ ἧπαρ μονοφυὲς εἶναι, πῇ δὲ διφυές· ᾗ μὲν γὰρ διαφέρει σπληνός, ταύτῃ δόξειεν ἂν μονοφυές, ᾗ δὲ κοινωνεῖ αὐτῷ, ταύτῃ διφυές. αἴτιον δὲ τοῦ διφυὲς εἶναι δοκεῖν καὶ μονοφυὲς τό τε διφυῆ μὲν εἶναι τὴν τοῦ σώματος φύσιν, συντελοῦσαν δὲ πρὸς μίαν ἀρχήν, λέγων πάλιν ἀρχὴν ἢ τὴν καρδίαν ἢ τὴν ἐν αὐτῇ ψυχήν. ὡς μὲν οὖν διφυὲς τὸ σῶμα δοκεῖ
10καὶ τὸ ἧπαρ διφυὲς εἶναι, ὡς δὲ συντελοῦν πρὸς μίαν ἀρχήν, ταύτῃ πάλιν μονοφυὲς δόξειεν ἂν εἶναι. τὰ δὲ ἑξῆς σαφῆ. τὸ δὲ ἐνίοις δὲ κἀκεῖ τὸ κἀκεῖ ἀντὶ τοῦ τοῖς ᾠοτόκοις· κἀκεῖ δὴ ἐν τοῖς ᾠοτόκοις ἐπιδήλως διέστηκε τὸ ἧπαρ, ὥσπερ ἐν τοῖς ζῳοτόκοις. πάντα δέ, φησί, τὰ κάτω τοῦ ὑποζώματος σπλάγχνα χάριν τῶν φλεβῶν εἰσι· μετεώροις γὰρ οὔσαις
15ὑπέστρωσεν αὐταῖς ἡ φύσις τὰ σπλάγχνα, ἵνα ἀνέχωσιν αὐτάς. ὥσπερ γὰρ ἀγκύρας τινὰς καὶ βοηθείας τῶν φλεβῶν πεποίηκεν αὐτὰς ἡ φύσις, ἵνα μὴ τέμνωνται ὑπὸ τούτων ἀνεχόμεναι. βέβληνται δὲ ὑπ’ αὐτὰς τὰ σπλάγχνα διὰ τῶν ὑποτεταμένων μορίων, τουτέστιν ὑπὸ τὰ ὑποτετα‐ μένα μόρια, λέγων ὑποτεταμένα μόρια τὰς ἀπὸ τῶν μεγάλων φλεβῶν σχιζο‐
20μένας φλέβας. καὶ ποῦ αἱ τοιαῦται φλέβες τέτανται λέγει, ὅτι ἀπὸ τῆς μεγάλης ἀρχόμεναι φλεβὸς τείνουσι πρός τε τὸ ἧπαρ καὶ τὸν σπλῆνα. προσλαμβάνουσι γὰρ καὶ ἑαυτοῖς τό τε ἧπαρ καὶ ὁ σπλὴν συμφύουσιν αὐτήν, ἤτοι τὴν μεγάλην φλέβα, διὰ μέσων τῶν λοιπῶν σπλάγχνων. ὥσπερ γὰρ εἰ νοήσειέ τις δύο ἄνδρας ἱσταμένους τὸν μὲν πρὸς τῇ ἀρχῇ τοῦ
25καμπτῆρος τὸν δὲ πρὸς τῷ τέλει, κατέχοντας ἐν ταῖς χερσὶν ἑνὸς σχοινίου τὰ ἄκρα καὶ τείνοντας αὐτό, μεταξὺ δὲ τῶν δύο τούτων ἀνδρῶν ἄλλους ἐπ’ εὐθείας ἱσταμένους καὶ ἀνέχοντας τὸ τοιοῦτον σχοινίον διὰ τῶν ὤμων, ἀλλ’ ἔστω καὶ τοῦτο ὅτι ὁ πρὸς τῇ ἀρχῇ τοῦ καμπτῆρος ἱστάμενος δέδωκε τῷ μετ’ αὐτὸν τὸ ἄκρον τοῦ σχοινίου κἀκεῖνος τῷ μετ’ ἐκεῖνον, καὶ οὕτως
30ἐφεξῆς ἕως τοῦ ἱσταμένου πρὸς τῷ πέρατι τοῦ καμπτῆρος, καὶ εἰ τοῦτο γένοιτο, δυνάμεθα λέγειν ὅτι προσλαμβάνουσιν οἱ ἄκροι τὰ τοῦ σχοινίου ἄκρα διὰ τῶν μεταξὺ ἀνδρῶν, τοιοῦτόν τι καὶ ἐνταῦθα γίνεται καὶ προσ‐ λαμβάνουσι τῇ συστάσει τῶν ζῴων, ἤτοι πρὸς σύστασιν τῶν ζῴων. ταῦτα οὖν (λέγω ταῦτα τό τε προσλαμβάνεσθαι τὴν φλέβα διὰ τῶν σπλάγχνων
35εἰς τὸ ἧπαρ καὶ τοὺς νεφρούς) ταῦτα οὖν γίνεται διὰ μέσων τῶν σπλάγχνων πρὸς σύστασιν τῶν ζῴων. λέγει δὲ ὅτι καὶ ἡ καρδία ἀναγκαία ἐστὶ τοῖς ζῴοις· δεῖ γὰρ αὐτὴν εἶναι οἷον ἑστίαν καὶ οἴκημα καὶ τὸ ὅλον ἀκρόπολιν,
ἐν ᾗ ὥσπερ τις βασιλεὺς κείσεται τὸ τῆς φύσεως ζωπυροῦν. τοῦτο δ’ ἂν61

62

εἴη ἢ τὸ ἔμφυτον θερμὸν ἢ αἰσθητικὴ ψυχή. ὁ δὲ σπλήν, φησί, κατὰ συμβεβηκὸς ἐξ ἀνάγκης ὑπάρχει τοῖς ἔχουσιν, ὥσπερ καὶ τὰ περιττώματα. ὡς γὰρ οὐκ ἔχει σκοπὸν ἡ φύσις περίττωμα ποιῆσαι, ἀλλ’ ἐξ ἀνάγκης γίνεται τοῦτο, διὰ τὸ μὴ δύνασθαι ἅπασαν τὴν ξηρὰν καὶ ὑγρὰν
5τροφὴν πεφθῆναι, καὶ γίνεται μὲν ἐξ ἀνάγκης διὰ τὴν ὕλην, κατὰ συμ‐ βεβηκὸς δέ, ὅτι μὴ ἔχει σκοπὸν ἡ φύσις περίττωμα ποιῆσαι, οὕτω καὶ ἐπὶ τοῦ σπληνός· οὗτος γὰρ ἀντισπῶν καὶ ἕλκων πρὸς ἑαυτὸν τὰς περιττευ‐ ούσας ἰκμάδας ἐκ τῆς κοιλίας καὶ συμπέττων, αἱματώδης ὢν συνίσταταί τε καὶ ἔστιν· ὥστε διὰ μὲν τὴν τοιαύτην ἰκμάδα ἐξ ἀνάγκης ἐστί, διὰ δὲ τὸ
10μὴ σκοπὸν ἔχειν σπλῆνα ποιῆσαι, κατὰ συμβεβηκὸς ἐνυπάρχει τοῖς ἔχουσιν. εἰ μὲν οὖν σύμμετρός ἐστιν ἡ τοιαύτη ἰκμάς, ὥστε δύνασθαι ὑπὸ τῆς τοῦ σπληνὸς θερμότητος συμπέττεσθαι, ὑγιεινὰ καὶ εὔχροα τὰ σώματα τυγ‐ χάνει· ἂν δὲ τὸ περίττωμα πλέον ᾖ καὶ νικῴη τὴν τοῦ σπληνὸς θερμότητα, νοσακερὰ καὶ ὠχρὰ τὰ σώματα γίνεται πληρωθέντα τροφῆς. καὶ διὰ τὸ
15τὴν τοιαύτην ὑγρότητα πρὸς τὸν σπλῆνα ἐκ τῆς κοιλίας ἕλκεσθαι καὶ παλίρροιαν πρὸς αὐτὸν γίνεσθαι, σκληραὶ καὶ λιθώδεις τοῖς σπληνιῶσιν αἱ κοιλίαι γίνονται, ὥσπερ καὶ τοῖς λίαν οὐρητικοῖς, λέγων λίαν οὐρητικοὺς ὧν ἐν τῇ κύστει πολὺ τὸ περίττωμα συναθροίζεται· καὶ ἐν τούτοις γὰρ ὥσπερ καὶ τοῖς σπληνιῶσι πολὺ τὸ ὑγρὸν ἐκ τῆς κοιλίας διὰ μέσων τῶν
20νεφρῶν, ὡς ἐρεῖ, ἀντισπᾶται. οἷς δὲ οὐ γίνεται πολλὴ ἡ περίττωσις, ἐξ ἧς ὁ σπλὴν συνίσταται καὶ τὸ εἶναι ἔχει, τοῖς μὲν οὐ μέγας ἐστὶν ὁ σπλήν, τοῖς δὲ σμικρότατος, ὅπερ ἐδήλωσε διὰ τοῦ εἰπεῖν σημείου χάριν. ἀλλὰ καὶ ἐν τοῖς τετράποσι τοῖς ᾠοτόκοις μικρὸς καὶ στιφρός ἐστι, λέγων στιφρὸν τὸ μανὸν καὶ ξηρόν, ὥσπερ ἐστὶν ὁ μὴ βεβρεγμένος σπόγγος. ἐπεὶ δὲ ὁ
25σπλὴν ἐκ τῆς ὑγρότητος τρέφεται, ὡς εἴρηται, τὰ δὲ ἔχοντα τὸν πνεύμονα σομφὸν καὶ ὀλίγαιμον ὀλιγοποτεῖ, τὰ δὲ ὀλιγοποτοῦντα ἔνδειαν ἔχει ὑγρό‐ τητος, διὰ ταύτην τὴν αἰτίαν τὰ τὸν πνεύμονα σομφὸν ἔχοντα ἔχει τὸν σπλῆνα μικρόν. ὀλιγοποτεῖ δὲ τὰ ἔχοντα τὸν πνεύμονα σομφὸν διὰ τὸ ὀλίγαιμον καὶ οἱονεὶ κενὸν εἶναι· τὸ δὲ ὀλίγαιμον ψυχρόν ἐστιν, ἡ δὲ δίψα
30γίνεται διὰ τὴν πνεύμονος θερμότητα. εἰ δὲ καὶ συμβαίῃ γενέσθαι τοῖς ὀλιγοποτοῦσι περίττωμα ὑγροῦ, εἰς πτερῶν ἢ λεπίδων σύστασιν τὸ τοιοῦτον ἀναλίσκεται. οἷς δὲ ἔνεστι κύστις καὶ ὁ πνεύμων ἔναιμος, τούτων ὁ σπλὴν ὑγρός ἐστι διὰ τὴν εἰρημένην αἰτίαν καὶ διὰ τὸ τὴν φύσιν τῶν ἀριστερῶν ὑγροτέραν εἶναι καὶ ψυχροτέραν· ἔδει γὰρ τὸν σπλῆνα, ὑγρὸν ὄντα καὶ ψυχρόν,
35κεῖσθαι πρὸς τὸ ὑγρὸν καὶ ψυχρὸν μέρος. καὶ ὁ μὲν σπλήν, ὡς εἴρηται, κατὰ συμβεβηκὸς ἐξ ἀνάγκης, οἱ δὲ νεφροὶ οὐχ οὕτως, ἀλλὰ τοῦ εὖ καὶ
καλῶς ἕνεκεν ** δι’ αὐτῶν εἰς τὴν κύστιν συναθροίζεσθαι τὴν τῆς ὑγρᾶς62

63

τροφῆς περίττωσιν. τὸ δὲ κατὰ τὴν ἰδίαν φύσιν ἴσον ἐστὶ τῷ χάριν τῆς περιττώσεως ταύτης γέγονεν ἡ τῶν νεφρῶν φύσις. Σαφῆ δὲ ἃ λέγει περὶ κύστεως, πλὴν ἐνίων· αὐτίκα δεῖται ἐπιστάσεως τὸ τοῖς ἔχουσι τὸν πνεύμονα ἔναιμον καὶ μέγαν, τούτοις
5ἀποδέδωκε κύστιν διὰ τοιαύτην αἰτίαν. ἀνάγκη γὰρ μεγάλου ὄντος καὶ ἐναίμου τοῦ πνεύμονος θερμὸν αὐτὸν εἶναι, θερμοῦ δὲ τούτου ὄντος ἀνάγκη διψητικώτατα τὰ τοῦτον ἔχοντα εἶναι· διψητικὰ δὲ ὄντα ἀνάγκη δι’ ἃς αἰτίας σαφῶς αὐτὸς λέγει, κύστιν ἔχειν. ὅσα δὲ τὸν πνεύμονα ἔχει σομφὸν καὶ πλήρη ἀέρος, ἀλλ’ οὐχ αἵματος (τὸ γὰρ πλῆρες αἵματος οὐ σομφόν)
10ὅσα οὖν σομφὸν ἔχει τὸν πνεύμονα καὶ διὰ τοῦτο ψυχρόν, ὀλιγόποτά ἐστι καὶ ἄδιψα. σαφῆ δὲ τὰ ἑξῆς. ἐν δὲ τῇ λέξει τῇ διὰ τὸ τρέπεσθαι εἰς ταῦτα τὸ περιγινόμενον τοῦ περιττώματος εἰς ταῦτα λέγει τὰς φολίδας καὶ τὰς λεπίδας. λέγει δὲ μὴ ἔχειν κύστιν ὅσα φολίδας ἔχει, πλὴν τῶν χελωνῶν· αἱ γὰρ χελῶναι, καίπερ οὖσαι φολιδωταί, ἔχουσι
15κύστιν. αἴτιον δ’ ὅτι αἱ μὲν θαλάττιαι χελῶναι ἔχουσι τὸν πνεύμονα σαρ‐ κώδη καὶ ἔναιμον καὶ διὰ τοῦτο θερμόν, καὶ διὰ τοῦτο διψητικώταται, αἱ δὲ χερσαῖαι μείζω τῆς ἀναλογίας τοῦ ὅλου σώματος αὐτῶν, καὶ διὰ τοῦτο καὶ θερμόν· μείζων γὰρ ὢν τῇ ἀναλογίᾳ νικᾷ καὶ ἡ ἐν αὐτῷ θερμότης. διά τοι τοῦτο καὶ αἱ κύστεις τῶν θαλαττίων χελωνῶν μείζους εἰσί, τῶν δὲ
20χερσαίων σμικρόταται. ἀλλ’ οὐδὲ νεφροὺς οὐδὲν ἔχει τῶν φολιδωτῶν ἢ λεπιδωτῶν πλὴν τῶν εἰρημένων χελωνῶν· ἔν τισι δέ, φησί, τῶν ὀρνίθων νεφροὶ μὲν οὐχ ὑπάρχουσιν, ἀλλὰ σαρκία πλατέα εἰς πολλὰ διεσπαρμένα, νεφροειδῆ ὄντα εὑρίσκεται, ἅπερ πλατέα καὶ νεφροειδῆ ἔχουσιν ἀντὶ νεφρῶν· τούτων γάρ ἐστι δηλωτικὸν τὸ ἀλλ’ ὡς τῆς εἰς τοὺς νεφροὺς τεταγ‐
25μένης σαρκὸς οὐκ ἐχούσης χώραν, καὶ τὰ ἑξῆς. εἴη δ’ ἂν τὸ τῆς λέξεως κατάλληλον τοιοῦτον ‘ἀλλ’ ἐν ἐνίοις τῶν ὀρνίθων οὐκ ἐχούσης χώραν τῆς σαρκὸς τῆς εἰς τοὺς νεφροὺς τεταγμένης, τουτέστι μὴ δυνη‐ θείσης συστῆναι καὶ εἰς ἕν τι συναθροισθῆναι τῆς σαρκὸς τῆς εἰς γένεσιν νεφρῶν ὑπὸ τῆς φύσεως δημιουργουμένης, ἀλλὰ τῇδε κἀκεῖσε διασπαρείσης
30καὶ εἰς πλείονα μέρη κατακερματισθείσης, ἀντὶ νεφρῶν ἔν τισιν αὐτῶν εὑρίσκεται πλατέα νεφροειδῆ‘. σαφῆ δὲ τὰ ἑξῆς. λέγει δὲ καὶ τοὺς νεφροὺς πάντων εἶναι κοίλους, τοὺς μὲν μᾶλλον, τοὺς δ’ ἧττον, πλὴν τῆς φώκης· τούτους δέ φησι στερεωτάτους εἶναι καὶ ναστοὺς καὶ μὴ ἔχοντας κοιλότητα ἢ κενὸν συγγενοῦς σώματος. λέγει δὲ καὶ τὸν πόρον τὸν ἀπὸ
35τῆς φλεβὸς πρὸς τοὺς νεφροὺς φέροντα μὴ τελευτᾶν ἔσωθεν εἰς τὸ κοῖλον τῶν νεφρῶν, ἀλλὰ μέχρι τῆς κυρτῆς περιφερείας αὐτῶν ἐρχόμενον ἐν
ταύτῃ καταναλίσκεσθαι. σημεῖον δὲ τοῦ μὴ ἄχρι τοῦ κοίλου φέρεσθαι τὸν63

64

πόρον τὸ μὴ γίνεσθαι αἷμα ἐν τῷ τῶν νεφρῶν κοίλῳ. ὥστε εἴπερ ὁ τῆς φλεβὸς πόρος ἐκεῖσε ἐτελεύτα, ἦν ἂν αἷμα ἐν αὐτῷ, νῦν δὲ τελευτησάντων καὶ ἀποθανόντων τῶν ζῴων οὐχ εὑρίσκεται. ἀπὸ δὲ τῆς κοιλότητος ἑκάστου τῶν νεφρῶν εἷς φέρεται πόρος πρὸς τὴν κύστιν· ὥστε ἐπεὶ δύο
5οἱ νεφροί, ἀφ’ ἑκάστου δὲ τούτων εἷς φέρεται πόρος πρὸς τὴν κύστιν, δῆλον ὅτι καὶ οἱ πόροι δύο εἰσὶ καὶ οὐ πλείους. ἔχει δὲ ταῦτα οὕτω διὰ ταύτην τὴν αἰτίαν, ὅπως ὑπὸ μὲν τῆς φλεβὸς βαδίζῃ τὸ περίττωμα εἰς τὴν τοῦ νεφροῦ κυρτὴν περιφέρειαν· ἐνταῦθα γὰρ ἡ φλέψ, ὡς εἴρηται, τελευτᾷ· ἐνταῦθα δὲ γενόμενον τὸ περίττωμα καὶ διὰ τὴν τῆς τῶν νεφρῶν σαρκὸς
10μανότητα διηθηθὲν καὶ εἰς τὸ κοῖλον συρρεῦσαν ἀπὸ τοῦ τοιούτου κοίλου εἰς τὴν κύστιν φέρεται διὰ τῶν εἰρημένων πόρων. ἡ δὲ κύστις καθώρ‐ μισται τουτέστιν ἀπῃώρηται ἐκ τῶν νεφρῶν. κεῖται δὲ ὁ δεξιὸς νεφρὸς ἀνωτέρω τοῦ ἀριστεροῦ διὰ τὸ τὴν κίνησιν ἐκ τῶν δεξιῶν εἶναι, ὥστε εἴπερ ἔκειτο τὰ ἐν τοῖς δεξιοῖς σπλάγχνα κάτω, βάρος ἂν παρεῖχε καὶ
15ἐνεπόδιζε τὰ ἄρχοντα τῆς κινήσεως. Σαφῆ δὲ τὰ περὶ τῶν νεφρῶν. εἰπὼν δὲ πῶς διὰ τὴν ὕλην πιμελώδεις ἢ στεατώδεις γίνονται, ἐπάγει ὅτι πιμελώδεις ἢ στεατώδεις γίνον‐ ται ἐκ τῶν συμβαινόντων ἐξ ἀνάγκης, λέγων ἀνάγκην τὴν ὕλην. διὰ μὲν τὴν ὕλην εἰσὶ τοιοῦτοι, ἀλλὰ καὶ διὰ τὸ εὖ· κείμενοι γὰρ κάτωθεν τοῦ νώτου
20καὶ πρὸς τῇ ὀσφύι, καὶ δεόμενοι ἀλέας διὰ τὴν τῆς ὀσφύος ἀσαρκίαν καὶ τὴν ἐκ τῆς ἀσαρκίας ἐπιγινομένην ψυχρότητα, χρεία πιμελῆς τοῖς νεφροῖς, ἵνα θερμαίνωνται ὑπ’ αὐτῆς. οἱ δὲ νεφροί, φησί, τῶν προβάτων κἂν πάνυ πίονες ὦσιν, ἐλλείπει τι ἐν αὐτοῖς· εὑρίσκεται γάρ τινα διαλείμματα ἐν αὐτοῖς, ἔνθα οὐ κεῖται πιμελή, ἀλλ’ εἰσὶν ἀπίμελα. λέγει δὲ καὶ διὰ τί μόνα τὰ
25πρόβατα ἀποθνήσκει, ἐπειδὰν οἱ νεφροὶ αὐτῶν πιμελώδεις γένωνται, καί φησιν ὅτι τὰ πιμελώδη οὐκ ἀποθνήσκουσι διὰ τὸ ὑγρὸν καὶ ἀραιὸν εἶναι τὸ πῖον καὶ διὰ τοῦτο μὴ κωλῦον ἐξέρχεσθαι τὸ ἐν τοῖς νεφροῖς συνιστά‐ μενον πνεῦμα. αἱ δ’ αἶγες στεατῶδες μὲν ἔχουσι τὸ πῖον ὥσπερ καὶ τὰ πρόβατα, ἀλλ’ οὐχ ὁμοίως πυκνόν· λίαν γάρ ἐστι πυκνότατον τὸ τῶν
30προβάτων. Τὸ δὲ διάζωμα λέγει κεῖσθαι μεταξὺ τῆς καρδίας καὶ τῆς κοιλίας, ἵνα κωλύῃ τὰ ἀνερχόμενα ἐκ τῆς κοιλίας πνεύματα, καὶ μὴ ἐᾷ προσβάλλειν τῇ καρδίᾳ καὶ ταράττειν τὴν ἐν αὐτῇ ψυχήν. λέγει δὲ καὶ ὅτι ἄνω ἐκεῖνο λέγομεν, οὗ χάριν ἐστὶ τὰ κάτω (διὰ γὰρ τὸ ἄνω τὰ κάτω)
35κάτω δ’ ἐστὶν τὸ ἕνεκεν τοῦ ἄνω ὑπάρχον. ἔστι δὲ τοῦτο τὸ δεχόμενον τὴν τροφήν· τὸ γὰρ δεκτικὸν τῆς τροφῆς ἐκεῖνο ἔστι τὸ κάτω καὶ ἀναγκαῖον διὰ τὴν τροφήν. ὅτι δὲ αἱ φρένες διὰ τὸ κωλύειν τὴν ἀπὸ τῆς κοιλίας ἀνιοῦσαν θερμότητα γεγόνασι, σημεῖον τὸ συμβαῖνον· ὅταν γὰρ αὗται διὰ τὴν γειτνίασιν, ἣν ἔχουσι πρὸς τὴν κοιλίαν, ἑλκύσωσιν ἀπ’ αὐτῆς θερμότητα,
40εὐθὺς τῇ καρδίᾳ μεταδιδοῦσαι ταράττουσι τὴν διάνοιαν, ὅπερ ἐπὶ τῶν μεθυ‐64

65

όντων ἔστιν ἰδεῖν. σαρκώδη δὲ λέγει εἶναι τὰ τῶν φρενῶν μέρη τὰ πρὸς ταῖς πλευραῖς ὄντα, ὅτι καὶ αἱ πλευραὶ σαρκώδεις, ἐξ ὧν αἱ φρένες τὴν ἀρχὴν ἔχουσι, τὸ δὲ μᾶλλον πλησιάζον τῷ ἐξ οὗ γέγονεν ἀνάγκη μᾶλλον κοινωνεῖν ἐκείνῳ. ὅτι δὲ αἱ φρένες θερμαινόμεναι μεταδιδόασι τῇ αἰσθητικῇ
5ψυχῇ τοῦ τοιούτου πάθους, σημεῖον καὶ τὸ περὶ τοὺς γέλωτας συμβαῖνον· ὅταν γάρ τις γαργαλίσῃ καὶ κινήσῃ τὴν μασχάλην. εὐθὺ θερμαίνονται ὑπὸ τῆς τοιαύτης κινήσεως αἱ φρένες διὰ τὸ ἔχεσθαι τῶν μασχαλῶν, ἡ δὲ ὑπὸ τοῦ γαργαλισμοῦ γενομένη θερμότης, ξηρὰ οὖσα, διαχέει τὴν ἐν τῇ καρδίᾳ θερμότητα καὶ ποιεῖ τὴν διάνοιαν κινεῖσθαι· ἡ δὲ τοιαύτη κίνησις γέλως
10ἐστίν. ἔστι δὲ γέλως κίνησις παρὰ τὴν προαίρεσιν. ἰστέον δὲ ὅτι τὸ ἐκ τῆς κοιλίας ἀνιόν, θερμὸν ὂν καὶ ὑγρόν, ἐπιθολοῖ μᾶλλον τὸ ἐν τῇ καρδίᾳ θερμόν, τὸ δὲ θερμὸν καὶ ξηρὸν διὰ τὴν ξηρότητα λεπτύνει καὶ διαχέει. μόνος δὲ ὁ ἄνθρωπος γαργαλίζεται, διὰ τὴν τοῦ δέρματος λεπτότητα καὶ διὰ τὸ γελᾶν· οὐ γὰρ γελᾷ καὶ τὰ ἄλλα, ἵνα γνοίημεν εἰ γαργαλίζεται.
15σαφῆ δὲ τὰ ἑξῆς. λέγει δὲ τὸ τοῦ Ὁμήρου ἔπος τινὰς ‘φθεγγομένη‘ γρά‐ φειν διὰ τοῦ η, ἀλλ’ οὐ ‘φθεγγομένου‘ διὰ τῆς οὐ διφθόγγου, ἵν’ ᾖ κατ’ ἐκείνους τὸ λεγόμενον ὅτι καὶ ἀποκοπεῖσα ἡ κεφαλὴ φθεγγομένη ἦν, ἀλλ’ οὐχὶ φθεγγομένου τοῦ ἀνθρώπου ἀπεκόπη ἡ κεφαλή. ἔτι δέ, φησί, διὰ τί καὶ τὰ ἄλλα ζῷα ἀποτεμνόμενα τὴν κεφαλὴν οὐ φθέγγεται αὐτῶν ἡ
20κεφαλή, ὡς πέφυκε φθέγγεσθαι; Λέγει δὲ καὶ τὰ σπλάγχνα ὅμοια εἶναι ἀλλήλοις, διὰ τὸ εἶναι πάντα αἱματικά· ὅμοιος γὰρ ὁ σπλὴν τῷ ἥπατι. γεγόνασι δὲ τὰ σπλάγχνα ἐντός, ὅτι καὶ αἱ φλέβες, ἐξ ὧν τὰ σπλάγχνα, ἐντός εἰσι. λέγει δὲ καὶ ἔνια τῶν ζῳοτόκων μὴ ἔχειν χολὴν διὰ τὴν τοῦ ἥπατος θερ‐
25μότητα. αὕτη γὰρ εὔπεπτα καὶ διὰ τοῦτο εὔκρατα τούτων ἀποτελοῦσα τὰ σώματα οὐ δίδωσι χώραν τοῦ συστῆναι φαύλην περίττωσιν, ἀφ’ ἧς ἂν γένοιτο χολή. λέγει δὲ διαφέρειν τὰ σπλάγχνα πρὸς τὴν σάρκα οὐ μόνον τῷ ὄγκῳ ἤτοι τῷ πάχει, ἀλλὰ καὶ τῇ θέσει. τὰ μὲν γὰρ σπλάγχνα ἐντὸς κεῖται, ὅτι καὶ αἱ φλέβες, ἀφ’ ὧν τὰ σπλάγχνα, ἡ δὲ σὰρξ ἐκτός· μεταξὺ
30γὰρ τοῦ θώρακος, ἐν ᾧ κεῖται τὰ σπλάγχνα, σὰρξ οὐκ ἔστι. καὶ τινὰ μὲν τῶν σπλάγχνων, ὡς εἴρηται, χάριν τῶν φλεβῶν εἰσιν, αὐτὰ δὲ φλέβας οὐκ ἔχει, ὥσπερ τὸ ἔπιπλον, τινὰ δὲ οὐκ ἄνευ φλεβῶν. καταλέγει δὲ καὶ τίνα ἐστὶ τὰ μονοκοίλια, μεθ’ ὧν τάττει καὶ τὰ διχηλὰ καὶ ἀμφώδοντα, οἷόν ἐστιν ὁ χοῖρος ὁ ὕσπληξ. πολλάκις δέ, φησί, τινὰ τῶν ζῴων διὰ τὸ
35μέγιστα εἶναι καὶ ἐσθίειν τροφὴν ἀκανθώδη καὶ ξυλικήν (ῥίζας γὰρ δένδρων καὶ φλοιοὺς καὶ κλάδους ἐσθίουσι) τοιαύτην οὖν ἐσθίοντα τροφὴν δύσπεπτον ἔχουσιν ἐξ ἀνάγκης πλείους κοιλίας, ἵνα κατεργάζηται διὰ τούτων ἡ τροφή.
πάντα δὲ τὰ κερατοφόρα μὴ ἀμφώδοντα καὶ τὰ μὴ ἀμφώδοντα κερατοφόρα,65

66

καὶ ἔχει ταῦτα πλείους κοιλίας δι’ ἃς μετ’ ὀλίγον εἴποι αἰτίας. ἡ δὲ κάμηλος, καίπερ οὖσα μὴ ἀμφώδους, κέρατα μὲν οὐκ ἔχει, ἔχει δὲ κοιλίας πλείους ὁμοίως τοῖς μὴ ἀμφώδουσι διὰ τὸ δύσπεπτον τῆς τροφῆς, ἐξ ἧς τρέφεται. ἄλλως τε καὶ ἐπειδὴ ἡ τῆς καμήλου τροφὴ ἀκανθώδης ἐστίν,
5ἀνάγκη δὲ διὰ τὰς ἀκάνθας σκληρὰν καὶ σαρκώδη τὴν γλῶτταν ἔχειν, ὁμοίως δὲ καὶ τὸν οὐρανόν, τῇ σκληρότητι τῆς τοιαύτης γλώττης καὶ τοῦ οὐρανοῦ κέχρηται ἀντὶ ὀδόντων· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ πρὸς σκλη‐ ρότητα τοῦ οὐρανοῦ κατακέχρηται τῷ ἐκ τῶν ὀδόντων γεώδει ἡ φύσις. ὥστε τὸ μὲν πρὸς σκληρότητα εἴη ἂν ἴσον τῷ τῇ σκληρότητι
10τοῦ οὐρανοῦ, καὶ προσυπακουστέον οἶμαι καὶ τοῦ καὶ τῆς γλώττησ‘· τὸ δὲ τῷ ἐκ τῶν ὀδόντων γεώδει ἀντὶ τοῦ τῶν ὀδόντων. σαφῆ δὲ τὰ ἑξῆς. τὸ δὲ λεγόμενον κατὰ τὴν λέξιν τὴν οἱ δὲ τὸν οἰσοφάγον ἔχουσι πλατὺν τοιοῦτόν ἐστιν· πλατὺς ὢν ὁ οἰσοφάγος καὶ εὐρὺς καὶ διὰ τὴν εὐρύτητα κοιλαίνεσθαι δυνάμενος δύναται κατέχειν διὰ τῶν κοιλοτήτων τὰ
15βρώματα καὶ πέττειν ἐκεῖσε χρονοτριβοῦντα‘. ἢ τὸν μὲν οἰσοφάγον πλατὺν οὐκ ἔχουσιν, ἔχουσι δὲ τὴν κοιλίαν ἰσχυρὰν καὶ σαρκώδη, ὥσπερ αἱ χῆνες καὶ ἄλλα πολλά, ἥτις δι’ ἄμφω θερμή ἐστι, διὰ μὲν τὸ σαρκῶδες, ὅτι ἡ σὰρξ θερμή, διὰ δὲ τὸ ἰσχυρὸν καὶ πυκνόν, ὅτι οὐ δίδωσι χώραν διεξόδου τῷ ἐν αὐτῇ θερμῷ. τοῦ δὲ πρὸς τὸ δύνασθαι πολὺν χρόνον θησαυ‐
20ρίζειν ἑρμηνευτικὸν ἐπῆκται τὸ πέττειν· τὸ γὰρ πολὺν χρόνον κατεχό‐ μενον μᾶλλον πέττεται, τὸ δ’ ἐν ὀλίγῳ ἧττον. ἡ οὖν θερμότης τῆς σαρκώ‐ δους καὶ σκληρᾶς κοιλίας ἀναλαμβάνει καὶ ἀναπληροῖ τὴν τοῦ στόματος ἔνδειαν. ἄλλα δέ τινα οὔτε κοιλίαν ἔχει οὔτε τινὰ ἐν τῇ κοιλίᾳ ἐπανεστη‐ κότα μόρια ἐοικότα τοῖς προλόβοις, ἀλλ’ ἔχει τὸν πρόλοβον μακρόν, οἷά ἐστι
25τὰ μακροσκελῆ ὥσπερ γέρανος. εἰσὶ δὲ τῶν μακροσκελῶν τὰ σκέλη λεῖα καὶ παντελῶς ἐστερημένα πτερῶν διὰ τὴν τῆς τροφῆς ὑγρότητα καὶ ψυχρότητα· τοῦτο γὰρ λείπει. ὥσπερ γὰρ τὰ θερμὰ καὶ ὑγρὰ δασέα, οὕτω τὰ ψυχρὰ καὶ ὑγρὰ λεῖα. ἔχουσι μὲν οὖν τὰ μακροσκελῆ ἀντὶ κοιλίας καί τινος ἐπανεστηκότος τὸν πρόλοβον μακρόν. ἡ γὰρ τροφὴ τούτων εὐλέαντος
30οὖσα (ἐν τέλμασι γὰρ καὶ λίμναις τὰ πλεῖστα διαιτᾶται) οὐ δεῖται χρόνου πρὸς τὸ κατεργασθῆναι· οὐ γάρ ἐστι ξυλώδης ἢ χορτώδης ἤ τις τῶν δυσ‐ κατεργάστων. καὶ διὰ τὸ τὴν τροφὴν αὐτῶν εἶναι ὑγρὰν καὶ τελματώδη συμβαίνει τὰς κοιλίας αὐτῶν εἶναι ὑγράς, καὶ διὰ τὴν ἀπεψίαν· καὶ ᾗ μὲν εὐλέαντός ἐστιν ἡ τροφή, ταύτῃ εὐκατέργαστος καὶ εὔπεπτός ἐστιν, ᾗ δὲ
35πολλῇ ταύτῃ χρῶνται, ταύτῃ ἀπεπτοῦσι καὶ ἔχουσιν ὑγρὰς τὰς κοιλίας. τὸ δὲ τῶν ἰχθύων γένος ἅπαν καὶ ἀμφώδουν καὶ καρχαρόδουν ἐστί, πλὴν τοῦ σκάρου· οὗτος γὰρ διὰ τὸ μὴ ἀμφώδους εἶναι οὐδὲ καρχαρόδους ἐστί.
μὴ ὄντων γὰρ τῶν ἄνω ὀδόντων πῶς ἂν ἐπάλλαξις γένηται, ἵν’ ᾖ καρχα‐66

67

ρόδους; ὥστε διὰ τὸ μὴ ἀμφώδοντα εἶναι καὶ διὰ τοῦτο μηδὲ καρχαρόδοντα τὸν σκάρον, ἀνάγκη αὐτὸν μηρυκάζειν· πᾶν γὰρ μὴ ἀμφώδουν μηρυκάζει. ἀποφυάδας δὲ λέγει τὰ ἐπανεστηκότα ἐν ταῖς κοιλίαις καὶ προλόβοις ἐοικότα. ἐν δὲ τῇ λέξει τῇ ἀλλ’ ἄπεπτα διαχωρεῖν τὸ ἀλλά ἀντὶ τοῦ
5καί συνδέσμου εἴρηται. ἐν δὲ τῇ καί τινας ἔχουσι μετρίας πλάνας τὸ πλάνας ἀντὶ τοῦ ἕλικας κεῖται. δύνανται γὰρ αἱ ἕλικες διὰ τὴν ποικίλην καὶ κεκλασμένην αὐτῶν θέσιν κατέχειν τὴν τροφήν, ὥσπερ πάλιν τὰ ἐοικότα εὐθείαις γραμμαῖς μὴ κατέχειν. τοῦτο δὲ τὸ μόριον λέγει τὸ ἔντερον. κατὰ δὲ τὴν λέξιν τὴν πάντα γὰρ ὡς εἰπεῖν μεγάλα τὰ κερατοφόρα
10διὰ τὴν κατεργασίαν τῆς τροφῆς λείπει τὸ ‘ἔχει τὰ ἔντερα‘, ἵν’ ᾖ τὸ πλῆρες τοιοῦτον ‘πάντα γὰρ τὰ κερατοφόρα μεγάλα ἔχει τὰ ἔντερα διὰ τὴν κατεργασίαν τῆς τροφῆσ‘. τὸ γὰρ μέγα καὶ εὐρύτατον δύναται κοιλαίνεσθαι, τὸ δὲ κοιλαινόμενον δύναται ἐν ταῖς κοιλότησι συνέχειν τὴν τροφήν. ἀλλὰ καὶ πᾶσι τοῖς μὴ εὐθυεντέροις εὐρύτατον γίνεται τὸ ἔντερον· ἐξ ἀρχῆς
15μὲν γὰρ στενόν ἐστιν, ὅσον δὲ κάτεισι, τοσοῦτον εὐρύνεται. λέγει δὲ καλεῖ‐ σθαι ἀρχὸν τὸ εὐθὺ πρὸς τὴν ἔξοδον διατεῖνον τοῦ περιττώματος. εὐρύνεται δὲ τοῖς εὐχιλοτέροις, τουτέστιν εὐπεπτοτέροις (χιλὸς γὰρ ἡ τροφή) εὐρύνεται οὖν τοῖς εὐχιλοτέροις καὶ εὐπεπτοτέροις καὶ διὰ τοῦτο εὐτραφε‐ στέροις τὸ ἔντερον, ἵνα κατερχόμενον τὸ περίττωμα ἱστῆται ἐν ταῖς διὰ τὴν
20εὐρυχωρίαν αὐτοῦ γινομέναις κοιλότησι, καὶ μὴ τάχιον ἐξερχόμενον πεινῇ. εἰς πλῆθος δὲ γαστρίμαργα λέγει τὰ ἐσθίοντα πάνυ πολλά, ἅπαξ δὲ ἢ δὶς τῆς ἡμέρας, εἰς τάχος δὲ γαστρίμαργα τὰ πολλάκις τῆς ἡμέρας ἐσθίοντα. ἐν δὲ τῇ λέξει τῇ τοῦτο γὰρ μεταξὺ τῆς ἄνω, ἐν ᾗ ἄπεπτον, καὶ τῆς κάτω, ἐν ᾗ τὸ ἄχρηστον περίττωμα, τὸ τοῦτο ἀντὶ τοῦ αὕτη
25εἴρηται· περὶ γὰρ τῆς νήστιδος ἔτι ὁ λόγος αὐτῷ. τοῦτο δὲ δῆλον ἐκ τοῦ ἐπαχθέντος τοῦ γίνεται δ’ ἐν πᾶσι μέν, δήλη δ’ ἐν τοῖς μείζοσι καὶ νηστεύσασιν, ἀλλ’ οὐκ ἐδηδοκόσιν. ἀλλὰ πῶς δήλη ἐν τοῖς νηστεύ‐ σασι γίνεται; ἢ ἐπειδὴ ἡ ἐν τῇ ἄνω κοιλίᾳ τροφὴ νεαρά ἐστιν, ἡ ἐν τῇ κάτω δὲ κοπρώδης, ἡ δὲ ἐν τῇ νήστιδι ἑτέρα τούτων ὁρᾶται, φαίνεται ὅτι ἑτέρα
30ἔστιν ἡ νῆστις τῆς τε ἄνω καὶ τῆς κάτω κοιλίας. εἰ γὰρ ἦν ἡ αὐτή τινι τούτων, ἦν ἂν καὶ ἡ ἐν αὐτῇ περίττωσις ὁμοία τινὶ τῶν ἐν ταύταις περιτ‐ τώσεων· φαίνεται δὲ ἡ ἐν τῇ νήστιδι περίττωσις ἑτέρα τῶν ἄλλων, ἐπειδὰν νηστεύσωσιν, ὅτι ἡνίκα φάγωσι καὶ πλησθῶσιν, ἀναμίγνυται ἡ ἐν τῇ ἄνω κοιλίᾳ τροφὴ μετὰ τῆς ἐν τῇ νήστιδι περιττώσεως, καὶ οὐ γίνεται διάδηλος,
35εἰ ἑτέρα ἐστί· βραχὺς γὰρ ὁ καιρός, ἀφ’ οὗ ἔφαγε τὸ ζῷον καὶ οὔπω ἐπέφθη,
ἵνα φανῇ ἡ ἑτερότης αὐτῶν. σαφῆ δὲ τὰ ἑξῆς ἕως τοῦ τέλους τοῦ βιβλίου.67

68

(1t)

ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ ΤΕΤΑΡΤΟΝ ΤΩΝ ΠΕΡΙ ΖΩΩΝ ΜΟΡΙΩΝ.
2 Ἀρχόμενος τοῦ τετάρτου τῶν Περὶ ζῴων μορίων λέγει ὅτι τὰ τετρά‐ ποδα καὶ ᾠοτόκα τῶν ζῴων καὶ τὰ ἄποδα, οἷον οἱ ὄφεις, ὁμοίαν ἔχουσι τήν τε κοιλίαν καὶ τὰ σπλάγχνα καὶ ἕκαστον τῶν εἰρημένων μορίων, ἡ
5γὰρ τῶν ὄφεων φύσις συγγενής ἐστι τοῖς τετράποσι καὶ ᾠοτόκοις· ὅμοιοι γάρ εἰσιν οἱ ὄφεις σαύρῳ μακρῷ, εἴ τις τοῦτον ἄποδα νοήσειε. πάλιν δὲ τοῖς τετράποσι καὶ ᾠοτόκοις καὶ τοῖς ὄφεσιν ἔχουσιν οἱ ἰχθύες πάντα τὰ σπλάγχνα παραπλήσια. λέγει δὲ καὶ διὰ τοὺς ἰχθύας ὅτι ἐμφαίνεται λευ‐ κότης ἐν τῷ περιττώματι αὐτῶν τῷ ἐκ τῆς ὑγρᾶς τροφῆς, καθάπερ καὶ ἐν
10τῷ τῶν ὀρνίθων· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἐπιλευκαίνει δὲ τὸ περίττωμα πᾶσι καὶ τούτοις. διὰ τοῦτο καὶ ἐν τοῖς ἔχουσι κύστιν ὑφίσταται ἡ ἁλμυρίς, γεώδης οὖσα καὶ λευκή, τὸν αὐτὸν ἔχουσα λόγον ὅνπερ ἐν ἐκείνοις τὸ ἐμφαινόμενον λευκόν. λέγει δὲ τοὺς ἔχεις διαφέρειν πρὸς τοὺς ὄφεις ὃν τρόπον καὶ οἱ ἰχθύες πρὸς τὰ σελάχη, καὶ τί δια‐
15φέρουσιν ἐπάγει· ζῳοτοκοῦσι γὰρ καὶ τὰ σελάχη καὶ οἱ ἔχεις, οἱ δὲ ὄφεις καὶ οἱ ἰχθύες ᾠοτοκοῦσι. σαφῆ δὲ τὰ ἑξῆς. Ἃ δὲ ἀντιλέγει πρὸς τὸν Πλάτωνα περὶ χολῆς ἔσται δῆλα, εἰ πρότερον τεθείη τὰ τῷ Πλάτωνι δοκοῦντα. ὁ μὲν δὴ Πλάτων ἐν τῷ ἥπατι λέγων εἶναι τὸ ἐπιθυμητικὸν ἔλεγεν ὅτι τὸ ἐπιθυμητικὸν πρὸς ἡδονὴν καὶ
20ἄνεσιν ἕλκον τὸ ζῷον ἐκλύει καὶ παντάπασι φθείρει αὐτό· προνοουμένη οὖν ἡ φύσις τοῦ ζῴου πεποίηκεν ἐν τῷ ἥπατι τὴν χολὴν ὅπου τυγχάνει ὂν καὶ τὸ ἐπιθυμητικόν, ἵνα δριμεῖα οὖσα δάκνῃ τὸ ἧπαρ, ἐν ᾧ τὸ ἐπιθυμητικόν, τούτου δὲ δακνομένου πονῇ τὸ ζῷον, πονοῦν δὲ συσφίγγηται καὶ συνιστῆται καὶ ἀνι‐ στῆται ἀπὸ τῆς ἀνέσεως καὶ τῆς ἐκ ταύτης καὶ διὰ ταύτην γινομένης φθορᾶς.
25ἀλλ’ ὅταν μέν, φησὶν ὁ Πλάτων, δάκνῃ ἡ χολή, συνίσταται καὶ διεγείρεται τὸ ζῷον, λυομένης δὲ τῆς δήξεως ἵλεων γίνεται καὶ πρὸς ἄνεσιν περιπετές. ταῦτα τοῦ Πλάτωνος λέγοντός φησιν ὁ Ἀριστοτέλης ὅτι πολλὰ τῶν ζῴων ἐπιθυμεῖ
μέν, χολὴν δὲ οὐκ ἔχει τὴν δάκνουσαν, ὥστε οὐ διὰ τοῦτο γέγονεν ἡ χολή.68

69

σαφῆ δὲ τὰ ἑξῆς. λέγει δὲ καὶ πρὸς Ἀναξαγόραν ὡς εἴπερ τῆς χολῆς κατά σε ἀπορραινομένης πρὸς τὸν πνεύμονα καὶ τὰς φλέβας ἐγίνετο τὰ ὀξέα νοσήματα, μόνα τῶν ζῴων περιπνευμονίαις καὶ τοῖς ὀξέσι νοσήμασι περιέπιπτον ὅσα ἔχει χολήν· νῦν δὲ πολλὰ τῶν ἀχόλων τούτοις ἀναλίσκεται
5τοῖς νοσήμασιν. ἀλλὰ καὶ πάμπολλα ζῷα ἅμα τῷ θανεῖν ἀνετμήθη καὶ οὐχ εὑρέθη ἀπόρροια χολῆς οὔτε ἐν τῷ πνεύμονι οὔτε ἐν ταῖς φλεψὶν οὔτε ἐν ταῖς πλευραῖς. καὶ ἡ ἀπεμουμένη δὲ χολὴ ὑπὸ τῶν νοσούντων, πολλαπλάσιος οὖσα τῆς ἐν τῇ χοληδόχῳ κύστει, ἣν οὗτός φησιν ἀπορραίνε‐ σθαι, πολλαπλάσιος οὖν οὖσα ἡ ἀπεμουμένη τῆς ἐν τῇ χοληδόχῳ κύστει
10μαρτυρεῖ ὅτι οὐ γέγονεν ἡ χολὴ πρότερον καὶ ἐναπετέθη ἐν τῇ κύστει, ὅπως ἀπορραίνηται πρὸς τὸν πνεύμονα καὶ τὰς φλέβας καὶ ἔτι τὰς πλευράς. εἰ γὰρ διὰ τοῦτο ἐγίνετο, ἔδει μὴ ἐν ἄλλῳ μορίῳ γίνεσθαι πλὴν ἐν τῇ εἰρημένῃ κύστει, ἀφ’ ἧς οὗτός φησιν ἀπορραίνεσθαι· ἐπεὶ δὲ πολλαπλάσιος, ὥσπερ εἴρηται, ἡ ἀπεμουμένη ἐστὶ τῆς ἐν τῇ κύστει, δῆλόν ἐστιν ὡς ἡ
15σὰρξ τοῦ τοιούτου ζῴου ἐπιτήδειος γέγονεν ὑπὸ τῆς νόσου εἰς τὸ μετα‐ βάλλειν εἰς χολήν, καὶ μεταβάλλουσα καὶ συντηκομένη καὶ εἰς γένεσιν χολῆς ἀναλυομένη συμβαίνει ἀπεμεῖσθαι τὸ τοιοῦτον πλῆθος τῆς χολῆς. ταῦτα εἰπὼν ἐπάγει πρὸς τὸν Πλάτωνα ἀποτεινόμενος τὸ ‘οὐ διὰ ταῦτα γέγονεν ἡ χολή, ὥσπερ φησὶν ὁ Πλάτων, διὰ τὸ τὸ ζῷον ἀπὸ τῆς ἡδονῆς
20ἀνεγείρεσθαι καὶ τῆς ἐκ ταύτης ἀνέσεως, ἀλλ’ ὥσπερ ἡ χολὴ ἡ γινομένη κατὰ τὸ ἄλλο σῶμα περίττωμά ἐστιν ἢ σύντηξις καὶ ἀνάλυσις σαρκὸς εἰς χολὴν διά τινα καχεξίαν, οὕτω καὶ ἡ ἐν τῷ ἥπατι. καὶ ἐπεὶ οὐ πάντα ἕνεκά τινος γίνεται, ἀλλὰ γίνεται καὶ ὡς περιττώματα, οὐ δεῖ περὶ πάντων ζητεῖν, τίνος ἕνεκα γίνεται, ἀλλὰ τίνων ὄντων καὶ τίνων προηγησαμένων ταῦτα
25γέγονε‘. λέγει δὲ τὸ μέρος τοῦ ἥπατος, ὃ περίκειται ἡ χολή, γλυκύτατον εἶναι, καὶ τοῦτο εὐλόγως· τὸ γὰρ ἁλμυρὸν ἢ πικρὸν ἢ ὅλως παρὰ τὸ γλυκὺ ἑλκόμενον ὑπὸ τῆς χολῆς πρὸς ἑαυτὴν διά τε τὴν συγγένειαν καὶ τὴν γειτνίασιν, λείπεται τὸ γλυκύτατον καὶ ἀνόμοιον τῇ χολῇ ἀνεπίμικτον καὶ καθαρόν. ὅτι δὲ ὅλως ἡ χολὴ περίττωμά ἐστι, καὶ ἐκ τῶνδε δῆλον.
30ἐπεὶ γὰρ τῇ τροφῇ ἐναντίον τὸ περίττωμα (τὸ γὰρ μὴ πεφθὲν μηδὲ γενέ‐ σθαι δυνηθὲν τροφὴ περίττωμα) ἐπεὶ οὖν τὸ περίττωμα ἐναντίον τῇ τροφῇ καὶ τῷ γλυκεῖ τὸ πικρόν, ἔστι δὲ ἡ τροφὴ γλυκεῖα, δῆλον ὡς ἡ χολὴ πικρὰ οὖσα οὐκ ἔστι τροφή, εἰ δὲ μὴ τροφή, περίττωμα· εἰ γὰρ ἦν τροφή, ἦν ἂν γλυκεῖα. λέγει δὲ καὶ ὅτι εὔλογον τὴν τοῦ ἥπατος φύσιν ἐπίκαιρον
35οὖσαν, τουτέστιν εἰς ἐπιτηδειότατον τόπον κειμένην (ἐν γὰρ τῷ δεξιῷ μέρει κεῖται) εὔλογον οὖν ἐπίκαιρον οὖσαν αἰτίαν εἶναι τοῦ ζῆν ἢ πολὺν ἢ ὀλίγον χρόνον τὰ ζῷα κατὰ τὴν αὐτοῦ ποιότητά τε καὶ κρᾶσιν. λέγει
δὲ καὶ διὰ τί ἐν τῷ ἥπατι μόνῳ καὶ οὐκ ἐν ἄλλῳ τινὶ τῶν σπλάγχνων69

70

γίνεται ἡ χολή, καί φησιν ὅτι ἐν τῇ καρδίᾳ ἀδύνατον αὐτὴν γενέσθαι· ἡνίκα γὰρ πικρὸν ἢ ἄλλο τι πάθος πλησιάσει ἐν αὐτῇ, θνήσκει τὸ ζῷον. ἐν ἄλλῳ δὲ σπλάγχνῳ εἰ μέλλει γενέσθαι, εὔλογον ἐν ἐκείνῳ γίνεσθαι, ὅπερ ἐν ἅπασιν εὑρίσκεται· εὑρίσκεται δὲ ἐν ἅπασιν ἢ ἧπαρ ἢ τὸ ἀνά‐
5λογον τῷ ἥπατι, νεφροὶ δὲ ἢ σπλὴν ἢ πνεύμων οὐκ ἐν ἅπασιν εὑρίσκεται τοῖς ἐναίμοις. ἐπεὶ δέ τινες ἦσαν οἱ λέγοντες ὡς εἴπερ ἦν ἡ χολὴ περίττωσις, εὑρίσκετο ἂν ὅπου καὶ ἡ τῆς ξηρᾶς καὶ ὑγρᾶς τροφῆς περίτ‐ τωσις, ἀλλ’ οὐκ ἐν τῷ ἥπατι, λέγει ὅτι ‘ὥσπερ γὰρ ὅπου ἄν τις ἴδῃ φλέγμα ἢ τὸ ὑπόστημα τῆς κοιλίας, εἴτε ἐν τῇ κοιλίᾳ εἴτε ἀλλαχοῦ,
10εἰ μὴ νομίζει τοῦτο περίττωμα, ἀλλ’ ἐν μὲν τῇ κοιλίᾳ βλέπων αὐτὸ λέγει εἶναι περίττωμα, ἐκτὸς δὲ ταύτης ὁρῶν αὐτὸ οὐ λέγει περίττωμα ὥσπερ οὖν οὗτος ἄτοπος λογισθήσεται, οὕτως ἂν εἴη ἄτοπος καὶ ὁ μὴ λέγων τὴν χολὴν περίττωμα, ὅπου ἂν αὐτὴν ἴδῃ‘. Τὸ δὲ ἔπιπλον λέγει ἦρχθαι ἀπὸ μέσης τῆς κοιλίας καὶ
15περιέχειν τὸ ἥμισυ μέρος αὐτῆς. καὶ λέγει τὴν αἰτίαν, τίνος χάριν τὸ ἥμισυ περιέχει αὐτῆς, καὶ οὐχ ἅπασαν· λέγει δὲ ταύτην παρακατιών, ὅταν φησὶν καὶ διὰ τοῦτο ἀπὸ μέσης ἦρκται τῆς κοιλίας, ὅτι τὸ ἐπέκεινα μέρος συμπέττει τὸ παρακείμενον ἧπαρ. ἐπειδὴ γὰρ χάριν τοῦ θερ‐ μαίνειν τὴν κοιλίαν γέγονε τὸ ἔπιπλον, τοῦ δὲ ἡμίσεος μέρους αὐτῆς ἐπί‐
20κειται τὸ ἧπαρ, ἀρκεῖ τοῦτο θερμότατον ὂν πρὸς τὸ θερμαίνειν τὸ μέρος αὐτῆς, ἐν ᾧ μή ἐστιν ἔπιπλον· τοῦ δὲ λοιποῦ μέρους μὴ ἁπτόμενον τὸ ἧπαρ, ἀναγκαίως ἡ φύσις περιεκάλυψεν αὐτὸ διὰ τοῦ ἐπίπλου, ἵν’ ὥσπερ τὸ ἧπαρ συμπέττει. τουτέστι θερμαίνει τὸ ἥμισυ τῆς κοιλίας, οὕτω καὶ τὸ ἔπιπλον τὸ ἐπίλοιπον. ἀλλὰ ταῦτα μέν, ὥσπερ εἴπομεν, παρακατιὼν
25λέγει διὰ τῆς λέξεως, ἣν παρεθέμεθα· περὶ δὲ τῆς τοῦ ἐπίπλου γενέσεως λέγων φησὶν ‘ἔτι δὲ διὰ τὴν τοῦ ὑμένος πυκνότητα τὸ διηθούμενον καὶ δι’ αὐτοῦ ἐξερχόμενον τῆς αἱματώδους τροφῆς ἀναγκαῖον λεπτότατον εἶναι καὶ εὔπεπτον, καὶ διὰ τοῦτο λιπαρόν‘. σαφῆ δὲ τὰ ἐφεξῆς. Λέγει δὲ περὶ τῶν ἐντόμων καὶ πάντων τῶν ἀναίμων μὴ
30ἔχειν σπλάγχνα διὰ τὸ μηδὲ αἷμα, ἐξ οὗ τὰ σπλάγχνα συνέστηκε· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ ἐξ ὧν γὰρ συνέστηκεν ἡ τῶν σπλάγχνων φύσις, οὐδὲν ἔχει τούτων αἷμα. ἔσται δὲ σαφὴς ἡ λέξις, εἰ τὸ ἐξ ὧν ἀντὶ τοῦ ἐξ οὗ ἀκούσομεν, καὶ εἴη ἂν οὕτω τὸ λεγόμενον τοιοῦτον ‘οὐδὲν τῶν ἀναίμων ἔχει αἷμα, ἐξ οὗ αἵματος συνέστηκεν ἡ τῶν σπλάγχνων φύσις.
35καὶ διὰ τί οὐδὲν τούτων ἔχει αἷμα, ἐπήγαγεν εἰπὼν διὰ τὸ τῆς οὐσίας αὐτῶν εἶναί τι τοιοῦτον πάθος αὐτῆς, εἰπὼν πάθος νῦν τὴν οὐσιώδη
διαφοράν. ὃ δὲ λέγει τοιοῦτόν ἐστι· ‘διὰ τὸ οὐσιῶσθαι καὶ εἰδοποιεῖσθαι70

71

τὰ ἄναιμα ἐν τῷ μὴ ἔχειν αἷμα, διὰ τοῦτο ἔστιν ἄναιμα. ὡς γὰρ ὁ ἄνθρωπος ἐν τῷ λογικὸς καὶ νοῦ καὶ ἐπιστήμης δεκτικὸς εἶναι ἔχει τὸ εἶναι, οὕτω καὶ τούτων τὸ εἶναί ἐστιν ἐν τῷ μὴ ἔχειν αἷμα, καὶ ὑπάρξει δὴ τὸ ἄναιμον ἐν τῷ λόγῳ τῷ ὁρίζοντι τὴν οὐσίαν αὐτῶν, ὥσπερ καὶ τὸ
5λογικὸν ἐν τῷ τοῦ ἀνθρώπου. οὐκ ἔχει οὖν τὰ ἔντομα σπλάγχνα, ὅτι οὐδὲ αἷμα· ἀναγκαῖον δὲ αὐτοῖς μόνον ἔχειν τὸ ἀνάλογον τῇ καρδίᾳ, ἵν’ ᾖ ἐν αὐτῷ ἡ αἰσθητικὴ ψυχή, ὥσπερ καὶ ἐπὶ τῶν ἐναίμων ἐν τῇ καρδίᾳ. τὸ γὰρ αἰσθητικὸν ψυχῆς, τουτέστι τὴν γὰρ αἰσθητικὴν ψυχὴν ἀνάγκη ἐν ἀρχῇ τινι τῶν μορίων, τουτέστιν ἀνάγκη ἐν μορίῳ τινὶ τοῦ σώματος
10λόγον ἀρχῆς ἔχοντι ὑπάρχειν ἐν πᾶσι τοῖς ζῴοις· ἀρχῆς δὲ λόγον ἐν πᾶσιν ἔχει τοῖς ζῴοις ἡ καρδία ἢ τὸ ἀνάλογον τῇ καρδίᾳ. Λέγει δὲ τὴν σηπίαν πλείονα τὸν θολὸν ἔχειν, ἤπερ αἱ τευθί‐ δες, διὰ τὸ πρόσγειον εἶναι τὸν βίον αὐτῆς, λέγων πρόσγειον τὸν αἰγιαλώδη· ἐν γὰρ τοῖς αἰγιαλοῖς οὖσα μᾶλλον ἐπιβουλεύεται τῶν τευθίδων, πελαγίων
15τούτων οὐσῶν. λέγει δὲ καὶ τὸν θολὸν ἔχειν τὴν σηπίαν κάτωθεν, διά τε τὸ πολὺν εἶναι καὶ διὰ τὸ ῥᾳδίως αὐτόθεν πέμπειν αὐτόν· καὶ γὰρ καὶ αἱ τευθίδες αἱ πρὸ τῆς μύτιδος αὐτὸν ἔχουσαι καὶ αὗται κάτωθεν αὐτὸν προ‐ ΐενται. λέγει δὲ καὶ ὅτι ὥσπερ ἔνια τῶν ἐναίμων, ὅταν φοβηθῶσιν, οὐροῦσιν, οὕτω καὶ αἱ σηπίαι ἀντὶ οὔρου προΐενται τὸν θολόν, ἐπειδὰν
20φοβηθῶσι. σαφῆ δὲ τὰ ἑξῆς. Μετὰ ταῦτα λέγει εἶναι καὶ εἴδη πολλὰ τῶν ὀστρακοδέρμων, καὶ τὰ μὲν αὐτῶν εἶναι στρομβώδη τὰ δὲ δίθυρα, λέγων δίθυρα τὰ ἔχοντα δύο ὄστρακα, ὥσπερ οἱ κτένες, τὰ λιμνόστρεα καὶ ἄλλα πολλά, τὰ δὲ μονόθυρα, λέγων μονόθυρα τὰ ἔχοντα τὸ σαρκῶδες αὐτῶν τῇ πέτρᾳ προσ‐
25πεφυκὸς καὶ ἄνωθεν ὄστρακον ἕν, οἷά εἰσιν αἱ καλούμεναι λεπάδες. ὡς γὰρ οἱ κτένες ἔχουσι μὲν κάτωθεν τῆς σαρκὸς ἓν ὄστρακον, ἕτερον δὲ ἄνωθεν, οὕτως αἱ λεπάδες κάτω μὲν ἀντὶ τοῦ ἑνὸς ὀστράκου ἔχουσι τὴν πέτραν, ἐν ᾗ προσπέφυκε τὸ σαρκῶδες, ἄνωθεν δὲ ὄστρακον. σκέπεται οὖν καὶ σώζεται ἡ λεπὰς ἄνω μὲν ὑπὸ τοῦ ὀστράκου, κάτω δὲ ὑπὸ τῆς πέτρας,
30ἣν πέτραν ἀλλότριον εἴρηκε φράγμα. ὁ δὲ ἐχῖνος, φησίν, ὁ θαλάσσιος ἔχει τὸ ὄστρακον ἴδιον τῶν ἄλλων ὀστρακοδέρμων· οὐδὲν γὰρ τῶν ἄλλων ὀστρακοδέρμων κύκλ, τουτέστι σφαιροειδὲς τὸ ὄστρακον ἔχει, καὶ πρὸς τούτῳ κεχαρακωμένον ταῖς ἀκάνθαις. τὰ δὲ μαλάκια ἀντικειμένως ἔχει τοῖς μαλακοστράκοις καὶ ὀστρακοδέρμοις· τοῖς μὲν γὰρ μαλακίοις,
35ὥσπερ ἐπὶ τῶν σηπίων, ἔξω τὸ σαρκῶδες, τοῖς δὲ ἐντός. σαφῆ δὲ τὰ ἑξῆς.
κατὰ δὲ τὴν λέξιν τὴν τὰ μὲν γὰρ τῷ λόγ, τὰ δὲ πρὸς τὴν ὄψιν71

72

αὐτῶν σαφηνίζειν δεῖ μᾶλλον, τῷ μὲν οὖν λόγῳ σαφηνίζειν δεῖ τὸ διὰ τί τούτων ἕκαστον οὕτως ἔχει, οἷον διὰ τί τὰ μὲν ἔχει πρόλοβον, τὰ δὲ οὐκ ἔχει, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ὑπὸ δὲ τῆς ὄψεως σαφῆ γέγονεν ὅτι τὰ μὲν ἔχει χολήν, τὰ δ’ οὐκ ἔχει, καὶ ὅτι πρῶτον μὲν κεῖται τόδε
5τὸ μόριον, εἶτα τόδε, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὑπὸ δὲ τῆς λέξεως τῆς ἰδίως δ’ ἔχουσι τῶν ὀστρακοδέρμων οἵ τε ἐχῖνοι καὶ τὸ τῶν καλουμένων τηθύων γένος οὐ τοῦτο λέγεται, ὡς ἄν τις ὑπολάβοι, ὅτι διαφέρει τὰ τήθυα πρὸς τοὺς ἐχίνους, ἀλλὰ τοῦτό ἐστι τὸ λεγόμενον, ὅτι οἱ ἐχῖνοι καὶ τὰ τήθυα διαφέρουσι πρὸς τὰ ἄλλα ὀστρακόδερμα. λέγει δὲ
10τοὺς ἐχίνους ἔχειν καὶ τὰ ᾠὰ μικρὰ πάμπαν ἔξω τῶν ἐπιπολαζόντων, λέγων ἐπιπολάζοντας ἐχίνους τοὺς παρ’ ἡμῖν εὑρισκομένους· μεγάλα γὰρ οὗτοι ἔχουσι τὰ ᾠά. τὰ δὲ ὀστρακόδερμα, φησίν, ἐν τῷ χειμῶνι οὔκ εἰσι πίονα διὰ τὸ πονεῖν ὑπὸ τοῦ ψύχους· τὸ δὲ πονοῦν λυπεῖται, τὸ δὲ λυπούμενον οὐ πιαίνεται. οἱ δὲ ἐχῖνοι ἐν τῷ θέρει μᾶλλον εὐθηνοῦσιν,
15ἤγουν πίονες γίνονται, πλὴν τῶν ἐν τῷ Πυρραίῳ εὐρίπῳ· ἐκεῖνοι γὰρ οὐχ ἧττον τοῦ χειμῶνος πίονές εἰσιν, ἀλλ’ ἐπίσης τῷ θέρει καὶ κατὰ τὸν χει‐ μῶνα πίονές εἰσιν. ἀναχωρούντων γὰρ ἐκεῖθεν τῶν ἰχθύων ἐν τῷ χειμῶνι προσπίπτει αὐτοῖς πλείστη νομή, ὥστε κἂν ῥιγῴη καὶ διὰ τοῦτο λυπῆται, ἀλλὰ διὰ τὴν ἀφθονίαν τῆς τροφῆς εὐθηνεῖ τὸ τούτων γένος. οἱ δὲ κατὰ
20τοὺς ἄλλους τόπους πρὸς τῷ ῥιγοῦν καὶ λυπεῖσθαι καὶ σπάνιν ἔχουσι τροφῆς, καὶ ἐπὶ τούτῳ οὐκ εὐθηνεῖ. Μετὰ ταῦτα λέγει καὶ διὰ τί πέντε ἔχουσιν οἱ ἐχῖνοι τὰ καλούμενα ᾠά, καὶ οὔτε πλείονα οὔτε ἐλάττονα· καί φησιν ὅτι μία μὲν αἰτία τοῦ ἔχειν πλείω ταῦτα τὸ μὴ εἶναι ᾠά. ζητήσειε δ’ ἄν τις, τίνος
25ἕνεκα διὰ τὸ μὴ εἶναι ᾠὰ πλείω ἑνὸς ἔχει ταῦτα. ἢ τὸ αἴτιον δὲ οἶμαι εἰρῆσθαι ἀντὶ τοῦ αἴτιον δὲ τοῦ μὴ ἐπ’ ἀμφότερα τὰ μέρη ἔχειν τὰ καλού‐ μενα ᾠά, ἀλλ’ ἐπὶ τὸ ἕτερον μόνον μήτε τοὺς ἐχίνους μήτε τὰ ὀστρακό‐ δερμα τὸ μὴ εἶναι ᾠά· τὰ γὰρ ὡς ἀληθῶς ᾠὰ ἐπ’ ἀμφότερα τὰ μέρη εὑρίσκεται. οἵ τε γὰρ κέφαλοι καὶ λάβρακες καὶ ὄρνιθες καὶ ἁπλῶς πάντα,
30ὅσα ἔχει ᾠά, ἐπ’ ἀμφότερα τὰ μέρη, τό τε δεξιὸν καὶ τὸ ἀριστερόν, ἔχει ταῦτα. εἰπὼν οὖν κοινὴν αἰτίαν ἐπὶ πάντων τῶν ὀστρακοδέρμων, τίνος ἕνεκα ἐπὶ τὸ ἕτερον μόνον μόριον ἔχουσι τὸ καλούμενον μὲν ᾠόν, μὴ ὂν δὲ ᾠόν, πρῶτον μὲν λέγει, διὰ τί τὰ μὲν ἄλλα ὀστρακόδερμα ἐν βραχεῖ τόπῳ ἔχει τὸ καλούμενον ᾠόν, ὁ δὲ ἐχῖνος ἐν ὅλῳ τῷ ἡμικυκλίῳ, καί
35φησιν ὅτι ἐπεὶ ὁ ἐχῖνος σφαιροειδής ἐστι καὶ δυνατὸν ἐν αὐτῷ πολλοὺς κύκλους γραφῆναι, τόν τε ἀναλογοῦντα φέρε εἰπεῖν τῷ ὁρίζοντι καὶ τὸν τῷ μεσημβρινῷ καὶ τὸν τῷ ἰσημερινῷ καὶ τὸν τῷ λοξῷ καὶ ἄλλους πλείους,
ἀνάγκη καὶ τὸ ᾠὸν ὁμοίως ἔχειν, τουτέστι χώραν ἔχειν μὴ ἐν ἑνὸς κύκλου72

73

μέρει εὑρίσκεσθαι, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ὀστρακοδέρμων, ἀλλ’ ἐν πλει‐ όνων κύκλων μέρεσιν. ἐπὶ μὲν γὰρ τῶν ἄλλων ὀστρακοδέρμων, οἷον τῶν κτενῶν καὶ τῶν τοιούτων, εἷς μόνος κύκλος ἐστὶν ὁ τῷ ὁρίζοντι ἀναλογῶν, ἄλλος δὲ ἢ νοηθῆναι ἢ γραφῆναι οὐ δύναται. ἐπεὶ οὖν ταῦτα διὰ τὸ ἕνα
5κύκλον ἐν αὐτοῖς, ὡς εἴρηται, εὑρίσκεσθαι τὸν ἀναλογοῦντα τῷ ὁρίζοντι, ἐν ἑνὶ ἡμικυκλίῳ, οἷον ὡς εἰπεῖν τῷ δεξιῷ, ὁρᾶται ἔχοντα τὸ ᾠόν, ἕξει καὶ ὁ ἐχῖνος διὰ ταύτην τὴν αἰτίαν ἓν ᾠὸν ἐν τῷ δεξιῷ μέρει τοῦ ἀναλογοῦντος κύκλου τῷ ὁρίζοντι. τέμνει δὲ τὸν ὁρίζοντα ὁ μεσημβρινός· ἕξει οὖν καὶ ἕτερον ᾠόν, καθ’ ὃ οὗτοι τέμνουσιν ἀλλήλους οἱ κύκλοι, ἕξει δὲ τοῦτο τὸ
10ᾠὸν οὐκ ἐν ἄλλῳ μέρει, ἀλλ’ ἐν ᾧ καὶ ὁ ὁρίζων αὐτὸ ἔχει, διὰ τὸ μὴ ἐνδέχεσθαι αὐτὸν καὶ ἐν θατέρῳ μέρει ἔχειν τὸ ᾠόν, ὀστρακόδερμόν τε ὄντα καὶ 〈διὰ τὸ〉 τὸ λεγόμενον ᾠὸν μὴ εἶναι ᾠόν. ἕξει οὖν, ὡς εἴρηται, καὶ διὰ τὸν μεσημβρινὸν καὶ ἄλλο ᾠόν· πᾶς γὰρ κύκλος ἐπὶ τῶν ὀστρακο‐ δέρμων πέφυκεν ἐν θατέρῳ μέρει ἔχειν ᾠόν· ἀλλὰ μὴν ἕξει καὶ ἕτερον
15διὰ τὸν λοξόν, καὶ κατὰ τὸ μέρος, ἐν ᾧ καὶ οἱ ἄλλοι διὰ τὰς εἰρημένας αἰτίας. καὶ ἐπεὶ ἄπειροι κύκλοι δύνανται γράφεσθαι ἐν τῇ σφαίρᾳ, ἄπειρα καὶ ᾠὰ συμβαίνει ἐκ τούτου εὑρίσκεσθαι ἐν αὐτῇ. ἀλλ’ ἐρεῖ τὴν αἰτίαν αὐτός, καίτοι τούτου συμβαίνοντος, δι’ ἣν πλείω τῶν πέντε γενέσθαι ἀδύνατον. διὰ μὲν οὖν τὰς εἰρημένας αἰτίας χώραν ἔχει τὸ ᾠὸν ἐπὶ τοῦ ἐχίνου ἐν
20πλείοσιν εὑρίσκεσθαι. οὐ γάρ ἐστιν ἀνόμοιον τὸ κύκλῳ σῶμα τοῦ ἐχίνου, ἵν’ εἷς μόνος κύκλος ἐπ’ αὐτοῦ γράφηται, ὥσπερ τὰ τῶν ἄλλων ὀστρακο‐ δέρμων· πᾶσι γὰρ ἐν τούτοις διὰ τὸ ἐν μέσῳ εἶναι τὴν κεφαλὴν εἷς ἐστι κύκλος καὶ ἔχουσιν ἄνω τὸ τοιοῦτον μόριον· ὥσπερ γὰρ ἐπὶ τῶν ἄλλων ζῴων τὸ τούτων ἄνω ἡ κεφαλὴ αὐτῶν ἐστιν, οὕτω καὶ τὸ τούτων ἄνω ἡ
25κεφαλὴ αὐτῶν ἐστιν, εἰ καὶ ἐν μέσῳ κεῖται τοῦ ὅλου σώματος. πρὸς τού‐ τοις προσδιορίζεται καὶ ἕτερα δύο, χρῄζων καὶ τούτων πρὸς τὴν δεῖξιν τοῦ διὰ τί πέντε ἔχει τὰ ᾠά. προσδιορίζεται οὖν λέγων ‘ἀλλὰ μὴν οὔτε συν‐ εχῆ δυνατὸν εἶναι τὰ ᾠά (οὐδὲ γὰρ τὰ τῶν ἄλλων ζῴων) ἀλλὰ ἐπὶ θάτερα‘, ἀντὶ τοῦ καὶ ἐπὶ θάτερα τοῦ κύκλου μόνον. δεῖ οὖν μήτε συν‐
30εχῆ ἔχειν ταῦτα καὶ ἐπὶ θάτερα τοῦ κύκλου μόνον, καὶ μὴ πόρρω ἀπ’ ἀλλήλων διεστηκότα. ταῦτα προειπὼν δείκνυσι τέως, διὰ τί οὐκ ἐνδέχεται ἔχειν τὸν ἐχῖνον ἄρτια τὰ ᾠά, καί φησιν ἀνάγκη τοίνυν, ἐπεὶ τοῦτο μὲν ἁπάντων κοινόν, τουτέστι τὸ ἐπὶ θάτερα μόνον τοῦ κύκλου ἔχειν τὸ ᾠόν, ἴδιον δ’ ἐκείνου ἐστὶ τὸ ἔχειν τὸ σῶμα σφαιροειδές, μὴ
35εἶναι ἄρτια τὰ ᾠ. εἰ γὰρ ἦσαν ἄρτια, κατὰ διάμετρον ἂν ἔκειντο καὶ ἐν ἀμφοτέροις τοῖς μέρεσι· καὶ γὰρ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν, ἐν οἷς ἄρτια εὑρίσκεται, οὐκ ἐν τῷ ἑνὶ μέρει, ἀλλ’ ἐν ἀμφοτέροις κεῖται, τὰ μὲν
ἐν τῷ δεξιῷ τὰ δ’ ἐν τῷ ἀριστερῷ. εὐθὺς οὐ μόνον ἐπὶ τῶν ᾠῶν δῆλον73

74

τοῦτο, οἷον σκόμβρου, λάβρακος, κεφάλου, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων μερῶν, ὀφθαλμῶν, ὤτων, τῶν ὁμοίων. εἴπερ οὖν ἦσαν ἄρτια τὰ ᾠά, ἀνάγκη ἐν ἀμφοτέροις κεῖσθαι τοῖς μέρεσιν· οὐδὲν δὲ ὀστρακόδερμον οὕτως ἔχει, ἀλλ’ ἐπὶ θάτερα μόνον τοῦ κύκλου. διὰ ταῦτα μὲν οὖν ἄρτια οὐχ οἷόν τέ ἐστιν
5ἔχειν τὰ ᾠὰ τοὺς ἐχίνους· ἀνάγκη τοίνυν ἢ τρία ἢ πέντε εἶναι ἢ ἄλλον τινὰ ἀριθμόν. εἰ μὲν οὖν εἶχον τρία, ἐπειδὴ δεῖ τὰ ᾠὰ ὅλον συνέχειν τὸ ἡμικύκλιον, μέγα δὲ τοῦτο, ὅτι καὶ οἱ ἐχῖνοι μεγάλοι, πόρρω ἂν ἦσαν ἀπ’ ἀλλήλων· δεῖ δὲ μήτε συνεχῆ εἶναι, ὥσπερ εἴρηται, καὶ μὴ πόρρω ἀπ’ ἀλλήλων διεστηκέναι. εἰ δὲ ἦσαν πλείω τῶν πέντε, ἦσαν ἂν συνεχῆ διὰ
10τὸ μὴ δύνασθαι χωρεῖν αὐτὰ τὸ ἡμικύκλιον. τούτων δ, τουτέστι τοῦ τε πόρρω λίαν ἀπ’ ἀλλήλων διεστηκέναι καὶ τοῦ εἶναι συνεχῆ, τὸ μὲν πόρρω διεστηκέναι οὐ βέλτιον, τὸ δὲ εἶναι συνεχῆ οὐκ ἐνδέχεται· λείπεται τοίνυν πέντε εἶναι. διὰ τὴν αὐτὴν δ’ αἰτίαν ἀνάγκη καὶ τὰς κοιλίας ἔχειν πέντε καὶ τοὺς ὀδόντας ὁμοίως τοσούτους· ἕκαστον γὰρ ᾠόν, ὥσπερ ἓν
15ζῷον ὂν καθ’ αὑτό, οἷον Σωκράτης ἢ Πλάτων ἢ ἄλλο ὁτιοῦν τῶν ἀτόμων, κοιλίας δεῖται καὶ ὀδόντος πρὸς τὸ ζῆν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἕκαστον γὰρ τῶν ᾠῶν οἷον σῶμά τι τοῦ ζῴου τουτέστιν ἕκαστον γὰρ ᾠὸν οἱονεὶ σῶμα ὑπάρχον ζῴου ἀναγκαῖον ἔχειν πρὸς τὸν τρόπον τῆς ζωῆς ἤτοι πρὸς τὸ ζῆν ὅμοιον, καὶ προσυπακουστέον τὸ μόριον,
20οἷον ἔχει τὰ λοιπὰ ζῷα. τὸ δὲ πρὸς τὸ ζῆν μόριόν ἐστιν ἡ κοιλία. ἕκαστον οὖν ᾠόν, σῶμα ὑπάρχον ζῴου, ἀναγκαῖον ἔχειν πρὸς τὸ ζῆν κοιλίαν, ὥσπερ καὶ τὰ ἄλλα ζῷα, 〈καὶ〉 διὰ ταῦτα καὶ ὀδόντα. τὸ δ’ ἐντεῦθεν γὰρ ἡ αὔξησις ἀντὶ τοῦ ἀπὸ τῆς κοιλίας. ἀναγκαία δὲ ἡ αὔξησις δι’ αἰτίαν τοι‐ αύτην· πάντα τὰ ὄντα ἐφίεται τῆς ἀιδιότητος· ὅσα οὖν μὴ δύναται ἀεὶ
25εἶναι κατ’ ἀριθμὸν τὰ αὐτά, σπεύδει γεννῆσαι ἕτερα οἷά εἰσιν αὐτά. οὐδὲν δὲ δύναται ὅμοιον ἑαυτῷ γεννῆσαι μὴ εἰς ὡρισμένον καὶ κατὰ φύσιν μέτρον ἐλθόν· ἔρχεται δὲ εἰς τὸ τοιοῦτον μέτρον δι’ αὐξήσεως. ὥστε ἐπεὶ ἡ αὔξησις ἀναγκαία, γίνεται δὲ ἡ αὔξησις πεττομένης τῆς τροφῆς, πέττεται δὲ ὑπὸ τῆς κοιλίας, ἀναγκαία ἄρα καὶ ἡ κοιλία, ὅθεν ἡ αὔξησις. εἰπὼν
30οὖν μίαν αἰτίαν τίνος ἕνεκεν πέντε κοιλίας ἔχει ὁ ἐχῖνος, ἐπάγει καὶ ἑτέραν λέγων ‘εἰ μὲν οὖν ἦν μία ἡ κοιλία, ἢ μεγάλη ἂν ἦν ἢ μικρά. εἰ μὲν οὖν μεγάλη, πόρρω ἂν ἦσαν ἀπ’ ἀλλήλων τὰ ἐν αὐτῇ ᾠά‘· τοῦτο δ’ εἴρηται ὅτι οὐκ ἐνδέχεται· ‘εἰ δὲ μικρά, κατείχετο ἂν πᾶν τὸ τῆς κοιλίας κύτος ὑπὸ τῶν ᾠῶν‘. εἰ δὲ τοῦτο, πρῶτον μὲν δυσκίνητος ἂν ἦν ὁ ἐχῖνος, ὅπερ
35πάσχομεν καὶ ἡμεῖς. ἐπειδὰν ὑπερπλησθῶμεν ὑπὸ τῆς τροφῆς, ἔπειτα κατ‐ έχοντα πᾶν τὸ τῆς κοιλίας κύτος χώραν οὐκ ἂν ἐδίδου εἰσόδου τῇ τροφῇ·
τῆς τροφῆς δὲ χώραν μὴ ἐχούσης εἰσόδου, οὐκ ἂν ἐπληροῦτο τὸ ζῷον, ἀλλ’74

75

ἐπείνη. πέντε οὖν ὄντων τῶν διαλειμμάτων (λέγων τὰ διαλείμματα τοὺς κατεχομένους ὑπὸ τῶν ᾠῶν τόπους) ἀνάγκη ἐν ἑκάστῳ τῶν τόπων ἢ ᾠῶν οὖσαν κοιλίαν πέντε καὶ ταύτας εἶναι· καὶ ἐπεὶ τὰ ἄλλα ὄστρεια μονοκοίλια ὄντα ἀνὰ ἕνα ἔχει ὀδόντα, ἀναγκαῖον τὸν ἐχῖνον, ἐπειδὴ πέντε
5ἔχει κοιλίας, τοσούτους ἔχειν καὶ τοὺς ὀδόντας. οὕτω γὰρ ἂν τὸ ἀνάλογον σωθείη, καὶ ἕξει ὡς ὁ εἷς ὀδοὺς πρὸς τὴν μίαν κοιλίαν, οὕτως οἱ πέντε πρὸς τὰς πέντε. ὅτι δέ, φησίν, οἱ θερμότεροι τῶν ἐχίνων καὶ κινητικώτεροί εἰσι, σημεῖον τὸ ἔχειν ἐν τοῖς ποσὶ χορτώδη τινὰ περιπεπλεγμένα· κινουμένων γὰρ περιπλέκονται ἐν τοῖς ποσίν, ἀκανθώδεσιν οὖσι. πῶς δὲ εἰπὼν τοὺς
10ἀβρώτους περιττώματος εἶναι πλήρεις, ἐπήγαγεν ὅτι παρασκευάζει αὐτοὺς ἡ οἰκεία θερμότης κινητικωτάτους εἶναι; εἰ γὰρ θερμοί, εὖ πέττουσιν· εἰ δὲ εὖ πέττουσιν, οὐ πλήρεις περιττώματος· εἰ δ’ οὐ περιττώματος πλήρεις, οὐκ ἄβρωτοι. ἢ θερμοὶ μέν εἰσιν, ἀλλὰ διὰ τὸ πάμπολλα ἐσθίειν λαίμαργοι ὄντες νικᾶται ὑπὸ τοῦ τῶν βρωμάτων πλήθους ἡ ἔμφυτος αὐτῶν θερμότης,
15καὶ ἀπεπτοῦσι. Τὸν δὲ σπόγγον λέγει ὁμοίως ἔχειν τοῖς φυτοῖς· ὥσπερ γὰρ τὰ φυτὰ ἐν τῷ προσπεφυκέναι καὶ ἐρριζῶσθαι τῇ γῇ ζῇ, ἀπολυ‐ θέντα δὲ καὶ ἀπορριζωθέντα οὐ ζῇ, οὕτω καὶ ὁ σπόγγος προσπεφυκὼς τῇ πέτρᾳ ζῇ, ἀπολυθεὶς δὲ θνήσκει. ὁ οὖν σπόγγος, φησίν, ὁμοίως ἔχει τοῖς
20φυτοῖς (οὕτω γάρ ἐστι τὸ ἑξῆς τῆς λέξεως)· ὁμοίως οὖν ἔχει κατὰ δύο τρόπους, καὶ ἐν τῷ ζῆν μόνον προσπεφυκὼς καὶ ἐν τῷ μὴ ζῆν ἀπολυθείς. εἰπὼν δὲ καὶ ὅτι οἱ πνεύμονες καὶ τὰ ὁλοθούρια οὐδεμίαν ἔχει αἴσθησιν, ζῇ δὲ ἀπολελυμένα (οὐ γὰρ προσπεφυκότες εἰσὶν οἱ πνεύμονες) ζῇ οὖν ἀπολελυμένα ὥσπερ φυτὸν ἀπολυθὲν τῆς γῆς καὶ ζῶν, ἐπήγαγεν ἔστι δὲ
25καὶ ἐν τοῖς ἐπιγείοις φυτοῖς, προσέθηκε δὲ ἐπιγείοις, διότι ὃν τρόπον ἔχει τὰ φυτὰ ἐν τῇ γῇ, οὕτως ἔχουσι καὶ οἱ πνεύμονες καὶ τὰ τοιαῦτα ἐν τῇ θαλάττῃ, καί εἰσιν οἱ μὲν πνεύμονες θαλάττια φυτά, τὰ δὲ δένδρα ἐπίγεια φυτά. ὥσπερ οὖν οἱ πνεύμονες, τὰ θαλάττια φυτά, ζῇ ἀπολελυμένα, οὕτως εἰσὶν ἔνια τῶν ἐπιγείων φυτῶν, καὶ ζῇ ἀπολυθέντα καὶ γίνεται,
30τουτέστι βλαστάνει· τὰ γὰρ κρόμμυα ἐν τῷ παττάλῳ κρεμάμενα βλαστάνει. ἀλλὰ καὶ βοτάνη τις ἀνώνυμος κοπεῖσα καὶ ἐπάνω τοῦ θύμου ὡς ἔτυχε τεθεῖσα βλαστάνει, καὶ γίνεται τὸ καλούμενον ἐπίθυμον, σύνθετον ὂν τρόπον τινὰ ἐκ τοῦ θύμου καὶ τῆς ἐπιτεθείσης ἀνωνύμου βοτάνης. ἀλλὰ τὸ μὲν κρόμμυον καὶ τὸ ἐπίπετρον καὶ ἄλλ’ ἄττα ἀπολυθέντα τῆς γῆς καὶ ἐν
35παττάλῳ κρεμάμενα ζῇ καὶ βλαστάνει, τὸ δ’ ἐπίθυμον ἐν ἑτέρῳ οὐκ ἐγκεν‐ τρισθέν, ἀλλ’ ὡς ἔτυχεν ἐπιτεθέν. τὰ δὲ τήθυά φησι δύο ἔχειν πόρους, ἕνα μὲν ᾗ δέχονται τὴν ὑγρὰν τροφήν, ἄλλον δὲ ᾗ διαπέμπει τὴν ὑπο‐ λειπομένην ἰκμάδα· ἰκμὰς γὰρ ἀλλ’ οὐ περίττωμα ἐν αὐτοῖς ὁρᾶται. πόρους
μὲν οὖν ἔχει δύο, διαίρεσιν δὲ μίαν, ὥσπερ ἂν εἰ νοήσαις ὑμενώδη σωλῆνα75

76

ἐξωγκωμένον καὶ σχίσαις αὐτὸν ἄνωθεν ἕως κάτω ἐν θατέρῳ μέρει. ἔχει δὲ διὰ μέσου καὶ ὑμένα λεπτόν, ὃς ἀναλογεῖ τῇ καρδίᾳ, ἐν ᾧ καὶ ὑπάρχει τὸ κύριον τῆς ζωῆς· τὸ γὰρ κύριον τῆς ζωῆς ἡ καρδία ἢ τὸ ἀνάλογον αὐτῇ. σαφῆ δὲ ἃ λέγει περὶ τῶν ἀκαληφῶν· λέγει δὲ αὐτὰς καὶ ἐοικέναι
5τοῖς φυτοῖς ἔν τε τῷ μὴ ἔχειν περίττωμα καὶ ἐν τῷ ἔχειν στόμα· τὰ γὰρ φυτὰ περίττωμα μὲν φανερὸν οὐκ ἔχει, στόμα δ’ ἔχει. λέγει δὲ τὸ τῶν ἀστέρων γένος ὅμοιον εἶναι ταῖς ἀκαλήφαις καὶ τοῖς ἀπολελυμένοις τῶν εἰρημένων ζῴων, λέγων εἰρημένα ζῷα τά τε μαλάκια καὶ τὰ μαλακό‐ στρακα.
10 Καὶ τὰ μὲν οὖν μόρια τὰ περὶ τὴν τροφὴν τοῖς ὀστρακο‐ δέρμοις καὶ μαλακίοις καὶ τοῖς τοιούτοις τοῦτον ἔχει τὸν τρόπον. ὥσπερ δὲ τὰ ἔναιμα τῶν ζῴων ἔχει τινὰ ἀρχήν, τοῦτο δ’ ἔστι τὸ κύριον τῶν αἰσθή‐ σεων, τοῦτο δ’ ἐστὶν ἡ καρδία, οὕτω δεῖ καὶ τὰ ὀστρακόδερμα καὶ τὰ μαλάκια καὶ ἁπλῶς εἰπεῖν τά τε ἔναιμα καὶ πάντα τὰ ζῷα ἔχειν ἢ τοῦτο τὸ μόριον
15ἢ τὸ ἀνάλογον· τούτου γάρ ἐστι δηλωτικὸν τὸ δεῖ δὲ δηλονότι καὶ τῶν τοῖς ἐναίμοις ὑπαρχόντων κατὰ τὸ κύριον τῶν αἰσθήσεων ἔχειν ἀνάλογόν τι μόριον. σαφὴς δ’ ἂν ἦν ἡ λέξις, εἰ ἀντὶ γενικῆς τῆς τῶν τοῖς ἐναίμοις ὑπαρχόντων ἦν δοτική, ἵνα ἦν οὕτω ‘τὸ ἀνάλογον τοῖς ὑπάρχουσι τοῖς ἐναίμοισ‘. δεῖ γὰρ ὑπάρχειν καὶ ἐν τοῖς ἄλλοις τὸ κύριον
20τῶν αἰσθήσεων ἀναλογοῦν τοῖς παρέχουσι κυρίως τὴν αἴσθησιν τοῖς ἐναί‐ μοις. τὸ δὲ κύριον τῶν αἰσθήσεων τὸ ἀναλογοῦν τῇ καρδίᾳ ἐν μὲν τοῖς μαλακίοις κείμενόν ἐστιν ἐν ὑμένι, ὑγρὸν ὂν τὴν φύσιν. διέρχεται δὲ διὰ μέσου τοῦ τοιούτου ὁ στόμαχος πρὸς τὴν κοιλίαν ὥσπερ τις ἄτρακτος διὰ σπονδύλου ἢ βελόνη διὰ κηροῦ. προσπέφυκε δὲ τοῦτο τὸ ὑγρὸν καὶ
25μᾶλλον πλησιάζει τοῖς πρανέσι, τουτέστι τοῖς ἀναλογοῦσιν ὀστράκοις τῷ νώτῳ καὶ τῇ ῥάχει· ὅπερ ὑγρὸν καλοῦσί τινες μύτιδα. ταῦτα εἰπὼν λέγει τὴν αἰτίαν, δι’ ἣν διὰ μέσου τοῦ εἰρημένου ὑγροῦ ὁ στόμαχος τείνει πρὸς τὴν κοιλίαν, καί φησιν ‘εἰ γὰρ ἐφεξῆς τῷ ὀστράκῳ ἦν ὁ στόμαχος, εἶτ’ ἐφεξῆς τούτῳ ἡ εἰρημένη μύτις, εἰσιούσης τῆς τροφῆς διὰ τοῦ στομάχου οὐκ ἂν
30ἠδύνατο ὁ στόμαχος λαμβάνειν διάστασιν‘, τουτέστιν οὐκ ἂν ἠδύνατο εὐρύ‐ νεσθαι καὶ χώραν διδόναι τῇ τροφῇ δι’ ὅλου διὰ τὴν σκληρότητα τοῦ περικειμένου ὀστράκου. εἰ γὰρ ἦν μαλακὸν τὸ ἀναλογοῦν νώτῳ ὄστρακον, ὑπεῖκεν ἂν καὶ ἐλάμβανε διάστασιν ὁ στόμαχος· νῦν δὲ διὰ τὴν σκληρότητα ἀδυνατεῖ τοῦτο γενέσθαι. ἔξωθεν δὲ τῆς τοιαύτης μύτιδός ἐστι τὸ ἔντερον,
35καὶ ὁ θολὸς πρὸς τῷ ἐντέρῳ, ἵν’ ᾖ τὸ δυσχερὲς καὶ δυσῶδες πόρρω τῆς ἀρχῆς. ὅτι δέ, φησίν, ἡ τοιαύτη μύτις τὸ ἀνάλογόν ἐστι τῇ ἀρχῇ, ἤγουν τῇ καρδίᾳ, δηλοῖ ὁ τόπος· κεῖται γὰρ ἐν τῷ μέσῳ, πᾶσα δὲ καρδία ἢ τὸ
ἀνάλογον ἐν τῷ μέσῳ κεῖται. εἰπὼν δὲ ὅτι περὶ μέσον δεῖ ζητεῖν τὴν76

77

τοιαύτην ἀρχὴν καὶ τὴν καρδίαν ἢ τὸ ἀνάλογον, λέγει καὶ πῶς δεῖ τὸ μέσον εὑρίσκειν, καί φησιν ὅτι ὅσα μέν ἐστι μόνιμα, δεῖ ζητεῖν τὴν τοιαύτην ἀρχὴν περὶ τὸ μέσον τοῦ δεχομένου μορίου τὴν τροφήν (τοῦτο δ’ ἐστὶ τὸ στόμα) καὶ τοῦ πέρατος τοῦ πόρου, δι’ οὗ ποιεῖται τὴν ἀπόκρισιν τὴν σπερμα‐
5τικὴν ἢ τὴν περιττωματικήν· ὥστε ἐν τῷ τόπῳ, ἀφ’ οὗ ἴσαι εὐθεῖαι προσ‐ πίπτουσιν πρός τε τὸ στόμα καὶ τὸ τοῦ εἰρημένου πόρου πέρας, δεῖ ζητεῖν ἐν τοῖς μονίμοις τὴν τῆς καρδίας θέσιν· ὅσα δὲ πορευτικὰ τῶν ζῴων, ἀεὶ ἐν τῷ μέσῳ τῶν δεξιῶν καὶ ἀριστερῶν. ὥστε ἐν τοῖς μονίμοις κατὰ τὸ μῆκος δεῖ ζητεῖν τὴν μεσότητα, ἐν δὲ τοῖς πορευτικοῖς κατὰ τὸ πλάτος.
10τοῖς δ’ ἐντόμοις, φησίν, ὥσπερ ἐλέχθη ἐν τοῖς πρώτοις λόγοις, λέγων πρώτους λόγους τὴν Περὶ ζῴων ἱστορίαν, ἡ τοιαύτη ἀρχὴ ἐν ταῖς ἐντομαῖς ἐστιν. διὸ ὅσαι εἰσὶν ἐν ἑκάστῳ τῶν τοιούτων ζῴων ἐντομαί, τοσαύτας ἔχει καὶ ἀρχάς, καὶ διὰ τοῦτο, ὡς ἐρεῖ ἐν τῷ Περὶ ζῴων πορείας, τεμνό‐ μενα δύνανται τὰ ἀποτμηθέντα μόρια ἐπὶ πολὺ ζῆν. καὶ ἐπεὶ ἡ τοιαύτη
15ἢ αἱ τοιαῦται ἐντομαί εἰσιν ἀρχαὶ αἱ τῇ καρδίᾳ ἀναλογοῦσαι, βούλεται μὲν ἡ φύσις ἐν πᾶσι τοῖς ζῴοις μίαν ταύτην ἑκάστῳ τούτων ἀποδιδόναι, καὶ δίδωσιν ἔνθα δυνατόν· ἔνθα δὲ οὐ δύναται οὐδὲ ἐνδέχεται διὰ μιᾶς ζῆν τε καὶ εἶναι, ἀποδίδωσι πολλάς. διὸ ἐν τοῖς ἰουλώδεσιν ἀδυνατήσασα μίαν ἐντομὴν καὶ ἀρχὴν ποιῆσαι ἀπέδωκεν ἑκάστῳ τούτων πλείους· διὸ καὶ
20τεμνόμενα, ὡς εἴρηται, ζῇ. τίνα δὲ τὰ ἰουλώδη, αὐτὸς σαφηνίζων ἐπήγαγε τὸ καὶ μακροῖς. εὐλόγως οὖν διατεμνόμενα ζῇ· ἐπειδὴ γὰρ ἡ ἐντομὴ ἀρχὴ καὶ ἑστία καὶ ἀκρόπολίς τίς ἐστι τῆς αἰσθητικῆς ψυχῆς, ὅσας ἂν ἔχῃ τὸ ζῷον ἐντομάς, τοσαύτας καὶ τὰς αἰσθητικὰς ἔχει ψυχάς, καὶ ἔστιν οἱονεὶ ἕν τι ζῷον ἐκ πολλῶν ζῴων συγκείμενον. διὰ τοῦτο χωριζόμενα ἀπ’
25ἀλλήλων τὰ μέρη καὶ ζῇ καὶ κινεῖται καὶ αἰσθάνεται, ὡς ἔχον ἕκαστον ἐν ἑαυτῷ αἰσθητικὴν ψυχήν· εἰ δὲ εἶχον καὶ ὄργανα, δι’ ὧν ἂν ἐτρέφοντο, ὥσπερ εἴρηται ἐν τῇ Περὶ ψυχῆς, ἔζων ἂν ἐπὶ πολύ. εἰσὶ δὲ αἱ τοιαῦται ἐντομαὶ ἐν ἑτέροις δῆλαι μᾶλλον ἑτέρων· οὐ γὰρ ὁμοίως ἐν πᾶσίν εἰσι δῆλαι. οἱ δὲ τέττιγες, φησί, τὸ αὐτὸ καὶ ἓν μόριον ἔχουσι καὶ ἀντὶ στό‐
30ματος καὶ ἀντὶ γλώττης· τὸ δὲ συμπεφυκὸς ὥσπερ εἰ σύμφυσις γλώτ‐ της καὶ στόματος ἐγεγόνει καὶ ἀπετελέσθη ἕν τι μόριον συγκείμενον ἐκ στόματος καὶ γλώττης εἴρηται. λέγει δὲ καὶ τρέφεσθαι τοὺς τέττιγας ἐκ τῆς καταλειφθείσης ἐκ τοῦ σώματος ὑγρότητος· ἐξ ὑγροῦ γὰρ τὴν σύστασιν ἔχοντες τῷ περιττεύσαντι ὑγρῷ ἐκ τῆς τοῦ σώματος αὐτῶν συστάσεως
35χρῶνται εἰς τροφήν. λέγει δὲ καὶ τὰ ἐφήμερα ζῷα ζῆν μίαν ἡμέραν, τοὺς δὲ τέττιγας πλείονας μὲν ἡμέρας ζῆν τῆς μιᾶς, ἣν ζῶσι τὰ ἐφήμερα,
ὀλίγας δέ.77

78

Ταῦτα εἰπὼν ἐφεξῆς πάλιν περὶ τῶν ἐκτὸς μορίων τῶν ἐντόμων λέγει, καί φησιν αὐτὰ μὴ εἶναι πολυμερῆ· οὐ γὰρ ἔχουσιν αὐχένα καὶ χεῖρας καὶ τὰ τοιαῦτα· εἰσὶ δὲ πολύποδα, καὶ τὴν αἰτίαν τῆς πολυ‐ ποδίας λέγει σαφῶς. ἔχουσι δέ, φησί, πλείονας ἐντομάς, διότι καὶ ἀρχὰς
5πλείονας, αἱ δὲ ἀρχαὶ αἱ ἀναλογοῦσαι τῇ καρδίᾳ αἱ ἐντομαί εἰσιν, ἐν αἷς εἰσιν αἱ αἰσθητικαὶ ψυχαί. διὰ δὲ ταύτας ἐστὶ τὰ τοιαῦτα ζῷα καὶ πολύποδα, ὅπως ἀνέχωνταί τε καὶ φέρωνται ὡσπερεὶ μέλη παραλελυμένα ὑπὸ τῶν ποδῶν. ὅσα δὲ τῶν ἐντόμων ὀλιγόποδά ἐστιν, ἀντὶ ποδῶν δέδωκεν αὐτοῖς ἡ φύσις πτερά. λέγει δὲ τοῖς βίοις ἑδραῖα τὰ μὴ ἐκτοπιζόμενα
10καὶ πόρρω ἀποπλανώμενα, καὶ λέγει ἔχειν αὐτὰ καὶ ἔλυτρα ἐν τοῖς πτεροῖς διὰ τὴν ἑδραιότητα καὶ δυσκινησίαν· δυσκίνητα γὰρ ὄντα καὶ διὰ τοῦτο μᾶλλον δυνάμενα βλάπτεσθαι ὑπὸ τῶν ἐπιβουλευόντων, δέδοται αὐτοῖς τὰ ἔλυτρα εἰς σκέπην καὶ βοήθειαν. τὰ δὲ πτερά, φησί, τῶν τοιούτων εἰσὶν ὑμένες δερματικοί, οἵτινες διὰ τὴν σκληρότητα τοῦ σαρκώδους ψυχόμενοι
15ἀφίστανται τοῦ σώματος, ὥσπερ καὶ τὰ τῶν δένδρων φύλλα, ἐπειδὰν ὁ ὀπὸς παγῇ. ὥστε καὶ διὰ τοῦτο ἂν εἴη αὐτοῖς ὑπὸ τῆς φύσεως τὰ ἔλυτρα δεδομένα, ἵνα θερμαίνηται ὑπὸ τούτων τὰ πτερὰ καὶ μὴ ταχέως ψύχηται. εἰπὼν δὲ τὰ ἔντομα ἔχειν τὰς ἐντομὰς πλείονας διὰ τὸ καὶ τὰς ἀρχὰς πλείονας, λέγει καὶ ἄλλην αἰτίαν τούτου λίαν σαφῶς ‘καὶ τὰ μὲν
20ἑλικτὰ τῶν ἐντόμων συνελίττεται, τὰ δὲ μὴ ἑλικτὰ συνιόντα καὶ εἰς ἑαυτὰ συνιζάνοντα ὥσπερ σπόγγοι, ἐπειδάν τις αὐτῶν ἅψηται, σκληρύνεται‘. εἰ γὰρ τὸ μανούμενον μαλακόν, τὸ πυκνούμενον καὶ εἰς ἑαυτὸ συνιζάνον δῆλον ὡς σκληρόν. σαφῆ δὲ τὰ ἑξῆς. Λέγει δὲ τὰς μελίττας ἐν ἑαυταῖς ἔχειν τὸ κέντρον, ἀλλ’ οὐκ
25ἐκτός. καὶ μίαν μὲν ἐπήγαγε τοῦ ἐντὸς ἔχειν τὸ κέντρον αἰτίαν τὸ εἶναι πτηνά· πτηνὰ γὰρ ὄντα δύναται φεύγειν τὰ ἐπιβουλεύοντα, ἕως ἂν ἐκβάλωσι τὰ κέντρα πρὸς ἄμυναν, ὥστε οὐκ ἀνάγκη ἐκτὸς καὶ ἕτοιμον ἔχειν τὸ κέντρον. ἄλλην δὲ πάλιν αἰτίαν ἐπήγαγε λίαν σαφῶς αὐτὴν ἑρμηνεύσας. ἀλλὰ ταύ‐ ταις μὲν οὐκ ἀνάγκη τὸ κέντρον ἐκτὸς ἔχειν, τοῖς δὲ σκορπίοις πεζοῖς οὖσι
30καὶ μὴ δυναμένοις τάχιον ὑπὸ τῶν ἐπιβουλευόντων ἀμύνεσθαι, ἀναγκαῖον ἐπὶ ταῦτα, τουτέστιν ἐκτὸς ἔχειν τὸ κέντρον. εἰ δὲ μή, οὐκ ἂν εἴη χρήσιμον αὐτοῖς· φονευθήσονται γὰρ θᾶττον τοῦ ἐκβαλεῖν τὸ κέντρον. τὰ δὲ μικρὰ καὶ δίπτερα καὶ διὰ τοῦτο ἀσθενῆ λέγει ἔχειν ἔμπροσθεν τὸ κέντρον· μόλις γὰρ δύναται καὶ τοῖς ἔμπροσθεν τύπτειν δι’ ἀσθένειαν· τὰ
35γὰρ ἐκ τῶν ὄπισθεν τύπτοντα ἰσχυρὰ πάντα. λέγει δὲ καὶ ὅτι βέλτιόν ἐστιν, ἐν οἷς ἐνδέχεται μὴ τὸ αὐτὸ ὄργανον ἔχειν ἐπὶ ἀνομοίας χρήσεις, ἔχειν ἄλλο πρὸς ἄλλην. ᾗ γὰρ ἐνδέχεται εἰς δύο πράξεις δύο ὄργανα
εἶναι, οἷον ἄλλο μὲν πρὸς τὸ ὁρᾶν, ἄλλο δὲ πρὸς τὸ ἀκούειν, οὐκ εἴωθεν78

79

ἡ φύσις ἓν ποιεῖν καὶ τὸ αὐτό, οἷον οὖς καὶ πρὸς τὸ ἀκούειν καὶ πρὸς τὸ ὁρᾶν, ἀλλ’ ὥσπερ εἴρηται, ἄλλο μὲν πρὸς τὴν ἄκουσιν, ἄλλο δὲ πρὸς τὴν ὅρασιν ἀποδίδωσιν. οὐ γάρ ἐστιν ἡ φύσις εὐτελὴς καὶ φειδωλός, ἵνα τὸ αὐτὸ καὶ ἓν ὄργανον ἀπεργάσηται πρὸς δύο πράξεις ὥσπερ ἡ χαλ‐
5κευτική· ἐκείνη γὰρ διὰ μικροπρέπειαν καὶ φειδωλίαν ἀπεργάζεται πρό‐ μηκες σιδήριον, καὶ χρῆται τῷ αὐτῷ καὶ ἑνὶ προμήκει σιδηρίῳ καὶ ὡς λύχνῳ καὶ ὡς ὀβελίσκῳ, ὃ δὴ καὶ ὀβελισκολύχνιον ἐπονομάζεται. σαφῆ δὲ τὰ ἑξῆς. τὸ δὲ ἀεὶ γὰρ χαρακίζουσιν αἱ μυῖαι τοῖς προσθίοις σκέλεσι, τὸ δὴ χαρακίζουσιν ἴσον ἐστὶ τῷ ἀποκαθαίρουσιν· ἀεὶ γὰρ
10ἀποκαθαίρουσι τοὺς ὀφθαλμοὺς τοῖς προσθίοις σκέλεσιν. ὡς γὰρ οἱ χάρακες ἀπερύκουσι τοὺς πολεμίους, οὕτω καὶ τὰ πρόσθια σκέλη τῶν μυιῶν ἀπο‐ διώκουσι τὰ προσπίπτοντα τοῖς ὀφθαλμοῖς. ὅτι δέ, φησί, καὶ τὰ ὀπίσθια σκέλη μείζω ἐστὶν διὰ τὸ αἴρεσθαι ἀπὸ τῆς γῆς, μᾶλλον δῆλον ἐπὶ τῶν πηδητικῶν, οἷον ἐπὶ τῶν ἀκρίδων καὶ ψυλλῶν. ὅταν γὰρ κάμψαντα τὰ
15ὀπίσθια σκέλη καὶ ταπεινότερα γενόμενα ἐκ τῆς καμπῆς πάλιν ἐκτείνῃ, ἀνάγκη αἴρεσθαι μᾶλλον· εἰ γὰρ κάμψαντα ταπεινοῦται καὶ ἴσα ἐκ τῆς καμπῆς γένηται τοῖς προσθίοις τὰ ὀπίσθια, ἀνάγκη ἐκταθέντα αἴρεσθαι καὶ ὑψηλότερα γίνεσθαι τὰ ὀπίσθια τῶν προσθίων. οὐκ ἔχουσι δὲ τὰ πηδαλι‐ ώδη σκέλη ἔμπροσθεν αἵ τε μυῖαι καὶ ἀκρίδες καὶ αἱ ψύλλαι καὶ τὰ
20ὅμοια, ἀλλ’ ὄπισθεν, ὅτι ἀνάγκη τὴν καμπὴν εἴσω, τουτέστι πρὸς τὴν κοιλίαν καὶ τὰ στέρνα ἔχειν, οὐδὲν δὲ τῶν τοιούτων ζῴων τὰ πρόσθια σκέλη ὑπὸ τὴν κοιλίαν καὶ τὰ στέρνα κάμπτει, ἀλλ’ εἰς τὰ πλάγια. τὴν δ’ ἀνάγκην τοῦ τὰ ὄπισθεν εἴσω κάμπτειν, τὰ δὲ πρόσθια εἰς τὰ σκέλη εἴρηκεν ἐν τῇ Περὶ ζῴων πορείας. σαφῆ δὲ τὰ ἑξῆς.
25 Λέγει δὲ ὅτι πάντα τὰ τοῦ σώματος τῶν ὀστρακοδέρ‐ μων μόρια ἀνώνυμά ἐστι, πλὴν τοῦ δι’ οὗ δέχονται τὴν τροφήν· τοῦτο γὰρ μόνον καλεῖται στόμα. τὰ δὲ μαλακόστρακα πάντα πρὸς τῷ νευ‐ στικὰ εἶναι καὶ πορευτικά ἐστιν. ὅσα δέ, φησίν, ἔχει χηλάς, οὐ πρὸς τὸ πορεύεσθαι ἔχει αὐτάς, ἀλλὰ πρὸς τὸ λαμβάνειν· διὸ καὶ ἑλίσσουσι
30καὶ συστρέφουσιν αὐτὰς πρὸς τὸ στόμα, ὥσπερ καὶ ἡμεῖς τὰς χεῖρας. πλάτας δὲ λέγει τὰς κώπας. οἱ δὲ μικροὶ πάμπαν, φησί, καρκίνοι ἁλί‐ σκονται διὰ τῶν μικρῶν ἰχθυδίων· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ οἱ δὲ πάμπαν μικροὶ καρκίνοι, οἳ ἁλίσκονται ἐν τοῖς μικροῖς ἰχθυδίοις.
ἢ τὸ λεγόμενον ἴσον ἐστὶν τῷ οἳ ἁλίσκονται μετὰ τῶν μικρῶν ἰχθυδίων·79

80

συναλίσκονται γὰρ ταῖς μικραῖς ἀθερίναις καὶ ἀμίαις καὶ τοῖς τοιούτοις. τὰ δὲ καραβοειδῆ λέγει ἔχειν πολλοὺς πόδας διὰ τὸ μὴ μᾶλλον νευστικὰ εἶναι ἢ πορευτικά· εἰ μὲν γὰρ ἦσαν μᾶλλον νευστικώτερα, εἶχον ἂν ὀλίγους πόδας· ἐπεὶ δὲ μᾶλλόν εἰσι πορευτικώτερα, ἔχουσι πολλοὺς πόδας. εἴρηται
5δὲ καὶ τούτων ἡ αἰτία ἐν τῷ Περὶ πορείας ζῴων. αἱ δὲ θήλειαι τῶν καράβων ἔχουσι τὰ κάτω πλακωδέστερα, καὶ αἱ θήλειαι τῶν καρκίνων τὰ ἐν τῷ ἐπιπτύγματι δασύτερα, διότι τὰ ᾠὰ πρὸς αὐτὰ ἐκτείνουσι καὶ ἀπο‐ τίθενται, ἔνθα καὶ ζῷα γινόμενα ἐξέρχεται. εὐρυχωρότερα γὰρ ὄντα καὶ μείζω τά τε κάτω τῶν καράβων καὶ τὰ ἐν τῷ ἐπιπτύγματι τῶν καρ‐
10κίνων χώραν ἔχει τοῖς ᾠοῖς μᾶλλον, τουτέστι χώραν δίδωσι μονῆς τοῖς ᾠοῖς. τὰ δὲ ἑξῆς σαφῆ. Λέγει δὲ τὰ μαλάκια τὸ κύτος τοῦ σώματος ἔχειν ἀδιόριστον· οὐ γὰρ ἔχει στέρνα ὡρισμένα καὶ διηρθρωμένα πλευράς τε καὶ τὰ λοιπά, ἀλλ’ ἀόριστα καὶ ἄδηλα, καὶ τούτου τοῦ κύτους ἔχει τοὺς πόδας ἔμπροσθεν περὶ τὴν
15κεφαλήν, ἐντὸς μέν, φησί, τῶν ὀφθαλμῶν, τουτέστιν οὐκ ἐγγὺς τῶν ὀφθαλμῶν, ἀλλ’ ὀλίγον πορρώτερον ἐπὶ τὸ ἔμπροσθεν, οἷον εἴ τις νοήσειε τὴν ἑαυτοῦ χεῖρα τὸ κύτος τοῦ πολύποδος, ἐν δὲ τῷ ἄκρῳ ἑνὸς τῶν δακτύλων τοὺς ὀφθαλμούς, ἐν δὲ τῇ καμπῇ τοῦ πρώτου κονδύλου τοῦ μετὰ τὸν ὄνυχα τοὺς πόδας, καὶ λέγει ὅτι ἐντὸς τῶν ὀφθαλμῶν εἰσιν οἱ πόδες, τοιοῦτόν τί ἐστι
20καὶ ἐπὶ τῶν πολυπόδων· ἢ τὸ ἐντὸς ἀντὶ τοῦ ἔμπροσθεν. ἔχουσι μὲν οὖν, ὡς εἴρηται, τοὺς πόδας ἐντὸς τῶν ὀφθαλμῶν, περὶ δὲ τὸ στόμα καὶ τοὺς ὀδόντας, τουτέστιν ἔχουσι μὲν ἐντὸς τῶν ὀφθαλμῶν, πλησίον δὲ καὶ ἐγγὺς τοῦ στόματος καὶ τῶν ὀδόντων· τὸ γὰρ περὶ τὸ στόμα ἴσον ἐστὶ τῷ πλησίον τοῦ στόματος. καὶ τὰ μὲν ἄλλα ζῷα, ὅσα ἔχει πόδας,
25τοὺς μὲν ἔχει ἔμπροσθεν, ὥσπερ τὰ τετράποδα, τοὺς δὲ ὄπισθεν, τὰ δὲ πάντας ἐκ τοῦ πλαγίου, ὡς τὰ ἄναιμα καὶ ὅλως τὰ πολύποδα. τὸ δὲ γένος τὸ τῶν πολυπόδων ἰδίως καὶ διαφερόντως παρὰ τὰ εἰρημένα ζῷα ἔχει τοὺς πόδας· πάντας γὰρ ἔχουσιν ἐπὶ τὸ καλούμενον ἔμπροσθεν, αἴτιον δὲ τοῦ πάντας ἔχειν τοὺς πόδας ἐπὶ τὸ καλούμενον ἔμπροσθεν, ὅτι τὸ
30ὄπισθεν συναχθὲν καὶ συναφθὲν τῷ ἔμπροσθεν καὶ ὡσπερεὶ κύκλος ἢ σφαῖρα τὸ ὅλον σῶμα γενόμενον ἀνάγκη καὶ τοὺς πόδας ἔχειν κύκλῳ. ὥσπερ γὰρ εἰ ἦν ὄφις ἐν θατέρῳ μέρει οἷον ἀπὸ τῆς κεφαλῆς ἄχρι τῆς οὐρᾶς ἔχων τρίχας, καὶ συνήγαγε τὴν κεφαλὴν αὐτοῦ πρὸς τὴν οἰκείαν οὐράν, ὥστε κύκλον ἀποτελέσαι, ἀνάγκη καὶ τὰς τρίχας κύκλον ἀποτελέσαι,
35οὕτω καὶ ἐπὶ τούτων συμβέβηκε τῶν πολυπόδων καὶ τοῖς ποσὶν αὐτῶν,80

81

ὅπερ δὴ συμβέβηκε καὶ ἐπὶ τῶν ὀστρακοδέρμων τοῖς στρομβώδεσι· καὶ ἐπὶ τούτων γὰρ συνῆκται τὸ ὄπισθεν πρὸς τὸ ἔμπροσθεν. ὅλως γὰρ τὰ ὀστρακόδερμα κατά τι μὲν τοῖς μαλακοστράκοις ἐοίκασι, κατά τι δὲ καὶ τοῖς μαλακίοις. ᾗ μὲν γὰρ ἔξωθεν ἔχουσι τὸ γεῶδες, ἐντὸς δὲ τὸ σαρ‐
5κῶδες, ἐοίκασι τοῖς μαλακοστράκοις (καὶ γὰρ καὶ οἱ κάραβοι καὶ οἱ καρ‐ κίνοι καὶ πάντα τὰ μαλακόστρακα ἐντὸς μὲν ἔχει τὸ σαρκῶδες, ἐκτὸς δὲ τὸ γεῶδες), κατὰ δὲ τὸ σχῆμα καὶ τὸ συναχθῆναι καὶ συναφθῆναι τὰ ὄπισθεν πρὸς τὰ ἔμπροσθεν, καὶ οἱονεὶ κύκλον τὸ ὅλον αὐτῶν σῶμα γενέ‐ σθαι ἐοίκασι τοῖς μαλακίοις· τοῦτο γὰρ βούλεται δηλοῦν διὰ τοῦ τὸ δὲ
10σχῆμα τοῦ σώματος ὃν τρόπον συνέστηκε, τοῖς μαλακίοις, τρόπον μέν τινα πάντα, καὶ διὰ τῶν ἑξῆς. ἀσαφῶς δὲ ἑρμηνευθὲν κατὰ μὲν τὴν διάνοιαν σεσαφήνισται ὅτι κατὰ τὸ κυκλικὸν σχῆμα ἔοικε τοῖς μαλακίοις, τὰ δὲ κατὰ τὴν λέξιν τοιαῦτ’ ἂν εἴη· ‘κατὰ δὲ τὸ σχῆμα τοῦ σώματος πάντα συνέστηκε τὰ ὀστρακόδερμα τοῖς μαλακίοις, τουτέστι τὸν ὅμοιον
15τρόπον τοῖς μαλακίοις, καὶ τὰ μαλάκια τοῖς μαλακοστράκοις· ἀμφοτέρων γὰρ τὰ ὄπισθεν συνῆκται πρὸς τὰ ἔμπροσθεν, καὶ ἐοίκασι κύκλῳ· καὶ τρόπον μέν τινα κατὰ τὸ σχῆμα πάντα συνέστηκεν ὁμοίως τοῖς μαλακίοις, μάλιστα δὲ ἀπὸ τῶν στρομβωδῶν ὡμοίωται τοῖς μαλακίοις τὰ ἔχοντα τὴν ἑλίκην‘. καὶ πῶς ὡμοίωται τὰ μαλάκια τῶν στρομβωδῶν τοῖς ἔχουσι
20τὴν ἑλίκην, καὶ ταῦτα τοῖς μαλακίοις, ἐπάγει λέγων ἀμφοτέρων γὰρ τοῦτον ἔχει τὸν τρόπον ἡ φύσις, λέγων ἀμφότερα τὰ στρομβώδη τὰ ἔχοντα τὴν ἑλίκην καὶ τὰ μαλάκια. ἀμφοτέρων οὖν τῶν στρομβωδῶν καὶ τῶν μαλακίων ἡ φύσις τοῦτον ἔχει τὸν τρόπον, ὥσπερ εἴ τις νοήσειεν εὐθεῖάν τινα ὅπερ ἐφ’ ἡμῖν τε καὶ τοῖς τετράποσι καὶ ἄλλοις πάνυ πολλοῖς,
25τὴν Α Β Γ Δ, καὶ ἐπὶ μὲν τῷ ἄνω ἄκρῳ τῆς εὐθείας τῷ Α νοήσειε κεί‐ μενον τὸ στόμα, ἐπὶ δὲ τῷ Β τὸν στόμαχον, ἐπὶ δὲ τῷ Γ τὴν κοιλίαν, ἀπὸ δὲ τοῦ Γ ἄχρι τοῦ Δ τὸ λοιπὸν μέρος τοῦ σώματος ἅπαντος, ὡς νοεῖσθαι τὸ Δ ἐφ’ ἡμῶν μὲν τοὺς πόδας, ἐπὶ δὲ ὄφεων τὸ πέρας τῆς οὐρᾶς καὶ ἁπλῶς ἐπὶ πάντων τὸ ἔσχατον τοῦ σώματος ἑκάστου, ἔπειτα
30νοήσειε τὸ Δ ὅτι συνήχθη καὶ συνήφθη τῷ Α, καὶ γέγονεν ὁ Α Β Γ Δ κύκλος. ὡς οὖν ἐπὶ τούτων, τοιοῦτόν τι χρὴ νοεῖν καὶ ἐπὶ τῶν μαλακίων καὶ τῶν στρομβωδῶν, καὶ τὴν μὲν Α Β Γ Δ εὐθεῖαν ὑπονοεῖν ἄνθρωπον ἢ ὄφιν ἢ ἄλλο τι τῶν προμηκῶν ζῴων, τὸν δὲ Α Β Γ Δ κύκλον τὰ μαλά‐ κια καὶ τὰ εἰρημένα στρομβώδη, ἔχοντα συνηγμένα τὸ Δ ἤτοι τὸ κάτω
35πρὸς τὸ Α τὸ στόμα ἢ τὴν κεφαλήν. ἀλλὰ τὰ μὲν τῶν ἐναίμων τοῦτον
ἔχει τὸν τρόπον, ὃν εἴπομεν ἐπὶ τῆς Α Β Γ Δ, καὶ περὶ τοῦτο, τουτέστι81

82

περὶ τὸ μέρος τὸ ἀπὸ τῆς κεφαλῆς ἄχρι τοῦ πόρου, ᾗ τὸ περίττωμα ἀφίεται, ἔχουσί τε τὸ εἶναι, καὶ ἄνευ τούτου οὐδέν τι τῶν ζῴων δύναται εἶναί τε καὶ ζῆν. τὰ δὲ λοιπὰ μόρια, οἷον πόδες, χεῖρες, τούτων τε χάριν εἰσί, λέγω δὴ τῆς κεφαλῆς καὶ παντὸς τοῦ θώρακος, καὶ ἕνεκα τοῦ
5κινεῖσθαι. βούλεται δὲ καὶ ἐν τοῖς μαλακίοις καὶ μαλακοστράκοις καὶ ἐντό‐ μοις ἡ εὐθυωρία τῶν σπλάγχνων καὶ πάντων τῶν ἐντὸς τὸν αὐτὸν ἔχειν τρόπον, καὶ εἶναι πρῶτον μὲν τὸν στόμαχον, εἶτα τὴν κοιλίαν, εἶτα τὸ ἔντερον τὸ ἀπὸ τῆς κοιλίας ἄχρι τοῦ πόρου, ᾗ τὸ περίττωμα ἀφίεται, δια‐ τεῖνον· ἀλλὰ διὰ τὸ συνῆχθαι τὰ ὄπισθεν πρὸς τὰ ἔμπροσθεν ἢ τὰ κάτω
10πρὸς τὰ ἄνω οὐ δοκεῖ τοῦτον ἔχειν τὸν τρόπον. καὶ τὰ μὲν ἐντὸς βούλε‐ ται ὁμοίως ἔχειν, τὰ δὲ ὄργανα οἷς χρῶνται πρὸς τὰς ὑπηρεσίας τὰς ἐκτὸς τά τε ἔναιμα καὶ τὰ μαλάκια καὶ τὰ στρομβώδη διαφέρουσι· καὶ πρὸς τού‐ τοις, ὥσπερ εἴρηται, τὰ μαλάκια καὶ στρομβώδη τῶν ὀστρακοδέρμων ἔχει μὲν ἑαυτοῖς, τουτέστιν ἀλλήλοις, παραπλησίως, τούτοις δὲ ἤγουν τοῖς ἐναί‐
15μοις δὲ ἀντεστραμμένως· τῶν μὲν γὰρ μαλακίων καὶ στρομβωδῶν κέκαμ‐ πται τὰ κάτω πρὸς τὰ ἄνω, τῶν δὲ ἐναίμων οὐδαμῶς. σημειωτέον δὲ ὅτι τὴν Α Β Γ Δ εὐθεῖαν νῦν Ε ἐκάλεσε. σαφῆ δὲ τὰ ἑξῆς. Λέγει δὲ τὰς σηπίας καὶ τὰς τευθίδας ἀνομοίως ἔχειν τοῖς πολύποσι διὰ τὸ τὰς μὲν νευστικὰς μόνον εἶναι, τοὺς δὲ πολύποδας καὶ
20νευστικοὺς καὶ πορευτικούς. καὶ λέγει πῶς ἀνομοίως ἔχουσιν, ὅτι αἱ μὲν σηπίαι καὶ αἱ τευθίδες ὀκτάποδες οὖσαι ὥσπερ καὶ οἱ πολύποδες (ὀκτά‐ ποδες γὰρ καὶ οὗτοι) αἱ μὲν οὖν τοὺς πόδας τοὺς ὑπάρχοντας ἄνωθεν τῶν ὀδόντων αὐτῶν ἔχουσι μείζους, καὶ τούτων ἤγουν τῶν ὑπαρχόντων ἄνωθεν τῶν ὀδόντων μᾶλλόν εἰσι μείζους οἱ ἔσχατοι, καὶ αὖ πάλιν τούτων τῶν
25ὀκτὼ ποδῶν μεγίστους ἔχουσι τοὺς κάτωθεν δύο, οἵτινες κάτωθεν δύο μεί‐ ζονες τυγχάνουσι καὶ τῶν ἄνωθεν δύο μεγάλων, τοὺς δὲ λοιποὺς μικρούς· οἱ δὲ πολύποδες ἀνομοίως τοὺς μὲν μέσους τέσσαρας μεγάλους, τοὺς δὲ ἄκρους μικρούς. εἰπὼν δὲ τὰς τευθίδας καὶ σηπίας τοὺς κάτωθεν δύο πόδας μεγίστους ἔχειν καὶ μείζονας τῶν ἄνωθεν δύο μεγάλων, τὴν αἰτίαν
30τοῦ διὰ τί οὕτως ἔχουσιν ἐπήγαγεν εἰπὼν τὸ γὰρ φορτίον καὶ τὸ βάρος τοῦ ὅλου σώματος οὗτοι ἔχουσι καὶ κινοῦσι μάλιστα· καὶ ἀπὸ τῶν μέσων δὲ μάλιστα οἱ ἔσχατοι δύο μείζους εἰσὶ τῶν πρὸ αὐτῶν, διότι συν‐ υπηρετοῦσι πρός τε τὸ βάρος ἔχειν τοῦ σώματος καὶ πρὸς τὸ κινεῖν, διότι δὴ συνυπηρετοῦσι τοῖς ἐσχάτοις τοῖς οὖσι μείζοσι τῶν ἄνωθεν μεγά‐
35λων. ἔχουσιν οὖν οἱ πόδες τῶν τευθίδων καὶ σηπίων ὡς συναγαγόντα εἰπεῖν ὧδε· οἱ δύο οἱ ἄνωθεν ὄντες τῶν ὀδόντων εἰσὶ μείζους, οἱ δὲ ἐφεξῆς τούτων, οἵτινες καὶ κάτωθέν εἰσι τῶν ὀδόντων, ἐλάττονες. οἱ δὲ ἐφεξῆς
δύο μείζονες τῶν πρὸ αὐτῶν διὰ τὸ συνυπηρετεῖν τοῖς ἐφεξῆς τούτων οὖσιν·82

83

οἱ δὲ ἐφεξῆς πάλιν τούτων δύο εἰσὶ μείζους πάντων. ἔστωσαν δὴ οἱ μὲν ἄνωθεν τῶν ὀδόντων δύο πόδες ἐφ’ ᾧ τὸ Α, οἱ δὲ ἐφεξῆς τούτων ἐφ’ ᾧ Β, οἱ δὲ ἐφεξῆς τοῖς Β ἐφ’ ᾧ Γ, καὶ ἔτι οἱ ἐφεξῆς τοῖς Γ ἐφ’ ᾧ Δ. οἱ μὲν οὖν ἐφ’ ᾧ Δ, οἳ καὶ ἔσχατοί εἰσι, μείζους τῶν λοιπῶν τυγχάνουσιν
5ἕξ· οἱ δὲ ἐφ’ ᾧ Γ μείζους μὲν τῶν ἐφ’ ᾧ Β ὡς συνυπηρετοῦντες τοῖς ἐσχάτοις τοῖς ἐφ’ ᾧ Δ, ἐλάττονες δὲ τῶν ἐφ’ ᾧ Α. σαφῆ δὲ τὰ ἑξῆς. κοτυληδόνες δὲ καὶ πλεκτάναι ἐκ παραλλήλου κεῖνται τὸ αὐτὸ σημαίνου‐ σαι. ὥσπερ δέ, φησί, τὰ πλεγμάτια, ἃ ἐποίουν οἱ ἀρχαῖοι ἰατροί, δύναμιν εἶχον τοῦ κατέχειν καὶ μὴ ἐᾶν ἐξέρχεσθαι ἢ ὅλως κινεῖσθαι τὸν ἐμβληθέντα
10δάκτυλον ἐν αὐτοῖς, ὥστε τμηθῆναι ἢ καυθῆναι ἢ ἄλλως πως θεραπευ‐ θῆναι, οὕτω καὶ αἱ πλεκτάναι πεπλεγμέναι εἰσὶν ὑπὸ τῆς φύσεως ἐκ τῶν ἰνῶν, αἷς πλεκτάναις ἕλκουσι τὰ προσπίπτοντα· περιλαμβάνουσι γὰρ αἱ πλεκτάναι τὸ προσπῖπτον, ὅταν οἱ πολύποδες οὐκ ὦσιν ἐκτεταμένοι. οἷόν τι ἐθεασάμην καὶ ἐγὼ ποιοῦντας τοὺς παῖδας ἐν ταῖς παιδιαῖς· οὗτοι γὰρ
15ἔκαμπτον τὸν μέγαν δάκτυλον τῆς χειρός, εἶτα ἐν τῇ καμπῇ ἐτίθουν μικρὸν ξυλάριον ὄρθιον κατὰ κάθετον ἱστῶντες αὐτό, εἶτα ἐξέτεινον τὸν δάκτυλον ἐκ περιφεροῦς εὐθύ, καὶ οὕτως κατείχετο ὑπὸ τῆς τοῦ δακτύλου τάσεως, ὥστε ἵστατο ὄρθιον. τοιοῦτον δὴ συμβαίνει καὶ ἐπὶ τῶν πολυπόδων. ἅπτον‐ ται γὰρ ἀλλήλων αἱ πλεκτάναι τεταμένων ὄντων τῶν ποδῶν· ἐπειδὰν δὲ
20κάμψωσιν αὐτούς, ἀνοίγονται καὶ ἀπ’ ἀλλήλων ἀφίστανται. ὅταν δὲ ἐντὸς τῶν διαλειμμάτων ἐμπέσῃ τι, ἐκτείνουσι καὶ συνέχεται τὸ ἐμπεσόν, ὥσπερ καὶ τὸ εἰρημένον ξύλον ὑπὸ τοῦ μεγάλου δακτύλου. λέγει δὲ καὶ τοὺς πολύποδας τοὺς ἔχοντας λεπτοὺς καὶ προμήκεις τοὺς πόδας, μονοκοτύλους εἶναι οὐ διὰ τὸ βέλτιον εἶναι τὸ μονοκοτύλους εἶναι τοῦ δικοτύλους (βέλτιον
25γὰρ μᾶλλον τὸ δικοτύλους εἶναι τοῦ μονοκοτύλους), ἀλλ’ ὅτι ἀνάγκη οὕτως ἔχειν διὰ τὸν ἴδιον τῆς οὐσίας λόγον· ἐν τούτῳ γὰρ τὸ εἶναι ἔχουσιν, ὥσπερ καὶ τὰ ἄναιμα ἐν τῷ μὴ ἔχειν αἷμα. λέγει δὲ καὶ περὶ τῶν ἐλατ‐ τόνων τευθίδων ὅτι τοῦτο δὲ ἔχουσι, λέγων τοῦτο τὸ πλατὺ πτερύγιον· ἔχουσιν οὖν τὸ πτερύγιον πλατύ, ἵνα χρῶνται αὐτῷ ὥσπερ τινὶ κώπῃ πρὸς
30τὴν νεῦσιν. σαφῆ δὲ τὰ ἑξῆς. Ἀνάγκη δέ, φησί, τοῦτο τὸ μόριον, λέγων τοῦτο τὸ μόριον τὸν ἐγκέφαλον, ἀνάγκη οὖν τὸν ἐγκέφαλον ὑπάρχειν τοῖς ἐναίμοις, ἵνα κατα‐ ψύχῃ τὴν καρδίαν. ἀντικείμενον δὲ τόπον εἴρηκε τὴν κεφαλήν· ἡ γὰρ κεφαλὴ ἀντίκειται τῷ τόπῳ, ἐν ᾧ κεῖται ἡ καρδία, ὡς τὰ πρός τι· ἡ μὲν
35γὰρ ἄνω, ὁ δὲ κάτω. εἰπὼν δὲ καὶ περὶ τῆς κεφαλῆς καὶ τοῦ αὐχένος λέγει ἔτι δὲ τρίτον μόριον ὑπέθετο τὸ τὴν τῆς τροφῆς εἴσοδον δημιουρ‐
γοῦν, τοῦτο δ’ ἐστὶ τὸ στόμα. καὶ λέγει τὰς αἰτίας δι’ ἃς τὸ στόμα ἐνταῦθα83

84

κεῖται, ἐν ᾧ ἔστι, καὶ οὔτε ἄνωθεν οὔτε κάτωθεν, καί φησιν οὔτε γὰρ ἄνωθεν τῆς καρδίας καὶ τῆς ἀρχῆς ἐνεδέχετο τὴν κοιλίαν. εἰσὶ δὲ τὰ λεγόμενα διὰ τούτων τοιαῦτα· εἰ μὲν οὖν ἦν τὸ στόμα ἐν τῷ βρέγ‐ ματι ἢ τῇ κορυφῇ, ἔδει τὴν κοιλίαν ἄνωθεν κεῖσθαι τῆς καρδίας. οὐ γὰρ
5εἰκὸς ἦν τὸ μὲν στόμα κεῖσθαι ἐν τῇ κορυφῇ ἢ τῷ βρέγματι, τὴν δὲ κοιλίαν εἶναι ὅπου νῦν ἐστιν· οὕτω γὰρ ἂν πόρρω λίαν ἀπ’ ἀλλήλων ἦσαν τὸ στόμα καὶ ἡ κοιλία, οὐκ ἐνδέχεται δὲ πόρρω λίαν ἀπ’ ἀλλήλων διεστη‐ κέναι, ὅπου γε ἔν τισιν, ὥσπερ τοῖς ἰχθύσιν, εὐθὺς μετὰ τὸ στόμα κεῖται. ἄνωθεν μὲν οὖν τοῦ ἐν ᾧ ἐστιν οὐκ ἐνδέχεται τὸ στόμα εἶναι· ἀλλὰ μὴν
10οὐδὲ τὴν κοιλίαν ἄνωθεν τῆς καρδίας δι’ ἃς εἴρηκε πρότερον αἰτίας. εἰ δὲ κάτωθεν τῆς καρδίας ἦν ἡ κοιλία, ὃν τρόπον καὶ ἐνδέχεται ἔχειν καὶ ἔχει, εἰ οὖν ὡς εἴρηται κάτωθεν ἦν τῆς καρδίας ἡ κοιλία καὶ τὸ στόμα ἔκειτο κάτωθεν τῆς καρδίας, ἀναγκαῖον ἦν τὴν κοιλίαν κατωτέρω κεῖσθαι, καὶ οὐχ οὗ νῦν κεῖται· εἰ δὲ τοῦτο, ἦν ἂν πολὺ τὸ μῆκος τοῦ σώματος
15καὶ ἀσύμμετρον. πρὸς δὲ τούτοις ἦν ἂν ἡ κοιλία καὶ πόρρω τῆς ἀρχῆς τῆς κινούσης καὶ πεττούσης· εἰ γὰρ τοῦ στόματος ὄντος κάτωθεν τῆς καρ‐ δίας ἀναγκαῖον ἦν τὴν κοιλίαν ἀφεστηκέναι τοῦ στόματος ὅσον καὶ νῦν ἀφέστηκε, πόρρω ἂν τῆς καρδίας ἦν ἡ κοιλία. κοινὴν δὲ αἴσθησιν ἢ τὴν ἁφὴν λέγει (ταύτην γὰρ ἔχουσι πάντα τὰ ζῷα) ἢ ὅπερ οἶμαι, ὁμοῦ
20πάσας τὰς πέντε. ὅτι δὲ τοῖς ἀνθρώποις τὸ ἀπὸ τῆς κορυφῆς ἄχρι τῆς ὀσφύος καὶ τοῦ ἤτρου ἔλαττόν ἐστιν τοῦ ἀπὸ τῆς ὀσφύος καὶ τοῦ ἤτρου ἄχρι τῆς πτέρνης, δῆλον· ὅτι δὲ καὶ πολυσαρκότερα τὰ κάτω τῶν ἄνω, ἐκδηλότερον. τὰ γὰρ ἰσχία (εἰσὶ δὲ ἰσχία, ὡς προϊὼν ἐρεῖ, ἡ εὐθὺς μετὰ τὴν ὀσφὺν πᾶσα σαρκώδης πρόσφυσίς τε καὶ προβολή, ὑφ’ ὧν καὶ τὰς
25καθέδρας ποιούμεθα, αἳ δὴ σάρκες καὶ ἰσχία καὶ πυγαὶ καλοῦνται) τὰ οὖν ἰσχία καὶ οἱ μηροὶ καὶ αἱ γαστροκνημίαι πολὺ τὸ σαρκῶδες πεπλουτήκασιν. ἀλλ’ ἐπὶ μὲν τῶν ἀνθρώπων οὕτως, ἐπὶ δὲ τῶν ἀλόγων καὶ τετραπόδων ἀνάπαλιν· τὸ μὲν γὰρ ἄνω μέγα (ἄνω λέγων τὸ ἀπὸ τῆς κεφαλῆς ἄχρι τῆς ἕδρας, δι’ ἧς ἐξέρχεται ἡ τῆς ξηρᾶς τροφῆς περίττωσις), τὸ δὲ κάτω
30ἐστὶ τὰ σκέλη ἄσαρκα καὶ νευρώδη. λέγει δὲ τοὺς ἵππους ἢ μᾶλλον τοὺς ὄνους (ἐγὼ γὰρ ἑωράκειν ἵππον πρεσβύτην θίξαντα τῆς κεφαλῆς μετὰ τοῦ ὄπισθεν ποδός), λέγει δὴ τοὺς ὄνους, νέους μὲν ὄντας, θιγγάνειν τῆς κεφα‐ λῆς μετὰ τοῦ ὄπισθεν ποδός, πρεσβυτέρους δ’ ὄντας ἀδυνατεῖν τοῦτο ποι‐ ῆσαι. καὶ τὰ μὲν οὖν μώνυχα καὶ διχηλὰ οὕτως ἔχουσι τὰ ἄνω καὶ τὰ
35κάτω· τὰ δὲ πολυδάκτυλα, οἷον κύνες καὶ τὰ ὅμοια τὴν τῶν ἄνω αὔξησιν πρὸς τὴν τῶν κάτω ἔλλειψιν σύμμετρον ποιοῦνται. λέγει δὲ καὶ πάντα τὰ ζῷα ἀφρονέστερα τῶν ἀνθρώπων εἶναι διὰ τὸ εἶναι νανώδη· καὶ ἐπ’ αὐτῶν
δὲ τῶν ἀνθρώπων τὰ παιδία διὰ τὸ νάνα εἶναι ἀφρονέστερά εἰσι τῶν ἀνδρῶν,84

85

καὶ τῶν ἀνδρῶν οἱ νάνοι, κἂν ἰσχυροὶ τύχωσιν ὄντες, ὅμως ἀφρονέστεροί εἰσι τῶν μὴ νάνων. λέγει δὲ καὶ ὅτι ἐλάττονος γινομένης τῆς θερμότητος καὶ τὰ σώματα τῶν ζῴων ἐλάττονα γίνεται καὶ πολύποδα, καὶ τοῦτο εὐλό‐ γως· οἱονεὶ γὰρ νεκρὰ ὄντα διὰ τὴν τοῦ θερμοῦ ὀλιγότητα δέονται πολυ‐
5ποδίας πρὸς τὸ κινεῖσθαι. δῆλα δὲ τὰ ἑξῆς. Τὸν δὲ Ἀναξαγόραν ἱστορεῖ λέγειν τὸν ἄνθρωπον φρονι‐ μώτατον εἶναι διὰ τὸ χεῖρας ἔχειν· ὁ δὲ Ἀριστοτέλης λέγει ὅτι μᾶλλον διότι φρόνιμός ἐστιν ἔχει χεῖρας, οὐ μὴν διότι χεῖρας ἔχει, ἐστὶ φρό‐ νιμος. ὥσπερ γὰρ ὁ φρόνιμος ἄνθρωπος τὰ ὄργανα δίδωσιν οἷον κορύνην,
10σπάθην, τόξον τῷ δυναμένῳ τούτοις χρῆσθαι, ὁμοίως πρίονα τῷ δυναμένῳ πρίζειν, οὕτω καὶ ἡ φύσις δέδωκε χεῖρας τῷ δυναμένῳ χρῆσθαι αὐταῖς. εὔλογον γὰρ καὶ ἀναγκαῖον τῷ μείζονι καὶ κυριωτάτῳ, λέγω δὴ τῇ λογικῇ ψυχῇ, δοῦναι τὸ ἔλαττον ἤτοι τὰς χεῖρας, ἀλλ’ οὐ τῷ ἐλάττονι ταῖς χερσὶ δοῦναι τὸ μεῖζον τὴν λογικὴν ψυχήν. εἰ οὖν οὕτω βέλτιον δίδοσθαι τὰ
15ἐλάττονα τοῖς μείζοσι, καὶ οὐ τὰ μείζονα τοῖς ἐλάττοσιν, οὐχ ὡς Ἀναξα‐ γόρας λέγει, ἔχει τὰς χεῖρας ὁ ἄνθρωπος, ἀλλ’ ὡς ὁ Ἀριστοτέλης. ἡ δὲ χείρ, φησίν, οὐκ ἔστιν ἓν ὄργανον, ἀλλὰ πολλά· ἐπειδὴ γὰρ τὰ ὄργανα οὐ δύναται τὰς οἰκείας ἐνεργεῖν ἐνεργείας χωρὶς τῆς χειρός, ὅσοις ἄρα ὀργάνοις χρῆται ἡ χείρ, τοσαῦτά ἐστιν ἡ χεὶρ ὄργανα· ἔστι γὰρ αὕτη πρότερον
20ὄργανον, καὶ μετ’ αὐτὴν τὰ οἷς χρῆται. ταῦτα μὲν πρὸς τὸν Ἀναξαγόραν. λέγει δὲ μὴ καλῶς λέγειν τοὺς λέγοντας οὐ καλῶς ἔχειν τὴν τοῦ ἀνθρώπου σύστασιν, διά τε τὸ ἀνυπόδετον εἶναι καὶ γυμνὸν καὶ μὴ ἔχειν μηδὲν ὅπλον πρὸς ἀλκήν, ὥσπερ οἱ κάπροι μὲν τοὺς χαυλιόδοντας, ἵπποι τὰς ὁπλάς, μέλισσαι τὰ κέντρα, καὶ ἄλλα τῶν ζῴων ἕτερα. εἰπὼν δὲ μὴ καλῶς αὐτοὺς
25λέγειν ταῦτα περὶ τοῦ ἀνθρώπου ἐπαινεῖ αὐτὸς τὴν τοῦ ἀνθρώπου κατασκευὴν ἅμα τε καὶ δείκνυσιν ὅτι καλῶς ἔχει, καί φησι τὰ μὲν γὰρ ἄλλα μίαν ἔχει βοήθειαν, οἷον κάπρος τοὺς χαυλιόδοντας μόνους καὶ μέλιττα τὸ κέντρον, καὶ ἁπλῶς ἅπαντα οὕτω, καὶ οὐ μόνον ἓν ἕκαστον τούτων ἔχει τὸ ὅπλον, ἀλλ’ οὐδὲ μεταλαβεῖν ὁ μὲν κάπρος ἀντὶ τῶν χαυλιοδόντων ἄλλο
30δύναται καὶ ἡ μέλιττα ἀντὶ τοῦ κέντρου ἕτερον· ἀλλ’ ἀναγκαῖον ἀεὶ καθεύ‐ δειν ὥσπερ εἰ νοήσομεν ἄνθρωπον ἀεὶ καθεύδοντα ὑποδεδεμένον ἢ ὡπλι‐ σμένον καὶ μηδέποτε δυνάμενον τὰ ὅπλα καταθέσθαι. ὁ δὲ ἄνθρωπος πολλὰς ἔχει τὰς βοηθείας καὶ δύναται τοῦτο μὲν καταλιπεῖν τὸ ὅπλον, λαβεῖν δ’ ἕτερον, καὶ διότι δύναται πλείονα ὄργανα λαμβάνειν, ἐμηχανήσατο
35ἡ φύσις καὶ τὸ τῆς χειρὸς εἶδος τοιοῦτον. διαιρετὴν γὰρ αὐτὴν κατὰ τοὺς δακτύλους πεποίηκε καὶ πολυσχιδῆ, καὶ διαιρετὴν ποιήσασα αὐτὴν τρόπον τινὰ διὰ τῆς διαιρέσεως ἐποίησεν αὐτὴν καὶ σύνθετον καὶ ἡνωμένην. ἔνεστι γὰρ ἐν τῷ διαιρετῷ τὸ σύνθετον καὶ ἡνωμένον· ἐπειδὰν γὰρ οἱ
δάκτυλοι ἅψωνται ἀλλήλων, ὡσπερεὶ ἕν τι καὶ συνεχὲς γίνεται ἡ χείρ,85

86

ὥστε ἐστὶν ἐν τῷ διαιρετῷ τὸ σύνθετον καὶ ἁπτόμενον· ἐν δὲ τῷ συνθέτῳ καὶ συνεχεῖ τὸ διαιρετὸν οὐκ ἔνεστι. καὶ ἔστι χρῆσθαι τῇ χειρὶ καὶ ἑνὶ καὶ δυοῖν καὶ πολλαχῶς, τουτέστι καὶ ἔστι χρῆσθαι τῇ χειρὶ καὶ πρὸς μίαν πρᾶξιν καὶ δύο καὶ πολλάς. σαφῆ δὲ τὰ περὶ τῶν δακτύλων λεγόμενα.
5ἐκ πλαγίου δὲ βραχὺν καὶ παχὺν δάκτυλον λέγει τὸν καλούμενον μέγαν, ὅστις μέγας δάκτυλος ἄνωθεν κάτω πιέζει καὶ συνωθεῖ ὅπερ οἱ ἕτεροι κάτω‐ θεν ἄνω· ἐκείνων γὰρ κάτωθεν ἄνω πιεζόντων καὶ τούτου ἄνωθεν κάτω, ἑδραίως συνέχεται τὸ πιεζόμενον. τὸ δὲ δεῖ δὲ τοῦτο συμβαίνειν, εἰ μέλλει ἰσχυρῶς ὥσπερ σύναμμα ἰσχυρὸν συνδεῖν ἴσον ἐστὶ τῷ ‘δεῖ δὲ τοῦτο
10τὸ βραχὺ καὶ παχὺ συμβαίνειν τῷ μεγάλῳ δακτύλῳ, ἵνα εἷς ὢν ἰσάζῃ τοῖς πολλοῖσ‘. τὸ γὰρ βραχὺ καὶ παχὺ ἐπὶ τῶν ὁμοειδῶν ἴσην ἔχει δύναμιν πλειό‐ νων μακρῶν καὶ λεπτῶν. λέγει δὲ καὶ τὸν ἔσχατον δάκτυλον μικρόν, τὸν δὲ μέσον μακρόν· καὶ γὰρ καὶ αἱ μέσαι κῶπαι τῶν νεῶν μακρότεραι τυγχά‐ νουσι τῶν ἄκρων. τὸ δὲ καὶ διὰ τοῦτο καλεῖται μέγας, μικρὸς ὢν
15περὶ τοῦ βραχέος καὶ παχέος εἴρηκεν. αἱ δὲ καμπαί, φησί, τῶν βραχιόνων ἐναντίως ἔχουσι τοῖς τετράποσιν. ἐκείνων μὲν γὰρ εἴσω κάμπτει τὰ ἐμπρό‐ σθια κῶλα· ἡ γὰρ ὁπλὴ τοῦ προσθίου σκέλους, ὅταν τοῦτο κάμψῃ, πρὸς τὰ ὄπισθεν σκέλη ἄπεισι, τῶν δὲ ὄπισθεν πρὸς τὰ πρόσθια, ὥστε εἴσω καὶ πρὸς τὰ στέρνα κάμπτουσι. διὰ τί δὲ οὕτω κάμπτουσιν, εἴρηκεν ἐν
20τῷ Περὶ ζῴων πορείας. κάμπτουσιν οὖν οὕτως, ἵν’ ᾖ χρήσιμα πρὸς τὴν πορείαν, ἐπεὶ βούλεται καὶ ἐν τοῖς πολυδακτύλοις τῶν τετραπόδων μὴ μόνον εἴσω κάμπτειν, ἀλλὰ καὶ ἑλίσσεσθαι καὶ ὄπισθεν πρὸς τὴν ῥάχιν καὶ ἄνω πρὸς τὴν κεφαλήν, ὥσπερ καὶ αἱ χεῖρες· χρῶνται γὰρ ἀντὶ χειρῶν τοῖς προσθίοις ποσίν· ἀλλὰ διὰ τὸ μὴ εἶναι χρησίμους πρὸς τὴν πορείαν ἀλλὰ
25καὶ μᾶλλον ἀχρήστους, εἴπερ εἱλίσσοντο, οὐ δέδοται τοῦτο αὐτοῖς ὑπὸ τῆς φύσεως, ἀλλὰ τῶν τετραπόδων τὰ μὲν πολυδάκτυλα τοῖς προσθίοις σκέλεσιν ἀμύνεται, τὰ δὲ μώνυχα τοῖς ὄπισθεν. οὐ γὰρ ἔχει τοῖς μώνυξιν ἀνάλογον τὰ πρόσθια σκέλη τοῖς ἀγκῶσι, τῶν δὲ πολυδακτύλων ἔνια ἔχει ἀνάλογον τὰ πρόσθια τοῖς ἀγκῶσι, καὶ διὰ τοῦτο ἀμύνεται τοῖς προσθίοις· ἔχει γὰρ
30αὐτὰ ὥσπερ ἀγκῶνας. ἰστέον δὲ ὅτι νῦν διὰ τοῦ ἀγκῶνος τὴν ἅπασαν χεῖρα δηλοῖ. ἐν δὲ τῇ λέξει τῇ ῥᾷον γὰρ ἀνείργει πρὸς τὸ μετεωρό‐ τερον τὸ ἀνείργει ἀντὶ τοῦ ἀνυψοῖ, μετεωρίζει εἴληπται. μεταξὺ δ, φησί, τῶν ἀγκώνων, λέγων ἀγκῶνας καὶ νῦν καὶ πρότερον τόν τε βρα‐ χίονα καὶ τὸ ἐφεξῆς ἄχρι τῶν δακτύλων, μεταξὺ δὴ τῶν ἀγκώνων ἐστι,
35φησί, τὸ στῆθος ἐπὶ τῶν ἀνθρώπων, ἐπὶ δὲ τῶν τετραπόδων μεταξὺ τῶν προσθίων σκελῶν λέγει δὲ καὶ ὅτι διήρθρωνται οἱ μαστοὶ ἐπὶ τῶν ἀνθρώ‐ πων, διὰ τὸ εἶναι σαρκώδεις· εἶναι δὲ καὶ τὸ στῆθος, ὅθεν ἔχουσι τὸ
εἶναι, σαρκῶδες. καὶ τοῖς μὲν ἄρρεσιν ὑπάρχουσιν οἱ μαστοὶ διηρθρωμένοι86

87

καὶ δῆλοι διὰ τὴν εἰρημένην αἰτίαν (εἶπε γὰρ ὅτι δεῖ σαρκώδη εἶναι τὰ περὶ τὸ στῆθος, ἵνα σκέπωσι τὴν καρδίαν· τοῦ δὲ στήθους διὰ τοῦτο σαρκώδους ὄντος ἕπεται καὶ ἡ τῶν μαστῶν διάρθρωσις, σαρκώδης οὖσα), τοῖς δὲ θήλεσιν ὑπάρχουσιν οἱ μαστοὶ δι’ ἃς σαφῶς λέγει αἰτίας. εἰσὶ δέ,
5φησίν, οἱ μαστοὶ σκληρότεροι μὲν τῆς ἄλλης σαρκός, διωρισμένοι δὲ καὶ κεχωρισμένοι ἀπ’ ἀλλήλων· εἰ γὰρ μὴ ἦσαν κεχωρισμένοι, ἀλλ’ ἡνωμένοι, οὔτ’ ἂν ἐν τῷ δεξιῷ μέρει ἔκειντο οὔτ’ ἂν ἐν τῷ ἀριστερῷ. ἐν οἷς γὰρ ἄρτια εὑρίσκεται τὰ μέρη, τὰ μὲν τοῖς δεξιοῖς τὰ δὲ τοῖς ἀριστεροῖς προσ‐ νενέμηνται μέρεσιν ὑπὸ τῆς φύσεως. διὰ μὲν οὖν ταύτην τὴν αἰτίαν ἐν
10οὐδενὶ τῶν εἰρημένων εἴησαν ἂν μερῶν. λοιπὸν ἦν ἄρα ἐν τῷ μέσῳ τοῦ στήθους κεῖσθαι αὐτούς, ᾗ συνάπτουσιν αἱ πλευραί· ἀλλ’ ἦν ἂν ἐπίπονος ἡ φύσις τῶν μαστῶν ἐνταῦθα κειμένων· δεῖ δὲ μὴ ἐπίπονον εἶναι. ἦν δ’ ἂν ἐπίπονος πρῶτον μὲν διὰ τὸ ἄσαρκον εἶναι τὸ μέρος τοῦτο, καθ’ ὃ συνά‐ πτουσιν αἱ πλευραί· τούτους δὲ δεῖ σαρκώδεις εἶναι διὰ τὸ τὴν φύσιν
15αὐτῶν εἶναι σάρκας· ὥστε ἐπιπόνως ἂν ἐκ τοῦ ἀσάρκου τὴν τροφὴν καὶ μετὰ πολλῆς τῆς σπάνης ἐλάμβανον. ἔπειτα καὶ ῥᾳδίως ἂν πολλοῖς προσε‐ τρίβοντο διὰ τὸ πρόχειρον τῆς τοῦ τοιούτου τόπου θέσεως. τὰ δὲ ἑξῆς δῆλα. Λέγει δὲ τοὺς ἐλέφαντας ἄνω πρὸς ταῖς μασχάλαις ἔχειν τοὺς μαστούς, ὅτι ἐν τοῖς πολυτόκοις καὶ πλείονας ἔχουσι τοὺς μαστοὺς πρῶτοι οἱ
20πρὸς ταῖς μασχάλαις εἰσί, καὶ τάχα διότι καὶ ἐν ἐκείνοις πρῶτοι οὗτοί εἰσιν, ἔχει καὶ ὁ ἐλέφας τοὺς πρώτους, οἱ δὲ πρῶτοι τῶν μαστῶν ἐν τοῖς ἔχουσι πλείονας μαστοὺς περισσότερον ἐκ τοῦ σώματος ἱμῶνται καὶ λαμβάνουσι γάλα τῶν ἄλλων μαστῶν· οἱ γὰρ ἄλλοι ὀλιγώτερον καὶ λαμβάνουσι καὶ ἔχουσι τὸ γάλα. ἐπεὶ οὖν, ὡς εἴρηται, οἱ πρῶτοι μαστοὶ πλέον ἔχουσι τὸ
25γάλα ἤπερ οἱ ἄλλοι, δεῖται δὲ τὸ τοῦ ἐλέφαντος τέκνον πλείονος τροφῆς διὰ τὸ μέγεθος καὶ τὴν θερμότητα, δέδωκεν ἡ φύσις τοῖς ἐλέφασιν ἀπὸ τῶν μαστῶν τοὺς πλείονα δυναμένους χορηγεῖν τὴν τροφήν· οὗτοι δ’ εἰσίν, ὡς εἴρηται, οἱ πρῶτοι καὶ πρὸς ταῖς μασχάλαις ὄντες. ὅτι δὲ οἱ πρῶτοι τῶν μαστῶν πλέον τῶν ἄλλων ἱμῶνται γάλα, σημεῖόν φησι τὸ συμβαῖνον
30ἐπὶ τῶν ὑῶν· τοῖς γὰρ πρώτοις γενομένοις τῶν χοίρων ὡς μείζοσι καὶ διὰ τοῦτο πλείονος δεομένοις τροφῆς τοὺς πρώτους παρέχουσι μαστούς, φυσι‐ κῶς εἰδυῖαι τούτους πλέον ἔχειν τὸ γάλα. ἐπεὶ οὖν ἐπὶ τῶν πολυτόκων οὕτως ἔχει, καὶ οἱ πρῶτοι μαστοὶ τοῖς πρώτοις δίδονται παισίν, ἐφ’ ὧν ἄρα τὸ πρῶτον γενόμενον ἓν μόνον ἐστίν, ἀνάγκη τῷ τοιούτῳ τοὺς πρώ‐
35τους ἔχειν. λέγει δὲ καὶ διὰ τί ἐν τοῖς μηροῖς ἔχει τοὺς μαστοὺς ἵππος, αἴξ, βοῦς καὶ τὰ ἄλλα πάντα τὰ τοιαῦτα, καί φησιν αἴτιον δὲ ὅτι τούτοις ἡ αὔξησις ἐπὶ τὸ ἄνω τοῦ σώματός ἐστι. καὶ ὅτι μὲν ἐπὶ τὸ ἄνω αὔξει ταῦτα πάντα, δῆλον· νανώδη γάρ εἰσιν ὅτι δὲ καὶ τὸ γάλα περίτ‐
τωμα αἵματός ἐστι, δέδεικται ἐν τῷ Περὶ ζῴων γενέσεως. ὅτι δὲ καὶ87

88

πάντα τὰ περιττώματα, τά τε ὑγρὰ καὶ ξηρά, πρὸς τὸ κάτω βρίθει, καὶ τοῦτο ἴσμεν. τούτων οὖν προδιωρισμένων τὸ λεγόμενον τοιοῦτον ἂν εἴη· ‘ἐν ᾧ δύναται συλλογὴ γενέσθαι τοῦ γινομένου περιττώματος ἀπὸ τοῦ αἵμα‐ τος καὶ πλῆθος, ἐκεῖσε πεποίηκεν ἡ φύσις τοὺς μαστούς. δύναται δὲ συλ‐
5λογὴ περιττώματος γίνεσθαι ἐν τῷ κάτω τόπῳ καὶ περὶ τὰς ἐκροάς· διὰ γὰρ τοῦ κάτω τόπου ἐκρεῖ τὰ περιττώματα. εἰκότως ἄρα ἐν τῷ τόπῳ τῷ κάτω γεγόνασιν οἱ μαστοί‘. τὸ δὲ ὅπου γὰρ κίνησις γίνεται τῆς τροφῆς, ἐντεῦθεν καὶ λαβεῖν ἐστιν αὐτοῖς δυνατὸν ταὐτόν ἐστι τῷ ‘ὅπου γὰρ κίνησις καὶ χορηγία γίνεται τῆς τροφῆς, ἐντεῦθεν αὐτοῖς, ἤγουν τοῖς μαστοῖς,
10δυνατόν ἐστι λαβεῖν‘. ἐπειδὴ οὖν ὅπου ἡ χορηγία, ἐκεῖθεν καὶ λαμβάνειν ἐστὶ δυνατόν, γίνεται δὲ ἡ τοιαύτη χορηγία ἐν τῷ κάτω τόπῳ καὶ περὶ τὰς ἐκροάς, εὐλόγως ἄρα ἐκεῖσε ἀπετέθησαν οἱ μαστοί, ἵνα εὐχερῶς τὴν τροφὴν λαμβάνωσι. σαφῆ δὲ τὰ ἑξῆς. Ὑστέρας δὲ λέγει τὰς μήτρας, ἐν αἷς εἰσι τὰ ἔμβρυα. λέγει δὲ καὶ τὴν
15αἰτίαν διὰ τί ὅθεν ἐξέρχεται ἡ περίττωσις τῆς ὑγρᾶς τροφῆς, ἐκεῖθεν καὶ ἡ γονὴ καὶ τὰ καταμήνια. φησὶν οὖν ὅτι ἐπειδὴ ἡ γονὴ καὶ τὰ καταμήνια ὑγρά εἰσι καὶ περιττώματα, εἰσὶ δὲ καὶ οὖρα ὑγρὰ καὶ περιττώματα, εὔλογον, ὅθεν ἐκρεῖ τὸ ἕτερον, ἐκεῖθεν ἐκρεῖν καὶ θάτερον. ἰστέον δὲ ὅτι καὶ τὸ τῶν γυναι‐ κῶν αἰδοῖον δύο ὀπὰς ἔχει, ὧν ἀπὸ τῆς μιᾶς ἔξεισι τὸ καταμήνιον, ἀπὸ δὲ τῆς
20λοιπῆς τὸ οὖρον. λέγει δὲ ὅτι καὶ τὸ τῶν ἀρρένων ὄργανον, δι’ οὗ ἀφιᾶσι τὴν τῆς ὑγρᾶς τροφῆς περίττωσιν, διαφορὰς ἔχει κατὰ τὰς τοῦ σώματος διαφοράς· οὐ γὰρ ὁμοίως ἅπαντα νευρώδη τὴν φύσιν ἐστίν, ἀλλὰ τὰ μὲν ἀκανθώδη, τὰ δὲ ὀστώδη, ὥσπερ εἴρηκε καὶ ἐν ταῖς Περὶ τῶν ζῴων ἱστορίαις. φησὶ δὲ καὶ ὅτι μόνον τὸ μόριον τὸ περὶ τὴν τῆς ὑγρᾶς περιττώσεως ἔξοδον ἄνευ νοσε‐
25ρᾶς μεταβολῆς αὔξησιν ἔχει καὶ ταπείνωσιν· ἐν μὲν γὰρ ταῖς ὀχείαις αὔξει καὶ τάσιν λαμβάνει, ἐπειδὰν δὲ ἀποσπερμήνῃ τὸ ὀχεῦον ζῷον, ταπεινοῦται. ἀμφοτέρων γὰρ τούτων, τῆς τε αὐξήσεως τοῦ τοιούτου μορίου καὶ τῆς ταπει‐ νώσεως, ἡ μὲν αὔξησις χρήσιμος πρὸς τὸν συνδυασμόν, ἡ δὲ ταπείνωσις πρός τε τὸ πορεύεσθαι ἀνεμποδίστως καὶ ἐξέρχεσθαι τὸ οὖρον καὶ τὰς ἄλλας
30τὰς τοῦ σώματος χρείας· εἰ μὲν γὰρ ἀεὶ ηὐξημένον ἦν, ἐνεπόδιζεν ἂν πρὸς τὴν πορείαν καὶ τὰ λοιπά, εἰ δ’ ἀεὶ τεταπεινωμένον, οὐκ ἂν συνήργει πρὸς τὰς ὀχείας. συνέστηκε δὲ τὸ τοιοῦτον τῶν ἀρρένων μόριον ἐκ χόνδρου καὶ νεύρου· ταῦτα γὰρ ἐδήλωσε διὰ τοῦ ἐκ τοιούτων ὥστε δύνασθαι ταῦτα ἀμφότερα, τήν τε αὔξησιν καὶ τὴν ταπείνωσιν λαμβάνειν. τὰ γὰρ νεῦρα
35καὶ τείνεται καὶ ἀνίεται τοῦ ἐν τῇ καρδίᾳ πνεύματος ἐκτεινομένου καὶ συστελλομένου, ὡς ἐν τῇ Περὶ ζῴων κινήσεως δέδεικται. συνεργεῖ δὲ καὶ πρὸς τὸ ἰσχυροτέραν γίνεσθαι τὴν τοιαύτην τάσιν καὶ ὁ χόνδρος. ὅταν δὲ ἐξελθὸν τὸ σπέρμα συνεξέλθῃ καὶ τὸ πνεῦμα, ταπεινοῦται. λέγει δὲ δια‐
φέρειν καὶ τὰ ὄπισθεν τῶν ἀνθρώπων καὶ τὰ σκέλη πρὸς τὰ τετράποδα·88

89

τὰ μὲν γὰρ τῶν ἀνθρώπων σκέλη σαρκώδη, τὰ δὲ τῶν τετραπόδων ἄσαρκα καὶ νευρώδη. ὅτι δὲ καὶ αἱ ὠμοπλάται καὶ τὰ ἐφεξῆς τῶν ἀνθρώπων διαφέρει πρὸς τὰ τετράποδα φανερόν. ἔχει δὲ πάντα σχεδὸν οὐ μόνον τὰ ζῳοτόκα, ἀλλὰ καὶ τὰ ᾠοτόκα κέρκον. καὶ γὰρ ἐπί τινων οὐκ ἔχει μέγεθος
5ἡ κέρκος, ὥσπερ καὶ ἐπὶ ἐλάφου καὶ δασύποδος καὶ ἄλλων πολλῶν, ἀλλὰ σμικροῦ γε ἕνεκα, τουτέστι τύπου γε ἕνεκα καὶ χάριν ἀποπληρώσεως κέρκου ἔχουσί τινα βραχύτατον στόλον, λέγων στόλον τὸ ὀστῶδες ἀφ’ οὗ αἱ τῆς οὐρᾶς τρίχες ἐκφύονται. μόνος δὲ ὁ ἄνθρωπός ἐστιν ἄκερκος, ἔχει δ’ ἀντὶ κέρκου τὰ ἰσχία, τὴν μετὰ τὴν ὀσφὺν σαρκώδη οὐσίαν, δι’ ἧς τὰς
10καθέδρας ποιούμεθα. καὶ διὰ τοῦτο τῶν τετραπόδων οὐδὲν ἔχει ἰσχίον· εἰ γὰρ εἶχεν, ἠδύνατο ἂν καθέζεσθαι, ὥσπερ καὶ οἱ ἄνθρωποι. λέγει δὲ καὶ τὴν αἰτίαν δι’ ἣν ὁ μὲν ἄνθρωπος σαρκώδεις ἔχει τοὺς μηροὺς καὶ τὰς κνήμας, τὰ δὲ τετράποδα ἄσαρκα καὶ νευρώδη· φησὶν οὖν ὅτι τούτων μὲν πάντων αἰτία μία ὡς εἰπεῖν, ὅτι μόνος ἐστὶν ὀρθὸς τῶν ζῴων ὁ ἄνθρωπος,
15καὶ διὰ τοῦτο ἔδει τὰ ἄνω ἄσαρκα ἔχειν καὶ κοῦφα, τὰ δὲ κάτω σαρκώδη καὶ ἰσχυρά, ἵνα ῥᾳδίως φέρηται. ἅμα δὲ ἐπεὶ οὐ ῥᾴδιον τοῖς ἀνθρώποις δι’ ὅλου ἵστασθαι, ἀφελοῦσα ἀπὸ τῶν ἄνωθεν τὸ σαρκῶδες πεποίηκε τὴν τῶν ἰσχίων φύσιν, ἵνα διὰ τούτων καθήμενοι ἀναπαυώμεθα. τοῖς δὲ τετρά‐ ποσιν φ’ ἕνα τόπον ἑστάναι, καὶ προσυπακουστέον τὸ ἀπέδωκεν, ἵν’ ᾖ
20τὸ πλῆρες ‘τοῖς δὲ τετράποσιν ἐφ’ ἕνα τόπον ἑστάναι ἀπέδωκεν‘. ὑποκει‐ μένων γὰρ τῶν τεττάρων ποδῶν (τούτους γὰρ εἶπεν ἐρείσματα) περικει‐ μένου δὲ ἄνωθεν τοῦ λοιποῦ παντὸς σώματος τρόπον τινὰ ὡσπερεὶ κατακεί‐ μενα διατελεῖ τὰ τοιαῦτα ζῷα. διὰ ταύτας οὖν τὰς αἰτίας ὁ ἄνθρωπος ἄκερκός ἐστι καὶ ἔχει ἰσχία καὶ τὰ σαρκώδη σκέλη. οὐκ ἔχει δὲ κέρκον
25ὁ ἄνθρωπος καὶ διὰ τὸ τὴν μέλλουσαν καταναλίσκεσθαι εἰς τὴν κέρκον τροφὴν εἰς τὰ σκέλη ἀναλίσκεσθαι. ἔχει οὖν, ὥσπερ εἴρηται, ὁ ἄνθρωπος ἐναντίως τοῖς τετράποσιν· ὁ μὲν γὰρ τὰ κάτω σαρκώδη καὶ βαρέα, τὰ δὲ ἄνω κοῦφα καὶ ἄσαρκα, τὰ δὲ τετράποδα νανώδη ὄντα τὰ μὲν ἄνω ἔχει βαρέα καὶ σωματώδη, τὰ δὲ σκέλη ἀνίσχια, ἤτοι ἄσαρκα, καὶ σκληρά. σαφῆ δὲ
30τὰ ἑξῆς. Λέγει δὲ τὰ μώνυχα ὡς ἐπὶ πολὺ μὴ ἔχειν ἀστράγαλον καὶ διὰ τὸ τὴν ὕλην τὴν μέλλουσαν καταναλίσκεσθαι εἰς γένεσιν ἀστραγάλων ἀναλίσκεσθαι εἰς γένεσιν ὁπλῶν καὶ ὀνύχων· διά τε οὖν τοῦτο λέγει αὐτὰ μὴ ἔχειν ἀστράγαλον καὶ διὰ τὸ δυσκινητοτέραν εἶναι τὴν καμπὴν τοῦ
35ὄπισθεν σκέλους ἀστραγάλου ἐνόντος· τὰ γὰρ μίαν ἔχοντα γωνίαν ὥσπερ τά τε ἡμέτερα γόνατα καὶ αἱ χεῖρες θᾶττον εὐθύνεταί τε καὶ κάμπτει,
βραδύτερον δὲ τὰ ἔχοντα πλείους γωνίας. ποιεῖ δὲ πολλὰς γωνίας ὁ ἀστρά‐89

90

γαλος· οὗτος γὰρ ὥσπερ γόμφος ἐμβεβλημένος μεταξὺ τῶν δύο ὀστῶν τοῦ τε ὑποκειμένου καὶ ὑπερκειμένου γωνίας ποιεῖ καὶ ἄνω καὶ κάτω, ὥσπερ καὶ οἱ ἀνέχοντες κίονες τὰς στοάς. κἀκεῖνοι γὰρ καὶ πρὸς τῇ ὑπο‐ κειμένῃ γῇ γωνίας ποιοῦσι καὶ πρὸς ταῖς ὑπερκειμέναις καὶ ὑπ’ αὐτῶν
5ἀνεχομέναις στοαῖς. ἀλλ’ εἰ καὶ δυσκινητοτέρους ποιοῦσι τοὺς πόδας οἱ ἀστράγαλοι βάρος τε παρέχουσιν, ἀλλ’ οὖν ἀσφαλεστέραν τὴν βάσιν ἀπεργά‐ ζονται. δῆλα δὲ τὰ ἑξῆς. λέγει δὲ τὰ διχηλὰ καὶ μὴ μώνυχα ἔχειν ἀστράγαλον, ὅτι ἡ ὕλη καὶ τὸ ὀστῶδες τὸ μέλλον ἀναλωθῆναι εἰς τὸ μώνυχα ἀποτελέσαι αὐτὰ καταδαπανᾶται εἰς γένεσιν ἀστραγάλων. οὐκ
10ἔχει δὲ τὰ πολυδάκτυλα ἀστράγαλον εὐλόγως· εἰ γὰρ εἶχεν ἀστράγαλον, τοσοῦτον ἂν ἐσχίζετο ὁ ποὺς αὐτῶν, ὅσον ἐπεῖχεν ὁ ἀστράγαλος· ἐπέχει δὲ ὁ ἀστράγαλος ὀλίγον πάμπαν τόπον, ὀλίγη ἄρα ἂν ἦν καὶ ἡ σχίσις· εἰ δὲ τοῦτο, οὐκ ἂν ἦν πολυδάκτυλα. λέγει δὲ ὅτι τὸ ἄσχιστον μόριον τοῦ ποδὸς τῶν δακτύλων ἐστὶ μόριον· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ δεῖ δὲ τοῦτο τὸ
15μόριον νομίζειν εἶναι τὸ ἄσχιστον τοῦ ποδὸς τῶν δακτύλων. ἀναγνωστέον δὲ τὴν λέξιν οὑτωσὶ ‘τοῦτο τὸ ἄσχιστον μόριον τοῦ ποδὸς δεῖ νομίζειν μόριον εἶναι τῶν δακτύλων‘. λέγει δὲ καὶ βραχεῖς εἶναι τοὺς τῶν ποδῶν δακτύλους καὶ οὐ μακροὺς εὐλόγως· εἰ γὰρ ἦσαν μακροί, προσέπταιον ἂν τοῖς λίθοις καὶ ἐβλάπτοντο. τὰ δὲ ἑξῆς δῆλα· ἰστέον δὲ ὅτι πολλάκις
20θέντες τὸ ‘τὰ δὲ ἑξῆς δῆλα‘ καὶ ‘σαφῆ δὲ τὰ ἑξῆσ‘ οὐκέτι ἄλλο προσθή‐ σομεν, ἀλλὰ τὰ μὲν σαφῆ σιγῇ παραδραμοῦμεν, τοῖς δὲ δεομένοις σαφη‐ νείας ἐπιστήσομεν. Λέγει δὲ τοὺς ὄφεις παραπλησίως ἔχειν τὴν μορφὴν τοῖς τετράποσι καὶ ᾠοτόκοις. τετράποδα δὲ καὶ ᾠοτόκα εἰσὶν αἵ τε σαῦραι καὶ
25ἄλλα πολλά. λέγει δὲ καὶ τοῖς ἰχθύσι διὰ τὸ μὴ ἐνδέχεσθαι αὐτοὺς μασᾶ‐ σθαι μηδὲ προγεύεσθαι μὴ ἐγγίνεσθαι τὴν ἀπὸ τῆς γεύσεως καὶ μασήσεως ἡδονήν, ἀλλὰ μόνην τὴν ἀπὸ τῆς καταπόσεως. ἡ μὲν γὰρ γλῶττα αἴσθησιν ποιεῖ τῶν χυμῶν, οἷον γλυκέων, πικρῶν καὶ τῶν τοιούτων· οἱ δ’ ἰχθύες, γλῶτταν μὴ ἔχοντες, εὔδηλον ὡς οὐδ’ αἴσθησιν ἔχουσι τῶν χυμῶν. τῶν
30δὲ ἐδεστῶν οἷον λιπαρῶν καὶ θερμῶν καὶ τῶν ἄλλων τοιούτων ἐπειδὴ ἡ αἴσθησις, ὅταν καταπίνωμεν, ἐγγίνεται (ἐν γὰρ τῇ καταπόσει ἡ τῶν ἐδεστῶν ἐγγίνεται αἴσθησις), καταπίνουσι δὲ καὶ οἱ ἰχθύες, αἰσθάνονται τῆς ἀπὸ τούτων ἡδονῆς ἐν τῇ καταπόσει. ἔχει μὲν οὖν καὶ τὰ ζῳοτόκα πρὸς τῇ ἀπὸ τῆς γεύσεως αἰσθήσει καὶ τὴν ἀπὸ τῆς καταπόσεως αἴσθησιν. καὶ
35σχεδὸν τῶν πλείστων ὄψων καὶ ἐδεστῶν ἡ χάρις καὶ ἡ ἡδονὴ γίνεται ἐν τῇ καταπόσει τεινομένου τοῦ οἰσοφάγου καὶ εὐρυνομένου. ὅτι δὲ ἡ ἀπὸ τῆς καταπόσεως ἡδονὴ καὶ αἴσθησις ἑτέρα ἐστὶ τῆς ἀπὸ τῆς γεύσεως, σημεῖον
τὸ μὴ τοὺς αὐτοὺς εἶναι ἀκρατεῖς περί τε τοὺς χυμοὺς καὶ τὰ πόματα,90

91

ὧν χυμῶν καὶ πομάτων ἡ αἴσθησις ἐν τῇ γεύσει γίνεται, καὶ τὰ ὄψα καὶ τὴν ἐδωδήν, ὧν ὄψων καὶ ἐδωδῆς πάλιν ἡ αἴσθησις γίνεται ἐν τῇ καταπόσει. εἰ γὰρ ἦν ἡ ἀπὸ τῆς καταπόσεως αἴσθησις ἡ αὐτὴ τῇ ἀπὸ τῆς γεύσεως, πᾶς ὁ ἀκρατευόμενος περὶ μίαν τούτων ἠκρατεύετο ἂν καὶ περὶ θατέραν.
5καὶ τοῖς μὲν ἄλλοις ζῴοις πρὸς τῇ ἀπὸ τῆς καταπόσεως καὶ ἡ κατὰ τὴν γεῦσιν ὑπάρχει αἴσθησις, ἐκείνοις δὲ τοῖς τε ἰχθύσι καὶ τοῖς τετράποσι καὶ ᾠοτόκοις ἡ ἀπὸ τῆς καταπόσεως μόνη. πάντα δὲ τὰ ἔχοντα τὴν γλῶτταν δικρόαν εἰ καὶ λίχνα ἐστίν, ὥσπερ εἴρηται πρότερον, ἀλλὰ διὰ τὸ μὴ εὐπο‐ ρεῖν πολλῆς τῆς τροφῆς ἰσχνά ἐστι. λέγει δὲ καὶ περὶ τοῦ ποταμίου κροκο‐
10δείλου κινεῖν τὴν ἄνω σιαγόνα δι’ αἰτίαν τοιαύτην· ἐπειδὴ γάρ, φησίν, ἀχρήστους ἔχει τοὺς πόδας πρὸς τὸ λαβεῖν καὶ κατασχεῖν, ἀντὶ ποδῶν ἡ φύσις τὸ στόμα χρήσιμον αὐτῷ πεποίηκεν· ὅθεν οὖν χρήσιμον ἦν ἰσχυρο‐ τάτην γενέσθαι τὴν πληγήν, ἐκεῖθεν καὶ τὴν σιαγόνα κινεῖσθαι πεποίηκεν. ἰσχυροτέρα δὲ γίνεται ἡ πληγὴ ἀεὶ ἡ ἄνωθεν· εἰκότως ἄρα τὴν ἄνω σια‐
15γόνα κινεῖσθαι πεποίηκε. καὶ τοῖς μὲν καρκίνοις καὶ 〈τοῖσ〉 ἄλλοις, ὅσοις ἐνδέχεται σχολαίως τὴν λῆψιν ποιεῖσθαι διὰ τὸ μὴ ἐν ὑγρῷ εἶναι τὴν χρῆσιν τοῦ στόματος (τὰ γὰρ ἔνυδρα καὶ τὴν λῆψιν καὶ τὴν κατάποσιν ταχεῖαν ποιεῖται) τοῖς μὲν δὴ καρκίνοις καὶ τοῖς τοιούτοις διῄρηται τὰ μόρια, καὶ ἄλλα μὲν ἔχει πρὸς τὸ λαβεῖν καὶ κατασχεῖν, ἄλλα δὲ πρὸς τὸ
20μασᾶσθαι· τοῖς δὲ κροκοδείλοις καὶ πρὸς τὸ λαμβάνειν καὶ πρὸς τὸ μασᾶ‐ σθαι τὸ στόμα πεποίηκεν ἡ φύσις χρήσιμον. Λέγει δὲ τοὺς ὄφεις μὴ ἔχειν αὐχένα διὰ τάδε· ἐπειδὴ γὰρ ὁ αὐχὴν μεταξύ ἐστι κεφαλῆς καὶ ὤμων, οἱ δὲ ὄφεις ὤμους οὐκ ἔχουσιν, οὐδ’ ἂν αὐχένα ἔχοιεν· ὁ γὰρ αὐχήν, ὡς εἴρηται, τοῖς
25εἰρημένοις ἐσχάτοις, τουτέστι τῇ κεφαλῇ καὶ τοῖς ὤμοις διορίζεταί τε καὶ περιορίζεται. λέγει δὲ τοὺς ὄφεις στρέφειν τὴν κεφαλὴν εἰς τοὔπισθεν ἠρεμοῦντος τοῦ λοιποῦ σώματος. οὐ τοῦτο δέ φησιν ὅτι ἀκινητίζοντος πάμπαν τοῦ λοιποῦ σώματος στρέφει τὴν κεφαλήν (κινούμενος γὰρ τὴν κεφαλὴν αἴρει τε καὶ εἰς τοὔπισθεν στρέφει), ἀλλὰ
30τὸ ἠρεμοῦντος ἀντὶ τοῦ ἐν τῷ αὐτῷ σχήματι μένοντος, ἐν ᾧ τυγχάνει ὂν κινούμενον, εἴληπται· τυγχάνει δὲ κεκαμμένος· διὰ γὰρ καμπῶν τὴν κίνησιν ποιεῖται, ὡς ἐν τοῖς Περὶ ζῴων πορείας εἴρηται. ἐν δὴ τῷ τοιούτῳ σχήματι ὢν καὶ κινούμενος αἴρει τε καὶ στρέφει τὴν κεφαλὴν καὶ φυλάττει τὸ ὄπισθεν. λέγει δὲ τὴν τῆς κεφαλῆς εἰς τοὔπισθεν στροφὴν ποιεῖσθαι διὰ
35δύο αἰτίας, διὰ μὲν τὴν ὑλικήν (ταύτην γὰρ ἀνάγκην εἶπεν), ὅτι ἑλκτόν ἐστι, καθάπερ καὶ τὰ ἔντομα, διὰ δὲ τὸ βέλτιστον καὶ τὸ οὗ ἕνεκα χάριν
φυλακῆς τῶν ὄπισθεν βλαπτόντων. λέγει δὲ τὸν χαμαιλέοντα εἶναι ἰσχνό‐91

92

τατον διὰ τὸ δειλὸν εἶναι· τὸ γὰρ δειλὸν ψυχρόν, τὸ δὲ ψυχρὸν οὐ θερμόν, τὸ δὲ μὴ θερμὸν ὀλίγαιμον, τὸ δὲ ὀλίγαιμον ἰσχνόν· ἡ γὰρ εὐσαρκία διὰ πέψιν αἵματος γίνεται. Οἱ δὲ ὄρνιθες, φησίν, ἔχουσι τὴν τοῦ ῥύγχους φύσιν περιτ‐
5τήν, ἤτοι μεγάλην ἢ μᾶλλον εὖ ἔχουσαν πρὸς φυλακὴν τῶν ἐπιβουλευόντων. λέγει δὲ αὐτοὺς ἔχειν καὶ τὸν αὐχένα τεταμένον καὶ εὐθύτατον καὶ οὐχὶ κεκαμμένον. λέγει καὶ ὅτι εἰ εἶχον βραχὺν αὐχένα οἱ ὄρνιθες ἐπὶ σκέλεσι μακροῖς, οὐκ ἂν ὑπηρέτει αὐτοῖς πρὸς τὴν ἀπὸ τῆς γῆς νομήν. ὁμοίως δὲ ἄχρηστος ἂν ἦν, εἰ μακρὸς ἦν ἐπὶ σκέλεσι βραχέσιν· εἵλκετο γὰρ ἂν ἐπὶ
10τῆς γῆς καὶ παρεῖχεν αὐτοῖς βάρος καὶ πόνον. μάλιστα δὲ ἀχρεῖος ἂν ἦν ἐπὶ τῶν σαρκοφάγων, εἰ μακρὸς ὑπῆρχεν αὐτοῖς, καὶ ἐναντίος πρὸς τὸν βίον. ὁ γὰρ μακρὸς αὐχὴν ἀσθενής, ὁ δὲ βραχὺς ἰσχυρός· δέονται δὲ ἰσχυροῦ διὰ τὸ τὸν βίον αὐτῶν καὶ τὸ ζῆν εἶναι ἐκ τοῦ κρατεῖν καὶ θηρεύειν. τὰ αὐτὰ δὲ εἴρηκεν ἅμα τε στεγανόποδα καὶ διῃρημένους ἔχοντα τοὺς
15πόδας καὶ σεσιμωμένους, διῃρημένους μέν, διότι οὔκ εἰσιν ὥσπερ οἱ τῶν χηνῶν καὶ νησσῶν, ἀλλ’ ἐσχισμένοι ὥσπερ καὶ τῶν ἀλεκτορίδων. διὰ τοῦτο οὖν αὐτοὺς εἶπε διῃρημένους, στεγανόποδα δὲ εἶναι αὐτά, διότι πλατυ‐ δάκτυλα ὄντα καὶ σεσιμωμένους ἔχοντα τοὺς δακτύλους, τουτέστιν ὥσπερ σιμὴν ῥῖνα (ἡ γὰρ σιμὴ ῥὶς πλατεῖά ἐστι) πλατεῖς οὖν ἔχοντα τοὺς δακτύ‐
20λους καὶ διὰ τὸ πλάτος ἁπτομένους ἀλλήλων οὐδὲν ἀποδέουσι τῶν στε‐ γανοπόδων. ἁπλῶς δὲ στεγανόποδα λέγει τὰ κυρίως στεγανόποδα, οἷον χῆνας καὶ τὰ ὅμοια, κατὰ δὲ τὸ μόριον ταὐτὸ στεγανόποδά φησι τὰ σεσι‐ μωμένους ἔχοντα τοὺς δακτύλους. λέγει δὲ τὰ πρανῆ τοῦ σώματος καὶ τὰ ὕπτια καὶ τὰ ἐπὶ τῶν τετραπόδων καλούμενα θώρακος μέρη ἐπὶ τῶν ὀρνί‐
25θων εἶναι ὁλοφυ, τουτέστι περιφερῆ καὶ στρογγύλα. λέγει δὲ τὰς πτέρυ‐ γας ἔχειν ἀπηρτημένας ἀπὸ τῶν βραχιόνων, λέγων βραχίονας ἐπὶ τῶν ὀρνί‐ θων τὸ μόριον τὸ ἀναλογοῦν τῷ ἡμετέρῳ βραχίονι, τὸ δὲ λοιπὸν τὸ ἀπὸ τοῦ ἀναλογοῦντος τῷ ἡμετέρῳ ὠλεκράνῳ (ὠλέκρανον δ’ ἐστὶ δι’ οὗ κάμ‐ πτεται ὁ βραχίων) τὸ δὴ ἀπὸ τοῦ ἀναλογοῦντος τῷ ἡμετέρῳ ὠλεκράνῳ
30ἄχρι τοῦ τέλους μέρος πτέρυγας ὀνομάζει. ἔχουσι δὲ οἱ ὄρνιθες τὰ τελευ‐ ταῖα τῶν οἰκείων βραχιόνων τὰ προσπεφυκότα τοῖς νώτοις, ταῦτα δὴ ἔχουσιν ἀντὶ ὠμοπλάτης. ἔχουσι δὲ καὶ τὰ σκέλη κεκαμμένα εἴσω πρὸς τὴν κοιλίαν, καὶ οὐκ ἔξωθεν ὥσπερ ὁ ἄνθρωπος. τὰς δὲ πτέρυγας, ἀνθ’ ὧν ἔχουσι τὰ τετράποδα τὰ πρόσθια σκέλη, ἔχουσι κεκαμμένας ἐπὶ τὸ περιφερές. τί δὲ
35τὸ ἔσω καὶ ἔξω καὶ περιφερές, εἴρηταί μοι ἐν ταῖς εἰς τὸ Περὶ ζῴων πορείας σχολαῖς· ἐκείνης γὰρ οἰκεῖα ταῦτα· ἐκεῖ γὰρ οὗτος περὶ τούτων προηγουμένως λέγει. ἐπεὶ οὖν τὸ μὲν στῆθος ἔχουσιν οἱ ὄρνιθες ὀξύ, τὰς δὲ πτέρυγας καὶ τοὺς βραχίονας οὑτωσὶ κεκαμμένους, εἰκότως συμβαίνει
τὸ σῶμα αὐτῶν εἶναι ὁλοφυές, ἤτοι περιφερὲς καὶ στρογγύλον. ἐπεὶ δὲ92

93

πάντα τὰ ἔναιμα τέτρασι σημείοις κινεῖται, ὡς ἐν τοῖς Περὶ ζῴων πορείας δέδεικται, ἐξ ἀνάγκης ἐστὶ δίπουν τὸ τῶν ὀρνίθων γένος. εἰ γὰρ ἦν τετρά‐ πουν, ἐκινεῖτο ἂν πλείοσι τῶν τεττάρων σημείων, τοῖς τέτρασι ποσὶ καὶ ταῖς δυσὶ πτέρυξιν· οὐδὲν δὲ ἔναιμον πλείοσι τῶν τεττάρων σημείων κινεῖται,
5ὡς ἐν ἐκείνοις δέδεικται. ὅτι δὲ καὶ ὁ ἄνθρωπος τέτρασι σημείοις κινεῖται, δύο μὲν τοῖς ποσὶ καὶ δύο δὲ τοῖς ὤμοις, δέδεικται καὶ τοῦτο ἐν ἐκείνοις. λέγει δὲ τοὺς ὄρνιθας εἶναι τονικοὺς καὶ ἰσχυροὺς κατὰ τὰ πτερύγια. λέγει δὲ καὶ πάντα ὅσα ζῳοτοκεῖται ἢ ᾠοτοκεῖται ἐν τῇ γενέσει ἔχειν ὀμφαλόν, τῶν δ’ ὀρνίθων αὐξηθέντων ἄδηλός ἐστιν. λέγει δὲ τὴν ἀκριβῆ τού‐
10των αἰτίαν εἰπεῖν ἐν τοῖς Περὶ ζῴων γενέσεως, ἀλλὰ καὶ ἐνταῦθα λέγει ὅτι ἐπὶ τῶν ὀρνίθων ἡ σύμφυσις τοῦ ὀμφαλοῦ εἰς τὸ ἔντερόν ἐστιν, οὐδὲν δὲ ἔντερον δύναται ἐκτὸς εἶναι τοῦ θώρακος· διὰ τοῦτο εἰσερχόμενος ἄδηλος γίνεται ἐπὶ τῶν ὀρνίθων ὁ ὀμφαλός. ἐπὶ δὲ τῶν ζῳοτόκων ἐπειδὴ μόριόν τι τῶν φλεβῶν τυγχάνει ὂν ὁ ὀμφαλός, αἱ δὲ φλέβες δύνανται ἐκτὸς
15εἶναι καὶ περὶ τὸ δέρμα, εὐλόγως ἐστὶ φανερός. λέγει δὲ τοὺς πτητικοὺς ὄρνιθας ὡς πρὸς τὴν ἀναλογίαν τοῦ οἰκείου σώματος μεγάλας ἔχειν τὰς πτέρυγας καὶ τὰ ἐν ταύταις πτερά· τοῖς δὲ γαμψώνυξιν ἄχρηστα εἶναι τὰ πλῆκτρα, ὑπάρχειν δὲ μᾶλλον ταῦτα ἐν τοῖς τῶν βαρέων ὀρνίθων σκέλεσι, διὰ τὸ χρήσιμα εἶναι ἐν ταῖς πεζαῖς μάχαις. τούτοις δὲ τοῖς βαρέσιν ὄρνισι
20καὶ πεζεύουσιν οὐ μόνον ἄχρηστοί εἰσιν οἱ γαμψοὶ ὄνυχες, ἀλλὰ καὶ βλα‐ βεροί· ἐμπηγνύμενοι γὰρ ἐν τῇ γῇ οὐκ ἐῶσιν αὐτοὺς ἀνεμποδίστως πορεύε‐ σθαι. διὸ καὶ τὰ γαμψώνυχα πάντα χαλεπῶς πορεύεται ἢ οὐδὲ πορεύεται, ἀλλὰ ἅλλεται. οὐδεὶς δὲ τῶν ὀρνίθων ἅμα πλῆκτρά τε ἔχει καὶ ῥύγχους μέγεθος, ὁμοίως δὲ καὶ ὀνύχων μέγεθος ἐπὶ τῶν ποδῶν· τούτου γάρ ἐστι
25δηλωτικὸν τὸ ἅμα δ’ ἄλλοθι καὶ ἄλλοθι ἕκαστα τούτων οὐ ποιε. ἀσθενὴς γὰρ γίνεται ἡ ὕλη εἰς πολλὰ διασπωμένη, καὶ οὐκ ἀρκεῖ ἅμα εἰς γένεσιν πολλῶν. εἰσὶ δὲ οἱ δάκτυλοι τῶν μὴ ἁπλῶς στεγανοπόδων οἷον πλάται καὶ κῶπαι συνεχεῖς. λέγει δὲ καὶ ὅτι κἂν ἢ τῶν ἰχθύων τὰ πτε‐ ρύγια κοπῇ ἢ τῶν στεγανοπόδων οἱ πόδες σχισθῶσιν, οὐκέτι νέουσιν.
30ἔνιοι δὲ τῶν ὀρνίθων μακροσκελεῖς εἰσι διὰ τὸ τὸν βίον τῶν τοιούτων ἐν ἕλεσι καὶ τέλμασιν εἶναι. ἡ δὲ φύσις ποιεῖ τὰ ὄργανα ὁμοίως καὶ ἡ τέχνη ἐπιτήδεια πρὸς τὰ ἔργα, ἀλλ’ οὐ τὰ ἔργα πρὸς τὰ ὄργανα. διὰ μὲν οὖν τὸ μὴ πλωτὰ εἶναι τὰ ἐν ἕλεσι ζῶντα οὔκ εἰσι στεγανόποδα, διὰ δὲ τὸ ἐν ὑπείκοντι, τουτέστιν ἐν πηλοῖς καὶ τέλμασιν εἶναι τὸν βίον αὐτῶν μακρο‐
35σκελῆ καὶ μακροδάκτυλα. εἰ μὲν γὰρ ἦν ἐν τῇ ξηρᾷ ὁ βίος αὐτῶν, ἦσαν ἂν βραχυδάκτυλα, ἵνα μὴ προσπταίοντα βλάπτοιντο· ἐπειδὴ δὲ ἐν ὑπείκοντι,
ἤγουν τέλματι, πεποίηκεν αὐτὰ ἡ φύσις μακροδάκτυλα. ἐπεὶ δὲ πτητικὰ93

94

μὲν οὔκ εἰσι τὰ ἐν τέλμασι καὶ ἕλεσι ζῶντα, ἐκ τῆς δ’ αὐτῆς ὕλης εἰσὶ πάντα ἤτοι τὸ ὀρροπύγιον, τὸ ῥύγχος, τὰ σκέλη, 〈οἱ〉 ὄνυχες, τὰ πλῆκτρα (ἐκ τῆς γεώδους γάρ) ἡ μέλλουσα καταναλίσκεσθαι ὕλη εἰς αὔξησιν ὀρρο‐ πυγίου εἰς τὰ σκέλη καταναλισκομένη τὰ μὲν σκέλη ηὔξησεν, ἐκεῖνο δὲ
5βραχύτατον ἐγεγόνει. καὶ τὰ μὲν μακροσκελῆ τὴν πτῆσιν ποιεῖται εἰς τὸ ὄπισθεν ἀποτείνοντα τὰ σκέλη (χρῆται γὰρ αὐτοῖς ἀντὶ πηδαλίου, ὥσπερ ἄλλα τῷ ὀρροπυγίῳ), τὰ δὲ βραχυσκελῆ τῷ μὲν ὀρροπυγίῳ, ὡς εἴρηται, χρώμενα ἀντὶ πηδαλίου, τὰ σκέλη ἔχουσι πρὸς τῇ γαστρί. ἀλλὰ τοῖς μὲν βραχυσκελέσιν ὄντα πρὸς τῇ γαστρὶ οὐκ ἐμποδίζει πρὸς τὴν πτῆσιν, τοῖς
10δὲ γαμψώνυξιν ὄντα ἐν αὐτῇ καὶ συμβάλλεται μεγάλα πρὸς ἁρπαγήν· ἐν τῇ γαστρὶ γὰρ κείμενα εὐκόλως ἁρπάζουσι τὰ διωκόμενα. λέγει δὲ τοὺς ἔχοντας λεπτὸν καὶ μακρὸν τὸν αὐχένα ἵπτασθαι συγκάμπτοντας αὐτόν· οὐδαμῶς γὰρ θραύεται, διὰ τὸ ὡσπερεὶ σκέπεσθαι καὶ φυλάττεσθαι ὑπὸ τῶν καμπῶν. πάντες δὲ οἱ ὄρνιθες ἔχουσιν ἰσχίον, ἐκεῖσε δὲ ἔχουσι τοῦτο
15κείμενον, ὅπου οὐκ ἂν ὑπονοήσειέ τις ὅλως εἶναι ἰσχίον· ἐντὸς γὰρ ἔχουσι τοῦτο τοῦ θώρακος κείμενον, ἐφεξῆς δὲ τῷ ἰσχίῳ τὸν μηρὸν συνεχῆ μὲν τῷ ἰσχίῳ, ἐκτὸς δὲ τοῦ θώρακος. ἴσχει δὲ καὶ ἰσοδυναμεῖ τὸ τοιοῦτον ἰσχίον δύο μηροῖς· τείνει γὰρ μέχρι μέσης τῆς γαστρός. αἴτιον δὲ τοῦ τετάσθαι μέχρις αὐτῆς τὸ δίπουν εἶναι τὸ τῶν ὀρνίθων γένος καὶ μὴ ὀρθόν,
20ὥστε εἴ γε βραχὺ τὸ τῶν ὀρνίθων γένος εἶχε τὸ ἰσχίον καὶ ἀπὸ τῆς ἕδρας ἀρχόμενον καὶ μὴ ἐρηρεισμένον μέχρι μέσης τῆς γαστρός, εἶτα τὸ σκέλος εὐθὺ ἐχόμενον, ὥσπερ ἐν τοῖς ἀνθρώποις καὶ τετράποσιν ἔχει, εἰ δὴ οὕτως εἶχεν, ἠδυνάτει ἂν ὅλως ἑστάναι. ὁ μὲν γὰρ ἄνθρωπος, καίτοι οὕτως ἔχων, δύναται ὀρθὸς ἑστάναι, ὅτι φύσει ἐστὶν ὄρθιος καὶ οὐ νανώδης· οἱ δὲ
25ὄρνιθες οὔτε ὄρθιοι καὶ νανώδεις, οὔτε πρόσθια σκέλη ἔχουσιν. ἀντὶ οὖν τῶν προσθίων σκελῶν μακρὸν ἡ φύσις τὸ ἰσχίον ποιήσασα εἰς μέσον προσ‐ ήρεισεν. ὑπέθηκε δὲ ἡ φύσις τοῖς ὄρνισι τὰ σκέλη ὅπου καὶ κεῖνται, ὅπως μήτε ἔμπροσθεν τοῦ σώματος ῥέποντος μήτε ὄπισθεν, ἀλλ’ ἰσορρόπου τοῦ βάρους ὄντος, μικρὸν πάμπαν εἰς τοὔπισθεν παρεγκλίνοντος ἀνεμποδίστως
30δύνηται τὴν πορείαν ποιεῖσθαι. λέγει δὲ καὶ πάντας ὄρνιθας τέσσαρας ἔχειν τοὺς δακτύλους, τρεῖς μὲν ἔμπροσθεν, ἕνα δ’ ὄπισθεν. ἐπὶ δὲ τῶν μακρῶν δοκεῖ ἐλλείπειν ὁ ὄπισθεν δάκτυλος διὰ τὸ βραχύτατος εἶναι, ὥσπερ ἐπὶ τῆς κρεκός. Τὸ δὲ γένος, φησί, τῶν ἰχθύων μᾶλλον τῶν πτηνῶν κεκολό‐
35βωται καὶ ἐστέρηται τῶν ἐκτὸς μορίων. οἱ μὲν γὰρ ὄρνιθες κἂν ἐστέρηνται χειρῶν, ἀλλ’ ἔχουσιν ἀντ’ αὐτῶν πτέρυγας, οἱ δ’ ἰχθύες οὔτε σκέλη οὔτε πτέρυγας οὔτε χεῖρας ἔχουσι. τὸ δὲ ὅλον περὶ τῇ κεφαλῇ τὸ κύτος
συνεχές ἐστι μέχρι τῆς οὐρᾶς ἴσον ἐστὶ τῷ ‘ἀλλ’ ὅλον τὸ κύτος καὶ94

95

τὸ σῶμα τῶν ἰχθύων τὸ ἀπὸ τῆς κεφαλῆς μέχρι τῆς οὐρᾶς συνεχὲς καὶ ἕν ἐστιν ὡσπερεὶ κύλινδρος, μὴ ἔχον διαρθρώσεις ποδῶν ἢ χειρῶν‘. εἰπὼν δὲ ὅτι συνεχές ἐστι μέχρι τῆς οὐρᾶς, ἐπήγαγε ταύτην δὲ τὴν οὐρὰν οὐχ ὁμοίαν ἔχουσι πάντες οἱ ἰχθύες, ἀλλ’ οἱ μὲν παραπλησίαν, τῶν δὲ
5πλατέων ἔνια ἀκανθώδη καὶ μακράν, ὥσπερ βάτος. τὸ δὲ ἡ ἐκεῖθεν γὰρ αὔξησις γίνεται εἰς τὸ πλάτος δηλωτικόν ἐστι τοῦ ‘ἡ ὕλη ἡ μέλλουσα καταναλωθῆναι εἰς τὸ αὐξῆσαι καὶ μακρὰν ποιῆσαι τὴν οὐρὰν καταναλίσκεται εἰς τὸ πλάτοσ‘. καὶ διὰ τοῦτο αἱ τρυγόνες καὶ εἴ τι ἕτερον τοιοῦτον σέλαχός ἐστιν, ἀντὶ μακροῦ καὶ ἀκανθώδους βραχὺ καὶ σαρκῶδες
10ἔχουσι τὸ οὐραῖον διὰ τὴν αὐτὴν αἰτίαν, 〈δι’〉 ἥνπερ καὶ αἱ νάρκαι. τὸ δὲ τῶν μὲν οὖν τοιούτων ἀκανθῶδες καὶ μακρὸν οὐ περὶ τῶν τρυγόνων εἴρηται καὶ ναρκῶν, ἀλλὰ καὶ περὶ ὧν πρὸ ὀλίγου εἴρηκεν εἰπὼν [δὲ] τῶν δὲ πλατέων ἔνια ἀκανθώδη καὶ μακράν. λέγει δὲ καὶ ὅτι οἱ βάτρα‐ χοι διὰ τὸ μὴ σαρκῶδες ἔχειν τὸ πλάτος τὸ ἐμπρόσθιον, τὸ ἀφῃρημένον
15ἐκεῖθεν σαρκῶδες πρὸς τὸ ὄπισθεν ἔθηκεν ἡ φύσις καὶ τὴν οὐράν. οὐκ ἔχουσι δὲ κῶλα ἀπηρτημένα οἱ ἰχθύες, ὅτι νευστική ἐστιν ἡ φύσις αὐτῶν καὶ οὐ πορευτική, τοῖς δὲ πορευτικοῖς ἁρμόζει τὰ κῶλα πρὸς τὴν πορείαν. ἄλλως τε ἐπειδὴ τέτταρα ἔχουσι πτερύγια, εἴπερ εἶχον καὶ πόδας, ἐκινοῦντο ἂν πλείοσιν ἢ τέτρασι σημείοις ἔναιμα ὄντα· οὐδὲν δὲ ἔναιμον πλείοσι τῶν
20τεττάρων κινεῖται σημείων. ἔχουσι δὲ τῶν ἰχθύων ὅσοι μὴ πλατεῖς τέτταρα πτερύγια· ὁ γὰρ βάτος καὶ ἡ τρυγὼν πλατεῖς εἰσι. λέγει δὲ τὰ ὀφιώδη τῶν ἰχθύων, οἷόν ἐστιν ἡ σμύραινα, μὴ ἔχειν πτερύγια, ἀλλὰ ταῖς καμπαῖς κινεῖ‐ σθαι, ὥσπερ καὶ οἱ ὄφεις· οἱ γὰρ ὄφεις καὶ ἐν τῇ γῇ τὴν πορείαν καὶ ἐν τῷ ὕδατι τὴν νεῦσιν διὰ τῶν καμπῶν ποιοῦνται, ὡς ἐν τοῖς Περὶ ζῴων
25πορείας δέδεικται. οἱ δὲ ὀφιώδεις τῶν ἰχθύων εἴπερ εἶχον πτερύγια, τέτταρα ἂν εἶχον αὐτά· πᾶν γὰρ ἔναιμον τέτταρσι κινεῖται σημείοις. ἢ οὖν πρὸς τῇ κεφαλῇ καὶ σύνεγγυς εἶχον ἂν αὐτά, καὶ μόλις ἂν ἐκινοῦντο διὰ τὸ πολὺ τὸ ὀπίσθιον εἶναι σῶμα, ἢ ὄπισθεν, καὶ τὸ αὐτὸ ἂν καὶ οὕτω συνέ‐ βαινεν, ἢ τὰ μὲν δύο πρὸς τῇ κεφαλῇ, τὰ δὲ δύο πρὸς τῇ οὐρᾷ, καὶ πάλιν
30κακῶς ἂν ἐκινοῦντο διὰ τὸ πολὺ εἶναι τὸ μεταξὺ τῶν κινητικῶν σημείων. τὰ δὲ προμήκη τῶν ὀφιωδῶν καὶ ἔχοντα δύο πτερύγια κέχρηνται τῇ κάμ‐ ψει ἀντὶ δύο πτερυγίων. ὅτι δὲ καὶ διὰ τῶν κάμψεων κινήσεις γίνονται, ὥσπερ καὶ διὰ ποδῶν καὶ πτερύγων, δέδεικται ἐν τῷ Περὶ ζῴων πορείας. διὰ μὲν οὖν τὰς κάμψεις ἔνυδρα ὄντα ἕρπουσιν ἐν τῇ ξηρᾷ, διὰ δὲ τὸ ὀφιώδη
35εἶναι καὶ ζῶσιν ἐν αὐτῇ πολὺν χρόνον, καὶ τὰ μὲν οὐκ εὐθὺ ἀσπαρίζει καὶ θνήσκει, ἀλλὰ μετὰ βραχύν τινα χρόνον, τὰ δὲ ὄντα οἰκεῖα τῆς πεζῆς
φύσεως ἧττον, ἀντὶ τοῦ βραδέως, ἀσπαρίζει καὶ θνήσκει. τῶν δὲ ἐχόντων95

96

δύο πτερύγια ἐν τοῖς πρανέσιν ἔχει ταῦτα, ὅσα μὴ κωλύεται διὰ τὸ πλάτος. ἐπειδὴ γὰρ τὰ πτερύγια διὰ τὸ νεῖν ἔχει, εἴπερ ἔχει ταῦτα ἐν τῷ πρανεῖ καὶ οὐχ ὑπὸ τὴν κοιλίαν πλατέα ὄντα, κωλυόμενα τὰ πτερύγια ὑπὸ τοῦ πλάτους τοῦ ἰχθύος ἅπτεσθαι καλῶς καὶ ἐπιτηδείως πρὸς νεῦσιν τοῦ ὕδατος,
5οὐκ ἂν συνεργήσειε πρὸς τὴν νεῦσιν. ὥσπερ γὰρ εἰ ἦν ἥδε ἡ θύρα ἰχθύς, εἶχε δὲ ἐν τῷ πρανεῖ τὰ πτερύγια, οὐκ ἂν ἥπτοντο τοῦ ὕδατος, κἂν ἥπτοντο, ἀλλά γε πρὸς νεῦσιν οὐκ ἂν ἦν ἐπιτήδειος ἡ ἁφή, οὕτω καὶ ἐν ἐκείνοις συμβαίνειν ἔδει. ἰστέον δὲ ὅτι τὰ ἔχοντα δύο πτερύγια πρὸς τῇ κεφαλῇ ταῦτα ἔχει διὰ τὸ μὴ ἔχειν μῆκος τὸν τόπον τῆς κεφαλῆς, ὅπερ μῆκος
10καμπτόμενον ἀντὶ πτερυγίων τὴν κίνησιν ποιήσεται· εἰ γὰρ ἦν προμήκης ἡ κεφαλή, ἐκάμπτετο ἂν καὶ τὴν τῶν πτερῶν χρῆσιν ἀνεπλήρουν αἱ καμ‐ παί. καὶ ἐν μὲν τῇ κεφαλῇ ἔχουσι τὰ πτερύγια διὰ ταύτην τὴν αἰτίαν, ἐν δὲ τῇ οὐρᾷ οὐκ ἔχουσι διὰ τὸ πρόμηκες εἶναι τὸ τῶν ἰχθύων σῶμα. οἱ δὲ βάτοι καὶ τὰ λοιπὰ σελάχη ἀντὶ τῶν πτερυγίων τῷ ἐσχάτῳ καὶ πρὸς
15τῇ οὐρᾷ πλάτει νέουσιν. ἡ δὲ νάρκη καὶ ὁ βάτραχος τὰ ἐν τῷ πρανεῖ κάτω, τουτέστι τὰ πτερά, ἅπερ ἔχουσιν ἐν τῷ πρανεῖ, κάτω καὶ πρὸς τῇ οὐρᾷ ταῦτα ἔχουσι. πλατεῖς γὰρ ὄντες πρὸς τῇ κεφαλῇ, εἴπερ εἶχον τὰ πτερύγια ἐν τῷ ἐν αὐτῇ πρανεῖ, οὐδὲν ἂν ὠφέλει αὐτοὺς πρὸς τὴν νεῦσιν. ἃ δὲ ἔχουσιν ἐν τοῖς ὑπτίοις πτερύγια, πρὸς τῇ κεφαλῇ ταῦτα ἔχουσιν·
20οὐ γὰρ κωλύει ταῦτα ὑπὸ τὴν γαστέρα ὄντα τὸ πλάτος ἅπτεσθαι τοῦ ὕδατος καὶ κινεῖσθαι· τῶν γὰρ ἐν τοῖς πρανέσιν ὄντων πτερυγίων ἐστὶ κωλυτικὸν τὸ πλάτος. τὸ δὲ ἀλλ’ ἀντὶ τοῦ ἄνω ἐλάττω ταῦτα τῶν ἐν τῷ πρανεῖ ἔχει τοιοῦτον ἂν εἴη· ‘ἐπειδὴ τὰ ἄνω μέρη τῶν ζῴων τιμιώτερά ἐστι τῶν κάτω, τὰ τὸν ἄνω τόπον κατέχοντα πτερύγια πεποίηκεν ἡ φύσις ἐλάττω,
25τὰ δὲ κατὰ τὸν κάτω μείζω, κἀνταῦθα δὴ ἀντανίσωσιν ἡ φύσις ποιήσασα‘. Εἰπὼν δὲ ὅτι τὰ ἔχοντα βράγχια τὰ μὲν ἐπικαλύμματα ἔχει ἐν τοῖς βραγχίοις, οὐκ ἀνταπέδωκε τὸν μέν σύνδεσμον πρὸς τὸν δέ. ἔχει οὖν πάντα τὰ σελάχη ἐπικαλύμματα τοῖς βραγχίοις· διὰ 〈γὰρ〉 τὸ εἶναι χονδράκανθα καὶ διὰ τοῦτο μαλακόσαρκα ἀλλ’ οὐ σκληρόσαρκα οὐ κεκώ‐
30λυται τὸ περὶ τὴν κεφαλὴν δέρμα κατέρχεσθαι καὶ ἐπικαλύπτειν τὰ βράγχια. ὁ γὰρ χόνδρος καὶ μάλιστα ὁ ἐν τοῖς ἰχθύσι μαλακός· εἰ δὲ οὗτος, καὶ ἡ λοιπὴ σάρξ· εἰ γὰρ ὁ χόνδρος ὁ ἀναλογῶν ὀστῷ μαλακός, δηλονότι καὶ ἡ λοιπὴ σάρξ. ἔτι αἱ κινήσεις τῶν μὲν ἀκανθωδῶν, ἤτοι τῶν μὴ ἐχόντων τὰς ἀκάνθας χονδρώδεις καὶ μαλακάς, ἀλλὰ σκληράς, τούτων αἱ κινήσεις
35βραδεῖαι τῷ μὴ ταχέως κάμπτεσθαι διὰ τὴν σκληρότητα· πᾶσα δὲ κίνησις, ὡς ἐν τοῖς Περὶ ζῴων πορείας δέδεικται, κατὰ ἔκτασιν καὶ κάμψιν τῶν κώλων γίνεται. ταῦτα εἰπὼν λέγει ὅτι δεῖ τὰς κινήσεις τῶν ἐπικαλυμμάτων
ταχείας εἶναι. ἐπειδὴ γὰρ ὥσπερ ἡμῖν αἱ ῥῖνες πρὸς ἀναπνοὴν καὶ ἐκπνοήν96

97

εἰσιν, οὕτω καὶ τοῖς ἰχθύσιν ἡ τῶν βραγχίων φύσις, ἀλλὰ μὴν ἡ ἐκπνοὴ ταχέως γίνεται, δεῖ ἄρα καὶ τὰ ἐπικαλύμματα τῶν βραγχίων τάχιστα κινεῖ‐ σθαι, ὅπως μὴ ἐμποδίζοι τὴν οἷον ἀναπνοὴν καὶ ἐκπνοὴν αὐτῶν. καὶ διὰ τὸ δεῖν ταχεῖαν τὴν τῶν ἐπικαλυμμάτων συστολὴν καὶ διαστολὴν γίνεσθαι
5διὰ τὴν ἐκπνοήν φησιν ὅτι ἐν τοῖς σελαχώδεσιν οὐ μόνον τὰ ἐπικαλύμματα ἀνοίγεται καὶ κλείεται, ἀλλὰ καὶ αὐτῶν τῶν πόρων, οὓς ἐν ἑαυτοῖς ἔχει τὰ βράγχια, συναγωγὴ καὶ διαστολὴ γίνεται, ὅπως πλείων ᾖ ἡ ἐκπνοή· ἀνοιγόμενοι γὰρ καὶ οἱ πόροι δέχονται τὸ ὕδωρ ὥσπερ καὶ τὰ ἐπικαλύμ‐ ματα, κλειόμενοι δὲ ἀφιᾶσι. δηλοῖ δὲ διὰ τῆς ἐκπνοῆς ἅμα καὶ τὴν εἴσπνευσιν.
10τοῦ δὲ τοὺς μὲν ἔχειν τῶν ἰχθύων τὰ βράγχια διπλᾶ, ὥσπερ τις πόλις δυσὶ τείχεσι περιπεφραγμένη, καὶ τοῦ μὲν ἐντὸς ὄντος καὶ περιεχομένου, τοῦ δ’ ἐκτὸς καὶ περιέχοντος, τοῦ μὲν δὴ τοὺς μὲν ἔχειν ταῦτα διπλᾶ, τοὺς δὲ ἁπλᾶ αἴτιον ἡ ὀλιγότης καὶ τὸ πλῆθος τοῦ περὶ τὴν καρδίαν θερ‐ μοῦ. τὰ μὲν γὰρ ἔχοντα πολὺ τὸ θερμὸν δεῖται καὶ πλείονος τῆς ἐμψύξεως,
15γίνεται δὲ ἡ ἔμψυξις καὶ πλείων καὶ ταχεῖα ὑπὸ τῶν πλειόνων βραγχίων· διὰ τοῦτο οὖν ἔχουσι τὰ βράγχια διπλᾶ, τὰ δὲ ὀλίγον ἔχοντα τὸ θερμὸν ἁπλᾶ, διότι καὶ ἐλάττονος δεῖται τῆς καταψύξεως. τὰ μὲν οὖν λεγόμενα τοιαῦτα· κατὰ δὲ τὴν λέξιν τὴν θάττω γὰρ καὶ ἰσχυροτέραν τὴν κίνη‐ σιν δεῖ εἶναι τοῖς πλείω ἔχουσι θερμότητα τὴν κίνησιν ἀντὶ τοῦ
20κατάψυξιν εἴληφε· δεῖ γὰρ θάττω καὶ ἰσχυροτέραν γίνεσθαι τὴν κατάψυξιν τοῖς ἔχουσι πολλὴν θερμότητα. ἔχει δὲ τὰ πλείω βράγχια φύσιν θάττω καὶ ἰσχυροτέραν ποιεῖν τὴν κατάψυξιν τῶν ἐλαττόνων· τὰ γὰρ ἐλάττονα βράγχια καὶ βραδεῖαν καὶ ἀσθενεστέραν ταύτην ποιεῖται. καὶ διὰ τοῦτο ἔνια τῶν ἐχόντων τὰ βράγχια ἐλάττω καὶ ἁπλᾶ καὶ ἧττον ἐγκρατ, του‐
25τέστιν οὐδαμῶς ἰσχυρά, ἀλλὰ ἀσθενῆ (τὸ γὰρ ἧττον ἐγκρατῆ ἀντὶ τοῦ οὐδα‐ μῶς ἰσχυρὰ εἴληπται· ἰσχυρὰ μὲν γὰρ καὶ ἰσχυρὰν καὶ ταχεῖαν ποιεῖται τὴν κατάψυξιν τὰ διπλᾶ καὶ πολλὰ βράγχια, ἀσθενῆ δὲ ταύτην ποιεῖται τὰ ἁπλᾶ, καὶ ἐπὶ τούτῳ καὶ ἡ ἀπ’ αὐτῶν κατάψυξις ἀσθενής) διὰ τὸ ὀλίγον οὖν ἔχειν τὸ θερμὸν καὶ διὰ τοῦτο καὶ βράγχια ὀλίγα, ἔνια αὐτῶν ἔξω τοῦ
30ὕδατος δύνανται ζῆν πολὺν χρόνον. τὰ μὲν 〈οὖν〉 ἔχοντα πολλὰ βράγχια διὰ τὸ περὶ τὴν καρδίαν πολὺ θερμὸν καὶ δεόμενα πολλῆς τῆς καταψύξεως ἅμα τῷ ἐξελθεῖν τοῦ ὕδατος θνήσκει· οὐ γὰρ δύναται ὁ ἀὴρ τοσαύτην αὐτοῖς τὴν κατάψυξιν ἐμποιεῖν ὁπόσην τὸ ὕδωρ· τὰ δὲ ἔχοντα βράγχια ὀλίγα διὰ τὸ καὶ θερμὸν ὀλίγον δύναται ἔξω πολὺν χρόνον ζῆν. διὰ τί;
35ὅτι οὐ δεῖται πολλῆς τῆς καταψύξεως. καὶ ταῦτα μὲν οὕτως. Τὰ δὲ στόματα τὰ μὲν ἔχει καταντικρὺ καὶ εἰς τὸ πρόσθεν,
ὥσπερ λάβραξ, σκόμβρος, κέφαλος, τὰ δὲ ἐν τοῖς ὑπτίοις, ὥσπερ δελφὶς καὶ τὰ97

98

σελαχώδη. ταῦτα δὲ τὰ σελαχώδη τὸν μὲν ἄλλον ἅπαντα χρόνον, καθ’ ὅν τε νεῖ καὶ ἠρεμεῖ, τὰ μὲν ὕπτια ἔχοντα, ὥσπερ καὶ τὰ τετράποδα τῶν ζῴων, πρὸς τῇ γῇ, τὰ δὲ πρανῆ ἄνω καὶ πρὸς τὸν οὐρανόν, ὅταν μέλλῃ λαβεῖν τὴν τροφήν, στρέφεται, καὶ τὰ μὲν πρανῆ ἔχει πρὸς τῇ γῇ, τὰ δὲ ὕπτια
5ἄνω καὶ οὕτω θηρεύει. πεποίηκε δὲ ἡ φύσις τὰ σελαχώδη λαμβάνειν τὴν τροφὴν στρεφόμενα διὰ τρεῖς αἰτίας, μίαν μὲν διὰ τὴν σωτηρίαν τῶν ὑπ’ αὐτῶν ἀγρευομένων ἰχθύων. φεύγουσι γὰρ καὶ σώζονται βραδυνόντων τῶν σελαχωδῶν ἐν τῇ στρέψει· οὐ γὰρ τάχιον δύναται στρέφεσθαι πλατέα ὄντα· ὄντων οὖν ζῳοφάγων, ἀλλ’ οὐ ποηφάγων πάντων τῶν σελαχωδῶν, πρόνοιαν
10ποιουμένη ἡ φύσις τῶν ὑπ’ αὐτῶν θηρευομένων πεποίηκεν αὐτὰ στρεφόμενα λαμβάνειν τὴν τροφήν. διὰ μίαν μὲν οὖν αἰτίαν ταύτην στρέφεται τὰ σελα‐ χώδη, 〈δι’〉 ἄλλην δὲ ἐπειδὴ ἀδηφάγα ἐστὶ καὶ λαίμαργα, στρέφεται, ἵν’ οὕτω βραδέως λαμβάνοντα τὴν τροφήν, μὴ ἑτοίμως, ὀλιγοτροφῇ καὶ μὴ φθείρη‐ ται ὑπὸ τοῦ κόρου· εἰ γὰρ πρὸς τὴν ἐπιθυμίαν καὶ τὸ λαίμαργον αὐτῶν
15ἀναλόγως ἐδίδοτο αὐτοῖς ἡ τροφή, ἐφθείρετο ἄν. οὕτω γάρ ἐστιν ἡ τοῦ λόγου συνέχεια· ἀλλὰ καὶ γραπτέον αὐτὴν τοῦ σαφοῦς ἕνεκα ἀλλὰ καὶ πρὸς τὸ μὴ ἀκολουθεῖν τῇ λαιμαργίᾳ τῇ περὶ τὴν τροφήν· ῥᾷον γὰρ λαμβάνοντα διεφθείρετο ἂν ταχέως διὰ τὴν πλήρωσιν, καὶ προσυπακουστέον τοῦ ‘πεποίηκεν αὐτὰ στρέφεσθαι‘. τὸ δὲ πρὸς τούτοις
20περιφερῆ καὶ λεπτὴν ἔχοντα τὴν τοῦ ῥύγχους φύσιν οὐχ οἷόν τε εὐδιαίρετον ἔχειν μεταξὺ παρεμβέβληται· ἔστι δὲ ἡ τρίτη αἰτία, δι’ ἣν στρεφόμενα λαμβάνει τὴν τροφήν. ὃ δὲ καὶ δι’ αὐτῆς λέγει, τοιοῦτόν ἐστι πρὸς δὲ τοῖς εἰρημένοις ἔχοντα τὰ σελαχώδη τὴν τοῦ ῥύγχους, τουτέστι τοῦ στόματος, φύσιν περιφερῆ καὶ στρογγύλην, ἀλλ’ οὐκ ὀξεῖαν ὥσπερ οἱ
25σκόμβροι καὶ τὰ ἄλλα, ἔχοντα οὖν τοιαύτην τὴν τοῦ στόματος φύσιν καὶ ὑπὸ τὰ ὕπτια, ἀλλ’ οὐκ ἔμπροσθεν, οὐχ οἷόν τε εὐδιαίρετον ἔχειν, τουτέστιν οὐχ οἷόν τε κάλλιον οὕτως τὴν θήραν ποιεῖν, ἢ μᾶλλον οὐχ οἷόν τε καλῶς τὴν τροφὴν διαιρεῖν (ἐξέπιπτε γὰρ ἂν τοῦ στόματος), ἀλλὰ ποιή‐ σουσιν αὐτὴν κάλλιστα στρεφόμενοι‘. ἔτι δὲ ἔχουσι διαφορὰς τὰ στόματα
30πρὸς ταῖς εἰρημέναις καὶ ἐν τῷ τὰ μὲν ἀνερρωγὸς ἔχειν τὸ στόμα, τὰ δὲ μύουρον ἤτοι 〈μὴ〉 ἀνερρωγός, ἢ μύουρον ἀντὶ τοῦ ἐκ πλατέος εἰς ὀξὺ λῆγον· τοιαύτη γὰρ καὶ ἡ τῶν μυῶν οὐρά. εἰπὼν δὲ καὶ ὅτι τὸ δέρμα οἱ μὲν ἔχουσι λεπιδωτόν, λέγει καὶ διὰ τί πίπτει ἐξ αὐτῶν ἡ λεπίς· διὰ γὰρ λαμπρότητα, φησί, καὶ λεπτότητα. λαμπρὰ γὰρ οὖσα καὶ λεία καὶ καθαρά,
35καὶ μηδὲν ὅλως ἔχουσα γλίσχρον, ἵν’ ὑπ’ αὐτοῦ ὥσπερ ὑπὸ κόλλης συν‐
έχηται, ἐκπίπτει. σαφὴς δ’ ἂν ἦν ἡ λέξις, εἰ ἀντὶ τοῦ ἡ γὰρ λεπὶς διὰ98

99

λαμπρότητα ἦν ‘ἡ δὲ λεπὶς διὰ λαμπρότητα‘· οἶμαι γὰρ ὅτι τὸ γάρ οὐκ ἔστιν αἰτιολογικὸς σύνδεσμος, ἀλλ’ ἀντὶ τοῦ δέ συνδέσμου εἴληπται. οὐδεὶς δέ, φησί, τῶν ἰχθύων ἔχει ὄρχεις, διὰ τὸ μὴ ἔχειν μήτε κύστιν μηδὲ γίνεσθαι ἐν αὐτοῖς περίττωμα ὑγρόν, οὐδὲ οἱ ὄφεις ἔχουσιν ὄρχεις· ἀλλὰ
5καὶ οἱ ἰχθύες καὶ οἱ ὄφεις τὸν πόρον, ὃν ἔχουσιν εἰς τὴν ἄφεσιν τοῦ ἐκ τῆς τροφῆς περιττώματος, τὸν αὐτὸν ἔχουσι καὶ εἰς τὴν τῶν περὶ τὴν γένεσιν, ἤτοι τῶν σπερμάτων. αἱ δὲ φάλαιναι, φησί, καὶ οἱ δελφῖνες δεχόμενοι ἐν τῇ κατὰ τὸ στόμα εἰσόδῳ θαλάττιον ὑγρὸν ἀφιᾶσι τῇ κατὰ τὸν αὐλὸν ἐξόδῳ· δέχονται μὲν γὰρ διὰ τοῦ στόματος, ἀφιᾶσι δὲ διὰ τοῦ
10αὐλοῦ. ὁ δ’ αὐλὸς οὗτος κεῖται πρὸ τοῦ ἐγκεφάλου, ἤτοι ἐν τῷ μορίῳ τῷ ἀναλογοῦντι βρέγματι· εἰ γὰρ ἔκειτο ὄπισθεν κατὰ τὸ μόριον τὸ ἀναλογοῦν τῷ ἰνίῳ, διελάμβανεν ἂν ἀπὸ τῆς ῥάχεως αὐτόν, τουτέστι διεχώριζεν ἂν ὁ αὐλὸς τὸν ἐγκέφαλον ἀπὸ τοῦ ῥαχίτου μυελοῦ καὶ ἐνεπόδιζεν αὐτὸν ἅπτεσθαι αὐτοῦ. ἀλλ’ ἀνάγκη, ὥσπερ εἴρηται πρότερον, τὸν ῥαχίτην μυελόν,
15θερμὸν ὄντα, ἅπτεσθαι τοῦ ἐγκεφάλου, ἵνα εἰς συμμετρίαν ἄγῃ τὸ ἄγαν αὐτοῦ ψυχρόν. ἐπειδὴ δὲ τὸ θερμόν ἐστιν αἴτιον τοῦ κινεῖσθαι τὰ ζῷα, ἔχει ὁ δελφὶς καὶ τὰ μεγάλα τῶν θαλαττίων ζῴων πνεύμονα ὄντα πλήρη θερμότητος αἱματικῆς. σαφῆ δὲ τὰ ἑξῆς ἕως τοῦ τέλους τοῦ βιβλίου. ὧδε μὲν οὖν πεπλήρωται πᾶσα ἡ Περὶ ζῴων μορίων Ἀριστοτέλους πραγ‐
20ματεία καὶ αἱ εἰς αὐτὴν σχολαί.99