TLG 4034 002 :: MICHAEL :: In parva naturalia commentaria MICHAEL Phil. In parva naturalia commentaria Citation: Page — (line) | ||
1(1t) | ΜΙΧΑΗΛ ΤΟΥ ΕΦΕΣΙΟΥ ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΝΗΜΗΣ | |
2t | ΚΑΙ ΑΝΑΜΝΗΣΕΩΣ ΥΠΝΟΥ ΚΑΙ ΕΓΡΗΓΟΡΣΕΩΣ | |
---|---|---|
3t | ΚΑΙ ΤΗΣ ΚΑΘ’ ΥΠΝΟΥΣ ΜΑΝΤΙΚΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ. | |
4 | Εἰπὼν ἐν τοῖς Περὶ ψυχῆς πρῶτον μὲν περὶ τῆς συμπάσης καὶ | |
5 | καθόλου ψυχῆς, εἶτα περὶ ἑκάστης τῶν δυνάμεων αὐτῆς, πόσαι καὶ τίνες καὶ ἐν τίνι ἑκάστῃ αὐτῶν τὸ εἶναι, ἐν αἷς καὶ περὶ τῆς αἰσθητικῆς δυνά‐ μεως τὸν λόγον ποιησάμενος καὶ τίς ἐστιν εἰπών, ἣν καὶ πρώτην αἴσθησιν καλεῖν ἐστι σύνηθες, εἶτα εἰς πόσας αἰσθήσεις διαιρεῖται, καὶ ἰδίᾳ περὶ ἑκάστης τῶν αἰσθήσεων διεξελθὼν καὶ εἰπών, τίς μὲν ἡ δύναμις αὐτῶν | |
10 | ἑκάστης, ἀφ’ ἧς τὸ αἰσθάνεσθαι, τίς δὲ ἡ ἐνέργεια καὶ περὶ τί, εἶτα ἐν τῷ Περὶ αἰσθήσεων καὶ αἰσθητῶν περὶ τῶν αἰσθητηρίων εἰπών, τί τὸ αἰσθητήριον ἑκάστης αἰσθήσεως καὶ ἐκ τίνος, ἐπειδὴ μὴ οἷόν τε ἄνευ αἰσθητηρίου αἰσθάνεσθαι (διὰ γὰρ σώματος ἡ τῆς αἰσθητικῆς ψυχῆς ἐν‐ έργεια), ταῦτ’ εἰπὼν ἐν ἐκείνοις ἐφεξῆς τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν | |
15 | τὸ Περὶ μνήμης καὶ ὕπνου τάττει πάνυ εἰκότως. ἐπειδὴ γὰρ ἡ μνήμη πάθος ἢ ἕξις ἐστὶ τῆς κοινῆς αἰσθήσεως, ὡς ἔσται δῆλον, ὅτε περὶ τού‐ των λέγει, ἥτις κοινὴ αἴσθησις ἐν τῷ πρώτῳ αἰσθητηρίῳ καθίδρυται, ἔστι δὲ πρῶτον αἰσθητήριον, ὡς πολλάκις εἴρηται, ἡ καρδία, εὐλόγως μετὰ τὸν Περὶ αἰσθήσεως καὶ αἰσθητηρίων λόγον τὸν Περὶ μνήμης τάττει. ἐν ᾧ | |
20 | ζητεῖ, τίνα μνημονευτικὰ καὶ τίς ἡ μνήμη καὶ ἐν τίνι τῶν τῆς ψυχῆς μορίων, καὶ λέγει ὅτι ἐν τῇ πρώτῃ αἰσθήσει καὶ τῷ αἰσθητηρίῳ αὐτῆς, εἶτα πῶς γίνεται, καὶ διὰ τί οὔθ’ οἱ νέοι οὔθ’ οἱ γέροντες μνημονευτικοί, καὶ διὰ τί συμβαίνει τοῖς μνημονεύουσι δοκεῖν αἰσθάνεσθαι, λέγων αἰσθά‐ | |
νεσθαι τὸ φαντάζεσθαι (αἴσθησις γὰρ καὶ φαντασία τῷ ὑποκειμένῳ ταὐτόν, | 1 | |
2 | κἂν τῷ λόγῳ ἕτερα), τοῖς δὲ αἰσθανομένοις ἀνάπαλιν δοκεῖν μνημονεύειν, ὡς Ἀντιφέροντι τῷ Ὠρείτῃ. εἶτα λέγει, τί ἀνάμνησις καὶ πῶς γίνεται καὶ τί διαφέρει τῆς μνήμης, καὶ ὅτι σωματικὸν τὸ ἀναμιμνῄσκεσθαι, καὶ διὰ τί οἱ οἰνώδεις ἧττον μνήμονες. καὶ περὶ μὲν μνήμης καὶ ἀναμνήσεως | |
5 | ταῦτα· περὶ δὲ ὕπνου καὶ ἐγρηγόρσεως πρῶτον μέν, ὅτι τῶν μορίων τῆς ψυχῆς ἐν τῷ αὐτῷ καὶ ἑνὶ γίνονται ἀμφότερα (οὐ γὰρ ἐν ἄλλῳ μὲν μορίῳ τῆς ψυχῆς ὁ ὕπνος, ἐν ἄλλῳ δὲ ἡ ἐγρήγορσις, ἀλλ’ ἐν τῷ αὐτῷ καὶ ἑνί), καὶ ὅτι κοινὸν σώματος καὶ ψυχῆς τὸ πάθος· εἶτα διὰ τί καθεύδει καὶ ἐγρήγορε, καὶ διὰ ποίαν αἴσθησιν καὶ διὰ τίνα αἰτίαν συμβαίνει τὸ καθεύ‐ | |
10 | δειν, καὶ ποῖόν τι τὸ πάθος· περὶ δὲ ἐνυπνίων, τίνι μορίῳ τῶν τῆς ψυχῆς φαίνεται καὶ τί ἐστι καὶ πῶς γίνεται, καὶ ὅτι οὐκ ἔστι θεόπεμπτα, ἀλλὰ τινὰ μὲν σημεῖα, τινὰ δὲ αἴτια, ἄλλα δὲ συμπτώματα· καὶ τίνες εὐθυ‐ όνειροι καὶ διὰ τί. Δι’ ἣν μὲν οὖν αἰτίαν μετὰ τὸ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν τὸ | |
15 | παρὸν τέτακται βιβλίον, καὶ τίνα τὰ ἐν αὐτῷ ζητούμενα καὶ αἰτιολογούμενα, εἴρηται. ἐπεὶ δὲ ἡ μνήμη ταὐτόν ἐστι τῷ ὑποκειμένῳ τῇ φαντασίᾳ, ὡς ἐρεῖ προϊών, τῷ λόγῳ δὲ ἕτερον, ἡ δὲ φαντασία πάλιν ταὐτὸν τῇ αἰσθήσει τῷ ὑποκειμένῳ, τῷ λόγῳ δὲ ἕτερον, καὶ διὰ τοῦτο, ἐν ᾧ τῆς ψυχῆς αἰσθανόμεθα, ἐν τούτῳ καὶ φανταζόμεθα καὶ μνημονεύομεν, δέον ἐστὶ καὶ | |
20 | νῦν ἄνωθεν τὰ περὶ τὴν φαντασίαν διαρθρῶσαι (οὕτω γὰρ ἡμῖν ἔσται δῆλον καὶ τίς ἡ μνήμη), καὶ πρῶτον τί διαφέρει φαντασία αἰσθήσεως; οὔτε γὰρ ταὐτὸν τῇ αἰσθήσει οὔτε ἕτερον, ὡς εἴρηται. ὁμοίως καὶ ἡ μνήμη καὶ ἡ φαντασία· οὔτε γὰρ ταὐτὰ οὔτε πάλιν ἕτερα. διαφέρει τοίνυν φαντασία αἰσθήσεως τῷ τὴν μὲν αἴσθησιν παρόντων εἶναι τῶν αἰσθητῶν, | |
25 | φαντασίαν δὲ γίνεσθαι καὶ μὴ παρόντων, καὶ αἴσθησιν μὲν ἐγρηγορότων γίνεσθαι, φαντασίαν δὲ καὶ κοιμωμένων. ἔτι αἴσθησις μὲν οὐκ ἐφ’ ἡμῖν (οὐ γὰρ ἐφ’ ἡμῖν μὴ παρόντων τῶν αἰσθητῶν αἰσθάνεσθαι), φαντασία δὲ καὶ ἐφ’ ἡμῖν· ἐφ’ ἡμῖν γὰρ φαντασίαν τινὸς καὶ μὴ παρόντος λαβεῖν. ἐκ τούτων μὲν οὖν ἄν τις καὶ τοιούτων δείξειεν, ὅτι διαφέρει φαντασία | |
30 | αἰσθήσεως. ὅτι δὲ πάλιν ταὐτόν πως τῇ αἰσθήσει, μετ’ ὀλίγον εἰσόμεθα. τί δ’ ἐστὶν ἡ φαντασία, ὧδε γνωρίσαιμεν ἄν· δεῖ νοεῖν γίνεσθαι ἐν ἡμῖν | |
ἀπὸ τῶν ἐνεργειῶν τῶν περὶ τὰ αἰσθητὰ οἷον τύπον τινὰ καὶ ἀναζωγρά‐ | 2 | |
3 | φημα ἐν τῷ πρώτῳ αἰσθητηρίῳ· τοῦτο δὲ τὸ πρῶτον αἰσθητήριόν ἐστιν ἡ καρδία, ἐν ᾗ ἡ αἰσθητικὴ δύναμις τῆς ψυχῆς ἐστι. γίνεται οὖν ζωγρά‐ φημά τι ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, ἐγκατάλειμμά τι ὂν τοῦτο τὸ ζωγρά‐ φημα τῆς ὑπὸ τοῦ αἰσθητοῦ γινομένης κινήσεως, ὃ καὶ μηκέτι τοῦ αἰσθη‐ | |
5 | τοῦ παρόντος ὑπομένει τε καὶ σῴζεται ὂν ὥσπερ εἰκών τις αὐτοῦ, ὃ καὶ τῆς μνήμης ἡμῖν σῳζόμενον αἴτιον γίνεται. τὸ δὲ τοιοῦτον ἐγκατάλειμμα καὶ τὸν τοιοῦτον ὥσπερ τύπον φαντασίαν καλοῦσι. δι’ ὃ καὶ ὁρίζονται τὴν φαντασίαν τύπωσιν ἐν ψυχῇ καὶ τύπωσιν ἐν ἡγεμονικῷ. μήποτε δὲ οὐχ ὁ τύπος αὐτός ἐστιν ἡ φαντασία, ἀλλ’ ἡ περὶ τὸν τύπον τῆς φαντα‐ | |
10 | στικῆς δυνάμεως ἐνέργεια. εἰ γὰρ ἦν αὐτὸς ὁ τύπος ἡ φαντασία, ἦμεν ἂν ἐν φαντασίᾳ καὶ μὴ ἐνεργοῦντες περὶ αὐτόν, ἔχοντες δὲ αὐτόν· καὶ ἅμα ἂν ἦμεν ἐν πλείοσι φαντασίαις καὶ τοσαύταις, ὅσων τὸν τύπον σῴζομεν. ἔτι ἤτοι τὴν γινομένην νῦν τύπωσιν φαντασίαν λέγουσιν ἢ τὴν γεγονυῖαν ἤδη καὶ οὖσαν. ἀλλ’ εἰ μὲν τὴν γινομένην νῦν, τὴν αἴσθησιν ἂν λέγοιεν | |
15 | τὴν κατ’ ἐνέργειαν φαντασίαν, εἰ δὲ τὴν γεγονυῖαν καὶ σῳζομένην, τὴν μνήμην. ἀλλ’ εἴη ἂν ὡς ἐπὶ τῆς αἰσθήσεως· ὡς γὰρ ἐπ’ ἐκείνης ἔστι μέν τι αἰσθητόν, ἔστι δέ τις καὶ δύναμις αἰσθητική, ἔστι δὲ καὶ ἐν‐ έργεια δυνάμεως περὶ τὸ αἰσθητόν, ἣν καλοῦμεν αἴσθησιν, ὁμοίως δὲ καὶ ἐπὶ τῆς νοήσεως νοητὸν μὲν τὸ πρᾶγμα, νοῦς δὲ ἡ δύναμις, νόησις δὲ ἡ | |
20 | τοῦ νοῦ περὶ τὸ νοητὸν ἐνέργεια, οὕτως δὲ ὑποληπτέον ἔχειν καὶ περὶ τῆς φαντασίας, τὸ μέν τι εἶναι φανταστόν (τοῦτο δ’ ἂν εἴη τὸ ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως γινόμενον ἐγκατάλειμμα καὶ οἱονεὶ ζωγράφημα, ἀνάλογον ὂν τῷ αἰσθητῷ τε καὶ νοητῷ), τὸ δὲ φανταστικὴν δύναμιν, ἀνά‐ λογον ὂν καὶ αὐτὸ τῇ αἰσθητικῇ δυνάμει καὶ τῷ νῷ, τὸ δὲ φαντασίαν | |
25 | οὖσαν καὶ αὐτὴν ἀνάλογον τῇ αἰσθήσει καὶ τῇ νοήσει, ἐνέργειαν οὖσαν τῆς φανταστικῆς δυνάμεως περὶ τὰ φανταστά· ὑπόκειται γὰρ τῇ φανταστικῇ δυνάμει τὰ ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως γινόμενα ἐγκαταλείμματα, ὡς ὄντα τινὰ αἰσθητὰ ἐντός, ὡς τῇ αἰσθητικῇ τὰ αἰσθητὰ ὄντα ἐκτός. καλεῖται δὲ τὰ τοιαῦτα ἐγκαταλείμματα κατ’ ἐνέργειαν αἴσθησις, ὅτι τῆς | |
30 | αἰσθητικῆς ἐνεργείας ταῦτ’ ἐστὶν ἔργα· καὶ τὸ κατ’ ἐνέργειαν αἰσθέσθαι | |
ἐστὶ τὸ τὸν τύπον τούτων σχεῖν ἐν αὐτῷ ἀπὸ τῶν αἰσθητῶν ἐκτὸς ὄντων. | 3 | |
4 | ἡ δὲ φανταστικὴ δύναμίς ἐστιν ἡ αὐτὴ κατὰ τὸ ὑποκείμενον τῇ αἰσθητικῇ, τῷ λόγῳ μέντοι διαφέρουσα· αἰσθητικὴ μὲν γάρ ἐστιν, καθ’ ὅσον τῶν αἰσθητῶν παρόντων ἐστὶν ἀντιληπτικὴ μόνον, φανταστικὴ δέ, καθ’ ὅσον, ὡς ἐκείνη περὶ τὰ αἰσθητὰ ἐκτὸς ὄντα ἐνεργεῖ, οὕτω καὶ αὕτη περὶ τὰ φανταστά, | |
5 | ὄντα ἐν τῷ ἔχοντι αὐτὰ σώματι ὥσπερ αἰσθητὰ αὐτῇ, εἰ καὶ μὴ παρείη ἔτι τὰ αἰσθητά. ὅταν μὲν γὰρ παρόντων τῶν αἰσθητῶν ἡ ἐνέργεια αὕτη γίνηται, αἴσθησις γίνεται (ἡ γὰρ διὰ τοῦ αἰσθητηρίου παρόντος τοῦ αἰσθητοῦ ἐν τῷ αἰσθητικῷ γινομένη ἐνέργεια τῆς αἰσθητικῆς ψυχῆς αἴσθησίς ἐστι· δι’ ὃ καὶ ταὐτὸν εἶναι δοκεῖ ἥ τε αἴσθησις καὶ ἡ φαντασία)· ὅταν δὲ | |
10 | μηκέτι τοῦ αἰσθητοῦ παρόντος ἡ ἐνέργεια τῆς αἰσθητικῆς ψυχῆς γίνηται περὶ τὸ γινόμενον ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ἐγκατάλειμμα ὡς αἰσθητόν τι, φαντασία τότε. ἡ δὲ περὶ τὸ αὐτὸ τοῦτο ἐγκατάλειμμα ἐν‐ έργεια, ὅταν μὴ ἁπλῶς ὡς τοιοῦτον γίνηται, ἀλλὰ καὶ ὡς ἀπ’ ἄλλου τινὸς ἐγγινόμενον, τὸ μὲν μνήμη, τὸ δὲ ἀνάμνησίς ἐστι. μνήμη γάρ ἐστι κατοχὴ | |
15 | φαντάσματος ὡς εἰκόνος οὗ τὸ φάντασμα· τῆς γὰρ φαντασίας πολλάκις γινομένης συνίσταται μνήμη. διαφέρει δὲ μνήμης ἀνάμνησις τῷ τὴν ἀνά‐ μνησιν εἶναι ἀνανέωσιν προτέρας μνήμης, ἐπὰν λήθη γενομένη τὸ συνεχὲς ἀναλύσῃ· καὶ ἔστιν αἴτιον ἀναμνήσεως ἡ τῶν πρώτων κινήσεων ἀνανέωσις. ἀλλὰ τὰ περὶ τούτων καὶ αὖθις ἐπισκεψόμεθα, νῦν δὲ τὰ περὶ τῆς φαντα‐ | |
20 | σίας ἔτι διαρθρωτέον. ἐκ ταύτης γὰρ ἡμῖν, ὡς εἴπομεν, ἔσται δῆλον καὶ τίς ἐστιν ἡ μνήμη. ἐπεὶ γὰρ ἐνδέχεταί τι ὑπ’ ἄλλου κινούμενον αὐτὸ πάλιν ἄλλο κινῆσαι (ἡ γὰρ βακτηρία κινεῖ τὸν λίθον ὑπ’ ἄλλου κινουμένη), καὶ τὸ πρῶτον αἰσθητήριον, ἡ καρδία, ὑπὸ τῶν αἰσθητῶν κινούμενον αὐτὸ πάλιν διὰ τῶν ὑπὸ τῶν αἰσθητῶν γινομένων ἐν αὐτῷ κινήσεων, τουτέστιν | |
25 | ἐγκαταλειμμάτων καὶ τύπων καὶ ζωγραφημάτων, κινεῖ τὴν φανταστικὴν ψυχήν, ὡς τὰ αἰσθητὰ τὴν αἰσθητικήν. δι’ ὃ καὶ εἴη ἂν τῆς φαντασίας λόγος κίνησις ὑπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως, τουτέστι κίνησις ὑπὸ τῶν ἐγ‐ καταλειμμάτων τῶν ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ἐν τῷ αἰσθητηρίῳ γενομένων. εἴρηται γὰρ ὅτι καλεῖται τὰ τοιαῦτα ἐγκαταλείμματα κατ’ ἐν‐ | |
30 | έργειαν αἴσθησις. χρὴ δὲ τοῦ τύπου κοινότερον ἐπὶ τῆς φαντασίας ἀκούειν. κυρίως μὲν γὰρ τύπος ὁ κατ’ εἰσοχήν τε καὶ ἐξοχὴν ἢ τὸ τοῦ τυποῦντος | |
ἐν τῷ τυπουμένῳ σχῆμα γινόμενον, ὡς ὁρῶμεν τὰ ἐπὶ τῶν σφραγίδων | 4 | |
5 | ἔχοντα· οὐχ οὕτω δὲ τὰ ἀπὸ τῶν αἰσθητῶν ἐγκαταλείμματα ἐν ἡμῖν γίνεται. οὐδὲ γὰρ τὴν ἀρχὴν κατὰ σχῆμά τι ἡ τῶν αἰσθητῶν ἀντίληψις. ποῖον γὰρ σχῆμα τὸ λευκὸν ἢ ὅλως τὸ χρῶμα; ἢ ποῖον σχῆμα ἡ ὀσμή; ἀλλὰ δι’ ἀπορίαν κυρίου τινὸς ὀνόματος τὸ ἴχνος καὶ ἐγκατάλειμμα τὸ ὑπο‐ | |
5 | μένον ἀπὸ τῶν αἰσθητῶν ἐν ἡμῖν τύπον καλοῦμεν μεταφέροντες τοὔνομα. τί μὲν οὖν ἐστι φαντασία, εἴρηται· τί δὲ μνήμη, δῆλον ἐκ τούτων· ἡ γὰρ περὶ τὸ αὐτὸ τοῦτο ἐγκατάλειμμα γινομένη ἐνέργεια, ὅταν μὴ ἁπλῶς ὡς περὶ τοιοῦτον γίνηται, ἀλλὰ καὶ ὡς ἀπ’ ἄλλου γινόμενον, μνήμη ἐστίν. οἷον παρόντος τοῦδε τοῦ αἰσθητοῦ, φέρε εἰπεῖν τοῦ γεγραμμένου ἐν τῷδε | |
10 | τῷ πίνακι ἀνθρώπου ἢ λέοντος ἢ ἄλλου τινός, καὶ ἐνεργούσης περὶ αὐτὸ τῆς ὄψεως γίνεται ἀπὸ τῆς τοιαύτης ἐνεργείας τύπος τις καὶ ἐγκατάλειμμα καὶ ἀναζωγράφημα τοῦ γεγραμμένου λέοντος ἢ ἀνθρώπου ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, ὅπερ ἐγκατάλειμμα καὶ ἀναζωγράφημα ὑπομένει καὶ σῴζεται καὶ μὴ παρόντος τοῦ αἰσθητοῦ· τοῦτο δὴ τὸ ἐγκατάλειμμα κινεῖ τὴν φαντα‐ | |
15 | στικὴν δύναμιν τῆς ψυχῆς καὶ ποιεῖ αὐτὴν ἐνεργεῖν περὶ αὐτό, ὥσπερ καὶ τὰ αἰσθητὰ τὴν αἴσθησιν. ὅταν δὲ ἡ τοιαύτη τῆς φανταστικῆς δυνάμεως ἐνέργεια περὶ τὸ τοιοῦτον ἐγκατάλειμμα ἁπλῶς γίνηται, μὴ προσλογιζομένη ὅτι τόδε τὸ ἐγκατάλειμμα καὶ ὅδε ὁ τύπος ἀπὸ τοῦ γεγραμμένου ἐν τῷ τοιῳδὶ πίνακι ζῴου κατὰ τὸν δεῖνα χρόνον ἐνταῦθα γέγονεν, ἀλλ’ ἁπλῶς οὕτως | |
20 | περὶ αὐτὸ ἐνεργῇ, φαντασία τὸ τοιοῦτον λέγεται. ὅταν δὲ πρὸς τῷ ἐνεργεῖν περὶ αὐτὸ προσλογίζηται, ὅτι ἀπὸ τοῦ ἐν τῷ δεῖνι πίνακι γεγραμμένου ζῴου ὁ τύπος οὗτος καὶ τὸ ἐγκατάλειμμα κατὰ τὸν δεῖνα χρόνον ἐνταῦθα γέγονε, καὶ ὅλως ὅτι ὅδε ὁ τύπος εἰκών ἐστι τοῦ ἐν τῷ πίνακι γεγραμμένου ζῴου, τότε ἡ τοιαύτη ἐνέργεια μνήμη λέγεται. φαντασία μὲν γάρ ἐστι καὶ | |
25 | λέγεται, ὅταν ἁπλῶς περὶ τὸν τύπον καὶ τὸ ἐγκατάλειμμα γίνηται μὴ προσ‐ λογιζομένη, ὅτι ἀπ’ ἄλλου τινὸς ἐν τῷ πίνακι ὄντος γέγονε· μνήμη δ’ ἐστίν, ὅταν πρὸς τῷ ἐνεργεῖν περὶ αὐτὸ αἰσθάνηται καὶ ὅτι ἀπ’ ἄλλου τινὸς γέγονε, καὶ ἔτι ὅτι τοῦτο, οὐ αἰσθάνεται, εἰκών ἐστι τοῦ ἐν τῷ πίνακι γεγραμμένου ζῴου. τοῦτο δὴ κἂν ἀπὸ ἀληθοῦς ζῴου γίνηται, ταὐτόν ἐστι. καὶ ἐπεὶ | |
30 | μνήμη καὶ φαντασία ταὐτὸν τῷ ὑποκειμένῳ, φαντασία δὲ καὶ αἴσθησις ὁμοίως (αἱ αὐταὶ γὰρ καὶ αὗται τῷ ὑποκειμένῳ, ὡς ἤδη εἴρηται), καλῶς λέγεται, ὅτι ἐν ᾧ αἰσθάνεται, τούτῳ καὶ μνημονεύει τὰ μνημονεύοντα. ὡς | |
γὰρ ἀπὸ τῆς αἰσθητικῆς δυνάμεως τῆς ψυχῆς τὸ αἰσθάνεσθαι, οὕτως ἀπ’ | 5 | |
6 | αὐτῆς καὶ τὸ φαντάζεσθαι καὶ μνημονεύειν. ἰστέον δὲ ὅτι μνημονεύει μέν, ὡς εἰσόμεθα, καί τινα τῶν ἀλόγων ζῴων, ἀναμιμνῄσκεται δὲ μόνα τὰ λογικὰ ζῷα. ἀλλὰ περὶ μὲν τούτων τοσαῦθ’ ἡμῖν εἰρήσθω διὰ τὸ ἀσαφῶς καὶ ἄγαν περινενοημένως τὸν περὶ μνήμης καὶ ἀναμνήσεως λόγον ἀπηγ‐ | |
5 | γέλθαι, ἐπὶ δὲ τὴν τῶν λεγομένων σαφήνειαν ἰτέον. | |
6n | Περὶ δὲ μνήμης καὶ τοῦ μνημονεύειν λεκτέον τί ἐστι | |
7n | καὶ διὰ τίν’ αἰτίαν γίγνεται. | |
8 | Μνήμη ἐστὶν ἡ δύναμις τῆς ψυχῆς, καθ’ ἣν μνημονεύομεν, μνημο‐ νεύειν δὲ ἡ ἐνέργεια αὐτῆς· ὡς γὰρ νοῦς πρὸς νόησιν, οὕτω μνήμη πρὸς | |
10 | τὸ μνημονεύειν ἔχει. ἔστιν οὖν μνήμη καὶ φαντασία καὶ αἴσθησις ἡ πρώτη ἡ ἐν τῇ καρδία τῷ μὲν ὑποκειμένῳ αἱ αὐταί, τῷ λόγῳ δὲ διαφέρουσαι. πῶς δὲ αἱ αὐταὶ καὶ πῶς ἕτεραι, εἴρηται. λεκτέον οὖν, φησί, περὶ τοῦ μνημο‐ νεύειν καὶ τοῦ ἀναμιμνῄσκεσθαι. διαφέρει γὰρ μνήμη ἀναμνήσεως, ὡς γνωσόμεθα μετὰ ταῦτα. λέγει δὲ ὡς ἐπὶ τὸ πολὺ τοὺς μὲν βραδεῖς (λέγων | |
15 | βραδεῖς τοὺς ἀφυεστέρους καὶ μὴ ταχέως ἀποστοματίζοντας) μνημονικωτέρους, τοὺς δὲ ταχεῖς καὶ εὐφυεῖς καὶ εὐμαθεῖς ἀναμνηστικωτέρους. ὥστε δια‐ φέροι ἂν καὶ κατὰ τοῦτο μνήμη ἀναμνήσεως· εἰ γὰρ ἦσαν αἱ αὐταί, ἦν ἂν καὶ πᾶς ὁ μνημονικὸς καὶ ἀναμνηστικός. | |
19n | Πρῶτον μὲν οὖν σκεπτέον, ποῖά ἐστι μνημονευτά· πολ‐ | |
20n | λάκις γὰρ ἐξαπατᾷ τοῦτο. | |
21 | Ὥσπερ ἐν τῷ Περὶ ψυχῆς ἀπὸ τῶν αἰσθητῶν ἐδίδαξε τὰς τῶν αἰσθή‐ σεων ἐνεργείας καὶ ἀπὸ τῶν ἐνεργειῶν τὰς δυνάμεις τῆς αἰσθητικῆς ψυχῆς, ἀπὸ τῶν σαφῶν διδάσκων τὰ ἀσαφῆ, οὕτως ἐνταῦθα ἀπὸ τῶν μνημονευτῶν τὴν μνήμην. πρῶτον οὖν, φησί, σκεπτέον, ποῖά εἰσι μνημονευτά· πολλάκις | |
25 | γὰρ τὸ ἀγνοεῖν ποῖά εἰσι τὰ μνημονευτὰ ἐξαπατᾷ καὶ ποιεῖ ἡμᾶς ἄλλα περὶ μνήμης λογίζεσθαι. ἔστι δὲ οὔτε τὸ μέλλον μνημονευτὸν οὔτε τὸ ἐνεστώς· τοῦτο γὰρ εἶπε παρόν. ἀλλ’ ἔστι τὸ μὲν μέλλον ἢ δοξαστὸν ἢ ἐλπιστὸν ἢ ἐπιστημονικόν (ἔστι γὰρ καὶ ἐπιστήμη ἐλπιστικὴ ὥσπερ ἡ μαντική· ἐλπίζει γὰρ ὁ μάντις γενέσθαι αὔριον τόδε), τὸ δὲ ἐνεστὼς αἰσθητόν· τοῦ παρόντος | |
30 | γὰρ ἡ αἴσθησις. ἐπεὶ οὖν ἅπαν ἢ παρόν ἐστιν ἢ μέλλον ἢ παρεληλυθός (ὅπερ παρεληλυθὸς γενόμενον εἶπεν), ἡ δὲ μνήμη οὐδενός ἐστι τῶν | |
δύο, ἔσται τοῦ γενομένου. ἀνάγκη γὰρ αὐτὴν τινὸς εἶναι. εἰπὼν δὲ ὅτι ἡ | 6 | |
7 | δὲ μνήμη τοῦ γενομένου, ἐπήγαγε τὸ δὲ παρὸν ὅτε πάρεστιν, οἷον τοδὶ τὸ λευκὸν ὅτε ὁρᾷ. ἔστι δὲ τὸ λεγόμενον· ἡ μνήμη τοῦ γενομένου ἐστίν, οὐ τοῦ παρόντος. τὸ γὰρ παρόν, ὅτε πάρεστι καὶ ὁρᾶται (ἔστω δὲ τὸ παρὸν καὶ ὁρώμενον, λόγου χάριν τοδὶ τὸ λευκόν), οὐδεὶς ἂν φαίη μνημο‐ | |
5 | νεύειν. ὁμοίως οὐδὲ τὸ νοητὸν ὅτε νοεῖ τις, φαίη ἂν μνημονεύειν. ἀλλὰ τὸ μὲν ὁρώμενον ὅτε ὁρῶμεν, αἰσθάνεσθαί φαμεν αὐτοῦ, τὸ δὲ νοούμενον ἐπίστασθαι μόνον, ἀλλ’ οὐ μνημονεύειν. τὸ ἐπίστασθαι δὲ ἐνταῦθα δηλω‐ τικόν ἐστι τοῦ εἰς ἐπιστήμην ἄγεσθαι. θεωρούμενον γὰρ τὸ πρῶτον μὲν ἀγνοούμενον, νῦν δὲ πρώτως μανθανόμενον λέγει· ὥστε καὶ ἐπίστασθαι λέγοι | |
10 | ἂν τὸ εἰς ἐπιστήμην ἄγεσθαι. ὅταν οὖν ὁρᾷ τις ἢ νοῇ, οὔ φησιν ὅτι μνημονεύει, ὅταν δὲ ἄνευ τῶν ἔργων σχῇ τὴν ἐπιστήμην καὶ τὴν αἴσθησιν. λέγει δὲ ἔργα τοδὶ τὸ ζῷον ἢ τὸ κυρίως ἢ τὸ γεγραμμένον, ὁμοίως καὶ τρί‐ γωνον τὸ γεγραμμένον ἐν τῷδε τῷ βιβλίῳ. εἴη ἂν οὖν τὸ λεγόμενον· ὅταν οὖν χωρὶς τοῦ ἐνεργεῖν περὶ τὸ ζῷον ἢ περὶ τὸ ἐν τῷ βιβλίῳ τρί‐ | |
15 | γωνον αὐτοὺς μόνους τοὺς τύπους τούτων θεωρῇ ἡ ψυχή, μὴ ἁπλῶς δὲ ἀλλ’ ὡς ὄντας εἰκόνας τινῶν, τότε μέμνηται. τότε γάρ φαμεν μεμνῆσθαί τινα τοῦ τριγώνου τὰς δύο ὀρθάς, ὅταν φαντάζηται, ὅτι κατὰ τὸν δεῖνα καιρὸν ἐν τῷ δεῖνι βιβλίῳ παρὰ τοῦ δεῖνος γεωμέτρου ἔμαθεν ἢ ἐθεώ‐ ρησεν, ἀλλ’ οὐχὶ ὅταν μανθάνῃ. ὁμοίως καὶ ἐπὶ τῶν αἰσθητῶν, οὐχ | |
20 | ὅταν ὁρᾷ, ἀλλ’ ὅταν φαντάζηται, ὅτι εἶδέ τι ἢ ἤκουσε κατὰ τὸν δεῖνα χρόνον. | |
22n | Ἀεὶ γὰρ ὅταν ἐνεργῇ κατὰ τὴν μνήμην, οὕτως ἐν τῇ | |
23n | ψυχῇ. | |
24 | Τουτέστιν ἀεὶ γὰρ ὅταν ἐνεργῇ περὶ τοὺς τύπους ἡ ψυχὴ τῶν πρα‐ | |
25 | γμάτων ἁπάντων, λέγει ὅτι πρότερον τοῦτο ἤκουσε. εἰ γὰρ μὴ τοῦτο λέγει μηδὲ συναισθάνεται τοῦ πρότερον καὶ τοῦ ὑπὸ τίνος ἤκουσεν, οὐκ ἔστι μνήμη. εἰπὼν δὲ ὅτι ὅταν ἐνεργῇ, ἐπήγαγε κατὰ τὴν μνήμην, δυνάμει λέγων· ὅταν ἐνεργῇ τὴν ἐνέργειαν, καθ’ ἣν ἡ μνήμη εἰδοποιεῖται. αὕτη δὲ ἦν τὸ αἰσθάνεσθαι καὶ τοῦ χρόνου καὶ τοῦ πράγματος, ἀφ’ οὗ γέγονεν | |
30 | ὁ τύπος καὶ τὸ ἐγκατάλειμμα. | |
31n | Ἔστι μὲν οὖν ἡ μνήμη οὔτε αἴσθησις οὔτε ὑπόληψις, | |
32n | ἀλλὰ τούτων τινὸς ἕξις. | |
33 | Ὑπόληψιν λέγει τὴν κοινῶς κατηγορουμένην κατά τε δόξης καὶ νοήσεως | 7 |
8 | καὶ τῶν λοιπῶν λογικῶν δυνάμεων. ἢ ὑπόληψιν λέγοι ἂν νῦν καταχρηστι‐ κώτερον τὴν φαντασίαν. ἔστι μὲν οὖν οὔτε ὑπόληψις οὔτε ταὐτὸν τῇ αἰσθήσει, ἀλλ’ ἕξις ἢ πάθος αἰσθήσεως, ἐπειδὴ καὶ ἡ φαντασία. τὸ δὲ ὅταν γένηται χρόνος ἴσον ἐστὶ τῷ ὅταν αἰσθάνηται καὶ τοῦ χρόνου, | |
5 | καθ’ ὃν γέγονε τὸ ἐγκατάλειμμα, καὶ οὐ μόνον τοῦ χρόνου, ἀλλὰ καὶ τοῦ πράγματος, ἀφ’ οὗ. τοῦ δὲ ὁρωμένου ἢ νοουμένου τῷ παρόντι καὶ ἐνε‐ στῶτι χρόνῳ οὐκ ἔστι μνήμη, καθάπερ εἴρηται, ἀλλ’ αἴσθησις καὶ ἐπι‐ στήμη. μνήμη δ’ ἐστὶ τοῦ γενομένου. δι’ ὃ μετὰ χρόνου πᾶσα μνήμη, τουτέστι δι’ ὃ τότε ἐστὶ καὶ λέγεται μνήμη, ὅταν αἰσθάνηται καὶ τοῦ χρόνου, | |
10 | ὅτι χθὲς ἢ ὅλως πρότερον εἶδον ἢ ἤκουσα. καὶ ἐπεὶ τότε γίνεται μνήμη, ὅτε χρόνου αἴσθησις, ὅσα χρόνου αἰσθάνεται, ταῦτα καὶ μνημονεύει. ὁ γὰρ πεπτωκὼς ὄνος πέρυσιν εἰς τόνδε τὸν βόθρον, τήμερον δὲ ἰδὼν αὐτὸν καὶ ἀναχωρήσας, ᾔσθετο, ὅτι πρότερον πέπτωκεν ἐν αὐτῷ. αἰσθάνεται οὖν καὶ τὰ λοιπὰ τοῦ χρόνου, ἀλλ’ οὐχ ὁμοίως τοῖς ἀνθρώποις· ὁ μὲν γὰρ ἄνθρωπος | |
15 | πρὸς τῷ αἰσθάνεσθαι, πότε εἶδε καὶ πότε ἤκουσεν, οἶδε καὶ τὴν διαφορὰν τοῦ παρεληλυθότος καὶ μέλλοντος, τὰ δ’ ἄλογα τούτου μόνου αἰσθάνεται τοῦ ὅτι νῦν πίπτει ἢ πέπτωκε, τοῦ δὲ μέλλοντος ἔννοιαν οὐκ ἴσχει. εἰπὼν δὲ ὅτι ὅσα χρόνου αἰσθάνεται ταῦτα μνημονεύει, ἐπήγαγε· καὶ τούτῳ ᾧ αἰσθάνεται, τουτέστι καὶ ἐν τούτῳ τῷ μέρει τῆς ψυχῆς μνημονεύει, ἐν | |
20 | ᾧ καὶ αἰσθάνεται· τοῦτο δ’ ἐστὶ τὸ αἰσθητικόν· ἐν γὰρ τῷ θρεπτικῷ ἢ τῷ φυτικῷ οὐκ ἔστι μνήμη, ἀλλὰ τῷ αἰσθητικῷ, ἐν ᾧ καὶ τὸ φαντάζεσθαι. | |
22n | Ἐπεὶ δὲ περὶ φαντασίας εἴρηται πρότερον ἐν τοῖς Περὶ | |
23n | ψυχῆς καὶ νοεῖν οὐκ ἔστιν ἄνευ φαντάσματος. | |
24 | Τὸ μὲν τῆς λέξεως συνεχές ἐστιν ἐν τῷ ὥστε τοῦ νοουμένου κατὰ | |
25 | συμβεβηκὸς ἂν εἴη, ὡς εἶναι τὸ πᾶν τοιοῦτον· ἐπεὶ δὲ περὶ φαντασίας εἴρηται πρότερον ἐν τοῖς Περὶ ψυχῆς καὶ νοεῖν οὐκ ἔστιν ἄνευ φαντάσματος, φανερὸν ὅτι τοῦ νοουμένου κατὰ συμβεβηκὸς ἂν εἴη. τὰ δ’ ἄλλα μεταξὺ παρεμβέβληται ὡς κατασκευαστικὰ τοῦ μηδὲν νοεῖν ἄνευ φαντάσματος. ἔστι δὲ τὸ λεγόμενον ἀπάντησις καὶ λύσις πρὸς ἔνστασιν τοιαύτην δυναμένην | |
30 | φέρεσθαι πρὸς τὰ ῥηθέντα· εἰπὼν γὰρ ὅτι ἡ μνήμη μόνης τῆς αἰσθητικῆς ψυχῆς ἐστι καὶ τούτῳ μόνῳ μνημονεύει ᾧ καὶ αἰσθάνεται, ἐπειδὴ μνημο‐ νεύομεν καὶ τῶν νοητῶν (τὰ γὰρ ἐπιστητὰ νοητά), εἶπεν ἄν τις, ὅτι, ἐπειδὴ καὶ τῶν ἐπιστητῶν ἐστι μνήμη, οὐκ ἂν εἴη μόνης τῆς αἰσθητικῆς ψυχῆς ἡ μνήμη καὶ τὸ μνημονεύειν, ἀλλὰ καὶ τῆς λογικῆς. λύει οὖν αὐτὴν | |
35 | λέγων, ὅτι τοῦ νοουμένου (λέγων νοούμενον τὸ νοητὸν ἤτοι τὸ καθόλου, τὰ | 8 |
9 | γὰρ μερικὰ αἰσθητά), τοῦ δὴ νοουμένου κατὰ συμβεβηκός ἐστι μνήμη. εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη ἡ μνήμη ἕξις ἢ πάθος καὶ τοῦ λογικοῦ μέρους τῆς ψυχῆς, ἀλλὰ μόνου τοῦ αἰσθητικοῦ. ὁ γὰρ νοῦς συμπλέκεται τῇ φαντασίᾳ, ὡς μαθησόμεθα τὴν λέξιν βασανίζοντες, καὶ ἄνευ ταύτης οὐδὲν νοεῖ· πίναξ | |
5 | γάρ ἐστιν ἡ φαντασία τῷ νῷ. τὰ γὰρ ἐν αὐτῇ ἐγγραφέντα καὶ ἐντυπω‐ θέντα ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ὁρῶν ὁ νοῦς ἀποσυλᾷ τοὺς καθόλου λόγους αὐτῶν. ὡς γὰρ ἄνευ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως οὐκ ἔστι φαν‐ τασία, οὕτως οὐδὲ ἄνευ φαντασίας λῆψις τοῦ καθόλου. ἀπὸ γὰρ τῶν ἐν αὐτῇ τύπων καὶ ἐγκαταλειμμάτων, ὡς εἴρηται, συνάγει τοὺς καθόλου λόγους | |
10 | ὁ νοῦς. ὑφ’ οὗ συνάγεται ἀναγκαίως, ὡς ἔχει τὸ ἐγκατάλειμμα καὶ ὁ τύπος ὁ κινῶν τὴν φαντασίαν πρὸς τὰ αἰσθητά, οὕτως ἔχειν καὶ τοὺς καθόλου λόγους τοὺς κινοῦντας τὸν νοῦν πρὸς τοὺς τῆς φαντασίας τύπους καὶ τὰ ἐγκαταλείμματα. γίνεται γὰρ ἀπὸ μὲν τῶν αἰσθητῶν ὁ τύπος καὶ τὸ ἐγκατάλειμμα, ἀπὸ δὲ τούτων τὸ καθόλου. ὥστε συμπλέκεται ὁ νοῦς | |
15 | τῇ φαντασίᾳ, καὶ ἄνευ αὐτῆς οὐδέν τι δύναται νοεῖν. εἰ δὲ τοῦτο, δηλονότι ὥσπερ ἡ αἴσθησις καθ’ αὑτὸ μὲν ὁρᾷ τὸν γεγραμμένον ἐν Ἀθήναις ἐλέ‐ φαντα, κατὰ συμβεβηκὸς δὲ τὸν ἐν Ἰνδίᾳ νεμόμενον, ἢ ἵνα σαφέστερον εἴπω, ὥσπερ ἡ αἴσθησις ὁρῶσα τὸν Σωκράτην ὁρᾷ τὸν κοινὸν καὶ καθόλου ἄνθρωπον (καὶ γὰρ ἐν τῷ καθ’ ἕκαστα τὸ καθόλου), οὕτω καὶ ἡ μνήμη | |
20 | καθ’ αὑτὴν μέν ἐστι τοῦ τύπου καὶ τοῦ πάθους, κατὰ συμβεβηκὸς δὲ τοῦ καθόλου· τὸ γὰρ καθόλου κατὰ ἀναπλασμὸν ἀπὸ τοῦ ἐν τῇ αἰσθήσει πάθους ὁ νοῦς ἀναζωγραφεῖ. οὕτως οὖν καὶ ἡ μνήμη καθ’ αὑτὴν μὲν ἐνεργεῖ περὶ τοὺς τύπους καὶ τὰ ἐγκαταλείμματα, κατὰ συμβεβηκὸς δὲ περὶ τὰ καθόλου κατὰ συμβεβηκὸς ἄρα ἐστὶ μνήμη τοῦ νοητοῦ διὰ τὸ ἅμα | |
25 | τῷ γενέσθαι μνήμην τῶν πραγμάτων συναναφαίνεσθαί πως αὐτῇ καὶ τὸ ἐκ τούτων καθόλου. καὶ ἔστι καθ’ αὑτὸ μὲν ὁ νοῦς τῶν καθόλου, ὡς ἡ φαντασία τῶν φανταστῶν, κατὰ συμβεβηκὸς δὲ τῶν αὐτῶν τούτων καθόλου ἡ μνήμη, ὡς καὶ ἡ ἐν Ἀθήναις αἴσθησις τοῦ ἐν Ἰνδίᾳ νεμομένου ἐλέφαντος. ταῦτα μὲν οὖν ἀρκούντως, ἐπὶ δὲ τὴν λέξιν μετιτέον. | |
30n | Συμβαίνει γὰρ τὸ αὐτὸ πάθος ἐν τῷ νοεῖν, ὅπερ καὶ ἐν | |
31n | τῷ διαγράφειν. | |
32 | Τοῦτο καὶ τὰ ἐφεξῆς πάντα, ὡς εἴρηται, μεταξὺ παρεμβέβληται, κατα‐ σκευαστικὰ ὄντα, ὡς δηλοῖ καὶ ὁ γὰρ σύνδεσμος αἰτιολογικὸς ὤν. εἰσὶν οὖν κατασκευαστικά, ὅτι οὐδὲν νοεῖ ἄνευ φαντάσματος ὁ νοῦς. πάνυ δὲ | |
35 | ἀσαφῶς καὶ μεμελανωμένως ἀπαγγέλλει τὰ λεγόμενα ἔστι δὲ συλλεξάμενον | 9 |
10 | τὸν νοῦν εἰπεῖν οὕτως· συμβαίνει τὸ αὐτὸ πάθος ἐν τῷ νοεῖν, ὅπερ καὶ ἐν τῷ διαγράφειν. ὥσπερ γὰρ ἐν ταῖς ἀποδείξεσιν βουλόμενοι ἀποδεῖξαι, ὅτι τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσί, καὶ μηδὲν ὅλως χρῄ‐ ζοντες πρὸς τὴν τοιαύτην δεῖξιν ὡρισμένου τινὸς ποσοῦ (κἂν γὰρ δακτυλιαία | |
5 | ἐστὶν ἑκάστη τῶν πλευρῶν αὐτοῦ κἂν πηχυαία κἂν ἡτισοῦν, δειχθήσονται δυσὶν ὀρθαῖς ἴσαι, ὥστε ὅλως μὴ δεόμενοι ὡρισμένου τινὸς ποσοῦ, οὔτε γὰρ ἰσοσκελοῦς οὔτε ἰσοπλεύρου οὔτε σκαληνοῦ, ἀλλὰ μόνον τριγώνου), ὅμως διαγράφομεν ὡρισμένον τρίγωνον κατὰ ποσόν (ὃ γὰρ ἂν γραφῇ, ἢ ἰσό‐ πλευρον ἀνάγκη εἶναι ἤ τι τοιοῦτο, πᾶν δὲ τὸ γεγραμμένον εὐθύγραμμον | |
10 | ὥρισται), οὕτω καὶ ὁ νοῶν, κἂν μὴ ποσὸν νοῇ, τίθεται πρὸ ὀμ‐ μάτων ποσόν. κἂν γὰρ λευκόν, κἂν θερμόν, κἂν ὀσμήν, κἂν ἄλλο τι τῶν ἀμερῶν νοῇ, μετὰ ποσοῦ ταῦτα νοεῖ· ἢ γὰρ ἐπιφάνειαν λευκὴν ἢ σῶμα θερμόν. ἀλλὰ κἄν ποτε πρὸς τὸν πρῶτον καὶ πολυτίμητον νοῦν ἐπιστρέψῃ, εὐθὺς ὄγκους καὶ μεγέθη καὶ διαστάσεις τινὰς φαντάζεται. | |
15 | πάλιν δὲ εἰ καὶ νοῶν τὸ λευκὸν ἢ τὴν ὀσμὴν ἢ τὴν γλυκύτητα; ποσὰ μὴ ὄντα, τίθεται πρὸ ὀμμάτων ποσόν, τουτέστι μετὰ διαστάσεώς τινος καὶ ποσότητος ταῦτα νοεῖ, ἀλλ’ οὐχ ᾗ ποσὰ ταῦτα νοεῖ, ἀλλ’ ᾗ τὸ μὲν λευκὸν διακριτικόν ἐστιν ὄψεως, τὸ δὲ θερμὸν συγκριτικὸν μὲν τῶν ὁμογενῶν, δια‐ κριτικὸν δὲ τῶν ἀλλοτρίων, καὶ τὸ γλυκὺ ὁμοίως. ὅτι δὲ μετὰ ποσότητος | |
20 | ταῦτα νοεῖ, δῆλον· ἐπειδὰν γὰρ νοῇ λευκόν, μετὰ ἐπιφανείας ἢ σώματος αὐτὸ νοεῖ· ἡ δὲ ἐπιφάνεια καὶ τὸ σῶμα ποσόν. ἐπεὶ οὖν ὁ νοῦς ὃ ἂν νοῇ μετὰ ποσοῦ τινος αὐτὸ νοεῖ, ταῦτα δὲ τῆς φαντασίας (αὕτη γὰρ παρ‐ εμπίπτουσα ταῖς τοῦ νοῦ νοήσεσιν, ὡς ὁ Πλάτων φησίν, οὐκ ἐᾷ νοῆσαι καθαρῶς, ὅπερ ἐστὶν ἕκαστον τῶν νοουμένων, ἀλλ’ εὐθὺς ὄγκους καὶ δια‐ | |
25 | στάσεις καὶ μεγέθη παρεμφαίνει), φανερὸν ὅτι οὐδέν τι νοεῖ χωρὶς φαντά‐ σματος. | |
27n | Ἂν δὲ ἡ φύσις ᾖ τῶν ποσῶν, ἀορίστων δέ, τίθεται μὲν | |
28n | ποσὸν ὡρισμένον, νοεῖ δὲ ᾗ ποσὸν μόνον. | |
29 | Εἰπὼν ὅτι κἂν μὴ ποσὸν νοῇ (εἰσὶ δέ, ὡς ἴσμεν, μὴ ποσὰ πᾶσαι | |
30 | αἱ ἄλλαι αἱ παρὰ τὸ ποσὸν κατηγορίαι, οὐσία, ποιόν, πρός τι καὶ αἱ λοιπαί), | 10 |
11 | ἐπήγαγεν· ἂν δὲ ἡ φύσις ᾗ τῶν ποσῶν, ἀορίστων δέ. ἔστι δὲ τὸ λε‐ γόμενον· ἂν δὲ ᾖ τὸ νοούμενον μὴ οὐσία μηδὲ ποιόν, ἀλλά τι τῶν ὑπὸ τὸ ποσόν, οἷον τρίγωνον (ποσὸν γάρ τι τὸ τρίγωνον), ἂν οὖν ποσόν, ἀόριστον μέντοι (ἀόριστος γὰρ κατὰ τὸ ποσὸν ἡ τοῦ τριγώνου φύσις), τίθεται μὲν καὶ κατα‐ | |
5 | γράφει ποσὸν ὡρισμένον (πᾶν γὰρ γεγραμμένον τρίγωνον, ὡς ἤδη εἴρηται, ὡρισμένον), νοεῖ δὲ οὐχ ὡρισμένον (οὐ γὰρ νοεῖ αὐτὸ ὅτι σκαληνὸν ἢ ἰσό‐ πλευρον), ἀλλ’ ἁπλῶς ὡς ποσόν, τουτέστιν ἀλλ’ ἁπλῶς τρίγωνον, καὶ τρί‐ γωνον ἀδιάστατον· ὁ γὰρ τοῦ τριγώνου λόγος καὶ τὸ εἶδος ἀδιάστατον. οἱ μὲν γὰρ ἐν τῇ φαντασίᾳ τοῦ αἰσθητοῦ τριγώνου τύποι ὡρισμένοι τρόπον | |
10 | τινὰ κατὰ μέγεθος (ὅσον γὰρ ἦν τὸ γεγραμμένον, τοσοῦτον αὐτὸ πάλιν ἡ φαντασία φαντάζεται), τὰ δὲ καθόλου, ἅπερ ἐκ τῶν τύπων συναθροίζεται, ἀόριστα κατὰ μέγεθος· οὐδὲν γὰρ καθόλου ὥρισται μέγεθος. ὥστε μετὰ μεγέθους ἀεὶ ἡ νόησις αὐτοῦ, ὥσπερ καὶ τὰ ὁρώμενα γράμματα μετὰ μεγέθους τινός. ταῦτα δὲ λέγεται περὶ τοῦ καθ’ ἕξιν νοῦ, ἀλλ’ οὐ περὶ | |
15 | τοῦ πρακτικοῦ. νοεῖ μὲν οὖν αὐτὰ οὐχ ᾗ μεγέθη οὐδ’ ὡς ἔχοντα τοσόνδε μέγεθος, ἀλλ’ ὅλως ὡς ἀμεγέθη, εἰ καὶ παρεμπίπτει μεγέθους φαντασία· εἰ δὲ μετὰ μεγέθους, δηλονότι μετὰ φαντασίας· οὐδὲν ἄρα νοεῖ χωρὶς φαντάσματος. | |
19n | Διὰ τίνα μὲν οὖν αἰτίαν οὐκ ἐνδέχεται νοεῖν ἄνευ συν‐ | |
20n | εχοῦς οὐδ’ ἄνευ χρόνου τὰ μὴ ἐν χρόνῳ ὄντα ἄλλος λόγος. | |
21 | Μὴ ἐν χρόνῳ λέγει πάντα τὰ ἀίδια. εἰπὼν δὲ ὅτι πᾶν, ὃ ἂν νοῇ ὁ ἐν ἕξει δηλονότι νοῦς, μετὰ φαντασίας τινὸς καὶ μεγέθους αὐτὸ νοεῖ καὶ ἐν χρόνῳ, ἐπειδὴ συνῄσθετο ἀπαιτούμενος τὴν τούτων αἰτίαν (ζητεῖται γὰρ διὰ τί τὰ ἀμεγέθη καὶ ἄχρονα μετὰ μεγέθους καὶ ἐν χρόνῳ νοεῖται), ἐπ‐ | |
25 | ήγαγε· διά τίνα μὲν οὖν αἰτίαν οὐκ ἐνδέχεται νοεῖν ἄνευ συν‐ εχοῦς καὶ μεγέθους μηδὲ ἄνευ χρόνου τὰ ἀίδια, ἄλλος λόγος, καὶ προσ‐ υπακουστέον τὸ ἀκριβέστερος. εἴρηται μὲν γὰρ καὶ νῦν ὅτι διὰ τὸ συμ‐ πλέκεσθαι τῇ φαντασίᾳ, δέδεικται δὲ καὶ ἐν ἄλλοις ἀκριβέστερον, καὶ διὰ τί ἐν χρόνῳ καὶ οὐκ ἀχρόνως. ἄλλος οὖν λόγος ἀκριβέστερος δέδειχε τὸ | |
30 | παρόν. μήποτε δὲ τὸ ἄνευ χρόνου ὡς ἑρμηνευτικὸν ἐπῆκται τοῦ ἄνευ συνεχοῦς, ἵν’ ᾗ τὸ ἄνευ συνεχοῦς καὶ τὸ ἄνευ χρόνου ἐκ παραλλήλου | |
κείμενον· ὁ γὰρ χρόνος συνεχής ἐστιν. καὶ εἴη ἂν τὸ λεγόμενον· διὰ τίνα | 11 | |
12 | μὲν οὖν αἰτίαν οὐ δύναται νοεῖν τὰ μὴ ἐν χρόνῳ ἄνευ χρόνου, ἄλλος λόγος. ζητεῖται γὰρ τοῦτο. | |
3n | Μέγεθος δ’ ἀναγκαῖον γνωρίζειν καὶ κίνησιν, ᾧ καὶ | |
4n | χρόνον. | |
5 | Τοῦτο συνεχὲς ἂν οἶμαι εἴη τῷ τίθεται πρὸ ὀμμάτων ποσόν, νοεῖ δ’ οὐχ ᾗ ποσόν. εἰπὼν γὰρ ὅτι ὁ νοῦς τίθεται πρὸ ὀμμάτων τὸ μὴ ποσὸν ὡς ποσόν, ὅμως οὐχ ᾗ ποσὸν νοεῖ αὐτὸ (οὐδὲ γάρ ἐστι τὴν ἀρχὴν ποσόν), ἀλλ’ ᾗ ἄποσον, περὶ ὧν ἀκριβέστερον εἴρηται ἐν τῷ τρίτῳ λόγῳ τῶν Περὶ ψυχῆς, ὅτε ἐζητεῖτο πῶς ὁ νοῦς νοεῖ τὰ νοητά. ἐπειδὴ οὖν | |
10 | γνῶσις ἡμῖν γίνεται καὶ μεγέθους καὶ κινήσεως, ἅπερ ἐστὶ καὶ κυρίως ποσά, λέγει ὅτι ταῦτα γνωρίζει τῷ μορίῳ τῆς ψυχῆς ᾧ καὶ τὸν χρόνον· γνωρίζει δὲ τὸν χρόνον τῇ πρώτῃ αἰσθήσει. τὸ δὲ καὶ τὰ φαντάσματα τῆς κοινῆς αἰσθήσεως πάθος ἐστίν οὕτως ἐπῆκται, ὡς εἰ ἔλεγεν· ἐν ἐκείνῳ τῷ μορίῳ τῆς ψυχῆς γινώσκει μέγεθος καὶ κίνησιν, ᾧ καὶ χρόνον· ἔστι δὲ | |
15 | τὸ μόριον ἐκεῖνο ἡ κοινὴ αἴσθησις, ἧς πάθος ἐστὶν ἡ φαντασία. εἰ δὲ πάντα, ἀφ’ ὧν ὁ νοῦς τὰ καθόλου συνάγει, φανταστά (χωρὶς γὰρ φαντασίας οὐδὲν ὁ νοῦς νοεῖ ἢ συνεργούσης ἢ ἐμποδιζούσης, τὰ μὲν συνεργούσης ὡς ἐπὶ τῶν μαθημάτων—οἷον γὰρ ἀβάκιον τοῦ νοῦ ἐστιν ἐπὶ τούτων ἡ φαντασία· καὶ εἰς ἄλλα δὲ πολλὰ συνεργεῖ—, τὰ δὲ καὶ ἐμποδιζούσης, ὡς | |
20 | ἐπὶ τῆς τῶν νοητῶν τε καὶ θείων θεωρίας· ἐν γὰρ τῇ τούτων θεωρίᾳ περιέλκεται ὁ νοῦς ὑπὸ τῆς φαντασίας σχήματα καὶ μεγέθη φανταζομένης καὶ μὴ συγχωρούσης ἐκείνων εἰλικρινῶς ἀντιλαμβάνεσθαι), εἰ δὴ πάντα, ἀφ’ ὧν ὁ νοῦς τὰ καθόλου συνάγει, φανταστά, ἡ δὲ φαντασία καὶ ἡ μνήμη αἱ αὐταὶ τῷ ὑποκειμένῳ καὶ πάθη τῆς κοινῆς αἰσθήσεως, δηλονότι τῷ πρώτῳ | |
25 | αἰσθητικῷ τούτων ἡ γνῶσίς ἐστι. καὶ δῆλον τοῦτο ἐκ τοῦ μνημονεύειν καὶ πολλὰ τῶν ἀλόγων ζῴων. τὸ δὲ ἡ δὲ μνήμη καὶ τῶν νοητῶν οὐκ ἄνευ φαντάσματός ἐστιν ἴσον ἐστὶ τῷ ‘ταῦτα δέ, ὧν ὡς νοητῶν μνη‐ μονεύει, οὐκ εἰσὶ νοητά, ἀλλὰ φανταστά‘. λέγομεν δὲ αὐτὰ νοητὰ καὶ μνήμην νοητῶν ἢ διὰ τὸ τὸν νοῦν περὶ αὐτὰ ἐνεργεῖν, ὡς εἶναι φανταστὰ | |
30 | μὲν ἁπλῶς, ὅταν ἡ αἴσθησις ἡ πρώτη περὶ αὐτὰ ἐνεργῇ, νοητὰ δέ, ὅταν | |
ὁ νοῦς μετὰ τῆς φαντασίας, ὡς ἡ ὄψις μετὰ τοῦ βιβλίου· ἢ καὶ διὰ τὸ ἀπ’ | 12 | |
13 | αὐτῶν συνάγεσθαι τὰ νοητά, αὐτούς φημι τοὺς καθόλου λόγους. εἰ δὲ τοῦτο, φανερὸν ὅτι ἡ μνήμη τοῦ νοουμένου, τουτέστι τοῦ νοητοῦ, κατὰ συμ‐ βεβηκὸς ἂν εἴη, καθ’ αὑτὸ δὲ τοῦ πρώτου αἰσθητικοῦ, τουτέστι τῆς πρώτης καὶ κοινῆς αἰσθήσεως. εἰ δ’ ἦν ἡ μνήμη πάθος τοῦ νοῦ, ἦν ἂν | |
5 | καθ’ αὑτὸ καὶ τῶν νοητῶν. φανερὸν δέ, ὡς καὶ πρότερον εἴρηται, ὅτι τοῦ πρώτου αἰσθητικοῦ πάθος ἢ ἕξις ἐστὶν ἡ μνήμη, καὶ ἐκ τοῦ πολλοῖς τῶν ἀλόγων ζῴων ὑπάρχειν καὶ μὴ μόνοις τοῖς ἀνθρώποις τοῖς ἔχουσι δόξαν καὶ φρόνησιν. εἰ γὰρ μὴ ἦν τοῦ πρώτου αἰσθητικοῦ, ἀλλά τινος τῶν νοητι‐ κῶν μερῶν, οὐδενὶ ἄλλῳ ἂν ὑπῆρχε πλὴν ἀνθρώποις· μόνοι γὰρ οὗτοι νοῦν | |
10 | ἔχουσιν. εἰπὼν δὲ ὅτι οὐκ ἂν ὑπῆρχεν πολλοῖς τῶν ἄλλων ζῴων, ἐπήγαγεν ἴσως δὲ οὐδενὶ τῶν θνητῶν, ὡς ταὐτὸν τῷ ‘ἴσως δὲ οὐδενὶ τῶν ἀλόγων‘ διὰ τὸ μηδενὶ τούτων ὑπάρχειν νοῦν. εἰπὼν δὲ ὅτι αἰσθάνεται χρόνου πολλὰ τῶν ἀλόγων ζῴων (οὐ γὰρ πάντα αἴσθησιν ἔχει χρόνου), κατασκευάζων τοῦτο ἐπήγαγεν· ἀεὶ γὰρ ὅταν ἐνεργῇ τῇ μνήμῃ, καθὼς καὶ πρότερον | |
15 | εἴπομεν. ὁ γὰρ πεπτωκὼς ἐν τῷ βόθρῳ ὄνος, ὅταν ἐνεργῇ τῇ μνήμῃ, ὅτι πέπτωκέ που ἢ φωνῆς ἤκουσε φθοροποιοῦ τινος ζῴου οἷον λύκου, προσαι‐ σθάνεται ὅτι πρότερον ταῦτα πέπονθε. τὸ δὲ πρότερον καὶ ὕστερον ἐν χρόνῳ· αἰσθάνεται ἄρα χρόνου. ταῦτα εἰπὼν λέγει· τίνος μὲν οὖν ἐστι μνήμη φανερόν, ὅτι τοῦ πρώτου αἰσθητικοῦ· τούτου γὰρ καὶ ἡ φαντασία πάθος. | |
20 | καὶ ἔστι μνημονευτὰ μὲν ὦν ἐστι φαντασία, κατὰ συμβεβηκὸς δὲ τὰ νοητά· ταῦτα γὰρ εἶπεν ὅσα μὴ ἄνευ φαντασίας· μετὰ φαντασίας γὰρ καὶ ἡ τούτων, ὡς εἴρηται, γνῶσις. εἰ δὲ κατὰ συμβεβηκός ἐστι τούτων ἡ μνήμη, δῆλον ὡς οὐκ ἂν εἴη ἡ μνήμη ἕξις ἢ πάθος νοῦ· εἰ γὰρ ἦν ἕξις τούτου, ἦν ἂν καὶ τῶν νοητῶν καθ’ αὑτό. | |
25n | Ἀπορήσειε δ’ ἄν τις, πῶς ποτε τοῦ μὲν πάθους παρ‐ | |
26n | όντος, τοῦ δὲ πράγματος ἀπόντος μνημονεύει τὸ μὴ παρόν. | |
27 | Πάθος λέγει τὸν τύπον καὶ τὸ ἐγκατάλειμμα τὸ ἐν τῷ πρώτῳ αἰσθη‐ τηρίῳ ἐγγραφὲν ἐκ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως, πρᾶγμα δὲ τὸ αἰσθητόν, ἀφ’ οὗ ὁ τύπος οὗτος καὶ τὸ ἐγκατάλειμμα. ἀπορεῖ δὲ ταύτην τὴν ἀπο‐ | |
30 | ρίαν πάνυ ἀναγκαίως· ἡ λύσις γὰρ αὐτῆς τὴν φύσιν ἡμῖν τῆς μνήμης τίς ἐστιν ἀριδήλως παραστήσει. τίνος μὲν γὰρ μορίου τῆς ψυχῆς ἐστιν ἡ | |
μνήμη, εἴρηται αὐτῷ· τίς δὲ ἡ φύσις αὐτῆς, οὔπω. ἔστι δὲ τὸ ἀπορού‐ | 13 | |
14 | μενον τοιοῦτον, πῶς τοῦ πάθους καὶ τοῦ τύπου παρόντος καὶ περὶ αὐτὸ ἐνεργούσης τῆς μνήμης μνημονεύει τὸ μὴ παρόν. ἔδει γὰρ περὶ ὃ ἐνεργεῖ, τοῦτο καὶ μνημονεύειν. ἀπορήσας δὲ πρὸ τοῦ τὴν λύσιν ἐπενεγκεῖν, πρό‐ τερον ὑπομιμνῄσκει, πῶς γίνονται οἱ τύποι ἐν ἡμῖν, καί φησιν· ὥσπερ | |
5 | οἱ σφραγιζόμενοι τοῖς δακτυλίοις ἐνσημαίνουσι τῷ κηρῷ τὸ τῆς σφραγῖδος ἐκτύπωμα, τοιοῦτόν τι γίνεται ἐκ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ἐν τῷ πρώτῳ αἰσθητηρίῳ· ὑπὲρ οὗ ἐπὶ πλέον εἴπομεν πρότερον, ἡνίκα τὰ περὶ τὴν φαντασίαν διηρθροῦμεν. γίνεται οὖν οἷον ζωγράφημά τι, οὗ ζωγραφήματος τὴν ἕξιν καὶ μονὴν μνήμην εἶναι λέγομεν. καὶ διὰ τὸ ἐνσημαίνεσθαι τοὺς | |
10 | τύπους ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, ἂν τύχῃ τὸ τοιοῦτον αἰσθητήριον ἐν κινήσει ὄν (ἔστι δὲ ἐν κινήσει αὐξανόμενον ἢ φθίνον), οὐ γίνεται μνήμη. ὥσπερ γὰρ οὐκ ἐνσημαίνεται ἐν ὕδατι ῥέοντι ἡ ἐν τῷ δακτυλίῳ σφραγίς, οὕτως οὐδ’ ἐν τῷ αἰσθητηρίῳ τῷ ἐν κινήσει ὄντι ἢ διὰ νόσον ἢ ἡλικίαν ἐγγίνεσθαι δύναται τύπος τις. τοῖς μὲν οὖν πάμπαν νέοις οὐ γίνεται μνήμη | |
15 | διὰ τὴν κίνησιν, ἣν κινεῖται αὐξανόμενον, τοῖς δὲ πάμπαν γηραιοῖς διὰ τὸ ψύχεσθαι καὶ οἱονεὶ θρύβεσθαι καὶ ἀπαλείφεσθαι τοὺς τύπους, ὥσπερ καὶ ἀπὸ τῶν παλαιῶν οἰκοδομημάτων τὴν ἀληλιμμένην τίτανον ἢ καὶ τὰ ἐν αὐτοῖς γεγραμμένα ζῷα· ἀμαυρὰ γὰρ καὶ ταῦτα τῷ χρόνῳ καὶ οἱ ἐν τῇ καρδίᾳ τύποι γίνονται. ἄλλοις δὲ πάλιν οὐκ ἐγγίνονται τύποι διὰ τὴν σκλη‐ | |
20 | ρότητα τοῦ πρώτου αἰσθητηρίου, ὥσπερ οὐδ’ ἐν τῷ λίθῳ ἡ τοῦ δακτυλίου σφραγίς. οὐ γίνονται δὲ μνήμονες οὐδ’ οἱ λίαν ταχεῖς· ὑγρότεροι γάρ εἰσι τοῦ δέοντος καὶ ἐοικότες ὕδατι ῥέοντι. | |
23n | Ἀλλ’ εἰ δὴ τοιοῦτόν ἐστι τὸ συμβαῖνον περὶ τὴν μνή‐ | |
24n | μην, πότερον τοῦτο μνημονεύει τὸ πάθος; | |
25 | Θεὶς τὴν ἀπορίαν καὶ πρὸ τῆς λύσεως εἰπὼν τὰ προσεχῶς ῥηθέντα, τίθησι πάλιν αὐτὴν καί φησιν· εἰ δὴ τοιοῦτόν ἐστι τὸ συμβαῖνον περὶ τὴν μνήμην, τὸ εἶναι αὐτὴν ἕξιν τινὸς ζωγραφήματος, πότερον τοῦτο τὸ ζωγρά‐ φημα καὶ τὸν τύπον μνημονεύει ἢ τὸ αἰσθητὸν πρᾶγμα, ἀφ’ οὗ ὁ τύπος οὗτός ἐστιν; εἰ μὲν οὖν τὸν τύπον τοῦτον μνημονεύομεν, οὐδὲν ἂν τῶν | |
30 | ἀπόντων μνημονεύοιμεν (ἀπόντα δὲ λέγει τὰ πράγματα, ἀφ’ ὧν οἱ τύποι ἐνεγράφησαν)· εἰ δὲ μὴ τὸ ζωγράφημα μνημονεύομεν, ἀλλὰ τὸ πρᾶγμα, | |
πῶς μνημονεύομεν τὸ ἀπόν, οὗτινος ἀπόντος οὐκ αἰσθανόμεθα; πῶς οὖν | 14 | |
15 | μνημονεύομεν τὸ ζωγράφημα, εἴτε ὅμοιόν ἐστι τῷ ἀπόντι, ὥσπερ τύπος ἢ γραφὴ ἐν ἡμῖν ὄν, εἴτε ἀνόμοιον; τοῦτο γὰρ δεῖ προσυπακούειν. ταῦτα εἰπὼν πάλιν ἐπανέλαβε τὸν λόγον καί φησιν· εἰ τούτου αὐτοῦ αἴσθησις, τουτέστιν εἰ ἔστιν ἡ αἴσθησις καὶ ἡ ἐνέργεια τούτου αὐτοῦ τοῦ | |
5 | ζωγραφήματος καὶ τοῦ τύπου, διὰ τί οὐκ ἂν εἴη τούτου καὶ ἡ μνήμη, ἀλλ’ ἑτέρου, ἤτοι τοῦ ἀπόντος; ὁ γὰρ ἐνεργῶν τῇ μνήμῃ τὸ πάθος καὶ τὸν τύπον θεωρεῖ καὶ τούτου αἰσθάνεται. εἰ δὲ τοῦτο, πῶς τὸ μὴ παρὸν μνημονεύει; εἰ γὰρ μνημονεύει οὗπερ οὐκ αἰσθάνεται, ὄψεται καὶ ὅπερ οὐχ ὁρᾷ. | |
9n | Ἢ ἔστιν ὡς ἐνδέχεται καὶ συμβαίνει τοῦτο. | |
10 | Τοῦτο ἅμα τε λύσις ἐστὶ τῆς ἀπορίας καὶ δήλωσις τῆς φύσεως τῆς μνήμης. ἔστι δὲ τὸ ἐν πίνακι γεγραμμένον ζῷον καὶ ζῷον καὶ εἰκὼν τὸν τρόπον τοῦτον· ὅταν μὲν γὰρ ὁρᾷ τοῦτο ὁ ὁρῶν καὶ ἐνεργῇ περὶ αὐτὸ μόνον τὴν τέχνην θαυμάζων ἢ κακίζων, μηδὲν ὅλως προσεννοῶν, ὅτι μίμημά ἐστι τοιουδὶ ζῴου, τότε λέγεται ζῷον· ὅταν δὲ πρὸς τῷ ὁρᾶν | |
15 | προσλογίζηται καὶ ὅτι μίμημά ἐστι λέοντος ἢ λύκου ἢ ἄλλου τινὸς ζῴου, λέγεται τότε εἰκών. καὶ ἔστι τὸ αὐτὸ καὶ ἓν καὶ εἰκὼν καὶ ζῷον, ἄλλως μέντοι καὶ ἄλλως. ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ τὸ ἐν τῇ καρδίᾳ ἐγκατά‐ λειμμα καὶ ζωγράφημα, ὅπερ αὐτὸς φάντασμα εἶπε, δεῖ ὑπολαβεῖν, ὡς ἔστι καὶ αὐτό τι καθ’ αὑτὸ καὶ φύσις τις καὶ πρᾶγμα καὶ ἄλλου φάντασμα, | |
20 | ὥσπερ καὶ τὸ ἐν τῷ τοίχῳ γεγραμμένον· ἔστι γὰρ καὶ τοῦτο αὐτό τι καθ’ αὑτὸ καὶ φύσις τις καὶ προσέτι ἄλλου εἰκών. ὅταν οὖν ἐνεργῇ περὶ αὐτὸ ᾗ αὐτό, θεώρημα τοῦτο ἢ φάντασμα· ὅταν δὲ ἐνεργοῦσα περὶ αὐτὸ ἡ κοινὴ αἴσθησις προσαισθάνηται καὶ ὅτι καὶ ἄλλου ἐστὶν εἰκών, ἤδη τοῦτο καὶ μνημόνευμα, καὶ ἡ τοιαύτη ἐνέργεια τῆς ψυχῆς μνήμη. | |
25n | Ὥστε καὶ ὅταν ἐνεργῇ ἡ κίνησις αὐτοῦ. | |
26 | Τουτέστιν ὥστε καὶ ὅταν ἡ φύσις αὐτοῦ κινῇ τὴν αἰσθητικὴν ψυχὴν καὶ αἰσθάνηται αὐτοῦ, εἰ μὲν ᾗ τοιοῦτόν τι ἐκτύπωμά ἐστι καὶ ᾗ τοιοῦτον ζωγράφημα, αἰσθάνηται αὐτοῦ, φάντασμα, καὶ ἡ τοιαύτη ἐνέργεια φαντασία καλεῖται. τὸ γὰρ οἷον νόημά τι ἢ φάντασμα φαίνεται ἐπελθεῖν | |
30 | ἴσον ἐστὶ τῷ ‘οὕτως ἐπέρχεται καὶ αἰσθάνεται αὐτοῦ ἡ αἰσθητικὴ ψυχή, | 15 |
16 | ὅταν ἁπλῶς, ᾗ τοιοῦτόν ἐστιν, ἐπέρχηται καὶ αἰσθάνηται αὐτοῦ, ὥσπερ νόημά τι ἢ φάντασμα‘. | |
3n | Ἂν δὲ ᾗ ἄλλου καὶ ὥσπερ ἐν τῇ γραφῇ ὡς εἰκόνα θεωρῇ. | |
4 | Τουτέστιν ἂν δὲ ὡς ἀπ’ ἄλλου τινὸς ἐγγενόμενον καὶ ὡς εἰκόνα τοῦ | |
5 | ἀφ’ οὗ ἐγεγόνει καὶ ἐνεσημάνθη ὁρᾷ, οἷον εἰ ὡς εἰκόνα Κορίσκου ὁρᾷ καὶ μὴ ὁρῶσα τὸν Κορίσκον ὡς ἀπὸ Κορίσκου ἐγγραφὲν ὁρᾷ, ἐνταῦθά τε ἕτερον τὸ πάθος τῆς θεωρίας ταύτης καὶ ὅταν ὡς ζῷον γεγραμ‐ μένον θεωρῇ. ἔστι δὲ τὸ λεγόμενον· ἄλλο τὸ πάθος τοῦτο καὶ ἄλλη θεωρία αὕτη, ὅταν ὡς εἰκόνα καὶ ὡς ἀπ’ ἄλλου ἐγγινόμενον ὁρᾷ (μνήμη | |
10 | γὰρ λέγεται ἡ τοιαύτη θεωρία καὶ μνημονευτὸν τὸ οὕτω θεωρούμενον), καὶ ἄλλο ὅταν ὡς ζῷον γεγραμμένον θεωρῇ καὶ μὴ ὡς ἄλλου εἰκόνα· νόησις γὰρ τοῦτο καὶ φαντασία, καὶ τὸ οὕτω θεωρούμενον φάντασμα. | |
13n | Ἔν τε τῇ ψυχῇ τὸ μὲν γίνεται ὥσπερ νόημα, τὸ δ’ ὡς | |
14n | ἐκεῖ ὅτι εἰκών, μνημόνευμα. | |
15 | Καὶ τοῦτο ταὐτόν ἐστι τῷ προσεχῶς ῥηθέντι. σαφηνίζει δὲ αὐτὸ πάλιν ἀπὸ τοῦ ἐν τῷ πίνακι γεγραμμένου ζῴου. ἐλλιπῶς δὲ ῥηθὲν καὶ συντόμως εἴη ἂν τὸ λεγόμενον δυνάμει τοιοῦτον· ὥσπερ ἐκεῖ τὸ γεγραμμένον εἰς πίνακα ζῷον ὁτὲ μὲν ὁρᾷ ἡ ὄψις ὡς ζῷον τοιονδί, ὁτὲ δὲ ὡς μίμη‐ μα ζῴου τοιουδί, οὕτω καὶ ἐν τῇ ψυχῇ τὸ μὲν γίνεται ὥσπερ νόημα καὶ | |
20 | φάντασμα, τὸ δὲ ὡς μνημόνευμα· τὸ μὲν γὰρ φάντασμα ἀναλογεῖ τῷ γε‐ γραμμένῳ, ὅταν ὡς ζῷον μόνον ὁρᾶται, τὸ δὲ μνημόνευμα τῷ ὁρωμένῳ, ὡς εἰκὼν καὶ ὡς μίμημά τινος. | |
23n | Καὶ διὰ τοῦτο ἐνίοτε οὐκ ἴσμεν, γινομένων ἐν τῇ ψυχῇ | |
24n | τοιούτων κινήσεων. | |
25 | Τὸ μὲν τῆς λέξεως συνεχὲς τοιοῦτόν ἐστι· καὶ διὰ τοῦτο ἐνίοτε οὐκ ἴσμεν, εἰ κατὰ τὸ ᾐσθῆσθαι συμβαίνει, γινομένων ἡμῖν ἐν τῇ ψυχῇ κινήσεων ἀπὸ τοῦ αἰσθέσθαι πρότερον. τὸ δὲ λεγόμενόν ἐστι· καὶ διὰ τὸ εἶναι τὴν | |
φύσιν καὶ τὴν οὐσίαν τῆς μνήμης ἐν τῷ μὴ ἁπλῶς γίνεσθαι περὶ τὸ τοιοῦ‐ | 16 | |
17 | τον ἐκτύπωμα ᾗ τοιοῦτον, ἀλλ’ ὡς ἀπ’ ἄλλου τινὸς ἐγγινόμενον, ἐνίοτε οὐκ ἴσμεν, εἰ κατὰ τὸ ᾐσθῆσθαι συμβαίνει. οἷον εἶδόν ποτε ζῷον ἢ ἤκουσα φωνῆς ἢ λόγου ὑπό τινος σοφοῦ. ὕστερον δὲ μετὰ πολὺν χρόνον μέμνημαι τοῦ λόγου, μὴ ἐνθυμούμενος ὑφ’ οὗ τοῦτον ἤκουσα, καὶ διὰ τὸ μὴ ἐνθυ‐ | |
5 | μεῖσθαι ἀπορῶν λέγω· πότερον ἐγὼ τοῦτον νοῶ καὶ ἀπ’ ἐμαυτοῦ προ‐ βάλλομαι τὸν λόγον ἢ ἄλλου του ἤκουσα τοῦτον λέγοντος; καὶ ταλαντεύομαι, εἴτε μνήμη ἐστὶ καὶ μνημονευτὸς ὁ λόγος, εἴτε μή, ἀλλ’ ἐμὸν διανόημα. οὐ γὰρ ἐνθυμοῦμαι ὑφ’ οὗ τοῦτον ἤκουσα, ἵνα εἴπω, ὅτι ἀπὸ τοῦ δεῖνος τοῦτον ἀκούσας νῦν μέμνημαι αὐτοῦ. ὁτὲ δ’ ἐννοῶ καὶ ἐνθυμοῦμαι, ὅτι | |
10 | οὐκ ἀπ’ ἐμαυτοῦ τὸν λόγον τοῦτον προεβαλόμην οὐδ’ αὐτὸς ἐγὼ τούτου πατήρ εἰμι, ἀλλ’ ἤκουσα τοῦτον παρὰ τοῦ δεῖνος. τοῦτο δὲ συμβαίνει, του‐ τέστι τὸ ἐννοῆσαι καὶ ἐνθυμηθῆναι, ὅτι οὐ νῦν τοῦτον ἐγὼ πρῶτος τὸν λόγον ἐνόησα, ἀλλὰ πρότερον ἤκουσα, ὅταν θεωρῶν ὡς αὐτό, τουτέστιν ὅταν ὡς νόημα καὶ φάντασμα ὁρῶν μεταβάλλω καὶ θεωρῶ ὡς εἰκόνα ἄλλου. | |
15 | ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη, τὴν δὲ λέξιν τὴν καὶ διὰ τοῦτο ἐνίοτε οὐκ ἴσμεν γινομένων ἡμῖν ἐν τῇ ψυχῇ τοιούτων κινήσεων οὕτως ἄν τις, οἶμαι, συμβιβάσειε· κινουμένης τῆς ψυχῆς ὑπό τινων τύπων ἐξ αἰσθήσεως ἐγγινομένων (τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἀπὸ τοῦ αἰσθέ‐ σθαι πρότερον) ἐνίοτε οὐκ ἴσμεν, εἰ κατὰ τὸ αἰσθέσθαι συμβαίνει, του‐ | |
20 | τέστιν εἰ ἀπό τινος αἰσθήσεως γέγονε, καὶ διὰ τοῦτο ταλαντευόμεθα καὶ ἀμφιβάλλομεν, εἰ μεμνήμεθα ἢ οὔ. | |
22n | Γίνεται δὲ καὶ τοὐναντίον ἐνίοτε, οἷον συνέβη Ἀντι‐ | |
23n | φέροντι τῷ Ὠρείτῃ. | |
24 | Τοῦτο συνεχὲς ἂν εἴη τῷ καὶ εἰ ἔστιν ἡ μνήμη ἢ οὐ, διστά‐ | |
25 | ζομεν ἐνίοτε. εἰπὼν γὰρ ὅτι μνημονεύοντες δοκοῦμεν αἰσθάνεσθαι (δοκεῖ γὰρ ἡμῖν ἐνίοτε, ὡς εἴρηται, ὅτι νῦν πρώτως ἡμεῖς αἴσθησιν τούτου λαμβάνομεν, καίτοι μὴ νῦν αἰσθανόμενοι, ἀλλὰ πάλαι αἴσθησιν λαβόντες αὐτοῦ νῦν μνημονεύομεν), ἐπάγει· γίνεται δὲ καὶ τοὐναντίον ἐνίοτε, καὶ δοκεῖ ἡμῖν τὰ αἰσθήματα, ἅπερ οὗτος φαντάσματα εἴρηκεν, ὡς μνημονευτά. | |
30 | ὁ γὰρ Ἀντιφέρων ὁ Ὠρείτης, οὗ καὶ ἐν τοῖς Μετεώροις ἐμνήσθη διὰ τὴν | 17 |
18 | ἀσθένειαν τῆς ὄψεως, ἐναντίως αὑτῷ φερόμενον ὁρῶν ἄνθρωπον ὑπενόει ὡς οὐ νῦν τοῦθ’ ὁρᾶ, ἀλλ’ ὅτι πάλαι τοῦτον ἰδὼν νῦν μνημονεύει αὐτό. τοῦτο δὲ συνέβη καὶ ἄλλοις ἐξισταμένοις, λέγων ἐξισταμένους τοὺς παράφρονας· οὗτοι γὰρ ἁπλῶς ἅπαντες τὰ φαντάσματα, ἤτοι τὰ ὁρώμενα | |
5 | αὐτοῖς, ὡς πάλαι γενόμενα λέγουσι καὶ ὡς μνημονεύοντες. | |
6n | Τοῦτο δὲ γίνεται. | |
7 | Τουτέστι τόδε τὸ φάντασμα καὶ τὸ νῦν ὅλως ὁρώμενον λέγειν ὅτι μνη‐ μονεύομεν γίνεται, ὅταν τις τὴν μὴ εἰκόνα ὡς εἰκόνα θεωρῇ. ἡ γὰρ εἰκών ἐστιν, ὡς εἴρηται, τὸ ὁρώμενον ὡς ἀπ’ ἄλλου ἐγγενόμενον ἐγκατάλειμμα | |
10 | καὶ ἀναζωγράφημα, μὴ εἰκὼν δὲ ἀλλὰ πρᾶγμα ἢ φάντασμα τὸ μὴ τοιοῦτον. ὅταν τις τὴν μὴ εἰκόνα ὡς εἰκόνα θεωρῇ. ὁποῖόν τι συνέβαινε τῷ Ὠρείτῃ· οὗτος γὰρ τὸ ἐναντίον ἔπασχεν τοῖς μνημονεύουσι μέν, δοκοῦσι δὲ φαντάζεσθαι. Λέγει δὲ καὶ τὰς μελέτας σῴζειν τὴν μνήμην. τὸ γὰρ μελετᾶν οὐδὲν | |
15 | ἄλλο ἐστὶν ἢ τὸ θεωρεῖν πολλάκις τοὺς τύπους ὡς εἰκόνας καὶ μὴ καθ’ ἑαυτούς· τὸ γὰρ καθ’ αὑτοὺς ὁρᾶν φάντασμα καὶ οὐ μνήμη. ταῦτα εἰπὼν συμπεραίνεται τὸν περὶ μνήμης λόγον καί φησι· τί μὲν οὖν ἐστι μνήμη καὶ τί τὸ μνημονεύειν, εἴρηται. ἔστι γάρ, φησί, μνήμη φαντά‐ σματος, ὡς εἰκόνος οὗ φάντασμα, ἕξις. ἔστι δὲ τὸ λεγόμενον· μνήμη | |
20 | ἐστὶ φαντάσματος ἕξις, ὄντος τοῦ τοιούτου φαντάσματος εἰκόνος πράγματός τινος, ἀφ’ οὗ γέγονε τὸ φάντασμα. ὅταν γὰρ τὸ φάντασμα ὡς εἰκόνα τινὸς ὁρᾷ, τότε μέμνηται, καὶ ἡ τοιαύτη ἐνέργεια μνήμη ἐστίν. ἔστιν οὖν μνήμη ἕξις φαντάσματος, ὡς εἰκόνος οὗ ἐστι φάντασμα. οὐ γὰρ ἱκανὸς ὁ τύπος ὁ κατὰ τὴν φαντασίαν, ἀλλὰ δεῖ τὴν περὶ αὐτὸν ἐνέργειαν καὶ ὥσπερ | |
25 | εἰκόνα γίνεσθαι. τί μὲν οὖν ἐστι μνήμη εἴρηται, καὶ τίνος μορίου τῶν ἐν ἡμῖν, ὅτι τοῦ πρώτου αἰσθητικοῦ. τοῦτο δ’ ἐστὶν ἡ πρώτη καὶ κοινὴ αἴσθησις, ἧς αἰσθητήριον ἡ καρδία· διὰ ταύτης γὰρ τῆς πρώτης αἰσθήσεως καὶ χρόνου αἰσθανόμεθα. | |
29n | Περὶ δὲ τοῦ ἀναμιμνῄσκεσθαι λοιπὸν εἰπεῖν. πρῶτον | |
30n | μὲν οὖν, ὅσα ἐν τοῖς ἐπιχειρηματικοῖς λόγοις ἐστὶν ἀληθῆ, δεῖ | |
31n | τιθέναι ὡς ὑπάρχοντα. | |
32 | Εἰπὼν περὶ μνήμης νῦν λέγει περὶ ἀναμνήσεως. ἔστι δὲ ἀνάμνησις | 18 |
19 | ἀνανέωσις προτέρας μνήμης, ἐπὰν λήθη γενομένη τὸ συνεχὲς ἀναλύσῃ. ὥστε ἡ ἀνάμνησίς ἐστι μνήμη τις. ἔσται δὲ σαφὲς τὸ λεγόμενον ὧδε· ὅταν ὁ τύπος ὅλος καὶ τὸ ἀναζωγράφημα τὸ ἐν τῷ πρώτῳ αἰσθητηρίῳ ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ἐνυπάρχον ὑπομένῃ καὶ σῴζηται τρανές | |
5 | τε καὶ φαιδρὸν καὶ καθαρὸν οὕτως, ὥστε ὅλον αὐτὸ δύνασθαι τὴν ψυχὴν κινεῖν καὶ ὅλον ὑπ’ αὐτῆς ὁρᾶσθαι καὶ προβάλλεσθαι ὡς εἰκών τινος, τοῦτο μνήμη ἐστίν. ὅταν δὲ μέρος μέν τι τοῦ ὅλου ἀναζωγραφήματος μένῃ τρανὸν καὶ καθαρόν, τὸ δὲ λοιπὸν πάμπαν ἀμυδρὸν καὶ ἐπιπόλαιον, ὥστε μήτ’ αὐτὸ δύνασθαι τὴν ψυχὴν κινεῖν μήτ’ ἐκείνην ὑπ’ αὐτοῦ κινεῖσθαι, | |
10 | καὶ ἐκ τοῦ μέρους τοῦ τρανοῦ καὶ καθαροῦ τινας κινηθεῖσα κινήσεις τὸ συνεχὲς τῷ καθαρῷ (τοῦτο δὲ ἦν τὸ ἀμυδρὸν καὶ πάμπαν ἐζοφωμένον) ἀναλύσῃ καὶ οἷον εὑρήσῃ, τοῦτο ἀνάμνησις, οἱονεὶ ἀναζωγράφησις τῆς προ‐ τέρας μνήμης, οὐ πάσης (τοῦτο γὰρ μάθησις), ἀλλά του μέρους. ὅταν γὰρ ἐκ τοῦ μέρους ἀναλύσαντες εὑρήσωμεν τὸ μέρος, ἀνάμνησις τοῦτο· ὅταν δὲ | |
15 | ὅλον ἀναλάβωμεν δηλονότι ὅλον ἀπολέσαντες, μάθησις· οὐδὲν γὰρ διαφέρει τοῦ ἐξ ἀρχῆς καὶ πρώτως μαθεῖν τὸ μαθόντα καὶ ἀπολωλεκότα πάλιν μαν‐ θάνειν. ὁ γὰρ πρώτως τι μανθάνων ὁ αὐτός ἐστι τῷ ἐν παντελεῖ τούτου λήθῃ γεγονότι καὶ πάλιν μανθάνοντι. ἐν παντελεῖ δὲ λήθῃ γίνεται ὁ τὸ πᾶν ἀποβαλὼν καὶ μὴ ἔχων τι μέρος τοῦ παντός. ῥητέον δὲ περὶ ἀνα‐ | |
20 | μνήσεως καὶ ὧδε· ἐκ τῆς κατ’ ἐνέργειαν ἀκοῆς ἢ ὁράσεως γέγονεν ἐν τῇ ψυχῇ τύπος τοῦ “μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος” (ἔστω δὲ ἐπὶ ἑνὸς στίχου τὸ ὑπόδειγμα· ὃ γὰρ ἐφ’ ἑνός, τοῦτο καὶ ἐπὶ πολλῶν)· οὗτος δὴ ὅλος ὁ τύπος εἰ μὲν μένει ἰσχυρός τε καὶ καθαρός, ὥστε ἀνεμποδίστως ὅλον ἡμᾶς αὐτὸν δύνασθαι ἀπαγγέλλειν καὶ ὅλον προβάλλεσθαι, τοῦτο μνήμη· | |
25 | εἰ δὲ τὸ μὲν “μῆνιν ἄειδε θεὰ” ἐμμένει τε καὶ σῴζεται, τὸ δὲ λοιπὸν τὸ “Πηληϊάδεω Ἀχιλῆος” οὐ μένει, εἶτα ἐκ τοῦ μένοντος κινηθεῖσα ἡ ψυχὴ ὑπό τινων τύπων καὶ ἀναζωγραφημάτων ὁμοίων ἢ καὶ ἐναντίων (γίνεται γὰρ καὶ τοῦτο) εὑρήσει καὶ τὸ λοιπόν, ἀνάμνησις τοῦτο. καὶ δῆλον ἐκ τούτων, ὅτι τῶν ἁπλῶν ὀνομάτων οὐκ ἔστιν ἀνάμνησις, ‘ἀλλ’ ἢ μνήμη ἢ μάθησις, | |
30 | εἰ μὴ πολλάκις καὶ ἐν ἐκείνοις μενούσης τῆς πρώτης συλλαβῆς προσεξ‐ ευρίσκομεν καὶ τὰ λοιπά. τοιοῦτον δέ τί ἐστι τὸ περὶ ἀνάμνησιν συμβαῖνον, ὥσπερ ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς γεγραμμένου ἐν τῷδε τῷ τοίχῳ ζῴου | |
πολλάκις μέρος μέν τι ἢ μέρη τινὰ αὐτοῦ μένει καθαρὰ καὶ κινεῖ τὴν | 19 | |
20 | ὄψιν καλῶς, τὰ δὲ ἀμυδρά, ὥστε ἢ μηδ’ ὅλως ἢ οὐ καλῶς ὁρᾶν αὐτὴν αὐτά. τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν ἐν τῷ πρώτῳ αἰσθητηρίῳ τύπων. καὶ ὥσπερ ἐπὶ τοῦ γεγραμμένου ζῴου ἐκ τῶν φανοτάτων προσευρίσκομεν καὶ τὰ ἀμυδρά, οὕτω καὶ ἐπὶ τῶν ἐν τῇ καρδίᾳ τύπων ἐκ τῶν ἐνόντων | |
5 | καὶ μενόντων προσευρίσκομεν τὰ ἀποπαλθέντα. ἔστιν οὖν ἡ ἀνάμνησις οὔτε ἡ γενομένη ἤδη τύπωσις (ἡ κατ’ ἐνέργειαν γὰρ αἴσθησίς ἐστι τοῦτο, λέγω δὴ τὸ ἤδη τυπούμενον) οὔτε ἡ γεγονυῖα καὶ σῳζομένη ὅλη τρανής, ἀλλ’ ἡ γεγονυῖα μέν, μέρος δέ τι αὐτῆς μένον τρανές, μέρος δέ τι οὐ μένον, ἀλλ’ ἐπιπόλαιον καὶ ὡς εἰπεῖν συγκεχυμένον. οἷά εἰσι καὶ τὰ ἀπὸ τῶν | |
10 | δακτυλίων ἐν τοῖς κηροῖς ἐντυπωθέντα ἐκσφραγίσματα, ὅταν προστριβῶσιν ἔν τισι στερροῖς· ἀμαυρὰ γὰρ καὶ ταῦτα καὶ ἀσαφῆ. ἕπεται δὲ ἐξ ἀνά‐ γκης τῇ ἀναμνήσει μνήμη. ὁ γὰρ ἀναμνησθεὶς τρόπον τινὰ ἐμνήσθη· μέρους γάρ τινος τῆς προτέρας μνήμης ἐπανάληψιν ποιεῖται. Περὶ δὲ τοῦ ἀναμιμνῄσκεσθαι λοιπὸν εἰπεῖν. πρῶτον μὲν | |
15 | οὖν ὅσα ἐν τοῖς ἐπιχειρηματικοῖς λόγοις ἐστὶν ἀληθῆ, δεῖ τι‐ θέναι. ἐπιχειρηματικοὺς λόγους λέγει τὰ προβλήματα ἔστι δὲ τὸ λεγό‐ μενον· ὅσα ἐν τοῖς Προβλήμασιν ἡμῖν εἴρηται καὶ δέδεικται ἀποδεικτικῶς περὶ ἀναμνήσεως, δεῖ ἐνταῦθα ὡς ὁμολογούμενα λαμβάνειν καὶ μὴ ζητεῖν καὶ νῦν αὐτῶν ἀποδείξεις. τὸ γὰρ ἅπαξ δειχθὲν οὐ δεῖ πάλιν ἀποδεικνύναι. | |
20 | δέδεικται δὲ ἐν τοῖς Προβλήμασιν, ὅτι οὔτε μνήμης ἐστὶν ἀνάληψις ἡ ἀνά‐ μνησις, ὡς ἔλεγόν τινες, οὔτε λῆψις. τινὲς μὲν γὰρ ἔλεγον τὴν ἀνάμνησιν ἀνάληψιν μνήμης, τινὲς δὲ ἔλεγον, ὅτι ἀνάμνησίς ἐστι μνήμης λῆψις. οὐκ ἔστι δὲ οὐδέτερον τούτων ἡ ἀνάμνησις. ὁ γὰρ ἀναμιμνῃσκόμενος οὐ τὴν μνήμην ἀναλαμβάνει ἢ λαμβάνει, ἀλλὰ τὸ συνεχὲς τοῦ ἐνόντος καὶ μένοντος | |
25 | ἐν τῇ καρδίᾳ τύπου· τὸ γὰρ ἐνὸν ἔχει καὶ μέμνηται. ἀναλαμβάνει δὲ τὸ συνεχὲς αὐτῷ ἐν τῇ ἀναμνήσει. εἰπὼν δὲ ὅτι οὔτε λῆψις οὔτε ἀνάληψις μνήμης ἐστὶν ἡ ἀνάμνησις καὶ λαβὼν ὡς ἀληθὲς διὰ τὸ δεδεῖχθαι ἐν τοῖς Προβλήμασιν, ἐπάγει· ὅταν γὰρ τὸ πρῶτον πάθῃ ἢ μάθῃ, οὔτε ἀνα‐ λαμβάνει μνήμην οὐδεμίαν. ἔστι δὲ τὸ λεγόμενον ἴσον τῷ ‘οὔτε ἀνα‐ | |
30 | μιμνῄσκεται‘· οὔτε γὰρ ἀναμιμνῄσκεσθαι λέγομεν τὸν νῦν πρώτως λαμβάνοντα καὶ μανθάνοντα, ὃ οὐδέποτε ἔλαβεν ἢ μεμάθηκεν, ἀλλὰ μᾶλλον μανθάνειν | |
(ὃ γὰρ νῦν πρώτως λαμβάνει, τοῦτο νῦν πρώτως μανθάνει, ἀναμιμνῄσκεται | 20 | |
21 | δὲ οὐδαμῶς, εἴπερ ἀνάμνησίς ἐστιν ἀνανέωσις προτέρας μνήμης, ἐπὰν λήθη γενομένη τὸ συνεχὲς ἀναλύσῃ), οὔτε οὖν ὅπερ ἔμαθε καὶ ἔτι φέρει ἐν τῇ μνήμῃ, λήθης μηδὲν ὅλως μεσολαβησάσης, ἀναμιμνῄσκεσθαι λέγομεν, οὔτε ἐξ ἀρχῆς λαμβάνει, τουτέστιν οὔτε νῦν ἐξ ἀρχῆς λαμβάνει ὁ ἀνα‐ | |
5 | μιμνῃσκόμενος. εἰ γὰρ νῦν πρώτως ἐλάμβανε, μανθάνειν ἂν ἐλέγετο, ἀλλ’ οὐκ ἀναμιμνῄσκεσθαι. τὸν γὰρ νῦν μανθάνοντα “ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας λιπὼν” οὔ φαμεν ἀναμιμνῄσκεσθαι, ἀλλὰ μανθάνειν. οὐ λαμβάνει οὖν νῦν πρώτως ὁ ἀναμιμνῃσκόμενος, ἀλλ’ ἔχει μέν τι, λαμ‐ βάνει δὲ τὸ συνεχὲς τοῦ ἐχομένου· ὅπερ καὶ αὐτὸ εἶχεν, ἀπέβαλε δὲ τῷ | |
10 | χρόνῳ ἢ ἄλλῳ τινὶ συμπτώματι. ἔστι δὴ τὸ οὔτε ἐξ ἀρχῆς λαμβάνει ἴσον τῷ ‘οὔτε μὴν νῦν πρώτως λαμβάνει ὅπερ ἀναμιμνῄσκεται‘. ὅταν δὲ ληφθῇ καὶ γένηται ἕξις τούτου, ὥστε δύνασθαι ἡμᾶς, ὅταν βουληθῶμεν, προβάλλεσθαι ὅλον ἀπροσπταίστως, τότε μνήμη ἐστὶ τοῦτο, ἀλλ’ οὐκ ἀνά‐ μνησις. τοῦτο γὰρ πάλιν ἐδήλωσε διὰ τοῦ ὅταν γένηται ἡ ἕξις ἢ τὸ | |
15 | πάθος, τότε μνήμη ἐστίν. ἔστι δὲ λίαν ἐλλιπὴς ἡ λέξις. ἦν γὰρ ἂν κατάλληλος, εἰ οὕτω πως εἶχεν· ὅταν γὰρ γένηται ἡ ἕξις ἢ τὸ πάθος οὕτως, ὥστε ἀποδιδόναι δύνασθαι ἡμᾶς αὐτό. μηδ’ ὅλως περιμένοντας ἐκ τοῦ μέρους ἀθροῖσαι καὶ τὸ λοιπόν, μνήμη τοῦτο καὶ οὐκ ἀνάμνησις. καὶ ἐπεὶ τότε ἐστὶ μνήμη, ὅταν ἡ ἕξις ἢ τὸ πάθος γένηται, μετὰ τοῦ πάθους | |
20 | ἐγγινομένου οὐκ ἐγγίνεται, τουτέστιν οὐκ ἐγγίνεται ἡ μνήμη γινομένου τοῦ πάθους. οὐ γὰρ γίνεται ἡ μνήμη σὺν τῷ γινομένῳ τύπῳ καὶ πάθει ἐν τῷ πρώτῳ αἰσθητηρίῳ ὑπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως, ἀλλ’ ὅταν ἐν τῷ πρώτῳ αἰσθητηρίῳ κάλλιστα ἐγγραφῇ τὸ τοιοῦτον πάθος καὶ ὁ τύπος ἐκ τῆς συνεχοῦς περὶ τὰ αἰσθητὰ τῶν αἰσθήσεων ἐνεργείας. διαρθροῖ δὲ | |
25 | καὶ νῦν τὰ περὶ μνήμης, ἵνα τὴν φύσιν τῆς ἀναμνήσεως διὰ τούτων παρα‐ στήσῃ καὶ τὴν διαφορὰν τῆς τε μνήμης καὶ τῆς ἀναμνήσεως. | |
27n | Ἔτι δὲ ὅτε πρῶτον ἐγεγόνει ἐν τῷ ἀτόμῳ καὶ ἐσχάτῳ. | |
28 | Ἄτομον καὶ ἔσχατον τὸ ἀμερὲς λέγει νῦν τὸ ἀνάλογον τῇ στιγμῇ. | 21 |
22 | εἰ γὰρ καὶ χρόνῳ καὶ τέχνῃ τὰ φυσικὰ καὶ τεχνητὰ γίνεται, ἀλλ’ οὖν τὸ οἰκεῖον τέλος ἐν τῷ νῦν ἑκάστῳ παραγίνεται, ὁμοίως δὲ καὶ αἱ ἀποδείξεις καὶ ἐπιστῆμαι. ἔστι δὲ τὸ τῆς λέξεως συνεχὲς τοιοῦτον· ἔτι δὲ ὅτε τὸ πρῶτον ἐγεγόνει ἐν τῷ ἀτόμῳ καὶ ἐσχάτῳ, τὸ μὲν πάθος ἐνυ‐ | |
5 | πάρχει ἤδη τῷ παθόντι καὶ ἡ ἐπιστήμη, εἰ δεῖ καλεῖν ἐπιστήμην τὴν ἕξιν ἢ τὸ πάθος, τὸ δὲ μνημονεύειν καθ’ αὑτὸ οὐχ ὑπάρχει πρὶν χρονισθῆναι. τὰ δ’ ἄλλα μεταξὺ παρέρριπται. διαφέρει δὲ τὸ δεύτερον ἐπιχείρημα τοῦ προτέρου· ἐν ἐκείνῳ μὲν γὰρ ἔλεγεν, ὅτι οὐκ ἔστι μνήμη οὐδὲ μνημονεύειν λεγόμεθα, ὅτε τὰ πάθη καὶ τοὺς τύπους | |
10 | λαμβάνομεν, οὔπω δὲ τελέως ἐλάβομεν, ἐν τούτῳ δὲ λέγει, ὅτι οὐδὲ ἐν τῷ νῦν, ἐν ᾧ ἤδη τελέως τὸν τύπον ἐλάβομεν, μνημονεύειν λέγομεν. οὐ γὰρ λέγομεν μνημονεύειν ὅπερ νῦν ἐμάθομεν, ἀλλ’ ὅπερ πρότερον. ὑπάρ‐ χει γὰρ ἐν ἐμοὶ τῷ παθόντι τὸ πάθος καὶ ἡ ἐπιστήμη, ἥτις μοι νῦν ἐγεγόνει. καὶ οὐκ ἔστι τοῦτο μνήμη, ἀλλ’ ὅταν χρονίσαν ἐν ἐμοὶ | |
15 | δύνωμαι ἀπταίστως προβαλέσθαι αὐτό, τότε ἐστὶ μνήμη. ὃ γὰρ εἶδεν ἢ ἔμαθε πρότερον, τοῦτο μνημονεύει νῦν· ὃ δὲ νῦν ἔμαθε, πῶς ἂν λέγοιτο μνημονεύειν; τὸ δὲ οὐδὲν γὰρ κωλύει κατὰ συμβεβηκὸς μνημονεύειν ἔνια ὧν ἐπιστάμεθα μεταξὺ παρεμβέβληται· εἴρηται δέ, ὅτι τῶν ἐπι‐ στημῶν κατὰ συμβεβηκός ἐστι μνήμη. | |
20n | Ἔτι δὲ φανερὸν ὅτι μνημονεύειν ἐστὶ μὴ νῦν ἀναμνη‐ | |
21n | σθέντα, ἐξ ἀρχῆς αἰσθόμενον ἢ παθόντα. | |
22 | Ἦν ἂν σαφέστερον, εἰ οὕτως πως εἶχεν ἡ λέξις· δῆλον τοίνυν ἐκ τού‐ των, τί ποτ’ ἐστὶν ἡ ἀνάμνησις. διαρθρώσας γὰρ τὰ περὶ μνήμης, νῦν λέγει καὶ τίς ἐστιν ἡ ἀνάμνησις. ἀσαφῶς δὲ πάντα ἀπαγγέλλει. ἔτι δὲ | |
25 | φανερὸν ὅτι μνημονεύειν ἐστί. τὸ μὲν ὅτι ἀντὶ τοῦ τί ἐστι, τὸ δὲ μνημονεύειν ἀντὶ τοῦ ἀναμιμνῄσκεσθαι εἴληπται, εἴ τι χρὴ τῇ ἐμῇ προσέ‐ χειν μαντείᾳ. φανερὸν οὖν, φησί, τί ἐστι τὸ ἀναμιμνῄσκεσθαι. καὶ δεῖ ἐνταῦθα τελείαν στίξαντας ἀπ’ ἄλλης ἀρχῆς ἀναγινώσκειν τὸ μὴ νῦν ἀνα‐ μνησθέντα, ἐξ ἀρχῆς αἰσθόμενον ἢ παθόντα, προσυπακούοντας τοῦ | |
30 | ἔστι ῥήματος καὶ τοῦ τοίνυν ἐπιρρήματος. ὁμοίως δὲ καὶ τὸ ἀναμνησθέντα ἀντὶ τοῦ ἀναμιμνῄσκεσθαι, ὡς εἶναι τὴν λέξιν τοιαύτην· ἔστι τοίνυν μὴ | |
νῦν ἀναμιμνῄσκεσθαι ἐξ ἀρχῆς αἰσθόμενον ἢ παθόντα. οὕτω μὲν οὖν, | 22 | |
23 | οἶμαι, χρὴ τὴν λέξιν καθιστάνειν, ἀναγινώσκειν δὲ ὑπερβατῶς οὕτως· ἔστι τοίνυν ἀναμιμνῄσκεσθαι μὴ νῦν ἐξ ἀρχῆς αἰσθόμενον ἢ παθόντα, ἵν’ ᾖ τὸ μὲν ἔτι δὲ φανερὸν ὅτι μνημονεύειν ἐστὶν ὡς ἀποφαινομένου καὶ λέγοντος· φανερὸν τοίνυν, τί ἐστιν ἀνάμνησις, εἶτα τὰ λοιπὰ δίδαξις τοῦ τίς | |
5 | ἐστιν ἀνάμνησις. οὕτως δὲ ἐπαχθέντα, ὡσεὶ ἔλεγεν· ἔστι τοίνυν τὸ ἀναμι‐ μνῄσκεσθαι μὴ νῦν ἐξ ἀρχῆς αἰσθόμενον (τουτέστιν οὐχ ὅπερ νῦν καὶ πρώτως· τὸ γὰρ ἐξ ἀρχῆς ἴσον ἐστὶ τῷ νῦν καὶ πρώτως), οὐκ ἔστιν οὖν ἀναμιμνῄσκεσθαι τὸ νῦν αἰσθάνεσθαί τι ἢ μανθάνειν, ἀλλ’ ὅταν ἣν εἶχε πρότερον ἐπιστήμην ἢ αἴσθησιν ἢ ὅτι ἂν εἴη, οὗ τὴν ἕξιν φαμὲν μνήμην, | |
10 | ὅταν οὖν ἐκ τοῦ ἐνόντος μέρους τῆς ἐπιστήμης ζητήσας εὑρήσῃ καὶ ἀνα‐ λάβῃ καὶ τὸ λοιπόν, τοῦτό ἐστι τὸ ἀναμιμνῄσκεσθαι τῶν εἰρημένων τι καὶ τότε. οὕτω γὰρ δεῖ τὴν λέξιν ἀναγινώσκειν τὴν τοῦτό ἐστι καὶ τότε ἀναμιμνῄσκεσθαι τῶν εἰρημένων τι· τότε γάρ ἐστι τὸ ἀναμιμνῄσκε‐ σθαι, ὅταν ἀναλαμβάνῃ καὶ τὸ λοιπόν. εἰρημένα δὲ λέγει τὴν ἐπιστήμην, | |
15 | τὴν αἴσθησιν καὶ ὅλως οὗ τὴν ἕξιν λέγομεν μνήμην. δεῖ δὲ καὶ ἐν τῇ λέξει τῇ ἀλλ’ ὅταν ἀναλαμβάνῃ ἣν πρότερον εἶχεν ἐπιστήμην προσυπακούειν τοῦ ἐκ τῆς ἐνούσης ἀρχῆς· ἐκ γὰρ τοῦ “μῆνιν ἄειδε θεὰ” τοῦ ἐνόντος ἡμῖν ἀνέλαβε καὶ τὸ λοιπὸν τὸ “Πηληιάδεω Ἀχιλῆος”. ἔτι δὲ φανερὸν ὅτι μνημονεύειν ἐστί. φανερόν, φησίν, ὅτι ἀναμιμνῄσκεσθαί | |
20 | ἐστιν οὐχὶ τὸ νῦν μανθάνειν ἢ ἐπίστασθαι, ἀλλὰ τὸ ἀναλαμβάνειν διὰ τῆς ἐνούσης ἀρχῆς τὸ διαρρεῦσαν καὶ διαφυγὸν τὴν μνήμην. πάλιν δὲ ἐν τῇ λέξει τῇ τῷ δὲ μνημονεύειν συμβαίνει καὶ μνήμην ἀκολουθεῖν τὸ μνημονεύειν ἀντὶ τοῦ ἀναμιμνῄσκεσθαι εἴληπται. ἔστι δὲ τὸ λεγόμενον ταὐτὸν τῷ ‘τῇ δὲ ἀναμνήσει συμβαίνει ἀκολουθεῖν τὴν μνήμην‘ | |
25n | Οὐδὲ δὴ ταῦτα ἁπλῶς, ἐὰν ἔμπροσθεν ὑπάρξαντα πάλιν | |
26n | ἐγγίνηται. | |
27 | Ἐπειδὴ πολλάκις μαθόντες τι, οὕτω διαφεύγει ἡμᾶς, ὡς ἂν εἰ μηδὲ ὅλως ἐμάθομεν, φησὶν ὅτι, ἂν συμβῇ τὸν τύπον οὗπερ ἐμάθομεν παντελῶς ἀφανισθῆναι, εἶτα πάλιν ὕστερον μάθωμεν αὐτὸ ὥσπερ καὶ πρότερον, οὐκ | |
30 | ἔστι τοῦτο ἀνάμνησις, ἀλλὰ μάθησις. οὕτω γὰρ καὶ νῦν μανθάνομεν αὐτό, ὥσπερ καὶ πρότερον. καὶ οὐδὲν κωλύει τοῦτο μαθόντα πρότερον δὶς πάλιν | |
μαθεῖν αὐτό. οὐκ ἔστιν οὖν ἀνάμνησις, ἐὰν τὰ ἔμπροσθεν ὑπάρξαντα | 23 | |
24 | πάλιν ἐγγίνηται οὕτως, ὥσπερ καὶ πρότερον (οὔτε γὰρ τότε, ὅτε τὴν ἀρχὴν ἐμανθάνομεν, τύπους εἴχομεν τούτων, οὔτε νῦν διὰ τὸ παντελῶς ἠφανί‐ σθαι τοὺς φθάσαντας γενέσθαι), ἀλλ’ ὅταν ἐνούσης ἀρχῆς δι’ αὐτῆς ἀνα‐ λάβῃ καὶ τὰ λοιπά, τότε ἐστὶν ἀνάμνησις. δεῖ γὰρ διαφέρειν τὴν ἀνά‐ | |
5 | μνησιν τούτων, τουτέστι τῶν μαθήσεων. εἰπὼν δὲ καὶ ἐνούσης πλείονος ἀρχῆς, πάνυ ἀσφαλῶς ἐπήγαγε τὸ ἢ ἐξ ἧς μανθάνουσιν. ἔστι δὲ τὸ ἢ παραδιαζευκτικόν· ἐπειδὴ γὰρ “πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προϋπαρχούσης γίνεται γνώσεως” καὶ ἀρχῆς, γίνεται δὲ καὶ ἡ ἀνάμνησις ἐκ προϋπαρχούσης ἀρχῆς, ἐπήγαγε τὸ καὶ ἐνούσης | |
10 | πλείονος ἀρχῆς, ὡς εἰ ἔλεγε· γίνεται μὲν καὶ ἡ μάθησις ἀπό τινος ἐνούσης ἀρχῆς, ἀλλ’ ἡ ἀρχή, ἀφ’ ἧς ἡ ἀνάμνησις, πλείων ἐστὶ καὶ σφο‐ δροτέρα, παρ’ ὅπερ ἀφ’ ἧς ἡ μάθησις. | |
13n | Συμβαίνουσι δὲ αἱ ἀναμνήσεις, ἐπειδὴ πέφυκεν ἡ | |
14n | κίνησις ἥδε μετὰ τήνδε. | |
15 | Εἰπὼν τίς ἐστιν ἡ ἀνάμνησις, νῦν λέγει καὶ πῶς γίνεται. ἐπειδὴ γάρ, φησί, πέφυκε γίνεσθαι κίνησις ἐν τῇ ψυχῇ ἥδε μετὰ τήνδε, διὰ τοῦτο συμβαίνει ἡμᾶς ἀναμιμνῄσκεσθαι. ὥσπερ γὰρ καὶ ἐπὶ τῆς ἁλύσεως τοῦδε τοῦ κρίκου ἀρθέντος ἢ κινηθέντος ἐξ ἀνάγκης συγκινεῖται καὶ ὁ ἐφεξῆς, οὕτως εἰσὶ καὶ ἐν τῇ ψυχῇ τύποι· κινηθείσης οὖν ὑπό τινος τούτων τῆς | |
20 | ψυχῆς, εὐθὺς κινεῖ αὐτὴν καὶ τὸ ἐφεξῆς. οἷον ἦν μουσικὸς Κορίσκος ἔχων λύραν, καὶ γέγονεν ἐν τῇ ψυχῇ τύπος καὶ τῆς λύρας καὶ τοῦ Κορίσκου· εἶδον μετὰ τοῦτο Σωκράτη φέρε εἰπεῖν βαστάζοντα λύραν, καὶ εὐθὺς ἀνε‐ μνήσθην τὴν λύραν τοῦ Κορίσκου, ἐκ δὲ ταύτης Κορίσκον. πάλιν ἤκουσά του ᾄδοντος “δύο ψυχαὶ ἐξήρχοντο, καὶ μία πρὸς ἄλλην ἔλεγε, ποῖ πορευ‐ | |
25 | τέον”. μετὰ δέ τινας χρόνους ἤκουσα ἄλλου ᾄδοντος τὸ μὲν μέλος καὶ τὸν ῥυθμὸν ἐκεῖνον, καθ’ ὃν ᾔδετο τὸ “δύο ψυχαὶ ἐξήρχοντο”, ἡ δὲ λέξις καὶ ἡ ἔννοια οὐκ ἐκείνη, ἀλλ’ ἦν ὅτι “ὁ νοῦς ὁ πρῶτος ἄγει με καὶ πάλιν κάτω φέρει”. ᾔδετο οὖν, ὥσπερ εἶπον, τῷ αὐτῷ ῥυθμῷ καὶ ταῦτα καὶ ἐκεῖνα· ἀφ’ οὗ ῥυθμοῦ πρῶτον ἀνεμνήσθην κινηθεὶς ὧδε κἀκεῖσε τὸν τόπον, | |
30 | ἐν ᾧ ἤκουσα τοῦ ῥυθμοῦ, εἶτα τὸν ᾄδοντα ἄνθρωπον, καὶ τότε τὸ “δύο | 24 |
25 | ψυχαὶ ἐξήρχοντο” καὶ τὰ ἑξῆς. εἰσὶ μὲν οὖν τύποι τινὲς ἐξ ἀνάγκης ἀκο‐ λουθοῦντες ἀλλήλοις, ἐν οἷς ἀδύνατόν ἐστι τούτου κινηθέντος μὴ ἕπεσθαι καὶ τὸν ἑξῆς. οἷον εἰ Σωκράτης ἔτυψέ τινα, ἀδύνατόν ἐστιν ἀναμνησθῆναι Σωκράτην καὶ μὴ ἀναμνησθῆναι καὶ ὅτι ἐτύφθη ὑπὸ Σωκράτους. καὶ ἔτι | |
5 | ἀδύνατόν ἐστιν ἀναμνησθῆναι τόδε τὸ θεώρημα καὶ μὴ ἀναμνησθῆναι καὶ ὑπὸ τίνος αὐτὸ μεμαθήκαμεν. ὅταν οὖν κινηθῇ τὴν τοῦ Σωκράτους κίνησιν (τοῦτο δὲ ταὐτόν ἐστι τῷ ὅταν ἀναμνησθῇ Σωκράτην), δηλονότι καὶ τήνδε κινηθήσεται, τουτέστι δηλονότι ἀναμνησθήσεται, ὅτι ὑπὸ Σωκράτους ἐτύφθη. εἰ μὲν οὖν ἐστιν ἀναγκαία ἡ τῶν τύπων ἀκολούθησις καὶ αἱ ἀπ’ αὐτῶν | |
10 | κινήσεις, ὡς ἐξ ἀνάγκης τὴν μὲν ἡγεῖσθαι, τὴν δὲ ἕπεσθαι, ἀδύνατόν ἐστι τῆς ἡγουμένης γενομένης μὴ ἕπεσθαι καὶ τὴν λοιπήν. εἰ δὲ μὴ ἐξ ἀνάγ‐ κης ἀλλ’ ἔθει, οὐκ ἀεὶ ἕπεται τῇ πρώτῃ ἡ δευτέρα, ἀλλ’ ὡς ἐπὶ τὸ πολύ. συμβαίνει γάρ ποτε τῆς πρώτης γενομένης μὴ γίνεσθαι τὴν λοιπήν. ἔσται δὲ τὸ λεγόμενον δῆλον ὧδε· πολλάκις ἐγὼ βουληθεὶς εἰπεῖν Λυκα‐ | |
15 | βηττὸν οὐκ ἀνεμιμνῃσκόμην, ἐξ οὗ εἴθισα ἐμαυτὸν ἐνθυμεῖσθαι λύκον (ἄρχονται γὰρ ἀμφότερα ἐκ τῆς λυ συλλαβῆς)· ἀφ’ οὗ δὴ λύκου ὁρμώμενος ἀνεμιμνῃσκόμην τὸν Λυκαβηττόν. ἄλλος δέ τις τοῦ Ταυρομενίτου ἐπιλανθα‐ νόμενος εἴθισεν εὐθὺς ἔρχεσθαι εἰς ἔννοιαν ταύρου, ἀφ’ οὗ ἀνεμιμνῄσκετο τὸν Ταυρομενίτην. καὶ ἄλλοι πολλοὶ ἐθίζουσιν ἑαυτοὺς ἀπό τινων προχεί‐ | |
20 | ρων ἀναμιμνῄσκεσθαι τὰ δυσεύρετα, οἷον ἀπὸ τῆς πλευρᾶς τὴν πλευρωνίαν. ἐπὶ τούτων οὖν τῶν ἐξ ἔθους οὐκ ἀεὶ ἕπεται τῇ πρώτῃ ἡ λοιπή· ἀλλὰ πολλάκις τὴν μὲν πλευρὰν ἐνθυμοῦμαι, τὴν δὲ πλευρωνίαν οὐκ ἀναμιμνῄσκο‐ μαι. τούτοις ἐπάγει ὅτι συμβαίνει ἐνίους ἅπαξ ἐθισθῆναι μᾶλλον ἢ ἑτέρους κινουμένους πολλάκις. εἰσὶ γάρ τινες ἐπιτηδείως ἔχοντες, | |
25 | ὥστε ἐθισθέντες ἐκ τοῦδε ἀναμιμνῄσκεσθαι τόδε ἅμα τῷ ἀναμνησθῆναι τὸ πρῶτον ῥᾷστα ἀναμιμνῄσκεσθαι καὶ τὸ δεύτερον. τινὲς δὲ πολλάκις ἐθί‐ σαντες ἑαυτοὺς ἐκ τοῦ ταύρου ἀναμιμνῄσκεσθαι τὸν Ταυρομενίτην τὸ ταῦ‐ ρος λέγουσι, πόρρω δ’ οὐ προβαίνουσιν. ἢ τὸ ἐνίους ἐπὶ τῶν ἐν τῇ ψυχῇ | |
τύπων εἴρηται· τινὲς γὰρ τῶν τύπων γίνονται εὐμνημόνευτοι, τινὲς δ’ οὔ. | 25 | |
26(1n) | Ὅταν οὖν ἀναμιμνῃσκώμεθα, κινούμεθα τῶν προτέρων | |
2n | τινὰ κινήσεων. | |
3 | Προτέρας κινήσεις λέγει τὰς ἡγουμένας. οἷον, ὡς αὐτὸς προϊὼν ἐρεῖ, βουλόμενος ἀναμνησθῆναι, τίς καθ’ οἷον καιρὸν ἔπραξε τόδε τι, ἀνεμνήσθη | |
5 | γάλα, ἀπὸ γάλακτος λευκόν, ἀπὸ λευκοῦ ἀέρα, ἀπὸ ἀέρος ὑγρόν, ἀπὸ τού‐ του μετόπωρον· ἔστω δὲ οὗτος ὁ χρόνος, καθ’ ὃν ἔπραξε τὴν πρᾶξιν. ἢ εἶδε γεγραμμένην λύραν, ἀπὸ δὲ ταύτης ἀνεμνήσθη λύραν, καὶ ἀπὸ ταύ‐ της τὸν μουσικόν, ἐκ δὲ τούτου ἣν ᾖσεν ᾠδήν, εἰ ταύτης ἔδει ἀνάμνησιν λαβεῖν. ἐκινήθη δὴ τὰς προτέρας κινήσεις, ἕως οὗ ἦλθεν εἰς τὸν μουσικόν, | |
10 | μεθ’ ὃν γέγονεν ἡ τῆς ᾠδῆς ἀνάμνησις· μετὰ γὰρ τὴν τοῦ μουσικοῦ κίνησιν εἰώθει γίνεσθαι ἡ τῆς ᾠδῆς ἀνάμνησις. ἀπὸ οὖν τοῦ νῦν, οἷον ἀπὸ τῆς νῦν ὁρωμένης λύρας, ἀνεμνήσθη τὴν ᾠδήν. πολλάκις δὲ καὶ ἀπό τινος ἄλλου· εἰ γὰρ τύχοι ἐφεξῆς ὢν τῷ τῆς ᾠδῆς τύπῳ ὁ τοῦ κίονος, ἀναμνη‐ σθήσομαι αὐτὴν ἀπὸ τοῦ κίονος. εἰκὸς γὰρ τοῦ τύπου τοῦ κίονος κινη‐ | |
15 | θέντος συγκινηθῆναι καὶ τὸν τῆς ᾠδῆς καὶ ἐξ αὐτοῦ ἀναμνησθῆναι αὐτήν. πολλάκις δὲ καὶ ἀπὸ τοῦ ὁμοίου ἢ ἐναντίου ἢ τοῦ σύνεγγυς· ἀπὸ μὲν ὁμοίου, ὅταν ἀπὸ τῆς τοῦ Σωκράτους εἰκόνος τὸν Σωκράτην, ἀπὸ δὲ ἐναντίου, ὅταν ἀπὸ λευκοῦ μέλαν, ἀπὸ δὲ τοῦ σύνεγγυς, ὅταν ἀπὸ τοῦ „ἀντὶ πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι“ ἀναμνησθῶ „χρημάτων ὑμᾶς ἑλέσθαι νομίζω“ (σύνεγγυς γὰρ τοῦτο | |
20 | ἐκείνῳ), ἢ ἀπὸ κυνὸς λύκον· σύνεγγυς γὰρ ὁ κύων τῷ λύκῳ. γίνεται οὖν ἡ ἀνάμνησις διὰ τοῦ ὁμοίου ἢ τοῦ ἐναντίου ἢ τοῦ σύνεγγυς διὰ τὸ τὰς κινήσεις τῶν μὲν ὁμοίων εἶναι τὰς αὐτάς (ὁ δὲ κινούμενος κατὰ τὸ εἴδωλον καὶ τὸν τύπον τρόπον τινὰ κατὰ τὸ πρᾶγμα, ἀφ’ οὗ ὁ τύπος, κινεῖται. ὥστε ἀνάγκη εὐθὺς ἀναμιμνῄσκεσθαι ἀπὸ τῆς εἰκόνος τὸ πρᾶγμα), τῶν δὲ ἐναντίων ἅμα | |
25 | (ἅμα γὰρ τῇ διακρίσει συννοοῦμεν σύγκρισιν, καὶ ἅμα τῇ ψύξει θέρμην), τοῦ δὲ σύνεγγυς διὰ τὸ εἶναι μέρος τοῦ λοιποῦ· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ τῶν δὲ μέρος ἔχουσι. τὸ γὰρ “χρημάτων ὑμᾶς ἑλέσθαι νομίζω” μέρος ἐστὶ τοῦ “ἀντὶ πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι”. κινουμένου οὖν τοῦ μέρους κινεῖται καὶ τὸ λοιπόν, ὥσπερ καὶ ἐπὶ τῆς ἁλύσεως τοῦ πρώτου | |
30 | κρίκου κινηθέντος κινεῖται καὶ τὸ λοιπόν. οὐ δεῖ δὲ θαυμάζειν, εἰ ποτὲ | |
μὲν τοῦ πρώτου μέρους κινουμένου κινεῖται καὶ τὸ ἐφεξῆς, ποτὲ δὲ οὔ· | 26 | |
27 | ὅταν γὰρ τέλεον ἀφανισθῇ, οὐ κινηθήσεται. εἰπὼν δὲ τῶν δὲ μέρος ἔχουσιν ἐπήγαγεν ὥστε τὸ λοιπὸν μικρόν, ὃ ἐκινήθη μετ’ ἐκεῖνο. ἢ οὖν διὰ τούτων τοῦτο λέγει, ὅτι παντὸς μείζων ἐστὶν ἡ ἀρχὴ τῶν μετ’ αὐτήν, καὶ ταύτης εὑρεθείσης τὰ μετ’ αὐτὴν μικρά, καὶ ἐπὶ τούτῳ ἐκ τῆς | |
5 | ἐνούσης ἀρχῆς συνείρει καὶ τὰ λοιπά (τῆς γὰρ ἀρχῆς εὑρεθείσης εἰκός ἐστι τὸν νοῦν συναγαγεῖν καὶ τὰ λοιπά)· ἢ ὅτι, εἰ ἀνεμνήσθη εἴκοσι φέρε εἰπεῖν στίχους, ὅτε ἀνεμνήσθη τοὺς δέκα καὶ ἕξ, τὸ λοιπόν, ἤγουν οἱ τέτταρες, οὓς ἐκινήθη καὶ ἀνεμνήσθη μετὰ τὸ ἀναμνησθῆναι τοὺς δεκαέξ, μικρὸν ἦν, καὶ οὐδὲν παρελυμήναντο τὴν διάνοιαν συναγαγεῖν καὶ αὐτούς. οὕτω μὲν | |
10 | οὖν ζητοῦντες ἐκ τῶν ὁμοίων ἢ ἐναντίων ἢ τῶν σύνεγγυς ἀναμιμνῃσκό‐ μεθα, ἀλλὰ καὶ οὕτω μὴ ζητοῦντες, τουτέστι μὴ ἐκ τῶν ὁμοίων μηδὲ ἐκ τῶν ἐναντίων μηδὲ τῶν σύνεγγυς, πολλάκις ἀναμιμνῄσκονται, ὅταν ἄλλην τινὰ κίνησιν κινηθέντες ἐκείνη γένηται. οἶον πολλάκις ἀνα‐ μνησθέντες ᾠδὴν ἀνεμνήσθησαν Σωκράτους· ἥτις ᾠδὴ οὔτε ὁμοία ἐστὶ | |
15 | Σωκράτει οὔτ’ ἐναντία οὔτε σύνεγγυς. γίνεται μὲν οὖν καὶ οὕτω, φησίν, ἀνάμνησις· ἀλλὰ τὰ πολλὰ ἑτέρων γενομένων κινήσεων, ὁποίων εἴπομεν, τουτέστιν ὁμοίων ἡ ἐναντίων ἢ σύνεγγυς, γίνεται ἢ ἀνάμνησις. | |
18n | Οὐδὲν δὲ δεῖ σκοπεῖν τὰ πόρρω, πῶς μεμνήμεθα, ἀλλὰ | |
19n | τὰ σύνεγγυς. | |
20 | Πόρρω λέγει τὰ παλαιότερα καὶ χρονιώτερα, ἃ πρὸ πολλοῦ χρόνου εἴδομεν ἢ ἠκούσαμεν ἢ ἐμάθομεν, σύνεγγυς δὲ ἃ χθὲς ἢ ὅλως πρὸ ὀλίγου. ἀπὸ δὲ τῆς μνήμης σαφηνίζει καὶ τὰ περὶ τὴν ἀνάμνησιν. ἔστι δὲ τὸ λεγόμενον δυνάμει τοιοῦτον· δεῖ ἡμᾶς ἐπὶ τῆς μνήμης ἰδεῖν, πῶς τοῦδέ τινος μνησθέντες ἐκ τούτου συμβαίνει ἡμῖν καὶ ἄλλου μνησθῆναι. καὶ ὡς | |
25 | ἐπὶ ταύτης ἔχει, οὕτως ἕξει καὶ ἐπὶ τῆς ἀναμνήσεως· ὥσπερ γάρ, φησίν, ἐπὶ τῆς μνήμης συμβαίνει ἥδε ἡ κίνησις μετὰ τήνδε, τουτέστιν ἥδε ἡ μνήμη μετὰ τήνδε, οὕτω καὶ ἐπὶ τῆς ἀναμνήσεως ἔσται. ἢ οὐ τοῦτο ἂν εἴη τὸ λεγόμενον, ἀλλ’ οἶμαι πάλιν κἀνταῦθα ἐν τῷ οὐδὲν δὲ δεῖ σκο‐ πεῖν πῶς τὰ πόρρω μεμνήμεθα τὸ μεμνήμεθα ἀντὶ τοῦ ἀναμιμνῃ‐ | |
30 | σκόμεθα εἴρηται. καὶ εἴη ἂν τὸ λεγόμενον· δεῖ δὲ θεωρεῖν πῶς ἀναμιμνῃ‐ σκόμεθα, ὧν πρὸ ὀλίγου τὴν ἐπιστήμην λαβόντες καὶ ἀπολέσαντες· οὐδὲν | |
γὰρ κωλύει ἐπιλαθέσθαι τινὰ καὶ ὧν πρὸ ὀλίγου μεμάθηκεν. δεῖ οὖν θεω‐ | 27 | |
28 | ρεῖν ἐπὶ τούτων· καὶ ὡς ἐπὶ τούτων, οὕτως ἕξει καὶ ἐπὶ τῶν ἄλλων, ἤτοι τῶν πόρρω, ἤτοι ὧν πάλαι τὴν ἐπιστήμην ἢ τὴν αἴσθησιν ἐλάβομεν. δῆλον γὰρ ὡς ὁ αὐτός ἐστι τρόπος τῆς ἀναμνήσεως τῶν τε πάλαι καὶ τῶν πρὸ ὀλίγου. ὥσπερ γὰρ ἐπὶ τῶν σύνεγγυς οὐ προζητήσας, ἀλλ’ | |
5 | ἀπό τινος ἀρχῆς, ἣν ἔχει, λέγει τε καὶ συνείρει τὸ ἐφεξῆς (ἀκολουθοῦσι γάρ, ὡς εἴρηται, τῷ ἔθει αἱ κινήσεις, ἥδε μετὰ τήνδε), οὕτω καὶ ὅταν ἀναμιμνῄσκεσθαι βούληταί τι, ὧν πάλαι τὴν ἐπιστήμην ἔλαβέ τις (τούτου γὰρ δεῖ προσυπακούειν), τοῦτο ποιήσει. εἰπὼν δὲ τοῦτο ποιήσει, τί δεῖ ποιεῖν συντόμως ἐπήγαγεν εἰπὼν ζητήσει λαβεῖν ἀρχὴν κινή‐ | |
10 | σεως, μεθ’ ἣν ἐκείνη ἔσται. ὡς γὰρ ἐπὶ τῶν σύνεγγυς ἀπὸ τῆς ἐνούσης ἀρχῆς ἀναμιμνῄσκεται τὰ ἐφεξῆς, οὕτω καὶ ἐπ’ ἐκείνων ζητήσει ἀρχήν, ἀφ’ ἧς εὑρήσει ὅπερ βούλεται εὑρεῖν. | |
13n | Διὸ κάλλιστα καὶ τάχιστα γίνονται ἀπ’ ἀρχῆς αἱ ἀνα‐ | |
14n | μνήσεις. | |
15 | Τουτέστι διὰ τὸ τὴν ἀρχὴν μεγάλα συντείνειν εἰς τὸ ἀναμιμνῄσκεσθαι τὰ ἐφεξῆς, διὰ τοῦτο ἐν οἷς εἰσιν ἀρχαί, εἴπερ ἕξομεν ταύτας, κάλλιστα ἀνάμνησιν εὑρήσομεν τῶν ἐφεξῆς, ὥσπερ ἐπὶ τῶν γεωμετρικῶν θεωρημάτων· ὡς γὰρ τὰ πράγματα ἔχει τῷ ἐφεξῆς, οὕτω καὶ αἱ κινήσεις καὶ αἱ ἀνα‐ μνήσεις αὐτῶν. ὡς γὰρ ἐπὶ τῶν αἰσθητῶν, εἰ ἐφεξῆς κεῖνται καὶ τεταγ‐ | |
20 | μένως, καλῶς ὁρᾷ ἡ ὄψις αὐτά, εἰ δὲ συγκεχυμένως, οὐ καλῶς, οὕτω καὶ ἐπὶ τῶν ἐν τῇ ψυχῇ τύπων. καί εἰσιν εὐμνημόνευτα ὅσα τάξιν ἔχει καὶ τὸ ἐφεξῆς, ὅσα δὲ μὴ τοιαῦτα δυσμνημόνευτα. εἰπὼν δὲ ταῦτα λέγει, τί διαφέρει μάθησις ἀναμνήσεως· οὐ γάρ εἰσιν αἱ αὐταί, ὡς δοκεῖ Πλάτωνι. ἀνάμνησις τοίνυν ἐστίν, ὅταν δι’ ἑαυτοῦ καὶ τῆς ἐνούσης αὐτῷ ἀρχῆς | |
25 | κινῆται ἐπὶ τὸ ἐφεξῆς τῇ ἀρχῇ· ὅταν δὲ μὴ δι’ ἑαυτοῦ, ἀλλὰ δι’ ἄλλου, οἷον τοῦ διδασκάλου, μάθησις τοῦτο καὶ οὐκ ἀνάμνησις. πολλάκις δὲ ἤδη μὲν ἀδυνατεῖ συντόμως ἀναμνησθῆναι, ζητεῖ δὲ καὶ εὑρίσκει· ἀλλ’ οὐ συν‐ τόμως, ἀλλὰ πολλὰς κινηθεὶς κινήσεις τέλος κινεῖται τοιαύτην κίνησιν, ᾗ ἀκολουθεῖ τὸ ἐφεξῆς. ὥσπερ γὰρ αἱ πολλαὶ ῥανίδες ἐπιτήδειον ποιήσασαι | |
30 | τὴν πέτραν, τέλος ἡ ἐσχάτη ἐκοίλανεν αὐτήν, οὕτω καὶ ἐπὶ τῆς ἐν τῇ καρδίᾳ ὑγρότητος ἔχει. πολλάκις γὰρ κινηθεῖσα τέλος κινεῖται κίνησιν, | |
καθ’ ἣν ἀνίσταται τὸ ζητούμενον· ὅπερ εὑροῦσα ἡ διάνοια παύεται. ἔστιν | 28 | |
29 | οὖν τὸ ἀναμιμνῄσκεσθαι τὸ ἐνεῖναι δύναμιν τὴν κινοῦσαν, λέγων δύνα‐ μιν τὴν ἀρχήν (αὕτη γὰρ τὴν διάνοιαν ἐποξύνει καὶ ἀνεγείρει πρὸς ἀνά‐ λυσιν καὶ τοῦ λοιποῦ), κινεῖσθαι δὲ ἐξ αὐτοῦ καὶ οὐχ ὑπὸ τοῦ διδασκάλου. | |
4n | Διὸ δεῖ λαβέσθαι ἀρχῆς, διὸ ἀπὸ τόπων δοκοῦσιν ἀνα‐ | |
5n | μιμνῄσκεσθαι ἐνίοτε, | |
6 | Λέγων τόπους ἢ τὰ ἐναντία τὰ σύστοιχα τὰ ὅμοια, ἢ τὰς ἀρχὰς τὰς ἐνούσας ἡμῖν. ὡς γὰρ ἀπὸ τῶν ἐν τοῖς Τοπικοῖς παραδοθέντων τόπων καὶ ἐν τῷ πρώτῳ τῆς Ῥητορικῆς αὐτοῦ στομούμενοι ἐπιχειροῦμεν πρὸς τὰ προκείμενα, οὕτω καὶ ἀπὸ τῶν ἐνουσῶν ἀρχῶν, ὡς ἀπό τινων τόπων, | |
10 | εὑρίσκομεν τὰ ἐφεξῆς. ἢ οὖν τὰς ἀρχὰς λέγει τόπους, ἢ πολλάκις ἰδών τινα ἢ ἀκούσας τινὰ καὶ πάλιν ἰδὼν ἢ ἀκούσας διαλογίζομαι, ποῦ τοῦτο ἤκουσα, εἶτα ἐνθυμηθεὶς τὸν τόπον ἀνεμνήσθην, ὑπὸ τίνος τοῦτο ἤκουσα, καὶ πῶς καὶ τίνα τρόπον τοῦτο εἶδον ἢ ἤκουσα, πότερον κατὰ τύχην ἢ ἄλλως πως. τίθησι δὲ καὶ ὑπόδειγμα, οὗ ἡμεῖς πρὸ ὀλίγου ἐμνημονεύσαμεν. | |
15n | Ἔοικε δὲ τὸ καθόλου ἀρχῇ καὶ τὸ μέσον πάντων. | |
16 | Τὸ καθόλου νῦν εἴληπται ἀντὶ τοῦ ὡς ἐπὶ τὸ πολύ. ἢ καθόλου λέγει τοὺς τόπους τοὺς ἐκ τῶν ὁμοίων καὶ συστοίχων καὶ ἐναντίων. ἐν δὲ τῷ καὶ τὸ μέσον πάντων παρέλκει ὁ καὶ σύνδεσμος. ἦν δ’ ἂν σαφε‐ στέρα ἡ γραφὴ χωρὶς τοῦ καὶ συνδέσμου ἔχουσα οὕτως· ἔοικε δὲ τὸ | |
20 | καθόλου ἀρχῇ τὸ μέσον πάντων. ἔστι δὲ τὸ λεγόμενον· ὡς ἐπὶ τὸ πολὺ τὸ μέσον πάντων ἀρχῇ ἔοικε. τοῦτο δὲ ταὐτόν ἐστι τῷ ‘ἡ εὕρεσις τοῦ μέσου ὠφελεῖ καὶ ποδηγὸς ἡμῖν γίνεται πρὸς εὕρεσιν τοῦ ζητουμένου‘. | |
23n | Οἷον εἴ τις νοήσειεν, ἐφ’ ὧν Α Β Γ Δ Ε Ζ Η Θ. | |
24 | Τὸ λεγόμενόν ἐστι δυνάμει τοιοῦτον· ἔστω δὴ τὰ νοήματα, ἃ κινεῖται | |
25 | ἡ ψυχὴ πρὸς εὕρεσιν τοῦ ζητουμένου, τὰ ἐκκείμενα στοιχεῖα. μέσον δὲ αὐτῶν ἔστω τὸ Ε. τοῦτο δὴ εὑρὼν ὁ ζητῶν, εἰ μὴ ἅμα τῷ εὑρηκέναι | |
αὐτὸ εὑρήσει καὶ ὅπερ ἐζήτει, ἐπὶ τὸ Θ ἐλθὼν μνησθήσεται. ἐπεὶ γὰρ | 29 | |
30 | τὸ μέσον εὗρεν, ἐνδέχεται καὶ ἐπὶ τὸ Ε καὶ ἐπὶ τὸ Δ κινηθῆναι. λέγει δὲ Ε τὰ ἐφεξῆς τῷ Ε, ταῦτα δέ ἐστι τὰ Ζ Η Θ. ὁμοίως δὲ Δ λέγει αὐτὸ τὸ Δ καὶ ἔτι τὸ Γ Β Α. ἐλθὼν οὖν ἐπὶ τὸ Θ μνησθήσεται· οὐδὲν γὰρ κωλύει μετὰ τὸ Ε ἀναμνησθῆναι τὸ Θ, εἶτα τὸ Ζ, καὶ οὕτως τὸ Η. ἔστω γὰρ | |
5 | τὸ Ε συμπόσιον, τὸ Ζ Σωκράτης, τὸ Η τὸ ὑπὸ Σωκράτους τυφθῆναι, τὸ δὲ Θ λύρα. οὐδὲν οὖν κωλύει συμπόσιον ἀναμνησθέντα εὐθὺς ἀναμνησθῆναι λύραν, εἶτα ὅτι ἐτύφθη, καὶ οὕτως ὅτι ὑπὸ Σωκράτους (καίτοι ἀκόλουθον ἦν μετὰ τὸ συμπόσιον εὐθὺς Σωκράτους ἀναμνησθῆναι, εἶτα ὅτι ἐτύφθη, εἶτα λύραν)· ἔστω γὰρ ὅτι μετὰ τῆς λύρας ἀντὶ ῥάβδου ἔτυψε τὸν τυφθέντα. | |
10 | εἰπὼν δὲ ὅτι τὸ μέσον ἀρχῇ ἔοικε, τὴν αἰτίαν τούτου τέθεικεν· ἐντεῦθεν γὰρ ἐπ’ ἄμφω κινηθῆναι ἐνδέχεται· τὸ γὰρ Ε ὁδός ἐστι καὶ πρὸς τὰ ἐφεξῆς αὐτῷ τὰ Ζ Η Θ καὶ πρὸς τὰ ὄπισθεν τὰ Δ Γ Β Α, καὶ δυνατόν ἐστιν ὥσπερ ἀπὸ τοῦ Θ ἢ τοῦ Η ἢ τοῦ Ζ ἀναμνησθῆναι ὃ βουλόμεθα, οὕτω καὶ ἀπὸ τοῦ Α ἤ τινος τῶν ἐφεξῆς τῷ Α. εἰ δὲ μὴ τὸ Ε εἴη τὸ | |
15 | μέσον, ἀλλὰ τὸ Γ, ἐπὶ τὸ Γ ἐλθὼν μνησθήσεται. εἰ δὲ ἐπὶ τούτου οὐκ ἀνεμνήσθη, ὥσπερ οὐδὲ ἐπὶ τοῦ Ε, ἐπὶ τὸ Α ἐλθὼν ὥσπερ ἐκεῖ ἐπὶ τὸ Θ μνησθήσεται. | |
18n | Τοῦ δὲ ἀπὸ τοῦ αὐτοῦ ἐνίοτε μὲν μνησθῆναι, ἐνίοτε | |
19n | δὲ μὴ αἴτιον, ὅτι ἐνδέχεται ἐπὶ πλείω κινηθῆναι. | |
20 | Ἐπειδὴ πολλάκις ἀναμνησθέντες πλευρὰν ἀναμιμνῃσκόμεθα θυάδα πλευρωνίας, πολλάκις δὲ τὴν μὲν πλευρὰν ἀνεμνήσθημεν, τὴν δὲ πλευρωνίαν οὐκέτι, καίτοι πολλὰ κινηθέντες καὶ ζητήσαντες, ἐζητεῖτο δὲ διὰ τίνα ποτὲ αἰτίαν ὁτὲ μὲν τὸ αὐτὸ ἐκ τοῦ αὐτοῦ, οἷον τὴν πλευρωνίαν ἐκ τῆς πλευ‐ ρᾶς, ἀναμιμνῃσκόμεθα, ὁτὲ δὲ οὔ, ἀπαντῶν πρὸς τὴν τοιαύτην ζήτησίν | |
25 | φησι· τοῦ δὲ ἀπὸ τοῦ αὐτοῦ ἐνίοτε μὲν μνησθῆναι, ἐνίοτε δὲ μὴ αἴτιον, ὅτι πλείω ἐνδέχεται κινηθῆναι ἀπὸ τῆς αὐτῆς ἀρχῆς, οἷον ἀπὸ τοῦ Γ ἐπὶ τὸ Ζ ἢ τὸ Δ. ἔστω γὰρ μέσον τὸ Γ, ἄκρα δὲ τὸ Ζ καὶ Δ. εἰ οὖν εἴη συνηθέστερον τὸ Ζ τοῦ Δ, ἕλκει πρὸς ἑαυτὸ τὴν | |
διάνοιαν τὸ Ζ, ὥσπερ καὶ τὰ λαμπρὰ τῶν χρωμάτων τὴν ὄψιν. εἰ γὰρ | 30 | |
31 | εἴη τὸ Ζ πλευρῖτις, τὸ δὲ Γ πλευρόν, τὸ δὲ Δ πλευρωνία, κινήσει μᾶλλον ἀπὸ τοῦ Γ τὴν διάνοιαν τὸ Ζ παρ’ ὅπερ τὸ Δ· συνηθέστερον γὰρ ἡ πλευρῖτις τῆς πλευρωνίας. οὐ μόνον δὲ διὰ ταῦτα, ἀλλὰ κἂν εἴη ὁ μὲν τῶν τύπων παλαιός, ὁ δὲ λοιπὸς χθιζός, κινήσει μᾶλλον ὁ χθιζός. οὐδὲν | |
5 | δὲ κωλύει καὶ τὸν παλαιὸν μᾶλλον κινῆσαι τοῦ νέου, εἴπερ ἐστὶν ὁ μὲν νέος ἀμαυρός, ὁ δὲ παλαιὸς εἰς βάθος ἐνσεσημασμένος· χρὴ γὰρ οὕτω λέγειν διὰ σπάνιν κυρίων ὀνομάτων. ἐὰν μὲν οὖν μὴ διὰ παλαιοῦ κινῆται, τουτέστιν ἐὰν μὲν οὖν μὴ εἴη παλαιὸς ὁ τύπος καὶ τὸ ἀναζω‐ γράφημα καὶ προσέτι ἀσυνήθης (δεῖ γὰρ τούτου προσυπακούειν), ἐπὶ τὸ | |
10 | νέον καὶ συνηθέστερον κινεῖται. ὥσπερ γὰρ φύσις ἤδη γέγονε τὸ ἔθος, αὐτό φημι τὸ συνηθέστερον, καὶ ἐπὶ τούτῳ ταχὺ ἀναμιμνῃσκό‐ μεθα, ἃ πολλάκις ἐννοούμεθα. δεῖ δὲ ἡμᾶς μᾶλλον προσδιορίσαι περὶ τούτων διὰ τὸ παραλελοιπέναι τοῦτον ταῦτα διὰ συντομίαν. ἂν μὲν οὖν μὴ εἴη παλαιὸς καὶ ἀσυνήθης ὁ τύπος ἢ νέος καὶ ἀσυνήθης, ἀλλὰ νέος | |
15 | καὶ συνήθης, ἐπὶ τοῦτον κινηθήσεται· οὔτε γὰρ ἐπὶ τὸν νέον καὶ ἀσυνήθη οὔτε ἐπὶ τὸν παλαιὸν καὶ ἀσυνήθη κινηθήσεται, ἀλλ’ ἐπὶ τὸν νέον καὶ συνήθη. ὁμοίως δὲ κἂν ὁ μὲν εἴη παλαιὸς καὶ συνήθης, ὁ δὲ νέος καὶ ἀσυνήθης, ἐπὶ τὸν παλαιὸν καὶ συνήθη κινηθήσεται· ὁ γὰρ παλαιὸς καὶ συνήθης ὥσπερ νέος ἐστὶ διὰ τὴν καθ’ ἑκάστην μελέτην, ὥσπερ παλαιὸς | |
20 | ὁ νέος καὶ ἀσυνήθης διὰ τὴν ἀμελετησίαν. ταῦτα μὲν οὖν οὕτως ἡμῖν διῃτήσθω, ἰτέον δὲ ἐπὶ τὰ ἐφεξῆς. ὥσπερ γάρ, φησίν, εἰσί τινα φύσει τόδε μετὰ τόδε (φύσει γὰρ ἕπεται τῇ τοῦ πυρὸς ἀναμνήσει ἡ θερμότης· ὁ γὰρ ἀναμνησθεὶς πῦρ εὐθὺς φύσει καὶ θερμότητα ἀνεμνήσθη), οὕτω καὶ ἐνεργείᾳ, τουτέστιν ἔθει· εἰσὶ γὰρ καὶ ἐξ ἔθους τινά, ἅπερ ἀναμνησθέντες | |
25 | εὐθὺς ἀναμιμνῃσκόμεθα καὶ τὰ μετ’ αὐτὰ ὄντα. εἶπε δὲ τὸ ἔθος ἐνέρ‐ γειαν, διότι ἐκ τῆς τοιαύτης ἐνεργείας συμβαίνει τὸ τοιόνδε ἔθος. τὸ δὴ πολλάκις ἐθισθὲν φύσιν ποιεῖ. καὶ ἐπεὶ ἐν τοῖς φύσει γίνεται ἁμαρτία καὶ παρὰ φύσιν, ἐνδέχεται τοῦτο συμβαίνειν καὶ ἐν τοῖς δι’ ἔθος, καὶ μάλιστα διὰ τὸ ὅμοια εἶναι τῷ βεβαίῳ τοῖς φύσει. εἰ δὲ τοῦτο, οὐδὲν κωλύει ἀνα‐ | |
30 | μνησθέντα τοῦ πρότερον ἁμαρτάνειν περὶ τὸ ἑπόμενον καὶ κινηθῆναι ἄλλως καὶ μὴ ὡς ἔδει, ἄλλως τε καὶ ὅταν ἀφέλκῃ ἐκεῖθεν αὐτόσε πῃ διὰ | |
τὸ συνηθέστερον, οἷον ὅταν ἀφέλκῃ ἀπὸ τῆς πλευρωνίας ἡ πλευρῖτις. καὶ | 31 | |
32 | διὰ τὸ ἀφέλκειν ἄλλοτε ἡμᾶς ἄλλα, ὅταν δέῃ ὀνόματος μνημονεῦσαι, ἄλλου μὲν παρομοίου μνημονεύομεν, εἰς δ’ ἐκεῖνο σολοικίζομεν· ὁ γὰρ βουλόμενος ἀναμνησθῆναι Λεωφάνην, ἀναμνησθεὶς δὲ παρόμοιον οἷον Λεωσθένην ἐσο‐ λοίκισεν ὡς πρὸς τὸν Λεωφάνην. | |
5n | Τὸ δὲ μέγιστον, γνωρίζειν δεῖ τὸν χρόνον, ἢ μέτρῳ ἢ | |
6n | ἀορίστως. | |
7 | Ἡ ἀνάμνησις οὐ μόνον μαθημάτων ἐστίν, ἀλλὰ καὶ ἄλλων πολλῶν. οἷον ἔπραξά τι ἐγώ, εἶτα ἀναμιμνῄσκομαι τὸ πραχθέν. πότε δὲ ἐπράχθη ἀγνοῶν, ἆρα, φημί, χθὲς τοῦτο ἔπραξα; εἶτα, εἰ τύχοι, λέγω· ἀλλὰ μὴν χθὲς | |
10 | τόδε διεπραξάμην. τὸ δὲ μέγιστον, γνωρίζειν δεῖ τὸν χρόνον, ἢ μέτρῳ ἢ ἀορίστως· εἰπὼν τί ἐστιν ἀνάμνησις, λέγει κοινῶς περὶ μνήμης καὶ ἀνα‐ μνήσεως, ὅτι τὸ μέγιστον δεῖ ἡμᾶς γνωρίζειν τὸν χρόνον, ἐν ᾧ μαθόντες τι ἢ ἰδόντες ἢ ἀκούσαντες ἀναμιμνῃσκόμεθα νῦν αὐτό, ἢ μέτρῳ, τουτέστιν ὡρισμένως, οἷον ὅτι τρίτον μῆνα ἄγω τήμερον ἰδὼν ἢ μαθὼν ἢ ἀκούσας | |
15 | ἢ γευσάμενος, ἢ ἀορίστως, τουτέστιν ὅλως ὅτι εἶδον τοῦτο ποτέ. εἰ γὰρ μὴ τοῦτό ἐστι καὶ γνωρίζομεν, εἰ πρότερον ἠκούσαμεν ταῦτα, ἢ ἀορίστως ἢ ὡρισμένως, συμβήσεται ἡμῖν ὑπολαμβάνειν, ὅτι οὐκ ἀναμιμνῃσκόμεθα, ἀλλὰ νῦν πρώτως οἴκοθεν καὶ ἀφ’ ἑαυτῶν ταῦτα προβαλλόμεθα. ὥστε χρεία πολλὴ τοῦ χρόνου ἐν ταῖς ἀναμνήσεσιν, ὁμοίως δὲ καὶ ἐν ταῖς μνή‐ | |
20 | μαις. εἰ γὰρ ἐνεργεῖ ἡ ψυχὴ περὶ φάντασμά τι ὡς εἰκόνα τινός, οὐ γινώσκει δὲ ὡρισμένως ἢ ἀορίστως, ὅτι εἶδε τοῦτο ἢ ἤκουσε πρότερον, οἰηθήσεται, ὅτι αὐτὴ τοῦτο νῦν ἀναπλάττει. εἰπὼν δὲ ὅτι δεῖ γνωρίζειν τὸν χρόνον, ἐπήγαγεν· ἔστω δέ τι ᾧ κρίνει τὸν πλείω καὶ ἐλάσσω. ἔστι δὲ τὸ λεγόμενον· ἀνάγκη δὲ εἶναί τι ἐν ᾧ κρίνει τὸν πλείω καὶ ἐλάσσω χρόνον· | |
25 | ἔστι δὲ τὸ κρῖνον τὸν πλείω καὶ ἐλάσσω χρόνον ἡ πρώτη αἰσθητικὴ ψυχὴ ἡ ἐν τῇ καρδίᾳ καθεδουμένη. εἰπὼν δὲ ἔστω δέ τι ὃ κρίνει τὸν πλείω καὶ ἐλάσσω χρόνον λέγει καὶ τὸν τρόπον, καθ’ ὃν κρίνεται, καί φησιν, ὅτι, ὥσπερ ἡ διάνοια κρίνει τὰ μεγέθη οὐ τῷ ἀποτείνεσθαι ἔξω | |
πρὸς ἐκεῖνα, ἀλλὰ κινοῦσα τοὺς ἀπὸ τῶν μεγεθῶν τύπους καὶ τὰ ἀναζωγρα‐ | 32 | |
33 | φήματα ἐν τῷ φανταστικῷ ὄντας (μετὰ φαντασίας γὰρ ἀεὶ ἡ διάνοια, ἡ γὰρ διάνοια οὐδὲν ἄλλο ἐστὶν ἢ νοῦ μετὰ φαντασίας ἐνέργεια· κρίνει οὖν ταῦτα οὐ τῷ ἀποτείνεσθαι αὐτὴν ἐκεῖ, ὡς λέγουσιν ὁρᾶν ἡμᾶς οἱ δι’ ἐκπομπὴν ἀκτίνων λέγοντες τὸ ὁρᾶν γίνεσθαι· εἰ γὰρ ἀποτεινομένη πρὸς τὰ μεγέθη | |
5 | ἔκρινεν αὐτά, ὅτε οὐ παρῆσαν, οὐκ ἂν ἠδύνατο κρίνειν, νῦν δὲ καὶ ἀπόντων κρίνει αὐτά), ὥσπερ οὖν αὕτη κρίνει τὰ μεγέθη, οὕτως εὔλογον καὶ τὴν αἰσθητικὴν ψυχὴν κρίνειν τὸν πλείω καὶ ἐλάσσω χρόνον οὐ τῷ ἀποτείνεσθαι ἔξω, ἀλλὰ τῷ κινεῖν ἢ κινεῖσθαι ὑπὸ τῶν ἐνόντων τύπων. | |
9n | Τίνι οὖν διοίσει, ὅταν τὰ μείζω νοῇ ἢ ὅτι ἐκεῖνα νοεῖν | |
10n | τὰ ἐλάσσω. | |
11 | Τὸ ἢ ὅτι ἐκεῖνα νοεῖν τὰ ἐλάσσω ἀπόκρισίς ἐστι τοῦ ἠρωτη‐ μένου· ἐρωτήσας γάρ τίνι οὖν διοίσει, ἀποκρίνεται, ὅτι ἐκεῖνα νοεῖν τὰ ἐλάσσω. ἐπειδὴ δὲ τὸ ἀναμιμνῄσκεσθαι μόνοις ὑπάρχει τοῖς ἀνθρώποις, ὡς προϊὼν δείξει, δύναταί τις τὸ νοεῖν ἀκούειν καὶ ἐπὶ τῆς ἁπλῶς νοήσεως, | |
15 | δύναται δὲ καὶ ἐπὶ τῆς ἀναμνήσεως, ἵν’ ᾖ τὸ τίνι οὖν διοίσει, ὅταν τὰ μείζω νοῇ ταὐτὸν τῷ ‘ὅταν τὰ μείζω ἀναμιμνῄσκηται‘. ἔστω δὲ τὸ ἐν τῷ Τιμαίῳ, τό “θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων”, ἐλάττω, τὰ δὲ ἐφεξῆς τούτῳ πάντα μείζονα αὐτοῦ. εἰσὶ δὲ τὰ ἐφεξῆς ταῦτα· “ἃ δι’ ἐμοῦ γενόμενα ἄλυτα ἐμοῦ γε θέλοντος. τὸ μὲν οὖν δὴ δεθὲν πᾶν | |
20 | λυτόν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. δι’ ἃ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὔκ ἐστε οὐδ’ ἄλυτοι τὸ πάμπαν, οὔτι γε μὴν λυθήσεσθε οὐδὲ τεύξεσθε θανάτου μοίρας” καὶ τὰ ἑξῆς. ὅταν οὖν, φησί, τὰ μείζω νοῇ ἢ ἀναμιμνῄσκηται, τίνι διαφέρει τοῦ ὅτε τὰ ἐλάσσω. καὶ ἐρωτήσας ἀποκρίνεται λέγων· ἢ τοσοῦτον διαφέρει, καθ’ ὅσον | |
25 | συμβαίνει ἐκεῖνα νοεῖν τὰ ἐλάσσω, καὶ προσυπακουστέον τοῦ πρότερον. τὰ ἐντὸς γὰρ πρότερον νοεῖ ἢ ἀναμιμνῄσκεται, καὶ οὕτως ἐκ τούτων διαβι‐ βάζεται εἰς τὰ ἔσχατα καὶ μείζονα. πάντα οὖν, φησί, τὰ ἐντὸς ἐλάσσω καὶ ἀνάλογον. τὰ γὰρ ἐντὸς τοῦ “οὐδὲ τεύξεσθε θανάτου μοίρας” (ταῦτα | |
δὲ τὰ ἐντὸς τούτου ἐστὶ τὸ “οὔτι γε μὴν λυθήσεσθε” καὶ τὸ „οὐδ’ ἄλυτοι | 33 | |
34 | τὸ πάμπαν“ καὶ τὰ λοιπά), τὰ οὖν ἐντὸς πάντα ἐλάσσω καὶ ἀνάλογον. ἐπειδὴ γὰρ ἀνάλογόν ἐστιν ἡ τῶν λόγων ὁμοιότης, ἔχουσι δὲ καὶ ταῦτα ὁμοιότητα τῷ ἔχεσθαι θάτερον θατέρου, εἶπεν αὐτὰ ἀνάλογον, ἴσον λέγων τῷ ‘ὅμοια ἀλλήλοις, ᾗ ἔχεται τόδε τοῦδε‘. ἢ τὸ λεγόμενόν ἐστι· πάντα | |
5 | γὰρ τὰ ἐντὸς τοῦ λόγου καὶ τὰ ἐκτός, νῦν ἐκτὸς λέγων ἅπερ ἔλεγε μείζω, ἀνάλογόν ἐστι τοῖς ἐντὸς καὶ ἐκτὸς εἴδεσι. λέγοι δ’ ἂν εἴδη τὸ γάλα, τὸ λευκόν, τὸν ἀέρα, τὸ ὑγρόν, τὸ μετόπωρον. ὡς γὰρ ἀπὸ τοῦ γάλακτος ἀνεμνήσθη λευκὸν καὶ ἀπὸ τούτου ἀέρα καὶ ἐκ τούτου ὑγρόν, εἶτ’ ἐκ τού‐ του μετόπωρον, οὕτω καὶ ἀπὸ τοῦ ‘θεοὶ θεῶν‘ τὸ ἐφεξῆς τούτῳ, καὶ ἐκ | |
10 | τούτου τὸ ἐφεξῆς αὐτῷ, καὶ ὡσαύτως ἐπὶ πάντων, ἕως οὗ ἦλθον ἐπὶ τὸ ἔσχατον τὸ ἀναλογοῦν τῷ μετοπώρῳ. ὅπερ καὶ αὐτὸς οὗτος οἶμαι συνιδών, τὸ ὅτι ἀσαφῶς ἀπήγγειλε ταῦτα, καὶ ἑαυτὸν σαφηνίσαι βουληθεὶς ἐπανέ‐ λαβεν εἰπών· ἔστι δὴ ἴσως καὶ τοῖς εἴδεσιν ἀνάλογον λαβεῖν, ἀλλ’ ἐν αὐτῷ, τουτέστιν ἐν τῇ φαντασίᾳ, ἀλλ’ οὐκ ἐν τῇ ἀποτάσει τῆς δια‐ | |
15 | νοίας πρὸς ἐκεῖνα. φέρεται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα οὕτως· ἢ ὅτι ἐκεῖ ἀνανοεῖν τὰ ἐλάσσω ἐκ τοῦ ἀνανοῶ ῥήματος, καὶ εἴη ἂν λέγων, ὅτι ὁ νοῶν ἢ ἀναμιμνῃσκόμενος τὰ ἐκτὸς ἀνανοεῖ καὶ ἀναμιμνῄσκεται καὶ τὰ ἐντός· ὁ γὰρ νοῶν δίπηχυ δηλονότι καὶ πηχυαῖον. ἀμείνων δὲ ἡ προ‐ τέρα γραφή. | |
20n | Ὥσπερ οὖν εἰ τὴν Α Β Β Ε κινεῖται, ποιεῖ τὴν Α Δ. | |
21 | Εἰπὼν ὅτι ἐν τῷ μεμνῆσθαι δεῖ γνωρίζειν τὸν χρόνον καὶ δηλονότι καὶ ἐν τῷ ἀναμεμνῆσθαι (γινομένης γὰρ ἀναμνήσεως, ὡς εἶπε, συμβαίνει καὶ μνήμην γίνεσθαι), εἰπὼν οὖν ὅτι δεῖ τὸν χρόνον γνωρίζειν ὡρισμένως ἢ ἀορί‐ στως, εἰπὼν δὲ καὶ ὅτι τὰ ἐκτὸς ἀναμιμνῃσκόμενος ἢ νοῶν καὶ τὰ ἐντὸς ἀνα‐ | |
25 | μιμνῄσκεται καὶ νοεῖ (ἀνάλογον γάρ εἰσι, τῶν δ’ ἀνάλογον ἅμα ἡ μνήμη καὶ ἡ ἀνάμνησις καὶ ἡ νόησις· ὁ γὰρ μεμνημένος ἢ νοῶν ἢ ἀναμιμνῃσκόμενος, ὅτι ὡς δύο πρὸς τέσσαρα ἢ ὡς χειμὼν πρὸς ἔαρ, ἅμα καὶ ἐκείνων μέμνηται τῶν ἐχόντων τὸν λόγον, ὃν τὰ δύο πρὸς τὰ τέσσαρα ἢ ὁ χειμὼν πρὸς τὸ ἔαρ. ἔστω δὲ χάριν λόγου ὡς δύο πρὸς τέσσαρα, τρία πρὸς ἕξ, καὶ ὡς | |
30 | χειμὼν πρὸς ἔαρ, γῆρας πρὸς νεότητα), εἰπὼν δὴ ταῦτα πρῶτον μὲν δεί‐ | 34 |
35 | κνυσιν, ὅτι ἀνάλογόν εἰσι τὰ ἐντὸς καὶ ἐκτός· δεύτερον δὲ ὅτι τῇ τῶν πραγμάτων μνήμῃ καὶ ἡ τοῦ χρόνου συγγίνεται συναίσθησις. καὶ τρίτον λέγει, ὅτι καὶ οἱ χρόνοι πρὸς ἀλλήλους ἀνάλογόν εἰσιν· ὡς γὰρ τὸ πρᾶγμα τὸ ἔλαττον πρὸς τὸ μεῖζον, καὶ ὁ χρόνος τοῦ ἐλάττονος πρὸς τὸν χρόνον | |
5 | τοῦ μείζονος πράγματος. ἀσάφειαν δὲ πολλὴν ἐνεποίησε διὰ τὸ συγκεχυ‐ μένως τὴν τῶν στοιχείων ἔκθεσιν ποιήσασθαι καὶ διὰ τὸ τὴν ΛΘ ὀνο‐ μάσαι Θ, ὁμοίως δὲ καὶ τὴν ΘΜ ποτὲ μὲν Θ, ποτὲ δὲ ΘΙ. ἀλλ’ ἡ μὲν τῶν λεγομένων πρόθεσις αὕτη ἂν εἴη, δεῖ δὲ ἡμᾶς πάλιν τὴν λέξιν ἐκθέντας πειρᾶσθαι, ὡς δυνατόν, σαφηνίζειν. ὥσπερ οὖν εἰ τὴν ΑΒ ΒΕ κινεῖ‐ | |
10 | ται, ποιεῖ τὴν ΑΔ. ἐλλιπὴς ἡ λέξις· ἔδει γὰρ εἰπεῖν ‘ποιεῖ τὴν ΑΓ ΓΔ‘, αὐτὸς δὲ διὰ συντομίαν εἶπε τὴν ΑΔ. ἔστι δὲ ὡς μὲν ἡ ΑΒ πρὸς τὴν ΒΕ, οὕτως ἡ ΑΓ πρὸς τὴν ΓΔ. ὥστε ὥσπερ ὁ νοῶν τετράπηχυ καὶ δίπηχυ νοεῖ ἢ μέμνηται, οὕτω καὶ ὁ τῆς ΑΒ ΒΕ μεμνημένος ἢ ἀναμιμνῃ‐ σκόμενος ἢ νοῶν καὶ τὴν ΑΓ ΓΔ νοεῖ ἢ ἀναμιμνῄσκεται ἢ μέμνηται. | |
15 | αὐτὸς δὲ διὰ τοῦ κινεῖσθαι ἐδήλωσε καὶ τὸ νοεῖν καὶ τὸ μεμνῆσθαι καὶ τὸ ἀναμιμνῄσκεσθαι. ὅτι δὲ τὸ ποιεῖ τὴν ΑΔ ὡς ἴσον ἔλαβε τῷ ‘ποιεῖ τὴν ΑΓ‘ ΓΔ, ἐδήλωσε διὰ τοῦ ἀνάλογον γὰρ ἡ ΑΓ καὶ ΓΔ. ἔστι δὲ ὃ λέγει· ἀνάλογον γὰρ ἡ ΑΓ καὶ ΓΔ τῇ ΑΒ καὶ ΒΕ. ὡς γὰρ ἡ ΑΓ πρὸς ΑΒ, οὕτως ἡ ΓΔ πρὸς ΒΕ, καὶ ἐναλλὰξ ὡς ἡ ΑΓ πρὸς ΓΔ, ἡ ΑΒ πρὸς | |
20 | ΒΕ. τὸ δὲ τί οὖν μᾶλλον τὴν ΓΔ ἢ τὴν ΖΗ ποιεῖ ταὐτόν ἐστι τῷ ‘ὥσπερ γὰρ ὁ τὴν ΑΒ ΒΕ νοῶν καὶ τὴν ΑΓ ΓΔ νοεῖ, οὕτω καὶ ὁ τὴν ΑΓ ΓΔ νοῶν νοεῖ τὴν ΑΖ ΖΗ‘. | |
23n | Ἢ ὡς ἡ ΑΓ πρὸς ΑΒ ἔχει, οὕτως ἡ τὸ Θ πρὸς τὸ Μ ἔχει. | |
24 | Θ λέγει τὴν ΚΘ, Μ δὲ τὴν ΘΜ. εἰπὼν δὲ πῶς ἀνάλογόν εἰσι τὰ | |
25 | πράγματα, λέγει καὶ πῶς ἅμα ἥ τε τοῦ πράγματος καὶ ἡ τοῦ χρόνου κίνησίς τε καὶ συναίσθησις γίνεται. εἴληπται δὲ ὁ ἢ σύνδεσμος ἀντὶ τοῦ καί, ὡς ἂν εἰ ἔλεγε· καὶ ὥσπερ ἡ ΑΓ τοῦ πράγματος κίνησις ἔχει πρὸς τὴν τοῦ ΑΒ κίνησιν, οὕτως ἡ τὸ Θ πρὸς τὸ Μ, τουτέστιν οὕτως ὁ ΚΘ χρόνος πρὸς τὸν ΘΜ χρόνον. ἐν δὲ τῷ ταύτας οὖν ἅμα καὶ κινεῖται | |
30 | τὸ ταύτας ἐπὶ τῶν πραγμάτων καὶ ἐπὶ τοῦ χρόνου εἴρηκεν. ὡς γάρ, | 35 |
36 | εἰ βαδίζοι τις τὴν ΑΓ ΓΒ, ἀνάγκη τὴν ΚΘ ΘΜ κίνησιν ποιεῖν, οὕτως εἰ μέμνηται τῆς ΑΓ ΓΒ, ἀνάγκη συναισθάνεσθαι καὶ τοῦ ΚΘ ΘΜ χρόνου. | |
3n | Ἐὰν δὲ τὴν ΖΗ βούληται νοῆσαι. | |
4 | Ὃ λέγει δυνάμει τοιοῦτόν ἐστι· ὥσπερ τὴν ΑΒ ΒΕ καὶ τὴν ΑΓ ΓΔ | |
5 | κινουμένη ἡ διάνοια καὶ τὸν ΚΘ ΚΜ προσῃσθάνετο χρόνον, οὕτως ἂν τὴν ΖΗ, τουτέστιν ἂν τὴν ΑΖ ΖΗ βούληται νοῆσαι, τὴν μὲν ΒΕ, τουτέστι τὴν ΓΒ ΒΕ, ὁμοίως νοεῖ, ὥσπερ εἴπομεν, μετὰ τοῦ συναισθάνεσθαι τοῦ ΘΜ χρόνου. ἀντὶ δὲ τῶν ΘΙ, ἤτοι ἀντὶ δὲ τοῦ ΘΜ (μετέλαβε γὰρ ἀντὶ τοῦ Μ, ὡς εἴρηται, τὸ Ι), ἀντὶ οὖν τοῦ ΘΜ ἢ ἀντὶ τοῦ ΘΙ τὸ ΚΛ νοεῖ. ἐπειδὴ | |
10 | γὰρ ὁ ΘΙ χρόνος τῆς ΓΒ ΒΕ ἦν, ὁ δὲ ΚΛ τῆς ΑΖ ΖΗ, κινεῖται δὲ τὴν ΑΖ ΖΗ, δηλονότι τὴν ΚΛ κινηθήσεται, καὶ οὐ τὴν ΘΙ. τὸ δὲ κατάλληλον τῆς αὗται γὰρ ἔχουσιν ὡς ΖΑ πρὸς ΒΑ τοιοῦτον· αὗται γὰρ αἱ ΚΛ ἔχουσι πρὸς τὴν ΚΜ ἢ ΚΙ, ὡς ἡ ΑΖ πρὸς ΑΒ. | |
14n | Ὅταν οὖν ἅμα ἥ τε τοῦ πράγματος γίνηται κίνησις | |
15n | καὶ ἡ τοῦ χρόνου, τότε τῇ μνήμῃ ἐνεργεῖ. | |
16 | Ὅταν οὖν, φησίν, ἅμα τῷ πράγματι καὶ τοῦ χρόνου γίνηται ἔννοια μέτρῳ ἢ ἀορίστως, τότε ἔστι μνήμη ἢ ἀνάμνησις· ἁρμόττει γὰρ τοῦτο λέγεσθαι κατ’ ἀμφοτέρων. | |
19n | Ἂν δ’ οἴηται μὴ ποιῶν μνημονεύειν. | |
20 | Ἐπειδὴ ἐλλιπῶς καὶ ἔτι ἀκαταλλήλως ἀπήγγελται τὰ ῥητά, δέον ἡμᾶς καταλλήλως παραγράψαι. ἔδει οὖν οὕτως ἔχειν· ἂν δ’ οἴηται μὴ ποιῶν μνημονεύειν, οὐκ ἔστι μνήμη· οὐδὲν γὰρ κωλύει διαψευσθῆναί τινα καὶ δοκεῖν μνημονεύειν μὴ μνημονεύοντα, ὥσπερ οὐδὲ ἐνερ‐ | |
γοῦντα τῇ μνήμῃ μὴ οἴεσθαι, ἀλλὰ λανθάνειν μεμνημένον. τὸ | 36 | |
37 | μὲν οὖν πλῆρες καὶ τὸ κατάλληλον τῆς λέξεως τοιοῦτον· καὶ γὰρ ἐν τῇ λέξει τῇ ἀλλὰ λανθάνειν μεμνημένον οὐκ ἔστι λείπει τὸ μνήμη, ἵν’ ᾖ· οὐκ ἔστι μνήμη. καὶ ἔστι τούτῳ συνεχὲς τὸ ἂν δ’ οἴηται μὴ ποιῶν μνημονεύειν, ὥσπερ καὶ παρεγράφη. ἐν δὲ τῇ λέξει τῇ ἐνεργοῦντα | |
5 | δὲ τῇ μνήμῃ λείπει πάλιν τὸ ὥσπερ, ἵν’ ᾖ ‘ὥσπερ οὐδὲ ἐνεργοῦντα τῇ μνήμῃ‘. ἀλλὰ τὰ μὲν τῆς λέξεως τοιαῦτα. λέγει δὲ διττῶς γίνεσθαι τὴν ἀπάτην ἐν τῇ μνήμῃ, ὥστε δοκεῖν ὅτι μνημονεύομεν μὴ μνημονεύοντες. ἕνα μὲν τρόπον, ὅταν συγκατατίθηται ἡ ψυχή, ὅτι τοῦτο τὸ φάντασμα Σωκράτους ἐστὶν εἰκών, μὴ ὂν Σωκράτους, ἀλλὰ Θεαιτήτου· ὅμοιος γὰρ | |
10 | τῷ Σωκράτει Θεαίτητος. ἀλλὰ οἴεται μνημονεύειν, οὐ μνημονεύει δέ. οὐ μόνον δὲ ἂν περὶ τὸ φάντασμα γένηται ἡ ἀπάτη, οὐκ ἔστι μνήμη, ἀλλὰ καὶ περὶ τὸν τόπον ἢ τὸν χρόνον· οἷον ἀπὸ τοῦ Λυκείου πρὸ μηνός μοι ἐγεγόνει ὁδοιπορῆσαι, ἐγὼ δὲ ἀπὸ τῆς Στοᾶς πρὸ ἑβδομάδος ὑπολαμβάνω. οὐκ ἔστιν οὖν οὐδὲ τοῦτο μνήμη. ἕνα μὲν οὖν τρόπον οὕτως γίνεται ἡ | |
15 | ἀπάτη, ἄλλον δὲ ὅταν οὔτε περὶ τὸν χρόνον οὔτε περὶ τὸν τόπον ἀπατῶμαι, ἀλλὰ διὰ μόνον τὸ μὴ ἐννοεῖν ὅτι μνημονεύω. ὥσπερ γὰρ πολλάκις ἐννοῶν καὶ διαλογιζόμενός τι οὐχ ὁρῶ τὸν ἱστάμενον πρός με, οὕτω πάλιν συμ‐ βαίνει μεμνημένον μέ τινος μὴ ἐννοεῖν ὅτι μέμνημαι δι’ ἄλλην τινὰ κίνησιν καὶ ἐοικέναι με τότε τῷ ὀνειρώττοντι ἐν τοῖς ὕπνοις καὶ μὴ αἰσθανομένῳ | |
20 | ὅτι ὀνειρώττει. ἔστι δὲ τὸ ἂν δ’ οἴηται μὴ ποιῶν μνημονεύειν δηλω‐ τικὸν τοῦ πρώτου τρόπου τῆς ἀπάτης. ἂν οὖν, φησίν, οἴηται μνημονεύειν μὴ ποιῶν μνήμην, οὐκ ἔστι μνήμη· ὁ γὰρ διαψευδόμενος περὶ τὸ φάντασμα ἢ τὸν τόπον ἢ τὸν χρόνον, μὴ ποιῶν μνήμην μηδ’ ὅλως μνημονεύων, οἴεται μνημονεύειν, οὐ μνημονεύει δέ. ὃ δὴ καὶ σαφηνίζων ἐπήγαγεν· | |
25 | οὐδὲν γὰρ κωλύει διαψευσθῆναί τινα καὶ δοκεῖν μνημονεύειν μὴ μνημονεύοντα. τὸ δὲ ἐνεργοῦντα δὲ τῇ μνήμῃ μὴ οἴεσθαι ἀλλὰ λανθάνειν μεμνημένον δηλωτικόν ἐστι τοῦ δευτέρου τρόπου. δεῖ δέ, ὡς εἴρηται, οὕτως ἀναγινώσκειν· ὥσπερ οὐδὲ ἐνεργοῦντα τῇ μνήμῃ. οὐδὲ γὰρ τότε κωλύει μεμνημένον μὴ οἴεσθαι ὅτι μέμνηται ἀλλὰ λανθάνειν. | |
30n | Τοῦτο γὰρ ἦν αὐτὸ τὸ μεμνῆσθαι. | |
31 | Τουτέστι ‘τοῦτο γάρ ἐστι μνήμη τὸ μεμνημένον μὴ λανθάνειν, ἀλλ’ εἰδέναι ὅτι μέμνηται‘. οὐκ ἄρα οὖν ἐστι, φησί, μνήμη ἢ ἀνάμνησις, ἐὰν | |
εἴτε ἡ τοῦ πράγματος γένηται κίνησις χωρὶς τῆς τοῦ χρόνου κινήσεως εἴτε | 37 | |
38 | ἡ τοῦ χρόνου χωρὶς τῆς τοῦ πράγματος. τὸν δὲ χρόνον ὁτὲ μὲν οὐ μεμνή‐ μεθα ἀορίστως, ἀλλ’ ὡρισμένως, ὁτὲ δὲ οὐχ ὡρισμένως, ἀλλ’ ἀορίστως. τὸ δὲ πότε τῷ ποσῷ μέτρῳ ἴσον ἐστὶ τῷ ‘ὡρισμένῳ μέτρῳ‘ | |
4n | Διαφέρει δὲ τὸ μνημονεύειν τοῦ ἀναμιμνῄσκεσθαι, οὐ | |
5n | μόνον κατὰ τὸν χρόνον. | |
6 | Οὐ μόνον, φησί, κατὰ τὸν χρόνον διαφέρουσιν μνήμη καὶ ἀνάμνησις (πρότερον γὰρ τῷ χρόνῳ μνήμη ἀναμνήσεως τῷ ἀνανέωσιν μνήμης εἶναι τὴν ἀνάμνησιν), ἀλλ’ ὅτι καὶ μόνος ὁ ἄνθρωπος ἀναμιμνῄσκεται. καὶ δείκνυσιν ὅτι μόνος ὁ ἄνθρωπος ἀναμιμνῄσκεται, οὕτω πως τὴν δεῖξιν | |
10 | προάγων· ᾧ τὸ ἀναμιμνῄσκεσθαί ἐστι, τούτῳ καὶ τὸ συλλογίζεσθαι· ὡς γὰρ ὁ συλλογιζόμενος τήνδε τὴν πρότασιν συνάπτει μετὰ τῆσδε, οὕτω καὶ ὁ ἀναμιμνῃσκόμενος τὰ ἐλάττονα τοῖς μείζουσιν. ᾧ δὲ τὸ συλλογίζεσθαι, τούτῳ καὶ τὸ ζητεῖν· ὁ γὰρ συλλογιζόμενος ζητῶν τι συλλογίζεται. ᾧ δὲ τὸ ζητεῖν, καὶ τὸ βουλεύεσθαι· ὁ γὰρ βουλευόμενος ζητεῖ. ᾧ ἄρα τὸ ἀνα‐ | |
15 | μιμνῄσκεσθαι, τούτῳ καὶ τὸ βουλεύεσθαι· μόνος δὲ ὁ ἄνθρωπος βουλεύεται, μόνος ἄρα καὶ ἀναμιμνῄσκεται. | |
17n | Ὅτι δὲ σωματικόν τι τὸ πάθος καὶ ἡ ἀνάμνησις ζήτησις | |
18n | ἐν τοιούτῳ φαντάσματος. | |
19 | Τὸ ἀναμιμνῄσκεσθαι ὅτι τῆς διανοίας ἐστίν, ἤδη δέδεικται· τὸ γὰρ | |
20 | βουλεύεσθαι νοῦ, οὗ καὶ τὸ ἀναμιμνῄσκεσθαι. ἀλλ’ ἐπεὶ χωρὶς φαντασίας τοῦτο ποιῆσαι ἀδυνατεῖ (τὰ γὰρ ἐν τῇ καρδίᾳ εἴδωλα κινοῦσα, ἅπερ εἰσὶν ἡ φαντασία, ἀναμιμνῄσκεται), πάνυ ἀκριβῶς εἴρηται, ὅτι σωματικόν τι τὸ πάθος· αὐτὴν γὰρ τὴν καρδίαν καὶ τὸ ἐν αὐτῇ πνεῦμα, ἐν οἷς τὰ εἴδωλα ὡς εἴδη τρόπον τινὰ τυγχάνει ὄντα, κινοῦσα ἡ ἀνάμνησις γίνεται. ὅτι οὖν, | |
25 | φησίν, ἡ ἀνάμνησις ζήτησίς ἐστι φαντάσματος ἐν τοιούτῳ, τουτέστι ἐν σώματι ὄντι (ὡς γὰρ ὁ βουλόμενος ἀναγνῶναι τὸν τοιονδὶ λόγον ἐν τῷ βιβλίῳ ζητεῖ τὰ ἐν τῷ χάρτῃ γράμματα, οὕτω καὶ ἡ διάνοια· ἀνάλογον γὰρ ὁ χάρτης τῇ καρδίᾳ, τὰ δὲ γράμματα τοῖς φαντάσμασιν, ἡ δὲ διάνοια τῷ ἀναγινώσκοντι), ὅτι οὖν σωματικὸν ἡ ἀνάμνησις, σημεῖον τὸ παρενο‐ | |
30 | χλεῖν ἐνίους, ἐπειδὰν μὴ δύνωνται ἀναμνησθῆναι, τὸ παρενοχλεῖν ἀντὶ τοῦ παρενοχλεῖσθαι νῦν ληφθέν· ἢ οὐκ ἀντὶ τοῦ παρενοχλεῖσθαι εἴληπται, ἀλλ’ | |
οὕτως ἁπλῶς· παρενοχλεῖ γὰρ ἡμᾶς ἡ τοιαύτη κίνησις. κινεῖ γὰρ πολλάκις | 38 | |
39 | ἡ διάνοια βουλομένη ἀναμνησθῆναι τοὺς τύπους, καὶ πολλὰ πονήσασα καὶ μὴ δυνηθεῖσα εὑρεῖν παύεται τῆς ζητήσεως καὶ ἐπέχει ἑαυτήν, ὥστε μηκέτι ζητεῖν, ὥσπερ τις ὅταν ἑαυτὸν κατάσχῃ μὴ φαγεῖν. ὅμως, καίπερ ἑαυτὴν κατέχουσα, τὰ κινηθέντα οὐδὲν ἧττον αὐτὴν παρενοχλεῖ, ἀλλὰ καὶ μᾶλλον, | |
5 | ὥσπερ ἡ πεῖνα τὸν πεινῶντα. μᾶλλον γὰρ τότε ἡμᾶς παρενοχλοῦσι, παρ’ ὅπερ ὅταν ἐπιχειρῶμεν ἀναμιμνῄσκεσθαι, τοιοῦτόν τι πάσχοντες, ὁποῖον καὶ ἐν ταῖς μελέταις· πολλάκις γὰρ εἰπὼν ὄνομα, οἷον χερμάδιον φέρε εἰπεῖν, καὶ παυσάμενος τοῦ λέγειν καὶ μηκέτι βουλόμενος εἰπεῖν, ὅμως ἐπέρχεταί μοι πάλιν λέγειν χερμάδιον. ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐν | |
10 | ταῖς ἀναμνήσεσι· παυσάμενοι γὰρ καὶ τὴν διάνοιαν ἐπέχοντες καὶ μὴ ὅλως ἐπιχειροῦντες ἀναμνησθῆναι, ὅμως παρενοχλοῦσιν ἡμᾶς τὰ κινηθέντα καὶ βιάζουσιν ἡμᾶς πρὸς αὐτὰ τρέπεσθαι. τοῦτο δ’ οὐκ ἂν ἐγίνετο, εἰ μὴ σωματικὸν ἦν τὸ πάθος· οὐδὲν γὰρ ἀσώματον κινεῖται καθ’ αὑτό. κινη‐ θείσης γὰρ τῆς καρδίας ἢ τοῦ ἐν αὐτῇ ὑγροῦ (οὐδὲν γὰρ διαφέρει ταύτης | |
15 | ἢ τούτου λέγειν), κινηθείσης δ’ οὖν ἢ κινηθέντος ἐν τῷ ἐπιχειρεῖν ἡμᾶς ἀναμιμνῄσκεσθαι (τρόπον ὃν καὶ τὸ βιβλίον ἐν τῇ ἀναπτύξει, ἐπειδὰν μέλλω‐ μεν ἀναγνῶναι) οὐκέτι ῥᾳδίως καθίσταται καὶ εἰς ἠρεμίαν ἄγεται, ἀλλὰ κινουμένη πάλιν παρενοχλεῖ καὶ βιάζεται πάλιν εἰς κίνησιν τοῦ πράγματος τρέπεσθαι, καίτοι τὴν διάνοιαν ἐπέχοντες, τοιοῦτόν τι πάσχοντες, ὥσπερ | |
20 | ἂν ἡμῶν μὴ ἐθελόντων ἕλκῃ τις ἡμᾶς πρὸς αὐτὸν ἐστράφθαι. μάλιστα δὲ ἐνοχλοῦνται οἱ μελαγχολικοὶ διὰ τὸ εἶναι εὐκίνητοι· ἐν πολλῇ γὰρ ὄντες κινήσει, ὡς ἐρεῖ ἐν τῷ Περὶ ὕπνου (ἡ γὰρ μελαγχολία πνεύματος πολλοῦ καὶ παχέος ἐστὶ κίνησις), ἐπειδὰν ἑνὸς φαντάσματος κίνησις γένηται, εὐθὺς σωρηδὸν ἀνεγείρονται πάμπολλα διὰ τὴν τοῦ ἐν τῇ καρδίᾳ ὑγροῦ εὐκινησίαν, | |
25 | ἃ παρενοχλοῦντα τὴν διάνοιαν καίτοι ἐπέχοντας ἔπεισιν ἡμῖν πάλιν εἰς ζήτησιν τρέπεσθαι. | |
27n | Αἴτιον δὲ τοῦ μὴ ἐπ’ αὐτοῖς εἶναι τὸ ἀναμιμνῄσκεσθαι, | |
28n | ὅτι καθάπερ τοῖς βάλλουσιν. | |
29 | Ἐπειδὴ πολλάκις βουλόμεθα ἀναμνησθῆναι, οὐ δυνάμεθα δὲ καὶ ἢ | |
30 | οὐδ’ ὅλως ἀναμιμνῃσκόμεθα ἢ οὐ τότε, ὅτε βουλόμεθα, τὴν αἰτίαν διὰ τούτων ἐπάγει καί φησιν· αἴτιον δὲ τοῦ βούλεσθαι πολλάκις ἡμᾶς ἀνα‐ μνησθῆναι, μὴ δύνασθαι δὲ τό, ὥσπερ τοῖς βάλλουσι λίθον οὐκ ἔστιν ἐπ’ αὐτοῖς τὸ στῆναι ἢ ὅλως λήψεσθαι, εἰ μὴ κινηθεῖεν καὶ ἀπέλθοιεν πρὸς ἐκεῖνον, οὕτω καὶ τῷ ἀναμιμνῄσκεσθαι βουλομένῳ· σωματικὸν γάρ τι καὶ | |
35 | οὗτος κινεῖ. ὡς γὰρ οὐ δυνάμεθα τόνδε τὸν λόγον ἀναγνῶναι, εἰ μὴ | 39 |
40 | ἀναπτύξομεν τὴν βίβλον, καὶ οὐδὲ τότε ἁπλῶς, ἀλλ’ ὅταν εὑρήσωμεν τὸ χωρίον, ἐν ᾧ γέγραπται, οὕτως οὐδὲ τοῦτο, εἰ μὴ κινήσομεν τὸ αἰσθητήριον, ἐν ᾧ τυγχάνουσιν ὄντα τὰ ἀναζωγραφήματα καὶ οἱ τύποι. τὰ δ’ ἑξῆς σαφῆ. | |
5n | Διὸ καὶ ὀργαὶ καὶ φόβοι, ὅταν κινηθῶσιν, ἀντικινούν‐ | |
6n | των πάλιν τούτων οὐ καθίστανται. | |
7 | Καὶ ἡ ἀνάμνησις καὶ ἡ ὀργὴ καὶ ὁ φόβος σωματικά εἰσι πάθη, ἡ μὲν ὀργὴ ζέσις τοῦ ἐν τῇ καρδίᾳ αἵματος, ὁ δὲ φόβος κατάψυξις τοῦ αὐτοῦ τούτου αἵματος. καὶ διὰ τὸ εἶναι πάντα ταῦτα σωματικὰ πάθη, εἰπὼν διὰ | |
10 | τί οὐκ ἀποκαθίστανται ῥᾳδίως οἱ ἀναμιμνῃσκόμενοι, ἀλλὰ παρενοχλοῦνται, καίπερ πάνυ ἐπέχοντες τὴν διάνοιαν καὶ μὴ ἐῶντες αὐτὴν εἰς ζήτησιν τρέπεσθαι τοῦ πράγματος, λέγει καί, διὰ τί οἱ ὁργιζόμενοι καὶ οἱ φοβού‐ μενοι οὐ ῥᾳδίως ἀποκαθίστανται καὶ ἐπανέρχονται εἰς τὴν προτέραν κατά‐ στασιν, ἐν ᾗ ἐτύγχανον ὄντες πρὸ τῆς ὀργῆς καὶ τοῦ φόβου, ἀλλ’ ἐπὶ πολὺ | |
15 | διαμένουσι τῇ ὀργῇ καὶ τῷ φόβῳ. φησὶν οὖν δι’ ὃ καὶ ὀργαὶ καὶ φόβοι, τουτέστι διὰ τὸ εἶναι καὶ τὴν ὀργὴν καὶ τὸν φόβον σωματικὰ πάθη (ζέσις γὰρ ἡ μὲν ὀργή, ὡς εἴρηται, τοῦ περὶ τὴν καρδίαν αἵματος, κατάψυξις δὲ ὁ φόβος) οὐ ῥᾳδίως ἀποκαθίστανται· ὅταν γὰρ κινηθῶσιν ἡ ὀργὴ καὶ ὁ φόβος, τοῦτο δὲ ταὐτόν ἐστι τῷ ‘ὅταν γὰρ ζέσῃ ἢ τοὐναντίον πάθῃ τὸ περὶ | |
20 | τὴν καρδίαν αἷμα‘, ἀντικινοῦσι τὴν καρδίαν καὶ ζεῖν ἢ ψυχρὰν εἶναι παρα‐ σκευάζουσι· δι’ ὃ οὐ καθίστανται ῥαδίως. οὐ γὰρ ῥᾳδίως τὸ ζέσαν αἷμα ἢ ψυχθὲν ἀποκαθίσταται εἰς τὸ κατὰ φύσιν, ἀλλ’ ἐπὶ τὸ αὐτὸ ἀντι‐ κινοῦσι, τουτέστιν ἀλλὰ θερμανθεῖσα ἡ καρδία ὑπὸ τοῦ αἵματος ἀντιθερ‐ μαίνει αὐτό· τὸ γὰρ αἷμα θερμανθὲν καὶ τὴν καρδίαν θερμῆναν πάλιν ἀντι‐ | |
25 | θερμαίνεται ὑπ’ αὐτῆς. στερροτέρα γὰρ οὖσα καὶ σωματωδεστέρα ἡ καρδία μᾶλλον καὶ θερμαίνεται καὶ φυλάττει τὴν θερμότητα ἤπερ τὸ ἐν αὐτῇ αἷμα ἢ πνεῦμα. ἐκεῖνο μὲν γὰρ ὡς λεπτότερον θερμαίνεται ταχύτερον, | |
αὕτη δὲ ὡς σωματωδεστέρα μᾶλλον. θερμαίνεται μὲν οὖν ἡ καρδία, ἡ | 40 | |
41 | δὲ πάλιν ἐπὶ τὸ αὐτὸ κινεῖ, τουτέστιν ἡ δὲ πάλιν ἀντιθερμαίνει. καὶ ἔοικε τὸ πάθος τό τε ἐν τῇ ἀναμνήσει καὶ τὸ ἐν ταῖς ὀργαῖς καὶ φόβοις τοῖς ᾀδομένοις μέλεσι καὶ λεγομένοις ὀνόμασι. Σαφῆ δὲ τὰ ἑξῆς, τὸ δὲ ἔτι δὲ τὰ παιδία καὶ νανώδη ἐστὶ | |
5 | μέχρι πόρρω τῆς ἡλικίας ἴσον ἐστὶ τῷ ‘διὰ τοῦτο τὰ παιδία μέχρι | |
πόρρω ἐστὶν ἀμνήμονα, ὅτι καὶ νανώδη μέχρι πόρρω ἐστίν‘. | 41 | |
42(1t) | ΕΙΣ ΤΟ ΠΕΡΙ ΥΠΝΟΥ ΚΑΙ ΕΓΡΗΓΟΡΣΕΩΣ. | |
2n | Περὶ δὲ ὕπνου καὶ ἐγρηγόρσεως ἐπισκεπτέον. | |
3 | Μετὰ τὸ περὶ μνήμης καὶ τοῦ μνημονεύειν τὸν περὶ ὕπνου καὶ ἐγρη‐ γόρσεως προχειρίζεται λόγον. σαφῆ δὲ ἃ καταλέγει, πλὴν τὸ ἢ συμβαίνει | |
5 | μὲν ἀεὶ καθεύδουσιν ἐνυπνιάζειν οὔκ ἐστι λύσις τοῦ προαπορηθέντος προσεχῶς, ἀλλ’ ἔκθεσις καὶ αὐτό ἐστι τῶν μελλόντων ζητηθῆναι. τὸ δὲ καὶ ὧν τὸ δαιμόνιον ἔχει τὴν αἰτίαν ταὐτόν ἐστι τῷ ‘καὶ ἃ ὑπὸ τοῦ δαιμονίου μέλλει πράσσεσθαι‘. | |
9n | Πρῶτον μὲν τοῦτό γε φανερόν, ὅτι τῷ αὐτῷ τοῦ ζῴου | |
10n | ἥ τε ἐγρήγορσις ὑπάρχει καὶ ὁ ὕπνος. | |
11 | Τὸ προκείμενόν ἐστι δεῖξαι, ὅτι οὗ μορίου πάθος ἐστὶν ὁ ὕπνος, τοῦ αὐτοῦ τούτου ἐστὶ καὶ ἡ ἐγρήγορσις. οὐ γὰρ κατ’ ἄλλο μὲν μέρος, οἷον φέρε εἰπεῖν κατὰ τὴν καρδίαν, γίνεται ὁ ὕπνος, κατ’ ἄλλο δέ, οἶον κατὰ τὸν ἐγκέφαλον, γίνεται ἡ ἐγρήγορσις, ἀλλ’ ἐν τῷ αὐτῷ καὶ ἑνὶ ἀμφότερα. | |
15 | μετὰ δὲ τὸ δεῖξαι ὅτι ἐν τῷ αὐτῷ καὶ ἑνί, τότε δείκνυσι καὶ τί ἐστι τοῦτο, ἐν ᾧ γίνεται ὁ ὕπνος καὶ ἡ ἐγρήγορσις. ἔσχατα δὲ λέγει τὰ ἐναντία τὰ πρός τι καὶ ὅλως πάντα τὰ ἀντικείμενα. τὸ δὲ καὶ ἐπὶ τῶν ἄλλων καὶ ἐπὶ τῶν φυσικῶν ἴσον ἐστὶ τῷ καὶ ἐπὶ τῶν τεχναστῶν καὶ ἐπὶ τῶν φυσι‐ κῶν. ἐν ᾧ γὰρ ἡ ἁρμονία ἐπὶ τῶν τεχναστῶν, ἐν τούτῳ καὶ ἡ ἀναρμοστία, | |
20 | καὶ ἐν ᾧ ἡ τάξις καὶ ἡ σύνθεσις, ἐν τούτῳ καὶ ἡ ἀταξία καὶ ἡ ἀσυνθεσία· ὥστε καὶ ἐν ᾧ ὁ ὕπνος, ἐν τούτῳ καὶ ἡ ἐγρήγορσις· ἀντίκεινται γὰρ ὡς | |
στέρησις καὶ ἕξις. | 42 | |
43(1n) | Ἔτι καὶ ἐκ τῶνδε δῆλον· ᾧ γὰρ τὸν ἐγρηγορότα γνωρί‐ | |
2n | ζομεν, τούτῳ καὶ τὸν κάθυπνον. | |
3 | Καὶ τοῦτο κατασκευαστικόν ἐστι τοῦ ‘ἐν ᾧ ἡ ἐγρήγορσις, ἐν τούτῳ καὶ ὁ ὕπνοσ‘. ἔστι δὲ τὸ λεγόμενον· τὸν αἰσθανόμενον νομίζομεν ἐγρηγορέναι, καὶ | |
5 | πάντα τὸν ἐγρηγορότα φαμὲν αἰσθάνεσθαι ἤ τινος τῶν ἔξωθεν κινήσεων ἢ τῶν ἐν αὐτῷ. ἐν αὐτῷ δ’ ἂν εἶεν κινήσεις τὸ διαλογίζεσθαι, τὸ νοεῖν, τὸ φαντάζεσθαι, τὰ ὅμοια, ἐκτὸς δὲ τὰ αἰσθητά. εἰ οὖν ἡ ἐγρήγορσις ἐν οὐδενὶ ἄλλῳ τὸ εἶναι ἔχει ἢ τῇ αἰσθήσει, δῆλον ὡς ἐν ᾧ αἰσθάνεται τὰ ζῷα, ἐν τούτῳ καὶ ἐγρήγορεν. εἰ δὲ τοῦτο, δηλονότι καὶ ἐν τούτῳ καθεύδει. | |
10 | τῶν γὰρ ἀντικειμένων ἐν ᾧ θάτερον, καὶ τὸ λοιπόν. | |
11n | Ἐπεὶ δὲ οὔτε τῆς ψυχῆς ἴδιον τὸ αἰσθάνεσθαι οὔτε τοῦ | |
12n | σώματος. | |
13 | Δείξας, ὅτι ἐν ᾧ ἐγρήγορε τὰ ζῷα, ἐν τούτῳ καὶ καθεύδει, ἐντεῦθεν συνάγει, ὅτι οὔτε τῆς ψυχῆς ἐστι μόνης τὸ ἐγρηγορέναι καὶ καθεύδειν οὔτε | |
15 | τοῦ σώματος μόνου, ἀλλὰ τοῦ ἐκ ψυχῆς καὶ σώματος. εἰπὼν δέ, ὅτι οὔτε τῆς ψυχῆς ἐστι μόνης τὸ αἰσθάνεσθαι οὔτε τοῦ σώματος, συντόμως τὴν αἰτίαν τούτου ἐπήγαγε διὰ τοῦ οὗ γὰρ ἡ δύναμις, τούτου καὶ ἡ ἐνέρ‐ γεια. ἐν ᾧ γὰρ δυνάμεθα ὁρᾶν ἢ ἀκούειν ἢ γράφειν, ἐν τούτῳ καὶ ἐνερ‐ γοῦμεν, ὥστε καὶ ἀντιστρέψαντας ἀληθὲς εἰπεῖν, ὅτι ἐν ᾧ ἐνεργοῦμεν, ἐν | |
20 | τούτῳ καὶ δυνάμεθα. ἡ δὲ κατ’ ἐνέργειαν αἴσθησις οὔτε τοῦ σώματός ἐστιν οὔτε τῆς ψυχῆς, ἀλλὰ τοῦ συναμφοτέρου, εἴπερ ἡ κατ’ ἐνέργειαν αἴσθησις κίνησις ψυχῆς δι’ αἰσθητηρίων γινομένη, ὡς ἐν τῷ Περὶ ψυχῆς εἴρηται. εἰ δὲ τοῦτο, φανερόν, ὅτι οὔτε τῆς ψυχῆς ἴδιον τὸ πάθος τοῦτ’ ἐστί, τὸ αἰσθάνεσθαι, οὔτε τοῦ σώματος. εἰ δὲ μὴ τούτων τινὸς χωρίς, ἀλλὰ τοῦ | |
25 | συναμφοτέρου, δῆλον ὡς τὸ ἐγρηγορέναι καὶ καθεύδειν οὐδενὸς τούτων χωρίς, ἀλλὰ τοῦ συναμφοτέρου. | |
27n | Καὶ τοῦ μὲν θρεπτικοῦ χωριζομένου τῶν ἄλλων ἐν | |
28n | τοῖς ἔχουσι σῶμα. | |
29 | Τὸ ἐν τοῖς ἔχουσι σῶμα ἢ παρέλκει ἤ, εἰ μὴ παρέλκει, ἴσον | |
30 | ἐστὶ τῷ ‘ἐν τοῖς ἐμψύχοις σώμασιν‘. τὸ δὲ οὔτε εἰ χωριστόν ἐστιν οὔτ’ | |
εἰ μὴ χωριστόν, ταὐτόν ἐστι τῷ ‘εἴτε χωριστόν ἐστι τὸ αἰσθητικὸν τοῦ | 43 | |
44 | θρεπτικοῦ καὶ τῷ ὑποκειμένῳ, ὥσπερ καὶ τῷ λόγῳ‘. ὅτι γὰρ τῷ λόγῳ ἕτερόν ἐστι τὸ αἰσθητικὸν τοῦ θρεπτικοῦ, φανερόν ἐστιν· εἰ δὲ καὶ τῷ ὑπο‐ κειμένῳ, οὐ παντὶ δῆλον. εἴτε οὖν καὶ τῷ ὑποκειμένῳ ἐστὶ χωριστὸν εἴτε καὶ μή, ἀλλ’ οὖν τῷ λόγῳ καὶ τῇ φύσει ἕτερόν ἐστι τὸ αἰσθητικὸν τοῦ | |
5 | θρεπτικοῦ. | |
6n | Ὁμοίως δὲ καὶ ὅτι οὐδέν ἐστιν, ὃ ἀεὶ ἐγρήγορεν ἢ | |
7n | ἀεὶ καθεύδει. | |
8 | Ἐντεῦθεν δείκνυσιν, ὅτι πᾶν ὃ ἐγρήγορεν καθεύδει καὶ πᾶν τὸ καθεῦδον γρηγορεῖ, καὶ οὐδέν ἐστι τῶν ὑπὸ σελήνην ζῴων, ὅπερ ἢ ἀεὶ καθεύδει | |
10 | ἢ ἀεὶ γρηγορεῖ, ἀλλὰ πᾶν τὸ ἐγρηγορὸς μεταβάλλει εἰς ὕπνον καὶ πᾶν τὸ ὑπνῶττον εἰς ἐγρήγορσιν. τὸ δὲ οὔτε γὰρ εἴ τί ἐστι ζῷον ἔχον αἴσθησιν, τοῦτο ἐνδέχεται οὔτε καθεύδειν οὔτε ἐγρηγορέναι, ὑπο‐ δύσκολόν πως ὄν, τοιοῦτόν ἐστιν· οὐδὲν γάρ ἐστι ζῷον στερούμενον ἀμφοτέρων, ὥστε μήτε ἐγρηγορέναι μήτε καθεύδειν· τοῦτο γὰρ τῶν ἀψύχων ἐστίν· τὰ γὰρ | |
15 | ἄψυχα οὔτε γρηγοροῦσιν οὔτε καθεύδουσι, πᾶν δὲ ζῷον, ὡς δειχθήσεται, καὶ ἐγρήγορε καὶ καθεύδει. εἰπὼν δέ, ὅτι οὐδέν ἐστι ζῷον ἐστερημένον τούτων, τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπών· ἄμφω γάρ ἐστι πάθη ταῦτα περὶ αἴσθησιν τοῦ πρώτου αἰσθητικοῦ, πάθη λέγων τὸ ἐγρηγορέναι καὶ καθεύδειν, πρῶτον δὲ αἰσθητικὸν τὴν αἰσθητικὴν ψυχήν, ἥτις ἵδρυται περὶ | |
20 | τὴν καρδίαν, ὡς ἐν ἄλλοις δέδεικται. εἰ οὖν τὸ ἐγρηγορέναι καὶ καθεύδειν πάθη ἐστὶ τοῦ πρώτου αἰσθητικοῦ, οὐδὲν ἂν εἴη ζῷον μήτε ἐγρηγορὸς μήτε ὑπνῶττον. | |
23n | Ἔτι ὅσων ἐστί τι ἔργον κατὰ φύσιν, ὅταν ὑπερ‐ | |
24n | βάλλῃ ἤ τι ὧν δύναται τῷ χρόνῳ ποιεῖν. | |
25 | Φέρεται καὶ ἄλλη γραφὴ ἔχουσα οὕτως· ἔτι ὅσων ἔστι τι ἔργον κατὰ φύσιν, ὅταν ὑπερβάλλη τὸν χρόνον, ἐν ὅσῳ δύναταί τι ποιεῖν, καὶ ἔστι σαφεστέρα αὕτη ἡ γραφή. δείκνυσι δὲ διὰ τούτων, ὅτι πᾶν τὸ ἐγρηγορὸς καθεύδει, καὶ ἀδύνατόν ἐστί τι ἀεὶ ἐγρηγορέναι. προ‐ λαμβάνει δὲ ἀξίωμα τοιοῦτον· ὅσων ἐστί τι ἔργον κατὰ φύσιν, ὅταν ὑπερ‐ | |
30 | βάλλῃ τὸν χρόνον, καθ’ ὃν πέφυκε τοῦτο ποιεῖν, ἀνάγκη κάμνειν καὶ μὴ | 44 |
45 | δυνάμενον πρόσω προβαίνειν παύεσθαι. καὶ δῆλον τοῦτο ἐπὶ τῶν γινο‐ μένων καθ’ ἑκάστην. φέρουσι γὰρ τὰ ὑποζύγια φόρτον ἄχρι τινός· ἢν δέ τις αὐτὰ περαιτέρω βιάσηται, πίπτουσι. καὶ ἀναγινώσκει τις ἄχρι τινός, καὶ τέλος καταντᾷ εἴς τι μέρος χρόνου, οὗ περαιτέρω ἀδυνατῶν προβῆναι | |
5 | παύεται τῆς ἀναγνώσεως. καὶ ὁ ἀνδριαντοποιὸς καὶ ὁ τέκτων καὶ πᾶς ὁστισοῦν ἐνεργεῖ μέχρι τινός· ὅταν δ’ ὑπερβάλλῃ τὸν χρόνον, ὃν ἐπεφύκει ἐνεργεῖν, ἀδυνατεῖ καὶ παύεται. εἰ δὲ ἐπὶ πάντων οὕτως, δηλονότι καὶ ἐπὶ τοῦ ἐγρηγορέναι οὕτως ἕξει. καὶ ἐπεὶ ἐνέργειά τίς ἐστιν ἡ ἐγρήγορσις, ὅταν ὑπερβάλλῃ τὸν χρόνον, ἀδυνατεῖ καὶ παύεται τοῦ ἐγρηγορεῖν· ἐναντίον | |
10 | δὲ τῷ ἐγρηγορέναι τὸ καθεύδειν. τῶν δ’ ἀμέσων ἐναντίων, μᾶλλον δὲ τῶν κατὰ στέρησιν καὶ ἕξιν ἂν θάτερον μὴ παρῇ, ἀνάγκη θάτερον εἶναι. ὥστε τῆς ἐγρηγόρσεως μὴ οὔσης ἀνάγκη τὸν ὕπνον παρεῖναι· ἅπαν ἄρα τὸ ἐγρη‐ γορὸς ἀναγκαῖόν ἐστι καθεύδειν. οὐδὲν ἄρα ἐστίν, ὅπερ ἀεὶ ἐγρήγορεν. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη, τὰ δὲ κατὰ τὴν λέξιν ὧδέ πως ἔχει. | |
15 | τὸ γὰρ ὅταν ὑπερβάλλῃ τὸν χρόνον ἤ τι ὧν δύναται ποιεῖν οὕτως ἐπῆκται, ὡς εἰ ἔλεγεν· ὅταν ὑπερβάλλῃ τὸν χρόνον, καὶ τί δεῖ λέγειν τὸν χρόνον, ὅταν ἁπλῶς ὑπερβάλλῃ κατά τι τῶν πραγμάτων, ὧν ἔχει δύναμιν ἐργάζεσθαι. οὐ γὰρ πάντα δύναται ποιεῖν οὐδὲ πάντων ἔχει τέχνην ἢ ἐπιστή‐ μην ἢ δύναμιν, ἀλλὰ τινῶν μὲν, τινῶν δ’ οὔ. ὅταν οὖν κατά τι τούτων ὑπερ‐ | |
20 | βάλλῃ, ἀνάγκη ἀδυνατεῖν. σαφεστέρα δὲ καὶ καταλληλοτέρα ἡ ἑτέρα γραφὴ ἡ οὕτως ἔχουσα· ὅταν ὑπερβάλλῃ τὸν χρόνον, ἐν ὅσῳ δύναται ποιεῖν. ὅταν γὰρ ὑπερβάλλῃ τὸν χρόνον, ἐν ᾧ πέφυκεν ἡ δύναμις αὐτοῦ ποιεῖν τι, ἀδυνατεῖ. τὸ δὲ εἰ τοίνυν τὸ ἐγρηγορέναι ὥρισται τῷ λελύσθαι τὴν αἴσθησιν ἴσον ἐστὶ τῷ ‘εἰ τοίνυν ἡ ἐγρήγορσις ἕως τότε πάρεστι | |
25 | καὶ ἕως τότε τὸ εἶναι ἔχει ἕως ἂν λυθείη ἡ αἴσθησισ‘. τῆς γὰρ αἰσθή‐ σεως καὶ τοῦ αἰσθάνεσθαι λυθέντος λύεται καὶ ἡ ἐγρήγορσις. ἢ ἀντὶ τοῦ ὥρισται ληπτέον τὸ παύεται, καὶ εἴη ἂν τὸ λεγόμενον τοιοῦτον· εἰ τοίνυν τὸ ἐγρηγορέναι παύεται τῷ λυθῆναι τὴν αἴσθησιν, ἀναγκαῖον ἂν εἴη καθεύδειν. | |
29n | Εἰ οὖν τὸ τοιοῦτον πάθος ὕπνος. | |
30 | Τοιοῦτον πάθος λέγει τὸ καθεύδειν. ἔστι δὲ τὸ ἑξῆς τῆς λέξεως· εἰ οὖν τὸ τοιοῦτον πάθος ὕπνος, ἀνάγκη πᾶν τὸ ἐγρηγορὸς καθεύ‐ | |
δειν· ἀδύνατον γὰρ ἀεὶ ἐνεργεῖν. τὰ δ’ ἄλλα μεταξὺ παρέρριπται. ἔστι δὲ | 45 | |
46 | τὸ λεγόμενον διὰ τῶν μεταξὺ τοιοῦτον· τοῦτο δὲ τὸ ὑπνώττειν ἐστὶν ἀδυνα‐ μία δι’ ὑπερβολὴν τοῦ ἐγρηγορέναι. ὅταν γὰρ ὑπερβάλλῃ τὴν οἰκείαν δύναμιν, καθ’ ἣν τὸ ἐγρηγορὸς δύναται γρηγορεῖν, ἀδυνατεῖ καὶ παύεται. καὶ ἐπεί τινες ὑπερέβαλον καὶ διετέλεσαν ἐγρηγορότες καὶ πόρρω τῆς | |
5 | οἰκείας δυνάμεως (πολλοὶ γὰρ καὶ εἰς ἓξ καὶ εἰς ἑπτὰ νυχθήμερα ἄυπνοι διετέλεσαν καὶ εἰς ἐννέα, καὶ τούτων οἱ μὲν διὰ νόσον, οἱ δὲ διὰ ἴσχνανσιν ἢ ξήρανσιν) καὶ τέλος ἢ ὕπνωσαν ἢ ἀπέθανον, διορίζεται καὶ περὶ τούτων λέγων· ἡ δὲ τοῦ ἐγρηγορέναι ὑπερβολή, τουτέστι ἡ δὲ μακρὰ ἐγρή‐ γορσις, γίνεται ὁτὲ μὲν διὰ νόσον, ὁτὲ δὲ καὶ ἄνευ νόσου. ὥστε καὶ ἡ | |
10 | ἀδυναμία, τουτέστιν ὥστε καὶ ὁ μακρὸς ὕπνος γίνεται διὰ νόσον (ὅπερ καὶ ἐγὼ ἐπεπόνθειν· πυρέξας γὰρ τρία διετέλεσα νυχθήμερα κοιμώμενος), ὁτὲ δὲ καὶ ἄνευ νόσου, ὡς τὰ βρέφη καὶ ἄλλοι τινὲς δι’ ὑγρότητα πολλὴν τοῦ σώματος. ταῦτα δείξας, δείκνυσιν ὅτι οὐδὲ ἐνδέχεταί τι ἀεὶ καθεύδειν οὕτως. ἐπεὶ γὰρ ὁ ὕπνος πάθος τί ἐστι τοῦ αἰσθητικοῦ μορίου | |
15 | καὶ οἷον δεσμός τις καὶ ἀκινησία, ὡς δέδεικται καὶ ἔτι δειχθήσεται, αἰσθητικὸν δὲ λέγεται οὐ μόνον τὸ ἐνεργοῦν κατὰ τὴν αἴσθησιν, ἀλλὰ καὶ τὸ μὴ ἐνεργοῦν δυνάμενον δὲ ἐνεργῆσαι, ὥσπερ καὶ γελαστικὸν τὸ δυνάμενον γελᾶν, πᾶσα δὲ δύναμις εἰς ἐνέργειαν ἄγεται, ὡς ἐν τῷ πρώτῳ τῆς Περὶ οὐρανοῦ πραγματείας δέδεικται, ἀνάγκη καὶ τὸ καθεῦδον καὶ δύναμιν ἔχον | |
20 | γρηγορεῖν ἐγρηγορὸς γενέσθαι. καὶ ἐπεὶ τὸ καθεύδειν ἐστὶν ἀναισθητεῖν, ἀδύνατον τὸν καθεύδοντα αἰσθάνεσθαι· ἅμα γὰρ ἔσται ἐν ταὐτῷ τἀναντία. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ ἐνεργεῖν δὲ τῇ αἰσθήσει κυρίως καὶ ἁπλῶς ἀδύνατον καθεῦδον ἅμα. τὸ δὲ κυρίως καὶ ἁπλῶς πρόσ‐ κειται διὰ τὰ ἐν τοῖς ὕπνοις φαντάσματα. αἰσθάνεται γὰρ τρόπον τινὰ καὶ | |
25 | τότε, ὡς καὶ αὐτὸς ἐρεῖ, ἀλλ’ οὐ κυρίως καὶ ἁπλῶς, ὥσπερ ὅταν γρη‐ γορῇ. ὅτι δὲ ὁ ὕπνος ἀκινησία καὶ οἷον δεσμός τίς ἐστι τῆς αἰσθήσεως, εἴρηται καὶ πρὸ ὀλίγου, ἐν δὲ τῇ λέξει τῇ ἐν δὲ τοῖς φυτοῖς οὐδὲν ὑπάρχει τούτων τὸ τούτων περὶ τοῦ χαίρειν καὶ λυπεῖσθαι εἴρηται· τὰ γὰρ φυτὰ οὔτε χαίρει οὔτε λυπεῖται. | |
30n | Σημεῖον δ’ ὅτι καὶ τὸ ἔργον τὸ αὐτοῦ ποιεῖ τὸ θρεπ‐ | |
31n | τικὸν μόριον ἐν τῷ καθεύδειν μᾶλλον. | |
32 | Ἐπειδὴ τὰ φυτὰ καὶ τρέφεται καὶ αὔξεται καὶ ὅμοια ἑαυτοῖς γεννᾷ, | 46 |
47 | ἵνα μή τις τῶν ἐκ τοῦ Πλάτωνος (ὁ γὰρ Πλάτων ἥδεσθαι λέγει τὰ φυτά) εἴποι, ὅτι, εἰ μὴ ἔχοι αἴσθησιν καὶ δηλονότι καὶ ἡδονὴν καὶ λύπην, πῶς τρέφεται, λέγει ὅτι τὰ ἔχοντα αἴσθησιν τότε μᾶλλον τρέφεται, ὅταν μὴ ἐνεργῶσι κατὰ τὴν αἴσθησιν. εἰ δὲ τὰ ἔχοντα αἴσθησιν τότε μᾶλλον τρέ‐ | |
5 | φεται, φανερόν, ὅτι οὐδὲ προσδεῖται ταύτης ἐν τῷ τρέφεσθαι. ὥστε οὐ δεῖ λέγειν, ὅτι, ἐπειδὴ τρέφονται, ἔχουσι τὴν αἰσθητικὴν ψυχήν. εἰ δὲ μὴ ἔχει αὐτήν, οὔτε ὑπνώττει οὔτε ἥδεται οὔτε λυπεῖται. ταῦτ’ εἰπὼν λέγει, ὅτι εἴτε διὰ πλειόνων αἰσθήσεων γίνεται ὁ ὕπνος εἴτε διὰ μιᾶς σκεπτέον. δειχθέντος δὲ ὅτι ἅπαντα τὰ ζῷα καθεύδει, δηλονότι ἐκείνης τῆς αἰσθή‐ | |
10 | σεως ὁ ὕπνος ἔσται πάθος, ἣν ἔχει πάντα τὰ ζῷα. αὕτη δ’ ἐστὶν ἡ ἁφή· οὐδὲν γὰρ ζῷόν ἐστι χωρὶς ἁφῆς. ἐν δὲ τῇ λέξει τῇ ἀδύνατον δ’ ἐστὶν ἁπλῶς ὁποιανοῦν αἴσθησιν αἰσθάνεσθαι τὸ καθεῦδον ζῷον τὸ ἁπλῶς πάλιν πρόσκειται διὰ τὰ ἐνύπνια· εἰσὶ γὰρ τὰ ἐνύπνια τρόπον τινὰ αἰσθήσεις. ἁπλῶς δὲ καὶ κυρίως οἷον ὁρᾶν ἢ ἀκούειν ἢ κατ’ ἄλλην | |
15 | τινὰ ἐνεργεῖν αἴσθησιν τὸ καθεῦδον ζῷον ἀδύνατόν ἐστιν. εἰ δὲ τοῦτο, φανερόν, ὅτι πᾶσιν ἀναγκαῖον ὑπάρχειν τὸ αὐτὸ πάθος ἐν τῷ καλουμένῳ ὕπνῳ, λέγων πάθος τὸ μὴ αἰσθάνεσθαι. | |
18n | Εἰ γὰρ τῇ μέν, τῇ δὲ μή, ταύτῃ καθεῦδον αἰσθήσεται. | |
19 | Τουτέστιν εἰ δὲ κατά τι μὲν αἰσθάνεται, κατά τι δὲ ἀναισθητεῖ, ἔσται | |
20 | ἅμα αἰσθανόμενον καὶ μὴ αἰσθανόμενον· ὅπερ ἀδύνατον. ᾗ μὲν γὰρ καθεύδει, ἔσται ἀναίσθητον (δεσμὸς γὰρ ὁ ὕπνος αἰσθήσεως), ᾗ δὲ αἰσθάνεται, ὡς ἡ ὑπόθεσις, ἔσται αἰσθανόμενον. τοῦτο δὲ ταὐτόν ἐστι τῷ ‘ἔσται ἅμα ἐγρηγορὸς καὶ μὴ ἐγρηγορόσ‘· ὅπερ ἀδύνατον. ὅτι δὲ οὔτε τῇ ὄψει κρίνο‐ μεν ὅτι ὁρῶμεν οὔτε τῇ ἀκοῇ ὅτι ἀκούομεν, ἀλλὰ τῇ κοινῇ, ἥτις ἵδρυται | |
25 | περὶ τὴν καρδίαν, δέδεικται ἐν τῷ δευτέρῳ βιβλίῳ τῶν Περὶ ψυχῆς, ἥτις κοινὴ αἴσθησις μία μέν ἐστι τῷ ὑποκειμένῳ, τῷ δὲ λόγῳ πλείους· ἐπεὶ καὶ τὰ γένη, ἤτοι τὰ ὑποκείμενα, ἑκάστῃ αἰσθήσει πολλά, εἴπερ ἄλλα μὲν τὰ χρώματα καὶ ἄλλοι οἱ ψόφοι καὶ ἕτεροι οἱ χυμοί. | |
29n | Τὸ δ’ εἶναι αἰσθήσει τοῦ γένους ἑκάστου ἕτερον. | |
30 | Τουτέστι τὸ δὲ εἶναι καὶ ὁ λόγος ἑκάστης αἰσθήσεως ἕτερος, ἐπειδὴ | |
καὶ ὁ λόγος ἑκάστου γένους τῶν αἰσθητῶν ἕτερος, ὥσπερ καὶ τὸ τοῦ κύκλου | 47 | |
48 | κέντρον, ἀφ’ οὗ πρὸς τὴν περιφέρειαν πολλαὶ πίπτουσι γραμμαί· τοῦτο γὰρ καὶ ἕν ἐστι καὶ πολλά, ὡς καὶ περὶ τούτου εἴρηται ἐν τῷ Περὶ ψυχῆς. | |
3n | Τοῦτο δ’ ἅμα τῷ ἁπτικῷ μάλισθ’ ὑπάρχει. | |
4 | Τοῦτο λέγει τὴν κοινὴν αἴσθησιν· τῆς γὰρ ἁφῆς χωριζομένης τῶν | |
5 | ἄλλων αἰσθήσεων (εἰσὶ γάρ τινα ζῷα, ὡς τὰ ὄστρεια, μόνην ἔχοντα τὴν ἁφήν· ἡ γὰρ γεῦσις ἁφή τίς ἐστι), χωριζομένης οὖν ταύτης τῶν ἄλλων δηλονότι ἅμα τῇ ἁφῇ ἐστιν ἡ κοινὴ αἴσθησις. εἰ δὲ χρὴ τἀληθὲς εἰπεῖν, ἁφὴ καὶ κοινὴ αἴσθησις ταὐτόν ἐστι· ταύτῃ γὰρ κοινωνεῖ πάντα τὰ ζῷα, ἀλλ’ οὐ τῇ ὄψει ἢ τῇ ἀκοῇ. ὥστε καὶ ὁ ὕπνος τῆς ἁφῆς ἐστι πάθος καὶ | |
10 | οὐδεμιᾶς ἄλλης. εἰπὼν δὲ ὅτι τῆς ἁφῆς ἐστιν ὁ ὕπνος πάθος καὶ ἡ ἐγρήγορσις, ἐπήγαγεν· εἰ γὰρ τῷ πάσας τι πεπονθέναι τὰς αἰσθή‐ σεις ἐγίνετο τὸ καθεύδειν, ἄτοπον, καὶ τὰ ἑξῆς τῆς λέξεως. εἰσὶ δὲ τὰ λεγόμενα κατασκευαστικὰ τοῦ ὅτι ὁ ὕπνος οὔκ ἐστι πάθος πασῶν τῶν αἰσθήσεων, ἀλλὰ μόνης τῆς ἀφῆς. κατασκευάζει δὲ αὐτὸ ἐκ τοῦ ἐναντίου | |
15 | οὕτως· εἰ μή ἐστιν ἀνάγκη ἅμα πάσας ἐνεργεῖν τὰς αἰσθήσεις, οὐδὲ ἅμα πᾶσαι ἀκινητίσουσιν. ἀλλὰ μὴν ἅμα πάσας ἐνεργεῖν οὐκ ἔστιν ἀνάγκη, ὥστε οὐδὲ ἅμα πᾶσαι ἀκινητίσουσιν. ὅτι δὲ οὐκ ἀνάγκη ἅμα πάσας ἐνεργεῖν, δῆλον· οὐδεμία γὰρ ἀνάγκη τῷ ὁρῶντι ἕπεσθαι καὶ τὸ ἀκούειν καὶ τὸ ἅπτεσθαι καὶ γεύεσθαι, οὐδὲ μὴν τῷ ἀκούοντι τὸ ὁρᾶν· τῷ μὲν γὰρ βαδί‐ | |
20 | ζοντι ἀνάγκη πάντως ἀμείβειν τόπον, τῷ δ’ ὁρῶντι οὐκ ἀνάγκη ἀκούειν. εἰ οὖν οὔκ ἐστιν ἀνάγκη, ναὶ μὴν οὐδὲ πάσας δυνατὸν ἅμα ἐνεργεῖν· ἐκκρούει γὰρ ἡ θατέρας ἐνέργεια τὴν θατέρας· ὁρῶντες γάρ τι μετ’ ἐπιμελείας, οὐδὲν ὅλως ἀκούομεν τῶν ὁμιλούντων, ἢ καὶ ἀκούοντές τινος ἐπιμελῶς οὐχ ὁρῶμεν τοὺς παριόντας. εἰ δὴ οὐκ ἔστιν ἀναγκαῖον οὐδὲ δυνατὸν πάσαις | |
25 | ἅμα ταῖς αἰσθήσεσιν ἐνεργεῖν, δῆλον ὡς οὐδὲ ἀκινητίζειν. τίς γὰρ ἀνάγκη τὸν μὴ ὁρῶντα εὐθὺς μηδὲ ἀκούειν; | |
27n | Τοὐναντίον γὰρ εὐλογώτερον συμβαίνει αὐταῖς τοῦ μὴ | |
28n | ἅμα ἠρεμεῖν. | |
29 | Τὸ λεγόμενόν ἐστι· μᾶλλον γάρ ἐστιν εὔλογον ἅμα πάσαις ἐνεργεῖν | |
30 | ἤπερ ἅμα πάσαις ἀκινητίζειν. εἰ δὲ ἅμα ἐνεργεῖν οὐχ ἐνδέχεται, ὅπερ ἐστὶν εὐλογώτερον, πολλῷ μᾶλλον οὐκ ἐνδέχεται ἅμα ἀκινητίζειν, ὅπερ | |
ἐστὶν οὐκ εὐλογώτερον. ὅτι δέ, φησίν, οὐκ ἔστιν ὁ ὕπνος ἐν τῷ τὰς | 48 | |
49 | αἰσθήσεις πάσας ἀργεῖν, δῆλον καὶ ἐκ τῶν λειποψυχούντων· ἐν γὰρ ταῖς λειποψυχίαις ἠρεμοῦσι μὲν πᾶσαι αἱ αἰσθήσεις, ὕπνος δὲ οὐκ ἔστιν· οὐδεὶς γάρ φησι τὸν λειποψυχοῦντα ὑπνώττειν. ὁμοίως δὲ καὶ ἐν ταῖς ἐκνοίαις (ἔκνοια δέ ἐστι μανία τις)· πολλοὶ γὰρ ἐν ταῖς ἐκνοίαις κατεσθίουσιν αὑτῶν | |
5 | τὰς σάρκας καὶ οὐκ ἐπαισθάνονται. ἔστι δὲ καὶ τότε ἠρεμία πασῶν τῶν αἰσθήσεων, ὕπνος δὲ οὐκ ἔστιν· οὔτε γὰρ ἀκούουσιν οὔθ’ ὁρῶσιν οἱ μαινό‐ μενοι οὔτε κατ’ ἄλλην τινὰ αἴσθησιν αἰσθάνονται. πῶς γάρ, οἵτινες τὰς σάρκας ἐσθίοντες οὐδεμιᾶς ὀδύνης αἴσθησιν λαμβάνουσιν; ἀλλὰ καὶ τὰς ἐν τῷ αὐχένι δύο φλέβας εἴ τις δήσει, ἀναισθητεῖ τὸ ζῷον, ὕπνος δὲ οὐκ | |
10 | ἔστιν. ἀλλ’ ὅταν ἡ ἀδυναμία τοῦ αἰσθάνεσθαι μήτε ἔν τινι τῶν αἰσθητηρίων γένηται (ἐνδέχεται γὰρ πηρωθῆναι τὰ αἰσθητήρια, ἀλλ’ ὅμως οὐδὲ ἡ ἀκινη‐ σία τῶν αἰσθήσεων ἡ διὰ πήρωσιν τῶν αἰσθητηρίων γινομένη ὕπνος ἐστίν), ὅταν οὖν μήτε ἔν τινι τῶν αἰσθητηρίων μήτε δι’ ἣν ἔτυχεν αἰτίαν γένηται, οἷον δι’ ἐπίληψιν ἢ κατάληψιν τῶν ἐν τῷ αὐχένι φλεβῶν, ἀλλ’ ἐν τῷ | |
15 | πρώτῳ αἰσθητηρίῳ καὶ τῇ πρώτῃ αἰσθήσει, τότ’ ἐστὶν ὁ ὕπνος. | |
16n | Ἐπεὶ δὲ τρόποι πλείους τῆς αἰτίας· καὶ γὰρ τὸ τίνος | |
17n | ἕνεκεν καὶ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως. | |
18 | Τίνος ἕνεκεν λέγει τὸ τελικόν, ὅθεν δὲ ἡ ἀρχὴ τῆς κινήσεως τὸ ποιητικόν. ἔστι δὲ ἡ τοῦ λόγου ἀπόδοσις εἰς τὸ ὥστε σωτηρίας | |
20 | ἕνεκα τῶν ζῴων ὑπάρχει, καὶ εἴη ἂν τὸ ὥστε ἴσον τῷ δῆλον. ὅτι δὲ καὶ ἡ ἀνάπαυσις ἀναγκαία καὶ ὠφέλιμος τυγχάνει τοῖς μὴ δυναμένοις ἀεὶ καὶ συνεχῶς κινεῖσθαι, παντί που πάντως καταφανές ἐστι· διὰ γὰρ τὸ εἶναι ταύτην αὐτοῖς ὠφέλιμον ἀληθέστατα μεταφέρουσι καὶ καλοῦσι τὸν μὲν ὕπνον ἀνάπαυσιν, τὸ δὲ ὑπνώττειν ἀναπαύεσθαι. ἐρωτώμενοι γὰρ περὶ | |
25 | τοῦ ὑπνοῦντος τί ποιεῖ, ἀντὶ τοῦ εἰπεῖν, ὅτι ὑπνώττει, πολλάκις μετα‐ φέροντές φαμεν ὅτι ἀναπαύεται. καὶ ἔστιν ὁ ὕπνος ὡς ἕνεκά του καὶ οὐχ ὡς τέλος· ἕνεκα γὰρ σωτηρίας ὁ ὕπνος, ἀλλ’ οὐκ ἔστι τέλος· ἡ γὰρ ἐγρή‐ γορσίς ἐστι τέλος. εἰπὼν δὲ ὅτι ἡ ἐγρήγορσις τέλος, κατασκευάζων τοῦτο ἐπήγαγε· τὸ γὰρ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν πᾶσι τέλος, οἷς | |
30 | ὑπάρχει θάτερον αὐτῶν. τὸ δὲ θάτερον πρόσκειται, διότι οἷς μὲν ὑπάρχει τὸ φρονεῖν, τούτοις καὶ τὸ αἰσθάνεσθαι, οὐ μὴν καὶ ἀνάπαλιν. ὥστε ἐν τοῖς ἀλόγοις ζῴοις τὸ ἕτερον μόνον, τὸ αἰσθάνεσθαι, ὑπάρχει. | |
ἔστι δὲ ὁ συλλογισμὸς ἐν πρώτῳ σχήματι τοιοῦτος· ἡ ἐγρήγορσις αἴσθησις | 49 | |
50 | ἢ φρόνησίς ἐστι· πᾶσα αἴσθησις καὶ πᾶσα φρόνησις τέλος· ἡ ἐγρήγορσις ἄρα τέλος. καὶ τὴν μὲν ἐλάττονα πρότασιν ὡς δήλην οὖσαν οὐ κατεσκεύασεν (τίς γὰρ οὐκ οἶδεν ὅτι ὁ ἐγρηγορὼς αἰσθάνεται ἢ φρονεῖ;), τὴν δὲ μείζονα τὴν λέγουσαν ὅτι ἡ αἴσθησις καὶ ἡ φρόνησις τέλος κατεσκεύασε διὰ τοῦ | |
5 | βέλτιστα γὰρ ταῦτα, τὸ δὲ βέλτιστον τέλος. | |
6n | Ἔτι δὲ ἀναγκαῖον πᾶσιν ὑπάρχειν τὸν ὕπνον. λέγω | |
7n | δὲ ἐξ ὑποθέσεως τὴν ἀνάγκην. | |
8 | Εἰωθός ἐστιν αὐτῷ καὶ καταπεπατημένον τὸ λέγειν τὴν ὕλην ἐξ ὑπο‐ θέσεως ἀνάγκην. ὑποτεθέντος γὰρ τοῦ εἶναι ζῷον ἕπεται ἐξ ἀνάγκης τὸ | |
10 | τρέφεσθαι· τρεφομένου δὲ ἀνάγκη ἀναθυμίασιν γίνεσθαι περὶ τὸν ἐγκέφαλον· τούτων γάρ ἐστι δηλωτικὸν τὸ ἐξ ἀνάγκης ὑπάρχειν τινὰ αὐτῷ δεῖ. ἀναθυμιάσεως δὲ γενομένης ἀνάγκη, ὡς μετ’ ὀλίγον ἐρεῖ, ὕπνον γίνεσθαι, εἴπερ γίνεται ὁ ὕπνος ἐξ ἀναθυμιάσεως τροφῆς ἀντιπεριϊσταμένης τῆς ἀνα‐ γούσης αὐτὴν εἰς τὴν κεφαλῆς θερμότητα καὶ πάλιν ἐπὶ τὸ στῆθος κατα‐ | |
15 | γομένης. σαφῆ δὲ τὰ ἑξῆς. τὸ δὲ ὥστε ἐκ τούτων πάντων θεω‐ ρητέον ἴσον ἐστὶ τῷ ‘ὥστε ἐκ τῶν προσεχῶς ῥηθέντων δεῖ θεωρεῖν καὶ τὴν αἰτίαν τοῦ ὕπνου ἀποδιδόναι‘. τὸ δὲ αὐτὸ δ’ ἐστὶ τριῶν διωρισ‐ μένων τόπων ὁ μέσος κεφαλῆς καὶ τῆς κάτω κοιλίας ταὐτόν ἐστι τῷ ‘τὸ δὲ μέρος, ἀφ’ οὗπερ ἡ τῆς αἰσθήσεως ἀρχὴ γίνεται, ὁ τόπος ἐστὶ | |
20 | ὁ μεταξὺ κοιλίας καὶ κεφαλῆσ‘. καὶ τίς ἐστιν οὗτος ὁ τόπος ἐπήγαγε· τοῖς μὲν οὖν ἐναίμοις τοῦτ’ ἐστὶ τὸ περὶ τὴν καρδίαν μέρος, τουτέστι τὸ δὲ μέρος, ὅθεν ἡ ἀρχὴ τῆς αἰσθήσεως καὶ δηλονότι καὶ τῆς κινήσεως, ἡ καρδία ἐστίν. εἴρηται γὰρ καὶ δέδεικται ἐν τῷ Περὶ ζωῆς καὶ θανάτου, ὅτι ἐν τῇ καρδίᾳ ἡ ἀρχὴ τοῦ ζῴου, ἤτοι τὸ θρεπτικὸν καὶ | |
25 | αὐξητικὸν καὶ αἰσθητικόν· ἓν γὰρ ταῦτα πάντα τῷ ὑποκειμένῳ, καὶ ἔτι τὸ λογικόν, κἂν τῷ λόγῳ διάφορα. | |
27n | Τῆς μὲν οὖν κινήσεως φανερὸν ὅτι καὶ ἡ τοῦ πνεύματος | |
28n | ἀρχή. | |
29 | Ἐπειδὴ γὰρ τοῦ ἐν τῇ καρδίᾳ πνεύματος ὑπὸ ἡδονῶν καὶ λυπῶν | |
30 | συστελλομένου καὶ ἀπὸ τούτου δυνάμεως ἢ δυνάμεων διαδιδομένων εἰς τὰ νεῦρα, ἀφ’ ὧν νεύρων κινεῖται τὰ ζῷα, ἐπειδὴ οὖν τούτου τοῦ πνεύματος | |
συστελλομένου καὶ ἐκτεινομένου, ὡς δείξει ἐν τῷ Περὶ ζῴων κινήσεως, | 50 | |
51 | κινεῖται τὰ ζῷα, τὸ δὲ τοιοῦτον πνεῦμα ἀπὸ τῆς καρδίας βλυστάνει καὶ ἐν τῇ καρδίᾳ ἐστί, φανερὸν ὅτι τῆς κινήσεως αἴτιον ἡ καρδία ἐστίν. οὐδὲν γὰρ διαφέρει τὴν καρδίαν λέγειν ἢ τὸ πνεῦμα, ὥσπερ οὐδ’ εἰ τὸ πνεῦμα ἢ τὴν καρδίαν. εἰπὼν δὲ ὅτι καὶ τῆς αἰσθήσεως προσέθηκε τῆς κυρίας, | |
5 | διὰ τὸ λέγεσθαι αἰσθήσεις καὶ τὰ ἐνύπνια, ὡς πολλάκις εἴρηται. ὅτι δὲ καὶ ἡ τῆς καταψύξεως ἀρχὴ ἀπὸ τῆς καρδίας, εἴρηται πολλάκις, εἴπερ ὑπ’ αὐτῆς εὐρύνεται καὶ συστέλλεται ὁ πνεύμων. τὸ γὰρ ἐν αὐτῇ πνεῦμα ἐκτεινόμενον καὶ συστελλόμενον συνεκτείνει διὰ τῶν ἀπ’ αὐτῆς νεύρων καὶ συστέλλει τὸν πνεύμονα. τὸ δὲ ῥηθήσεται δὲ περὶ αὐτῆς ὕστερον | |
10 | καθ’ αὑτὴν περὶ τῆς ἀναπνοῆς εἴρηται. λέγει δὲ περὶ ἀναπνοῆς ἐν τῷ Περὶ ζωῆς καὶ θανάτου. καὶ τοῖς μὲν ἐναίμοις ἡ τοῦ πνεύματος ἀρχὴ ἐκ τῆς καρδίας ἐστί, τοῖς δ’ ἀναίμοις ἐκ τοῦ ἀνάλογον. ἐν τούτοις γὰρ ἐν τῷ ἀνάλογον φαίνεται τὸ πνεῦμα ἀναφυσώμενον καὶ συνιζάνον· ὁρῶμεν γὰρ φανερῶς ἐν τοῖς ἐντόμοις τὸ μέρος τὸ ἐγγίζον τῇ ἐντομῇ εὐρυνόμενον | |
15 | καὶ συστελλόμενον. | |
16n | Ἐπεὶ δὲ κινεῖν μὲν ἢ ποιεῖν τι ἄνευ ἰσχύος ἀδύνατον, | |
17n | ἰσχὺν δὲ ποιεῖ ἡ τοῦ πνεύματος κάθεξις. | |
18 | Εἴρηται ἐπὶ πλέον ἐν τῷ Περὶ ζῴων γενέσεως, πῶς ἡ τοῦ πνεύματος ἐποχὴ ἰσχὺν ποιεῖ. ὑποστικτέον δέ, μᾶλλον δ’ ἀποδοτέον εἰς τὸ κάθεξις, | |
20 | εἶτα ἐπακτέον τὸ τοῖς μὲν εἰσφερομένοις ἡ θύραθεν· ἔστι δὲ τὸ εἰσφερομένοις ταὐτὸν τῷ τοῖς μὲν ἀναπνέουσιν. εἰσὶ δὲ τὰ λεγόμενα ὥσπερ σαφηνιστικὰ τοῦ ὑπὸ ποίου πνεύματος ἔνεστιν ἡ ἰσχὺς τοῖς ζῴοις. ἐπειδὴ οὖν, φησίν, ἰσχὺν ποιεῖ ἡ τοῦ πνεύματος κάθεξις καὶ ἐποχή, τοῖς μὲν ἀναπνέουσι ποιεῖ καὶ παρέχεται τὴν ἰσχὺν ἡ ἀπὸ τοῦ θύραθεν εἰσιόντος | |
25 | πνεύματος κάθεξις, τοῖς δὲ μὴ ἀναπνέουσιν ἡ σύμφυτος. δι’ ὃ καὶ προσπῖπτον τὸ σύμφυτον πνεῦμα ἐν ταῖς πτήσεσι διὰ τὸ κινουμένου αὐτοῦ κινεῖσθαι τὰ ζῷα, προσπῖπτον οὖν τῷ ὑποζώματι καὶ προστριβόμενον αὐτῷ βομβεῖ· οὐ γὰρ ὁ ἔξω ἀὴρ ὁ ψοφῶν ἐστίν, ἀλλὰ τὸ σύμφυτον πνεῦμα. γίνεται δὲ καὶ διὰ τοῦ ἔξω ἐν τοῖς ἐντόμοις τοῖς ἔχουσι σχίσμα | |
30 | ὑπὸ τὸ ὑπόζωμα, ὡς ἐν τῷ Περὶ ἀναπνοῆς ἐρεῖ. ἐπειδὴ γάρ, ὡς ἐν τῷ Περὶ ζῴων κινήσεως δέδεικται, τούτου τοῦ πνεύματος κινουμένου κινεῖται | |
τὰ ζῷα, ἀνάγκη ἐν τῷ κινεῖσθαι αὐτό τε καὶ σὺν αὐτῷ τὸ πνεῦμα προσ‐ | 51 | |
52 | τρίβεσθαι τῷ ὑποζώματι καὶ ποιεῖν ψόφον ἢ βόμβον. ἐν δὲ τῷ αἰσθή‐ σεως γενομένης ἢ οἰκείας ἢ ἀλλοτρίας τὸ μὲν οἰκείας εἴρηται διὰ τὴν οἴκοθεν ὁρμήν (κινούμεθα γὰρ καὶ ἀπό τινων ἐν ἡμῖν φαντασιῶν γινομένων), τὸ δὲ ἀλλοτρίας διὰ τὴν ἀπὸ τῶν αἰσθητῶν. διάδηλα δὲ τὰ | |
5 | ἐφεξῆς λεγόμενα. ἐν δὲ τῇ λέξει τῇ ἐπεὶ δὲ ἀναγκαῖον τῷ ζώῳ, ὅταν αἴσθησιν ἔχῃ, τότε πρῶτον τροφὴν λαμβάνειν τὸ πρῶτον πάνυ ἀκριβῶς ἐπῆκται· τρέφεται γὰρ καὶ ἔμβρυον ὄν, ἀλλ’ οὐχ ᾗ ζῶον, ἀλλ’ ᾗ φυτόν· ἐπειδὰν δ’ αἴσθησιν λάβῃ, τότε πρῶτον τρέφεται ᾗ ζῶον. ἐγγίνεται δὲ αὐτῷ ἡ αἰσθητικὴ ψυχὴ ὕστερον ἀποτεχθέντι. αἱ γὰρ συστολαί | |
10 | τε καὶ ἐκτάσεις μερῶν τινων, ἃς ποιεῖται κατὰ γαστρὸς ὄν, οὐ γίνονται κατ’ οἰκείαν αἴσθησιν αὐτῷ, ἀλλ’ ὡς ἐμψύχου μέρος κατὰ ταῦτα κινεῖται. ἰστέον δὲ ὅτι ἡ θύραθεν τροφὴ εἰσιοῦσα εἰς τὴν κοιλίαν καὶ τὰ ἔντερα (ταῦτα γὰρ εἶπε δεκτικοὺς τόπους τῆς τροφῆς) γίνεται ἀναθυμίασις εἰς τὰς ἐν τῷ ἥπατι φλέβας, ἐρριζωμένας οὔσας διὰ τῶν μεσεντέρων, ὡς ἐν τῇ | |
15 | Περὶ ζῴων μορίων καὶ Περὶ ζῴων ἱστορίας εἴρηται, εἰς τὴν κοιλίαν καὶ τὰ ἔντερα. ἐκεῖσε δὲ ἐν τῷ ἥπατι τρόπον τινὰ ἐξαιματουμένη ἡ ἀναθυ‐ μίασις διαπέμπεται εἰς τὴν καρδίαν ὑπὸ τῶν φλεβῶν τῶν ἀπὸ τῆς καρδίας εἰς τὸ ἧπαρ διαγινομένων, καὶ ἐν αὐτῇ τῇ καρδίᾳ κατεργάζεται καὶ πέττεται καὶ κυρίως αἷμα γίνεται· τὸ γὰρ ἐν τῷ ἥπατι, ὡς εἴρηται, ἀκατέργαστον | |
20 | ἔτι καὶ οὐδὲ κυρίως αἷμα, κἂν Γαληνῷ τῷ ἰατρῷ τοῦτο μὴ ἀρέσκῃ. ἔχουσαι οὖν αἱ φλέβες, ὡς ἐν ἄλλοις εἴρηται, ἐκ τῆς καρδίας τὴν ἀρχήν, αἱ μὲν τῶν φλεβῶν διακονοῦνται τῇ καρδίᾳ (κομίζουσι γὰρ ὥσπερ τινὲς διάκονοι πρὸς αὐτὴν ἀπὸ τῶν περὶ τὸ ἧπαρ τόπων τὸ ἀκατέργαστον αἷμα καὶ ἄπεπτον, ἥτις ὑπὸ τούτων δεχομένη πέσσει καὶ κατεργάζεται), αἱ δὲ | |
25 | διακονοῦσι πρὸς τὴν τοὔμπαλιν μετὰ τὴν κατεργασίαν τε καὶ πέψιν ἐπὶ πᾶν τὸ σῶμα παραπομπήν. δεκτικοὺς μὲν οὖν τόπους εἴρηκε τὴν κοιλίαν καὶ τὰ ἔντερα, ἀρχὴν δὲ τὴν καρδίαν. ὅτι δὲ ὁ ὕπνος οὔκ ἐστιν ἡ τυχοῦσα τῶν αἰσθήσεων ἀδυναμία, ἀλλ’ ὅταν περὶ τὴν ἁφὴν τὸ τοιοῦτον πάθος | |
γένηται, καὶ πρότερον εἴρηται καὶ νῦν πάλιν ἀναμιμνῄσκει. | 52 | |
53(1n) | Ἤδη γεγένηταί τισι καὶ φαντασία λειποψυχήσασιν | |
2n | ἰσχυρῶς. | |
3 | Ὅτι μὲν οὖν φαντάσματά τινα ὁρῶσι, καὶ οὐ μόνον ὁρῶσιν ἀλλὰ καὶ λέγουσιν οἱ λειποψυχήσαντες ἰσχυρῶς (λέγουσι δὲ ταῦτα οὐκ εἰδότες· οὐ | |
5 | γὰρ οἴδασιν ἢ ὅλως αἰσθάνονται τί ὁρῶσιν ἢ λέγουσιν), δῆλον ἐκ τῆς ἐπαγωγῆς· ὁρῶμεν γὰρ τοῦτο πολλοὺς πάσχοντας. ὅτι δὲ οὔκ ἐστιν ὁ ὕπνος ἐπιληψία, εἴρηται πολλάκις. εἰσὶ δὲ τὰ λεγόμενα λύσις ἀπορίας τινός· εἰπὼν γὰρ ὅτι ἤδη γεγένηταί τισι καὶ φαντασία λειποψυχήσασιν ἰσχυρῶς, ὥσπερ ἀναμνησθεὶς ἐπήγαγε· τοῦτο μὲν οὖν ἔχει ἀπορίαν. | |
10 | ἠπόρησε γὰρ ἄν τις, ὅτι, εἴπερ γίνονται φαντάσματα καὶ ἐν ταῖς λειπο‐ ψυχίαις καὶ ἐν τοῖς ὕπνοις, ἀκόλουθόν ἐστι λέγειν τὴν λειποψυχίαν ὕπνον. εἰ δὲ τοῦτο, ἔστιν ἄρα ὁ ὕπνος ἡ τυχοῦσα τῶν αἰσθήσεων ἀδυναμία. λύει οὖν αὐτὴν λέγων· εἰ γὰρ ἐνδέχεται καταδαρθεῖν τὸν λειποψυχή‐ σαντα καὶ τὰ ἑξῆς. ἔστι δὲ τὸ λεγόμενον· εἰ γὰρ ὑπνώττει ὁ λειποψυχῶν | |
15 | καὶ ὅλως ὕπνος ἐστὶν ἡ λειποψυχία, ἔσται καὶ τὸ φάντασμα τοῦ λειποψυ‐ χήσαντος ἐνύπνιον. ἀλλὰ τῶν μὲν ἐνυπνίων, εἰ καὶ μὴ πάντων, ἀλλὰ τῶν πλείστων ἐγερθέντες μνημονεύομεν, οὐδενὸς δὲ τῶν ἐν ταῖς λειποψυ‐ χίαις φαντασμάτων μετὰ τὴν ἀπαλλαγὴν μνημονεύουσι· πολλὰ γὰρ ἐν τῷ πάθει λέγοντες οὐδενὸς ἐγερθέντες μνημονεύουσιν. οὐκ ἄρα τὰ φαντάσματα | |
20 | ἐνύπνια. ὥστε οὐδ’ ἡ ἐπίληψις ὕπνος. τὸ δὲ περὶ ὧν τὸν αὐτὸν λόγον ὑποληπτέον εἶναι πάντων ἴσον ἐστὶ τῷ ‘τὰ αὐτὰ δεῖ λέγειν περὶ πνιγ‐ μοῦ καὶ ἐκνοίας καὶ τῶν ὁμοίων. ταῦτα μὲν οὖν οὕτω λέγεται· ὀλίγα δέ τινα ἀναμνησθέντες, σαφῆ ἡμῖν ἔσται τὰ ἐφεξῆς λεγόμενα. ἀναμιμνῃ‐ σκόμεθα οὖν, ὅτι πᾶν θερμὸν ἄνω φέρεται. ὥστε καὶ ἡ ἀπὸ τῆς τροφῆς | |
25 | ἀναθυμίασις μέχρι τῆς κεφαλῆς ἄνεισι, συνάγουσα ἑαυτῇ καὶ περισσώματά τινα. ἐκεῖσε δὲ γενομένη, διὰ τὴν τοῦ ἐγκεφάλου ψυχρότητα συστᾶσα πάλιν καταφέρεται ὥσπερ εὔριπος ἐπὶ τὴν καρδίαν καὶ καταψύχει τὸ ἐν αὐτῇ θερμόν. οὗ ψυχθέντος καθεύδει τὸ ζῷον, ἕως ἂν πεφθῇ καὶ κρατηθῇ ὑπὸ τοῦ θερμοῦ. δι’ ὃ γίνονται μὲν ὕπνοι καὶ πρὸ τῆς τροφῆς, ἀλλὰ | |
30 | μάλιστα μετὰ τὴν τροφήν. τότε γὰρ ἀθρόον καὶ πολὺ τὸ ὑγρὸν καὶ σωμα‐ τῶδες. ὅπερ ὑγρὸν καὶ σωματῶδες ἕως μὲν ἂν ἱστῆται ἐν τῇ κεφαλῇ, βαρεῖ αὐτήν (δι’ ὃ καὶ κινοῦμεν αὐτὴν τῇδε κἀκεῖσε νυστάζοντες· ἅμα γὰρ | |
τῇ τῶν ὑγρῶν συστάσει εὐθὺς καὶ νυσταγμὸς καὶ κεφαλῆς κίνησις)· ἡνίκα | 53 | |
54 | δὲ ῥέψει ἀντιστρέψαν τὸ θερμὸν τὸ ἀγαγὸν τὰ ὑγρὰ καὶ σωματώδη, σὺν αὐτῷ ῥέουσι κάτω καὶ ταῦτα καὶ γίνεται ὕπνος. ὅτι δὲ τὰ σωματώδη καὶ ὑγρὰ βαρύνουσι τὴν κεφαλὴν καὶ ὅλως καρηβαρίας ποιοῦσι, μαρτύρεται καὶ ἀπὸ τῶν ὑπνωτικῶν. ταῦτα γὰρ ἐπιδήλως ἀναγωγά εἰσιν ἐπὶ τὴν | |
5 | κεφαλὴν ὑγρῶν τινῶν καὶ σωματωδῶν. εἰσὶ δὲ τῶν ὑπνωτικῶν ποτὰ μὲν οἶνος, βρωτὰ δὲ αἶραι, μήκων. ἐπεὶ οὖν ταῦτα φαγόντες καρηβαροῦμεν διὰ τὰ ἀπ’ αὐτῶν ὑγρὰ καὶ σωματώδη, δηλονότι καὶ ὅταν νυστάζωμεν, δι’ ἀναγωγὴν ὑγρῶν καὶ σωματωδῶν καρηβαροῦμεν. | |
9n | Ἔτι δὲ ἐκ κόπων ἐνίων· ὁ μὲν γὰρ κόπος συντηκτικόν. | |
10 | Λέγει γίνεσθαι ὕπνον καὶ ἐκ κόπων· συντήκει γὰρ διὰ τῆς ὑπ’ αὐτοῦ γινομένης θερμότητος τὰ ἐν τῇ κοιλίᾳ καὶ τοῖς ἐντέροις ἐνόντα περιττώ‐ ματα. ὥστε ἀνάγκη ἀναθυμιάσεις γίνεσθαι ἐχούσας μεθ’ ἑαυτῶν καὶ παχέα τινὰ σώματα· ὡς γὰρ ἡ ξηρὰ μετὰ τῆς ὑγρᾶς ἀναθυμιάσεως ἀεὶ μεμιγ‐ μέναι ἀνέρχονται, οὕτω καὶ ἐν τῷ σώματι ἡμῶν ἀεὶ ἡ παχεῖα μετὰ τῆς | |
15 | λεπτῆς ἀναθυμιάσεως. εἰπὼν δὲ ὅτι ὁ κόπος συντηκτικόν, λέγει καὶ τί ἐστι τὸ σύντηγμα, καί φησιν ὅτι τὸ σύντηγμά ἐστιν ὥσπερ τροφὴ ἄπεπτος, ἂν ᾖ θερμὸν καὶ μὴ ψυχρόν· ἂν γὰρ ᾖ ψυχρὸν τὸ ἀναχθέν, οὔκ ἐστι σύντηγμα. ἐπεὶ γὰρ ἀπὸ κόπου καὶ κινήσεως (τοῦτο δὲ ταὐτόν ἐστι τῷ ἀπὸ θερμότητος) ἀνάγεται, ἀναγκαῖον καὶ αὐτὸ θερμὸν εἶναι. ἰστέον δὲ | |
20 | ὅτι οὔκ ἐστι τὸ τοιοῦτον σύντηγμα, οἷον ἔλεγεν ἐν τῷ Περὶ γενέσεως ζῴων· σύντηξιν γὰρ ἐκεῖ ἔλεγε. τὸ δὲ ἔτι δὲ ἡ πρώτη ἡλικία ἴσον ἐστὶ τῷ ‘ἔτι δὲ ἐν τῇ πρώτῃ ἡλικίᾳ γίνονται ὕπνοι‘. τοῦ δὲ ἐν τῇ πρώτῃ ἡλικίᾳ φέρεσθαι τὴν τροφὴν ἄνω σημεῖον παρέθετο τὸ μείζονα εἶναι τότε τὰ ἄνω μέρη τοῦ σώματος τῶν κάτω, ὡς ἄνω φερομένης τῆς τροφῆς. ἐν οἷς γὰρ | |
25 | πλείων ἡ τροφή, μείζονα ταῦτα. ἐπεὶ δὲ ἡ ἐπίληψις ἀργία ἐστὶ πασῶν τῶν αἰσθήσεων (ἀργοῦσι δ’ αὗται καὶ ἐν τοῖς ὕπνοις), εἶπεν ὅτι ὅμοιον ὁ ὕπνος ἐπιλήψει. ὥστε οὐχ ἁπλῶς γίνονται ἐπιληπτικοί, εἰ καί ποτε συμβαίνει τοῦτο διὰ τὸ μάλιστα ἐν τοῖς ὕπνοις γίνεσθαι πολλὴν ἀναθυμίασιν, ἀλλὰ τρόπον τινά. ὡς γὰρ ὁ ὕπνος ὅμοιον ἐπιλήψει, οὕτω καὶ τὸ ἀκινητί‐ | |
30 | ζειν τὰ παιδία ὅμοιον ἐπιλήψει. καὶ ἐπεὶ πολλὴ γίνεται ἡ ἀπὸ τῆς τροφῆς | 54 |
55 | ἀναθυμίασις ἐν τοῖς ὕπνοις διὰ τὸ καὶ τότε μάλιστα ἐνεργεῖν τὸ θρεπτικόν, ὀλίγη δὲ ἐν τῇ ἐγρηγόρσει, εὐλόγως ἁλίσκονται ἐπιληψίαις καθεύδοντες οἱ ἄνθρωποι μᾶλλον ἤπερ ἐγρηγορότες. πολὺ γάρ, ὡς εἴρηται, φερόμενον τὸ πνεῦμα ἄνω ἐν τοῖς ὕπνοις, καταβαῖνον πάλιν ὥσπερ εὔριπος ὀγκοῖ τὰς | |
5 | φλέβας· ἀνάγκη γὰρ τούτου μὲν κατιόντος, ἑτέρου δὲ ἀνιόντος, διὰ τὸ ἅμα γίνεσθαι τὴν μὲν ἀπάτμισιν κάτω, τὴν δὲ κατάπτυξιν καὶ σύστασιν ἄνω ἐξογκοῦσθαι τὰς φλέβας ὑπὸ τῆς διπλῆς ἀναθυμιάσεως, τῆς τε ἀνιούσης καὶ τῆς κατιούσης. φερόμενον οὖν ἄνω καὶ κατιὸν κάτω τὸ πνεῦμα ὀγκοῖ τὰς φλέβας, αἷς συνθλίβει καὶ συστέλλει καὶ στενοῖ τὸ ἐν αὐταῖς πνεῦμα | |
10 | τὴν τραχεῖαν ἀρτηρίαν· ταύτην γὰρ εἶπε πόρον, ᾗ ἡ ἀναπνοὴ γίνεται· διὰ ταύτης γὰρ ἀναπνέομεν. ταύτης δὲ στενωθείσης ἀνάγκη μὴ γίνεσθαι εἰσπνοήν, καὶ ταύτης μὴ γινομένης ἀναγκαῖον ἐπιλήψεις συμβαίνειν. καὶ ἐπεὶ τῶν παίδων τὰ ἄνω πλήρη ἐστὶ τροφῆς, ταὐτὸν δ’ εἰπεῖν πνεύματος ἐκ τροφῆς ἀναχθείσης, πνευματώδης δὲ καὶ ὁ οἶνος, οὐ συμφέρει αὐτοῖς | |
15 | ὁ οἶνος. καὶ γὰρ ὥσπερ τοῖς σφόδρα μεθύουσιν ὑγρότης ἀνα‐ φέρεται πολλή, οὕτω καὶ τοῖς παιδίοις. | |
17n | Καὶ τὸ ὅλον δὲ φίλυπνοι οἱ ἀδηλόφλεβοι καὶ νανώδεις | |
18n | καὶ μεγαλοκέφαλοι. | |
19 | Καὶ οἱ νανώδεις, φησί, καὶ οἱ μεγαλοκέφαλοι καὶ οἱ ἀδηλόφλεβοι | |
20 | φίλυπνοί εἰσιν. ἀδηλοφλέβους δὲ λέγουσι τοὺς λεπτοτάτας ἔχοντας φλέβας· διὰ γὰρ τὴν λεπτότητά εἰσιν ἄδηλοι. εἰσὶν οὖν, φησίν, οἱ ἀδηλόφλεβοι φίλυπνοι διὰ τὴν στενότητα τῶν φλεβῶν· κατελθὸν γὰρ τὸ πνεῦμα ἀπὸ τῆς κεφαλῆς καὶ πληρῶσαν αὐτὰς οὐ δύναται ῥᾳδίως διαπνεῦσαι καὶ δια‐ σκεδασθῆναι διὰ τὴν στενότητα τῶν πόρων· τὸ γὰρ μικρὸν τάχιον πλη‐ | |
25 | ροῦται. καὶ διὰ τοῦτο ψυχρῶν γινομένων διὰ τὴν πλήρωσιν (καὶ γὰρ καὶ αἱ κοιλίαι πληρωθεῖσαι ψυχραί εἰσιν), ἀνάγκη χρονίζειν ἐν αὐταῖς τὸ πνεῦμα (δεῖται γὰρ θερμότητος, ὥστε διαρρεῦσαι καὶ διασκεδασθῆναι), χρονίζοντος δὲ ἐξ ἀνάγκης γίνεται καὶ ὁ ὕπνος χρονιώτερος. ἄλλως τε εἴπομεν ὅτι, ὥσπερ τὰ ὕδατα διὰ τῶν στενῶν σωλήνων βραδέως ἐξέρχεται, διὰ δὲ τῶν | |
30 | εὐρέων τάχιον, οὕτω καὶ τὸ πνεῦμα σωματῶδες ὂν βράδιον ἐξελεύσεται διὰ τῶν στενῶν πόρων. οἱ μὲν οὖν ἀδηλόφλεβοι διὰ τοῦτό εἰσι φίλυπνοι, οἱ | |
δὲ νανώδεις καὶ οἱ μεγαλοκέφαλοι διὰ τὸ πολλὴν ἀνάγεσθαι ἄνω τὴν ἀνα‐ | 55 | |
56 | θυμίασιν· τὰ γὰρ μεγάλα πολλῆς δεῖται τροφῆς, ἵνα πληρωθῇ καὶ χορτα‐ σθῇ. ὥστε πολλῆς γινομένης ἄνω ἕπεται τὸ καὶ κάτω πολλὴν γίνεσθαι τὴν παλίρροιαν· τὸ δὲ πολὺ ἀπὸ τῆς αὐτῆς καὶ ἴσης θερμότητος βραδέως πέττεται καὶ κρατεῖται. | |
5 | Τὰ δὲ λοιπὰ σαφῆ. ὅτι δὲ σκληρὰ καὶ οἱονεὶ ξηρὰ τὰ τῶν μελαγ‐ χολικῶν σώματα, δῆλον. οὐ γὰρ τρέφονται καλῶς διὰ τὸ μὴ δύνασθαι πέττειν· ἐμποδίζει γὰρ τὴν πέψιν ἡ τοῦ σώματος ψυχρότης, καὶ ἔοικε τὰ τῶν μελαγχολικῶν σώματα ξύλοις ἐν ἀνίκμῳ χώρᾳ οὖσιν. ὅτι δ’ ἡ χολὴ περίττωμά ἐστιν, εἴρηται πολλάκις. τὸ δὲ ὅπου ἂν ὑπάρχῃ δυνάμει | |
10 | τὸ τοιοῦτον περίττωμα ἴσον ἐστὶ τῷ ‘ὅπου ἂν ἡ δύναμις τοῦ τοιούτου περιττώματος εὑρίσκηται‘. οὐδὲν γὰρ κωλύει ἐν ἥπατι φέρε εἰπεῖν αὐτὴν οὖσαν, τὴν δύναμιν αὐτῆς ἐν τῇ κεφαλῇ φθάνειν· καὶ γὰρ καὶ τοῦ πυρὸς ἐνταῦθα κειμένου, ἡ θερμότης αὐτοῦ ἄχρι τινὸς διήκει· καὶ τοῦ ἀψινθίου ἐνταῦθα κειμένου, ἡ πικρότης αὐτοῦ ἐν αἰσθήσει γίνεται καὶ τοῖς πόρρω. | |
15 | ὥστε φανερόν, φησίν, ὅτι ὁ ὕπνος σύνοδός τίς ἐστι καὶ παλίρροια τοῦ θερ‐ μοῦ εἴσω, τουτέστιν ἐντὸς τῆς καρδίας· εἰς γὰρ τὰς κοιλίας αὐτῆς τὸ τοιοῦτον ὑποστρέφει, διότι καὶ ἐξ αὐτῶν ἄνεισιν. ἐπεὶ δὲ ἀναγινώσκοντες καὶ νοοῦντες πολλάκις νυστάζομεν, τὴν αἰτίαν τούτου συντόμως (δι’ ὃ καὶ ἀσαφῶς) ἐπήγαγεν εἰπών· δι’ ὃ πολλὴ κίνησις τοῦ νοοῦντος. ἐν γὰρ | |
20 | κινήσει καὶ πολλῇ φροντίδι οὔσης τῆς διανοίας ἐν τῇ ἀναγνώσει καὶ διὰ τοῦτο ἀπεπτούσης τῆς τροφῆς, ἀνάγκη παχεῖαν εἶναι τὴν κατιοῦσαν ἀτμίδα· γίνεται γὰρ καὶ ἐν ταῖς ἀναγνώσεσιν ἀπάτμισίς τις, παχεῖα δέ· ἥτις περὶ τὴν καρδίαν πίπτουσα, νυστάζειν ἡμῖν συμβαίνει. καὶ τοῦτο μὲν μεταξὺ παρέρριπται, τὸ δὲ τῆς λέξεως συνεχὲς τοιοῦτον· ὥστε φανερὸν ἐκ τῶν | |
25 | εἰρημένων, ὅτι ὁ ὕπνος σύνοδός τίς ἐστι τοῦ θερμοῦ εἴσω καὶ ἀντιπερίστασις φυσικὴ διὰ τὴν εἰρημένην αἰτίαν. | |
27n | Ὅθεν δ’ ἐκλείπει, καταψύχεται. | |
28 | Ὅταν γὰρ τὸ θερμὸν ῥεύσῃ κάτω, δηλονότι ἄνω ἐκλείπει. ἐκλείποντος δὲ ἀνάγκη ψύχεσθαι τὰ ἄνω. τούτων δὲ ψυχομένων ἀνάγκη συμπίπτειν | |
30 | τὰ βλέφαρα· τὸ γὰρ συνέχον πάντα τὰ μέρη τὸ θερμόν ἐστιν. ἔχομεν οὖν διὰ τούτου καὶ τίνος χάριν μύουσι τὰ ζῷα ἐν τοῖς ὕπνοις. εἰσὶ δὲ ἐν τοῖς ὕπνοις τὰ περὶ τοὺς πόδας καὶ τὰ εἴσω θερμὰ διὰ τὴν εἰς τὸ ἐντὸς καὶ | |
εἰς τὸ κάτω τοῦ θερμοῦ σύρρευσιν. | 56 | |
57(1n) | Καίτοι τις ἀπορήσειεν ἄν, ὅτι μετὰ σῖτον ἰσχυρότατος | |
2n | ὁ ὕπνος γίνεται. | |
3 | Τὸ ὅτι ἀντὶ τοῦ ‘διὰ τί‘ εἴληπται. ἀπορήσειεν ἂν οὖν, φησί, τίς διὰ τί ὁ ὕπνος μετὰ σῖτον ἰσχυρότατος γίνεται. ἔστι δὲ ἡ ἀπορία τοιαύτη· | |
5 | ἐπειδὴ ὁ οἶνος θερμὸς καὶ ἄλλα πολλὰ βρωτά, διὰ τί μετὰ πότον καὶ βρῶσιν μάλιστα ὁ ὕπνος γίνεται, καὶ οὐ πρὸ τῆς βρώσεως καὶ πόσεως. τοῦ γὰρ ὕπνου καταψύξεως ὄντος, τοῦ δὲ οἴνου θερμοῦ, οὐκ ἔδει μετὰ πότον γίνεσθαι ὕπνον· οὐ γὰρ εἰκὸς τῆς καταψύξεως τὰ αἴτια εἶναι θερμά. λύει δὲ τὴν ἀπορίαν τρισὶν ἐνδόξοις ἐπιχειρήμασιν, καὶ τέλος τίθησι τὴν | |
10 | ἀληθεστάτην. | |
11n | Πότερον οὖν τοῦτο συμβαίνει, ὅτι, ὥσπερ ἡ κοιλία | |
12n | κενὴ μὲν οὖσα θερμή ἐστιν. | |
13 | Τοῦτο τὸ πρῶτον τῶν ἐπιχειρημάτων. ἦν δ’ ἂν καταλληλοτέρα ἡ λέξις, εἰ ἀντὶ τοῦ πότερον τὸ ἢ εἶχεν, ἵνα ἦν οὕτως· ἢ τοῦτο συμ‐ | |
15 | βαίνει, ὅτι, ὥσπερ ἡ κοιλία κενὴ οὖσα θερμή ἐστιν, ἡ δὲ πλή‐ ρωσις καταψύχει διὰ τὴν κίνησιν· ἐπιπνίγει γὰρ καὶ σβέννυσι τὸ θερμὸν ἡ τῶν βρωμάτων πλήρωσις. ὥσπερ γὰρ καὶ τὸ πῦρ διὰ τὸ τῶν ξύλων πλῆθος, οὕτω καὶ οἱ ἐν τῇ κεφαλῇ πόροι καταψύχονται διὰ τὸ πλῆθος τῆς ἀναφερομένης ἀναθυμιάσεως. τούτων δὲ τῶν τόπων καὶ τῶν πόρων ψυχθέν‐ | |
20 | των συνίσταται ἡ ἀναθυμίασις καὶ κάτω ῥεῖ. ἢ οὖν διὰ τοῦτο γίνεται ὁ ὕπνος μετὰ πότον, | |
22n | Ἣ ὥσπερ τοῖς προσχεομένοις τὸ θερμὸν ἐξαίφνης | |
23n | φρίκη γίνεται. | |
24 | Τοῦ γὰρ θερμοῦ προσχεομένου τὸ ἐκτὸς ψυχρὸν ἀντιπεριϊστάμενον | |
25 | εἰς ἓν καὶ ἀθροιζόμενον τῇ φυγῇ εἴσω. φρίκη γίνεται, κἀκεῖ ἀνιόντος ἐπὶ τὴν κεφαλὴν τοῦ θερμοῦ ἀθροιζόμενον τὸ ἀπὸ τοῦ ἐγκεφάλου διαδιδόμενον εἰς τοὺς τόπους ἐκείνους ψυχρὸν εἰς ἓν καὶ ἰσχυρότατον γινόμενον διὰ τὴν εἰς ἓν ἄθροισιν καταψύχει καὶ τὸ κατὰ φύσιν ἐκεῖσε ὂν ὑγρὸν θερμὸν ποιεῖ ἐξαδυνατεῖν καὶ συνίστασθαι καὶ ὑποχωρεῖν κάτω. ἢ οὖν διὰ ταῦτα | |
30 | γίνεται ὁ ὕπνος μετὰ πότον, ἢ ὥσπερ τὸ πῦρ ἐπιτιθεμένων τῶν ξύλων | |
σβέννυται, οὕτω πολλῆς ἐμπιπτούσης τροφῆς καταψύχεται καὶ οἷον σβέν‐ | 57 | |
58 | νυται τὸ θερμόν, ἕως ἂν καταπεφθῇ ἡ τροφή. γίνεται γὰρ ὁ ὕπνος διὰ τοῦ ἀναγομένου καὶ πάλιν κατιόντος σωματώδους· ὅπερ σωματῶδες ὅταν μηκέτι δύνηται ἄνω εἶναι ἢ διὰ πλῆθος ἢ διὰ ψυχρότητα, πάλιν ἀντ‐ απωθεῖ, τουτέστι πάλιν κάτω βαδίζει καὶ ῥεῖ. δι’ ὃ καὶ πίπτουσιν εἰς ὕπνον | |
5 | οἱ ἄνθρωποι, ὑποσπωμένου καὶ κάτω ῥέοντος τοῦ θερμοῦ. ἀλλ’ ὁ μὲν ἄνθρω‐ πος κατακλιθεὶς ὑπνώττει διὰ τὸ μόνον τὸν ἄνθρωπον εἶναι ὀρθόν, τὰ δὲ λοιπὰ ζῷα ὁτὲ μὲν ἱστάμενα, ὁτὲ δὲ κείμενα ὑπνώττει. ἔκνοιαν δὲ πάλιν λέγει τὴν παντελῆ ἀναισθησίαν, ὅταν οὔτε κυρίως αἰσθάνηται οὔτε μὴν κἂν ὀνειρώττῃ. | |
10n | Ἀλλὰ κυρίως γέ ἐστιν ὁ τόπος ὁ περὶ τὸν ἐγκέφαλον. | |
11 | Λείπει ἐν τῇ λέξει τὸ αἴτιος, ἵν’ ᾖ ‘ἀλλὰ κυρίως τοῦ ὑπνώττειν αἴτιός ἐστιν ὁ τόπος ὁ περὶ τὸν ἐγκέφαλον‘. ἀλλὰ καὶ ἐν τῇ λέξει τῇ πάντων δ’ ἐστὶ τῶν ἐν τῷ σώματι ψυχρότατος ὁ δὲ σύνδεσμος ἀντὶ τοῦ γὰρ εἴληπται. ἃ δὲ λέγει, πάντως δῆλα τοῖς ὁπωσοῦν συνορᾶν δυναμένοις. | |
15 | ἀλλὰ καὶ ὅτι οἱ κατάρροι γίνονται ἀπὸ τῶν κατιόντων ἀπὸ τῆς κεφαλῆς φλεγμάτων, μαρτυροῦσι παῖδες ἰατρῶν. ὅτι δὲ ἡ τροφὴ πρῶτον μὲν γίνεται φλέγμα, εἶτα αἷμα καὶ πάλιν φθείρεται τὸ αἷμα εἰς φλέγμα, εἴρηται ἐν τοῖς Περὶ ζῴων μορίων. καταψύχεται μὲν οὖν ῥᾳδίως διὰ τὴν τῶν φλεβῶν λεπτότητα καὶ στενότητα· ὀλιγόθερμα γὰρ διὰ τὴν στενότητα, τὸ δ’ ὀλίγον | |
20 | εὐπαθέστατον. | |
21n | Ἐγείρεται δέ, ὅταν κρατήσῃ ἡ συνεωσμένη θερμότης. | |
22 | Τουτέστι ἡ συμπιληθεῖσα καὶ συνωσθεῖσα ἐκ πολλοῦ εἰς ὀλίγον· πολλὴ γὰρ οὖσα ἡ θερμὴ καὶ ὑγρὰ ἀναθυμίασις εἰς ὀλίγον τινὰ τόπον συνάγεται ψυχθεῖσα, εἰς τὴν καρδίαν γάρ. ὅταν οὖν αὕτη κρατήσῃ καὶ πέψῃ τὸ | |
25 | συνῶσαν αὐτὴν ψυχρόν, ἐγείρεται τὰ ζῷα. λέγει δὲ τὰς τῆς καρδίας κοιλίας δέχεσθαι τὸ αἷμα ἐκ τῶν δύο φλεβῶν, τῆς μεγάλης καὶ τῆς ἀορτῆς· | |
χρῆται γάρ, ὡς εἴρηται, αὐταῖς διακόνοις. κομίζουσι γὰρ εἰς αὐτὴν τὸ ἀπὸ | 58 | |
59 | τοῦ ἥπατος ἀκατέργαστον αἷμα καὶ οὐδὲ κυρίως αἷμα· ἐν ᾗ πέττεταί τε καὶ κυρίως αἷμα γίνεται. Σαφῆ δὲ τὰ ἑξῆς. ἐν δὲ τῇ λέξει τῇ οὐ γὰρ ἐνδέχεται ζῷον εἶναι μὴ συμβαινόντων τῶν ἀπεργαζομένων αὐτὸ τὸ λεγόμενόν | |
5 | ἐστιν· οὐ γὰρ ἐνδέχεται ζῷον εἶναι μὴ γινομένων τῶν ἀπεργαζομένων καὶ συντηρούντων αὐτό. φθείρεται γὰρ μὴ συμβαινόντων τῶν, ὅσα πέφυκε διασῴζειν αὐτό. ἓν δὲ τῶν διασῳζόντων αὐτό ἐστι καὶ ἡ τροφή· ὥστε | |
ταύτης γινομένης ἀνάγκη γίνεσθαι ἀναθυμίασιν καὶ ταύτης γινομένης ὕπνον. | 59 | |
60(1t) | ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ ΠΕΡΙ ΕΝΥΠΝΙΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ. | |
2 | Μετὰ τὸ Περὶ ὕπνου καὶ ἐγρηγόρσεως προτίθεται περὶ ἐνυπνίων ζητῆσαι· τῷ γὰρ περὶ ὕπνου λόγῳ ὁ περὶ ἐνυπνίων ἀκολουθεῖ. πρῶτον οὖν ζητεῖ, ἐν τίνι μορίῳ τῆς ψυχῆς γίνεται τὸ ἐνύπνιον. ἐπεὶ δὲ δύο | |
5 | μόρια τῆς ψυχῆς ἐστὶν οἷς γνωρίζει, νοῦς δηλονότι καὶ αἴσθησις, ζητεῖ, πότερον τοῦ νοητικοῦ πάθος ἐστὶ τὸ ἐνύπνιον, ἢ τοῦ αἰσθητικοῦ. | |
7n | Εἰ δὴ χρῆσις ὄψεως τὸ ὁρᾶν καὶ ἀκοῆς τὸ ἀκούειν καὶ | |
8n | ὅλως δ’ αἰσθήσεως τὸ αἰσθάνεσθαι. | |
9 | Ὅτι μὲν ἡ χρῆσις καὶ ἡ ἐνέργεια τῆς ὄψεως καὶ τῆς ἀκοῆς ὅρασίς ἐστι | |
10 | καὶ ἄκουσις, ἴσμεν. δείκνυσι δὲ διὰ τούτων, ὅτι οὔτε τῆς κατ’ ἐνέργειαν αἰσθή‐ σεώς ἐστι πάθος τὰ ἐνύπνια, οὔτε τοῦ διανοητικοῦ μέρους. ἀλλὰ πρὸ τῆς τῶν κατὰ μέρος σαφηνείας δεῖ ἡμᾶς συντόμως εἰπεῖν, τίνα εἰσὶ καὶ πῶς γίνονται τὰ ἐνύπνια. τῶν ἐν τοῖς αἰσθητηρίοις ἀπὸ τῶν αἰσθητῶν ὑπολειμμάτων (λεί‐ πεται γὰρ εἴδωλα ἀπὸ τῶν αἰσθητῶν ἐν τοῖς αἰσθητηρίοις, ὡς προϊὼν | |
15 | αὐτὸς δείξει), τούτων δὴ τῶν ὑπολειμμάτων τὰ μὲν σῴζεται καθαρά, τὰ δὲ συγχεῖται διὰ πλῆθος ἀναθυμιάσεως, τὰ δὲ καὶ ἐπικρύπτεται ὑφ’ ἑτέρων. τὰ οὖν μὴ τελείως ἐπισκοτηθέντα τῶν ὑπολειμμάτων, συγκατελθόντα εἰς τὴν καρδίαν τῇ κατιούσῃ ἀναθυμιάσει καὶ προσπίπτοντα τῇ αἰσθητικῇ ἀρχῇ κατὰ τοὺς ὕπνους, παραπλησίως τῇ κατ’ ἐνέργειαν αἰσθήσει κινοῦντα αὐτὴν | |
20 | ποιεῖ τὰ ἐνύπνια. ταῦτα μὲν οὖν προλελέχθω, δείκνυσι δὲ πρῶτον ὅτι οὔκ εἰσι τῆς κατ’ ἐνέργειαν αἰσθήσεως τὰ ἐνύπνια πάθη. πρότερον δὲ ἡμᾶς | |
ὑπομιμνῄσκει, τί τὸ ὁρᾶν καὶ τί τὸ ἀκούειν λέγων· εἰ δὴ ὄψεως ἐνέργεια | 60 | |
61 | τὸ ὁρᾶν καὶ ἀκοῆς τὸ ἀκούειν καὶ ὅλως δὲ αἰσθήσεως τὸ αἰσθάνεσθαι, ταῦτα δ’ ἐστὶ τά τε κοινὰ τῶν αἰσθήσεων, τουτέστι σχῆμα καὶ μέγεθος, καὶ τὰ ἴδια, χρῶμα δηλονότι καὶ ψόφος (εἴρηται δὲ ἐν τοῖς Περὶ ψυχῆς ἀκριβέστερον, τίνα τὰ κοινὰ αἰσθητὰ καὶ τίνα τὰ ἴδια), εἰ οὖν ταῦτά εἰσι | |
5 | τὰ κοινὰ καὶ τὰ ἴδια αἰσθητά, μύοντες δὲ καὶ κοιμώμενοι ἀδυνατοῦμεν ἐνερ‐ γεῖν περὶ ταῦτα, οὐκ ἂν εἴη τὰ ἐνύπνια πάθος τῆς κατ’ ἐνέργειαν αἰσθή‐ σεως, εἴπερ ἐνεργεῖν αὐτήν ἐστιν ἐν τῷ προσβάλλειν τοῖς αἰσθητοῖς, ἐν δὲ τοῖς ὕπνοις καὶ ὅλως μύουσιν ἀδύνατόν ἐστιν ἐνεργεῖν περὶ αὐτά. ἔστι δ’ ὁ συλλογισμὸς τοιοῦτος· ὁ ἐνυπνιαζόμενος οὐκ ἐνεργεῖ περὶ τὰ αἰσθητά· | |
10 | ὁ αἰσθανόμενος ἐνεργεῖ περὶ τὰ αἰσθητά· ὁ ἐνυπνιαζόμενος ἄρα οὐκ αἰσθάνε‐ ται κυρίως· οὐδ’ ἄρα τὰ ἐνύπνιά εἰσιν αἴσθησις. ἡ μὲν οὖν διάνοια αὕτη, ἐν δὲ τῇ λέξει τῇ ἀδυνατεῖ δὲ πάντα μύοντα καὶ καθεύδοντα ὁρᾶν τὸ πάντα περὶ τῶν ζῴων εἴρηται· πᾶν γὰρ ζῷον ἀδυνατεῖ μύον ὁρᾶν. | |
14n | Ἀλλὰ μὴν οὐδὲ τῇ δόξῃ. | |
15 | Δείκνυσιν ὅτι οὐδὲ τῇ δόξῃ τὰ ἐνύπνια αἰσθανόμεθα, ἦτοι οὐδὲ τῆς δόξης εἰσὶ πάθη. τοῦτο δὲ ταὐτόν ἐστι τῷ ‘οὐδὲ τῆς διανοίασ‘· τὰ γὰρ διανούμενα δοξάζει. ἐπεὶ γὰρ ἐν τοῖς ὕπνοις οὐ μόνον φαμὲν καὶ συγκατα‐ τιθέμεθα, ὅτι τὸ προσιὸν ἄνθρωπός ἐστιν (τὸ δὲ συγκατατίθεσθαι δόξης ἐστίν· ἡ γὰρ δόξα οὐδὲν ἄλλο ἐστὶν ἢ ὑπόληψις περὶ τὰ ἐνδεχόμενα καὶ | |
20 | ἄλλως ἔχειν), οὐ μόνον οὖν φαμεν ὅτι τὸ προσιὸν ἄνθρωπός ἐστιν ἢ ἵππος ἢ ὅλως οὐσία, ἀλλὰ καὶ ὅτι λευκὸν ἢ καλὸν τὸ προσιόν (ὁρῶν γὰρ ἐν τοῖς ὕπνοις Σωκράτην οὐ μόνον φημὶ ὅτι Σωκράτης ἐστίν, ἀλλὰ καὶ ὅτι προ‐ γάστωρ καὶ ὅτι λευκὸς ἢ καλός), εἰ δὲ τὸ λευκὸν ἢ καλὸν ἡ δόξα ἄνευ αἰσθήσεως οὐχ ὑπολαμβάνει, ἡ δὲ αἴσθησις ἐν τοῖς ὕπνοις οὐκ ἐνεργεῖ, οὐκ | |
25 | ἂν εἴη οὐδὲ τῆς δόξης τὸ ἐνύπνιον πάθος. | |
26n | Ἔτι παρὰ τὸ ἐνύπνιον ἐννοοῦμεν ἄλλο τι καθάπερ ἐν | |
27n | τῷ ἐγρηγορέναι αἰσθανόμενοί τι. | |
28 | Καὶ ταῦτα τὸ μὴ εἶναι τὰ ἐνύπνια τῆς δόξης κατασκευάζει. εἰ γὰρ δοξάζοντες ἀεὶ ἐννοοῦμεν ὅτι δοξάζομεν, ἐν δὲ τοῖς ὕπνοις οὐκ ἀεί, δηλονότι | |
30 | οὐκ ἔστι τὰ ἐνύπνια τῆς δόξης. ἔτι, φησί, καὶ τοῦτο δεῖ ἡμᾶς εἰδέναι, ὅτι παρὰ τὸ ἐνύπνιον ἐννοοῦμεν ἄλλο τι. ἰδὼν γάρ τις ἐν ὕπνῳ Σωκράτην | |
ἐννοεῖ, ὅτι ἐν ὕπνῳ τοῦτον ὁρᾷ, ὥσπερ κἀγὼ ἰδὼν ὅτι εὗρον βιβλίον, ὅπερ | 61 | |
62 | πάλαι ἐπόθουν, ἐνενόουν ὅτι τοῦτο τὸ δοκεῖν μοι εὑρεῖν βιβλίον ἐν ὀνείρῳ τοῦτο ὁρῶ. ὁρᾷ γάρ τις ἐνύπνιον καὶ ἐννοεῖ ἄλλο τι, τουτέστιν ὅτι τοῦτο, ὅπερ ὁρῶ, ὄναρ ὁρῶ. ἰδὼν γὰρ ὁ ἐμὸς ἑταῖρος τὸν πάνσεπτον ἡμῶν καθηγεμόνα, ὅτι ἀνέστη ἐκ τῶν νεκρῶν, ἔτι κοιμώμενος ἐνενόει, ὅτι ὄναρ ὁρᾷ τὸν διδάσκαλον | |
5 | ἐγερθέντα. ἀλλὰ καί τις ἰδὼν ἐν ὕπνῳ, ὅτι εὗρε χρυσόν, ἔτι κατεχόμενος τῷ ὕπνῳ ἐδόκει διηγεῖσθαι πρός τινα· οὐκ οἶσθα ὅτι εἶδον ὑπνώττων ὡς εὗρον χρυσόν; ὥσπερ γὰρ ἐν τῷ ἐγρηγορέναι ὁρῶν τινα οὐ μόνον ὁρῶ, ἀλλὰ καὶ ἐννοῶ ὅτι τοῦθ’ ὅπερ ὁρῶ ἐγρηγορὼς ὢν ὁρῶ, οὕτω καὶ ἐν τοῖς ὕπνοις. ἰδὼν γὰρ ἐνύπνιον, ἔτι ὑπνώττων ἐννοῶ, ὅτι τοῦτο, ὅπερ ὁρῶ, ἐνύπνιόν | |
10 | ἐστιν. εἰ δὴ οὐ μόνον ὁρῶμεν ἐν τοῖς ὕπνοις τι, ἀλλὰ καὶ ὁρῶντες δια‐ νοούμεθά τι περὶ τοῦ ὁρωμένου, τουτέστιν ἀλλὰ καὶ ἐννοοῦμεν, ὅτι ἐνύ‐ πνιόν ἐστι τὸ ὁρώμενον, δηλονότι οὐ πᾶν τὸ ἐν ὕπνῳ φάντασμα ἐνύπνιόν ἐστιν. ἀλλ’ ἐνύπνιον μέν ἐστιν, ὅταν τι ὁρῶν τις μὴ ἐννοῇ, ὅτι ὅπερ ὁρᾷ ἐνύπνιόν ἐστιν· ὅταν δὲ ὁρῶν δύνηται ἐννοεῖν, ὅτι τὸ ὁρώμενον ἐνύπνιόν | |
15 | ἐστιν, ἤδη τοῦτο φάντασμα, ἐνύπνιον δὲ οὐδαμῶς. δοκεῖ γὰρ ἐνύπνια εἶναι, οὐκ ὄντα ἐνύπνια, ἀλλὰ φαντάσματα τῶν κατ’ ἐνέργειαν αἰσθημάτων ὑπὸ τῆς εἰς τὸν ὕπνον καταφορᾶς γινομένων ἰσχύσασιν ἡμῖν ἀντιλαβέσθαι, ὅτι ἐγρηγορόσιν ἐφαντάσθη. τρόπον γάρ τινα ἐγρήγορσίς ἐστι τὸ δύνασθαι ἐννοεῖν, ὅτι τὸ ὁρώμενον ἐνύπνιόν ἐστιν. ὅτι δὲ πολλάκις ἐννοοῦμεν ἄλλο | |
20 | τι, δῆλόν ἐστι τοῖς πειρωμένοις μνημονεύειν τὰ ἐνύπνια ἀναστᾶσιν. ὥσπερ γάρ τινες πειρώμενοι τὰ ἀποστοματισθέντα λόγια μνημονεύειν, μνημονεύουσι μᾶλλον τῶν ἀποστοματιζόντων μὴ πειρωμένων δὲ μνημονεύειν, οὕτω καὶ ἐπὶ τῶν ἐνυπνίων μᾶλλον μνημονεύουσιν ἀναστάντες ἃ εἶδον οἱ ἑαυτοὺς ἠσκηκότες μνημονεύειν τὰ ἐνύπνια. γίνεται δὲ τοῦτο, ὅταν τις ἅμα τῷ | |
25 | ἀναστῆναι τοῦ ὕπνου εὐθὺς ἀνανεῶται ἃ ἑωράκει καθ’ ὕπνους. Ἀλλ’ ἡ μὲν τῶν λεγομένων διάνοια αὕτη, ἐν δὲ τῇ λέξει τῇ ἤδη γάρ τινες ἑωράκασιν ἐνύπνια τοιαῦτα τὸ λεγόμενόν ἐστιν· ἤδη γάρ τινες ἑωράκασι φαντάσματα τοιαῦτα ἐν ὕπνῳ, ἐν οἷς ἐνενόουν ἄλλο τι παρὰ τὰ φαντάσματα. ὥσπερ δέ, φησίν, οἱ δοκοῦντες κατὰ τὸ μνημονικὸν | |
30 | παράγγελμα τίθεσθαι τὰ προβαλλόμενα, οὕτω καὶ τοῖς ἑωρακόσιν ἐνύπνια τοιαῦτα συμβέβηκεν ἄλλο τι παρὰ τὸ ἐνύπνιον τίθεσθαι πρὸ ὀμμά‐ των εἰς τὸν τόπον, ἐν ᾧ τὸ ἐνύπνιον γίνεται. οὕτω γάρ ἐστι τὸ τῆς λέξεως κατάλληλον· τὸ γὰρ συμβαίνει γὰρ αὐτοῖς ἄλλο τι παρὰ τὸ | |
ἐνύπνιον δηλωτικόν ἐστι τοῦ τίνα εἰσὶ τὰ ἐνύπνια, ἅπερ εἶπε τοιαῦτα. | 62 | |
63 | τὸ δὲ πρὸ ὀμμάτων ἴσον ἐστὶ τῷ φανερῶς. τὸ δὲ οἷον οἱ δοκοῦντες κατὰ τὸ μνημονικὸν παράγγελμα τίθεσθαι τὰ προβαλλόμενα δῆλον ἔσται ὧδε· εἴρηκεν αὐτὸς ἐν τοῖς Τοπικοῖς, ὅτι δεῖ τοὺς συλλογισμούς, οὓς προβάλλονται οἱ προσδιαλεγόμενοι, τιθέναι ἐν τῷ μνημονικῷ, ὁμοίως δὲ | |
5 | κἂν προβλήματα προβάληται, καὶ τούτων μνημονεύειν, πῶς τε προβληθέντα καὶ πῶς συλλογισθέντα τὰ συλλελογισμένα διέλαθεν, ἵνα καὶ ἡμεῖς ὡς ἀπό τινος τούτων κανόνος ὁρμώμενοι ὅμοια ποιεῖν δυνώμεθα. ὡς οὖν τούτοις συμβαίνει ἀπό τινος συλλογισμοῦ ἢ προβλήματος ἄλλ’ ἄττα συλλογίζεσθαι καὶ προβάλλεσθαι, οὕτω καὶ τοῖς καθεύδουσιν ἄλλο τι παρὰ τὸ ἐνύπνιον | |
10 | τίθεσθαι πρὸ ὀμμάτων, τουτέστιν ἐννοεῖν φανερῶς. τούτων οὕτως εἰρη‐ μένων τὸ λεγόμενόν ἐστιν· ὥσπερ οἱ δοκοῦντες κατὰ τὸ παράγγελμα τὸ λέγον ‘δεῖ τιθέναι κατὰ τὸ μνημονικὸν τὰ προβαλλόμενα‘ ἄλλα προβάλλε‐ σθαι ὡς ἀπό τινος ἀρχῆς τοῦ ἐν τῷ μνημονικῷ τύπου, οὕτω καὶ τούτοις. τὸ δὲ καὶ ὅτι ἐννοοῦμεν ἃ τῇ δόξῃ ἐδοξάζομεν τοιοῦτόν ἐστι· δοξάζω | |
15 | περὶ τοῦ ἡλίου, ὅτι μείζων ἐστὶ τῆς γῆς· συμβαίνει δὲ ἐν τοῖς ὕπνοις μὴ μόνον ἥλιον ὁρᾶν, ἀλλὰ καὶ ἐννοεῖν, ὅτι μείζων ἐστὶ τῆς γῆς. | |
17n | Δῆλον δὲ περὶ τούτων ἁπάντων τοσοῦτον, ὅτι τῷ αὐτῷ | |
18n | ᾧ καὶ ἐγρηγορότες ἐν ταῖς νόσοις ἀπατώμεθα, ὅτι τοῦτ’ αὐτὸ | |
19n | καὶ ἐν τῷ ὕπνῳ ποιεῖ τὸ πάθος. | |
20 | Πάθος λέγει τὴν ἀπάτην. ὥσπερ γὰρ ἐν ταῖς νόσοις τὸ ἀνιὸν παχὺ πνεῦμα (τὰ γὰρ ἐν τῇ νόσῳ πνεύματα παχέα καὶ σωματωδέστατα) συν‐ ταράττει διὰ τὴν παχύτητα καὶ τὴν ἀπὸ τοῦ πυρετοῦ σφοδρὰν κίνησιν τὸ ὀπτικὸν πνεῦμα καὶ ποιεῖ ἡμᾶς ἀπατᾶσθαι καὶ δοκεῖν τὸ ἓν δύο, ὁμοίως δὲ καὶ τὰς ἐν τοῖς τοίχοις γραμμὰς ὅτι ζῷά εἰσι (τὰ γὰρ εἴδη τῶν γραμ‐ | |
25 | μῶν χωρὶς ὕλης ἐν τῇ ὄψει ἐμπίπτοντα καὶ συνταραττόμενα καὶ ὡδί πως συντιθέμενα διὰ τὴν τοῦ ὀπτικοῦ πνεύματος κίνησιν, ἣν κινεῖται ὑπὸ τοῦ ἀνιόντος παχέος πνεύματος, ἔμφασιν ποιεῖ ζῴου), ὡς οὖν ἐν ταῖς νόσοις, οὕτω καὶ ἐν τοῖς ὕπνοις τὸ τοιοῦτον πνεῦμα αἴτιον ἡμῖν γίνεται ἀπάτης. τῶν γὰρ αἰσθητῶν ποιούντων εἰς τὰ αἰσθητήρια αἴσθησιν, καὶ τὸ γινόμενον | |
30 | ἀπ’ αὐτῶν εἰς τὰ αἰσθητήρια πάθος οὐ μόνον ἐνυπάρχει ἐν τοῖς αἰσθη‐ τηρίοις ἐνεργουσῶν τῶν αἰσθήσεων περὶ τὰ αἰσθητά, ἀλλὰ καὶ ἀπελθόντων τῶν αἰσθητῶν ἔτι μένει τὰ ἐγκαταλείμματα καὶ οἱ τύποι εἰς τὰ αἰσθητήρια, ὡς προιὼν ἐρεῖ. τούτων τῶν ὑπολειμμάτων ὅσα σῴζεται καὶ μὴ τέλεον | |
ἠφάνισται διὰ πλῆθος ἀναθυμιάσεως, τῇ αἰσθητικῇ ἀρχῇ προσπίπτοντα | 63 | |
64 | κατὰ τοὺς ὕπνους διὰ τὴν τότε εἰς τὸ κάτω τοῦ πνεύματος παλίρροιαν καὶ κινήσαντα τὴν αἴσθησιν παραπλησίως τῇ κατ’ ἐνέργειαν αἰσθήσει ποιεῖ τὰ ἐνύπνια. ὅταν μὲν οὖν πολλὴ ᾖ ἡ ἀναθυμίασις ἡ κατελθοῦσα, ὥστε λανθάνειν ἡμᾶς καὶ μὴ δύνασθαι ἀντιλαβέσθαι, ὅτι ἐγρηγόραμεν, ἀπατώ‐ | |
5 | μεθα καὶ ὁρῶντες τὰ εἴδωλα καὶ ἐγκαταλείμματα τῶν αἰσθητῶν δοκοῦμεν αὐτὰ ἐκεῖνα τὰ ἀληθῆ αἰσθητὰ ὁρᾶν. ὅταν δὲ μὴ οὕτως ᾖ πολλὴ ἡ αἱματικὴ ἀναθυμίασις, ἀλλὰ σύμμετρος, ὥστε μὴ λανθάνειν, οὐκ ἀπατώ‐ μεθα, ἀλλὰ λέγομεν ὑπνώττοντες, ὅτι φαίνεται μὲν τὸ εἴδωλον τοῦτο ὅτι Κορίσκος ἐστίν, οὐκ ἔστι δὲ Κορίσκος, ἀλλὰ τὸ ἐγκατάλειμμα καὶ ὁ τύπος | |
10 | τοῦ Κορίσκου. πολλάκις γὰρ ἐγὼ εἶδον ὄναρ, καὶ ὁρῶν διενοούμην ὅτι τοῦθ’ ὅπερ ὁρῶ ὄναρ ἐστίν. καὶ ὁ ἐμὸς ἑταῖρος ἰδὼν ὅτι εὗρε βιβλίον, ἐδόκει λέγειν ὅτι ὄναρ ἐστίν, ἀλλ’ οὐκ ἀληθὲς τὸ ὁρώμενον. τούτων οὕτως ἐχόντων, δῆλον ὅτι τὸ κατιὸν πνεῦμά ἐστι τοῦ τε ἀπατᾶσθαι ἡμᾶς καὶ μὴ ἀπατᾶσθαι αἴτιον, ὅπερ ἄνω ὂν αἴτιον ἡμῖν ἐν ταῖς νόσοις ἀπάτης γίνεται. | |
15 | ἂν δὴ ὁρῶντες τὸν τύπον καὶ τὸ εἴδωλον ἐν τοῖς ὕπνοις οὕτω κατεχώμεθα ὑπὸ τοῦ πνεύματος, ὥστε μὴ δύνασθαι κρίνειν, ὅτι τύπος ἐστὶν ὅδε τοῦ Καλλίου, ἀλλὰ δοκεῖν ὅτι ἐκεῖνος αὐτὸς ὁ Καλλίας ἐστίν, ἀπατώμεθα. εἰ δὲ πρὸς τῷ ὁρᾶν ἔτι καὶ κρίνομεν, ὅτι οὐκ ἔστιν ὁ Καλλίας, ἀλλ’ ὁ τύπος, οὐκ ἀπατώμεθα. εἰπὼν δὲ τῷ αὐτῷ ᾧ καὶ ἐγρηγορότες ἐν ταῖς | |
20 | νόσοις ἀπατώμεθα ἐπήγαγε· καὶ ὑγιαίνουσι δὲ καὶ εἰδόσιν ὁμοίως ὁ ἥλιος ποδιαῖος εἶναι δοκεῖ, δυνάμει λέγων, ὅτι καὶ ὑγιαίνοντες πολλάκις ἀπατώμεθα εἴτε διὰ τὴν πολλὴν ἀπόστασιν, καθ’ ἣν ἀφέστηκεν ἡμῶν τὸ ὁρώμενον, ἢ καὶ διὰ τὸ τὴν ὄψιν πάσχειν τι· δοκεῖ γὰρ ἡμῖν ἐν τῷ πλοίῳ οὖσι κινεῖσθαι ἡ γῆ. εἰ δὲ καὶ ὑγιαίνοντες ἀπατώμεθα, πολλῷ | |
25 | μᾶλλον ἐν ταῖς νόσοις ἀπατηθησόμεθα πολλῆς τῆς κινήσεως οὔσης. | |
26n | Ἀλλ’ εἴτε δὴ ταὐτὸν εἴθ’ ἕτερον τὸ φανταστικὸν τῆς | |
27n | ψυχῆς καὶ τὸ αἰσθητικόν. | |
28 | Τὸ λεγόμενον τοιοῦτόν ἐστιν· εἴτε ταὐτόν ἐστιν αἴσθησις καὶ φαντα‐ σία εἴθ’ ἕτερα (εἴρηται δὲ περὶ αὐτῶν, πῶς ἕτεραι καὶ πῶς αἱ αὐταί), | |
30 | οὐδὲν ἧττον οὐ γίνεται ἄνευ τοῦ ὁρᾶν καὶ αἰσθάνεσθαί τι, τουτέστιν οὐδὲν ὅλως γίνεται ἀπάτη ἐν τοῖς ὕπνοις χωρὶς τοῦ ὁρᾶν ἀληθές τι. ὥσπερ γὰρ ἡ παρόρασις γίνεται ἐκ τοῦ ὁρᾶν τι καὶ ἡ παράκουσις ἐκ τοῦ ἀκούειν | |
τινός (ὁρῶ γάρ τι ἀληθές· ὃ γὰρ ὁρῶ, οὐκ ἔστι μὴ ὄν, ἀλλ’ ὄν τι καὶ | 64 | |
65 | ἀληθές, οὐ μέντοι ἐκεῖνο, ὃ οἶμαι, ἐστίν, ἀλλ’ ἕτερόν τι· ὁρῶν γὰρ Πλάτωνα φαίνεταί μοι Σωκράτην ὁρᾶν, οὐ μέντοι ἐστὶ Σωκράτης, ὃν οἶμαι ὁρᾶν, ἀλλὰ Πλάτων), οὕτω καὶ ἐν τοῖς ὕπνοις. ἔστι γὰρ ἡ ἐν τοῖς ὕπνοις ἀπάτη οἷον παρόρασις καὶ παράκουσις. τοῦτο εἰπών, ὥσπερ ἐνστὰς αὐτὸς | |
5 | πρὸς ἑαυτὸν ἐπήγαγεν· ἐν δὲ τῷ ὕπνῳ ὑπόκειται μηδὲν ὁρᾶν μηδὲ ἀκούειν, δυνάμει λέγων· ἢ οὐ καλῶς λέγομεν, ὅτι ἡ ἐν τοῖς ὕπνοις ἀπάτη ὁμοία ἐστὶ παροράσει· ἡ μὲν γὰρ παρόρασις γίνεται ἐκ τοῦ ὁρᾶν τι, ἐν δὲ τοῖς ὕπνοις οὐδὲν ὁρῶμεν. καὶ ἐνστὰς λύει λίαν σαφέστατα. Ἐν δὲ τῇ λέξει τῇ ἕκαστον δὲ τούτων ὥσπερ ἐγρηγορότων | |
10 | τὸ τούτων περὶ τῶν ἐγκαταλειμμάτων εἴρηται τῶν προσπιπτόντων ἐπὶ τὴν αἰσθητικὴν ἀρχήν. λέγει δὲ ὅτι ἕκαστον δὲ τούτων ὥσπερ ἐγρη‐ γορότων ἡμῶν προσβάλλει τῇ αἰσθήσει, οὐχ οὕτω δὲ προσβάλλει ὥσπερ ἐγρηγορότων. προσβάλλουσι γὰρ οἱ τύποι τῶν αἰσθητῶν τῇ αἰσθητικῇ ἀρχῇ ἐγρηγορότων ἡμῶν καὶ ἐνεργούντων περὶ τὰ αἰσθητά, | |
15 | ὁμοίως δὲ καὶ κοιμωμένων· οὐχ ὁμοίως δέ, ἀλλ’ ἑτέρως καὶ ἑτέρως. καὶ ὅτε μὲν οὐκ ἔστι πολλὴ ἡ κατιοῦσα ἀναθυμίασις, λέγει ἡ δόξα (κοινότερον δὲ δόξαν λέγει τὴν αἴσθησιν, ἢ οὐ κοινότερον τὴν αἴσθησιν λέγει, ἀλλ’ αὐτὴν τὴν διάνοιαν· καὶ γὰρ καὶ ἡ διάνοια, ἧς τὸ δοξάζειν, ἐν τοῖς ὕπνοις ἐνεργεῖ), λέγει οὖν ἡ δόξα, ὅτι ψεῦδος τὸ ὁρώμενον· οὐ γάρ ἐστι | |
20 | τοῦτο ὁ Καλλίας, ἀλλ’ ὁ τοῦ Καλλίου τύπος. ὅτε δέ ἐστι πολλή, κατέ‐ χεται ὑπ’ αὐτῆς ἡ δόξα καὶ ἀκολουθεῖ τῷ φαντάσματι. ἐπεὶ δὲ διὰ τοῦ πνεύματος, δι’ οὗ ὁ ὕπνος γίνεται, δι’ αὐτοῦ τούτου γίνονται καὶ τὰ ἐνύπνια, ὁ δὲ ὕπνος πάθος τοῦ αἰσθητικοῦ, δηλονότι καὶ τὰ ἐνύπνια πάθος τοῦ αἰσθητικοῦ εἰσι. φανερὸν ἄρα, ὅτι τοῦ αὐτοῦ καὶ ἑνός εἰσιν | |
25 | ὅ τε ὕπνος καὶ τὰ ἐνύπνια. τὸ δὲ εἴθ’ ἁπλῶς εἴτε τρόπον τινὰ γινό‐ μενον ἐπῆκται διὰ τὸ πρότερον εἰρημένον· εἴρηται γάρ, ὅτι οὐ πάντα τὰ ἐν ὕπνῳ φαντάσματα ἐνύπνιά εἰσι. Σαφῆ δὲ τὰ ἑξῆς. ὅτι δὲ καὶ ἀπόντων τῶν αἰσθητῶν ὑπάρχει τι πάθος ἐν τοῖς αἰσθητηρίοις, κατασκευάζει λέγων· ἀπὸ γὰρ τοῦ | |
30 | ἡλίου εἰς τὸ σκότος μεταφέροντες τὴν αἴσθησιν (λέγων σκότος τὸν μὴ ὑπὸ τοῦ ἡλίου καταλαμπόμενον τόπον), συμβαίνει μηδὲν ὁρᾶν· ἔτι γὰρ ἔστιν ἡ διάκρισις, ἣν ὑπέστη ὑπὸ τοῦ φωτός. ἀλλὰ κἂν πρὸς ἄλλο τι λαμπρὸν βλέψαντες εἶτα μύσωμεν, ἂν παρατηρήσωμεν κατέ‐ ναντι τοῦ λαμπροῦ, κεκαλυμμένων τῶν βλεφάρων ὄντων φαίνεται κατ’ | |
35 | εὐθυωρίαν, ὅπου τὰ ὄμματα ἐσφαλισμένα ὄντα ἀφορᾷ, ἅτινα σαφῶς κατα‐ λέγει. οὐ μόνον δὲ ἀπό τινων λαμπρῶν μεταβάλλει καὶ κινεῖται τὰ ὄμματα, ἀλλὰ καὶ ἀπὸ τῶν κινουμένων πάσχει καὶ αὐτὰ καὶ κινεῖται, ὥστε φαίνε‐ σθαι ἡμῖν τὰ ἠρεμοῦντα ὅτι κινεῖται. ἀλλὰ κἂν ὕδωρ σφοδρῶς κινῆται, | |
συμπάσχει καὶ συγκινεῖται ἡ ὄψις. καὶ ἀπὸ τῶν ἰσχυρῶν δὲ ὀσμῶν γίνον‐ | 65 | |
66 | ται δύσοδμοι, καὶ ὅλως ἐπὶ πάντων τῶν ὁμοίων ταῦτα τὰ λεγόμενα (ἦσαν δὲ ὅτι καὶ ἀπόντων τῶν αἰσθητῶν ἐμμένουσιν ἐγκαταλείμματά τινα) καὶ τοῦτον συμβαίνει τὸν τρόπον. Ἡ μὲν οὖν διάνοια αὕτη, ἐν δὲ τῇ λέξει τῇ καὶ γὰρ ἡ ὄψις τῶν | |
5 | λαμπρῶν καὶ ἐχόντων χρῶμα ὄψιν τὸν ὅλον ὀφθαλμὸν εἴρηκε. λέγει δὲ καὶ ὅτι εὐλόγως ἐν τῷ τῶν καταμηνίων καιρῷ τὰ ὄμματα μεταβάλλει· τοῦ γὰρ σώματος ὅλου τότε μεταβάλλοντος ἀνάγκη συμμεταβάλλειν καὶ τὰ ὄμματα. εἰπὼν δὲ τὰ ὄμματα, τρέψας εἶπε τὴν λέξιν ἀρρενικῶς εἰπών· καὶ γὰρ φύσει τυγχάνουσι φλεβώδεις ὄντες· οἱ γὰρ ὀφθαλμοὶ φλε‐ | |
10 | βώδεις. λέγει δὲ καὶ ὅτι, ὥσπερ ἐπὶ τῶν γυναικῶν γινομένων τῶν κατα‐ μηνίων γίνεταί τι πάθος περὶ τὰ ὄμματα αἱματικόν, οὕτω γίνεται καὶ ἡμῖν ἐν τῇ τοῦ σπέρματος προέσει. οὐ φαίνεται δὲ ἐνορῶσιν εἰς τὸ κάτοπτρον διὰ τὸ τὸ σπέρμα φύσει λευκὸν εἶναι. | |
14n | Ὁ δὲ χαλκὸς διὰ τὸ λεῖος εἶναι ὁποιασοῦν ἁφῆς | |
15n | αἰσθάνεται μάλιστα. | |
16 | Τὸ αἰσθάνεται μάλιστα ἴσον ἐστὶ τῷ ‘αἰσθητὰς μάλιστα καὶ διαδήλους ἡμῖν ποιεῖ τὰς ἐν αὐτῷ κηλῖδασ‘. ὥσπερ γὰρ ἐν τοῖς λείοις σώμασι μάλιστα γίνεται ὁ ψόφος διὰ τὸ μὴ θραύεσθαι ἐν αὐτοῖς τὸν ἀέρα μηδ’ ὅλως εἰς λεπτότατα κατακερματίζεσθαι, οὕτω καὶ ἐν τοῖς λείοις κατόπτροις αἱ κηλῖδες | |
20 | διάδηλοι γίνονται διὰ τὸ μένειν συνεχεῖς καὶ ὡς εἰπεῖν μία διὰ τὴν τοῦ κατόπτρου λειότητα. ἐν δὲ τοῖς μὴ λείοις οὐχ ὁρῶνται, ὅτι κατακερματί‐ ζονται εἰς λεπτότατα διὰ τὴν τοῦ ἐνόπτρου ἀνωμαλίαν· τὸ δὲ λεπτότατον οὐκ εὐαίσθητον. τὸ μὲν οὖν λεῖόν ἐστιν αἴτιον τῆς συνεχείας, τὸ δὲ καθαρὸν τοῦ διαδήλους γίνεσθαι. κἂν γὰρ ᾖ καθαρὸν μὴ λεῖον δέ, εἰς μικρὰ κατα‐ | |
25 | κερματισθὲν διὰ τὴν ἀνωμαλίαν οὐ ποιήσει αἴσθησιν. ὅτι δὲ ἐν τοῖς καθα‐ ροῖς ἐνόπτροις εἰς βάθος ἐμφαίνονται αἱ ἐν αὐτοῖς κηλῖδες, δῆλον. ὅτι δὲ καὶ ἡ αἴσθησις ταχεῖα καὶ ταχέως ἀντιλαμβάνεται τῶν ἀπὸ τῶν αἰσθητῶν εἰδώλων, οὐδὲ τοῦτο ἄδηλον. | |
29n | Μαρτυρεῖ δὲ τοῖς εἰρημένοις καὶ τὰ περὶ τοὺς οἴνους | |
30n | καὶ τὴν μυρεψίαν συμβαίνοντα. | |
31 | Εἰπὼν ὅτι μὲν οὖν καὶ ὑπὸ τῶν μικρῶν διαφορῶν γίνεται κίνησις, πίστιν τούτου παράγει τὰ περὶ τὴν μυρεψίαν γινόμενα. τὸ γὰρ | |
παρασκευασθὲν ἔλαιον ταχέως λαμβάνει τὰς τῶν πλησίον ὀσμάς· | 66 | |
67 | ἡ γὰρ ὀσμὴ τοῦ πλησίον κινήσασα τὸ ἔλαιον μετέδωκεν αὐτῷ τῆς οἰκείας ὀσμῆς. ταῦτα εἰπὼν λαμβάνει καὶ ὑποτίθεταί τινα λίαν σαφῶς· τὸ γὰρ τὸν δειλὸν ἀπὸ μικρᾶς ὁμοιότητος δοκεῖν τοὺς πολεμίους ὁρᾶν ὑποτίθεται καὶ λαμβάνει ὡς ἐναργές. τὸ δὲ ὥστε ἂν μὴ σφόδρα κάμνωσι, μὴ | |
5 | λανθάνειν ὅτι ψεῦδος τοιοῦτόν ἐστιν· ἐὰν οὐ σφόδρα κάμνωσιν, ἀλλὰ μέτριος ᾖ ὁ πυρετός, οὐ λανθάνει τὸν πυρέττοντα, ὅτι ὅπερ φαίνεται ἐν τοῖς τοίχοις ζῷον, οὐκ ἔστι ζῷον. οὐ λανθάνει οὖν αὐτόν, ἀλλὰ νοεῖ ὅτι εἰ καὶ ζῷον δοκεῖ, ὅμως οὐκ ἔστι ζῷον ἀλλὰ γραμμαί. εἰ μὲν οὖν μέτριος ᾖ, οὐ λανθάνει· εἰ δὲ πολύς, λανθάνει καὶ κινοῦνται πρὸς αὐτά. | |
10n | Αἴτιον δὲ τοῦ συμβαίνειν ταῦτα τὸ μὴ κατὰ τὴν αὐτὴν | |
11n | δύναμιν κρίνειν τό τε κύριον καὶ ᾧ τὰ φαντάσματα γίνεται. | |
12 | Κύριον λέγει τὴν διάνοιαν, ἐν ᾧ δὲ τὰ φαντάσματα κρίνεται τὴν αἴσθησιν. εἰπὼν δὲ ὅτι, ἂν ᾖ μέτριος ὁ πυρετός, δοκοῦσιν αἱ γραμμαὶ τῷ πυρέττοντι ζῷα, ὅμως οὐ λανθάνει οὐδ’ ἀπατᾶται, τὴν αἰτίαν τοῦ | |
15 | φαίνεσθαι τὰς γραμμὰς ζῷα, μὴ λανθάνειν δὲ μηδὲ ἀπατᾶσθαι τὸν νοσοῦντα διὰ τούτων τίθησι καί φησιν· αἴτιον δὲ τοῦ συμβαίνειν ταῦτα, του‐ τέστι τοῦ φαίνεσθαι μὲν μὴ ἀπατᾶσθαι δὲ ἢ καὶ φαίνεσθαι καὶ ἀπατᾶσθαι (ἁρμόζει γὰρ ἐν ἀμφοτέροις ὁ λόγος), ὅτι οὐκ ἀπὸ τῆς αὐτῆς δυνάμεως κρίνει ὁ νοῦς καὶ ἡ αἴσθησις· οὐ γὰρ ἡ αὐτὴ δύναμις νοῦ καὶ αἰσθήσεως. | |
20 | ἀλλ’ ὅταν μὲν ἡ ὄψις κινῆται ἢ ἡ φαντασία νοσῇ, ὁ δὲ νοῦς ὑγιαίνῃ (καὶ εἴρηται περὶ τούτων πολλὰ καὶ καλὰ τῷ Γαληνῷ· ἐν τούτοις γὰρ κατα‐ κολουθεῖ τῷ Ἀριστοτέλει), ὅταν οὖν ἡ φαντασία νοσῇ, ὁ δὲ νοῦς ὑγιαίνῃ, φαίνονται μὲν αἱ γραμμαὶ ζῷα, ὁ δὲ νοῦς ἀντιφάσκει λέγων μὴ εἶναι ζῷα. ὅταν δὲ σὺν τῇ ὄψει καὶ ὁ νοῦς πάθῃ, τότε ἀπατᾶται περὶ τὰ φαινόμενα, | |
25 | καὶ δοκεῖ τὸ μὴ ὂν ὡς ὄν. εἰπὼν δὲ ὡς οὐκ ἀπὸ τῆς αὐτῆς δυνάμεως ὁ νοῦς καὶ ἡ ὄψις κρίνει, ἐπήγαγε· τούτου δὲ σημεῖον, ὅτι φαίνεται μὲν ὁ ἥλιος ποδιαῖος. ἔστι δὲ τὸ λεγόμενον· σημεῖον δὲ τοῦ μὴ ἀπὸ τῆς αὐτῆς δυνάμεως κρίνειν τὸ φαίνεσθαι τῇ ὄψει τὸν ἥλιον ποδιαῖον, ἀντιφάσκειν δὲ τὴν διάνοιαν καὶ λέγειν, ὅτι οὐκ ἔστι ποδιαῖος ἀλλὰ μείζων | |
30 | τῆς γῆς. εἰ δὲ ἀπὸ τῆς αὐτῆς δυνάμεως ἔκρινον, ὅπερ ἂν ἐφαίνετο τῇ ὄψει, τοῦτο ἂν ἐδόκει καὶ τῇ διανοίᾳ. καὶ τί φαμεν ὅτι οὐκ ἀπὸ τῆς | |
αὐτῆς δυνάμεως κρίνουσιν ἥ τε διάνοια καὶ ὁ νοῦς, ὅπου γε οὐδὲ πᾶσαι | 67 | |
68 | αἱ αἰσθήσεις ἀπὸ τῆς αὐτῆς δυνάμεως κρίνουσι. τῶν γὰρ κυριωτέρων αἰσθήσεων καὶ αἱ δυνάμεις κυριώτεραι. ἐν γὰρ τῇ ἐπαλλάξει τῶν δακτύ‐ λων (ἐπαλλάττειν δὲ δάκτυλοι λέγονται, ὅταν εἰς τὸν αὐτὸν καὶ ἕνα δάκτυλον, φέρε γὰρ οὕτως εἰπεῖν, πρῶτον μὲν ἐμβιβάσῃ τὸν μέγαν δάκτυλον, εἶτ’ | |
5 | εὐθὺς ἐκβαλὼν τὸν μέγαν ἐπεμβιβάσῃ τὸν μικρόν), ἐν δὴ τῇ τοιαύτῃ ἐπαλλάξει τῇ μὲν ἁφῇ δοκεῖ ὁ εἷς δάκτυλος δύο διὰ τὸ εἰς τοὺς δύο δακτύλους παρὰ μέρος ἐμβιβασθῆναι, ἡ δὲ ὄψις οὔ φησιν αὐτὸν δύο, ἀλλ’ ἕνα. ὥστε εἰ ἀπὸ τῆς αὐτῆς δυνάμεως ἔκρινον, ἐπειδὴ δοκεῖ τῇ ἁφῇ δύο ὁ εἷς, δύο ἂν ἐδόκει τῇ ὄψει. ἐν δὲ τῇ λέξει τῇ ἐκ δὴ τούτων φανερὸν | |
10 | ὅτι οὐ μόνον ἐγρηγορότων αἱ κινήσεις λείπει τὸ εἰσίν, ἵν’ ᾖ τὸ πλῆρες· οὐ μόνον ἐγρηγορότων εἰσὶν αἱ κινήσεις αἱ ἀπὸ τῶν αἰσθη‐ τῶν γινόμεναι τῶν τε θύραθεν καὶ τῶν ἐκ τοῦ σώματος ὑπαρ‐ χουσῶν (ὑπάρχουσι γάρ τινες κινήσεις ἡμῖν ἐκ τοῦ σώματος, οἷον λῦπαι, φόβοι, ἡδοναὶ καὶ ἕτερα τοιαῦτα), ἀλλὰ καὶ ὅταν ὑπνώττωμεν. ἀλλὰ διὰ | |
15 | τί τῶν ἀπὸ τῶν αἰσθητῶν ἐν τῇ καρδίᾳ τύπων ὄντων οὐκ αἰσθανόμεθα τούτων καὶ ἐν τῇ ἡμέρᾳ; ἢ φησί· μεθ’ ἡμέραν γάρ, τουτέστιν ἐν τῇ ἡμέρᾳ, ἐκκρούονται οἱ τοιοῦτοι τύποι ὑπὸ τῶν ἐνεργειῶν τῶν αἰσθήσεων, σφοδρῶν οὐσῶν καὶ πληκτικωτάτων. ὥσπερ γὰρ τὸ τοῦ πυρὸς φῶς ἀφανί‐ ζεται ὑπὸ τοῦ ἡλιακοῦ φωτὸς καὶ ὅλως τὸ ὑποπολλαπλάσιον ὑπὸ τοῦ | |
20 | πολλαπλασίου, οὕτω καὶ αἱ ἐν τῇ ἡμέρᾳ τῶν αἰσθήσεων ἐνέργειαι ἀφανί‐ ζουσι τοὺς ἐν τῇ καρδίᾳ τύπους. | |
22n | Δεῖ δὲ ὑπολαβεῖν ὥσπερ τὰς μικρὰς δίνας τὰς ἐν τοῖς | |
23n | ποταμοῖς φερομένας. | |
24 | Τὸ μὲν τῆς λέξεως συνεχὲς τοιοῦτον· δεῖ δὲ ὑπολαβεῖν ὥσπερ | |
25 | τὰς μικρὰς δίνας τὰς ἐν τοῖς ποταμοῖς φερομένας πολλάκις μὲν ὁμοίας, πολλάκις δὲ διαλυομένας εἰς ἄλλα σχήματα διὰ τὴν ἀντί‐ κρουσιν, οὕτω καὶ τὴν κίνησιν ἑκάστην γίνεσθαι συνεχῶς. κίνησιν δὲ λέγει τὴν τοῦ εἰδώλου καὶ τύπου τοῦ ἐν τῇ καρδίᾳ, καθ’ ἣν κινεῖται ἡ ἐν τῇ καρδίᾳ αἰσθητικὴ ψυχή. τὸ δὲ λεγόμενον τοιοῦτον· ὥσπερ, φησίν, ἡ | |
30 | δίνη ὁτὲ μὲν μένει καὶ σῴζει τὸ κυκλικὸν ἢ κυλινδρικὸν σχῆμα, ὁτὲ δὲ ἀντικρούσασα πέτρᾳ ἢ κύματι διαλύεται καὶ μεταβάλλει εἰς ἄλλο σχῆμα | |
ἑτερόμηκες ἤ τι ἄλλο, οὕτω καὶ ἑκάστου εἰδώλου κίνησις, ἐν ὑποκειμένῳ | 68 | |
69 | ὂν τὸ εἴδωλον τῷ αἵματι ἢ πνεύματι, τοῖς ἐν τῇ καρδίᾳ, ὁτὲ μὲν μένει ἡ αὐτή, ὁτὲ δὲ μεταβάλλει εἰς ἄλλο. καὶ ἐπεὶ οὐκ ἀμέσως ἐκ τοῦδε εἰς τόδε τὸ σχῆμα μεταβάλλει, ἀλλὰ διὰ μέσων τινῶν, εἰκός, μᾶλλον δ’ ἀναγ‐ καῖόν ἐστι τὴν πρώτην αἴσθησιν μὴ ὑπὸ μόνων τοῦ τε ἐξ οὗ καὶ εἰς ὃ | |
5 | κινεῖσθαι, ἀλλὰ καὶ ὑπὸ τῶν μεταξύ. ὥσπερ γὰρ τόδε τὸ νέφος ἐοικὸς ἔχον σχῆμα λέοντι καὶ ἐκ τούτου μεταβαλὸν διά τινων μεταξὺ εἰς ἀνθρώ‐ που σχῆμα, οὐ μόνον τὸ τοῦ λέοντος καὶ ἀνθρώπου εἶδεν ἡ ὄψις, ἀλλὰ καὶ τὰ μεταξύ, εἴτε ἡδέα ἦσαν αὐτῇ καὶ κεχαρισμένα εἴτε ἄλλως λυπηρὰ καὶ ἀχρεῖα, οὕτω καὶ ἡ πρώτη αἴσθησις οὐ μόνον τῶν ἄκρων ἐν τοῖς | |
10 | ὕπνοις αἰσθάνεται, ἀλλὰ καὶ τῶν μεταξύ. ταῦτα δὲ τὰ μεταξὺ ἢ τερα‐ τώδη πάντως εἰσίν, ἢ ἡδέα καὶ χαρίεντα. σαφηνίσας δὲ τὸν λόγον διὰ παραδείγματος τῆς δίνης, ἐπάγει καὶ ἕτερον λέγων· ὥσπερ τὸ ὕδωρ, ἐν ᾧ φαίνεται τὸ τοῦ ὁρῶντος εἰς αὐτὸ πρόσωπον, εἴ τις σφόδρα κινοίη, ὁτὲ μὲν οὐδ’ ὅλως φαίνεται τὸ τοῦ προσώπου εἴδωλον, ὁτὲ δὲ φαίνεται μὲν | |
15 | ἀλλὰ διεστραμμένον, οὕτω καὶ τὰ ἐν τῷ καθεύδειν ὁρώμενα εἴδωλα, μεί‐ ζονος οὔσης τῆς κινήσεως, ἣν κινεῖται ἡ ἀπὸ τῆς τροφῆς ἀναθυμίασις, ὁτὲ μὲν οὐ φαίνονται, ὁτὲ δὲ τεταραγμένα καὶ τερατώδη καὶ ὅλως χείρονα τὰ ἐνύπνια. βλέπουσι δὲ τερατώδη τὰ ἐνύπνια οἵ τε μελαγχολῶντες οἵ τε πυρέττοντες καὶ οἱ μεθύοντες. καὶ γὰρ καὶ ἡ μελαγχολία καὶ ἡ μέθη | |
20 | πολλοῦ καὶ σφοδρῶς κινουμένου πνεύματός ἐστι κίνησις. | |
21n | Διὰ τὸ τὴν ὄψιν ἐνίοτε κινεῖσθαι δοκεῖν οὐ κινουμένην, | |
22n | ὥς φαμεν, τῷ τὴν ἁφὴν δύο κινήσεις εἰσαγγέλλειν καὶ τὸ ἓν δύο | |
23n | δοκεῖν. | |
24 | Τὸ κινεῖσθαι ἀντὶ τοῦ πλανᾶσθαι, ὥσπερ τὸ οὐ κινουμένην ἀντὶ τοῦ | |
25 | οὐ πλανωμένην εἴληπται νῦν εἴρηται δὲ ὅτι ἐν τῇ τῶν δακτύλων ἐπαλλάξει ὁ εἷς δάκτυλος τῇ ἁφῇ δύο δοκεῖ. ἐγρηγόρως δὲ δοκεῖ ἀκούειν καὶ αἰσθά‐ νεσθαι, ὅταν οὐ παντελῶς κατέχηται ἡ αἴσθησις ὑπὸ τῆς ἀναθυμιάσεως. κατέχεται δὲ τέλεον, ὅταν τὸν τοῦ Καλλίου τύπον ὡς αὐτὸν τὸν Καλλίαν ὁρᾷ. ὅταν δὲ τὸν τύπον ὁρῶσα λέγῃ, ὅτι ὅδε ὁ τύπος οὐκ ἔστιν ὁ ἀλη‐ | |
30 | θινὸς Καλλίας, ἀλλ’ εἴδωλον Καλλίου, ὅταν οὖν ὁρῶσα τὸν τύπον οὕτω | |
δύνηται κρίνειν, οὐ κατέχεται. καὶ τοῦτό ἐστι τὸ ἐγρηγόρως αἰσθάνεσθαι, | 69 | |
70 | τουτέστι τὸ δίχα ἀπάτης ὁρᾶν τὰ ἐν τῇ καρδίᾳ εἴδωλα καὶ τοὺς τύπους. καὶ ταῦτα μὲν προειλήφθω. εἰπὼν δὲ ὅτι καὶ ἐγρηγόρως δοκεῖ ἀκούειν καὶ ὁρᾶν καὶ αἰσθάνεσθαι, ἐπήγαγε διὰ τὸ τὴν ὄψιν ἐνίοτε δοκεῖν κινεῖσθαι οὐ κινουμένην, ὥς φαμεν. ἔστι δὲ τὸ λεγόμενον δυνάμει | |
5 | τοιοῦτον· ὅταν γὰρ ἡ ὄψις οὐκ ἀπατηθῇ ἐν τῇ τῶν δακτύλων ἐπαλλάξει ἐπίσης τῇ ἁφῇ, ἀλλ’ ἀνεξαπάτητος μείνῃ, οὐδὲ ἐν τοῖς ὕπνοις ἀπατᾶται ἡ αἰσθητικὴ ψυχή· ἀλλ’ ἡ μὲν ἁπτικὴ δύναμις αὐτῆς τὸ ἓν δύο λέγει, ἡ δὲ ὁρατικὴ ἐγρηγόρως ἀντέχεται καὶ ἀντίφησιν, ὅτι τὰ δοκοῦντα δύο οὔκ εἰσι δύο, ἀλλ’ ἕν. κρίνομεν γὰρ πολλάκις καὶ ἐν τοῖς ὕπνοις λέγοντες, | |
10 | ὅτι δύο μὲν δοκεῖ, οὐκ εἰσὶ δέ, ἀλλ’ ἕν. δοκεῖ οὖν ἐν τοῖς ὕπνοις τὸ ἓν δύο ἐν τῷ τὴν ἁφὴν δύο εἰσαγγέλλειν· ὅμως τὸ κρῖνον, τοῦτο δ’ ἐστὶν ἡ διάνοια, οὐκ ἀπατᾶται διὰ τὸ μηδὲ τὴν ὄψιν ἀπατηθῆναι. λογικώτεραι δὲ τῶν αἰσθήσεων ὄψις καὶ ἀκοή. διὰ οὖν τὸ μηδὲ τὴν ὄψιν ἀπατηθῆναι, κἂν δοκῇ ἠπατῆσθαι ἡ διάνοια διὰ τὴν ἀφήν, ἀλλ’ οὖν διὰ τὴν ὄψιν οὐκ | |
15 | ἀπατᾶται. τὸ δὲ ἐνίοτε ἀσφαλῶς ἐπῆκται. οὔτε γὰρ ἀεὶ ἀπατᾶται, οὔτε μὴν ἀεὶ ἀνεξαπάτητός ἐστιν, ἀλλ’ ἐνίοτε ἀπατᾶται, ἐνίοτε δὲ οὐκ ἀπατᾶται. εἰπὼν δέ, ὅτι τὸ ἓν δύο δοκεῖ διὰ τὸ τὴν ἁφὴν δύο κινήσεις εἰσαγγέλλειν, ἐπήγαγεν· ὅλως γὰρ τὸ ἀφ’ ἑκάστης αἰσθήσεώς φησιν ἡ ἀρχή. ἔστι δὲ τὸ λεγόμενον· ἁπλῶς γὰρ ὁποῖον ἂν διαπορθμεύσῃ ἡ ἁφὴ ἢ ἡ | |
20 | ὄψις ἢ ἄλλη τις τῶν αἰσθήσεων, τοιοῦτον λέγει αὐτὸ εἶναι ἡ πρώτη αἴσθησις· ταύτην γὰρ εἶπεν ἀρχήν. ὥστε καὶ τὸ ἓν ἂν ὡς δύο διακομίσῃ, τὸ ἓν δύο φησὶν ἡ ἀρχή, ἂν μὴ ἑτέρα κυριωτέρα ἀντιφήσῃ. εὐθὺς γὰρ ἡ ὄψις κρείττων καὶ κυριωτέρα οὖσα τῆς ἁφῆς ἀντίφησι λέγουσα· εἷς ἐστιν ὁ δάκτυλος, μᾶλλον δὲ τὸ τοῦ δακτύλου εἴδωλον ἕν ἐστιν, ἀλλ’ οὐ δύο. ἀλλὰ | |
25 | καὶ ἡ ὄψις τὸ τοῦ ἡλίου μέγεθος ὡς ποδιαῖον διαπορθμεύσασα, ὡς ποδιαῖον αὐτό φησιν ἡ ἀρχὴ ἐν τοῖς ὕπνοις (ὁρῶμεν γὰρ καὶ τοιαῦτα ἐν τοῖς ὕπνοις), ἀλλ’ ἡ διάνοια ὡς κυριωτέρα τῆς ὄψεως ἀντίφησι καὶ λέγει· οὐκ ἔστι ποδιαῖος, ἀλλὰ μείζων τῆς γῆς. Ταῦτα εἰπὼν πάλιν ἐπαναλαμβάνει τὸν λόγον καί φησι· φαίνεται | |
30 | μὲν οὖν πάντως, δοκεῖ δ’ οὐ πάντως τὸ φαινόμενον. φαίνεται μὲν γὰρ ἐν τοῖς ὕπνοις καὶ τὸ ἓν δύο καὶ ὁ ἥλιος ποδιαῖος, οὐ δοκοῦσι δὲ τοιαῦτα, ἂν μὴ κατέχηται ὑπὸ τῆς ἀναθυμιάσεως τὸ ἐπικρῖνον. εἰ μὲν | |
οὖν μὴ κατέχεται ἡ διάνοια, φαίνεται μέν, οὐ δοκεῖ δέ· εἰ δὲ κατέχεται, | 70 | |
71 | καὶ φαίνεται καὶ δοκεῖ. εἰπὼν δὲ ἂν τὸ ἐπικρῖνον μὴ κατέχηται, ἐκ παραλλήλου ἐπήγαγε τὸ ἢ εἰ μὴ κινεῖται τὴν οἰκείαν κίνησιν, λέγων οἰκείαν κίνησιν τὴν οἰκείαν ἐνέργειαν· τὸ γὰρ ἐνεργοῦν κατὰ τὴν οἰκείαν ἐνέργειαν οὐ κατέχεται, καὶ τὸ μὴ κατεχόμενον ἢ ἐμποδιζόμενον ἐνεργεῖ τὴν | |
5 | οἰκείαν ἐνέργειαν. οὕτως δὲ ταῦτα ἐπήγαγεν, ὡς εἰ ἔλεγε· κἄν τε ‘ἂν μὴ κατέχηται‘ βούληταί τις λέγειν, κἄν τε ἀντὶ τοῦ ‘ἂν μὴ κατέχηται‘ τὸ ‘ἐὰν κινῆται τὴν οἰκείαν ἐνέργειαν‘, οὐδὲν διαφέρει. τὴν δ’ ἐφεξῆς λέξιν οὕτως ἀναγνωστέον· ὥσπερ δὲ εἴπομεν ὅτι ἄλλοι δι’ ἄλλο πάθος εὐαπάτητοι, καὶ τὸ κινεῖσθαι τὰ αἰσθητήρια καὶ τὰ ἄλλα τὰ | |
10 | συμβαίνοντα περὶ τὴν αἴσθησιν, οὕτως ὁ καθεύδων διὰ τὸν ὕπνον· ἀπατώμεθα γὰρ οὐ μόνον διὰ τὴν τῶν αἰσθητηρίων κίνησιν, ἀλλὰ καὶ διὰ φόβον ἢ ἔρωτα ἢ ἄλλο τι τοιοῦτον. οὕτω δὲ ἀπατώμεθα ἐν τοῖς ὕπνοις, ὥστε, ἂν ἔχῃ καὶ μικρὰν ὁμοιότητα τὸ τοῦ Καλλίου εἴδωλον πρὸς τὸ τοῦ Σωκράτους ἢ τὸ τοῦ λύκου πρὸς τὸ τοῦ κυνός, ὁρῶντες τὸ τοῦ Καλλίου | |
15 | ἢ τὸ τοῦ λύκου δοκοῦμεν Σωκράτην ἢ κύνα ὁρᾶν, ἢ πάλιν ὁρῶντες τὸ τοῦ Καλλίου εἴδωλον δοκοῦμεν αὐτὸν τὸν Καλλίαν ὁρᾶν διὰ τὴν ὁμοιότητα. ἐνεργείᾳ δὲ κινήσεις εἰσί. καθ’ ἃς ἐνεργεῖ ἐν τοῖς ὕπνοις ἡ ψυχή, δυνά‐ μει δέ, καθ’ ἃς δύναται ἐνεργῆσαι ἐνούσας. | |
19n | Οὕτω δ’ ἔχουσιν, ὥστε ἐν τῇ κινήσει τῃδὶ ἥδε ἐπι‐ | |
20n | πολάσει ἐξ αὐτοῦ ἡ κίνησις. | |
21 | Ἐξ αὐτοῦ ἀντὶ τοῦ ἐκ τῆς κατιούσης ἀναθυμιάσεως ἐπὶ τὴν ἀρχήν· ἐν αὐτῇ γὰρ ὡς ἐν ὑποκειμένῳ τὰ ἀπὸ τῶν αἰσθητῶν εἴδωλα τυγχάνουσιν ὄντα. εἰπὼν δὲ ὅτι αἱ κινήσεις αἱ ἀπὸ τῶν αἰσθητῶν ἐν τοῖς αἰσθητηρίοις γινόμεναι καὶ συγκατελθοῦσαι τῇ ἀναθυμιάσει, ἥτις σχεδὸν αἷμά ἐστιν, αἱ | |
25 | μέν εἰσι δυνάμει, αἱ δὲ ἐνεργείᾳ, διὰ τῶν προκειμένων διαρθροῖ, πῶς ἔχουσι πρὸς ἀλλήλας. ἴσμεν δὲ πάντως, ὅτι κινήσεις αὐτὰ τὰ εἴδωλα καὶ τοὺς τύπους τοὺς ἀπὸ τῶν αἰσθητῶν λέγει. ἀλλ’ αὐτὸς μὲν οὕτως λέγει, ἡμῖν δὲ λοιπόν ἐστιν ὑποδείγματι σαφηνίσαι τὸν λόγον. ἔστι τις ἐπιστήμων ὁ ἤδη ἐνεργῶν κατὰ τὴν ἐπιστήμην, ἕτερος ὁ ἔχων τὴν ἕξιν | |
30 | καὶ μὴ ἐνεργῶν, ἄλλος ὁ μανθάνων ἕνα φέρε εἰπεῖν ἐνιαυτόν, καὶ ἕτερος ὁ ἤδη ἀρξάμενος, καὶ ἔτι ὁ παῖς. καὶ εἰσὶν οὗτοι πάντες πλὴν τοῦ ἐνερ‐ | |
γοῦντος δυνάμει ἐπιστήμονες· ὁ μέν, ὁ ἐν ἕξει, ἐγγύτερος τοῦ ἐνεργοῦντος· ὁ | 71 | |
72 | δὲ μανθάνων ἐνιαυτὸν ἐγγύτερος μὲν τοῦ ἐν ἕξει, πορρώτερος δὲ τοῦ ἐνερ‐ γοῦντος· ὁ δὲ ἤδη αὐξανόμενος ἐγγύτερος μὲν τούτου, πορρώτερος δὲ τοῦ ἐν ἕξει καὶ ἔτι πορρώτερος τοῦ ἐνεργοῦντος· ὁμοίως καὶ ὁ παῖς. ὡς οὖν ἐπὶ τούτων, οὕτως ἔχουσι τῇ δυνάμει καὶ αἱ συγκατελθοῦσαι κινήσεις τῇ ἀνα‐ | |
5 | θυμιάσει, καὶ αἱ μέν εἰσιν ἐγγύτερον τῇ κινήσει τῇ κινούσῃ τὴν ψυχήν, αἱ δὲ πορρώτερον. εἰ δὲ τοῦτο, δηλονότι τῇ κατ’ ἐνέργειαν κινήσει τοδὶ ἐπιπολάσει, καὶ εὐθὺς μετ’ αὐτὴν κινήσει τὴν ψυχὴν ἥδε ἡ ἔγγιστα αὐτῆς, καὶ ταύτης φθαρείσης ἡ ἐφεξῆς αὐτῆς. σαφηνίζει δὲ καὶ αὐτὸς ταῦτα ἐπὶ ὑποδείγματι τοῖς πεπλασμένοις βατράχοις καὶ ἀνιοῦσιν ἐν τῷ ὕδατι τηκο‐ | |
10 | μένου τοῦ ἁλός. εἴ τις γὰρ ξυλίνους πλάσει βατράχους πέντε φέρε εἰπεῖν τὸν ἀριθμόν, εἶτα θήσει εἰς βαθέος ἀγγείου πυθμένα τὸν ἕνα καὶ ἐπικαλύ‐ ψει αὐτὸν ἁλὶ πολλῷ, εἶτα ἐν τῇ ἐπιφανείᾳ τοῦ ἁλὸς ἕτερον καὶ ὁμοίως ἐπικαλύψει ἐν ἁλί, καὶ τοὺς λοιποὺς ἐφεξῆς οὕτως, εἶθ’ ὕστερον ἐπιθήσει τὸν πέμπτον ἐάσας αὐτὸν ἀκάλυπτον, ἀναλογήσει ὁ μὴ καλυφθεὶς βάτραχος, | |
15 | ἀλλὰ ἀκάλυπτος ὢν καὶ ὁρώμενος τῇ κατ’ ἐνέργειαν κινήσει, περὶ ἣν ἤδη ἡ ψυχὴ ἐνεργεῖ, οἱ δὲ κεκαλυμμένοι ταῖς δυνάμει οὔσαις κινήσεσιν. εἴ τις δὴ τούτους οὕτω συνθείη, εἶτα συμβαίη τήκεσθαι κατὰ βραχὺ τὸν ἅλα, πρῶτον μὲν ἀναβήσεται ὁ τέταρτος καὶ γενήσεται ἐνεργείᾳ αἰσθητός, εἶθ’ ὁ τρίτος, εἶθ’ ὁ δεύτερος, ἔσχατον δὲ ὁ ἐν τῷ πυθμένι. ὡς οὖν ἐπὶ τού‐ | |
20 | των τηκομένου τοῦ ἁλὸς γίνονται ἐνεργείᾳ αἰσθητοὶ οἱ βάτραχοι, οὕτω καὶ ἐπὶ τῶν κινήσεων ἀνιεμένου τοῦ κωλύοντος αἵματος καὶ λυομένου καὶ ἐκ παχέος λεπτοτέρου καὶ ἐξ ἀδιακρίτου κεκριμένου καὶ καθαρωτέρου γινο‐ μένου, ἐνεργοῦσιν ἐν τῷ καταλειφθέντι λοιπῷ αἵματι, ἐλάττονι ὄντι καὶ καθαρωτέρῳ (τοῦ γὰρ πλείονος προσκριθέντος τῷ σώματι τὸ καταλειπόμενον | |
25 | ἀναγκαῖον ἔλασσον εἶναι), ἐνεργοῦσιν οὖν ἐν τῷ λοιπῷ αἵματι τῶν ἐν τοῖς αἰσθητηρίοις κινούντων ἔχουσαι ὁμοιώματα, τουτέστιν οὖσαι ὁμοιώματα τῶν αἰσθητῶν τῶν ποιούντων κίνησιν ἐν τοῖς αἰσθητηρίοις. μεταβάλλουσι δὲ ταῦτα τὰ ὁμοιώματα ταχέως, ὥσπερ τὰ ἐν τοῖς νέφεσιν, ἃ παρει‐ κάζουσι κενταύροις καὶ ἀνθρώποις. καὶ ὥσπερ ταῦτα ἀπ’ ἄλλων | |
30 | σχημάτων εἰς ἄλλα μεταβάλλει, τί κωλύει καὶ τὰς τοιαύτας κινήσεις ἀπὸ ἄλλων εἰς ἄλλα μεταβάλλειν; ταῦτα εἰπὼν ἐπιφέρει· τούτων δέ, τῶν εἰδώλων τῶν ἐν τοῖς ὕπνοις φαινομένων, ἕκαστόν ἐστιν ὑπόλειμμα τοῦ ἐνεργείᾳ αἰσθήματος, καὶ ἀπελθόντος τοῦ ἀληθῶς αἰσθητοῦ, ὅταν μὴ κατέχηται τὸ ἐπικρῖνον, ἀληθὲς εἰπεῖν, ὅτι τοῦτο οὐ Κορίσκος, ἀλλ’ οἷον | |
35 | Κορίσκος. | 72 |
73(1n) | Ὅτε δὲ ᾐσθάνετο, οὐκ ἔλεγε Κορίσκον τὸ κύριον. | |
2 | Τουτέστιν ὅτε γὰρ ᾐσθάνετο (ὁ γὰρ δὲ σύνδεσμος ἀντὶ τοῦ γὰρ κεῖ‐ ται), ὅτε γὰρ ᾐσθάνετο, ἤτοι ὅτε γὰρ ἐν τῷ ὕπνῳ οὐ κατείχετο ὑπὸ τοῦ κατελθόντος αἵματος τὸ κύριον καὶ ἐπικρῖνον, οὐκ ἔλεγε Κορίσκον τὸ | |
5 | εἴδωλον, ἀλλὰ διὰ τούτου ἐκεῖνον Κορίσκον τὸν ἀληθινόν, του‐ τέστιν ἀλλὰ διὰ τοῦ εἰδώλου ἑώρα καὶ διενοεῖτο τὸν ἀληθινὸν Κορίσκον. οὗ δὴ εἰδώλου καὶ αἰσθανόμενόν φησιν, ὅτι τοῦτο οὐκ ἔστι Κορίσκος, ἀλλ’ εἴδωλον Κορίσκου. τὸ δὲ ἂν μὴ παντελῶς κατέχηται ὑπὸ τοῦ αἵματος ὡς δηλωτικὸν ἐπῆκται τοῦ ὅτε δὲ ᾐσθάνετο, οὐκ ἔλεγε | |
10 | Κορίσκον τὸ κύριον. ἔστι δὲ τὸ μὲν ἑξῆς τῆς λέξεως τοιοῦτον· ἂν μὴ παντελῶς κατέχηται ὑπὸ τοῦ αἵματος καὶ δοκῇ τὸ ὅμοιον αὐτὸ εἶναι τὸ ἀληθές, ὥσπερ αἰσθανόμενον τοῦτο κινεῖται ὑπὸ τῶν κινήσεων τῶν ἐν τοῖς αἰσθητηρίοις. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστι· τοῦτο τὸ κύριον καὶ ἐπι‐ κρῖνον ἂν μὴ παντελῶς ὑπὸ τοῦ αἵματος ἐν τοῖς ὕπνοις κατέχηται, ὑπὸ | |
15 | τῶν κινήσεων τῶν ἐν τοῖς αἰσθητηρίοις οὕτω κινεῖται ὥσπερ αἰσθανόμενον, καὶ ὥσπερ τὸ κυρίως αἰσθανόμενον, εἰ μή τι συμβαίη, οὐκ ἀπατᾶται, οὕτως οὐδὲ τοῦτο. ἐὰν δὲ οὕτω κατέχηται, ὥστε τὸ ὅμοιον καὶ τὸ εἴδωλον δοκεῖν ὅτι αὐτό ἐστι τὸ ἀληθινόν, οὐ κινεῖται ὑπὸ τῶν εἰδώλων ὡς αἰσθανόμενον καὶ τρόπον τινὰ ἐγρηγορός, ἀλλ’ ὡς ἀναίσθητον. ὅταν γάρ, ὡς ἐρεῖ μετ’ | |
20 | ὀλίγον, μὴ κατέχηται, οὔτε οὕτως ἐστὶν ἐγρηγορὸς ὡς τὰ ἁπλῶς καὶ κυρίως ἐγρηγορότα, οὔτ’ αὖ πάλιν καθεῦδον ὡς τὰ ἁπλῶς καθεύδοντα, ἀλλὰ μεταξὺ ἐγρηγορότος καὶ καθεύδοντος. τὸ δὲ λεγόμενον περὶ τῆς ὑποβολῆς τοῦ δακτύλου ἐν τῷ ὀφθαλμῷ οὐχ ὡς ἀληθὲς εἴληπται (ποῦ γὰρ εἰκὸς ἢ ἐμὲ ἢ ἄλλον ὁντιναοῦν ὑποβαλόντα τὸν δάκτυλον εἰς τὸν ὀφθαλμὸν λανθάνειν, | |
25 | ὅτι ὑπέβαλον ἢ ὑπέβαλεν;), ἀλλ’ οὕτως εἴληπται ἕνεκεν λόγου, δυνάμει λέγων· κείσθω ὅτι ὑπέβαλέ τις τὸν δάκτυλον αὐτοῦ, λέληθε δὲ αὐτόν, ὅτι ὑπο‐ βέβληται. ὡς οὖν ἐπὶ τῇ τοῦ δακτύλου ὑποβολῇ, οὕτω φησὶ καὶ ἐν τοῖς ὕπνοις, ἂν μὲν αἰσθάνηται τὸ κύριον καὶ ἐπικρῖνον (τοῦτο δ’ ἐστίν, ὡς εἴρηται, ἡ διάνοια· ἱκανὴ δὲ ἡ διάνοια καὶ ἐγρηγορότων καὶ κοιμωμένων | |
30 | ἐπιβάλλειν τοῖς προσήκουσιν ἔργοις), ἂν μὲν δὴ αἰσθάνηται ὅτι καθεύδει καὶ πρὸς τούτῳ αἴσθησιν ἔχῃ τοῦ πάθους (τουτέστι τοῦ ἐνυπνίου, ἐν | |
ᾧ πάθει ἐστὶν ἡ αἴσθησις τοῦ αἰσθητικοῦ· τῆς γὰρ αἰσθητικῆς | 73 | |
74 | ψυχῆς ἡ αἴσθησις καὶ ἡ ἐνέργεια ἐν τούτῳ τῷ πάθει τότε γίνεται· περὶ αὐτὸ γὰρ ἐνεργεῖ), φαίνεται μέν, λέγει δὲ ὅτι οὐκ ἔστι τὸ φαινόμενον Κορίσκος. ὅτι δὲ πολλάκις ὁρῶντες ἐνύπνια λέγομεν ἔτι ὑπνώττοντες, ὅτι τοῦθ’ ὅπερ ὁρῶ οὐκ ἔστιν ἐνύπνιον, δῆλον τοῖς προσέχουσιν. ἰστέον δὲ | |
5 | ὅτι τινὰ μὲν τῶν ἀντιγράφων ἔχουσι καὶ τοῦ ἐν ᾧ ἡ αἴσθησις τοῦ αἰσθητικοῦ, τινὰ δὲ καὶ τοῦ πάθους ἐν ᾧ ἡ αἴσθησις τοῦ ὑπνω‐ τικοῦ. καὶ τῆς μὲν προτέρας γραφῆς ἡ διάνοια ἤδη εἴρηται, διὰ ταύτης δὲ εἴη ἂν λέγων πάθος ὑπνωτικὸν τὸ ἐνύπνιον, ἐν ᾧ ἡ αἴσθησις· τούτου γὰρ τοῦ ἐνυπνίου ἐν τοῖς ὕπνοις αἰσθανόμεθα. ἔστι δὲ τὸ λεγόμενον καὶ | |
10 | ὑπὸ ταύτης καὶ ὑπ’ ἐκείνης τὸ αὐτό. | |
11n | Ὅτι δὲ ἀληθῆ λέγομεν καί εἰσι κινήσεις φανταστικαὶ | |
12n | ἐν τοῖς αἰσθητηρίοις, δῆλον. | |
13 | Κινήσεις φανταστικὰς αὐτοὺς λέγει τοὺς τύπους τοὺς ἀπὸ τῶν αἰσθη‐ τῶν ἐν τοῖς αἰσθητηρίοις καὶ δι’ αὐτῶν εἰς τὸ πρῶτον αἰσθητήριον, τὴν | |
15 | καρδίαν, ἐγγινομένους. εἰπὼν δὲ ὅτι γίνεται τὰ ἐνύπνια ἀπὸ τῶν εἰδώλων καὶ τῶν τύπων τῶν ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, ἔδει δὲ ζητεῖν εἰ ὅλως εἰσὶ τύποι τῶν αἰσθητῶν ἐν τῇ καρδίᾳ, πιστοῦται τοῦτο, λέγω δὴ τὸ εἶναι τύπους καὶ εἴδωλα ἐν τῇ καρδίᾳ, ἀπὸ τῶν συμβαινόντων τοῖς ἄλλοις αἰσθη‐ τηρίοις. εἰ γάρ εἰσιν ἐν τοῖς ἄλλοις αἰσθητηρίοις εἴδωλα, πολλῷ μᾶλλον ἐν τῷ | |
20 | πρώτῳ, ἀφ’ οὗ καὶ τοῖς ἄλλοις τὸ εἶναι τάδε τινά ἐστι. δῆλον οὖν, φησίν, ὅτι εἰσίν, ἐάν τις προσέχων πειρᾶται μνημονεύειν, ἃ πάσχομεν καταφερόμενοί τε καὶ ἐγειρόμενοι. καὶ οὐ λέγει, ὅτι καὶ ἅμα τῷ καταφέρεσθαι καὶ εἰς ὕπνον τρέπεσθαι πάσχομέν τι, ἀλλ’ ἔστι τὸ λεγό‐ μενον, ὅτι ἃ πάσχομεν ἐγειρόμενοι, ὅταν ἡ ἔγερσις γένηται πλησίον | |
25 | τῆς καταφορᾶς· οἷον εἰ ἐν τῇ ἀρχῇ τῆς πρώτης ὥρας γένοιτο ἡ κατα‐ φορά, ἵνα ἡ ἔγερσις γένηται ἐν τῷ ἡμίσει τῆς ὥρας ἢ ἐν τῷ τέλει ἢ ὅλως σύντομος. ἂν γὰρ ἡνίκα ὑπνώσας τις ἄρξηται ὁρᾶν ἐνύπνιον, εἶτα ἐγερεῖ αὐτόν τις, ὥσπερ εἴρηται, συντόμως, ὁρᾷ τὰ εἴδωλα πρὸ ὀμμάτων. ἃ γὰρ βλέπει ἐν τῷ ὕπνῳ, ἐγερθεὶς καὶ προσέχων ὁρᾷ αὐτά, ὥσπερ νῦν | |
30 | ἐγὼ τόνδε τὸν χάρτην. εἰ γὰρ καὶ κατῆλθον ἐν τῇ καρδίᾳ, ὅμως αἱ κινή‐ σεις αὐτῶν ἔτι ἐμμένουσιν ἐν τοῖς ὀφθαλμοῖς. ὥστε εἰ μὴ ἦσαν κινήσεις | |
καὶ εἴδωλα τῶν αἰσθητῶν ἐν τοῖς αἰσθητηρίοις, οὐκ ἂν συνέβαινεν ἡμᾶς | 74 | |
75 | ὁρᾶν Σωκράτην, εἰ οὗτος ἦν ὁ ὁρώμενος ἐν ὕπνῳ, μὴ παρόντος Σωκρά‐ τους. ἀλλὰ καὶ ἔνιοι τῶν νέων ὑπό τινος ἐγερθέντες καὶ πάμπαν ἀκριβῶς διαβλέψαντες εἴδωλα εἶδον ἐνώπιον αὐτῶν ἱστάμενα· ταῦτα δὲ ἦσαν αἱ ἐν τοῖς ὀφθαλμοῖς ἀπὸ τῶν αἰσθητῶν κινήσεις. | |
5 | Ταῦτα εἰπών, συμπεραίνεται λέγων· ἔστι τὸ ἐνύπνιον φάντασμα ἐν ὕπνῳ. τὸ δὲ ἐν ὕπνῳ ἐπήγαγε διὰ τὸ καὶ τὰ εἴδωλα, ἅπερ ὁρῶσιν οἱ πάμπαν ἐν σκότει διαβλέποντες, εἶναι μὲν φαντάσματα, οὐκ ἐνύπνια δέ· τὸ γὰρ ἐν ἐγρηγόρσει φάντασμα οὐκ ἐνύπνιον, ἀλλὰ τὸ ἐν ὕπνῳ φαινό‐ μενον φάντασμα, τοῦτό ἐστιν ἐνύπνιον. οὔτε οὖν τὰ εἰρημένα εἴδωλα καὶ | |
10 | φαντάσματά εἰσιν ἐνύπνια, οὔτε ἄλλο τι φαινόμενον λελυμένων, τουτέστιν ἐνεργουσῶν, τῶν αἰσθήσεων. ὁρῶμεν γὰρ φαντάσματά τινα διὰ νόσον ἐνεργουσῶν τῶν αἰσθήσεων, ἅπερ οὔ φαμεν ἐνύπνια. ἀλλὰ μὴν οὐδὲ πᾶν τὸ ἐν ὕπνῳ φάντασμα ἐνύπνιόν ἐστι· τὰ γὰρ φαινόμενα ἐν τῷ ὕπνῳ, ὅταν μὴ κατέχηται τὸ κύριον καὶ τὸ ἐπικρῖνον, φαντάσματα μέν εἰσιν, ἐνύπνια | |
15 | δ’ οὔ. εἰπὼν δὲ ὅτι οὐδὲ πάντα τὰ ἐν ὕπνῳ φαινόμενα φαντάσματα ἐνύ‐ πνιά εἰσι, τίνα ταῦτά ἐστι λέγει, ὅτι οἱ ψόφοι, ὧν αἰσθάνεταί τις καθεύδων, καὶ τὸ φῶς καὶ οἱ χυμοί, ταῦτα οὔκ εἰσιν ἐνύπνια. οἱ γὰρ ὑπνώττοντες καὶ μεταξὺ ὄντες τοῦ ἁπλῶς γρηγοροῦντος καὶ ἁπλῶς κοιμωμένου, ἐάν τις ψοφῇ ἢ φῶς κρατῶν διέρχηται, αἰσθάνονται καὶ τοῦ φωτὸς καὶ τῶν ψόφων, | |
20 | δοκοῦσι δ’ ἐν ὀνείρῳ τούτων αἰσθάνεσθαι· ὥστε καὶ πολλοὶ ἐγερθέντες λέγουσι πρὸς αὐτούς· σὺ ψοφεῖς· σὺ τὸ φῶς κατέχεις· μὰ τὸν ἥλιον ἐδό‐ κουν ὅτι ὄναρ ταῦτα ὁρῶ, τάχα δὲ οὐκ ὄναρ ἦν αὐτά, ἆλλ’ ἀληθῆ. αἰσθάνον‐ ται δὲ τούτων ἀσθενικῶς καὶ οἷον πόρρω· πῇ γὰρ αἰσθάνονται. ὡς γὰρ ἔχει ὁ ἁπλῶς ἐγρηγορὼς πρὸς τὸν πῇ ἐγρηγορότα, οὕτω καὶ ἡ ἁπλῶς | |
25 | αἴσθησις πρὸς τὴν πῇ αἴσθησιν. ἀλλὰ καὶ πολλοὶ καθεύδοντές πῃ, μὴ ἔχοντες δὲ παντελῶς κεκλεισμένα τὰ βλέφαρα, ἀλλ’ ἠρέμα καὶ ὀλίγον ἀνεῳγμένα, καὶ ὁρῶντες τὸ τοῦ παρακειμένου λύχνου φῶς, ἐγερθέντες εὐθὺς ἐγνώρισαν τὸ τοῦ λύχνου ὄν, ὅπερ οὐχ ὡς λύχνου ἐνόμιζον ὁρᾶν, ἀλλ’ ὡς ἐνύπνιον, μὴ καθεύδοντες γάρ· οὐ γὰρ ἁπλῶς καθεύδουσιν, | |
30 | ἀλλὰ πῇ. νομίζοντες δὲ καθεύδειν δοκοῦσιν, ὅτι ἅπερ ὁρῶσι καὶ ὅλως ἅπερ φαντάζονται ἐνύπνιά εἰσιν, μὴ ὄντα ἐνύπνια. καὶ ἀλεκτρυόνων φωνῆς ἀκούοντες καὶ νομίζοντες, ὅτι ἐνύπνιόν ἐστιν, ἐγερθέντες εἶδον τὸν ἀλεκτρυόνα καὶ εὐθὺς ἐγνώρισαν ὅτι οὐκ ἐνύπνιον τὸ φαινόμενον, ἀλλὰ φάντασμα. ταῦτα δὲ ὅτι οὕτως ἔχει, ἴσμεν οἱ πειρώμενοι μνημονεύειν τῶν τοιούτων. | |
35 | οἱ δ’ ἀποκρινόμενοι ἐν τῷ ἐρωτᾶσθαι, ὅτε ὑπνώττουσι, πολλάκις οὐ μνη‐ | 75 |
76 | μονεύουσιν ἐγερθέντες, ὅτι ἀπεκρίθησαν, ἀλλ’ ἀγνοοῦσιν. ὥστε δῆλον ὅτι, ἐπεὶ ἀποκρινόμενοι οὐ μνημονεύουσιν, οὔτε ἁπλῶς γρηγοροῦσιν (ἐμνημόνευον γὰρ ἄν), οὔθ’ ἁπλῶς ὑπνώττουσιν (οὐ γὰρ ἂν ἀπεκρίθησαν), ἀλλὰ πῇ ὑπνώττουσι καὶ πῇ γρηγοροῦσιν. ἀληθεῖς δὲ ἐννοίας παρὰ τὰ φαντά‐ | |
5 | σματα λέγει τὰς κρίσεις, δι’ ὧν ἐν ὕπνῳ κρίνομεν, ὅτι τοῦθ’ ὅπερ ὁρῶ οὐκ ἔστιν ἐνύπνιον. Σαφῆ δὲ τὰ ἑξῆς. ἐναντίωσιν δὲ ταύτην λέγει τὸ ὁρᾶν ἐνύπνιον | |
καὶ μὴ ὁρᾶν· τὸ γὰρ μὴ ὁρᾶν ἐναντίον τῷ ὁρᾶν. | 76 | |
77(1t) | ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ ΠΕΡΙ ΤΗΣ ΚΑΘ ΥΠΝΟΝ ΜΑΝΤΙΚΗΣ | |
2t | ΑΡΙΣΤΟΤΕΛΟΥΣ. | |
3n | Περὶ δὲ τῆς μαντικῆς τῆς ἐν τοῖς ὕπνοις γινομένης | |
4n | καὶ λεγομένης συμβαίνειν ἀπὸ τῶν ἐνυπνίων. | |
5 | Μετὰ τὸ Περὶ ἐνυπνίων εὐθὺς τάττει τὸ Περὶ τῆς ἐν τοῖς ὕπνοις μαντικῆς. λέγεται δὲ μαντικὴ διὰ τὸ προμαντεύεσθαι καὶ προγινώσκειν, ἃ μέλλομεν ποιεῖν ἢ πράττειν ὕστερον, παρὰ τῶν ἐνυπνίων. ἀπὸ γὰρ τῶν ἐνυπνίων προμαντευόμεθα, ὅτι τόδε τι ἡμῖν συμβήσεται. ταύτης δὴ τῆς μαντικῆς οὔτε καταφρονῆσαι ῥᾴδιον ὡς μὴ ἐχούσης τι σημειῶδες ἢ | |
10 | προμάντευμα τῶν μελλόντων γίνεσθαι (πείθει γὰρ ἡμᾶς ἡ πεῖρα τῶν καθ’ ἑκάστην γινομένων, ὡς ἔχει τι σημειῶδες), οὔτε δεῖ πάλιν πεισθῆναι, ὅτι τὰ ἐνύπνια αἴτιά εἰσι πάντων τῶν μελλόντων γίνεσθαι, ἀλλὰ τούτων τινὰ μέν εἰσιν αἴτια, τινὰ δὲ σημεῖα, τινὰ δὲ συμπτώματα. τίνα δὲ τούτων αἴτια καὶ τίνα σημεῖα καὶ τίνα συμπτώματα, αὐτὸς ἐρεῖ προελθών. εἰπὼν | |
15 | δὲ ὅτι καὶ τὸ περὶ ἐνίων εἶναι τὴν μαντικὴν ἐν τοῖς ὕπνοις ἐπή‐ γαγε· δι’ ὃ καὶ περὶ τῶν ἄλλων ἐνυπνίων ὁμοίως ἄν τις οἰηθείη. ἔστι δὲ τὸ περὶ τῶν ἄλλων ἴσον τῷ περὶ πάντων καὶ εἴη ἂν τὸ λεγό‐ μενον δυνάμει τοιοῦτον· ἐπεὶ γὰρ ἔνια τῶν ἐνυπνίων ἔχουσι σημειῶδές τι, οἰηθείη ἄν τις ὅτι καὶ ἁπλῶς πάντα τὰ ἐνύπνια τοιαῦτα τυγχάνει, καὶ | |
20 | οὐδέν ἐστιν ἐνύπνιον, ὅπερ οὐκ ἔχει τι σημειῶδες. ἀλλὰ τὸ μὲν ἔχειν τινὰ σημειῶδες δῆλον, τὸ δὲ μὴ λέγειν αἰτίας εὐλόγους πῶς τοῦτο συμ‐ βαίνει, ἀλλ’ ἀποφαίνεσθαι, ὅτι θεός ἐστιν ὁ ταῦτα πέμπων, ἀπιστεῖν ἡμᾶς | |
ποιεῖ. ἄλογον γὰρ τὸ τὸν θεόν, ὃς ἑαυτὸν μόνον ὁρᾷ (αὐτὸς γάρ ἐστι | 77 | |
78 | τὸ ἀεὶ νοοῦν καὶ ἀεὶ νοούμενον), εἰς τοιαῦτα κατάγειν καὶ κατασπᾶν. ὅτι δὲ τοῦ θεοῦ ἀφαιρεθέντος οὐδὲν ἄλλο φαίνεται εὔλογον, οὐκ ἄδηλον. τὸ γὰρ προορᾶν ἡμᾶς τινα πράγματα, ἃ μέλλει συμβαίνειν ἐν ταῖς Ἡρακλείαις στήλαις ἢ ἐν Βορυσθένει, ὑπὲρ ἡμᾶς ἐστι τὸ λέγειν τὸ αἴτιον τούτου. ὅτι | |
5 | δὲ ἡ ὑποδρομὴ τοῦ ἀστέρος σημεῖόν ἐστιν ἐκλείψεως, δῆλον. οὕτω γὰρ καὶ λέγομεν· σημεῖον δὲ ὅτι ἐκλείπει· καὶ γὰρ ὁ ἀστὴρ ὑπεισῆλθεν. | |
7n | Ἆρ’ οὖν ἐστι τῶν ἐνυπνίων τὰ μὲν αἴτια καὶ σημεῖα, | |
8n | οἷον τῶν περὶ σῶμα συμβαινόντων; | |
9 | Τὸ τῆς λέξεως κατάλληλον τοιοῦτόν ἐστι· τῶν ἐνυπνίων τὰ μέν ἐστιν | |
10 | αἴτια, τὰ δὲ σημεῖα· αἴτια μὲν ὅσα φανέντα τὴν διάνοιαν ἐπὶ τὰς ἐνεργείας ἐφίστησιν, ὑπομνήσαντά τινος τῶν πρώτων (τί δὲ τοῦτό ἐστι, μετὰ βραχὺ γνωσόμεθα), σημεῖα δὲ δι’ ὧν παρίσταται σωματικὰ πάθη ἢ ψυχικά. εἰπὼν δὲ τὰ προσεχῶς ῥηθέντα ἐπήγαγεν· εὔλογον δὲ οὕτως ὑπο‐ λαβεῖν καὶ τοῖς τεχνίταις μέν, σκοπουμένοις δέ τι καὶ φιλοσοφοῦσιν. | |
15 | ἔστι δὲ τὸ λεγόμενον· οὐ μόνον τοῖς ἰατροῖς προσήκει σφόδρα προσέχειν τοῖς ἐνυπνίοις, ἀλλὰ καὶ ἡμῖν τοῖς τεχνίταις καὶ φιλοσοφοῦσι περί τινος. ἀλλὰ πῶς ἐν τῇ νυκτὶ γίνονται κινήσεις τινές, οἷον φλέγματος κατάρρυσις καὶ ἄλλα τινά, ἃ λέγομεν εἶναι σημεῖα τῶν μελλόντων συμβαίνειν ἡμῖν, ἐν δὲ τῇ ἡμέρᾳ οὐ γίνονται; ἤ φησιν, ὅτι γίνονται καὶ ἐν τῇ ἡμέρᾳ. αἱ | |
20 | γὰρ μεθ’ ἡμέραν, τουτέστιν αἱ ἐν τῇ ἡμέρᾳ, γινόμεναι κινήσεις, ἂν μὴ σφόδρα μεγάλαι ὦσι καὶ ἰσχυραί, λανθάνουσι. γίνονται οὖν, φησί, καὶ ἐν τῇ ἡμέρᾳ τοιοῦται κινήσεις, ἀλλὰ διὰ τὸ μὴ εἶναι μεγάλας λανθάνουσιν ἡμᾶς· ἐκκρούονται γάρ, ὡς εἴρηται, ὑπὸ τῶν μεθ’ ἡμέραν κινήσεων μεγάλων οὐσῶν τῶν γινομένων ἐν τοῖς αἰσθητηρίοις ὑπὸ τῶν | |
25 | αἰσθητῶν. ἂν γὰρ μὴ ὦσι, φησί, σφόδρα μεγάλαι καὶ ἰσχυραί, ἀλλὰ μικραί, λανθάνουσι. μεγάλων μὲν γὰρ οὐσῶν οὐ γίνεται λήθη, μικρῶν δὲ γίνεται· τῶν γὰρ αἰσθητῶν αἱ κινήσεις μεγάλαι οὖσαι ἐμποδίζουσιν αὐτὰς καὶ οὐκ ἐῶσιν αἴσθησιν ἐμποιεῖν. ἐν δὲ τῷ καθεύδειν διὰ τὸ ἀργεῖν τὰ αἰσθητήρια καὶ αἱ μικραὶ μεγάλαι δοκοῦσιν. ὅτι δὲ καὶ αἱ μικραὶ | |
30 | μεγάλαι δοκοῦσι, πιστοῦται ἐκ τῆς ἐπαγωγῆς· μικροῦ γὰρ ἤχου ἐν τῷ | 78 |
79 | καθεύδειν γεγονότος ἐν τοῖς ὠσὶ δοκοῦμεν βροντᾶσθαι. τοῦτο δὲ οὐκ ἂν ἡμῖν ἐδόκει, εἰ μὴ αἱ μικραὶ κινήσεις μεγάλαι ἐδόκουν ἐν τοῖς ὕπνοις. δοκοῦσι δὲ μεγάλαι διὰ τὸ τὰ αἰσθητήρια τότε ἀργεῖν. | |
4n | Ἐπεγειρομένοις δὲ ταῦτα φανερὰ τοῦτον ἔχοντα τὸν | |
5n | τρόπον. | |
6 | Τουτέστιν ἐγερθεῖσι δὲ φανερὸν γίνεται, ὅτι ταῦτα πάντα μικρά ἐστιν. ἐγερθέντες γὰρ ἔτι ἔχομεν αἴσθησιν καὶ τοῦ ἐν τοῖς ὠσὶ μικροῦ ἤχου, ὅτι μικρός ἐστι, καίπερ μεγάλου ἐν τοῖς ὕπνοις δοκοῦντος, καὶ τῶν ἄλλων πάντων· ἃ σαφῶς καταλέγει. πιστωσάμενος δέ, ὅτι ἐν τοῖς ὕπνοις αἱ | |
10 | μικραὶ κινήσεις διάδηλοι γίνονται, λέγει ὅτι ταῦτά ἐστι καὶ σημεῖα τῶν μελλόντων ἡμῖν συμβαίνειν. τὸ γὰρ δοκεῖν ἐν τοῖς ὕπνοις μέλιτος ἀπο‐ γεύεσθαι σημεῖόν ἐστι τοῦ μέλλειν ἡμᾶς νοσῆσαι· ἀρχὴ γὰρ τῆς νόσου τὸ φλέγμα. καὶ ἐπεὶ πάντων αἱ ἀρχαὶ μικραί, ὡς εἴρηται πολλάκις, τῷ μεγέθει, τῇ δὲ ποιότητι καὶ τῇ δυνάμει μεγάλαι, καὶ αἱ τῶν νόσων ἀρχαὶ μικραὶ | |
15 | ἂν εἶεν. ἀλλὰ μὴν τὰ μικρὰ δέδεικται ὅτι ἐν τῷ καθεύδειν γίνονται δῆλα· καὶ αἱ τῶν νόσων ἄρα ἀρχαὶ ἐν τῷ καθεύδειν ἔσονται δῆλαι. εἰ δὲ τοῦτο, φανερόν, ὅτι ἔνια τῶν ἐν τοῖς ὕπνοις σημεῖά ἐστι τῶν μελλόντων ἡμῖν περὶ τὸ σῶμα συμβαίνειν παθῶν. ἐγὼ γὰρ ἰδὼν ἐν ὕπνῳ ὤν, ὅτι διηρχόμην ἔν τινι τόπῳ βορβορώδει καὶ δυσώδει, μετ’ ὀλίγας ἡμέρας νενόσηκα· οἱ γὰρ | |
20 | παχεῖς καὶ γλισχροὶ καὶ σεσημμένοι χυμοί, οἵπερ αἴτιοι γεγόνασι τοῦ νοσῆ‐ σαί με, ἐν τῷ καθεύδειν γεγόνασί μοι διάδηλοι. ἦν οὖν σημεῖον ἡ ἐμὴ πρὸς τὸν βορβορώδη τόπον παρέλευσις τοῦ νοσῆσαί με. δι’ ὃ προσέχειν χρὴ τοῖς τοιούτοις. | |
24n | Ὥστ’ ἐπεὶ μικραὶ πάντων αἱ ἀρχαί. | |
25 | Ἐπεὶ οὖν, φησί, μικραὶ πάντων αἱ ἀρχαί, δηλονότι καὶ τῶν νόσων καὶ τῶν ἄλλων παθημάτων τῶν ἐν τῷ σώματι μελλόντων γίνεσθαι μικραὶ ἔσονται· τοῦτο γὰρ λείπει. εἰ δὲ τοῦτο, φανερόν, ὅτι ἐν τοῖς ὕπνοις ἔσονται καταφανεῖς. ὡς γὰρ εἴρηται, τὰ μικρὰ ἡμῖν τότε δῆλα γίνεται. ὥστε οὐδὲν θαυμαστόν, εἰ αἱ μικραὶ κινήσεις ἐν τοῖς ὕπνοις τῶν ἐσομένων αἴτιαι | |
30 | ἡμῖν γίνονται. | 79 |
80(1n) | Ἀλλὰ μὴν καὶ ἔνια γε τῶν καθ’ ὕπνον φαντασμάτων | |
2n | αἴτια εἶναι τῶν ἑκάστου πράξεων, οὐκ ἄλογον. | |
3 | Εἰπὼν τίνα εἰσὶ τῶν ἐνυπνίων σημεῖα, λέγει καὶ τίνα αἴτια, καί φησιν· ὥσπερ μέλλοντες πρᾶξαί τι ἢ καὶ πράσσοντες ἐν τοῖς ὕπνοις εὐθυονείρως | |
5 | τούτοις σύνεσμεν (οὕτως γὰρ εὐθυονειροῦμεν, ὡς μὴ ἄλλο τι, ἀλλ’ ἐκεῖνο αὐτὸ ἀπαραλλάκτως θεᾶσθαι, ὅπερ ἐπράττομεν), αἴτιον δὲ τοῦ ὁρᾶν ἐν τοῖς ὕπνοις τὰ πραττόμενα ἡμῖν ἐγρηγορόσιν τὸ προοδοποιεῖσθαι τὴν διάνοιαν ἡμῶν ἀπὸ τῶν πράξεων (ὡς γὰρ τὰ πεπονθότα σώματα ἐπιτηδείως περι‐ πίπτει ταῖς νόσοις, οὕτω καὶ ἡ προοδοποιηθεῖσα καὶ προκινηθεῖσα διάνοια | |
10 | ὑπὸ τῶν ἐγγινομένων ἐν τῇ καρδίᾳ κινήσεων εὐθυονείρως αὐτοῖς σύνεστιν), ὡς οὖν ἐπὶ τούτων, οὕτω πολλάκις ἀναγκαῖον καὶ τὰς καθ’ ὕπνον κινήσεις ἀρχὴν εἶναι τῶν καθ’ ἡμέραν πράξεων. ὅσα γὰρ φανέντα ἐν τοῖς ὕπνοις τὴν διάνοιαν ἐπὶ τὰς ἐνεργείας ἐφίστησιν, ὑπομνήσαντά τινος τῶν πρώτων, ταῦτα αἴτια λέγομεν. ὡς γὰρ ἐγρηγορότες πολλάκις διανοού‐ | |
15 | μεθά τι, ὅπερ αἴτιον ἡμῖν γίνεται τοῦ ποιῆσαι ἢ πρᾶξαι ἢ εὑρεῖν ἄλλο τι (διανοηθεὶς γάρ τις ἐξαίφνης τι καὶ ἐκ τούτου εὑρηκὼς ἄλλο τι λέγει τοῦ εὑρεθέντος αἴτιον εἶναι τὸ διανοηθέν), οὕτω καὶ ἐν τοῖς ὕπνοις ἠρεμοῦσα ἡ διάνοια ἐκ τῶν ἐν τῇ καρδίᾳ τύπων διανοεῖται ἄλλο τι, ὑφ’ οὗ συμ‐ βαίνει πρᾶξαι ἄλλο τι, καί φαμεν, ὅτι τοῦ πραχθέντος αἴτιον τὸ φανέν. | |
20 | ὅτι δὲ ἀπὸ ἄλλων τινῶν συμβαίνει ἡμᾶς ἄλλα διανοεῖσθαι, δῆλον. ἰδὼν γὰρ πολλάκις λύραν διενοήθην Σωκράτην, καὶ ἐκ Σωκράτους τρίγωνον. καὶ οὐ δὴ τὸ ἄλλου αἴτιον ἄλλου φαμέν. ἐπεὶ καὶ ὁ κόπος, αἴτιος ὢν τοῦ πυρετοῦ, ἄλλος ἐστὶ παρὰ τὸν πυρετόν. καὶ ἐγὼ δὲ πολλάκις ἐν ὕπνῳ ῥόδα λευκὰ ἰδὼν μεθ’ ἡμέραν ἔλαβον παρά τινων δῶρα. ἃ δὴ ῥόδα αἴτια | |
25 | καὶ ἀρχὴν τῶν δώρων λέγομεν. ἔστιν οὖν, ὥσπερ ἡ ἐν τῇ ἡμέρᾳ πρᾶξις αἰτία τῶν ἐν νυκτὶ γινομένων ἡμῖν ἐνυπνίων ἢ φαντασμάτων, οὕτως οὐδὲν κωλύει καί τινα φαντάσματα αἴτια εἶναι τῶν μεθ’ ἡμέραν πράξεων. ταῦτα δὲ ἁρμόζει ἐπὶ τῶν πράξεων λέγεσθαι τῶν ὑφ’ ἡμῶν πραχθησο‐ | |
μένων οὐ διὰ μακροῦ, ἀλλὰ συντόμως. τὰ μὲν οὖν ὡς αἴτια καὶ σημεῖα ταῦτα. | 80 | |
81(1n) | Τὰ δὲ πολλὰ συμπτώμασιν ἔοικε. | |
2 | Λέγει δὲ ὑπερβατὰ τὰ ὑπὸ ἄλλων πραχθησόμενα καὶ ἁπλῶς, ὧν μὴ ἔστιν ἐν ἡμῖν ἡ ἀρχή. ποῦ γὰρ ἐν ἐμοὶ ἀρχὴ τῆς μελλούσης ἐν Περσίδι γίνεσθαι ναυμαχίας ἢ πολέμου; ἀλλ’ ὅμως συμβαίνει ἢ καθαρώτατα ἰδεῖν | |
5 | με, ὅτι γίνεται ἐν Περσίδι πόλεμος, καὶ ἀποβῆναι τοῦτο καὶ γενέσθαι, ἢ καὶ αἰνιγματωδῶς· λέγω δὲ αἰνιγματωδῶς, ὅταν ἀπ’ ἄλλου ἄλλο ἀποβῇ, οἷόν τί φημι· ἐθεάσατο ὁ ἐμὸς ἑταῖρος ἐν ὕπνῳ, ὡς ἀπέστειλεν αὐτῷ γυνή τις μηλοπέπονας λεπτοὺς καὶ ἐπιμήκεις, ἔχοντας οὐρὰς σκορπίων· μετὰ δὲ ὀλίγας τινὰς ἡμέρας ἐλυπήθη ὑπ’ ἐκείνης τῆς γυναικός. εἰσὶν οὖν ἄλλο | |
10 | μὲν οἱ μηλοπέπονες, ἄλλο δὲ τὸ ἀποβάν, ἡ λύπη. σαφηνίζει δὲ αὐτός, πῶς ἐοίκασι συμπτώμασι, καί φησιν· ὥσπερ γὰρ πολλάκις συμβαίνει, μεμνη‐ μένον ἐμὲ Σωκράτους, ἐλθεῖν Σωκράτην, οὕτω καὶ ἰδόντα ἐν ὕπνῳ ναυμα‐ χίαν, συμβαίνει γίνεσθαι ναυμαχίαν. καὶ ὥσπερ οὐκ ἔστι τῆς τοῦ Σωκρά‐ τους ἀφίξεως αἴτιον τὸ μεμνῆσθαι ἐκείνου, ἀλλὰ συμβαίνει, μεμνημένον με | |
15 | ἐκείνου, παραγεγονέναι, οὕτως οὐδὲ τὸ ἐνύπνιον αἴτιόν ἐστι τῆς ναυμαχίας, ἀλλὰ σύμπτωμα. καὶ διὰ τὸ εἶναι συμπτώματα τὰ πολλὰ τῶν ἐνυπνίων οὐκ ἀποβαίνει. Ὅτι δὲ πολλὰ τῶν ζῴων ὀνειρώττει, δῆλον· κύνες γὰρ κοιμώμενοι μινυρίζουσιν. εἰσὶν οὖν τὰ ὄναρ θεάματα θεόπεμπτα μὲν οὐδαμῶς, ὥσπερ | |
20 | εἴρηται, δαιμόνια μέντοι· ἡ γὰρ φύσις ἡμῶν δαιμονία οὖσα προορᾷ τὰ μέλλοντα, ὥσπερ εἴρηται. λέγει δέ, ὅτι ὅσων ἀνθρώπων ἡ φύσις ἐστὶν ὡσπερεὶ λάλος καὶ μελαγχολική, οὗτοι παντοδαπὰς ὄψεις ὁρῶσιν. ὡς γὰρ οἱ λάλοι πολλὰ λέγουσιν, οὕτω καὶ οἱ μελαγχολικοὶ διὰ τὴν πολλὴν κίνησιν παντοδαπὰ βλέπουσιν (ἡ γὰρ μελαγχολία, ὡς πολλάκις εἴρηται, πνεύματός | |
25 | ἐστι πολλοῦ καὶ σφοδροῦ κίνησις) καὶ διὰ τὸ πολλὰ κινεῖσθαι μᾶλλον ἐπι‐ τυγχάνουσιν. ὡς γὰρ οἱ ἐρίζοντες οὐχ ἓν ἁρπάζουσι, εἴτε στέφανος εἴθ’ ὅτι ἂν εἴη τὸ ῥιπτούμενον, ἀλλὰ πολλά (καὶ γὰρ τὰ ῥιπτούμενα πολλά), οὕτω καὶ οἱ μελαγχολικοὶ διὰ τὸ πολλὰς κινεῖσθαι κινήσεις (ἐν κινήσει γὰρ ἀεὶ τὸ ἐν τῇ καρδίᾳ αὐτῶν πνεῦμα καὶ αἷμα) πολλῶν ἐπιτυγχάνουσι. | |
30 | καὶ ὥσπερ, φησί, καὶ λέγεται· ἂν πολλὰ βάλλῃς, ἄλλοτε ἀλλοῖον | 81 |
82 | βαλεῖς, οὕτω καὶ ἐπὶ τούτων. ἢν γάρ τις ἕνα ὀϊστὸν βάλλῃ, ἢ οὐδ’ ὅλως ἂν ἐπιτύχῃ ἢ ἅπαξ· ὁ δὲ πολλούς, ἄλλοτε ἄλλο μέρος ἀνάγκη τῆς θύρας μεταβάλλειν. ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῶν πολλὰς ὄψεις ὁρών‐ των· ἀνάγκη γὰρ καὶ τούτους πολλῶν ἐπιτυγχάνειν. | |
5 | Ἡ μὲν οὖν διάνοια αὕτη, ἡ δὲ λέξις ἡ ὁμοίοις θεωρήμασιν ἐπιτυχεῖς ὄντες τούτοις ἢ παρέλκει ἢ εἴη ἂν λέγουσα· τὰ ἐπὶ τοῖς ὕπνοις ἐπιτυγχανόμενα θεωρήματα ὅμοιά εἰσι τοῖς ἁρπαζομένοις ὑπὸ τῶν ἐριζόντων. οὐκ ἀποβαίνουσι δέ, φησί, πάντα τὰ ὀνείρατα, διότι οὐδὲ πάν‐ των τῶν σημείων τῶν μελλόντων γίνεσθαι ἐν τοῖς ἡμῶν σώμασιν ὁρῶμεν | |
10 | ἀπόβασιν. εἶδε γάρ τις, ὅτι βαδίζει εἰς νοσώδη τόπον, καὶ ἦν τοῦτο σημεῖον τοῦ μέλλειν αὐτὸν νοσῆσαι· οὐ νενόσηκε δὲ διὰ τὸ γεγονέναι ἄλλην ταύτης κυριωτέραν κίνησιν. διεγερθεῖσα γὰρ ἡ φύσις καὶ συμπέψασα τοὺς χυμούς, ἀφ’ ὧν ἔμελλε νοσῆσαι, οὐ νενόσηκεν. ἀλλὰ μὴν οὐδὲ τὰ τῶν ὑδάτων σημεῖα πάντα ἀποβαίνει. ἔστι μὲν γὰρ σημεῖον βροχῆς ἡ ὑπὸ | |
15 | σελήνην συνισταμένη ἅλως, ἀλλ’ ὅμως πολλάκις γεγονυῖα, οὐ βρέχει διὰ τὴν ἐξαίφνης τῆς ξηρᾶς ἀναθυμιάσεως ἐπικράτειαν· πνεύματος δὲ σημεῖόν ἐστι τὸ μὴ ὁλόκυκλον φανῆναι τὴν σελήνην, ἀλλ’ ἡμίσειαν, ὡς ἐν τοῖς Μετεώροις δέδεικται. ἂν οὖν ἄλλη, φησί, γένηται κίνησις κυριωτέρα τῆς κινήσεως, ἀφ’ ἧς συνέστη ἡ ἅλως, ἥτις ἅλως σημεῖον ἦν βροχῆς, οὐ γίνεται | |
20 | βροχή. τὸ δὲ μελλούσης παρέλκει. ὅτι δὲ πολλὰ καλῶς βουλευθέντα οὐκ ἀποβαίνει ἢ διὰ θάνατον τῶν βουλευσαμένων ἢ δι’ ἄλλας τινὰς αἰτίας, οὐδεὶς ἀγνοεῖ. τὸ δὲ ὅλως γὰρ οὐ πᾶν γίνεται τὸ μελλῆσαν ἴσον ἐστὶ τῷ ‘οὐ πᾶν γίνεται τὸ μέλλον γενέσθαι‘. ἐσόμενον δ’ ἐστὶ τὸ μέλλον ἐξ ἀνάγκης γενέσθαι, μέλλον δὲ τὸ ἐνδεχόμενον καὶ γενέσθαι καὶ μὴ γενέ‐ | |
25 | σθαι, ὡς ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς εἴρηται. | |
26n | Περὶ δὲ τῶν μὴ τοιαύτας ἐχόντων ἀρχὰς ἐνυπνίων, | |
27n | ἀλλ’ ὑπερορίας ἢ τοῖς χρόνοις. | |
28 | Ὑπερόρια τοῖς χρόνοις λέγεται, ἅπερ ἀποβαίνει μετὰ πολὺν χρόνον. τὸ δὲ ἢ τοῖς τόποις ἢ τοῖς μεγέθεσιν ἐκ παραλλήλου κεῖται, ἔστι | |
30 | δὲ τὸ λεγόμενον δυνάμει τοιοῦτον· περὶ δὲ τῶν ἐνυπνίων τῶν μὴ ἐχόν‐ των ἀρχάς, ὧν ἡμεῖς μέλλομεν πράττειν (τοῦτο δὲ ταὐτόν ἐστι τῷ ‘περὶ | |
δὲ τῶν ἐνυπνίων τῶν μὴ ὄντων αἰτίων, ὧν ἡμεῖς μέλλομεν πράττειν‘· | 82 | |
83 | τὸ γὰρ ἐνύπνιον τὸ ἐμοὶ μὲν ὀφθέν, αἴτιον δὲ ὂν τοῦ μέλλοντος ἐν Περσίδι πραχθήσεσθαι πολέμου οὐκ ἔχει ἀρχὴν οὐδ’ ἐστὶν αἴτιον τοῦ μέλλοντος ὑπ’ ἐμοῦ πραχθῆναι· οὐ γὰρ ὑπ’ ἐμοῦ ὁ τοιοῦτος πόλεμος πραχθήσεται), περὶ μὲν δὴ τούτων οὐ χρὴ λέγειν. δῆλον γάρ, ὅτι ταῦτα πάντα τὰ ἐνύπνια | |
5 | οὔκ εἰσι κυρίως αἴτια, καίπερ αἴτια λεχθέντα καταχρηστικῶς τῷ αἰτίῳ ἐπὶ τούτων χρησαμένων ἡμῶν, ἀλλὰ συμπτώματα. | |
7n | Μὴ μέντοι γε ἐν αὐτοῖς ἐχόντων τὰς ἀρχὰς τῶν ἰδόν‐ | |
8n | των τὸ ἐνύπνιον. | |
9 | Τὸ λεγόμενόν ἐστι· περὶ δὲ τῶν ἐνυπνίων τῶν ἐχόντων ἀρχήν τινα | |
10 | τῶν μελλόντων ὑπ’ ἄλλου πραχθῆναι, ἀλλ’ οὐχ ὑφ’ ἡμῶν, ὄντος δὲ τοῦ μέλλοντος πρᾶξαι γείτονος καὶ ὅλως μὴ πόρρω κατὰ πολὺ ἡμῶν ὄντος, ἀλλ’ ἐγγύς (περὶ γὰρ τῶν ὑπὸ τῶν πόρρω ὄντων πραχθήσεσθαι μελλόντων εἴπομεν ὡς οὐ χρὴ λέγειν), περὶ μὲν δὴ τῶν ἐνυπνίων τῶν ἐχόντων ἀρχάς, ὧν μέλλει ὁ γείτων πράττειν (τῶν γὰρ ὑπὸ τοῦ γείτονος πραχθῆναι μελλόν‐ | |
15 | των οὐκ ἐπ’ ἐμοὶ ἡ ἀρχὴ τῆς τούτων πράξεως, ἀλλ’ ἐπὶ τῷ μέλλοντι ταῦτα πρᾶξαι, εἰ μὴ λέγοι τις, ὅτι καὶ ταῦτα συμπτώματά ἐστιν, ὥσπερ καὶ τὰ ἔχοντα ἀρχὴν τῶν μελλόντων ἐν Περσίδι πραχθῆναι), τοιαῦτα ἂν εἴη μᾶλλον ἢ ὥσπερ λέγει Δημόκριτος. ἐκεῖνος γὰρ ἔλεγεν εἴδωλά τινα ἐμπελάζειν τοῖς ἀνθρώποις, καὶ τούτων τὰ μὲν εἶναι ἀγαθοποιά, τὰ δὲ κακοποιά (ὅθεν | |
20 | καὶ εὔχεται εὐλόγχων τυχεῖν εἰδώλων)· εἶναι δὲ ταῦτα ὑπερμεγέθη καὶ δύσφθαρτα μέν, οὐκ ἄφθαρτα δέ, προσημαίνειν τε τὰ μέλλοντα τοῖς ἀνθρώ‐ ποις, θεωρούμενα καὶ φωνὰς ἀφιέντα· ὧν φωνῶν καὶ ἐν τοῖς ὕπνοις αἰσθανό‐ μεθά πως. λέγει δὲ οὗτος, ὅτι οὐκ εἴδωλα χρὴ αἰτιᾶσθαι (τοῦτο γὰρ πολλάκις δέδεικται ψεῦδος), ἀλλὰ κινήσεις τινάς· ὑφ’ ὧν κινήσεων σχη‐ | |
25 | ματιζομένου τοῦ ἀέρος καὶ διὰ τῶν ὤτων ἢ τῶν μυκτήρων ἐν τοῖς ὕπνοις προσπιπτουσῶν τῇ καρδίᾳ ἀνάγκη προορᾶν τὸ μέλλον γενέσθαι. πῶς δὲ κινεῖται καὶ σχηματίζεται, εἴρηται τῷ Ἀλεξάνδρῳ ἐν τῷ Περὶ δαιμόνων λόγῳ. ἔχουσι γὰρ καὶ οἱ λόγοι καὶ αἱ πράξεις ἀρχήν τινα τῶν μελλόντων γίνεσθαι. ὅτι δὲ αἱ μικραὶ κινήσεις ἐν τοῖς ὕπνοις μεγάλαι φαίνονται, εἴρη‐ | |
30 | ται πρότερον. σαφῶς δὲ πάντα καταλέγει. διὰ οὖν τὸ φέρεσθαι τὰς κινή‐ σεις ὡς ἔτυχε καὶ ἐμπίπτειν οἷς ἂν τύχῃ συμβαίνει προορᾶν τὰ μέλλοντα καὶ τοὺς φαύλους. εἰ δὲ θεὸς ἦν ὁ πέμπων, ἐν τῇ ἡμέρᾳ ἔδει βλέπειν | |
αὐτά· τότε γὰρ καὶ γρηγοροῦμεν. | 83 | |
84(1n) | Οὕτω δὲ εἰκὸς τοὺς τυχόντας προορᾶν· ἡ γὰρ διάνοια | |
2n | τῶν τοιούτων οὐ φροντιστική. | |
3 | Καὶ ἄλλην αἰτίαν ἐπάγει τοῦ τίνος ἕνεκα οἱ τυχόντες τὰ μέλλοντα προορῶσιν, ἀλλ’ οὐχ οἱ σοφοί, καί φησιν, ὅτι ἡ διάνοια τῶν τοιούτων κενὴ | |
5 | οὖσα τῶν ἐκ φιλοσοφίας καλλίστων θεωρημάτων καὶ ἔρημος ἄλλων φροντί‐ δων ῥᾳδίως ὑπὸ τῶν προσπιπτόντων ἄγεται, ἡ δὲ τῶν φρονίμων διάνοια περὶ πολλὰ καταγινομένη καὶ ὑπὸ τούτων κινουμένη οὐχ ὁρᾷ τὰ προσπίπ‐ τοντα. ὥσπερ γὰρ καὶ ἐγρηγορότες, ἂν σφόδρα διανοώμεθά τι, οὐχ ὁρῶ‐ μεν τὸν παριόντα (ἐκκρούει γὰρ ἡ μείζων κίνησις τὴν ἐλάττονα), οὕτω | |
10 | καὶ ἐν τοῖς ὕπνοις κινουμένη ἡ διάνοια ὑπὸ τῶν ἐνόντων κινημάτων ἢ τύπων οὐχ ὁρᾷ τὰ προσπίπτοντα. [εὖ σοι, δαιμόνιε, τῆς ἀγχινοίας. ὡς πολλῶν καὶ καλλίστων ἡμῖν αἴτιος καὶ τῆς ἀληθείας μυσταγωγὸς καθ’ ἑκάστην γίνῃ]. | |
14n | Καὶ τοῦ ἐνίους τῶν ἐκστατικῶν προορᾶν αἴτιον, ὅτι | |
15n | αἱ οἰκεῖαι κινήσεις οὐκ ἐνοχλοῦσι. | |
16 | Τὸ αἱ οἰκεῖαι κινήσεις οὐκ ἐνοχλοῦσιν ἴσον ἐστὶ τῷ μὴ ἔχειν οἰκείας κινήσεις. οἱ γὰρ ἐκστατικοί (λέγει δὲ ἐκστατικοὺς οὐ τοὺς τέλεον μαινομένους, ἀλλὰ τοὺς ὄντας μεταξύ, φέρε γὰρ οὕτως εἰπεῖν, τῶν τε φρονίμων καὶ τῶν τέλεον μαινομένων), οἱ δὴ ἐκστατικοὶ καὶ μηδὲν ὅλως | |
20 | φροντίζοντες ἤ τι ἀναλογιζόμενοι, ἀλλά, κἂν ἐπίῃ αὐτοῖς ἀναλογίσασθαι, ἀπορρίπτοντες καὶ οὐδὲν ὅλως προσιέμενοι πῶς ἂν ἔχοιεν κινήσεις τινάς; καὶ οἱ μὲν σοφοὶ οὐ προορῶσι διὰ τὸ ἐνοχλεῖσθαι καὶ οἱονεὶ θυροκοπεῖσθαι τὴν διάνοιαν αὐτῶν ὑπὸ τῶν ἐνόντων αὐτοῖς εἰδώλων καὶ τύπων, οἱ δ’ ἐκστατικοὶ κενὴν ἔχοντες τὴν διάνοιαν καὶ διὰ τοῦτο ἀνενόχλητον εἰκότως | |
25 | αἰσθάνονται τῶν προσπιπτόντων ἔξωθεν. τίνα δὲ τὰ προσπίπτοντα καὶ πῶς, εἴρηται τῷ Ἀφροδισιεῖ ἐν τῷ Περὶ δαιμόνων· ταῦτα γὰρ εἶπε ξενικὰς κινήσεις. μήποτε δὲ ξενικὰς κινήσεις λέγει τὰ μέλλοντα οὐχ ὑφ’ ἡμῶν, | |
ἀλλ’ ὑπ’ ἄλλων πραχθήσεσθαι. | 84 | |
85(1n) | Τὸ δέ τινας εὐθυονείρους εἶναι καὶ τοὺς γνωρίμους | |
2n | περὶ τῶν γνωρίμων μάλιστα προορᾶν. | |
3 | Ἐπειδὴ μάλιστα τοὺς γνωρίμους ἐν τοῖς ὕπνοις ὁρῶμεν (καὶ γὰρ κἂν ἄλλο τι ἡμῖν φαίνηται, οὗπερ οὐ φροντίζομεν· ὥσπερ ἐμοὶ ἰδόντι τὸν ἐμὸν | |
5 | ἑταῖρον, οὐχὶ τὸν κλεινόν μοι τουτονί, ὅστις ἔτι μοι ζῶν συμπονεῖ περὶ τοὺς λόγους, ἀλλ’ ἄλλον ὀλίγους ἐν φιλοσοφίᾳ πόνους καταβεβληκότα διὰ τὴν τοῦ θανάτου σύντομον προσέλευσιν, ἐγὼ γοῦν ἐκεῖνον πάλαι θανόντα εἶδον καθ’ ὕπνον διαλεγόμενόν μοι, περὶ ὧν ἐγὼ κατ’ ἐκεῖνον ὅλον τὸν μῆνα καὶ ἔτι τὸν πρὸ ἐκείνου οὐκ ἐφρόντισα, πρότερον πολλὰ φροντίσας· | |
10 | ἦσαν γὰρ περὶ ψυχῆς αἱ ἐμαί τε πρὸς ἐκεῖνον ἐρωτήσεις κἀκείνου πρός με αἱ ἀποκρίσεις), ἐπειδὴ οὖν μάλιστα τοὺς γνωρίμους ὁρῶμεν διαλεγο‐ μένους ἡμῖν καὶ περὶ ὧν φροντίζομεν καὶ περὶ ὧν οὐ φροντίζομεν, ὀλι‐ γάκις δὲ ἀγνώστους τινὰς καὶ ἀσυνήθεις, τὴν αἰτίαν τούτου διὰ τούτων ἐπάγων φησί· συμβαίνει δὲ τοῦτο διὰ τὸ μάλιστα τοὺς γνωρίμους | |
15 | ὑπὲρ ἀλλήλων φροντίζειν. ἔστι δὲ τὸ δέ τινας εὐθυονείρους εἶναι καὶ τοὺς γνωρίμους περὶ τῶν γνωρίμων μάλιστα προορᾶν ἴσον τῷ ‘τὸ δέ τινας μάλιστα εὐθυονειρεῖν περὶ τῶν γνωρίμων‘· εὐθυονειροῦμεν γὰρ καὶ περὶ ἄλλων τινῶν ἀγνώστων καὶ ἀσυνήθων, ἀλλὰ μάλιστα περὶ τῶν γνωρίμων. ὅτι δὲ καὶ πόρρω ὄντων τῶν φίλων τάχιστα γνωρίζομεν | |
20 | καὶ μᾶλλον αὐτούς, δῆλον ἐκ τῆς πείρας. | |
21n | Οἱ δὲ μελαγχολικοὶ διὰ τὸ σφοδρὸν ὥσπερ βάλλοντες | |
22n | πόρρωθεν εὔστοχοί εἰσι. | |
23 | Τὸ ὥσπερ βάλλοντες πόρρωθεν ἴσον ἐστὶ τῷ ‘ὥσπερ πόρρωθεν ὁρῶντεσ‘. ὡς γὰρ τὰ ὀξυωπὰ τῶν ὀρνίθων πόρρωθεν ὁρῶσι καὶ οἱ τοξεύοντες | |
25 | πόρρωθεν τρόπον τινὰ ὥσπερ διὰ χειρὸς διὰ τοῦ βέλους κατέχουσι τὸ τοξευθέν, οὕτω καὶ οἱ μελαγχολικοὶ ὥσπερ πόρρωθεν ἁρπάζοντες εὔστοχοί εἰσι· προαρπάζουσι γὰρ τὸ μέλλον διὰ τὴν κίνησιν· εὐμετάβολον γὰρ ὂν τὸ φανταστικὸν τῶν τοιούτων ταχὺ τὸ ἐχόμενον τῆς ἀρχῆς φαντάζεται. εἰσὶ γάρ τινα, ὥσπερ εἴρηται, ἐχόμενα ὄντα τῶν ἐν ἡμῖν ἐνουσῶν ἀρχῶν, | |
30 | αἵτινες ἀρχαὶ ταχέως κινούμεναι ποιοῦσιν ἡμᾶς ταχέως προορᾶν καὶ τὸ | |
ἐχόμενον αὐταῖς. λέγει δὲ ὁμοίως ἔχειν ταῦτα τοῖς Φιλαιγίδου ποιήμασι· | 85 | |
86 | καὶ γὰρ ἐν ἐκείνοις τὰ ἐχόμενα ὅμοια ἦν τοῖς ἡγουμένοις. οὐ γὰρ ὥσπερ τὰ Εὐριπίδου ποτὲ μὲν ἀπὸ Ἑκάβης μεταπίπτει εἰς Ἕλληνας ὁ λόγος, ποτὲ δ’ ἀπ’ ἐκείνων εἰς θεράποντα, οὕτω καὶ ἐν ἐκείνοις, ἀλλ’ εἰ περὶ Ἀφροδίτης ἦν τὸ λεγόμενον, πάντα τὰ ἀπ’ ἀρχῆς ἕως τέλους περὶ ταύ‐ | |
5 | της ἦσαν. ὡς οὖν τὰ τοιαῦτα ποιήματα, οὕτω καὶ οἱ ἐμμανεῖς ἐχόμενα τοῦ ὁμοίου βλέπουσιν (εἴρηται δέ, περὶ ποίων ἐμμανῶν, ὅτι περὶ τῶν μεταξύ)· ἡ γὰρ σφοδρότης οὐκ ἐᾷ αὐτὰ ἐκκρουσθῆναι. ὡς γὰρ τὸ σφοδρῶς φερόμενον κῦμα οὐκ ἐκκρούεται ὑπ’ ἄλλου, ἀλλὰ καὶ μᾶλλον ἐκκρούει τὸ προστυχόν, οὕτω καὶ τῶν ἐμμανῶν ἡ κίνησις σφοδρὰ οὖσα οὐκ ἐκκρούεται | |
10 | ὑπ’ ἄλλης κινήσεως. | |
11n | Τεχνικώτατος δ’ ἐστὶ κριτὴς ἐνυπνίων. | |
12 | Ὥσπερ γὰρ παντός ἐστι κρίνειν τὰ ἐν ἠρεμοῦντι ὕδατι φαινόμενα εἴδωλα, ὅτι ἵππων ἢ ἀνθρώπων εἰσίν, οὐ παντὸς δὲ τὰ ἐν κινουμένῳ εἴδωλα φαινόμενα ὕδατι, ἀλλὰ τοῦ καλῶς καὶ μετὰ πολλῆς προσοχῆς βλέποντος, | |
15 | οὕτως καὶ τὰς εὐθυονειρίας παντός ἐστι κρίνειν, τεχνικώτατος δέ ἐστι κριτὴς ὁ δυνάμενος τὰς ὁμοιότητας θεωρεῖν. ὡς γὰρ ἐν τῷ κινουμένῳ ὕδατι τὸ φαινόμενον πολλάκις ὡς ἀνθρώπου εἴδωλον οὐκ ἔστιν ἀνθρώπου, ἀλλ’ ἵππου, διὰ δὲ τὴν κίνησιν ὁμοιοτητά τινα ἀνθρώπου ἀποτελεῖ, οὕτως καὶ ἐν τοῖς ὕπνοις ἐξ ἄλλου εἰς ἄλλο μεταβάλλει τὸ εἴδωλον. ὁ οὖν δυνάμενος | |
20 | τὰς ὁμοιότητας θεωρεῖν, τουτέστιν ὁ δυνάμενος κρίνειν, ὅτι τὰ φαινόμενα ἐν τοῖς ὕπνοις καὶ ἐξ ἄλλου εἰς ἄλλο μεταβάλλοντα ὁμοίως ἔχει τοῖς ἐν τῷ κινουμένῳ ὕδατι φαινομένοις, οὗτος οὐκ ἀπατηθήσεται, ἀλλὰ κρινεῖ, ὅτι τουτὶ τὸ φανὲν ἀνθρώπου εἴδωλον οὐκ ἦν ἀνθρώπου, ἀλλ’ ἵππου εἰς ἄνθρωπον μεταβαλόντος. ἀλλὰ μὴν ἰδὼν ἵππον, τόδε τί μοι συμβέβηκεν, | |
25 | ὥστε καὶ νῦν τὸ αὐτὸ συμβήσεται, ἀλλ’ οὐ τὸ συμβὰν ἐκ τοῦ ἰδεῖν με ἄνθρωπον. ἡ μὲν οὖν διάνοια τῶν λεγομένων πάντων αὕτη, ἐν δὲ τῇ λέξει τῇ λεγούσῃ τὰ διαπεφορημένα καὶ διεστραμμένα τὸ διεστραμ‐ μένα ὡς δηλωτικὸν ἐπῆκται τοῦ διαπεφορημένα. | |
[Ἐνταῦθα τέλος ἔσχε καὶ τὸ παρὸν βιβλίον καὶ αἱ εἰς αὐτὸ σχολαί.] | 86 | |
87(1t) | ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΑΚΡΟΒΙΟΤΗΤΟΣ ΚΑΙ ΒΡΑΧΥ‐ | |
2t | ΒΙΟΤΗΤΟΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ. | |
3 | Ὁ μὲν σκοπὸς τῆς περὶ μακροβιότητος καὶ βραχυβιότητος πραγματείας Ἀριστοτέλους δῆλος. ζητεῖ γάρ, πόθεν καὶ πῶς τὰ μέν εἰσι μακρόβια, τὰ | |
5 | δὲ βραχύβια μέμνηται δὲ ἐν αὐτῷ πρῶτον ὡς εἰρηκὼς μὲν περὶ ὕπνου, ἐρῶν δὲ περὶ ὑγείας καὶ νόσου καὶ περὶ νεότητος καὶ ζωῆς, ὡς τελευταίων τούτων ὄντων τῆς φυσικῆς ζητήσεως. καὶ πρῶτον ζητεῖ ἐν τῷ παρόντι βιβλίῳ, τί τὸ εὔφθαρτον· τούτου γὰρ γνωσθέντος δῆλον γενήσεται καὶ τὸ μὴ εὔφθαρτον. ᾧ ἕπεται τὸ τί τὸ μακρόβιον καὶ διὰ τί, καὶ περὶ τῶν | |
10 | μακροβιωτέρων κατά τε τὰ γένη καὶ τοὺς τόπους. εἶτα τὰ φυτὰ διὰ τί τῶν ζῴων μακροβιώτερα, καὶ ἐν τοῖς φυτοῖς ἄλλα ἄλλων. τὸ δ’ ἀκρι‐ βές, φησίν, ἐν τοῖς περὶ φυτῶν ἐροῦμεν. εἴη δ’ ἂν τὸ κατάλληλον τῆς λέξεως τοιοῦτον· ἀρχὴ δὲ τῆς σκέψεως ἀναγκαία πρῶτον ἐκ τοῦ διαπορῆσαι περὶ αὐτῶν, πότερον ἕτερον ἢ τὸ αὐτὸ αἴτιον πᾶσι | |
15 | τοῖς ζῴοις καὶ φυτοῖς τοῦ τὰ μὲν εἶναι μακρόβια, τὰ δὲ βραχύ‐ βια· οὐ γάρ ἐστι δῆλον. Ἔτι δὲ πότερον τὰ αὐτά ἐστι μακρόβια καὶ ὑγιεινὰ τῶν φύσει συνεστώτων. πρόσκειται δὲ τὸ τῶν φύσει, οὐχ ὡς μὴ τῶν ἀψύχων ὄντων φυσικῶν, οἷον λίθων καὶ τῶν τοιούτων (ἔστι γὰρ καὶ αὐτὰ φύσει), | |
20 | ἀλλὰ μᾶλλον καὶ μάλιστα φύσει ἐστὶ τὰ ζῶντα· μάλιστα γὰρ ταῦτ’ ἔχει ἐν ἑαυτοῖς φύσιν. πότερον οὖν τὰ αὐτά ἐστι μακρόβια καὶ ὑγιεινά; καὶ | |
προσυπακουστέον τοῦ ‘καὶ βραχύβια καὶ νοσώδη‘, εἶθ’ οὕτως ἐπακτέον | 87 | |
88 | τὸ ἢ κεχώρισται τὸ βραχύβιον καὶ νοσῶδες. καὶ εἴη ἂν τὸ λεγό‐ μενον· ἢ ἔστι τινὰ βραχύβια οὐ νοσώδη, ἀλλὰ μᾶλλον ὑγιεινά. νοσώδη δὲ λέγει οὐ τὰ νοσώδη δι’ ὅλου, ἀλλὰ τὰ ἐπιτήδεια ἀπὸ μικρᾶς τινος καὶ τῆς τυχούσης αἰτίας περιπίπτειν νόσοις. τὸ δὲ ἢ κατ’ ἐνίας μὲν | |
5 | νόσους ἐπαλλάττει τὰ νοσώδη τὴν φύσιν σώματα τοῖς βραχυ‐ βίοις ἴσον ἐστὶ τῷ ‘ἢ κατά τινας νόσους ἐπαλλάττει καὶ κοινωνεῖ τὸ βραχύβιον καὶ νοσῶδεσ‘, ὡς εἶναι τὸ αὐτὸ ἅμα τε νοσῶδες καὶ βραχύβιον. ἐπαγγέλλεται δὲ ὕστερον ἐρεῖν περὶ ὑγείας καὶ νόσου, ὅσον ἐπιβάλλει τῇ φυσικῇ φιλοσοφίᾳ. ἐπιβάλλει δὲ αὐτῇ καὶ προσήκει ἰδεῖν, ἐκ τίνος | |
10 | καὶ πῶς συνίστασθαι δύναται. πῶς δὲ ἐπιγίνεται, τῆς ἰατρικῆς ἐστιν ἐπι‐ σκέπτεσθαι. λέγει δὲ τὴν διαφορὰν ταύτην, αὐτὸ δὴ τὸ μακρόβιον καὶ βραχύβιον, ἔχειν ὅλα τε γένη πρὸς ὅλα καὶ τῶν ὑφ’ ἓν εἶδος ἕτερα πρὸς ἕτερα, ὅλα δὲ γένη πρὸς ὅλα, ὡς ἄνθρωπος πρὸς ἵππον (μακρο‐ βιώτερον γὰρ ἄνθρωπος ἵππου), ὑφ’ ἓν δὲ εἶδος ἕτερα πρὸς ἕτερα, ὡς | |
15 | ἄνθρωπος πρὸς ἄνθρωπον· μακροβιώτερος γὰρ Νέστωρ Ἀχιλλέως. | |
16n | Δεῖ δὴ λαβεῖν, τί τὸ εὔφθαρτον ἐν τοῖς φύσει συνε‐ | |
17n | στῶσι, καὶ τί τὸ οὐκ εὔφθαρτον. | |
18 | Πάνυ προσήκει περὶ τούτων διαλαβεῖν. περὶ μακροβιότητος γὰρ καὶ βραχυβιότητος τῆς παρούσης πραγματείας οὔσης καὶ βραχυβίων μὲν ὄντων | |
20 | τῶν εὐφθάρτων, μακροβίων δὲ τῶν μὴ εὐφθάρτων, ἀναγκαῖον ἂν εἴη περὶ τούτων διαλαβεῖν, ὡς ἂν ἐκ τούτων περὶ τῶν προκειμένων ῥᾷστα διαλά‐ βοιμεν. ἐν δὲ τῇ λέξει τῇ πῦρ γὰρ καὶ ὕδωρ καὶ τὰ τούτοις συγγενῆ, οὐκ ἔχοντα τὴν αὐτὴν δύναμιν τὸ δὴ τοιοῦτον καθ’ αὑτὸ καὶ ὡς ἀπ’ ἄλλης ἀρχῆς ἐπαχθὲν τοιοῦτόν τι δηλοῖ· τὸ πῦρ καὶ τὸ ὕδωρ, ὅ τε ἀὴρ | |
25 | καὶ ἡ γῆ φθείρουσιν ἄλληλα. εἰ δὲ τοῦτο, καὶ ἐν τοῖς τῶν ζῴων σώμασιν ὄντα, ὃν δή τινα τρόπον καὶ εἰσί, φθερεῖ θάτερον θάτερον. ἑνὸς δὲ ὁποιουοῦν φθαρέντος ἀνάγκη καὶ τὸ ἐκ τούτων συνεστηκὸς ἐφθάρθαι. τὸ γὰρ μετέ‐ χειν τῆς τούτων φύσεως εὔλογον δηλωτικόν ἐστι τοῦτο τῆς τούτων φθορᾶς. μετέχουσι δὲ τὰ σύνθετα τῆς ἐξ ὧν εἰσι φύσεως οὐ πάντα (οὐ | |
30 | γὰρ καὶ ἡ οἰκία· οὐ γὰρ ἀνάγκη ἑνὸς λίθου φθαρέντος φθείρεσθαι). ἀλλὰ | 88 |
89 | καὶ τὰ ζῶντα. περὶ μὲν οὖν τῶν ἄλλων ἔστω λόγος ἕτερος. ἄλλα λέγει ἐπιστήμην, τέχνην, ὑγείαν, νόσον καὶ ὅλως πάντα, ὅσα ἐν ὑποκειμένῳ ἐστί. περὶ μὲν οὖν τῆς τῶν ἄλλων, φησί, φθορᾶς ἔστω ἕτερος λόγος. εἰσὶ γὰρ τούτοις ἴδιαι καὶ οἰκεῖαι φθοραί. ἔστι γὰρ ἴδιος ἐπιστήμης φθορά, | |
5 | καθ’ ἣν φθείρεται σῳζομένου τοῦ ἔχοντος αὐτὴν ζῴου. ἐπειδὴ γὰρ φθα‐ ρείσης τῆς ἐπιστήμης μένει τὸ ζῷον, δῆλον, ὡς αὕτη ἡ φθορὰ οὔκ ἐστι τοῦ ζῴου φθορά, ἀλλὰ ἴδιος καὶ οἰκεία τῆς ἐπιστήμης. ἢν δὲ φθαρέντος τοῦ ζῴου φθαρῇ καὶ ἡ ἐπιστήμη, τίνος αὕτη ἡ φθορά; ἢ δηλονότι τοῦ ζῴου, κατὰ συμβεβηκὸς δὲ καὶ τῆς ἐπιστήμης. καθ’ αὑτὴν μὲν γὰρ | |
10 | φθείρεται ἡ ἐπιστήμη, ὅταν αὐτῆς φθαρείσης μένῃ τὸ ζῷον, κατὰ συμ‐ βεβηκὸς δέ, ὅταν συμφθαρῇ τῷ ζῴῳ. τοῦτο ῥητέον καὶ ἐπὶ ὑγείας καὶ νόσου καὶ τῶν ἄλλων τῶν ἐν ὑποκειμένῳ. Τοῦτο λαβὼν ἐπάγει· δι’ ὃ καὶ περὶ ψυχῆς λογίσαιτό τις ἂν ἐκ τούτων. εἰ γάρ ἐστι μὴ φύσει, λέγων φύσει τὸ εἶδος. ἔστι δὲ τὸ | |
15 | λεγόμενον· εἰ γὰρ μή ἐστιν ἡ ψυχὴ εἶδος τοῦ σώματος, ὥσπερ ἐν τοῖς Περὶ ψυχῆς εἴρηται, ἀλλ’ ὕστερον ἐπεισέρχεται, ὥσπερ φασί τινες, ἡ αἰσθη‐ τικὴ καὶ ἡ λογική (λέγουσι γάρ τινες, ὅτι ἡ μὲν θρεπτικὴ καὶ αὐξητικὴ συγκαταβάλλεται τῷ σπέρματι, ἡ δ’ αἰσθητικὴ καὶ ἡ λογικὴ ἔξωθεν ἐπεισ‐ έρχεται κατὰ τὸ νῦν, καθ’ ὃ τὸ ἔμβρυον πίπτει θύραζε), εἰ δὴ μή ἐστιν | |
20 | ἡ ψυχὴ εἶδος, ἥ τε αἰσθητικὴ καὶ ἡ λογική, μηδὲ συγκαταβάλλεται τῷ σπέρματι, ἀλλ’ ὕστερον εἰσέρχεται ὥσπερ καὶ ἡ ἐπιστήμη (αὕτη γὰρ ὕστερον ἐπιγίνεται τῇ ψυχῇ διὰ μαθήσεως), εἴη ἄν τις αὐτῆς καὶ ἄλλη φθορά, λέγων φθορὰν τὴν ἀπὸ τοῦ σώματος ἀπουσίαν, παρὰ τὴν φθοράν, ἣν φθείρεται φθειρομένου τοῦ σώματος. ὥσπερ γάρ ἐστι τῆς ἐπιστή‐ | |
25 | μης ἴδιος καὶ οἰκεία φθορά, καθ’ ἣν φθείρεται σῳζομένου τοῦ ζῴου, ἐστὶ δὲ καὶ ἄλλη τις κατὰ συμβεβηκός, καθ’ ἣν συμφθείρεται τῷ ζῴῳ, οὕτως ἀνάγκη καὶ τῆς ψυχῆς δύο ὑπάρχειν φθοράς, εἴπερ ὕστερον ἐπιγίνεται. εἰ δὲ τοῦτο, φθαρείη ἄν ποτε ἡ ψυχή, ἤτοι χωρισθείη τοῦ σώματος, τοῦ ἐμψύχου μὴ φθαρέντος. ὡς γὰρ τῇ ἐπιστήμῃ οὐ συμφθείρεται ἡ ψυχή, | |
30 | ἀλλὰ φθαρείσης τῆς ἐπιστήμης ἡ ψυχὴ μένει τε καὶ ἔστιν, οὕτως ἔδει καὶ τῆς ψυχῆς φθαρείσης καὶ χωρισθείσης μένειν καὶ εἶναι τὸ σῶμα καὶ μετὰ τὸν χωρισμὸν τῆς ψυχῆς ἔμψυχον. νῦν δὲ τοῦτο οὐ γίνεται, ἀλλ’ | |
ὁρᾶται παντελῶς ἄψυχον. ἐπεὶ οὖν, φησίν, οὐ φαίνεται τοιαύτη οὖσα ἡ | 89 | |
90 | ψυχή, τουτέστιν ἐπεὶ οὖν οὐ φαίνεται μὴ συμφθείρουσα τὸ σῶμα (οὐ γὰρ οὐ συμφθείρει, ἀλλὰ μᾶλλον συμφθείρει), ἄλλως ἂν ἔχοι πρὸς τὴν τοῦ σώματος κοινωνίαν· τουτέστιν εἶδος ἔσται ἀχώριστον, καὶ οὐχ ὡς ἕτεροι λέγουσιν. | |
5n | Ἴσως δ’ ἄν τις ἀπορήσειεν εὐλόγως· ἆρ’ ἔστιν, οὗ ἄφθαρ‐ | |
6n | τόν ἐστι τὸ φθαρτόν; | |
7 | Ὅπερ ἀπορεῖ περὶ τοῦ αἰθέρος, τοιοῦτόν ἐστιν· ἆρα τὸν αἰθέρα τῇ ἑαυτοῦ φύσει φθαρτὸν ὄντα ἐνδέχεται ἔν τινι τόπῳ ἄφθαρτον εἶναι; οἷον εἰ πᾶν τὸ φθειρόμενον ὑπὸ ἐναντίου φθείρεται, ἡ δὲ κοίλη ἐπιφάνεια τῆς | |
10 | σεληνιακῆς σφαίρας οὐκ ἔστιν ἐναντία τῷ αἰθέρι (τῷ γὰρ πέμπτῳ σώματι οὐδέν ἐστιν ἐναντίον, ὡς ἐν τῷ Περὶ οὐρανοῦ δέδεικται), συμβήσεται τὸ ἁπτόμενον μέρος τοῦ αἰθέρος τῆς σεληνιακῆς σφαίρας ἄφθαρτον εἶναι. τὸ μὲν γὰρ ἁπτόμενον τοῦ ἀέρος ἔστω φθαρτόν, εἴπερ ὁ μὲν αἰθὴρ ξηρός, ὁ δὲ ἀὴρ ὑγρός· τὸ δὲ λεπτότατον τοῦ αἰθέρος καὶ ἁπτόμενον τῆς σελη‐ | |
15 | νιακῆς σφαίρας διὰ τί ἂν εἴη φθαρτόν; ἡ μὲν οὖν ἀπορία τοιαύτη, ἐπι‐ χειρεῖ δὲ πρῶτον ἐνδόξως λέγων, ὅτι οὐ φθείρεται καθ’ ὃ μέρος ἅπτεται τῆς σελήνης, εἶτα τίθησι τὸ ἀληθὲς καὶ λέγει φθείρεσθαι καὶ τῆς σεληνια‐ κῆς σφαίρας μὴ οὔσης αὐτῷ ἐναντίας. ἐπιχειρεῖ οὖν πρῶτον καὶ λέγει, ὅτι οὐ φθείρεται. φθείρεται γάρ, φησί, τὰ μὲν ὑπάρχοντα τοῖς ἐναν‐ | |
20 | τίοις κατὰ συμβεβηκός. ἀσαφὴς δὲ οὖσα ἡ λέξις, δεῖ ἡμᾶς οὕτως εἰπεῖν· τὸ ὕδωρ ἐστὶ μὲν ὑγρὸν καὶ ψυχρόν, ἐστὶ δὲ καὶ γλυκύ· ὁμοίως τὸ πῦρ ξηρὸν καὶ θερμόν, ἀλλὰ καὶ λευκόν. ἐναντία δὲ τὸ ψυχρὸν τῷ θερμῷ, τὸ δὲ ὑγρὸν τῷ ξηρῷ. τούτων προειλημμένων ὑπάρχοντα λέγει τὸ γλυκὺ καὶ τὸ λευκόν, ἐναντία δὲ τὸ ψυχρὸν καὶ θερμόν, καὶ ὑγρὸν | |
25 | καὶ ξηρόν. καὶ ὑπάρχει τὸ μὲν γλυκὺ τῷ ψυχρῷ καὶ ὑγρῷ, τὸ δὲ λευκὸν τῷ ξηρῷ καὶ θερμῷ. εἰ μὲν οὖν φθαρέντος τοῦ γλυκέος μένει τὸ ψυχρὸν καὶ ὑγρόν, ἴδιος αὕτη ἡ φθορὰ καὶ καθ’ αὑτὴν τοῦ γλυκέος. εἰ δὲ τοῦ ψυχροῦ καὶ ὑγροῦ φθαρέντος συμφθαρῇ αὐτοῖς τὸ γλυκύ (ἀνάγκη γὰρ τοῦτο γενέσθαι), κατὰ συμβεβηκὸς ἔφθαρται τὸ γλυκύ. φθείρεται οὖν κατὰ συμ‐ | |
30 | βεβηκὸς τὸ γλυκὺ καὶ λευκόν (ταῦτα γὰρ εἶπεν ὑπάρχοντα τοῖς ἐναντίοις, τουτέστι τῷ ψυχρῷ καὶ ὑγρῷ, καὶ θερμῷ καὶ ξηρῷ) φθειρομένων τῶν | |
ἐν οἷς εἰσιν ἐναντίων. φθείρεται δὲ τὰ ἐναντία ὑπ’ ἀλλήλων. ὥστε ἀνά‐ | 90 | |
91 | γκη φθείρεσθαι καὶ τὰ ἐν τοῖς ἐναντίοις ὄντα. εἰ δὴ κατὰ συμβεβηκὸς λέγομεν φθείρεσθαι τὰ ἐν ὑποκειμένῳ τινὶ ὄντα, ὅταν τοῖς ἰδίοις ὑποκει‐ μένοις συμφθείρηται, ὁ δ’ αἰθὴρ καὶ τὰ λοιπὰ στοιχεῖα οὐδενὶ συμβε‐ βήκασιν (οὐδεμία γὰρ οὐσία τῶν ἐν ὑποκειμένῳ), οὐκ ἂν φθείροιντο κατὰ | |
5 | συμβεβηκός. τούτου γάρ ἐστι δηλωτικὸν τὸ κατὰ συμβεβηκὸς δ’ οὐθὲν τῶν ἐν ταῖς οὐσίαις ἐναντίων φθείρεται; λέγων οὐσίας τὰ ζῷα καὶ πάντα τὰ σύνθετα, ἐν αὐταῖς δὲ ἐναντία τὰ τέσσαρα στοιχεῖα. ἐπεὶ οὖν πᾶν τὸ κατὰ συμβεβηκὸς φθειρόμενον τῶν ἐν ὑποκειμένῳ ἐστίν, οὐδὲν δὲ τῶν σωματικῶν στοιχείων ἐν ὑποκειμένῳ ἐστίν, οὐδὲν ἂν στοιχεῖον κατὰ | |
10 | συμβεβηκὸς φθείροιτο. τὸ γὰρ διὰ τὸ μηδενὸς ὑποκειμένου κατη‐ γορεῖσθαι τὴν οὐσίαν ἴσον ἔστι τῷ μηδεμίαν οὐσίαν τῶν ἐν ὑποκει‐ μένῳ εἶναι. οὕτω δείξας μὴ οἷόν τε εἶναι φθείρεσθαι κατὰ συμβεβηκὸς τὰ στοιχεῖα, ἐπιχειρεῖ ὅτι οὐδὲ καθ’ αὑτὸ οἷόν τε ἄνω φθείρεσθαι τὸ πῦρ, λέγων ὥστε ᾧ μή ἐστιν ἐναντίον, καὶ ὅπου μή ἐστιν. εἴη δ’ ἂν | |
15 | τὸ λεγόμενον· ὅσαις τῶν οὐσιῶν μή ἐστιν ἐναντίον, ἄφθαρτοί εἰσι καὶ ἔσονται ἀεὶ διὰ τὸ πᾶν τὸ φθειρόμενον ὑπὸ ἐναντίου φθείρεσθαι. ὅσαις δ’ ἐστὶν ἐναντίον, ἐν ᾧ τόπῳ μὴ εὑρίσκεται ἐναντιότης, ἐν τούτῳ οὖσαι ἄφθαρτοι ἔσονται. ἀλλὰ μὴν ἡ σεληνιακὴ σφαῖρα οὐκ ἔστιν ἐναντία τῷ πυρί· ἄφθαρτον ἄρα ἔσται τὸ ἐν αὐτῇ μέρος τοῦ πυρὸς ὄν. | |
20n | Ἢ τοῦτο τῇ μὲν ἀληθές, τῇ δ’ οὔ· ἀδύνατον γὰρ τῷ | |
21n | ὕλην ἔχοντι μὴ ὑπάρχειν πως τὸ ἐναντίον. | |
22 | Ἐντεῦθεν λύει τὴν ἀπορίαν καί φησιν ἀληθὲς μὲν εἶναι τὸ πᾶν τὸ φθειρόμενον ὑπὸ ἐναντίου φθείρεσθαι, ψεῦδος δὲ τὸ μὴ εἶναι ἐνταῦθα, του‐ τέστιν ἐν τῷ ἄνω τόπῳ, ἐναντίον τῷ πυρί. ἀδύνατον γάρ, φησί, τῷ | |
25 | ὕλην ἔχοντι μὴ ὑπάρχειν πως τὸ ἐναντίον. εἰ γὰρ τῇ ὕλῃ τὸ εἶναι ὕλη ἐστὶν ἐν τῷ δεκτικὴν εἶναι τῶν ἐναντίων, ἀδύνατον μὴ μάχεσθαί πως τῇ θερμότητι καὶ ξηρότητι καὶ σπεύδειν ἀποπτύσαι μὲν αὐτάς, δέξασθαι δὲ ἄλλας. ὥστε καὶ ἐν τῷ ἀνωτάτω τόπῳ ὂν τὸ πῦρ φθαρήσεται. μάχεται γάρ πως ἡ ὕλη τῷ εἴδει, ἄλλως τε καὶ ποιότητά τινα ἐχούσης τῆς ἑκάστῳ προσε‐ | |
30 | χοῦς ὑποκειμένης ὕλης. ἡ μὲν γὰρ νοουμένη κατὰ ἀπόφασιν καὶ ἀπογύ‐ μνωσιν πάντων τῶν εἰδῶν, ἥτις νοεῖται μέν, οὐκ ἔστι δέ, ἐκείνη μὲν δὴ ἄποιος· ἡ δὲ ὑποκειμένη τῷ πυρὶ ἢ τῷ ὕδατι ἔχει τινὰ ποιότητα· ποιὰ γάρ τις πρότερον γεγονυῖα οὕτω δέχεται τὸ θερμὸν καὶ ξηρόν. τοῦτο δ’ | |
ἤδη ἔστι πῦρ. εἰσὶ γὰρ ἀμφότεραι δυνάμει πῦρ, καὶ ἡ χωρίς τινος ποιότητος | 91 | |
92 | νοουμένη, μὴ οὖσα δέ ποτε τοιαύτη, καὶ ἡ ἤδη ποιά τις οὖσα· ἀλλ’ ἐκείνη μὲν πορρωτέρω, ἡ δὲ ποιωθεῖσα ἐγγυτέρω. ὥσπερ γὰρ λέγομεν δυνάμει ἐπιστήμονα καὶ τὸ ἤδη τεχθὲν παιδίον, λέγομεν δὲ ἐπιστήμονα καὶ τὸν μανθάνοντα, ἀλλ’ ἐκεῖνο μὲν πορρώτερον, οὗτος δ’ ἐγγύτερον, οὕτω καὶ | |
5 | ἐπὶ τῆς ὕλης τῆς τε ἀποίου καὶ τῆς ἤδη ποιᾶς τινος γεγονυίας καὶ ἐλθού‐ σης ἀπὸ τοῦ πρώτου δυνάμει εἰς τὸ δεύτερον. τούτων οὕτως ἐχόντων πάνυ ἀκριβῶς πρόσκειται τὸ πῶς ἐν τῇ λέξει τῇ ἀδύνατον γὰρ τῷ ὕλην ἔχοντι μὴ ὑπάρχειν πῶς τὸ ἐναντίον. οὐ γὰρ ἁπλῶς ἐστιν ἡ ὕλη ᾗ ὕλη ἐναντίον τῷ τοῦ πυρὸς εἴδει, οἷον τῇ θερμότητι καὶ ξηρότητι, | |
10 | ἀλλ’ ᾗ σύνεστιν ἐν αὐτῇ ἡ τῶν ἄλλων στέρησις, καὶ ᾗ ἡ μέν ἐστι δύναμις, τὸ δὲ ἐνέργεια, καὶ ᾗ πέφυκεν ἀποπτύειν μὲν τόδε τὸ εἶδος, δέχεσθαι δὲ ἄλλο, καὶ ᾗ ποιωθεῖσα μᾶλλόν ἐστι δυνάμει. ἡ γὰρ τοιαδὶ ποιότης σπεύδουσα μεταβαλεῖν τὸ εἶδος εἰς ἑαυτήν, ὁμοίως καὶ τὸ εἶδος τὴν ποιότητα εἰς ἑαυτό, ἀνάγκη φθείρεσθαι τὸ πῦρ κρατηθέντος τοῦ πυροει‐ | |
15 | δοῦς ὑπὸ τῆς ποιότητος τῆς ἐκ τοῦ δυνάμει οὔσης πῦρ μεταβεβληκυίας εἰς τὸ δυνάμει εἶναι ἀὴρ ἢ ἄλλο τι. ὥστε ἔχει πῶς ἐν ἑαυτῷ τὸ πῦρ ἐναντίον ἄνω ὄν. | |
18n | Πάντῃ μὲν γὰρ εἶναι τὸ θερμὸν ἢ τὸ εὐθὺ ἐνδέχεται, | |
19n | πᾶν δὲ εἶναι ἀδύνατον. | |
20 | Εἰπὼν ὅτι τῷ ἔχοντι ὕλην ἀδύνατον μὴ ὑπάρχειν πῶς τὸ ἐναντίον, διὰ τούτων κατασκευάζει τὸ προκείμενον, δυνάμει λέγων· εἰ μὲν γὰρ ἦν τὸ πῦρ χωρὶς ὕλης, εἰκὸς ἦν λέγειν, ὅτι ἐν τῷ ἄνω τόπῳ οὐ φθαρήσεται διὰ τὸ μὴ ἐνταῦθα ὑπάρχειν αὐτῷ ἐναντίον· ἐπεὶ δὲ μετὰ ὕλης ἐστὶ καὶ ἔχει πως τὸ ἐναντίον, οὐκ εὔλογόν ἐστι τὸ λέγειν, ὅτι οὐ φθαρήσεται ἄνω | |
25 | ὄν. ἡ μὲν οὖν διάνοια τῶν ὑπὸ τῆς λέξεως αἰνιττομένων αὕτη ἐστίν, τὸ δὲ τῆς λέξεως τοιοῦτον· ἡ μὲν γὰρ θερμότης καὶ ἡ ξηρότης πάντῃ, του‐ τέστι ἐν ὅλῃ τῇ φύσει τῆς ὕλης, ἥτις ὑπόκειται τῷ πυρί, τυγχάνουσιν οὖσαι· οὕτω γάρ εἰσιν ἐν αὐτῇ ὡς τὰ εἴδη ἐν τῇ ὕλῃ. οὐ γὰρ ἐν τῷδε μὲν τῷ μέρει τῆς ὕλης ἐστὶ θερμότης, ἐν τούτῳ δ’ οὐκ ἔστιν, ἀλλ’ ἐν | |
30 | ἁπάσῃ τῇ φύσει αὐτῆς, ὥσπερ καὶ ἡ θερμότης ἐν ἅπαντι τῷ θερμῷ ὕδατι· οὐ γὰρ τοῦ τεθερμασμένου ὕδατος τὸ μέν ἐστι θερμόν, τὸ δὲ ψυχρόν, | |
ἀλλ’ ὅλον δι’ ὄλου. ἔστι μὲν οὖν πάντῃ τὸ θερμόν, πᾶν δὲ οὔκ ἐστι | 92 | |
93 | θερμόν· τουτέστι πᾶν δὲ οὔκ ἐστι θερμότης, ἀλλὰ σύνθετον ἐξ ὕλης καὶ θερμότητος. ὥσπερ γὰρ τὸ ζῷον οὔκ ἐστι ψυχή, ἀλλὰ σύνθετον ἐξ ὕλης μὲν τοῦ σώματος, εἴδους δὲ τῆς ψυχῆς, οὕτω καὶ τὸ πῦρ οὔκ ἐστι πῦρ μόνον ἤτοι θερμότης, ἀλλὰ σύνθετον ἐξ ὕλης καὶ θερμότητος καὶ ἔτι ξηρό‐ | |
5 | τητος. ὁμοίως καὶ ἡ εὐθύτης ἐστὶ μὲν ἐν ἅπαντι τῷ ξύλῳ, οὔκ ἐστι δὲ τὸ πᾶν τὸ ἐκ ξύλου καὶ εὐθέος εὐθύτης, ἀλλὰ σύνθετον ἐκ ξύλου καὶ εὐθύτητος. εἰπὼν δὲ ὅτι πᾶν δὲ εἶναι θερμὸν ἢ λευκὸν ἀδύνατον, τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπών· ἔσται γὰρ τὰ πάθη κεχωρισμένα. ἔστι δὲ τὸ λεγό‐ μενον· εἰ γάρ ἐστι τὸ πῦρ θερμότης μόνον χωρὶς ὕλης καὶ ὑποκειμένου | |
10 | καὶ τὸ εὐθὺ ξύλον εὐθύτης, ἔσται τὰ πάθη αὐτὰ καθ’ αὑτὰ χωρὶς ὑποκει‐ μένου· ὅπερ ἀδύνατον. πᾶν γὰρ πάθος ἐν ὑποκειμένῳ. ὥστε οὔκ ἐστι τὸ πῦρ χωρὶς ὑποκειμένου καὶ ὕλης καὶ ἐναντίου. τῶν δ’ ἐναντίων τὸ μὲν ποιεῖ, τὸ δὲ πάσχει. ὥστε, ἐπειδὴ ἅμα εἰσὶ τὰ ἐναντία ἄνω, ἀδύνα‐ τον μὴ μεταβάλλειν. ἔτι ἐπεὶ τὸ πῦρ τρέφεται καὶ ἐνταῦθα καὶ ἄνω, ὅπου | |
15 | δὲ τροφὴ καὶ τρεφόμενον, περίττωμα, τὸ δὲ περίττωμα ἐναντίον, κἂν διὰ τοῦτο ἀναγκαῖον ἐναντίον τι εἶναι ἄνω τῷ πυρί. εἰ δὲ ἐναντίον, καὶ μάχη, καὶ τὸ ἑπόμενον αὐτῇ, φθορά. εἰπὼν δὲ ὅτι τὸ περίττωμα ἐναντίον, πιστού‐ μενος ὅτι ἐναντίον, ἐπήγαγεν· ἐξ ἐναντίου γὰρ ἀεὶ ἡ μεταβολή. εἰ γὰρ ἡ πρώτη τροφὴ ἐναντίον τῷ τρεφομένῳ, ὡς πολλάκις εἴρηται, τὸ δὲ | |
20 | περίττωμα μέρος ἢ ὑπόλειμμα τῆς πρώτης τροφῆς, δηλονότι καὶ τὸ περίτ‐ τωμα ἐναντίον τῷ φερομένῳ, ὅπερ περίττωμα σπεύδουσα ἡ τοῦ τρεφομένου φύσις μεταβαλεῖν εἰς ἑαυτήν, ἀνάγκη μάχην γίνεσθαι· εἰ δὲ τοῦτο, καὶ φθορὰν τοῦ κρατηθέντος. | |
24n | Εἰ δὲ πᾶν ἐξελαύνει τὸ ἐνεργείᾳ ἐναντίον, κἂν ἐνταῦθα | |
25n | ἄφθαρτον ἂν εἴη. ἢ οὔ. | |
26 | Ἐνεργείᾳ ἐναντίον λέγει τὸ περίττωμα. ἡ δ’ ἐπιχείρησις αὕτη ἁρμόττοι ἂν ἐπὶ τοῦ ἐνταῦθα πυρός, ἀλλ’ οὐκ ἐπὶ τοῦ ὄντος ἄνω. ἔστι δὲ τὸ λεγόμενον λύσις ἐνστάσεώς τινος, ἣν ἐπήγαγεν ἄν τις τῷ λόγῳ. εἶπε γὰρ ἄν τις· ὥσπερ τὰ τῶν ζῴων σώματα ἔχει ἀποκριτικὴν δύναμιν, | |
30 | ὑφ’ ἧς ἐκκρίνει τὴν τῆς ξηρᾶς καὶ ὑγρᾶς τροφῆς περίττωσιν, οὕτως ἀναγκαῖον ἔχειν καὶ τὸ πῦρ, ὑφ’ ἧς ἐκκριθήσεται τὸ ἐνεργείᾳ ἐναντίον, | |
ἤγουν τὸ περίττωμα. ἐξελαθὲν δὲ καὶ πόρρω ποι ἐκσφενδονηθὲν οὐκ ἂν | 93 | |
94 | φθείροι τὸ πῦρ. πρὸς τοιαύτην οὖν ἔνστασιν ταῦτα ἐπήγαγε λέγων· εἰ δὲ ἅπαν ἐξελαύνοι ἡ ἀποκριτικὴ τοῦ πυρὸς δύναμις, εἴη ἂν τὸ ἐνταῦθα ἄφθαρ‐ τον. τοῦτο θεὶς λύει λέγων· ἢ οὐ, τουτέστιν ‘ἢ οὐκ ἂν εἴη ἐνταῦθα ἄφθαρτον‘· φθαρήσεται γὰρ ὑπὸ τοῦ περιέχοντος, ἤτοι τοῦ ἀέρος. ἐπὶ | |
5 | τοῦ παρόντος γὰρ πυρός, ὡς εἴπομεν, ὁ λόγος ἁρμόττει· ὅπερ καὶ αὐτὸς ἐννοήσας ἐπήγαγεν· εἰ μὲν οὖν ἱκανὸν ἐκ τῶν εἰρημένων, καὶ προσυ‐ πακουστέον τοῦ ἔστω, ἵν’ ᾖ τὸ πᾶν· εἰ μὲν οὖν ἱκανὸν ἐκ τῶν εἰρημένων, ἔστω· τουτέστιν εἰ μὲν ἱκανῶς λέλυται, ἀρκεῖ, εἰ δὲ μή, πάλιν ῥητέον τὴν προτέραν λύσιν τὴν λέγουσαν· ἔστι τι ἐνεργείᾳ ἐναντίον, πάλιν ἐνερ‐ | |
10 | γείᾳ ἐναντίον λέγων τὸ περίττωμα. τὸ δὲ δι’ ὃ ἡ ἐλάττων φλὸξ κατα‐ καίεται ὑπὸ τῆς πολλῆς κατασκευαστικόν ἐστι τοῦ ὅτι τρέφεται τὸ πῦρ. εἰ δὲ τρέφεται, ἔχει δηλονότι καὶ τὸ περίττωμα. κατακαίεται οὖν ἡ ἐλάττων φλὸξ ὑπὸ τῆς πολλῆς, ὅτι ἡ τροφὴ (αὕτη δ’ ἐστὶν ὁ καπνός), ἣν ἡ ἐλάττων φλὸξ ἐν πλείονι χρόνῳ ἐπινέμεται καὶ κατεσθίει, ἡ πλείων φλὸξ | |
15 | θᾶττον καὶ ἐν ὀλίγῳ χρόνῳ καταδαπανᾷ καὶ καταναλίσκει. ἀναλωθείσης δὲ τῆς τροφῆς, ἀφ’ ἧς ἔμελλε τὸ ἔλαττον πῦρ τραφήσεσθαι, ὑπὸ τοῦ πολλοῦ πυρὸς καὶ μὴ ἔχον ᾧ τραφήσεται σβέννυται. τὸ δὲ δι’ ὃ πάντα ἀεὶ ἐν κινήσει ὡς αἴτιον ἐπῆκται τοῦ πάντα ἔχειν ἢ ὕλην ἢ ὑποκεί‐ μενον. τὸ δὲ περιέχον εἰ μέν ἐστιν οἰκεῖον τῇ κράσει τοῦ σώματος τῶν | |
20 | ζῴων, συντείνει καὶ συνεργεῖ πρὸς μακροβιότητα· εἰ δ’ ἀνοικείως ἔχει, ἀντιπράττει καὶ ὀλιγοχρονιώτερον ἀποτελεῖ. λέγει δὲ καὶ ὅτι τὰ μὲν ἔχοντα ὕλην μᾶλλον δ’ ὑποκείμενον τοῦ ποῦ, ὥσπερ τὰ θεῖα καὶ κυκλο‐ φορητικὰ σώματα, κατὰ τόπον μεταβάλλει· εἰ δὲ ἔχει ὕλην τοῦ ποσοῦ, κατὰ αὔξησιν καὶ φθίσιν· εἰ δὲ ὕλην πάθους, ἀλλοιοῦται. | |
25n | Ἔτι δὲ οὔτε τὰ μέγιστα ἀφθαρτότερα· ἵππος γὰρ ἀνθρώ‐ | |
26n | που βραχυβιώτερον. | |
27 | Μέλλων ἐντεῦθεν ἀποδιδόναι τὰς αἰτίας τοῦ τε μακροβίου καὶ βραχυ‐ βίου, ἐπειδὴ ὡς ἐπὶ τὸ πολὺ τὰ μείζω μακροβιώτερά εἰσι τῶν ἐλαττόνων, περὶ τούτων πρῶτον διορίζεται καὶ δείκνυσιν, ὅτι οὔτε τὸ μέγα οὔτε τὸ | |
30 | μικρὸν ἁπλῶς εἰσιν αἴτια ἢ τοῦ μακροβίου ἢ τοῦ βραχυβίου, ἀλλ’ ἕτερόν | |
τι. λέγει οὖν ὅτι οὔτε τὰ μέγιστα ἀφθαρτότερα τῶν ἐλαττόνων | 94 | |
95 | (ἵππος γὰρ ἀνθρώπου βραχυβιώτερος μείζων ὢν ἀνθρώπου), οὔτε μὴν τὰ μικρὰ μακροβιώτερα τῶν μειζόνων. τὰ πολλὰ γὰρ τῶν ἐντόμων μικρὰ ὄντα ἐπέτειά ἐστιν· ἔνια γὰρ βιοῖ χρόνον καὶ ἴσως οὐδ’ ἐκεῖνον ὁλόκληρον. ἀλλὰ μὴν οὐδὲ πάντα τὰ φυτὰ μακροβιώτερα πάντων τῶν | |
5 | ζῴων· ἐπέτεια γὰρ ἔνια τῶν φυτῶν, οἷον κράμβη, τεῦτλον, ὤκιμον, ἄλλα πολλά. οὔτε μὴν τὰ ἔναιμα μακροβιώτερα τῶν ἀναίμων· μέλιττα γὰρ ἄναιμος οὖσα μακροβιωτέρα ἐστὶν ἐνίων ἐναίμων· αἱ γὰρ ψύλλαι ἐπέ‐ τειοι ἔναιμοι οὖσαι. ἀλλὰ μὴν οὐδὲ πάντα τὰ ἄναιμα μακροβιώτερα τῶν ἐναίμων· τὰ γὰρ μαλάκια ἐπέτεια ἄναιμα ὄντα. οὔτε τὰ ἐν τῇ | |
10 | γῇ πάντα ἀφθαρτότερα τῶν ἐνύδρων (καὶ γὰρ ἔνια καὶ φυτὰ καὶ πεζὰ ζῷα ἐπέτειά ἐστιν), οὔτε τὰ ἔνυδρα πάντα (ταῦτα γὰρ εἶπε τὰ ἐν τῇ θαλάττῃ) πάντων τῶν ἐν τῇ γῇ ἀφθαρτότερα· τὰ γὰρ ὀστρακηρὰ καὶ τὰ μαλάκια βραχύβια. ταῦτα εἰπὼν ἐπάγει· ὅλως δὲ καὶ πρώτως τὰ μακρο‐ βιώτερα ἐν τοῖς φυτοῖς ἐστιν (ὁ γὰρ φοῖνιξ τὸ φυτὸν μακροβιώτατον), δευ‐ | |
15 | τέρως δὲ ἐν τοῖς ἐναίμοις μᾶλλον ἢ ἐν τοῖς ἀναίμοις καὶ ἐν τοῖς πεζοῖς ἢ ἐν τοῖς ἐνύδροις. ὥστ’ ἐπεὶ μᾶλλον ἐν τοῖς ἐναίμοις καὶ ἐν τοῖς πεζοῖς τὸ μακρόβιον ἢ ἐν τοῖς ἀναίμοις καὶ ἐνύδροις, καὶ συνδυασθέντα τὸ μὲν πεζὸν τῷ ἐναίμῳ. τὸ δὲ ἔνυδρον τῷ ἀναίμῳ, ἔσονται τὰ πεζὰ καὶ ἔναιμα μακροβιώτερα τῶν ἐνύδρων καὶ ἀναίμων. | |
20 | Ταῦτα προειπὼν τὰς αἰτίας τοῦ τὰ μὲν εἶναι μακρόβια, τὰ δὲ βραχύβια σαφέστατα ἀπαγγέλλει. ἐν δὲ τῇ λέξει τῇ ἵνα μήτε εὔπηκτον μήτε εὐξήραντον ᾖ, μὴ εὔπηκτον μὲν διὰ τὸ θερμόν (τὸ γὰρ θερμὸν οὐκ ἐᾷ πήγνυσθαι), μὴ εὐξήραντον δὲ διὰ τὸ πλῆθος· τὸ γὰρ πολὺ οὐκ εὐξήραντον. | |
25n | Μακροβιώτερα γὰρ τὰ λειπόμενα τῷ πλήθει τοῦ ὑγροῦ, | |
26n | ἐὰν πλείονι λόγῳ ὑπερέχῃ κατὰ τὸ ποιόν. | |
27 | Ποιὸν λέγει τὸ θερμὸν καὶ τὸ λιπαρόν. ἔστι δὲ τὸ λεγόμενον· τὰ λειπόμενα τῷ πλήθει τοῦ ὑγροῦ καὶ πλεονάζοντα τῷ ποιῷ ἐν πλείονι λόγῳ μακροβιώτερά εἰσι τῶν πλεοναζόντων τῷ ὑγρῷ καὶ λειπομένων τῷ ποιῷ. | |
30 | τὸ δὲ ἂν πλείονι λόγῳ ὑπερέχῃ, τοιοῦτόν ἐστιν· ἂν ᾖ τὸ ἐν τῷ ἵππῳ φέρε εἰπεῖν ὑγρὸν τριπλάσιον τοῦ ἐν τῷ ἀνθρώπῳ ὑγροῦ, τὸ δὲ ἐν τῷ ἀνθρώπῳ θερμὸν δεκαπλάσιον τοῦ ἐν τῷ ἵππῳ θερμοῦ, πλείονι λόγῳ ὑπερέχει ἡ τοῦ ἀνθρώπου θερμότης τῆς τοῦ ἵππου θερμότητος παρ’ ὃ ἡ | |
τοῦ ἵππου ὑγρότης τῆς τοῦ ἀνθρώπου ὑγρότητος· πλείων γὰρ ὁ δεκαπλάσιος | 95 | |
96 | λόγος τοῦ τριπλασίου. τοῦτο εἰπὼν ἐπάγει, ὅτι ἔν τισι τὸ θερμὸν οὐδὲν ἄλλο ἐστὶν ἢ αὐτὸ τὸ λιπαρόν (δι’ ὃ καὶ ἀντὶ τοῦ εἰπεῖν θερμὸν ῥητέον ὅτι λιπαρόν), ἐν ἐνίοις δὲ οὐ τὸ λιπαρόν, ἀλλὰ τὸ ἀνάλογον· ὅπερ ἄλλον εἶπε χυμόν. ἐν δὲ τῇ λέξει τῇ ἀναιρεῖ γὰρ τὸ τοιοῦτον ἢ νόσῳ ἢ | |
5 | φύσει ‘τοιοῦτον‘ λέγει τὸ περίττωμα. ἀναιρεῖ οὖν, φησί, τὸ περίττωμα ἢ νόσῳ ἢ φύσει· φύσει μέν, ὅταν μάχηται τὸ περίττωμα ὅλῃ τῇ τοῦ σώματος κράσει (ταύτην γὰρ εἶπε φύσιν)· ὅταν οὖν μαχεσάμενον ὅλῃ τῇ φύσει καὶ κράσει τοῦ σώματος καὶ κρατῆσαν ἀνέλῃ, τότε φαμὲν ὅτι ἀνεῖλε φύσει, ἴσον λέγοντες ὅτι πᾶσαν τὴν τοῦ ζῴου κρᾶσιν ἀνέτρεψεν· ὅταν δὲ | |
10 | τὸ περίττωμα πρὸς ἓν μόριον τὴν μάχην ποιήσηται, οἷον πρὸς ἧπαρ ἢ σπλῆνα, καὶ ἀνέλῃ σὺν αὐτῷ καὶ τὸ ζῷον, τότε φαμέν, ὅτι νόσῳ ἀνεῖλεν, ἴσον λέγοντες, ὅτι ἓν μόριον νοσῆσαν, συνέφθαρται αὐτῷ τὸ πᾶν. ὃ καὶ αὐτὸς σαφηνίζων ἐπήγαγεν· ἐναντία δ’ ἡ τοῦ περιττώματος δύναμις καὶ φθαρτική, ἡ μὲν τῆς φύσεως, ἡ δὲ μορίου, ὅπερ εἶπε φύσει | |
15 | νῦν εἰπὼν φύσεως, ὅπερ δὲ νόσῳ νῦν μορίου. εὔλογον δὲ καὶ τὰ πολύσπερμα ταχὺ γηράσκειν· τὸ γὰρ σπέρμα περίττωμα ὂν τῆς αἱματικῆς τροφῆς ἐξιὸν συνεξάγει καὶ θερμότητα· ταύτης δ’ ἐξιούσης ἀνάγκη ξηραίνε‐ σθαι καὶ τὸ ὑγρόν· καὶ διὰ τοῦτο ἡμίονος μακροβιώτερος ἵππου (οὐ γάρ ἐστι σπερματικόν), καὶ τὰ θήλεα τῶν ἀρρένων· εἰ γὰρ καὶ πλεῖον τὸ | |
20 | τῶν θηλέων περίττωμα, ἀλλ’ οὐκ ἔστι θερμὸν ὥσπερ τὸ τῶν ἀρρένων· ὑδατῶδες γὰρ καὶ φύσει ψυχρὸν τὸ τῶν θηλέων. ἔτι δὲ ὅσα πονητικὰ τῶν ἀρρένων· καὶ διὰ τὸ ὀχεύειν γὰρ καὶ διὰ τὸν πόνον γηράσκει. μακρο‐ βιώτερα δὲ καὶ τὰ ἐν θερμοῖς τόποις, δι’ ἣν αἰτίαν καὶ τὰ μείζω· πλεῖον γὰρ καὶ ἐν τοῖς μείζοσι τὸ θερμόν. εἰπὼν δὲ ὅτι μακροβιώτερά ἐστι τὰ | |
25 | ἐν τοῖς θερμοῖς τόποις, εἰς πίστιν τούτου παρέθετο τὸ καὶ μάλιστ’ ἐπί‐ δηλον τὸ μέγεθος τῶν τὴν φύσιν ψυχρῶν ζῴων, λέγων φύσει ψυχρὰ τὰ ἄναιμα. ἔστι δὲ τὸ λεγόμενον, ὅτι τὰ ἄναιμα, ἅπερ ἐν τοῖς ψυχροῖς τόποις μικρὰ γίνεται, ἐν τοῖς θερμοῖς μεγάλα ἀποτελεῖται, ὡς τῆς θερμότη‐ τος αἰτίας οὔσης τῆς αὐξήσεως, εἰ δὲ τῆς αὐξήσεως, καὶ τῆς μακροβιότητος. | |
30n | Τροφὴν δὲ μὴ λαμβάνοντα καὶ τὰ ζῷα καὶ τὰ φυτὰ | |
31n | φθείρεται. | |
32 | Τὴν αἰτίαν διὰ τούτων λέγει, καθ’ ἣν φθείρεται τὰ ζῷα καὶ τὰ φυτὰ | 96 |
97 | τροφὴν μὴ λαμβάνοντα. συντήκει γάρ, φησί, τὸ μὴ τρεφόμενον αὐτὸ ἑαυτό. τὸ γὰρ ἔμφυτον θερμὸν ἐν ταῖς ἀτροφίαις δραστικώτερον γινόμενον ἀναλίσκει τὰς σάρκας καὶ ὅλως τὴν ὕλην, ἐν ᾗ ἐστι. τούτων δὲ ἀνη‐ λωμένων φθείρεται καὶ τὰ ζῷα καὶ τὰ φυτά. | |
5 | Τὸ δὲ τὰ ἔνυδρα τῶν πεζῶν ἧττον μακρόβια ταὐτόν ἐστι τῷ βραχυβιώτερα. αἱ δὲ μέλιτται μακροβιώτεραί εἰσιν ἐνίων μειζόνων ζῴων, ὅτι ἔχουσι γλυκύτητα· τοιαύτη γὰρ ἡ τροφὴ αὐτῶν. ἡ δὲ γλυκύτης θερμή· ὅτι δὲ ἡ γλισχρότης συνέχει καὶ τὸ ὑγρὸν καὶ τὸ θερμὸν καὶ οὐκ ἐᾷ δια‐ πνεῖσθαι, εἴρηται πολλάκις. | |
10n | Περὶ δὲ τοῦ πολυχρόνιον εἶναι τὴν τῶν δένδρων φύσιν | |
11n | δεῖ λαβεῖν τὴν αἰτίαν· ἔχει γὰρ ἰδίαν πρὸς τὰ ζῷα, πλὴν πρὸς | |
12n | τὰ ἔντομα. | |
13 | Τὸ ἔχει γὰρ ἰδίαν πρὸς τὰ ζῷα, πλὴν πρὸς τὰ ἔντομα ἴσον ἐστὶ τῷ ‘διαφέρει τῶν ἄλλων ζῴων‘ πλὴν τῶν ἐντόμων. τοῖς μὲν γὰρ | |
15 | ἐντόμοις κοινωνεῖ, διαφορὰν δ’ ἔχει πρὸς τὰ ἄλλα ζῷα. καὶ τί μὲν ἐκεί‐ νοις κοινωνεῖ, τί δὲ τούτων διαφέρει, ἤδη ἐρεῖ. πρῶτον δὲ λέγει, τί δια‐ φέρει τῶν ἄλλων. οὐ γὰρ διὰ τὴν θερμότητα, φησί, κυρίως εἰσὶ μακρόβια, ὥσπερ τὰ ζῷα, ἀλλὰ διὰ τὸ ἀεὶ νέα γίνεσθαι· ἀεὶ γὰρ ἕτεροι οἱ πτόρ‐ θοι, λέγων πτόρθους τοὺς κλάδους, οἱ δὲ γηράσκουσι. τῆς γὰρ καρύας | |
20 | φέρε εἰπεῖν τῆσδε οἱ μὲν τῶν πτόρθων ξηροί εἰσιν, οἱ δὲ χλωροὶ καὶ ἀκμάζοντες, καὶ αἱ ῥίζαι ὁμοίως αἱ μὲν χλωραί, αἱ δὲ ξηραί· πλὴν οὐχ ἅμα ὅλαι ἢ γηράσκουσιν ἢ ἀκμάζουσιν (ὁμοίως τοῦτο καὶ ἐπὶ τῶν πτόρθων), ἀλλ’ ὁτὲ μὲν τὸ στέλεχος, λέγων στέλεχος τὸν κορμόν, καὶ οἱ κλάδοι ἀπώ‐ λοντο, αἱ δὲ ῥίζαι μένουσαι, ἕτεροι κλάδοι καὶ στέλεχος ἀπ’ αὐτῶν ἀνε‐ | |
25 | φύησαν. ὅταν γὰρ οὕτως ὦσιν αἱ ῥίζαι, τουτέστι ζῶσαι καὶ μὴ γεγη‐ ρακυῖαι, ἄλλαι ἐκ τοῦ ὑπάρχοντος γίνονται, λέγων ὑπάρχον τὸ πλῆθος τῶν ῥιζῶν, αἵτινες ζῶσι· καὶ οὕτως ἀεὶ διατελεῖ τὸ μὲν φθειρόμενον, τὸ δὲ γινόμενον. ἐπεὶ οὖν τούτου μὲν φθειρομένου ἄλλο γίνεται καὶ τούτου πάλιν ἄλλο, εἰκότως, μᾶλλον δ’ ἀναγκαίως συμ‐ | |
30 | βαίνει μακρόβιον εἶναι τὴν τῶν δένδρων φύσιν. | |
31n | Ἔοικε δὲ τὰ φυτὰ τοῖς ἐντόμοις, ὥσπερ εἴρηται πρότερον. | |
32 | Τὴν κοινωνίαν διὰ τούτων τίθησι τῶν ἐντόμων καὶ τῶν φυτῶν. | 97 |
98 | κοινωνεῖ δὲ τὰ φυτὰ τοῖς ἐντόμοις, ὅτι ὥσπερ τὰ φυτὰ τεμνόμενα ζῇ, οὕτως καὶ τὰ ἔντομα· καὶ γὰρ καὶ τὰ ἔντομα, ὥσπερ εἴρηται ἐν τῷ Περὶ ζώων πορείας, τεμνόμενα, ζῇ ἐπὶ πολὺ ἀμφότερα τὰ τμήματα. οὐκ ἀεὶ δὲ ζῇ, ἤτοι οὐκ ἴσους χρόνους διηνεκεῖς ἢ πολλοὺς ζῇ ἀμφότερα τὰ τμήματα τῶν | |
5 | ἐντόμων διὰ τὸ μὴ ἔχειν τὸ ἕτερον τμῆμα (θάτερον γὰρ ἔχει) ὄργανον ἤτοι στόμα, δι’ οὗ τραφήσεται. οὐδὲ γὰρ δύναται ἡ ψυχὴ (ταύτην γὰρ εἶπεν ἀρχήν) ἡ ἐν ἑκάστῳ τῶν τμημάτων οὖσα ποιεῖν στόμα, ἡ δ’ ἐν τοῖς φυτοῖς δύναται· ἔχει γὰρ ὁ κλάδος ἐν ἑαυτῷ δυνάμει καὶ ῥίζαν καὶ καυλόν, λέγων καυλὸν τὸ στέλεχος. διὸ ἀπ’ αὐτῆς τῆς δυνάμεως προέρ‐ | |
10 | χεται τό τε νεάζον καὶ τὸ γηράσκον. διαφέρει δὲ τὰ ἐκ τῶν ῥιζῶν τοῦ αὐτοῦ καὶ ἑνὸς δένδρου τῶν ἀποφυτευομένων τῷ μὲν μακροβίῳ οὐδέν, μόνῳ δὲ τῷ τὰ μὲν ἀποφυτευόμενα κεχωρισμένα εἶναι ἀπ’ ἀλλήλων, ἐκεῖνα δ’ ὁμοῦ. τὸ γὰρ ἐκεῖ δὲ διὰ τοῦ συνεχοῦς ἴσον ἔστι τῷ ‘ἐκεῖ δὲ ὁμοῦ‘. αἴτιον δέ φησι τοῦ τὰ ἀποφυτευόμενα ζῆν, ὅτι ἐνυπάρχει | |
15 | πάντῃ ἡ ἀρχὴ ἡ δυναμένη ποιεῖν ῥίζας. | |
16n | Συμβαίνει δὲ ταὐτὸ ἐπί τε τῶν ζῴων καὶ τῶν φυτῶν. | |
17 | Εἰπὼν τὴν διαφορὰν τῶν ζῴων καὶ φυτῶν, εἶτα τὴν κοινωνίαν καὶ διαφορὰν τῶν ἐντόμων καὶ φυτῶν, νῦν λέγει καὶ τὴν κοινωνίαν τῶν ζῴων καὶ φυτῶν. ἔχουσιν οὖν, φησί, ταυτότητα καὶ κοινωνίαν τὰ ζῷα καὶ φυτά· | |
20 | ὥσπερ γὰρ τὰ ἄρρενα μακροβιώτερά εἰσι τῶν θηλειῶν διὰ τὸ τὰ ἄνω ἔχειν μείζω, οὕτω καὶ τὰ φυτὰ τὰ κεφαλοβαρῆ, τουτέστι τὰ ἔχοντα μεγάλας ῥίζας καὶ μέγα στέλεχος, τῶν μὴ κεφαλοβαρῶν. εἰσὶ δὲ κεφαλοβαρῆ τὰ δενδρώδη. ὅτι δὲ τὰ ἄνω τοῦ φυτοῦ αἱ ῥίζαι εἰσὶ καὶ τὸ στέλεχος, κεφαλῇ ἀναλογοῦντα, κάτω δὲ οἱ κλάδοι, οὐδεὶς ἀγνοεῖ. καὶ τὰ ἄρρενα | |
25 | δὴ καὶ τὰ κεφαλοβαρῆ τῶν φυτῶν μακροβιώτερα διὰ τὸ τὰ ἄνω ἔχειν μεγάλα τῶν μὴ τοιούτων. ἔστι δὲ τὸ θερμὸν ἐν τοῖς ἄνω, τὸ δὲ ψυχρὸν ἐν τοῖς κάτω· αἴτιον δὲ τὸ θερμὸν καὶ μακροβιότητος καὶ αὐξήσεως. αὔξονται οὖν ταῦτα ἐπὶ τὸ ἄνω, τὰ δ’ ἐπέτεια ἐπὶ τὸ κάτω, ἤτοι ἐπὶ τοὺς κλάδους, ἐν οἷς ὁ καρπὸς γίνεται. καὶ λοιπὸν συμπεραινόμενος λέγει, | |
30 | ἐφεξῆς εἶναι τῆς παρούσης πραγματείας τὴν Περὶ ζωῆς καὶ θανάτου καὶ | |
γήρως καὶ νεότητος. | 98 | |
99(1t) | ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ ΠΕΡΙ ΓΗΡΩΣ ΚΑΙ ΝΕΟΤΗΤΟΣ | |
2t | ΚΑΙ ΖΩΗΣ ΚΑΙ ΘΑΝΑΤΟΥ ΚΑΙ ΠΕΡΙ ΑΝΑΠΝΟΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ. | |
3 | Μετὰ τὸ Περὶ μακροβιότητος καὶ βραχυβιότητος τάττει τὸ Περὶ γήρως καὶ νεότητος (ἕπεται γὰρ τῷ μὲν μακροβίῳ τὸ γῆρας, τῷ δὲ βραχυβίῳ ἡ | |
5 | νεότης), ἐν ᾧ δὴ περὶ αὐτῶν τούτων, τοῦ γήρως καὶ τῆς νεότητος, λέγει, καὶ ἔτι περὶ ἀναπνοῆς. λέγει δὲ πολλοῖς τῶν ζῴων ἀναγκαῖον τοῦτο τὸ ἔργον πρὸς τὴν ζωήν. ἀποδίδωσι δ’ ἐν αὐτῷ πρῶτον μέν, ὅτι ἐν καρδίᾳ ἡ ἀρχὴ τοῦ ζῴου καὶ τὸ αἰσθητικὸν καὶ τὸ θρεπτικὸν καὶ τὸ αὐξητικόν, καὶ ὅτι καὶ τὰ φυτὰ καὶ τὰ ζῷα δέονται καταψύξεως, καὶ τίς ἱκανὴ τοῖς | |
10 | φυτοῖς, καὶ ὅτι τοῖς ζῴοις ἢ διὰ τοῦ ὕδατος ἢ διὰ τοῦ ἀέρος συμβαίνει. εἶτα ἀντιλέγει πρὸς Ἀναξαγόραν καὶ Διογένην περὶ ἀναπνοῆς εἰπόντας καὶ πρός τε Δημόκριτον καὶ Πλάτωνα καὶ Ἐμπεδοκλέα, καὶ ὅτι καταψύξεως ἕνεκεν ἀναπνέομεν μετὰ ταῦτα λέγει, καὶ πρὸς τούτοις ὅτι τοῖς ἀναίμοις ἱκανὸν τὸ περιέχον πρὸς τὴν κατάψυξιν, καὶ ὅτι ἃ μὲν τῶν ἐνύδρων κατα‐ | |
15 | ψύξεως ἕνεκεν δέχονται τὸ ὑγρόν, ἃ δὲ οὐ καταψύξεως, ὡς δελφὶς καὶ πολύπους καὶ σηπία καὶ ἕτερ’ ἄττα, ἀλλ’ ἐξ ἀνάγκης διὰ τὸ ἐν ὑγρῷ λαμβάνειν τὴν τροφήν, καὶ ὅτι ἔνια δεχόμενα τὸν ἀέρα καταψύχεται, καὶ ὅτι τούτου ἕνεκεν ἔχει πνεύμονα τὰ ἔχοντα. μετὰ ταῦτα ἀντιλέγει πρὸς Ἐμπεδοκλέα λέγοντα θερμοὺς τοὺς ἰχθύας. εἶτα πάνυ παγκάλως λέγει, | |
20 | πῶς ἀναπνέομεν, εἶτα τί γένεσις, τί ζωή, τί θάνατος, καὶ διὰ τί ταῦτα τοῖς ζῴοις ὑπάρχει, καὶ τί νεότης, καὶ τί γῆρας, καὶ διὰ τί τὰ μὲν ἐν τῷ ὕδατι, τὰ δ’ ἐν τῷ ἀέρι πνίγεται, ἔπειτα πόσαι καὶ τίνες αἱ τῆς καρδίας κινήσεις, καὶ διὰ τί γίνονται, εἶτα πῶς τὰ ἀναπνέοντα δέχεται τὸν ἀέρα | |
καὶ πῶς τὰ ἔνυδρα τὸ ὕδωρ, δαιμονιώτατα ἐκτίθεται. | 99 | |
100(1n) | Περὶ δὲ νεότητος καὶ γήρως καὶ περὶ ζωῆς καὶ θανάτου | |
2n | λεκτέον νῦν. ἅμα δὲ καὶ περὶ ἀναπνοῆς ἀναγκαῖον ἴσως τὰς | |
3n | αἰτίας εἰπεῖν. | |
4 | Τὸ ἴσως διὰ φιλόσοφον κεῖται εὐλάβειαν, ἐπεὶ ἀναγκαῖόν ἐστιν εἰπεῖν | |
5 | περὶ ἀναπνοῆς. εἰ γὰρ ἐνίοις τῶν ζῴων τὸ ζῆν διὰ τὸ ἀναπνεῖν ὑπάρχει, ὥσπερ τὸ μὴ ζῆν διὰ τὸ μὴ ἀναπνεῖν συμβαίνει, ἀναγκαῖον ἂν εἴη εἰδέναι τὴν ἀναπνοὴν τὴν τοῦ ζῆν αἰτίαν, τίς ἐστι καὶ πῶς ἐστιν αἰτία τοῦ ζῆν. ὅτι δὲ ἡ ψυχὴ ἐν τῇ καρδίᾳ ἐστὶ δύναμιν ἐχούσῃ ἀρχικὴν πρὸς τὰ ἄλλα μόρια (ἀρχὴ γὰρ αὕτη τῶν ἄλλων μορίων· τούτου γάρ ἐστι δηλωτικὸν τὸ | |
10 | καὶ ἐν τούτῳ τινὶ τῶν ἐχόντων δύναμιν ἐν τοῖς μορίοις), δέδεικται ἐν τῇ Περὶ ζῴων κινήσεως καὶ ἐν τῇ Περὶ ζῴων γενέσεως καὶ ἐν ἄλλοις πλείοσιν, ἀλλὰ καὶ ἐνταῦθα μετ’ ὀλίγον ῥηθήσεται καὶ δειχθήσεται. ὅτι δὲ καὶ τὸ θρεπτικόν, καθ’ ὃ ζῶμεν, καὶ τὸ αἰσθητικόν, καθ’ ὃ ζῷά ἐσμεν, ἓν καὶ ταὐτόν ἐστι τῷ ὑποκειμένῳ, κἂν τῷ λόγῳ ἕτερα, καὶ αὐτὸς δείξει | |
15 | προϊών. δεῖ δὲ καὶ ἡμᾶς ὀλίγα παραθέσθαι ἐκ τῶν ἐν ἄλλοις περὶ τού‐ των ῥηθέντων. καὶ πρῶτον μὲν ὅτι τὸ θρεπτικὸν ἐν τῇ καρδίᾳ ἐστίν, ἐκ τῶνδε δῆλον. εἰ γὰρ τοῦ ζῆν ὕλη ὑγρότης καὶ θερμότης, ὡς προείρηται, τοιοῦτος δὲ ὁ περὶ τὴν καρδίαν τόπος, ἐν ταύτῃ ἂν εἴη τὸ θρεπτικόν. ὅτι δὲ ἡ χορηγία τοῖς ζῴοις τοῦ τρέφεσθαι ἀπὸ τῆς καρδίας ἐστί, σημεῖον | |
20 | αἱ τῆς τροφῆς, τουτέστι τοῦ αἵματος, διάκονοι φλέβες· αὗται γὰρ διὰ μὲν τῶν ἄλλων μερῶν τοῦ σώματος διαπεφύκασιν, ἐκ ταύτης δέ εἰσιν. ἀλλὰ καὶ τὸ πρώτην φαίνεσθαι τὴν καρδίαν διηρθρωμένην τῶν ἄλλων μερῶν σημεῖον τοῦ μάλιστα καὶ πρώτην τρέφεσθαί τε καὶ τὴν θρεπτικὴν δύναμιν ἔχειν ἐν ἑαυτῇ. ὅτι δ’ ἐν ταύτῃ ἡ θρεπτικὴ ψυχή, σημεῖον καὶ τὸ ἐν | |
25 | τοῖς θανάτοις ταύτην ἀποψύχεσθαι τελευταίαν, ὥσπερ ἀναλυομένης τῆς φύσεως καὶ παλινδρομούσης ἐπὶ τὴν ἀρχήν. ἔτι καὶ καθ’ ὅσον ἐν μέσῳ ἡ καρδία, πρὸς ἄμφω τὰ μέρη ὁμοίως ἂν ἔχοι καὶ ὁμοίως ἂν αὐτοῖς ἀμφοτέροις χορηγοίη τὴν τροφήν, καὶ οὐ τοῖς μὲν πλησίον, τοῖς δὲ πόρρω· καὶ κατὰ τοῦτο ἂν εἴη περὶ καρδίαν. ὅτι δὲ πάλιν ἀδύνατον τὴν αἰσθητικὴν χωρὶς εἶναι τῆς | |
30 | θρεπτικῆς, ἐκ τῶνδ’ ἂν πιστεύοιμεν· φθειρομένης γὰρ τῆς ἁφῆς οὐδὲ ζῆν ἔτι δύναται τὸ ζῷον. καίτοι εἰ ἦν ἡ θρεπτικὴ κεχωρισμένη, φθαρείσης τῆς αἰσθητικῆς οἷόν τε ἂν ἦν ζῆν ἔτι τὸ ζῷον, ἔχον τὴν θρεπτικὴν δύνα‐ μιν, ἥτις ἦν τοῦ ζῆν χορηγός. ἔτι εἰ ἦν κεχωρισμένη ἡ αἰσθητικὴ τῆς | |
θρεπτικῆς, οὐκέτ’ ἂν τὰ ἔχοντα ἀμφοτέρας τὰς δυνάμεις μίαν εἶχε ψυχήν, | 100 | |
101 | ἀλλὰ πλείους· αὐτὴ γὰρ καθ’ αὑτὴν οὖσα ἡ θρεπτικὴ δύναμις ἐν τοῖς φυτοῖς ἔμψυχα αὐτὰ παρέχει. ὥστε κἀν τῷ ζώῳ ἔμψυχον τὸ μόριον τὸ ταύτην τὴν δύναμιν ἔχον καθ’ αὑτό. εἰ δὲ τοῦτο, δηλονότι καὶ τὸ τὴν αἰσθητικὴν ἔχον πάλιν ἔμψυχον ἂν εἴη καθ’ αὑτό. οὕτω δὲ δύναιντ’ ἂν | |
5 | αἱ δυνάμεις χωρίζεσθαι ἀπ’ ἀλλήλων, ὡς εἶναι τὸ ζῷον τὸ μέν τι τρεφό‐ μενον καὶ διὰ τοῦτο ζῶν, τὸ δὲ αἰσθανόμενον, οὐκέτι δὲ τρεφόμενον. δῆλον ἄρα, ὅτι ἐν ᾧ τὸ θρεπτικόν, ἐν τούτῳ καὶ τὸ αἰσθητικόν. | |
8n | Ἐπεὶ οὖν τῶν ἰδίων αἰσθητηρίων ἕν τι κοινόν ἐστιν | |
9n | αἰσθητήριον. | |
10 | Ἡ ἀπόδοσις τοῦ λόγου ἐστὶν ἐν τῷ ὥστε καὶ τὰ φυτὰ δηλονότι τὴν θρεπτικὴν ἀρχὴν ἔχοι ἂν ἐν μέσῳ τούτων, λέγων διὰ τοῦ τούτων τὰ ἄνω καὶ κάτω· τὰ γὰρ φυτὰ πρόσθεν καὶ ὄπισθεν οὐκ ἔχει. πῶς δὲ καὶ τὰ φυτὰ ἐν μέσῳ ἔχουσι τὴν θρεπτικὴν ἀρχήν, ἐρεῖ προϊών. περίττωμα δὲ πρῶτον ἐνταῦθα τὸ ἔσχατον λέγει. σαφῆ δὲ τὰ ἑξῆς. | |
15n | Ἀλλ’ ἥ γε τῆς θρεπτικῆς ἀρχὴ ψυχῆς ἐν τῷ μέσῳ τῶν | |
16n | τριῶν μορίων καὶ κατὰ τὴν αἴσθησιν οὖσα φαίνεται καὶ κατὰ | |
17n | τὸν λόγον. | |
18 | Πρῶτον τὴν ἀπὸ τῆς αἰθήσεως ἐνάργειαν μαρτύρεται, ὅτι ἐν τῷ μέσῳ ἐστὶν ἡ θρεπτικὴ ψυχή, καὶ οὕτως ἐπάγει τὰς ἀπὸ τοῦ λόγου πίστεις. λέγει | |
20 | οὖν ὅτι πολλὰ τῶν ζῴων ὁρῶμεν ἀφαιρουμένων ἑκατέρων τῶν μορίων, τῆς τε κεφαλῆς καὶ τοῦ κάτω τῆς καρδίας (κάτωθεν γὰρ τῆς καρδίας ἡ δεκτικὴ τῆς τροφῆς κοιλία ἐστί), πολλὰ οὖν τῶν ζῴων ὁρῶμεν ὅτι ζῇ, μεθ’ οὗπερ ἂν ᾖ τὸ μέσον, τουτέστι μετὰ τοῦ λοιποῦ, ἐν ᾧ ἐστιν ἡ καρδία ἢ τὸ ἀνάλογον τῇ καρδίᾳ· ταύτην γὰρ εἶπε μέσον. εἰ δὴ τὰ μὲν | |
25 | ἄλλα μόρια οὐ ζῇ, τὸ δὲ ἔχον τὸ μέσον, ἤτοι τὴν καρδίαν ἢ τὸ ἀνάλογον τῇ καρδίᾳ, ζῇ, δηλονότι τὸ αἴτιον τοῦ ζῆν, ἤτοι τὸ θρεπτικόν, ἐν τῇ καρδίᾳ ἢ τῷ ἀναλόγῳ τῇ καρδίᾳ ἐστί, τὰ δὲ ἔχοντα τὸ τοιοῦτον μόριον, ἤγουν τὸ θρεπτικόν, ἐνεργείᾳ μὲν ἔχουσιν ἕν, δυνάμει δὲ πλείω. ὡς γὰρ τὸ ἐν τῷ κάδδῳ ὕδωρ ἐνεργείᾳ μέν ἐστιν ἕν, δυνάμει δὲ πλείω, διαιρεθὲν δὲ γίνεται ἐνερ‐ | |
30 | γείᾳ πλείω, οὕτως καὶ τὸ ἐν τοῖς φυτοῖς καὶ τοῖς ἐντόμοις θρεπτικὸν ἓν μέν | 101 |
102 | ἐστιν ἐνεργείᾳ, δυνάμει δὲ πλείω· διαιρεθέντα δὲ καὶ τὸ φυτὸν καὶ τὸ ἔντομον, γίνεται τὸ θρεπτικὸν ἐνεργείᾳ πολλά. καὶ ἔστι πρώτως ἡ θρεπτικὴ ψυχὴ ἐν τῇ καρδίᾳ ἢ ἐν τῷ ἀναλόγῳ, ἀπὸ δὲ ταύτης ἢ τούτου διαδίδοται καὶ εἰς τὸ λοιπὸν σῶμα, ὥσπερ καὶ ἡ αἴσθησις εἰς τὰ αἰσθητήρια. δι’ | |
5 | ἣν δέ, φησίν, αἰτίαν τὰ μὲν τῶν φυτῶν ἀποφυτευόμενα δύναται ζῆν, τινὰ δὲ οὐ δύναται ζῆν (οὐ γὰρ πάντα ὅσα ἀποφυτεύεται δύναται ζῆν), ἄλλος ἔστω λόγος· τῆς γὰρ Περὶ φυτῶν πραγματείας ὁ λόγος. δι’ ἣν μὲν οὖν αἰτίαν τὰ μὲν οὐ δύναται διαιρούμενα ζῆν, τὰ δ’ ἀποφυ‐ τεύεται τῶν φυτῶν, ἄλλος ἔστω λόγος. τὸ δ’ ἀποφυτεύεται ταὐτόν | |
10 | ἐστι τῷ δύναται ζῆν. ἔστι δὲ ἀσαφὴς ἡ λέξις. ἢ γὰρ τὸ λεγόμενόν ἐστιν, ὅτι δι’ ἣν δ’ αἰτίαν τὰ μέν, ἤτοι τὰ ζῷα, διαιρούμενα οὐ δύναται ζῆν, τὰ δ’ ἀποφυτεύεται, τουτέστι τὰ δὲ φυτὰ διαιρούμενα δύναται ζῆν, ἕτερος ἔστω λόγος. ἢ ἔστι τὸ λεγόμενον, ὅτι δι’ ἣν δ’ αἰτίαν ἄλλα μὲν τῶν φυτῶν δύναται ζῆν, ἄλλα δὲ οὐ δύναται, ἄλλος ἔστω λόγος. ἀλλὰ τοῦτο | |
15 | μὲν οὕτως. ὥσπερ δὲ ἡ θρεπτικὴ ψυχὴ μία μέν ἐστιν ἐνεργείᾳ, δυνάμει δὲ πλείους, οὕτω καὶ ἡ αἰσθητική. τῶν γὰρ ἐντόμων τμηθέντων εἰς πλείω τμήματα, καὶ ἕκαστον τῶν τμημάτων αἴσθησιν ἔχον (αἰσθάνονται γὰρ τῶν προσπιπτόντων αὐτοῖς), δηλονότι τότε πλείους εἰσὶν ἐνεργείᾳ αἱ αἰσθήσεις. ἐγὼ γὰρ οὑτωσὶ ἀλόγως παῖς ὢν ἀνέσπων τοὺς μεγάλους τῆς | |
20 | ἀκρίδος πόδας καὶ ἐτίθουν αὐτοὺς ἐν πέτρᾳ ἢ γῇ ἢ ὅπου ἂν ἔτυχεν· ἐν ᾧ τεθέντες ἦσαν πάμπαν ἀκίνητοι. ὁπηνίκα δ’ ἡψάμην τινὸς αὐτῶν, ἥλλετο καὶ ὅλως ἐκινεῖτο ἐκ τοῦδε εἰς τόδε τὸ ὑποκείμενον, ὡς δηλονότι αἴσθησιν ἔχον. καὶ τὰ μὲν τῶν ζῴων μέρη, καίπερ αἰσθανόμενα, οὐ δύναται ζῆν διὰ τὸ μὴ ἔχειν στόμα (περὶ οὗ εἴρηται ἐπὶ πλέον ἐπὶ τέλει τοῦ δευτέρου | |
25 | βιβλίου τῆς Περὶ ψυχῆς πραγματείας), τὰ δὲ φυτὰ δύναται ζῆν δι’ ἃς αἰτίας εἴρηται ἐκεῖσε. | |
27n | Ἐνδεᾶ τε εἶναι τὰ μὲν τοῦ ληψομένου. | |
28 | Ὧν ἂν ἀφαιρεθῇ ἡ κεφαλή, ταῦτά εἰσιν ἐνδεᾶ καὶ ἐστερημένα τοῦ ληψομένου τὴν τροφήν· ὧν δ’ ἂν ἀφαιρεθῇ ἡ κοιλία, ταῦτα ἐστέρηνται | |
30 | τοῦ δεξομένου. ζῶσι δὲ τὰ τῶν ἐντόμων μέρη διὰ τὸ ἐοικέναι τὰ ἔντομα, | |
ὡς καὶ ἐν τῷ Περὶ ζῴων πορείας εἴρηται, ζῴοις ἐκ πολλῶν ζῴων συγκει‐ | 102 | |
103 | μένοις· ἔοικε γὰρ τὸ ἔντομον τὸ ὂν ἓν τῷ ἀριθμῷ ζώῳ ἐκ πολλῶν ζῴων συνεστηκότι. ὥσπερ γὰρ εἰ ἦσαν κατὰ τὸν μῦθον δύο ἄνθρωποι συμπε‐ φυκότες κατὰ τὴν ῥάχιν, εἶτα διαιρεθέντες καὶ διαζευχθέντες ἀπ’ ἀλλήλων ἠδύναντο ζῆν, τοιοῦτόν τι δεῖ νοεῖν ἐν τοῖς ἐντόμοις· ἕκαστον γὰρ αὐτῶν | |
5 | μόριον ὥσπερ ζῷόν τί ἐστι. περὶ ὧν εἴρηταί μοι ἐπὶ πλέον ἐν ταῖς εἰς τὸ Περὶ ζώων πορείας σχολαῖς. καὶ ταῦτα μὲν δύναται ζῆν διὰ τὸ ἕκαστον αὐτῶν ἐοικέναι ζώῳ ἐκ πολλῶν ζῴων συνεστηκότι, τὰ δὲ ἀρίστως ἔχοντα τὴν σύστασιν, οἷον ἄνθρωποι, ἵπποι, τὰ ὅμοια, τοῦτο οὐ πάσχει, του‐ τέστι τὸ δύνασθαι διαιρούμενα ζῆν. διὰ τί; ὅτι ἡ τοῦ ἀνθρώπου φύσις | |
10 | μία ἐστὶ καὶ οὐ πολλαί. τοῦτο δὲ ταὐτόν ἐστι τῷ ‘ὅτι ἕκαστον αὐτῶν ἕν ἐστι ζῷον, ἀλλ’ οὐκ ἐκ πολλῶν συνεστηκόσ‘. καὶ διὰ τὸ εἶναι ἕκαστον αὐτῶν ἓν ζῷον μικρὰν αἴσθησιν ἔνια ποιεῖ διαιρούμενα τῶν ζῴων (ἔστι δὲ τὸ μικρὰν αἴσθησιν ποιεῖν ὅμοιον τῷ ‘βραχέως αἰσθάνονται καὶ πάμπαν ἀμυδρῶσ‘), τὰ δὲ τῶν ἐντόμων μέρη σφοδρῶς· αἰσθάνονται γὰρ | |
15 | καὶ τῶν βραχέων διὰ τὸ εἶναι ὥσπερ ζῷον αὐτὸ καθ’ αὑτὸ ἕκαστον μόριον. καὶ τὰ μὲν τῶν ἐντόμων μέρη ἀκριβῶς αἰσθάνονται, διότι ἑκάστῳ αὐτῶν ἀποτμηθέντι τοῦ ὅλου ἐνεργείᾳ ἐστὶν ἡ αἰσθητικὴ ψυχή· τὰ δὲ τῶν ἀνθρώπων καὶ τῶν ἵππων καὶ τῶν ἄλλων οὐκ ἀκριβῶς, διότι οὐκ ἔχει τὴν αἰσθητικὴν ψυχήν, ἀλλὰ πάθος τι τῆς αἰσθητικῆς ψυχῆς. ὅσον δὲ δια‐ | |
20 | φέρει τὰ πάθη τῶν ἐν οἷς εἰσι πάθη, τοσοῦτον καὶ ἑκάστου τῶν ἀρίστων ζῴων μορίου αἴσθησις πρὸς τὰς τῶν μορίων τῶν ἐντόμων αἰσθήσεις. πλεῖστον δὲ διαφέρει ἡ ψυχὴ καὶ τὰ ἀπ’ αὐτῆς πάθη· πλεῖστον ἄρα καὶ ἡ ἀπ’ αὐτῆς προσεχῶς γινομένη αἴσθησις τῆς ἀπὸ τοῦ πάθους αὐτῆς γινο‐ μένης. κινεῖται δὲ ἡ χελώνη ἀφαιρεθείσης τῆς καρδίας διὰ τὸ ἔχειν | |
25 | ψυχικόν τι πάθος. | |
26n | Ἔτι δὲ ἐπί τε τῶν φυτῶν δῆλον καὶ ἐπὶ τῶν ζῴων. | |
27 | Καὶ τοῦτο τὸ ἐπιχείρημα ἀπὸ τῆς αἰσθήσεως τὴν πίστιν ἔχει. δῆλον, φησίν, ὅτι τὸ θρεπτικὸν ἐν τῷ μέσῳ ἐστὶ καὶ ἐπὶ τῶν φυτῶν καὶ ἐπὶ τῶν ζῴων. ἐπὶ μὲν τῶν φυτῶν δῆλον ἐπισκοποῦσι τὴν τῶν σπερμάτων γένεσιν καὶ τὰς | |
30 | ἐμφυτείας καὶ τὰς ἀποφυτείας. ἔστι δὲ ἐμφυτεία μὲν ὁ ἐγκεντρισμός, ἀπο‐ | 103 |
104 | φυτεία δὲ τὸ τοὺς ἀφαιρεθέντας ἐκ τῶν δένδρων κλάδους εἰς γῆν φυτεύειν· ὅπερ οἱ νεώτεροι μεταφυτείαν καλοῦσιν. | |
3n | Ἥ τε γὰρ τῶν σπερμάτων γένεσις συμβαίνει πᾶσιν ἐκ | |
4n | τοῦ μέσου. | |
5 | Εἰπὼν ὅτι δῆλον ἐπισκοποῦσι τὴν ἀπὸ τῶν σπερμάτων γένεσιν, σαφηνίζων ἐπήγαγεν· ἥ τε γὰρ τῶν σπερμάτων γένεσις συμβαίνει πᾶσιν ἐκ τοῦ μέσου. ἐπεὶ γὰρ ἐκ τοῦ καρποῦ πάλιν καρπὸς γίνεται (ἀπὸ γὰρ κοκκυμήλου πάλιν κοκκύμηλον καὶ ἀπὸ κυάμου κύαμος καὶ ἀπὸ τῶν ἄλλων ὁμοίως), ὁρῶμεν δὲ ὅτι ἡ βλάστη καὶ αἱ ταύτης ῥίζαι ἐκ | |
10 | τοῦ μέσου φύονται, δηλονότι ἐν τῷ μέσῳ ἐστὶ τὸ θρεπτικόν. ἐν ᾧ γὰρ πρώτως τρέφεταί τι, ἐν τούτῳ ἐστὶ τὸ θρεπτικόν. τρέφεται δὲ πρώτως καὶ ἀναφύει ἐν τῷ μέσῳ ἡ ῥίζα καὶ ἡ βλάστη, ἀφ’ ἧς ῥίζης καὶ βλάστης εἰσὶν οἱ καρποί. ἐν αὐτῷ ἄρα τῷ μέσῳ τὸ τοιοῦτόν ἐστι τῆς ψυχῆς μόριον, ἤγουν τὸ θρεπτικόν. | |
15 | Ἡ μὲν οὖν διάνοια αὕτη, τὰ δὲ κατὰ τὴν λέξιν τοιαῦτα· διθύρων γὰρ ὄντων ἐν πᾶσιν, ᾗ συμπέφυκεν ἔχεται, τουτέστι διθύρων γὰρ ὄντων τῶν καρπῶν ἔχεται καί ἐστι τὸ θρεπτικόν, ὅπου συμπεφύκασιν αἱ θύραι· συμπεφύκασι δ’ ἐν τῷ μέσῳ, ἐν τῷ μέσῳ ἄρα ἐστὶ τὸ θρεπτικόν. καί ἐστι τὸ μέσον ἑκατέρου τῶν μορίων, τουτέστιν ἑκατέρας θύρας, ἐνταῦθα, | |
20 | ἤτοι ὅπου συμπεφύκασιν αἱ θύραι. ὅ τε καυλὸς ἐκφύεται καὶ ἡ ῥίζα τῶν φυομένων ἐλλιπῶς ἀπήγγελται καὶ διὰ τοῦτο ἀσαφῶς. λείπει γὰρ ἐν τῇ λέξει τὸ ἐντεῦθεν καὶ ὁ γὰρ σύνδεσμος. ἦν δ’ ἂν κατάλληλος ἡ γραφή, εἰ οὕτως εἶχεν ‘ὅ τε γὰρ καυλὸς ἐκφύεται ἐντεῦθεν καὶ ἡ ῥίζα τῶν φυομένων‘. ὥστε εἰ ὁ καυλὸς καὶ ἡ ῥίζα ἐκ τοῦ μέσου, ὁ δὲ καρπὸς | |
25 | ἐκ ῥίζης καὶ καυλοῦ, ὁ καρπὸς ἄρα ἐκ τοῦ μέσου. τὸ δὲ ἡ δ’ ἀρχὴ τὸ μέσον αὐτῶν ἐστιν ἴσον ἐστὶ τῷ ‘ὥστε ἡ ἀρχὴ αὐτῶν τὸ μέσον ἐστί‘. τὸ δ’ αὐτῶν, κἂν ἐπὶ τῆς ῥίζης καὶ τοῦ καυλοῦ ἀκούοιμεν, κἂν ἐπὶ τῶν καρπῶν, οὐδὲν διαφέρει. ἔν τε ταῖς ἐμφυτείαις καὶ ταῖς ἀποφυτείαις συμβαίνει τοῦτο μάλιστα περὶ τοὺς ὄζους. τοῦτο | |
30 | λέγει τὸ εἶναι τὸ θρεπτικὸν ἐν τῷ μέσῳ. ἔστι δὲ καὶ τοῦτο τὸ ἐπιχεί‐ ρημα ἀπὸ τῶν φαινομένων τῇ αἰσθήσει. ἔστω δὲ καυλὸς δένδρου ἡ Α Β Γ | |
γραμμή, κλάδος δὲ ἡ Β Δ, καὶ ὄζος ἡ Β Ε. ταῦτα δὲ εἰλήφθω λόγου | 104 | |
105 | χάριν· τὸ γὰρ ἀκριβὲς ἐν τούτοις οὐ δεῖ θεωρεῖν. διὰ τί; ὅτι τὸ μὲν δένδρον ἔχει πάχος, ἡ δὲ γραμμὴ ἀπλατής. ἔστιν οὖν ὁ ὄζος ἀρχὴ τοῦ κλάδου, ἅμα δὲ καὶ μέσον· ἔστι γὰρ μέσον τοῦ τε κλάδου καὶ τοῦ καυλοῦ. | |
4n | Ὥστε ἢ τοῦτο ἀφαιροῦσιν. | |
5 | Ὥστε ἢ τὸν κλάδον μετὰ τοῦ ὄζου ἀφαιροῦσιν ἐν ταῖς ἀποφυτείαις καὶ τὸν μὲν ὄζον κατορύττουσιν ὡς μέσον καὶ ἐν ἑαυτῷ ἔχοντα τὸ θρεπ‐ τικόν, τὸ δὲ λοιπὸν ἐκτὸς ἐῶσιν ἵστασθαι, ἢ εἰς τοῦτο ἐμβάλλουσιν ὡς ἐν τοῖς ἐγκεντρισμοῖς· ἐν γὰρ τούτοις τὸν μὲν κλάδον ἐκκόπτουσιν, εἰς δὲ τὸν ὄζον τὸ ἐγκέντριον ἐμβάλλουσι. ταῦτα δὲ ποιοῦσιν, ἵνα ἢ ὁ κλάδος | |
10 | ἐν τοῖς ἐγκεντρισμοῖς ἐκ τούτου γένηται (τὸ γὰρ ἐγκέντριον ἀντὶ τοῦ ἀπο‐ κοπέντος κλάδου γίνεται), ἣ ἵνα αἱ ῥίζαι ἐκ τούτου γένωνται ὡς ἐν ταῖς ἀποφυτείαις. ὥσπερ δὲ μεταξὺ κλάδου καὶ καυλοῦ ἐστιν ἡ ἀρχή, οὕτω πάλιν μεταξὺ καυλοῦ καὶ ῥίζης· ὡς γὰρ ῥίζα πρὸς καυλόν, οὕτως ὄζος πρὸς κλάδον. ὅτι δὲ ἡ καρδία πρώτη γίνεται καὶ τρέφεται, εἴρηται πολλάκις. | |
15 | ἔτι δὲ καὶ διὰ τὸ εἶναι τὴν καρδίαν ἀρχὴν φλεβῶν, καὶ διὰ τοῦτο ἂν εἴη τῶν ζῴων ἀρχή, καὶ διὰ τοῦτο ἂν εἴη ἐν αὐτῇ ἡ ψυχή. ἀλλὰ καὶ διὰ τὸ εἶναι αὐτὴν ἀρχὴν τοῦ αἵματος, τὸ δ’ αἷμα τελευταίαν τροφήν, καὶ διὰ τοῦτο ἐν αὐτῇ ἂν εἴη ἡ ψυχή. ἐν ᾧ γὰρ ἡ τελευταία τροφὴ γίνεται, ἐν τούτῳ ἀνάγκη εἶναι καὶ τὸ θρεπτικόν· ἐν ᾧ δὲ τοῦτο, ἐν τούτῳ καὶ τὸ | |
20 | αἰσθητικόν, ὡς δέδεικται. ἔτι ἐπειδὴ ἡ τοῦ αἵματος λειτουργία διὰ τὴν τῆς κοιλίας, ταύτης δὲ διὰ τὴν τῆς καρδίας, ἡ δὲ καρδία τὸ τέλος ἐπι‐ τίθησιν (αὐτὴ γὰρ ἐξαιματοῖ), κυριωτάτη ἄρα καὶ ἀρχὴ ἡ καρδία. ὥστε καὶ ἐν αὐτῇ ὡς ἐν ἀρχῇ ἡ θρεπτική τε καὶ αἰσθητικὴ ψυχή. ἐν δὲ τῇ λέξει τῇ τὰ γὰρ τῶν ἄλλων μορίων ἔργα περὶ τὴν τροφὴν μόρια | |
25 | τὸ στόμα καὶ τὴν κοιλίαν καὶ τὸ ἧπαρ λέγει· τὰ γὰρ ἔργα τούτων τῶν μορίων χάριν τοῦ τῆς καρδίας ἔργου εἰσί. | |
27n | Δεῖ γὰρ τὸ κύριον πρὸς τὸ οὗ ἕνεκα διατελεῖν. | |
28 | Κύριον τὴν αἰσθητικὴν ἢ καὶ τὴν θρεπτικὴν λέγει ψυχήν. ἔστι δὲ τὸ λεγόμενον· ἐπειδὴ ἡ καρδία οὗ ἕνεκα (τοῦ γὰρ ταύτης ἔργου ἕνεκα ἡ | |
30 | τῶν ἄλλων μορίων ἐργασία), δεῖ τὸ κύριον πρὸς αὐτὴν διατελεῖν, ἤτοι ἐν αὐτῇ εἶναι, ἀλλ’ οὐκ ἐπ’ ἄλλῳ τινὶ μορίῳ τῶν τοῦ σώματος τῶν ἕνεκα | |
τῆς καρδίας ὄντων. τὸ δὲ οἷον ὁ ἰατρὸς πρὸς τὴν ὑγίειαν ἴσον ἐστὶ | 105 | |
106 | τῷ ‘καὶ γὰρ ὁ ἰατρὸς πρὸς τὴν ὑγείαν ἐστίν‘· ᾗ γὰρ ἰατρός, χάριν τῆς ὑγείας ἐστίν, οὕτω δὲ καὶ τὸ ἧπαρ χάριν τῆς καρδίας. | |
3n | Δύο δὲ φανερῶς ἐνταῦθα συντεινούσας ὁρῶμεν. | |
4 | Ἦν ἂν καταλληλότερος ἡ λέξις, εἰ ἀντὶ τοῦ δέ συνδέσμου τὸν γάρ | |
5 | εἶχεν, ἵν’ ἦν· δύο γὰρ φανερῶς ἐνταῦθα. εἰπὼν γὰρ ἀλλὰ μὴν τό γε κύριον τῶν αἰσθήσεων ἐν τῇ καρδίᾳ ἐστὶ (ταύτην γὰρ ἀναγκαῖον εἶναι κοινὸν αἰσθητήριον· ἀνάγκη γὰρ ἐν τῷ κοινῷ αἰσθητηρίῳ τὴν κοινὴν εἶναι αἴσθησιν), εἰπὼν γὰρ ταῦτα τὴν αἰτίαν τούτου διὰ τούτων ἐπάγει ‘δύο‘ λέγων ‘φανερῶς ἐνταῦθα συντεινούσας ὁρῶμεν‘. ἐπεὶ γάρ, ὡς ἐκ τῶν ἀνα‐ | |
10 | τομῶν φαίνεται, τῆς τε ἁφῆς καὶ τῆς γεύσεως τὰ αἰσθητήρια πρὸς τὴν καρδίαν τείνουσι, δηλονότι καὶ τῶν λοιπῶν, ἀκοῆς δηλονότι καὶ τῶν ἄλλων, πρὸς αὐτήν εἰσιν. οὐ γὰρ εἰκὸς ἐν ἄλλῳ μὲν μέρει τοῦ σώματος εἶναι τὴν γεῦσιν καὶ ἁφήν, ἐν ἄλλῳ δὲ τὴν ἀκοὴν καὶ τὰς λοιπὰς δύο. τὸ δὲ ἐν τούτῳ μὲν γὰρ τοῖς ἄλλοις αἰσθητηρίοις ἐνδέχεται καὶ τὰ | |
15 | ἑξῆς τῆς λέξεως ἴσον ἐστὶ τῷ ‘πάντων μὲν γὰρ τῶν αἰσθητηρίων τὰς κινήσεις τὰς ἀπὸ τῶν αἰσθητῶν ἐν αὐτοῖς γινομένας ἐνδεχόμενόν ἐστιν πρὸς τὴν καρδίαν γίνεσθαι διὰ τὸ πρὸς αὐτὴν τείνειν τοὺς πόρους τούτων, οὐδὲν δὲ τούτων τείνει πρὸς τὸν ἐγκέφαλον‘ (τοῦτον γὰρ εἶπεν ἄνω τόπον)· οὐδενὸς γὰρ αἰσθητηρίου πόρος πρὸς αὐτὸν τείνει. ἀλλὰ περὶ μὲν τούτων | |
20 | εἴρηται πολλάκις, πῶς πρὸς τὴν καρδίαν τείνουσιν οἱ τῶν αἰσθητηρίων πόροι, καίπερ ὄντες ἐν τῇ κεφαλῇ· χωρὶς δὲ τῶν εἰρημένων, εἰ τὸ ζῆν ἐν τῇ καρδίᾳ καὶ ἀπὸ τῆς καρδίας ἐστίν, ὡς εἴρηται, δηλονότι καὶ τὸ αἰσθητήριον ἐν ταύτῃ ἂν εἴη. ᾗ μὲν γὰρ ζῷον, ταύτῃ καὶ ζῆν φαμεν, ᾗ δὲ αἰσθητικόν, ταύτῃ καὶ ζῷον. ὥστε συλλογιστέον ὧδέ πῃ· ᾗ αἰσθη‐ | |
25 | τικόν, ταύτῃ καὶ ζῷον· ᾗ ζῶον, ταύτῃ καὶ ζῇ· ᾗ ἄρα αἰσθητικόν, ταύτῃ καὶ ζῇ. εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη ἐν ἄλλῳ μὲν μέρει τοῦ σώματος τὸ αἰσθητικόν, ἐν ἄλλῳ δὲ τὸ θρεπτικόν, τὸ αἴτιον τοῦ ζῆν. δι’ ἣν δ’ αἰτίαν, εἴρηται ἀνωτέρω. διὰ τί δ’ ἐν τῇ κεφαλῇ τὰ αἰσθητήρια, εἴρηται ἐν τῷ Περὶ ζῴων μορίων καὶ ἐν τῷ Περὶ ζῴων γενέσεως. ἐν δὲ τῇ λέξει τῇ | |
30 | ‘μέσον τῶν τριῶν μορίων‘ μόρια λέγει τὸ ἄνω καὶ κάτω, δεξιὸν καὶ ἀρι‐ | |
στερόν, ἔμπροσθεν καὶ ὄπισθεν. | 106 | |
107(1n) | Κατὰ δὲ τὸν λόγον, ὅτι τὴν φύσιν ὁρῶμεν ἐν πᾶσιν ἐκ | |
2n | τῶν δυνατῶν ποιοῦσαν τὸ κάλλιστον. | |
3 | Δείξας ἀπὸ τῶν φαινομένων τῇ αἰσθήσει, ὅτι ἐν τῷ μέσῳ ἐστὶν ἡ θρεπτικὴ καὶ αἰσθητικὴ ψυχή (ἀπὸ γὰρ τοῦ βλέπειν ἐν ταῖς ἀνατομαῖς, | |
5 | ὅτι φανερώτατα πρὸς τὴν καρδίαν οἱ πόροι τείνουσιν οἱ τῆς ἁφῆς καὶ τῆς γεύσεως, εὕρομεν ὅτι ἐν αὐτῇ ἐστιν ἡ αἰσθητική, καὶ ἁπλῶς ἀπὸ τῶν φανέντων, ἅπερ ἦσαν τὰ μέχρι τοῦ νῦν ἐκτιθέμενα, εὑρόντες καὶ τὴν θρεπτικὴν καὶ τὴν αἰσθητικήν, ὅτι ἐν αὐτῇ τυγχάνουσιν οὖσαι), δείκνυσιν αὐτὸ καὶ ἀπὸ τοῦ λόγου καί φησιν· ἐπειδὴ γὰρ ἡ φύσις ἐκ τῶν ἐνδεχο‐ | |
10 | μένων τὸ κάλλιστον ποιεῖ, κάλλιστον δ’ ἐν τῷ μέσῳ εἶναι τὰς εἰρημένας τῆς ψυχῆς δυνάμεις, ἐν τῷ μέσῳ ἂν εἶεν. ὅτι δὲ κάλλιστον ἐν τῷ μέσῳ εἶναι, ἐπήγαγεν εἰπὼν ἐν τῷ μέσῳ δὲ τῆς οὐσίας τῆς ἀρχῆς οὔσης ἑκατέρας. ἔστι δὲ τὸ λεγόμενον δυνάμει· καθ’ ὅσον ὁ μέσος τόπος μέσος ἐστὶ τῶν ὀργάνων, τῶν τε δι’ ὧν τὴν τροφὴν λαμβάνομεν καὶ τῶν δι’ | |
15 | ὧν ἀποσκευαζόμεθα τὰ αὐτῆς περιττώματα, ἀμφοτέρων ἐχόντων τινὰ δυσχέρειαν καὶ κατὰ τοῦτο ἂν εἴη ἡ ψυχὴ ἐν τούτῳ. ἐν μέσῳ γὰρ οὖσα δύναται ἐπίσης καὶ ἄνωθεν ἀπὸ τοῦ στόματος καὶ κάτω πρὸς τὴν κοιλίαν ἕλκειν καὶ ἐκ ταύτης ἀποσκευάζεσθαι πάλιν τὰ περιττώματα. καὶ ἐπεὶ ἐν ᾧ ἡ θρεπτική ἐστιν, ἐν τούτῳ καὶ ἡ αἰσθητική, ὡς δέδεικται, δείκνυται | |
20 | δὲ ὅτι ἡ θρεπτικὴ ἐν τῷ μέσῳ ἐστί (ταύτῃ γὰρ ἁρμόζει ἡ νῦν ἐπιχείρησις), ἐν τούτῳ ἄρα καὶ ἡ αἰσθητική. Ἡ μὲν οὖν διάνοια οἶμαι τοιαύτη, κατὰ δὲ τὴν λέξιν τὴν ἐν τῷ μέσῳ δὲ τῆς οὐσίας τῆς ἀρχῆς οὔσης ἑκατέρας τὸ οὐσίας ταὐ‐ τόν ἐστι τῷ τῆς φύσεως. ἐν τῷ μέσῳ γὰρ οὔσης τῆς οὐσίας καὶ τῆς | |
25 | φύσεως (ἡ γὰρ ἑκάστου οὐσία ἡ ἑκάστου φύσις ἐστίν), ἐν τῷ μέσῳ οὖν οὔσης τῆς οὐσίας τῆς θρεπτικῆς καὶ αἰσθητικῆς ψυχῆς ἐν τῷ μέσῳ ἂν εἴη καὶ ἡ αἰσθητικὴ καὶ ἡ θρεπτικὴ ψυχή. ἔστι δὲ ἡ ἐπιχείρησις μᾶλλον ἁρμόζουσα λέγεσθαι ἐπὶ τῆς θρεπτικῆς. κατεργαζόμενον δὲ λέγει τὴν ἐσχάτην τροφὴν τὸ παχὺ ἔντερον τὸ πρὸς τῇ ἕδρᾳ (συμπέττει γὰρ καὶ | |
30 | τοῦτο καὶ τὰ λοιπὰ ἔντερα τὴν τροφήν, ἣν δέξονται, ὡς πολλάκις εἴρηται· ὡς γὰρ ἐν τῇ Περὶ ζῴων μορίων εἴρηται, οὐχ ἅμα τῷ δέξασθαι τὰ ἔντερα ἐκ τῆς κοιλίας τὰ περιττώματα εὐθὺς ἀποκρίνουσιν αὐτά, ἀλλὰ κατεργάζονται | |
καὶ αὐτὰ καὶ συμπέττουσι μέρος τι τῆς τοιαύτης περιττώσεως), κατεργα‐ | 107 | |
108 | ζόμενον οὖν τὴν τροφὴν λέγει τὴν κάτω κοιλίαν, αὐτό φημι τὸ παχὺ ἔντερον, ἐσχάτην δὲ τροφὴν λέγει νῦν τὸ περίττωμα τῆς ἄνω κοιλίας· τρέφει γὰρ καὶ τὸ τοιοῦτον περίττωμα, ἕως ἂν συμπέπτηται καὶ κατεργά‐ ζηται ὑπὸ τῶν ἐντέρων. δεκτικὸν δὲ λέγει τὴν ἄνω κοιλίαν. ἀλλ’ ἐπεὶ | |
5 | ἀσαφῶς ἀπήγγελται ἡ λέξις, πάλιν αὐτὴν οὕτως δεῖ καθιστάνειν· ἐν τῷ μέσῳ γὰρ οὖσα ἡ ψυχὴ τοῦ τε στόματος καὶ συναμφοτέρων, τοῦ ἐργαζο‐ μένου τὴν ἐσχάτην τροφὴν καὶ τοῦ δεκτικοῦ, δύναιτ’ ἂν τό τε ἐργαζόμενον καὶ τὸ δεκτικὸν ἀποτελεῖν τὸ οἰκεῖον ἔργον κάλλιστα διὰ τὴν τῆς καρδίας πρὸς αὐτὰ γειτνίασιν. ληπτέον οὖν τό τε δεκτικὸν καὶ τὸ ἐργαζόμενον ὡς | |
10 | ἕν, τὸ δὲ στόμα ὡς ἄλλο· ὥστε δυοῖν ὄντοιν μέσον ἔσται ἡ καρδία. λέγει δὲ κατεργαζόμενον τὸ ἔντερον, οὐχ ὡς μόνον αὐτὸ ὂν τὸ κατεργαζόμενον (πολλῷ γὰρ πρότερον ἡ ἄνω κοιλία κατεργάζεται), ἀλλὰ διὰ τὸ εἶναι ἄδηλον τοῖς πολλοῖς, εἰ κατεργάζεται καὶ αὐτό, διὰ τοῦτο τοῦτο ἐπήγαγε. τὸ δὲ πρὸς ἑκατέρῳ γὰρ αὐτῶν οὕτως ἔσται ταὐτόν ἐστι τῷ ‘ἐν μέσῳ | |
15 | οὖσα καλῶς ἂν ἔχοι πρὸς ἑκατέρῳ αὐτῶν, τῷ τε ἐργαζομένῳ καὶ τῷ δεκ‐ τικῷ‘. ἔτι καὶ καθ’ ὅσον τὸ μέσον ἔχει χώραν ἀρχικήν (ἀσφαλέστατος γὰρ ὁ μέσος τόπος καὶ δυσπαθέστατος), καὶ κατὰ τοῦτο ἂν εἴη ἐν τῷ μέσῳ. ἐν πᾶσι γὰρ ἡ φύσις τῆς τοῦ κατ’ αὐτὴν γινομένου σωτηρίας στοχάζεται. δύναται δὲ μᾶλλον ἐν τῷ μέσῳ φυλάττεσθαι διὰ τὴν ἀσφά‐ | |
20 | λειαν καὶ δυσπάθειαν. τοῦτο δὲ τὸ μέσον, ὡς εἴρηται, ὁ θώραξ ἐστὶ καὶ ὁ περὶ τὴν καρδίαν τόπος. | |
22n | Ἔτι τὸ χρώμενον καὶ ᾧ χρῆται δεῖ διαφέρειν. | |
23 | Χρώμενον λέγει τὸ μέσον, αὐτόν, ὡς εἴρηται, τὸν θώρακα καὶ τὸν περὶ τὴν καρδίαν τόπον, ᾧ δὲ χρῆται τὰ ὄργανα, πόδας καὶ τὰ τοιαῦτα. | |
25 | ἐπεὶ γὰρ ὁ θώραξ ἐστὶ τὸ τοῦ ζῴου ἀναγκαιότατον σῶμα καὶ οὗ ἄνευ οὐ δύναται εἶναι, χωρὶς δὲ τῶν ἄλλων τοῦτο (πολλὰ γὰρ τῶν ζῴων οὔτε κεφαλὴν ἔχει ὡς καρκίνοι, οὔτε πόδας ὡς τὰ ἄποδα, οὔτε χεῖρας), δηλονότι χάριν τοῦ θώρακός εἰσι καὶ τὰ ἄλλα καὶ τῆς ἐν τούτῳ δυνάμεως προσπέ‐ φυκεν. εἰ δὲ τοῦτο δῆλον, τὸ μὲν χρώμενόν ἐστι τὸ μέσον, οἷς δὲ χρῆται | |
30 | τὰ λοιπά. κρείττων δὲ ὁ τρόπος τοῦ χρωμένου, καθ’ ὅσον τὸ χρώμενον ποιεῖ καὶ κινεῖ καὶ ἄρχει, τὰ δὲ πάσχουσι καὶ κινοῦνται καὶ ἄρχονται. οὗ δὲ ὁ τρόπος καὶ ἡ δύναμις κρείττων, καὶ αὐτὸ κρεῖττον. εἰ δὲ ἐν τῷ κρείττονι ἀναγκαῖον εἶναι τὴν ψυχήν, ἐν τῷ μέσῳ ἂν εἴη. εἶπε δὲ τὴν | |
μὲν χεῖρα ὡς τὸ χρώμενον, τοὺς δὲ αὐλοὺς ὡς τὰ οἷς χρῆται. ἡ δὲ χεὶρ | 108 | |
109 | κρείττων τῶν αὐλῶν, καὶ τὸ μέσον ἄρα κρεῖττον τῶν ἄλλων. εἴη δ’ ἂν ἡ ἀρχὴ τῆς ἐμφύτου θερμότητος (ἀρχὴ δὲ τῆς ἐμφύτου θερμότητος ἡ θρεπτικὴ ψυχή), εἴη ἂν οὖν ἡ τοιαύτη ἀρχὴ ἐν τῇ καρδίᾳ. καὶ τοῦτο δῆλον ἐκ τοῦ τελευταίαν ταύτην ἀποψύχεσθαι, ὥσπερ ἀναλυομένης τῆς | |
5 | φύσεως καὶ παλινδρομούσης ἐπὶ τὴν ἀρχὴν ἀπὸ τῶν ἐσχάτων τε καὶ ῥᾳδίως ἀπὸ τοῦ ζῆν μεθίστασθαι δυναμένων. μάλιστα δὲ κυριώτατον τῆς πέψεως τὴν καρδίαν λέγει. τὸ δὲ ὥσπερ ἐμπεπυρευμένης ἐν τοῖς μορίοις τούτοις ἴσον ἐστὶ τῷ ‘ὡς τὸ πῦρ ἐν τῷ ἄνθρακι ἐμπεπύρευται καὶ ἔστιν, οὕτως ἡ ψυχὴ ἐν τῇ καρδίᾳ καὶ τῷ ἀνάλογον‘. λέγει δὲ καὶ | |
10 | τὴν μὲν μάρανσιν εἶναι γῆρας, τὴν δὲ σβέσιν βίαιον· ἔστι γὰρ ἡ μὲν μάραν‐ σις γῆρας, ἡ δὲ σβέσις βία. | |
12n | Συμβαίνει δὲ ἀμφοτέρας διὰ τὸ αὐτὸ γίνεσθαι τὰς | |
13n | φθοράς. | |
14 | Ἀμφοτέρας λέγει τὴν μάρανσιν καὶ τὴν σβέσιν. ἔστι δὲ τὸ λεγό‐ | |
15 | μενον, ὅτι ἀμφότεραι διὰ τὸ αὐτὸ καὶ ἓν αἴτιον γίνονται· δι’ ὑπόλειψιν γὰρ τροφῆς. καὶ γὰρ τὸ μαραινόμενον διὰ τὸ μὴ ἔχειν τροφήν, ἐξ ἧς τραφήσεται, μαραίνεται πλέον γινόμενον καὶ ἀπόλλυται, ὥσπερ καὶ ἡ ἐν τῷ λύχνῳ φλὸξ μὴ ἔχουσα ἔλαιον. πῶς δὲ πλέον γίνεται, καὶ κατανα‐ λίσκον τὴν παρεσπαρμένην ἐν τῇ καρδίᾳ ὑγρότητα, οἱ μαρασμοὶ γίνονται, | |
20 | λέγει καλῶς ὁ Γαληνὸς ἐν τῷ Περὶ διαφορᾶς πυρετῶν, τὰ αὐτὰ λέγων τούτοις μετὰ πλείονος ἐργασίας. ὁμοίως δὲ καὶ τὸ σβεννύμενον· πολλῆς γὰρ τῆς τροφῆς καὶ ἐναντίας οὔσης (ἡ γὰρ πρώτη τροφή, ὡς ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς καὶ ἐν τοῖς Περὶ ψυχῆς καὶ ἐν ἄλλοις πλείοσιν εἴρη‐ ται, ἐναντία ἐστί), πολλῆς οὖν οὔσης καὶ κατασβεννυούσης αὐτὸ διὰ τὸ | |
25 | πλῆθος ἀπόλλυται. τὸ δὲ κατασβεννύμενον δηλονότι ἐνδείᾳ τροφῆς κατα‐ σβέννυται· μὴ γὰρ δυνάμενον κρατῆσαι τῆς τροφῆς διὰ τὴν ἐναντιότητα, ἀνάγκη μὴ τρέφεσθαι. μαραίνεται δὲ τὸ ἐν ἡμῖν θερμὸν μὴ ἀναπνέουσι, διότι ὁ εἰσιὼν ἀὴρ ἐν ταῖς εἰσπνοαῖς ψυχρὸς ὢν (ὁ γὰρ περὶ τὴν γῆν ψυχρός) ἀπαμβλύνει τὸ τοῦ θερμοῦ σφοδρὸν καὶ ἄγει εἰς συμμετρίαν. ἐν | |
30 | δὲ τῇ λέξει τῇ πρὶν ἐπιστῆναι τὴν ἀναθυμίασιν, ἀναθυμίασιν τὸν εἰσιόντα ἐν τῇ εἰσπνοῇ ἀέρα λέγει. οὐ μόνον δὲ παρατιθέμενον τὸ ἔλαττον | |
παρὰ τὸ πολὺ ἀποσβέννυται διὰ τὸ καταναλίσκεθαι τὴν τοῦ ὀλίγου πυρὸς | 109 | |
110 | τροφὴν ταχέως ὑπὸ τοῦ πολλοῦ πυρός, ἀλλὰ πολλῷ πρότερον ἂν εἰς αὐτὸ τὸ πολὺ πῦρ ἐμβάλῃς ὥσπερ εἰς ἀγγεῖον τὸν λύχνον μετὰ τοῦ ἐλαίου, κατακαυθήσεται τὸ ἔλαιον καὶ σβεσθήσεται. εἰ γὰρ παρατιθέμενον κατα‐ καίεται, πολλῷ μᾶλλον ἐμβαλλόμενον, ὥσπερ ὁ οἶνος ἐν τῷ ἀμφορεῖ. οὕτως | |
5 | ὁ λύχνος μετὰ τοῦ ἐλαίου ἐν τῷ πυρί, κατακαήσεται τὸ ἔλαιον. ἔοικεν οὖν ἡ τροφή, ἐξ ἧς τὸ ἐν ἡμῖν τρέφεται θερμόν, τῷ ἐμβαλλομένῳ ἐλαίῳ μετὰ τοῦ λύχνου εἰς τὸ πῦρ· ὥστε θᾶττον κατακαήσεται, εἰ μὴ ἐμψύχοιτο τὸ τρεφόμενον ὑπ’ αὐτοῦ θερμόν. αὐτὴν δὲ καθ’ αὑτὴν τοῦ λύχνου φλόγα αὐτὸν λέγει τὸν λύχνον μετὰ τῆς ἐν αὐτῷ φλογός. σβέννυται οὖν ἡ ἐλάττων | |
10 | φλὸξ ὑπὸ τῆς μείζονος διὰ τὸ εἶναι τῇ φλογὶ τὸ εἶναι ἐν τῷ γίνεσθαι συνε‐ χῶς, ὥσπερ καὶ τὸ ἐκ τῶν χιόνων γινόμενον ὕδωρ ἐν τῷ τήκεσθαι συνε‐ χῶς τὰς χιόνας. μὴ οὔσης δὲ τῆς ὕλης καὶ τῆς τροφῆς, ἐξ ἧς γίνεται, ἀνάγκη σβέννυσθαι, ὥσπερ καὶ τὸ ὕδωρ παύεσθαι τοῦ γίνεσθαι, μὴ οὐσῶν τῶν χιόνων, ἐξ ὧν ἐγίνετο. | |
15n | Παράδειγμα δὲ τούτου λαβεῖν ἔστι τὸ συμβαῖνον ἐπὶ | |
16n | τῶν καταπνιγομένων ἀνθράκων. | |
17 | Καταπνιγομένους ἄνθρακας λέγει τοὺς διά τινος κεραμέου σώματος ἢ ἄλλου τινὸς πυκνοῦ καὶ στερεοῦ ἐπικρυπτομένους· οὗτοι γὰρ τάχιον σβέννυνται. μὴ εἰσερχομένου γὰρ ἀέρος διὰ τὸ κωλύειν αὐτοῦ τὴν εἴσοδον | |
20 | τὸ πῶμα, ἵνα καταψύχῃ καὶ εἰς μετριότητα ἄγῃ τὴν τῆς φλογὸς θερμότητα, κατακαίεται τάχιον ἡ ὕλη καὶ κατασβέννυται. ἂν δὲ παράλληλα, του‐ τέστιν ἂν δὲ παρὰ μέρος τις τίθησι τὸ πῶμα καὶ πάλιν ἀφαιρεῖ, μένουσι πεπυρωμένοι πολὺν χρόνον· ἐν γὰρ τῇ πυκνὰ γινομένῃ ἀφαιρέσει ὁ εἰσιὼν ἀὴρ καταψύχει τὴν θερμότητα καὶ οὐκ ἐᾷ θᾶττον ἐξαναλῶσαι τὴν | |
25 | ὕλην, ἐξ ἧς τρέφονται. | |
26n | Ἡ δὲ κρύψις σῴζει τὸ πῦρ. | |
27 | Κρύψιν λέγει τὴν διὰ τῆς τέφρας γινομένην. κρύπτουσι γὰρ πολλοὶ τοὺς ἄνθρακας ἀρχομένης τῆς νυκτὸς ἐν τῇ τέφρᾳ. οἱ δὲ μένουσι δι’ ὅλης τῆς νυκτὸς πεπυρωμένοι. ἔστι δὲ τὸ λεγόμενον λύσις ἐνστάσεώς | |
30 | τινος· εἶπε γὰρ ἄν τις· εἰ διὰ τὸ μὴ εἰσέρχεσθαι ἀέρα εἰς τοὺς πεπυρω‐ | 110 |
111 | μένους ἄνθρακας, ἵνα καταψύχωνται, σβέννυνται, διὰ τί οἱ κεκρυμμένοι σῴζονται; λύει οὖν ταύτην τὴν ἔνστασιν, δυνάμει λέγων· οἱ μὲν πεπω‐ ματισμένοι σβέννυνται διὰ τὴν τοῦ πώματος πυκνότητα (ἡ γὰρ τοῦ πώματος πυκνότης οὔτε τὸν ἐκτὸς ἀέρα ἐᾷ εἰσιέναι οὔτε τὴν τῶν ἀνθράκων θερ‐ | |
5 | μότητα ἐξέρχεσθαι καὶ σκεδάννυσθαι, ἀλλὰ συνέχει. ἥτις θερμότης πολλὴ γινομένη διὰ τὴν συνοχὴν κατακαίει τὴν ὕλην. οὐδὲν γὰρ διαφέρει, εἴτε καταψύχεται εἴτε σκεδάννυται. ὡς γὰρ ἐλάττων γίνεται ἡ θερμότης διὰ τὴν κατάψυξιν, οὕτω καὶ διὰ τὸ σκεδάννυσθαι), καὶ οἱ μὲν πεπωματισμένοι διὰ τοῦτο σβέννυνται, οἱ δὲ κεκρυμμένοι οὐ σβέννυνται διὰ τὴν τῆς τέφρας | |
10 | μανότητα· ἡ γὰρ μανότης οὐδὲν κωλύει τὴν τῆς θερμότητος ὑπερβολὴν ἐξέρχεσθαι καὶ σκεδάννυσθαι. | |
12n | Ἀντιφράττει τε τῷ πέριξ ἀέρι πρὸς τὸ μὴ σβεννύναι | |
13n | τῷ πλήθει τῆς ἐν αὐτῷ θερμότητος. | |
14 | Ὅτι μὲν ὁ πέριξ ἀὴρ τῆς κρυπτούσης τοὺς ἄνθρακας τέφρας θερ‐ | |
15 | μός ἐστι διὰ τὴν ἐξιοῦσαν ἀπὸ τῶν ἀνθράκων θερμότητα, δῆλον· ζητεῖν δὲ ἄξιον, πῶς τὴν μὲν τῶν ἀνθράκων θερμότητα οὐ κωλύει ἐξέρχεσθαι ἡ τῆς τέφρας μανότης, τὴν δ’ ἐνυπάρχουσαν τῷ ἀέρι θερμότητα κωλύει εἰσέρχεσθαι. ἢ σφοδρὰ οὖσα ἡ τῶν ἀνθράκων θερμότης ἐκκρούει τὴν τοῦ ἀέρος θερμότητα εἰσερχομένην, ἐλάττονα οὖσαν, καὶ οὐκ ἐᾷ εἰσέρχεσθαι. | |
20 | ὅτι δὲ εἰσερχομένη ἡ τοῦ ἀέρος θερμότης καὶ ἐμμιγνυμένη τῇ τῶν ἀνθρά‐ κων θερμότητι ἐσβέννυεν ἂν τοὺς ἄνθρακας, οὐκ ἄδηλον· πλείων γὰρ οὕτω γινομένη ἡ θερμότης θᾶττον ἂν κατέκαιε τὴν τῶν ἀνθράκων ὕλην. διὰ γὰρ τοῦτο καὶ οἱ ἐν τῷ ἡλίῳ κείμενοι ἄνθρακες σβέννυνται θᾶττον. ἀλλὰ περὶ μὲν τούτων εἴρηκεν ἐν τοῖς Προβλήμασι, καὶ ὁ βουλόμενος ἐκείνοις | |
25 | ἐντυγχανέτω, τὸ δὲ αὐτὸ δ’ οὐκ ἄνευ φύσεως ὑπάρχει θερμότητος ἴσον ἐστὶ τῷ ‘αὐτὸ δὲ τὸ ζῷον οὐκ ἄνευ φυσικῆς ὑπάρχει θερμότητοσ‘. λέγει δὲ καὶ ὅτι τοῖς φυτοῖς ὀλίγον ἔχουσι τὸ θερμὸν ἱκανή ἐστι πρὸς κατάψυξιν ἡ τροφή, γεώδης οὖσα καὶ ὑδατώδης καὶ διὰ τοῦτο ψυχρά, καὶ ἡ τοῦ περιέχοντος ἀέρος ψυχρότης· ὁ γὰρ περὶ γῆν, ὡς εἴρηται πολλάκις, | |
30 | ψυχρός ἐστιν. | |
31n | Αἱ δὲ νηστεῖαι θερμαίνουσι. | |
32 | Εἰ γὰρ ἡ τροφὴ κατάψυξιν ποιεῖ, δῆλον ὡς ἡ νηστεία θερμότητα· | 111 |
112 | ὁ γὰρ ἐν τῇ κοιλίᾳ ἀὴρ ἀκίνητος ὢν θερμαίνεται, τῆς δὲ τροφῆς εἰσι‐ ούσης καταψύχει, τουτέστι καταψύχεται. ἐξαυαίνεται δὲ καὶ διὰ ψύχος καὶ διὰ καῦμα τὰ δένδρα, διὰ μὲν τὸ ψύχος, ὅτι σβέννυται τὸ ἔμφυτον θερμὸν τῇ ψύξει, διὰ δὲ τὸ καῦμα, ὅτι κατακαίεται ἡ τροφή, ἐξ ἧς τρέφεται. | |
5 | Σαφῆ δὲ καὶ τὰ ἑξῆς τοῖς ὁπωσοῦν ἐφιστάνειν δυναμένοις. τὸ δὲ ἀλλὰ ἀπειροτέρως τῶν συμβαινόντων ἴσον ἐστὶ τῷ ‘ἀλλὰ ἄπειροι ὄντες τοῦ τίνος ἕνεκεν συμβέβηκεν ἡ ἀναπνοὴ τοιαῦτα περὶ ἀναπνοῆς λέγουσιν‘. ὅτι δὲ καὶ ὅσα σομφὸν καὶ ἄναιμον, τουτέστιν ὀλίγαιμον, ἔχοντα τὸν πνεύμονα, ἧττον δέονται ἀναπνοῆς, εἴρηται ἐν τῇ Περὶ | |
10 | ζῴων μορίων πολλάκις· σομφὸς γὰρ ὢν καὶ ἄναιμος καὶ διὰ τοῦτο ψυχρός, μικρᾶς ἔξωθεν ἐπιτυχὼν ἐμψύξεως ἐπὶ πολὺ διαρκεῖ πρὸς τὸ τὴν καρδίαν καταψύχειν, ὁ δὲ πολύαιμος θερμότατος ὢν διὰ τὸ αἷμα δεῖται τῆς ἔξωθεν ἐμψύξεως συνεχῶς. Τὸ δὲ διὸ πολὺν χρόνον δύναται διαμένειν παρὰ τὴν τοῦ | |
15 | σώματος ἰσχὺν ταὐτόν ἐστι τῷ ‘πολὺν χρόνον δύνανται μένειν διὰ τὴν τοῦ σώματος ἰσχύν‘. ἀπό τινος γὰρ ἰσχύος δύναται μὴ πυκνῶς ἀνα‐ πνεῖν· δύναμις γάρ τις καὶ ἰσχὺς καὶ τὸ μὴ δεῖσθαι τοῦ πυκνῶς ἀναπνεῖν. πάντα δὲ τὰ ᾠοτοκοῦντα εἰπὼν ὑποδείγματα τέθεικε τῶν ἀμφιβίων· καὶ γὰρ καὶ ὁ βάτραχος καὶ ἁπλῶς πάντα τὰ φολιδωτὰ καὶ τετράποδα | |
20 | ᾠοτοκοῦσιν. ἐν δὲ τῇ λέξει τῇ ἐμφυσώμενος οὖν αὐτὸς ἐν τῇ κινή‐ σει καταψύχει τὸ ἐν τῇ κινήσει ταὐτόν ἐστι τῷ ‘ἐν τῇ ἀναπνοῇ‘, ὥσπερ καὶ τὸ καταψύχει τῷ καταψύχεται. ἢ τὸ καταψύχει ἀντὶ τοῦ ‘δύναται ἐπὶ πολὺ τὴν καρδίαν καταψύχειν‘, καὶ ἐπὶ τούτῳ διαμένει ἐπὶ πολὺ ἐν τῷ ὕδατι μὴ ἀναπνέοντα. | |
25 | Σαφῆ δὲ τὰ ἑξῆς ἅπαντα. | |
26n | Ἀναξαγόρας μέν, ὅταν ἀφῶσι τὸ ὕδωρ διὰ τῶν βραγ‐ | |
27n | χίων, τὸν ἐν τῷ στόματι γινόμενον ἀέρα. | |
28 | Οὔτε Ἀναξαγόρας οὔτε Διογένης ὁ Ἀπολλωνιάτης ἔλεγον κενόν· διὸ | |
καὶ τὰ αὐτὰ φθέγγονται περὶ ἀναπνοῆς, τοῦτο μόνον διαφέροντες, ὅτι ὁ | 112 | |
113 | μὲν Ἀναξαγόρας ἐν τῇ τοῦ ὕδατος διὰ τῶν βραγχίων ἀποπάλσει ἔλεγε γίνεσθαι τὸν ἀέρα, Διογένης δὲ οὐ τότε, ἀλλ’ εἶναι ἀεὶ ἐν τῷ ὕδατι ἐνερ‐ γείᾳ ἀέρα. λέγων δὲ Ἀναξαγόρας, ὅτι οἱ ἰχθύες ἀναπνέουσι, τὸν τρόπον, ὃν ἀναπνέουσιν οὗτοι, ἐξετίθει. οἱ ἰχθύες ἐναπολαμβάνοντες ὕδωρ, φησίν, | |
5 | ἐν τοῖς βραγχίοις ἐν τῇ ἐκτάσει τῶν βραγχίων, ἐκπέμποντες δὲ αὐτὸ ἐν τῇ συστολῇ τῶν τοιούτων βραγχίων, ταράττεται καὶ ταραττόμενον ἐξαε‐ ροῦται, ἢ πᾶν ὅσον ἀφείθη ἢ μέρος τι. οὗτος δὲ ὁ γεγονὼς ἀὴρ εὐθὺς εἰσέρχεται ἐν τῷ στόματι, ἵνα πληρώσῃ αὐτό. οὐ γάρ ἐστί τι κενόν. εἰ μὲν γὰρ ἦν κενόν, οὐκ ἂν συνέβαινε τοῦτο· ἐπεὶ δὲ οὐκ ἔστι κενόν, ἀνάγκη | |
10 | εἰσέρχεσθαι τὸν ἀέρα ἅμα τῷ ἐξέρχεσθαι τὸ ὕδωρ, ἵνα ἀναπληροῖ τὸν τόπον, ἀφ’ οὗ τὸ ὕδωρ ἐξέρχεται (περὶ ὧν, τῆς τε τοῦ ὕδατος καὶ τοῦ ἀέρος ἀντιπεριστάσεως, πῶς ἅμα γίνεται, εἴρηται ἐπὶ πλέον ἐν τῇ Φυσικῇ ἀκροάσει, ὅτε ἤλεγχε τοὺς λέγοντας εἶναι κενόν)· οὗτος δὲ εἰσερχόμενος ὁ ἀὴρ ἐν τῷ στόματι αὐτῶν ἕλκεται, καὶ οὕτως ἀναπνέουσι. πῶς δὲ ἀπὸ | |
15 | τοῦ στόματος εἰς τὴν καρδίαν καὶ ὑπὸ τίνος ἕλκεται, οὔτε Ἀναξαγόρας οὔτε Διογένης λέγουσιν, ἀλλ’ ὁ μὲν Ἀναξαγόρου λόγος οὗτος, Διογένης δ’ ἔφα‐ σκεν, ὅτι, ἐπειδὴ ἐν τῷ ὕδατι ἀήρ ἐστιν ἐνεργείᾳ, δηλονότι ὅταν ἀφῶσιν οἱ ἰχθύες τὸ ὕδωρ, τὸ ἁπτόμενον κύκλῳ τοῦ στόματος αὐτῶν ὕδωρ ἔχει ἀέρα· ὃν ἕλκοντες τῷ κενῷ τῷ ἐν τῷ στόματι ἀναπνέουσι. καὶ οὐ | |
20 | λέγει κενὸν ἁπλῶς τὸ στόμα (οὐ γὰρ ἔλεγε κενὸν ὅλως ὁ Διογένης), ἀλλὰ τῷ κενῷ ἀντὶ τοῦ κενῷ ὄντι ὕδατος. ἐπειδὰν γὰρ ἐξέλθῃ τὸ ὕδωρ, κενόν ἐστι ὕδατος· εἰ δὲ τοῦτο, ἀνάγκη εἰσιέναι ἀέρα διὰ τὸ μὴ εἶναι κενόν. | |
23n | Πρῶτον μὲν γὰρ τὸ ἥμισυ τοῦ πράγματος ἀφαιροῦσι | |
24n | διὰ τὸ τὸ κοινὸν ἐπὶ θατέρου λέγεσθαι μόνον. | |
25 | Ἐπειδὴ ἡ ἀναπνοὴ εἰς δύο διαιρεῖται, εἰς τὴν εἰσπνοὴν καὶ τὴν ἐκπνοήν, Ἀναξαγόρας δὲ καὶ Διογένης περὶ μόνης τῆς εἰσπνοῆς, πῶς γίνε‐ ται, τὰς αἰτίας ἐπειρῶντο ἀποδιδόναι, πρῶτον αἰτιᾶται αὐτοὺς λέγων, ὅτι περὶ τοῦ ἡμίσεος μέρους τῆς ἀναπνοῆς λέγοντες, ἤτοι τῆς εἰσπνοῆς, διὰ τί περὶ τοῦ λοιποῦ μέρους οὐκ εἶπον; ἀλλ’ ἀφαιροῦσι, τουτέστι κατα‐ | |
30 | λιμπάνουσιν, αὐτό. οὔτε οὖν λέγουσι περὶ ἐκπνοῆς, οὔτε ἐνδέχεται αὐτοὺς | 113 |
114 | εἰπεῖν ἐξ ὧν λέγουσι· μὴ λέγοντες γὰρ καλῶς περὶ τῆς εἰσπνοῆς πῶς ἂν περὶ τῆς ἐκπνοῆς εἴποιεν; πρὸ δὲ τοῦ τὴν δόξαν αὐτῶν ἐλέγξαι πρῶτον ἀναμιμνῄσκει τὰ συμβαίνοντα ἡμῖν λέγων. ὅταν γὰρ ἀναπνεύσωσι, του‐ τέστιν ὅταν γὰρ εἰσπνεύσωσιν, ᾗ εἰσέπνευσαν, δεῖ πάλιν ἐκπνεῦσαι· ἀνά‐ | |
5 | γκη γὰρ τὸν εἰσπνεύσαντα καὶ ἐκπνεῦσαι παραλλάξ, τουτέστι παρὰ μέρος· εἴσπνευσις γάρ, εἶτα ἔκπνευσις, εἶτα πάλιν εἴσπνευσις καὶ πάλιν ἔκπνευσις. ταῦτα ἀναμνήσας ἐλέγχει τὸ δόγμα λέγων· ὥστε συμβαίνει ἅμα δέχε‐ σθαι τὸ ὕδωρ κατὰ τὸ στόμα καὶ ἐκπνεῖν. ἔστι δὲ τὸ λεγόμενον δυνάμει· ἐπειδή, ὡς ἐκεῖνοι λέγουσιν, ἐξερχομένου τοῦ ὕδατος ἐκ τοῦ στό‐ | |
10 | ματος εἰσέρχεται ὁ ἀὴρ καὶ γίνεται ἡ εἰσπνοή, δηλονότι εἰσερχομένου τοῦ ὕδατος ἐν τῷ στόματι ὁ ἀὴρ ἐξελεύσεται καὶ γενήσεται ἡ ἐκπνοή. εἰ γὰρ τῇ τοῦ ὕδατος ἐξελεύσει εἰσέρχεται ὁ ἀὴρ καὶ γίνεται ἡ ἀναπνοή, ἀνάγκη τῇ τοῦ ὕδατος εἰσελεύσει ἐξέρχεσθαι τὸν ἀέρα καὶ γίνεσθαι τὴν ἐκπνοήν. εἰ γὰρ τὸ ἐναντίον τῷ ἐναντίῳ, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ. εἰ δ’ | |
15 | ἀνάγκη τοῦθ’ οὕτως ἔχειν, ἀνάγκη ἀπαντῶντα ἐμποδίζειν θάτερον θατέρῳ· ἀνάγκη γὰρ ἐξερχόμενον τὸ ὕδωρ ἀπαντᾶν τὸν ἀέρα καὶ μὴ ἐᾶν εἰσέρχεσθαι, καὶ πάλιν εἰσερχόμενον τὸ ὕδωρ ἀπαντᾶν τὸν ἀέρα καὶ μὴ ἐᾶν ἐξέρχεσθαι. | |
19n | Εἶτα ὅταν ἀφῶσι τὸ ὕδωρ, τότε ἐκπνέουσι κατὰ τὸ | |
20n | στόμα ἢ κατὰ τὰ βράγχια. | |
21 | Ἡ μὲν τῆς λέξεως συνέχεια, οἶμαι, τοιαύτη· ὅταν ἀφῶσι τὸ ὕδωρ κατὰ τὸ στόμα ἢ κατὰ τὰ βράγχια (οὐδὲν γὰρ διαφέρει, εἴτε κατὰ τὸ στόμα λέγειν ἐθέλοι τις εἴτε κατὰ τὰ βράγχια), τότε ἐκπνέουσι. τὸ δὲ ‘ὅταν ἀφῶσι κατὰ τὸ στόμα‘ ταὐτόν ἐστι τῷ ‘ὅταν εἰσδέχωνται εἰς τὸ | |
25 | στόμα‘. εἰ γὰρ τὸ ἀφιέναι ἀπὸ τοῦ στόματος τὸ ἐξάγειν ἐστὶν ἀπὸ τοῦ στόματος, τὸ ἀφιέναι κατὰ τοῦ στόματος τὸ εἰσάγειν ἐν τῷ στόματι ἔσται. ταῦτα μὲν τὰ τῆς λέξεως, συνωθεῖ δὲ αὐτούς, ἐξ ὧν αὐτοὶ λέγουσιν, εἰς ἄτοπον, τὸ συμβαίνειν ἅμα καὶ κατὰ ταὐτὸν γίνεσθαι τὴν εἰσπνοὴν καὶ ἐκπνοήν, ἀλλὰ μὴ παρὰ μέρος. εἰ δὲ τοῦτο ἀδύνατον, ἀδύνατον ἄρα καὶ τὸ | |
30 | ὑπ’ αὐτῶν λεγόμενον. εἴη δ’ ἂν τὸ λεγόμενον διὰ τοῦ ὅταν ἀφῶσι τὸ | 114 |
115 | ὕδωρ, τότε ἐκπνέουσι τοιοῦτον· εἰ γάρ, ὅταν ἐξάγωσιν ἐκ τοῦ στόματος τὸ ὕδωρ, τότε ἀναπνέουσι, δηλονότι ὅταν κατὰ τοῦ στόματος ἀφῶσι τὸ ὕδωρ καὶ δέξωνται εἰς τὸ στόμα, ἐκπνέουσιν. ἐπειδὴ δὲ ὁρῶμεν φανερῶς, ὅτι ἡ ἐκπνοὴ ἐξελεύσει τινὸς γίνεται, ἅμα δηλονότι ἐκπνεῖ καὶ εἰσπνεῖ. | |
5 | τότε γάρ φασιν ἀναπνεῖν, ὅταν ἐξέρχηται τὸ ὕδωρ· ὁρῶμεν δὲ ὅτι καὶ ἡ ἐκπνοὴ ἐξόδῳ πνεύματος γίνεται· ἅμα ἄρα εἰσπνεῖ καὶ ἐκπνεῖ. ἐπειδὴ γὰρ ἀδύνατόν ἐστι τῇ ἐξόδῳ τοῦ ὕδατος εἰσέρχεσθαι τὸ πνεῦμα (ἐμποδίζει γὰρ θάτερον θάτερον), γίνεται δὲ κατ’ αὐτοὺς ἡ εἰσπνοὴ τῇ τοῦ ὕδατος ἐξόδῳ, ὁρῶμεν δὲ ὅτι καὶ ἡ ἐκπνοὴ ἐξόδῳ τινὸς γίνεται, δηλονότι τῇ | |
10 | αὐτῇ καὶ μιᾷ ἐξόδῳ τοῦ ὕδατος γίνεται ἡ εἰσπνοὴ καὶ ἡ ἐκπνοή, ἄλλως τε καὶ ἐπεὶ ἅμα καὶ ἐν τῷ αὐτῷ νῦν ἥ τε ἔξοδος τοῦ ὕδατος καὶ ἡ εἴσο‐ δος τοῦ πνεύματος γίνεται· ὧν 〈εἰ〉 ἡ μὲν τοῦ ἀέρος εἴσοδος τῆς εἰσπνοῆς, δηλονότι ἡ τοῦ ὕδατος ἔξοδος τῆς ἐκπνοῆς ἂν εἴη αἰτία. ὥστε ἅμα ἐκπνεῖ καὶ εἰσπνεῖ. ὅταν οὖν εἰσδέξωνται τὸ ὕδωρ ἐν τῷ στόματι, τότε ἔξεισιν | |
15 | ὁ ἀὴρ καὶ ἐκπνέουσιν· ἀλλὰ μὴν ἀνάγκη καὶ τότε εἰσπνεῖν. εἰ γὰρ ἅμα τῇ ἐξόδῳ τοῦ ὕδατος εἴσεισιν ὁ ἀήρ, ὧν ὁ μὲν εἰσπνοῆς κατ’ ἐκείνους, τὸ δὲ ἕπεται ἐξ ἀνάγκης εἶναι ἐκπνοῆς αἴτιον, δηλονότι καὶ ἅμα τῇ εἰσόδῳ τοῦ ὕδατος ἐξελεύσεται ὁ ἀήρ, καὶ ἔσται ἐκπνοὴ καὶ εἰσπνοὴ ἅμα, διὰ μὲν τὴν τοῦ ὕδατος εἴσοδον ἐκπνοή (ἡ γὰρ ἔξοδος αὐτοῦ αἰτία ἦν τῆς | |
20 | εἰσπνοῆς), διὰ δὲ τὴν τοῦ ἀέρος ἔξοδον εἰσπνοή. ἀλλὰ μὴν ἀδύνατον ἅμα εἰσπνεῖν καὶ ἐκπνεῖν, ἀδύνατα ἄρα καὶ τὰ ὑπ’ ἐκείνων λεγόμενα. Τὰς δὲ λοιπὰς πρὸς τὴν δόξαν ταύτην ἐνστάσεις λίαν σαφῶς ἀπαγ‐ γέλλει· δι’ ὃ ταύτας μὲν ἐατέον, τρεπτέον δὲ ἐπὶ τὰ ἑξῆς. ὃ δὲ λέγει περὶ τῶν ἐντόμων, τοιοῦτόν ἐστι· τεμνόμενα τὰ τμήματα φαίνεται ὅτι ζῇ. | |
25 | εἰ δὲ τοῦτο, πῶς ἀναπνέουσι; τὸ μὲν γὰρ τμῆμα τὸ ἔχον τὴν κεφαλὴν ἔστω ὅτι ἀναπνεῖ διὰ τοῦ στόματος, τὰ δὲ λοιπά, ἐν οἷς μή ἐστι κεφαλή, λεκτέον πῶς ἀναπνέουσιν. ὥστ’ εἴπερ τὰ τοιαῦτα τμήματα ζῇ χωρὶς τοῦ ἀναπνεῖν, ζήσεται καὶ τὸ ὅλον χωρὶς ἀναπνοῆς. ψεῦδος ἄρα τὸ ἀπο‐ φαίνεσθαι ὅτι πάντα ἀναπνεῖ. μόνα ἄρα ὅσα ἔχει πνεύμονα· ταῦτα εἰπὼν | |
30 | λέγει τὴν αἰτίαν, ἐξ ἧς ἀποπλανηθέντες ἔλεγον, ὅτι πάντα ἀναπνεῖ. διὰ γάρ, φησί, τὸ ἀπείρους εἶναι τῶν ἐντὸς μορίων καὶ τοῦ τίνος ἕνεκεν ἕκαστον αὐτῶν ὑπάρχει ταῦτα ἔλεγον. εἰ γὰρ ᾔδεσαν, ὅτι ὁ πνεύμων τοῦ ἀναπνεῖν ἕνεκα γέγονεν, ἐν οἷς μὴ ἦν πνεύμων οὐκ ἂν ἔλεγον ὅτι ἀνα‐ | |
πνεῖ, ἀλλὰ μάλιστα τοὐναντίον, ὅτι οὐκ ἀναπνεῖ. | 115 | |
116(1n) | Δημόκριτος δ’ ὅτι μὲν ἐκ τῆς ἀναπνοῆς συμβαίνει τι | |
2n | τοῖς ἀναπνέουσι λέγει, φάσκων κωλύειν ἐκθλίβεσθαι. | |
3 | Δημόκριτος, ὡς ἐν τῷ πρώτῳ τῶν Περὶ ψυχῆς εἴρηται, πῦρ τὴν ψυχὴν ἡγούμενος, τὸ δὲ πῦρ ἐκ τῶν σφαιρικῶν ἀτόμων ποιῶν, καὶ ταύτην | |
5 | ἐκ τῶν σφαιρικῶν ἀτόμων κατεσκεύαζεν. ἡγούμενος οὖν τὴν ψυχὴν τοι‐ αύτην, ἔλεγεν ὅτι ψυχρὸν ὂν τὸ περιέχον καὶ διὰ τοῦτο πυκνοῦν τὰ σώματα, ἀνάγκη τῇ πυκνώσει ἐκπυρηνίζεσθαι τὰς σφαιρικὰς ἀτόμους διὰ τὸ εὐκίνητον (εὐκινητότατον γὰρ τῶν σωμάτων ἡ σφαῖρα). ἐξ ὧν σφαιρίων τῷ ζώῳ καὶ ἡ ψυχὴ καὶ τὸ ζῆν ὑπάρχει. ἐπεὶ οὖν ἐκπυρηνιζομένων τῶν | |
10 | σφαιρικῶν ἀτόμων κινδυνεύει φθαρῆναι τὸ ζῷον, βοήθειά τις γέγονε τῷ ζῴῳ ἡ εἰσπνοή· εἰσπνέον γὰρ εἰσάγει ἄλλας ἔξωθεν ἀτόμους σφαιρικὰς ἀντὶ τῶν ἐκπυρηνισθεισῶν. διὸ μέχρι τούτου ζῶμεν, ἄχρις ἂν ἀναπνέωμεν, τῆς δ’ ἀναπνοῆς παυσάμενοι καὶ τοῦ ζῆν παυόμεθα. οὐ μόνον δ’ ἔλεγε Δημόκριτος, τῷ εἰσκρίνεσθαι διὰ τῆς ἀναπνοῆς τὰς σφαιρικὰς ἀτόμους καὶ | |
15 | προσκρίνεσθαι ἡμῖν ἀντὶ τῶν ἐξελθουσῶν συμβαίνειν ἡμᾶς ζῆν, ἀλλὰ καὶ τῷ τὰς εἰσιούσας διὰ τῆς ἀναπνοῆς κωλύειν τῇ πλείονι ῥύμῃ τὰς μελλού‐ σας ἐξέρχεσθαι, καὶ οὕτω πλείους γινομένας καὶ τῷ εὐκινήτῳ θερμαινούσας τὸ τῶν ζῴων σῶμα ἐκκρούειν τὴν ἔξωθεν ψύξιν· ἥτις αἰτία γίνεται τοῦ ἐκπυρηνίζεσθαι αὐτάς. ἡ μὲν οὖν διάνοια αὕτη, κατὰ δὲ τὴν λέξιν τὴν | |
20 | καὶ τὸ θερμὸν ταὐτὸν τὰ πρῶτα σχήματα τῶν σφαιροειδῶν ταὐ‐ τόν ἐστι τῷ ‘καὶ θερμὸν ταὐτόν, τὰ σφαιροειδῆ τὰ πρῶτα τῶν σχημάτων‘· πρῶτα γὰρ τῶν στερεῶν σχημάτων τὰ σφαιροειδῆ. ἀλλὰ καὶ τὸ κατὰ φύσιν μὲν γῆρας, βία δὲ παρὰ φύσιν ἴσον ἔστι τῷ ‘τὸ μὲν γῆρας κατὰ φύσιν ἐστίν, ἡ δὲ βία παρὰ φύσιν‘, λέγων βίαν τὸν ἐν νεότητι θάνατον. | |
25 | ἐχρῆν οὖν, φησίν, αὐτὸν εἰπεῖν, διὰ τί ὁτὲ μὲν γίνεται ἐν τῷ γήρᾳ ὁ θάνατος, ὁτὲ δ’ οὔ. θύραθεν δὲ νοῦν λέγει τὰς ἐν τῷ ἀέρι, ὡς ὁ Δημό‐ κριτος ἐνόμιζε, σφαιρικὰς ἀτόμους. οὐ γὰρ δή, φησίν, ἐκεῖναι αἴτιαί εἰσι τοῦ ἀναπνεῖν ἡμᾶς, ἀλλ’ ἔσωθεν ἐστὶν ἡ ἀρχὴ τῆς ἀναπνοῆς. διὰ γὰρ σωτηρίαν γίνεται τοῦ ἐν ἡμῖν θερμοῦ. | |
30 | Ἄτοπον δὲ καὶ τὸ ἅμα τὸ περιέχον συνθλίβειν καὶ | |
31n | εἰσιὸν διαστέλλειν. | |
32 | Εἰ γὰρ αἱ σφαιρικαὶ ἄτομοι πῦρ οὖσαι μετὰ τοῦ περιέχοντος ἡμᾶς | |
ἀέρος εἰσίν, ἄτοπον τὸ ἐκτὸς μὲν οὔσας μετὰ τοῦ ἀέρος καταψύχειν καὶ | 116 | |
117 | συστέλλειν τὰ σώματα, εἰσιούσας δὲ μετὰ τοῦ ἀέρος (ἀνάγκη γὰρ μετ’ αὐτοῦ εἰσέρχεσθαι) θερμαίνειν καὶ διαστέλλειν. εἰ γὰρ ἐκτὸς μετὰ τοῦ ἀέρος οὖσαι συνέστελλον τὰ σώματα, ἀνάγκη καὶ ἐντὸς οὔσας τὸ αὐτὸ ποιεῖν. σαφῆ δὲ τὰ ἑξῆς. | |
5n | Ἐν γὰρ ταῖς ἀλέαις θερμαινόμενοι μᾶλλον καὶ τῆς | |
6n | ἀναπνοῆς μᾶλλον δεόμεθα. | |
7 | Ἐκ τῶν ἡμῖν συμβαινόντων καὶ τοῦτο τὸ ἐπιχείρημα ἐπῆκται πρὸς ἔλεγχον τῆς Δημοκρίτου δόξης. ἔστι δὲ τὸ λεγόμενον· εἰ γὰρ διὰ τὸ ἐν ψύχει πυκνοῦσθαι τὰ σώματα ἡμῶν αἱ σφαιρικαὶ ἄτομοι ἐκπυρηνίζονται | |
10 | καὶ δεόμεθα τῆς εἰσπνοῆς, ἔδει ἐν ταῖς ἀλέαις μὴ ἀναπνεῖν· οὐ γὰρ πυκνοῦν‐ ται τότε τὰ σώματα ἡμῶν, μὴ πυκνούμενα δὲ δῆλον ὡς οὐδὲ ἐξέρχονται αἱ σφαῖραι, τούτων δὲ μὴ ἐξερχομένων οὐ χρεία τῆς εἰσπνοῆς. νῦν δὲ μᾶλλον δεόμεθα ἐν ταῖς ἀλέαις τῆς ἀναπνοῆς, ἐν δὲ τῷ ψύχει ἧττον. γίνεται δὲ καὶ πᾶν τοὐναντίον ὧν Δημόκριτός φησιν. αὐτὸς μὲν γάρ φησιν | |
15 | ὅτι διὰ τὴν τῶν σφαιρῶν ἐκπυρήνισιν, ὅπερ ταὐτόν ἐστι τῷ ‘διὰ θερμοῦ ἔνδειαν‘, γίνεται ἡ εἰσπνοή· ὁρῶμεν δὲ μᾶλλον γινομένην διὰ πλῆθος θερ‐ μοῦ, ἀλλ’ οὐ διὰ στέρησιν· ὅταν γὰρ πολὺ ἀθροισθῇ τὸ θερμὸν μὴ ἐκπνέοντες, τότε δεόμεθα τῆς εἰσπνοῆς. ἀλλὰ καὶ ἀλεάζοντες, τουτέστι θερμαινόμενοι, πολλάκις ἀναπνέομεν τῷ δεῖσθαι ἐμψύξεως διὰ τὴν πολλὴν | |
20 | θερμότητα. ὅταν γὰρ τὸ τῆς παροιμίας, φησί, πῦρ ἐπὶ πῦρ γένηται, τοῦτο δὲ ἴσον ἐστὶ τῷ ‘ὅταν θερμότης ἐπὶ τῇ ἐνούσῃ ἡμῖν θερμότητι γένηται‘, τότε δεόμεθα τῆς εἰσπνοῆς. | |
23n | Ἡ δὲ ἐν τῷ Τιμαίῳ γεγραμμένη περίωσις περί τε τῶν | |
24n | ἄλλων ζῴων οὐδὲν διώρικεν. | |
25 | Ἃ λέγει περὶ ἀναπνοῆς ἐν τῷ Τιμαίῳ Πλάτων καὶ πῶς λέγει γίνε‐ σθαι τὴν ἀναπνοήν, σαφῆ ἔσται, εἰ πρότερον τὴν ὅλην αὐτοῦ ῥῆσιν παρα‐ γράψομεν, ἔχουσαν ὧδε· “πάλιν δὲ τὸ τῆς ἀναπνοῆς ἴδωμεν πάθος, αἷς χρώ‐ μενον αἰτίαις τοιοῦτον γέγονεν, οἷόνπερ τὰ νῦν ἐστιν. ὧδ’ οὖν, ἐπειδὴ κενὸν οὐδέν ἐστιν, εἰς ὃ τῶν φερομένων δύναιτ’ ἂν εἰσελθεῖν τι, τὸ δὲ | |
30 | πνεῦμα φέρεται παρ’ ἡμῶν ἔξω, τὸ μετὰ τοῦτο ἤδη παντὶ δῆλον, ὡς οὐκ | |
εἰς κενόν, ἀλλὰ τὸ πλησίον ἐκ τῆς ἕδρας ὠθεῖ· τὸ δ’ ὠθούμενον ἐξελαύνει | 117 | |
118 | τὸ πλησίον ἀεί, καὶ κατὰ ταύτην τὴν ἀνάγκην πᾶν περιελαυνόμενον εἰς τὴν ἕδραν, ὅθεν ἐξῆλθε τὸ πνεῦμα, εἰσιὸν ἐκεῖσε καὶ ἀναπληροῦν αὐτήν, ξυνέπεται τῷ πνεύματι, καὶ τοῦτο ἅμα πᾶν οἷον τροχοῦ περιαγομένου γίνε‐ ται διὰ τὸ κενὸν μηδὲν εἶναι. διὸ δὴ τὸ τῶν στηθῶν καὶ τοῦ πνεύμονος | |
5 | ἔξω μεθιὲν τὸ πνεῦμα πάλιν ὑπὸ τοῦ περὶ τὸ σῶμα ἀέρος, εἴσω διὰ μανῶν τῶν σαρκῶν δυομένου καὶ περιελαυνομένου, γίνεται πλῆρες. αὖθις δὲ ἀπο‐ τρεπόμενος ὁ ἀὴρ καὶ διὰ τοῦ στόματος ἐξιὼν εἴσω τὴν ἀναπνοὴν περιω‐ θεῖ κατὰ τὴν τοῦ στόματος καὶ τῶν μυκτήρων δίοδον. τὴν δ’ αἰτίαν τῆς ἀρχῆς αὐτῶν θετέον τήνδε· πᾶν ζῷον ἑαυτοῦ τὰ ἐντὸς περὶ τὸ αἷμα καὶ | |
10 | τὰς φλέβας θερμότητα ἔχει, οἷον ἐν ἑαυτῷ πηγήν τινα ἐνοῦσαν πυρός. ὃ δὴ καὶ προσεικάζομεν τῷ τοῦ κύρτου πλέγματι, κατὰ μέσον διατετα‐ μένον ἐκ πυρὸς πεπλέχθαι τὸ πᾶν, τὰ δ’ ἄλλα, ὅσα ἔξωθεν, ἀέρος. τὸ θερμὸν δὴ κατὰ φύσιν εἰς τὴν ἑαυτοῦ χώραν ἔξω πρὸς τὸ συγγενὲς ὁμολογη‐ τέον ἰέναι. δυοῖν δὲ ταῖν διεξόδοιν οὔσαιν, τῆς μὲν κατὰ τὸ σῶμα ἔξω, | |
15 | τῆς δ’ αὖ κατὰ τὸ στόμα καὶ τὰς ῥῖνας, ὅταν μὲν ἐπὶ θάτερα ὁρμήσῃ, θάτερα περιωθεῖ· τὸ δὲ περιωσθὲν εἰς τὸ πῦρ ἐμπῖπτον θερμαίνεται, τὸ δ’ ἐξιὸν ψύχεται. μεταβαλλούσης δὲ τῆς θερμότητος καὶ τῶν κατὰ τὴν ἑτέραν ἔξοδον θερμοτέρων γινομένων πάλιν ἐκείνῃ ῥέπον αὖ τὸ θερμότερον μᾶλλον, πρὸς τὴν αὐτοῦ φύσιν φερόμενον, περιωθεῖ τὸ κατὰ θάτερα. τὸ | |
20 | δὲ τὰ αὐτὰ πάσχον καὶ τὰ αὐτὰ ἀνταποδιδὸν ἀεὶ κύκλον οὕτω σαλευόμενον ἔνθα καὶ ἔνθα ἀπειργασμένον ὑπ’ ἀμφοτέρων τὴν ἀναπνοὴν καὶ ἐκπνοὴν γίνεσθαι παρέχεται”. ἐν δὴ τούτοις δῆλός ἐστι Πλάτων τὴν ἀναπνοὴν λέγων γίνεσθαι μὴ ἀπὸ μόνου τοῦ στόματος καὶ τῶν ῥινῶν, ἀλλὰ καὶ ἀπὸ παντὸς ἄλλου σώματος, μανῶν οὐσῶν, ὥς φησι, τῶν σαρκῶν. λαβὼν γὰρ | |
25 | ἀληθῶς, ὅτι οὐκ ἔστι κενόν, ἀλλὰ πάντα πλήρη, τὰ ἐφεξῆς οὕτω συνάγει· ὅταν μὲν γάρ, φησί, διὰ τῆς ἐκπνοῆς ἐκ τοῦ στόματος ἐξέλθῃ ὁ ἀήρ, ὠθεῖ τὸν ἐκτὸς ἀέρα (οὐ γάρ ἐστι κενόν), ἵνα εἰσέλθῃ. οὗτος δὲ ὁ ἐκτὸς ὠσθεὶς ὑπὸ τοῦ ἐξελθόντος ἀντιμεθίσταται τῇ βίᾳ τοῦ ὠθοῦντος καὶ προσπίπτων ταῖς σαρξὶν ἡμῶν μαναῖς οὔσαις εἰσέρχεται, καὶ γίνεται ἡ εἰσπνοὴ διὰ τῶν | |
30 | σαρκῶν. εἰσελθὼν δὲ καὶ παρελθὼν τὸ ἐν ταῖς σαρξὶ θερμόν, ὥσπερ ποτα‐ μός τις κατὰ τὸν μῦθον δι’ ἅλμης ῥέων, καὶ φυλάττων τὴν οἰκείαν ψυχρό‐ τητα, ὡς καὶ ὁ ποταμὸς ὁ ἐν τῷ μύθῳ τὴν γλυκύτητα διὰ τῆς θαλάττης | |
διερχόμενος, εἰσελθὼν οὖν διὰ τῶν σαρκῶν ἀπέρχεται εἰς τὸν τόπον διὰ | 118 | |
119 | τὸ μὴ εἶναι κενὸν τοῦ ἐξελθόντος ἀπὸ τοῦ στόματος ἀέρος καὶ ἀναπληροῖ τὸν τόπον. ἔστω γὰρ λόγου χάριν ὁ τόπος τοῦ ἐξελθόντος ἀπὸ τοῦ στό‐ ματος καὶ τῶν μυκτήρων ἐν τῇ ἐκπνοῇ ἀέρος ἅπασα ἡ τραχεῖα ἀρτηρία· οὗτος οὖν ὁ ἐν τῇ τραχείᾳ ἀρτηρίᾳ ἐξελθὼν διὰ τοῦ στόματος ὤθησε τὸν | |
5 | ἀέρα, ὅστις ὠσθεὶς ἀντιμετέστη τῇ βίᾳ τοῦ ὠθήσαντος καὶ προσέπεσε, λόγου πάλιν χάριν, ταῖς ἐν τῷ νώτῳ μου σαρξί· δι’ ὧν σαρκῶν μανῶν οὐσῶν εἰσῆλθε καὶ ἀπῄει πρὸς τὴν τραχεῖαν ἀρτηρίαν, ἵνα πληρώσῃ αὐτήν· οὐ γάρ ἐστι κενόν. ἐν αὐτῇ δὲ γενόμενος καὶ θερμανθεὶς ἀπέρχεται πρὸς τὸ θερμὸν τὸ ὂν ἐν ταῖς τοῦ νώτου σαρξί (τὸ γὰρ ὅμοιον, φασί, καὶ συγγενὲς πρὸς ὅμοιον | |
10 | καὶ συγγενὲς φέρεται)· ἀπελθὼν οὖν καὶ ξυγγενόμενος τῷ ἐν τῷ νώτῳ μου θερμῷ ὠθεῖ αὐτό· ὡς γὰρ τὸ εἰσιὸν διὰ τοῦ σωλῆνος ὕδωρ ὠθεῖ τὸ προϋπάρχον καὶ εἰσέρχεται καὶ τοῦτο πάλιν ὠθεῖ τὸ ἑπόμενον, οὕτω καὶ τὸ ἀπὸ τῆς τραχείας ἀρτηρίας ἐλθὸν θερμὸν ὡς συγγενὲς πρὸς συγγενὲς τὸ θερμὸν τὸ ὂν ἐν ταῖς τοῦ νώτου σαρξὶν ὠθεῖ καὶ ἐξακοντίζει ἐκτός, καὶ γίνεται ἡ | |
15 | ἐκπνοὴ διὰ τῶν τοῦ νώτου σαρκῶν, δι’ ὧν ἐγεγόνει καὶ ἡ εἰσπνοή. οὐ μόνον δὲ τὸ τῶν σαρκῶν θερμὸν ἐξέρχεται κατὰ Πλάτωνα, ἀλλὰ καὶ τὸ ὠθῆσαν αὐτό. συνεχὲς γὰρ καὶ ἓν γεγονὸς τό τε ὠθῆσαν καὶ τὸ ὠσθέν, ἀνάγκη συνεξέρχεσθαι τῷ ὠσθέντι. ὥστε κατὰ Πλάτωνα ὅταν γένηται ἡ ἐκπνοὴ διὰ τοῦ στόματος, γίνεται ἡ εἰσπνοὴ διὰ τῶν τοῦ νώτου σαρκῶν· | |
20 | ὁμοίως δὲ καὶ ἡ ἐκπνοή. πάλιν δὲ τῆς ἐκπνοῆς γινομένης διὰ τῶν σαρ‐ κῶν περιωθεῖται ὁ ἐκτὸς ἀὴρ καὶ εἰσέρχεται διὰ τοῦ στόματος ἢ τῶν ῥινῶν, καὶ γίνεται ἡ εἰσπνοή· ὅστις ὁ διὰ τοῦ στόματος ἢ τῶν ῥινῶν εἰσελ‐ θὼν ἐν τῇ εἰσπνοῇ ἀπέρχεται πρὸς νῶτον, ἵνα πληρώσῃ αὐτό, κἀκεῖσε ἀπελθὼν καὶ θερμανθεὶς ἄπεισιν ὡς πρὸς συγγενὲς τὸ ἐν τῇ τραχείᾳ ἀρτη‐ | |
25 | ρίᾳ θερμόν· οὐ γὰρ πᾶν ἐξῆλθεν οὐδὲ πᾶν ἀπῆλθε μετὰ τοῦ ἐξελθόντος, ἀλλ’ ὅσον ἐθερμάνθη. θερμαίνεται δὲ κατὰ τὴν ὑπόθεσιν οὐ πᾶν ὁμοῦ, ἀλλὰ μέρος καὶ πάλιν μέρος καὶ οὕτως. ὡς γὰρ οὐ πᾶν τοδὶ τὸ ὕδωρ ἅμα γίνεται ἀήρ, ἀλλὰ κατὰ βραχύ, οὕτω καὶ ὁ εἰσελθὼν ἀὴρ οὐ πᾶς ἅμα θερμαίνεται, ἀλλὰ μέρος· ὅπερ θερμανθὲν εὐθὺς ἀπῆλθε πρὸς τὸ | |
30 | συγγενὲς καὶ εὐθὺς ὤθησε, καὶ εὐθὺς ἐξῆλθε τὸ ὠσθέν, καὶ συνεξῆλθε τὸ ὠθῆσαν. πολὺ γάρ ἐστιν, ὥς φησι, τὸ προϋπάρχον. εἰ δὲ πολύ, δηλονότι μικρᾶς ῥοπῆς τυχὸν ἐξέρχεται. τὸ δὲ εἰσελθὸν διὰ τοῦ στόματος ἀπέρχεται πρὸς τὸ νῶτον, καὶ τὸ θερμανθὲν αὐτοῦ ἀπέρχεται ὡς πρὸς συγγενὲς τὸ | |
ἐν τῇ τραχείᾳ ὂν ἀρτηρίᾳ, πολὺ ἤδη γεγονὸς διὰ τὸ καὶ χρόνον ἤδη θερ‐ | 119 | |
120 | μαίνεσθαι ἱκανόν. πρὸς ὃ ἀπελθὸν ὠθεῖ καὶ ἐκβάλλει ἔξω συνεξελθὸν καὶ αὐτό, καὶ οὕτω πάλιν διὰ τοῦ στόματος καὶ τῶν ῥινῶν, δι’ ὧν ἡ εἰσπνοή, γίνεται καὶ ἡ ἐκπνοή. δι’ οὗ πάλιν τοῦ διὰ στόματος ἐξελθόντος ὠθεῖται ὁ ἐκτὸς καὶ εἰσέρχεται διὰ τῶν σαρκῶν. ὅστις πάλιν διὰ τῶν | |
5 | αὐτῶν σαρκῶν ἐξελθών, εἰσέρχεται διὰ τοῦ στόματος ὁ ὑπ’ αὐτοῦ ὠσθείς. τοῦτο δὲ κύκλος ἐστίν. ἡ δὲ ἐν τῷ Τιμαίῳ γεγραμμένη περίωσις (περίωσιν λέγει τὴν ὤθησιν, καθ’ ἣν ὠθεῖται ὁ ἐκτὸς ἀὴρ ὑπὸ τοῦ ἐξελ‐ θόντος), αὕτη οὖν, φησίν, ἡ περίωσις οὐδὲν διώρικε περὶ τῶν ἄλλων ζῴων, οἷον τῶν τε ἐντόμων καὶ τῶν ἐνύδρων, ὁμοίως καὶ τῶν πτηνῶν· | |
10 | οὐ γάρ ἐστιν ἡ τῶν πτηνῶν σὰρξ μανή, πλήρης οὖσα πτερῶν, ἵν’ εἰσέρ‐ χηται ὁ ἀήρ. οὐδὲν οὖν περὶ τῶν ἄλλων διώρικε, τίνα τρόπον κατα‐ ψύχεται τὸ ἔμφυτον θερμόν (τούτου γάρ ἐστι δηλωτικὸν τὸ τίνα τρόπον αὐτοῖς ἡ τοῦ θερμοῦ γίνεται σωτηρία), πότερον οὖν, φησί, τὸν αὐτὸν τρόπον καὶ τὰ ἄλλα καταψύχεται, οἷον τῇ περιώσει, ὃν καὶ τὰ πεζά, ἢ | |
15 | ἄλλως. εἰ μὲν οὖν μόνα τὰ πεζὰ ἐνόμιζεν ἀναπνεῖν, ἔδει τὴν αἰτίαν εἰπεῖν τοῦ διὰ τί μόνα. εἰ δὲ καὶ τὰ ἄλλα καὶ τρόπον ἄλλον, ἀλλ’ οὐ τῇ περιώσει, ἔδει καὶ περὶ τούτων διορίσασθαι. | |
18n | Ἐξιόντος γὰρ ἔξω τοῦ θερμοῦ διὰ τοῦ στόματος τὸν | |
19n | περιέχοντα ὠθούμενον ἀέρα. | |
20 | Εἴπομεν προσεχῶς λέγειν τὸν Πλάτωνα ὅτι, ὅταν ἐξέλθῃ τὸ θερμὸν ἐν τῇ ἐκπνοῇ διὰ τοῦ στόματος, ὠθεῖ τὸν ἐκτὸς ἀέρα (οὐ γάρ ἐστι κενόν), ἵν’ εἰσέλθῃ. ὁ δὲ ὠσθεὶς εἰσέρχεται διὰ τῶν σαρκῶν καὶ περιελθὼν τὸ ἐν αὐταῖς θερμὸν ἀπέρχεται εἰς τὸν τόπον τοῦ ἐξελθόντος ἀπὸ τοῦ στό‐ ματος θερμοῦ, ἵνα πληρώσῃ αὐτόν. ἐν ᾧ γενόμενος, τὸ γινόμενον αὐτοῦ | |
25 | θερμὸν ἀπέρχεται πρὸς τὸ συγγενὲς αὐτῷ θερμόν· ἔστι δὲ συγγενὲς αὐτῷ τὸ ἐν ταῖς μαναῖς σαρξί, δι’ ὧν εἰσῆλθεν, ὑπάρχον. ᾧ προσπεσὸν ὠθεῖ καὶ ἐξάγει, συνεξαγόμενον καὶ αὐτό. καὶ γίνεται ἡ ἐκπνοὴ διὰ τῶν αὐτῶν σαρκῶν, δι’ ὧν καὶ ἡ εἰσπνοή· τούτου γάρ ἐστι δηλωτικὸν τὸ θερμαν‐ θέντα δὲ πάλιν ἐξιέναι κατὰ τὸν αὐτὸν τόπον. τοῦτο δὲ πάλιν τὸ | |
30 | διὰ τῶν σαρκῶν ἐξελθὸν ὠθεῖ τὸν ἐκτός, ὅστις ὠσθεὶς εἰσέρχεται διὰ τοῦ στόματος καὶ ἀπέρχεται πρὸς τὰς σάρκας, ἀφ’ ὧν ἐξῆλθε τὸ τοιοῦτον ὠθῆσαν. ἐκεῖσε δὲ γενόμενον τὸ θερμανθὲν αὐτοῦ ἀπέρχεται πρὸς τὸ συγγενές· ἦν δὲ συγγενές, ὡς ἡ ὑπόθεσις, τὸ ἐν τῇ τραχείᾳ ὂν ἀρτηρίᾳ. ὅπερ ὠθῆσαν ἐξέρχεται συνεξελθὸν καὶ αὐτό, καὶ γίνεται πάλιν ἡ ἐκπνοὴ | |
35 | διὰ τοῦ στόματος, δι’ οὗ καὶ ἡ εἰσπνοή. θεὶς δὲ τὴν τοῦ Πλάτωνος δόξαν, | 120 |
121 | λέγει ὅτι συμβαίνει τοῖς οὕτως οἰομένοις πρότερον γίνεσθαι τὴν εἰσπνοὴν τῆς ἐκπνοῆς· τοῦτο δὲ ταὐτόν ἐστι τῷ ‘πρότερον τὸ αἴτιον γίνεσθαι τῆς εἰσπνοῆς τοῦ τῆς ἐκπνοῆσ‘. ἐπειδὴ γὰρ ὁ εἰσελθὼν ἐν τῇ ἀναπνοῇ ἀὴρ καὶ θερμανθεὶς ὠθεῖ τὸ προϋπάρχον θερμὸν καὶ γίνεται ἡ | |
5 | ἐκπνοή, δῆλον ὡς, εἰ μὴ εἰσῆλθεν, οὐκ ἂν ἐγένετο ἡ ἐκπνοή, σημεῖον δέ· τελευτῶντες γὰρ καὶ ἀποθνῄσκοντες ἐκπνέουσι διὰ τὸν ὕστερον εἰσελ‐ θόντα ἀέρα καὶ ὠθήσαντα τὸ προϋπάρχον θερμόν, καὶ οὐκέτι ἄλλο ἐκπνέουσι. διὰ τί; ὅτι οὐ γέγονεν εἰσπνοή, ἵνα εἰσέλθῃ ἕτερον καὶ ὠθήσῃ τὸ προϋ‐ πάρξαν. ὥστε προηγεῖται κατ’ αὐτοὺς ἡ εἰσπνοή. γίνεται δὲ τοὐναντίον· | |
10 | πρότερον γὰρ γίνεται ἡ ὑπερβολὴ τοῦ θερμοῦ, δι’ ὃ γίνεται ἡ εἰσπνοή. καὶ ἐπεὶ διὰ τὴν κατάψυξιν τοῦ ἐν ἡμῖν θερμοῦ, ἥτις κατάψυξις αἰτία ἐστὶ τῆς ἐκπνοῆς, γίνεται ἡ εἰσπνοή, διὰ τὴν ἐκπνοὴν γίνεται ἡ εἰσπνοή· προ‐ τέρα ἄρα ἡ ἐκπνοὴ ὡς αἰτία τῆς εἰσπνοῆς ὡς αἰτιατοῦ. ὅτι δ’ ἡ κατά‐ ψυξις αἰτία ἐστὶ τῆς ἐκπνοῆς, αὐτὸς ἐρεῖ πρὸς τῷ τέλει τοῦ βιβλίου. εἰσελ‐ | |
15 | θὼν γὰρ ὁ ἐκτὸς ἀὴρ ψυχρὸς ὢν καὶ προσπεσὼν τῷ ἐν τῷ πνεύμονι θερμῷ τῷ αἴροντι τὸν πνεύμονα συστέλλεται· οὗ συστελλομένου συστέλλεται καὶ ὁ πνεύμων· οὗ συστελλομένου ἐξέρχεται ὁ εἰσελθών· τοῦτο δ’ ἐστὶν ἡ ἐκπνοή. τὰ δ’ ἑξῆς δῆλα. | |
19n | Τὴν δ’ εἰς τὸν θώρακα τοῦ πνεύματος εἴσοδον καὶ πάλιν | |
20n | θερμανθέντος ἔξοδον. | |
21 | Λείπει ἐν τῇ λέξει τὸ ‘διὰ σαρκῶν‘, ἵν’ ᾖ ‘τὴν δὲ εἰς τὸν θώρακα τοῦ πνεύματος διὰ τῶν σαρκῶν εἴσοδον‘. ἔστι δὲ τὸ λεγόμενον ἄτοπον, τὴν μὲν διὰ τοῦ στόματος καὶ τῶν ῥινῶν τοῦ πνεύματος εἴσοδον καὶ ἔξοδον μὴ λανθάνειν ἡμᾶς, τὴν δὲ διὰ τῶν σαρκῶν λανθάνειν. ὥσπερ γὰρ αἰσθανό‐ | |
25 | μεθα τῆς διὰ τοῦ στόματος καὶ τῶν ῥινῶν τοῦ πνεύματος εἰσόδου, οὕτως ἔδει αἰσθάνεσθαι καὶ τῆς διὰ τῶν σαρκῶν, εἰ ἐγίνετο. νῦν δ’ οὐδὲν αἰσθανό‐ μεθα, ὡς δηλονότι μὴ διὰ τῶν σαρκῶν γινομένης τινὸς εἰσόδου. | |
28n | Ἄτοπον δὲ καὶ τοῦ θερμοῦ τὴν ἀναπνοὴν εἴσοδον εἶναι. | |
29n | φαίνεται γὰρ τοὐναντίον. | |
30 | Τοῦτο οὐ πρὸς τὴν Πλάτωνος εἴρηται δόξαν, ἀλλὰ πρὸς τὴν Ἀναξαγό‐ | 121 |
122 | ρου. λέγων γὰρ ὁ Ἀναξαγόρας, ὅτι, ὅταν ἀφῶσι τὸ ὕδωρ διὰ τῶν βραγχίων, τῇ ἐξακοντίσει ἐξαεροῦται τὸ ὕδωρ καὶ γίνεται εἰσπνοή, τὸ δὲ ἐξαερούμενον θερμανθὲν ἐξαεροῦται, τοῦτο λέγει, ὅτι συμβαίνει τὴν ἀναπνοὴν γίνεσθαι εἰσόδῳ θερμοῦ, φαίνεται δὲ τοὐναντίον· τὸ γὰρ εἰσπνεόμενον ψυχρόν ἐστιν. | |
5 | ὅταν δὲ θερμὸν ᾖ τὸ εἰσπνεόμενον, ὥσπερ ἐν τοῖς βαλανείοις καὶ κυνὸς ἐπιτολῇ, ἀσθμαίνοντες ἀναπνέουσι. τί δέ ἐστι τὸ ἀσθμαίνειν, αὐτὸς ἐσαφήνισεν εἰπών, ὅτι τὸ πολλάκις καὶ πυκνῶς σπᾶν τὸ πνεῦμα. | |
8n | Ἀλλὰ μὴν οὐδὲ χάριν τροφῆς. | |
9 | Ἵνα τρέφηται τὸ ἔμφυτον θερμόν, γίνεται ἡ εἰσπνοή, ὥς τινες ἔφασαν· | |
10 | ἔδει γὰρ τοῦτο γίνεσθαι καὶ ἐπὶ τῶν ἄλλων ζῴων τῶν μὴ ἀναπνεόντων. ἔχει γὰρ καὶ ταῦτα ἔμφυτον θερμόν· ὥστε ἔδει καὶ ταῦτα ἀναπνεῖν, ἵνα τρέφηται τὸ ἐν αὐτοῖς ἔμφυτον θερμόν. καὶ ἢ ἔδει ἀναπνεῖν ἢ τὸ ἀνά‐ λογον πάσχειν τῇ ἀναπνοῇ, τουτέστιν ἢ διὰ τοῦ ἀναλόγου τῇ ἀναπνοῇ εἰσέρχεσθαι πρὸς τὸ ἔμφυτον θερμὸν τὸν ἀέρα. οὐκ εἰσέρχεται δέ, ἀλλ’ | |
15 | ἐκτός, ὡς ἐρεῖ προϊών, ἁπτόμενος τοῦ περιέχοντος τὸ ἔμφυτον θερμὸν ὑμένος ἐμψύχει αὐτό. | |
17n | Ἔπειτα καὶ τὸ γίνεσθαι τὸ θερμὸν ἐκ τοῦ πνεύματος | |
18n | τίνα χρὴ τρόπον λέγειν, πλασματῶδες. | |
19 | Ἐπειδὴ τὸ γινόμενον ἐξ οὗ τρέφεται γίνεται (ἡ γὰρ σὰρξ ἐξ αἵματος, | |
20 | ἀφ’ οὗ τρέφεται, καὶ τὸ πῦρ ὁμοίως ἐξ ἐλαίου ἢ ὅλως ἐκ τοῦ καυστοῦ), εἰ οὖν καὶ τὸ ἐν ἡμῖν θερμὸν τρέφεται ἐκ τοῦ εἰσιόντος ἐν ταῖς εἰσπνοαῖς ἀέρος, δῆλον ὅτι ἐξ αὐτοῦ γίνεται. οὐ γίνεται δέ, ἀλλ’ ἀπὸ τῆς ἀτμίδος τῆς γινομένης ἐκ τῆς τροφῆς, ὡς πολλάκις εἴρηται καὶ πάλιν ῥηθήσεται πρὸς τῷ τέλει τοῦ παρόντος βιβλίου, ὅτε λέγει τὴν οἰκείαν καὶ ἀληθεστάτην | |
25 | περὶ ἀναπνοῆς δόξαν. ἄλλως τε, φησίν, εἰ τῷ εἰσιόντι πνεύματι τρέφεται τὸ ἐν ἡμῖν θερμόν, συμβαίνει δι’ οὗ μορίου εἰσέρχεται ἡ τροφή, δι’ αὐτοῦ τούτου γίνεσθαι καὶ τὴν τοῦ περιττώματος τῆς τροφῆς ἔξοδον. ἐπεὶ γὰρ κατ’ ἐκείνους εἰσιόντος τοῦ ἀέρος τρέφεται τὸ θερμόν, τὸ δὲ περιττεῦσαν ἐξέρχεται καὶ γίνεται ἡ ἐκπνοή, εἰσέρχεται δὲ καὶ ἐξέρχεται διὰ τοῦ στό‐ | |
30 | ματος ἢ τῶν μυκτήρων, δι’ ὧν ἄρα ἡ τῆς τροφῆς εἴσοδος γίνεται, διὰ | |
τῶν αὐτῶν τούτων καὶ ἡ τοῦ περιττώματος ἔξοδος γίνεται. ὁρῶμεν δὲ | 122 | |
123 | ὅτι δι’ ἄλλου γίνεται ἡ εἴσοδος τῆς τροφῆς (διὰ γὰρ τοῦ στόματος) καὶ δι’ ἄλλου ἡ τοῦ περιττώματος ἔξοδος. ἔδει δέ, φησί, τοῦτο καὶ ἐπὶ τῶν ἄλλων γίνεσθαι, τουτέστι καὶ ἐπὶ τῶν ἄλλων τροφῶν, δι’ ὧν τρέφεται τὸ σῶμα. οὐ γίνεται δέ, ἀλλὰ δι’ ἄλλου μὲν ἡ εἴσοδος, δι’ ἄλλου δὲ | |
5 | ἡ ἔξοδος. Ἐνστὰς δὲ πρὸς ταῦτα οὕτως, ἐκτίθεται καὶ τὴν Ἐμπεδοκλέους περὶ ἀναπνοῆς δόξαν σαφέστατα. δι’ ὃ καὶ ὀλίγα τούτων δέονται ἐπιστασίας, ἧς καὶ τεύξονται, τὰ δ’ ἄλλα παραλειφθήσεται. κενολογεῖν γάρ ἐστι τὸ τὰ σαφῆ πειρᾶσθαι σαφηνίζειν. κυρίαν οὖν λέγει ἀναπνοὴν τὴν διὰ τῆς | |
10 | τραχείας ἀρτηρίας γινομένην. ἡ γὰρ διὰ τῶν μυκτήρων οὐ κυρία· γίνεται γὰρ καὶ διὰ τοῦ στόματος. ὅτι δὲ διὰ τῆς ἀρτηρίας ἐκ τῶν στηθῶν γίνε‐ ται ἡ ἀναπνοή, οὐκ ἄδηλον· ὁ γὰρ πνεύμων, δι’ οὗ ἡ ἀναπνοὴ γίνεται, ἐν τῷ στήθει ἐστίν. ὥστε ἀντὶ τοῦ εἰπεῖν ‘διὰ τῆς ἀρτηρίας ἐκ τοῦ πνεύ‐ μονοσ‘ εἶπε διὰ τῆς ἀρτηρίας ἐκ τῶν στηθῶν. γίνεται οὖν ἐκ τῶν | |
15 | μυκτήρων ἐκ τῶν στηθῶν διὰ τῆς ἀρτηρίας ἀναπνοή. ὥστε αὕτη ἐστὶν ἡ κυρία ἀναπνοή. καὶ ἐπεὶ πάντα τὰ ζῷα δέχεται τὸ πνεῦμα πρὸς σωτη‐ ρίαν τοῦ ἐμφύτου θερμοῦ, καὶ ὀσφρήσεως σχεδὸν μετέχει πάντα. τὸ δὲ σχεδὸν ἐπῆκται, διότι σκώληκες, ὄστρεια καί τινα τοιαῦτα οὐ μετέ‐ χει ὀσφρήσεως. | |
20n | Ὅτι δ’ οὐ πᾶσι τὸ αὐτὸ αἰσθητήριόν | |
21 | ἐστι τῆς ὀσφρήσεως, ἀλλὰ τοῖς μὲν ἀναπνέουσι ῥῖνες, ἐντόμοις δὲ τὸ ὑπόζωμα, καὶ ἄλλοις ἄλλο, εἴρηται ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθη‐ τῶν καὶ ἔτι πολλῷ πρότερον ἐν ταῖς Περὶ ζῴων ἱστορίαις. ἐν δὲ τῇ λέξει τῇ τῶν μὲν τοῦ σώματος μορίων σῶμα τὸ αἷμα λέγει. ἡ δὲ κλε‐ | |
25 | ψύδρα ἀγγεῖόν ἐστι χαλκοῦν, ἔχον ἄνω μὲν στόμα μικρὸν καὶ στενόν, κάτω δὲ ὀπὰς πολλὰς καὶ μικράς. ἐν ᾗ κλεψύδρᾳ ἤν τις κλείσῃ τὴν ἄνω ὀπὴν ἀσφαλέστατα, οὐκ εἰσέρχεται διὰ τῶν κάτω ὀπῶν τὸ ὕδωρ. πλήρης γὰρ οὖσα ἀέρος ἡ κλεψύδρα καὶ σώματος διὰ σώματος οὐ χωροῦντος, πῶς ἂν εἰσέλθοι; ὅταν δὲ ἀνοιχθῇ ἡ ἄνω ὀπή, εἰσέρχεται τὸ ὕδωρ διὰ τῶν | |
30 | κάτω ὀπῶν. ἐξέρχεται γὰρ τότε ὁ ἀὴρ διὰ τῆς ἄνω ὀπῆς ἀνεῳγμένης | |
οὔσης. ὁμοίως δὲ καὶ ὕδατος πλήρης οὖσα ἡ κλεψύδρα καὶ ἄνωθεν κεκλει‐ | 123 | |
124 | σμένη ἀσφαλῶς, οὐκ ἂν ἐξέλθοι διὰ τῶν κάτω ὀπῶν τὸ ὕδωρ, καίπερ ἀνεῳγμένων οὐσῶν. κενοῦ μὲν γὰρ ὄντος, εἴπερ ἐξήρχετο τὸ ὕδωρ, οὐκ εἰσήρχετο δὲ ὁ ἀήρ, ἦν ἂν κενὸν τὸ τῆς κλεψύδρας μέρος, ἀφ’ οὗπερ ἐξῆλθε τὸ ὕδωρ. διὰ μὲν γὰρ τῆς ἄνω ὀπῆς οὐκ ἂν εἰσέλθοι ὁ ἀήρ | |
5 | (ἔστι γὰρ κεκλεισμένη ἀσφαλῶς), διὰ δὲ τῶν κάτω οὐκ εἰσέρχεται, διότι ἐμποδίζει τὸ ὕδωρ. τῇ μὲν οὖν ἀληθείᾳ διὰ τὸ μὴ εἶναι κενὸν οὐκ εἰσέρ‐ χεται διὰ τῶν ὀπῶν τὸ ὕδωρ, ὡς δ’ Ἐμπεδοκλῆς ἂν φήσειε, διὰ τὸν ἐκτὸς ἀέρα. λέγει γάρ, ὡς γνωσόμεθα τῇ τῶν ἐπῶν αὐτοῦ παραθέσει, ὅτι ὁ ἐκτὸς ἀὴρ καὶ τῶν ὀπῶν ἁπτόμενος, βιαζόμενος εἰσελθεῖν εἰς τὴν κλεψύ‐ | |
10 | δραν, ἐμποδίζει τῇ ὠθήσει τὸ ὕδωρ καὶ οὐκ ἐᾷ ἐξέρχεσθαι. περὶ οὗ νῦν εἰ ὡς Ἐμπεδοκλῆς λέγει, ἢ ἄλλως ἔχει, οὐ καιρὸς σκοπεῖν. | |
12n | Ὧδε δ’ ἀναπνεῖ πάντα καὶ ἐκπνεῖ· πᾶσι λείφαιμοι σαρ‐ | |
13n | κῶν σύριγγες. | |
14 | Τὴν μὲν τῶν ἐπῶν διάνοιαν αὐτὸς Ἀριστοτέλης σαφέστατα τέθεικεν. | |
15 | δεῖ δὲ καὶ ἡμᾶς τὰ κατὰ μέρος σαφηνίσαι. ἀλλὰ πρότερον ἑκάστην τῶν λέξεων μετιτέον, καὶ οὕτως ἐκεῖνα σαφηνιστέον. ἔστιν οὖν τὸ λείφαιμοι ἴσον τῷ λειψόαιμοι (οὐ γάρ εἰσιν, ὡς ἐκεῖνός φησι, πλήρεις αἵματος, ἀλλὰ λείπονται), τὸ δὲ πύματον τῷ ἔσχατον. σύριγγας δὲ αὐτὰς λέγει τὰς φλέβας, ὁμοίως καὶ ἄλοκας τροπικῶς. λέγει οὖν σύριγγας καὶ ἄλοκας τὰς | |
20 | φλέβας, ἔσχατα δὲ τέρθρα περιφραστικῶς αὐτὰ τὰ τῶν ῥινῶν ἔσχατα. ἔστι δὲ τὸ τέρθρον εἶδος σχοινίου· ὥστε ἐπεὶ καὶ τὸ ἔσχατον τῆς ῥινὸς σχοινίον ἐστὶ τροπικῶς, ἐκάλεσε τὰ τῶν ῥινῶν ἔσχατα τέρθρα, ὡς εἰ ἔλεγε καὶ τὴν πᾶσαν ῥῖνα τέρθρον διὰ τὸ μῆκος. φανὸν δὲ τὸ αἷμα. τὸ δὲ τέρεν αἷμα ἀντὶ τοῦ ἁπαλὸν αἷμα, ὁμοίως δὲ τὸ οἴδματι μαργῷ ἀντὶ | |
25 | τοῦ κύματι σφοδρῷ. εὐπετῆ δὲ λέγει τὸν χαλκόν, διότι εὖ ἄγεται καὶ μαλάττεται πυρωθείς. αὐλοῦ δὲ πορθμὸν περιφραστικῶς αὐτόν φησι τὸν αὐλόν, ὁμοίως δὲ καὶ τέρεν δέμας αὐτὸ τὸ ὕδωρ, ἀργύφεον δὲ ἀντὶ τοῦ λευκόν. πυκινὸν δὲ ῥόον λέγει τὸν ἀέρα, ἔστι δὲ ἴσον τῷ πυκνὸν | |
ῥεῦμα. ὁμοίως δὲ καὶ τὸ αἴσιμον ὕδωρ ταὐτόν ἐστι τῷ κάλλιστον ὕδωρ. | 124 | |
125 | ἀλλὰ καὶ τὸ κλαδασσόμενον ἴσον τῷ ταρασσόμενον. τὸ δὲ ἀγυιῶν ταὐτόν ἐστι τῷ ὁδῶν· ἀγυιαὶ γὰρ αἱ ὁδοί. λέγει δὲ ἀγυιὰς τὰς φλέβας. τὸ δὲ ὀπίσω ἴσον ἐστὶ τῷ ἔξω. καὶ τὰ μὲν τῶν λέξεων τοιαῦτα, τὸ δὲ πᾶν τῶν ἐπῶν τοιοῦτον· ἐν πᾶσι τοῖς ἀναπνέουσι κατὰ τὸ ἔσχατον, ἤτοι | |
5 | τὴν ἐπιφάνειαν τῆς σαρκός, εἰσὶ φλέβες οὐ πλήρεις αἵματος. ἐν αἷς ἄλοξι καὶ φλεψί, τουτέστιν ὧν ἀλόκων καὶ φλεβῶν πρὸς τὰ πυκνὰ καὶ στενὰ στόματα τέτρηνται καὶ ἐπίκεινται διαμπερὲς τὰ ἔσχατα τῶν ῥινῶν τέρθρα. τὰ γὰρ τῶν ῥινῶν ἔσχατα ἐν τοῖς τῶν φλεβίων ἔλεγε κεῖσθαι στόμασιν. ἃ δὴ στόματα τῶν φλεβῶν τὸ μὲν αἷμα κεύθουσι καὶ κωλύουσιν | |
10 | ἐξέρχεσθαι διὰ τὴν στενότητα, αἰθέρι δ’ εὐπορίαν διόδοισι τετμῆ‐ σθαι, τουτέστι τῷ δ’ αἰθέρι διδόασι δίοδον. εἰσὶν οὖν τοιαῦτα, ὥστε τὸ μὲν αἷμα κωλύειν ἐξέρχεσθαι, τὸν δ’ αἰθέρα μὴ κωλύειν εἰσιέναι. τὸ οὖν τετμῆσθαι ἀντὶ τοῦ διδόναι. ἔνθεν ἔπειτα ὁπόταν μὲν ὁρμήσῃ τὸ ὑγρὸν αἷμα κάτω, καταβήσεται καὶ εἰσελεύσεται ὁ αἰθήρ, λέγων αἰθέρα | |
15 | τὸν ἀέρα, σφοδρῷ τῷ κύματι, εἴτ’ οὖν τῷ ῥεύματι· ἡνίκα δ’ ἀναθρώσκῃ καὶ ὁρμήσῃ ἄνω τὸ αἷμα, πάλιν ἐκπνεῖ καὶ ἐξέρχεται ὁ εἰσελθὼν ἀήρ. τὰ μὲν οὖν μέχρι τοῦ τῆς κλεψύδρας ὑποδείγματος τοιαῦτα, ἐπαναληπτέον δὲ πάλιν καὶ συντόμως λεκτέον τὰ εἰρημένα, καὶ οὕτως συνεχῶς συναπτέον καὶ τὰ ἐφεξῆς· ἐν τῇ ἐπιφανείᾳ τῆς σαρκὸς πάντων τῶν ἀναπνεόντων εἰσὶ | |
20 | στόματα φλεβῶν, οὐ πληρῶν οὐσῶν αἵματος· πρὸς ἃ στόματα φλεβῶν συνάπτουσιν αἱ ῥῖνες. οὐκ ἐν ἅπασι δὲ τοῖς τῶν φλεβῶν στόμασιν ἀλλ’ ἐν ἐκείνοις μόνοις, καθ’ ἃ συνάπτουσιν αἱ ῥῖνες. εἰσὶ δὲ τὰ τοιαῦτα στό‐ ματα στενά, ὥστε τὸ μὲν αἷμα κωλύειν ἐξέρχεσθαι, τὸν δ’ ἀέρα μὴ κωλύειν εἰσιέναι. καὶ ὅταν μὲν τὸ αἷμα ὁρμήσῃ κάτω, εἰσέρχεται ὁ ἀήρ· ὅταν δὲ | |
25 | ἄνω, ἐξέρχεται, καὶ γίνεται τὸ τοιοῦτον ὅμοιον τῷ γινομένῳ ὑπὸ τῆς παι‐ ζούσης κόρης. ἡνίκα γὰρ αὕτη θήσει τὴν εὐειδῆ αὐτῆς χεῖρα πρὸς τὴν ἄνω ὀπὴν τῆς κλεψύδρας τῆς ἀπὸ χαλκοῦ κατασκευασθείσης, ἂν βαπτίζῃ τὴν κλεψύδραν ἐν τῷ ὕδατι, οὐκ εἰσέρχεται τὸ ὕδωρ διὰ τῶν κάτω ὀπῶν (ὄμβρον γὰρ τὸ ὕδωρ εἶπεν), ἀλλὰ κωλύει καὶ οὐκ ἐᾷ εἰσελθεῖν ἐντὸς | |
30 | τῆς κλεψύδρας ὁ ἀήρ, πίπτων καὶ φράττων τὰς στενὰς ὀπάς· ταύτας γὰρ εἶπε πυκνὰ τρήματα. ἕως μὲν οὖν κεῖται ὥσπερ τι πῶμα εἰς τὴν ἄνω ὀπὴν ἡ τῆς κόρης χείρ, οὐκ εἰσέρχεται τὸ ὕδωρ διὰ τῶν κάτω ὀπῶν· | |
ἡνίκα δὲ ἀποστεγάσῃ καὶ ἀφέληται ἀπὸ τῆς ὀπῆς τὴν χεῖρα, εἰσέρχεται | 125 | |
126 | τὸ ὕδωρ διὰ τὸ ἐξέρχεσθαι τὸν ἀέρα διὰ τῆς ἄνω ὀπῆς (τὸν γὰρ ἀέρα εἶπε πυκινὸν ῥόον), εἰσέρχεται οὖν τὸ ὕδωρ ἐλλείποντος καὶ ἐξερχομένου τοῦ ἀέρος, ὃν πάλιν εἶπε πνεῦμα. οὐ μόνον δὲ τοῦ ἀέρος ὄντος ἐν τῇ κλεψύδρᾳ οὐκ εἰσέρχεται τὸ ὕδωρ, ἀλλὰ κἂν ᾖ πλήρης ὕδατος (τούτου γάρ | |
5 | ἐστι δηλωτικὸν τὸ ‘ὅτε τὸ ὕδωρ κατὰ βένθεα ἔχει χαλκοῦ‘), ἀλλὰ κἂν ᾖ ἡ κλεψύδρα πλήρης ὕδατος, χωσθέντος καὶ κλεισθέντος τοῦ εἰρημένου πόρου, λελιημένος καὶ προθυμούμενος εἰσελθεῖν διὰ τῶν κάτω ὀπῶν ἐντὸς τῆς κλεψύδρας ἀνέχει καὶ κωλύει τὸ ὕδωρ ἐξελθεῖν κρατύνων καὶ ἀπερείδων ὁ ἀὴρ τὰ ἄκρα, ἤτοι τὴν ἑαυτοῦ ἐπιφάνειαν, εἰς τὰς πύλας τοῦ ἰσθμοῦ, | |
10 | λέγων πύλας τὰς ὀπάς, ἰσθμὸν δὲ τὸν πόρον. δυσηχέα δὲ χαλκὸν λέγει τὴν κλεψύδραν, διότι πλήρης οὖσα ὕδατος οὔκ ἐστιν εὔηχος, ὥσπερ ὅτε ἐστὶν ἀέρος πλήρης. ὅταν δὲ πάλιν ἀφέληται ἀπὸ τῆς ἄνω ὀπῆς τὴν χεῖρα, ὁ μὲν ἀὴρ εἰσέρχεται δι’ αὐτῆς, τὸ δὲ ὕδωρ ἐξέρχεται διὰ τῶν κάτω ὀπῶν. ὡς οὖν ἐπὶ τῆς κλεψύδρας, οὕτω καὶ ἐπὶ τοῦ αἵματος· | |
15 | κλαδασσόμενον γὰρ καὶ μετὰ ῥύμης καὶ ταραχῆς φερόμενον ἄνω καὶ κάτω διὰ τῶν φλεβῶν, ἃς ἀγυιὰς εἶπεν, ὁπόταν ἐντὸς ὁρμήσῃ, τουτέστιν εἰς βάθος συσταλῇ, ἕτερον εὐθὺς ῥεῦμα κατέρχεται. ἔστι δὲ τὸ μὲν κατέρχεται ταὐτὸν τῷ εἰσέρχεται, ῥεῦμα δὲ ἕτερον λέγει τὸν ἀέρα. εἰσέρχεται οὖν ἕτερον ῥεῦμα οἴδματι θῦον, τουτέστιν ὁρμῶν ὥσπερ τι | |
20 | κῦμα ὑπὸ πνευμάτων ὠθούμενον. ἡνίκα δ’ ἀναθρώσκει τὸ αἷμα καὶ ἐκτείνεται, πάλιν ὁμοίως ἐκπνεῖ ὁ εἰσελθὼν ἀὴρ ὀπίσω, τουτέστιν ἐξέρ‐ χεται ἔξω· τὸ γὰρ ἴσον ἀντὶ τοῦ ὁμοίως, ὥσπερ τὸ ὀπίσω ἀντὶ τοῦ ἔξω εἴληπται. Τὰ μὲν οὖν τῶν ἐπῶν τοιαῦτα, θεὶς δὲ τὰ ἔπη εὐθὺς ἐνίσταται, λέγων | |
25 | ἐναντίως γίνεσθαι τὴν εἰσπνοὴν ἢ ὡς Ἐμπεδοκλῆς λέγει. ἐκεῖνος μὲν γάρ φησιν, ὅτι τῇ τοῦ αἵματος συστολῇ γίνεται ἡ εἰσπνοή, γίνεται δὲ μᾶλλον τῇ τοῦ αἵματος ἐκτάσει· ἐπειδὴ γὰρ αἰρομένου τοῦ πνεύματος γίνεται ἡ εἰσπνοή, αἴρει δὲ αὐτὸ τὸ θερμόν, τὸ δὲ θερμὸν ἐν τῷ αἵματι, τὸ μετὰ τοῦτο δῆλον, ὅτι τῇ τοῦ αἵματος ἐκτάσει γίνεται ἡ εἰσπνοή, ἀλλ’ οὐ τῇ | |
30 | συστολῇ· ὁμοίως καὶ ἡ ἐκπνοὴ τῇ συστολῇ καὶ οὐ τῇ ἐκτάσει, ὡς Ἐμπε‐ δοκλῆς οἴεται. καὶ γὰρ καὶ αἱ ἐν ταῖς χαλκείοις φῦσαι τῇ μὲν ἐκτάσει δέχονται τὸ πνεῦμα, τῇ δὲ συστολῇ καὶ συνιζήσει ἐκπέμπουσι, τοῦτο μόνον | |
διαφέροντα, ὅτι ἐπὶ μὲν τῶν φυσῶν ἀπὸ τῶν ὀπῶν τῶν ἐν ταῖς σανίσιν | 126 | |
127 | εἰσέρχεται τὸ πνεῦμα, ἐξέρχεται δὲ κατὰ τοὺς αὐλούς, ἐν δὲ τῇ ἀναπνοῇ δι’ οὗ εἰσέρχεται, καὶ δι’ αὐτοῦ πάλιν ἐξέρχεται. διὰ γὰρ τῆς τραχείας ἀρτηρίας καὶ ἡ εἴσοδος καὶ ἡ ἔξοδος. εἰ μὲν οὖν περὶ τῆς ἀναπνοῆς λέγει τῆς γινομένης διὰ τῆς ἀρτηρίας ὁ Ἐμπεδοκλῆς, οὐ συνῳδός ἐστιν ὁ λόγος | |
5 | αὐτοῦ τοῖς φαινομένοις (φαίνεται γάρ, ὥσπερ εἴρηται, ὅτι τῇ τοῦ αἵματος ἐκτάσει γίνεται ἡ εἰσπνοή, οὐ μὴν τῇ συστολῇ, ὡς ἐκεῖνος ᾤετο)· εἰ δὲ περὶ τῆς διὰ τῶν μυκτήρων λέγει μόνης, πολὺ διήμαρτεν· οὐ γὰρ διὰ τῶν φλεβῶν χωρεῖ τὸ διὰ τῶν μυκτήρων εἰσερχόμενον πνεῦμα. | |
9n | Ἀλλὰ παρὰ τὸν αὐλῶνα τὸν παρὰ τὸν γαργαρεῶνα. | |
10 | Λέγει δὲ αὐλῶνα τὴν ὅλην ἀρτηρίαν, γαργαρεῶνα δὲ τὸ πέρας αὐτῆς, ὅπερ ἐπιπωματίζει ἐν ταῖς καταπόσεσιν ἡ ἐπιγλωττίς· ἐν ᾧ ἐσχάτῳ τῆς τραχείας ἀρτηρίας χωρεῖ καὶ ἐγγίζει τὸ ἔσχατον τοῦ οὐρανοῦ· ἐν ᾧ πάλιν ἐσχάτῳ τοῦ οὐρανοῦ τὰ τῶν μυκτήρων συντρήματα τελευτῶσιν. ἐν μὲν γὰρ τῷ ἐσχάτῳ τοῦ οὐρανοῦ τελευτῶσι τὰ τῶν μυκτήρων τρήματα, αὐτὸ | |
15 | δὲ τὸ τοῦ οὐρανοῦ ἔσχατον ἅπτεται τοῦ ἐσχάτου τῆς τραχείας ἀρτηρίας. καὶ τὸ μὲν τοῦ πνεύματος ταύτῃ, τουτέστι διὰ τῶν μυκτήρων, εἰσέρχεται καὶ ἐξέρχεται, τὸ δὲ διὰ τοῦ στόματος. καὶ λοιπὸν συμπεραίνεται λέγων· τὰ μὲν ἑπόμενα δυσχερῆ τοῖς παρὰ τῶν ἄλλων λεχθεῖσι ταῦτά ἐστι, τὰ δὲ λοιπὰ σαφῶς ἀπαγγέλλει. πρῶτος δὲ τόπος ἐστίν, ἐν ᾧ τὸ θερμόν, ὁ | |
20 | θώραξ, μόριον δὲ πάλιν πρῶτον τοῦ θώρακος ἡ καρδία. ὅτι δὲ τοῦ αἵματος καὶ τῶν φλεβῶν ἡ καρδία ἐστὶν ἀρχή, πολλάκις εἴρηται. ὅτι δὲ καὶ ἡ ψυχὴ ἐν τῷ περὶ τὴν καρδίαν θερμῷ ἐμπεπυρευμένη ἐστίν, καὶ τοῦτο πολλάκις εἴρηται· ἐμπεπύρευται γὰρ ἐν τῇ καρδίᾳ καὶ τῷ ἐν αὐτῇ θερμῷ, ὡς ἡ φλὸξ ἐν τῷ ἄνθρακι. διασπώμενον δὲ καὶ εἰς μικρὰ κατα‐ | |
25 | κερματιζόμενον τὸ ἐν ἡμῖν θερμὸν ἐξ ἀνάγκης φθείρεται· τὸ γὰρ μικρὸν εὔφθαρτόν ἐστι. διὰ τοῦτο δὲ καὶ θνῄσκει τὸ ζῷον ξίφεσι καὶ ὀργάνοις τισὶ τεμνόμενον· διασπᾶται γὰρ τὸ ἐν αὐτῷ θερμὸν καὶ κατακερματίζεται ταῖς τομαῖς. τὸ δὲ πυρούμενον φθείρεται, ὅταν μὴ ψύχηται διὰ τὴν τοῦ θερμοῦ ὑπερβολήν. | |
30n | Ἐπεὶ δὲ τῶν ζῴων τὰ μὲν ἔνυδρα, τὰ δ’ ἐν τῇ γῇ | |
31n | ποιεῖται τὴν διατριβήν. | |
32 | Πρότερον λέγει, διὰ τίνων μορίων ἑκάστοις, καὶ τοῖς ἀναπνέουσι καὶ | 127 |
128 | τοῖς μὴ ἀναπνέουσι, γίνεται ἡ τοῦ ἐμφύτου θερμοῦ κατάψυξις, καὶ οὕτω τὸ πῶς ὑπὸ τῶν τοιούτων μορίων γίνεται ἡ κατάψυξις. προηγεῖται γὰρ τὸ ὅτι, καὶ οὕτως ἕπεται τὸ διότι. δεῖ γὰρ πρότερον εἰπεῖν, ὅτι ὑπὸ τῶν βραγχίων ἢ ὑπὸ τοῦ πνεύμονος, καὶ οὕτως τὸ πῶς ὑπὸ τῶν βραγχίων | |
5 | καὶ διὰ τί. λέγει οὖν· ἐπεὶ τῶν ζῴων τὰ μέν εἰσιν ἔνυδρα, τὰ δὲ χερσαῖα, τούτων τῶν ἐνύδρων καὶ χερσαίων τοῖς μικροῖς καὶ ἀναίμοις (εἰσὶ γὰρ καὶ ἐν γῇ καὶ θαλάττῃ ἄναιμα, ἐν μὲν γῇ τὰ ἔντομα, ἐν δὲ θαλάσσῃ σηπίαι, κάραβοι, ὄστρεια, τὰ ὅμοια), τούτοις οὖν τοῖς μικροῖς πάμπαν καὶ ἀναίμοις ἱκανά ἐστι πρὸς τὸ καταψύχειν τὰ περιέχοντα, ὅ τε ἀὴρ καὶ τὸ ὕδωρ. καὶ ἐπὶ τούτῳ οὐ | |
10 | δέονται ὀργάνων, δι’ ὧν τὴν κατάψυξιν ποιήσονται, ἀλλ’ ἀρκοῦνται μόνῃ τῇ τῶν περιεχόντων ἁφῇ. ἅτινα καὶ διὰ τὸ ἔχειν ὀλίγον τὸ θερμὸν σχεδὸν πάντα βραχύβιά εἰσι. τὸ δὲ σχεδὸν ἢ φιλοσόφως ἐπῆκται ἢ καὶ διὰ τὰς μελίττας· ἔνιαι γὰρ αὐτῶν ζῶσιν, ὥς φασιν, ἑπτὰ χρόνους. εἰπὼν δὲ διὸ καὶ βραχύβια σχεδὸν ἅπαντά ἐστιν, ἐπήγαγεν· | |
15n | Ἐπαμφότερα γὰρ μικρᾶς ὄντα τυγχάνει ῥοπῆς. | |
16 | Ἔστι δὲ τὸ μὲν συνεχὲς τοιοῦτον· τυγχάνει γὰρ ἐπ’ ἀμφότερα ὄντα μικρᾶς ῥοπῆς, τὸ δὲ λεγόμενόν ἐστι· τυγχάνει τὰ τοιαῦτα τῶν ζῴων ὑπάρ‐ χοντα μικρᾶς ῥοπῆς, τῆς οὔσης καὶ ῥεπούσης ἐπ’ ἀμφότερα, τό τε φθεί‐ ρεσθαι ῥᾳδίως καὶ τὸ καταψύχεσθαι· τὸ δὲ καταψύχεσθαι ταὐτόν ἐστι τῷ | |
20 | σῴζεσθαι ῥαδίως. οὕτως δ’ ἐπῆκται τὸ παρόν, ὥσπερ ὅταν λέγωμεν· τάδε γὰρ τυγχάνουσιν ὄντα τῶν Ἑλλήνων, οἷον ἥδε ἡ χώρα τυγχάνει οὖσα τῶν Ἑλλήνων. ὡς οὖν ἐπὶ τούτων οὕτως λέγομεν, οὕτως εἴρηται καὶ ἐπὶ τού‐ των, ὅτι τὰ τοιαῦτα τῶν ζῴων τυγχάνει ὄντα μικρᾶς ῥοπῆς. καὶ ἐπεὶ ἡ ῥοπή τινός ἐστι ῥοπὴ καὶ ἐπί τι, προσέθηκε τὸ ἐπ’ ἀμφότερα, ἐπί τε | |
25 | τὸ ῥᾳδίως σῴζεσθαι καὶ ῥᾳδίως φθείρεσθαι· μικροῦ γάρ τινος βοηθοῦ τυχόντα σῴζεσθαι πέφυκεν, ὥσπερ καὶ μικροῦ τοῦ μὴ βοηθοῦντος φθεί‐ ρονται. καὶ τούτοις μὲν ἱκανόν ἐστι πρὸς σωτηρίαν τὸ περιέχον, τοῖς δὲ ἄλλοις τὸ ὑπὸ τὸ διάζωμα μέρος αὐτῶν διέσχισται· ἐντὸς δὲ τοῦ σχίσματος κεῖται ὑμὴν λεπτότατος διατεταμένος. ὃ γὰρ ἔχουσι τὰ τοιαῦτα τῶν ζῴων | |
30 | ἀνάλογον ὂν ταῖς σαρξὶν ἡμῶν, σκληρόν ἐστι, καὶ διὰ τὴν σκληρότητα κωλύει, ὡς πολλάκις εἴρηται, τὴν ἀπὸ τοῦ ἀέρος κατάψυξιν εἰσέρχεσθαι· | |
διὸ ἔσχισται τῇ φύσει. καὶ ἔοικεν ἡ τοιαύτη σχίσις θύραις ἀνοιγομέναις | 128 | |
129 | καὶ κλειομέναις· ἅτινα σχίσματα ἀνοίγεται καὶ κλείεται τῷ ἐμφύτῳ θερμῷ, ὄντι ἐν τῷ ἀναλογοῦντι τῇ καρδία. πᾶν γὰρ ἔμφυτον θερμὸν ἢ ἐν τῇ καρδίᾳ ἢ ἐν τῷ ἀναλόγῳ τῇ καρδίᾳ ἐστίν, οὗ συστελλομένου καὶ ἐκτεινο‐ μένου κινοῦνται τὰ ζῷα, ὡς ἐν τῷ Περὶ ζῴων κινήσεως δέδεικται. ἀνοι‐ | |
5 | γομένων οὖν τῶν σχισμάτων καὶ κλειομένων ὁ ἐναποκλειόμενος ἀὴρ ἐν τῇ συγκλείσει προσπίπτων τῷ ὑμένι καταψύχει τὸ ἔμφυτον θερμόν· λεπτότατος γὰρ ὢν ὁ ὑμὴν οὐδὲν κωλύει τὴν κατάψυξιν γίνεσθαι. γίνεται οὖν ἡ κατά‐ ψυξις διά τε τὴν τοῦ ὑμένος λεπτότητα καὶ διὰ τὴν ὑπὸ τῶν σχισμάτων τοῦ ἀέρος σφοδρὰν πρόσπτωσιν· σφοδρῶς γὰρ προσπίπτει τῷ ὑμένι ὁ ἀὴρ | |
10 | διὰ τὴν κίνησιν, ἣν κινεῖται ὑπὸ τῶν σχισμάτων τῶν ἐοικότων θύραις. ὅτι δ’ ὁ ἀὴρ ἠρέμα προσπίπτων ἠρέμα καὶ καταψύχει, σφοδρῶς δὲ μᾶλλον, εἴρηται ἐν τοῖς Μετεώροις· οἱ γὰρ ἄνεμοι καίπερ ὄντες θερμοὶ τὴν φύσιν, ὡς ἐν τοῖς Μετεώροις δέδεικται, ὅμως ψυχροὶ δοκοῦσι διὰ τὸν ἀέρα, ὃν ὠθοῦσι πνέοντες· ἂν δὲ καὶ σφόδρα πνέωσι, σφόδρα δοκοῦσι ψυχροί. ἀλλὰ | |
15 | περὶ μὲν τούτων πολλάκις ἐπιστήσαντες, οὐ δεῖ μηκύνειν, καὶ δὴ ἐπὶ τὸ προκείμενον ἰτέον. ἐπεὶ οὖν ὁ ἀὴρ ἠρέμα κινούμενος ἠρέμα ψύχει, τὰ θερμότερα καὶ πλείονος δεόμενα τῆς καταψύξεως ἀνάγκη σφοδρῶς τὸν ἀέρα κινεῖν· σφοδρῶς δὲ κινούμενος τοῦ τε καταψύχεσθαι καὶ τοῦ βομβεῖν αἴτιος γίνεται, ὡς μὲν ψυχρὸς τοῦ καταψύχεσθαι, ὡς δὲ διηχὴς τοῦ βομ‐ | |
20 | βεῖν. ἀνάγκη γὰρ τὸν ἀέρα ὑπὸ τῶν σχισμάτων καὶ τοῦ ὑμένος προστρι‐ βόμενον, μᾶλλον δὲ ἐναπολαμβανόμενον ὑπὸ τούτων καὶ ἀποπαλλόμενον, γίνεσθαι ψόφον. ἀλλὰ προηγουμένως μὲν διὰ τὴν κατάψυξιν γίνεται ἡ τοῦ ἀέρος πρὸς τὸν ὑμένα πρόστριψις, ἕπεται δὲ ὁ ψόφος. ἀλλὰ διὰ τί οἱ τέττιγες καὶ καθήμενοι καὶ ἱστάμενοι ψοφοῦσι, μυῖαι δὲ καὶ μέλιτται | |
25 | καὶ κώνωπες ἐν μόνῃ τῇ πτήσει; ἢ ὅτι οἱ μὲν τέττιγες ὡς θερμότεροι σφοδρῶς κινοῦσι τὸν ἀέρα (δέονται γὰρ πλείονος τῆς καταψύξεως, ἐπεὶ οὗτοι πρὸς μεσημβρίαν μάλιστα ᾄδουσιν, ὅτε μάλιστα δεόμενοι τῆς καταψύξεως μᾶλλον κινοῦσι τὸν ἀέρα, τὸ δὲ πρωῒ καὶ ὅλως ἐν ταῖς ψυχροτέραις ὥραις οὐδαμῶς διὰ τὸ ἢ οὐδ’ ὅλως ἢ πάμπαν ἠρέμα κινεῖν τὰ σχίσματα· βοη‐ | |
30 | θεῖ γὰρ αὐτοῖς ἡ τῆς ὥρας ψυχρότης), μυῖαι δὲ καὶ τὰ τοιαῦτα ἧττον δεόμενα τῆς καταψύξεως (ψυχρότερα γάρ εἰσι τῶν τεττίγων), ἠρέμα κινοῦντα τὸν ἀέρα οὐ βομβοῦσιν, ἐν δὲ τῇ πτήσει σφοδρότερον κινοῦντα βομβοῦσι τῷ πτερῷ. οὗ βόμβου αἴτιον τὸ ὑπὸ τὸ ὑπόζωμα θερμόν· τοῦτο γὰρ κινεῖ | |
τὰ πτερὰ καὶ ἁπλῶς ὅλον τὸ ζῷον. μήποτε δὲ καὶ οἱ τέττιγες ἐν ταῖς | 129 | |
130 | ψυχροτέραις ὥραις καὶ αἱ μυῖαι καθήμεναι βομβοῦσιν, ἀμυδρῶς δὲ καὶ παντελῶς ἀναισθήτως διὰ τὸ ἠρέμα κινεῖν τὸ ὑπόζωμα. ἡ μὲν οὖν τῶν λεγομένων πάντων διάνοια αὕτη, κατὰ δὲ τὰς λέξεις τὸ ἐν αὐτῷ γὰρ τῷ ὑποζώματι τῷ ἐμφύτῳ πνεύματι αἴροντι καὶ συνίζοντι | |
5 | τοιοῦτόν ἐστι· συμβαίνει κατὰ τὸν ὑμένα τὸν ἐν τῷ ὑποζώματι ὄντα γίνε‐ σθαι τρῖψιν ὑπὸ τοῦ ἐμφύτου πνεύματος. ἐπεὶ γὰρ τὸ ἐν τῷ ὑποζώματι ὂν ἔμφυτον πνεῦμα αἶρον καὶ συνίζον, ἤτοι ἀνοῖγον καὶ κλεῖον τὰ σχίσματα, διὰ τοῦ ἐναπολαμβανομένου ἀέρος γίνεται τρῖψις πρὸς τὸν ὑμένα, δηλονότι ὑπὸ τοῦ ἐμφύτου πνεύματος γίνεται τρῖψις. αὐτὸς δ’ ἔοικε διὰ τῆς λέξεως | |
10 | δηλοῦν, ὅτι αὐτὸ τὸ ἔμφυτον πνεῦμά ἐστι τὸ ψοφοῦν, καὶ οὐχὶ ὁ ἐναπο‐ λαμβανόμενος διὰ τῶν σχισμάτων ἀήρ. ἔοικεν οὖν διὰ τῆς λέξεως λέγειν, ὅτι τὸ ἔμφυτον πνεῦμά ἐστι τὸ ψοφοῦν ἐκτεινόμενον καὶ συστελλόμενον (ἐν γὰρ τῇ ἐκτάσει προσπῖπτον τῷ ὑμένι ποιεῖ ψόφον), καὶ ἴσως εἴη ἂν καὶ τοῦτο γινόμενον· ἐπεὶ δὲ τὰ ἀναπνέοντα δοκεῖ ὅτι τῇ τοῦ εἰσιόντος ἔξωθεν | |
15 | ἀέρος εἰσόδῳ κινοῦσι τὸν θώρακα, ἵνα μή τις ὑπολάβῃ, ὅτι καὶ αἱ μυῖαι καὶ τὰ ἄλλα πάντα διά τινος ἀέρος εἰσερχομένου διὰ τοῦ στόματος κινοῦσι τὸν ὑπὸ τὸ ὑπόζωμα τόπον, ἐπήγαγε· | |
18n | Παραπλήσιον γὰρ συμβαίνει, κἂν εἴ τίς τινα τῶν ἀνα‐ | |
19n | πνεόντων πνίγοι τὸ στόμα κατασχών. | |
20 | Ὥσπερ γὰρ τὰ πνιγόμενα κινοῦσι τὸν θώρακα, καίτοι μὴ εἰσερχομένου τότε ἔξωθεν ἀέρος, οὕτω καὶ ταῦτα κινήσουσι τῷ ἐμφύτῳ πνεύματι τὸν ὑπὸ τὸ ὑπόζωμα τόπον, ἀλλ’ οὐ διά τινος ἔξωθεν εἰσερχομένου. ὅτι δὲ ἐν τοῖς καταπνιγομένοις ζῴοις, ἀνθρώποις ἢ ἄλλοις τισίν, οὐκ εἰσέρχεται θύραθεν ἀήρ, δῆλον· κατέχουσι γὰρ οἱ καταπνίγοντες ταῖς σφῶν χερσὶ τὸ | |
25 | στόμα καὶ τὰς ῥῖνας τῶν καταπνιγομένων καὶ οὐκ ἐῶσιν εἰσέρχεσθαι τὸν ἀέρα. ἀλλὰ τοῖς μὲν καταπνιγομένοις καὶ ὅλως τοῖς ἀναπνέουσιν οὔκ ἐστιν ἱκανὴ ἡ ἐκτὸς γινομένη τοῦ ἀέρος πρόσπτωσις εἰς τὸ καταψύχειν διὰ τὴν τῆς σαρκὸς παχύτητα, καὶ ἐπὶ τούτῳ χρεία τοῦ εἰσελθεῖν αὐτὸν ἐντός· τοῖς δ’ ἐντόμοις ἱκανή. ἐν δὲ τοῖς τρυπήμασι τοῦ καλάμου οἱ μὲν αὐληταὶ | |
30 | αὐλοῦντες τίθενται τοὺς δακτύλους, οἱ δὲ παῖδες ὑμένας λεπτούς· ἐν οἷς ὑμέσι προσπῖπτον τὸ ἐμφυσώμενον πνεῦμα ποιεῖ τὸν ψόφον. καὶ τοῖς μὲν ᾄδουσι τέττιξιν ἔσχισται τὸ ὑπόζωμα, τοῖς δὲ μὴ ᾄδουσιν οὐκ ἔσχισται. εἰ γὰρ διὰ τὴν σχίσιν τὸ ᾄδειν, τὸ μὴ ᾄδειν διὰ τὸ μὴ ἐσχίσθαι. ὥστε ἀξιῶ τὸν θειότατόν μου ἑταῖρον διὰ τῆς νῦν λέξεως μὴ ὑπονοεῖν ἐν τῇ | |
35 | λέξει τῇ ἐν αὐτῷ γὰρ τῷ ὑποζώματι τῷ ἐμφύτῳ πνεύματι αἴροντι | 130 |
131 | καὶ συνίζοντι, ὅτι τὸ ἔμφυτον πνεῦμά ἐστι τὸ προσπῖπτον τῷ ὑμένι καὶ ψοφοῦν. διὰ τί γὰρ καὶ ἐν τοῖς μὴ ἔχουσι σχίσμα οὐ γίνεται ψόφος, καίτοι τοῦ πνεύματος τοῦ ἐμφύτου προσπίπτοντος καὶ ἐν τούτοις πρὸς τὸ ἀνάλογον τῷ ὑμένι; ἀλλ’ ἴσως οὐ χρὴ καταψηφίζεσθαι ἀνδρὸς πολλοὺς | |
5 | ἐπὶ φιλοσοφίᾳ πόνους καταβεβληκότος καὶ δυναμένου κάλλιον ἐμοῦ καὶ ἄλλων τῶν ὑπὲρ ἐμὲ τῆς Ἀριστοτέλους διανοίας ἐφάπτεσθαι. δι’ ὃ ἐχέτω μὲν τὰ πρῶτα ἡ ἐκείνου ἐπιβολή, ἡ δὲ ἐμὴ τετάχθω ὅπου φίλον τοῖς φιλομαθέσι. Τὰ δ’ ἑξῆς τοῦ Ἀριστοτέλους βασανιστέον. ἔχει δὲ ὁ πνεύμων | |
10 | τῶν ὀλιγαίμων ἄρσιν διὰ τὸ εἶναι πλήρης πνεύματος. τὸ δὲ αἷμα καὶ τὸ ὑγρὸν ἐκ παραλλήλου κεῖται. δύναται δὲ πολὺν χρόνον ἀπνευστὶ ζῆν καὶ διαμένειν τὰ ὀλίγαιμον ἔχοντα τὸν πνεύμονα διὰ τὴν ψυχρότητα· ψυχρὸς γὰρ ὢν διὰ τὴν ὀλιγαιμίαν οὐ δεῖται πολλῆς καὶ πυκνῆς τῆς κατα‐ ψύξεως διά τε τοῦτο καὶ τὸ δύνασθαι πολὺν χρόνον τὸν εἰσελθόντα ἀέρα | |
15 | διαφυλάττειν ψυχρόν· τὸ γὰρ ψυχρὸν εἰς ψυχρὸν εἰσελθὸν ψυχρὸν διατελεῖ. λέγεται δὲ εἶναι ὁ τοιοῦτος πνεύμων ψυχρὸς ὡς πρὸς τοὺς λίαν θερμούς, ἐπεὶ ἔχει καὶ οὗτος θερμότητα, ἀλλ’ ἧττον· τὸ δ’ ἧττον μίξει τοῦ ἐναντίου ἐστὶν ἧττον. οὐ δύναται δὲ τέλος, τουτέστι διὰ τέλους καὶ ὅλης τῆς αὑτῶν ζωῆς, ζῆν ἀπνευστί, ἀλλ’ ἄχρι τινός· οὐ γάρ ἐστι τέλεον ὁ τοιοῦτος | |
20 | πνεύμων ψυχρός, ἵν’ ὅλως μὴ δεῖται τῆς θύραθεν καταψύξεως, ἀλλὰ πῇ. | |
21n | Ἐν γὰρ τοῖς ὑγροῖς πολὺν χρόνον ἀνανήχεται, ἂν μὴ | |
22n | λίαν ᾖ ψυχρὸν ἢ θερμόν. | |
23 | Ἐπειδὴ τοῖς ἀναπνέουσι τὸ ζῆν τε καὶ εἶναί ἐστιν ἐν τῷ τὸν ἀέρα δέχεσθαι, εἴπερ καὶ τὰ ἔντομα ἀνέπνει, οὐκ ἂν ἔζη χωρὶς τοῦ δέχεσθαι | |
25 | ἀέρα. ζῶσι δέ· ἢν γάρ τις αὐτὰ βαπτίσῃ καθ’ ὕδατος, μένει πολὺν χρόνον ζῶντα, ὅσον οὐ δύναταί τι τῶν ἀναπνεόντων ἐμμεῖναι. καὶ δῆλον ὅτι οὐκ ἀναπνέουσιν· οὐ γάρ ἐστιν ἐν τῷ τοῦ ὕδατος βάθει ἀήρ, ἵνα ἀναπνῇ. εἰ δὲ λέγει τις, ὅτι ζῇ διὰ τὴν ἀπὸ τοῦ ὕδατος κατάψυξιν, πρῶτον μὲν ἐρω‐ τητέον αὐτόν, πότερον διὰ τοῦ στόματος εἰσέρχεται τὸ ὕδωρ καὶ κατα‐ | |
30 | ψύχει ἢ ἐκτὸς ὂν τῇ ἁφῇ τὴν κατάψυξιν ποιεῖ. εἰ μὲν οὖν εἰσιόν, πῶς οὐ πνίγεται; εἰ δ’ οὐκ εἰσιόν, ἀλλ’ ἐκτὸς καὶ ἁπτόμενον, πάλιν οὐκ ἀνα‐ πνεῖ. φθείρονται δὲ ὑπὸ τῶν λίαν [ὑγρῶν] θερμῶν ἢ ψυχρῶν διὰ τὸ μαραίνε‐ | |
σθαι τὸ ἔμφυτον θερμὸν τῇ ὑπερβολῇ τῆς θερμότητος ἢ σβέννυσθαι τῇ | 131 | |
132 | ὑπερβολῇ τῆς ψυχρότητος. τὸ δὲ ‘ἐν γὰρ τοῖς μικρὰν ἔχουσι δύναμιν, πυκνότερον ζητεῖ ἀναπνεῖν‘ τοιοῦτον ἂν εἴη· τὰ μικρὰν ἔχοντα δύναμιν τοῦ συνίστασθαι καὶ ζῆν χωρὶς τοῦ ἀναπνεῖν πυκνότερον ζητεῖ ἀναπνεῖν. ἀδυναμία γάρ ἐστι καὶ τὸ μὴ δύνασθαι ἐπὶ πολὺ ζῆν ἀπνευστί, | |
5 | ὥσπερ πάλιν δύναμις τὸ δύνασθαι. εἰ δὴ τῶν ἀναπνεόντων φθαρτικόν ἐστι τὸ μὴ ἀναπνεῖν, εἴπερ ἀνέπνεον αἱ μυῖαι, ἐν τῷ ὕδατι οὖσαι καὶ μὴ ἀνα‐ πνέουσαι ταχὺ ἂν ἐφθείροντο· οὐ γάρ εἰσιν οὕτως ἰσχυραί, ὥστε δύνασθαι ἐπὶ πολὺ φέρειν τὴν τοῦ φθαρτικοῦ παρουσίαν, ἀλλὰ πάμπαν ἀσθενεῖς. καίτοι δὲ πολὺν μένουσαι χρόνον ἐν τῷ ὕδατι ὅμως οὐ ζῶσι διὰ τέλους· | |
10 | πληρουμένης γὰρ τῆς κοιλίας καὶ φθειρομένου τῇ πληρώσει τοῦ ἐν τῷ ὑποζώματι ὑγροῦ, τουτέστι τοῦ ἐμφύτου θερμοῦ (ὑγρὸν γάρ ἐστι τὸ ἔμφυτον θερμόν), φθείρονται. φθείρεται γὰρ καὶ ὑπὸ τοῦ ὁμοίου τὸ ὅμοιον, ὡς πολλάκις εἴρηται, ὅταν ᾖ τὸ μὲν πολύ, θάτερον δὲ ὀλίγον. ἂν δέ τις αὐτὰς εἰς τέφραν κατορύξειεν μετρίως οὖσαν θερμὴν καὶ χρονίσωσιν ἐν | |
15 | αὐτῇ, ἀνίστανται· ἀπατμισθὲν γὰρ τῇ τῆς τέφρας θερμότητι τὸ ἀλλότριον ὑγρόν, ἀνίστανται. μικρᾶς γὰρ τὰ τοιαῦτα τῶν ζῴων τυχόντα βοηθείας ἀνίστανται· καὶ γὰρ οἱ τῆς γῆς ἀθρόον σκώληκες ἐξάγονται θερμανθείσης ὑπὸ τοῦ ἡλίου. ὅτι δὲ καὶ τὰ ἔνυδρα ἄναιμα τῶν ἐνύδρων ἐναίμων πλείονα χρόνον ἐκτὸς ζῇ, σαφῶς ἐκτίθεται. | |
20 | Τὸ δὲ οὐ μὴν εἰς τέλος γε διαρκεῖ πρὸς τὸ ζῆν διὰ τὸ ὀλι‐ γόθερμα εἶναι τοιοῦτόν ἐστι· πρὸς μὲν τὸ ζῆν ἄχρι τινὸς ἐν τῷ ἀέρι ἱκανή ἐστιν ἡ ὀλιγοθερμία αὐτῶν (χορηγεῖ γὰρ αὐτοῖς δύναμίν τινα), διὰ τέλους δ’ οὐχ ἱκανή. ἀλλὰ καὶ τὸ εὑρίσκονται ὀρυττόμενοι τοι‐ οῦτον ἄν, οἶμαι, εἴη· ἄν τις ἐν τῇ γῇ καταχώσειεν ἰχθῦς ζῶντας, εἶτα | |
25 | διορύξειεν, εὕροι ἂν αὐτοὺς ζῶντας. Τὰ δ’ ἑξῆς δῆλα. ζῳοτοκοῦσι δὲ ἐν ἑαυτοῖς ἄνθρωποι, ἵπποι, θύρα‐ θεν δὲ τὰ σελάχη· καίτοι καὶ αὐτὰ ἐν ἑαυτοῖς ζῳοτοκεῖ· ἀλλ’ οὖν αὐτὰ πρότερον ἐν ἑαυτοῖς ᾠοτοκήσαντα οὕτω ζῳοτοκεῖ, καὶ ἅμα τῷ ζῳωθῆναι τὸ ᾠὸν εὐθὺς πίπτει θύραζε. καὶ ἐκεῖνα μέν, φησὶ τὰ ζῳοτοκοῦντα | |
30 | ἐν ἑαυτοῖς, ἔναιμον ἔχει τὸν πνεύμονα, τὰ δὲ ᾠοτοκοῦντα σομφόν· δι’ ἣν σομφότητα καὶ χρῆται τῇ ἀναπνοῇ μανότερον, τουτέστι βραδύτερον καὶ ὡς εἰπεῖν χαυνότερον, ἀλλ’ οὐ σφοδρότερον ὥσπερ τὰ ἄλλα. χρῶνται | |
δέ, φησί, τῇ ἀναπνοῇ καὶ αἱ χελῶναι καὶ αἱ ὕδραι, ὑπερέχοντα, τουτ‐ | 132 | |
133 | έστιν ἔχοντα τὸ στόμα ἄνωθεν τῆς τοῦ ὕδατος ἐπιφανείας, ἵνα ἀναπνῇ. τὸ δὲ καὶ τίκτειν ἐν τῷ ξηρῷ ἢ ἐν τῷ ὑγρῷ ἴσον ἐστὶ τῷ ‘καὶ ἐν τῷ ξηρῷ καὶ ἐν τῷ ὑγρῷ‘. ἃ δέ, φησίν, ἔχουσιν οἱ ἰχθύες, οὔκ εἰσι πόδες, ἀλλ’ ἔχουσιν ὁμοιότητα καὶ ἀναλογίαν ταῖς τῶν πτηνῶν πτέρυξιν. ἐπεὶ | |
5 | δ’ ὁ μὲν πνεύμων ἐστὶ διὰ τὸ δέχεσθαι τὸ πνεῦμα, ὥσπερ τὰ βράγχια διὰ τὸ τὸ ὕδωρ, οὐδὲν δὲ ἅμα ἀναπνεῖ καὶ δέχεται τὸ ὕδωρ, εἰκότως οὐδέν ἐστιν ἔχον ἅμα βράγχια καὶ πνεύμονα. τοῦτο δὲ ταὐτόν ἐστι τῷ ‘οὐδέν ἐστιν ἔχον πνεύμονα καὶ δεχόμενον ὕδωρ‘, εἰ καὶ ἐπὶ τοῦ δελφῖνος τοῦτο δοκεῖ· ἔχων γὰρ πνεύμονα δοκεῖ δέχεσθαι καὶ ὕδωρ, ὅπερ μετ’ ὀλίγον | |
10 | δειχθήσεται ψεῦδος. Τὰ δ’ ἑξῆς σαφέστατα. πρὸς δὲ τὸ μὴ κωλύεσθαι τὴν τροφὴν ὑπὸ τοῦ πνεύματος μεμηχάνηκεν ἡ φύσις καὶ τοῖς ἀναπνέουσι καὶ τοῖς δεχο‐ μένοις τὸ ὑγρὸν γίνεσθαι τὰς καταπόσεις μήτε ἐν τῇ εἰσπνοῇ μήτε ἐν τῇ ἐκπνοῇ. ἐν μὲν γὰρ τῇ εἰσπνοῇ, ἐπειδὴ αἴρεται ἀπὸ τῆς ἀρτηρίας ἡ ἐπι‐ | |
15 | γλωττίς, εἴπερ ἐγίνετο ἡ κατάποσις, εἰσήρχετο ἂν ἡ τροφὴ ἐν τῇ ἀρτηρίᾳ καὶ ἐπνίγετο τὸ ζῷον. ὁμοίως δὲ καὶ ἐν τῇ ἐκπνοῇ· καὶ γὰρ καὶ τότε ἠρμένη ἐστὶν ἡ ἐπιγλωττίς. οὔτε οὖν ἐν τῇ εἰσπνοῇ οὔτε ἐν τῇ ἐκπνοῇ γίνεται ἡ κατάποσις, ἀλλ’ ἐν τῷ μεταξύ, ὅτε κατέχομεν τὸ πνεῦμα, δι’ ἃς αὐτὸς ἐκτίθεται σαφῶς αἰτίας. δι’ ἣν δ’ αἰτίαν οὐκ ἔχουσιν οἱ ὄρνιθες | |
20 | ἐπιγλωττίδα, εἴρηται ἐν τῇ Περὶ ζῴων μορίων πραγματείᾳ· εἶπε γὰρ ἐν ἐκείνοις ὅτι διὰ τὴν τοῦ δέρματος σκληρότητα, δεῖ δὲ ἁπαλὴν εἶναι τὴν ἐπιγλωττίδα, ἵνα τάχιον κινῆται. οἱ δὲ ἰχθύες ἅμα καὶ ἐν τῷ αὐτῷ χρόνῳ τό τε ὕδωρ ἐκπέμπουσι διὰ τῶν βραγχίων καὶ τὴν τροφὴν δέχονται διὰ τοῦ στόματος. | |
25n | Ἀρτηρίαν μὲν γὰρ οὐκ ἔχουσιν, ὥστε ταύτῃ μὲν οὐδὲν | |
26n | ἂν βλάπτοιντο. | |
27 | Εἰπὼν ὅτι ἅμα τε τὸ ὑγρὸν διὰ τῶν βραγχίων πέμπουσι καὶ τὴν τρο‐ φὴν διὰ τοῦ στόματος δέχονται, τὴν αἰτίαν, δι’ ἣν ἅμα γίνεται ἥ τε τοῦ ὕδατος ἄφεσις καὶ ἡ τῆς τροφῆς εἴσοδος, διὰ τούτων τίθησιν. ἔστι δὲ τὸ | |
30 | λεγόμενον δυνάμει τοιοῦτον· εἰ γὰρ ἐδέχοντο τὴν τροφὴν μετὰ τοῦ ὕδατος, ἐπνίγοντο ἄν. καὶ ἐπεὶ ἀρτηρίαν οὐκ ἔχουσι, τὴν ἀπὸ τῆς ἀρτηρίας βλά‐ βην, ἥτις γίνεται ἐμπιπτούσης εἰς αὐτὴν τῆς τροφῆς, ἐκφεύγουσι. τὴν δὲ γενομένην ἂν ἀπὸ τῆς κοιλίας, εἰσελθόντος ἐν αὐτῇ τοῦ ὕδατος, οὐκ ἂν ἐξέφυγον· εἰσήρχετο δ’ ἂν ἐν ταύτῃ τὸ ὕδωρ, εἰ μὴ ἠφίετο ἐν τῇ κατα‐ | |
35 | πόσει ἔξω διὰ τῶν βραγχίων. τοὺς δὲ ὀδόντας ἔχουσιν ὀξεῖς, ὅπως | 133 |
134 | κατακερματίζωσι ταχέως τὴν τροφήν. περὶ οὗ ἐπὶ πλέον εἴρηται ἐν τοῖς Περὶ ζῴων μορίων. | |
3n | Περὶ δὲ τὰ κητώδη τῶν ἐνύδρων ἀπορήσειεν ἄν τις. | |
4 | Εἰπὼν ὅτι οὐδέν ἐστι ζῷον ἔχον ἅμα πνεύμονα καὶ βράγχια, ὅπερ | |
5 | ταὐτὸν εἶναι ἐλέγομεν τῷ ἔχειν πνεύμονα καὶ δέχεσθαι τὸ ὑγρόν, ἐπειδὴ ἐπί τινων δοκεῖ γίνεσθαι, οὐκ ἀληθῶς δὲ δοκεῖ, ἐπάγει· ἀπορήσειεν ἄν τις καὶ τίθησι σαφῶς τὴν ἀπορίαν. τὸ δὲ ἔχει γὰρ κἀκεῖ κατὰ λόγον ἴσον ἐστὶ τῷ ‘εἰ δειχθείη, ὅτι τὸ ὕδωρ οὐ δέχονται διὰ κατάψυξιν, ἀλλὰ δι’ ἄλλο τι, κατὰ λόγον ἂν ἔχοι καὶ ἐπὶ τούτων τὸ γινόμενον‘. ἐν δὲ τῇ | |
10 | λέξει τὸ αἴτιον δὲ τούτου τὸ νῦν εἰρημένον ἀντὶ τοῦ ‘τὸ νῦν ῥηθησό‐ μενον‘. ὁμοίως δὲ καὶ τὸ ὑπερέχοντα καὶ νῦν ταὐτόν ἐστι τῷ ἄνωθεν τῆς τοῦ ὕδατος ἐπιφανείας τὸ στόμα ἔχοντα. λέγει δὲ καὶ ὅτι, ἂν ὦσι τὰ δίκτυα ἐν τῷ τῆς θαλάττης βυθῷ καὶ ληφθῇ ἐν αὐτοῖς δελφὶς ἢ ἄλλο τι τῶν ἀναπνεόντων, πνίγεται. διὰ τί; ὅτι οὔκ ἐστιν ἐκεῖ ἀήρ, ἵνα ἀναπνέωσιν. | |
15 | εἰπὼν δὲ ὅτι οὐ καταψύξεως ἕνεκα δέχονται τὸ ὑγρόν, τοῦ ὅλως τέως δέχε‐ σθαι τὴν αἰτίαν ἐπάγει λέγων· ἐπειδὴ γὰρ τρέφονται ἐν τῷ ὑγρῷ ἀναγ‐ καῖον ἐν τῇ τροφῇ εἰσέρχεσθαι ὕδωρ, ἀλλ’ οὐ χάριν καταψύξεως. διὸ καὶ ἔχουσι τὸν καλούμενον αὐλόν, καὶ διὰ μὲν τοῦ αὐλοῦ ἐξέρχεται ἐκτὸς τὸ ὕδωρ, ὥσπερ διὰ τῶν βραγχίων τοῖς ἔχουσι βράγχια, διὰ δὲ τοῦ πρὸς | |
20 | τὴν κοιλίαν πόρου ἀπέρχεται ἡ τροφὴ πρὸς αὐτήν. ἀνασπᾷ οὖν, του‐ τέστιν ἕλκει καὶ ἐξάγει, τὸ ὕδωρ διὰ τοῦ αὐλοῦ, ὥσπερ οἱ ἰχθύες κατὰ τὰ βράγχια, τουτέστι διὰ τῶν βραγχίων. σημεῖον δέ, φησί, τοῦ μὴ χάριν καταψύξεως δέχεσθαι τὸ ὕδωρ καὶ ἡ θέσις τοῦ αὐλοῦ, δι’ οὗ ἀνασπῶσι τὸ ὕδωρ· οὐ γὰρ τείνει καὶ περαίνει πρός τι τῶν σπλάγχνων (τὰ γὰρ σπλάγ‐ | |
25 | χνα εἶπεν ἔναιμα), οἷον πρὸς τὸν πνεύμονα ἢ τὴν καρδίαν. ἐπειδὴ γὰρ χάριν τούτων γίνεται ἡ κατάψυξις, ἔδει, εἴπερ τὸ ὕδωρ διὰ κατάψυξιν ἐδέχοντο, τὸν αὐλὸν τὸν τὸ ὕδωρ ἀνασπῶντα περαίνειν πρὸς τὸν πνεύμονα ἢ τὴν καρδίαν. οὐ περαίνει δέ, ἀλλὰ τὴν θέσιν ἔχει πρὸ τοῦ ἐγκε‐ φάλου· ἔμπροσθεν γὰρ αὐτοῦ κεῖται. πῶς δὲ κεῖται, εἴρηται ἐν ταῖς Περὶ | |
30 | ζῴων ἱστορίαις, καὶ ἐν τῇ Περὶ ζῴων μορίων. ὁμοίως δὲ τούτοις καὶ διὰ ταύτην τὴν αἰτίαν καὶ τὰ μαλάκια δέχονται τὸ ὑγρὸν ἐν τῷ αὐλῷ, ἀλλ’ οὐ χάριν καταψύξεως. δι’ οὗ αὐλοῦ ἐκπέμπουσι καὶ αὐτὰ τὸ ὕδωρ ἔξω. | |
ἀφιᾶσι δὲ τὸ ὕδωρ καὶ οἱ κάραβοι διὰ τῶν ἐπιπυγμάτων, ὥσπερ πόρων | 134 | |
135 | τῶν τοιούτων ὄντων ἐπιπυγμάτων καὶ τελευτώντων παρὰ τὰ δασέα, τὰ ἐοικότα πτεροῖς. πῶς δὲ ἔχουσι θέσεως, θεωρείσθω ἐκ τῶν ἀνατομῶν καὶ τῶν Περὶ τὰ ζῷα ἱστοριῶν. αἱ δὲ σηπίαι ἀφιᾶσι τὸ ὕδωρ διὰ τοῦ κοίλου τοῦ ὄντος ἄνωθεν τῆς καλουμένης κεφαλῆς. | |
5n | Περὶ μὲν οὖν τοῦ δέχεσθαι τὸ ὑγρόν, εἴρηται ὅτι συμ‐ | |
6n | βαίνει διὰ κατάψυξιν. | |
7 | Ἀσαφῶς ἐπῆκται διὰ βραχυλογίαν, εἴη δ’ ἂν τὸ λεγόμενον τοιοῦτον· περὶ μὲν οὖν τοῦ δέχεσθαι τὸ ὑγρόν, εἴρηται ὅτι τινὰ μὲν δέχονται διὰ κατάψυξιν, τινὰ δὲ οἷον δελφῖνες, σηπίαι, τὰ ὅμοια οὐ διὰ κατάψυξιν, ἀλλὰ | |
10 | διὰ τὸ τὴν τροφὴν δέχεσθαι ἐν ὑγρῷ ἀνάγκη συνεισέρχεσθαι αὐτῇ ὑγρόν. | |
11n | Διὰ τί δὲ τοῦτο τὸ μόριον ἔχουσιν ἔνια, καὶ διὰ τί τὰ | |
12n | ἔχοντα δεῖται τῆς ἀναπνοῆς; | |
13 | Ἐντεῦθεν ἡ αἰτία παραδίδοται, δι’ ἣν ἔχουσι πνεύμονα τὰ ἔχοντα, καί φησιν, ὅτι τὰ τιμιώτερα τῶν ζῴων πλείονος τετύχηκε θερμό‐ | |
15 | τητος, τὰ δὲ πλείονος τετυχηκότα θερμότητος πλείονος δεῖται καταψύξεως, τὰ δὲ πλείονος δεόμενα καταψύξεως δεῖ διά τινος ὀργάνου εἰσάγειν ἐντὸς τὸ δυνάμενον καταψύχειν. πῶς δ’ ἕλκει ὁ πνεύμων ἐντὸς πνεῦμα, καὶ πῶς διὰ τῶν βραγχίων γίνεται ἡ κατάψυξις, ἐρεῖ πρὸς τῷ τέλει τοῦ βιβλίου. ἐρεῖ δὲ καὶ διὰ τί οὐ τὸ ὕδωρ τὰ ἔχοντα πνεύμονα σπῶσι μᾶλλον πρὸς | |
20 | κατάψυξιν, ἀλλὰ τὸν ἀέρα. ἐπεὶ δ’ ἐν τῷ περὶ τὴν καρδίαν θερμῷ ἐμπε‐ πύρευται ἡ ψυχὴ καὶ εἶδος αὐτῆς ἐστιν, ἀναγκαῖον, ὅσῳ ἂν εἴη τινὰ τινῶν τιμιώτερα, τοσούτῳ καὶ θερμότερα εἶναι. εἰ χρὴ γὰρ τὸ ἀληθὲς εἰπεῖν, ἡ ψυχὴ τὸ τοιόνδε ἐκ τῆς τοιᾶσδε τῶν κεκραμένων ἀποτελούμενον ἐν αὐτῇ εἶδος. εἴρηται δὲ περὶ αὐτῶν πολλὰ καὶ κάλλιστα Ἀλεξάνδρῳ τῷ Ἀφρο‐ | |
25 | δισιεῖ ἐν τῷ Περὶ ψυχῆς αὐτοῦ βιβλίῳ, οὗ ἡ ἀρχὴ ἔχει οὕτως· “ἡ μὲν πρόθεσις ἡμῖν περὶ ψυχῆς εἰπεῖν τῆς ἐν γενέσει τε καὶ φθορᾷ σώματος, τίς τέ ἐστι αὐτῆς ἡ οὐσία, καὶ τίνες αἱ δυνάμεις καὶ πόσαι, καὶ τίς αὐτῶν ἡ πρὸς ἀλλήλας διαφορά”. καὶ ὁ πολυμαθέστατος Γαληνὸς ἐν τῷ βιβλι‐ δαρίῳ, ἐν ᾧ δείκνυσιν ὅτι ἕπονται ταῖς τοῦ σώματος κράσεσιν αἱ τῆς ψυχῆς | |
30 | δυνάμεις, τὰ αὐτὰ τούτῳ διατάττεται. εἰσὶν οὖν τὰ τιμιώτερα καὶ θερ‐ | |
μότερα, ὡς ἐπὶ τὸ πολὺ βλέψαντας εἰπεῖν, πάντων τῶν ἀτιμοτέρων. εἰ δέ | 135 | |
136 | τινα ζῷα θερμότερα εὐηθέστερά εἰσιν ἐνίων ἧττον ὄντων θερμῶν, εἰδέναι δεῖ ὅτι τῆς φρονήσεως αἴτιον οὔκ ἐστιν ἁπλῶς τὸ θερμὸν ἢ ψυχρόν, ἀλλὰ τὸ θερμὸν μετὰ τοῦ καθαροῦ. ὥστε ἐν τῇ λέξει τῇ ‘ὅσῳ τιμιώτερα, τοσούτῳ θερμότερα‘ προσυπακούειν δεῖ τοῦ ‘καὶ καθαρώτερα‘, ἵν’ ᾖ ἀντιστρέφων ὁ | |
5 | λόγος οὕτως· ὅσῳ τιμιώτερα, τοσούτῳ θερμότερον καὶ καθαρώτερον ἔχουσι τὸ αἷμα, καὶ ὅσῳ θερμότερον καὶ καθαρώτερον ἔχουσι τὸ αἷμα, τοσούτῳ εἰσὶ τιμιώτερα. ὅτι δὲ οὐ τὸ θερμὸν ἁπλῶς ἐστιν αἴτιον τοῦ εἶναι φρονι‐ μώτερα καὶ τιμιώτερα, ἄκουσον τί φησιν ἐν τῇ Περὶ ζῴων μορίων πρα‐ γματείᾳ· “πολλῶν δ’ ἐστὶν αἰτία ἡ τοῦ αἵματος φύσις καὶ κατὰ τὸ ἦθος | |
10 | τοῦ ζῴου καὶ κατὰ τὴν αἴσθησιν εὐλόγως· ὕλη γάρ ἐστι παντὸς τοῦ σώματος· ἡ γὰρ τροφὴ ὕλη, τὸ δ’ αἷμα ἡ ἐσχάτη τροφή. πολλὴν οὖν ποιεῖ δια‐ φορὰν θερμὸν ὂν καὶ ψυχρὸν καὶ λεπτὸν καὶ παχὺ καὶ θολερὸν καὶ καθα‐ ρόν”. εἶτα ἐπάγει· “συμβαίνει δ’ ἔνια καὶ γλαφυρωτέραν ἔχειν τὴν διά‐ νοιαν τῶν τοιούτων”, δηλονότι τῶν ἐχόντων γεῶδες καὶ θερμὸν τὸ αἷμα, | |
15 | “οὐ διὰ τὴν ψυχρότητα τοῦ αἵματος, ἀλλὰ διὰ τὴν λεπτότητα μᾶλλον καὶ διὰ τὸ καθαρὸν εἶναι· τὸ γὰρ γεῶδες οὐδέτερον ἔχει τούτων· εὐκινη‐ τοτέραν γὰρ ἔχουσι τὴν αἴσθησιν τὰ λεπτοτέραν ἔχοντα τὴν ὑγρότητα”. Εἶτα περὶ ἀνθρώπου λέγων φησί· πάντων δὲ φρονιμώτατον ὁ ἄνθρωπος διὰ τὸ λεπτότατον καὶ καθαρώτατον καὶ θερμότατον ἔχειν τὸ περὶ τὴν καρ‐ | |
20 | δίαν αἷμα. ὥστε δηλονότι τὰ ἔχοντα τὸ αἷμα θερμότατον καὶ καθαρώτατον καὶ δηλονότι λεπτότατον (τὸ γὰρ καθαρὸν λεπτὸν καὶ τὸ λεπτὸν καθαρὸν) φρονιμώτερα καὶ τιμιώτερα ἔσται τῶν ἐχόντων θερμὸν καὶ παχύ, καὶ ταῦτα πάλιν τῶν ἐχόντων ψυχρὸν καὶ παχύ. εἰσὶν οὖν τὰ τιμιώτερα τῶν ζῴων θερμότερα καὶ καθαρώτερα καὶ μείζονα ἁπλῶς πάντων τῶν ἀτιμοτέρων, | |
25 | πρὸς ἑαυτὰ δὲ ἄλλα ἄλλων μείζονα καὶ ἐλάττονα. τὰ δ’ ἔχοντα μάλιστα ἔναιμον τὸν πνεύμονα μείζονά εἰσιν, ὡς ἐπὶ τὸ πολὺ βλέψαντας εἰπεῖν, τῶν μὴ ἐχόντων τοιοῦτον. καὶ ταῦτα μὲν ταύτῃ διωρίσθω, τὸ δὲ τιμιώτερα γὰρ ταῦτα τῆς φύσεως τῆς τῶν ζῴων οὐδεμίαν, ὡς οἶμαι, ἔχει ἀκολουθίαν πρὸς τὰ εἰρημένα, ἀλλ’ ἔοικε γραφικὸν εἶναι σφάλμα. ἐν δὲ | |
30 | τῇ λέξει τῇ διὰ τὸ τοιοῦτον ἔχειν τοῦτο τὸ μόριον τοῦτο τὸ μόριον | 136 |
137 | τὸν πνεύμονά φησιν. ἔχων γὰρ ὁ ἄνθρωπος τὸν περὶ τὴν καρδίαν καὶ τὸν πνεύμονα τόπον θερμότατον καὶ ἐναιμότατον, ἀνάγκη ἐστὶν αὐτὸν ὀρθὸν εἶναι· ἡ γὰρ τοῦ θερμοῦ δύναμις ἐνισχύουσα ποιεῖ τὴν αὔξησιν ἀπὸ τοῦ μέσου κατὰ τὴν αὐτῆς φοράν. φέρεται δὲ ἄνω· ὥστε τὸν πνεύμονα τῆς | |
5 | οὐσίας καὶ τοῦ εἶναι καὶ ὕπαρξιν ἔχειν αἴτιον θετέον καὶ τῷ ἀνθρώπῳ καὶ τοῖς ἄλλοις τοῖς ἀναπνέουσιν, καθάπερ ὁτιοῦν ἄλλο μόριον τῶν ἀναγκαιοτά‐ των· τούτου γὰρ δεῖ προσυπακούειν. ὡς γὰρ ἄνευ ἥπατος ἢ κεφαλῆς ἢ ἄλλου τινὸς τῶν τοιούτων οὐ δύναται εἶναι, οὕτως οὐδ’ ἄνευ πνεύμονος τὰ ἀναπνέοντα· τῇ γὰρ τούτου φθορᾷ ἕπεται θάνατος, ὡς ἐρεῖ προϊών. | |
10 | ταῦτα εἰπὼν ἐπάγει· ἔχει μὲν οὖν τὸν πνεύμονα διὰ τὸ πλείστης τετυχη‐ κέναι θερμότητος· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἔχει μὲν οὖν ἕνεκα τούτου. | |
13n | Τὴν δ’ ἐξ ἀνάγκης καὶ τῆς κινήσεως αἰτίαν καὶ τὰ | |
14n | τοιαῦτα νομίζειν ζῷα. | |
15 | Λείποι ἂν οἶμαι τῇ λέξει τὸ δεῖ. οὕτως γὰρ ἂν καταλληλότερον ἦν, εἴπερ εἶχε ‘καὶ τὰ τοιαῦτα δεῖ νομίζειν ζῷα‘. τὸ δ’ ἐξ ἀνάγκης καὶ τῆς κινήσεως νῦν τεκμαίρομαι ἐκ παραλλήλου κεῖσθαι· ἔθος δὲ αὐτῷ ἐξ ἀνάγκης αἰτίαν λέγειν τὴν ὕλην. τοιαῦτα δὲ ζῷα αὐτά φησι τὰ ζῷα, μὴ τοιαῦτα δὲ ὁμοίως αὐτὰ τὰ μὴ ζῷα. ἔσται δὲ σαφῆ τὰ λεγόμενα, | |
20 | εἴπερ ἀναμνησθῶμέν τι τῶν ἐν τῷ πρώτῳ τῆς Περὶ οὐρανοῦ εἰρημένων· ἀναμιμνῃσκόμεθα οὖν λέγειν αὐτὸν ἐκεῖ, ὅτι τὰ σύνθετα κινεῖται κατὰ τὸ ἐπικρατοῦν. ὥστε ὅταν λέγωμεν ἢ τὰ φυτὰ ἐκ γῆς ἢ τοὺς ἰχθῦς ἐξ ὕδατος, οὐ τοῦτο λέγομεν, ὅτι ἐκ μόνης τῆς γῆς ἢ μόνου τοῦ ὕδατος συνεστήκασιν (ἔστι γὰρ ἐν ἑκάστῳ αὐτῶν καὶ τὰ λοιπά, πῦρ, ἀήρ), ἀλλ’ ὅτι ἐν μὲν | |
25 | τοῖς φυτοῖς πλεονάζει τὸ γεῶδες, ἐν δὲ τοῖς ἰχθύσι τὸ ὑδατῶδες· διὰ τοῦτο φαμὲν τὰ μὲν ἐκ γῆς, τὰ δὲ ἐξ ὕδατος· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. τούτων κειμένων τὸ λεγόμενόν ἐστιν, ὅτι οὕτω νομιστέον συνεστάναι κατὰ τὴν ὕλην καὶ τὰ ζῷα, ὥσπερ καὶ τὰ μὴ ζῷα. ὡς γὰρ ἐν τοῖς μὴ ζῴοις, τοῖς φυτοῖς, ἐπικρατεῖ τὸ γεῶδες, οὕτως ἐν τοῖς ἰχθύσι τὸ ὑγρόν, καὶ ἐν | |
30 | πτηνοῖς τὸ πῦρ, καὶ ἐν ἄλλοις ἄλλο. προσδιώρικε δὲ ταῦτα, ἵν’ ἀκολούθως τοῖς λεχθεῖσι τὴν Ἐμπεδόκλειον δόξαν ἱστορήσῃ τε καὶ ἐλέγξῃ. τὸ δὲ | |
ἕκαστα δ’ ἐν τοῖς οἰκείοις τόποις ἔχει τὴν τάξιν αὐτῶν ἴσον ἐστὶ | 137 | |
138 | τῷ ‘ἕκαστον ἐν ᾧ τόπῳ γέγονεν, ἐν ἐκείνῳ τέτακται καὶ ἔστιν‘, ἀλλ’ οὐκ ἐν ἄλλῳ μὲν γέγονεν, ἐν ἄλλῳ δὲ ἔστι, ὡς Ἐμπεδοκλῆς ᾤετο. καὶ τίθησι λίαν ἐπιδήλως τὴν Ἐμπεδόκλειον δόξαν. τὸ δὲ ὅπως, ἐπειδὴ τοῦ ψυχροῦ καὶ τοῦ ὑγροῦ ἐλλείπει ταὐτόν ἐστι τῷ ὅπως, ἐπειδὴ στερί‐ | |
5 | σκεται τὰ ζῷα ὑγροῦ καὶ θερμοῦ‘. ἐν δὲ τῇ λέξει τῇ θερμὸν γὰρ εἶναι τὸ ὑγρὸν ἧττον τοῦ ἀέρος ὑγρὸν τὸ ὕδωρ λέγει. ἔστι δὲ τὸ λεγόμενον, ὅτι ψυχρότερόν ἐστι τὸ ὕδωρ τοῦ ἀέρος (μόνον γὰρ τὸν αἰθέρα θερμὸν Ἐμπεδοκλῆς ἐνόμιζε, τὰ δ’ ἄλλα ψυχρά, ὡς πολλάκις εἴρηται), ἄλλο δὲ ἄλλου ψυχρότερον. θεὶς δὲ τὴν δόξαν εὐθὺς ἀπαντᾷ λέγων, ὅτι οἱ ἰχθύες | |
10 | πρὸς τῷ εἶναι ὑγροὶ καὶ ἄποδές εἰσι. πῶς οὖν γεγονότες ἐν τῷ ξηρῷ, ἤτοι τῇ γῇ, ἀπῆλθον εἰς τὸ ὕδωρ πόδας μὴ ἔχοντες; οὐ γὰρ δὴ ἕρποντες· οὐ γάρ εἰσιν ἑρπυστικοί. σαφῆ δὲ τὰ ἑξῆς. ποῖα δὲ λέγεται θερμὰ καὶ θερμότερα, εἴρηται ἐν τῷ δευτέρῳ τῶν Περὶ ζῴων μορίων, εἰς ὃ νῦν ἀνα‐ πέμπει ἡμᾶς. | |
15n | Περὶ δὲ ἧς αἰτίας εἴρηκεν Ἐμπεδοκλῆς, τῇ μὲν ἔχει | |
16n | τὸ ζητούμενον λόγον, οὐ μὴν ὅ γέ φησιν ἐκεῖνος ἀληθές. | |
17 | Εἰπὼν ὁ Ἐμπεδοκλῆς ὅτι τὴν ὑπερβολὴν τοῦ θερμοῦ καὶ ξηροῦ φεύ‐ γοντες οἱ ἰχθύες εἰσῆλθον εἰς τὸ ὑγρόν, ἵνα ἀνισάζηται τὰ ἐναντία, λέγων ἐναντία τὸ ψυχρὸν καὶ θερμόν, ἐπάγει· τὸ μὲν οὖν ζητεῖν τὰ ἐναντία ἐν | |
20 | ταῖς ὑπερβολαῖς ἔχει λόγον, οὐ μὴν ὡς ἐκεῖνος λέγει· ἀλλ’ ὅταν μὲν ἡ ὑπερ‐ βολὴ κατὰ τὴν τῶν σωμάτων γένηται συμμετρίαν (τὴν γὰρ συμμετρίαν εἴρηκεν ἕξιν), τότε ζητητέον τοὺς ἐναντίους τόπους καὶ ὥρας, ὅπερ ποιοῦμεν ἐν ταῖς νόσοις· ὅταν δ’ ἡ ὑπερβολὴ αὐτῆς τῆς φύσεως καὶ τῆς ὕλης, ἐξ ἧς γέγονεν, ἐστίν, οὐ ζητητέον. φθείρει γὰρ τὸ ἐναντίον, ἀλλ’ οὐ σῴζει. | |
25 | εἰ μὲν γὰρ ἡ ὑπερβολὴ γένηται κατὰ τὴν τῶν σωμάτων συμμετρίαν, ἣν ἐκ τῆς τοιᾶσδε τῶν στοιχείων κράσεως ἔχομέν τε καὶ ὑγιαίνομεν καὶ ἐσμέν, ἕως ἂν τὴν τοιαύτην συμμετρίαν ἔχωμεν, ζητητέον τὴν ἐναντίαν ὥραν καὶ τὸν τόπον· εἰ δὲ ἡ ὑπερβολὴ τῆς ὕλης κατὰ τὴν ἐξ ἀρχῆς τοῦ ζῴου σύστασίν ἐστιν, οὐ ζητητέον. τοῦτο γάρ ἐστιν ἡ φύσις αὐτοῦ, καὶ ἐν τούτῳ οὐσίωται, | |
30 | ἐν τῷ ἔχειν ὑπερβολὴν ἑνὸς τῶν τριῶν στοιχείων, ὥστε φθαρήσεται ὑπὸ τοῦ ἐναντίου. οὐ δεῖ οὖν ζητεῖν τὸν ἐναντίον τόπον, ἀλλὰ μενετέον ἐν τῷ τῆς ὕλης τόπῳ, ἀφ’ ἧς τὴν ὑπερβολὴν ἔχει. σῴζει γὰρ ἕκαστον τῶν στοι‐ | |
χείων ὁ οἰκεῖος τόπος· ἕκαστον γὰρ τούτων μᾶλλον εἰδοποιεῖται καὶ 〈τὸ〉 | 138 | |
139 | τόδε τι εἶναι ἀπολαμβάνει, ὅταν εἰς τὸν οἰκεῖον τόπον γένηται. περὶ οὗ πολλάκις εἴρηται ἔν τε τῷ θῆτα τῆς Φυσικῆς ἀκροάσεως καὶ ἐν ἄλλοις πλείοσιν. ἀλλ’ εἰ μὲν ταὐτὸν ἦσαν ἥ τε ὕλη καὶ ἡ ἐκ ταύτης ἀποτελου‐ μένη ἕξις καὶ διάθεσις, εἶχεν ἂν ἡ Ἐμπεδόκλειος δόξα τὸ εὔλογον· οὐκ | |
5 | εἰσὶ δὲ ταὐτόν. αὐτὸς δὲ καὶ λίαν σαφῶς διὰ χαριεστάτων καὶ γλαφυρω‐ τάτων ὑποδειγμάτων τὸν λόγον ἐλέγχει· ὁ γὰρ κηρὸς ὑγρὸς ὢν καὶ ψυχρὸς (τῷ γὰρ ψυχρῷ ἐπάγη), εἴπερ ἦν ὕλη ζῴου, οὐκ ἂν ἡ φύσις τὸ ἐκ κηροῦ ζῷον ἐν θερμῷ θεῖσα διέσωσεν· ἐφθάρη γὰρ ἂν τὸ μὲν ὑγρὸν τῇ τοῦ πυρὸς ξηρότητι, τὸ δὲ ψυχρὸν τῇ θερμότητι; ὅτι δὲ ὑλικὰ μὲν καὶ παθη‐ | |
10 | τικὰ τὸ ὑγρὸν καὶ ξηρόν, εἰδικὰ δὲ καὶ ποιητικὰ τὸ θερμὸν καὶ ψυχρόν, καὶ μᾶλλον τὸ θερμόν, εἴρηται ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς. | |
12n | Διὰ τοῦτο τὰ δένδρα οὐκ ἐν ὕδατι φύεται, ἀλλ’ ἐν γῇ. | |
13 | Τουτέστι διὰ τὸ εὔλογον εἶναι ἕκαστον ἐν τῷ τόπῳ εἶναι τῆς ὕλης, ἀφ’ ἧς ἐγένετο, διὰ τοῦτο καὶ τὰ δένδρα ἐν τῇ γῇ εἰσιν, ἀφ’ ἧς ἐγένετο, | |
15 | καὶ οὐκ ἐν ὕδατι. καίτοι ἔδει κατὰ τὸν Ἐμπεδοκλέους λόγον καὶ τὰ δένδρα ἐν τῷ ὕδατι νήχεσθαι· εἰ γὰρ οἱ ἰχθύες διὰ τὸ εἶναι θερμοὶ ἐν ὕδατί εἰσι ψυχρῷ ὄντι, ἔδει καὶ τὰ φυτὰ ξηρὰ ὄντα (ἐκ γὰρ γῆς εἰσιν, ἣ μᾶλλον τῷ ξηρῷ εἰδοποιεῖται) ἐν τῷ ὕδατι εἶναι ὑγρῷ ὄντι. τὸ δὲ διὰ τὸ εἶναι αὐτὰ ὑπέρξηρα, ὥσπερ τὰ ὑπέρπυρά φησιν ἐκεῖνος μετὰ σκωπτικῆς | |
20 | ἐπῆκται τῆς χάριτος, ὡς εἰ ἔλεγε· τί κωλύει τὰ δένδρα λέγειν ὑπέρξηρα, Ἐμπεδοκλέους εἰρηκότος τοὺς ἰχθῦς ὑπερπύρους. καὶ ἦλθεν ἄν, φησί, τὰ δένδρα ἐν τῷ ὕδατι, οὐχ ὅτι ἐστὶ ψυχρόν, ἀλλ’ ὅτι ὑγρόν· τοῦτο γὰρ δηλοῖ τὸ οὐ γὰρ διότι ψυχρὸν ἦλθεν εἰς αὐτό, ἀλλ’ ὅτι ὑγρόν. Τὰ δ’ ἐφεξῆς σαφῆ. τὸ δὲ τοῦτο μὲν δεῖ ζητεῖν ἐν τοῖς οἰκείοις | |
25 | τόποις ἑκάστης ὕλης κατὰ τὰς μεταβολὰς τῆς κοινῆς ὥρας τοιοῦτόν ἐστιν· ὅταν ἐν τῇ τῶν ὡρῶν μεταβολῇ συμμεταβάλῃ καὶ ἡ τῶν σωμάτων ἡμῶν ἕξις καὶ συμμετρία, δεῖ ζητεῖν καὶ λέγειν ὅτι τὰς ἕξεις ἐνδέχεται τοῖς τόποις ἐναντίας εἶναι· δι’ ὃ μεταβατέον εἰς ἕτερον τόπον. φέρεται καὶ ἄλλη γραφὴ καλλίων, ὡς οἶμαι, ἔχουσα οὕτως· τοῦτο μὲν οὐ δεῖ | |
30 | ζητεῖν, καὶ εἴη ἂν τὸ λεγόμενον· ὅταν γένηται τῆς ἕξεως μεταβολὴ ἐν τῇ τῶν ὡρῶν μεταβολῇ, οὐ δεῖ ἐν τῷ οἰκείῳ τόπῳ τῆς ὕλης τοῦτο ζητεῖν, | |
τουτέστιν τὴν συμμετρίαν (ἢ γὰρ ἂν οὐδ’ ὅλως ἤλθομεν εἰς συμμετρίαν | 139 | |
140 | ἢ οὐ ῥᾷστα), ἀλλὰ δεῖ μεταβαίνειν ἐν τοῖς ἐναντίοις τόποις. ἐνδέχεται γὰρ τὰς ἕξεις ἐναντίας εἶναι τῷ τῆς ὕλης τόπῳ, καὶ τοῦτον ἐκείναις· δι’ ὃ μεταβαίνειν ἐκεῖθεν χρή. καὶ λοιπὸν συμπεραίνει τὰ εἰρημένα. εἴρηκε δὲ καί, διὰ τί ἔχουσι τὰ ἔχοντα πνεύμονα· εἶπε γὰρ ὅτι διὰ τὸ ἔχειν πολλὴν | |
5 | θερμότητα καὶ δεῖσθαι διὰ τοῦτο πλείονος τῆς καταψύξεως. | |
6n | Ὅτι μὲν οὖν οὐ διὰ θερμότητα τῆς φύσεως. | |
7 | Δοκεῖ μοι ἐν τῇ λέξει ἐλλείπειν τὸ ‘καὶ ψυχρότητα‘, ὡς εἶναι τὸ πᾶν τοιοῦτον· ὅτι μὲν οὖν οὐ διὰ θερμότητα καὶ ψυχρότητα τῆς φύσεως τὰ μέν ἐστιν ἔνυδρα, τὰ δὲ πεζά· ἔλεγε γὰρ Ἐμπεδοκλῆς τοὺς μὲν ἰχθύας ἐλθεῖν | |
10 | ἐν τῷ ὕδατι διὰ θερμότητα, τὰ δὲ πεζὰ ἐν τῇ γῇ διὰ ψυχρότητα. | |
11n | Διὰ τί δὲ τὰ ἔχοντα δέχεται τὸν ἀέρα καὶ ἀναπνέουσι, | |
12n | καὶ μάλιστ’ αὐτῶν ὅσα ἔχουσιν ἔναιμον; | |
13 | Τοῦ μὲν ἀναπνεῖν τὰ ἔχοντα πνεύμονα ὡς μὲν ὑλικὸν αἴτιον αἰτία ἐστὶν ἡ τοῦ πνεύμονος σομφότης καὶ μαλακότης (εἰ γὰρ ἦν ναστὸς καὶ | |
15 | στερεός, διὰ μὲν τὴν ναστότητα καὶ σκληρότητα οὐκ ἂν ἐδύνατο ἐκτείνεσθαι καὶ συστέλλεσθαι), ὡς μὲν οὖν ὑλικὸν αἴτιον ταῦτα, ὡς δὲ ποιητικὸν ἡ θερμότης ἡ ἐν αὐτῷ· αὕτη γὰρ αὐτὸν ἐκτείνει καὶ συστέλλει· πῶς δέ, ἐρεῖ ἐπὶ τέλει τοῦ βιβλίου. ἕνεκα δὲ σωτηρίας γίνεται ἡ ἀναπνοὴ τοῦ συμφύτου πνεύματος. ἔστι δὲ ἐναιμότατος ὁ πνεύμων τῶν ἄλλων σπλάγχνων· τοῦτο | |
20 | δὲ δῆλον ἐκ τῆς αἰσθήσεως. | |
21n | Διὰ τὸ μικρὰν εἶναι τὴν ῥοπὴν τοῦ ψυχικοῦ πυρός. | |
22 | Τὸ λεγόμενόν ἐστιν, ὅτι ἡ ῥοπὴ τοῦ ψυχικοῦ πυρὸς πρὸς τὸ ἀνά‐ πτεσθαι μικρά ἐστι, τουτέστι ταχεῖα καὶ ἐπιτήδειος. τὸ γὰρ μικρᾶς δεό‐ μενον ῥοπῆς πρὸς τὸ γενέσθαι τόδε τι σχεδὸν ἐκεῖνό ἐστιν, ὃ δύναται γενέ‐ | |
25 | σθαι· ὁ γὰρ ξηρότατος χόρτος μικρᾶς ὢν ῥοπῆς πρὸς τὸ γενέσθαι πῦρ σχεδὸν πῦρ ἐστιν. ὥστε καὶ τὰ ἔχοντα ἔναιμον τὸν πνεύμονα ταχείας δεῖται τῆς καταψύξεως διὰ τὸ μικρὰν εἶναι τὴν ῥοπὴν τοῦ ψυχικοῦ πυρός, ἤτοι τοῦ ἐμφύτου θερμοῦ, πρὸς τὸ ἀνάπτεσθαι διὰ τὴν τοῦ πνεύμονος θερμότητα. δεῖται οὖν ταχείας τῆς καταψύξεως. καὶ προσέτι δεῖ τὸ μέλλον | |
30 | καταψύξαι εἴσω τε εἰσέρχεσθαι καὶ χωρεῖν διὰ παντός. εἰ μὲν οὖν ἦν ὁ πνεύμων ψυχρός, ἤρκει ἁψάμενον τὸ καταψύξον τοῦ πνεύμονος ποιῆσαι τὴν κατάψυξιν· ἐπεὶ δὲ θερμὸς καὶ πλήρης αἵματος, δεῖ εἴσω δι’ ὅλου τοῦ πνεύμονος χωρεῖν. ταῦτα δ’ ἀμφότερα, τουτέστι τό τε εἰσέρχεσθαι ταχέως | |
καὶ τὸ δύνασθαι διὰ παντὸς χωρεῖν, δύναται ὁ ἀὴρ ποιεῖν, ταχέως μὲν | 140 | |
141 | εἰσέρχεσθαι, ὅτι εὐκίνητός ἐστι, δι’ ὅλου δέ, ὅτι λεπτότατος. τὸ δ’ ὕδωρ παχὺ ὂν καὶ δυσκίνητον οὐ ταχέως δύναται εἰσέρχεσθαι οὔτε διὰ παντὸς χωρεῖν. ἀρχὴν δὲ θερμότητος τῆς ἐν καρδίᾳ τὴν ψυχὴν λέγουσιν, αὐτὴν τὴν τῆς ψυχῆς κρᾶσιν· αὕτη γὰρ ὡς εἶδος ἐν τῇ καρδίᾳ οὖσα ἀρχή ἐστι | |
5 | καὶ τῆς ἐν αὐτῇ θερμότητος. ἀναπνέουσι δὴ μάλιστα τὰ ἔχοντα ἔναιμον τὸν πνεύμονα τῶν μὴ ἐχόντων αὐτὸν ἔναιμον διὰ τὸ δεῖσθαι μάλιστα καταψύξεως. Τὰ δ’ ἑξῆς δῆλα. τὴν δὲ τῆς καρδίας θέσιν ἔχουσιν οἱ ἰχθύες ὁμοίως τοῖς ἄλλοις. ὡς γὰρ ἐπ’ ἐκείνων τὸ ὀξὺ τῆς καρδίας πρὸς τὸ ἄνω ἐστίν, | |
10 | οὕτως καὶ ἐν τούτοις· πρὸς γὰρ τὴν κεφαλὴν αὐτῶν τὸ ὀξὺ νεύει, ἥτις κεφαλὴ ἐν ἅπασίν ἐστι τὸ ἄνω. ὁ δὲ φλεβονευρώδης αὐλὸς τείνει κατὰ τὴν τῶν βραγχίων σύναψιν, οἱ δὲ ἐκ τῶν πλαγίων τῆς καρδίας πόροι πρὸς τὰ τῶν βραγχίων ἄκρα. πῶς δὲ διὰ τῶν βραγχίων διαυλωνίζει ἡ κατάψυξις, ἐρεῖ ἐπὶ τῷ τέλει τοῦ παρόντος βιβλίου. τὰ δὲ ἀναπνέοντα, | |
15 | φησίν, ἀποπνίγεται ἐν ὀλίγῳ ἀέρι καὶ τῷ αὐτῷ· εἰ γὰρ μεταβαίνει ἐξ ἄλλου εἰς ἄλλον τόπον, εἰκός ἐστιν ἐμπίπτειν ἢ εἰς πλείονα ἢ εἰς μὴ πλείονα ἀέρα, ἀλλ’ οὖν ἴσως εἰς ψυχρότερον, ὥσπερ οἱ ἐκ τοῦ βαλανείου εἰς τὸν ἐκτὸς ἐξερχόμενοι· οὗτοι γὰρ κἂν μὴ εἰς πλείονα, ἀλλ’ οὖν εἰς ψυχρόν· ὁ γὰρ ἐν τῷ βαλανείῳ θερμός. εἰπὼν δὲ ὅτι ἐν ὀλίγῳ καὶ τῷ αὐτῷ, | |
20 | ἐπήγαγε· ταχέως γὰρ ἑκάτερον αὐτῶν γίνεται θερμόν, λέγων ἑκάτερον τό τε ὀλίγον καὶ τὸ αὐτό· ἁψάμενον γὰρ ἑκάτερον αὐτῶν τοῦ ἐν τῷ πνεύμονι θερμοῦ ταχέως θερμαίνεται, θερμαινόμενον δὲ οὐ δύναται κατα‐ ψύχειν. λέγει δὲ καὶ τὴν φθορὰν πάντων κατά τι μὲν κοινωνεῖν, κατά τι δὲ διαφέρειν, διαφέρειν μέν, ᾗ ἄλλη μὲν γίνεται μαράνσει θερμοῦ, ἄλλη | |
25 | δὲ σβέσει, καὶ ὅλως ἡ μὲν κατὰ φύσιν, ἡ δὲ παρὰ φύσιν, κοινωνεῖν δὲ, ᾗ πᾶσα φθορὰ γίνεται ἐλλείψει θερμοῦ. καὶ βίαιος μέν ἐστιν θάνατος, ὅταν ἡ ἀρχὴ ἔξωθεν ᾖ, ὡς ἐπὶ τῶν πνιγμῶν καὶ περιπνευμονιῶν, κατὰ φύσιν δέ, ὅταν ἐν αὐτῷ, ὥσπερ ὁ ἐν γήρᾳ γινόμενος θάνατος. | |
29n | Κατὰ φύσιν δ’ ὅταν ἐν αὐτῷ καὶ ἡ τοῦ μορίου σύστασις | |
30n | ἐξ ἀρχῆς τοιαύτη, | |
31 | Τουτέστι καὶ ὅταν ἡ τοῦ πνεύμονος σύστασις γένηται ἐκ φυσικῆς ἀρχῆς· ὅταν γὰρ ξηρανθεὶς διὰ γῆρας ὁ πνεύμων οὐ δύνηται τὸ ἑαυτοῦ | |
ἔργον ποιεῖν, ἡ τοιαύτη σύστασις καὶ ξηρότης ἐξ ἀρχῆς καὶ αἰτίας οὖσα | 141 | |
142 | φυσικῆς (ἐκ γὰρ τοῦ γήρως καὶ διὰ τοῦ γήρως), τότε ὁ ἐκ τούτου θάνατος φύσει ἐστίν. ὅταν δὲ ἐπίκτητόν τι πάθος γένηται, ὥσπερ ἐν ταῖς περι‐ πνευμονίαις (ἐν ταύταις γὰρ πληρούμενος ὑπὸ τῶν ἰχώρων καὶ ἄλλων τοιού‐ των ὁ πνεύμων οὐ δύναται τὸ ἑαυτοῦ ἔργον ποιεῖν), ὁ τοιοῦτος θάνατος | |
5 | βίαιος. περιπνευμονίᾳ καὶ ὁ ἐμὸς κλεινότατος καὶ πανσέβαστος διδάσκαλος, αἲ αἴ, ὁ νοῦς ἐκεῖνος, νοῦς ὁ ἐνεργήσας, περιπνευμονίᾳ δὴ ἁλοὺς τὴν ζωὴν κατέλυσεν, καταλιπὼν ἡμᾶς στένοντας καὶ ὀλοφυρομένους καὶ ἐν ἐρημίᾳ παντελεῖ τῶν δυναμένων λέγειν καὶ ὠφελεῖν τοὺς φιλομαθοῦντας. ταῦτα δὲ λέγω οὐ διαφορᾷ ἢ φιλονεικίᾳ ἢ φθόνῳ τῷ πρὸς τοὺς καθ’ ἡμᾶς, οὐ μὰ | |
10 | τὴν ἐκείνου ψυχήν, ἣν ἐγὼ μετὰ θεὸν σέβομαί τε καὶ προσκυνῶ, ἀλλ’ ἀληθείᾳ καὶ πείρᾳ τῇ πρὸς τούτους μοι γεγονυίᾳ. οἱ μὲν γὰρ αὐτῶν παντε‐ λῶς εἰσιν ἄφωνοι μηδὲν ὅλως ἐννοοῦντες, τί ποτ’ ἐστὶν ὅλως τὰ ἐν τοῖς βιβλίοις γεγραμμένα καὶ τίς ὁ τούτων νοῦς, τινὲς δὲ τῶν χαριεστέρων τῆς μὲν διανοίας ἐφάπτονται σποράδην, τοῦ δὲ τὴν λέξιν καθιστάνειν πόρρω | |
15 | ποι ἀποπλανῶνται, ἄλλοι δ’ ἄλλως· περὶ ὧν οὐ δεῖ με λέγειν. πλὴν καὶ τούτους τιμῶ καὶ ἀσπάζομαι, ἀλλ’ ἐκεῖνος μέν, ὡς ἔδοξε τῇ προνοίᾳ, ἡμῶν ἀπέπτη, ἡμεῖς δ’ ὑπὸ ταύτης χειραγωγούμενοι καὶ βοηθούμενοι ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. | |
19n | Τούτοις δὲ παρομοίως μέν, ἄλλον δὲ τρόπον. | |
20 | Καὶ ἐν ταύτῃ, ὡς οἶμαι, τῇ λέξει λείποι ἂν τὸ ‘τοῖς ἀτελέσιν‘, ἵν’ ᾖ ‘τούτοις δὲ τοῖς μὴ ἀτελέσι καὶ τοῖς ἀτελέσι‘, τουτέστι τούτοις δὲ τοῖς τελείοις καὶ ἀτελέσι. τίνα δὲ τρόπον φθείρεται τὰ ἀτελῆ, οἷον ᾠὰ καὶ τὰ τοιαῦτα, εἴρηται ἐν τῇ Περὶ ζώων γενέσεως, ὅτε ἔλεγεν, ὅπως οὔρια γίνονται. ἀρχὴ δὲ τῆς οὐσίας καὶ τῆς φύσεως ἡμῶν ἐστιν ἡ ψυχή. λέγει δὲ φθεί‐ | |
25 | ρεσθαι τὰ ζῷα φθειρομένου τοῦ θερμοῦ τοῦ ὄντος ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν ᾧ καὶ ἡ ψυχὴ ὡς εἶδος ἐν ὕλῃ· οὔτε γὰρ τοῦ ἐν τῇ χειρὶ θερμοῦ φθαρέντος φθείρεται τὸ ζῷον, οὔτε τοῦ ἐν ἄλλῳ τινί, ἀλλὰ τοῦ ἐν τῇ καρ‐ δίᾳ ἢ τῷ ἀνάλογον. ἔστι δὲ ἐν τῷ μέσῳ, ὡς πολλάκις εἴρηται, ἡ καρδία καὶ τὸ ἀνάλογον· ἐν γὰρ τῷ μέσῳ συνάπτει τὸ ἄνω καὶ κάτω. ἔστι δὲ | |
30 | μέσον βλαστοῦ καὶ ῥίζης, καθάπερ εἴρηται, ὁ ὄζος. ζωτικὰ δὲ λίαν λέγει τὰ ἔχοντα κρείττονα καὶ τιμιωτέραν ψυχήν· αὕτη γὰρ διὰ τὸ εἶναι τοιαύτη δύναται ἔν τινι μιᾷ οὖσα ἀρχῇ ζῳογονεῖν καὶ τὰ λοιπὰ μέρη, ἡ δὲ μὴ τοιαύτη, ὥσπερ ἡ τῶν ἐντόμων, οὔκ ἐστιν ἔν τινι ἀρχῇ μιᾷ, ἀλλὰ | |
μεμέρισται ἐν ἅπαντι τῷ σώματι. χελώνια δὲ αὐτὰ λέγει τὰ τῶν χελωνῶν | 142 | |
143 | ὄστρακα. οὔτε δέ, φησί, τὰ ἔντομα σύγκεινται εὖ (τρόπον γάρ τινα νεκρά εἰσι διὰ τὴν ψυχρότητα, ὡς εἴρηκεν ἐν τῷ Περὶ ζῴων πορείας καὶ ἐν τοῖς Περὶ ζῴων γενέσεως) οὔτε αἱ χελῶναι, καίπερ ἔχουσαι καρδίαν. κοινω‐ νοῦν δὲ θερμὸν τῆς ψυχῆς λέγει τὸ ἐν τῇ καρδίᾳ ἢ τῷ ἀνάλογον. | |
5 | Τὰ δ’ ἑξῆς δῆλα, ἐν δὲ τῇ λέξει τῇ ἥτις ἂν ἐπίστασις γένηται τοῦ μορίου, ταχέως ἀποσβέννυται μόριον τὸν πνεύμονά φησιν. ἔστι δὲ τὸ λεγόμενον ἴσον τῷ ‘ἄν τι μικρὸν πάθος ἐπισταίη καὶ προσεγγίσῃ τῷ πνεύ‐ μονι, ταχέως ἀποσβέννυται τὸ θερμόν‘, οὐ παντὶ δὲ μορίῳ τοῦ πνεύμονος· οὐ γὰρ ἐν ἅπαντι συμβαίνει ὁ θάνατος. ποίῳ οὖν μορίῳ προσεγγίζοντος | |
10 | τοῦ πάθους θνῄσκει τὸ ζῷον, εἴρηται ἐν τῇ Περὶ ζῴων μορίων. ποιεῖν δέ φησι τὸν πνεύμονα σκληρὸν τὰ παραφύματα καὶ τὰ περιττώματα, ὡς ἐν ταῖς περιπνευμονίαις αἱ νοσηματικαὶ καὶ παρὰ φύσιν θερμότητες· καταξηραί‐ νουσι γὰρ αὐτὸν καὶ σκληρύνουσιν, ὥσπερ καὶ τὸ πῦρ τὸ ἑψόμενον μέλι καὶ ἄλλα πολλά. ὅταν δὲ σκληρὸς γένηται ὁ πνεύμων, πυκνὸν ἀναπνέουσι | |
15 | διὰ τὸ μὴ δύνασθαι διὰ σκληρότητα αἴρεσθαι ἄνω καὶ πάλιν συνιζάνειν. | |
16n | Γένεσις μὲν οὖν ἐστιν ἡ πρώτη μέθεξις ἐν τῷ θερμῷ | |
17n | τῆς θρεπτικῆς ψυχῆς. | |
18 | Ὁρίζεται τὴν γένεσιν διαδηλότατα. ἔστι δὲ τὸ ἐν τῷ θερμῷ ἴσον τῷ ‘σὺν τῷ θερμῷ‘. ἔστι μὲν οὖν γένεσις ἡ μέθεξις τῆς πρώτης, ἤτοι | |
20 | τῆς θρεπτικῆς, ψυχῆς σὺν τῷ θερμῷ· ἔστι γὰρ ἐν τῇ καρδίᾳ ὡς εἶδος ἐν ὕλῃ σὺν τῷ θερμῷ· χωρὶς γὰρ τοῦ ἐμφύτου θερμοῦ εἶναι οὐ δύναται. ἐπεὶ δὲ τὸ ζῷον ἐν τῷ τρέφεσθαί ἐστιν (ἄνευ γὰρ τροφῆς οὐδὲν τῶν ὑπὸ σελήνην δύναται ζῆν), τρέφει δὲ ἡ ψυχὴ ὡς δι’ ὀργάνου τοῦ θερμοῦ, δηλονότι χωρὶς αὐτοῦ εἶναι οὐ δύναται. πρῶτον δὲ πάλιν καταψυκτικὸν | |
25 | τὸν πνεύμονά φησιν· οὗτος γὰρ πρῶτος καταψύχεται καὶ οὕτως ἡ καρδία. ἀκμὴ δὲ λέγεται τὸ μεταξὺ τῆς τε αὐξήσεως καὶ φθίσεως, καθ’ ἃς αὔξεταί τε καὶ φθίνει ὁ πνεύμων. εἴρηται δὲ ὅτι τὸ ἔμφυτον πνεῦμα φθείρεται καὶ σβέσει καὶ μαράνσει. τὸ δὲ διὰ χρόνου μῆκος καὶ τελειότητα ἐκ παραλλήλου κεῖται. ὁ δὲ ἐν γήρᾳ, φησί, θάνατος μάρανσίς ἐστι τοῦ | |
30 | πνεύμονος. λέγει δὲ καί, διὰ τί τὰ ἀναπνέοντα πνίγονται ἐν τῷ ὑγρῷ· διὰ γὰρ τὸ μὴ δύνασθαι τὸ ὑγρὸν ταχέως καὶ δι’ ὅλου τοῦ πνεύμονος διεισδύνειν. τὰ δ’ ἔνυδρα πάλιν πνίγονται ἐν τῷ ἀέρι διὰ τὸ μὴ δύνασθαι τὸν ἀέρα ἱκανῶς καταψύχειν διὰ τὴν τῶν βραγχίων σκληρότητα. ταῦτα | |
εἰπών, ἀκόλουθον ἦν τούτοις εἰπεῖν, πῶς ὁ πνεύμων καὶ τὰ βράγχια | 143 | |
144 | κινούμενα, γίνεται ἡ ἀναπνοή. τοῦτο δὲ οὐ ποιεῖ, ἀλλὰ πρότερον λέγει, τί ἐστι πήδησις καὶ σφυγμός, καὶ οὕτως λίαν ἀκολούθως ἐπάγει τὰ περὶ τῆς ἀνα‐ πνοῆς. ἔχει οὖν, φησί, τόνδε τὸν τρόπον ἡ αἰτία τῆς τῶν βραγχίων κινή‐ σεως καὶ ἡ τοῦ ὀργάνου, ἤτοι τοῦ πνεύμονος, σύστασις. καὶ εἰπὼν τοῦτο | |
5 | ὑπερτίθεται, ὡς εἶπον, τὸν περὶ τούτου λόγον καὶ λέγει πρῶτον περὶ πηδή‐ σεως καὶ σφυγμοῦ, καὶ οὕτως ἐπάγει τὸν περὶ τούτου λόγον. σύστασιν δὲ ὀργάνου λέγει αὐτὴν τὴν τοῦ πνεύμονος κατασκευήν· οὕτως γὰρ κατε‐ σκεύασται ὁ πνεύμων ὥσπερ αἱ φῦσαι· ὡς γὰρ ἐκεῖναι τῇ ἐκτάσει μὲν δέχονται τὸ πνεῦμα, τῇ συστολῇ δ’ ἐκπέμπουσιν, οὕτως καὶ ὁ πνεύμων. | |
10n | Πήδησις μὲν οὖν ἐστι σύνωσις τοῦ θερμοῦ τοῦ ἐν αὐτῇ. | |
11 | Λέγει, τί ἐστι καὶ πῶς συμβαίνει γίνεσθαι ἡ τῆς καρδίας πήδησις, καί φησιν, ὅτι συνωθουμένη ἡ ἐν τῇ καρδίᾳ θερμότης ὑπὸ τῆς περιττω‐ ματικῆς ψυχρότητος ἢ ὅλως ὑπὸ ψυχρότητος γινομένης διὰ φόβον ἢ ἄλλο τι καὶ ὠθούσης τῆς τοιαύτης ψυχρότητος τὴν θερμότητα καὶ συμπιλούσης | |
15 | ἐκ πολλοῦ εἰς ὀλίγον ἀνάγκη πάλιν ὠθεῖσθαι ὑπὸ τοῦ θερμοῦ τὴν καρδίαν καὶ γίνεσθαι πήδησιν· ὠθεῖ γὰρ ἡ ψυχρότης τὴν θερμότητα καὶ ἐκ μεί‐ ζονος ὄγκου συστέλλει αὐτὴν εἰς ὀλίγον, ἥτις πάλιν ὠθεῖ τὴν καρδίαν, ἥτις πάλιν ὠθουμένη πηδᾷ καὶ κινεῖται ἄνω καὶ κάτω. ἡ μὲν οὖν πήδησις οὕτω γίνεται, ἡ δὲ ἀναπήδησις οὕτως· ὠθεῖται ἡ θερμότης ὑπὸ τῆς ψυχρό‐ | |
20 | τητος, ἡ δὲ πάλιν, ἡ θερμότης, ἀντωθεῖ τὴν ψυχρότητα καὶ βιάζεται, ὅπως ἐξάξῃ αὐτὴν ἐκ τοῦ οἰκείου τόπου. τῆς γοῦν θερμότητος ὠθουμένης καὶ ἀντωθούσης ἀνάγκη γίνεσθαι τῆς καρδίας κίνησιν, ἥν φαμεν ἀναπήδησιν. εἰ μὲν οὖν ἕτερόν ἐστι πήδησις ἀναπηδήσεως, ταύτην οἶμαι νομιστέον τὴν διαφορὰν αὐτῶν, ἵνα ᾖ ἡ μὲν τῆς πηδήσεως γένεσις κατὰ μόνην τὴν τοῦ | |
25 | ψυχροῦ ὤθησιν, ἡ δὲ ἀναπήδησις καὶ κατὰ τὴν τοῦ θερμοῦ, ἵνα, ὅταν μόνη ὠθῇ ἡ ψυχρότης καὶ οὐκ ἀντωθῆται, ᾖ πήδησις, ὅταν δὲ καὶ ὠθῇ καὶ ὠθῆται, ᾖ ἀναπήδησις. εἰ δὲ ταὐτόν ἐστι πήδησις καὶ ἀναπή‐ δησις, ἐνδεῶς ἀπήγγελται τὰ περὶ αὐτῆς, καὶ δεῖ τὴν τῆς ἀναπηδήσεως ἐξήγησιν ἐφαρμόζειν καὶ ἐπὶ τῆς πηδήσεως. ὅτι δ’ ἐστὶ καὶ κατάψυξις | |
30 | συντηκτική, εἴρηται ἐν τῇ Περὶ ζώων γενέσεως, καταψύχονται δὲ τὰ ἄνω | |
ἐν τοῖς φόβοις διὰ τὸ συναθροίζεσθαι τὸ θερμὸν πρὸς τὸ φυλάξαι τὴν καρδίαν. | 144 | |
145(1n) | Ἡ δὲ συμβαίνουσα σφύξις τῆς καρδίας, ἣν ἀεὶ φαίνεται | |
2n | ποιουμένη συνεχῶς. | |
3 | Λέγει καὶ περὶ τῆς σφύξεως τῆς καρδίας, ἣν ἀεὶ καὶ συνεχῶς ποιεῖται· ὅτι δ’ ἀεὶ σφύζει ἡ καρδία, σημεῖον ἡ ἐν τῇ χειρὶ φλὲψ ἢ ἀρτηρία, ὡς | |
5 | οἱ νεώτεροί φασιν, ἧς ἐφάπτονται τοῖς δακτύλοις ἐν τοῖς πυρετοῖς καὶ ὅλως ἐν ταῖς νόσοις οἱ ἰατροί. αὕτη γὰρ ἡ φλὲψ ἢ ἀρτηρία καὶ νοσοῦσιν ἡμῖν καὶ ὑγιαίνουσιν ἀεὶ σφύζει μᾶλλον καὶ ἧττον. καὶ ἐπεὶ αἱ φλέβες ἐκ τῆς καρδίας, δηλονότι εἰ μὴ ἀεὶ ἐκείνη ἔσφυζεν, οὐδὲ ἡ φλὲψ αὐτὴ ἀεὶ ἂν ἔσφυζε. λέγει δὲ τὴν τῆς καρδίας σφύξιν ἐναντίως γίνεσθαι τῇ πηδήσει. | |
10 | οὐκ αὐτόθεν δέ φησιν ὅτι ἐναντίως γίνεται, ἀλλὰ λέγων τὴν γένεσιν αὐτῆς τοῦτο φαίνεται λέγειν· ἐπεὶ γὰρ ἡ μὲν πήδησις ἐγίνετο διὰ σύνωσιν καὶ συστολὴν ἐκ πολλοῦ καὶ μείζονος ὄγκου τῆς ἐμφύτου θερμότητος εἰς ἐλάττονα, ἡ δὲ σφύξις ἐξ ὀλίγου εἰς πλείονα καὶ ὅλως ἐκ τῆς ἐκ τοῦ πυκνοῦ εἰς τὸ μανὸν μεταβολῆς, πῶς οὐκ ἂν εἴη ἐναντία ἡ γένεσις τῇ γενέσει; ἔστιν οὖν, | |
15 | φησίν, ἡ σφύξις ὁμοία φύμασιν, ἣν ποιοῦνται κίνησιν μετ’ ἀλγη‐ δόνος, τουτέστιν ὁμοία τῇ κινήσει τῶν φυμάτων, ἣν κίνησιν κινοῦνται τὰ φύματα μετ’ ἀλγηδόνος. ὅτι δὲ κινοῦνται καὶ οἱονεὶ σφύζουσι τὰ φύματα, ὅτε φλεγμαίνουσι, δῆλον τοῖς ὁρῶσιν. ἀλλὰ τὰ μὲν φύματα σφύζει μετ’ ἀλγηδόνος, ἡ δὲ καρδία χωρίς τινος ἀλγηδόνος. γίνεται δὲ ἡ ἀλγηδὼν ἐν | |
20 | τοῖς φύμασι διὰ τὸ παρὰ φύσιν εἶναι τῷ αἵματι τὴν μεταβολήν· τὸ γὰρ ἀπερχόμενον εἰς τὸν τόπον, ἐν ᾧ τὸ φῦμά ἐστι, διὰ τῶν φλεβῶν αἷμα καὶ μεταβάλλον παρὰ φύσιν ὑπὸ τῆς τῶν φυμάτων παρὰ φύσιν θερ‐ μότητος ποιεῖ ἀλγηδόνας. τὸ γὰρ αἷμα ἐμπῖπτον εἰς τὰ φύματα τρέφει καὶ αὔξει τὴν ἐν αὐτοῖς θερμότητα, ὥσπερ τὸ ἔλαιον ἢ ἡ πίττα τὴν φλόγα· | |
25 | αὐξόμενον δὲ καὶ κατακάον τὸν τόπον ποιεῖ ἀλγηδόνα, μέχρις ἂν πεφθῇ καὶ γένηται πύον. καὶ εἴη ἄν, φησί, τοῦτο τὸ πάθος, τουτέστι τὸ φῦμα, ὅμοιον ζέσει. ὡς γὰρ τὸ ζέον ὕδωρ πνευματοῦται ὑπὸ τοῦ θερμαίνοντος αὐτὸ πυρὸς καὶ αὔξεται, ὥστε καὶ χεῖσθαι πολλάκις ἐκ τοῦ λέβητος ἢ τῆς χύτρας, οὕτω καὶ τὸ φῦμα αἴρεται καὶ αὔξεται διὰ τὸ ἀπατμίζεσθαι τὸ | |
30 | αἷμα καὶ εἰς μείζονα ὄγκον μεταβάλλειν ὑπὸ τῆς παρὰ φύσιν πολλῆς θερ‐ μότητος. εἰπὼν δὲ τὰ φύματα ὅτι ὅμοιά εἰσι ζέσει, λέγει καὶ τίς ἐστι παῦλα ζέσεως καὶ φυμάτων, καί φησι παῦλα δ’ ἐν μὲν τοῖς φύμασίν ἐστι σῆψις παχυτέρου ὑγροῦ, λέγων σῆψιν αὐτὸ τὸ ἐκ σήψεως καὶ οἱονεὶ | |
συμπέψεως γινόμενον πύον· ἂν γὰρ ᾖ παχύτερον τὸ ὑγρόν, οὐ δύναται διὰ | 145 | |
146 | τὸ πάχος διαπνευσθῆναι, μὴ διαπνεόμενον δὲ σήπεται καὶ μεταβάλλει εἰς πύον· ἂν δὲ μὴ ᾖ παχύ, ἀλλὰ λεπτόν, διαπνεῖται· ᾗ διαπνεύσει ἀκολουθεῖ τὸ μὴ γίνεσθαι σῆψιν. ἐξελθόντος γὰρ ἐν τῇ διαπνεύσει τοῦ ὑγροῦ τί ἂν εἴη τὸ σαπησόμενον; καὶ τοῖς μὲν φύμασι παῦλά ἐστιν ἡ σῆψις, τῇ δὲ | |
5 | τοῦ ὕδατος ζέσει παῦλά ἐστιν ἡ ἔκπτωσις διὰ τῶν ὁριζόντων, λέγων ὁρίζοντα τὸν λέβητα ἢ τὴν χύτραν ἢ ὅτι ἂν εἴη τὸ ἀγγεῖον, ἐν ᾧ ἐστι τὸ ὑγρόν. ἔκπτωσιν δὲ λέγει τὴν ἔκχυσιν· ὅταν γὰρ ἐκχυθῇ, παύεται τοῦ αἴρεσθαι καὶ πλείονα γίνεσθαι τὸν ὄγκον. εἰπὼν δὲ πῶς γίνονται τὰ φύματα, λέγει καὶ περὶ τῆς ἐν τῇ καρδίᾳ σφύξεως. ποιεῖ γάρ, φησίν, ἐν τῇ καρδίᾳ | |
10 | τὸν σφυγμὸν ἡ τοῦ ἀεὶ προσιόντος ἐκ τῆς τροφῆς ὑγροῦ διὰ τῆς θερμότητος ὄγκωσις. ὥσπερ γὰρ ἐν τῷ πεπυρωμένῳ σιδήρῳ, εἴ τις ἐπιχέοι ὕδωρ, ἅμα τε ἥψατο τοῦ σιδήρου καὶ ἅμα ἀὴρ γέγονεν, οὕτω καὶ ἡ ἐκ τῆς τρο‐ φῆς ἀναθυμίασις παχυτέρα οὖσα ἀεὶ ἐπιρρεῖ συνεχῶς εἰς τὴν καρδίαν. ἐν ᾗ ἐξ ἐλάττονος ὄγκου διὰ τὴν ἐν αὐτῇ θερμότητα εἰς μείζονα μεταβάλλει, | |
15 | μεταβάλλουσα δὲ εἰς μείζονα καὶ προσπίπτουσα πρὸς τὸν ἔσχατον χιτῶνα τῆς καρδίας σφυγμὸν ποιεῖ. Σαφῆ δὲ τὰ ἑξῆς. τὸ δὲ καὶ ἅμα ἀλλήλαις ἴσον ἐστὶ τῷ ‘καὶ ὁμοῦ πᾶσαι‘. ὁμοῦ γὰρ πᾶσαι αἱ φλέβες σφύζουσιν, ἄλλη δὲ ἄλλης μᾶλλον ἐπιδηλότερον. τὸ δὲ κινεῖ δὲ ἀεί, ἢ ὅτι κινεῖ ἡ ἀναθυμίασις τὴν καρδίαν | |
20 | ἀεὶ τῷ καὶ αὐτὴν συνεχῶς καὶ ἀεὶ ὥσπερ τινὰ ἀένναον ποταμὸν ἐν αὐτῇ ῥεῖν, ἢ ὅτι κινεῖ ἀεὶ ἡ καρδία τὰς φλέβας. δῆλον γὰρ ὅτι, κἂν ἡ ἀναθυ‐ μίασις ἀεὶ κινῇ τὴν καρδίαν, κἂν αὕτη ἀεὶ τὰς φλέβας, ἀμφοτέρως ἀεὶ αἱ φλέβες κινηθήσονται. εἰπὼν δὲ ταῦτα ὁρίζεται τὴν ἀναπήδησιν καὶ τὴν σφύξιν, καί φησιν· ἀναπήδησις μὲν οὖν ἐστιν ἡ γινομένη ἄντωσις | |
25 | πρὸς τὴν τοῦ ψυχροῦ σύνωσιν (εἴρηται δέ, ὅτι ὠθεῖ ἡ ψυχρότης καὶ ἀντωθεῖται· ἄντωσις γὰρ ἡ ἀντώθησίς ἐστι), σφύξις δὲ ἡ τῆς ὑγρᾶς ἀνα‐ θυμιάσεως ὑπὸ τοῦ ἐν τῇ καρδίᾳ θερμοῦ γινομένη πνευμάτωσις καὶ ἐκ μικροῦ εἰς μέγαν ὄγκον ἐπίδοσις. | |
29n | Ἡ δ’ ἀναπνοὴ γίνεται αὐξανομένου τοῦ θερμοῦ, ἐν ᾧ | |
30n | ἡ ἀρχὴ ἡ θρεπτική. | |
31 | Ὅτι μὲν ἐν τῇ καρδίᾳ καὶ ἐν τῷ ἐν αὐτῇ θερμῷ ἐστιν ἡ θρεπτικὴ ψυχή, ἣν ἀρχὴν θρεπτικὴν λέγει, καὶ ἐν αὐτῇ ἐστιν ὡς εἶδος ἐν ὕλῃ, πολλάκις εἴρηται. δεῖ δὲ πρότερον τὴν πᾶσαν Ἀριστοτέλους διάνοιαν ἐκθέ‐ | |
σθαι καὶ οὕτως τὰ περὶ τὴν λέξιν ἐπελθεῖν· τὸ ἐν τῇ καρδίᾳ θερμὸν ὥσπερ | 146 | |
147 | καὶ τὸ πῦρ, ἕως ἂν ἔχῃ ὕλην, τὸ οὖν ἐν τῇ καρδίᾳ θερμὸν ἀεὶ τρεφό‐ μενον ὑπὸ τῆς προσιούσης ἀεὶ ἐν τῇ καρδίᾳ ἀτμίδος, ἐξ ἧς καὶ τὴν σφύξιν ἐλέγομεν γίνεσθαι, ἐξ ἧς καὶ τὸ αἷμα, ἀεὶ οὖν τρεφόμενον ἀεὶ αὔξεται. ἀεὶ δὲ αὐξόμενον, ἀεὶ αὔξεται καὶ τὸ τοῦ πνεύμονος θερμὸν διὰ τὴν συνέ‐ | |
5 | χειαν (συνεχὲς γὰρ τὸ τῆς καρδίας θερμὸν τῷ τοῦ πνεύμονος θερμῷ· συντέτρηνται γὰρ ἐκ τῆς καρδίας πόροι φλεβονευρώδεις πρὸς τὸν πνεύμονα, δι’ ὧν συνεχίζεται τὸ ἀπὸ τῆς καρδίας πνεῦμα πρὸς τὸ τοῦ πνεύμονος), ἀεὶ δὲ αὐξόμενον, ἀεὶ αὔξεσθαι ἀνάγκη τὸν πνεύμονα. ὡς γὰρ τὰς ἐν τοῖς χαλκείοις φύσας αἴρει ὁ ἐκτὸς εἰσιὼν ἀήρ, οὕτως καὶ τὸν πνεύμονα τὸ ἀπὸ | |
10 | τῆς καρδίας εἰς αὐτὸν θερμὸν αἴρει τε καὶ ὀγκοῖ. αἰρόμενος δέ, εἰσέρχεται ὁ ἐκτὸς ἀήρ· τῇ γὰρ ἄρσει ἕλκει τὸν ἐκτὸς ἀέρα ψυχρὸν ὄντα ψυχρὸς δὲ ὢν καταψύχει τὸ ἐν τῷ πνεύμονι καὶ δι’ αὐτοῦ τὸ ἐν τῇ καρδίᾳ θερ‐ μόν· ὅπερ ψυχόμενον συστέλλεται ἐκ μεγάλου ὄγκου εἰς μικρόν. συστελλό‐ μενον δέ, συστέλλεται καὶ συμπίπτει ὁ πνεύμων. ὥσπερ γὰρ αἰρόμενον | |
15 | τὸ θερμόν, ᾔρετο καὶ ὁ πνεύμων, οὕτω συστελλόμενον, ἀνάγκη καὶ τὸν πνεύμονα συμπίπτειν. συμπίπτοντα δέ, ἀνάγκη ἐξακοντίζεσθαι ἔξω τὸν εἰσελθόντα ἀέρα καὶ ποιήσαντα τὴν κατάψυξιν, οὐκέτι ψυχρόν, οἷος ἦν ὅτε εἰσῆλθεν, ἀλλὰ θερμὸν διὰ τὴν ἁφὴν τοῦ ἐν τῷ πνεύμονι θερμοῦ. δεῖ δὲ εἰδέναι, ὅτι τὴν μὲν σφύξιν ποιεῖ ἡ τῆς ἀτμίδος πνευμάτωσις, τὴν δ’ ἀνα‐ | |
20 | πνοὴν ἡ τροφὴ τοῦ θερμοῦ τοῦ ἐκπνευματοῦντος τὴν ἀναθυμίασιν. πρό‐ τερον μὲν γὰρ γίνεται ἡ πνευμάτωσις, καὶ οὕτως ἡ τροφὴ τοῦ θερμοῦ, σὺν ᾗ καὶ ἡ τοῦ πνεύμονος ἄρσις. ἀλλ’ ἐπειδὴ προηγεῖται τῆς μὲν πνευ‐ ματώσεως τροφὴ καὶ τῆς τροφῆς ἄλλη πνευμάτωσις καὶ ταύτης τῆς πνευ‐ ματώσεως ἄλλη τροφὴ καὶ ταύτης τῆς τροφῆς ἄλλη πνευμάτωσις, καὶ οὕτως | |
25 | ἀεὶ ἄλλη πρὸ ἄλλης συνεχῶς καὶ ταχέως οὕτως, ὡς μηδὲ λόγῳ δύνασθαί τινα τήν τε συνέχειαν καὶ ταχυτῆτα αὐτῶν ἀπαγγεῖλαι, φαίνεται ὅτι ἅμα πάντα γίνεται. ἀλλὰ τοῦτο μὲν εἰρήσθω μεταξύ, ἐξελθόντος δὲ τοῦ ἀέρος ἐν τῇ ἐκπνεύσει, πάλιν ἀναγκαῖον ἅμα τῇ ἐκπνεύσει αἴρεσθαι τὸ θερμὸν καὶ διὰ τοῦτο τὸν πνεύμονα, καὶ γίνεσθαι εἴσπνευσιν, καὶ οὕτως ἀεὶ συνε‐ | |
30 | χῶς. ἡ μὲν οὖν διάνοια τῶν λεγομένων τοιαύτη ἂν εἴη, τὰ δὲ κατὰ τὴν λέξιν· ὥσπερ γάρ, φησί, τὰ ἄλλα πάντα μόρια δεῖται τροφῆς, οὕτω καὶ τὸ ἔμφυτον θερμόν, ὅπερ θερμὸν πλέον γινόμενον αἴρει τὸν πνεύμονα· τοῦτον | |
γὰρ εἶπεν ὄργανον. λέγει δὲ καὶ ὅτι οὐ πόρρω εἰσὶν οὔθ’ ὁ πνεύμων οὔθ’ | 147 | |
148 | ἡ καρδία δέχεσθαι σχῆμα οἷον αἱ φῦσαι. ὡς γὰρ αὗται καὶ συστέλλον‐ ται καὶ ἐκτείνονται, οὕτω καὶ ἡ καρδία καὶ ὁ πνεύμων. τὸν δὲ πνεύμονα ἀεί φησι δεῖ διπλοῦν εἶναι, ἵνα ἐν τῷ μέσῳ ᾖ τὸ θρεπτικὸν τῆς φυσικῆς δυνάμεως. ἔστι δὲ τὸ λεγόμενον· δεῖ γὰρ τὴν καρδίαν, ἐν ᾗ ἐστιν ἡ θρεπτικὴ | |
5 | ψυχή, μέσον εἶναι τοῦ πνεύμονος, ἵνα πανταχόθεν περιεχομένη πάντοθεν καταψύχηται. οὐκ ἂν δὲ πάντοθεν περιείχετο, εἰ μὴ ἦν διπλοῦς ὁ πνεύ‐ μων. ἔστι γὰρ οἷον ἐσχισμένος. περιέχον δὲ μόριον τὸ θερμὸν τὸν πνεύ‐ μονά φησι. περιέχει γὰρ αὐτὸ καὶ οὗτος καὶ ἡ καρδία· αἴρεται γὰρ καὶ ἡ καρδία ὑπ’ αὐτοῦ. νῦν δὲ τέως, ὡς ὁ ἐμὸς ἑταῖρος ἐπικρίνει, τὸν πνεύ‐ | |
10 | μονά φησιν. αἴρεται δέ, φησί, καὶ ὁ θώραξ διὰ τὸ αὐτὸ τοῦτο ποιεῖν, τουτέστιν αἴρεσθαι καὶ τὴν ἀρχὴν τὴν ἐνοῦσαν ἐν αὐτῷ τῷ θώρακι τοῦ τοιούτου μορίου, λέγων πάλιν μόριον τὸν πνεύμονα, ἀρχὴν δὲ τὸ θερ‐ μόν. αἴρεται οὖν καὶ ὁ θώραξ διὰ τὸ αἴρεσθαι καὶ τὸ θερμόν. ὅπερ θερμὸν ἀρχὴ καὶ αἰτία ἐστὶ τῆς τοῦ πνεύμονος ἄρσεως. αἰρομένου γὰρ | |
15 | τοῦ θερμοῦ αἴρεται ὁ πνεύμων, καὶ τούτου αἰρομένου αἴρεται ἡ καρδία. λέγει δὲ καὶ τὸν εἰσιόντα ἐν ταῖς εἰσπνοαῖς ἀέρα ἐμπίπτειν εἰς τὰς τοῦ πνεύμονος σύριγγας, ἐν αἷς εἰσι φλέβες αἵματος πλήρεις. δι’ ὧν θερμαίνεται ψυχρὸς ὤν. | |
19n | Αἰρομένου γὰρ τοῦ θερμοῦ τοῦ ἐν τῷ αἵματι διὰ τῶν | |
20n | μορίων, αἴρονται καὶ τὰ βράγχια. | |
21 | Ὅτι μὲν τὰ βράγχια πλήρη αἵματός εἰσι, πάντες ἴσμεν. ταῦτα δὲ τὰ βράγχια αἰρόμενα ὑπὸ τοῦ θερμοῦ τοῦ ἐν τῷ αἵματι ὄντος ὁμοίως τῷ πνεύμονι, εἰσέρχεται τὸ ὕδωρ καὶ ψύχει τὸ θερμόν. ὅπερ θερμὸν συστελλό‐ μενον τῇ καταψύξει καὶ ὑποστρέφον εἰς τὴν καρδίαν, συμπίπτουσι τὰ βράγχια. | |
25 | ὧν συμπιπτόντων ἐκπέμπεται θύραζε τὸ ὕδωρ, ὥσπερ ὑπὸ τοῦ πνεύμονος τὸ πνεῦμα. οὐκ ἀπέρχεται δὲ τὸ ὕδωρ πρὸς τὴν καρδίαν καὶ ψύχει αὐτήν, ἀλλὰ τὸ ἐν τῷ αἵματι θερμὸν τὸ ὑπὸ τοῦ ὕδατος ψυχθέν. τὸ δὲ θερμὸν ἀνάγκη πάντως κατιέναι μετὰ τοῦ ὑποκειμένου αὐτῷ αἵματος. ταῦτα εἰπών, εἶτα φήσας, ὅτι περὶ ὑγείας καὶ νόσου οἰκεῖόν ἐστιν εἰπεῖν τῷ φυσικῷ μέχρι | |
30 | του, καὶ ὅτι οὐ δεῖ λανθάνειν ᾗ διαφέρουσιν ἰατρική τε καὶ φυσική, καὶ | |
πῶς διαφέρουσι ταῦτα τὴν ὑγείαν καὶ νόσον θεωροῦσαι, καὶ ὅτι σύνορός | 148 | |
149 | ἐστιν ἡ φυσικὴ τῇ ἰατρικῇ, τούτου μὲν πέπαυται τοῦ βιβλίου· τὰ δ’ ἑξῆς ἔδει μὲν ἔχειν τὸν περὶ γάλακτος λόγον· πάλαι γὰρ ἐσύστερον ἐρεῖν ὑπερέ‐ θετο. ἐν ᾧ καὶ περὶ πέψεως καὶ ἀπεψίας εἰπεῖν ἁρμόττει. τούτοις δ’ οἰκεῖος καὶ ὁ περὶ ὑγείας καὶ νόσου. τῆς γὰρ τροφῆς κρατουμένης μὲν | |
5 | εἰκὸς ὑγείαν, ἀπέπτου δὲ γενομένης τὰς νόσους γεννᾶσθαι. ταῦτα δὲ καὶ τὰ τούτοις ἑξῆς, ὄντα δὲ περὶ φυτῶν καὶ χυλῶν, Ἀριστοτέλους μὲν οὐχ εὑρίσκομεν διὰ τὸ τὰς συντάξεις ἀπολωλέναι, ἐκ δὲ τῶν Θεοφράστου δεῖ λαμβάνειν, μέχρις ἂν εὑρεθῇ τὰ ὑπ’ Ἀριστοτέλους γραφέντα. τὰ μὲν οὖν Περὶ ζῴων μορίων καὶ πορείας, ἔτι τὰ Περὶ μνήμης καὶ ἀναμνήσεως, Περὶ | |
10 | ζῴων τε κινήσεως, καὶ Περὶ ζῴων γενέσεως, τά τε Περὶ μακροβιότητος καὶ βραχυβιότητος, καὶ σὺν τούτοις τὰ περὶ γήρως καὶ νεότητος, οὕτως ἐμοὶ σεσαφήνισται κατὰ δύναμιν. παραιτοῦμαι δὲ τοὺς ἐντυγχάνοντας, εἰ μὲν εὑρίσκοιέν τινα ἐκ τούτων ὠφέλειαν, πολλὴν ἔχειν χάριν· εἰ δ’ οὔ, ἀλλά γε οὐδὲ βλάβη τις αὐτοῖς ἐκ τούτων γενήσεται. γέγραπται δέ μοι | |
15 | καὶ εἰς τὰ Μετὰ τὰ φυσικὰ ἐξ αὐτοῦ τοῦ ζῆτα ἕως τοῦ νῦ. λοιπὸν δ’ | |
ἐστὶ τὸ Περὶ χρωμάτων. ὅπερ ἢν δώῃ θεός, ἀπ’ ἄλλης ἀρχῆς σαφηνίσομεν. | 149 |