TLG 4034 001 :: MICHAEL :: In ethica Nicomachea ix–x commentaria

MICHAEL Phil.
(Ephesius: A.D. 11–12)

In ethica Nicomachea ix–x commentaria

Source: Heylbut, G. (ed.), Eustratii et Michaelis et anonyma in ethica Nicomachea commentaria [Commentaria in Aristotelem Graeca 20] Berlin: Reimer, 1892: 461–620.

Citation: Page — (line)

461

(1t)

ΕΞΗΓΗΣΙΣ ΜΙΧΑΗΛ ΤΟΥ ΕΦΕΣΙΟΥ ΕΙΣ ΤΟ ΕΝΑΤΟΝ ΤΩΝ
2tΗΘΙΚΩΝ.
3 Ὅτι μὲν ἡ φιλία μόριόν ἐστιν οὐ τῆς ὅλης δικαιοσύνης, τῆς ὡς νομιμότητος, ἀλλὰ τῆς ἐν μέρει, ἥτις ἦν τοῦ ἴσου διανεμητική, οὐ παντά‐
5πασιν ἄδηλόν ἐστιν. ἥ τε γὰρ τοιαύτη δικαιοσύνη, ὡς δέδεικται ἐν τῷ πέμπτῳ βιβλίῳ τῆς παρούσης πραγματείας, ἰσότητός ἐστι διανεμητική, καὶ ἡ φιλία τοῖς φίλοις ἰσότητα παρέχει· ἰσότητα γὰρ εἶναι ἀνάγκη, εἰ μέλλει σώζεσθαι ἡ φιλία. εἰ γὰρ ὅσον ὁ πένης τὸν πλούσιον φιλεῖ καὶ τιμᾷ, ἀναλόγως τοσοῦτον ἀντιλαμβάνει, ὧν ὁ πλούσιος εὐπορεῖ, σώζεται ἡ φιλία,
10εἰ δ’ οὔ, διαλύεται· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὡς μαθησόμεθα τὰς λέξεις ἐπισκεπτόμενοι. ὅτι μὲν οὖν μόριόν ἐστι τῆς ἐν μέρει δικαιοσύ‐ νης, οὐκ ἄδηλον. ὅτι δὲ οὐδ’ ὡς γένος κατηγορεῖται ἡ φιλία τῶν μερι‐ κωτέρων, ἀλλ’ ἔστι τῶν ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἓν λεγομένων, διώρισται τῷ Ἀριστοτέλει ἐν τῷ δευτέρῳ τῶν Μεγάλων Ἠθικῶν, ὥστε εἴ που ἐν τῷ
15παρόντι βιβλίῳ εἴδη λέγει φιλίας, μεταχρηστικῶς τῷ τῶν εἰδῶν ὀνόματι χρῆται. ὅτι δὲ καὶ τρία ἐστὶ τὰ μέρη ἢ τὰ εἴδη (λεγέσθω γὰρ εἴδη φιλίας) δέδεικται ἐν τῷ πρὸ τούτου βιβλίῳ. τριῶν γὰρ ὄντων τῶν φιλητῶν, δι’ ἃ φιλοῦμεν οἱ ἄνθρωποι, ἀγαθοῦ ἡδέος χρησίμου, τρεῖς ἀνάγκη καὶ τὰς φιλίας εἶναι. ὁ γὰρ φιλῶν τινα ἢ ὡς ἀγαθὸν φιλεῖ, οἷον σοφὸν ἢ σώφρονα
20ἢ ἀνδρεῖον ἢ δίκαιον ἢ διὰ πάντα ταῦτα, ἢ ὡς ἡδύν (τοιοῦτος δὲ ὁ εὐτρά‐ πελος καὶ ἡ ἐρωμένη), ἢ ὡς χρήσιμον. χρήσιμος δὲ λέγεται, δι’ οὗ γίνε‐ ται ἀγαθόν τι. εἰσὶ δὲ διὰ τὸ χρήσιμον φίλοι μάλιστα οἱ ἀγοραῖοι. ἔστι δὲ τὸ μὲν ἀγαθὸν καὶ ἡδὺ φιλητὰ ὡς τέλη, τὸ δὲ χρήσιμον ὡς εἰς τέλος
τι συντελοῦν. περὶ τούτων δὴ τῶν μερῶν ἢ εἰδῶν τῆς φιλίας καὶ ἁπλῶς461

462

περὶ φιλίας εἰπὼν ἐν τῷ πρὸ τούτου βιβλίῳ, τίς τέ ἐστι καὶ ἐν τίσι καὶ περί τι, τίς τε, ὅτι ἀρετή τις ἢ μετ’ ἀρετῆς (καὶ γὰρ καὶ ἡ φιλία περὶ πράξεις καὶ πάθη ἐστὶν ὥσπερ καὶ ἡ ἀρετή· εἰσὶ γὰρ πράξεις φιλικαί, καὶ αὐτὸ δὲ τὸ φιλεῖν πάθος ἐστίν), ἐν τίσι δέ, ὅτι καὶ ἐν τοῖς ὁμοίοις
5καὶ ἐν τοῖς ἀνομοίοις (ἡ μὲν γὰρ πρώτη καὶ κυρίως φιλία ἐν τοῖς ὁμοίοις, ἐν γὰρ τοῖς σπουδαίοις καὶ ἀγαθοῖς. φιλοῦσι γὰρ οὗτοι ἀλλήλους, ᾗ ἀγαθοὶ καὶ ᾗ σπουδαῖοι καὶ ᾗ ὅμοιοί εἰσιν. αἱ δὲ λοιπαὶ ἥ τε διὰ τὸ χρήσιμον καὶ ἡδὺ ἐν τοῖς ἀνομοίοις), περὶ τί δὲ ὅτι περὶ τὸ ἀγαθὸν καὶ καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον. ταῦτα δὴ εἰπὼν ἐν ἐκείνῳ τῷ βιβλίῳ καὶ
10ἕτερα πολλὰ τοῖς περὶ φιλίας ὄντα λόγοις οἰκεῖα ἐν τούτῳ τῷ βιβλίῳ ἐνάτῳ ὄντι τὰ λείποντα τοῖς περὶ φιλίας ἐκτίθεται.
12nἘν ἁπάσαις δὲ ταῖς ἀνομοειδέσι φιλίαις τὸ ἀνάλογον
13nἰσάζει καὶ σώζει τὴν φιλίαν, καθάπερ εἴρηται.
14Ἀναμιμνήσκει τῶν ἐν τῷ πρὸ τούτου βιβλίῳ εἰρημένων καὶ δεδειγ‐
15μένων· ἔδειξε γὰρ ὅτι τὸ ἀνάλογον σώζει τὰς ἀνομοειδεῖς φιλίας· ὁμοειδεῖς δὲ φιλίαι εἰσίν, ὡς εἴρηται, αἱ τῶν ἀγαθῶν, αἱ δ’ ἄλλαι πᾶσαι ἀνομο‐ ειδεῖς· ὅμοιοι γὰρ καὶ ἴσοι ἀριθμῷ καὶ δυνάμει οἱ ἀγαθοί. ὅσα γὰρ καὶ οἷα ἀγαθὰ ἐν θατέρῳ, καὶ τῷ λοιπῷ ἐνθεωρεῖται καὶ διὰ τοῦτο καὶ ἐν ἀλλήλοις εἰσίν, ὡς ὁ μέγας Βασίλειος ἐν τῷ θεολόγῳ κἀκεῖνος ἐν τῷ με‐
20γάλῳ Βασιλείῳ, καὶ οὐδέτερος οὐδετέρου πλέον ἔχειν ἀξιοῖ ἀλλὰ τὸ ἴσον. καὶ ἔστιν ἐν τοῖς τοιούτοις ἡ κατὰ πάντα ἰσότης φιλότης. ἡ δὲ τοῦ πατρὸς πρὸς υἱὸν φιλότης ἢ τοῦ υἱοῦ πρὸς πατέρα οὐχ ὁμοία οὐδ’ ἴση ἁπλῶς, ὅτι μηδ’ ὁ πατὴρ ἴσος τῷ υἱῷ (ἐφ’ ἡμῶν δὲ τοῦτο θεώρει·) ἢ οὗτος τῷ πατρί. διὸ τὴν τούτων φιλίαν σώζει τὸ ἀνάλογον. δεῖ γὰρ ὅσον ὁ πατὴρ
25ὑπερέχει τοῦ υἱοῦ, τοσοῦτον ὑπερέχειν καὶ τὴν τοῦ υἱοῦ πρὸς τὸν πατέρα φι‐ λίαν τῆς τοῦ πατρὸς πρὸς τὸν υἱόν· ὥστε ἐν τούτοις σώζει τὴν φιλίαν τὸ κατ’ ἀναλογίαν τὴν γεωμετρικὴν ἴσον· ὅπερ οὐκ ἔστιν ἐν ἰσότητι ποσοῦ, ὡς διὰ πλειόνων δέδεικται ἐν τῷ πέμπτῳ βιβλίῳ, ἀλλ’ ἐν λόγων ὁμοιότητι. ὅτι δὲ οὐ μόνον φιλίαι πρὸς ὁμογενεῖς γίνονται ἀλλὰ καὶ πρὸς ἀνομοίους, δέ‐
30δεικται ἐν τῷ πρὸ τούτου βιβλίῳ. φιλεῖ γὰρ ὁ φαῦλος τὸν σπουδαῖον ἀνόμοιον ὄντα διὰ τὴν ἔνδειαν τῆς ἀρετῆς· οἰόμενος γὰρ παρ’ αὐτοῦ τὴν ἀρετὴν κτήσασθαι φίλος γίνεται τῷ σπουδαίῳ. ἀλλὰ καὶ ὁ πένης τῷ πλουσίῳ· διὰ γὰρ τὴν ἔνδειαν ὧν ὁ πλούσιος εὐπορεῖ φίλος ἐστί. καὶ
ἁπλῶς καθὸ προσδεῖται ἕτερος ἑτέρου, κατὰ τοῦτο φιλοῦσιν. ἐν ἁπάσαις462

463

οὖν ταῖς ἀνομοειδέσι φιλίαις τὸ ἀνάλογον σώζει, ὥσπερ καὶ τὴν πολιτικὴν κοινωνίαν· ὡς γὰρ ἐκείνη σώζεται, ὅταν ἡ ἐναλλαγὴ ἀνάλογος γίνηται, οὕτω καὶ ἡ φιλία. εἰ γὰρ ἀναλόγως ὁ εὐτράπελος τῇ ἡδονῇ, ᾗ ηὔφρανε τὸν ἡσθέντα, λήψεταί τι ὧν χρήζει, συμμένει ἡ φιλία· εἰ δὲ μή, διαλύε‐
5ται. ὁμοίως καὶ ἡ τῆς ἐρωμένης πρὸς τὸν ἐραστήν. ἐνταῦθα μὲν οὖν πεπόρισται κοινὸν μέτρον, τὸ νόμισμα. ὅπως δὲ μέτρον γίνεται τὸ νόμισμα, εἴρηται μὲν ἐν τῷ πέμπτῳ βιβλίῳ διὰ πλειόνων· ῥητέον δὲ καὶ νῦν συντόμως. ἔστω δὴ οἰκία ἔργον τοῦ οἰκοδόμου, ἐφ’ ᾧ α, δέκα δὲ νομίσματα, ἐφ’ ᾧ β, κλίνη ἐφ’ ᾧ γ, ἔργον τοῦ τέκτονος ἑνὸς ἀξία.
10ἐπεὶ οὖν τιμᾶται πάντα νομίσματι, ἔστω ἡ οἰκία νομισμάτων πέντε ἀξία, ἡ δὲ κλίνη νομίσματος ἑνός. τῷ γοῦν νομίσματι γνωριοῦμεν πόσαι κλῖναι εἰσὶν ἀντάξιαι τῇ οἰκίᾳ. πέντε γὰρ νομισμάτων οὔσης ἀξίας τῆς οἰκίας τῆς ἐφ’ ᾧ α, ἥμισυ δηλονότι ἐστὶ τῶν δέκα νομισμάτων τῶν ἐφ’ ᾧ τὸ β, τῆς δ’ αὖ κλίνης ἑνὸς οὔσης νομίσματος δηλονότι, τῶν μὲν δέκα νο‐
15μισμάτων δέκατόν ἐστι, τῆς δ’ οἰκίας πέντε οὔσης, νομισμάτων πέμπτον. ἐπεὶ οὖν ἡ κλίνη νομίσματος ἑνός ἐστιν ἀξία, αἱ πέντε δηλονότι κλῖναι πέντε νομισμάτων εἰσὶν ἄξιαι. εἰσὶ δὲ τὰ πέντε νομίσματα ἥμισυ τῶν δέκα νομισμάτων, ἦν δὲ καὶ ἡ οἰκία ἥμισυ τῶν δέκα νομισμάτων, τὰ δ’ αὐτοῦ ἡμίση ἴσα ἀλλήλοις εἰσίν. ἴσαι ἄρα αἱ πέντε κλῖναι τῇ οἰκίᾳ· τοῦτο
20δὲ εὕρηται διὰ τῶν δέκα νομισμάτων μέσων τεθέντων τῆς οἰκίας καὶ τῆς κλίνης, ὥστε ἢ πέντε κλίνας λήψεται ὁ οἰκοδόμος καὶ δώσει τὴν οἰκίαν ἢ πέντε νομίσματα. ἐπὶ πάντων δὲ τῶν τοιούτων ὅταν ἀγνοῆται πόσον ὑπερέχει ἢ ἐλλείπει τὸ τοῦ ἑτέρου πρὸς τὸ ἕτερον ἔργον, ἢ εἰ μὴ ἐλλείπει ἢ ὑπερέχει ἀλλ’ ἰσάζει, τῷ νομίσματι χρώμεθα ὡς μέτρῳ, ὡς καὶ τῷ
25πήχει πόσου μεγέθους ἢ τῷ ποδί. τὸ δέ τι τὸ προκείμενόν ἐστι καὶ ἐπὶ τοῦ σωροῦ τῷ μεδίμνῳ καὶ ἐπὶ τῶν βαρέων, τῇ μνᾷ, καὶ ἐπὶ τῷ ἀριθμῷ τῆς μονάδος. μένει τοίνυν ἡ φιλία καὶ τούτων, ὅταν τὸ ἀνάλογον γένηται καὶ ἴση ἡ ἀνταλλαγή, καὶ τῶν ἄλλων ἁπάντων ὅσοι τὰ οἰκεῖα ἔργα πρὸς ἀλλήλους ἀνταλλάττονται· εἰ δὲ μή, διαλύονται.
30nἘν δὲ τῇ ἐρωτικῇ ἐνίοτε μὲν ὁ ἐραστὴς ἐγκαλε.
31 Οἱ μὲν διὰ τὸ χρήσιμον φιλοῦντες (ἦσαν δὲ ὁ τέκτων καὶ ὁ ὑφάντης καὶ ὁ σκυτεὺς καὶ ὁ οἰκοδόμος ἀναλόγως, ὡς εἴρηται, ἀλλήλους ἀντευποι‐ οῦντες καὶ ὠφελοῦντες) οὐκ ἀπεικότως ἀξιοῦσιν ἐπίσης ἀντιφιλεῖσθαι. ὁ
γὰρ τὰ ἴσα καὶ τὰ ὅμοια ἀντευποιῶν οἷς πέπονθε δίκαιός ἐστι φιλεῖσθαι463

464

ὡς φιλεῖ. εἰ δ’ ὁ μὲν δι’ ἄλλο τι φιλεῖ, ὁ δὲ δι’ ἕτερον, ἐν οἷς οὐκ ἐν‐ δέχεται τὸ κατὰ ἀναλογίαν ἴσον γενέσθαι, γελοῖόν ἐστι τὸ ἀξιοῦν ἐπίσης ἀντιφιλεῖσθαι, ὡς ἐπὶ τοῦ ἐραστοῦ καὶ τῆς ἐρωμένης ἔχει. οὐ γὰρ τὸ αὐτὸ τούτοις ἐστὶ φιλητὸν ὡς τοῖς εἰρημένοις τὸ χρήσιμον, ἀλλὰ τῷ μὲν
5ἐραστῇ φιλητόν ἐστι τὸ εἶδος, τῇ δ’ ἐρωμένῃ τὰ χρήματα· ἐν οἷς παγχά‐ λεπόν ἐστι τὴν κατ’ ἀναλογίαν ἰσότητα θηρᾶσθαι. ἃ μὲν οὖν μέλλει λέ‐ γειν διὰ τῶν προκειμένων, ταῦτά ἐστι. τὰ δ’ αὐτῶν τῶν λέξεών εἰσιν· ἐνίοτε μὲν ὁ ἐραστὴς ἐγκαλε, ὅτι οὐκ ἐπίσης ἀντιφιλεῖται, οὐδὲν ἔχων εἰ ἔτυχε φιλητόν, τουτέστι μήτε χρήσιμος ὢν μήτ’ ἄλλως
10ἡδύς· χρήσιμος μὲν γὰρ οὐκ ἔστι τῷ ἐρωμένῳ ἢ τῇ ἐρωμένῃ, εἰ τὰ χρήματα ἐπιλέλοιπεν αὐτὸν δι’ ἃ ἐφιλεῖτο· οὐχ ἡδὺς δέ, εἰ γεγήρακεν. ἔστι γὰρ ὅτε καὶ τῶν χρημάτων ἔτι σωζομένων διὰ τὸ γῆρας ἀηδεῖς εἰσι τοῖς ἐρωμένοις ἢ ταῖς ἐρωμέναις. ὁτὲ μὲν οὖν, ὡς εἴρηται, ὁ ἐραστὴς ἐγκα‐ λεῖ, ὁτὲ δὲ ὁ παμβέβηλος ἐρώμενος, ὅτι πρὸ τῆς ἀσελγεστάτης μίξεως
15πάντα ὅσα βούλεται ποιήσειν αὐτῷ ἐπαγγελλόμενος ὁ ἐραστὴς οὐδὲν ἐκείνων ἐπιτελεῖ. ὥστε συμβαίνει διὰ τὰ τοιαῦτα ἐγκλήματα καὶ τῆς φιλίας διά‐ λυσις, τουτέστι διὰ τὸ ἀπολείπειν τὸν μὲν ἐραστὴν τὰ χρήματα, ἐνίοτε δὲ καὶ τὴν ἀκμήν, τὸν δ’ ἐρώμενον τὸ κάλλος. οὐ γὰρ αὑτούς, φησίν, ἐφίλουν ὡς οἱ σπουδαῖοι, ἀλλὰ τὰ ὑπάρχοντα αὐτοῖς· ταῦτα δ’ ἦσαν τὸ κάλλος
20καὶ τὰ χρήματα, οὐ μόνιμα ὄντα, ὧν ἀπολειπόντων ἀνάγκη συναπολείπειν καὶ τὴν φιλίαν. ἡ δὲ τῶν σπουδαίων φιλία διὰ τὴν ἀρετὴν αὐτῶν οὖσα ἀμετάπτωτός ἐστιν, ὅτι καὶ ἡ ἀρετὴ δι’ ἣν ἀλλήλων φίλοι εἰσὶ βεβαιότα‐ τόν τι χρῆμα καθέστηκε καὶ μονιμώτατον. καὶ ἕως ἂν ὦσιν ἡδεῖς ἀλλή‐ λοις φίλοι εἰσίν, ὅτι καθ’ ἑκάστην αὐτοῖς τὸ ψυχικὸν κάλλος, οὗπερ ἐρῶσιν,
25ἀναθάλλει τε καὶ ἀνηβᾷ καὶ ὡραιότερον γίνεται· καὶ οὐχ ἡδεῖς μόνον ἀλλὰ καὶ χρήσιμοι, ὅτι καὶ ἡ ἀρετὴ τῶν χρησιμωτάτων· κάλλιστον γὰρ καὶ ἥδιστον καὶ χρησιμώτατον ἡ ἀρετή. Εἰπὼν δὲ ὅτι αἱ διὰ τὸ ἡδὺ καὶ χρήσιμον φιλίαι οὐ μόνιμοί εἰσιν, ἐπήγαγεν, ἡ δὲ τῶν ἠθῶν καθ’ αὑτὴν οὖσα. λέγει δὲ ἤθη τὰς
30ἀρετάς. ἡ διὰ τὰ ἤθη φιλία καθ’ αὑτὴν καὶ κυρίως οὖσα μόνιμός ἐστιν. δύναται τὰ καθ’ αὑτὴν οὖσα εἰρῆσθαι ἀντὶ τοῦ δι’ αὐτὰς καὶ οὐ διὰ τὰ αὐτῶν. διαφέρονται δὲ καὶ ὅταν ἕτερα γένηται αὐτοῖς καὶ μὴ ὧν ὀρέγονται. τινὲς τὸν Ἀλέξανδρον λέγουσιν εἶναι τὸν ἐπαγγειλάμενον τῷ κιθαρῳδῷ ὅσῳ ἂν ἄμεινον μελῳδήσειε, τοσούτῳ πλείονα δώσειν, τινὲς
35δ’ οὐ τὸν Ἀλέξανδρον, ἀφορῶντες εἰς τὴν τοῦ βασιλέως μεγαλοπρέπειαν καὶ τὴν περὶ τὰς εὐεργεσίας ἐκείνου ἑτοιμότητα, ἀλλ’ ἕτερόν τινα. ἡμῖν δὲ τὸν ἐπαγγειλάμενον μαθεῖν ὅστις ἦν, οὐ διὰ σπουδῆς ἐστιν. ἃ δὲ λέγει διὰ τούτων ἐστὶν ὅτι ὁ κιθαρῳδὸς σπουδαιότερον ᾄσας, εἶτα τὰ ὑπε‐ σχημένα ζητῶν λαβεῖν, ὁ ἐπαγγειλάμενος ‘ἔχεισ‘ ἔφησε ‘πάντα‘. τοῦ δὲ
40κιθαρῳδοῦ ἐπανερομένου ‘πῶς ἔχω μηδὲν λαβών‘; ὁ ἐπαγγειλάμενος ἀπε‐464

465

κρίνατο ‘οἷς με σὺ ηὔφρανας λόγοις, τοῖς αὐτοῖς κἀγώ σε· ὁποιαοῦν δέδω‐ κας τοιαῦτα καὶ ἔλαβες καὶ ἀκοὴν τέρψας τὴν ἀκοὴν ηὐφράνθησ‘. δια‐ φέρονται δ, φησὶν ὁ Ἀριστοτέλης, καὶ ὅταν ἕτερα γένηται αὐτοῖς καὶ μὴ ὧν ὀρέγονται, ὡς ἐπὶ τοῦ κιθαρῳδοῦ· εἰ μὲν τῆς δι’ ἀκοῆς
5ἡδονῆς ὁ κιθαρῳδὸς ἐδεῖτο, ὥσπερ καὶ ὁ ἐπαγγειλάμενος, οὐδ’ ἂν ἦν ἔγ‐ κλημα οὐδὲ διαφορά τις, εἰ δ’ ὁ μὲν κιθαρῳδὸς κέρδους, ὁ δὲ τέρψεως, καὶ ὁ μὲν ἔχει τὴν τέρψιν, ὁ δὲ κιθαρίσας οὐκ ἔχει τὸ κέρδος, εἰκότως ὁ ἐπαγγειλάμενος ἐγκαλεῖται. ὧν γὰρ χρῄζομεν ἅπαντες, τούτοις προσέ‐ χοντες καὶ εἰς ταῦτα ἀποβλέποντες ἃ ἔχομεν διδόαμεν. χρῄζων γάρ
10τις ἱματίου εἰς τὸ ἱμάτιον ὃ οὐκ ἔχει ἀποβλέπων δίδωσιν ὃ ἔχει, οἷον τὸ νόμισμα ἢ ἄλλο τι. τὰ μὲν δὴ λεγόμενα τοιαῦτά ἐστιν, ἐν δὲ τῇ λέξει τῇ τὰ αὐτὰ δίδωσι τὸ τὰ αὐτὰ ταὐτόν ἐστι τῷ ἃ ἔχει δίδωσι. τὴν ἀξίαν δὲ ποτέρου τάξαι ἐστ, τοῦ προϊεμένου ἢ τοῦ προλαβόν‐ τος; οὐχ ὁμοίως ἅπασαι αἱ ἀνταλλαγαὶ γίνονται, ἀλλ’ ἡ μὲν τῶν ἀγοραίων
15ἐπὶ ῥητοῖς καὶ ἀπὸ χειρῶν εἰς χεῖρας λαμβάνοντες διδόασιν, ἡ δὲ τῶν ἐλευθεριωτέρων εἰς χρόνον καθ’ ὁμολογίαν μέντοι, οὐ μὴν ῥητήν, οἷον δέκα ἢ εἴκοσι ἤ τινα ἄλλον ἀριθμόν. εἰ γὰρ τοῦτ’ ἦν, οὐδὲν ἂν διέφερε τῆς ἀγοραίας καὶ ἀνελευθέρου ἀνταλλαγῆς τῆς ἐπὶ ὡρισμένων ἀριθμῶν τι‐ μήματι γινομένης.
20 Τοιαύτης οὖν οὔσης τῆς δευτέρας ἀνταλλαγῆς, ἐρωτᾷ, τίνος ἐστὶ τὸ τάξαι τὴν ἀξίαν. οἷον δέδωκέ τις νόμισμά τινι ἢ ἄλλο τι ἀφ’ ὧν ἐπιγέ‐ γονε τῷ δανεισαμένῳ κέρδος καὶ ὠφέλειά τις, τίνα δεῖ, φησίν, ἐν τούτοις τὴν ἀντωφέλειαν τάξαι καὶ ὁρίσαι τὸν δανείσαντα, εἰ μέλλει μένειν ἡ φι‐ λία; πότερον, φησί, τὸν δανείσαντα χρὴ λέγειν ὅτι ‘ἁρμόζει σοι, ὦ ὀφειλέ‐
25τα, τοσάδε μοι δοῦναι, ἐπεὶ τοσάδε διὰ τῶν ἐμῶν νομισμάτων ὠφέλησαι‘, ἢ τὸν δανεισάμενον δέον ἐστὶν ἀπιδεῖν πρὸς τὴν ὠφέλειαν, ἣν ἀπώνατο καὶ τάξαι τὴν ἀντευποιΐαν. ζητεῖ δὲ τοῦτο εἰς τὰ λεγόμενα πολλάκις πρὸς ἀλλήλους ἀπιδών. ἔστι γὰρ πολλάκις ἀκοῦσαι τοὺς ὀφειλέτας καὶ διὰ τοῦ ὀφλήματος εὖ παθόντας πρὸς τοὺς δεδανεικότας λέγοντας μηδέν τι μέγα
30παρ’ αὐτῶν λαβεῖν ἀλλὰ μικρά, 〈ἃ〉 ἂν ἔλαβον εἴπερ ἐβούλοντο καὶ παρ’ ἄλλου του τυχόντος διὰ τὴν σμικρότητα καὶ εὐτέλειαν τοῦ δάνους, καὶ ὅτι ὅπερ ἐκ τοῦ δάνους προσεκέρδησα, μηδαμινόν τί ἐστι καὶ συλλήβδην τὸ μηδέν, τῶν δ’ αὖ δεδανεικότων ἀπ’ ἐναντίας ἀντιλεγόντων τὰ μέγιστα δεδανεικέναι, εἰ καὶ μὴ ἁπλῶς μέγιστα, ἀλλ’ οὖν τὰ ἑαυτοῖς καὶ μέγιστα
35καὶ ἀναγκαῖα καὶ ἃ παρ’ ἄλλου οὐκ ἂν ἔλαβον, κἂν μύρια ἐπὶ μυρίοις465

466

διεπράξαντο. τοῦτο δὴ ζητήσας ἐπήγαγεν ὥσπερ τινὰ λύσιν τοῦ ζητήμα‐ τος τὸ ὁ γὰρ προϊέμενος ἔοικεν ἐπιτρέπειν ἐκείν. 〈ἔστι δὲ ἐλλι‐ πὴς ἡ λέξις, καὶ δεῖ προσυπακούειν τὸ ‘ἢ τοῦ προλαβόντοσ‘. καὶ εἴη ἂν τὸ πλῆρες τοιοῦτον, ἢ τοῦ προλαβόντος ἐστὶ τὸ τάττειν· ὁ γὰρ προϊέμενος
5ἔοικεν ἐπιτρέπειν ἐκείνῳ.〉 λέγει δὲ προλαβόντα τὸν ὀφειλέτην· πρότερος γὰρ αὐτὸς λαμβάνει, εἶθ’ οὕτως ὁ δανείσας τὸν προλαβόντα φησὶ δεῖν τάττειν. ὃ δὴ καὶ Πρωταγόραν τὸν σοφιστὴν λέγουσι ποιεῖν. ἑκάστου γὰρ τῶν προσιόντων λέγοντος ‘ὦ Πρωταγόρα, πόσου με διδάξεις;‘ ἀπεκρίνατο ‘φοιτῶν παρ’ ἐμοὶ μάνθανε, κἀπειδὰν μάθῃς ὅσων ἂν ἄξια τιμήσῃς ἃ
10μεμάθηκας τοιαῦτα λήψομαι‘. καὶ ἐλάμβανε τοσαῦτα νομίσματα, ὁπό‐ σων ἂν ἐτίμησεν ὁ μεμαθηκώς, ὅπερ ἐστὶν ὁ προλαβών. προεδίδου γὰρ ὁ Πρωταγόρας, προελάμβανε δὲ ὁ μανθάνων, ὃς δέ, ὁ μανθάνων, ἔταττε τὴν ἀξίαν. καθάπερ τοίνυν ὁ Πρωταγόρας ἐπέτρεπε τῷ μαθητῇ τιμᾶν καὶ τάττειν τὴν ἀξίαν ὧν μεμάθηκεν, οὕτω καὶ ἐπὶ τῶν δανείων καὶ τῶν
15ὅλως εἰς ὠφέλειαν τοῦ λαμβάνοντος διδομένων ἔοικεν ὁ προϊέμενος ἐπι‐ τρέπειν τῷ προλαβόντι τιμᾶν τὴν ὠφέλειαν καὶ ἀντευποιεῖν ἀναλόγως. ἐν τοῖς τοιούτοις ἀρέσκει τὸ μισθὸς δ’ ἀνδρ.‘ τοιούτους ἢ τοὺς μὴ λαμβάνοντας πρὶν ἂν διδάξαιεν εἶπεν ἢ τοὺς προϊεμένους ἢ τάχα καὶ ἀμφοτέρους. ἔστι δὲ τὸ μισθὸς ἀνδρὶ ἀπὸ τοῦ Ἡσιόδου· ‘μισθὸς δ’ ἀν‐
20δρὶ ἄρκιος εἴη‘ φησὶν ἐκεῖνος. ὃ δὲ λέγει τοιοῦτόν τί ἐστι· δεῖ τὸν ἄνδρα μισθὸν λαμβάνειν δέοντα καὶ ἀνάλογον τῷ ἔργῳ ὃ εἰργάσατο ἢ τῇ πε‐ πραγμένῃ παρ’ αὐτοῦ πράξει. ἐν τοῖς τοιούτοις φησίν. λέγοι δ’ ἂν τοι‐ αῦτα τὰ ἔργα καὶ τὰς πράξεις, οἷα ἀρέσκει τισὶ καὶ ζητοῦσι ἀνάλογον τῆς εὐποιΐας. οὐκ εἶπε δὲ πᾶσιν ἀρέσκειν ἀλλ’ ἐνίοις, εἰς τὴν ἀγοραίων ἀπιδὼν
25ἀπληστίαν. οἱ γὰρ τοιοῦτοι πολλαπλασίως ἐπιζητοῦσιν εὖ παθεῖν ὧν ἐποί‐ ησαν, ἀλλ’ οὐ τὸ ἴσον.
27nΟἱ δὲ προλαβόντες τὸ ἀργύριον, εἶτα μηθὲν ποιοῦν‐
28nτες ὧν ἔφασαν.
29Οἱ μὲν ἄνευ ὁμολογίας ὡρισμένης προλαβόντες, ἔπειτα μὴ ἀναλόγως
30ὧν ὠφέληνται ἀντευποιοῦντες, οὐ πάνυ τι ἐν ἐγκλήμασίν εἰσιν· οἱ δὲ με‐ τρήσαντες καὶ τάξαντες τὴν εὐποιΐαν, εἶτα μὴ ποιήσαντες μηδὲν ὧν ἐπηγ‐ γείλαντο διὰ τὰς τῶν ἐπαγγελιῶν ὑπερβολὰς δικαίως ἐγκαλοῦνται. ταῦτα δὲ ποιοῦσιν οἱ σοφισταί· διδάξειν γὰρ εἰ τοσόνδε χρυσὸν λήψονται διαβε‐ βαιοῦνται καὶ πολλὰ καὶ μεγάλα καὶ δαιμόνια καὶ θαύματος ἐπέκεινα.
35οὐδὲν δὲ τοιοῦτον λαβόντες ὅσον ἐπιζητοῦσιν ἀργύριον διδάσκουσιν, ὅτι μηδ’ ἴσασι· τοιοῦτον γὰρ τὸ τῶν σοφιστῶν φῦλον, ἀμαθέστατον δοξομα‐
νέστατον φιλοχρηματώτατον. ἐπαγγέλλονται δὲ τοιαῦτα, ὅτι οὐδεὶς οὐδ’466

467

ὀβολὸν αὐτοῖς προθύμως παρέσχεν, εἴπερ ὁμολογεῖν ἤθελον, ἃ διδάσκειν ἠπίσταντο. ἐν δέκα γὰρ καὶ τρισὶ τρόποις ἡ ξύμπασα πεῖρα ἢ ἐμπειρία τούτων ἐστένωται ὁμωνυμίᾳ ἀμφιβολίᾳ συνθέσει διαιρέσει προσῳδίᾳ σχή‐ ματι λέξεως καὶ λοιποῖς ἑπτά, καὶ εἴρηνται πάντες ἐν τοῖς Σοφιστικοῖς
5ἐλέγχοις τῷ Ἀριστοτέλει καὶ ἐμοὶ ἐν ταῖς 〈εἰσ〉 ἐκείνους γραφείσαις μοι σχολαῖς. ἀλλ’ οὗτοι μὲν εἰκότως τὰ ἐπηγγελμένα μὴ πληροῦντες εἰς εὐ‐ θύνας ἕλκονται. ἐν οἷς δὲ μὴ γίνεται διομολογία τῆς ὑπουργίας (λέγει δ’ ὑπουργίαν τὴν εὐποιΐαν, ἣν δέδρακεν ὁ προδεδωκὼς πρὸς τὸν προλαβόντα) οἱ μὲν δι’ ἑαυτοὺς προϊέμενοι, τουτέστι οἱ διὰ τὰ αὑτῶν
10ἤθη καὶ τὰς ἀρετὰς καὶ τὸ σπουδαῖον εἶναι προϊέμενοι καὶ προδιδόντες, ἀνέγκλητοί εἰσιν οὐδ’ ἐγκλήματα κατ’ ἀλλήλων φέρουσιν οὐδέτεροι, οὔθ’ οἱ προλαβόντες οὔθ’ οἱ προδόντες· οὐ γὰρ εἰς κέρδος ἤ τι τοιοῦτον ὁρῶντες προΐενται ἢ προλαμβάνουσιν, ἀλλ’ εἰς μόνον τὸ καλόν. ἡ γὰρ κατ’ ἀρετὴν φιλία πρὸς μόνον τὸ καλὸν νεύουσα δρᾷ καὶ πάσχει, εἰς μη‐
15δὲν δ’ ἄλλο, καὶ ἔοικεν ἐπὶ τῆς τοιαύτης φιλίας, λέγω δὴ τῆς τῶν σπου‐ δαίων, τὴν ἀντευποιΐαν μετρεῖν καὶ τάττειν οὐχ ὁ προλαβὼν καὶ εὖ παθὼν ἀλλ’ ὁ δράσας καὶ προδούς. δεῖ γὰρ τὸν εὖ παθόντα ἐκεῖνο ἀντευποιεῖν, εἰς ὃ δράσας βλέπων εὖ πεποίηκεν, εἰς τὸ φιλεῖσθαι δὲ καθαρῶς καὶ ἀκι‐ βδήλως βλέπων, εὖ δέδρακεν ὁ σπουδαῖος, ὥστε δεῖ τὴν πρὸς αὐτὸν φιλίαν
20καθαρὰν καὶ ἀκίβδηλον διατηρεῖν, κἂν δέηταί τινος ὁ προϊέμενος, εὐπορεῖ δὲ τούτου ὁ προλαβών, προθύμως ἡ τοῦ δράσαντος προαίρεσις. ἀλλὰ καὶ τοῖς φιλοσοφίας κοινωνήσασιν. ὁ διδάσκαλος καὶ ὁ καθηγεμὼν μέ‐ τρον εἶναι ἔοικε τῆς ἀντευποιΐας· οὐ γὰρ χρήμασι μετρεῖται ἡ τοῦ διδά‐ ξαντος εὐεργεσία καὶ εὐποιΐα. τιμὴ γὰρ ἰσόρροπος τοῖς ἐκ φιλοσοφίας
25καλλίστοις οὐδ’ ἂν γένοιτό ποτε, 〈ἀλλὰ δεῖ καὶ ἐνταῦθα πρὸς τοὺς καθη‐ γεμόνας τιμὴν ἔχειν κἄν του δέωνται ἐπαρκεῖν τοὺς μεμαθηκότας εἰ δύ‐ νανται ὡς τάχιστα.〉
28nΜὴ τοιαύτης δὲ οὔσης τῆς δόσεως ἀλλ’ ἐπί τινι.
29Τῆς μὲν δόσεως οὔσης δι’ ἑαυτοὺς μέτρον ἐστίν, ὡς εἴρηται, ἡ τοῦ
30προϊεμένου προαίρεσις· μὴ οὔσης δὲ τοιαύτης ἀλλ’ ἐπί τινι, τουτέστι δι’ ἀντίδοσιν καὶ ἀντευποιΐαν τὴν διὰ χρημάτων (τοῦτο γάρ ἐστιν ἡ δι’ ὁμολογίας), τοιαύτη, φησίν, ἔστω ἡ ἀντευποιΐα, ὥστε δοκεῖν καὶ τῷ προϊε‐ μένῳ καὶ προευεργετηκότι καὶ τῷ προλαβόντι καὶ προευεργετηθέντι κατ’ ἀξίαν εἶναι, καὶ μηδέτερον λέγειν, μήτε τὸν προϊέμενον τοῦ δέοντος ὡς
35ἔλαττον ἔλαβε μήτε τὸν εὖ πεπονθότα ὡς πλέον τοῦ προσήκοντος ἐδεδώ‐467

468

κει. εἰ δὲ μὴ συμβαίνει κατ’ ἀξίαν εἶναι, τουτέστι μήδ’ ἐνδεχό‐ μενόν ἐστι κρῖναι τὸ κατ’ ἀξίαν πόσον ἐστί. τινὲς μὲν γὰρ καὶ τῶν προϊεμένων καὶ τῶν προλαμβανόντων ἔκ τινος τριβῆς καὶ ἐμπειρίας δύ‐ νανται συνορᾶν τὸ κατ’ ἀξίαν καὶ λέγουσι πρὸς ἑαυτούς, ὁ μὲν προϊέμε‐
5νος ‘οὐκ ἐζημίωμαι· τὸ κατ’ ἀξίαν γὰρ ἔλαβον·‘ ὁμοίως καὶ ὁ λαβών, ὅτι ‘οὐκ ἐζημίωσα· τὸ δέον γὰρ καὶ τὸ ἀνάλογον δέδωκα.‘ τινὲς μὲν οὖν καὶ τῶν εὖ ποιησάντων καὶ εὖ παθόντων τοιοῦτοί εἰσι, τινὲς δ’ ἄπειροι καὶ ἀνεννόητοι τοῦ κατ’ ἀξίαν· διὸ καὶ ἐγκλήματα φέρουσι κατ’ ἀλλήλων, τοῦ μὲν λέγοντος ὡς ἔλαττον τοῦ δέοντος λαβόντος, τοῦ δὲ ὡς πλέον τῆς
10ἀξίας δεδωκότος. ἐπὶ τῶν τοιούτων, φησίν, ἀναγκαῖον τὸν προέχοντα τάττειν. λέγοι δ’ ἂν προέχοντα τὸν προϊέμενον διὰ τὸ πρὸ τοῦ δοῦναι ἔχειν ὃ δέδωκε. τάξειε δ’ ἂν εἰ διδοὺς εἴποι ‘δίδωμί σοι ταδί, φέρε εἰ‐ πεῖν τὰ νομίσματα, ἐπὶ τόκῳ τοσῳδί.‘ ὁμοίως καὶ ὁ διδάσκων τάξειεν εἰ λέγοι ‘εἱλόμην καὶ ἠθέλησα ἀντὶ τῆς μελλούσης σοι γενέσθαι ἡδονῆς, ἀφ’
15ὧν μέλλεις μαθεῖν παρ’ ἐμοῦ, λαβεῖν ἀργύριον τοσόνδε‘, καὶ δὴ καὶ ὁ κι‐ θαρῳδὸς λεγέτω ‘βούλομαι λαβεῖν τόδε τι ὑπὲρ τῆς ἀπὸ κιθαρίσεως ἡδονῆς καὶ τέρψεως.‘ κατὰ τὰ αὐτὰ καὶ ἡ ἑταίρα ‘ζητῶ λαβεῖν ὑπὲρ τῆς ἐκ τῆς ὁμιλίας χαρᾶς τοσάδε τινά.‘ ἢ λέγοι ἂν προέχοντα τὸν δεόμενον καὶ λαμβάνοντα ἀλλ’ οὐ τὸν προϊέμενον. λέγει δὲ προέχοντα [τὸν δεόμε‐
20νον] τὸν τοιοῦτον ὡς πρώτως ὠφεληθέντα· ὠφεληθεὶς γὰρ καὶ προκερδή‐ σας τὴν ἀντευποιΐαν ἐπάγει πρὸς τὸν προϊέμενον, καὶ εἴη ἂν [ὁ] λέγων, ὅτι δεῖ τὸν προλαβόντα τάττειν καὶ ὁρίζειν τὴν ἀντίδοσιν, οἷον ὅτι ‘τόσα σοι μέλλω παρέχειν, ἐπεὶ ὅσα μέλλω ἀπὸ τῶν σῶν κερδαίνειν τοσαῦτα ἔσται.‘ οὕτω δὴ καὶ τὸν ἐραστὴν καὶ τὸν μανθάνειν μέλλοντα καὶ τὸν ἀπὸ κιθα‐
25ρῳδοῦ τερφθησόμενον τάττειν χρὴ τὴν ἀντίδοσιν, οἷον ὅτι ‘τοσάδε σοι μέλλω δοῦναι ὑπὲρ ὧν μαθήσομαι καὶ τοσάδε ὑπὲρ ὧν τερφθήσομαι.‘ ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη, τὰ δὲ κατὰ τὴν λέξιν. ἂν γὰρ ὅσον, οὗτός φησιν, ὁ προλαβὼν ὠφέληται τοσαῦτα ἀναλόγως λάβῃ ὁ προδεδωκώς, ἕξει τὴν ἀντίδοσιν ἀξίαν, οἷον εἰ εἴκοσι καὶ τέσσαρα νομίσματα κερδήσας
30δοίη τῷ δανείσαντι ὀκτώ, ἀξίαν τὴν ἀντευποιΐαν πεποίηκε. δεῖ γὰρ καὶ ὑπὲρ τοῦ πόνου ὃν ὑπέστη καὶ τῆς δαπάνης ἣν ἐδαπάνησε λαβεῖν τὸ κατ’ ἀξίαν. εἰ γὰρ εἴκοσι τέσσαρα κερδήσας τὰ δέκα καὶ δύο δοίη τῷ δεδα‐ νεικότι, ζημιωθήσεται πάντως. τοῦτο καὶ ἐπὶ τῆς ἐρωμένης συμβαίνει καὶ ἐπὶ τοῦ μεμαθηκότος καὶ τοῦ κιθαρῳδοῦ, ἂν ἀνθ’ ὅσου τὴν ἡδονὴν
35εἵλοντο, ὁ μὲν τὴν ἀπὸ τῆς ὁμιλίας, ὁ δὲ τὴν ἀπὸ τῆς κιθαρῳδίας, ὁ δὲ τὴν ἀπὸ τῆς μαθήσεως τοσοῦτον ἀντιλάβοι ἡ ἐρωμένη ὁ κιθαρῳδὸς ὁ διδάσκαλος, ἔσται ἡ ἀντίδοσις ἀξία. καὶ γὰρ ἐπὶ τῶν ὠνίων οὕτω γίνε‐ ται· ὁ γὰρ ὠνούμενος καὶ ἐν τούτοις, ἀλλ’ οὐχ ὁ πωλῶν τάττει τὴν τοῦ
ὠνίου τιμήν. ὁ γὰρ πιπράσκων πλέον ἀεὶ ἐπιζητεῖ τῆς ἀξίας, ὁ δ’ ὠνού‐468

469

μενος τοσοῦτον δίδωσιν ὅσον ἂν οἴηται γενέσθαι τὴν ἀπὸ τοῦ ὠνίου ὠφέλειαν.
3nἘνιαχοῦ δ’ εἰσὶ νόμοι τῶν ἑκουσίων συμβολαίων δί‐
4nκας μὴ εἶναι.
5 Τὸ ἑκουσίων πρόσκειται, ὅτι εἰσὶ καὶ ἀκούσια συμβόλαια· καὶ εἴρη‐ ται τίνα ταῦτά ἐστιν ἐν τῷ πέμπτῳ βιβλίῳ τῆς παρούσης πραγματείας. φαίνεται δὲ ἐκ τῶν προκειμένων ῥητῶν, ὅτι προέχοντα τὸν δεόμενον ἔλεγε καὶ λαμβάνοντα ἀπὸ τοῦ ἔχοντος καὶ προϊεμένου. εἰπὼν δ’ ὅτι ἐπὶ τῶν μὴ δι’ ἑαυτοὺς καὶ τὸ ἑαυτῶν ἦθος ἀλλὰ δι’ ὠφέλειάν τινα τὰς ἀντιδό‐
10σεις ποιουμένων τὸν προέχοντα καὶ δεόμενον δεῖ τὴν ἀντίδοσιν τάττειν, ὅτι καλῶς τοῦτο διετάξατο, πιστοῦται ἀπὸ τοῦ ἔν τισι νόμους κεῖσθαι προστάτ‐ τοντας μὴ δικάζεσθαι τὸν προϊέμενον μετὰ τοῦ προέχοντος, οἷον τὸν δα‐ νείσαντα μετὰ τοῦ δανεισαμένου, ἀλλὰ στέργειν καὶ ἀποδέχεσθαι ὃ ἂν ἀν‐ τιδοίη ὁ προέχων. ἐπεὶ γὰρ πιστεύσας δέδωκε δηλονότι κύριος τοῦ τάξαι
15καὶ ὁρίσαι τὴν ἀντίδοσιν ποιῶν προήκατο καὶ προδέδωκεν· ᾧ οὖν πιστεύ‐ σας, ὅτι ἀξίαν τὴν ἀντίδοσιν ποιήσεται προΐετο, τούτῳ λέγοντι ἀντάξιον πεποιηκέναι πιστευέτω καὶ μετ’ αὐτοῦ δίχα δικαστοῦ διαλυέσθω, ἀλλὰ κἂν μηδέν τι μηδ’ ὅλως δοίη μήτε τὸ δάνος μήτ’ ἀντωφέλειαν, λέγει δ’ ὡς ‘δέδωκα καὶ τὸ χρέος καὶ τὴν ὠφέλειαν αὐτοῦ‘, μηδ’ οὕτω δικαζέσθω
20μετ’ αὐτοῦ ὁ δανείσας ἢ ὁ προϊέμενος ἀλλὰ πιστευέτω ὡς δεδωκότι· ᾧ γὰρ δέδωκε τῷ πιστεῦσαι, ὡς ἐπιεικής ἐστι καὶ οὐ μὴ ἀπαρνήσεται, τού‐ τῳ καὶ νῦν ὡς τοιούτῳ ὄντι πιστευέτω. ἡ μὲν οὖν τῶν λεγομένων διά‐ νοια αὕτη ἂν εἴη· κατὰ δὲ τὴν λέξιν τὴν ᾧ γὰρ ἐπετράφθη τοῦτον οἴεται δικαιότερον τάξαι τὸ οἴεται περὶ τοῦ νόμου εἴρηται· οἴεται
25γὰρ ὁ νόμος ἢ ὁ νομοθέτης δικαιότερον εἶναι τὸν προέχοντα τάττειν καὶ μὴ τὸν δικαστήν, ὃ καὶ καθ’ ὥραν γινόμενον ὁρῶμεν· ἀκούομεν γὰρ πολ‐ λοὺς τῶν προϊεμένων φάσκοντας πρὸς τοὺς προέχοντας ὡς ‘ἐγὼ μὲν δί‐ δωμί σοι, σὺ δὲ τὰ καλὰ καὶ τὰ βέλτιστα γινώσκων τὸ κατ’ ἀξίαν ἀν‐ τιμέτρησον, μόνον οὐχὶ τοῦτο λέγων σοι προτρέπομαι ὁρίσαι καὶ τάξαι τὴν
30ἀντίδοσιν.‘ τὰ πολλὰ γὰρ οὐ τοῦ ἴσου τιμῶσιν οἱ ἔχοντες καὶ οἱ βουλόμενοι λαβεῖν. καὶ τοῦτο ἐκ τῶν εἰωθότων ὡς ἐπὶ τὸ πλεῖ‐ στον γίνεσθαι τυγχάνει· ὡς ἐπὶ τὸ πολὺ γὰρ οἱ ἔχοντες ἅπερ ἔχουσιν πολλῆς φασι τιμῆς ἄξια εἶναι, κἂν μὴ μεγάλα ὦσιν. τοῦτο δὲ δρῶσιν ὁρῶντες πρὸς τὴν ἀπορίαν τῶν μὴ ἐχόντων καὶ χρῃζόντων λαβεῖν, καὶ
35διὰ τοῦτο καὶ μεγάλας ζητοῦσι τὰς ἀντιδόσεις. ὁποῖοι τυγχάνουσιν οἱ
καθ’ ἡμᾶς τρισκατάρατοι τοκισταί· ἐπὶ 〈γὰρ〉 βραχέσι νομίσμασι καὶ ἐπ’469

470

ὀλίγῳ χρόνῳ πολυαρίθμους ἀπαιτοῦσι τοὺς τόκους καὶ λαμβάνουσιν. ἀλλ’ εἰ καὶ πολλοῦ, φησί, τιμῶνται τὰ οἰκεῖα οἱ ἔχοντες, δεῖ τὴν ἀμοιβὴν το‐ σαύτην γίνεσθαι ὅσην ἂν τάξωσιν οἱ λαβόντες. αὐτοὶ γὰρ καὶ ἴσασι τὸ κέρδος καὶ τὴν προγεγονυῖαν ἐκ τοῦ δάνους ὠφέλειαν. ἐπειδὴ δὲ οἱ δα‐
5νειζόμενοι ἀποροῦντες μεγάλα πολλάκις νομίζουσι διὰ τὴν ἔνδειαν ἃ λαμ‐ βάνουσι, λαβόντες δὲ καὶ ἐμπορευσάμενοι καὶ εὐπορήσαντες ἀγαθῇ τινι τύχῃ, μικρὰ καὶ εὐτελῆ δοκεῖ αὐτοῖς τὰ δάνεια, καὶ διὰ τοῦτο καὶ μικρὰς καὶ εὐτελεῖς τὰς ἀμοιβὰς ποιοῦνται, λέγει ὁ Ἀριστοτέλης τὴν ἁμαρτίαν ταύτην ἐπιδιορθούμενος μὴ δεῖν τοσούτου τὸν δανεισάμενον καὶ τὸν λαβόντα
10τιμᾶν, ὅσου νῦν εὐπορῶν ἄξιον εἶναι οἴεται, ἀλλ’ ὅσου [νῦν] ἐτίμα πρό‐ τερον, ὅτε ἀπορῶν ἐτύγχανεν. ἄλλως γὰρ τιμῶμεν ἔχοντες τὸ πρᾶγμα καὶ ἄλλως χρῄζοντες, καὶ αὖ ἐν ταῖς χρείαις ἑτέρως σφόδρα δεόμενοι καὶ ἑτέρως ἠρέμα. ἀπορίαν δ’ ἔχει καὶ ταῦτα, πότερον δεῖ τῷ πατρὶ πάντα πείθεσθαι καὶ τὸ πείθεσθαι τῷ πατρὶ ἀμοιβὴ καὶ ἀντίδοσίς ἐστιν
15ὧν πεπόνθαμεν παρὰ τοῦ πατρὸς ἕκαστος. δεόντως οὖν ἐπεὶ περὶ ἀμοι‐ βῆς καὶ ἀνταμείψεως καὶ ἀντιδόσεως ὁ λόγος ἐστὶ τῷ φιλοσόφῳ, ἐπάγει ταῦτα. ὃ δὲ ζητεῖ τοιοῦτόν ἐστιν, ἆρά γε ἐπειδὴ ὀφείλομεν ἕκαστος τῷ οἰκείῳ πατρί (προέχομεν γὰρ καὶ οἷον ἐλάβομέν τι παρ’ αὐτοῦ τὸ εἶναι καὶ ζῆν), δεῖ πάντα ὅσα κελεύσειε πείθεσθαι, κἂν νοσεῖν ἡμᾶς συμβαίη
20ἐκεῖνα ἐσθίειν καὶ πίνειν ἃ ὁ πατὴρ προστάξειε, καταφρονοῦντας τῶν ἰατρῶν. ὁμοίως κἂν ἐξουσίαν ἔχωμεν καὶ δυναστείαν χειροτονεῖν στρατηγούς, ὃν ὁ πατὴρ προστάξειε χειροτονήσομεν, ἀποπέμψαντες τὸν δυνάμενον στρατηγεῖν. ἀλλὰ καὶ δυοῖν, φησί, δεομένοιν, τοῦ μὲν ἑνὸς ὄντος φίλου, θατέρου δὲ οὐ φίλου μὲν σπουδαίου δὲ καὶ ἀγαθοῦ, τίνι ὑπηρετητέον καὶ δοτέον, ἀμφοῖν
25ἐπαρκέσαι μὴ δυναμένους, ἆρα τῷ φίλῳ ἢ τῷ σπουδαίῳ; τόν τε γὰρ φί‐ λον παριδεῖν δεόμενον μὴ οὐ θεμιτόν ἐστι, τόν τε σπουδαῖον ἀπώσασθαι τῶν ἀλογωτάτων ἐστί. καὶ ἆρά γε εὐεργέτῃ δεομένῳ ἀντιχαρίσασθαι δεῖ ἢ ἑταίρῳ, ἐνδεοῦς ὄντος καὶ τοῦ ἑταίρου, μὴ δυναμένους δηλονότι καὶ ἐν‐ ταῦθα ἀμφοτέροις ἀνταποδιδόναι χάριν; ταῦτα ζητήσας ἐπάγει
30nἎρά γε πάντα τὰ τοιαῦτα ἀκριβῶς μὲν διορίσαι οὐ
31nῥᾴδιον
32 σύμφωνα λέγων τοῖς ἐν τῷ πρώτῳ εἰρημένοις αὐτῷ τῆσδε τῆς πραγματείας. τῶν γὰρ ἀορίστων ὡρισμένας τὰς λύσεις καὶ τεταγμένας ἐπάγειν οὐχ ἐνδέχεται. εὐμετάπτωτα γὰρ τὰ γινόμενα καὶ εὐκύλιστα καὶ
35ἄλλοτε ἄλλως ἔχοντα· ἐνίοτε μὲν γὰρ τὰ αὐτὰ τῶν αὐτῶν ὁρᾶται μείζονα,470

471

ἐνίοτε δ’ ἐλάττονα, καὶ ποτὲ μὲν καλὰ καὶ συμφέροντα, ποτὲ δὲ φαῦλα καὶ ἀσύμφορα, καὶ ποτὲ μὲν ἀναγκαῖα, ποτὲ δ’ οὐ τοιαῦτα. τοσαύτης οὖν καὶ τοιαύτης περὶ τὰ τοιαῦτα τῆς διαφορᾶς οὔσης καὶ νῦν μὲν μᾶλλον ὄντος καλοῦ φίλῳ ὑπηρετῆσαι ἢ σπουδαίῳ, αὖθις δ’ ἔμπαλιν σπουδαίῳ ἢ
5φίλῳ, οὐ ῥᾴδιόν ἐστιν ἀκριβῶς διορίσαι καὶ ὡρισμένως ἀποφήνασθαι, οἷον ὅτι δεῖ τῷ φίλῳ ἀεὶ ὑπηρετεῖν, ἀμελεῖν δὲ τοῦ σπουδαίου, ἢ τὸν σπουδαῖ‐ ον εὖ ποιεῖν, ἀποπέμπειν δὲ τὸν φίλον, ἀλλὰ δεῖ πρὸς τοὺς καιροὺς καὶ τὰς χρείας καὶ τὰς ἀνάγκας μεθαρμόζεσθαι. τοῦτο δέ, φησί, τέως ἐστὶ δῆλον, ὅτι οὐ πάντα τῷ αὐτῷ ἀποδοτέον, οἷον καὶ τιμὴν καὶ χρήματα καὶ
10τὰ ὅμοια, ἀλλὰ τῷ μὲν ταδί, τῷ δὲ ταδί, οἷον τῷ μὲν ἄπαιδι καὶ μονώτῃ μᾶλλον τιμήν, τῷ δὲ παῖδας ἔχοντι καὶ πολλῶν δεομένῳ μᾶλλον χρήματα, καὶ τῷ μᾶλλον ἀδικουμένῳ μᾶλλον βοηθητέον, ἧττον δὲ τῷ ἧττον· ἢν δέ ποτε συμβαίη (πολλὰ γὰρ καὶ σχεδὸν ἀπεριήγητα τὰ συμπίπτοντα), τῷ μὲν μονώτῃ δοτέον χρήματα, τῷ δὲ παίδας ἔχοντι μὴ δοτέον. καὶ τὰς εὐερ‐
15γεσίας ἀνταποδοτέον ὡς ἐπὶ τὸ πολὺ ἢ χαριστέον ἑταίρ, ἐνίοτε δὲ χαριστέον ἑταίρῳ, ἢ ἀνταποδοτέον τῷ εὐεργέτῃ; εἰ γὰρ ἐπὶ θάνατον ὁ ἑταῖρος ἕλκεται διὰ χρήματα, τούτῳ δεῖ χαρίσασθαι, ἢ τῷ εὐεργέτῃ ἐν οὐδενὶ κινδύνῳ καθεστηκότι; ἀλλὰ καὶ τὸ δάνειον μᾶλλον ἀποδοτέον τῷ δανείσαντι ἢ ἑταίρῳ χαριστέον, ἀλλ’ οὐδὲ τοῦτο ἀεί. οἷον ἐλήφθη ὁ
20Πολέμαρχος ὑπὸ πολεμίων· ἐξωνήσατο δ’ αὐτὸν Ἀντισθένης διὰ τῶν ἑαυ‐ τοῦ χρημάτων· μήπω δεδωκότος τοῦ Πολεμάρχου τὸ χρέος τῷ Ἀντισθέ‐ νει συνέβη ληφθῆναι τοῖς αὐτοῦ πολεμίοις τόν τε Ἀντισθένην καὶ τὸν τοῦ Πολεμάρχου πατέρα. τίνα οὖν ὁ Πολέμαρχος λυτρώσεται, εἰ μὴ δύναται ἀμφοτέρους; πότερον τὸν πατέρα ἑαυτοῦ ἢ τὸν Ἀντισθένην τὸν
25ἐξωνησάμενον αὐτὸν ἀπὸ τῶν πολεμίων; δῆλον ὡς τὸν πατέρα ἢ τὸ χρέος ἀποδοῦναι λύτρον τοῦ Ἀντισθένους. δεῖ γὰρ καὶ ἑαυτοῦ τὸν πατέρα προ‐ τιμῆσαι, μήτοι δὴ τὸν λυτρωσάμενον Ἀντισθένην ἤ τινα ἄλλον, οἷον ἑταῖ‐ ρον ἢ φίλον. τὸν γὰρ αἴτιον ἡμῖν τοῦ εἶναι, ὅς ἐστιν ὁ πατήρ, χρὴ ὑπὲρ πάντας τιμᾶν καὶ ἀνταποδιδόναι. ἃ μὲν οὖν λέγει ταῦτά ἐστι, τὸ δὲ ἢ
30μὴ ἑαλωκότι ἀπαιτοῦντι δὲ τοιοῦτόν ἐστιν· ἆρά γε κἂν ἑάλω ὁ λυ‐ τρωσάμενος Ἀντισθένης κἂν μὴ ἑάλω, ἀπαιτῇ δὲ τὸ ὄφλημα, ἀποδοῦναι δεῖ τὸν Πολέμαρχον, καταφρονήσαντα τοῦ πατρός;
33nὍπερ οὖν εἴρηται, καθόλου μὲν τὸ ὀφείλημα ἀπο‐
34nδοτέον.
35 Τὸ καθόλου ἀντὶ τοῦ μᾶλλον εἴληπται ἢ ἀντὶ τοῦ ἁπλῶς μὲν καὶ ὡς ἐπὶ τὸ πλεῖστον τὸ ὀφείλημα ἀποδοτέον. ἐὰν δ’ ὑπερτείνηται ἡ δόσις
τῷ καλῷ, τουτέστιν εἰ δὲ κάλλιόν ἐστι καὶ ἀναγκαιότερον πρὸς ἄλλον καὶ471

472

μὴ πρὸς τὸν δεδανεικότα τὴν δόσιν ποιήσασθαι, ἢ ἕνεκεν ἄλλου καὶ μὴ τούτου ἕνεκα, πρὸς ἐκεῖνον ἢ ἕνεκα ἐκείνου τὴν δόσιν ποιητέον, ἐῶντα ἐν τῷ παρόντι τὸν δανειστὴν ᾧ ὀφείλεται. ἐνίοτε γάρ, φησίν, οὐδέν ἐστιν ἴσον, ἤτοι δίκαιον, τὸν προϋπάρξαντα καὶ προευεργετήσαντα ἀμείψασθαι,
5ὅταν ὁ μὲν προϋπάρξας σπουδαῖον εἰδὼς πρὸς ὃν τὴν εὐεργεσίαν ἐποιήσατο, εὐεργέτησεν, αὐτὸς δὲ μοχθηρὸς τυγχάνει ὁ εὐεργετήσας. εἰ γὰρ καὶ εὖ πεποίηκεν, ἀλλ’ οὖν ἀντίδοσιν πρὸς αὐτὸν οὐ δεῖ γενέσθαι. οὐ γάρ ἐστι θέμις ὕλην χορηγεῖν τῇ κακίᾳ, ἀλλὰ κἂν ψεύστης κἂν ἐπίορκος κἂν ἄδι‐ κός ἐστιν ὁ δανείσας, ὁ δὲ δανεισάμενος χρηστός, συμβῇ δ’ εὔπορον γε‐
10νέσθαι τὸν χρηστόν, δεόμενον δὲ τὸν μοχθηρόν, οὐκ ἀντιδανειστέον, ὅτι λαβὼν ἀρνήσεται καὶ κατομόσεται λαβεῖν μηδέν τι. ὁ μὲν γὰρ φαῦλος δεδάνεικεν εἰδὼς ὅτι λήψεται πάντως τὸ δάνειον διὰ τὴν τοῦ δανεισαμένου ἐπιείκειαν, ὁ δ’ ἐλπίζων, μᾶλλον δ’ ἀκριβῶς εἰδώς, ὡς οὐ λήψεται τὸ δά‐ νειον, εἰκότως οὐκ ἀντιδανείσει. οὐ μὴν οὐδὲ διὰ τοῦτο ἐν τοῖς ἀγνώμοσι
15καὶ φαύλοις παρὰ τῶν εὐφρονούντων τετάξεται. εἴτε οὖν πονηρός ἐστι τῇ ἀληθείᾳ ὁ δανείσας εἴτε καὶ δοκεῖ, οὐκ ἀντιδανειστέον αὐτῷ. οὐδὲ γὰρ ἴσον τὸ ἀξίωμα, ἀλλὰ τὸν μὲν πονηρὸν δανείζειν ἐπιεικεῖ ἄξιον, τὸν δ’ ἐπιεικῆ τὰ ἴσα καὶ τὰ αὐτὰ πρὸς τὸν μοχθηρὸν ποιεῖν, οὐδεὶς ἂν ἀξιώσειε. συμφέρει γὰρ τὸν πονηρὸν μᾶλλον ἐνδεῆ εἶναι ἢ εὔπορον καὶ ὄργανα κα‐
20κουργίας ἔχειν. ὅπερ οὖν πολλάκις εἶπε, οἱ περὶ τὰ πάθη καὶ τὰς πράξεις λόγοι ὁμοίως ἔχουσι. πάθη λέγει θάρρη καὶ φόβους, ἐπιθυ‐ μίας ἀποστροφάς· πράξεις δὲ τὰ ἐκ τῶν ἐπιθυμιῶν καὶ λυπῶν καὶ θάρρους γινόμενα, οἷον λυπηθείς τις ἑαυτὸν ἀπέκτεινε, πάθος ἡ λύπη, πρᾶξίς τε τὸ διαχειρίσασθαι ἑαυτόν· καὶ ἡσθείς τις δέδωκε τῷ πένητι πρότερον μὴ
25διδούς, πάθος ἡ ἡδονή, πρᾶξις ἡ δόσις· καὶ ὀργισθεὶς ἔτυψέ τινα καὶ φο‐ βηθεὶς ἔρριψε τὴν ἀσπίδα, πάθος ἡ ὀργὴ καὶ ὁ φόβος, πρᾶξις ἡ μαστίγω‐ σις καὶ ἡ τῆς ἀσπίδος ἀποβολή. ἐπεὶ δὲ τὰ πάθη καὶ αἱ πράξεις περί τινάς εἰσιν, οἷον ἡ ὀργὴ περὶ τὸν ὀργίσαντα, ἤτοι περὶ τὸν αἴτιον γεγονό‐ τα τοῦ ὀργισθῆναι τὸν ὀργιζόμενον, καὶ ἡ λύπη περὶ τὸν λυπήσαντα καὶ
30ὁ φόβος περὶ τὰ φοβερά, ταῦτα δ’ ἀόριστα, καὶ οἱ περὶ ταῦτα λόγοι εἰσὶν ἀόριστοι. τῶν γὰρ φοβερῶν τινὰ μέν εἰσι σφόδρα φοβερά, ἄλλα δ’ ἧττον, ἕτερα δὲ ἠρέμα, ἕτερα δὲ δοκεῖ μέν, οὐκ ἔστι δέ. τοιούτων δ’ ὄντων οὐ δυνατόν ἐστιν ὡρισμένως εἰπεῖν, ὅτι τὰ μὲν σφόδρα φοβερὰ φοβητέον, τὰ δὲ μὴ τοιαῦτα οὐ φοβητέον. δεῖ γάρ τινων φοβερῶν καίπερ λίαν ὄντων
35καταφρονεῖν καὶ ἀποθανεῖν μᾶλλον ἢ φοβηθῆναι. δεῖ γὰρ θανεῖν ἢ ἀρνή‐ σασθαι τὸν θεὸν ἢ εἰπεῖν ὅθεν ἂν ἡ πατρὶς καὶ ὅπως ἁλῷ τοῖς πολε‐ μίοις. ἀλλὰ καί τινα ἠρέμα ὄντα φοβερὰ δεῖ φοβηθῆναι, ὅταν αἰσχύνην φέρῃ τὸ μὴ φοβηθῆναι, καὶ ἐπί τινων μέχρι πολλοῦ ἀντιστῆναι, ἐπί τινων
δὲ ἐπὶ βραχύ· καὶ ἐπὶ τῶν ἡδέων δὲ καὶ λυπηρῶν ὁμοίως οὐκ ἔστι δυ‐472

473

νατὸν ἀκριβῶς ὁρίσαι, ὅτι δεῖ ἐπὶ τοσοῦτον ἢ ὀργισθῆναι ἢ λυπηθῆναι. δῆλον τοίνυν γέγονεν, ὅτι οἱ λόγοι οἱ περὶ τὰ πάθη καὶ τὰς πράξεις ὁμοίως ἔχουσι τὸ ὡρισμένον τοῖς περὶ ἅ εἰσιν. ἐπίσης γάρ εἰσιν αὐτοῖς ἀόριστοι ἢ δυσπερίληπτοι.
5nὍτι μὲν οὖν οὐ ταὐτὰ πᾶσιν δοτέον, οὐδὲ τῷ
6nπατρὶ τὰ πάντα, καθάπερ οὐδὲ τῷ Διὶ θύεται, οὐκ ἄδηλον.
7 Ὥσπερ, φησίν, οὐ πάντα θύεται τῷ Διὶ (ἦσαν γάρ τινα ἃ οὐ θεμιτὸν ἐδόκει τοῖς Ἕλλησι θύειν τῷ Διί· κύνας γὰρ καὶ ὄφεις καὶ ἄλλ’ ἄττα πολλὰ ἀνόσιον ἐδόκει θυσίαν προσφέρειν τῷ Διὶ πατρὶ καθ’ Ἕλληνας ὄντι
10ἀνδρῶν τε θεῶν τε), οὕτως οὐδὲ τῷ πατρὶ πάντα ἀποδοτέον. οὔτε γὰρ εἰ πρὸς ἄρνησιν ἡμᾶς ἐγκαλεῖται τοῦ ζῶντος θεοῦ, πεισόμεθα αὐτῷ οὔτε πατρίδα προδοῦναι ἀναγκάζοντι, ἀλλ’ ἐκεῖνα ἀποδώσομεν ἃ πατρὶ χρεὼν ἀπονέμειν, τιμήν, θεραπείαν σώματος, ἐπικουρίαν ἅπασαν ἄλλην. οὔτε οὖν τῷ πατρὶ πάντα ἀποδοτέον οὔτε τὰ αὐτὰ πᾶσιν ἀπονεμητέον. οὐ γὰρ
15ὅσιον τὰ αὐτὰ ἀπονέμειν παισὶ καὶ ἐφήβοις καὶ ἀνδράσι καὶ γέρουσιν, ἢ σπουδαίοις καὶ φαύλοις, ἀλλ’ ἑκάστῳ τούτων τὸ προσῆκον. καὶ δείκνυσιν ἐπὶ παραδείγματος, τίσι τίνα ἀπονεμητέον. εἰς μὲν γὰρ τοὺς γάμους φησὶ δεῖν καλεῖν τοὺς συγγενεῖς, ὃ δὴ καὶ γινόμενον ὡς ἐπὶ τὸ πολὺ βλέπομεν. τοὺς τοιούτους δὲ καὶ εἰς τὰ κήδη ἀκτέον (κήδη δ’ εἰσὶ τὰ πρὸ τοῦ γά‐
20μου συναλλάγματα), τοῖς δὲ πατράσι τροφὴν χορηγεῖν ἕως ἂν ζῶμεν, ὅτι καὶ ἐπὶ τοσοῦτον ὀφείλομεν. ὡς γὰρ ἐπὶ δανείων μέχρις ἐκείνου ὀφείλο‐ μεν μέχρις ἂν τὸ δάνειον ἔχωμεν, οὕτω καὶ τοῖς πατράσιν, ἕως ἂν ἐσμὲν ὀφείλομεν ἔχοντες παρ’ αὐτῶν καθάπερ τι δάνειον τὸ ζῆν καὶ εἶναι. καὶ κάλλιόν ἐστι, φησίν, ἡμῖν ἐπαρκεῖν τοῖς γονεῦσιν αἰτίοις οὖσιν ἡμῖν τοῦ εἶναι
25ἢ ἡμῖν ἑαυτοῖς. θεὸς γὰρ ἡμῶν καὶ ὁ πατήρ ἐστι. δεῖ δὲ τὸν θεὸν ἡμῶν ἐπίπροσθεν τίθεσθαι καὶ τῆς ἐκείνου τιμῆς φροντίζειν καὶ θεραπείας. τιμητέον οὖν τοὺς πατέρας ἴσα καὶ θεῷ, πλὴν οὐ πᾶσαν τιμὴν ἀπονεμη‐ τέον πατρὶ καὶ μητρί, ἀλλὰ τὴν ἑκάστῳ πρέπουσαν οὔτε πᾶσαν τὴν πρέπου‐ σαν τῷ πατρὶ τιμὴν καὶ τῇ μητρὶ ἀπονέμειν χρὴ οὔτ’ αὖ τὴν τῇ μητρὶ τῷ
30πατρί, οὐδὲ τὴν τῷ σοφῷ τῷ πατρὶ ἢ τῇ μητρί. πατρὶ μὲν γὰρ συνελθεῖν εἰς τὸ βαλανεῖον καὶ ἀποσμῆξαι καὶ τἄλλα τὰ εἰωθότα γίνεσθαι τοῖς λουο‐ μένοις ποιῆσαι καὶ πρέπει καὶ καλόν ἐστι, τῇ μητρὶ δ’ ἀπρεπὲς καὶ οὐ κόσμιον· τόν τε σοφὸν τιμᾶν ὡς μεγάλα καὶ θαυμαστὰ εἰδότα, τὸν πατέρα δὲ ὡς αἴτιον τοῦ ζῆν, τὸν πρεσβύτην δὲ ὑπαναστάσει καὶ προκαθεδρίᾳ.
35δεῖ γάρ σε θεασάμενον πρεσβύτην διϊόντα εἰ τύχῃς καθήμενος ἐξαναστῆναι,
ὅτι κοσμιώτερός ἐστι σοῦ. ἔστι δὲ κοσμιώτερος ὡς πρότερόν σου τῷ κόσ‐473

474

μῳ γνωρισθεὶς καὶ κατὰ τὴν ἐν τῷ κόσμῳ τάξιν ἑαυτὸν τάξας καὶ κοσμή‐ σας. οὗτοι γὰρ καὶ κυρίως εἰσὶ πρεσβῦται, ἀλλ’ οὐχ οἱ δίκην βοσκημάτων καὶ κατὰ τὸν Σαρδανάπαλον διαζῶντες. πρὸς δ’ αὖ ἀδελφοὺς καὶ ἑταίρους (λέγει δ’ ἑταίρους τοὺς τῆς αὐτῆς μετασχόντας παιδείας καὶ τὰ αὐτὰ συμ‐
5φιλοσοφήσαντας), πρὸς δὴ τούτους ἔχειν δεῖ παρρησίαν καὶ πάντων κοι‐ νότητα. εἰ γὰρ κοινὰ 〈τὰ〉 τῶν ἀληθῶν φίλων, πῶς οὐχὶ καὶ τὰ τῶν ἀδελφῶν; ὥστε εἰ πάντα κοινά, παρρησιαστέον καὶ ἐπιτιμητέον καὶ διορ‐ θωτέον καὶ τὸν ἀδελφὸν καὶ τὸν ἑταῖρον, εἴ πῃ διαμαρτάνουσιν, εἰ δὲ μή, ἀνάγκη συναπολαύειν τῆς ἐκείνων μέμψεως, ὡς κοινωνοὺς ἐν πᾶσιν
10ἐκείνοις ὄντας. καὶ ἁπλῶς, φησί, πειρατέον πᾶσι τὸ οἰκεῖον ἀπονέμειν, λο‐ γιζομένους ὅτι ὅδε ἐστί μοι χρήσιμος εἰς τόδε καὶ δεῖ με τιμῆσαι καὶ θεραπεῦσαι διὰ ἀντιδόσεως ἀναλόγου, ὅδε δὲ σπουδαῖος καὶ τιμητέον αὐ‐ τὸν ἐπαίνοις καὶ ὑπαναστάσει καὶ μετ’ αἰδοῦς προπέμψαι, καὶ τῶν ἄλλων ἕκαστον τοῦ ἤθους ἀξίως, τοῦ ἐπιτηδεύματος, τοῦ βίου, τῶν ἔργων, τῶν
15ἐνεργειῶν. ταῦτα εἰπὼν ἐπιφέρει τὸ ποῖα ποίοις τῶν ὁμογενῶν χρὴ προσ‐ φέρειν εἰς τιμὴν ῥᾳδία ἡ κρίσις. λέγοι δ’ ἂν ὁμογενεῖς ἢ τοὺς συμφυ‐ λέτας (ὁμογενεῖς γὰρ τῷ ῥήτορι Δημοσθένει πάντες οἱ Παιανιεῖς καὶ Αἰ‐ σχίνῃ οἱ Κολυττεῖς) ἢ πάντας ἁπλῶς τοὺς ἐν τῷ ἄστει καὶ ὁμοπολίτας. τῶν δὲ διαφερόντων, ἤτοι τῶν μὴ ὁμογενῶν, ἐργώδης ἡ κρίσις. οὐ μὴν
20διὰ τὸ ἐργῶδες ἀποστατέον, μᾶλλον δὲ πειρατέον κρίνειν τὸ ἑκάστοις οἰκεῖον.
22nἜχει δ’ ἀπορίαν καὶ 〈περὶ〉 τοῦ διαλύεσθαι τὰς φι‐
23nλίας ἢ μὴ πρὸς τοὺς μὴ διαμένοντας.
24Καὶ τὸ διαλύεσθαι τὰς φιλίας καὶ τὸ μὴ κακὸν ἐδόκει τοῖς τότε. εἰ
25γὰρ ἡ φιλία ἀγαθόν (καὶ γὰρ ὁ φίλος ἀγαθόν), ἡ δὲ τοῦ ἀγαθοῦ ἀπο‐ βολὴ κακόν, ἡ τῆς φιλίας ἄρα διάλυσις καὶ ἀποβολὴ κακόν. πάλιν εἰ τὸ βιάζεσθαι τὸν μὴ θέλοντα φιλεῖν φίλον εἶναι κακόν ἐστι, καὶ τὸ μὴ δια‐ λύεσθαι ἄρα τὴν φιλίαν κακόν ἐστιν. ἔχει οὖν, φησίν, ἀπορίαν, πότε‐ ρον διαλύειν χρὴ τὴν φιλίαν [φιλεῖν βούλεται] καὶ ἀφίλους γίνεσθαι τοὺς
30πρότερον ὄντας φίλους, οἷον εἰ ὁ μὲν στέργει τὴν φιλίαν καὶ φιλεῖν βού‐ λεται, θάτερος δὲ μὴ βούλεται φιλεῖν ἆρά γε δεῖ καὶ τὸν στέργοντα καὶ θέλοντα ἀποσείεσθαι καὶ ἀπορρίπτειν ἐπίσης τῷ μὴ θέλοντι, ἢ δεῖ στέργειν θατέρου μὴ θέλοντος; καὶ ἀπορήσας λύει λέγων, ἢ πρὸς μὲν διὰ τὸ χρή‐ σιμον καὶ ἡδὺ φιλοῦντας οὐδὲν ἄτοπον διαλύεσθαι μηκέτι ταῦτ’ ἔχοντας
35δι’ ἃ ἐφίλουν. εἰ γὰρ ὁ ἐραστὴς διὰ τὸ κάλλος ἐφίλει τὴν ἐρωμένην, ἀκαλλὴς δὲ νῦν ἐστι καὶ μηδέν τι τῶν ἡδόντων ἔχει, διαλυθῆναι τὴν φι‐
λίαν οὐκ ἄτοπόν ἐστιν. ὁμοίως εἰ τὸν ἐραστὴν ἐπιλείψει τὰ χρήματα,474

475

ὧν ἕνεκεν αὐτὸν ἐφίλει ἡ ἐρωμένη ἢ καὶ ἀμφοτέρους ἀμφότερα, τὴν μὲν τὸ εἶδος, τὸν δὲ ὁ πλοῦτος, λυθήσεται πάντως ἡ φιλία τῶν φιλητῶν ἀπόν‐ των. τοῦτο δὴ συμβήσεται καὶ τοῖς διὰ τὸ χρήσιμον φιλοῦσιν· ἀλλὰ τὰς μὲν διὰ τὸ ἡδὺ καὶ χρήσιμον φιλίας οὐδὲν ἄτοπον ἀνεγκλήτως καὶ δίχα
5μέμψεως διαλύεσθαι. ἐκείνῳ δ’ ἂν τῷ μὴ ἐμμένοντι ἐγκαλέσειε ἀναγκαί‐ ως ὁ ἐμμένων, τῷ ἀγαπῶντι τὸν ἐμμένοντα ἢ διὰ τὸ ἡδὺ ἢ χρήσιμον, κρύπτοντι δὲ καὶ προσποιουμένῳ δι’ ἀρετὴν καὶ τὸ ἦθος φιλεῖν, ὥσπερ Λυσίας ὁ ῥήτωρ φιλῶν τὸν Φαῖδρον διὰ τὸ κάλλος αὐτοῦ προσεποιεῖτο ὡς εὐφυῆ καὶ εὐμαθῆ φιλεῖν· ἀποφοιτῶντι οὖν τῷ Λυσίᾳ καὶ διαλυομένῳ τὴν
10πρὸς τὸν Φαῖδρον φιλίαν ἀπολιπόντος τὸν Φαῖδρον τοῦ κάλλους, δικαίως ἂν ἐγκαλέσειεν ὁ Φαῖδρος, ὡς διὰ τὸ κάλλος φιλοῦντι, προσποιουμένῳ δὲ διὰ τὸ εὐμαθὲς φιλεῖν. εἰπὼν δὲ ὅτι ἐγκαλέσειε δ’ ἄν τις, δηλονότι ὁ ἐμμένων τῷ φιλοῦντι διὰ τὸ ἡδὺ ἢ τὸ χρήσιμον, προσποιουμένῳ δὲ διὰ τὸ ἦθος φιλεῖν, διορίζεται πότε δεῖ ἑαυτῷ ἐγκαλεῖν καὶ πότε τῷ μὴ ἐμμένοντι καὶ
15λέγει, ὅταν μὲν διαψευσθῇ τις καὶ ὑπολάβῃ διὰ τὸ ἦθος φιλεῖσθαι μηδέν τι πράττοντος ὧν ποιοῦσιν οἱ διὰ τὸ ἦθος φιλοῦντες ἀλλὰ πᾶν τοὐ‐ ναντίον ἀναισχύντως ἁπτομένου ὧν οὐ δεῖ μελῶν καὶ ὡς οὐ δεῖ, οἷα ποι‐ εῖν εἰώθασιν οἱ τὰς ἀθέσμους πράξεις διώκοντες, ἢ τὰ αὐτοῦ ἐκδαπανῶν‐ τος ἢ ὑποκλέπτοντος ἢ εἰς ἑαυτὸν ἕλκοντος, οἷα δὴ πάλιν ποιοῦσιν οἱ διὰ
20τὸ χρήσιμον φιλοῦντες, ὅταν δὴ ταῦτα ὁρῶν οἴηται διὰ τὸ ἦθος φιλεῖ‐ σθαι, ἑαυτὸν αἰτιῷτ’ ἂν καὶ μὴ τὸν φιλοῦντα. ἐκεῖνος γὰρ ἐκ τῶν ἔργων ὧν ἔπραττε δῆλον ἐποίει μὴ διὰ τὸ ἦθος φιλεῖν ἀλλὰ τὸ ἡδὺ ἢ τὸ χρή‐ σιμον. ὅταν δὲ φιλῇ μὲν διὰ τὸ ἡδὺ ἢ τὸ χρήσιμον, μηθὲν δέ τι δια‐ πράττηται ὧν ὁ εἰρημένος ἐποίει, διαλύῃ δὲ τὴν φιλίαν ὀψὲ καὶ μόλις διά
25τινων σημείων ἐκφήνας, ὅτι διὰ τὸ ἡδὺ ἢ τὸ χρήσιμον ἐφίλει, κἂν ἐπει‐ ρᾶτο κρύπτειν τὸ πάθος, τότε δὴ οὐχ ἑαυτῷ δεῖ ἐγκαλεῖν ἀλλ’ ἐκείνῳ ὡς ἀπατεῶνι καὶ ὑποκρινομένῳ διὰ τὸ ἦθος φιλεῖν, φιλοῦντι δὲ μὴ δι’ αὐτὸ ἀλλὰ διὰ τὸ ἡδὺ ἢ τὸ χρήσιμον. ὁ μὲν γὰρ πρότερον οὐκ ἠπάτα· φανε‐ ρὸς γὰρ ἦν οἷς ἐποίει διὰ τί ἐφίλει, οὗτος δ’ ἀπατῶν διετέλει καὶ δίκαιον
30ἐπιτιμᾶν, καὶ μᾶλλον, φησίν, ἐπιτιμᾶν, ἢ τοῖς τὸ νόμισμα κιβδηλεύ‐ ουσιν, ὅσον περὶ τιμιώτερον ἡ κακουργία. ὅσον γάρ ἐστι φιλία τιμιωτέρα νομίσματος, τοσοῦτον καὶ ἡ περὶ ταύτην κακουργία χείρων τῆς περὶ τὸ νόμισμα. καὶ δηλονότι καθέστηκεν, ὅτι ἐξ ἀνάγκης ἕπονται δια‐ φοραὶ καὶ ἐγκλήματα πρὸς ἀλλήλους, ὅταν οὐκ εἰσὶν ὡς οἴονται, ὡς ἐπὶ
35τῶν εἰρημένων· ὁ μὲν γὰρ ᾤετο διὰ τὸ ἦθος φιλεῖσθαι, ὁ δὲ ἐφίλει οὐ
δι’ αὐτὸ ἀλλ’ ὡς εἴρηται δι’ ἡδονὴν ἢ χρήματα.475

476

(1n)

Ἐὰν δ’ ἀποδέχηται ὡς ἀγαθόν, τὸ δὲ γένηται μοχθη‐
2nρὸς καὶ δοκ, ἆρ’ ἔτι φιλητέον;
3 Τὸ καὶ δοκεῖ ταὐτόν ἐστι τῷ ἢ δοκεῖ· ὃ δὲ ζητεῖ τοιοῦτόν ἐστιν. ἐὰν οἱ φιλοῦντες ἀλλήλους ἦσαν ἀγαθοί, εἶτα συνέβη θάτερον γενέσθαι φαῦλον ἢ μὴ
5δοκεῖν δὲ φαῦλον γεγονέναι (πολλοὶ γάρ τινες, μὴ ὄντες τοιοίδε τινές, οἷον φαῦλοι ἢ σπουδαῖοι, δοκοῦσιν εἶναι τοιοῦτοι), εἰ δὴ συμβήσεται τοῦτο, στέργει δ’ ὁ γεγονὼς ἢ δόξας πονηρὸς γεγονέναι τὴν φιλίαν, ἆρά γε δοκεῖ καὶ τὸν σπουδαῖον ἔτι στέργειν τὴν πρὸς αὐτὸν ἣν εἶχε φιλίαν ἢ διαλύσεται; ὃ μὲν οὖν ζητεῖ τοιοῦτόν ἐστι· λύει δὲ λέγων ἢ οὐ δυνατόν, τουτέστιν ἢ ἀδύνατον
10τὸν σπουδαῖον φιλίως ἔχειν πρὸς τὸν πονηρόν; οὐδεὶς γὰρ φιλεῖ τὸ κακὸν οὐδ’ ὀρέγεται τοῦ κακοῦ, ἀλλὰ πᾶς τοῦ ἀγαθοῦ ἐπιθυμεῖ καὶ τούτου ὀρέγεται καὶ τοῦτο διώκει. καὶ γὰρ καὶ οἱ τὸ κακὸν διώκοντες καὶ φιλοῦντες οὐχ ὡς κακὸν ἀλλ’ ὡς ἀγαθὸν περιέπουσι καὶ ἀσπάζονται. οὐ φιλητέον οὖν τὸ πονηρόν· δεῖ γὰρ μὴ φιλοπόνηρον εἶναι μηδ’ ἐξομοιοῦσθαι φαύλῳ·
15ἀναγκαῖον δ’ ἐστὶν ἐξομοιοῦσθαι συζῶντα καὶ συνδιάγοντα μετὰ πονηροῦ. εἰ δὲ καὶ ἀληθὲς τὸ ὡς ἀεὶ ὁ θεὸς τὸν ὁμοῖον παρ’ ὁμοῖον ἄγει, πῶς οἷόν τε τἀναντία κακίαν καὶ ἀρετὴν φιλίαν εἶναι; εἰπὼν δ’ ὅτι τὸν ἔτι μένοντα σπουδαῖον οὐ δεῖ φιλεῖν τὸν ἐκ σπουδαίου εἰς φαυλότητα ἐκκυλι‐ σθέντα, ἐρωτᾷ ἆρ’ εὐθὺς καὶ ἅμα τῷ γενέσθαι φαῦλον διαλύειν χρὴ
20τὴν φιλίαν ἢ διατηρεῖν μέχρι πολλοῦ ἢ ὅλως τινός. καὶ ἐρωτήσας ἀπο‐ κρίνεται λέγων, ἢ οὐκ εὐθὺς διαλυτέον ἀλλὰ πειρᾶσθαι ἐπανορθοῦν καὶ ἐπάγειν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ βελτίονα. καὶ εἰ μὲν ἔχει ἐπανόρθωσιν, βοηθητέον μᾶλλον εἰς τὸ ἦθος καὶ τὸ γενέσθαι οἷος ἦν πρότερον ἀγαθὸν ἤπερ εἰς χρήματα (ὅσῳ γὰρ βελτίων ἡ ἀρετὴ χρημάτων, τοσούτῳ μᾶλλον
25βοηθητέον εἰς τὴν κτῆσιν αὐτῆς καὶ ἀνάληψιν) ἢ εἰς τὴν οὐσίαν καὶ τὰ χρήματα καὶ ὅτι οἰκειότερον ἡ ἀρετὴ τῇ φιλίᾳ ἢ τὰ χρήματα. εἰ μὲν οὖν ἔχει ἐπανόρθωσιν, βοηθητέον, εἰ δ’ ἀνίατός ἐστι τὴν μοχθηρίαν, δια‐ λυτέον, μετὰ τὴν βοήθειαν δηλονότι. εἰπὼν δ’ ὅτι ἀνιάτως ἔχοντος δια‐ λυτέον τὴν φιλίαν, ὅτι μὴ πλημμελὴς ἡ τῆς λύσεώς ἐστι προτροπή, ἐπή‐
30γαγε δόξειε δ’ ἂν ὁ διαλυόμενος μηδὲν ἄτοπον ποιεῖν. οὐ γὰρ τῷ φαύλῳ φίλος ἦν ἀλλὰ τῷ σπουδαίῳ, ὥστε οὐχ ὃν ἐφίλει ἀποβάλλεται, οὐδ’ ᾧ φίλος ἦν τοῦτον ἀποστρέφεται, ἀλλ’ ὃν οὐκ ἐφίλει τοῦτον ἀποφεύγει.
33nΕἰ δ’ ὁ μὲν διαμένοι, ὁ δ’ ἐπιεικέστερος γένοιτο καὶ
34nπολὺ διαλλάττοι τῇ ἀρετ.
35Εἰπὼν ὅτι διαλυτέον τὴν φιλίαν θατέρου τῶν φίλων φαύλου γεγονότος,476

477

ἐπανερωτᾷ, ἐὰν ἀμφοτέρων ἐπιεικῶν ὄντων, ὁ μὲν διαμένοι οἷος ἦν, θά‐ τερος ἐπὶ μέγιστον ἀρετῆς ἐπιδοίη καὶ πολλῷ ἐπιεικέστερος γένοιτο, ἆρα ἐν τῇ τοιαύτῃ ἐπιδόσει χρήσεται, ὡς καὶ πρῴην φίλῳ τῷ μὴ ἐπιδεδω‐ κότι ὁ οὕτω μέγα ἐπιδεδωκώς; καὶ ἐπανερωτήσας ἀποκρίνεται καὶ πρὸς
5τοῦτο, λέγων ἢ οὐκ ἐνδέχεται φίλον εἶναι τὸν οὕτως εἰς ὕψος ἀρετῆς ἐληλακότα τῷ κάτω που μείναντι, καὶ πιστοῦται τὸ μὴ ἐνδέχεσθαι τοὺς οὕτω πολὺ διαφέροντας φίλους εἶναι ἀπὸ τῆς τῶν παίδων φιλίας. δυοῖν γὰρ παίδοιν φίλοιν ὄντοιν, εἶτα ἀνδρωθέντοιν, ὁ μὲν μένοι παῖς τὴν διά‐ νοιαν, ὁ δὲ οἷος κράτιστος, τουτέστιν ὁ δὲ κάλλιστος καὶ βέλτιστος καὶ
10πανάριστος, πῶς εἶεν οὗτοι φίλοι μήτε τοῖς αὐτοῖς χαίροντες μήτε τὰ αὐτὰ ἀποστρεφόμενοι καὶ μισοῦντες; οὐδὲ γὰρ περὶ ἀλλήλους ταῦθ’ ὑπάρχει αὐτοῖς, ἤτοι οὐδὲ γὰρ δυνατόν ἐστιν, ὃ δοκεῖ τῷ κρατίστῳ ἡδὺ ἢ λυπηρὸν ἢ ὅλως φιλητὸν ἢ μισητὸν εἶναι, τοιοῦτον δοκεῖν καὶ τῷ παιδὶ τὴν διάνοιαν ὄντι. δίχα δὲ τοῦ ταὐτὰ αὐτοὺς φιλεῖν ἢ μισεῖν καὶ
15διώκειν καὶ φεύγειν συνεῖναι ἀλλήλοις καὶ συνδιημερεύειν καὶ συζῆν οὐχ οἷόν τε, χωρὶς δὲ τοῦ συζῆν φίλους εἶναι ἀδύνατον. εἰ δὲ ταῦθ’ οὕτως ἔχει, ἀδύνατόν ἐστι τοὺς οὕτω πολὺ διαφέροντας φίλους εἶναι. ἀλλὰ φί‐ λοι μὲν οὐκ ἔσονται, φησίν. ἆρα οὐδ’ ἀλλοιοτέρως πρὸς τὸν τὴν διάνοιαν παῖδα ὁ κράτιστος ἕξει, ἀλλ’ ἐπίσης διακείσεται πρὸς αὐτὸν ὡς ἔχων τυγ‐
20χάνει καὶ πρὸς τοὺς ὁμοίους αὐτῷ, οἷς οὐδέποτε φίλος ἐγεγόνει, καὶ πάντῃ πάντως ἀμνήμων ἔσται τῆς ποτε συνηθείας καὶ φιλίας; καὶ λέγει καὶ πρὸς τοῦτο, ὅτι οὐκ ἐπιληστέον πάντῃ ἀλλὰ μνημονευτέον ἐκείνης καὶ καθάπερ οἰόμεθα βέλτιον εἶναι φίλοις χαρίζεσθαι ἢ ὀθνείοις καὶ ζῴοις ἀλόγοις, οὕτω καὶ τοῖς γεγενημένοις ποτὲ φίλοις διὰ τὴν τότε φιλίαν
25ἀπονεμητέον τι, ἤτοι ὁποῖόν τι δεῖ διδόναι τῷ τὴν διάνοιαν ὄντι παιδί. ἐὰν δὲ μὴ δι’ ἀρετῆς ὑπερβολὴν ἡ τῆς φιλίας γέγονε διάλυσις ἀλλὰ διὰ μέγεθος τῆς θατέρου κακίας καὶ πονηρίας, δοτέον τι τῷ πονηρῷ. οὐ γὰρ δεῖ τὴν κακίαν, ὥσπερ εἴρηται, ἐνισχύειν χορηγοῦντας ὄργανα, παντὶ δὲ μᾶλλον τρόπῳ καθαίρειν καὶ ἄπρακτον ἀπεργάζεσθαι.
30nΤὰ φιλικὰ δὲ πρὸς τοὺς φίλους καὶ οἷς αἱ φιλίαι ὁρί‐
31nζονται, ἔοικεν ἐκ τῶν πρὸς ἑαυτοὺς ἐληλυθέναι.
32 Εἰπὼν δὲ τὰ φιλικά, σαφηνίζων τίνα τὰ φιλικά, ἐπήγαγε καὶ οἷς αἱ φιλίαι ὁρίζονται. ἔστι δὲ τὸ ὁρίζονται ταὐτὸν τῷ γνώριμοι καὶ διάδηλοι γίνονται. ὅταν γὰρ ἴδωμέν τινα ὅτι ὅσα ἂν καὶ οἷα βούληται
35ἑαυτῷ παρεῖναι ἢ γενέσθαι, τοσαῦτα καὶ τοιαῦτα θέλει καὶ ἐπείγεται καὶ
τῷδέ τινι προσγενέσθαι, φίλον ἐκεῖνον εἶναι πιστεύομεν τοῦδέ τινος. πό‐477

478

θεν δηλονότι φίλος ἦν ὁ Ἀχιλλεὺς τῷ Πατρόκλῳ ἢ ἐκ τοῦ βούλεσθαι τὸν Ἀχιλλέα ὅσα καὶ οἷα εἶχε, τοσαῦτα ἔχειν καὶ τοιαῦτα καὶ τὸν Πά‐ τροκλον; τὸν οὖν βουλόμενον καὶ σπουδάζοντα ἄλλου ἕνεκα τὰ ἀγαθὰ καὶ τῆς ἐκείνου ἕνεκα εὐπαθείας καὶ σωτηρίας, τὸν οὖν ταῦτα βουλόμενον
5φίλον εἶναι πιστεύομεν ἐκείνου, ᾧ ταῦτα παρεῖναι ἢ γενέσθαι βούλεται, τὸν δὲ βουλόμενον καὶ χαίροντα εἶναι τόνδε τινὰ καὶ ζῆν καὶ εὐτυχεῖν ἐπὶ τῷ συντρυφᾶν καὶ συνήδεσθαι καὶ συναπολαύειν τῶν προσόντων καὶ ἐπιγινομένων ἀγαθῶν οὐ φίλον φαμὲν ἀλλὰ κόλακα καὶ ἐρασιχρήμα‐ τον καὶ λαίμαργον καὶ εἴ τι ἄλλο τοιοῦτον. τὸ βούλεσθαι δέ, φησί, καὶ ζῆν
10αὐτοῦ ἕνεκα μάλιστα πεπόνθασιν αἱ μητέρες. φιλοῦσι γὰρ εἶναι καὶ ζῆν καὶ εὐτυχεῖν τοὺς παῖδας δι’ αὐτοὺς καὶ ἕνεκα αὐτῶν, μηδέν τι πρὸς αὑ‐ τὰς ὠφελοῦντας. ἀλλὰ καὶ τῶν φίλων, φησίν, οἱ προσκεκρουκότες, καίπερ μηδὲ συζῶντες μηδὲ συνδιημερεύοντες μηδὲ ἀλλήλοις συνόντες διὰ τὴν γεγονυῖαν διαφορὰν καὶ πρόσκρουσιν. καὶ οὗτοι καίτοι οὕτως ἔχοντες
15βούλονται ἀλλήλους καὶ ζῆν καὶ εὖ ἔχειν καὶ καλῶς διάγειν. αὕτη γάρ ἐστιν ἡ ἀληθὴς φιλία καὶ οἱ ὄντως φίλοι ἐκεῖνοι οἳ βούλονται τὰ ἀλλήλων ἀγαθὰ ἐκείνων ἕνεκα, κἂν μὴ συνῶσιν ἀλλήλοις. ὅ τε γὰρ Ἀχιλλεὺς ἐβούλετο παρεῖναι τῷ Πατρόκλῳ τὰ ἀγαθὰ τοῦ Πατρόκλου ἕνεκα καὶ ὁ Πάτροκλος τῷ Ἀχιλλεῖ τοῦ Ἀχιλλέως ἕνεκα. ταῦτα εἰπὼν λέγει, τινὲς
20μὲν φίλον λέγουσιν ἐκεῖνον εἶναι τὸν βουλόμενον καὶ πράττοντα τὰ ἀγαθὰ ἢ τὰ φαινόμενα ἀγαθὰ ἐκείνου ἕνεκα, ὃν λέγει φιλεῖν. ἔστι δὲ τὸν πράττοντα τὰ ἀγαθὰ ταὐτὸν τῷ πάντα ποιοῦντι καὶ πραγμα‐ τευομένῳ, ὅπως παρῇ τὰ προσόντα, ἐπιγένηται δὲ τὰ ἀπόντα τῷ φίλω ἀγαθά. τινὲς μὲν τοὺς τοιούτους λέγουσιν εἶναι φίλους καὶ τούτοις ὁρί‐
25ζονται τὴν φιλίαν, τινὲς δὲ φίλον λέγουσι τὸν συνδιάγοντα τῷ φιλου‐ μένῳ καὶ συνόντα καὶ τὰ αὐτὰ αἱρούμενον ἐκείνῳ παρεῖναι ἃ καὶ ἑαυ‐ τῷ· τὰ αὐτὰ δηλονότι καὶ οὗτοι τοῖς εἰρημένοις λέγοντες. ἄλλοι δέ, φησί, φίλον λέγουσι τὸν συναλγοῦντα καὶ συγχαίροντα. τὸ συναλγεῖν δὲ καὶ συγχαίρειν πρὸς τοῖς εἰρημένοις ὑπάρχει μάλιστα ταῖς μητράσι. τούτοις
30δὴ πᾶσιν ἢ τισὶν ἢ τινὶ τούτων πάντες τὴν φιλίαν ὁρίζονται, τούτων δὲ ἕκαστον τῷ ἐπιεικεῖ ὑπάρχει, τουτέστι τῷ πράττοντι τὰ ἀγαθὰ τοῦ φίλου ἕνεκα, τὸ βούλεσθαι εἶναι καὶ ζῆν, κἂν μηδὲν ἀπ’ αὐτοῦ ὠφελεῖσθαι μέλλῃ, τὸ συναλγεῖν καὶ συγχαίρειν, τὸ συνδιάγειν καὶ συνδιημερεύειν ἐθέ‐ λειν, πάντα ταῦτα τῷ ἐπιεικεῖ ὑπάρχει πρὸς ἑαυτόν. ὁ γὰρ ἐπιεικὴς φί‐
35λος ὢν ἑαυτῷ μάλιστα (οὐ γὰρ πᾶς ἁπλῶς ἑαυτὸν φιλεῖ, ἀλλ’ ὁ τὸ λο‐ γιζόμενον ἑαυτῷ τρέφων, οἷς πέφυκε τρέφεσθαι) φιλῶν οὖν ἑαυτὸν ὁ ἐπι‐ εικὴς καὶ τὰ ἀγαθὰ ἑαυτοῦ ἕνεκα πράττει καὶ συνήδεται ἑαυτῷ τὰ καλὰ
πράττων καὶ συναλγεῖ δέ, εἴ πῃ συμβαίη μηδέν τι δέον πρᾶξαι. ὅτι δὲ478

479

μόνος ὁ σπουδαῖός ἐστιν ἑαυτῷ φίλος καὶ μόνος αὐτὸς ἑαυτὸν φιλεῖ καὶ μηδεὶς τῶν φαύλων φίλος ἐστὶν ἑαυτῷ ἀλλὰ μᾶλλον ἐχθρὸς καὶ πολέμιος, ἐκ τοιούτων ἄν τις πιστεύσειε. πάντες ἄνθρωποι ὁπηνίκα βουλόμεθα ἐν‐ δείξασθαι, ὅτι τόνδε τινὰ σφόδρα φιλοῦμεν, φαμέν, ὅτι μία ψυχὴ ἐγώ τε
5καὶ αὐτὸς ἐσμέν, ὥσπερ καὶ ὁ μέγας ἐν θεολογίᾳ εἶπε Γρηγόριος ἐν τῷ τοῦ μεγάλου Βασιλείου ἐπιταφίῳ ‘μία ψυχὴ ἐν δυσὶ σώμασιν.‘ εἰ οὖν κυ‐ ρίως φίλοι εἰσὶν ὧν αἱ ψυχαὶ μία εἰσὶν τῷ τὰ αὐτὰ βούλεσθαι καὶ τὰ αὐτὰ καὶ θέλειν καὶ πράττειν καὶ μὴ κατά τι διαφέρεσθαι, εἰσὶ δὲ τῆς ψυχῆς μέρη τό τε λογιζόμενον καὶ τὸ ἄλογον, τότε ἔσται ἡ ψυχὴ μία
10καὶ οὐ πολυμερής, ὅταν συμφωνῶσι πρὸς ἄλληλα καὶ μὴ διαμάχωνται ὁ λόγος καὶ τὰ πάθη. οὗ δὴ τοιαύτη ἡ ψυχή, ἐκεῖνος φίλος ἑαυτῷ τυγ‐ χάνει καὶ φιλεῖν ἑαυτὸν εἰκότως ἂν λέγοιτο. τοιαύτη δέ ἐστι μόνου τοῦ σπουδαίου ἡ ψυχή. ὁ σπουδαῖος ἄρα μόνος φίλος ἑαυτῷ. οὑτωσὶ συνά‐ γεται· τοῦ σπουδαίου ἡ ψυχὴ μία, ὧν ἡ ψυχὴ μία, φίλοι, ὁ σπουδαῖος
15ἄρα μόνος φίλος ἑαυτῷ. τούτῳ γὰρ μόνῳ τὰ τῆς ψυχῆς εὖ ἔχουσι μό‐ ρια, ὅτι μὴ στασιάζουσιν οὐδὲ διαμάχονται πρὸς ἄλληλα. εἰ οὖν φίλος ἑαυτοῦ, οὗ τὰ τῆς ψυχῆς μόρια συμφωνεῖ, ὧν ἄρα 〈τὰ〉 τῆς ψυχῆς στα‐ σιάζει καὶ τῶνδε μὲν τόδε τὸ μέρος ὀρέγεται καὶ διώκει, τῶνδε δὲ τόδε, ἐκεῖνοι ἑαυτοὺς οὐ φιλοῦσι· τοιοῦτοι δὲ οἱ φαῦλοι, ὥστε ἑαυτοὺς οἱ φαῦλοι
20οὐ φιλοῦσιν οὐδὲ φίλοι ἑαυτοῖς εἰσι. μάχονται γὰρ αὐτοὶ πρὸς αὑτούς. δῆλον δὲ τοῦτο ἐπὶ τῶν ἀκρατῶν. ἅμα τε γὰρ πράττουσί τι τῶν καθ’ ἡδονὴν καὶ ἅμα μεταμέλονται καὶ κακίζουσιν ἑαυτούς. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων κακιῶν ὁ φαῦλος ἔχει· ἀεὶ γὰρ στασιάζει πρὸς ἑαυτὸν καὶ ἐναντιοῦται ἑαυτῷ.
25 Ἕκαστον δὴ τῶν εἰρημένων, ὥσπερ εἴρηται, τῷ ἐπιεικεῖ ὑπάρχει· οἱ δὲ λοιποί, φησίν, ᾗ ὑπολαμβάνουσιν ἐπιεικεῖς εἶναι, φιλοῦσιν ἀλλήλους καὶ βούλονται τὰ ἀγαθὰ τῷ φίλῳ ἐκείνου ἕνεκα καὶ τὰ ἄλλα ὅσα εἴρηται. καὶ ἔστι μέτρον πάντων καὶ κανὼν ὁ σπουδαῖος. τοὺς γὰρ φιλοῦντας καθάπερ ἑαυτὸν ὁ σπουδαῖος φίλους τίθεμεν. μέτρον ἄρα τῆς φιλίας ὁ σπουδαῖος.
30καὶ τὸν ὀργιζόμενον οὐχ ὡς ἔτυχεν ἀλλ’ ὡς ὁ σπουδαῖος πρᾷον λέγομεν. μέτρον ἄρα καὶ τοῦ πρᾴου καὶ τῆς πραότητος ὁ σπουδαῖος. καὶ τὸν φο‐ βούμενον ἢ μὴ φοβούμενον ὅτε δεῖ καὶ ὡς δεῖ ἀνδρεῖον ἐπιφημίζομεν. μέτρον ἄρα καὶ τοῦ ἀνδρείου καὶ τῆς ἀνδρείας ὁ σπουδαῖος. καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων δὴ μέτρον ποιούμεθα τὴν ἀρετὴν καὶ τὸν σπουδαῖον. ὡς
35γὰρ ὁ πῆχυς μέτρον γίνεται τῶν πήχεων, ὅτι μένει ὁ αὐτὸς καὶ οὐ μετα‐ βάλλει ἐπὶ τὸ μεῖζον ἢ τὸ ἔλαττον, καὶ ὁ μέδιμνος καὶ τὰ ἄλλα μέτρα, εἰ δὲ μετέβαλλον, οὐκ ἂν ἦσαν μέτρα, οὕτω καὶ ὁ σπουδαῖος μέτρον γί‐
νεται τῶν ἄλλων, ὅτι μένει ὁ αὐτὸς καὶ τῶν αὐτῶν ἀεὶ ἐπιθυμεῖ καὶ479

480

ὀρέγεται κατὰ πᾶσαν τὴν ψυχήν, τουτέστι κατὰ πάντα τὰ μόρια τῆς ψυχῆς. οὐ γὰρ ἄλλα μὲν βούλεται ὁ λόγος, ἄλλων δ’ ὀρέγεται τὸ ἄλογον ὡς ἐπὶ τῶν ἀκρατῶν, ἀλλὰ τῶν αὐτῶν, καὶ βούλεται ἑαυτῷ τὰ ἀγαθὰ καὶ πράττει. ἑαυτὸν φιλῶν ὁ σπουδαῖος τὰ ἀγαθὰ βούλεται ἑαυτῷ. οὐδεὶς
5γὰρ φίλος (λέγω δὲ τὸν ἀληθῶς φίλον) τὰ φαῦλα βούλεται τῷ φίλῳ ἀλλὰ τὰ ἀγαθά, ὥστε καὶ ὁ σπουδαῖος, φίλος ὢν ἑαυτῷ, τὰ ἀγαθὰ βούλεται ἑαυτῷ παρεῖναι, καὶ πράττει, ὅπως τά τε ὄντα παρῇ καὶ τὰ μὴ ὄντα παρέσται. τοῦ γὰρ ἀγαθοῦ τὰ ἀγαθὰ διαπονεῖν, τουτέστιν ἐνεργεῖν καὶ πράττειν καὶ ἐνεργεῖν οὐ τοῦ ἀλόγου ἕνεκα ἀλλ’ ἑαυτοῦ ἕνεκα,
10ἤτοι ἕνεκα τοῦ λογιστικοῦ. ἑκάστῳ γὰρ ἡμῶν τὸ εἶναι καὶ ἡ οὐσία ἡμῶν τὸ λογιζόμενόν ἐστι καὶ οὐ τὸ ἄλογον (τὸ γὰρ ἄλογον τοῖς κατὰ φύσιν ζῶσιν οἰκέτου τάξιν ἔχει) καὶ ζῆν βούλεται τὸ φρονοῦν, φησίν, ἡμῶν καὶ λογιζόμενον. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ καὶ ζῆν βούλεται ἑαυτόν, καὶ μάλιστα τοῦτο ᾧ φρονε. ἔστι δὲ καὶ τὸ ζῆν βούλεται τοῦτο ᾧ
15φρονεῖ ταὐτὸν τῷ καὶ πράττειν βούλεται τὰ τῷ φρονοῦντι συμφέροντα. τὸ γὰρ μὴ κατὰ φύσιν ζῶν ἀλλὰ ἀμέτροις πάθεσι καταντλούμενον καὶ διαλωβώμενον ‘εἰς τὸν τῆς ἀνομοιότητος πόντον‘ ἀποφέρεται καὶ τρόπον τι‐ νὰ εἰς ἀζωΐαν καὶ τὸ μὴ ὄν. βούλεται δὲ ὁ σπουδαῖος εἶναι καὶ ζῆν, ἤτοι ἀγαθοεργεῖν, ὅτι ἀγαθὸν αὐτῷ τὸ εἶναι, τουτέστιν ὅτι τὸ εἶναι αὐτῷ
20ἐν τῷ τὰ ἀγαθὰ πράττειν ἐστί. βούλεται ἄρα ζῆν καὶ εἶναι, ἤτοι ἐνεργεῖν τὰ ἀγαθά· ἀγαθὸν ἄρα τῷ σπουδαίῳ τὸ εἶναι, ὅτι καὶ τὸ ἐνεργεῖσθαι τὰ ἀγαθὰ καὶ πράττεσθαι ἀγαθόν ἐστιν.
23nἝκαστος δ’ ἑαυτῷ βούλεται τἀγαθ, γενόμενος δ
24nἄλλος οὐθεὶς αἱρεῖται πάντα ἔχειν ἐκεῖνο τὸ γενόμενον,
25 ἐὰν ὁ ἀληθὴς ἄνθρωπος καὶ τὸ θεῖον τῶν ἐν ἡμῖν ψυχή ἐστι νοερά, ὡς αὐτὸς λέγει ἐν τῷ δεκάτῳ, τῷ ἐφεξῆς βιβλίῳ. λέγει γὰρ ἐν ἐκείνῳ αὐταῖς λέξεσι· ‘δόξειε γὰρ τοῦτο εἶναι ἕκαστος ἡμῶν· ἄτοπον οὖν εἴπερ μὴ τὸν αὑτοῦ βίον αἱρήσεταί τις ἀλλὰ τόν τινος ἄλλου‘, λέγων τινὰ ἄλλον τὸ ἄλογον μέρος τοῦ ψυχῆς. καὶ πάλιν ἐφεξῆς, ‘τὸ γὰρ οἰκεῖον ἑκάστῳ
30τοῦτο εἶναι φύσει κράτιστον καὶ ἥδιστον ἑκάστῳ· καὶ τῷ ἀνθρώπῳ δὴ ὁ κατὰ νοῦν βίος, εἴπερ μάλιστα τοῦτο ἄνθρωπος.‘ εἰ οὖν ἕκαστος, ὡς λέ‐ γομεν, τῶν ἀνθρώπων ἑαυτῷ βούλεται τὰ ἀγαθά, 〈ἄνθρωπος δέ ἐστι κυ‐ ρίως ὁ σπουδαῖος ἀλλ’ οὐχ ὡς ὁ Σαρδανάπαλος, ὁ σπουδαῖος ἄρα ἑαυτῷ βούλεται τὰ ἀγαθὰ〉 καὶ τὰ ὄντως ἀγαθά. ὁ γὰρ βουλόμενος παρεῖναι
35ἑαυτῷ πλοῦτον καὶ τὰ πρὸς τρυφὴν καὶ τὴν τοῦ σώματος ἄμετρον εὐπά‐480

481

θειαν οὐχὶ ἑαυτῷ ταῦτα βούλεται ἀλλὰ τῷ ἀλόγῳ, τῷ πολυκεφάλῳ θηρίῳ· ὁ δὲ πρᾶξιν καὶ θεωρίαν ἐπιδιώκων τὰ ἑαυτοῦ ἀγαθὰ μεταδιώκει, καὶ ἔστι τοῦτο μέγιστον καὶ κράτιστον τῶν ἀγαθῶν τὸ εἶναι, ὅπερ ἐστὶ τὸ σώζεσθαι τὸ λογιζόμενον ἡμῶν καθαρὸν καὶ ἀδιαλώβητον. οἱ γὰρ ἐμπα‐
5θῶς ζῶντες οὐκ εἰσὶν ὅπερ εἰσίν, ἤτοι νοεραὶ ψυχαί, ἀλλ’ εἰσὶν ἐκεῖνο ὃ θεραπεύουσιν, ἄλογοί τινες λύκοι κάπροι καὶ ὄνοι καὶ τοιαῦτά τινα ζῷα. βούλεται οὖν ὁ σπουδαῖος τοῦτο τὸ ἀγαθὸν αὑτῷ παρεῖναι, λέγω δὴ τὸ εἶναι ὅπερ ἐστί. τίς γὰρ ἂν ἕλοιτο ἄλλος γενόμενος, οἷον θηρίον ἢ πτη‐ νὸν ἢ Σαρδανάπαλος, ἔχειν τὰ ἀγαθά; οὐδεὶς ἂν ἕλοιτο. ὅτι σὺν τῷ ἑκά‐
10στῳ ἄριστον καὶ βέλτιστον ὑπάρχειν καὶ εἶναι ἔστι καὶ διανέμειν καὶ σώζε‐ σθαι τὸ ἑαυτοῦ εἶδος καὶ τὸ τί ἦν εἶναι. καὶ ἀδύνατόν ἐστι μεταβολῆς γενομένης ἐκ τοῦ ἀνθρωπείου εἴδους εἰς ἕτερον εἶδος ὑπάρξαι αὐτῷ τὰ τοῦ σπουδαίου ἀγαθά. εἰ δὲ συγχωρήσειέ τις τοῦτο καὶ φῇ δυνατὸν εἶναι ἕψεσθαι τῷ εἴδει ἐκείνῳ, εἰς ὃ γέγονεν ἡ τοῦ ἀνθρωπείου εἴδους μεταβο‐
15λή, τὰ τοῦ σπουδαίου ἀγαθὰ ἕψεται μέν, ἀλλ’ οὐ πάντως καὶ ὡς ἀγαθά, ὅτι μηδὲ τὰ τοῦ ἀνθρώπου ἀγαθὰ καὶ ἵππῳ ἀγαθά ἐστιν, ὥσπερ οὐδὲ τὰ τῷ ἵππῳ ἀγαθὰ καὶ ἀνθρώπῳ ἐστὶν ἀγαθά. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ ἔχει γὰρ καὶ νῦν ὁ θεὸς τὸ ἀγαθόν, ἀλλ’ ὢν ὅ τί ποτέ ἐστιν, ἤτοι θεὸς ὤν, εἰ δ’ ἄλλο τι γένοιτο, ἐκ τῆς φύσεως ἣν ἔχει, οὐθ’ ἕξει
20ὅπερ ἔχει νῦν ἀγαθόν, ἢ 〈εἰ〉 καὶ δοίη τις ἕξειν, οὐχ ὡς ἀγαθὸν αὐτῷ παρέσται. ὅτι δὲ οὐ πᾶσι τὰ αὐτά ἐστιν ἀγαθὰ ἀλλὰ ἄλλοις ἄλλα, παντί που δῆλον. ἀγαθὸν μὲν γὰρ ἵππῳ τὸ μώνυχι εἶναι, τῷ δ’ ἀνθρώπῳ οὐκ ἀγαθόν. ἔμπαλιν δὲ ἀγαθὸν μὲν ἀνθρώπῳ τὸ πολυσχιδεῖ καὶ πενταδακτύ‐ λῳ εἶναι, ἀλλ’ ἵππῳ κάκιστον. καὶ ἁπλῶς οὐ πᾶσι τὰ αὐτὰ ἀγαθὰ τυγ‐
25χάνει ἀλλὰ τῷ μὲν ταδί, τῷ δὲ ταδί. εἰπὼν δὲ ἕκαστον τὸ νοοῦν εἶναι, ἐπήγαγεν ἢ μάλιστα τοῦτο, ὅτι συντελεῖ καὶ μέγα συμβάλλεται καὶ τὸ ἄλογον ἡμῶν εἰς σύστασιν τοῦ ἰδίως παρὰ τοῖς Περιπατητικοῖς λεγομέ‐ νου ποιοῦ. λέγουσι δὲ οὗτοι οἱ ἄνδρες ἰδίως ποιὸν τὸν ἐξ ἰδιοτήτων συνε‐ στηκότα ἄτομον, οἷον τὸν Σωκράτην, τὸν Πλάτωνα, ὧν ἰδιοτήτων τοῦ
30Σωκράτους τὸ ἄθροισμα οὐκ ἂν ἐπ’ ἄλλῳ ποτὲ γένοιτο· κοινῶς δὲ ποιὸν λέγουσι τὸν καθόλου ἄνθρωπον. συνδιάγειν δὲ αὑτῷ ὁ τοιοῦτος βούλε‐ ται. ἡδέως γὰρ αὐτὸ ποιεῖ. εἰς ἑαυτὸν γὰρ ὁ σπουδαῖος ἐπιστρέφων καὶ φῶς ἐνορῶν σταθηρόν τε καὶ καθαρόν, ἡμμένον τῶν ἀρετῶν καὶ αἴ‐ γλην ἀπολάμπουσαν τῶν ἐπιστημῶν, ἐπιγηθεῖ καὶ ἀγάλλεται ἥ τε τῶν πε‐
35πραγμένων αὐτῷ μνήμη καὶ αἱ τῶν μελλόντων ἐλπίδες τέρπουσί τε καὶ εὐφραίνουσι καὶ τῆς περὶ τὰ ἐκτὸς πτοίας καὶ συμπαθείας ἀπείργουσί τε καὶ ἑαυτῷ προσομιλεῖν καὶ τῇ τῶν ὄντων θεωρίᾳ προσμένειν ἀναπείθουσι·
συναλγεῖ τε ἑαυτῷ, εἴ τι δέον πρᾶξαι μὴ πέπραχε, συνήδεταί τε καὶ συγ‐481

482

χαίρει ἐνεργῶν τὰ καλά, πάντῃ γάρ ἐστι, τουτέστιν ἀεὶ γὰρ καὶ πάν‐ τοτέ ἐστι αὐτῷ ἡδὺ μὲν τὸ ἀγαθόν, λυπηρὸν δὲ τὸ φαῦλον. καὶ ἔστιν ὡς εἰπεῖν ἁπλῶς ἀμεταμέλητος· οὐδεὶς γὰρ τὰ καλὰ πράττων ἐν μετα‐ μελείᾳ γίνεται· ἀεὶ οὖν τὰ καλὰ πράττων ἀμεταμέλητός ἐστιν. εἰ δὲ μὴ
5ἀεί, ἀλλὰ ποτὲ πράττει καὶ τῶν φαύλων τι, τὰ μετριώτατα καὶ σχεδὸν μηδὲ φαῦλα δοκοῦντα πράξειεν ἄν. πρὸς μὲν οὖν ἑαυτὸν ἕκαστον τούτων ὑπάρχει τῷ ἐπιεικεῖ. λέγων ἕκαστον τὸ συνήδεσθαι, τὸ συναλγεῖν ἑαυτῷ, τὸ ἐλπίζειν ἀγαθά, τὸ χαίρειν ἐπὶ τοῖς πεπραγμένοις. εἰ δὲ ἕκαστον τού‐ των πρὸς ἑαυτὸν ὑπάρχει τῷ ἐπιεικεῖ, πρὸς δὲ τὸν φίλον ἔχει καὶ διάκει‐
10ται ὥσπερ πρὸς ἑαυτόν (ὁ γὰρ φιλῶν ἐστιν ἄλλος ὁ φιλούμενος), βουλή‐ σεται δηλονότι καὶ τῷ φίλῳ συνδιάγειν καὶ συνήδεσθαι καὶ συλλυπεῖσθαι. τούτου γὰρ δεῖ προσυπακούειν.
13nΠρὸς αὑτὸν δὲ πότερον ἔστι φιλία ἢ οὐκ ἔστιν,
14nἀφείσθω.
15 Εἴρηται μικρὸν ἔμπροσθεν ἐν τῷ παρόντι βιβλίῳ, ὅπως οἷόν τέ ἐστι φιλίαν εἶναι πρὸς ἑαυτὸν καὶ οὐ δεῖ πάλιν λέγειν τὰ αὐτά. δόξειε δ’ ἄν, φησίν, εἶναι πρὸς ἑαυτὸν φιλίαν οὐχ ᾗ εἷς ἐστιν ὁ φιλῶν ἑαυτὸν ἀλλ’ ᾗ δύο, λέγων δύο τό τε λογικὸν ἡμῶν, ὅπερ καὶ ἐσμὲν κυρίως, καὶ τὸ ἄλογον. τὸ γὰρ ἀνθρώπειον εἶδος καὶ ὁ κυρίως ἄνθρωπος τὸ λογικόν
20ἐστι μέρος τῆς ψυχῆς καὶ οὐχὶ τὸ ἄλογον. ὅταν οὖν ταῦτα μὴ στασιά‐ ζῃ μηδὲ διαφέρηται ἀλλ’ ἕπηται τοῖς τοῦ νοῦ κινήμασι 〈καὶ θελήμασι〉 τὸ ἄλογον καὶ ἓν ὦσι τῇ συμφωνίᾳ (τῇ γὰρ οὐσίᾳ καὶ τῇ φύσει δύο τυγ‐ χάνει ὄντε), ἔστι πρὸς ἑαυτὸν φιλία, ᾗ δύο ἐστὶν ὁ τοιοῦτος ἢ καθὸ πλείω δυοῖν. ἔστι γὰρ τοιοῦτον ὃ λέγει δυνάμει· εἰ μὲν εἰς δύο διέλῃς τὴν
25ψυχήν, τό τε λογιζόμενον καὶ τὸ ἄλογον ᾗ δύο, ἔσται πρὸς ἑαυτὸν φιλία, εἰ δὲ μὴ εἰς δύο ἀλλ’ εἰς τρία, λόγον καὶ θυμὸν καὶ ἐπιθυμίαν, οὐχ ᾗ δύο ἀλλ’ ᾗ πλείω δυοῖν, τουτέστιν ἀλλ’ ᾗ τρία, ἔσται πρὸς ἑαυτὸν φιλία. φέρεται καὶ ἄλλη γραφή, ἔχουσα οὕτω· δόξειε δ’ ἂν ταύτῃ εἶναι φι‐ λία ᾗ οὐκ ἔστι δύο, τὰ αὐτὰ καὶ διὰ τῆς γραφῆς ταύτης λέγων. εἰ
30γὰρ καὶ δύο ἐστὶ τὸ λογικὸν καὶ τὸ ἄλογον, ἀλλ’ οὖν φιλία τότε ἐστὶ πρὸς ἑαυτόν, ὅταν ταῦτα ἓν ὦσι. τοῦτό τε οὖν οὕτως ἔχει καὶ ὅτι ἡ πρὸς τὸν φίλον τοῦ φιλοῦντος ὑπερβάλλουσα φιλία ὁμοία ἐστὶ τῇ πρὸς ἑαυτὸν τὸν φιλοῦντα. ὁ γὰρ φιλῶν τινα ὡς ἑαυτὸν ὑπερβαλλόντως φιλεῖ· φαίνεται δὴ τὰ εἰρημένα καὶ τοῖς πολλοῖς ὑπάρχειν. εἰρημένα λέγει τὸ
35βούλεσθαι τὸν σπουδαῖον ζῆν καὶ σώζεσθαι, τὸ συνδιάγειν αὑτῷ, τὸ συνή‐
δεσθαι, τὸ συλλυπεῖσθαι, τὸ πρὸς τὸν φίλον ἔχειν ὡς πρὸς ἑαυτόν. ταῦτα482

483

οὖν. φησί, καὶ δοκεῖ καὶ τοῖς πολλοῖς ὑπάρχειν. λέγει δὲ πολλοὺς τοὺς κατ’ αἴσθησιν ζῶντας καὶ τὸν ἐν ἑαυτοῖς δῆμον, τὸ πολυκέφαλον, ὥς φησι Πλάτων, θρέμμα τὴν ἐπιθυμίαν καὶ τὸ λεοντῶδες τὸν θυμὸν πι‐ αίνοντας καὶ τὸν λόγον τοῖς πάθεσιν ὑποστρωννύντας καὶ δουλεύειν ἀντὶ
5τοῦ ἄρχειν παρασκευάζοντας τῷ συμπεποδίσθαι ταῖς ἀπὸ τῶν αἰσθήσεων ἀπάταις. καὶ σκόπει τὴν Ἀριστοτέλους ἀκρίβειαν, ὅπως οὐκ εἶπεν ἁπλῶς οὑτωσί, ὅτι τὰ ὑπάρχοντα τῷ σπουδαίῳ καὶ τοῖς πολλοῖς ὑπάρχει, ἀλλὰ μετὰ τῆς τοῦ φαίνεσθαι προσθήκης, ὡς εἰ ἔλεγεν ἀληθῶς μὲν αὐτοῖς ταῦ‐ τα οὐδαμῶς ὑπάρχει, δοκήσει δέ τινι καὶ φαντασίᾳ. οὐδὲ γὰρ πᾶν τὸ
10δοκοῦν ἢ φαινόμενον ἀληθές ἐστι. δοκεῖ μὲν γὰρ τοῖς πολλοῖς πλοῦτος καὶ ἀνδρεία αἱρετώτερα καὶ βελτίω εἶναι σοφίας καὶ φρονήσεως, ἀλλ’ οὐκ ἔστι τοῦτο. καὶ ὁ ἥλιος φαίνεται μὲν ποδιαῖος, πολλαπλασίων ὢν τῆς γῆς. δοκοῦσιν οὖν οἱ πολλοὶ ἑαυτοὺς φιλεῖν καὶ βούλεσθαι καὶ ἑαυτοὺς ζῆν καὶ τοὺς ἑαυτῶν φίλους καὶ ἑαυτοῖς συνδιάγειν καὶ τοῖς φίλοις. οὐ
15μὴν ἀληθές ἐστι τοῦτο· οὐ γὰρ ἑαυτοῖς τοῦθ’ ὑπάρχει ἀλλὰ τῷ ἀλόγῳ. ὃ γὰρ περιέπουσι καὶ ὃ τρέφουσι καὶ πιαίνουσιν, ἐκεῖνο καὶ δοκοῦσιν εἶναι. εὖ παθεῖν δὲ σπεύδουσι τὸ ἐν αὑτοῖς ἄλογον, τὸ ἄλογον ἄρα οἴονται εἶναι τὸν ἄνθρωπον καὶ οὐ τὸν λόγον. εἰ γὰρ τὸν λόγον ἐτίθεντο τὸ ἀνθρώ‐ πειον εἶδος εἶναι, τοῦτον ἂν ἄρχειν καὶ δεσπόζειν ἔσπευδον καὶ τρέφειν τῇ
20τῶν ὄντων θεωρίᾳ. εἰπὼν δὲ φαίνεται δὲ τὰ εἰρημένα καὶ τοῖς πολλοῖς ὑπάρχειν τὴν τοῦ φαίνεσθαι ὑπάρχειν αἰτίαν ἐπήγαγεν εἰπὼν ρ’ οὖν ᾗ ἀρέσκουσιν ἑαυτοῖς καὶ ὑπολαμβάνουσιν ἐπιεικεῖς εἶναι, ταύτῃ μετέχουσιν αὐτῶν; ὃ δὲ λέγει τοιοῦτον ἂν εἴη· ὁ μὲν ἄλλων ἐπιθυμῶν ἄλλα δὲ βουλόμενος δῆλός ἐστιν ὡς οὐκ ἀρέσκεται ἑαυ‐
25τῷ, ὁ δὲ τῶν αὐτῶν ὀρεγόμενος καὶ τὰ αὐτὰ θέλων καὶ βουλόμενος ἑαυ‐ τῷ ἀρέσκει. τοιοῦτοι δὲ οἱ πολλοί. ἀρέσκουσι γὰρ ἑαυτοῖς διὰ τὸ τῶν αὐτῶν ἐπιθυμεῖν καὶ τὰ αὐτὰ βούλεσθαι. καὶ γὰρ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ὁρῶμεν γινόμενον. ὅσοι μὲν γὰρ τῶν αὐτῶν ὀρέγονται καὶ τὰ αὐ‐ τὰ βούλονται καὶ θέλουσιν, ἀρέσκουσιν ἀλλήλοις· ἀπαρέσκονται δὲ καὶ δια‐
30φέρονται, ὅταν ὁ μὲν τῶνδε ἐπιθυμῇ καὶ τάδε βούληται, ὁ δὲ ἄλλων καὶ ἄλλα καὶ μὴ τῶν αὐτῶν μηδὲ τὰ αὐτά. ἐπεὶ δὲ οἱ σπουδαῖοι ἑαυ‐ τοῖς ἀρέσκουσιν, ὑπολαμβάνουσιν οἱ πολλοὶ σπουδαῖοι εἶναι, ὅτι ἀρέσκονται ἑαυτοῖς, διχῶς ἁμαρτάνοντες· πρῶτον μὲν γὰρ οὐχ ἑαυτοῖς ἀρέσκονται (οὐ γάρ ἐστιν ὁ ἄνθρωπος τὸ ἄλογον, ᾧ τὰ ἀρεστὰ πράττουσιν, ἀλλ’ ὁ λόγος),
35ἔπειτα ὅτι μὴ ἀληθῶς ἀντιστρέφουσιν. ὁ μὲν γὰρ σπουδαῖος ἀρέσκει ἑαυ‐ τῷ, ὅτι τὰ ἀρέσκοντα τῷ λόγῳ πράττει. οὐ μὴν καὶ ὁ δοκῶν ἀρέσκειν ἑαυτῷ σπουδαῖός ἐστιν. οἱ μὲν οὖν σπουδαῖοι ἀρέσκουσιν ἑαυτοῖς, ἀλλὰ
ὅτι τὰ ὄντως ἀγαθὰ πρόσεστιν αὐτοῖς, οἱ δὲ φαῦλοι οὐ τῷ ἀληθῶς ἔχειν483

484

τὰ ἀγαθὰ ἀρέσκουσιν ἑαυτοῖς, ἀλλὰ τῷ οἴεσθαι ἔχειν μὴ ἔχοντες. λέγει δὲ φαύλους οὐ τοὺς ἀνοσιουργοὺς καὶ παντάπασι κακίστους ἀλλὰ τοὺς διὰ τὴν τῶν ὄντως ἀγαθῶν ἄγνοιαν πρὸς τὴν τῶν κακῶν ὡς ἀγαθῶν ἀν‐ τοχὴν φερομένους καὶ ἐκ τούτου ἀγαθοὺς ἑαυτοὺς εἶναι πιστεύοντας. ἃ
5μὲν οὖν βούλεται λέγειν ταῦτ’ ἂν εἴη. τὸ γὰρ ταύτῃ μετέχουσιν ἀγαθῶν ἢ τοῦτο σημαίνοι ἄν, καθ’ ὃ δοκοῦσιν ἑαυτοὺς ἀγαθοὺς εἶναι, κατὰ τοῦτο καὶ ὑπολαμβάνουσι μετέχειν τῶν ἀγαθῶν, λέγων ἀγαθὰ τὸ φιλεῖν καὶ ἑαυτοὺς καὶ τοὺς φίλους, τὸ βούλεσθαι συνεῖναι ἑαυτοῖς, τὸ συνήδεσθαι, τὸ συλλυπεῖσθαι. ἢ οὖν τοῦτο λέγοι ἂν διὰ τοῦ ταύτῃ μετέ‐
10χουσι τῶν ἀγαθῶν ἢ ὅτι δοκοῦσι τοῖς πρὸς αὐτοὺς βλέπουσι. δοκοῦσι γὰρ οἱ ἀφορῶντες εἰς αὐτούς, ὅτι ἐν μετοχῇ τῶν εἰρημένων ἀγαθῶν τυγ‐ χάνουσιν.
13nἘπειδὴ τῶν γε κομιδῇ φαύλων καὶ ἀνοσιουργῶν οὐ‐
14nθενὶ ταῦθ’ ὑπάρχει.
15 Τοῖς μὲν οὖν εἰρημένοις εἰ καὶ μὴ ὑπάρχει, ὅμως δοκεῖ ὑπάρχειν τὸ φιλεῖν καὶ ἑαυτοὺς καὶ τοὺς φίλους καὶ τὸ συνδιάγειν καὶ συνήδεσθαι καὶ συλλυπεῖσθαι καὶ τὸ ἑαυτοῖς ἀρέσκειν, τοῖς δὲ φαύλοις καὶ ἀνοσιουργοῖς (οὗτοι δέ εἰσιν οἱ αἵματα ἀδελφῶν καὶ συγγενῶν ἐκχέοντες καὶ ἱερὰ συλῶν‐ τες, ἀθέσμους τε γάμους γαμοῦντες καὶ ἡδοναῖς ἀλλοκότοις καὶ αἰσχροτά‐
20ταις ἑαυτοὺς καταρρυπαίνοντες) τούτοις οὐ δοκεῖ ὑπάρχειν τὰ εἰρημένα ἀγαθά. οἱ γὰρ ἑαυτοὺς ἐξάγειν βουλόμενοι καὶ ἐν ἁπάσῃ ἀηδίᾳ ὄντες καὶ μηδέποτε ἑαυτοῖς ἀρέσκοντες ἢ τὰ αὐτὰ θέλοντες, ἀλλὰ δίκην εὐρί‐ που ἀπ’ ἄλλων εἰς ἄλλα μεταφερόμενοι, ὡς μηδενὶ ὧν πράττουσιν ἀρε‐ σκόμενοι, πῶς ἂν τὸ εἶναι καὶ ζῆν ἀγαθὸν νομίζοιεν ἢ πῶς ἂν αὑτοὺς ἢ
25ἄλλους φιλοῖεν; οἱ γὰρ ἑαυτοὺς φεύγοντες (σημεῖον δὲ τούτου τὸ μὴ βού‐ λεσθαι ζῆν ἢ καὶ ἀναιρεῖν ἑαυτοὺς), οἱ δὴ φεύγοντες ἑαυτοὺς πῶς ἂν δό‐ ξειεν φιλεῖν ἑαυτοὺς ἢ καὶ ἄλλους ἢ συνεῖναι ἑαυτοῖς ἢ μετ’ ἄλλων συν‐ διάγειν καὶ συνδιημερεύειν; εἰπὼν δὲ ὅτι τοῖς φαύλοις (καὶ εἴρηται τίνας λέγει φαύλους, οἷς συναριθμεῖ καὶ τοὺς ἀκρατεῖς) δοκεῖ ὑπάρχειν τὰ εἰρη‐
30μένα, ἐπήγαγεν σχεδὸν δὲ οὐδὲ τοῖς φαύλοις, τὸ σχεδὸν προσθεὶς διὰ τοὺς ἀκρατεῖς. τοῖς μὲν γὰρ ἄλλοις φαύλοις δοκεῖ ὑπάρχειν τὰ εἰρη‐ μένα ἀγαθά, τοῖς δὲ ἀκρατέσιν οὐ δοκεῖ ὑπάρχειν, ὥστε σχεδὸν πᾶσιν ἀλλ’ οὐχ ἁπλῶς πᾶσιν. ἀλλὰ διὰ τί τοῖς ἀκρατέσιν οὐ δοκεῖ ὑπάρχειν; ἢ διὰ τὸ βούλεσθαι μὲν τὰ τῶν ἀνθρώπων ἀγαθά, ἅπερ καὶ κυρίως ἐστὶν
35ἀγαθά, φανερῶς δ’ ὑποσύρεσθαι πρὸς τὰς τοῦ ζῴου ἡδονάς, τὰς ἀπὸ
τῶν ἀφροδισίων.484

485

(1n)

Ζητοῦσι δὲ οἱ μοχθηροὶ μεθ’ ὧν συνημερεύσουσιν.
2 Οὐ ζητοῦσι τὸ συνδιημερεύειν καθάπερ οἱ σπουδαῖοι ἀλλὰ θέλοντες μὲν ἀνελεῖν αὑτούς, διὰ δειλίαν δὲ τοῦτο μὴ ποιοῦντες ζητοῦσιν εὑρεῖν τινας, οὐχὶ φίλους. εἴρηται γὰρ ὅτι μήθ’ ἑαυτοῖς μήτ’ ἄλλοις εἰσὶ φίλοι,
5ἀλλὰ ζητοῦσιν ἐντυχεῖν τῷ βουληθέντι συνδιατρῖψαι μετ’ αὐτῶν, ἵνα συνο‐ μιλοῦντες ἐν λήθῃ γίνωνται τῶν οἰκείων ἀνοσιουργημάτων. καθ’ ἑαυτοὺς γὰρ ὄντες ἀναμιμνήσκονται τῶν τοιούτων· οὐ γὰρ ἔχουσι τινῶν ἄλλων με‐ μνῆσθαι· τῇ ἀναμνήσει δὲ σκότου καὶ δίνης καὶ πολλῆς ἀηδίας πληροῦν‐ ται καὶ σφόδρα δυσχεραίνουσι καὶ θορυβοῦνται καὶ ταραχῆς ἐμπίπλανται
10κουφίζονται δὲ ταῖς μετ’ ἄλλων διατριβαῖς. οὐδὲν οὖν φιλητὸν ἔχοντες (τί γὰρ ἢ ποῖον ἡδὺ ἢ ἀγαθὸν ἢ χρήσιμον πρόσεστι τοῖς τοιούτοις;) οὐδὲ φιλικὸν πάσχουσι πρὸς ἑαυτούς, τουτέστιν οὐδ’ ἀξιοῦσι φιλεῖν ἑαυτοὺς καὶ συνδιάγειν μεθ’ ἑαυτῶν· οὐδεὶς γὰρ θέλει συνδιάγειν μετά τινος ὃν μισεῖ· οὗτοι δὲ μισοῦσιν ἑαυτούς· ὥστε καὶ συνεῖναι ἑαυτοῖς καὶ συνδιάγειν μεθ’
15αὑτῶν οὐ βούλονται, ἀλλ’ οὐδὲ συγχαίρειν οὐδὲ συναλγεῖν ἑαυτοῖς, ὅτι τὸ συγχαίρειν καὶ συλλυπεῖσθαι ἐκείνων ἐστίν, οἷς καὶ τὸ ὁμογνωμονεῖν καὶ οἷς τὸ αὐτὸ δοκεῖ καλὸν καὶ ἡδὺ ἢ μὴ καλὸν μηδὲ ἡδύ, καὶ ὅλως οἷς τὸ αὐτὸ ἀρέσκει, οἷς δὲ τοῦτο οὐκ ἔστιν, οὐδὲ τὸ συγχαίρειν καὶ συναλ‐ γεῖν ἐστιν. ἐπὶ μὲν γὰρ τῶν σπουδαίων, ἐπειδὴ ἄρχει καὶ δεσπόζει τὸ
20λογιζόμενον ἡμῶν, ἄρχεται δὲ καὶ δεσπόζεται τὸ ἄλογον, συμφωνεῖ τε τῷ λόγῳ καὶ στάσις ἐν τούτοις οὐδεμία τυγχάνει οὖσα, οἷς χαίρει τὸ λογιζό‐ μενον καὶ ἀρέσκεται, τούτοις καὶ τὸ ἄλογον, καὶ οἷς ὁ λόγος οὐκ ἀρέ‐ σκεται, ταῦτα καὶ τὸ ἄλογον ἀποσείεται. καὶ διὰ τοῦτο συγχαίρουσιν ἑαυ‐ τοῖς οἱ σπουδαῖοι καὶ συλλυποῦνται. εἴρηται γὰρ ὅτι οἷς χαίρει ἢ οἷς
25λυπεῖται τὸ λογικόν, τούτοις καὶ τὸ ἄλογον συνήδεται καὶ συλλυπεῖται. ἐπὶ δὲ τῶν φαύλων, ἐπειδὴ ἡ ψυχὴ στασιάζει καὶ δεσπόζει μᾶλλον τὸ ἄλογον, δεσπόζεται δὲ ὁ λόγος, καὶ τὰ μὲν ἡδέα τούτων ἀηδῆ δοκεῖ τῷ λόγῳ καὶ οἷς ὁ λόγος ἀρέσκεται, τούτοις ἀπαρέσκεται τὸ ἄλογον, πῶς οἷόν τε τοὺς οὕτως ἔχοντας συγχαίρειν ἑαυτοῖς; ἐν ᾧ γὰρ πράγματι καὶ περὶ
30ὃ πρᾶγμα ἢ πρᾶξιν ὁ μὲν λόγος λυπεῖται, τὸ δὲ ἄλογον χαίρει, τὸ συγ‐ χαίρειν οὐκ ἔστιν. ἕλκουσιν οὖν τὸν ἄθλιον ὁ λόγος καὶ τὸ ἄλογον, ὁ μὲν δεῦρο, τὸ δὲ δεῦρο διασπῶντα καὶ ἀνθ’ ἑνὸς πολλὰ ποιοῦντα. ταῖς δὲ διαφόροις μᾶλλον δὲ ἐναντίαις ὀρέξεσι καὶ ἐπιθυμίαις καὶ ἅμα ἥδεται καὶ λυπεῖται, ὅτι ὅτε ἥδεται θάτερον, οἷον τὸ ἄλογον, τότε λυπεῖται ὁ
35λόγος, ἢ ἔμπαλιν. εἰ δὲ μὴ δυνατόν, φησίν, ἅμα ἥδεσθαι καὶ λυπεῖσθαι,
ἀλλὰ μετὰ μικρὸν λυπεῖται ὅτι ἥσθη καὶ ὅτι ἡδέα γέγονεν αὐτῷ ἐκεῖνα,485

486

οἷς μικρὸν ἡσθεὶς ἄρτι μεταμέλεται. εἰ δὴ ὡς λέγομεν ἀθλίως καὶ πάντῃ κακῶς ὁ πονηρὸς διαπορεύεται, φευκτέον τὴν πονηρίαν οὐ βάδην ἀλλ’ ὠκέως πάνυ.
4nἩ δὲ εὔνοια φιλίᾳ μὲν ἔοικεν, οὐ μὴν ἔστι φιλία.
5 Τῷ περὶ φιλίας λέγοντι ἀκόλουθόν ἐστι καὶ περὶ εὐνοίας δοκούσης εἶναι φιλίας ἐπισκέψασθαι, πότερον φιλία ἐστὶ καθάπερ δοκεῖ ἢ φιλία μὲν οὐκ ἔστι, φιλίας δέ τι. ἔστι δὲ ὡς δόξει οὐ φιλία, ἀρχὴ δὲ φιλίας. οὐκ ἔστι δὲ ταὐτὸν ἡ ἀρχὴ τῷ οὗ ἐστιν ἀρχή. λέγει δὴ ὅτι ἡ εὔνοια φιλίᾳ μὲν ἔοικεν, οὐκ ἔστι δέ. ἡ φιλία μὲν γὰρ πρὸς ἐκείνους λέγεται, οἷς
10καὶ τὸ φιλεῖν καὶ ἀντιφιλεῖσθαι καὶ πρὸς εἰδότας, ὅτι ἀλλήλους φιλοῦσι, καὶ πρὸς γνωρίμους, εὔνοια δὲ γίνεται καὶ πρὸς μὴ ἀντιφιλοῦντας καὶ πρὸς ἀγνῶτας. ἀκούσαντες γὰρ πολλάκις περί τινος, ὃν οὐδέποτε τεθεάμεθα, ὅτι ἀγαθός ἐστι τὰ πολεμικὰ ἢ ὅτι μουσικός ἐστι σπουδαῖος ἢ ὅτι δεινὸς πόλεως ἄρχειν, εὖνοι τούτῳ γινόμεθα ἐκείνου μὴ εἰδότος, ὡς εὐνοικῶς ἔχο‐
15μεν πρὸς ἐκεῖνον. καὶ γὰρ ὡς αὐτὸς Ἀριστοτέλης ἐν ἄλλοις λέγει, τῷ Δαρείῳ ἐν Περσίδι ὄντι καὶ μετὰ Περσῶν διατρίβοντι τινὲς τῶν ἐν τῇ Ἑλλάδι ὄντων καὶ τὸν Δαρεῖον οὐδέποτε θεασαμένων ἦσαν εὖνοι τῷ Δαρείῳ, ἀγνο‐ οῦντος τοῦτο τοῦ Δαρείου. εἰ οὖν φίλους λέγειν εἰώθαμεν τοὺς γνωρί‐ ζοντας ἀλλήλους καὶ ἀντιφιλοῦντας καὶ μὴ διαγνοοῦντας ὅτι φιλοῦσι καὶ
20ἀντιφιλοῦνται, ἡ δὲ εὔνοια γίνεται καὶ πρὸς ἀγνοοῦντας καὶ ἀγνῶτας, οὐκ ἂν εἴη ἡ εὔνοια φιλία. ἀλλ’ οὐδὲ φίλησίς ἐστιν· οὐ γὰρ ἔχει διάτασιν οὐδ’ ὄρεξιν. διάτασιν λέγει τὴν ἠπειγμένην βούλησιν καὶ ὁρμὴν καὶ θέλησιν πρὸς φιλίαν. διὸ εἰπὼν οὐ γὰρ ἔχει διάτασιν, ἐπή‐ γαγεν οὐδ’ ὄρεξιν. τῆς γὰρ ὀρέξεως τὸ μέν ἐστιν ἐπιθυμία, τὸ δὲ θυμός,
25τὸ δὲ βούλησις καὶ ἔστιν ἐπιθυμία μὲν ὄρεξις ἡδέων, ἥτις πάρεστι τοῖς μετέχουσιν αἰσθήσεως. τὰ γὰρ αἰσθανόμενα ἐπιθυμεῖ καὶ ὀρέγεται τῶν ἡδέων, θυμὸς δέ ἐστιν ὄρεξις τοῦ τιμωρήσασθαί τινα ὡς ὀλιγωροῦντα, βούλησις δέ ἐστιν ὄρεξις τῶν ἀγαθῶν γινομένη μετὰ κρίσεως καὶ βουλῆς, ἥτις ἀνθρώποις γίνεται μόνοις. ὁ γὰρ θυμὸς καὶ ἐν ἀνθρώποις καὶ ἐν
30ἄλλοις ἔχουσιν αἴσθησιν, οὐκ ἐν ἅπασι δὲ τοῖς ἔχουσιν αἴσθησιν οἷον σκώ‐ ληξι καὶ ἐμπίσιν, ἀλλ’ ἐν τοῖς τελειοτέροις. οὔτε οὖν ἡ εὔνοια φιλία ἐστὶν οὔτε φίλησις, ἤτοι ὁδὸς εἰς φιλίαν. ἀνάλογον γάρ ἐστιν ἡ φίλησις τῇ θερμάνσει καὶ λευκάνσει· ὡς γὰρ ἔχει ἡ θέρμανσις καὶ ἡ λεύκανσις πρὸς θερμότητα καὶ λευκότητα καὶ ἡ ὑγίανσις πρὸς ὑγίειαν, οὕτω καὶ ἡ φίλησις
35πρὸς φιλίαν· καὶ ἔστιν ὡς ἡ λεύκανσις μεταξὺ τοῦ μέλανος καὶ τοῦ λευκοῦ,
οὕτως ἡ φίλησις μέσον εὐνοίας καὶ φιλίας. ἐπεὶ οὖν φίλησις μέν ἐστιν486

487

ἠπειγμένη, ἤτοι θάττων ὁμοίως καὶ βραδεία, ὥσπερ καὶ ὑγίανσις καὶ λεύ‐ κανσις, εὔνοια δὲ θάττων οὐκ ἔστιν, ὥσπερ οὐδὲ νόσος ἢ μελανία, οὐκ ἂν εἴη ἡ εὔνοια φίλησις. μήποτε δὲ τὸ οὐ γὰρ ἔχει διάτασιν ταὐτόν ἐστι τῷ οὐ γάρ ἐστιν ἔκτασις καὶ ὁδὸς πόθεν ποῖ, ὡς ἡ λεύκανσις. εἰ
5οὖν ἡ φίλησις πόθεν ποῖ, ἡ δὲ εὔνοια οὐ τοιαύτη, οὐκ ἂν εἴη τὸ οὐ γὰρ ἔχει διάτασιν οὐδ’ ὄρεξιν ἴσον τῷ οὐ γάρ ἐστι διάτασις καὶ ἔκτασις καὶ ἁπλῶς κίνησις ὡς ἡ ὄρεξις. καὶ ἡ μὲν φίλησις πρὸς φιλίαν ἵεται καὶ τὸ γενέσθαι φίλον ἐκείνῳ, πρὸς ὃν ἡ φίλησις. πᾶς γὰρ ὁ ἔχων τὴν φίλησιν σπεύδει γενέσθαι φίλος τῷ πρὸς ὃν ἔχει τὴν φίλησιν. ὁ δὲ εὔνους οὐ
10πᾶσι βούλεται φίλος γενέσθαι ᾧ εὔνους ἐστίν. εὖνοι μὲν γάρ εἰσιν οἱ τοῦ βενέτου χρώματος ὄντες τῷ βενέτῳ, φίλοι δὲ οὐ πάνυ τι θέλουσι γενέσθαι τῷ ἡνιόχῳ, ὥστε οὐδὲ φίλησις τούτοις ἐστὶ πρὸς τὸν ἡνίοχον. καὶ ἡ μὲν φίλησις μετὰ συνηθείας· συνδιατρίψαντες γὰρ μετ’ ἀλλήλων χρόνον συχνὸν καὶ τοῦ ἤθους καὶ τῆς ἀλλήλων ἀρετῆς γνῶσιν σχόντες οὕτως
15ἵενται πρὸς φιλίαν· τὸ δὲ ἵεσθαι πρὸς φιλίαν φίλησίς ἐστιν. ἔστι δὲ ἡ εὔνοια οὐ πάσης φιλίας ἀρχὴ ἀλλὰ τῆς σπουδαίας. ἡ γὰρ εὔνοια τοῦ ἤθους καὶ τῆς ἀρετῆς ἐστιν ἀλλ’ οὐ τοῦ χρησίμου ἢ τοῦ ἡδέος καὶ ἔστιν ἡ μὲν φίλησις ἀεὶ μετὰ συνηθείας, ἡ δ’ εὔνοια καὶ μετὰ συνηθείας καὶ δίχα συνηθείας καὶ ἐκ προσπαίου, ἤτοι ἀθρόον καὶ τάχιστα. εἶδε γάρ
20τίς τινα σπουδαῖον ἢ ἤκουσε περὶ σπουδαίου καὶ ἅμα τῇ θέᾳ καὶ τῇ ἀκοῇ γέγονεν εὔνους ἐκείνῳ. οὐκ ἀεὶ δὲ τοῦτο ἀλλ’ ὡς ἐπὶ πολύ. οὐ γὰρ ἀεὶ τοῖς σπουδαίοις, οὓς ἂν ἴδωμεν ἢ περὶ ὧν ἀκούσωμεν, εὖνοι γινόμεθα ἀλλ’ ὡς ἐπὶ τὸ πολύ. εἰ οὖν εὔνοια μὲν ἀθρόον καὶ σχεδὸν ἀχρόνως γίνεται, φίλησις δὲ πᾶσα μετὰ χρόνου, οὐκ ἂν εἴη ἡ εὔνοια φίλησις. οἷον καὶ
25περὶ τοὺς ἀγωνιστὰς συμβαίνει. εὖνοι γὰρ αὐτοῖς γίνονται. δόξειε δὲ καὶ ταῦτα λέγειν περὶ τοῦ μὴ εἶναι τὴν εὔνοιαν φίλησιν. οὐ λέγει δὲ τοῦτο, ἀλλὰ λέγει ὅτι οὐκ ἔστιν ἡ εὔνοια φιλία. φιλίας γάρ ἐστι τὸ συμπράττειν τῷ φίλῳ καὶ συνεργεῖν εἴς τε τὴν τῶν ἀγαθῶν τεῦξιν καὶ ἐπιτυχίαν καὶ εἰς τὴν τῶν κακῶν ἀποφυγήν, ὅπερ ἐπὶ τῆς εὐνοίας οὐκ
30ἔστιν. οἱ γὰρ τοῖς ἀγωνισταῖς εὖνοι (εἰσὶ δὲ ἀγωνισταὶ οἱ ἀθληταὶ οἱ δισκευταὶ οἱ τοιοῦτοι), οἱ οὖν εὖνοι τούτοις θέλουσι νικᾶν ἐκείνους, οἷς εὖνοί εἰσι, συναθλεῖν δὲ ἢ συνδισκεύειν οὐ βούλονται. εἰ οὖν οἱ φίλοι συμπράττειν θέλουσιν, οἱ δ’ εὖνοι συμπράττειν οὐ θέλουσιν, οἱ εὖνοι φίλοι οὔκ εἰσι. ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι. εἰ δ’ οὔκ εἰσιν οἱ εὖνοι
35φίλοι, οὐδ’ ἡ εὔνοια φιλία ἐστί. πάλιν ἐν τῷ αὐτῷ σχήματι συλλογιστέον· οἱ εὖνοι ἐπιπολαίως στέργουσιν, οἱ φίλοι οὐκ ἐπιπολαίως στέργουσιν, οἱ εὖνοι οὔκ εἰσι φίλοι· οὐδ’ ἄρα ἡ εὔνοια φιλία. λέγομεν δὲ βεβαίαν φιλίαν τὴν τῶν σπουδαίων. ταύτης γὰρ τῆς φιλίας καὶ ἡ εὔνοια ἀρχή ἐστιν,
ὡς προϊὼν καὶ Ἀριστοτέλης ἐρεῖ.487

488

(1n)

Ἔοικε δ’ ἀρχὴ φιλίας εἶναι, ὥσπερ τοῦ ἐρᾶν ἡ διὰ
2nτῆς ὄψεως ἡδον.
3 Εἰπὼν τί οὐκ ἔστιν εὔνοια, εἰπὼν ὅτι οὔτε φιλία οὔτε φίλησις, νῦν λέγει τί ἐστιν, ὅτι ἀρχὴ καὶ αἰτία φιλίας ἐστίν. ἀρχὴ δὲ ποιητικὴ ἀλλ’
5οὐ τελικὴ ἢ ὑλική, οὔτε μὴν εἰδική. ἔστιν οὖν ἀρχή, ὥσπερ καὶ ἡ τοῦ κάλλους θέα μεθ’ ἡδονῆς ἀρχὴ ἔρωτος. ὡς γὰρ οὐδεὶς ἐρᾷ μήτε ἰδὼν καὶ ἡσθείς, οὕτως οὐδὲ φίλοι γίνονται μὴ γεγονότες εὖνοι. εἰπὼν δὲ ὅτι μὴ προησθεὶς τῇ ἰδέᾳ καὶ τῷ κάλλει, ἐπήγαγεν ὁ δὲ χαίρων τῷ εἴδει οὐθὲν μᾶλλον ἐρ. ὃ δὲ λέγει τοιοῦτον ἂν εἴη. ὥσπερ οὐκ ἔστιν
10ἐραστὴς οὐδὲ ἐρᾶν λέγεται ὁ τῷ εἴδει παρόντι χαίρων ἀλλ’ ὁ ποθῶν καὶ παρὸν καὶ ἀπὸν τὸ κάλλος καὶ ἀεὶ παρεῖναι θέλων καὶ τῆς παρουσίας αὐτοῦ γλιχόμενος, οὕτω καὶ φίλοι καὶ λέγονται καὶ εἰσὶν οὐχ οἱ βουλόμενοι μόνον τισὶ τὰ ἀγαθὰ ἀλλ’ οἱ βουλόμενοί τε καὶ θέλοντες συμπράττειν ἐκείνοις πρὸς τὴν τῶν ἀγαθῶν τεῦξιν καὶ κτῆσιν. ἃ μὲν οὖν λέγει ταῦτά
15ἐστι, κατὰ δὲ τὴν λέξιν αὐτίκα τὸ ὁ δὲ χαίρων τῷ εἴδει οὐθὲν μᾶλ‐ λον ἐρᾷ ταὐτόν ἐστι τῷ ὁ δὲ χαίρων τῷ κάλλει οὐκ ἐξ ἀνάγκης ἐρᾷ. ἐπὶ πλέον γὰρ τὸ χαίρειν τῷ κάλλει τοῦ ἐρᾶν. καὶ ἔστι τὸ οὐδὲν μᾶλλον ταὐτὸ τῷ ἐξ ἀνάγκης. ὁμοίως καὶ τὸ οἱ δ’ εὖνοι οὐδὲν μᾶλλον φι‐ λοῦσιν ἴσον ἐστὶ τῷ οὐχ οἱ ὄντες εὖνοι ἤδη καὶ φίλοι εἰσίν. οἱ μὲν γὰρ
20φίλοι καὶ εὖνοι, οἱ δ’ εὖνοι οὐκ ἐξ ἀνάγκης καὶ φίλοι. ἐπειδὴ γὰρ ἀρχὴ φιλίας ἐστὶν ἡ εὔνοια, τέλος δὲ ἡ φιλία, οἷς ὑπάρχει τὸ τέλος ἡ φιλία, ἀνάγκη καὶ τὴν ἀρχήν, τὴν εὔνοιαν, ὑπάρχειν· οὐ μὴν οἷς ἡ ἀρχὴ πρόσ‐ εστιν, ἀνάγκη καὶ τὸ τέλος παρεῖναι. εἴρηται γὰρ ὅτι οἱ μὲν εὖνοι βού‐ λονται τὰ ἀγαθὰ οἷς εὖνοι τυγχάνουσι, συμπράττειν δὲ καὶ ὀχλεῖσθαι καὶ
25θορυβεῖσθαι, ὅπως ἂν προσγένηται αὐτοῖς τὰ ἀγαθὰ οὐ θέλουσι, τῶν φίλων συμπονεῖν ἀλλήλοις καὶ συγκακοπαθεῖν βουλομένων. διὸ μεταφέρων φαίη ἂν αὐτήν τις εἶναι ἀρχὴν φιλίας, ὥσπερ ὁ λέγων τὴν καρδίαν πηγὴν μετα‐ φορὰν εἶπεν, ὁμοίως καὶ ὁ τὴν ἀσπίδα κρατῆρα Ἄρεως καὶ τὸν κρατῆρα ἀσπίδα Διονύσου, 〈οὕτω καὶ ὁ τὴν εὔνοιαν λέγων ἀρχὴν φιλίας μεταφο‐
30ρικῶς εἴρηκε. μεταφορὰν δὲ εἶπεν ὅτι ὥσπερ ἡ καρδία οὐκ ἔστι ταὐτὸν τῇ πηγῇ οὐδὲ ὁ κρατὴρ τῇ ἀσπίδι,〉 οὕτως οὐδὲ τὸ ἦθος, ὅπερ ἐστὶν ἀρχὴ φιλίας, ταὐτόν ἐστι τῇ εὐνοίᾳ. διὰ γὰρ τὸ ἦθος γίνεται ἡ φιλία καὶ τοῦτό ἐστιν ἡ τῆς φιλίας ἀρχή, ᾧ ἤθει ἕπεται ἡ εὔνοια. ἐκ μεταφορᾶς οὖν
ῥηθείη ἂν φιλία ἡ εὔνοια. χρονίζοντες δὲ σὺν ἀλλήλοις ὁ εὔνους καὶ ᾧ488

489

εὔνους ἐστὶ καὶ συνήθεις γινομένοι φίλοι γίνονται. οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡ φίλησις ἢ ἡ συνομιλία καὶ ἡ συνδιαγωγὴ καὶ ἡ συναυλία, γίνεται δὲ ἡ εὔνοια χρονιζομένη φιλία, τουτέστι χρονιζόμενοι οἱ εὖνοι οἷς εἰσιν εὖνοι γίνονται φίλοι.
5nὉ μὲν εὐεργετηθεὶς ἀνθ’ ὧν πέπονθεν ἀπονέμει τὴν
6nεὔνοιαν, τὰ δίκαια δρῶν.
7 Δείξας ὅτι ἡ εὔνοια οὐκ ἔστι φιλία, χωρίζει αὐτὴν καὶ ἀπὸ τῆς ἀν‐ τευποιίας. δοκεῖ γὰρ οὐκ αὐτῷ ἀλλὰ τοῖς πολλοῖς ἡ εὔνοια ἀντευποιία καὶ αὖ ἡ ἀντευποιία εὔνοια καὶ καλοῦσι τοὺς ἀντευποιοῦντας εὔνους οὐκ
10ὀλίγοι. δι’ ὃ καὶ ὁ Ἀριστοτέλης ἀντὶ τοῦ εἰπεῖν *** ἀνθ’ ὧν πέπονθεν ἀπονέμει τὴν εὔνοιαν ὁ μὲν δὴ ἀντιδιδοὺς καὶ ἀντευποιῶν τὸν εὖ δράσαντα, εὔνους μὲν οὐκ ἂν ῥηθείη. οἱ γὰρ εὖνοι βούλονται εὖ ἔχειν ἢ εὖ πάσχειν οἷς εἰσιν εὖνοι. οὐ μὴν καὶ εὖ δρῶσιν εἰς αὐτούς, ὥστε εὔνους μὲν οὐκ ἂν ῥηθείη, διότι εὖ δρᾷ· δίκαιος δέ· δίκαιον γὰρ τὸ τὰ ἴσα ἀπονέμειν.
15χωρίσας οὖν τὴν εὔνοιαν ἀπὸ τῆς ἀντευποιίας, χωρίζει αὐτὴν καὶ ἀπὸ τῆς διὰ τὸ χρήσιμον φιλίας. ὁ δὲ βουλόμενός τινα εὖ πράττειν ἐλπίζων ὠφέλειάν τινα ἀπὸ τῆς ἐκείνου εὐπραγίας καὶ εὐπάθειαν, οὐκ ἐκείνῳ ἀλλ’ ἑαυτῷ εὔνους ἐστίν, ἤτοι οὐκ εὔνους ἐκείνῳ ἐστὶν ἀλλὰ μᾶλλον φίλος ἑαυτῷ (τοιαύτη γὰρ ἡ διὰ τὸ χρήσιμον φιλία, ὡς πολλάκις εἴρηται),
20ὥσπερ οὐδὲ φίλος ἐστὶ κυρίως ὁ θεραπεύων τινὰ διά τινα χρῆσιν καὶ ἐπι‐ τυχίαν τινὸς ἀγαθοῦ. δεῖ γὰρ ἐν τῇ λέξει τῇ καθάπερ οὐδὲ φίλος προσυπακούειν τὸ κυρίως, ἵν’ ᾖ τὸ πᾶν τοιοῦτον καθάπερ οὐδὲ φίλος κυρίως. ταῦτα εἰπὼν ἐπάγει· ὅλως δὲ ἡ εὔνοια δι’ ἀρετὴν καὶ ἐπι‐ είκειάν τινα γίνεται· εἰ δὲ διὰ ταύτας, δῆλον ὅτι οὔτε ἡ ἀντευποιία
25εὔνοιά ἐστιν οὔτε τὸ βούλεσθαι εὐπραγεῖν τινα διὰ χρῆσιν καὶ τὸ εὖ πάσχειν ἀπ’ ἐκείνου. δέδεικται δὲ ὅτι οὐδ’ ἡ ἀληθὴς φιλία εὔνοιά ἐστιν, ἀλλ’ οὐδὲ φίλησις· λείπεται ἄρα εὔνοιαν εἶναι, ὡς ἂν μεταφέρων εἴποι τις τὴν τῆς φιλίας ἀρχήν.
29nΦιλικὸν δὲ καὶ ἡ ὁμόνοια, διόπερ οὐκ ἔστιν ὁμοδοξία.
30 Ἔστι μὲν καὶ ἡ ὁμόνοια φιλία διὰ τὰ συμφέροντα, ὥσπερ καὶ ἡ διὰ τὸ χρήσιμον. διαφέρει δὲ ἡ διὰ τὰ συμφέροντα φιλία τῆς διὰ τὸ χρή‐ σιμον φιλίας, ὅτι ἡ μὲν διὰ τὸ χρήσιμον γίνεται καὶ διὰ μικρὰ καὶ διὰ μεγάλα καὶ πρὸς ἀγοραίους καὶ πρὸς βαναύσους, ἡ δὲ ὁμόνοια μεγάλων
ἕνεκεν καὶ συμφερόντων ὅλῃ πόλει, ὅλαις πόλεσιν, ὅλοις Ἕλλησιν, ὅλοις489

490

ἔθνεσιν. ἡ γὰρ τῶν Ἑλλήνων ὁμόνοια τοῦ Ξέρξου κατ’ αὐτῶν ἐληλυ‐ θότος τοῦ κοινῇ πᾶσι τοῖς Ἕλλησι συμφέροντος χάριν ἐγεγόνει. ἔστιν οὖν ἡ ὁμόνοια φιλικόν τι καὶ διὰ τὸ εἶναι φιλικὸν οὐκ ἔστιν ὁμοδοξία. οὐ γὰρ ἀνάγκη τοὺς ὁμοδοξοῦντας ἤδη καὶ φίλους εἶναι. ἐνδέχεται γὰρ καὶ
5ἐχθροὺς ὄντας ἢ καὶ ἀλλήλους ἀγνοοῦντας περὶ τὸ αὐτὸ ὁμοδοξεῖν. τί γὰρ κωλύει καὶ ἐμὲ καὶ τὸν ἐχθρὸν ἐμοὶ ἢ καὶ ὃν ἀγνοῶ, ὃ ἐγὼ δοξάζω περὶ τοῦ ἡλίου, οἷον εἰ τύχοι ὅτι μείζων ἐστὶ τῆς γῆς, τοῦτο αὐτὸ καὶ ἐκεῖνον δοξάζειν, καὶ ἐπὶ τῶν ἄλλων τῶν οὐρανίων ὁμοίως, ὁμογνωμονεῖν δὲ μὴ φίλους ὄντας μηδὲ γινώσκοντας ἀλλήλους οὐκ ἐνδέχεται. ὅταν
10τοίνυν προαιρῶνται καὶ πράττωσι τὰ δόξαντα πᾶσι, τότε λέγειν ἔθος ἡμῖν αὐτοὺς ὁμογνωμονεῖν καὶ ἔστιν ἡ ὁμόνοια, ὡς εἴρηται, περὶ τὰ πρακτά, οὐ τὰ μικρὰ ἀλλὰ τὰ μέγεθος ἔχοντα καὶ τὰ ἐνδεχόμενα ἀμφοῖν τοῖς ὁμο‐ γνωμονοῦσι ὑπάρχειν. εἰ γὰρ τοῖς μὲν ἐνδέχεται, τοῖς δὲ μὴ ἐνδέχεται ὑπάρχειν, οὐχ οἷόν τε ὁμονοεῖν. τὸ γὰρ εἶναι τὰς ἀρχὰς ἀρετὰς ἢ τὸ
15Λακεδαιμονίοις συμμαχεῖν, εἰ μὲν πᾶσι τοῖς ἐν τῇ πόλει δοκεῖ, ὁμονοεῖ ἡ πόλις, εἰ δὲ τοῖς μὲν ἀρέσκει τοῖς δὲ μή, διχονοεῖ καὶ στασιάζει. καὶ δὴ ἂν δοκῇ πάσῃ τῇ πόλει ἄρχειν τὸν Πιττακόν, θέλοντος καὶ τοῦ Πιττακοῦ, ὁμονοεῖ ἡ πόλις τῷ Πιττακῷ καὶ οὗτος τῇ πόλει, τῆς πόλεως δὲ μὴ συμφωνούσης ἄρχειν τὸν Πιττακὸν ἢ ταύτης μὲν συμφωνούσης, οὐ θέλει
20δ’ ὁ Πιττακὸς ἄρχειν, οὐδ’ οὕτω συμφωνία καὶ ὁμόνοιά ἐστιν. ὅτε δὲ δυοῖν ὄντοιν ἑκάτερος βούλεται χωρὶς τοῦ ἑτέρου ἄρχειν, ὥσπερ ἐν ταῖς Φοινίσσαις στασιάζουσιν. εἰσὶ δὲ Φοίνισσαι δρᾶμα τοῦ Ἐυριπίδου· ἡ δὲ τοῦ δράματος ὑπόθεσις δήλη τοῖς ἐντυγχάνουσιν ἐκείνῳ. ἡ μὲν οὖν τῶν λεγομένων πρὸς Ἀριστοτέλους διάνοια αὕτη τις ἂν εἴη· τὸ δὲ τῆς λέξεως
25τῆς οὐ γάρ ἐστιν ὁμονοεῖν τὸ αὐτὸ θάτερον ἐννοεῖν οἱονδήποτε, ἀλλὰ τὸ ἐν τῷ αὐτ, τοιοῦτόν ἐστιν· οὐκ ἔστιν ἡ ὁμόνοια τὸ νοεῖν δύο τινὰς ἢ καὶ πλείους τὸ αὐτό, ὃ δήποτέ ἐστιν ὃ νοοῦσιν, εἴτε ἀρχή ἐστιν ὃ νοοῦσιν ἢ κτῆμα ἢ τιμὴ ἢ ὅτι ἂν εἴη, περὶ ὃ δύο ἢ καὶ πλείω διανοοῦνται, ὡς ἑκάστου καὶ οὐ πάντων ὁμοῦ γενέσθαι. οὐκ ἔστιν οὖν
30ὁμόνοια τὸ ἐννοεῖν τὸν Ἐτεοκλέα χωρὶς τοῦ Πολυνείκους ἄρχειν ἢ τὸν Πολυνείκην χωρὶς τοῦ Ἐτεοκλέους, ἀλλ’ ὁμόνοια καὶ ὁμονοεῖν ἐστι τὸ ἐν τῷ αὐτῷ, τουτέστι περὶ τοῦ αὐτοῦ τὸ αὐτὸ διανοεῖσθαι ἀμφοτέρους, καὶ ὃ θέλει καὶ βούλεται θάτερος, τοῦτο καὶ τὸν ἕτερον αἱρεῖσθαι καὶ ἀποδέχε‐ σθαι, οἷον εἰ βούλεταί τις ἄρχειν, βούλει δὲ καὶ σὺ τὸν αὐτὸν τοῦτον ἄρ‐
35χειν, ὁμονοεῖτε, εἰ δ’ ὁ μὲν βούλεται, σὺ δὲ μὴ θέλεις, οὐχ ὁμόνοια τοῦτο ἀλλὰ στάσις.
37nΠολιτικὴ δὲ φιλία φαίνεται ἡ ὁμόνοια, καθάπερ καὶ
38nλέγεται.
39Εἰπὼν ὅτι ὁμόνοιά ἐστι τὸ ὁμογνωμονεῖν περὶ τὸ συμφέρον ἢ ἑαυ‐490

491

τοῖς ἢ τῇ πόλει ὅλῃ, λέγει ὅτι πολιτικὸν δή ἐστιν ἡ ὁμόνοια καὶ οὐχ ὁμοδοξία, τουτέστι πολιτικῆς ἐστί τι καὶ οὐχί τινος τῶν ἄλλων ἐπι‐ στημῶν, οἷον φυσικῆς ἢ μαθηματικῆς ἢ ἄλλης ὁποιασοῦν. ἔστι δὲ πολι‐ τικόν τι, διότι περὶ τὰ συμφέροντά ἐστι καὶ τὰ εἰς τὸ βιοῦν ἀνήκοντα.
5θεωρεῖται δὲ ἡ ὁμόνοια ἐν τοῖς ἐπιεικέσι, καὶ οὐκ ἐν τοῖς φαύλοις. οἱ γὰρ φαῦλοι μηδ’ ἐπὶ βραχὺ πρὸς ἑαυτοὺς ὁμονοοῦντες, ἀεὶ δὲ στασιάζον‐ τες, θαυμαστὸν εἰ πρὸς ἄλλους καὶ μετὰ ἄλλων ὁμονοοῖεν. οἱ μὲν γὰρ σπουδαῖοι τὰ αὐτὰ ἀεὶ αἱρούμενοι καὶ τὰ αὐτὰ ἐνεργοῦντες καὶ πράττοντες, τὰ δίκαια δηλαδὴ καὶ τὰ συμφέροντα, καὶ μενόντων αὐτοῖς ἀραρότων καὶ
10ἀμεταπτώτων τῶν βουλημάτων, ἑπομένως τὴν ὁμόνοιαν ἀσπάζονται. τοὺς φαύλους δέ, καθάπερ εἴρηται, οὐχ οἷόν τε ὁμονοεῖν πλὴν ἐπ’ ὀλίγον, ὥσπερ καὶ φίλους εἶναι· ἐπὶ βραχὺ γὰρ ἡ φιλία αὐτῶν, πλεονεξίας γὰρ ὀρεγόμενοι καὶ τοῦ τὰ πλείονα τῶν ὠφελίμων ἔχειν, ἐν δὲ τοῖς πόνοις καὶ ταῖς ταλαιπωρίαις τὰ ἐλάττονα, ὡς ἐν τῷ πέμπτῳ βιβλίῳ περὶ ἀδίκου
15λέγων εἴρηκε, στασιάζουσι συνεχῶς καὶ διαφέρονται. βουλόμενος γάρ, φησίν, ἕκαστος τῶν φαύλων ἑαυτῷ περιποιεῖσθαι καὶ εἰς ἑαυτὸν ἕλκειν τὸ πλέον μὲν ἐν τοῖς ὠφελίμοις, τοὔλαττον δὲ ἐν τοῖς βλαβεροῖς τὸν πέλας ἐξετάζει καὶ πρὸς τὰς εὐθύνας ἐπισύρεται ὡς τοιούτων ἄξιον ὄντα, τουτέστι ἐλαττόνων ἐν τοῖς ὠφελίμοις καὶ συμφέρουσι, μειζόνων δὲ ἐν τοῖς βλαβε‐
20ροῖς, καὶ διίστανται ἀφ’ ἀλλήλων, τοῦ κοινοῦ μὴ μένοντος κοινοῦ διὰ τὸ ἕκαστον πρὸς ἑαυτὸν ἕλκειν καὶ ἰδιοποιεῖσθαι. διά τε οὖν ταῦτα καὶ διαλύονται καὶ διίστανται καὶ διὰ τὸ ἀναγκάζειν τὰ δίκαια πράττειν, αὐτοὶ μὴ πράττοντες. πῶς γὰρ ἂν ἐγὼ πεισθείην πρᾶξαι τὰ δίκαια σοῦ μὴ πράττοντος, ἢ σὺ πράξαις ἂν ἐμοῦ μὴ ποιοῦντος; δεῖ γὰρ τὸν ἀναγ‐
25κάζοντά με τὰ δίκαια πράττειν πρὸς ἐκεῖνον πρότερον ἐκεῖνον ταῦτα πρός με ποιεῖν, ὁμοίως δὴ κἀμὲ πρότερον δίκαιον εἶναι πρὸς ἐκεῖνον, ἂν ἀναγ‐ κάζω τὰ δίκαια πρός με ποιεῖν.
28nΟἱ δ’ εὐεργέται τοὺς εὐεργετηθέντας μᾶλλον δο‐
29nκοῦσι φιλεῖν ἢ οἱ εὖ παθόντες τοὺς δράσαντες.
30 Πάντα διέρχεται, ὅσα συμβαίνειν εἴωθεν ἁπάσαις ταῖς φιλίαις, ὧν ἐστι καὶ τὸ τοὺς εὐεργετήσαντας καὶ εὖ ποιήσαντας δοκεῖν μᾶλλον φιλεῖν τοὺς εὐεργετηθέντας καὶ εὖ παθόντας ἢ οἱ εὖ παθόντες τοὺς εὖ δράσαντας. καὶ ὡς ὄντος παραδόξου τοῦ γινομένου, ζητεῖ τὴν αἰτίαν. καὶ ὡς ἀληθῶς ἄτοπόν τι δοκεῖ τὸ μὴ μᾶλλον φιλεῖν τοὺς εὖ πάσχοντας. τοῦτο θείς,
35πρῶτον μὲν λέγει τὰ τοῖς πλείστοις περὶ τούτου δοκοῦντα, οἷς οὐκ ἀρέσκε‐
ται, εἶτα ἐπάγει τὰ αὐτῷ ἀρέσκοντα. λέγουσι τοίνυν οἱ πλεῖστοι, ὅτι οἱ491

492

μὲν εὐεργετηθέντες καὶ εὖ παθόντες ὀφείλουσι καὶ τρόπον τινὰ ὑπεύθυνοί εἰσι, τοῖς δὲ εὐεργετήσασιν ὀφείλεται. καὶ ἐπὶ τούτῳ οἱ μὲν εὐεργετή‐ σαντες μᾶλλον φιλοῦσι, οἱ δὲ εὖ παθόντες ἧττον. ὡς γὰρ ἐπὶ τῶν δα‐ νείων οἱ μὲν ὀφείλοντες οὐκ εἶναι βούλονται τοὺς δεδανεικότας, οἱ δὲ
5δανείσαντες πρὸς τῷ θέλειν ζῆν τοὺς ὀφειλέτας καὶ ἐπιμελοῦνται τῆς σω‐ τηρίας αὐτῶν, ἵνα λάβωσι τὸ δάνειον, οὕτω καὶ τοὺς εὐεργετήσαντας ἀνά‐ λογον εἶναι τοῖς δανείσασι εἶναι βούλεσθαι τοὺς εὐεργετηθέντας καὶ οἷον ὀφειλέτας ὄντας, ὡς κομιουμένους τὰς χάριτας, τοῖς δ’ εὖ παθοῦσιν οὐκ εἶναι ἐπιμελὲς οὐδὲ βουλητὸν τὸ ἀνταποδοῦναι τὴν χάριν καὶ ἐπὶ τούτῳ
10μηδὲ βούλεσθαι μηδὲ φροντίζειν τοῦ ζῆν τοὺς εὐεργέτας. ὧν δὲ μὴ φρον‐ τίζουσι μηδὲ διαφέρον αὐτοῖς ἐστι, κἂν ζῶσι καὶ ὦσι κἂν μὴ ζῶσι, πῶς ἂν αὐτοὺς φιλεῖν λέγοιντο; τὴν δὲ τοιαύτην αἰτίαν τοῦ τοὺς εὖ παθόντας μὴ φιλεῖν εὐεργετήσαντας Ἐπίχαρμος εἶπε, λέγων τοὺς πολλοὺς ἐκ πονη‐ ροῦ θεωρουμένους. ἔστι δὲ τὸ θεωρουμένους ταὐτὸν τῷ βλέποντας, τὸ δὲ
15πονηροὶ τῷ ἀχάριστοι, ἀμνήμονες. ἔστι δὲ τὸ τοῦ Ἐπιχάρμου τοιοῦτον· λέγουσι ταῦτα οἱ πολλοὶ πρὸς λύσιν τοῦ ζητήματος, πρὸς τὴν πονηρίαν ἀπιδόντες τῶν εὖ πεπονθότων. εἰς γὰρ τὸ γινόμενον παρὰ τῶν ἀχαρίστων ἀποβλέψαντες κατὰ πάντων ἁπλῶς οὕτω τῶν εὖ πεπονθότων ἀπεφήναντο.
19nἜοικε δ’ ἀνθρωπικ· ἀμνήμονες γὰρ οἱ πολλο.
20 Εἰπὼν ἃ λέγουσιν οἱ πολλοί, διὰ τί μᾶλλον δοκοῦσι φιλεῖν οἱ εὐερ‐ γέται τοὺς εὖ ὑπ’ αὐτῶν πεπονθότας, ἐντεῦθεν τίθησι τὴν οἰκείαν περὶ τούτων δόξαν. πάνυ δὲ ἀσαφῶς διὰ συντομίαν ἀπήγγειλεν ὃ βούλεται. εἴη δ’ ἂν ὃ λέγει τοιοῦτον· ἀνθρωπικῷ ἔοικε, τουτέστι οἰκεῖόν ἐστι τὸ γινόμενον τῇ τῶν ἀνθρώπων ἀμελείᾳ περὶ τὴν τῶν ἁπλῶς ἀγαθῶν ζήτη‐
25σίν τε καὶ θήραν καὶ διάγνωσιν. πάντῃ γάρ εἰσιν ὀλίγοι οἱ τὰ πάθη μετρῆσαι θελήσαντες ταῖς ἀρεταῖς καὶ κοσμῆσαι ἑαυτοὺς καὶ τάξαι πότε καὶ ἐπὶ πόσον κινεῖσθαι προσήκει καὶ κατὰ νοῦν ζῆν ἐσπουδακότες, ὃς νοῦς ἐστι μάλιστα ὁ ἄνθρωπος, ὡς ἐν τῷ ἐφεξῆς λέγει βιβλίῳ. τῶν δὴ τοιού‐ των ὀλιγίστων ὄντων, λείπεται τοὺς λοιποὺς φαύλους εἶναι, καὶ διὰ τοῦτο
30καὶ ἀγνώμονας. ὁ γὰρ ἀγνώμων φαῦλος καὶ ἄφιλος πρὸς τὸν εὐεργέτην, ἐπεὶ οἱ σπουδαῖοι τοὺς εὐεργέτας φιλοῦσιν ὡς ἑαυτοὺς καὶ ἀντευποιεῖν ἐπεί‐ γονται καὶ μᾶλλον. τῆς ἀρετῆς γὰρ τὸ μᾶλλον εὖ δρᾶν ἢ μᾶλλον εὖ πάσχειν, ὡς τῆς κακίας τὸ θέλειν εὖ μᾶλλον πάσχειν 〈ἢ εὖ ποιεῖν.〉 ἐπειδὴ οὖν εὖ ποιεῖν οὐ βούλονται, διὰ τοῦτο οὐδὲ φιλοῦσι. δόξειε
35δ’ ἂν φυσικώτερον εἶναι τὸ αἴτιον, καὶ οὐχ ὅμοιον τῷ περὶ492

493

τοὺς δανειστάς. τὴν αἰτίαν οἱ πολλοὶ ἀποδιδόναι πειρώμενοι τοῦ μᾶλλον τοὺς εὐεργέτας φιλεῖν τοὺς ὑπ’ αὐτῶν εὐεργετηθέντας, καὶ τοὺς εὐεργέτας ἀνάλογον τοῖς δανεισταῖς λαμβάνοντες, τοὺς δ’ εὖ παθόντας τοῖς ὀφειλέταις ἐπῆγον. ὥσπερ οὖν οἱ δανείσαντες φιλοῦσι τοὺς ὀφειλέτας καὶ τῆς σωτη‐
5ρίας αὐτῶν ἐπιμελοῦνται, οἱ δ’ ὀφείλοντες οὐ βούλονται εἶναι καὶ ζῆν οἷς ὀφείλουσιν, οὕτω καὶ οἱ εὖ παθόντες, οἷον ὀφειλέται ὄντες τοῖς εὐεργέταις οὐδ’ εἶναι βούλονται, πολλοῦ δεῖ λέγειν ἀγαπᾶν αὐτοὺς καὶ ἀντευποιεῖν. ταύτην τὴν ἀπόδοσιν οὐκ ἀποδεχόμενος ὁ Ἀριστοτέλης λέγει, ὅτι τούτου φυσικώτερόν ἐστι τὸ αἴτιον καὶ οὐκ ἔστιν ὅμοιον τὸ γινόμενον τῷ περὶ
10τοὺς δανείζοντας καὶ δανειζομένους. οὐ γάρ ἐστι φίλησις τῶν δανει‐ στῶν πρὸς τοὺς ὀφείλοντας (καὶ εἴρηται τί ἐστι φίλησις), ἀλλὰ βούλησις τοῦ σώζεσθαι ὅπως κομιοῦνται τὸ ἀργύριον. ὁ γὰρ βουλόμενος εἶναι καὶ σώζεσθαι, φέρε εἰπεῖν τὸν Σωκράτην, οὐκ αὐτοῦ τοῦ Σωκράτους ἕνεκα ἀλλὰ δι’ οἰκείαν χρείαν ἢ ὠφέλειαν οὐ φιλεῖ τὸν Σωκράτην οὐδὲ φίλος
15τοῦ Σωκράτους ἐστί, δι’ ἃς εἴρηται πρότερον αἰτίας. οὐκ ἔστι δὴ ὅμοιον τοῦτο τῷ περὶ τοὺς δανειστὰς ἀλλὰ μᾶλλον οἰκεῖον τῇ τῶν ἀνθρώπων φύσει. ὡς γὰρ φύσει πάντες ὀρέγονται τοῦ εἰδέναι, ὡς ἐν τῷ Μετὰ τὰ φυσικὰ εἴρηται, καὶ ὡς φύσει ἐφίενται τοῦ εἶναι καὶ ζῆν, οὕτως αὐτοφυῶς φιλοῦσι καὶ στέργουσι πάντες τὰ οἰκεῖα ἔργα καὶ τὰς πράξεις τὰς οἰκείας καὶ τὰ οἰκεῖα
20ποιήματα, οἷον οἱ πατέρες τοὺς παῖδας καὶ οἱ ποιηταὶ καὶ τραγῳδοὶ τὰ οἰκεῖα ποιήματα καὶ δράματα καὶ οἱ ῥήτορες τοὺς ἑαυτῶν λόγους καὶ οἱ τεχνῖται τὰ ἴδια τεχναστά. ὡς οὖν ἐπὶ τούτων οὕτως ἀνάγκη συμβαίνειν καὶ ἐπὶ τῶν εὐεργετησάντων καὶ εὐεργετηθέντων. ἔστι γὰρ ὁ εὐεργετηθεὶς οἷον ἔργον τοῦ εὐεργετήσαντος· ὥστε φυσικῶς ὁ εὐεργέτης φιλεῖ ὡς οἰκεῖον
25ἔργον τὸν εὐεργετηθέντα ὑπ’ αὑτοῦ. ἔστι γὰρ οἷον ἔργον ὁ εὐεργετηθεὶς καὶ εὖ παθὼν τοῦ εὐεργετήσαντος καὶ εὖ ποιήσαντος. φυσικῶς τοίνυν ἅπας ἀγαπᾷ τὸ οἰκεῖον ἔργον. ἢ ἀγαπηθείη ἂν ὑπὸ τοῦ οἰκείου ἔργου ἐμψύχου γενομένου· ὥστε φυσικῶς ἀγαπῶσιν οἱ εὐεργέται ὡς οἰκεῖα ἔργα τοὺς εὐεργετηθέντας ὑπ’ αὐτῶν, κἂν μηθὲν ὦσι νῦν χρήσιμοι μηδ’ εἰς
30ὕστερον γενέσθαι μέλλοιεν.
31nΤούτου δ’ αἴτιον, ὅτι τὸ εἶναι πᾶσιν αἱρετὸν καὶ φι‐
32nλητόν.
33 Τοῦ φυσικῶς φιλεῖν, φησίν, ἕκαστον τὸ οἰκεῖον ἔργον αἴτιόν ἐστιν, ὅτι πᾶσιν αἱρετὸν καὶ φιλητόν ἐστι τὸ εἶναι καὶ ζῆν. ἐσμὲν δὲ οὐ τῷ δύνα‐
35σθαι γενέσθαι ἀλλὰ τῷ ἤδη ἐνεργείᾳ εἶναι. ὡς γὰρ οὐ λέγομεν ῥήτορα τὸ βρέφος ἀλλὰ τὸν ἔχοντα τὴν τέχνην καὶ δυνάμενον ἐνεργεῖν, καὶ ἀν‐ δριάντα οὐ τὸν ἁπλῶς χαλκὸν ἀλλὰ τὸν ἐσχηματισμένον τῷ τοῦ ἀνδριάντος
σχήματι, οὕτω καὶ ὅν, ἤτοι ἄνθρωπον ὄντα ἢ λέοντα ὄντα ἢ ἵππον ὄντα493

494

λέγομεν οὐ τὸν μήπω ὄντα, δυνάμενον δὲ γενέσθαι, ἀλλὰ τὸν ἤδη ὄντα καὶ ζῶντα καὶ ἐνεργοῦντα ἢ δυνάμενον ἐνεργήσειν. εἰπὼν δὲ ἐσμὲν δὴ ἐνερ‐ γείᾳ σαφηνίζων τί ἐστι τὸ ἐνεργείᾳ, ἐπήγαγε, τῷ ζῆν καὶ πράττειν δυνάμει ὅταν λέγωμεν, ὅτι ὅδε ζῇ καὶ ἐνεργεῖ ἢ δύναται ἐνεργήσειν. καὶ ἔστιν ὁ
5συλλογισμὸς τοιοῦτος· ὅταν λέγωμεν ἄνθρωπον τὸν ζῶντα καὶ ἐνεργοῦντα ἢ ἐνεργεῖν δυνάμενον, ὁ ζῶν καὶ ἐνεργῶν ἐνεργείᾳ ἐστίν· ὢν ἄρα ἐνεργείᾳ ἐστίν· εἰ δὴ πᾶσιν αἱρετὸν καὶ φιλητὸν τὸ εἶναι ἐνεργείᾳ, ἔστιν δὲ φέρε εἰπεῖν τὸ τοῦ Σωκράτους ἔργον οὐδὲν ἄλλο ἢ ἐνεργείᾳ αὐτὸς ὁ Σωκράτης, φιλητὸν ἄρα τῷ Σωκράτει τὸ ἔργον αὐτοῦ, ὅτι τὸ εἶναι τοῦ ποιήσαντος
10Σωκράτους αὐτό ἐστι τὸ ποίημα αὐτοῦ. ὅτι δὲ τὸ ἔργον αὐτός ἐστιν ὁ ἐνεργείᾳ ποιήσας οὐ πάντῃ ἄδηλόν ἐστιν. ἡ γὰρ εἰκὼν αὕτη ἐνεργείᾳ ἐστὶν ὁ ζωγράφος· ἡ γὰρ τέχνη δυνάμει ἐστὶ τὰ τεχναστά· ἡ γὰρ οἰκο‐ δομικὴ οὐδὲν ἄλλο ἐστὶν ἢ οἰκία 〈μετὰ〉 λίθων καὶ ἥδε ἄρα ἡ οἰκία ἡ οἰκοδομική ἐστι μετὰ λίθων. καὶ ἔστιν ἐν αὐτῇ τῇ οἰκίᾳ ἡ οἰκοδομική,
15ἤτοι ὁ οἰκοδόμος, ᾗ οἰκοδόμος ἀλλ’ οὐχ ᾗ ἄνθρωπος. εἰ οὖν ἡ οἰκοδο‐ μικὴ οἰκία ἐστὶ μετὰ λίθων, ἡ δὲ οἰκοδομικὴ ἢ οἰκοδόμος ταὐτόν, ἡ οἰκία ἄρα καὶ ὁ οἰκοδόμος ταὐτόν. καὶ ἔστιν ἡ οἰκία ἄρα ἐνεργείᾳ αὐτὸς ὁ οἰκοδόμος. ὥστε ὁ εὖ παθὼν καὶ εὐεργετηθεὶς ἢ ὁ εὖ πεπονθὼς καὶ εὐερ‐ γετηθεὶς αὐτός ἐστιν ὁ εὐεργετήσας. τὸ ἄρα εἶναι καὶ ἡ ἐνέργεια τοῦ
20εὐεργετήσαντος ἐν τῷ εὐεργετηθέντι ἐστί. φιλητὸν δὲ τὸ εἶναι, φιλητὸς ἄρα καὶ ὁ εὐεργετηθεὶς τῷ εὐεργετήσαντι· ὁ δὲ εὐεργετήσας οὐ φιλεῖται παρὰ τοῦ εὐεργετηθέντος, ὅτι τὸ εἶναι τοῦ εὖ παθόντος οὐκ ἔστιν ἐν τῷ εὖ ποιήσαντι. οὐδὲν γὰρ ἀπὸ τοῦ εὖ παθόντος πρὸς τὸν εὖ δράσαντα γέ‐ γονεν, οὐδέ ἐστιν αὐτοῦ τι ἐν ἐκείνῳ. ἅμα δὲ καὶ τῷ μὲν εὐεργετηκότι
25καλὸν τὸ κατὰ τὴν πρᾶξιν. ὁ μὲν εὖ ποιήσας ἔπραξέ τι καλὸν πρακτὸν καὶ τὸ τοιοῦτον πρακτὸν αὐτός ἐστιν ὁ εὖ παθών, ᾗ εὖ πέπονθε, καὶ μένει τὸ ἔργον αὐτοῦ τοῦ δράσαντος εὖ (ἐν δὲ τῷ εὖ ποιήσαντι οὐδέν τι καλόν ἐστι τοῦ εὖ παθόντος), ὥστε εὖ δράσας χαίρει ὁρῶν τὸ οἰκεῖον ἔργον καὶ φιλεῖ. ὁ δὲ εὖ πεπονθὼς μηδέν τι βλέπων οἰκεῖον ἐν τῷ εὖ ποιήσαντι
30οὔτε χαίρει οὔτε φιλεῖ. εἰπὼν δὲ παθόντι οὐδὲν καλὸν ἐν τῷ δρά‐ σαντι, ὅπερ ταὐτόν ἐστι τῷ τοῦ δὲ παθόντος εὖ οὐδέν τι καλὸν ἐμφαί‐ νεται ἐν τῷ δράσαντι, ἐπήγαγεν ἀλλ’ εἴπερ ἄρα, συμφέρον ἐστὶν ἀλλ’ οὐ καλόν. τὸ συμφέρον γὰρ τοῦ εὖ πάσχοντος ἐν τῷ εὖ ποιοῦντί ἐστι. τὸ δὲ συμφέρον ἧττόν ἐστιν ἡδύ· μᾶλλον γὰρ ἡδὺ καὶ μᾶλλον φιλητὸν τὸ
35ἀγαθὸν τοῦ συμφέροντος. συμφέρον μὲν γάρ ἐστι τὸ χρήσιμον, χρήσιμον δὲ δι’ οὗ γίνεται ἀγαθόν τι· ἔστι οὖν τὸ ἀγαθὸν ὡς τέλος, τὸ δὲ συμ‐ φέρον τῶν ὡς πρὸς τέλος. μᾶλλον δὲ ἀγαπῶμεν τὴν ὑγίειαν, τέλος οὖσαν
τῆς φλεβοτομίας καὶ τῆς καθάρσεως, αἵτινες διὰ τὴν ὑγίειαν γίνονται·494

495

μᾶλλον ἄρα τὸ ἀγαθὸν ὡς τέλος. τὸ δὲ συμφέρον τῶν ὡς πρὸς τέλος φιλητόν ἐστι τοῦ συμφέροντος δι’ οὗ συμφέροντος γίνεταί τι ἀγαθόν. ἐπεὶ οὖν ἐν μὲν τῷ εὖ παθόντι ἔστι τι ἀγαθὸν τοῦ εὖ δράσαντος, ἐν δὲ τῷ εὖ δράσαντι συμφέρον τι τοῦ εὖ παθόντος, μᾶλλον δὲ ὡς εἴρηται ἀγα‐
5πῶμεν τὰ ἀγαθὰ τῶν συμφερόντων, φυσικῶς ἄρα συμβαίνει μᾶλλον ἀγα‐ πᾶν τὸν εὐεργέτην τὸν εὐεργετηθέντα ὑπ’ αὐτοῦ παρὸ ὁ εὐεργετηθεὶς τὸν εὐεργετήσαντα.
8nἩδεῖα δ’ ἐστὶ τοῦ μὲν παρόντος ἡ ἐνέργεια, τοῦ
9nδὲ μέλλοντος ἡ ἐλπίς, τοῦ δὲ γεγενημένου ἡ μνήμη.
10 Καὶ τοῦτο κατασκευαστικόν ἐστι τοῦ διὰ τὶ μᾶλλον φιλοῦσιν οἱ εὐερ‐ γετήσαντες τοὺς εὐεργετηθέντας παρὸ οἱ εὖ παθόντες τοὺς εὐεργέτας. εἴη δ’ ἂν ἡ ἀγωγὴ τοῦ λόγου τοιαύτη. εἰ τὸ ἡδὺ φιλητὸν καὶ τὸ μᾶλλον ἡδὺ μᾶλλον φιλητόν, ἀλλὰ μὴν τὸ ἡδὺ φιλητὸν καὶ τὸ μᾶλλον ἡδὺ μᾶλλον φιλητόν. ἡδεῖα δέ ἐστι τοῦ μὲν παρόντος ἡ ἐνέργεια, τοῦ δὲ γεγενημένου
15ἡ μνήμη, τοῦ δὲ μέλλοντος ἡ ἐλπίς. ἢ γὰρ ἐνεργῶν τὰ καλὰ ἥδεταί τις ἢ μεμνημένος ὧν ἔπραξε καλῶν ἢ ἐλπίζων τυχεῖν ἀγαθοῦ τινος. εἰσὶ δὲ μᾶλλον ἡδέα φύσει τὰ παρόντα καὶ μᾶλλον ἥδει καὶ εὐφραίνει τῶν οἰχομένων καὶ μελλόντων. καὶ ἔστιν ὁ μὲν εὖ δράσας, ὡς δείξει, ὡς τὸ παρεληλυθός, ὁ δὲ εὖ παθὼν ὡς τὸ παρὸν καὶ ἔτι μένον. μᾶλλον ἄρα
20φιλητὸς ὁ εὖ παθὼν ὡς παρὼν καὶ μένων, ἧττον δὲ ὁ εὖ δράσας ὡς πα‐ ρελθὼν καὶ μηκέτ’ ὤν. εἰ οὖν μᾶλλον ἡδὺ τὸ παρὸν τοῦ μέλλοντος, ἀναλογῶν δὲ ὁ μὲν εὐεργετηθεὶς τῷ παρόντι, ὁ δὲ εὐεργετήσας τῷ παρε‐ ληλυθότι, μᾶλλον ἄρα ἡδύς ἐστιν ὁ εὐεργετηθεὶς τοῦ εὐεργετήσαντος. εἰ δὲ μᾶλλον ἡδύς, καὶ μᾶλλον φιλητός. ἃ μὲν οὖν μέλλει λέγειν ὡς συνε‐
25λόντας εἰπεῖν ταῦτά ἐστι. τίθησι δὲ πρῶτον τὸ συνεκτικώτατον τῆς ἐπι‐ χειρήσεως λέγων ἥδιστον δὲ τὸ κατὰ τὴν ἐνέργειαν, τουτέστι τὸ παρόν· τὰ μὲν γὰρ παρελθόντα καὶ μέλλοντα ἡδέα ἀλλ’ οὐχ ἥδιστα· τὸ δὲ παρόν, ὃ κατ’ ἐνέργειαν εἶπεν, ἥδιστον· ἔστι δὲ ἥδιστον τὸ ἐπιτεταμένον ἡδύ, ὡς τὸ λευκώτατον ἐπιτεταμένον λευκόν. εἰπὼν δὲ ἥδιστον τὸ κατὰ τὴν ἐνέρ‐
30γειαν, ἐπήγαγε καὶ φιλητὸν 〈ὁμοίως, ἤτοι καὶ μᾶλλον φιλητόν. μᾶλλον γὰρ ἡδὺ ὂν τὸ παρὸν τοῦ παρεληλυθότος καὶ μᾶλλον φιλητόν ἐστιν. εἰ δὲ〉 τὸ παρὸν μᾶλλον φιλητὸν τοῦ παροιχομένου, τοῦ δὲ εὖ δράσαντος τὸ καλὸν ἔργον μένει καὶ πάρεστιν, ὅπερ ἐστὶν αὐτὸς ὁ εὖ παθών, τοῦ δὲ εὖ παθόντος τὸ χρήσιμον οἴχεται, φυσικῶς φαίνεται μᾶλλον φιλῶν ὁ δράσας
35ἢ ὁ παθών, διότι, ὡς εἴρηται, μᾶλλον φιλοῦμεν φυσικῶς τὰ παρόντα τῶν
μελλόντων καὶ τῶν οἰχομένων. ἀλλὰ πῶς τοῦ μὲν δράσαντος τὸ ἔργον495

496

μένει, τοῦ δὲ παθόντος τὸ πάθος οἴχεται; ἢ ὅτι τὸ μὲν τοῦ παθόντος, ὅπερ ἐστὶ τὸ χρήσιμον, τῶν πρὸς τέλος ἐστί, τὸ δὲ καλόν, ὅπερ ἐστὶ τοῦ δεδρακότος τέλος, καὶ οἰχομένων ἐπὶ τῶν πρακτῶν τῶν πρὸς τέλος, ἐπι‐ γίνεται τὸ τέλος. τρίψεις γὰρ καὶ φλεβοτομίαι καὶ πόματα τῆς ὑγιείας
5ἕνεκα γεγονότα οὐ μένουσιν οὐδ’ εἰσὶν ὑγιασθέντος τοῦ νενοσηκότος, τὸ δὲ τέλος ἡ ὑγίειά ἐστιν. ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῶν πρακτῶν. λαβὼν γάρ τις πρός τινός τι, οἷον ὁ πεινῶν ἔφαγεν ἄρτον καὶ ἀνεκτήθη τῷ λιμῷ καταπεπτωκώς, καὶ ὁ μὲν ἄρτος τὸ χρήσιμον οἴχεται, ἡ δὲ ῥώμη πρὸς αὐτῷ γεγονυῖα τῷ φαγόντι μένει, ἢ δανεισάμενός τις νόμισμα καὶ
10ἐμπορευσάμενος καὶ εὐτυχοῦς γενομένης τῆς ἐμπορίας ἐξ ἀπόρου εὔπορος γέγονε, καὶ ἡ μὲν εὐπορία τὸ τέλος μένει καὶ αὐτὸς ὁ εὔπορος, τὸ δὲ χρη‐ σιμεῦσαν πρὸς αὐτὴν οἴχεται. καὶ δῆλον ἐξ ὧν ὁρῶμεν· ὅταν μὲν γὰρ πρὸς τοὺς δανειστὰς βαδίζωσιν οἱ χρῄζοντες τοῦ δάνους, καὶ πολὺ καὶ μέγα νομίζουσι τὸ δάνειον, ἐπειδὰν δὲ συμβαίη αὐτοῖς δι’ αὐτοῦ εὐπόροις γενέ‐
15σθαι, κατασμικρίζουσι καὶ ὡς εὐτελές τι καὶ καταπεπατημένον οἴονται τὸ δάνειον καὶ ὅλως ὡς μὴ ὂν καὶ ὡς μηδέν τι συντελέσαν πρὸς τὴν εὐπο‐ ρίαν. καὶ διὰ τοῦτο ὁ μὲν δανείσας φιλεῖ, ὅτι μένει ἡ εὐπορία ἧς ἐστιν αἴτιος, ὁ δὲ δανεισάμενος οὐ φιλεῖ δι’ ἃς εἴπομεν αἰτίας.
19nἭ τε μνήμη τῶν μὲν καλῶν ἡδεία, τῶν δὲ χρησίμων
20nοὐ πάνυ.
21 Τὴν παροῦσαν λέξιν δύναταί τις νοεῖν καὶ ὡς ἁπλῶς οὕτω ῥηθεῖσαν εἰς διάκρισιν τῆς διαφορᾶς, ᾗ διαφέρουσι τὰ παρεληλυθότα καλὰ καὶ χρή‐ σιμα τῶν μελλόντων καλῶν καὶ χρησίμων· δύναται καὶ ὡς λύσιν ἐπινοεῖν τινος ἀπορεῖσθαι δυναμένου πρὸς τὰ παρόντα. καὶ κατὰ μὲν τὴν προτέραν
25λέγοι ἄν, ὅτι τῶν μὲν καλῶν ἡ μνήμη μᾶλλον ἡδεῖα, τῶν δὲ χρησίμων ἧττον· ἐπὶ δὲ τοῦ μέλλοντος ἔμπαλιν τῶν μὲν χρησίμων μᾶλλον ἡδεῖα, τῶν δὲ καλῶν ἧττον. ἐπειδὴ γὰρ τὰ καλὰ τέλη, τὰ δὲ χρήσιμα τῶν πρὸς τὰ τέλη, καὶ δίχα τῶν πρὸς τὰ τέλη γενέσθαι τὰ τέλη ἀδύνατον, μᾶλλον ἡμῖν ἐστιν ἡδέα τὰ χρήματα ἐπὶ τῶν μελλόντων, ὡς μελλόντων ἡμῶν δι’
30αὐτῶν τεύξεσθαι τῶν καλῶν. ἐπὶ δὲ τοῦ παρεληλυθότος τὸ τέλος τὸ καλὸν γέγονε, καὶ οὐ μέλλει γενέσθαι, γεγονότος δὲ οὐδεμία τῶν πρὸς ἐκεῖνο χρεία, ὥστε οὐδὲ ἡδεῖα ἡ μνήμη τῶν τοιούτων, ἢ εἰ ἔστιν, ἀλλ’ ἧττόν γε τοῦ τέλους. μᾶλλον γὰρ ἡδεῖα τῆς γεγονυίας νίκης ἡ μνήμη τῶν χρησιμευσάντων εἰς αὐτήν. ἢ οὖν οὕτω χρὴ ὑπολογίζεσθαι τὰς πα‐
35ρούσας συλλαβὰς ἢ ῥητέον, ὅτι ὡς λύσιν ἐπήγαγε ταύτας, ἀπορίας δυνα‐
μένας φέρεσθαι πρὸς τὰ εἰρημένα. εἶπε γὰρ ἄν τις ‘πῶς, Ἀριστότελες,496

497

ἥδιστόν ἐστι τὸ κατὰ τὴν ἐνέργειαν καὶ τὸ ἥδιστον μᾶλλον φιλητόν, καὶ διὰ τοῦτο φιλεῖται ὁ εὖ παθὼν ὡς κατὰ τὴν παροῦσαν ἐνέργειαν ὤν. εἰ μὲν γὰρ ὁ εὐεργέτης νῦν εὐεργετεῖ καὶ νῦν ἐνήργει τὴν πρὸς τὸν εὖ πεπονθότα εὐεργεσίαν, εἶχεν ἂν τὰ λεγόμενά τι εὔλογον. ἐπεὶ δὲ οὐκ
5ἐνεργεῖ, ἀλλ’ ἐνήργει καὶ δέδρακε, πῶς οἷόν τέ ἐστι λέγειν, ὅτι διὰ τοῦτο μᾶλλον φιλεῖ, διότι ἐνεργεῖ; πρὸς ταύτην οἶμαι τὴν ἔνστασιν ἐπήγαγε ταῦτα δυνάμει λέγων, κἂν μὴ θεῖτό τις τὸν εὐεργέτην δρᾶν καὶ ἐνεργεῖν περὶ τὸν εὐεργετηθέντα ἀλλὰ δεδρακέναι καὶ ἐνεργηκέναι, καὶ οὕτω συμβαίνει τὸ φυσικῶς μᾶλλον φιλεῖν τὸν εὖ δράσαντα ἢ τὸν εὖ παθόντα. εἰ γάρ ἐστι
10μᾶλλον ἡδεῖα καὶ μᾶλλον φιλητὴ ἡ μνήμη τῶν καλῶν τῆς τῶν χρησίμων μνήμης, δέδρακε δὲ καὶ πέπραχε τὰ χρήσιμα, οἷς ἐπηκολούθησε τὰ καλά, ἃ δὴ καλὰ καὶ μένει καὶ ἔστι, μέμνηται δὲ ἀμφοτέρων, ἀλλ’ ὁ μὲν δράσας τῶν τελῶν, ἤτοι τῶν ἐπιγεγονότων καλῶν (ταῦτα γὰρ καὶ ὁρᾷ διότι καὶ ταῦτα πάρεστι καὶ σώζεται), ὁ δὲ εὖ παθὼν οὐ τούτων ἀλλὰ τῶν χρησί‐
15μων. τοῦ γὰρ δάνους μόνου μέμνηται ὁ δανεισάμενος, ἀλλ’ οὐ τῶν ἐκ τοῦ δάνους ἐπιγινομένων αὐτῷ καλῶν, καὶ οὕτω συνάγεται τὸ φυσικῶς μᾶλλον φιλεῖν τὸν εὐεργέτην, ἧττον δὲ τὸν εὖ παθόντα. ὅτι δὲ οὐ μέ‐ μνηται τῶν ἐπιγινομένων σχεδὸν ἅπαντα καλῶν, δῆλον ἐκ τοῦ καὶ βαρυ‐ θυμεῖν μεμνημένους, ὅτι ἐδανείσαντο καὶ ὅτι ἐκ τοιαύτης αἰτίας εὐποροῦσι
20νῦν καὶ εὖ ἔχουσι.
21nΚαὶ ἡ μὲν φίλησις ποιήσει ἔοικε, τὸ φιλεῖσθαι δὲ
22nτῷ πάσχειν.
23 Εἰ τὸ ὑπερέχειν μᾶλλον καὶ οἷον ἄρχειν φιλοῦμεν ἢ τὸ ὑπερέχεσθαι καὶ ἄρχεσθαι, τὸ δὲ εὖ δρᾶν καὶ εὐεργετεῖν ὑπερέχειν ἐστίν, ὑπερέχεσθαι
25δὲ τὸ εὖ πάσχειν, φυσικῶς ἄρα φιλοῦμεν τὸ εὐεργετεῖν καὶ εὖ ποιεῖν. τὸ δὲ εὐεργετεῖν αὐτός ἐστιν ὁ εὐεργετούμενος. φυσικῶς ἄρα μᾶλλον φιλεῖ ὁ εὐεργέτης τὸν εὐεργετηθέντα ἤπερ ὁ εὐεργετηθεὶς τὸν εὐεργετήσαντα. τὸ μὲν εὐεργετεῖσθαι γὰρ ὑπερέχεσθαί ἐστι, τὸ δ’ ὑπερέχεσθαι ὑπόπικρον καὶ ἀφίλητον· τὸ ὑπερέχεσθαι ἄρα ἀφίλητόν ἐστι. τὸ δ’ ὑπερέχεσθαι τοῦ ὑπερ‐
30εχομένου ἐν τῇ τοῦ ὑπερέχοντος ὁρᾶται ὑπεροχῇ, ὥστε ἀφίλητος ὁ ὑπερ‐ έχων· ὥστε καὶ ὁ εὐεργέτης ὡς ὑπερέχων. πάλιν τὸ εὐεργετεῖν ὑπερέ‐ χειν ἐστί, τὸ ὑπερέχειν φιλητόν, τὸ εὐεργετεῖν φιλητόν. ὁρᾶται δὲ τοῦ εὐεργέτου ὑπεροχὴ καὶ τὸ εἶναι αὐτοῦ, ᾗ ὑπερέχων καὶ ᾗ εὐεργέτης ἐν τῷ ὑπερεχομένῳ καὶ εὐεργετηθέντι. φιλητὸς ἄρα ὁ εὐεργετηθεὶς καὶ φυ‐
35σικόν ἐστι τὸ μᾶλλον φιλεῖν τὸν εὖ δράσαντα ἢ τὸν εὖ παθόντα. ὅτι δὲ ὁ εὐεργέτης ἐν τῷ εὐεργετηθέντι ἐστὶ καὶ ἡ ἐνέργεια αὐτοῦ πρόδηλον.
ὡς γὰρ τοῦ ζωγράφου ᾗ ζωγράφος καὶ ἡ ἐνέργεια αὐτοῦ ἐν τῇ εἰκόνι497

498

ὁρᾶται, ὁμοίως καὶ τοῦ ὑγιάσαντος ἐν τῷ ὑγιασθέντι, οὕτως καὶ τὸ τοῦ εὐεργέτης εἶναι ᾗ εὐεργέτης καὶ ἡ ἐνέργεια αὐτοῦ ἐν τῷ εὖ παθόντι ἐστίν. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη· δεῖ δὲ καὶ τὴν λέξιν ἐπιδραμεῖν. ἡ μὲν οὖν φίλησις, φησί, καὶ τὸ φιλεῖν ἔοικε ποιήσει, ἡ δὲ ποιήσις ἐν τῷ
5ποιοῦντι, ὥσπερ καὶ ἡ πάθησις ἐν τῷ πάσχοντι. εἰ οὖν ἡ φίλησις ἔοικε ποιήσει, ἡ δὲ ποιήσις ἐν τῷ ποιοῦντι, ὁ δὲ ποιῶν ὁ εὐεργετῶν ἐστιν ἀλλ’ οὐχ ὁ εὐεργετούμενος, ἡ φίλησις ἄρα καὶ τὸ φιλεῖν ἐν τῷ εὐεργετοῦντί ἐστι καὶ οὐ τῷ εὐεργετουμένῳ. ἰστέον δὲ ὅτι ἡ ποίησις καὶ ἡ πάθησις τῷ μὲν ὑποκειμένῳ, ὡς καὶ ἡ ἀνάβασις καὶ ἡ κατάβασις, ἕν εἰσι, τῷ λόγῳ
10δὲ διαφέρει· καὶ εἴρηται περὶ τούτων ἐν τῇ Φυσικῇ ἀκροάσει ἐπὶ πλέον. ἐπεὶ οὖν ἡ φίλησις ὡς ποίησις ἐν τῷ ποιοῦντι καὶ εὐεργετοῦντί ἐστι, φυ‐ σικῶς ἕπεται τοῖς ὑπερέχουσιν ἐν τῇ πράξει καθ’ ἣν ὑπερέχει τὸ φιλεῖν καὶ τὰ φιλικὰ τῷ μᾶλλον φιλεῖν τοὺς ὑπερέχοντας, ἤτοι τοὺς εὐεργέτας· πρᾶξιν δὲ εἶπε τὴν εὐεργεσίαν καὶ εὐποιΐαν. καὶ εἴη ἂν τὸ τοῖς ὑπερέ‐
15χουσιν ἐν τῇ πράξει ταὐτὸν τῷ τοῖς ὑπερέχουσι κατ’ ἐκεῖνο, καθ’ ὃ εὖ δρῶσιν. ἐνδέχεται γὰρ τὸν ὑπερέχοντα ἐν τούτῳ καθ’ ὃ εὖ δρᾷ ὑπερέχεσθαι κατ’ ἄλλο. ὡς ὁ Ἀλέξανδρος ὁ βασιλεὺς ταῖς μὲν στρατη‐ γικαῖς ἐμπειρίαις καὶ τῷ πλούτῳ ὑπερεῖχε τοῦ οἰκείου καθηγεμόνος Ἀρι‐ στοτέλους, ταῖς δ’ ἐπιστήμαις πάνυ πολλῷ ὑπερείχετο. τὸ δὲ φιλεῖν καὶ
20τὰ φιλικὰ ἐκ παραλλήλου κεῖται.
21nἜτι δὲ τὰ ἐπιπόνως μᾶλλον γενόμενα πάντες στέρ‐
22nγουσιν.
23 Ὅτι μὲν οὖν μᾶλλόν εἰσι φιλητὰ καὶ μᾶλλον φιλοῦμεν, ὧν ἡ κτῆσις ἐπίπονος τῶν ῥᾳδίως καὶ ἀπόνως ἡμῖν ἐπιγινομένων, δῆλον [δὲ] πεποίηκεν
25ἀπὸ τῶν χρημάτων καὶ τῶν ὡς ἐπὶ τὸ πλεῖστον πραττομένων. οἱ γὰρ παραλαβόντες χρήματα ἀπὸ γονέων ἢ φίλων ἢ ὁθενοῦν ἀπόνως ῥᾷστον προΐενται καὶ ταχὺ παρέχουσι τοῖς δεομένοις ἢ χρῄζουσι, τινὲς δὲ αὐτῶν καὶ τοῖς τυχοῦσι καὶ οἷς οὐ δεῖ, οἱ δὲ κτησάμενοι (οὗτοι δ’ εἰσὶν οἱ πόνῳ καὶ ταλαιπωρίᾳ συλλεξάμενοι) στέργουσι καὶ κατέχειν ὅτι μάλιστα πειρῶνται,
30τὸ ἐργῶδες τῆς κτήσεως εἰδότες. εἰ δὴ τὸ μὲν ἐπίπονον καὶ δυσπόριστον στέργομεν καὶ φιλοῦμεν, τὸ δὲ εὐεργετεῖν ἀπὸ τῶν δυσπορίστων γίνεται (ἐπὶ γὰρ τῶν δυσκόλως κτησαμένων καὶ εὐεργετούντων μάλιστα ἁρμόζει ἡ παροῦσα ἐπιχείρησις), καὶ τὸ εὖ δρᾶν ἄρα καὶ εὐεργετεῖν ἐργῶδες, ὥστε καὶ μᾶλλον φιλητόν, τὸ δὲ εὐεργετεῖν καὶ ἡ εὐεργεσία αὐτός ἐστιν, ὡς
35εἴρηται, ὁ εὐεργετηθείς, μᾶλλον ἄρα ἐστὶ φιλητὸν ὁ εὐεργετηθείς,498

499

ἧττον δὲ ὁ εὐεργέτης. δύναται καὶ ἐπὶ πάντων ἁπλῶς τῶν εὐεργετούντων σώζεσθαι τὰ τῆς ἐπιχειρήσεως καὶ οὐκ ἐπὶ μόνων τῶν ἱδρῶτι κτησα‐ μένων καὶ εὐεργετούντων. ἁπλῶς γὰρ τὸ προΐεσθαι τοῦ λαμβάνειν δακνω‐ δέστερόν ἐστι· τὸ δὲ δάκνον ἐν τῷ ἀποχωρεῖν φιλητόν· οὗ γὰρ ἡ ἀπουσία
5λυπηρά, φιλητὸν τὸ τοιοῦτον. συνίστησι δὲ τὸ τοιοῦτον καὶ ἀπὸ τῶν γεννη‐ τόρων, λέγων τὰς μητέρας μᾶλλον φιλοτεκνοτέρας εἶναι τῶν πατέρων, ὅτι καὶ ἡ γέννησις ἐπιπονωτέρα. εἰ γὰρ καὶ ἐν τῇ ὁμιλίᾳ καὶ τῇ τοῦ σπέρ‐ ματος προέσει ὁμοία ἀμφοῖν ἡ χαρά, ἀλλ’ ἐν τῷ μετὰ τὴν σύλληψιν μέχρι τοῦ τόκου χρόνῳ τὰ τῆς μητρὸς ἐπίπονα καὶ ἐργώδη τυγχάνουσιν. εἰσὶ
10τοίνυν αἱ μητέρες φιλοτεκνότεραι τῶν πατέρων διὰ τοῦτο. ὡς δὲ αἱ μητέρες πρὸς τὰ τέκνα, οὕτως οἱ εὐεργέται πρὸς τὰ διδόμενα πρὸς αὐτῶν τοῖς εὐεργετηθεῖσιν, οἵτινες οἱ εὐεργετηθέντες τρόπον τινά εἰσι τὰ δῶρα, ἃ ἔλαβον παρὰ τῶν εὐεργετησάντων· ὥστε καὶ μᾶλλον φιλοῦνται. εἰπὼν δὲ τὰς μητέρας φιλοτεκνοτέρας εἶναι τῶν πατέρων διὰ τὸ τὴν γέννησιν
15ἐπιπονωτέραν εἶναι, λέγει αὐτὰς φιλοτεκνοτέρας εἶναι καὶ διὰ τὸ γινώσκειν μᾶλλον τοῦ πατρὸς ὅτι ἑαυτῆς ἐστι τὸ παιδίον. δυνατὸν δὲ τοῦτο καὶ περὶ τοῦ εὐεργέτου λέγειν. μᾶλλον γὰρ οἶδεν ὃ δέδωκεν, ὅτι ἑαυτοῦ ἐστιν, ἢ ὁ λαβών. ὑπολάβοι γὰρ ἂν ἴσως ὁ εὖ παθών, ὅπερ ἔλαβε μὴ εἶναι τοῦ εὖ δράσαντος ἀλλὰ παρ’ ἄλλου λαβεῖν ἐπὶ τῷ δοῦναι τοῖς χρῄζουσι.
20τὸ οὖν δόξειε δ’ ἂν καὶ τοῦτο καὶ τοῖς εὐεργέταις οἰκεῖον εἶναι τοιοῦτόν ἐστι· τὸ τῶν μητέρων ἁρμόζει καὶ ἐπὶ τῶν εὐεργετῶν λέγειν. ὡς γὰρ ἡ γέννησις ἐπιπονωτέρα τῆς μίξεως, οὕτω καὶ τὸ εὖ ποιεῖν τοῦ εὖ πάσχειν· καὶ ὡς αἱ μητέρες μᾶλλον ἴσασιν, ὅτι ἑαυτῶν εἰσιν οἱ παῖδες, οὕτω καὶ οἱ εὐεργέται μᾶλλον τῶν εὐεργετηθέντων γινώσκουσιν, ὅτι ἐξ
25οἰκείων εὐεργετοῦσι καὶ οὐκ ἀπὸ ἀλλοτρίων. ἢ ῥητέον καὶ οὕτως ἔστιν ἐν τοῖς προκειμένοις ἰδεῖν τρία τρισὶν ἀναλόγως· εἰσὶ δὲ τρία μὲν μήτηρ κύησις παιδία, καὶ ἕτερα τρία εὐεργέτης κτῆσις ὁ εὐεργετηθείς, καὶ ἔστιν ἀναλόγον ὁ μὲν εὐεργέτης τῇ μητρί, ἡ δὲ κτῆσις τῶν χρημάτων τῇ κυήσει, ὁ δὲ εὐεργετηθεὶς τοῖς παισίν. ὡς οὖν αἱ μητέρες μᾶλλον φιλοῦσι τὰ
30παιδία διὰ τὸ τῆς κυήσεως ἐπίπονον, οὕτω καὶ ὁ εὐεργέτης τὸν εὐεργετη‐ θέντα τῷ μετὰ πόνου κτήσασθαι ἃ δέδωκε τῷ εὐεργετηθέντι. ληπτέον δὲ καὶ τὸν εὐεργετηθέντα ἀνάλογον τῷ πατρὶ καὶ ῥητέον· ὡς ὁ πατὴρ ἧττον τῆς μητρὸς ἀγαπᾷ τὰ παιδία, ὅτι δι’ ἡδονῆς αὐτῷ ἐγεννήθησαν, οὕτω καὶ ὁ εὐεργετηθεὶς ἧττον φιλεῖ τὸν εὐεργέτην, ὅτι ἀπόνως καὶ μεθ’ ἡδονῆς
35ἔλαβε τὴν εὐεργεσίαν.499

500

(1n)

Ἀπορεῖται δὲ καὶ πότερον δεῖ φιλεῖν ἑαυτὸν μάλιστα
2nἢ ἄλλον τιν.
3 Ἐπειδὴ οἱ ἄνθρωποι ποτὲ μὲν ἐπαινοῦσι τοὺς φιλοῦντας αὑτοὺς ποτὲ δὲ ψέγουσι, πότερον τοὺς ἐπαινοῦντας τὸ φίλαυτον ἀποδεκτέον ἢ τοὺς ψέγοντας; δο‐
5κοῦσι γὰρ καὶ οἱ ἐπαινοῦντες καὶ οἱ ψέγοντες εὔλογα λέγειν ὁμοίως καὶ παράλογα. καὶ λέγει πρῶτον ἃ λέγουσιν οἱ ψέγοντες τοὺς φιλαυτούς. ἐπιτιμῶσι γάρ, φησί, τοὺς ἀγαπῶντας ἑαυτοὺς καὶ ὡς αἰσχρὸν καὶ ὡς ἐπονείδιστον τὸ τῆς φιλαυτίας ὄνομα αὐτοῖς ἐπιδυσφημοῦσιν. ἐν γὰρ ταῖς ἔρισιν καὶ ταῖς δια‐ μάχαις καὶ φιλονεικίαις φιλαύτους λέγουσιν, ὡς ταὐτὸν ὂν τὸ φίλαυτος τῷ
10αἴσχιστος καὶ κάκιστος. εἰπὼν δὲ ὅτι φαύλους νομίζουσι τοὺς φιλαύτους, συνάγει τοῦτο δυνάμει συλλογιζόμενος οὕτως· ὁ φίλαυτος ἑαυτοῦ χάριν πάντα πράττει, ὁ ἑαυτοῦ χάριν πράττων φαῦλος, ὁ φίλαυτος ἄρα φαῦλος. καὶ τὴν μὲν μείζονα πρότασιν τὴν λέγουσαν ὁ χάριν ἑαυτοῦ πάντα πράττων ἐδήλωσε διὰ τοῦτο, δοκεῖ δ’ ὁ μὲν φαῦλος ἑαυτοῦ χάριν πάντα πράττειν,
15καὶ ὅσῳ ἂν μοχθηρότερος καὶ κακίων ἐστί, τοσούτῳ μᾶλλον χάριν ἑαυτοῦ πράττει. δέον δὲ εἰπεῖν, ὁ χάριν ἑαυτοῦ πάντα πράττων φαῦλος, οὐκ εἶπεν οὕτως, ἀλλ’ ὅτι ὁ φαῦλος χάριν ἑαυτοῦ πάντα πράττει, ὡς ἀντιστρέφοντα τὸν λόγον ἀκούων, οἷον ὅτι ὁ χάριν ἑαυτοῦ πάντα πράττων φαῦλος, καὶ ὁ φαῦλος πάντα χάριν ἑαυτοῦ πράττει. ἢ ῥητέον καὶ οὕτως· ὁ φαῦλος χάριν
20ἑαυτοῦ πάντα πράττει, ὁ χάριν ἑαυτοῦ πάντα πράττων φίλαυτος, ὁ φαῦλος ἄρα φίλαυτος. καὶ τὴν μὲν μείζονα πρότασιν κατὰ τὴν προτέραν συναγω‐ γὴν διὰ τῆς εἰρημένης ἐδήλωσε λέξεως, τὴν δὲ ἐλάττονα οὐ τέθεικεν. ἐγκαλοῦσι δ, φησί, τῷ φιλαύτῳ, ὅτι οὐδὲν ἀφ’ ἑαυτοῦ πράττει, τουτέστιν οὐδὲν πόρρω ἑαυτοῦ. ὁ γὰρ μοχθηρὸς οὐ τὰ πόρρω τῆς ἑαυτοῦ
25μοχθηρίας πράττει ἀλλὰ τὰ οἰκεῖα τῆς ἑαυτοῦ μοχθηρίας· δύναται δὲ τὸ οὐδὲν ἀφ’ ἑαυτοῦ πράττει ὡς ἴσον εἰρῆσθαι τῷ οὐδὲν πράττει ὃ μὴ συμβάλλεται πρὸς αὔξησιν τῆς αὑτοῦ περιουσίας ἢ εἰς τὴν τοῦ ἰδίου σώματος ἀπόλαυσιν καὶ εὐπάθειαν καὶ τρυφήν. καὶ ὁ μὲν φαῦλος, ὡς εἴρηται, ἤτοι ὁ φίλαυτος χάριν ἑαυτοῦ πάντα πράττει, καὶ διὰ τὸ χάριν ἑαυτοῦ πάντα
30πράττειν τὸ τῆς φιλαυτίας ὄνομα ὡς δύσφημόν τι κατ’ αὐτοῦ ἐπιφέρουσιν. ὁ δ’ ἐπιεικὴς πάνθ’ ὅσα πράττει διὰ τὸ καλὸν πράττει, καὶ ὅσῳ ἂν βελτίω ἐστὶν τὰ καλὰ μᾶλλον πράξει, καὶ μᾶλλον πράξει ἕνεκα τοῦ φίλου ἢ ἑαυτοῦ χάριν, οἷον μᾶλλον εἰς δικαστήριον φοιτήσει διὰ φίλου σωτηρίαν καὶ μᾶλλον ἀνέξεται θορύβων καὶ πόνων καὶ ἀποβολῆς χρημάτων χάριν
35τοῦ φίλου καὶ χάριν πατρίδος ἢ ἕνεκα οἰκείας ὠφελείας. εἰπὼν δὲ καὶ500

501

φίλων ἕνεκα ἐπήγαγε τὸ δὲ ἑαυτοῦ παρίησι. ἔστι δὲ τὸ παρίησι ταὐτὸν τῷ παρορᾷ 〈καὶ〉 καταφρονεῖ· παραλιμπάνει καὶ ἀπωθεῖται τὸ οἰκεῖον συμφέρον ἕνεκα τῆς τοῦ φίλου ὠφελείας.
4nΤοῖς λόγοις δὲ τούτοις τὰ ἔργα διαφωνε, οὐκ ἀλόγως.
5 Τοῖς λέγουσι λόγοις ὅτι ὁ χάριν ἑαυτοῦ πάντα πράττων, ὁμοίως καὶ τοῖς λέγουσι λόγοις, ὅτι ὁ μηδὲν ἑαυτοῦ χάριν ποιῶν ἀγαθός ἐστιν, οὐ συμφωνεῖ τὰ ἔργα καὶ τὰ πράγματα· φαῦλος γὰρ μᾶλλον καὶ οὐ σπουδαῖός ἐστιν ὁ μηδὲν ἑαυτοῦ χάριν πράττων. εἰ γὰρ σκοπήσας τις ἴδοι, ὅτι ἔργον φύσεως ὁ ἄνθρωπός ἐστιν, ὁ χάριν τοῦ ἀληθινοῦ ἀνθρώπου πάντα πράττων
10〈σπουδαῖοσ〉 ἀλλ’ οὐ φαῦλος. νυνὶ δὲ διὰ τὸ ἀγνοεῖν τίς ἐστιν ὁ ἀληθὴς ἄνθρω‐ πος ἀπερισκέπτως ἀποφαίνονται οἱ πολλοί, φαῦλον λέγοντες τὸν χάριν ἑαυτοῦ πάντα πράττοντα. ὁ μὲν γὰρ εἰδὼς ὅτι ἀληθινὸς καὶ κυρίως ἄνθρωπος ὁ ἐν ἡμῖν ἐστι νοῦς καὶ τοῦτο γνοὺς ἅπαντα πράττει, ὅσα τρέφειν οἶδεν αὐτὸν καὶ ἀκάκωτον διατηρεῖν σπεύδει, ὁ τοιοῦτος καὶ ἀληθῶς ἐστι φίλαυτος καὶ
15σπουδαῖος καὶ ἀγαθὸς καὶ οὐ φαῦλος, ὥστε τὸ ἔργον τοῦτο, λέγω δὴ τὸ πράττειν ἐκεῖνα ὅσα κουφίζει καὶ ἄνω φέρεσθαι τὸν νοῦν ἡμῶν ἐπεγείρει, διαφωνεῖ τῷ λέγοντι λόγῳ, ὅτι οὐ δεῖ χάριν ἑαυτοῦ πάντα πράττειν. ὁ μὲν δὴ πάντα πράττων χάριν τοῦ ἀληθινοῦ ἀνθρώπου ὡς ἀληθῶς φίλαυτος· ἀλλὰ διὰ τοῦτο ἀγαθός. ὁ δὲ τὸν ἄνθρωπον οἰόμενος εἶναι τὸ σῶμα σὺν
20ἅμα τῷ ἀλόγῳ μέρει τῆς ψυχῆς, καὶ τοῦτο σπουδάζων θεραπεύειν πλούτων ἀπεράντοις ὀρέξεσι καὶ τρυφαῖς ἀμέτροις, ὁ τοιοῦτος οὐδὲ φίλαυτός ἐστιν. οὐ γὰρ ἑαυτὸν φιλεῖ ἀλλὰ τὸν ἐν αὐτῷ δῆμον καὶ τὴν ἐν αὐτῷ πολυκέ‐ φαλον ὕδραν τὴν ἐπιθυμίαν. ὥστε τὰ ἔργα καὶ ἔτι αἱ πράξεις τῶν ὡς ἀληθῶς καὶ κυρίως φιλαύτων οὐ συμφωνοῦσι τοῖς λέγουσι λόγοις, ὅτι ὁ
25χάριν ἑαυτοῦ πάντα πράττων, φαῦλός ἐστι, ἀλλὰ μᾶλλον τοῖς ἐναντίοις λόγοις συνᾴδουσι τοῖς λέγουσιν ὅτι ὁ χάριν ἑαυτοῦ πάντα πράττων ἀγαθός ἐστιν. φίλος δὲ μάλιστα ὁ βουλόμενος ᾧ βούλεται τὰ ἀγαθ. ὅτι μὲν φίλος ἐστὶν ὁ βουλόμενος τὰ ἀγαθὰ ἐκείνῳ ὑπάρχειν, ὃν λέγει φιλεῖν, καὶ χάριν ἐκείνου ἀλλ’ οὐχὶ τοῦ συναπολαύειν ἕνεκα καὶ αὐτῶν τῶν τοῦ φιλουμένου
30ἀγαθῶν, εἴρηται πρόσθεν πολλάκις, καὶ οὐ δεῖ καὶ ἔτι περὶ τούτου μηκύνειν. εἰπὼν δὲ τίνα ἐστὶ δι’ ἃ τοὺς φιλαύτους ψέγουσιν οἱ ἄνθρωποι καὶ αἰσχρὸν τὴν φιλαυτίαν οἴονται, νῦν λέγει καὶ ποῖ βλέποντες καὶ πρὸς ποῖα τῶν
ἐπαινετῶν εἶναι τίθενται τὴν φιλαυτίαν. ἔστι δὲ ὃ λέγει ὡς συνελόντα501

502

φάναι τοιοῦτον. φασὶ γὰρ οἱ καλόν τι λέγοντες εἶναι καὶ ἐπαινετὸν τὴν φιλαυτίαν, ὅτι εἴπερ ἐκεῖνον μάλιστα λέγομεν φίλον καὶ ἐπαινοῦμεν καὶ ὄντως φίλον ἀποκαλοῦμεν, ὅστις τὸν ἑαυτοῦ φίλον ἀγαπᾷ ὡς ἑαυτὸν καὶ ἔστι τεκμήριον ἀληθοῦς φιλίας τὸ τὸν φίλον ἀγαπᾶν ἐπίσης ἑαυτῷ, τὸ
5φιλεῖν ἑαυτὸν ἀγαθόν ἐστι καὶ οὐ φαῦλον. εἰ γὰρ φαῦλον ἦν τὸ φιλεῖν ἑαυτόν, φαῦλον ἂν ἦν καὶ ἐπίμωμον καὶ τὸ φιλεῖν τὸν φίλον ὡς ἑαυτόν, καὶ εἴη ἂν ἐξ ὑποθέσεως ὁ λόγος 〈τοιοῦτοσ〉 κατὰ τὴν ἀντικαλουμένην σὺν ἀντιθέσει ἀντιστροφήν· εἰ φαῦλον τὸ φιλεῖν ἑαυτόν, φαῦλον καὶ τὸ φιλεῖν τὸν φίλον ὡς ἑαυτόν· ἀλλὰ μὴν τὸ φιλεῖν τὸν φίλον ὡς ἑαυτὸν οὐ φαῦλον,
10οὐδ’ ἄρα τὸ φιλεῖν ἑαυτὸν φαῦλον. οὔκουν αἰσχρόν ἐστιν ἡ φιλαυτία, ἀλλὰ μᾶλλον ἡ μισαυτία. ἃ μὲν οὖν βούλεται λέγειν, ταῦτά ἐστι· τὰ δὲ κατὰ τὴν λέξιν ὧδε ἂν ἔχοι. φίλος ἐκεῖνός ἐστιν ὁ βουλόμενος τῷ φίλῳ τὰ ἀγαθά, κἂν μηδεὶς γινώσκῃ τὴν βούλησιν αὐτοῦ. ὁ γὰρ ἀληθὴς φίλος αἱρεῖται μὲν καὶ βούλεται εὖ ἔχειν τὸν φίλον, τὸ δὲ γινώσκειν τινάς, ὅτι
15τοῦτο θέλει, οὐ περὶ πολλοῦ ποιεῖται. εἰπὼν δὲ ὅτι φίλος ἐστὶν ὁ βουλό‐ μενος τὰ ἀγαθὰ τῷ φίλῳ ἐκείνου ἕνεκεν, 〈ἐπῆγεν〉 ταῦτα δὲ ὑπάρχει μάλιστα πρὸς ἑαυτόν, λέγων ταῦτα τὸ βούλεσθαι τὰ ἀγαθὰ ἐκείνου ἕνεκεν [ταῦτα δὴ ὑπάρχει μάλιστα πρὸς ἑαυτὸν ὑπάρχει μάλιστα]. ἔστι δὲ ὃ λέγει· πάντες ἑαυτοῖς μάλιστα βούλονται τὰ ἀγαθὰ καὶ ἑαυτῶν ἕνεκα καὶ τὸ λοιπὰ πάντα
20οἷς ὁ φίλος ὁρίζεται μάλιστα ἑαυτοῖς ὑπάρχειν βούλονται· εἰσὶ δὲ τὰ λοιπὰ πάντα ἀπὸ τῶν παροιμιῶν δηλούμενα, ἃ μετ’ ὀλίγον ῥηθήσεται. τὸ δὲ εἴρηται γάρ, ὅτι ἀπ’ αὐτοῦ πάντα τὰ φιλικὰ καὶ πρὸς τοὺς ἄλλους διήκει τοιοῦτόν ἐστιν· αἱ φιλίαι (ταύτας γὰρ εἶπε φιλικά) καὶ πρὸς τοὺς ἄλλους διήκουσιν, ὅταν φιλῶσι τοὺς φίλους ὡς φιλοῦσιν
25ἑαυτούς, καὶ ὅταν βούλωνται ἐκείνοις ὑπάρχειν ἃ καὶ ἑαυτοῖς παρεῖναι σπεύδουσιν. ὅταν οὖν τὸ ὡς φιλεῖ τις ἑαυτὸν διήκει καὶ πρὸς ἄλλον καὶ φιλῇ κἀκεῖνον ὡσαύτως, φίλος ἀληθὴς ὁ οὕτως ἔχων ἐστὶ καὶ παροιμίαι πᾶσαι αἱ περὶ τῶν φίλων ὁμογνωμονοῦσι καὶ συμφωνοῦσι τοῖς λόγοις τούτοις. τὸ γὰρ ‘κοινὰ τὰ τῶν φίλων‘ ταὐτόν ἐστι τῷ ὡς ἀληθῶς ἐκεῖνοί
30εἰσι φίλοι, οἳ βούλονται τοῖς φιλουμένοις ὑπ’ αὐτῶν ἃ βούλονται καὶ ἑαυ‐ τοῖς. καὶ τὸ ‘φίλοι εἰσὶν ὧν ψυχὴ μία‘ καὶ τὸ ‘φιλότης ἐστιν ἰσότησ‘ τούτων εἰσὶ δηλότερα. ὁμοίως καὶ τὸ γόνυ κνήμης ἔγγιον. προσο‐ μιλεῖ γὰρ ἀεὶ τὸ γόνυ τῷ πέρατι τῆς κνήμης καὶ σύνεστιν αὐτῷ φιλίως. εἰ δὴ τὴν ἀληθῆ φιλίαν ἀφ’ ὧν εἰς ἡμᾶς αὐτοὺς βουλόμεθα κρίνομεν, δεῖ
35φιλεῖν ἑαυτοὺς καὶ φιλαύτους εἶναι. εἰ δὲ τοῦτο οὐκ ἔστιν, αἰσχρὸν ἡ
φιλαυτία.502

503

(1n)

Ἀπορεῖται δὲ εἰκότως, ποτέροις χρεὼν πείθεσθαι
2nἀμφοῖν ἐχόντοιν τὸ πιστόν.
3 Θεὶς ἀμφοτέρους τῶν λόγων, τούς τε λέγοντας ὅτι ἀγαθόν ἐστι τὸ φιλεῖν ἑαυτόν, καὶ τοὺς λέγοντας ὅτι αἰσχρόν ἐστιν ἡ φιλαυτία, λέγει ὅτι
5ἀμφοτέροιν πιθανότητά τινα ἐχόντοιν τίσι χρὴ πιστεύειν, τοῖς συνάγουσιν ὅτι χρὴ φιλεῖν ἑαυτόν, ἢ τοῖς ἀντιφθεγγομένοις ὡς οὐ δεῖ φιλεῖν. καὶ ἐρωτήσας ἀποκρίνεται λέγων, ὅτι δεῖ διαιρεῖν τούτους, τουτέστι δεῖ διαιρεῖν τὸ τῆς φιλαυτίας ὄνομα, ὅπερ ἀμφότεροι προΐσχονται, εἰς τὰ σημαινόμενα πράγματα (οὐ γάρ ἐστιν ἁπλοῦν ἡ φιλαυτία ἀλλ’ ὁμώνυμον ὡς ὁ κύων)
10καὶ διαιροῦντας λέγειν, ὅτι ἀμφότεροι καλῶς λέγουσι καὶ οἱ φιλεῖν ἑαυτοὺς λέγοντες καὶ οἱ μὴ φιλεῖν. χρὴ οὖν διαιροῦντας λέγειν, ὅτι τὸ φίλαυτον διττόν ἐστιν, ὡς εἴρηται, τὸ ἀγαπᾶν καὶ θεραπεύειν τὸν ἐν ἡμῖν δῆμον, τὴν ἀλογίαν, λέγω δὴ τὴν ἐπιθυμίαν, καὶ δυναστεύειν κατὰ τοῦ ἀληθινοῦ ἀνθρώπου, τοῦ ἐν ἡμῖν νοῦ, δι’ ἣν ἀλογίαν, τὴν ἐπιθυμίαν δηλονότι, ἔχειν
15τὸ πλέον ἔν τε χρήμασι καὶ τιμαῖς σωματικαῖς ἡδοναῖς σπεύδομεν. οὐκ ἔστι γάρ, οὐκ ἔστι ὅστις τὴν αἴσθησιν ἔχων μόνην προβεβλημένην καὶ κατ’ αὐτὴν ζῶν οὐ τούτοις χαίρει καὶ ἐπαγάλλεται, καὶ ὡς ἄριστα καὶ κάλλιστα καὶ ἡμῖν οἰκειότατα ***. ἓν μὲν οὖν τοῦτο τῶν τῆς φιλαυτίας σημαινομένων, ὅπερ ἐστὶ φαῦλον καὶ αἰσχρόν, καὶ ὁ τοιοῦτος φίλαυτος, ὃς οὐδὲ κυρίως φίλαυτός
20ἐστι, κάκιστος τῷ ὄντι καὶ αἰσχρότατος. οὐ γάρ ἐστιν ὁ ἄνθρωπος ἡ αἴσθησις, ἣν οὗτος φιλεῖ, ἀλλ’ ὁ νοῦς, ὃν αὐτὸς ἐκτετύφλωκε καὶ διαλελώ‐ βηκε, καὶ λέγεται φίλαυτος ὁ τοιοῦτος ὑπὸ τῶν πολλῶν τῶν νομιζόντων τὸν ἄνθρωπον εἶναι τὸ ζῷον ἡμῶν, ὅπερ ἐστὶ τὸ ἐκ τοῦ σώματος καὶ τῆς ἐντελεχείας, ἥτις ἐντελέχειά ἐστιν ἡ ἄλογος καὶ ἀχώριστος τοῦ σώματος
25ζωὴ καὶ σὺν αὐτῷ φθειρομένη. ἄλλο δὲ φιλαυτίας σημαινόμενον τὸ φιλεῖν τὸν ὄντως ἄνθρωπον, ὅπερ ἐστὶ τὸ ἐν ἡμῖν φρονοῦν. ὁ τοιοῦτος φίλαυτος οὐκ αἰσχρός ἐστιν ἀλλὰ κάλλιστος, ὅτι τὸν ὡς ἀληθῶς ἄνθρωπον φιλεῖ. ὅτι δέ, φησίν, πολλοὶ τοὺς πλεονέκτας καὶ ἀκολάστους καὶ τὸ ἄλογον θερα‐ πεύοντας καὶ πιαίνοντας εἰώθασι λέγειν φιλαύτους ἀλλ’ οὐχὶ τοὺς τιμῶν‐
30τας τὸν ἐν ἡμῖν νοῦν, ὅς ἐστιν 〈ὁ〉 ἀληθινὸς ἄνθρωπος, οὐκ ἄδηλον. οὐ‐ δένα γάρ τις ἴδοι ἂν τῶν πολλῶν τὸν σπεύδοντα δίκαιον ἢ σώφρονα 〈ἢ ἀνδρεῖον〉 ἢ ἐλεύθερον εἶναι λέγοντα φίλαυτον καὶ οὐδὲ ψέγοντα ὡς φίλαυτον, καίτοι κατὰ τὴν ἀλήθειαν τοῦ τοιούτου ὄντος φιλαύτου, ὡς φιλοῦντος ἐκεῖνο τὸ μέρος τῆς ψυχῆς, καθὸ ἄνθρωπός ἐστιν ἄνθρωπος, καὶ ἀπονέ‐
35μοντος ἑαυτῷ, ἤτοι τῷ νῷ ἑαυτοῦ. τοῦτο γὰρ εἶπε κυριώτατον ἑαυτοῦ,503

504

τὰ κάλλιστα καὶ μάλιστα ἀγαθ, ἅτινα κάλλιστα καὶ μάλιστα εὖ ἀγαθά εἰσιν αἱ ἀρεταὶ καὶ ἐπιστῆμαι. εἰπὼν δὲ ὅτι ὁ σπουδαῖος τῷ κυριω‐ τάτῳ ἑαυτοῦ χαρίζεται καὶ πάντα αὐτῷ πείθεται καὶ ὅσα ἂν ἐκεῖνο προστάξῃ ποιεῖ (οἷς γὰρ τὸ λογιζόμενον μέρος τῆς ψυχῆς ἀρέσκεται, ταῦτα μόνα
5πράττει), ἀποστρέφεται δὲ τὰς τοῦ ἀλόγου μέρους τῆς ψυχῆς ὀρέξεις καὶ ἐπιθυμίας, τί ποτέ ἐστι τὸ κυριώτατον ἡμῶν, ᾧ ὁ σπουδαῖος χαρίζεται, σαφηνίζων ἐπήγαγεν ὥσπερ δὲ πόλις τὸ κυριώτατον μάλιστα εἶναι δοκε, οὕτω καὶ ὁ κυρίως ἄνθρωπός ἐστι τὸ ἐν ἡμῖν κυριώτατον. ὡς γὰρ πόλις κυρίως ἐστὶν οὐ τὰ τείχη οὐδὲ αἱ οἰκίαι οὐδὲ ἁπλῶς οἱ ἐν αὐτῇ
10οἰκοῦντες, ὡς ἐν ταῖς Πολιτείαις εἴρηται καὶ δέδεικται, ἀλλὰ πόλις ἐστὶ τὸ ἄρχον καὶ ἐξουσιάζον, οἷον ἐν μὲν τοῖς βασιλευομένοις πόλις ἐστὶν ὁ βασι‐ λεύς, ἐν δὲ τοῖς δημοκρατουμένοις ὁ δῆμος καὶ ἐν τοῖς ὀλιγαρχουμένοις οἱ εὔποροι καὶ 〈ἐν〉 τοῖς ἀριστοκρατουμένοις οἱ ἄριστοι, ὁ τύραννος δὲ ἐν τοῖς τυραννουμένοις, οὕτω καὶ κυρίως ἄνθρωπός ἐστι τὸ πεφυκὸς ἐν ἡμῖν
15μέρος ἄρχειν τῆς ψυχῆς, ὅπερ ἐστὶ τὸ λογιζόμενον ἡμῶν καὶ φρονοῦν· καὶ φίλαυτος δὴ κυρίως ἐστίν, ὡς εἴρηται, ὁ τοῦτο φιλῶν καὶ τούτῳ χαριζόμενος, τουτέστι τὰ τούτῳ ἀρέσκοντα πράττων καὶ ποιῶν. καὶ ἐγκρατῆ δὲ καὶ ἀκρατῆ ἄνθρωπον λέγομεν, οὗ ὁ νοῦς ἄρχει καὶ κρατεῖ τῆς ἐπιθυμίας, ἢ οὗ ὁ νοῦς ἄρχεται ὑπ’ αὐτῆς καὶ κρατεῖται, ὡς τούτων ἑκάστου ὄντος.
20ὁ νοῦς γὰρ τοῦ Σωκράτους ἐστὶν ὁ κυρίως Σωκράτης, ὁμοίως καὶ ὁ τοῦ Πλάτωνος Πλάτων καὶ τῶν ἄλλων ἁπάντων ὡσαύτως. καὶ πεπραχέναι λέγομεν τόνδε τὸν ἄνθρωπον τήνδε τὴν πρᾶξιν ὅταν μετὰ λόγου πράξῃ, ὅταν δὲ μὴ τοῦ λόγου κρίναντος πράξῃ, οὔ φαμεν τὸν ἄνθρωπον πεπραχέναι ἀλλὰ τὸν θυμὸν ἢ τὴν ἐπιθυμίαν. ταῦτα εἰπὼν συμπεραίνεται λέγων·
25ὅτι μὲν οὖν ὁ νοῦς ἐστιν ἄνθρωπος (τούτου γάρ ἐστι δηλωτικὸν τὸ τοῦθ’ ἕκαστός ἐστι μάλιστα) οὐκ ἄδηλον, καὶ ὅτι ὁ ἐπιεικὴς ἤτοι σπουδαῖος τοῦτο μάλιστα ἀγαπᾷ. τὸν γὰρ θυμὸν καὶ τὴν ἐπιθυμίαν ἐπὶ τοσοῦτον ἀγαπᾷ καὶ περιέπει, ἐφ’ ὅσον συντελεῖ εἰς τὴν τοῦ σώματος σωτηρίαν, οὐδὲ τοῦτο ἄδηλον τοῖς κατὰ φύσιν ζῶσι. διὸ καὶ φίλαυτος ἂν κυρίως
30ῥηθείη ἕτερος τοῦ ὀνειδιζομένου φιλαύτου ὢν καὶ τοσοῦτον διαφέρων ὅσον καὶ ὁ κατὰ λόγον ζῶν διαφέρει τοῦ ἐμπαθῶς ζῶντος. ὅτι δὲ κατὰ λόγον ὁ τοιοῦτος ζῇ, δῆλον. ἀεὶ γὰρ ὀρέγεται ἢ τοῦ ἀληθῶς καλοῦ ἢ τοῦ δο‐ κοῦντος συμφέρειν. ὃ γὰρ δοκεῖ συμφέρον πρὸς τὰ κάλλιστα, κἂν μὴ κατ’ ἀλήθειάν ἐστι καλόν, ὀρέγεται αὐτοῦ. οὐ γὰρ πᾶν τὸ δοκοῦν συμφέρειν
35ἤδη καὶ καλόν ἐστιν ἁπλῶς ἀλλὰ τότε καὶ ἐφ’ ὅσον συντελεῖ πρὸς τὰ
κάλλιστα.504

505

(1n)

Τοὺς μὲν περὶ τὰς καλὰς πράξεις διαφερόντως σπου‐
2nδάζοντας πάντες ἀποδέχονται.
3 Τίνος ἕνεκεν τοὺς ὄντως φιλαύτους οὐκ ὀνειδίζομεν ἀλλ’ ἀποδεχόμεθα, διὰ τούτων λέγει, δυνάμει λέγων τοὺς τοιούτους, οὐχ ἁπλῶς ὡς φιλαύτους
5ἀποδεχόμεθα, ἀλλ’ ὡς περὶ τὰς καλὰς πράξεις σπουδάζοντας τιμῶμεν καὶ ἐπαινοῦμεν. τοῦτο εἰπὼν δι’ ὧν ἑξῆς ἐπιφέρει ὁποῖος ἦν τὴν ζωὴν καὶ οἷον ἔρωτα ἁπάσης ἀρετῆς εἶχεν ὁ πανάριστος οὑτοσὶ φιλόσοφος δεικνύων, λέγει πάντων δ’ ἁμιλλωμένων πρὸς τὸ καλόν, τουτέστι πάντων δὲ σπευδόντων καὶ ἀγωνιζομένων· ἁμιλλᾶσθαι γὰρ τὸ ἀγωνίζεσθαί ἐστι·
10πάντων οὖν ἀγωνιζομένων καὶ μοχθούντων νικᾶν ἀλλήλους περὶ 〈τὴν〉 τῶν καλλίστων ἐργασίαν καὶ τὰς ἀρίστας τῶν πράξεων καὶ διατεινομένων, ἤτοι ἐπειγομένων καὶ σπουδαζόντων, τὰ κατ’ ἀρετὴν ἐνεργεῖν κοινῇ τε καὶ πᾶσιν ὑπῆρχεν ἂν τὰ δέοντα καὶ μέγιστα τῶν ἀγαθῶν καὶ χωρὶς ἑκάστῳ καὶ οὐδὲν ἂν ἡμῖν κακὸν ἐπολιτεύετο. λέγει δὲ μέγιστα τῶν ἀγα‐
15θῶν τὰς ἀρετὰς καὶ τὰς ἐπιστήμας καὶ τὰς σπουδαιοτάτας τῶν τεχνῶν. καὶ ἔστι τὸ λεγόμενον ὅμοιον εὐχῇ, ὡς εἰ καὶ οὕτως εἶπεν· εἴθε πάντες περὶ τὴν τῶν καλλίστων κτῆσιν ἔσπευδον καὶ πρὸς τὴν τὰς ἀρετὰς καὶ ἐπιστήμας φέρουσαν ἔτρεχον. εἰ γὰρ οὕτως εἴχομεν, ἐκποδὼν ἂν ἦν ἅπαν φαῦλον καὶ ψυχῆς κακωτικὸν καὶ ἐν πᾶσι καὶ κοινῇ καὶ ἰδίως ἑκάστῳ
20παρῆν ἂν τὰ κάλλιστα. καὶ δῆλον κἀκ τούτων ἐστὶν ὅτι δεῖ τὸν ἀγαθὸν φίλαυτον εἶναι. εἰ γὰρ ὁ ἀληθινὸς φίλος βούλεται τὰ ἀγαθὰ ᾧ φίλος ἐστὶ καὶ πάντα πράττει καὶ ποιεῖ ὅπως προσέσται τῷ φίλῳ τὰ κάλλιστα, καὶ ὁ ἀγαθὸς δηλαδὴ ἑαυτὸν φιλῶν πράξει ἐκεῖνα, δι’ ὧν ἔσται ἑαυτῷ τὰ καλά, καὶ πράξει ἑαυτοῦ ἕνεκα, καὶ πράττων αὐτὸς ὀνήσεται καὶ τοὺς
25ἄλλους ὠφελήσει. τὸν δὲ μοχθηρὸν οὐ δεῖ φίλαυτον εἶναι. ὑπολαμ‐ βάνων γὰρ ὁ μοχθηρὸς ἑαυτὸν εἶναι οὐ τὸν ἐν ἡμῖν νοῦν ἀλλὰ τὸ σῶμα τοῦτο καὶ τὴν σὺν αὐτῷ φθειρομένην ἀλόγιστον ζωήν 〈θεραπεύει〉, οἰόμενος δὲ διὰ ταύτην τὴν ἡμαρτημένην ὑπόληψιν οἰκειότατον ἀγαθὸν ἀνθρώπῳ εἶναι τρυφὴν καὶ πᾶσαν σωματικὴν ἡδονήν, ταῦτα διώξει καὶ αἱρήσεται ὥστε
30καὶ ἔσται διὰ τοῦτο ἄδικος καὶ πλεονέκτης. πόθεν γὰρ ἂν εὐποροίη πληροῦν τετρημένον πίθον, μὴ ἀδικῶν καὶ ἁρπάζων; ἀδικῶν δὲ βλάψει καὶ ἑαυτὸν καὶ τοὺς πέλας. πράξει γὰρ ἐξ ἀνάγκης ἃ οἴεται εἶναι κάλλιστα καὶ κάκιστα ὄντα. πᾶς γὰρ ὃ δοκεῖ κάλλιστον εἶναι σπεύδει πράττειν· δοκεῖ δ’ αὐτῷ κάλλιστα τὰ χείριστα· πράξει ἄρα τὰ χείριστα.
35δέον οὖν, φησίν, ἄλλα πράττειν, τὰ ὠφέλιμα δηλονότι τῷ ἀληθινῷ ἀν‐
θρώπῳ, ἄλλα πράττει ἀγνοῶν διὰ τὴν μοχθηρίαν τὸν ὄντως ἄνθρωπον.505

506

ὁ δ’ ἐπιεικὴς κατὰ νοῦν ζῶν ἃ δεῖ κατ’ ἀλήθειαν πράττειν ἐκεῖνα καὶ πράττει. πᾶς γὰρ νοῦς αὐτοφυῶς μὴ πηρωθεὶς ὑφ’ ἡδονῆς ἢ νόσου αἱρεῖται καὶ διώκει τὸ βέλτιστον καὶ συμφέρον ἑαυτῷ. δῆλον δὲ τοῦτο καὶ ἀπὸ τῶν ἀλόγων ζῴων. ἔστι γάρ τις ἅπασι τούτοις ἔλλαμψίς [τις]
5νοῦ, ὡς αὐτὸς ὁ Ἀριστοτέλης ἀλλαχοῦ λέγει τοῖς μὲν μᾶλλον, τοῖς δὲ ἧττον, δι’ ἣν ἔλλαμψιν αὐτοφυῶς ζητεῖ καὶ εὑρίσκει τὰ ὠφελοῦντα. νοσήσας γὰρ τοὺς ὀφθαλμοὺς ὁ ὄφις ἐπὶ τὰ μάραθρα τρίβει, καὶ ἡ ἄρκτος πυρέξασα τοὺς μύρμηκας ἐσθίει καὶ ἰᾶται, καὶ ὁ ἀράχνης τὰ ἀράχνια ὑφαίνει πρὸς θήραν τῶν μυιῶν, καὶ ἡ χελιδὼν τὴν καλιὰν ἡμικύκλιον
10περιπήγνυσιν, ὡς πολυχωρητότερον τὸ τοιοῦτον σχῆμα, καὶ ὁ μύρμηξ τὸν σῖτον ἐν τοῖς ἑαυτοῦ λαβυρίνθοις ἀποθησαυρισθέντα διαιρεῖ, ὅπως μὴ βλαστήσῃ. τί δεῖ πολλὰ γράφειν; πλήρεις τοιούτων αἱ περὶ ζῴων Ἀριστο‐ τέλους πραγματεῖαι καὶ ἐξ ἐκείνων ὁ βουλόμενος λαμβανέτω τὰς πίστεις τοῦ πάντα νοῦν αἱρεῖσθαι τὸ βέλτιστον ἑαυτῷ. ὥστε καὶ ὁ ἐπιεικής, ἐπειδὴ
15πειθαρχεῖ τῷ νῷ, ἀποσείεται δὲ τὰς ἀλόγους ὀρέξεις, τὰ βέλτιστα καὶ ἑαυτῷ καὶ τοῖς πέλας αἱρήσεται καὶ πράξει.
17nἈληθὲς δὲ τὸ περὶ τοῦ σπουδαίου καὶ τὸ τῶν φίλων
18nἕνεκα πολλὰ πράττειν.
19Οὐ πάντα πράξει ἕνεκα τοῦ φίλου, οἷον ὅσα ἐκείνῳ αἰσχύνην προξενεῖ
20ἢ ζημίαν ψυχῆς ἀλλ’ ὅσα εἰς τιμὴν καὶ ὠφέλειαν τοῦ ἀληθινοῦ ἀνθρώ‐ που τείνει. εὐλόγως οὖν οὐκ εἶπεν ὅτι πάντα πράξει ἀλλ’ ὅτι πολλά. ἐπειδὴ γὰρ πολλὰ τὰ καλὰ καὶ συμφέροντα ἑαυτοῦ ἕνεκα πράττει, ὁ δὲ φίλος αὐτοῦ ἄλλος αὐτός ἐστι, καὶ τοῦ φίλου ἕνεκα πολλὰ πράξει. καὶ ἐπεὶ ὅλος ταῖς ἀρεταῖς κατακώχιμός ἐστι, καὶ κεκοσμημένος καὶ νοερῶς
25διαζῇ. πᾶς δὲ νοῦς, ὡς εἴρηται, τὰ βέλτιστα αἱρεῖται (ἐν τούτῳ γὰρ αὐτοῦ τοῦ νοῦ τὸ εἶναι καὶ τοῦτό ἐστιν, ὡς εἰπεῖν, ἡ φύσις αὐτοῦ τὰ βέλτιστα καὶ συμφέροντα ἑαυτῷ αἱρεῖσθαι), ἐπεὶ οὖν τοιοῦτός ἐστιν ὁ σπου‐ δαῖος, καὶ τῆς πατρίδος ἕνεκα πολλὰ πράξει, κἂν δέῃ ὑπεραποθνήσκειν, ἀποθανεῖται καὶ χρήματα προήσεται ὑπὲρ τῆς τῶν πολιτῶν σωτηρίας
30καὶ πάντα τὰ περιμάχητα τῶν ἀγαθῶν οἷον τιμὰς κτήματα περιποιού‐ μενος ἑαυτῷ τὸ καλόν· τοῦτο δέ ἐστιν ἡ ἀπὸ τῶν σπουδαίων τιμὴ καὶ ἡ ἀπὸ τοῦ δημιουργοῦ ἡμῶν θεοῦ ἀμοιβή. βούλεται γὰρ ὁ σπουδαῖος καὶ πᾶς εὐφρονῶν ὀλίγον χρόνον ἡσθῆναι σφόδρα τὴν ἀληθεστάτην ἡδονὴν ἢ πολὺν ἠρέμα καὶ κατὰ βραχύ. ὅτι μὲν γὰρ ταῖς κατ’ ἀρετὴν πράξε‐
35σιν ἕπονται ἡδοναὶ δῆλον καὶ εἴρηται πολλάκις, εἴ που ἀρετή ἐστιν ἕξις ἐν
μεσότητι τῇ πρὸς ἡμᾶς κατὰ τὸν ὀρθὸν λόγον μεθ’ ἡδονῆς ἢ οὐκ ἄνευ506

507

ἡδονῆς. ὅτι δὲ καὶ ταῖς μεγάλαις πράξεσιν ἡδοναὶ μεγάλαι ἕπονται, καὶ τοῦτο ἴσμεν. εἰ δὲ τοῦθ’ οὕτως ἔχει, δῆλον καὶ ὅτι ὁ κατὰ βραχὺ τὰ καλὰ πράττων καὶ κατ’ ὀλίγον εἰ τύχοι ἀναλίσκων χρήματα περὶ αὐτὰ πολὺν μὲν χρόνον ἥδεται, κατὰ βραχὺ δὲ καὶ ἠρέμα, ὁ δὲ τάχιον
5πράττων ἢ καὶ ἀθρόον ἀναλίσκων ὀλίγον μὲν χρόνον, σφόδρα δὲ ἥδεται. ἔοικε γὰρ ὁ σπουδαῖος σφόδρα διψῶντι καὶ ἀθρόον πίνοντι ψυχροῦ, ὁ δὲ λοιπὸς τῷ κατὰ βραχὺ ἐπιρροφοῦντι. αἱρεῖται οὖν ὁ σπουδαῖος τὸ σφόδρα ἐν ὀλίγῳ χρόνῳ ἡσθῆναι ἢ ἠρέμα ἐν πολλῷ. καὶ βιῶσαι ἕνα χρόνον καλῶς ἐν τῷ ὑπεραποθνήσκειν τῆς πατρίδος, ἢ πολλοὺς τυχόντως, ἤτοι
10ἀκλεῶς καὶ δίχα τινὸς τιμῆς. καὶ μίαν πρᾶξιν αἱρεῖται πρᾶξαι καλὴν καὶ μεγάλην, ἥτις ἐστὶ τὸ κινδυνεῦσαι ὑπὲρ τῆς πατρίδος ἢ φίλων ἢ τὸ πάντα τὰ χρήματα καὶ κτήματα προέσθαι χάριν τινὸς μεγάλου καλοῦ ἢ πολλὰς καὶ μικρὰς πράξεις διαπερᾶναι. εἰπὼν δὲ ὅτι αἱρεῖται μίαν μεγάλην πρᾶξιν καὶ καλήν, τίς ἐστιν ἡ μεγάλη καὶ καλὴ πρᾶξις σαφη‐
15νίζων ἐπήγαγε τοῖς δ’ ὑπεραποθνήσκουσιν ἴσως τοῦτο συμβαίνει, ἴσον λέγων τῷ οἱ τὰς μεγάλας πράξεις καὶ καλὰς πράττοντες, εἰσὶν ὑπερ‐ αποθνήσκοντες πατρίδος καὶ φίλων. τὸ δ’ ἴσως πρόσκειται διὰ τοὺς πολλοὺς καὶ φαύλους. τοῖς γὰρ τοιούτοις οὐ δοκεῖ μέγα τι τὸ ὑπερκινδυ‐ νεύειν, ὅτι μηδὲ ἴσασι τίνα εἰσὶ τὰ κυρίως καλά.
20nΑἱροῦνται δὴ μέγα καλὸν ἑαυτοῖς.
21 Οἱ ὑπεραποθνήσκοντες, φησίν, αἱροῦνται μέγα ἀγαθὸν αὑτοῖς, τοῦτο δ’ ἐστὶν ὅπερ αἱροῦνται ἀγαθὸν καὶ προτίθενται τῆς ζωῆς καὶ προτιμῶσι τὸ τιμᾶσθαι διὰ παντὸς ὑπὸ τῆς πόλεως εἰκόσι καὶ ἀνδριάσι καὶ μνήμαις καὶ θυσίαις καὶ τοῖς τοιούτοις. ἀλλὰ καὶ χρήματα προΐενται, ὅπως πλείονα
25λήψοιντο οἱ φίλοι. εἰ γάρ ἐστιν ἡ πόλις τιμοκρατουμένη, οὐ φείσεται χρημάτων ἀλλὰ δοίη ἂν τὴν ὡρισμένην καὶ κειμένην τιμὴν τῆς ἀρχῆς, ὅπως ὁ φίλος λάβῃ τὴν τοιάνδε ἀρχήν, οἷον εἰ ἐν τῇ πόλει ἐστὶν ἡ πολιαρχία ἢ ἡ συμπονία ὠνηταί, δοίη ἂν τὴν τιμὴν δυνάμενος δηλονότι ὅση ἂν εἴη, ἵνα πολιαρχήσῃ ἢ συμπονήσῃ ὁ φίλος αὐτοῦ καὶ λάβῃ ἐξ
30αὐτῆς καὶ ἐπικτήσηται πλείονα ὧν ἔχει καὶ εὐπορεῖ. καὶ τῷ μὲν αὐτοῦ φίλῳ γίνεται χρήματα ἢ ἀρχὴ ἢ ὁτιδηποτοῦν ἄλλο, αὐτῷ δὲ γίνεται τὸ καλόν, οἷον τιμὴ καὶ κῦδος καὶ ἔπαινος πρὸς ἁπάντων ὥστε τὸ μεῖζον ἀγαθὸν ἑαυτῷ νέμει. μείζων γὰρ ἡ τιμὴ καὶ ἡ εὔκλεια χρημάτων τοῖς ὀρθῶς λογιζομένοις ἀλλὰ καὶ ἐν ταῖς τιμαῖς, φησί, καὶ ταῖς ἀρχαῖς ὁ αὐτὸς
35τρόπος. προήσεται γὰρ καὶ ταύτας τῷ φίλῳ καὶ αἱρήσεται τὸν φίλον507

508

τιμηθῆναι καὶ ἄρξαι ἤπερ ἑαυτόν. καλὸν γὰρ καὶ ἐπαινετὸν αὐτῷ τὸ προϊέναι ταύτας τῷ φίλῳ. ταῦτα δὲ ποιῶν εἰκότως δοκεῖ σπουδαῖος εἶναι. τοῦ σπουδαίου γὰρ τὸ ἀντὶ πάντων αἱρεῖσθαι τὰ καλά. οὗτος δὲ αἱ‐ ρεῖται τὰ καλά, οὗτος ἄρα σπουδαῖος. πάντα γάρ, ὡς εἴρηται, πράτ‐
5τει τὰ καλά, καὶ ἔτι οἴεται κάλλιον εἶναι παραχωρῆσαι τῷ φίλῳ τῆς ἀρχῆς τοῦ αὐτὸν ἄρχειν. τούτοις ἐπάγει οὕτω μὲν οὖν φίλαυτον εἶναι δεῖ νέμοντα ἑαυτῷ πλέον τοῦ καλοῦ. τὸ γὰρ νέμειν ἑαυτῷ πλέον ἐν χρήμασι καὶ τιμαῖς οὐ φιλαυτία, ὡς τοῖς πολλοῖς δοκεῖ, ἀλλὰ πλεονεξία ἐστίν.
10nἈμφισβητεῖται δὲ καὶ περὶ τὸν εὐδαίμονα, εἰ δεήσε‐
11nται φίλων ἢ μ.
12 Ἐζητεῖτο τότε πότερον χρῄζει φίλων ὁ εὐδαίμων ἢ οὔ· καὶ τοῖς μὲν ἐδόκει τοῖς δ’ οὔ· καὶ οἷς οὐκ ἐδόκει, ἐλέγετο ταῦτα. ὁ δεόμενος φίλου, ἵνα πορίζηται παρ’ αὐτοῦ ὧν χρῄζει καὶ ἐνδεής ἐστι καὶ μὴ δύναται
15αὐτὸς δι’ ἑαυτοῦ πορίσασθαι. ὁ εὐδαίμων αὐτάρκης καὶ ἀνενδεής ἐστιν· οὐ γὰρ ἂν ἦν μακάριος, εἴ τινος ἐδεῖτο· ὥστε οὐδὲ φίλων χρή. καὶ εἴη ἂν ἡ συναγωγὴ τοῦ λόγου ἐν δευτέρῳ σχήματι τοιαύτη· ὁ εὐδαίμων ἀνενδεής ἐστιν, ὁ δεόμενος φίλων οὐκ ἔστιν ἀνενδεής· ὁ εὐδαίμων ἄρα οὐ δεῖται φίλων. ἢ καὶ ἐν πρώτῳ σχήματι οὕτως· ὁ εὐδαίμων ἀνενδεής ἐστιν,
20οἱ ἀνενδεεῖς οὐ δέονται φίλων· ὁ εὐδαίμων ἄρα οὐ δεῖται φίλων. ἡ μὲν οὖν τῶν λόγων διάνοια τοιαύτη. τὸ δ’ “ὅταν δ’ ὁ δαίμων εὖ διδ, τί δεῖ φίλων”; ἔστιν ἐκ τοῦ Ὀρέστου τοῦ Εὐριπίδου. λέγει δὲ τοῦτο ὁ Ὀρέστης πρὸς τὸν Μενέλαον παρακαλῶν αὐτὸν εἰς βοήθειαν. δαίμονα λέγει αὐτὸς τὸ θεῖον. ὅταν γὰρ τὸ θεῖον βοηθῇ καὶ πάντα τὰ καλὰ χορηγῇ, χρεία
25φίλων οὐκ ἔστιν. ἃ μὲν οὖν λέγουσιν οἷς δοκεῖ μὴ δεῖσθαι τὸν εὐδαίμονα φίλων, ταῦτά ἐστιν. οἷς δὲ δοκεῖ δεῖσθαι, ὧν εἷς ἐστι καὶ μάλιστα ὁ Ἀριστοτέλης, ἄτοπα ταῦτα δοκεῖ. εἰ γὰρ ὁ εὐδαίμων, φήσειεν ἂν ὁ Ἀρι‐ στοτέλης, ἐστὶν ὁ ἔχων πάντα τὰ καλά, τὸ δὲ μέγιστον τῶν καλῶν ὁ φίλος ἐστίν, εἴπερ ἀποστερήσομεν αὐτὸν φίλου, πῶς ἔσται εὐδαίμων; πῶς γὰρ
30ἂν εὐδαίμων εἴη ὁ τὸ μέγιστον τῶν καλῶν μὴ ἔχων; πάντων γὰρ τῶν ἐκτὸς ἀγαθῶν μεῖζον ἀγαθὸν ὁ φίλος ἐστίν, οἷον πλούτου χρημάτων
κτημάτων.508

509

(1n)

Εἰ δὲ φίλου μᾶλλόν ἐστι τὸ εὖ ποιεῖν ἢ πάσχειν,
2nκαὶ ἔστι τοῦ ἀγαθοῦ καὶ τῆς ἀρετῆς τὸ εὐεργετεῖν.
3 Διὰ τούτων ὅτι δεῖται φίλων ὁ εὐδαίμων κατασκευάζει· ἔστι δ’ ὃ λέγει τοιοῦτον· εἰ τοῦ ἀγαθοῦ καὶ σπουδαίου ἐστὶ τὸ εὖ ποιεῖν καὶ εὐερ‐
5γετεῖν (τῷ γὰρ σπουδαίῳ ᾗ σπουδαίῳ τὸ εἶναι ἐν τῷ εὖ δρᾶν ἐστι καὶ οὐκ ἐν τῷ πάσχειν· τὸ γὰρ εὖ πάσχειν καὶ οἱ φαυλότατοι αἱροῦνται, ἔστι δὲ καὶ κάλλιον εὖ ποιεῖν φίλους ὀθνείων), δεήσεται φίλων ὁ εὐδαί‐ μων, ἵν’ ἔχῃ οὓς εὖ ποιήσῃ, ἐπεὶ σπουδαῖός ἐστιν, ὥστε καὶ τοὺς ὀθνείους. καλὸν γὰρ καὶ τοὺς τοιούτους εὐεργετεῖν, ἀλλὰ δεῖ καὶ τὰ
10καλλίονα πράττειν. κάλλιον δὲ τὸ εὖ ποιεῖν φίλους ὀθνείων. φίλων ἄρα δεῖται ὁ εὐδαίμων, ἐπεὶ καὶ εὐδαιμονοῦντες καὶ ἀτυχοῦντες καὶ κακοδαιμονοῦντες δεόμεθα φίλων, εὐτυχοῦντες μὲν ἵν’ εὖ ποιῶμεν, ἀτυ‐ χοῦντες δὲ ἵνα τυγχάνωμεν ἐπικουρίας, εἰκότως ἐζητεῖτο πότερον ἐν εὐτυχίαις μᾶλλον δεῖ φίλων ἢ ἐν ἀτυχίαις. καὶ δῆλον ὅτι ἐπίσης ἐν
15ἀμφοτέραις ἢ εἴπερ, μᾶλλον ἐν δυστυχίαις. ἄτοπον δ’ ἴσως καὶ τὸ μονώτην ποιεῖν τὸν μακάριον. τὸ ἴσως πρόσκειται διὰ τὸν εὐδαί‐ μονα περὶ οὗ μέλλει λέγειν ἐν τῷ ἐφεξῆς βιβλίῳ. ἐν μὲν γὰρ τῷ παρόντι βιβλίῳ Ι ὄντι τῆς παρούσης πραγματείας, περὶ τοῦ πολιτικοῦ εὐδαίμονος διαλέγεται, ἐν δὲ τῷ ἑξῆς περὶ τοῦ σχολῇ καὶ θεωρίᾳ τῆς
20τῶν ὄντων φύσεως συζῶντος τὸν λόγον ποιήσεται, ὃς εἴτε δεῖται φίλων εἴτε μή, ἐκεῖσε γενόμενοι γνωρίσομεν ἐξ ὧν αὐτὸς περὶ τοῦ τοιούτου εὐδαίμονος λέγει. ἃ δὲ νῦν λέγει περὶ τοῦ πολιτικοῦ εὐδαίμονος, ὡς χρῄζοντος φίλων διὰ τῶν προκειμένων ῥήσεων ταῦτ’ ἂν εἴη. ἄτοπόν φησι καὶ τὸ μονώτην καὶ ἔρημον φίλων καὶ παντὸς ἄλλου ποιεῖν τὸν μα‐
25κάριον. εἰ γὰρ μὴ φίλον ἕξει, σχολῇ τῶν ἄλλων τινά. μετὰ τίνος γὰρ τῶν ἄλλων ἀνομοίων ὄντων ἡδέως συνδιημερεύσει καὶ συνομιλήσει; ἧλιξ γὰρ ἥλικα τέρπει καὶ ὁ ὅμοιος τὸν ὅμοιον. ὁ μὲν γὰρ θεωρίᾳ τῶν ὄντων σχολάζων καὶ μηδένα λόγον ποιούμενος τοῦ ζῴου ἡμῶν, εἰ μὴ πᾶσα ἀνάγκη, ὁ τοιοῦτος ἔστω μονώτης. τὸν δὲ πολιτικὸν εὐδαίμονα, ᾧ πάντα
30πρόσεστι τὰ ἀγαθά, πῶς ἐνδέχεται μονώτην εἶναι; καὶ μάλιστα ὅτι πολι‐ τικὸν ζῷον ὁ ἄνθρωπος καὶ συζῆν πεφυκώς, ὁ δ’ εὐδαίμων ἄνθρωπος δεήσεται φίλων μεθ’ ὧν συζήσεται. ἔχει γὰρ τὰ φύσει ἀγαθὰ καὶ κρείττω μετὰ φίλων καὶ ἐπιεικῶν ἤτοι ὁμοίων αὐτῷ ἢ μετὰ ὀθνείων καὶ κατὰ τὰ ἐπιτηδεύματα ἀλλοτρίων συνημερεύειν· ἀηδῶς γὰρ τούτοις συν‐
35έσται. δεῖ ἄρα τῷ εὐδαίμονι φίλων.509

510

(1n)

Τί οὖν λέγουσιν οἱ πρῶτοι, καὶ πῇ ἀληθεύουσιν;
2 Τὸ μὴ μοναχῶς, πολλαχῶς δὲ τὴν φιλίαν λέγεσθαι, γέγονεν αἴτιον τοῦ λέγειν μὴ δεῖσθαι τὸν εὐδαίμονα φίλων. εἰσὶ γὰρ τῶν φιλιῶν, ὡς ἐν τῷ πρὸ τούτου βιβλίῳ μεμαθήκαμεν, αἱ μὲν διὰ τὸ χρήσιμον οἷαι αἱ τῶν ἀγο‐
5ραίων καὶ πρὸς ἀλλήλους ἀντικαταλλαττομένων, αἱ δὲ διὰ τὸ ἡδύ (τοιαῦται δ’ αἱ τῶν εὐτραπέλων καὶ τῶν ἐρωμένων), αἱ δὲ διὰ τὸ καλὸν καὶ τὸ ἦθος, οἷαί εἰσιν αἱ τῶν σπουδαίων. διὰ οὖν τὸ τοὺς πολλοὺς μᾶλλον οἴεσθαι φίλους εἶναι τοὺς χρησίμους ἀλλ’ οὐ τοὺς σπουδαίους ἔδοξε μὴ φίλων δεῖσθαι τὸν εὐδαίμονα. καὶ καλῶς ἀπεφήναντο. τῶν γὰρ χρησί‐
10μων οὐ δεῖται· ἀνενδεὴς γάρ ἐστιν· ἔχει γὰρ ἐπεὶ εὐδαίμων ἐστὶ πάντα τὰ ἀγαθά· ἀλλ’ οὐδὲ τῶν διὰ τὸ ἡδὺ δεῖται φίλων, κἂν ἴσως ποτὲ διὰ νόσον ἢ τοιοῦτό τι δεήσεται, ἐπὶ μικρὸν δεήσεται. ἡδὺς γὰρ ὢν ὁ βίος αὐτοῦ (ἡ γὰρ εὐδαιμονία μεθ’ ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς, ὡς πολλάκις εἴρηται καὶ δέδεικται οὖσα), οὐδὲν δεῖται τῆς ἐπεισάκτου καὶ ἔξωθεν τῶν
15εὐτραπέλων ἡδονῆς. τῶν οὖν τοιούτων μὴ δεόμενος φίλων, δοκεῖ μηδ’ ὅλως χρῄζειν φίλων. ὅ, φησίν, οὐκ ἔστιν ἀληθές. οὐ λέγει δὲ ὅτι οὐκ ἔστιν ἀληθὲς τὸ μὴ δεῖσθαι τῶν διὰ τὸ ἡδὺ ἢ τὸ χρήσιμον φίλων. παντὸς γὰρ ἄλλου μᾶλλον ἀληθές ἐστι τὸ μὴ δεῖσθαι τῶν χρησίμων ἢ τῶν ἡδονὰς ποριζόντων φίλων· ἀλλ’ ἔστιν ὃ λέγει διὰ τοῦ ὅπερ οὐκ
20ἔστιν ἀληθὲς τοιοῦτον· τὸ λέγειν, ὅτι ἐπεὶ οὐ χρῄζει ὁ εὐδαίμων τῶν διὰ τὸ ἡδὺ φίλων οὐδ’ ὅλως δεῖται φίλων, οὐκ ἔστιν 〈ἀληθέσ〉· ἐκείνων μὲν γὰρ τῶν φίλων οὐ δεῖται, τῶν δὲ σπουδαίων, οἳ καὶ ἀληθῶς φίλοι εἰσί, καὶ πάνυ δεῖται.
24nἘν ἀρχῇ μὲν εἴρηται, ὅτι ἡ εὐδαιμονία ἐνέργειά
25nἐστιν. ἡ δ’ ἐνέργεια δῆλον ὅτι γίνεται.
26 Ὅτι φίλων δεῖται ὁ εὐδαίμων τῶν σπουδαίων καὶ ὁμοίων αὐτῷ, καὶ διὰ τούτων δείκνυσι. πάνυ δὲ ἀσαφῶς καὶ περινενοημένως τὰ προκεί‐ μενα ἀπαγγέλλει. ἔστι δ’ ὁ λόγος δι’ οὗ κατασκευάζει, ὅτι δεῖται τῶν σπουδαίων φίλων, ἐπεὶ καὶ συνδιάγειν καὶ συνδιημερεύειν μετ’ αὐτῶν,
30μετ’ ἄλλου δ’ οὐδενὸς δύναται, ὁ τοιοῦτος. λαμβάνει τὰ ἐν τῷ πρώ‐ τῳ βιβλίῳ τῆς παρούσης πραγματείας περὶ τῆς εὐδαιμονίας εἰρημένα, ὅτι ἡ εὐδαιμονία ἐνέργειά ἐστιν. εἶπε γὰρ ἐκεῖ ὅτι ἡ εὐδαιμονία ἐστὶ ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν ἐν βίῳ τελείῳ μεθ’ ἡδονῆς, ἢ οὐκ ἄνευ
ἡδονῆς. καὶ τοῦτο λαβὼν ἐπάγει· ἐπεὶ ἐνέργειά ἐστιν ἀλλ’ οὐχ ἕξις τις510

511

ἀργή, ὥσπερ ἡ τῶν καθευδόντων ἰατρῶν ἢ ἔν τινι φρουρᾷ κεκλεισμένων καὶ μηδέν τι διαπραττόντων (τῷ γὰρ ἐνεργεῖν καὶ μὴ ἐνεργεῖν διαφέρει ὁ σπουδαῖος καὶ ὁ εὐδαίμων· τῷ μὲν γὰρ ὑποκειμένῳ ὁ αὐτός ἐστιν ὁ πολιτικὸς σπουδαῖος καὶ ὁ εὐδαίμων τῷ ἐνεργεῖν ὥστε ἡ εὐδαιμονία ἐνέργειά
5ἐστιν, εἰ δὲ ἐνέργεια, δῆλον ὡς οὐκ ἔστιν ὅλον τι καὶ ὑφεστηκός, ὡς οἰκία ἢ ἱμάτιον ἢ ἐγὼ ἢ σύ, ἀλλὰ γίνεται ὥσπερ καὶ ἡ κίνησις· οὐδὲ γὰρ ἡ κίνησίς ἐστιν ὁμοῦ ξύμπασα ἀλλὰ τὸ μὲν αὐτῆς γέγονε, τὸ δὲ ἔστι, τὸ δὲ μέλλει γενέσθαι)· οὐκ ἔστιν οὖν ἡ εὐδαιμονία ὅλον τι, ἐνέργεια οὖσα, ἀλλ’ οἷον ἡ κίνησις καὶ ὅρασις· τοιαύτη δὲ οὖσα δῆλον
10ὅτι τὸ εἶναι αὐτῆς καὶ ἡ οὐσία αὐτῆς εὐζωία τίς ἐστι καὶ εὐπραξία, ὥστε καὶ τοῦ εὐδαίμονος τὸ εἶναι, οὐχ ᾗ ἄνθρωπος ἀλλ’ ᾗ εὐδαίμων, ἐστὶ τὸ ζῆν εὐδαιμόνως, ἤτοι τὸ πράττειν καὶ ἐνεργεῖν τὰ ἀγαθὰ καὶ σπου‐ δαῖα. τοῦ γὰρ ἀγαθοῦ ἐστι τὸ πράττειν τὰς καλὰς πράξεις καὶ βούλεσθαι βλέπειν τοὺς πράττοντας καὶ ὅπως πράττουσιν αὐτάς. ἐπεὶ τοίνυν τὸ εὐδαι‐
15μονεῖν ἐστιν ἐν τῷ πράττειν καὶ θεωρεῖν καὶ τὰς πράξεις καὶ τοὺς πράτ‐ τοντας, οἱ δ’ ἄνθρωποι πεφύκασι μᾶλλον τοὺς πέλας ὁρᾶν καὶ τὰς ἐκείνων πράξεις ἢ ἑαυτοὺς καὶ τὰ ἑαυτῶν, χρεία διὰ τοῦτο τῷ εὐδαίμονι φίλων, ὅπως ὁρῶν τὰς τοῦ φίλου πράξεις καὶ τὸν φίλον ὁρᾷ καὶ ἑαυτὸν καὶ τὰς ἑαυτοῦ πράξεις βλέπων ἥδεται. τοῦ σπουδαίου γὰρ τὸ χαίρειν τῷ ὁρᾶν τὰ
20ἀγαθά, καὶ ἡδόμενος μᾶλλον πράττει. ἀλλὰ πῶς ὁρῶν τὸν φίλον καὶ τὰς τοῦ φίλου πράξεις καὶ ἑαυτὸν καὶ τὰς ἑαυτοῦ ὁρᾷ; ἢ ὅτι ὁ σπουδαῖος φίλος ἄλλος αὐτός ἐστιν ὁ φιλούμενος καὶ ὅτι οἱ σπουδαῖοι φίλοι τὰ αὐτὰ πράττουσι. μία γάρ ἐστι τρόπον τινὰ ἐν δυσὶ σώμασι ψυχή. εἰ τοίνυν ὁρᾷ τὰς καλὰς πράξεις ὁ σπουδαῖος, τοσοῦτον μᾶλλον ἐπείγεται πράττειν
25αὐτάς, ὁρῶμεν δὲ μᾶλλον τὰς τῶν πέλας ἢ τὰς οἰκείας, δεήσεται φίλων ὁ εὐδαίμων, ἵν’ ὁρῶν τὰς τοῦ φίλου πράξεις τὰς αὐτὰς οὔσας ταῖς αὑτοῦ ἔτι μᾶλλον πράξῃ. αἱ γὰρ τῶν σπουδαίων πράξεις καὶ μάλιστα τῶν σπουδαίων φίλων ἀνακινοῦσι καὶ διεγείρουσι τοὺς ὁρῶντας εἰς αὐτοὺς σπουδαίους πρὸς τὸ πράττειν τὰ αὐτὰ ἐκείνοις. αὐτοκίνητοι μὲν γάρ εἰσι
30καὶ ἐξ ἑαυτῶν πρὸς τὴν τῶν καλῶν ἐργασίαν οἱ σπουδαῖοι, ἀλλ’ ἔτι μᾶλλον βλέποντες καὶ ἄλλους ταῦτα πράττοντας ἐπὶ ταῦτα ἵενται καὶ προθυμότερον ἐργάζονται. ἡ μὲν οὖν τοῦ λόγου δύναμις, δι’ οὗ δείκνυ‐ σιν, ὅτι δεῖται φίλων ὁ εὐδαίμων, τοιαύτη τίς ἐστι· τὰ δὲ κατὰ τὴν λέξιν τοιαῦτα ἂν εἴη. εἰ τὸ εὐδαιμονεῖν, φησίν, ἐστὶν ἐν τῷ ζῆν καὶ ἐνεργεῖν,
35τουτέστιν εἰ τὸ εὐδαιμονεῖν ἐστι ζωὴ καὶ ἐνεργεία, σαφηνίζων δὲ τίς ἡ τοιαύτη ζωή, ἐπήγαγε τοῦ δ’ ἀγαθοῦ ἡ ἐνέργεια σπουδαία καὶ ἡδεῖα καθ’ αὑτήν, δυνάμει λέγων ὅταν εἴπω ὅτι τὸ εὐδαιμονεῖν ἐστιν ἐν τῷ ζῆν καὶ ἐνεργεῖν, οὐδὲν ἕτερον λέγων ἢ ὅτι τὸ εὐδαιμονεῖν ἐστι ζωὴ ἐνεργοῦσα καὶ πράττουσα τὰ καλὰ καὶ σπουδαῖα. οὐ γὰρ ἐν τῷ
40δύνασθαι πράττειν τὸ εὐδαιμονεῖν χαρακτηρίζεται ἀλλ’ ἐν τῷ ἤδη πράτ‐511

512

τειν. εἴρηται γὰρ ὅτι εὐδαιμονία οὐχ ἕξις ἐστὶ χωρὶς ἐνεργείας ἀλλ’ ἕξις συνεζευγμένην ἔχουσα τὴν ἐνέργειαν. ὁ μὲν γὰρ τὴν τελείαν ἔχων ἀρετήν, μὴ ἐνεργῶν δ’ ὡς εἴρηται, σπουδαῖος καλεῖται μόνον, ὁ δὲ πρὸς τῷ ἔχειν καὶ ἐνεργῶν εὐδαίμων. καὶ ἔστιν ὁ μὲν σπουδαῖος δυνάμει εὐδαί‐
5μων, ὁ δ’ εὐδαίμων ἐνεργείᾳ σπουδαῖος. ἔστιν οὖν τὸ εὐδαιμονεῖν ζωὴ ἐνεργὸς τῶν καλῶν πράξεων, αἵ εἰσιν ἡδεῖαι καθ’ αὑτάς. φύσει γάρ εἰσιν ἡδέα πάντα τὰ καλὰ τὰ κατ’ ἀρετήν· οὐ μόνον δ’ εἰσὶν ἡδέα τὰ κατ’ ἀρετὴν ἀλλὰ καὶ τὰ οἰκεῖα, κἂν μὴ ὦσι σπουδαῖα. ὁ γὰρ φαῦλος λόγος καὶ τὸ φαῦλον ποίημα, καίπερ τοιαῦτα ὄντα, ὅμως ἡδέα εἰσὶ τῷ
10ποιήσαντι φαύλῳ ποιητῇ καὶ τῷ γράψαντι φαύλῳ ῥήτορι. ὥστε καὶ τῷ εὐδαίμονι τὰ οἰκεῖα ἔργα διχῶς εἰσιν ἡδέα καὶ ὡς οἰκεῖα καὶ ὡς σπου‐ δαῖα, αἱ δ’ ἐνέργεια αὐτοῦ αἱ αὐταί εἰσι ταῖς τοῦ φίλου ἐνεργείαις. ὥστε τῷ εὐδαίμονι καὶ αἱ τοῦ φίλου ἐνέργειαι καὶ τὰ ἔργα ἐπίσης τοῖς οἰκείοις εἰσὶν ἡδέα. ἄμφω γάρ, φησίν, ἔχουσι τὰ τῇ φύσει ἡδέα, τουτέστιν
15ἀμφότερα καὶ τὰ τοῦ εὐδαίμονος ἔργα καὶ τὰ τοῦ φίλου φύσει εἰσὶν ἡδέα. δεήσεται ἄρα ὁ εὐδαίμων καὶ μακάριος φίλου τοιούτου, ἵνα τὰς ἐκείνου βλέπων πράξεις τὰς οἰκείας ὁρᾷ.
18nΟἴονται δὲ δεῖν ἡδέως τὸν εὐδαίμονα ζῆν.
19Καὶ διὰ τούτου τὸ προκείμενον συνάγει λέγων, πάντες τὴν τοῦ εὐδαί‐
20μονος ζωὴν ἡδεῖαν εἶναι λέγουσι καὶ πιστεύουσιν ὥσπερ ἄθλιον καὶ ἐλεεινὸν τὸν ἐν λύπαις ὄντα· τοιοῦτος δ’ ὁ κακοδαιμονέστατος, ὥστε ἂν ἡ τούτου ζωὴ λυπηρά, ἡ τοῦ εὐδαίμονος ἡδεῖα. ἡ δὲ τοῦ εὐδαίμονος ζωή, ᾗ εὐ‐ δαίμων, ἡ κατ’ ἀρετὴν ἐνέργειά ἐστι, τὸ δὲ κατ’ ἀρετὴν ἐνεργεῖν ταὐτόν ἐστι τῷ ἡδέως ἐνεργεῖν, ὥστε ἡ τοῦ εὐδαίμονος ζωή, ᾗ εὐδαίμων, τὸ
25ἡδέως ἐνεργεῖν ἐστιν. εἰ δὲ τοῦτο ἐνεργεῖ συνεχῶς, καὶ ἡσθήσεται· ἐν‐ δελεχῶς δὲ ἐνεργεῖν μονώτῃ ὄντι χαλεπόν ἐστι. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ μονώτῃ δ’ ὄντι χαλεπὸς ὁ βίος. λέγει γὰρ βίον τὰς ἐνεργείας καὶ πράξεις. δεῖ δὲ προσυπακούειν τὸ συνεχής, ἵν’ ᾖ τὸ πλῆρες, χαλεπὸς ὁ συνεχὴς βίος· χαλεπὸν οὖν τῷ ὄντι μονώτην ὄντα συνεχῶς ἐνεργεῖν,
30μετὰ ἑτέρου δὲ ῥᾴδιον. εἰ οὖν τὸ συνεχῶς ἥδεσθαι τὰς καλλίστας τῶν ἡδονῶν κρεῖττον τοῦ μὴ συνεχῶς, τὸ δὲ ἥδεσθαι ἐν τῷ ἐνεργεῖν καὶ πράττειν ἐστί, καὶ τὸ συνεχῶς ἄρα ἥδεσθαι ἐν τῷ συνεχῶς πράττειν καὶ ἐνεργεῖν ἐστι. μονώτῃ δ’ ὄντι χαλεπὸν συνεχῶς ἐνεργεῖν. δεῖται ἄρα
φίλου, ἵνα συνεχῶς ἐνεργῶν συνεχῶς ἥδηται. καὶ εἴη ἂν ἡ συναγωγὴ512

513

τοῦ λόγου τοιαύτη· † οὗ χωρὶς ἀδύνατον συνεχῶς ἥδεσθαι, διότι ἀδύνα‐ τον καὶ χωρὶς φίλου συνεχῶς ἐνεργεῖν. εἰ δέ τις λέγει, ὅτι ψεῦδος τὸ ἀδύνατον, τό γε χαλεπὸν πάντως ἀληθὲς εἶναι φήσειε. δεῖται τοίνυν ὁ εὐ‐ δαίμων φίλων πρὸς τὰς συνεχεῖς ἐνεργείας. ἀνακινοῦσι γὰρ καὶ ἀνεγείρου‐
5σιν ἀλλήλους πρὸς ταῦτα οἱ σπουδαῖοι καὶ πολλῷ προθυμοτέρους ποιοῦσιν. ἃ μὲν οὖν βούλεται λέγειν ταῦτά ἐστι· κατὰ δὲ τὴν λέξιν τὴν ὃ δεῖ περὶ τὸν μακάριον εἶναι τοιοῦτόν ἐστι, τὸ συνεχῶς καὶ μὴ ἐκ διαλείμ‐ ματος τὰ ἐπιεικῆ πράττειν δεῖ τῷ μακαρίῳ ὑπάρχειν· οὕτω γὰρ ἔσται μᾶλλον ὅμοιος θεῷ. οἷς οὖν χαίρει, κρεῖττον συνεχῶς πράττειν ταῦτα.
10χαίρει δὲ ταῖς καλαῖς πράξεσι, ταῖς δ’ ἐναντίαις δυσχεραίνει· ὥσπερ καὶ ὁ μουσικὸς τοῖς καλοῖς μέλεσι· ταῦτα δ’ ἐστὶ τὰ ἐναρμόνια καὶ σύντονα, τοῖς δ’ ἀναρμόστοις λυπεῖται. διά τε δὴ οὖν ταῦτα φίλων δεῖται καὶ διὰ τὸ γίνεσθαι συνάσκησιν καὶ συγγυμνασίαν καὶ ἔτι παράθηξιν τῆς ἀρετῆς τοῖς ἀγαθοῖς ἐκ τοῦ συζῆν· οὐ γὰρ οὕτως καθ’ αὑτόν τις περί τι γυμ‐
15νάζεσθαι καὶ ἐπιδιδόναι δύναται ὡς μετ’ ἄλλων.
16nΦυσικώτερον δὲ ἐπισκοποῦσιν ἔοικεν ὁ σπουδαῖος
17nφίλος τῷ σπουδαίῳ τῇ φύσει αἱρετὸς εἶναι.
18 Αἱ προειρημέναι ἐπιχειρήσεις ἦσαν ἀπὸ τῆς τοῦ εὐδαίμονος ᾗ εὐδαί‐ μων φύσεως· ὃς εὐδαίμων οὐ φύσει ἐστίν. οὐδεὶς γὰρ σπουδαῖος φύσει
20ἐστὶ σπουδαῖος, ὥσπερ οὐδ’ ἰατρὸς ἢ γραμματικὸς φύσει ἰατρὸς ἢ γραμμα‐ τικός ἐστιν. ἀλλ’ ὁ μὲν σπουδαῖος γίνεται τοιοῦτος ἔθει καὶ πόνῳ, ὁ δ’ ἰατρὸς μαθήσει καὶ ἐμπειρίᾳ. ἡ δὲ παροῦσα ἐπιχείρησις ὁρμᾶται ἐκ τοῦ ζῆν ἡμᾶς καὶ αἰσθάνεσθαι, ἃ δὴ τὸ ζῆν καὶ αἰσθάνεσθαι οὐκ ἔθει καὶ συνασκήσει ἐπιγέγονεν ἡμῖν, φύσει δὲ πρόσεστιν ἡμῖν. διὰ τοῦτο εἶπε
25φυσικώτερον δ’ ἐπισκοποῦσιν, ὡς εἰ ἔλεγε, πρότερον μὲν ἐσκοπούμην καὶ ἐπεχείρουν οὐκ ἐκ τῶν φύσει ἡμῖν προσόντων, νῦν δ’ ἐκ τῶν τοιούτων ἐπισκοπούμενοι φυσικώτερον ἂν διαλεγοίμεθα. σκοπούμενοι γὰρ τὰ φύσει ἡμῖν προσόντα εὑρίσκομεν ὅτι ὁ σπουδαῖος φίλος φύσει αἱρετός ἐστι τῷ σπουδαίῳ, ὡς καὶ τὸ εἶναι καὶ ζῆν καὶ ὁρᾶν καὶ φρονεῖν. φύσει γὰρ
30ἕκαστον τούτων αἱρούμεθα· φύσει γὰρ ὀρεγόμεθα πάντες καὶ ζῆν καὶ αἰσθάνεσθαι καὶ φρονεῖν. τὸ γὰρ τῇ φύσει ἀγαθὸν εἴρηται ὅτι τῷ σπου‐ δαίῳ ἀγαθὸν καὶ ἡδύ ἐστι καθ’ αὑτό. εἴρηται καὶ πρότερον ὅτι τὸ εἶναι καὶ ζῆν ἀγαθὸν ὂν αἱρετόν ἐστι τῷ σπουδαίῳ. τὰ γὰρ καθ’ αὑτὰ ἀγαθὰ φύσει ὄντα ἀγαθὰ τῷ σπουδαίῳ αἱρετά ἐστι· τὸ δ’ εἶναι καὶ ζῆν φύσει
35καὶ καθ’ αὑτὸ ἀγαθόν ἐστιν· αἱρετὸν ἄρα τῷ σπουδαίῳ τὸ τοιοῦτον. ἔστι δὲ καὶ ὁ φίλος παραπλήσιος τῷ εἶναι ἡμᾶς καὶ ζῆν, οἷον γὰρ ζωή τις τοῦ
φίλου ὁ ἀγαθός ἐστι φίλος ὥστε φύσει αἱρετὸς ὁ σπουδαῖος φίλος τῷ513

514

σπουδαίῳ καὶ εὐγνώμονι. ἔστι δ’ ὁ σπουδαῖος φίλος τρόπον τινὰ οὐχ ἡ καθ’ ἕξιν ζωὴ καὶ αἴσθησις τοῦ φίλου ἀλλ’ ἡ κατ’ ἐνέργειαν, εἴπερ σὺν αὐτῷ μάλιστα ἐνεργεῖ. τὸ δὲ ζῆν ὁρίζονται τοῖς ζῴοις δυνάμει αἰσθήσεως. εἴρηται καὶ πρότερον ὅτι τὸ ζῆν ἀγαθὸν ὂν αἱρετόν ἐστι τῷ
5σπουδαίῳ· καὶ νῦν τὸ αὐτὸ λέγει καὶ κατασκευάζει, ἵνα διὰ τούτου δείξῃ, ὅτι φύσει αἱρετός ἐστιν ὁ σπουδαῖος φίλος τῷ εὐδαίμονι. πάνυ δὲ ἀσαφῶς ἀπαγγέλλει ταῦτα. ὃ δὲ λέγει τοιοῦτον ἂν εἴη. τῆς τῶν ζῴων ζωῆς ἡ οὐσία καὶ τὸ εἶναί ἐστιν ἐν τῷ δύνασθαι αἰσθάνεσθαι· ἔστι γὰρ ἡ ζῴων ζωὴ δύναμις αἰσθητική. ἡ μὲν γὰρ τῶν φυτῶν ζωὴ δύναμίς ἐστι τρέφουσα
10τὰ ἔχοντα καὶ ποιοῦσα γεννᾶν ὅμοια ἑαυτοῖς· ἡ δὲ τῶν ζῴων δύναμις αἰσθητική. τὸ γὰρ ζῷον τοῦ ζῶντος, ὡς ἐν τῇ Περὶ ψυχῆς εἴρηται, δια‐ φέρει αἰσθήσει. ζῆν μὲν γὰρ λέγεται τὰ ἐξ ἑαυτῶν τρεφόμενα καὶ γεννῶντα ὅμοια ἑαυτοῖς, ζῷα δὲ λέγεται τὰ πρὸς τῷ τρέφεσθαι καὶ γεννᾶν ὅμοια καὶ αἴσθησιν ἔχοντα τῶν ἡδόντων καὶ λυπούντων, ὃ οὐχ ὑπάρχει
15τοῖς φυτοῖς. οὐδὲν γὰρ αὐτῶν τυπτόμενον λυπεῖται ἢ θεραπευόμενον ἥδεται. ὁρίζεται δή φησι, τουτέστιν ὁρισμὸς καὶ λόγος 〈οὐσιώδησ〉 τῆς τοῦ ζῴου ζωῆς ἐστι δύναμις γνωστικὴ τῶν ἡδέων καὶ λυπηρῶν, ὅπερ ἐστὶ δύναμις αἰσθητικὴ καὶ διαγνωστικὴ τῶν ἡδόντων καὶ λυπούντων. τοῖς δὲ ἀνθρώ‐ ποις τὸ ζῆν ὁρίζεται τῷ τε αἰσθάνεσθαι δύνασθαι καὶ τῷ δύνασθαι νοεῖν,
20τουτέστιν βουλεύεσθαι. τὸ γὰρ νοεῖν ἀντὶ τοῦ βουλεύεσθαι εἴρηται. μόνος γὰρ ὁ ἄνθρωπός ἐστι ζῷον βουλευτικόν. δύναται τὸ 〈ὁρίζεται〉 εἰρῆσθαι ἀντὶ τοῦ χαρακτηρίζεται καὶ γνωρίζεται. ὁρίζεται οὖν τῷ δύνασθαι νοεῖν. τὴν δὲ δύναμιν ἔχουσι διὰ τὸ ἐνεργεῖν. τὸ γὰρ κύριον ἐν τῇ ἐνεργεί. λέγει δὲ κύριον τὸ τέλος καὶ τὸ οὗ ἕνεκα. τῆς γὰρ ἐνεργείας ἕνεκα ἡ
25φύσις τὰς δυνάμεις ἡμῖν ἐνέσπειρε καὶ ταύτης ἕνεκα περιέπομεν καὶ ἀσπα‐ ζόμεθα ταύτας. τοῦ γὰρ ὁρᾶν ἕνεκα καὶ τοῦ ἀκούειν τὴν ὅρασιν καὶ τὴν ἀκουστικὴν δύναμιν ἀγαπῶμεν. εἰ οὖν τὸ ζῆν ἡμῖν ἐστιν ἐν τῷ δύνασθαι αἰσθάνεσθαι καὶ νοεῖν, τὸ δὲ δύνασθαι αἰσθάνεσθαι καὶ νοεῖν ἔχομεν παρὰ τοῦ δημιουργοῦ διὰ τὸ ἐνεργεῖν, ἔοικε τὸ ζῆν κυρίως εἶναι ἡ κατ’ ἐνέρ‐
30γειαν αἴσθησις καὶ νόησις καὶ ζῆν καὶ πολιτεύεσθαι καὶ πράττειν ἢ κατ’ αἴσθησιν καὶ τὰς ἀλόγους ὀρέξεις, ὡς οἱ φαῦλοι βοσκημάτων δίκην ζῶντες, ἢ κατὰ νοῦν ὡς οἱ σπουδαῖοι. ἀλλὰ μὴν τὸ ζῆν καὶ μάλιστα ὡς οἱ σπου‐ δαῖοι τῶν καθ’ αὑτὸ ἀγαθῶν καὶ ἡδέων. καὶ τὸ ζῆν ἄρα καὶ κατ’ ἀρε‐ τὴν ἐνεργεῖν καθ’ αὑτὸ ἀγαθὸν καὶ ἡδὺ καὶ αἱρετόν. ταῦτα εἰπὼν ἔδει
35αὐτὸν ἐπαγαγεῖν, τοῦτο δὲ συνεχῶς γινόμενον μᾶλλον ἀγαθὸν καὶ μᾶλλον ἡδύ ἐστι. τοῦτο δὲ ποιεῖν μονώτην ὄντα, λέγω δὴ συνεχῶς πράττειν μονώτην ὄντα, χαλεπόν. δεῖται ἄρα ὁ εὐδαίμων φίλου, ἵνα συνεχῶς ἐνεργῇ,
τουτέστιν ἵνα ἐνδελεχῶς ἐνεργείᾳ ᾖ αἰσθητικὸς καὶ διανοητικός. τοῦτο γὰρ514

515

κρεῖττον τοῦ δυνάμει, εἴπερ αἱ δυνάμεις, ὡς εἴρηται, χάριν τῶν ἐνεργειῶν. εἰ οὖν τὴν κατ’ ἐνέργειαν αἴσθησιν φύσει ἢ αἱρούμενοι ἀσπαζόμεθα, αὕτη δὲ καὶ τὸ κατ’ ἐνέργειαν βούλεσθαι καὶ πράττειν μάλιστα σὺν τῷ φίλῳ σύνεισιν ἡμῖν, ὁ φίλος ἄρα φύσει αἱρετός ἐστι τῷ σπουδαίῳ. ταῦτ’ οὖν
5ἔδει ἐπαγαγεῖν. ὁ δὲ μὴ ἐπενεγκών, καίτοι πρὸς τοῦτο βλέπων καὶ τοῦτο βουλόμενος συμπεράνασθαι, εἶπε τὰ εἰρημένα 〈καὶ〉 ἀσάφειαν πολλὴν πεποίη‐ κεν. ἔτι ἐπεὶ ἥδιστον τὸ ἑαυτὸν εἰδέναι, αὐτοὶ δὲ αὑτοὺς ἐξ ἡμῶν αὐτῶν οὐ δυνάμεθα θεᾶσθαι (δῆλον δὲ τοῦτο ἐξ ὧν καθ’ ἑκάστην λέγομεν· ἐπιτι‐ μῶμεν γὰρ ἀλλήλους λέγοντες “εἰ ἐθεώρεις αὑτόν, εἰ ἐγίνωσκες αὑτόν, οὐκ
10ἂν κατηγορεῖν ἤθελες τούτου, οὐκ ἂν τοιαῦτα ἔλεγες κατὰ τῶν πέλας”), εἰ δὴ ἡδὺ τὸ γινώσκειν καὶ βλέπειν ἑαυτούς, τοῦτο δὲ ἐξ ἑαυτῶν οὐ δυνάμεθα ποιεῖν, ἔστι δὲ ὁ φίλος ἄλλος ὁ φιλούμενος, δεῖται φίλου ὁ εὐδαίμων, ἵνα ὥσπερ οἱ εἰς τὸ κάτοπτρον ἐνατενίζοντες ἑαυτοὺς ὁρῶσιν, οὕτω καὶ ὁ εὐ‐ δαίμων εἰς τὸν φίλον ἀποβλέπων ἑαυτὸν ὁρᾷ καὶ γνωρίζει οἷός ἐστι, ὅτι
15ἀγαθὸς καὶ ἐράσμιος, καὶ τοῦτον ὁρῶν καὶ γινώσκων ἔτι μᾶλλον πράξει τὰ καλὰ καὶ βέλτιστα. ὅτι δὲ ὁ σπουδαῖος φίλος ἄλλος ὁ φιλῶν ἐστι, πιστεύο‐ μεν ἐκ τῶν ὁσημέραι. ἂν γάρ τις σφόδρα φιλῇ τινα, οὐδὲν ἄλλο λέγει περὶ ἐκείνου ἢ ὅτι ‘οὗτος ἄλλος ἐγώ, καὶ οὗτος ἐγώ εἰμι, καὶ ὁ φιλῶν ἢ ὑβρίζων αὐτὸν ἐμὲ φιλεῖ ἢ ἐμὲ ὑβρίζει.‘ εἰπὼν δὲ ὅτι τὸ δὲ ζῆν τῶν
20καθ’ αὑτὸ ἀγαθῶν καὶ ἡδέων, δεικνὺς ὅτι μὴ πᾶσαν ζωὴν ἐνέργειαν καὶ ἡδεῖαν καὶ ἀγαθὴν λέγει ἀλλὰ τὴν κατ’ ἀρετήν, ἐπήγαγεν ὡρισμένον γάρ. τὸ δ’ ὡρισμένον τῆς τοῦ ἀγαθοῦ φύσεως. ἴσμεν δὲ ὅτι οἱ Πυθαγόρειοι δύο συστοιχίας ἐποίουν καὶ τὰ μὲν ἀγαθὰ πάντα ἔταττον ὑπὸ τὴν μίαν, τὰ δὲ κακὰ ὑπὸ τὴν λοιπήν. καὶ ἐκάλουν ἐν ᾗ ὑπῆγον τὰ καλὰ
25ὡρισμένην, ἐν ᾗ δὲ τὰ κακὰ ἀόριστον, καὶ ἀντιστρέφειν ἔλεγον τὰ καλὰ καὶ ὡρισμένα. εἴ τι γὰρ ἀγαθὸν ὡρισμένον καὶ εἴ τι ὡρισμένον ἀγαθόν, ὁμοίως καὶ τὰ κακὰ καὶ ἀόριστα. πᾶν γὰρ κακὸν ἀόριστον καὶ πᾶν ἀόριστον κακόν. καὶ εἴρηται περὶ τῶν συστοιχιῶν τούτων ἐν τῇ Φυσικῇ ἀκροάσει καὶ ἐν τῇ Μετὰ τὰ φυσικά. ὅτι δὲ τὸ κατ’ ἀρετὴν ὡρισμένον, ἐν πολλοῖς τῷ
30Ἀριστοτέλει καὶ Πλάτωνι δέδεικται. ὁ μὲν γὰρ φαῦλος διὰ τὰς ἀλογίστους ὀρέξεις, αἷς ἕπεται, καὶ τὴν ἀπέραντον ἐπιθυμίαν τῶν φαύλων ἡδονῶν ἀορίστως ζῇ, παντοῖος γινόμενος, μηδενὶ ὧν πράττει ἀρεσκόμενος, καὶ διὰ τοῦτο ἀπὸ ἄλλων ἐπ’ ἄλλα μεταπηδῶν, ἐν οὐδεμιᾷ ὥρᾳ ἐπί τινος τοῦ αὐτοῦ ἱστάμενος. τὰ γὰρ φαῦλα καὶ αἱ ἀπ’ αὐτῶν ἡδοναὶ τοιαῦτα. λέγω
35δὲ τοιαῦτα, ἤτοι οὐκ ἀρεστὰ οὐδὲ ὄντως ἡδέα, ἀλλ’ ἅμα τε ἐπράχθη καὶ ἅμα ἀηδῆ καὶ λυπηρὰ τοῖς πράξασιν ἔδοξε. διὸ καὶ ἐπ’ ἄλλα ἔρχονται
ζητοῦντες τὸ ὄντως ἡδύ, εὑρεῖν δ’ οὐ δυνάμενοι διὰ τὴν ἄγνοιαν τὴν ἀπὸ515

516

τῆς μέθης τῶν φαύλων πράξεων ἐπιγινομένην αὐτοῖς. ὁ δὲ σπουδαῖος (βλέπει γὰρ ὀρθά) τὰ ὄντως ἀγαθὰ καὶ ὄντως ἡδέα διώκων καὶ πράττων αὐτοῖς ἐμμένει. ὡς γὰρ τὸ μὲν ἀληθὲς ὡρισμένον ἐστί, τὸ δὲ ψεῦδος ἀόριστον (ἁπλοῦς γὰρ ὁ μῦθος τῆς ἀληθείας, ποικίλος δὲ καὶ πολυσύνθετος
5ὁ τοῦ ψεύδους), οὕτω καὶ τὸ ὄντως ἀγαθὸν καὶ ὄντως ἡδὺ ἁπλοῦν ἐστι, τοὐναντίον δ’ ἅπαν τὸ ψεῦδος. εἰπὼν δὲ ὅτι τὸ ζῆν τῶν καθ’ αὑτὸ ἀγα‐ θῶν καὶ ἡδέων ἐστίν, ἐπήγαγε τὸ δὲ τῇ φύσει ἀγαθὸν καὶ τῷ ἐπι‐ εικεῖ ἀγαθόν ἐστι καὶ ἡδύ. αἱρήσεται ἄρα ὁ ἀγαθὸς τὸ ζῆν, τὸ κατ’ ἐνέργειαν δηλονότι, ὥστε καὶ φίλον ἔχειν μεθ’ οὗ συνεχῶς μᾶλλον ἐνερ‐
10γεῖν δύναται ἤπερ μόνος ὤν. οὐ δεῖ δὲ λαμβάνειν μοχθηρὰν ζωὴν καὶ διεφθαρμένην. δῆλον διὰ τούτου πεποίηκεν, ὁπηνίκα ἔλεγεν ὅτι τὸ ζῆν τῶν καθ’ αὑτὸ ἀγαθῶν καὶ ἡδέων. ὡρισμένον γὰρ ὡς οὐ περὶ πάσης ζωῆς ἔλεγεν ἀλλὰ τῆς τῶν σπουδαίων. οὐ δεῖ, φησίν, ὑπολαμβάνειν, ὅταν λέγω, ὅτι ἡ ζωὴ τῶν καθ’ αὑτὸ ἀγαθῶν καὶ ἡδέων ἐστί, περὶ πάσης
15ζωῆς ἐμὲ τοῦτο λέγειν, ἀλλὰ τῆς τῶν σπουδαίων. αἱ γὰρ τῶν φαύλων ἢ τῶν τροχιζομένων καὶ Πριαμικαῖς πιεζομένων συμφοραῖς οὔθ’ ἡδεῖαι οὔτε καλαί. ἐπαγγέλλεται δὲ ἐρεῖν περὶ τῆς τῶν μοχθηρῶν καὶ τῆς τῶν ἐν λύπαις καὶ κακώσεσιν ὄντων ζωῆς, καὶ ἐρεῖ ἐν τῷ ἐφεξῆς βιβλίῳ, ἔνθα περὶ ἡδονῆς λέγει.
20nΕἰ δ’ αὐτὸ τὸ ζῆν ἀγαθὸν καὶ ἡδ· ἔοικε δὲ καὶ ἐκ
21nτοῦ πάντας ὀρέγεσθαι αὐτοῦ καὶ μάλιστα τοὺς ἐπιεικεῖς.
22 Διὰ τῆς προσθήκης ταύτης ᾐνίξατο, ὅτι κυρίως ἀγαθὴν καὶ ἡδεῖαν ζωὴν τὴν μετ’ ἀρετῆς λέγει· καὶ γὰρ καὶ οἱ φαῦλοι φύσει ταύτην ὀρέ‐ γονται καὶ ταύτην μεταδιώκουσι. πᾶς γὰρ νοῦς, ὡς ἐν τῷ Ζ εἶπε
25τῆς παρούσης πραγματείας, τὸ οἰκεῖον φύσει ὀρέγεται ἀγαθὸν καὶ τοῦτο ἐπιζητεῖ, ὥστε καὶ οἱ φαῦλοι· κακῶς δὲ τραφέντες περιπίπτουσι ταῖς μοχθηραῖς καὶ φαύλαις ζωαῖς ὡς καλαῖς. οὐ γὰρ δύνανται διακρῖναι τοῦ καλοῦ τὸ κακὸν κακῶς ἔχοντες. ἔστι δὲ τοῦ λόγου ἡ ἀπόδοσις ἐν τῷ ὡς δὲ πρὸς ἑαυτὸν ἔχει ὁ σπουδαῖος, καὶ πρὸς τὸν φίλον· ἕτερος
30γὰρ αὐτὸς ὁ φίλος ἐστίν. ὃ δὲ λέγει τοιοῦτον ἂν εἴη· ὁ τοῦ εὐδαίμονος φίλος ἕτερος αὐτός ἐστιν ὁ εὐδαίμων, ὥστε καὶ ἡ ζωὴ τοῦ φίλου αὐτοῦ ἑτέρα αὐτή ἐστι τῆς τοῦ εὐδαίμονος ζωῆς. αἱρεῖται δὲ ὁ εὐδαίμων καὶ πάνυ θέλει τὴν οἰκείαν ἔχειν ζωήν· πᾶς γὰρ ὀρέγεται φύσει εἶναι καὶ ζῆν, ὥστε φύσει φίλον ἔχειν αἱρεῖται. ὥσπερ γὰρ πρὸς ἑαυτὸν ἔχει, οὕτω καὶ
35πρὸς τὸν φίλον· ἄλλος γάρ ἐστιν αὐτὸς ὁ φίλος. καὶ εἴη ἂν ὁ συλλογι‐ σμὸς τοιοῦτος· ὁ εὐδαίμων φύσει αἱρεῖται καὶ ὀρέγεται ἔχειν τὴν οἰκείαν ζωήν· ἀλλὰ μὴν ἡ τοῦ φίλου ζωὴ αὐτός ἐστιν ὁ φίλος, ὁ εὐδαίμων ἄρα
φύσει αἱρεῖται καὶ ὀρέγεται ἔχειν μεθ’ ἑαυτοῦ τὸν σπουδαῖον φίλον. ἡ516

517

μὲν διάνοια τῶν λεγομένων αὕτη, ἡ δὲ λέξις ὧδε ἂν ἔχοι. εἰ τὸ ζῆν αὐτὸ ἀγαθὸν καὶ ἡδύ, καὶ διὰ τοῦτο αἱρετόν ἐστιν. αἱρεῖται γὰρ ὁ σπου‐ δαῖος καὶ ζῆν καὶ αἰσθάνεσθαι καὶ νοεῖν, ὅτι αἰσθάνεται καὶ ὅτι ζῇ καὶ ὅτι νοεῖ. οὐδεὶς γὰρ βούλεται ζῆν καὶ αἰσθάνεσθαι ἀναισθήτως ἔχων, ὅτι
5ζῇ ἢ ὅτι αἰσθάνεται. φυτὸν γὰρ ἂν εἴη, ὅπερ ζῇ, ὅτι δὲ ζῇ, οὐκ οἶδεν. εἰ οὖν τὸ ζῆν καὶ αἰσθάνεσθαι ὅτι ζῇ καὶ αἰσθάνεται ἡδὺ καὶ καλόν ἐστι, ὡς δὲ πρὸς ἑαυτὸν ἔχει, οὕτω καὶ πρὸς τὸν φίλον, φύσει αἱρεῖται παρεῖναι φίλον αὐτῷ, ὅπως αἰσθάνηται καὶ ὅπερ ἐστὶ καὶ ὅτι εὐδαίμων ἐστίν. αἰσθανόμενος γὰρ ὅτι καὶ ἔστι καὶ ὅτι τοιόσδε φίλος ἑαυτὸν νοεῖ καὶ ὅτι
10ζῇ καὶ ἔστιν εὐδαίμων. τοιοῦτος γάρ, ὡς εἴρηται, ὁ φίλος τοῦ εὐδαίμονος οἷος ὁ εὐδαίμων ἐστίν.
12nδ’ ὁρῶν ὅτι ὁρᾷ αἰσθάνεται καὶ ὁ ἀκούων ὅτι
13nἀκούει καὶ ὁ βαδίζων ὅτι βαδίζει καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.
14Τὸ νοοῦν καὶ κρῖνον, ὅταν ὁρῶμεν καὶ νοῶμεν, ὅτι τε ὁρῶμεν καὶ
15ὅτι νοοῦμεν, τὸ προσεκτικὸν καλούμενον μέρος, μέρος ἐστὶ τῆς λογικῆς ψυχῆς καὶ τὸ οἷον κέντρον αὐτῆς. τοῦτο γάρ ἐστι τὸ ἐπικρῖνον, ὅτι ὁρῶμεν, ὅτε ὁρῶμεν καὶ διανοούμεθα [καὶ] ὅτε διανοούμεθα καὶ βαδίζομεν καὶ γρά‐ φομεν ὅταν βαδίζωμεν καὶ ὅταν γράφωμεν. τὸ δ’ αἰσθανοίμεθα ἂν ὅτι αἰσθανόμεθα καὶ νοοῖμεν ὅτι νοοῦμεν ταὐτόν ἐστι τῷ οὐ γὰρ ἀναι‐
20σθήτως οὐδ’ ἀνεννοήτως ἔχομεν ὅταν νοῶμεν καὶ αἰσθανώμεθα, ὅτι νοοῦμεν καὶ αἰσθανόμεθα, ἀλλ’ αἰσθανόμενοι καὶ νοοῦντες συναισθανόμεθα καὶ συνε‐ πινοοῦμεν ὅτι αἰσθανόμεθα καὶ ὅτι νοοῦμεν, ταυτὶ δὲ οὐδὲν ἕτερόν ἐστιν ἢ ὅτι ἐσμέν. ὁ γὰρ συναισθανόμενος ὅτι αἰσθάνεται οὐδὲν ἄλλο κρίνει καὶ ἐπαισθάνεται ἢ ὅτι ζῇ, καὶ ἔστιν ὡσαύτως καὶ ὁ συννοῶν ὅτι νοεῖ,
25τοῦτο νοεῖ, ὅτι ἐπειδὴ νοεῖ ζῇ καὶ οὐ τέθνηκεν οὐδὲ μὴ ὄν ἐστιν ἀλλ’ ὄν τι, οἷον ζῷον τοιονδί. ταῦτα δὲ ἐδήλωσε διὰ τοῦ εἰπεῖν τὸ δ’ ὅτι αἰσθα‐ νόμεθα ἢ νοοῦμεν ὅτι ἐσμέν· καὶ δεῖ ὑποστίζειν εἰς τὸ ὅτι νοοῦμεν, εἶτα ἐπάγειν τὸ ὅτι ἐσμέν. τὸ δ’ αἰσθάνεσθαί φησιν ἡμᾶς, ὡς αἰσθανό‐ μεθα καὶ νοεῖν, ὅτι νοοῦμεν, αἰσθάνεσθαι καὶ νοεῖν ἐστιν, ὅτι ἐσμὲν ἢ
30ὅτι ἐσμὲν καὶ τῶν ὄντων ἐσμέν. συνήγαγε τοίνυν διὰ μέσου τοῦ αἰσθά‐ νεσθαι, ὅτι ἀγαθόν ἐστι τὸ εἶναι καὶ ζῆν. οὕτως ἀγαθόν ἐστι τὸ αἰσθά‐ νεσθαι καὶ νοεῖν ὅτι αἰσθανόμεθα καὶ νοοῦμεν· τοῦτο δὲ ζῆν ἐστι καὶ εἶναι· ἀγαθὸν ἄρα τὸ ζῆν καὶ εἶναι καὶ ἡδὺ καὶ αἱρετόν ἐστι. κυρίως δὲ ζῆν καὶ εἶναί ἐστι τὸ κατ’ ἀρετὴν ζῆν· τὸ συνεχῶς κατ’ αὐτὴν ζῆν καὶ
35τὸ κατ’ ἀρετὴν ἐνεργεῖν ἔτι μᾶλλον ἡδύ ἐστι καὶ μᾶλλον ἀγαθόν. δύναται δ’ ὁ σπουδαῖος ῥᾷον μετὰ φίλου συνεχῶς ζῆν κατ’ ἀρετὴν καὶ συνεχῶς
ἐνεργεῖν ἢ μονώτης ὤν· ὁ σπουδαῖος ἄρα φίλος συνεργεῖ περὶ τὸ συνεχῶς517

518

ἐνεργεῖν καὶ πράττειν τὰ κάλλιστα. ὁ δὲ πρὸς τοῦτο συνεργῶν αἱρετός ἐστιν· ὁ σπουδαῖος ἄρα φίλος αἱρετός ἐστι τῷ εὐδαίμονι. δεῖται ἄρα ὁ εὐδαίμων φίλου. τὸ γὰρ εἶναι ἦν αἰσθάνεσθαι ἢ νοεῖν, ἐπειδὴ ἡ κατ’ ἐνέργειαν ζωὴ ἡ αὐτή ἐστι τῇ κατ’ ἐνέργειαν αἰσθήσει καὶ ἡ κατ’
5ἐνέργειαν αἴσθησις τῇ κατ’ ἐνέργειαν ζωῇ. οὐ γὰρ πᾶσαν ζωὴν οὐδὲ πᾶν ὂν λαμβάνει ἀλλὰ τὴν σπουδαίου. ἐπειδὴ ταῦτά εἰσιν, ἀντιστρέφοντα λαμ‐ βάνων λέγει τὸ εἶναι ἡμᾶς οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ αἰσθάνεσθαι καὶ νοεῖν. εἰ δὴ τὸ εἶναι ἡμῶν ταὐτόν ἐστι τῷ αἰσθάνεσθαι καὶ νοεῖν, ἀλλὰ καὶ ἀντι‐ στρέφοντες ἀληθεύομεν, ὅτι τὸ αἰσθάνεσθαι καὶ νοεῖν ὅτι αἰσθανόμεθα καὶ
10νοοῦμεν ταὐτόν ἐστι τῷ εἶναι ἡμᾶς καὶ ζῆν, τὸ δ’ αἰσθάνεσθαι ὅτι ζῶμεν ἀγαθὸν καὶ ἡδύ, καθ’ αὑτὸ ἄρα τὸ εἶναι καὶ ζῆν ἀγαθὸν καὶ ἡδύ. εἰπὼν δὲ ὅτι φύσει ἀγαθὸν ἡ ζω, δεικνὺς ὅτι ἀγαθὴν ζωὴν τὴν κατ’ ἀρετὴν λέγει, ἐπήγαγεν· τὸ δ’ ἀγαθὸν ὑπάρχειν ἐν ἑαυτῷ αἰσθάνεσθαι ἡδ, τουτέστιν ἡδύτατόν ἐστι τὸ αἰσθάνεσθαι, ὅτι ἡ ἐν αὐτῷ ζωὴ πρᾶξίς
15ἐστι καὶ θεωρία τῶν ὄντων. τοιοῦτοι γὰρ οἱ σπουδαῖοι πρακτικοὶ τῶν καλῶν καὶ θεωρητικοὶ τῶν ὄντων. ἐπεὶ τοίνυν τὸ ἀγαθὸν καὶ ἡδὺ αἱρετόν, ἡ δὲ τοῦ σπουδαίου ζωὴ ἀγαθὴ καὶ ἡδεῖα, ἡ τοῦ σπουδαίου ἄρα ζωὴ αἱρετή· τὸ ζῆν ἄρα τῷ σπουδαίῳ αἱρετόν. εἰπὼν δὲ ὅτι τὸ εἶναι, ἤτοι ἡ ζωή, τῶν σπουδαίων ἀγαθόν ἐστι καὶ ἡδύ, 〈σαφηνίζων πῶς ἐστιν ἡδύ,〉
20ἐπήγαγε συναισθανόμενοι γὰρ τοῦ καθ’ αὑτὸ καλοῦ καὶ ἀγαθοῦ ἥδονται. λέγει δὲ καθ’ αὑτὸ ἀγαθὸν τὴν τοιάνδε ζωὴν τὴν πράξει καὶ θεωρίᾳ συνοῦσαν. αἰσθανόμενοι γὰρ οἱ σπουδαῖοι καὶ νοοῦντες συναισθά‐ νονται καὶ συνεπινοοῦσι τὴν οἰκείαν ζωήν, ὅτι ἀρίστη καὶ καλλίστη ἐστί· καὶ τοῦτο νοοῦντες ἥδονται.
25nὩς δὲ πρὸς ἑαυτὸν ἔχει ὁ σπουδαῖος, καὶ πρὸς τὸν φίλον.
26nἕτερος γὰρ αὐτὸς ὁ φίλος ἐστίν.
27 Ἐνταῦθα ἡ ἀπόδοσις, ὡς εἴρηται, τῶν προκειμένων ῥητῶν. λέγει δέ, ἵνα συνάψαντες ἐκείνοις εἴποιμεν, τὸ ζῆν τῷ εὐδαίμονι, ὡς εἴρηται, ἀγαθὸν καὶ ἡδὺ καὶ αἱρετόν ἐστι. φύσει γὰρ αἱρεῖται ὁ εὐδαίμων καὶ πᾶς ὁ σπουδαῖος
30καὶ εἶναι καὶ ζῆν. ὡς δὲ πρὸς ἑαυτὸν ἔχει, καὶ πρὸς τὸν φίλον οὕτως· ἄλλος γὰρ αὐτός ἐστιν ὁ φίλος. αἱρετὸν ἄρα φύσει ὁ σπουδαῖος φίλος τῷ εὐδαίμονι. αἰσθανόμενος γὰρ καὶ νοῶν τὴν τοῦ σπουδαίου ζωὴν τὴν οἰκείαν συνεννοεῖ, ἡδὺ δὲ τοῦτο καὶ αἱρετόν· ἡδὺς ἄρα καὶ ὁ σπουδαῖος καὶ αἱρετός, ὃν ὁρῶντες ἢ νοοῦντες συνθεωροῦμεν καὶ συννοοῦμεν αὑτούς.
35αἱρήσεται ἄρα καὶ σπεύσει φύσει ὁ εὐδαίμων ἔχειν φίλον. ἡ μὲν τῶν
προκειμένων ῥητῶν πάντων συνέχεια τοιαύτη. τὰ δ’ ἄλλα μεταξὺ παρ‐518

519

ενεβλήθη διδάσκοντα, ὅτι τὸ εἶναι ἡμῶν ἐν σώματι ὄντων ἐστὶ τὸ ζῆν καὶ αἰσθάνεσθαι καὶ νοεῖν, ὅτι ζῶμεν καὶ αἰσθανόμεθα καὶ νοοῦμεν καὶ ὅτι τὸ ἀληθῶς εἶναι καὶ ζῆν ἐστι τὸ κατ’ ἀρετὴν πολιτεύεσθαι, ὅπερ καὶ ἡδὺ καὶ αἱρετὸν ὑπάρχει. εἰ δὲ ἡδὺ καὶ αἱρετὸν τὸ αἰσθάνεσθαι, ὅτι ἐσμὲν
5καὶ ζῶμεν, αἱρετὸν ἄρα καὶ ἡδὺ καὶ τὸ συναισθάνεσθαι, ὅτι ζῇ καὶ ἔστιν ὁ φίλος. τοῦτο δὲ γένοιτ’ ἂν συζῶντος τοῦ φίλου καὶ συγκοινωνοῦντος λόγων καὶ πράξεων. ἡδὺ ἄρα καὶ αἱρετὸν τῷ εὐδαίμονι τὸ συνεῖναι φίλον αὐτῷ καὶ συζῆν μετ’ αὐτοῦ. καὶ ἡ μὲν τῶν λεγομένων διάνοια αὕτη· τὰ δὲ κατὰ λέξιν τοιάδε ἂν εἴη. καθάπερ ἑκάστῳ αἱρετόν ἐστι τὸ εἶναι, οὕτω
10καὶ τὸν φίλον. ἐπήγαγεν ἢ παραπλησίως, τουτέστι παραπλήσιος καὶ ὁμοιοτάτη ἐστὶν ἡ τοῦ φίλου ζωὴ τῇ ἑαυτοῦ βιοτῇ. πᾶς δὲ πάντα τὸν ὅμοιον φύσει καὶ μάλιστα ὁ σπουδαῖος τὸν σπουδαῖον ἀγαπᾷ καὶ συζῆν βούλεται. φύσει ἧλιξ ἥλικα τέρπει καὶ κολοιὸς παρὰ κολοιὸν ἱζάνει. ὁ σπουδαῖος τοίνυν ἡδύς ἐστι τῷ σπουδαίῳ καὶ χαίρει συζῆν αὐτῷ καὶ
15συνδιάγειν μετ’ αὑτοῦ. εἰπὼν δὲ ὅτι ἑκάστῳ τῶν σπουδαίων ἡδὺ τὸ εἶναι καὶ αἱρετόν ἐστι, διὰ τί ἡδὺ καὶ αἱρετὸν λέγει. τὸ δ’ εἶναι αἱρετὸν διὰ τὸ αἰσθάνεσθαι ἑαυτοῦ ἀγαθοῦ ὄντος, ὥστε καὶ ἡ συναίσθησις τῆς τοῦ φίλου ἀγαθότητος ἡδεῖα καὶ αἱρετή ἐστιν αὐτῷ. γένοιτο δ’ ἂν αὐτῷ ἡ τοιαύτη συναίσθησις ἐκ τοῦ συζῆν καὶ κοινωνεῖν λόγων τούτων τῶν προφορικῶν
20καὶ διανοίας τῶν διὰ τῶν τοιούτων λόγων σημαινομένων νοημάτων. ἐπὶ μὲν γὰρ τῶν ἀλόγων ζῴων, φησί, τὸ συζῆν ἐστι τὸ νέμεσθαι ἐν τῷ αὐτῷ τόπῳ, ἐπὶ δὲ τῶν ἀνθρώπων τὸ κοινωνεῖν τῶν ἀρίστων καὶ καλλίστων πράξεων καὶ λόγων καὶ διανοημάτων.
24nρ’ οὖν ὡς πλείστους φίλους ποιητέον, ἢ καθάπερ ἐπὶ
25nξενίας ἐμμελῶς εἰρῆσθαι δοκεῖ τὸ μήτε πολύξεινος μήτε ἄξει‐
26nνος καλεοίμην” καὶ ἐπὶ τῆς φιλίας ἁρμόσει.
27 Δείξας ὅτι χρῄζει φίλων ὁ εὐδαίμων ἀπορεῖ, ἆρα δεῖ λίαν πολλῶν φίλων αὐτῷ καὶ ἀπορήσας εὐθὺς ἐπήγαγε τὴν λύσιν εἰπών, ἢ καθάπερ ἐπὶ ξενίας ἐμμελῶς εἰρῆσθαι δοκε. ἔστι δὲ τὸ ἐμμελῶς ταὐτὸν τῷ
30ἁρμοζόντως. ξένους δ’ ἐκάλουν οἱ παλαιοὶ τοὺς ὀθνείους ξενοδοχοῦντας ἐν ταῖς ἀποδημίαις 〈καὶ〉 ξενοδοχουμένους ὑπ’ ἀλλήλων. ὥσπερ οὖν, φησίν, οὐ δεῖ πλείστους ξένους ἔχειν οὕτως οὐδὲ φίλους. ὡς γὰρ τὸ ἄξενον καὶ πολύξενον φευκτόν, οὕτω καὶ τὸ ἄφιλον καὶ πολύφιλον οὐκ ἐπαινετόν. καὶ
λέγει διὰ τί οὐκ ἔστι χρήσιμον ἡ πολυφιλία οὐδενὶ τῶν τῆς φιλίας εἰδῶν.519

520

οὔτε τοῖς διὰ τὸ χρήσιμον φιλοῦσι συμφέρον ἐστὶν ἡ πολυφιλία οὔτε τοῖς διὰ τὸ ἡδὺ οὔτε τοῖς διὰ τὸ ἦθος καὶ τὴν ἀρετήν· τοῖς μὲν διὰ τὸ χρή‐ σιμον, ὅτι χαλεπὸν ἕνα ὄντα ἀνθυπηρετεῖν καὶ τοσαῦτα καὶ τοιαῦτα ἀντευ‐ ποιεῖν, ὅσα καὶ οἷα εὖ πέπονθε πρὸς πολλῶν· χαλεπὸν γάρ ἐστιν ἕνα
5πολλοῖς ἀνθυπηρετεῖν. ἀναγκαῖον δέ ἐστιν ἀντευποιεῖν· εἰ γὰρ μὴ ἀντευ‐ ποιήσει, λυθείη ἂν ἡ φιλία· διὰ γὰρ τὸ ἀντευποιεῖν καὶ ἀντιπάσχειν φι‐ λοῦσι. τοῖς μὲν δὴ πρὸς χρῆσιν καὶ πάνυ δόξειεν ἁρμόζειν τὸ λεχθέν. λεχθὲν λέγει τὸ μὴ ἔχειν φίλους πολλούς. ἁρμόσει γὰρ καὶ τοῖς διὰ τὸ ἡδὺ καὶ ἦθος φιλοῦσι μὴ ὡς πλείστους ἔχειν φίλους· ἀλλὰ
10μάλιστα τὸ λεχθὲν ἁρμόζει τοῖς διὰ τὸ χρήσιμον. βίος γὰρ ἑνὸς καὶ περιουσία οὐχ ἱκανὴ οὕτω πολλοῖς ὑπηρετεῖν καὶ μάλισθ’ ὅτι πρὸς τῷ περιέργους εἶναι τοὺς τοιούτους καὶ ἐμπόδιοί εἰσι πρὸς τὸ καλῶς ζῆν, ἤτοι δίχα πολλοῦ καὶ ὄχλου καὶ θορύβου· πολὺν γὰρ ἔχει θόρυβον τὸ πολλοῖς ἀνθυπηρετεῖν. ὅτι δὲ οἱ διὰ τὸ χρήσιμον φιλοῦντες περίεργοί εἰσι δῆλον·
15περισκοποῦσι γὰρ καὶ περισκέπτονται ἀεὶ τὴν ἀντευποιΐαν, πότερον ἴσα τυγχάνει τὰ ἀντιδιδόμενα ἢ μείζονα ἢ ἐλάττονα· κἂν μὲν ἐλάττονα, λύσουσι τὴν φιλίαν, ἂν δ’ ἴσα, οὐ λύσουσι μὲν μέμφονται δὲ λέγοντες ‘τίς ἡ χάρις, ὅτι ὅσον ἔλαβε τοσοῦτον ἀντέδωκε‘; μεῖζον δὲ διδοὺς τάχιον ἐπιλείψουσιν αὐτῷ τὰ ὑπάρχοντα. ἀνάγκη γὰρ τὸν πλείονα ἀντιδιδόντα, ὧν λαμβάνει,
20ταχὺ ἐπιλιπεῖν τὰ προσόντα. ὁμοίως δὲ οὐδὲ τῶν πρὸς ἡδονὴν δεῖ ὡς πλείστων· ἀρκοῦσι γὰρ πρὸς ταύτην καὶ δύο ἢ τρεῖς. ὥσπερ γὰρ καὶ ἐν τῇ τροφῇ τὸ ἅλας, τοῦτο γὰρ εἶπεν ἥδυσμα, τὸ ὀλίγον ἡδύνει τὴν τροφήν, τὸ δὲ πολὺ ἀηδῆ ταύτην ἀποτελεῖ καὶ ἄβρωτον, οὕτως καὶ οἱ τὴν ἡδονὴν ἐμποιοῦντες ἀηδίας μᾶλλον, οὐχ ἡδονῆς εἰσι ποιητικοί.
25nΤοὺς δὲ σπουδαίους πότερον πλείστους κατ’ ἀριθμόν,
26nἢ ἔστι τι μέτρον φιλικοῦ πλήθους;
27 Καὶ ἐνταῦθα τὸ ἢ ἔστι μέτρον φιλικοῦ πλήθους ὡς λύσις ἐπῆκται· ἐρωτήσας γὰρ περὶ τῶν σπουδαίων, εἰ δεῖ τοὺς τοιούτους ἔτι
30πλείστους ἔχειν φίλους κατ’ ἀριθμόν, ἀπεκρίθη λέγων ἢ ἔστι μέτρον φιλικοῦ πλήθους ὥσπερ καὶ πόλεως; ὡς γὰρ πόλις οὔτε ἐκ δέκα ἀν‐ δρῶν οἷόν τε γενέσθαι (παντὶ γὰρ τῷ βουλομένῳ ἐκ τοσούτων οὖσα ἔσται ἁλώσιμος καὶ δούλη) οὔτε ἐξ εἴκοσι μυριάδων, δι’ ἃς αὐτὸς ἐν ταῖς Πολι‐ τείαις λέγει αἰτίας. εἰπὼν δὲ ὅτι οὔτε ἐκ δέκα ἀνδρῶν οὔτε ἐκ δέκα μυ‐
35ριάδων, ἤτοι χιλιάδων ἑκατόν, δύναται συστῆναι πλῆθος, ὡς οὐδὲ πλοῖον520

521

ὤφθη ἐν ταῖς Πολιτείαις ἀπὸ πεντήκοντα σταδίων, ἐπήγαγε τὸ δὲ ποσὸν οὐκ ἔστιν ἴσως ὡρισμένον, ἀλλὰ πᾶν τὸ μεταξύ τινων ὡρισμένων. ὃ δὲ λέγει ἔστι τὸ ὡρισμένως εἰπεῖν, ὅτι ἡ πόλις ἔστω ἀπὸ χιλιάδων ὀκτὼ ἢ πέντε ἤ τινος ἄλλου ὡρισμένου ἀριθμοῦ, δύσκολόν ἐστιν. ῥητέον
5δὲ ὅτι ἡ πόλις ἔστω ἐκ τῶν μεταξὺ ὁρισθέντων τῶν ἄκρων. τοῦτο δέ, ὡς ἐν ταῖς Πολιτείαις εἴρηκε, τοιοῦτόν ἐστι· δεῖ, φησὶν ἐκεῖ, ἰδεῖν τοὺς πολιτικοὺς καὶ τὸ κύριον τῆς πόλεως τὴν τῆς πόλεως εἴσοδον ὅση τίς ἐστι καὶ οἵα, καὶ τὴν χώραν, ἧς ἄρχει ἡ πόλις, πόσους δύναται τρέφειν καὶ πόσων καὶ οἵων δεῖται στρατιωτῶν εἰς τὴν φυλακὴν τῆς χώρας· καὶ εὑ‐
10ρόντας ὅτι οἱ τοσοίδε πολλοί εἰσιν, οἱ δὲ τοσοίδε ὀλίγοι, καὶ ὁρίσαντας τὸ πολὺ πλῆθος καὶ τὸ ὀλίγον τοῖς δέκα καὶ τοῖς δυσὶ καὶ λαβόντας ὡς ἄκρα τὰ δέκα καὶ δύο ἐκ τῶν μεταξὺ τῶν δέκα καὶ δύο λαμβάνειν ἐκεῖνο τὸ πλῆθος, ὃ δύναται καὶ τὴν χώραν φυλάττειν καὶ ὑπὸ τῆς χώρας τρέ‐ φεσθαι. τοῦτο δὴ ποιητέον καὶ ἐπὶ τῶν γεωργῶν καὶ ἐπὶ τῶν λοιπῶν,
15οἷον ἀγοραίων καὶ τῶν ὁμοίων. ὡς ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῶν φίλων ἔστι τι πλῆθος ὡρισμένον, καὶ τοῦτο δεῖ ζητεῖν, τὸ τοιοῦτον πλῆθος τῶν φίλων μεθ’ οὗ δύναται συζῆν μετὰ ῥᾳστώνης καὶ δίχα θορύβων τινῶν· μεθ’ ὧν δ’ οὐ δύναται οὑτωσὶ συζῆν, οὗτοι πλείους εἰσὶ τοῦ δέοντος· ὥστε φευκτέον τὸν τοσοῦτον τῶν φίλων ἀριθμόν.
20nὍτι δ’ οὐχ οἷόν τε πολλοῖς συζῆν καὶ διανέμειν ἑαυ‐
21nτόν, οὐκ ἄδηλον.
22 Ὃ λέγει πᾶσι δῆλόν ἐστιν· εἰ γὰρ ὁ μὲν τῶν φίλων ἔθος ἔχει ἔξω τοῦ ἄστεος καθ’ ἑκάστην φοιτᾶν, ὁ δὲ συνδιάγειν μετὰ τῶν ἐχόντων τὰς ἀρχὰς τῆς πόλεως, ὁ δὲ μετὰ τῶν γυμναζομένων συγγυμνάζεσθαι καὶ ὁ
25μὲν τόδε, ὁ δὲ τόδε τι ποιεῖν, πῶς οἷόν τε τὸν αὐτὸν καὶ ἕνα ἐν τῇ αὐτῇ καὶ μιᾷ ὥρᾳ ἢ καὶ ἡμέρᾳ πᾶσι συμπαρεῖναι καὶ συμπράττειν; τὸ μὲν οὖν μηδενὶ συνεῖναι ἄτοπον καὶ ἄφιλον, τὸ δὲ τούτῳ μὲν συνεῖναι, τοῖς δ’ ἄλλοις μὴ καταφρονήσεως δόξαν ἐμποιήσει. πάντας δὲ πάλιν τοὺς πολλοὺς τὸ αὐτὸ παντελῶς ποιεῖν καὶ πράττειν, ὡς εἶναι πάντας ἓν κατ’ αὐτὸ τοῦτο,
30καθὸ ἕν ἐστιν ἐκεῖνο ὃ ποιοῦσιν ἢ πράττουσι καὶ διὰ τοῦτο δύνασθαι λέ‐ γειν, ὅτι δυνατόν ἐστι, μετὰ πάντων ἅμα συνεῖναι· καθὸ γὰρ τὸ αὐτὸ πράτ‐ τουσι κατὰ τήνδε τὴν ὥραν, κατὰ τοῦτο ἅμα εἰσὶ καὶ μὴ ἅμα ὄντες· τὸ οὖν πάντας πολλοὺς ὄντας τὸ αὐτὸ πράττειν ἀμήχανον· δύο μὲν γὰρ ὄντας καὶ τρεῖς ἐνδεχόμενόν ἐστι τὸ αὐτὸ ἐργάζεσθαι, εἴκοσι δὲ εἰ τύχοι ὄντων
35ἀδύνατον. ἀλλὰ καὶ εἰ τοῦ αὐτοῦ φίλοι καὶ ἀλλήλοις εἰσὶ φίλοι, εἰσὶ δ’521

522

εἴκοσι φίλοι τοῦ Σωκράτους καὶ ἀλλήλοις ἀνάγκη φίλους εἶναι· τοῦτο δὲ ἐργωδέστατον. πάλιν ἐπεὶ φίλοι εἰσὶ τοῦ Σωκράτους, τὸν δὲ σπουδαῖον φίλον (περὶ γὰρ τῶν σπουδαίων ἐστὶν ὁ λόγος) δεῖ συνδιάγειν καὶ συνδιημερεύειν μετὰ τοῦ φίλου, ἀνάγκη τοὺς εἴκοσι συνδιημερεύειν τῷ Σωκράτει· ὥστε καὶ
5ἀλλήλοις. πῶς οὖν ἔσται τοῦτο μὴ ὄντων ἀλλήλοις φίλων; ἀλλὰ τοῦτο ἓν τῶν χαλεπωτάτων ἐστίν, ἔτι δὲ χαλεπώτερον μᾶλλον δ’ ἀδύνατον τὸ συγχαίρειν μετὰ τῶν χαιρόντων καὶ συλλυπεῖσθαι μετὰ τῶν λυπουμένων. εἰ γὰρ ὁδὶ ἅμα μὲν κλαίει, ὁδὶ δὲ γελᾷ, πῶς ἐστι δυνατὸν γελᾶν ἅμα καὶ δακρύειν; καὶ εἰ ὁ μὲν φέρει τὸν υἱὸν τεθνηκότα, ὁ δὲ γάμον ἐκτελεῖ
10τῆς θυγατρὸς ἐν τῇ αὐτῇ ἀμφότεροι ὥρᾳ ἢ καὶ ἡμέρᾳ, πῶς ἐνδέχεται χαίρειν ἅμα καὶ λυπεῖσθαι; ταῦτ’ εἰπὼν καὶ ἐνδειξάμενος, ὅτι πλείους ἑνὸς οὐ δύναται φίλους ἔχειν ὁ σπουδαῖος, σκληρὸν ἐπιγνοὺς ὂν τὸ δόγμα, ἐπὶ τὸ σαῖνον τραπείς, τὴν μὲν πολυφιλίαν λέγει φεύγειν δεῖ, τοσούτους δ’ αἱρεῖσθαι ὅσοις ἂν δυνήσηται συζῆν. τοσοῦτοι δ’ ἂν εἶεν οἷον τρεῖς,
15πλείους γὰρ ἔχειν ἴσως οὐκ εὐπετές. ἀδύνατον γάρ ἐστι πολλοὺς ἔχειν φίλους· ὡς γὰρ οἱ ποταμοὶ πολλὰς σχίσεις καὶ κατατομὰς λαμβάνοντες λεπτοὶ καὶ ἀσθενεῖς ῥέουσιν, οὕτω καὶ ἡ φιλία εἰς πολλοὺς μεριζομένη ἐξαμαυροῦται. ὥσπερ γάρ, φησί, πολλῶν ἐρᾶν ἀδύνατον (ὑπερβολὴ γὰρ φιλίας ὁ ἔρως ἐστίν), οὕτως οὐδὲ πολλοὺς σφόδρα φιλεῖν ἐνδέχεται. τὰ
20μὲν οὖν λεγόμενα τοιαῦτα, κατὰ δὲ τὴν λέξιν τὴν πλείονα οὖσαν τοῦτο δὲ πρὸς ἕνα περὶ τοῦ ἐρᾶν εἶπε. τὸ μὲν γὰρ ἐρᾶν πρὸς ἕνα ἐστί, τὸ δὲ σφόδρα φιλεῖν πρὸς ὀλίγους.
23nΟὕτω δ’ ἔοικεν ἔχειν καὶ ἐπὶ τῶν πραγμάτων. οὐ γὰρ
24nγίνονται φίλοι πολλοὶ κατὰ τὴν ἑταιρικήν.
25 Εἰπὼν ὅτι πρὸς ἕνα γίνεται (ὑπερβολὴ γὰρ φιλίας ὁ ἔρως ἐστί, τὸ δ’ ὑπερβάλλον πρὸς πολλοὺς ἐξαδυνατεῖ γίνεσθαι), πιστοῦται τοῦτο καὶ ἀπὸ τῆς ἱστορίας. τῶν γὰρ ἀνυμνουμένων ἑταιρικῶν φιλιῶν ἑκάστη ἐν δυσὶν εὑρίσκεται γεγονυῖα, ἡ τοῦ Ἀχιλλέως καὶ Πατρόκλου, ἡ τοῦ Πυλάδου καὶ Ὀρέστου, ἡ τοῦ Θησέως καὶ Πειρίθου, οἱ δὲ πολύφιλοι καὶ πᾶσιν οἰκείως
30ἐντυγχάνοντες οὐδενὶ δοκοῦσιν εἶναι φίλοι διὰ τὸ μὴ ἐνδέχεσθαι πολλοῖς εἶναί τινα σφόδρα φίλον. ὁ πολύφιλος καὶ πᾶσιν ἡδέως προσερχόμενος καὶ κεχαρισμένως προσομιλῶν, εἰ καὶ φιλικῶς ἐντυγχάνει, οὐ δοκεῖ φιλεῖν αὐτοὺς οὐδὲ φίλος ἐκείνοις εἶναι οὐδὲ τῶν σφόδρα φιλούντων ὑπάρχειν διὰ τὸ μὴ ἐνδέχεσθαι, καθάπερ εἴρηται, τὸν αὐτὸν καὶ ἕνα σφόδρα πολλοὺς
35φιλεῖν. πολιτικῶς μὲν οὖν, φησίν, ἐνδέχεται τὸν αὐτὸν πολλοὺς φιλεῖν,
κατὰ δὲ τὴν κυρίως φιλίαν, ἥτις ὁρίζεται τῷ σφοδρῷ καὶ ἐπιτεταμένῳ,522

523

οὐκ ἐνδέχεται. τὸ πολιτικῶς δ’ ἐστὶ τὸ μὴ ἀπαρέσκεσθαι, οἷς λέγουσιν οἱ προσομιλοῦντες μηδ’ ἐναντιοῦσθαι τοῖς λόγοις αὐτῶν ἢ ταῖς πράξεσιν ἀλλ’ ἀποδέχεσθαι καὶ αἰνεῖν καὶ τοὺς λόγους καὶ τὰς πράξεις· οὓς καὶ ἀρέσκους καλοῦσι διότι πᾶσιν ἀρέσκονται ἢ πᾶσι δοκοῦσιν ἀρέσκεσθαι. ἀλλὰ κἂν
5μὴ ἄρεσκός ἐστιν, ἐπιεικὴς δέ (λέγει νῦν ἐπιεικῆ τὸν μέτριον καὶ χαρί‐ εντα τὸ ἦθος), ἐνδέχεται καὶ τοῦτον πολλοῖς εἶναι φίλον. διαφέρει δ’ οὗτος τοῦ ἀρέσκου, ὅτι οὐκ ἐξ ἀνάγκης ὁ ἄρεσκος καὶ ἐπιεικής ἐστιν. ἕτερον δὲ ὅτι ὁ μὲν ἄρεσκος ἐπαινεῖν καὶ θαυμάζειν φαίνεται τὰς πράξεις καὶ τοὺς λόγους, οἷς ἀρέσκεσθαι δοκεῖ, ὁ δὲ ἐπιεικὴς οὐχ οὕτως. οὔτε γὰρ
10ἐπαινεῖ οὔτε ψέγει 〈ἀλλ’ ἐν τῷ μέσῳ ἐστί.〉 πολιτικῶς μὲν οὖν ἐνδέχεται πρὸς πολλοὺς φίλον εἶναι, δι’ ἀρετὴν δὲ καὶ ἦθος οὐκ ἐνδέχεται· διότι καὶ χαλεπόν ἐστι πολλοῖς ἐντυχεῖν σπουδαίοις· πρὸς δὲ τοὺς μὴ ὄντας οὐκ ἂν εἴη φιλία.
14nΠότερον οὖν ἐν εὐτυχίαις φίλων μᾶλλον δεῖ ἢ ἐν
15nδυστυχίαις.
16 Ὃ μὲν ἀπορεῖ, πάνυ σαφές ἐστιν. ὁμοίως γὰρ οἱ ἐν ἀπορίαις καὶ οἱ ἐν εὐπορίαις φίλων δέονται, οἱ μὲν γὰρ ἀποροῦντες δι’ ἐπικουρίαν καὶ βοή‐ θειαν καὶ ἀποτροπὴν τῆς ἀτυχίας, οἱ δ’ εὐτυχοῦντες δέονται μεθ’ ὧν συμβιώσονται, δι’ ἃς ἤδη πεπαύμεθα λέγοντες αἰτίας, καὶ οὓς εὖ δράσουσι.
20βούλονται γὰρ σπουδαῖοι ὄντες εὖ δρᾶν. κάλλιον δὲ τῶν ὀθνείων τοὺς φίλους εὖ ποιεῖν· καὶ εἴρηται καὶ τούτου τὸ αἴτιον. πλὴν ἀναγκαιότερος ὁ φίλος ἐν ταῖς ἀτυχίαις· ἐν ταύταις γὰρ χρεία χρημάτων. ἔστι δ’ ὁ σπου‐ δαῖος φίλος ἐν ἅπαντι καιρῷ, μάλιστα δ’ ἐν ταῖς ἀτυχίαις χρήσιμος καὶ ἡδύς· κάλλιον δ’ ὑπάρχειν ἐν ταῖς εὐτυχίαις φίλον καὶ ἡδύτερον· καὶ
25εἴρηται καὶ τούτου τὸ αἴτιον, ῥηθήσεται δὲ καὶ αὖθις καὶ διὰ τὸ εἶναι τὸν σπουδαῖον φίλον ἡδύν. οἱ εὐτυχοῦντες καὶ κατὰ φύσιν ζῶντες (πολλοὺς γὰρ ἡ εὐτυχία εἰς ὑπερηφάνειαν καὶ ἀλαζονείαν καὶ ὕβριν τῶν προστυχόν‐ των ἐκτραχηλίζει) τοὺς ἐπιεικεῖς φίλους ζητοῦσιν ἔχειν. αἱρετώτερον γὰρ τούτους εὐεργετεῖν καὶ μετὰ τοιούτων συνδιάγειν ἢ φαύλους καὶ μετὰ φαύλων·
30ἔστι γὰρ καὶ ἡ παρουσία αὕτη τῶν φίλων ἡδεῖα καὶ ἐν εὐτυχίαις καὶ ἐν δυστυχίαις· κουφίζονται γὰρ οἱ λυπούμενοι. διὰ τί μὲν ἡ τῶν φίλων παρουσία ἐν ταῖς δυστυχίαις ἡδεῖά ἐστι, διὰ τούτων λέγει. φθάνει γὰρ εἰρηκέναι, καὶ διὰ τί ἐν ταῖς εὐτυχίαις· εἶπε δὲ καὶ διὰ τί ἐν ταῖς δυστυ‐ χίαις, ἀλλὰ ἐλλιπέστερον. ἰστέον δὲ ὅτι ἃ λέγει νῦν, ἁρμόζει πᾶσι τοῖς
35τῆς φιλίας εἴδεσι. χρεία δή, φησί, τῶν φίλων ἐν ταῖς ἀτυχίαις, ὅτι βλέποντες αὐτοὺς οἱ δυστυχοῦντες κουφίζονται. ὡς γὰρ δύο πόνων, ὥς
φησιν Ἱπποκράτης, ἐν ταὐτῷ γινομένων, ὁ μείζων πόνος ἐκκρούει τὸν ἐλάτ‐523

524

τονα καὶ ἀνεπαίσθητον ποιεῖ, καὶ αὖ πάλιν δύο ἡδέων ὁρατῶν εἰ τύχοι ὄντων ἢ ἀκουστῶν ἢ τοῦ μὲν ὁρατοῦ τοῦ δὲ ἀκουστοῦ, τὸ μᾶλλον ἡδὺ ἕλκει πρὸς ἑαυτό, καταφρονεῖν ἀναγκάζον θατέρου, οὕτω καὶ ἡδέος ἅμα καὶ λυπηροῦ ὄντων, εἰ μὲν ἰσοσθενῆ τυγχάνουσιν, ἐν τῷ μέσῳ καθιστᾶσιν,
5εἰ δὲ τὸ μὲν ὑπερέχει τὸ δὲ ἐλλείπει, ἀνάλογον τῆς ὑπεροχῆς ἢ τῆς ἐλλεί‐ ψεως διατιθέασιν ἡμᾶς. κατάλληλον γὰρ τῇ τῶν αἰσθητῶν δυνάμει καὶ τὸ ἀπ’ αὐτῶν πρὸς ἡμᾶς ἐγγίνεται πάθος. ἐπεὶ οὖν ὁ φίλος ἥδιστον ἐκ‐ κρούων τὸ φιλοῦν, κουφίζει καὶ μετριώτερον φαίνεσθαι ποιεῖ συναλγεῖν καὶ πάντα λέγων καὶ πράττων καὶ ποιῶν ὁπόσα ἐπὶ τὸ εὔθυμον ἄγειν οἶδε τὸν
10λελυπημένον, κουφίζει δὲ τὴν λύπην καὶ ἀβαρῆ ποιεῖ ἡ τοῦ φίλου παρου‐ σία οὐχ ὡς ὁ τοὺς τέτταρας ἄρας μεδίμνους ἀπὸ τοῦ φέροντος αὐτούς, ἀλλ’ ὡς εἴρηται, ἐπειδὴ τὰ ἡδέα καὶ λυπηρὰ δρᾶν πέφυκεν εἰς ἡμᾶς, ἡ δὲ τοῦ φίλου παρουσία ἡδεῖα τυγχάνει, ἀμαυροῖ τὴν λύπην. τὰ γὰρ ἐναν‐ τία μιγνύμενα ἀμβλύνουσιν ἄλληλα, ὡς τὸ ζέον ὕδωρ τὸ ψυχρὸν ἐμβληθὲν
15ἐν αὐτῷ, ὥστε καὶ τῷ λυπηρῷ τὸ ἡδὺ προσελθὸν ἀσθενέστερον ποιήσει καὶ ἧττον ἐνοχλοῦν. ἐπεὶ δὲ ἐπὶ μὲν τῶν ἐναντίων ἀληθές ἐστι τοῦτο, οὐ δοκεῖ δὲ τῷ Πλάτωνι [ἐναντίῳ] ἐναντίον τὸ ἡδὺ τῷ λυπηρῷ, ἐπήγαγεν εἰ μὲν οὖν διὰ τὸ ἐναντίως ἔχειν πρὸς ἄλληλα τὸ ἡδὺ καὶ λυπηρὸν κου‐ φίζονται, ἢ καὶ δι’ ἄλλο τι, ἤτοι διὰ μέγεθος καὶ μικρότητα, ὡς καὶ ἐπὶ
20τῶν δύο πόνων εἶπεν ὁ Ἱπποκράτης, ἀφείσθω· οὐ γὰρ τοῦτο πρόκειται σκοπεῖν, ἀλλ’ ὅτι ἡ τοῦ φίλου παρουσία ἀναγκαία καθέστηκεν ἐν ταῖς ἀτυ‐ χίαις, ὅτι ἐπιδήλως κουφίζει τὰς τῶν δυστυχούντων λύπας.
23nἜοικε δ’ ἡ παρουσία μικτή τις αὐτῶν εἶναι.
24Ἡ τοῦ φίλου, φησί, παρουσία μικτὴ εἶναι δοκεῖ ἐξ ἡδονῆς καὶ λύπης,
25ὡς τὸ φαιὸν ἐκ λευκοῦ καὶ μέλανος· ἡδεῖα μὲν ὅτι τὸ ὁρᾶν τὸν φίλον ἡδὺ καὶ μάλιστα ἐν ταῖς ἀτυχίαις. γίνεται γὰρ ἐπικουρία πρὸς τὸ μὴ λυπεῖσθαι. παραμυθητικὸς γὰρ ὁ φίλος καὶ ὁρώμενος καὶ λαλῶν καὶ μάλιστα ἐὰν ᾖ ἐπιδέξιος, λέγων ἐπιδεξίους τοὺς εὐφυεῖς λέγειν τὰ προσήκοντα ἑκάστῳ καιρῷ. τοιοῦτοι δὲ μάλιστα οἱ σπουδαῖοι. οἶδε γάρ,
30φησί, τὸ ἦθος, ἤτοι ὁ σπουδαῖος τὸν ὅμοιον ἑαυτῷ, τίσιν ἥδεται καὶ τίσι λυ‐ πεῖται καὶ ὁποίοις ἀρέσκεται καὶ ἀπαρέσκεται, καὶ εἰδὼς λέγει καὶ πράττει, οἷς ἥδεται καὶ ῥᾳστωνεύεται. ἡδεῖα μὲν οὖν ἐστι διὰ ταῦτα ἡ τοῦ φίλου παρουσία, λυπηρὰ δὲ καθὸ γινώσκει τὸν φίλον συλλυπούμενον καὶ συναλ‐ γοῦντα. οὐδεὶς γὰρ εὐφρονῶν βούλεται λυπεῖν τὸν τυχόντα μήτοι γε φίλον,
35καὶ αἴτιος γίνεσθαί τινος αἰτίας. ἀλλὰ τίνος ἕνεκεν εἶπε τοῦτο, λέγω δὴ τὸ ὅτι μικτή ἐστιν ἡ τοῦ φίλου παρουσία; ἢ ἐπειδὴ εἶπεν, ὅτι κουφίζει,
ἀλλ’ οὐ τέλεον ἐκμοχλεύει καὶ παντάπασιν ἀφανίζει, διὰ τοῦτο ἐπήγαγε524

525

ταῦτα, ὡς εἰ ἔλεγε διὰ τοῦτο ‘οὐκ εἶπον, ὅτι ἄρδην ἀφανίζει καὶ τέλεον ἀναιρεῖ τὴν λύπην ἡ τοῦ φίλου παρουσία ἀλλὰ κουφίζει, διότι καὶ λυπεῖ τὸν φίλον γινώσκοντα ὅτι συλλυπεῖται καὶ συναλγεῖ.‘ τέλεον γὰρ ἂν ἦν ἡ τοῦ φίλου παρουσία ἀναιρετικὴ καὶ ἀφανιστικὴ τῆς τοῦ δυστυχοῦντος φίλου
5λύπης, εἰ ἄλυπος διετέλει ὁ φίλος προσελθών. ἐπεὶ δὲ οὐχ οὕτως ἔχει ἀλλὰ συλλυπεῖται καὶ συμπενθεῖ, κουφίζει μὲν ὡς ἡδύς, οὐκ ἀναιρεῖ δὲ τέλεον, ὡς λύπην ἐμποιῶν δι’ αὐτὸ τὸ συλλυπεῖσθαι. Εἰπὼν δὲ ὅτι οὐδεὶς βούλεται λυπεῖν τὸν φίλον, ἐπιφέρει καὶ διὰ τὸ φεύγειν καὶ μὴ θέλειν αἰτίους λύπης γενέσθαι τοῖς φίλοις οἱ ἀνδρώδεις τὴν
10φύσιν καὶ γενναίως φέροντες τὰς τύχας εὐλαβοῦνται τοὺς φίλους συλλυ‐ πεῖσθαι αὐτοῖς, καὶ διὰ ταύτην τὴν εὐλάβειαν χαίρειν προσποιοῦνται καὶ γελῶσι καὶ ὡς μηδέν τι λυπηρὸν πάσχοντες διάγουσι· καὶ ὅλως, φησίν, ἂν μὴ ὑπερτείνωσι τὴν ἀλυπίαν· λέγει δὲ ἀλυπίαν τὴν σφοδροτάτην καὶ ἐπιτε‐ ταμένην λύπην οὐχ ὑπομένειν, τουτέστι ὅτι τὸ αἴτιος γενέσθαι τοῖς φίλοις
15λύπης ὁ ἀτυχῶν οὐχ ὑπομένει οὐδ’ αἱρεῖται οὐδὲ βούλεται. διά τε γοῦν, ὡς εἴρηται, τὸ μὴ θέλειν ὁ ἀτυχῶν λυπεῖν τὸν φίλον, εὐλαβεῖται συλλυ‐ πούμενον ὁρᾶν αὐτοῦ καὶ διὰ τὸ μηδ’ αὐτὸν εἶναι θρηνητικόν. φαύλων γὰρ καὶ ἀγεννῶν τὸ καθάπερ γυναῖκα κλαίειν καὶ ἀποδύρεσθαι διὰ τὰς δυστυχίας ἀλλ’ οὐ σπουδαίων. καὶ διὰ τοῦτο συνθρήνους οὐ προσίενται.
20σύνθρηνος γάρ ἐστι ὁ θρηνοῦντι συνθρηνῶν. τῷ δὲ δυστυχοῦντι μὲν διὰ δὲ τὴν οἰκείαν ἀρετὴν γενναίως φέροντι τὴν τύχην καὶ μὴ θρηνοῦντι πῶς ἔσται ὁ συνθρηνῶν; ἢ ὁ οὕτως ἔχων πῶς προσήσεται τὸν θρηνοῦντα; γυ‐ ναικῶν γὰρ ἢ καὶ γυναικωδῶν ἀνδρῶν ἐστι τὸ ζητεῖν ἔχειν τοὺς συστενά‐ ζοντας καὶ συνθρηνοῦντας, οὓς γυναικώδεις οὐ μιμεῖσθαι χρή· ἀλλὰ καὶ
25εὐτυχοῦντας καὶ δυστυχοῦντας ἡμᾶς καὶ μέσως ἔχοντας πρὸς τοὺς βελτίονας ἀποβλέπειν χρὴ κἀκείνοις παρέπεσθαι. ἡ δὲ ἐν ταῖς εὐτυχίαις τῶν φίλων παρουσία τήν τε διαγωγὴν ἔχει· ἐν μὲν ταῖς ἀτυχίαις μικτή τίς ἐστιν, ὡς εἴρηται, ἡ τῶν φίλων παρουσία ἐξ ἡδονῆς καὶ λύπης, ἐν δὲ ταῖς εὐτυχίαις ἄκρατος καὶ καθαρὰ καὶ πάσης λύπης ἀμιγής· τήν τε γὰρ
30διαγωγήν, ἤτοι τὸ βάδισμα τὸ βλέμμα τὴν στάσιν τὴν καθέδραν τοὺς λόγους καὶ τὴν ἔννοιαν. ἐννοῶν γὰρ ὁ εὐτυχῶν, ὅτι ἡδονὴν ἐμποιεῖ τῷ φίλῳ διὰ τῶν προσόντων ἀγαθῶν ἑαυτῷ, χαίρει καὶ ἀγάλλεται. διὸ δόξειεν ἂν ἐν μὲν ταῖς εὐτυχίαις καλεῖν τοὺς φίλους, διότι δεῖ καὶ τῷ ὄντι πρεπωδέστατόν ἐστιν ἡμᾶς ἀνδρώδεις εἶναι καὶ μὴ γυναικώδεις, καὶ διὰ
35τὸ λυπηρὸν ὑπάρχειν τὸ λύπης αἰτίους γίνεσθαι ἡμᾶς τοῖς φίλοις. ἔνδοξόν ἐστι καὶ ἐντιμότατον εἰς μὲν τὰς εὐτυχίας καλεῖν τοὺς φίλους καὶ εὐεργετεῖν
(καλὸν γὰρ τὸ εὐεργετικὸν εἶναι), εἰς δὲ τὰς δυστυχίας καλεῖν ὀκνηρῶς ἔχειν.525

526

οὐ δεῖ γὰρ ἑκουσίως τοῖς φίλοις μεταδιδόναι τῶν οἰκείων κακῶν. εἰ γὰρ ὁ φίλος ἄλλος οἷος ὁ φιλῶν ἐστι καὶ ἃ βούλεται ἑαυτῷ παρεῖναι ταῦτα καὶ τῷ φίλῳ (τὰ ἀγαθὰ δὲ βούλεται ἑαυτῷ), τῶν ἀγαθῶν ἄρα καὶ τῷ φίλῳ μεταδιδόναι δεῖ καὶ οὐ τῶν ἀπὸ τῆς ἀτυχίας κακῶν· ὥστε οὐδὲ καλεῖν ἐν
5δυστυχίαις δόξειεν ἂν καλὸν εἶναι τοὺς φίλους.
6nὍθεν καὶ τὸ ἅλις ἐγὼ δυστυχῶν.
7nἘκ τοῦ μὴ δεῖν ἀναπιμπλάναι τῶν οἰκείων κακῶν τοῖς φίλοις μηδ’
8ὅλως λύπης ἡμᾶς αὐτοῖς αἰτίους γίνεσθαι καὶ τὸ τοῦ τραγῳδοῦ παροιμιῶδες γέγονε, τὸ “ἅλις ἐγὼ δυστυχῶν”, ἀρκεῖ τὸ ἐμὲ δυστυχεῖν καὶ οὐ δεῖ καὶ
10τὸν φίλον συνδυστυχεῖν ἢ συλλυπεῖσθαι. τί οὖν Ἀριστοτέλης; οὐδαμῶς ἐν ταῖς δυστυχίαις τοὺς φίλους καλέσομεν παραμυθησομένους καὶ ἀνακου‐ φίσοντας τὸ βαρὺ τῆς λύπης; ναί, φησί, παρακλητέον, οὐκ ἐν ἅπαντι δὲ καὶ τῷ τυχόντι καιρῷ ἀλλ’ ὅταν μέλλωσιν ὀλίγα μὲν ἐνοχληθῆναι μεγάλως δ’ ὠφελῆσαι. ὅταν δὲ μεγάλα μὲν λυπηθῆναι μέλλωσιν, ἡμᾶς δὲ μηδὲν
15ὀνήσειν ἀλλὰ καὶ μᾶλλον λυπήσειν (εἴρηται γὰρ ὅτι τὸ λυπούμενον διὰ τὴν ἡμῶν δυστυχίαν ὁρᾶν τὸν φίλον ἀνιαρόν ἐστιν), οὐ δεῖ καλεῖν. ἐν μὲν ταῖς εὐτυχίαις, καθάπερ εἴρηται, δεῖ καλεῖν τοὺς φίλους, ἐν δὲ ταῖς δυστυ‐ χίαις εὐλαβεῖσθαι καὶ ὑποστέλλεσθαι μή πως λάθωμεν αὐτοὺς λυπήσειν. ἡμᾶς μὲν οὖν οὕτω χρῆναι ποιεῖν, τοὺς δὲ φίλους ἔμπαλιν ἐν μὲν ταῖς
20κακοπραγίαις καὶ δυστυχίαις ἀκλήτους ἰέναι. καλὸν γὰρ τὸν εὖ πράττοντα φίλον 〈πρὸς τὸν ἐν δυστυχίαις ὄντα φίλον αὐτοῦ αὐθόρμητον ἰέναι καὶ ἐπι‐ κουρεῖν ὅση δύναμις (φίλου γὰρ ὄντως ἀληθοῦς ἐστι τὸ ἄκλητον βαδίζειν ἐπὶ τὸν κακῶς ἔχοντα φίλον〉) καὶ παντοίως θεραπεύειν καὶ μάλιστα τὸν ἐν χρείᾳ τυγχάνοντα καὶ δεόμενον πολλῶν ἤ τινων. ἄμφω γάρ, φησί, κάλλιον
25καὶ ἥδιον, τουτέστι τὰ δύο, ἤτοι τό τε εὖ ποιεῖν καὶ τὸ ἄκλητον ἰέναι κάλλιόν ἐστι καὶ ἥδιον τοῦ ἑνὸς τοῦ μετ’ ἀξιώσεως εὖ ποιεῖν. κατὰ μὲν οὖν τὰς δυστυχίας, ὡς λέγομεν ἀκλήτους ἰέναι δεῖ, ἐν δὲ ταῖς εὐτυ‐ χίαις πρὸς μὲν τὸ συμπονεῖν καὶ συνεργεῖν ἐν οἷς ἐστι τούτου χρεία (ἔστι γάρ ποτε κἂν ταῖς εὐημερίαις χρεία φίλων) καὶ ἀκλήτους ἰέναι καὶ παρα‐
30γίνεσθαι ταχέως, πρὸς δὲ τὸ συναπολαύειν τῶν τοῦ φίλου ἀγαθῶν καὶ συνευπαθεῖν σχολαιότερον. οὔτε γὰρ καλόν ἐστιν οὔτε φιλικὸν δοκεῖ εἶναι τὸ προθυμεῖσθαι παρὰ τῶν φίλων ὠφελείας πορίζεσθαι καὶ παρακερδαίνειν· κολάκων γὰρ τὸ τοιοῦτον ἢ καὶ ἀνελευθέρων ἀλλ’ οὐ φίλων. Δεῖ δὲ καὶ δόξαν ἀηδίας ἀπωθεῖσθαι καὶ ἀποπέμπεσθαι ἀφ’ ἡμῶν.
35εἰ γὰρ καὶ μὴ ἀηδές ἐστι τῷ φίλῳ τὸ συνεχέστερον ἡμᾶς ἐκείνῳ συνε‐526

527

σθίειν καὶ συναπολαύειν τῶν αὐτοῦ ἀγαθῶν, ὅμως ἡμᾶς εὐλαβεῖσθαι χρὴ καὶ ὑποστέλλεσθαι μήπως δόξωμεν ἀηδεῖς. ἐνίοτε γὰρ τῇ συνεχεῖ παρου‐ σίᾳ συμβαίνει κόρος καὶ ἀηδία. τὸ δὲ ἐνίοτε εἶπε διὰ τοὺς σπουδαίους καὶ λόγου καὶ θεωρίας κοινωνοῦντας. ἐν τούτοις γὰρ οὐδαμῶς οὐδέποτε
5κόρος προςγίνεται ἀλλὰ χαίρουσιν ἀεὶ συνεῖναι καὶ συνεχῶς συναπολαύειν τῶν ἑκάστοις καλῶν. ρ’ οὖν, ὥσπερ τοῖς ἐρῶσι τὸ ὁρᾶν ἀγαπη‐ τότατόν ἐστι καὶ μᾶλλον αἱροῦνται ταύτην τὴν αἴσθησιν. διὰ τούτων οἶμαι διδάσκει ποίοις ἔργοις καὶ ποίαις πράξεσι τῶν συζώντων ἕπε‐ ται ἀηδία καὶ ποίοις οὐχ ἕπεται· καὶ λέγει ἐκείνοις μηδεμίαν ἕπεσθαι ἀηδίαν
10καὶ ἀπαρέσκειαν, οἷς ἀμφότεροι ἀρέσκονται καὶ βούλονται συνεχῶς ἐνεργεῖν, οἷον εἰ ἀμφότεροι συγκυβεύειν βούλονται ἢ συμπίνειν καὶ τοῦτο βουλόμενοι συγκυβεύουσι καὶ συμπίνουσι, οὐδέποτε θάτερος θατέρῳ ἀηδὴς ἔσται. εἰ δὲ τῷ μέν ἐστι μᾶλλον τὸ κυβεύειν ἡδὺ τοῦ πίνειν, τῷ δὲ τὸ πίνειν τοῦ κυβεύειν, ἡ συνέχεια τῆς κυβείας ἀηδής ἐστι τῷ πότῃ καὶ ὁ συνεχῶς κυ‐
15βεύων τῷ συνεχῶς πίνοντι ἢ πίνειν συνεχῶς θέλοντι. εἰ δὲ ἀηδεῖς ἀλλή‐ λοις, συμβαίνει γίνεσθαι τοὺς μὴ τοῖς αὐτοῖς ἀρεσκομένους. οἱ δὲ σπουδαῖοι φίλοι τοῖς αὐτοῖς ἀεὶ χαίρουσι καὶ τοῖς αὐτοῖς ἀρέσκονται· οὐδέποτε ἀλλή‐ λοις οὗτοι ἀηδεῖς ἔσονται. ἃ μὲν βούλεται λέγειν, ταῦτά ἐστιν· ἐν δὲ τῇ λέξει τῇ ρ’ οὖν τὸ ἄρα οὐ περισπᾶν χρὴ ἀλλ’ ὀξύνειν. οὐ γὰρ ὡς
20ἐρωτῶν ἀλλ’ ὡς ἀποφαινόμενος ταῦτα λέγει, ὡς εἰ ἔλεγεν ἤδη τοίνυν δῆλόν ἐστιν ἀφ’ ὧν εἴπομεν, ὅτι ὥσπερ οἱ ἐρῶντες μᾶλλον ὁρᾶν βούλονται τὸν ἐρώμενον ἢ ἀκούειν περὶ ἐκείνου ὅπως ἔχει, ὡς κατὰ τὴν ὅρασιν μᾶλλον τοῦ ἔρωτος ὄντος ἢ κατὰ τὴν ἀκοήν, οὕτω καὶ τοῖς φίλοις αἱρετώτερόν ἐστι τὸ συνεῖναι καὶ συζῆν ἢ ἀπ’ ἀλλήλων διεστηκότας ἀκούειν καὶ μανθάνειν,
25πῶς τε διάγουσι καὶ πῶς ἔχουσιν. εἰ γὰρ ἡ φιλία κοινωνία, τὸ δὲ κοινω‐ νεῖν συζῆν ἐστιν, ἡ φιλία ἄρα καὶ τὸ συζῆν ταὐτόν ἐστιν. αἱρετώτερον ἄρα τὸ συζῆν τοῦ ἀκούειν περὶ τοῦ φίλου, ὅπως διάγει καὶ ὡς πρότερον διὰ πολλῶν εἴρηται, τὸ αἰσθάνεσθαι ἡμᾶς ὅτι ἐσμὲν καὶ ζῶμεν, αἱρετόν ἐστιν. ὡς δὲ πρὸς ἑαυτὸν ἕκαστος τῶν σπουδαίων οὕτως καὶ πρὸς τὸν
30φίλον καὶ τὸ αἰσθάνεσθαι ἄρα καὶ ὁρᾶν τὸν φίλον αἱρετὸν ἂν εἴη. ὁρᾶν δὲ ἀπόντα οὐκ ἐνδέχεται. ἡ παρουσία ἄρα αὐτοῦ αἱρετή, ἐξ ἧς καὶ τὸ ὁρᾶν αὐτόν ἐστι καὶ αἱρετωτέρα τῆς ἀπουσίας ᾗ ἕπεται τὸ μὴ ὁρᾶν, ἀκούειν δέ ποτε πῶς ποτε διάγει. ἡ δὲ ἐνέργεια γίνεται αὐτῆς ἐν τῷ συζῆν. ἡ ἐνέργεια τῆς αἰσθήσεως, τουτέστι τοῦ ὁρᾶν τὸν φίλον, γίνεται ἐν τῷ
35συζῆν καὶ συνδιάγειν ἐν τῷ αὐτῷ, οὐ μὴν ἐν τῷ ἀπεῖναι καὶ μὴ συζῆν. εἰκότως ἄρα τοῦ συζῆν ἐφίενται. τὸ γὰρ εἶναι καὶ τὸ ζῆν αὐτοὺς τοῦτο οἴονται εἶναι τὸ συζῆν δηλονότι. καὶ εἴη ἂν ὁ συλλογισμὸς τοιοῦτος· αἱρετόν ἐστι τὸ εἶναι καὶ ζῆν, τὸ εἶναι καὶ ζῆν οἴονται ὑπάρχειν ἐν τῷ συζῆν, αἱρετὸν ἄρα τὸ συζῆν. ἢ καὶ οὕτως· αἱρετόν ἐστι τοῖς σπουδαίοις
40τὸ εἶναι καὶ ζῆν, τὸ δὲ εἶναι καὶ ζῆν ταὐτὸν εἶναι νομίζουσι τῷ συζῆν,527

528

αἱρετὸν ἄρα τοῖς σπουδαίοις τὸ συζῆν. καὶ ὁπότε ἐστὶν ἑκάστοις τὸ εἶναι ἢ οὗ χάριν αἱροῦνται τὸ ζῆν. οἱ μὲν οἰόμενοι, ὅτι οὐσία ἡμῶν καὶ ὅλως τὸ εἶναί ἐστι ζωὴ κατὰ νοῦν καὶ θεωρίαν καὶ τούτου χάριν, ἤτοι πράξει καὶ θεωρίᾳ διατελεῖν γεγόναμεν, καθ’ ἑαυτοὺς καὶ μετὰ τῶν
5φίλων πρακτικῶς καὶ θεωρητικῶς ζῆν βούλονται καὶ τῆς τοιαύτης ζωῆς ὁλικῶς ἀντέχονται καὶ οὕτως ἔχοντες καὶ οὕτω βιοῦντες οὐδέποτε ἀηδία αὐτοῖς ἐγγίνεται οὐδὲ ἀηδῶς ἔχουσι πρὸς ἀλλήλους. ὁ δ’ οἰόμενος, ὅτι τὸ εἶναι ἡμῶν ἐστιν ἐν τῷ ἐσθίειν καὶ πίνειν καὶ κυβεύειν ἤ τι τοιοῦτον ποιεῖν, οὗτος δὴ πάλιν μετὰ τοῦ τοιούτου φίλου συνδιάγειν αἱρεῖται, ἐσθίειν
10καὶ πίνειν καὶ κυβεύειν θέλοντος, καὶ ἁπλῶς ὅπερ ἂν ἕκαστος ἀγαπᾷ τῶν τῇδε, τοῦτο καὶ τὸ εἶναι αὐτοῦ οἴεται καὶ τούτου χάριν συνημερεύειν καὶ συζῆν αἱρεῖται μετὰ τῶν φίλων. καὶ ἔστιν ὁσημέραι πολλῶν ἀκούειν λεγόντων, ἡ ζωή μού ἐστι τὸ ἐσθίειν τοιάσδε τροφὰς ἢ τὸ ἔχειν τόδε τι ἢ πράττειν ἢ ποιεῖν τάδε τινά. καὶ διὰ τοῦτο συζῆν αἱροῦνται καὶ συνεῖ‐
15ναι μετὰ τῶν τὰς τοιαύτας ζωὰς ἀσπαζομένων καὶ οἰομένων εἶναι τὴν οὐσίαν αὐτῶν τὸν τοιόνδε βίον, οἷον τὸν ἀπολαυστικὸν ἢ χρηματιστικὸν ἢ σώφρονα καὶ σπουδαῖον. εἰ γάρ, ὡς εἴρηται, τὸ συζῆν αἱρετόν, τὸ δὲ συ‐ ζῆν τὸ σὺν ἄλλῳ ζῆν ἐστιν ὄντι οἷος αὐτός, τοιοῦτος δ’ ὁ φίλος καὶ ὡς ἔχει δι’ ἃ συζῶσιν οὕτως καὶ αὐτοὶ καὶ αἱ φιλίαι αὐτῶν ἀγαθαί εἰσιν, εἰ
20δὲ φαῦλαι καὶ αὐτοὶ φαῦλοι καὶ αἱ φιλίαι αὐτῶν φαῦλαι καὶ ἀβέβαιοι, ὅτι καὶ δι’ ἃ φιλοῦσι φαῦλα καὶ ὅσον ἂν συζῶσι καὶ ἐξομοιῶνται ἀλλήλοις τοσοῦτον μοχθηροὶ γίνονται. ἡ δὲ τῶν ἐπιεικῶν φιλία ἐπιεικὴς καὶ βέβαιος, συναυξανομένη ταῖς ὁμιλίαις· ταῖς γὰρ καλλίσταις ὁμιλίαις καὶ ἐνερ‐ γείαις συναυξανομένης τῆς ἀρετῆς, συναυξάνεται καὶ ἡ φιλία· συναυξάνεται
25δὲ ταῖς ὁμιλίαις, διότι πάντων αἱ ἐπιδόσεις ταῖς ἐνεργείαις γίνεσθαι πεφύ‐ κασι· τούτου τε οὖν ἕνεκα συναυξάνονται καὶ τοῦ διορθοῦσθαι ἀλλήλους. ἀπομάττονται γὰρ ἀπ’ ἀλλήλων καὶ ἐπισπῶνται πρὸς ἑαυτοὺς τὰ ἀλλή‐ λων ἔργα καὶ τοὺς λόγους οἷς ἀρέσκονται καὶ ὧν ἕνεκα φίλοι εἰσίν. “ἐσθλὰ μὲν γάρ, φησίν ἡ ποίησις, ἀπ’ ἐσθλῶν.” ὥστε καὶ ἀπὸ τῶν φαύλων
30φαῦλα ἀπομαξόμεθα καὶ ἀποθησαυρίσομεν. ὧδε μὲν οὖν πεπλήρωται τὸ
Ἰῶτα τῶν Ἠθικῶν Νικομαχείων καὶ αἱ εἰς αὐτὸ σχολαί.528

529

(1t)

ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟ Κ ΤΩΝ ΑΥΤΩΝ ΗΘΙΚΩΝ.
2 Τὸ παρὸν βιβλίον, ὃ δέκατον μέν ἐστι τῶν Ἠθικῶν Νικομαχείων, Κ δὲ ἔθος τοῖς ἐκ τοῦ Περιπάτου ἐπιγράφειν, τελευταῖόν ἐστι τῆς τοιαύτης πραγματείας. ἐν δέκα γὰρ βιβλίοις ὁ δαιμόνιος Ἀριστοτέλης τὴν
5παροῦσαν ἐπεραιώσατο θεωρίαν. ἐξηγεῖται δὲ ἐν αὐτῷ, τίς ἐστιν ὁ ἀλη‐ θινὸς ἄνθρωπος καὶ τίς ἡ πρέπουσα αὐτῷ ζωή· ὅτι ἡ κατὰ νοῦν διαγωγή, ἥτις καὶ κυριώτατα ἂν εὐδαιμονία καλοῖτο. διττὸς γὰρ ὁ εὐδαίμων, ὅ τε πολιτικός, ὅστις δεῖται καὶ τῶν ἀπὸ τῆς τύχης ἀγαθῶν, ὅπως ἀνεμποδίστως ἐνεργῇ, καὶ ὁ τῇ θεωρίᾳ τῶν ὄντως ὄντων μάλιστα προσανέχων. ἀλλὰ
10περὶ μὲν τοῦ πολιτικοῦ εὐδαίμονος φθάνει πολλὰ εἰπεῖν, περὶ δὲ τοῦ θεω‐ ρητικοῦ ἐν τῷ παρόντι. καὶ ἐπειδὴ ἡ πολιτικὴ εὐδαιμονία ἐνέργειά ἐστι ψυχῆς κατ’ ἀρετὴν ἐν βίῳ τελείῳ μεθ’ ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς, ὡς μεμαθήκαμεν, τί δεῖ περὶ τῆς κατὰ θεωρίαν εὐδαιμονίας ὑπονοεῖν, ἆρα ἕπεσθαί τινα ἡδονὴν τῇ νοερᾷ ταύτῃ ζωῇ καὶ τῇ πρὸς τὰ ἀεὶ ὡσαύτως
15ἔχοντα ἡμῶν ἀνατάσει, ἢ ὄχλου γέμειν καὶ ταραχῆς καὶ μεστὴν ἀηδίας ὑπάρχειν; μὴ οὐ θεμιτὸν εἴη τὴν κατὰ νοῦν ζωὴν ἀνήδονον οἴεσθαι· μεθ’ ἡδονῆς ἄρα ἢ οὐκ ἄνευ ἡδονῆς. εἰ γὰρ ταῖς καλαῖς ἡμῶν πράξεσιν ἕπεται ἡδονή, πολλῷ μᾶλλον τῇ τῶν ἐνεργειῶν ἀρίστῃ, τῇ περὶ τὰ νοητὰ τοῦ νοῦ διατριβῇ, ἐπακολουθήσει καὶ τοσούτῳ μᾶλλον καλλίων, ὅσῳ καὶ θεω‐
20ρία πράξεως τιμιωτέρα. ἐπεὶ οὖν καὶ αὕτη ἡ τοῦ νοῦ ἐνέργεια μεθ’ ἡδο‐ νῆς, καὶ ἴσασιν ὁποίας, ὥς φησιν ὁ Πλωτῖνος, οἱ ἐνηργηκότες, ἀναγκαῖον πρότερον περὶ ἡδονῆς ἐπισκέψασθαι, τί ἐστι καὶ ὁποῖόν τι διά τε τοῦτο καὶ διὰ τὰς λοιπὰς αἰτίας, ἃς αὐτὸς ἐπάξει, εἶθ’ οὕτως περὶ τῶν προκει‐
μένων διελθεῖν.529

530

(1n)

Μετὰ δὲ ταῦτα περὶ ἡδονῆς ἴσως ἕπεται διελθεῖν.
2 Τὸ ἴσως ἢ διὰ φιλόσοφον εἶπεν εὐλάβειαν ἢ ἐνδεικνύμενος, ὅτι εἰ μέν ἐστιν ἡ ἡδονὴ μέρος τῆς ἀρετῆς, ὡς καὶ τοῦ ἵππου τὸ ἄλογον, οὐκ ἴσως ἀλλ’ ἀνάγκη περὶ ἡδονῆς εἰπεῖν. ἀναγκαῖον γὰρ εἰδέναι τὰ μέρη
5ἐξ ὧν τὸ ὅλον τοῖς βουλομένοις μαθεῖν καλῶς τὸ ὅλον, ὅτι ποτέ ἐστιν. εἰ δ’ οὐκ ἔστι μέρος ἀλλ’ οἷον σύμπτωμά τι καὶ σκιὰ ταῖς καλλίσταις ἐνερ‐ γείαις ἐπισυμβαίνουσα, ἴσως δεῖ λέγειν περὶ αὐτῆς. διὰ τί ἴσως; διότι δυ‐ νατόν ἐστι καὶ δίχα τῶν ἐπισυμβαινόντων μανθάνειν τὰ πράγματα, οἷς ἕπεται τὰ τοιάδε συμπτώματα. δυνατὸν γάρ ἐστι γνῶναι τριταίου φύσιν
10καὶ ἄνευ τῶν ἑπομένων αὐτῷ συμπτωμάτων, χολεμεσίας καὶ ἱδρῶτος καὶ τῶν ἄλλων, καὶ εὐδαιμονίας οὐσίαν δίχα τοῦ γινώσκειν τί ἐστιν ἡδονή, εἰ μὴ μέρος αὐτῆς ἐστιν, ἀλλά τι τῶν συμβαινόντων αὐτῇ. μάλιστα γὰρ δοκεῖ συνῳκειῶσθαι τῷ γένει ἡμῶν. διὰ τούτων φαίνεται, ὅτι δι’ εὐλάβειαν τὸ ἴσως τέθεικεν. εἰπεῖν γὰρ ἔδει ‘μετὰ δὲ ταῦτα περὶ ἡδονῆς
15ἀναγκαῖόν ἐστιν.‘ ηὐλαβήθη δὲ τὴν τῶν πολλῶν νέμεσιν, καὶ διὰ ταύτην τὴν εὐλάβειαν ἀντὶ τοῦ ἀνάγκη τὸ ἴσως τέθεικεν. ὅτι δὲ ἀνάγκη τῷ περὶ τῶν ἀρετῶν ἀμφοτέρων τῶν τε τοῦ ἀλόγου μέρους τῆς ψυχῆς καὶ τῶν τοῦ λογικοῦ λέγοντι περὶ ἡδονῆς εἰπεῖν, δῆλον τοῖς προσέχουσι τοῖς λεγομένοις. εἰ γὰρ οἰκεία τῇ φύσει ἡμῶν ἐστι καὶ ὡς οἰκείαν ἅπαντες
20αἱρούμεθα καὶ διώκομεν, οὐκ ἴσως ἀλλ’ ἀνάγκη γινώσκειν τί πότ’ ἐστι τοῦτο ὃ συνῳκείωται τῷ γένει ἡμῶν καὶ οὕτως οἰκειότατόν ἐστιν, ὡς πλέον τῶν ἄλλων τῶν συνῳκειωμένων ἡμῖν ἐπιδιώκεσθαι παρ’ ἡμῶν καὶ ἀγα‐ πᾶσθαι· δι’ ἣν οἰκείωσιν καὶ ἀγάπην αὐτῆς παιδεύειν σπεύδομεν τοὺς νέους οἰακίζοντες ἡδονῇ καὶ λύπ. ἔστι δὲ τὸ οἰακίζοντες ταὐτὸν
25τῷ ἀπευθύνοντες καὶ κυβερνῶντες· ὡς γὰρ διὰ τῶν οἰάκων τὰ πλοῖα πρὸς τοὺς λιμένας τοιωσδὶ περιαγόμενα καὶ οὑτωσὶ διευθυνόμενα διασώζεται, οὕτως καὶ οἱ νέοι ὥσπερ ἐν λιμένι ταῖς ἀρεταῖς δι’ ἡδονῆς. τὸ γὰρ ἐθίζειν αὐτοὺς ἥδεσθαι οἷς δεῖ χαίρειν καὶ λυπεῖσθαι μὴ πράττοντας ἃ δεῖ πράττειν κυβέρνησίς ἐστι πρὸς λιμένα, τὴν ἀρετήν. ὥσπερ δὴ πρὸς κακίαν ὁδός ἐστι
30τὸ χαίρειν καὶ λυπεῖσθαι οἷς οὐ δεῖ, μέγιστον δή, φησίν, καὶ πρὸς τὴν τοῦ ἤθους ἀρετὴν τὸ χαίρειν οἷς δε, ἤθους ἀρετὴν εἰπὼν αὐτὴν τὴν ἀρετήν, ὡς εἰ ἔλεγε, δοκεῖ δὲ καὶ πρὸς τὴν τῆς ἠθικῆς ἀρετῆς κτῆσιν μέγιστα συντελεῖν τὸ χαίρειν οἷς δεῖ καὶ φεύγειν ἃ δεῖ. καὶ δέδεικται τοῦτο πρόσθεν. τὸ δὲ διατείνει γὰρ ταῦτα διὰ παντὸς τοῦ βίου
35ἴσον ἐστὶ τῷ ‘ταῦτα, ἡ ἡδονὴ δηλονότι καὶ ἡ λύπη, συμπαρεκτείνονται τῇ ζωῇ ἡμῶν‘. οὐ γὰρ ἐν τῇ παιδικῇ φέρε εἰπεῖν ἡλικίᾳ ἡδόμεθα καὶ λυ‐ πούμεθα, κατὰ δὲ τὰς ἄλλας ἡλικίας ἀτρεμίζομεν ἄλυποι καὶ χωρὶς ἡδο‐
νῆς διατελοῦντες· οὐ δῆτα, ἀλλὰ μέχρις ἂν ὦμεν ἐν τῷ τετρημένῳ τού‐530

531

τῳ πίθῳ, τῷ σώματι, ἡδονῇ καὶ λύπῃ μεριζόμεθα, ὑπὲρ δὲ τούτων ἀναγκαῖόν ἐστιν ἐπισκέψασθαι, τίνες εἰσί, καὶ μὴ παρελθεῖν τὴν περὶ τούτων θεωρίαν. διατείνει δὴ ταῦτα διὰ παντὸς τοῦ βίου ῥοπὴν ἔχοντα καὶ δύναμιν πρὸς ἀρετήν. ἔστι δὲ τὸ δύναμιν ἔχοντα ἐφερμηνευτικὸν τοῦ
5ῥοπὴν ἔχοντα. δύναμιν γὰρ ἔχουσιν αἱ κάλλισται τῶν ἡδονῶν καὶ αἱ λῦπαι τῆς τῶν καλῶν ἀπραξίας ἀναγκάζειν πρὸς ῥοπὴν καὶ ὁρμὴν τῆς εἰς ἀρετὴν καὶ εὐδαιμονίαν φερούσης ζωῆς καὶ διαγωγῆς. εἰ δὲ τοῦθ’ οὕτως ἔχει, δεῖ γινώσκειν τίνα τῶν ἡδέων καὶ λυπηρῶν συνεργὰ τυγχάνει πρὸς ἀρετὴν καὶ τίνα πρὸς ταύτην ἐμπόδια καὶ μὴ σπεύδειν ἀλόγως πρὸς
10ἅπαν ἡδὺ καὶ φεύγειν ἀπὸ παντὸς λυπηροῦ, ὥσπερ νῦν ποιοῦσιν ἀκρίτως προσπίπτοντες τοῖς ἡδέσι καὶ φεύγοντες τὰ λυπηρά.
12nἌλλως τε καὶ πολλὴν ἐχόντων ἀμφισβήτησιν.
13 Καὶ διὰ τὰς εἰρημένας αἰτίας ἔδει, φησί, περὶ ἡδονῆς σκοπεῖσθαι, οὐχ ἥκιστα δὲ καὶ τοὺς ἀμφισβητοῦντας λόγους περὶ αὐτῆς καὶ τἀναντία κατ’
15αὐτῆς ἐπιφέροντας. Εὔδοξος μὲν γὰρ τὴν ἡδονὴν ταὐτὸν ᾤετο τἀγαθῷ· εἰδικὴν γὰρ ἀρχὴν καὶ αἰτίαν πάντων τῶν ἀγαθῶν ἐτίθετο (ὡς οἱ τὰς ἰδέας πρεσβεύοντες τὸ αὐτοζῷον τῶν ζῴων καὶ τὸ αὐτοὸν τῶν ὄντων καὶ τὸ αὐτάνθρωπον τῶν ἀνθρώπων καὶ τὸ αὐτοκάλλος τῶν καλῶν), οἱ δὲ ἐξ ἐναντίας φαυλότατον αὐτὴν ἔλεγον. καὶ οἱ μὲν λέγοντες αὐτὴν ταὐτὸν τῷ
20ἀγαθῷ ἀπεφαίνοντο τοιαύτην λόγοις τισὶ πεισθέντες· οἱ δὲ λόγοι τοιοῦτοί τινές εἰσι. τῆς ἡδονῆς πάντα ἐφίεται· οὗ πάντα ἐφίεται ἀγαθόν· ἡ ἡδονὴ ἄρα ἀγαθόν. πάλιν, οὗ πάντα ἐφίεται 〈καὶ〉 ζητεῖ δι’ αὐτὸ καὶ οὐ δι’ ἄλλο τι ἀγαθόν· τὴν δ’ ἡδονὴν ζητοῦσιν αὐτὴν δι’ αὐτήν· ἡ ἡδονὴ ἄρα ἀγαθόν. πλοῦτον μὲν γάρ τις δι’ ἄλλο τι αἱρεῖται, οἷον ὡς ὄργανον διὰ τὸ ἐνεργεῖν
25ἀνεμποδίστως τὰ καλά, ἀλλὰ καὶ τομὴν καὶ καῦσιν καὶ φαρμακοποσίαν διὰ ὑγίειαν καὶ τείχη καὶ οἰκίαν διὰ φυλακὴν καὶ σκέπην, τὴν ἡδονὴν δὲ δι’ αὐτήν. τέλος ἄρα τελικώτατον ἡ ἡδονή, τὸ δὲ πάντων τῶν τελῶν τέλος καὶ τὸ τούτων τελικώτατον τἀγαθόν, ἡ ἡδονὴ ἄρα τἀγαθόν. εἰσὶ δὲ καὶ ἕτεροι πολλοὶ λόγοι πιθανῶς κατασκευάζοντες τὴν ἡδονὴν ταὐτὸν οὖσαν
30τῷ αὐτοαγαθῷ, οὓς ἐρεῖ προϊών. οἱ δὲ λέγοντες φαυλοτάτην τὴν ἡδονὴν οὐ λόγοις πεισθέντες πιθανοῖς οὕτως αὐτὴν ἔλεγον, ἀλλ’ ὁρῶντες τοὺς πολ‐ λοὺς ῥέποντας πρὸς αὐτὴν ἀμελοῦντας τῶν καλλίστων καὶ θέλοντες ἀπαγα‐ γεῖν αὐτοὺς ἀπὸ τῆς πρὸς αὐτὴν ἀσχέτου ῥύμης καὶ φορᾶς τῶν φαυλο‐ τάτων εἶναι τὴν ἡδονὴν ἀπεμφαίνονται, εἰ καὶ μή ἐστι φαυλότατον. δεῖ
35γάρ, ἔλεγον, τοὺς φαύλους ἀπὸ τῆς ἡδονῆς ἄγειν εἰς τοὐναντίον, ὥσπερ
καὶ τοὺς θρασεῖς ἐπὶ δειλίαν καὶ τοὺς πλεονέκτας ἐπὶ τὸ μηδ’ ὅλως λαμ‐531

532

βάνειν καὶ τοὺς ἄλλους ὅσοι τὸ μέσον καὶ τὸ σύμμετρον ὑπερβαίνουσιν· οὕτω γὰρ ἔλθοιεν ἂν ἐπὶ τὸ μέσον, ἤτοι τὸ σύμμετρον. οἱ μὲν γὰρ φιλή‐ δονοι ἀγόμενοι ἐπὶ τὸ μηδ’ ὅλως χαίρειν ἔλθοιεν ἂν ἐπὶ τὸ μέσον, ὅπερ ἐστὶ τὸ χαίρειν καὶ ἐνήδεσθαι οἷς δεῖ, οἱ δὲ θρασεῖς ἑλκόμενοι ἐπὶ δειλίαν ἔλ‐
5θοιεν ἂν ἐπὶ τὸ μέσον, τὴν ἀνδρείαν, καὶ οἱ πλεονέκται ὁμοίως ἐπὶ τὸ δί‐ καιον. οὐκ ἂν δὲ ἀπαγαγεῖν τις δυνήσεται τὸν φιλήδονον ἀπὸ τῆς ἡδονῆς ἢ τὸν πλεονέκτην ἀπὸ τῆς ἁρπαγῆς μὴ φαυλότατόν τι πρᾶγμα ἀποφαινό‐ μενος τὴν ἡδονὴν ἢ τὴν ἁρπαγὴν ἢ τὴν θρασύτητα, ὥστε κἂν μὴ φαυλό‐ τατόν ἐστιν ἡ ἡδονή, δεῖ αὐτὴν φαυλότατον λέγειν τὸν μέλλοντα ἀγαγεῖν
10ἀπ’ αὐτῆς τοὺς φιληδόνους.
11nΜήποτε δὲ οὐ καλῶς τοῦτο λέγεται. οἱ γὰρ περὶ τῶν
12nἐν τοῖς πάθεσι καὶ ταῖς πράξεσι λόγοι ἧττόν εἰσι πιστοὶ τῶν
13nἔργων.
14Τὸ λέγειν, φησίν, ὡς χρὴ ψέγειν καὶ ἐκφαυλίζειν, κἂν μὴ ψεκτὸν
15μηδὲ φαῦλόν ἐστιν ἐκεῖνο, πρὸς ὃ ἐπιρρεπεῖς ἐσμεν, οὐ καλῶς λέγεται. οὐ γάρ ἐστι καλὸν τὸ μὴ ἁπλῶς φαῦλον ἁπλῶς ἀποφαίνεσθαι, ὡς ἁπλῶς ἐστι τοιοῦτον, ἀλλὰ χρὴ διαιροῦντας, εἰ τῶν πολλαχῶς λεγομένων ἐστί, διδάσκειν ὁσαχῶς λέγεται καὶ τίνα τῶν ὑπὸ τοῦ ὀνόματος σημαινομένων ἀγαθὰ ἢ ὠφέλιμά ἐστι καὶ τίνα φαῦλα ἢ βλαβερά· εὐθὺς ἐπὶ τῆς ἡδονῆς, ὅτι ἡ μὲν
20τῶν ἀκολάστων καὶ κυβευτῶν καὶ μέθαις καὶ ἀσελγείαις προςκειμένων φαύλη καὶ βλαβερά ἐστιν, ἥτις οὐδὲ κυρίως ἐστὶν ἡδονὴ ἀλλὰ φαινομένη τοῖς ἀγεύστοις τῆς ἀληθινῆς, ἡ δὲ ταῖς κατ’ ἀρετὴν ἐνεργείαις ἑπομένη καὶ τῇ τῶν ὄντων θεωρίᾳ ἀρίστη τε καὶ ἀληθής ἐστιν ἡδονή, ἣν καὶ χρὴ ἀσπάζεσθαι καὶ σπουδῇ μεταδιώκειν. τοῦτο μὲν δὴ καλόν, τὸ δ’ ἁπλῶς
25ἀποφαίνεσθαι πλημμελὲς καὶ οὐκ εὔλογον. τὸ γὰρ ἁπλῶς ψέγειν τὴν ἡδονὴν κωλύειν ἐστὶ καὶ ἀπάγειν ἀπὸ τῶν καλλίστων ἡδονῶν. καὶ διὰ τί οὐ καλόν ἐστι τὸ ἁπλῶς φαυλίζειν τὸ μὴ ἁπλῶς φαῦλον ἐπήγαγε. μᾶλ‐ λον γὰρ πιστεύομεν τοῖς πράγμασι τῶν λόγων· τὰ γὰρ πράγματα ποιεῖ πι‐ στοὺς τοὺς λόγους, ἀλλ’ οὐχ οἱ λόγοι τὰ πράγματα. εἰ γάρ τις λέγοι, ὅτι ἡ
30φιλαργυρία φαῦλόν ἐστιν, εἶθ’ ὁρᾶται συλλέγων παντὶ τρόπῳ καὶ πάντο‐ θεν τὸ νόμισμα, τίς ἂν τούτῳ πιστεύσειεν, ὅτι φαῦλόν τί ἐστιν ἡ φιλαρ‐ γυρία; ὡσαύτως καὶ ὁ λέγων τὴν ἡδονὴν φαῦλον, εἶτα ῥέπων πρὸς αὐτὴν ἐξ ὧν πράττει ἀγαθὸν αὐτὴν εἶναι ἐνδείκνυται, καὶ οὐχ ὁποῖον λέγει. ὥστε αἱ πράξεις βεβαιοῦσι τοὺς λόγους, ἀλλ’ οὐχ οὗτοι τὰς πράξεις. λέγει δὲ
35πάθη μὲν ἡδονὰς λύπας, φιλίας ὀργάς, πράξεις δὲ τὰς ἀπ’ αὐτῶν
ἐνεργείας ὕβρεις ἁρπαγὰς τιμάς, καὶ εἴρηται περὶ τούτων πολλάκις ἐν τοῖς532

533

προτέροις βιβλίοις. ὅταν τοίνυν οἱ λόγοι μὴ συμφωνῶσι τοῖς κατὰ τὴν αἴσθησιν, ἤτοι τοῖς πραττομένοις ὑφ’ ἡμῶν τῶν λεγόντων αὐτούς, κατα‐ φρονούμενοι πρὸς τῷ ἀπίθανοι δοκεῖν καὶ τὴν ἀλήθειαν προσαφανίζουσιν. ὁ γὰρ λέγων ἁπλῶς καὶ ἀδιορίστως τὴν ἡδονὴν φαῦλον, εἶτα ὁρᾶται πρὸς
5αὐτὴν ἀποκλίνων καὶ σπουδῇ διώκων ἀναιρεῖ τὸ ἀληθές. ἔστι γὰρ ἀλη‐ θῶς ἡδονή τις φαύλη καὶ ἀληθεύει ὁ φαύλην αὐτὴν λέγων, δοκεῖ δὲ ψεύ‐ δεσθαι διὰ τοὺς λέγοντας τὴν ἡδονὴν φαύλην, εἶτα ἀποφαινομένους ἀγαθὴν ἐκ τοῦ ἐπιδιώκειν αὐτήν. οἱ πολλοὶ γὰρ μὴ δυνάμενοι διαιρεῖν ποσαχῶς ἕκαστον λέγεται καὶ τὴν φαύλην ἀγαθὸν οἴονται, βλέποντες τὸν ἁπλῶς τὴν
10ἡδονὴν καὶ ἀδιορίστως ψέγοντα πρὸς αὐτὴν ὁρμῶντα. δεῖ τοίνυν περὶ τῶν πολλαχῶς λεγομένων μὴ ἁπλῶς ἀποφαίνεσθαι ἀλλὰ διαιρεῖν, οἷον ὅτι ἡδονή ἐστιν αὕτη καὶ αὕτη καὶ αὕτη, καὶ ἥδε μέν ἐστιν ἀγαθή, ἥδε δὲ φαύλη, ἥδε δὲ οὐδετέρα. τοῦ γὰρ ἀληθοῦς ἡ γνῶσις καὶ αὐτὴ μὲν καθ’ αὑτὴν αἱρετή ἐστιν, ἀλλὰ καὶ πρὸς τὸ ὀρθῶς βιοῦν τοὺς ἀκούοντας μέγα τι συμ‐
15βάλλεται. συνῳδοὶ γὰρ καὶ σύμφωνοι τοῖς ἔργοις ὄντες πιστεύονται καὶ ἀναγκάζουσι τοὺς ἀκούοντας καὶ πεπιστευκότας ζῆν ὡς αὐτοὶ διακελεύονται. ταῦτα εἰπὼν καὶ προσεπειπὼν ἅλις τῶν τοιούτων λόγων τρέπεται εἰς ἐπί‐ σκεψιν τῶν περὶ αὐτῆς ἀποφηναμένων καὶ πρῶτον τίθησι τοὺς λόγους τοῦ Εὐδόξου, δι’ ὧν αὐτὴν κατεσκεύαζεν εἶναι τἀγαθόν.
20nΕὔδοξος μὲν οὖν τὴν ἡδονὴν τἀγαθὸν ᾤετο εἶναι διὰ
21nτὸ ὁρᾶν ἐφιέμενα αὐτῆς πάντα.
22 Ἔθος ἐστὶ τοῖς Πλατωνικοῖς διὰ τῆς προσθήκης τοῦ ταῦ στοιχείου ἢ τῆς προσθήκης τῆς φωνῆς τῆς ‘αὐτό‘ δηλοῦν τὰς εἰδητικὰς ἀπ’ αὐτῶν κα‐ λουμένας ἀρχάς, αἵ τινες πρώτως αὐτὸ τοῦτό εἰσιν ὃ λέγεται. διὰ μὲν
25τοῦ ταῦ τἀγαθόν, ὅπερ οὐδέν τι ἄλλο ἐστὶν ἀλλ’ ἢ μόνως ἀγαθὸν καὶ πρώ‐ τως ἀγαθόν, τὰ δ’ ἄλλα οἷον ὁ νοῦς ἡ ψυχὴ ἡ ἐπιστήμη ἡ ἀρετὴ ἀγαθὰ μὲν λέγεσθαι ἀλλ’ οὐ πρώτως ἀλλὰ μετασχόντα τῆς τοῦ ἀγαθοῦ φύσεως λέγεσθαι ἀγαθά. καὶ ἔστιν ὁ νοῦς ἀγαθὸν μέν, οὐ μὴν τἀγαθόν. ὁμοίως καὶ ἡ ἐπιστήμη ἀγαθόν, τἀγαθὸν δὲ οὐδαμῶς, ἡ δὲ ἡδονὴ οὐκ ἀγαθὸν
30ἀλλὰ τἀγαθόν. ἡ γὰρ ἀρχὴ καὶ ἡ πηγὴ τῆς ἀγαθότητος, ἤτοι τὸ τἀγα‐ θὸν ἡδονή ἐστι κατ’ Εὔδοξον. οὕτω μὲν οὖν διὰ τοῦ ταῦ στοιχείου ἐδή‐ λουν τὴν πρώτην ἀρχὴν καὶ αἰτίαν καὶ ῥίζαν καὶ οἷον τὸ κέντρον πάντων τῶν ἀγαθῶν, διὰ δὲ τῆς φωνῆς τῆς ‘αὐτό‘ τὸ αὐτοέν, τὸ αὐτοζῷον, τὸ αὐτοόν· τὸ μὲν αὐτοὲν τὴν ἀρχὴν καὶ πηγὴν τῶν ἑνῶν καὶ τῶν μονάδων·
35ἄλλα γὰρ κατ’ αὐτοὺς τὰ ἕνα καὶ ἄλλαι αἱ μονάδες. ἔλεγον δὲ οἱ Πλα‐533

534

τωνικοὶ τὸ αὐτοὲν καὶ τὸ τἀγαθὸν τὸ αὐτὸ εἶναι καὶ οὐκ ἄλλο καὶ ἄλλο. τὴν γὰρ πρωτίστην πάντων ἀρχὴν ἐκάλουν τὸ αὐτοὲν καὶ τὸ αὐτοαγαθὸν καὶ τἀγαθόν, τὸ δὲ αὐτοὸν ἔλεγον ἀρχὴν πρωτίστην πάντων τῶν ὄντων, δεύτερον δὲ τοῦ αὐτοενός. εἶναι γὰρ πρώτιστον πάντων τὸ αὐτοέν, εἶτα τὸ
5αὐτοόν, εἶτα τὴν αὐτοζωήν, εἶτα τὸ αὐτοζῷον. ἀλλὰ περὶ μὲν τούτων ἅλις κατ’ αὐτὸν φάναι τὸν Ἀριστοτέλην. Εὔδοξος δὲ κατεσκεύαζε τὴν ἡδονήν, ὥς ἐστι τὸ ἀγαθὸν διὰ τὸ ὁρᾶν ἐφιέμενα αὐτῆς καὶ τὰ ἔλλογα, ἤτοι τὰ λογικά, καὶ τὰ ἄλογα. ὃ δὲ πάντα αἱροῦνται καὶ πάντα διώκουσιν ἐπιεικές ἐστι καὶ ἀγαθόν. τὸ δὲ μάλιστα ἐπιεικὲς κράτιστον, ἤτοι πρώτη ἀρχὴ καὶ
10πρῶτον αἴτιον. εἰ οὖν ἡδονή ἐστι τὸ μάλιστα ἐπιεικές, τὸ δὲ μάλιστα ἐπιεικὲς κράτιστον, τὸ δὲ κράτιστον ἡ πρωτίστη πάντων ἀρχή, ἡ δὲ πρω‐ τίστη πάντων ἀρχὴ τἀγαθόν, ἡ ἡδονὴ ἄρα τἀγαθόν. ἀλλὰ πόθεν δῆλον, ὅτι ἡ ἡδονὴ τὸ κράτιστον; ἤ, φησίν, ἐκ τοῦ πάντα φέρεσθαι ἐπ’ αὐτὴν καὶ πάντα θέλειν ἥδεσθαι. φύσει γὰρ ἕκαστον τὸ ἑαυτῷ ἀγαθὸν καὶ ἑαυτῷ
15συμφέρον, ὅπερ ἡδύ ἐστιν, εὑρίσκει, ὥσπερ καὶ τροφήν. ἔνεστι γὰρ ἐν ἅπασιν ἢ νοῦς ἢ νοῦ τις αὐγὴ καὶ ἔλλαμψις, ὡς αὐτὸς ἐν ἄλλοις ἔδειξε, καὶ “φύσιες ζῴων ἀδίδακτοι”, ὡς Ἱπποκράτης εἴρηκεν. ἐπιστεύοντο δὲ οἱ λόγοι διὰ τὴν τοῦ ἤθους ἀρετὴν μᾶλλον ἢ δι’ ἑαυτούς. εἰ μὲν ἀκόλαστός τις ἦν ὁ λέγων τὴν ἡδονὴν τἀγαθόν, οὐκ ἂν ἐπιστεύετο,
20σωφρονέστατος δὲ ὢν καὶ σπουδαιότατος δικαίως ἐπιστεύετο τἀγαθὸν εἶναι λέγων αὐτήν. οὐ γὰρ ὡς φίλος τῆς ἡδονῆς οὐδ’ ὡς δουλεύων αὐτῇ τι‐ μᾶν αὐτὴν καὶ ἀνυμνεῖν ἐδόκει, ἀλλ’ ὡς ἀληθῶς τοιαύτην οὖσαν ὁποίαν εἶναι ἔλεγεν. οὐκ ἐκ μόνου δὲ τοῦ πάντα φέρεσθαι πρὸς αὐτὴν ἀπεφαί‐ νετο τὴν ἡδονὴν ἀγαθὸν ἀλλὰ κἀκ τοῦ ἐναντίου τῆς λύπης. εἰ γὰρ ἡ
25λύπη ἐναντίον οὖσα τῇ ἡδονῇ κακόν ἐστιν, ἡ ἡδονὴ ἄρα ἀγαθόν. ὅτι δὲ ἡ λύπη κακόν, δῆλον ἐκ τοῦ πάντας φεύγειν καὶ μισεῖν τὸ λυπεῖσθαι. τὸ μὲν οὖν ὅλως εἶναι τὴν ἡδονὴν ἀγαθὸν οὕτως ὁ Εὔδοξος συνῆγε, τὸ δ’ ὅτι τἀγαθὸν οὑτωσί. μάλιστα, φησίν, αἱρετὸν καὶ μάλιστα ἀγαθόν ἐστιν, ὃ δι’ ἑαυτὸ αἱρούμεθα καὶ μὴ δι’ ἄλλο· τοιοῦτον δὲ ἡ ἡδονή. οὐδεὶς
30γὰρ ἐρωτᾷ τὸν ἡδόμενον, διὰ τί ἥδεται, ὥσπερ τὸν λουόμενον ἢ φλέβα τε‐ μεῖν ἡ φάρμακον πιεῖν βουλόμενον, διὰ τί τούτων ἕκαστον αἱρεῖται. τοῦτον γὰρ εἴ τις ἔροιτο, διὰ τί ἐπὶ τὴν φαρμακοποσίαν ἵεται, τάχ’ ἂν εἴποι ἵνα ὑγιαίνῃ, ἐκεῖνο δὲ εἴ τις ἔροιτο διὰ τί τὴν ἡδονὴν διώκει, εἴποιεν ἂν δι’ αὐτὴν καὶ οὐ δι’ ἄλλο τι. εἰ δὴ τὴν ἡδονὴν δι’ ἑαυτὴν αἱρούμεθα, τὸ
35δὲ δι’ αὑτὸ αἱρετὸν καὶ μὴ δι’ ἄλλο τι μάλιστα ἀγαθόν, ἡ ἡδονὴ ἄρα μάλιστα ἀγαθόν· τὸ δὲ μάλιστα ἀγαθὸν καὶ τὸ τἀγαθὸν ταὐτόν· ἡ ἡδονὴ ἄρα τἀγαθόν. ἔστι δὲ ὁ λόγος τοιοῦτος· ἡ ἡδονὴ δι’ ἑαυτὴν αἱρετή, τὸ δι’ ἑαυτὸ αἱρετὸν μάλιστα αἱρετόν, τὸ μάλιστα αἱρετὸν μάλιστα ἀγαθόν, τὸ
μάλιστα ἀγαθὸν καὶ τἀγαθὸν ταὐτόν· ἡ ἡδονὴ ἄρα τἀγαθόν. ὅτι δὲ μά‐534

535

λιστα αἱρετόν, ἤτοι αἱρετώτατόν ἐστιν ἡ ἡδονή, συνιστᾶν ἐπεχείρει διὰ τοῦ προτιθεμένην αἱρετῷ τινι αἱρετώτερον ἐκεῖνο ποιεῖ. ἡ γὰρ μεθ’ ἡδο‐ νῆς δικαιοπραγία αἱρετωτέρα τῆς ἄνευ ἡδονῆς, ἀλλὰ καὶ ἡ μεθ’ ἡδονῆς θεωρία αἱρετωτέρα τῆς χωρὶς ἡδονῆς, καὶ ὅλως πᾶσα πρᾶξις καὶ πᾶσα
5ποίησις μεθ’ ἡδονῆς βελτίων τῆς ἀνηδόνου πράξεως καὶ ποιήσεως. καὶ ἔτι, φησί, δῆλον, ὡς αἱρετωτάτη ἐστὶν ἀπὸ τοῦ ἐπίδοσιν τὰ μετ’ αὐτῆς καὶ σὺν αὐτῇ γινόμενα λαμβάνειν. αἵ τε γὰρ μαθήσεις αἱ μεθ’ ἡδονῆς τάχιον ἐπιδιδόασι τῶν χωρὶς ἡδονῆς ἢ καὶ μετὰ λύπης, αἵ τε κατ’ ἀρετὴν ἐνέργειαι καὶ ἁπλῶς πάντα. ἡ μὲν οὖν σύμπασα τῶν προκειμένων διάνοια
10αὕτη. δεῖ δὲ ἐν τῷ αὔξεσθαι δὴ τὸ ἀγαθὸν αὐτὸ αὐτῷ τὴν μὲν πρώτην ἀντωνυμίαν τὸ αὐτὸ διὰ τοῦ βραχέος ο γράφειν καὶ ὑποστίζειν ἐν αὐτῷ, εἶτα ἐπάγειν τὴν δευτέραν διὰ τοῦ μακροῦ ω [μεγάλου]. ἦν δ’ ἂν σαφέστερον, εἰ ἦν γεγραμμένον ἀντὶ τοῦ αὐτῷ θηλυκῶς αὐτῇ, οὑτωσὶ αὔξεσθαι δὴ τὸ ἀγαθὸν αὐτῇ, ἤτοι τῇ ἡδονῇ. ἔστι δὲ ὃ λέγει καὶ αὔξεται
15δὴ αὐτὸ τὸ ἀγαθόν, τουτέστι πᾶν ἀγαθὸν αὐτῇ τῇ ἡδονῇ. πᾶν γὰρ ἀγα‐ θόν, ὡς εἴρηται, μεθ’ ἡδονῆς γινόμενον ἢ πραττόμενον αὔξεταί τε καὶ εἰς μέγεθος αἴρεται. αὔξεται οὖν αὐτῷ τὸ ἀγαθόν, ἤτοι πᾶν ἀγαθὸν αὐτῇ τῇ ἡδονῇ. τὸ γὰρ αὐτὸ ἀντὶ τοῦ πᾶν εἴληπται.
19nἜοικε δ’ οὗτος ὁ λόγος τῶν ἀγαθῶν αὐτὴν ἀποφαίνειν.
20 Ὁ λόγος, φησίν, ὁ λέγων, ὅτι ἡδονὴ προςτιθεμένη τινί, οἷον τῇ σωφρο‐ σύνῃ, αἱρετωτέραν ποιεῖ τῆς δίχα ἡδονῆς σωφροσύνην οὐχ ὃ βούλεται συνάγειν ἐκεῖνο διαπεραίνεται ἀλλά τι ἄλλο. οὐ γὰρ συνάγει, ὅτι ἡ ἡδονὴ τἀγαθόν ἐστιν ἀλλ’ ὅτι τῶν ἀγαθῶν ἐστι, τουτέστι ὅτι καὶ αὐτὴ ἕν τι τῶν ἀγαθῶν καὶ τῆς τῶν ἀγαθῶν φύσεώς ἐστι καὶ ὁμοφυὴς αὐτοῖς ἐστιν, οὐ
25μὴν ὅτι ἰδέα καὶ πηγὴ καὶ κέντρον τῶν ἀγαθῶν τυγχάνει. τὸ οὖν πᾶν γὰρ μεθ’ ἑτέρου ἀγαθοῦ αἱρετώτερον ἢ μονούμενον τοιοῦτόν ἐστιν. εἰ πᾶν ἀγαθὸν ὁποῖον ἂν εἴη τὸ ἀγαθὸν μεθ’ ἑτέρου προςτιθέμενον μεῖζον καὶ βέλτιον καὶ αἱρετώτερον τὸ ἐξ ἀμφοῖν γεγονὸς ποιεῖ, οὐκ ἂν εἴη τοι‐ οῦτον, τουτέστι οὐκ ἂν εἴη τἀγαθόν. ἀντὶ γὰρ τοῦ εἰπεῖν ‘οὐκ ἂν εἴη τἀ‐
30γαθὸν‘ εἶπεν ‘οὐκ ἂν εἴη τοιοῦτον‘, οἷον εἰ τῇ ἀνδρείᾳ οὔσῃ ἀγαθῷ προς‐ τιθεμένη ἡ φρόνησις ἀγαθὸν οὖσα, τὸ ὅλον τὸ ἐξ ἀνδρείας καὶ φρονήσεως μεῖζον ἀγαθὸν γίνεται μόνης τῆς ἀνδρείας, οὐκ ἂν εἴη ἡ φρόνησις τἀγαθὸν ἀλλ’ ἀγαθόν τι. εἰ οὖν καὶ ἡ ἡδονὴ προςτιθεμένη τῇ φρονήσει ἢ τῇ ἀνδρείᾳ μεῖζον ἀγαθὸν ἀποτελεῖ τὸ ἐξ ἡδονῆς καὶ φρονήσεως ἢ τὸ ἐξ ἡδο‐
35νῆς καὶ ἀνδρείας, οὐκ ἂν εἴη ἡ ἡδονὴ τἀγαθόν. τὸ γὰρ λέγειν, ὅτι ἡ ἡδονὴ τἀγαθὸν οὖσα προστιθεμένη τὸ ὅλον μεῖζον ποιεῖ, ὅμοιόν ἐστι, εἰ
χρὴ ὅμοιον εἰπεῖν, τῷ λέγειν ὅτι ἡ σύμπασα γῆ μετὰ τῶν ἐν αὐτῇ ὀρῶν535

536

καὶ παντοίων ὑδάτων καὶ θαλασσῶν καὶ φυτῶν προςτιθεμένη τῷ μυριοστῷ μέρει τῆς κέγχρου τὸ ὅλον ἀπὸ τοῦ τοιούτου μυριοστοῦ καὶ τῆς ξυμπάσης γῆς βαρύτερον πεποίηκεν. ὡς γὰρ ἡ ὅλη γῆ πρὸς τὸ μυριοστὸν μέρος τῆς κέγχρου, οὕτως αὐτὸ τἀγαθὸν πρός τι τῶν ἄλλων ἀγαθῶν, οἷον πρὸς
5φρόνησιν σοφίαν ἢ ἄλλο τι. καίτοι καὶ τοῦτο ψεῦδος, τὸ ὅτι ὡς ἡ γῆ πρὸς τὸ τῆς κέγχρου μυριοστὸν οὕτω τἀγαθὸν πρὸς φρόνησιν. ἀπειράκις γάρ ἐστιν ἡ τοῦ ἀγαθοῦ ὑπεροχὴ πρὸς τὴν φρόνησιν μείζων τοῦ βάρους τῆς συμπάσης γῆς πρὸς τὸ βάρος τοῦ μυριοστοῦ τῆς κέγχρου. ὡς οὖν γελοῖόν ἐστι τὸ λέγειν ὅτι τὸ βάρος τοῦ μυριοστοῦ μέρους τῆς κέγχρου
10προςλαβὸν τὴν βαρύτητα ξυμπάσης τῆς γῆς βαρύτερον γέγονεν, οὕτω γε‐ λοιότερον καὶ τὸ λέγειν ὅτι ἡ φρόνησις προςλαβοῦσα τἀγαθὸν τὴν ἡδονὴν μεῖζον ἀγαθὸν γέγονεν. ἀλλὰ μὴν γίνεται μεῖζον, βελτίων γὰρ ἡ μεθ’ ἡδονῆς φρόνησις τῆς ἄνευ ἡδονῆς. εἰ δὲ γίνεται μεῖζον, ὡς καὶ γίνεται, οὐκ ἔστιν ἡ ἡδονὴ τἀγαθὸν ἀλλά τι ἀγαθόν. τοιούτῳ δὴ λόγῳ καὶ ὁ
15Πλάτων ἀναιρε, ὅτι οὐκ ἔστιν ἡδονὴ τἀγαθόν, ᾧ λόγῳ συνελο‐ γίζοντο, ὡς οἱ περὶ Εὔδοξον, ὅτι ἡδονὴ τἀγαθόν ἐστι, τούτῳ χρώμενος ὁ Πλάτων δείκνυσιν αὐτὴν μὴ οὖσαν τἀγαθόν. ὥστε οὐ συνῆγεν ὁ Εὔδοξος ὅτι ἡ ἡδονὴ τἀγαθόν ἐστιν ἀλλ’ ὅτι ἀγαθόν τι. καὶ εἴη ἂν ὁ λόγος τοι‐ οῦτος· ἡ ἡδονὴ ᾧ ἂν τῶν ἀγαθῶν προςτεθῇ, τὸ ἐξ ἀμφοῖν αἱρετώτερον
20ποιεῖ· τἀγαθὸν οὐδενὶ τῶν ἀγαθῶν προςτεθὲν τὸ ἐξ ἀμφοῖν αἱρετώτερον ποιεῖ· ἡ ἡδονὴ ἄρα οὐκ ἔστι τἀγαθόν. καὶ τὴν μὲν λέγουσαν πρότασιν ἡ ἡδονὴ ᾧ ἂν τῶν ἀγαθῶν προςτεθῇ, τὸ ὅλον αἱρετώτερον ποιεῖ, ἐδήλωσε διὰ τοῦ αἱρετώτερον γὰρ εἶναι τὸν ἡδὺν βίον μετὰ φρονήσεως, ὅπερ ταὐτόν ἐστι τῷ ‘αἱρετωτέρα γάρ ἐστιν ἡ ἐξ ἡδονῆς καὶ φρονήσεως
25ζωὴ τῆς ἐκ μόνης φρονήσεωσ‘, τὴν δὲ λέγουσαν, ὅτι τἀγαθὸν οὐδενὶ τῶν ἀγαθῶν προςτεθὲν τὸ ὅλον αἱρετώτερον ποιεῖ, ἐμήνυσε διὰ τοῦ οὐδενὸς γὰρ προςτεθέντος αὐτῷ τὸ ἀγαθὸν αἱρετώτερον γίνεσθαι. εἰ οὖν τῇ ἡδονῇ (δεῖ γὰρ καὶ οὕτως εἰπεῖν) προςτεθέν τι τῶν ἀγαθῶν τὸ ἐξ ἀμφοῖν αἱρετώτερον γίνεται, τῷ δὲ τἀγαθῷ προςτεθέν τι τῶν ἀγαθῶν οὐ
30ποιεῖ τὸ ὅλον αἱρετώτερον, οὐκ ἔστιν ἡ ἡδονὴ τἀγαθόν. εἶπον δὲ ὅτι “δεῖ γὰρ καὶ οὕτως εἰπεῖν” ὅτι εἴτε τἀγαθῷ προςτεθῇ τι τῶν ἀγαθῶν, εἴτε τἀ‐ γαθόν τινι τῶν ἀγαθῶν, ταὐτά ἐστι. διὰ τοῦτο καὶ ὁ Ἀριστοτέλης ἀντὶ τοῦ εἰπεῖν ‘οὐδενὶ γὰρ προςτεθὲν τὸ αὐτοαγαθὸν τὸ ὅλον αἱρετώτερον ποιεῖ‘ εἶπεν οὐδενὸς γὰρ προςτεθέντος αὐτῷ τὸ ἀγαθόν. ἔστι δὲ ὃ λέγει·
35οὐδαμῶς τινος τῶν ἄλλων ἀγαθῶν συνελθόντος καὶ συνδυασθέντος αὐτῷ τῷ ἀγαθῷ, τουτέστι τῷ αὐτοαγαθῷ, αἱρετώτερον τὸ αὐτοαγαθὸν ποιεῖ. ὡς γὰρ τὸ βάρος τοῦ μυριοστοῦ μέρους τῆς κέγχρου προσελθὸν τῷ σύμ‐ παντι βάρει τῆς γῆς πάσης οὐ ποιεῖ βαρύτερον τὸ ὅλον βάρος, οὕτως οὐδὲ
τῷ αὐτοαγαθῷ, τῇ ὑπερουσίῳ πηγῇ τῶν ἀγαθῶν, προσελθόν τι τῶν μεθέξει536

537

ἐκείνου ἀγαθῶν ποιήσει τὸ ἐξ ἀμφοῖν αἱρετώτερον, τῇ δὲ ἡδονῇ συμ‐ πλακέν τι τῶν ἀγαθῶν ἀγαθωτέραν ποιεῖ· οὐκ ἄρα ἡ ἡδονὴ τὸ αὐτοαγα‐ θόν ἐστιν. ἀσάφειαν δέ τινα ἔχει ἡ ἐν τῇ προτάσει λέξις ἡ λέγουσα οὐ‐ δενὸς γὰρ προστεθέντος τῷ αὐτὸ τὸ ἀγαθὸν διά τε τὸ ἐλλείπειν τι καὶ
5διὰ τὸ μὴ εἰπεῖν αὐτὸ τἀγαθὸν ἢ αὐτὸ τὸ αὐτοαγαθὸν ἀλλ’ εἰπεῖν μεμε‐ ρισμένως αὐτὸ τὸ ἀγαθόν. δεῖ δὲ προσυπακούειν ἐν μὲν τῷ οὐδενὸς γὰρ τῶν ἄλλων ἀγαθῶν, ἐν δὲ τῷ προστεθέντος τῷ αὐτοαγαθῷ, ἐν δὲ τῷ αὐτὸ τὸ ἀγαθὸν 〈τὸ αἱρετώτερον γίνεσθαι ἀντὶ〉 τοῦ ἀγαθώτερον γίνεται, ἵν’ ᾖ ἡ τελεία καὶ ἀνελλιπὴς λέξις τοιαύτη· οὐδενὸς γὰρ τῶν ἄλλων
10ἀγαθῶν προςτεθέντος τῷ αὐτοαγαθῷ τὸ αὐτοαγαθὸν ἀγαθώτερον γίνεται.
11nΔῆλον δ’ ὡς οὐδ’ ἄλλο οὐδὲν τἀγαθὸν ἂν εἴη, ὃ μετά
12nτινος.
13 Ὥσπερ τὴν ἡδονήν, φησίν ὁ Πλάτων, οὔ φαμεν εἶναι τἀγαθόν, διότι προςτιθεμένης τινὶ τῶν ἀγαθῶν τὸ ἐξ ἀμφοῖν αἱρετώτερον γίνεται, οὕτως
15οὐδὲν ἄλλο ἂν εἴη τἀγαθόν, ὃ συνερχόμενόν τινι ἀγαθῷ αἱρετώτερον τοῦ μέρους τὸ ὅλον ἀποτελεῖ, ἀλλ’ ἀγαθὸν μὲν ῥηθήσεται, τὶ δὲ ἀγαθὸν καὶ τοιοῦτον ἀγαθὸν οὗ καὶ ἡμεῖς κοινωνοῦμεν, ὁποῖον ἀγαθόν εἰσιν αἱ ἀρεταὶ καὶ αἱ ἐπιστῆμαι. πᾶσα γὰρ ἀρετὴ καὶ ἐπιστήμη μεθ’ ἡδονῆς αἱρετωτέρα τῆς ἀνηδόνου. τὸ δὲ τοιοῦτον γὰρ ἐπιζητεῖται ταὐτόν ἐστι τῷ περὶ τῶν
20τοιούτων γὰρ ἀγαθῶν, ὧν καὶ ἡμεῖς κοινωνοῦμεν, ἐπιζητεῖ ὁ λόγος, εἰ τού‐ των τί ἐστιν ἡ ἡδονή, οἷον πότερον ἡ ἡδονὴ σωφροσύνη ἐστὶν ἢ ἀνδρεία ἢ φρόνησις ἤ τις τῶν ἐπιστημῶν. ὁ δὲ ἐνιστάμενος, ὡς οὐκ ἀγαθὸν οὗ πάντα ἐφίεται. δύο προτάσεων τοῦ συλλογισμοῦ οὐσῶν, ἐλάττονος μὲν τῆς λεγούσης τῆς ἡδονῆς πάντα ἐφίεται, μείζονος δὲ τῆς οὗ πάντα
25ἐφίεται τἀγαθόν ἐστιν, ἀνίσταντό τινες πρὸς ταύτην τὴν μείζονα, λέγοντες ψεῦδος εἶναι ὅτι οὗ πάντα ἐφίεται ἀγαθόν ἐστιν. εἰ δὲ μὴ ἀγαθὸν πολλῷ μᾶλλον οὐδὲ τἀγαθόν. ὁ οὖν, φησίν, ἐνιστάμενος λόγος πρὸς τὴν μείζονα πρότασιν ὡς μὴ ἀληθεύουσαν, οὐδέν τι λέγει, ἤτοι παρὰ τὰ δοκοῦντα πᾶσι λέγει· ψευδὴς γάρ ἐστι· τὸ δὲ ψεῦδος μὴ ὂν ὥσπερ τὸ ἀληθὲς ὄν· ὥστε
30ὁ λέγων τὸ ψεῦδος οὐδέν τι λέγει. πῶς γὰρ ἂν ἀληθεύοι ἢ πιστότερα λέγοι τῆς πίστεως ταύτης, ἤτοι τῆς προτάσεως ταύτης τῆς λεγούσης, ὅτι ἀγαθόν ἐστιν οὗ πάντα ἐφίεται; τοῦ γὰρ δοκοῦντος πᾶσιν ἀνθρώποις ἰδιώ‐ ταις καὶ σοφοῖς καὶ τοῖς κατὰ φιλοσοφίαν γνωρίμοις τί ἂν εἴη ἀληθέστερον; ἵνα δι’ ἐκείνου ἀποσκευάσηταί τις τὸ δοκοῦν σύμπασιν, ὅτι οὗ πάντα ἐφίε‐
35ται ἀγαθόν ἐστιν. εἰ γὰρ τοῦ οὗ πάντα ἐφίεται ἀγαθόν ἐστι πιστότερον ἦν καὶ ἀληθέστερον τὸ οὗ πάντα ἐφίεται οὐκ ἔστιν ἀγαθόν, τοῦτο μὲν ἂν ἐδόκει πᾶσι, καὶ συμφώνως ἂν πάντες τοῦτο ἔλεγον· νῦν δὲ τοὐναντίον
τὸ μὲν ὅτι οὗ πάντα ἐφίεται ἀγαθόν ἐστι, πάντες ὁμοφώνως λέγουσι, τὸ537

538

δὲ οὗ πάντα ἐφίεται οὐκ ἔστιν ἀγαθὸν εἷς που ἢ δύο, ὥστε ψευδῆ φθέγ‐ γεται ὁ τοῦτο λέγων. καὶ ἄλλως· εἰ μὲν τῆς ἡδονῆς τὰ ἀνόητα, λέγων ἀνόητα τὰ ἄλογα, ὠρέγετο, εἶχεν ἄν τι λέγειν ὁ πρὸς ταύτην ἐνιστάμενος τὴν πρότασιν. οὐ γὰρ ἂν ἦν καθόλου ἀληθὲς τὸ οὗ πάντα ἐφίεται ἀγαθόν
5ἐστιν, ἀλλ’ ἴσως οὗ πάντα τὰ λόγον ἔχοντα, οἷον οἱ ἄνθρωποι. εἰ δὲ μὴ μόνον τὰ ἄλογα ταύτης ὀρέγεται ἀλλὰ καὶ τὰ φρόνιμα, τουτέστιν οἱ ἄνθρωποι, πῶς ἂν ἀληθεύοι ὁ ἀντιλέγων πρὸς αὐτήν; εἰ δέ γε πρὸς τοὺς φαύλους καὶ ἀκολασίᾳ χαίροντας ἀφορῶν καὶ τὰς ἐπιθυμίας αὐτῶν λέγει μὴ εἶναι ἀγαθὸν οὗ πάντα ἐφίεται καὶ διὰ τοῦτο μηδὲ τὴν ἡδονήν, οὐδέν
10τι τοῦτο πρὸς τὸν λόγον. ἔστι γὰρ καὶ ἐν τοῖς ἀκολάστοις φυσικόν τι ἀγαθὸν ὁ νοῦς αὐτῶν, ὃς φύσει διώκει τὴν ἁπλῶς καὶ κυρίως ἡδονὴν ἀγαθὸν οὖσαν. πᾶς γὰρ νοῦς, ὡς εἴρηται, φύσει διώκει τὸ οἰκεῖον ἀγαθόν, καὶ τοῦτο ἀπομαντεύεται ἢ ὀνειροπολεῖ, ἐμπίπτει δὲ ταῖς ζῳώδεσι καὶ φορτικαῖς ἡδοναῖς, αἳ οὐδὲ κυρίως τυγχάνουσιν οὖσαι ἡδοναὶ διὰ μοχθηρὰν
15ἀγωγὴν καὶ τὴν ἑπομένην ἐξ ἀνάγκης αὐτῇ ἄγνοιαν τῆς ἀληθοῦς ἡδονῆς. ἐσκότωται γὰρ τὸν κριτὴν νοῦν τῶν ἀληθινῶν καὶ μὴ τοιούτων ἡδονῶν. ὡς γὰρ ὁ τὰς σωματικὰς ὄψεις πεπηρωμένος ἀδυνατεῖ τὴν τετριμμένην καὶ πεπατημένην διακρῖναι τῆς ἀτρίπτου καὶ ἀκανθώδους, οὕτως οὐδ’ ὁ μο‐ χθηρῶς καὶ φαύλως τραφεὶς δύναται διϊδεῖν, τίς ἡ ἀληθινὴ καὶ ὄντως
20ἐστὶν ἡδονή, ἥτις καὶ ἀγαθή ἐστι καὶ τίς ἡ λεγομένη μὲν μὴ οὖσα δέ. εἰ μὲν οὖν διὰ τῆς λέξεως τῆς λεγούσης ἴσως καὶ ἐν τοῖς φαύλοις ἔστι φυσικὸν τοὺς φαύλους ἀνθρώπους λέγει, ταῦτ’ ἂν εἴη, ἃ πέπαυμαι λέγων δι’ αὐτῆς, εἰ δὲ φαῦλα τὰ ἄλογα ζῷα, ἃ καὶ ἀνόητα εἶπεν, εἰ οὖν φαῦλα ταῦτα λέγει, πρὸς τὸ τίμιον ἀποβλέπων τῆς λογικῆς, εἴη ἂν λέγων
25ὅτι κἂν τὰ ἄλογα μόνα τῆς ἡδονῆς ὠρέγετο καὶ ταῦτα μόνα ταύτην ἐδίω‐ κεν, οὐδ’ οὕτω ψευδὴς ἂν ἦν ἡ λέγουσα πρότασις, οὗ πάντα ἐφίεται ἀγα‐ θόν ἐστιν. ἐν ἅπασι γὰρ αὐτοῖς ἔνεστι τοῖς μὲν μᾶλλον, τοῖς δὲ ἧττον θεῖόν τι καὶ ἔλλαμψις νοῦ, ᾧ φύσει ζητεῖ καὶ εὑρίσκει τὸ οἰκεῖον ἀγαθόν, ἤτοι τὸ οἰκεῖον τέλος. πᾶν γὰρ φύσει τυγχάνει τούτου, ὥστε καὶ τὴν
30ἡδονὴν καὶ ὡς πρὸς τὴν τούτου τεῦξιν συντείνουσαν ἀσπάζεται, ἐπεὶ πόθεν τὰ βλάπτοντα φεύγει, προσίεται δὲ τὰ ὠφελοῦντα εἴρηται περὶ τούτων τῷ φιλοσόφῳ τούτῳ πλεῖστα καὶ κάλλιστα ἐν ταῖς Περὶ ζῴων πραγματείαις καὶ ἐκεῖθεν ὁ φερέπονος ἀναλεγέσθω.
34nΟὐκ ἔοικε δὲ οὐδὲ περὶ τοῦ ἐναντίου καλῶς λέγεσθαι.
35Ὁ ἐκ τοῦ ἐναντίου συνιστῶν τὴν ἡδονὴν ἀγαθὸν λόγος τοιοῦτος ἦν·
εἰ ἡ λύπη ἐναντίον οὖσα τῇ ἡδονῇ κακόν ἐστιν, ἀγαθὸν ἄρα ἡ ἡδονή.538

539

πόθεν δ’ ὅτι ἡ λύπη κακόν; ἐκ τοῦ πάντας φεύγειν αὐτήν. πρὸς τοῦτον τὸν λόγον τὸν ἐκ τοῦ ἐναντίου συνιστῶντα τὴν ἡδονὴν ἀγαθὸν ἐνίστατο ὁ Σπεύσιππος λέγων· ‘οὐκ ἀνάγκη, ἐπειδὴ κακόν ἐστιν ἡ λύπη, ἀγαθὸν εἶναι τὴν ἀντικειμένην αὐτῇ ἡδονήν‘· οὐ γὰρ πᾶν τὸ ἀντικείμενον κακῷ ἀγαθόν
5ἐστιν. ἀντίκειται γὰρ τῇ θρασύτητι κακῷ ὄντι ἡ δειλία καὶ οὐκ ἔστιν ἀγα‐ θὸν ἡ δειλία ἀλλὰ κακόν, καὶ τῇ ἠλιθιότητι κακῇ οὔσῃ ἀντίκειται ἡ ἀκο‐ λασία κακὸν οὖσα καὶ αὕτη ὁμοίως, καὶ ἡ ἀνελευθεριότης τῇ ἀσωτίᾳ κακαὶ οὖσαι ἀμφότεραι. ἀντίκειται οὖν, φησὶ Σπεύσιππος, καὶ κακὸν κακῷ καὶ ἄμφω τῷ μηδετέρῳ, τουτέστι καὶ ἄμφω τὰ κακὰ τῷ ἀγαθῷ. μηδέτερον
10γὰρ τὸ ἀγαθὸν εἶπεν· αἱ γὰρ ἀρεταὶ μεσότητες οὖσαι οὐδέτερον τῶν ἄκρων εἰσίν. ἡ γὰρ ἀνδρεία οὔτε δειλία οὔτε θρασύτης ἐστί, καὶ ἡ σωφροσύνη οὔτε ἀκολασία οὔτε ἠλιθιότης, καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν ὁμοίως. καὶ λέγει ταῦτα καλῶς· ἀληθὲς γάρ ἐστι τὸ λέγειν, ὅτι ἀντίκειται κακὸν κακῷ καὶ ἀμφότερα τὰ κακὰ τῷ ἀγαθῷ. τοῦτο μὲν οὖν λέγουσι καλῶς· τὸ δ’
15ὅτι ἡ ἡδονὴ ὡς κακὸν κακῷ ἀντίκειται τῇ λύπῃ λέγουσιν οὐ καλῶς. οὐ γὰρ ἀντίκειται ἡ ἡδονὴ τῇ λύπῃ ὡς κακὸν κακῷ ἀλλ’ ὡς ἀγαθὸν κακῷ. εἰ γὰρ ἦν κακὸν ἡ ἡδονή, ἦν καὶ φευκτὸν καὶ μισητὸν ὡς ἡ λύπη. νῦν δὲ τὴν μὲν λύπην φεύγει πάντα καὶ ἀποστρέφεται ὡς κακόν, διώκει δὲ καὶ ἐπιτρέχει τὴν ἡδονὴν ὡς ἀγαθόν. τῶν μηδετέρων δὲ μηδέτερον
20ἢ ὁμοίως. τὰ μὲν ἀγαθὰ καὶ τέρποντα ἐπίσης πάντες ἢ πάντα διώκομεν, ὁμοίως δὲ καὶ τὰ κακὰ καὶ λυποῦντα παραπλησίως φεύγομεν καὶ ἀποστρε‐ φόμεθα. τὰ μηδέτερα δὲ μηδ’ ὄντα μήτε κακὰ μήτε ἀγαθὰ μηδέτερον ἢ ὁμοίως, τουτέστιν οὔτε φεύγομεν οὔτε διώκομεν, ἢ ὁμοίως, ἤτοι ἐπίσης ἢ διώκομεν ἢ φεύγομεν. οὔτε γὰρ μᾶλλον ὁρμῶμεν πρὸς τεῦξιν αὐτῶν
25οὔτε μᾶλλον ἀφορμῶμεν πρὸς ἀποφυγήν, ἀλλ’ ἐσμὲν ἐν μέσῃ τινὶ κατα‐ στάσει πρὸς οὐδέτερον μᾶλλον ἐκκλίνοντες ἢ νεύοντες, ὥστε καὶ εἰ ἡ ἡδονὴ ἦν τῶν κακῶν, ἐφεύγομεν ἂν αὐτήν, εἰ δὲ τῶν μήτε ἀγαθῶν μήτε κακῶν ἀλλὰ τῶν μηδετέρων, οὔτ’ ἂν ἐφιέμεθα αὐτῆς οὔτ’ ἂν ἐδιώκομεν. ἐπεὶ οὖν οὔτε τῶν κακῶν ἐστιν οὔτε τῶν οὐδετέρων, ἔστιν ἄρα τῶν ἀγαθῶν·
30οὐ μὴν οὐδ’ εἰ μὴ τῶν ποιοτήτων ἐστὶν ἡ ἡδονὴ διὰ τοῦτο οὐδὲ τῶν ἀγαθῶν. ὁ συνάγων τὴν ἡδονὴν μὴ εἶναι ἀγαθὸν διὰ τὸ μὴ εἶναι ποιότητα, ἐν δευτέρῳ σχήματι τοιοῦτός ἐστιν· ἡ ἡδονὴ οὐκ ἔστι ποιότης, πᾶν ἀγαθὸν ποιότης ἐστίν· ἡ ἡδονὴ ἄρα οὐκ ἀγαθόν. αἰτιᾶται δὲ τὴν λέγουσαν πρότασιν πᾶν ἀγαθὸν ποιότητα ἢ ποιὸν εἶναι. εἰσὶ γὰρ ἀγαθά
35τινα μὴ ὄντα ποιὰ μηδὲ ποιότητες, ὥστε τί κωλύει καὶ τὴν ἡδονὴν ἀγα‐ θὸν εἶναι, κἂν μὴ εἴη ποιὸν ἡ ποιότης; τίνα δέ εἰσιν ἀγαθὰ τὰ μὴ ὄντα ποιότητες, ἐπήγαγε τὰς κατ’ ἀρετὴν ἐνεργείας, αἵ τινες ἀγαθὰ μέν εἰσι, ποιότητες δὲ οὔκ εἰσιν, εἴπερ ἡ ἐνέργεια κίνησίς ἐστι δραστική, ἡ δὲ κίνησις οὐ ποιότης· καὶ ἡ εὐδαιμονία ἐνέργεια μέν ἐστιν, ὡς εἶπε καὶ
40ἐρεῖ, οὐ μὴν ποιότης, καὶ ἔστιν ἀγαθόν.539

540

(1n)

Λέγουσι δὲ τὸ μὲν ἀγαθὸν ὡρίσθαι, τὴν δ’ ἡδονὴν
2nἀόριστον.
3 Καὶ οὗτος ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι περαίνεται οὑτωσί· ἡ ἡδονὴ ἀόριστός ἐστι, πᾶν ἀγαθὸν ὡρισμένον ἐστίν, ἡ ἡδονὴ ἄρα οὐκ
5ἔστιν ἀγαθόν. ἐνίσταται δὲ κἀν τούτῳ πρὸς τὴν λέγουσαν πρότασιν, ὅτι ἡ ἡδονὴ ἀόριστόν τι πρᾶγμά ἐστι καί φησιν· εἰ μὲν ἐκ τοῦ ἥδεσθαι ἀορί‐ στου ὄντος (οἱ μὲν γὰρ ἥδονται μᾶλλον, οἱ δὲ ἧττον, καὶ οἱ μὲν μόγις ἐπὶ ἡδονὴν ὁρμῶσιν, οἱ δὲ τάχιον) εἰ μὲν ἐκ τοῦ ἥδεσθαι ἀορίστου ὄντος καὶ τὴν ἡδονὴν ἀόριστόν τι λέγουσι, περιφανῶς ψεύδονται. τοῦτο γὰρ
10ἐποίσουσι καὶ κατὰ τῶν ἀρετῶν ἀγαθῶν οὐσῶν καὶ κατὰ τῆς ὑγιείας καὶ κατὰ τῶν ἐπιστημῶν· καὶ γὰρ καὶ ἐπὶ τούτων ὁρᾶται τὸ ἀόριστον· οἱ μὲν γὰρ μᾶλλον ὑγιαίνουσι καὶ μᾶλλόν εἰσι γραμματικοὶ καὶ μᾶλλον σώ‐ φρονες καὶ μᾶλλον ἀνδρεῖοι καὶ μᾶλλον μετέχουσι τῶν ἀρετῶν καὶ ἕξεων καὶ ἐπιστημῶν, οἱ δὲ ἧττον. ὥστε κατὰ τοῦτον τὸν λόγον ἔσονται καὶ
15τῶν ἀρετῶν καὶ ἡ ὑγίεια καὶ τῶν ἐπιστημῶν ἑκάστη τε μᾶλλον καὶ ἧττον ἔχουσα διὰ τὸ τοὺς μὲν μᾶλλον μετέχειν καὶ μᾶλλον ἐνεργεῖν κατ’ αὐτάς, τοὺς δὲ ἧττον· καὶ ἔσονται κατὰ τοῦτο καὶ αὗται ἀόριστοι καὶ φαῦλαι. εἰ δὲ οὐ κατὰ τοῦ ἥδεσθαι τὸ ἀόριστον κατηγοροῦσιν, ἀλλὰ κατ’ αὐτῆς τῆς ἡδονῆς, καὶ οὕτω διάδηλον τὸ ψεῦδος. ὥσπερ καὶ τὸ εἶδος τῆς ὑγι‐
20είας καὶ τὸ τί ἦν εἶναι ὑγίεια ἕν τι καὶ ταὐτόν ἐστιν ὡρισμένον καὶ ἀν‐ επίδεκτον τοῦ μᾶλλον καὶ ἧττον. τὸ γὰρ ὑγίεια καὶ τὸ τί ἦν εἶναι ὑγιείας ἀνεπίτατον καὶ ἀνάνετόν ἐστιν. ἕκαστον γὰρ τοῦθ’ ὅπερ ἐστὶν οὔτε ἐπί‐ τασιν οὔτε ἄνεσιν ἐπιδέχεται, οἷον ἡ ἀνδρεία ἡ σωφροσύνη καὶ ἑκάστη τῶν ἐπιστημῶν, τοῖς δὲ κατ’ αὐτὰς λεγομένοις τὸ μᾶλλον καὶ ἧττον ἐν‐
25ορᾶται, οὕτω καὶ τὸ εἶδος τῆς ἡδονῆς καὶ τὸ τί ἦν εἶναι ἡδονῆς ἀνεπίτα‐ τον καὶ ἀνάνετόν ἐστιν, ὥστε καὶ ὡρισμένον, ὥστε καὶ ἀγαθόν. λέγει δὲ ἀμιγεῖς μὲν ἡδονὰς αὐτὸ καθ’ αὑτὸ χωρίς τινος ὑποκειμένου τὸ εἶδος τῆς ἡδονῆς νοούμενον καὶ ἁπλῶς πᾶν ἄλλο εἶδος, οἷον λευκότητα, μελα‐ νίαν, ὑγίειαν· μεμιγμένας δὲ τὰς μεθ’ ὑποκειμένου νοουμένας, οἷον τὰς ἐν
30ἐμοὶ καὶ σοὶ καὶ τοῖς ἄλλοις ἐνούσας. αἱ μὲν οὖν μεμιγμέναι, αἳ ἐν ἐμοὶ καὶ σοὶ ἐν ἐπιτάσει καὶ ἀνέσει ἵστανται καὶ ἀναπεπλησμέναι εἰσὶ τῆς ἀορι‐ στίας, αὐτὰ δὲ τὰ εἴδη, οἷον ἡ ὑγίεια καὶ ἡ ἡδονὴ καὶ τὰ ἄλλα, ὥσπερ εἴρηται, ἀνάνετα καὶ ἀνεπίτατα καθέστηκεν. ὅτι δὲ πολὺ τὸ ἀόριστον καὶ σχεδὸν ἀπερίληπτον τὸ ἐν ἑκάστοις τῆς ὑγιείας δηλοῦσιν αἱ κράσεις. εἰ
35γὰρ ἡ τοιάδε κρᾶσις τῶν ἐν ἡμῖν στοιχείων ἐστὶν ἡ ὑγίεια, αἱ δὲ κράσεις καὶ τὸ ἐν αὐταῖς μᾶλλον καὶ ἧττον ἀόριστον, δῆλον ὡς καὶ αἱ ἑπόμεναι ταύταις ὑγίειαι ἀόριστοί εἰσι. καὶ τί λέγω τὰς τῶν πάντων, ὅπου καὶ τοῦ
αὐτοῦ καὶ ἑνὸς οἷον Σωκράτους καθ’ ὥραν ὡς εἰπεῖν ἐπιτείνεται καὶ ἀνίεται;540

541

(1n)

Τέλειόν τε τἀγαθὸν τίθενται, τὰς δὲ κινήσεις καὶ τὰς
2nγενέσεις ἀτελεῖς.
3 Καὶ οὗτος ὁ λόγος πρὸς τὸ μὴ εἶναι τὴν ἡδονὴν τἀγαθὸν ἐπλέκετο ἐν πρώτῳ σχήματι. ἡ ἡδονὴ κίνησις καὶ γένεσις, πᾶσα κίνησις ἢ γένεσις
5ἀτελής· ἡ ἡδονὴ ἄρα ἀτελής. εἶτα λαμβάνων τὸ συμπέρασμα, ὅτι ἡ ἡδονὴ ἀτελής, καὶ προσλαμβάνων ἑτέραν πρότασιν τὴν ὅτι 〈οὐδὲν ἀτελὲς τἀγαθόν, συνῆγεν, ὅτι ἡ ἡδονὴ οὐκ ἔστιν ἀγαθόν. ἐδήλωσε δὲ τὸ〉 οὐδὲν ἀτελὲς τἀγαθὸν διὰ τοῦ τέλειόν τε τἀγαθὸν τίθενται. εἰ οὖν τἀγαθὸν τέλειον, τὸ ἀτελὲς οὐκ ἀγαθόν. τὸ δὲ ὅτι ἡ ἡδονὴ κίνησις ἢ γένεσις ἐσήμανε διὰ
10τοῦ πᾶσα ἡδονὴ γένεσις καὶ πᾶσα ἡδονὴ κίνησις. τοῦτο θεὶς εὐθὺς δια‐ σείει τὴν λέγουσαν πρότασιν, ὅτι ἡ ἡδονὴ κίνησίς ἐστι, λέγων· πᾶσα κί‐ νησις θάττων καὶ βραδυτέρα ἐστί. βαδίζει γάρ τις ποτὲ μὲν θᾶττον, ποτὲ δὲ βραδύτερον καὶ κινεῖται μὲν θᾶττον ἡ ἀπλανὴς τῶν σφαιρῶν, βραδύ‐ τερον δὲ ταύτης ἅπαν τὸ πλανώμενον. εἰ οὖν ἐν ταῖς κινήσεσι συμπέ‐
15πλεκται τὸ θᾶττον ἢ τὸ βραδύτερον, ἡδονὴ δὲ ἡδονῆς θάττων καὶ βραδυ‐ τέρα οὐκ ἔστιν, οὐκ ἂν εἴη ἡ ἡδονὴ κίνησις. ἡσθῆναι μὲν γάρ, φησί, θᾶττον καὶ βραδύτερον ἐνδέχεται, τουτέστι ποτὲ μὲν παύεταί τις θᾶττον ἡδόμενος, ὁτὲ δὲ βραδύτερον· αὐτὴ δὲ ἡ ἡδονὴ θάττων καὶ βραδυτέρα οὐκ ἔστι. ῥητέον δὲ καὶ οὕτως· τοῦ βαδίζοντος ἔκ τινος εἴς τινα τόπον
20ἢ τρέχοντος οὔκ εἰσι πάντα τὰ τῆς βαδίσεως ἢ τὰ τῆς δρομήσεως μέρη ἰσοταχῆ, ἀλλὰ τὰ μὲν ὀξύτερα καὶ ταχύτερα, τὰ δὲ ἧττον τοιαῦτα· τὰ δὲ τῆς ἡδονῆς πάντα μέρη τὰ ἀπὸ τῆς ἀρχῆς μέχρι τέλους, εἰ χρὴ μέρη λέγειν (μία γάρ ἐστι καὶ ἡ αὐτὴ ὁμοία), οὐδὲν οὐδενὸς τῶν ἄλλων συντο‐ νώτερον καὶ ὀξύτερον ἀλλ’ ἔστιν ἅπασα ὡς εἴπομεν ἡ ἀπ’ ἀρχῆς ἕως τέ‐
25λους ἡδονὴ ὁμαλὴ μηδεμίαν ἐπίτασιν ἢ ἄνεσιν ἐν τῷ χρόνῳ ἐν ᾧ ἡδό‐ μεθα προσεπικτωμένη. εἰπὼν δὲ ὅτι πάσῃ κινήσει δοκεῖ οἰκεῖον εἶναι τάχος καὶ βραδυτής, ἐπήγαγε καὶ εἰ μὴ καθ’ αὑτὴν οἷον τὸ τοῦ κόσμου πρὸς ἄλλο. ὃ δὲ λέγει ἐστίν· εἰ μὴ πᾶσα κίνησις αὐτὴ καθ’ αὑτὴν τὸ θᾶττον ἐπιδέχεται, οἷον ἡ τοῦ κόσμου, λέγων νῦν κόσμον αὐ‐
30τὴν τὴν ἀπλανῆ σφαῖραν (ἀνεπίδεκτος γάρ ἐστι τάχους καὶ βραδυτῆτος, διὰ τὸ ὁμαλῶς κινεῖσθαι τὴν τοιαύτην σφαῖραν, ὡς ἐν τῷ Περὶ οὐρανοῦ δέδεικται), ἀλλ’ οὖν πρὸς τὰς τῶν πλανωμένων κινήσεις, εἴ τις αὐτὴν παρα‐ βάλλοι, εὑρήσει θάττονα πάνυ πολλῷ τῶν κινήσεων ἐκείνων. τοῦτο μὲν
οὖν τοιοῦτον, τὸ δ’ ἐν ἀρχῇ τῆς λέξεως εἰρημένον τὸ κίνησιν καὶ γέ‐541

542

νεσιν ἀποφαίνειν πειρῶνται ταὐτόν ἐστι τῷ ἀποφαίνειν πειρῶνται μὴ εἶναι αὐτὴν τἀγαθόν. τὸ γὰρ λέγειν ὅτι ἡ ἡδονὴ κίνησις ἢ γένεσίς ἐστι ταὐτόν ἐστι τῷ λέγειν, ὅτι ἡ ἡδονὴ οὐκ ἔστι τἀγαθόν. κίνησις μὲν οὖν ἢ γένεσις, ὡς λέγομεν ἡ ἡδονὴ οὐκ ἔστιν. ἐξ ὧν δὲ ὥρμηνται ἐκεῖνοι
5κίνησιν καὶ γένεσιν αὐτὴν λέγειν, ταῦτα ἂν εἴη. λέγουσι δή, εἰ ἡ κίνησις ἐντελέχειά ἐστι τοῦ κινητοῦ ᾗ κινητόν, ὡς ἐν τῷ Γ τῶν Φυσικῶν λέγεται, ἤτοι ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ, ὁ δὲ ἡδόμενος ἐκ τοῦ δύ‐ νασθαι ἥδεσθαι εἰς τὸ ἐνεργεῖν μεταβάλλει, δῆλον ὅτι καὶ ἡ ἡδονὴ ἐντελέ‐ χειά ἐστι τοῦ δυναμένου ἥδεσθαι, ᾗ τοιοῦτος. εἰ δὲ τοῦτο, κίνησις ἂν
10εἴη ἡ ἡδονή. ἀλλὰ τοῦτο, φησὶν Ἀριστοτέλης, ὃ λέγουσιν οὗτοι, οὐκ ἔστι ταὐτὸν ἐκείνῳ τῷ συμβαίνοντι ἐπὶ τοῦ κινουμένου. ἐπὶ μὲν γὰρ τῆς κινή‐ σεως, ὅταν ἀπὸ τῆς ἐπιτηδειότητος τὸ κινούμενον μεταβάλλῃ καὶ κινῆται πρὸς ἐκεῖνο, εἰς ὃ μεταβαλεῖν καὶ κινηθῆναι δύναται, καὶ ἐπιτήδειόν ἐστιν ἔτι μένειν ἐν αὐτῷ τὸ δυνάμει, οἷον τὸ δυνάμει λευκὸν ὅταν ἀπὸ τοῦ δυ‐
15νάμει εἰς τὸ ἐνεργείᾳ μεταβάλλῃ, ἔτι μένοντος ἐν αὐτῷ τοῦ δυνάμει, τότε λέγεται κινεῖσθαι, ἐπὰν δὲ παύσηται τοῦ δυνάμει καὶ ἐνεργείᾳ μόνον ἐστὶ λευκόν, μηκέτι ἐνόντος αὐτῷ ἐκείνου, ἀφ’ οὗ ἤρξατο μεταβάλλειν, οὐκέτι κίνησίς ἐστιν οὐδὲ κινεῖται, ἀλλ’ ἔστιν ἔν τινι ὄντι, οἷον τῷ λευκῷ. ἕως γὰρ ἂν λευκαίνηται, ἔστι τι ἐν αὐτῷ τοῦ μέλανος, εἰ ἐκ τοῦ μέλανος
20εἰς τὸ λευκὸν ἡ μεταβολὴ γίνεται, καὶ ἕως ἂν ἔστι τι ἐν αὐτῷ τοῦ μέ‐ λανος, δυνάμει λευκόν ἐστι καὶ κινεῖται, ὡς εἴρηται. ἐπὶ δὲ τοῦ ἡδομένου οὔτε μένει ἐν αὐτῷ τι τοῦ μὴ ἥδεσθαι ἐφ’ οὗ ἐπὶ τὸ ἥδεσθαι μεταβάλλει, οὔτε πρός τι τέλος ἐτελεύτησεν, ὥσπερ ἐκεῖ τὸ λευκαινόμενον εἰς τὸ λευ‐ κόν. κίνησις μὲν οὖν διὰ ταῦτα ἡ ἡδονὴ οὐκ ἂν εἴη.
25nΓένεσίς τε πῶς ἂν εἴη; δοκεῖ γὰρ οὐκ ἐκ τοῦ τυχόν‐
26nτος τὸ τυχὸν γίνεσθαι.
27 Εἰπὼν ὅθεν ὁρμηθεὶς ὁ Πλάτων τὴν ἡδονὴν κίνησιν ἔλεγε καὶ ἀντει‐ πὼν αὐτῷ λέγει νῦν καὶ πόθεν ἀνεπείσθη λέγειν αὐτὴν γένεσιν. ἔστι γάρ, φησίν, ἡ ἡδονή, ὁ Πλάτων, οὐ τέλος ἀλλὰ τῶν πρὸς τέλος ὁδός τις καὶ
30μεταβολή. ὡς γὰρ ἡ ὑγίανσις πρὸς ὑγίειαν καὶ ἡ λεύκανσις πρὸς τὸ λευ‐ κὸν οὕτω καὶ αὕτη πρὸς τὴν κατὰ φύσιν κατάστασιν καὶ εὐπάθειαν. ἔστι γάρ, φησὶν ὁ Πλάτων, ἡ ἡδονὴ γένεσις εἰς φύσιν αἰσθητή. ἄγει γάρ, φησὶν ὁ Πλάτων, τὴν ἕξιν ἡμῶν εἰς τὸ παρὰ φύσιν ἐκτραπεῖσαν ἐπὶ τὴν κατὰ φύσιν εὐθημοσύνην. μᾶλλον δὲ οὐκ αὐτὴ ἄγει, ἀλλὰ δι’ αὐτῆς ὡς διὰ
35γενέσεως ἐπάνεισιν εἰς τὴν κατὰ φύσιν ἕξιν τὰ σώματα τῶν ζῴων. ἐπεὶ
οὖν γένεσίς ἐστιν, αἱ δὲ γενέσεις οὐ τέλη ἀλλὰ τῶν πρὸς τέλη, οὐκ ἔστι542

543

συγγενὴς τῷ ἐπ’ αὐτῇ τέλει. καθόλου γὰρ οὐδεμία γένεσις συγγενὴς τοῖς τέλεσιν· οὔτε γὰρ ἡ οἰκοδόμησις τῇ οἰκίᾳ ἐστὶ συγγενὴς οὔτε ἡ ὑγίανσις τῇ ὑγείᾳ· ὥστε οὐδὲ ἡ ἡδονή. ἀγαθὰ δέ εἰσι τὰ τέλη, ὥστε ἡ ἡδονὴ οὐκ ἀγαθόν· οὐ γάρ ἐστι τέλος. εἰ γὰρ τὸ τέλος ἀγαθόν, τὸ μὴ συγγενὲς
5τῷ τέλει οὐκ ἀγαθόν. ὅτι δὲ αἱ κατὰ τῆς ἡδονῆς τοιαῦται ἐπιχειρήσεις οὐκ ἔχουσι τὸ ἰσχυρόν, καὶ ἔδειξε καὶ νῦν δεικνύει, λέγων οὐδὲν δοκεῖ ἐκ τοῦ τυχόντος γίνεσθαι ἀλλ’ ἐκ τοῦ δυνάμει ὄντος τοῦτο, ὃ νῦν ἐνεργείᾳ ἐστίν, οἷον ἥδε ἡ σάρξ, ἥτις ἐνεργείᾳ νῦν σάρξ ἐστιν, οὐ γέγονεν ἐκ λίθου ἢ ξύλου ἤ τινος τῶν τυχόντων ἀλλ’ ἐξ ἐκείνου, ὃ ἦν δυνάμει σάρξ. ἦν
10δὲ δυνάμει σὰρξ τὸ αἷμα, εἰ δὲ ἦν δυνάμει τὸ ξύλον σάρξ, ἐγεγόνει ἂν ἐκ τοῦ ξύλου. διὸ ἐκ μὲν τοῦ ξύλου ἡ σὰρξ οὐ γέγονε· γέγονε δὲ ἐκ τοῦ αἵματος· τοῦτο γὰρ ἦν δυνάμει σάρξ. πάλιν τὸ αἷμα γέγονεν ἐξ ἄρτου· οὗτος γὰρ ἦν δυνάμει αἷμα καὶ ἔτι τὸ γινόμενον πᾶν ἐξ ἐκείνου γίνεται, εἰς ὃ καὶ ἀναλύεσθαι δύναται διὰ τῆς φθορᾶς τῆς ἀντικειμένης τῇ γενέσει,
15οἷον τὰ φυτὰ ἐκ τῶν στοιχείων, εἰς ἃ καὶ ἀναλύεται διὰ τῆς φθορᾶς τῆς ἀντικειμένης τῇ γενέσει αὐτῶν καὶ τὰ ἄλλα πάντα. εἰ οὖν καὶ ἡ ἡδονὴ γένεσις ἦν, ἦν ἂν ὁδός τις καὶ μεταβολὴ ἔκ τινος εἴς τι, ὡς ἡ μέλανσις ἐκ λευκοῦ εἰς μέλαν καὶ ἡ νόσανσις ἐξ ὑγιείας εἰς νόσον. οὐκ ἔστι δ’ ἐπὶ τῆς ἡδονῆς οὔτε τὸ ἀφ’ οὗ οὔτε τὸ εἰς ὅ· οὐκ ἔστι γὰρ οὔτε
20τὸ ἀλλοιούμενον καὶ μεταβάλλον καὶ γινόμενόν τι διὰ τῆς ἡδονῆς οὔτε τέλος τι, εἰς ὃ τελευτᾷ ἡ ἡδονή, ὥσπερ ἡ ὑγίανσις εἰς τὴν ὑγίειαν καὶ ἡ θέρμανσις εἰς τὸ θερμόν. καὶ τοῦτο εἰκότως συμβαίνει. οὐ γάρ ἐστι γέ‐ νεσις ἀλλ’ ἐνέργεια, ὡς δείξει. αἱ δ’ ἐνέργειαι τέλη εἰσὶν ἀλλ’ οὐχ ὁδοὶ πρὸς τέλη. ὅτι δὲ τέλος ἐστὶν ἡ ἡδονὴ καὶ οὐχὶ γένεσις, μάθοιμεν ἂν
25ἐντεῦθεν. ἐπὶ μὲν γὰρ τῶν γενέσεων οὐχ ἅμα γίνεταί τι καὶ ἔστιν ὅτε γίνεται. οὐ γὰρ ἅμα γίνεται σὰρξ καὶ σάρξ ἐστιν ὅτε γίνεται, οὐδὲ ὅτε γίνεται ἡ οἰκία τότε ὅτε γίνεται καὶ ἔστιν. ἐπὶ δὲ τῶν ἐνεργειῶν, οἷον τοῦ ὁρᾶν, ἅμα τε ὁρᾷ καὶ ἑώρακε· καὶ ἐπὶ τῶν ἡδονῶν ἅμα τε ἥδεται καὶ ἥσθη, ὥστε ἐνέργειά ἐστι καὶ οὐ γένεσις. εἰ δὲ ἐνέργεια, καὶ τέλος
30ἀλλ’ οὐχ ὁδός τις καὶ μεταβολὴ πρὸς τέλος. οὐκ ἔστι γὰρ μόριόν τι τοῦ χρόνου καθ’ ὃν ἥδετο, ἐν ᾧ οὐ τέλειος ἦν ἐν τῷ ἡδομένῳ ἡ ἡδονή. τὸ δ’ ἐν ἅπασι τοῖς μέρεσι τοῦ χρόνου τέλειόν τι καὶ ὁλόκληρον ὂν οὐ γένε‐ σίς ἐστιν ἀλλ’ ἐνέργεια. τότε γὰρ τέλειος ἡ γένεσίς ἐστι καὶ λέγεται, ὅταν τὸ γινόμενον τελειωθῇ· ἕως δ’ ἂν γίνηται, ἀτελὲς καὶ τὸ γινόμενον καὶ
35ἡ γένεσις. ἡ δὲ ἡδονὴ καὶ εὐθὺς ἐν τῷ πρώτῳ μέρει τοῦ ὅλου χρόνου, ἐν ᾧ ἥδετο, ὅλη τελεία πάρεστιν· ὡσαύτως καὶ ἐν τῷ ἐφεξῆς μέρει καὶ ἐν τῷ μετ’ ἐκεῖνο καὶ ὅλως ἐν ἅπασι καὶ τοῖς ἄγαν ἐλαχιστοτάτοις τοῦ χρόνου μέρεσιν· ὥστε οὐκ ἂν εἴη γένεσις ἀλλ’ ἐνέργεια. ἀλλὰ καὶ εἰ ἦν γένεσις, ἦν ἂν μεταβολή τινος ὑποκειμένου δυνάμει ὄντος ἐκεῖνο εἰς ὃ
40μεταβάλλει, οἷον ἡ ἐξαιμάτωσις γένεσις οὖσα αἵματος μεταβολή ἐστιν εἰ543

544

τύχοι ἄρτου δυνάμει ὄντος αἵματος. οὐκ ἔστι δέ τι, ὃ μεταβάλλει ἐν ταῖς ἡδοναῖς ἐκ τοῦ εἴδους ἐν ᾧ ἔστιν εἰς ἕτερον εἶδος, ὃ ἐνεργείᾳ μὲν οὐκ ἦν ἐκεῖνο πρὸ τῆς ἡδονῆς, δυνάμει δέ, μετὰ δὲ τοῦτο γέγονεν ἐνεργείᾳ διὰ τῆς ἡδονῆς ὡς ἐπὶ τοῦ ἄρτου. οὗτος γὰρ πρὸ τῆς γενέσεως, ἥτις ἦν ἐξαι‐
5μάτωσις, ἐνεργείᾳ μὲν οὐκ ἦν αἷμα ἀλλὰ δυνάμει, μετὰ δὲ ταῦτα γέγο‐ νεν αἷμα διὰ τῆς ἐξαιματώσεως. τί οὖν ἂν ἔχοιεν ἡμῖν οἱ τὴν ἡδονὴν λέγοντες γένεσιν ἀνάλογόν τι τῷ ἄρτῳ καὶ τῷ αἵματι, ὃ διὰ τῆς ἡδονῆς ὡς διὰ γενέσεως μετέβαλεν ἐξ οὗ ἦν εἰς ὃ οὐκ ἦν ἐνεργείᾳ ἀλλὰ δυνάμει; πότερον τὸ σῶμα ἢ τὴν ψυχὴν ἐροῦσιν ἀνάλογον τῷ ἄρτῳ καὶ θήσουσι
10μεταβάλλειν παρούσης σφίσιν αὐτοῖς τῆς ἡδονῆς; μὴ καὶ γελοῖον εἴη τὸ ὅλως ἐνθυμηθῆναι τοῦτο, ἀλλὰ καὶ ὥσπερ τὸ τέλος τῆς ὑγιάνσεως, ὅ ἐστιν ἡ ὑγίεια, φθείρει ἡ νόσανσις, καὶ τὸ τέλος τῆς νοσάνσεως τὴν νόσον φθείρει ἡ ὑγίανσις, οὕτως ἔδει καὶ ἐπὶ τῆς ἡδονῆς συμβαίνειν, καὶ ὃ γέγονε διὰ τῆς ἡδονῆς φθείρεσθαι διὰ τῆς λύπης, καὶ ἔμπαλιν ὃ παρήγαγεν ἡ λύπη
15ἀπόλλυσθαι διὰ τῆς ἡδονῆς. καὶ εἰπάτωσαν ἡμῖν, τίνα ταῦτα τὰ τέλη, ἃ γεννῶσιν ἡ λύπη καὶ ἡ ἡδονὴ καὶ φθείρουσι.
17nΚαὶ λέγουσι τὴν μὲν λύπην ἔνδειαν τοῦ κατὰ φύσιν
18nεἶναι, τὴν δ’ ἡδονὴν ἀναπλήσωσιν.
19Καὶ διὰ τούτων τὴν ἡδονὴν γένεσιν εἶναι ἐπεχείρουν δεικνύειν. εἰ δ’
20ἔστι γένεσις, οὐκ ἂν εἴη τἀγαθόν. ἔλεγον δή· ἡ ἡδονὴ ἀναπλήρωσίς ἐστιν, ἡ ἀναπλήρωσις γένεσις, ἡ ἡδονὴ ἄρα γένεσις. εἶτα ἡ ἡδονὴ γένεσις, ἡ γένεσις μεταβολή, ἡ μεταβολὴ ἀτελής, ἡ ἡδονὴ ἄρα ἀτελής. ἀτελὴς δ’ οὖσα, οὐκ ἂν εἴη τἀγαθόν. παντέλειον γάρ τι τἀγαθόν, ἀλλ’ οὐκ ἀτελές. ἀλλὰ πόθεν δῆλον ὅτι ἡ ἡδονὴ ἀναπλήρωσίς ἐστιν; ἢ ἐπεί, φασίν, ἡ ἀντι‐
25κειμένη αὐτῇ λύπη ἔνδειά ἐστιν, αὕτη ἂν ἀναπλήρωσις εἴη. εἰ γὰρ τὸ λευκὸν διακριτικόν, τὸ μέλαν συγκριτικόν, καὶ ἐὰν ἡ λύπη ἔνδεια, ἡ ἡδονὴ ἀναπλήρωσις. ὁ τόπος ἐκ τῶν ἐναντίων. τὸ δὲ τὴν λύπην ἔνδειαν εἶναι, οὑτωσὶ συνίστων· εἰ λυπεῖται, φασί, τὸ ζῷον πεινῶν καὶ διψῶν, ἡ πεῖνα καὶ ἡ δίψα λῦπαί εἰσιν, ἀλλὰ μὴν ἡ πεῖνα καὶ ἡ δίψα ἔνδειαί εἰσι τῆς
30κατὰ φύσιν ἕξεως, ἡ λύπη ἄρα ἔνδειά ἐστιν. ἐπειδὰν γάρ, φασί, τὸ σῶμα ἐνδεὲς γένηται ξηρῶν ἢ ὑγρῶν, ἐξίσταται τοῦ κατὰ φύσιν, ἐξιστάμενον δὲ λυπεῖται καὶ ὀρέγεται τῆς ἀναπληρώσεως, ὀρεγόμενον δὲ ἐσθίει καὶ πίνει, ἐσθίον δὲ καὶ πῖνον ἀναπληροῦται. εἰ δὲ ταῦτα ἀληθῆ, σώματός εἰσι πά‐ θη ἡ ἔνδεια καὶ ἡ πλήρωσις· ὥστε καὶ τὸ σῶμα ἂν ἥδοιτο καὶ λυποῖτο.
35αὐτὸ γάρ ἐστι τὸ ἀναπληρούμενον· ὥστε καὶ τὸ ἡδόμενον αὐτό ἐστιν. εἰ γάρ ἐστιν ἐν τῷ σώματι ἡ ἀναπλήρωσις, ἡ δ’ ἀναπλήρωσις ἡδονή, ἐν τῷ
σώματι ἄρα ἡ ἡδονή. ᾧ δὲ πάρεστιν ἡ ἡδονή, ἐκεῖνο ἀνάγκη καὶ ἥδεσθαι.544

545

ἀλλὰ μὴν οὐκ ἔστι τὸ σῶμα τὸ ἡδόμενον· οὐκ ἄρα ἀναπλήρωσις ἡ ἡδονή. ἀλλὰ πῶς φασι γίνεται ἡ ἡδονή; πῶς, ἀκούετε. εἰσιόντα ἐν ταῖς προσφο‐ ραῖς τὰ τρέφοντα τὸ σῶμα σιτία καὶ ποτὰ καὶ ἐνεργούσης τῆς θρεπτικῆς 〈ψυχῆσ〉 περὶ αὐτὸ ἀνεμποδίστως ἡδόμεθα. ἔστι γὰρ ἡ γινομένη μετὰ τὴν
5ἔνδειαν ἡδονὴ ἐνέργεια τῆς θρεπτικῆς ψυχῆς κατὰ φύσιν ἀνεμπόδιστος· ἢ ἁπλῶς πᾶσα ἐνέργεια κατὰ φύσιν ἀνεμπόδιστος ἡδίστη ἐστί. τῆς γοῦν θρεπτικῆς ψυχῆς ἡ ἐνέργεια πληροῖ καὶ ἀποκαθίστησι εἰς τὴν φυσικὴν ἕξιν, ἥτις ἐνέργεια ἡδεῖά ἐστι. καὶ ἔστι τὸ μὲν ἡδόμενον ἡ ψυχή, ἡ δὲ ἡδονὴ ἀνεμπόδιστος αὐτῆς ἐνέργεια. λέγει δὲ τὴν ἡδονὴν ἐνέργειαν ὁ
10Ἀριστοτέλης οὐχ ὡς αὐτῆς κατὰ τὸν οἰκεῖον λόγον οὔσης ἐνεργείας, ἀλλ’ ὡς ἐπὶ ἐνεργείᾳ τὸ εἶναι ἐχούσης καὶ μὴ δυναμένης ἀπὸ τῆς ἐνεργείας χωρίζεσθαι. λέγεται οὖν ἡ ἡδονὴ ψυχῆς ἐνέργεια ἀνεμπόδιστος διὰ τὸ παρακολουθεῖν ἀνεμποδίστῳ ψυχῆς ἐνεργείᾳ καὶ συνεῖναι τῇ ἐνεργείᾳ ἀχω‐ ρίστως, ἐφ’ ᾗ γίνεται. ὥσπερ δὲ τῇ ἀρετῇ καὶ τῇ ἐπιστήμῃ ἕξεσιν οὔσαις
15τῆς ψυχῆς ἐπακολουθεῖ αὐταῖς ταῖς ἐνεργείαις ἡδονή (ἡδεῖαι γὰρ αἱ κατ’ ἀρετὴν ἐνέργειαι), οὕτω καὶ αἱ τῆς ψυχῆς τῆς θρεπτικῆς ἐνέργειαι, ὅταν ἀνεμποδίστως ἐνεργῶνται, ἥδισταί εἰσι. καὶ ἔστιν ἡ μὲν θρεπτικὴ ψυχὴ ἕξις τοῦ σώματος, αἱ δὲ ἐνέργειαι αὐτῆς τελειότητές τινες καὶ ἀποκατα‐ στάσεις εἰς τὸ κατὰ φύσιν. τὸ δὲ ἀποκαθιστῶν εἰς τὴν φύσιν ἡδύ, ὥστε
20ἡ ἡδονὴ ἀναπλήρωσις μὲν οὐκ ἔστιν, ἐνέργεια δὲ τῆς θρεπτικῆς δυνάμεως καὶ ἕξεως ἢ ἐνέργεια τῆς θρεπτικῆς ψυχῆς ἢ ὅπως ἂν ἐθέλοι τις λέγειν. ταύτης οὖν τῆς θρεπτικῆς ἕξεως ἡδέως ἐνεργούσης ἕπεται ἡ ἀναπλήρωσις καὶ ἡ εἰς τὸ κατὰ φύσιν ἀποκατάστασις. ὡς γὰρ τοῦ οἰκοδόμου ἐνερ‐ γοῦντος οἷον οἰκοδομοῦντος ἀκολουθεῖ τὸ αὔξεσθαι τὸν τοῖχον, καὶ ἡμῶν
25ἐκχεόντων εἰς τὴν δεξαμενὴν πληροῦσθαι συμβαίνει τὴν δεξαμενήν, οὕτως καὶ τῆς θρεπτικῆς ἕξεως ἐνεργούσης περὶ τὰ τρέφοντα τὸ σῶμα, ἀναπλη‐ ροῦται τὸ σῶμα. πολὺ ἄρα διαφέρει τὸ λέγειν τὴν ἡδονὴν ἀναπλήρωσιν τοῦ λέγειν ἕπεσθαι τῇ ἡδονῇ ἀναπλήρωσιν, ἤτοι ἕπεσθαι τῇ ἐνεργείᾳ τῆς θρεπτικῆς ψυχῆς ἀναπλήρωσιν. καὶ ἔστιν ἡ μὲν θρεπτικὴ ψυχὴ ἕξις τοῦ
30σώματος, ἡ δὲ ἡδονὴ ἐνέργεια περὶ τὰ τρέφοντα τὸ σῶμα τῆς ἕξεως. ἡ δ’ ἑπομένη τῇ ἐνεργείᾳ ταύτῃ, ἤτοι τῇ ἡδονῇ, ἀναπλήρωσις, γένεσις· τὸ γὰρ ἀναπληροῦσθαι γίνεσθαί ἐστιν.
33nἩ δόξα δ’ αὕτη δοκεῖ γεγενῆσθαι ἐκ τῶν περὶ τὴν
34nτροφὴν λυπῶν.
35〈Τὸ δοξάζειν, φησί, τὴν ἡδονὴν ἀναπλήρωσιν ἐπῆλθεν αὐτοῖς ἐκ τῶν
περὶ τὴν τροφὴν λυπῶν.〉 διὰ γὰρ τὸ ἕπεσθαι τῇ τῆς θρεπτικῆς ψυχῆς545

546

ἀνεμποδίστῳ ἐνεργείᾳ, ἡδείᾳ οὔσῃ, ἀναπλήρωσιν ᾠήθησαν τὴν ἡδονὴν ἀναπλήρωσιν εἶναι, τὸ ἑπόμενον ταὐτὸν νοήσαντος τῷ ᾧ ἕπεται. λυπεῖται μὲν γὰρ τὸ ζῷον ἐνδεὲς ὄν· ἐπειδὰν δὲ ἄρξηται προσφορᾶς γενομένης ἐνεργεῖν ἡ θρεπτικὴ ψυχὴ περὶ τὰ τρέφοντα, τὸ σῶμα οὐκέτι λυπεῖται,
5ὅτι ἀναπληροῦται. τὸ οὖν λέγειν τὴν ἀναπλήρωσιν τὴν ἑπομένην τῇ ἡδονῇ ἡδονὴν ὅμοιόν ἐστι τῷ λέγειν καὶ τὴν σκιὰν ταὐτὸν ἐκείνῳ οὗ ἐστιν ἡ σκιά. ὡς γὰρ ἐξ ἀνάγκης ἕπεται σκιὰ τῷ βαδίζοντι ἐν ὑπαίθρῳ ὑφ’ ἡλίου καταλαμπομένῳ, οὕτω καὶ ἀναπλήρωσις τῇ ἀνεμποδίστῳ ἐνεργείᾳ τῆς ψυχῆς, ἤτοι τῇ ἡδονῇ. καὶ εἴρηται, πῶς ἐνέργεια ἡ ἡδονὴ λέγεται. ὅτι
10δὲ οὐκ ἔστιν ἀναπλήρωσις ἡ ἡδονὴ ἀλλὰ σύμπτωμα ἡδονῆς, ἢ εἰ βούλει σύμπτωμα ἐνεργείας, ἐφ’ ᾗ ἡ ἡδονή, δείκνυσιν ἀπὸ τῶν ἄλλων ἡδονῶν τῶν ἐπὶ ταῖς θεωρίαις καὶ ταῖς ἀθλήσεσιν, αἷς ἡδοναῖς οὐχ ἕπονται ἀναπλη‐ ρώσεις. εἰ γὰρ ἡ ἡδονὴ κατ’ αὐτοὺς ἀναπλήρωσις, ἥτις ἀναπλήρωσις γίνεται μετὰ τὴν γεγονυῖαν ἐπὶ τῇ ἐνδείᾳ λύπην, ἔδει μηδένα ἀνενδεῆ ὄντα
15καὶ διὰ τοῦτο ἄλυπον ἥδεσθαι. εἰ γὰρ ἡ ἡδονὴ 〈καὶ〉 ἀναπλήρωσις ταὐτόν, ὡς αὐτοὶ λέγουσιν, ὥσπερ ὁ ἄνθρωπος καὶ ὁ βροτός, καὶ διὰ τοῦτο καὶ ὁ ἡδόμενος καὶ ὁ ἀναπληρούμενος ὁ αὐτός, τίς μηχανὴ ἡσθῆναί ποτέ τινα δίχα τοῦ ἀναπληροῦσθαι; ἀλλὰ μὴν ἥδονται καὶ πάνυ οἵ τε θεωρίᾳ συζῶν‐ τες καὶ οἱ ἐναρμονίων μελῶν ἀκούοντες καὶ οἱ εὐωδῶν τινων αἰσθανόμενοι
20καὶ οἱ τὰ κάλλιστα τῶν ὁρατῶν θεώμενοι, μηδεμιᾶς ἐν αὐτοῖς ἀναπληρώ‐ σεως γινομένης. ἀλλὰ πόθεν δῆλον ὅτι οὐκ ἀναπληροῦνται; ἢ ἐκ τοῦ ἥδεσθαι μὴ προηγησαμένης λύπης μηδ’ ἐνδείας. ἐπεὶ γὰρ ἡ λύπη ταῖς ἐνδείαις ἐπακολουθεῖ, ἐν οἷς μὴ ἔστι λύπη, οὐδ’ ἔνδεια· ἐν οἷς δὲ μὴ ἔνδεια, οὐδ’ ἀναπλήρωσις· 〈ἐν οἷς δὲ μὴ ἀναπλήρωσις, οὐδ’ ἡδονή, εἰ
25ταὐτὸν κατ’ αὐτοὺς ἡδονὴ καὶ ἀναπλήρωσις.〉 ἡ μὲν οὖν τῶν προκειμένων διάνοια τοιαύτη, ἡ δὲ λέξις ἡ ἐνδεεῖς γὰρ γινομένους καὶ προλυπη‐ θέντας ἥδεσθαι συμβαίνει τῇ ἀναπληρώσει τὸ δοκοῦν ἐκείνοις ἐξηγεῖται τοῖς λέγουσι τὴν ἡδονὴν ἀναπλήρωσιν. λέγει δὲ ὅτι προλυπηθέντες διὰ τὴν ἔνδειαν ἀναπληρούμενοι ἥδονται. εἰ δὲ ἅμα τῇ ἀναπληρώσει ἐστὶν
30ἡδονὴ καὶ συνυφίσταται τῇ ἀναπληρώσει, ταὐτόν ἐστιν ἡ ἀναπλήρωσις τῇ ἡδονῇ· ἡ ἡδονὴ ἄρα ἀναπλήρωσις. πρὸς τοῦτο ἀνιστάμενος ὁ Ἀριστοτέλης φησὶν ‘ἀλλὰ καὶ μεμνημένοι ἡδόμεθα,‘ αἵτινες, φησίν, ἡδεῖαι μνῆμαι τίνος εἰσὶ γενέσεις; τουτέστι τίνος εἰσὶν ἀναπληρώσεις; ἐπεὶ γὰρ ἡ ἀνα‐ πλήρωσις γένεσίς ἐστιν, ἀντὶ τοῦ εἰπεῖν ‘τίνος αἱ μνῆμαί εἰσιν ἀναπληρώσεισ‘;
35εἶπε ‘τίνος εἰσὶ γενέσεισ‘; ὅτι δὲ αἱ ἐν ταῖς μνήμαις ἡδοναὶ οὔκ εἰσιν ἀνα‐ πληρώσεις δῆλον ἀπὸ τοῦ μὴ προγεγονέναι ἔνδειαν. τοῦ δὲ μὴ προηγή‐ σασθαι ἔνδειαν σημεῖον τὸ μὴ προγεγενῆσθαι λύπην. εἰσὶ δὲ ἡδεῖαι αἱ
μνῆμαι αἱ τῶν καλλίστων πράξεων, ἃς ἔπραξέ τις καὶ ὧν εὖ πέπονθε.546

547

(1n)

Πρὸς δὲ τοὺς προφέροντας τὰς ἐπονειδίστους ἡδονὰς
2nλέγοιτ’ ἄν.
3 Ὅτι μὲν ὁποῖα τὰ ἡδέα τοιαῦται καὶ αἱ ἀπ’ αὐτῶν ἡδοναί, δῆλον. εἰ δὲ τοῦτο, εἰσὶ δὲ ἡδέα φαῦλα, εἰσὶν ἄρα καὶ φαῦλαι ἡδοναί. ὥστε
5οὐκ ἔστιν ἡ ἡδονὴ ἀγαθόν. οὗτος δὲ ὁ λόγος οὐ συνάγει μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν, ἀλλ’ ὅτι εἰσὶ πλείω εἴδη τῆς ἡδονῆς καὶ διαφέρουσιν ἀλλή‐ λων, ὥσπερ καὶ τὰ ἡδέα ἐξ ὧν αἱ ἡδοναί. καὶ ὡς τούτων τῶν ἡδέων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ φαῦλα, τὰ δὲ οὐδέτερα, οὕτω καὶ αἱ ἡδοναὶ τριχῇ τοῖς ἡδέσιν ἀνάλογον συνδιαιρεθήσονται, καὶ οὐκ ἔσται πᾶσα ἡδονὴ
10φαύλη. ἀλλ’ ὁ μὲν Ἀριστοτέλης οὐ τοῦτο ἐπήγαγεν αὐτοῖς, ἀλλ’ εὐθὺς ἐνέστη λέγων μὴ εἶναι μήτε τὰ φαῦλα ἡδέα, μήτε τὰ ἀπ’ αὐτῶν γι‐ νόμενα ἡδονάς. οὐ γάρ εἰσιν ἀληθῶς ἡδέα τὰ δοκοῦντα ἡδέα εἶναι τοῖς μοχθηροῖς ἀνθρώποις, ἀλλ’ ἡδέα μέν εἰσιν ἐκείνοις, ἁπλῶς δ’ οὔκ εἰσιν ἡδέα. ὡς γὰρ οὐδὲ τὰ τοῖς πυρέττουσιν ὑγιεινὰ καὶ ἁπλῶς εἰσιν ὑγιεινά,
15οὐδὲ τὰ τοῖς ἰκτεριῶσι πικρὰ καὶ ἁπλῶς εἰσι πικρὰ ἀλλ’ ἐκείνοις μόνοις, οὐδὲ τὰ τοῖς ὀφθαλμιῶσι λευκὰ ἢ μέλανα καὶ ἁπλῶς εἰσι τοιαῦτα ὁποῖα αὐτοῖς δοκεῖ, οὕτως οὐδὲ τὰ τοῖς κακῶς ἔχουσιν ἡδέα ἤδη καὶ ἡδέα εἰσί. τῇ μὲν γὰρ τῆς Λιβύης ἀρχούσῃ Λαμίᾳ ὀνομαζομένῃ καὶ τὰς ἐγκύους ἀνατεμνομένῃ καὶ ἐκροφούσῃ ὠμὰ τὰ ἔμβρυα ἡδεῖα μὲν ἦν ἡ τοιαύτη
20ἐδωδή, ἀλλ’ ἐκείνῃ, ἁπλῶς δὲ ἀηδεστάτη. ἢ οὕτω λέγοιτ’ ἄν, ὅτι αἱ μὲν ἡδοναὶ αἱρεταί εἰσιν, οὐ μὴν αἱ ἀπό γε τούτων. τὸ ἀπό γε τούτων ἀντὶ τοῦ ἀπὸ τῶν ἐπονειδίστων. ὃ δὲ λέγει τοιοῦτον ἂν εἴη· δεῖ τὰς ἡδονὰς ἀγαθὰς καὶ αἱρετὰς λέγειν τὰς ἀπὸ τῶν ἀληθῶς ἡδέων (ἀληθῶς δέ εἰσιν ἡδέα αἱ ἐπιστῆμαι, αἱ ἀρεταί), τὰς δὲ ἀπὸ τῶν ἐπονει‐
25δίστων ἡδέων ἡδονάς, αἵπερ εἰσὶν αἱ ἀπὸ τῆς τῶν ἀρρένων ἀφροδίτης καὶ τὰς ἄλλας τὰς τοιαύτας, οὐχ ἡδονὰς ἁπλῶς ῥητέον ἀλλὰ φαινομένας ἡδο‐ νάς, οὔσας δὲ οὔ. ὡς γὰρ τὸ πλουτεῖν ἀπὸ τοῦ γεωργεῖν αἱρετόν ἐστιν, ἀπὸ δὲ τοῦ ἱεροσυλεῖν ἢ προδιδόναι πατρίδα κάκιστον, οὕτω καὶ τὸ ἥδεσ‐ θαι ἀπὸ τῶν ὄντως ἡδέων κάλλιστον, χείριστον δὲ τὸ ἀπὸ τῶν ἐπονει‐
30δίστων. ἢ οὖν μήτε τὰ ἐπονείδιστα ἡδέα [μεθ’ ἡδονὰς] ῥητέον μήτε ἡδονὰς τὰ ἀπ’ αὐτῶν πάθη, ἢ εἰ χρὴ τῇ συνηθείᾳ ἑπομένους καὶ τῇ τῶν πολλῶν δόξῃ καὶ φήμῃ ἡδονὰς καὶ ἡδέα τὰ ἐπονείδιστα λέγειν, ῥητέον ὅτι αἱ ἡδοναὶ διαφέρουσι τῷ εἴδει· ἕτεραι γὰρ τῷ εἴδει αἱ τῶν σπουδαίων καὶ τῶν κατὰ φύσιν ζώντων καὶ ἕτεραι 〈αἱ〉 τῶν ἀκολάστων καὶ φαύλων.
35ᾧ γὰρ διαφέρουσιν οἱ σπουδαῖοι τῶν φαύλων τούτῳ καὶ αἱ ἡδοναί, ἃς διώ‐
κουσι καὶ ἃς ἥδεσθαι βούλονται. καὶ δειχθήσεται τοῦτο διὰ πλειόνων ἐν547

548

τῷ παρόντι βιβλίῳ. ὅτι δὲ διαφέρουσιν αἱ ἡδοναί, δῆλον ἐκ τοῦ μήτε τοὺς ἀδίκους τὰς τῶν δικαίων ἡδονὰς θέλειν ἥδεσθαι μήτε τοὺς δικαίους τὰς τῶν ἀδίκων. τῶν γὰρ ἑτέρων τῷ εἴδει ἕτεραι τῷ εἴδει καὶ αἱ ἐνέρ‐ γειαι, ὥστε καὶ αἱ ἡδοναὶ αἱ ἐπὶ ταῖς ἐνεργείαις γινόμεναι ἕτεραι τῷ εἴδει εἰσίν.
5nἘμφανίζειν δὲ δοκεῖ καὶ ὁ φίλος, ἕτερος ὢν τοῦ
6nκόλακος.
7 Καὶ ἀπὸ τοῦ κόλακος συνάγειν ἐπειρῶντο μὴ εἶναι τὴν ἡδονὴν ἀγα‐ θόν. εἰ γὰρ ὁ κόλαξ τῶν φαύλων καὶ ἐπονειδίστων ἡδέων ἐστί, καὶ ἡ ἀπ’ αὐτοῦ ἡδονὴ φαύλη· οὐκ ἄρα ἀγαθὸν ἡ ἡδονή. καὶ πρὸς τοῦτο ἀπαντῶν
10ὁ Ἀριστοτέλης δυνάμει λέγει, ὅτι τὸ τοῦ κόλακος οὐ δείκνυσι φαύλην τὴν ἡδονήν, ἀλλ’ ὅτι, ἐπεὶ διαφέρει τοῦ φίλου, διαφέρουσι καὶ αἱ ἀπ’ αὐτῶν ἡδοναί, καὶ ἔστιν ἡ τοῦ φίλου ἡδονὴ ἑτέρα τῷ εἴδει τῆς τοῦ κόλακος ἡδονῆς. τί οὖν διαφέρει ὁ φίλος τοῦ κόλακος; πάνυ πολύ. καὶ εἴρηται, ὅτε περὶ κόλακος ἔλεγε. διαφέρει δὲ καὶ ὅτι ὁ φίλος οὐκ ἀεὶ τὰ πρὸς ἡδονὴν λέγει
15ἢ πράττει πρὸς τὸν φίλον, ἀλλ’ ἔστιν ὅπῃ καὶ λυπεῖ, ὅταν εἰδῇ ὅτι μικρὰ λυπήσας τὸν φίλον μέλλει ὠφελήσειν, ὁ δὲ κόλαξ ἀεὶ τοῦ ἡδέος στοχάζε‐ ται, καὶ τοῦτο σκοπιμώτατόν ἐστιν ἐκείνῳ. διὸ καὶ ὁ μὲν φίλος ἐπαινεῖ‐ ται ὡς τὰ κάλλιστα τῷ φίλῳ βουλόμενος καὶ αὐτοῦ τοῦ φίλου ἕνεκεν, ὁ δὲ κόλαξ ψέγεται. τοῦτο δὲ τὸ τὸν μὲν ἐπαινεῖσθαι, τὸν δὲ ψέγεσθαι, οὐκ
20ἂν ἐγίνετο εἰ μὴ διέφερον ἀλλήλων. εἰ δὲ διαφέρουσι, καὶ αἱ ἀπ’ αὐτῶν ἄρα ἡδοναί. διαφέρουσι δὲ καὶ διὰ τὸ πρὸς ἕτερα ὁμιλεῖν τὸν κόλακα, καὶ οὐ πρὸς ἃ διανοεῖται (ἕτερα γὰρ διανοεῖται, ἄλλα δὲ λέγει), τοῦ δὲ συμφωνεῖ τὰ ῥήματα τοῖς τῆς ψυχῆς διανοήμασιν. οὐδεὶς δ’ ἂν ἕλοιτο ζῆν παιδίου διάνοιαν ἔχων. εἰ οὖν ἡ ἡδονὴ ἀγαθόν, ἦν ἂν καὶ πᾶς
25βίος ἡδὺς καὶ πᾶσα ζωὴ ἡδεῖα ἀγαθή· ἀλλὰ μήν εἰσι βίοι ἡδεῖς φαῦλοι, ὁμοίως καὶ ζωαὶ ἡδεῖαι φαῦλαι· οὐκ ἄρα ἡ ἡδονὴ ἀγαθόν. πρὸς γὰρ τὸ μὴ εἶναι ἀγαθὸν τὴν ἡδονὴν καὶ οὗτος ὁ λόγος ἀποτείνεται. πόθεν δὲ δῆλον, ὅτι εἰσὶ βίοι καὶ ζωαὶ ἡδεῖαι μὴ ἀγαθαί; ἡ τῶν παίδων, φησί, ζωὴ καὶ ὁ βίος δηλοῖ τοῦτο. ἡδόμενοι γὰρ διατελοῦσι, καί εἰσιν οἱ βίοι
30αὐτῶν οὐκ ἀγαθοί. τίς γὰρ ἂν ἕλοιτο ζῆν τε καὶ φρονεῖν ὡς οἱ παῖδες; ὃ ταὐτόν ἐστι τῷ τίς γὰρ ἂν ἕλοιτο ἥδεσθαι τὴν τῶν παίδων ἡδονήν; ἐκεῖνος γὰρ ἂν ἕλοιτο τὴν τῶν παίδων ἡδονὴν ἥδεσθαι ὁ φρονῶν ὡς ἐκεῖνοι, εἰ χρὴ λέγειν τοὺς παῖδας φρονεῖν. τοῦτο θεὶς οὐκ ἀντεῖπε πρὸς αὐτό, ὡς φανερὸν ὄν, ὅτι οὐδὲ διὰ τούτου δείκνυται φαῦλόν τι οὖσα
35ἡ ἡδονή, ἀλλ’ ὅτι εἰσὶ διάφορα εἴδη τῆς ἡδονῆς. οὐδὲ χαίρειν ποιῶν τι τῶν αἰσχίστων· καὶ τοῦτο ὡς κατασκευαστικὸν τοῦ εἶναι φαύλην τὴν ἡδονὴν ἐπῆγον. ὃ δὲ λέγει τοιοῦτον ἂν ᾖ. τὴν τῶν ἀγαθῶν τεῦξιν οὐ
διὰ τοῦδε μὲν τοῦ τρόπου σπουδάζομεν λαβεῖν, διὰ τοῦδε δὲ οὐ σπεύδο‐548

549

μεν, ἀλλὰ πάντα αἱρούμεθα δι’ ὧν ἡμῖν πιστεύομεν δύνασθαι τἀγαθὰ προσ‐ γενέσθαι, καὶ οὔ φαμεν ὅτι διὰ μὲν τοῦδε τοῦ τρόπου ἢ διὰ τῆσδε τῆς πράξεως ληπτέον αὐτά, διὰ τοῦδε δὲ ἢ τοῦδε οὐ ληπτέον, ἀλλὰ διὰ παντὸς τρόπου καὶ πάσης πράξεως καὶ πάσης ἐνεργείας, ἐξ ὧν δύναται
5τοῦτο γενέσθαι, ἐπιτυχεῖν σπουδάζομεν τοῦ ἀγαθοῦ, οἷον εἰ ἔστιν ἀγαθὸν ἡ κατ’ ἐχθρῶν νίκη, δυνατὸν δὲ αὐτοὺς νικῆσαι οὐκ ἐκ προφανοῦς πο‐ λέμου ἀλλ’ ἔκ τινος δόλου, οὐκ ἀποσειόμεθα τοῦτο, αἱρούμεθα δὲ τὸν πό‐ λεμον. ἀλλὰ τὸν μὲν πόλεμον χαίρειν ἐῶμεν· αἱρούμεθα δὲ τὴν ἀλωπεκῆν· καὶ ἔμπαλιν μὴ δυνάμενοι διὰ ταύτης ἀλλὰ διὰ πολέμου, ἐπὶ τὸν πό‐
10λεμον ὁρμῶμεν· εἰ δὲ δι’ ἀμφοτέρων, ἐπ’ ἀμφότερα κλίνομεν. οὕτως οὖν καὶ ἐπὶ τῆς ἡδονῆς. εἰ οὖν ἀγαθὸν κἂν δι’ αἰσχίστων πράξεων καὶ ἐπο‐ νειδίστων, κἂν διὰ καλῶν καὶ ἐπαινετῶν προσγενέσθαι ἡμῖν ἠδύνατο, ἐπράττομεν ἂν ἐπίσης πάντα μηδαμῇ δυσωπούμενοι. οὐ πράττομεν δὲ τὰ αἴσχιστα διὰ τὴν ἡδονήν, καίτοι εὐμαρέστερον ὂν διὰ τούτων μάλιστα
15ἡσθῆναι ἐνίοτε ἢ διὰ τῶν καλῶν καὶ ἐπαινετῶν πράξεων καὶ ποιήσεων· οὐκ ἔστιν ἄρα ἡδονὴ ἀγαθόν. εἰ γὰρ ἦν ἀγαθόν, ἐσπεύδομεν ἄν, ὡς εἴ‐ ρηται, διὰ πάντων ἥδεσθαι καὶ πορίζεσθαι αὐτὴν ἀπὸ παντὸς ἡδέος, καὶ ἐπονειδίστου καὶ ἐπαινετοῦ, δι’ οἵου δηλονότι ἦν εὐμαρέστερον ἢ ὅλως δυνατὸν αὐτῆς τυχεῖν.
20nΠερὶ πολλά τε [πολλὴν] σπουδὴν ποιησαίμεθα ἄν,
21nκαὶ εἰ μηδεμίαν ἐπιφέρει ἡδονήν.
22 Εἰπόντος τοῦ προσεχῶς ῥηθέντος λόγου, ὅτι εἴπερ ἦν ἀγαθὸν ἡ ἡδονή, ἐξ ἅπαντος ἂν ἡ τεῦξις καὶ αὐτῆς ἐσπουδάζετο (οὐ γὰρ δεῖ τὸ ἀγαθὸν ἐκ τοῦδε μὲν πορίζεσθαι ἐκ τοῦδε δὲ μὴ ἐπικτᾶσθαι, ἀλλ’ ἐκ παντὸς τοῦ δυ‐
25ναμένου ἡμῖν αὐτὸ περιποιήσασθαι), πρὸς δὴ τοῦτο ἐπάγει τὰ παρόντα ἐν‐ τρεπτικὰ τυγχάνοντα. ἔστι δὲ ἡ τῶν λεγομένων δύναμις τοιαύτη· ὥσπερ οὐ πάντα φεύγομεν ὅσα οὐκ ἐμποιεῖ τέρψιν καὶ ἡδονήν, οὕτως οὐδὲ πάντα ἀσπαζόμεθα οἷς ἕπεται ἡδονή. τίς γὰρ οὐ βούλεται βλέπειν ἢ ἀκούειν, καίτοι μηδεμίαν ἡδονὴν ἐπιφέροντα; εἰ δὲ μὴ τοῦτό τις προσίεται, ἀλλά
30γε τὴν κτῆσιν τῶν ἀρετῶν ἴσασιν οἱ μεμνημένοι, ὅτι ἐπίπονός ἐστι καὶ ἐργωδεστάτη· “στενὴ γάρ, φησὶν ὁ δεσπότης ἁπάντων τῶν ὄντων, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν.” ταύτην οὖν, καίτοι ἀνή‐ δονον οὖσαν τὴν κτῆσιν αὐτῆς λέγω, ὅμως τὸ μακαριώτατον τέλος ἁπάν‐ των τῶν ἁγίων συνέζησε καὶ ἐπέδραμεν αὐτῇ, μνημονεύειν τε θέλομεν,
35κἂν ἀνήδονοι τυγχάνωσιν αἱ μνῆμαι. εἰ δέ τις λέγει ὅτι ἐξ ἀνάγκης ἡδό‐549

550

μεθα καὶ ὁρῶντες καὶ τὴν ἐπὶ τὰς ἀρετὰς φέρουσαν βαδίζοντες καὶ μνη‐ μονεύοντες, οὐδέν, φησί, διαφέρει. ἑλοίμεθα γὰρ ἂν αὐτάς, καὶ εἰ μὴ ἐπιφέροιεν ἡδονήν. σημεῖον δὲ τοῦδε· οἱ γὰρ ἐν εἱρκταῖς ζοφώδεσι κε‐ κλεισμένοι, καίπερ οὐχ ἡδόμενοι τὸ σκότος ὁρῶντες, ὅμως τὸ ὁρᾶν αἱροῦν‐
5ται, καίτοι τοῦ ὁρωμένου σκότους καὶ ἀνηδόνου τυγχάνοντος. ταῦτα εἰπὼν συμπεραίνεται τὸν περὶ τοῦ ἀγαθὸν ἢ μὴ ἀγαθὸν εἶναι τὴν ἡδονὴν λόγον, λέγων ὅτι μὲν οὔτε ἀγαθὸν ἡ ἡδονὴ οὔτε πᾶσαι αἱ ἀρεταὶ δῆλον. ἔστι δὲ ἡ λέξις ἐλλιπής· εἴη δ’ ἂν τὸ πλῆρες τοιοῦτον· ὅτι μὲν κἂν συγχωρή‐ σωμεν καὶ τὰ ἀπὸ τῶν ἐπονειδίστων ἐνεργειῶν ἐγγινόμενα πάθη ἡδονὰς
10λέγεσθαι, οὐ πᾶσα ἡδονὴ ἀγαθόν, οὐδὲ πᾶσα ἀρετὴ δῆλον· καὶ ὅτι δια‐ φέρουσι τῷ εἴδει καὶ οὔκ εἰσι πᾶσαι ὁμοειδεῖς, δῆλον καὶ τοῦτο.
12nΤί δ’ ἐστὶν ἢ ποῖόν τι, καταφανέστερον γένοιτ’ ἂν
13nπ’ ἀρχῆς ἀναλαβοῦσι.
14Σαλεύσας τοὺς λέγοντας λόγους μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν, ἐντεῦθεν
15ζητεῖ τὴν φύσιν καὶ τὴν οὐσίαν αὐτῆς τί ἐστιν. ἐξ αὐτῆς γὰρ γνωσόμεθα καὶ πότερον ἀγαθόν ἐστιν ἢ φαῦλον· καὶ γὰρ καὶ ἐπὶ τοῦ χρόνου εὑρὼν τί ἐστιν, οὕτως εὗρε καὶ ὁποῖόν τί ἐστιν. ἢ οὖν ὃ λέγει τοιοῦτόν ἐστι· πρῶτον δεῖ ἡμᾶς εὑρεῖν τὸ τί ἐστι καὶ τίς ἡ φύσις, ἤτοι τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι αὐτῆς, εἶθ’ οὕτως ὁποῖόν τί ἐστιν, οἷον ἀγαθὸν ἢ φαῦλον (οἱ
20γὰρ εἰρημένοι λόγοι οὐδὲν μᾶλλον ἀγαθὸν ἢ φαῦλον αὐτὴν ἀπέφαινον), ἢ τὸ τί ἐστιν ἀντὶ τοῦ τῶν ἁπλῶν ἐστιν εἴρηται καὶ καθ’ αὑτὰ νοουμένων, ὁποῖόν ἐστιν ἡ ὅρασις καὶ ἡ ὄσφρησις, ἢ μᾶλλον ὁποῖόν ἐστι τὸ λευκόν, τὸ μέλαν. τὸ δὲ ποῖόν τι εἶπεν ἀντὶ τοῦ ἢ τῶν ἐξ ἀνάγκης σὺν ἄλλοις νοουμένων, οἷά ἐστι τὰ ἐν ὡρισμένοις ὑποκειμένοις ὄντα, ὡς ἡ σιμότης,
25ὡς τὸ περιττόν, ὡς τὸ ἀπλατές. λευκὸν μὲν γὰρ χωρίς τινος ὡρισμένου ὑποκειμένου νοεῖν δυνάμεθα, σιμότητα δὲ δίχα ῥινὸς ἢ περιττὸν ἢ ἀπλατὲς χωρὶς ἀριθμοῦ καὶ γραμμῆς οὐ δυνάμεθα. ζητητέον οὖν καὶ περὶ ἡδονῆς· τῶν ἐν ἀορίστοις ὑποκειμένοις τὸ εἶναι ἐχόντων ἐστὶν ἢ τῶν ἐν ὡρισμένῳ; δείξει δέ, ὅτι τῶν ἐχόντων τὸ ὑποκείμενον ὡρισμένον ἐστί, τὸ δ’ ὑποκεί‐
30μενον αὐτῇ ἐστιν ἡ τῆς ψυχῆς ἐνέργεια. ἐπὶ γὰρ ταῖς κατὰ φύσιν ἐνερ‐ γείαις ἔστι τε καὶ οὐκ ἔστι. διὸ καὶ δοκεῖ ἐνέργεια εἶναι, λέγω δὴ διὰ τὸ ἅμα ταῖς ἐνεργείαις παρεῖναί τε καὶ ἀπεῖναι καὶ διὰ τὸ ὥσπερ ἑκάστην τῶν ἐνεργειῶν ἐν ἑκάστῳ τῶν ἐν τῷ χρόνῳ νῦν ὅλην τε καὶ τελείαν
εἶναι, ὡς μαθησόμεθα, οὕτως καὶ τὴν ἡδονήν.550

551

(1n)

Δοκεῖ γὰρ ἡ μὲν ὅρασις καθ’ ὁντινοῦν χρόνον τε‐
2nλεία εἶναι.
3 Χρόνον τὸ ἀπλατὲς νῦν εἴρηκεν ὡς τοῦ χρόνου τι ὄν. ἐν ἑκάστῳ γὰρ νῦν τὸ ὁρᾶν τέλειόν ἐστι καὶ κατ’ ἐνέργειαν ὑφεστώς. εἰ γὰρ ἐν
5χρόνῳ τινὶ τόδε τι ὁρῶμεν, ἀλλ’ ἐν ἑκάστῳ τῶν τοῦ χρόνου μερῶν καὶ ἐν αὐτῷ τῷ ἀτόμῳ νῦν παντελῶς αὐτὸ βλέπομεν καὶ οὐ δέχεταί τι ἡ ὅρασις, ὃ οὐκ εἶχεν ἐν τῷ προτέρῳ νῦν, ἐν τῷ μετὰ ταῦτα νῦν. ὅλη γὰρ ἅμα πάρεστι καὶ τὸ εἶναι αὐτῆς οὐκ ἀτελές. ὡς οὖν ἡ ὅρασις οὕτω καὶ ἡ ἡδονή. οὐδὲ γὰρ ἡ ἡδονὴ οἷον σωρεία τίς ἐστι καὶ ἐπισύνθεσις
10πολλῶν ἡδονῶν, οὐδὲ μενούσης τῆς προτέρας ἡ δευτέρα ἐπιγίνεται καὶ μετ’ αὐτὴν ἡ ἐφεξῆς, καὶ τά τε προηγούμενα καὶ τὰ ἑπόμενα μέρη πά‐ ρεστιν αὐτῇ ἅμα, ὥσπερ ἐπὶ τῆς ἐκβαλλομένης εὐθείας μενόντων τῶν προτέρων μερῶν ἐφίσταται τὰ δευτέρα καὶ οὕτω τελειοῦται ἡ γραμμή, ἀλλ’ ἐν ἅπασι τοῖς νῦν παντέλειός ἐστι καὶ οἵα ἦν ἐν τῷ προτέρῳ
15τοιαύτη καὶ ἐν τῷ ἐφεξῆς καὶ ἐν τῷ μετ’ αὐτὸ καὶ ἐν τῷ μετὰ τοῦτο, καὶ ἡ αὐτὴ καὶ μία ἐστὶν ἐν ἅπασι τοῖς νῦν. καὶ ταῦτα μὲν προλελέχθω πρὸς σαφήνειαν τῶν ῥηθησομένων. ὃ δὲ βούλεται συνάγειν ἐστίν, ὅτι ἐπεὶ ἡ ἡδονὴ τρόπον τινὰ ἐνέργειά ἐστι διὰ τὸ ἐπὶ ταῖς ἐνεργείαις συνίστασθαι, οὐκ ἔστι δὲ ἡ ἐνέργεια γένεσις, οὐδ’ ἄρα ἡ ἡδονὴ γένεσίς ἐστιν. ἀλλὰ
20πόθεν δῆλον ὅτι ἡ ἐνέργεια οὐκ ἔστι γένεσις; ἢ ἐκ τοῦ τὴν μὲν γένεσιν, ἕως ἂν τὸ γινόμενον γίνηται, ἀτελῆ τυγχάνειν, τὴν δὲ ἐνέργειαν καθ’ ἕκαστον νῦν ὅλην καὶ παντέλειον. οὐ γὰρ ἐνδεῖ τι τῇ ὁράσει ἐν οὐδενὶ τῶν νῦν, ὃ ἐς ὕστερον αὐτῇ προστεθὲν τελείαν ποιεῖ, ἀλλὰ τὸ αὐτὸ ὡσαύ‐ τως ὁρᾷ νῦν καὶ πρότερον· τέλειος γὰρ καὶ ἀεὶ ὅλη ὑφέστηκεν· ὁμοίως
25καὶ ἡ ἡδονή· καὶ τοῦτο γινώσκουσιν ὅσοι ἐφιστάνουσι τῷ πάθει. ὥστε καὶ ἡ ἡδονὴ τρόπον τινὰ ἐνέργειά ἐστι καὶ οὐ κίνησις ἢ γένεσις. ἐν χρόνῳ γὰρ πᾶσα γένεσις καὶ κίνησις καὶ ἐκ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον προβαίνει. οὐ γὰρ ὃ βεβαδίκαμεν ἐκ Θηβῶν Ἀθήναζε βαδίζοντες, τοῦτο αὖθις βαδίζομεν, ἀλλ’ ἄλλο μὲν βεβαδίκαμεν ἐν τῷ παρεληλυθότι, ἄλλο δὲ
30βαδίζομεν, οὐδ’ ἔστιν ὅλη ὁμοῦ ἡ ἐκ Θηβῶν Ἀθήναζε βάδισις ἀλλ’ ἕτερον καὶ ἕτερον αὐτῆς μέρος. τοιαῦται γὰρ πᾶσαι αἱ ἀτελεῖς κινήσεις. πᾶσαι τοίνυν αἱ εἰς τέλος προβαίνουσαι κινήσεις ἀτελεῖς εἰσι. τῆς γὰρ συμπάσης οἰκοδομήσεως, ἐν ᾗ ὅλη ἡ οἰκεία ἀπηρτίσθη, τὰ μέρη ἀτελῆ εἰσι· τέλειος δὲ ἡ ὅλη. ὡς γὰρ τὰ μέρη τῆς οἰκίας πρὸς τὴν ὅλην οἰκίαν ἀτελῆ, οὕτω
35καὶ ἡ τοῦ θεμελίου οἰκοδόμησις καὶ ἡ τοῦ τοίχου καὶ ἡ ἑκάστου τῶν μερῶν πρὸς τὴν ὅλην οἰκοδόμησιν, ἐν ᾗ ἡ ὅλη ἀπηρτίσθη καὶ τέλος ἀπεί‐
ληφεν, ἀτελεῖς εἰσιν, αἵτινες, φησίν, εἰσὶ καὶ ἕτεραι τῷ εἴδει ἀλλήλων551

552

καὶ τῆς ὅλης. ὡς γὰρ ὁ θεμέλιος ἕτερος τῷ εἴδει τοῦ τοίχου καὶ οὗτος τῆς οἰκίας, οὕτω καὶ ἡ τοῦ θεμελίου γένεσις ἑτέρα τῆς τοῦ τοίχου καὶ ἀμφότεραι τῆς γενέσεως τῆς ὅλης οἰκίας. ῥάβδωσιν δὲ κίονος λέγει τὴν κατὰ μῆκος τοῦ κίονος πῆξιν, ἥτις γίνεται ὅταν πρὸς ὀρθὰς γωνίας ἵσταται·
5καὶ ἔστι τελεία καὶ ὅλη γένεσις ἡ τοῦ ὅλου καὶ παντελείου ναοῦ, αἱ δὲ τῶν μερῶν ἀτελεῖς. τρίγλυφα δέ ἐστι τὰ τριχὰ ἐν τοῖς πέρασιν ἐγγεγλυμ‐ μένα ξύλα (καλοῦσι δ’ αὐτὰ οἱ πολλοὶ μοῦτλα)· ὧν καὶ αὐτῶν τριγλύφων ἡ κίνησις ἢ γένεσις διαφέρει τῆς γενέσεως, ἐν ᾗ πᾶς ὁ ναὸς τέλος ἀπει‐ λήφει. διαιρεῖ δὲ τὴν φορὰν ὡς καὶ ἐν τῇ Περὶ ζῴων πορείας εἰς πτῆ‐
10σιν καὶ βάδισιν καὶ ἅλσιν· καὶ λέγει μὴ μόνον ἑτέραν εἶναι τὴν βάδισιν τῆς πτήσεως, ἀλλὰ καὶ ἐν τῇ βαδίσει ἄλλην εἶναι ἀποφαίνεται καὶ ἄλλην ἑκάστην τῶν μερῶν αὐτῆς. ἥ τε γὰρ ἐν τῷ τρίτῳ μέρει τοῦ σταδίου βά‐ δισις ἑτέρα τῆς ἐν τῷ ἡμίσει μέρει βαδίσεως καὶ αὕτη τῆς ἐν τῷ διμοίρῳ καὶ αἱ τρεῖς τοῦ ἐν ὅλῳ χωρὶς ἑκάστη καὶ ἑκάστη. ὁμοίως καὶ ἡ ἐν
15τῇ γραμμῇ τῇ ἐν τῷ θεάτρῳ βάδισις (πᾶσα γὰρ γραμμὴ ἐν τόπῳ) ἑτέρα τῆς βαδίσεως τῆς γεγονυίας ἐν τῇ γραμμῇ τῇ ἐν ἀγορᾷ. ἀλλὰ περὶ κινή‐ σεως δι’ ἀκριβείας εἰρῆσθαι λέγει ἐν τοῖς Περὶ κινήσεως, ἤτοι τῷ ἕκτῳ καὶ ἑβδόμῳ καὶ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως. ἰστέον δέ, ὅτι τὰς μὲν κινήσεων πρὸς ἀλλήλας ἑτερότητας καὶ διαφορὰς παρέστησεν ἀπὸ δια‐
20φορᾶς τῶν μορίων οἷς κινούμεθα, οἷον ποδῶν καὶ πτερύγων τὴν βάδισιν καὶ πτῆσιν, τὴν δ’ ἅλσιν ἀπὸ τρόπου τῆς κινήσεως, τὰς δὲ γενέσεις ἁπλῶς ἀπὸ τῶν μορίων τῆς διαφορᾶς καὶ τοῦ ὅλου. εἶπε δὲ διαφέρειν οὐ παρέρ‐ γως ἀλλ’ εἰς ἔνδειξιν τοῦ καὶ τὰς ἡδονὰς διαφέρειν κατὰ τὰς ἐνεργείας, τὰς δ’ ἐνεργείας κατὰ τὰ ἐνεργοῦντα. καὶ ὥσπερ ἡ οἰκοδόμησις οὐ κεχώ‐
25ρισται τοῦ οἰκοδομουμένου ἀλλ’ ἅμα τέ ἐστιν οἰκοδομούμενον καὶ οἰκοδό‐ μησις (οὐ γὰρ ἐνδέχεται οἰκοδομούμενον μὲν εἶναι, οἰκοδόμησιν δὲ μὴ εἶναι), οὕτω καὶ ἅμα τῇ κατὰ φύσιν ἐνεργείᾳ ἀνεμποδίστῳ ἐστὶν ἡδονή, καὶ ἅμα τῇ ἡδονῇ ἡ κατὰ φύσιν ἀνεμπόδιστος ἐνέργεια.
29nἜοικε δ’ οὐκ ἐν ἅπαντι χρόνῳ τελεία εἶναι, ἀλλ’ αἱ
30nπολλαὶ ἀτελεῖς.
31 Τὸ πολλαὶ πρόσκειται διὰ τὰς κυκλοφορίας. αὗται γὰρ αἱ κινήσεις ἀεὶ ἐν τέλει, καὶ εἴρηται πῶς ἐν τῷ πρώτῳ τῆς Περὶ οὐρανοῦ πραγμα‐ τείας. οὐκ ἔστιν οὖν ἡ ἐπ’ εὐθείας κίνησις ἐν ἅπαντι τῷ χρόνῳ τελεία ἀλλὰ διαφέρουσιν αἱ τῶν μερῶν κινήσεις τῷ εἴδει, καὶ εἰσὶν ἀτελεῖς ὡς
35πρὸς τὴν ὅλην. διαφέρουσι δὲ αἱ τῶν μερῶν, ὅτι καὶ ἡ ἀρχή, ὅθεν ἤρ‐
ξατο κινεῖσθαι τὸ κινούμενον, διαφέρει τοῦ τέλους, ἐν ᾧ ἠρέμησεν. εἰ δ’552

553

ἡ ἀρχὴ καὶ τὸ τέλος διαφέρουσιν, δῆλον ὅτι καὶ τὸ μέρος τὸ ἐγγύτερον τῆς ἀρχῆς ἕτερόν ἐστι τοῦ πορρωτέρω τῆς ἀρχῆς, τοῦ δὴ καὶ ἐπὶ τέλους. τὰ μὲν οὖν μέρη τῆς κινήσεως διαφέρει, διὸ πρὶν ἂν ἅπαντα αὐτῆς τὰ μέρη γίνηται, ἀτελής ἐστι· τῆς δ’ ἡδονῆς, ὡς εἴρηται, τέλειον ἐν ἅπασι
5τοῖς τοῦ χρόνου μέρεσι τὸ εἶδος καὶ ἔστι τῶν ὅλων τι καὶ τελείων ἡ ἡδονὴ καὶ οὐ τῶν κατ’ ἐπισύνθεσιν μέρους καὶ αὖθις ἕτερον τὸ εἶδος καὶ τὴν τελειότητα λαμβανόντων. τὸ δὲ δῆλον δὲ ὡς ἕτερά τ’ ἂν εἴη ἀλλήλων, περὶ τῆς ἡδονῆς εἶπε. δῆλον γάρ, φησίν, ὅτι ἡ ἡδονὴ ἑτέρα ἐστὶ καὶ τῶν κινήσεων καὶ τῶν γενέσεων. δόξειε δ’ ἂν τοῦτο καὶ ἐκ τοῦ μὴ ἐνδέ‐
10χεσθαι κινεῖσθαι μὴ ἐν χρόν. οὐ χρόνον τὸ ἄτομον εἶπε νῦν. δέδεικται δ’ ἐν τῇ Φυσικῇ ἀκροάσει ἐν τῷ ἕκτῳ βιβλίῳ, ὅτι ἐν τῷ ἀμερεῖ καὶ ἀτόμῳ νῦν οὔτε κινεῖσθαί τι οὔτε ἠρεμεῖν δύναται, ἀλλ’ οὐδὲ γίνεσθαι ἢ φθείρεσθαι. εἰ οὖν ἐν τῷ ἀτόμῳ νῦν ἥδεσθαι ἐνδέχεται, ἤτοι εἰ ἐν αὐτῷ ἐστι τέλειος ἡ ἡδονή, κινεῖσθαι δὲ ἢ γίνεσθαι οὐχ ἐνδέχεται, οὐκ ἔστιν ἡ ἡδονὴ κίνη‐
15σις ἢ γένεσις. εἰ οὖν ἐν μιᾷ ὅλῃ ὥρᾳ τις διετέλεσεν ἐν περιχαρείᾳ, ἐν ταύτῃ δὲ τῇ ὥρᾳ ἐγένετό τι, τὸ μὲν γινόμενον ἐν ἅπασι καὶ τοῖς μέρεσι καὶ τοῖς νῦν τῆς ὥρας ἀτελὲς ἦν, ἐν ἑκάστῳ δὲ τούτων παντέλειος καὶ ὅλη ὑπῆρχεν ἡ ἡδονή. οὐκ ἔστιν ἄρα ἡ ἡδονὴ κίνησις ἢ γένεσις. ἡ μὲν οὖν διάνοια τοιαύτη· ἐν δὲ τῇ λέξει τῇ οὐ γὰρ πάντων ταῦτα λέγε‐
20ται λείπει ἡ ‘κατὰ‘ πρόθεσις, ἵν’ ᾖ ‘κατὰ πάντων ταῦτα λέγεται.‘ λέγει δὲ ταῦτα τὴν κίνησιν καὶ τὴν γένεσιν. οὐ γὰρ κατὰ πάντων κατηγορεῖται ἡ κίνησις καὶ ἡ γένεσις ἀλλὰ κατὰ τῶν μεριστῶν καὶ μὴ ὅλων· ἔστι δὲ με‐ ριστὰ καὶ μὴ ὅλα τὰ ἐκ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον διὰ γενέσεως ἰόντα καὶ μὴ ἐν τῷ νῦν ὅλον τὸ εἶναι ἔχοντα. οὔτε δὲ ἡ ἡδονὴ ἐν χρόνῳ γί‐
25νεται ὡς ἡ οἰκία οὔθ’ ἡ ὅρασις οὔθ’ ἡ στιγμὴ ἀλλ’ ἐν τῷ νῦν· ὁμοίως καὶ ἡ στιγμὴ καὶ ἡ ἁφή ἐστιν καὶ οὐκ ἔστιν· ὡς καὶ τοῦτο δέδεικται ἐν τοῖς Περὶ κινήσεως. τὸ οὖν οὐκ ἔστι δὴ οὐδὲ τούτων τῆς στιγμῆς καὶ τῆς μονάδος κίνησις ἢ γένεσις ταὐτόν ἐστι τῷ οὐδὲ αὗται διὰ κινήσεως ἢ γενέσεως ἐκ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι ἔρχονται. καὶ ἡ μὲν αἴσθησις
30αὐτή, ἤτοι ἡ ὅρασις, ἀντίληψίς ἐστιν ὁρατοῦ καὶ χρόνῳ συμπαρατείνεται. οὐ γὰρ ἅμα τῷ ἰδεῖν τι εὐθὺς καὶ ἀφιστάμεθα τοῦ βλέπειν, ἀλλ’ ἔστι ὅτε μέχρι τινὸς διατελοῦμεν ὁρῶντες, 〈ὃ πρώτως ἐν τῷ ἀτόμῳ νῦν τελοῦντες εἴδομεν· κατὰ τοῦτο οὖν, λέγω δὴ καθὸ χρόνον τινὰ διατελοῦμεν ὁρῶντες,〉 τὸ ὁρατὸν ἐν χρόνῳ καὶ ἐν κινήσει ἐστὶν ἡ ὅρασις. πάσης οὖν αἰσθή‐
35σεως πρὸς τὸ αἰσθητὸν ἐνεργούσης χρόνος καὶ κίνησις συνεπινοεῖται αὐτῆς τῆς ὁράσεως ἐν πᾶσι τοῖς τοῦ χρόνου μέρεσι τελείας οὔσης. μήποτ’ οὖν
ἐλλιπής ἐστιν ἡ λέξις ἡ αἰσθήσεως δὲ πάσης πρὸς τὸ αἰσθητὸν553

554

ἐνεργούσης, καὶ λείποι ἂν τὸ οὐκ ἔστι κίνησις οὐδὲ γένεσις, καὶ δεῖ προσ‐ θέντας ὁμοίως αὐτὸ καὶ ἐν τῷ αἰσθήσεως προσυπακούσαντας τοῦ ‘οὔ‘ ἀρνη‐ τικοῦ μορίου καὶ τοῦ ‘δὲ‘ συνδέσμου τὴν ὅλην λέξιν τοιαύτην τινὰ ποιεῖν ‘οὐδὲ αἰσθήσεως πάσης πρὸς τὸ αἰσθητὸν ἐνεργούσης ἐστὶ κίνησις ἢ γένεσις.‘
5οὔτε γὰρ ἡδονῆς ἐστιν, ὡς εἴρηται, γένεσις οὔτ’ αἰσθήσεως τῆς κατ’ ἐνέρ‐ γειαν. ἢ τὸ λέγομεν διὰ τοῦ αἰσθήσεως δὲ πάσης πρὸς τὸ αἰσθητὸν ἐνεργούσης τοιοῦτον ἂν εἴη· πάσης αἰσθήσεως οὐ τῆς ἐν ἕξει θεωρουμένης ἀλλὰ τῆς κατ’ ἐνέργειαν καὶ ἤδη περὶ τὸ οἰκεῖον ἐνεργούσης αἰσθητόν ἐστιν οἰκεία ἡδονή. δεῖ γὰρ προσυπακούειν τοῦ ἔστιν οἰκεία ἡδονή. πάσῃ γὰρ
10τῇ κατ’ ἐνέργειαν αἰσθήσει ἀνεμποδίστως καὶ κατὰ φύσιν ἐνεργούσῃ περὶ τὸ οἰκεῖον αἰσθητὸν συμπέπλεκται οἰκεία ἡδονή· καὶ ἔστιν ἄλλη μὲν ἡ τῷ ὁρᾶν συνοῦσα ἡδονὴ καὶ ἑτέρα ἡ τῷ ὀσφραίνεσθαι καὶ ἑτέρα ἡ τῷ γεύε‐ σθαι. καὶ χρὴ ἀντὶ τοῦ δέ συνδέσμου τὸν ‘δή‘ σύνδεσμον γράφειν, οἷον ‘αἰσθήσεως δὴ πάσης πρὸς τὸ αἰσθητὸν ἐνεργούσησ‘, καὶ εἴη ἂν ὃ λέγει
15δυνάμει τοιοῦτον· δῆλον δὴ ἐκ τῶν εἰρημένων, ὅτι πάσῃ τῇ κατ’ ἐνέρ‐ γειαν αἰσθήσει ἀνεμποδίστως ἐνεργούσῃ συνέζευκταί τις ἡδονή. καὶ ἐπεὶ καθ’ ἕκαστον μέρος χρόνου καὶ καθ’ ἕκαστον νῦν ἡ ὅρασις ὅλη καὶ τελεία ἐστί, ὁμοίως δὲ καὶ ἡ ἡδονή, ταὐτὸν τρόπον τινά ἐστιν ἡ κατ’ ἐνέργειαν αἴσθησις τῇ σὺν αὐτῇ ἡδονῇ καὶ οὐ κεχώρισται αὐτῆς. εἰ δὲ ἀχωρίστως
20σύνεστιν αὐτῇ, δῆλον ὡς ἐκ πάσης αἰσθήσεως πρὸς τὸ οἰκεῖον αἰσθητὸν ἐνεργούσης, ἔστιν οἰκεία ἡδονή· καὶ ἡ ἐξήγησις αὕτη μᾶλλον συνᾴδουσα οἷς ἐφεξῆς ἐπάγει.
23nΤελείως δὲ τῆς εὖ διακειμένης πρὸς τὸ κάλλιστον
24nτῶν ὑπὸ τὴν αἴσθησιν κειμένων.
25 Οὐ πάντα τὰ ὁρατὰ ἐπίσης εἰσὶ καλά, οὐδ’ ἐν ἅπασιν ὁμοίως ἐμφαί‐ νεται τὸ κάλλος καὶ ἀγλαΐα. οὐ γάρ ἐστιν ἡ τοῦ οὐρανοῦ διακόσμησις οὕτως ἀποτετορνευμένη πανταχόθεν, καὶ μετὰ πάσης εὐμετρίας καὶ εὐτα‐ ξίας ἀπειργασμένη ἐπίσης καλὴ τῇ χρυσίνῃ ἢ ξυλίνῃ σφαίρᾳ, οὐδὲ ἡ τοῦ ἡλίου φωταγωγὸς δύναμις τὰ πάντα καταυγάζουσα καὶ τῆς οἰκείας πλη‐
30ροῦσα αἴγλης ὡσαύτως ἐστὶ καλὴ καὶ ἡ ἀπὸ τῆς σελήνης φωταυγία· ἀλλ’ οὐδὲ ὁ ταὼς καὶ ὁ κολοιός· οὐδ’ αὖ τῆς αὐτῆς μετέχουσι καλλονῆς καὶ ὡραιότητος ὅ τε διεξοδικὸς λόγος (ἔστι γὰρ καὶ ἐν λόγοις κάλλους ἰδέα) καὶ ἡ διαστηματικὴ φωνὴ ἡ θεωρουμένη ἐν ἅπασι τοῖς μουσικοῖς μέλεσι καὶ ῥυθμοῖς. τοῦτο δὴ καὶ ἐπὶ τῶν γευστῶν αἰσθητῶν καὶ ὀσφρητῶν καὶ
35ἁπτῶν ἔστιν εὑρεῖν. εἰ δὲ ταῦτα οὕτως ἔχει, οὐκ ἄδηλόν ἐστιν, ὅτι οὐχ
ὁμοίως ἕλκουσι πάντα τὰ αἰσθητὰ πρὸς ἑαυτὰ οὐδ’ ὁμοίως θέλγουσι καὶ554

555

κινοῦσι καὶ εὐφραίνουσιν αὐτάς. οὐδ’ ὡσαύτως ἐπιγηθεῖ τις ὁρῶν σῶμα ἐν συμμετρίᾳ ὂν τῶν μερῶν πρὸς ἄλληλα μετὰ τῆς εὐχροίας καὶ τὸ ἐναν‐ τίον τούτῳ, ἀλλὰ δῆλον ὡς ἐκ τῶν καλλίστων ὁρατῶν ἄλλη τις ἐπιγίνεται ταῖς ἐνεργείαις ἡδονή, ἐκ δὲ τοῦ μετ’ αὐτὰ ἄλλη. ὁμοίως καὶ ἐπὶ τῶν
5ἀκουστῶν. λέγει τοίνυν ὅτι πάσῃ τῇ κατ’ ἐνέργειαν αἰσθήσει 〈κατ’ ἐνέρ‐ γειάν ἐστιν ἤδη πρὸς τὸ οἰκεῖον αἰσθητὸν ἐνεργοῦσα, οἷον ἡ νῦν ὁρῶσα τὸ ὁρατὸν καὶ γευομένη τοῦ γευστοῦ, πάσῃ δὲ τῇ κατ’ ἐνέργειαν αἰσθήσει〉 ἕπεται ἡδονή, καὶ πᾶσα αἴσθησις ἀντιλαμβανομένη τοῦ οἰκείου αἰσθητοῦ ἥδεται, τελείως δὲ ἐνεργοῦσα (ἐνεργεῖ δὲ τελείως ἡ εὖ διακειμένη, εὖ δὲ
10διάκειται, ἧς τὸ οἰκεῖον αἰσθητήριον ὑγιαίνει), τελείως οὖν καὶ ἀνεμποδίστως καὶ κατὰ φύσιν ἐνεργοῦσα τελείως καὶ ἥδεται καὶ μάλιστα ἥδεται, ὅταν ἀντιλαμβάνηται τοῦ καλλίστου τῶν οἰκείων αἰσθητῶν. ἄν τε γὰρ τὸ ὁρώ‐ μενον τὸ κάλλιστον ὑπάρχῃ τῶν ὁρατῶν, μὴ καλῶς δὲ καὶ ἀμέμπτως ἡ ὅρασις ἀντιλαμβάνηται αὐτοῦ νοσοῦσα, οὐχ ἡσθήσεται τελείως, ἄν τε αὕτη
15εὖ διάκειται, τὸ ὁρώμενον δὲ μὴ εἴη κάλλιστον, οὐδ’ οὕτως ἡ ἡδονὴ τε‐ λεία ἔσται. λέγει δὲ τελείαν αἴσθησιν, ἥτις ἐπίτασιν οὐκ ἐπιδέξασθαι δύ‐ ναται. ὡς γὰρ τελείως θερμὸν λέγεται τὸ ἄκρως θερμὸν οἷον τὸ πῦρ, οὗ θερμότερον ἐπινοῆσαί τις οὐ δύναται, οὕτω καὶ τελεία ἡδονή ἐστιν, ἧς οὐκ ἔστι σφοδροτέρα οὐδὲ πλέον ταύτης τέρπειν δυναμένη. ἡ μὲν οὖν τῶν λε‐
20γομένων διάνοια τοιαύτη· ἡ δὲ λέξις ἡ λέγουσα τοιοῦτον δὲ μάλιστα δοκεῖ ἡ τελεία ἐνέργεια σημαίνοι ἂν ὅτι ἡ τελεία ἐνέργεια ἡδίστη δοκεῖ· καὶ οὐ δοκεῖ μόνον, ἀλλὰ καὶ ὄντως ἡδίστη ἐστίν. αἱ δὲ ἀτελεῖς τὸ ἡδὺ μὲν ἔχουσι καὶ ἡδεῖαι μέν εἰσιν, ἥδισται δὲ οὔκ εἰσιν, ἀλλὰ κἂν ἀτελεῖς εἰσιν, ὅμως ἐκεῖνο τὸ τότε παρὸν τῆς ἐνεργείας καὶ τὸ τῆς ἐπ’ αὐτῇ ἡδονῆς ἐν
25ἅπασι τοῖς τοῦ χρόνου ἐκείνου μορίοις ὅλον τι καὶ ὡς τέλειόν ἐστιν. ὡς γὰρ ἀπὸ ἐλάττονος ἕξεως μείζων ἕξις γίνεται καὶ ὅμως εἰσὶ καὶ λέγονται ἀμφότεραι ἕξεις καὶ ἡ μείζων καὶ ἡ ἐλάττων, καὶ κατ’ αὐτὸ τοῦτο καθὸ ἕξεις τέλειαί εἰσιν, οὕτω καὶ ἡ ἐλάττων ἡδονὴ καὶ ἡ μείζων ὡς ὅλαι τινὲς καὶ ὡς τέλειαι θεωροῦνται ἐν ᾧ χρόνῳ κατ’ αὐτὰς ἡδόμεθα.
30nΑὐτὴν δὲ λέγειν ἐνεργεῖν, ἢ ἐν ᾧ ἐστι, μηθὲν δια‐
31nφερέτω.
32 Ἐπεὶ ἡ κατ’ ἐνέργειαν αἴσθησις καὶ ἡ κατ’ ἐνέργειαν ἡδονὴ ἡμεῖς ἐσμεν οἱ αἰσθανόμενοι καὶ ἡδόμενοι, αὐτὸς δὲ τὴν αἴσθησιν ἔλεγεν ἐνεργεῖν καὶ ἥδεσθαι, φησὶν οὐδὲν διαφέρειν, εἴτε τὴν αἴσθησιν αὐτὴν λέγει τις
35ἐνεργεῖν καὶ ἥδεσθαι εἴτε τὸ ζῷον ἐν ᾧ αἴσθησις. ὅταν γὰρ ὁ ὁρῶν κατὰ ταύτην τὴν αἴσθησιν ἔχῃ εὖ καὶ περὶ τὰ κάλλιστα τῶν ὁρατῶν ἐνεργῇ,
τελείως ἐνεργεῖ καὶ τελείως ἥδεται. αἱ γὰρ ἀπὸ τῶν τελειοτάτων ἕξεων555

556

ἐνέργειαι καὶ περὶ τὰ κάλλιστα τῶν ὑπ’ αὐτὰς αἰσθητῶν γινόμεναι τελειότα‐ ταί εἰσι καὶ ἥδισται. καθ’ ἕκαστον δὴ τῶν αἰσθανομένων, ὅταν ἄριστα διάκειται καὶ εὖ ἔχῃ, ὄντος δηλονότι καὶ τοῦ αἰσθητοῦ βελτίστου, βελτίστη καὶ ἡ ἐνέργεια, ἥτις βελτίστη ἐνέργεια καὶ τελειοτάτη ἐστίν, ὥστε καὶ ἡδί‐
5στη. τὸ γὰρ βέλτιστον καὶ τελειότατον καὶ ἥδιστον. τῆς μὴν δὴ τελει‐ οτάτης ἕξεως (λέγει δὲ τελειοτάτην τὴν ἐσχάτην καὶ παντέλειον καὶ ἧς οὐκ ἔστιν ὑπερβολή), ταύτης οὖν ἡ ἐνέργεια, ὅταν γίνηται περὶ τὸ κάλλι‐ στον τῶν ὑπ’ αὐτήν, ἡδίστη καὶ τελειοτάτη ἐστί. τῆς τελείας δέ (λέγει δὲ τελείαν τὴν μήπω τὸ ἔσχατον καὶ τελειότατον εἶδος οὖσαν, ἥτις ἕξις
10μέν ἐστιν ὡς ἐχομένη καθάπερ τι εἶδος, οὖσα δὲ ὁδὸς πρὸς τὴν τελείαν ἕξιν) καὶ ἡ ἐνέργεια ἡδεῖα μέν ἐστιν, ἡδίστη δ’ οὐκ ἔστιν. ὡς οὖν ἐπὶ τῶν αἰσθήσεων, οὕτω καὶ ἐπὶ τῆς διανοίας καὶ τῆς θεωρίας. εἴη δ’ ἂν λέγων διάνοιαν τὴν ἐπιστημονικὴν γνῶσιν, θεωρίαν δὲ τὴν νοερὰν ζωὴν καὶ ἐνέργειαν. καὶ γὰρ καὶ ἐν τούτοις ἐστὶ τὸ μᾶλλον καὶ ἧττον. καὶ
15οἱ μέν εἰσι τὰς ἕξεις παντέλειοι, οἱ δὲ ὑπ’ ἐκείνους· ὥστε καὶ ἐνεργή‐ σουσι κατὰ τὴν ὑπεροχὴν ἢ τὴν ὕφεσιν τῶν ἕξεων. ἄλλως γὰρ ἐνεργήσει ὁ τὴν αἴσθησιν ἀφεὶς κάτω καὶ εἰς ἑαυτὸν στραφεὶς καὶ τῆς τοιαύτης ἐπι‐ στροφῆς τοῖς νοητοῖς ἑαυτὸν ἐνιδρύσας, καὶ ἄλλως ὁ ἔξω βλέπων καὶ ἄλλως ὁ ἐκ προτάσεως εἰς ἐπιφορὰς ἐπανιών. ὥστε καὶ διάφοροι αἱ τούτων
20ἡδοναὶ καὶ οὐχ αἱ αὐταὶ ἔσονται. καὶ ἔστιν ἡ μὲν νοερὰ ζωὴ τελειοτάτη καὶ ἡδίστη, αἱ δ’ ἄλλαι τέλειοι καὶ ἡδεῖαι, ἥδισται δὲ οὐδαμῶς.
22nΤελειοῖ δὲ τὴν ἐνέργειαν ἡ ἡδον. οὐ τὸν αὐτὸν δὲ
23nτρόπον ἥ τε ἡδονὴ καὶ τὸ αἰσθητόν τε καὶ ἡ αἴσθησις, σπου‐
24nδαῖα ὄντα.
25 Τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις ἐκ παραλλήλου κεῖται. ἔθος γὰρ τῷ Ἀριστοτέλει καὶ τὰ τεχνητὰ τέχνας καλεῖν καὶ τὰ αἰσθητὰ αἰσθήσεις. λείποι δ’ ἂν τῇ λέξει τὴν αἴσθησιν. καὶ εἴη ἂν τὸ πλῆρες τοιοῦτον· οὐ τὸν αὐτὸν δὲ τρόπον τελειοῖ τὴν ἐνέργειαν ἡ ἡδονὴ καὶ τὴν αἴσθησιν τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις. μήποτε δὲ χρὴ ἀντὶ τοῦ καὶ ἡ αἴσθησις γράφειν
30τὴν αἴσθησιν, ἵν’ ᾖ ἡ λέξις τοιαύτη· τελειοῖ δὲ τὴν ἐνέργειαν ἡ ἡδονή· οὐ τὸν αὐτὸν δὲ τρόπον ἥ τε ἡδονὴ καὶ τὸ αἰσθητὸν τὴν αἴσθησιν. κἂν οὕτως ἔχοι, οὐδὲν ἂν ἐλλείποι. ἀλλὰ πῶς τὸ αἰσθητὸν τελειοῖ τὴν αἴσθησιν; ἢ δηλονότι ὡς ἄγον αὐτὴν ἀπὸ τῆς δυνάμεως εἰς τὸ ἐνεργεῖν καὶ ποιοῦν αὐτὴν ἐνέργειαν, δυνάμει οὖσαν πρότερον πρὸ τοῦ ἀντιλαμβάνεσθαι αὐτοῦ.
35ἡ γὰρ κατ’ ἐνέργειαν αἴσθησις, ὡς ἐν τῷ Περὶ ψυχῆς δέδεικται, ταὐτόν ἐστι τῷ κατ’ ἐνέργειαν αἰσθητῷ, ἤτοι ταὐτόν ἐστιν τῷ εἴδει τῷ ἐν τῇ
ὕλῃ ὄντι. ἔστι γὰρ ἡ αἰσθητικὴ ψυχὴ δύναμις, καθ’ ἣν τὸ ἔχον αὐτὴν556

557

οἷόν τέ ἐστιν ὁμοιούμενον τοῖσδε τοῖς αἰσθητοῖς διά τινος ἀλλοιώσεως τῇ πρὸς αὐτὰ ἐνεργείᾳ κρίνειν αὐτά. καὶ ὥσπερ ἡ θρεπτικὴ δύναμις τροφῆς δεῖται πρὸς τὸ ἐνεργεῖν (περὶ γὰρ τὴν τροφὴν ἡ ἐνέργεια αὐτῆς), οὕτως ἡ αἰσθητικὴ δύναμις δεῖται τῶν αἰσθητῶν. περὶ γὰρ ταῦτα ἡ ταύτης ἐν‐
5έργεια καὶ τούτοις τῶν αἰσθητῶν ἐστιν ἀντιληπτικὴ καὶ κριτική. διὸ μὴ παρόντων αὐτῶν οὐκ ἐνεργεῖ, ἀλλ’ ἐστὶ δυνάμει αἴσθησις καὶ ἀνάλογον ἔχουσα τοῖς ἔχουσι μέν τινα ἐπιστήμην, μὴ ἐνεργοῦσι δὲ κατ’ αὐτήν. ὁμοίως γὰρ ἐκεῖνοι δυνάμει ἐπιστήμονες καὶ ἡ ἀνενέργητος αἴσθησις, ἤτοι αὐτὸ τὸ αἰσθητικὸν ζῷον. ὡς γὰρ ἡ ἐπιστήμη αὐτός ἐστιν ὁ ἐπιστήμων,
10οὕτω καὶ αἴσθησις αὐτός ἐστιν ἐν ᾧ ἐστιν ἡ αἴσθησις· οὗτος γάρ ἐστιν ὁ κατ’ αὐτὴν ἐνεργῶν. ἐν πᾶσι γὰρ τὰ τὰς δυνάμεις καὶ τὰ τὰς ἕξεις ἔχοντά εἰσι τὰ ἐνεργοῦντα κατ’ αὐτάς. ὥστε τὸ λέγειν, ὅτι τὸ αἰσθητὸν τὴν δυνάμει αἴσθησιν εἰς ἐνέργειαν ἄγει, ταὐτόν ἐστι τῷ λέγειν, ὅτι τὸν ἔχοντα τὴν αἴσθησιν καὶ μὴ ἐνεργοῦντα, ἀλλὰ δυνάμει ὄντα αἰσθητικὸν
15ἐνεργείᾳ, ποιεῖ αἰσθητικὸν καὶ τελειοῖ αὐτόν· τέλος δὲ δυνάμεως καὶ οἷον εἶδος ἡ ἐνέργεια. διὰ γὰρ τὰς ἐνεργείας ἡμῖν ὑπὸ τοῦ δημιουργοῦ ἐδόθησαν αἱ δυνάμεις, ἵνα ἐνεργῶμεν κατ’ αὐτάς. καὶ ἔστι τὸ αἰσθητὸν ἐκτὸς αὐ‐ τοῦ τοῦ αἰσθανομένου καὶ ἐνεργοῦντος καὶ πρότερον τῆς κατ’ ἐνέργειαν αἰσθήσεως, ἡ δ’ ἡδονὴ οὐχ οὕτως ἔχει πρὸς τὴν ἐνέργειαν. οὐ γάρ ἐστιν
20ἐκτὸς αὐτῆς οὐδὲ προτέρα ταύτης, ἀλλ’ ἅμα τε ἔστι καὶ οὐκ ἔστι, καὶ χω‐ ρισθῆναι τῆς ἐνεργείας, ἐφ’ ᾗ ἐστιν, οὐ δύναται. τελειοῦν δὲ λέγεται τὴν ἐνέργειαν ἡ ἡδονὴ ὡς συναύξουσα. ἡ γὰρ ἐπὶ τῷ γεωμετρεῖν ἡδονὴ συναύξει τὰς κατὰ τὸ γεωμετρεῖν ἐνεργείας καὶ ἡ ἐπὶ τῷ κιθαρίζειν τὰς κατὰ τὴν κιθαριστικήν. ὡς γὰρ ὁ ἰατρός, φησί, καὶ ἡ ὑγίεια αἰτία τοῦ ὑγι‐
25αίνειν τὸ ζῷον, ἀλλ’ ὁ μὲν ἰατρὸς ἐκτός ἐστι τοῦ ὑγιαίνοντος καὶ πρότερος ᾗ ἰατρός (ὅτε γὰρ ἐνόσει ὁ ὑπ’ αὐτοῦ ὑγιασθείς, ἰατρὸς μὲν ἦν ὁ ἰασά‐ μενος τὸν νοσοῦντα, ὁ δὲ ὑγιασθεὶς ὑγιὴς οὐκ ἦν), ἡ δὲ ὑγίεια οὐκ ἐκτός ἐστι τοῦ ὑγιαίνοντος ἀλλ’ ἐν αὐτῷ ἐστιν ὡς μέρος ἢ ἕξις. ἐν γὰρ τῇ συμμετρίᾳ τῶν ἐν αὐτῷ χυμῶν ἡ ὑγίεια καὶ τὰ ὑγιαίνειν ἐστὶ καὶ σύνεστιν
30αὐτῷ ἀχωρίστως ἡ ὑγίεια, ἕως ἂν ὑγιαίνῃ, οὕτως καὶ ἡ ἡδονὴ συνυπάρχει τῇ ἐνεργείᾳ, ἐφ’ ᾗ γίνεται, ἕως ἂν ἡ ἐνέργεια σώζηται καὶ ἔστιν. ὡς οὖν ἄλλως μέν ἐστιν ὁ ἰατρὸς αἴτιος τοῦ ὑγιαίνειν τὸ ζῷον, ἄλλως δὲ ἡ ὑγίεια (ὁ μὲν γὰρ τοῦ ἐπιγενέσθαι ἐν τῷ ζῴῳ τὴν ὑγίειαν γέγονεν αἴτιος, ἡ δὲ ὑγίεια τοῦ κατὰ φύσιν καὶ ἀμέμπτως ἐνεργεῖν, καὶ ὁ μὲν κεχώρισται
35τοῦ ὑγιαίνοντος, ἡ δὲ σὺν αὐτῷ ὡς ἕξις τις αὐτοῦ ἢ εἶδος· τοῦ γὰρ ὑγιαίνοντος ᾗ ὑγιαίνων ἐστὶν εἶδος ἡ ὑγίεια, ὡς καὶ τοῦ λευκοῦ ᾗ λευκὸς τὸ λευκόν· οὔτε γὰρ λευκὸς δίχα λευκοῦ λευκὸς εἶναι δύναται οὔθ’ ὑγι‐ αίνων δίχα ὑγιείας), οὕτω καὶ τὸ αἰσθητὸν καὶ ἡ ἡδονὴ οὐχ ὡσαύτως τελειοῦσι τὴν αἴσθησιν, ἀλλὰ τὸ μὲν αἰσθητὸν τελειοῖ αὐτὴν ὡς ἐκκαλού‐
40μενον καὶ ἄγον αὐτὴν ἀπὸ τοῦ δυνάμει εἰς ἐνέργειαν, ἐκτὸς ὂν καὶ πρό‐
τερον τῆς ἐνεργείας τῆς περὶ αὐτό. ἀντιληπτικὴ γὰρ αὐτοῦ καὶ κριτικὴ557

558

γίνεται τότε. ἡ δὲ ἡδονὴ τελειοῖ τὴν ἐνέργειαν ὡς συναύξουσά τε καὶ συν‐ τηροῦσα καὶ μένειν οἱονεὶ ἀναπείθουσα. ὅτι δὲ καθ’ ἑκάστην αἴσθησιν κατὰ φύσιν ἐνεργοῦσαν καὶ πρὸς τὸ κάλλιστον τῶν ὑπ’ αὐτὴν αἰσθητῶν ἕπεται ἡδονή, οἶμαι μηδένα ἀγνοεῖν. καὶ ἐπεὶ ἀντίκεινται τὸ αἰσθητὸν καὶ
5ἡ αἴσθησις, ὡς τὰ πρός τι, καὶ ἡ μὲν αἴσθησις πάσχει, ποιεῖ δὲ τὸ αἰ‐ σθητὸν ἀνάγκη, ὅταν ἅμα ὦσι, τὸ μὲν ποιεῖν, τὴν δὲ πάσχειν, τουτέστιν ἀνάγκη ἐνέργειαν εἶναι κρατίστην καὶ ἡδίστην. ὅτι δὲ τὸ πάσχον διττόν ἐστι, τό τε φθειρόμενον καὶ τὸ εἰς τελειότητά τινα καὶ εἶδος καὶ ἐκ τοῦ δυνάμει εἰς ἐνέργειαν ἀγόμενον, τῶν καθωμιλημένων ἐστί, καὶ ὅτι τὸ μὲν
10πρότερον τὸ ἐξιστῶν τῆς οἰκείας φύσεως καὶ εἰς φθορὰν ἄγον, ὀδυνηρόν ἐστι καὶ λυπηρόν, τὸ δὲ ἕτερον ἡδὺ καὶ προσηνές, καὶ τοῦτο τῶν μυριο‐ λέκτων ἐστίν.
13nΤελειοῖ δὲ τὴν ἐνέργειαν ἡ ἡδονὴ οὐχ ὡς ἕξις ἐν‐
14nυπάρχουσα.
15 Ἐνέργειαν λέγειν ἢ ἐνεργοῦντα οὐδὲν διαφέρει. εἴρηται γὰρ ὅτι ἐπιστήμη καὶ αἴσθησις καὶ οἰκοδομικὴ ὁ ἐπιστήμων καὶ αἰσθητικὸς καὶ ὁ οἰκοδόμος ἐστίν· ὁμοίως καὶ κατ’ ἐνέργειαν αἴσθησις καὶ κατ’ ἐνέργειαν οἰκοδομική εἰσιν ὁ ἤδη αἰσθανόμενος καὶ ὁ νῦν οἰκοδομῶν. λέγει δὲ ὅτι οὐχ ὡσαύτως τελειοῖ ἡ ὑγίεια τὸν ὑγιαίνοντα καὶ ἡ γεωμετρία τὸν γεωμέ‐
20τρην καὶ συλλήβδην αἱ ἕξεις τὰ ἑκτὰ καὶ ἡ ἡδονὴ τὴν ἐνέργειαν, ἀλλ’ αἱ μὲν ἕξεις προϋπαρχόντων τῶν δεκτικῶν ἐπιγινόμεναι αὐτοῖς, οἷον ὡς εἴδη καὶ τελειότητες δυνάμει ὄντων, ἐνεργείᾳ τε ποιοῦσιν αὐτὰ καὶ ἐνεργεῖν κατ’ αὐτὰς παρασκευάζουσιν. ἥ τε γὰρ κιθαριστικὴ ἐγγινομένη τῷ δυνάμει ὄντι κιθαριστῇ ἐνεργείᾳ τε κιθαριστὴν ἐποίησε καὶ κιθαρίζειν κατ’ αὐτὴν ἀπειρ‐
25γάσατο· ὁμοίως καὶ ἡ γεωμετρία τὸν γεωμέτρην· ἀλλὰ καὶ ἡ αἴσθησις ἐπὶ τῇ τῶν ζῴων διαπλάσει ἐπιγεγονυῖα τοῖς δυνάμει οὖσιν αἰσθητικοῖς χυμοῖς ἐνεργείᾳ τὸ ἐξ αὐτῶν γεγονὸς αἰσθητικὸν ἐποίησε. προϋποκειμένων τοίνυν τῶν δυνάμει ὄντων κιθαριστῶν καὶ γεωμετρῶν καὶ αἰσθητικῶν αἱ ἕξεις ἐπιγεγονυῖαι ὡς εἴδη ἐν ὕλῃ τελειοῦσιν αὐτὰ καὶ ἐνεργεῖν κατ’ αὐ‐
30τὰς ποιοῦσιν· ἐπὶ δὲ τῆς ἡδονῆς οὐχ οὕτως ἔχει. οὐ γὰρ προϋπαρχούσης τῆς ἐνεργείας ἐπιγίνεται ἡ ἡδονή, 〈καὶ δυνάμει πρότερον οὔσης ἡδείας μετὰ τοῦτο ἐνεργείᾳ γίνεται ἡδεῖα. οὐ δὴ οὖν οὐδαμῶς προϋπάρχει ἡ ἐνέργεια καὶ ἐπιγίνεται αὐτῇ ἡ ἡδονή〉, ἀλλ’ ἅμα ἐπ’ αὐτῇ γίνεται. ἐκεῖνα μὲν γὰρ ὁ οἰκοδόμος καὶ ὁ κιθαριστὴς καὶ ὁ αἰσθητικὸς δι’ ἀλλοιώσεως
35καὶ μεταβολῆς καὶ γενέσεως ἐκ τοῦ δυνάμει ὄντα τόδε τι γεγόνασιν ἐνερ‐
γείᾳ, ὃ ἦσαν δυνάμει, καὶ ἐτελείωσαν τὰ ὑποκείμενα καὶ ἔταξαν καὶ μέτρον558

559

ἐπέθηκαν, ὥσπερ τὰ εἴδη εἰς τὴν ὑποκειμένην αὐτοῖς ὕλην. οὕτω μὲν οὖν αἱ ἕξεις καὶ τὰ εἴδη τελειοῦσι τὰ ὑποκείμενα αὐτοῖς, ἡ δὲ ἡδονὴ τε‐ λειοῖ τὴν ἐνέργειαν ὡς ἐπιγινόμενόν τι τέλος. τοῦτό ἐστιν ὡς ἐπ’ αὐτῇ γινόμενον οἷον τέλος. ἅμα γὰρ αὐτῇ ἐστι καὶ τέλος, ὡς καὶ ἡ
5ἐνέργεια ἐν ἅπασι τοῖς τοῦ χρόνου μέρεσι, καὶ ὥσπερ, φησί, τῇ ἀκμῇ ἐπι‐ γίνεται ἡ ὡραιότης, οὕτω καὶ τῇ ἐνεργείᾳ ἡ ἡδονὴ καὶ τελειοῖ αὐτήν. ὥσπερ γὰρ ἡ ὡραιότης ἐπιτερπέστερα τὰ ἀκμάζοντα τῶν σωμάτων καὶ ἡδύτερα ποιεῖ καὶ ποθεινότερα καὶ ἐρασμιώτερα ὁρᾶσθαι, οὕτω καὶ ἡ ἡδο‐ νὴ τὴν ἐνέργειαν μᾶλλον ἐφετὴν ἐργάζεται καὶ μᾶλλον αὐτῆς ἔχεσθαι ἡμᾶς
10διατίθησιν. ἕως ἂν οὖν, ὡς εἴρηται, τά τε νοητὰ ἢ αἰσθητὰ κράτιστα ὦσι καὶ ἐφετὰ καὶ ἡ αἴσθησις ὡσαύτως ἔχῃ καὶ ἡ νόησις (τούτου γάρ ἐστι δηλωτικὸν τὸ καὶ πρὸς ἄλληλα ἐχόντων τὸν αὐτὸν τρόπον) καὶ ἡ μὲν νοῇ, ἡ δὲ αἰσθάνηται, ἀνάγκη καὶ ἡδονὴν ὑπάρχειν ἐπὶ ταῖς ἐνεργείαις. ὥσπερ γὰρ τὸ κάλλος καὶ ἡ ὡραιότης, ἕως ἂν ἡ τῶν μερῶν καὶ μελῶν
15πρὸς ἄλληλα καὶ πρὸς τὸ ὅλον σώζηται συμμετρία, σύνεστιν αὐτῇ (ταύτῃ γὰρ τῇ συμμετρίᾳ ἐπινήχεται οἷον φῶς τι ἢ ἄνθος ἐπιλάμπον ἢ ἐπανθοῦν), οὕτως καὶ ἡδονὴ ἀεὶ σύνεστι τῇ ἐνεργείᾳ, τῇ κρατίστῃ δηλαδή.
18nΠῶς οὖν οὐδεὶς συνεχῶς ἥδεται; ἢ κάμνει.
19Ἐρωτήσας διὰ τί οὐ συνεχῶς ἡδόμεθα, ἀπεκρίθη πρὸς τὴν ἐρώτησιν
20εἰπὼν ἢ κάμνει. διὰ τοῦτο δὴ οὐ συνεχῶς ἡδόμεθα, διότι κοπιῶμεν. καὶ ἔστι καὶ τοῦτο δεικτικὸν τοῦ τὴν ἡδονὴν ἐπὶ ταῖς κατὰ φύσιν ἐνερ‐ γείαις γίνεσθαι. εἰ γὰρ ἐν ταῖς ἀργίαις οὐχ ἡδόμεθα, ἐν δὲ ταῖς ἐνερ‐ γείαις ἡδόμεθα, δῆλον ὅτι ἐπὶ ταῖς ἐνεργείαις ἡ ἡδονὴ γίνεται. τί δὴ οὖν οὐχὶ ὅταν ἐκ τοῦ κόπου τοῦ ἐκ τῆς ἐνεργείας ἡμῖν ἐπιγινομένου ἐπὶ τὸ
25μὴ ἐνεργεῖν τραπώμεθα, οὐχ ἡδόμεθα; ἀλλὰ τὸ λέγειν ὅτι οὐχ ἡδόμεθα τότε παρὰ τὴν ἡμῶν ἐστι τοῦτο συναίσθησιν· συναισθανόμεθα γὰρ ἡδονῆς τινος. ἢ ῥητέον ὅτι καὶ τὸ ἡσυχάζειν ἐνεργεῖν ἐστιν; εἰ γὰρ ζῶμεν ἡσυ‐ χάζοντες, ἡ δὲ ζωὴ ἐνέργεια, ὡς ἐν τῷ πρὸ τούτου βιβλίῳ δέδεικται, καὶ ἡ ἡσυχία ἄρα ἐνέργειά ἐστι. τὴν μὲν οὖν ἑπομένην ἡδονὴν ταῖς κατ’
30ἐνέργειαν αἰσθήσεσιν ἐν ταῖς ἡσυχίαις οὐχ ἡδόμεθα, τὴν δ’ ἑπομένην τῇ ἀθρόᾳ πρὸς τὴν φύσιν ἐπανόδῳ ἡδόμεθα. καὶ οὐ χρὴ διασπαράττειν τὰς τοῦ Ἀριστοτέλους ῥήσεις. περὶ γὰρ τῆς ἑπομένης ἡδονῆς ταῖς κατ’ ἐνέρ‐ γειαν αἰσθήσεσι καὶ νοήσεσιν ἐζήτηται αὐτῷ τὸ πῶς οὐ συνεχῶς ταύτας τὰς ἡδονὰς ἡδόμεθα. ἐπεὶ οὖν ἐπὶ ταῖς ἐνεργείαις αἱ ἡδοναὶ γίνονται,
35ὅσα ἀεὶ καὶ συνεχῶς ἐνεργεῖν δυνάται, ταῦτα δηλονότι καὶ συνεχῶς ἥδον‐
ται, ὡς αἱ νοεραὶ φύσεις· ὧν δὲ ἡ ἐνέργεια μή ἐστι συνεχὴς ἀλλὰ δια‐559

560

κόπτεται, τούτων καὶ τὸ ἥδεσθαι διαλιμπάνει. οὐχ ἡδόμεθα οὖν συνεχῶς, διότι μὴ συνεχῶς ἐνεργοῦμεν· οὐκ ἐνεργοῦμεν δὲ συνεχῶς, διότι κάμνο‐ μεν· κάμνομεν δὲ διὰ τὸ τὰς αἰσθήσεις πρὸς τὰ ἐκτὸς καὶ τὰ αἰσθητὰ ἐν ταῖς ἐνεργείαις φέρεσθαι καὶ πολὺ τοῦ ψυχικοῦ πνεύματος ἐκκενοῦσθαι. διὰ γὰρ
5ὡς ὀχήματός τινος καὶ διὰ τοῦτο καλουμένου ψυχικοῦ πνεύματος ἀπὸ τῆς ἀρχῆς εἰς ὅλον τε τὸ σῶμα καὶ εἰς τὸ ἐκτὸς ἡ αἰσθητικὴ διαδίδοται καὶ φέρεται δύναμις. ὅταν οὖν πολὺ τοῦτο ἐνεργούντων ἡμῖν ἀπορρεύσῃ, κάμνει τὸ ζῷον καὶ ἐνεργεῖν οὐ δύναται. πολὺ δὲ τοῦ τοιούτου πνεύματος ἀποχεῖται ἀναγινωσκόντων, ἀκουόντων, ὁρώντων τρεχόντων βαδιζόντων,
10ὅλως ἐνεργούντων.
11nἜνια δὲ καὶ τέρπει καινὰ ὄντα, ὕστερον δὲ οὐχ
12nὁμοίως.
13 Τοῦ μὴ συνεχῶς ἡμᾶς ἥδεσθαι τὸν κόπον αἰτιασάμενος (ἐκκρούει γὰρ τὴν ἐνέργειαν ὁ κόπος, ἐφ’ ᾗ τὴν ἡδονὴν γίνεσθαι λέγομεν), ἐπεὶ ἑώρα
15τινὰ τέρποντα ἡμᾶς καὶ κεκοπωμένους ὄντας, καὶ ἔμελλέ τις διὰ τοῦτο ἀπαντᾶν καὶ ψεῦδος εἶναι λέγειν τὸ τὸν κόπον αἴτιον εἶναι τοῦ μὴ συνεχῶς καὶ ἀδιακόπως ἥδεσθαι, ὡς ἐκκρούοντα τὴν ἐνέργειαν, ᾗ ἕπεται ἡ ἡδονή (ὁρῶμεν γὰρ πολλάκις τινὰς καίτοι κεκμηκότας ἐνεργοῦντας καὶ χαίροντας, μηδαμῶς τοῦ κόπου τὴν ἐνέργειαν μηδὲ τὴν ἐπ’ αὐτῇ γινομένην χαρὰν
20κωλῦσαι δυνηθέντος), ὡς οὖν τῆς ἐνεργείας τούτους κωλῦσαι ὁ κόπος οὐκ ἴσχυσεν, ἀλλ’ ἐνεργοῦσι κάμνοντες, δῆλον ὡς οὐδ’ ἄλλον οὐδένα ἡ τοῦ κόπου ῥοπὴ τῆς ἐνεργείας ἀπάξαι δυνήσεται. πρὸς ταύτην δὴ τὴν ἔνστασιν ἀπαντῶν λέγει ἔνια δὲ καὶ τέρπει καινὰ ὄντα. ὃ δὲ λέγει δῆλον ἔσται ἀναμνήσασιν ἡμᾶς αὐτοῦ τῆς ἀρχῆς τῶν Μετὰ τὰ φυσικά· ἔστι δὲ τοι‐
25αύτη τις “πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει. σημεῖον δὲ ἡ τῶν αἰσθήσεων ἀγάπησις.” ἐπεὶ οὖν φύσει ὀρεγόμεθα τοῦ γινώσκειν καὶ κατὰ φύσιν ἡμῖν ἡ ἔφεσις αὕτη πάρεστιν ὡς καὶ τὸ αἰσθάνεσθαι καὶ λογί‐ ζεσθαι, εὐλόγως κἂν κεκμηκότες ὦμεν, ἀναρρωννύμεθα πρὸς τὴν ἀντίληψιν τοῦ ἀγνοουμένου· τοιαῦτα δ’ ἐστὶ τὰ καινὰ καὶ ἀρτιφανῆ. ἄγνωστα γάρ
30ἐστι, τῆς δὲ τούτων ἀντοχῆς, μᾶλλον δὲ ἀντιλήψεως καὶ γνώσεως, φύσει ὀρεγόμεθα. ἡ τοιαύτη δὲ ὄρεξις καὶ ἔφεσις μαλάσσει καὶ ἀσθενῆ τὸν κόπον ἐμποιεῖ καὶ οἱονεὶ ἀνεπαίσθητον καὶ ἀπάγειν ἀπὸ τῆς πρὸς τὰ καινὰ ἐνεργείας οὐ συγχωρεῖ. καὶ εἶδον ἐγώ τινας τέλειον ἀσθενεῖς, τινὰς δὲ καὶ κατακόπους ἔκ τινων ὄντας πράξεων ἀόκνως βαδίζοντας καὶ μεθ’ ἡδο‐
35νῆς ἐπὶ τὴν τῶν λεόντων θέαν [καὶ βαδίζοντας]. οὕτω τὴν πρώτην, εἶτα560

561

παρημελημένως. τὰ μὲν οὖν πρῶτα, τουτέστιν ὅταν πρώτως φανῇ, παρα‐ κέκληται καὶ ἐπισύρεται καὶ σπεύδει πρὸς αὐτὰ ἡ διάνοια μὲν πρὸς τὰ διανοητά, ἡ δὲ αἴσθησις πρὸς τὰ αἰσθητά, ἔπειτα δὲ οὐ μετὰ διατάσεως καὶ συντονίας, ἀλλὰ ἀσθενῶς καὶ παρημελημένως, ὡς ἤδη γνῶσιν καὶ κατά‐
5ληψιν ἔχοντες τῶν πραγμάτων. διὸ καὶ ἡ ἡδονὴ ἀμαυροῦται. εἴρη‐ ται γὰρ ὅτι ὁποῖαι ἂν ὦσιν αἱ ἐνέργειαι, τοιαῦται καὶ αἱ ἐπ’ αὐταῖς ἡδοναί.
8nὈρέγεσθαι δὲ τῆς ἡδονῆς οἰηθείη τις ἂν ἅπαντα ὅτι
9nκαὶ τοῦ ζῆν.
10 Ἐπεὶ ἡ ἡδονὴ χωρὶς ἐνεργείας εἶναι οὐ δύναται, καὶ ὅπου ἡδονή, ἐκεῖ ἐξ ἀνάγκης καὶ ἐνέργεια (ἔστι δὲ ἡ ζωὴ ἐνέργεια), φύσει τῆς ἡδονῆς ὀρεγόμεθα ὡς συνεπιφερούσης τὴν ἐνέργειαν, ἤτοι τὴν ζωήν. ζωὴ δὲ ὅτι ἡ ψυχή ἐστι, πάντες ἴσμεν. ζῆν γὰρ λέγομεν ὅσα πέφυκεν ἐξ ἑαυτῶν τρέφεσθαι καὶ γεννᾶν ὅμοια ἑαυτοῖς· ζῷα δὲ λέγομεν τὰ πρὸς τῷ τρέ‐
15φεσθαι ἐξ ἑαυτῶν καὶ γεννᾶν ὅμοια καὶ αἴσθησιν ἔχοντα· τὸ δὲ αἰσθά‐ νεσθαι καὶ ζῆν ἀπὸ ψυχῆς· ἡ ψυχὴ ἄρα ζωή. δείξειε δ’ ἄν τις τὴν ψυ‐ χήν, ἤτοι τὴν ζωήν, ἐνέργειαν οὕτως. ἐκεῖνά φαμεν ζῆν, οἷς ἂν παρῇ ψυχή, ὥσπερ νεκρὰ καὶ ἄζωα, οἷς οὐ πάρεστι ψυχή. εἰ δὲ τοῦτο, ψυχὴ καὶ ζωὴ ταὐτά ἐστιν. ἔστι δὲ ψυχὴ ἐντελέχεια ἡ πρώτη σώματος φυσι‐
20κοῦ ὀργανικοῦ, δυνάμει ζωὴν ἔχοντος, ἡ δὲ ἐντελέχεια ἐνέργεια· ἡ ζωὴ ἄρα ἐνέργεια. ἀλλὰ δὴ καὶ κατ’ αὐτὸ τὸ ζωτικὸν ἰδίωμα ἐνέργειά τίς ἐστιν, οἷον γὰρ ζέουσά τίς ἐστιν οὐσία καὶ ἀεὶ ἀναβλύζουσα δυνάμεις ζω‐ τικάς. τὸ δὲ οἷον ζέειν καὶ ἀναβλύζειν καὶ ἀναπέμπειν ἀπὸ ἐνεργείας ἐστί. καὶ διὰ τοῦτο ἑκάστῳ τῶν ζῴων εἰσὶν οἰκεῖαι καὶ κατὰ φύσιν ἐνέρ‐
25γειαι διὰ τὸ καὶ τὰς ζωὰς διαφέρειν, ἀφ’ ὧν αἱ δυνάμεις καὶ ἐνέργειαι. καί εἰσιν ἀνθρώπων τινὲς ἐνέργειαι κατὰ τὴν ἀνθρώπου γινόμεναι ζωὴν καὶ φύσιν. αὗται δέ εἰσι τὸ ἐπιστρέφειν ἐντὸς ἀπὸ τῆς τῶν ἔξω πτοίας καὶ εἰς ἑαυτόν, τὸ ἐξομοιοῦν ἑαυτὸν τοῖς κρείττοσι, τὸ ὁλικῶς ἀντέχεσθαι τῶν ἀεὶ μενόντων, τὸ ζῆν νοερῶς. ὁμοίως εἰσὶ καὶ ἵππου ἐνέργειαι γινό‐
30μεναι κατὰ τὴν τοῦ ἵππου φύσιν, οἷον τὸ συντόνως καὶ εὐψύχως θέειν, καὶ κυνὸς κατὰ τὴν τοῦ κυνός, καὶ τῶν ἄλλων ὡσαύτως ζῴων. ἀλλὰ τὰ μὲν ἄλλα τῶν ζῴων κατὰ φύσιν ζῶντα τῶν κατὰ φύσιν ὡς ἐπίπαν οὐκ ἐκπίπ‐ τει, πρὸς αὐτὰ καὶ μόνα τὰ κατὰ φύσιν τῆς φύσεως ποδηγούσης καὶ πρὸς μηδὲν ἄλλο. ὁ δὲ μὴ διαστραφεὶς ἡμῶν λόγος μηδὲ κακωθεὶς ἀλλ’ ἀδιαλώ‐
35βητος μεμενηκὼς καὶ διὰ τοῦτο καὶ εἰς ἑαυτὸν νεύων καὶ τὴν ἑαυτοῦ ἀγλαΐαν τοὺς λόγους ἑκάστου τῶν ὄντων ἀναθεωρεῖ καὶ ἐνεργείας ἐνεργεῖ καθαρὰς καὶ σεμνάς, καὶ περὶ ταῦτα καὶ ἐν τούτοις ἐνεργε, ἃ καὶ μάλιστα
ἀγαπ, οἶον ὁ μὲν μουσικὸς τῇ ἀκοῇ περὶ τὰ μέλη. λέγει δὲ μουσικὸν561

562

τῇ ἀκοῇ τὸν ἀλόγως χρώμενον τοῖς μουσικοῖς ὀργάνοις (τοιοῦτος δ’ ἐστὶν ἅπας ὁ τῆς σκηνῆς) καὶ χαίροντα τοῖς ἐκ τῶν τοιῶνδε φθόγγων ἀποτελου‐ μένοις ἐμμελέσιν ἤχοις, φιλομαθῆ δὲ λέγει τὴν διάνοιαν τὸν εἰδότα τοὺς ἁρμονικοὺς λόγους, οἷον ὅτι ἥδε ἡ ἁρμονία ἡ διὰ τεσσάρων ἐστὶ καὶ αὕτη
5ἡ διὰ πασῶν. διττὸς οὖν ὁ μουσικὸς ὅ τε τοὺς λόγους εἰδὼς καὶ ὁ χρώ‐ μενος τοῖς ὀργάνοις. ὁ μὲν οὖν μουσικὸς τῇ ἀκοῇ ἐνεργεῖ περὶ ταῦτα, ὁ δὲ φιλομαθὴς περὶ τὰ μαθήματα, ὁ δὲ ἀριθμητικὸς περὶ τὴν τῶν ἀριθμῶν καὶ τῶν τοῖς ἀριθμοῖς συμβεβηκότων θεωρίαν καὶ ἁπλῶς ἕκαστος ᾧ χαίρει, περὶ ἐκεῖνο ἐνεργεῖν ἐπείγεται· ἡ δὲ ἑπομένη ἡδονή, ἅτε οἰκεία οὖσα,
10τελειοῖ τὴν ἐνέργειαν καὶ τὴν ζωήν, ἧς ὀρέγονται. τοῦ μὲν γὰρ ἐφιε‐ μένου ζῆν μουσικῶς τὴν τοιαύτην ζωὴν τελειοῖ ἡ μουσική, τὴν δὲ γεωμε‐ τρικὴν ζωὴν καὶ ἐνέργειαν ἡ ἐπ’ αὐτῇ ἡδονή, τὴν δὲ ἀρίστην καὶ εὐδαί‐ μονα ζωὴν ἡ ἐπ’ αὐτῇ ἡδονή. πρὸς τοῦτο γὰρ ὁρῶν, ταῦτα προανακρού‐ εται καὶ προλέγει, ἵνα διὰ τούτων συνάξῃ, ὅτι ἡ εὐδαίμων ζωὴ ἐνέργεια
15οὖσα τελειοῦται πρὸς τῆς οἰκείας ἡδονῆς. αἱρετὸν οὖν τὸ οὕτω ζῆν, οἷον μουσικῶς ἢ γεωμετρικῶς ἢ εὐδαιμόνως. καὶ τελειοῖ τὴν τοιαύτην ζωὴν ἡ οἰκεία ἡδονή. ἔστι δὲ τὸ τελειοῖ ταὐτὸν τῷ αὔξει καὶ βεβαιοῖ καὶ μονιμώτερον καὶ χρονιώτερον ἀποτελεῖ.
19nΠότερον δὲ διὰ τὴν ἡδονὴν αἱρούμεθα τὸ ζῆν ἢ διὰ
20nτὸ ζῆν τὴν ἡδονήν, ἀφείσθω.
21 Ἔχει μέν τινα πειθῶ τὸ λέγειν, ὅτι τὸ ζῆν αἱρούμεθα διὰ τὴν ἡδο‐ νήν. εἰ γὰρ τὸ ζῆν ἐνέργεια, ἡ δὲ ἡδονὴ τελειοῖ ταύτην, τὰ δὲ πρὸ τοῦ τέλους μᾶλλον αἱρούμεθα διὰ τὸ τέλος καὶ οὐ τὸ τέλος διὰ τὰ πρὸ αὐτοῦ (τὰς γὰρ φαρμακείας καὶ καύσεις καὶ τομὰς διὰ τὴν ὑγίειαν αἱρούμεθα,
25τέλος οὖσαν, καὶ οὐχ ὑγιαίνειν βουλόμεθα, ἵνα φαρμακοποτῶμεν καὶ τομὰς καὶ καύσεις ὑπομένωμεν)· εἰ οὖν ἡ ἡδονὴ τέλος τῆς ζωῆς, ἤτοι τῆς ἐνερ‐ γείας, δόξειεν ἂν χάριν τῆς ἡδονῆς ἡμᾶς αἱρεῖσθαι τὸ ζῆν. ἀλλ’ οὐχὶ τοῦτο διὰ τὴν ἡδονήν. ἀλλὰ ῥητέον πρὸς τοῦτο, ὅτι εἰ μὲν ἦν ἡ ἡδονὴ τέλος τῆς ἐνεργείας, ὡς ἡ οἰκία τῆς οἰκοδομήσεως καὶ ἡ ὑγίεια τῆς ὑγιάν‐
30σεως καὶ τὸ αἷμα τῆς ἐξαιματώσεως καὶ τὸ βρέφος τῆς γενέσεως, ἦν ἂν ἡ ἐνέργεια καὶ τὸ ζῆν χάριν τῆς ἡδονῆς, καὶ ἡρούμεθα ἂν τὸ ζῆν διὰ τὴν ἡδονήν. ἐπεὶ δὲ οὐκ ἔστι τέλος, ἀλλ’ οἷον τέλος, ὡς εἴρηται, οὐκ ἂν εἴημεν αἱρούμενοι τὸ ζῆν διὰ τὴν ἡδονὴν ἀλλὰ μᾶλλον ταύτην διὰ τὸ ζῆν. ὅτι δὲ οὐκ ἔστιν ἁπλῶς ἡ ἡδονὴ τέλος, δῆλον. τὰ μὲν γὰρ τέλη ὕστερον
35ἐπιγίνεται ταῖς ἐνεργείαις καὶ ταῖς γενέσεσιν, ὧν εἰσι τέλη, ἡ δ’ ἡδονὴ ἅμα σύνεστι τῇ κατὰ φύσιν ἐνεργείᾳ. ὅτι μὲν οὖν οὐ τὸ ζῆν διὰ τὴν
ἡδονὴν καὶ ὅλως τὰς ἐνεργείας δι’ αὐτὴν αἱρούμεθα, δῆλον. ὅτι δὲ μᾶλλον562

563

τὴν ἡδονὴν διὰ τὰς ἐνεργείας καὶ διὰ τὸ ζῆν διώκομεν, ἐκ τῶνδε μᾶλλον ἄν τις πιστεύσειε· καὶ πρῶτον ἐκ τῶν κατ’ ἀρετὴν ἐνεργειῶν. εἰ γὰρ καὶ ὅτι μάλιστα ἡδεῖαί εἰσιν αὗται, ἀλλ’ οὐ τῆς ἡδονῆς ἕνεκα σπουδάζον‐ ται. πολλὰς γὰρ τῶν κατ’ ἀρετὴν ἐνεργειῶν αἱρούμεθα, καίτοι λύπης καὶ
5πόνων αἰτίας οὔσας, ὡς ἐπὶ τῶν κατὰ τὴν ἀνδρείαν ἐνεργειῶν. καίτοι ἔδει ταύτας μισεῖν καὶ φεύγειν, εἰ τὰς ἐνεργείας χάριν τῆς ἡδονῆς ᾑρού‐ μεθα, καὶ ἐκ τοῦ ἐναντίου πᾶσαν ἐνέργειαν μετὰ σπουδῆς ἐνεργεῖν, ᾗ ἕπε‐ ται ἡδονή. ἀλλὰ τίς ἄν, εἰ μὴ μαίνοιτο, πράττειν ἂν καὶ ἐνεργεῖν ἀνά‐ σχοιτο, οἷς ἕπονται τῶν ἡδονῶν αἱ αἰσχρόταται; ὥστε ἐὰν μὴ αἱ κατ’
10ἀρετὴν ἐνέργειαι αἱρεταί, κἂν μετὰ λύπης ὦσιν, ἥτις ἐναντία ἐστὶν τῇ ἡδονῇ, αἱ δὲ ἡδοναὶ οὐδέποτε αἱρεταὶ αἱ μετὰ τοῦ ἐναντίου τῇ ἀρετῇ, ἥτις ἐστὶν ἡ κακία, δῆλον ὅτι τὰς ἡδονὰς αἱρούμεθα διὰ τὰς κατ’ ἀρετὴν ἐνεργείας. ἐπεὶ δ’ ἐπὶ ταῖς τοιαύταις ἐνεργείαις ἡδονὴ ἐγγίνεται, τρόπον τινὰ αἱρούμεθα καὶ τὰς ἐνεργείας διὰ τὴν ἡδονήν. πρώτως μὲν γὰρ ἐκεί‐
15νας αἱρούμεθα, κατὰ συμβεβηκὸς δὲ δι’ αὐτὰς καὶ τὰς ἐπ’ αὐταῖς ἡδονάς. ἀλλὰ καὶ ἡμᾶς αὐτοὺς ἐρωτήσαντες ἴδωμεν τὸ συμβαῖνον. ποτέρου χάριν ἡ φύσις ἡμῖν εὐθὺς γινομένοις δέδωκε τὴν ἐνέργειαν, διὰ τὴν ἡδονήν; ἢ τὴν ἡδονὴν διὰ τὴν ἐνέργειαν; εἴποιμεν ἂν γνώριμον εἶναι τὴν ἡδονὴν τοῖς ζῴοις διὰ τὰς ἐνεργείας ὑπὸ τῆς φύσεως δεδόσθαι, ἵνα σώζηται καὶ μένῃ·
20ἀδύνατον δὲ σώζεσθαι εἰ μὴ τρεφόμεθα· ὅπως οὖν τρεφώμεθα, παρὰ τῆς φύσεως ἔσχομεν τὴν ἐπὶ ταῖς τροφαῖς ἡδονήν, δι’ ἣν ἐπὶ ταῖς τροφαῖς ἡδονὴν ζητοῦμεν τὴν τροφὴν μὴ παροῦσαν καὶ παρούσῃ χρώμεθα. ζη‐ τοῦμεν ἄρα τὴν ἡδονήν, ἵνα τραφῶμεν. τὸ δὲ τρέφεσθαι ἐνεργεῖν ἐστι. χάριν ἄρα τῆς ἐνεργείας αἱρούμεθα τὴν ἡδονήν. καὶ ὅλως ἄτοπόν ἐστι τὸ λέγειν
25τρέφεσθαι ἡμᾶς μὴ ὡς σωθησομένους καὶ ζησομένους, ἀλλ’ ὑπὲρ τῆς ἡδο‐ νῆς τῆς ἐπ’ αὐτῷ. ἔχομεν οὖν παρὰ τῆς φύσεως τὴν ἐπὶ ταῖς τροφαῖς ἡδονήν, ἵνα δι’ αὐτὴν ζητῶμεν τὴν τροφήν, τὴν δὲ τροφήν, ἵνα τρεφώμεθα καὶ τρεφόμενοι σωζώμεθα καὶ ζῶμεν καὶ ἐνεργῶμεν. ἀλλὰ καὶ αὐτὸ τὸ ζῆν ἐνέργειά τίς ἐστιν. ἡ ἡδονὴ ἄρα διὰ τὴν ἐνέργειαν καὶ οὐκ ἔμπαλιν.
30ἀλλὰ καὶ τὴν ἐπιγινομένην τοῖς ἀφροδισίοις ἡδονήν, εἴ τις φυσικῶς ἐξετά‐ ζει, οὐκ ἄλλου χάριν εὑρήσει παρεσπαρμένην ἢ τῆς τεκνοποιίας, ὅπως ὑπὸ τῆς ἡδονῆς παραπεμπόμενα τὰ ζῷα μὴ ὀκνῇ πρὸς τὸν συνδυασμόν, ὃς αἴτιος τῆς κατ’ εἶδος τοῖς ζῴοις διαμονῆς. εἰ δὲ φανερῶς ἐπὶ τούτοις τοῖς ζῴοις γίνονται αἱ ἡδοναὶ τῶν ἐνεργειῶν χάριν, καὶ ἐπὶ τῶν ἄλλων δηλονότι
35τῶν κατὰ φύσιν ἐνεργειῶν εὔλογον οὕτως ἔχειν. ἀλλὰ περὶ τῆς ζητήσεως, φησί, ταύτης ἀφείσθω. φαίνεται δ’ οὖν συνεζεῦχθαι ταῦτα, καὶ οὔτε τὸ κατὰ φύσιν ζῆν καὶ ἐνεργεῖν κεχώρισται τῆς ἡδονῆς οὔθ’ ἡ ἡδονὴ τού‐ των. ὅθεν δοκοῦσι καὶ τῷ εἴδει διαφέρειν. τὰ γὰρ ἕτερα τῷ εἴδει ὑφ’ ἑτέρων οἰόμεθα τελειοῦσθαι. τῶν ἐνεργειῶν ἑτέρων
40τῷ εἴδει οὐσῶν, ἀνάγκη καὶ τὰς ἡδονάς, αἳ τελειοῦσιν αὐτάς, ἑτέρας εἶναι563

564

τῷ εἴδει. ὅθεν φησί, τουτέστιν ἐκ τοῦ συνεζεῦχθαι τὰς ἡδονὰς ταῖς ἐνερ‐ γείαις καὶ ἅμα σὺν αὐταῖς εἶναι καὶ μὴ εἶναι. ὅτι δὲ τὰ ἕτερα τῷ εἴδει ὑφ’ ἑτέρων τελειοῦνται, οὐκ ἄδηλον. τίς γὰρ ἀγνοεῖ ὅτι ἄλλη μέν ἐστιν ἡδονή, ᾗ χαίρει ὁ οἰκοδομῶν, καὶ ἑτέρα, ᾗ γέγηθεν ὁ μουσικός; ὅτι δὲ
5καὶ αἱ ἐνέργειαι ἕτεραί εἰσι, καὶ τοῦτο πρόδηλον, εἴπερ αἱ μέν εἰσιν αἱρε‐ ταί, αἱ δὲ φευκταί. τὰ δὲ αἱρετὰ καὶ φευκτὰ ἕτερα τῷ εἴδει. ἕξουσι τοί‐ νυν αἱ ἡδοναὶ τὴν αὐτὴν ταῖς ἐνεργείαις πρὸς ἀλλήλας διαφοράν. εἰ δὲ τοῦτο, οὐχ ὁμοειδεῖς εἰσι πᾶσαι αἱ ἡδοναί. εἰπὼν δὴ ὅτι τὰ ἕτερα ὑφ’ ἑτέρων τελειοῦνται, πιστοῦται τοῦτο καὶ ἀπὸ τῶν φυσικῶν καὶ ἀπὸ τῶν
10τεχναστῶν. ἄλλο γὰρ τέλος τῆς τοῦ φυτοῦ γενέσεως καὶ ἄλλο τῆς τοῦ ζῴου, ὅτι καὶ αἱ γενέσεις ἕτεραι. τῆς μὲν γὰρ τῶν φυτῶν γενέσεως τέλος αὐτὰ τὰ φυτὰ καὶ τῆς τῶν ζῴων τὰ ζῷα, τῆς δὲ οἰκοδομήσεως ἡ οἰκία καὶ τῆς ὑγιάνσεως ἡ ὑγίεια. ὡς οὖν τῶν γενέσεων τὰ τέλη ἕτερα, οὕτως καὶ τὰ οἷον τέλη τῶν ἐνεργειῶν ἕτερα. ἄλλη γὰρ ἡδονὴ τῆς νοερᾶς ζωῆς
15τῷ εἴδει καὶ ἑτέρα τῆς κατ’ ἐνέργειαν αἰσθήσεως.
16nΦανείη δ’ ἂν τοῦτο καὶ ἐκ τοῦ συνῳκειῶσθαι τῶν ἡδο‐
17nνῶν ἑκάστην τῇ ἐνεργείᾳ ἣν τελειο.
18 Τὸ μὴ ὁμοειδεῖς εἶναι πάσας τὰς ἡδονὰς ἀλλά τινάς τισιν ἀνομοειδεῖς, φησί, φανήσεται καὶ ἐκ τοῦ οἰκείας εἶναι τὰς ἡδονὰς ταῖς ἐνεργείαις, ἐφ’
20αἷς γίνονται. τὰ δ’ οἰκεῖα ἐξ ἀνάγκης συνδιαιροῦνται τοῖς ὧν εἰσιν οἰκεῖα. εἰ οὖν αἱ ἐνέργειαι διάφοροι καὶ ἀνομοειδεῖς, καὶ αἱ οἰκεῖαι αὐτῶν ἡδοναὶ διάφοροι καὶ ἀνομοειδεῖς. ὅτι δὲ ἑκάστῃ τῶν ἐνεργειῶν ἐστί τις οἰκεία ἡδονή, ἥτις καὶ τελειοῖ αὐτήν, δῆλον ἐκ τοῦ συναύξεσθαι τὰς ἐνεργείας ταῖς ἡδοναῖς. ἡ γὰρ ἐπὶ τῷ γεωμετρεῖν ἡδονὴ συναύξει τὴν κατὰ τὴν γεω‐
25μετρίαν ἐνέργειαν καὶ ἡ ἐπὶ τῷ κιθαρίζειν τὴν κιθαριστικὴν ἐνέργειαν, οἷον ἂν μὲν ὦσιν αἱ ἐνέργειαι τῷ μὲν ἀριθμῷ ἕτεραι, τῷ δὲ εἴδει αἱ αὐταί, καὶ αἱ ἡδοναὶ δηλονότι τῷ μὲν ἀριθμῷ εἰσιν ἕτεραι, αἱ αὐταὶ δὲ τῷ εἴδει· εἰ δὲ ὦσι καὶ τῷ ἀριθμῷ καὶ τῷ εἴδει αἱ ἐνέργειαι ἕτεραι, καὶ αἱ ἡδοναὶ κατ’ ἄμφω ἕτεραί εἰσιν. ὅτι δὲ συναύξουσι τὰς οἰκείας ἐνεργείας αἱ ἡδο‐
30ναί, δῆλον. μᾶλλον γὰρ γεωμετρικὸς γίνεται ὁ χαίρων τῇ γεωμετρίᾳ καὶ μᾶλλον μουσικὸς ὁ χαίρων τῇ μουσικῇ τῶν μὴ χαιρόντων αὐταῖς, ὥστε ἐπεὶ συναύξουσι τὰς οἰκείας ἐνεργείας αἱ ἡδοναί, ᾠκείωνται ταύταις. τὸ γὰρ μὴ οἰκεῖον λυπηρόν, τὸ δὲ ἐπίλυπον φθείρειν, οὐκ αὔξειν πέφυκεν.
34nἜτι δὲ τοῦτο μᾶλλον φανείη ἂν ἐκ τοῦ τὰς ἀφ’ ἑτέ‐
35nρων ἡδονὰς ἐμποδίους ταῖς ἐνεργείαις εἶναι.
36Τὸ μὴ πᾶσαν ἡδονὴν εἶναι οἰκείαν πάσῃ ἐνεργείᾳ ἀλλ’ ἄλλην ἡδονὴν564

565

συνῳκειῶσθαι ἄλλῃ ἐνεργείᾳ καὶ διὰ τοῦτο ἀνάγκῃ ὁμοίως ταῖς ἐνεργείαις καὶ ταύτας ἀλλήλων κατ’ εἶδος διαφέρειν δῆλόν ἐστι πρῶτον μὲν ἐκ τοῦ μὴ δύνασθαι τὴν ἐπ’ ἄλλῃ τινὶ ἐνεργείᾳ ἡδονὴν ἐπ’ ἄλλῃ τινὶ ἐνεργείᾳ γενέσθαι· τῷ γὰρ σωφρόνως ζῶντι καὶ κατὰ σωφροσύνην ἐνεργοῦντι καὶ
5τὰ σωφρονικὰ πράττοντι οὐκ ἐπιγίνεται τῇ αὐτοῦ τοιαύτῃ ἐνεργείᾳ ἡ ἐκ τοῦ ἀκολασταίνειν ἡδονή· ἀδύνατον γὰρ τὸν σωφρόνως ζῶντα ἡσθῆναι τὴν τοῦ ἀκολάστου ἡδονήν, καὶ ὅλως τὸν μὴ προσομιλοῦντα γυναικὶ τὴν τοῦ προσομιλοῦντος· ὥστε ἄλλη μέν ἐστιν ἡδονὴ ἡ συνῳκειωμένη τῇ τοῦ σώ‐ φρονος ἐνεργείᾳ καὶ ἄλλη ἡ τοῦ ἀκολασταίνοντος· εἰ δὲ μὴ ἦσαν αἱ ἡδοναὶ
10ἕτεραι ὥσπερ καὶ αἱ ἐνέργειαι ἀλλ’ αἱ αὐταί, τί τὸ κωλῦον ἦν τὰς μὲν τοῦ ἀκολάστου ἐνεργείας φεύγειν τὸν σώφρονα ὡς φευκτάς, τὰς δὲ ἡδονὰς διώ‐ κειν ὡς τὰς αὐτὰς αὐταῖς οὔσας καὶ ὁμοειδεῖς ταῖς τῶν σωφρόνων ἡδοναῖς; πρῶτον μὲν δὴ ἐκ τούτου δῆλον, ὅτι ἑκάστῃ ἐνεργείᾳ συνῳκείωταί τις ἡδο‐ νὴ καὶ ὅτι διαφέρουσιν ἀλλήλων ἐπίσης ταῖς ἐνεργείαις, δεύτερον δὲ ὃ καὶ
15αὐτὸς Ἀριστοτέλης λέγει ἐκ τοῦ τὰς ἐπ’ ἄλλαις ἐνεργείαις ἡδονὰς ἐμπο‐ δίζειν τὰς ἐπ’ ἄλλαις γινομένας. οἱ γὰρ φίλαυλοι, ὅταν ἀκούωσιν αὐλοῦν‐ τός τινος, οὐ προσέχουσι τῷ τότε εἰ τύχοι μυθολογοῦντι, ἀλλὰ καὶ μᾶλλον φεύγουσι τὴν ἀπὸ τοῦ μυθολογοῦντος ἡδονὴν ὡς ἐμποδίζουσαν τῆς ἀπὸ τοῦ αὐλεῖν ἡδονῆς, ὥσπερ δὴ καὶ ἔμπαλιν οἱ φιλόμυθοι ἀνίλλονται καὶ ἀηδῶς
20διάκεινται πρὸς τὴν ἐκ τοῦ αὐλεῖν ἐγγινομένην ἡδονὴν τοῖς χαίρουσιν αὐτῇ. εἰ οὖν ἡ γινομένη ἐπὶ τῷ αὐλεῖν ἡδονὴ ἐμποδίζει τὴν γινομένην ἐπὶ τῷ διηγεῖσθαι μύθους καὶ αὕτη ἐκείνην, δῆλον ὅτι ἕτεραί εἰσι καὶ οὐχ ὁμοει‐ δεῖς, ὥσπερ καὶ ἡ αὔλησις καὶ ἡ τῶν μύθων διήγησις, ἐφ’ αἷς αἱ ἡδοναί. ἀλλὰ καὶ ἐκ τοῦ φθαρτικὰς ἀλλήλων εἶναι, πιστεύσειεν ἄν τις ὡς
25οὔκ εἰσιν ὁμοειδεῖς. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει, ὅταν ἅμα περὶ δύο ἐνεργ· καὶ ὁ ἀκούων αὐλοῦντος καὶ μυθολογοῦντος περὶ δύο ἐνεργεῖ. εἰ γὰρ νῦν δύο τινὲς ὄντες, ὁ μὲν αὐλῶν, ὁ δὲ μύθους διε‐ ξιών, ἄλλος δέ τις τρίτος ἀκούων ἀμφοτέρων, οὗτος ὁ ἀκούων περὶ δύο ἅμα ἐνεργεῖ. ἀλλὰ κἄν τις νῦν ὅτε ὁρᾷ τόδε τι καλὸν ὂν ἅμα καὶ κιθα‐
30ρίζοντος ἀκούῃ, περὶ δύο καὶ οὗτος 〈ἅμα〉 ἐνεργεῖ. καὶ ἐπὶ τούτου δὴ εἰ μᾶλλόν ἐστι φιλόκαλος ἢ φιλόμουσος ἡ ἀπὸ τοῦ ὁρᾶν τὸ καλὸν ἐγγινομένη ἡδονὴ ἐκκρούει καὶ ἀπωθεῖται τὴν ἐκ τῆς κιθαρίσεως ἡδονήν, ὥστε ἑτέρα ἐστὶν ἡ ἐπὶ τῇ ὁράσει ἐγγινομένη χαρὰ τῆς ἐπὶ τῇ κιθαρῳδίᾳ χαρᾶς· κἂν μὲν βραχύ τι διαφέρωσιν ἀλλήλων αἱ ἐνέργειαι, βραχὺ διαφέρουσι καὶ αἱ
35ἀπ’ αὐτῶν ἡδοναί, εἰ δὲ μακρῷ διαφέρουσιν, ἀνάλογον ἕξουσι τὴν διαφο‐ ρὰν καὶ αἱ ἡδοναί. ἐκκρούει οὖν ἡ μᾶλλον ἡδίων ἐνέργεια τὴν ἧττον ἡδεῖαν οὕτως, ὥστε μηδὲ θέλειν τὸν φιλόμουσον ἀφορᾶν εἰς τὸ καλὸν ἢ
τὸν φιλόκαλον κατακούειν τοῦ κιθαρῳδοῦντος. τοῦτο δὲ πάντως συμβαίνει565

566

διὰ τὸ συνῳκειῶσθαι ἑκάστῃ ἐνεργείᾳ ἡδονὴν καὶ εἶναι ἄλλην ἡδονὴν ἄλλῃ ἐνεργείᾳ ἰδίαν καὶ ἑτέραν ἑτέρᾳ καὶ διαφέρειν κατὰ τὰς ἐφ’ αἷς ἐγγίνονται ἐνεργείας. διὸ χαίροντες ὁτῳοῦν σφόδρα οὐ πάνυ δρῶμεν ἕτερα, διὰ τὸ ταῖς ἑτέραις τῷ εἴδει ἐνεργείαις οἰκείας ἕπεσθαι ἡδονὰς καὶ ἄλλην ἡδονὴν
5ἄλλης ἐνεργείας ἰδίαν εἶναι, ὡς ἀνθρώπου μὲν τὸ γελαστικόν, ἵππου δὲ τὸ χρεμετιστικόν. ὅταν χαίρῃ τις τῷ γεωμετρεῖν, οὐδ’ ὅλως ἕτερόν τι δρᾷ ἀλλὰ μόνης ἀντέχεται τῆς γεωμετρίας. ὀρεγόμενοι γὰρ τῆς τοιᾶσδε ἡδονῆς ἐνεργοῦμεν οὐκ ἄλλην τινὰ ἐνέργειαν ἀλλ’ ἐκείνην, ᾗ ἂν οἰηθῶμεν ἕπεσθαι τὴν τοιαύτην ἡδονὴν ἐξ ἀνάγκης. ὥσπερ γὰρ τῳδὶ μὲν τῷ σώματι ἴδιός
10ἐστιν ὅδε ὁ χυμὸς καὶ ἥδε ἡ ὀσμή, ἄλλῳ δὲ ἄλλος χυμὸς καὶ ἄλλη ὀσμή, οὕτω καὶ τῇδε μὲν τῇ ἐνεργείᾳ συνῳκείωται ἥδε, τῇδε δὲ ἥδε ἡ ἡδονή. ὅταν οὖν, ὡς εἴρηται, χαίρῃ τις περί τι σφόδρα, ἄλλο τι δρᾶν οὐ βούλεται. εἰ δὲ συμβαίη ποτὲ καὶ ἄλλο τι δρᾶν, ἀλλ’ ἠμελημένως πάμπαν ἐνεργεῖ περὶ ἐκεῖνο. ὅτι δὲ ὅταν τις περί τι χαίρῃ σφόδρα ἕτερόν τι δρᾶν οὐ
15βούλεται, δηλοῖ τὸ συμβαῖνον ἐν ταῖς ἱπποδρομίαις. οὐδεὶς γὰρ τῶν θεα‐ τῶν ἀγωνιζομένων τῶν ἡνιόχων ἄλλο τι πράττει, ἀλλ’ ἐκείνοις πάνυ προσ‐ έχουσι διὰ τὸ σφόδρα χαίρειν τοῖς τῶν ἵππων δρόμοις, καὶ ταῖς τότε τῶν ἡνιόχων ἐνεργείαις, ὅταν δὲ τοὺς ἑπτὰ ἀνύσωσι διαύλους καὶ οὗτοι μὲν ἡσυχάζωσι, φαῦλοι δέ τινες ἀγωνίζονται, ὁποῖοί εἰσιν οἱ παλαίοντες καί
20τινες τοιοῦτοι, τότε οἱ μὲν πρὸς ἀλλήλους διαλέγονται, οἱ δὲ τραγηματίζου‐ σιν· οὐ γὰρ χαίρουσι τῷ τῶν παλαιόντων ἀγῶνι. τραγήματα δέ εἰσιν οἱ ταγηνῖται ἐρέβινθοι καί τινα ἕτερα τοιαῦτα. τότε οὖν, φησίν, αὐτὸ δρῶσιν, ἤτοι τότε τραγηματίζουσιν, ὅταν ὦσιν οἱ ἀγωνιζόμενοι φαῦλοι.
24nἘπεὶ δ’ ἡ μὲν οἰκεία ἡδονὴ ἐξακριβοῖ τὰς ἐνεργείας
25nκαὶ χρονιωτέρας καὶ βελτίους ποιε.
26 Δῆλον διὰ τούτου πεποίηκε, τί δηλοῖ τὸ ‘ἑκάστη τῶν ἡδονῶν ἑκάστην τὼν οἰκείων ἐνεργειῶν τελειοῖ.‘ ἔστι γὰρ τὸ τελειοῖ δηλωτικὸν τοῦ βεβαι‐ οτέραν καὶ χρονιωτέραν καὶ βελτίω ἀποτελεῖ. εἰ οὖν αἱ οἰκεῖαι ἡδοναὶ βελτίους καὶ χρονιωτέρας ταύτας ποιοῦσι, δῆλον ὡς πολὺ διεστήκασιν αἱ
30ἡδοναὶ ἀνάλογον ταῖς ἐφ’ αἷς γίνονται ἐνεργείαις, καί εἰσιν ἀνομοειδεῖς ὥσπερ καὶ αἱ ἐνέργειαι. εἰ γὰρ τὰ καλὰ ἕτερα τῷ εἴδει τῶν αἰσχρῶν, δῆλον ὅτι καὶ αἱ καλαὶ ἐνέργειαι ἕτεραί εἰσι τῷ εἴδει, εἴ γε πᾶσαι μὲν ἀπὸ τῶν καλῶν ἐνεργειῶν ἡδοναὶ καθαραί τε καὶ ἄμικτοί εἰσι λύπης καὶ μετανοίας, αἱ δὲ ἀπὸ τῶν αἰσχρῶν ἐνεργειῶν πλήρεις λύπης καὶ μετα‐
35νοίας καὶ μεταμελείας. ἐξακριβοῖ οὖν καὶ συναύξει ἡ οἰκεία ἡδονὴ τὴν οἰκείαν ἐνέργειαν, οἷον ἡ ἐπὶ τῷ γεωμετρεῖν τὴν κατὰ τὸ γεωμετρεῖν ἐνέρ‐ γειαν καὶ αἱ ἄλλαι ὁμοίως, αἱ δ’ ἀλλότριαι λυμαίνονται ὡς λυποῦσαι. ἡ
γὰρ ἐπὶ τῷ γεωμετρεῖν ἡδονὴ ἀλλοτρία οὖσα τῇ κιθαρίσει φθείρει τὴν566

567

κιθάρισιν. ὁ γὰρ χαίρων τῇ γεωμετρίᾳ τῆς ἐπὶ τῇ κιθαρίσει ἡδονῆς κα‐ ταφρονεῖ. σχεδὸν γὰρ αἱ ἀλλότριαι ἡδοναὶ ποιοῦσιν ὅπερ αἱ οἰ‐ κεῖαι λῦπαι. τὸ σχεδὸν πρόσκειται, ὅτι αἱ οἰκεῖαι λῦπαι ἀεὶ καὶ πάν‐ τως εἰσὶ τῶν ἐνεργειῶν φθαρτικαί, αἱ δ’ ἡδοναὶ οὐκ ἀεί. οἰκεία δὲ λύπη
5ἐστὶν ἡ ἐναντία τῇ οἰκείᾳ ἡδονῇ, οἷον εἰ ἔστι τινὶ τὸ γράφειν ἢ κιθαρίζειν ἡδύ, τὸ μὴ γράφειν ἢ μὴ κιθαρίζειν τῷ τοιούτῳ λυπηρόν ἐστιν· εἰ δ’ ἔμ‐ παλιν τὸ μὴ γράφειν ἢ μὴ κιθαρίζειν ἡδύ, τὸ γράφειν καὶ κιθαρίζειν λυ‐ πηρόν. τῷ οὖν χαίροντι τῷ μὴ γράφειν οἰκεία λύπη τὸ γράφειν, ἥτις λύπη καὶ φθείρει τὴν ἐνέργειαν, ἤτοι τὸ γράφειν. εἰ οὖν ὃ ποιοῦσιν αἱ
10οἰκεῖαι λῦπαι, τοῦτο ποιοῦσι καὶ αἱ ἀλλότριαι ἡδοναί, αἱ δὲ οἰκεῖαι λῦπαι ἕτεραί εἰσι τῶν οἰκείων ἡδονῶν, καὶ αἱ ἀλλότριαι ἄρα ἡδοναὶ ἕτεραί εἰσι τῶν οἰκείων ἡδονῶν, ὥστε καὶ ἀνομοειδεῖς. συμβαίνει δὲ περὶ τὰς ἐνεργείας τὸ ἐναντίον τῶν οἰκείων ἡδονῶν τε καὶ λυπῶν. εἰ τὸ φθείρεσθαι ἐναντίον τῷ αὔξεσθαι καὶ τῷ φθείρειν τὸ αὔξειν, τὸ ἐναντίον
15περὶ τὰς ἐνεργείας ποιοῦσιν αἱ οἰκεῖαι ἡδοναὶ καὶ αἱ οἰκεῖαι λῦπαι. αἱ μὲν γὰρ οἰκεῖαι ἡδοναὶ αὔξουσιν αὐτὰς καὶ χρονιωτέρας ποιοῦσιν, αἱ δὲ οἰκεῖαι λῦπαι φθείρουσι καὶ ἀφανίζουσι. ῥητέον δὲ καθόλου περὶ ἡδονῶν, ὅτι αἱ μέν εἰσιν αὐτῶν κατὰ φύσιν τοῖς ἡδομένοις αὐτάς, αἱ δὲ παρὰ φύσιν. καὶ κατὰ φύσιν μέν εἰσιν αἷς ἥδονται ἐνεργοῦντες τὰς κατὰ φύσιν ἐνεργείας,
20παρὰ φύσιν δὲ ὧν καὶ αἱ ἐνέργειαι παρὰ φύσιν. ἑκάστῳ γὰρ τῶν ζῴων εἰσί τινες οἰκεῖαι καὶ κατὰ φύσιν αὐτῶν ἐνέργειαι. καὶ γὰρ καὶ ἀνθρώπου εἰσὶν ἐνέργειαί τινες γινόμεναι κατὰ τὴν τοῦ ἀνθρώπου φύσιν καὶ ἵππου καὶ κυνὸς κατὰ τὴν ἵππου καὶ κυνὸς φύσιν· ὧν καὶ τὰς ἡδονὰς καὶ αὐτὰς χρὴ λέγειν κατὰ φύσιν ἐκείνοις. ἡ γὰρ ἑπομένη ἡδονὴ τῇ κατὰ φύσιν τοῦ ἀνθρώ‐
25που ἐνεργείᾳ κατὰ φύσιν ἐστὶ τῷ ἀνθρώπῳ· ὧν ἡδονῶν τὰς μὲν κατὰ φύσιν ἑκάστοις καὶ ἡδονὰς λέγειν χρή, τὰς δὲ ἐπὶ ταῖς ὑπό τινων οὐ κατὰ τὴν οἰκείαν φύσιν αὐτῶν γινομένας ἐνεργείαις παρὰ φύσιν ἡδονὰς ῥητέον.
28nΔιαφερουσῶν δὲ τῶν ἐνεργειῶν ἐπιεικείᾳ καὶ φαυ‐
29nλότητι.
30 Εἴρηται πολλάκις καὶ δέδεικται, ὅτι αἱ ἡδοναὶ συνῳκείωνται ταῖς ἐφ’ αἷς γίνονται ἐνεργείαις. καὶ διὰ τοῦτο καὶ συνδιαιροῦνται ταύταις. διαφέρουσι δὲ κατ’ εἶδος αἱ ἐνέργειαι, ὥστε καὶ αἱ ἡδοναὶ διαφέρουσι τῷ εἴδει, καί εἰσιν ἀνομοειδεῖς. εἰ γὰρ τῶν σπουδαίων ἐνεργειῶν αἱ ἡδοναὶ σπουδαῖαι καὶ τῶν φαύλων φαῦλαι, τὰ δὲ σπουδαῖα καὶ φαῦλα ἐναντία, τίς μηχανὴ
35τὰ ἐναντία λέγειν ὁμοειδῆ; διαφέρουσιν ἄρα τῷ εἴδει αἱ σπουδαῖαι καὶ φαῦλαι ἡδοναί. εἰσὶ δὲ ἐπιεικεῖς καὶ αἱρεταὶ ἐνέργειαι αἱ ἀπὸ τῶν ἀρετῶν καὶ ἐπιστημῶν, φαῦλαι δὲ αἱ ἀπὸ τῶν κακιῶν, οἷαι αἱ τῶν ἀκολάστων
καὶ τυμβωρύχων καὶ ἱεροσύλων. οὐδέτεραι δὲ αἱ ἀναγκαῖαι, οἷαι αἱ διὰ567

568

παιδοποιίαν ὁμιλίαι καὶ αἱ ὅμοιαι. ὅτι δὲ οὐκ εἰσὶ πᾶσαι αἱ ἡδοναὶ ὁμο‐ ειδεῖς, δείκνυσι καὶ ἀπὸ τῆς ἐπιθυμίας. εἰ γάρ ἐστιν ἡ ἐπιθυμία ὄρεξις ἡδέος, εἰσὶ δὲ τῶν ἐπιθυμιῶν ὁμολογουμένως αἱ μὲν αἱρεταὶ αἱ δὲ φευκταί, δῆλον ὅτι καὶ τὰ ἡδέα ὧν εἰσιν αἱ ἐπιθυμίαι, ὡσαύτως ἔχουσι ταῖς ἐπι‐
5θυμίαις καὶ ἔσονται τῶν ἡδέων τὰ μὲν αἱρετὰ τὰ δὲ φευκτά, ὥστε καὶ αἱ ἀπ’ αὐτῶν ἡδοναὶ ἔσονται κατὰ ταῦτα τὰ ἡδέα αἱ μὲν αἱρεταὶ αἱ δὲ φευκταὶ καὶ φαῦλαι· ἀνομοειδεῖς ἄρα, ὅτι καὶ τὸ αἱρετὸν καὶ φευκτὸν ἀνομοειδὲς ὑπάρχει.
9nΟἰκειότεραι δὲ ταῖς ἐνεργείαις αἱ ἐν αὐταῖς ἡδοναὶ
10nτῶν ὀρέξεων.
11 Δείξας ὅτι οὐ πᾶσα ἡδονὴ πάσῃ ἡδονῇ ὁμοειδής ἐστιν, ἀλλά τινες μέν εἰσιν ὁμοειδεῖς τινὲς δὲ ἀνομοειδεῖς, δείκνυσιν, ὅτι οὐδὲ ταὐτόν ἐστιν ἡ ἡδονὴ τῇ ἐπιθυμίᾳ ἀλλ’ ἕτερον. ἔστι δὲ ὁ λόγος δι’ οὗ δείκνυται τοι‐ οῦτος· ἡ ἐπιθυμία προτέρα τῆς ἐνεργείας, ἡ ἡδονὴ οὐκ ἔστι προτέρα τῆς
15ἐνεργείας· ἡ ἡδονὴ ἄρα οὐκ ἔστιν ἐπιθυμία. καὶ ὅτι μὲν ἡ ἐπιθυμία προ‐ τέρα ἐστὶ τῷ χρόνῳ τῆς ἐνεργείας, δῆλον. πρότερον γὰρ ἐπιθυμεῖ τις καὶ οὕτως ἵεται ἐπὶ τὸ ἐπιθυμητόν. ὅτι δὲ καὶ ἡ ἡδονὴ ἅμα τε ἔστι καὶ οὐκ ἔστι τῇ ἐνεργείᾳ ἐφ’ ᾗ γίνεται, εἴρηται μυριάκις καὶ δέδεικται. εἰ οὖν ἡ ἐπιθυμία προτέρα τῆς ἐνεργείας, ἡ δὲ ἡδονὴ ἅμα τῇ ἐνεργείᾳ, τὸ
20ἅμα συνὸν οἰκειότερόν ἐστι τοῦ προηγουμένου καὶ μὴ συνόντος. ἔτι ὅσῳ πλέον ἀφέστηκε τὸ ἐφιέμενον καὶ ἐπιθυμοῦν τινος καὶ μηδέπω ἔχον αὐτὸ τοῦ ἔχοντος καὶ συνόντος αὐτῷ, τοσούτῳ καὶ ἡ ἐπιθυμία ἀφέστηκε τῆς ἐνεργείας, παρὸ ἡ ἡδονή. ἡ μὲν γὰρ ἐπιθυμία ἔφεσίς ἐστιν ἡδονῆς· διὰ γὰρ τὴν ἡδονὴν ζητοῦμεν τὰ ἡδέα. ἡ δὲ ἡδονὴ σύνεστι τῇ ἐνεργείᾳ καὶ
25ἔχει ἡ μὲν ἡδονὴ τὴν ἐνέργειαν (σύνεστι γὰρ αὐτῇ), ἡ δ’ ἐπιθυμία οὐκ ἔχει. οἰκειοτέρα ἄρα τῇ ἐνεργείᾳ ἡ ἡδονὴ ἤπερ ἡ ἔφεσις καὶ τοσοῦτον οἰκειοτέρα, ὡς καὶ ἀμφισβητεῖν, εἰ ταὐτόν ἐστιν ἡδονὴ καὶ ἐνέργεια ἢ ἕτε‐ ρον· ἐπὶ δὲ τῆς ἐπιθυμίας καὶ ἐνεργείας μηδένα ἀμφισβητῆσαι, πότερον αἱ αὐταί εἰσιν ἢ ἕτεραι. εἰ δὴ ἡ μὲν οἰκειοτάτη ἐστί, τῇ ἐνεργείᾳ δὲ ἧττον
30οἰκεία, ἕτεραί εἰσι καὶ οὐχὶ αἱ αὐταί. οὐ μὴν ἔοικεν ἡ ἡδονὴ διάνοια. διάνοιαν τὴν τῆς διανοίας λέγει ἐνέργειαν, οἷον τὴν διανόησιν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· εἰ καὶ δοκεῖ ἡ ἡδονὴ ταὐτὸν τῇ διανοήσει διὰ τὴν συνῳ‐ κείωσιν, οὐ χρὴ καὶ ὡς ἀληθὲς τὸ τοιοῦτον ἀποδέχεσθαι. ἕτεραι γάρ εἰσι καὶ ἡ διανόησις καὶ ἡ κατ’ ἐνέργειαν αἴσθησις τῶν ἐπ’ αὐταῖς γινομένων
35ἡδονῶν. εἰ γὰρ ἦν ἡ ἐνέργεια ταὐτὸν τῇ ἡδονῇ, οὐδεμία ἂν ἦν ἐνέργεια ἀνήδονος, ἀλλὰ πᾶσαι ἂν ἦσαν σὺν ἡδονῇ. νῦν δ’ εἰσὶ πολλαὶ καὶ χωρὶς ἡδονῆς. τῶν τε γὰρ ἀθλητῶν αἱ ἐνέργειαι ἀνήδονοι, μᾶλλον δὲ μετὰ λύ‐
πης, τῶν τε μανθανόντων γράμματα καὶ μήπω κατωρθωκότων, τῶν τε568

569

πρὸς ἀρετὴν βαδιζόντων καὶ μήπω κατειληφότων, ὥστε δῆλον ὅτι οὐκ ἔστιν ἡ ἡδονὴ καὶ ἡ ἐνέργεια ταὐτόν. ὡς γὰρ ὁ χρόνος καὶ ἡ κίνησις οὐ ταὐ‐ τόν, καίτοι μὴ δυναμένου τοῦ χρόνου χωρὶς εἶναι κινήσεως, οὕτως οὐδὲ ἡδονὴ καὶ ἐνέργεια ταὐτὸν κἂν ἐξ ἀνάγκης ἅμα ὦσι. καὶ ἐπεὶ συνέπονται
5ταῖς ἐνεργείαις αἱ ἡδοναί, ὡς ἂν ἔχωσιν αἱ ἐνέργειαι κατά τε τὸ εὖ καὶ τὸ ἐναντίον, οὕτως ἕξουσι καὶ αἱ ἐπ’ αὐταῖς ἡδοναί.
7nΔιαφέρει δὲ ὄψις μὲν ἁφῆς καθαριότητι.
8 Ἡ μὲν ὄψις τῶν εἰδῶν ἐστιν αὐτῶν ἀντιληπτικὴ δίχα τῆς ὕλης, ὡς ἐν τῷ δευτέρῳ τῆς Περὶ ψυχῆς πραγματείας δέδεικται. ὥσπερ γὰρ ὁ
10κηρὸς τὴν σφραγῖδα μόνην τὴν ἐν τῷ χρυσίνῳ δακτυλίῳ ἀπομάττεται χωρὶς τῆς ὑποκειμένης ὕλης (χρυσὸς γὰρ ἂν ἐγίνετο ὁ κηρός, εἰ σὺν τῷ ὑποκειμένῳ ὡς ὕλῃ τῷ χρυσῷ τὴν σφραγῖδα ἐδέχετο), οὕτω καὶ ἡ ὄψις τῶν εἰδῶν ἐστιν ἀντιληπτικὴ χωρὶς τῆς ὑποκειμένης αὐτοῖς ὕλης. ἡ δὲ ἀκοὴ καὶ ἡ ὄσφρησις σωματοειδεῖς οὖσαι καὶ παθητικώτεραι μεθ’ ὕλης
15εἰσδέχονται τὰ αἰσθητά. μετὰ γὰρ τοῦ ἀέρος καὶ σὺν τῷ ἀέρι, οὗ πάθος εἰσὶν ὁ ψόφος καὶ ἡ ὀσμή, ἀντιλαμβάνονται τῶν οἰκείων αἰσθητῶν, ἤτοι τοῦ ψόφου καὶ τῆς ὀσμῆς. καθαρωτέρα ἄρα ἡ ὄψις, ὡς ἀύλων ἀντιλη‐ πτική, ἀκοῆς καὶ ὀσφρήσεως τῶν μεθ’ ὕλης εἰσδεχομένων τὰ οἰκεῖα αἰ‐ σθητά. αὗται δὲ πάλιν καθαρώτεραι γεύσεως ὅσον τὸ ὑποκείμενον τῷ
20ψόφῳ καὶ τῇ ὀσμῇ ὁ ἀὴρ λεπτομερέστερός ἐστι τοῦ ὑδατώδους ὑγροῦ, ἐν ᾧ ἐστιν ὡς ὕλη ὁ χυμός· τῆς δὲ ἁφῆς διαφέρουσιν αἱ τέσσαρες αὗται αἰσθήσεις πάνυ τῇ καθαριότητι, τῆς μὲν ἐν ὅλῳ τῷ σώματι ἁφῆς, ὅτι τὰ αἰσθητὰ αὐτῆς ὑποκείμενον ἔχει τὰ τέσσαρα στοιχεῖα πῦρ γῆν ὕδωρ ἀέρα, ὥστε ὑλωδέστερα. οἷς δ’ ἐπικρατεῖ τὸ τῆς ὕλης, ἧττον ἐκεῖνα καθαρὰ καὶ
25ἧττον τίμια τῶν ἀυλοτέρων. τῆς δὲ ἁφῆς τῆς ἐν ταῖς συνουσίαις ὅσον διαφέρουσι τῇ καθαριότητι, τίς ἀγνοεῖ; τὸ γὰρ τὴν ζῳώδη καὶ γενεσιουργὸν ἀποπληροῦν χρείαν πῶς ἂν ἐπίσης εἴη καθαρὸν ὁράσει καὶ ἀκοῇ καὶ ταῖς λοιπαῖς δύο, αἷς τὰς διαφορὰς καὶ κοινωνίας τῶν αἰσθητῶν ἔγνωμεν. δρό‐ μους τε ἀστέρων διὰ τῆς ὄψεως προποδισμούς τε καὶ ἀναποδισμοὺς καὶ
30στηριγμοὺς καὶ φάσεις καὶ κρύψεις ἀντελαβόμεθα. ἐπεὶ οὖν διαφέρουσιν αὗται αἱ αἰσθήσεις καὶ αἱ ἀπ’ αὐτῶν ἐνέργειαι τῇ καθαριότητι καὶ τῷ τι‐ μίῳ, διαφέροιεν ἂν ὡσαύτως καὶ αἱ ἐπ’ αὐταῖς ἡδοναί. πάλιν ἐπεὶ αἱ τοῦ νοῦ καὶ τῆς διανοίας ἐνέργειαι διαφέρουσι τῶν ἀπὸ τῶν αἰσθήσεων ἐνεργειῶν, ἔσονται καὶ αἱ ἐπ’ αὐταῖς ἡδοναὶ τιμιώτεραι καὶ καθαριώτεραι,
35ὅσον νοῦς αἰσθήσεως τιμιώτερος καὶ σεμνότερος. ἃ μὲν οὖν λέγει διὰ
τούτων, ταῦτά ἐστι. τὸ δὲ καὶ ἑκάτεραι ἀλλήλων περὶ τῶν ἡδονῶν569

570

εἶπε τοῦ νοῦ καὶ τῆς διανοίας. ἐπεὶ γὰρ διττὸς ὁ νοῦς, ὅ τε θεωρητικὸς καὶ ὁ πρακτικός, καὶ αἱ τούτων ἡδοναὶ διαφέρουσι. καὶ ἔστιν, ὅσον θεωρία πράξεως ὑψηλοτέρα, τοσοῦτον καὶ ἡδονὴ τῆς ἡδονῆς. ταῦτα δὲ προανα‐ φωνεῖ ὠδίνων ἤδη τὸν περὶ τῆς νοερᾶς ζωῆς καὶ τῆς τοιαύτης εὐδαιμο‐
5νίας λόγον.
6nΔοκεῖ δ’ ἑκάστῳ ζῴῳ εἶναι καὶ ἡδονὴ οἰκεία ὥσπερ
7nἔργον.
8 Εἴρηταί μοι μικρῷ πρόσθεν, ὅτι τῶν ἡδονῶν αἱ μέν εἰσι κατὰ φύσιν τοῖς ἡδομένοις αὐτάς, αἱ δὲ παρὰ φύσιν· καὶ κατὰ φύσιν τὰς γινομένας
10ἐπὶ ταῖς κατὰ φύσιν αὐτῶν ἐνεργείαις, παρὰ φύσιν δὲ τὰς ἐπὶ ταῖς παρὰ φύσιν· εἰσὶ γὰρ ἑκάστῳ τῶν ζῴων κατὰ φύσιν οἰκεῖαι ἐνέργειαι, ὧν ἐνερ‐ γειῶν καὶ αἱ ἡδοναὶ κατὰ φύσιν εἰσίν, αἳ καὶ ἀγαθαί εἰσι καὶ ἀληθῶς ἡδεῖαι ὑπάρχουσιν. εἰ οὖν ταῦτα ἀληθῆ, ὥσπερ δὴ καὶ εἰσί, μάλιστα δὲ ἔχων ἐστὶν ὁ ἄνθρωπος (τοιοῦτος δ’ ἐστὶν ὁ ἀγαθός), εἶεν ἂν κατὰ φύσιν
15ἀνθρώπῳ ἡδοναὶ αἱ μάλιστα τῷ ἀγαθῷ φαινόμεναι καὶ δοκοῦσαι. ἀλλὰ καὶ τῶν κατὰ φύσιν ἀνθρώπῳ ἡδονῶν ἔστι τις διαφορὰ τῷ τὰς μὲν αὐτῶν μᾶλλον οἰκείας αὐτοῖς εἶναι, τὰς δὲ ἧττον οἰκείας. αἱ μὲν γὰρ ἐπὶ ταῖς κατ’ ἀρετὴν ἐνεργείαις γινόμεναι ἡδοναὶ μᾶλλον καὶ μάλιστα οἰκειόταται ἀνθρώπῳ, αἱ δ’ ἐπὶ ὁμιλίᾳ ἀνδρῶν πρὸς γυναῖκας ἧττον οἰκεῖαι, πλὴν
20καὶ αὗται κατὰ φύσιν, ἀλλ’ οὐ παρὰ φύσιν. καὶ ἡ μὲν τῶν προκειμένων διάνοια αὕτη, τὸ δὲ λεγόμενον ὑπὸ τῆς λέξεως Ἡρακλείτου τοῦ Ἐφεσίου καὶ ἐμοῦ πολίτου τὸ ‘ὄνους σύρματ’ ἂν ἑλέσθαι 〈μᾶλλον〉 ἢ χρυσόν.‘ σύρματα τὸν χόρτον Ἡράκλειτος λέγει, ὃς κατὰ φύσιν ἡδύς ἐστι τῷ ὄνῳ. αἱ μὲν τῶν ἑτέρων τῷ εἴδει διαφέρουσιν εἴδει. ἕτερα τῷ εἴδει
25ἄνθρωπος ἵππος βοῦς κύων. τούτων τῶν ἑτέρων τῷ εἴδει διαφέρουσιν, ὡς εἴρηται, καὶ αἱ κατὰ φύσιν ἐνέργειαι τῷ εἴδει καὶ αἱ ἐπ’ αὐταῖς γινό‐ μεναι ἡδοναί. τὰς δὲ τῶν αὐτῶν τῷ εἴδει ἐπὶ τῶν ἀλόγων ζῴων εὔλο‐ γον εἶναι τὰς αὐτὰς τῷ εἴδει. πᾶσι γὰρ τοῖς ἵπποις, τοῖς αὐτοῖς οὖσι τῷ εἴδει, τὰ αὐτά ἐστιν ἡδέα, οἷον χόρτος καὶ κριθή, καὶ τοῖς κυσὶν
30πᾶσιν ὁμοειδέσιν οὖσι ὀστέα καὶ κρέα, τοῖς δὲ βουσὶ πᾶσιν ὄροβοι. ἐπὶ μὲν οὖν τῶν ἀλόγων ζῴων, ὡς εἴρηται, ἀληθὲς τὸ εἰρημένον, ὅτι τὴν φύσιν ἔχουσι μόνην αὐτὰ ποδηγετοῦσαν. ἀλλὰ καὶ ἐπὶ τῶν ἀνθρώπων τῶν σπουδαίων· πᾶσι γὰρ τοῖς κατ’ ἀρετὴν νοερῶς ζῶσι τὰ αὐτά ἐστιν ἡδέα, τοῖς δὲ μοχθηροῖς ἄλλοις ἄλλα. ἀλλὰ κἄνπερ τοῦθ’ οὕτως ἔχῃ, οὐ
35χρὴ πάντα ἡδέα λέγειν οὐδὲ πάντα ἀγαθὰ ἢ καλά, ἀλλὰ τὰ δοκοῦντα570

571

τοιαῦτα τῷ σπουδαίῳ. καὶ ἐπεὶ καλῶς λέγεται, ὅτι ἀγαθόν ἐστι τὸ δο‐ κοῦν σπουδαίῳ, καὶ ἔστιν ἑκάστου μέτρον ἡ ἀρετή, ἤτοι ὁ ἐνάρετος καὶ σπουδαῖος καὶ ἀγαθὸς ᾗ ἀγαθός (ὃ γὰρ ἂν ὁ ἀγαθὸς μετρήσῃ, ἤτοι ὁρίσῃ καὶ κρίνῃ καὶ φῇ ἀγαθὸν 〈ἐκεῖνο ἀληθῶς ἐστιν ἀγαθόν〉) δηλονότι
5καὶ ἡδοναὶ εἶεν ἂν καὶ λέγοιντο αἱ τῷ ἀγαθῷ καὶ σπουδαίῳ δοκοῦσαι ἡδο‐ ναὶ εἶναι καὶ ἀληθῶς ἡδέα, οἷς οὗτος χαίρει καὶ γέγηθεν. εἰ δέ τισι τὰ τῷ ἀγαθῷ δοκοῦντα δυσχερῆ φαίνεται ἡδέα, μὴ θαυμαζέτω τις. νοσοῦσι γὰρ τὸν ἀληθινὸν ἄνθρωπον, τὸν νοῦν, τὸν δυνάμενον διακρίνειν ἀπὸ τῶν φαινομένων καὶ ψευδῶν τὰ ὄντα καὶ ἀληθῆ. τὰ οὖν δυσχερῆ τῷ σπουδαίῳ
10μὲν ἡδέα οὔκ εἰσι, φαίνονται δὲ ἡδέα τοῖς οὕτω διακειμένοις, τουτέστι τοῖς διεφθαρμένοις καὶ μοχθηρῶς διακειμένοις. ταῦτα εἰπὼν ἐπιφέρει τὰς μὲν ὁμολογουμένας αἰσχρὰς ἡδονὰς οὐ φατέον ἡδονάς, ἀλλὰ ῥητέον ὅτι ἁπλῶς μὲν καὶ κυρίως οὔκ εἰσιν ἡδοναί, δοκοῦσι δὲ ἡδοναὶ τοῖς φαύλως ἔχουσι. τῶν δ’ ἐπιεικῶν εἶναι δοκουσῶν, ποίαν ἢ
15τίνα φατέον εἶναι τοῦ ἀνθρώπου; πολλῶν οὐσῶν τῶν ἐπιεικῶν ἡδο‐ νῶν, ποίαν εἶναι χρὴ λέγειν ἀπὸ τούτων τὴν τοῦ ἀνθρώπου ἡδονήν; καὶ ἐρωτήσας ἀποκρίνεται λέγων ἐκ τῶν ἐνεργειῶν δῆλον. ἐπεὶ γὰρ ἐπὶ ταῖς ἐνεργείαις γίνονται, οἵα ἂν εἴη ἡ τοῦ ἀνθρώπου ὡς ἀνθρώπου ἐνέρ‐ γεια, εἴτε μία ἐστὶν αὕτη ἡ ἐνέργεια εἴτε πλείους, ἡ ἑπομένη ἡδονὴ τῇ
20ἐνεργείᾳ ἐκείνῃ ἢ αἱ ἑπόμεναι ταῖς ἐνεργείαις, ἐκείνη ἔσται ἢ ἔσονται τοῦ ἀνθρώπου ἡδονὴ ἢ ἡδοναί. καὶ τοῦτο εἰπὼν ἐπὶ τὸν περὶ εὐδαιμο‐ νίας ἵεται λόγον. αὕτη γάρ ἐστιν ἡ τοῦ ἀνθρώπου ἐνέργεια, ἣν ζητοῦμεν. ἐπεὶ δὲ ἡ εὐδαιμονία διττή, ἥ τε ἐπανθοῦσα ταῖς ἡδοναῖς περὶ ἧς εἴπομεν ἐν τῷ πρώτῳ βιβλίῳ, καὶ ἡ νοερὰ ζῳή, περὶ ἧς ἐρεῖ, διττὴ ἂν εἴη καὶ
25ἡ τοῦ ἀνθρώπου ἐνέργεια, ὥστε καὶ ἡ ἡδονή.
26nΕἰρημένων δὴ τῶν περὶ τὰς ἀρετάς τε καὶ φιλίας
27nκαὶ ἡδονάς, λοιπὸν περὶ εὐδαιμονίας τύπῳ διελθεῖν.
28 Τὸ τύπῳ ἴσον ἐστὶν τῷ οὐ γεωμετρικῶς οὐδ’ ἐξ ἀναγκαίων, ἀλλὰ τῶν ὡς ἐπὶ τὸ πολὺ λεγομένων καὶ τῶν δοκούντων ἢ πᾶσιν ἢ τοῖς πλεί‐
30στοις ἢ τοῖς σοφοῖς. εἴρηκε δὲ περὶ ἀρετῶν, καίτοι περὶ εὐδαιμονίας οὔσης αὐτῷ τῆς προθέσεως εἰπεῖν, καὶ περὶ φιλίας καὶ ἡδονῆς· περὶ ἀρετῶν μέν, ὅτι ἡ μὲν πρακτικὴ καὶ πολιτικὴ λεγομένη εὐδαιμονία τέλος ἐστὶ τῶν πρα‐ κτικῶν καὶ ἠθικῶν ἀρετῶν, ἡ δὲ θεωρητικὴ εὐδαιμονία τέλος ἐστὶ πα‐ σῶν τῶν πρακτικῶν καὶ θεωρητικῶν ἀρετῶν. διττὸν γὰρ τὸν ἄνθρωπον
35οὗτος ὁ φιλόσοφος δοξάζων, τὸν μὲν ἐκ ψυχῆς καὶ σώματος, τὸν δὲ νοῦν571

572

(ὀνομάζει δὲ νοῦν τὴν λογικὴν ζωήν, ἤτοι αὐτὸ τὸ λογικὸν τῆς ψυχῆς μέρος, ὃν δὴ νοῦν καὶ ὄντως καὶ πρώτως καὶ μάλιστα ἄνθρωπον τίθεται), διττὴν καὶ τὴν εὐδαιμονίαν εὑρίσκει, τὴν μὲν νοερὰν καὶ τελείαν, ἣν καλεῖ θεωρητικήν, τὴν δὲ μετὰ τῶν ἐκτὸς ὑφισταμένην. ἐκτὸς δὲ λέγουσι τήν
5τε τοῦ σώματος ὑγίειαν, τὴν τῆς ὕλης χορηγίαν, τὴν εὐγένειαν καὶ τὴν εὐτεκνίαν. καὶ εἰκότως τοῦτο λέγει καὶ σύμφωνον ἑαυτῷ. τῷ γὰρ τὸν ἄνθρωπον ἐκ ψυχῆς καὶ σώματος ἀφορίζοντι ἀνάγκη καὶ τὴν τοῦ σώμα‐ τος ἕξιν εἰς τὴν τῆς ἀνθρωπίνης 〈εὐδαιμονίασ〉 συμπλήρωσιν παραλαμβάνειν. οὐ γὰρ δήπου θατέρου τῶν τοῦ ὅλου μορίων κακῶς ἔχοντος εὔδαιμον
10ἔσται ποτὲ τὸ ὅλον. διότι μὲν οὖν τέλος ἐστὶ τὸ διττὸν τοῦτο τῆς εὐδαι‐ μονίας τῶν ἀρετῶν, διὰ τοῦτο τὰ περὶ τῶν ἀρετῶν διῆλθεν ἀμφοτέρων, τῶν τε πρακτικῶν καὶ τῶν λογικῶν. περὶ φιλίας δὲ εἶπεν, ὅτι ταύτης τὸ μέν ἐστι τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς, καθ’ ἣν φυσικῶς οἱ συγ‐ γενεῖς ἀλλήλους φιλοῦσι καὶ τοὺς παῖδας οἱ πατέρες, τὸ δὲ τοῦ θυμοει‐
15δοῦς, καθ’ ἣν οἱ συστρατευόμενοι καὶ συμπολεμοῦντες συμπνέουσι καὶ οὗτοι φυσικῶς ἀλλήλοις, τὸ δὲ τοῦ λογιστικοῦ, ἥτις παρὰ τοῖς σπουδαίοις μάλιστα θεωρεῖται δι’ εὐζωΐας κοινῆς καὶ θεωρίας συνάπτουσα τὰς τῶν φίλων ψυχάς. περὶ δὲ ἡδονῆς πάλιν εἴρηκεν, ὅτι μικτόν ἐστι τὸ τέλος ἡμῶν, ὅ ἐστιν ἡ εὐδαιμονία, ἔκ τε νοερᾶς ζωῆς καὶ ἡδονῆς. οὔτε γὰρ ἡ
20νοερὰ ζωὴ δίχα ἡδονῆς πρὸς εὐδαιμονίαν ἀρκεῖ (οὐ γὰρ ἕξει τὸ ἐφετὸν ἀνήδονος οὖσα) οὔτ’ αὖ ἡ ἡδονὴ χωρὶς τῆς τοιαύτης ζωῆς συμπληροῦν καὶ ἀπαρτίζειν δύναται τὴν εὐδαιμονίαν. οὐ γὰρ ἕξει τὸ ἱκανὸν καὶ αὔταρ‐ κες, ἄνους οὖσα καὶ πάσης ἐστερημένη γνωστικῆς ἐνεργείας. εἰπόντες οὖν, φησί, περὶ ἀρετῆς καὶ φιλίας καὶ ἡδονῆς, ἐν οἷς τὸ εὐδαιμονεῖν, ῥητέον
25καὶ περὶ εὐδαιμονίας τῆς ἐν θεωρίᾳ. τούτου γὰρ δεῖ προσυπακούειν· μέλ‐ λων δὲ περὶ ταύτης λέγειν ἀναμιμνήσκει ἡμᾶς τῶν περὶ πολιτικῆς εὐδαι‐ μονίας ῥηθέντων αὐτῷ ἐν τῷ πρώτῳ βιβλίῳ· συντελεῖν γὰρ αὐτῷ μέλ‐ λουσιν εἰς τὸ προκείμενον.
29nΕἴπομεν δὴ ὅτι οὐκ ἔστιν ἕξις· καὶ γὰρ τῷ καθεύ‐
30nδοντι διὰ βίου ὑπάρχοι ἄν.
31 Εἴρηκεν ἐν τῷ πρώτῳ ‘πάντες ἄνθρωποι οἱ ὑπ’ αὐτῆς τῆς ἀληθείας ἀγόμενοι τὴν εὐδαιμονίαν τὸ ἀκρότατον τέλος εἶναι τίθενται· ἀκρότατον δὲ πάλιν τέλος λέγουσι τὸ εὖ ζῆν καὶ εὖ πράττειν.‘ εἰ οὖν ἡ εὐδαιμο‐ νία τὸ ἀκρότατόν ἐστι τέλος, τὸ δὲ τοιοῦτον τέλος εὖ ζῆν καὶ εὖ πράττειν
35ἐστί, τὸ δὲ εὖ ζῆν καὶ εὖ πράττειν οὐχ ἕξις ἐστὶν ἀλλ’ ἐνέργεια, ἡ εὐδαι‐ μονία ἄρα πρᾶξίς τε καὶ ἐνέργεια. καὶ τίς γὰρ εὐδαίμονα φήσει τὸν ἔχοντα
μὲν τὴν ἀρετήν, ἀπρακτοῦντα δὲ ἢ καθεύδοντα παρ’ ὅλον τὸν βίον, οἷον572

573

τὸν Ἐνδυμίωνα μυθολογοῦσι, καὶ φυτοῦ ζῶντα βίον; φυτῷ γὰρ ὁ καθεύ‐ δων ἔοικε, μόνων ὡς εἰπεῖν ἐν αὐτῷ τῶν φυσικῶν ἐνεργουσῶν δυνάμεων, καθάπερ ἐν τοῖς φυτοῖς. ἢ τίς ἂν εὐδαιμονίσειε τὸν τὰ μέγιστα τῶν ἀγαθῶν ἔχοντα παρ’ ὅλον τὸν βίον, κακοπαθοῦντα δέ; εἰ δὴ ταῦτα μὴ ἀρέσκει
5μηδ’ ἀληθὲς εἶναι δοκεῖ τὸ τὸν καθεύδοντα ἢ ἀπρακτοῦντα λέγειν εὐδαί‐ μονα, κἂν ὅτι μάλιστα πᾶσαν ἔχῃ τὴν ἀρετήν, 〈οὐκ ἐν ἕξει δεῖ τίθεσθαι τὴν εὐδαιμονίαν ἀλλ’ εἰς ψυχῆς ἐνέργειαν ἀναπέμπειν κατ’ ἀρετὴν〉 ἐν βίῳ τελείῳ, ὡς εἴρηται ἐν τῷ πρώτῳ βιβλίῳ.
9nΤῶν δ’ ἐνεργειῶν αἱ μέν εἰσιν ἀναγκαῖαι καὶ δι’ ἕτε‐
10nρα αἱρετα, αἱ δὲ καθ’ ἑαυτάς.
11 Ἀναγκαίας ἐνεργείας καὶ δι’ ἕτερα λέγουσιν αἱρετὰς τὰς ποιητικάς, οἷον οἰκοδόμησιν ἰάτρευσιν χάλκευσιν, δι’ αὑτὰς δὲ τὰς κατ’ ἀρετὴν πρά‐ ξεις καὶ τὰς θεωρίας καὶ γνώσεις τῶν ὄντων. τῶν ἐνεργειῶν οὖν διττῶν οὐσῶν κατὰ γένος, τὴν εὐδαιμονίαν, φησί, τινὰ θετέον τῶν καθ’ αὑτὰς ἐνερ‐
15γειῶν καὶ οὐ τῶν δι’ ἕτερόν τι αἱρετῶν. εἰ γὰρ ἀνενδεές τι καὶ αὔταρκες ἡ εὐδαιμονία, τὰ δὲ ἀνενδεῆ καὶ αὐτάρκη δι’ ἑαυτὰ αἱρετά, ἡ εὐδαιμονία ἄρα τῶν δι’ αὑτά ἐστιν αἱρετῶν. εἰπὼν δὲ ὅτι τὰ καλὰ καὶ σπουδαῖα πάντα τῶν δι’ ἑαυτὰ αἱρετῶν, ἐπήγαγε καὶ τῶν παιδιῶν δὲ αἱ ἡδεῖαι τῶν δι’ ἑαυτάς εἰσιν αἱρετῶν. οὐ γὰρ δι’ ἕτερα αὐτὰς αἱροῦνται, ὡς τὴν
20ἀγαλματοποιητικὴν διὰ τὰ ἀγάλματα καὶ τὴν στρατιωτικὴν διὰ τὴν νίκην καὶ τὴν ἰατρικὴν διὰ ὑγίειαν. αἱροῦνται δὲ τὰς ἡδείας παιδιὰς ὡς εὐδαι‐ μονικὰς ὅσοι τὴν εὐδαιμονίαν τίθενται ἐν τῷ ἀπολαυστικῶς ζῆν καὶ ἥδεσθαι ἐσθίοντας καὶ πίνοντας καὶ παίζοντας ἢ ἀκολασταίνοντας. εἰπὼν δὲ ὅτι αἱ ἡδεῖαι τῶν παιδιῶν τῶν δι’ ἑαυτάς εἰσιν αἱρετῶν, ἐπήγαγε τὴν αἰ‐
25τίαν τούτου ἐπενεγκών· βλάπτονται γὰρ ἀπ’ αὐτῶν μᾶλλον ἢ ὠφε‐ λοῦνται. οἱ γὰρ παιδιαῖς σχολάζοντες, οἷον οἱ κυβεύοντες, οἱ ἀστραγα‐ λίζοντες, ἀμελοῦντες τῶν γυμνασίων καὶ τῆς κτήσεως βλάπτονται κατ’ ἄμφω καὶ τὸ σῶμα καὶ τὴν κτῆσιν, ὥστε οὔκ εἰσιν αἱ παιδιαὶ τῶν δι’ ἄλλο τι αἱρετῶν. τὰ γὰρ δι’ ἄλλο τι αἱρετὰ ὠφέλιμά ἐστιν, ὡς ἡ ἐμπορία καὶ
30ἡ καπηλική· αὔξεται γὰρ ἀπ’ αὐτῶν ἡ κτῆσις, ἐκ δὲ τῶν παιδιῶν τοὐ‐ ναντίον μειοῦται. ὥστε οὔκ εἰσι τῶν δι’ ἄλλο τι αἱρετῶν ἀλλ’ οὐδὲ τῶν δι’ ἑαυτὰς αἱρετῶν, κἂν ὅτι μάλιστα δι’ αὐτὰς αἱρῶνται ταύτας οἱ τὸν ἀπολαυστικὸν τιμῶντες βίον. εἰ γὰρ τὰ βλαβερὰ ἀναίρετα, αἱ δὲ τοιαῦται
παιδιαὶ βλαβεραί, ἀναίρετοι ἄρα καὶ οὐχ αἱρεταί.573

574

(1n)

Καταφεύγουσι δὲ ἐπὶ τὰς τοιαύτας διαγωγὰς τῶν
2nεὐδαιμονιζομένων οἱ πολλο.
3 Τοιαύτας διαγωγὰς λέγει τὰς εἰρημένας παιδιάς. τῶν γὰρ ἐν ἀπο‐ λαύσει καὶ σωματικαῖς ἡδοναῖς τὴν εὐδαιμονίαν τιθεμένων καὶ ἀφοριζόντων
5οἱ πλείους, ἴσως δὲ πάντες, ὠκέως καὶ σὺν πάσῃ προθυμίᾳ καὶ ἐπὶ τὰς τῶν παιδιῶν ἡδονὰς ἵενται. τοῦτο γὰρ σημαίνει τὸ καταφεύγουσι τὸ μετὰ σπουδῆς καὶ ταχέως πρὸς αὐτὰς φέρονται. ἢ τοιαύτας διαγωγὰς λέγει τὰς συνόδους, ἀφ’ ὧν ἡδονὴν πορίζονται. συνδιάγειν γὰρ καὶ συν‐ διημερεύειν μετὰ τῶν ἥδειν δυναμένων ὁποῖοι ἂν ὦσιν εἴτε αὐληταὶ εἴτε
10βωμολόχοι εἴτ’ ὀρχησταὶ ἱμείρονται. καὶ διὰ τὸ μάλιστα τῶν ἄλλων τοὺς τυράννους ἐν ἡδοναῖς τὴν εὐδαιμονίαν ἱστᾶν καὶ μηδὲν ἄλλο πιστεύειν εἶναι τὸ εὐδαιμονεῖν ἢ τὸ κατὰ πᾶσαν ἥδεσθαι αἴσθησιν εὐδοκιμοῦσιν ἐν αὐτοῖς καὶ τιμῶνται οἱ εὐτράπελοι· λέγων νῦν εὐτραπέλους πάντας ἁπλῶς ὅσοι δύνανται πορίζειν αὐτοῖς ἡδονὰς ὁπωσδηποτοῦν. εὐδοκιμοῦσι δὲ παρ’ αὐτοῖς
15καὶ σπουδάζονται, διότι παρέχουσιν αὑτοὺς ἡδεῖς πρὸς ἐκεῖνα ὧν ἐφίενται· ὀρεγόμενοι γὰρ χαίρειν καὶ γελᾶν καὶ μελῶν ἀκούειν σαινόντων τὴν ἀκοὴν παρέχουσιν ἑαυτοὺς πρὸς ταῦτα ἡδεῖς. λέγουσι γὰρ καὶ ᾄδουσι καὶ πράτ‐ τουσιν οἷς οἱ τύραννοι χαίρουσιν. ὁ δὲ πράττων καὶ λέγων ἐκεῖνα, οἷς ὁ τύραννος ἥδεται, ἡδύς ἐστι πάντως τῷ τυράννῳ, ὡς καὶ ὁ λέγων καὶ
20πράττων οἷς ὁ σπουδαῖος χαίρει ἡδύς ἐστι τῷ σπουδαίῳ. ἡ μὲν οὖν τῶν προκειμένων διάνοια αὕτη. τὸ δὲ δέονται δὲ τοιούτων σημαίνοι ἂν δέον‐ ται δὲ τύραννοι οὐ σπουδαίων (πῶς γὰρ οὓς καὶ μισοῦσι καὶ ἀπελαύνου‐ σιν;), ἀλλὰ δέονται μίμων καὶ γελωτοποιῶν. ὥστ’ εὐλόγως οὗτοι παρ’ αὐτοῖς τιμῶνται καὶ εὐδοκιμοῦσιν ὡς ἡδεῖς αὐτοῖς.
25nΔοκεῖ μὲν οὖν εὐδαιμονικὰ ταῦτα εἶναι.
26 Ἀκολούθως ταῖς τῶν πολλῶν ἡμαρτημέναις ὑπολήψεσιν εὐδαιμονικὰ δοκεῖ τὰ γελοῖα. ἐπεὶ γὰρ οἱ πολλοὶ εὐδαίμονας οἴονται τοὺς τυράννους καὶ δυνάστας, καὶ ἃ διώκουσιν αὐτοὶ καὶ φιλοῦσιν εὐδαιμονικά φασιν εἶναι, τουτέστιν οἰκειότατα καὶ ἰδιαίτατα τῆς εὐδαιμονίας. οὐκ ἔστι
30δὲ σημεῖον οὐδὲ ἀπόδειξις τοῦ εὐδαίμονα τὸν τύραννον εἶναι καὶ τοὺς δυνάστας τὸ ἐνεξουσιάζειν καὶ ποιεῖν ἃ βούλονται. οὐ γὰρ ἐν τῷ δυ‐ ναστεύειν καὶ δυνατῶς πράττειν τὰ ἀρεστά σφισιν αὐτοῖς ἡ ἀρετὴ καὶ ἡ πολιτικὴ ἢ θεωρητικὴ εὐδαιμονία, ἣν θεωρητικὴν εὐδαιμονίαν νοῦν εἶπεν.
εἰ οὖν μή ἐστιν ἡ τυραννὶς καὶ ἡ δυναστεία ταὐτὸν τῇ εὐδαιμονίᾳ ἀλλ’574

575

ἕτερα καὶ ἀπ’ ἀλλήλων ἐκ διαμέτρου διεστηκότα, οὐδὲ τὰ σωματικὰ ἡδέα οὐδὲ αἱ ἡδεῖαι τῶν παιδιῶν εὐδαιμονικαί εἰσιν. ὁμοίως οὐδὲ αἱ ἐνέργειαι καὶ αἱ πράξεις τῶν τυράννων τῶν σπουδαίων εἰσίν, ἀλλ’ εἰσὶν ἄρισται καὶ σπου‐ δαιόταται ἐνέργειαι αἱ ἀπὸ τῶν ἀρετῶν καὶ αἱ ἀπὸ τοῦ νοῦ. πῶς οὖν
5ἐπὶ τὰς σωματικὰς ἡδονὰς οἱ τοσοῦτον ἀπέχοντες τῶν ἄλλων πλούτῳ καὶ δυνάμει τύραννοι σπεύδουσιν; ἤ, φησίν, ὅτι ἄγευστοι τυγχάνουσιν ὄντες εἰ‐ λικρινῶν ἡδονῶν. λέγει δὲ εἰλικρινεῖς ἡδονὰς αἷς οὐ μέμικται ἢ μετὰ βρα‐ χὺ ἕπεται λύπη μηδὲ μετάνοια. καὶ εἴρηται πρότερον περὶ τούτων τίνες αὗται. εἰ μὲν οὖν ἦν, ὥσπερ εἴπομεν, ἡ τυραννὶς ταὐτὸν τῇ εὐδαιμονίᾳ,
10ἦν ἂν εὐδαιμονικὰ πρὸς ἃ κεχήνασιν οὗτοι καὶ ὧν ἐφίενται. ἐπεὶ δὲ οὐκ ἔστι, οὐ δεῖ τὰς ἡδονὰς ἃς οἱ τύραννοι διώκουσιν, εὐδαιμονικὰ ἀποφαίνεσθαι. ἀλλ’ ὥσπερ οὐδὲ τὰ τοῖς παισὶ κράτιστα καὶ τίμια, τοιαῦτα δὲ στρόμβοι καὶ ἀστράγαλοι καὶ σφαιρία, καὶ ἁπλῶς εἰσι τίμια καὶ σπουδαῖα, οὕτως οὐδὲ τὰ ἔντιμα τοῖς κατ’ αἴσθησιν ζῶσι καὶ ἁπλῶς ἂν ἄριστα καὶ κάλλιστα
15εἴη. καὶ ἔστιν εὔλογον, ὥσπερ ἄλλα μὲν φαίνεται παισὶν ἡδέα καὶ τίμια, ἄλλα δ’ ἀνδράσιν, οὕτω μὴ τὰ αὐτὰ δοκεῖν ἐπιεικέσι καὶ φαύλοις ἀλλὰ διαφέρειν, καὶ τίμια μὲν καὶ καλὰ ἀληθῶς εἶναι τὰ δοκοῦντα τοιαῦτα τοῖς σπουδαίοις, φαινόμενα δὲ τὰ τοῖς φαύλοις νομιζόμενα. ὡς οὖν ταῦθ’ οὕτως ἔχει, οὕτως καὶ ἑκάστῳ αἱρετωτάτη ἐστὶν ἐνέργεια ἡ κατὰ τὴν οἰ‐
20κείαν ἕξιν. ὁ γὰρ ἕξιν μὲν ἔχων μουσικῆς ἐνεργεῖν αἱρεῖται τὰ μουσικὰ καὶ ὁ ἀκολασίας τὰ τῶν ἀκολάστων πράττειν ἐπείγεται. κατὰ τὰ αὐτὰ δὴ καὶ ὁ σπουδαῖος τὰ κατὰ τὰς ἀρετὰς ἐνεργεῖν γηθεῖ τε καὶ ἀγάλλεται. ἐν ἀρετῇ ἄρα καὶ νῷ, ἤτοι νοερᾷ ζωῇ, τὸ εὐδαιμονεῖν ἀλλ’ οὐκ ἐν παι‐ διᾷ διὰ τὸ τοὺς τυράννους τρέχειν ὠκεῖ ποδὶ πρὸς αὐτήν. καὶ γὰρ ἄτο‐
25πον τὸ τέλος εἶναι παιδιάν, εἰ τὸ παίζειν εὐδαιμονεῖν· τὸ εὐδαιμονεῖν δὲ τέλος· τὸ παίζειν ἄρα τέλος. ἄτοπον δὲ καὶ παντελῶς καταγέλαστον πάντα πράττειν καὶ πόνους ὑφίστασθαι χάριν τοῦ εὐδαιμονεῖν, ἤτοι τοῦ παίζειν. εἰ γὰρ χάριν τοῦ εὐδαιμονήσειν πονοῦμεν, τὸ δ’ εὐδαιμονεῖν τῷ παίζειν ταὐτόν, ἕνεκα τοῦ παίζειν κακοπαθοῦμεν. τοῦτο δὲ γελοῖον. ἐπεὶ οὖν τὸ
30μὲν πονεῖν ἕνεκα τοῦ τυχεῖν τῆς εὐδαιμονίας ἀγαθόν, τὸ δὲ παίζειν οὐκ ἀγαθόν, οὐκ ἂν εἴη τὸ εὐδαιμονεῖν καὶ τὸ παίζειν ταὐτόν. καὶ ἄλλως· ὥσπερ ἄλλα πολλὰ χάριν ἑτέρων τινῶν αἱρούμεθα, οὕτω καὶ τὸ παίζειν· τὴν δ’ εὐ‐ δαιμονίαν οὐχ ἕνεκά τινος αἱρούμεθα· ὥστε οὐκ ἔστιν ἡ εὐδαιμονία καὶ τὸ παίζειν ταὐτόν. τὸ δ’ ὡς εἰπεῖν πρόσκειται ὅτι αἱρούμεθα καὶ τὰς ἀρε‐
35τὰς αὐτὰς καθ’ αὑτάς, κἂν μὴ μέλλωμεν εὐδαιμονήσειν. καὶ πολλοὶ τὸν
πλοῦτον διώκουσι δι’ αὐτὸν καὶ οὐχ ἑτέρου χάριν.575

576

(1n)

Παίζειν δ’ ὅπως σπουδάζῃ κατ’ Ἀνάχαρσιν ὀρθῶς
2nἔχειν δοκε.
3 Ὥσπερ γὰρ τὸ πολεμεῖν χάριν τοῦ εἰρηνεύειν ἐπαινεῖται, οὕτω καὶ τὸ μετὰ τοὺς πρὸς τὰ κάλλιστα πόνους ἐπὶ παιδιὰν ἀποκλίνειν οὐ μεμ‐
5πτέον ἐστίν· ἀναπαύει γὰρ ἡμᾶς ἡ παιδιὰ καὶ κουφίζει τοὺς πόνους. ἀνα‐ παύσει γὰρ ἔοικεν, ἡ δ’ ἀνάπαυσις ἐπανάγειν πάλιν τὰ κεκμηκότα τῶν σωμάτων ἐπὶ τὴν προτέραν ἰσχύν, ἣν εἴχομεν πρὸ τοῦ κόπου. εἰ μὲν γὰρ ἄπονα τὰ σώματα ἡμῶν διετηρεῖτο ἐν ταῖς πράξεσι καὶ ἐνεργείαις, οὐκ ἂν ἀναπαύσεως ἐχρῄζομεν οὐδὲ παιδιᾶς τῆς ἀναπαύσει ἐοικυίας· ἐπεὶ δὲ
10κάμνει, δεῖ ἀναπαύσεως καὶ παιδιᾶς οὐ πάσης ἀλλὰ τῆς ἐοικυίας τῇ ἀνα‐ παύσει εἰς ἀνάληψιν ἰσχύος καὶ ῥώμης, ἵνα πάλιν πράττωμεν καὶ ἐνεργῶ‐ μεν καὶ μὴ ὦμεν ἄπρακτοι καὶ ἀνενέργητοι. εἰ δὲ ἕνεκα τοῦ πάλιν ἐνερ‐ γεῖν αἱρούμεθα τὴν παιδιάν, ἣν ἀνάπαυσιν εἶπεν, οὐκ ἔστι τέλος ἡ παιδιά, ὥστε οὐδ’ εὐδαιμονία. ἡ γὰρ εὐδαιμονία τέλος καὶ δι’ αὑτὴν αἱρετή,
15ἀλλ’ οὐχ ἕνεκά τινος ἄλλου. βελτίω τε λέγομεν τὰ σπουδαῖα τῶν γελοίων. τὰς κοινὰς καὶ αὐτοφυεῖς τῶν ἀνθρώπων ἐννοίας εἰς πίστιν ἐπάγει τοῦ μὴ παιδιὰν εἶναι τὴν εὐδαιμονίαν. πάντες γὰρ αὐτοφυῶς καὶ οὐκ ἔκ τινος μαθήσεως ἢ παραγγελίας βελτίω λέγουσι τὰ σπουδαῖα, ἤτοι τὰς ἀρετὰς καὶ τὰς κατ’ ἀρετὴν ἐνεργείας, τῶν γελοίων καὶ μετὰ παιδιᾶς.
20τὸ δὲ βέλτιον χείρονός ἐστι βέλτιον· εἰ δὲ χείρονα τὰ γελοῖα καὶ ἡ παι‐ διά, οὐκ ἂν εἴη ἡ παιδιὰ εὐδαιμονία. οὐ γάρ ἐστιν ἡ εὐδαιμονία τινὸς 〈χείρων〉 ἀλλὰ τὸ ἄριστον καὶ κάλλιστον τῶν παρ’ ἡμῖν. καὶ τοῦ βελ‐ τίονος ἀεὶ μορίου καὶ ἀνθρώπου σπουδαιοτέραν τὴν ἐνέργειαν. βέλτιον μόριον καὶ ἄνθρωπον τὸν νοῦν ἡμῶν λέγει, λέγω δὴ τὸ λογικὸν
25μέρος τῆς ψυχῆς. καὶ ὁρᾷς, ὅπως τὸν ὄντως καὶ μάλιστα ἄνθρωπον ἐν λογικῇ ζωῇ τίθεται καὶ διττὸν αὐτὸν διὰ τούτων ἀποφαίνεται, ἕνα μὲν τὸν ἐκ ψυχῆς καὶ σώματος, ᾧ καὶ τὸ εὖ ζῆν καὶ εὐδαιμονεῖν ἐν τῷ κατὰ τὰς ἀρετὰς ζῆν εἶπεν εἶναι ἐν τοῖς Μεγάλοις Ἠθικοῖς, ὡς καὶ ἐν τῷ πρώτῳ τῶνδε βιβλίῳ, ἄλλον δὲ τὸν πρώτως καὶ ὄντως ἄνθρωπον, τὸν ἐν ἡμῖν
30νοῦν ὑπὲρ οὗ προϊὼν ἐρεῖ. χωρισθεὶς δὲ τοῦ σώματός ἐστιν αὐτὸ τοῦθ’ ὅπερ ἐστί. καὶ δῆλον ἐκ τούτων ὡς οἱ λέγοντες τὸν Ἀριστοτέλην θνητὴν δοξάζειν τὴν ψυχὴν οὐδέν τι λέγουσιν. ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις· τὸ δὲ λεγόμενον διὰ τῶν προκειμένων λέξεων τοιοῦτόν ἐστιν. ἡ τοῦ βελ‐
τίονος μορίου τῆς ψυχῆς ἐνέργεια βελτίων καὶ σπουδαιοτέρα, δυνάμει576

577

λέγων ἐκείνην αὐτοῦ τοῦ μορίου ἐνέργειαν, λέγω βελτίονα καὶ σπουδαιοτέραν, τὴν σπουδαίαν καὶ ἀπὸ ἀρετῆς καὶ οἰκείαν τῷ ἀνθρώπῳ, ᾗ ἄνθρωπος, ἀλλ’ οὐ τὴν ἀπὸ κακίας. εἰ οὖν αὕτη βελτίων τῆς τοῦ χείρονος μορίου τῆς ψυχῆς ἐνέργεια, ἔστι δὲ ἐνέργεια τοῦ χείρονος μορίου ἡ παιδιά, οὐκ ἔσται
5ἡ παιδιὰ εὐδαιμονία, ἀλλ’ ἡ τοῦ κρείττονος μορίου οἰκεία ἐνέργεια. τὸ δὲ εὐδαιμονικώτερον ταὐτόν ἐστι τῷ καὶ δεῖ ταύτην εὐδαιμονίαν λέγειν, ἀλλ’ οὐ τὴν παιδιάν.
8nἈπολαύσειέ τ’ ἂν τῶν σωματικῶν ἡδονῶν ὁ τυχών.
9Δέδεικται πολλάκις, ὅτι ἡ εὐδαιμονία τέλος τῶν ἀγαθῶν 〈καὶ τελειό‐
10τατον τέλοσ〉. τὸ δὲ τοιοῦτον τέλος μόνοις τοῖς σπουδαίοις ὑπάρχει. ὥσπερ γὰρ ᾧ πάρεστι ζωή, ζῇ, οὕτως ᾧ πάρεστιν ἀγαθὸν καὶ τὸ τῶν ἀγαθῶν τέλος, οὗτος ἀγαθός ἐστι καὶ τέλειος. οὐ πᾶσι δὲ πάρεστιν οὐδὲ πάντες μετέχουσι τούτου· ἦσαν γὰρ ἂν πάντες ἀγαθοὶ καὶ τέλειοι καὶ εὐδαίμονες· οὐκ εἰσὶ δέ, ἀλλ’ οἱ πλείους ἀνδραποδώδεις καὶ φαῦλοι, οἳ καὶ μάλιστα
15τυγχάνουσι τῶν σωματικῶν ἡδονῶν, ὧν σωματικῶν ἡδονῶν ἐστι καὶ ἡ παιδιά. καὶ οὔ φησιν ὡς οὐ δύνανται οἱ φαῦλοι εὐδαιμονήσειν· δύνανται γάρ, εἰ τὰς κακίας φυγόντες τὰς ἀρετὰς διώξουσι καὶ ἐν ἕξει τούτων γένωνται. ἀλλ’ ὃ λέγει ἐστίν, ὅτι τῶν σωματικῶν ἡδονῶν ἀπολαύειν δυνάμεθα ὅτε θελήσομεν· εὐδαίμονας δὲ εἶναι οὐκ ἐνδέχεται ὅτε θελήσομεν. χρόνου
20γὰρ πολλοῦ καὶ συνασκήσεως πολλῆς καὶ πράξεων καὶ ἐνεργειῶν καλλίστων καὶ παμπόλλων χρεία τοῦ τυχεῖν τοῦ καλλίστου καὶ τελειοτάτου τέλους, τῆς εὐδαιμονίας. ἀπολαύειν οὖν τῶν σωματικῶν ἡδονῶν καὶ τῆς παιδιᾶς δύναται ὁ τυχών, ἤτοι καὶ ὁ φαῦλος καὶ ὁ μήτε σπουδαῖος μήτε φαῦλος, καὶ ἀνὴρ καὶ παῖς καὶ γυνή· εὐδαιμονίας δὲ οὔθ’ ὁ φαῦλος οὔθ’ ὁ μηδε‐
25τέρος οὔθ’ ὁ παῖς, ὡς ἐν τῷ Μεγάλῳ τῶν Ἠθικῶν εἶπε. τὸ γὰρ τελειό‐ τατον τέλος ἡ εὐδαιμονία 〈ἐν ἀτελεῖ γίνεσθαι τὴν ἡλικίαν οὐ πέφυκεν. ἀγαπητὸν γὰρ ὅτῳ καὶ εἰς τελειοτάτην ἡλικίαν ἐγγένηται. εἰ γάρ ἐστι τέλος ἡ εὐδαιμονία〉 τῶν ἀγαθῶν, ἤτοι πασῶν τῶν ἀρετῶν, ὧν ἓν καὶ ἡ φρόνησις, οὐδεὶς δὲ παῖς φρόνιμος, δῆλον ὡς οὐδὲ εὐδαίμων. εἰπὼν δὲ ὅτι
30ἀπολαύσειέ τ’ ἂν τῶν σωματικῶν ἡδονῶν καὶ ὁ τυχών, ἤτοι καὶ ὁ σπουδαῖος καὶ πᾶς ὁ μὴ σπουδαῖος, ἐπήγαγε καὶ μάλιστα τοῦ ἀρίστου. μάλιστα γὰρ οἱ ἀνδραποδώδεις τῶν ἡδονῶν τῶν σωματικῶν, καὶ τῶν παι‐ διῶν οἱ φαῦλοι ἤπερ οἱ σπουδαῖοι. ὁ γὰρ χαίρων ταῖς παιδιαῖς καὶ ταῖς σωματικαῖς ἡδοναῖς μᾶλλον ἀπολαύειν δύναται τῶν τοιούτων τοῦ μὴ χαί‐
35ροντος. ἐπεὶ τοίνυν πάντες ἄνθρωποι τῶν σωματικῶν ἡδονῶν καὶ τῆς577

578

παιδιᾶς τοῖς φαύλοις μεταδιδόασι, τουτέστι χαίρειν καὶ παίζειν ὁμολογοῦσι, καὶ οὐδείς ἐστιν ὃς οὐ λέγει μὴ διώκειν τοὺς φαύλους καὶ ἀνδραποδώδεις τὰς σωματικὰς ἡδονὰς καὶ τὰς παιδιὰς μηδὲ περὶ αὐτὰς ἐπτοῆσθαι, εὐδαι‐ μονίας δὲ αὐτοῖς οὐ μεταδιδόασιν οὐδ’ εὐδαίμονας αὐτοὺς ἀποκαλοῦσι, τοὐ‐
5ναντίον δὲ καὶ κακοδαίμονας αὐτούς φασιν, οὐκ ἂν εἴη εὐδαιμονία ἡ παιδιὰ ἢ ἡ σωματικὴ ἡδονή. εἰπὼν δὲ ὅτι οὐδεὶς μεταδίδωσιν εὐδαιμονίας τῷ ἀνδραποδώδει οὐδ’ εὐδαιμονίζει τὸν τοιοῦτον, ἐπήγαγεν εἰ μὴ καὶ βίου, τουτέστιν ὅτι μηδὲ βίου σπουδαίου μεταδίδωσιν αὐτῷ, ὡς τῷ σπουδαίῳ βίῳ ἑπομένης τῆς εὐδαιμονίας καὶ οὐ ταῖς τῶν φαύλων διαγωγαῖς.
10nΕἰ δ’ ἐστὶν ἡ εὐδαιμονία κατ’ ἀρετὴν ἐνέργεια, εὔ‐
11nλογον ὅτι κατὰ τὴν κρατίστην· αὕτη δ’ ἂν εἴη τοῦ ἀρίστου.
12 Τὸ κράτιστον σημαίνει τὸ ἀκρότατον· λέγει δὲ κρατίστην καὶ ἀκρο‐ τάτην ἐνέργειαν καὶ εὐδαιμονίαν τὴν νοερὰν ζωήν. δείξας δή, ὅτι ἡ εὐδαι‐ μονία ψυχῆς ἐστιν ἐνέργεια κατ’ ἀρετήν, ἐπειδὴ ἡ ἀρετὴ διττή, ἥ τε πρα‐
15κτική, ἣν καὶ ἠθικὴν καὶ πολιτικὴν οἱ ἐκ τοῦ Περιπάτου καλοῦσιν (οἱ γὰρ Πλατωνικοὶ ἑτέρας εἶναι λέγουσι τὰς πολιτικὰς τῶν ἠθικῶν)· ἐπεὶ οὖν διττὴ κατ’ αὐτοὺς ἡ ἀρετή, ἡ μὲν ἠθική, ἡ δὲ θεωρητική, καὶ διὰ τοῦτο καὶ ἡ εὐδαιμονία διττή, ἐν μὲν τῷ πρώτῳ βιβλίῳ εἶπε περὶ πολιτικῆς εὐδαι‐ μονίας, καθ’ ἣν ὁ πολιτικὸς εὐδαίμων κοσμεῖ τὰ χείρω τῷ λόγῳ, ἐν τού‐
20τῳ δὲ λέγει περὶ τῆς θεωρητικῆς εὐδαιμονίας καὶ τοῦ κατ’ αὐτὴν εὐδαί‐ μονος, ὅς ἐστιν ὁ πρώτως καὶ ὄντως ἄνθρωπος καὶ ὁ ἀληθινὸς ἄνθρωπος, ὁ ἐν ἡμῖν δηλονότι νοῦς καὶ ἐπιγινόμενος ὁ τοιοῦτος εὐδαίμων τῷ πολιτικῷ εὐδαίμονι. ἀδύνατον γάρ ἐστιν ἔν τινι γενέσθαι νοερὰν ζωὴν μὴ μετρήσαντι τὰ πάθη διὰ τῶν ἠθικῶν ἀρετῶν καὶ κατὰ τὴν πολιτικὴν εὐδαιμονίαν ζή‐
25σαντι. ἀόριστα γάρ ἐστι τὰ πάθη τῇ αὑτῶν φύσει καὶ ἀστάθμητα καὶ τὰς ἑαυτῶν ἐνεργείας περατοῦν οὐ δύνανται. ὡς γὰρ τὸ πῦρ ὅρον ταῖς ἑαυτοῦ ποιήσεσι περιφέρειν οὐ δύναται, ἀλλ’ ἀορίστως θερμαίνει πᾶν τὸ δυνάμενον θερμαίνεσθαι, τὸν αὐτὸν τρόπον ἕκαστον τῶν παθητικῶν μορίων ἔμπληκτόν ἐστι καὶ ἄμετρον καὶ δεῖται τῆς ἀρετῆς, ἵνα κόσμου τύχῃ καὶ τάξεως, ὁ
30μὲν θυμὸς τῆς ἀνδρείας, ἡ δ’ ἐπιθυμία τῆς σωφροσύνης, 〈τῆς μὲν ἀνδρείας ὁ θυμός, ἵνα θαρρῇ καὶ ἀδεῶς ἱῆται ἔνθα δεῖ, φεύγῃ δὲ ἀφ’ ὧν χρή, ἡ δ’ ἐπιθυμία τῆς σωφροσύνησ〉 πρὸς τὸ χαίρειν οἷς δεῖ καὶ λυπεῖσθαι ἔνθα δεῖ. εἰ οὖν ἄμετρα τὰ πάθη καὶ ἀόριστα καὶ ὄχλου καὶ ταραχῆς ἐμποιη‐ τικά, πῶς οἷόν τε νοερῶς ἐνεργεῖν τὸν ὑπὸ τῶν ἀλόγων παθῶν περιελκό‐
35μενον καὶ ἀπ’ ἄλλων εἰς ἄλλα διασπώμενον καὶ περιφερόμενον; καλῶς ἄρα εἴρηται τοῖς εἰποῦσι τὴν πρακτικὴν ἀρετὴν καὶ τὸ τέλος αὐτῆς τὴν
εὐδαιμονίαν ἐπιτηδειότητάς τινας εἶναι πρὸς ὑποδοχὴν τῆς θεωρητικῆς εὐδαι‐578

579

μονίας. ἀλλὰ περὶ μὲν τούτων καὶ αὖθις. λέγει δ’ αὐτός, ὅτι ἐπεί ἐστιν ἡ εὐδαιμονία τῆς ψυχῆς ἐνέργεια, εὔλογον αὐτὴν μάλιστα λέγειν κατὰ τὴν ἀκροτάτην τῆς ψυχῆς ἐνέργειαν. ἡ δ’ ἀκροτάτη αὐτῆς ἐνέργειά ἐστιν ἕνωσις πρὸς τὰ κρείττω καὶ “ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν”, ὥς φησιν
5ὁ Πλάτων, ἀνθρώπῳ. δυνατὸν γὰρ τῷ ἀνθρώπῳ μεῖζον ἀγαθὸν κτήσασθαι τῆς πολιτικῆς εὐδαιμονίας. εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη ἡ πολιτικὴ εὐδαιμονία τὸ ἀκρότατον καὶ τελειότατον ἡμῶν τέλος, ἀλλὰ τὸ μεῖζον αὐτῆς, ἡ θεω‐ ρητικὴ εὐδαιμονία, 〈ἡ σύμπασα ἡμῶν ἐνέργεια καὶ τὸ ὅλον μέτρον τῆς ἀν‐ θρωπίνης ἐνεργείας. τῆς μὲν γὰρ ἀρετῆς μέτρον καὶ τέλος ἡ πολιτικὴ
10εὐδαιμονία, τῆς δὲ πολιτικῆς εὐδαιμονίας ἡ θεωρητικὴ εὐδαιμονία.〉 ταύ‐ της δὲ σεμνότερόν τι ἄλλο καὶ οἰκειότερον τῇ ἀνθρωπίνῃ φύσει οὐκ ἔστιν. οἰκεία μὲν γὰρ τοῖς ἀνθρώποις ἐνέργεια ἡ κατ’ ἀρετὴν πρᾶξις, οἰκειοτέρα δὲ ἡ πολιτικὴ εὐδαιμονία, οἰκειοτάτη δὲ καὶ μέτρον καὶ ὅρος καὶ τελειότα‐ τον τέλος τῆς ἡμῶν ἀνόδου ἡ θεωρία, ἐνέργεια οὖσα τοῦ ἐν ἡμῖν, ὥς φησιν,
15ἀρίστου. τοῦτο δὲ τὸ ἐν ἡμῖν ἄριστόν ἐστιν ὁ ἐν ἡμῖν νοῦς καὶ ὁ ὄντως καὶ ἀληθινὸς ἄνθρωπος. εἴτε δὴ νοῦς τοῦτο εἴτε ἄλλο τι ὃ δὴ κατὰ φύσιν δοκεῖ ἄρχειν. ἐπὶ μὲν τῶν φαύλων καὶ ἀκολασίαις χαιρόντων ἄρχει παρὰ φύσιν τὸ χεῖρον τοῦ κρείττονος, ἐπὶ δὲ τῶν σπουδαίων ἄρχει τὸ κρεῖττον, ὁ λόγος, τοῦ χείρονος, τῆς ἀλόγου ζωῆς. εἰπὼν δὲ τὴν κατὰ
20νοῦν εὐδαιμονίαν ἐνέργειαν εἶναι τοῦ ἐν ἡμῖν ἀρίστου καὶ πεφυκότος ἄρχειν καὶ κρατεῖν τοῦ ἐν ἡμῖν δήμου, τοῦ ἀλόγου μέρους τῆς ψυχῆς, ἐπήγαγεν εἴτε δὴ νοῦς ἐστι τοῦτο ἐν ἡμῖν ἄριστον, δυνάμει λέγων, εἴτε δὴ νοῦν αὐτὸ χρὴ καλεῖν, ὡς ἐγὼ αὐτὸ ὀνομάζω, εἴτε ζωὴν λογικήν, ὡς ὁ Πλά‐ των, ὃ δὴ ἄριστον, ὡς εἶπον, πέφυκεν ἄρχειν, καὶ πρὸς τούτῳ ἔννοιαν
25ἔχειν καὶ κατάληψιν, ὥς εἰσι καλά· καὶ τούτων τὰ μὲν ἀληθῶς καλά, τὰ δὲ φαινομένως· καὶ ὅτι εἰσὶν ἀσώματοί τινες οὐσίαι χωρισταὶ τῶν σωμά‐ των καὶ καθ’ αὑτὰς ἑστῶσαι, καὶ πρό γε τούτων αἴτιόν τι πάντων τῇ οὐσίᾳ ὄν, παντέλειος ἐνέργεια διακρατοῦσα καὶ διακυβερνῶσα τὰ σύμπαντα. εἴτε δὴ νοῦν χρὴ λέγειν τὸ ἐν ἡμῖν ἄριστον εἴτε θεῖόν τι καὶ θείαν τινὰ
30μοῖραν καὶ ἀπορροήν, ὡς καὶ τοῦθ’ ὁ Πλάτων λέγει, εἴτε τῶν ἐν ἡμῖν τὸ θειότατον ἡ τούτου ἐνέργεια κατ’ ἀρετήν, τὴν νοερὰν δηλονότι ζωήν, εἴη ἂν ἡ ζητουμένη νῦν εὐδαιμονία καὶ εὐδαίμων ὁ ζῶν κατὰ τὴν θεοπρεπε‐ στάτην ταύτην ζωήν, καὶ γενόμενος ἐν τῇ σφετέρᾳ ἀκρότητι καὶ ἐν τῷ τελείῳ τέλει. ἔστι γάρ, ὡς εἴρηται, καὶ ἡ πολιτικὴ εὐδαιμονία τέλος, ἀλλ’
35οὐ τὸ τελειότατον. εἶπε δὲ ‘εἴτε δὴ τὸ θειότατον τῶν ἐν ἡμῖν‘, ὅτι ἔθος αὐτῷ καὶ τὴν αἴσθησιν καὶ ἁπλῶς τὴν φύσιν καὶ πάντα τὰ τῆς φύσεως ἔργα προσαγορεύειν. ἡ γὰρ φύσις, φησὶν αὐτὸς ἐν ἄλλοις, θεὸς μὲν οὐκ ἔστι, θεῖον δέ τι καὶ δαιμόνιον. ὥστε ἡ μὲν αἴσθησις θεῖον, οὐ θειό‐
τατον, τὸ δὲ λογιζόμενον θεῖον καὶ θειότατον.579

580

(1n)

Ὁμολογούμενον δ’ ἂν δόξειεν καὶ τοῖς πρότερον καὶ
2nτῷ ἀληθε.
3 Ὁ λέγων λόγος τὴν τοῦ θειοτάτου τῶν ἐν ἡμῖν κατὰ τὴν οἰκείαν ἀρε‐ τὴν ἐνέργειαν τελείαν εὐδαιμονίαν, ἀτελεστέραν δὲ τὴν πολιτικὴν σύμφωνός
5ἐστι καὶ τοῖς πρότερον ἐν τῷ πρώτῳ βιβλίῳ ῥηθεῖσι καὶ τῇ ἀληθείᾳ. ἐπεὶ γὰρ διττὸν ἀφορίζομεν τὸν ἄνθρωπον καὶ τὸν ὄντως καὶ μάλιστα καὶ πρώτως ἄνθρωπον τὸν νοῦν ἡμῶν εἶναί φαμεν, δεύτερον δὲ τὸν ἐκ ψυχῆς καὶ σώματος, ἀληθές ἐστι καὶ σύμφωνον τῇ ἀληθείᾳ τὸ λέγειν τὴν ἐνέρ‐ γειαν τοῦ ὄντως καὶ πρώτως ἀνθρώπου κρατίστην καὶ τελείαν καὶ σεμνο‐
10τέραν τῆς πολιτικῆς εὐδαιμονίας, καὶ τοσούτῳ βελτίονα καὶ τιμιωτέραν, ὅσῳ τὰ ὑποκείμενα περὶ ἃ ἐνεργεῖ τῶν ὑποκειμένων τῇ πολιτικῇ κρείττω καθέστηκε. τῆς μὲν γὰρ πολιτικῆς ἐστι τὸ κόσμον ἐπάγειν τοῖς δευτέροις καὶ τάξιν καὶ ὅρον τιθέναι (καὶ εἴρηται πολλὰ περὶ τούτων ἐν τῷ πρώτῳ βιβλίῳ), ταύτης δὲ ἀνάτασις πρὸς τὰ κρείττω καὶ ἕνωσις καὶ γνῶσις τῆς
15τῶν θείων οὐσιῶν κοινωνίας καὶ διαφορᾶς, ὅτε καὶ ἐνέργεια λέγεται νοῦς ὁ ταῦτα θεωρεῖν οὕτως δυνάμενος. ἔστι μὲν γὰρ καὶ πρὸ τοῦ ἐνεργεῖν δύνασθαι εὐδαιμόνως κατὰ τὴν νοερὰν ταύτην καὶ ἔνθεον ζωὴν οὐσία ἀσώ‐ ματος χωρίζεσθαι δυναμένη τοῦ ζῴου τούτου, οὗ τὴν ἐπιτροπείαν ἔλαχε. λέγεται δὲ δυνάμει νοῦς τότε διότι δεκτικός ἐστι τοῦ παρὰ Ἀριστοτέλους
20θύραθεν νοῦ, μᾶλλον δὲ τῆς τοῦ θύραθεν ἐλλάμψεως νοῦ, ἧς ἐπειδὰν με‐ τάσχῃ, νοερός τε λέγεται καὶ τέλειος νοῦς καὶ εὐδαίμων θεωρητικὸς καὶ τὴν ἄκραν ἐνέργειαν ἐνεργῶν καὶ τἄλλα ὅσα πολλάκις εἴπομεν.
23nἜτι συνεχεστάτη· θεωρεῖν τε γὰρ μᾶλλον δυνάμεθα
24nσυνεχῶς.
25 Καὶ διὰ τὸ ἐνέργειαν εἶναι τὴν θεωρητικὴν εὐδαιμονίαν τοῦ ἐν ἡμῖν ἀρίστου καὶ θειοτάτου δεῖ λέγειν αὐτὴν κρατίστην καὶ ἀκροτάτην καὶ τε‐ λειοτάτην καὶ διὰ τὸ συνεχεστάτην 〈ὑπάρχειν〉. εἴρηται γὰρ ἐν τῷ πρώτῳ βιβλίῳ ὅτι μόνιμόν τε καὶ δυσαφαίρετον οἰόμεθα τὴν εὐδαιμονίαν ὑπάρ‐ χειν. εἰ οὖν ἕν τι τῶν στοιχείων τῆς εὐδαιμονίας ὑπάρχει καὶ τὸ μόνιμον,
30τὸ μονιμώτερον ἄρα εὐδαιμονέστερον· μονιμώτερον δὲ τὸ πλείονα χρόνον
ὑπάρχον. ὑπάρχει δὲ πλείονα χρόνον τὸ συνεχέστερον καὶ μακροχρονιώ‐580

581

τερον· συνεχέστερον δὲ καὶ μακροχρονιώτερον ἡ εὐδαιμονία ἡ θεωρητικὴ τῆς πολιτικῆς· βελτίων ἄρα καὶ θειοτέρα καὶ διὰ τοῦτο καὶ ἀκροτάτη καὶ τελειοτάτη. ἔτι εἰ τοῦ ἀεὶ ἔγγιον τὸ συνεχέστερον, πορρώτερον δὲ τὸ μὴ συνεχῶς καὶ ἐπ’ ὀλίγον χρόνον ὑπάρχον, τὸ δὲ ἀεὶ τοῦ μὴ ἀεὶ τελειότερον
5καὶ βέλτιον, καὶ ἡ θεωρητικὴ ἄρα εὐδαιμονία ὡς συνεχεστέρα καὶ πολυ‐ χρονιωτέρα ἔγγιόν ἐστι τῆς ἀεὶ ἐν τοῖς νοητοῖς θεωρίας· πόρρω δὲ ἡ πολιτική· τελειοτέρα ἄρα ἡ θεωρητικὴ εὐδαιμονία καὶ κρατίστη δὴ καὶ ἀκρο‐ τάτη. ὅτι δὲ τοῦ ἀεὶ ἔγγιόν ἐστιν ὁ πλείων χρόνος καὶ συνεχέστερος τοῦ ἐλάττονος καὶ μὴ συνεχεστέρου, δῆλον. λέγω δὲ πλείονα καὶ συνεχέστερον
10χρόνον αὐτὰς τὰς ἐνεργείας καὶ πράξεις διὰ τὸ κρίνεσθαι τὸ μῆκος αὐτῶν καὶ τὴν βραχύτητα καὶ τὴν συνέχειαν καὶ τὸ μὴ τοιοῦτον χρόνῳ. εἰ δὴ θεωρητικὴ εὐδαιμονία ἐστὶν ἡ τῶν θείων γνῶσις, αὕτη δὲ χρονικοῖς μέ‐ τροις ὁρίζεται ὡς αἱ πράξεις (λέγομεν γὰρ πρᾶξιν ὡριαίαν καὶ μηνιαίαν καὶ ἐνιαυσιαίαν), ἔστι δὲ βελτίων ἡ κατ’ ἀρετὴν χρονιωτέρα πρᾶξις, οἷον
15ἡ μηνιαία τῆς ὡριαίας καὶ ἡ θεωρητικὴ ἄρα εὐδαιμονία τελειοτέρα ἐστὶ τῆς πρακτικῆς, ὅτι καὶ πρὸς μείζονα μέτρα χρόνου θεωρεῖν δύναται καὶ θεωρεῖ. ὅτι μὲν οὖν τὸ συνεχέστερον τῶν καλῶν βέλτιον τοῦ μὴ τοιού‐ του, παντί που διὰ τούτων δῆλον. ὅτι δὲ καὶ συνεχέστερον ἐνεργεῖν ὁ θεωρητικὸς εὐδαίμων δύναται τοῦ πολιτικῶς ἐνεργοῦντος δῆλον ἔσται διὰ
20τούτων. ἴσμεν ὅτι πᾶσα πρᾶξις καὶ ἐνέργεια ἀγαθοῦ τινος ἐφίεται καὶ πᾶς ὁ πράττων καὶ ἐνεργῶν ὀρεκτῷ τινι καὶ ἐφετῷ κινούμενος καὶ ἑλκόμενος κινεῖται καὶ πράττει χάριν τοῦ τυχεῖν οὗ τὴν ἔφεσιν ἔχει. εἰ οὖν πᾶν ὀρεκτὸν ἕλκει πρὸς ἑαυτὸ τὸ ἐφιέμενον, ὡς ἡ μαγνῆτις τὸν σίδηρον, τὸ μᾶλλον ὀρεκτὸν καὶ τῇ ἑαυτοῦ φύσει μᾶλλον ἂν κινήσῃ τὸ ἐφιέμενον αὐ‐
25τοῦ πρὸς ἑαυτὸ καὶ τὴν αὑτοῦ τεῦξιν. ἔστι δὲ τῇ ἑαυτοῦ φύσει ὀρεκτὸν τὸ πρῶτον, ὥς φησιν οὗτος, τῶν πάντων αἴτιον καὶ ἐρασμιώτερον καὶ ποθει‐ νότερον καὶ οὗ κόρον λαβεῖν οὐ δύναται ὁ τοῦτο θεάσασθαι δυνηθείς. τῶν μὲν γὰρ ἄλλων ἀγαθῶν καὶ τῶν ὀρεκτῶν καὶ τῶν φαινομένων ἀγαθῶν ἐστι κόρος, καὶ μέχρις ἐκείνου διώκομεν αὐτά, μέχρις ἂν τύχωμεν αὐτῶν καὶ
30κόρον σχῶμεν αὐτῶν. ἐπὰν δὲ τύχωμεν καὶ πλησθῶμεν αὐτῶν, παυόμεθα καὶ οὐκέτι περὶ ταῦτα ἐνεργεῖν βουλόμεθα· καὶ δῆλον ὅτι ὧν μὲν ἡ τεῦξις ῥᾳδία καὶ ἡ ἀπόλαυσις καὶ ἡ ἀπ’ αὐτῶν πλήρωσις τάχιον γίνεται, βραχὺς καὶ ὁ περὶ αὐτὰ χρόνος ἡμῶν τῆς ἐνεργείας, καὶ οὐδὲ συνεχῶς ἀλλ’ ἐκ διαλειμμάτων μακρῶν ἐπ’ αὐτὰ φερόμεθα, ὧν δὲ ἐργωδέστερον καὶ κόρος
35αὐτῶν τάχιον οὐ γίνεται, ἀλλ’ ὅσον μᾶλλον ἀπολαύομεν, τοσοῦτον μᾶλλον ποθοῦμεν, ἡ περὶ αὐτὰ ἐνέργεια ἡμῶν καὶ χρόνοις μακροῖς μετρεῖται, καὶ ἡ ἐπ’ αὐτὰ φορὰ κατὰ βραχέα γίνεται καὶ ἐκ διαλειμμάτων. οὗ δὲ μηδέποτε κόρος, ἀλλ’ ὅσον ἀπολαύει τις αὐτοῦ τοσοῦτον ποθεῖ καὶ ὀρέγεται, περὶ τοῦτο δηλονότι συνεχῶς ἐνεργήσει καὶ ἀεί, κἂν συμβῇ διά τινα περί‐
40πτωσιν ἀποκλῖναι τῆς πρὸς ἐκεῖνο διατριβῆς, οὐκ ἐπὶ πολὺ ἂν ἀνάσχοιτο581

582

τῆς ἀπουσίας ἐκείνου, ἀλλὰ ὅσον τάχιον ἐπανήξει πρὸς ἐκεῖνο. τοιοῦτον δέ ἐστι πᾶν τὸ θεῖον καὶ ὁ δημιουργὸς ἡμῶν. συνεχὴς ἄρα ἡ περὶ αὐτὸ τοῦ νοῦ ἐνέργεια, ἥτις ἐστὶν ἡ θεωρητικὴ εὐδαιμονία, ἔστι πρὸς τοῖς εἰρη‐ μένοις, ὥστε καὶ διὰ τὴν συνέχειαν κρατίστη καὶ ἀκροτάτη καὶ τελειοτάτη
5ἐστίν, οὐ μόνον δὲ ὡς αὐταρκεστάτη καὶ ὡς συνεχής ἐστι τελειοτάτη καὶ ἀκροτάτη, ἀλλὰ καὶ ὡς ἡδίστη· τὰ γὰρ ἥδιστα συνέχειν λίαν ἐπὶ πολὺ δύναται τοὺς χαίροντας αὐτοῖς. ὅ τε γὰρ τοῖς μέλεσι σφόδρα χαίρων δι’ ὅλης, ὡς εἰπεῖν, ἡμέρας καὶ νυκτὸς ἐκείνων ἀκούει, ὅ τε τοῖς κατὰ γεω‐ μετρίαν ἢ τῇ μεγάλῃ συντάξει μόγις ἀφίσταται τούτων καὶ μετὰ βραχὺ
10πάλιν ἀνατρέχει πρὸς ἐκεῖνα. εἰ δὲ ταῦθ’ οὕτως ἔχειν δύναται τοὺς χαί‐ ροντας αὐτοῖς, τί δεῖ λέγειν περὶ τοῦ καλλίστου καὶ ἀρίστου καὶ ἡδίστου καὶ τῇ ἑαυτοῦ φύσει ὀρεκτοῦ; ἔστι τοίνυν ἡ θεωρητικὴ εὐδαιμονία καὶ ὡς ἡδίστη τελειοτάτη· ἡδίστη δὲ ἡ τοιαύτη ἐνέργεια, ὅτι καὶ τὸ ὀρεκτὸν καὶ ἐφετὸν αὐτῆς ἡδύτατον. τὸ δὲ ἡδίστην εἶναι τὴν θεωρητικὴν ἐνέρ‐
15γειαν ἐδήλωσεν εἰπὼν οἰόμεθά τε δεῖν ἡδονὴν παραμεμῖχθαι τῇ εὐδαιμονί. πᾶσι γὰρ ἡδὺς εἶναι δοκεῖ ὁ εὐδαίμων βίος. ἡ γὰρ τελεία ζωὴ καὶ ἀνελλιπὴς καὶ αὐτάρκης ἀρίστη καὶ ἀκροτάτη, ὥστε καὶ ἡδίστη· ἔστι δὲ τοιαύτη ζωὴ ἡ νοερά. ἔστι μὲν γὰρ καὶ ἡ πολιτικὴ εὐδαιμονία αὐτάρκης καὶ τελεία καὶ ἡδεῖα· ἀλλὰ τὸ ὄντως τέλειον ἐν τῷ πρωτίστῳ
20εἴδει τῆς ζωῆς ἐστι καὶ τὸ ὄντως ἡδύ· πρώτιστον δὲ εἶδος ζωῆς ἡ θεω‐ ρητικὴ εὐδαιμονία. εἰπὼν δὴ ἀρίστην εἶναι τὴν ἐν θεωρίᾳ καὶ γνώσει τῶν ἀρίστων εὐδαιμονίαν, ἐπήγαγε δοκεῖ γοῦν ἡ φιλοσοφία θαυμα‐ στὰς ἔχειν ἡδονὰς καθαριότητι καὶ τῷ τιμί. ἡ δὲ φιλοσοφία, ὅτι θεωρία ἐστὶ καὶ ζωὴ νοερά, οὐδεὶς ἀγνοεῖ, ὥστε ἡδίστη. τὸ δὲ καθα‐
25ριότητι πρόσκειται διὰ τὰ πρὸ ὀλίγου εἰρημένα. εἴρηται γὰρ ὅτι τῶν καθαριωτέρων καὶ ἀυλοτέρων αἰσθήσεων αἱ ἐνέργειαι καθαριώτεραι. εἰ δὲ τοῦτο, ὅσον ὁ νοῦς ἀυλότερον καὶ τιμιώτερον τῶν αἰσθήσεων, τοσοῦτον καὶ ἡ ἐνέργεια αὐτοῦ τῶν ἐνεργειῶν τῆς αἰσθήσεως. καὶ ἐκ τῶν ὑποκειμένων ὅσον ὑπερφέρει τῇ καθαριότητι καὶ τῷ τιμίῳ τὰ νοητὰ τῶν αἰσθητῶν,
30τοσοῦτον καὶ ἡ νόησις τῶν αἰσθήσεων καὶ θεωρία πράξεως. ἔτι ἐπεὶ ὁ πολιτικὸς εὐδαίμων τοῖς πολίταις περιποιεῖται τὸ εὐδαιμονεῖν (τοῦτο δὲ αὐ‐ τοῖς ἐμποιῆσαι ἀδύνατόν ἐστι χωρὶς τῆς προσηκούσης ἑκάστοις τάξεως καὶ εὐκοσμίας· αὕτη δὲ γίνεται τῷ τοὺς μὲν τιμᾶν, τοὺς δὲ καὶ κολάζειν), ἐνδέχεταί ποτε μετάμελον λαμβάνειν καὶ μετάνοιαν, ὅτι τόνδε ἐκόλασεν ἢ
35τῷδέ τινι ἐχαρίσατο. ὁ δὲ θεωρῶν καὶ τὴν φύσιν τῶν ὄντων ἐπισκεπτό‐ μενος οὐδέποτε ἐν μετανοίᾳ γίνεται, ὅτι τοῦδέ τινος τὴν φύσιν ἔγνω, ὅτι νοερῶς ζῇ. ἄμικτος μὲν οὖν καὶ καθαρὰ ἡ ἐπὶ τῷ θεωρεῖν ἡδονὴ διὰ ταῦτα, ἄμικτος δηλονότι λύπῃ καὶ μεταμελείᾳ, τιμία δέ, διότι καὶ περὶ ἃ
ἐνεργεῖ καὶ ὧν ἀντιλαμβάνεται νοῶν ὁ θεωρητικὸς εὐδαίμων τιμιώτατα.582

583

(1n)

Εὔλογον δὴ τοῖς εἰδόσι τῶν ζητούντων ἡδίω τὴν
2nδιαγωγὴν εἶναι.
3 Τὰ πρακτά, περὶ ἃ ὁ πολιτικὸς εὐδαίμων ἐνδιατρίβει, ἄστατα καὶ ἀόριστα τυγχάνει καὶ ἄλλοτε ἄλλως ἔχει. οὐ γὰρ εἰ σήμερον συμφέρει
5φιλίαν ἔχειν τούσδε τινὰς καὶ συμμαχεῖν αὐτοῖς ἢ συμμαχεῖσθαι πρὸς αὐ‐ τῶν, καὶ ἀεὶ ὠφέλιμόν ἐστιν, οὐδ’ εἰ χρὴ νῦν πρὸς τούσδε πόλεμον ἔχειν, καὶ ἀεὶ πολεμητέον αὐτοῖς. εἰ οὖν ἀόριστα ταῦτα, τὰ δ’ ἀόριστα ἄγνωστα, ἐν ἀγνοίᾳ ἄρα καὶ ζητήσει ὁ πολιτικὸς εὐδαίμων ἐστί. ζητεῖ γὰρ πότερον δεῖ πόλεμον ἆραι κατὰ τῶνδε ἢ σπείσασθαι καὶ συμμαχῆσαι τοῖσδε ἢ παρι‐
10δεῖν κινδυνεύοντας καὶ πεζῇ πολεμῆσαι ἢ ναυμαχῆσαι καὶ τόνδε κολάσαι ἢ ἀφεῖναι καὶ ὅλως ἀεὶ σχεδὸν ἐν ἀγνοίᾳ καὶ ζητήσει καθέστηκεν. ὁ δὲ κατὰ νοῦν ἐνεργῶν ἐν κατοχῇ καὶ ἀπταίστῳ γνώσει τοῦ συστοίχου γνωστοῦ ἐστιν. ἡδίων ἄρα ἡ διαγωγὴ καὶ ὁ θεωρητικὸς βίος τοῦ πολιτικοῦ. ὁ γὰρ ζητῶν ἀγνοεῖ, ὁ δ’ ἀγνοῶν οὐχ ἥδεται. τελειοτέρα οὖν ἡ θεωρητικὴ εὐδαι‐
15μονία τῆς πολιτικῆς καὶ ὡς αὐτάρκης καὶ ὡς ἡδίστη καὶ ὡς συνεχής. τοῦ γὰρ κρατίστου τέλους ἡ ὄρεξις κόρον οὐκ ἔχουσα συνεχής ἐστι καὶ ἐπ’ ἄπειρον. τῶν μὲν γὰρ πρὸς τὸ ζῆν ἀναγκαίων καὶ ὁ σοφὸς καὶ ὁ δίκαιος καὶ οἱ λοιποὶ δεόνται. εἰπὼν τὸν θεωρητικὸν βίον ἀνεν‐ δεῆ καὶ αὐτάρκη (ἔστι γὰρ ὡς ἀληθῶς ἡ νοερὰ ζωὴ αὐταρκεστάτη καὶ
20ἀπροσδεής· ἔχων γὰρ ὁ θεωρητικὸς εὐδαίμων τὸ ὅλον τῆς ἑαυτοῦ δυνά‐ μεως ἀγαθὸν καὶ τούτου ἀπολαύων ὑπερορᾶ τῶν δευτέρων πλὴν τῶν ἀναγκαίων· ταῦτα γὰρ ἐπιζητεῖ, οὐχ ὡς αὔξειν δὲ μέλλοντα τὴν νοερὰν αὑτοῦ ζωὴν δεῖται αὐτῶν, ἀλλ’ ἐπεὶ παρὰ τοῦ τῶν ὅλων θεοῦ σώματος ἐπιτροπείαν ἔλαχε, δεῖται τῶν ἀναγκαίων εἰς συντήρησιν αὐτοῦ καὶ ποιεῖται
25δι’ αὐτῶν τὴν αὑτοῦ πρόνοιαν ἀπροσπαθῶς· ἡ μὲν γὰρ τοῦ εὐδαίμονος τέλειος ζωὴ ἀνενδεής ἐστιν, ἡ δὲ δεομένη τῶν ἀναγκαίων ἡ τοῦ σώματός ἐστι ζωὴ διὰ τὸ οἰκεῖον ἀγαθὸν καὶ τὴν σφετέραν τελειότητα· ἀναγκαία οὖν ἐστι τῷ εὐδαίμονι ἡ τοῦ σώματος τελειότης καὶ οὐχὶ προηγούμενον ἀγαθόν.) εἰπὼν δὲ τὸν μὲν θεωρητικὸν βίον αὐτάρκη, τὸν δὲ πολιτικὸν
30βίον ἐνδεῆ, φησὶν ὅτι τῶν μὲν ἀναγκαίων πάντες δέονται καὶ ὁ σοφὸς καὶ ὁ δίκαιος, λέγων δίκαιον τὸν πολιτικὸν εὐδαίμονα, ὥσπερ σοφὸν τὸν θεω‐ ρητικόν. ἀλλ’ οἱ μὲν ἄλλοι δέονται ὡς προηγουμένων ἀγαθῶν, ὁ δὲ θεω‐ ρητικός, ὡς εἴρηται, ὡς ἀναγκαίων. ἐσχάτως γὰρ λιμῶττον τὸ σῶμα ἢ χαλεπῶς νοσοῦν παρεμποδίσει τῇ θεωρίᾳ, ἀλλ’ ὁ μὲν τοιοῦτος ὑπερορᾷ, καθά‐
35περ εἴρηται, τῶν δευτέρων. τοῖς δὲ τοιούτοις, ἤτοι τοῖς ἀγαθοῖς, ἤτοι τοῖς
πολιτικοῖς εὐδαιμονίας ἱκανῶς κεχορηγημένων καὶ προσόντων τῶν δευ‐583

584

τέρων ἁπάντων, λέγω δὴ τῶν ἀρετῶν καὶ τῶν ἐκτὸς ἀγαθῶν, οὐκ αὐτάρ‐ κης οὔτε ἡ ἀρετὴ μόνη πρὸς εὐδαιμονίαν (καὶ δέδεικται τοῦτο τῷ ἐξη‐ γητῇ Ἀλεξάνδρῳ ἔν τινι τῶν αὑτοῦ μονοβίβλων) οὔτε ἡ τῶν ἐκτὸς ἀγαθῶν παρουσία, ἀλλ’ εἰσὶ καὶ τούτων παρόντων ἐνδεεῖς. δέονται γάρ, ἐπειδὴ
5ἐνέργειαν καὶ τὴν πολιτικὴν εὐδαιμονίαν τίθενται, τῶν ἰδίων ὑποκειμένων περὶ ἃ ἐνεργήσουσιν. εἰ γὰρ πᾶσα ἐνέργεια πρός τι καὶ περί τι, δεῖ τῶν περὶ ἃ ἐνεργήσουσιν. ἀνάγκη γὰρ ἀναιρεθῆναι τὰς πράξεις καὶ ἐνεργείας τοῦ πολιτικοῦ εὐδαίμονος, μὴ ὄντων τῶν κινούντων καὶ ἐπισπώντων αὐτὸν πρὸς τὸ ἐνεργεῖν. ὥσπερ γὰρ χρῄζει ὀργάνων, δι’ ὧν ἂν ἐνεργήσῃ, οὕτω
10καὶ ὑποκειμένων περὶ ἅ. καὶ τοῦτο καὶ ἐπ’ αὐτῶν τῶν ἄλλων δῆλον, καὶ πρώτων τῶν ἐναρέτων. ὅ τε γὰρ δίκαιος δεῖται, πρὸς οὓς δικαιοπρα‐ γήσει (εἰ γὰρ ἡ δικαιοσύνη τοῦ ἴσου τοῦ κατὰ ἀναλογίαν ἑκάστῳ ἐστὶ δια‐ νεμητική, δεῖται οἷς τὸ κατ’ ἀξίαν ἀποδώσει· μὴ παρόντων οὖν τούτων ἀνῄρηται ἡ ἐνέργεια αὐτοῦ καὶ ἡ δικαιοπραγία) ὅ τε ἀνδρεῖος δεῖται τῆς
15τῶν πολεμίων παρουσίας (οὐ δύναται γὰρ πολεμίων μὴ παρόντων ἐνεργῆσαι τὰ ἀνδρικά), ὅ τε σώφρων ὡσαύτως δεῖταί τινων, πρὸς οὓς τὰ σωφρονικὰ διαπράξεται (τούτων τε οὖν αὐτοῖς χρεία, καὶ ἔτι ὀργάνων· τῷ μὲν γὰρ ἐλευθερίῳ χρημάτων, τῷ δ’ ἀνδρείῳ ὅπλων καὶ τῷ δικαίῳ ἐκείνων, ἃ μέλλει διανέμειν) καὶ ὁ φρόνιμος τέλους ἤ τινων τελῶν, ἵνα τὰ πρὸς τὴν
20λῆψιν αὐτῶν καὶ κατάσχεσιν συντελοῦντα εὑρήσει. ὁ δὲ θεωρητικὸς οὐδε‐ νὸς χρῄζει· ἔχων γάρ, ὡς εἴρηται, τὸ ὅλον τῆς οἰκείας δυνάμεως ἀγαθὸν ἀπροσδεὴς καὶ ὅλως οὐ δεῖταί τινος ἄλλου πρὸς τὸ ἐνεργεῖν περὶ αὐτό. καὶ ὅσῳ ἂν σοφώτερος καὶ βελτίων τὴν ἕξιν ᾖ, τοσούτῳ μᾶλλον ἐνεργήσει. εἰ οὖν ὁ πολιτικὸς δεῖταί τινων πρὸς τὸ ἐνεργεῖν, ὁ δὲ θεωρητικὸς οὐ
25δεῖται, ἡ θεωρητικὴ ἄρα εὐδαιμονία αὐταρκεστάτη καὶ ἡδίστη δι’ αὐτὸ τοῦτο τὸ μὴ δεῖσθαι καὶ τελειότατον.
27nΒέλτιον δ’ ἴσως συνεργοὺς ἔχειν, ἀλλ’ ὅμως αὐταρ‐
28nκέστατος.
29Συνεργοὺς οὐ πρὸς τὴν κατὰ νοῦν ἐνέργειαν, ἀλλὰ πρὸς τὸ ἀνενόχλη‐
30τον τῆς θεωρίας· χρῄζει γὰρ τοῦ ἑψήσοντος τὰ λάχανα καὶ ὕδωρ κομί‐ σοντος καὶ τὸ χιτώνιον ἀπορρύψοντος καὶ ὅλως τοῦ τὰ ἀναγκαῖα ποιήσον‐ τος. ὅμως, φησί, κἂν τούτου ἀπορήσῃ, αὐταρκέστατός ἐστι διὰ τὸ πάμπαν ὀλίγων χρῄζειν· ἀντλήσει γὰρ αὐτὸς ὕδωρ καὶ λάχανον ἑψήσει. εἰ μὲν γὰρ περδίκων καὶ φασιανῶν ἑψήσεως ἐδεῖτο καὶ τραπέζης πολυτελοῦς, τότ’
35ἂν ἦν ἄσχολος καὶ ἐπιδεής· ἐπεὶ δὲ ὕδατος καὶ μάζης, καὶ τῶν ταῦτα584

585

παρασκευασόντων ἀπορῶν αὐταρκέστατος ἔσται. ἢ συνεργοὺς λέγοι ἂν τοὺς οἰκείους αὐτῷ φίλους. δεῖται γὰρ τούτων, ὅτι οἱ φίλοι παραθήγουσιν ἀλλήλοις τὴν ἀρετήν, καὶ χρόνον πλείονα καὶ συνεχέστερον ἢ κατὰ μόνας ἐνεργοῦσι κατ’ αὐτήν. τὸ δὲ ἴσως πρόσκειται πρὸς μὲν τὸ πρότερον, ὅτι
5οἱ περὶ τὰ ἀναγκαῖα ἐπιτήδειοι οὐ πρὸς τὴν εὐδαιμονίαν αὐτὴν καθ’ αὑτὴν οὐδὲ πρὸς αὔξησιν αὐτῆς εἰσι συνεργοί, ἀλλὰ πρὸς τὴν τοῦ σώματος τε‐ λειότητα· ὅπερ σῶμα εἰ μὲν ταὐτὸν ἦν τῷ ἀληθεῖ ἀνθρώπῳ, ἦσαν ἂν συνεργοὶ τῷ εὐδαίμονι· ἐπεὶ δὲ οὐ ταὐτόν, ἴσως ἄν, ἤτοι κατὰ συμβεβη‐ κὸς ἂν εἴποιμεν συνεργούς, καὶ οὐχ ἁπλῶς· πρὸς δὲ τὸ δεύτερον διά τινα
10εὐλάβειαν καὶ τὴν πρὸς τὸν διδάσκαλον Πλάτωνα αἰδῶ, μηδενὸς λέγοντα δεῖσθαι συνεργοῦ τὸν ὄντως ἄνθρωπον, αὐτοῦ γὰρ ἐν τῇ ψυχῇ τοῦ νοῦ ἐλλάμποντος καὶ ὅλης ἐκείνου οὔσης, τίς ἡ χρεία τινὸς ἄλλου πρὸς τὸ εὐ‐ δαιμόνως ζῆν; καὶ λέγει περὶ τούτων ὁ Πλάτων καὶ ἐν ταῖς Πολιτείαις καὶ ἐν τοῖς Νόμοις. ὅτι δὲ μετὰ τῶν φίλων καὶ μᾶλλον καὶ συνεχέστερον
15ἐνεργοῦσιν οἱ εὐδαίμονες, εἴρηται ἐν τῷ πρὸ τούτου βιβλίῳ, ὅτε ἐδείκνυεν ὅτι ὁ εὐδαίμων δεῖται φίλου. δόξειε δ’ ἂν αὕτη μόνη δι’ ἑαυτὴν ἀγαπᾶσθαι. εἰ τὸ δι’ αὑτὸ αἱρετὸν τοῦ δι’ ἄλλο, ὡς εἴρηται, αἱρετώτερον (ἡ γὰρ ὑγίεια δι’ αὑτὴν οὖσα αἱρετὴ φαρμακείας καὶ φλεβοτομίας τῶν μὴ δι’ ἑαυτὰς ἀλλὰ διὰ τὴν ὑγίειαν οὐσῶν αἱρετώτερον καὶ τελειότερον), ἔστι
20δὲ ἡ μὲν πολιτικὴ εὐδαιμονία τῶν δι’ ἄλλο τι αἱρετῶν (διὰ γὰρ τὴν θεωρη‐ τικὴν εὐδαιμονίαν καὶ ἔτι τοὺς πολίτας καὶ τὴν πόλιν εὐδαίμονας ποιεῖν), αὐτὴ δὲ ἡ νοερὰ ζωὴ δι’ ἑαυτὴν καὶ οὐ δι’ ἄλλο τί ἐστιν αἱρετή, αὕτη ἂν εἴη ἡ τελεία εὐδαιμονία. τέλειος μὲν γὰρ καὶ ἡ ὑγίεια καὶ τέλειον εἶδος, ἀλλ’ ὡς πρὸς τὴν ἀρετὴν ἀτελής ἐστι. πάλιν τέλειον μέντοι εἶδος
25ἡ ἀρετή, ἀλλὰ πρὸς τὴν πολιτικὴν εὐδαιμονίαν ἀτελής ἐστι. καὶ ὅλως τὰ ὑφειμένα ὅσον πρὸς τὴν οἰκείαν φύσιν καὶ τὸ σφέτερον εἶδος τέλεια μέν εἰσιν, ἀτελῆ δὲ λέγονται ὡς πρὸς τὰ ὑπέρτερα καὶ σεμνότερα. εἰ οὖν τοῦθ’ οὕτως ἔχει (καὶ παντὸς μᾶλλον ἀληθέστατον), ἔστι δὲ ἡ θεωρητικὴ εὐδαιμονία τὸ ἔσχατον εἶδος καὶ τὸ δι’ ἑαυτὸ καὶ μὴ δι’ ἄλλο τι αἱρε‐
30τόν, αὕτη ἂν εἴη ἡ τελεία εὐδαιμονία. ὅτι δὲ τὸ ἔσχατον τέλος καὶ τε‐ λειότατόν ἐστι καὶ μόνον δι’ ἑαυτὴν καὶ οὐ δι’ ἄλλο τι ἀγαπᾶται, δῆλον ἐκ τοῦ μηδὲν ἄλλο τι παρ’ αὐτὴν ἡμῖν παραγίνεσθαι. ἀπὸ μὲν γὰρ τῆς ἀνδρείας ἐπιγίνεται νίκη, ἀπὸ δὲ σωφροσύνης ἀοχλησία, ἀπὸ δὲ φρονήσεως τεῦξις τῶν πρὸς τέλος τι συντεινόντων, ἀπὸ δὲ πασῶν ὁμοῦ ἡ πολιτικὴ
35εὐδαιμονία· καὶ ἀπὸ τῶν ἄλλων πράξεων καὶ ποιήσεων ὁμοίως, ἀπὸ μὲν τῆσδε πλέον, ἀπὸ δὲ τῆσδε ἔλαττον, οἷον ἀπὸ μὲν τῆς ἐμπορίας πλοῦτος,
ἀπὸ δὲ τῆς ὑφαντικῆς ὕφασμα καὶ ἀπὸ τῆς ἰατρικῆς ἢ ἰατρεύσεως ὑγίεια585

586

καὶ ἀπὸ τῆς οἰκοδομήσεως οἰκία· ἀπὸ δὲ τῆς θεωρίας οὐδέν τι ἀλλ’ αὐτή ἐστιν ἡ θεωρία καὶ ἐνέργεια καὶ τέλος.
3nΔοκεῖ τε ἡ εὐδαιμονία ἐν τῇ σχολ.
4Τοὺς σχολάζοντας 〈καὶ〉 ἐκτὸς παντὸς ὄχλου ὄντας εὐδαίμονας λέγουσι καὶ
5καθ’ ἑκάστην ἀκούομεν πάντας λέγοντας ὑπ’ αὐτῆς τῆς φύσεως ἀγομένους “ὁ δεῖνα μακάριός ἐστι καὶ εὐδαίμων”· ἐρωτώμενοι δὲ διὰ τί, λέγουσι “διότι ἀνενόχλητος διατελεῖ σχολάζων καὶ δίχα θορύβου διαβιῶν”. εἰ οὖν τοὺς σχολάζοντας εὐδαιμονίζομεν, ἐν σχολῇ δὲ μᾶλλόν εἰσιν οἱ νοερῶς ζῶντες, οὗτοι μᾶλλόν εἰσι εὐδαίμονες, καὶ μᾶλλον καὶ ὄντως ἀκροτάτη καὶ
10τελεία εὐδαιμονία ἐστὶν ἡ κατὰ νοῦν ζωὴ καὶ γνῶσις τῶν θείων καὶ ἐπα‐ φὴ καὶ οὐχ ἡ ἐν ἀσχολίᾳ παντοίᾳ πολιτικὴ εὐδαιμονία. πάντα τοίνυν, ὅσα περὶ εὐδαιμονίας ἐδόξασαν οἱ πρὸ αὐτοῦ καὶ σὺν αὐτῷ, ἔδειξεν ὑπάρ‐ χοντα τῇ θεωρητικῇ εὐδαιμονίᾳ. εἴτε γὰρ εὐδαιμονία ἐστίν, ὥς τινες εἶπον, τὸ δι’ ἑαυτὸ αἱρετὸν καὶ μὴ δι’ ἄλλο τι, τῇ νοερᾷ μόνῃ ζωῇ
15τοῦθ’ ὑπάρχει καὶ οὐκ ἄλλῳ τινί, εἴτε ψυχῆς ἐνέργεια, ὡς ἄλλοι ἀπεφή‐ ναντο, τὰ κατὰ τὰ ἀγαθὰ τὰ ἀπὸ τῶν κρειττόνων εἰς αὐτὴν ἀφιγμένα, ἃ δὴ ἀγαθά ἐστιν, ἥ τε ἐκεῖθεν ἔλλαμψις ἡ πρὸς τὸν θεωρητικὸν εὐδαίμονα καὶ ἡ ἐπὶ ταύτῃ γνῶσις τῶν τε πρώτων καὶ δευτέρων καὶ τῶν ἐφεξῆς καὶ τῆς κοινωνίας αὐτῶν καὶ διαφορᾶς καὶ τῆς ἑκάστων ἰδιότητος, καὶ τοῦτο
20τὸ ταύτῃ ἐξαίρετόν ἐστι καὶ ἰδιαίτατον, εἴτε εὐζωΐα καὶ εὐπάθεια, καὶ ταύ‐ της εὐμοιρεῖ, εἴτε σχολὴ καὶ ἀπραξία, ὡς ὁ Ἐπίκουρος βούλεται, καὶ τοῦτο ταύτης ὂν διὰ τῶν προκειμένων δείκνυσι λέξεων, λέγων δοκεῖ τε ἡ εὐ‐ δαιμονία ἐν τῇ σχολ. εἰ γὰρ ἡ εὐδαιμονία τέλος ἐστὶ τὸ ἔσχατον, ἔστι δὲ καὶ ἡ σχολὴ τέλος ἔσχατον, ἡ εὐδαιμονία ἐν σχολῇ ἂν εἴη. ὅτι
25δὲ ἡ σχολὴ τέλος ἐστὶν ἔσχατον, προβιβάζει ἀπὸ τῆς πολιτικῆς εὐδαιμο‐ νίας, ἥτις εὐδαιμονία ἁπλῶς μὲν ἐν σχολῇ οὐκ ἔστι, πῇ δὲ καὶ κατά τι. ἐν σχολῇ μὲν γάρ ἐστι, καθόσον ὑπείκουσιν αὐτῷ πᾶσαι αἱ πλησιάζουσαι πόλεις, καθόσον δὲ τὰ τῆς πόλεως ὁσημέραι περισκοπεῖ καὶ τὰ κοινῇ καὶ χωρὶς ἑκάστῳ καλὰ καὶ συμφέροντα βέβαια καὶ μόνιμα διαμένειν φροντί‐
30ζει, ἄσχολός ἐστι καὶ τεθορυβημένος. πόθεν δὲ δῆλον, ὅτι ἡ σχολὴ τέλος ἐστὶν ἔσχατον; ἐκ τοῦ τόξα μὲν γλύφεσθαι καὶ θώρακας πλέκεσθαι καὶ θυρεοὺς συναρμόζεσθαι διὰ τὸν πόλεμον, τὸν δὲ πόλεμον αἱρεῖσθαι διὰ τὴν εἰρήνην, ἥτις ἐστὶ σχολή. ὥστε ἐπεὶ ἡ εἰρήνη σχολή, τέλος δὲ ἡ εἰρήνη, καὶ ἡ σχολὴ ἄρα τέλος τῆς ἀσχολίας, ἤτοι τῆς τῶν ὅπλων κατα‐
35σκευῆς καὶ τῆς λοιπῆς ἄλλης τῆς πρὸς τὸν πόλεμον παρασκευῆς. ἀλλ’ ἐπεὶ καὶ αὕτη ἡ σχολὴ ἀσχολία τίς ἐστιν, ὡς εἴρηται, πᾶσα δὲ ἀσχολία
τέλους τινὸς καὶ σχολῆς ἐφίεται, εἴη ἂν τὸ τῆς ἀσχολίας ταύτης τέλος586

587

σχολή· καὶ τὸ ἔσχατον τέλος (τοῦτο δέ ἐστιν ἡ θεωρητικὴ εὐδαιμονία) ἐν σχολῇ ἄρα.
3nΤῶν μὲν οὖν πρακτικῶν ἀρετῶν ἐν τοῖς πολιτικοῖς ἢ
4nἐν τοῖς πολεμικοῖς αἱ ἐνέργειαι.
5 Εἰπὼν ὅτι ἐν σχολῇ δοκεῖ εἶναι ἡ εὐδαιμονία, δείκνυσι διὰ τούτων, ὅτι οὐδεμία ἄλλη τις ἐνέργεια οὔτε πολεμικὴ οὔτε πολιτικὴ οὔθ’ ἡ πολι‐ τικὴ αὐτὴ εὐδαιμονία ἐν σχολῇ ἐστιν, ἀλλὰ μόνη ἡ κατὰ νοῦν ἐνέργεια, ἡ θεωρητικὴ εὐδαιμονία. τοῦτο δεικνὺς λέγει, ὅτι τῶν μὲν πρακτικῶν ἀρετῶν, ἤτοι τῶν ἠθικῶν, αἱ ἐνέργειαι ἢ ἐν τοῖς πολιτικοῖς πράγμασίν εἰσιν
10ἢ ἐν τοῖς πολεμικοῖς, αἵτινες, καὶ αἱ κατὰ τὸν πόλεμον καὶ αἱ κατὰ τὴν πόλιν, ὅτι ἄσχολοί εἰσι καὶ μεσταὶ φροντίδος καὶ ταραχῆς, οὐδεὶς ἀγνοεῖ τῶν ἐν πολέμοις καὶ πολιτικοῖς πράγμασι διατριβόντων. οἵ τε γὰρ τῶν χρη‐ μάτων τῆς πόλεως ταμίαι ἀνάπλεώ εἰσι θορύβων, φροντίζοντες ὡς λόγον ἀποδώσοντες τῶν τεθησαυριζομένων καὶ ἀποθησαυριζομένων, οἵ τε τοὺς
15ἀδικεῖν πειρωμένους ἀναστέλλοντες ἐν παντοίᾳ ταραχῇ καθεστήκασιν ὄντες, οἵ τε τὰς ἀμοιβὰς καὶ ἀνταλλαγὰς ἐπισκεπτόμενοι, ὅπως ἂν ὅτι μάλιστα κατ’ ἀξίαν γίνοιντο, τέλεόν εἰσιν ἄσχολοι. τί δ’ ἂν εἴποι τις περὶ τῶν πολιαρ‐ χούντων, οὓς ὑπάρχους καλοῦσιν; οὐκ ἔστιν οὐδεὶς τούτων ἄσχολος, λέγομεν δὲ τοὺς ὄντας ταμίας καὶ πολιάρχους καὶ τοὺς ἄλλους ὁμοίως, ἀλλ’ οὐχὶ
20τοὺς καθ’ ἡμᾶς κόρακας. εἰπὼν δὴ ὅτι καὶ αἱ πολιτικαὶ καὶ αἱ πολεμι‐ καὶ ἐνέργειαι ἄσχολοί εἰσι, δείκνυσι πρῶτον, ὅπως αἱ πολεμικαὶ τοιαῦταί εἰσι καί φησιν οὐδεὶς γὰρ τὸ πολεμεῖν αἱρεῖται χάριν τοῦ πολεμεῖν, ἀλλὰ πολεμοῦμεν, ἵνα εἰρήνην ἄγοιμεν. εἰ οὖν πολεμοῦμεν, ἵνα εἰρη‐ νεύωμεν, ἡ δ’ εἰρήνη σχολή τίς ἐστι, πολεμοῦμεν ἄρα ἵνα σχολάζωμεν.
25πᾶν δὲ τὸ γινόμενον ἐκ τοῦ ἀντικειμένου ἢ τοῦ ἐναντίου γίνεται, ὡς ἐν τῷ πρώτῳ τῶν Φυσικῶν δέδεικται. εἰ οὖν καὶ ἡ εἰρήνη ἐκ τοῦ πολέμου γίνεται, ἔστι δὲ ἡ εἰρήνη σχολή, ὁ πόλεμος ἄρα ἀσχολία καὶ αἱ ἐν αὐτῷ πράξεις. ὅτι δὲ χάριν τοῦ σχολάζειν πολεμοῦμεν, πιστούμενος ἐπήγαγεν οὐθεὶς γὰρ αἱρεῖται τὸ πολεμεῖν χάριν τοῦ πολεμεῖν, ὃ ταὐτόν ἐστι
30τῷ οὐθεὶς γὰρ αἱρεῖται τὸ ἀσχολεῖσθαι χάριν τοῦ ἀσχολεῖσθαι, ἀλλ’ ἵνα σχολάζῃ. μιαιφόνος γὰρ καὶ ἀσεβὴς καὶ παντάπασιν ἀδικώτατος ὁ πολεμῶν ἵνα πολέμους ἔχῃ. εἰ γὰρ τὸν πόλεμον αἱρεῖται, ἵνα πολεμῇ, κρατήσας πάντων τῶν πολεμίων καὶ ὑπὸ χεῖρα ποιήσας, τίσι πολεμήσει; ἐπεὶ τὸ
πολεμεῖν αἱρεῖται ἕνεκα τοῦ πολεμεῖν, δῆλον δή, ὅτι κατὰ τῶν φίλων ἐπά‐587

588

ξει τὸν πόλεμον, ὅπερ ἐσχάτης ἐστὶν ἀδικίας καὶ μιαιφονίας. οὐκ ἄρα πολεμοῦμεν, ἵνα πολεμῶμεν, ἀλλ’ ἵνα ἡσυχίαν ἄγωμεν, ὅπερ ταὐτόν ἐστιν, ὡς εἴρηται, τῷ ἀσχολούμεθα, ἵνα σχολάζωμεν. ἄσχολοι ἄρα αἱ πολεμικαὶ πράξεις, ἐπειδὴ τὸ τέλος αὐτῶν, ἡ εἰρήνη, σχολή. ἔστι δὲ καὶ ἡ τοῦ
5πολιτικοῦ ἄσχολος, καὶ παρ’ αὐτὸ τὸ πολιτεύεσθαι. ὁ καί σύν‐ δεσμος ὁ ἐν τῇ λέξει τῇ καὶ παρ’ αὐτὸ τὸ πολιτεύεσθαι οὐ παρέλκει, ἀλλ’ ἐνδείκνυται, ὅτι οὐ μόνον ὅτε τὰ πολιτικὰ πράττει καὶ περὶ ταῦτα διατρίβει, ἀσχολεῖται, ἀλλὰ καὶ ὅτε μὴ ἐνεργεῖ σκοπούμενος τί μὲν πέ‐ πραχε, τί δὲ τῶν ἀναγκαίων παρέλιπε, καὶ τί δεῖ ἐς νέωτα πρᾶξαι καὶ τί
10μὴ ποιῆσαι. καὶ ἦν ἂν μᾶλλον κατάλληλος ἡ λέξις καὶ τοῖς λεγομένοις συμφωνοτέρα, εἰ οὕτω πως εἶχε ‘καὶ ἐν αὐτῷ τῷ μὴ πολιτεύεσθαι ἄσχο‐ λός ἐστιν.‘ ἀλλὰ ταῦτα μὲν ἴσως τοιαῦτα. δείξας δὲ τὰς πολεμικὰς ἐνερ‐ γείας ἀσχόλους, δείκνυσιν ὅτι οὐδὲ αἱ πολιτικαὶ ἀπηλλαγμέναι εἰσὶ θορύ‐ βου καὶ ταραχῆς, ἀλλὰ καὶ αὗται ἄσχολοι τυγχάνουσιν οὖσαι. τὸν γὰρ
15περιποιούμενον τιμὰς καὶ δυναστείας ἑαυτῷ καὶ τῇ πόλει καὶ σπουδάζοντα καὶ μεριμνοῦντα κυριεύειν τῶν πέριξ πόλεων καὶ τιμᾶσθαι καὶ αὐτὸν καὶ τοὺς πολίτας πρὸς ἁπάντων, ἐν ἀφθονίᾳ τε τυγχάνειν πάντων τῶν πρὸς ζωήν, πῶς ἂν τὸν οὕτως ἔχοντα φήσειεν ἄν τις ἄσχολον εἶναι; ἡ μὲν διά‐ νοια τῶν προκειμένων συλλαβῶν αὕτη. τὴν δὲ λέξιν τὴν ἑτέραν τῆς
20πολιτικῆς, ἣν καὶ ζητοῦμεν ὑπερβατῶς ἀναγνωστέον ‘ἑτέραν οὖσαν ἣν καὶ ζητοῦμεν τῆς πολιτικῆς.‘ λέγει δὲ ὅτι ὁ εὐδαίμων ἑαυτῷ καὶ τοῖς πολίταις δυναστείας περιποιούμενος, καὶ ἡ τοιαύτη εὐδαιμονία ἑτέρα ἐστὶ τῆς θεωρητικῆς εὐδαιμονίας, ἣν θεωρητικὴν εὐδαιμονίαν ζητοῦμεν νῦν. ὁ δὲ καὶ σύνδεσμος ἐκ περιττοῦ κεῖται νῦν. ἔστι γὰρ τὸ ὀρθὸν τοιοῦτον
25‘ἑτέραν οὖσαν, ἣν ζητοῦμεν, τῆς πολιτικῆς.‘
26nΕἰ δὴ τῶν κατὰ τὰς ἀρετὰς πράξεων αἱ πολιτικαὶ καὶ
27nπολεμικα.
28 Ταῦτα οἷον συμπέρασμά εἰσι τῶν περὶ τῆς θεωρητικῆς εὐδαιμονίας εἰρημένων. ὃ δὲ λέγει, τοιοῦτον ἂν εἴη δυνάμει. εἰ τὰ στοιχεῖα τῆς τε‐
30λείας εὐδαιμονίας εἰσὶ τὸ δι’ ἑαυτὸ καὶ μὴ δι’ ἄλλο τι αἱρετόν, τὸ ἥδι‐ στον, τὸ αὔταρκες, τὸ σχολαστικόν, τὸ ἄτρυτον καὶ ἀνένδοτον καὶ μόνιμον τῆς ἐνεργείας, ὡς ἀνθρώπῳ δυνατόν. εἰ οὖν ταῦτά ἐστι τὰ συστατικὰ τῆς εὐδαιμονίας στοιχεῖα, ταῦτα δὲ μόνῃ τῇ θεωρητικῇ ὑπάρχει εὐδαιμονίᾳ, ἡ πρώτη καὶ τελεία εὐδαιμονία καὶ τῶν ἀνθρώπων οἰκειοτάτη [ἐστὶν] αὕτη
35ἂν εἴη. ἡ δὲ πολιτικὴ δευτέρα καὶ μετ’ αὐτὴν οἰκεία οὐ τῷ ἀληθινῷ
καὶ ὄντως ἀνθρώπῳ, ἀλλὰ τῷ συγκειμένῳ ἐκ νοῦ καὶ σώματος. εἰ γὰρ588

589

καὶ ἑκάστου φύσις αὐτὸ τοῦθ’ ὅπερ ἐστὶ τελεία ὑπάρχει, ἀλλὰ τῶν ὑπερ‐ κειμένων ὑφεῖται καὶ ἀτελής ἐστι πρὸς τὰ ὑπέρτερα, ὥστε καὶ ἡ πολιτικὴ κατ’ αὐτὸ τοῦτο ἀτελής ἐστιν, ὡς πρὸς τὴν θεωρητικήν, εἰ καὶ τελεία κατά γε τὴν οἰκείαν φύσιν ἐστίν. ὃ μὲν βούλεται λέγειν τοῦτό ἐστι. περὶ
5δὲ τῶν λέξεων ἐκεῖνο πρῶτον ῥητέον, ὅτι ἡ τούτων ἀπόδοσίς ἐστιν ἐν τῷ ἡ τελεία εὐδαιμονία αὕτη ἂν εἴη ἀνθρώπῳ λαβοῦσα μῆκος βίου τέλειον, τὰ δὲ λοιπὰ μεταξὺ παρεμβέβληται, ἀνάμνησις ὄντα τῶν εἰρη‐ μένων περὶ εὐδαιμονίας. ἔπειτα ῥητέον, ὅσον διαφέρει πόλις ἑνὸς ἀνδρός, τοσοῦτον καὶ αἱ κατ’ ἀρετὴν πολιτικαὶ πράξεις ἅπασαι, αἵτινές εἰσιν ἡ
10πολιτικὴ εὐδαιμονία, διαφέρει μεγέθει καὶ κάλλει μιᾶς κατ’ ἀρετὴν πρά‐ ξεως. τὰ γὰρ ἀπὸ ἀρετῆς καὶ κατ’ ἀρετὴν πᾶσι τοῖς πολίταις προσόντα τε καὶ πραττόμενα μεγάλα καὶ καλὰ τυγχάνει. καὶ πολὺ προύχουσι τῆς ἑνὸς ἀνδρὸς ἀρετῆς καὶ πράξεων. ὁμοίως δὴ καὶ ἐπὶ τῶν πολεμικῶν ἔχει πράξεων· πολὺ ὑπερέχουσιν αἱ τοῦ στρατεύματος ὅλου κατ’ ἀρετὴν πράξεις
15καὶ ἀνδραγαθίαι τῶν ἑνὸς στρατιώτου κατορθωμάτων, ὅμως δ’ οὖν, καίτοι μεγάλων καὶ καλῶν οὐσῶν, τὸ σχολαστικὸν οὐ πάρεστιν αὐταῖς ἀλλὰ πρὸς τῷ ἀσχόλους εἶναι καὶ οὐ δι’ ἑαυτὰς ἀλλὰ δι’ ἄλλο τι τυγχάνουσιν οὖσαι αἱρεταί, διὰ νίκην, διὰ χρημάτων συλλογὴν καὶ χώρας ἐπίκτησιν. τὸ δὲ δι’ ἄλλο τι αἱρετὸν ἀτελὲς καὶ οὐδ’ αὔταρκες. ἡ δὲ τοῦ νοῦ ἐνέργεια,
20τῶν θείων κατάληψις καὶ ἐπαφή, σπουδῇ διαφέρειν δοκε, τουτέστιν τῇ ἀκρότητι καὶ τῷ τιμίῳ. ἡ τιμιωτάτη γὰρ καὶ ἀκροτάτη ἡμῶν ἐνέργεια καὶ θεοφιλεστάτη ἡ νοερά ἐστι ζωή. αἱ γὰρ ἠθικαὶ καὶ πρακτικαὶ δεύτεραί τε καὶ μετ’ ἐκείνην. καὶ πρὸς τούτῳ ἡδίστη τέ ἐστι· τὸ γὰρ τέλειον ἥδιστον. ἡ δὲ τοιαύτη ἡδονὴ τελεία ὡς ἀμεταμέλητος καὶ μετανοίας ἄδεκτος.
25τελεία δὲ οὖσα καὶ ἡδίστη συναύξει καὶ τὴν ἐνέργειαν. ἔστι δὲ καὶ αὐτάρκης· δι’ ἑαυτὴν γάρ ἐστιν αἱρετὴ καὶ ἄτρυτος καὶ ἀνένδοτος καὶ πρὸς ἄνεσιν ἀμείλικτος. οὐδεὶς γὰρ οὕτω δύναται πλεῖστον χρόνον ἐγκαρτερεῖν ταῖς οἰκείαις ἐνεργείαις καὶ πράξεσιν ὡς ὁ θεωρίᾳ σχολάζων.
29nΛαβοῦσα μῆκος βίου τέλειον· οὐδὲν γὰρ ἀτελές ἐστι
30nτῶν τῆς εὐδαιμονίας.
31 Εἰ τὸ ἀίδιον τέλειον, τὸ ἐγγύτερον τῷ ἀιδίῳ τελειότερον τοῦ πορρω‐ τέρου. ἐγγύτερος δὲ ὁ μακρότερος χρόνος τοῦ βραχυτέρου, ὥστε καὶ ἡ πολυχρονιωτέρα εὐδαιμονία τῆς βραχυχρονιωτέρας τελειοτέρα. εἰπὼν δὲ ὅτι τὸ ὄντως καὶ μάλιστα καὶ πρώτως ἀνθρώπῳ τὸ παντέλειον τῆς εὐδαι‐
35μονίας ἡ κατὰ νοῦν ἐστι ζωή, ἐπήγαγε λαβοῦσα μῆκος βίου τέλειον, ἀκόλουθα λέγων οἷς αὐτὸς ἀρέσκεται. βούλεται γὰρ οὗτος ὁ δαιμόνιος
ἀνὴρ τὴν εὐδαιμονίαν συμπεπληρῶσθαι μὲν ἐκ τῆς ὅλης ἀρετῆς, τῆς τε589

590

ἠθικῆς καὶ θεωρητικῆς, δεῖσθαι δὲ τὴν πολιτικὴν καὶ τῆς ἐκτὸς χορηγίας, ἱκανῆς οὔσης ὑπηρετεῖν ταῖς κατ’ ἀρετὴν ἐνεργείαις, δεῖσθαι δὲ καὶ βίου τελείου πρὸς τὴν σύμπασαν εὐθημοσύνην ἢ εὐζωΐαν καὶ εὐπραγίαν. πολλαὶ γὰρ μεταβολαὶ γίνονται καὶ παντοῖαι τύχαι κατὰ τὸν βίον καὶ ὁ χρόνος προϊὼν
5ἐλεγκτικὸς γίνεται τῶν τε ὡς ἀληθῶς εὐδαιμόνων καὶ τῶν ὑποκρινομένων εὐ‐ δαιμόνως ζῆν. τῶν γὰρ φύσιν ἐχόντων εὖ μεταβάλλειν ἢ καὶ δοκούντων μὲν εἶναι τόδε τι, μὴ ὄντων δέ, ὁ χρόνος ἐλεγκτικός ἐστιν. ἔτι εἰ τέλειον ἡ εὐδαιμονία, τελειότερον δὲ τὸ μονιμώτερον, μονιμώτερον δὲ τὸ πλείω χρό‐ νον εὐδαιμονῆσαν, τοῦτο δὲ εὐδαιμονέστερον, παντί που δῆλον ὅτι τὸ βρα‐
10χύτατον χρόνον εὐδαιμονῆσαν ἐγγύς πώς ἐστι τῷ μὴ εὐδαιμονηκότι, ὥστε καὶ ἀτελὴς ἡ τοιαύτη εὐδαιμονία. δεῖται ἄρα καὶ βίου τελείου. ἀλλὰ καὶ ὅτι τὸ μακρὸν χρόνον νοερῶς ἐνεργῆσαν θεοπρεπέστερόν ἐστι τοῦ τὸν βρα‐ χὺν χρόνον ὡσαύτως ἐνεργήσαντος τῶν ὡμολογημένων ἐστίν, ὥστε καὶ τελειότερον. δεῖται ἄρα τελείου καὶ μακροχρονίου βίου. εἰ δέ τις ἐνίστα‐
15ται λέγων, ὅτι τὸ εὐδαιμονεῖν ἐν τῷ νῦν ὅλον πάρεστι καὶ παντελὲς ὑπάρ‐ χει καὶ οὐδὲν ἐκ τῆς τοῦ χρόνου προςλαμβάνει παρατάσεως, ὁ ταῦτα λέγων πρῶτον μὲν παρὰ τὴν συναίσθησιν ἡμῶν λέγει, εἶτα καὶ τὴν τῶν πλείστων ἢ καὶ σχεδὸν πάντων δόξαν. πάντες γὰρ τὸν ὅτι πολὺν χρόνον εὐδαιμο‐ νήσαντα ἀμείνονα πολλῷ φασι τοῦ ὡσαύτως μὲν ἐν ὀλίγῳ δὲ χρόνῳ ζή‐
20σαντος· ὥστε καὶ ἡ τοῦ χρόνου παράτασις συναύξει τὴν εὐδαίμονα ζωήν, κἂν ἐν τῷ νῦν τῷ ἐνεστηκότι ὡσαύτως ἀμφότεραι ἐνεργῶσιν. ἔτι εἰ τὸν διὰ πολλῶν τῶν καλῶν ἔργων ἠγωνισμένον μᾶλλον εὐδαιμονίζομεν, ἐν δὲ τῷ πλείονι χρόνῳ καὶ πλείονα καλὰ πρᾶξαι δυνατόν, παντί που δῆλον ὡς συντελεῖ πρὸς εὐδαιμονίαν ὁ μακρὸς χρόνος καὶ τὸ τέλειον μῆκος τοῦ βίου.
25οὐ γὰρ ἔστιν ἐν ὀλίγῳ πάμπολλα καὶ μέγιστα πράττειν ἢ θεωρεῖν, ἅπερ ἡ τῆς εὐδαιμονίας ζητεῖ ὑπεροχή. δῆλον οὖν ἐκ τούτων καὶ ἄλλων πολ‐ λῶν, ἃ γράφειν περιττὸν ἂν εἴη, ὡς δεῖται καὶ μήκους βίου τελείου. ἐπεὶ οὖν τέλειός ἐστιν ἡ εὐδαιμονία καὶ οὐδὲν τῶν αὐτῆς ἀτελὲς ὑπάρχει, ἀνάγκη καὶ τὸν χρόνον τέλειον εἶναι, ἵνα μὴ κατὰ τοῦτον ἀτελὴς ὑπάρχῃ.
30nὉ δὲ τοιοῦτος ἂν εἴη βίος κρείττων ἢ κατὰ ἄνθρωπον.
31 Ἄνθρωπον νῦν τὸν σύνθετον λέγει τὸν ἐκ ψυχῆς καὶ σώματος. λέγει δὲ ὁ παρὼν λόγος, ὅτι ὁ θεωρητικὸς βίος καὶ ἡ νοερὰ ζωὴ ὑπὲρ τὴν πολιτικήν ἐστιν εὐδαιμονίαν καὶ τὸν πολιτικὸν εὐδαίμονα, τὸν ἐν σχέσει τυγχάνοντα πρὸς τὰ δεύτερα καὶ συμπλεκόμενον αὐτοῖς καὶ ἀσχολούμενον
35περὶ αὐτά. ὁ γὰρ νοερῶς ζῶν οὐχ ᾗ ἄνθρωπος, ὁ ἀπὸ λόγου καὶ τοῦ
πολυκεφάλου τῆς ἐπιθυμίας θηρίου καὶ τοῦ λεοντώδους τοῦ θυμοῦ μετὰ590

591

τοῦ σώματος ὤν, οὕτω βιώσεται, ἀλλ’ οὕτω διαβιοῖ, ᾗ θεῖόν τι ἐν αὐτῷ ὑπάρχει, τουτέστιν ἀλλ’ ὡς χωρίσας αὑτὸν ἀπὸ τοῦ συνηρτημένου ζῴου καὶ ἑνώσας ἑαυτὸν πρὸς τὸ πρῶτον ἀγαθὸν καὶ τὴν ἀπ’ ἐκείνου κατιοῦσαν εἰς αὐτὸν ἔλλαμψιν. τοῦτο γάρ ἐστι τὸ νοερῶς ζῆν, τὸ ἀναφυγεῖν ἀπὸ
5τῆς περὶ τὴν ὕλην πτοίας ἐπὶ τὴν νοερὰν ἀκρώρειαν. καὶ ὅσον, φησί, δια‐ φέρει ὁ ἐν ἡμῖν νοῦς τοῦ συνθέτου τούτου, τοῦ ἐκ ψυχῆς καὶ σώματος, τοσοῦτον καὶ ἡ νοερὰ ἐνέργεια αὐτοῦ τῆς πολιτικῆς εὐδαιμονίας. ἄλλην γὰρ ἀρετὴν τὴν πολιτικὴν εἶπεν εὐδαιμονίαν. εἰ δὴ θεῖον ὁ νοῦς πρὸς τὸν ἄνθρωπον, τουτέστιν εἰ ὁ ἄσχετος νοῦς καὶ ἀνεπίστροφος θειότερός
10ἐστι τοῦ ἐν σχέσει καὶ πρὸς τὴν ὕλην ῥέποντος, καὶ ὁ βίος αὐτοῦ, ἡ κατὰ νοῦν ἐνέργεια, θειοτέρα τῆς ἀνθρωπίνης ζωῆς, τῆς πολιτικῆς εὐδαιμονίας.
12nΟὐ χρὴ δὲ κατὰ τοὺς παραινοῦντας ἀνθρώπινα φρο‐
13nνεῖν ἄνθρωπον ὄντα.
14Τινὲς μὲν Θεόγνιδός φασιν εἶναι τὴν γνώμην ταύτην, οἱ δὲ Σόλωνος.
15ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· εἰ μὲν ὁ κυρίως καὶ μάλιστα καὶ ὄντως ἄν‐ θρωπος ἦν ὁ συμπληρούμενος διὰ λόγου καὶ τῶν προκειμένων αὐτῷ, δίκαιον ἦν πείθεσθαι τοῖς λέγουσι δεῖν ἀνθρώπινα φρονεῖν καὶ ἐν τῇ πολι‐ τικῇ ἐμμένειν εὐδαιμονίᾳ. ἐπεὶ δ’ οὐ τοῦτο τὸ σύνθετόν ἐστιν ὁ ἀληθὴς ἄνθρωπος ἀλλὰ τὸ ἐν ἡμῖν θειότατον, ὁ νοῦς, δεῖ μὴ πείθεσθαι ἀλλ’
20ἀπαθανατίζειν ἑαυτούς, ἤτοι χωρίζειν ἀπὸ τῆς πρὸς τὸ θνητὸν ζῷον ἐμ‐ παθείας καὶ ἀπαθανατίζειν καὶ ἐξομοιοῦν ἑαυτοὺς τοῖς ἀθανάτοις, ταῖς νοη‐ ταῖς δηλαδὴ καὶ νοεραῖς ὑπάρξεσιν. ἡ γὰρ τῷ ὄντως ἀνθρώπῳ πρέπουσα εὐδαιμονία ἡ πρὸς θεόν ἐστιν ὁμοίωσις. ὁμοιοῦται δὲ θεῷ ὁ τῶν ἐνταῦθα ἀποστὰς καὶ τοῖς νοεροῖς ἐνδιατρίβων. ὥστε δεῖ πάντα ποιεῖν ὅσα συντελεῖ
25πρὸς τὸ ζῆν κατὰ νοῦν, ὅς ἐστι τὸ ἀκρότατον καὶ κράτιστον καὶ θειότατον τῶν ἐν ἡμῖν. ζῇ οὖν κατ’ αὐτόν, ὡς εἴρηται, ὁ περιλαμπόμενος ὑπὸ τῆς θείας αἴγλης ὑπερφρονήσας τῶν ἔξω καὶ ἀπολύσας καὶ ἐλευθερώσας 〈ἑαυ‐ τὸν〉 ἀπὸ τῆς ἀσχέτου καὶ ἀκαθέκτου πρὸς τὸ σῶμα ῥοπῆς. εἰ γὰρ τῷ ὄγκῳ σμικρόν ἐστι, δυνάμει καὶ τελειότητι πολὺ μᾶλλον ὑπερ‐
30έχει. τὸ σμικρὸν τῷ ὄγκῳ ταὐτόν ἐστι τῷ ἀμεγέθες. τὸ δὲ λεγόμενον τοιοῦτον ἂν εἴη· οὐ χρὴ τὸ ἐν ἡμῖν θειότατον ὥς τι τῶν τυχόντων νομί‐ ζειν οὐδ’ εἰς τὴν ἀμέρειαν αὐτοῦ ἀφορᾶν καὶ παρορᾶν καὶ καταφρονεῖν
ὡς εὐτελοῦς αὐτοῦ. οὐ γὰρ ὄγκῳ καὶ μεγέθεσιν ὁρίζειν χρὴ τὸ τίμιον καὶ591

592

τὸ δυνατόν, ἀλλ’ ἐν τῇ ἀμερείᾳ μᾶλλον καὶ τῷ ἀσωμάτῳ. τιμιώτεραι γὰρ καὶ δυνατώτεραι ἀσυγκρίτως αἱ νοεραὶ καὶ ἀσώματοι οὐσίαι πάσης σωμα‐ τικῆς φύσεως.
4nΔόξειε δ’ ἂν εἶναι καὶ ἕκαστον εἶναι τοῦτο.
5 Ὥσπερ πόλις κυρίως ἐστὶ καὶ λέγεται τὸ κρατοῦν καὶ ἄρχον, οἷον ἐν μὲν τῇ δημοκρατουμένῃ ὁ δῆμος (οὗτος γὰρ ἐν αὐτῇ τὸ κύριον) καὶ ἐν τῇ βασιλευομένῃ πόλις πάλιν ὁ βασιλεύς ἐστι καὶ λέγεται καὶ ἐν τῇ τυ‐ ραννουμένῃ ὁ τύραννος, οὕτω καὶ ἄνθρωπος κυρίως ἐστὶν ὁ ἐν ἡμῖν νοῦς καὶ ἔστι κυρίως ὁ Ἀριστοτέλης καὶ Πλάτων ὁ τοῦ Ἀριστοτέλους νοῦς καὶ
10ὁ τοῦ Πλάτωνος, ὅτι τὸ ἐν ἑκάστῳ κύριον ὁ ἐν ἑκάστῳ νοῦς ἐστι καὶ τὸ ἄμεινον καὶ βέλτιστον. εἰ οὖν τοῦτο ἀληθὲς καὶ τὸ μακάριον ἡμῶν ἵδρυται ἐν τῷ νῷ [βίῳ] καὶ τῇ ζωῇ αὐτοῦ, τῇ θεωρίᾳ, τί δεῖ παρέντας τὸν οἰκεῖον βίον, τὸ οἰκεῖον ἀγαθόν, ἐπιδιώκειν τινὸς ἄλλου βίον, οἷον τὸν τοῦ πολιτικοῦ ἢ τοῦ ἀπολαυστικοῦ; τὸ λεχθέν τε πρότερον ἁρμόσει καὶ
15νῦν· τὸ γὰρ οἰκεῖον τῇ φύσει κράτιστον. ὅτι τὸ ᾠκειωμένον ἑκάστου τῇ φύσει κράτιστον καὶ ἄριστον καὶ ἥδιστόν ἐστιν ἐκείνῃ, εἴρηται πρότερον, ὅτε περὶ ἡδονῆς ἔλεγεν ἐν τῷ παρόντι βιβλίῳ, καὶ ἡμεῖς ἐκεῖσε περὶ τούτου εἴπομεν τὰ δυνατὰ ἡμῖν. δῆλον δὲ πάντως, ὅτι τὸ οἰκεῖον τῇ τοῦ ἵππου φύσει κράτιστόν ἐστι τῇ ἱππείᾳ φύσει καὶ φίλον· ὁμοίως καὶ
20τὸ τῇ τοῦ βοὸς φύσει ἥδιστόν ἐστι καὶ σωστικὸν τῇ τοῦ βοὸς φύσει καὶ τελειωτικόν. ἀλλὰ περὶ τούτων εἴρηταί μοι ἐν ἐκείνοις καὶ οὐ δεῖ παλιλ‐ λογεῖν. δῆλον δ’ ὡς καὶ τὸ οἰκεῖον τῇ τοῦ ἀληθινοῦ ἀνθρώπου φύσει, κράτιστόν ἐστιν αὐτῇ καὶ ἄριστον καὶ ἥδιστον, καὶ τοῦτο προσήκει ζητεῖν καὶ εὑρίσκειν, καὶ εὑρόντα σταθηρῶς καὶ ἀκλινῶς ἐμμένειν αὐτῷ, τὰ δ’
25ἄλλα χαίρειν ἐᾶν. ὅτι δὲ τῷ ἀληθινῷ, τῷ νοῒ ἡμῶν, ἡ νοερὰ ζωὴ καὶ ὁ θεωρητικὸς βίος ἐστὶν οἰκειότατον, πολλάκις ἠκούσαμεν. εἰ δὲ ὁ οἰκειό‐ τατος αὐτῷ βίος ὁ θεωρητικός ἐστιν, ὁ ἄρα κατ’ αὐτὸν ζῶν εὐδαιμονέστα‐ τός ἐστιν, ὁ δὲ κατὰ τὴν ἠθικὴν καὶ πραγματικὴν δεύτερος καὶ μετ’ ἐκεῖ‐ νον, διότι καὶ αἱ κατὰ τὴν ἠθικὴν ἀρετὴν ἐνέργειαι ἀνθρωπικαί εἰσι καὶ
30τοῦ πολιτικοῦ εὐδαίμονος.
31nΔίκαια γὰρ καὶ ἀνδρεῖα καὶ τὰ ἄλλα τὰ κατὰ τὰς ἀρε‐
32nτὰς πρὸς ἀλλήλους πράττομεν.
33Εἰπὼν ὅτι αἱ κατὰ τὰς ἠθικὰς ἐνέργειαι ἀνθρωπικαί εἰσι (τοῦ συν‐592

593

θέτου γάρ εἰσιν ἀνθρώπου ἐκ ψυχῆς καὶ σώματος) τοῦτο διὰ τούτων συνίστησι, λέγων ὅτι καὶ τὰ δίκαια καὶ τὰ ἀνδρεῖα καὶ τὰ ἄλλα τὰ ἐν συναλλάγμασι καὶ χρείαις πρὸς ἀλλήλους πράττομεν, διατηροῦντες ἐν τοῖς πάθεσι τὸ πρέπον. τὰ δὲ πάθη, οἷον ἡδοναὶ καὶ λῦπαι, τοῦ συνθέτου
5ἐκ ψυχῆς καὶ σώματος, ὥστε καὶ αἱ κατὰ τὰς ἠθικὰς ἀρετὰς ἐνέργειαι περὶ ἡδονὰς καὶ λύπας, ὡς μεμαθήκαμεν, οὖσαι τὸ πρέπον αὐταῖς ἐπάγουσαι καὶ ὅρον αὐταῖς ἐπιτιθεῖσαι τοῦ συνθέτου ἂν εἶεν, ὥστε καὶ ἀνθρωπικαί. ὅτι δὲ αἱ ἠθικαὶ ἀρεταὶ μετροῦσι τὰ πάθη, καὶ τοῦτο ἔμπροσθεν ἐμάθο‐ μεν. ἀπὸ μὲν γὰρ τῆς ἀνδρείας ὁρμῶμεν ἐπὶ τὰ ἀνδρεῖα καὶ θαρροῦμεν
10ὅπου δεῖ, καὶ φεύγομεν τὰ φοβερὰ ὅτε δεῖ καὶ ὅπως δεῖ, καὶ ὅλως με‐ τροῦμεν δι’ αὐτῆς τοὺς φόβους καὶ τὰ θάρρη, ἀπὸ δὲ τῆς σωφροσύνης τὰς δι’ ἁφῆς λύπας καὶ ἡδονάς, καὶ τὰς μὲν αἱρούμεθα καὶ διώκομεν, τὰς δὲ φεύγομεν. ὅτι δὲ καὶ ἡ ἐλευθεριότης καὶ ἡ μεγαλοπρέπεια μετρεῖ τὰς πράξεις, ἃς διὰ δόσεως καὶ λήψεως χρημάτων ἐνεργοῦμεν, οὐκ ἀγνο‐
15οῦμεν, εἴ τι μεμνήμεθα τῶν περὶ ἐλευθεριότητος καὶ μεγαλοπρεπείας εἰρη‐ μένων τῷ φιλοσόφῳ τούτῳ. ἐμάθομεν δὲ καὶ τὴν μεγαλοψυχίαν καὶ φιλοτιμίαν ἐν τῇ συμμετρίᾳ καὶ κατ’ ἀξίαν τῶν τιμῶν αἱρέσει τὸ εἶναι ἔχειν, πρὸς δὲ τούτοις ὅτι καὶ ἡ μὲν πραότης ἐστὶν ἐπὶ τῷ τῆς ὀργῆς συμμέτρῳ, ἡ δὲ δικαιοσύνη σωστικὴ τῆς κοινωνίας ἡμῖν, φύσει οὖσι
20πολιτικοῖς. εἰ δὲ ταῦθ’ οὕτως ἔχει, πᾶσαι αἱ κατ’ ἀρετὴν ἐνέργειαι καὶ ποιήσεις ἀνθρωπικαί εἰσι παὶ δεύτεραι τῶν λογικῶν ἀρετῶν. ἔτι εἰ ἀγα‐ θὸς ἄνθρωπος λέγεται καὶ ἔστιν ὁ μήτε ἐν τοῖς πάθεσιν ἄμετρος μήτ’ ἐν ταῖς περὶ ταῦτα πράξεσιν ἀόριστος, εἴη ἂν καὶ οὕτω καταφανὲς τὸ τὴν ἠθικὴν ἀρετήν, ἧς ἀγαθοὶ λεγόμεθα, καὶ τὰς κατ’ αὐτὴν πράξεις ἀνθρω‐
25πικὰς ὑπάρχειν, εἴ γε τὰ πάθη, ὡς εἴρηται, τοῦ συνθέτου εἰσίν.
26nἜνια δὲ καὶ συμβαίνειν ἀπὸ τοῦ σώματος δοκε, καὶ
27nπολλὰ συνῳκειῶσθαι τοῖς πάθεσιν ἡ τοῦ ἤθους ἀρετ.
28 Καὶ διὰ τούτων τὸ αὐτὸ δεικνύει, λέγω δὴ τὸ τὰς ἠθικὰς ἀρετὰς καὶ τὰς κατ’ αὐτὰς ἐνεργείας ἀνθρωπικὰς εἶναι. εἰσὶ γάρ, φησί, τινὲς φύσει
30σώφρονες καὶ ἀνδρεῖοι καὶ δίκαιοι· τοῦτο δ’ αὐτοῖς ὑπάρχει ἀπὸ τοῦ σώ‐ ματος, ἤτοι ἀπὸ τῆς ποιᾶς τοῦ σώματος κράσεως καὶ τῆς τῶν στοιχείων τοῦ σώματος συνδρομῆς καὶ συμπήξεως, ὥστε τοῦ συνθέτου εἰσὶ καὶ αἱ ἀπ’ αὐτῶν ἐνέργειαι. εἰπὼν δὲ ἔνια δὲ καὶ συμβαίνειν ἀπὸ τοῦ σώματος δοκε, ἐπήγαγε καὶ πολλὰ συνῳκειῶσθαι τοῖς πάθεσιν
35ἡ τοῦ ἤθους ἀρετ. ὥσπερ γὰρ οὐ πᾶσα ἡδονή, ὡς δέδεικται, πρό‐ τερον οὐ πάσῃ ἐνεργείᾳ ᾠκείωτο ἀλλὰ τῶν διαφόρων καὶ ἑτέρων τῷ εἴδει ἐνεργειῶν καὶ αἱ ἐπ’ αὐταῖς ἡδοναὶ ἕτεραι τῷ εἴδει οὖσαι ἐδείχθησαν,
οὕτω καὶ τοῖς πάθεσι, ταῖς ἡδοναῖς καὶ λύπαις, ἄλλοις ἄλλαι τῶν ἀρετῶν593

594

συνῳκείωνται. τῇ μὲν γὰρ ἑπομένῃ ἡδονῇ ταῖς δόσεσιν οἷς δεῖ οὐ πᾶσα ἀρετὴ ᾠκείωται, ἀλλ’ ἡ ἐλευθεριότης, καὶ τῇ ἑπομένῃ ἡδονῇ ταῖς κατὰ τὴν γεωμετρίαν ἀναλόγοις διανομαῖς οἰκεία ἀρετή ἐστιν ἡ δικαιοσύνη, ἀλλ’ οὐχὶ ἡ σωφροσύνη ἢ ἀνδρεία. εἰ δὴ αἱ ἠθικαὶ ἀρεταὶ τοῖς πάθεσιν ᾠκεί‐
5ωνται, τὰ δὲ πάθη ἀνθρωπικά, καὶ αἱ ἠθικαὶ ἄρα ἀρεταὶ τοῦ συνθέτου εἰσὶ καὶ οὐ τοῦ ὄντως ἀνθρώπου.
7nΣυνέζευκται δὲ καὶ ἡ φρόνησις τῇ τοῦ ἤθους ἀρετῇ
8nκαὶ αὕτη τῇ φρονήσει.
9Δείξας τὰς ἠθικὰς ἀρετὰς ἀνθρωπικὰς οὔσας, δείκνυσι καὶ τὴν φρό‐
10νησιν (αὕτη γὰρ ἀρετὴ οὖσα τοῦ λογιστικοῦ μέρους τῆς ψυχῆς δόξειεν ἂν εἶναι τοῦ νοῦ ἀρετὴ καὶ οὐ τοῦ συνθέτου), δείκνυσι δὴ καὶ ταύτην ὅτι μὴ τοῦ ὄντως ἀνθρώπου ἐστὶν ἀρετή, ἀλλὰ τοῦ συνθέτου. ὃ δὲ λέγει, δῆλον ἔσται ἀναμνήσασιν ἡμᾶς αὐτοὺς τῶν 〈ἐν〉 ἄλλοις ἀποδεδειγμένων. δέδεικται δὲ ὅτι ἀντακολουθοῦσιν αἱ ἀρεταί, καὶ ἐν ᾧ ἂν μία τις ἐξ αὐτῶν ἐστιν,
15ἐξ ἀνάγκης ἐκείνῳ καὶ αἱ λοιπαὶ ἕπονται καὶ οὐκ ἐνδέχεται ἀνδρεῖον ὄντα τὴν ἠθικὴν ἀνδρείαν μὴ καὶ σώφρονα εἶναι καὶ φρόνιμον καὶ δίκαιον, ἢ σώφρονα ὄντα μὴ εἶναι καὶ δίκαιον καὶ ἀνδρεῖον καὶ φρόνιμον, ἢ φρόνιμον ὄντα μὴ τὰ δίκαια βούλεσθαι καὶ αἱρεῖσθαι καὶ τὰ σωφρονικὰ καὶ ἀνδρεῖα· ἀλλ’ ὃς ἂν ᾖ φρόνιμος, οὗτος εὐθὺς καὶ δίκαιός ἐστι καὶ σώφρων, καὶ ὁ
20δίκαιος φρόνιμος καὶ ἀνδρεῖος καὶ σώφρων. ἐπεὶ τοίνυν ἀντακολουθεῖν δέ‐ δεικται τὰς ἀρετὰς καὶ συνεζευγμένη ἐστὶν ἡ φρόνησις τῇ τοῦ ἤθους ἀρετ, τουτέστιν τῇ ἠθικῇ ἀρετῇ, καὶ ἡ ἠθικὴ ἀρετὴ τῇ φρονήσει καὶ ἀλλήλαις, καὶ οὐκ ἐνδέχεται χωρίζεσθαι ἀπ’ ἀλλήλων, εἰσὶ δὲ αἱ ἠθικαὶ ἀρεταὶ ἀνθρωπικαί, εἴη ἂν καὶ ἡ φρόνησις τοῦ συνθέτου. ἡ μὲν τῶν λε‐
25γομένων διάνοια αὕτη· κατὰ δὲ τὴν λέξιν εἰπὼν ὅτι συνέζευκται δὲ καὶ ἡ φρόνησις τῇ τοῦ ἤθους ἀρετῇ καὶ αὕτη τῇ φρονήσει, τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν εἴπερ αἱ μὲν τῆς φρονήσεως ἀρχαὶ κατὰ τὰς ἠθικάς εἰσιν ἀρετάς. λέγει δὲ ἀρχὰς τὰ τελικὰ αἴτια, ὧν ἕνεκα πράττομέν τινα καὶ ποιοῦμεν. ὡς γὰρ ἰατροῦ τελικὸν αἴτιον καὶ τὸ
30οὗ ἕνεκα πάντα ποιεῖ καὶ πράττει, ὅσα ποιεῖ καὶ πράττει, ὑγίεια, καὶ οἰ‐ κοδόμου ἀρχὴ τελικὴ ἡ οἰκία καὶ στρατηγοῦ νίκη, σώφρονός τε ἡ τῶν παθῶν συμμετρία, οὕτω καὶ τῆς φρονήσεως, ὡς δέδεικται ὅτε περὶ ταύτης ἔλεγεν, οἱ κατὰ τὰς ἠθικὰς ἀρετὰς ὀρθοὶ σκοποὶ τέλη εἰσὶ καὶ αἴτια τῶν πραττομένων ἐκείνων ἕνεκα. ἔστι γὰρ ἡμῖν ἀπὸ τῆς ἠθικῆς ἀρετῆς τὸ
35ὀρθοδοξεῖν περὶ τὰ τέλη· τὸ γὰρ ὀρθῶς δοξάζειν ὅτι τόδε τι ἀγαθόν ἐστιν,
οἷον τὸ μὴ ἀδικεῖν, τὸ τιμᾶν τόνδε τινά, τὸ ποιεῖν τὰ συμφέροντα τῇ πό‐594

595

λει, καὶ τόδε μέν ἐστι συμφέρον καὶ τόδε δίκαιον καὶ ποιητέον, τόδε δὲ ἀσύμφορον καὶ ἄδικον καὶ φευκτέον· τὸ γοῦν ὀρθῶς περὶ ταῦτα δοξάζειν καὶ μὴ ἀπατᾶσθαι μηδὲ νομίζειν τὸ μὴ ἀγαθὸν ὡς ἀγαθὸν ἀπὸ τῶν ἠθικῶν ἡμῖν ἀρετῶν πρόσεστιν, ἀπὸ δὲ τῆς φρονήσεως ἡ εὕρεσις τῆς ὕλης καὶ τῶν
5ὀργάνων καὶ πράξεων καὶ ποιήσεων, δι’ ὧν ὁ ὀρθὸς σκοπὸς καὶ τὸ τέλος γενήσεται. ἐπεὶ οὖν ἡ μὲν ἠθικὴ ἀρετὴ τοὺς ὀρθοὺς σκοποὺς ὑποδεικνύει, ἡ δὲ φρόνησις τὰ συντελοῦντα πρὸς τὴν τούτων λῆψιν καὶ ἐπιτυχίαν ἀνευρίσκει, συνεζευγμέναι ἂν εἶεν. ταῦτα μὲν οὕτως. ἔχει δὲ ἀσάφειαν 〈ἡ λέξισ〉 διὰ τὸ ἐλλιπὲς εἶναι, ἡ λέγουσα τὸ δ’ ὀρθὸν τῶν ἠθικῶν
10κατὰ τὴν φρόνησιν. εἴη δ’ ἂν τὸ πλῆρες τοιοῦτον· τὸ δ’ ὀρθὸν τέλος, ὅπερ ἡμῖν ὅτι ὀρθὸν καὶ ἀγαθὸν γνώριμόν ἐστιν ἀπὸ τῆς ἠθικῆς ἀρετῆς (ἀπὸ γὰρ ταύτης γνωρίζομεν, ὅτι ὀρθόν ἐστι), τοῦτο δὲ τὸ ὀρθὸν τέλος κατὰ τὴν φρόνησιν, τουτέστιν ἀπὸ τῆς φρονήσεως, ἐπικτώμεθα. ἡ φρό‐ νησις γὰρ ἡμῖν δεικνύει τὰ πρὸς ἐκεῖνο φέροντα. ἀλλὰ καὶ τὸ τῆς λέξεως
15τὸ συνηρτημέναι δὲ αὐταῖς καὶ τοῖς πάθεσι τοιοῦτόν ἐστι· συνε‐ ζευγμέναι οὖσαι αἱ ἀρεταὶ τῇ φρονήσει καὶ ἡ φρόνησις ταῖς ἀρεταῖς καὶ οὐ μόνον ἀλλήλαις συνεζευγμέναι ἀλλὰ καὶ τοῖς πάθεσιν, ἃ δὴ πάθη ἀν‐ θρωπικὰ καὶ τοῦ συνθέτου εἰσίν, ἀνθρωπικαὶ καὶ αὗται ἂν εἶεν, ἥ τε φρό‐ νησις καὶ αἱ ἀρεταί, καὶ ὁ βίος δὴ καὶ ἡ ζωὴ ἡ κατὰ τὰς ἠθικὰς ἀρετὰς
20καὶ τὴν φρόνησιν ἀνθρωπική ἐστι· τοῦ συνθέτου γάρ. ὁ δὲ τοῦ νοῦ βίος τοῦ ἀληθινοῦ καὶ ὄντως ἀνθρώπου καὶ ἡ νοερὰ ζωὴ κεχωρισμένη ἐστὶ τῶν τοῦ συνθέτου παθῶν, ὥστε ἡ κατὰ τὴν νοερὰν ζωὴν τοῦ ἀλη‐ θινοῦ ἀνθρώπου εὐδαιμονία ἑτέρα ἂν εἴη τῆς πολιτικῆς εὐδαιμονίας. τὸ δὲ διακριβῶσαι δὲ μεῖζον τοῦ προκειμένου εἴρηκεν αἰνιττόμενος,
25ὅτι τῷ θεολόγῳ προσήκει περὶ αὐτῶν λέγειν. τῶν πρός τι γὰρ ὁ νοῦς (τῶν νοητῶν γάρ), ὡς καὶ ἡ αἴσθησις τῶν αἰσθητῶν, τῶν δὲ πρός τι ἡ αὐτὴ ἐπιστήμη, τὸ δὲ περὶ νοητῶν λέγειν θεολογίας ἐστίν, ὥστε καὶ περὶ νοῦ ἐκείνης.
29nΔόξειε γὰρ καὶ τῆς ἐκτὸς χορηγίας ἐπὶ μικρὸν ἢ ἔλατ‐
30nτον δεῖσθαι τῆς ἠθικῆς.
31 Τὴν πολιτικὴν εὐδαιμονίαν διὰ τῆς ἠθικῆς ἐδήλωσε. τὸ δ’ ἐπὶ μι‐ κρὸν ταὐτόν ἐστι τῷ παντάπασιν ὀλίγης δεῖσθαι τῆς ἐκτὸς χορηγίας. εἰ δὲ μὴ πάντῃ, φησί, παντελῶς σμικρᾶς, ἀλλ’ οὖν οὐκ ἐπίσης τῷ πολιτικῷ εὐδαίμονι χρῄζει τῶν ἐκτός· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἢ π’ ἔλαττον
35δεῖσθαι τῆς πολιτικῆς. οὐ γὰρ ὥσπερ ἡ πολιτικὴ πολλῶν χρῄζει τῶν
ἐκτός, οὕτω καὶ ἡ θεωρητικὴ εὐδαιμονία, ἀλλ’ ἧττον πολὺ δεῖται τῶν τοι‐595

596

ούτων. τῶν μὲν γὰρ ἀναγκαίων, ὡς πρότερον εἴρηται (καὶ εἴρηται μοι ἐκεῖ τὸ διὰ τί), ἐπίσης ἀμφότεροι χρῄζουσιν, εἰ καὶ μᾶλλον τοῦ θεω‐ ρητικοῦ ὁ πολιτικὸς διαπονεῖται περὶ τὰ ἀναγκαῖα καὶ ὅσα τοῖς ἀναγκαίοις ὅμοια μηδὲ πόρρω καθέστηκε. μικρόν τι γὰρ ἐπὶ τὸ πλέον τῶν ἀναγκαίων
5ἐκκλίνει ὁ πολιτικός. πρὸς μὲν τὴν τῶν ἀναγκαίων χρείαν ὀλίγον τι διαλλάτ‐ τουσιν οὗτοι, πρὸς δὲ τὰς οἰκείας ἐνεργείας πολὺ καὶ ὅσον σχεδὸν τὸ ὂν τοῦ μὴ ὄντος. ὁ μὲν γὰρ θεωρητικός, ὡς πρὸς τὸ κατὰ νοῦν ἐνεργεῖν καὶ τοῖς νοητοῖς ἐνδιατρίβειν οὐδενὸς χρῄζει, ὥσπερ οὐδὲ τῇ ὑγιαινούσῃ ὄψει πρὸς τὸ ὁρᾶν τάδε τὰ γράμματα φωτὸς παρόντος χρεία τινός ἐστιν ἀλλ’
10ἢ μόνον ἆραι τὰ βλέφαρα, εἰ τύχοι κεκλεισμένα ὄντα, οὕτως οὐδὲ τοῦ θεω‐ ρητικοῦ τινός ἐστι χρεία πρὸς ἐπίβλεψιν καὶ ἐπαφὴν τῆς νοητῆς διακοσμή‐ σεως, τῷ δὲ πολιτικῷ ὡς μὲν ἐλευθερίῳ χρεία χρημάτων, εἰ μέλλει πράττειν τὰ ἐλευθέρια· ὁμοίως καὶ ὁ δίκαιος χρημάτων δεῖται, ὅπως ἀπο‐ δοίη τὸ κατ’ ἀξίαν ἑκάστῳ. ἀπὸ γὰρ τῶν πράξεων γνωρίζεται ὁ δίκαιος
15καὶ ὁ ἐλευθέριος, οὐ μὴν ἐκ τοῦ λέγειν, ὅτι ‘βούλομαι τὰ δίκαια πράττειν καὶ τὰ ἐλευθέρια.‘ πράττειν δὲ χωρὶς τῶν οἰκείων ταῖς πράξεσιν ὀργά‐ νων ἀμήχανον. ὄργανα δὲ οἰκεῖα τῷ δικαίῳ καὶ ἐλευθερίῳ ὡς δικαίῳ καὶ ἐλευθερίῳ τὰ χρήματα. ὡς δ’ ἀνδρεῖος δεῖται παρουσίας πολεμίων, ὡς δὲ φρόνιμος πάλιν ἑτέρων. εἰπὼν δὲ αἱ γὰρ βουλήσεις ἄδηλοι,
20τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν προςποιοῦνται δὲ καὶ οἱ μὴ δίκαιοι βούλεσθαι δικαιοπραγεῖν, οὓς οὐκ ἂν εἴποιμεν δικαίους διὰ τὴν τοῦ βούλεσθαι προσποίησιν. ὅτι δὲ καὶ ὁ σώφρων τινῶν δεῖται, δῆλον· ἐλευ‐ θέριος γὰρ μάλιστα. ὁ γὰρ σωφρονῶν ὑπὸ παιδαγωγῷ τεταγμένος ἢ ἄλλῳ τινί, ὃν φοβούμενος ἢ αἰδούμενος ἀπέχεται τῶν ἐκ τῆς ἁφῆς ἡδονῶν, οὔ‐
25πω δῆλός ἐστιν, εἰ σώφρων ὄντως ἐστίν.
26nἈμφισβητεῖται δὲ πότερον κυριώτερον τῆς ἀρετῆς ἡ
27nπροαίρεσις ἢ αἱ πράξεις.
28 Εἰπὼν ὅτι ἀπὸ τῶν πράξεων γνωρίζονται ὁ σώφρων, ὁ ἀνδρεῖος, ὁ δίκαιος, ὁ φρόνιμος, ἐπειδὴ πολλοὶ σωφρονοῦσιν ἵνα τύχωσι, φέρε εἰπεῖν,
30ἀρχιερωσύνης, ἄλλοι δὲ δικαιοπραγοῦσιν, ἵνα τύχωσιν ἀρχῆς πολιτικῆς, καὶ ἕτεροι δι’ ἄλλο τι μὴ ὄντες κατὰ ἀλήθειαν σώφρονες ἢ δίκαιοι, ἐλείπετο δὲ ἐναρέτους εἶναι τοὺς βουλομένους τὰ ἀνδρεῖα καὶ σωφρονικά, ὅπερ μό‐ νον τοῦτο οὐκ ἀρκεῖ, ἠμφισβητεῖτο δικαίως. καὶ οἱ μὲν τῇ βουλήσει
ὥριζον τὴν 〈ἀρετὴν〉 καὶ σπουδαῖον ἔλεγον τὸν βουλόμενον, οἱ δὲ τῇ πρά‐596

597

ξει, δέον ἀμφότερα συμμῖξαι, ὡς ἐν ἀμφοῖν οὔσης τῆς ἀρετῆς. δίκαιος γὰρ ὄντως ἐστὶν ὁ βουλόμενος καὶ πράττων τὰ δίκαια, καὶ σώφρων ὡσαύ‐ τως καὶ ἀνδρεῖος. εἰ οὖν ἐν ἀμφοῖν ἡ ἀρετή, πρὸς δὲ τὸ πράττειν χρη‐ μάτων χρεία, δεήσει ἄρα καὶ τῷ δικαίῳ καὶ τῷ ἐλευθερίῳ χρημάτων,
5καὶ ὅσῳ ἂν μείζους αἱ πράξεις ὦσι καὶ καλλίους, τοσούτῳ χρεία πλειόνων αὐτῷ. τῷ δὲ θεωρητικῷ οὐ μόνον οὐ συντελοῦσι πρὸς τὸ ἐνεργεῖν ἀλλὰ καὶ μᾶλλον ἐμπόδιον τυγχάνουσιν ὄντα. πρὸς μὲν γὰρ τὴν κατὰ νοῦν ἐνέργειαν ἀνενδεής ἐστιν, ἐπεὶ δὲ ἄνθρωπός ἐστιν, ἤτοι ἐπειδὴ ἔτι συνήρτηται αὐτῷ τὸ σῶμα καὶ ἀνθρώποις συζῇ, δεήσεται καὶ τούτων
10πρὸς τὸ ἀνθρωπεύεσθαι, ἤτοι τὰ καθήκοντα πράττειν πρὸς τοὺς φοι‐ τῶντας εἰς αὐτόν.
12nἩ δὲ τελεία εὐδαιμονία ὅτι θεωρητική τίς ἐστιν ἐνέρ‐
13nγεια, καὶ ἐντεῦθεν ἂν φανείη.
14Καὶ ταῦτα δεικτικά ἐστι τοῦ ὅτι ἡ τελεία εὐδαιμονία ἐν τῇ τῶν ἀρί‐
15στων ἵσταται γνώσει. ἄριστα δὲ ὅτι τὰ θεῖά ἐστι, πρὸς ἁπάντων ἀνωμο‐ λόγηται. εἰ οὖν τὸ μέγιστον καὶ τελειότατον ἀγαθὸν τοῖς ἀνθρώποις τὸ εὐδαιμόνως ζῆν ἐστι (τοῦτο δὲ ἐν θεωρίᾳ ὂν δέδεικται καὶ διὰ τῶν προ‐ κειμένων λέξεων δειχθήσεται), ἡ τελεία εὐδαιμονία ἐν γνώσει καὶ θεωρίᾳ τῶν ἀρίστων εἴη ἄν, ἀλλ’ οὐκ ἐν πράξει καὶ ποιήσει ὡς ἡ πολιτική.
20δείκνυσι δὲ τοῦτο τὸν τρόπον τοῦτον· ἐν ᾧ τῷ θείῳ τὸ εὐδαιμονεῖν καὶ ἡ μακαριότης ἐστίν, ἐν τούτῳ καὶ ἡμῖν, ὡς δυνατὸν τοῦτο. τῷ δὲ θεῷ τὸ εὐδαιμονεῖν καὶ ἡ μακαριότης ἐν θεωρίᾳ, καὶ ἡμῖν ἄρα τὸ κυρίως εὐδαι‐ μονεῖν ἐν θεωρίᾳ. ὅτι δὲ ἐνέργεια θεοῦ καὶ μακαριότης ἐν θεωρίᾳ καὶ οὐ πράξει ἢ ποιήσει, δέδεικται μὲν φιλοσόφως ἐν τῷ Λ τῶν Μετὰ τὰ
25φυσικά, δείκνυσι δὲ καὶ νῦν ἐνδόξως λέγων ‘πάντες ὑπειλήφαμεν καὶ πιστεύομεν τὸ θεῖον ζῆν καὶ ἐνεργεῖν‘. πᾶσα δὲ ἐνέργεια ἢ πρακτικὴ ἢ ποιητικὴ ἢ θεωρητική. εἰ οὖν μήτε πράττει μήτε ποιεῖ τὸ θεῖον ἐνερ‐ γοῦν, λείπεται τὸ τρίτον ἡ θεωρία. ἀλλὰ μὴν κρατίστη καὶ ἀρίστη καὶ ἀκροτάτη ἡ τοῦ θεοῦ ἐνέργεια καὶ ἡ συγγενὴς ἄρα ἡμῶν ἐνέργεια τῇ τοῦ
30θεοῦ ἐνεργείᾳ ἀρίστη καὶ ἀκροτάτη καὶ τελεία ἡ θεωρία ἐστίν. ὅτι δὲ ἡ τοῦ θεοῦ ἐνέργεια οὐκ ἐν πράξει οὐδὲ ἐν ποιήσει ἢ ἐν πολιτικῇ εὐδαιμο‐ νίᾳ ἀλλὰ θεωρίᾳ ἐστί, δείκνυσι λέγων· αἱ ἠθικαὶ ἀρεταὶ πᾶσαι τῶν πα‐ θῶν εἰσιν, ὡς δέδεικται, μετρηταί· τὰ δὲ πάθη οὔκ εἰσιν ἐν θεῷ, ὥστε οὐδὲ αἱ ἠθικαὶ ἀρεταί· οὐδὲ δεῖται αὐτῶν, ὥστε οὐδὲ κατὰ τὴν πολιτικὴν
35εὐδαιμονίαν εὐδαίμων ἐστί. τί γὰρ ἂν δέοιτο τὸ θεῖον δικαιοσύνης; εἰ γὰρ δικαιοσύνη ἐστὶ τὸ κατὰ ἀναλογίαν ἀνταλλάττεσθαι καὶ ἀμοιβὰς ποιεῖσθαι τάς τε παρακαταθήκας ἀποδιδόναι, γελοῖον ἂν φανείημεν ἡμεῖς τε καὶ ἐκεῖ‐
νος, ἡμεῖς μέν, εἰ τοιαῦτα περὶ θεοῦ ὑπολαμβάνοιμεν, ἐκεῖνος δέ, εἰ τοι‐597

598

ούτοις ἐνασχολεῖται. τί δ’ ἂν δέοιτο ἀνδρείας, ᾧ μηδέν ἐστι δεινὸν μηδὲ φοβερόν; τί δὲ ἐλευθεριότητος; ἄτοπον γὰρ εἴ τις αὐτῷ παρεῖναι νομίζοι χρήματα καὶ νόμισμα καὶ δόσεις τούτων καὶ λήψεις, οἷς δεῖ διδόναι καὶ ἀφ’ ὧν λαμβάνειν. τί δὲ σώφρων ἐστίν; ἢ βαρὺς καὶ φορτικὸς ὁ ἔπαι‐
5νος, τὸ λέγειν ὡς ἐπιθυμεῖ μέν, κρατεῖ δὲ καὶ οὐκ ἄγεται πρὸς τῆς ἐπι‐ θυμίας· μῶμος γὰρ αὐτῷ μᾶλλον καὶ οὐκ ἔπαινος τοῦτο. τί γὰρ ἂν οὕτως ἔχων διαφέρει τῶν ἐγκρατῶν καὶ καρτερικῶν; διαιροῦσιν οὖν ἡμῖν πάσας τὰς ἀρετὰς καὶ τὰς κατ’ αὐτὰς ἐνεργείας μικραὶ καὶ ἀνάξιοι φαί‐ νονται τῆς θείας φύσεως. ἀλλὰ μὴν ζῆν φαμεν τὸ θεῖον καὶ ἐνεργεῖν·
10οὐ γὰρ δὴ καθεύδειν ὡς τὸν Ἐνδυμίωνα. θεωρία ἄρα ἡ τούτου ἐστὶν ἐνέργεια μακαριότητι καὶ τιμιότητι καὶ κάλλει διαφέρουσα τῶν ἀνθρωπι‐ κῶν, ἤτοι τῶν τῆς πολιτικῆς εὐδαιμονίας ἐνεργειῶν. καὶ ἡ τοῦ ἀνθρώπου ἄρα ἐνέργεια τοῦ ἀληθινοῦ καὶ ὄντως ἀνθρώπου ἡ συγγενεστάτη τῇ τοῦ θεοῦ ἐνεργείᾳ μακαριωτάτη καὶ τελειοτάτη καὶ εὐδαιμονικωτάτη· δευτέρα
15δὲ ταύτης καὶ πολλοστὴ ἡ ἀνθρωπικὴ ἡ πολιτική.
16nΣημεῖον δὲ καὶ τὸ μὴ μετέχειν τὰ λοιπὰ ζῷα εὐδαιμο‐
17nνίας, τῆς τοιαύτης ἐνεργείας ἐστερημένα.
18 Τοιαύτην ἐνέργειαν τὴν θεωρίαν λέγει, ἤτοι τὴν νοερὰν ζωὴν καὶ γνῶσιν τῶν ἀρίστων καὶ θείων. λέγει δὲ ὡς συλλεξαμένους τὰ παραλε‐
20λειμμένα καὶ ὧν προσυπακούειν ἔξωθεν χρή, ὅτι κατὰ μὲν τὰς τῶν ἄλλων φιλοσόφων Ἐπικουρείων τε καὶ τῶν ὕστερον Στωικῶν περὶ εὐδαιμονίας ὑπο‐ λήψεις δύναταί τις εὐδαιμονίαν μεταδιδόναι καὶ τοῖς ἀλόγοις ζῴοις, κατ’ ἐμὲ δὲ καὶ Πλάτωνα καὶ τοὺς ἄλλους ὅσοι τὴν εὐδαιμονίαν ἐν νοερᾷ ζωῇ ἱστῶμεν, ἀδύνατον κατὰ ταύτην εὐδαιμονεῖν τὰ ἄλογα τῶν ζῴων, ἐστερη‐
25μένα νοῦ καὶ ζωῆς λογικῆς. ὅτι δὲ δυνατὸν κατὰ τοὺς Ἐπικούρου τροφί‐ μους καὶ τοὺς Στωικοὺς μετέχειν εὐδαιμονίας καὶ τὰ ἄλογα ζῷα, διὰ τού‐ των ἄν τις παραστήσειεν· εἰ τὸ εὐπαθεῖν εὖ ζῆν ἐστι κατ’ Ἐπίκουρον, τὸ δὲ εὖ ζῆν ταὐτόν ἐστι κατ’ Ἐπίκουρον καὶ τοὺς Στωικοὺς τῷ εὐδαιμο‐ νεῖν, τὸ εὐπαθεῖν ἄρα εὐδαιμονεῖν ἐστιν· ὑπάρχει δὲ τοῖς ἀλόγοις ζῴοις
30τὸ εὐπαθεῖν, ὥστε καὶ τὸ εὐδαιμονεῖν. πάλιν, εἰ τὸ κατὰ φύσιν διάγειν κατὰ τοὺς Στωικοὺς εὖ ζῆν ἐστι, τὸ δὲ εὖ ζῆν καὶ κατ’ αὐτοὺς καὶ κατ’ Ἐπίκουρον εὐδαιμονεῖν ἐστι, τὸ κατὰ φύσιν ἄρα διάγειν εὐδαιμονεῖν ἐστιν· ἀλλὰ μὴν ὑπάρχει τοῖς ἀλόγοις ζῴοις τὸ κατὰ φύσιν διάγειν ἀπὸ γενέσεως μέχρι τῆς ἀκμῆς· εὐδαιμονεῖν ἔστι ἄρα τὰ ἄλογα ζῷα. ὅτι δὲ τὸ εὐπα‐
35θεῖν καὶ διὰ τὸ εὐπαθεῖν τὸ εὖ ζῆν ὑπάρχει τοῖς ἀλόγοις ζῴοις, δῆλον ἀπὸ τῶν μουσικῶν ζῴων. εἰ γὰρ μὴ κατὰ φύσιν ἔζη, οὐκ ἂν ἀπεπλήρου
τὸ οἰκεῖον ἔργον ᾄδοντα συνεχέστατα. μουσικοῖς γὰρ αὐτοῖς οὖσι τὸ κατὰ598

599

φύσιν ἔργον ἐστὶν ᾠδή· τοῦτο δὲ ποιοῦντα καὶ ᾄδοντα κατὰ φύσιν ζῇ. τοῦτο δὲ ἦν τὸ εὖ ζῆν καὶ εὐδαιμονεῖν κατὰ τὴν Στοάν. ὅτι δὲ καὶ αὐτὸ τὸ ᾄδειν εὐπαθούντων ἐστί, δείκνυσιν ἡ συνεχεστάτη ἐνέργεια. οὐδὲν γὰρ τῶν ζῴων λυπούμενον οὐχ ὅτι συνεχῶς ἀλλ’ οὐδαμῶς ὅλως ᾄδει. τὸ
5γὰρ ᾄδειν οὐ λυπουμένων ἀλλ’ εὐπαθούντων ἢ κατὰ φύσιν διαγόντων ἐστί. πάλιν, εἰ τὸ εὐδαιμονεῖν ἐστι κατὰ τοὺς Στωικοὺς τὸ ἔσχατον τῆς φυσικῆς ὀρέξεως, ἐφ’ ὃ ἐλθοῦσα ἡ φύσις τὸ οὗ ἕνεκα καὶ τὸ τέλος ἔχει, οὗ τυ‐ χοῦσα πλέον οὐθὲν ἐπιποθεῖ πλὴν τοῦ κατέχειν αὐτὸ τὸ οἰκεῖον ἀγαθὸν αὐτῇ καὶ μὴ ἀπολλύναι, τοῦτο δὲ ὑπάρχει καὶ τοῖς ἀλόγοις, μετέχει ἄρα
10καὶ τὰ ἄλογα ζῷα εὐδαιμονίας. τί δ’ ἐστὶ τὸ τέλος τῆς φυσικῆς ὀρέξεως; ἢ δηλονότι ἡ ἀκμὴ οὖσα τῆς ἐπιδόσεως καὶ τῆς παρακμῆς, κινήσεων οὐσῶν ἀμφοτέρων καὶ τῆς ἐπιδόσεως καὶ τῆς παρακμῆς καὶ ἀντικειμένων ἀλλή‐ λαις, τῆς μὲν ἐπιδόσεως ὡς ἀρχῆς, τῆς δὲ παρακμῆς ὡς τέλους καὶ ὡς τῆς μὲν ἐπιδόσεως ἀγούσης εἰς τὸ ὄν, τῆς δὲ παρακμῆς ἐπὶ τὸ μὴ ὄν.
15ἀλλὰ μὴν δεῖ τῶν ἐναντίων κινήσεων εἶναί τι μεταξύ, τὴν στάσιν ἀνο‐ μοίαν οὖσαν ταῖς ἐφ’ ἑκάτερα κινήσεσι. τὸ γὰρ ἀνόμοιον τῶν κινήσεων στάσις. αὕτη δὲ ἡ στάσις ἡ μεταξὺ τῆς ἐπιδόσεως καὶ τῆς παρακμῆς λέγεται τῶν φυσικῶν γεννημάτων ἀκμὴ καὶ τέλος εἶναι τῆς φύσεως, ὃ καὶ λαβοῦσα ἡ παράγουσα φύσις τὰ φυσικὰ σώζειν πειρᾶται καὶ κατέχειν
20ὡς οἰκεῖον ἀγαθόν. ἡ δ’ ὑποκειμένη φύσις, ἡ ὕλη, ἀπόλλυσι τὸ ὅλον, οὐ στέγουσα τὴν φύσιν τὸ εἶδος. ἔστι γὰρ φύσις καὶ ἡ ὑποκειμένη ὕλη, ὡς ἐν τῇ Φυσικῇ ἀκροάσει ἐμάθομεν, ἔστι δὲ φύσις καὶ τὸ εἶδος, ἔστι δὲ φύσις καὶ ἡ τὴν ὕλην ἀλλοιοῦσα καὶ κινοῦσα ἐπὶ τὴν τοῦ εἴδους λῆψιν. τῆς μὲν οὖν τοιαύτης εὐδαιμονίας, ὡς λέγομεν, μετέχει καὶ τὰ ἄλογα ζῷα,
25τῆς δὲ ἐν νοερᾷ ζωῇ καὶ τῇ τῶν θειοτάτων γνώσει ὁριζομένης οὐδαμῶς. μόνος γὰρ τῶν ἐπὶ γῆς ἁπάντων ζῴων ὁ ἄνθρωπος ἔχει τὸ ζητεῖν παρ’ ἑαυτοῦ περὶ τῆς τῶν θείων φύσεως καὶ διαλαμβάνειν καὶ λέγειν, ὁποία τίς ἐστιν ἡ τούτων οὐσία, καί τινα διὰ τῆς νοήσεως αὐτῶν ὁμοιότητα πρὸς αὐτὰ λαμβάνει. καὶ ταῦτα μὲν περὶ τῶν πραγμάτων. κατίδωμεν δὲ καὶ
30τὴν λέξιν. δείξας ὅτι θεοῦ ἐνέργεια θεωρία ἐστίν (αὐτὸς γάρ ἐστι τὸ νοοῦν· αὐτὸς τὸ νοούμενόν φησιν ἐν τῷ Λ τῶν Μετὰ τὰ φυσικά·) καὶ ἐπαγαγὼν ‘καὶ τῷ ὄντως δὴ καὶ ἀληθινῷ ἀνθρώπῳ ἡ ταύτῃ συγγενεστάτη‘, ἐπι‐ φέρει σημεῖον δὲ τοῦ τὴν νοερὰν ζωὴν εὐδαιμονίαν οὖσαν μὴ εἶναι τοῦ συνθέτου, τοῦ πολιτικοῦ, ἀλλὰ τοῦ ὄντως καὶ ἀληθινοῦ ἀνθρώπου· ση‐
35μεῖον δὲ τούτου τὸ μὴ μετέχειν τῆς τοιαύτης εὐδαιμονίας μηδὲν τῶν ἀλό‐ γων ζῴων. οὐ μετέχει δέ, διότι μηδὲ τῆς τοιαύτης, ἤτοι τῆς νοερᾶς, ἐνεργείας. οὐκ ἐνεργεῖ δὲ νοερῶς, ὅτι ἀμοιρεῖ νοῦ, ὅς ἐστιν ὁ ἀληθινὸς
ἄνθρωπος.599

600

(1n)

Τοῖς μὲν γὰρ θεοῖς ἅπας ὁ βίος μακάριος, τοῖς δ
2nἀνθρώποις, ἐφ’ ὅσον ὁμοίωμα τι.
3 Εἰ τὸ μακάριον ἐν θεωρίᾳ καὶ γνώσει τῶν ἀρίστων ἐστὶ τοῖς μὲν ἐν‐ δελεχῶς ἀεὶ θεωροῦσι, μακάριος ἀεὶ ἐνεργείᾳ ἅπας ὁ βίος, τοῖς δ’ ἀνθρώ‐
5ποις, ὅτε μὲν ἐνεργοῦσι, μακάριος ἐνεργείᾳ, ὅτε δὲ μὴ θεωροῦσι δυνάμει μακάριος. τὸ δὲ φ’ ὅσον ὁμοίωμά τι τῆς τοιαύτης ἐνεργείας τοι‐ οῦτον ἂν εἴη. νοεῖ τὸ θεῖον ἑαυτὸ καὶ ἔχει ἑαυτό· τὸ γὰρ νοούμενον ἔχε‐ ται ὑπὸ τοῦ νοοῦντος καὶ ἔστιν αὐτὸ τὸ νοοῦν καὶ νοούμενον καὶ ἔχον καὶ ἐχόμενον. νοεῖ δ’ αὐτὸ καὶ ἔχει καὶ ὁ θεωρητικὸς εὐδαίμων, ὁ ἤδη
10θεωρῶν καὶ ἤδη ἐνεργῶν, ἀλλ’ οὐχ ὡσαύτως. οὐ γὰρ ὥσπερ νοεῖ τὸ θεῖον ἑαυτὸ οὕτω καὶ ὁ θεωρητικὸς ἀντιλαμβάνεται αὐτοῦ καὶ νοεῖ αὐτό, ὥστε ἡ νόησις καὶ ἡ κατάληψις τοῦ θεωρητικοῦ εὐδαίμονος ὁμοίωμά τι καὶ ἴνδαλμά ἐστι τῆς τοῦ θεοῦ νοήσεως, καθ’ ἣν νοεῖ ἑαυτόν. εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ τὸ μακάριον τοῦ θεωρητικοῦ εὐδαίμονος ὅμοιόν τι τῇ τοῦ
15θεοῦ μακαριότητι, ἀλλ’ οὐ ταὐτόν. φ’ ὅσον δὴ διατείνει ἡ θεωρία, καὶ εὐδαιμονία. ἢ τὸ λεγόμενόν ἐστιν, ὅτι ὅσα τῶν ζῴων ἔλλογά ἐστι καὶ νοῦς ἐστιν ἐν αὐτοῖς δυνάμενος νοερῶς ζῆν, ταῦτα καὶ εὐδαιμονεῖν δύναται τὴν θεωρητικὴν εὐδαιμονίαν, ὅσα δὲ τοῦ τοιούτου νοῦ ἐστέρηται, ἀδύνατον τὴν θεωρητικὴν εὐδαιμονίαν εὐδαιμονεῖν, ἢ λέγοι ἂν ὅτι ἐπίσης
20ἐστὶν ἡ θεωρία καὶ ἡ εὐδαιμονία, καὶ διὰ τοῦτο ἐφ’ ὅσον ἂν χρόνον δια‐ τείνῃ ἡ ἐνέργεια, τοσοῦτον καὶ ἡ εὐδαιμονία. εἰ γὰρ σύνδρομός ἐστιν ἡ εὐδαιμονία τῇ ἐνεργείᾳ, εἰ ἐξ ὡρῶν, εἰ τύχοι, ἐστὶν ἡ ἐνέργεια, τοσούτων ἔσται καὶ ἡ εὐδαιμονία καὶ οὔτε πλειόνων οὔτε ἐλαττόνων. ὥστε τοῖς μὲν ἀεὶ ἐνεργοῦσι συναίδιον ἔσται καὶ τὸ εὐδαιμονεῖν τῇ ἀιδίῳ ἐνεργείᾳ,
25τοῖς δ’ ἄλλοις, ὅσος ἂν εἴη ὁ χρόνος ἐν ᾧ ἐνεργοῦσι, τοσαύτη ἔσται καὶ ἡ εὐδαιμονία, οὐ κατὰ συμβεβηκὸς ἀλλὰ κατὰ θεωρίαν, ἄλλο τι ση‐ μαινόμενον τοῦ κατὰ συμβεβηκὸς διὰ τούτων ἡμῖν παραδούς. σημαίνοι δ’ ἂν τὸ συμβεβηκὸς τοῦτο τὸ ἀτελές· καὶ εἴη ἂν τὸ λεγόμενον, οὐ κατὰ τὴν ἀτελῆ εὐδαιμονίαν, τὴν πολιτικὴν ἢ τὴν ἐν παιδιᾷ τοῖς δυνάσταις καὶ
30τυράννοις καὶ τοῖς τοιούτοις εὐδαιμονιζομένοις ὁριζομένην ἀλλὰ κατὰ τὴν θεωρίαν, ἤτοι τὴν ἁπλῶς καὶ κυρίως εὐδαιμονίαν. ἢ λέγοι ἂν οὐ κατὰ συμβεβηκὸς ἀντὶ τοῦ ‘οὐ δι’ ἄλλο τι ἔσονται εὐδαίμονες, ἀλλὰ δι’ αὐτὴν τὴν θεωρίαν καὶ τὴν περὶ τὰ ἀεὶ ὡσαύτως ἔχοντα διατριβήν‘. ὡς γὰρ ὁ στεφανωθεὶς διὰ τὴν τοῦ πατρὸς ἀρετὴν ἢ δημοσίας τυχὼν τροφῆς οὐ
35δι’ ἑαυτὸν ἔτυχε τῆς τιμῆς, ἀλλὰ διὰ τὸν πατέρα καὶ κατὰ συμβεβηκός, ὁ δὲ ἀριστεύσας καὶ στεφάνου τυχὼν δι’ ἑαυτὸν ἐστεφάνωτο καὶ οὐ κατὰ
συμβεβηκός, οἷον διὰ τὸ υἱὸν εἶναι ἀριστεύσαντα, οὕτω καὶ ἡ θεωρία καθ’600

601

αὑτήν ἐστιν εὐδαιμονία καὶ ὁ θεωρητικὸς κατὰ ταύτην εὐδαίμων, ἀλλ’ οὐ δι’ εὐγένειαν ἢ πλοῦτον ἤ τι τοιοῦτον.
3nΔεήσει δὲ καὶ τῆς ἐκτὸς εὐημερίας ἀνθρώπῳ ὄντι.
4Πολλάκις ἐπισημαίνεται τοῦτο διά τε τὸν Πλάτωνα μὴ δεῖσθαι ὅλως
5λέγοντά τινος τὸν ὡς ἀληθῶς καὶ μὴ κατὰ συμβεβηκὸς εὐδαίμονα καὶ διὰ τὸ ῥευστὸν καὶ εὐπαθὲς τοῦ σώματος ἡμῶν· δεῖται γὰρ ὑγιαίνειν. τίς γὰρ νοσῶν καὶ ὑπὸ τῆς νόσου σφόδρα ἐνοχλούμενος δύναται σχολάζειν; δεῖται δὲ καὶ τροφῆς. οὐ γάρ ἐστιν ἁπλοῦν ἡμῶν τὸ σῶμα. καὶ εἴρηταί μοι περὶ τούτων τὰ δέοντα πρότερον, καὶ οὐ δεῖ πάλιν μηκύνειν. λέγει δ’
10ἐκτὸς εὐημερίας οὐ τὸ πλῆθος τῶν δούλων καὶ χρημάτων καὶ κτημά‐ των πολλοὺς ἀριθμούς, ἀλλ’ εὐημερίαν λέγει τὴν ὑγείαν καὶ τὴν τῶν ἀναγ‐ καίων εὐπορίαν καὶ τούτων τοσούτῳ, ὅσῳ ἀνθρωπεύεσθαι. οὐ μήν, φησί, πολλῶν καὶ μεγάλων. εἰ μὲν γὰρ ἀδύνατον ἦν εὐδαιμόνως ζῆν δίχα τοῦ πλήθους καὶ μεγέθους τῶν ἐκτὸς ἀγαθῶν, ἔδει ἂν αὐτῷ τῶν τοιούτων,
15ἐπεὶ δὲ καὶ χωρὶς τῆς τούτων ὑπερβολῆς δύναται μακαρίως ζῆν, οὐ πολ‐ λῶν αὐτῷ τούτων χρεία. οὐ γὰρ ἐν τῇ ὑπερβολῇ τὸ αὔταρκες οὐδ’ ἡ κρίσις, τουτέστιν οὐδὲ τὴν αὐτάρκειαν δεῖ κρίνειν ἐκ τῆς τῶν χρημά‐ των ὑπερβολῆς. ἐπισφαλῶς γὰρ καὶ ἡμαρτημένως κρίνει ὁ λέγων, ὅτι αὐτάρκης ἐστὶν ὁ πάνυ πολὺν πλοῦτον περιβεβλημένος. οὐδ’ εὐδαιμονικὰς
20πράξεις δεῖ λέγειν τὰς ἀπὸ τῶν πλῆθος ἐχόντων πλούτου πραττομένας· δυνατὸν γὰρ καὶ τοῖς ὀλίγοις καλῶς χρῆσθαι καὶ ἀπὸ ὀλίγων πράττειν τὰ καλά, καὶ μάλιστα τὰς ἀρίστας ἐνεργεῖν ἐνεργείας τοῦ νοῦ. ὅτι δὲ καὶ ἀπὸ τῶν μετρίων δύναταί τις πράττειν τὰ καλά, δῆλον· οἱ γὰρ ἰδιῶται (οὗτοι δ’ εἰσὶν οἱ τὰ μέτρια κεκτημένοι καὶ μὴ δυναστεύοντες μηδ’ ἀρχὰς ἔχον‐
25τες) μᾶλλον πράττουσι τὰ ἐπιεικῆ τῶν δυναστῶν καὶ πλουσίων. μᾶλλον γὰρ ξενοδοχοῦσι καὶ πενήτων ἐπιμελοῦνται καὶ ναοῖς ἐνασχολοῦνται καὶ μᾶλ‐ λον τὰ τῶν ἐλευθερίων ἐνεργοῦσιν. εἰ δὲ οὗτοι, πολλῷ μᾶλλον ὁ θεω‐ ρητικὸς εὐδαίμων καὶ νοερῶς ζήσεται μέτρια κεκτημένος καὶ τὰ κατ’ ἀρε‐ τὴν ἀπὸ τούτων πράξει, ἐπειδὰν ἀνθρωπεύηται. ἱκανὸν οὖν, φησί, τοσαῦθ
30ὑπάρχειν, τουτέστιν ἱκανόν ἐστι τῷ εὐδαίμονι τοσαῦτα ὑπάρχειν αὐτῷ. ἀρκεῖ γὰρ αὐτῷ ἡ τῶν μετρίων ὕπαρξις. δύναται γὰρ πράττειν τὰ κάλ‐ λιστα καὶ ἀπ’ αὐτῶν οὐκ ἀφαιρεθήσεται διὰ τὴν ὀλιγότητα τὸ μακάριον, ὅτι μηδ’ ἐν πλήθει ἡ μακαριότης ὁρίζεται. ὅτι δὲ οὐκ ἐν πλήθει καὶ μεγέθει τῶν ἐκτὸς ἀγαθῶν τὸ εὐδαιμόνως ζῆν ἐστιν ἀλλ’ ἐν τῇ ἐπιεικεῖ
35τούτων χρήσει, καὶ πολλῶν καὶ ὀλίγων ὄντων, μαρτύρεται καὶ τὸν Σόλωνα601

602

λέγοντα εὐδαίμονα οὐ τὸν πολλῶν καὶ μεγάλων εὐποροῦντα ἀλλὰ τὸν ἐν ἀμφοτέροις ὄντα, τῷ τε μέτρια κεκτῆσθαι καὶ πράττειν τὰ κάλλιστα καὶ ζῶντα σωφρόνως. εἶπε δὲ τὸ σωφρόνως ἀντὶ τοῦ καὶ κατὰ πάσας ζῶντα τὰς ἀρετάς.
5nἜοικε δὲ καὶ Ἀναξαγόρας οὐ πλούσιον οὐδὲ δυναστὴν
6nὑπολαμβάνειν τὸν εὐδαίμονα.
7 Ἔθος Ἀριστοτέλει μετὰ τὰς ἀποδείξεις εἰς πλείονα πίστιν τῶν πραγ‐ μάτων ἐπάγειν καὶ τὰς τῶν σοφῶν δόξας καὶ τὰς τῶν πολλῶν αὐτοφυεῖς συγκαταθέσεις. ὅταν γὰρ ταῖς περί τινων ἐπιχειρήσεσι συμφωνῶσι καὶ
10αἱ τῶν σοφῶν περὶ ἐκεῖνα δόξαι καὶ αἱ τῶν πολλῶν φῆμαι, παναληθῆ τὰ συναγόμενα ὑπὲρ τῆς ἐκείνων συστάσεώς εἰσι. δείξας οὖν ὅτι οὐκ ἐν πλήθει καὶ μεγέθει τῶν ἐκτὸς ἀγαθῶν ἐστι τὸ εὐδαιμονεῖν, ἀλλ’ ἐν τῇ πρὸς θεὸν ἐγγύτητι, ἐπήγαγε πρὸς πλείω πειθῶ καὶ τὰς τῶν σοφῶν δόξας, τόν τε Σόλωνα καὶ τὸν Ἀναξαγόραν. λέγει δὲ ὁ Ἀναξαγόρας μηδὲν εἶναι
15θαυμαστόν, εἰ τοῖς πολλοῖς ἄτοπος καὶ κακοδαίμων νομίζομαι. κακοδαί‐ μονα γὰρ τὸν Ἀναξαγόραν οἱ πολλοὶ ἐκάλουν ὡς μὴ πολλῶν εὐποροῦντα, καίτοι πλουσιώτατον ὄντα τὴν θεωρίαν καὶ τῷ ὄντι εὐδαιμονέστατον. ἀλλ’ οἱ πολλοὶ ἐπισφαλῶς 〈τὴν εὐδαιμονίαν〉 ἐν τῷ πλήθει τῶν χρημάτων τι‐ θέμενοι, τὸν δ’ Ἀναξαγόραν ὁρῶντες μέτρια κεκτημένον, κακοδαίμονα καὶ
20ἄτοπόν τινα ἐδυσφήμουν. οὐ δεῖ, φησίν, ὁ Ἀναξαγόρας, θαυμάζειν, ὅτι με οἱ πολλοὶ κακαδαίμονα κρίνουσι. κρίνουσι γὰρ τοὺς εὐδαίμονας τοῖς ἐκτὸς ἀγαθοῖς, ἀνεπαίσθητοι τῶν ὄντως ἀγαθῶν ὄντες. ταῦτα εἰπὼν λέγει, ὅτι αἱ τῶν σοφῶν περὶ εὐδαιμονίας δόξαι τοῦ τε Σόλωνος καὶ Ἀναξαγόρου σύμ‐ φωνοί εἰσι τοῖς ἐμοῖς λόγοις, τοῖς λέγουσι μὴ ἐν πλήθει καὶ μεγέθει τῶν
25ἐκτὸς εἶναι τὸ εὐδαιμονεῖν μηδ’ ἀπὸ τούτων δεῖν κρίνειν τὸν εὐδαίμονα ἀλλ’ ἀπὸ τῆς ὅλης ἀρετῆς χαρακτηρίζειν αὐτόν. πίστιν μὲν οὖν καὶ τὰ τοιαῦτα ἔχει τιν. τοιαῦτα λέγει τούς τε κατασκευάζοντας λόγους, ὅτι οὐκ ἔστιν εὐδαιμόνως ζῆν ἐν τῷ ἄρχειν ἐθνῶν καὶ πόλεων πολλῶν καὶ θαλάσσης ἀπλέτου, ἀλλ’ ἐν τῷ μέτρια κεκτῆσθαι, πράττειν δὲ τὰ κάλλιστα
30καὶ βέλτιστα. τούς τε οὖν λόγους τούτους λέγει τοιαῦτα καὶ τὰς τῶν σοφῶν δόξας. ἔχουσι μὲν δή, φησί, καὶ οἱ λόγοι καὶ αἱ δόξαι τῶν σοφῶν τὸ πιθανόν, τὸ δ’ ἀληθὲς ἀπὸ τῶν ἔργων ἐν τοῖς πρακτοῖς κρίνεται. εἰ γάρ τις λέγει εὐδαίμονα τὸν μέτρια κεκτημένον καὶ τὰ ἄριστα μεταδιώκοντα καὶ λέγων μηδέν τι πλέον ἔχει τῶν ἀναγκαίων, πράττει τε τὰ κάλλιστα
35καὶ βέλτιστα καὶ τῆς θεωρίας ὁλικῶς ἀντέχεται, πείθεσθαι δεῖ τούτῳ καὶ ἀληθέστατον καὶ αὐτὸν καὶ τοὺς λόγους αὐτοῦ λέγειν· εἰ δὲ λέγει μὲν
οὕτω, πράττει δὲ τἀναντία ὧν λέγει, συνάγων πάντοθεν χρυσὸν καὶ ἄργυ‐602

603

ρον καὶ λοιπὴν ἄλλην κτῆσιν, ψεύστην τὸν τοιοῦτον καὶ γόητα ἀποφαίνεσθαι ὡς μὴ συμφωνούντων ὧν λέγει οἷς πράττει. ἡ μὲν οὖν τῶν λεγομένων δύναμις αὕτη· τὸ δὲ λόγους ὑποληπτέον ταὐτόν ἐστι τῷ φωνὰς ὑπολη‐ πτέον κενὰς εἰς ἀέρα χεθείσας, μᾶλλον δὲ εἰ χρὴ σαφέστερον εἰπεῖν, ψό‐
5φους ἀνάρθρους καὶ παντάπασιν ἀσήμους.
6nὉ δὲ κατὰ νοῦν ἐνεργῶν καὶ τοῦτον θεραπεύων καὶ
7nδιακείμενος ἄριστα καὶ θεοφιλέστατος ἔοικεν εἶναι.
8 Θεοφιλέστατός ἐστιν ὃν φιλεῖ ὁ θεός· θεοφιλὴς γὰρ ὁ φίλος θεῷ. δείξας τὸν θεωρητικὸν εὐδαίμονα ἄριστον καὶ βέλτιστον καὶ αὐταρκέστατον
10καὶ τἄλλα ὅσα εἴρηται, δείκνυσιν αὐτὸν καὶ θεοφιλέστατον λέγων, εἰ ἐπι‐ μελεῖται ἀνθρώπων τὸ θεῖον καὶ προνοεῖται τούτων, ὥσπερ δοκεῖ τοῖς ἀρίστοις κατὰ φιλοσοφίαν, καὶ δοκεῖ ἀληθεύειν, εὔλογόν ἐστι χαίρειν μά‐ λιστα τῷ ἀρίστῳ καὶ συγγενεστάτῳ. τὸ δ’ ἄριστον καὶ συγγενέστατον τῷ θεῷ ὁ νοῦς ἡμῶν ἐστιν. ἐπιγηθεῖ μὲν γὰρ τὸ θεῖον πᾶσι τοῖς αὑτοῦ
15ποιήμασι καλοῖς οὖσι λίαν, μάλιστα δὲ τῷ νῷ ὡς συγγενεστάτῳ. συγγενὴς δ’ οὐ τὴν οὐσίαν ἀλλ’ ὡς δυνάμενος εἰς ἑαυτὸν νεύειν καὶ ὁρᾶν ἑαυτὸν καὶ διὰ τῆς εἰς ἑαυτὸν ἐπιστροφῆς καὶ συννεύσεως ἀνατείνεσθαι πρὸς τὸ θεῖον τὸ φιλοῦν αὐτὸν καὶ ἐκθεοῦσθαι καὶ ὡς δυνατὸν ἐξομοιοῦσθαι. συγ‐ γενὴς τοίνυν ἐστὶν ὁ νοῦς ἑκάστου ἡμῶν τῷ θεῷ κατὰ τὴν τῆς ἐνεργείας
20ὁμοιότητα. κἀκεῖνος γὰρ ἑαυτὸν νοεῖ καὶ ἡμεῖς ἑαυτούς, ὅταν ὑπεράνω τῆς φαντασίας γενώμεθα. εἰ οὖν συγγενὴς ἡμῶν ὁ νοῦς τῷ θεῷ, εὔλογον ἀγαπᾶν τὸν θεὸν τοὺς ἀγαπῶντας καὶ τιμῶντας τὸ συγγενὲς αὐτοῦ καὶ ἀντευποιεῖν. ἀγαπᾷ δὲ τὸν συγγενῆ τοῦ θεοῦ νοῦν ὁ τὴν ὅλην ἀρετὴν ἐγκολπωσάμενος, φυγὼν τὰς πολυειδεῖς ὀρέξεις καὶ τὰς συντρόφους αἰσθή‐
25σεις ὡς τὴν διάνοιαν ἀπατώσας καὶ τὰς φαντασίας ὡς μορφωτικὰς καὶ ὡς μεριστὰς καὶ ὡς ποικιλίαν ἀμήχανον ὅσην ἐπεισαγούσας, ἀποστραφείς τε τὰς δόξας ὡς ποικίλας καὶ αὐτὰς καὶ εἰς τὰ ἐκτὸς φερομένας καὶ τῇ αἰσθήσει καὶ τῇ φαντασίᾳ συμμεμιγμένας (πᾶσα γὰρ δόξα μετ’ αἰσθήσεως ἀλόγου καὶ φαντασίας ἐνεργεῖ) ἀναδραμών τε εἰς ἐπιστήμην καὶ νοῦν, μετὰ
30δὲ ταύτην ἐπὶ τὴν νοερὰν ζωὴν καὶ τὰς ἁπλᾶς ἐπιβολάς, ἐν ᾧ γενόμενος τὰς ἐκεῖθεν ἐλλάμψεις εἰσδέχεται καὶ φωτὸς ἀχράντου πληροῦται. τίς δὲ ἡ ἀντευποιΐα, ἣν τὸ θεῖον ἀντευποιεῖ τοὺς θεραπεύοντας τὸν συγγενῆ νοῦν αὐτῷ; ἡ τρανοτέρα τοῦ φωτὸς ἔλλαμψις τῆς γνώσεως αὐτοῦ καὶ ἡ τελειοτέρα συναφὴ πρὸς αὐτὸ καὶ ἡ ἐποπτεία τῶν νοερῶν διακόσμων. 〈θεο‐
35φιλὴς ἄρα ὁ σοφός.〉 εἰ γὰρ ἡμεῖς φιλοῦμεν τοὺς ἀγαπῶντας τοὺς ἡμῶν παῖδας ἢ συγγενεῖς, πῶς οὐ δεῖ τὸν πανάγαθον θεὸν φιλεῖν τοὺς ἀγαπῶν‐
τας τὸ συγγενὲς αὐτῷ; εἰπὼν δὲ ὅτι θεοφιλής ἐστιν ὁ σοφὸς διὰ τὸ ἀγα‐603

604

πᾶν τὸ συγγενὲς αὐτοῦ, σαφηνίζων, τίς ἐστιν ἡ τιμὴ αὕτη καὶ ἀγάπη, ἐπήγαγε καὶ ὀρθῶς καὶ καλῶς πράττοντας, ὡς εἰ ἔλεγε ‘τὸ ἀγαπᾶν τὸν νοῦν οὐδέν ἐστιν ἕτερον εἰ μὴ τὸ εὐπραγεῖν καὶ κατὰ πάσας ἐνεργεῖν τὰς ἀρετάς, τὰς ἐν πράξει καὶ λόγῳ.‘ ὅτι δὲ ταῦτα πάντα τῷ σοφῷ
5ὑπάρχει, οὐκ ἄδηλον. ταῦτα πάντα λέγει ὅσα περὶ εὐδαιμονίας εἶπε, τὸ αὔταρκες, τὸ ἄτρυτον, τὸ ἐπιμελεῖσθαι τοῦ οἰκείου νοῦ, τὸ θεοφιλὲς καὶ τἄλλα ὅσα εἴρηκε. ταῦτα δὴ ὑπάρξοι ἂν ἴσως καὶ τῷ πολιτικῷ εὐδαίμονι ζῶντι κατὰ τὴν ἠθικὴν ἀρετήν, ἀλλὰ μάλιστα καὶ ἀναντιρρήτως ὑπάρχει τῷ ζῶντι νοερῶς, ὥστε ὁ μὲν πολιτικὸς εἴη ἂν θεοφιλὴς καὶ εὐδαίμων,
10ὁ δὲ θεωρητικὸς θεοφιλέστατος καὶ εὐδαιμονέστατος.
11nρ’ οὖν εἰ περὶ τούτων καὶ τῶν ἀρετῶν, ἔτι δὲ περὶ
12nφιλίας καὶ ἡδονῆς ἱκανῶς εἴρηται.
13 Πληρώσας τὸν περὶ τὰς ἠθικὰς καὶ λογικὰς ἀρετὰς σύμπαντα λόγον διὰ τῶν προκειμένων λέξεων καὶ τῶν ἐχομένων αὐτοῦ, ἀναπείθειν ἡμᾶς
15πειρᾶται πρὸς τὴν κατ’ αὐτὰς ἐνέργειαν. οἱ γὰρ λόγοι μόνοι καὶ ἡ διὰ τῶν λεγομένων αὐτῶν γνῶσις μόνη οὔτε εὐδαίμονας οὔτε πολιτικοὺς οὔτε θεω‐ ρητικοὺς ἀποτελεῖν δύνανται, ἀλλὰ πάμπαν ἀδρανεῖς εἰσι καὶ ἀνίσχυροι· προτρέψασθαι μὲν γὰρ πρὸς τὰς πράξεις τοὺς ἐλευθερίους καὶ καλῶς τρα‐ φέντας καὶ ἀναχθέντας τῶν νέων ἰσχύουσιν, εἰς εὐδαιμονίαν δὲ ἀγαγεῖν
20καὶ τὴν ταύτης τεῦξιν ἀδυνατοῦσι. καλῶς δὲ τρέφονται καὶ ἀνάγονται οἱ ἐν ἀρίστῃ πόλει διάγοντες. τοιαύτη δ’ ἐστὶν ἡ νόμοις σπουδαιοτάτοις χρωμένη καὶ ἔθεσιν ἐπιεικέσι πολιτευομένη. εἰ δὲ τὸ τέλος τῶν ἀνθρω‐ πίνων ἀγαθῶν τὸ ἄριστον τὸ εὐδαιμόνως ζῆν ἐστι, τοῦτο δὲ δίχα τῆς τῶν ἀρετῶν κτήσεως λαβεῖν ἀδύνατον, κτήσασθαι δὲ ταύτας καὶ ὅλως σπου‐
25δαῖον γενέσθαι οὐκ ἐνδέχεται τὸν ἐν πόλει διατρίβοντα μοχθηροῖς νόμοις καὶ ἔθεσι χρωμένῃ, εὔλογόν ἐστιν, ἵνα μὴ λέγωμεν ἀναγκαῖον, εἰπεῖν περὶ πολιτειῶν, τίνες τε ἡμάρτηνται καὶ τίνες ὀρθῶς πολιτεύονται καὶ τίς τῶν ὀρθῶς πολιτευομένων ἡ ἀρίστη καὶ τίνας ἔχειν νόμους δεῖ. ὁ μὲν οὖν σύμπας τῶν ἐντεῦθεν μέχρι τέλους τοῦ βιβλίου σκοπὸς καὶ ἡ προαίρεσις
30αὕτη, λέγω δὲ δεῖξαι, ὅτι ἀναγκαῖόν ἐστι μετὰ τὴν τῶν πασῶν ἀρετῶν πραγμα‐ τείαν, 〈ἥτις ἐστὶν ἡ προκειμένη〉, πολιτείας τε γράψαι καὶ περὶ νόμων εἰπεῖν, ποῖοι ποίᾳ ἁρμόζουσι καὶ ποῖοι σώζειν αὐτὴν δύνανται καὶ ποῖοι φθείρειν, ὥστε δεῖ τὸν βουλόμενον τέλειον ἔσεσθαι τὴν ἀνθρωπίνην φιλο‐ σοφίαν, ἤτοι πολιτικὸν εὐδαίμονα, μετὰ τὰ βιβλία ταῦτα τὰς πολιτείας αὐ‐
35τοῦ ἐφεξῆς τούτοις οὔσας ἀναγινώσκειν. καὶ περὶ μὲν οὖν τούτων ταῦτα.604

605

τὰ δὲ τῶν λέξεων οὕτως ἂν ἔχοι. ἆρα, φησίν, ἐπειδὴ περὶ τῶν ἀρετῶν ἱκανῶς εἴρηται τοῖς τύποις, τουτέστι καθόλου καὶ ὡς ἀρχόμενος τοῦ βιβλίου εἶπε, παχυλῶς (ἐκ γὰρ τῶν ἐνδεχομένων καὶ ὡς ἐπὶ τὸ πολὺ τοὺς λόγους συνεπεραίνετο), ὑποληπτέον τέλος ἔχειν καὶ οὐδενὸς ἄλλου χρῄζομεν
5πρὸς τὸ εὐδαιμονῆσαι πλὴν τοῦ ἀναγνῶναι τὰ βιβλία, ἢ καθάπερ λέγε‐ ται, ὧν λόγων τὸ τέλος οὐκ ἔστι γνῶσις ψιλή, ὥσπερ τοῦ δεικνύντος ὅτι ὁ ἥλιος μείζων τῆς γῆς, ἀλλὰ πρᾶξις καὶ ποίησις, οὐκ ἀρκεῖ συνιέναι τῶν λεγομένων, ἀλλὰ καὶ τῶν πράξεων ἀντέχεσθαι καὶ τῶν ἔργων ἀνάγκη. εἰ οὖν καὶ ἐπὶ τῶν ἄλλων, ὧν τὸ τέλος οὐκ ἔστι ψιλὴ γνῶσις, ἀλλὰ πρᾶξις
10τοὺς λόγους αἱρούμεθα διὰ τὴν πρᾶξιν, τῶν δὲ περὶ ἀρετῆς λόγων τὸ τέλος πρᾶξίς ἐστι, πειρατέον πράττειν ὅσα ἡμῖν ὑφηγεῖται. τί γὰρ σεμνὸν τὸ γνῶναι, τί ἐστιν ἀνδρεία ἢ δικαιοσύνη, τῷ μὴ μέλλοντι τὰ ἀνδρεῖα καὶ δίκαια πράττειν; τὸ μὲν λεγόμενον τοιοῦτον, τὸ δὲ τῆς λέξεως, τὸ ἢ εἴ‐ περ ἄλλως ἀγαθοὶ γινόμεθα, οὕτως ἐπῆκται, ὡς εἰ ἔλεγεν ‘εἰ μὲν
15ἀπὸ τῆς τῶν ἀρετῶν χρήσεως γινόμεθα ἀγαθοί, χρηστέον αὐταῖς, εἰ δέ τινα ἄλλον τρόπον, ἐκεῖνον ζητητέον· πάντως δὲ χρηστέον ἐκείνοις, δι’ ὧν ἀγαθοὶ ἐσόμεθα.‘
18nΕἰ μὲν οὖν ἦσαν οἱ λόγοι αὐτάρκεις ποιῆσαι ἐπιεικεῖς.
19Εἰ μὲν οὖν ἤρκει μόνη ἡ τῶν λόγων ἀκρόασις καὶ ἡ σύνεσις τῶν λε‐
20γομένων πρὸς καλοκαγαθίαν, μισθοὺς πολλοὺς καὶ μεγάλους, ὥς φησι Θέ‐ ογνις, ἔφερον καὶ ἐδίδουν τοῖς γράφουσιν ἠθικὰς πραγματείας ἐξωνούμενοι αὐτάς. νῦν δὲ προτρέψαι μέν, ὡς εἴρηται, καὶ ῥοπήν τινα ποιῆσαι πρὸς καλοκαγαθίαν δύνανται, *** ἐπάγει καὶ τίνας δύνανται κινῆσαι πρὸς τὰς κατ’ ἀρετὴν πράξεις, ὅτι μὴ πάντας ἀλλὰ τοὺς ἐλευθερίους τῶν νέων. λέγει
25δὲ νῦν ἐλευθερίους τοὺς μὴ δεδουλωμένους τρυφαῖς καὶ ἀκολασίαις ἀλλὰ τοὺς καλῶς ἀχθέντας ὑπὸ παιδαγωγῶν ἢ συγγενῶν καὶ διὰ τῆς ἐπιεικοῦς ταύτης ἀγωγῆς εὐπειθεῖς ὄντας καὶ εὐκινήτους ἐπὶ τὰς κατ’ ἀρετὴν πράξεις. τοὺς μὲν δὴ τοιούτους τῶν νέων δύνανται προτρέψασθαι καὶ ἦθος αὐτῶν μετὰ τῶν πράξεων εὐγενὲς καὶ ἀληθῶς φιλόκαλον, κατακώχιμον ὑπάρχον
30ἐκ τῆς ἀρετῆς. λέγει δὲ νῦν ἀρετὴν οὐ τὰς κυρίως ἀρετάς, σωφροσύνην ἀνδρείαν δικαιοσύνην, ἀλλὰ τὴν γινομένην διάθεσιν ἢ ἕξιν αὐτοῖς ἀπὸ τῆς βελτίστης ἀγωγῆς καὶ ἐπιεικοῦς ἀνατροφῆς, καθ’ ἣν ἀνήχθησαν παρὰ τῶν παιδαγωγῶν ἢ τῶν πατέρων ἤ τινος τῶν συγγενῶν. τὸ δὲ κατακώ‐ χιμον σημαίνει καὶ τὸ πλῆρες, οἷον ὁ δεῖνα κατακώχιμός ἐστι σοφίας,
35καὶ τὸ ἐχόμενον καὶ κεκρατημένον, οἷον ὁ δεῖνα κατακώχιμός ἐστι ταῖς605

606

ἀρεταῖς· δηλοῖ καὶ τὸ ὑπεῖκον καὶ εὐπειθές, ὃ νῦν σημαινόμενον ἔλαβε τοῦ κατακωχίμου, καὶ λέγει ὅτι τὸ γεγονὸς ἦθος εὐάγωγον καὶ εὐπειθὲς ἕπεσθαι τοῖς καλῶς λεγομένοις· γεγονὸς δὲ τοιοῦτον ἐκ τῆς ἀρετῆς, ἤτοι τῆς καλλίστης ἀγωγῆς, δύνανται οἱ λόγοι παρορμῆσαι ἐπὶ τὰς πράξεις καὶ
5σὺν ταῖς πράξεσιν εὐγενὲς καὶ φιλόκαλον ἀποτελέσαι καὶ ποιῆσαι φιλεῖν τὰ καλὰ καὶ σπεύδειν ἐπὶ τὴν κτῆσιν αὐτῶν. οἱ γὰρ πεπαιδευμένοι καὶ ἐθι‐ σθέντες ἀπέχεσθαι τῶν κακῶν ἅμα τε τῶν εἰσηγουμένων τὰ χρηστὰ λόγων ἀκούουσι καὶ τρέχουσιν ἐπ’ αὐτά, τοὺς δὲ πολλοὺς ἀδυνατεῖ πρὸς καλο‐ καγαθίαν προτρέψασθαι· δυσπειθεῖς γὰρ οὗτοι. φαύλως γὰρ ἀναχθέντες
10καὶ μηδεμίαν ἔννοιαν ἔχοντες τοῦ καλοῦ οὐδ’ ἀκούειν ὑπομένουσι τῶν ἐπὶ τὰ καλὰ παρακαλούντων, μὴ ὅτι γε πείθεσθαι. πρὸς γὰρ τὰ πάμπαν ἡμῖν ἄγνωστα ἢ οὐδ’ ὅλως ἀγόμεθα ἢ σὺν βίᾳ. διὸ οἱ μὲν καλῶς ἀναχθέντες 〈πρὸς τῆς καλῆς ἀγωγῆς αἰδήμονες ὄντες πειθαρχοῦσιν〉 (αἰσχύνονται γὰρ μὴ τοῖς καλῶς λεγομένοις ἕπεσθαι καὶ τῶν κακῶς ἀπέχεσθαι), οἱ δὲ πολ‐
15λοὶ κἂν ἀπιστῶσί ποτε τῶν κακῶν, νεύσωσι δὲ πρὸς τὰ καλά, οὐ δι’ αἰδῶ τοῦτο πράττουσιν, ἀλλὰ διὰ φόβον ἢ τιμωρίας τὰς ἀπὸ τοῦ νόμου. οἱ γὰρ πάθει συζῶντες οὐκ αἰδοῦνται· ἀναισχύντως δὲ διώκουσι τὰς ἐμπαθεῖς καὶ ζῳώδεις ἡδονάς, φεύγουσι δέ, ὡς πολλάκις εἴρηται, τὰς ἐναντίας λύπας. οἱ γὰρ φίλοινοι διώκουσι μὲν τὰς ἀπὸ τοῦ πίνειν ἡδονάς, φεύγουσι δὲ τὰς
20ἀπὸ τοῦ μὴ πίνειν λύπας. καὶ ἁπλῶς οἱ φαῦλοι πάντες δι’ ἄγνοιαν τοῦ καλοῦ καὶ τοῦ ὡς ἀληθῶς ἡδέος τὰς σωματικὰς ἀκρατῶς διώκουσιν ἡδονάς. ὅτι δὲ ὡς ἀληθῶς ἡδοναὶ αἱ κατ’ ἀρετὴν ἐνέργειαι, μυριάκις εἴρηται. τοὺς οὖν οὕτω, φησί, κακῶς διακειμένους καὶ τὰς ἐμπαθεῖς ἡδονὰς ἀκράτως διώκοντας οὐδεὶς ἂν λόγῳ μεταρρυθμίσειε καὶ τῆς πρὸς τὰ φαῦλα ῥοπῆς
25ἀπάξειεν. ἀδύνατον γὰρ ἢ χαλεπὸν τοὺς ἐκ μακροῦ χρόνου φαύλοις ἔθε‐ σι κατειλημμένους μεταστῆσαι τῆς κακίας. ὅπου γὰρ καὶ πάντων ὑπαρχόν‐ των, οἷον ἀνατροφῆς σπουδαίας, ἀγωγῆς σεμνῆς, αἰδοῦς, πειθοῦς, οὐ πάντῃ ῥᾴδιον μετασχεῖν τῆς ἀρετῆς, ἀγαπῴημεν ἂν εἰ τῆς ἀρετῆς τύχοιμεν. καὶ τίς μηχανὴ πάντων τῶν ἐναντίων προσόντων μετασχεῖν αὐτῆς;
30nΓίνεσθαι δ’ ἀγαθοὺς οἴονται οἱ μὲν φύσει, οἱ δὲ ἔθει,
31nοἱ δὲ διδαχ.
32 Τὸ μὲν οὖν μαθεῖν τὰς τῶν ἀρετῶν φύσεις καὶ κοινωνίας αὐτῶν καὶ διαφοράς, ἔτι τε κτήσασθαι τῷ ἔθει, ἐφ’ ἡμῖν ὄντως ἐστὶ καὶ τῆς ἡμετέ‐ ρας βουλήσεως καὶ προαιρέσεως, τὸ δὲ φύσει γενέσθαι σώφρονας, δικαίους,
35φρονίμους οὐχ ἡμῶν ἀλλὰ δῶρον θεοῦ κάλλιστον καὶ τιμιώτατον. τὸ μὲν οὖν τῆς φύσεως οὐχ ἡμῶν, δῶρον δὲ θεῖον, τὸ δ’ ἐθίζειν ἑαυτοὺς ἥδεσθαι οἷς δεῖ καὶ λυπεῖσθαι ἡμῶν. καὶ ἰσχύει τὸ τοιοῦτον ἔθος ἀγαθοὺς
ποιῆσαι ἡμᾶς. ὁ δὲ λόγος καὶ ἡ διδαχὴ οὐκ ἐν ἅπασιν, ὡς εἴρηται, ἰσχύει,606

607

ἀλλ’ ἐν τοῖς προειργασμένοις τοῖς ἔθεσι, τουτέστι τοῖς προηυτρεπισμένοις ὑπὸ τῆς ἐπιεικοῦς ἀγωγῆς. δεῖ οὖν ἡμᾶς προευτρεπίσαι πρὸς ὑποδοχὴν τῶν λεγομένων ὥσπερ γῆν. ὡς γὰρ αὕτη προεργασθεῖσα καρποφορεῖ, μὴ προεργασθεῖσα δὲ ἀκανθοφορεῖ καὶ φθείρει τὸν καταβεβλημένον καρπόν, οὕτω
5καὶ ἡ ψυχὴ ἡμῶν, εἰ μὴ προθεραπευθῇ καὶ ἀπορρίψῃ τὴν ψευδοδοξίαν, ἢ οὐ προσδέξεται τὴν ἀλήθειαν, ἢ εἴπερ ἄρα καὶ συμβῇ τοῦτο, ματαίως γε‐ νήσεται. λόγῳ οὖν μοχθηρὸς οὐχ ὑπείκει, μόνῃ δὲ βίᾳ καὶ ἀνάγκῃ. καὶ ὁρᾷς ὅπως διὰ τούτων ἃ φθάσας προεῖπον αἰνίττεται, λέγω δὴ τὸ δεῖν πολιτείας ἐκδοῦναι διαλαμβανούσας, πῶς ἂν οἱ πολῖται διάγοντες ἀγαθοὶ
10γένοιντο. δεῖ δὴ τὸ ἦθος προϋπάρχειν πως οἰκεῖον ταῖς ἀρεταῖς, ἤτοι ἐπιτήδειον δέξασθαι τοὺς τῶν ἀρετῶν λόγους, καὶ δεξάμενον τηρῆσαι, ὥσπερ τις προειργασμένη γῆ καὶ καρπὸν πολὺν ἀνενεγκεῖν. ἔσται δὲ τοιοῦτον τὸ ἦθος ἐκ τῆς ὀρθῆς ἀγωγῆς. ὀρθῶς δ’ ἀχθῆναι χαλεπόν ἐστι τὸν μὴ ὑπὸ νόμοις ὀρθῶς ἔχουσι καὶ πολιτείᾳ τοιαύτῃ τραφέντα. τὸ γὰρ σωφρό‐
15νως ζῆν μὴ ἡττᾶσθαί τε ἡδοναῖς, αἷς μὴ δεῖ, οὐχ ἡδὺ τοῖς πολλοῖς, ἐπί‐ λυπον δέ. ἄχθονται γὰρ ἀποτυγχάνοντες τῶν ἡδέων. διὸ δεῖ νόμους τετάχθαι προστάττοντας τὴν ἀγωγὴν εὐθὺς ἐκ βρέφους τὴν ἐπιτήδεια ποιήσουσαν τὰ ἤθη αὐτῶν μὴ δυσχεραίνειν ἐν ταῖς τῶν φαύλων ἡδονῶν ἀποτυχίαις. εἰ δὲ τοῦτο δεῖ, ἀναγκαῖόν ἐστι πολιτείας ἐκδοῦναι καὶ νόμους. εἰπὼν δὲ
20‘διὸ νόμους χρὴ τετάχθαι‘, ἐπήγαγεν οὐκ ἔσται γὰρ λυπηρὰ συνήθη γινόμενα. ἀναγκαζομένων γὰρ ὑπὸ τῶν νόμων καὶ τῶν νομοφυλάκων πράττειν τὰ καλὰ καὶ ἀντέχειν πρὸς τὰς ἡδονάς, οὐκ ἔσται τὸ καρτερεῖν αὐτοῖς ἐπίλυπον ἤδη ἐθισθεῖσι φέρειν γενναίως. οὐδὲν γὰρ σύνηθες λυπηρόν.
25nΟὐχ ἱκανὸν δ’ ἴσως νέους ὄντας τροφῆς καὶ ἐπιμελείας
26nτυχεῖν.
27 Ὃ λέγει τοιοῦτόν ἐστιν· οὐ χρεία νόμων ἐστὶν ἐκείνων μόνον τῶν διακελευομένων περὶ παίδων ἀγωγῆς, ἀλλὰ καὶ τῶν διαγορευόντων, τίνα δεῖ πράττειν ἀνδρωθέντας. δῆλον γὰρ ὡς ἄλλα μὲν ἐπιτηδευτὰ νέοις οὖσι
30καὶ ἄλλα ἀνδράσι καὶ ἕτερα παρακμάσασι. τοιούτων τε οὖν χρεία νόμων, καὶ ἔτι πῶς τὸν ἅπαντα βίον διοδευτέον. οἱ πολλοὶ γὰρ ἀνάγκῃ μᾶλλον καὶ ζημίᾳ πειθαρχοῦσιν ἢ λόγῳ. διὸ δεῖ νόμων τῶν ἀναγκαζόντων ζημίαις εὐπραγεῖν καὶ φεύγειν τὰς κακοπραγίας. καὶ διὰ τὸ τοὺς πολλούς, φησί,
πειθαρχεῖν ζημιουμένους καὶ κολαζομένους, ἀρέσκει, φησί, τὸ τοὺς νομοθέτας607

608

προσγράφειν ἐν τῷ νόμῳ ‘ταῦτα μὲν παρακελεύομαι τοὺς πολίτας πράττειν τοῦ καλοῦ χάριν καὶ τοῦ γενέσθαι σπουδαίους, εἰ δὲ ἀπειθοῖεν, κολαζέσθω‐ σαν διὰ μὲν τήνδε τὴν ἀπείθειαν τήνδε τὴν κόλασιν, διὰ τήνδε δὲ τήνδε. ὃς δ’ ἂν καὶ τιμωρούμενος ἀνίατος μένῃ, φευγέτω 〈ἐκ〉 τῆς πόλεως.‘ δεῖ οὖν,
5φησί, τοὺς φαύλους μαστίζειν ὡς ὄνους (τούτους γὰρ εἶπεν ὑποζύγια· ὃν γὰρ μὴ παιδεύει λόγος, παιδευέτω μάστιξ) καὶ λυπεῖν τοὺς φαύλους λύπας, αἳ ἐναντιοῦνται ταῖς ἀγαπωμέναις ἡδοναῖς. τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἰάματα, οἷον εἴ τις χαίρει ὑβρίζων, μὴ λυπεῖν αὐτὸν ζημίᾳ ἀλλὰ τῷ κωλύειν μὴ ὑβρίζειν, ὁμοίως καὶ τὸν ταῖς μέθαις χαίροντα τῷ ἀπείρ‐
10γειν οἴνου.
11nΕἰ δ’ οὖν, καθάπερ εἴρηται, τὸν ἐσόμενον ἀγαθὸν
12nτραφῆναι καλῶς δε.
13 Καὶ ταῦτα περὶ τοῦ δεῖν νόμους κεῖσθαι λέγει παρακαλοῦντας τοὺς μὲν εὐπειθεῖς πρὸς ἀρετήν, ἀναγκάζοντας δὲ τὰ σκληρὰ καὶ ἀντιβαίνοντα
15τῶν ἠθῶν ἀπέχεσθαι τῶν φαύλων, ἀντέχεσθαι δὲ τῶν βελτίστων. ἔστι δὲ ἡ τοῦ λόγου ἀπόδοσις ἐν τῷ ὁ δὲ νόμος ἀναγκαστικὴν ἔχει δύναμιν, λόγος ὢν ἀπὸ φρονήσεως καὶ νο· τὰ δ’ ἄλλα ἐν μέσῳ κεῖται, συνά‐ γοντα τὸ δεῖν κεῖσθαι νόμους περὶ τῆς τῶν παίδων ἀγωγῆς καὶ τῶν ἄλλων ἁπάντων. ἔστι δ’ ὡς συλλαβοῦσιν εἰπεῖν, ὃ λέγει διὰ τῶν κειμένων λέξεων
20τοιοῦτον· ἐπεὶ τῆς ἀνθρωπίνης καὶ πολιτικῆς σοφίας τὸ σκοπιμώτατον τέλος ἐστὶ γενέσθαι τοὺς πολίτας ἀγαθοὺς καὶ εὐδαιμόνως ζῆν, τοῦτο δὲ γίνεται ἐκ τοῦ τραφῆναι καὶ ἀναχθῆναι καλῶς καὶ μὴ πράττειν φαῦλον μηδὲν μήθ’ ἑκόντα μήτ’ ἄκοντα (ἄκοντες γὰρ πράττουσι τὰ κακὰ οἱ ἐξαπατηθέντες πρός τινων φαύλων 〈ἡλικιωτῶν καὶ〉 πρὸς τὰ χείρονα παρα‐
25συρέντες), τὸ δ’ οὕτω καλῶς τρέφεσθαι γίνεται τοῖς κατὰ νοῦν τὸν βίον διανύουσι, δεόμεθα νοῦ, ὅπως ταῖς ἐκείνου ὑποθήκαις καὶ προστάγμασιν ἑπόμενοι κάλλιστα διάγοιμεν. ἔθος δὲ τῷ Ἀριστοτέλει πάντα τὸν ὑπερέ‐ χοντα ἢ κατὰ τέχνην ἢ φρόνησιν ἢ ἐμπειρίαν ἢ πρόγνωσιν ἢ εὕρεσιν τῶν καλῶν καὶ συμφερόντων ὀνομάζειν νοῦν. δεόμεθα οὖν πρὸς τὸ καλοὶ
30κἀγαθοὶ γενέσθαι νοῦ. ἀλλ’ ὁ μὲν πατρικὸς νοῦς, ἤτοι ὁ πατὴρ ἑκάστου, δύναται μὲν ὑφηγεῖσθαι τὰ καλά, εἰ μήπου φαῦλός ἐστι καὶ τῶν ἀγεληδὸν ἰόντων, καὶ πείθειν τοὺς καλῶς ἀγομένους ὑγιεῖς ἐπὶ τὴν πρᾶξιν ἰέναι, εἰς δὲ τὰ φαῦλα τῶν ἠθῶν ἄναλκίς ἐστι καὶ σαθρὸς καὶ οὐκ ἔχει τὸ ἀν‐ αγκαῖον, ἤτοι τὸ βίαιον, ὡς ὁ νόμος. τὸ γὰρ φυσικὸν φίλτρον ἀφαιρεῖται
35τὴν πρὸς τὸν υἱὸν βίαν. καὶ τί δεῖ λέγειν τὸν πατέρα; ὅλως γὰρ εἷς ἀνὴρ
ἀναγκάζειν οὐ δύναται πόλεως ὅλης παῖδας ὅλους, εἰ μήπου βασιλεὺς ἢ608

609

τύραννός ἐστι. καὶ οὗτοι τοῦτο δύνανται ποιεῖν διὰ περιουσίαν δυνάμεως. ἀλλ’ ἐπεὶ οὐ πᾶσαι αἱ πόλεις βασιλεύονται ἢ τυραννοῦνται, δεῖ νόμων. πᾶς γὰρ νόμος ἔχει δύναμιν ἀναγκαστικήν, λόγος ὢν ἀπό τινος φρονή‐ σεως καὶ νοῦ καὶ παράλληλα θεὶς τὴν φρόνησιν καὶ τὸν νοῦν. ἐξ ἐμπει‐
5ρίας γὰρ μακρᾶς συλλέγεται ἡ φρόνησις καὶ ὁ νοῦς ὁ περὶ τὰ πρακτά. καὶ εἶπεν ὅτε περὶ φρονήσεως ἔλεγε, ὅτι δεῖ τοὺς τῶν ἐμπείρων καὶ γη‐ ραιῶν λόγους ὡς ἀρχὰς ἀποδέχεσθαι. ἔχουσι γὰρ ἐκ τῆς πείρας ὄμμα, λέγων ὄμμα τὴν φρόνησιν, ἐξ ἧς προορᾶν δύνανται τὸ συμφέρον. πείθονται οὖν τοῖς νόμοις οἱ ἄνθρωποι πιστεύοντες, ὡς οἱ νομοθετήσαντες ἐξ ὄμμα‐
10τος τὰ καλὰ καὶ συμφέροντα δυναμένου προορᾶν τοὺς νόμους τεθείκασι.
11nΚαὶ τῶν μὲν ἀνθρώπων ἐχθραίνουσι τοὺς ἐναντιου‐
12nμένους ταῖς ὁρμαῖς.
13 Εἰπὼν ὅτι ἑνὸς ἀνθρώπου πρόσταξις τὸ βίαιον οὐκ ἔχει οὐδ’ ἀναγκά‐ ζειν δύναται, ὡς δηλονότι τῶν πολλῶν τοῦτο ποιεῖν ἰσχυόντων, διὰ
15πειθοῦς ἄγειν ἐπὶ τὰς βελτίους τῶν ἐνεργειῶν. τὸ γὰρ κυρίως βιάζεσθαι τὸ λόγοις πείθειν ἐστὶν ἀλλ’ οὐ μάστιξι καὶ παντοίαις κακώσεσιν· οἱ γὰρ κολαζόμενοι καὶ ποικίλως κακούμενοι μᾶλλον ἀντιπίπτουσι καὶ ἀντιβαίνουσιν, οὐ μὴν ὑπείκουσι· τοῦτό τε καὶ ὅτι οὐδεὶς ἄκων καὶ λυπούμενος πράττων τι κατορθοῖ τὸ πρακτόν, ὥστε οὐδ’ ἀγαθὸς γένοιτ’ ἄν ποτε ὁ τὰ καλὰ
20βίᾳ πράττων, ἀλλ’ ὁ λόγῳ πεισθεὶς ὅτι δεῖ τὴν ἀρετὴν διώκειν καὶ τὰ κατ’ ἀρετὴν πράττειν καὶ φεύγειν τὴν κάκωσιν, οὗτος δηλαδὴ καὶ ἑκὼν πράξει τὰ καλὰ καὶ πράττων ἀγαθὸς ἔσται. ἀλλὰ διὰ τί ἐχθραίνουσι τοὺς ἐναν‐ τιουμένους ταῖς ὁρμαῖς καὶ κωλύοντας ἐπὶ τὰ σφίσιν ἡδέα φέρεσθαι; ἢ ὅτι κακῶς ἀναχθέντες καὶ τὰ φαῦλα διὰ τὴν μοχθηρὰν ἀνατροφὴν ἀγαθὰ
25νομίζοντες ὑπολαμβάνουσι φθόνῳ καὶ μίσει κωλύεσθαι παρὰ τῶν ἐναντιου‐ μένων ἀλλ’ οὐ στοργῇ τινι καὶ ἀγάπῃ. οὐδεὶς γὰρ φιλῶν κωλύει τὸν φιλούμενον καὶ ἀπάγει τῶν ἀγαθῶν. τοὺς μὲν κωλύοντας ἀνθρώπους καὶ ἀναχαιτίζοντας ἀπὸ τῆς πρὸς τὰ φαῦλα φορᾶς μισοῦσιν ὡς φθονοῦντας. ὁ δὲ νόμος ἀνεπαχθής ἐστιν αὐτοῖς διὰ τἀναντία. οὔτε γὰρ ὅτι ὡς φθο‐
30νῶν οὔτε ὅτι ὡς μισῶν αὐτοὺς ὁ νόμος ταῦτα προστάττει ὑπονοεῖν δύνανται. πῶς γὰρ ὁ πρὸ πεντακοσίων χρόνων, εἰ τύχοι, τεθείς; διὸ καὶ φυσικῶς δύνανται συλλογίζεσθαι καὶ λέγειν ‘ἢ γὰρ φθονῶν ἢ μισῶν ἡμᾶς ὁ νομο‐ θέτης ταῦτα γέγραφεν, ἢ τὸ συμφέρον ἡμῖν πραγματευόμενος; ἀλλὰ μὴν οὐ φθονῶν. πῶς γὰρ τοὺς μήπω γεννηθέντας μηδ’ ὅτι γεννηθήσονται
35γινώσκων; ὥστε τὸ συμφέρον σκοπούμενος καὶ τῶν τότε ὄντων καὶ τῶν ἐφεξῆς ἐσομένων πάντων τοὺς νόμους τούτους γέγραφε.‘ διὰ ταῦτ’ οὖν
ἀνεπαχθής ἐστιν ὁ νόμος.609

610

(1n)

Ἐν μόνῃ δὴ τῇ Λακεδαιμονίων πόλει μετ’ ὀλίγων ὁ
2nνομοθέτης ἐπιμέλειαν δοκεῖ ποιεῖσθαι.
3 Ὃ λέγει δυνάμει τοιοῦτόν ἐστιν· εἰ μὲν ἔκειντο νόμοι ἐν ταῖς πόλεσι προστάσσοντες, πῶς δεῖ τῶν νέων ἐπιμελεῖσθαι, ὅπως καλοὶ κἀγαθοὶ γέ‐
5νοιντο, καὶ κείμενοι ὀρθῶς εἶχον καὶ μὴ ὅλως ἢ κατά τι διημαρτημένως, οὐδὲν ἂν ἔδει πλέον ἐπιζητεῖν ἀλλ’ ἐκείνοις ἀρκεῖσθαι. ἐπεὶ δὲ τοῦτο οὐκ ἔστιν, ἀλλ’ ἐν μόνῃ τῇ Λακεδαιμονίων πολιτείᾳ καί τισιν ὀλίγαις ἄλλαις πόλεσι (καὶ ἐρεῖ, τίνες αὗται, ἐν τῷ τρίτῳ καὶ τετάρτῳ τῶν Πολιτειῶν βιβλίῳ), ἐπεὶ οὖν ἐν μόνῃ τῇ τῶν Λακεδαιμονίων πολιτείᾳ μετ’ ὀλίγων
10ἄλλων πόλεων ὁ νομοθέτης προστάττει, πῶς ἂν οἱ παῖδες ἐπιμεληθεῖεν, τουτέστι παιδείας τύχοιεν, ἐν δὲ ταῖς ἄλλαις ἐξημέληται, ὡς καὶ ἐν ταύτῃ τῇ τοῦ μεγάλου Κωνσταντίνου, καὶ ζῇ ἕκαστος ὡς βούλεται καὶ τὸν οἰκεῖον ἀνάγει παῖδα, ὡς θέλει, νόμων μηδένα λόγον ἔχοντες, ὡς οἱ παρ’ Ὁμήρῳ ἐν τῇ Ὀδυσσείᾳ Κύκλωπες, θεμιστεύων, ἤτοι βασιλεύων, παίδων
15καὶ γυναικός (νόμος γὰρ ἐκείνοις ἦν τὸ οἰκεῖον βούλημα), ἐπεὶ οὖν ταῦθ’ οὕτως ἔχει, δεῖ ἡμᾶς περὶ τούτων εἰπεῖν καὶ γράψαι πολιτείας. ἡ γὰρ τῶν Λακεδαιμονίων καὶ Κρητῶν καὶ τῶν ἄλλων, ὡς δείξει ἐν ταῖς Πολιτείαις, ἡμαρτημέναι πᾶσαί εἰσι καὶ οἱ κείμενοι ἐν ταύταις νόμοι οὐ σμικρᾶς δέονται τῆς διορθώσεως. ταῦτα εἰπὼν ἐπιφέρει κράτιστον μὲν καὶ βέλ‐
20τιστόν ἐστι νόμους κεῖσθαι ὀρθῶς ἔχοντας 〈καὶ〉 κοινὴν ἐπιμέλειαν ποιεῖσθαι τῶν παίδων, ἀμεληθείσης δὲ τῆς κοινῆς ἐπιμελείας ἢ τῷ μὴ κεῖσθαι τοὺς τοῦτο πράττοντας νόμους ἢ κεῖσθαι μέν, παρορᾶσθαι δὲ ἀμελείᾳ τῶν ἀρ‐ χόντων τῆς πόλεως, προσήκει προθύμως ἕκαστον ἐπιμελεῖσθαι τῶν σφε‐ τέρων παίδων καὶ φίλων, ὅπως καλοὶ κἀγαθοὶ ἀπεργασθεῖεν. τοῦτο γὰρ
25ἐδήλωσε διὰ τοῦ εἰς ἀρετὴν συμβάλλεσθαι. συμβάλλεται δ’ εἰς ἀρε‐ τὴν καὶ συνεργεῖ ὁ τὰ καλὰ τιθεὶς ὑπ’ ὄψιν καὶ διδάσκων, ὅτι τόδε μὲν βλάπτει διὰ τόδε, τόδε δὲ ὠφέλιμόν ἐστι, κἂν μὴ δοκῇ, διὰ τόδε· καὶ πρὸς τούτοις εἰς ἀρετὴν συνεργεῖ ὁ διδοὺς ἔχων τῷ μὴ ἔχοντι ὧν χρῄζει εἰς τὴν τῆς ἀρετῆς καὶ τῆς ἠθικῆς καὶ τῆς λογικῆς κτῆσιν. δεῖ οὖν, φησί,
30συνεργεῖν, εἰ δὲ μὴ δύναται, προαιρεῖσθαι δ’ οὖν καὶ βούλεσθαι βοηθήσειν καὶ συνεργήσειν, εἰ δυνήσεταί ποτε.
32nΜάλιστα δ’ ἂν τοῦτο δύνασθαι δόξειεν ἐκ τῶν εἰρη‐
33nμένων νομοθετικὸς γενόμενος.
34Νομοθετικὸν λέγει τὸν ἔχοντα νοῦν ἐκ λόγων καὶ πείρας, προβλεπτι‐610

611

κὸν τῶν καλῶν καὶ δικαίων καὶ συμφερόντων τῇ τε πόλει πάσῃ καὶ χωρὶς ἑκάστῳ. ὃ δὲ λέγει ἐστίν, ἐκ τῶν εἰρημένων καὶ ἐξ ὧν εἴπομεν δῆλον γέγονε τοῖς νοεῖν δυναμένοις τὰ ῥηθέντα, ὅτι ἐκεῖνος δύναται τοῖς ἰδίοις παισὶ συμβάλλεσθαι, ὅστις ἐστὶ νομοθετικός. ἢ εἴη ἂν λέγων, ὅτι ἐκ
5τῶν εἰρημένων δῆλόν ἐστιν, ὅτι ὅς ἐστι νομοθετικὸς δύναται γινώσκειν πο‐ δαποὺς μὲν νόμους δεῖ θέσθαι περὶ τῆς κοινῆς τῶν παίδων ἐπιμελείας καὶ παιδεύσεως καὶ ποίους περὶ τῶν εἰς ἄνδρας φθασάντων ἐπιτηδευμάτων καὶ ποίους ἐν ἅπαντι τῷ βίῳ καὶ τίνας πρὸς τὸ συμφέρον ἰδίως ἑκάστῳ καὶ τίνας πρὸς τὸ ὠφέλιμον πάντων τῶν πολιτῶν, ἀνδρῶν καὶ γυναικῶν.
10ὅτι δὲ ἄλλοι μὲν ἁρμόζουσι τῇ δημοκρατουμένῃ πόλει καὶ ἕτεροι τῇ ἀρι‐ στοκρατουμένῃ καὶ ἄλλοι τῇ τιμοκρατουμένῃ καὶ ἄλλοι τῇ βασιλευομένῃ, καὶ τίνες ἕκαστοι τούτων εἰσίν, ἐρεῖ ἐν ταῖς Πολιτείαις. ὅτι δὲ καὶ ἐκ μὲν τῶν ἐπιεικῶν νόμων ἀγαθοὶ γίνονται οἱ κατ’ αὐτοὺς ζῶντες, ἐκ δὲ τῶν φαύλων φαῦλοι, καὶ τοῦτο δῆλον. τὸ δὲ διακρίνειν δύνασθαι, τίνες τῶν
15νόμων ἐπιεικεῖς καὶ τίνες φαῦλοι, τοῦ νομοθετικοῦ ἐστιν, ὡς καὶ ἰατροῦ τὸ χωρίζειν τὰ νοσώδη ἀπὸ τῶν ὑγιεινῶν. ταῦτα εἰπὼν λέγει δυνάμει, πρὸς μὲν τὸ ἀγαθοὺς ἢ φαύλους γενέσθαι τοὺς πολίτας μεγάλα συντελοῦσιν οἱ νόμοι· τὸ δὲ γεγράφθαι ἢ ἀγράφους ὑπάρχειν, οὐδέν τι συμβάλλεται. αἱ γὰρ πράξεις δύνανται πρὸς καλοκαγαθίαν ἢ κακίαν, ἀλλ’ οὐ τὸ γεγρά‐
20φθαι ἢ μὴ γεγράφθαι τὰ ποιητέα ἢ μὴ ποιητέα. ἄγραφοι δ’ ἂν εἶεν νόμοι τὰ κοινὰ ἔθη. οὐδὲ δὴ δι’ ὧν εἷς ἢ πολλοὶ παιδευθήσονται. πρὸς μὲν τὸ σπουδαίους γενέσθαι τοὺς πολίτας μέγα τι συμβάλλεται ἡ τῶν νόμων ἐπιείκεια καὶ ὀρθότης, καὶ τοῦτο δεῖ σκοπεῖν τὸ ἀναμαρτήτους τυγ‐ χάνειν. τὸ δὲ σκοπεῖσθαι, φησί, πότερον ὁ δυνάμενος νόμος ἕνα ποιῆσαι
25ἀγαθὸν δύναται καὶ πολλοὺς τοιούτους ἀποτελέσαι, καὶ πότερον ὁ πολλοῖς ὠφέλιμος καὶ ἑνὶ τοιοῦτός ἐστι. τοῦτο οὐδὲν διαφέρει. ὀρθὸς γὰρ ὢν καὶ πάντῃ ἄπταιστος ταὐτὸν ποιήσει ταῖς ἄλλαις τέχναις καὶ ἐπιστήμαις καὶ τοῖς τεχνίταις καὶ ἐπιστήμοσιν. ὡς γὰρ ἐκείνων ὁ δυνάμενος ἕνα διδάξαι καὶ ἀπαρτίσαι μουσικὸν ἢ ἰατρὸν δύναται καὶ πολλούς, καὶ ἔμπαλιν ὁ πολ‐
30λοὺς καὶ ἕνα, οὕτω καὶ νόμος ὁ δυνάμενος ἕνα σπουδαῖον ἀποτελέσαι δύ‐ ναται καὶ πολλούς, καὶ ἔμπαλιν. ὥσπερ γὰρ ἐν ταῖς πόλεσιν ἰσχύει τὰ νόμιμα καὶ τὰ ἔθη, οὕτω καὶ ἐν οἰκίαις οἱ πατρικοὶ λόγοι. ζητητέον πῶς πρὸ ὀλίγου εἰπὼν μηδὲν ἰσχύειν τὰς πατρικὰς προστάξεις, νῦν φησιν ἐπίσης τοῖς νόμοις καὶ τοῖς ἔθεσιν ἰσχύειν. καὶ ῥητέον ὅτι περὶ
35τῶν πολλῶν καὶ μοχθηρῶς ζώντων εἶπεν ἐκεῖ μηδὲν ἰσχύειν, ἐνταῦθα δὲ περὶ τῶν καλῶς ἀναγομένων τοῦτο λέγει. ἢ ῥητέον ὅτι οὐκ εἶπεν ἐκεῖ μηδαμῶς ἰσχύειν, ἀλλ’ ὅτι οὐκ ἔχουσιν ἰσχυρόν, λέγων ἰσχυρὸν τὸ ἀναγ‐ καστικὸν καὶ βίαιον. οὐδεὶς γὰρ τὸν υἱὸν διὰ τὴν φυσικὴν στοργὴν βιά‐ ζεται καὶ κολάζειν ἐπιχειρεῖ ὡς ὁ νόμος, ἀλλὰ πολὺ ἔλαττον τὰς ἐπιτιμήσεις
40ἐπιφέρει. οὐδ’ αὖ τὸν πατέρα τις ὡς τὸν νόμον ὑποπτήσσει καὶ δέδοικε,611

612

ὥστε οὐκ ἰσχύει τοῦ πατρὸς ἡ πρόσταξις, ὡς νόμος ἰσχύει μέντοι. καὶ τοῦτο μὲν τοιοῦτον. παραινοῦσι δ’ αἱ προκειμέναι συλλαβαὶ μὴ τὸ πᾶν τῆς τῶν οἰκείων παίδων ἀγωγῆς ἀναρτᾶν τῇ κοινῇ τῶν παίδων ἐπιμελείᾳ, ἀλλὰ καὶ ἡμᾶς αὐτοὺς περὶ ταύτην σπουδάζειν καὶ ποιεῖν ἐπιτηδειο‐
5τάτους καὶ δεκτικοὺς καὶ τῶν κοινῶν παιδευμάτων. ὡς οὖν ἐν ταῖς πό‐ λεσιν ἰσχύουσιν οἱ νόμοι καὶ τὰ ἔθη, οὕτω καὶ οἱ πατρικοὶ λόγοι ἐν οἰκίᾳ πρὸς τὴν τῶν καλῶν ἀντίληψιν. αἰδεῖται γὰρ ὁ υἱὸς μὴ πείθεσθαι τῷ πατρὶ καὶ ταῦτα σπουδαίῳ ὄντι καὶ τῶν καλῶν ἐργάτῃ. διά τε οὖν τοῦτο δύνανται οἱ τοῦ πατρὸς λόγοι καὶ διὰ τὴν συγγένειαν καὶ διὰ
10τὰς εὐεργεσίας. πᾶς γὰρ τὸν εὐεργέτην αἰδεῖται· οὐδεὶς γὰρ εὐεργετού‐ μενος ὑποπτεύσειεν ἂν τὸν εὐεργέτην, ὡς φθονῶν ἢ μισῶν ἀπάγει αὐτὸν ἐκ τῶν δοκούντων αὐτῷ καλῶν, μὴ ὄντων δὲ καλῶν. πειθόμεθα οὖν τοῖς συγγενέσι καὶ εὐεργέταις ὡς φιλοῦσιν ἡμᾶς. συγγενέστατος δὲ πάντων ὁ πατήρ, ἀλλὰ καὶ εὐεργετικώτατος. τὸ γὰρ τῶν ἀγαθῶν μέγιστον τὸ
15εἶναι παρὰ τῶν πατέρων ἡμῖν.
16nἜτι δὲ καὶ διαφέρουσιν αἱ καθ’ ἕκαστον παιδεῖαι τῶν
17nκοινῶν.
18 Καὶ διὰ τούτων τοὺς πατέρας προτρέπει μὴ ἀρκεῖσθαι ταῖς κοιναῖς ἐπιμελείαις ἀλλὰ καὶ αὐτοὺς συνεισφέρειν τὸ οἰκεῖον. καὶ εἴη ἂν τῶν λεγο‐
20μένων ἡ δύναμις· δεῖ τοὺς πατέρας τὸ τοῦ νόμου ἔλλειμα ἀναπληροῦν· ὁ μὲν γὰρ νόμος τῶν καθόλου, αἱ δὲ πράξεις τῶν καθ’ ἕκαστα πολὺ τὸ ἄριστον ἐχόντων. ὡς γὰρ ἐπὶ τῆς ἰατρικῆς οὐκ ἀεὶ ἕπεται τοῖς καθόλου, ἀλλ’ ἔστιν ἐφ’ ὧν παρορᾷ καὶ ἄλλα μὲν λέγει ὁ καθόλου λόγος, ἄλλα δ’ ὁ ἰατρὸς ποιεῖ διά τινα περίπτωσιν, οὕτως οὐδὲ τὸ τοῦ νόμου δεῖ πρόστα‐
25γμα δι’ ὅλου γίνεσθαι. ὁ μὲν γὰρ νόμος λέγει, ‘ξένος εἰ ἀνέλθοι ἐπὶ τὸ τεῖχος, πολεμίων κύκλῳ τὴν πόλιν τηρούντων, θανάτῳ τελευτάτω.‘ ἀλλ’ οὐδεὶς εὖ φρονῶν ἀνελεῖ τὸν ἀνελθόντα ξένον καὶ ἀριστεύσαντα. πάλιν ὁ νόμος φησί, δεῖν τὸν κλέψαντα τιμωρεῖν, ἀλλ’ οὐ τὸν τοῦτο ποιήσαντα διὰ μεγάλην ἀνάγκην καὶ ἐσχάτην ἀπορίαν καὶ μήτε δυνάμενον δουλεύειν
30μήτε πρός τινων ἐλεούμενον, οὐδεὶς ἂν κολάσειεν, εἰ μὴ μαίνεται. ἀλλὰ καὶ ὁ λόγος τῆς ἰατρικῆς καθόλου φησὶ παντὶ τῷ ἐπὶ σήψει πυρέττοντι ἡσυχίαν καὶ ἀσιτίαν συμφέρειν, ἀλλ’ ὅμως εὑρίσκεταί τις, ᾧ τὸ ἀσιτεῖν οὐ συμφέρει. τί οὖν θαυμαστὸν καὶ τὸν νόμον λέγειν, δεῖν πάντα παῖδα οὑτωσὶ ἀνάγειν καὶ παιδεύειν, εὑρεθῆναι δέ τινας μὴ φέροντας τὴν τοι‐
35αύτην ἀγωγὴν ἢ τὰς τοιαύτας στρατιωτικὰς συνασκήσεις, οἷαι αἱ τῶν Λακεδαιμονίων ἱστόρηνται, γυμνοὺς μαχαίραις κατακεντοῦντες ἀλλήλους; τούτους οὖν τίς ἂν ἐπιχειρήσειεν οὑτωσὶ τὰ πολεμικὰ ἐκπαιδεύειν; οὐδεὶς οἶμαι. ἀλλὰ τὸν κοινὸν νόμον καὶ τὴν κοινὴν ἐπιμέλειαν ἀφείς, ἐπὶ τὴν σύμ‐
μετρον καὶ κατάλληλον αὐτῶν τῇ φύσει βαδιεῖται. πρὸς ταύτην δὲ ἀφί‐612

613

ξεται ὁ τὴν φύσιν αὐτοῦ ἐπιστάμενος. ἐπίσταται δὲ ὁ πατὴρ σπουδαῖος ὤν, τίνων μὲν ἀντέχεσθαι δύναται καὶ πρὸς ποῖα τῶν μαθημάτων εὐφυῶς ἔχει, πρὸς ποῖα δὲ ἀνεπιτήδειός ἐστι καὶ πόσον ἀνεπιτήδειος, οἷον εἰ τριά‐ κοντα Ὁμηρικοὺς ἀποστοματίζειν δύναται καὶ μηδὲν πλέον, μὴ ἀναγκάζειν
5αὐτὸν ἐπέκεινα τῶν τριάκοντα ἀποδιδόναι, εἰ δὲ πεντήκοντα, μὴ πλέον τούτων. διαφέρουσιν οὖν αἱ καθ’ ἕκαστα παιδεῖαι τῶν κοινῶν. καὶ δεῖ μὴ μόνον τὸ καθόλου γινώσκειν, ὅτι συμφέρει παντὶ παιδὶ τόδε τι καὶ πάντα παῖδα διδακτέον τόδε τι, ἀλλὰ καὶ τὸ πρέπον ἑκάστου φύσει καὶ πρὸς τί ἐπιτήδειοί εἰσι, καὶ πρὸς ἐκεῖνο ἄγειν τὸν μὴ δυνάμενον κατὰ τὴν
10καθόλου τοῦ νόμου προστάξιν ἐκπαιδεύεσθαι. τοῦτο δὲ τίς ἂν τοῦ πατρὸς μᾶλλον δυνήσεται ποιεῖν; ὅτι δὲ οὐ πάντα ὑπὸ τὸ καθόλου τάττειν δεῖ, δηλοῦσιν οἱ πυκτικοί. οὐδὲ γὰρ ὁ πυκτικὸς πᾶσι τοῖς πυκτεύουσι τὴν αὐτὴν περιτίθησι μάχην, ἀλλὰ τῷ μὲν μείζονα καὶ χαλεπωτέραν καὶ ἐν πλείονι χρόνῳ, τῷ δὲ ἐλάττονα καὶ ἐν ἐλάττονι χρόνῳ.
15nἘξακριβοῦσθαι δὲ δόξειεν ἂν μάλιστα τὸ καθ’ ἕκαστον
16nἰδίας τῆς ἐπιμελείας γινομένης.
17 Τὸ καθ’ ἕκαστον ἀντὶ τοῦ εἷς ἕκαστος εἴρηται. λέγει δὲ ὅτι ἀκρι‐ βέστερος ἂν γένοιτο, φέρε εἰπεῖν, πύκτης ὁ τυγχάνων ἰδίας ἐπιμελείας, ἤτοι ὁ τὰς συμμέτρους αὐτῷ μάχας καὶ τῇ οἰκείᾳ φύσει πρεπούσας μαχό‐
20μενος. καὶ γὰρ καὶ γυμναστὴς μᾶλλον ἂν ὑγιῆ φυλάξειεν ὃν συμμέτρως γυμνάζει τοῦ πολὺ πλέον ἢ ἔλαττον τὰ γυμνάσια προστάττοντος, καὶ γραμ‐ ματικὸν μᾶλλον ἂν ἀκριβῆ ποιήσειεν ὁ προστάττων ἀποστοματίζειν ἃ δύ‐ ναται τοῦ πλείονα κατὰ πολὺ ἢ ἥττονα προστάττοντος· καὶ ἀγαθὸν δὴ καὶ σπουδαῖον μᾶλλον ἂν ἀποτελέσειεν ὁ τὰς συμμέτρους κατ’ ἀρετὴν
25ἐνεργείας ἑκάστῳ ἐνεργεῖν ἐπιτάττων. ὁ δ’ ἁπλῶς πᾶσι τὰς αὐτὰς μάχας περιτιθεὶς ἢ τὰ αὐτὰ γυμνάσια γυμνάζων ἢ ἀπαγγέλλειν ἀναγκάζων οὐκ ἄν ποτε πάντας ἢ τοὺς πυκτεύοντας ἢ τοὺς γυμναζομένους ἢ μανθάνοντας ἀκριβεῖς περὶ τὴν πυκτικὴν ἢ τὴν γραμματικὴν ἀποτελέσειε. καὶ οὐ τοῦτο λέγει Ἀριστοτέλης, οἷον ἔστω ἐπὶ τῶν γραμματικῶν ὅτι καὶ οἱ εὐφυεῖς
30καὶ οἱ ἀφυεῖς τὰ σύμμετρα ταῖς οἰκείαις φύσεσι μανθάνοντες ἐπίσης ἀκρι‐ βεῖς γενήσονται γραμματικοὶ καὶ ἐν ἴσῳ χρόνῳ. δῆλον γὰρ ὅτι οἱ εὐφυέ‐ στεροι καὶ θᾶττον ἂν φθάσωσιν εἰς τὴν ἀκρίβειαν καὶ ἀκριβέστεροι γενή‐ σονται. ἀλλ’ ὃ λέγει τοιοῦτόν ἐστιν· ὁ ἀφυὴς δεόντως ἐπιμελόμενος ἔλ‐ θοι ἂν εἰς τὴν ἀκρίβειαν καὶ τὴν τελειότητα ὅσης ἐστὶν ἡ φύσις αὐτοῦ
35χωρητική, εἰ δὲ μὴ τύχοι τῆς προσηκούσης ἐπιμελείας, οὐκ ἂν τύχῃ τῆς613

614

τοιαύτης ἀκριβείας ἢ τελειότητος. δεῖ ἄρα τὴν ἑκάστου φύσιν γινώσκειν καὶ ἐπάγειν τὸ οἰκεῖον αὐτῇ.
3nἈλλ’ ἐπιμεληθείη μὲν τοῦ καθ’ ἕνα ἄριστα καὶ ἰατρὸς
4nκαὶ γυμναστής.
5 Διττὴ φέρεται ἡ γραφή, ἡ μὲν ἔχουσα τοῦ καθ’ ἕνα, ἡ δὲ τοῦ καθ’ ὅλου. εἰπὼν δὲ ὅτι ἐξακριβοῖ μὲν ὁ τὸ καθόλου εἰδώς, λέγει ὅτι μάλιστα ἂν ἐπιμεληθείη ἂν ἑνὸς ἑκάστου ὁ τὸ καθόλου εἰδώς. ἀπὸ γὰρ τοῦ κα‐ θόλου δύναται μάλιστα γνωρίζειν, ὡς ἐπὶ τὸ πολὺ καὶ τὸ καθ’ ἕκαστον. ὁ γὰρ εἰδὼς τί συμφέρει πάσῃ θερμῇ καὶ ξηρᾷ φύσει, οἶδε καὶ τί ταύτῃ τῇ
10μερικῇ, καὶ ὁ εἰδὼς τί πάσῃ παιδικῇ ἡλικίᾳ συμφέρει ἐπιτήδευμα ὡς ἐπὶ τὸ πολὺ οἶδε καὶ τί ἑκάστῳ παιδί. καὶ ὃ μὲν λέγοι ἂν διὰ τῆς ἐχούσης γραφῆς ἀλλ’ ἐπιμεληθείη ἂν τοῦ καθ’ ἕνα, τοῦτό ἐστιν. ἡ δὲ λέξις ἡ τὸ καθόλου εἰδὼς τὶ πᾶσιν ἐλλιπής ἐστι· λείπει γὰρ τὸ συμφέρει, καὶ δεῖ προσυπακούσαντας αὐτοῦ ποιῆσαι τὸ ὅλον τοιοῦτον ‘ὁ τὸ καθόλου
15εἰδὼς τί πᾶσι συμφέρει.‘ ὅτι δὲ αἱ ἐπιστῆμαι τὰ κοινὰ διδάσκουσιν, ἴσμεν ἅπαντες οἱ ταύτας μετιόντες. ἡ γὰρ ἰατρικὴ οὐ διδάσκει τί συμφέρει Σωκράτει, ἀλλὰ τί πάσῃ κράσει ὁποία ἡ Σωκράτους, οἷον πάσῃ θερμῇ καὶ ξηρᾷ, καὶ τί παντὶ γέροντι, ἀλλ’ οὐ τί Παρμενίδῃ. ὁ μὲν οὖν τὸ καθόλου εἰδὼς ἐπιμεληθείη ἂν καὶ τοῦ καθ’ ἕνα. ἀλλὰ καὶ ἕνα τινὰ τοῦ
20καθόλου ἀγνοοῦντα οὐδὲν κωλύει ἐπιμεληθῆναί τινος ἑνὸς ἐκ πείρας εἰδώς, τίνα τε τὰ ὠφελοῦντα αὐτὸν καὶ τίνα τὰ βλάπτοντα. καὶ εἰσί τινες μᾶλλον ὠφελοῦντες αὑτοὺς τῶν ἰατρῶν ἐκ πείρας γινώσκοντες τὰ σώζοντα αὑτούς, ὥστε καὶ ὁ πατὴρ ὁ γινώσκων ἐκ πείρας τὸν υἱὸν ποῖα τῶν γυμνασίων ὠφελοῦσι, μᾶλλον ἂν γυμνάσειε τοῦ γυμναστοῦ. διοίσει δὲ ὁ τοιοῦτος
25τοῦ τὸ καθόλου εἰδότος, ὅτι ὁ τὸ καθόλου εἰδὼς πολλοὺς ἂν ἰάσαιτο καὶ πολλοὺς ἂν ἀμέμπτως γυμνάσειεν, οὗτος δὲ ἐκεῖνον μόνον ὃν ἐκ πείρας οἶδεν, ὅτι πρὸς τῶν τοιούτων ὠφελεῖται, βλάπτεται δὲ παρὰ τῶν τοιούτων. ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῆς τῶν παίδων ἀγωγῆς ὁ τὸ καθόλου, ἤτοι τὸν νόμον, εἰδὼς ἐπιμεληθείη ἂν πολλῶν, ὁ δὲ λοιπὸς ἑνὸς ὃν οἶδε
30τίσι τε πειθήνιός ἐστι καὶ πρὸς τίνα ἀνεπαχθῶς ἄγεται καὶ τίσιν ἀπειθεῖ καὶ ἀπεχθῶς διάκειται καὶ διὰ τίνων λόγων καὶ πράξεων ἐπ’ αὐτὰ πέφυκε φέρεσθαι. πρὸς μὲν οὖν τὴν ἔχουσαν γραφὴν τοῦ καθ’ ἕνα ταῦτα, πρὸς δὲ τὴν τοῦ καθόλου λέγοι ἄν ‘ὁ εἰδὼς τὸ καθόλου περὶ παίδων ἢ ἀκμαζόντων ἢ καὶ πάντων τῶν πολιτῶν νόμον ἐπιμεληθείη
35ἂν καθόλου πάντων.‘ ὥστε δεῖ τὸν βουλόμενον θεωρητὴν ἤτοι τεχνικὸν614

615

γενέσθαι ἐπὶ τὸ καθόλου βαδίζειν, ἤτοι τοὺς τὸ καθόλου διδάσκοντας λό‐ γους, οἷον ὅτι παντὶ πυρέττοντι ἐπὶ σήψει τόδε τι συμφέρει. ἐπὶ τούτους τε οὖν τοὺς καθόλου λόγους βαδιστέον καὶ ἐπὶ τοὺς νόμους τῷ βουλομένῳ ἐπιμέλειαν ποιεῖσθαι τῆς ὅλης πόλεως. τὸ δὲ καὶ γνωριστέον ὡς
5ἐνδέχεται λέγοι ἂν ὅτι δεῖ οὕτως αὐτὰ γινώσκειν, ὡς οὐκ ἀεὶ κατὰ τὰ ὑπ’ αὐτῶν λεγόμενα χρὴ πράττειν, ἀλλ’ ὡς ἐπὶ τὸ πολύ, ὅτι μηδὲ τὰ ὑποκείμενα ἀεὶ ὡσαύτως ἔχουσι.
8nΤάχα δ’ ἂν καὶ τῷ βουλομένῳ βελτίους δι’ ἐπιμε‐
9nλείας ποιεῖν εἴτε πολλοὺς εἴτε ὀλίγους.
10 Ὥσπερ γὰρ ὁ γραμματικὸς τὴν τέχνην καὶ ὁ πύκτης καὶ ὁ ἰατρὸς δύναται πολλοὺς καὶ ὀλίγους, ὁ μὲν γραμματικοὺς ἀποτελεῖν, ὁ δὲ πύκτας, ὁ δὲ ὑγιεῖς, οὕτω καὶ ἀγαθοὺς πολίτας καὶ πολλοὺς καὶ ὀλίγους ποιεῖν ἰσχύει ὁ τὸ καθόλου, ἤτοι τοὺς νόμους, εἰδὼς τοὺς ὀρθῶς κειμένους, ὥστε τῷ βουλομένῳ ἀγαθοὺς πολίτας ἀποτελεῖν πειρατέον νομοθετικῷ γενέσθαι.
15λέγει δὲ νομοθετικὸν τὸν δυνάμενον τιθέναι νόμους ὀρθοὺς καὶ ἀπταίστους. ὅτι δὲ ὁ τοῦτο ποιεῖν δυνάμενος δύναται καὶ τῶν κειμένων νόμων διακρί‐ νειν τοὺς ἀρίστους καὶ μὴ τοιούτους, οὐκ ἄδηλον. οὐ γάρ ἐστι τοῦ τυχόν‐ τος διαθεῖναι, ἤτοι κρῖναι, εἰ καλῶς ἢ μὴ καλῶς οὗτος ὁ νόμος ἔχει, ἀλλὰ τοῦ εἰδότος. λέγει δὲ εἰδότα τὸν πολιτικὸν σοφὸν καὶ τὴν ἀνθρω‐
20πίνην σοφίαν σοφόν. τοιοῦτος δ’ ἐστίν, ὡς ἐν ταῖς Πολιτείαις ἐρεῖ, ὁ εἰδὼς πόσα εἴδη πολιτειῶν, καὶ τί τὸ διημαρτημένον καὶ τίς ἡ ἀρίστη πολιτεία καὶ τίνα τὰ σώζοντα ἑκάστην καὶ τίνα τὰ φθείροντα, καὶ ποία φθειρομένη εἰς ποίαν μεταβάλλει, οἷον ἡ τῆς δημοκρατίας φθορὰ πότερον εἰς τιμοκρατίαν μεταβαίνει ἢ εἰς ἀριστοκρατίαν. οὗτος οὖν ἐστιν ὁ πολι‐
25τικός· ὁ δ’ αὐτὸς καὶ νομοθετικός. μέρος γὰρ ἡ νομοθετικὴ τῆς πολιτικῆς. τὸ δὲ ὥσπερ ἐπὶ ἱππικῆς τοιοῦτόν ἐστιν· ὥσπερ ὁ ἔχων τὴν ἱππικὴν τέχνην δύναται καλοὺς κἀγαθοὺς τοὺς ἵππους ἀποτελεῖν, οὕτω καὶ ἀγαθοὺς ποιεῖν δύναται ὁ νομοθετικός.
29nρ’ οὖν μετὰ τοῦτο ἐπισκεπτέον πόθεν ἢ πῶς νομο‐
30nθετικὸς γένοιτ’ ἄν.
31 Τὸ ρ’ οὖν ἀποφαντικόν ἐστι. λέγει δέ, ὅτι ἐπεὶ τοῦ νομοθετικοῦ ἐστι τὸ καλοὺς κἀγαθοὺς ἀποτελεῖν πολίτας, δεῖ ἰδεῖν τίσι διδασκάλοις χρη‐ στέον εἰς τὸ νομοθετικοὺς γενέσθαι, καὶ πῶς, ἤτοι ἐκ ποίων ἐπιτηδευμά‐ των γενοίμεθα ἂν νομοθετικοί. καὶ τοῦτο ἐπήγαγεν εἰπών, ὅτι καθάπερ
35ἐπὶ τῶν ἄλλων, οὕτως ἕξει καὶ ἐπὶ τῆς νομοθετικῆς. ὡς γὰρ γραμματικοὶ615

616

καὶ ἰατροὶ καὶ μουσικοὶ γινόμεθα παρὰ τῶν εἰδότων, οὕτω καὶ νομοθετικοὶ ἐσοίμεθα ἂν παρὰ τῶν πολιτικῶν. ἢ οὐχ ὅμοιον φαίνεται ἐπὶ τῆς πολιτικῆς καὶ τῶν λοιπῶν ἐπιστημῶν καὶ δυνάμεων; δυνάμεις ἐκάλουν οἱ παλαιοὶ τὰς ἐπιχειρούσας τέχνας εἰς τἀναντία, οἷον ῥητορικὴν
5διαλεκτικήν, ἐπιστήμας δὲ τὰς μὴ τοιαύτας, οἷον ἀριθμητικὴν γεωμετρίαν φυσικήν. ὃ δὲ λέγει, οὐκ ἀρεσκόμενος λέγει. αὐτὸς γάρ ἐστιν ὁ λέγων ἐν ταῖς Πολιτείαις τοῦ πολιτικοῦ εἶναι τὸ νομοθετεῖν. ἀλλ’ ὃ λέγει ἐπι‐ σκώπτων τοὺς σοφιστὰς λέγει, τοὺς καλοῦντας ἑαυτοὺς πολιτικοὺς καὶ ἐπ‐ αγγελλομένους διδάσκειν τὰ πολιτικά, παντάπασι δ’ ἀγνοοῦντας τίς ἐστιν ἡ
10πολιτικὴ τέχνη. καὶ εἴη ἂν δυνάμει λέγων ‘κατὰ μὲν αὐτὴν τὴν ἀλήθειαν καὶ τὴν τῶν πραγμάτων φύσιν καὶ ἀκολουθίαν τὸ νομοθετεῖν οὐδενός ἐστι πλὴν τοῦ πολιτικοῦ, κατὰ δὲ τοὺς σοφιστὰς τοὺς ἑαυτοὺς ἀνακηρύττοντας πολιτικούς, μὴ ὄντας δέ, ἀλλὰ δημεραστὰς καὶ δημοκόλακας, οὐκ ἔστι τοῦ πολιτικοῦ τὸ νομοθετικοὺς ἀποτελεῖν.‘ οἱ γὰρ μὴ ὄντες πολιτικοὶ οὐδὲ
15νομοθετικοί, οἱ δὲ μὴ ὄντες νομοθετικοὶ οὐδὲ νομοθετικοὺς ἀποτελεῖν δύ‐ νανται, ὥστε οἱ σοφισταὶ πολιτικοὶ μὴ ὄντες νομοθετικοὺς οὐκ ἂν ποιή‐ σειάν ποτε. ὅτι δὲ οὐ πολιτικόν ἐστι τὸ σοφιστικὸν φῦλον, προβιβάζει καὶ συνίστησιν ἀπὸ τῶν ἐπιστημῶν καὶ δυνάμεων, λέγων ‘ὁ ἐν αὐταῖς εἰ‐ δὼς ἅμα τε διδάσκει ἣν οἶδε τέχνην καὶ ἐνεργεῖ κατ’ αὐτήν, οἷον ὁ ζῳ‐
20γράφος οὐ διδάσκει μόνον ἀλλὰ καὶ ζῷα γράφει καὶ ὁ ῥήτωρ διδάσκει τε καὶ λόγους ῥητορικοὺς ἐκφέρει καὶ ὁ ἰατρὸς ἰατρούς τε ἀποτελεῖ καὶ ὑγιάζει, καὶ πᾶς ἁπλῶς ὁ εἰδώς τι διδάσκει τε ὃ οἶδε καὶ ἐνεργεῖ κατὰ τὴν τέχνην. τὰ δὲ πολιτικὰ ἐπαγγέλλονται μὲν διδάσκειν οἱ σοφιστα, πράττουσι δ’ οὐδαμῶς, ὥστε ἀγνοοῦσιν. εἰ γὰρ ᾔδεσαν, καὶ ἔπραττον.
25πράττουσι δὲ οἱ πολιτευόμενοι νῦν, οἷον Δημοσθένης, Αἰσχίνης, ἀλλ’ οὐδ’ οὗτοι εἰδότες, τίς ἐστιν ἡ πολιτική, ἀλλὰ δυνάμει τινί, ἤτοι ἐμπειρίᾳ καὶ ἀλόγῳ τριβῇ, καὶ οὐ διανοίᾳ καὶ τέχνῃ πολιτικῇ.
28nΟὔτε γὰρ γράφοντες οὔτε λέγοντες περὶ τῶν τοιούτων.
29Εἰπὼν ὅτι οἱ νῦν πολιτευόμενοι πράττουσι τὰ πολιτικὰ οὐκ ἐκ τοῦ ἔχειν
30τὴν πολιτικὴν ἐπιστήμην ἀλλ’ ἐξ ἐμπειρίας, πίστιν τούτου κομίζει τὸ μήτε λέγειν μήτε γράφειν τι περὶ αὐτῶν, ἤτοι τῶν πολιτικῶν ἔργων. εἰ γὰρ πολιτικά ἐστι τὰ ὄντως καλὰ καὶ ὄντως δίκαια καὶ ὄντως συμφέροντα, ταῦτα δ’ ἐστὶ τὰ κατ’ ἀρετὴν καὶ ἐξ ἀρετῶν πραττόμενα, οὗτοι δὲ οἱ νῦν πολι‐ τευόμενοι ἀγνοοῦσι τὴν φύσιν τῶν ὡς ἀληθῶς καλῶν καὶ δικαίων καὶ
35συμφερόντων, ὡς καὶ ὁ Πλάτων ἐν τῷ Γοργίᾳ ἔδειξε, πῶς δύνανται περὶ
αὐτῶν λέγειν ἢ γράφειν; καίτοι, φησί, κάλλιον ἦν αὐτὰ γινώσκειν ἢ λόγους616

617

γράφειν δικανικοὺς καὶ δημηγορικούς, ἤτοι συμβουλευτικούς. δείξας οὖν διὰ τούτων ἀγνοοῦντας τὰ πολιτικά, δείκνυσι τὴν ἄγνοιαν αὐτῶν καὶ ἐκ τοῦ μηδένα υἱὸν ἢ φίλον διδάξαι αὐτοὺς τὴν πολιτικὴν τέχνην. σημεῖον γὰρ ἐναργέστατον τοῦ μὴ εἰδέναι τὴν πολιτικὴν ἐπιστήμην τὸ μηδένα διδάξαι
5καὶ πολιτικὸν ποιῆσαι ἢ υἱὸν ἢ φίλον. οὐδὲν γὰρ ἄλλο μεῖζον ἂν ἀγαθὸν καταλελοίπασι ταῖς πόλεσι τῶν υἱῶν ἢ τῶν φίλων πολιτικῶν γεγονότων. εἰ οὖν ᾔδεσαν τὰ πολιτικά, ἐδίδαξαν ἂν τοὺς υἱεῖς καὶ φίλους· οὐ διδά‐ σκουσι δέ· ἀγνοοῦσιν ἄρα.
9nΟὐ μὴν μικρόν γε ἔοικεν ἡ ἐμπειρία συμβάλλεσθαι.
10 Τὸ μὲν κυριώτατον τοῦ κυβερνᾶσθαι καλῶς πάντα τὰ τῆς πόλεως παρὰ τῶν προϊσταμένων τὸ ἔχειν ἐστὶ τὴν πολιτικὴν ἐπιστήμην. ὅμως ἡ ἐμπειρία μεγάλα συμβάλλεται, ὡς καὶ ἐπὶ ἰατρικῆς καὶ τῶν ἄλλων, ὧν τὸ τέλος οὐκ ἔστι γνῶσις ψιλή, ἀλλὰ τὸ ἔργον αὐτῶν ἀποτελεῖται διὰ λό‐ γου καὶ πράξεως. εἰπὼν δὲ μεγάλα συμβάλλεσθαι τὴν ἐμπειρίαν, τὴν αἰ‐
15τίαν τούτου ἐπήγαγεν εἰπὼν οὐ γὰρ ἐγίνοντο ἂν διὰ τῆς πολιτικῆς συνηθείας μᾶλλον. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον· εἰ μὴ συνεβάλλετο πρὸς τὰς πολιτικὰς πράξεις ἡ ἐμπειρία, οὐκ ἂν ἐγίνοντο διὰ τῆς πολιτικῆς συνηθείας μᾶλλον πολιτικο. οἱ γὰρ τὸν λόγον καὶ τὴν πεῖραν ἔχοντες τῶν πολιτικῶν μᾶλλόν εἰσι πολιτικοὶ τῶν μόνον τὸν λόγον ἐχόντων. ἀλλὰ καὶ
20οἱ πλείω χρόνον διατρίψαντες ἀλόγως ἐν τοῖς πολιτικοῖς καὶ πλείω πεῖραν σχόντες τῶν πραγμάτων πολιτικώτεροί εἰσι τῶν ἄλλων τῶν ἥττονα χρόνον πολιτευσαμένων καὶ ἥττονα πεῖραν συλλεξαμένων. ὥστε δεῖ καὶ ἐμπειρίας τῷ ἐφιεμένῳ πολιτικῷ γενέσθαι. οὐδαμῶς ἄρα πολιτικόν ἐστι τὸ τῶν σοφιστῶν γένος μήτε ἔμπειρον ὂν τὰ πολιτικὰ μήτε εἰδός, τίς ἐστιν ἡ πολι‐
25τικὴ ἐπιστήμη. τῶν δὲ σοφιστῶν οἱ ἐπαγγελλόμενοι λίαν φαίνον‐ ται πόρρω εἶναι τοῦ διδάξαι. οἱ μὲν οὖν πολιτευόμενοι δύνανται με‐ τρίως διδάσκειν τὰ ἀπὸ τῆς πείρας αὐτοῖς εὑρημένα, οἱ δὲ σοφισταὶ καὶ ταύτης στερούμενοι πόρρω λίαν εἰσὶ τοῦ διδάσκειν, οἷος ὁ Πρόδικος, ὁ Ἱπ‐ πίας, ὁ Γοργίας καὶ οἱ λοιποὶ πάντες οἱ τῆς νεολαίας λυμαντῆρες. ὅτι δὲ
30ἀγνοοῦσιν οἱ σοφισταί, τίς ἐστιν ἡ πολιτική, δῆλον ἐκ τοῦ λέγειν ὅτι ἡ πολιτικὴ καὶ ἡ ῥητορικὴ ταὐτόν ἐστιν ἢ ἡ ἀριθμητικὴ καὶ ἡ μαθηματική. οὔτε οὖν, εἰ ἐγίνωσκον τίς ἐστιν ἡ πολιτική, τὴν αὐτὴν τῇ ῥητορικῇ ἔλεγον αὐτήν, οὔτε πλημμελῶς ἀπεφαίνοντο ῥᾳδίαν εἶναι τὴν νομοθεσίαν. τίνα γάρ, φασί, δυσχέρειαν ἔχει τὸ νόμους τιθέναι; ῥᾷον γάρ ἐστιν, ὁ ἐκείνων
35φησὶ λόγος, συναγαγεῖν τοὺς εὐδοκιμοῦντας τῶν νόμων καὶ ἐξ αὐτῶν ἐκλέ‐ ξασθαι τοὺς ἀρίστους. ἀλλ’, ὦ σοφιστά, τὸ ἐκλέξασθαι τίς ἐστιν ὁ ἄριστος
καί τίς ὁ ἐφεξῆς καί τίς ὁ ἐχόμενος πολλῆς δεῖται συνέσεως καὶ τῆς ὄν‐617

618

τως πολιτικῆς ἐπιστήμης, ὥσπερ καὶ μουσικῆς διακρῖναι τὰ σύντονα τῶν μελῶν τῶν μὴ τοιούτων· καὶ οὐ μόνον ἐπὶ μουσικῆς ἀλλὰ καὶ καθόλου ἐν ἅπασιν οἱ ἔμπειροι· λέγει δὲ νῦν ἐμπείρους καταχρώμενος τοὺς περὶ ἕκα‐ στα ἐπιστήμονας καὶ τεχνίτας. ἐν ἅπασιν οὖν οἱ ἔμπειροι κρίνουσιν ὀρ‐
5θῶς τὰ ἔργα, καὶ δι’ ὧν ἢ πῶς ἐπιτελεῖται. ὁ γὰρ ὢν ἰατρὸς οἶδε τί ἐστιν ὑγεία καὶ δι’ ὧν φαρμάκων καὶ δι’ οἵας διαίτης ἐπιγίνεται καὶ τὸν τρόπον τῆς χρήσεως, ἀλλ’ οὐχ ὁ τυχών. ὁμοίως καὶ ὁ γραφικὸς γινώσκει τίς ἐστιν ἀρίστη εἰκὼν καὶ τίς ἡμάρτηται καὶ κατὰ ποῖον μέρος, τοῖς δ’ ἀπείροις καὶ ἀτέχνοις ποιῆσαι μὲν ἢ πρᾶξαι τὸ ἔργον ἀδύνατον,
10ἀγαπητὸν δ’ αὐτοῖς ἐστι γνῶναι, εἰ καλῶς ἢ μὴ καλῶς εἴργασται. οὕτω καὶ οἱ μὴ ὄντες πολιτικοὶ θέσθαι νόμους οὐκ ἂν δυνηθεῖεν, ἴσως δὲ κρῖναι, ὅτι ὅδε καλῶς ἔχει, συμβήσεται αὐτοῖς.
13nΟἱ δὲ νόμοι τοῖς πολιτικοῖς ἔργοις ἐοίκασι.
14Ὁ νόμος οὐδὲν ἄλλο ἐστὶν ἢ ὁ νομοθετήσας αὐτόν, ὥσπερ πάλιν νο‐
15μοθέτης ᾗ νομοθέτης ὁ νόμος. διὸ νόμον τὸν νομοθέτην εἶπε νῦν· καὶ τοῦτο ἐδήλωσεν εὐθὺς εἰπὼν πῶς οὖν ἐκ τούτων νομοθετικὸς γέ‐ νοιτ’ ἄν; ὁμοίως καὶ ἔργα αὐτοὶ οἱ ἐργαζόμενοι. ἡ γὰρ εἰκὼν αὐτός ἐστιν ὁ ζῳγράφος, οὐχ ᾗ ἄνθρωπος ἀλλ’ ᾗ ζῳγράφος. ὁμοίως καὶ τὰ πολιτικὰ ἔργα αὐτός εἰσιν ὁ πολιτικὸς ᾗ πολιτικός. ἐπεὶ οὖν οἱ νόμοι τοῖς
20πολιτικοῖς ἐοίκασι πράγμασιν, αὐτὰ δὲ καλῶς ἐργάζεται τῇ πολιτικῇ ἐπι‐ στήμῃ καὶ τῇ πείρᾳ καὶ πολιτικός ἐστιν ἀληθῶς ὁ ἀμφοτέροις τῇ πολιτικῇ ἐπιστήμῃ καὶ πείρᾳ κεκοσμημένος, ὥστε καὶ νομοθετικὸς εἴη ἂν οὐχ ὁ συναγαγὼν τοὺς ἀρίστους νόμους, κἂν δοθῇ τοῦτο, λέγω δὴ τὸ δυνηθῆναι δίχα συνέσεως ἀθροῖσαι τοὺς τοιούτους, ἀλλ’ ἔσται νομοθετικὸς ἀληθὴς
25ὁ πεῖραν ἅμα καὶ τέχνην ἔχων τῆς πολιτικῆς. ὡς καὶ ἐπὶ τῆς ἰατρικῆς, φησίν, ὁρῶμεν. οὐ γὰρ ὁ συναγαγὼν τὰ ἰατρικὰ βιβλία καὶ ἀνεγνωκὼς αὐτὰ δύναται τὰ ἰατρικὰ πράττειν· καίτοι λέγουσιν, ὅτι ὅδε μὲν νοσεῖ, πᾶς ὁ νοσῶν ἢ ὁμοιομερὲς νόσημα νοσεῖ ἢ ὀργανικόν, ἀλλὰ τόδε μὲν οἷον ὀργανικὸν οὐ νοσεῖ διὰ τάδε καὶ τάδε, ὁμοιομερὲς ἄρα, καὶ τοῦτο ἢ τόδε
30ἢ τόδε ἢ τόδε, ἀλλὰ μὴν οὐ τόδε οὐδὲ τόδε ὅδε νοσεῖ διὰ τάδε καὶ τάδε· τόδε ἄρα· ἀλλὰ μὴν τόδε θεραπεύεται, εἰ τύχοι, καὶ διὰ κενώσεως τῆς ἀπὸ φλεβῶν καὶ διὰ καθάρσεως καὶ ἱδρώτων· καὶ ταῦτα διελθόντες καὶ τὸν τρόπον τῆς θεραπείας εἰπόντες ἀγνοοῦσι τὸ ποιητέον, εἴτε φλέβα δεῖ τεμεῖν ἢ ἱδρῶτα κινῆσαι ἢ γαστέρα λαπάξαι. ὁ δὲ ἅμα τῷ λόγῳ καὶ τὴν
35πεῖραν ἔχων εὐθὺς πράττει, εἰδὼς τί δεῖ πρᾶξαι νῦν καὶ τί μή. καὶ ἔστιν618

619

ἡ εἰρημένη τῶν νοσημάτων διαίρεσις καὶ τῶν ἰαμάτων τοῖς μὲν ἐμπειρι‐ κοῖς καὶ τοῖς λογικοῖς ἅμα ὠφέλιμος, τοῖς δὲ μόνα τὰ βιβλία ἀνεγνωκόσιν οὐδαμῶς. ὡς οὖν ἐπὶ τῆς ἰατρικῆς οὕτω καὶ ἐπὶ τῶν νόμων καὶ πολιτειῶν ἔχοι ἂν ὡς συναγωγῇ τῶν τοιούτων· τοῖς μὲν εὐφυεστέροις καὶ ὄμμα κρι‐
5τικὸν ἔχουσιν ἐκ πείρας τῶν καλῶς ἢ μὴ καλῶς γεγραμμένων χρήσιμος ἂν ἡ συλλογὴ γένοιτο, τοῖς δ’ ὅλως ἀπείροις τῶν πολιτικῶν ἔργων ἄχρη‐ στος, οὐδ’ ὑπάρξον ἂν αὐτοῖς τὸ κρῖναι περὶ τούτων καλῶς, εἰ μήπου ἔκ τινος τύχης, ὡς καὶ θησαυροῦ εὕρεσις.
9nΠαραλιπόντων οὖν ἀνερεύνητον τῶν προτέρων περὶ
10nνομοθεσίας.
11 Ἐπεί, φησίν, οἱ πρὸ ἡμῶν παραλελοίπασιν εἰπεῖν περὶ νόμων καὶ πολι‐ τειῶν, τῶν ἀρίστων δηλαδή, αὐτοὺς ἡμᾶς δεῖ περὶ τούτων ἐπισκέψασθαι. καὶ οὐ λέγει ὅτι οὐδεὶς τῶν πρὸ αὐτοῦ νόμους ἐξέθετο καὶ πολιτείας ἐκ‐ δέδωκε (πολλοὶ γάρ, οὓς ἱστορεῖ ἐν ταῖς Πολιτείαις, καὶ νομοθέται γεγό‐
15νασι καὶ πολιτείας ἔγραψαν, ἀλλὰ καὶ Πλάτων αὐτός), ἀλλ’ ὃ λέγει ἐστὶν ὅτι, ἐπεὶ μηδεὶς τῶν πρὸ ἡμῶν ἠκριβώσατο ταῦτα, ἀλλὰ πάντες τῆς ἀλη‐ θοῦς πολιτείας καὶ ἀρίστης τὴν φύσιν ἠγνόησαν, πειραθῶμεν αὐτοὶ εἰπεῖν τὸ βέλτιον. τὸ δὲ ἴσως πρόσκειται διὰ τὸ μήπω δεῖξαι πολλῶν ἁμαρ‐ τημάτων γεμούσας τὰς ἐκδεδομένας πολιτείας καὶ νομοθεσίας ὑπό τε Πλά‐
20τωνος καὶ τῶν ἄλλων. δείξει δὲ τοῦτο ἐν ταῖς ἑαυτοῦ Πολιτείαις. καὶ ὅλως, φησί, πειρατέον εἰπεῖν τί ἐστιν ἡ πολιτεία καὶ πότερον πολλαχῶς ἢ μοναχῶς ἡ πολιτεία λέγεται, ὅπως ὅσον ἐπὶ τῇ ἐμῇ δυνάμει, φησί, τε‐ λειωθῇ ἡ ἀνθρωπίνη καὶ πρακτικὴ φιλοσοφία. τὸ γὰρ εἰς τοὺς πρὸ ἐμοῦ ἧκον ἀτελές ἐστι.
25nΠρῶτον μὲν οὖν εἴ τι κατὰ μέρος εἴρηται καλῶς ὑπὸ
26nτῶν προγενεστέρων, πειραθῶμεν ἐπελθεῖν.
27 Ὁρᾷς ὅπως τῇ παρούσῃ πραγματείᾳ περὶ ἀρετῶν συνεχής ἐστιν ἡ περὶ τῶν πολιτειῶν· ἃ γὰρ ἐκείνη ἱστορεῖ καὶ διδάσκει, νυνὶ προδια‐ γράφει, καὶ τὸ τέλος τῆς παρούσης πραγματείας ἀρχὴν ἐκείνης ποιεῖται.
30τοῦτο δὴ θεασάμενοι, ὀψόμεθα καὶ τὸ τοῦ ἀνδρὸς φιλόσοφον. οὐ γὰρ εἶπε πρῶτον μέν, εἴ τι φαύλως καὶ μὴ καλῶς εἴρηται εὐθύνας δοτέον, ἀλλ’ εἴ τι
καλῶς εἴρηται ἐγκολπιστέον. δεικνὺς ὅτι τοὺς ἐλέγχους ἐπιφέρει τοῖς κακῶς619

620

εἰρημένοις οὐ δι’ ἀπέχθειαν ἢ φιλαυτίαν ἀλλὰ τὴν τῆς ἀληθείας σωτηρίαν, δεῖ, φησί, συναγαγεῖν τὰ τῶν προγενεστέρων καὶ συναγαγόντας τὰς ὑπ’ ἐκείνων ἐκδοθείσας πολιτείας ἰδεῖν τὰ ποῖα φθείρει καὶ σώζει ἑκάστην αὐ‐ τῶν. δείξει γὰρ εὐθὺς τὰς τοῦ Πλάτωνος ἐπισκεπτόμενος πολιτείας, ὅτι
5τινὰ ἃ λέγει γίνεσθαι ἐπὶ τῷ σώζεσθαι πόλιν ἀναιρετικὰ μᾶλλόν εἰσι πολιτείας, οὐ σωτήρια. εἶτα φησί· μετὰ τοῦτο θεωρητέον, τίνες τῶν νῦν πολιτειῶν καλῶς πολιτεύονται καὶ ποῖαι φαύλως. ταῦτα εἰπὼν ἐπιφέρει· καὶ τί τὸ ὄφελος ἐκ τῆς τοιαύτης θεωρίας, ὅτι τὸ μαθεῖν τίς ἡ ἀρίστη πολιτεία, καὶ πῶς ἑκάστη ταχθεῖσα, 〈οἷον πῶς ἡ δημοκρατία ταχθεῖσα〉, καὶ
10τίσι νόμοις καὶ ἔθεσι χρωμένη ἀρίστη ἔσται. ὡς γὰρ δείξει ἐν ταῖς Πολι‐ τείαις, πλείω εἴδη δημοκρατιῶν εἰσι καὶ τούτων τὰ μὲν βελτίω, τὰ δὲ χείρονα· ποίοις οὖν χρωμένη ἀρίστη ἔσται καὶ ἀκατάλυτος. ὁμοίως καὶ βασιλεία πῶς ἔχουσα διαμενεῖ ἐς ἀεί· ὁμοίως καὶ ἀριστοκρατεία καὶ τιμο‐ κρατεία.
15 Ὧδε μὲν τέλος ἔχουσι καὶ αἱ εἰς τὸ Κάππα σχολαί. ταῦτα κατὰ τὴν ἐμὴν δύναμιν· εἰ δέ τις ἔχει κρείττονα καὶ καλλίονα λέγειν, κατασπάζομαι. καὶ εἴη ἄν, ὦ δέσποτα καὶ δημιουργέ, ὁ σταυρωθεὶς δι’ ἄφατον φιλανθρω‐ πίαν ὑπὲρ ἡμῶν καὶ φίλων ὁ πανάριστος καὶ διδασκάλων οὗτος ὁ σεπτό‐ τατος ἐμοί· καὶ τὰ μὲν ἐμὰ ἔστωσαν Ἡφαίστῳ τροφή, τὰ δ’ ἐκείνου ἐς ἀεὶ
20ψυχαῖς φιλοκάλοις καὶ θεοειδεστάτοις.620