TLG 4033 003 :: ANONYMI IN ARISTOTELIS ETHICA NICOMACHEA :: In ethica Nicomachea paraphrasis (pseudepigraphum olim a Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro) ANONYMI IN ARISTOTELIS ETHICA NICOMACHEA Phil. In ethica Nicomachea paraphrasis (pseudepigraphum olim a Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro) Citation: Page — (line) | ||
1(1t) | ΗΛΙΟΔΩΡΟΥ ΠΡΟΥΣΑΕΩΣ ΠΑΡΑΦΡΑΣΙΣ ΤΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ | |
2t | ΗΘΙΚΩΝ ΝΙΚΟΜΑΧΕΙΩΝ ΤΟ Α | |
---|---|---|
3n | Ὅτι ἔστι τι ἔσχατον τέλος, πρὸς ὃ πᾶσαι τάττονται αἱ ἀνθρώ‐ | |
4n | πιναι πράξεις. κεφ. αʹ. | |
5 | Ἐν πάσῃ τέχνῃ καὶ μεθόδῳ ἀγαθόν τι ζητοῦμεν· καὶ προαιρούμεθα δὲ καὶ πράττομεν ἐκεῖνα, ὅθεν ἀγαθόν τι προσδοκῶμεν λαβεῖν. διὰ τοῦτο καλῶς ἀπεφήναντο ἐκεῖνο εἶναι τὸ ἀγαθόν, οὗ πάντα ἐφίεται. καὶ γὰρ οὐ μόνον τὰ λογισμῷ κινούμενα ἕνεκά τινος ἀγαθοῦ κινεῖται, ἀλλὰ καὶ τὰ φύσει κινούμενα πρός τι φέρεται τέλος ἀγαθὸν ἀλόγως, καθάπερ τὸ βέλος | |
10 | εἰς τὸν σκοπόν. ἔστι μὲν οὖν πάσης πράξεως καὶ κινήσεως τέλος. δια‐ φορὰ δέ τις φαίνεται τῶν τελῶν. ἔστι γὰρ πράξεως τέλος ἔργον, ὥσπερ τῆς ναυπηγικῆς τὸ πλοῖον· ἔστι δὲ πάλιν πράξεως τέλος ἄλλη πρᾶξις, ὥσπερ τῆς ἱππικῆς τὸ ἱππεύειν. ἐφ’ ὧν δὲ οὐχ ἡ πρᾶξις τέλος ἀλλὰ ἔργον, ἐπ’ ἐκείνων βέλτιον τὸ ἔργον τῆς πράξεως. πολλῶν δὲ | |
15 | πράξεων οὐσῶν πολλὰ γίνεται καὶ τὰ τέλη. ἰατρικῆς μὲν γὰρ τέλος ὑγίεια, ναυπηγικῆς δὲ πλοῖον, στρατηγικῆς δὲ νίκη, οἰκονομικῆς δὲ πλοῦτος. συμβαίνει δὲ πολλὰς πράξεις καὶ τέχνας ὑπὸ μίαν δύναμιν εἶναι καὶ τέχνην πολλάκις, ἡνίκα διὰ τὸ τέλος ἐκείνης τῆς τέχνης ἐκεῖναι ζητοῦνται, οἷον ἡ χαλινοποιητικὴ καὶ ἡ ἱππικὴ καὶ πᾶσα πολεμικὴ πρᾶξις | |
20 | τὸ τέλος ζητοῦσι τῆς στρατηγικῆς· πᾶσαι γὰρ ἕνεκα τῆς νίκης ἐπιτηδεύονται. καὶ διὰ τοῦτο αἱ μὲν ὑπὸ τὴν στρατηγικὴν λέγονται εἶναι, ἡ δὲ στρατηγικὴ ἀρχιτεκτονικὴ πρὸς αὐτὰς καλεῖται· δύναται γὰρ ὅπερ ὁ ἀρχιτέκτων ἐν τοῖς τέκτοσι. καθάπερ γὰρ ἐκεῖνος ἀποβλέπων εἰς τὸ εἶδος τῆς οἰκίας ἐκεῖνα κελεύει ποιεῖν τοὺς τέκτονας, ἃ πρὸς ἐκεῖνο φέρει τὸ εἶδος, οὕτω καὶ ἡ | |
25 | στρατηγικὴ καὶ εἴ τις ἄλλη τοιαύτη ἀπὸ τοῦ ἰδίου τέλους ταῖς ἄλλαις δίδωσι τοὺς κανόνας. καὶ γὰρ καὶ τὸν χαλινὸν ὁ χαλινοποιὸς πρὸς τὴν νίκην ὥσπερ | |
εἰς κανόνα ἀποβλέπων, τοιοῦτον ἐποίησεν, ὥστε ἁρμόττειν καὶ ἐπιτήδειον | 1 | |
2 | εἶναι τῷ ἐπειγομένῳ νικᾶν, καὶ τὴν ἐφεστρίδα ἕτερος, καὶ ἄλλοι ὅσοι τεχ‐ νῖται τῶν ἱππικῶν ὀργάνων εἰσί· καὶ ὁ ἱππικὸς οὕτω διέθηκεν ἑαυτόν. ὥστε δυνηθῆναι νικᾶν καὶ ὁ στρατιώτης καὶ ὅλως πάσας τὰς ὑπὸ τὴν στρατηγικὴν τὸ τέλος αὐτῆς διατίθησιν. ἔστι μὲν οὖν ἑκάστῃ τῶν ὑπὸ | |
5 | τὴν ἀρχιτεκτονικὴν τέλος, καθάπερ χαλινοποιητικῇ χαλινὸς καὶ ἱππικῇ τὸ ἱππεύειν καὶ ταῖς ἄλλαις ἄλλο τι. ἔστι δὲ καὶ τῇ ἀρχιτεκτονικῇ τέλος, καθάπερ τῇ στρατηγικῇ ἡ νίκη· ἀλλὰ τὸ τέλος τῆς ἀρχιτεκτονικῆς βέλτιον καὶ προτιμότερον τῶν ἄλλων τελῶν. διότι καὶ τὰ τῶν ἄλλων τέλη τῶν ὑπ’ αὐτὴν διὰ τὸ ταύτης τέλος ζητεῖται, καθάπερ εἴρηται. εἰ δὲ καὶ μὴ | |
10 | πράξεις εἶεν τὰ τέλη τῶν πράξεων ἀλλὰ ἔργα, οὐδὲν κωλύει βέλτιον εἶναι καὶ αἱρετώτερον καὶ αὐτῶν τῶν ἔργων τὸ τῆς ἀρχιτεκτονικῆς τέλος, καὶ πρᾶξις ὄν. ὥσπερ χαλινοποιητικῆς μὲν τέλος ἔργον· χαλινὸς γάρ· στρα‐ τηγικῆς δὲ τέλος πρᾶξις· νίκη γάρ. καὶ οὐδὲν κωλύει τὴν νίκην βελτίω εἶναι καὶ αἱρετωτέραν τοῦ χαλινοῦ· τὸ γὰρ ἔργον βέλτιον τῆς πράξεως, οὐ | |
15 | πάσης, ἀλλὰ μόνης ἐκείνης, ἧς ἀποτέλεσμά ἐστι, διότι τέλος ἐκείνης ἐστί· τὸ δὲ τέλος ἀεὶ τιμιώτερον τοῦ πρὸς αὐτὸ τεταγμένου. ἔστι δὲ πολλαῖς ἓν τέλος, τὸ τῶν ἀρχιτεκτονικῶν· ἔστι δὲ καὶ πάσαις ὁμοῦ τέλος ἓν ἔσχα‐ τον, δι’ ὃ τὰ τῶν ἄλλων τέλη ζητοῦνται, καὶ οὐκέτι ἐκεῖνο δι’ ἄλλο, ἀλλὰ αὐτὸ δι’ ἑαυτό. καὶ γὰρ εἰ μὴ ἕν τι εἴη ἔσχατον τέλος, ἀλλὰ ἀεί τι δι’ | |
20 | ἕτερον αἱρούμεθα καὶ ἐκεῖνο δι’ ἄλλο καὶ ἀεὶ ἐν τῷ παρόντι ἄλλο ζητή‐ σομεν, οὐδέποτε ἐπιτευξόμεθα, οὗ ἐφιέμεθα· καὶ οὕτω συμβαίνει ματαίαν καὶ κενὴν τὴν ὄρεξιν εἶναι, οὐκ ὄντος ἐφ’ οὗ στήσεται φερομένη. τοῦτο δὲ ἄτοπον· οὐδεμία γὰρ φυσικὴ ἔφεσις μάτην. ἀνάγκη τοίνυν ἕν τι ἔσχα‐ τον εἶναι τέλος· τοῦτο δ’ ἂν εἴη τὸ ἀγαθὸν καὶ τὸ ἄριστον. ὥστε | |
25 | καὶ ἡ γνῶσις αὐτοῦ μεγάλη ἡμῖν πρὸς τὸν βίον ἔσται βοήθεια· συμβή‐ σεται γὰρ τοῦ δέοντος μᾶλλον ἐπιτυγχάνειν, καθάπερ τοξόταις εἰς τὸν σκοπὸν βλέπουσιν. | |
28n | Ὅτι τῆς πολιτικῆς ἐστι τέλος τὸ ἔσχατον τέλος. κεφ. βʹ. | |
29 | Εἰ δὲ τοῦτο οὕτως ἔχει, πειρατέον ὁρίσασθαι ὡς ἐν τύπῳ, τί ποτέ | |
30 | ἐστι τοῦτο τὸ ἔσχατον τέλος καὶ τίνος ἐστὶ προσεχῶς τῶν ἐπιστημῶν καὶ τῶν πράξεων. ἔστι μὲν γὰρ ἁπάσης τέχνης καὶ δυνάμεως κοινὸν τέλος, ἔστι δὲ καὶ προσεχῶς μιᾶς τινος δυνάμεως· καθάπερ τὸ τέλος τῆς ἀρχι‐ τεκτονικῆς ἐστι μὲν καὶ πασῶν τῶν ὑπὸ τὴν ἀρχιτεκτονικήν, ἔστι δὲ καὶ προσεχῶς αὐτῆς τῆς ἀρχιτεκτονικῆς. δοκεῖ τοίνυν εἶναι τέλος τῆς κυριω‐ | |
35 | τάτης τῶν τεχνῶν καὶ μάλιστα ἀρχιτεκτονικῆς. τοιαύτη δὲ ἡ πολιτική· ταῖς γὰρ ἄλλαις τέχναις τὴν τάξιν καὶ τὸν καιρὸν αὐτὴ δίδωσι. τίνας γὰρ ἐπιστήμας ἐν ταῖς πόλεσιν εἶναι προσήκει, καὶ τίνας ἀνθρώπους ποίας ἐπιστήμας δέον μανθάνειν καὶ μέχρι τίνος, μόνης τῆς πολιτικῆς ἐστι σκο‐ | |
πεῖν· μόνη γὰρ ἡ πολιτικὴ τὰς μὲν πονηρὰς τῶν τεχνῶν τῆς πόλεως | 2 | |
3 | ἀπελαύνει, τὰς δὲ λυσιτελούσας οὐ συγχωρεῖ πάντας μανθάνειν ἢ μαθόντας ἀεὶ μεταχειρίζεσθαι. οὐ γὰρ εἴ τις δυνάμενος στρατηγεῖν καὶ σῴζειν τὴν πόλιν, τοῦτον ἐᾷ σκυτοτομεῖν, οὐδὲ στρατιώτην εἶναι δίκαιον ἔτι ὄντα στρα‐ τηγὸν ἐποίησε· τῷ δὲ προσήκοντι τῇ τέχνῃ τοὺς καιροὺς ἀποδίδωσιν, | |
5 | ὥστε μὴ στρατηγεῖν, ὅτε ἡσυχίαν ἄγειν προσῆκεν. ὁ γὰρ πολιτικὸς πέμπει μὲν τὸν στρατηγὸν ὁπόταν δέῃ, κελεύει δὲ ἡσυχίαν ἄγειν ὅτε τούτου και‐ ρός. εἰ γὰρ καὶ ὁ στρατηγὸς πολλάκις ἑαυτῷ δίδωσι τὸν καιρόν, ἀλλ’ οὐ τῇ στρατηγικῇ τέχνῃ. πάντες γὰρ οἱ τῆς τέχνης κανόνες τὸ τέλος τῆς τέχνης ἐκείνης μόνον σκοποῦσιν· ὃς δὲ πρὸς τοὐναντίον ἢ πρὸς ἄλλο φέ‐ | |
10 | ρεται, οὐκ ἔστι τῆς τέχνης ἐκείνης κανών. ὥστε ὁ στρατηγὸς σκοπῶν, ὁπότε δεῖ πολεμεῖν καὶ διὰ τοῦτο ἡσυχάζων πολλάκις καὶ περὶ εἰρήνης διαπρεσβευόμενος δῆλός ἐστιν οὐ τῷ κανόνι τῆς στρατηγικῆς κεχρημένος, ἀλλ’ ἑτέρας τινὸς τέχνης μείζονος καὶ κυριωτέρας, ἥτις ἐστὶν ἡ πολιτική. ἐπεὶ τοίνυν καὶ τὰς τιμιωτάτας τῶν τεχνῶν ὑφ’ ἑαυτὴν ἡ πολιτικὴ ποιεῖται, | |
15 | λέγω δὴ στρατηγικὴν οἰκονομικὴν καὶ ῥητορικήν, καὶ ταῖς λοιπαῖς τῶν πρακτικῶν χρῆται πρὸς τὸ οἰκεῖον δηλαδὴ τέλος (πάσας γὰρ τάττει πρὸς τὸ κοινὸν τῆς πόλεως ἀγαθὸν καὶ διὰ τοῦτο νομοθετεῖ, τί δεῖ πράττειν καὶ τίνων ἀπέχεσθαι), τὸ ταύτης τέλος περιέχοι ἂν τὰ τῶν ἄλλων. ἐπεὶ δὲ πάντα τὰ τῶν ἄλλων τέλη ζητεῖται διὰ τὸ εὖ εἶναι τὸν | |
20 | ἄνθρωπον, τὸ δὲ τέλος ἐστὶ τῆς πολιτικῆς, δι’ ὃ τὰ τῶν ἄλλων τέλη ζητοῦνται, φανερὸν ὅτι τοῦτο ἂν εἴη τὸ ἀνθρώπινον ἀγαθόν. καὶ δῆλον μέν, ὅτι τὸ αὐτὸ ἀγαθὸν ζητεῖται καὶ παρὰ ἑνὸς ἀνθρώπου καὶ παρὰ πόλεως, ἀλλ’ ὅμως μεῖζον καὶ τελειότερον τὸ τῆς πόλεως φαίνεται ἀγαθὸν καὶ λαβεῖν καὶ λαβόντα διασῶσαι. ἔστι μὲν γὰρ καὶ τὸ ἐν ἑνὶ | |
25 | ἀνθρώπῳ τὸ ἀγαθὸν διασῶσαι ἀγαπητόν, ἄν τε ἐν ἑτέρῳ τις ἄν τε ἐν ἑαυτῷ δυνηθῇ φυλάξαι· κάλλιον δὲ καὶ θειότερον ἔθνει καὶ πόλε‐ σιν, ὅσον ἡ τῶν πολλῶν εὐδαιμονία τῆς ἑνὸς ἀμείνων ἐστίν. ὥστε δικαιό‐ τερον ἂν εἴη τὸ τῆς πολιτικῆς τέλος ἔσχατον εἶναι τέλος καὶ ἔσχατον ἀγαθόν, ἥτις οὐχ ἓν μόνον τέλος ἀλλὰ τῶν ἄλλων πασῶν σκοπεῖ ὡς οἰκεῖα, | |
30 | κοινή τις οὖσα τέχνη καὶ πολιτική. | |
31n | Ὅτι οὐ δεῖ ἀκριβεστάτην ἀπόδειξιν ἐν τοῖς περὶ τῆς πολιτικῆς | |
32n | λόγοις ζητεῖν, ὅτι οὐ δίδωσιν ἡ κατ’ αὐτὴν ὕλη. κεφ. γʹ. | |
33 | Λέγειν δὲ περὶ τούτου τοῦ τέλους προθυμουμένοις ἱκανὸς ἂν γένοιτο περὶ αὐτοῦ λόγος ὁ τῇ ὑποκειμένῃ ὕλῃ προσήκων· οὐ γὰρ ὁμοίως ἐν πᾶσι | |
35 | λόγοις τὸ ἀκριβὲς ζητήσομεν. οὐ γὰρ δυνατὸν ἐπὶ πάσης ὕλης ὁμοίως τὴν ἀκριβεστάτην ἀλήθειαν εὑρεῖν. ἀλλ’ ἐν μὲν τοῖς μαθηματικοῖς ἅτε ἀναγκαίαν ἔχουσιν ὕλην καὶ ἀεὶ ὡσαύτως ἔχουσαν, ἀμιγὴς ἡ ἀλήθεια | |
καὶ οὐδὲν, ἡ ὕλη κωλύει τὸ ἀκριβές, ἐν δὲ τοῖς ἄλλοις, ἐν οἷς τὰ ὑποκεί‐ | 3 | |
4 | μενα οὐκ ἀναγκαῖα οὐδὲ ἀεὶ ὁμοίως ἔχει, ἀρκετός ἐστι λόγος ὁ ἀπὸ τῶν ὡς ἐπὶ τὸ πλεῖστον συνάγων. οὕτω δὲ καὶ ἐπὶ τῶν δημιουργικῶν τεχνῶν ἔχει· τὸ γὰρ τεχνητὸν εἶδος οὐχ ὁμοίως ἐφαρμόζει ταῖς ὕλαις, ἀλλ’ ἐν μὲν ταῖς ἐπιτηδειοτέραις ἀκριβέστερον, ἐν δὲ ταῖς ἑτέρως ἐχούσαις οὐχ | |
5 | ὁμοίως· 〈τὸ γὰρ ἀνθρώπινον εἶδος οὐχ ὁμοίως ἐφαρμόσει〉 ταῖς ὕλαις ὅ τε πλάστης καὶ ὁ ζωγράφος· ὁ μὲν γὰρ ζωγράφος καὶ τὸ χρῶμα παρίστησι καὶ ὄγκον τινὰ δοκεῖ μιμεῖσθαι καὶ διάστασιν (ἡ γὰρ ὕλη συγχωρεῖ), ὁ δὲ πλάστης τὸν μὲν ὄγκον ἐφαρμόζει τῇ ὕλῃ, τὸ χρῶμα δὲ ἀπὸ τῆς ὕλης οὐκ ἔχει δεῖξαι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν. διὰ τοῦτο οὐ τὴν | |
10 | αὐτὴν ἀκρίβειαν παρὰ πάσης τέχνης ἀπαιτεῖν δεῖ, ἀλλ’ ὅσην ἡ ὕλη δίδωσι· τοιαύτη δέ ἐστι καὶ ἡ τῆς πολιτικῆς ὕλη πρὸς τὴν ἀλήθειαν. τὰ γὰρ καλὰ καὶ τὰ δίκαια, περὶ ὧν ἡ πολιτικὴ σκοπεῖ καὶ ἅπερ ὕλην ποιεῖται, τοσαύ‐ την ἔχει διαφορὰν καὶ πλάνην, ὥστε καὶ δοκεῖ μὴ τὸ καλὸν φύσει καλὸν εἶναι μηδὲ τὸ δίκαιον φύσει δίκαιον, ἀλλὰ θέσει τινὶ καὶ νόμῳ· καὶ | |
15 | διὰ τοῦτο τὸ κατὰ ἀλήθειαν καλὸν καὶ δίκαιον δυσχερές ἐστι τοῦ δοκοῦντος διελεῖν. οὐ μόνον δὲ ἀλλὰ καὶ αὐτὰ τὰ ἀγαθά, ἐξ ὧν δοκεῖ συνίστασθαι ἡ εὐδαιμονία, ἀνδρείαν λέγω ἢ πλοῦτον ἢ τοιοῦτόν τι, καὶ αὐτὰ πλάνην ἔχει πολλὴν διὰ τὸ πολλοῖς συμβαίνειν βλάβας ἀπ’ αὐτῶν. ἤδη γάρ τινες ἀπώλοντο διὰ πλοῦτον, ἕτεροι δὲ δι’ ἀνδρείαν. ἀγα‐ | |
20 | πητὸν οὖν περὶ τοιούτων λέγοντας καὶ τοῦ ἐκ τούτων τέλους παχυλῶς καὶ ὡς ἐν τύπῳ τὴν ἀλήθειαν ἐνδείξασθαι· καὶ καθόλου περὶ τῶν ἐνδεχομένων ὡς ἐπὶ τὸ πολὺ λέγοντα καὶ τοῦ ἐκ τούτων τέλους ἱκανὸν ἂν εἴη τοιαῦτα καὶ συμπεραίνεσθαι. ὥσπερ δὲ ὁ περὶ τῆς πολιτικῆς λέγων οὐ δύναται ἀκριβεστέραν ἀλήθειαν εὑρεῖν ἢ ὅσην ἡ ὕλη δίδωσιν, οὕτω καὶ ὁ κρίνων | |
25 | τοὺς τοιούτους λόγους καλῶς ἂν κρίνοι, εἰ κατὰ τὸν ἴσον τρόπον μὴ ἀκρι‐ βεστέραν ἀλήθειαν ἀπαιτεῖ ἢ ὅσην ἡ ὕλη δίδωσιν, ἀλλὰ τὴν ἐνδεχομένην ἀποδέχεται· πεπαιδευμένου γάρ ἐστιν ἐπὶ τοσοῦτον τὸ ἀκριβὲς ἐπιζητεῖν καθ’ ἕκαστον γένος μεθόδου, ἐφ’ ὅσον ἡ τοῦ πράγμα‐ τος φύσις ἐπιδέχεται. ἐν μὲν γὰρ τῷ τῶν μαθηματικῶν γένει, καθὼς | |
30 | εἴρηται, οὐδὲν ἐνδεχόμενον συγχωρήσει, ἐν δὲ τοῖς λογικοῖς ἢ τοῖς φυσι‐ κοῖς ἢ τοῖς ἄλλως ἔχουσιν οὐχ ὡσαύτως. παραπλήσιον γάρ ἐστι μαθη‐ ματικοῦ πιθανολογοῦντος ἀποδέχεσθαι καὶ ῥητορικὸν ἀποδεί‐ ξεις ἀπαιτεῖν. | |
34n | Ὅτι τὸν ἀκροατὴν τῶν περὶ τῆς πολιτικῆς λόγων ἔμπειρον | |
35n | εἶναι δεῖ τῶν κατὰ τὸν βίον πράξεων. κεφ. δʹ. | |
36 | Ἡ μὲν οὖν προσήκουσα κρίσις τῶν λόγων τοιαύτη. κρινεῖ δὲ ἐκεῖνα | |
καλῶς ἕκαστος ἃ καλῶς γινώσκει καὶ τούτων ἐστὶν ἀγαθὸς κριτής. | 4 | |
5 | ὥστε καὶ ἐπὶ τῆς πολιτικῆς ἐκεῖνος κρινεῖ καλῶς, ὃς πεπαιδευμένος ἐστὶ τὰ πολιτικὰ καὶ ἀπὸ τοῦ χρόνου πεῖραν ἔλαβεν αὐτῶν· καὶ ὁ μὲν ἔν τισι μερικοῖς πεπαιδευμένος ἐκεῖνα κρινεῖ καλῶς, ὁ δὲ περὶ πᾶν πεπαιδευμένος ἀξιόχρεως ἔσται περὶ πάντων κριτής. διὰ τοῦτο τῶν περὶ τῆς πολιτικῆς | |
5 | λόγων οὐκ ἔστιν ὁ νέος οἰκεῖος ἀκροατής· ἄπειρος γὰρ τῶν κατὰ τὸν βίον πράξεων. οἱ δὲ τῆς πολιτικῆς λόγοι, οἱ μὲν περὶ τούτων διαλαμ‐ βάνουσιν, οἱ δὲ ἐκ τούτων συμπεραίνονται. ἔτι δὲ οὔπω κατὰ λόγον ζῶν ἀλλ’ ἔτι πάθεσι καὶ ἀνέσει καὶ συνηθείᾳ ἀκολουθῶν ματαίως ἀκούσεται καὶ ἀνωφελῶς· οὐ γὰρ πρὸς τὸ τέλος ἀφικέσθαι δυνήσεται τῶν λόγων | |
10 | καὶ τὸ ἦθος ἀμεῖψαι καὶ κατὰ λόγον ζῆν, ὑπὸ τῆς συνηθείας ἔτι κρατού‐ μενος. τὸ γὰρ τέλος τῶν τοιούτων λόγων οὐ γνῶσις ἀλλὰ πρᾶξις. οὐ μόνον δὲ ὁ νέος ἀλλὰ καὶ ὁ νεαρὸς τὸ ἦθος, εἰ καὶ τὴν ἡλικίαν ὑπερέβη τῶν νέων, ὁμοίως ἀνωφελῶς ἀκούσεται τῶν περὶ τῆς πολιτικῆς λόγων, ζῶν ἔτι τὴν προσήκουσαν τοῖς νέοις ζωήν. καὶ γὰρ καὶ τῷ νέῳ τὴν ἡλικίαν | |
15 | οὐ παρὰ τὸν χρόνον ἡ ἔλλειψις ἀλλὰ διὰ τὸ μὴ λογισμῷ διοικεῖσθαι ἀλλὰ κατὰ πάθος ἔτι ζῆν καὶ κατὰ πάθος πάντα ζητεῖν. τοῖς γὰρ τοιούτοις ἡ γνῶσις τῶν λόγων τούτων ἀνωφελής, καθάπερ τοῖς πάντῃ ἀκολάστοις καὶ περὶ τὰς ἡδονὰς ἀκρατέσι. τοῖς δὲ κατὰ λόγον τὰς ὀρέξεις ποιουμένοις καὶ πράττουσι πολλὴν ὠφέλειαν φέρει τὸ περὶ τῶν τοιούτων λόγων εἰδέναι. | |
20 | ἐν ἐκείνοις γὰρ ὁ λογισμός, ἃ νοήσει δέοντα παρὰ τούτων τῶν λόγων καὶ δυνήσεται ποιεῖν τῆς τῶν παθῶν δουλείας ἀπηλλαγμένος καὶ δυνάμενος ἤδη τῇ ἰδίᾳ χρῆσθαι δυνάμει. | |
23n | Ὅτι τῆς πολιτικῆς τέλος ἐστὶν ἡ εὐδαιμονία καὶ ὅτι ἐπιγνω‐ | |
24n | σόμεθα αὐτὴν τίς ἐστιν ἀπὸ τῶν πράξεων τῆς πολιτικῆς. κεφ. εʹ. | |
25 | Ὁποῖον μὲν οὖν εἶναι δεῖ τὸν ἀκροατὴν τῶν περὶ τῆς πολιτικῆς λόγων καὶ πῶς κρίνειν δεῖ καὶ ἀποδέχεσθαι τοὺς λόγους καὶ τί τὸ προκείμενον ἡμῖν ἐν τῷ παρόντι, ἱκανῶς ἐπροοιμιασάμεθα. ἀναλαβόντες δὲ τὸν λόγον λέγωμεν ἤδη· ἐπειδὴ πᾶσα γνῶσις καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεται, τί ἐστιν οὗ λέγομεν τὴν πολιτικὴν ἐφίεσθαι; καὶ πασῶν | |
30 | πράξεων ἐπί τι ἀγαθὸν φερομένων, καθὼς εἴρηται, πρὸς τί αὕτη φέρεται; καὶ τί τὸ πάντων ἀκρότατον τῶν πρακτικῶν 〈ἀγαθῶν〉, ὃ τέλος ἐστὶ τῆς πολιτικῆς; τὸ μὲν οὖν ὄνομα αὐτοῦ ἓν παρὰ τῶν πλείστων καὶ τὸ αὐτὸ λέγεται καὶ ἐν τούτῳ καὶ οἱ πολλοὶ καὶ οἱ βέλτιστοι τῶν ἀνθρώπων συμφωνοῦσιν. εὐδαιμονίαν γὰρ αὐτὸ ὀνομάζουσι πάντες. τὸ δὲ εὖ ζῆν | |
35 | καὶ εὖ πράττειν ταὐτὸν ὑπολαμβάνουσι τῷ εὐδαιμονεῖν. περὶ δὲ τοῦ τί ἐστιν ἡ εὐδαιμονία ἀμφισβητοῦσι καὶ οὐχ ὁμοίως τοῖς πολλοῖς οἱ σοφοὶ λέγουσι περὶ αὐτῆς. οἱ πολλοὶ γὰρ ἕν τι τῶν ἐναργῶν καὶ δο‐ κούντων ἀγαθῶν τὴν εὐδαιμονίαν φασίν, οἷον ἡδονὴν ἢ πλοῦτον ἢ | |
τιμήν· ἄλλοι δὲ ἄλλο τοιοῦτον. καὶ πολλάκις δὲ ὁ αὐτὸς οὐκ ἀεὶ τὸ αὐτὸ | 5 | |
6 | εὐδαιμονίαν ὀνομάζει, ἀλλὰ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο· νοσήσας μὲν γὰρ τὴν ὑγίειαν, πενόμενος δὲ πλοῦτον, καὶ ὅλως ἀεὶ οὗ νῦν ἐπιθυμεῖ τις, εὐδαιμονίαν ὀνομάζει. οἱ δὲ σοφίας ἐρῶντες, ὧν ἑαυτοῖς συνίσασιν ἀγνοοῦ‐ σιν, ἐφίενται μανθάνειν καὶ τοὺς μέγα τι καὶ ὑπὲρ αὐτοὺς λέγοντας | |
5 | θαυμάζουσιν. ἔνιοι δὲ ἐνόμισαν παρὰ τὰ πολλὰ ταῦτα ἀγαθὰ ἄλλο τι ἀγαθὸν εἶναι τὴν εὐδαιμονίαν, καθ’ ἑαυτὸ ὑφεστός, ὃ καὶ τοῖς ἄλλοις αἴτιον εἶναι τῆς ἀγαθότητος. ἁπάσας μὲν οὖν ἐξετάζειν τὰς περὶ τῆς εὐδαιμονίας δόξας μάταιον ἴσως ἐστίν· ἱκανὸν δέ ἐστιν εἰ ἐξετάσομεν τὰς ἐπὶ τὸ πολὺ καὶ ὑπὸ πλειόνων νομιζομένας ἢ δοκούσας ἔχειν τινὰ λόγον. ἐπεὶ δὲ | |
10 | περὶ ἀρχῆς ὁ λόγος (ἀρχὴ γὰρ καὶ αἰτία ἐστὶ τὸ τέλος τῶν πράξεων· δι’ ἐκεῖνο γάρ τι πράττομεν), ζητητέον, πῶς δεῖ ποιήσασθαι τὸν περὶ αὐτῆς λόγον· ἔχει γὰρ διαφοράν. καὶ πρῶτον περὶ τῶν αἰτίων μικρὸν διαληψό‐ μεθα. τῶν γὰρ αἰτίων τὸ μὲν τελικόν ἐστι, τὸ δὲ εἰδικόν, τὸ δὲ ὑλικόν, τὸ δὲ ποιητικόν. καὶ ποιητικὸν μὲν ἡ ἐνέργεια τοῦ τεχνίτου, ὑλικὸν δὲ | |
15 | τὰ ξύλα καὶ οἱ λίθοι ἐξ ὧν ἡ οἰκία, εἰδικὸν δὲ τὸ εἶδος τῆς οἰκίας, τελικὸν δέ, δι’ ὃ ἡ οἰκία γέγονεν. ἐπεὶ δὲ ταῦτα αἴτιά εἰσι τοῖς πράγμασι τοῦ εἶναι, αἴτιά εἰσι καὶ τῆς γνώσεως αὐτῶν καὶ δι’ αὐτῶν δύνανται ἐκεῖνα γινώσκεσθαι. ἐὰν γάρ τις εἰδῇ τὴν τέχνην τοῦ τεχνίτου, καθ’ ἣν τὴν οἰκίαν ἐδημιούργησεν, εἴσεται τὴν οἰκίαν ἢ ἀγαθὴν ἢ φαύλην, ὅσον τῇ | |
20 | τέχνῃ προσῆκε· καὶ ὁ τὴν ὕλην εἰδὼς καὶ ὁ τὸ εἶδος, ὁμοίως. πάλιν δὲ γινώσκοντες τί τὸ τέλος αὐτῆς, εἰσόμεθα ἢ ἀγαθὴν ἢ φαύλην. συμβαίνει δὲ καὶ τὸ ἀνάπαλιν, ἀπὸ τοῦ εἰδέναι τὸ ἀποτέλεσμα τὰς αἰτίας γινώσκειν· ὁ γὰρ εἰδὼς τὴν οἰκίαν τὴν τέχνην εἴσεται τοῦ τεχνίτου, καὶ τὰ ἄλλα ὁμοίως. ὥστε τοὺς λόγους διχῶς ἀνάγκη γίνεσθαι· ἢ ἀπὸ τῶν ἀποτε‐ | |
25 | λεσμάτων τὰς ἀρχὰς ἀποδεικνύναι, ἢ ἀπὸ τῶν ἀρχῶν τὰ ἀποτελέσματα. χρησόμεθα δὲ ἑκατέρᾳ τῶν μεθόδων κατὰ καιρόν. καὶ ἀπὸ μὲν τῶν ἀρχῶν ἀποδείξομεν, ὅταν αὐταὶ δῆλαι ὦσιν· τὸ δὲ ἀνάπαλιν, ὅταν τὰ ἀποτελέσματα φανερώτερα ᾖ. διὰ τοῦτο καὶ Πλάτων καλῶς ἐζήτει τοῦτο καὶ ἠπόρει, ὡς οὐκ ἀδιάφορον ὂν ἐπὶ παντός, πότερον ἀπὸ τῶν ἀρχῶν ἡ προσήκουσα | |
30 | τῆς ἀποδείξεως ὁδὸς ἢ ἐπὶ τὰς ἀρχάς, ὥσπερ ἐν σταδίῳ ἀπὸ τῶν ἀθλο‐ θετῶν ἐπὶ τὸ πέρας ἢ τὸ ἀνάπαλιν. διττῆς οὖν οὔσης τῆς ὁδοῦ, πόθεν ἡμῖν ἀρκτέον; ἢ δῆλον ὅτι ἀπὸ τῶν ἀποτελεσμάτων, δηλονότι τῶν πολιτι‐ κῶν πράξεων, ὧν ἀρχὴ καὶ αἴτιον τὸ πολιτικὸν τέλος ἐστί. δεῖ γὰρ ἀπὸ τῶν γνωρίμων ἄρξασθαι οὐ τῇ φύσει ἀλλ’ ἡμῖν. φύσει μὲν γὰρ γνώριμα | |
35 | λέγονται αἱ ἀρχαὶ καὶ τὰ αἴτια· ἐκεῖνα γὰρ ἡ φύσις πρότερα παρίστησι καὶ πρὸς ἐκεῖνα πρώτως ὁρᾷ. ἡμῖν δὲ τὰ ἀποτελέσματα γνώριμα, ὅθεν ἀρκτέον· οὕτω γὰρ σαφὴς ἔσται ὁ λόγος ἀπὸ τῶν ἡμῖν γνωρίμων γινόμενος. | |
38n | Ὅτι τὸν ἀκουσόμενον τῶν περὶ τῆς πολιτικῆς λόγων ἐν ἔθει | |
39n | δεῖ εἶναι τῶν ἀγαθῶν πράξεων. κεφ. ϛʹ. | |
40 | Διὰ τοῦτο τὸν ἀκουσόμενον τῶν τοιούτων λόγων, εἰ μέλλει καλῶς αὐ‐ | 6 |
7 | τοὺς γινώσκειν καὶ κρίνειν ὀρθῶς καὶ ἐκ τούτων ὠφελεῖσθαι, προσήκει ἐν ἔθει εἶναι τῶν καλῶν καὶ δικαίων πράξεων. εἰ μὲν γὰρ ἀπὸ τῶν ἀρχῶν ἀπεδείκνυμεν τὰς πολιτικὰς πράξεις ἀγαθὰς εἶναι, καὶ τὸν μὴ πεπαιδευ‐ μένον ἐν ταῖς τοιαύταις πράξεσιν ἐπείθομεν ἄν, λόγων ἀνάγκῃ δήσαντες· | |
5 | ἐπεὶ δὲ ἀπὸ τῶν ὑστέρων τὴν ἀρχὴν βουλόμεθα ἀποδεικνύναι, τῶν πολι‐ τικῶν πράξεων δηλονότι, καὶ δεῖ ὑποκεῖσθαι περὶ αὐτῶν καθάπερ ἀρχὴν ἀποδείξεως ὅτι ἀγαθαί, φανερὸν ὅτι οὐ δύνανται πεισθῆναι, εἰ μὴ ὁ πείρᾳ καλὰς καὶ δικαίας τὰς τοιαύτας πράξεις εἰδώς. εἰ γὰρ τὸ ὅτι ἀγαθαὶ αἱ πράξεις ἀρκούντως δέξαιτό τις, οὐδὲν δεησόμεθα τοῦ διότι· τὴν δὲ αἰτίαν, | |
10 | τὸ τέλος δηλονότι, ἢ γινώσκει ἤδη ἢ ἀκούσας ῥᾳδίως γνώσεται· ὃς δὲ οὐδέτερον ἔχει τούτων, καὶ μήτε αὐτὸς γινώσκει, μήτε παρ’ ἑτέρου δύναται μανθάνειν, ἀκουσάτω τῶν Ἡσιόδου· οὗτος μὲν πανάριστος, ὃς αὐτὸς πάντα νοήσῃ, ἐσθλὸς δ’ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται· | |
15 | ὃς δέ κε μήτ’ αὐτὸς νοέῃ μήτ’ ἄλλου ἀκούων ἐν θυμῷ βάλληται, ὅδ’ αὖτ’ ἀχρήϊος ἀνήρ. | |
17n | Ὅτι τρεῖς εἰσι βίοι· ὁ καθ’ ἡδονήν, ὁ τὴν τιμὴν ζητῶν, ἐν οἷς | |
18n | καὶ ὁ χρηματιστικὸς θεωρεῖται, καὶ τρίτος ὁ θεωρητικός· καὶ | |
19n | ὅτι οὔτε ὁ τὴν ἡδονὴν οὔτε ὁ τὴν τιμὴν οὔτε ὁ τὰ χρήματα | |
20n | ζητῶν τὴν εὐδαιμονίαν ζητεῖ. 〈κεφ. ζʹ.〉 | |
21 | Ἡμεῖς δὲ λέγωμεν ὅθεν παρεξέβημεν. ἦν δὲ ἡμῖν ὁ λόγος περὶ τοῦ ὅτι διαφόρους οἱ ἄνθρωποι περὶ τῆς εὐδαιμονίας ἔχουσι δόξας. ἕκαστος τοίνυν ἀκολούθως τῷ οἰκείῳ βίῳ τὴν εὐδαιμονίαν ὁρίζεται· ὥστε καὶ ὁ πολλοὶ καὶ ἀκόλαστοι τὴν ἡδονήν φασι τὴν εὐδαιμονίαν εἶναι· διὰ | |
25 | τοῦτο καὶ τὸν βίον ἀγαπῶσι τὸν ἀπολαυστικόν. οἱ γὰρ καθολικοὶ βίοι μάλιστα τρεῖς εἰσιν· ὅ τε καθ’ ἡδονὴν καὶ ὁ πολιτικὸς καὶ τρίτος ὁ θεωρητικός. ὁ μὲν οὖν πρῶτος βίος οὐδὲν ἱερόν· ἀνδραποδώδεις γὰρ ἐπιεικῶς οἱ τοῦτον διώκοντες καὶ βοσκημάτων βιοῦσι βίον. λόγου δέ τινος ἄξιος φαίνεται διὰ τὸ πολλοὺς τῶν ἐν ἐξουσίαις τοῦτον αἱρουμένους τὸν | |
30 | βίον ὁμοιοπαθεῖν Σαρδαναπάλῳ. τὸν δὲ δεύτερον οἱ βελτίους τῶν ἀνθρώ‐ πων αἱροῦνται καὶ οἱ τὰς ἀγαθὰς διώκοντες πράξεις ἡγοῦνται τὴν τιμήν· σχεδὸν γὰρ καὶ πολιτικοῦ βίου τὸ τέλος (οὐ τὸ ὂν λέγω ἀλλὰ τὸ παρὰ πάντων ζητούμενον) ἡ τιμή ἐστι. φαίνεται δέ, ὅτι οὐ τοῦτό ἐστι τὸ ἔσχα‐ τον ἀγαθόν, ἀλλὰ τῶν δοκούντων καὶ αὐτό ἐστι καὶ φαινομένων ἀγαθῶν. | |
35 | τὸ γὰρ ἀληθῶς ἀγαθόν, δι’ οὗ τις εὐδαιμονεῖ, ἐν αὐτῷ δεῖ εἶναι· ἡ δὲ | |
τιμὴ οὐκ ἔστιν ἐν τῷ τιμωμένῳ ἀλλὰ μᾶλλον ἐν τῷ τιμῶντι· οὐκ ἄρα | 7 | |
8 | ἐν τῇ τιμῇ ἡ εὐδαιμονία. δεῖ γὰρ τῷ εὐδαίμονι οἰκεῖον εἶναι τὸ ἀγαθὸν καὶ δυσαφαίρετον. ἔτι διὰ τοῦτό τις τὴν τιμὴν διώκει, ἵνα πιστεύσῃ περὶ ἑαυτοῦ ὅτι ἀγαθός ἐστι· καὶ διὰ τοῦτο ζητεῖ ὑπὸ τῶν φρονίμων τιμᾶσθαι καὶ παρ’ οἷς γινώσκεται, καὶ ἐπ’ ἀρετῇ. φαίνεται τοίνυν, ὅτι διὰ τοῦτό | |
5 | τις τὴν τιμὴν διώκει, ἵνα ἀγαθὸς δοκῇ καὶ σπουδαῖος διὰ τὴν ἀρετήν· ὥστε δῆλον, ὅτι οὐ δι’ ἑαυτὴν ἡ τιμὴ διώκεται ἀλλὰ διὰ τὴν ἀρετήν. καὶ διὰ τοῦτο αὐτὴ μὲν οὐκ ἂν εἴη ἔσχατον τέλος ἀλλὰ μᾶλλον ἡ ἀρετή. ἔστι δὲ καὶ αὐτὴ ἀτελής, καὶ οὐκ ἂν εἴη ἐν αὐτῇ τὸ τέλειον ἀγαθὸν ἡ εὐδαιμονία· ὅτι δὲ ἀτελής ἐστι, δῆλον· δυνατὸν γάρ τινα ἕξιν ἀρετῆς ἔχειν | |
10 | καὶ μὴ ἐνεργεῖν κατ’ αὐτήν, ἢ καθεύδοντα ἢ ἄλλον τρόπον ἀπρακτοῦντα διὰ βίου ἢ κακοπαθοῦντα καὶ δυστυχοῦντα καὶ ἀτυχοῦντα τὰ μέγιστα, καὶ οὕτως ἀτελῆ τὴν ἀρετὴν ἔχειν. τὸν δὲ οὕτω βιοῦντα οὐδεὶς ἂν εὐδαι‐ μονίσειεν, εἰ μή που αὐτὸ ὑπόθοιτο καὶ ὀνομάζοι εὐδαιμονίαν τὴν ἕξιν τῆς ἀρετῆς. καὶ περὶ μὲν τοῦ καθ’ ἡδονὴν βίου καὶ τοῦ πολιτικοῦ εἴρηται. | |
15 | ἱκανῶς γὰρ ἐν τοῖς ἐγκυκλίοις περὶ αὐτῶν εἴπομεν· περὶ δὲ τοῦ βίου τοῦ θεωρητικοῦ μετὰ ταῦτα ἐπισκεπτέον· νῦν γὰρ τὸ προκείμενον ἄλλο. ἔστι δὲ καὶ ἄλλος βίος ἐν αὐτοῖς θεωρούμενος τοῖς εἰρημένοις, ὁ τοῦ χρημα‐ τιστοῦ· καὶ γὰρ καὶ ὁ τὴν ἡδονὴν καὶ ὁ τὴν τιμὴν διώκων χρήματα ἐθέλει συλλέγειν. καὶ διὰ τοῦτο τρεῖς ἔφαμεν τοὺς μάλιστα προέχοντας βίους. | |
20 | οὗτος γὰρ ἐν αὐτοῖς θεωρεῖται καὶ ἔστι βίαιος. οὔτε γὰρ τὸ ἀγαθὸν διώκει, ὃ τέλειόν ἐστιν, οὔτε πάνυ δοκεῖ διώκειν. ὅθεν οὐ πολλοῖς ἐστιν ἐραστός· ὀλίγοι γὰρ εἵλοντο πάσης τῆς ἐν βίῳ σπουδῆς τέλος τὰ χρήματα ἔχειν. ὅτι δὲ οὐδ’ αὐτὸς τὸ ἔσχατον ἀγαθὸν ζητεῖ, πρόδηλον· ὁ γὰρ πλοῦτος διὰ τὴν χρῆσίν ἐστιν ἀγαθὸς καὶ ἄλλου χάριν ζητεῖται, τιμῆς ἕνεκα ἢ ἡδονῆς· | |
25 | τὸ δὲ ἔσχατον ἀγαθὸν δι’ ἑαυτὸ δεῖ ἀγαθὸν εἶναι. διὸ μᾶλλον τὰ πρό‐ τερον λεχθέντα τέλη τις ἂν ὑπολάβοι, ἡδονὴν λέγω καὶ τὴν τιμήν· δι’ αὑτὰ γὰρ ἀγαπᾶται. φαίνεται δὲ οὐδ’ ἐκεῖνα τὰ τέλεια ἀγαθά· καίτοι πολλοὶ λόγοι περὶ αὐτῶν ἐγένοντο πολλοῖς τῶν παλαιῶν, τῶν μὲν τὴν ἡδονὴν τῶν δὲ τὴν τιμὴν λεγόντων ἔσχατον ἀγαθόν. ταῦτα μὲν | |
30 | οὖν ἀφείσθω. | |
31n | Ὅτι οὐκ ἔστι μία ἰδέα τοῦ ἀγαθοῦ. κεφ. ηʹ. | |
32 | Ἐπεὶ δὲ περὶ τοῦ ἐσχάτου τέλους ὁ λόγος ἡμῖν, ὃ δοκεῖ καθόλου τι ἀγαθὸν εἶναι, σκεπτέον περὶ τοῦ καθόλου πῶς λέγεται καὶ εἰ ἔστι τις ἰδέα τοῦ ἀγαθοῦ. καίτοι προσάντης ὁ λόγος οὗτος ἡμῖν διὰ τὸ φίλους εἶναι | |
35 | τοὺς εἰσενεγκόντας τὸν περὶ τῶν ἰδεῶν λόγον. ὁ δὲ λόγος, εἶναί τινα ἰδέαν ἑκάστου τῶν ὄντων, καθ’ ἑαυτὴν ὑφεστηκυῖαν. δόξειε δ’ ἂν ἴσως βέλ‐ | |
τιον εἶναι καὶ δεῖν καὶ τὰ οἰκεῖα ἀναιρεῖν, ἐπὶ τῷ σῶσαι τὴν ἀλή‐ | 8 | |
9 | θειαν, ἄλλως τε καὶ φιλοσόφους ὄντας. ἀμφοῖν γὰρ ὄντων φίλων, τῆς τε ἀληθείας καὶ τοῦ περὶ τῶν ἰδεῶν εἰπόντος, ὅσιον προτιμᾶν τὴν ἀλήθειαν. οἱ δὲ ταύτην εἰσαγαγόντες τὴν δόξαν οὐκ ἔλεγον ἐκείνων τῶν ὄντων μίαν ἰδέαν εἶναι, ἐν οἷς τὸ πρότερον καὶ ὕστερον ἦν. καὶ διὰ τοῦτο | |
5 | οὐδὲ τοῦ ἀριθμοῦ μίαν ἐποίουν ἰδέαν, ὅτι τὸ πρῶτον καὶ δεύτερον ἔχει. ἐπεὶ δὲ ἐν τῷ ἀγαθῷ τὸ πρότερον καὶ τὸ ὕστερόν ἐστι, φανερὸν ὅτι οὐκ ἂν εἴη μία αὐτοῦ ἰδέα. ὅτι δὲ τὸ πρότερον καὶ τὸ ὕστερον ἔστιν ἰδεῖν ἐν τῷ ἀγαθῷ, δῆλον. ἔστι γὰρ τὸ ἀγαθὸν καὶ ἐν τῇ οὐσίᾳ, οἷον νοῦς ἢ θεός, καὶ ἐν τῷ ποιῷ αἱ ἀρεταί, καὶ ἐν τῷ πρός τι τὸ χρήσιμον, καὶ ἐν | |
10 | τῷ ποσῷ τὸ σύμμετρον, καὶ ἐν τῷ ποῦ δίαιτα (ἡ γὰρ δίαιτα τόπος ἐστίν, ἐν ᾧ εὖ διάγομεν), καὶ ἐν τῷ πότε καιρός (ἔστι γὰρ ὁ καιρὸς ὁ ἐπιτή‐ δειος ἑκάστῳ χρόνος), καὶ ἐν τοῖς ἄλλοις ὁμοίως. ἐν τούτοις δὲ τὸ πρό‐ τερον καὶ τὸ ὕστερόν ἐστιν· ἡ γὰρ οὐσία προτέρα ἐστὶ τοῦ πρός τι, καὶ ὅτι ἡ μὲν καθ’ αὑτό ἐστι, τὸ δὲ ἐν ἑτέρῳ ἔχει τὸ εἶναι, καὶ ὅτι ἡ μὲν | |
15 | ἄσχετος, τὸ δὲ ἐν σχέσει ἐστί· παραφυάδι γὰρ ἔοικε καὶ συμβεβη‐ κότι τοῦ ὄντος. ἔτι ἐπεὶ τὸ ἀγαθὸν ἰσαχῶς λέγεται τῷ ὄντι, πολλαχῶς δὲ λέγεται τὸ ὄν, πολλαχῶς ἂν λέγοιτο καὶ τὸ ἀγαθόν, καὶ οὐκ ἂν εἴη κοινόν τι καὶ καθόλου καὶ ἕν· οὐ γὰρ ἂν ἐν πάσαις ταῖς κατηγορίαις ἐλέγετο, καθὼς εἴρηται, ἀλλ’ ἐν μιᾷ μόνῃ. ἔτι | |
20 | ἐπεὶ μιᾶς ἰδέας μία ἐστὶν ἐπιστήμη, ἦν ἂν καὶ μία ἐπιστήμη τοῦ ἀγαθοῦ, εἴ γε ἦν μία ἰδέα. ἀλλὰ τοῦτο οὐκ ἔστιν· οὐκ ἄρα μία ἐστὶν ἰδέα τοῦ ἀγαθοῦ. ὅτι δὲ πολλαὶ ἐπιστῆμαι τοῦ ἀγαθοῦ, φανερόν. οὐ μόνον γὰρ τῶν ἐν διαφόροις ὄντων κατηγορίαις οὐκ ἔστι μία ἐπιστήμη ἀλλὰ καὶ τῶν ὑπὸ μίαν, οἷον ἐν τῷ πότε τὸ ἀγαθὸν ὁ καιρός ἐστιν. οὗτος δὴ ὁ καιρὸς | |
25 | καὶ ἐν πολέμῳ ἐστὶ καὶ ἐν νόσῳ, οὐ τῆς αὐτῆς δὲ ἐπιστήμης· ἀλλ’ ὁ μὲν ἰατρικὸς τὸν ἐν τῇ νόσῳ καιρόν, ὁ δὲ στρατηγικὸς τὸν ἐν τῷ πολέμῳ γινώσκει. καὶ τὸ σύμμετρον, ὅ ἐστι τοῦ ποσοῦ, καὶ ἐν τροφῇ καὶ ἐν πόνοις· καὶ τὸ μὲν γυμναστικῆς, τὸ δὲ ἰατρικῆς εἰδέναι. ἔτι ἐπεὶ ἐν τῷ ἀνθρώπῳ καὶ ἐν τῷ αὐτοανθρώπῳ εἷς καὶ ὁ αὐτὸς ὁρισμός ἐστι, καὶ ἐν | |
30 | τῷ ἵππῳ καὶ ἐν τῷ αὐτοΐππῳ, τῇ ἰδέᾳ δηλονότι (εἰ γὰρ διάφορος, πῶς ἂν εἴη αὐτοῦ ἰδέα;), φανερὸν ὅτι οὐδὲν διαφέρει ὁ ἄνθρωπος ᾗ ἄνθρωπος τοῦ αὐτοανθρώπου· καὶ ἐπὶ πάντων ὁμοίως· ὥστε καὶ τὸ ἀγαθὸν ᾗ ἀγα‐ θὸν οὐδὲν διαφέρει τοῦ αὐτοαγάθου. φανερὸν γάρ, ὅτι οὐ διοίσουσιν ὡς ἀγαθά, ὅτι τὸ μὲν αὐτοάγαθον ἀΐδιον, τὸ δὲ οὔ, ὥσπερ οὐδὲ τὸ πολυχρό‐ | |
35 | νιον λευκὸν τοῦ ἐφημέρου λευκότερον. οὐκ ἄρα οὔτε ἄλλου τινὸς τῶν ὄντων ἰδέα ἐστὶν ὑπὲρ αὐτὸ οὔτε τοῦ ἀγαθοῦ. οἱ δὲ Πυθαγόρειοι πιθα‐ νώτερον ἐοίκασι λέγειν περὶ τοῦ ἀγαθοῦ· οὐ γὰρ ἓν ἔλεγον τὸ ἀγαθόν, ἀλλὰ τὸ ἀνάπαλιν τὸ ἓν ἐν τῇ τῶν ἀγαθῶν ἔταξαν συστοιχίᾳ, οἷς δὴ καὶ Σπεύσιππος ἀκολουθῆσαι δοκεῖ. ἡ δὲ συστοιχία τῶν ἀγαθῶν, ἣν ἔλεγον, | |
40 | αὕτη· τὸ πέρας τὸ περισσὸν τὸ ἓν τὸ δεξιὸν τὸ ἄρρεν τὸ εὐθὺ τὸ φῶς τὸ | 9 |
10 | τετράγωνον τὸ ἠρεμοῦν τὸ ἀγαθόν· ᾗ τινι ἑτέραν ἐποίουν ἀντικειμένην τὸ ἄπειρον τὸ ἄρτιον τὸ πλῆθος τὸ ἀριστερὸν τὸ θῆλυ τὸ καμπύλον τὸ σκό‐ τος τὸ ἑτερόμηκες τὸ κινούμενον τὸ κακόν. | |
4n | Ὅτι οὐκ ἔστιν ἰδέα μία τῶν καθ’ ἑαυτὰ ἀγαθῶν. κεφ. θʹ. | |
5 | Ἀλλὰ περὶ μὲν τούτων ἄλλος ἔσται λόγος· ἐροῦμεν δὲ ἔτι περὶ τοῦ ἀγαθοῦ ἀκριβέστερον. τὰ γὰρ εἰρημένα δεῖταί τινος ἐξετάσεως καὶ ἀκριβείας διὰ τὸ μὴ περὶ παντὸς ἀγαθοῦ κατὰ μέρος εἰρῆσθαι τοὺς λό‐ γους. νῦν δὲ διελόντες ἀκριβέστερον ποιήσομεν τὸν λόγον. διπλῶς τοίνυν λέγεται τὸ ἀγαθόν· τὰ μὲν γὰρ δι’ ἑαυτά εἰσιν ἀγαθὰ καὶ δι’ ἑαυτὰ ζη‐ | |
10 | τοῦνται καὶ ἀγαθὰ λέγονται καὶ ἀγαπῶνται, τὰ δὲ οὐ δι’ ἑαυτὰ ἀλλὰ δι’ ἐκεῖνα· διώκονται γάρ, ὅτι φυλακτικά εἰσι τῶν δι’ ἑαυτὰ ἀγαθῶν ἢ ποιη‐ τικὰ ἢ τῶν ἐναντίων κωλυτικά. καὶ καθ’ ἑαυτὰ μὲν ἀγαθὰ ὑγίεια καὶ ἀρετὴ τὸ φρονεῖν τὸ ὁρᾶν, οὐ δι’ ἑαυτὰ δὲ ἀσκήσεις, ἃ πρὸς ἀρετὴν φέρει, γυμνάσια φαρμακεῖαι, ἃ τῆς ὑγιείας ἕνεκα ζητοῦνται. ταῦτα δὲ καὶ | |
15 | ὠφέλιμα καλοῦνται. διελόντες οὖν ἀπὸ τῶν ὠφελίμων τὰ ἀγαθά, ἃ καθ’ ἑαυτά εἰσι, σκεψώμεθα εἰ μία ἰδέα τούτων ἐστί· φαίνεται τοίνυν μάταιον εἶναι, ἰδέαν λέγειν τῶν καθ’ ἑαυτὰ ἀγαθῶν. τί γὰρ ἂν τούτων καὶ δια‐ φέροι, εἴπερ καὶ ταῦτα καθ’ ἑαυτά εἰσιν ἀγαθὰ καθάπερ ἐκείνη; τὸ γὰρ φρονεῖν καὶ ὁρᾶν καὶ ἡδοναί τινες, αἱ σώφρονες, καὶ τιμαί, εἰ καὶ δι’ ἄλλα | |
20 | ζητοῦνται, ἀλλ’ ὅμως καὶ χωρὶς τῆς ἐκείνων προσθήκης αὐτὰ δι’ ἑαυτὰ καὶ αἱρετά εἰσι καὶ διωκτά· ὥστε κατὰ τοῦτο καθ’ ἑαυτὰ ἀγαθά εἰσι, καὶ οὐ μόνῃ τῇ ἰδέᾳ τοῦτο δώσομεν. ἔτι εἰ ἔστιν ἰδέα μία τῶν καθ’ ἑαυτὰ ἀγαθῶν, αὐτὸς ὁ ὁρισμὸς τοῦ ἀγαθοῦ 〈ἐφαρμόσει πᾶσι· καθάπερ ὁ αὐτὸσ〉 ἐφαρμόζει λόγος ὁ τῆς λευκότητος ἔν τε χιόνι καὶ ψιμμυθίῳ· ἀλλ’ οὐκ | |
25 | ἔστι. φρονήσεως γὰρ καὶ ἡδονῆς, καθ’ ὃ ἀγαθά, διάφοροι οἱ ὁρισμοί· ἄλλο γὰρ τὸ τῆς ἡδονῆς ἀγαθὸν καὶ ἄλλο τὸ τῆς φρονήσεως. | |
27n | Ὅτι τὰ ἀγαθὰ κατ’ ἀναλογίαν ἑνὶ ὀνόματι λέγονται· καὶ ὅτι | |
28n | οὐδεμία βοήθεια τῷ ἠθικῷ ἀπὸ τοῦ τὴν ἰδέαν αὐτὸν εἰδέναι. | |
29n | κεφ. ιʹ. | |
30 | Ἐπεὶ δὲ τὰ ἀγαθά, καθὼς εἴρηται, οὐ συνωνύμως λέγονται (οὐ γὰρ τὸν αὐτὸν ἔχουσιν ὁρισμόν), ζητητέον πῶς λέγονται. ἢ γὰρ ὁμωνύμως ἢ ὡς τὰ ἀφ’ ἑνὸς ἢ πρὸς ἓν συντελοῦντα ἢ κατὰ ἀναλογίαν· ὥσπερ λέγεται ὁ νοῦς ὀφθαλμός, ὅτι τὸν αὐτὸν λόγον ἔχει πρὸς τὴν ψυχήν, ὃν ὁ ὀφθαλ‐ μὸς πρὸς τὸ σῶμα. δοκεῖ δὲ τὰ ἀγαθὰ κατὰ ἀναλογίαν ἑνὶ ὀνόματι λέ‐ | |
35 | γεσθαι. καθάπερ γὰρ ψυχὴν ἀγαθὴν λέγομεν, οὕτω καὶ χρόνον καὶ τόπον· | 10 |
11 | ἔχει γὰρ ἀνάλογον· καὶ ὅπερ ἐν ψυχῇ ἀρετή, τοῦτο ἐν χρόνῳ καιρὸς καὶ ἐν τόπῳ δίαιτα καὶ ἐν ποσῷ συμμετρία. ἀλλὰ ταῦτα μὲν ἀφετέον νῦν· ἐξακριβοῦν γὰρ ὑπὲρ αὐτῶν ἄλλῃ ἂν εἴη φιλοσοφίᾳ οἰκειότερον· οὐ γὰρ τῇ ἠθικῇ ταῦτα προσήκει. ὁμοίως δὲ καὶ τὸ περὶ τῆς ἰδέας λέγειν καθό‐ | |
5 | λου· θεολογικοῦ γάρ τινος καὶ τοῦτο καὶ οὐδὲν συντελεῖ τῷ ζητοῦντι τὸ πολιτικὸν ἀγαθόν. ἡ γὰρ ἰδέα τοῦ ἀγαθοῦ εἰ καὶ ἔστιν, ἥτις κοινῇ τῶν ἄλλων καὶ καθόλου κατηγορεῖται καὶ χωριστὸν τῶν ἄλλων καὶ καθ’ ἑαυτὸ ὑφεστός, δῆλον ὡς οὐκ ἂν εἴη δυνατὸν ἀνθρώπῳ πρᾶξαι τοῦτο ἢ κτή‐ σασθαι· ἡμῖν δὲ περὶ τοιούτου ἀγαθοῦ ὁ λόγος. ἐν αὐτῷ γὰρ καὶ τὴν | |
10 | εὐδαιμονίαν συστῆναι δυνατόν· εὐδαιμονεῖ γάρ τις ἐν ᾧ ἔπραξεν ἢ ἐν ᾧ ἐκτήσατο. ὥστε οὐκ ἂν εἴη προσῆκον ἡμῖν περὶ τοῦ μὴ τοιούτου λέγειν· τάχα δέ τῳ δόξειεν ἂν τοὐναντίον, βέλτιον εἶναι μᾶλλον καὶ συμφο‐ ρώτερον εἰς τὸ πρᾶξαι καὶ κτήσασθαι τὰ κτητὰ καὶ πρακτὰ ἀγαθά, τὸ εἰδέναι αὐτὴν τὴν ἰδέαν τοῦ ἀγαθοῦ· καθάπερ γὰρ παραδείγματι χρώμενοι | |
15 | ταύτῃ γνωσόμεθα, ποῖα τῶν πρακτῶν καὶ κτητῶν εἰσιν ἡμῖν ἀγαθά· κἂν εἰδῶμεν, ἐπιτευξόμεθα αὐτῶν. πιθανότητα μὲν οὖν ἔχει τινὰ οὗτος ὁ λόγος· ἔοικε δὲ ταῖς ἐπιστήμαις διαφωνεῖν· πᾶσαι γὰρ αἱ ἐπι‐ στῆμαι ἀγαθοῦ τινος ἐφίενται καὶ τὸ ἐνδεὲς ἀναπληρῶσαι ἐπιζητοῦσιν, ὥσπερ ἰατρικὴ μὲν τὸ ἐλλεῖπον τῆς ὑγιείας, γυμναστικὴ δὲ τῆς ἰσχύος | |
20 | καὶ τῆς ἀνδρίας. οὕτω δὲ ἔχουσαι πρὸς τὴν ζήτησιν τοῦ ἀγαθοῦ, τοῦ καθόλου τούτου ἀγαθοῦ τὴν γνῶσιν παραλιμπάνουσιν· οὐκ ἂν δὲ παρελίμ‐ πανον, εἰ βοήθειά τις ἦν αὐταῖς ἀπ’ αὐτοῦ. βοήθημα γὰρ τηλικοῦτον ἅπαντας ἀγνοεῖν τοὺς τεχνίτας καὶ μὴ ἐπιζητεῖν, οὐκ εὔλογον. ὥστε καὶ διὰ τοῦτο ματαίαν τινὰ τὴν ἰδέαν εἶναι. ἄπορον δὲ καὶ τί ὠφεληθή‐ | |
25 | σεται ὑφάντης ἢ τέκτων πρὸς τὴν αὑτοῦ τέχνην, εἰ γινώσκει αὐτὸ τὸ ἀγαθὸν τὸ καθόλου, ἢ ἰατρὸς πῶς ἰατρικώτερος ἔσται ἢ στρατηγὸς πῶς ἂν γένοιτο στρατηγικώτερος, ὁ τὴν ἰδέαν αὐτὴν τοῦ ἀγαθοῦ τεθεαμένος· οὐ γὰρ τὸ καθόλου ὁ τεχνίτης σκοπεῖ, ὥσπερ ὁ ἰατρὸς οὐ τὴν καθόλου ὑγίειαν σκοπεῖ ἀλλὰ τὴν τοῦ ἀνθρώπου, μᾶλλον δὲ οὐδὲ τοῦ καθόλου ἀν‐ | |
30 | θρώπου ἀλλὰ τὴν τοῦ ἀτόμου· καθ’ ἕκαστον γὰρ ἰατρεύει. | |
31n | Ὅτι τέλειόν ἐστιν ἀγαθὸν τὸ ζητούμενον τῇ πολιτικῇ τέλος | |
32n | καὶ αὔταρκες. κεφ. ιαʹ. | |
33 | Καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον εἰρήσθω. πάλιν δὲ ἐπα‐ νέλθωμεν ἐπὶ τὸ ζητούμενον, καὶ σκοπῶμεν τί ποτ’ ἂν εἴη· λέγω | |
35 | δὴ τὸ ζητούμενον τῇ πολιτικῇ τέλος. ἔστι μὲν γὰρ ἄλλο ἐν ἄλλῃ τέχνῃ ἀγαθόν· ἄλλο γὰρ ἐν ἰατρικῇ καὶ ἄλλο ἐν στρατηγικῇ καὶ ταῖς λοιπαῖς ὁμοίως· ἑκάστῃ δὲ ἀγαθὸν τὸ τέλος ἐστίν, οὗ ἕνεκα τὰ ἄλλα ποιεῖ. ὥσπερ | |
ἐν ἰατρικῇ μὲν ὑγίεια τὸ ἀγαθὸν καὶ ἐν στρατηγικῇ νίκη καὶ ἐν οἰκοδομικῇ | 11 | |
12 | οἰκία. ἐπεὶ τοίνυν ἐν πάσῃ πράξει καὶ τέχνῃ ἐκεῖνό ἐστι τὸ ἀγαθόν, οὗ ἕνεκα τὰ ἄλλα γίνεται, τὸ τέλος δηλονότι, καὶ καθόλου εἰ εὑρήσομεν τὸ τέλος πασῶν τῶν πράξεων, οὗ ἕνεκα πάσας ποιοῦμεν, τοῦτο ἂν εἴη τὸ ἐν πάσαις ταῖς πράξεσιν ἀγαθόν· καὶ καθάπερ ἰατρικὸν ἀγαθὸν τὸ τέλος | |
5 | ἐστὶ τῆς ἰατρικῆς καὶ στρατηγικὸν τὸ τέλος τῆς στρατηγικῆς, οὕτω καὶ πρακτικόν τι ἔσται ἀγαθὸν τὸ τέλος πασῶν τῶν πράξεων. εἰ δὲ καὶ μὴ ἓν ἀλλὰ πλείω εἴη, ταῦτα ἂν εἴη τὰ πρακτὰ ἀγαθά. τοῦτο δὲ τί ἐστι, πειρατέον ἔτι διασαφῆσαι· οὔπω γάρ τι περὶ αὐτοῦ σαφὲς εἴπομεν ἀλλ’ ἔτι ζητοῦμεν τί ἐστι· μεταβαίνων γὰρ ὁ λόγος οὐδὲν ἤνυσε πλέον ἀλλ’ | |
10 | εἰς τὸ αὐτὸ ἀφίκετο, ὃ καὶ ἐν τοῖς προοιμίοις ἐλέγομεν, ὅτι τὸ πάσης πράξεως τέλος τοῦτο ἂν εἴη τὸ ἀγαθὸν καὶ τὸ ἄριστον. ἐπεὶ τοίνυν πολλὰ φαίνεται τῶν πράξεων τὰ τέλη, τούτων δέ τινα οὐ δι’ ἑαυτὰ αἱρούμεθα, ἀλλὰ δι’ ἕτερα τέλη ἄλλων ἐπιστημῶν τῶν ἀρχιτεκτονικῶν, καθὼς εἴρηται, καί εἰσι χρήσιμα πρὸς ἐκεῖνα, ὥσπερ ὁ πλοῦτος, ὃ τοῦ χρηματιστοῦ ἐστι | |
15 | τέλος, χρησιμεύει τῷ πολιτικῷ εἰς τὸ ἴδιον τέλος, καὶ ὁ αὐλὸς τέλος μὲν τοῦ αὐλοποιοῦ, χρήσιμον δὲ τῷ αὐλητῇ διὰ τὸ αὐλεῖν, ὁμοίως δὲ καὶ πάντα τὰ ὄργανα. ἐπεὶ τοίνυν εἰσί τινα τῶν τελῶν μὴ δι’ ἑαυτὰ ἀγαθά, οὐκ ἂν εἴη πάντα τὰ τέλη τέλεια. τὸ δὲ ἀγαθόν, οὗ ἕνεκα πάντα πράτ‐ τομεν, τέλειον δεῖ εἶναι· ὥστε οὐκ ἂν εἴη ἓν τῶν τοιούτων τελῶν, ἅπερ | |
20 | ἀτελῆ εἰσιν. ἀλλ’ εἰ μὲν πολλά εἰσι τὰ τέλεια, τὸ τελειότατον τούτων· εἰ δὲ ἕν, ἐκεῖνό ἐστι τὸ ζητούμενον ἐν πάσαις ταῖς ἀνθρωπίναις πράξεσιν ἀγαθόν. καὶ τὸ μὲν δι’ ἑαυτὸ ζητούμενον τοῦ δι’ ἄλλο ζητουμένου τε‐ λειότερον λέγομεν· πάλιν δὲ ἐπεί τινα τῶν ἀγαθῶν καὶ δι’ ἑαυτὰ καὶ δι’ ἄλλα ζητοῦνται, ὥσπερ τὸ ὑγιαίνειν καὶ τὸ φρονεῖν, τελειότερον τούτων | |
25 | ἐστίν, ὅπερ δι’ ἑαυτὸ μόνον ζητεῖται, οὐδέποτε δὲ δι’ ἄλλο· καὶ οὐ μόνον κατὰ σύγκρισιν τελειότερον ἄλλου ἀλλὰ καὶ ἁπλῶς τέλειον ἀγαθὸν τοῦτό ἐστι. τοιοῦτον δὲ ἡ εὐδαιμονία μάλιστα εἶναι δοκεῖ· ταύτην γὰρ αἱρούμεθα ἀεὶ δι’ ἑαυτήν· τιμὴν δὲ καὶ ἡδονὴν καὶ φρόνησιν καὶ πᾶσαν ἀρετὴν αἱρούμεθα μὲν δι’ ἑαυτά (μηδενὸς γὰρ ἀποβαί‐ | |
30 | νοντος ἄλλου ἀπὸ τῆς κτήσεως αὐτῶν ἑλοίμεθα ἂν ἕκαστον αὐτῶν), αἱρούμεθα δὲ καὶ τῆς εὐδαιμονίας χάριν, διὰ τούτων ὑπολαμ‐ βάνοντες εὐδαιμονήσειν. τὴν δὲ εὐδαιμονίαν οὐδεὶς αἱρεῖται διὰ ταῦτα ἢ ὅλως δι’ ἄλλο, ἀλλὰ μόνον δι’ ἑαυτήν· ὥστε ἡ εὐδαιμονία ἂν εἴη τὸ ζητούμενον παρὰ τῶν ἀνθρωπίνων πράξεων ἀγαθόν. ἔτι δὲ καὶ | |
35 | ἐκεῖθεν δῆλον· καὶ γὰρ τὸ τέλειον ἀγαθόν, ὃ ζητεῖται, αὔταρκες εἶναι δοκεῖ· αὔταρκες δέ, ὃ ἀρκεῖ οὐ μόνον ἑνί τινι ζῶντι βίον μονώτην ἀλλὰ καὶ γονεῦσι καὶ τέκνοις καὶ γυναικὶ καὶ ὅλως τοῖς φίλοις καὶ πολί‐ ταις. ἐπεὶ καὶ τοῦ ἐν τούτοις ἀγαθοῦ ὁ ἄνθρωπος χρῄζει, φύσει πολιτι‐ κὸς ὢν καὶ κοινωνικός. καὶ ὅλως αὔταρκές ἐστιν, ὃ μονούμενον ἄρκιον | |
40 | καὶ αἱρετὸν ποιεῖ τὸν βίον καὶ μηδενὸς ἐνδεᾶ· τοιοῦτον δὲ τὴν εὐδαιμονίαν οἰόμεθα εἶναι. φαίνεται ἄρα τὸ ζητούμενον ἀγαθὸν τὴν | |
εὐδαιμονίαν εἶναι. ἔτι τὴν εὐδαιμονίαν οὐ λέγομεν συναριθμεῖσθαι τοῖς | 12 | |
13 | ἄλλοις ἀγαθοῖς· τῶν γὰρ αἱρετῶν ἡγούμεθα εἶναι τὸ ἄκρον· καὶ εἰ σύ‐ στοιχον αὐτὴν τοῖς ἄλλοις ποιήσομεν ἀγαθοῖς, φανερὸν ὅτι, εἰ προσθήσομέν τι τῶν ἄλλων αὐτῇ, αἱρετωτέραν ποιήσομεν, καὶ οὕτως οὐκ ἂν εἴη αὐτὴ τὸ ἄκρον τῶν αἱρετῶν· τὸ γὰρ προστιθέμενον τῶν ἀγαθῶν μετὰ τῆς εὐδαι‐ | |
5 | μονίας ἀγαθόν τι ἀποτελέσει τῆς εὐδαιμονίας αἱρετώτερον· τοιοῦτον δὲ καὶ τὸ ζητούμενον ἀγαθόν ἐστιν, οὐ συναριθμούμενον τοῖς ἄλλοις ἀλλὰ τῶν αἱρετῶν ἄκρον ὑπάρχον· τέλειον γάρ ἐστι· τὸ δὲ τέλειον αἱρετώτατον· ἀεὶ γὰρ τὸ τελειότερον ἀγαθὸν μᾶλλον αἱρούμεθα· ἡ ἄρα εὐδαιμονία ἐστὶ τὸ ζητούμενον τέλος. ἔχει δέ τινα ἀπορίαν ὁ περὶ τοῦ αὐτάρκους λόγος. εἰ | |
10 | γὰρ τότε τὸ ἀγαθὸν αὔταρκές τινι, ὅταν αὐτῷ καὶ πᾶσι τοῖς οἰκείοις ἀρ‐ κέσῃ καὶ τοῖς πολίταις καὶ τοῖς φίλοις καὶ ἔτι τοῖς οἰκείοις καὶ συγγενέσιν ἐκείνων, ἐπεὶ τοῦτο εἰς ἄπειρον πρόεισιν, οὐκ ἂν συσταίη τὸ αὔταρκες ἀγαθόν. ὥστε ἀνάγκη λαβεῖν τινα ὅρον τῶν οἰκείων, ἐφ’ οὓς δεῖ προϊέναι τὸ ἀγαθόν. ἀλλὰ τοῦτο μὲν εἰσαῦθις ἐπισκεπτέον· λέγωμεν δὲ περὶ τοῦ | |
15 | προκειμένου. | |
16n | Ὅτι ἐν τῇ κατὰ λόγον τοῦ ἀνθρώπου ζωῇ ἡ εὐδαιμονία συνί‐ | |
17n | σταται καὶ ἔστι ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν ἐν βίῳ τελείῳ. | |
18n | κεφ. ιβʹ. | |
19 | Τὸ μὲν οὖν λέγειν τὴν εὐδαιμονίαν αὐτὸ εἶναι τὸ ζητούμενον τῇ πολι‐ | |
20 | τικῇ ἀγαθὸν τὸ ἄριστον, ὁμολογούμενόν τι φαίνεται. ποθεῖται δὲ λεχθῆναι περὶ αὐτῆς ἐναργέστερον, τί ἐστι. τοῦτο δὲ γένοιτ’ ἄν, εἰ τὸ ἔργον εὑρή‐ σομεν τοῦ ἀνθρώπου, καθ’ ὅ ἐστιν ἄνθρωπος. ὥσπερ γὰρ παντὸς τεχνί‐ του ἀγαθὸν ἐν τῷ ἔργῳ αὐτοῦ ἐστι, καὶ αὐλητοῦ μὲν ἐν τῷ αὐλεῖν, ἀγαλ‐ ματοποιοῦ δὲ ἐν τῷ ἀγάλματι, καὶ ὅλως ἐπὶ παντὸς ἔργου καὶ πράξεως | |
25 | οὕτως ἔχει, οὕτω καὶ τὸ ἀνθρώπινον ἀγαθὸν ἐν τῷ ἔργῳ αὐτοῦ ἐστιν, εἴπερ τι ἔργον ἐστὶ τοῦ ἀνθρώπου, καθ’ ὅ ἐστιν ἄνθρωπος. πότερον οὖν τέκτονος μὲν καὶ σκυτέως ἐστὶν ἔργα τινὰ καὶ πράξεις, ἀν‐ θρώπου δὲ οὐδέν ἐστιν, ἀλλ’ ἀργὸν πέφυκεν; ἢ καθάπερ ὀφθαλ‐ μοῦ καὶ χειρὸς καὶ ποδὸς καὶ ὅλως ἑκάστου τῶν μορίων φαί‐ | |
30 | νεταί τι ἔργον, οὕτω καὶ ἀνθρώπου παρὰ πάντα ταῦτα θείη τις 〈ἂν〉 ἔργον τι. τί οὖν ἐστι τὸ τοῦ ἀνθρώπου ἔργον; τὸ μὲν οὖν ζῆν κοινόν ἐστι καὶ τοῖς φυτοῖς, ἡμεῖς δὲ τὸ ἴδιον τοῦ ἀνθρώπου ζητοῦμεν, ὥστε ἐατέον τὸν περὶ τούτου λόγον. ἐπεὶ δὲ μετὰ τὴν θρεπτικὴν καὶ αὐξητικὴν ζωήν, τὴν φυτικὴν δηλονότι, ἑπομένη ἐστὶν ἡ αἰσθητική, ἔγγιον | |
35 | γὰρ τῆς λογικῆς, σκεπτέον καὶ περὶ αὐτῆς. ἀλλὰ καὶ αὕτη κοινὴ καὶ ἵππῳ καὶ βοῒ καὶ παντὶ ζώῳ. ὥστε οὐδὲ αὐτή ἐστι τὸ ζητούμενον ἔργον τοῦ ἀνθρώπου. λείπεται δὴ ἡ ἐν λόγῳ πρακτικὴ ζωή. καὶ αὕτη | |
δὲ διπλῆ τις φαίνεται. τὸ μὲν γὰρ αὐτῆς ἄλογον μέν, ἐπιπειθὲς δὲ καὶ | 13 | |
14 | ὑπεῖκον τῷ λόγῳ· τὸ δὲ λόγον ἔχον καὶ διανοούμενον. καὶ τὸ μὲν λόγον ἔχον καὶ διανοούμενον τάττει καὶ ῥυθμίζει, τὸ δὲ ἄλογον τάττεται καὶ ῥυθμίζεται. ὥστε τὸ λογικὸν κυριώτερον ἀνθρωπίνη ἐνέργειά ἐστιν, ἐπεὶ καὶ τοῦτό ἐστιν ἐνέργεια· θάτερον γὰρ παθητικὸν λέγεται. ἔστι τοίνυν | |
5 | ἔργον ἀνθρώπου ψυχῆς ἐνέργεια κατὰ λόγον, ὅταν διανοῆται, ἢ οὐκ ἄνευ λόγου, ὅταν κατὰ τὸ παθητικὸν μέρος κινῆται μετὰ λόγου. ἐπεὶ τοίνυν ἐνέργειά ἐστιν ἀνθρωπίνη ἡ κατὰ λόγον, εἰ καὶ εὖ καὶ καλῶς γίνοιτο, οὐδὲν κωλύει ἀνθρωπίνην ἐνέργειαν πάλιν εἶναι· οὐ γὰρ ἑτερογενῆ τὸ τοῦ κιθαριστοῦ ἔργον καὶ τὸ τοῦ σπουδαίου κιθαριστοῦ· κιθαριστοῦ μὲν | |
10 | 〈γὰρ〉 τὸ κιθαρίζειν, σπουδαίου δὲ τὸ εὖ κιθαρίζειν· καὶ οὐκ εἰσὶν ἑτερογενῆ, ὥσπερ οὐδὲ ὁ ἵππος τοῦ ἀγαθοῦ ἵππου ἕτερος τῷ γένει. εἰ δ’ οὕτω ταῦτα, ἀνθρώπου δὲ τίθεμεν ἔργον ζωήν τινα, ταύτην δὲ ψυχῆς ἐνέργειαν καὶ πράξεις μετὰ λόγου, σπουδαίου ἀνθρώπου ἂν εἴη ἔργον τὸ εὖ καὶ καλῶς κατὰ λόγον ἐνεργεῖν. εὖ δέ τι καὶ καλῶς | |
15 | γίνεται ἕκαστον κατὰ τὸ προσῆκον αὐτῷ ἀγαθόν, καὶ ἡ ἀνθρωπίνη ἄρα ἐνέργεια εὖ καὶ καλῶς ἔσται κατὰ τὸ προσῆκον αὐτῷ ἀγαθόν. τὸ δὲ προσῆκον αὐτῷ ἀγαθὸν ἡ ἀρετή ἐστιν, ὥστε τὸ ἀνθρώπινον ἀγαθὸν ἐκεῖνο ἂν εἴη, ψυχῆς ἐνέργεια κατ’ ἀρετήν· εἰ δὲ πολλαὶ αἱ ἀρεταί, κατὰ τὴν ἀρίστην αὐτῶν καὶ τελειοτάτην. εὕρηται ἄρα τὸ ἀνθρώπινον ἀγαθόν. τὸ | |
20 | δὲ ἐν ἑκάστῳ ἀγαθὸν τὸ τέλος ἐστίν, ὥσπερ εἴρηται. εὕρηται ἄρα τὸ τέλος τῶν ἀνθρωπίνων πράξεων. τὸ δὲ τέλος τῶν ἀνθρωπίνων πράξεων ἐδείχθη ταὐτὸν τῇ εὐδαιμονίᾳ· ἡ εὐδαιμονία ἄρα εὕρηται, ὅπερ ἔδει ποιῆ‐ σαι. ἔτι δὲ προσήκει τὸ ἀνθρώπινον ἔργον, εἰ μέλλοι πάντῃ τέλειον εἶναι, ἐν βίῳ εἶναι τελείῳ· μία γὰρ χελιδὼν ἔαρ οὐ ποιεῖ οὐδὲ μία ἡμέρα· | |
25 | οὕτω δὲ οὐδὲ μακάριον καὶ εὐδαίμονα μία ἡμέρα οὐδὲ ὀλίγος χρόνος. ὡρίσθω μὲν οὖν τὸ ἀγαθὸν τὸ ἀνθρώπινον ἡ εὐδαιμονία τοῦτον τὸν τρόπον, ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν ἐν βίῳ τελείῳ. δεῖ γὰρ ἴσως ὑποτυπῶσαι πρῶτον, εἶτα τελείως γράψαι καθάπερ εἰκόνα τὸν περὶ τοῦ ἀγαθοῦ λόγον. τὸ δὲ τὰ καλῶς τυπωθέντα προαγαγεῖν εἰς τὸ βέλτιον καὶ | |
30 | διαρθρῶσαι δόξειεν ἂν εὔκολον εἶναι καὶ τοῦ βουλομένου παντός· συντελεῖ γὰρ καὶ ὁ χρόνος, εὑρετὴς ὢν καὶ συνεργὸς ἀγαθὸς τῶν τοιούτων. ἀπὸ τούτου γὰρ καὶ αἱ τῶν τεχνῶν ἐπιδόσεις γεγόνασι· παντὸς γὰρ προσθεῖ‐ ναι τὸ ἐλλεῖπον. | |
34n | Ὅτι 〈δεῖ〉 κατὰ τὸ προσῆκον τῇ ὕλῃ τοὺς περὶ αὐτῆς λόγους | |
35n | ἀπαιτεῖν. καὶ ὅτι οὐκ ἐν ταῖς ἀρχαῖς τὸ διότι ζητήσομεν. | |
36n | κεφ. ιγʹ. | |
37 | Χρὴ δὲ καὶ τῶν προειρημένων λόγων μεμνῆσθαι καὶ τὴν ἀκρίβειαν | |
μὴ ὁμοίως ἐν ἅπασιν ἀπαιτεῖν, ἀλλ’ ἐν ἑκάστοις κατὰ τὴν ὑπο‐ | 14 | |
15 | κειμένην ὕλην καὶ ἐπὶ τοσοῦτον, ἐφ’ ὅσον οἰκεῖον τῇ μεθόδῳ. καὶ τέκτων καὶ γεωμέτρης οὐχ ὁμοίως ἐπιζητοῦσι τὴν ὀρθήν· ἕκαστος γὰρ ἐφ’ ὅσον οἰκεῖον τῇ προκειμένῃ μεθόδῳ· ὁ μὲν γὰρ τέκτων τοσοῦτον ἐπιζητεῖ, ὅσον χρησιμεῦσαι αὐτῷ πρὸς τὸ ἔργον, ὁ δὲ γεωμέτρης αὐτὴν | |
5 | τὴν ὀρθὴν ζητεῖ, τί ἐστι καὶ ποῖόν τι· οὐ γὰρ ἔργον τι κατασκευάσαι βούλεται δι’ αὐτῆς ἀλλὰ τὸν ἀληθῆ ζητεῖ περὶ αὐτῆς λόγον. τὸν αὐτὸν δὴ τρόπον καὶ ἐν τοῖς ἄλλοις ποιητέον, ὅπως μὴ τὰ πάρεργα τῶν ἔργων πλείω γίνηται. εἰ γὰρ τὸν τέκτονα ἀπαιτήσομεν τὸν περὶ τῆς ὀρθῆς λόγον, ὅπερ πάρεργόν ἐστιν αὐτῷ πρὸς τὸ ἔργον, πλείονος ζη‐ | |
10 | τήσεως αὐτῷ δεήσει ἢ τὰ πρὸς τὰ τέχνης ἔργα. οὐκ ἀπαιτητέον δὲ οὐδὲ τὴν αἰτίαν ὁμοίως ἐν ἅπασιν. ἱκανὸν γὰρ ἔν τισιν, εἰ δειχθεῖεν καλῶς ὅτι εἰσὶ καὶ εἰ μὴ προσθήσομεν τὸ διότι. τοῦτο δὲ συμβαίνει καὶ περὶ τὰς ἀρχὰς τῶν ἐπιστημῶν· ἐν αὐταῖς γὰρ οὐ τὸ διότι ζητήσομεν ἀλλὰ τὸ ὅτι μόνον. καὶ τοῦτο ἐν πάσαις ταῖς ἐπιστήμαις ἀρχή ἐστιν· εἰ | |
15 | γὰρ ζητήσομεν τῶν ἀρχῶν αἰτίαν, οὐδέποτε ἀρξόμεθα ἀλλ’ ἐπ’ ἄπειρον βαδιούμεθα. φανερὸν δὲ γίνεται ἐν ταῖς ἀρχαῖς τὸ ὅτι ἢ ἐπαγωγῇ ἢ αἰ‐ σθήσει ἢ ἐθισμῷ· ἐπαγωγῇ μέν, ὥσπερ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα· δείξομεν γὰρ ἀριθμούς τινας καὶ μεγέθη εἰσαγαγόντες· ἐπαγωγὴ γάρ ἐστιν ἡ ἀπὸ τῶν μερικῶν δεῖξις· αἰσθήσει δέ, ὅταν δεικνύῃ ὁ φυσικὸς | |
20 | τὸ πῦρ θερμὸν καὶ τὸ ὕδωρ ψυχρόν, ἅτινα ἀρχαί εἰσι τῆς ἐπιστήμης. ἐθι‐ σμῷ δὲ αἱ ἀρχαὶ τοῦ ἠθικοῦ γινώσκονται. καὶ γὰρ ἀδύνατον εἰς γνῶσιν ἐλθεῖν τῶν περὶ ἀρετῆς λόγων μὴ ἐν ἔθει γενόμενον τῶν σπουδαίων πρά‐ ξεων, ὡς ἐν τῷ ϛ εἴρηται κεφαλαίῳ. πειρατέον δὲ μετέρχεσθαι ἑκάστην τῶν ἀρχῶν καθὼς πέφυκε δείκνυσθαι, καὶ σπουδαστέον, ὅπως δι’ ὁρισμοῦ | |
25 | φανῶσι καλῶς. μεγάλην γὰρ παρέχουσι βοήθειαν ταῖς ἀποδείξεσι ταῖς ἑπομέναις αὐταῖς. καὶ διὰ τοῦτο φαίνεται πλέον ἢ τὸ ἥμισυ τῆς ἀπο‐ δείξεως δύνασθαι τὴν ἀρχήν, καὶ πολλὰ τῶν ζητουμένων ἐμφανῆ γίνεσθαι δι’ αὐτῆς· ἐν γὰρ τῇ μείζονι προτάσει ἀεὶ ἡ ἀρχὴ παραλαμβάνεται· ἡ δὲ μείζων πρότασις τὸ πᾶν δύναται τῆς ἀποδείξεως σχεδόν. καὶ ἴσως εἰ καὶ | |
30 | δι’ ἄλλην αἰτίαν, ἀλλὰ καὶ διὰ τοῦτο μείζων καλεῖται. | |
31n | Ὅτι οὐ πάντῃ ἀπᾴδουσιν οἱ λεγόμενοι περὶ τῆς εὐδαιμονίας | |
32n | παρὰ τῶν παλαιῶν λόγοι τῷ λεχθέντι αὐτῆς ὁρισμῷ. κεφ. ιδʹ. | |
33 | Ταῦτα μὲν οὖν καθόλου περὶ τῶν ἀρχῶν εἴρηται. περὶ δὲ τῆς προ‐ κειμένης ἡμῖν ἀρχῆς, τῆς εὐδαιμονίας δηλονότι, σκεπτέον ἔτι, οὐ μόνον τὸν | |
35 | ὁρισμὸν αὐτῆς ἐξετάσαντες καὶ τοὺς λόγους τοὺς συμπεράναντας αὐτόν, ἀλλὰ καὶ τοὺς λεγομένους περὶ αὐτῆς παρὰ τῶν παλαιῶν ἀληθεῖς λόγους, εἰ συνᾴδουσι τῷ ὁρισμῷ. τῷ μὲν γὰρ ἀληθεῖ ὁρισμῷ καὶ πάντα συνᾴδει | |
τὰ προσόντα τῷ ὁριστῷ καὶ διὰ τοῦτο καὶ τἄλλα τὰ λεγόμενα περὶ αὐ‐ | 15 | |
16 | τοῦ, τῷ δὲ ψευδεῖ ταχὺ διαφωνεῖ τὸ ἀληθές. τῶν ἀγαθῶν τοίνυν εἰς τρία διαιρουμένων καὶ τῶν μὲν λεγομένων ἐκτός, τῶν δὲ περὶ ψυχήν, τῶν δὲ περὶ σῶμα, τὰ περὶ ψυχὴν ἀγαθὰ κυριώτατα καὶ μάλιστα ἀγαθὰ κοινῇ πάντες λέγομεν. περὶ ψυχὴν δὲ λέγομεν ἀγαθὰ τὰς πράξεις καὶ | |
5 | τὰς ἐνεργείας τὰς ψυχικάς. οὐκοῦν αἱ ψυχικαὶ πράξεις καὶ ἐνέργειαι αἱ ἀγαθαὶ κυριώτατα καὶ μάλιστά εἰσιν ἀγαθά. ἐν τῇ κατὰ ψυχὴν ἄρα ἀγαθῇ ἐνεργείᾳ τὸ κυριώτατον καὶ μάλιστα ἀγαθὸν συνίσταται. τοῦτο δέ ἐστιν ἡ εὐδαιμονία. ἔστιν ἄρα ἡ εὐδαιμονία ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν καὶ κατὰ ταύτην τὴν δόξαν παλαιὰν οὖσαν καὶ ὁμολογουμένην ὑπὸ τῶν | |
10 | φιλοσοφούντων. ὀρθῶς δὲ πράξεις τινὲς λέγονται καὶ ἐνέργειαι ἡ εὐ‐ δαιμονία· οὕτω γὰρ ἂν εἴη τῶν περὶ ψυχὴν ἀγαθῶν καὶ οὐ τῶν ἐκ‐ τός. διὰ τοῦτο καὶ ὁ εὐδαίμων εὖ πράττειν λέγεται καὶ εὖ ζῆν, ἃ ἐνέρ‐ γειαν καὶ πρᾶξιν δηλοῦσι. φαίνεται δὲ ὅτι καὶ τὰ ζητούμενα παρὰ τῶν ἀνθρώπων εἰς τὴν εὐδαιμονίαν ἐνυπάρχουσι τῷ λεχθέντι. τὰ ἐπιζητού‐ | |
15 | μενα δὲ τοῖς μὲν ἀρετή, τοῖς δὲ φρόνησις, ἄλλοις δὲ σοφία τις· τοῖς δὲ καὶ πάντα ταῦτα εὐδαιμονία εἶναι δοκεῖ, τοῖς δὲ τούτων τι μεθ’ ἡδονῆς, ἀλλὰ τῆς ἀπ’ αὐτῶν τούτων τικτομένης· ἕτεροι δὲ καὶ τὴν ἐκτὸς εὐ‐ ετηρίαν συμπαραλαμβάνουσι. τούτων δὲ τὰ μὲν πολλοὶ καὶ πα‐ λαιοὶ λέγουσι, τὰ δὲ ὀλίγοι καὶ ἔνδοξοι ἄνδρες· ὧν οὐδετέρους εὔ‐ | |
20 | λογον τῆς ἀληθείας ἐν πᾶσι διαμαρτάνειν, ἀλλὰ καθ’ ἕν τι μόνον ἴσως, ἐν τοῖς πλείστοις δὲ ἀληθεύειν. τοῖς μὲν οὖν λέγουσι πᾶσαν ἀρετὴν τὴν εὐδαιμονίαν εἶναι ἢ τῶν ἀρετῶν τὴν ἀρίστην, συνῳδὸς ὁ ἡμέτερος περὶ αὐτῆς λόγος. κατὰ γὰρ τὴν τῆς ἀρετῆς ἐνέργειαν ἡ εὐδαιμονία ἐστί. διαφέρει δέ, ὅτι οἱ μὲν ἐν τῇ ἕξει καὶ κτήσει τῆς ἀρετῆς τὴν εὐδαιμονίαν | |
25 | εἶναί φασιν, ἡμεῖς δὲ ἐν τῇ χρήσει καὶ τῇ ἐνεργείᾳ. διαφορὰ δέ ἐστιν οὐκ ὀλίγη τοῦ ἐν κτήσει ἢ χρήσει τὸ ἄριστον ὑπολαμβάνειν καὶ ἐν ἕξει ἢ ἐνεργείᾳ. τὴν μὲν γὰρ ἕξιν ἐνδέχεται ὑπάρχουσαν μηδὲν ἀποτελεῖν, οἷον τῷ καθεύδοντι ἢ ἄλλως πως ἐξηργηκότι· τὴν δ’ ἐνέργειαν οὐχ οἷόν τε. πράξει γὰρ ἐξ ἀνάγκης ὁ τὴν ἐνέργειαν | |
30 | ἔχων· καὶ εἰ τὴν ἀγαθὴν ἐνεργείαν ἔχει, εὖ πράξει. τοῦτο δέ ἐστι τὸ εὐδαιμονεῖν. ὥσπερ γὰρ Ὀλυμπίασιν οὐχ οἱ κάλλιστοι καὶ ἰσχυρό‐ τατοι στεφανοῦνται ἀλλ’ οἱ ἀγωνιζόμενοι (τούτων γάρ τινες καὶ νικῶσιν), οὕτω καὶ τῶν ἐν τῷ βίῳ καλῶν καὶ ἀγαθῶν οὐχ οἱ δυνάμενοι πράττειν ὀρθῶς, ἀλλ’ οἱ πράττοντες ὀρθῶς ἐπήβολοι γίνονται. | |
35n | Ὅτι ἥδιστος δι’ ἑαυτόν ἐστιν ὁ κατ’ ἀρετὴν βίος καὶ μάλιστα | |
36n | ἀγαθὸς καὶ καλός. κεφ. ιεʹ. | |
37 | Ἔστι δὲ καὶ ὁ βίος αὐτῶν καθ’ ἑαυτὸν ἡδύς, οὐκ ἔξωθεν ἔχων | |
τὴν ἡδονήν. ἐπεὶ γὰρ τὸ ἥδεσθαι τῆς ψυχῆς ἐστιν, οὐδὲν κωλύει τὴν τῆς | 16 | |
17 | ψυχῆς κατ’ ἀρετὴν ἐνέργειαν μεθ’ ἡδονῆς εἶναι. ὅτι δὲ καὶ ἔστι, δῆλον. ἐπεὶ γὰρ ἑκάστῳ ἐκεῖνό ἐστιν ἡδύ, πρὸς ὃ λέγεται φιλοτοιοῦτος, οἷον ὁ ἵππος ἡδὺ τῷ φιλίππῳ καὶ θέαμα τῷ φιλοθεώρῳ, καὶ τῷ φιλαρέτῳ ἄρα ἡδεῖα ἡ ἀρετὴ καὶ αἱ κατ’ αὐτὴν πράξεις. τὰ μὲν οὖν δοκοῦντα τοῖς | |
5 | πολλοῖς ἡδέα μάχεται· ἄλλος γὰρ ἄλλο νομίζει ἡδὺ καὶ τὸ ἄλλο ἀηδές. αἴτιον δέ, ὅτι οὐκ ἔστι φύσει ἡδέα. τοῖς δὲ φιλοκάλοις ἡδέα δοκεῖ τὰ καὶ φύσει ἡδέα· ἀρίστοις γὰρ οὖσι τὰ ἀληθῶς ἡδέα διώκειν ἀκόλουθον· διώ‐ κουσι δὲ τὰς κατ’ ἀρετὴν πράξεις. ὥστε δῆλον, ὅτι αἱ κατ’ ἀρετὴν πρά‐ ξεις ἡδεῖαί εἰσι τοῖς φιλαρέτοις καὶ δι’ ἑαυτάς· τὸ γὰρ φύσει ἡδὺ οὐκ ἔστι | |
10 | δι’ ἕτερον ἡδύ. διὰ τοῦτο οὐ προσδεῖται ὁ βίος αὐτῶν ἄλλης ἔξωθεν ἡδονῆς καθάπερ τινὸς περιάπτου, ἀλλ’ ἔχει τὴν ἡδονὴν ἐν ἑαυτῷ. εἰ δέ τις εἴποι μὴ πάντας τοὺς σπουδαίους ἥδεσθαι τῇ ἀρετῇ (εἰσὶ γὰρ οἳ οὐ μεθ’ ἡδονῆς ταύτην πράττουσιν), ἐροῦμεν, ὅτι οὐκ ἔστιν ἀγαθὸς οὐδὲ σπουδαῖος ὁ μὴ χαίρων ταῖς καλαῖς πράξεσιν. οὔτε γὰρ δίκαιον | |
15 | οὐδεὶς ἂν εἴποι τὸν μὴ χαίροντα τῷ δικαιοπραγεῖν οὔτε ἐλευ‐ θέριον τὸν μὴ χαίροντα ταῖς ἐλευθερίοις πράξεσιν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. εἰ δ’ οὕτω, δι’ ἑαυτὰς ἂν εἶεν αἱ κατ’ ἀρε‐ τὴν πράξεις ἡδεῖαι· ἀλλὰ μὴν καὶ ἀγαθαί γε καὶ καλαί, καὶ μά‐ λιστα τούτων ἕκαστον, εἴπερ καλῶς κρίνει περὶ αὐτῶν ὁ σπου‐ | |
20 | δαῖος· μὴ καλῶς γὰρ κρίνειν οὐκ εὔλογον· κρίνει δὲ ἀγαθὰς εἶναι καὶ καλάς. ἄριστον ἄρα καὶ κάλλιστον καὶ ἥδιστον ἡ εὐδαιμονία· καὶ οὐκ ἄλλο μὲν κάλλιστον, ἄλλο δὲ ἄριστον, ἄλλο δὲ ἥδιστον κατὰ τὸ Δη‐ λιακὸν ἐπίγραμμα κάλλιστον τὸ δικαιότατον, λῷστον δ’ ὑγιαίνειν, | |
25 | ἥδιστον δὲ πέφυχ’ οὗ τις ἔραται τυχεῖν. ἅπαντα γὰρ ταῦτα ταῖς ἀρίσταις ἐνεργείαις ὑπάρχει. ταύτας δέ φαμεν εἶναι τὴν εὐδαιμονίαν ἢ μίαν τούτων τὴν πασῶν ἀρίστην. | |
28n | Ὅτι δεῖται καὶ τῶν ἔξωθεν ὁ μέλλων εὐδαιμονεῖν, εἰ καὶ μὴ ἐν | |
29n | τοῖς ἔξωθεν ἡ εὐδαιμονία συνίσταται· καὶ ὅτι οὐκ ἔστιν ἀπὸ | |
30n | τύχης ἡ ἀνθρωπίνη εὐδαιμονία. κεφ. ιϛʹ. | |
31 | Ἔστι μὲν οὖν τὸ εἶναι τῆς εὐδαιμονίας ἐν ταῖς ἀγαθαῖς πράξεσι· φαί‐ νεται δ’ ὅμως καὶ τῶν ἐκτὸς ἀγαθῶν προσδεομένη, καθάπερ εἴ‐ πομεν. ἀδύνατον γὰρ ἢ οὐ ῥᾴδιον τὰ καλὰ πράττειν μὴ βοηθού‐ μενον τοῖς ἔξωθεν. πολλὰ γὰρ τῶν ἀρίστων πράττεται διὰ τῶν ἔξωθεν, | |
35 | καθάπερ δι’ ὀργάνων ἢ διὰ φίλων ἢ διὰ πλούτου ἢ διὰ τῆς ἐν τῇ πόλει τιμῆς καὶ ἀρχῆς καὶ δυνάμεως. ὥσπερ καὶ οἵ τινων τούτων στερι‐ σκόμενοι ἀκαλλῆ τινα τὴν εὐδαιμονίαν ποιοῦσιν, οἷον εἴ τις στέροιτο εὐγε‐ | |
νείας ἢ εὐτεκνίας ἢ κάλλους. οὐ πάνυ γὰρ εὐδαιμονικὸς ὁ τὴν θέαν πάν‐ | 17 | |
18 | αισχρος ἢ δυσγενὴς ἢ μονώτης καὶ ἄτεκνος ἢ κακοὺς παῖδας ἔχων ἢ ἀγα‐ θοὺς ἀποβαλών· διὰ τοῦτό φαμεν, τὴν εὐδαιμονίαν προσδεῖσθαι καὶ τῆς τοιαύτης εὐημερίας. καὶ τούτου χάριν τινὲς τὴν διὰ τῶν ἔξωθεν εὐτυχίαν ταὐτὸν εἶναι ἐνόμισαν τῇ ζητουμένῃ εὐδαιμονίᾳ· ἔνιοι δέ φασιν εἶναι τὴν | |
5 | ἀρετήν, ὅτι καὶ ἀμφοτέρων χρεία τῷ κυρίως εὐδαίμονι. καὶ διὰ τοῦτο ἀπορεῖται, πότερον μαθητόν ἐστι καὶ διὰ μεθόδου τινὸς παραγίνεται ἢ ἐκ τοῦ ἐθίζεσθαι ταῖς κατ’ ἀρετὴν πράξεσιν ἢ δι’ ἄλλης τινὸς ἀσκήσεως ἢ θεόθεν δίδοται τοῖς ἀνθρώποις ἢ ἀπὸ τύχης τινός. δοκεῖ δέ, ὅτι εἰ καὶ ἄλλο τι δώρημά ἐστι παρὰ θεοῦ τοῖς ἀνθρώποις, καὶ τοῦτο ἂν εἴη δικαίως· | |
10 | καὶ μάλιστα δὲ τῶν ἄλλων εἴη ἂν ἡ εὐδαιμονία θεόσδοτος, ὅσῳ καὶ βέλ‐ τιστον τῶν ἀνθρωπίνων ἁπάντων. ἀλλὰ τὸ μὲν περὶ τούτων λέγειν τῶν περὶ προνοίας ἂν εἴη λόγων καὶ ἄλλης πραγματείας, ἡμῖν δὲ κατὰ τὸ προ‐ σῆκον τῇ προκειμένῃ μεθόδῳ σκεπτέον. φαίνεται τοίνυν, εἰ καὶ μὴ θεόσ‐ δοτός ἐστιν ἡ εὐδαιμονία, ἀλλὰ δι’ ἀρετὴν ἢ ἄλλην τινὰ ἄσκησιν παρα‐ | |
15 | γίνεται, ὅμως τῶν θειοτάτων εἶναι. τὸ γὰρ τῆς ἀρετῆς ἆθλον καὶ τέλος, ὅπερ ἐστὶν αὐτὴ ἡ εὐδαιμονία, ἄριστον εἶναι φαίνεται καὶ θεῖόν τι καὶ μακάριον· γένοιτο δ’ ἂν καὶ πᾶσι κοινόν. δυνατὸν γὰρ πᾶσι τοῖς μὴ τὴν διάνοιαν βεβλαμμένοις καὶ πάντῃ ἀκινήτοις πρὸς τὴν κτῆσιν τῆς ἀρετῆς διά τινος μαθήσεως καὶ ἐπιμελείας ὑπάρξαι τὴν εὐ‐ | |
20 | δαιμονίαν. εὔλογον δὲ ἀπὸ ἀσκήσεως μείζονα καὶ τελειοτέραν ὑπάρξαι τὴν εὐδαιμονίαν ἢ ἀπὸ τύχης· ὁμοίως δὲ καὶ τὰ 〈ἀπὸ〉 πάσης ἄλλης αἰτίας γι‐ νόμενα ἢ τεχνικῆς ἢ φυσικῆς βελτίω τῶν ἀπὸ τύχης γινομένων· καὶ μάλιστα τὰ ἀπὸ τῆς ἀρίστης αἰτίας γινόμενα, ἥτις ἐστὶν ἡ ἀρετή. ἄλλως τε τὸ μέγιστον ἀγαθὸν καὶ κάλλιστον τὴν εὐδαιμονίαν ἐπιτρέψαι τῇ τύχῃ | |
25 | λίαν πλημμελὲς ἂν εἴη. τοῦτο δὲ φανερόν ἐστι καὶ ἐκ τοῦ εἰρημένου τῆς εὐδαιμονίας ὁρισμοῦ· εἴρηται γὰρ ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν ἐν βίῳ τελείῳ. τὰ δὲ λοιπὰ ἀγαθά, τά τε σωματικὰ αὐτοῦ τοῦ σώματος καὶ τὰ περὶ τὸ σῶμα, τὰ μὲν ἀναγκαῖα πρὸς τὴν εὐδαιμονίαν, τὰ δὲ κα‐ θάπερ ὄργανά εἰσι πρὸς αὐτήν· ἀναγκαῖα μέν, οἷον ὑγίεια σώματος καὶ | |
30 | ζωῆς ἐπίτασις καὶ τἄλλα. ὧν χωρὶς οὐκ ἔνι τελειωθῆναι τὴν εὐδαιμονίαν· ὄργανα δέ, ὥσπερ πλοῦτος καὶ φίλοι. εἰ τοίνυν οὗτός ἐστιν ὁ ὁρισμὸς τῆς εὐδαιμονίας, πῶς ἂν αἰτίαν ἔχοι τὴν τύχην; ἡ γὰρ ψυχικὴ ἐνέργεια οὐκ ἀπὸ τύχης. τούτῳ δὴ τῷ ὁρισμῷ καὶ τὰ εἰρημένα περὶ τοῦ τέλους τῆς πολιτικῆς ἀκόλουθα. τὸ γὰρ τῆς πολιτικῆς τέλος τὸ ἄριστον ἐλέγομεν | |
35 | εἶναι καὶ διὰ τοῦτο ἐν αὐτῇ εἶναι τὴν ἀνθρωπίνην εὐδαιμονίαν. εἰκότως οὖν οὔτε ἵππον οὔτε βοῦν οὔτε ἄλλο τι τῶν ζῴων εὔδαιμον λέ‐ γομεν· οὐδὲν γὰρ αὐτῶν οἷόν τε κοινωνῆσαι τοιαύτης ἐνεργείας. διὰ ταύτην δὲ τὴν αἰτίαν οὐδὲ παῖς εὐδαίμων ἐστίν· οὔπω γὰρ πρακτικὸς τῶν τοιούτων διὰ τὴν ἡλικίαν. οἱ δὲ λεγόμενοι εὐδαί‐ | |
40 | μονες παῖδες διὰ τὴν ἐλπίδα μακαρίζονται. δεῖ γάρ, ὡς εἴπομεν, | 18 |
19 | καὶ ἀρετῆς καὶ βίου τελείου. πολλαὶ γὰρ μεταβολαὶ γίνονται καὶ παντοῖαι τύχαι κατὰ τὸν βίον καὶ ἐνδέχεται τὸν μάλιστα εὐθη‐ νοῦντα μεγάλαις συμφοραῖς περιπεσεῖν ἐπὶ γήρως, καθάπερ ἐν τοῖς ἡρωϊκοῖς περὶ Πριάμου μυθεύεται· τὸν δὲ τοιαύταις χρη‐ | |
5 | σάμενον τύχαις καὶ τελευτήσαντα ἀθλίως οὐδεὶς εὐδαιμονίζει. | |
6n | Εἰ δεῖ ζῶντας μακαρίζειν. κεφ. ιζʹ. | |
7 | Πότερον οὖν οὐδ’ ἄλλον οὐδένα ἀνθρώπων εὐδαιμονίζειν ἄξιον ἕως ἂν ζῇ, ἀλλὰ χρεὼν τὸ τέλος ὁρᾶν, καθά φησι Σόλων; καὶ εἰ τοῦτο θήσομεν, ἔσται ἄρα τις εὐδαίμων τότε ἐπειδὰν ἀποθάνῃ; ἢ τοῦτό | |
10 | γε παντελῶς ἄτοπον ἐν τῷ τεθνάναι τὴν εὐδαιμονίαν λαβεῖν, ἄλλως τε καὶ ὅτι ἡ εὐδαιμονία ἔν τινι ἐνεργείᾳ ἐστίν. ἐκ τούτου δὲ φαίνεται μᾶλ‐ λον ἐν ἀργίᾳ παντελεῖ εἶναι. λέγομεν δέ, ὅτι οὔτε ἡμεῖς οὔτε ὁ Σόλων τὸν τεθνεῶτα μακαρίζει διὰ τὸ τεθνάναι, ἀλλ’ ὅτι μέχρι παντὸς ὁ βίος αὐτῷ μακάριος ἦν, καὶ ὅτι τηνικαῦτα ἄν τις ἀσφαλῶς μακαρίσειεν | |
15 | ἄνθρωπον, ὡς ἐκτὸς ἤδη τῶν κακῶν ὄντα καὶ δυστυχημάτων. πάλιν δὲ οὐκ ἀρκοῦσα ἡ λύσις δοκεῖ. ἀπορία γάρ ἐστιν ἔτι, εἰ λέγομεν εἶναί τι τῷ τεθνεῶτι καὶ κακὸν [τι] καὶ ἀγαθόν, μὴ αἰσθανομένῳ δέ, ὥσπερ καὶ τῷ ζῶντι. μακαρίζεται γὰρ καὶ ταλανίζεται καὶ ἀτιμάζεται καὶ τιμᾶται· καὶ τέκνων δὲ καὶ ἀπογόνων εὐπραξίαι εἰς τὴν εὐδαιμονίαν | |
20 | αὐτοῖς λογίζονται· εὐδαίμονες γὰρ καὶ μακάριοι διὰ τὴν τῶν ἀπογόνων εὐ‐ δαιμονίαν, καθάπερ δυστυχεῖς διὰ τὴν αὐτῶν δυστυχίαν· ἀπορίαν γὰρ καὶ τοῦτο παρέχει. τῷ γὰρ μακαρίως βεβιωκότι καὶ τελευτή‐ σαντι κατὰ λόγον ἐνδέχεται πολλὰς μεταβολὰς ἐκβαίνειν περὶ τοὺς ἐκγόνους, καὶ τοὺς μὲν αὐτῶν ἀγαθοὺς εἶναι καὶ τυχεῖν | |
25 | βίου τοῦ κατ’ ἀξίαν, τοὺς δὲ ἐξ ἐναντίας. ἄτοπον δὲ γένοιτ’ ἄν, εἰ συμμεταβάλλοι καὶ ὁ τεθνεὼς καὶ γίνοιτο ποτὲ μὲν εὐδαίμων, πάλιν δὲ ἄθλιος. ἄτοπον δὲ πάλιν κἀκεῖνο δοκεῖ, τὸ μὴ κοινωνεῖν τοὺς ζῶντας τοῖς ἀπελθοῦσι τῆς τύχης διὰ τὴν ἐκ τοῦ γένους οἰκειότητα. ἀλλ’ ἐπανιτέον ἐπὶ τὴν προτέραν ἀπορίαν καὶ ζητῶμεν, εἰ οὐ δεῖ ζῶντας ἀλλὰ | |
30 | μετὰ τελευτὴν μακαρίζειν· τάχα γὰρ ἂν ἐξ ἐκείνης θεωρηθείη καὶ τὸ νῦν ἐπιζητούμενον. εἰ δὴ τὸ τέλος ὁρᾶν δεῖ καὶ τότε μακα‐ ρίζειν ἕκαστον, οὐχ ὡς ὄντα διὰ τὸ τεθνάναι μακάριον ἀλλ’ ὅτι πρό‐ τερον μακάριος ἦν, πῶς οὐκ ἄτοπον, εἰ ὅτε ἐστὶν εὐδαίμων, μὴ ἀληθεύσεται κατ’ αὐτοῦ τὸ ὑπάρχον αὐτῷ, μηδὲ ἐροῦμεν αὐτὸν ἀλη‐ | |
35 | θῶς εὐδαίμονα, διὰ τὸ μὴ τοὺς ζῶντας ἐθέλειν εὐδαιμονίζειν, σκο‐ ποῦντας τὰς τοῦ βίου μεταβολὰς τῷ μόνιμόν τι τὴν εὐδαιμονίαν ὑπολαμ‐ | |
βάνειν καὶ μηδαμῶς εὐμετάβολον, τὴν δὲ τύχην πᾶν τοὐναντίον; δῆ‐ | 19 | |
20 | λον γάρ, ὡς, εἰ συνακολουθοίημεν ταῖς τύχαις, τὸν αὐτὸν εὐ‐ δαίμονα καὶ πάλιν ἄθλιον ἐροῦμεν πολλάκις, χαμαιλέοντά τινα τὸν εὐδαίμονα ἀποφαίνοντες καὶ σαθρῶς ἱδρυμένον. λέγομεν τοίνυν πρὸς τὴν ἀπορίαν, ὅτι τὸ μὲν ταῖς τύχαις ἐπακολουθεῖν οὐ‐ | |
5 | δαμῶς ὀρθόν· οὐ γὰρ ἐν ταύταις ἡ εὐδαιμονία συνίσταται ἢ τοὐναν‐ τίον, ἀλλὰ προσδεῖται μὲν τούτων πρὸς τὴν εὐδαιμονίαν ὁ ἀνθρώ‐ πινος βίος, καθάπερ εἴπομεν· ἡ δὲ οὐσία τῆς εὐδαιμονίας οὐκ ἐν αὐ‐ ταῖς ἀλλ’ ἐν τῇ κατ’ ἀρετὴν ἐνεργείᾳ συνίσταται, καθὼς εἴρηται. μόνιμον γὰρ δεῖ εἶναι τὴν εὐδαιμονίαν· καὶ διὰ τοῦτο οὐ δυνατὸν αὐτὴν ἐν τοῖς | |
10 | ἀπὸ τύχης συνίστασθαι. καὶ τούτῳ μαρτυρεῖ ἡ προκειμένη ζήτησις· ἀπὸ τούτου γὰρ ἔλαβε τὴν ἀρχὴν τοῦ ὑποκεῖσθαι τὴν εὐδαιμονίαν μόνιμον εἶναι. περὶ οὐδὲν γὰρ τῶν ἀνθρωπίνων ἔργων τοσαύτη βεβαιότης ὑπάρχει, ὡς ταῖς κατ’ ἀρετὴν ἐνεργείαις, ἐν αἷς ἡ εὐδαιμονία· μονιμώτεραι γὰρ καὶ τῶν ἐπιστημῶν αὗται τυγχάνουσι. τούτων δὲ πάλιν τῶν ἀρετῶν αἱ | |
15 | τιμιώτεραι μονιμώτεραι διὰ τὸ ζῆν ἐν αὐταῖς τοὺς μακαρίους μάλιστα καὶ συνεχέστατα, μὴ διακοπτομένης ποτὲ οὐδ’ ἐν ἐλαχίστῳ χρόνῳ τῆς περὶ τὰς πράξεις τῆς ἀρετῆς αὐτῶν ἐργασίας διὰ τὸ ἡδεῖαν αὐτοῖς τὴν τοιαύτην εἶναι ζωήν, καθὼς εἴρηται. καὶ διὰ τοῦτο οὐδὲ λήθην αὐτῶν λαμβάνουσιν. ἐπεὶ τοίνυν οὐκ ἐν τῇ τύχῃ ἡ εὐδαιμονία συνίσταται ἀλλ’ ἐν ταῖς κατ’ | |
20 | ἀρετὴν πράξεσιν, ὑπάρξει τὸ ζητούμενον τῷ εὐδαίμονι, τὸ μόνιμον δηλονότι αὐτῷ εἶναι τὸ ἀγαθόν, καὶ ἔσται διὰ βίου εὐδαίμων· ἀεὶ γὰρ ἢ μάλιστα πάντων πράξει καὶ θεωρήσει τὰς κατ’ ἀρετὴν πράξεις καὶ θεωρίας· καὶ πρὸς τὰς τύχας στήσεται καὶ ὑπὸ τῶν ἐναντίων οὐδε‐ μίαν πείσεται μεταβολήν, ἀλλ’ οἴσει τὰ ἐπιόντα κάλλιστα καὶ ἐμμελέστατα | |
25 | ὅ γε ὡς ἀληθῶς ἀγαθὸς καὶ τετράγωνος ἄνευ ψόγου. πολλῶν δὲ ὄντων τῶν ἐπερχομένων ἀπὸ τῆς τύχης καὶ τῶν μὲν μεγάλων ὄντων, τῶν δὲ μικρῶν, τὰ μὲν μικρὰ τῶν ἀτυχημάτων, ὁμοίως δὲ καὶ τῶν εὐ‐ τυχημάτων οὐ παρέξει πράγματα τῷ σπουδαίῳ οὐδὲ ἐπάξει τῷ βίῳ μετα‐ βολήν. τὰ δὲ μεγάλα καὶ πολλά, εὐτυχήματα μὲν ὄντα, μακαριώ‐ | |
30 | τερον τὸν βίον ποιήσει (καὶ γὰρ αὐτὰ συνεπικοσμεῖ τὴν εὐδαιμονίαν· χρῆται γὰρ αὐτοῖς ὁ σπουδαῖος ἐπὶ τὰ κάλλιστα), ἀτυχήματα δὲ ὄντα θλίβει μὲν καὶ λυμαίνεται τὸ μακάριον καὶ ἐμποδίζει πολλαῖς ἐνεργείαις, ὅμως δὲ καὶ ἐν τούτοις διαλάμπει τὸ καλόν, ἐπειδὰν φέρῃ τις εὐκόλως πολλὰς καὶ μεγάλας ἀτυχίας, οὐ δι’ ἀναλ‐ | |
35 | γησίαν καὶ ἀναισθησίαν, ἀλλὰ γεννάδας ὢν καὶ μεγαλόψυχος. εἰ γὰρ ἐν ταῖς κατ’ ἀρετὴν ἐνεργείαις ἡ μακαριότης ἔχει τὸ εἶναι καὶ αὗται κύριαί εἰσι τῆς τοῦ εὐδαίμονος ζωῆς, οὐδεὶς ἂν γένοιτο τῶν μακαρίων ἄθλιος· οὐδέποτε γὰρ πράξει τὰ μισητὰ καὶ φαῦλα. τὸν γὰρ ὡς | |
ἀληθῶς καὶ ἔμφρονα καὶ ἀγαθὸν πάσας οἰόμεθα τὰς τύχας εὐ‐ | 20 | |
21 | σχημόνως φέρειν· καὶ καθάπερ ὁ ἄριστος τεχνίτης ἀπὸ τῆς τυχούσης ὕλης τὴν ἰδίαν ἐπιδείκνυται τέχνην καὶ στρατηγὸς μὲν τῷ παρόντι στρα‐ τοπέδῳ, καὶ εἰ μὴ ἀξιόλογον εἴη, χρῆται πολεμικώτατα, καὶ ὁ σκυτοτόμος ὁ ἄριστος ἐκ τῶν δοθέντων σκυτῶν κάλλιστον ὑπόδημα ποιεῖ, τὸν αὐτὸν | |
5 | δὲ τρόπον καὶ οἱ ἄλλοι τεχνῖται ἅπαντες· οὕτω καὶ ὁ μακάριος οὐκ εὔ‐ ροιαν ἀεὶ ζητήσει, ἀλλ’ ἐκ τῆς παρούσης τύχης ἀεὶ τὰ κάλλιστα πράξει. καὶ διὰ τοῦτο ἄθλιος μὲν οὐδέποτε γένοιτ’ ἂν, ἀλλὰ μόνον οὐ μα‐ κάριος τῆς γε τύχης ἕνεκα, ἐὰν Πριαμικαῖς περιπέσῃ τύχαις. οὐδὲ δὴ ποικίλος γε καὶ εὐμετάβολος ἔσται· οὔτε γὰρ ἀπὸ τῆς εὐδαιμονίας | |
10 | κινηθήσεται ῥᾳδίως οὔτε ὑπὸ τῶν τυχόντων ἀτυχημάτων ἀλλ’ ὑπὸ μεγάλων ἴσως καὶ πολλῶν· καὶ οὐδὲ ὑπὸ τούτων ῥᾳδίως. ἐπεὶ καὶ ἀπαλλαγεὶς τῶν δυστυχημάτων οὐκ ἐν ὀλίγῳ χρόνῳ πρὸς τὸ τέλειον ἀγαθὸν μεταπεσεῖται, οὗ μικρὸν παρέκλινε, διὰ τὸ μὴ εὐκίνητος εἶναι· ἀλλ’ ἐν πολλῷ χρόνῳ ἔσται τοιοῦτος, μεγάλων καὶ καλῶν ἐν τούτῳ γενόμενος | |
15 | ἐπιτυχής. τί οὖν κωλύει τὸν τοιοῦτον ἄνθρωπον εὐδαίμονα λέγειν, ὃς κατ’ ἀρετὴν μὲν τελείαν ἐνεργεῖ, δυστυχήσας δὲ τοῖς ἔξωθεν πάλιν εἰς τὴν εὐτυχίαν ἐπανελεύσεται καὶ ἱκανῶς ὑπὸ τῶν ἐκτὸς χορηγηθήσεται ἀγαθῶν οὐ τὸν τυχόντα χρόνον ἀλλὰ τὸν μέχρι τελευτῆς, καὶ βιωσάμενος οὕτω καὶ τελευτήσας κατὰ λόγον. προστίθημι δὲ καὶ τὰ ἔξωθεν ἀγαθὰ διὰ | |
20 | τὸ τὴν εὐδαιμονίαν τέλος εἶναι τῶν ἀνθρωπίνων πράξεων καὶ διὰ τοῦτο προσήκειν τέλειον ἀγαθὸν εἶναι καὶ μηδενὸς ἐλλείπειν. εἰ δὲ τοῦτο οὕτως, οὐ μετὰ τὴν τελευτὴν μακαρίσομεν τοὺς εὐδαίμονας ἀλλὰ ζῶντας ἔτι, οἷς ὑπάρχει καὶ ὑπάρξει τὰ λεχθέντα· μακαρίους δέ, ὡς ἀνθρώπους τὴν ἀνθρωπίνην μακαριότητα, ἥτις οὐ πάντῃ τέλειον ἔχει τὸ ἀγαθόν. καὶ | |
25 | τὸ μὲν ὅτι δεῖ ζῶντας τοὺς εὐδαίμονας μακαρίζειν, ἐπὶ τοσοῦτον εἰρήσθω. | |
26n | Εἰ κοινωνοῦσι τῆς τύχης τῶν ἀπογόνων οἱ μακάριοι μετὰ τε‐ | |
27n | λευτήν. κεφ. ιηʹ. | |
28 | Ῥητέον δὲ πρὸς τὴν ἄλλην ἀπορίαν, εἰ ἐκ τῶν ἀπογόνων δυστυχούν‐ των ἢ τῶν φίλων χείρονα δόξει τοῖς μακαρίοις τὰ πράγματα. τὸ μὲν | |
30 | οὖν μηδ’ ὁτιοῦν ἐκ τῶν ἀπογόνων ἢ ἄλλως οἰκείων εἰς τοὺς εὐδαίμονας ἔρχεσθαι ἢ εὐτυχίας ἢ δυστυχίας ἀκοινώνητόν ἐστι καὶ ἀλλότριον τῶν ἀν‐ θρωπίνων· κοινωνικὸν γὰρ ὁ ἄνθρωπος· καὶ πρός γε ἔτι καὶ ταῖς κοιναῖς δόξαις ἐναντίον· κοινὰ γὰρ τὰ τῶν φίλων εἶναι πᾶσι δοκεῖ. πολλῶν δὲ ὄντων τῶν συμβαινόντων τοῖς οἰκείοις τῶν μακαρίων καὶ παντοίας ἐχόν‐ | |
35 | των διαφοράς, καὶ τῶν μὲν μᾶλλον συντελούντων εἰς τὴν εὐδαιμονίαν ἢ δυστυχίαν, τῶν δὲ ἧττον, τὸ μὲν κατὰ μέρος διαιρεῖν αὐτὰ μακρὸν καὶ ἄπειρον φαίνεται· εἰ δὲ ὁλοσχερῶς καὶ ὡς ἐν τύπῳ εἴποιμεν περὶ αὐτῶν, | |
ἱκανὸν ἂν εἴη. διαιρήσομεν τοίνυν καὶ ταῦτα, καθάπερ τὰ συμβαίνοντα | 21 | |
22 | δυστυχήματα τοῖς μακαρίοις, ὅτι τὰ μὲν μεγάλα καὶ ἀξιόλογα καὶ βάρος ἔχει πρὸς τὸν βίον, τὰ δὲ μικρὰ καὶ ἐλαφρότερα. ἔχει δὲ διαφορὰν ὅσα ζώντων ἔτι τῶν μακαρίων τοῖς οἰκείοις συμβαίνει τῶν συμβαινόντων μετὰ τὴν αὐτῶν τελευτήν, ὅσην ἔχει τὰ ἐν ταῖς τραγῳδίαις πλαττόμενα κακὰ | |
5 | τῶν προϋπαρξάντων πραγμάτων, ὧν ταῦτα σκιαί. σκεπτέον οὖν περὶ τῆς διαφορᾶς. βέλτιον δέ ἐστι σκέψασθαι, εἰ κοινωνοῦσιν οἱ μακάριοι τοῖς οἰ‐ κείοις μετὰ τελευτὴν τῆς τύχης. φαίνεται τοίνυν, ὅτι εἰ καὶ ἔρχεταί τι πρὸς αὐτοὺς ἀπὸ τούτων, εἴτε ἀγαθὸν εἴτε φαῦλον, ἀσθενὲς μέντοι καὶ μικρόν, ἢ διότι καὶ τῇ ἑαυτοῦ φύσει μικρόν ἐστιν ἢ ἐκείνοις μικρόν, | |
10 | κἂν μέγα ὑπάρχῃ, διὰ τὸ μὴ ζῆν τὴν ἐνταῦθα ζωήν· εἰ δ’ ἔχει τινὰ δύναμιν, ἀλλ’ οὐ τοσαύτην γε καὶ τοιαύτην, ὥστε ποιεῖν εὐδαίμονας τοὺς μὴ τοιούτους ἢ τοὺς ὄντας ἀφαιρεῖσθαι τὴν μακαριότητα. ὥστε ἔρχεται μέν τι ἀπὸ τῶν ζώντων τοῖς τεθνεῶσι· τοιαῦτα δὲ καὶ τοσαῦτα ὡς μηδε‐ μίαν ἐπάγειν μεταβολήν. | |
15n | Ὅτι τῶν τιμίων ἡ εὐδαιμονία. κεφ. ιθʹ. | |
16 | Διωρισμένων δὲ τούτων, σκεψώμεθα περὶ τῆς εὐδαιμονίας, πό‐ τερον τῶν δυνάμεών ἐστιν ἢ τῶν ἐπαινετῶν ἢ τῶν τιμίων ἡ εὐδαιμονία. καὶ δυνάμεις μέν εἰσιν αἱ ἕξεις τῶν τεχνῶν, οἷον κυβερνητικῆς ἢ ἰατρικῆς δηλονότι τὸ δύνασθαι ἰατρεύειν ἢ κυβερνᾶν, ἐπαινετὰ δὲ τὰ ἤδη κατορ‐ | |
20 | θωθέντα καὶ εἰς ἐνέργειαν ἐλθόντα ἀγαθά, τίμια δὲ τὰ θεῖα καὶ ὑπὲρ ταῦτα. τούτων οὕτως ἐχόντων, ζητητέον τί τούτων ἐστὶν ἡ εὐδαιμονία. δύναμις μὲν οὖν οὐκ ἔστιν· ἔστι γὰρ τέλειον ἀγαθόν· ἡ δὲ δύναμις ἀτελές. ἄλλως τε ἡ μὲν εὐδαιμονία οὐ συναριθμεῖται πολλοῖς, ἡ δὲ δύναμις τοι‐ αύτη· πολλαὶ γὰρ δυνάμεις· ἡ εὐδαιμονία ἄρα οὐκ ἔστι δύναμις. καὶ μὴν | |
25 | οὐδὲ τῶν ἐπαινετῶν ἐστιν· ἐπαινεῖται γὰρ ἃ μετέχει τινὸς ἀγαθοῦ. τὸν γὰρ δίκαιον καὶ τὸν ἀνδρεῖον καὶ ὅλως τὸν ἀγαθὸν καὶ τὴν ἀρε‐ τὴν ἐπαινοῦμεν διὰ τὸ ποιότητός τινος ἀγαθοῦ μετέχειν καὶ σχέσιν ἔχειν πρὸς ἀγαθόν τι καὶ σπουδαῖον. διὰ τοῦτο καὶ οἱ τοὺς θεοὺς ἐπαινοῦντες γελοῖοί εἰσιν, ἡμῖν αὐτοὺς ἐξισοῦντες. τοῦτο δὲ συμβαίνει διὰ | |
30 | τὸ γίνεσθαι τοὺς ἐπαίνους ἕνεκα τῆς πρὸς τὸ ἀγαθὸν ἀναφορᾶς καὶ σχέ‐ σεως. τὰ μὲν οὖν ἐπαινετὰ τοιαῦτα· ἡ εὐδαιμονία δὲ οὐ τοιοῦτον· ἔστι γὰρ τὸ ἀγαθὸν καὶ τὸ ἄριστον. τοῦ δὲ ἀγαθοῦ καὶ τοῦ ἀρίστου οὐκ ἔστιν ἔπαινος· οὐ γὰρ πρός τι ἀναφέρεται ἀγαθόν. διὰ τοῦτο οὐδὲ τοὺς θεοὺς ἐπαινοῦμεν ἀλλὰ μακαρίζομεν καὶ εὐδαιμονίζομεν· ὁμοίως δὲ καὶ τῶν ἀν‐ | |
35 | δρῶν τοὺς θειοτάτους καὶ τὰ ἀγαθά, ὅσα δι’ ἑαυτά εἰσιν ἀγαθά, οἵα ἐστὶν ἡ εὐδαιμονία. οὐδεὶς γὰρ τὴν εὐδαιμονίαν ἐπαινεῖ καθάπερ τὸ δίκαιον, ἀλλ’ ὡς θειότερόν τι καὶ βέλτιον μακαρίζει. ἐπεὶ τοίνυν τὰ μὲν ἐπαινετὰ διά τι τέλος ἀγαθὸν ἐπαινοῦνται, ἡ δὲ εὐδαιμονία εἰς οὐ‐ δὲν ἀναφέρεται τέλος (ἔστι γὰρ αὐτὴ τὸ ἔσχατον τέλος), οὐκ ἂν εἴη τῶν | |
40 | ἐπαινετῶν· λείπεται δὴ τῶν τιμίων εἶναι. τούτῳ δὲ τῷ λόγῳ καὶ ὁ Εὔ‐ | 22 |
23 | δοξος μαρτυρεῖ· τὴν γὰρ ἡδονὴν βουλόμενος δεῖξαι ἄριστον εἶναι καὶ τέ‐ λειον ἀγαθόν, ἀπὸ τούτου ἔλεγε δείκνυσθαι, ὅτι οὐκ ἔστι τῶν ἐπαινετῶν ἀλλὰ βέλτιον τούτων, ἀπὸ τοῦ μὴ ἐπαινεῖσθαι ἀγαθὸν οὖσαν· τοιοῦτον δὲ ἔλεγεν εἶναι τὸν θεὸν καὶ τὸ ἀγαθόν. πρὸς ταῦτα γὰρ καὶ | |
5 | τἄλλα ἀναφερόμενα ἀγαθὰ λέγεσθαι καὶ ἐπαινετὰ εἶναι. ἐπαινεῖται μὲν γὰρ ἡ ἀρετή, ὅτι πρακτικοὶ γίνονται οἱ ἄνθρωποι τῶν καλῶν ἀπὸ ταύ‐ της· ἐγκωμιάζονται δὲ τὰ ἔργα ὁμοίως τὰ ἀγαθά, τά τε σωματικὰ καὶ τὰ ψυχικά, ὅτι πρός τι τέλος φέρουσιν ἀγαθόν· αὐτὴ δὲ ἡ εὐδαιμονία οὐκ ἂν ἐπαινεθείη· οὐ γὰρ πρός τι τέλος ἀγαθὸν φέρει· αὐτὴ γάρ ἐστι τὸ ἔσχα‐ | |
10 | τον τέλος, καθὼς εἴρηται. ἀλλὰ τὸ μὲν περὶ ἐπαίνων καὶ ἐγκωμίων λέγειν τίσιν ἁρμόττει, οὐκ ἔστιν ἡμῖν προκείμενον· οἰκειότερον γὰρ ἄλλοις· ἡμῖν δὲ περὶ τοῦ προκειμένου ῥητέον. φαίνεται μὲν οὖν ἀπὸ τῶν εἰρημένων, ὅτι ἐστὶ τῶν τιμίων καὶ τελείων· φαίνεται δὲ καὶ ἀρχὴ καὶ αἰτία τῶν ἄλλων ἀγαθῶν· ταύτης γὰρ χάριν τὰ ἄλλα πράττομεν· τὴν δὲ ἀρχὴν καὶ | |
15 | τὸ αἴτιον τῶν ἀγαθῶν τίμιόν τι καὶ θεῖον τίθεμεν. | |
16n | Περὶ ἀρετῆς, ἐν ᾧ περὶ τῶν δυνάμεων τῆς ψυχῆς. κεφ. κʹ. | |
17 | Ἐπεὶ δέ ἐστιν ἡ εὐδαιμονία ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν τελείαν, σκεψώμεθα περὶ τῆς ἀρετῆς· ἡ γὰρ περὶ αὐτῆς σκέψις σαφέ‐ στερον ποιήσει τὸν περὶ τῆς εὐδαιμονίας λόγον. φαίνεται δέ, ὅτι καὶ ὁ | |
20 | κατὰ ἀλήθειαν πολιτικὸς περὶ αὐτῆς σκέπτεται· βούλεται γὰρ ἀγαθοὺς ποι‐ εῖν τοὺς πολίτας καὶ τῶν νόμων ὑπηκόους, καθάπερ οἱ Κρητῶν καὶ Λακεδαιμονίων νομοθέται, καὶ εἴ τινες ἕτεροι τοιοῦτοι γεγένηνται· ὥστε δῆλον ὅτι ἡ ζήτησις αὕτη ἀκόλουθος ἂν εἴη τῷ ἐξ ἀρχῆς τοῦ λόγου σκοπῷ. ἦν γὰρ ἐκεῖνος περὶ τοῦ τέλους τῆς πολιτικῆς. περὶ ἀρετῆς | |
25 | τοίνυν ἐπισκεπτέον, ἀνθρωπίνης δηλονότι, ἐπεὶ καὶ ἐξ ἀρχῆς τὸ ἀνθρώπινον ἀγαθὸν ἐζητοῦμεν. ἐπεὶ τοίνυν ἡ ἀνθρωπίνη ἀρετὴ οὐ τοῦ σώματός ἐστιν ἀλλὰ τῆς ψυχῆς (καὶ τὴν εὐδαιμονίαν γὰρ ψυχῆς ἐν‐ έργειαν λέγομεν), ὁ πολιτικὸς δὲ σκέπτεται περὶ τῆς ἀνθρωπίνης ἀρε‐ τῆς, δῆλον ὅτι δεῖ τὸν πολιτικὸν εἰδέναι πῶς ἔχει τὰ περὶ ψυχήν, ὥσπερ | |
30 | καὶ τὸν μέλλοντα ὀφθαλμὸν θεραπεύσειν τοῦ σώματος παντὸς τὴν γνῶσιν ἔχειν ἀνάγκη· καὶ τοσούτῳ πλέον ὁ πολιτικὸς δικαίως εἴσεται τὰ περὶ ψυχὴν ἢ ὁ ἰατρὸς τὸ σῶμα, ὅσῳ βελτίων ἡ πολιτικὴ τῆς ἰατρικῆς καὶ τι‐ μιωτέρα· καὶ οἱ βέλτιστοι δὲ τῶν ἰατρῶν πολλὰ πραγματεύονται περὶ τὴν τοῦ σώματος γνῶσιν, ὥστε εἰκὸς ἂν εἴη τὸν πολιτικὸν περὶ τῆς | |
35 | ψυχῆς εἰδέναι. θεωρητέον δὲ περὶ ψυχῆς τοσαῦτα, ὅσα ἀρκέσει ἡμῖν πρὸς τὸν προκείμενον περὶ ἀρετῆς λόγον· τὸ γὰρ ἐπὶ πλεῖον ἐξακριβῶσαι περὶ ψυχῆς καὶ τὸν καθόλου περὶ αὐτῆς ἐκθέσθαι λόγον μεῖζον ἔργον ἐστὶ τῶν | |
προκειμένων. περὶ ψυχῆς τοίνυν οὐ μόνον ἐν συγγράμμασιν ἀλλὰ καὶ ἀπὸ | 23 | |
24 | στόματος πρὸς τοὺς ἐντυγχάνοντας ἀρκούντως εἴπομεν ἔνια· καὶ χρηστέον αὐτοῖς. λέγομεν τοίνυν, ὅτι τῆς ψυχῆς τὸ μὲν λογικόν ἐστι, τὸ δὲ ἄλο‐ γον. ταῦτα δὲ πότερον κεχωρισμένα εἰσὶν ἀλλήλων, καθάπερ τὰ τοῦ σώματος μέρη καὶ τὰ ἄλλα τὰ μεριστά, ἢ πράγματι μὲν ἕν εἰσι, λόγῳ | |
5 | δὲ δύο, καθάπερ ἐν τῇ περιφερείᾳ τὸ κυρτὸν καὶ τὸ κοῖλον (ἓν μὲν γάρ εἰσι πρᾶγμα καὶ ἀχώριστα πέφυκε, τῷ ὁρισμῷ δὲ διαφέρουσιν· ἄλλος γὰρ ὁρισμὸς τῆς περιφερείας καθὸ κοίλης καὶ ἄλλος καθὸ κυρτῆς), τοῦτο μὲν οὖν ζητεῖν οὐδὲν συντείνει πρὸς τὴν προκειμένην μέθοδον. ἐροῦμεν δὲ περὶ τοῦ ἀλόγου. ἔστι τοίνυν τοῦ ἀλόγου τῆς ψυχῆς τὸ μὲν | |
10 | φυτικόν, λέγω δὲ τὸ θρεπτικὸν καὶ αὐξητικόν, ὅπερ κοινόν ἐστι καὶ τοῖς φυτοῖς καὶ τοῖς ζῴοις πᾶσιν· αὕτη γὰρ ἡ δύναμις ἐν ἅπασι τοῖς τρεφο‐ μένοις ἐστὶ καὶ ἐν τοῖς ἐμβρύοις· ἡ αὐτὴ δὲ καὶ ἐν τοῖς τελείοις τῶν ἀν‐ θρώπων ἐστίν· οὐ γὰρ ἄλλην εὔλογον λέγειν. ἐν ταύτῃ μὲν οὖν τῇ δυ‐ νάμει οὐκ ἔστιν εὑρεῖν ἰδίως ἀρετὴν ἀνθρωπίνην ἀλλὰ κοινὴν ἅπασιν. | |
15 | ἡ γὰρ τοιαύτη ἀρετὴ τὸ τρέφεσθαι καὶ αὐξάνεσθαι καὶ ὑπνώττουσιν ἐνερ‐ γεῖται καὶ μάλιστα τότε, ἡ δὲ ἀνθρωπίνη ἀρετὴ οὐδαμῶς· ὁ γὰρ ἀγαθὸς καὶ κακὸς ἥκιστα διάδηλος ὑπνώττων. καὶ διὰ τοῦτό φασι μηδὲν δια‐ φέρειν τὸ ἥμισυ τοῦ βίου, τὸν τοῦ ὕπνου καιρὸν δηλονότι, τοὺς εὐ‐ δαίμονας τῶν ἀθλίων· καὶ εἰκότως· ἀργία γάρ ἐστιν ὁ ὕπνος καὶ | |
20 | τῇ σπουδαίᾳ καὶ τῇ φαύλῃ ψυχῇ. πλὴν εἰ μή τις ἐκεῖνο εἴποι, ὅτι καὶ οἱ ὕπνοι τῶν σπουδαίων βελτίους, τῶν μεθημερινῶν κινήσεων τρόπον τινὰ καὶ ἐπὶ τοὺς ὕπνους διερχομένων καὶ διὰ τοῦτο τῶν καθ’ ὕπνους φαντα‐ σμάτων ἀμεινόνων τοῖς σπουδαίοις γινομένων ἢ τοῖς τυχοῦσιν· ἀλλὰ περὶ τούτων ἅλις. τὸ γὰρ θρεπτικὸν ἄμοιρον τῆς ἀνθρωπίνης ἀρετῆς, περὶ | |
25 | ἧς ἡμῖν ὁ λόγος. ἔστι δὲ καὶ ἄλλη τις φύσις τῆς ψυχῆς οὐ πάντῃ ἄλογος κατὰ τὴν εἰρημένην, ἀλλά πῃ μετέχουσα λόγου καὶ μαχομένη πρὸς τὸν λόγον. διὸ καὶ τὸν τοῦ ἐγκρατοῦς λόγον καὶ τὸν τοῦ ἀκρατοῦς δὲ ἐνίοτε ἐπαινοῦμεν, ὅτι ἀντέχουσι πρὸς τὸ ἀντιτεῖνον· ὁ μὲν μέχρις οὗ δεῖ, ὁ δὲ ἐνίοτε καὶ μέχρι τινός. καὶ διὰ τοῦτο φαίνεται ἄλλο τι ὂν ἐν αὐτοῖς | |
30 | παρὰ τὸν λόγον, ὃ μάχεται καὶ ἀντιτείνει τῷ λόγῳ. ἀτεχνῶς γάρ, καθάπερ τὰ παραλελυμένα τοῦ σώματος μόρια εἰς τὰ δεξιὰ προ‐ αιρουμένων κινῆσαι, τοὐναντίον καὶ εἰς τὰ ἀριστερὰ παραφέρε‐ ται· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς. ἐπὶ τἀναντία γὰρ αἱ ὁρμαὶ τῶν ἀκρατῶν φέρονται τῆς τοῦ λόγου κινήσεως. ἀλλ’ ἐν τοῖς σώμασι μὲν | |
35 | ὁρῶμεν τὸ παραφερόμενον, ἐπὶ δὲ τῆς ψυχῆς οὐχ ὁρῶμεν. εἰ δὲ καὶ μὴ ὁρᾶται, ὅμως ἐστὶ καὶ νομιστέον εἶναί τι παρὰ τὸν λό‐ γον ἐναντιούμενον τούτῳ καὶ ἀντιβαῖνον· πῶς δέ, πρὸς τὸ προκεί‐ μενον λέγειν οὐδὲν συντελεῖ. φαίνεται δὲ καὶ τοῦτο λόγου μετέχον, ὥσπερ εἴπομεν, καθόσον τῷ λόγῳ πειθαρχεῖ. καὶ γὰρ τῷ τοῦ ἐγκρατοῦς λόγῳ | |
40 | τοῦτο τὸ ἄλογον, τὸ θυμικὸν λέγω καὶ τὸ ἐπιθυμητικόν, ἄγεται καὶ πεί‐ | |
θεται. ἔτι δὲ μᾶλλον πείθεται καὶ εὐηκοώτερόν ἐστι τῷ λόγῳ τοῦ σώ‐ | 24 | |
25 | φρονος καὶ ἀνδρείου· ἐν αὐτῷ γὰρ πάντα τῷ λόγῳ συμφωνεῖ. ὥστε φαί‐ νεται τὸ ἄλογον τῆς ψυχῆς διττὸν εἶναι, τὸ μὲν πάντῃ ἄλογον τὸ φυτικόν, τὸ αὐξητικὸν δηλονότι καὶ θρεπτικόν, τὸ δέ πῃ λόγου μετέχον, τὸ θυμι‐ κὸν καὶ ἐπιθυμητικόν· τοῦτο γὰρ κοινωνεῖ λόγου καθ’ ὅσον κατήκοόν | |
5 | ἐστιν αὐτοῦ καὶ πειθαρχικόν. ὅτι δὲ πείθεταί πως ὑπὸ λόγου τὸ ἄλογον, φανερὸν ἀπὸ τῶν νουθεσιῶν καὶ τῶν παρακλήσεων καὶ ἐπιτιμή‐ σεων· ἀπὸ τούτων γὰρ πολλαὶ τῶν ἀλόγων κινήσεων ῥυθμίζονται. διττῶς δὲ λέγεται τὸ λόγου μετέχειν καθάπερ καὶ τὸ λόγον ἔχειν. λέγομεν γὰρ τοῦ πατρὸς καὶ τῶν φίλων λόγον ἔχειν τὸ ἐπιστρέφεσθαι πρὸς αὐτοὺς καὶ | |
10 | οἷς κελεύουσιν ἐξακολουθεῖν, λέγομεν δὲ καὶ τῶν μαθηματικῶν λόγον ἔχειν τὸ εἰδέναι αὐτὰ καὶ γνῶσίν τινα καὶ ἐπιστήμην αὐτῶν ἔχειν. κατὰ τοῦτον τὸν τρόπον διπλῶς λέγεται καὶ τὸ λόγου μετέχειν· τὸ μὲν κυρίως καὶ 〈ἐν〉 ἑαυτῷ, ὥσπερ αὐτὸ τὸ λογικόν, τὸ δὲ διὰ τὸ ἐκείνῳ πειθαρχεῖν λόγου μετέχειν λέγεται, ὥσπερ τις τῷ πατρὶ πείθεται. διαιρεῖται δὲ καὶ ἡ ἀρετὴ | |
15 | κατὰ τὴν διαφορὰν ταύτην· λέγομεν γὰρ αὐτὰς τὰς μὲν διανοητικάς, αἳ τοῦ λογικοῦ εἰσι, τὰς δὲ ἠθικάς, αἳ τοῦ θυμικοῦ καὶ ἐπιθυμητικοῦ εἰσι. καὶ διανοητικαὶ μέν εἰσι σοφία σύνεσις καὶ φρόνησις, ἠθικαὶ δὲ ἐλευθε‐ ριότης καὶ σωφροσύνη. ὅταν γὰρ περὶ τοῦ ἤθους λέγωμεν, οὐ λέγομεν τὸν ἄνθρωπον σοφὸν ἢ συνετὸν ἀλλὰ πρᾷον καὶ σώφρονα. ἐπαινοῦμεν | |
20 | δὲ καὶ τὸν σοφὸν διὰ τὴν ἀγαθὴν ἕξιν, ἥτις ἐστὶν ἀρετή· τὰς γὰρ ἐπαι‐ | |
νετὰς ἕξεις ἀρετὰς λέγομεν. | 25 | |
26(1t) | ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Β | |
2n | Ὅτι οὔτε φύσει οὔτε παρὰ φύσιν ἐν ἡμῖν γίνονται αἱ ἀρεταί, | |
3n | ἀλλὰ ἀπὸ τοῦ ἔθους. κεφ. αʹ. | |
4 | Ἐπεὶ δὲ ἡ ἀρετὴ τῆς ψυχῆς ἐστι τελειότης, τῆς ψυχῆς δὲ τὸ μέν | |
5 | ἐστι λογικόν, τὸ δὲ ὀρεκτικόν, διττὴν ἀνάγκη καὶ τὴν ἀρετὴν εἶναι, καὶ τὴν μὲν τοῦ διανοητικοῦ, ἥτις ἐστὶν ἡ σοφία καὶ ἡ φρόνησις, τὴν δὲ τοῦ ὀρεκτικοῦ, ἥτις ἠθικὴ καλεῖται. καὶ ἡ μὲν διανοητικὴ ἔχει μὲν καὶ ἀπὸ τῆς φύσεως τὴν ἀρχήν (δεκτικὸν γὰρ ὁ ἄνθρωπος ἐπιστήμης) καὶ ἀπὸ ἤθους αὔξησιν λαμβάνει τινά, τὸ δὲ πλέον ἀπὸ τῆς διδασκαλίας καὶ τὴν | |
10 | γένεσιν καὶ τὴν αὔξησιν ἔχει, διόπερ ἐμπειρίας δεῖται καὶ χρόνου, ἡ δὲ ἠθικὴ ἐξ ἔθους περιγίνεται. ἡ μὲν γὰρ φύσις ἐκεῖνο δίδωσι μόνον, τὸ δύνασθαι σπουδαίους γενέσθαι, ἡ δὲ διδασκαλία γινώσκειν ὅτι δέον γενέσθαι, τὸ δὲ καὶ ἐνεργείᾳ ἤδη γενέσθαι σπουδαίους μόνον τὸ ἔθος παρέχεται. ἀπὸ τούτου δὲ καὶ τὸ ὄνομα ἔλαβεν· ἠθικὴ γὰρ καλεῖται, | |
15 | μικρὸν παρεγκλῖνον ἀπὸ τοῦ ἔθους. ὥστε δῆλον, ὅτι οὐδεμία τῶν ἠθικῶν ἀρετῶν φύσει ἡμῖν περιγίνεται. εἰ γὰρ φύσει σπουδαῖοι ὑπήρ‐ χομεν, οὐκ ἂν ἐκινούμεθα πρὸς τοὐναντίον ἀπὸ τοῦ ἔθους, νυνὶ δὲ κινού‐ μεθα. οὐδεμία ἄρα τῶν ἠθικῶν ἀρετῶν φύσει ἡμῖν περιγίνεται· οὐδὲν γὰρ τῶν φύσει κινουμένων ὑπὸ τοῦ ἔθους ἐπὶ τὴν ἐναντίαν μεταβάλλει | |
20 | ῥοπήν. οὔτε γὰρ τὸν λίθον ἐθίσει τις ἄνω φέρεσθαι, κἂν μυριάκις ἄνω ῥίπτῃ, οὔτε τὸ πῦρ κάτω, οὐδὲ ἄλλο τῶν ἄλλως πεφυκότων ἄλλως ἂν ἐθισθείη. οὔτ’ ἄρα φύσει οὔτε παρὰ φύσιν ἡμῖν ἐγγίνονται αἱ ἀρεταί, ἀλλὰ τὸ δύνασθαι μὲν ἀπὸ φύσεως ἔχομεν καὶ πεφύκαμεν δέχεσθαι τὰς ἀρετάς, δεχόμεθα δὲ καὶ τελειούμεθα διὰ τοῦ ἔθους. ἔτι | |
25 | τῶν φυσικῶν τὰς δυνάμεις πρῶτον τελείας ἔχοντες, εἶτα χρώμεθα· τὴν γὰρ ὀπτικὴν ἢ ἀκουστικὴν δύναμιν τελείαν ἔχοντες ἐχρησάμεθα· οὐ γὰρ ἀπὸ τοῦ πολλάκις ἰδεῖν ἢ πολλάκις ἀκοῦσαι τὰς αἰσθήσεις ἐλάβομεν, ἀλλὰ | |
τὸ ἀνάπαλιν ἔχοντες ἐχρησάμεθα· τὰς δὲ ἀρετὰς λαμβάνομεν | 26 | |
27 | ἐνεργήσαντες πρότερον, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ἔχει τεχνῶν· ἃ γὰρ δεῖ μαθόντας ποιεῖν, ταῦτα ἀπὸ τοῦ ποιεῖν μανθάνομεν, οἷον οἰκοδομοῦντες μὲν οἰκοδόμοι γινόμεθα, κιθαρίζοντες δὲ κιθαρισταί. οὕτω δὴ καὶ τὰ δίκαια πράττοντες δίκαιοι γινόμεθα καὶ τὰ σώφρονα σώφρονες | |
5 | καὶ τὰ ἀνδρεῖα ἀνδρεῖοι. μαρτυρεῖ δὲ καὶ τὸ γινόμενον ἐν ταῖς πό‐ λεσιν· οἱ γὰρ νομοθέται τῷ ἔθει ἀγαθοὺς τοὺς πολίτας ποιοῦσι. συνε‐ λαύνουσι γὰρ ἀμοιβαῖς ἀγαθῶν καὶ τιμωρίαις ἐπὶ τὰς ἀγαθὰς πράξεις καὶ οὕτω σπουδαίους ἀποτελοῦσιν. εἰ δὲ καὶ μὴ πάντες τοῦτο ποιοῦσιν, ἁμαρ‐ τάνουσιν· ἡ γὰρ ἐπαγγελία καὶ τὸ βούλημα παντὸς νομοθέτου τοῦτό ἐστι, | |
10 | τὸ τοὺς πολίτας ἐπὶ τὰς ἀγαθὰς πράξεις ἐθίζειν. οὐκ ἄρα ἀπὸ φύσεως ἀλλὰ ἀπὸ τοῦ ἔθους αἱ ἀρεταί. ἔτι ἐκ τῶν αὐτῶν καὶ διὰ τῶν αὐ‐ τῶν ἐθῶν καὶ ἔργων καὶ γίνεται πᾶσα ἀρετὴ καὶ φθείρεται· γίνε‐ ται μὲν ἀγαθῶν ὄντων τῶν ἐθῶν, φθείρεται δὲ ἀπὸ τῶν ἐναντίων. ὁμοίως δὲ καὶ τέχνη· ἐκ γὰρ τοῦ κιθαρίζειν καὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοὶ | |
15 | ἀποτελοῦνται κιθαρισταί· ἐκ μὲν τοῦ καλῶς οἱ ἀγαθοί, ἐκ δὲ τοῦ κακῶς κιθαρίζειν κακοί· ὁμοίως δὲ καὶ οἱ οἰκοδόμοι καὶ πάντες ἄλλοι τεχνῖται ἀπὸ τῆς κατὰ τέχνην ἐνεργείας ἢ ἀγαθοὶ ἢ κακοὶ γίνονται· ἐκ μὲν γὰρ τοῦ εὖ οἰκοδομεῖν ἀγαθοὶ γίνονται οἰκοδόμοι, ἐκ δὲ τοῦ κακῶς κακοί. εἰ γὰρ μὴ ἀπὸ τῶν τοιῶνδε ἦν ἐνεργειῶν ἡ τοιάδε τέχνη, ἀλλὰ | |
20 | φύσις ἦν ἡ τὸν τεχνίτην ποιοῦσα, οὐκ ἂν ἐδέησεν οὐδενὶ διδασκάλου πρὸς 〈τὴν〉 τέχνην, ἀλλὰ πάντες ἂν εὐθὺς ἐγίνοντο ἢ ἀγαθοὶ ἢ τοὐναντίον. τοῦ‐ τον δὴ τὸν τρόπον καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει. πράττοντες γὰρ τὰ συν‐ αλλάγματα τὰ πρὸς τοὺς ἀνθρώπους γινόμεθα οἱ μὲν δίκαιοι, οἱ δὲ ἄδικοι, τὸ μὲν ἀπὸ τοῦ πάντα δικαίως πράττειν καὶ κατὰ νόμον, τὸ δὲ | |
25 | ἀπὸ τῆς ἐναντίας πολιτείας. πάλιν δὲ ἐπειδὰν δεινοῖς τισι περιπέσωμεν, ἐθιζόμεθα φοβεῖσθαι ἢ θαρρεῖν καὶ οἱ μὲν ἀνδρεῖοι οἱ δὲ δειλοὶ γινόμεθα. ὁμοίως δὲ καὶ περὶ τὰς ἐπιθυμίας ἔχει καὶ τὰς ὀργάς· ἀπὸ γὰρ τῶν ἐθῶν καὶ τῆς ἐν αὐτοῖς ἀναστροφῆς οἱ μὲν σώφρονες καὶ πρᾷοι γίνονται, οἱ δὲ ἀκόλαστοι καὶ ὀργίλοι· καὶ ἑνὶ λόγῳ τὸ πᾶν συνε‐ | |
30 | λόντα εἰπεῖν, πᾶσα ἕξις ἀπὸ τῆς ὁμοίας ἐνεργείας τίκτεται, ἀγαθὴ μὲν ἀγαθῆς, φαύλη δὲ φαύλης. διὰ τοῦτο οὐ δεῖ τῆς ἀγαθῆς ἕξεως ἐνέργειαν ἁπλῶς αἰτίαν λέγειν ἀλλ’ ἀγαθὴν οὐδὲ τῆς κακῆς ἁπλῶς ἐνέργειαν ἀλλὰ κακήν· ὥσπερ ἐπὶ τῆς οἰκοδομικῆς· οὐ γὰρ τῆς ἀγαθῆς οἰκοδομικῆς ἕξεως τὴν οἰκοδομικὴν ἁπλῶς ἐνέργειαν αἰτίαν ἐροῦμεν ἀλλὰ τὴν ἀγαθὴν οἰκοδο‐ | |
35 | μικὴν ἐνέργειαν τῆς ἀγαθῆς καὶ τῆς φαύλης 〈τὴν〉 φαύλην αἰτίαν καὶ ὅλως τοιάσδε τινὰς ἀποδοτέον ἑκάστῃ τῶν ἕξεων τὰς ἐνεργείας. κατὰ γὰρ τὰς τούτων διαφορὰς ἀκολουθοῦσιν αἱ ἕξεις. διὰ ταῦτα πολλὴ διαφορὰ πρὸς τὴν ἕξιν ἀπὸ τοῦ καλῶς ἢ κακῶς ἐκ νέων ἐθίζεσθαι· μᾶλλον δὲ | |
πᾶσα ἡ τῶν ἕξεων διαφορὰ ἐκεῖθέν ἐστιν. | 27 | |
28(1n) | Ὅτι αἱ κατ’ ἀρετὴν πράξεις μεσότητές εἰσι καὶ ὑπὸ ὑπερβολῆς | |
2n | καὶ ἐλλείψεως φθείρονται. κεφ. βʹ. | |
3 | Ἐπεὶ οὖν ἡ παροῦσα πραγματεία οὐκ ἔστι τοῦ θεωρητικοῦ τῆς φιλοσοφίας μέρους, ὃ τὴν θεωρίαν τῆς ἀληθείας μόνον ἔχει τέλος (κατα‐ | |
5 | γίνεται γὰρ περὶ τὰ ὄντα, ἃ μόνον γνωστά εἰσιν, οὐ μέντοι καὶ πρακτά), ἀλλὰ τοῦ πρακτικοῦ μέρους ἐστίν, ὃ τέλος ἔχει τὸ ποιῆσαι τὸ ἀγαθόν· οὐ γὰρ ἵνα εἰδῶμεν τί ἐστιν ἀρετὴ σκεπτόμεθα, ἀλλ’ ἵν’ ἀγαθοὶ γενώμεθα· ἐπεὶ εἰ οὕτως εἶχεν, οὐδὲν ἂν ἦν ὄφελος ἡμῖν τῆς σπουδῆς, μὴ πρὸς τὸ τέλος ἀφικνουμένοις. ἐπεὶ οὖν αἱ πράξεις τὸ τέλος, σκεψώ‐ | |
10 | μεθα τὰ περὶ τὰς πράξεις, αἳ κύριαί εἰσι, καθάπερ εἴρηται, τοῦ ἀγαθὰς ἢ πονηρὰς τὰς ἕξεις γενέσθαι, ὑπὲρ ὧν ὁ λόγος ἡμῖν. τὸ μὲν οὖν οὕτω διορίσασθαι τὰς ἀγαθὰς πράξεις τὰς κατὰ τὸν ὀρθὸν γινομένας λόγον, καὶ τὰς πονηρὰς τοὐναντίον, ἀληθὲς μέν, οὐκ ἔστι δὲ ἱκανὸν τὰς πράξεις ση‐ μᾶναι. τὸ γὰρ κατὰ τὸν ὀρθὸν λόγον γίνεσθαι, καθόλου τί ἐστι, τὸ δὲ | |
15 | τοιοῦτον ἀποδιδόμενον οὐχ ἱκανὸν πρᾶγμα ἀγνοούμενον ἀποδεῖξαι. τὸν γὰρ ἐρωτῶντα περὶ τοῦ ἀνθρώπου τί ἐστι, τὸ ζῷον ἀποδιδόμενον οὐκ ἀρκεῖ διδάξαι τὸν περὶ αὐτοῦ λόγον. διὰ τοῦτο τοῦτο μὲν ὑπερκείσθω, ῥηθή‐ σεται δὲ ὕστερον περὶ αὐτοῦ, καὶ τί ἐστιν ὀρθὸς λόγος, καὶ πῶς ἔχει πρὸς τὰς ἄλλας ἀρετάς. ἐκεῖνο δὲ προδιομολογείσθω, | |
20 | ὅτι πάντα τὸν 〈περὶ τῶν πρακτῶν λόγον, δηλονότι τὸν〉 περὶ τῶν πράξεων, τίνες αὐτῶν ἀγαθαὶ καὶ τίνες αἱ φαῦλαι, οὐκ ἀκριβῶς ἀλλ’ ὡς ἐν τύπῳ γίνεσθαι δεῖ, ὥσπερ καὶ κατ’ ἀρχὰς εἴπομεν, ὅτι ταῖς ὕλαις ἀκολού‐ θως τοὺς λόγους τοὺς περὶ αὐτῶν ἀπαιτεῖν προσήκει, ἐπεὶ καὶ αἱ πράξεις καὶ τὰ ἐν αὐταῖς συμφέροντα οὐ τὰ αὐτά εἰσιν ἀεί, ὥσπερ οὐδὲ τὰ [νῦν] | |
25 | ὑγιεινά, ἀλλὰ νῦν μὲν τοῦτο νῦν δὲ τοὐναντίον ἅπαν (ταῖς γὰρ διαθέσεσι τῶν σωμάτων καὶ ταῖς τοῦ καιροῦ μεταβολαῖς συμμεταβάλλουσιν), οὕτω δὴ καὶ ἐπὶ τῶν πράξεων ἔχει· αἱ αὐταὶ γὰρ νῦν μὲν βλαβεραί, νῦν δὲ ὠφέ‐ λειαν ἤνεγκαν, καὶ τοῖς αὐτοῖς ἀνθρώποις πολλάκις. οὕτω δὲ ἀκριβῶς διωρίσθαι μὴ δυναμένου τοῦ περὶ τῶν καθόλου λόγου, ἔτι μᾶλλον σφαλε‐ | |
30 | ρώτερος ὁ περὶ τῶν καθ’ ἕκαστα· τὰ γὰρ καθ’ ἕκαστα τῶν καθόλου ἧττον δυνάμεθα γινώσκειν· ἡ γὰρ περὶ ταῦτα σκέψις οὔτε ὑπὸ τέχνην ἐστί τινα οὔτε μέθοδον καὶ παραγγελίαν ὡρισμένην. καὶ διὰ τοῦτο δέον ἐστὶ τοὺς πράττοντας πρὸς τὸν καιρὸν βλέπειν καὶ ἀπὸ τούτου ζητεῖν τὸν περὶ τῶν πράξεων λόγον· γνώσονται γὰρ εἰ ἀγαθαί εἰσιν αἱ πράξεις ἢ φαῦλαι τοῦ‐ | |
35 | τον τὸν τρόπον σκοποῦντες, ὥσπερ καὶ ἰατροὶ καὶ κυβερνῆται ποιοῦσι· τὰς | |
γὰρ κατὰ τὴν τέχνην πράξεις ἑκάτερος ἀπὸ τοῦ καιροῦ κρίνουσιν. ἀλλὰ | 28 | |
29 | καίπερ ὄντος τοιούτου τοῦ παρόντος λόγου, πειρατέον βοηθεῖν τῇ κατ’ αὐτὸν ἀληθείᾳ. καὶ πρῶτον τοῦτο θεωρητέον, ὅτι αἱ κατ’ ἀρετὴν πράξεις ὑπὸ ἐνδείας ἢ ὑπερβολῆς πεφύκασι φθείρεσθαι· ὥσπερ ἐπὶ τῆς ἰσχύος καὶ τῆς ὑγιείας ὁρῶμεν· δεῖ γὰρ ὑπὲρ τῶν ἀφα‐ | |
5 | νῶν τοῖς φανεροῖς μαρτυρίοις κεχρῆσθαι. τά τε γὰρ ὑπερβάλλοντα γυμνάσια τὴν ἰσχὺν τοῦ σώματος διαφθείρει καὶ τὰ ἐλλείποντα τοῦ με‐ τρίου· τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ σιτία καὶ τὰ ποτὰ τὰ μὲν πλείω ἢ ἐλάττω τῶν δεόντων τὴν ὑγίειαν ἀπελαύνει, τὰ μέσα δὲ καὶ ποιεῖ καὶ αὔξει καὶ σῴζει· οὕτως οὖν καὶ ἐπὶ τῆς σωφροσύνης καὶ τῆς ἀνδρείας | |
10 | ἔχει καὶ τῶν ἄλλων ἀρετῶν. ὅ τε γὰρ πάντα φεύγων καὶ φοβού‐ μενος καὶ μηδὲν ὑπομένων δειλὸς γίνεται, ὅ τε μηδὲν ὅλως φο‐ βούμενος ἀλλὰ πρὸς πάντα βαδίζων θρασύς, ἀνδρεῖος δὲ ὁ μέσος. ὁμοίως δὲ καὶ ἡ σωφροσύνη ὑπὸ τῆς ὑπερβολῆς καὶ ἐλλείψεως φθείρεται· καὶ γὰρ ὁ μὲν πάσης ἡδονῆς ἀπολαύων καὶ μηδεμιᾶς ἀπεχόμενος | |
15 | ἀκόλαστός ἐστιν, ὁ δὲ πάσας φεύγων ὥσπερ οἱ ἄγροικοι ἀναί‐ σθητος, ὁ δὲ μέσος ὁ σώφρων ἐστίν. ὑπὸ τῆς μεσότητος γὰρ καὶ ἡ σωφροσύνη καὶ ἡ ἀνδρεία σώζεται. οὐ μόνον δὲ αἱ ἐνέργειαι, δι’ ὧν αἱ γενέσεις καὶ αἱ αὐξήσεις τῶν ἀρετῶν καὶ αἱ φθοραί, καταλλήλως ἔχουσι τοῖς ἀποτελουμένοις, ἀγαθαὶ μέν, εἰ γεννῶσι καὶ αὔξουσι, φαῦλαι δέ, εἰ | |
20 | φθείρουσιν, ἀλλὰ καὶ αἱ μετὰ τὰς ἕξεις τῶν ἀρετῶν ἐνέργειαι, ὧν αἴτιαί εἰσιν αἱ ἕξεις ὡσαύτως ἔχουσι· καὶ δῆλον ἀπὸ τῶν ὁμοίων τῶν φανερω‐ τέρων. ἡ γὰρ ἰσχὺς γίνεται ἐκ τοῦ πολλὴν τροφὴν λαμβάνειν καὶ πολλοὺς πόνους ὑπομένειν· καὶ πάλιν ἡ ἰσχὺς αἰτία γίνεται ταύτης τῆς ἐνεργείας· ὁ γὰρ ἰσχυρὸς δύναται μάλιστα πολλὴν τροφὴν λαμβάνειν | |
25 | καὶ πολλοὺς πόνους ὑπομένειν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει· καὶ γὰρ ἐκ τοῦ ἀπέχεσθαι τῶν ἡδονῶν σώφρονες γινόμεθα καὶ σώφρονες γε‐ νόμενοι δυνάμεθα τῶν ἡδονῶν ἀπέχεσθαι μᾶλλον. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀνδρείας· ἐθιζόμενοι γὰρ καταφρονεῖν τῶν δεινῶν καὶ ὑπο‐ μένειν αὐτὰ γινόμεθα ἀνδρεῖοι· γενόμενοι δὲ αὐτὸ τοῦτο πάλιν πλέον | |
30 | δυνάμεθα τὸ ὑπομένειν τὰ φοβερά. | |
31n | Ὅτι περὶ ἡδονὰς καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετή. κεφ. γʹ. | |
32 | Ἐπεὶ δὲ καὶ πρὶν εἰς ἕξιν ἐλθεῖν ἀρετῆς καὶ μετὰ τὴν ἕξιν τὰς αὐτὰς ἐπιδεικνύμεθα ἐνεργείας, τί σημεῖον γένοιτ’ ἂν τῶν ἐχόντων τὰς ἕξεις ἢ τῶν μήπω κτησαμένων; οὐδὲν ἄλλο ἢ ἡ ἐπὶ τοῖς κατ’ ἀρετὴν ἔργοις ἡδονή | |
35 | τε καὶ λύπη. ὁ μὲν γὰρ ἀπεχόμενος τῶν σωματικῶν ἡδονῶν καὶ τῷ ἀπέχεσθαι χαίρων οὗτος σώφρων ἐστίν, ὁ δὲ ἀχθόμενος ἀκόλαστος ἔτι· καὶ ὁ μὲν ὑπομένων τὰ δεινὰ καὶ χαίρων ἢ μὴ λυπούμενός | |
γε ἀνδρεῖος, ὁ δὲ λυπούμενος δειλὸς ἔτι. περὶ ἡδονὰς γὰρ καὶ | 29 | |
30 | λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετή. διὰ μὲν γὰρ τὴν ἡδονὴν τὰ φαῦλα πράττομεν, διὰ δὲ τὴν λύπην τῶν καλῶν ἀπεχόμεθα. διὰ τοῦτο δεῖ τῶν ἀγαθῶν ἐθῶν καὶ πράξεων εὐθὺς ἐκ παίδων πολὺν ποιήσασθαι λόγον, ὡς ὁ Πλάτων φησί, καὶ ἀνάγεσθαι παῖδας ὄντας τοῖς τοιούτοις | |
5 | ἔθεσιν, ὥστε δυνηθῆναι χαίρειν μὲν οἷς δεῖ, λυπεῖσθαι δὲ οἷς προσῆκεν λυπεῖσθαι· ἡ γὰρ ὀρθὴ καὶ κατὰ λόγον παιδεία αὕτη ἐστίν. ἔτι, ἐπεὶ αἱ ἀρεταὶ περὶ πράξεις εἰσὶν ἢ πάθη, οἷς δέ τις πράττει ἢ πάσχει ἢ χαίρει, ἐὰν βουλόμενος πράττῃ ἢ πάσχῃ, ἢ λυπεῖται, ἐὰν ἄλλου βιαζομένου, φα‐ νερὸν ὅτι πᾶσα ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας ἐστίν. ἔτι δὲ καὶ ἀπὸ τῶν | |
10 | ἐν ταῖς πολιτείαις κολάσεων φανερόν· τοὺς γὰρ τοῖς πονηροῖς ἡδομένους λυποῦντες οἱ νομοθέται πείθουσι τὰ μὲν φαῦλα μισεῖν, ἥδεσθαι δὲ τοῖς ἀγαθοῖς ἔργοις· καὶ οὕτως ἐντιθέασιν αὐτοῖς ἐθίζοντες τὴν ἐπ’ ἀρετῇ ἡδονήν. αἱ γὰρ τοιαῦται κολάσεις πρὸς τοὺς νοσοῦντας τὰ πολιτικὰ ἰα‐ τρειῶν ἔχουσι λόγον. καὶ καθάπερ ἐκείναις ἐναντίαι αἱ νόσοι ἃς θερα‐ | |
15 | πεύουσι, καὶ ἐὰν ἴδωμεν ἰατρὸν ψυχρὰν προσάγοντα θεραπείαν, γινώσκομεν εὐθὺς τὴν νόσον ἀπὸ θέρμης συστῆναι, οὕτω καὶ ἀπὸ τῶν κολάσεων ὀδυ‐ νηρῶν οὐσῶν γινώσκομεν, ὅτι θεραπευόμεναι κακίαι ἀπὸ ἡδονῆς γίνονται. ἔτι, καθὼς εἴρηται, πᾶσα ψυχῆς ἕξις, ὑφ’ ὧν τίκτεται καὶ βελτίων ἢ χεί‐ ρων γίνεται, πρὸς ταῦτα καὶ περὶ ταῦτα τὴν φύσιν ἔχει καὶ ἐν αὐ‐ | |
20 | τοῖς συνίσταται· ἀλλὰ ἀπὸ τῆς ἡδονῆς καὶ τῆς λύπης αἱ φαῦλαι γίνονται ἕξεις, δηλαδὴ τοῦ διώκειν τὴν ἡδονὴν ὥσπερ οὐ δεῖ, καὶ ὅτε οὐ δεῖ, καὶ πάλιν φεύγειν τὴν λύπην ὅτε οὐ δεῖ καὶ ὡς οὐ δεῖ καὶ ὅπου οὐ δεῖ· καὶ ὅσαι ἄλλαι περιστάσεις πονηρὰν ποιοῦσι τὴν ζήτησιν τῆς ἡδονῆς ἢ τὴν φυγὴν τῆς λύπης· ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀρετῆς ἔχει· συνίσταται γὰρ ἀπὸ | |
25 | τοῦ διώκειν καὶ φεύγειν τὴν ἡδονὴν καὶ τὴν λύπην ὡς δεῖ καὶ ὅτε δεῖ. ὥστε φανερόν, ὅτι περὶ ταύτας αἱ ἕξεις τὴν φύσιν ἔχουσι καὶ ἐν αὐταῖς συνίστανται. διὰ τοῦτο καί τινες ὁρίζονται τὰς ἀρετὰς ἀπαθείας καὶ ἠρε‐ μίας εἶναι, ἀπὸ τῆς ἡδονῆς τὸν ὁρισμὸν λαμβάνοντες· καίτοι οὐ καλῶς ὁρίζονται, ὅτι ἁπλῶς ἄνευ προσθήκης ποιοῦνται τὸν ὁρισμόν, μὴ προστι‐ | |
30 | θέντες τῇ ἠρεμίᾳ καὶ ἀπαθείᾳ τὸ ὡς δεῖ καὶ ὅτε δεῖ καὶ τὰς ἄλλας περι‐ στάσεις. ὑπόκειται ἄρα ἡ ἀρετὴ εἶναι ἡ ἕξις ἡ οὕτως ἔχουσα περὶ ἡδονὰς καὶ λύπας, καθὼς προσδιωρισάμεθα, τῶν βελτίστων πρακτική, ἡ δὲ κακία τοὐναντίον. γνοίημεν δ’ ἂν ἔτι βέλτιον περὶ τῶν εἰρημένων, καὶ ἀπὸ τούτων τῶν λόγων. τριῶν γὰρ ὄντων δι’ ἅ τις αἱρεῖταί τι καὶ | |
35 | τοσούτων δι’ ἅ τις φεύγει τι, καλοῦ συμφέροντος ἡδέος, αἰσχροῦ ἀσυμ‐ φόρου λυπηροῦ, ὁ μὲν ἀγαθὸς πᾶσι κατὰ τὸ εἰκὸς ἐπιβάλλει, διώκων μὲν τὰ ἄριστα, φεύγων δὲ ἃ βλάβη διώκειν, ὁ δὲ κακὸς ἁμαρτάνει περὶ κρίσιν αὐτῶν καὶ μάλιστα τὴν τοῦ ἡδέος· ἡ γὰρ ἡδονὴ οὐ μόνον κοινή ἐστι πᾶσι τοῖς ζῴοις, ἀλλὰ καὶ πᾶσιν ἕπεται τοῖς εἰρημένοις αἱρετοῖς. ἃ γὰρ αἱρού‐ | |
40 | μεθα, τούτοις πᾶσιν ἡδόμεθα. καὶ ἔστι τὸ καλὸν καὶ συμφέρον ἡδὺ τῇ | 30 |
31 | ἑαυτῶν φύσει· καὶ διὰ τοῦτο οἱ κακοὶ ἀπατῶνται, τὸ ἡδὺ καλὸν καὶ συμ‐ φέρον ἡγούμενοι πᾶν, διότι ἕπεται νομίζοντες καὶ ἀντιστρέφειν. τὸ δὲ οὐχ οὕτως ἔχει· συμβαίνει γὰρ πολλὰ τῶν ἡδέων αἰσχρὰ καὶ ἀσύμφορα εἶναι· ὥστε φανερόν, ὅτι περὶ ἡδονὰς καὶ λύπας αἱ ἀνθρώπιναι καταγίνονται | |
5 | πράξεις. ἔτι πᾶσιν ἡμῖν ἐκ νηπίου τοῦτο τὸ πάθος σύνεστι καὶ συντρέφε‐ ται, καθάπερ ἐγκεχρωσμένον τῷ βίῳ· καὶ τὰς ἀγαθὰς πράξεις καὶ τὰς πονηρὰς τούτῳ κρίνομεν τῷ κανόνι, τῷ τὰς μὲν λύπην φέρειν, τὰς δὲ ἡδονήν, καὶ πάντες οὕτω κανονίζομεν τὰς ἐνεργείας, εἰ καὶ μὴ ὁμοίως, ἀλλὰ μᾶλλον καὶ ἧττον· ὥστε ἀνάγκη περὶ ἡδονὰς καὶ λύπας εἶναι τὴν | |
10 | πᾶσαν ταυτηνὶ πραγματείαν. οὐ γὰρ μικρὸν βοηθεῖ τῷ ζητοῦντι τὰ πρακτέα τὸ εἰδέναι, τί ἐστι τὸ καλῶς χαίρειν ἢ τὸ κακῶς ἢ τὸ καλῶς λυπεῖσθαι ἢ τὸ κακῶς· ἐπεὶ μηδὲ μικρὸν μέρος τῶν πράξεων τὸ ἥδεσθαι καλῶς ἢ λυπεῖσθαι ἢ τοὐναντίον. ἀπὸ τούτων γὰρ τὰ τῶν ἀνθρώπων ἤθη γινώσκομεν εἰ φαῦλα ἢ ἀγαθά. ἔτι ὅσα τῶν πρακτέων οὐκ εἰσὶ ῥᾴ‐ | |
15 | δια, περὶ ταῦτα καὶ τέχνη καταγίνεται καὶ ἀρετή· πρὸς γὰρ τὰ ῥᾴδια οὐ‐ δεμία χρεία πολυχρονίου ἔθους ἢ μεθόδου τεχνικῆς· ὥστε ὅσῳ χαλεπώ‐ τερα, τοσούτῳ μείζονος δεήσονται καὶ τέχνης καὶ ἀρετῆς· ἐπεὶ καὶ βέλτιον τὸ τὰ χαλεπώτερα διαθέσθαι καλῶς τοῦ τῶν ῥᾳδίων περιγενέσθαι· ἡ ἀρετὴ ἄρα μάλιστα ἐν τοῖς χαλεπωτέροις ἐστὶ καὶ περὶ ταῦτα καταγίνεται. ἔστι | |
20 | δὲ χαλεπώτερον τῷ σπουδαίῳ ἡδονῇ μάχεσθαι ἢ θυμῷ, καθά φησιν Ἡράκλειτος· καὶ διὰ τοῦτο ἄρα περὶ ἡδονὰς καὶ λύπας εἶναι ἀνάγκη πᾶσαν τὴν πραγματείαν καὶ τῇ ἀρετῇ καὶ τῇ πολιτικῇ· ὁ μὲν γὰρ καλῶς χρώμενος ἡδονῇ καὶ λύπῃ ἀγαθός, ὁ δὲ κακῶς κακός. | |
24n | Ὅτι διαφέρει ὁ δίκαιος τοῦ ποιοῦντος τὰ δίκαια, καὶ ἐπὶ τῶν | |
25n | ἄλλων ὁμοίως. κεφ. δʹ. | |
26 | Ὅτι μὲν οὖν ἡ ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας ἐστί, καὶ ὅτι ἐξ ὧν γί‐ νεται, ἀπὸ τούτων καὶ αὔξεται καὶ φθείρεται, καθ’ ἕτερον τρόπον καὶ ἕτερον τῶν ἐνεργειῶν γινομένων, καὶ ὅτι ἐξ ὧν ἐγένετο, περὶ ταῦτα καὶ ἐνεργεῖ, εἴρηται. ἀπορήσειε δ’ ἄν τις πῶς λέγομεν ὅτι τὸν | |
30 | θέλοντα δίκαιον γενέσθαι δεῖ τὰ δίκαια ποιεῖν καὶ τὸν σώφρονα τὰ σώ‐ φρονα· οἱ γὰρ τὰ δίκαια πράττοντες δίκαιοι πάντως εἰσὶ καὶ οἱ τὰ σώφρονα σώφρονες, ὥσπερ οἱ πράττοντες τὰ μουσικὰ ἢ γραμματικὰ μουσικοί εἰσι καὶ γραμματικοί. λέγομεν δὲ πρὸς τοῦτο, ὅτι φαίνεταί τις οὖσα διαφορὰ τοῦ τὰ δίκαια ποιοῦντος καὶ τοῦ δικαίου, ὁμοίως δὲ καὶ ἐπὶ τῶν τεχνῶν. | |
35 | ἐνδέχεται γάρ τινα γραμματικόν τι ποιῆσαι ἢ ἀπὸ τύχης ἢ ἄλλου ὑπο‐ θεμένου καὶ μὴ γραμματικὸν εἶναι· ἔσται δὲ γραμματικός, ὅτε γραμματικόν τι ποιήσει καὶ γραμματικῶς, τουτέστιν ἀκολουθῶν τῷ κανόνι τῆς ἐν αὐτῷ γραμματικῆς. οὕτω καὶ τὰ δίκαια ἐνδέχεται ποιῆσαί τινα καὶ μὴ δίκαιον | |
εἶναι. μᾶλλον δὲ καὶ μείζων ἐστὶν ἐν τούτοις ἡ διαφορὰ ἐπὶ τῆς ἀρετῆς | 31 | |
32 | ἢ ἐπὶ τῶν τεχνῶν. τὸ μὲν γὰρ τῶν τεχνῶν ἀγαθὸν ἐν αὐταῖς ἐστι ταῖς ἐνεργείαις τῆς τέχνης, ὥστε ἐάν τις μουσικὰ ποιῇ μουσικὴν εἰδώς, οὐδὲν κωλύει μουσικὸν αὐτὸν ὀνομάζειν· ἔστι γὰρ μουσικός, καὶ ἐὰν μὴ προαιρού‐ μενος αὐτὸς τὰ μουσικὰ ποιῇ ἀλλὰ ἑτέρου βιαζομένου· ἐπὶ δὲ τῆς ἀρετῆς | |
5 | οὐχ οὕτως. καὶ γὰρ ἐάν τις δίκαια ποιῇ, οὐκ ἂν εἴη δίκαιος, ἐὰν μὴ πρὸς τοῖς ἄλλοις καὶ πάνυ βουλόμενος ποιῇ καὶ ὑφ’ ἑαυτοῦ κινούμενος καὶ οὐχ ἑτέρου βιαζομένου. τότε γὰρ ἔσται δίκαιος, πρῶτον μὲν ἐὰν πράττῃ τὰ δίκαια γινώσκων ἃ πράττει, ἔπειτα ἐὰν προαιρούμενος αὐτὸς πράττῃ καὶ τρίτον εἰ βεβαίως καὶ ἀμετακινήτως ἔχει πρὸς τὴν πρᾶξιν. | |
10 | καὶ γὰρ οὐκ ἂν εἴη δίκαιος ὁ εἰδὼς μὲν τὰ δίκαια καὶ πράττων ἑκών, οἰόμενος δὲ μὴ πάντα χρόνον καιρὸν εἶναι δικαιοσύνης. ταῦτα δὲ πρὸς μὲν τὸ λαβεῖν τὰς ἄλλας τέχνας καὶ τεχνίτας εἶναι κατ’ αὐτὰς οὐ ζητοῦν‐ ται πλὴν τοῦ εἰδέναι· χωρὶς γὰρ τοῦ εἰδέναι πῶς ἄν τις εἴη τεχνίτης; εἰ δὲ μήτε προαιρούμενος τὴν τέχνην ποιεῖ μήτε ἀκινήτως ἔχων πρὸς τὴν | |
15 | μεταχείρισιν τῆς τέχνης, οὐ διὰ τοῦτο κωλύεται τεχνίτης εἶναι· πρὸς δὲ τὴν ἀρετὴν τὸ μὲν εἰδέναι περὶ αὐτῆς πάντα ἃ προσῆκεν εἰδέναι μικρὸν ἢ οὐδὲν συντελεῖ πρὸς τὸ σπουδαῖόν τινα γενέσθαι, τὰ δ’ ἄλλα οὐ μι‐ κρὸν ἀλλὰ τὸ πᾶν δύναται· καὶ γὰρ ἐνδέχεται μηδὲν ἀκριβὲς περὶ ἀρε‐ τῆς εἰπεῖν εἰδότα σπουδαῖον εἶναι. χωρὶς δὲ τοῦ προαιρεῖσθαι καὶ ἀκι‐ | |
20 | νήτως ἔχειν πρὸς ἀρετὴν ἀδύνατον εἶναι σπουδαῖον, ἅτινα ἐκ τοῦ πολλάκις ποιεῖν τὰς ἐνεργείας περιγίνεται, καθὼς εἴρηται. τὰ μὲν οὖν πράγματα 〈δίκαια καὶ σώφρονα, ὅταν ᾖ τοιαῦτα〉, οἷα ἂν ὁ δίκαιος ἢ ὁ σώ‐ φρων πράξειε· δίκαιος δὲ καὶ σώφρων ἐστὶν οὐχ ὁ ταῦτα πράτ‐ των πᾶς, ἀλλὰ ὁ οὕτω πράττων ὥσπερ οἱ δίκαιοι καὶ οἱ σώφρονες | |
25 | πράττουσιν. ὥστε καλῶς λέγεται, ὅτι ἐκ τοῦ τὰ δίκαια ποιεῖν ὁ δί‐ καιος γίνεται καὶ ἐκ τοῦ τὰ σώφρονα ὁ σώφρων· ὃς δὲ μὴ πράττει ταῦτα, οὐδέποτε γίνεται ἀγαθὸς οὐδὲ μελλήσει ποτὲ γενέσθαι. ἀλλ’ οἱ πλείους τῶν ἀνθρώπων ταῦτα μὲν οὐ πράττουσιν, ἐπὶ δὲ τὴν σοφίαν κατα‐ φεύγοντες καὶ τοὺς λόγους οἴονται διὰ τοῦτο φιλοσοφεῖν καὶ οἴονται σπου‐ | |
30 | δαῖοι εἶναι, ὅτι μόνον περὶ τῆς ἀρετῆς ἀκριβῶς γινώσκουσιν εἰπεῖν, ὅμοιόν τι ποιοῦντες τοῖς κάμνουσιν, οἳ τῶν ἰατρῶν ἀκούουσι μὲν ἐπι‐ μελῶς, ποιοῦσι δὲ οὐδὲν τῶν προσταττομένων. ὥσπερ τοίνυν ἐκεί‐ νοις οὐδέποτε ἕξει τὰ σώματα καλῶς οὕτω θεραπευομένοις, οὕτως οὐδὲ οὗτοι τὴν ψυχὴν καλλίω ποιήσουσιν οὕτω φιλοσοφοῦντες. | |
35n | Ὅτι ἕξις ἐστὶν ἡ ἀρετὴ καὶ μεσότης. κεφ. εʹ. | |
36 | Μετὰ δὲ ταῦτα σκεπτέον τί ἐστιν ἡ ἀρετή. τρία γάρ ἐστι τὰ ἐν τῇ ψυχῇ, πάθη δυνάμεις ἕξεις. καὶ πάθη μέν εἰσιν ἐπιθυμία ὀργὴ φόβος | |
θράσος φθόνος χαρὰ φιλία μῖσος πόθος ζῆλος ἔλεος, ὅλως οἷς ἕπεται | 32 | |
33 | ἡδονὴ ἢ λύπη. δυνάμεις δὲ αἱ πρὸς ταῦτα ἐπιτηδειότητες τῆς ψυχῆς, καθ’ ἃς παθητικοὶ τούτων λεγόμεθα, οἷον καθ’ ἅς ἐσμεν δυνατοὶ ὀργισθῆναι ἢ λυπηθῆναι ἢ ἐλεῆσαι. ἕξεις δὲ οἱ τρόποι, καθ’ οὓς πάσχομεν τὰ πάθη, δηλονότι τὸ πάσχειν αὐτὰ καλῶς ἢ κακῶς, οἷον | |
5 | πρὸς τὸ ὀργισθῆναι εἰ μὲν σφοδρῶς καὶ ἀσχέτως ἔχομεν ἢ τοὐναν‐ τίον ἀνειμένως καὶ μαλακῶς, κακῶς ἔχομεν, εἰ δὲ μέσως, καλῶς· ὁμοίως δὲ καὶ πρὸς τὰ ἄλλα. τούτων δὲ τῶν τριῶν τί ἐστιν ἡ ἀρετή, πάθος ἢ δύναμις ἢ ἕξις; πάθος μὲν οὖν οὐκ ἔστιν οὔτε ἡ ἀρετὴ οὔτε ἡ κακία. κατὰ μὲν γὰρ τὴν ἀρετὴν σπουδαῖοι λεγόμεθα καὶ κατὰ τὴν κακίαν | |
10 | φαῦλοι, κατὰ δὲ τὰ πάθη οὐδαμῶς· οὐδεὶς γὰρ φαῦλος ἢ σπουδαῖος διὰ μόνον τὸ ὀργίζεσθαι· ἡ ἀρετὴ ἄρα ἢ ἡ κακία οὐκ ἔστι πάθος. ἔτι, κατὰ μὲν τὰ πάθη οὔτε ἐπαινούμεθα οὔτε ψεγόμεθα, κατὰ δὲ τὰς ἀρετὰς ἢ τὰς κακίας ἐπαινούμεθα ἢ ψεγόμεθα. ἔτι ὀργιζόμεθα μὲν καὶ φοβού‐ μεθα ἀπροαιρέτως καὶ τὰ ἄλλα πάσχομεν ὁμοίως, ἐπὶ δὲ τῆς ἀρετῆς | |
15 | καὶ τῆς κακίας οὐχ οὕτως· οὐκ ἄρα εἰσὶ πάθη. ἔτι πρὸς τὰ πάθη οὐ λεγόμεθα διακεῖσθαι ἀλλὰ μᾶλλον κατ’ αὐτὰ κινεῖσθαι, πρὸς δὲ τὴν ἀρε‐ τὴν διακεῖσθαι λεγόμεθα καὶ πρὸς τὴν κακίαν· οὐκ ἄρα εἰσὶ πάθη. διὰ τὰ αὐτὰ δὲ οὐδὲ δυνάμεις εἰσίν. οὔτε γὰρ φαῦλοι ἢ ἀγαθοὶ λεγόμεθα τῷ δύνασθαι ὀργισθῆναι ἁπλῶς οὔτε ἐπαινούμεθα ἢ ψεγόμεθα. οὔτε τῷ | |
20 | προαιρεῖσθαι δυνάμεθα ὀργισθῆναι, καθάπερ ἐπὶ τῆς ἀρετῆς ἔχει, ἀλλὰ μᾶλλον τῷ πεφυκέναι· ἀγαθοὶ γὰρ ἢ κακοὶ οὐ γινόμεθα φύσει, καθὼς ἐν τοῖς προειρημένοις ἐδείχθη. εἰ οὖν μήτε πάθη αἱ ἀρεταὶ μήτε δυνά‐ μεις, λείπεται τῶν ἕξεων αὐτὰς εἶναι. τί μὲν οὖν ἐστιν ἀρετὴ τῷ γένει, εἴρηται· ἔστι γὰρ ἕξις. δεῖ δὲ μὴ μόνον ἕξιν αὐτὴν εἶναι λέγειν, ἀλλὰ | |
25 | προστιθέναι τὸ τοιάδε τις, τουτέστιν ἀγαθή· ἡ γὰρ κακία ἕξις ἐστὶ πονηρά. ῥητέον οὖν περὶ τῆς ἀρετῆς ἐκεῖνο, ὅτι πᾶσα ἀρετὴ αὐτό τε κοσμεῖ τὸ ἔχον τὴν ἀρετὴν καὶ καλῶς ἔχειν ποιεῖ καὶ τὸ ἔργον αὐτοῦ τὸ δι’ αὐτῆς ἐνεργούμενον εὖ διατίθησιν, οἷον ἡ τοῦ ὀφθαλμοῦ ἀρετὴ καὶ αὐτὸν τὸν ὀφθαλμὸν τελειοῖ καὶ ποιεῖ ἀγαθὸν καὶ τὸ ἔργον αὐτοῦ, δηλονότι τὸ | |
30 | ὁρᾶν· τῇ γὰρ τοῦ ὀφθαλμοῦ ἀρετῇ εὖ ὁρῶμεν. ὁμοίως καὶ ἡ τοῦ ἵππου ἀρετὴ αὐτόν τε τὸν ἵππον κοσμεῖ καὶ ἀγαθὸν ποιεῖ καὶ τὸ ἔργον αὐτοῦ· καὶ γὰρ τῇ τοιαύτῃ ἀρετῇ δύναται ἐνεγκεῖν καλῶς ἐπιβάτην καὶ δραμεῖν καὶ μεῖναι τοὺς πολεμίους. ἐπεὶ δὲ οὕτως ἐπὶ πάντων ἔχει, καὶ ἡ ἀνθρω‐ πίνη ὁμοίως ἂν ἔχοι, καὶ εἴη ἂν ἡ ἀνθρωπίνη ἀρετὴ ἕξις ἀφ’ ἧς ὁ ἄν‐ | |
35 | θρωπος ἀγαθὸς γίνεται καὶ ἀφ’ ἧς τὸ ἀνθρώπινον ἔργον εὖ καὶ καλῶς ἀποτελέσει. πῶς δὲ ἔσται ἡμῖν ἡ τοιαύτη ἕξις, εἴρηται μὲν καὶ πρὸ ὀλί‐ γου (ἐλέγομεν γὰρ τῆς μεσότητος ἀεὶ στοχάζεσθαι τῶν ἐπὶ τὰ πάθη κινή‐ σεων, καὶ ἑαυτὸν ἐθίζειν ἐν τοῖς τοιούτοις τὸν ἐν ἀρετῇ ζῆν προαιρούμενον), ἔτι δὲ καὶ ἀπὸ τῶν λεχθησομένων ἔσται φανερόν, ἐὰν θεωρήσωμεν | |
40 | ποία τίς ἐστιν ἡ φύσις τῆς ἀρετῆς. σκοπῶμεν δὲ οὕτως. ἐν παντὶ συνεχεῖ, οἷον γραμμῇ ἐπιφανείᾳ σώματι ἢ λόγῳ ἢ χρόνῳ καὶ ὅλως ἐν παντὶ δυναμένῳ διαιρεθῆναι λαβεῖν ἔστι τὸ μὲν πλεῖον, τὸ δὲ ἔλαττον, τὸ δὲ ἴσον, οἷον ἐπὶ τοῦ συνεχοῦς, εἰ τὸ μὲν δεκάπηχυ πολύ, τὸ δὲ | |
δίπηχυ ὀλίγον, ἴσον ἔσται τὸ ἓξ ἔχον πήχεις, ὃ καὶ μέσον καλεῖται, ὅτι | 33 | |
34 | ᾧ ἐλλείπει τοῦ δεκαπήχεος ὑπερέχει τοῦ διπήχεος. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ διωρισμένου ποσοῦ· εἰ γὰρ τὰ εἴκοσι πολύ, τὰ δὲ δέκα ὀλίγον, ἴσον ἔσται τὰ δεκαπέντε, ὅτι ᾧ ἐλλείπει τοῦ μείζονος ὑπερέχει τοῦ ἐλάττονος· τὸ δὲ τοιοῦτον ἴσον μέσον καλεῖται καὶ ἡ τοιαύτη τάξις ἀριθμητικὴ ἀνα‐ | |
5 | λογία. καὶ ἐπὶ μὲν τοῦ διωρισμένου ποσοῦ οὐκ· ἀνάγκη ἐπὶ παντὸς λαβεῖν τὴν τοιαύτην ἀναλογίαν (οὐ γάρ ἐστιν ἐπ’ ἄπειρα διαιρετέον)· ἐπὶ δὲ τοῦ συνεχοῦς ἐπὶ παντὸς δυνατόν ἐστιν, ἅτε ἀπειράκις δυναμένου διαιρεθῆναι. τοῦτο δὴ τὸ μέσον οὐχ ὁμοίως ἀεὶ κρίνομεν, ἀλλὰ ποτὲ μὲν κατ’ αὐτὸ τὸ πρᾶγμα, ποτὲ δὲ πρὸς ἡμᾶς. καὶ κατ’ αὐτὸ μὲν τὸ πρᾶγμα μέσον | |
10 | ἐστὶ τὰ ἓξ τοῦ δέκα καὶ δύο ἴσον ὑπερέχοντα καὶ ἐλλείποντα (ἀπ’ αὐτῶν γὰρ τῶν πραγμάτων λαμβάνεται ἡ διαφορά), πρὸς ἡμᾶς δέ, ὅταν ἀφ’ ἡμῶν ἡ μεσότης καὶ ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις λαμβάνηται, οἶον εἴ τινι πολὺ τὸ δέκα μνᾶς φαγεῖν, δύο δὲ ὀλίγον, οὐκ ἀνάγκη τὰς ἓξ μνᾶς τὴν μεσό‐ τητα φυλάττειν καὶ προσηκούσας εἶναι τῷ σώματι· δυνατὸν γὰρ ἢ πλείους | |
15 | ἢ ἐλάττους ἀρκεῖν. πρὸς μὲν οὖν αὐτὸ τὸ πρᾶγμα αἱ ἓξ μναῖ τὸ μέσον καὶ ἴσον ἐστί, πρὸς ἡμᾶς δὲ ἑπτὰ ἴσως ἢ πέντε, ἤγουν ὅσαις τὸ σῶμα προσήκει. αἱ δὲ ἓξ Μίλωνι μὲν ἅτε ἱκανῶς γεγυμνασμένῳ ὀλίγη ἔσται τροφὴ καὶ ὁ ἀλείπτης πλείω παρέξει, τῷ δὲ ἀρχομένῳ τῶν γυμνα‐ σίων πολύ. ὁμοίως δὲ καὶ ἐπὶ δρόμου καὶ πάλης ἔχει· καὶ ἐπὶ τού‐ | |
20 | των γὰρ ἀπὸ τῶν γυμναζομένων τὸ ἴσον κρίνομεν. ἔτι δὲ καὶ πᾶς τῆς ἡστινοσοῦν προϊστάμενος ἐπιστήμης τὸ μέσον ἀεὶ ζητεῖ, τὴν ὑπερβολὴν καὶ τὴν ἔλλειψιν φεύγων· μέσον ἐκεῖνο δηλονότι διώκων, ὃ πρὸς ἡμᾶς οὐ πρὸς τὸ πρᾶγμα μέσον ἐστί. καὶ τοῦτον τὸν τρόπον πᾶσα ἐπιστήμη τὸ ἴδιον ἔργον καλῶς ἀποτελεῖ. διὰ τοῦτο καὶ εἰώθαμεν λέγειν ἐν τοῖς εὖ ἔχουσι | |
25 | τῶν ἔργων, ὅτι οὔτε ἀφελεῖν ἔστιν οὔτε προσθεῖναι, δεικνύντες ὅτι καὶ τὴν ὑπερβολὴν ὁμοίως καὶ τὴν ἔλλειψιν φεύγει, ὡς τῶν μὲν διαφθει‐ ρουσῶν τὸ τῶν ἔργων ἀγαθόν, τῆς δὲ μεσότητος μόνης σωζούσης. ἐπεὶ δὲ ἡ ἀρετὴ πάσης τέχνης ἀκριβεστέρα καὶ ἀμείνων ἐστί, καθάπερ καὶ ἡ φύσις, τὸ μέσον ἂν καὶ αὕτη σκοποίη. ἀρετὴν δὲ λέγω οὐ τὴν | |
30 | διανοητικήν (ἄλλως γὰρ τὸ κατ’ αὐτὴν ἔχει) ἀλλὰ τὴν ἠθικήν· αὕτη γάρ ἐστι περὶ πάθη καὶ πράξεις, ἃ καὶ πλείω καὶ μείζω τοῦ δέοντος καὶ ἐλάττω δυνατὸν εἶναι. καὶ διὰ τοῦτο καὶ τὸ δέον ἐστὶν ἐν αὐτοῖς, δηλο‐ νότι τὸ ἴσον. καὶ γὰρ ἔστι καὶ φοβηθῆναι καὶ θαρρῆσαι καὶ ἐπι‐ θυμῆσαι καὶ μισῆσαι καὶ ὀργισθῆναι καὶ ἐλεῆσαι καὶ ὅλως | |
35 | ἡσθῆναι καὶ λυπηθῆναι μᾶλλον καὶ ἧττον καὶ ἀμφότερα οὐ καλῶς. τὸ δὲ παθεῖν ταῦτα πάντα ὅτε δεῖ καὶ ὡς δεῖ καὶ ἐφ’ οἷς δεῖ καὶ πρὸς οὓς δεῖ καὶ οὗ ἕνεκα δεῖ, μέσον ἐστὶ καὶ ἄριστον, ἐν ᾧ ἡ ἀρετὴ γίνεται. ὁμοίως δὲ ἔχει καὶ περὶ τὰς ἀποτελουμένας ὑπὸ τῶν παθῶν πράξεις· ἔστι γὰρ καὶ ἐν αὐταῖς ὑπερβολὴ καὶ ἔλλειψις καὶ μεσότης. ἐπεὶ τοίνυν | |
40 | ἡ ἀρετὴ περὶ πάθη καὶ πράξεις καταγίνεται, τῶν δὲ παθῶν καὶ τῶν πρά‐ | 34 |
35 | ξεων τὸ μέσον ἀεὶ καὶ κατόρθωμα ὀνομάζεται καὶ ἐπαινεῖται, ἅπερ ἄμφω προσήκει τῇ ἀρετῇ, φανερὸν ὅτι οὔτε ὑπερβολὴ οὔτε ἔλλειψις ἀλλὰ μεσό‐ της ἐστὶν ἡ ἀρετή, τὸ μέσον ἀεὶ σκοποῦσα. ἔτι τὸ μὲν ἁμαρτάνειν πο‐ λυειδές ἐστιν, ὡς εἰπεῖν· πολλαχῶς γάρ τις δύναται ἁμαρτάνειν. τὸ γὰρ | |
5 | κακὸν ἄπειρον, ὡς οἱ Πυθαγόρειοι ἔλεγον, τὸ δὲ ἀγαθὸν ὡρισμένον τι καὶ πεπερασμένον· καὶ διὰ τοῦτο καὶ τὸ κατορθοῦν ἁπλοῦν τί ἐστι καὶ μο‐ νοειδές. ὅθεν καὶ τὸ μὲν ἁμαρτάνειν ῥᾴδιόν ἐστιν, ὥσπερ τοξόταις τὸ ἀποτυγχάνειν τοῦ σκοποῦ, τὸ δὲ κατορθοῦν χαλεπόν, ὥσπερ τὸ βάλλειν κατὰ σκοπόν. φαίνεται ἄρα καὶ διὰ τοῦτο τὴν μὲν ὑπερβολὴν καὶ τὴν | |
10 | ἔλλειψιν τῆς κακίας εἶναι (ἀόριστα γὰρ ἑκάτερον), τὴν μεσότητα δὲ τῆς ἀρετῆς, ὡρισμένην καὶ μίαν οὖσαν· Ἐσθλοὶ μὲν γὰρ ἁπλῶς, παντοδαπῶς δὲ κακοί. Ἔστιν ἄρα ἡ ἀρετὴ ἕξις προαιρετική, ἐν μεσότητι οὖσα τῇ πρὸς ἡμᾶς, ὡρισμένῃ λόγῳ καὶ ὡς ἂν ὁ φρόνιμος ὁρίσειε. με‐ | |
15 | σότης δὲ δύο κακιῶν, τῆς μὲν καθ’ ὑπερβολήν, τῆς δὲ κατ’ ἔλλειψιν· τὴν μὲν γὰρ ὑπερβάλλει, τῆς δὲ ἐλλείπει διὰ τὸ τὴν μὲν τῶν κακιῶν ὑπερβάλλειν τὸ δέον, τὴν δὲ ἐλλείπειν τοῦ δέοντος, τὴν δὲ ἀρετὴν τὸ δέον μόνον ζητεῖν, δηλονότι τὸ μέσον, καὶ τοῦτο μόνον αἱρεῖσθαι. ὥστε εἰ μὲν ζητοίημεν αὐτὸ τὸ εἶναι τῆς ἀρετῆς, μεσότης ἐστίν, εἰ δὲ τὸ ἀγα‐ | |
20 | θὸν αὐτῆς καὶ τὸ εὖ, ἀκρότης ἐστί. | |
21n | Ὅτι οὐκ ἐν παντὶ πάθει ἢ πάσῃ πράξει μεσότης, καὶ κατὰ | |
22n | μέρος περὶ τοῦ τίς ἀρετὴ τίνων κακιῶν μέση ἐστί. κεφ. ϛʹ. | |
23 | Προσήκει δὲ καὶ ἐκεῖνο γινώσκειν, ὅτι οὐ πᾶσα πρᾶξις οὐδὲ πᾶν πάθος μεσότητα ἐπιδέχεται τὴν ζητουμένην, τὸ δέον δηλονότι· ἔνια γὰρ | |
25 | ὁμοῦ καὶ ὑπερβάλλοντα καὶ ἐλλείποντα καὶ ἐν μεσότητί τινι ὄντα ἀεὶ πονηρά εἰσιν, οἷον ἐν μὲν πάθεσιν ἀναισχυντία καὶ φθόνος, ἐν δὲ πρά‐ ξεσι μοιχεία κλοπὴ ἀνδροφονία· καὶ πάντα ταῦτα οὐ διὰ τὸ ὑπερ‐ βάλλειν τὴν ἐν αὐτοῖς μεσότητα ἢ ἐλλείπειν αὐτῆς φαῦλα λέγονται, ἀλλὰ αὐτὰ καθ’ ἑαυτὰ πονηρά εἰσιν. οὐκ ἔστιν οὖν οὐδέποτε τὸ δέον ἐν τοῖς | |
30 | τοιούτοις, οὐδὲ κατορθοῦν ἔστιν ἐν αὐτοῖς ἀλλὰ ἀεὶ ἁμαρτάνειν· οὐδ’ ἔστιν ἐν αὐτοῖς προσδιορίζειν, καθάπερ καὶ ἐν τοῖς ἄλλοις πάθεσι, τὸ ὡς δεῖ καὶ ὅτε δεῖ· οὐ γὰρ προσδιοριστέον, τοὺς τοιχωρύχους πῶς δεῖ κλέπτειν καὶ πότε καὶ τίνα καὶ παρὰ τίνων, ἀλλὰ ἁπλῶς τό τι τούτων ποιεῖν ἁμαρ‐ τάνειν ἐστίν. οὐ τοίνυν ἐστὶν ἐν τοῖς τοιούτοις μεσότης οὐδὲ ὑπερβολὴ | |
35 | καὶ ἔλλειψις, ὥσπερ οὐδὲ ἀδικίας ἢ δειλίας ἢ ἀκολασίας. τούτων γὰρ αἱ μὲν ὑπερβολαί εἰσιν, αἱ δὲ ἐλλείψεις ἀρετῆς· ὑπερβολῆς δὲ καὶ ἐλλείψεως ὑπερβολὴν καὶ ἔλλειψιν καὶ μεσότητα ζητεῖν, σφόδρα ἄτοπον. ἀλλ’ ὥσπερ | |
μεσότητος οὐκ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις καὶ μεσότης, τῆς ἀρετῆς λέγω, | 35 | |
36 | ἀλλ’ ἔστι τὸ ἄκρον τῆς μεσότητος, ὡς εἰπεῖν, οὕτως οὐδὲ τῶν ὑπερβολῶν καὶ ἐλλείψεων μεσότης καὶ ὑπερβολὴ καὶ ἔλλειψις γένοιτ’ ἄν, ἀλλὰ ἀεὶ καὶ καθ’ ὃν ἂν τρόπον πράττωνται, ἁμαρτάνονται· καὶ καθόλου εἰπεῖν, οὔτε ὑπερβολῆς καὶ ἐλλείψεως μεσότης ἐστὶν οὔτε μεσότητος | |
5 | ὑπερβολὴ καὶ ἔλλειψις. Δεῖ δὲ μὴ μόνον καθόλου λέγειν τὴν ἀρετὴν μεσότητα, τὴν δὲ κακίαν τὰ ἄκρα, ἀλλὰ καὶ κατὰ μέρος, τίς ἀρετὴ τίνων κακιῶν μεσότης ἐστί. τῶν γὰρ περὶ τὰς πράξεις λόγων οἱ μὲν καθολικοὶ κοινότεροι καὶ πλείοσιν ἐφαρμόζουσιν, οἱ δὲ μερικοὶ ἀληθινώτεροι, ἅτε διὰ τοῦτο προσεχῶς ταῖς | |
10 | πράξεσιν ἐφαρμόζοντες, αἵτινες ἀεὶ ἐν τοῖς μερικοῖς γίνονται· οἷς δὴ μερι‐ κοῖς οἱ ἀληθεῖς συμφωνοῦσι λόγοι· ληψόμεθα δὲ τὰ ζητούμενα ἐκ τῆς ἐκτεθείσης διαγραφῆς· ἐν ἑκάστῳ μὲν οὖν τῆς ψυχῆς πάθει πλὴν τῶν καθ’ αὑτὰ πονηρῶν, καθὼς εἴρηται, ὑπερβολῆς καὶ ἐλλείψεως μεταξύ ἐστιν ἡ ἀρετή. καὶ ἐν μὲν τῷ φόβῳ καὶ τῷ θάρρει (πάθη γὰρ ταῦτα | |
15 | τῆς ψυχῆς) μέση ἐστὶν ἀνδρεία, ἄκρα δὲ ἔλλειψις μὲν δειλία, ὑπερβολὴ δὲ θρασύτης. ἀπὸ γὰρ τοῦ φόβου οὐκ ἔστιν ὄνομα τῇ ὑπερβολῇ ἀλλὰ ἀπὸ τοῦ θάρρους μόνον. πολλὰ δὲ καὶ ἄλλα ἀνώνυμά ἐστιν· ἐπεὶ καὶ τῇ ἐλλείψει οὐκ ἔστιν ἀπὸ τοῦ θάρρους ὄνομα, ἀλλὰ ἀπὸ τοῦ φόβου μόνον· δειλία γάρ, ὥστε τῶν ἄκρων τὸ ἕτερον μὲν ἀπὸ τοῦ φόβου, θάτερον δὲ | |
20 | ἀπὸ τοῦ θάρρους ὀνομάζεσθαι. καὶ ἐν ταῖς ἡδοναῖς δὲ καὶ ταῖς λύπαις αἱ ἀκρότητες καὶ μεσότητες ὡς ἐπὶ τὸ πλεῖστον ἀνώνυμοί εἰσι, μάλιστα δὲ ἐν ταῖς λύπαις. περὶ δὲ τὰς ἐν σώματι ἡδονὰς μεσότης μὲν σωφρο‐ σύνη, ὑπερβολὴ δὲ ἀκολασία, ἔλλειψις δέ, ἐπεὶ οἱ πάντῃ τῶν ἡδονῶν ἀπε‐ χόμενοι ὀλίγοι εἰσί, διὰ τοῦτο ἀνώνυμός ἐστι· καλείσθω δὲ ἀναισθησία. | |
25 | ἐν δὲ τῷ πάθει, ὃ πάσχομεν ἐν τῷ διδόναι καὶ λαμβάνειν τὰ χρήματα, μεσότης μὲν ἐλευθεριότης, ἄκρα δὲ ὑπερβολὴ μὲν ἀσωτία, ἔλλειψις δὲ ἀνελευθερία. συμβαίνει δὲ καὶ τὸ ἀνάπαλιν τὴν μὲν ἀσωτίαν ἔλλειψιν εἶναι, τὴν δὲ ἀνελευθερίαν ὑπερβολήν· ἐν μὲν γὰρ τῷ διδόναι χρήματα ἡ μὲν ἀσωτία ὑπερβολή ἐστιν, ἔλλειψις δὲ ἡ ἀνελευθερία· ἐν δὲ τῷ λαμβά‐ | |
30 | νειν ἡ μὲν ἀνελευθερία ὑπερβολή ἐστιν, ἡ δὲ ἀσωτία ἔλλειψις. νῦν μὲν οὖν κεφαλαιωδῶς περὶ αὐτῶν λέγομεν καὶ ὡς ἐν τύπῳ, ἀρκούμενοι αὐτῷ τούτῳ· μετὰ δὲ ταῦτα ἀκριβέστερον ἐροῦμεν περὶ αὐτῶν. εἰσὶ δὲ περὶ τὴν δόσιν καὶ τὴν λῆψιν τῶν χρημάτων καὶ ἄλλη μεσότης καὶ ἄκρα. καὶ ἔστιν ἄλλη μεσότης μὲν μεγαλοπρέπεια (διαφέρει γὰρ τῆς ἐλευθεριότητος, | |
35 | ὅτι ἡ μὲν μεγάλα τινὰ προΐεται, ἡ δὲ μικρά), ὑπερβολὴ ἀπειροκαλία καὶ | |
βαναυσία, ἔλλειψις μικροπρέπεια· καὶ αὗται γὰρ διαφέρουσι τῶν τῆς ἐλευ‐ | 36 | |
37 | θεριότητος ἄκρων. αἱ δὲ διαφοραὶ μετὰ ταῦτα ῥηθήσονται. ἐν δὲ τῷ περὶ τὴν τιμὴν καὶ ἀτιμίαν πάθει μεσότης μὲν μεγαλοψυχία, ὑπερ‐ βολὴ δὲ χαυνότης τις λεγομένη, ἔλλειψις δὲ μικροψυχία. ὡς δὲ ἐλέγομεν διαφέρειν τὰς περὶ τὰ χρήματα διαθέσεις, τὴν ἐλευθεριότητα | |
5 | δηλαδὴ καὶ μεγαλοπρέπειαν, τῷ τὴν μὲν ἐλευθεριότητα περὶ μικρὰ εἶναι, περὶ μεγάλα δὲ τὴν μεγαλοπρέπειαν, οὕτω καὶ περὶ τὴν τιμὴν ἔστι τις διάθεσις διαφέρουσα τῆς μεγαλοψυχίας τῷ τὴν μὲν περὶ μικρὰ εἶναι, τὴν δὲ μεγαλοψυχίαν περὶ μεγάλα. ἔστι γὰρ ὀρέγεσθαι τιμῆς ὡς δεῖ καὶ ἔστιν ὀρέγεσθαι πλέον ἢ προσήκει καὶ ἧττον τοῦ δέοντος· λέγεται γὰρ ὁ | |
10 | μὲν ὑπερβάλλων ταῖς ὀρέξεσι φιλότιμος καὶ ἡ διάθεσις φιλοτιμία, ὁ δὲ ἐλλείπων ἀφιλότιμος, ἡ δὲ διάθεσις ἀνώνυμος· ἡ δὲ μεσότης καὶ αὐτὴ ἀνώνυμος, ἥτις διαφέρει τῆς μεγαλοψυχίας τῇ εἰρημένῃ διαφορᾷ. καὶ διότι ἀνώνυμος ὁ μέσος, ἀπὸ τῶν ἄκρων ὀνομάζεται, διότι καὶ ἀμφοτέρων μετέχει, καὶ ποτὲ μὲν φιλότιμον αὐτὸν καλοῦμεν, ποτὲ δὲ ἀφιλότιμον· καὶ | |
15 | ποτὲ μὲν ἐπαινοῦμεν τὸν φιλότιμον, ποτὲ δὲ τὸν ἀφιλότιμον. τίνος δὲ χάριν τοῦτο ποιοῦμεν, ἐν τοῖς ἑξῆς ῥηθήσεται· νῦν δὲ περὶ τῶν λοιπῶν παθῶν λέγωμεν, ζητοῦντες ἐν ἑκάστῳ τὴν μεσότητα καὶ τὰ ἄκρα. ἔστι τοίνυν ἐν τῇ ὀργῇ μεσότης μὲν πραότης (ὁ γὰρ μέσος πρᾷος λέγεται), τὰ δὲ ἄκρα ἀνώνυμα. καλείσθω δὲ ἡ μὲν ὑπερβολὴ ὀργιλότης | |
20 | καὶ ὀργίλος ὁ ὑπερβάλλων, ἡ δὲ ἔλλειψις ἀοργησία καὶ ὁ ἐλλείπων ἀόρ‐ γητος. εἰσὶ δὲ καὶ ἄλλαι τρεῖς μεσότητες, αἳ κατά τι μὲν κοινω‐ νοῦσιν, ἔχουσι δὲ καὶ διαφοράν. τῶν γὰρ πράξεων καὶ λόγων, ἃ λέγομεν καὶ πράττομεν ἐν τῇ πρὸς τοὺς ἀνθρώπους κοινωνίᾳ, τὰ μὲν πρὸς ἀλή‐ θειαν λέγομεν καὶ πράττομεν, τὰ δὲ πρὸς ἡδονήν· καὶ τῶν πρὸς ἡδονὴν | |
25 | τὰ μὲν παιδιᾶς λέγονται καὶ πράττονται χάριν, τὰ δὲ ἕνεκα τῆς λοιπῆς τῆς ἐν τῷ βίῳ ἡδονῆς· ὥστε τρεῖς εἶναι τὰς μεσότητας ἐξ ἀνάγκης. καὶ τῶν μὲν πρὸς ἀλήθειαν λεγομένων ἢ πραττομένων ἡ μεσότης καὶ ἀλήθεια ὀνομάζεται, τῶν δὲ πρὸς ἡδονὴν ἡ μὲν περὶ τὴν παιδιὰν εὐτραπελία, ἡ δὲ περὶ τὴν λοιπὴν ἡδονὴν φιλία. κοινωνοῦσι μὲν οὖν ἀλλήλαις, ὅτι | |
30 | πᾶσαί εἰσι περὶ λόγων καὶ πράξεων κοινωνίαν, διαφέρουσι δέ, ὅτι οὐ περὶ τὰ αὐτά, καθὼς εἴρηται. τὰ δὲ ἄκρα αὐτῶν ἀνώνυμα· ὀνοματοποιήσομεν δὲ καὶ ἐν αὐτοῖς σαφηνείας ἕνεκα καὶ τοῦ ῥᾳδίως τῷ λόγῳ παρακολουθεῖν τοὺς ἀκροωμένους. καλείσθω δὲ τὰ ἄκρα τῆς ἀληθείας ἡ μὲν ἐπὶ τὸ μεῖζον προσποίησις ἀλαζονεία καὶ ὁ ἔχων αὐτὴν ἀλαζών, ἡ δὲ ἐπὶ | |
35 | τὸ ἔλαττον εἰρωνεία καὶ εἴρων· τῆς δὲ εὐτραπελίας ἡ μὲν ὑπερβολὴ βωμολοχία καὶ ὁ ἔχων αὐτὴν βωμολόχος, ἡ δὲ ἐπὶ τὸ ἔλαττον ἀγροικία καὶ ὁ ἔχων ἄγροικος· τῆς δὲ φιλίας ὁ μὲν ὑπερβάλλων καὶ οὐ‐ δενὸς ἕνεκα ἄρεσκος καλείσθω, εἰ δὲ ἕνεκα τῆς αὑτοῦ ὠφελείας κόλαξ, ὁ δὲ ἐλλείπων καὶ ἄχαρις ἐν πᾶσι δύσερίς τις καὶ δύσκολος. οὐ μόνον | |
40 | δὲ ἐν τοῖς πάθεσιν αὐτοῖς ἀλλὰ καὶ ἐν τοῖς περὶ τὰ πάθη μεσότητές εἰσι, καθάπερ ἐπὶ τῆς αἰδοῦς φαίνεται. καὶ γὰρ ἡ αἰδὼς ἀρετὴ μὲν οὐκ ἔστιν, | |
ἐπεὶ οὐκ ἔστι πάθους μεσότης, ἀλλὰ τῶν περὶ τὸ πάθος· τῶν ἐπαινου‐ | 37 | |
38 | μένων δέ ἐστιν. ὁ γὰρ αἰδήμων ἐπαινεῖται καὶ παρ’ ἑκάτερα καὶ ὑπερ‐ βολὴν ἔχει καὶ ἔλλειψιν· καὶ αὐτὴ μεσότης ἐστί· καὶ ὁ μὲν ὑπερβάλλων αἰδοῖ καταπλὴξ καλεῖται, ὁ δὲ ἐλλείπων ἢ ὁ μηδὲ ὅλως αἰδούμενος ἀναί‐ σχυντος, ὁ δὲ μέσος αἰδήμων. ἔστι δὲ καὶ ἐν τῇ λύπῃ μεσότης, ὅτε λυ‐ | |
5 | πεῖται ἐπὶ τοῖς παρὰ τὴν ἀξίαν εὐτυχοῦσιν, ἥτις νέμεσις καλεῖται. καὶ ὑπερβολὴ δέ ἐστι παρ’ ἑκάτερα καὶ ἔλλειψις· ὑπερβολὴ μέν, ὅταν τις ἐπὶ πᾶσι τοῖς εὐτυχοῦσι λυπῆται· καὶ ἡ τοιαύτη κακία φθόνος καλεῖται καὶ ὁ ἔχων φθονερός· ἔλλειψις δέ, ὅταν τις οὐ μόνον οὐ λυπῆται, ἀλλὰ καὶ χαίρῃ ἐπὶ τοῖς παρὰ τὴν ἀξίαν κακῶς πράττουσι· καὶ ὁ τοιοῦτος ἐπιχαι‐ | |
10 | ρέκακος καλεῖται καὶ ἡ ἔλλειψις ἐπιχαιρεκακία· τῆς δὲ μεσότητος νεμέσεως καλουμένης, ὁ ἔχων νεμεσητικὸς καλεῖται. ἀλλὰ περὶ μὲν τῆς μεσότητος καὶ τῶν ἄκρων καὶ μετὰ ταῦτα ἀκριβέστερον ἐροῦμεν. καὶ περὶ τῆς δι‐ καιοσύνης, ἐπεὶ διπλῆ τίς ἐστι, καὶ δεῖ αὐτῇ μακροτέρων λόγων, νῦν μὲν οὐκ εὔκαιρον λέγειν, ἐν δὲ τοῖς ἑξῆς διελόντες περὶ ἑκατέρας διαληψόμεθα, | |
15 | πῶς μεσότητές εἰσι καὶ τίνων. ὁμοίως δὲ καὶ περὶ τῶν λογικῶν ἀρετῶν. | |
17n | Περὶ τῆς ἐναντιότητος τῶν παρ’ ἑκατέρων τῆς ἀρετῆς κακιῶν, | |
18n | ἥν τε πρὸς ἀλλήλας ἔχουσι καὶ πρὸς τὴν ἀρετήν. κεφ. ζʹ. | |
19 | Νῦν δὲ ἐροῦμεν περὶ τῆς ἐναντιότητος τῶν ἄκρων πρὸς ἄλληλα καὶ | |
20 | πρὸς τὴν μεσότητα. τριῶν γὰρ διαθέσεων οὐσῶν, μιᾶς μὲν ἀρετῆς, ἥτις μεσότης ἐστί, δύο δὲ κακιῶν, τῆς μὲν ὑπερβαλλούσης, τῆς δὲ ἐλλειπούσης, ἐν πάσεις ἐστί τις ἀντίθεσις· καὶ αἱ μὲν ἄκραι ἐναντίως ἔχουσι πρὸς ἀλ‐ λήλας, ἡ δὲ μέση πρὸς ἑκατέραν τῶν ἄκρων. ὥσπερ γὰρ τὸ ἴσον καὶ πρὸς τὸ μεῖζον ἀντικείμενόν ἐστι καὶ πρὸς τὸ ἔλαττον (τοῦ μὲν γὰρ μεί‐ | |
25 | ζονος ἔλαττόν ἐστι, τοῦ δὲ ἐλάττονος μεῖζον), οὕτως αἱ μέσαι ἕξεις πρὸς μὲν τὰς ἐλλείψεις 〈ὑπερβολαί εἰσι, πρὸς δὲ τὰς ὑπερβολὰς ἐλλεί‐ ψεισ〉. ὃ καὶ ἐν πάθεσι καὶ ἐν πράξεσιν ὁμοίως ἔχει· ἐν πάθεσι μὲν ἀν‐ δρεία μεσότης, ἐν πράξεσι δὲ ἡ κατὰ τὴν ἀνδρείαν πρᾶξις· καὶ διὰ τοῦτο ὁ ἀνδρεῖος πρὸς μὲν τὸν δειλὸν θρασὺς φαίνεται, πρὸς δὲ τὸν | |
30 | θρασὺν δειλός. ὁμοίως δὲ καὶ ὁ σώφρων πρὸς μὲν τὸν ἀναί‐ σθητον ἀκόλαστος, πρὸς δὲ τὸν ἀκόλαστον ἀναίσθητος· ὁ δὲ ἐλευθέριος ἄσωτος μὲν πρὸς τὸν ἀνελεύθερον, πρὸς δὲ τὸν ἄσωτον ἀνελεύθερος. καὶ ὅλως ἑκάτερος τῶν ἄκρων τῷ ὀνόματι θατέρου τὸν μέσον καλεῖ· καὶ ὁ μὲν θρασὺς τὸν ἀνδρεῖον δειλὸν καλεῖ, ὁ δὲ δειλὸς | |
35 | θρασύν· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. οὕτω δὲ τῶν ἄκρων πρὸς τὸ μέσον ἀντικειμένων, πρὸς ἄλληλα μείζων ἐστὶν αὐτῶν ἡ ἐναντιότης· πορρωτέρω | |
γὰρ ἀλλήλων ἐστὶν ἢ τοῦ μέσου, καθάπερ τὸ μέγα καὶ τὸ μικρὸν πλέον | 38 | |
39 | ἀντίκειται πρὸς ἄλληλα ἢ τὸ μέσον, τὸ ἴσον δηλονότι. ἔτι πρὸς μὲν τὸ μέσον ἔστι τις ὁμοιότης ἐν ἑκατέρῳ τῶν ἄκρων, ὥσπερ τῇ θρασύτητι πρὸς τὴν ἀνδρείαν καὶ τῇ ἀσωτίᾳ πρὸς τὴν ἐλευθεριότητα, ἐν δὲ τοῖς ἄκροις οὐδεμία ἐστὶν ὁμοιότης, ἀλλὰ πλεῖστον ἀλλήλων διαφέρουσι· | |
5 | τὰ δὲ πλεῖστον ἀλλήλων ἀπέχοντα ἐναντία ὁρίζονται, ὥστε καὶ μᾶλλον ἐναντία τὰ μᾶλλον ἀλλήλων ἀπέχοντα. τὰ ἄκρα ἄρα πλέον ἀντίκειται πρὸς ἄλληλα ἢ πρὸς τὸ μέσον· οὐκ ἐπ’ ἴσης δὲ ἀντίκειται ἄκρων ἑκάτερον, ἀλλ’ ἐπί τινων μὲν ἡ ἔλλειψις πλέον ἀντίκειται πρὸς τὸ μέσον ἢ ἡ ὑπερ‐ βολή, ἐπί τινων δὲ ἡ ὑπερβολὴ μᾶλλον ἢ ἡ ἔλλειψις. νεύουσι γὰρ αἱ | |
10 | μεσότητες πρὸς τὸ ἕτερον τῶν ἄκρων πλέον ἢ πρὸς τὸ ἕτερον καὶ ὁμοιό‐ τεραί εἰσι ποτὲ μὲν ἐλλείψει ποτὲ δὲ ὑπερβολῇ, οἷον ἡ ἀνδρεία μᾶλλον ὁμοιοῦται τῇ θρασύτητι ἢ τῇ δειλίᾳ καὶ διὰ τοῦτο ἐναντιωτέρα ἐστὶ τῇ δειλίᾳ ἢ τῇ θρασύτητι. ἡ δὲ σωφροσύνη μᾶλλον ὁμοία ἐστὶ τῇ ἀναι‐ σθησίᾳ ἢ τῇ ἀκολασίᾳ καὶ διὰ τοῦτο ἐναντιωτέρα ἐστὶ τῇ ἀκολασίᾳ ἢ τῇ | |
15 | ἀναισθησίᾳ. ἔστι δὲ οὐ μόνον ἡ πρὸς τὸ ἕτερον τῶν ἄκρων ὁμοιότης αἰτία τῆς πρὸς τὸ ἕτερον ἐναντιότητος, ἀλλὰ καὶ ἐξ ἡμῶν αὐτῶν τὸ τοι‐ οῦτον συμβαίνει. ἐπεὶ γὰρ ὁ πόλεμος τῷ σπουδαίῳ πρὸς τὰ ἄκρα γίνεται τὴν μεσότητα ζητοῦντι, πρὸς ὃ τῶν ἄκρων μείζων ἡ μάχη, ἐκεῖνο ἐναν‐ τιώτερον τῷ μέσῳ δοκεῖ. μείζων δὲ ἡ μάχη, πρὸς ὃ μᾶλλον πεφύκαμεν | |
20 | καὶ εἰς ὃ πλέον κινούμεθα, 〈ὥστε εἰς ὃ πλέον αὐτοὶ κινούμεθα,〉 ἐκεῖνο ἐναντιώτερόν ἔστι τῷ μέσῳ. καθάπερ τῶν τῆς σωφροσύνης ἄκρων πλέον εἰς ἀκολασίαν κινούμεθα ἢ εἰς ἀναισθησίαν, ὅτι πρὸς ἡδονὰς πεφύκαμεν μᾶλλον ἢ πρὸς τοὐναντίον· καὶ διὰ τοῦτο πρὸς τὴν ἀκολασίαν μείζων ὁ πόλεμος καὶ αὕτη ἐναντιωτέρα ἐστὶ τῇ σωφροσύνῃ ἢ ἡ ἀναισθησία. ὁμοίως | |
25 | δὲ καὶ ἐπὶ τῶν ἄλλων ἔχει. | |
26n | Περὶ τοῦ πῶς ἂν γένοιτο μάλιστα τῆς μεσότητος τυγχάνειν. κεφ. ηʹ. | |
27 | Ὅτι μὲν οὖν ἡ ἠθικὴ ἀρετὴ μεσότης ἐστὶ δύο κακιῶν, τῆς μὲν καθ’ | |
29 | ὑπερβολήν, τῆς δὲ κατ’ ἔλλειψιν, διὰ τὸ τὸ μέσον ἀεὶ ζητεῖν τῶν παθῶν | |
30 | καὶ τῶν πράξεων, ἱκανῶς εἴρηται. τὸ δὲ ἐπίστασθαι λαβεῖν τὸ μέσον καὶ γενέσθαι σπουδαῖον ἐργῶδές ἐστιν. ἐν παντὶ γὰρ πράγματι τὸ μέσον εὑ‐ ρεῖν δύσκολόν ἐστιν, ὥσπερ τοῦ κύκλου τὸ μέσον, δηλονότι τὸ κέντρον, οὐ πᾶς εὑρεῖν δύναται, ἀλλὰ μόνος ὁ γεωμετρεῖν ἐπιστάμενος· οὕτω γὰρ καὶ ἐπὶ τῶν παθῶν καὶ τῶν πράξεων ἔχει. τὸ μὲν γὰρ ὀργισθῆναι ῥᾴδιον | |
35 | καὶ τὸ δοῦναι ἀργύριον καὶ δαπανῆσαι, τὸ δὲ ὡς δεῖ καὶ ὅτε δεῖ καὶ πρὸς τίνα καὶ ὅσον καὶ τίνος ἕνεκα, ὅπερ ἐστὶ τὸ μέσον, καὶ τὸ εὖ καὶ σπά‐ νιον καὶ ἐπαινετὸν καὶ καλόν, τοῦτο δὲ οὐ ῥᾴδιον οὐδὲ τοῦ βουλομένου παντός. διὰ τοῦτο προσήκει τὸν βουλόμενον σπουδαῖον γενέσθαι καὶ ζη‐ | |
τοῦντα τὸ μέσον πρῶτον φεύγειν πάσῃ δυνάμει τῶν ἄκρων τὸ μᾶλλον ἐν‐ | 39 | |
40 | αντίον τοῦ μέσου· δηλονότι, πρὸς ὃ μᾶλλον εὐκινητότερός ἐστι τῶν παρ’ ἑκάτερα τῆς μεσότητος κακῶν· καθάπερ καὶ ἡ Καλυψὼ παρῄνει τὸ τοῦ μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε νῆα· | |
5 | καὶ γὰρ ἁμαρτάνομεν μέν, πρὸς ὅπερ ἂν πέσοιμεν τῶν ἄκρων· ἀλλ’ οὐχ ὁμοίως· μείζων γὰρ ἔσται ἡ ἁμαρτία ἐν τῷ ἐναντιωτέρῳ τῶν ἄκρων ἢ ἐν τῷ ἧττον ἐναντίῳ. ἐπεὶ οὖν ἄκρως τοῦ μέσου τυχεῖν χαλεπόν, κατὰ τὸν δεύτερον, φασί, πλοῦν τὰ ἐλάχιστα τῶν κακῶν αἱρεῖσθαι προσήκει. τοῦτο δὲ ἔσται, εἰ διακείμεθα πρὸς τὰ ἄκρα τοῦτον τὸν τρόπον, ὃν ἔφην. | |
10 | δεῖ δὲ μὴ μόνον σκοπεῖν πρὸς ποῖον τῶν ἄκρων πεφύκαμεν οἱ ἄνθρωποι, ἀλλὰ καὶ αὐτὸς ἕκαστος ἡμῶν πρὸς ποῖον πέφυκε ζητητέον (ἄλλοι γὰρ πρὸς ἄλλα πεφύκαμεν)· γνωσόμεθα δὲ τοῦτο, ἐξετάσαντες τίσιν ἡδό‐ μεθα καὶ τίσι λυπούμεθα. εὑρόντες δὲ πρὸς ποῖον τῶν ἄκρων πεφύκαμεν, ἐπὶ τὸ ἐναντίον αὐτοῦ διὰ σπουδῆς ἡμᾶς αὐτοὺς ἀφελκύσωμεν. φεύγοντες | |
15 | γὰρ σφόδρα τοῦτο τὸ ἄκρον εἰς τὸ μέσον ἥξομεν. ὥσπερ ποιοῦσιν οἱ τὰ διεστραμμένα τῶν ξύλων ὀρθῶσαι σπουδάζοντες· κλίνουσι γὰρ εἰς τοὐ‐ ναντίον. μάλιστα δὲ τῶν ἄλλων παθῶν ἡ ἡδονὴ καὶ τὸ ἡδὺ βίαιον. καὶ διὰ τοῦτο πολλῆς χρεία τῆς ἀκριβείας καὶ τὴν ἀπάτην πάντα τρόπον φυ‐ λάττεσθαι δεῖ, ὅτε τὴν πονηρὰν τῆς ἀγαθῆς ἡδονῆς ἐθέλομεν διακρίνειν· | |
20 | χαλεπὸν γὰρ ἀδέκαστον εἶναι τῶν τοιούτων κριτήν· ὅπερ οὖν οἱ δημο‐ γέροντες τῶν Τρώων πρὸς τὴν Ἑλένην ἔπαθον, καλὴν μὲν εἰπόντες αὐ‐ τὴν καὶ τοῦ κάλλους θαυμάσαντες, ψηφισάμενοι δὲ καὶ οὕτως ἔχουσαν ἀποπέμψαι πρὸς τοὺς Ἕλληνας, τοῦτο δεῖ παθεῖν καὶ ἡμᾶς πρὸς τὴν ἡδονήν. οὕτω γὰρ αὐτὴν ἀποπεμπόμενοι ἧττον ἁμαρτησόμεθα. αὕτη | |
25 | ἐστὶν ἡ μέθοδος ὡς ἐν κεφαλαίῳ καὶ τύπῳ, δι’ ἧς μάλιστα τυχεῖν δυνη‐ σόμεθα τῆς μεσότητος. καὶ οὕτω δὲ ὅμως χαλεπόν ἐστι, καὶ μάλιστα ἐν τοῖς μερικοῖς. οὐ γὰρ ὡρισμένη τίς ἐστιν ἡ κρίσις τούτων ἀλλὰ ἄλλοτε ἄλλη· ἐπεὶ μηδὲ αὐτὰ ὡρισμένα, οἷον τὸ ὀργισθῆναι· οὐ γὰρ ῥᾴδιον διο‐ ρίσαι τίσι καὶ πῶς καὶ πότε ὀργιστέον· καὶ γὰρ ἡμεῖς ἀπὸ τοῦ καιροῦ | |
30 | κρίνοντες καὶ τῶν ἄλλων περιστάσεων ἄλλοτε ἄλλα ἀποφαινόμεθα· καὶ ποτὲ μὲν τοὺς ἐλλείποντας ἐπαινοῦμεν καὶ πρᾴους φαμέν, ποτὲ δὲ τοὺς ὑπερβάλλοντας ὀργῇ καὶ καλοῦμεν ἀνδρώδεις. ἀλλ’ ὁ μὲν μικρὸν τῆς με‐ σότητος ἐκκλίνας οὐ ψέγεται· καὶ γὰρ οὔτε ὑπερβάλλειν οὔτε ἐλλείπειν δοκεῖ· ψέγεται δὲ ὁ τοσοῦτον τῆς μεσότητος παρακλίνας, ὅσον μὴ λαθεῖν. τὸ δὲ | |
35 | μέχρι τίνος καὶ ἐπὶ πόσον τοῦ ὀρθοῦ παρεκβάντες ψεγόμεθα, οὐκ ἔστιν ἑνὶ καθολικῷ διορίσασθαι λόγῳ, ἐπεὶ μηδὲ ἄλλο μηδέν, ὅπερ ἐν τοῖς μερικοῖς εὑρίσκεται καὶ ἄλλοτε ἄλλως ἔχει· ἡ γὰρ τούτων κρίσις μερικῶς καὶ αἰ‐ σθήσει γίνεται. φαίνεται τοίνυν, ὅτι ἐν πᾶσιν ἡ μέση ἕξις ἐπαινετή. δεῖ δέ, καθὼς εἴρηται, ἀποκλίνειν ποτὲ μὲν ἐπὶ τὴν ὑπερβολήν, ποτὲ δὲ ἐπὶ | |
40 | τὴν ἔλλειψιν, δηλονότι ἐπὶ ταύτην τῶν ἀκροτήτων, ἥτις ὁμοιοτέρα ἐστὶ | |
τῇ μεσότητι. οὕτω γὰρ ῥᾷστα τῆς μεσότητος τευξόμεθα καὶ τοῦ ἀγαθοῦ. | 40 | |
41(1t) | ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Γ | |
2n | Περὶ ἑκουσίου καὶ ἀκουσίου. κεφ. αʹ. | |
3 | Ἐπεὶ δὲ ἡ ἀρετὴ περὶ πάθη καὶ πράξεις ἐστί, καὶ ἔστιν ἀρετὴ πρᾶξις ἀγαθὴ ἑκούσιος καὶ ἡ κακία τοὐναντίον, καὶ ἐν τῷ ὁρισμῷ κακίας καὶ | |
5 | ἀρετῆς καὶ τὸ ἑκούσιον παραλαμβάνεται, διὰ τοῦτο τῷ λέγοντι περὶ ἀρετῆς καὶ κακίας ἀνάγκη περὶ ἑκουσίου καὶ ἀκουσίου διαλαβεῖν· τῷ γὰρ ἑκουσίῳ καὶ ἀκουσίῳ τὰς πράξεις κρίνομεν. καὶ τὰς μὲν ἐπαινετὰς λέγομεν, τὰς δὲ συγγνωστάς, τὰς δὲ ψόγου ἀξίας. καὶ τὰς μὲν ἑκουσίως γινομένας ἀγα‐ θὰς ἐπαινοῦμεν, τὰς δὲ ἑκουσίως πονηρὰς ψέγομεν, τὰς δὲ ἀκουσίως πο‐ | |
10 | νηρὰς οὐ ψέγομεν ἀλλὰ συγγνώμης ἀξιοῦμεν, τὰς δὲ ἀκουσίως πονηρὰς καὶ ἐπὶ βλάβῃ τῶν ποιούντων γινομένας ἐλέου ἀξίας ἡγούμεθα. διὰ τοῦτο, ἐπεὶ περὶ τῶν ἐπαινετῶν καὶ τῶν ψόγου ἀξίων ὁ λόγος ἡμῖν, δέον εἰδέναι περὶ ἑκουσίου καὶ ἀκουσίου. ὁ δὲ περὶ τούτων λόγος καὶ τοῖς νομοθετοῦσι χρήσιμος· ἀπὸ τούτων γὰρ εἴσονται τίνας τε κολάζειν ἄξιον καὶ τίνας τι‐ | |
15 | μᾶν καὶ τίνας ἀξιοῦν συγγνώμης ἢ ἐλέου· ὃ δὴ τῆς ἐν πολιτείᾳ τέχνης κεφάλαιόν ἐστι. διοριστέον δή, τί ἐστιν ἑκούσιον καὶ τί ἀκούσιον. δοκεῖ τοίνυν ἀκούσιον εἶναι τὸ βίαιον ἢ δι’ ἄγνοιαν γινόμενον, βίαιον δέ, οὗ ἡ ἀρχὴ οὐκ ἐν τῷ ποιοῦντι ἀλλὰ ἔξωθεν, ἐν ᾗ οὐδὲν συμβάλλεται ὁ πράττων ἢ ὁ πάσχων· οἷον εἴ τινα κινήσει τὸ πνεῦμα καὶ ἀπὸ τόπου | |
20 | εἰς τόπον ἀγάγοι ἢ ἄνθρωποι κύριοι ὄντες καὶ δυνάμενοι κινεῖν μὴ βουλόμενον. ἑκούσιον δὲ τοὐναντίον, οὗ ἡ ἀρχὴ ἐν τῷ ποιοῦντι πᾶσα. εἰσὶ δέ τινα μήτε ἀκούσια ὄντα κυρίως μήτε ἑκούσια ἀλλὰ μέσα τινά· εἰσὶ δὲ ὅσα διὰ φόβον μειζόνων κακῶν πράττεται ἢ διὰ καλόν τι, οἷον εἰ τύραννος προστάττει αἰσχρόν τι ποιῆσαι κύριος ὢν καὶ αὐτοῦ | |
25 | καὶ γονέων καὶ τέκνων καὶ δυνάμενος πράττοντα μὲν σῴζειν καὶ αὐτὸν καὶ τοὺς αὐτοῦ, μὴ πράττοντα δὲ ἀποκτεῖναι. τοῦτο γὰρ ἀμφισβήτησιν ἔχει, πότερον ἑκούσιόν ἐστιν ἢ ἀκούσιον. τοιοῦτον δέ ἐστι καὶ τὸ γινόμενον ἐν | |
τοῖς κλυδωνίοις ὑπὸ τῶν ἐπιβατῶν· ῥίπτουσι γὰρ τὰ ἀγώγιμα· ὅπερ οὔτε | 41 | |
42 | ἑκούσιον εἴποι τις ἂν τελείως οὔτε ἀκούσιον ἀλλ’ ἑκάτερον παρὰ μέρος. τοῦ γὰρ ἔργου ἐστὶ μὲν καὶ ἀρχὴ ἔξωθεν, ὁ κλύδων δηλονότι, ἔστι δὲ καὶ ἐν τοῖς ποιοῦσι· κρίνοντες γὰρ αὐτοὶ καὶ βουλόμενοι τοῦτο ποιοῦσιν ἐπὶ σωτηρίᾳ καὶ αὐτῶν καὶ τῶν συμπλεόντων οἵ γε νοῦν ἔχοντες· ὥστε τὰς | |
5 | τοιαύτας πράξεις μικτὰς εἶναι καὶ ἑκουσίου καὶ ἀκουσίου μετέχειν. δοκοῦσι δὲ μᾶλλον τοῦ ἑκουσίου μετέχειν ἢ τοῦ ἑτέρου· καὶ γὰρ κατὰ τὸν καιρὸν τοῦ κλύδωνος αἱ τοιαῦται πράξεις αἱρεταί εἰσι· καὶ τὸ τέλος αὐτῶν, εἴ τις κατὰ τὸν καιρὸν ἐκεῖνον σκοπεῖ, ἀγαθόν ἐστι καὶ θελητόν. ἐπεὶ καὶ τὸ ἑκάστης πράξεως τέλος κατὰ τὸν καιρὸν αὐτῆς ἐστι καὶ ἀπὸ τοῦ καιροῦ ἢ | |
10 | ἀγαθὸν ἢ πονηρὸν γίνεται, ὥστε καὶ τὸ ἑκούσιον ἢ τὸ ἀκούσιον κατὰ τὸν καιρὸν ὅτε πράττεται ζητητέον· κατ’ ἐκεῖνον τοίνυν τὸν καιρὸν ἑκὼν πράτ‐ τει ἃ πράττει, εἰ καὶ ἐν ἄλλῳ καιρῷ, γαλήνης οὔσης, οὐκ ἂν ποιήσειε βουλόμενος ταῦτα. καὶ γὰρ τὰ ὀργανικὰ μέρη καὶ χεῖρες καὶ πόδες οὐκ ἔξωθεν ὑπ’ ἄλλης ἀρχῆς κινοῦνται ἀλλ’ ὑπὸ τῆς ἐν αὐτῷ τῷ ποιοῦντι· | |
15 | ἃ δέ τις ποιεῖ ὑφ’ ἑαυτοῦ κινούμενος, κύριός ἐστι καὶ ποιεῖν καὶ μή· τὰ τοιαῦτα δὲ ἑκούσια λέγεται. ἔστι τοίνυν ἑκούσιον μὲν αὐτὴ ἡ πρᾶξις, δη‐ λονότι μετὰ τῶν περιστατικῶν· ἁπλῶς δὲ καὶ χωρὶς προσθήκης ἀκούσιον· χωρὶς γὰρ τῆς περιστάσεως οὐδεὶς ἂν ἕλοιτο τοιαῦτα ποιεῖν. τινὲς δὲ τῶν τοιούτων πράξεων καὶ ἐπαίνων ἀξιοῦνται, ἔνιαι δὲ καὶ ψόγων· ἐπαίνων μέν, | |
20 | ὅταν τις αἰσχρόν τι ἢ λυπηρὸν ὑπομένῃ ἀντὶ καλῶν καὶ μεγάλων, ψόγων δέ, ὅταν φαύλων ἕνεκα. φαῦλος γὰρ ὁ τὰ αἴσχιστα ὑπομένων ἐπὶ μη‐ δενὶ καλῷ ἢ μετρίῳ. ἔστι δὲ ἃς οὔτε ἐπαίνων οὔτε ψόγων ἀξιοῦμεν, καθὼς εἴρηται, ἀλλὰ συγγνώμης ἢ ἐλέου, ὅτε τις τὰ μὴ δέοντα πράττει, δέει μεγάλων δεινῶν καὶ μειζόνων ἢ δύνασθαι ὑπομεῖναι φύσιν ἀνθρωπίνην. | |
25 | ἔνια δὲ οὕτως εἰσὶν αἰσχρά, ὥστε οὐδεμία ἐστὶ τῷ ποιοῦντι παραίτησις ἀλλὰ δεῖ φεύγειν τὴν πρᾶξιν τούτων πάσῃ δυνάμει, κἂν δέῃ ἀποθανεῖν πάντα παθόντα τὰ δεινότατα. καὶ γὰρ τὸν Εὐριπίδου Ἀλκμαίωνα γελοῖα φαίνεται τὰ ἀναγκάσαντα μητροκτονῆσαι. ἐνίοτε δὲ χα‐ λεπόν ἐστι διακρῖναι, τίνων δεινῶν φόβῳ τίνα τῶν αἰσχρῶν ὑπομένειν ἄξιον, | |
30 | καὶ τίνα ἀντὶ τίνων αἱρησόμεθα· ἔτι δὲ χαλεπώτερον τὸ εὑρόντα τὸ προ‐ σῆκον ἐμμεῖναι τοῖς δεδογμένοις. καὶ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον ἃ μὲν ἀναγ‐ καζόμεθα ποιεῖν, μᾶλλον αἰσχρὰ ἢ λυπηρά· ἃ δὲ προσδοκῶντες ποιοῦμεν, λυπηρά· διὰ τοῦτο γενναίου ἀνδρός ἐστι κατατολμῆσαι τῶν λυπηρῶν ὑπὲρ τοῦ μηδὲν αἰσχρὸν ὑπομεῖναι ποιῆσαι. ὅθεν ἐν ταῖς τοιαύταις πράξεσι καὶ | |
35 | ἐπαινοῦμέν τινας καὶ ψέγομεν ἐνίους καὶ οὐδέτερον τούτων, ἀλλὰ συγγνώμης ἀξιοῦμεν. ἔστι τοίνυν ἁπλῶς μὲν ἀκούσια, ὁπόταν ἡ αἰτία αὐτῶν ἐν τοῖς ἐκτὸς ᾖ καὶ ὁ πράττων μηδὲν συμβάλληται πρὸς τὴν πρᾶξιν, ἑκούσια δέ, ὁπόταν ἡ αἰτία τῶν πράξεων πᾶσα ᾖ ἐν τῷ ποιοῦντι. ἃ δὲ δι’ ἑαυτὰ μὲν οὐκ εἰσὶ θελητά, θέλομεν δὲ αὐτὰ κατά τινα καιρὸν καί | |
40 | τινων ἄλλων ἕνεκα, καθ’ ἑαυτὰ μὲν ἀκούσιά εἰσι, νῦν δὲ καὶ ἀντὶ | |
τῶνδε ἑκούσια. μᾶλλον δὲ δοκεῖ ἑκούσια εἶναι ἢ ἀκούσια· αἱ γὰρ πρά‐ | 42 | |
43 | ξεις ἀεὶ ἐν τοῖς μερικοῖς γίνονται, ἐν οἷς ἀεὶ καὶ ὁ καιρὸς καὶ ὁ τόπος καὶ ἡ αἰτία· ταῦτα δὲ ἑκουσίους τὰς τοιαύτας πράξεις ποιοῦσι. διὰ τὴν αὐτὴν δὲ αἰτίαν, δηλονότι τὸ περὶ τὰ μερικὰ εἶναι τὰς πράξεις, οὐκ ἔστιν εὐχερὲς ἀποδοῦναι, ποῖα αἰσχρὰ ποίων λυπηρῶν προκρίνειν ἄξιον· πολλαὶ | |
5 | γὰρ διαφοραὶ ἐν τοῖς μερικοῖς. | |
6n | Ἔτι περὶ ἑκουσίου καὶ ἀκουσίου καὶ τῶν μεταξὺ αὐτῶν θεω‐ | |
7n | ρουμένων. κεφ. βʹ. | |
8 | Δοκεῖ δὲ καὶ τὰ καλὰ καὶ τὰ ἡδέα βίαιά τινα εἶναι, ὅτι αὐτὰ κινεῖ καὶ ἀναγκάζει ποιεῖν τοὺς ποιοῦντας τῷ κάλλει καὶ τῇ ἡδονῇ, ἔξωθεν ὄντα· | |
10 | οὐκ ἔστι δέ. εἰ γὰρ τοῦτο δώσομεν, πάντα ἂν εἴη βίαια· πάντα γὰρ ὅσα πράττομεν, ἕνεκα τοῦ νομίζειν, ὅτι καλὰ ἢ ἡδέα πράττομεν. καὶ τινὰ μὲν λυπούμενοι πράττομεν ὅσα ποιοῦμεν ἔξωθεν βιαζόμενοι, τινὰ δὲ μεθ’ ἡδονῆς, ὅσα ἑκόντες αὐτοὶ ποιοῦμεν τοῦ ἡδέος ἕνεκα. πάντα δὲ ἕνεκά τινος καλοῦ ἢ ἡδέος ποιοῦμεν· καὶ γὰρ καὶ ἃ λυπηρὰ ποιοῦμεν ἀναγκαζό‐ | |
15 | μενοι, τῆς ἡδονῆς ἕνεκα ποιοῦμεν· ποιοῦμεν γάρ, ἵνα φύγωμεν τὰ λυπη‐ ρότερα· τοῦτο δὲ τὴν ἡδονήν ἐστι διώκειν. διὰ τοῦτο οὐ δεῖ τὰ καλὰ καὶ ἡδέα βίαια λέγειν· ἄλλως τε καὶ γελοῖόν ἐστιν, αἴτια νομίζειν τῶν πράξεων τὰ ἔξωθεν καλὰ καὶ ἡδέα καὶ μὴ ἑαυτὸν ὑπὸ τούτων ῥᾳδίως ἁλισκόμενον. ἀλλὰ τῶν μὲν καλῶν πράξεων πολλάκις τις ἑαυτὸν αἰτιᾶται, τῶν δὲ αἰ‐ | |
20 | σχρῶν οὐχ ἑαυτὸν ἀλλὰ τὴν ἡδονήν. οὐκ ἔστι δέ· ἀκούσιον γάρ ἐστιν, οὗ ἡ ἀρχὴ ἔξωθεν, οὐδὲν πρὸς τὴν πρᾶξιν συντελοῦντος τοῦ πράττοντος. τὰ δὲ δι’ ἄγνοιαν γινόμενα ζητητέον 〈εἰ〉 ἑκούσιά εἰσιν ἢ ἀκούσια. ἔχει δὲ οὐ πάντα ὁμοίως· ἀλλὰ τὰ μὲν ἀκούσιά εἰσι, 〈τὰ δὲ ἑκούσια,〉 τὰ δὲ οὔτε ἑκούσια οὔτε ἀκούσια, ἀλλὰ καλείσθω οὐχ ἑκούσια. καὶ ἀκούσια μὲν | |
25 | ὅσα ποιήσαντες λυπούμεθα, γνόντες μετὰ τὸ ποιῆσαι, καὶ μεταμελόμεθα, οὐχ ἑκούσια δέ, ὅσα ποιοῦντες οὐ λυπούμεθα, καὶ μετὰ τὴν πρᾶξιν οὐ μεταμελόμεθα· ὁ γὰρ δι’ ἄγνοιαν πράττων καὶ μετὰ τὸ γνῶναι μὴ δυσχε‐ ραίνων τῇ πράξει οὔτε ἑκὼν ἔπραξεν ὅ γε μὴ ᾔδει, οὔτε ἄκων· οὐ γὰρ γνοὺς ἑαυτῷ δυσχεραίνει· διὰ τοῦτο οὐχ ἑκούσια τὰ τοιαῦτα καλείσθω. | |
30 | διαφέρει δὲ τὸ δι’ ἄγνοιαν πράττειν τοῦ ἀγνοοῦντα πράττειν. καὶ διὰ τοῦτο τὸ μὲν δι’ ἄγνοιαν πράττειν ἢ ἀκούσιόν ἐστιν ἢ οὐχ ἑκούσιον, τὸ δὲ ἀγνοοῦντα πράττειν ἑκούσιόν ἐστι. καὶ γὰρ τὸ ἀγνοοῦντα πράττειν ἐστίν, ἐπάν τις ὀργίζηται ἢ μεθύῃ ἢ ἄλλην τινὰ ποιῇ πονηρίαν· οὗτος γὰρ οὐ δι’ ἄγνοιαν ἀλλὰ διὰ ἡδονὴν ἢ ἄλλο τι ποιεῖ ὃ ποιεῖ, ἀγνοῶν δέ. πᾶς | |
35 | οὖν μοχθηρὸς ἀγνοεῖ, τίνα δεῖ πράττειν, καὶ τίνων ἀπέχεσθαι· καὶ διὰ τὴν τοιαύτην ἁμαρτίαν οἱ ἄνθρωποι ἄδικοι ἢ ὅλως κακοὶ γίνονται. αἱ δὴ τοιαῦται πράξεις οὔκ εἰσιν ἀκούσιοι· ἡ γὰρ ἐν τῇ προαιρέσει ἄγνοια, ἥτις ἐστὶν αἰτία τῶν κακιῶν, οὐκ ἔστιν αἰτία τοῦ ἀκουσίου ἀλλὰ τῆς | |
μοχθηρίας. οὐ γὰρ τὸ καθόλου περὶ τῆς μέθης ἀγνοεῖν ὅτι πονηρόν, | 43 | |
44 | αἴτιον γίνεται τοῦ ἀκουσίου, ἀλλὰ τὸ ἀγνοῆσαι μερικῶς τήνδε τὴν μέθην· οἷον, φέρε εἰπεῖν, οὐκ εἰδότα μέχρι πόσου πιόντας ἔνι μεθύειν. τοῦτο γὰρ καὶ συγγνώμης ἀξιοῦται καὶ ἐλέου, ὁ γὰρ οὕτως ἀγνοήσας δι’ ἄγνοιαν ποιεῖ ὃ ποιεῖ καὶ ἀκουσίως πράττει. δεῖ δὲ διορίσαι τίνα καὶ πόσα ἐστίν, | |
5 | ἃ ἀγνοοῦντες ἀκουσίως πράττομεν, τὸ αὐτοῦ πρόσωπον τοῦ πρὸς ὅν τις ποιεῖ ὃ ποιεῖ, τὸ πρᾶγμα ὃ ποιεῖ, ἐνίοτε δὲ καὶ τὸ διὰ τίνος ὀργάνου ποιεῖ, καὶ τὸ οὗ ἕνεκα, οἷον σωτηρίας, καὶ πῶς, δηλαδὴ τὸν τρόπον, οἷον ἠρέμα ἢ σφόδρα. ἅπαντα μὲν οὖν ταῦτα οὐδεὶς ἂν ἀγνοήσειεν, εἰ μὴ μαίνοιτο. ἐνδέχεται δέ τινα τούτων ἀγνοεῖν καὶ σωφρονοῦντα· ὥσπερ ἀγ‐ | |
10 | νοεῖ τις πολλάκις αὐτὸ τὸ πρᾶγμα ὃ πράττει, καθάπερ οἱ ἐξειπόντες τὰ μυστήρια. λέγοντας γὰρ περὶ ἄλλων συγχυθῆναί φασι καί τι καὶ περὶ τῶν μυστηρίων παραφθέγξασθαι, μὴ συνορῶντας ὃ λέγουσιν ἢ καὶ ἀγνο‐ οῦντας ὅτι ἀπόρρητα ἦν. οὗτοι γὰρ αὐτὸ τὸ πρᾶγμα γινόμενον ἀγνοοῦσιν· οὐ γὰρ γινώσκουσιν, ὅτι τὰ μυστήρια ἐξάγουσι. καί τις ἀφῆκε πρός τινα | |
15 | καταπέλτην δεῖξαι βουλόμενος αὐτόν, καὶ τυχὼν ἀπέκτεινε. καί τις τὸν υἱὸν τὸν ἑαυτοῦ οἰηθεὶς πολέμιον εἶναι, ὥσπερ ἡ Μερόπη· ἢ λελογχω‐ μένον τὸ δόρυ νομίσας ἄνευ λόγχης εἶναι, ἢ κίσσηριν τὸν λίθον ὑπολαβών, ἐπὶ σωτηρίᾳ πέμψας, ἀπέκτεινεν. ὁ τοίνυν τι τούτων ἀγνοῶν, ἐν οἷς ἡ πρᾶξις, ἄκων ἐποίησε· κυρίως δὲ ἄκων, ὅταν τὰ κυριώτατα ἀγνοῇ τῶν | |
20 | περὶ τὸ πρᾶγμα· κυριώτατα δὲ τὰ πρόσωπα καὶ τὸ ἔργον, ἐν οἷς ἡ πρᾶξις καὶ τὸ οὗ ἕνεκα· ἅτινα εἰ ἀγνοεῖ καὶ προσέτι μεταμέλει αὐτῷ ἐφ’ οἷς ἐποίησε, κυρίως ἄκων ἐποίησε. τοιούτου δὲ ὄντος τοῦ ἀκουσίου, τὸ ἑκού‐ σιόν ἐστιν, οὗ ἡ ἀρχὴ ἐν αὐτῷ εἰδότι τὰ καθ’ ἕκαστα, ἐν οἷς ἡ πρᾶξις. οὐ γὰρ καλῶς λέγεται ἀκούσια εἶναι, ἃ ποιοῦμεν ὑπὸ θυμοῦ κι‐ | |
25 | νούμενοι ἢ ἐπιθυμίας, γινώσκοντες πάντα τὰ κατὰ μέρος, δι’ ὧν καὶ ἐν οἷς πράττομεν. εἰ γὰρ τοῦτο δοίημεν, πρῶτον μὲν οὐδὲν τῶν ἀλόγων ζῴων ἑκούσιόν τι πράττειν ἐροῦμεν (ἀεὶ γὰρ ἐπιθυμίᾳ καὶ θυμῷ πράττει), ὁμοίως δὲ καὶ τοὺς παῖδας· ἔπειτα καὶ ἐφ’ ἡμῖν ἄτοπον συμβαίνει· ἢ γὰρ οὐδὲν ἑκουσίως πράττομεν τῶν δι’ ἐπιθυμίαν ἢ θυμόν, ἢ τὰ καλὰ μὲν ἑκου‐ | |
30 | σίως, τὰ δὲ φαῦλα ἀκουσίως· τῶν γὰρ ἀπὸ ἐπιθυμίας ἢ θυμοῦ τὰ μὲν ἀγαθά, τὰ δὲ φαῦλα. εἰ μὲν οὖν τὰ καλὰ μόνον ἑκουσίως πράττομεν, τὰ φαῦλα δὲ ἀκουσίως, γελοῖον εἰπεῖν· ἓν γὰρ τὸ αἴτιον, θυμὸς ἢ ἐπιθυμία. τὸ δὲ ἑκούσιον καὶ ἀκούσιον ἡ διαφορὰ τοῦ αἰτίου ποιεῖ τῷ τὸ μὲν ἔνδον εἶναι, τὸ δὲ ἔξωθεν. εἰ δὲ πάντα ἀκούσια, πῶς οὐκ ἄτοπον, ἀκουσίως | |
35 | ὀρέγεσθαι λέγειν, ὧν δεῖ ὀρέγεσθαι; ἔστι γὰρ εἰς δέον χρήσασθαι τῇ ἐπι‐ θυμίᾳ καὶ τῷ θυμῷ, καὶ δεῖ ὀργίζεσθαι ἐπί τισι καὶ ἐπιθυμεῖν τι‐ νων, οἷον ὑγιείας ἢ μαθήσεως, ἅπερ ἀκούσια λέγειν οὐκ εὔλογον· τὰ γὰρ ἀκούσια λυπηρά, τὰ δὲ κατ’ ἐπιθυμίαν ἡδέα. ἔτι, εἰ ἀκούσια ἦν τὰ κατὰ θυμὸν ἁμαρτηθέντα, διέφερεν ἂν τῶν ἀπὸ τοῦ λογισμοῦ ἁμαρτα‐ | |
40 | νομένων κατὰ τὴν ἑκουσίου καὶ ἀκουσίου διαφοράν· διαφέρει δὲ οὐδέν· καὶ | 44 |
45 | γὰρ ταῦτα ὁμοίως ἐκείνοις φευκτά, ὃ τοῦ ἑκουσίου ἐστὶ καὶ ψόγων ἄξια οὐδὲν ἧττον· ὅπερ οὐκ ἂν ἦν, εἰ διέφερεν ὡς ἑκούσιον ἀκουσίου. ἔτι δὲ τὰ ἄλογα πάθη καὶ ἀνθρωπικά εἰσιν, ὥσπερ ὁ λογισμός· ἀπὸ τούτων δὲ τῶν παθῶν, θυμοῦ δηλονότι καὶ ἐπιθυμίας, πᾶσαι αἱ ἀνθρώπιναι γίνονται | |
5 | πράξεις· ταύτας τοίνυν ἀκουσίους λέγειν ἄτοπον. | |
6n | Περὶ προαιρέσεως. κεφ. γʹ. | |
7 | Ἐπεὶ δὲ περὶ ἑκουσίου καὶ ἀκουσίου διωρισάμεθα, μετὰ ταῦτα ἀκό‐ λουθον ἂν εἴη περὶ τῆς προαιρέσεως διαλαβεῖν. ἡ γὰρ προαίρεσις οἰκείως ἔχει πρὸς τὴν ἀρετὴν καὶ τῷ ταύτης κανόνι δυνησόμεθα κρίνειν τὰ ἤθη | |
10 | καὶ τὰς πράξεις. ἡ προαίρεσις τοίνυν ἑκούσιον μέν ἐστιν, οὐκ ἔστι δὲ αὐ‐ τὸ τὸ ἑκούσιον ἀλλά τι τῶν τοῦ ἑκουσίου· τὸ γὰρ ἑκούσιον ἐπὶ πλέον ἐστὶ τῆς προαιρέσεως. καὶ δῆλον· τὸ μὲν γὰρ ἑκούσιον καὶ ζῴοις ἀλόγοις καὶ παισὶ καὶ τελείοις τὸν νοῦν πρόσεστι (ποιοῦσι γὰρ καὶ οἱ παῖδες καὶ τἄλλα ζῷα ἑκουσίως), ἡ δὲ προαίρεσις μόνοις τοῖς κρίνειν δυναμένοις καὶ βουλεύ‐ | |
15 | εσθαι εἰδόσι πρόσεστιν· ἡ γὰρ μετὰ βουλῆς ὄρεξις προαίρεσις καλεῖται, ἄλλως τε καὶ τὰ ἐξαίφνης ὑφ’ ἡμῶν γινόμενα μὴ προβουλευσαμένων ἑκούσια μὲν λέγονται, προαιρετὰ δὲ οὐδαμῶς. οὐ γάρ ἐστιν ἡ προαίρεσις θυμὸς ἢ ἐπιθυμία ἢ βούλησις ἢ δόξα, καθώς τινες ὑπειλήφασιν. ὁ μὲν θυμὸς καὶ ἡ ἐπιθυμία κοινή ἐστι καὶ ἡμῖν καὶ τοῖς ἀλόγοις, προαίρεσις δὲ οὐδα‐ | |
20 | μῶς. ἔτι δὲ καὶ ὁ ἀκρατὴς οὐ λέγεται προαιρούμενος πράττειν ἃ πράττει ἀλλ’ ἐπιθυμῶν· ὁ δὲ ἐγκρατὴς λέγεται πράττειν προαιρούμενος, οὐκ ἐπι‐ θυμῶν. ἔτι προαιρέσει μὲν ἐπιθυμία ἐναντίον ἐστί· καὶ γὰρ προαιρούμεθα πολλάκις ἐναντία ὧν ἐπιθυμοῦμεν· ἐπιθυμία δὲ ἐπιθυμίας οὐκ ἔστιν ἐναν‐ τίον· ἡ ἄρα προαίρεσις οὐκ ἔστιν ἐπιθυμία. ἔτι ἡ μὲν ἐπιθυμία λυπηρά | |
25 | ἐστι καὶ τὸ ἡδὺ ἀεὶ ἀντικείμενον ἔχει (πρὸς αὐτὸ γὰρ ἀεὶ φέρεται), ἡ δὲ προαίρεσις οὔτε λυπηρά ἐστιν οὔτε τὸ ἡδὺ ἀντικείμενον ἔχει. ἔτι δὲ οὐδὲ ὁ θυμὸς προαίρεσίς ἐστι, καὶ πολλῷ μᾶλλον ἢ ἡ ἐπιθυμία· ἥκιστα γὰρ τὰ διὰ θυμὸν γινόμενα κατὰ προαίρεσιν εἶναι δοκεῖ. ἀλλὰ μὴν οὐδὲ βούλησίς ἐστιν ἡ προαίρεσις· καίτοι ἔγγιστα εἶναι ταῦτα δοκεῖ. ἡ | |
30 | μὲν γὰρ προαίρεσις οὐκ ἔστι τῶν ἀδυνάτων· οὐ γὰρ προαιρούμεθα ἵπ‐ τασθαι ἢ ἀθάνατοι εἶναι ἀλλὰ βουλόμεθα (ὁ γὰρ τὰ τοιαῦτα προαιρούμενος δοκοίη ἂν ἠλίθιος εἶναι)· ἡ προαίρεσις ἄρα οὐκ ἔστι βούλησις. καὶ βουλόμεθα μὲν πολλάκις ἅπερ οὐχ ἡμεῖς αὐτοὶ ἀλλ’ ἕτεροι ποιοῦσιν, οἷον ὑποκριτήν τινα νικᾶν τῶν ἐν τῇ σκηνῇ ἢ ἀθλητήν· προαιρεῖται δὲ | |
35 | ταῦτα οὐδεὶς ἀλλ’ ὅσα οἴεται γενέσθαι ἂν δι’ αὑτοῦ. ἔτι ἡ μὲν βούλησις τοῦ τέλους ἐστὶν ἀεί, ἡ δὲ προαίρεσις τῶν πρὸς τὸ τέ‐ λος φερόντων· βουλόμεθα μὲν γὰρ τὴν ὑγίειαν, προαιρούμεθα δὲ ἃ πρὸς | |
αὐτὴν φέρει, καὶ δι’ ὧν ἔστιν ὑγιαίνειν· καὶ τὴν μὲν εὐδαιμονίαν καὶ βου‐ | 45 | |
46 | λόμεθα καί φαμεν βούλεσθαι, προαιρεῖσθαι δὲ οὐ λέγομεν, ἐπεὶ μηδὲ ἁρμόζει. καὶ ὅλως ἔοικεν ἡ προαίρεσις τῶν ἐφ’ ἡμῖν εἶναι. ἀλλὰ μὴν οὐδὲ δόξα ἐστίν. ἡ μὲν γὰρ δόξα περὶ πάντα ὁμοίως ἐστὶ καὶ τὰ ἀίδια καὶ τὰ ἐφ’ ἡμῖν καὶ τὰ ἀδύνατα, ἡ δὲ προαίρεσις τῶν ἐφ’ ἡμῖν ἐστι μό‐ | |
5 | νον. ἔτι ἡ δόξα τῷ ψευδεῖ καὶ τῷ ἀληθεῖ διαιρεῖται· τὴν μὲν γὰρ τῶν δοξῶν ἀληθῆ λέγομεν, τὴν δὲ ψευδῆ· ἡ δὲ προαίρεσις τῷ ἀγαθῷ καὶ τῷ κακῷ μᾶλλον διαιρεῖται· τὴν μὲν γὰρ τοῦ ἀγαθοῦ λέγομεν, τὴν δὲ τοῦ κακοῦ. τῇ μὲν οὖν καθόλου δόξῃ ταὐτὸν εἶναι τὴν προαίρεσιν οὐδενὶ δο‐ κεῖ· οὐ μόνον δὲ τῇ καθόλου δόξῃ οὐκ ἔστι ταὐτόν, ἀλλ’ οὐδέ τινι. ἀπὸ | |
10 | μὲν γὰρ τῆς προαιρέσεως ποιοί τινες γινόμεθα· τῷ γὰρ προαιρεῖσθαι τὰ κακὰ κακοὶ γινόμεθα, καὶ τῷ προαιρεῖσθαι τὰ ἀγαθὰ ἀγαθοί· ἀπὸ δὲ τῆς δόξης οὐκέτι. ἔτι προαιρούμεθα μὲν πράττειν τι ἢ μὴ πράττειν, λαβεῖν τι ἢ φυγεῖν ἤ τι τῶν τοιούτων· δοξάζομεν δὲ τί ἐστιν ὃ προαιρού‐ μεθα ἢ ἄλλο τι, ἢ τίνι συμφέρει ἢ πῶς· λαβεῖν δὲ ἢ φυγεῖν τι ἢ ἑλέ‐ | |
15 | σθαι οὐκ ἔστι τῆς δόξης· ἡ ἄρα προαίρεσις οὐκ ἔστι δόξα. ἔτι ἡ μὲν προαίρεσις ἐπαινεῖται, ὅταν προαιρώμεθα ἃ δεῖ· ἡ δὲ δόξα ἐπαινεῖται, ὅταν δοξάζωμεν τὰ ἀληθῆ. ἔτι προαιρούμεθα μέν, ἃ σφόδρα γινώσκομεν ἀγαθὰ εἶναι, δοξάζομεν δὲ ἃ οὐ πάνυ γινώσκομεν ἀληθῆ εἶναι. ἔτι ὁ αὐ‐ τὸς οὐχ ὁμοίως προαιρεῖται καὶ δοξάζει· δοξάζει μὲν γὰρ πολλάκις καλῶς | |
20 | δοξάζων τὰ ἀληθῆ, προαιρεῖται δὲ τὰ φαῦλα· οὐκ ἄρα ταὐτὸν δόξα καὶ προαίρεσις. εἰ δὲ πολλάκις ἡ δόξα προηγεῖται τῆς προαιρέσεως ἢ παρα‐ κολουθεῖ, οὐ διὰ τοῦτο ταὐτὸν ἔσται δόξα καὶ προαίρεσις· τοῦτο γὰρ οὐ‐ δὲν κωλύει διάφορα εἶναι. | |
24n | Περὶ προαιρέσεως τί ἐστι καὶ περὶ τίνα, καὶ περὶ βουλεύσεως. | |
25n | κεφ. δʹ. | |
26 | Ἐπεὶ δὲ οὔτε ἐπιθυμία ἐστὶν ἡ προαίρεσις οὔτε θυμὸς οὔτε βούλησις οὔτε δόξα, ζητητέον τί ἐστιν ἢ ποῖόν τί ἐστι. φαίνεται μὲν οὖν, ὅτι ἑκούσιόν ἐστιν, οὐκ αὐτὸ τὸ ἑκούσιον, καθὼς εἴρηται· οὐ γὰρ πᾶν ἑκού‐ σιον προαιρετόν, ἀλλὰ τῶν ἑκουσίων ἐκεῖνο μόνον προαιρετὸν καλεῖται, ὃ | |
30 | προβουλευόμενοι ποιοῦμεν· ἡ γὰρ προαίρεσις μετὰ λόγου καὶ δια‐ νοίας. φαίνεται δὲ καὶ ἀπὸ τοῦ ὀνόματος· τὸ γὰρ προαιρετὸν δοκεῖ ση‐ μαίνειν τὸ πρὸ ἑτέρων αἱρετόν. τούτων δὲ ὑποκειμένων, ζητητέον πότερον περὶ πάντων δυνατὸν βουλεύσασθαι ἢ περὶ ἐνίων οὐ δυνατόν, ἵνα γνῶμεν ἐντεῦθεν, τίνων ἐστὶν ἡ προαίρεσις καὶ τίνων οὐκ ἔστι. τῶν γὰρ βουλευ‐ | |
35 | τῶν καὶ ἡ προαίρεσίς ἐστι. βουλευτὸν δὲ λέγω, περὶ οὗ βουλεύεται οὐκ ἠλίθιος ἢ μαινόμενος ἀλλ’ ὁ νοῦν ἔχων. ἡ τοίνυν βουλὴ οὔτε περὶ τῶν ἀιδίων ἐστίν, οἷον περὶ τοῦ κόσμου (οὐδεὶς γὰρ βουλεύεται πῶς δεῖ κινεῖσθαι τὰ οὐράνια σώματα), ἢ περὶ τῶν ἀδυνάτων ἄλλως εἶναι, οἷον | |
περὶ τῆς πλευρᾶς τοῦ τετραγώνου καὶ τῆς διαμέτρου, ποιῆσαι λόγον τινὰ | 46 | |
47 | ἔχειν πρὸς ἀλλήλας, ὃν ἀριθμὸς πρὸς ἀριθμὸν οὔτε περὶ τῶν κινουμένων ἀεὶ ὡσαύτως ἢ ἀνάγκῃ ἢ φύσει ἢ δι’ ἄλλην τινὰ αἰτίαν, οἷον τροπῶν καὶ ἀνατολῶν ἀλλ’ οὐδὲ περὶ τῶν ἄλλοτε ἄλλως ἐχόντων βουλευ‐ σόμεθα, οἷον αὐχμῶν καὶ ὄμβρων. οὐδὲ 〈περὶ〉 τῶν ἀπὸ τῆς | |
5 | τύχης, οἷον θησαυροῦ εὑρέσεως· ὅτι οὐδὲν τούτων ἐφ’ ἡμῖν ἔστιν οὐδὲ ἀνθρώπινον. καὶ μὴν οὐδὲ περὶ τῶν ἀνθρωπικῶν πάντων βου‐ λευσόμεθα ἀλλὰ μόνον περὶ τῶν ἐφ’ ἡμῖν καὶ ἅπερ ἂν αὐτοὶ πράξαιμεν ἢ δι’ ἡμῶν αὐτῶν ἢ δι’ ἑτέρων· οὐ γὰρ Λακεδαιμόνιοι περὶ τῆς τῶν Σκυθῶν πολιτείας βουλεύσονται, πῶς ἂν Σκύθαι ὀρθῶς πολιτεύοιντο. οὐδὲν | |
10 | γὰρ τῶν εἰρημένων δι’ ἡμῶν ἂν γένοιτο. βουλευόμεθα δὲ περὶ τῶν ἐφ’ ἡμῖν πρακτῶν, ἅτινα γνωσόμεθα οὕτω. τρία εἰσὶ τὰ αἴτια ἐν τοῖς οὖσι φύσις ἀνάγκη καὶ τύχη, ἔτι δὲ νοῦς καὶ πᾶν τὸ δι’ ἀνθρώπου, οἷον τέχνη ἢ ἄλλη τις πρᾶξις. οἱ δὲ ἄνθρωποι βουλεύονται οὔτε περὶ ὧν αἰτία ἡ φύσις οὔτε περὶ ὧν ἡ ἀνάγκη αἰτία ἢ ὧν ἡ τύχη, ἀλλὰ περὶ | |
15 | μόνων ἐκείνων, ὧν αἰτία ἐστὶν ἡ ἀνθρωπίνη μέθοδος καὶ ἡ πρᾶξις. ἔτι δὲ οὐδὲ περὶ πασῶν τῶν ἀνθρωπίνων μεθόδων οἱ ἄνθρωποι βουλεύονται. περὶ γὰρ τὰς ἀκριβεῖς καὶ αὐτάρκεις τῶν ἐπιστημῶν οὐκ ἔστι βουλή, οἷον περὶ τῶν γραμμάτων· οὐ γὰρ διστάζομεν πῶς γρα‐ πτέον, ὅτι ἐγνωσμένον ἐστὶν ἀκριβῶς καὶ ὡρισμένα εἰσὶ τὰ σημεῖα. ἀλλ’ | |
20 | ὅσα γίνονται ὑφ’ ἡμῶν δυνάμενα πολλαχῶς γενέσθαι, περὶ τούτων βου‐ λευόμεθα, οἷον περὶ τῶν κατὰ τὴν ἰατρικὴν πράξεων, αἵτινες οὐ πάνυ εἰσὶν ὡρισμέναι ἢ τὴν χρηματιστικήν (πολλαχῶς γὰρ δυνατὸν χρηματί‐ σασθαι) ἢ τὴν κυβερνητικὴν ἢ γυμναστικήν· καὶ μᾶλλον 〈περὶ〉 τῶν κατὰ τὴν κυβερνητικὴν βουλευσόμεθα ἢ τὴν γυμναστικήν, ἐπεὶ καὶ ἔλαττόν ἐστιν | |
25 | ἀκριβὴς ἡ κυβερνητική· καὶ περὶ τῶν λοιπῶν ὁμοίως. πλέον δὲ περὶ τῶν κατὰ τὰς τέχνας βουλευσόμεθα ἢ τὰς ἐπιστήμας· πλέον γὰρ διστάζομεν ἐν ταῖς τέχναις, ὅτι ἔλαττόν εἰσιν ὡρισμέναι τῶν ἐπιστημῶν. τὸ δὲ βου‐ λεύεσθαί ἐστι μὲν τῶν ὡς ἐπὶ τὸ πλεῖστον ἐνδεχομένων γίνεσθαι· ὅταν δὲ καὶ ἐπὶ τούτων ὁ τρόπος ἄδηλος ᾖ, πῶς δηλονότι γενήσεται καὶ ἐν οἷς, | |
30 | οὐκ ἔστι δυνατὸν τὴν βούλευσιν ὡρισμένην εἶναι. διὰ τοῦτο καὶ συμβού‐ λους παραλαμβάνομεν, ὅταν ᾖ περὶ μεγάλων ἡ βουλή· καὶ γὰρ ἀπιστοῦμεν ἡμῖν αὐτοῖς ὡς οὐχ ἱκανοῖς περὶ τοῦ πράγματος διαγνῶναι. βου‐ λευόμεθα δὲ οὐ περὶ τῶν τελῶν ἀλλὰ περὶ τῶν πρὸς τὰ τέλη. ὁ γὰρ ἰατρὸς οὐ βουλεύσεται δοῦναι τὴν ὑγίειαν τῷ κάμνοντι (οὐ γὰρ ἐν‐ | |
35 | δέχεται πρὸς ἄλλο τι βλέπειν τὸν ἰατρὸν καὶ τούτου χάριν οὐ χρείαν ἕξει βουλεύσεως), ἀλλὰ περὶ τῶν φερόντων εἰς τὴν ὑγίειαν, περὶ τούτων βου‐ λεύσεται, ἅτινα πολλαχῶς ἐνδέχεται γενέσθαι· ὁμοίως δὲ καὶ ὁ ῥήτωρ οὐ βουλεύσεται περὶ τῆς πειθοῦς ἀλλὰ περὶ τῶν φερόντων εἰς τὴν πειθώ, καὶ ὁ πολιτικὸς οὐ καθίζει τὴν βουλήν, ἵνα γνῷ περὶ τῆς εὐνομίας (εἰ δεῖν | |
40 | καλῶς τὰ πράγματα αὐτὸν διοικῆσαι), ἀλλὰ περὶ τῶν συνιστάντων τὴν εὐνο‐ | 47 |
48 | μίαν βουλεύσεται. καὶ ὅλως πάντες οἱ τοιοῦτοι τὸ μὲν τέλος ὑποτιθέασι, ζητοῦσι δὲ πῶς καὶ διὰ τίνων ἀφίξονται πρὸς αὐτό. καὶ πολλῶν ὄντων δι’ ὧν ἔστι τυχεῖν τοῦ σκοποῦ, ζητοῦσι διὰ τίνος ῥᾷστα καὶ κάλλιστα τὸ τέλος εὑρήσουσιν. ὅταν δὲ δι’ ἑνὸς ἐνδέχηται μόνου, τότε οὐ τοῦτο | |
5 | ζητοῦσιν, ἀλλὰ τὸν τρόπον πῶς χρησόμεθα αὐτῷ, καὶ τίνι πράξει μετα‐ χειρισάμενοι, διὰ τούτου τοῦ τέλους τευξόμεθα. καὶ πάλιν ἐκείνην τὴν πρᾶξιν διὰ τίνος ἐργασόμεθα κἀκεῖνο διὰ τίνος, ἕως ἂν ἔλθωμεν ἐπὶ τὸ ἀμέσως γινόμενον καὶ οὐ δι’ ἄλλου, ὅ ἐστι τὸ πρῶτον αἴτιον τοῦ τέλους, ὅπερ τελευταῖον εὑρίσκεται. οὕτω γὰρ ὁ βουλευόμενος ἀπὸ τοῦ τέλους | |
10 | ἀρχόμενος διὰ τῶν πρὸς τὸ τέλος ὁδεύει, μέχρι τοῦ πρώτου αἰτίου τὴν πρᾶξιν πᾶσαν ἀναλύων, καθάπερ οἱ μαθηματικοὶ τὰ διαγράμματα. ἔστι τοίνυν ἡ μὲν βούλευσις ζήτησίς τις· οὐ πᾶσα δὲ ἡ ζήτησις βούλευσις. ἡ γὰρ μαθηματικὴ ζήτησις οὐκ ἔστι βούλευσις, καίτοι, καθὼς εἴρηται, τρόπον τινὰ ὁμοίως καὶ ὁ βουλευόμενος καὶ ὁ μαθηματικὸς ἀναλύει· καὶ ὃ ἔσχα‐ | |
15 | τον εὑρίσκεται ἀναλύοντι, τοῦτο ἔργον πρῶτον γίνεται τῷ βουλευομένῳ, καθάπερ ὁ μαθηματικὸς πρὸς ὃ ἔσχατον ἀφίξεται ἀναλύων, τοῦτο ὑποτι‐ θεὶς καὶ ἀπὸ τούτου διὰ τῶν ἄλλων ὁδεύων ἀποδείκνυσι τὸ προκείμενον. καὶ ἄμφω δὲ εἰ ἀναλύοντες ἀδυνάτοις ἐντύχοιεν ἀφίστανται τοῦ ζητήματος, οἷον εἰ χρημάτων δεήσει πρὸς τὸ ζητούμενον τέλος, ὃ τούτων ἄνευ οὐκ | |
20 | ἔνι γενέσθαι, ἀδύνατον δὲ φανείη ταῦτα πορισθῆναι, περὶ τοῦ τρόπου οὐ‐ κέτι ζητοῦσιν ἀλλ’ ἀφίστανται· εἰ δὲ δυνατόν, ἐγχειροῦσι πράττειν. ἐκεῖνα δὲ δυνατὰ καλοῦμεν, ἃ δι’ ἡμῶν γένοιτ’ ἄν· τὰ γὰρ διὰ τῶν φίλων τρόπον τινὰ δι’ ἡμῶν γίνονται· ἡ γὰρ αἰτία καὶ τούτων ἐν ἡμῖν ἐστι· βουλευόμεθα δέ, καθὼς εἴρηται, ποτὲ μὲν περὶ τῶν ὀργάνων, ποτὲ | |
25 | δὲ περὶ τῆς χρήσεως αὐτῶν, καὶ ἁπλῶς, ποτὲ μὲν περὶ τῶν φερόντων εἰς 〈τὸ〉 τέλος πῶς ἂν ληφθεῖεν, ποτὲ δὲ περὶ τοῦ τρόπου πῶς χρησόμεθα αὐτοῖς ἢ διὰ τίνος. φαίνεται δὴ ἀπὸ τῶν εἰρημένων, μὴ εἶναι τὸ τέλος βουλευτόν. βουλευτὰ μὲν γάρ εἰσιν, ὧν κύριος ὁ ἄνθρωπός ἐστι ποιῆσαι ἢ μή· ὧν δὲ ὁ ἄνθρωπος κύριός ἐστιν, ἐκεῖνα πράξεις ἀνθρώπιναί εἰσιν· | |
30 | αἱ δὲ ἀνθρώπιναι πράξεις ἄλλων ἕνεκα γίνονται· ἃ δὲ ἄλλων ἕνεκα γίνον‐ ται, οὐκ εἰσὶ τέλη· τὸ βουλευτὸν ἄρα οὐκ ἔστι τέλος. οὔτε τοίνυν τὸ τέλος ἐστὶ βουλευτόν, οὔτε τῶν πρὸς τὸ τέλος ὅσα καθ’ ἕκαστα, οἷον εἰ ἄρτος τοῦτο, εἰ πέπεπται, εἰ πεποίηται ὡς δεῖ· ταῦτα γὰρ αἰσθήσει γινώσκομεν, οὐ βουλῇ καὶ κρίσει· εἰ δὲ περὶ τούτων ἀεὶ βουλεύσεται, εἰς ἄπειρον | |
35 | ἥξει. τὸ μὲν οὖν βουλευτὸν τοῦτό ἐστι· τὸ δὲ προαιρετόν ἐστι βουλευτὸν ὡρισμένον· τὸ γὰρ ἀπὸ τῆς βουλῆς προκριθὲν προαιρετὸν καλεῖται· μετὰ γὰρ τὸ προκρῖναι ὃ δέον γενέσθαι, οὐκέτι περὶ τοῦ πράγματος βουλευό‐ μεθα, ἀλλὰ γινώσκομεν ὡρισμένως ὡς δεῖ ποιεῖν· ἀνάγομεν γὰρ τὴν μὲν τοῦ πράγματος τοῦ ζητουμένου ἀρχὴν εἰς τὴν ἡμετέραν βούλησιν, τὴν δὲ | |
40 | ἡμετέραν κρίσιν καὶ βούλησιν εἰς τὴν προαίρεσιν, ἥτις ἐστὶν ἀρχὴ ἤδη τῆς | 48 |
49 | πράξεως. τοῦτο δὲ δῆλον καὶ ἀπὸ τῶν ἀρχαίων πολιτειῶν, ἃς Ὅμηρος ἐν ταῖς ῥαψῳδίαις ἐμιμεῖτο· εἰσάγει γὰρ τοὺς βασιλεῖς μετὰ τὴν βουλὴν τὸ προκριθὲν ἀπαγγέλλοντας τῷ δήμῳ ὥσπερ τῇ προαιρέσει, ὥστε πραχθῆ‐ ναι. ἐπεὶ τοίνυν τὸ προαιρετὸν βουλευτόν ἐστιν, ὀρεκτὸν τῶν ἐφ’ ἡμῖν | |
5 | δηλονότι, ὃ μετὰ τὴν βουλὴν ὀρεγόμεθα δυνάμενοι τοῦτο ποιῆσαι, φανερόν, ὅτι ἡ προαίρεσις εἴη ἂν ὄρεξις βουλευτικὴ τῶν ἐφ’ ἡμῖν. ἐκ τοῦ βου‐ λεύσασθαι γὰρ κρίναντες ὀρεγόμεθά [τι] κατὰ τὴν βούλευσιν. οὗτος μὲν οὖν ὁ ὁρισμὸς τῆς προαιρέσεως ὡς ἐν τύπῳ. εἴρηται δὲ καὶ περὶ ποῖά ἐστιν, ὅτι τὰ πρὸς τὸ τέλος. | |
10n | Περὶ βουλήσεως καὶ βουλητοῦ. κεφ. εʹ. | |
11 | Δεῖ δὲ καὶ περὶ τῆς βουλήσεως εἰπεῖν ἤδη. ὅτι μὲν οὖν ἡ βούλησις τοῦ τέλους ἐστίν, ἀπὸ τῶν προειρημένων ἐδείχθη· ἀμφισβητεῖται δὲ πό‐ τερον παντὸς τέλους, οὗ τις ἂν ἐθέλοι τυχεῖν, ἡ βούλησίς ἐστιν, ἢ τοῦ ἀγαθοῦ μόνου. καὶ τοίνυν οἱ μὲν λέγουσιν αὐτὴν τοῦ ἀγαθοῦ μόνου, οἱ | |
15 | δὲ τοῦ δοκοῦντος, ἢ ὄντος δὲ ἢ μὴ ὄντος. συμβαίνει δὲ τοῖς μὲν λέγουσι τὸ ἀγαθὸν μόνον βουλητὸν εἶναι τὸ κακὸν λέγειν μὴ εἶναι τῷ μοχθηρῷ βουλητόν· καίτοι βουλητόν ἐστιν αὐτῷ. τοῖς δὲ λέγουσι τὸ δοκοῦν ἀγαθὸν ἐκεῖνο εἶναι τὸ βουλητόν, οὐ δι’ ἑαυτό, ἀλλὰ μόνον τὸ ἑκάστῳ δοκοῦν, ἐπειδὴ ἄλλῳ ἄλλο δοκεῖ ἀγαθόν, καὶ τὸ αὐτὸ τῷ μὲν ἀγαθὸν δοκεῖ, τῷ | |
20 | δὲ κακόν, ἢ ὁ αὐτὸς ἄνθρωπος τὰ ἐναντία ἀγαθὰ νομίζει πολλάκις, καὶ οὕτως οὐδὲν ἔσται βουλητὸν φύσει καὶ δι’ ἑαυτό. εἰ δὲ ταῦτα οὐ δοκεῖ εἰκότα εἶναι, ἐκεῖνο ἐροῦμεν· βουλητὸν μὲν εἶναι φύσει καὶ ἀληθείᾳ καὶ δι’ ἑαυτὸ τὸ ἀγαθόν· πὴ δὲ καὶ ἑκάστῳ τῶν ἀνθρώπων τὸ δοκοῦν ἀγα‐ θὸν βουλητόν ἐστιν. εἰ γὰρ καὶ τῇ ἀληθείᾳ οὐκ ἔστιν ἀγαθόν, ἀλλὰ κατά | |
25 | τινα περίστασιν ἀγαθόν ἐστιν, οἷον τὸ λωποδυτεῖν κακὸν μέν ἐστι τῇ φύσει, τῷ λωποδύτῃ δὲ καὶ κατά τινα καιρὸν ἀγαθόν· διὰ τοῦτο καὶ δοκεῖ ἀγα‐ θὸν ἁπλῶς εἶναι· καθόσον δὲ ἀγαθὸν καὶ βουλητόν ἐστιν. ὥστε συμβαίνει τὸ δοκοῦν ἀγαθὸν πὴ εἶναι βουλητόν· τῷ μὲν οὖν σπουδαίῳ τὸ ἀληθῶς ἀγαθὸν βουλητόν ἐστι, τῷ δὲ φαύλῳ τὸ τυχόν. ὥσπερ ἔχει καὶ ἐπὶ | |
30 | τῶν σωμάτων· τοῖς μὲν ὑγιαίνουσι καὶ εὖ ἔχουσι τὰ σώματα ὑγιεινὰ δοκεῖ τὰ κατὰ ἀλήθειαν ὑγιεινά, τοῖς δὲ ἐπινόσοις ἕτερα· ὁμοίως δὲ καὶ πικρὰ καὶ γλυκέα τοῖς μὲν ὑγιαίνουσι τὰ ὄντα πικρὰ τῇ φύσει καὶ γλυκέα τοιαῦτα δοκεῖ· ὁμοίως καὶ θερμὰ καὶ βαρέα καὶ τῶν ἄλλων ἕκαστα· τοῖς δὲ νοσοῦσι τὰς αἰσθήσεις ἑτεροῖα. οὕτω τοίνυν καὶ ἐπὶ | |
35 | τῶν ἀγαθῶν καὶ ἡδέων καὶ κακῶν ὁ μὲν σπουδαῖος τὰ ὄντα νομίζει καὶ τὰ ἀληθῆ, ὁ δὲ φαῦλος τἀναντία πολλάκις· καθ’ ἑκάστην γὰρ τῶν ψυχι‐ κῶν διαθέσεών ἐστί τι ἴδιον ἀγαθὸν καὶ ἡδύ. καὶ τούτῳ διαφέρει τῶν φαύλων ὁ σπουδαῖος, ὅτι διακρίνει τὸ ἀγαθὸν τοῦ ἡδέος καὶ τὸ ἀληθὲς | |
ἐν πᾶσιν ὁρᾷ, καθάπερ κανὼν καὶ μέτρον αὐτῶν γινόμενος· οἱ δὲ φαῦ‐ | 49 | |
50 | λοι, μὴ δυνάμενοι τὸ ἀληθὲς συνιδεῖν, ὑπὸ τῆς ἡδονῆς ἀπατῶνται, νομί‐ ζοντες ἀγαθὰ τὰ ἡδέα, οὐκ ὄντα φύσει ἀγαθά· ὁμοίως δὲ καὶ τὰ λυπηρὰ φεύγουσιν, οὐκ ὄντα φύσει πονηρὰ καὶ φευκτά. | |
4n | Ὅτι καὶ ἡ ἀρετὴ καὶ ἡ κακία ἑκούσιον. κεφ ϛʹ. | |
5 | Ἐπεὶ δὲ τὰ μὲν τέλη βουλητά, τὰ δὲ πρὸς τὰ τέλη βουλευτὰ καὶ προαιρετά, φανερὸν ὅτι αἱ πράξεις αἱ περὶ τὰ βουλευτὰ καὶ προαιρετὰ κατὰ προαίρεσιν εἶεν ἂν ἑκούσιοι. τοιαῦται δὲ αἱ κατ’ ἀρετὴν πράξεις· περὶ γὰρ τὰ βουλευτὰ καὶ προαιρετὰ γίνονται. ἐφ’ ἡμῖν ἄρα ἐστὶν ἡ ἀρετὴ καὶ ἡ κακία· αἱ γὰρ πράξεις, δι’ ὧν ἐθίζομεν ἑαυτοὺς εἰς τὴν ἀρετήν, | |
10 | προαιρεταὶ καὶ ἐφ’ ἡμῖν εἰσιν. εἰ δὲ τὸ πράττειν τὸ ἀγαθὸν ἐφ’ ἡμῖν, καὶ τὸ μὴ πράττειν ἐφ’ ἡμῖν ἐστιν· ἐν οἷς γὰρ τὸ μή, καὶ τὸ ναί. καὶ εἰ τὸ πράττειν τὸ ἀγαθὸν ἐφ’ ἡμῖν ἐστιν, ἀγαθὸν ὄν, καὶ τὸ μὴ πράττειν αὐτό, αἰσχρὸν ὄν, ἐφ’ ἡμῖν ἔσται· καὶ εἰ τὸ μὴ πράττειν τὸ κακόν, ἀγα‐ θὸν ὄν, ἐφ’ ἡμῖν ἐστι, καὶ τὸ πράττειν τὸ κακόν, αἰσχρὸν ὄν, ἐφ’ ἡμῖν | |
15 | ἐστι. ταῦτα δὲ ἡμᾶς ἀγαθοὺς ἢ κακοὺς ποιεῖ· ὥστε ἐφ’ ἡμῖν ἐστι τὸ ἐπιεικέσιν εἶναι ἢ πονηροῖς. τὸ δὲ λέγειν ὡς οὐδεὶς ἑκὼν πονηρὸς οὐδ’ ἄκων μακάριος, τὸ μὲν ἀληθὲς δοκεῖ, τὸ δὲ ψεῦδος. τὸ μὲν γάρ, οὐδεὶς ἂν γένοιτο μακάριος ἄκων, ἀληθές, ψεῦδος δὲ τὸ πρῶτον. ἡ γὰρ μοχθηρία οὐδαμῶς ἀκούσιον· δέδεικται γὰρ ἀπὸ τῶν εἰρημένων, τὸν ἄν‐ | |
20 | θρωπον ἀρχὴν εἶναι τῶν ἰδίων πράξεων· ὧν δὲ αἱ ἀρχαὶ ἐν ἡμῖν, ταῦτα ἐφ’ ἡμῖν ἐστι καὶ ἑκούσια· ὥστε διὰ τοῦτο πᾶσαν ἀνθρωπίνην πρᾶξιν ἑκούσιον εἶναι, ὁμοίως τήν τε ἀγαθὴν καὶ τὴν πονηράν. τούτῳ δὲ τῷ λόγῳ καὶ οἱ ἰδιῶται καὶ οἱ νομοθέται μαρτυροῦσι, δι’ ὧν πράττουσι· καὶ γὰρ τιμωροῦνται μὲν καὶ κολάζουσι τοὺς ποιοῦντας τὰ πονηρά, ἐὰν μὴ | |
25 | ποιῶσιν ἑτέρωθεν βιασθέντες, ἢ ἀγνοοῦντες ἄγνοιαν ἧς οὔκ εἰσιν αἴτιοι αὐτοί· καθάπερ εἴ τις μεθύων πονηρόν τι ποιήσειεν ἀγνοήσας· οὗτος γὰρ καὶ τῆς ἀγνοίας αἴτιος ἐγένετο ἑαυτῷ· τοὺς δὲ τὰ καλὰ πράττοντας τιμῶσιν, ἵνα τοὺς ἄλλους προτρέψωνται μὲν ἐπὶ τὰ ἀγαθά, κωλύσωσι δὲ ποιεῖν τὰ φαῦλα. ὅθεν δῆλον, ὅτι νομίζουσιν ἐφ’ ἡμῖν εἶναι πονηροῖς τε | |
30 | εἶναι καὶ γενέσθαι ἀγαθοῖς, καὶ διὰ τοῦτο πείθειν τὰ τοιαῦτα ἐπιχειροῦ‐ σιν. ἃ γὰρ μήτε ἐφ’ ἡμῖν ἐστι μήτε ἑκούσια, οὐδεὶς πράττειν προτρέπεται νοῦν ἔχων· οὐδεὶς γὰρ πείθει τινὰ μὴ θερμαίνεσθαι ἢ ἀλ‐ γεῖν ἢ πεινῆν ἢ ἄλλο ὁτιοῦν τῶν τοιούτων, ὧν οὔκ ἐσμεν αὐτοὶ κύριοι· οὐ γὰρ δυνατὸν γενέσθαι τι πλέον ἀπὸ τῆς παρακλήσεως, οὐδ’ ἂν αὐτοὶ | |
35 | οἱ παρακαλούμενοι σφόδρα βουλώμεθα· οὐδὲν γὰρ ἧττον πεισόμεθα αὐτά. ὁμοίως δὲ καὶ εἴ τις ἄκων ἀγνοεῖ μὴ δυνάμενος εἰδέναι, τοῦτον οὐδεὶς προτρέψεται δυνηθῆναι εἰδέναι· οὐ γάρ ἐστιν ἐπ’ αὐτῷ εἰδέναι καὶ | |
ἀγνοεῖν· ὃς δὲ αἴτιός ἐστιν ἑαυτῷ τῆς ἀγνοίας, δι’ ἧς ἐποίησε τὸ πονηρόν, | 50 | |
51 | κολάζεται· καὶ γὰρ ἑκουσίως φαίνεται ἀγνοῶν, ὅτι ἐπ’ αὐτῷ ἐστιν εἰδέναι καὶ ἀγνοεῖν, καθάπερ ὁ μεθύων ἢ ὁ δι’ ἀμέλειαν ἀγνοῶν τὸν νόμον, ὃν ἐδύνατο ῥᾳδίως μαθεῖν· κἀκεῖνος γὰρ αἴτιός ἐστιν ἑαυτῷ καὶ τῆς ἀγνοίας καὶ τῆς μοχθηρίας καὶ ἑκών ἐστι μοχθηρός· ὁμοίως δὲ καὶ ἐπὶ τῶν | |
5 | ἄλλων, ἃ δυνατὸν μαθεῖν, οὐ γινώσκοντες ἁμαρτάνομεν· καὶ τούτων ἕνεκα δίδομεν δίκην τοῖς νομοθέταις. κύριοι γάρ ἐσμεν τοῦ μὴ ἀγνοεῖν, ὅτι ἐφ’ ἡμῖν ἐστι μὴ ἀμελεῖν ἀλλὰ ἐπιμεληθῆναι μαθεῖν. εἰ δέ τις καὶ τοιοῦτός ἐστιν, οἷος μὴ δύνασθαι ἐπιμεληθῆναι, οὐ διὰ τοῦτο φεύξεται τὴν δίκην· κολασθήσεται μὲν οὖν διὰ τοῦτο, ὅτι καὶ τοῦ μὴ δύνασθαι ἐπιμεληθῆναι | |
10 | αὐτὸς ἑαυτῷ αἴτιος ἐγένετο, ἀκρατῶς καὶ ἀνειμένως διαιτώμενος· ἀφ’ ἧς διαίτης καὶ οἱ πλείους μοχθηροὶ γίνονται καὶ ἄδικοι καὶ ἀκόλαστοι. καὶ γὰρ γίνονται μὲν καὶ ἀπὸ τῶν ἀδίκων καὶ ἀκολάστων πράξεων ἐθιζόμενοι ἄδικοι καὶ ἀκόλαστοι· γίνονται δὲ καὶ ὅταν αὐτὸ μὲν μὴ προκείμενον ἔχωσι τὸ κακουργεῖν, ζῶσι δὲ βίον ἀνειμένον καὶ τρυφῇ χαίρωσιν· ἀπὸ ταύτης | |
15 | γὰρ τῆς διαίτης καὶ ἐπὶ τὸ κακουργεῖν ἔρχονται. ἀεὶ γὰρ ἀπὸ τῶν ἐνερ‐ γειῶν ἐθιζόμενοι, καθὼς προείρηται, πονηροὶ ἢ ἀγαθοὶ γινόμεθα, ἢ ἄλλην τινὰ ἕξιν λαμβάνομεν. καθάπερ ὁρῶμεν καὶ τοὺς ἐθέλοντας γυμνικοὺς γενέσθαι ἢ ἄλλην τινὰ πρᾶξιν ἢ ἀγωνίαν ἀσκῆσαι ἐνεργοῦντας καὶ γυμνα‐ ζομένους ἐν πράξεσι, δι’ ὧν εἰς ἐκεῖνα ἀφίξονται. καὶ οὐδεὶς ἀγνοεῖ τοῦτο, | |
20 | ὅτι ἀπὸ τῶν ἐνεργειῶν εἰς ἕξιν ἐρχόμεθα κακιῶν ἢ ἀρετῶν, εἰ μὴ λίαν εἴη ἀναίσθητος. εἰ δὲ τοῦτο δῆλον ἅπασι, φανερόν ἐστιν ὅτι πάντες γινώ‐ σκουσι τὰ ἑαυτῶν ἔργα καὶ τὰς πράξεις, εἴτε πρὸς κακίαν φέρουσιν εἴτε πρὸς ἀρετήν· εἰδότες δὲ ἃ ποιοῦσιν, ἑκόντες εἰσὶν ἢ ἀγαθοὶ ἢ πονηροί. πάνυ γάρ ἐστιν ἄλογον τὸν ἀδικοῦντα λέγειν ὅτι οὐ βούλεται ἄδικος εἶναι | |
25 | ἢ τὸν ἀκόλαστον ὅτι οὐ βούλεται ἀκολασταίνειν· εἰ γὰρ καὶ βουλόμενος δίκαιος καὶ σώφρων γενέσθαι οὐ δύναται τῷ μακρῷ ἔθει κρατούμενος, καὶ οὕτως ἑκών ἐστι πονηρός. καὶ γὰρ καὶ ὁ διαίτῃ διεφθαρμένῃ χρώμενος καὶ ἀπειθῶν τοῖς ἰατροῖς καὶ διὰ τοῦτο νοσήσας ἑκὼν μὲν νοσεῖ· καὶ γὰρ ἐπ’ αὐτῷ ἦν ἡ δίαιτα· βουλόμενος δὲ ἀπαλλαγῆναι, οὐ δύναται· πρὶν μὲν | |
30 | γὰρ νοσῆσαι, ἐπ’ αὐτῷ ἦν τὴν ὑγίειαν φυλάττειν· προεμένῳ δὲ διὰ τῆς ἀκρατοῦς διαίτης οὐκ ἔστιν ἐπ’ αὐτῷ τὴν ὑγίειαν ἐπαναγαγεῖν, ὥσπερ λίθον μέν τις δύναται κατὰ πελάγους ἀφεῖναι, ἀφεὶς δὲ οὐ δύναται πάλιν ἐπα‐ ναλαβεῖν· ἀλλ’ ὅμως ἑκὼν ἔρριψε τὸν λίθον, ἐπ’ αὐτῷ γὰρ ἦν ῥῖψαι καὶ μή. οὕτω τοίνυν καὶ ἐπὶ τοῦ ἀδίκου καὶ τοῦ ἀκολάστου· πρὶν μὲν γὰρ | |
35 | πονηροὺς γενέσθαι καὶ εἰς ταύτην τὴν ἕξιν ἐλθεῖν ἐξῆν μὴ γενέσθαι, γε‐ νόμενοι δὲ οὐ δύνανται μὴ εἶναι. οὐ μόνον δὲ αἱ ψυχικαὶ κακίαι ἑκού‐ σιοί εἰσιν, ἀλλ’ ἐνίοις τῶν ἀνθρώπων καί τινες σωματικαὶ ἑκουσίως γίνον‐ ται, δι’ ἃς καὶ ἐπιτιμῶνται· τοῖς μὲν γὰρ κατὰ φύσιν αἰσχροῖς οὐ‐ δεὶς ἐπιτιμᾷ νοῦν ἔχων, τοῖς δὲ δι’ ἀγυμνασίαν καὶ ἀμέλειαν ἢ | |
40 | μοχθηρίαν τὰ σώματα διαφθείρασι, τούτοις μεμφόμεθα· ὃς μὲν γὰρ ἀπὸ | |
φύσεως τυφλὸς ἢ ὑπὸ νόσου ἢ ὑπὸ πληγῆς, τοῦτον οὐκ ὀνειδίζομεν ἀλλὰ | 51 | |
52 | μᾶλλον ἐλεοῦμεν, ὃς δὲ ἐξ οἰνοφλυγίας ἢ ἄλλης τινὸς μοχθηρίας διέφθειρε τοὺς ὀφθαλμούς, τούτῳ μεμφόμεθα καὶ ἐπιτιμῶμεν. φαίνεται τοίνυν, ὅτι τῶν σωματικῶν κακιῶν αἱ μὲν ἑκούσιοι καὶ ἐφ’ ἡμῖν ἐπιτι‐ μῶνται, αἱ δὲ ἀκούσιοι οὐδαμῶς· ὥστε καὶ ἐπὶ τῶν ἄλλων οὕτως ἂν | |
5 | ἔχοι· ἃς μὲν 〈γὰρ〉 κολάζομεν καὶ ὑπὲρ ὧν αἱ τιμωρίαι, πᾶσαί εἰσιν ἑκού‐ σιοι καὶ ἐφ’ ἡμῖν, αἱ δὲ μὴ τοιαῦται ἀκούσιοι· ἡ κακία ἄρα ἑκούσιον. δοκεῖ δὲ τῷ λόγῳ ἐκεῖνο ἐναντιοῦσθαι, ὅτι ἡ μὲν κακία γίνεται ἀπὸ τοῦ τιθέναι τοῖς ἔργοις τέλος πονηρόν· τοῦτο δὲ γίνεται ἀπὸ τοῦ νομίζειν, ὅτι ἀγαθόν ἐστι· τὸ δὲ νομίζειν τὸ ἀγαθὸν ἢ τοὐναντίον οὐκ ἔστιν ἐφ’ ἡμῖν. | |
10 | πάντες μὲν γὰρ ἐφιέμεθα τοῦ φαινομένου ἀγαθοῦ, τῆς δὲ φαντα‐ σίας ταύτης οὔκ ἐσμεν αὐτοὶ κύριοι· ἡ ἄρα κακία οὐκ ἔστιν ἑκούσιον. πρὸς δὴ τοῦτο ἐκεῖνο λέγομεν, ὅτι καὶ ἐπὶ τῆς ἀρετῆς ταῦτα ὁμοίως ἔχει, ἀλλ’ ἑκούσιόν ἐστιν· οὐδεὶς γὰρ ἄκων μακάριος. εἰ μὲν γὰρ ἀπὸ τῆς ἕξεως τῆς πονηρᾶς ἡ ἄγνοια γίνεται τοῦ ἀγαθοῦ καὶ ἀπὸ τῆς ἀγαθῆς ἡ γνῶσις | |
15 | τοῦ ἀγαθοῦ, φανερὸν ὅτι ἑκουσίως καὶ ἀγαθοὶ καὶ πονηροὶ γινόμεθα· τῆς γὰρ ἕξεως ἡμεῖς ἡμῖν αὐτοῖς αἴτιοι. εἰ δὲ ἡ γνῶσις τοῦ τέλους οὐκ ἔστιν ἀπὸ τῆς ἕξεως οὐδ’ ἔστι προαιρετή, ἀλλ’ ὥσπερ ὄψις ἀγαθὴ ἢ ἄλλο τι τῶν φυσικῶν ἐστιν, ὅπερ μὴ ἔχοντα οὐκ ἔνι λαβεῖν ἑτέρωθεν οὐδὲ αὐτόν τινα κτήσασθαι οἴκοθεν, ἀλλὰ φῦναι ἀνάγκη μετὰ τῆς τοιαύτης κρίσεως εἰ | |
20 | μέλλει κρίνειν καλῶς, ὅ ἐστιν ἡ τελεία καὶ ἀληθινὴ εὐφυΐα· εἰ δὴ ταῦτά ἐστιν ἀληθῆ, καὶ οὕτως ὁμοίως τῇ ἀρετῇ καὶ ἡ κακία ἑκούσιόν ἐστιν. ἡ γὰρ γνῶσις τοῦ τέλους ὡσαύτως ἐστὶ καὶ τῷ φαύλῳ καὶ τῷ σπουδαίῳ, εἴτε ἀπὸ τῆς ἕξεως γινώσκεται ἢ ἀγνοεῖται, ἢ φύσει καθὼς εἴρηται. εἰ δὲ τὴν ἀρετὴν ἑκούσιον λέγομεν, ὅτι τὸ μὲν τέλος φύσει ἐστὶ καὶ γινώσκε‐ | |
25 | ται τῷ σπουδαίῳ, τὰ δὲ πρὸς τὸ τέλος ἐπ’ αὐτῷ ἑλέσθαι καὶ μή, τί κω‐ λύει καὶ τὴν κακίαν διὰ ταῦτα ἑκούσιον εἶναι; καὶ γὰρ καὶ τὰ πρὸς τὸ τέλος ἄγοντα φαῦλον ἐφ’ ἡμῖν ἑλέσθαι καὶ μή. εἰ δὲ πάλιν ἑκούσιόν ἐστιν ἡ ἀρετή, ὅτι καὶ ἡ γνῶσις τοῦ τέλους ἀπὸ τῶν ἕξεων γίνεται τῶν ἀγαθῶν, ὧν αὐτοί πως συναίτιοί ἐσμεν, εἴη ἂν καὶ ἡ κακία διὰ τοῦτο | |
30 | ἑκούσιον, ὅτι ἀπὸ τῶν πονηρῶν ἕξεων ἀγνοεῖται τὸ τέλος. | |
31n | Ὅτι οὐχ ὁμοίως ἑκούσιά εἰσιν αἱ πράξεις καὶ ἕξεις. καὶ περὶ | |
32n | ἀνδρείας. κεφ. ζʹ. | |
33 | Τί μὲν οὖν ἐστιν ἡ ἀρετή, καθόλου καὶ ὁλοσχερῶς εἴρηται, ὅτι με‐ σότης ἐστὶ δύο κακιῶν, τῆς μὲν ἐλλείπουσα, τὴν δὲ ὑπερβάλλουσα· 〈καὶ〉 | |
35 | ὅτι ἕξις ἐστίν· ἔτι δὲ εἴρηται καὶ ὑπὸ τίνων γίνεται· καὶ ὅτι ὑφ’ ὧν ἐνερ‐ γειῶν καὶ πράξεων γίνεται, ταύτας πράττομεν μετὰ τὸ κτήσασθαι τὴν ἀρε‐ τήν· ἐδείχθη δὲ ὅτι καὶ ἐφ’ ἡμῖν ἐστι καὶ ἑκούσιος. νῦν δὲ ῥητέον, ὅτι οὐχ ὁμοίως ἐστὶν ἑκούσιον ἡ πρᾶξις καὶ ἡ ἕξις (καὶ γὰρ ἐδείχθη καὶ | |
ἄμφω ἑκούσια εἶναι)· τὰς μὲν οὖν πράξεις ποιοῦμεν γινώσκοντες κατὰ μέρος, | 52 | |
53 | καὶ διὰ τοῦτο κύριοί ἐσμεν καθάπαξ αὐτῶν ποιῆσαι ἢ μὴ ποιῆσαι ἀπ’ ἀρχῆς αὐτῶν μέχρι τέλους· καί εἰσιν ἑκούσιοι κυρίως· ἡ δὲ ἕξις οὐ γινώ‐ σκεται παντελῶς. γνώριμος γὰρ ἡ ἕξις οὐ δι’ ἑαυτήν ἐστιν ἀλλὰ διὰ τὰς πράξεις ἐξ ὧν γίνεται· τὰς μὲν γὰρ πράξεις σφόδρα γινώσκομεν ὅθεν τὴν | |
5 | ἕξιν λαμβάνομεν, τὴν δὲ ἕξιν οὐκέτι. καθάπερ καὶ ἐπὶ τῶν ἀρρωστιῶν γίνεται· τὴν μὲν γὰρ δίαιταν γινώσκοντες αἱρούμεθα, ἡ δὲ ἀρρωστία λελη‐ θότως ἐπακολουθεῖ. λέγεται τοίνυν ἡ ἕξις ἑκούσιος διὰ τὸ τὰς ἐνεργείας ἐξ ὧν γίνεται ἑκουσίους εἶναι· ταύτας γὰρ δυνατὸν ἦν μὴ ποιῆσαι. δεῖ δὲ ἤδη καὶ περὶ τῶν ἕξεων κατὰ μέρος διεξελθεῖν, τίς τέ ἐστιν ἑκάστη καὶ | |
10 | περὶ ποῖα πάθη τῆς ψυχῆς καὶ πῶς γίνεται· ἅμα δὲ ἀπὸ τούτων δῆλον ἔσται καὶ πόσαι εἰσί. καὶ πρῶτον περὶ τῆς ἀνδρείας διαληψόμεθα. ὅτι μὲν οὖν περὶ φόβους καὶ θάρρη ἐστὶ καὶ ὅτι μεσότης τούτων ἐστὶν ὑπερ‐ βάλλουσα μὲν τὴν δειλίαν, ἐλλείπουσα δὲ τῆς θρασύτητος, διὰ τῶν προει‐ ρημένων ἐφάνη· ῥητέον δέ, τίσιν ἀντίκειται. ὁ μὲν οὖν φόβος πρὸς τὰ | |
15 | φοβερὰ λέγεται καὶ τούτοις ἀντίκειται. φοβερὰ δέ εἰσι καθόλου πάντα τὰ δοκοῦντα κακά· διὸ καὶ τὸν φόβον ὁριζόμενοί φασιν εἶναι προσδοκίαν κακοῦ. φοβούμεθα οὖν πάντα τὰ κακά, οἷον ἀδοξίαν πενίαν νόσον ἀφιλίαν θάνατον· ἡ δὲ ἀνδρεία οὐ τούτοις πᾶσιν ἀντίκειται· οὐ γὰρ περὶ πάντα 〈δοκεῖ〉 ὁ ἀνδρεῖος εἶναι. φοβεῖται γὰρ ὁ ἀνδρεῖος, ἃ δεῖ | |
20 | φοβεῖσθαι· οὐ πάντα δὲ ταῦτα δέον μὴ φοβεῖσθαι ἀλλ’ ἔνια, οἷον ἀδοξίαν φοβεῖσθαι μὲν καλόν, μὴ φοβεῖσθαι δὲ αἰσχρόν, τὸ μὲν γὰρ αἰδήμονός ἐστιν ἀνθρώπου, τὸ δὲ ἀναισχύντου· εἰ καὶ ἀνδρεῖος ὁ τοιοῦτος καλεῖται κατὰ μεταφοράν, ὅτι ἔχει τι τοῦ ἀνδρείου, τὸ μὴ πάντα φοβεῖσθαι δηλο‐ νότι· ἄφοβος γάρ τίς ἐστι καὶ ὁ ἀνδρεῖος. πενίαν δὲ καὶ νόσον ἴσως | |
25 | οὐ δεῖ φοβεῖσθαι καὶ πάντα ὅσα μὴ ἀφ’ ἡμῶν αὐτῶν ἡμῖν συμβαί‐ νουσιν ἢ διὰ κακίαν. ὥσπερ δὲ ὁ μὴ φοβούμενος ἃ δέον φοβεῖσθαι οὐκ ἔστιν ἀνδρεῖος, εἰ μὴ κατὰ μεταφοράν, οὕτως οὐδὲ ὁ μὴ φοβούμενος ἃ μὴ δεῖ φοβεῖσθαι, ἀνδρεῖός ἐστιν, ἀλλὰ καθ’ ὁμοιότητα μόνον λέγεται ἀν‐ δρεῖος· καὶ γὰρ πολλοὶ ταῦτα μὴ φοβούμενοι ἀλλὰ ἐλευθέριοι ὄντες καὶ | |
30 | πρὸς χρημάτων ἀποβολὴν εὐθαρσῶς ἔχοντες δειλοί εἰσιν ἐν τοῖς πολεμικοῖς κινδύνοις. ὥσπερ δὲ ὁ φοβούμενος ἃ δεῖ μὴ φοβεῖσθαι οὐκ ἔστιν ἀνδρεῖος, οὕτως οὐδὲ ὁ μὴ φοβούμενος ἃ δεῖ φοβεῖσθαι ἀνδρεῖός ἐστιν, οἷον τὴν περὶ παῖδας ἢ γυναῖκα ὕβριν ὁ μὲν φοβούμενος οὐκ ἔστι δειλός, ὁ δὲ μὴ φοβού‐ μενος οὐκ ἔστιν ἀνδρεῖος· ἢ ἐάν τις μέλλων μαστιγοῦσθαι οὐ φοβῆται | |
35 | ἀλλὰ θαρρῇ· οὗτοι γὰρ ἃ δεῖ φοβεῖσθαι μὴ φοβούμενοι οὔκ εἰσιν ἀνδρεῖοι. ἔστι τοίνυν ἀνδρεῖος ὁ τὰ μέγιστα μὲν τῶν δεινῶν μὴ φοβούμενος· οὐδεὶς γὰρ καρτερικώτερος τοῦ ἀνδρείου· οὐκ ἀεὶ δὲ ὁμοίως· τινὰ γὰρ τῶν δει‐ νῶν διὰ τὸν τρόπον καθ’ ὃν ἐπάγονται φοβερά εἰσι καὶ τῷ ἀνδρείῳ, οἷον ὁ θάνατος μὲν δοκεῖ εἶναι τὸ ἔσχατον τῶν κακῶν, ὅτι πέρας ἐστὶ τοῦ βίου | |
40 | καὶ οὐ δυνατὸν τῷ τεθνεῶτι ἢ ἀγαθὸν ἢ κακὸν γενέσθαι· καὶ τούτου ἕνεκα | |
δοκεῖ μέγιστον εἶναι δεινὸν καὶ τοῖς ἀγαθοῖς καὶ τοῖς φαύλοις. ἀλλ’ ὁ | 53 | |
54 | μὲν ἀπὸ αἰσχρῶν γινόμενος αἰτιῶν φοβερός ἐστι τῷ ἀνδρείῳ, ὁ δὲ ἀπὸ τῶν ἀρίστων, οἷός ἐστιν ὁ ἐν πολέμῳ συμβαίνων, οὐκέτι, ἀλλὰ καὶ σφόδρα ἀγαπητός ἐστιν· ὁ δὲ ἐν νόσῳ ἢ ἐν θαλάττῃ θάνατος, καθόσον μὲν οὐκ ἐπῆλθε κατὰ σεμνοῦ τινος, φοβερὸς ἔσται τῷ ἀνδρείῳ, καθόσον δὲ λυ‐ | |
5 | πηρός ἐστιν, οὐδαμῶς. ὥστε λέγοιτο ἂν ἀνδρεῖος ὁ περὶ τὸν καλὸν θάνατον ἢ τὸν μὴ αἰσχρὸν ἀδεής, καὶ ὅσα θάνατον ἐπιφέρει αἰφνιδίως ἐπερχόμενα, οἷά εἰσι τὰ ἐν τῷ πολέμῳ. ὁ γὰρ τὰ αἰφνιδίως ἐπερχόμενα δεινὰ καρτερῶν ἀπόδειξιν ἐναργῆ παρέχεται τοῦ πρὸς ἕξιν ἀνδρείας ἐληλα‐ κέναι. κυρίως δὲ ἀνδρεῖος ὁ τὸν ἄριστον θάνατον καρτερῶν· ὥσπερ καὶ | |
10 | ἐπὶ τῶν τιμῶν ἔχει· τῶν μὲν γὰρ παρὰ τοῖς τυράννοις τιμῶν ὡς οὐδὲν ὅσιον ἐχουσῶν οὐδὲ βέβαιον ὁ ἀνδρεῖος καταφρονήσει, τῶν δὲ ἐν ταῖς πό‐ λεσι ταῖς εὐνομουμέναις ὡς ἐννόμων καὶ δικαίων οὐκέτι. εἰσὶ δὲ καὶ οἱ θαλάττιοι πρὸς τὸν θάνατον ἀδεεῖς, ἀλλ’ οὐχ ὁμοίως τῷ ἀνδρείῳ· οἱ μὲν γὰρ δοκοῦσι καρτερεῖν διὰ τὸ καθάπαξ ἀπεγνωκέναι τὴν σωτηρίαν, οἱ δὲ | |
15 | διὰ τὴν ἐμπειρίαν ἐλπίζοντες περιγενέσθαι τῶν ἀπὸ τῆς θαλάσσης κακῶν. ἐπεὶ οὐδὲ δυνατὸν κυρίως ἐν τοῖς τοιούτοις ἀνδρίζεσθαι· ἀνδρίζεται γάρ τις ἐν οἷς χρεία τόνου τινὸς καὶ ὁρμῆς ἢ ὁ θάνατος σεμνός ἐστιν· ἐν κλύ‐ δωνι δὲ ἢ ἐν νόσῳ τὰ τοιαῦτα χώραν οὐκ ἔχει· οὔτε γὰρ ὁ θάνατος ἀγα‐ θοῦ τινός ἐστιν αἴτιος οὔτε ὁρμῇ τινι χρώμεθα καὶ ἀλκῇ πρὸς αὐτόν. | |
20 | ἔτι τοίνυν ὁ ἀνδρεῖος περὶ τὰ φοβερὰ οὐχ ὁμοίως ἔχει. εἰσὶ γὰρ ἄλλα ἄλλοις φοβερώτερα· οἱ μὲν γὰρ τὴν τῶν χρημάτων ἀποβολὴν μάλιστα φο‐ βοῦνται, ὅσοι φιλοχρήματοι, οἱ δὲ τὴν ἀδοξίαν, ὅσοι δόξης μάλιστα τῶν ἄλλων ἐρῶσιν, καὶ τὰ ἄλλα ὁμοίως (ἅτινα οἱ μὲν σφόδρα φοβοῦνται, οἱ δὲ ἔλαττον, οἱ δὲ οὐδαμῶς)· εἰσὶ δέ τινα, ἃ οὐδείς ἐστιν ἀνθρώπων, ὃς οὐ | |
25 | φοβεῖται, οἷά ἐστι τὰ ὑπὲρ ἄνθρωπον κακά, οἷον σκηπτοὶ καὶ σεισμοὶ καὶ θαλάσσης ἐκδρομαί· ταῦτα γὰρ πᾶσι τοῖς νοῦν ἔχουσι φοβερά. ταῦτα καὶ ὁ ἀνδρεῖος φοβεῖται μέν, ὡς δεῖ δέ, καὶ καθὼς ὁ λόγος προστάττει, καὶ τοῦ καλοῦ ἕνεκα· τοῦτο γὰρ τέλος ὁ σπουδαῖος ποιεῖται τῶν ἰδίων παθῶν καὶ τῶν πράξεων καὶ διὰ τοῦτο πᾶσα ἀρετή. καὶ ταῦτα δὲ οὐχ ὁμοίως | |
30 | πᾶσίν εἰσι φοβερά, ἀλλὰ τοῖς μὲν μᾶλλον, τοῖς δὲ ἧττον, ὥσπερ καὶ τὰ κατὰ ἄνθρωπον, ἅπερ οὐ πᾶσίν εἰσι φοβερά, οἷον πενία καὶ ἀδοξία καὶ τὰ τοιαῦτα, ἅτινα καὶ ὁ σπουδαῖος, ὅτε δεῖ, φοβηθήσεται, καθὼς εἴρηται, καὶ ὡς δεῖ. ὁ γὰρ φαῦλος διὰ τοῦτο ἁμαρτάνει, ὅτι οὐ φοβεῖται καθὼς δεῖ ἢ ὅτε δεῖ ἢ ἔνθα δεῖ· ὁμοίως δὲ καὶ θαρρῶν οὐ κατὰ τὸν προσήκοντα | |
35 | τρόπον καὶ χρόνον θαρρεῖ. ὁ μὲν οὖν θαρρῶν ἢ φοβούμενος ἃ καὶ οὗ ἕνεκα καὶ ὅτε προσήκει θαρρεῖν καὶ φοβεῖσθαι, ἀνδρεῖος· κατὰ τὸ εἰκὸς γὰρ θαρρεῖ καὶ φοβεῖται καὶ ὥσπερ ὁ λόγος τῆς ἀνδρείας ἔχει. τοῦτο γὰρ τέλος ἐστὶ πάσης ἐνεργείας τῆς κατ’ ἀρετήν, τὸ κατὰ τὸν λόγον τῆς ἕξεως γίνεσθαι, οἷον αἱ κατὰ δικαιοσύνην πράξεις τέλος ἔχουσι τὸ κατὰ | |
40 | τὸν λόγον τῆς ἕξεως τῆς δικαιοσύνης πράττεσθαι καὶ αἱ κατὰ τὴν ἀνδρείαν | |
κατὰ τὸν λόγον τῆς ἕξεως τῆς ἀνδρείας. τέλος μὲν γὰρ ἁπάσης πράξεως | 54 | |
55 | τὸ καλόν· καλὸν δὲ τῷ ἀνδρείῳ ὁ τῆς ἀνδρείας λόγος καὶ τῷ δικαίῳ ὁ τῆς δικαιοσύνης καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. τοῦτο γάρ ἐστιν ὁ λόγος τῶν πράξεων, τὸ κατὰ τὴν ἕξιν γίνεσθαι· ὅρος γάρ ἐστιν ἑκάστῳ τὸ τέλος αὐτοῦ· ὁ μὲν οὖν ἀνδρεῖος ἐν τῷ δέοντι καὶ τῷ προσήκοντι ἕστηκε· τῶν | |
5 | δὲ ὑπερβαλλόντων ὁ μὲν τῷ μὴ φοβεῖσθαι ὑπερβάλλων, ἀνώνυμος· εἴρηται δ’ ἡμῖν ἐν τοῖς πρότερον, ὅτι πολλά ἐστιν ἀνώνυμα· καλοῖτο δ’ ἂν ὁ τοιοῦτος μαινόμενος ἢ ἀνάλγητος, εἰ μηδὲν φο‐ βοῖτο, μήτε σεισμὸν μήτε κύματα, καθάπερ φασὶ τοὺς Κελτούς· ὁ δὲ τῷ θαρρεῖν ὑπερβάλλων περὶ τὰ φοβερὰ θρασύς. δοκεῖ δὲ | |
10 | καὶ ἀλαζὼν εἶναι ὁ θρασὺς καὶ προσποιητικὸς εἶναι ἀνδρείας· χρηματίζεται γὰρ ἀνδρεῖος εἶναι· ὡς γὰρ ἐκεῖνος περὶ τὰ φοβερὰ ἔχει, οὕτως ὁ θρασὺς βούλεται φαίνεσθαι. ἐν οἷς οὖν δύναται, μιμεῖ‐ ται· διὸ καί εἰσιν οἱ πολλοὶ αὐτῶν θρασύδειλοι· ἐν τούτοις γὰρ θρασυνόμενοι, τὰ φοβερὰ οὐχ ὑπομένουσιν. ὁ δὲ τῷ φοβεῖσθαι | |
15 | ὑπερβάλλων δειλός, ὅτι ἃ μὴ δεῖ φοβεῖται καὶ οὐχ ὡς δεῖ· ἐλλείπει δὲ καὶ τῷ θαρρεῖν, ὑπερβάλλει δὲ ἐν ταῖς λύπαις, καὶ δύσελπίς τίς ἐστιν ὁ δειλός· πάντα γὰρ φοβεῖται. ὁ δὲ ἀνδρεῖος ἐναντίος· εὔελπις γάρ ἐστι· τὸ γὰρ θαρρεῖν ἀπὸ τοῦ τὰ χρηστὰ ἐλπίζειν γίνεται. περὶ τὰ αὐτὰ μὲν οὖν καὶ ὁ δειλὸς καὶ ὁ θρασύς ἐστι καὶ ὁ ἀνδρεῖος· εἰσὶ γὰρ | |
20 | περὶ τὰ φοβερὰ καὶ θαρραλέα, ἀλλ’ οὐχ ὁμοίως· διαφόρως γὰρ ἔχουσι πρὸς αὐτά· οἱ μὲν γὰρ ὑπερβάλλουσι καὶ ἐλλείπουσιν, ὁ δὲ μέσως ἔχει καὶ ἐπὶ τοῦ δέοντος ἵσταται. καὶ οἱ μὲν θρασεῖς προπετεῖς καὶ πρὸ τῶν κινδύνων ὁρμῶντες, καὶ σφόδρα βουλόμενοι τὰ δεινά, ἐν αὐτοῖς δὲ γενόμενοι ἀποπηδῶσιν, οἱ δὲ ἀνδρεῖοι τοὐναντίον ἐν αὐτοῖς μὲν τοῖς ἔρ‐ | |
25 | γοις ὀξεῖς, πρότερον δὲ ἡσυχίαν ἄγουσι. καθάπερ οὖν εἴρηται, ἡ ἀνδρεία μεσότης ἐστὶ περὶ θαρραλέα καὶ φοβερά, καθὼς δεῖ· καὶ ὅτι καλὸν αἱρεῖται καὶ ὑπομένει καὶ ὅτι μὴ αἱρεῖσθαι καὶ ὑπομένειν αἰσχρόν. τὸ δὲ ἀποθνήσκειν βουληθῆναι διὰ πενίαν ἢ διὰ ἔρωτα οὐκ ἔστιν ἀνδρείας ἀλλὰ μᾶλλον δειλίας· τὸ γὰρ φεύγειν τὰ ἐπίπονα μαλα‐ | |
30 | κίας καὶ χαυνότητος. οὐ γὰρ αἱρεῖταί τις τὸν τοιοῦτον θάνατον ὅτι καλός, ἀλλ’ ὅτι ἀπαλλαγή ἐστι κακοῦ, ὃ φέρειν οὐ δύναται· τὸ δὲ οὕτως ἔχειν δειλίας. ἡ μὲν οὖν ἀνδρεία τοιοῦτόν τι. | |
33n | Περὶ ἀνδρείας. κεφ. ηʹ. | |
34 | Λέγονται δὲ καὶ ἕτεραι ἀνδρεῖαι κατὰ πέντε τρόπους. πρώτη | |
35 | ἡ πολιτική, καθ’ ἣν οἱ πολῖται διὰ τὰ ἐκ τῶν νόμων ἐπιτίμια καὶ τὰ ὀνείδη καὶ διὰ τὰς τιμὰς ὑπομένουσι τοὺς ὑπὲρ τῆς πόλεως κινδύ‐ | |
νους. καὶ δοκοῦσιν ἀνδρειότατοι εἶναι, παρ’ οἷς οἱ δειλοὶ ἄτιμοι, οἱ | 55 | |
56 | δὲ ἀνδρεῖοι ἔντιμοι, οἵους καὶ Ὅμηρος ἐν τοῖς ποιήμασιν ᾄδει· οἷον τὸν Διομήδη καὶ τὸν Ἕκτορα· Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει· καὶ Διομήδης, | |
5 | Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσς’ ἀγορεύων, Τυδείδης ὑπ’ ἐμεῖο. ἔοικε δὲ αὕτη ἡ ἀνδρεία τῇ πρότερον εἰρημένῃ, ὅτι καθάπερ ἐκείνη τοῦ καλοῦ ἕνεκα, οὕτω καὶ αὕτη διά τινα γίνεται ἀρετήν. διὰ τὴν αἰδῶ γὰρ καὶ τὴν τοῦ καλοῦ ὄρεξιν καὶ διὰ τὴν φυγὴν τοῦ ὀνείδους, αἰσχροῦ ὄντος, | |
10 | οἱ πολῖται ἀνδρίζονται· αἰδούμενοι γὰρ τοὺς νόμους καὶ τιμῆς ὀρεγόμενοι τοὺς κινδύνους ὑπομένουσι. δευτέρα δὲ ἀνδρεία, καθ’ ἣν ἀνδρίζονται οἱ ὑπὸ τῶν ἀρχόντων ἀναγκαζόμενοι τοὺς πόνους καρτερεῖν, καὶ πρὸς τοὺς κινδύνους ἀνδρείως ἔχειν. χείρων δὲ αὕτη τῆς πολιτικῆς, ὅτι διὰ φόβον καὶ οὐ δι’ ἔρωτα ἀγαθοῦ γίνεται καὶ οἱ κατ’ αὐτὴν ἀνδριζόμενοι οὐ τὸ | |
15 | αἰσχρὸν ἀλλὰ τὸ λυπηρὸν φεύγουσιν. ἀναγκάζουσι γὰρ οἱ κύριοι, ὥσπερ ὁ Ἕκτωρ ὃν δέ κ’ ἐγὼν ἀπάνευθε μάχης πτώσσοντα νοήσω, οὔ οἱ ἄρκιον ἐσσεῖται φυγέειν κύνας. κἂν μὴ παρῶσι δὲ οἱ στρατηγοὶ τῇ παρατάξει καὶ ἀναγκάζωσι τοὺς στρα‐ | |
20 | τιώτας τοὺς κινδύνους καρτερεῖν, ἀλλὰ φόβον αὐτοῖς ἐνθέντες, δι’ ὧν πολ‐ λάκις ἐτύπτησαν λιπόντας τὴν τάξιν, τὸ αὐτὸ δρῶσι· καὶ οὕτω δι’ ἀνάγκην ἀνδρεῖοι δοκοῦσιν εἶναι· δεῖ δὲ οὐ δι’ ἀνάγκην αἱρεῖσθαι τὴν ἀνδρείαν ἀλλ’ ὅτι καλόν. δοκεῖ δὲ καὶ ἡ περὶ τὰ καθ’ ἕκαστα ἐμπειρία ἀνδρεία εἶναι. διὰ τοῦτο καὶ ὁ Σωκράτης τὴν ἀνδρείαν ἐπιστήμην ἐνόμισεν εἶναι. ἄλλοι | |
25 | μὲν οὖν ἐν ἄλλοις ἐπιστήμονες ὄντες ἀνδρεῖοι ἂν περὶ ταῦτα καλοῖντο· ἐν δὲ τοῖς πολεμικοῖς οἱ στρατιῶται. δοκεῖ γὰρ εἶναί τινα ἐν τῷ πολέμῳ κενά, ἃ μάλιστα συνεωράκασιν οὗτοι, καὶ τῶν ἄλλων μὴ εἰδότων οἷς συμπλέκονται, αὐτοὶ ἀνδρεῖοι δοκοῦσιν. ἐκ γὰρ τῆς ἐμπειρίας ταύτης δύ‐ νανται ποιῆσαι τοὺς ἀντιπάλους κακῶς καὶ μηδὲν παθεῖν ὑπ’ ἐκείνων, καὶ | |
30 | φυλάξασθαι μὲν τὰ βέλη καὶ τὰ δόρατα, πατάξαι δὲ αὐτοὺς εὐχερῶς διὰ τὸ δύνασθαι χρῆσθαι τοῖς ὅπλοις καλῶς καὶ τοιαῦτα ἔχειν τὰ ὅπλα, ὁποῖα ἂν γένοιτο ἐπιτήδεια καὶ πρὸς τὸ πατάξαι τοὺς ἀντιπάλους καὶ πρὸς τὸ μηδὲν παθεῖν δεινὸν ὑπ’ ἐκείνων· μάχονται γοῦν ὥσπερ ὡπλισμένοι ἀνόπλοις. καὶ γὰρ ἐν τοῖς τοιούτοις ἀγῶσιν οὐχ οἱ ἀνδρειότατοι | |
35 | μαχιμώτατοί εἰσιν ἀλλ’ οἱ μάλιστα ἰσχύοντες καὶ τὰ σώματα ἄριστα ἔχοντες καὶ τὴν ἐμπειρίαν ἄριστοι· δειλοὶ δὲ γίνονται οἱ τοιοῦτοι, ὅταν ὑπερβάλλῃ ὁ κίνδυνος καὶ λείπωνται τοῖς πλήθεσι καὶ ταῖς παρασκευαῖς· πρῶτοι γὰρ οἱ ἔμπειροι φεύγουσιν. οἱ δὲ ἀνδριζό‐ | |
μενοι κατὰ τὰ πολιτικὰ μένοντες ἀποθνήσκουσιν, ὅπερ κἀπὶ τῷ Ἑρμαίῳ | 56 | |
57 | συνέβη. οἱ μὲν γὰρ παραταττόμενοι στρατιῶται ἔφυγον, αἰσθόμενοι τοῦ κινδύνου μείζονος, οἱ δὲ πολῖται μείναντες ἀπέθανον· ὁ γὰρ θάνατος αὐ‐ τοῖς αἱρετώτερος ἐδόκει τῆς σωτηρίας ταύτης· οἱ δὲ στρατιῶται ἠνδρίζοντο μέν, οἰόμενοι κρείττους εἶναι καὶ πλείους τῶν ἀντιπάλων· ἐπεὶ δὲ ἔγνων | |
5 | ἐλάττονες ὄντες καὶ χείρονες, ἔφυγον, τὸν θάνατον μᾶλλον φοβηθέντες ἢ τὸ αἰσχρόν. ὁ δὲ ἀνδρεῖος οὐ τοιοῦτος. λέγεται δὲ ἀνδρεία καὶ ὁ θυμὸς παρά τισι· καὶ ἀνδρεῖοι καλοῦνται, καθάπερ τὰ θηρία, ἐπὶ τοὺς τρώσαντας φερόμενοι, ὅτι καὶ οἱ ἀνδρεῖοι θυμοειδεῖς. ὁ γὰρ θυμὸς ὁρμητικόν ἐστι πρὸς τοὺς κινδύνους· ὅθεν καὶ Ὅμηρός φησι | |
10 | σθένος ἔμβαλε θυμῷ καὶ μένος 〈καὶ〉 θυμὸν ἔγειρε καὶ δριμὺ δ’ ἀνὰ ῥῖνας μένος | |
15 | καὶ ἔζεσεν αἷμα· πάντα γὰρ τὰ τοιαῦτα ἔοικε σημαίνειν τὴν τοῦ θυμοῦ ἔγερσιν καὶ ὁρμήν. ὁ μὲν οὖν ἀνδρεῖος καλοῦ τινος ἕνεκα πάντα ποιεῖ, ἄγεται δὲ ὑπὸ τοῦ θυμοῦ οὐδαμῶς, ἀλλὰ χρῆται τούτῳ συνεργῷ καθάπερ ὀργάνῳ. | |
20 | οἱ δὲ λεγόμενοι ἀνδρεῖοι διὰ τὴν ὁρμὴν τοῦ θυμοῦ οὐ διὰ τὸ καλὸν πράτ‐ τουσιν ἀλλὰ διὰ λύπην, ὥσπερ τὰ θηρία διὰ τὸ πληγῆναι ἢ διὰ τὸ φο‐ βεῖσθαι, οὐ χρώμενα τῷ θυμῷ ἀλλ’ ὑπ’ αὐτοῦ μᾶλλον ἀγόμενα· οἵτινες, πρὶν πληγῆναι ἢ φοβηθῆναι, οὐδεμίαν ἐπιδείκνυνται ὁρμήν· ἐπεὶ καὶ τὰ θηρία, ἐὰν ἐν ὕλῃ ᾖ ἢ ἐν ἕλει, οὐ προσέρχονται οὐδὲ ὁρμῶσιν. οὐκ ἔστι | |
25 | τοίνυν ἀνδρεῖος ὁ δι’ ἀλγηδόνα ἢ θυμοῦ κινοῦντος ἢ ἄλλου τινὸς πάθους πρὸς τὸν κίνδυνον ὁρμῶν, καὶ μηδὲν τῶν δεινῶν προορώμενος, ἐπεὶ οὕτω γε κἂν οἱ ὄνοι ἀνδρεῖοι καλοῖντο δικαίως πεινῶντες· τυπτόμενοι γὰρ οὐκ ἀφίστανται τῆς νομῆς· καὶ οἱ μοιχοὶ δὲ διὰ τὴν ἐπιθυμίαν τολμηρὰ πολλὰ δρῶσιν· ἀλλ’ οὔκ εἰσιν ἀνδρεῖοι οὔτε οἱ ὄνοι οὔτε ἄν‐ | |
30 | θρωποι οἱ δι’ ἀλγηδόνος ἢ θυμοῦ ἢ ἄλλου τινὸς πάθους ἐξελαυνόμενοι πρὸς τὸν κίνδυνον. ἡ δὲ φυσικωτάτη καὶ ἡ κυρίως ἀνδρεία ἐκείνη ἐστίν, ὅταν κινώμεθα μὲν διὰ τοῦ θυμοῦ, μετὰ προαιρέσεως δὲ καὶ ἕνεκα τοῦ ἀγαθοῦ. οἱ δὲ διὰ τὰ προειρημένα ὀργιζόμενοι οὐκ ἀνδρεῖοί εἰσιν ἀλλὰ μάχιμοι· οὐ γὰρ διὰ τὸ καλὸν ὁρμῶσι καὶ ὀργίζονται ἀλλὰ διὰ τὸ | |
35 | πάθος· καὶ οὐχ ὡς δέον ἐστὶ καὶ ὁ ὀρθὸς ἀπαιτεῖ λόγος, ἀλλ’ ὡς ἂν κινήσειε τὸ πάθος. δοκοῦσι δὲ καὶ οἱ εὐέλπιδες πάντες ἀνδρεῖοι εἶναι, οὐκ εἰσὶ δὲ πάντες. δυνατὸν γὰρ εὐέλπιδας εἶναι οὐ διὰ τὸ μὴ φοβεῖσθαι τὰ λυπηρὰ τοῦ ἀγαθοῦ ἕνεκα ἀλλὰ διὰ τὸ πολλάκις καὶ πολλοὺς νενι‐ | |
κηκέναι καὶ διὰ τοῦτο θαρρεῖν, ὡς οὐ περιπεσοῦνται τοῖς κακοῖς· δο‐ | 57 | |
58 | κοῦσι δὲ ἀνδρεῖοι διὰ τὸ ἐοικέναι τοῖς ἀνδρείοις κατὰ τὸ θαρρεῖν. ἀλλ’ οἱ μὲν ἀνδρεῖοι θαρροῦσι διὰ τὰ προειρημένα, οὗτοι δὲ διὰ τὸ οἴεσθαι μηδὲν πείσεσθαι λυπηρόν. οὕτω δὲ καὶ οἱ μεθυσκόμενοι εὐέλπιδές εἰσιν, ὅτι οἴονται πάντα αὐτοῖς καθ’ ἡδονὴν ἀπαντήσειν· διὰ τοῦτο καὶ ἐπειδὰν | |
5 | ἐναντίοις ἐντύχωσι τῶν προσδοκωμένων, ἀποπηδῶσιν· ὁ δὲ ἀνδρεῖος ἐρχό‐ μενα καὶ φαινόμενα τὰ λυπηρὰ ὑπομένει, ὅτι ἀγαθόν ἐστιν ὑπομένειν ἢ αἰσχρὸν τὸ μὴ ὑπομένειν. διὰ τοῦτο καὶ ἐν τοῖς ἀνδρείοις ἐκεῖνος μᾶλλον ἀνδρεῖός ἐστιν, ὃς ἐν τοῖς αἰφνιδίοις ἀτάραχος καὶ ἄφοβός ἐστιν ἢ ἐν τοῖς σφόδρα προδήλοις καὶ πρὸ ὀφθαλμῶν οὖσιν· ὁ μὲν γὰρ προγινώσκων τὰ | |
10 | λυπηρὰ λογισμῷ καὶ κρίσει προπαρασκευασάμενος ὑπομείνειεν ἄν, ὁ δὲ μὴ προγινώσκων, εἶτα ἐπιόντα ὑπομένων, δῆλός ἐστιν εἰς ἕξιν ἀνδρείας ἐλθών. λέγονται δὲ ἀνδρεῖοι καὶ οἱ δι’ ἄγνοιαν τῶν ἀπαντησόντων κακῶν εἰς τοὺς κινδύνους ὁρμῶντες. καὶ σχεδὸν τῶν εὐελπίδων οὐδὲν διαφέρουσι, πλὴν ὅσον οἱ μὲν εὐέλπιδες ὑπομένουσι τὰ δεινὰ χρόνον τινά, οἱ δὲ ἀγνοοῦντες, | |
15 | ἐπειδὰν γνῶσι, φεύγουσιν· ὥσπερ οἱ Ἀργεῖοι ἔπαθον περιπεσόντες τοῖς Λάκωσιν ὡς Σικυωνίοις. | |
17n | Περὶ ἀνδρείας, ὅτι ὁ ἀνδρεῖος περὶ τὰ φοβερὰ καὶ λυπηρά ἐστι | |
18n | μᾶλλον ἢ περὶ τὰ θαρραλέα καὶ ἡδέα. κεφ. θʹ. | |
19 | Τίνες μὲν οὖν οἱ ἀληθῶς ἀνδρεῖοι καὶ τίνες οἱ δοκοῦντες εἴρηνται. | |
20 | ἐπεὶ δὲ περὶ θάρρη καὶ φόβους ἐστὶν ἡ ἀνδρεία οὐχ ὁμοίως περὶ ἄμφω ἐστίν, ἀλλὰ μᾶλλον περὶ τὰ φοβερά. ὁ γὰρ περὶ τὰ φοβερὰ ἀτά‐ ραχος μᾶλλον ἀνδρεῖός ἐστιν ἢ ὁ περὶ τὰ θαρραλέα. μείζων γὰρ ὁ ἀγὼν οὗτος ἢ ἐκεῖνος· τὸ γὰρ ὑπομεῖναι λύπην χαλεπώτερόν ἐστιν ἢ τῶν ἡδέων ἀπέχεσθαι. διὰ τοῦτο καὶ λυπηρὸν ἡ ἀνδρεία, ὅτι ἀνδρεῖοί εἰσιν | |
25 | οἱ τὰ λυπηρὰ ὑπομένοντες· τούτου δὴ χάριν καὶ ἐπαινεῖται. εἰ γὰρ καὶ ἡδονὴν ἔχει τινὰ ὁ ἀνδρεῖος διὰ τὸ τέλος (τὸ γὰρ τέλος ἡδύ), ἀλλ’ ὅμως ὑπὸ τῶν λυπηρῶν οἷς παλαίει καὶ ταύτην ἀφανίζεσθαι συμβαίνει. καθάπερ καὶ ἐπὶ τῶν γυμνικῶν ἀγώνων ἔχει· τοῖς γὰρ πύκταις τὸ μὲν τέλος ἡδύ (στέφανος γὰρ καὶ τιμαί), τὸ δὲ τύπτεσθαι ἀλγεινόν (σάρκινοι | |
30 | γάρ)· τοῖς δὲ τοιούτοις λυπηρὸν πᾶς πόνος. ὅτι τοίνυν τὰ μὲν λυπηρὰ μεγάλα, τὸ δὲ ἡδὺ μικρόν, οὐδὲν ἡδὺ δοκοῦσιν ἔχειν· τοιοῦτον δή τι καὶ ἐπὶ τῶν ἀνδρείων συμβαίνει. ὁ μὲν γὰρ θάνατος καὶ τὰ τραύματα λυπηρά ἐστιν αὐτοῖς καὶ διὰ τοῦτο καὶ ἀκούσια· ὑπομένουσι δὲ αὐτά, ὅτι καλὸν τὸ ὑπομένειν ἢ ὅτι αἰσχρὸν μὴ ὑπομένειν. καὶ τοσοῦτον μᾶλλον δοκοῦσιν, | |
35 | ὅσον ἂν εἶεν ἀγαθοὶ καὶ ἀνδρεῖοι καὶ εὐδαίμονες καὶ πᾶσαν μετελθόντες ἀρετήν· τοῖς γὰρ τοιούτοις μάλιστα ὁ θάνατος λυπηρόν, ὅτι τὸ ζῆν πολλοῦ τινος ἄξιον ἦν διὰ τὸ ἄριστα ζῆν καὶ ὡς προσῆκεν ἀνθρώπῳ, καὶ ὁ θά‐ νατος αὐτοὺς πολλῶν ἀποστερήσει τῶν ἀγαθῶν. διὰ τὸ μέγεθος τοίνυν τῶν λυπηρῶν δοκεῖ τὸν ἀνδρεῖον μηδεμίαν ἡδονὴν ἔχειν· τὸ δὲ οὕτως ἀλ‐ | |
40 | γεῖν καὶ δάκνεσθαι ὑπὸ τῶν λυπηρῶν οὐδὲν κωλύει ἀνδρεῖον εἶναι. τὸ μὲν γὰρ ἡττᾶσθαι τῶν λυπηρῶν καὶ ὑποχωρεῖν οὐκ ἀνδρείου, τὸ δὲ | |
δάκνεσθαι καὶ λυπεῖσθαι οὐκέτι· ὅσον γὰρ μᾶλλον λυπεῖται καὶ λυπού‐ | 58 | |
59 | μενος ὑπομένει διὰ τὸ ἀγαθόν, τοσοῦτον ἀνδρεῖος ἂν εἴη κυρίως. ἐπεὶ καὶ ἐν πάσαις ταῖς ἄλλαις ἀρεταῖς οὐδεμία ἐνέργεια μεθ’ ἡδονῆς ἐστι καθ’ ἑαυτήν, ἀλλὰ μόνον, διότι πρὸς τὸ τέλος ἀγαθὸν ἄγει, ἡδεῖα δοκεῖ τῷ ἐνερ‐ γοῦντι. ἐν δὲ τοῖς στρατιώταις ἴσως οὐκ ἀνάγκη πᾶσα τὸν ἀκριβῆ τῆς | |
5 | ἀνδρείας ὅρον ζητεῖν· μᾶλλον δὲ χρησιμώτεροι ἂν εἶεν πρὸς τὸν πόλεμον οἱ ἀνδρείας μὲν οὐ πάνυ μετέχοντες, τῶν ἄλλων δὲ ἀγαθῶν ἐστερημένοι· ἑτοιμότεροι γὰρ οὗτοι πρὸς τοὺς κινδύνους καὶ τὸν βίον μικρῶν ἕνεκα κερδῶν προδιδόασιν. οἱ γὰρ κυρίως ἀνδρεῖοι, φρόνιμοι ὄντες καὶ τὰ ἄλλα σπουδαῖοι, χαίρουσι μὲν τῷ βίῳ ἑαυτῶν ἀγαθῷ ὄντι, προΐενται δὲ αὐτὸν | |
10 | οὐ πάνυ ῥᾳδίως. περὶ μὲν οὖν ἀνδρείας ἱκανῶς εἴρηται· ῥᾴδιον δὲ ἀπὸ τῶν εἰρημένων καὶ ὁρισμὸν αὐτῆς ἀποδοῦναι ὡς ἐν τύπῳ. | |
12n | Περὶ σωφροσύνης. κεφ. ιʹ. | |
13 | Μετὰ δὲ ταῦτα περὶ σωφροσύνης λέγομεν· ὁμοταγὴς γάρ ἐστι τρόπον τινὰ τῇ ἀνδρείᾳ, καθόσον τοῦ ἀλόγου μέρους εἰσὶν ἀμφότεραι. ὅτι | |
15 | μὲν οὖν ἡ σωφροσύνη μεσότης ἐστὶ περὶ ἡδονάς, εἴρηται ἡμῖν· περὶ ἡδονὰς δὲ λέγω, ὅτι εἰ καὶ περὶ λύπας ἐστίν, ἀλλ’ ἧττον καὶ οὐχ ὁμοίως ὡς περὶ τὰς ἡδονὰς ἔχει· ἐν τούτοις δὲ καὶ ἡ ἀκολασία φαί‐ νεται. ὅτι μὲν οὖν περὶ ἡδονάς ἐστιν ἡ σωφροσύνη, εἴρηται· νῦν δὲ ἀφορίσωμεν περὶ ποίας ἐστὶ τῶν ἡδονῶν. τῶν ἡδονῶν δὲ αἱ μέν εἰσι σω‐ | |
20 | ματικαί, αἱ δὲ ψυχικαί. ἐν γὰρ φιλοτιμίᾳ καὶ φιλομαθείᾳ ἡδοναί εἰσι ψυ‐ χικαί· ἑκάτερος γὰρ ὅ τε φιλότιμος καὶ ὁ φιλομαθὴς ἥδεται ᾧ φιλεῖ, μηδὲν πάσχοντος τοῦ σώματος ἀλλὰ μᾶλλον τῆς διανοίας· οἱ δὲ περὶ τὰς τοιαύτας ἡδονὰς οὔτε σώφρονες οὔτε ἀκόλαστοι λέγον‐ ται. ὁμοίως δὲ οὐδ’ οἱ περὶ τὰς ἄλλας ὅσαι οὔκ εἰσι σωματικαί· | |
25 | τοὺς γὰρ φιλομύθους καὶ διηγητικοὺς καὶ περὶ τὰ τυχόντα κατα‐ τρίβοντας τὰς ἡμέρας ἀδολέσχους ὀνομάζομεν, ἀκολάστους δὲ οὐδαμῶς, οὐδὲ τοὺς λυπουμένους ἐπὶ χρήμασιν ἢ φίλοις, ὅταν ἢ τούτους ἢ ἐκεῖνα ζημιωθῶσι. περὶ μὲν οὖν τὰς ψυχικὰς ἡδονὰς οὐκ ἔστιν ἡ σωφροσύνη· περὶ δὲ τὰς σωματικὰς εἴη ἄν· οὐ περὶ πάσας δὲ οὐδὲ ταύτας. οἱ | |
30 | γὰρ χαίροντες τοῖς ἡδέσι τῶν ὁρατῶν, οἷον χρώμασι καὶ σχήμασι καὶ γραφῇ, οὔτε σώφρονες οὔτε ἀκόλαστοι λέγονται, οὐδ’ ὅσοι ψόφων τινῶν καὶ μελῶν ἐρῶσιν, οὐδ’ ὅσοι τῶν ἡδέων ὀσμῶν. καίτοι καὶ ἐν τούτοις εἰσὶ καὶ μεσότητες καὶ τὸ ὡς δεῖ καὶ ὑπερβολαὶ καὶ ἐλλείψεις τοῦ δέοντος· ἀλλ’ ὅμως οὔτε τοὺς μέσους σώφρονας λέγομεν οὔτε τοὺς | |
35 | ὑπερβάλλοντας ἀκολάστους. εἰ δὲ τῶν περὶ τὰς ὀσμὰς τοὺς μὲν μήλων ὀσμῆς ἐρῶντας ἢ ῥόδων ἢ θυμιαμάτων οὐ λέγομεν ἀκολάστους, ἀλλὰ | |
τοὺς μύρων καὶ ὄψων ἀκολάστους καλοῦμεν· ἀλλὰ κατὰ συμβεβηκός· | 59 | |
60 | χαίρουσι γὰρ τούτοις οἱ ἀκόλαστοι, ὅτι διὰ τούτων ἀνάμνησις γίνεται αὐτοῖς τῶν ἐπιθυμητῶν. ἴδοι δ’ ἄν τις καὶ τοὺς ἄλλους, ὅταν πεινῶσιν, ἡδομένους τῇ τῶν βρωμάτων ὀσμῇ. ὅθεν δῆλον, ὅτι οἱ ταῖς τοιαύταις ὀσμαῖς ἡδόμενοι κατὰ συμβεβηκὸς ἥδονται, ὅτι ἀνάμνησις | |
5 | αὐτοῖς γίνεται τῶν βρωμάτων καὶ τῆς ἄλλης φλυαρίας, οἷς ἥδονται οἱ ἀκό‐ λαστοι. οὐκ ἔστι τοίνυν οὔτε τῷ ἀνθρώπῳ οὔτε ἄλλῳ τινὶ ζῴῳ κατὰ τὰς εἰρημένας αἰσθήσεις ἡδονή, εἰ μὴ κατὰ συμβεβηκός. ἡδονὰς δὲ λέγω, περὶ ἃς ὁ ἀκόλαστός ἐστιν ἢ 〈ὁ〉 σώφρων. καὶ γὰρ οἱ κύνες, εἰ καὶ χαί‐ ρουσι ταῖς ὀσμαῖς τῶν λαγωῶν, ἀλλ’ οὐ δι’ αὐτὰς ἀλλὰ διὰ τὴν βρῶσιν· | |
10 | ἀπὸ γὰρ τῆς ὀσμῆς αἴσθησιν λαμβάνοντες τῆς θήρας διώκουσιν. ὁμοίως δὲ καὶ ὁ λέων οὐχ ἥδεται τῇ ὀσμῇ τοῦ βοὸς ἢ τῇ φωνῇ ἀλλὰ τῇ βρώσει· ὅτι δὲ ἐγγύς ἐστι, διὰ τῆς φωνῆς ᾔσθετο· οὐδὲ χαίρει ὅτι εἶδεν ἢ εὗρεν ἔλαφον ἢ ἄγριον αἶγα, ἀλλ’ ὅτι βορὰν ἕξει. περὶ τὰς ἡδονὰς τοίνυν, ὧν κοινωνοῦμεν καὶ τοῖς λοιποῖς ζῴοις, ἡ σωφροσύνη καὶ ἡ ἀκο‐ | |
15 | λασία ἐστίν· αἱ δέ εἰσιν ἁφὴ καὶ γεῦσις. διὰ τοῦτο θηριώδεις τινὲς 〈καὶ ἀνδραποδώδεισ〉 οἱ ἀκόλαστοι φαίνονται, ὅτι οἷς ἥδονται τὰ θηρία, περὶ ταῦτά εἰσιν ἀκρατεῖς. τούτων δὲ μᾶλλον τῇ ἁφῇ ἥδονται ἢ τῇ γεύσει· μᾶλλον δὲ τῇ γεύσει μὲν οὐδαμῶς ἀλλὰ τῇ ἁφῇ μόνον, ὥς γε ἀκόλαστοι οὐ μόνον ἐν ταῖς ἄλλαις ἡδοναῖς ἀλλὰ καὶ ἐν σιτίοις καὶ ἐν ποτοῖς. καὶ | |
20 | τούτοις γὰρ οὐχ ὡς γευστοῖς μόνον χαίρουσι (γεύσεως γάρ ἐστι τὸ κρῖναι τοὺς χυμούς, ὅπερ ποιοῦσιν οἱ τοὺς οἴνους δοκιμάζοντες καὶ οἱ τὰ ὄψα ἀρτύοντες) ἀλλὰ μᾶλλον ὡς ἁπτοῖς. διὰ τοῦτο καί τις Φιλόξενος ὁ Ἐρύ‐ ξιος, ὀψοφάγος ὤν, ηὔξατο τὸν φάρυγγα αὑτοῦ μακρότερον γεράνου γενέσθαι, ὡς ἡδόμενος τῇ ἁφῇ τῶν ὄψων. κοινοτάτη γάρ ἐστιν ἡ | |
25 | ἁφὴ ἐν πάσαις ταῖς αἰσθήσεσιν· ἐπεὶ καὶ ἁφῇ τινι πᾶσαι αἱ αἰσθήσεις αἰ‐ σθάνονται. περὶ ταύτην δὴ τὴν ἁφὴν ἡ ἀκολασία ἐστί· καὶ δόξειεν ἂν δικαίως ἐπονείδιστος εἶναι, ὅτι συμβαίνει ἡμῖν οὐ καθόσον ἐσμὲν ἄν‐ θρωποι ἀλλὰ καθὸ ζῷα· τὸ δὲ τοῖς τοιούτοις χαίρειν καὶ τούτων μάλιστα ἐφίεσθαι θηριῶδες. καίτοι εἰσὶ καὶ κατὰ τὴν ἁφὴν ἐλευθέριοι ἡδοναί, | |
30 | ἃς ὁ ἀκόλαστος ἀφῄρηται, οἷον αἱ ἐν τοῖς γυμνασίοις διὰ τρίψεως καὶ θερμασίας γινόμεναι· οὐ γὰρ περὶ πᾶσαν ἁφὴν ὁ ἀκόλαστος· οὐ γὰρ περὶ πᾶν τὸ σῶμα, ἀλλὰ περί τινα μέρη. | |
33n | Περὶ ἐπιθυμίας. κεφ. ιαʹ. | |
34 | Ἐπεὶ δὲ περὶ ἐπιθυμιῶν ἀκόλουθον εἰπεῖν, ῥητέον ποσαχῶς ἡ ἐπι‐ | |
35 | θυμία. ἡ μὲν οὖν ἐστι κοινὴ καὶ φυσική, ἡ δὲ ἰδία καὶ ἐπίθετος. κοινὴ μὲν οὖν ἐπιθυμία ἐστὶ τὸ ὀρέγεσθαι τροφῆς ξηρᾶς ἢ ὑγρᾶς, ὅταν ἐν χρείᾳ τούτων γενώμεθα, ἰδία δὲ καὶ ἐπίθετος τὸ τοιᾶσδε ὀρέγεσθαι ἢ τοιᾶσδε. | |
τοῦτο γὰρ οὐκέτι φυσικὸν οὐδὲ κοινόν· οὐ γὰρ τῶν αὐτῶν πάντες ὀρέγονται | 60 | |
61 | οὐδὲ ὁμοίως, ἀλλ’ οἱ μὲν ταύτης, οἱ δὲ ἐκείνης· καὶ οἱ τῆς αὐτῆς ὀρεγό‐ μενοι οὐχ ὁμοίως ὀρέγονται, ἀλλ’ οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον. ὥστε ἡ τοιαύτη ἐπιθυμία οὐκ ἔστι κοινὴ οὐδὲ φυσικὴ ἁπλῶς, ἀλλὰ ἐπίθετος, ὑφ’ ἡμῶν ἐπινοηθεῖσα. καίτοι κατά τινα τρόπον καὶ φυσική ἐστι, διὰ τὸ ἀκο‐ | |
5 | λούθως ἕκαστον τῇ ἑαυτοῦ φύσει καὶ τὴν ἐπιθυμίαν ἔχειν. ἐν μὲν οὖν ταῖς φυσικαῖς ἐπιθυμίαις ὀλίγοι ἁμαρτάνουσι καὶ καθ’ ἕνα τρόπον, ὅταν χρῶνται ταῖς τοιαύταις ἐπιθυμίαις πλέον ἢ προσήκει, οἷον ὅταν πλείω τῶν μετρίων ἐσθίωσιν, ὥσπερ οἱ γαστρίμαργοι, οἵτινες παρὰ τὸ δέον πλη‐ ροῦσι τὴν φυσικὴν ἐπιθυμίαν. τοιοῦτοι δὲ γίνονται οἱ λίαν ἀνδρα‐ | |
10 | ποδώδεις. ἐν δὲ ταῖς ἐπιθέτοις καὶ ἰδίαις ἐπιθυμίαις πολλοὶ ἁμαρτάνουσι καὶ κατὰ πολλοὺς τρόπους, ἐπεὶ πολλαὶ ἰδέαι τῶν τοιούτων ἐπιθυμιῶν· πολλαὶ γὰρ ἰδέαι τροφῶν καὶ πόσεων καὶ ἐνδυμάτων καὶ τῶν ἄλλων φυσι‐ κῶν ἐπιθυμητῶν· καὶ διὰ τοῦτο καὶ πολλαχῶς περὶ τὰς τοιαύτας ἐπιθυ‐ μίας ἁμαρτάνουσιν ἢ χαίροντες οἷς μὴ δεῖ ἢ πλέον ἢ κατὰ τοὺς πολλούς. | |
15 | οἱ γὰρ ἀκόλαστοι κατὰ πάντα ὑπερβάλλουσι· χαίροντες γὰρ οἷς οὐ δεῖ, ἐάν ποτε καὶ τὰς δεούσας τῶν ἡδονῶν ἕλωνται, πλέον ἢ προσήκει καὶ οὐχ ὡς οἱ πολλοὶ χαίρουσιν αὐταῖς. | |
18n | Τίνα τρόπον περὶ λύπας ἐστὶν ἡ σωφροσύνη καὶ ἡ ἀκολασία. | |
19n | κεφ. ιβʹ. | |
20 | Ὅτι μὲν οὖν ἡ περὶ τὰς ἡδονὰς ὑπερβολή, ἡ ἀκολασία, ψεκτόν, δῆλον· ἐν δὲ ταῖς λύπαις, οὐ καθάπερ ἐπὶ τῆς ἀνδρείας ἐλέγετο, ὅτι τὸ μὴ ὑπομένειν μηδὲ φέρειν δειλία ἐστίν, οὕτω καὶ ἐπὶ τῆς σωφροσύνης τὸ μὴ ὑπομένειν ἀκολασία ἐστὶν ἢ τὸ φέρειν σωφροσύνη· ἀλλ’ ἔστιν ἀκολασία περὶ τὰς λύπας, ὅταν τις λυπῆται τῶν ἡδέων οὐ τυγχάνων πλέον ἢ δεῖ | |
25 | καὶ 〈οὐχ〉 ὡς δεῖ· καὶ σωφροσύνη ὁμοίως, ὅταν τις ὅσον δεῖ λυπῆται καὶ ὡς δεῖ καὶ ἐφ’ οἷς δεῖ καὶ μηδεμίαν αὐτῷ λύπην ἐπάγῃ ἡ τῶν ἡδέων ἀπουσία. ὁ γὰρ ἀκόλαστος ἐπιθυμεῖ τῶν ἡδέων πάντων ἢ τῶν μάλιστα καὶ ἄγεται ὑπὸ τῆς ἐπιθυμίας, ὥστε ἀντὶ πάντων τὰ ἡδέα αἱρεῖσθαι. διὸ καὶ λυπεῖται ἀποτυγχάνων τῶν ἐπιθυμητῶν· μετὰ λύ‐ | |
30 | πης γὰρ ἡ ἐπιθυμία. ὥστε καὶ ἄτοπόν τι δοκεῖ τὸ δι’ ἡδονὴν λυπεῖ‐ σθαι καὶ αἰτίαν εἶναι τὴν ἡδονὴν τοῦ ἐναντίου. ἡ μὲν οὖν περὶ τὰς ἡδονὰς ὑπερβολὴ ἀκολασία ἐστίν, ὡς εἴρηται. ἡ δὲ ἔλλειψις ὄνομα οὐκ ἔχει διὰ τὸ μὴ πάνυ εὑρίσκεσθαι. οἱ γὰρ περὶ τὰς ἡδονὰς ἐλλείποντες καὶ τοῦ δέοντος ἔλαττον ἐπιθυμοῦντες αὐτῶν οὐ πάνυ γίνονται· σχεδὸν γὰρ | |
35 | ἔξω τῆς ἀνθρωπίνης φύσεώς ἐστιν ἡ τοιαύτη ἀναισθησία. καίτοι καὶ τὰ ἄλογα ζῷα διακρίνει τὰ βρώματα καὶ χαίρει μὲν τοῖς ἡδέσι, τοῖς δὲ μὴ τοιούτοις οὐδαμῶς. εἰ δέ τις οὐδὲν ἡδὺ νομίζει εἶναι οὐδὲ γινώ‐ σκει διαφορὰν τῶν ἡδέων καὶ τῶν ἐναντίων, πόρρω ἂν εἴη τοῦ ἄνθρω‐ πος εἶναι. ἡ μὲν οὖν περὶ τὰς ἡδονὰς ἢ λύπας ἔλλειψις ἢ ὑπερβολὴ | |
40 | κακία ἐστίν, ἀρετὴ δὲ τὸ μέσον, ἡ σωφροσύνη. ὁ γὰρ σώφρων οὔτε ἥδε‐ | 61 |
62 | ται μάλιστα οἷς ὁ ἀκόλαστος, ἀλλὰ μᾶλλον δυσχεραίνει πᾶσιν, οἷς οὐ δέον ἐστὶ χαίρειν· οὔτε οἷς χαίρει, μᾶλλον χαίρει τοῦ δέοντος οὔτε λυπεῖται τῶν ἡδέων ἀπόντων, οὐδ’ ἐπιθυμεῖ τῶν ἡδέων ἢ ἐπιθυμῶν μετρίως ἐπι‐ θυμεῖ καὶ οὐ πλέον ἢ δεῖ οὐδὲ ὅτε μὴ δεῖ. ὅσα μέντοι πρὸς ὑγίειάν | |
5 | ἐστιν ἢ πρὸς εὐεξίαν συντελοῦντα, ἡδέα ὄντα, ἢ τὸ ἐλάχιστον οὐκ ἐμποδὼν γινόμενα τῇ ὑγιείᾳ καὶ τῇ εὐεξίᾳ, τούτων ὀρέγεται μέν, μετρίως δὲ καὶ καθὼς δεῖ. ὁ γὰρ ἡδονῶν ἐπιθυμῶν, αἵτινες αὐτῷ πρὸς τὸ εἶναι ἐμπο‐ δὼν γίνονται ἢ πρὸς τὸ εὖ εἶναι, παρὰ [δὲ] τὸ δέον ἐπιθυμεῖ. ὁ δὲ σώ‐ φρων οὐ τοιοῦτος. ἀλλ’ ὡς ὁ ὀρθὸς λόγος. | |
10n | Ὅτι ἡ ἀκολασία μᾶλλον ἑκούσιόν ἐστιν ἢ ἡ δειλία. κεφ. ιγʹ. | |
11 | Ἐπεὶ δὲ καὶ ἡ ἀκολασία καὶ ἡ δειλία ἑκούσια, ζητητέον, εἰ ὁμοίως εἰσὶν ἑκούσια. δοκεῖ δὲ μὴ ὁμοίως, ἀλλὰ τὴν ἀκολασίαν μᾶλλον ἑκούσιον εἶναι. τῆς μὲν γὰρ δειλίας ἡ λύπη αἰτία· διὰ γὰρ τὸ φοβεῖσθαι τὴν λύ‐ πην δειλοὶ γινόμεθα. τὴν δὲ ἀκολασίαν ἡ ἡδονὴ ποιεῖ· ὧν ἡ μὲν ἡδονὴ | |
15 | αἱρετόν, ἡ δὲ λύπη φευκτόν. ὃ δὲ διὰ τὸ αἱρετὸν ποιοῦμεν, μᾶλλόν ἐστιν ἑκούσιον τοῦ διὰ τὸ φευκτὸν γινομένου. καὶ ἡ μὲν λύπη ἐξίστησι καὶ φθείρει τὴν τοῦ ἔχοντος φύσιν, ἡ δὲ ἡδονὴ οὐδὲν τοιοῦτον ποιεῖ. διὰ τοῦτο καὶ ἐπονειδιστότερον ἡ ἀκολασία τῆς δειλίας. ἐπεὶ γὰρ διὰ τὸ ἑκούσιον ἀγαθὸν ἢ κακὸν ἐπαινεῖταί τις ἢ ψέγεται, φανερὸν ὅτι τὸ κακὸν | |
20 | ἢ τὸ ἀγαθόν, καθόσον ἐστὶν ἑκούσιον, κατὰ τοσοῦτον ἐπαινεῖται μᾶλλον ἢ ψέγεται. ἐπεὶ καὶ εὐκολώτερόν ἐστι τῆς ἀκολασίας ἀποστῆναι ἢ τῆς δει‐ λίας· οἱ γὰρ ἐθισμοί, δι’ ὧν τὰ τοιαῦτα κατορθοῦνται, ἐπὶ μὲν τῆς δειλίας ἐπικίνδυνοί εἰσιν (οἱ γὰρ ἐν τῷ πολέμῳ ἐθισμοὶ καὶ ἐν ἄλλοις τισὶ φοβε‐ ροῖς, δι’ ὧν τὴν δειλίαν ἐκβάλλομεν, οὐ πόρρω κινδύνων), οἱ δὲ σώφρονες | |
25 | ἐθισμοὶ καθάπαξ εἰσὶν ἀκίνδυνοι· ὥστε καὶ διὰ τοῦτο μᾶλλον ἑκούσιόν ἐστιν ἡ ἀκολασία τῆς δειλίας. δόξειε δ’ ἂν οὐχ ὁμοίως ἑκούσιον εἶναι τὴν δειλίαν τοῖς καθ’ ἕκαστον. ἡ μὲν γὰρ δειλία, αὐτὴ δηλονότι ἡ ἕξις, ἄλυπός ἐστιν· οὐ γὰρ ἀναγκαζόμεθα παρ’ οὐδενὸς λυπηροῦ δειλοὶ εἶναι· ὥστε μᾶλλον ἑκούσιόν ἐστι· τὰ δὲ κατὰ τὴν δειλίαν ἔργα, ἃ ποιοῦμεν διὰ | |
30 | λύπην καὶ φόβον, ἀνάγκῃ τινὶ ποιοῦμεν, ἥτις ἐξίστησιν ἡμᾶς καὶ πείθει τὰ ὅπλα ῥίπτειν καὶ τὰ ἄλλα ἀσχημονεῖν· καὶ τούτου χάριν ἧττον ἑκούσιά εἰσι τὰ καθ’ ἕκαστον. ἐπὶ δὲ τῆς ἀκολασίας τὸ ἀνάπαλιν ἔχει. αὐτὴν μὲν τὴν ἀκολασίαν οὐδεὶς ἐπιθυμεῖ οὐδὲ βούλεταί τις ἀκόλαστος εἶναι. τὰ δὲ κατὰ τὴν ἀκολασίαν ἔργα σφόδρα ὀρεγόμενοι ποιοῦσιν, ὥστε τὴν | |
35 | ἀκολασίαν ἧττον ἑκούσιον εἶναι τῶν καθ’ ἕκαστα. τοῦτο δὲ τὸ ὄνομα τῆς ἀκολασίας καὶ ἐπὶ τὰς παιδικὰς ἁμαρτίας φέρομεν καὶ τοὺς ἁμαρ‐ τάνοντας τῶν παίδων ἀκολάστους καλοῦμεν. ἔχουσι γὰρ αἱ τοιαῦται ἁμαρ‐ τίαι πρὸς τὴν εἰρημένην ἀκολασίαν ὁμοιότητά τινα· πότερον δὲ ἀπὸ πο‐ τέρου καλεῖται ζητεῖν, οὐδὲν πρὸς τὸν λόγον τὸν προκείμενον συντελεῖ· | |
40 | πλὴν ἐκεῖνο εἰπεῖν εἰκός, ὅτι τὸ ὕστερον ἀπὸ τοῦ προτέρου καλεῖσθαι μᾶλ‐ | 62 |
63 | λον προσήκει, καὶ ἀπὸ τῶν παιδικῶν ἁμαρτιῶν ἐπὶ ταύτην τὴν ἀκολασίαν τὸ ὄνομα μετενεχθῆναι. ἔοικε δὲ οὐ κακῶς ἀλλὰ καὶ λίαν προσηκόντως μετενεχθῆναι τὸ ὄνομα· ὥσπερ γὰρ κολάζειν δεῖ τὸν παῖδα τῶν αἰσχρῶν ὀρεγόμενον, καὶ συστέλλειν εἴσω τοῦ μετρίου τὴν ὄρεξιν αὐτοῦ, οὕτω καὶ | |
5 | τὴν ἐπιθυμίαν κεκολάσθαι δεῖ, πολλὴν αὔξησιν ἔχουσαν. ὅ τε γὰρ παῖς, εἰ μὴ παιδαγωγοῖτο, τὴν ὄρεξιν τοῦ ἡδέος ἄπληστον ἔχων καὶ μάλιστα διὰ τὴν ἡλικίαν, ἔξω τοῦ δέοντος πεσεῖται· ἥ τε ἐπιθυμία, εἰ μὴ ὑπὸ λό‐ γου κολάζοιτο. ἐπὶ πολὺ ἥξει καὶ ὑπὸ τῶν κατ’ ἐπιθυμίαν ἐνεργειῶν αὐξανομένη καὶ τὸν λογισμὸν ἐκκρούει πολλάκις. διὸ δεῖ μετρίας τὰς ἐπι‐ | |
10 | θυμίας καὶ ὀλίγας εἶναι, καὶ τῷ λόγῳ μηδὲν ἐναντιοῦσθαι. τὰς δὲ τοιαύτας εὐπειθεῖς λέγομεν καὶ κεκολασμένας· ὥστε εἰκότως τοὐναντίον ἐπί τε τῶν παίδων καὶ τῆς ἐπιθυμίας ἀκολασία καλεῖται. ὥσπερ γὰρ τὸν παῖδα δεῖ κατὰ τὸ πρόσταγμα τοῦ παιδαγωγοῦ ζῆν, οὕτω καὶ τὸ ἐπιθυμητικὸν κατὰ τὸν λόγον· διὸ δεῖ τοῦ σώφρονος τὸ ἐπιθυ‐ | |
15 | μητικὸν συμφωνεῖν τῷ λόγῳ· σκοπὸς γὰρ ἀμφοῖν τὸ καλόν. καὶ ἐπιθυμεῖ ὁ σώφρων ὧν δεῖ καὶ ὡς δεῖ καὶ ὅτε· οὕτω δὲ τάττει | |
καὶ ὁ λόγος. ταῦτ’ οὖν ἡμῖν εἰρήσθω περὶ σωφροσύνης. | 63 | |
64(1t) | ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Δ | |
2n | Περὶ ἐλευθεριότητος. κεφ. αʹ. | |
3 | Καὶ ἡ ἐλευθεριότης δὲ τοῦ ἐπιθυμητικοῦ ἐστιν ἀρετή· καὶ διὰ τοῦτο μετὰ τὴν σωφροσύνην περὶ ἐλευθεριότητος λέγομεν. ἔστι δὲ ἐλευθεριότης | |
5 | ἡ περὶ χρήματα μεσότης, ὅταν οὔτε πλέον τοῦ δέοντος οὔτε ἔλαττον ἀναλίσκωμεν ἀλλ’ ὡς δεῖ καὶ ἐφ’ οἷς προσήκει καὶ ὧν ἕνεκα· ἐπαινεῖται γὰρ ὁ ἐλευθέριος οὐκ ἐν τοῖς πολεμικοῖς οὐδ’ ἐν οἷς ἐπαινεῖται ὁ σώφρων οὐδ’ αὖ ἐν ταῖς κρίσεσιν ὥσπερ ὁ δίκαιος, ἀλλὰ περὶ δόσιν χρημάτων καὶ λῆψιν. μᾶλλον δὲ ἐπαινεῖται ἐν τῇ δόσει. χρήματα δὲ λέγομεν πάντα, | |
10 | ὅσων ἡ ἀξία νομίσματι μετρεῖται. ἡ μὲν οὖν περὶ χρήματα μεσό‐ της ἡ ἐλευθεριότης ἐστίν, ἡ δὲ ὑπερβολὴ ἡ ἀσωτία, ἔλλειψις δὲ ἡ ἀνελευ‐ θεριότης. ἀσωτίαν δὲ οὐ μόνον τὴν περὶ τὰ χρήματα ὑπερβολὴν καλοῦμεν ἀλλὰ ἐνίοτε καὶ τοὺς ἀκολάστους ἀσώτους καλοῦμεν, οἵτινες πολλὰ δι’ ἀκο‐ λασίαν δαπανῶσι, καὶ ἀσωτίαν τὴν τοιαύτην κακίαν ὀνομάζομεν. διὰ τοῦτο | |
15 | καὶ φαυλότατοί εἰσιν οἱ τοιοῦτοι, πολλὰς ἅμα κακίας ἔχοντες καὶ περὶ χρήματα δὲ καὶ ἡδονὰς διεφθαρμένοι· διὰ τοῦτο οὐδὲ οἰκείως προσαγορεύ‐ ονται ἑνὶ ὀνόματι μίαν κακίαν δηλοῦντι· βούλεται γὰρ ἄσωτος εἶναι ὁ ἕν τι κακὸν ἔχων, τὸ φθεῖρον τὴν οὐσίαν· ἄσωτος γὰρ ὁ δι’ ἑαυ‐ τὸν ὀλλύμενος· δοκεῖ γὰρ ἀπώλειά τις αὑτοῦ εἶναι καὶ ἡ τῆς οὐ‐ | |
20 | σίας φθορά, ὡς τοῦ ζῆν διὰ τῶν χρημάτων ὄντος. ἀσώτους μὲν οὖν καὶ τοὺς ἀκρατεῖς καὶ εἰς ἀκολασίαν δαπανηροὺς καλοῦμεν, ἀνε‐ λευθέρους δὲ μόνους τοὺς πλέον ἢ δεῖ τῶν χρημάτων ἀντεχομένους καὶ πρὸς τὴν ἐλευθεριότητα ἐλλείποντας. ἐπεὶ τοίνυν πᾶσιν, ὧν χρεία τίς ἐστιν, οἷον δόξης ἢ ἡδονῆς ἢ τροφῆς, τούτοις δυνατὸν χρῆσθαι καὶ εὖ καὶ κακῶς | |
25 | (τοιοῦτον δὲ καὶ ὁ πλοῦτος, καὶ τούτου γὰρ χρεία τίς ἐστιν ἐν τῷ βίῳ), δυνατὸν ἄρα χρῆσθαι τῷ πλούτῳ καὶ εὖ καὶ κακῶς· ἐπεὶ δὲ ἑκάστῳ πράγ‐ | |
ματι ἐκεῖνος χρῆται καλῶς, ὁ ἔχων τὴν περὶ αὐτὸ ἀρετήν, καὶ τῷ πλούτῳ | 64 | |
65 | ἐκεῖνος χρήσεται ἄριστα, ὁ ἔχων τὴν περὶ αὐτὸν ἀρετήν· οὗτος δέ ἐστιν ὁ ἐλευθέριος. ἡ δὲ χρῆσις τῶν χρημάτων οὐδὲν ἄλλο ἐστὶν ἢ δαπάνη καὶ δόσις. ἡ δὲ λῆψις καὶ φυλακὴ οὐ χρῆσις δοκεῖ ἀλλὰ μᾶλλον κτῆσις. διὰ τοῦτο ὁ ἐλευθέριος περὶ τὴν δαπάνην ἐστὶ τῶν χρημάτων μᾶλλον ἢ | |
5 | περὶ τὴν λῆψιν· καὶ μᾶλλον αὐτῷ προσήκει τὸ εἰδέναι, ὅπως δεῖ δαπανᾶν καὶ ὧν ἕνεκα καὶ πρὸς οὓς ἢ ὅπως δεῖ λαμβάνειν καὶ ὧν ἕνεκα καὶ παρ’ ὧν δεῖ. ἔστι μὲν γὰρ περὶ τὴν χρῆσιν τοῦ πλούτου, καθὼς εἴρηται· χρῆσις δὲ ἡ δόσις μᾶλλόν ἐστιν ἢ ἡ λῆψις. ἔτι μᾶλλον δοκεῖ ἀρετὴ εἶναι τὸ εὖ ποιεῖν ἢ τὸ εὖ πάσχειν καὶ τὸ τὰ καλὰ πράττειν ἢ τὸ τὰ αἰσχρὰ μὴ | |
10 | πράττειν· ἕπεται δὲ τῇ μὲν δόσει τὸ εὖ ποιεῖν καὶ τὸ τὰ καλὰ πράττειν, τῇ δὲ λήψει τὸ εὖ πάσχειν καὶ τὸ τὰ αἰσχρὰ μὴ πράττειν. τὸ γὰρ λαβεῖν ὅθεν δεῖ εὖ πάσχειν ἐστίν, καὶ τὸ μὴ λαβεῖν ὅθεν οὐ δεῖ τὸ μὴ αἰσχρὰ πράττειν ἐστίν. ἔτι, ὃ μᾶλλον ἐπαινεῖται, τοῦτο μᾶλλον ἀρετῇ προσήκει, μᾶλλον δὲ ἐπαινεῖται τὸ ὡς δεῖ διδόναι ἢ τὸ ὡς δεῖ λαμβάνειν· ἡ γὰρ | |
15 | χάρις καὶ ὁ ἔπαινος τῷ διδόντι μᾶλλον ἢ τῷ μὴ λαμβάνοντι. ἔτι περὶ τὸ δυσχερέστερόν ἐστιν ἡ ἀρετή· δυσχερέστερον δέ ἐστι διδόναι καλῶς ἢ λαμβάνειν ἢ μὴ λαμβάνειν καλῶς· τὸ γὰρ οἰκεῖον προέσθαι πολλῷ δυσχε‐ ρέστερον τοῦ τὸ ἀλλότριον ἀποπέμψασθαι· μᾶλλον ἄρα προσήκει τῷ ἐλευ‐ θερίῳ διδόναι καλῶς ἢ οὐ λαμβάνειν ἢ λαμβάνειν καλῶς. ἐπεὶ καὶ ἐλευ‐ | |
20 | θερίους οὐ τούτους καλοῦμεν, ὅσοι οὐ λαμβάνουσιν ὅθεν οὐ δεῖ, ἀλλὰ ὅσοι διδόασιν οἷς δεῖ· ἐκεῖνοι γὰρ μᾶλλον δοκοῦσι δίκαιοι ἢ ἐλευθέριοι καὶ διὰ τοῦτο ἐπαινοῦνται· οἱ δὲ λαμβάνοντες ὅθεν δεῖ οὐδὲ ἐπαινοῦνται· ἐπαινεῖται γὰρ ὃς δυσχερές τι ποιεῖ διὰ τὸ ἀγαθόν, ὁ δὲ λαμβάνων ὅθεν δεῖ οὐδὲν δυσχερὲς ὑπομένει. ἔτι φιλοῦνται οἱ ἐλευθέριοι μάλιστα τῶν σπουδαίων, | |
25 | ὅτι ὠφέλιμοί εἰσι· τὸ δὲ ὠφέλιμον οὐκ ἐν τῷ μὴ λαβεῖν κακῶς ἀλλ’ ἐν τῷ δοῦναι καλῶς. ὁ ἄρα ἐλευθέριος περὶ τὴν δόσιν εἶναι δοκεῖ μᾶλλον ἢ περὶ τὴν λῆψιν· ἔστι τοίνυν ἐλευθέριος ὁ διδοὺς οἷς δεῖ καὶ τοῦ καλοῦ ἕνεκα. πᾶσαι γὰρ αἱ κατ’ ἀρετὴν πράξεις τοῦ καλοῦ ἕνεκα καὶ οὐ μόνον τοῦ καλοῦ ἕνεκα καὶ οἷς δεῖ καὶ ὅτε δεῖ καὶ τἄλλα πάντα ὅσα ἕπεται | |
30 | τῇ ὀρθῇ δόσει ἀλλὰ καὶ ἡδέως ἢ ἀλύπως. ὁ γὰρ μετὰ λύπης διδοὺς οὔπω ἐλευθέριος· ἐλευθερίου μὲν γὰρ ἔργον ποιεῖ, ἐλευθέριος δὲ οὔπω ἐστίν· οὔπω γὰρ εἰς ἕξιν ἦλθεν· οὐ γὰρ ἂν ἐλυπεῖτο. τὰ γὰρ κατ’ ἀρετὴν ἔργα ἢ ἡδέα ἐστὶν ἢ ἄλυπα, ὁ δὲ διδοὺς οἷς μὴ δεῖ ἢ οὐ τοῦ καλοῦ ἕνεκα ἀλλὰ διά τινα ἄλλην αἰτίαν οὐκ ἐλευθέριος ἀλλὰ ἄλλος τις | |
35 | ῥηθήσεται· ὁμοίως δὲ οὐδὲ ὁ μετὰ λύπης διδούς, καθὼς εἴρηται. ὁ γὰρ τοιοῦτος προτιμᾷ τὰ χρήματα τῆς καλῆς πράξεως· τοῦτο δὲ οὐκ ἐλευθερίου. ὁ γὰρ ἐλευθέριος δώσει μέν, ὡς ὁ ὀρθὸς τάττει λόγος, λή‐ ψεται δὲ οὐδαμῶς παρ’ ὧν οὐ δεῖ λαβεῖν, ἅτε μὴ τιμῶν τὰ χρήματα, οὔτε αἰτήσεται· οὐ γὰρ εὐχερῶς εὐεργετεῖται ὁ φιλῶν τὸ εὐεργετεῖν· λήψεται | |
40 | δὲ ἀφ’ ὧν δεῖ, δηλονότι ἀπὸ τῶν οἰκείων κτημάτων, οὐχ ὅτι καλὸν ἡγεῖ‐ | |
ται τὸ χρηματίζεσθαι ἀλλ’ ὅτι ἀναγκαῖον πρὸς τὸ διδόναι· καὶ διὰ τοῦτο | 65 | |
66 | οὐδὲ τῶν ἰδίων ἀμελήσει χρημάτων, βουλόμενος διὰ τούτων τισὶν ἐπαρ‐ κεῖν. οὐδὲ τοῖς τυχοῦσι δώσει, ἵνα ἔχῃ διδόναι οἷς δεῖ καὶ ὅτε καὶ οὗ καλόν· ἔστι δὲ σημεῖον τοῦ σφόδρα ἐλευθερίου καὶ τὸ ὑπερ‐ βάλλειν ἐν τῇ δόσει τοσοῦτον, ὥστε καταλείπειν ἑαυτῷ τὰ ἐλάττω. | |
5 | τὸ γὰρ μὴ πρὸς τὴν οἰκείαν χρείαν ὁρᾶν τῆς μεγίστης ἐλευθεριότητος ση‐ μεῖόν ἐστιν. οὐ γὰρ πρὸς τὸ μέγεθος ἢ τὸ πλῆθος τῶν διδομένων ἡ ἐλευ‐ θεριότης κρίνεται ἀλλὰ κατὰ τὴν ἀναλογίαν, ἣν ἔχουσι τὰ διδόμενα πρὸς τὴν οὐσίαν τοῦ διδόντος (ἀπὸ τούτου γὰρ ἡ ἕξις τῆς ἐλευθεριότητος δεί‐ κνυται), ὥστε οὐδὲν κωλύει ἐλευθεριώτερον εἶναι τοῦ τὰ πολλὰ διδόντος | |
10 | τὸν ἐλάττω διδόντα, ἐὰν ἀπὸ ἐλάττονος οὐσίας διδῷ. συμβαίνει δὲ τοὺς μὴ κτησαμένους οὐσίαν ἰδίοις πόνοις ἀλλὰ διαδεξαμένους παρ’ ἄλλων, ἐλευθεριωτέρους δοκεῖν· οἱ γὰρ τοιοῦτοι ἄπειροί εἰσι τῆς ἐνδείας καὶ διὰ τοῦτο οὐ σφόδρα ἀγαπῶσι τὸν πλοῦτον καὶ ὅτι, καθάπερ οἱ γονεῖς καὶ οἱ ποιηταί, μᾶλλον ἀγαπῶσι τὰ χρήματα οἱ κτησάμενοι. οἱ δὲ ἐλευθέριοι | |
15 | οὐ δύνανται σφόδρα πλουτεῖν· οὔτε γὰρ εὐχερεῖς εἰς τὸ λαμβάνειν εἰσὶν οὔτε εἰς τὸ φυλάττειν τὴν οὐσίαν προνοητικοί· ἀλλὰ μᾶλλον προετικοὶ τῶν ὄντων καὶ οὐ τιμῶντες δι’ ἑαυτὰ τὰ χρήματα ἀλλ’ ἕνεκα τῆς δό‐ σεως. διὸ καὶ ἐγκαλοῦμεν τῇ τύχῃ, ὅτι μὴ πλουτοῦσιν οἱ ἐλευθέριοι, πλούτου καὶ χρημάτων ὄντες ἄξιοι. τοῦτο δὲ οὐ συμβαίνει ἀλόγως· τὸν | |
20 | γὰρ μὴ ἐπιμελούμενον ὅπως ἔχῃ χρήματα, πῶς οἷόν τε πλουτεῖν; ὥσπερ οὐδ’ ἄλλο τι κτήσασθαι δυνατὸν τὸν μὴ ἐπιμελούμενον ὅπως κτήσηται, διὰ τοῦτο οὐδὲ ὁ ἐλευθέριος δυνήσεται πλουτεῖν, μήτε ἑτέρωθεν χρήματα συλλέγων καὶ τὰ οἴκοι σκορπίζων. ἔτι καὶ μὴ δίδωσιν οἷς οὐ δεῖ καὶ ὅτε μὴ δεῖ, ἵνα μὴ εἰς τὰ μὴ δέοντα ἀναλώσας ἐνδεὴς εὑρεθῇ πρὸς τὰ δέ‐ | |
25 | οντα καὶ μὴ δῷ οἷς δεῖ καὶ ὅτε δεῖ. ἐλευθέριος γάρ ἐστι, καθὼς εἴρηται, ὁ κατὰ τὴν ἀναλογίαν τῆς οὐσίας δαπανῶν εἰς ἃ δεῖ· ὁ δὲ ὡς ἔτυχε δι‐ δοὺς ἄσωτος. διὰ τοῦτο τοὺς τυράννους οὐ λέγομεν ἀσώτους, καίτοι πολλὰ καὶ ἄμετρα διδόντας· τὸ γὰρ πλῆθος τῆς κτήσεως τὸ πλῆθος τῶν δόσεων ὑπερβάλλειν δοκεῖ, καὶ πλείω εἶναι τὴν οὐσίαν τῆς δαπάνης | |
30 | συμβαίνει. ἐπεὶ τοίνυν ἡ ἐλευθεριότης μεσότης ἐστὶ περὶ χρημάτων δόσιν καὶ λῆψιν, ὁ ἐλευθέριος καὶ δώσει καὶ δαπανήσει εἰς ἃ δεῖ καὶ ὅσα δεῖ, καὶ ἐν μικροῖς καὶ ἐν μεγάλοις ὁμοίως, καὶ ἀμφότερα ἡδέως ποιήσει, τό τε δοῦναι καὶ τὸ λαβεῖν κατὰ τὸν προσήκοντα λόγον· μεσότης γάρ ἐστιν ἡ ἐλευθεριότης περί τε λῆψιν καὶ δόσιν, ἕπεται 〈δὲ〉 | |
35 | τῷ διδόντι καλῶς καὶ λαμβάνειν καλῶς, καὶ ἄμφω μεθ’ ἡδονῆς. ὥστε λυπήσεται, ἐὰν μὴ δῷ ἢ μὴ λάβῃ κατὰ τὸν προσήκοντα λόγον· καὶ τοῦτο δὲ μετρίως καὶ ὡς δεῖ. ἔστι δὲ ὁ ἐλευθέριος καὶ εὐκοινώνητος ἐν τοῖς χρήμασι καὶ ἡδύς ἐστιν ἐν ταῖς περὶ τὰ χρήματα κοινωνίαις, ὅτι χρημά‐ των καταφρονῶν οὐ πάνυ ἄχθεται ἀδικούμενος καὶ ζημιούμενος. μᾶλλον | |
40 | γὰρ ἄχθεται εἴ τι προσῆκον ἀναλῶσαι οὐκ ἀνάλωσεν ἢ εἴ τι προσῆκον μὴ ἀναλῶσαι ἀνάλωσε. τὸ μὲν γὰρ δαπανῆσαί ποτε παρὰ τὸ δέον περὶ χρή‐ | |
ματά ἐστιν ἡ ζημία, καὶ οὐ τοσοῦτον λυπεῖ τὸν ἐλευθέριον· τὸ δὲ μὴ εἰς | 66 | |
67 | τὸ δέον δαπανῆσαι περὶ τὸ δέον καὶ τὴν ἀρετὴν ἡ ζημία γίνεται, καὶ διὰ τοῦτο μᾶλλον λυπεῖ· ὥστε οὐδὲ τὴν Σιμωνίδου δέχεται παραίνεσιν τἀναντία ὑποτιθεμένου. ὁ δὲ ἄσωτος περὶ τὴν ἡδονὴν ἀεὶ καὶ τὴν λύπην διαμαρ‐ τάνει· ἥδεται γὰρ καὶ λυπεῖται ἐφ’ οἷς οὐ δεῖ καὶ οὐχ ὡς δεῖ· φανερώ‐ | |
5 | τερον δὲ ἐν τοῖς ἑξῆς ῥηθήσεται. | |
6n | Ὅτι χεῖρον κακὸν ἡ ἀνελευθεριότης τῆς ἀσωτίας. κεφ. βʹ. | |
7 | Ἔστι μὲν οὖν ἡ ἐλευθεριότης ἡ μεσότης, ὑπερβολὴ δὲ ἡ ἀσωτία, ἔλ‐ λειψις δὲ ἡ ἀνελευθεριότης. ἡ μὲν οὖν ἀσωτία τῷ διδόναι καὶ μὴ λαμβάνειν ὑπερβάλλει, τῷ δὲ λαμβάνειν ἐλλείπει, ἡ δὲ ἀνελευθε‐ | |
10 | ριότης τῷ λαμβάνειν ὑπερβάλλει, τῷ δὲ διδόναι ἐλλείπει. ἀμφοτέρων δὲ οὐσῶν ἔξω τοῦ δέοντος, χείρων ἐστὶν ἡ ἀνελευθεριότης τῆς ἀσωτίας. ἡ γὰρ ἀσωτία πρῶτον μὲν οὐ δύναται παραμένειν ἀλλὰ εὐχερῶς ἀφίσταται, τῆς ὕλης δαπανηθείσης· ὁ γὰρ πλοῦτος ταχέως ἐπιλείπει τοὺς δαπανῶντας ἰδιώτας, διδόντας μὲν ἀμέτρως, λαμβάνοντας δὲ οὐδαμόθεν· ἡ δὲ ἀνελευ‐ | |
15 | θεριότης οὐδαμῶς· οὔτε γὰρ αὐξανομένου τοῦ πλούτου βελτίων ὁ ἀνελεύ‐ θερος γίνεται, καὶ δαπανωμένου πολλῷ χείρων. ἔπειτα καὶ ὑπὸ τῆς ἡλι‐ κίας καὶ ὑπὸ τῆς πείρας τῶν ἀπὸ τῆς ἀπορίας κακῶν ἰαθῆναι τὸν ἄσωτον δυνατὸν καὶ πρὸς τὸ μέσον ἐλθεῖν· ἐγγὺς γάρ ἐστι τοῦ μέσου καὶ ἐλευ‐ θερίῳ ἔοικε μάλιστα· καὶ γὰρ δίδωσι καὶ οὐ λαμβάνει, εἰ καὶ μὴ ὡς δεῖ | |
20 | καὶ οἷς οὐ δεῖ· ὥστε εἰ τοῦτο μόνον ἐθισθείη, διδόναι οἷς δεῖ καὶ ὡς δεῖ, εἴη ἂν ἐλευθέριος· καὶ δώσει οἷς δεῖ καὶ οὐ λήψεται ὅθεν οὐ δεῖ. διὰ τοῦτο ὁ ἄσωτος οὐ δοκεῖ φαῦλός τις εἶναι τὸ ἦθος· οὐ γὰρ μοχθηροῦ καὶ ἀγεννοῦς τὸ ὑπερβάλλειν ἐν τῷ διδόναι καὶ μὴ λαμβάνειν, ἠλιθίου δέ. διὰ τοῦτο βελτίων ὁ ἄσωτος τοῦ ἀνελευθέρου, καὶ διὰ τὰ εἰρημένα καὶ ὅτι | |
25 | ὁ μὲν ἄσωτος πολλοὺς ὠφελεῖ, ὁ δὲ ἀνελεύθερος οὐδένα ἀλλ’ οὐδὲ ἑαυ‐ τόν. ἄσωτον δὲ λέγω, ὃς ὑπερβάλλει μὲν τῷ διδόναι, ἐλλείπει δὲ τῷ μὴ διδόναι, ὃν ὑπεθέμεθα ἄκρον εἶναι πρὸς τὸν ἐλευθέριον. πολλοὶ γὰρ ἄσωτοι καὶ ἀνελεύθεροί εἰσιν, ὑπερβάλλοντες ὁμοίως καὶ τῷ λαμβάνειν καὶ τῷ δι‐ δόναι· ληπτικοὶ γάρ εἰσι διὰ τὸ βούλεσθαι μὲν ἀναλίσκειν, εὐχερῶς | |
30 | δὲ τοῦτο 〈μὴ〉 ποιεῖν· ταχέως γὰρ ἐπιλείπει αὐτοὺς τὰ ὑπάρχοντα καὶ ἀναγκάζονται ἑτέρωθεν πορίζειν· ἅμα δὲ καὶ διὰ τὸ μὴ φρον‐ τίζειν τοῦ δέοντος πανταχόθεν καὶ ὡς ἔτυχε λαμβάνουσι. διδόναι γὰρ ἐπιθυμοῦσι μόνον· τὸ δὲ πῶς δεῖ καὶ πόθεν λαμβάνοντας οὐδὲν προσ‐ περιεργάζονται. διὰ τοῦτο οὐδὲ ἐλευθέριοί εἰσιν αἱ δόσεις αὐτῶν· οὐ γὰρ | |
35 | καλαὶ οὐδὲ τοῦ καλοῦ ἕνεκα οὐδὲ ὡς δεῖ· ἀλλ’ ἐνίοτε οὓς δεῖ πένε‐ σθαι, τούτους πλουσίους ποιοῦσι, τοῖς δὲ μετρίοις τὰ ἤθη οὐδὲν ἂν δοῖεν· τοῖς κόλαξι δὲ ἢ ἄλλην τινὰ ἡδονὴν αὐτοῖς προξενοῦσι πολλὰ παρέχουσιν. διὸ καὶ ἀκόλαστοί εἰσιν ὡς ἐπὶ τὸ πλεῖστον οἱ ἄσωτοι. διὰ | |
γὰρ τὸ μὴ ζῆν κατὰ λόγον πρὸς τὰς ἡδονὰς ἀποκλίνουσι, διὰ δὲ τὸ ἐθι‐ | 67 | |
68 | σθῆναι πολλὰ δαπανᾶν καὶ εἰς τὰς ἀκολασίας δαπανηροὶ γίνονται, ὥστε σφόδρα ἀκόλαστοι εἶναι. ὁ μὲν οὖν ἄσωτος ἀπαιδαγώγητος γινόμενος εἰς τοσοῦτον ἔρχεται πονηρίας, παιδαγωγηθεὶς δὲ καὶ τυχὼν ἐπι‐ μελείας εἰς τὸ δέον ἀφικέσθαι δύναται. ἡ δὲ ἀνελευθεριότης ἀνίατός ἐστιν· | |
5 | οὐ γάρ ἐστιν ἐλπὶς ἀπὸ πλείονος πείρας ἢ ἡλικίας τινὸς βελτίονα γενέσθαι τὸν ἀνελεύθερον. τὸ γὰρ πεῖραν λαβεῖν τῶν ἐν τῷ βίῳ καὶ τὸ γῆρας καὶ τὰ ἐκ τοῦ γήρως κακὰ καὶ πᾶσα ἀδυναμία καὶ κακοπάθεια πολλῷ μείζω ποιεῖ τὴν ἀνελευθεριότητα. καὶ ἄλλως δὲ μᾶλλον πεφύκασιν οἱ ἄνθρωποι πρὸς τὴν ἀνελευθεριότητα ἢ πρὸς τὴν ἀσωτίαν· οἱ γὰρ πλεῖστοι τῶν ἀν‐ | |
10 | θρώπων φιλοχρήματοι καὶ ἀνελεύθεροί εἰσι· διδόασι δὲ οὐ σφόδρα πολλοί· ἐλάχιστοι δὲ οἱ ἄσωτοι. διὰ τοῦτο τοίνυν πολλῷ βελτίων ἡ ἀσωτία τῆς ἀνελευθεριότητος· φαίνεται γὰρ ἀπὸ τούτων ἐγγύτερον οὖσα τοῦ μέσου. καὶ χωρὶς δὲ τούτων καὶ πολυειδές τι κακὸν ἡ ἀνελευθεριότης· πολλοὶ γὰρ τρόποι δοκοῦσι τῆς ἀνελευθεριότητος εἶναι. ἐπεὶ γὰρ περὶ λῆψιν καὶ | |
15 | δόσιν ἐστίν, οἱ μὲν τῶν ἀνελευθέρων περὶ τὴν δόσιν φαύλως ἔχουσιν, οἱ δὲ περὶ τὴν λῆψιν· οἱ μὲν γὰρ οὔτε οὐδενὶ διδόασιν οὔτε λαμβάνειν βούλονται παρ’ οὐδενός, οἱ μὲν διά τινα ἐπιείκειαν καὶ ἵνα μὴ ἀναγ‐ κασθῶσι πρᾶξαί τι αἰσχρόν, οἱ δὲ φοβούμενοι, μήποτε καὶ δοῦναί ποτε ἀναγκασθῶσι διότι λαμβάνουσιν· ἀγαπῶσιν οὖν τὸ μήτε λαμβάνειν μήτε | |
20 | διδόναι. καλοῦνται δὴ οὗτοι φειδωλοὶ γλίσχροι κίμβικες, ὅσοι τῇ δόσει ἐλλείπουσι· τούτων δὲ καὶ ὁ κυμινοπρίστης. ἕτεροι δὲ τῇ λήψει ὑπερ‐ βάλλουσιν, ὅσοι πάντα τὰ αἰσχρὰ καὶ ποιοῦσι καὶ πάσχουσιν, ἵνα τι λά‐ βωσιν οὐχ ὡς δεῖ οὐδὲ παρ’ ὧν δεῖ. οὗτοι δὲ πάντες αἰσχροκερδεῖς κα‐ λοῦνται, οἷοί εἰσιν οἱ πορνοβοσκοὶ καὶ οἱ τοκισταὶ καὶ οἱ κυβευταὶ καὶ οἱ | |
25 | λωποδύται καὶ οἱ λῃσταί· πάντες γὰρ ἕνεκα κέρδους καὶ τούτου μικροῦ μεγάλα ὑπομένουσιν ὀνείδη. οἱ γὰρ μεγάλων ἕνεκα κερδῶν τὰ τοιαῦτα ὑπομένοντες καὶ λαμβάνοντες ὅθεν οὐ δεῖ οὐδὲ ὡς δεῖ οὐκ αἰσχροκερδεῖς ἀλλὰ πονηροὶ καὶ ἀσεβεῖς καὶ ἄδικοι καλοῦνται, οἷοί εἰσιν οἱ τύραννοι καὶ οἱ τὰς πόλεις πορθοῦντες καὶ ἱερὰ συλῶντες. ὁ γὰρ κυβευτὴς λαμβάνει | |
30 | μὲν ὅθεν οὐ δεῖ· παρὰ τῶν φίλων γάρ, οἷς δεῖ διδόναι· μικρὰ δὲ καὶ διὰ τοῦτο αἰσχροκερδής· καὶ ὁ λῃστὴς μεγάλους μὲν ὑπομένει κινδύνους ἀλλὰ μικροῦ λήμματος ἕνεκα· ὁμοίως καὶ ὁ λωποδύτης καὶ εἴ τις ἄλλος τοιοῦτος. εἰκότως οὖν ἡ ἀνελευθεριότης τῇ ἐλευθεριότητι ἐναντίον λέγεται, ὅτι τε μᾶλλον ἀφέστηκεν αὐτῆς ἢ ἡ ἀσωτία (ἐναντιώτερον γάρ ἐστιν αὐτῆς, διότι | |
35 | μεῖζον κακόν ἐστιν ἢ ἡ ἀσωτία), καὶ ὅτι κατὰ πλείονας τρόπους ἁμαρτά‐ νουσιν οἱ ἄνθρωποι περὶ ταύτην ἢ περὶ τὴν ἀσωτίαν. | |
37n | Περὶ μεγαλοπρεπείας. κεφ. γʹ. | |
38 | Περὶ μὲν οὖν ἐλευθεριότητος καὶ τῶν ἀντικειμένων κακιῶν τοσαῦτα εἰρήσθω· ἀκόλουθον δ’ ἂν εἴη μετὰ ταῦτα περὶ μεγαλοπρεπείας | |
40 | διεξελθεῖν· ἔοικε γὰρ ἡ μεγαλοπρέπεια τῇ ἐλευθεριότητι, καθόσον καὶ αὐ‐ | 68 |
69 | τὴ περὶ χρήματά ἐστι καὶ περὶ δαπάνας χρημάτων. διαφέρει δέ, ὅτι ἡ μὲν ἐλευθεριότης καὶ περὶ δόσεις καὶ περὶ λήψεις καὶ δαπάνας ἐστίν, ἡ δὲ μεγαλοπρέπεια περὶ δαπάνας μόνον· καὶ ἡ μὲν ἐλευθεριότης περὶ δα‐ πάνας ὀλίγων χρημάτων καὶ μικρῶν, ἡ δὲ μεγαλοπρέπεια περὶ μεγάλων | |
5 | καὶ πολλῶν· καθάπερ δηλοῖ καὶ αὐτὸ τὸ ὄνομα τῆς μεγαλοπρεπείας· ἔστι γὰρ δαπάνη μεγέθει πρέπουσα. τὸ δὲ μέγεθος οὐκ ἔστι τὸ αὐτὸ πᾶσι τῆς δαπάνης· 〈οὐ〉 γὰρ τὸ αὐτὸ μέγεθος πᾶσι προσήκει ἀλλὰ ἀνάλογον. οὐ γὰρ τὸ αὐτὸ δαπάνημα προσήκει τριηράρχῳ καὶ τῷ ἀρχιθεώρῳ· ἀλλ’ ἑκατέρῳ τὸ πρέπον τῷ μεγέθει τῆς ἀρχῆς, ὅπερ ἑκάτερος ἀναλώσας ὡς | |
10 | δεῖ καὶ περὶ ἃ δεῖ μεγαλοπρεπὴς λέγεται. ὁ γὰρ τὰ πρέποντα μὲν δα‐ πανῶν καὶ ἑαυτῷ καὶ τῷ λαμβάνοντι, μὴ μεγάλα δέ, οὐ λέγεται μεγαλο‐ πρεπὴς ἀλλὰ ἐλευθέριος, οἷός ἐστιν ὁ λέγων πολλάκι δόσκον ἀλήτῃ, ἀλλ’ ὁ μεγάλα δαπανῶν καὶ πρέποντα καὶ ἑαυτῷ καὶ τῷ λαμβάνοντι. ὥστε | |
15 | τὸν μὲν μεγαλοπρεπῆ καὶ ἐλευθέριον εἶναι, τὸν δὲ ἐλευθέριον οὐ πάντως μεγαλοπρεπῆ. ταύτης δὲ τῆς ἕξεως ἡ μὲν ἔλλειψις μικροπρέπεια κα‐ λεῖται, ἡ δὲ ὑπερβολὴ βαναυσία καὶ ἀπειροκαλία καὶ ὅσαι τοι‐ αῦται, αἵτινες γίνονται οὐ διὰ τὸ ὑπερβάλλειν τὴν μεγαλοπρέπειαν τῷ μεγέθει τῆς δαπάνης τῆς προσηκούσης, ἀλλὰ τῷ δαπανᾶν ἐν οἷς οὐ δεῖ | |
20 | καὶ οὐχ ὡς δεῖ. καὶ περὶ μὲν τῶν παρ’ ἑκάτερα τῆς μεγαλοπρεπείας κακιῶν ὕστερον ἀκριβέστερον ἐροῦμεν· λέγομεν δὲ περὶ τῆς μεγαλοπρεπείας. ἔστι τοίνυν ὁ μεγαλοπρεπὴς καθάπερ ἐπιστήμων, θεωρῶν πάντα κατὰ λό‐ γον καὶ τάττων μετὰ τοῦ πρέποντος κανόνος· δαπανήσει γὰρ τὰ μεγάλα ἐμμελῶς καὶ ὡς προσῆκεν. αἱ γὰρ κατὰ τὴν ἕξιν ἐνέργειαι τῇ ἕξει ἀκο‐ | |
25 | λουθοῦσι, καὶ διὰ τοῦτο ἡ ἕξις ταῖς ἐνεργείαις γνωρίζεται, καθὼς εἴρηται ἐν ἀρχῇ· ὥστε καὶ αὐτοῦ 〈τοῦ〉 μεγαλοπρεποῦς δαπάναι μεγάλαι καὶ πρέ‐ πουσαι τῷ μεγαλοπρεπεῖ καὶ τῷ ἔργῳ, οὗ ἕνεκα δαπανῶνται, μεγάλῳ καὶ αὐτῷ ὄντι. καὶ οὕτως ἔσονται αἱ δαπάναι μὲν τῷ ἔργῳ πρέπουσαι, τὸ δὲ ἔργον ταῖς δαπάναις προσῆκον. εἰ δὲ δεῖ τὸ ἕτερον ὑπερβάλλειν, τὸ ἔργον· | |
30 | τοῦτο γὰρ μᾶλλον προσήκει τῷ μεγαλοπρεπεῖ. ταῦτα δὲ ὁ μεγαλοπρεπὴς δαπανήσει, πρῶτον μὲν τοῦ καλοῦ ἕνεκα (ὅπερ κοινότερόν ἐστι πᾶσι τοῖς σπουδαίοις), ἔπειτα ἡδέως καὶ προετικῶς, μηδὲν ἀκριβολογούμενος· ἡ γὰρ ἀκριβολογία μικροπρεπές. ὁ δὲ μεγαλοπρεπὴς περὶ μὲν τοῦ ἔργου σκέψεται, ὅπως ἄριστον γένοιτο καὶ πρεπωδέστατον, καὶ τούτου χάριν ὁ | |
35 | πλεῖστος λόγος αὐτῷ, περὶ δὲ τῆς δαπάνης, ὅση προσήκει τῷ ἔργῳ, καὶ περὶ τοῦ μηδὲν πλέον ἀναλωθῆναι, ἀλλὰ γενέσθαι δι’ ὅσων μάλιστα ἐν‐ δέχεται ἐλαχίστων, οὐ τοσοῦτον ποιεῖται λόγον· μικροπρεπὲς γὰρ τὸ τοιοῦτον. ἀνάγκη δέ, καθὼς εἴρηται, τὸν μεγαλοπρεπῆ καὶ ἐλευθέριον εἶναι, εἰ καὶ | |
ὁ ἐλευθέριος οὐκ ἔστι μεγαλοπρεπής· 〈δαπανᾷ γὰρ ὁ μεγαλοπρεπὴσ〉 | 69 | |
70 | ἃ δεῖ καὶ ὡς δεῖ καὶ ὅτε δεῖ· τοῦτο δέ ἐστιν ὁ ἐλευθέριος· μεγάλα δὲ καὶ μεγάλων ἕνεκα, ὅπερ ἐστὶν ἴδιον τοῦ μεγαλοπρεποῦς. πολλάκις γὰρ καὶ διὰ τῆς αὐτῆς δαπάνης ὁ μεγαλοπρεπὴς οὐ τὸ αὐτὸ ἔργον ποιεῖ τῷ ἐλευθερίῳ ἀλλὰ μεγαλοπρεπέστερον, οἷον, φέρε εἰπεῖν, θεραπεῦσαι | |
5 | τὸ θεῖον δεῆσαν, ὁ μὲν ἐλευθέριος χρυσοῦν τι σκεῦος ποιήσει καὶ λίθους τιμίους ἐγκολλήσει τῷ σκεύει, ὁ δὲ μεγαλοπρεπὴς ναὸν μέγαν καὶ καλὸν οἰκοδομήσει ἢ ἀνδριάντας ἀναστήσει ἢ γεφύρας οἰκοδομήσει ἢ ἄλλο τι μέγα καὶ θαυμαστὸν διὰ τῆς ἴσης δαπάνης ἐργάσεται· καὶ τὸ μὲν τοῦ μεγαλο‐ πρεποῦς ἔργον κυρίως ἔργον ἔσται, τὸ δὲ τοῦ ἐλευθερίου κτῆμα μᾶλλον ἢ | |
10 | ἔργον. οὐ γὰρ ἡ αὐτὴ ἀρετὴ κτήματος καὶ ἔργου, ἀλλὰ κτήματος μὲν τὸ πλείστου ἄξιον εἶναι καὶ τιμιώτατον, οἷος ὁ χρυσὸς καὶ οἱ τίμιοι λίθοι, ἔργου δὲ ἀρετὴ τὸ μέγα εἶναι καὶ καλὸν καὶ θαυμαστόν, ὃ τῷ με‐ γαλοπρεπεῖ μάλιστα προσήκει· ἔστι γὰρ ἔργου ἀρετὴ μεγαλοπρέπεια ἐν μεγέθει. ἔργα δὲ μεγαλοπρεπῆ καὶ τίμια, οἷον τὰ περὶ τὸ θεῖον ἀνα‐ | |
15 | θήματα, κατασκευαὶ θυσιῶν καὶ ναῶν, φιλοτιμίαι πρὸς τὸ κοινόν, χορηγίαι ἢ τριηραρχίαι, ἢ καὶ τὸ ἑστιᾶν τὴν πόλιν δεῆσαν· οὐ μόνον δὲ τὰ ἔργα δεῖ εἶναι μεγαλοπρεπῆ καὶ τὰς δαπάνας προσηκούσας καὶ μεγαλοπρεπεῖς ἀλλὰ καὶ τῷ ποιοῦντι πρεπούσας μάλιστα μὲν διὰ τὴν οὐσίαν· πένης γὰρ οὐκ ἂν εἴη μεγαλοπρεπής· εἰ δ’ ἐπιχειροίη μεγάλοις ἔργοις, ἠλίθιος ἔσται, | |
20 | παρὰ τὴν ἀξίαν καὶ τὸ δέον ἐπιχειρῶν. ἔπειτα πρέπειν δοκεῖ καὶ τοῖς πολλάκις τοιαῦτα πεποιηκόσιν ἢ ὧν οἱ πρόγονοι μεγαλοπρεπεῖς ἦσαν. τῶν δὲ ἔργων τὰ πλείω μὲν εἰς τὸ κοινὸν καὶ εἰς τὸ θεῖον· ταῦτα γὰρ μεγαλοπρεπῆ· τινὰ δὲ καὶ ἴδια, ὅσα εἰσάπαξ γίνονται, οἷον γάμοι καὶ οἰ‐ κίαι καὶ ἄλλο τοιοῦτον. τῷ γὰρ μεγαλοπρεπεῖ μάλιστα προσήκει τὸ δα‐ | |
25 | πανᾶν εἰς τὸ κοινὸν ἢ εἰς τὸ θεῖον, ἐλάχιστα δὲ εἰς ἑαυτόν. ἔσται δὲ μεγαλοπρεπὲς ἔργον καὶ τὸ πολυχρόνιον· τὰ γὰρ τοιαῦτα ἔργα θαυμαστά εἰσι καὶ καλά. δεῖ δὲ καὶ ἐν τοῖς ἔργοις καὶ ἕτερον τρόπον τὸ πρέπον ζητεῖν καὶ σκοπεῖν τίνα ἔργα τίσιν ἁρμόζει· οὐ γὰρ τὰ αὐτὰ πρέπει τῷ θείῳ καὶ τῷ κοινῷ· οὐδὲ ταὐτὰ προσήκει ἱερῷ καὶ τάφῳ· ὥστε εἶναι τὰ | |
30 | ἔργα τοῦ μεγαλοπρεποῦς μεγάλα καὶ θαυμαστά, πρὸς τὰ ὁμογενῆ συγκρινό‐ μενα· τάφων μὲν οἰκοδομήματα πρὸς τάφους, ναῶν δὲ πρὸς ναοὺς καὶ γεφύρας πρὸς γεφύρας, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὁ γὰρ μεγαλοπρεπὴς οὐ μόνον σκοπεῖ τὸ μέγεθος, ὃ προσήκει τῷ γένει τοῦ ἔργου· οὐ γὰρ ταὐ‐ τὸν μέγα εἶναι ἁπλῶς διὰ τὴν δαπάνην καὶ μέγα εἶναι πρὸς τὰ ὁμογενῆ | |
35 | συγκρινόμενον, ἀλλὰ διαφέρει· καὶ γὰρ ἡ σφαῖρα καὶ ἡ λήκυθος ἡ καλλίστη μικρὰ μέν εἰσι διὰ τὴν δαπάνην· εἰσὶ δὲ μεγαλοπρεπῆ δῶρα τῶν παίδων, καί εἰσι μεγάλα πρὸς τὰ παιδικὰ συγκρινόμενα δῶρα· ἐπεὶ τοίνυν διαφέρει τὸ ἐν τῷ γένει μέγεθος τοῦ ἐν ταῖς δαπάναις, ἀνάγκη σκοπεῖν ἀμφότερα τὸν μεγαλοπρεπῆ καὶ ποιεῖν μεγαλοπρεπῶς κατὰ τὴν προσήκουσαν ἑκάστῳ | |
40 | γένει μεγαλοπρέπειαν. οὕτω γὰρ γενόμενον τὸ ἔργον μέγα ἔσται καὶ θαυ‐ μαστὸν καὶ καλὸν καὶ οὐδὲ εὐχερῶς ὑπὸ ὁμογενοῦς ὑπερβληθήσεται. τοι‐ | |
οῦτος μὲν οὖν ὁ μεγαλοπρεπής. ὁ δὲ ὑπερβάλλων καὶ βά‐ | 70 | |
71 | ναυσος παρὰ τὸ δέον ἀναλίσκει καὶ ὥσπερ οὐ δεῖ καὶ ἐφ’ οἷς οὐ δεῖ· καὶ διὰ τοῦτο ὑπερβάλλειν λέγεται τὸν μεγαλοπρεπῆ. καὶ γὰρ φαύλων ἕνεκα ἔργων, ὧν ἡ δαπάνη πάνυ μετρία, πολλὰ δαπανᾷ καὶ μεγάλα, καὶ μεγα‐ λοπρεπὴς βούλεται δοκεῖν, παρὰ τὸ εἰκὸς καὶ τὸ προσῆκον τῇ μεγαλοπρε‐ | |
5 | πείᾳ, οἷον ἐρανιστὰς ἑστιᾷ πολυτελέστατα, ὥσπερ εἰ γάμους ἐποίει· καὶ τοῖς κωμῳδοῖς χορηγῶν παριοῦσι καὶ χρήματα φιλοτίμως ἀναλίσκων ἐν αὐτοῖς ὥσπερ εἰς κοινὸν ὄφελος· ἢ ἐν ταῖς κωμῳδίαις ἀντὶ κωδίων, ἃ παραπετάσματα ἦν ἐπὶ τῆς σκηνῆς, πορφυρίδας ἔχει, καθάπερ οἱ Μεγαρεῖς. καὶ ταῦτα ποιεῖ οὐ τοῦ καλοῦ ἕνεκα ἀλλ’ ἵνα μόνον ἐπιδείξηται τὸν πλοῦ‐ | |
10 | τον. οἴεται γὰρ ἀπὸ τούτου θαυμαστός τις εἶναι δόξαι· καὶ ἐν οἷς μὲν πολλῆς χρεία δαπάνης, ὀλίγα ἀναλίσκει, ἐν οἷς δὲ ὀλίγης, πολλά. τοιοῦτος μὲν οὖν ὁ ὑπερβάλλων τὸν μεγαλοπρεπῆ, ὃς καὶ βάναυσος καλεῖται. ὁ δὲ ἐλλείπων, ὃς καὶ μικροπρεπὴς καλεῖται, περὶ πάντα ἐλλειπής ἐστιν. ἀνα‐ λίσκων γὰρ οὐδὲ τοῦ καλοῦ ἕνεκα, ἔπειτα σκοπεῖ, πῶς ἂν ὅσον ἐνδέχεται | |
15 | τὰ ἐλάχιστα ἀναλώσαι· καὶ πολλάκις τὰ πλείω τῆς δαπάνης ἀναλώσας, καὶ πρὸς τὴν τελείωσιν ἤδη βλέποντος τοῦ ἔργου, ὑπ’ ἀκριβολογίας ἀτέλεστον ἀφίησι διὰ μικρὰν δαπάνην. καὶ πάντα δέ, ὅσα ποιεῖ, ἀεὶ μέλλων καὶ σκοπῶν ποιεῖ, καὶ οἰόμενος καὶ πλείω τοῦ δέοντος ἀναλίσκειν, καὶ ὀδυρό‐ μενος ὅτι πολλὰ ἀνάλωσεν. αὖται μὲν οὖν αἱ ἕξεις, ἥ τε μικροπρέπεια | |
20 | καὶ βαναυσία, κακίαι εἰσίν, ὀνείδη δὲ οὐκ ἐπιφέρουσι· διότι οὔτε βλαβεραί εἰσι τῶν πέλας, οὔτε λίαν αἰσχραὶ καὶ ἀσχήμονες. | |
22n | Περὶ μεγαλοψυχίας. κεφ. δʹ. | |
23 | Λέγομεν δὲ ἤδη καὶ περὶ μεγαλοψυχίας. ἔστι τοίνυν ἡ μεγαλοψυχία περὶ μεγάλα, ὡς καὶ τὸ ὄνομα δίδωσιν εἰκάζειν. περὶ ποῖα δὲ μεγάλα, | |
25 | σκοπῶμεν. φανερὸν δὲ ὅτι ταὐτόν ἐστι τὸ περὶ μεγαλοψυχίας καὶ τὸ περὶ μεγαλοψύχου σκοπεῖν· οὐδὲν γὰρ διαφέρει τὴν ἕξιν εἰδέναι ἢ τὸν ἔχοντα τὴν ἕξιν. ἔστι τοίνυν μεγαλόψυχος περὶ μεγάλα· μεγάλα δὲ τὰ αὐτῷ προσήκοντα, ὅταν μεγάλων ἄξιος ὢν καὶ αὐτὸς κρίνῃ ἑαυτὸν μεγάλων ἄξιον εἶναι. ὁ γὰρ μικρῶν ἄξιος ὢν καὶ μικρῶν ἑαυτὸν ἀξιῶν ἑαυτὸν ἀξιῶν οὐ λέγεται | |
30 | μεγαλόψυχος ἀλλὰ σώφρων· ἡ γὰρ μεγαλοψυχία ἐν μεγέθει ἐστί. τοιοῦτον γὰρ λόγον ἔχει πρὸς τὸν σώφρονα ὁ μεγαλόψυχος, οἷον ὁ καλὸς πρὸς τὸν ἀστεῖον· ὁ μὲν γὰρ καλὸς μετὰ μεγέθους ἔχει τὸ κάλλος, ὁ δὲ ἀστεῖος μετὰ σμικρότητος, ὃς καὶ σύμμετρος καλεῖται, καλὸς δὲ οὐδαμῶς· ὁ μὲν οὖν μεγαλόψυχος τοιοῦτος. τῶν δὲ παρ’ ἑκάτερα ὁ μὲν ὑπερβάλλων χαῦ‐ | |
35 | νος· χαῦνος γάρ ἐστιν ὁ μεγάλων ἑαυτὸν ἀξιῶν οὐκ ἄξιος ὤν· ὁ δὲ ἄξιος μὲν ὢν πολλῶν, πλειόνων δὲ ἀξιῶν ἑαυτόν, οὐ πάντῃ χαῦνος. ἐλλείπων δὲ ὁ μικρόψυχος· ἔστι γὰρ μικρόψυχος ὁ πολλῶν μὲν ἄξιος ἐλαττόνων δὲ | |
κρίνων ἑαυτὸν 〈ἄξιον, ἢ ὁ ὀλίγων ἄξιος, ἔτι δὲ ἐλαττόνων ἀξιῶν ἑαυτόν〉. | 71 | |
72 | τούτων δὲ μᾶλλόν ἐστι μικρόψυχος ὁ πολλῶν ἄξιος ὤν, εἶτα τῆς οἰκείας ἀξίας μὴ ἐπαισθανόμενος· ποταπὸς γὰρ ἂν ἦν, εἰ ὀλίγων καὶ μετρίων ἄξιος ἦν; εἰσὶ μὲν οὖν οἱ παρ’ ἑκάτερα ὁ μὲν ὑπερβάλλων ὁ δὲ ἐλλείπων. ὁ δὲ μεγαλόψυχος, καθόσον μὲν περὶ μεγάλα ἐστίν, ἄκρος δοκεῖ, καθόσον | |
5 | δὲ ἐπὶ τοῦ δέοντος ἕστηκεν ἀεὶ καὶ οὔτε ὑπὲρ τὸ δέον ζητεῖ οὔτε παρὰ τὸ δέον, διὰ τοῦτο μέσος ἐστίν. | |
7n | Περὶ μεγαλοψυχίας καὶ περὶ τίνα ὁ μεγαλόψυχος καὶ τίνα ἴδιά | |
8n | ἐστιν αὐτοῦ. κεφ. εʹ. | |
9 | Ἐπεὶ δὲ περὶ τὰ ἔξω ἀγαθὰ ὁ μεγαλόψυχός ἐστιν, ὧν παρὰ τῶν | |
10 | ἄλλων ἀξιοῦται κατὰ τὸ προσῆκον αὐτῷ, εἴη ἂν πάντως ἢ περὶ χρήματα ἢ περὶ ἡδονὴν ἢ περὶ τιμήν· ἐπεὶ δὲ περὶ τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἀγαθῶν ἐστιν (ἔστι γὰρ μεγαλόψυχος ὁ τῶν μεγίστων ἑαυτὸν ἀξιῶν ἄξιος ὤν), εἴη ἂν περὶ τὴν τιμήν, ἥτις δοκεῖ μέγιστον εἶναι τῶν ἀνθρωπίνων καὶ τῶν ἔξωθεν ἀγαθῶν· καὶ διὰ τοῦτο τῷ θείῳ ταύτην μάλιστα ἀπονέ‐ | |
15 | μομεν. ὥστε περὶ τιμὰς καὶ ἀτιμίας ὁ μεγαλόψυχός ἐστιν, ὡς δεῖ· καὶ χωρὶς δὲ τούτων ἀπὸ τῆς ἐπαγωγῆς φανερόν ἐστι. ὁρῶμεν γὰρ πάντας τοὺς μεγαλοψύχους τιμῆς μάλιστα ἐφιεμένους τῆς ἀξίας ἑαυτῶν· ὁ δὲ μι‐ κρόψυχος ἐλλείπει καὶ πρὸς ἑαυτόν (ἐλάττω γὰρ τῆς ἀξίας φρονεῖ τῆς ἑαυτοῦ)· ἐλλείπει καὶ πρὸς τὸ τοῦ μεγαλοψύχου ἀξίωμα. ὁ δὲ | |
20 | χαῦνος πρὸς ἑαυτὸν μὲν ὑπερβάλλει (μείζω γὰρ φρονεῖ τῆς ἀξίας τῆς ἑαυτοῦ), τὸν δὲ μεγαλόψυχον οὐχ ὑπερβάλλει τῷ φρονήματι. ὁ γὰρ μεγαλόψυχος τῶν μεγίστων ἑαυτὸν ἀξιοῖ, τῶν μεγίστων ἄξιος ὤν· ὥστε ἀνάγκη τὸν μεγαλόψυχον ἄριστον εἶναι καὶ σφόδρα ἀγαθὸν τοὺς τρόπους, καὶ ἀνδρεῖον καὶ δίκαιον καὶ τὴν ἄλλην ἀρετὴν ἄκρον. ὁ γὰρ μικρὰ ἡγού‐ | |
25 | μενος πάντα καὶ οὐδαμῶς ἄξια ἑαυτοῦ καὶ οὐ ψευδόμενος, ἀλλὰ ἀληθεύων ἐν τῇ τοιαύτῃ ψήφῳ, τίνος ἕνεκα αἰσχρόν τι ποιήσει καὶ ἄτιμον; ἢ πῶς δυνατόν; ἐναντίον γάρ ἐστι τῷ λόγῳ τοῦ μεγαλοψύχου τὸ τοιοῦτον. πῶς γὰρ ἂν εἴη τιμῆς ἄξιος ὁ φαῦλος; εἰ δὲ τιμῆς ἑαυτὸν ἀξιοῖ φαῦλος ὢν καὶ τοῖς αἰσχροῖς ἁλισκόμενος, γελοῖος ἂν δόξειεν εἶναι· ἡ γὰρ τιμὴ τῆς | |
30 | ἀρετῆς ἐστιν ἆθλον καὶ τοῖς ἀγαθοῖς ἀπονέμεται μόνοις δικαίως. ὥστε ὁ μεγαλόψυχος πάσας συλλαβὼν ἔχει τὰς ἀρετὰς καὶ ἔστιν ἡ μεγαλοψυχία οἷον κόσμος τις τῶν ἀρετῶν. καὶ οὐ γίνεται μὲν ἄνευ ἐκείνων, μείζους δὲ καὶ καλλίους αὐτὰς ποιεῖ· κρίνει γὰρ αὐτὰς ἀξίας εἶναι ὧν εἰσιν ἄξιαι. διὰ τοῦτο σφόδρα χαλεπὸν μεγαλόψυχόν τινα γενέσθαι· οὐ γὰρ δυνατὸν | |
35 | μεγαλόψυχον εἶναι ἄνευ πασῶν τῶν ἀρετῶν· τὸ δὲ πάσας κτήσασθαι καὶ ταύτας εἰς ἄκρον σφόδρα χαλεπόν. ἔστι μὲν οὖν ὁ μεγαλόψυχος περὶ τι‐ μὰς καὶ ἀτιμίας, καθὼς εἴρηται. καὶ ἐπὶ μὲν ταῖς μεγάλαις καὶ ὑπὸ μεγάλων ἥδεται, ὡς τῶν οἰκείων τυγχάνων καὶ ὧν ἄξιος ἢ καὶ ἐλατ‐ τόνων τῆς ἀξίας· τῆς γὰρ τελείας ἀρετῆς οὐκ ἄν ποτε γένοιτο παρὰ τῶν | |
40 | ἀνθρώπων ἀξία τιμή. οὐ μὴν ἀλλ’ εἰ καὶ ἥδεται, διὰ τοῦτο ἥδεται, | 72 |
73 | ὅτι τὴν δυνατὴν προσάγουσιν αὐτῷ τιμὴν καὶ ἧς οὐκ ἔχουσι μείζω. τῆς δὲ παρὰ τῶν τυχόντων τιμῆς καθάπαξ ὀλιγωρήσει· καὶ μάλιστα ὅταν ἐπὶ μικροῖς αὐτὸν τιμῶσιν, οἷον, εἴ τις ἐτίμα τὸν Ἀχιλλέα ὅτι καλῶς ᾔδει καθαρίζειν· ὁμοίως δὲ καὶ περὶ τὰς ἀτιμίας κατὰ τὸ προσῆκον αὐτῷ. ἔστι | |
5 | τοίνυν ὁ μεγαλόψυχος μάλιστα μὲν περὶ τιμὰς καὶ ἀτιμίας, καθὼς εἴ‐ ρηται, ἔστι δὲ ἑπομένως καὶ περὶ πλοῦτον καὶ δυναστείαν καὶ πᾶσαν εὐτυχίαν καὶ ἀτυχίαν· καὶ περὶ ταύτας γὰρ μετρίως ἕξει καὶ ὡς προσ‐ ῆκε· καὶ οὐδὲν αἰσχρὸν πείσεται πρὸς τὴν ἐν τούτοις μεταβολήν· καὶ οὔτε εὐτυχῶν περιχαρὴς ἔσται οὔτε ἀτυχῶν περίλυπος· οὐ γὰρ μέγιστον ἡγή‐ | |
10 | σεται τὴν τιμὴν καὶ οὕτω περὶ αὐτὴν ἕξει ὡς μέγιστον ὄν. οὕτω δὲ ἔχων περὶ τὴν τιμὴν πολλῷ μᾶλλον περὶ τὸν πλοῦτον ὀλιγώρως ἕξει καὶ τὰς δυναστείας· αἱρετώτερον γὰρ ἡ τιμὴ δυναστείας καὶ πλούτου· διὰ γὰρ 〈τὴν〉 τιμὴν ἀγαπητά εἰσιν ὁ πλοῦτος καὶ ἡ δυναστεία· καὶ γὰρ οἱ ἔχοντες αὐτὰ τιμᾶσθαι δι’ αὐτῶν βούλονται. ὁ δὲ τὴν τιμὴν μικρὸν ἡγούμενος | |
15 | πολλῷ μᾶλλον τὰ ἄλλα. διὰ τοῦτο καὶ οἱ μεγαλόψυχοι ὑπερόπται δοκοῦσιν εἶναι, ὅτι οὐδὲν τῶν ἀνθρωπίνων σφόδρα τιμῶσιν. ἐπεὶ δὲ καὶ τὰ εὐτυχή‐ ματα τιμῆς ἄξια δοκοῦσιν εἶναι, καὶ ταῦτα συντελοῖεν ἂν πρὸς τὴν μεγα‐ λοψυχίαν. τὸ γὰρ ὑπερέχον ἐν ἀγαθοῖς ἐντιμότερον· ὑπερέχει δὲ ἐν ἀγα‐ θοῖς ὁ εὐτυχής· διὸ καὶ τὰ τοιαῦτα τὴν μεγαλοψυχίαν συνίστησιν. ὁ γὰρ | |
20 | εὐτυχὴς ἄξιον ἑαυτὸν μεγάλης τιμῆς ἡγεῖται διὰ τὴν ἀγαθὴν τύχην· τι‐ μᾶται γὰρ παρ’ ἐνίων· κατ’ ἀλήθειαν δὲ μόνος ὁ ἀγαθὸς τοὺς τρόπους ἄξιός ἐστι τιμῆς. ᾧ δὲ ἄμφω πρόσεστι καὶ ἡ ἀρετὴ καὶ τὰ ἔξωθεν ἀγαθά, μᾶλλον ἀξιοῦται τιμῆς τοῦ τὴν ἀρετὴν μόνον ἔχοντος· ὃς δὲ μόνον εὐτυχής ἐστι καὶ τοῖς ἔξωθεν ἀγαθοῖς εὐθηνεῖ, πρὸς δὲ 〈τὴν〉 ἀρετὴν οὐ‐ | |
25 | δὲν κοινὸν ἔχει, ὁ τοιοῦτος οὔτε δικαίως τιμᾶται οὔτε αὐτὸς δικαίως ἑαυ‐ τὸν μεγάλης ἀξιοῖ [τῆς] τιμῆς οὔτε κατὰ τὸν ὀρθὸν λόγον μεγαλόψυχος λέγεται. ἄνευ γὰρ ἀρετῆς τελείας ἀδύνατόν τινα μεγαλόψυχον εἶναι, κα‐ θὼς εἴρηται. διὰ τοῦτο οἱ ἐν εὐτυχίᾳ ὄντες ὡς ἐπὶ τὸ πλεῖστον ὑπερό‐ πται καὶ ὑβρισταὶ γίνονται· χωρὶς γὰρ ἀρετῆς οὐ ῥᾴδιον φέρειν τὰ εὐτυχή‐ | |
30 | ματα ἐμμελῶς καὶ μετρίως. οὐ δυνάμενοι δὲ φέρειν τὴν εὐτυχίαν καλῶς, οἴονται μὲν τῶν ἄλλων ὑπερέχειν, καὶ πάντων καταφρονοῦσιν· αὐτοὶ δὲ ἀσυλλογίστως πάντα ποιοῦσιν, ὡς ἔτυχε. βούλονται γὰρ μιμεῖσθαι τὸν με‐ γαλόψυχον, καίτοι παντελῶς ἀνόμοιοι ὄντες· ὁ γὰρ μεγαλόψυχος καταφρονεῖ μέν, ἀλλὰ δικαίως (τὰ ἀληθῆ γὰρ περὶ ἑαυτοῦ οἴεται), καὶ μεγάλοις μὲν | |
35 | ἐπιχειρεῖ καὶ μεγάλων κινδύνων κατατολμᾷ, ἀλλὰ τοῦ ἀγαθοῦ ἕνεκα καὶ πρὸς μεγάλα τινὰ ἀφορῶν· οἱ δὲ τὰ ἔξω μόνον ἀγαθοὶ τὴν μὲν ἀρετὴν οὐ τιμῶσιν οὔτε βούλονται κατορθοῦν, τῶν δὲ ἄλλων καταφρονοῦσι καὶ τὰς ἄλλας [δὲ] πράξεις αὑτῶν βούλονται ἀφομοιοῦν πρὸς τὰς τοῦ μεγαλο‐ ψύχου πράξεις, ὅση δύναμις· οὐκ ἀφομοιοῦσι δέ, διὰ τὸ μὴ ἔχειν τὴν | |
40 | ἀρετήν. ἔστι δὲ ὁ μεγαλόψυχος οὐ πυκνοκίνδυνος μέν· (οὐ γὰρ συνεχῶς | 73 |
74 | εἰς κινδύνους ἑαυτὸν ἐμβάλλει διὰ τὸ μὴ τιμᾶν τὰ τυχόντα καὶ μικρῶν τινων καὶ ὀλίγων προκινδυνεύειν), μεγαλοκίνδυνος δέ· ὅταν γὰρ μεγάλων τινῶν ἀγαθῶν προκινδυνεύῃ, οὐδὲ τῆς οἰκείας φείδεται ζωῆς. καὶ εὐεργε‐ τῶν μὲν χαίρει, εὐεργετούμενος δὲ αἰσχύνεται. τὸ μὲν γὰρ εὐεργε‐ | |
5 | τεῖν ὑπερέχοντος, τὸ δὲ εὐεργετεῖσθαι ὑπερεχομένου· ὁ δὲ μεγάλα περὶ ἑαυτοῦ φρονῶν ἄχθεται τῇ ἐλάττονι μοίρᾳ. εἰ δὲ εὐεργετηθεὶς ἀντευερ‐ γετεῖν ἐθελήσει, πλείονα δίδωσιν, ἵνα ὀφειλέτην ἑαυτῷ ποιήσῃ τὸν ὑπάρ‐ ξαντα τῆς εὐεργεσίας. δοκεῖ δὲ ὁ μεγαλόψυχος τῶν μὲν εὖ παρ’ αὐτοῦ παθόντων ἐθέλειν ἀεὶ μεμνῆσθαι, παρ’ ὧν δὲ αὐτὸς εὖ πέπονθεν ἐπιλελῆ‐ | |
10 | σθαι· οὐκ ἀγνωμοσύνῃ τινί (πῶς γάρ, ὃς μείζω δίδωσιν ἢ λαμβάνει;), ἀλλ’ ὅτι οἰκειότερον αὐτῷ καὶ μᾶλλον προσῆκον τὸ εὖ ποιεῖν ἢ τὸ εὖ πάσχειν· καὶ διὰ τοῦτο τὸ μὲν εὐεργετεῖν, ὅτι ἄριστον καὶ τοιῷδε πρέπον λόγου καὶ μνήμης ἀξιοῦται, τὸ δὲ εὖ πάσχειν οὐδαμῶς· βούλεται γὰρ ἀεὶ ὑπερ‐ έχειν. καὶ ἄλλου δὲ διηγουμένου τὸ μὲν ἡδέως ἀκούει, τὸ δὲ ἀηδῶς· διὰ | |
15 | τοῦτο καὶ ἡ Θέτις παρ’ Ὁμήρῳ οὐ λέγει τὰς εὐεργεσίας τῷ Διὶ οὐδὲ μέμνηται πρὸς αὐτὸν ὧν εὖ ἐποίησεν αὐτόν, ἀλλ’ ὧν εὖ πέπονθε παρ’ αὐτοῦ· ὁμοίως δὲ καὶ οἱ Λάκωνες βουλόμενοι χαρίζεσθαι τοῖς Ἀθηναίοις τὰς εἰς αὐτοὺς τῶν Ἀθηναίων εὐεργεσίας εἰς μέσον ἄγουσι. καὶ τοῦτο δὲ ἴδιον μεγαλοψύχου, τὸ μηδενὸς δεῖσθαι ἢ μόλις, αὐτὸν δὲ τοῖς ἄλλοις ἃ | |
20 | βούλονται ὑπηρετεῖν πρόθυμον εἶναι. καὶ πρὸς μὲν τοὺς ἐν ἀξιώματι μέγαν εἶναι, διὰ τὸ μηδὲν ἡγεῖσθαι σεμνὸν τῶν τοιούτων ἀγαθῶν, ἐξ ὧν ἀξιοῦσιν οἱ ἐν ἐξουσίαις φοβεροί τινες εἶναι· πρὸς δὲ τοὺς μέσους μέ‐ τριον διὰ τὸ σωφρονεστέρους καὶ ἐπιεικεστέρους τοὺς τοιούτους εἶναι. ἄλλως τε τὸ μὲν τῶν ἐν ἀξιώματι ὑπερέχειν καὶ ἐργῶδές ἐστι καὶ σεμ‐ | |
25 | νόν, καὶ διὰ τοῦτο τῷ μεγαλοψύχῳ προσήκει· τὸ δὲ τῶν μέσων, καὶ ῥᾴ‐ διον καὶ οὐδὲν μέγα· καὶ ἐν ἐκείνοις μὲν σεμνύνεσθαι οὐκ ἀγεννές, ἐν δὲ τοῖς ταπεινοῖς φορτικόν· ὥσπερ εἴ τις ἐπεδείκνυτο τὴν τοῦ σώματος ῥώμην ἐν τοῖς ἀσθενέσι καὶ ὑπὸ νόσου ἢ γήρως διεφθαρμέ‐ νοις. ἔτι δὲ ὁ μεγαλόψυχος οὐδὲ περιελεύσεται ζητῶν οὗ τιμηθήσεται | |
30 | (μικρὸν γὰρ καὶ τοῦτο), οὐδὲ ἐθελήσει ποτὲ παραγενέσθαι ὅπου πρωτεύ‐ ουσιν ἄλλοι, ἵνα μὴ τύχῃ τῶν δευτερείων, τῶν πρωτείων ἄξιος ὤν. ἔστι δὲ οὐδὲ ἕτοιμος εἰς τὰς πράξεις, ἀλλὰ ἀργός τις καὶ μελλητής. ζητεῖ γὰρ ἀεὶ πράττειν μεγάλα καὶ μεγάλων ἕνεκα καὶ ὅθεν μεγάλη γίνεται τιμή· ταῦτα δὲ σπανίως συμπίπτει· καὶ διὰ τοῦτο ὀλίγα μὲν πράττει, μεγάλα δὲ | |
35 | καὶ ὀνομαστά. οὓς δὲ ἢ φίλους ἡγεῖται ἢ ἐχθρούς, φανερῶς καὶ μισεῖ καὶ φιλεῖ· γινώσκει γὰρ ἀσφαλῶς, ὅτι κατὰ τὸ δέον ἀμφότερα ποιεῖ, καὶ οὐ δέδοικε τὴν παρὰ τῶν πολλῶν ἀδοξίαν· μᾶλλον γὰρ φροντίζει τῆς ἀλη‐ θείας καὶ τοῦ δέοντος ἢ τῆς δόξης. καὶ διὰ τοῦτο φανερόμισός ἐστι καὶ φανερόφιλος· καὶ πάντα δέ, ἃ λέγει καὶ πράττει, φανερῶς καὶ λέγει καὶ | |
40 | πράττει, διὰ τὸ καταφρονεῖν ὡς εἴρηται τῆς παρὰ τῶν πολλῶν δόξης. διὰ | |
τοῦτο καὶ παρρησιαστικός ἐστι καὶ ἀεὶ ἀληθεύει, εἰ μή που εἰρωνεύοιτο | 74 | |
75 | πρὸς τοὺς πολλοὺς καὶ τὰ μικρὰ λέγοι περὶ ἑαυτοῦ διὰ τὸ μὴ βούλεσθαι παρὰ φαύλων ἀνθρώπων τιμᾶσθαι. συζῇ δὲ καὶ συνδιάγει οὐ τῷ τυχόντι ἀλλὰ τῷ φίλῳ· τὸ γὰρ τῷ μὴ φίλῳ συνεῖναι καὶ τραπέζης καὶ στέγης κοινωνεῖν οὐ μεγαλόψυχον ἀλλὰ δουλικὸν καὶ κολακικὸν καὶ ταπεινόν· τα‐ | |
5 | πεινοὶ γὰρ οἱ κόλακες καὶ τὸ ἀνάπαλιν οἱ ταπεινοὶ πάντες κόλακές εἰσιν. ἔτι δὲ οὐδὲ θαυμαστικός τις ὁ μεγαλόψυχός ἐστι, τὰ τυχόντα ὑπερθαυ‐ μάζων· οὐδὲν γὰρ αὐτὸς νομίζει μέγα. ἀλλ’ οὐδὲ μνησίκακος· μικρὰν γὰρ καὶ τὴν παρὰ τῶν ἐχθρῶν βλάβην ἡγεῖται, καὶ μηδὲν αὐτῷ δυναμένην λυμήνασθαι διὰ τὸ μέγεθος τῆς ἀρετῆς, ἄλλως τε καὶ τὸ ἀπομνημονεύειν | |
10 | καὶ τῶν παρεληλυθότων ποιεῖσθαι λόγον, καὶ ταῦτα καὶ κακῶν, μικροψύχου τινός ἐστι· τὸ δὲ παρορᾶν μεγαλοψύχου. ὃς γὰρ ὧν εὖ πέπονθεν οὐδαμῶς ἀξιοῖ μεμνῆσθαι, ὡς ἐν τοῖς ἀνωτέρω λέλεκται, διὰ τὸ μὴ μέγα εἶναι καὶ ἄξιον αὐτοῦ τὸ εὖ πάσχειν, πολλῷ μᾶλλον ὧν κακῶς πέπονθε παρά τινων οὐ μνησθήσεται. ἔτι δὲ οὐδὲ πράξεις τινὰς ἢ ἄλλων ἀνθρώπων ἀνέχεται | |
15 | καταλέγειν ἢ ἑαυτοῦ· οὔτε γὰρ τῶν ἐπαίνων αὐτῷ μέλει τῶν ἑαυτοῦ οὔτε τῶν ἄλλων. οὐδὲ πάλιν σπουδὴν ἔχει, ἵνα οἱ ἄλλοι ψέγωνται. οὐ τοίνυν οὔτε ἐπαινετικός ἐστιν οὔτε κακολόγος· οὐδὲ τοὺς ἐχθροὺς διασύρει, εἰ μή που παρόντας· τὸ γὰρ ἀπόντας λοιδορεῖσθαι οὐ μεγαλοψύχου. περὶ δὲ ἀναγκαίων ἢ μικρῶν οὐ σφόδρα ἱκετεύει ἢ ὀλοφύρεται, ἐάν τινος δεηθῇ· | |
20 | ὁ γὰρ μηδὲν μέγα ἡγούμενος, μηδὲ σπουδάζων περὶ οὐδὲν τῶν ἀνθρω‐ πίνων, πῶς δύναται οὕτως ἀγεννῶς ἔχειν; ἀεὶ δὲ τὸ καλὸν τοῦ κέρδους προτιμῶν βελτίω νομίζει τὰ καλὰ καὶ ἄκαρπα τῶν καρπίμων καὶ ὠφελί‐ μων, ἂν μὴ καλὰ ὦσιν. ὁμοίως ἐπί τε κτημάτων καὶ δένδρων καὶ οἰκε‐ τῶν· οὐ γὰρ χρηματιστὰς ἀλλὰ τοὺς καλοὺς καὶ ἀγαθοὺς κτήσεται τῶν | |
25 | οἰκετῶν. καὶ κίνησις δὲ τοῦ μεγαλοψύχου βραδεῖα δοκεῖ εἶναι καὶ ἡ φωνὴ βαρεῖα καὶ λέξις στάσιμος· οὐ γὰρ δυνατὸν σπεύδειν τὸν περὶ ὀλίγων φρον‐ τίζοντα (ὀλίγα γὰρ αὐτῷ ἃ θαυμάζουσιν οἱ πολλοί), οὐδὲ σύντονον εἶναι τὸν οὐδὲν μέγα οἰόμενον· σπεύδουσι γὰρ καὶ ὀξυφωνοῦσιν οἱ περί τι σφό‐ δρα ἐπτοημένοι καὶ πολλὴν αὐτοῦ ποιούμενοι φροντίδα. ὁ μὲν οὖν μεγα‐ | |
30 | λόψυχος τοιοῦτος. ὁ δὲ ἐλλείπων μικρόψυχος, ὁ δὲ ὑπερβάλλων χαῦνος· οὐκ εἰσὶ δὲ οὐδὲ οὗτοι κακοί· οὐ γὰρ κακοποιοί εἰσιν ἀλλὰ μόνον ἡμαρτημένοι, καθόσον τοῦ δέοντος ἐκπίπτουσι καὶ τοῦ μέσου. ὁ μὲν γὰρ μικρόψυχος ἄξιος ὢν ἀγαθῶν, ἀγνοεῖ ἑαυτὸν καὶ ἀποστερεῖ ἑαυτὸν ὧν ἐστιν ἄξιος. καὶ τοῦτο τὸ μέρος κακός ἐστιν ἑαυτῷ, μὴ εὖ | |
35 | ποιῶν ἑαυτὸν διὰ τὸ ἀγνοεῖν τὰ αὑτῷ προσήκοντα· εἰ γὰρ ᾔδει, ὠρέγετο ἄν, ἀγαθῶν ὄντων· ὁ τοιοῦτος δὲ ἠλίθιος μὲν οὐκ ἂν λέγοιτο ἀλλὰ μᾶλλον νωθρός. οὐ μόνον δὲ τοῦτο τὸ μέρος ὁ μικρόψυχος ἑαυτὸν βλάπτει ἀλλὰ καὶ ἕτερον τρόπον· καὶ γὰρ διὰ τὸ ἀγνοεῖν ἑαυτὸν καὶ χείρων γίνεται τοὺς τρόπους· τῶν γὰρ ἀγαθῶν καὶ γενναίων πράξεων καὶ τῶν καλῶν ἐπιτηδευ‐ | |
40 | μάτων ἀφίσταται, ὡς ἀνάξιος ὢν αὐτῶν· ὁμοίως δὲ καὶ τῶν ἐκτὸς ἀγαθῶν ἀπέχεται, νομίζων ὑπὲρ τὴν ἀξίαν αὐτοῦ ταῦτα εἶναι. ὁ δὲ | |
χαῦνος καὶ ἠλίθιος καὶ ἑαυτὸν ἀγνοῶν τοῖς ὑπὲρ τὴν ἀξίαν ἐπιχειρεῖ. | 75 | |
76 | ἀρετῇ μὲν οὐκ ἔχων κοσμεῖσθαι, κοσμούμενος δὲ ἐσθῆτι καὶ σχήματι καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις· καὶ σεμνός τις εἶναι διὰ τούτων νομίζων, εὐ‐ τυχής τις ἐθέλει δοκεῖν· καὶ πειρᾶται φανερὰ ποιεῖν ἀεὶ τὰ εὐτυχήματα ἑαυτοῦ καὶ περὶ αὐτῶν ἀεὶ λέγει, ὡς διὰ τούτων τιμηθησόμενος. ἀμφο‐ | |
5 | τέρων δὲ ἀντικειμένων τῇ μεγαλοψυχίᾳ, τῆς τε μικροψυχίας καὶ τῆς χαυ‐ νότητος, ἡ μικροψυχία μᾶλλον ἀντίκειται, ὅτι μᾶλλον γίνεται, καὶ χεῖρόν ἐστι κακόν· τοῦ γὰρ ἔχοντος τὸ ἦθος χεῖρον ποιεῖ καὶ τὴν ἀρετὴν ἐλατ‐ τοῖ, καθὼς εἴρηται· ἡ δὲ χαυνότης φαῦλον μέν ἐστι δι’ ἑαυτήν, τὸν δὲ ἔχοντα οὐ ποιεῖ κατὰ τὰ ἄλλα φαυλότερον· οὐδὲν γὰρ ἀγαθόν, ὧν ἔχει, | |
10 | ὁ χαῦνος ἀπόλλυσι διὰ τὴν χαυνότητα, ἀλλὰ μᾶλλον ἐνίοτε διὰ τοῦτο καὶ καλοῖς καὶ ἀγαθοῖς ἔργοις ἐπιχειρεῖ, ἄξιον ἑαυτὸν ἡγούμενος τῶν τοιούτων. ἔτι δὲ ἡ μὲν χαυνότης οὐκ ἀεὶ αὔξει· ἀπὸ γὰρ τῆς πείρας ὁ χαῦνος ἐπι‐ γνώμων ἑαυτοῦ γίνεται· ἣν γὰρ ζητεῖ τιμὴν οὐ λαμβάνων ὡς ἐπὶ τὸ πλεῖ‐ στον, ἀναγκάζεται σωφρονεῖν. καὶ διὰ τοῦτο ἡ χαυνότης εὐαπάλλακτόν | |
15 | ἐστι, καὶ οὐ δύναται παραμένειν· ἡ δὲ μικροψυχία ἀεὶ προχωρεῖ. τοῦ γὰρ ἤθους, ὥσπερ εἴρηται, χεῖρον διατεθέντος, καὶ τὸ φρόνημα ἐλαττοῦται· τοῦ φρονήματος δὲ ἐλαττωθέντος, καὶ ὁ τρόπος γίνεται χείρων καὶ τὸ φρόνημα διὰ τοῦτον· καὶ οὕτως ἡ μικροψυχία ἀεὶ προχωρεῖ. καὶ ἀπὸ τῆς πείρας δὲ ὁ μικρόψυχος οὐ γίνεται βελτίων· οἷς γὰρ ἔργοις ἐπιχειρεῖ, ῥᾳδίως | |
20 | ταῦτα περαίνων (μικρὰ γὰρ καὶ τῆς δυνάμεως ἐλάττω) τὴν ἰδίαν ἀρετὴν ὥσπερ ἀγνοεῖ. καὶ τιμὴν δὲ ζητῶν ἐλάττω τῆς ἀξίας οὐδένα λυπεῖ, καὶ διὰ τοῦτο οὐδὲ ἐξελεγχόμενος θεραπεύεται, καθάπερ ὁ χαῦνος. διὰ ταῦτα τοίνυν ἡ μικροψυχία χεῖρόν ἐστι κακὸν τῆς χαυνότητος καὶ δυσαπαλλα‐ κτότερον· ὅθεν μᾶλλον ἀντίκειται τῇ μεγαλοψυχίᾳ. | |
25n | Περὶ τῆς ἐν φιλοτιμίᾳ μεσότητος. κεφ. ϛʹ. | |
26 | Ἡ μὲν οὖν μεγαλοψυχία περὶ τιμὴν μεγάλην ἐστί, καθὼς εἴρηται. ἔστι δὲ καὶ ἄλλη τις ἀρετὴ περὶ τὴν τιμήν, ἥτις λόγον ἔχει πρὸς τὴν μεγαλοψυχίαν, ὃν ἡ ἐλευθεριότης πρὸς τὴν μεγαλοπρέπειαν· ὡς γὰρ ἡ μεγαλοπρέπεια διαφέρει τῆς ἐλευθεριότητος τῷ μεγάλῳ, περὶ τὰ | |
30 | χρήματα καὶ αὐτῆς οὔσης, οὕτως ἡ μεγαλοψυχία τῆς τοιαύτης ἀρετῆς δια‐ φέρει, τῷ περὶ μεγάλας εἶναι τιμάς, αὐτῆς περὶ τὰς μικρὰς οὔσης. ὥσπερ γὰρ ἐν λήψει καὶ δόσει χρημάτων μεσότης ἐστὶ καὶ ὑπερβολὴ καὶ ἔλλειψις, οὕτω καὶ ἐν τῇ ὀρέξει τῆς τιμῆς ἔνι λαβεῖν μεσότητα καὶ ὑπερβολὴν καὶ ἔλλειψιν. ἔστι γὰρ δυνατὸν ἐφίεσθαι τιμῆς πλέον ἢ δεῖ καὶ ἔλαττον τοῦ | |
35 | δέοντος καὶ πάλιν κατὰ τὸ δέον καὶ ὡς ὁ ὀρθὸς ἀπαιτεῖ λόγος· ψέγομεν γὰρ καὶ ἐπαινοῦμεν πολλοὺς ἐπὶ τιμῆς ὀρέξει, ὅθεν δῆλον, ὅτι οἱ μὲν ὡς δεῖ ταύτης ἐφίενται, οἱ δὲ οὐχ ὡς δεῖ· τούτων δὲ οἱ μὲν ὑπερβαίνουσι τὸ δέον, οἱ δὲ ἐλλείπουσι. καὶ γὰρ ψέγομεν τὸν φιλότιμον ὡς πλέον ἢ δεῖ τιμῆς ἐφιέμενον· ψέγομεν δὲ καὶ τὸν ἀφιλότιμον ὡς μηδὲ ἐπὶ τοῖς καλοῖς | |
40 | ἐθέλοντα τιμᾶσθαι. ἐνίοτε δὲ καὶ τὸν φιλότιμον ἐπαινοῦμεν ὡς ἀν‐ | 76 |
77 | δρώδη καὶ φιλόκαλον, τὸν δὲ ἀφιλότιμον ὡς μέτριον καὶ σώ‐ φρονα, ὡς καὶ ἐν τοῖς πρώτοις εἴπομεν· γίνεται γὰρ τοῦτο διὰ τὸ ἐοικέναι τὰ ἄκρα τῇ μεσότητι καὶ διὰ τὸ τὴν μεσότητα ἀνώνυμον εἶναι καὶ διὰ τοῦτο ὀνομάζεσθαι ἀπὸ τῶν ἄκρων. καὶ οὐδὲν κωλύει τὴν μεσό‐ | |
5 | τητα φιλοτιμίαν ὀνομάζεσθαι ἢ ἀφιλοτιμίαν. ὁ γὰρ φιλότιμος καὶ ὁ φιλο‐ χρήματος πολλαχῶς δύναται λέγεσθαι, ἐπεὶ καὶ τὸ φιλεῖν κατὰ πολλοὺς τρόπους δύναται εἶναι· ἔστι γὰρ καὶ ὑπὲρ τὸ δέον φιλεῖν τι καὶ παρὰ τὸ δέον καὶ ὡς δεῖ· ὥστε καὶ τὸ ὄνομα οὕτως ἂν ἔχοι, καὶ λέγοιτο ἂν φιλο‐ τοιοῦτος εἰκότως καὶ ὁ ὡς δεῖ καὶ ὁ μὴ ὡς δεῖ φιλῶν· ὥστε ὅταν τινὰ | |
10 | φιλότιμον ὀνομάζοντες ἐπαινῶμεν, νομίζομεν ὑπερβάλλειν μὲν ἐν τῇ τῆς τιμῆς ὀρέξει, ἀλλ’ οὐ τὸ δέον ἀλλὰ τοὺς πολλούς· ὅταν δὲ ψέγωμεν τὸν φιλότιμον, τὸν ὑπερβάλλοντα τὸ δέον φιλότιμον ὀνομάζομεν. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἀφιλοτίμου ἔχει. ἔστι τοίνυν μεσότης ἐν τῇ τῆς μετρίας τιμῆς ὀρέξει, εἰ καὶ ἀνώνυμός ἐστιν· ἐν οἷς γάρ ἐστιν ὑπερβολὴ καὶ | |
15 | ἔλλειψις, ἀνάγκη καὶ τὸ μέσον εἶναι· ὥστε ἐπεὶ ὀρέγονται τιμῆς καὶ πλέον τοῦ δέοντος καὶ ἔλαττον, ἀνάγκη καὶ τὴν μέσην ὄρεξιν εἶναι τὴν κατὰ τὸ δέον γινομένην, ἥτις ἐπαινεῖται. καὶ ἔστιν ἀρετὴ ἀνώνυμος· φαίνεται δὲ πρὸς μὲν τὴν φιλοτιμίαν τὴν ἀκρότητα συγκρινομένη ἀφιλοτιμία, πρὸς δὲ τὴν ἀφιλοτιμίαν φιλοτιμία· πρὸς ἀμφοτέρας δὲ τὴν φιλοτιμίαν καὶ τὴν | |
20 | ἀφιλοτιμίαν συγκρινομένη ἀμφότερα δοκεῖ, καθόσον ἀμφοτέρων μετέχει· ὅπερ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν γίνεται. ἀεὶ γὰρ ἡ μεσότης τῶν ἄκρων μετέχουσα τοῖς ὀνόμασιν αὐτῶν ὀνομάζεται· καθόσον γὰρ φεύγει τὸ ἕτερον, πρὸς τὸ ἕτερον ἀποκλίνειν δοκεῖ· ἐπὶ ταύτης δὲ μᾶλλον, διότι ἀνώνυμός ἐστι. διὰ τοῦτο δὲ οὐδὲ ἀντικεῖσθαι δοκοῦσι τὰ ἄκρα μέσῳ τινί, ἀλλὰ | |
25 | μᾶλλον ἀλλήλοις· ἡ γὰρ ἀφιλοτιμία τῇ φιλοτιμίᾳ φαίνεται ἀντικεῖσθαι. | |
26n | Περὶ πραότητος. κεφ. ζʹ. | |
27 | Ἡ δὲ πραότης περὶ τὰς ὀργάς ἐστι μεσότης, ἧς ἡ μὲν ὑπερβάλλουσα ἕξις ὀργιλότης καλεῖται ἡ δὲ ἐλλείπουσα ἀνώνυμος. τὸ μὲν οὖν πάθος, περὶ ὃ ἡ πραότης, ὀργή ἐστι· τὰ δὲ κινοῦντα τὴν ὀργὴν πολλὰ καὶ | |
30 | διαφέροντα. ὁ μὲν οὖν ὡς δεῖ καὶ ὅτε δεῖ καὶ ἐφ’ οἷς δεῖ ὀργιζόμενος ἐπαινεῖται· ὃς δὴ ὁ πρᾷός ἐστι. δοκεῖ γὰρ πρᾷος εἶναι ὁ ἀτάραχος καὶ μὴ ἀγόμενος ὑπὸ τοῦ πάθους ἀλλ’ αὐτὸς ἄγων τὸ πάθος, καθὼς ὁ ὀρθὸς προστάττει λόγος· δοκεῖ δὲ μᾶλλον πρὸς τὴν ἔλλειψιν ἀποκλίνειν, καθόσον οὐ τιμωρητικός ἐστιν ἀλλὰ μᾶλλον συγγνωμονικός. ἡ δὲ ἔλλειψις | |
35 | κακίζεται, εἴτε ἀοργησία καλεῖται εἴτε ὁτιδήποτε· τὸ γὰρ ἐν οἷς δέον μὴ ὀργίζεσθαι καὶ περιορᾶν προπηλακιζόμενον καὶ ἑαυτὸν καὶ τοὺς οἰκείους ἠλίθιον καὶ ἀνδραποδῶδες. ἡ δὲ ὑπερβολὴ κατὰ πάντα μὲν γίνεται· καὶ γὰρ ὅτε παρὰ τὸ δέον καὶ τοῦ τόπου καὶ τοῦ χρόνου καὶ τοῦ πράγ‐ | |
ματος καὶ τοῦ προσώπου καὶ τῶν ἄλλων περιστάσεων ὀργίζεταί τις, ὑπερ‐ | 77 | |
78 | βάλλει. 〈οὐ μὴν ἀεὶ ὁ ὑπερβάλλων καὶ πάντῃ ὑπερβάλλει〉. σχεδὸν δὲ καὶ ἀδύνατον τοῦτο· τὸ γὰρ κακόν, εἰ κατὰ μηδένα τρόπον ἀγαθὸν εἴη, οὐ δύναται συστῆναι ἀλλὰ καὶ ἑαυτὸ ἀπόλλυσι· κἂν ὁλόκληρον ᾖ, ἀφό‐ ρητον γίνεται. οἱ μὲν οὖν ὀργίλοι ταχέως μὲν ὀργίζονται καὶ | |
5 | οἷς οὐ δεῖ, παύονται δὲ ταχέως· ὃ καὶ βέλτιστον ἔχουσι· τοῦτο δὲ πάσχουσιν, ὅτι οὐ κατέχουσι τὴν ὀργὴν οὐδὲ κρύπτουσιν ἀλλὰ ἐξάγονται καὶ ἀμύνονται εὐθὺς δι’ ὧν ἔξεστιν· ἀμυνάμενοι δὲ ταχέως διὰ τὴν ὀξύ‐ τητα παύονται εὐθὺς τῆς ὀργῆς. καθ’ ὑπερβολὴν δέ εἰσιν ὀξεῖς οἱ ἀκρό‐ χολοι καὶ πρὸς πᾶν ὀργίλοι καὶ ἐπὶ παντί· ὅθεν καὶ τὸ ὄνομα ἔχου‐ | |
10 | σιν ἀπὸ τοῦ ἄκρου παρηγμένον. οἱ δὲ πικροὶ καὶ δυσδιάλυτοι καὶ πολὺν χρόνον ὀργίζονται· οὐ γὰρ εὐθὺς φανεροῦσι τὸν θυμὸν ἀλλὰ κατέ‐ χοντες κρύπτουσι· παύονται δὲ τοῦ θυμοῦ, ἐπειδὰν ἀνταποδώσωσι κακὰ τοῖς λελυπηκόσιν. ἡ γὰρ τιμωρία ἡδονὴν αὐτοῖς ἐμποιεῖ καὶ διὰ τοῦτο τῆς λύπης ἀφίστησι· τούτου δὲ μὴ γινομένου τὸ βάρος ἔχουσι καὶ | |
15 | περιφέρουσι τὴν ὀργήν. διὰ γὰρ τὸ μὴ φανεροῦν τὴν ὀργὴν οὐδὲ παρα‐ μυθίας παρὰ τῶν ἀνθρώπων τυγχάνουσιν οὐδὲ παρακαλεῖ τις αὐτούς· ὅθεν καὶ κατέχουσιν αὐτήν, μέχρις ἂν αὐτὴ ὑφ’ ἑαυτῆς διαλυθῇ καὶ πεφθῇ· τοῦτο δὲ διὰ χρόνου γίνεται. οἱ τοιοῦτοι δὲ καὶ ἑαυτοῖς εἰσιν ὀχληροὶ καὶ τοῖς μάλιστα φίλοις. οὗτοι δὴ καὶ χαλεποὶ καλοῦνται, οἵτινες | |
20 | χαλεπαίνουσιν ἐφ’ οἷς οὐ δεῖ καὶ ὅτε μὴ δεῖ καὶ ὅσον οὐ δεῖ καὶ πλεῖστον ὀργίζονται χρόνον καὶ οὐ διαλλάττονται, εἰ μὴ ἀντιλυπήσουσι τοὺς λελυπη‐ κότας. οὗτοι δὲ καὶ συνοικῆσαι χαλεποὶ καὶ βαρεῖς τοῖς ὁμοδιαίτοις. ἡ μὲν οὖν μεσότης ἡ πραότης ἐστίν, ὑπερβολὴ δὲ ἡ ὀργιλότης, ἔλλειψις δὲ ἀναισθησία τις ἂν καλοῖτο καὶ ἠλιθιότης ἢ ἀοργησία. ἀμφοτέρων δὲ | |
25 | ἀντικειμένων τῇ μεσότητι μᾶλλον ἀντίκειται ἡ ὀργιλότης ἢ ἡ ἀοργησία· χεῖρον γὰρ κακόν ἐστιν ἡ ὀργιλότης τῆς ἀοργησίας, ὅτι μᾶλλον γίνεται· ἐλάχιστοι γὰρ οἱ ἀόργητοι· καὶ ὅτι συνοικῆσαι ὁ μὲν ἀόργητος ἡδύς, ὁ δὲ ὀργίλος χαλεπός, καὶ διὰ τοῦτο χεῖρον τὸ κακόν· τὸ γὰρ ἥμερον τῶν ἀν‐ θρώπων καὶ φιλάλληλον ἀναιρεῖ. ὅτι μὲν οὖν ἡ μεσότης ἐστὶ τὸ ἀγαθὸν | |
30 | καὶ ἡ ἀρετή, αἱ δὲ παρ’ ἑκάτερα ὑπερβολαὶ καὶ ἐλλείψεις κακά, δῆλον· καὶ εἴρηται ὅτι τὸ ὡς δεῖ ὀργισθῆναι καὶ ἐφ’ οἷς δεῖ καὶ ὅτε, τοῦτό ἐστιν ἡ μεσότης. μέχρι δὲ τίνος ὀργιζόμενοι καὶ ἐπὶ τίσι τὰ δέοντα ποιήσομεν καὶ τίς ὁ δέων τῆς ὀργῆς καιρὸς καὶ ὁ τόπος καὶ τὸ πρόσωπον καὶ τὰ τοιαῦτα, οὐ δυνατόν ἐστι διορίσασθαι· τὰ γὰρ κατὰ μέρος καὶ τὰ καθ’ | |
35 | ἕκαστα ἀόριστα, καθὼς καὶ περὶ τὰς ἀρχὰς εἴρηται· καὶ ἄλλοτε ἄλλα εἰσὶ τὰ προσήκοντα καὶ οὐδὲν τούτων ἐπὶ τοῦ αὐτοῦ ἕστηκε. τοῦτο δὲ μόνον δυνατὸν εἰπεῖν, ὅτι ἡ μὲν μέση ἕξις ἐπαινετή, αἱ δὲ ὑπερβολαὶ καὶ ἐλλείψεις ἐπὶ παντὸς πάθους κακίζονται· καὶ αἱ μὲν μικρὸν ἀφιστάμεναι τοῦ μέσου οὐ πάνυ γίνονται φανεραὶ καὶ διὰ τοῦτο οὐδὲ πάνυ ψέγονται, αἱ | |
40 | δὲ πλεῖστα καὶ πλεῖστα δοκοῦσι καὶ σφόδρα κακίζονται· ὅθεν δῆλον, ὅτι | |
τῆς μέσης ἕξεως ἀνθεκτέον. | 78 | |
79(1n) | Περὶ φιλίας καὶ τῶν παρ’ ἑκάτερα κακιῶν δυσκολίας καὶ κολα‐ | |
2n | κείας. κεφ. ηʹ. | |
3 | Αἱ μὲν οὖν περὶ τὴν ὀργὴν ἕξεις εἴρηνται. εἰσὶ δὲ καὶ ἄλλαι ἕξεις ἐν ταῖς τῶν ἀνθρώπων κοινωνίαις ταῖς πρὸς ἀλλήλους, αἵτινες ἐν λόγοις | |
5 | καὶ ἐν πράγμασι γίνονται· περὶ ταύτας τοίνυν τὰς κοινωνίας δυνατὸν ἐπαι‐ νεῖσθαί τινα καὶ ψέγεσθαι. ἐπεὶ δὲ ἡ μὲν μεσότης ἐπαινετόν, ψεκτὸν δὲ αἱ ὑπερβολαὶ καὶ ἐλλείψεις, φανερὸν ὅτι ἐν ταῖς κοινωνίαις ταύταις ὑπερ‐ βολὴ καὶ ἔλλειψίς ἐστι καὶ μεσότης· οἱ μὲν γὰρ ἄλυποι παντάπασι βού‐ λονται εἶναι τοῖς ἐντυγχάνουσι καὶ πάντα ἐπαινοῦσι καὶ πᾶσιν ἀρέσκεσθαι | |
10 | βούλονται δοκεῖν καὶ οὐδενὶ περὶ οὐδενὸς ἀντιλέγουσιν· οἱ δὲ ἐκ διαμέ‐ τρου τούτοις ἔχουσι καὶ πάντας λυποῦσι καὶ πάντα ψέγουσι καὶ οὐδὲν αὐ‐ τοῖς τῶν γινομένων ἀρέσκει καὶ πᾶσι περὶ παντὸς ἀντιλέγουσιν. οὗτοι δὴ ἄμφω κακίζονται. ἐπαινεῖται δὲ ὁ κατὰ τὸ δέον ταῦτα ποιῶν καὶ ἃ μὲν δεῖ ψέγων, ἃ δὲ δεῖ ἐπαινῶν, καὶ ἀρεσκόμενος οἷς ἀρέσκεσθαι δεῖ. | |
15 | καλεῖται τοίνυν ὁ μὲν πάντα ἐπαινῶν ἄρεσκός τις καὶ κόλαξ, ὁ δὲ πᾶσιν ἐπιτιμῶν δύσκολος, ὁ δὲ τὸ γινόμενον σῴζων περὶ ἄμφω φίλος ἂν καλοῖτο· ἔοικε γὰρ τὸ κατ’ αὐτὸν φιλίᾳ· ὄνομα γὰρ ἴδιον τῆς τοιαύτης μεσότητος οὐκ ἔστιν ἀλλὰ ἀπὸ τοῦ ὁμοίου καλεῖται. ἡ γὰρ τοιαύτη ἕξις τὸ στέρ‐ γειν προσλαβοῦσα φιλία ἐστί· διαφέρει γὰρ τῆς φιλίας, ὅτι ἄνευ τῆς στορ‐ | |
20 | γῆς γίνεται. οὐ γὰρ διὰ τὸ στέργειν ἢ ἐχθαίρειν ἀποδέχεται τὰ λεγόμενα καὶ πραττόμενα ἢ ψέγει, ἀλλ’ ἁπλῶς τοῦ ἀγαθοῦ ἕνεκα καὶ ὅτι τοιαύτην ἔλαβεν ἕξιν· ὁμοίως γὰρ διάκειται πρός τε τοὺς γνωρίμους καὶ τοὺς ἀγνῶ‐ τας καὶ πρὸς τοὺς συνήθεις καὶ ἀσυνήθεις κατὰ ταύτην τὴν ἕξιν. ἐπαινεῖ γὰρ ἀεὶ καὶ ψέγει ἃ δεῖ καὶ ὅσον δεῖ, πλὴν οὐχ ὁμοίως παντάπασιν· ἐν | |
25 | οἷς γὰρ δεῖ λυπεῖν οὐχ ὁμοίως λυπήσει τοὺς γνωρίμους καὶ τοὺς ἀγνῶτας καὶ τοὺς συνήθεις καὶ ἀσυνήθεις· ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἡδονῆς· οὐ γὰρ τὰ αὐτὰ ἁρμόζει. καὶ διὰ τοῦτο πρὸς τὸ ἀγαθὸν ἀποβλέπων ἀεὶ καὶ τὸ συμφέρον ὁ σπουδαῖος καὶ λύπην ποιήσει καὶ ἡδονὴν τοῖς ἐντυγχάνουσιν. ἔστι γὰρ ἡ τοιαύτη ἕξις περὶ ἡδονὰς καὶ λύπας τὰς ἐν ταῖς ὁμιλίαις | |
30 | γινομένας. καὶ ὅσαι μὲν ἡδοναὶ οὐ πρὸς τὸ ἀγαθὸν ἀποβλέπουσι, ταύ‐ ταις οὐ συνησθήσεται τοῖς ἐντυγχάνουσιν ἀλλὰ μᾶλλον ἡδομένοις δυσχε‐ ρανεῖ· καὶ προαιρήσεται λυπηρὸς ὀφθῆναι μᾶλλον ἢ ἡδύς, τοῦ ἀγαθοῦ ἕνεκα, μάλιστα ἂν ἡ ἡδονὴ αἰσχύνην φέρῃ καὶ βλάβην τῷ ποιοῦντι με‐ γάλην· τότε γὰρ αἱρήσεται μᾶλλον λυπῆσαι καὶ αἰσχῦναι μικρόν, καὶ | |
35 | τῆς μείζονος ἀπαλλάξαι λύπης καὶ αἰσχύνης ἢ μικρὸν εὐφράναντα διὰ τοῦ συνησθῆναι τῇ μείζονι λύπῃ περιβαλεῖν. οὐχ ὁμοίως δὲ ὁμιλήσει τοῖς ἐν ἀξιώμασι καὶ τοῖς τυχοῦσιν, ἀλλ’ ἑκάστῳ ἀποδώσει τὸ πρέπον, καὶ κατὰ τὰς ἄλλας δὲ διαφορὰς τῶν ἐντυγχανόντων καὶ αὐτὸς διαφέρουσαν τὴν ὁμιλίαν ποιήσεται καὶ ἐπαινέσει ὡς δεῖ ἕκαστον καὶ ἐπιτιμήσει ὁμοίως | |
40 | ἐφ’ οἷς δεῖ καὶ ὅτε δεῖ· τὸ μὲν συνηδύνειν μάλιστα ζητῶν καὶ τοῦτο καὶ | 79 |
80 | καθ’ ἑαυτὸ αἱρούμενος, τὸ δὲ λυπεῖν ἐλάχιστα καὶ μετρίως καὶ οὐ δι’ ἑαυτὸ ἀλλὰ τοῦ συμφέροντος ἕνεκα. καὶ γὰρ ὅτε λυπεῖ ἕνεκά τινος με‐ γάλης ἡδονῆς, μετρίως λυπεῖ, τὸ φορτικὸν ἀεὶ εὐλαβούμενος. ὁ μὲν 〈οὖν〉 περὶ τὰς ἐν ταῖς ὁμιλίαις ἡδονὰς καὶ λύπας μέσος τοιοῦτος· οὐκ ὠνόμασται | |
5 | δὲ ἰδίῳ ὀνόματι ἀλλὰ φίλος καλεῖται διὰ τὴν πρὸς τὴν φιλίαν ὁμοιότητα, καθὼς εἴρηται. τῶν δὲ παρ’ ἑκάτερα ὁ μὲν ὑπερβάλλων, εἰ μὲν οὐδενὸς ἕνεκα πάντα ἐπαινῶν καὶ πᾶσιν ἀρεσκόμενος τὸ ἡδὺς εἶναι μόνον ζητεῖ ἄρεσκος καλεῖται, εἰ δὲ ὅπως ὠφέλειά τις αὐτῷ γένηται εἰς χρή‐ ματα ἢ ὅσα διὰ χρημάτων, κόλαξ. ὁ δὲ ἐλλείπων δύσκολος καὶ | |
10 | δύσερις, ὃς πᾶσι δυσχεραίνει καὶ πᾶσιν ἐπιτιμᾷ. ὅτι δὲ καὶ ἐνταῦθα ἡ μεσότης ὃν εἴρηται τρόπον ἀνώνυμός ἐστιν, οὐ δοκεῖ μέσῳ τινὶ ἀντικεῖσθαι τὰ ἄκρα ἀλλὰ ἀλλήλοις. | |
13n | Περὶ ἀληθείας καὶ τῶν παρ’ ἑκάτερα κακιῶν. κεφ. θʹ. | |
14 | Περὶ ταύτας δὲ τὰς πρὸς ἀνθρώπους ὁμιλίας καὶ ἕτεραι γίνονται | |
15 | ἕξεις. ἡ γὰρ πρὸς ἀλλήλους τῶν ἀνθρώπων ὁμιλία διπλῆ ἐστιν· ἢ γὰρ περὶ τῶν λόγων ἢ τῶν ἔργων τοῦ συντυγχάνοντος γίνεται ἢ ἑκάστου περὶ τῶν ἑαυτοῦ. καὶ περὶ μὲν τὴν πρώτην αἱ εἰρημέναι γίνονται ἕξεις, περὶ δὲ τὴν δευτέραν ἄλλαι. ἢ γὰρ ψεύδεταί τις περὶ ἑαυτοῦ λέγων καὶ τῶν ἰδίων ἔργων ἢ ἀληθεύει· καὶ εἰ ψεύδεται, ἢ ἐλάττω λέγει τῶν ὄντων ἢ | |
20 | μείζω· εἰ μὲν οὖν ἀληθεύει καὶ οὔτε μείζω λέγει τῶν ὄντων οὔτε ἐλάττω, ἡ τοιαύτη ἕξις ἀλήθεια καλεῖται καὶ ὁ ἔχων ἀληθευτικός. εἰρωνεία δὲ καὶ ἀλαζονεία καὶ τῶν ἄλλων τῶν τοιούτων ἕκαστα ἐπιτηδεύονται μὲν παρ’ ἐνίων καὶ τινὸς ἕνεκα, οἷον δόξης ἢ πλούτου ἢ ἄλλου τινὸς τῶν τοιούτων· εὑρίσκονται δὲ παρά τισι καὶ οὐδενὸς ἕνεκα. καί τινες ἐλάττω περὶ ἑαυτῶν | |
25 | λέγουσιν ὧν εἰσιν ἄξιοι καὶ αὖθις ἕτεροι μείζω, οὐχ ὅτι βούλονται οὕτω δοκεῖν ἀλλ’ ὅτι ἑαυτοὺς ἀγνοοῦσι· τοῦτο δὲ ἐλάχιστα συμβαίνει. ὡς γὰρ ἐπὶ τὸ πολύ, ἐάν τις οὐδενὸς ἕνεκα λέγῃ ἢ πράττῃ, οἷός ἐστι, τοιαῦτα καὶ λέγει καὶ πράττει καὶ οὕτω ζῇ. ἐπεὶ τοίνυν τὸ μὲν ψεῦδος ψεκτόν ἐστι καθ’ ἑαυτό, ἡ δὲ ἀλήθεια ἐπαινετόν, διὰ τοῦτο μεσότης μὲν κἀνταῦθα τὸ | |
30 | ἐπαινετόν, ἡ ἀλήθεια· ὑπερβολὴ δὲ καὶ ἔλλειψις τὰ ψεκτά, τὰ ψεύδη δη‐ λονότι, ὧν ἡ μὲν ἀλαζονεία ὑπερβάλλει, ἡ δὲ εἰρωνεία ἐλλείπει. ἐροῦμεν δὲ περὶ ἑκατέρου ἀκριβέστερον· πρότερον δὲ περὶ τοῦ μέσου ἐροῦμεν. ἔστι τοίνυν ἀληθευτικὸς οὐχ ὁ ἀληθεύων ἐν ταῖς συμφωνίαις καὶ ἄλλοις τοιού‐ τοις, ὅσα εἰς δικαιοσύνην ἢ ἀδικίαν συντείνει (τοῦτο γὰρ ἄλλης ἐστιν ἀρε‐ | |
35 | τῆς), ἀλλ’ ὅστις ἄνευ ἀνάγκης ἢ νομίμου ἢ δικαίου ἢ ἄλλου τινὸς πολι‐ τικοῦ 〈ἀγαθοῦ〉 καὶ ἐν λόγῳ καὶ ἐν βίῳ ἀληθεύει, διὰ μόνον τὸ ἔχειν ἕξιν τῆς τοιαύτης ἀρετῆς καὶ τοῦ ἀγαθοῦ ἕνεκα· καὶ τοιαῦτα περὶ ἑαυτοῦ λέγει καὶ τοιοῦτος τοῖς ἄλλοις ἐθέλει δοκεῖν οἷος κατὰ ἀλήθειάν ἐστιν. οὗτος | |
δὲ καὶ ἐπιεικὴς ἂν εἴη. ὁ γὰρ φιλαλήθης καὶ ἐν οἷς οὐκ ἔστιν ἀνάγκη | 80 | |
81 | πολλῷ μᾶλλον ἐν οἷς ἀληθεύειν ἀνάγκη διὰ τὸ πολιτικὸν ἀγαθόν· ὃς γὰρ εὐλαβεῖται τὸ ψεῦδος καθ’ ἑαυτό, διότι κακόν, ὅταν καὶ αἰσχρὸν τὸ αὐτὸ γένηται, καὶ οὐ μόνον ᾖ κακόν, ἀλλὰ καὶ τοῖς ἄλλοις δοκῇ τοιοῦτον, πῶς οὐ φεύξεται πάσῃ δυνάμει; ὁ μὲν οὖν ἀληθευτικὸς τοιοῦτος, καὶ ἔστιν | |
5 | ἐπαινετός, τὸ κακὸν καὶ αἰσχρὸν εὐλαβούμενος· ὃς εἰ δεήσει παρεκκλῖναι τοῦ μέσου, πρὸς τὴν ἔλλειψιν, οὐ πρὸς τὴν ὑπερβολὴν νεύσει· τοῦτο γὰρ ἐμμελέστερον δοκεῖ θατέρου διὰ τὸ τὰς ὑπερβολὰς ἐπαχθεῖς εἶναι. ὁ δὲ ἀλαζὼν ὁ μείζω τῶν ὑπαρχόντων προσποιούμενος καὶ λόγοις καὶ ἔργοις. οὗτος δή, εἰ μὲν οὐδενὸς ἕνεκα προσποιεῖται, φαῦλος μὲν ἔοικεν εἶναι· οὐ | |
10 | γὰρ ἂν ἔχαιρε τῷ ψεύδει· μάταιος δὲ φαίνεται μᾶλλον ἢ κακός· εἰ δὲ τινὸς ἕνεκα προσποιεῖται, εἰ μὲν δόξης ἢ τιμῆς, οὐ λίαν ψεκτὸς ὁ ἀλα‐ ζών· ὁ δὲ ἕνεκα ἀργυρίου ἢ ὅσα εἰς ἀργύριον ἔρχεται, ἀσχημονέστερος. οὐ γάρ ἐστιν ἐν τῇ δυνάμει τοῦ ἀλαζόνος ἡ ἀλαζονεία· εἰ γὰρ οὕτως εἶχεν, οὐκ ἂν ἦν ψεκτόν· οὐ γὰρ ἂν ἦν τῶν ἑκουσίων καὶ ἐφ’ ἡμῖν, ἀλλ’ ἐν | |
15 | τῇ προαιρέσει ἐστί. καὶ διὰ τοῦτο καὶ αἰσχρόν ἐστι καὶ ψέγεται· ἕξις γάρ τίς ἐστιν ἡ ἀλαζονεία· καὶ κατά τινα ἕξιν ὁ ἀλαζὼν γίνεται, ὥσπερ καὶ ὁ ψεύστης, ὃς οὐ δόξης ἕνεκα ἢ χρημάτων προσποιεῖται, ἀλλ’ αὐτοῦ τοῦ ψεύδους ἕνεκα μόνον. οἱ μὲν οὖν δόξης ἕνεκα ἀλαζονευόμενοι τοιαῦτα προσποιοῦνται, ὅθεν ἔπαινος ἀκολουθεῖ ἢ εὐδαιμονισμός, οἱ δὲ κέρδους | |
20 | ἕνεκα ἀλαζονευόμενοι ἐκεῖνα προσποιοῦνται ὅσα τοὺς πέλας ὠφελοῦσιν, οἷον ἰατρικὴν ἢ μαντείαν. προσποιοῦνται γὰρ ἰατροί τινες εἶναι ἢ μάντεις σοφοί, ἵνα δόξαντες ὠφέλιμοι εἶναι τοῖς κεχρημένοις παρακερδαίνωσι τὰ ἐκείνων. τοιοῦτος μὲν οὖν ὁ ἀλαζών. εἴρων δέ ἐστιν ὁ τὰ ἐλάττω τῶν ὄντων προσποιούμενος. οὗτος δὴ χαριέστερος τοῦ ἀλαζόνος δοκεῖ· οὐ γὰρ | |
25 | κέρδους ἕνεκα προσποιεῖται ἀλλὰ φεύγων τὸ ὀγκηρὸν καὶ τὸ μέγας εἶναι δοκεῖν. ὃς μὲν οὖν εἰρωνευόμενος τὰ ἔνδοξα ἀπαρνεῖται, ὥσπερ καὶ Σω‐ κράτης ἐποίει, χαρίεις τις εἶναι δοκεῖ, ὃς δὲ οὐ μόνον τὰ μεγάλα καὶ ἔν‐ δοξα ἀλλὰ καὶ τὰ μικρὰ ἀπαρνεῖται, καὶ ἃ δῆλός ἐστι δυνάμενος ταῦτα προσποιεῖται μὴ δύνασθαι, ὁ τοιοῦτος βαυκοπανοῦργος λέγεται καὶ εὐκατα‐ | |
30 | φρόνητός ἐστιν. ἐνίοτε δὲ καὶ ἀλαζὼν διὰ ταῦτα καλεῖται, οἷα ἐποίουν ἐν τοῖς ἱματίοις οἱ Λάκωνες· καὶ γὰρ καὶ ἡ ὑπερβολὴ καὶ ἡ λίαν ἔλλει‐ ψις ἀλαζονικόν. οἱ δὲ μετρίως χρώμενοι τῇ εἰρωνείᾳ χαρίεντες φαίνονται, οἵτινες οὐ περὶ τὰ λίαν εὐτελῆ καὶ σφόδρα φανερὰ εἰρωνεύονται. οὕτω δὲ τῷ ἀληθευτικῷ τοῦ τε εἴρωνος καὶ τοῦ ἀλαζόνος ἀντικειμένου, | |
35 | μᾶλλον ἀντίκειται ὁ ἀλαζὼν ἢ ὁ εἴρων· χεῖρον γὰρ ἡ ἀλαζονεία, ὡς φα‐ νερόν ἐστιν ἐκ τῶν εἰρημένων. | |
37n | Περὶ εὐτραπελίας καὶ τῶν παρ’ ἑκάτερα κακιῶν. κεφ. ιʹ. | |
38 | Ἐπεὶ δέ ἐστιν ἄνεσίς τις καὶ ἀνάπαυσις ἐν τῷ βίῳ καὶ ἐν ταύτῃ τῇ | |
ἀνέσει ἐστί τις διαγωγὴ μετὰ παιδιᾶς, δοκεῖ καὶ ἐνταῦθα εἶναί τις ὁμιλία | 81 | |
82 | ἀγαθὴ καὶ ἐμμελής, καὶ λέγειν οἷα δεῖ καὶ ὡς δεῖ τὸν ἀναπαύσεως δεόμε‐ νον· ὁμοίως δὲ καὶ οἷα δεῖ ἀκούειν καὶ ὡς δεῖ καὶ ὅτε δεῖ. διαφέρει γὰρ τὸ τοιαῦτα λέγειν τοῦ τοιούτων ἀκούειν, ὅθεν δῆλον ὅτι ἔστι καὶ ἐν ταύτῃ τῇ ὁμιλίᾳ καὶ ὑπερβολὴ καὶ ἔλλειψις καὶ μεσότης. ἡ μὲν οὖν ὑπερβολὴ | |
5 | βωμολοχία καλεῖται καὶ οἱ ἔχοντες βωμολόχοι καὶ φορτικοί, οἳ τῷ γελοίῳ ὑπερβάλλουσι καὶ μᾶλλον ζητοῦσι τὸ γέλωτα ποιῆσαι ἢ τὸ λέγειν εὐσχή‐ μονα καὶ μὴ λυπεῖν τὸν σκωπτόμενον. ἔλλειψις δὲ σκληρότης καὶ ἀγριότης καὶ οἱ ἔχοντες ἄγριοι καὶ σκληροί, οἵτινες οὔτε αὐτοὶ γελοῖον οὐδὲν λέγουσι καὶ τοὺς λέγοντας δυσχεραίνουσι καὶ μισοῦσιν. ἡ δὲ μεσότης | |
10 | εὐτραπελία καὶ οἱ ἔχοντες εὐτράπελοι, οἷον εὔτροποι· καὶ γὰρ τοῦ ἤθους εἶναι δοκοῦσιν αἱ τοιαῦται κινήσεις· οὗτοι δέ εἰσιν οἱ παίζοντες ἐμμελῶς καὶ ὡς δεῖ καὶ ὅτε. ὥσπερ γὰρ αἱ κινήσεις τὰ σώματα χαρακτηρίζουσιν, οἷον πῦρ μὲν ἡ εἰς τὸ ἄνω κίνησις καὶ πᾶν κοῦφον, βαρὺ δὲ ἡ εἰς τὸ μέσον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, οὕτω καὶ ἀπὸ τῶν ἔξω καὶ φαινομένων | |
15 | τοῦ ἀνθρώπου κινήσεων αἱ ἕξεις τῆς ψυχῆς φαίνονται καὶ τὰ ἤθη. ἐπεὶ δὲ οἱ μὲν σκληροὶ ἐλάχιστα γίνονται, πλεῖστοι δέ εἰσιν οἱ χαίροντες παιδιᾷ καὶ σκώμμασι, καὶ τὸ γελοῖον ἀγαθὸν δοκεῖ μᾶλλον ἢ τὸ σκυθρωπόν, διὰ τοῦτο οἱ βωμολόχοι εὐτράπελοι λέγονται, ὡς χαρίεντες καὶ ἡδεῖς· ὅτι δὲ οἱ βωμολόχοι τῶν εὐτραπέλων οὐ μικρῷ διαφέρουσι, καὶ ἐκ τῶν εἰρη‐ | |
20 | μένων δῆλον. οὗτοι δὲ οἱ εὐτράπελοι καὶ ἐπιδέξιοί εἰσι καὶ εὐτραπελία ἐπιδεξιότης ἂν εἰκότως καλοῖτο· τοῦ ἐπιδεξίου γάρ ἐστιν ἐκεῖνα καὶ λέγειν καὶ ἀκούειν οἷα τῷ ἐπιεικεῖ καὶ ἐλευθέρῳ ἁρμόττει. ἔστι γάρ τινα πρέποντα τῷ τοιούτῳ λέγειν ἐν παιδιᾶς μέρει καὶ ἀκούειν· ἡ γὰρ τοῦ ἐλευθέρου παιδιὰ διαφέρει τῆς τοῦ ἀνδραποδώδους καὶ ἡ τοῦ | |
25 | πεπαιδευμένου τῆς τοῦ ἀπαιδεύτου. τοῦτο δὲ ἀπὸ τῶν κωμῳδιῶν γίνεται δῆλον τῶν τε παλαιῶν καὶ τῶν νέων· ἐν γὰρ ταῖς κωμῳδίαις οἱ μὲν φαύ‐ λους τινὰς καὶ ἀνδραποδώδεις ὑποκρινόμενοι γελοῖα καὶ ἡδέα ἡγοῦνται τὰ αἰσχρά, οἱ δὲ ἐλευθερίους τινὰς καὶ ἐπιδεξίους καὶ ἐπιεικεῖς ὑποκρινόμενοι τὰ μεθ’ ὑπονοίας· ταῦτα δὲ οὐ μικρῷ τινι διαφέρει ἀλλήλων πρὸς εὐσχη‐ | |
30 | μοσύνην. τίνα οὖν ἐροῦμεν εἶναι τὸν μέσον ἐν ταῖς παιδιαῖς; τὸν εὖ σκώπτοντα καὶ ὡς δεῖ ἄνθρωπον ἐλεύθερον, ἢ τὸν μὴ λυπηρὸν τοῖς ἀκούουσιν, ἢ καὶ χαρίεντα καὶ ἡδύν; καὶ τοῦτο ὁρισμὸς ἔσται τοῦ ἐν ταῖς παιδιαῖς μέσου. ἀλλὰ ἀόριστός τις καὶ οὗτος ὁ ὁρισμὸς εἶναι δοκεῖ· οὐ γὰρ τὸ αὐτὸ πάντες μισοῦσιν οὐδὲ τοῖς αὐτοῖς χαίρουσιν· ἀλλὰ ἄλλοις ἄλλα | |
35 | δοκεῖ ἡδέα καὶ λυπηρά· καὶ οἷς ἕκαστος χαίρει, τοιαῦτα καὶ λέγει καὶ ποιεῖ ἐν ταῖς πρὸς ἄλλους ὁμιλίαις· καὶ ἃ σκώμματα ἀκούων ἀνέχεται, ταῦτα καὶ λέγει· οὐ γὰρ πάντα ἐρεῖ. καὶ γὰρ καὶ οἱ νομοθέται ἔνια λοιδορεῖν κωλύουσι· λοιδόρημα δέ τί ἐστι καὶ τὸ σκῶμμα. ὅτι τοίνυν ἀόριστά εἰσιν ἃ μισοῦμεν καὶ οἷς χαίρομεν, διὰ τοῦτο χαλεπόν ἐστιν ἀκρι‐ | |
40 | βῶς ὁρίσασθαι τὸν ἐν ταῖς παιδιαῖς μέσον· ἀλλ’ αὐτὸς ὁ ἐλευθέριος καὶ | 82 |
83 | χαρίεις οὕτως ἕξει, οἷον νόμος ὢν ἑαυτῷ. τοιοῦτος μὲν οὖν ὁ μέσος, εἴτε εὐτράπελος εἴτε ἐπιδέξιος λέγεται. ὁ δὲ βωμολόχος σφόδρα ἐρῶν τοῦ γελοίου οὐδενὸς φείδεται τῶν γέλωτα ποιούντων οὔτε ἔργων οὔτε ῥη‐ μάτων καὶ οὔτε ἑαυτοῦ οὔτε τῶν ἀκουόντων ἀπέχεται, ἀλλ’ ἵνα μόνον | |
5 | κινήσῃ γέλωτα, καὶ ἑαυτὸν αἰσχύνει καὶ τοὺς ἀκούοντας, ἐκεῖνα λέγων καὶ πράττων, ὧν οὐδὲν οὔτε εἴποι ἂν οὔτε ποιήσειεν ὁ χαρίεις· ἔνια δὲ οὐδὲ ἀνάσχοιτο ἂν ἀκοῦσαι. ὁ δ’ ἄγριος εἰς τὰς τοιαύτας ὁμιλίας ἀχρεῖος· οὔτε γὰρ αὐτὸς ἡδύς ἐστι καὶ τοὺς ἄλλους οὕτως ἔχοντας δυσχεραίνει· καὶ οὗτος δὲ κακίζεται διὰ τὸ ἀναγκαῖον εἶναι πρὸς τὸν ἀν‐ | |
10 | θρώπινον βίον καὶ τὴν ἀνάπαυσιν καὶ τὴν παιδιάν. τρεῖς γάρ εἰσι μεσό‐ τητες ἐν τῷ βίῳ περὶ τὰς πρὸς ἀλλήλους τῶν ἀνθρώπων ὁμιλίας· μία μὲν περὶ τὴν ἀλήθειαν, ἥτις παρ’ ἑκάτερα τήν τε ἀλαζονείαν καὶ τὴν εἰρωνείαν ἔχει, δύο δὲ περὶ τὸ ἡδύ· ὧν ἡ μέν ἐστιν ἡ λεγομένη φιλία, ἥτις παρ’ ἑκάτερα τήν τε κολακείαν καὶ τὴν δυσκολίαν ἔχει, ἑτέρα δὲ ἡ εὐτραπελία | |
15 | καὶ ἐπιδεξιότης, ἧς παρ’ ἑκάτερα ἡ βωμολοχία καὶ ἡ σκληρότης καὶ ἡ ἀγριότης ἐστίν· ἄμφω γὰρ ἡδονήν τινα ποιοῦσι τῷ βίῳ, ὅ τε φίλος καὶ ὁ εὐτράπελος. | |
18n | Περὶ αἰδοῦς, ὅτι οὐκ ἔστιν ἀρετή. κεφ. ιαʹ. | |
19 | Ἡ δὲ αἰδὼς οὐκ ἔστιν ἀρετή· οὐ γάρ ἐστιν ἕξις ἀλλὰ μᾶλλον πάθος· | |
20 | ὃ δῆλον ἀπὸ τοῦ ὁρισμοῦ· ὁρίζεται γὰρ φόβος ἀδοξίας. συμβαίνει γὰρ τῷ αἰδουμένῳ παραπλήσιον τῷ περὶ τὰ δεινὰ φοβουμένῳ· ἐρυθραίνεται γάρ, ὥσπερ ὠχριᾷ ὁ φοβούμενος τὸν θάνατον· ἄμφω γὰρ σωματικά πως φαίνονται εἶναι, ἥ τε αἰσχύνη καὶ ὁ φόβος τῶν δεινῶν· τὰ τοιαῦτα δὲ πάθη μᾶλλον δοκοῦσιν, οὐχ ἕξεις λέγονται. τοῦτο δὲ τὸ πάθος οὐ πάσῃ | |
25 | ἡλικίᾳ ἁρμόζει ἀλλὰ τῇ νέᾳ μόνον· δεῖ γὰρ τοὺς νέους αἰδήμονας εἶναι διὰ τὸ πολλὰ ἁμαρτάνειν· πολλὰ γὰρ ἁμαρτάνουσιν οἱ νέοι διὰ τὸ πάθει μᾶλλον ἄγεσθαι ἢ λόγῳ· συστελλόμενοι γὰρ ὑπὸ τῆς αἰδοῦς ἀμείνους γί‐ νονται. διὰ τοῦτο τῶν μὲν νέων ὅσοι αἰδήμονες ἐπαινετοί, πρεσβύτερον δὲ οὐδεὶς ἂν ἐπαινέσειεν ὅτι αἰσχυντηλός· οὐ δεῖ γὰρ τὸν πρεσβύ‐ | |
30 | τερον ἐκεῖνα πράττειν ἐφ’ οἷς αἰσχύνη ἐστίν· οὐ γάρ ἐστιν ἡ αἰσχύνη τοῦ ἐπιεικοῦς, εἴπερ ἐστὶν ἐπὶ τοῖς φαύλοις. ἐπεὶ γὰρ τὰ μέν εἰσι κατὰ ἀλή‐ θειαν αἰσχρά, τὰ δὲ οὐκ εἰσὶ μέν, δοκοῦσι δέ, δέον ἐστὶ φεύγειν ἀμφότερα τὸν ἐπιεικῆ· φεύγων δὲ τὰ αἰσχρὰ οὐδέποτε αἰσχυνθήσεται. τὸ γὰρ οἴεσθαι αὐτὸ τοῦτο ἐπιεικοῦς εἶναι τὸ αἰσχύνεσθαι, εἰ πράξειέ τι τῶν αἰσχρῶν καὶ | |
35 | τὸν οὕτως ἔχοντα ἐπιεικῆ νομίζειν ἄτοπον· ἡ γὰρ αἰδὼς ἐπὶ τῶν ἑκουσίων αἰσχρῶν γίνεται, ὁ δὲ ἐπιεικὴς οὐδὲν αἰσχρὸν οὐδέποτε πράξειεν ἂν ἑκου‐ σίως. φαίνεται δὴ μὴ εἶναι τὴν αἰδῶ ἀρετήν τινα ἀλλὰ μᾶλλον πάθος· | |
οὐ γὰρ ἀεὶ ἐπαινετόν ἐστιν οὐδὲ ἁπλῶς καὶ καθ’ ἑαυτὸ ἐπιεικὲς ἂν λέ‐ | 83 | |
84 | γοιτο, ἀλλ’ ἐξ ὑποθέσεως, οἷον εἰ γένοιτο ἁμαρτεῖν τινα, ἐπιεικές ἐστιν αἰδεῖσθαι· οὐχ οὕτω δὲ ἔχουσιν αἱ ἀρεταί· ἕξεις γάρ εἰσι διὰ παντὸς ἐγκείμεναι τῇ ψυχῇ. εἰ δὲ καὶ μεσότης τις εἶναι δοκεῖ καὶ ἔστι μεταξὺ τῆς τε καταπλήξεως καὶ τῆς ἀναισχυντίας, καὶ ἐπαινεῖται μὲν ὁ αἰδήμων, | |
5 | κακίζονται δὲ οἵ τε ἀναίσχυντοι περὶ τὰ αἰσχρὰ καὶ οἱ πλέον τοῦ δέοντος αἰδήμονες, οἱ λεγόμενοι καταπλῆγες, οὐδὲν μᾶλλον διὰ τοῦτο ἀρετή ἐστιν ἡ αἰδώς· ἡ μὲν γὰρ ἀρετὴ μεσότης, ἡ δὲ μεσότης οὐ πᾶσα ἀρετή· οὐ γὰρ ἀντιστρέφει. οὐκ ἔστι δὲ οὐδὲ ἡ ἐγκράτεια ἀρετή, ἀλλά τις μικτή· δειχθήσεται δὲ περὶ αὐτῆς ἐν τοῖς ὕστερον. νῦν δὲ περὶ δι‐ | |
10 | καιοσύνης εἴπωμεν. | 84 |
85(1t) | ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Ε. | |
2n | Περὶ δικαιοσύνης. κεφ. αʹ. | |
3 | Σκεπτέον δὲ ἤδη περὶ δικαιοσύνης καὶ ἀδικίας, περὶ ποίας πράξεις εὑρίσκονται καὶ ποία μεσότης ἐστὶν ἡ δικαιοσύνη καὶ τὸ δίκαιον | |
5 | τίνων μέσον καὶ τίνα τὰ παρ’ ἑκάτερα τοῦ δικαίου. σκεψώμεθα δὲ κατὰ τὴν αὐτὴν μέθοδον, μεθ’ ἧς καὶ περὶ τῶν ἄλλων ἀρετῶν ἐσκεψά‐ μεθα. ὁρῶμεν δὴ πάντας δικαιοσύνην ὀνομάζοντας ἕξιν τινά, ἣν ἔχοντες πρακτικοὶ τῶν δικαίων ἐσμὲν καὶ δικαιοπραγοῦμεν καὶ βουλόμεθα τὰ δίκαια. τὸν δὲ αὐτὸν τρόπον καὶ περὶ τῆς ἀδικίας· ἀδικίαν γὰρ ὀνομάζουσι, καθ’ | |
10 | ἣν ἀδικοῦμεν καὶ τὰ ἄδικα βουλόμεθα. ταύτας δὴ τὰς κοινὰς περὶ δι‐ καιοσύνης καὶ ἀδικίας δόξας ὑποθώμεθα· καὶ ἔστω δικαιοσύνη καὶ ἀδικία ὡς ἐν τύπῳ ἕξις ἀφ’ ἧς βουλόμεθα τὰ δίκαια καὶ ἕξις ἀφ’ ἧς οὐ βουλό‐ μεθα. δεῖ γὰρ προσκεῖσθαι ἀεὶ ταῖς ἀρεταῖς ταῖς ἠθικαῖς τὸ βούλεσθαι, καὶ ἀδύνατον ἄλλως αὐτὰς ὁρισθῆναι· διὰ τὸ βούλεσθαι γὰρ σωφρονεῖν καὶ | |
15 | δικαιοπραγεῖν ὁ δίκαιος καὶ ὁ σώφρων γίνεται. ἐπὶ μὲν γὰρ τῶν ἐπιστη‐ μῶν καὶ δυνάμεων τὸ δύνασθαι μὲν ἀναγκαῖον, τὸ βούλεσθαι δὲ οὐκ ἀναγκαῖον· εἰ γάρ τις δύναιτο ὑγιάζειν, ἰατρός ἐστι, κἂν μὴ βούληται ὑγιάζειν· τὴν γὰρ ἕξιν τῆς ἰατρικῆς οὐδὲν κωλύει τὸ μὴ βούλεσθαι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ἐπὶ δὲ τῶν ἠθικῶν ἀρετῶν ἀνάπαλιν ἔχει. τὸ | |
20 | μὲν γὰρ δύνασθαι δίκαια πράττειν δυνατόν ἐστι καὶ τῷ ἀδίκῳ πολλάκις, τὸ δὲ βούλεσθαι μόνον ἐστὶ τοῦ δικαίου. ὅθεν δίκαιός ἐστι καὶ ὁ μὴ δυ‐ νάμενος μὲν πράττειν τὰ δίκαια, βουλόμενος δὲ καὶ ἕξιν ἔχων δικαιοσύνης· τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ ἄδικος ἔχει. ἔτι δὲ πᾶσα δύναμις καὶ ἐπι‐ στήμη τῶν ἐναντίων ἐστί· μιᾷ γὰρ ἐπιστήμῃ δυνατὸν τὰ ἐναντία εἰδέναι· | |
25 | μία γὰρ γνῶσίς ἐστι τοῦ ὑγιεινοῦ καὶ νοσώδους, ἡ ἰατρική, καὶ μιᾷ δυνάμει τὰ ἐναντία γίνονται, μία δὲ ἕξις οὐκ ἔστι τῶν ἐναντίων πρακτική· οὐ γὰρ ἀπὸ τῆς δικαιοσύνης τὰ ἄδικα πράττομεν καὶ δίκαια, ὥσπερ οὐδὲ αἱ νοσώ‐ | |
δεις κινήσεις ταῖς ὑγιειναῖς αἱ αὐταί· γινώσκονται μέντοι αἱ ἐναντίαι ἕξεις | 85 | |
86 | ἀπὸ τῶν ἐναντίων. εἰ γάρ τις γινώσκει τὴν εὐεξίαν εἶναι πυκνότητα σαρ‐ κός, εἴσεται τὴν καχεξίαν εἶναι μανότητα σαρκός. γινώσκονται δὲ αἱ ἕξεις καὶ ἀπὸ τῶν ἑκτῶν· ἕξις μὲν γάρ, φέρε εἰπεῖν, ἡ ὑγίεια· ἑκτὸν δὲ τὸ ὑγιεινόν, ὃ πρὸς ὑγίειαν φέρει· εἰ γὰρ γινώσκομεν ὑγιεινὸν εἶναι τὸ | |
5 | ποιητικὸν πυκνότητος ἐν σαρκί, γινώσκομεν εὐεξίαν εἶναι τὴν ἐν σαρκὶ πυκνότητα. ἀκολουθεῖ δὲ κἀκεῖνο ταῖς ἕξεσιν ὡς ἐπὶ τὸ πλεῖστον· καὶ γὰρ ἐὰν πλεοναχῶς λέγηται ἡ ἑτέρα τῶν ἐναντίων ἕξεων, καὶ ἡ ἑτέρα πλεονα‐ χῶς λέγεται, οἷον εἰ ἡ σωφροσύνη πολυσήμαντόν ἐστιν, καὶ ἡ ἀκολασία πολυσήμαντον ἔσται· καὶ εἰ ἡ δικαιοσύνη ὁμώνυμός ἐστι καὶ ἐπὶ πλειόνων | |
10 | λέγεται, καὶ ἡ ἀδικία τοῦτον ἕξει τὸν τρόπον. ὡς ἐπὶ τὸ πλεῖστον δὲ εἴρηται, ὅτι καὶ ἔστιν ἐν αἷς τῶν ἕξεων τὸ τοιοῦτον οὐ συμβαίνει, οἷον τὸ φιλεῖν τῷ μισεῖν ἐναντίον ἐστίν, ἀλλὰ τὸ μὲν φιλεῖν οὐχ ἁπλοῦν ἐστι· σημαίνει γὰρ τό τε ἀγαπᾶν καὶ τὸ τοῖς χείλεσιν ἀσπάζεσθαι· τὸ δὲ μισεῖν ἓν μόνον σημαίνει, τὴν ἔχθραν. τοιοῦτο δὲ ἐλάχιστα συμβαίνει· μάλιστα | |
15 | δὲ καὶ ὡς ἐπὶ τὸ πολὺ τὸ πλεοναχῶς λέγεσθαι τὴν ἕξιν, τῆς ἐναντίας πλεοναχῶς λεγομένης. ἐπεὶ τοίνυν καὶ ἡ δικαιοσύνη τῶν πλεοναχῶς λεγο‐ μένων ἐστί, καὶ ἡ ἀδικία τῶν πλεοναχῶς λεγομένων ἂν εἴη. δοκεῖ δὲ ἕν τι σημαίνειν τὴν δικαιοσύνην καὶ τὴν ἀδικίαν διὰ τὸ τὰ σημαινόμενα μὴ σφόδρα διαφέρειν ἀλλήλων· τότε γὰρ ἡ ὁμωνυμία καὶ τὸ πολυσήμαντον | |
20 | γίνεται δῆλα, ὅτε τὰ σημαινόμενα πράγματα πολλὴν ἔχουσι πρὸς ἄλληλα τὴν διαφοράν, οἷον κλεὶς λέγεται ἥ τε ὑπὸ τὸν αὐχένα τοῦ ζῴου καὶ ᾗ τὰς θύρας κλείομεν· ἐνταῦθα γὰρ διὰ τὸ πολλὴν εἶναι τῶν πραγμάτων τὴν διαφοράν, φανερά ἐστιν ἡ ὁμωνυμία καὶ τὸ πολυσήμαντον. ἐπεὶ τοίνυν πολλαχῶς ἡ δικαιοσύνη λέγεται καὶ ἡ ἀδικία, εἰλήφθω ποσαχῶς λέγεται | |
25 | ὁ ἄδικος· ἐντεῦθεν γὰρ ληψόμεθα καὶ τὰ σημαινόμενα τῆς δικαιοσύνης. λέγεται τοίνυν ἄδικος ὅ τε παράνομος καὶ ὁ πλεονέκτης καὶ ὁ ἄνισος, ὥστε καὶ δίκαιος ἂν εἴη ὅ τε νόμιμος καὶ ὁ ἴσος· καὶ δίκαιον μὲν τὸ νόμι‐ μον καὶ τὸ ἴσον, ἄδικον δὲ τὸ παράνομον καὶ τὸ ἄνισον. ἐπεὶ δὲ καὶ πλεονέκτης ἐστὶν ὁ ἄδικος, ἡ δὲ πλεονεξία περὶ τί ἐστιν ἀγαθόν, | |
30 | εἴη ἂν καὶ αὐτὸς περί τι πλεονεκτῶν ἀγαθόν. ἀγαθὸν δὲ ζητεῖ οὐ τὸ αὑτῷ ἀγαθὸν καὶ ὅπερ ἂν αὐτὸν ἀμείνω ποιήσειεν· οὐ γὰρ ζητεῖ τῶν ἄλλων σωφρονέστερος εἶναι οὐδὲ τῶν ἰατρῶν ἰατρικώτερος οὐδὲ τῶν ἐλευ‐ θερίων ἐλευθεριώτερος οὐδὲ ἄλλο οὐδὲν τῶν ἀγαθῶν, ὅσα αὐτά τε ἁπλῶς καὶ καθ’ ἑαυτά εἰσιν ἀγαθὰ καὶ αὐτὸν ἀγαθὸν ποιεῖ· ἀλλὰ περὶ ἐκεῖνα | |
35 | τῶν ἀγαθῶν ζητεῖ τοὺς ἄλλους ὑπερνικᾶν, ὅσα ἁπλῶς καὶ καθ’ αὑτά εἰσιν ἀγαθά, αὐτὸν δὲ οὐ ποιεῖ ἑαυτοῦ βελτίονα ἀλλὰ καὶ χείρω πολλάκις, οἷον χρήματα καὶ δυναστείαν καὶ σώματος εὐεξίαν· ταῦτα γὰρ ὕλη κακίας τῷ φαύλῳ γίνεται χείρονος· καὶ τὰ ἄλλα, ὅσα περὶ εὐτυχίαν ἢ ἀτυχίαν ἐστίν, ἅπερ οἱ πλεῖστοι τῶν ἀνθρώπων ἑαυτοῖς εὔχονται καὶ διώκουσι. δεῖ δὲ | |
40 | οὐχ οὕτω ποιεῖν, ἀλλ’ εὔχεσθαι μὲν ταῦτα τὰ ἁπλῶς ἀγαθὰ καὶ αὐτοὺς | |
ἀγαθῦναι καὶ ὠφελῆσαι καὶ μὴ χείρους ποιῆσαι, αἱρέσεως δὲ προκει‐ | 86 | |
87 | μένης, προκρίνειν οὐ τὰ ἁπλῶς ἀγαθὰ ἀλλὰ τὰ αὐτοῖς ἀγαθὰ καὶ ὅσα αὐτοὺς δυνήσεται βελτίους ποιεῖν. ὁ δὲ ἄδικος εὔχεται μὲν αὐτῷ τὰ περὶ εὐτυχίαν ἀγαθὰ καὶ ἐν τούτοις ἀεὶ ζητεῖ τὸ πλέον ἔχειν, αἱρεῖται δὲ καὶ τὰ ἐλάττονα τῶν περὶ δυστυχίαν κακῶν· νομίζει γὰρ τὸ ἔλαττον κακὸν | |
5 | ἀγαθὸν εἶναι. καὶ διότι ὁ πλεονέκτης ἀεὶ καὶ ἡ πλεονεξία περὶ τὸ ἀγα‐ θόν ἐστι, διὰ τοῦτο δοκεῖ πλεονέκτης εἶναι. ἔστι δὲ ὁ ἄδικος ἄνι‐ σος· τοῦτο γὰρ περιεκτικὸν ὄνομα καὶ κοινόν ἐστι πᾶσι τοῖς εἴδεσι τῆς ἀδικίας, ἡ ἀνισότης· καὶ γὰρ καὶ ὁ παράνομος ἄνισός τίς ἐστι καὶ πλεονέκτης. ἐπεὶ δὲ ὁ παράνομος ἄδικός τίς ἐστι καὶ ὁ νόμιμος δίκαιος, | |
10 | φανερὸν ὅτι πάντα τὰ νόμιμα δίκαιά πώς ἐστι· τὰ γὰρ ὡρισμένα ὑπὸ τῆς νομοθετικῆς νόμιμά τέ ἐστι καὶ δίκαια λέγονται· ἕκαστον γὰρ τῶν νομίμων καὶ δίκαιον εἶναί φαμεν· ὥστε περὶ ὅσα εἰσὶν οἱ νόμοι, περὶ ταῦτα καὶ τὴν δικαιοσύνην εἶναι συμβαίνει. ἀλλ’ οἱ νόμοι περὶ ἁπάντων ἀγο‐ ρεύουσι, στοχαζόμενοι τοῦ συμφέροντος ταῖς πολιτείαις ἁπάσαις, εἴτε δημο‐ | |
15 | κρατίαν εἴτε ἀριστοκρατίαν εἴτε ἄλλην τινὰ τάττουσι πολιτείαν, προστάτ‐ τοντες δὲ πάντα τὰ κατὰ πᾶσαν ἀρετὴν ἔργα, οἷον σώφρονα καὶ δίκαια καὶ ἀνδρεῖα. προστάττουσι γὰρ μὴ λείπειν τὴν τάξιν μηδὲ φεύγειν, ὅπερ ἐστὶ τοῦ ἀνδρείου, καὶ μὴ μοιχεύειν μηδὲ ὑβρίζειν, ὅπερ ἐστὶ τοῦ σώ‐ φρονος ἔργον, καὶ μὴ τύπτειν μηδὲ κακουργεῖν, ὃ πραότητός ἐστιν· ὁμοίως | |
20 | δὲ καὶ τὰ τῶν ἄλλων ἀρετῶν καὶ κακιῶν τὰ μὲν κελεύει, τὰ δὲ ἀπαγο‐ ρεύει. καὶ ὁ μὲν ἀκριβὴς νόμος καὶ ὀρθὸς κατὰ τὸν ὀρθὸν καὶ ἀκριβῆ λόγον, ὁ δὲ αὐτοσχεδίως καὶ ἀβασανίστως τιθεὶς οὐ πάνυ ἀκριβῶς καὶ ὡς προσῆκεν ἀλλὰ χεῖρον καὶ κελεύει καὶ ἀποτρέπει· κελεύει δ’ οὖν ὅμως καὶ ἀποτρέπει τὰ ἀγαθὰ καὶ τὰ φαῦλα· παντὸς γὰρ νόμου τόδε σκοπός | |
25 | ἐστιν. εἰ τοίνυν ὅσα νόμιμα, τοσαῦτα καὶ δίκαια, καὶ περὶ ἃ ὁ νόμος, περὶ ταῦτα καὶ τὴν δικαιοσύνην εἶναι συμβαίνει, πᾶσαν ἀρετὴν ἡ δικαιο‐ σύνη περιέχει, καὶ ἔστι τις ἀρετὴ τελεία διὰ τὸ πάσας τὰς ἀρετὰς περιέ‐ χειν, καὶ αὐτὴν εἶναι τὴν ὅλην ἀρετήν. τούτῳ γὰρ μόνῳ τῆς καθόλου ἀρετῆς ἡ δικαιοσύνη διαφέρει, ὅτι ἡ μὲν ἕξις ἐστὶ καθ’ ἑαυτὴν μόνον, ἡ | |
30 | δὲ δικαιοσύνη τελεία ἐστὶν ἕξις, οὐχ ἁπλῶς, ἀλλὰ πρὸς ἕτερον ἀνα‐ φερομένη· τὸ γὰρ χρῆσθαι πάσαις ἀρεταῖς πρὸς τὸ συμφέρον τῶν πέλας, τοῦτό ἐστιν ἡ δικαιοσύνη. καὶ διὰ τοῦτο κρατίστη δοκεῖ πασῶν ἀρετῶν, καὶ οὔθ’ ἕσπερος οὔθ’ ἑῷος ἀστὴρ οὕτω λαμπρός ἐστι καὶ θαυμαστὸς ὥσπερ ἡ δικαιοσύνη· καὶ παροιμιαζόμενοί φαμεν | |
35 | ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶς’ ἀρετὴ ἔνι καὶ τελεία μάλιστα ἀρετή, ὅτι τῆς τελείας ἀρετῆς χρῆσίς ἐστιν. ὁ γὰρ ἔχων αὐτὴν καὶ πρὸς ἕτερον δύναται τῇ ἀρετῇ χρῆσθαι, ἀλλ’ οὐ μόνον καθ’ αὑτόν. πολλοὶ γὰρ ἑαυτοὺς μὲν ταῖς ἀρεταῖς ὠφε‐ λοῦσιν, ἄλλοις δὲ δι’ αὐτῶν οὐ δύνανται βοηθεῖν· καὶ διὰ τοῦτο καλῶς ὁ | |
40 | τοῦ Βίαντος ἔχει λόγος ‘ἀρχὰ δείξει ἄνδρα‘· οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡ ἀρχὴ | 87 |
88 | ἢ ἡ πρὸς ἄλλους τῶν ἀρετῶν κοινωνία. καὶ διὰ τοῦτο καὶ ἀλλότριον ἀγα‐ θὸν εἶναι δοκεῖ ἡ δικαιοσύνη μόνη τῶν ἄλλων ἀρετῶν, ὅτι οὐχ ἑαυτῷ τὸ συμφέρον ἀλλὰ τοῖς ἄλλοις ζητεῖ, ἢ τῷ κοινῷ ἢ τῷ ἄρχοντι. ὁ μὲν οὖν ἑαυτόν τε βλάπτων τῇ μοχθηρίᾳ καὶ τοὺς φίλους κάκιστος, ὁ δὲ ταῖς ἀρε‐ | |
5 | ταῖς οὐ πρὸς τὸ οἰκεῖον κεχρημένος συμφέρον ἀλλὰ πρὸς τοὺς ἄλλους ἄριστός ἐστι· τοῦτο γὰρ ἔργον χαλεπόν. αὕτη μὲν οὖν ἡ δικαιο‐ σύνη οὐ μέρος ἀρετῆς ἀλλ’ ὅλη ἐστὶν ἡ ἀρετή· καὶ ἡ ἀδικία ὁμοίως οὐ μέρος ἐστὶ κακίας ἀλλ’ ὅλη κακία. τίνι δὲ διαφέρει ἡ καθόλου ἀρετὴ τῆς δικαιοσύνης ταύτης, εἴρηται. | |
10n | Περὶ τῆς μερικῆς δικαιοσύνης. κεφ. βʹ. | |
11 | Ἔστι δὲ καὶ ἄλλη τις δικαιοσύνη, ἥτις ἐστὶ μερικὴ ἀρετή, ὥσπερ καὶ ἀδικία, ἥτις ἐστὶ μερικὴ κακία. σημεῖον δὲ τοῦ καὶ μερικὴν εἶναι δικαιο‐ σύνην καὶ ἀδικίαν ἐκεῖνο ἂν εἴη· ὁ γὰρ ἐνεργῶν κατὰ τὰς ἄλλας μοχθη‐ ρίας ἄδικος μὲν λέγοιτο ἄν, πλεονέκτης δὲ οὐδαμῶς· οἷός ἐστιν ὁ ῥίψας | |
15 | τὴν ἀσπίδα διὰ δειλίαν ἢ ὁ λοιδορησάμενος τὸν πέλας διὰ χαλεπότητα καὶ τὸ μὴ δύνασθαι θυμοῦ κρατεῖν καὶ ὀργῆς, ἢ ὁ μὴ βοηθήσας χρή‐ μασι δι’ ἀνελευθεριότητα· οὗτοι γὰρ πάντες ἄδικοί εἰσι, πλεονέκται δὲ οὐδαμῶς. ὥστε ὁ πλεονέκτης περὶ ἄλλην τινά ἐστι πονηρίαν, ὅτι μήτε περὶ μίαν τούτων ἐστὶν οὔτε περὶ πάσας· ψέγεται δὲ ὡς ἄδικος· ἔστιν ἄρα | |
20 | ἄλλη τις ἀδικία μερική, ὡς μέρος οὖσα τῆς ὅλης ἀδικίας, καὶ ἄδικόν τι μερικὸν μέρος τοῦ ὅλου ἀδίκου τοῦ παρὰ τὸν νόμον. ἔτι εἰ ὁ μὲν κέρ‐ δους ἕνεκα μοιχεύει καὶ προσλαμβάνει, ὁ δὲ ἡδονῆς ἕνεκα, καὶ διὰ τοῦτο ζημιοῦται καὶ ἀναλίσκει τὰ ὄντα, ὁ μὲν ἀκόλαστος ἂν λέγοιτο καὶ οὐ πλεονέκτης, ὁ δὲ πλεονέκτης καὶ ἄδικος, ἀκόλαστος δὲ οὐδαμῶς· ὥστε | |
25 | ἀδικία τίς ἐστι μὴ περιέχουσα τὴν ἀκολασίαν· καὶ διὰ τοῦτο οὐκ ἔστιν ἡ αὐτὴ τῇ καθόλου ἀδικίᾳ ἀλλὰ μερική. ἔτι πᾶσα μὲν πονηρὰ πρᾶξις ἐπί τινα κακίαν ἀναφέρεται, οἷον τὸ μὲν μοιχεύειν εἰς ἀκολασίαν ἀνάγεται, τὸ δὲ φυγεῖν καὶ ῥῖψαι τὴν ἀσπίδα ἐπὶ δειλίαν, τὸ δὲ λοιδορήσασθαι καὶ πα‐ τάξαι ἐπὶ ὀργήν, τὸ δὲ κερδᾶναι τὰ ἑτέρων καὶ οὐδαμόθεν ἑαυτῷ προσή‐ | |
30 | κοντα εἰς οὐδὲν ἕτερον ἀναφέρεται ἢ ἐπὶ τὴν ἀδικίαν. ὥστε φανερόν, ὅτι ἔστι τις ἀδικία ἄλλη μερικὴ συνώνυμος τῇ καθόλου· καὶ γὰρ ὁ ὁρισμὸς ἑκατέρας ἐν τῷ αὐτῷ ἐστι γένει· ἄμφω γὰρ ἐν τῷ πρὸς ἕτερον χρῆσθαι τῷ ἀγαθῷ τὸ εἶναι ἔχουσι· διαφέρει δὲ ἡ μερικὴ τῆς καθόλου, ὅτι ἡ μὲν μερικὴ περὶ χρήματα ἢ σωτηρίαν ἢ δι’ ἡδονὴν τὴν ἀπὸ τοῦ | |
35 | κέρδους ἢ εἴ τί ἐστιν ὄνομα κοινὸν τούτων ἁπάντων· ἡ δὲ καθόλου περὶ ἅπαντά ἐστι, περὶ ὅσα ὁ σπουδαῖος καταγίνεται. ὅτι μὲν οὖν πολ‐ λαχῶς ἡ δικαιοσύνη λέγεται καὶ ὅτι ἔστι τις ἄλλη μερικὴ δικαιοσύνη παρὰ τὴν καθόλου ἀρετήν, δῆλον ἀπὸ τῶν εἰρημένων· τίς δέ ἐστιν αὕτη ἡ με‐ | |
ρικὴ δικαιοσύνη, τοῦτο ἤδη ῥητέον. διωρισάμεθα μὲν οὖν, ὅτι τὸ ἄνισον | 88 | |
89 | καὶ τὸ παράνομόν ἐστι τὸ ἄδικον, δίκαιον δέ ἐστι τὸ νόμιμον καὶ τὸ ἴσον· ἡ μὲν οὖν καθόλου δικαιοσύνη ἐστὶ περὶ τὸ νόμιμον καὶ ἡ καθόλου ἀδικία περὶ τὸ παράνομον καὶ τὸ ἄνισον. ἐπεὶ δὲ τὸ πλέον οὐ ταὐτόν ἐστι τῷ ἀνίσῳ, ἀλλ’ ἔστι τὸ μὲν ἄνισον ὥσπερ ὅλον, τὸ δὲ πλέον ὡς μέρος (τὸ | |
5 | γὰρ πλέον καὶ ἄνισον, οὐ πᾶν δὲ τὸ ἄνισον πλέον), ἔστι τις ἀδικία περὶ τὸ πλέον, καὶ περὶ τὸ ἄνισον ἄλλη· αἳ οὐκ ἂν εἶεν αἱ αὐταὶ ἀδικίαι, ἀλλ’ ἡ μὲν περὶ τὸ πλέον μερικὴ ἔσται ἀδικία, ἡ δὲ περὶ τὸ ἄνισον ἀδικία καθόλου. ἡ ἄρα μερικὴ ἀδικία, ἥτις ἔχει πρὸς τὴν τελείαν ἀδικίαν ὡς μέρος πρὸς ὅλον, περὶ τὸ πλέον ἐστί· καὶ αὕτη ἐστὶν ἡ λεγομένη πλεονεξία. | |
10 | ἀπὸ τούτων δὲ γινώσκεται καὶ ἡ μερικὴ δικαιοσύνη τί ἐστιν, ὡς ἐν τύπῳ· λεκτέον δὲ ἔτι περὶ αὐτῶν ἀκριβέστερον. | |
12n | Περὶ τῶν εἰδῶν τῆς μερικῆς δικαιοσύνης. κεφ. γʹ. | |
13 | Ἡ μὲν οὖν καθόλου δικαιοσύνη, καθὼς εἴρηται, τελεία ἐστὶν ἀρετὴ καὶ χρῆσις τῆς ὅλης ἀρετῆς (ὥσπερ καὶ ἡ ἀδικία παντελὴς κακία ἐστί)· | |
15 | καὶ γὰρ νόμιμός ἐστιν. ὁ δὲ νόμος οὐ μόνον τὰς πράξεις ἁπάσης ἀρετῆς κελεύει ποιεῖν, ὡς ἐν τοῖς εἰρημένοις ἐδείχθη, ἀλλὰ καὶ παιδεύει σπου‐ δαίους τοὺς πολίτας γενέσθαι καὶ εἰς ἕξιν τῆς ὅλης ἐλθεῖν ἀρετῆς. οὐ γὰρ ταὐτὸν πράξεις ποιεῖν ἀρετῆς καὶ ἀρετῆς ἕξιν ἔχειν· καὶ διὰ τοῦτο ἄλλο ἐστὶ τὸ πολίτην εἶναί τινα ἀγαθὸν καὶ ἕτερον ἄνδρα εἶναι ἀγαθόν. | |
20 | ἀνὴρ μὲν γὰρ ἀγαθός ἐστιν ὁ ἕξιν ἀρετῆς ἔχων, πολίτης δὲ ἀγαθὸς ὁ πράττων ἀρετῆς ἔργα, δι’ ὧν τοὺς ἑαυτοῦ πολίτας ὠφελήσει κοινῇ, καὶ ὅλως ὁ πρὸς τοὺς πολίτας ὢν ἀγαθός. ὅθεν ἀπορήσειεν ἄν τις, πῶς τῆς πολιτικῆς ἐστιν ἡ παιδεία, καθ’ ἣν γίνεταί τις ἀνὴρ ἀγαθός· περὶ οὗ ὕστε‐ ρον ἐροῦμεν. ἡ μὲν οὖν καθόλου δικαιοσύνη καὶ ἀδικία τοιαύτη. τῆς | |
25 | δὲ κατὰ μέρος δικαιοσύνης καὶ τοῦ κατ’ αὐτὴν δικαίου ἓν μέν ἐστιν εἶδος τὸ ἐν ταῖς διανομαῖς, ὅταν διανέμειν δεήσῃ χρήματα ἢ τιμὴν ἢ ἄλλο τι τῶν ὅσα μερίζονται πρὸς τοὺς ἐν ταῖς πολιτείαις (ἐν τούτοις γάρ ἐστι καὶ τὸ ἴσον καὶ τὸ ἄνισον καὶ τὸ ἔλαττον καὶ τὸ μεῖζον· καὶ διὰ τοῦτο τὸ ὡς δεῖ μερίζειν καὶ διανέμειν δικαιοσύνης εἶδός ἐστιν), | |
30 | ἕτερον δὲ τὸ ἐν τοῖς συναλλάγμασι διορθωτικόν. τούτου δὲ μέρη δύο διὰ τὸ καὶ τὰ συναλλάγματα εἰς δύο διαιρεῖσθαι μέρη. τῶν γὰρ συναλλαγμάτων τὰ μέν ἐστιν ἑκούσια, τὰ δὲ ἀκούσια. ἑκούσια μὲν πρᾶ‐ σις ὠνὴ δανεισμὸς ἐγγύη χρῆσις (ὅταν τις ἐπὶ μισθῷ τὴν ἰδίαν οἰκίαν ἢ τὸ ζῷον δώσῃ τινὶ χρήσασθαι), παρακαταθήκη μίσθωσις ἢ | |
35 | δούλου ἢ τεχνίτου· ἑκούσια δὲ λέγεται ταῦτα, ὅτι λαβὼν μέν τις ἢ χρησάμενος καὶ ἑκουσίως ἀποδώσει, καταρχὰς μέντοι ἑκουσίως ἔλαβε καὶ παρ’ ἑκόντος καὶ βουλομένου τοῦ διδόντος· καὶ διὰ τοῦτο ἑκούσια λέγονται· ἀκούσια δὲ τὰ μὲν λαθραῖα λέγονται, τὰ δὲ βίαια· λαθραῖα μέν, οἷον | |
κλοπὴ μοιχεία φαρμακεία προαγωγεία, τὸ δοῦλον ἀπατῆσαί τινος, | 89 | |
90 | δολοφονία ψευδομαρτυρία· βίαια δέ, οἷον πληγαὶ δεσμὸς θάνατος ἁρπαγὴ πήρωσις κακηγορία προπηλακισμός. συναλλάγματα δὲ καὶ τὰ τοιαῦτα λέγονται, ὅτι ὁ περὶ ταῦτα ἀδικῶν λαμβάνει μὲν λάθρα καὶ βιαίως ἢ χρήματα ἢ ἡδονήν· ἀποδίδωσι δὲ ἐν τῷ δικαστηρίῳ ἢ ζημίαν | |
5 | ἢ θάνατον ἢ τὸ αἰκισθῆναι ἢ τὸ ἀτιμασθῆναι. εἰσὶ τοίνυν δικαιοσύνης εἴδη δύο, τό τε περὶ τὴν διανομὴν καὶ τὸ περὶ τὰ συναλλάγματα· 〈τοῦ δὲ περὶ τὰ συναλλάγματα〉 τὸ μὲν περὶ τὰ ἑκούσιά ἐστι συναλλάγματα, τὸ δὲ περὶ τὰ ἀκούσια. ἐροῦμεν δὲ ἀκριβέστερον περὶ ἑκάστου. | |
9n | Περὶ τῆς ἐν δικαιοσύνῃ ἰσότητος καὶ ἀναλογίας καὶ περὶ τοῦ | |
10n | διανεμητικοῦ εἴδους τοῦ δικαίου. κεφ. δʹ. | |
11 | Ἔστι τοίνυν τὸ δίκαιον καὶ μέσον καὶ ἴσον καὶ ἀνάλογον καὶ ἡ δι‐ καιοσύνη μεσότητος καὶ ἰσότητος καὶ ἀναλογίας ποιητική. καὶ μέσον μέν ἐστι τὸ δίκαιον, ὅτι μεταξύ ἐστι τοῦ τε πλείονος καὶ ἐλάττονος καὶ τοῦ ὑπὲρ τὸ δέον καὶ παρὰ τὸ δέον, ὥσπερ καὶ πᾶσαι αἱ ἀρεταί. καὶ τοῦτο | |
15 | κοινόν ἐστι τῇ δικαιοσύνῃ πρὸς τὰς ἄλλας ἀρετάς· τὸ δὲ ἴσον ἴδιόν ἐστι τῆς δικαιοσύνης, ὅτι ἑκάστῳ τὸ ἁρμόζον καὶ τὸ προσῆκον ἀποδίδωσι· καὶ ὃ δίδωσι τῷ λαμβάνοντι ἴσον ἐστί· τὰ γὰρ ἐφαρμόζοντα ἴσα. τὸ δὲ προ‐ σῆκον τρόπον τινὰ ἐφαρμόζει. ἄλλως τε ἐπεὶ ἡ ἀδικία ἀνισότης ἐστὶ καὶ τὸ ἄδικον ἄνισον, εἰκὸς ἂν εἴη τὴν δικαιοσύνην ἰσότητα εἶναι καὶ τὸ δί‐ | |
20 | καιον ἴσον· μέσον γάρ ἐστι τοῦ πλείονος καὶ τοῦ ἐλάττονος· ἐν ὁποίᾳ γὰρ πράξει τὸ πλέον ἐστὶ καὶ τὸ ἔλαττον, ἀνάγκη καὶ τὸ ἴσον εἶναι· καὶ χωρὶς δὲ λόγου τινὸς οὕτω πᾶσι δοκεῖ τὸ δίκαιον ἴσον εἶναι. ἀνάλογον δέ ἐστιν, ὅτι κατὰ τὴν διανομὴν ἀνάλογα τίθησι τὰ διανεμόμενα τοῖς λαμβά‐ νουσι. καὶ τοῦτον τὸν λόγον ἔχει τὰ διδόμενα πρὸς ἄλληλα, ὃν οἱ λαμ‐ | |
25 | βάνοντες πρὸς ἀλλήλους· εἰ γὰρ ὁ Ἀχιλλεὺς τοῦ Αἴαντος διπλασίων, φέρε εἰπεῖν, κατὰ τὴν ἀρετήν, ἡ πρὸς τὸν Ἀχιλλέα τιμὴ τῆς πρὸς τὸν Αἴαντα διπλασίων δοθήσεται παρὰ τοῦ δικαίου. καὶ καθόσον μέν ἐστι μέσον, πολλῶν ἐστι, τὰ γὰρ ἔξω τοῦ μέσου ἐγγὺς ὄντα καὶ πόρρω μᾶλλον καὶ ἧττον πολλά, καθόσον δὲ ἴσον, δύο τινῶν ἐστι, τοῦ τε λαμβάνοντος καὶ | |
30 | τοῦ δώρου· τὸ γὰρ ἴσον τῶν πρός τι ὂν ἀεὶ δύο τινῶν ἐστι· καθόσον δὲ ἀνάλογόν ἐστι τὸ δίκαιον, τὸ ἐλάχιστον τεσσάρων ἐστίν· ἡ γὰρ ἀναλογία ἀεὶ τεσσάρων· ἡ γὰρ ἀναλογία δύο λόγων ἐστὶν ἰσότης, ὁ δὲ λόγος ἐν δυσίν ἐστιν ὅροις· ὥστε ἀνάγκην εἶναι τὴν ἀναλογίαν τεσσάρων εἶναι, οἷον λόγος ἐστὶν ὁ διπλάσιος, φέρε εἰπεῖν, ἢ ὁ τριπλάσιος· ὁ δὲ διπλάσιος δύο τινῶν | |
35 | ἐστι σχέσις τοῦ μὲν ὄντος διπλασίου, τοῦ δὲ ἡμίσεως, ὥσπερ ὁ εἴκοσι τοῦ δέκα· ὥστε δύο ἀνάγκη ὅρους ἐν τῷ ἑνὶ εἶναι λόγῳ. εἰ δὲ λάβοιμεν καὶ τὸν αὐτὸν λόγον ἐν ἄλλοις δυσὶν ὅροις, οἷον τῷ ιβʹ καὶ ϛʹ, ἀναλογίαν | |
ποιήσομεν, καὶ ἔσται ὡς ὁ κʹ πρὸς τὸν ιʹ ὁ ιβʹ πρὸς ϛʹ· καὶ οὕτως ἀεὶ | 90 | |
91 | ἔσται ἡ ἀναλογία ἐν τέσσαρσι τὸ ἐλάχιστον· δυνατὸν γὰρ καὶ ἐν πλείοσιν εἶναι. εἰ δὲ τρεῖς συμβαίνει πολλάκις ὅρους λαβεῖν καὶ ἀναλογίαν ποιῆσαι· ὥσπερ γὰρ ὁ κʹ πρὸς ιʹ, ὁ ιʹ πρὸς εʹ· ἀλλ’ ὅτι τὸν δέκα δὶς λαμβάνομεν, τέσσαρες γίνονται πάλιν. καλεῖται δὲ ἡ μὲν τοιαύτη ἀναλογία συνεχής, ἡ | |
5 | δὲ διὰ τεσσάρων ὅρων, διῃρημένη. ἑκατέραν δὲ γεωμετρικὴν ἀναλο‐ γίαν οἱ μαθηματικοὶ καλοῦσι διὰ τὸ καὶ ἄλλην ἀναλογίαν εἶναι, ἥτις ἀριθμητικὴ ἀναλογία καλεῖται. ἔστι δὲ ἀριθμητικὴ ἀναλογία, ὅταν τὸ αʹ ὑπερέχῃ τοῦ βʹ τοσοῦτον, ὅσον τὸ γʹ ὑπερέχει τοῦ δʹ. τὸ δὲ διανεμητικὸν δίκαιον ἀνάλογόν ἐστι κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν· τὸ δὲ αἴτιον ἐροῦ‐ | |
10 | μεν. ὑποκείσθω δὴ τὸ μὲν διανεμόμενον τιμή, πρὸς οὓς διανέμεται ὁ Ἀχιλλεὺς καὶ ὁ Αἴας· δεῖ δὴ λόγον ἔχειν τὴν τιμὴν πρὸς τὴν τιμήν, ὃν ὁ Ἀχιλλεὺς πρὸς τὸν Αἴαντα· καὶ ἐναλλάξ, ὃν ἡ τιμὴ τοῦ Ἀχιλλέως πρὸς τὸν Ἀχιλλέα, ἡ τιμὴ τοῦ Αἴαντος πρὸς τὸν Αἴαντα· καὶ συνθέντι, ὃν ἔχει λόγον ὁ τετιμημένος Ἀχιλλεὺς πρὸς τὸν Ἀχιλλέα, τοῦτον ὁ τετιμημένος | |
15 | Αἴας πρὸς τὸν Αἴαντα· καὶ ἐναλλάξ, ὃν λόγον ἔχει ὁ τετιμημένος Ἀχιλλεὺς πρὸς τὸν τετιμημένον Αἴαντα, τοῦτον ἔχει τὸν λόγον ὁ Ἀχιλλεὺς πρὸς τὸν Αἴαντα· αὕτη δὴ πᾶσα ἡ ἀναλογία τῷ διανεμητικῷ δικαίῳ προσήκει, ἥτις εὑρεθῆναι οὐ δύναται ἐν τῇ ἀριθμητικῇ ἀναλογίᾳ, ἀλλ’ ἐν τῇ γεω‐ μετρικῇ μόνον. καὶ ὅτι μὲν ἐν τῇ γεωμετρικῇ ἀναλογίᾳ ταῦτα τὰ εἴδη | |
20 | πάντα τῶν ἀναλογιῶν εὑρίσκονται, δείκνυσιν ὁ γεωμέτρης. ὅτι δὲ ἐν τῇ ἀριθμητικῇ οὐ δύναται εὑρεθῆναι, δῆλον ἐκεῖθεν· ἔστωσαν γὰρ ἀριθμοὶ τέσσαρες ἐν ἀριθμητικῇ ἀναλογίᾳ, ὁ δʹ καὶ ὁ γʹ, καὶ ὁ ϛʹ καὶ ὁ εʹ· ὑπερέχει δὴ ὁ δʹ τοῦ γʹ ὅσον ὑπερέχει ὁ ϛʹ τοῦ εʹ· ἀλλὰ συνθέντι οὐκ ἔσται ἀνάλογον ἀριθμητικῶς· συντεθέντα γὰρ ὁ ϛʹ καὶ ὁ εʹ ὑπερέξει τοῦ | |
25 | εʹ τῷ ϛʹ· ὁ δὲ δʹ καὶ γʹ συντεθέντα ὑπερέξει τοῦ γʹ τῷ δʹ· καὶ οὕτω διῃρημένα μὲν ἀνάλογον ἔχει ἀριθμητικῶς· ἡ αὐτὴ γὰρ ὑπεροχὴ τοῦ δʹ πρὸς τὸ γʹ, ἥτις ἐστὶ τοῦ ϛʹ πρὸς εʹ· συντεθέντα δὲ οὐκέτι ἀνάλογόν ἐστι· μᾶλλον γὰρ ὑπερέχει ὁ ιαʹ τοῦ εʹ, ἢ ὁ ζʹ τοῦ γʹ. διὰ ταῦτα δὴ τὸ δια‐ νεμητικὸν δίκαιον ἀνάλογόν ἐστι κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν καὶ οὐ | |
30 | κατὰ τὴν συνημμένην ἀλλὰ κατὰ τὴν διῃρημένην· τέσσαρας γὰρ εἶναι δεῖ τοὺς ὅρους τῷ ἀριθμῷ· οὐ γὰρ δυνατὸν τὸ [γὰρ] διδόμενον καὶ τὸν λαμ‐ βάνοντα ἓν εἶναι τῷ ἀριθμῷ. καὶ τὸ δίκαιον ἐκεῖνο ἀνάλογόν ἐστιν, ὅσον ἐστὶν ἐν ταῖς διανομαῖς, ὅταν ἕκαστος λάβῃ τὸ κατ’ ἀξίαν, ἢ τιμὴν ἢ χρήματα ἢ ἄλλο τι τῶν μεριζομένων· ὅθεν εἰρήνη γίνεται καὶ τάξις ταῖς | |
35 | πολιτείαις· ἀπὸ γὰρ τῶν ἐναντίων αἱ στάσεις καὶ μάχαι καὶ τὰ ἐγκλήματα, ὅταν ἢ οἱ ἴσοι μὴ ἴσα λάβωσιν, ἢ μὴ ἴσοι ἴσα. ὅτι δὲ ἀναλογίαν ζητεῖ ὁ μετὰ δικαιοσύνης ποιούμενος τὴν διανομήν, καὶ ἀπὸ τούτου δῆλον· τὸ γὰρ κατ’ ἀξίαν ἑκάστου, τοῦτο πάντες νομίζουσι δίκαιον· τὴν ἀξίαν δέ, δι’ ἥν τις τιμᾶται, οὐ τὴν αὐτὴν πάντες λέγουσιν· ἀλλ’ οἱ μὲν δημοκρατικοὶ | |
40 | τὴν ἐλευθερίαν λέγουσιν, οἱ δὲ ὀλιγαρχικοὶ τὸν πλοῦτον, οἱ δ’ ἀριστοκρα‐ | |
τικοὶ ἀρετήν. ἐπεὶ τοίνυν διάφοροί εἰσιν αἱ ἀξίαι, εἴ τις μετὰ δικαιοσύνης | 91 | |
92 | βουληθείη τιμὴν διανεῖμαι κατὰ τὴν ἀξίαν ἑκάστῳ, οὐκ ἴσην ποιήσεται τὴν διανομὴν ἀλλὰ ἀνάλογον. τὸ μὲν οὖν δίκαιον ἀνάλογον, καθὼς εἴρηται· τὸ ἄδικον δὲ τὸ ἔξω τοῦ ἀναλόγου, ὅταν ἡ διανομὴ κατὰ τὸ πλεῖον τῆς ἀξίας καὶ τὸ ἔλαττον γίνηται, ὅπερ καὶ ἐπὶ τῶν ἔργων τῶν ἄλλων τῆς | |
5 | ἀδικίας συμβαίνει. καὶ γὰρ ὁ ἀδικῶν τοῦ ἀδικουμένου πλεῖον ἀγαθὸν ἔχειν ζητεῖ, ὁ δὲ ἀδικούμενος ἔλαττον ἔχει· καὶ ἐπὶ τοῦ κακοῦ δὲ τὸ ἀνάπαλιν, ὁ μὲν ἀδικῶν ἔλαττον κακὸν ἔχει, ὁ δὲ ἀδικούμενος μεῖζον· διότι τὸ ἔλαττον κακὸν μᾶλλον αἱρετὸν τοῦ μείζονος, καὶ ὡς μεῖζον ἀγαθὸν τὸ ἔλαττον κακὸν ζητεῖται. τὸ μὲν οὖν διανεμητικὸν εἶδος τοῦ δικαίου τοῦτό | |
10 | ἐστι. λέγομεν δὲ ἤδη περὶ θατέρου. | |
11n | Περὶ τοῦ διορθωτικοῦ εἴδους τῆς δικαιοσύνης καὶ περὶ τῆς κατ’ | |
12n | αὐτὸ ἀναλογίας. κεφ. εʹ. | |
13 | Τὸ δὲ δεύτερον εἶδος τοῦ δικαίου τὸ διορθωτικόν, ὃ περὶ τὰ συναλ‐ λάγματά ἐστι, τά τε ἑκούσια καὶ τὰ ἀκούσια καὶ τὰ λαθραῖα καὶ τὰ βίαια. | |
15 | ἔστι μὲν καὶ αὐτὸ κατὰ ἀναλογίαν τινά, ἀλλ’ οὐ κατὰ τὴν γεωμετρικήν, καθ’ ἣν ὑπῆρχε τὸ πρῶτον εἶδος, τὸ διανεμητικόν, ἀλλὰ κατὰ ἀριθμητι‐ κήν. τὸ μὲν γὰρ διανεμητικὸν δίκαιον ἀπὸ τῶν κοινῶν εἰς τοὺς πο‐ λίτας ποιούμενον τὴν διανομήν, ἀναλόγως ἑκάστῳ δίδωσι κατὰ τὴν ἀξίαν ἑκάστου καὶ τὴν εἰσφοράν, ἣν εἰς τὸ κοινὸν συνετέλεσεν· ἐπεὶ οὐ πάντες | |
20 | ὅμοιοι οὐδὲ πάντες ὁμοίως εἰσφέρουσιν· ὅθεν οὐ τὰ ἴσα ἀλλὰ τὰ ἀνάλογα δέχονται· τὸ δὲ διορθωτικὸν τῶν συναλλαγμάτων δίκαιον ὅρους μὲν ἔχει τὸν ἠδικηκότα καὶ τὸν ἠδικημένον. δίδωσι δὲ ἑκάστῳ οὐ τὸ ἀνάλογον ἀλλὰ τὸ ἴσον· τὴν γὰρ ἰσότητα, ἣν ὁ ἀδικῶν διαφθείρει, ἀφαιρούμενος ἀγαθόν τι τοῦ ἠδικημένου καὶ προστιθεὶς ἑαυτῷ, ταύτην ὁ δίκαιος ἀνα‐ | |
25 | καλεῖται ζημιῶν τὸν ἀδικήσαντα τοσοῦτον ὅσον ἠδίκησε· καὶ οὕτως ἑκα‐ τέρῳ τὸ ἴσον δίδωσιν. οὕτω δὲ τεσσάρων γινομένων τῶν ὅρων, τοῦ τε ἀδικηθέντος καὶ τοῦ ἠδικηκότος, καὶ ὃ πέπονθεν ὁ ἀδικηθεὶς παρὰ τοῦ ἀδικήσαντος, καὶ ὃ πέπονθεν ὁ ἀδικήσας παρὰ τοῦ δικαστοῦ, συμβαίνει ἀναλογίαν εἶναι ἀριθμητικήν. ᾧ γὰρ ὑπερέσχεν ὁ ἀδικήσας τοῦ ἠδικη‐ | |
30 | μένου, τούτῳ ὑπερέχειν ποιεῖ ὁ δικαστὴς τοῦ ἀδικήσαντος τὸν ἠδικημένον· καὶ οὕτω συμβαίνει εἰκόνα τινὰ τῆς τοιαύτης ἀναλογίας τὸ διορθωτικὸν δί‐ καιον εἶναι. καὶ γὰρ εἰ καὶ ἐπιεικὴς μὲν ὁ ἀποστερῶν, φαῦλος δὲ ὁ ἀπο‐ στερηθείς, οὐδὲν πρὸς τὸ τοιοῦτον δίκαιον διαφέρει, οὐδὲ εἰ ὁ μὲν μοι‐ χεύσας φαῦλος, ὁ δὲ ἀδικηθεὶς ἐπιεικής, ἀλλ’ ἀεὶ τὴν ἰσότητα ζητητέον | |
35 | τῷ διορθωτῇ· ὡς ἀδικηθεὶς γὰρ μόνον καὶ ὡς ἀδικούμενος ἑκάτερος λαμ‐ βάνεται· καὶ ὃ ἐκέρδανεν ὁ ἀδικήσας ἢ ἡδονῆς ἢ χρημάτων ἢ δόξης παρὰ τοῦ ἠδικημένου, καὶ διὰ τοῦτο ὑπερέσχεν αὐτοῦ, τοῦτο ἀποδίδωσιν ὁ δικα‐ στὴς τῷ ἠδικημένῳ, ἢ ζημιώσας τὸν ἠδικηκότα ἢ ἀτιμάσας ἢ αἰκισάμενος | |
ἢ ἀποκτείνας. δυνατὸν δὲ καὶ ἕτερον τρόπον τὴν ἀναλογίαν ταύτην ἐν | 92 | |
93 | ταύτῃ τῇ δικαιοσύνῃ κατιδεῖν, συνεχεῖς ποιησάμενον τοὺς ὅρους· ἔστι γὰρ ὡς ὁ ἀδικήσας πρὸς τὸν ἠδικημένον, οὕτως ὁ δικαστὴς πρὸς τὸν ἀδική‐ σαντα· οἷς γὰρ ἐποίησε πρὸς τὸν ἠδικημένον ὁ ἀδικήσας, τὰ ἴσα πάσχει παρὰ τοῦ δικαστοῦ. ἐπεὶ τοίνυν ἡ μὲν ἀδικία τὸ μεῖζον καὶ τὸ ἔλαττον | |
5 | εἰσάγει καὶ ἐν τοῖς ἀγαθοῖς καὶ ἐν τοῖς κακοῖς, ἐναντίως μέντοι (ὃς γὰρ τὸ μεῖζον ἀγαθὸν ζητεῖ, τὸ ἔλαττον κακὸν αἱρεῖται), ἡ δὲ δικαιοσύνη τὴν ἰσότητα, ἡ δὲ ἰσότης μέσον ἐστὶ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος, φανερὸν ὅτι ἡ τοιαύτη δικαιοσύνη μεσότης ἐστὶ μεταξὺ ζημίας καὶ κέρδους. καλεί‐ σθω γὰρ ζημία μὲν πᾶν τὸ ἀδικεῖσθαι, κέρδος δὲ πᾶν τὸ ἀδικεῖν καὶ πλε‐ | |
10 | ονεκτεῖν, ἄν τε εἰς χρήματα, ἄν τε εἰς δόξαν, ἄν τε εἰς ἄλλο τι ἀδικεῖν τις ἐθέλῃ. ἔστι τοίνυν τὸ ἐπανορθωτικὸν δίκαιον μέσον ζημίας καὶ κέρ‐ δους· διὰ τοῦτο καὶ ὅταν ἀμφισβητῶσιν, ἐπὶ τὸν δικαστὴν κατα‐ φεύγουσιν, οἰόμενοι τοῦτον τὸν τρόπον μηδέτερον τούτων ζημιωθῆναι, ὅθεν ἐξ ἀνάγκης μηδὲν κερδᾶναι ἀλλά τι μέσον λαβεῖν, καὶ γὰρ αὐτὸν | |
15 | εἶναι νομίζειν οἷον ἔμψυχον δίκαιον διορθωτικόν· καὶ καλοῦσι δὲ αὐτὸν μέσον, ὡς διὰ τοῦτο τοῦ μέσου τευξόμενοι. ἔνιοι δὲ οὐχ ἕνα μόνον ἀλλὰ καὶ δύο καὶ τρεῖς μεσιδίους καλοῦσιν ἐν ταῖς ἀμφισβητήσεσιν· ὅθεν φαί‐ νονται ὅτι τὸ μέσον ζητοῦσιν, ὡς ταὐτὸν ὂν τὸ μέσον ζητεῖν καὶ τὸ δί‐ καιον· μέσον ἄρα τὸ δίκαιον, ἐπεὶ καὶ ὁ δικαστὴς μέσος, τὴν μεσό‐ | |
20 | τητα καὶ τὸ δίκαιον εἰσάγων καὶ ἐπανισῶν τὴν ἀπὸ τῆς ἀδικίας ἀνισότητα. καὶ ὥσπερ τὴν αβ γραμμὴν εἰς ἄνισα τμηθεῖσαν κατὰ τὸ δ, εἴ τις ἐθέλοι εἰς ἴσα διελεῖν, ἀφελὼν ἀπὸ τῆς μείζονος τῆς βδ τὴν ὑπεροχὴν ἣν ὑπερ‐ έχει τῆς ἐλάττονος τῆς δα, τὴν γδ, καὶ προσθεὶς τῇ δα, τὴν αγ ἴσην ἐποίησε τῇ γβ καὶ εὗρε τὴν διχοτομίαν τῆς αβ, οὕτω καὶ ἐπὶ τῆς ἀνι‐ | |
25 | σότητος τῆς ἀδικίας συμβαίνει. τὸ γὰρ διορθωτικὸν δίκαιον, ἀφελόμενον ἀπὸ τοῦ κέρδους τοῦ ἠδικηκότος, ὅπερ ὡς ὑπεροχή ἐστιν αὐτοῦ πρὸς τὸν ἠδικημένον, καὶ προστεθὲν τῷ ἠδικημένῳ, ἰσότητα καὶ μεσότητα ἐποίησε. καὶ διὰ τοῦτο καὶ δίκαιον καλεῖται, ὅτι δίχα ἐστίν, ὥσπερ ἂν εἴ τις εἴποι δίχαιον· καὶ ὁ δικαστὴς διχαστής. καὶ ὥσπερ ἐπὶ τῆς γραμμῆς ἔχει, ὅταν | |
30 | δίχα διαιρεθῇ, ὅτι ἡ ἑτέρα τῶν ἴσων εὐθειῶν μέση ἀνάλογόν ἐστι κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν τοῦ μείζονος καὶ τοῦ ἐλάττονος, οὕτω καὶ τὸ δίκαιον μέσον ἐστὶ τοῦ κέρδους καὶ τῆς ζημίας, τοῦ μείζονος ἢ ἀγαθοῦ ἢ κακοῦ καὶ τοῦ ἐλάττονος· ἔλαττον μὲν τοῦ μείζονος, μεῖζον δὲ τοῦ ἐλάττονος. ὅτι δὲ ἐπὶ τῆς γραμμῆς οὕτως ἔχει, καθὼς εἴρηται, φανερόν· | |
35 | ἡ γὰρ βδ ὑπερέχει τῆς γα τῇ γδ· ἡ 〈δὲ〉 γα ὑπερέχει τῆς αδ τῇ αὐτῇ τῇ γδ· ὥστε αἱ μὲν βδ, γα, αδ ἀνάλογον ἔχουσι κατὰ ἀριθμητικὴν ἀνα‐ λογίαν· μέση δέ ἐστιν ἡ γα, ἡ ἴση τῇ γβ, ἥτις ἐλάττων μέν ἐστι τῆς βδ, μείζων δὲ τῆς αδ, τῇ αὐτῇ τῇ γδ ἐλαττουμένη καὶ ὑπερέχουσα. ἔτι δὲ καὶ ἐκεῖθεν δῆλον, τὸ δίκαιον καὶ τὸ ἴσον μέσον ἀνάλογον εἶναι τῆς ζημίας | |
40 | καὶ τοῦ κέρδους, κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν· ἔστωσαν τρεῖς εὐθεῖαι | |
ἴσαι ἀλλήλαις, αἱ αα, ββ, γγ· τετμήσθω δὲ ἡ αα δίχα κατὰ τὸ ε, ἥ τε | 93 | |
94 | γγ κατὰ τὸ ζ· καὶ ἀφῃρήσθω ἀπὸ τῆς αα ἡ αε· φανερὸν δή, ὅτι ἡ γγ μείζων ἔσται τῆς εα τῇ γζ· προσκείσθω δὲ ἡ ἀφαιρεθεῖσα τῆς αα τῇ γγ, καὶ ἔστω ἡ δγ· φανερὸν δή, ὅτι ἡ δγ μείζων ἐστὶ τῆς εα τῇ τε δγ καὶ τῇ γζ. εἰ τοίνυν δεήσει τῶν ἄκρων εὐθειῶν τὴν ἰσότητα ἐπαναγαγεῖν, | |
5 | διὰ τῆς ββ τοῦτο ποιήσομεν· ὥσπερ γὰρ κανόνα τῇ γδ ἐφαρμόσαντες τὴν ὑπεροχὴν ἀφελοῦμεν· ἐφαρμόσαντες δὲ τῇ αα, τὸ ἐλλεῖπον προσθήσομεν· καὶ οὕτως ἔσονται πάλιν αἱ ἄκραι ἴσαι ἀλλήλαις. αὕτη δὴ ἡ τὴν ἰσότητα ἐπανάγουσα ββ μέση ἀνάλογόν ἐστι κατὰ ἀριθμητικὴν τῇ δγ καὶ εα· ἡ μὲν γὰρ δγ τῆς ββ ὑπερέχει τῇ δγ, ἡ δὲ ββ τῆς εα ὑπερέχει τῇ αὐτῇ | |
10 | τῇ δγ· ὅτι δὲ καὶ ἐπὶ τοῦ διορθωτικοῦ δικαίου τὸ αὐτὸ συμβαίνει, φανε‐ ρὸν ἐκ τῶν εἰρημένων. τοῦτο δὲ καὶ ἐπὶ τῶν τεχνῶν συμβαίνει. τότε γὰρ εὖ ἔχουσι καὶ συνίστανται, ὅταν ἐν χρείᾳ τούτων γενώμεθα, καὶ το‐ σοῦτον τεχνιτῶν δεώμεθα, ὅσον αὐτοὶ περὶ τὴν τέχνην πονοῦσι καὶ ζη‐ μιοῦνται· οὕτω γὰρ δυνατὸν συνιστάναι τοὺς τεχνίτας, τὴν ἔνδειαν παρὰ | |
15 | τῶν δεομένων ἀναπληροῦντας. εἰ δὲ οἱ μὲν πονοῦσι καὶ ποιοῦσι τὰς τέχ‐ νας, οἱ πάσχοντες δὲ αὐτάς, οἱ δεόμενοι αὐτῶν δηλονότι, οὐχ οὕτω πά‐ σχουσιν ὡς ἐκεῖνοι ποιοῦσιν, ἀλλὰ πολλῷ ἔλαττον, οὐδὲν κωλύει πάσας ἀπολέσθαι. διὰ τοῦτο κἀνταῦθα τὸ μέσον καὶ τὸ ἴσον ἀναγκαῖόν ἐστιν, ὅ ἐστι μεταξὺ ζημίας καὶ κέρδους. ταῦτα δὲ τὰ ὀνόματα, ἡ ζημία καὶ τὸ | |
20 | κέρδος, λέγεται μὲν κυρίως ἐπὶ τῶν ἑκουσίων συναλλαγμάτων, ἐλήφθη δὲ καὶ ἐπὶ τῶν ἀκουσίων. λέγεται γὰρ ἁπλῶς κερδαίνειν τὸ κτήσασθαι πλεί‐ ονα ὧν τις κέκτηται· ὁμοίως καὶ ζημιοῦσθαι τὸ κτήσασθαι ἐλάττονα ὧν εἶχεν ἐξ ἀρχῆς· τὸ δὲ τὰ ὄντα ἔχειν οὔτε ζημία οὔτε κέρδος ὀνομάζεται ἀλλά τι μέσον· ὥστε κέρδους τινὸς καὶ ζημίας μέσον τὸ δικαιόν ἐστι· λέγω | |
25 | δὲ τῶν ἐν τοῖς ἀκουσίοις συναλλάγμασιν, ὅταν τις τοσαῦτα λάβῃ, ὅσα εἶχε πρὶν ἀδικηθῆναι ἢ ἀδικῆσαι, τοῦτ’ ἔστι κερδᾶναι ἢ ζημιωθῆναι. τὸ γὰρ ἐν τοῖς ἑκουσίοις συναλλάγμασι κέρδος οὔτε ἄδικόν ἐστιν οὔτε εὐθύνεται· τούτων γὰρ ἄδειαν ἔδωκεν ὁ νόμος. | |
29n | Ὅτι τὸ ἀντιπεπονθὸς οὐκ ἔστιν εἶδος δικαιοσύνης, εἰ μὴ κατὰ | |
30n | ἀναλογίαν ἡ ἀντιπεπόνθησις γένοιτο. κεφ. ϛʹ. | |
31 | Οἱ δὲ Πυθαγόρειοι ἔλεγον δίκαιον εἶναι τὸ ἀντιπεπονθός, τὸ τὰ αὐτὰ πάσχειν ἃ ποιεῖ τις· καὶ πρὸς τοῦτο φέρειν καὶ τὸ τοῦ Ῥαδαμάνθυος ἔπος εἴ κε πάθοι τά κ’ ἔρεξε, δίκη κ’ ἰθεῖα γένοιτο. | |
35 | τοῦτο δὲ τὸ ἀντιπεπονθὸς οὐκ ἐφαρμόττει οὐδενὶ εἴδει τοῦ δικαίου. οὔτε γὰρ τὸ διανεμητικὸν δίκαιον τοιοῦτόν ἐστιν οὔτε τὸ διορθωτικόν· ἐπὶ μὲν γὰρ τῆς διανομῆς οὐ δυνατὸν ἀεὶ τὸν πολίτην ἐκεῖνα πάσχειν εὖ ἀπὸ τοῦ κοινοῦ ἅπερ ἐποίησεν· εἰ γὰρ τύραννον ἀπέκτεινε, πῶς τὸ αὐτὸ πείσεται; | |
ἐπὶ δὲ τοῦ διορθωτικοῦ δικαίου πολλαχοῦ διαφωνεῖ· εἰ γάρ τις ἄρχοντα | 94 | |
95 | ἐπάταξεν, οὐ δίκαιον πληγῆναι μόνον ἀλλὰ καὶ κολασθῆναι· καὶ εἴ τις ἄρχων ὤν τινα τῶν ἀρχομένων ἐπάταξεν, οὐ δίκαιον τὰ ἴσα παθεῖν· εἰ δέ τις καὶ ἀκουσίως καὶ ἀγνοῶν ἔβλαψε τὸν πέλας, οὐ δίκαιόν ἐστιν ὁμοίως ἀντιβλαβῆναι. δυνατὸν δὲ τὴν τοιαύτην ἀντιπάθειαν δικαίαν εἶναι ἐν ταῖς | |
5 | ἀλλακτικαῖς κοινωνίαις, οἷον ἐν τῷ εὖ ποιεῖν ἀλλήλους καὶ κακῶς ποιεῖν καὶ ἐν τοῖς τῶν τεχνῶν πρὸς ἀλλήλας συναλλάγμασι· πλὴν τὴν ἀντιπάθειαν οὐ κατὰ τὸ ἴσον ἐκλαβεῖν δεῖ ἀλλὰ κατὰ τὸ ἀνάλογον. ὁ γὰρ τὸν ἄρχοντα τυπτήσας τὴν τάξιν τῆς πολιτείας ἀνεῖλε, καὶ οὐ τυπτηθήσεται ἀλλὰ ἀπο‐ κτανθήσεται· καὶ ὁ τὸν γάμον τοῦ πέλας διαφθείρας πείσεται μὲν καὶ αὐ‐ | |
10 | τὸς κακῶς, οὐ τὰ αὐτὰ δέ, ἀλλὰ κατὰ τὸ ἀνάλογον· εἴτε γὰρ μὴ πείσεται κακῶς ὁ δράσας κακῶς, δουλεία τις ἔσται καὶ τυραννὶς ἡ πολιτεία· εἴτε τὰ αὐτὰ πείσεται ἅπερ ἔδρασεν, ἄτοπόν τι καὶ αἰσχρόν. ὁμοίως δὲ ἔχει καὶ ἐπὶ τῶν χαρίτων καὶ τοῦ εὖ ποιεῖν καὶ εὖ πάσχειν· πρὸς μὲν γὰρ τὴν ἰσότητα τῆς πολιτείας ἀναγκαῖόν ἐστι τὸν εὖ παθόντα καὶ εὖ ποιῆσαι καὶ | |
15 | τὴν χάριν ἀμείψασθαι καὶ ἔτι δευτέρων ἄρξαι χαρίτων· εἰ γὰρ μὴ τοῦτο εἴη, ἀπολεῖται ἡ μετάδοσις, ἣ συνέχει τὴν πολιτείαν καὶ τὴν ὁμόνοιαν. διὰ τοῦτο καὶ Χαρίτων ἱερὸν ἐν ἑκάστῃ τῶν πόλεων ἵδρυται, ἵνα αἱ χάριτες τιμῶνται διὰ τῆς ἀντιχάριτος. οὐ δυνατὸν δὲ τὴν χάριν τὴν αὐ‐ τὴν εἶναι τῇ ἀντιχάριτι ἀλλὰ ἀνάλογον· δίδωσι γάρ τίς τινι οὗ δεῖται ὁ | |
20 | λαμβάνων, καὶ λαμβάνει παρ’ ἐκείνου, οὗπερ αὐτὸς ἐν χρείᾳ καθέστηκε· καὶ οὕτω χαίρει καὶ χαίρειν ποιεῖ· εἰ δὲ τὰ αὐτὰ λήψεται ἃ δέδωκε, τίς ἡ χάρις; ὥστε τὸ εὖ ποιεῖν καὶ εὖ πάσχειν οὐ κατὰ τὸ αὐτὸ ἀλλὰ κατὰ τὸ ἀνάλογον γίνεται. τοῦτο δὲ καὶ ἐκεῖθεν φανερώτερον γένοιτ’ ἄν. αἱ μεταδόσεις καὶ ἀντιδόσεις κοινωνίαι τινές εἰσιν· αἱ δὲ κοινωνίαι τῶν ἐν | |
25 | χρείᾳ· ἐκείνου γάρ τις ζητεῖ κοινωνεῖν, οὗ χρείαν ἔχει· τὸ δὲ ἐν χρείᾳ εἶναι τῶν ἀνομοίων ἐστίν· οὐ γὰρ δεῖταί τις ἑαυτοῦ ἢ τῶν ἑαυτοῦ ἢ ὧν αὐτὸς δύναται ποιεῖν ἀλλ’ ὧν οὐκ ἔχει οὐδὲ δύναται ποιεῖν ἐκείνων ζητεῖ τῷ πλησίον κοινωνεῖν· ὁ γὰρ σκυτοτόμος οὐ δεῖται τοῦ σκυτοτόμου οὐδὲ ὁ ἰατρὸς τοῦ ἰατροῦ ἀλλ’ ὁ σκυτοτόμος ἰατροῦ καὶ ὁ ἰατρὸς σκυτοτόμου, | |
30 | ὥστε φανερόν, ὅτι αἱ χάριτες τῶν ἀνομοίων εἰσίν. αἱ ἄρα μεταδόσεις καὶ ἀντιδόσεις οὐχ αἱ αὐταὶ ἔσονται, ἀλλ’ ἵνα καὶ κατὰ τὸ δίκαιον γίνωνται, κατὰ τὸ ἀνάλογον τὴν ἰσότητα ἐκληπτέον· ὁ γὰρ σκυτοτόμος τῷ οἰκοδόμῳ ὑπόδημα δώσει, λήγεται δὲ ὅσα εἰς οἰκίαν φέρει ἀναλόγως τῇ χάριτι· καὶ ὁ ἰατρὸς τῷ γεωργῷ ἄλλα μὲν δώσει, ἄλλα δὲ παρ’ αὐτοῦ λήψεται κατὰ | |
35 | ἀναλογίαν. ἐνδέχεται γὰρ τὸ ἑτέρου ἔργον τιμιώτερον εἶναι θατέρου· οὐ γὰρ ἀντὶ οἰκίας ὑποδήματα δώσει ὁ σκυτοτόμος τῷ οἰκοδόμῳ, ἀλλὰ το‐ σοῦτον δεῖ εἰσενεγκεῖν τὸν σκυτοτόμον εἰς τὴν ἀντίδοσιν, ὅσον ἐκεῖνος εἰς τὴν οἰκίαν ἐζημιώθη· εἰ δὲ μή, ἄνισα ἔσται τὰ ἀλλάγματα καὶ αἱ χάριτες ἀνώμαλοι. δεῖ τοίνυν ἐν ταῖς χάρισι τηρεῖν τὴν ἰσότητα· πλὴν κατὰ | |
40 | τὴν ἀναλογίαν, ἣν ποιεῖ ἡ κατὰ διάμετρον σύζευξις· διάμετρος μὲν γάρ | |
ἐστιν ἡ ἀπὸ τῆς γωνίας τοῦ παραλληλογράμμου ἐπὶ τὴν ἀπεναντίον γωνίαν | 95 | |
96 | [Start of a diagram][Start of a diagram section]α οἰκοδόμος[End of a diagram section] [Start of a diagram section]γ σκυτοτόμος[End of a diagram section] [Start of a diagram section]β οἰκία[End of a diagram section] [Start of a diagram section]δ ὑπόδημα[End of a diagram section][End of a diagram] | |
5 | ἐπιζευγνυμένη εὐθεῖα. ἔστω δὲ ὥσπερ τετράγωνον οἱ τέσσαρες ὅροι· ὁ οἰκοδόμος ὁ σκυτοτόμος τὸ ὑπόδημα ἡ οἰκία· ὁ οἰκοδόμος μέν, ἐφ’ οὗ τὸ α, σκυτοτόμος δέ, ἐφ’ οὗ τὸ γ, οἰκία, ἐφ’ οὗ τὸ β, ὑπόδημα, ἐφ’ οὗ τὸ δ· ἐπεὶ τοίνυν ὑπὸ τὸν σκυτοτόμον τὸ ὑπόδημα τίθεται, ὥσπερ τὸ δ ὑπὸ τὸ γ, καὶ ὑπὸ τὸν οἰκοδόμον ἡ οἰκία, ὥσπερ τὸ β ὑπὸ τὸ α, ἐν ταῖς πρὸς | |
10 | ἀλλήλους κοινωνίαις συναφθήσεται μὲν ὁ οἰκοδόμος τοῖς ὑποδήμασιν, ὥσπερ συνάπτεται τὸ α τῷ δ, ὁ δὲ σκυτοτόμος τῇ οἰκίᾳ, ὥσπερ τὸ γ τῷ β· καὶ οὕτως ἔσονται αἱ κοινωνίαι κατὰ διάμετρον, οὐ κατὰ τὰ αὐτὰ ἀλλὰ κατὰ τὰ ἀνάλογα. διὰ τοῦτο δεῖ τὰ ἀλλασσόμενα λόγον ἔχειν καὶ συμμετρίαν πρὸς ἄλληλα· εἰσὶ γὰρ ἔνια, ἃ οὐδὲ δύναται σχεδὸν ἀλλαγῆναι διὰ τὸ | |
15 | ἀσύμμετρα εἶναι, οἷον τὸ τοῦ αὐλητοῦ ἔργον καὶ τὸ τοῦ οἰκοδόμου. διὰ τοῦτο παρελήφθη τὰ νομίσματα, ἅτινα πρὸς πᾶν ἔργον δύνανται ἀλλαγῆναι καὶ παντὸς ἔργου τὴν ἀξίαν μετροῦσιν· ἀπὸ τούτων γὰρ γινώσκομεν πόσων ὑποδημάτων ἡ οἰκία ἀξία ἐστὶν ἢ πόσης τροφῆς ἢ ἄλλων ἔργων· εἰ γὰρ μὴ ἡ ἀξία ἑκάστου γινώσκοιτο, οὐ δύναται συστῆναι ἡ ἀλλαγὴ καὶ ἡ κοι‐ | |
20 | νωνία· τὸ γὰρ μὴ διδόναι καὶ λαμβάνειν ἀξίως οὐκ ἔστιν ἀλλαγὴ οὐδὲ κοι‐ νωνία. διὰ τοῦτο ἀνάγκη εἶναί τι ἓν μέτρον κοινὸν ἁπάντων, ᾧ πάντα δυνάμεθα μετρεῖν καὶ δι’ οὗ τὴν ἀξίαν ἑκάστου γινώσκομεν. ἔστι δὲ φύσει μὲν καὶ ἀληθείᾳ ἡ χρεία μέτρον ἁπάντων· καθόσον γάρ τις δεῖταί τινος, κατὰ τοσοῦτον βούλεται αὐτῷ κοινωνεῖν· εἰ γὰρ μὴ δέοιτο τῶν ἑτέρου ἢ | |
25 | μὴ ὥσπερ ἄλλος τῶν ἐκείνου ἀλλὰ ἔλαττον, οὐκ ἔσται ποτὲ ἀλλαγή· δεό‐ μενος δὲ τὰ ἑαυτοῦ δίδωσι καὶ λαμβάνει τὰ τῶν ἄλλων. ἡ μὲν οὖν χρεία φύσει καὶ ἀληθείᾳ μέτρον ἐστὶ τῶν πραγμάτων· αὕτη γὰρ πάντας εἰς ἓν συνάγει· νόμῳ δὲ καὶ κατὰ συνθήκην τὸ νόμισμα· καὶ διὰ τοῦτο καὶ νό‐ μισμα καλεῖται, ὅτι οὐκ ἔστι φύσει, ἀλλὰ παρ’ ἡμῶν ἐτέθη, καὶ ἐφ’ ἡμῖν | |
30 | ἔστι μεταβαλεῖν αὐτὸ καὶ ποιῆσαι ἄχρηστον. ἔστι τοίνυν καὶ τὸ νό‐ μισμα μέτρον, ὡς εἴρηται, τῆς τῶν πραγμάτων ἀξίας, καὶ αὐτοῦ μὲν οὐκ | |
ἔστι χρεία δι’ ἑαυτό, ἔστι δὲ ὥσπερ ὑπάλλαγμα τῆς χρείας· διὰ τούτων | 96 | |
97 | τοίνυν τῶν μέτρων γνωσθείσης ἑκάστου τῆς ἀξίας τῶν ἔργων, ἡ ἀλλαγὴ ἰσόρροπος ἔσται κατὰ τὸ ἀνάλογον. ἡ δὲ ἀναλογία ἔσται ἀντιπεπονθότως· οὕτω γὰρ δυνατὸν ἰσασθῆναι τὴν ἀλλαγήν. ἀντιπεπονθότα δὲ λέγονται παρὰ τοῖς μαθηματικοῖς, ὅταν ᾖ ὡς τὸ α πρὸς τὸ β, τὸ γ πρὸς τὸ δ· καὶ | |
5 | ὡς τὸ α πρὸς τὸ γ, τὸ δ πρὸς τὸ β· εἰ τοῦτον τοίνυν τὸν τρόπον ἀνάλογον ἔσται τὰ ἀλλασσόμενα καὶ οἱ ἀλλάσσοντες, δικαία ἔσται ἡ ἀλλαγή. ἔστω [Start of a diagram][Start of a diagram section]α γεωργός[End of a diagram section] [Start of a diagram section]γ σκυτοτόμος[End of a diagram section] [Start of a diagram section]β σῖτος[End of a diagram section] [Start of a diagram section]δ ὑπόδημα[End of a diagram section][End of a diagram] | |
11 | γὰρ σκυτοτόμος, ἐφ’ οὗ γ, γεωργός, ἐφ’ οὗ α, ὑποδήματα, ἐφ’ οὗ δ, σῖτος, ἐφ’ οὗ β· κείσθω δὴ τὸν γεωργὸν πρὸς τὸν σκυτέα διπλάσιον λόγον ἔχειν, ἔσται δὲ καὶ ὁ σῖτος διπλάσιος τῇ ἀξίᾳ τῶν ὑποδημάτων· εἰ τοίνυν ἔσται ὡς ὁ γεωργὸς πρὸς τὸν σκυτέα τὰ ὑποδήματα πρὸς τὴν τροφὴν ἢ τὸν | |
15 | σῖτον, διπλασίονα ἔσται τὰ ὑποδήματα τοῦ σίτου καὶ οὕτως ἔσονται ἄξια τοῦ σίτου· εἰ δὲ μὴ οὕτως ἡ ἀλλαγὴ γένοιτο, οὐ δεῖ εἰς σχῆμα ἀναλογίας ἄγειν αὐτά, οὐ γὰρ δυνατὸν ἰσασθῆναι. εἰ γὰρ μὴ ἔσται ὡς ὁ γεωργὸς πρὸς τὸν σκυτέα τὸ ἔργον τοῦ γεωργοῦ, ὃ λαμβάνει ὁ σκυτεύς, πρὸς τὸ ἔργον τοῦ σκυτέως, ὃ λαμβάνει ὁ γεωργός, οὐκ ἔσται ἰσότης, ἀλλ’ ὅταν | |
20 | ἀντιπεπονθότως ἔχωσι, τότε ἀλλαγὴ κυρίως καὶ κοινωνία γίνεται. ὅτι δὲ ἡ χρεία συνέχει τὰς πολιτείας καὶ αὕτη τὰς κοινωνίας ποιεῖ καὶ τὰς ἑνώσεις, καθάπερ ἕν τι ὄν, δῆλον· καὶ γὰρ ὅταν μὴ χρείαν ἔχωσιν ἀλλή‐ λων, οὐκ ἀλλάττονται οὐδὲ κοινωνοῦσιν ἀλλήλοις ἢ ὅταν ὁ μὲν δέηται θατέρου, ἅτερος δὲ θατέρου χρείαν οὐκ ἔχῃ, καὶ τότε γὰρ ὁμοίως ἀκοινώ‐ | |
25 | νητοί εἰσιν· ὥσπερ τοὐναντίον, ὅταν οὗ μὲν ἔχει αὐτὸς δέηταί τις, αὐτὸς δὲ χρῄζῃ ὧν ἐκεῖνος δοῦναι δυνατός. ἐπεὶ δὲ πολλάκις ὁ μὲν γεωργὸς δεῖται τοῦ ἔργου τοῦ τέκτονος, ὁ δὲ τέκτων οὐ δεῖται τοῦ γεωργικοῦ, ἵνα τὰ ἀλλάγματα καὶ αἱ κοινωνίαι μηδὲ τότε κωλύωνται, παρελήφθη τὸ νό‐ μισμα· καὶ τοῦτο διδοὺς ὁ γεωργὸς τῷ τέκτονι λαμβάνει παρ’ ἐκείνου τὸ | |
30 | ἐκείνου ἔργον· ὃ δὴ τὸ νόμισμα καθάπερ ἐγγυητής ἐστι πρὸς τὸν τέκτονα, | |
ὅτι ἐπειδὰν τῶν τοῦ γεωργοῦ δεηθῇ, δι’ αὐτοῦ λήψεται παρὰ τοῦ γεωρ‐ | 97 | |
98 | γοῦ, ὧν ἐν χρείᾳ κατέστη. καὶ οὕτω κἀνταῦθα διὰ τὴν μέλλουσαν τοῦ τέκτονος χρείαν ἡ ἀλλαγὴ καὶ ἡ κοινωνία γίνεται. καὶ τὸ νόμισμα δυνάμει ἐστὶ πάντα σχεδόν, ὧν δεῖται ἕκαστος ἑκάστου· καὶ ἡ τούτου χρεία μά‐ λιστα μένει, εἰ καὶ μὴ ἀεὶ ὁμοίως. καὶ γὰρ ἐν μὲν ταῖς εὐθηνίαις πολλή | |
5 | τίς ἐστιν ἡ χρεία τοῦ νομίσματος, ἐν δὲ ταῖς σιτοδείαις οὐκέτι· οὐ γὰρ ἄν τις ἕλοιτο ὀλίγον προέσθαι σῖτον πολλῶν νομισμάτων. ὅμως δὲ δι’ ἃ εἴρηται μᾶλλον μένει ἡ τούτου χρεία ἢ ἡ τῶν ἄλλων· διὸ δεῖ πάντα τι‐ μᾶσθαι· οὕτω γὰρ δυνατὸν εἶναι ἀεὶ ἀλλαγὴν καὶ κοινωνίαν. ἀπὸ γὰρ τοῦ πάντα μετρεῖσθαι καὶ τιμᾶσθαι νομίσματι ἡ ἰσότης γίνεται· ἀπὸ δὲ τῆς | |
10 | ἰσότητος ἀλλαγὴν γενέσθαι 〈δυνατόν〉. ἰσότητα δὲ οὐκ ἀεὶ δυνατὸν γίνεσθαι ἄνευ νομίσματος· τινὰ γὰρ ἔργα τεχνῶν οὕτως ἀλλήλων διαφέρει, ὥστε παντελῶς ἀσύμμετρα εἶναι καὶ μηδένα λόγον ἔχειν πρὸς ἄλληλα· ὅθεν οὐ δυνατὸν ἰσότητα εὑρεῖν ἐν αὐτοῖς. ὅτι δὲ ἑκάτερος ἑκατέρου δεῖται, διὰ ταύτην τὴν χρείαν παρελήφθη ἕν τι κοινὸν μέτρον, ὃ πάντα μετρεῖ, τὸ | |
15 | νόμισμα· ὃ φύσει μὲν καὶ ἀληθείᾳ οὐ μετρεῖ (οὐ γάρ ἐστι μέρος τῶν μετρουμένων), νόμῳ δέ τινι ἡμετέρῳ καὶ συνθήκῃ· καὶ οὕτως ἐν μέσῳ γενόμενον τῶν ἀσυμμέτρων, σύμμετρα ποιεῖ καὶ ἰσάζει. τοῦτο δὲ ἔσται [Start of a diagram][Start of a diagram section]α οἰκία[End of a diagram section] [Start of a diagram section]β μναῖ δέκα[End of a diagram section] | |
20 | [Start of a diagram section]γ κλίνη[End of a diagram section][End of a diagram] | |
20 | καὶ ἀπὸ τοῦ διαγράμματος σαφέστερον. ἔστω τὸ α οἰκία, τὸ δὲ β μναῖ δέκα, τὸ δὲ γ κλίνη. ἔστω δὲ ἡ οἰκία πέντε μνῶν, ἡ δὲ κλίνη μιᾶς· ὥστε αἱ δέκα μναῖ τὸ β τῆς μὲν κλίνης δεκαπλάσιόν ἐστι, τῆς δὲ οἰκίας διπλάσιον· ἡ ἄρα οἰκία ἡμίσειά ἐστι τῶν δέκα μνῶν. ἐπεὶ τοίνυν ἡ μὲν οἰκία ἥμισυ, ἡ δὲ κλίνη δέκατον τοῦ αὐτοῦ, τὸ δὲ ἥμισυ τοῦ δεκάτου | |
25 | πενταπλάσιον, ἡ ἄρα οἰκία τῆς κλίνης πενταπλασίων· σύμμετρος ἄρα ἡ οἰκία γέγονε τῇ κλίνῃ διὰ μέσου τοῦ νομίσματος, ὃ κοινὸν ἐγένετο μέτρον. εἰ δὲ σύμμετρος, καὶ ἴση γενέσθαι δυνατόν· εἰ γὰρ πενταπλασιασθῇ, ἴση ἔσται τῇ οἰκίᾳ. τί μὲν οὖν τὸ ἄδικον, καὶ τί τὸ δίκαιόν ἐστιν, εἴρηται, κατά τε διανομὴν καὶ διόρθωσιν, ἤτοι τὸ διανεμητικὸν καὶ διορ‐ | |
30 | θωτικόν. | |
31n | Ὅτι ἡ δικαιοσύνη μεσότης ἐστὶ τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι. | |
32n | κεφ. ζʹ. | |
33 | Τούτων δὲ οὕτω διωρισμένων, φανερόν ἐστιν, ὅτι ἡ δικαιοπραγία με‐ | 98 |
99 | σότης ἐστὶ τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι· τὸ μὲν γὰρ πλέον ἐστί, τὸ δὲ ἔλαττον· τὸ μὲν γὰρ ἀδικεῖν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πλέον ἔχειν, ὅπου τὸ ἴσον ἔδει· τὸ δὲ ἀδικεῖσθαι, τὸ ἔλαττον ἔχειν. καὶ ἡ δικαιοσύνη μεσό‐ της ἐστὶν οὐ τὸν αὐτὸν τρόπον ταῖς προτέραις ἀρεταῖς· τῶν μὲν γὰρ | |
5 | ἄλλων ἀρετῶν ἑκάστη μέση ἐστὶ δύο κακιῶν, τὴν μὲν ὑπερβάλλουσα τῆς δὲ ἐλλείπουσα· ἡ μὲν γὰρ σωφροσύνη μεταξὺ τῆς ἠλιθιότητος καὶ τῆς ἀκολασίας ἐστίν, ἡ δὲ ἀνδρεία μεταξὺ τῆς δειλίας καὶ τῆς θρασύτητος, καὶ αἱ ἄλλαι ὁμοίως· ἡ δὲ δικαιοσύνη οὐκ ἔχει παρ’ ἑκάτερα δύο κακίας, αἷς ἀντίκειται, ἀλλὰ μόνῃ τῇ ἀδικίᾳ ἀντίκειται· μέση δέ ἐστιν, ὅτι τῆς ἀδι‐ | |
10 | κίας τὴν ἀνισότητα εἰσαγούσης, τὸ ἴσον αὐτὴ ζητεῖ, καὶ τούτου ἐστὶ ποιητική. ὃ δὴ ἴσον μέσον ἐστὶ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος, καὶ διὰ τοῦτο αὐτὴ μὲν μεσότης ἐστίν, ἡ δὲ ἀδικία ἀκρότης, ὅτι τῶν ἄκρων ἐστί. καὶ ἡ μὲν δικαιοσύνη ἐστὶν ἕξις, καθ’ ἣν ὁ δίκαιος κατὰ προαίρεσιν πρα‐ κτικός ἐστι τοῦ δικαίου καὶ διανεμητικός, ὥστε καὶ ἑαυτῷ νομοθετεῖν | |
15 | προσηκόντως διανέμειν πρὸς ἄλλους καὶ πρὸς ἑαυτὸν εἰ δεήσει, καὶ τοῖς ἄλλοις παρέχειν κανόνα διανομῆς, οὐχ ἑαυτῷ μὲν πλέον τοῦ ἀγαθοῦ παρ‐ έχων ἐν τῇ διανομῇ, ἔλαττον δὲ τῷ πλησίον, ἢ τοῦ βλαβεροῦ ἑαυτῷ μὲν ἔλαττον, πλέον δὲ τῷ πλησίον, ἀλλὰ τὸ ἴσον τοῦ κατὰ ἀναλογίαν· ὁμοίως δὲ καὶ ἄλλῳ νομοθετῶν τὰ ἴσα ποιεῖν ἐν ταῖς διανομαῖς. τοιαύτη μὲν ἡ | |
20 | δικαιοσύνη. ἡ δὲ ἀδικία πᾶν τοὐναντίον· ὑπερβολὴ γὰρ καὶ ἔλλειψίς ἐστι τοῦ ὠφελίμου καὶ βλαβεροῦ παρὰ τὸ ἀνάλογον. ὁ γὰρ ἄδικος ἐν ταῖς δια‐ νομαῖς ὑπερβάλλει μὲν τὸν πλησίον ἐν τοῖς ὠφελίμοις, ἐλλείπει δὲ αὐτοῦ ἐν τοῖς βλαβεροῖς· ὅταν δὲ πρὸς ἄλλους τὴν διανομὴν ποιῆται, καὶ τότε μὲν παρὰ τὸ ἀνάλογον, πλὴν οὐ τοὺς αὐτοὺς ποιεῖ τῶν αὐτῶν ὑπερβάλλειν | |
25 | ἢ ἐλλείπειν, ἀλλ’ ὡς ἔτυχεν· ὥστε εἶναι καὶ ὑπερβολὴν καὶ ἔλλειψιν ἐν τοῖς ἀδικήμασι τὸ μεῖζον καὶ τὸ ἔλαττον· καὶ μεῖζον μέν ἐστι τὸ ἀδικεῖν, ἔλαττον δὲ τὸ ἀδικεῖσθαι· ὧν μέσον ἐστὶ τὸ ἴσον, ἤτοι τὸ δίκαιον. | |
28n | Πῶς ἔστιν ἀδικεῖν καὶ μὴ ἄδικον εἶναι. κεφ. ηʹ. | |
29 | Περὶ μὲν οὖν δικαιοσύνης καὶ ἀδικίας, καὶ τίς ἑκατέρα τού‐ | |
30 | των ἡ φύσις, καὶ περὶ δικαίου καὶ ἀδίκου, καθόλου εἴρηται. ἐκεῖνο δὲ νῦν ζητητέον· ἐπεί εἰσί τινα ἀδικήματα, ἃ ποιῶν τις ἀδικεῖ μέν, ἄδικος δὲ οὐκ ἔστι, τίνα ταῦτα. πρῶτον δὲ ἐκεῖνο δείξομεν, ὅτι δυνατὸν ἀδικεῖν τινα καὶ μὴ ἄδικον εἶναι, οἷον κλέπτειν καὶ μὴ κλέπτην εἶναι καὶ μοι‐ χεύειν καὶ μὴ μοιχὸν εἶναι. ὁ γὰρ κλέψας τὴν μάχαιραν τοῦ μαινομένου, | |
35 | ἵνα μὴ ἑαυτὸν ὁ μαινόμενος ἀποσφάξῃ, ἔκλεψε μέν, κλέπτης δὲ οὐκ ἔστι· καὶ ὁ μοιχεύων, ἵνα δυνηθῇ πλουτεῖν, μοιχεύει μέν, μοιχὸς δὲ οὐκ ἔστιν, ἀλλὰ φιλοχρήματος· καὶ εἴ τις ἰατρὸς ἀπατῴη τὸν νοσοῦντα ἐφ’ ᾧ σώσει, | |
ἀπατᾷ μέν, ἀπατεὼν δὲ οὐκ ἔστι. ὅτι οὖν ἐστι δυνατόν τινα ἀδικεῖν καὶ | 99 | |
100 | μὴ ἄδικον εἶναι κατ’ ἐκείνην τὴν ἀδικίαν ἧς τὸ ἔργον ποιεῖ, δῆλον. τίνα δέ ἐστι ταῦτα τὰ ἀδικήματα, ἑνὶ καθολικῷ λόγῳ ῥητέον· ὅσα ἀδικεῖ τις οὐχ ἕνεκα τοῦ τέλους, ὃ προσήκει τῇ ἀδικίᾳ ἐκείνῃ, ἧς τὴν πρᾶξιν ποιεῖ, ἀλλὰ ἄλλου τέλους ἕνεκα, ἢ ἀγαθοῦ ἢ φαύλου, κατ’ ἐκεῖνα ἀδικεῖ μέν, | |
5 | ἄδικος δὲ οὐκ ἔστιν. ἀπατᾷ μὲν γὰρ ὁ ἰατρός, ἀπατεὼν δὲ οὐκ ἔστιν· οὐ γὰρ τέλος ἔχει τὴν ἀπάτην τοῦ νοσοῦντος ἀλλὰ τὴν σωτηρίαν· ὁμοίως καὶ ὁ κλέψας τὸ ξίφος τοῦ μαινομένου οὐ ζητεῖ τὸ πλέον λαβεῖν ἑαυτῷ καὶ λάθρα παρακερδᾶναι τοῦ πλησίον ὥσπερ ὁ κλέπτης, ἀλλὰ τέλος ἔχει τὴν τοῦ μαινομένου σωτηρίαν. πᾶσα δὲ πρᾶξις ἀπὸ τοῦ τέλους τὸ εἶδος | |
10 | λαμβάνει καὶ τὸν ὁρισμόν, καὶ διὰ τοῦτο καὶ τὸ ὄνομα· τὸ γὰρ ὄνομα συνεσταλμένος ὁρισμός ἐστιν. οὐδὲ γὰρ τὸν στρατηγὸν ἑλεπόλεις κατα‐ σκευάζοντα πολλάκις καὶ ὁρμητήρια ἐν πολιορκίαις οἰκοδόμον ἐροῦμεν ἢ τέκτονα· τὰ μὲν γὰρ οἰκοδόμου καὶ τοῦ τέκτονος ποιεῖ καὶ οἰκοδομεῖν λέ‐ γεται, ὅτι δὲ οὐ πρὸς τὸ τέλος ἀποσκοπεῖ τοῦ οἰκοδόμου ἀλλὰ τὸ τοῦ | |
15 | στρατηγοῦ, οὐκ οἰκοδόμος ἀλλὰ στρατηγός ἐστι καὶ καλεῖται· καὶ ὁ τὸν γάμον μὲν τοῦ πλησίον ἀδικῶν, μὴ δι’ ἀκολασίαν δὲ αὐτὸ τοῦτο προαι‐ ρούμενος ἀλλὰ διὰ φιλοχρηματίαν, οὐκ ἂν εἴη μοιχὸς ἀλλὰ φιλοχρήματος. δυνατὸν τοίνυν τινὰ ἀδικεῖν, καὶ μὴ ἄδικον εἶναι κατ’ ἐκείνην τὴν ἀδικίαν, ἧς τὴν πρᾶξιν ποιεῖ, ἀλλὰ ἢ οὐδαμῶς ἄδικον, ὥσπερ ὁ ἰατρός, ἢ καθ’ | |
20 | ἑτέραν ἀδικίαν ἄδικον, ὥσπερ ὁ μοιχός. κατὰ τίνα δὲ τρόπον, εἴρηται. δυνατὸν δὲ καὶ ἄλλως ἀδικοῦντα μὴ ἄδικον εἶναι, ὅταν ἀκουσίως τις ἀδικῇ· ὁ γὰρ νυκτὸς ἀγνοήσας τὸν κλέπτην καὶ τὸν μὴ κλέπτην ἀποκτείνας ἠδί‐ κησε μέν, ἄδικος δὲ οὐκ ἔστι. | |
24n | Περὶ δικαίου, ὃ κυρίως οὐκ ἔστι δίκαιον. κεφ. θʹ. | |
25 | Περὶ μὲν οὖν τοῦ ἀντιπεπονθότος, τίνα τρόπον γινόμενον δίκαιον ἔσται, εἴρηται πρότερον. ἔστι δὲ καὶ ἄλλο δίκαιον, ὃ οὐκ ἔστι κυρίως δίκαιον, ὥσπερ δὴ τὸ πατρικὸν καὶ δεσποτικόν· ταῦτα γὰρ οὔκ εἰσι κυρίως δίκαια ἀλλὰ ὅμοιά πως τῷ πολιτικῷ δικαίῳ. λέγω δὲ πατρικὸν δίκαιον, ὃ προ‐ σήκει πατρὶ πρὸς παῖδα ποιεῖν, καὶ δεσποτικόν, ὃ δεῖ δεσπότην πρὸς δοῦ‐ | |
30 | λον. κυρίως τοίνυν καὶ ἀληθῶς δίκαιόν ἐστι τὸ διανεμητικὸν καὶ τὸ διορ‐ θωτικόν, ὅπερ ἐστὶ τὸ πολιτικόν, ὅπερ ἢ κατὰ γεωμετρικὴν ἀναλογίαν γίνεται, καθὼς εἴρηται, ἢ κατὰ ἀριθμητικήν. ἐν ἐκείνοις γάρ ἐστι δίκαιον, ἐν οἷς καὶ νόμος τίθεται· νόμος δὲ τίθεται ἐν ἐκείνοις, οὓς δυνατὸν καὶ ἀδικεῖσθαι καὶ ἀδικεῖν· ὁ γὰρ νόμος καὶ ἡ δίκη διάκρισίς ἐστι τοῦ δικαίου | |
35 | καὶ τοῦ ἀδίκου. ταῦτα δὲ ἁρμόζει τοῖς πολίταις· οὗτοι γὰρ ἀλλήλους δύ‐ νανται ἀδικεῖν τῷ βούλεσθαι ἕκαστον πλέον ἑαυτῷ νέμειν τῶν ἁπλῶς ἀγαθῶν, ἔλαττον δὲ τῷ πλησίον, καὶ τῶν βλαβερῶν τὸ ἀνάπαλιν· διὰ τοῦτο οὐκ ἐῶμεν ἄρχειν ἄνθρωπον πόλεως, δηλονότι αὐτὸν ταῖς ἑαυτοῦ ὁρμαῖς | |
ἑπόμενον, ἀλλὰ τοὺς νόμους ἄρχοντας ποιούμεθα, ἵνα μὴ ἑαυτοῦ ἕνεκα | 100 | |
101 | ἄρχῃ μηδὲ τὸ πλέον ἑαυτῷ παρέχῃ ἐν ταῖς διανομαῖς τῶν ἀγαθῶν, ἀλλὰ τὸ ἀνάλογον· εἰ γὰρ μὴ οὕτως ἔχει, τύραννος ἔσται. ὁ γὰρ ἄρχων οὐδὲν ἄλλο βούλεται ἢ φυλάττειν τὸ δίκαιον, ἤτοι τὸ ἴσον καὶ τὸ ἀνάλογον· οὐ γὰρ ἑαυτοῦ ἕνεκα ἄρχει, καθὼς εἴρηται, ἀλλὰ διὰ τὸ συμφέρον τῶν ἄλλων. | |
5 | διὰ τοῦτο καὶ τὴν δικαιοσύνην ἀλλότριον ἀγαθὸν ὀνομάζουσιν. ὅθεν καὶ μισθοὶ πολλοὶ κεῖνται τοῖς ἀγαθοῖς ἄρχουσιν· οἱ δέ εἰσι τιμαὶ δημόσιαι καὶ γέρα· ὃς δὲ οὐκ ἀρκεῖται τοῖς τοιούτοις μισθοῖς, τυραννίδι ἐπιχειρεῖ. τὸ μὲν οὖν πολιτικὸν δίκαιον διὰ τοῦτο κυρίως δίκαιον λέγεται. τὸ δὲ πατρικὸν 〈καὶ δεσποτικὸν〉 οὐκέτι· οὐ γὰρ δύναταί τις πρὸς ἑαυτὸν καὶ τὸ | |
10 | ἴδιον μέρος ἄδικος εἶναι, οὐδὲ τὸ ἴδιον κτῆμα προαιρεῖταί τις βλάπτειν· ἔστι δὲ ὥσπερ τι μέρος τῷ πατρὶ τὸ τέκνον, ἕως ὑπ’ αὐτόν ἐστι καὶ τῆς αὐτοῦ προνοίας ἐξηρτημένον ἐστίν· ὁμοίως δὲ καὶ ὁ δοῦλος ὠφέλειά τις τοῦ δεσπότου ἐστί, καθόσον ἐστὶ δοῦλος καὶ ἕως ἂν ᾖ· οὐδεὶς δὲ τῇ ἑαυτοῦ ὠφελείᾳ ἐπιβουλεύει. ἐν οἷς δὲ οὐ δυνατὸν ἀδικίαν εἶναι οὐδὲ τὸ | |
15 | κυρίως δίκαιόν ἐστιν, ὅ ἐστι τὸ πολιτικόν, ἀλλὰ ὅμοιον αὐτῷ. τὸ γὰρ πολιτικόν, καθὼς εἴρηται, ἐν ἐκείνοις ἐστίν, ἐν οἷς ἐστι νόμος· ἐν πατρὶ δὲ καὶ υἱῷ καὶ δεσπότῃ καὶ δούλῳ διὰ τὰ εἰρημένα οὐκ ἔστι νόμος, ὅτι μηδὲ ἀδικία, ἀλλὰ ἐν ἐκείνοις ἐστίν, ἐν οἷς ἰσότης τοῦ ἄρχειν καὶ ἄρχεσθαι· διὸ μᾶλλον δοκεῖ δίκαιον εἶναι τὸ τοῦ ἀνδρὸς πρὸς τὴν γυναῖκα | |
20 | ἢ πρὸς υἱὸν καὶ κτήματα· τοῦτο γάρ ἐστι τὸ οἰκονομικὸν δίκαιον καὶ μᾶλλον ἔοικε τῷ πολιτικῷ, ἔστι δὲ ὅμως καὶ αὐτὸ ἄλλο παρὰ τὸ πολιτικόν. | |
22n | Περὶ τοῦ φυσικοῦ καὶ τοῦ νομικοῦ δικαίου, τί ἐστιν ἑκάτερον. | |
23n | κεφ. ιʹ. | |
24 | Τοῦ δὲ πολιτικοῦ δικαίου τὸ μὲν φυσικόν ἐστι, τὸ δὲ νομι‐ | |
25 | κόν· καὶ φυσικὸν μὲν λέγεται, ὃ πανταχοῦ τὴν αὐτὴν ἔχει δύναμιν καὶ πᾶσι δίκαιον δοκεῖ, οἷον τὸ τὸν δανεισάμενον τὸ δάνειον ἀποδοῦναι (πᾶσι γὰρ δοκεῖ δίκαιον εἶναι τὸ ἕκαστον ἔχειν τὰ ἑαυτοῦ), νομικὸν δέ, ὅπερ πρὶν νομοθετηθῆναι ἀδιάφορον ἦν καὶ οὔτε δίκαιον οὔτε ἄδικον ἐδόκει, μετὰ δὲ τὸ νομισθῆναι δίκαιόν ἐστιν, ὥσπερ τὸ πιπράσκειν τὸν δοῦλον μιᾶς | |
30 | μνᾶς. πρὶν μὲν γὰρ τεθῆναι τὸν νόμον, ἀδιάφορος ἦν ἡ πρᾶσις τῶν δού‐ λων καὶ ὡς ἕκαστος τῶν δεσποτῶν ἐβουλήθη, μετὰ δὲ τὸ τεθῆναι τοῦτον τὸν νόμον, οὐκέτι ἀδιάφορος, ἀλλὰ τὸ δίκαιόν ἐστι τὸ τοσοῦδε πωλεῖν. τοιαῦτα δέ εἰσι καὶ τὰ ἐπὶ τῶν μερικῶν, οἷα τὰ ψηφίσματα, οἷον ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμῳ τὸν Δημοσθένη στεφανῶσαι ἢ τὸν Θεμιστοκλέα καλεῖν | |
35 | Ὀλύμπιον· ταῦτα γὰρ πρὶν ψηφισθῆναι ἀδιάφορα ἦν, ψηφισθέντα δὲ δίκαια δοκεῖ. τινὲς δὲ νομίζουσι, μηδὲν δίκαιον εἶναι φύσει ἀλλὰ πάντα νομικά. πάντα μὲν γὰρ τὰ φυσικὰ ἀμετάβλητα· τὸ γὰρ πῦρ πανταχοῦ καὶ ἑκάστοτε θερμαίνει καὶ παρ’ ἡμῖν καὶ ἐν Αἰγύπτῳ ὁμοίως, τὰ δὲ δίκαια πάντα | |
μεταβάλλονται· τὸ γὰρ δανείζεσθαι καὶ μὴ ἀποδιδόναι παρά τισι δίκαιον | 101 | |
102 | δοκεῖ, καὶ τἄλλα ὁμοίως ἔχει, καὶ οὐ πᾶσι δίκαια δοκεῖ τὰ αὐτά· ὥστε πάντα τὰ δίκαια νομικὰ εἶναι καὶ οὐδὲν φυσικόν. πρὸς δὴ ταῦτα ἐκεῖνο λέγομεν, ὅτι οὐ καθάπαξ κινεῖται πᾶν δίκαιον καὶ μεταπίπτει· εἰ γὰρ καὶ παρ’ ἀνθρώποις πάντα ἦν τὰ δίκαια μεταβλητά, παρά γε τοῖς θεοῖς ἀνάγκη | |
5 | εἶναι δίκαιον ἀμετάβλητον, ὥστε εἶναί τι φυσικὸν δίκαιον· νῦν δὲ καὶ παρ’ ἀνθρώποις, τοῖς τε ὀρθῶς καὶ ὑγιῶς ἔχουσιν, ἔστι δίκαιον ἀκίνητον, ὃ φυ‐ σικὸν λέγεται. εἰ δὲ τοῖς νοσοῦσι τὰς φρένας καὶ διεστραμμένοις οὐ δοκεῖ δίκαιον, οὐδὲν διαφέρει, οὐδὲ γὰρ ὁ λέγων τὸ μέλι γλυκὺ εἶναι ψεύδεται, διότι τοῖς νοσοῦσιν οὐ τοιοῦτον δοκεῖ· τὸ τοίνυν δίκαιον τὸ φυσικὸν δοκεῖ | |
10 | μέν τισι δίκαιον, δοκεῖ δὲ ἄλλοις μὴ δίκαιον εἶναι. ἀλλὰ τὸ μὲν πρῶτον φυσικόν ἐστι καὶ ὑγιαινόντων ἀνθρώπων, τὸ δὲ δεύτερον παρὰ φύσιν καὶ μαινομένων ἀνθρώπων· ὅτι μὲν οὖν οὐδὲν κωλύει φυσικὸν εἶναι δίκαιον, ὅτι ἔνιοι δίκαιον 〈οὐ〉 νομίζουσιν αὐτό, δῆλον. ἐπεὶ δὲ καὶ τὸ νομικὸν δίκαιον κινητόν ἐστι καὶ τὸ φυσικὸν ὃν εἴρηται τρόπον, τίνι διακριθήσονται | |
15 | καὶ ἀμφότερα κινούμενα; καὶ ἔστιν ἡ διάκρισις φανερά. αὐτὸ γὰρ ἐξετασθή‐ σεται τὸ δίκαιον καθ’ ἑαυτό, εἰ συμφέρει πᾶσιν ἀκίνητον ὄν, καὶ εἰ κατα‐ λυθὲν βλάβην ἐπενεγκεῖν δύναται. καὶ εἰ οὕτως ἔχει, φυσικὸν δίκαιόν ἐστιν, εἰ δὲ μὴ τοιοῦτον, νομικόν· καὶ γὰρ ἐνδέχεται μὲν πάντας τῇ ἀρι‐ στερᾷ χειρὶ ὡς δεξιᾷ χρήσασθαι, ἡ μέντοι δεξιὰ φύσει φαίνεται κρείττων | |
20 | εἶναι τῆς ἀριστερᾶς· τὰ δὲ νομικὰ δίκαια κατὰ συνθήκην τηρούμενα ὅμοιά ἐστι τοῖς μέτροις, ἅπερ ἄλλα ἀλλαχοῦ γίνονται· τὰ γὰρ οἰνηρὰ καὶ σιτηρὰ μέτρα οὐ πανταχοῦ εἰσιν ἴσα, ἀλλ’ οὗ μὲν ὠνοῦνται τὸν οἶνον ἢ τὸν σῖτον, μείζω τὰ μέτρα ποιοῦσιν, οὗ δὲ πωλοῦσιν, ἐλάττω· τὸν αὐτὸν δὴ τρόπον ἔχει καὶ τὰ μὴ φυσικὰ ἀλλὰ ἀνθρώπινα καὶ κατὰ συνθήκην γινόμενα δί‐ | |
25 | καια. οὐ γὰρ τὰ αὐτὰ πανταχοῦ· ἐπεὶ οὐδὲ πολιτεία μία πᾶσιν, ἀλλὰ μία πανταχοῦ πολιτεία, ἡ κατὰ φύσιν, ἀρίστη· ὥσπερ καὶ τὸ φυσικὸν δίκαιον ἓν πανταχοῦ ἐν ταῖς εὐνομουμέναις πολιτείαις. καὶ οὕτως ἔχει πρὸς τὰς ἐν αὐταῖς πράξεις, ὡς τὸ καθόλου πρὸς τὰ καθ’ ἕκαστα· τὰ μὲν γὰρ πραττόμενα πολλά, τὸ δὲ δίκαιον ἢ τὸ νόμιμον ἕν· καθόλου γάρ ἐστιν· | |
30 | οὐ γὰρ τόνδε τὸν ἀριστέα κελεύει τιμᾶσθαι καὶ τοιάνδε τιμήν, ἀλλὰ κα‐ θόλου πάντα ἀριστέα ἁπλῶς τιμᾶσθαι. | |
32n | Τί ἐστι δικαίωμα καὶ δικαιοπράγημα καὶ ἀδικοπράγημα. | |
33n | κεφ. ιαʹ. | |
34 | Διαφέρει δὲ τὸ δικαίωμα τοῦ δικαίου καὶ τὸ ἀδίκημα τοῦ ἀδίκου· | |
35 | δίκαιον μὲν γάρ ἐστιν, ὅπερ ἁπλῶς θεωρεῖται καὶ καθόλου, ἢ νομικὸν ἢ φυσικόν, οἷον τὸν ἀνδροφόνον ἀποθνήσκειν· ὅταν δὲ τὸ τοιοῦτο δίκαιον ἐν τοῖς καθ’ ἕκαστα γένηται καὶ ὅδε ὁ ἀνδροφόνος τόνδε τὸν τρόπον ἀπο‐ θάνῃ, τότε δικαίωμα καλεῖται· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἀδίκου καὶ ἀδική‐ | |
ματος ἔχει. καλεῖται δὲ δικαιοπράγημα μὲν πᾶσα πρᾶξις δικαία, κἄν τε | 102 | |
103 | ἀδικίας ἔκτισις ᾖ, κἄν τε ἀρετῆς ἀνταπόδοσις· δικαίωμα δὲ ἰδίως ἡ τῆς ἀδικίας τιμωρία. ὁποῖα δὲ καὶ πόσα εἴδη δικαιοπραγημάτων καὶ δικαιω‐ μάτων εἰσίν, ὕστερον ἐπισκεψόμεθα. νῦν δὲ ἐκεῖνο λέγομεν. οὕτως οὖν ἐχόντων τῶν δικαίων καὶ τῶν ἀδίκων, ὡς εἴρηται, ἀδικεῖ μὲν ἢ δικαιο‐ | |
5 | πραγεῖ, ὅταν ἑκών τις αὐτὰ πράττῃ, ὅταν δὲ ἄκων, οὔτε ἀδικεῖ οὔτε δι‐ καιοπραγεῖ καθ’ αὑτό, ἀλλ’ ἢ κατὰ συμβεβηκός. αἱ γὰρ πράξεις καθ’ ἑαυτὰς οὔκ εἰσιν ἄδικοι οὔτε δίκαιαι, οὐ γὰρ ἐφαρμόζει αὐταῖς ὁ ὁρισμὸς τοῦ ἀδικοπραγήματος, ὃς συνίσταται ἐν τῷ ἑκουσίῳ· ἀκούσιοι γάρ εἰσιν. ἀλλ’ ὅτι συμβέβηκεν αὐταῖς ἡ ἰσότης τῆς δικαιοσύνης ἢ ἡ ἀνισότης τῆς | |
10 | ἀδικίας, διὰ τοῦτο ἄδικοι 〈ἢ δίκαιαι〉 λέγονται κατὰ συμβεβηκός, καὶ οἱ πράττοντες αὐτὰς ἀδικοπραγεῖν ἢ δικαιοπραγεῖν. καθ’ αὑτὸ δέ, ὅταν ἑκού‐ σιον ᾖ τὸ ἔργον, τότε ἀδίκημα ἔσται καὶ ἀδικοπράγημα· χωρὶς δὲ τοῦ ἑκουσίου ἄδικον μὲν ἔσται πεποιηκώς, ἡ πρᾶξις δὲ οὐκ ἔσται ἀδίκημα· αὐτὸς γὰρ οὐκ ἔστιν ἄδικος, εἰ καὶ ἄδικα ποιεῖ, ὡς ἐν τοῖς προειρημένοις | |
15 | ἐδείχθη δυνατὸν εἶναι ἄδικα μὲν ποιεῖν, ἄδικον δὲ μὴ εἶναι. τότε γὰρ ἄδικός ἐστιν, ὅταν ἡ πρᾶξις ἐπ’ αὐτῷ ᾖ, καὶ μηδεὶς βιάζηται, καὶ εἰδὼς καὶ μὴ ἀγνοῶν τὰ περιστατικὰ πάντα, οἷον τίνα τύπτει καὶ τίνος ἕνεκα· ταῦτα δὲ ἐν τοῖς περὶ ἑκουσίου καὶ ἀκουσίου διωρισάμεθα. ὁμοίως δὲ καὶ ἐπὶ τῶν δίκαια ποιούντων ἐστί· τότε γάρ τις δίκαιός ἐστι καὶ τὸ ἔργον | |
20 | δικαιοπράγημα καθ’ αὑτό, ὅταν ἑκουσίως γίνηται· ὁ γὰρ τὴν παρακατα‐ θήκην ἀποδοὺς διὰ φόβον οὔτε δικαιοπραγεῖ οὔτε δίκαιός ἐστιν, ἀλλὰ κατὰ συμβεβηκὸς λέγεται. ταῦτα δὲ ἔτι διαιρετέον ἀκριβέστερον. | |
23n | Περὶ ἀδικημάτων καὶ ἀτυχημάτων καὶ συγγνωστῶν καὶ ἀσυγ‐ | |
24n | γνώστων. κεφ. ιβʹ. | |
25 | Αἱ γὰρ ἐν ταῖς κοινωνίαις βλάβαι αἱ μὲν ἑκούσιοί εἰσιν, αἱ δὲ ἀκού‐ σιοι. καὶ τῶν ἀκουσίων αἱ μὲν ἁμαρτήματα λέγονται, αἱ δὲ ἀτυχήματα. καὶ ἁμάρτημα μέν ἐστιν, ὅταν τις βλάψῃ τινὰ ἀκουσίως μέν, παρασχὼν δέ τινα τῆς βλάβης αἰτίαν, οἷον εἴ τις ἐν ὁδῷ τοξεύων, ἐν ᾗ ἐνεδέχετο ἄνθρωπον παριέναι, ἐφόνευσέ τινα· οὗτος γὰρ ἄκων μὲν ἀπέκτεινε τὸν ἄν‐ | |
30 | θρωπον, παρέσχε δὲ αἰτίαν τοῦ φόνου τὸ ἐν τοιούτῳ τόπῳ τοξεύειν. ἀτύ‐ χημα δέ ἐστιν, ὅταν παρὰ πᾶσαν προσδοκίαν ἡ βλάβη συμβῇ, οἷον εἴ τις τοξεύων ἐπ’ ἐρημίας, οὕτω συμβάν, παριόντα τινὰ ἀπέκτεινεν· ἐνταῦθα γὰρ παράλογός τις ἡ βλάβη συνέβη καὶ παράδοξος, καὶ οὐδὲν ἐς αὐτὸ συνετέ‐ λεσεν ὁ βλάψας, εἰ μὴ κατὰ συμβεβηκός, ἀλλ’ ἔξωθεν ἡ αἰτία πᾶσα τοῦ | |
35 | φόνου. τῶν δὲ ἑκουσίων τὰ μὲν ἐκ προαιρέσεως λέγονται, τὰ δὲ οὐκ ἐκ προαιρέσεως ἀδικήματα. καὶ ἐκ προαιρέσεως μὲν τὰ προβεβουλευμένα, | |
ὅταν τις σκεψάμενος καὶ βουλευσάμενος τὴν βλάβην ποιήσῃ δι’ αὐτὸ τοῦτο, | 103 | |
104 | ἵνα βλάψῃ· οὐκ ἐκ προαιρέσεως δέ, τὰ ἐκ πάθους τινὸς γινόμενα καὶ μὴ προβεβουλευμένα, οἷον ὅταν τις βλάψῃ τὸν πέλας ἀθρόον τῷ θυμῷ συσχε‐ θείς, ἢ ὑπὸ ἐνδείας τυραννούμενος κλέψῃ, οὐκ αὐτὸ τοῦτο βουλόμενος κακουργεῖν, ἀλλὰ τὴν ἔνδειαν παραμυθήσασθαι. ταῦτα δὲ ἑκάτερα τά τε | |
5 | ἐκ προαιρέσεως καὶ οὐκ ἐκ προαιρέσεως ἀδικήματα λέγονται. τῶν δὲ πραττόντων αὐτὰ ὁ μὲν ἐκ προνοίας βλάπτων ἄδικός ἐστι καὶ πονηρός, ὁ δὲ ὑπὸ πάθους κινηθεὶς ἢ φυσικοῦ, οἷον ὀργῆς ἢ λύπης ἢ ἀναγκαίου, ὥσπερ πείνης ἢ φόβου, ὁ τοιοῦτος οὐκ ἔστιν ἄδικος οὐδὲ πονηρός. διὰ τοῦτο καὶ διακρίνεται παρὰ τοῖς δικασταῖς ὁ ἀμυνάμενος τοῦ προκατάρ‐ | |
10 | ξαντος. ἄρχει δὲ οὐχ ὁ θυμῷ ποιῶν ἀλλ’ ὁ κινήσας αὐτὸν εἰς ὀργήν, ὃς καὶ ἐγκαλεῖται ὡς ἄδικος· οὗτος γὰρ ἐγένετο τῆς βλάβης αἴτιος. καὶ τούτου χάριν ὁ μὲν προκατάρξας ἀπαρνεῖται μὴ προκατάρξαι. ὁ δὲ ἀμυνά‐ μενος τὴν βλάβην μὲν ὁμολογεῖ ἣν ἔβλαψε τὸν ἄρξαντα, ἄμυναν δὲ καὶ ἀνταπόδοσιν ὀνομάζει διὰ τὸ μὴ οἴκοθεν ἀλλὰ παρὰ τοῦ βλαβέντος εἰς τὴν | |
15 | ὀργὴν κινηθῆναι. οὐ γάρ, ὥσπερ ἐν τοῖς ἑκουσίοις συναλλάγμασιν ἔχει, οὕτω κἀνταῦθα ἡ ἀμφισβήτησις γίνεται· ἐν ἐκείναις μὲν γὰρ ἡ πρᾶξις ἀμφισβητεῖται, οἷον εἰ ἔλαβε τὴν παρακαταθήκην ἢ τὸ δάνειον, καὶ λαβὼν οὐκ ἀπέδωκε, κἂν τοῦτο δειχθῇ, πονηρὸς εὐθὺς καὶ ἄδικός ἐστιν, εἰ μὴ ἐπιλαθόμενος ἀρνεῖται· ἐνταῦθα δὲ ἡ μὲν πρᾶξις ὁμολογεῖται καὶ φανερά | |
20 | ἐστιν· ὃ γάρ τις ὀργῇ ποιεῖ, φανερῶς ποιεῖ· ἀμφισβητεῖται δέ, εἰ δικαίως ἐπάταξεν ἢ ἀδίκως. ὥστε ὁ μὲν προκατάρξας καὶ ἐπιβουλεύσας ἄδικος οἴεται εἶναι καὶ διὰ τοῦτο οὐχ ὁμολογεῖ προκατάρξαι, ὁ δὲ ὀργισθεὶς παρ’ ἐκείνου μὴ ἄδικος εἶναι νομίζει καὶ διὰ τοῦτο τὴν βλάβην ὁμολογεῖ. φαί‐ νεται δὴ καὶ ἀπὸ τούτου, ὅτι ὅσα διὰ θυμὸν ἢ ἄλλα πάθη καὶ οὐ διὰ | |
25 | μοχθηρίαν ἀδικεῖ τις, κατ’ ἐκεῖνα οὐκ ἔστιν ἄδικος, ὁ δὲ ἐκ προνοίας ἄδικός ἐστι καὶ πονηρός, οὐ μόνον ἐν τῷ διορθωτικῷ δικαίῳ, ἀλλὰ καὶ ἐν τῷ διανεμητικῷ, ἐάν τις μὴ κατὰ τὸ ἴσον καὶ ἀνάλογον διανέμῃ. ὁμοίως δὲ καὶ δίκαιός ἐστιν ἐν ἑκατέρῳ τῶν δικαίων ὁ μὴ διὰ πάθος ἀλλὰ τοῦ ἀγαθοῦ ἕνεκα τὸ δίκαιον ποιῶν· ὁ γὰρ ὑπὸ πάθους κινηθεὶς ἢ λύπης ἢ | |
30 | ἔρωτος, καὶ δικαιοπραγήσας δίκαια μὲν ἐποίησε, δίκαιος δὲ οὐκ ἔστιν. ἐπεὶ δὲ τῶν ἀκουσίων ἀδικημάτων τὰ μὲν συγγνώμης τυγχάνει, τὰ δ’ οὔ, ῥητέον τίνα τὰ συγγνωστὰ καὶ τίνα τὰ ἀσύγγνωστα. ὅσα μὲν οὖν τις ἁμαρ‐ τάνει καὶ ἀγνοῶν καὶ δι’ ἄγνοιαν, συγγνωστά· ὅσα δὲ ἀγνοῶν μέν, οὐ δι’ ἄγνοιαν δέ, ἀλλὰ διὰ πάθος, ὃ μήτε φυσικόν ἐστι μήτε ἀνθρωπικόν, οἷον | |
35 | φόβον ἢ λύπην ἢ πεῖναν ἢ ἄλλην ἀνάγκην, ἀλλὰ τροφήν τινα, οἷον διὰ τὸ ὀρέγεσθαι πιεῖν ἀνθοσμίου καὶ φαγεῖν πέρδικος, τὰ τοιαῦτα οὐ συγ‐ γνωστά ἐστι. ἔστι δὲ τὸ μὲν δι’ ἄγνοιαν καὶ ἀγνοοῦντα ἁμαρτάνειν, οἷον ὅταν τις ἀγνοῶν, ὅτι κακὸν τὸ τὸν πατέρα ἀπελαύνειν, νυκτὸς ἀγνοήσας τὸν πατέρα ἀπελαύνῃ τῆς οἰκίας· ὁ μὲν γὰρ μὴ εἰδὼς τὸ καθόλου ἀγνοῶν | |
40 | λέγεται ποιεῖν· ὁ δὲ μὴ εἰδὼς τὸ μερικόν, δι’ ἄγνοιαν· ὁ δὲ ἄμφω μὴ | |
γινώσκων καὶ ἀγνοῶν καὶ δι’ ἄγνοιαν λέγεται ἁμαρτάνειν, ὃς καὶ συγγινώ‐ | 104 | |
105 | σκεται· ἀγνοῶν δὲ καὶ οὐ δι’ ἄγνοιαν, ὅταν τις ἀγνοῇ μὲν καθόλου, ὅτι κακὸν τὸ κλέπτειν, κλέπτῃ δὲ οὐ διότι ἀγνοεῖ, ἀλλὰ διὰ μοχθηρίαν καὶ πάθος, ὃ οὔτε ἀναγκαῖόν ἐστιν οὔτε φυσικόν, καθὼς εἴρηται. | |
4n | Ὅτι οὐ δυνατὸν ἑκόντα ἀδικεῖσθαι. κεφ. ιγʹ. | |
5 | Δόξειε δ’ ἂν μὴ ἱκανῶς διωρίσθαι περὶ δικαίου καὶ ἀδίκου. ἐπεὶ γὰρ τὸ ἀδικεῖν τῷ ἀδικεῖσθαι ἀντίκειται, διείλομεν δὲ τὸ ἀδικεῖν εἴς τε τὸ ἑκούσιον καὶ ἀκούσιον, διαιρετέον ἂν εἴη καὶ τὸ ἀδικεῖσθαι εἰς ἑκούσιον καὶ ἀκούσιον, ὃ καὶ Εὐριπίδῃ δοκεῖ. φησὶ γὰρ εἶναί τι ἀδικεῖσθαι ἑκούσιον, λέγων πως | |
10 | μητέρα κατέκτα τὴν ἐμήν, βραχὺς λόγος, ἑκὼν ἑκοῦσαν, καὶ θέλουσαν οὐχ ἑκών. δεῖ γάρ, ἐπεὶ ἀντίκειται ἢ ἅπαν τὸ ἀδικεῖν ἑκούσιον εἶναι καὶ τὸ ἀδικεῖ‐ σθαι πᾶν ἀκούσιον, ἢ ἐπεὶ διῄρηται τὸ ἀδικεῖν, καὶ τὸ μὲν ἑκούσιόν ἐστι, τὸ δὲ ἀκούσιον, καὶ τὸ ἀδικεῖσθαι οὕτω διῃρῆσθαι, ἵνα θατέρῳ θάτερον | |
15 | ἀντικέηται. τὸν αὐτὸν δὲ τρόπον δοκεῖ καὶ ἐπὶ τοῦ δικαιοῦν καὶ δικαιοῦ‐ σθαι· ἀλλὰ τὸ μὲν νομίζειν πᾶν ἀδικεῖσθαι ἢ δικαιοῦσθαι ἑκούσιον εἶναι, ἄτοπον· καὶ γὰρ καὶ ἄκων πολλάκις τις δικαιοῦται, ὅταν ἀδικήσας κολα‐ σθῇ· ὁμοίως δὲ καὶ τὸ εἶναί τι ἑκούσιον ἀδικεῖσθαι, οὐδὲ τοῦτό ἐστιν ἀλη‐ θές· ἀεὶ γὰρ ἀκουσίως τις ἀδικεῖται· δικαιοῦται δὲ ποτὲ μὲν ἀκουσίως, | |
20 | ποτὲ δὲ ἑκουσίως· ὁ μὲν γὰρ ἀδικῶν κολαζόμενος ἀκουσίως δικαιοῦται, ὁ δὲ ἀδικούμενος ἐκδικούμενος ἑκουσίως δικαιοῦται. ἀλλὰ περὶ μὲν τοῦ δι‐ καιοῦσθαι τὰ εἰρημένα ἀρκείτω· περὶ δὲ τοῦ ἀδικεῖσθαι, ὅτι οὐ δυνατὸν ἑκούσιον εἶναι, ῥητέον ἔτι σαφέστερον. καὶ πρῶτον ἐροῦμεν τοὺς λόγους, ὅθεν δοκεῖ συνάγεσθαι ἑκουσίως τινὰ δύνασθαι ἀδικεῖσθαι. ἐπεὶ γὰρ ἑκου‐ | |
25 | σίως ἐστὶν ἀδικεῖν τὸ βλάπτειν ἀδίκως τινά, εἰδότα καὶ τὴν βλάβην καὶ τὸν βλαπτόμενον, καὶ μηδὲν ἀγνοοῦντα τῶν περὶ τὸ πρᾶγμα, καὶ ἔτι οἴ‐ κοθεν κινούμενον καὶ οὐκ ἔξωθεν βιαζόμενον, εἴη ἂν τὸ ἑκουσίως ἀδικεῖ‐ σθαι τὸ βλάπτεσθαι παρὰ τὸ δίκαιον, εἰδότα τὴν βλάβην καὶ τὸν βλάπτοντα, καὶ πάντα τὰ περὶ τὸ πρᾶγμα, καὶ ἀνέχεσθαι, δυνάμενον ἀποσείσασθαι. | |
30 | τοῦτο δὲ ὅτι γίνεται, φανερόν· ὁ γὰρ ἀκρατὴς καὶ ὑφ’ ἑτέρου βλάπτεται, εἰδὼς πάντα, καὶ ἀνέχεται, δυνάμενος ἀποσείσασθαι· δυνατὸν ἄρα ἐστὶν ἑκόντα τινὰ ἀδικεῖσθαι· ἔτι δὲ καὶ αὐτὸς ἑαυτὸν ὁ ἀκρατὴς βλάπτει καὶ ἑκουσίως· ἑκουσίως ἄρα ἑαυτὸν ἀδικεῖ· ἔτι ἀδικεῖσθαί ἐστι τὸ ἄδικα πάσχειν· πάσχει δέ τις ἄδικα ἑκών· οἱ γὰρ ἐπιεικέστεροι ἐν ταῖς διανο‐ | |
35 | μαῖς ἐλάττω τῆς ἀξίας λαμβάνουσι βουλόμενοι, ὅπερ ἄδικον μέν ἐστιν, ἑκού‐ σιον δέ· ἀδικοῦνται ἄρα ἑκουσίως· ἔστιν ἄρα τι ἀδικεῖσθαι ἑκούσιον. ἀλλὰ τοὐναντίον ἐστίν, ἀδύνατον εἶναι ἀδικεῖσθαί τινα ἑκουσίως. τότε γάρ τις ἀδικεῖται, ὅτε τι πάσχει ἄδικον παρὰ τὴν αὑτοῦ βούλησιν· τὸ γὰρ πάσχειν | |
τι παρὰ τὴν ἑαυτοῦ βούλησίν τινα ἐναντίον ἐστὶ τῷ λόγῳ τοῦ ἑκουσίου· | 105 | |
106 | ὥστε οὐ δυνατὸν βούλεσθαί τινα ἀδικεῖσθαι, οὐδὲ τὸν ἀκρατῆ. καὶ οὗτος γὰρ ἀγαθὰ βούλεται ἑαυτῷ, καὶ οὐκ ἀνέχεται ἀδικεῖσθαι ἁπλῶς· ταύτης δὲ τῆς βλάβης ἀνέχεται, οἴεται γὰρ μὴ βλάπτεσθαι· καὶ οἴεται μὲν δέον εἶναι πράττειν ἃ ὠφελήσει, πράττει δὲ τὰ βλάπτοντα, οἰόμενος μὴ βλά‐ | |
5 | πτοντα εἶναι· ὥστε οὐ δυνατόν ἐστιν ἀδικεῖσθαί τινα ἑκόντα. ἀπὸ τούτου δὲ καὶ τὰ ἐκ τοῦ ἐναντίου ἐπιχειρήματα λύεται. καὶ γὰρ ἀδικεῖ τις, ὅταν βλάπτῃ τινὰ ἑκὼν παρὰ τὴν τοῦ βλαπτομένου βούλησιν· ὁμοίως δὲ καὶ ἀδικεῖται, ὅταν ἄδικα πάσχῃ παρὰ τὴν ἑαυτοῦ βούλησιν. τὸ δὲ ἑκόντα ἄδικα πάσχειν οὐκ ἔστιν ἀδικεῖσθαι· ὥσπερ γὰρ τὸ ἄδικον ποιεῖν οὐ πᾶν | |
10 | ἐστιν ἀδικεῖν οὐδὲ ὁ ἄδικα ποιῶν ἄδικος, ὡς ἀνωτέρω δέδεικται, οὕτως οὐδὲ πᾶς ὁ πάσχων ἄδικα ἀδικεῖται· ἀλλ’ ὥσπερ ὁ ἀπατῶν τὸν νοσοῦντα ἰατρὸς ἢ ὁ κλέπτων τὴν τοῦ μαινομένου μάχαιραν ἄδικα μὲν ποιεῖ, ἄδικος δὲ οὐκ ἔστι, διότι πρὸς σωτηρίαν ὁρᾷ τοῦ νοσοῦντος καὶ οὐ ζημιοῖ ἀλλὰ κερδαίνειν ποιεῖ, οὕτω καὶ ὁ ἐν ταῖς διανομαῖς ἐλάττω λαμβάνων τῆς ἀξίας | |
15 | οὐκ ἀδικεῖ ἑαυτόν, εἰ καὶ ἄδικα πάσχει· οὐ γὰρ ἵνα βλάψῃ ἑαυτὸν ἀνέχεται τῶν ἐλαττόνων ἀξιούμενος, ἀλλ’ ἵνα ὠφελήσῃ μᾶλλον δόξαν μετριότητος καὶ ἐπιεικείας λαβόντα. ἔπειτα εἰ καὶ βλάπτειν ἑαυτὸν ἀνέχεται, οὐκ ἀδι‐ κεῖται· οὐ γὰρ παρὰ τὴν αὑτοῦ βούλησιν τὰ ἄδικα πάσχει· τοῦτο γάρ ἐστιν ἀδικεῖσθαι. ὁ γὰρ ἀλλαξάμενος τὰ βελτίω τῶν ἐλαττόνων, ὥσπερ φησὶν | |
20 | Ὅμηρος τὸν Γλαῦκον τῷ Διομήδει δοῦναι χρύσεα χαλκείων, ἑκατόμβοι’ ἐννεαβοίων, οὐκ ἀδικεῖται· βουλόμενος γὰρ ἔδωκεν· ὁ δὲ ἀδικούμενος ἀκουσίως βλάπτε‐ ται. οὐκ ἄρα δυνατὸν ἀδικεῖσθαί τινα ἑκόντα, βλάπτεσθαι δὲ ἑκόντα δυ‐ νατόν. | |
25n | Περὶ τοῦ πότερον ἀδικεῖ μᾶλλον ὁ διανέμων ἀδίκως ἢ ὁ λαμ‐ | |
26n | βάνων. κεφ. ιδʹ. | |
27 | Ῥητέον δὲ ἐκεῖνο, πότερος ἀδικεῖ ὁ διανέμων ἀδίκως καὶ μὴ κατὰ τὸ ἀνάλογον ἢ ὁ λαμβάνων τὸ πλέον τῆς ἀξίας τῆς ἑαυτοῦ. φαίνεται δέ, ὅτι ὁ διανέμων ἀδικεῖ καθ’ αὑτό, ὁ δὲ λαμβάνων κατὰ συμβεβηκός· ἐκεῖνος | |
30 | γὰρ ἀδικεῖ καθ’ αὑτό, ὃς ἑκὼν τοῦτο ποιεῖ. ἑκὼν δέ τις ποιεῖ, ὅταν ᾖ παρ’ αὐτῷ τῆς πράξεως ἡ αἰτία καὶ ἡ ἀρχὴ τοῦ ποιεῖν· τῆς δὲ διανομῆς ἡ ἀρχὴ παρὰ τῷ διανέμοντι· ὁ ἄρα διανέμων τὸ πλέον ἀδικεῖ καθ’ αὑτό, ἀλλ’ οὐχ ὁ δεχόμενος· οὐ γὰρ ἐπ’ αὐτῷ ἐστιν ἡ ἀρχή, καθὼς εἴρηται. οὐ γὰρ ὁ ποιῶν τὰ ἄδικα ἀδικεῖν λέγεται, εἰ μὴ κατὰ συμβεβηκός· ὥσπερ | |
35 | λέγεται καὶ ἡ χεὶρ φονεύειν ἢ μάχαιρα ἢ λίθος, παρ’ οἷς οὐκ ἔστιν ἀρχὴ τοῦ φόνου, οὐδὲ ἀφ’ ἑαυτῶν πράττουσιν· ἄδικα μὲν γὰρ ποιοῦσιν, ἀδικοῦσι δὲ οὐδαμῶς. ὁ δὲ διανέμων ἀδίκως, εἰ μὲν ἀγνοῶν τοὺς νόμους ἔξω τοῦ νομικοῦ δικαίου ἔκρινεν, οὐκ ἀδικεῖ κατὰ τὸν νόμον, οὐδὲ ἄδικος ἡ κρίσις | |
ἐστίν· ἕτερον δὲ τρόπον ἀδικεῖ, λέγω δὴ κατὰ τὸ φυσικὸν δίκαιον. ἄλλο | 106 | |
107 | γὰρ τὸ νομικὸν δίκαιον καὶ ἄλλο τὸ φυσικόν, οἷον νόμου ὄντος τὸν ἀρι‐ στέα πλέον ἔχειν ἐν ταῖς διανομαῖς, ὁ διανέμων ἀγνοήσας τὸν νόμον τῶν ἴσων τοῖς ἄλλοις ἠξίωσεν· οὗτος τοίνυν κατὰ μὲν τὸ νομικὸν δίκαιον οὐκ ἠδίκησεν, ἠγνόησε γὰρ τὸν νόμον· ὁ δὲ δι’ ἄγνοιαν τὰ ἄδικα πράττων οὐκ | |
5 | ἀδικεῖ· ἐπεὶ δὲ καὶ φυσικὸς νόμος ἐστὶ τοὺς εὐεργέτας ἀντευποιεῖν, καὶ μὴ ἀγνοῶν, ἅτε φυσικὸν ὄντα, παρέβη, κατὰ τοῦτον ἄδικός ἐστιν· εἰ δὲ καὶ τὸν νόμον γινώσκων καὶ τὸ φυσικὸν δίκαιον παρέβη, καὶ ἀδίκως ἔκρινε, καὶ τὸ πλέον ἔνειμεν ᾧ μὴ προσῆκεν, οὐ μόνον τὸν λαβόντα πλεονεκτεῖν ἐποίησεν, ἀλλὰ καὶ αὐτὸς πλεονεκτεῖ. καὶ γὰρ εἴτε διὰ φιλίαν ἢ δι’ ἔχ‐ | |
10 | θραν ἢ διὰ δῶρα ἠδίκησε, συμμερίζεται τὸ ἀδίκημα· πλεονεκτεῖ γὰρ καὶ αὐτὸς ἢ χάριτος πρὸς τὸν φίλον ἢ τιμωρίας εἰς τὸν ἐχθρὸν ἢ ἀργυρίου, καὶ διὰ τοῦτο καὶ αὐτὸς κοινωνεῖ τοῦ ἀδικήματος τῷ πλέον λαβόντι· κα‐ θάπερ γὰρ εἰ ἀγρόν τις ἀδίκως, ᾧ μὴ προσῆκεν, ἔδωκεν ἀργυρίου, συμ‐ μερίσασθαι λέγεται τὸν ἀγρὸν τῷ λαβόντι (καίτοι οὐκ ἀγρὸν ἔλαβεν ἀλλ’ | |
15 | ἀργύριον), οὕτω καὶ ὁ ἐν ταῖς διανομαῖς ἀδικήσας, ἵνα ἢ ἑαυτῷ ἢ φίλῳ χαρίσηται, μετέχει τοῦ πλεονεκτήματος καὶ συμμερίζεται τὸ ἀδίκημα· καὶ ὁ μὲν λαβὼν πλέον μὲν ἔχει καὶ ἄδικα ἐποίησεν, οὐκ ἠδίκησε δέ, εἰ μὴ δώροις ἢ ἄλλῃ τινὶ πειθοῖ τὸν διανομέα παρέπεισεν, ὁ δὲ διανομεὺς καὶ τὸ πλέον ἔχει ὃν εἴρηται τρόπον καὶ ἄδικός ἐστι. | |
20n | Ὅτι οὐ ῥᾴδιον παντὶ ἑκάστοτε ἄδικον ἢ δίκαιον εἶναι. κεφ. ιεʹ. | |
21 | Τινὲς δὲ τὸ ἀδικεῖν ἢ δίκαιον εἶναι ῥᾴδιον νομίζουσι, καὶ ἅμα τῷ θε‐ λῆσαι δυνατὸν εἶναι δίκαιον ἢ ἄδικον γενέσθαι· τοῦτο δὲ οὐχ οὕτως ἔχει. τὸ μὲν γὰρ πρᾶξαι τὰ δίκαια ἢ τὰ ἄδικα καὶ ἢ δοῦναι ἀργύριον ἢ πατάξαι τὸν πλησίον ῥᾴδιόν ἐστι καὶ τοῦ βουλομένου· τὸ δὲ ἢ δικαιοσύνης ἕξιν | |
25 | ἔχειν ἢ ἀδικίας, ὃ χρόνου καὶ ἀσκήσεως δεῖται, δι’ ἃς ἕξεις ἢ δίκαιός τις ἢ ἄδικος λέγεται, τοῦτο δὲ οὐκ ἔστιν ἐφ’ ἡμῖν, ὥστε ἅμα τῷ βούλε‐ σθαι καὶ ῥᾴδιον εἶναι κτήσασθαι. ὁμοίως δὲ νομίζουσι καὶ τὴν γνῶσιν τῶν δικαίων καὶ τῶν ἀδίκων ῥᾳδίαν εἶναι, καὶ τὸ δύνασθαι ταῦτα γινώ‐ σκειν οὐδὲν οἴονται σοφὸν εἶναι· ὅτι περὶ ὧν οἱ νόμοι λέγουσιν, | |
30 | οὐ χαλεπὸν συνιέναι. ταῦτα δὲ εἶναί φασι τὰ δίκαια· οὐκ εἰσὶ δέ, εἰ μὴ κατὰ συμβεβηκός· οὐ γὰρ ἁπλῶς οὕτω πραττόμενος ὁ νόμος δίκαιός ἐστιν ἑκάστοτε καὶ ὡς ἔτυχε τελούμενος καὶ παρ’ ὧν, ἀλλ’ ὡς δεῖ καὶ ὅτε δεῖ καὶ παρ’ ὧν δεῖ. τὸ δὲ ταῦτα καθ’ ἕκαστον τῶν νόμων εἰδέναι δυσχερέστερόν ἐστι τοῦ τὰ ὑγιεινὰ εἰδέναι· ἐπεὶ κἀκεῖ μέλι καὶ οἶνον | |
35 | καὶ ἐλλέβορον καὶ καῦσιν καὶ τομὴν εἰδέναι ῥᾴδιον, ἀλλὰ πῶς δεῖ τούτων ἕκαστον πρὸς τὴν ὑγίειαν τάξαι, καὶ τίνι προσενεκτέον καὶ πότε, τοσοῦτον ἔργον, ὅσον ἰατρὸν εἶναι. διὰ ταῦτα δὴ καὶ τὸν δίκαιον νομίζουσι δύνασθαι ἀδικεῖν οὐδὲν ἔλαττον τοῦ ἀδίκου ἀλλὰ καὶ πλέον, διὰ τὸ ἄδικα δύνασθαι πράττειν· δύναιτο γὰρ ἂν καὶ πατάξαι τὸν οὐδὲν ἠδικη‐ | |
40 | κότα καὶ ὑφελέσθαι τὰ ἀλλότρια, καὶ ὁ ἀνδρεῖος ῥῖψαι τὴν ἀσπίδα καὶ | 107 |
108 | φυγεῖν· ἀλλ’ οὐ τὸ τὰ ἄδικα πράττειν ἀδικεῖν ἐστιν οὐδὲ τὰ τοῦ δειλοῦ πράττειν δειλαίνειν ἐστί, πλὴν κατὰ συμβεβηκός· ἀλλὰ τὸ μετὰ τῆς ἕξεως ταῦτα πράττειν, τοῦτό ἐστι τὸ δειλαίνειν ἢ ἀδικεῖν· ὅταν τις οὐκ ἐθέλων ἁπλῶς, ἀλλὰ πάθει κινούμενος δειλίας φεύγῃ ἢ τῷ ἕξιν ἔχειν ἀδικίας | |
5 | ἀδικῇ, ὥσπερ καὶ τὸ ἰατρεύειν καὶ τὸ ὑγιάζειν, οὐ τὸ τέμνειν ἢ φαρμα‐ κεύειν ἢ μὴ φαρμακεύειν ἐστίν, ἀλλὰ τὸ ὡς δεῖ καὶ ὅτε δεῖ, ταῦτα ποιεῖν ἕξιν ἰατρικῆς ἔχοντα. τὸ μὲν οὖν ἐπανορθωτικὸν καὶ διανεμητικὸν δίκαιον, περὶ ὧν εἰπεῖν προὔκειτο, τίνα ἐστὶ καθ’ αὑτὰ καὶ ὅπως ἔχει, διωρισά‐ μεθα. νῦν δὲ ῥητέον ἐστί, πῶς ἔχει τὸ δίκαιον πρὸς τὸ ἐπιεικὲς καὶ ἡ | |
10 | δικαιοσύνη πρὸς τὴν ἐπιείκειαν, ἐκεῖνο μόνον τῷ περὶ τοῦ δικαίου λόγῳ προσθέντες, ὅτι τὸ διανεμητικὸν καὶ διορθωτικὸν δίκαιον ἐν ἐκείνοις ἐστίν, οἳ μετέχουσι τῶν ἁπλῶς ἀγαθῶν, οἷον πλούτου 〈ἢ〉 δόξης, ἐν οἷς ὑπερβολὴ καὶ ἔλλειψις εὑρίσκεται· ἐν γὰρ δόξῃ καὶ ὑπερβάλλειν δυνατὸν τὸ δέον καὶ ἐλλείπειν ὁμοίως καὶ ἐν πλούτῳ· ἐπὶ γὰρ τῶν οὕτως ἐχόντων ἡ ἰσότης | |
15 | καὶ ἡ ἀναλογία ζητεῖται· καὶ τοῖς μετέχουσι τούτων τοῦ διανεμητικοῦ δι‐ καίου χρεία καὶ τοῦ διορθωτικοῦ. ἀλλ’ ἐν μὲν τοῖς θεοῖς οὐκ ἔχει χώραν ἡ ἀνισότης οὐδὲ ὑπερβολή ἐστιν ἐν ἐκείνοις οὐδὲ ἔλλειψις, ὅθεν οὐδὲ χρεία τῆς τοιαύτης δικαιοσύνης, ἀλλ’ οὐδὲ ἐν τοῖς φαύλοις παντάπασι τῶν ἀν‐ θρώπων καὶ ὑπὸ τρυφῆς καὶ τῆς ἄλλης μοχθηρίας διεφθαρμένοις· τοῖς | |
20 | γὰρ ὑγιάζεσθαι μέλλουσιν ἀνάγκη τι μόριον ὑγιὲς ἔχειν, ἵν’ ἐκεῖθεν ὁ ἰα‐ τρὸς ἐπανακαλέσηται τὴν ὑγίειαν· οἱ δὲ παντάπασι διαφθαρέντες οὐ δύ‐ νανται θεραπευθῆναι· ὅθεν οὐδ’ ἐν αὐτοῖς ἔχει χώραν τὸ δίκαιον· ἐν ἐκείνοις δέ ἐστι τῶν ἀνθρώπων, ὅσοι βούλονται τὰ δίκαια καὶ ποιοῦσι κατὰ τὴν ἀνθρωπίνην δύναμιν καὶ αὖθις ἁμαρτάνουσιν ὅσον ἀνθρώποις | |
25 | προσῆκε. | |
26n | Περὶ ἐπιεικείας καὶ τοῦ ἐπιεικοῦς. κεφ. ιϛʹ. | |
27 | Περὶ δὲ ἐπιεικείας καὶ τοῦ ἐπιεικοῦς πῶς ἔχει ἡ μὲν ἐπι‐ είκεια πρὸς δικαιοσύνην, τὸ δ’ ἐπιεικὲς πρὸς τὸ δίκαιον, ἀκό‐ λουθόν ἐστιν εἰπεῖν. καὶ γὰρ οὔτε πάντῃ ταὐτά ἐστιν οὔτε ἕτερα τῷ | |
30 | γένει. καθόσον μὲν γὰρ τὸ ἐπιεικὲς ἐπαινεῖται μᾶλλον τοῦ δικαίου, καὶ ὁ ἐπιεικὴς ἀνὴρ τοῦ δικαίου βελτίων δοκεῖ· ἔτι δὲ καὶ ἐπὶ τὰ ἄλλα μετα‐ φέρομεν, ὅταν ἐπαινεῖν δέῃ τινὰ τῶν ἀρετῶν· καὶ γὰρ ἐπιεικεστέραν τήνδε ἐκείνης λέγομεν, τὸ βέλτιον δηλοῦντες, οὐ τὸ δικαιότερον· κατὰ τοῦτο ἄλλη τις δοκεῖ εἶναι παρὰ τὴν δικαιοσύνην ἡ ἐπιείκεια. πάλιν δὲ τῷ λόγῳ | |
35 | ἀκολουθοῦσι φαίνεται ἄτοπον, εἰ τὸ ἐπιεικὲς ἄλλο παρὰ τὸ δίκαιον ὄν, ἐπαινετόν ἐστιν· εἰ γὰρ ἐπαινετόν, δίκαιόν ἐστι· πᾶν γὰρ ἐπαινετὸν δίκαιον, καὶ ἡ δικαιοσύνη τελεία ἐστὶν ἀρετή, ὡς ἐν τοῖς ἀνωτέρω δέδεικται· εἰ δὲ οὐκ ἔστι δίκαιον, οὐδὲ ἐπαινετόν· ἢ εἰ τὸ ἐπιεικὲς ἐπαινετόν, τὸ δίκαιον | |
οὐκ ἔστιν ἐπαινετόν· ἡ μὲν οὖν ἀπορία σχεδὸν διὰ ταῦτα συμβαίνει. ἔχει | 108 | |
109 | δὲ καὶ ἀμφότερα ὀρθῶς, τό τε ἓν εἶναι τὸ δίκαιον καὶ τὸ ἐπιεικὲς καὶ τὸ διαφέρειν, καὶ οὐδὲν ἀλλήλοις ἐναντιοῦνται. τὸ γὰρ ἐπιεικὲς καὶ δίκαιόν ἐστι καὶ δικαίου τινὸς βέλτιον· καὶ οὐχ ὡς ἑτερογενὲς τοῦ δικαίου βέλτιόν ἐστιν αὐτοῦ, ἀλλ’ ὡς μέρος ἄλλου μορίου ὁμογενοῦς· καὶ σπουδαίου ὄντος | |
5 | καὶ αὐτοῦ καὶ δικαίου, τὸ ἐπιεικὲς δίκαιον σπουδαιότερόν ἐστι. ταύτην δὲ τὴν ἀπορίαν εἰσήγαγεν, ὅτι τὸ ἐπιεικὲς δίκαιον μέν ἐστιν, οὐ κατὰ νόμον δέ· οὐ γὰρ περιέχεται ὑπὸ νόμου, ἀλλ’ ἔστιν ἐπανόρθωμα δικαίου νομίμου. τὸ δὲ αἴτιον τῆς διορθώσεως, ὅτι ὁ μὲν νόμος ἅπας καθόλου διορίζεται· ἐπ’ ἐνίοις δὲ τῶν καθ’ ἕκαστα οὐ δυνατὸν ἐφαρμόζειν κατὰ | |
10 | τὸν ὀρθὸν λόγον διὰ τὸ τὸν μὲν νόμον ὡρισμένον εἶναι καὶ εἰς ὡρισμένον τι σκοπεῖν, τὰ δὲ καθ’ ἕκαστα ἀόριστα καὶ ἄλλοτε ἄλλως ἔχοντα, οἷον ὁ νόμος κελεύει καθόλου πάντα τὸν ἐπὶ τὸ τεῖχος ἀνελθόντα ξένον ἀποθνή‐ σκειν· ἀνελθὼν 〈δέ〉 τις ἠρίστευσεν· εἰ τοίνυν ἐφαρμόσομεν τὸν νόμον τῷ ἀριστεῖ καὶ ἀποκτείνομεν, παρὰ τὸν ὀρθὸν λόγον καὶ τὸ δίκαιον ποιήσομεν. | |
15 | ὁμοίως δὲ καὶ ἐπὶ ἄλλων πολλῶν ἔχει· τοῦτο δὲ τὸ ἁμάρτημα οὐκ ἔστιν ἐν τῷ νόμῳ οὐδὲ ἐν τῷ νομοθέτῃ ἀλλ’ ἐν τῇ τῶν πραγμάτων φύσει. ὁ γὰρ νόμος, ἐπεὶ ἀδύνατον τὰ κατὰ μέρος πάντα περιλαβεῖν ἀόριστα ὄντα, τὸ ὡς ἐπὶ τὸ πλέον λαμβάνει καὶ πρὸς τοῦτο βλέπων νομοθετεῖ· καὶ οὐκ ἀγνοῶν τὸ ἁμάρτημα ὁ νομοθέτης ἀπροσδιόριστον ἀφῆκε τὸν νόμον ἀλλὰ | |
20 | διὰ τὸ μὴ δυνατὸν εἶναι τὴν τῶν πραγμάτων φύσιν διορισμῷ καθυποβλη‐ θῆναι ἄλλοτε ἄλλως ἐχόντων. ἀόριστος γάρ ἐστιν ἡ τῶν πρακτῶν ὕλη καὶ πολλὰς ἔχει τὰς μεταβολάς. διὰ τοῦτο τῶν ὡς ἐπὶ τὸ πλεῖστον συμ‐ βαινόντων οἱ νομοθέται στοχάζονται· τὸ γὰρ ξένον ἐπὶ τὸ τεῖχος ἀνιόντα κατὰ τὸν καιρὸν τοῦ πολέμου τὴν πόλιν ὠφελῆσαι, ἐπ’ ἐλάχιστα συμβαί‐ | |
25 | νει, πλέον δὲ ἐνδέχεται κατὰ τῆς πόλεως ἀνέρχεσθαι. ἐπεὶ τοίνυν ἀναγ‐ καῖον εἰδέναι πῶς δεῖ τοὺς τοιούτους νόμους τηρεῖν καὶ ὅτε καὶ ἐπὶ τίσιν, ἔδει τινὰ ἕξιν εἶναι καθ’ ἣν δυνησόμεθα τὰ τοιαῦτα ἐπανορθοῦν ἁμαρτή‐ ματα· αὕτη δέ ἐστιν ἡ ἐπιείκεια, καθ’ ἣν τὸ ἐλλεῖπον ἀναπληροῦται τοῦ νόμου καὶ τὸ ἁμάρτημα ἐπανορθοῦται καὶ ὁ προσδιορισμός, ὃν ἐκεῖνος πα‐ | |
30 | ρέλιπε, διὰ τὸ πάντα τὰ κατὰ μέρος οὐκ εἰδέναι, προστίθεται· ἐρεῖ γὰρ ὁ ἐπιεικής, πάντα τὸν ἀνιόντα ξένον ἀποθνήσκειν, εἴγε ἐπιβουλεύσων ἀνῆλθεν, εἰ δὲ ἠρίστευσεν, οὐ μόνον σωτηρίας ἀλλὰ καὶ γερῶν ἀξιωθήτω· ταῦτα δὲ καὶ αὐτὸς ἂν εἶπεν ὁ νομοθέτης, εἴγε παρῆν· καὶ εἰ ᾔδει, ἐνομοθέ‐ τησεν ἄν. τὸν αὐτὸν δὲ τρόπον καὶ τοὺς ἄλλους τοὺς ὁμοίους νόμους ὁ | |
35 | ἐπιεικὴς ἐπανορθώσεται. διὰ τοῦτο ἡ ἐπιείκεια δίκαιον μέν ἐστι καὶ βέλ‐ τιόν τινος δικαίου, οὐ τοῦ καθόλου δικαίου ἀλλὰ τοῦ νομικοῦ, τοῦ διὰ τὸ καθόλου ἁμαρτάνοντος. καὶ ἔστιν αὕτη ἡ φύσις ἡ τοῦ ἐπιεικοῦς ἐπανόρ‐ θωμα τοῦ νόμου, καθ’ ὅσον ἁμαρτάνει καὶ ἐλλιπής ἐστι διὰ τὸ καθόλου· τοῦτο γὰρ αἴτιον καὶ τοῦ μὴ πάντα τὰ δικαίως γινόμενα κατὰ νόμον | |
40 | εἶναι, ὅτι καθόλου καὶ τῶν ὡς ἐπὶ τὸ πλεῖστον οἱ νόμοι. καὶ διὰ τοῦτο | 109 |
110 | ψηφισμάτων ἐδέησεν, ἃ ποιοῦσιν οἱ πολιτευόμενοι ἐν τοῖς κατὰ μέρος πράγ‐ μασιν, ἄλλοτε ἄλλως ἔχοντα ἄλλοτε ἄλλως καὶ αὐτοῖς ἔχουσι· τῶν γὰρ ἀορίστων ἀόριστος καὶ ὁ κανών ἐστιν, ὥσπερ καὶ τῆς Λεσβίας οἰ‐ κοδομῆς ὁ μολίβδινος κανών, ὃς μετεκινεῖτο πρὸς τὸ σχῆμα τοῦ λίθου· | |
5 | τὸν αὐτὸν γὰρ τρόπον καὶ τὰ ψηφίσματα πρὸς τὰ πράγματα μεταβάλλονται. τί μὲν οὖν ἐστι τὸ ἐπιεικὲς καὶ ἡ ἐπιείκεια, καὶ ὅ τι δίκαιον, καὶ πῶς ἔχει πρὸς τὸ καθόλου δίκαιον, καὶ τίνος βέλτιον δικαίου, εἴ‐ ρηται. δῆλος δὲ ἀπὸ τούτων καὶ ὁ ἐπιεικὴς τίς ἐστιν· ἔστι γὰρ ὁ τῶν εἰρημένων προαιρετικὸς καὶ πρακτικός, καὶ ὁ μὴ [ὁ] ἀκριβο‐ | |
10 | δίκαιος ἐπὶ τὸ χεῖρον ἀλλὰ ἐλαττωτικός, καίπερ ἔχων τὸν νόμον βοηθόν· καὶ ἡ ἕξις αὕτη ἐπιείκεια, δικαιοσύνη τις οὖσα, καὶ οὐκ ἄλλη τις παρὰ ταύτην καὶ διάφορος ἕξις. | |
13n | Ὅτι οὐ δυνατὸν ἀδικεῖσθαι ἑκόντα. κεφ. ιζʹ. | |
14 | Ῥητέον δὲ περὶ τοῦ ἀδικεῖσθαι τελεώτερον, εἰ δύναταί ποτε ἑκούσιον | |
15 | εἶναι. ἐπεὶ τοίνυν ἡ δικαιοσύνη καὶ ἡ ἀδικία ἡ μὲν καθολική τίς ἐστι καὶ τελεία ἀρετή, καθὼς δέδεικται, ὁμοίως δὲ καὶ ἡ ἀδικία κακία, ἡ δὲ μερική, φανερὸν ὅτι οὔτε κατὰ τὴν καθόλου οὔτε κατὰ τὴν μερικὴν ἀδικίαν δυνα‐ τόν τινα ἑαυτὸν ἀδικεῖν· δοκεῖ δὲ δυνατὸν εἶναι. διὰ ταῦτα, τοῦ νόμου μὴ κελεύοντος ἑαυτόν τινα ἀποκτείνειν, παράνομόν ἐστι τὸ ἑαυτόν τινα | |
20 | ἀποκτείνειν· ὃ γὰρ μὴ κελεύει ὁ νόμος, ἀπαγορεύει· τὸ δὲ παράνομον ἄδικον, καὶ ἀδικεῖ ὁ ἑαυτὸν ἀποκτείνας· ὁ δὲ ἀδικῶν τινὰ ἀδικεῖ· δῆλον δὴ ὅτι ἑαυτὸν ἀδικεῖ· τοῦτο δὲ καὶ ἑκουσίως ἐποίησεν· ἑκουσίως ἄρα ἀδικεῖται. ἔτι δὲ καὶ ὁ παρὰ τὸν νόμον βλάπτων τινὰ καὶ μὴ ἀμυνό‐ μενος καὶ ἀντιβλάπτων, ἀλλὰ προκατάρχων τῆς βλάβης, ἑκὼν ἀδικεῖ, ὅταν | |
25 | καὶ γινώσκῃ τὴν βλάβην καὶ τὸν βλαπτόμενον καὶ τἄλλα τὰ περὶ τὸ πρᾶγμα· ὁ δὲ δι’ ὀργὴν ἑαυτὸν ἀποσφάξας οὔτε ἀμύνεται ἑαυτὸν καὶ γινώσκει καὶ ἑαυτὸν καὶ τὴν βλάβην καὶ πάντα τὰ περὶ τὸ πρᾶγμα, ἑκὼν ἄρα ἀδικεῖ· εἰ δὲ ἑκὼν ἀδικεῖ, καὶ ἑκὼν ἀδικεῖται. διὰ ταῦτα μὲν οὖν δοκεῖ δυνατὸν εἶναι ἑκουσίως ἀδικεῖσθαί τινα κατὰ τὴν καθόλου ἀδικίαν, | |
30 | ἥτις ἐστὶν ἐναντία τῇ καθόλου δικαιοσύνῃ, ἥτις χρῆσίς ἐστι πάσης ἀρετῆς. τὸ γὰρ δι’ ὀργὴν ἑαυτὸν ἀποσφάττειν ἐναντίον ἐστὶ τῷ κατὰ τὴν πραότητα νόμῳ. τοῦτο δὲ ὅτι ἀδύνατόν ἐστιν, ἀπὸ τῶν προειρημένων ἐδείχθη· ὁ γὰρ ὁρισμὸς τοῦ ἀδικεῖσθαι ἐναντίος ἐστὶ τῷ τοῦ ἑκουσίου λόγῳ. ὁ δὲ ἐναντίος λόγος, καθόσον μὲν ἑκουσίως ἀδικεῖν φησι τὸν ἀποσφάξαντα ἑαυτόν, | |
35 | ἀληθεύει, καθόσον δέ φησιν αὐτὸν ἑαυτὸν ἀδικεῖν, ψεύδεται· οὐ γὰρ αὐτὸς ἀδικεῖται, οὐ γὰρ παρὰ τὴν βούλησιν αὐτοῦ τὸ κακόν, ἀλλὰ ἡ πόλις, ἣ ζημιοῦται στρατηγὸν ἢ στρατιώτην ἢ οἰκοδόμον ἢ πολίτην ἁπλῶς, καὶ παρὰ τὴν αὐτῆς βούλησιν. διὰ τοῦτο καὶ ὡς ἠδικημένη δίκας ἀπαιτεῖ παρ’ | |
αὐτοῦ, ἀμυνομένη αὐτὸν δι’ ὧν ἔξεστιν· οὐ γὰρ ἐᾷ θάπτειν τὸ σῶμα. | 110 | |
111 | κατὰ μὲν οὖν τὴν καθόλου ἀδικίαν, ὅτι οὐχ ἑκούσιον τὸ ἀδικεῖσθαι, δέ‐ δεικται· κατὰ δὲ τὴν μερικήν, ἥτις ἐστὶν ἡ πλεονεξία, πῶς δυνατὸν ἑαυτόν τινα ἀδικεῖν; εἰ γὰρ τὸ ἀδικεῖν κατὰ ταύτην τὴν ἀδικίαν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πλέον ἔχειν θατέρου, ἕξει αὐτὸς ἑαυτοῦ πλέον ὁ ἑαυτὸν ἀδικῶν· εἰ | |
5 | δὲ πλέον ἑαυτοῦ, καὶ ἔλαττον· καὶ εἴη ἂν τὸ αὐτὸ καὶ προσθήκη αὐτῷ καὶ ἀφαίρεσις, ὅπερ ἀδύνατον· ἀνάγκη γὰρ τὸ τοιοῦτον δίκαιον τὸ ἐλάχι‐ στον ἐν δυσὶν εἶναι· οὕτω γὰρ δυνατὸν καὶ ἀφαίρεσιν καὶ προσθήκην γε‐ νέσθαι· καὶ 〈τὸ〉 ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν. ἔτι δὲ ἀνάγκη τὸν ἀδικοῦντα τοῦ ἀδικουμένου πρότερον τὴν βλάβην ποιεῖν, καὶ ἑκουσίως καὶ | |
10 | ἐκ προαιρέσεως βλάπτειν· ὁ γάρ, διότι ἔπαθε, τὸ αὐτὸ ἀντιποιῶν, οὐ δοκεῖ ἀδικεῖν. τὸν δὲ ἑαυτὸν ἀδικοῦντα ἀνάγκη κατὰ ταὐτὸν καὶ ἀδικεῖν καὶ ἀδικεῖσθαι· διὰ τὸ τὸν αὐτὸν εἶναι καὶ ἀδικοῦντα καὶ ἀδικούμενον καὶ ἅμα καὶ ἀδικεῖν καὶ ἀδικεῖσθαι· δεῖ ἄρα ἐν πλείοσιν εἶναι ταύτην τὴν ἀδικίαν· οὐκ ἄρα δυνατὸν αὐτόν τινα ἑαυτὸν ἀδικεῖν. πρὸς δὲ τούτοις ὁ ἀδικῶν | |
15 | οὐδὲν ἄλλο ἐστὶν ἢ ὁ ποιῶν τὰ κατὰ μέρος ἀδικήματα· καὶ χωρὶς τῶν καθ’ ἕκαστα οὐ δύναταί τις ἀδικεῖν οὔθ’ ὅλως ἄλλο τι ποιεῖν· τὰ δὲ κατὰ μέρος κλοπὴ ὕβρις πληγαὶ τοιχωρυχία· οὐδεὶς δὲ ἢ κλέπτει τὰ ἑαυτοῦ ἢ τὸν ἑαυτοῦ τοῖχον διορύττει ἢ ἑαυτὸν ὑβρίζει ἢ πλήττει. ὅλως δὲ ἐλέγχεται ψεῦδος εἶναι τὸ ἑαυτόν τινα ἀδικεῖν καὶ ἑκουσίως ἀδικεῖσθαι | |
20 | διὰ τοῦ ὁρισμοῦ τοῦ ἀδικεῖσθαι, ὅ ἐστι τὸ ἄδικα πάσχειν παρὰ τὴν αὑτοῦ βούλησιν. | |
22n | Ὅτι χεῖρον κακὸν τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι. κεφ. ιηʹ. | |
23 | Φανερὸν δέ, ὅτι ἄμφω μὲν φαῦλα, καὶ τὸ ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν, καὶ γὰρ ἄμφω τοῦ μέσου ἔξω πίπτουσι, καὶ τὸ μὲν ἀδικεῖν | |
25 | πλέον ἐστί, τὸ δὲ ἀδικεῖσθαι ἔλαττον, τὸ δὲ δικαιοπραγεῖν ἴσον καὶ μέσον, ὥσπερ τὸ ὑγιεινὸν ἐν ἰατρικῇ καὶ τὸ εὐεκτικὸν ἐν γυμναστικῇ. ἄμφω μὲν οὖν φαῦλα, χεῖρον δέ ἐστι τὸ ἀδικεῖν. τὸ μὲν γὰρ ἀδικεῖν καὶ κακόν ἐστι καὶ ψέγεται· καὶ κακὸν ἢ κατὰ τελείαν κακίαν, ἤτοι τὴν καθόλου ἀδι‐ κίαν, ἢ τὴν μερικήν· καὶ ἢ ἑκουσίως καὶ μετὰ προαιρέσεως, ὅ ἐστι τὸ | |
30 | τελείως ἀδικεῖν ἢ ἑκουσίως μέν, οὐ μετὰ προαιρέσεως δέ, ὅπερ ἐγγύς ἐστι τοῦ ἀδικεῖν, καὶ οὐ τέλειον· οὐ γὰρ ἅπαν ἑκούσιον βλαβερὸν τοῦ πλησίον καὶ ἄδικον. τὸ δὲ ἀδικεῖσθαι κακὸν μέν ἐστιν, οὐ ψέγεται δέ, ὅτι μὴ διὰ πονηρίαν ἢ ἄλλην τινὰ κακίαν ἀδικεῖταί τις. καθ’ αὑτὸ μὲν οὖν τὸ ἀδικεῖσθαι ἧττον κακόν ἐστι τοῦ ἀδικεῖν· κατὰ συμβεβηκὸς δὲ οὐ‐ | |
35 | δὲν κωλύει καὶ χεῖρον εἶναι, διότι συνέβη πολλάκις τὸ ἀδικεῖσθαι μείζονος βλάβης αἴτιον γενέσθαι ἢ τὸ ἀδικεῖν· ὥσπερ εἴ τις διὰ τὸ ἀδικεῖσθαι ὀρ‐ γισθεὶς πῦρ ἀνῆψε τῇ τοῦ ἀδικοῦντος οἰκίᾳ, ἐκεῖθεν δὲ συνέβη πᾶσαν ἐμπρησθῆναι τὴν πόλιν. ὅμως δὲ καὶ οὕτω μεῖζον κακὸν τὸ ἀδικεῖν· | |
οὐδὲν γὰρ αὐτὸ ἑαυτοῦ χεῖρον διὰ τὰ συμβεβηκότα· ἐπεὶ οὐδὲ πλευρῖτις | 111 | |
112 | ἔλαττον κακόν ἐστι τοῦ προσπταίσματος, διότι συνέβη τινὰ προσπταίσαντα ὑπὸ τῶν πολεμίων ληφθῆναι καὶ ἀποθανεῖν. τὸ μὲν οὖν κυρίως δίκαιον καὶ ἄδικον καὶ δικαιοσύνη καὶ ἀδικία τὰ εἰρημένα ἐστί. λέγεται δὲ καὶ ἄλλο οὐ κυρίως ἀλλὰ κατὰ μεταφορὰν καὶ ὁμοιότητα τοῦ δικαίου, ὅπερ | |
5 | ἔχει τις πρὸς τὰ ἑαυτοῦ, ὥσπερ ὁ δεσπότης πρὸς τὸν δοῦλον καὶ ὁ πατὴρ πρὸς τὸν υἱόν. καθ’ ὃ καὶ ἡ ψυχὴ πρὸς τὰ ἑαυτῆς μέρη δικαία λέγεται ἢ ἄδικος· καὶ τὸ λογικὸν τοῦ ἀλόγου διέστηκε· καὶ τὸ μὲν λογικὸν ἄρχει καὶ τάττει, τὸ δὲ ἄλογον ἄρχεται καὶ τάττεται. πρὸς ὃ δή τινες βλέποντες νομίζουσιν ἀδικεῖν τινα ἑαυτὸν καὶ δικαιοῦν· ὅτι ποτὲ μὲν ὁ λόγος ἀκο‐ | |
10 | λουθεῖ τῷ ἀλόγῳ, ποτὲ δὲ ἀντίκειται, ὅταν τις ποιῇ παρὰ τὰς ἑαυτοῦ ὀρέξεις· καὶ ἔχουσιν ὥσπερ ἄρχον πρὸς [τὸ] ἀρχόμενον· καὶ δίκαιόν ἐστιν ἐν αὐτοῖς, ὅπερ ἐν ἀρχομένῳ καὶ ἄρχοντι. περὶ μὲν οὖν δικαιοσύνης καὶ τῶν ἄλλων τῶν ἠθικῶν ἀρετῶν διωρίσθω τὸν τρόπον | |
τοῦτον. | 112 | |
113(1t) | ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Ζ. | |
2n | Ὅτι λοιπὸν περὶ τοῦ ὀρθοῦ διορίσασθαι λόγου τίς ἐστιν. κεφ. αʹ. | |
3 | Ἐπεὶ δὲ ἐν τοῖς προειρημένοις περὶ τῶν ἀρετῶν λόγοις ἐκεῖνο κεφά‐ λαιον ἐποιούμεθα, ὅτι τὸ μέσον ἐστὶν ἐν παντὶ πάθει καὶ πάσῃ πράξει τὸ | |
5 | ἐπαινετὸν καὶ τὸ ἄριστον καὶ τοῦτο δέον αἱρεῖσθαι, μὴ τὴν ὑπερβολὴν ἢ τὴν ἔλλειψιν, μέσον δὲ εἶναι ἐλέγομεν, ὅπερ ὁ ὀρθὸς λόγος κελεύει, ῥητέον ἂν εἴη, τίς ὁ ὀρθὸς λόγος καὶ τίς ὁ ὅρος αὐτοῦ. ἐν πάσαις γὰρ ταῖς εἰρημέναις ἕξεσι, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων πράξεων ἢ ἕξεών ἐστί τις σκοπός, πρὸς ὃν ἀποβλέπων ὁ τὸν λόγον ἔχων καὶ ὑπ’ | |
10 | αὐτοῦ ταττόμενος αὐξάνει μὲν τὰ ἐλάττω τοῦ δέοντος, συστέλλει δὲ τὰ ὑπὲρ τὸ δέον, εἴτε πάθη εἶεν εἴτε πράξεις εἴτε ἄλλο τι τῶν δυνατῶν καὶ ἐπιτείνεσθαι καὶ ἀνίεσθαι· καὶ ἔστι τις κανὼν καὶ ὅρος, δι’ οὗ τὸ μέσον γινώσκεται, ὃ λέγομεν κατὰ τὸν ὀρθὸν λόγον γίνεσθαι, καὶ μεταξὺ εἶναι τῆς ὑπερβολῆς καὶ τῆς ἐλλείψεως· ἀνάγκη τοίνυν τοὺς μέλλοντας γινώσκειν | |
15 | περὶ τοῦ μέσου τὸν ὅρον αὐτοῦ γινώσκειν καὶ τὸν κανόνα· τοῦτο δὲ ὁ ὀρθός ἐστι λόγος. τὸ γὰρ οὕτως ἁπλῶς εἰπεῖν, μέσον ἐστὶ τὸ κατὰ τὸν ὀρθὸν γινόμενον λόγον, ἀληθὲς μέν, οὐδὲν δὲ σαφές· ἄδηλον γάρ ἐστι τὸ μέσον τοῖς μὴ τὸν ὀρθὸν γινώσκουσι λόγον. καὶ γὰρ καὶ ἐν ταῖς ἄλλαις πράξεσι καὶ σπουδαῖς, ἐν αἷς ἐστιν ἐπιστήμη, ἀληθὲς μὲν εἰπεῖν, ὅτι οὔτε | |
20 | πλείω τοῦ δέοντος οὔτε ἐλάττω δεῖ πονεῖν, ἀλλὰ τὰ μέσα καὶ ὡς ὁ ὀρθὸς λόγος· οὐ δυνατὸν δὲ ἀπὸ τούτου μόνου τὸ δέον μαθεῖν. οὐδὲ γὰρ τὰ ἰατρικὰ καὶ ὑγιεινὰ γνώσεταί τις καὶ οἷα δεῖ προσάγειν τῷ νοσοῦντι, εἰ μόνον ἀκούσεται ὅτι ὑγιεινά ἐστι καὶ ἰατρικά, ἅπερ ἂν ἡ ἰατρικὴ καὶ ὁ ταύτην ἔχων ἰατρὸς κελεύοι ποιεῖν· καὶ γὰρ ἀληθὴς μὲν ὁ λόγος, ἄδηλον | |
25 | δὲ τὸ ζητούμενον οὐδὲν ἧττον. τὸν αὐτὸν δὴ τρόπον καὶ περὶ τῶν μέσων ἕξεων τῆς ψυχῆς οὐκ ἀληθῆ λόγον μόνον εἰπεῖν ἀναγκαῖον ἀλλὰ καὶ δη‐ | |
λωτικόν. τοῦτο δέ ἐστι τὸ περὶ τοῦ ὀρθοῦ διορίσασθαι λόγου, τίς τέ ἐστι | 113 | |
114 | καὶ τίς ὁ ὅρος αὐτοῦ· λέγωμεν τοίνυν περὶ τοῦ ὀρθοῦ λόγου, ἄνωθεν ἀρξάμενοι. | |
3n | Διαίρεσις τοῦ λογικοῦ τῆς ψυχῆς· καὶ τίνα ἐν ἡμῖν τὰ κύρια | |
4n | πράξεως. κεφ. βʹ. | |
5 | Ἐν τοῖς προειρημένοις διελόντες τὰς τῆς ψυχῆς ἀρετάς, τὰς μὲν ἠθικὰς ἐλέγομεν εἶναι, ὅσαι τοῦ παθητικοῦ τῆς ψυχῆς μέρους, τὰς δὲ διανοητικάς, ὅσαι τῆς διανοίας εἰσί. περὶ μὲν οὖν τῶν ἠθικῶν διεληλύθαμεν, περὶ δὲ τῶν λοιπῶν ἤδη λέγομεν· ἐν αὐταῖς γὰρ τὸν ὀρθὸν εὑρήσομεν λόγον, ἐκεῖνο πρῶτον εἰπόντες περὶ τῆς ψυχῆς. πρότερον 〈μὲν〉 οὖν δύο μέρη | |
10 | τῆς ψυχῆς εἴπομεν εἶναι, τό τε λόγον ἔχον καὶ τὸ ἄλογον, νῦν δὲ τὸ λόγον ἔχον διαιροῦντες, λέγομεν δύο εἶναι τὰ λόγον ἔχοντα, ἓν μέν, δι’ οὗ τὰ ἀναγκαῖα γινώσκομεν καὶ ἀεὶ ὡσαύτως ἔχοντα καὶ ἃ μὴ ἐνδέχεται ἄλλως ἔχειν, ἄλλο δέ, δι’ οὗ τὰ ἐνδεχόμενα γινώσκομεν καὶ ἄλλοτε ἄλλως ἔχοντα. καὶ γὰρ ἐπεὶ τὰ γνωστὰ διάφορά εἰσι καὶ τῷ εἴδει ἕτερα, καὶ | |
15 | τὰς γνώσεις ἕπεται διαφόρους εἶναι τῷ εἴδει. τὴν γὰρ γνῶσιν ὁμοίαν εἶναι τῷ γινωσκομένῳ καὶ ἀναγκαίαν μὲν τὴν τοῦ ἀναγκαίου, ἐνδεχομένην δὲ τὴν τοῦ ἐνδεχομένου, πᾶσα ἀνάγκη· καὶ γὰρ ἐνδεχομένη γνῶσίς ἐστιν, ἥτις οὐκ ἀεὶ ἀληθεύει· ψεύδεται δὲ ἡ γνῶσις, ὅταν τὸ γινωσκόμενον μὴ οὕτως ἔχῃ ὥσπερ γινώσκεται· τὸ δὲ μὴ οὕτως ἔχειν ὥσπερ εἶχε τῶν | |
20 | ἐνδεχομένων ἐστὶ καὶ ἄλλοτε ἄλλως ἐχόντων· τῶν ἐνδεχομένων ἄρα ἡ γνῶσις ἐνδεχομένη ἐστί. διὰ τὰ αὐτὰ δὴ καὶ τῶν ἀναγκαίων ἀναγκαία ἡ γνῶσις· πᾶσα γὰρ γνῶσις καθ’ ὁμοιότητά τινα καὶ οἰκειότητα γίνε‐ ται· καὶ γὰρ ἐφαρμογή τίς ἐστι καὶ ἐπαφὴ τοῦ γινωσκομένου καὶ τοῦ γι‐ νώσκοντος. ἐπεὶ τοίνυν διττὴ ἡ γνῶσις, ἡ μὲν ἀναγκαία, ἡ δὲ ἐνδεχομένη, | |
25 | καλείσθω ἡ μὲν ἀναγκαία ἐπιστημονική, ἡ δὲ ἐνδεχομένη λογικὴ ἢ βου‐ λευτική. τὸ γὰρ βουλεύεσθαι καὶ λογίζεσθαι ταὐτόν· ἔστι γὰρ ἡ βούλευσις περὶ τὰ ἐνδεχόμενα· οὐδεὶς γὰρ βουλεύεται περὶ τῶν μὴ ἐνδεχομένων ἄλλως ἔχειν· ἀνάγκη γὰρ ὁμοίως ἔχειν, καὶ οὐδὲν ἡ βουλὴ κινήσει οὐδὲ μεταβαλεῖ. ἐπεὶ τοίνυν περὶ τὰ ἐνδεχόμενα τὸ βου‐ | |
30 | λευτικόν, περὶ δὲ τὰ ἐνδεχόμενα αὐτό φαμεν εἶναι τὸ λογιστικόν, ταὐτὸν ἂν εἴη τὸ λογιστικὸν καὶ βουλευτικόν. ἔστιν ἄρα τὸ βουλευτικὸν τὸ ἕτερον μέρος τοῦ λογικοῦ. ἐπεὶ δὲ περὶ τῶν διανοητικῶν ἀρετῶν ὁ λόγος ἡμῖν, τουτέστι τῶν οὐσῶν ἐν τῇ διανοίᾳ, τῷ λογικῷ. τὰ δὲ μέρη τοῦ λογικοῦ τὸ ἐπιστημονικόν ἐστι καὶ βουλευτικόν, ἐν αὐτοῖς τοῖς μέρεσι τοῦ λογικοῦ | |
35 | ζητητέον ἡμῖν τὰς διανοητικὰς ἀρετάς· ληπτέον ἄρα ἑκατέρου τούτων τίς ἡ βελτίστη ἕξις· αὕτη γὰρ ἀρετὴ ἑκατέρου. ἐπεὶ δὲ ἡ ἀρετὴ ἐν τοῖς οἰκείοις ἔργοις θεωρεῖται, ζητητέον τίνα τὰ ἔργα τὰ προσήκοντα | |
τῷ ἐπιστημονικῷ καὶ βουλευτικῷ. τρία τοίνυν ἐστὶν ἐν τῇ ψυχῇ τὰ | 114 | |
115 | κύρια πράξεως καὶ ἀληθείας. ἀληθείας μὲν κύρια νοῦς καὶ αἴσθησις, ὅτι ἑκάτερον γνῶσίς ἐστιν· ἡ δὲ γνῶσις τέλος ἔχει τὴν ἀλήθειαν· πράξεως δὲ ἡ ὄρεξις· ἐν αὐτῇ γάρ ἐστι πᾶσα πράξεως ἀρχή, καὶ παντὸς ἔργου αὕτη αἰτία. ὁ μὲν γὰρ νοῦς γινώσκει ὅτι τόδε τι δέον ποιῆσαι, ἡ δὲ εἰς | |
5 | τὴν πρᾶξιν κίνησις ἀπὸ τῆς ὀρέξεως γίνεται· ἡ δὲ αἴσθησις οὐδεμιᾶς ἐστιν ἀρχὴ πράξεως. δῆλον δὲ ἀπὸ τῶν ἀλόγων· καὶ γὰρ αἴσθησιν ἔχοντα οὐ δύνανται πρᾶξιν ἔχειν· πρᾶξις γάρ ἐστιν ἡ μετὰ βουλεύσεως ἐνέργεια· ὥστε ἡ μὲν αἴσθησις οὐδεμιᾶς αἰτία πράξεως, ὁ δὲ νοῦς καὶ ἡ ὄρεξις πασῶν πράξεών εἰσιν ἀρχή, ὁ μὲν τὰ δέοντα διδάσκων, ἡ δὲ ἐπὶ τὸ πράττειν | |
10 | κινοῦσα. ὃν δὲ ἔχει λόγον ἐν τῇ διανοίᾳ κατάφασις καὶ ἀπόφασις, τοῦτον ἔχει ἐν τῇ ὀρέξει δίωξις καὶ φυγή· ὥστε ἐπεὶ ἡ ἠθικὴ ἀρετὴ ἕξις ἐστὶ προαιρετική, ἡ δὲ προαίρεσις ὄρεξις βουλευτική (προαίρεσις γάρ ἐστι τὸ θελῆσαι καὶ ἑλέσθαι τὸ βουλευθέν), πᾶσα ἀνάγκη, εἴπερ ἡ προαίρεσις ἀγαθή ἐστι καὶ σπουδαία, ἐκεῖνα αἱρεῖσθαι, ὅσα σπουδαῖα, καὶ τὴν ὄρεξιν | |
15 | ὀρθὴν εἶναι τὸ ἀγαθὸν βουλομένην. οὐ δύναται δὲ ἡ προαίρεσις τὸ ἀγαθὸν ἐθέλειν, μὴ τῆς βουλεύσεως διδασκούσης· ὥστε ἀνάγκη εἶναι τὴν μὲν βού‐ λευσιν ἀληθῆ λέγειν, τὴν δὲ προαίρεσιν ἑλέσθαι· καὶ τὴν ὄρεξιν τὸ ἀγαθὸν διώκειν, καὶ τὸ αὐτὸ τὴν μὲν βούλευσιν λέγειν, τὴν ὄρεξιν δὲ διώκειν. αὕτη μὲν οὖν ἡ διάνοια, τὸ λογιστικὸν δηλονότι καὶ βουλευτικόν, καὶ | |
20 | ἡ κατ’ αὐτὴν ἀλήθεια πρακτικὴ καλεῖται, διότι τέλος ἔχει τὴν πρᾶξιν τοῦ ἀγαθοῦ· καὶ ἔστιν αὐτῆς ἔργον ἡ εἰρημένη ἀλήθεια, ἥτις ἐστὶ περὶ τὸ ἀγαθὸν καὶ κακόν· τῆς δὲ θεωρητικῆς διανοίας καὶ μὴ πρακτικῆς ἔργον ἐστὶν ἡ ἀλήθεια καὶ τὸ ψεῦδος. καὶ τέλος ἔχει τὴν γνῶσιν τοῦ ἀληθοῦς· τοῦτο γάρ ἐστιν ἔργον παντὸς διανοητικοῦ, καθόσον ἐστὶ διανοητικός. ὃς | |
25 | δὲ διανοητικὸς καὶ πρακτικός ἐστιν, ἐκείνην τὴν ἀλήθειαν ἔργον ἔχει, ἥτις σύμφωνός ἐστι τῇ σπουδαίᾳ πράξει καὶ τῇ ὀρθῶς ἐχούσῃ καὶ σπουδαίως ὀρέξει. | |
28n | Ὅτι ἡ πρακτικὴ διάνοια ἀρχή ἐστι τῆς προαιρέσεως. κεφ. γʹ. | |
29 | Ἡ μὲν οὖν προαίρεσις αἰτία καὶ ἀρχὴ πράξεως· αἰτία δὲ οὐ τελική | |
30 | (οὐ γὰρ ἕνεκα τῆς προαιρέσεως πράττομεν), ἀλλὰ ποιητικὴ μᾶλλον· πρὶν γὰρ πρᾶξαι προαιρούμεθα, τὸ δὲ τέλος μετὰ τὴν πρᾶξιν· προαιρέσεως δὲ ἀρχὴ ὄρεξις καὶ λόγος, ἥτις ἐστὶν ἡ βούλευσις. τὸ ἕτερον τοῦ λογικοῦ μέρος τὸ λογιστικὸν καὶ βουλευτικόν, ὃ τὴν ἀλήθειαν ζητεῖ μέν, οὐ δι’ ἑαυτὴν δέ, ἀλλὰ τῆς πράξεως τοῦ ἀγαθοῦ χάριν· διὰ τοῦτο δέ, ὅτι ὁ | |
35 | λόγος καὶ ἡ ὄρεξις τῆς προαιρέσεώς εἰσιν ἀρχαί, οὐδὲ δυνατὸν προαίρεσιν εἶναι ἄνευ διανοίας καὶ ἠθικῆς ἕξεως· ἀπὸ γὰρ τῆς ἠθικῆς ἕξεως ἡ ὄρεξις γίνεται τοῦ ἀγαθοῦ ἢ τοῦ κακοῦ. καθὸ δὲ θεωρητικὴ ἡ διάνοια, οὐδενός ἐστιν ἀρχή, οὐδὲν γὰρ κινεῖ, ἀλλὰ μόνον καθὸ πρακτικὴ τῶν εἰρη‐ μένων ἐστὶν ἀρχὴ τῆς τε ὀρέξεως καὶ τῆς προαιρέσεως καὶ τῆς πράξεως· | |
40 | ἔτι δὲ καὶ τῆς ποιητικῆς ἀρχή ἐστιν ἡ πρακτικὴ αὕτη διάνοια. διαφέρει | 115 |
116 | γὰρ ποιητικὴ πρακτικῆς· ἡ μὲν γὰρ πρακτικὴ τοῦ ἀγαθοῦ τέλος ἔχει αὐτὸ τὸ εὖ πράττειν τὸ ἀγαθόν, καὶ μέχρι τούτου σκοπεῖ, ὅπως εὖ πράξει τὰ τῇ ὀρέξει δοκοῦντα, ἡ δὲ ποιητικὴ αὐτό ἐστι τὸ πράττειν εὖ τὸ ἀγαθὸν καὶ τέλος ἔχει τὴν ἀνθρωπίνην εὐδαιμονίαν. καὶ τὸ μὲν τέλος τῆς πρακτι‐ | |
5 | κῆς καθ’ αὑτό ἐστι, τὸ δὲ τέλος τῆς ποιητικῆς πρός τι· καὶ γὰρ πρὸς τὸν ἄνθρωπον ἀναφέρεται· τὴν γὰρ ὠφέλειαν τοῦ ἀνθρώπου ζητεῖ. ἐπεὶ τοίνυν ὅπερ ἔχει τέλος ἡ πρακτικὴ διάνοια καὶ οὗ ἐστιν ἀρχὴ καὶ αἰτία, τὴν πρᾶξιν τοῦ ἀγαθοῦ, τοῦτο ἀρχὴν ἔχει τοῦ ἰδίου τέλους ἡ ποιητική (ἀπὸ γὰρ τῆς ἀγαθῆς πράξεως ἡ ἀνθρωπίνη εὐδαιμονία), διὰ τοῦτο καὶ | |
10 | αὐτῆς ἀρχὴ λέγεται. ἐπεὶ δὲ ἀρχή ἐστιν ἡ διάνοια τῆς ὀρέξεως, ἡ δὲ ὄρεξις τῆς προαιρέσεως, εἴη ἂν ἡ προαίρεσις ἢ ὀρεκτικὸς νοῦς ἢ ὄρεξις διανοητική· ταῦτα δ’ ἂν εἴη ἐν μόνῳ τῷ λογικῷ ζῴῳ, ὅς ἐστιν ἄν‐ θρωπος. | |
14n | Περὶ τέχνης ἐπιστήμης φρονήσεως καὶ σοφίας καὶ νοῦ, καὶ τίνι | |
15n | διαφέρει τῶν λοιπῶν ἡ ἐπιστήμη. κεφ. δʹ. | |
16 | Ἡ μὲν οὖν προαίρεσις τοιαύτη, προαιρετὰ δέ, δηλονότι ἃ δυνάμεθα προαιρεῖσθαι, τὰ ἐνδεχόμενά εἰσι, καὶ τούτων τὰ μέλλοντα· περὶ γὰρ τῶν παρελθόντων οὐδεὶς βουλεύεται εἰ δεῖ ποιῆσαι· περὶ ὧν δὲ οὐδεὶς βουλεύεται οὐδὲ προαιρεῖται· τὰ γὰρ βουλευτὰ καὶ προαιρετά, ὡς ἐν τοῖς | |
20 | περὶ προαιρέσεως εἴρηται· οὐδεὶς γὰρ προαιρεῖται Ἴλιον πεπορθηκέναι· διὸ ὀρθῶς Ἀγάθων εἶπε μόνου γὰρ αὐτοῦ καὶ θεὸς στερίσκεται, ἀγένητα ποιεῖν ἅσς’ ἂν ᾖ πεπραγμένα. καὶ ταῦτα μὲν οὕτως ἔχει· λέγομεν δὲ περὶ τοῦ ἔργου τοῦ τε ἐπιστημονι‐ | |
25 | κοῦ διανοητικοῦ καὶ τοῦ βουλευτικοῦ ἀκριβέστερον. τὸ μὲν γὰρ ἔργον ἑκατέρων, ὡς δέδεικται, ἀλήθειά ἐστι· τοῦ ἔργου δὲ δειχθέντος ἑκατέρου, φανερά ἐστιν αὐτῶν ἡ ἀρετή· ἑκάστου γὰρ ἡ ἀρετὴ ἐν τῷ οἰκείῳ ἔργῳ αὐτοῦ συνίσταται· τὸ γὰρ εὖ καὶ καλῶς ποιῆσαι τὸ ἔργον, τοῦτό ἐστιν ἡ ἀρετή· αἱ τοίνυν ἕξεις καθ’ ἃς δυνήσεται ἑκάτερον αὐτῶν τὴν οἰκείαν ἀλή‐ | |
30 | θειαν ἀληθεύειν, ὡς ἔνι μάλιστα δυνατόν, αὗταί εἰσιν αἱ ἀρεταὶ ἑκατέρου. ἀρξάμενοι οὖν ἄνωθεν περὶ αὐτῶν πάλιν λέγωμεν. ἐπεὶ περὶ τῆς ἀληθείας ὁ λόγος ἡμῖν, ζητητέον ποσαχῶς ἡ ψυχὴ δύναται ἀληθεύειν ἐν τῷ καταφάσκειν καὶ ἀποφάσκειν, καὶ πόσαι εἰσὶν αἱ ἕξεις καθ’ ἃς ἀλη‐ θεύομεν. εἰσὶ τοίνυν πέντε τὸν ἀριθμόν, τέχνη ἐπιστήμη φρόνησις | |
35 | σοφία νοῦς· τὴν γὰρ ὑπόληψιν καὶ τὴν δόξαν, ὡς ἐνδεχομένως ἀληθεύου‐ σαν, παραλείπομεν. τῶν γὰρ εἰρημένων πέντε δυνάμεων νοῦς μὲν οὐδέ‐ ποτε ψεύδεται οὐδὲ ἡ ἐπιστήμη· τοῦτο γάρ ἐστιν αὐτοῖς τὸ εἶναι, τὸ ἐξ | |
ἀνάγκης ἀληθεύειν· τέχνη δὲ καὶ φρόνησις καὶ σοφία ψεύδονται μέν ποτε, | 116 | |
117 | ἀλλ’ οὐ δι’ ἑαυτάς, ἀλλὰ διὰ τὴν τῆς ὕλης ἀνωμαλίαν· τότε γάρ τις μέθοδος ψεύδεται δι’ ἑαυτήν, ὅταν ἀπὸ τῶν κανόνων αὐτῆς τὸ ψεῦδος συνάγηται· εἰ δ’ αὐτὴ μὲν περὶ τοὺς οἰκείους κανόνας ὑγιῶς ἔχει, τὰ δὲ πράγματα ἄλλοτε ἄλλως ἔχοντα τὸ ψεῦδος ποιοῦσιν, οὐκ αὐτὴ λέγοιτο ἂν | |
5 | δικαίως ψευδής, ἡ δὲ ὑπόληψις καὶ ἡ δόξα· καὶ τῶν γινωσκομένων ἀεὶ ὡσαύτως ἐχόντων αὐτὴ ψεύδεται, ὅθεν δῆλον ὅτι οὐ δι’ ἑαυτὴν ψεύδεται, ὥσπερ τὸ οἴεσθαι τὸν ἥλιον ποδιαῖον εἶναι ἢ τὴν σελήνην οἴκοθεν ἔχειν τὸ φῶς· τούτων γὰρ ὡς ἔχουσιν ἀεὶ ὁμοίως ἐχόντων ἡ· περὶ αὐτῶν δόξα καὶ ὑπόληψις ψεύδεται. τὰ μὲν οὖν ἀληθεύοντα πέντε εἰσὶν ὡς εἴρηται· | |
10 | ῥητέον δὲ τί ἐστιν ἕκαστον αὐτῶν· καὶ γὰρ εἰ καὶ ὁμοιότητας ἔχουσι πρὸς ἄλληλα (καὶ γὰρ πολλὰ 〈κοινὰ〉 τέχνῃ καὶ ἐπιστήμῃ καὶ αὖθις ἐπιστήμῃ καὶ σοφίᾳ καὶ τοῖς ἄλλοις ὁμοίως), ἀλλ’ ὅμως ἀκριβῶς σκοποῦσι περὶ αὐτῶν καὶ διάφορά εἰσι καὶ διάφορος ὁ ἑκάστου λόγος. ἐπιστήμη μὲν οὖν ἐστι γνῶσις τῶν ἀναγκαίων· ἐκεῖνο γὰρ λέγομεν ἐπίστασθαι, ὃ οὐκ ἐνδέ‐ | |
15 | χεται ἄλλως ἔχειν καὶ οὗ βεβαίως ἐστὶν ἡ ἀλήθεια παρ’ ἡμῖν διὰ τὸ ἐπὶ τοῦ αὐτοῦ μένειν· ἡ γὰρ περὶ τὰ ἐνδεχόμενα ἀλήθεια οὐχ οὕτω βε‐ βαία· μετὰ γὰρ τὸ γνωσθῆναι μεταβάλλεται καὶ πολλάκις λανθάνει ἀπο‐ γινόμενον, ὥστε μηδὲ τὸν περὶ αὐτοῦ λόγον καὶ τὴν ἀλήθειαν ἑστάναι, ἀλλὰ ἄλλοτε ἄλλως ἔχειν· οὗ δὲ ἡ γνῶσις βεβαία καὶ ἕστηκεν, ἐκεῖνό ἐστι | |
20 | τὸ ἀναγκαῖον καὶ ὁμοίως ἔχον ἀεί. τοιαῦτα δέ εἰσι τὰ ἀίδια· ἀνάγκη ἄρα τὸ ἐπιστητὸν ἀίδιον εἶναι καὶ τὴν ἐπιστήμην γνῶσιν εἶναι τῶν ἀιδίων. ἔτι πᾶσα ἐπιστήμη διδακτή ἐστι καὶ τὸ ἐπιστητὸν μαθητόν. πᾶσα δὲ διδασκαλία καὶ μάθησις ἐκ προϋπαρχούσης γίνεται γνώσεως, ὡς ἐν τοῖς Ἀναλυτικοῖς λέγομεν· πάσης ἄρα ἐπιστήμης εἰσὶν ἀρχαί. καὶ αἱ μὲν τῶν | |
25 | ἐπιστημῶν ἀρχὰς ἔχουσιν ἀμέσους καὶ ἀναποδείκτους δι’ ἐπαγωγῆς δεικνυ‐ μένας, οἷαί εἰσιν αἱ τῆς γεωμετρίας ἀρχαί, τινὲς δὲ ἐξ ἀρχῶν ὁρμῶνται ἀποδεικτῶν, αἳ συλλογισμῷ δείκνυνται, ἄλλης ἐπιστήμης ὑψηλοτέρας, οἵα ἐστὶν ἡ ὀπτική, καθάπερ ἀρχαῖς χρωμένη ταῖς ἀποδείξεσι τῆς γεωμετρίας. ἡ μὲν οὖν ἐπαγωγὴ καθάπερ ἀρχή ἐστι καὶ τῶν ἀναποδείκτων ἀρχῶν, αἳ | |
30 | καθόλου μέν εἰσι, γινώσκονται δὲ ἀπὸ τῶν καθ’ ἕκαστα, ὁ δὲ συλλογισμός, ὃς πιστοῦται τὰς ἀποδείκτους ἀρχὰς ἐνίων ἐπιστημῶν, ἀρχὰς ἔχει τὰς κα‐ θόλου καὶ ἀναποδείκτους ἐννοίας· εἰσὶν ἄρα ἀρχαὶ ἐπιστήμης αἱ καθόλου καὶ κοιναὶ ἔννοιαι, ἐξ ὧν ὑποτιθεμένων συλλογιζόμεθα, ἃς οὐ πιστοῦται συλλογισμὸς ἀλλ’ ἐπαγωγή, ὑφ’ ἧς ἐπιστήμης ἄλλη ἀποδείκνυται ἐπιστήμη, | |
35 | ἥτις καὶ ὑπ’ αὐτὴν εἶναι λέγεται. καὶ διὰ τοῦτο πᾶσα ἐπιστήμη ἀπὸ αὐτοπίστων τῶν ἐσχάτων ἀρχῶν ἀποδείκνυται. ἔστιν ἄρα ἐπιστήμη ἕξις ἀποδεικτικὴ ἐκ τῶν καθ’ αὑτὸ καὶ ᾗ αὐτό, καὶ πρώτων καὶ αἰτίων τοῦ συμπεράσματος ἀποτελουμένη, καθάπερ ἐν τοῖς Ἀναλυτικοῖς διωρισάμεθα. καὶ γὰρ ὅταν τις ὑποθέσεις τινὰς πιστεύῃ καὶ γνώριμοι αὐτῷ ὦσιν αἱ τοῦ | |
40 | πράγματος ἀρχαί, τότε ἐπίστασθαι αὐτὸ δύναται· εἰ γάρ τις μὴ τὰς ἀρχὰς | 117 |
118 | γινώσκοι μηδὲ φανερώτεραι εἶεν αἱ προτάσεις τοῦ συμπεράσματος αὐτῷ, κατὰ συμβεβηκὸς ἔχει τὴν ἐπιστήμην· οὐ γὰρ δι’ ἑαυτοῦ ὁ τοιοῦτος ἐπί‐ σταται καὶ διὰ τὴν ἐγκειμένην αὐτῷ τῶν ἀρχῶν γνῶσιν, ἀλλὰ παρ’ ἄλλων ἴσως ἀκούσας· εἰ γὰρ οὕτως ἐγίνωσκε διὰ τὰς ἀρχὰς τὸ συμπέ‐ | |
5 | ρασμα, μᾶλλον ἂν ἐγίνωσκε τὰς ἀρχὰς ἢ τὸ συμπέρασμα· δι’ ὃ γὰρ ἄλλο γνωστόν, ἐκεῖνο μᾶλλον γινώσκεται. περὶ μὲν οὖν ἐπιστήμης διωρί‐ σθω τὸν τρόπον τοῦτον. | |
8n | Περὶ τέχνης. κεφ. εʹ. | |
9 | Ῥητέον δὲ περὶ τῆς τέχνης. τῶν ἐνδεχομένων γὰρ καὶ ἄλλοτε ἄλλως | |
10 | ἐχόντων τὰ μέν εἰσι ποιητά, τὰ δὲ πρακτά· καὶ ποιητὰ μέν, περὶ ἃ ἡ ποίησις, πρακτὰ δέ, περὶ ἃ ἡ πρᾶξίς ἐστι· καὶ ποίησις μέν ἐστιν, ἧς τὸ *** ἐπεὶ δὲ ἕτερόν ἐστι ποίησις τῆς πράξεως, ἕτερον ἂν εἴη ἡ μετὰ λόγου ἕξις πρακτικὴ τῆς μετὰ λόγου ποιητικῆς ἕξεως. ἕτερα δέ εἰσιν οὐχ οὕτως, ὥστε περιέχεσθαι ὑπ’ ἀλλήλων, ὡς τὸ μερικὸν καὶ τὸ καθόλου, | |
15 | ἀλλ’ ὥσπερ ἵππος καὶ βοῦς· οὔτε γὰρ ἡ πρᾶξις ὑπὸ τὴν ποίησιν ἀνάγεται (οὐ γάρ ἐστι ποίησις), οὔτε ἡ ποίησις ὑπὸ τὴν πρᾶξιν (οὐ γάρ ἐστι πρᾶξις). δῆλον δὲ ἀπὸ τῶν ὁρισμῶν ἑκατέρας· ἄλλος γὰρ πράξεως ὁρισμὸς καὶ ἄλλος ποιήσεως. ἔστι δὲ τέχνη μὲν ἕξις μετὰ λόγου ποιητική, ὥσπερ ἡ οἰκοδομική· φρόνησις δὲ ἕξις μετὰ λόγου πρακτική, ὡς μετὰ ταῦτα ῥηθή‐ | |
20 | σεται· ἡ ἄρα τέχνη καὶ τῆς ἐπιστήμης διαφέρει (καὶ γὰρ περὶ ἐνδεχόμενα καταγίνεται), καὶ τῆς φρονήσεως, ὅτι ποιητική ἐστιν οὐ πρακτική· ἡ γὰρ τέχνη πᾶσα ἕξις ἐστὶ μετὰ λόγου ἀληθοῦς ποιητική· καὶ ἥ ἐστι τοιαύτη ἕξις, τέχνη ἐστίν· ἀντιστρέφει γάρ. πᾶσα δὲ τέχνη περὶ γένεσίν ἐστιν ἐκείνων, ἃ ἐνδέχεται γενέσθαι καὶ μὴ γενέσθαι, οἷον ἡ οἰκοδομικὴ περὶ | |
25 | τὸ γενέσθαι οἰκίαν καὶ ἡ ναυπηγικὴ περὶ τὸ γενέσθαι πλοῖον, ἃ ἐνδέχεται γενέσθαι καὶ μὴ γενέσθαι. πλὴν οὐκ ἔστι περὶ πάντα τὰ ἐνδεχόμενα γενέσθαι, ἀλλὰ περὶ ἐκεῖνα μόνον, ὧν ἡ ἀρχὴ τῆς γενέσεως ἐν τῷ ποιοῦντι καὶ οὐκ ἐν τῷ ποιουμένῳ ἐστίν, οἷά ἐστι τὰ φυσικά· τῶν γὰρ κατὰ φύσιν ἡ ἀρχὴ τῆς γενέσεως ἐν αὐτοῖς ἐστι· καί εἰσι μὲν ἐνδεχόμενα, τεχνητὰ | |
30 | δὲ οὔκ εἰσιν· οὐκ ἔχουσι γὰρ τὴν αἰτίαν τῆς ὑπάρξεως ἔξωθεν, ὥσπερ οἰκία τὸν οἰκοδόμον καὶ πλοῖον τὸν ναυπηγόν. ἔστι δὲ ἡ τέχνη καὶ ἡ τύχη σχεδὸν περὶ τὰ αὐτὰ ὑποκείμενα· καὶ γὰρ καὶ ἡ τύχη περὶ ἐνδεχό‐ μενά ἐστι καὶ ἄλλοτε ἄλλως ἔχοντα καὶ ὧν ἡ αἰτία τῆς ὑπάρξεως ἔξωθεν· εἰ γὰρ ἐν αὐτοῖς εἶχον τὰ τυχηρὰ τὰς ἀρχὰς τῆς ὑπάρξεως, οὐκ ἂν ἐδόκει | |
35 | παράδοξα· νῦν δὲ διὰ τοῦτο θαυμάζονται, ὅτι ἡ αἰτία αὐτῶν οὐ μόνον ἔξωθεν ἀλλὰ καὶ ὅθεν ἂν οὐδεὶς προσεδόκησε· τὸ γὰρ σκάπτειν τοῦ πλου‐ | |
τεῖν αἴτιον ὑπῆρξε πολλάκις· θεμελίῳ γάρ τις βόθρον ὀρύττων περιέτυχε | 118 | |
119 | θησαυρῷ· παρὰ προσδοκίαν δέ ἐστι, διότι καθ’ αὑτὸ οὐκ ἔστιν αἴτιον τὸ σκάπτειν τοῦ πλουτεῖν (ᾖ γὰρ ἂν πάντες ἐπλούτουν οἱ σκάπτοντες), ἀλλὰ κατὰ συμβεβηκός· τὰ γὰρ κατὰ συμβεβηκὸς αἴτια, ὧν εἰσιν αἴτια, οὐ προσε‐ δοκῶντο γενέσθαι· ἐκεῖνα γάρ τις περὶ τοῦ πράγματος προσδοκᾷ, ὅσα ἐν | |
5 | τῷ αὐτοῦ περιέχονται λόγῳ, ἢ δυνάμει ἢ ἐνεργείᾳ· τὰ δὲ κατὰ συμβεβηκὸς οὐ τοιαῦτα. ἔστι τοίνυν τέχνη καὶ τύχη τρόπον τινὰ περὶ τὰ αὐτά. τρό‐ πον τινὰ δὲ λέγω, ὅτι τῶν ἐνδεχομένων μέν ἐστι καὶ ἄλλοτε ἄλλως ἐχόν‐ των· οὐκ ἔστι δὲ καθ’ αὑτὸ τούτων αἰτία ἀλλὰ κατὰ συμβεβηκός, ἡ δὲ τέχνη καθ’ αὑτό ἐστιν αἰτία τῶν τεχνητῶν. ἡ μὲν οὖν τέχνη, ὡς | |
10 | εἴρηται, ἕξις ἐστὶ μετὰ λόγου 〈ἀληθοῦσ〉 ποιητικὴ περὶ τὰ ἐνδεχόμενα, ὧν ἡ αἰτία ἐν τῷ ποιοῦντι· ἀτεχνία δὲ τοὐναντίον μετὰ λόγου ψευ‐ δοῦς ποιητικὴ ἕξις περὶ τὸ ἐνδεχόμενον ἄλλως ἔχειν. | |
13n | Περὶ φρονήσεως. κεφ. ϛʹ. | |
14 | Νῦν δὲ λέγομεν περὶ φρονήσεως. γένοιτο δ’ ἂν σαφὴς ὁ περὶ τῆς | |
15 | φρονήσεως λόγος, εἰ θεωρήσομεν, τίνας λέγομεν εἶναι φρονίμους. δοκεῖ δὴ φρόνιμος εἶναι, ὃς δύναται καλῶς βουλεύεσθαι περὶ τὰ αὑτῷ ἀγαθὰ καὶ συμφέροντα, οὐ περὶ τῶν μερικῶν ἀγαθῶν σκοπούμενος, οἷον περὶ ὑγιείας ἢ ἰσχύος ἢ ἄλλου τινὸς καὶ τῶν πρὸς ταῦτα φερόντων, ἀλλὰ περὶ τοῦ εὖ ζῆν ἁπλῶς καὶ ὅσα συντελεῖ πρὸς εὐδαιμονίαν, ὅ ἐστι τὸ ἀνθρώ‐ | |
20 | πινον τέλος. ὅτι δὲ οὕτως ἔχει, δῆλον· φρονίμους γὰρ ὀνομάζομεν τοὺς πρός τι τέλος ἀγαθὸν τὰς ἰδίας πράξεις τάττοντας καὶ καλῶς βουλευομέ‐ νους περὶ αὐτῶν καὶ ὡς ἂν δι’ αὐτῶν δυνηθεῖεν τοῦ σπουδαίου τέλους τυχεῖν, ἐκεῖνα πράττοντας, ὧν οὐκ ἔστι τέχνη· ὥστε καὶ ὅλως ἂν εἴη φρόνιμος ὁ βουλευτικός· εἰ δὲ βουλευτικός, περὶ τὰ ἐνδεχόμενά ἐστιν. οὐ‐ | |
25 | δεὶς γὰρ βουλεύεται περὶ τῶν ἀναγκαίων καὶ μὴ δυναμένων ἄλλως ἔχειν, ἔτι δὲ οὐδὲ περὶ τῶν ἐνδεχομένων μὲν γενέσθαι ὅλως, ὑπ’ αὐτοῦ δὲ γε‐ νέσθαι οὐκ ἐνδεχομένων· ὁμοίως γὰρ οὐδὲ περὶ αὐτῶν βουλεύεταί τις, ἀλλὰ μόνον περὶ τῶν δυνατῶν ὑπ’ αὐτοῦ πραχθῆναι. φανερὸν δὴ ἐκ τῶν εἰρημένων, ὅτι ἡ φρόνησις ἄλλο ἐστὶν οὐ μόνον παρὰ τὴν τέχνην, ὡς | |
30 | δέδεικται, ἀλλὰ 〈καὶ〉 παρὰ τὴν ἐπιστήμην, ὅτι ἡ μὲν περὶ τὰ ἀναγκαῖά ἐστιν, ἡ δὲ φρόνησις περὶ τὰ ἐνδεχόμενα ἄλλως ἔχειν. ἔστι γὰρ φρόνησις ἕξις ἀληθὴς μετὰ λόγου πρακτικὴ περὶ τὰ ἀνθρώπου ἀγαθὰ καὶ κακά. τῆς τέχνης δὲ διαφέρει, καθὼς εἴρηται, ὅτι ἄλλο πρᾶξις καὶ ἄλλο ποίησις· τῆς μὲν γὰρ ποιήσεως τὸ τέλος ἄλλο ἐστὶ παρὰ τὴν ποίησιν· ἄλλο γάρ | |
35 | ἐστι ναυπηγικὴ καὶ ἕτερον τὸ πλοῖον· τῆς δὲ πράξεως τὸ τέλος οὐκ ἔστιν ἄλλο παρὰ τὴν πρᾶξιν ἀεί· καὶ γὰρ ἐνίοτε αὐτὴ ἡ πρᾶξις τέλος ἐστὶν ἑαυ‐ τῆς, ὅταν εὖ καὶ καλῶς πράττηται· τῆς γὰρ ἱππικῆς τέλος τὸ εὖ καὶ καλῶς ἱππεύειν. ἔστι τοίνυν φρόνησις ἕξις περὶ τὰ ἀνθρώπου ἀγαθὰ ἢ κακά. | |
διὰ τοῦτο Περικλέα καὶ τοὺς τοιούτους φρονίμους οἰόμεθα | 119 | |
120 | εἶναι, διότι τὰ ἑαυτοῖς ἀγαθὰ καὶ τὰ τοῖς ἄλλοις ἀνθρώποις ἐδύ‐ ναντο θεωρεῖν· τοιούτους δὲ εἶναι ἡγούμεθα τοὺς οἰκονομικοὺς καὶ πολιτι‐ κούς. τοῦτο δὲ καὶ ἀπὸ τοῦ ὀνόματος τῆς σωφροσύνης γίνεται δῆλον· ὁ γὰρ σώφρων φυλάττων τὸ ἑαυτοῦ ἀγαθόν, τὴν φρόνησιν λέγεται σώζειν· | |
5 | καὶ τὴν σωφροσύνην, ὡς σώζουσαν τὴν φρόνησιν, τούτῳ προσαγορεύομεν τῷ ὀνόματι. καὶ γὰρ ὁ ἀκόλαστος οὐδεμίαν τῶν ἄλλων γνώσεων τῇ ἡδονῇ διαφθείρει, εἰ μὴ τὴν φρόνησιν μόνην· ἀλλ’ οὔτε τὴν ἐπιστήμην οὔτε τὴν τέχνην οὔτε ἄλλην τινὰ τῶν ἀπηριθμημένων· ἡ γὰρ ἡδονὴ οὐδὲν κωλύει εἰδέναι τὸ τρίγωνον δύο ὀρθὰς ἔχειν, ὅπερ ἐστὶ τῆς ἐπιστήμης, οὐδὲ πῶς | |
10 | δεῖ ναῦν οἰκοδομῆσαι ἢ ἄλλο τι ποιῆσαι τεχνητόν· ἀλλὰ μόνον τὸ πρα‐ κτὸν διαστρέφει, περὶ ὃ ἡ φρόνησίς ἐστιν· αἱ γὰρ ἀρχαὶ καὶ τὰ αἴτια τῶν πρακτῶν τὰ τέλη εἰσίν, ὧν ἕνεκα πράττονται· τέλος δέ ἐστιν ἑκάστῳ πρα‐ κτῷ τὸ ἀγαθὸν τοῦ πράττοντος προσεχῶς, ὅπερ εἰ ἀγνοηθήσεται, τὸ πρακτὸν διαστρέφεται· ἀγνοεῖται δέ, ὅτε τις ὑφ’ ἡδονῆς ἢ λύπης διαφθαρεὶς ἢ ἄλλου | |
15 | τινὸς πάθους οἴεται τὴν ἡδονὴν εἶναι τὸ ἀγαθὸν καὶ τὸ τέλος τὸ προσῆ‐ κον αὐτὸ νομίζει καὶ εἰς αὐτὴν τάττει τὰς πράξεις· καὶ οὕτω διαφθείρει τὸ ἑαυτοῦ ἀγαθόν, ὅ ἐστι τὸ τέλος καὶ ἡ προσήκουσα τῶν πρακτῶν ἀρχή· ἔστι γὰρ ἡ κακία φθαρτικὴ ἀρχῆς. καὶ διὰ τοῦτο τοῦ ἀκολάστου φθείροντος τὴν φρόνησιν, ὁ διασώζων σώφρων καλεῖται· ὥστε ἀνάγκη τὴν | |
20 | φρόνησιν ἕξιν εἶναι μετὰ λόγου ἀληθῆ, περὶ τὰ ἀνθρώπινα ἀγαθὰ πρακτι‐ κήν. δῆλον μὲν οὖν καὶ ἀπὸ τούτων, ὅτι ἄλλο ἐστὶ παρὰ τὴν ἐπιστήμην καὶ τὴν τέχνην καὶ τὰς ἄλλας γνώσεις. ἔτι δὲ τῆς μὲν τέχνης ἐστὶ καὶ κακία καὶ ἀρετή· καὶ γὰρ δυνατὸν καὶ ἀγαθὸν εἶναι τεχνίτην καὶ πονηρόν· φρονήσεως δὲ οὔτε κακία ἐστὶν (ἀδύνατον γὰρ φρόνιμόν τινα φαῦλον εἶναι) | |
25 | οὔτε ἀρετή· αὐτὴ γάρ ἐστιν ἀρετή· ἀρετὴ δὲ ἀρετῆς οὐκ ἔστιν, οὐ γὰρ μεσότης μεσότητος. ἔτι ὁ μὲν κατὰ τὴν τέχνην ἑκὼν ἁμαρτάνων βελτίων τοῦ ἄκοντος ἁμαρτάνοντος, καθόσον ἐστὶ τεχνίτης· ἐπὶ δὲ τῆς φρονήσεως οὐχ οὕτως ἀλλὰ τοὐναντίον· ὁ γὰρ ἑκὼν τὴν φρόνησιν διαφθείρων χείρων τοῦ ἄκοντος. δῆλον οὖν, ὅτι ἡ φρόνησις ἀρετή τίς ἐστι καὶ οὐ τέχνη· | |
30 | ἀρετὴ δέ ἐστι τοῦ δοξαστικοῦ. δυοῖν γὰρ ὄντοιν τῶν λόγον ἐχόντων τῆς ψυχῆς μερῶν, τοῦ τε διανοητικοῦ καὶ τοῦ δοξαστικοῦ, ἤτοι τοῦ βουλευτι‐ κοῦ, τὸ δεύτερον περὶ τὰ ἐνδεχόμενά ἐστι, περὶ ἃ καὶ ἡ φρόνησις. ἔστι δὲ ἡ φρόνησις οὐχ ἕξις μόνον μετὰ λόγου ἀληθής, ὥσπερ ἡ τέχνη, ὅταν μὴ ποιῇ ὁ τεχνίτης τὰ τεχνητά (οὐδὲν γὰρ κωλύει καὶ μὴ ποιοῦντα τεχ‐ | |
35 | νίτην εἶναι καὶ τέχνην τὴν μετὰ λόγου ἕξιν ἀληθῆ), τὴν δὲ φρόνησιν ἀεὶ πρακτικὴν εἶναι πᾶσα ἀνάγκη· τὰ μὲν γὰρ ὑποκείμενα καὶ ἡ ὕλη τῆς τέχνης οὐκ ἀεὶ πάρεστι τῷ τεχνίτῃ· τὰ δὲ τῆς φρονήσεως ὑποκείμενα οὐδέποτε τὸν φρόνιμον ἐπιλείπει· τὰ γὰρ τῆς ψυχῆς πάθη καὶ ἀνθρώπιναι πράξεις καὶ αἱ πρὸς ἀλλήλους τῶν ἀνθρώπων κοινωνίαι καὶ τἄλλα, περὶ ἃ πᾶσα | |
40 | ἀρετή ἐστι καὶ ἡ φρόνησις, ταῦτα τοίνυν ἔξω τοῦ ἀνθρωπίνου βίου γενέσθαι | 120 |
121 | ἀδύνατον· διὰ τοῦτο καὶ λήθη τῆς μὲν τέχνης ἐστι, φρονήσεως δὲ οὐκ ἔστιν. περὶ μὲν οὖν φρονήσεως εἴρηται. | |
3n | Περὶ τοῦ νοῦ. κεφ. ζʹ. | |
4 | Ῥητέον δὲ ἤδη περὶ τοῦ νοῦ, περὶ τίνα ἐστὶ τῶν γνωστῶν. ἐπεὶ | |
5 | τοίνυν ἡ ἐπιστήμη γνῶσίς ἐστι τῶν καθόλου καὶ τῶν ἐξ ἀνάγκης ὄντων, μετὰ λόγου καὶ ἀποδείξεως, ἡ δὲ ἀπόδειξις ἀρχὰς ἔχει, ἃς δεῖ προϋποκεῖ‐ σθαι τῆς ἀποδείξεως τῷ ἐπιστήμονι, ζητητέον τίνος τῶν ἀπηριθμημένων γνώσεών ἐστι τὸ ταύτας εἰδέναι τὰς ἀρχάς, ἐπιστήμης ἢ τέχνης ἢ φρονή‐ σεως ἢ σοφίας ἢ νοῦ. ἐπιστήμης μὲν οὖν οὐ δυνατὸν εἶναι· ἡ γὰρ ἐπι‐ | |
10 | στήμη ἀποδεικτική· αἱ δὲ ἀρχαὶ οὐκ ἀποδεικταί· ἀλλ’ οὐδὲ φρονήσεως, οὐδὲ τέχνης· αἱ μὲν γὰρ περὶ τὰ ἐνδεχόμενα, αἱ δὲ ἀρχαὶ οὐ τοιαῦται· ἔτι δὲ οὐδὲ τῆς σοφίας ἐστὶ τὸ τὰς ἀρχὰς εἰδέναι· καὶ γὰρ καὶ σοφία ἐστί, τὸ ἀποδεικτά τινα εἰδέναι· αἱ δὲ ἀρχαὶ ἄμεσοι. λείπεται δὴ τὸν νοῦν εἶναι γνῶσιν τῶν ἀρχῶν, καὶ τοῦτό ἐστι νοῦς, ᾧ τὰς ἀρχὰς γινώ‐ | |
15 | σκομεν τῆς ἐπιστήμης. | |
16n | Περὶ σοφίας. κεφ. ηʹ. | |
17 | Ἡ δὲ σοφία διχῶς λέγεται· ἔστι γὰρ ἡ μὲν μερικὴ σοφία, ἡ δὲ καθόλου· καὶ μερικὴ μέν ἐστιν ἡ ἑκάστης τέχνης ἀρετὴ καθ’ ἣν τοῦτον ἢ ἐκεῖνον τὸν τεχνίτην σοφὸν λέγομεν κατὰ τὴν αὑτοῦ τέχνην, οἷον τὸν | |
20 | Φειδίαν λιθουργὸν σοφὸν λέγομεν, ὅτι ἄριστός ἐστι τὴν λιθουργικήν, καὶ Πολύκλειτον σοφὸν ἀνδριαντοποιόν. καθόλου δὲ σοφία ἐστί, καθ’ ἣν οὐ κατά τι λέγομέν τινας σοφούς, ὥσπερ Ὅμηρός φησιν ἐν τῷ Μαργίτῃ τὸν δ’ οὔτ’ ἄρ’ σκαπτῆρα θεοὶ θέσαν οὔτ’ ἀροτῆρα οὔτ’ ἄλλως τι σοφόν· | |
25 | ὥστε δῆλον, ὅτι ἡ ἀκριβεστάτη τῶν ἐπιστημῶν ἂν εἴη ἡ σοφία, κἄν τε τὴν μερικὴν εἴπῃ τις κἄν τε τὴν καθόλου· ἥ τε γὰρ μερικὴ αὐτὸ τοῦτό ἐστιν ἀκριβὴς ἐπιστήμη καὶ τέχνη, καὶ ἡ καθόλου διὰ τὸ καθόλου εἶναι ἀκριβεστέρα ἐστὶ τῶν ἄλλων, καθόσον μᾶλλόν ἐστιν ὡρισμένη. ἐπεὶ τοίνυν καθόλου τί ἐστιν ἡ σοφία, δεῖ τὸν σοφὸν τὸν κατ’ αὐτὴν σοφὸν μὴ | |
30 | τὸ μὲν τῶν γνωστῶν εἰδέναι, τὸ δὲ ἀγνοεῖν· καὶ διὰ τοῦτο μὴ μόνον τὰ ἀποδεικτὰ ὁ σοφὸς εἴσεται ἀλλὰ καὶ τὰς ἀρχάς, ὅθεν αἱ ἀποδείξεις, καὶ τὸν ἐγχωροῦντα περὶ αὐτῶν ἀποδώσει λόγον. ὥστε εἴη ἂν ἡ σοφία νοῦς καὶ ἐπιστήμη· καὶ οὕτως ἔσται ἐπιστήμη ἡ τιμιωτάτη, καθάπερ κεφαλὴν ἔχουσα τὰς ἀρχάς. ἐν γὰρ τῷ αὐτῆς λόγῳ καὶ τὰ ἀποδεικτὰ | |
35 | καὶ αἱ ἀρχαὶ λαμβάνονται· ἐπὶ γὰρ τῶν ἄλλων ἐπιστημῶν οὐχ οὕτως ἔχει· | 121 |
122 | οὐ γὰρ ἐν τῷ ὁρισμῷ αὐτῶν ἡ γνῶσις τῶν ἀρχῶν παραλαμβάνεται, ἀλλὰ τῶν ἀποδείκτων μόνον. διαφέρει δὲ ἡ σοφία φρονήσεως, ὅτι ἡ μὲν φρό‐ νησις πολιτική ἐστιν. ἡ δὲ σοφία ἡ τῶν ἄλλων ἐπιστημῶν σπουδαιοτάτη· οὐ γὰρ ἡ φρόνησις σπουδαιοτάτη· σπουδαιοτάτη γάρ ἐστιν, ἥτις περὶ τὸ | |
5 | ἄριστον καταγίνεται· ἡ δὲ φρόνησις περὶ τὰ ἀνθρώπινα ἀγαθὰ καταγίνεται· ὁ δὲ ἄνθρωπος καὶ τὰ αὐτοῦ ἀγαθὰ οὐκ ἔστι τὸ ἄριστον. ἔτι φρόνιμόν ἐστι τὸ εὑρετικὸν τοῦ ἰδίου ἀγαθοῦ· ἀγαθὸν δὲ οὐ πᾶσι τὸ αὐτό· οὐ γὰρ τὸ αὐτὸ πᾶσιν ὑγιεινὸν καὶ ὠφέλιμον· φρόνιμον ἄρα οὐ παρὰ πᾶσι τὸ αὐτό· σοφὸν δὲ τὸ αὐτὸ παρὰ πᾶσιν. τὸ γὰρ ἐπιστητὸν σοφόν· τὸ δὲ τὸ τρί‐ | |
10 | γωνον δύο ὀρθὰς ἔχειν, ἐπιστητόν ἐστι, καὶ τὸ αὐτὸ δοκεῖ παρὰ πᾶσιν ἐπιστητὸν εἶναι, καθάπερ καὶ τὸ αὐτὸ εὐθὺ καὶ τὸ αὐτὸ λευκὸν παρὰ πᾶσιν· φρόνιμον δὲ οὐκ ἐπ’ ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων, τὸ θεωρεῖν ἕκαστον τὰ ἑαυτοῦ ἀγαθὰ καὶ πράττειν· ὅθεν καὶ ἔνια τῶν θηρίων φρόνιμά φασιν εἶναι, ὅσα περὶ τὸν αὑτῶν βίον ἔχοντα | |
15 | φαίνεται δύναμιν προνοητικήν· φανερὸν τοίνυν, ὅτι οὐκ ἂν εἴη ἡ σοφία καὶ ἡ φρόνησις ἡ αὐτή. εἰ γὰρ τὴν πρακτικὴν τῶν ἑαυτοῖς ὠφελί‐ μων ἐροῦσι σοφίαν, πολλαὶ ἔσονται σοφίαι· πολλὰ γὰρ τὰ ὠφέλιμα ἑκάστῳ· καθάπερ καὶ ἰατρικὴ οὐ μία περὶ πάντα τὰ ζῷα διότι ἄλλοις ἄλλα ὑγιεινὰ ἢ νοσώδη· εἰ δὲ φαῖεν βέλτιστον εἶναι τὸν ἄνθρωπον τῶν ἄλλων ζῴων | |
20 | καὶ διὰ τοῦτο τὴν πολιτικήν, ἤτοι τὴν φρόνησιν, σπουδαιοτάτην εἶναι, καθάπερ ἡ σοφία, οὐδὲν διαφέρει· καὶ γὰρ ἀνθρώπου ἄλλα πολλῷ θειό‐ τερα τὴν φύσιν, οἷα τὰ προδήλως συνιστάντα τὸ πᾶν, λέγω δὴ ἐξ ὧν ὁ κόσμος συνέστηκεν· ἐκ τῶν εἰρημένων δὲ δῆλον, ὅτι σοφία ἐστὶ νοῦς καὶ ἐπιστήμη, περὶ τὰ φύσει τιμιώτατα, ἅ εἰσι τὰ ἀναγκαῖα καὶ ἀεὶ ὡσαύ‐ | |
25 | τως ἔχοντα. διὸ Ἀναξαγόραν καὶ Θαλῆν καὶ τοὺς τοιούτους σο‐ φοὺς μὲν λέγουσι, φρονίμους δὲ οὐδαμῶς, διότι τὰ μὲν αὑτοῖς συμφέροντα ἠγνόουν καὶ τὰ πρὸς τὸν βίον χρήσιμα, ἐγίνωσκον δὲ περιττά τινα καὶ θαυμαστὰ καὶ χαλεπὰ καὶ δαιμόνια. ἡ μὲν οὖν σοφία περὶ ταῦτα· φρό‐ νησις δὲ περὶ τὰ ἀνθρώπινα καὶ περὶ ὧν ἔστι βουλεύσασθαι. τοῦ | |
30 | γὰρ φρονίμου μάλιστα τοῦτό φαμεν ἔργον εἶναι, τὸ εὖ βουλεύεσθαι· οὐδεὶς δὲ περὶ τῶν ἀναγκαίων βουλεύεται καὶ ἅπερ οὐ δύναται ἄλλως ἔχειν, οὐδὲ ὅσα μὴ ἔχουσι τέλος τὸ πρακτὸν ἀγαθόν· ἡ δὲ σοφία τέλος ἔχει τὴν καθόλου ἀλήθειαν, καὶ ἡ μὲν ὑποκείμενον ἔχει τὸ καθόλου ἐπι‐ στητὸν καὶ τὰς ἀρχὰς ἁπάσης ἐπιστήμης, ἡ δὲ φρόνησις καὶ τῶν μερικῶν | |
35 | ἐστι. γινώσκει μὲν γὰρ ὁ φρόνιμος. καὶ καθόλου τίνα τὰ τοῦ ἀνθρώπου ἀγαθά, γινώσκει δὲ καὶ τὰ μερικὰ ἐξ ἀνάγκης, τίνα εἰσὶν ἃ δεῖ πράττειν τόνδε τὸν ἄνθρωπον κατὰ τόνδε τὸν καιρόν· καὶ γὰρ πρακτική ἐστιν· ἡ δὲ πρᾶξις περὶ τὰ καθ’ ἕκαστα. διὰ τοῦτο καὶ οἱ τὰ μερικὰ μόνον εἰδότες τῶν τὰ καθόλου εἰδότων πρακτικώτεροι. καὶ ὅλως ἐν πᾶσιν οἱ ἔμπειροι | |
40 | μᾶλλον δύνανται πράττειν ἢ οἱ τὰ καθόλου γινώσκοντες· εἰ γάρ τις εἰδοίη μὲν ὅτι τὰ κοῦφα κρέα εὔπεπτα καὶ ὑγιεινά, τίνα δέ εἰσιν ἀγνοεῖ, οὐ | |
ποιήσει ὑγίειαν, ἀλλ’ ὁ εἰδώς, ὅτι τὰ ὀρνίθεια κοῦφα καὶ ὑγιεινά, ποιήσει | 122 | |
123 | μᾶλλον. ἐπεὶ τοίνυν ἡ φρόνησις πρακτική, καὶ ἄμφω ἔχειν ἀνάγκη ἢ τὰ καθ’ ἕκαστα μᾶλλον· μετὰ γὰρ τοῦ καθόλου μόνον οὐ δύναται εἶναι πρα‐ κτική. τί μὲν οὖν ἐστιν ἡ σοφία καὶ τίνι διαφέρει φρονήσεως, εἴρηται. | |
4n | Περὶ φρονήσεως. κεφ. θʹ. | |
5 | Περὶ δὲ φρονήσεως ἔτι λέγωμεν. ἔστι τοίνυν ἡ φρόνησις καὶ τῶν καθόλου καὶ καθ’ ἕκαστα, καθάπερ ἀρχιτεκτονική· ὁ γὰρ τὰ καθόλου εἰδὼς πρὸς τὸν ἔμπειρον ὥσπερ ἀρχιτέκτονος ἔχει λόγον. τῆς δὲ φρονήσεως ἁπλῶς ἡ μέν ἐστιν ἠθική, ὅταν τις ζητῇ μόνον τὸ ἑαυτῷ ἀγαθόν, ἥτις φρόνησις καλεῖται, ἡ δέ, ἥτις τὸ πόλεως ἀγαθὸν ἔχει τέλος, ἥτις καλεῖται | |
10 | πολιτική. καὶ ἔστι μὲν ἡ αὐτὴ τῇ φρονήσει, τῷ λόγῳ δὲ διαφέρει, καθ‐ όσον περὶ ὑποκείμενά εἰσι διάφορα. τῆς δὲ πολιτικῆς ἡ μέν ἐστι καθάπερ ἀρχιτεκτονικὴ φρόνησις, ἥτις καλεῖται νομοθετική, ἡ δὲ μερικὴ καὶ ὑπ’ αὐτήν ἐστιν, ἥτις καλεῖται πολιτική. πολιτικὴν δὲ λέγω τὴν πρακτικὴν καὶ βουλευτικήν, ἥτις ἐστὶ περὶ τὰ ψηφίσματα καὶ τὰς πράξεις· τὰ γὰρ | |
15 | ψηφίσματα πρακτικά εἰσιν, οὐχ ὡς ἡ πρώτη φρόνησις, ἡ ἀρχιτεκτονική, ἀλλ’ ὡς ἡ ἐσχάτη, ἥτις καὶ κυρίως ἐστὶ πρακτική. διὰ τοῦτο καὶ τούτους μόνους λέγουσι πολιτευομένους καὶ τὸ κατ’ αὐτοὺς πολιτείαν, διότι οὖτοι μόνοι τῶν φρονίμων πράττουσιν ὥσπερ οἱ χειροτέχναι. καὶ γὰρ οὖτοι μόνοι κυρίως πράττουσι· οἱ γὰρ ἀρχιτέκτονες τῷ τάττειν μόνον τὰς πρά‐ | |
20 | ξεις πρακτικοὶ λέγονται, κυρίως δὲ οὔκ εἰσι πρακτικοί. δοκεῖ δὲ κυρίως εἶναι φρόνησις, ὅταν τις ζητῇ μόνον τὸ ἑαυτῷ ἀγαθόν, ἥτις καὶ ἔχει τὸ κοινὸν ὄνομα καὶ φρόνησις ἰδίως λέγεται· τῶν δὲ ἄλλων ἡ μὲν περὶ οἰκίαν οἰκονομική, ἡ δὲ περὶ πόλιν, ἡ μὲν νομοθεσία, ἡ δὲ πολιτική· καὶ τῆς πολιτικῆς ἡ μὲν βουλευτική, ἡ δὲ δικαστική. ἡ μὲν οὖν ἰδίως καλουμένη | |
25 | φρόνησις, δηλονότι τὸ τὰ ἑαυτῷ ὠφέλιμα εἰδέναι καὶ ἀγαθά, γνῶσίς τίς ἐστιν, ὥσπερ καὶ ἡ πολιτική. οὐκ ἔστι δὲ πάντῃ ἡ αὐτὴ τῇ πολιτικῇ· καὶ διὰ τοῦτο τὸν μὲν τὰ ἀγαθὰ 〈ἑαυτῷ〉 μόνον ζητοῦντα φρόνιμον οἱ ἄν‐ θρωποι νομίζουσι, τὸν δὲ πολιτικὸν πολυπράγμονα. διὰ τοῦτο καὶ Εὐρι‐ πίδης φησὶ | |
30 | πῶς δ’ ἂν φρονοίην, ᾧ παρῆν ἀπραγμόνως ἐν τοῖσι πολλοῖς ἠριθμημένον στρατοῦ ἴσων μετασχεῖν; τοὺς γὰρ περισσοὺς καί τι πράσσοντας πλέον. τούτου χάριν καὶ ἰδίως φρόνησις ἐκλήθη ἡ ἠθική, καὶ φρόνιμος ἰδίως ὁ | |
35 | ζητῶν μόνον τὸ ἑαυτοῦ ἀγαθόν, καὶ τοῦτο μόνον δεῖν οἰόμενος πράττειν, περαιτέρω δὲ μὴ ζητεῖν. καίτοι οὐ δυνατὸν ἴσως τὴν ἠθικὴν εἶναι ἄνευ τῆς οἰκονομικῆς οὐδὲ τὴν οἰκονομικὴν ἄνευ τῆς πολιτικῆς· οὐ γὰρ δυνατὸν εὖ καὶ καλῶς τὰ καθ’ ἑαυτόν τινα διαθεῖναι, τῆς οἰκίας αὐτῷ ἢ τῆς πό‐ | |
λεως οὐ καλῶς ἐχούσης. χαλεπὸν γὰρ μὴ διαφθαρῆναί τινα μετὰ πολλῶν | 123 | |
124 | φαύλων διατρίβοντα· εἰ δὲ μετὰ μηδενὸς διατρίβει, ἀλλὰ βίον ἔχει μονώ‐ την, πῶς εἴσεται τὸ ἑαυτῷ ἀγαθόν; ἄδηλον γάρ, καὶ χρεία διδασκαλίας πρὸς αὐτὸ καὶ σκέψεως. ταῦτα δὲ ἀδύνατον ἄνευ ἐμπειρίας γενέσθαι· ἡ δὲ ἐμπειρία τῶν ἐν κοινωνίᾳ ὄντων ἐστί, καὶ οἰκίας καὶ πόλεως, καὶ ἄνευ | |
5 | τούτων οὐκ ἔνι ἔμπειρον οὐδὲ φρόνιμον εἶναι. διὰ τοῦτο καὶ οἱ νέοι μαθη‐ ματικοὶ μὲν γίνονται καὶ σοφοὶ τὰ τοιαῦτα, φρόνιμοι δὲ οὐ δοκοῦσιν εἶναι. τὸ γὰρ αἴτιον, ὅτι τῶν καθ’ ἕκαστά ἐστιν ἡ φρόνησις, ἅτινα ἐξ ἐμπειρίας γινώσκονται· ὁ δὲ νέος ἔμπειρος οὐκ ἔστι διὰ τὸ χρόνου πολλοῦ δεῖσθαι τὴν ἐμπειρίαν. καὶ τοῦτο δὲ ἀκόλουθον σκέψασθαι, πῶς οἱ νέοι μαθημα‐ | |
10 | τικοὶ μὲν γίνονται, σοφοὶ δὲ ἢ φυσικοὶ οὐδαμῶς· ἢ ὅτι τῶν μὲν φυσικῶν καὶ τῆς σοφίας αἱ ἀρχαὶ ἀπὸ τῶν καθ’ ἕκαστα λαμβάνονται; καὶ γὰρ καὶ τὴν σοφίαν, ἥτις περὶ τὰ ἀναγκαῖά ἐστι καὶ ἀίδια, ἀδύνατόν ἐστι κατορθω‐ θῆναι ἄνευ τῆς ἐμπειρίας. ἀπὸ γὰρ τῶν ἡμῖν καὶ τῇ αἰσθήσει γνωρίμων ἐπὶ τὰ ὑπὲρ τὴν αἴσθησιν ἀγόμεθα· χωρὶς μὲν γὰρ τοῦ γνῶναι τίνα συμ‐ | |
15 | βαίνουσι τῷδε ἢ ἐκείνῳ τῷ φυσικῷ, τὸν καθόλου περὶ αὐτῶν λόγον, οὐ δυνατὸν συμπερᾶναι οὐδὲ ποιῆσαι ἐπιστήμην. πάλιν δὲ χωρὶς τῆς φυσικῆς ἐπιστήμης ἀδύνατον ἐπὶ τὴν σοφίαν ἐλθεῖν· μετὰ τὰ φυσικὰ γὰρ τὰ ὑπὲρ φύσιν γιγνώσκομεν· τὸ δὲ γνῶναι τὰ καθ’ ἕκαστα, ἐμπειρίας ἐστίν· ἡ δὲ ἐμπειρία χρόνου πολλοῦ· καὶ διὰ τοῦτο τοὺς νέους οὐ δυνατὸν φυσικοὺς ἢ | |
20 | σοφοὺς εἶναι. τῶν δὲ μαθηματικῶν αἱ ἀρχαὶ χωρὶς τῆς ὕλης λαμβάνονται· καὶ διὰ τοῦτο οὐ χρείαν ἔχουσι γνῶσιν ἔχειν τῶν καθ’ ἕκαστα· καὶ γὰρ οὐκ ἐν τῇ ὕλῃ σκοποῦσι τὸν κύκλον ἢ τὸν ἀριθμόν, ἐν ᾗ πολυειδής τις, ὡς εἰπεῖν, καὶ ἀόριστος γίνεται, καθάπερ τὰ φυσικὰ ὁ φυσικός, ἀλλὰ ἀφε‐ λόντες τῆς ὕλης καὶ αὐτὸν σκοποῦντες καθ’ ἑαυτόν, τούτου χάριν τοὺς | |
25 | νέους οὐδὲν κωλύει μαθηματικοὺς εἶναι· καὶ γὰρ τὰς μὲν τῶν φυσικῶν ἀρχὰς καὶ ὅλως τὰ φυσικὰ εἰ καὶ λέγουσιν, ἀλλ’ οὐκ ἴσασιν ἀκριβῶς περὶ αὐτῶν οὐδὲ πιστεύουσι, τὰς δὲ τῶν μαθηματικῶν καὶ πιστεύουσι· γινώ‐ σκουσι γὰρ διὰ τὸ ὡρισμένους εἶναι τοὺς αὐτῶν λόγους. ἐπεὶ τοίνυν φα‐ νερόν, ὅτι τῆς φρονήσεως τῆς ἠθικῆς αἰτία ἐστὶν ἡ ἐμπειρία, τὴν δὲ ἐμ‐ | |
30 | πειρίαν οὐκ ἔνι γενέσθαι χωρὶς κοινωνίας πολιτικῆς, ἡ δὲ πολιτικὴ κοινωνία οὐ δύναται εἶναι ἄνευ τῆς πολιτικῆς φρονήσεως, δῆλον ὅτι τὴν ἠθικὴν φρόνησιν οὐ δυνατὸν εἶναι ἄνευ τῆς πολιτικῆς. ἔτι ἐπεὶ ἡ ἁμαρτία ἡ περὶ τὰς πράξεις ἀπὸ ἀγνοίας συμβαίνει ἢ τῆς καθόλου ἢ τῆς μερικῆς (καὶ γὰρ ὁ ἀγνοῶν καθόλου, ὅτι τὰ βαρύσταθμα ὕδατα φαῦλα, καὶ ὁ τοῦτο μὲν | |
35 | εἰδώς, ἀγνοῶν δὲ μερικῶς, ὅτε τάδε τὰ ὕδατα βαρύσταθμα, ὁμοίως ἁμαρ‐ τήσεται· χρήσεται γὰρ ἑκάτερος τοῖς φαύλοις ὕδασι), φανερόν, ὅτι πρὸς τὸ μὴ ἁμαρτεῖν ἀναγκαῖον μὴ μόνον εἰδέναι, ὅτι τάδε τὰ ὕδατα βαρύσταθμα, ἀλλὰ καὶ ὅτι τὰ βαρύσταθμα φαῦλα· δεῖται ἄρα ἡ μερικὴ φρόνησις τῆς καθόλου φρονήσεως, τῆς πολιτικῆς, καὶ ἀδύνατον τὴν ἠθικὴν ἄνευ τῆς πολι‐ | |
40 | τικῆς συστῆναι, ὥσπερ καὶ τὴν μερικὴν γνῶσιν ἄνευ τῆς καθόλου μὴ ἁμαρ‐ τάνειν ἀδύνατον. ἀπὸ τούτων δὲ φανερὸν καὶ ὅτι ἡ φρόνησις οὔτε ἐπι‐ | |
στήμη ἐστὶν οὔτε νοῦς· ἐπιστήμη μέν, ὅτι ἡ φρόνησις περὶ τὰ καθ’ ἕκαστά | 124 | |
125 | ἐστιν, ἅπερ ὕστερα τῇ φύσει εἰσί· ἡ δὲ ἐπιστήμη τῶν πρώτων τῇ φύσει τῶν καθόλου ἐστί· νοῦς δὲ ἡ φρόνησις οὐκ ἔστιν. ἔτι καὶ ἀντίκειται τῷ νῷ. καὶ γὰρ ὁ μὲν νοῦς περὶ τὰ πρῶτα καὶ ἀναπόδεικτα, φρόνησις δὲ περὶ τὰ ἔσχατα, περὶ ἃ οὐδὲ ἐπιστήμη ἐστὶν ἀλλ’ αἴσθησις. ἐκεῖνα δὲ | |
5 | λέγω, οὐχ ὧν ἰδίως ἑκάστη αἴσθησις ἀντιλαμβάνεται, οἷον τῶν γευστῶν καὶ ὀσφραντῶν ἢ ἀκουστῶν· οὐ γὰρ χυμοὺς κρίνει ἡ φρόνησις ἢ ἀναθυ‐ μιάσεις ἢ ἤχους, ἀλλ’ ἁπλῶς τὰ καθ’ ἕκαστα· ταῦτα γὰρ μόνη γινώσκει ἡ αἴσθησις· διὰ τοῦτο τὴν φρόνησιν περὶ ἐκεῖνα λέγομεν εἶναι, περὶ ἃ καὶ ἡ αἴσθησις, οἷον εἰ δεῖ τήνδε τὴν πόλιν τῶν Ἀθηναίων τῇδε τῇ πόλει | |
10 | τῶν Κορινθίων πολεμεῖν, τοῦ φρονίμου εἰδέναι· πρακτικὴ γὰρ ἡ φρόνησις· ἡ δὲ πρᾶξις τῶν μερικῶν. τοῦτον δὲ τὸν τρόπον καὶ οἱ μαθηματικοὶ τὸ αἰσθητὸν γινώσκουσι τρίγωνον, οὐ καθόσον ἀντίκειται τῇ ὁράσει ἢ τῇ ἁφῇ, ἀλλὰ ἁπλῶς, καθόσον ἐστὶ τῶν καθ’ ἕκαστα καὶ μερικῶν, ἅπερ τελευταῖα γινώσκονται· ἐν αὐτοῖς γὰρ ὁ γινώσκων ἵσταται καὶ οὐδὲν περαι‐ | |
15 | τέρω ζητεῖ. καὶ γὰρ ἀπὸ μὲν τῶν μερικῶν καὶ αἰσθητῶν ἀρχομένοις ἐσχάτη ἐστὶν ἡ γνῶσις τῶν καθόλου· ἀπὸ δὲ τῶν καθόλου τῆς γνώσεως προϊούσης τὰ αἰσθητὰ τελευταῖον γινώσκονται. τὸ μὲν οὖν γινώσκειν τὰ μερικά, καθόσον εἰσὶν αἰσθητά, καὶ ἀντίκεινται τὰ μὲν γεύσει, τὰ δὲ ἀκοῇ, τὰ δὲ ἁφῇ, τὰ δὲ ὁράσει, τῆς αἰσθήσεώς ἐστι καὶ οὐ τῆς φρονή‐ | |
20 | σεως· τὸ δὲ εἰδέναι ταῦτα, καθόσον λυσιτελοῦσιν ἢ λυμαίνονται τῷ ἀν‐ θρωπίνῳ ἀγαθῷ, τοῦτο δέ ἐστι τῆς φρονήσεως. | |
22n | Περὶ εὐβουλίας. κεφ. ιʹ. | |
23 | Περὶ μὲν οὖν σοφίας καὶ φρονήσεως καὶ νοῦ καὶ τέχνης καὶ ἐπιστή‐ μης καὶ τί ἐστιν ἕκαστον καὶ τίσι διαφέρουσιν ἀλλήλων εἴρηται. νῦν δὲ | |
25 | ῥητέον περὶ εὐβουλίας περὶ συνέσεως καὶ περὶ γνώμης, τίς τέ ἐστιν ἑκάστη καὶ τίνι διαφέρει τῶν εἰρημένων πέντε ἀληθευτικῶν ἕξεων. καὶ πρῶτον περὶ εὐβουλίας· οἰκείως γὰρ ἔχει μάλιστα τῇ φρονήσει, ἧς τὸν λόγον ἀρτίως ἀπηλλάξαμεν, ὥστε τὸν περὶ εὐβουλίας λόγον τῷ περὶ τῆς φρονήσεως συναπτέον. πρῶτον μὲν οὖν οὐκ ἔστι ζήτησις· ἐπὶ πλέον γάρ | |
30 | ἐστιν ἡ ζήτησις τῆς εὐβουλίας· οὐ μόνον γὰρ ὁ εὖ βουλευόμενος ἀλλὰ καὶ ὁ κακῶς βουλευόμενος ζητεῖ, καὶ οὐ μόνον τὰ ἐνδεχόμενα ἀλλὰ καὶ τὰ ἀναγκαῖα ζητοῦνται, περὶ ἅ ἐστιν ἡ ἐπιστήμη, οἷον εἰ τὸ τρίγωνον ἔχει δύο ὀρθάς, ζητεῖται πρὸς τῆς ἐπιστήμης, καὶ εἰ ἡ σελήνη σφαιροειδής ἐστι· διὰ τοῦτο ἡ εὐβουλία οὐκ ἔστι ταὐτὸν τῇ ζητήσει. ἔτι δὲ οὐδὲ ἐπιστήμη | |
35 | ἐστὶν ἡ εὐβουλία· ὁ μὲν γὰρ ἐπιστήμων οὐ ζητεῖ περὶ ὧν ἐπίσταται, ὁ δὲ εὔβουλος ζητεῖ· ἡ γὰρ εὐβουλία βουλή τίς ἐστιν, ἡ δὲ βουλὴ ζήτησίς ἐστι τοῦ τί δεῖ πράττειν· καὶ ὁ βουλευόμενος ζητεῖ καὶ λογίζεται περὶ τῶν πράξεων, ὅπως εὖ καὶ καλῶς γένωνται, ὥστε ἡ μὲν εὐβουλία ζήτησις, ἡ | |
δὲ ἐπιστήμη οὐ τοιαύτη· ἡ εὐβουλία ἄρα οὐκ ἔστιν ἐπιστήμη. ἔτι δὲ οὐδὲ | 125 | |
126 | εὐστοχία ἐστὶν ἡ εὐβουλία. ἡ μὲν γὰρ εὐστοχία ἄνευ χρόνου τινὸς καὶ λογισμοῦ καὶ μελέτης γίνεται· τὸ γὰρ γνῶναι περὶ τοῦ προκειμένου καλῶς ἀθρόον καὶ ἄνευ μελέτης, τοῦτό ἐστιν εὐστοχία· ἡ δὲ εὐβουλία οὐ τοιαύτη· μετὰ γὰρ χρόνον καὶ βραδέως ἡ βουλὴ γίνεται· καὶ διὰ τοῦτο καὶ ὁ τῶν | |
5 | πολλῶν λόγος φησὶ δεῖν ταχέως μὲν πράττειν τὰ βουλευθέντα, βουλεύε‐ σθαι δὲ βραδέως. ἔτι ἡ ἀγχίνοια ἕτερον παρὰ τὴν εὐβουλίαν· ἀγχίνοια γάρ ἐστιν ἄσκεπτος ἀπόδοσις τοῦ μέσου, δηλονότι τῆς αἰτίας τοῦ προτε‐ θέντος· ἡ δὲ εὐβουλία μετὰ σκέψεως· ἔστι γὰρ ἀγχίνοια εὐστοχία τις· οὐκ ἄρα ἀγχίνοια ἡ εὐβουλία ἐστί. καὶ γὰρ ἡ μὲν εὐστοχία ἐστὶ τὸ περὶ τοῦ | |
10 | παντὸς τοῦ προτεθέντος εὐεπηβόλως εἰπεῖν, ἡ δὲ ἀγχίνοια τῆς αἰτίας τοῦ προτεθέντος ζητήματος ἀπόδοσις ταχεῖά ἐστιν, οἷον διὰ τί βέλτιον ἄρχε‐ σθαι ἢ ἄρχειν ἐν ταῖς ὀλιγαρχίαις· ὅτι ἀσφαλέστερον. διὰ ταῦτα μὲν οὖν ἡ εὐβουλία οὔτε εὐστοχία οὔτε ἀγχίνοιά ἐστιν. ἀλλ’ οὐδὲ δόξα ἐστὶν ἡ εὐβουλία· πολλῶν γὰρ ὄντων τῶν εἰδῶν τῆς δόξης, οὐδὲν τούτων ἡ εὐ‐ | |
15 | βουλία ἐστί· καὶ γὰρ τῶν δοξῶν αἱ μέν εἰσι συμπεράσματα διανοίας ἐξ ἀνάγκης ἀποδειχθέντα, ὥσπερ τὸ τρίγωνον δύο ὀρθὰς ἔχει, εἴ τις ἄνευ ἀποδείξεως δοξάζει, δόξαν ἔχει ἀναγκαίαν· αἱ δὲ ἀπὸ αἰσθήσεως συνάγον‐ ται, ὧν ἔνιαι καὶ ψευδεῖς πολλάκις εἰσί. πᾶσαι δὲ τὴν ἀλήθειαν ἔχουσι τέλος καὶ ἡ ὀρθότης τῆς δόξης ἡ ἀλήθειά ἐστιν· ἡ δὲ εὐβουλία τέλος ἔχει | |
20 | τὸ συμφέρον ἢ τοῦ βουλευομένου ἢ ᾧ τὴν βουλὴν δίδωσιν, ὃ καὶ διὰ ψεύ‐ δους καὶ ἀπάτης πολλάκις οἱ εὔβουλοι κατορθοῦσιν. ἔτι δὲ οὐ τῆς εὐ‐ βουλίας ἄλλη τίς ἐστιν ὀρθότης, ἀλλὰ αὐτή ἐστιν ὀρθότης βουλῆς· εἰ γὰρ ὁ κακῶς βουλευόμενος ἁμαρτάνει, πάντως ὁ εὖ βουλευόμενος κατὰ τὸν ὀρθὸν βουλεύεται λόγον. ἔστι γὰρ ὀρθότης ἡ εὐβουλία οὔτε δόξης οὔτε | |
25 | ἐπιστήμης ἀλλὰ τῆς βουλῆς, ὡς δηλοῖ καὶ τοὔνομα· ἐπιστήμης μὲν γὰρ οὐδεμία ὀρθότης, οὐδὲ γὰρ ἁμαρτάνει ἡ ἐπιστήμη, ὥστε ὀρθότητος δεῖσθαι. τῆς δὲ δόξης ἡ ὀρθότης, καθὼς εἴρηται, ἡ ἀλήθειά ἐστιν· οὔτε τοίνυν δόξα ἐστὶν ἡ εὐβουλία ἢ ἐπιστήμη οὔτε ὀρθότης ἐστὶν ἢ δόξης ἢ ἐπι‐ στήμης· ἔτι δὲ ἡ μὲν εὐβουλία ζήτησίς ἐστι κατὰ τὸν ὀρθὸν λόγον· ἡ δὲ | |
30 | δόξα εὕρεσίς τινος συμπεράσματος καὶ περί τι ὡρισμένον ἐστί· καὶ ἡ μὲν εὐβουλία ζητεῖν ἐστιν, ἡ δὲ δόξα εὑρηκέναι. καθὸ καὶ τῆς διανοίας ἡ εὐ‐ βουλία λείπεται· ἡ μὲν γὰρ διάνοια λόγος ἐστὶν ἀπηρτισμένος καὶ εὑρη‐ μένος μετὰ τῆς προσηκούσης αἰτίας, ἡ δὲ εὐβουλία ἐν τῇ ζητήσει ἔχει τὸ εἶναι· ὁ γὰρ βουλευόμενος, ἐάν τε εὖ ἐάν τε κακῶς βουλεύηται, ζη‐ | |
35 | τεῖ τι καὶ λογίζεται· καὶ μετὰ λόγου μὲν ζητεῖ, οὔπω δὲ συνεπέρανεν· ἡ δὲ δόξα οὐ τοιαύτη· οὐ γὰρ ζήτησίς ἐστιν, ἀλλὰ φάσις ἀπηρτισμένη· οὔτε τοίνυν ἐπιστήμη ἐστιν ἡ εὐβουλία οὔτε εὐστοχία οὔτε δόξα. ἀλλ’ ἐπεὶ ὀρθότης ἐστὶ βουλῆς, ζητητέον πρῶτον τί ἐστι βουλή, καὶ περὶ τίνα καταγίνεται ὁ βουλευόμενος. καὶ περὶ μὲν βουλῆς καὶ βουλευτῶν ἐν τοῖς | |
40 | πρότερον εἴρηται· ῥητέον δὲ περὶ τῆς ὀρθότητος. ἡ τοίνυν ὀρθότης πολ‐ | |
λαχῶς λέγεται. καὶ γὰρ καὶ οἱ πονηρὸν τιθέμενοι τέλος καὶ τὰ πρὸς αὐτὸ | 126 | |
127 | ἄντικρυς φέροντα ζητοῦντες ὀρθῶς βουλεύονται· καὶ ἡ τοιαύτη βουλὴ ὀρ‐ θότης ἐστὶ καὶ οἱ ἀγαθὸν μὲν τιθέμενοι τέλος καὶ πρὸς αὐτὸ φερόμενοι, τὰ δὲ πρὸς αὐτὸ συμφέροντα μάλιστα τῶν ἄλλων οὐ ζητοῦντες ἀλλ’ ἕτερα ὥσπερ οἱ διὰ προτάσεων ψευδῶν ἢ μὴ ἐξ ἀναγκαίων ἀληθὲς συνάγοντες | |
5 | συμπέρασμα· καὶ οὖτοι γὰρ περὶ μὲν τὰ πρὸς τὸ τέλος σφάλλονται, ὅτι δὲ πρὸς τὸ τέλος τὸ ἀγαθὸν φέρονται, ὀρθῶς βουλεύονται· καὶ ἡ τοιαύτη βουλὴ ὀρθότης ἐστί. πρὸς δὲ τούτοις καὶ ἡ εὐβουλία ὀρθότης ἐστίν, ἥτις καὶ κυρίως ὀρθότης λέγεται βουλῆς, καθ’ ἣν πρὸς τὸ ἀγαθὸν φερόμεθα τέλος καὶ ἐκεῖνα ζητοῦμεν, δι’ ὧν δυνησόμεθα ῥᾷστα καὶ κάλλιστα τοῦ | |
10 | τέλους τυχεῖν. εὐβουλία γὰρ οὔτε ἡ πρώτη ὀρθότης ἐστὶν οὔτε ἡ δευτέρα· ἡ μὲν γὰρ πρώτη κακή ἐστι βουλή, ἡ δὲ εὐβουλία ἀγαθόν· τοῦτο γὰρ βούλεται τὸ ὄνομα, ἀγαθὴ βουλή· ἡ δὲ δευτέρα ὀρθότης ζητεῖ μὲν ὃ δεῖ, δι’ οὗ δὲ τυχεῖν οὐ ζητεῖ καὶ περὶ τὰ πρὸς τὸ τέλος οὐ καλῶς βουλεύε‐ ται, περὶ ἃ ἡ βουλὴ γίνεται, καθὼς προείρηται· ὥστε καθόσον μὲν εἰς | |
15 | τὸ ἀγαθὸν φέρεται, ὀρθῶς φέρεται, καθόσον δὲ οὐ διὰ τῶν προσηκόν‐ των τῷ τέλει φέρεται, οὐ καλῶς φέρεται· ὥστε οὐκ ἂν εἴη εὐβουλία ἡ τοιαύτη ὀρθότης. ἔτι δὲ οὐδὲ ἡ διὰ πολλοῦ χρόνου καὶ πλείονος τοῦ δέ‐ οντος γινομένη βουλὴ εὐβουλία ἐστίν. εὐβουλία γάρ ἐστι μόνον ἡ ὀρθότης τῆς βουλῆς, ἡ κατὰ τὸ ὠφέλιμον, ὅταν περὶ ὧν δεῖ βουλευώμεθα καὶ ὡς | |
20 | δεῖ καὶ ὅσον χρόνον δεῖ. ἐπεὶ δὲ τὸ τέλος ἢ καθόλου ἐστὶ καὶ ἔσχατον ἢ μερικόν, ἔσχατον μέν, πρὸς ὃ πᾶσα πρᾶξις ἀνθρωπίνη φέρεται, μερικὸν δέ, πρὸς ὅ τινες πράξεις φέρουσιν, ἀκολούθως καὶ ἡ εὐβουλία ἔχει· ἡ μὲν καθόλου ἐστίν, ἥτις ὀρθὴ καὶ ἀγαθὴ βουλή ἐστι περὶ τῶν φερόντων εἰς τὸ ἔσχατον τέλος, τὴν κατ’ ἀρετὴν ζωήν, ἡ δὲ μερική, ἥτις εἰς μερικόν | |
25 | τι τέλος φέρει, ὃ οὐκ ἔστι μὲν τὸ ἔσχατον, φέρει δὲ εἰς τὸ ἔσχατον τέλος. ἐπεὶ δὲ τῶν φρονίμων ἐστὶ τὸ εὖ βουλεύεσθαι, δεῖ προσθεῖναι τῷ τῆς εὐ‐ βουλίας ὁρισμῷ καὶ τὴν φρόνησιν· ὥστε εἶναι τὸν ὁρισμὸν τῆς εὐβουλίας οὕτως· εὐβουλία ἐστὶν ὀρθότης ἡ κατὰ τὸ συμφέρον πρός τι τέ‐ λος, οὗ ἡ φρόνησις ἀληθὴς ὑπόληψίς ἐστι· κατὰ τὸ συμφέρον μέν, | |
30 | διὰ τὴν βουλὴν ἢ πρὸς τέλος μὲν ἀγαθὸν φέρεται, δι’ ὧν δὲ προσῆκεν οὐδαμῶς, λέγω δὴ πράξεων καὶ χρόνου καὶ τρόπου· τὸ δὲ πρός τι τέλος, οὗ ἡ φρόνησις ἀληθὴς ὑπόληψίς ἐστι, διὰ τὴν πονηρὰν βουλήν, ἥτις τὰ μὲν τέλει προσήκοντα καὶ ἀκόλουθα ζητεῖ· πρὸς τέλος δὲ φέρεται πονηρόν. οὗ οὐκ ἔστιν ἡ φρόνησις ἀληθὴς ὑπόληψις. | |
35n | Περὶ συνέσεως. κεφ. ιαʹ. | |
36 | Περὶ μὲν εὐβουλίας τοσαῦτα· ῥητέον δὲ περὶ συνέσεως. ἔστι τοίνυν σύνεσις καὶ ἀσυνεσία, καθ’ ἃς λέγομεν συνετοὺς καὶ ἀσυνέτους. καὶ οὔτε ἐπιστήμῃ ταὐτόν ἐστιν ἡ σύνεσις οὔτε δόξῃ οὔτε φρονήσει· ἐπιστήμη | |
μὲν γὰρ οὐκ ἔστιν οὐδὲ δόξα ἡ σύνεσις· ἢ γὰρ ἂν πάντες οἱ ἐπιστήμονες | 127 | |
128 | ἢ οἱ δοξάζοντες συνετοὶ ἦσαν. ἀλλ’ οὐκ εἰσίν· ἀλλ’ οὐδὲ μία τις τῶν ἐπιστημῶν ἐστιν ἡ σύνεσις, οἷον ἰατρικὴ ἢ γεωμετρία· ἢ γὰρ ἂν περὶ ὑγι‐ εινῶν ἦν ἢ περὶ μεγεθῶν. ἄλλως τε οὐδὲ περὶ τὰ ἀναγκαῖα καὶ ἀεὶ ὡσ‐ αύτως ἔχοντά ἐστιν ἡ σύνεσις, οὐδὲ ἰδίως περὶ ἑνός τινος τῶν ἐνδεχο‐ | |
5 | μένων ἄλλως ἔχειν ἀλλὰ καθόλου περὶ ὧν ἀπορήσειεν ἄν τις καὶ βουλεύ‐ σαιτο, καὶ ἃ σκέψεως ἀνέχεταί τινος καὶ βουλῆς καὶ ζητήσεως· διὰ τοῦτο περὶ τὰ αὐτὰ μέν ἐστιν ἡ σύνεσις τῇ φρονήσει· ἔστι γὰρ περὶ τὰ ἐν‐ δεχόμενα, ὧν ἐσμεν αὐτοὶ κύριοι πράττειν καὶ μὴ πράττειν. οὐκ ἔστι δὲ πάντῃ ταὐτὸν τῇ φρονήσει· ἡ μὲν γὰρ φρόνησις ἐπιτάττει μόνον πρὸς ποῖον | |
10 | τέλος δεῖ φέρεσθαι καὶ τίνα δεῖ ποιεῖν, ὥστε τέλους τυχεῖν· καὶ τοῦτό ἐστιν αὐτῆς τὸ ἔργον, τὸ ἐπιτάττειν ἃ δεῖ πράττειν, τὸ δὲ κρίνειν τὰ ἐπι‐ ταχθέντα παρὰ τῆς φρονήσεως καὶ τὸ εἰδέναι ὅτι καλῶς ἔχει καὶ οὕτω δεῖ πράττειν, τοῦτό ἐστιν ἡ σύνεσις. οὐ γὰρ διαφέρει ὁ εὐσύνετος τοῦ συνε‐ τοῦ, ἀλλὰ καὶ ὁ συνετὸς αὐτὸ τοῦτο βούλεται, τὸ εὖ καὶ καλῶς συνιέναι | |
15 | καὶ κρίνειν τὰ παρὰ τοῦ φρονίμου ἐπιταττόμενα. καὶ ταὐτόν ἐστι σύνεσις καὶ εὐσυνεσία, ἥτις οὔτε φρόνησίς ἐστιν οὔτε τὸ ἔχειν φρόνησιν. οὔτε δὲ τὸ δέχεσθαι καὶ λαμβάνειν φρόνησιν σύνεσίς ἐστιν· τὸ γὰρ λαμβάνειν φρό‐ νησίν ἐστι τὸ μανθάνειν ἅπερ ὁ φρόνιμος γινώσκει, ἡ δὲ σύνεσίς ἐστι τὸ κρίνειν αὐτά· οὐκ ἄρα ταὐτὸν σύνεσις τῷ φρόνησιν λαμβάνειν ἢ φρόνησιν | |
20 | ἔχειν. ἀλλ’ ὥσπερ ὁ παρ’ ἄλλου τινὸς ἐπιστήμην ἀκούων καὶ γινώσκων καλῶς ξυνιέναι λέγεται, οὕτως ὁ παρὰ τοῦ φρονίμου ἐπιταττόμενα γινώ‐ σκων καὶ κρίνων ὀρθῶς συνιέναι τε λέγεται καὶ συνετὸς ὀνομάζεται καὶ εὐ‐ σύνετος διὰ τὸ καλῶς γινώσκειν· τὸ γὰρ εὖ καὶ τὸ καλῶς ταὐτόν· καὶ ἀπὸ ταύτης τῆς αἰτίας ἐλήφθη τὸ ὄνομα, ὅτι τὸ ἄλλου λέγοντος ἄλλον τινὰ | |
25 | ἀκούοντα γινώσκειν καλῶς μανθάνειν καὶ συνιέναι λέγεται. | |
26n | Περὶ γνώμης. κεφ. ιβʹ. | |
27 | Ῥητέον δὴ περὶ τῆς γνώμης. ἔστι δὲ καὶ αὕτη περὶ τὰ ἐνδεχόμενα, καθάπερ καὶ ἡ φρόνησις καὶ ἡ εὐβουλία καὶ ἡ σύνεσις. διὰ τοῦτο καὶ περὶ αὐτῆς λέγωμεν. ἔστι τοίνυν γνώμη, καθ’ ἣν εὐγνώμονας λέγομεν καὶ | |
30 | ἔχειν γνώμην, ἡ ὀρθὴ κρίσις τοῦ ἐπιεικοῦς. τίς δέ ἐστιν ὁ ἐπιεικὴς καὶ ἡ ἐπιείκεια, εἴρηται ἐν τοῖς πρότερον. ὅτι δὲ τοῦτό ἐστιν ἡ γνώμη, δῆ‐ λον· τὸν γὰρ ἐπιεικῆ μάλιστά φαμεν εἶναι συγγνωμονικόν· καὶ ἐπιεικὲς τὸ ἔν τισιν ἔχειν συγγνώμην. ἡ δὲ συγγνώμη γνώμη ἐστὶν ὀρθή, κριτικὴ τοῦ ἐπιεικοῦς· κρίσις γὰρ ὀρθὴ καὶ γνώμη ἐπιεικής ἐστιν ἡ συγγνώμη. ὀρθὴ | |
35 | δὲ λέγεται κρίσις ἡ τοῦ ἀληθοῦς· εἰ τοίνυν ἡ μὲν συγγνώμη κρίσις ἐστὶ τοῦ ἐπιεικοῦς καὶ γνώμη ὀρθή, κατὰ δὲ τὴν ὀρθὴν γνώμην εὐγνώμονές τινες λέγονται, ἡ γνώμη ἄρα, καθ’ ἣν εὐγνώμονες λέγονται, τοῦ ἐπιεικοῦς ἐστι κρίσις. πᾶσαι μὲν οὖν αἱ ἕξεις αἱ ἀληθευτικαὶ πρὸς τὸ αὐτὸ φέρουσι, | |
καὶ τὰ αὐτὰ ἔχουσιν ὑποκείμενα, περὶ ἃ καταγίνονται· καὶ γὰρ καὶ φρό‐ | 128 | |
129 | νησις καὶ νοῦς καὶ εὐβουλία καὶ σύνεσις καὶ γνώμη περὶ τὰ καθ’ ἕκαστά εἰσι καὶ τὰ μερικὰ τὰ ἐν οἷς αἱ πράξεις. νοῦν δὲ λέγω τὸν πρακτικόν, ὃς ἀρχὰς ἔχει τὰ μερικὰ καὶ αἰσθητά· ὁ γὰρ αὐτὸς ἄνθρωπος, ὅταν μὲν τὰ πρὸς τὸ ἀγαθὸν τέλος φέροντα ποιῇ, φρόνιμός ἐστιν, ὅταν δὲ περὶ αὐ‐ | |
5 | τῶν ὡς δεῖ βουλεύηται, εὔβουλός ἐστιν, ὅταν δὲ ὅσα ἔταξε πρὸς τὸ τέλος τὸ ἀγαθὸν καὶ ἐποίησε, γινώσκῃ καὶ κρίνῃ ὀρθῶς καὶ ὡς ἔδει πεπρᾶ‐ χθαι, συνετός ἐστιν· ὅταν δὲ τὰ ὑπ’ ἄλλου πραχθέντα ὀρθῶς κρίνων καὶ συγγνώμης ἐνίοτε ἀξιοῖ οἷς τοῦτο προσῆκεν, εὐγνώμων ἐστὶ καὶ συγγνώμων. πᾶσα γὰρ ἡ τοῦ ἐπιεικοῦς κρίσις περὶ πάντα ἐστὶ κοινῇ τὰ ἀγαθὰ τὰ ὑπ’ | |
10 | ἄλλων πραττόμενα· καὶ γὰρ καὶ ἡ καλουμένη ἐπιείκεια, ἥτις ἐστὶ τοῦ νο‐ μικοῦ δικαίου διορθωτική, περὶ ἧς εἴρηται πρότερον, τοὺς παρ’ ἑτέρων τεθέντας νόμους κρίνει, καὶ ἡ συγγνώμη καὶ ἡ γνώμη περὶ τῶν πραττο‐ μένων ὑφ’ ἑτέρων ὀρθῶς ψηφίζεται· πάντα δὲ ταῦτα τοῦ ἐπιεικοῦς ἐστι. συμβαίνει δὲ καὶ πάσας τὰς ἀνθρωπίνας πράξεις ταύτας εἶναι μόνας, ἃς ὁ | |
15 | ἐπιεικὴς κρίνει καὶ περὶ ὧν ψηφίζεται· ἡ μὲν γὰρ ἐπιείκεια περὶ τὸ νο‐ μικὸν δίκαιόν ἐστιν, ἡ δὲ γνώμη περὶ τὰ πρακτά ἐστιν, ὅταν ὑφ’ ἑτέρων πράττωνται· περὶ τὰ αὐτὰ δὲ καὶ ὁ νοῦς ἐστιν ὁ πρακτικός· καὶ γὰρ ἐπεὶ ὁ νοῦς γνῶσίς ἐστι τῶν ἀρχῶν, ἀρχαὶ δὲ τῶν μὲν πράξεων τὰ καθ’ ἕκα‐ στα, τῶν δὲ θεωρητῶν καὶ ὧν ἐστι τέλος ἡ ἀλήθεια, οἱ ὅροι καὶ οἱ ἄμεσοι | |
20 | λόγοι καὶ αἱ κοιναὶ ἔννοιαι, εἴη ἂν ὁ μὲν θεωρητικὸς νοῦς γνῶσις τῶν ὅρων καὶ τῶν πρώτων καὶ ἀκινήτων λόγων, ὁ δὲ πρακτικὸς γνῶσις τῶν ἐσχάτων καὶ ἐνδεχομένων, δηλονότι τῶν καθ’ ἕκαστα πρακτῶν· ὥστε τὸν πρακτικὸν καὶ τὸν θεωρητικὸν νοῦν τῶν ἐσχάτων εἶναι καὶ πρώτων. καὶ γὰρ καὶ οἱ ἄμεσοι λόγοι καὶ οἱ ὅροι καὶ τὰ καθ’ ἕκαστα καὶ πρῶτα καὶ | |
25 | ἔσχατά εἰσιν. οἱ μὲν ἄμεσοι λόγοι τῇ φύσει πρῶτοι, ἔσχατοι δὲ ἡμῖν· τὰ δὲ καθ’ ἕκαστα πρῶτα μὲν ἡμῖν, ἔσχατα δὲ τῇ φύσει· ταῦτα δὲ τὰ ἔσχατα τῇ φύσει ἀρχαί εἰσι καὶ αἴτια τοῦ τέλους τοῦ πρακτοῦ· καὶ γὰρ ἀπὸ τῶν ἐν τῇ αἰσθήσει καθ’ ἕκαστα διδασκόμεθα πράττειν τὰ συμ‐ φέροντα ἡμῖν αὐτοῖς καὶ τοῖς ἄλλοις καὶ δι’ ὧν πρὸς τὸ ζητούμενον ἀφι‐ | |
30 | ξόμεθα τέλος· καὶ ἀπὸ τούτων τῶν μερικῶν καθολικούς τινας συνάγοντες λόγους, φρόνιμοι γινόμεθα πρὸς τὰς ἐν τῷ βίῳ πράξεις. διὰ τοῦτο δεῖ τὸν πολιτικὸν γνῶσιν ἔχειν τῶν μερικῶν· ἡ τοιαύτη δὲ γνῶσις ἄνευ μέσου γινομένη νοῦς ἐστι· νοῦς γάρ ἐστιν ἡ γνῶσις τῶν ἀμέσων καὶ τῶν ἀρχῶν. διὰ τοῦτο καὶ φυσική τις ἡ τοιαύτη γνῶσις εἶναι δοκεῖ. οὐ γὰρ ἀπὸ με‐ | |
35 | θόδων τινῶν καὶ μαθήσεως περιγίνεται ἀλλὰ φύσει. καὶ οὐχ ὁ νοῦς μό‐ νον ἀλλὰ καὶ ἡ φρόνησις καὶ ἡ σύνεσις καὶ ἡ γνώμη φυσικὰ δοκεῖ εἶναι· ἀπὸ γὰρ τῆς φυσικῆς γνώσεως τοῦ νοῦ ταῦτα πάντα ὁρμῶνται, καὶ περὶ τὰ αὐτά εἰσι τῷ νῷ, τὰ καθ’ ἕκαστα δηλονότι. σοφία δὲ οὐκέτι· φύσει γὰρ σοφὸς οὐδείς ἐστιν, ὅτι μεθόδων χρεία καὶ μαθήσεως πρὸς τὸ γενέ‐ | |
40 | σθαι σοφόν, καὶ τὴν μὲν φρόνησιν καὶ τὴν γνώμην καὶ τὸν νοῦν καὶ τὴν | |
σύνεσιν οἰόμεθα ταῖς ἡλικίαις ἀκολουθεῖν· φαμὲν γὰρ τήνδε τὴν ἡλικίαν | 129 | |
130 | νοῦν ἔχειν καὶ γνώμην καὶ φρόνησιν, ὡς τῆς φύσεως αἰτίας οὔσης· σοφίαν δὲ οὐ τῇδε τῇ ἡλικίᾳ ἢ τῇδε ἀποδίδομεν· καὶ νέῳ γὰρ δυνατὸν γενέσθαι σοφὸν καὶ μειρακίῳ καὶ οὐ πρεσβύτῃ μόνον, καθάπερ ἐπὶ τῆς φρονήσεως ἔχει καὶ τῶν ἄλλων. ἡ γὰρ πεῖρα τῶν πρεσβυτέρων ἐστίν, ἧς | |
5 | χωρὶς οὐ δυνατὸν φρόνιμον γενέσθαι καὶ νοῦν καὶ σύνεσιν ἔχειν καὶ γνώ‐ μην. νοῦν λέγω τὸν πρακτικόν· ὁ γὰρ νοῦς καθὼς εἴρηται καὶ θεωρητικός ἐστι καὶ πρακτικὸς καὶ ἀρχὴ καὶ τέλος· ἀρχὴ μέν, καθόσον τῶν πρώ‐ των ἀρχῶν ἐστι γνῶσις καὶ θεωρητικὸς λέγεται· ἀρχὴ γάρ ἐστιν ἀπο‐ δείξεως· τέλος δέ, καθόσον γνῶσίς ἐστι τῶν καθ’ ἕκαστα καὶ ἐν αἰ‐ | |
10 | σθήσει, καὶ πρακτικὸς λέγεται· περὶ τούτων γὰρ αἱ ἀποδείξεις, καὶ ταῦτά εἰσι τὰ ἀποδεικτά, καὶ εἰς ταῦτα τελευταῖον ὁ ἀποδεικνὺς ἔρχεται ἀπὸ τῶν καθόλου καταβαίνων. οὗτος δὲ ὁ νοῦς ἀπὸ ἐμπειρίας περιγινόμενος ἐν τοῖς πρεσβυτέροις εὑρίσκεται· διὰ τοῦτο δεῖ πιστεύειν ταῖς τῶν ἐμπείρων καὶ πρεσβυτέρων ἢ φρονίμων ταῖς ἀναποδείκτοις φάσεσι καὶ | |
15 | δόξαις οὐχ ἧττον τῶν ἀποδείξεων· διὰ γὰρ τὸ ἔχειν ἐκ τῆς ἐμπειρίας ὄμμα ὁρῶσι τὰς ἀρχὰς τῶν πράξεων, τὰ καθ’ ἕκαστα δη‐ λονότι πρακτά· δι’ ὧν τὰ συμφέροντα γινώσκουσι καὶ ὑποτίθενται καὶ ἑαυτοῖς καὶ τοῖς ἄλλοις ἀνθρώποις. | |
19n | Περὶ φρονήσεως καὶ τῆς σοφίας, τί χρήσιμοί εἰσι καὶ ποτέρα | |
20n | βελτίων. κεφ. ιγʹ. | |
21 | Τί μὲν οὖν ἐστιν ἡ φρόνησις καὶ ἡ σοφία, καὶ περὶ τίνα ἐστὶν ἑκατέρα, καὶ ὅτι ἄλλου τῆς ψυχῆς μορίου ἐστὶν ἑκατέρα, εἴρηται. διαπορήσειε δ’ ἄν τις περὶ αὐτῶν, τί χρήσιμοί εἰσι καὶ πρὸς τί συντελοῦσι τοῖς ἀν‐ θρώποις. ἡ μὲν γὰρ σοφία οὐδὲν θεωρεῖ ἐξ ὧν ἐστιν εὐδαίμων ὁ ἄνθρω‐ | |
25 | πος· ἡ μὲν γὰρ εὐδαιμονία περὶ τὴν πρᾶξίν ἐστιν, ἡ δὲ σοφία οὐδεμιᾶς αἰτία γενέσεως· οὐ γὰρ τέλος ἔχει τὸ πρακτὸν ἀγαθόν. ἡ δὲ φρόνησίς ἐστι μὲν αἰτία πράξεως καὶ πρὸς τὸ πρακτὸν ἀγαθόν, ἀναγκαία δὲ πρὸς τὴν κτῆσιν τῆς ἀρετῆς οὐ πάνυ δοκεῖ· τοῖς μὲν γὰρ σπουδαίοις ἀπὸ τοῦ ἔθους τὰς ἀρχὰς περιγενομένας βεβαίας εἶναι συμβαίνει· ἕξεις γάρ εἰσι· | |
30 | καὶ οὐδὲν μᾶλλον ἀπὸ τοῦ εἰδέναι τὰ καλὰ καὶ δίκαια πρακτικοὶ αὐτῶν γίνονται, ὥσπερ οὐδὲ ὑγιεινοὶ ἢ εὐεκτικοὶ γινόμεθα ἀπὸ τοῦ καλῶς εἰδέναι τὰ ὑγιεινὰ καὶ εὐεκτικά, ἀλλὰ τῷ ἔχειν ἕξιν ὑγιείας καὶ εὐεξίας· οὐ γὰρ ὁ πύκτης πυκτικώτερος γίνεται διὰ τὸ εἰδέναι τί ἐστι τὸ εὖ καὶ καλῶς πυ‐ κτεύειν· οὐ γὰρ τῷ εἰδέναι ἀλλὰ τῷ ἕξιν ἔχειν πυκτικῆς πυκτεύει· ὁμοίως | |
35 | δὲ καὶ ὁ παλαιστὴς καὶ ὁ δρομικός· καὶ πᾶς γυμνικὸς διὰ τὴν ἕξιν γυμ‐ νικός ἐστιν, οὐ διὰ τὸ εἰδέναι τὰ εὐεκτικὰ καὶ γυμνικά· λέγω δὲ εὐεκτικὰ καὶ γυμνικὰ ἢ ὑγιεινὰ οὐ τὰ ποιητικὰ εὐεξίας ἢ ὑγιείας ἀλλ’ ἃ ποιεῖ ὁ ὑγιαίνων ἢ ὁ εὐεκτῶν ἀπὸ τοῦ ἕξιν ὑγιείας ἢ εὐεξίας ἔχειν· ὥσπερ | |
τοίνυν ἐπὶ τῶν εἰρημένων ἕξεων οἱ ἔχοντες οὐκ ἂν ἀμείνους γένοιντο διὰ | 130 | |
131 | τὸ εἰδέναι, οὕτως οὐδὲ ὁ σπουδαῖος καλλίων περὶ τὴν ἀρετὴν γένοιτο διὰ τὴν φρόνησιν. εἰ δὲ τοῖς σπουδαίοις οὐδὲν πρὸς τὴν ἀρετὴν ἡ φρόνησις συν‐ τελεῖ, λείπεται δὴ τοὺς μὴ ὄντας σπουδαίους τὴν φρόνησιν καλλίους ποι‐ εῖν· καὶ τούτους δὲ οὐ σφόδρα ἀναγκαῖον φρονίμους εἶναι πρὸς τὸ γενέ‐ | |
5 | σθαι σπουδαίους· δυνατὸν γὰρ καὶ παρ’ ἄλλων μαθόντας τὸν περὶ ἀρετῆς λόγον καὶ πεισθέντας αὐτοῖς σπουδαίους γενέσθαι· ὥσπερ βουλόμενοι ὑγι‐ αίνειν οὐκ αὐτοὶ μανθάνομεν ἰατρικὴν ἀλλὰ τοὺς ἰατροὺς ἐρωτῶμεν, καὶ οὐδὲν κωλύει ὑγιαίνειν. ταῦτα μὲν οὖν ἀπορήσειεν ἄν τις περὶ τῆς φρο‐ νήσεως καὶ τῆς σοφίας, εἰς τί συντελοῦσι τοῖς ἀνθρώποις καὶ πρὸς τί εἰσι | |
10 | χρήσιμοι. ἔτι δὲ καὶ ἐκεῖνο δεῖ ζητεῖν περὶ τῆς πρὸς ἀλλήλας αὐτῶν σχέσεως, ποτέρα βελτίων. δοκεῖ μὲν γὰρ ἡ σοφία βελτίων τῆς φρονήσεως καθόσον τῶν ἀναγκαίων ἐστὶ γνῶσις· δοκεῖ δὲ ἡ φρόνησις βελτίων τῆς σοφίας, καθόσον ἀρχή ἐστι πράξεως καὶ διὰ τοῦτο κυριωτέρα τῆς σο‐ φίας, ἥτις μόνον θεωρητική ἐστιν. ἡ γὰρ πρακτικὴ ἕξις ἄρχει καὶ ἐπι‐ | |
15 | τάττει περὶ ἕκαστον. ταῦτα μὲν οὖν ἠπόρηται περὶ σοφίας καὶ φρονήσεως· ῥητέον δὲ πρὸς ταῦτα καὶ πρῶτον περὶ τοῦ πρώτου· πρῶτον μὲν οὖν εἰ καὶ πρὸς μηδὲν ἦσαν χρήσιμοι αἱ τοιαῦται ἀρεταί, ἀλλὰ δι’ ἑαυτὰς ἀναγ‐ καῖον αἱρετὰς αὐτὰς εἶναι· ἀρεταὶ γάρ εἰσιν ἑκατέρα ἑκατέρου τοῦ διανοη‐ τικοῦ, καθὼς εἴρηται· πᾶσα δὲ ἀρετὴ αἱρετόν τί ἐστιν. ἔπειτα καὶ χρή‐ | |
20 | σιμοί εἰσι πρὸς τὴν εὐδαιμονίαν. οὐχ ὥσπερ ἰατρικὴ πρὸς ὑγίειαν, ἀλλ’ ὥσπερ εὐεξία πρὸς ὑγίειαν ἔχει, οὕτω σοφία καὶ φρόνησις πρὸς εὐδαιμονίαν χρήσιμοί εἰσιν. ἡ μὲν γὰρ καθόλου εὐδαιμονία ἡ παντελής ἐστιν ἀρετή, σοφία δὲ καὶ φρόνησις μέρος εἰσὶ τῆς ὅλης ἀρετῆς· ὥστε μέρος εἰσὶ τῆς ἀνθρωπίνης εὐδαιμονίας σοφία καὶ φρόνησις, καὶ τὸ ταύτας ἔχειν μετὰ | |
25 | τῶν ἄλλων ἀρετῶν εὐδαιμονεῖν ἐστι τὴν ὅλην εὐδαιμονίαν. ἔτι δὲ καὶ πρὸς πᾶσαν πρᾶξιν σπουδαίαν ἡ φρόνησις χρήσιμός ἐστι καὶ δι’ αὐτῆς πᾶν τοιοῦτον ἔργον ἀποτελεῖται. ἡ μὲν γὰρ ἠθικὴ ἀρετὴ τὴν θέλησιν εἰς τὸ ἀγαθὸν ἀπευθύνει τέλος καὶ ὀρθὸν ποιεῖ τὸν σκοπόν, ἡ δὲ φρόνησις τὰ πρὸς τὸ τέλος φέροντα τὸ ἀγαθὸν ζητεῖ, καὶ βουλεύεται δι’ ὧν κάλλιστα | |
30 | καὶ ῥᾷστα καὶ ὡς δεῖ τοῦ τέλους ἔνι τυχεῖν. τοῦ δὲ τετάρτου μορίου τῆς ψυχῆς, ὅ ἐστι τὸ θρεπτικόν, οὐκ ἔστιν ἀρετὴ τοιαύτη, περὶ ἧς ἡμῖν ὁ λόγος, ἥτις ἀρχὴν ἔχει τὸ ὀρεκτικόν, λέγω δὴ τὴν ἠθικήν. οὐ γάρ ἐστι τὸ θρεπτικὸν κύριον πράξεως οὐδεμιᾶς· ὃ δὲ οὐκ ἔστιν ἀρχὴ πράξεως, οὐ δύναται ἀρετὴν ἔχειν τοιαύτην. δύναται δὲ λέγεσθαι ἀρετὴ τοῦ θρε‐ | |
35 | πτικοῦ τὸ εὐτραφὲς καὶ ὅσα ἄλλα ἕπονται, ὅταν καλῶς ἔχῃ τὸ θρεπτικόν, οἷον κάλλος ἢ μέγεθος, ὅπερ ἀρετὴ οὐκ ἔστι κυρίως· οὐ γὰρ ἀπὸ προαι‐ ρέσεως γίνεται οὐδὲ αἱρετή ἐστιν, ἀλλὰ κατὰ μεταφορὰν λέγεται. καὶ ταῦτα μὲν μεταξὺ εἴρηται· ῥητέον δὲ ἔτι πρὸς τὸ προκείμενον. ὅτι μὲν οὖν εἰ καὶ πρὸς μηδὲν ἄλλο συντελεῖν ἠδύνατο ἡ σοφία καὶ ἡ φρόνησις, | |
40 | διά γε ἑαυτὰς ἔδει πολλοῦ τινος ἀξίας εἶναι δοκεῖν, δέδεικται. δείξομεν | |
δὲ ἔτι σαφέστερον, ὅτι ἡ φρόνησις συντελεῖ πρὸς τὸ σπουδαιοτέρους γενέ‐ | 131 | |
132 | σθαι καὶ πρακτικωτέρους τῶν καλῶν καὶ δικαίων· μικρὸν δὲ ἄνωθεν ἀνα‐ ληπτέον τὸν λόγον, ἀρξαμένους ἐκεῖθεν. ὥσπερ γὰρ λέγομεν δυνατὸν εἶναι πράττοντάς τινας τὰ δίκαια οὔπω δικαίους εἶναι, καὶ τὰ σώφρονα καὶ μὴ σώφρονας εἶναι, οἷοί εἰσιν οἱ τὰ προσταττόμενα ὑπὸ τοῦ νόμου ποιοῦντες | |
5 | διὰ φόβον καὶ ἀκουσίως ἢ οἱ δι’ ἄγνοιαν δίκαιόν τι πεποιηκότες· ὥσπερ εἴ τις λάθοι τὸν ἀδικοῦντα κολάσας ἀντὶ τοῦ ἠδικημένου ἢ δι’ ἄλλο τι ἢ χρήματα ἢ ἡδονὴν τὸ δίκαιον ποιοῦντες καὶ μὴ δι’ ἑαυτό· ὥσπερ τοίνυν τοὺς τοιούτους οὐ λέγομεν δικαίους, καίτοι πράττοντας τὰ δίκαια, οὕτως, ὡς ἔοικεν, ἐπὶ πάσης ἀρετῆς ἔχει· καὶ ὁ ποιῶν τὸ ἀγαθὸν καὶ τὴν ἀρε‐ | |
10 | τὴν καὶ δι’ ἑαυτὴν καὶ τοῦ ἀγαθοῦ ἕνεκα, καὶ αὐτὸς προαιρούμενος καὶ οὐκ ἀκουσίως, οὗτός ἐστιν ἀληθῶς ὁ σπουδαῖος· ὁ γὰρ βιαζόμενος ὑφ’ ἑτέρου πρὸς τὸ ποιῆσαι τὸ ἀγαθὸν τοῦ ἀγαθοῦ μὲν ἕνεκα ποιεῖ ὅπερ ποιεῖ, εἴπερ ὁ καταναγκάζων αὐτὸν τοῦ ἀγαθοῦ ἕνεκα καταναγκάζει· σπουδαῖος δὲ οὐκ ἔστιν οὐδὲ ἀγαθός, ὅτι μὴ προαιρούμενος καὶ ἑκουσίως πράττει | |
15 | τὸ ἀγαθόν. ἡ μὲν οὖν ἕξις τῆς ἀρετῆς ῥυθμίζουσα τὸ ὀρεκτικὸν τῆς ψυ‐ χῆς, τὸ θυμικὸν καὶ ἐπιθυμητικόν, ὀρθὴν ποιεῖ τὴν προαίρεσιν· ἐπιθυμεῖ γὰρ καὶ προαιρεῖται τὸ ἀγαθὸν ἀπὸ τῆς ἀγαθῆς ἕξεως· οὐ δεῖ δὲ μέχρι τούτου τὸν σπουδαῖον ἵστασθαι τοῦ ἕξιν ἔχειν ἀρετῆς, ἀλλὰ καὶ πράττειν ἐξ ὧν ἔσται βεβαία ἡ ἕξις ἐν τῇ ψυχῇ, τὰς πράξεις τὰς σπουδαίας δηλον‐ | |
20 | ότι. τὸ τοίνυν τὰς τοιαύτας πράξεις εἰδέναι οὐ δυνατὸν λαβεῖν ἀπὸ τῆς ἕξεως τῆς ἀρετῆς· αὕτη γὰρ μόνην ἐμποιεῖ τῇ ψυχῇ τὴν ὄρεξιν τοῦ ἀγα‐ θοῦ· τὸ δὲ εἰδέναι ἃ δεῖ πράττειν τὸν σπουδαῖον ἄλλης ἐστὶ δυνάμεως. λεκτέον δὴ περὶ ταύτης τῆς δυνάμεως σαφέστερον. ἔστι δή τις δύνα‐ μις, ἣν καλοῦσι δεινότητα· αὕτη δέ ἐστι τοιαύτη ὥστε τὰ πρὸς | |
25 | τὸν ὑποτεθέντα σκοπὸν συντείνοντα δύνασθαι ταῦτα πράττειν καὶ τυγχάνειν αὐτῶν. ἂν μὲν οὖν ὁ σκοπὸς ᾖ καλός, ἐπαινετή ἐστιν, ἂν δὲ φαῦλος, πανουργία· διὸ καὶ τοὺς φρονίμους δεινοὺς καὶ πανούργους φαμὲν εἶναι. ἔστι δὲ ἡ φρόνησις οὐχ αὕτη ἡ δύ‐ ναμις, ἡ δεινότης, ἀλλ’ οὐκ ἄνευ τῆς δυνάμεως ταύτης· ταύτης | |
30 | γὰρ τῆς δυνάμεως ἀρετή ἐστιν ἡ φρόνησις. οὔτε τοίνυν ἄνευ φρονήσεως τελειωθείη ἂν ἡ ἠθικὴ ἀρετή, τήν τε φρόνησιν ἀδύνατον ἐπιγενέσθαι τῷ πρακτικῷ νῷ ἄνευ τῆς ἄλλης ἠθικῆς ἀρετῆς· οἱ γὰρ συλλογισμοὶ τῶν πρακτῶν, οὓς δηλονότι συλλογιζόμενοι πράττομεν, ἀρχὰς ἔχουσι τὰ τέλη τῶν πράξεων· ἀπὸ γὰρ τῶν τελῶν συλλογιζόμεθα, εἰ ἀγαθαί εἰσιν αἱ πρά‐ | |
35 | ξεις ἢ πονηραί· τὰς δὲ τοιαύτας ἀρχάς, τὰ τέλη δηλονότι, οὐ γινώσκομεν ἄνευ τῆς ἕξεως τῆς ἠθικῆς ἀρετῆς· πονηρὸν γὰρ τιθέμεθα τέλος ὑπὸ πονηρᾶς ἕξεως καὶ πρὸς τοῦτο τὰς πράξεις τάττομεν, ὥσπερ εἰς ἀγαθόν. καὶ συμβαίνει τὴν γνῶσιν τῶν τοιούτων πρακτῶν μὴ εἶναι φρόνησιν· ἡ γὰρ φρόνησις περὶ τὰ ἀγαθὰ τοῦ ἀνθρώπου· ὥστε ἀνάγκη τὸν φρόνιμον τὸ | |
40 | ἀγαθὸν τίθεσθαι τέλος· καὶ διὰ τοῦτο οὐ δυνατὸν τὴν φρόνησιν συστῆναι ἄνευ τῆς ἄλλης ἠθικῆς ἀρετῆς καὶ ἀδύνατον φρόνιμον εἶναι μὴ ὄντα ἀγα‐ | |
θόν. οὕτω μὲν οὖν φαίνεται τὴν φρόνησιν μὴ εἶναι ἄνευ τῆς ἄλλης ἠθι‐ | 132 | |
133 | κῆς ἀρετῆς. φανερὸν δὲ μηδὲ τὴν ἀρετὴν εἶναι ἄνευ φρονήσεως· καὶ γὰρ ὡς ἔχει ἡ φρόνησις πρὸς τὴν δεινότητα (οὐ ταὐτὸν μέν, ὅμοιον δέ· καὶ γὰρ ἡ μὲν δεινότης φυσική ἐστιν ἐπιτηδειότης τῆς ψυχῆς, ἡ δὲ φρόνησις ἀρετή ἐστι τῆς τοιαύτης ἐπιτηδειότητος), οὕτω καὶ ἡ ἠθικὴ ἀρετὴ πρὸς | |
5 | τὴν φυσικὴν ἀρετὴν ἔχει. πᾶσι γὰρ δοκεῖ τῶν ἠθικῶν ἀρετῶν ἑκάστη φυσική πως εἶναι· καὶ γὰρ δίκαιοι καὶ σωφρονικοὶ καὶ ἀνδρεῖοι, καὶ τἄλλα ἔχομεν εὐθὺς ἐκ γενετῆς. ἀλλ’ ὅμως ζητοῦμεν ἕτε‐ ρόν τι, νομίζοντες οὐ ταύτας εἶναι τὰς κυρίως ἀρετάς. αὗται γὰρ καὶ παισὶ καὶ θηρίοις ὑπάρχουσαι βλαβεραὶ γίνονται ἐνίοτε διὰ τὸ ἄνευ νοῦ | |
10 | προσεῖναι, καὶ καθάπερ τῷ σώματι ἰσχυρῷ κινουμένῳ συμβαίνει σφάλ‐ λεσθαι ἰσχυρῶς, ὅταν ἄνευ ὄψεως κινῆται, οὕτω καὶ τὰς τοιαύτας ἕξεις ἄνευ νοῦ πονηρὰς εἶναι συμβαίνει, μετὰ δὲ νοῦ ἀγαθάς· αἳ καὶ ἀρεταὶ κυρίως καλοῦνται. καὶ αἱ αὐταὶ ἕξεις νοῦ μὲν ἄνευ οὔκ εἰσιν ἀρεταὶ κυ‐ ρίως, μετὰ δὲ νοῦ κυρίως ἀρεταὶ γίνονται· ὥστε καθάπερ ἐπὶ τοῦ δοξα‐ | |
15 | στικοῦ δύο εἰσὶν εἴδη, δεινότης καὶ φρόνησις, οὕτως ἐπὶ τοῦ ἠθικοῦ δύο ἐστί, τὸ μὲν ἀρετὴ φυσική, τὸ δὲ ἡ κυρίως. καὶ τούτων ἡ κυρίως οὐ γίνεται ἄνευ φρονήσεως. διόπερ φασὶ πάσας τὰς ἀρετὰς φρονήσεις εἶναι. καὶ Σωκράτης τούτῳ τῷ λόγῳ στοιχῶν, πὴ μὲν ὀρθῶς εἶχε πὴ δὲ ἡμάρτανεν· ὅτι μὲν γὰρ φρονήσεις ᾤετο εἶναι τὰς ἀρετὰς ἁπάσας, | |
20 | ἡμάρτανεν, ὅτι δὲ οὐκ ἄνευ φρονήσεως, καλῶς ἔλεγε. σημεῖον δέ· καὶ γὰρ νῦν πάντες, ὅταν ὁρίζωνται τὴν ἀρετήν, εἰπόντες αὐ‐ τὴν ἕξιν καὶ περὶ τίνα καταγίνεται, προστιθέασι καὶ κατὰ τὸν ὀρθὸν λόγον· ὀρθὸς δὲ λόγος ὁ κατὰ τὴν φρόνησιν· φαίνεται ἄρα μὴ δύνασθαι εἶναι ἀρετὴν ἄνευ φρονήσεως. ἔτι δέ, οὐ μόνον κατὰ τὸν ὀρθὸν λόγον ἕξις ἡ | |
25 | ἀρετὴ λέγεται ἀλλὰ καὶ μετὰ τοῦ ὀρθοῦ λόγου· ὁ δὲ περὶ τῶν τοιούτων ὀρθὸς λόγος ἡ φρόνησίς ἐστιν. ὁ μὲν γὰρ Σωκράτης λόγους τὰς ἀρε‐ τὰς ᾤετο εἶναι (πάσας γὰρ ἐπιστήμας ἔλεγεν εἶναι), ἡμεῖς δὲ ἕξεις μετὰ λόγου. τὸ γὰρ κατὰ λόγον διαφέρει τοῦ μετὰ λόγου· κατὰ λόγον γάρ τις ποιεῖ τι καὶ ἑτέρου κινοῦντος 〈καὶ τὸ τέλος σκοποῦντοσ〉, ὥσπερ ἡ φύσις | |
30 | κατὰ λόγον ποιεῖ, μετὰ λόγου δέ, ὅταν αὐτὸς εἰδὼς πράττῃ καὶ τὸ τέλος σκοπῶν κατὰ λόγον ποιῇ. διὰ τοῦτο δεῖ προσκεῖσθαι τῷ κατὰ λόγον τὸ μετὰ λόγου· λόγος δέ ἐστιν ἡ φρόνησις καθὼς εἴρηται. δῆλον τοίνυν ἐκ τῶν εἰρημένων, ὅτι οὐχ οἶόν τε ἀγαθὸν εἶναι κυρίως τὴν ἕξιν ἄνευ φρονήσεως οὐδὲ φρόνησιν ἄνευ ἀρετῆς. ἐντεῦθεν δὲ λύοιτ’ ἂν καὶ εἴ | |
35 | τις ἐκ τοῦ ἐναντίου λόγος εἰσάγοιτο. δοκεῖ γὰρ δυνατὸν εἶναι χωρίζεσθαι τὴν φρόνησιν τῆς ἠθικῆς ἀρετῆς· οὐ γὰρ ὁ αὐτὸς οὕτως εὐφυῶς ἔχει πρὸς ἁπάσας, ὥστε πάσας τὰς ἠθικὰς ἀρετὰς καὶ τὴν φρόνησιν ὁμοῦ λαβεῖν δυνηθῆναι· ὥστε τὴν μὲν λήψεται, τὴν δὲ οὔπω εἰληφὼς ἔσται. δοκεῖ ἄρα χωρίζεσθαι τὰς ἀρετάς. τοῦτο τοίνυν κατὰ μὲν τὰς φυσικὰς ἀρετὰς ἐν‐ | |
40 | δέχεται, κατὰ δὲ τὰς ἠθικάς, καθ’ ἃς ἁπλῶς ἀγαθὸς ὁ ἄνθρωπος λέγεται, | 133 |
134 | οὐκ ἐνδέχεται. ἅμα γὰρ τῇ φρονήσει μιᾷ οὔσῃ πᾶσαι ὑπάρξουσιν. ἡ τοίνυν φρόνησίς ἐστι μὲν καὶ πρακτικὴ καὶ χρήσιμός ἐστι πρὸς τὰς πρά‐ ξεις ἁπάσας τῶν ἄλλων ἀρετῶν. ἔστι δὲ καὶ καθ’ ἑαυτὴν ζητητέα διὰ τὸ ἀρετὴ εἶναι τοῦ βελτίστου μορίου τῆς ψυχῆς, τοῦ λογικοῦ δηλονότι, καὶ | |
5 | τούτου μόνου χάριν χρεία ἂν ἦν αὐτῆς. οὐ γάρ τις ἁπλῶς γένοιτ’ 〈ἂν〉 ἀγαθὸς κατὰ τὸ βέλτιστον ἑαυτοῦ μέρος φαύλως ἔχων· νῦν δὲ οὐκ ἔνι οὐδεμίαν ἀρετὴν ἄνευ τῆς φρονήσεως συστῆναι. οὐ γὰρ ἔστιν ὀρθὴν εἶναι τὴν προαίρεσιν ἄνευ φρονήσεως, ὥσπερ οὐδὲ ἄνευ ἀρετῆς, καθὼς εἴρηται· ἡ μὲν γὰρ ἀρετὴ πρὸς τὸ τέλος κινεῖ τὸ ἀγαθόν, καὶ τούτου ἐφίεσθαι παρα‐ | |
10 | σκευάζει· ἡ δὲ φρόνησις τὰ πρὸς τὸ τέλος ποιεῖ πράττειν. ἀλλὰ μὴν οὐδὲ κυρία γέ ἐστι τῆς σοφίας, ὅτι διὰ τὴν φρόνησιν ἡ σοφία. τῷ γὰρ φρόνιμοι εἶναι ζητοῦμεν τὴν σοφίαν καὶ ἡ φρόνησις τὸ τέλος ζητεῖ τῆς σοφίας καὶ τὰ πρὸς τὴν σοφίαν φέροντα ζητεῖ· καὶ οὕτω γὰρ ἔχουσα οὐκ ἔστι τῆς σοφίας βελτίων· ἔστι γὰρ ἡ σοφία ἀρετὴ τοῦ βελτίονος μο‐ | |
15 | ρίου τῆς ψυχῆς· ἡ μὲν γὰρ φρόνησις ἀρετή ἐστι τοῦ πρακτικοῦ νοῦ, ἡ δὲ σοφία τοῦ θεωρητικοῦ. εἰ δὲ καὶ περὶ τῆς σοφίας ἡ φρόνησις σκοπεῖ, ἀλλ’ οὐ χρῆται αὐτῇ πρὸς τὸ ἑαυτῆς τέλος, ὥσπερ αἱ ἀρχιτεκτονικαὶ ἔχουσι πρὸς τὰς ὑπ’ αὐτὰς τέχνας, ἀλλὰ ζητεῖ ὅπως γένηται· καὶ οὐ διὰ τοῦτο κυρία αὐτῆς ἐστιν, ὥσπερ οὐδ’ ἡ ἰατρικὴ κυρία ἐστὶ τῆς ὑγιείας· | |
20 | οὐ γὰρ αὐτῇ ἐπιτάττει ἀλλὰ αὐτῆς ἕνεκα. καὶ διὰ τοῦτο μᾶλλον βελτίων ἡ σοφία τῆς φρονήσεως, καθάπερ καὶ ἡ ὑγίεια τῆς ἰατρικῆς, ὅτι αὐτῆς ἕνεκα πράττει. εἰ δὲ ἐπιτάττει ἡ φρόνησις, ἀλλ’ οὐ τῷ σοφῷ, ἀλλὰ τῷ μήπω εἰς ταύτην ἐλθόντι τὴν ἀρετήν, τῷ δὲ ἐλθόντι οὐκέτι· οὐδὲ γὰρ ἡ πολιτική, διότι ἐπιτάττει περὶ πάντων τῶν ἐν τῇ πόλει, ἤδη καὶ τῶν θεῶν | |
25 | ἄρχει. | 134 |
135(1t) | 〈ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Η〉 | |
2n | Περὶ ἐγκρατείας. κεφ. αʹ. | |
3 | Μετὰ τὰ εἰρημένα περὶ τῶν ἠθικῶν ἀρετῶν καὶ τῶν διανοητικῶν ῥη‐ τέον περὶ ἐγκρατείας καὶ τῆς ὑπὲρ ἡμᾶς ἀρετῆς, ἥτις ἡρωϊκή τίς ἐστι καὶ | |
5 | θεία. οὔτε γὰρ ἡ ἐγκράτεια ὁμογενής ἐστι ταῖς εἰρημέναις ἀρεταῖς οὔτε ἡ ὑπὲρ ἄνθρωπον ἀρετή· διὰ τοῦτο μετὰ τὰ περὶ τῶν ἀρετῶν εἰρημένα περὶ τούτων ἰδίως λέγομεν, ἄλλην ποιησάμενοι ἀρχήν. ὅτι δὲ οὐδετέρα αὐτῶν ὁμοταγής ἐστι ταῖς προειρημέναις, δῆλον ἔσται ἀπὸ τῶν περὶ αὐτῶν ῥη‐ θησομένων· τῶν δὴ ψόγου ἀξίων καὶ φευκτῶν τρία ἐστὶν εἴδη, κακία | |
10 | ἀκρασία θηριότης. τὰ δὲ ἐναντία τούτοις τῇ μὲν κακίᾳ ἡ ἀρετὴ ἡ ἠθική, περὶ ἧς διείληπται, τῇ δὲ ἀκρασίᾳ ἡ ἐγκράτεια, τῇ δὲ θηριότητι ἡ ὑπὲρ ἄνθρωπον ἀρετή, 〈ἣ〉 ἡρωϊκὴ καλεῖται, καθ’ ἣν ἄνθρωποι γίνεσθαι λέγονται θεῖοί τινες ἐξ ἀνθρώπων, ὥσπερ καὶ Ὅμηρος εἰσάγει τὸν Πρίαμον περὶ τοῦ παιδὸς Ἕκτορος λέγοντα | |
15 | οὐ γὰρ ἐῴκει ἀνδρός 〈γε〉 θνητοῦ πάϊς ἔμμεναι, ἀλλὰ θεοῖο δι’ ἀρετῆς ὑπερβολήν. αὕτη ἡ ἕξις ἐστὶν ἡ ἀντικειμένη τῇ θηριωδίᾳ· ὥσπερ γὰρ ἡ θηριωδία οὐκ ἔστι κακία, οἵα ἐστὶν ἡ ἀντικειμένη ταῖς ἀρε‐ ταῖς (οὐ γάρ ἐστιν ἀνθρωπίνη κακία, ὅλως δὲ οὐδὲ κακία. οὐ γάρ ἐστι | |
20 | θηρίου κακία ἢ ἀρετὴ διὰ τὸ μὴ μετὰ λόγου ποιεῖν ἢ παρὰ τὸν λόγον), οὕτως οὐδὲ ἡ θεία ἀρετὴ καὶ ἡρωϊκὴ ἀρετὴ ἂν εἴη κυρίως. τὸ γὰρ ἀν‐ θρώπινον ἀγαθὸν ἀρετὴ λέγεται· τὸ δὲ θεῖον τί ἐστιν; οὐκ ἔστι δὲ θεοῦ ἀρετή, ἀλλά τι τιμιώτερον ἀρετῆς τὸ θεῖόν ἐστιν ἀγαθόν· καὶ ὥσπερ σπά‐ νιόν ἐστιν ἡ τοιαύτη ἕξις, οὕτω καὶ ἡ ἀντικειμένη θηριωδία σπάνιον. ἔστι | |
25 | δὲ μάλιστα ἐν τοῖς βαρβάροις. γίνεται δὲ ἡ τοιαύτη θηριωδία οὐ μόνον | |
διὰ πονηροτάτην ἕξιν ἀλλὰ καὶ διὰ νόσους καὶ πηρώσεις. περὶ μὲν οὖν | 135 | |
136 | τῆς τοιαύτης διαθέσεως ὕστερον ποιησόμεθα λόγον. περὶ δὲ τῆς κακίας εἴρηται πρότερον, ὅτε περὶ ἀρετῶν ἐλέγομεν τῶν ἠθικῶν. νῦν δὲ περὶ τῆς ἀκρασίας ἐροῦμεν καὶ περὶ τῆς μαλακίας καὶ τῆς τρυφῆς καὶ τῶν ἀντικει‐ μένων, ἐγκρατείας καὶ καρτερίας. οὔτε γὰρ τῇ εἰρημένῃ κακίᾳ καὶ ἀρετῇ | |
5 | αἱ αὐταί εἰσιν οὔτε πάντῃ διάφοροι, ὡς ἑτερογενεῖς εἶναι. καθόσον μὲν γὰρ τὸ ἀγαθὸν αἱρεῖται ὁ ἐγκρατὴς καὶ τῷ λόγῳ ἀκολουθεῖ, ἀρετῇ προσή‐ κει ἡ ἐγκράτεια, καθόσον δὲ ἐναντιοῦται αὐτῷ ἡ ἐπιθυμία καὶ ἐν ἀγῶνί ἐστιν ἀεὶ διὰ τὸ μὴ ἔχειν ἕξιν, κατὰ τοῦτο οὐκ ἔστιν ἀρετή. ἀκολούθως δὲ οὐδὲ ἡ ἀκρασία κακία ἐστὶ κατὰ τὴν κακίαν τὴν ἀντικειμένην ταῖς ἠθι‐ | |
10 | καῖς ἀρεταῖς. ὁ μὲν γὰρ τὴν ἄλλην κακίαν φαῦλος, ἕξιν ἔχων τῆς φαυλό‐ τητος, πράττει τὰ φαῦλα, μὴ ἀντιτείνοντος αὐτῷ τοῦ λογισμοῦ, ὁ δὲ ἀκρα‐ τής, τοῦ λογισμοῦ πρὸς τὸ ἀγαθὸν ἕλκοντος, ὑπὸ τῶν ἐπιθυμιῶν κρα‐ τεῖται καὶ διὰ τοῦτο οὐκ ἔστιν ὁμοειδὴς τῇ κακίᾳ ἡ ἀκρασία· ὅτι δὲ παρὰ τὸν λόγον καὶ αὐτή ἐστι καὶ ἑκούσιον, κατὰ τοῦτο αὐτῇ κοινωνεῖ. λέ‐ | |
15 | γωμεν δὴ περὶ αὐτῶν κατὰ τὸν τρόπον, καθ’ ὃν καὶ περὶ τῶν ἄλλων εἴ‐ πομεν. ἐκθησόμεθα γὰρ τοὺς δοκοῦντας περὶ αὐτῶν λόγους, ὧν τοὺς μὴ συμβαίνοντας τῇ ἀληθείᾳ ἐλέγξαντες, τοὺς μάλιστα ἐνδόξους καταλείψαντες βεβαιώσομεν· καὶ οὕτως ἔσται φανερὸς ὁ περὶ αὐτῶν λόγος. δοκεῖ δὴ πᾶσιν ἡ ἐγκράτεια ἀγαθὸν καὶ ἡ καρτερία τῶν σπουδαίων καὶ τῶν ἐπαι‐ | |
20 | νετῶν εἶναι, ἡ δὲ ἀκρασία τοὐναντίον. φασὶ δὲ περὶ τῆς ἐγκρατείας καὶ ταῦτα· πρῶτον μέν, ὅτι ὁ ἐγκρατὴς ὁ αὐτός ἐστι τῷ ἐμμενετικῷ ἔν τινι λογισμῷ καὶ ἀκινήτῳ καὶ ἐγκράτεια τὸ ἐμμένειν τῷ λογισμῷ, ἀκρασία δὲ καὶ ἀκρατὴς τοὐναντίον· δεύτερον, ὅτι εἰδὼς ὁ ἐγκρατὴς ὅτι φαῦλαι αἱ ἐπιθυμίαι, ἀφίσταται τούτων καὶ ἀκολουθεῖ τῷ λόγῳ, ὁ δὲ ἀκρατής, εἰδὼς | |
25 | ὅτι φαῦλα πράττει, διὰ τὴν ἡδονὴν οὐ πείθεται τῷ λόγῳ· τρίτον, ὅτι καὶ ὁ σώφρων ἐγκρατής ἐστι καὶ καρτερικὸς καὶ ὁ ἀκόλαστος τοὐναντίον· τέ‐ ταρτον, ὅτι καὶ πᾶς ἐγκρατὴς σώφρων (ἔνιοι δὲ οὐ πάντα φασὶν ὁμοίως καὶ τὸν ἀκρατῆ πάντα ἀκόλαστον καὶ τὸν ἀκόλαστον ἀκρατῆ εἶναί φασιν· ἄλλοι δὲ διαφέρειν ἀλλήλων)· πέμπτον, ὅτι ἐνδέχεται φρόνιμον καὶ δεινὸν | |
30 | ὄντα καὶ ἀκρατῆ εἶναι· ἕκτον, ὅτι λέγονται ἀκρατεῖς οἱ πρὸς θυμὸν ἐπιρ‐ ρεπεῖς καὶ οἱ σφόδρα τιμῆς καὶ κέρδους ὀρεγόμενοι. ταῦτα μὲν οὖν εἰσι πάντα σχεδὸν τὰ λεγόμενα περὶ ἐγκρατείας καὶ ἀκρασίας· ὧν περὶ ἑκάστου σκεψώμεθα· καὶ πρῶτον περὶ τοῦ πρώτου. | |
34n | Ὅτι οὐκ ἔστιν ἐγκράτεια τὸ ἁπλῶς ἐμμένειν τοῖς δεδογμένοις. | |
35n | κεφ. βʹ. | |
36 | Εἰ τοῦτό ἐστιν ἡ ἐγκράτεια, τὸ ἐμμένειν πάσῃ δόξῃ, ἔσται καὶ φαύλη ἐγκράτεια, ὅταν ἐμμένῃ τις ψευδεῖ δόξῃ· ἀλλὰ μὴν ὑπόκειται ἐπαινετὸν καὶ ἀγαθὸν εἶναι αὐτήν· οὐκ ἄρα τὸ ἐμμένειν ἁπλῶς τῇ παρούσῃ δόξῃ | |
ἐγκράτειά ἐστιν. ὁμοίως δὲ καὶ ἡ ἀκρασία οὐ πᾶσα φαύλη ἔσται καὶ | 136 | |
137 | φευκτὴ ἀλλὰ καὶ ἀγαθή, ὅταν μὴ ἐμμένῃ τις τῇ ψευδεῖ δόξῃ, ὥσπερ ὁ Νεοπτόλεμος πεισθεὶς ὑπὸ τοῦ Ὀδυσσέως ψεύσασθαι, καὶ μὴ ἐμμείνας τῇ δόξῃ ἀλλὰ ἀληθεύσας· ἢ εἴ τις ἀπατηθεὶς ὑπὸ τοῦ προσδιαλεγομένου καὶ δοξάσας ψευδῆ οὐκ ἐμμένει τοῖς δεδογμένοις· οὐ γὰρ ψέγεται ὁ τοιοῦτος· | |
5 | ὁ δὲ ἀκρατὴς ψέγεται· οὐκ ἄρα ὁ ἐμμενετικὸς τῇ δόξῃ ἐγκρατής ἐστιν οὐδὲ ὁ τῆς δόξης ἐκστατικὸς ἀκρατής· ὅλως δὲ ἀκρασία μετὰ ἀφροσύνης συμβαίνει ἀρετὴ εἶναι, εἰ τοῦτό ἐστιν ἀκρασία τὸ ἐξίστασθαι τῆς δόξης καὶ μὴ ἐμμένειν τοῖς δοκοῦσιν ἀγαθοῖς· εἰ γάρ τις ὑπὸ ἀφροσύνης νομίζει τὴν ἀκολασίαν ἀγαθόν, μὴ ἐμμένει δὲ τοῖς δεδογμένοις, ἔσται σώφρων· καὶ | |
10 | οὕτως ἔσται ὁ ἀκρατὴς σπουδαῖος, ὅπερ ἐστὶ ψεῦδος· ψεκτὸν γὰρ δοκεῖ πᾶσιν ἡ ἀκρασία. ἔτι ὁ δυνάμενος ἐκστῆναι τῆς δόξης τοῦ μὴ δυναμένου βελτίων ἐστὶ πολλάκις· ὁ δὲ ἀκρατὴς τοῦ ἐγκρατοῦς οὐκ ἔστι βελτίων· οὐκ ἄρα ὁ ἐμμενετικὸς τῇ δόξῃ ἐγκρατής, οὐδὲ ὁ ἐκστατικὸς ἀκρατής. ὅτι δὲ ὁ δυνάμενος ἐκστῆναι τῆς δόξης βελτίων τοῦ μὴ δυναμένου, δῆλον· ὁ γὰρ | |
15 | τῷ ἠπατῆσθαι τὰ φαῦλα διώκων, ὅτι νομίζει ἀγαθὰ εἶναι, βελτίων ἐστὶ τοῦ εἰδότος ὅτι φαῦλα καὶ διώκοντος· ὁ μὲν γὰρ ἠπατημένος μεταπεισθεὶς δύναται ἀγαθὸς γενέσθαι, ὁ δὲ δι’ ἀκρασίαν διώκων καὶ εἰδὼς ὅτι φαῦλα, οὐ δύναται ἐκστῆναι τῶν κακῶν· πῶς γὰρ ἂν ἐκσταίη, ἐπεὶ οὐ δύναται μεταπεισθῆναι; ὃ γὰρ ἔδει γινώσκειν, οἶδε, καὶ εἰδὼς ἀκρατεύεται, καὶ | |
20 | ἔνοχός ἐστι τῇ παροιμίᾳ “ὅταν τὸ ὕδωρ πνίγῃ, τί δεῖ ἐπιπίνειν;” φανερὸν δὴ ὅτι τὸ ἐμμένειν τῇ παρούσῃ δόξῃ οὐκ ἔστιν ἐγκράτεια οὐδὲ τὸ ἐξίστασθαι ἀκρασία. | |
23n | Περὶ τῆς γνώσεως τοῦ ἀκρατοῦς, ᾗ γινώσκων οὐκ ἐμμένει. | |
24n | κεφ. γʹ. | |
25 | Ζητητέον δὴ περὶ τοῦ δευτέρου· ἀπορία γάρ ἐστι, πῶς ὑπολαμβάνων ὀρθῶς περὶ ὧν πράττει τις ἔπειτα ἀκρατεύεται. καί φασί τινες, ὅτι οὐ γινώσκει ὁ ἀκρατὴς ἃ πράττει φαῦλα εἶναι, οὐδ’ ἔχει ἐπιστήμην αὐτῶν, ὥσπερ ὁ Σωκράτης ἔλεγεν, οὐ δυνατὸν ἐπιστήμης ἐνούσης ἄλλο τι κρατεῖν καὶ περιέλκειν ὥσπερ ἀνδράποδον. οὗτος δὲ ὁ λόγος ἐναντίος ἐστὶ τοῖς | |
30 | φανεροῖς· ὅτι γάρ ἐστιν ἀκρατής, καὶ τοῦτό ἐστιν ἀκρατής, ὁ πρὸς τἀναντία ὧν οἶδεν ἀγαθῶν φερόμενος, φανερόν. διὸ ζητητέον, εἰ δι’ ἄγνοιαν πράττει πᾶς ὁ πράττων τὸ πονηρόν, τίς ὁ τρόπος γίνεται τῆς ἀγνοίας· ἄλλοι δὲ οἴονται εἰδέναι μὲν ἃ πράττει τὸν ἀκρατῆ, ἐπιστήμην δὲ οὐκ ἔχειν αὐτῶν ἀλλὰ δόξαν· οὐ γὰρ δυνατὸν ἐπιστήμην ἔχοντα κρατεῖσθαι ὑπὸ τῶν | |
35 | ἡδονῶν· οὐδὲν γὰρ εἶναι τῆς ἐπιστήμης ἐπικρατέστερον· διὰ τοῦτο τὴν τοῦ ἀκρατοῦς γνῶσιν δόξαν εἶναί φασιν. ἀλλὰ μὴν εἴ γε δόξα ἐστὶ καὶ μὴ ἐπιστήμη, οὐδ’ ἰσχυρὰ γνῶσις τοῦ πράγματος ἐν τῷ ἀκρατεῖ ἀλλ’ | |
ἀσθενής τις καὶ ἠρεμαία καθάπερ ἐν τοῖς διστάζουσι, συγγνώμη ἂν | 137 | |
138 | εἴη τοῖς ἀκρατέσι, μὴ ἐμμένουσι τοῖς οὕτω γινωσκομένοις, βιαίων ἀνθελ‐ κουσῶν ἐπιθυμιῶν· οὐκ ἄρα μοχθηρὸν ἡ ἀκρασία· οὐδενὶ γὰρ συγγνώμη τῶν μοχθηρῶν καὶ ψεκτῶν καὶ φευκτῶν· τοιοῦτον δὲ ἡ ἀκρασία. ἐπεὶ δὲ οὔτε δόξα ἐστὶν ἡ γνῶσις τοῦ ἀκρατοῦς οὔτε ἐπιστήμη, δοκεῖ φρόνησιν | |
5 | εἶναι· αὕτη γὰρ λείπεται καὶ ἔστιν ἰσχυρὰ γνῶσις· καὶ τοῦτο δὲ ἄτοπον· ἔσται γὰρ ἅμα καὶ φρόνιμος καὶ ἀκρατής. οὐδεὶς δ’ ἂν εἴποι φρονίμου εἶναι τὸ πράττειν τὰ φαῦλα ἑκόντα· ἐπεὶ καὶ δέδεικται ἐν τοῖς ἔμπροσθεν, ὅτι πρακτικός γε ὁ φρόνιμος καὶ περὶ αὐτάς ἐστι τὰς πράξεις τὰς μερικὰς καὶ τὰς ἄλλας ἀρετὰς ἑπομένας ἔχων ἐξ ἀνάγκης· οὐκ ἄρα φρονήσει γινώ‐ | |
10 | σκει ὁ ἀκρατής. κατὰ μὲν οὖν τοὺς εἰρημένους τρόπους γινώσκειν τὸν ἀκρατῆ δέδεικται μὴ δυνατὸν εἶναι· ζητητέον ἄρα τὸν τρόπον, ὃ μετὰ μικρὸν ἀκριβέστερον ἐπισκεψόμεθα. | |
13n | Ὅτι οὐκ ἔστιν ὁ ἐγκρατὴς σώφρων οὔτε ὁ σώφρων ἐγκρατής. | |
14n | κεφ. δʹ. | |
15 | Νῦν δὲ σκοπῶμεν περὶ τοῦ τρίτου, εἰ δυνατὸν τὸν σώφρονα ἐγκρατῆ εἶναι καὶ ἔτι περὶ τοῦ τετάρτου, εἰ πᾶς ἐγκρατὴς σώφρων. φανερὸν δὲ ἔσται λαβοῦσι τὸν ὁρισμὸν τοῦ ἐγκρατοῦς· ἔστι δὴ ἐγκρατὴς ὁ ἀνθιστά‐ μενος πρὸς ἰσχυρὰς καὶ φαύλας ἐπιθυμίας· 〈ἔχει ἄρα ὁ ἐγκρατὴς ἰσχυρὰς καὶ φαύλας ἐπιθυμίας·〉 εἰ δὴ ὁ σώφρων ἔσται ἐγκρατής, ἕξει φαύλας ἐπι‐ | |
20 | θυμίας καὶ ἰσχυράς· ὅπερ ἐναντίον ἐστὶ τῷ λόγῳ τῆς σωφροσύνης. ἐν γὰρ τῷ ἕπεσθαι τὰς ἐπιθυμίας τῷ λόγῳ ἡ σωφροσύνη οὐ συνίσταται· ἄλλως τε ὁ μὲν σώφρων ἥδεται οἷς πράττει (ἄλλως γὰρ οὐκ ἂν ἦν σώφρων), ὁ δὲ ἐγκρατὴς ἐν ἀγῶνι ὢν καὶ μάχῃ πρὸς τὰς ἐπιθυμίας οὐχ ἥδεται· ἡ γὰρ ἡδονὴ ἐν τῇ ἠρεμίᾳ ἐστίν. ἔτι τὸν ἔχοντα ἕξιν ἀνδρείας ἐπιόντα ἐξαί‐ | |
25 | φνης τὰ φοβερά, καὶ πρὶν τῷ λόγῳ κατ’ αὐτῶν χρήσασθαι, οὐ ταράττει· ὁμοίως δὴ καὶ τὸν ἔχοντα ἕξιν σωφροσύνης οὐ κινήσει τὰ ἡδέα, καὶ πρὶν περὶ αὐτῶν σκέψασθαι καὶ τὸν λόγον ἀντιστῆσαι. ὁ δὲ ἐγκρατὴς οὐ τοι‐ οῦτος· ἐν γὰρ τῷ χρῆσθαι τῷ λόγῳ κατ’ αὐτῶν καὶ ἀνθίστασθαι πρὸς αὐτὰς ἡ ἐγκράτεια συνίστασθαι λέγεται. εἰ μὲν γὰρ χρησταὶ αἱ ἐπιθυμίαι | |
30 | τοῦ ἐγκρατοῦς, φαύλη ἡ ἐγκράτεια, κωλύουσα αὐταῖς χρῆσθαι, εἰ δὲ ἀσθε‐ νεῖς καὶ οὐ φαῦλαι, οὐδὲν σεμνὸν ἡ ἐγκράτεια· νῦν δὲ τοιαύτη δοκεῖ· εἰ δὲ φαῦλαι καὶ ἀσθενεῖς, οὐδὲν μέγα τὸ τοιούτων κρατεῖν, ὥστε οὐ μέγα ἡ ἐγκράτεια· λείπεται δὴ φαύλας εἶναι τὰς ἐπιθυμίας τοῦ ἐγκρατοῦς καὶ ἰσχυράς. καὶ διὰ τοῦτο οὔτε ὁ σώφρων ἐγκρατὴς ἂν εἴη οὔτε ὁ ἐγκρατὴς | |
35 | σώφρων. | |
36n | Ὅτι οὐκ ἔστιν ὁ φρόνιμος ἀκρατής. κεφ. εʹ. | |
37 | Ἐκ τῶν εἰρημένων δὲ φανερόν, καὶ ὅτι οὐ δύναται ὁ φρόνιμος ἀκρα‐ | 138 |
139 | τὴς εἶναι. ἐπεὶ γὰρ τῇ φρονήσει ἕπεται καὶ ἡ σωφροσύνη, ὅτι καὶ πᾶσα ἠθικὴ ἀρετή, ὁ δὲ σώφρων οὐ δύναται ἐγκρατὴς εἶναι, πολλῷ μᾶλλον οὐδὲ ἀκρατής ἐστιν· εἰ δὲ τοῦτο, οὐδὲ ὁ φρόνιμος ἀκρατὴς ἂν εἴη. | |
4n | Ὅπως ζητῆσαι 〈δεῖ〉 τὸ περὶ ἐγκρατείας ζήτημα. κεφ. ϛʹ. | |
5 | Ζητητέον δὲ καὶ περὶ τοῦ ἕκτου, εἰ περὶ πλοῦτον καὶ δόξαν καὶ ἁπλῶς πᾶν ἐπιθυμητὸν ἡ ἀκρασία ἐστὶ καὶ ἡ ἐγκράτεια. καὶ εἰ τοῦτο, καὶ ὁ περὶ ἕκαστον τούτων ἐπιρρεπῶς ἔχων ἀκρατής ἐστι, ζητητέον τίς ὁ ἁπλῶς ἀκρατής. οὐ γὰρ ὁ περὶ πάντα ἔχων οὕτως, ἐστίν· οὐδεὶς γὰρ ἁπάσας ἔχει τὰς ἀκρασίας, ὥστε ζητῶμεν τὸν κυρίως ἀκρατῆ. τὰ μὲν οὖν | |
10 | ζητήματα τὰ περὶ τῆς ἐγκρατείας καὶ αἱ ἀπορίαι τοιαῦται συμβαίνουσι· τούτων δὲ τὰ μὲν ἀνελεῖν δεῖ, τὰ δὲ καταλιπεῖν· ἡ γὰρ λύσις τῆς ἀπορίας εὕρεσίς ἐστι τοῦ ζητουμένου. πρῶτον μὲν οὖν σκε‐ πτέον, πότερον εἰδότες ἀκρατεύονται οἱ ἀκρατεῖς ἢ οὔ, καὶ πῶς εἰδότες· ἔπειτα περὶ ποῖά ἐστιν ὁ ἐγκρατὴς καὶ ὁ ἀκρατής, λέγω δὲ περὶ | |
15 | πᾶσαν ἡδονὴν καὶ λύπην, ἢ περί τινας ἀφωρισμένως· καὶ τὸν ἐγκρατῆ καὶ τὸν καρτερικὸν εἰ διαφέρουσι, καὶ ὅσα ἀκόλουθα τούτοις τοῖς ζητήμασίν εἰσιν. ὧν ἀρχή ἐστι τὸ ζητῆσαι περὶ τοῦ ἐγκρατοῦς καὶ ἀκρατοῦς, κατὰ τί διαφέρουσι· κατὰ τὰ ὑποκείμενα, περὶ ἅ εἰσιν, ἢ κατὰ τὸν τρόπον, καθ’ ὃν πρὸς αὐτὰ ἔχουσιν, ἢ κατ’ ἀμφότερα. μετὰ δὲ τοῦτο σκεπτέον, εἰ | |
20 | περὶ ἅπαντα τὰ ἡδέα ἐστὶν ἡ ἀκρασία καὶ ἡ ἐγκράτεια ἢ οὔ. οὔτε γὰρ περὶ ἅπαντά ἐστιν ἡ ἀκρασία καὶ ἡ ἐγκράτεια καὶ ὁ ἁπλῶς ἀκρατής, ἀλλὰ περὶ ἃ ὁ ἀκόλαστος, οὔτε ὁμοίως τῷ ἀκολάστῳ ἔχει πρὸς αὐτά, ἀλλὰ ἕτερον τρόπον· ὁ μὲν γὰρ ἀκόλαστος διεφθαρμένως κρίνων καὶ νομί‐ σας ἤδη ἀγαθὸν τὸ διώκειν ἀεὶ τὸ ἡδὺ πρὸς αὐτὸ φέρεται, ὁ δὲ ἀκρατής, | |
25 | τοῦ λόγου ἀντιλέγοντος τῇ ἐπιθυμίᾳ, αὐτὸς ἀκολουθεῖ. | |
26n | Τίνα τρόπον γινώσκει ὁ ἀκρατής. κεφ. ζʹ. | |
27 | Τὸ μὲν οὖν δόξαν εἶναι τὴν γνῶσιν τῶν ἀκρατῶν, ᾗ ἀντιπράττουσι, καὶ μὴ ἐπιστήμην, οὐδὲν διαφέρει πρὸς τὸν λόγον· τοῦτο γὰρ ζη‐ τοῦμεν, εἰ βεβαία ἐστὶν αὐτῷ ἢ ἀμφίβολος ἡ γνῶσις τοῦ ἀγαθοῦ. συμ‐ | |
30 | βαίνει δὲ πολλάκις τὴν δόξαν οὕτω βεβαίως ἐγκεῖσθαι, ὥστε μὴ διαφέρειν ἐπιστήμης κατὰ τὸ ἀντιβαίνειν ταῖς ἐπιθυμίαις. καὶ ἔνιοι οὕτω πιστεύουσιν οἷς δοξάζουσιν, ὥσπερ οἱ ἐπιστήμονες τοῖς διὰ τῆς ἐπιστήμης γινωσκομέ‐ νοις· ὥσπερ ὁ Ἡράκλειτος ἃ ἐδόξαζεν ᾤετο ἐπίστασθαι ἀκριβῶς, οἷον, ὅτι οὐκ ἔστι κίνησις καὶ τἄλλα ὅσα ἐτίθει. τῇ γοῦν τοιαύτῃ δόξῃ τοῦ ἀγαθοῦ | |
35 | ὁ ἀντιπράττων οὐδὲν διαφέρει τοῦ ἔχοντος τὴν ἐπιστήμην τοῦ ἀγαθοῦ καὶ πρὸς τὸ ἡδὺ φερομένου· ὁμοίως γάρ εἰσι μοχθηροί, καθόσον ὁμοίως ἰσχυρῷ | |
λογισμῷ ἑκάτερος πολεμεῖ. ὥστε, ὃ ἐν τοῖς προειρημένοις ἠπορήθη, πῶς | 139 | |
140 | δυνατὸν τὸν εἰδότα τὸ ἀγαθὸν αἱρεῖσθαι τὸ κακόν, οὐχ οὕτω δύναται λυθῆ‐ ναι. ζητητέον δὴ πῶς ἑτέρως λυθήσεται. λέγωμεν τοίνυν ὅτι τὸ ἐπί‐ στασθαι καὶ κατὰ ἐπιστήμην γινώσκειν διττόν ἐστι. λέγεται γὰρ ἐπίστα‐ σθαι καὶ ὁ ἔχων τὴν ἐπιστήμην καὶ χρώμενος αὐτῇ, ὥσπερ εἴ τις γεω‐ | |
5 | μέτρης ὢν καὶ γεωμετρεῖ λέγεται ἐπίστασθαι καὶ ὁ ἔχων μὲν τὴν ἐπιστήμην μὴ χρώμενος δὲ αὐτῇ, ὥσπερ γεωμέτρης λογοποιῶν ἢ ἄλλο τι πράττων, οὐ γεωμετρῶν· ὥσπερ οὖν ἐπὶ τοῦ γεωμέτρου θαυμαστὸν μέν ἐστιν, εἰ γεωμετρῶν ψευδῆ συναγάγοι, θαυμαστὸν δὲ οὐδέν, εἰ λογοποιῶν οὐ συνορᾷ, εἴ τις παρὰ τὴν γεωμετρίαν τὰ σχήματα θεωροίη, τὸν ἴσον | |
10 | τρόπον καὶ ἐπὶ τοῦ ἀκρατοῦς ἔχει. εἰ μὲν γὰρ ἐπιστάμενος ὁ ἀκρατὴς καὶ χρώμενος τῇ ἐπιστήμῃ καὶ κατ’ αὐτὴν θεωρῶν ἐπὶ τἀναντία ὧν ἐπί‐ σταται φέρεται, θαυμαστόν, εἰ δὲ μὴ χρώμενος, κἂν ἐπιστήμην ἔχῃ, οὐ δεῖ θαυμάζειν. ἔτι καὶ ὅταν τις ἔχων τὴν ἐπιστήμην καὶ χρώμενος, ἂν μὴ τελείως χρῆται, οὐδὲν θαυμαστόν, εἰ μοχθηρός ἐστιν. ἐπεὶ γὰρ δυσὶ | |
15 | τρόποις προτάσεων ἀποδεικνὺς ἐπίσταται ὁ ἐπιστάμενος, καθόλου καὶ με‐ ρικῷ, ἐὰν ἀμφοτέρας ἔχων θατέρᾳ μὴ χρῆται, λέγω τῇ καθόλου, τῇ δὲ μερικῇ οὐ χρῆται, θαυμαστὸν οὐδὲν εἰ μοχθηρός ἐστιν, οἷον ἐπίσταταί τις, ὅτι τόδε πονηρόν, τὸ δὲ πονηρὸν οὐ δεῖ πράττειν, τόδε ἄρα οὐ δεῖ πράτ‐ τειν. καὶ ἀμφοτέρων οὐσῶν ἐν τῇ ψυχῇ τῶν προτάσεων, ἐπειδὰν ἐπιθυμία | |
20 | τις ἐπί τι κινῇ πονηρόν, συμβαίνει τῇ μὲν καθόλου χρῆσθαι, ὅτι τὸ κακὸν οὐ δεῖ πράττειν καὶ θεωρεῖν κατ’ αὐτὴν τηνικαῦτα, τὴν δὲ μερικήν, ὅτι τόδε κακόν, ἔχειν μέν, οὐ χρῆσθαι δέ, οὐδὲ συνορᾶν ἐνεργείᾳ καὶ διὰ τοῦτο πρὸς τὴν μοχθηρίαν χωρεῖν, ὥσπερ ἀποτυφλωθέντα, τοῦτο δὲ οὐδὲν θαυμαστόν. εἰ γὰρ καὶ χρῆται τῇ καθόλου προτάσει, ἀλλὰ πράττειν οὐ | |
25 | δύναται κατὰ τὴν ἐπιστήμην μὴ χρώμενος καὶ τῇ μερικῇ· αὕτη γάρ ἐστιν ἡ κυρία τῶν πράξεων. ἢν γάρ τις εἰδῇ, ὅτι τοῖς ξηροῖς χρηστέον, μὴ εἰδῇ δὲ ὅτι τάδε ξηρά, οὐδὲν μᾶλλον χρήσεται τοῖς ξηροῖς· οὕτω δὴ καὶ ἐπὶ τούτων ἔχει· ἄν τις τῇ καθόλου χρῆται καὶ θεωρῇ, τῇ μερικῇ δὲ οὐ χρῆται, οὐδὲν τῆς ἐπιστήμης ἀπώνατο. αἱ μερικαὶ δὲ διαφέρουσι· τὰς | |
30 | μὲν γὰρ ἀνάγκη πᾶσα εἰδέναι, τῶν καθόλου γινωσκομένων, τὰς δὲ οὔ. ὅταν γὰρ τὸ καθόλου οὕτως ἔχῃ, ὥστε περιέχειν αὐτὸν τὸν συλλογιζόμε‐ νον ἢ τὸν ὁμοειδῆ, τῇ καθόλου γινώσκεται καὶ ἡ μερική, οἷον πᾶσιν ἀνθρώποις βλαβερὸν ὁ ἐλλέβορος, αὐτὸς δὲ ἄνθρωπος, αὐτῷ ἄρα βλαβερὸν ὁ ἐλλέβορος. ἐνταῦθα τῇ καθόλου καὶ ἡ μερικὴ συγγινώσκεται· οὐ γὰρ | |
35 | ἑαυτὸν δύναται ἀγνοεῖν ὅτι ἐστὶν ἄνθρωπος· ὁμοίως δὲ κἂν τοὺς ὁμοειδεῖς περιέχῃ· οὐδὲ γὰρ οὐδὲ αὐτοὺς ἀγνοεῖν δυνατόν. ὅταν δὲ ἡ καθόλου πρᾶγμά τι περιέχῃ, τότε οὐκ ἀνάγκη, τῆς καθόλου γινωσκομένης, καὶ τὴν μερικὴν γινώσκεσθαι, οἷον πᾶς ἐλλέβορος βλαβερόν, τόδε ἐλλέβορος, τόδε ἄρα βλαβερόν· ἐνταῦθα οὐκ ἀνάγκη γινώσκεσθαι τὴν μερικήν, τῆς καθόλου | |
40 | γινωσκομένης. τὴν τοιαύτην οὖν μερικὴν ὁ ἀκρατὴς ἢ οὐκ ἔχει ἢ ἔχων | |
οὐ χρῆται. τὸ δὲ χρῆσθαι καὶ μὴ χρῆσθαι τοσούτῳ διαφέρει ἀλλήλων, | 140 | |
141 | ὥστε τὸν μὲν χρώμενον τῇ ἐπιστήμῃ καὶ ἁμαρτάνοντα ἄτοπόν τινα ἡγού‐ μεθα καὶ θαυμάζομεν εἰ ἔστι τις οὕτως ἔχων, τὸν δὲ μὴ χρώμενον καὶ ἁμαρτάνοντα, οὐδαμῶς. ἔτι οὐ τούτῳ μόνῳ διαφέρουσιν οἱ ἐπιστάμενοι, τῷ τοὺς μὲν ἔχειν καὶ χρῆσθαι, τοὺς δὲ ἔχειν μέν, οὐ χρῆσθαι δέ, ἀλλὰ | |
5 | καὶ κατ’ αὐτὸ τὸ ἔχειν διαφέρουσιν· οὐ γὰρ ὁμοίως ἔχουσι τὰς ἐπιστήμας οἱ ἐπιστάμενοι· ἔστι γὰρ ἔχοντά τινα ἐπιστήμην μὴ ἔχειν, οἷον τὸν καθεύδοντα καὶ μαινόμενον καὶ οἰνωμένον. κατὰ τοῦτον δὲ τὸν τρόπον ἔχουσι τὴν ἐπιστήμην καὶ οἱ ἐν τοῖς πάθεσιν ὄντες· μεθύουσι γὰρ ὑπὸ τῆς ἐπιθυμίας καὶ μαίνονται ὑπὸ τοῦ θυμοῦ· καὶ ὥσπερ ἐπὶ τῶν μαινομένων | |
10 | καὶ οἰνωμένων καὶ αὐτῶν τὰ σώματα ἀλλοιοῦνται καὶ μεθίστανται φανερῶς ὑπὸ τῶν τοιούτων παθῶν· καὶ γὰρ χρῶμα καὶ βλέμμα, ἔνιοι δὲ καὶ κα‐ θαρῶς μαίνονται. φανερὸν οὖν, ὅτι ἡ ἐπιστήμη τῶν ἀκρατῶν ὁμοίως ἔχει τῇ τῶν μεθυόντων καὶ μαινομένων. εἰ δὲ καὶ λέγουσι λόγους τῆς ἐπι‐ στήμης, οὐ παρὰ τοῦτο φαίνονται μὴ ὁμοίως ἔχειν τοῖς εἰρημένοις· καὶ | |
15 | γὰρ καὶ οἱ μεθύοντες ἀποδείξεις καὶ ἔπη λέγουσιν Ἐμπεδοκλέους· ὥσπερ καὶ οἱ ἄρτι μανθάνοντες παῖδες συνείρουσι μὲν τοὺς λόγους, ἴσασι δὲ οὔπω πρὶν ἐν ἔθει γενέσθαι καὶ ὥσπερ συμφῦναι, ὅπερ διὰ μακροῦ γίνεται χρόνου· ὥστε καθάπερ τοὺς ὑποκρινομένους, οὕτως ὑπο‐ ληπτέον λέγειν καὶ τοὺς ἀκρατευομένους, οἳ πρόσωπα ὑποκρινό‐ | |
20 | μενοι τὰ ἐν τοῖς ποιήμασιν ἔπη λέγουσι μέν, ἴσασι δὲ οὐδὲν ὧν λέγουσιν. ἔτι καὶ τόνδε τὸν τρόπον φυσικῶς ἄν τις συνίδοι τὴν αἰτίαν, δι’ ἣν γινώ‐ σκοντες οἱ ἀκρατεῖς τὸ ἀγαθὸν οὐχ αἱροῦνται. ἔστι δόξα καθόλου καὶ ἔστι δόξα μερική, ἥτις δὴ μερικὴ περὶ τὰ αἰσθητά ἐστιν· ὅταν δὲ ἀπὸ τῆς καθόλου καὶ τῆς μερικῆς δόξης ἄλλην τινὰ συναγάγωμεν δόξαν, ἀνάγκη, εἰ | |
25 | μέν ἐστιν ἡ δόξα θεωρητική, καταφάναι τὴν διάνοιαν καὶ πιστεῦσαι ὅτι οὕτως ἔχει, εἰ δέ ἐστι πρακτικὴ ἡ δόξα, ἀνάγκη πράττειν εὐθύς, ἂν μή τις κωλύῃ, οἷον θεωρητικὴ μὲν δόξα, ὅτι ἐλλέβορος βλαβερὸν ἢ τὸ μέλι γλυκύ, ὅπερ εἰ συνάγομεν, πιστεύομεν μόνον, οὐ πράττομεν, πρακτικὴ δέ, ὅτι τοῦ γλυκέος γεύεσθαι δεῖ, ὅπερ εἰ συνάγομεν, πράξομεν καὶ γευσόμεθα. | |
30 | ὅταν οὖν αἱ μὲν δόξαι, καὶ ἡ καθόλου καὶ ἡ μερική, κελεύωσι πράττειν τι, οἷον, δεῖ γεύεσθαι τοῦδε, ὅτι τόδε γλυκύ, τοῦ δὲ γλυκέος γεύεσθαι δεῖ, ἡ δὲ ἐπιστήμη κελεύῃ καὶ ὁ καθόλου λόγος μὴ γεύεσθαι, τύχῃ δὲ καὶ ἐπιθυμία ἐνοῦσα τοῦ πράγματος, τὸ μὲν ἐκ τούτων συναγόμενον ἐνεργείᾳ ἔχει καὶ χρῆται αὐτῷ, τὸ δὲ καθόλου κωλύει γεύεσθαι, ἡ δ’ ἐπιθυμία | |
35 | μετὰ τῆς δόξης ἐπὶ τὸ γευστὸν ἄγει· δύναται γὰρ κινεῖν ἕκαστον τῶν μορίων, λέγω δὲ τὰς οἰκείας αἰσθήσεις τῷ ἐπιθυμητῷ, ὅρασιν εἰ ὁρατόν ἐστι τὸ ἡδύ, ὃ πρὸς ἑαυτὸ ἕλκει, καὶ γεῦσιν τὸ γευστόν· ὥστε συμβαίνει τὴν ἀκρασίαν ὑπὸ λόγου γίνεσθαι, καὶ δόξης τῆς ἐναντίας τῷ λόγῳ· ἔστι δὲ ἐναντία ἡ δόξα τῷ ὀρθῷ λόγῳ οὐ δι’ ἑαυτὴν ἀλλὰ διὰ τὴν ἐπιθυμίαν· | |
40 | οὐ γὰρ ἡ δόξα τῇ ἰδίᾳ δυνάμει τοῦ λόγου τοῦ ὀρθοῦ κρατεῖ· ἀδύνατον | 141 |
142 | γὰρ ἐπιστήμης δόξαν περιγενέσθαι ἀλλὰ τῇ δυνάμει τῆς ἐπιθυμίας, ἣ καὶ τὸ σῶμα μεθίστησι καὶ ἀλλοιοῖ· γίνεται δὴ ἡ ἀκρασία ὑπὸ λόγου καὶ δόξης ἀντιφθεγγομένης τῷ ὀρθῷ λόγῳ διὰ τῆς ἐπιθυμίας. διὰ τοῦτο οὐδὲ τὰ θηρία ἀκρατῆ δύνανται λέγεσθαι, ὅτι οὐκ ἔχουσι λόγον ᾧ ἀνθίσταται ἡ | |
5 | ἐπιθυμία, ἀλλὰ φαντασίαν τινὰ τῶν μερικῶν καὶ μνήμην. πῶς δὲ λύεται ἡ ἄγνοια τοῦ ἀκρατοῦς τῆς ἐπιθυμίας σβεσθείσης καὶ πάλιν γίνεται ὁ ἀκρατὴς ἐπιστήμων καὶ κατὰ τὴν ἐπιστήμην ἐνεργῶν, ὁ αὐτός ἐστι λόγος, ὅς ἐστι καὶ ἐν τῷ μεθύοντι καὶ καθεύδοντι· τοῦτο δὲ φυσιολόγων εἰδέναι. ὅταν δὲ ἐν τῷ πάθει γένηται ὁ ἀκρατής, τὴν ἐλάττω πρότασιν, τὴν κυρίαν | |
10 | τῶν πράξεων, τὴν ὅτι τόδε κακόν, ἢ οὐκ ἔχει οὐδαμῶς οὐδὲ ἐπίσταται ἢ οὕτως ἔχει ὥσπερ οἱ μεθύοντες καὶ οἱ μαινόμενοι ἔπη τινὰ καὶ ἀποδείξεις λέγουσιν· ἄλλως τε, ὅτι οὐδὲ ἡ ἐλάττων πρότασις αὐτὴ καθ’ αὑτὴν ἐπι‐ στημονική ἐστιν, ὥσπερ ἡ καθόλου καὶ μείζων. ὥστε ἔοικεν, ὃ ἐζήτει Σωκράτης συμβαίνειν· οὐ γὰρ παρούσης τῆς κυρίως εἶναι δοκούσης | |
15 | ἐπιστήμης, ἥτις ἐστὶν ἡ καθόλου, γίνεται τὸ πάθος· οὐ γὰρ ταύτης κρατεῖ ἡ ἐπιθυμία ἀλλὰ τῆς κυρίας τῶν πράξεων, ἥτις ἐστὶν ἡ ἐλάττων καὶ ἡ περὶ τὰ καθ’ ἕκαστα. ταύτην γὰρ διαφθείρει ὁ πράττων, ἥτις ἐστὶ περὶ τὰς πράξεις· καὶ αὕτη περιέλκεται διὰ τὸ πάθος, οὐχ ἡ καθόλου. περὶ μὲν οὖν τῆς γνώσεως τῶν ἀκρατῶν, εἰ γινώσκουσιν ὅλως τὸ ἀγαθὸν καὶ | |
20 | πῶς γινώσκοντες ἀκρατεύονται, τοσαῦτα εἰρήσθω. | |
21n | Τίς ὁ ἁπλῶς ἀκρατὴς καὶ ὁ ἁπλῶς ἐγκρατής. κεφ. ηʹ. | |
22 | Μετὰ δὲ ταῦτα ῥητέον, εἰ ἔστι τις ἁπλῶς ἀκρατὴς ἄνευ προσθήκης ἢ πάντες κατὰ μέρος, οἷον ἀκρατὴς θυμοῦ καὶ ἀκρατὴς δόξης· καὶ εἰ ἔστιν ἁπλῶς ἀκρατής, λεκτέον περὶ ποῖά ἐστιν ὑποκείμενα. ὅτι μὲν οὖν | |
25 | περὶ ἡδονὰς καὶ λύπας εἰσὶν ἅπαντες οἱ ἐγκρατεῖς καὶ καρτερικοὶ καὶ ἁπλῶς καὶ μερικοί, καὶ οἱ ἀκρατεῖς καὶ μαλακοί, φανερόν. ἐπεὶ δὲ τῶν ἡδέων τὰ μέν εἰσιν ἀναγκαῖα, τὰ δὲ οὐκ ἀναγκαῖα μέν, αἱρετὰ δὲ καθ’ ἑαυτὰ καὶ ἡδέα (λέγω δὲ ἀναγκαῖα μέν, ὧν χωρὶς οὐ δύναται συνεστάναι ἢ τὸ εἶδος καθόλου τὸ ἀνθρώπινον, ὥσπερ ὁ γάμος ἢ τὸ ἄτομον, ὥσπερ | |
30 | τροφὴ ἄνεσις ὕπνος καὶ τὰ τοιαῦτα· οὐκ ἀναγκαῖα δέ, αἱρετὰ καὶ ἡδέα δι’ ἑαυτά, οὐ διὰ τὴν σύστασιν τοῦ ἀνθρώπου, πλοῦτος τιμὴ νίκη καὶ τὰ τοιαῦτα), συμβαίνει καὶ ἐν ἀμφοτέροις ἡδέσιν ὑπερβολὰς εἶναι, καὶ ἐν τοῖς ἀναγκαίοις καὶ ἐν τοῖς δι’ ἑαυτὰ αἱρετοῖς, ὅταν τις αὐτοῖς χρήσηται πλέον ἢ δεῖ καὶ ὁ ὀρθὸς κελεύει λόγος αὐτοῖς χρήσασθαι. ὁ μὲν οὖν | |
35 | πρὸς τὰ ἡδέα ὑπερβάλλων τὰ μὴ ἀναγκαῖα οὐ λέγεται ἁπλῶς χωρὶς προσθή‐ κης ἀκρατὴς ἀλλὰ ἀκρατὴς δόξης ἢ ἀκρατὴς πλούτου, ὡς ἕτερος ὢν ἐκείνου τοῦ κυρίως καὶ ἁπλῶς ἀκρατοῦς, ὀνομαζόμενος δὲ ἀκρατὴς διά τινα πρὸς ἐκεῖνον ὁμοιότητα, καθάπερ διαφέρει ὁ ἄνθρωπος ὁ τὰ Ὀλύμπια νενικηκὼς τοῦ ἁπλῶς ἀνθρώπου. καὶ γὰρ εἰ καὶ μικρόν ἐστι τὸ διάφορον | |
40 | αὐτῶν, ἀλλ’ ὅμως διαφέρει, καὶ ἕτερός ἐστι διὰ τὴν προσθήκην. ὅτι δὲ διάφορός ἐστιν ἡ περὶ τὰ μὴ ἀναγκαῖα ἡδέα ἀκρασία τῆς ἀκρασίας, δῆλον | |
καὶ ἀπὸ τοῦ τὴν μὲν ἀκρασίαν ἁπλῶς ψέγεσθαι καὶ δοκεῖν οὐ μόνον ἁμαρ‐ | 142 | |
143 | τίαν ἀλλὰ καὶ κακίαν ἢ κυρίως ἢ κατά τι, τὴν δὲ μετὰ προσθήκης ἀκρα‐ σίαν οὐ ψέγεσθαι ὡς κακίαν. οἱ μὲν οὖν περὶ τὰ μὴ ἀναγκαῖα ἡδέα ὑπερ‐ βάλλοντες ἀκρατεῖς λέγονται μετὰ προσθήκης, οἱ δὲ περὶ τὰς ἀναγκαίας καὶ σωματικὰς ἡδονὰς ὑπερβάλλοντες, οὐ κρίνοντος καὶ συντιθεμένου τοῦ | |
5 | λόγου ἀλλὰ ἀνθισταμένου, καὶ τὰς μὲν ἡδονὰς ὑπερβαλλόντως διώκοντες, περὶ ἃς ἔφαμεν εἶναι τὸν σώφρονα καὶ τὸν ἀκόλαστον, τὰς δὲ λύπας φεύ‐ γοντες πλέον ἢ προσῆκεν, οἷον πείνης δίψης καὶ ἀλέας καὶ ψύχους καὶ πάντων τῶν περὶ ἁφὴν καὶ γεῦσιν, οἱ τοιοῦτοι ἀκρατεῖς λέγονται, οὐ μετὰ προσθήκης ἀλλὰ ἁπλῶς. δῆλον δὲ καὶ ἀπὸ τοῦ ἀκολάστους λέγεσθαι τοὺς | |
10 | περὶ ταῦτα ὑπερβάλλοντας, τοὺς δὲ περὶ τὰ μὴ ἀναγκαῖα ἡδέα ὑπερβάλ‐ λοντας οὐδαμῶς. ὅτι γὰρ περὶ τὰς αὐτὰς σωματικὰς ἡδονὰς συμβαίνει εἶναι τὸν σώφρονα καὶ ἐγκρατῆ καὶ τὸν ἀκρατῆ καὶ ἀκόλαστον, εἰς ταὐτὸν τίθεμεν τὸν σώφρονα τῷ ἐγκρατεῖ καὶ τὸν ἀκόλαστον τῷ ἀκρατεῖ, εἰ καὶ οὐχ ὁμοίως ἔχουσι πρὸς ταύτας τὰς ἡδονάς. ὁ μὲν γὰρ ἀκόλαστος προαι‐ | |
15 | ρούμενος ἐπὶ τὴν ἐπιθυμίαν φέρεται, ὁ δὲ ἀκρατὴς μὴ προαιρούμενος, ἀλλὰ τοῦ ὀρθοῦ λόγου ἀνθισταμένου. τὸν μὲν οὖν ἀκρατῆ τῷ ἀκολάστῳ εἰς ταὐτὸν τίθεμεν καὶ τῷ σώφρονι τὸν ἐγκρατῆ καὶ περὶ τὰ αὐτὰ λέγομεν αὐτοὺς εἶναι, τὸν δὲ περὶ τὰς ἄλλας ἡδονὰς τὰς μὴ ἀναγκαίας ἀκρατῶς ἔχοντα οὐδαμῶς. εἰ δὲ καὶ περὶ τὰ αὐτά ἐστιν ἡδέα ὁ ἀκρατὴς τῷ ἀκο‐ | |
20 | λάστῳ, ἀλλὰ μᾶλλον ψέγεται ὁ ἀκόλαστος ὡς μᾶλλον ταῖς ἐπιθυμίαις δου‐ λεύων. ὁ μὲν γὰρ ἀκρατὴς σφοδροτάτων ἐπιθυμιῶν ἡττᾶται (οὐ γὰρ ἦν ἄλλως, τοῦ ὀρθοῦ ἀνθισταμένου λόγου), ὁ δὲ ἀκόλαστος καὶ μικρῶν καὶ ἀσθενῶν ἐπιθυμιῶν ἡττᾶται διὰ τὸ μὴ ἀντιπράττειν αὐταῖς τὸν ὀρθὸν λόγον καὶ ζητεῖ τὰς ὑπερβολὰς καὶ φεύγει μετρίας λύπας· καὶ εἰ | |
25 | μετρίων κινουσῶν ἐπιθυμιῶν οὕτως εἰς τὰς ὑπερβολὰς φέρεται, τίς ἂν γένοιτο, εἰ προσγένοιτο αὐτῷ ἐπιθυμία νεανικὴ καὶ περὶ τὰς τῶν ἀναγ‐ καίων χρείας λύπη ἰσχυρά; | |
28n | Περὶ τῆς θηριωδίας καὶ τῆς κατ’ αὐτὴν ἀκρασίας. κεφ. θʹ. | |
29 | Πάλιν τῶν ἡδέων τὰ μέν ἐστι φύσει ἀγαθά, τὰ δὲ φύσει κακά, τὰ | |
30 | δὲ μεταξύ. καὶ φύσει μὲν ἀγαθὰ ἡδέα εἰσίν, ἃ δι’ ἑαυτὰ καὶ οὐ δι’ ἄλλα ζητοῦμεν, οἷον δόξαν νίκην ὑγίειαν, φύσει δὲ κακὰ οἷον τὸ φαγεῖν ἄνθρω‐ πον καὶ πιεῖν αἵματος ἀνθρωπίνου καὶ ἡ παρὰ φύσιν ἀκολασία, μεταξὺ δὲ τούτων, ὅσα δι’ ἑαυτὰ μὲν οὔτε ἀγαθά εἰσιν οὔτε κακὰ ἀλλὰ χρήσιμα πρός τι ἀγαθόν, οἷον τὰ σιτία καὶ τὸ ἱμάτιον καὶ ὁ γάμος· τὰ μὲν οὖν | |
35 | φύσει ἀγαθὰ καὶ τὰ μεταξύ, ἐπειδάν τις ζητῇ, ἐπαινεῖται, ἐὰν μὴ ὑπερ‐ βάλλῃ τὸν ὀρθὸν λόγον ἀλλ’ ὡς προσῆκε ζητῇ. καὶ γὰρ ἡ ὑπερβολὴ ἐν ἅπασιν οὐκ ἐπαινετόν, ἀλλ’ ἡ μὲν ἐν τοῖς φύσει ἀγαθοῖς ὑπερβολὴ ψεκτὸν μὲν οὐκ ἔστιν οὐδὲ μοχθηρόν, ὅτι τὰ διωκόμενα, ὡς εἴρηται, φύσει εἰσὶν | |
ἀγαθὰ καὶ δι’ ἑαυτὰ ζητοῦνται, φευκτὸν δέ ἐστι καὶ φαῦλον· τοῦ γὰρ φι‐ | 143 | |
144 | λεῖν τοὺς παῖδας, φύσει ὄντος ἀγαθοῦ, φεύγειν δεῖ τὴν ὑπερβολήν, καὶ μὴ καθάπερ ἡ Νιόβη, ἣ καὶ πρὸς τοὺς θεοὺς ὑπὲρ τῶν τέκνων ἐμάχετο, ἢ ὁ Σάτυρος ὡς θεὸν ἐπικαλούμενος τὸν πατέρα· λίαν γὰρ ἐδόκει μωραί‐ νειν. ἀλλ’ οὐδὲ ἀκρασία ἐστὶν ἡ τοιαύτη ὑπερβολή. ἡ γὰρ ἀκρασία οὐ | |
5 | μόνον φευκτὸν ἀλλὰ καὶ τῶν ψεκτῶν ἐστι. λέγεται δὲ ἀκρασία δι’ ὁμοιότητά τινα, ἣν ἔχει περὶ τὴν ἀκρασίαν μετὰ προσθήκης, καθὼς εἴρηται ἀκρασία κέρδους ἢ ἀκρασία τιμῆς. καὶ ἀκρατὴς οὐχ ἁπλῶς ἀλλὰ ἀκρατὴς τιμῆς ἢ φιλοτεκνίας ἤ τινος τῶν τοιούτων· ὥσπερ κακὸν ἰατρὸν λέγομεν τὸν παρὰ τὴν ἐπιστήμην χρώμενον τοῖς νοσοῦσι, καὶ κακὸν ὑποκριτὴν τὸν | |
10 | μὴ ἀκριβῶς μιμούμενον ὃν ὑποκρίνεται, καὶ οὐχ ἁπλῶς κακόν, ὅτι οὐκ ἔστι κακία ἡ τοιαύτη παρατροπή, ἀλλὰ καθ’ ὁμοιότητα μετὰ προσθήκης. ἡ μὲν οὖν περὶ τὰ φύσει ἀγαθὰ καὶ ἡδέα ὑπερβολὴ οὕτως ἔχει. τῶν δὲ μεταξὺ ἀγαθῶν αἱ ὑπερβολαὶ μοχθηραί εἰσι καὶ ψεκταί, ὅτι τὰ τοιαῦτα ἀγαθὰ ἀφ’ ἑαυτῶν οὐκ ἔχουσι τὸ τοιαῦτα ἢ τοιαῦτα εἶναι, ἀλλὰ ἀπὸ τοῦ | |
15 | τέλους πρὸς ὃ τάττονται ἢ ἀγαθά εἰσιν ἢ κακά. καὶ διὰ τοῦτο, ἂν πρὸς τέλος ταχθῶσι μοχθηρόν, μοχθηρά εἰσι. τάττονται δὲ εἰς μοχθηρὸν τέ‐ λος, ὅταν μεθ’ ὑπερβολῆς διώκωνται· ὁ γὰρ ὑπερβάλλων ἐν τῇ χρήσει τῶν σιτίων καὶ τῶν ἐνδυμάτων καὶ τῶν ἄλλων ἀναγκαίων καὶ παρὰ τὸν ὀρθὸν λόγον αὐτοῖς χρώμενος εἰς τὴν ἀκολασίαν αὐτὰ τάττει. καὶ διὰ | |
20 | τοῦτο ἡ τούτων ἁπάντων ὑπερβολὴ μοχθηρία ἐστί. τινῶν δὲ καὶ ἁπλῶς ἀκρασία καὶ χωρὶς προσθήκης, περὶ ἃ καὶ ἡ σωφροσύνη ἐστὶ καὶ ἡ ἀκο‐ λασία. τῶν δὲ φύσει κακῶν καὶ ἡδέων οὐχ αἱ ὑπερβολαὶ μοχθηραί εἰσιν, ἀλλ’ ἁπλῶς αἱ περὶ ταῦτα ἕξεις, αἵ εἰσιν αἱ θηριώδεις· ἅπερ οὐδὲ φύσει ἡδέα εἰσί. τῶν γὰρ ἡδέων τὰ μέν ἐστιν ἡδέα φύσει καὶ πᾶσι ζῴοις, οἷον | |
25 | τροφὴ καὶ ὕπνος καὶ τὰ τοιαῦτα, τὰ δὲ φύσει μὲν ἡδέα, οὐ πᾶσι δὲ ἡδέα, ὥσπερ ἡ τοιάδε τροφή, οἷον τὸ πόαν φαγεῖν ἢ κρέα ἐνίοις τῶν ζῴων φύσει ἡδέα εἰσί, τὰ δὲ οὐδαμῶς φύσει ἡδέα ἀλλὰ ἢ διὰ ἔθη ἢ διὰ πη‐ ρώσεις ἢ διὰ μοχθηρίαν φύσεως, ἅτινά εἰσι φύσει κακά, περὶ ἃ ἡ θηριότης ἐστίν· οἷον τὴν ἄνθρωπον ἐκείνην λέγουσι ποιεῖν, τὰς κυούσας ἀνασχί‐ | |
30 | ζουσαν τὰ παιδία κατεσθίειν· ἢ οἷς ἥδοντο οἱ ἀπηγριωμένοι περὶ τὸν Πόντον ἄνθρωποι, οἱ μὲν ἰχθῦς ὠμοὺς ἐσθίοντες καὶ κρέα ὠμά, οἱ δὲ δα‐ νείζοντες τὰ τέκνα ἀλλήλοις εἰς εὐωχίαν· ἢ ὃ Φάλαρις ἐποίησε φαγὼν τὸν ἑαυτοῦ παῖδα. τοιαῦτα δὴ τὰ φύσει κακὰ καὶ ἡδέα, οὐ φύσει ἡδέα ἀλλὰ διὰ μοχθηρίαν μὲν φύσεως ἡδέα δοκοῦσι ταῦτα, τοῖς δὲ διὰ πη‐ | |
35 | ρώσεις τινὲς ἥδονται ἢ διὰ μανίαν ἢ ἄλλην τινὰ νόσον· διὰ μανίαν μέν, ὥσπερ ὁ μανεὶς καὶ φαγὼν τοῦ συνδούλου ἧπαρ ἢ ὁ τὴν μητέρα καθ‐ ιερεύσας καὶ φαγών, διὰ νόσον δὲ ὁ ἐσθίων ἀνθράκων καὶ γῆς· ἐξ ἔθους δὲ γίνεται θηριώδης ὁ ταῖς παρὰ φύσιν ἡδοναῖς ἐκ προοιμίων τοῦ βίου συνεθισθεὶς καὶ χαίρων μὲν σιτίοις, οἷς οὐδεὶς ἥδεται ἀνθρώπων μὴ | |
40 | τῶν φυσικῶν ὅρων ἐκστάς, ἀκολασταίνων δὲ τὴν παρὰ φύσιν ἀκολασίαν· | 144 |
145 | τούτων δέ ἐστι καὶ ὁ χαίρων τριχῶν τίλσει ἢ ὀνύχων τρώξει· ταῦτα δὲ καὶ διὰ μοχθηρίαν φύσεως γίνεται. ὅσοι μὲν οὖν διὰ μοχθηρίαν φύσεως τοῖς φύσει κακοῖς ἥδονται, οὔκ εἰσιν ἀκρατεῖς· οὐ γάρ ἐστιν αὐτοῖς ὀρθὸς λόγος, ᾧ ἀνθίστανται· ὁμοίως δὲ οὐδὲ ὅσοι ἐξ ἔθους ἢ νοσήματος ἢ μα‐ | |
5 | νίας, ἀλλὰ τὸ ἥδεσθαι τοῖς τοιούτοις ἔξω ἐστὶ παντελῶς τῶν τῆς κακίας ὅρων. εἰ δέ τις τούτων τῶν ἐπιθυμιῶν νῦν μὲν κρατεῖ, νῦν δὲ ἡττᾶται, οὐ λέγεται ἀκρατὴς ἁπλῶς, ἀλλὰ μετὰ προσθήκης, οὐδὲ ἐγκρατὴς ἁπλῶς ἀλλὰ μετὰ προσθήκης, οἷον ἐγκρατὴς τὴν θηριωδίαν καὶ ἀκρατὴς ὁμοίως· οὐ γάρ ἐστιν ἡ θηριωδία περὶ τὰ αὐτὰ τῇ ἀκολασίᾳ, ὥσπερ ἡ ἁπλῶς ἐγ‐ | |
10 | κράτεια· ἡ μὲν γὰρ ἀκολασία περὶ τὰς φυσικάς ἐστιν ἡδονὰς ὁμοίως καὶ ἡ ἁπλῶς ἐγκράτεια, ἡ δὲ θηριωδία περὶ τὰς παρὰ φύσιν. πᾶσα μὲν γὰρ ὑπερβάλλουσα κακία καὶ ἀφροσύνη καὶ δειλία καὶ ἀκολασία καὶ χαλεπότης αἱ μὲν θηριώδεις, αἱ δὲ νοσηματώδεις εἰσίν. ὁ μὲν γὰρ φύσει τοιοῦτος οἷος δεδιέναι πάντα, κἂν ψοφήσῃ μῦς, θηριώδη δει‐ | |
15 | λίαν δειλός, νοσηματώδης δέ, οἷος ἦν ὁ δεδιὼς τὴν γαλῆν διὰ νόσον· καὶ ἐπὶ τῆς ἀφροσύνης οἱ μὲν ἐκ φύσεως ἀλόγιστοι καὶ μόνῃ αἰσθήσει ζῶντες, ὥσπερ τινὰ γένη τῶν πόρρω βαρβάρων, θηριώδη ἀφροσύνην ἄφρονες, οἱ δὲ διὰ νόσους ἐπιληπτικὰς ἢ μανίας νοσηματώδεις. ταύτας δὲ τὰς ἕξεις δυνατὸν καὶ ἔχειν καὶ μὴ κρατεῖσθαι ὑπ’ αὐτῶν, ὥσπερ | |
20 | εἰ Φάλαρις ἐκράτει τῆς ἐπιθυμίας, ἐπιθυμῶν παιδίου φαγεῖν, δυνατὸν δὲ καὶ κρατεῖσθαι ὑπ’ αὐτῶν. τὴν γοῦν τοιαύτην ἀκρασίαν καὶ ἐγκράτειαν οὐχ ἁπλῶς ἀκρασίαν καὶ ἐγκράτειαν ἐροῦμεν, ἀλλὰ μετὰ προσθήκης, καθὼς ἐν τοῖς ἀνωτέρω εἴρηται, ἀκρασία θηριώδης ἢ ἀκρασία νοσηματώδης, καὶ ἐγκράτεια θηριώδους κακίας ἢ ἐγκράτεια νοσηματώδους κακίας· ἀκρασία | |
25 | δὲ ἁπλῶς ἡ περὶ τὴν ἀνθρωπίνην ἀκολασίαν μόνη. ὅτι μὲν οὖν ἀκρασία καὶ ἐγκράτειά ἐστι μόνον περὶ ἅπερ ἀκολασία καὶ σωφροσύνη, καὶ ὅτι ἡ περὶ τὰ ἄλλα ἡδέα ἄλλο τι εἶδός ἐστιν ἀκρασίας κατὰ μετα‐ φορὰν λεγόμενον καὶ οὐ κυρίως, εἴρηται. | |
29n | Ὅτι ἡ τῆς ἐπιθυμίας ἀκρασία αἰσχίων τῆς τοῦ θυμοῦ. κεφ. ιʹ. | |
30 | Ζητητέον δὲ ὁποτέρα ἀκρασία τῆς ἑτέρας αἰσχίων, ἡ τῶν ἐπιθυμιῶν ἢ 〈ἡ〉 τοῦ θυμοῦ. δοκεῖ δὲ ἡ τῶν ἐπιθυμιῶν αἰσχίων εἶναι τῆς τοῦ θυ‐ μοῦ ἀκρασίας. ὁ μὲν γὰρ θυμούμενος οὐ πάντῃ παρακούει τοῦ λόγου, ἀλλὰ κατά τι καὶ ὑπακούει καὶ παρακούει, καθάπερ οἱ ταχεῖς τῶν δια‐ κόνων, οἳ πρὶν ἀκοῦσαι πᾶν τὸ προσταττόμενον ἐκθέουσιν, εἶτα διαμαρτά‐ | |
35 | νουσι τῆς προστάξεως, ἢ ὥσπερ οἱ κύνες πρὶν σκέψασθαι εἰ φίλος ὁ προσιών, πρὸς τὸν ψόφον μόνον ὑλακτοῦσιν· οὕτω καὶ ὁ θυμὸς διὰ θερμότητα καὶ ταχυτῆτα τῆς φύσεως ἀκούσας τοῦ λόγου μόνον, οὐκ ἐπίταγμα δὲ ἀκούσας, ὁρμᾷ πρὸς τὴν τιμωρίαν. ὁ μὲν γὰρ λογι‐ | |
σμὸς ἢ ἡ φαντασία τοῦτο δείκνυσι μόνον, ὅτι οὗτος ὑβρίζει ἢ κατα‐ | 145 | |
146 | φρονεῖ ἢ ζημιοῖ, ὁ δὲ θυμός, ὥσπερ συλλογισάμενος ὅτι δεῖ τῷ τοι‐ ούτῳ πολεμεῖν, εὐθὺς χαλεπαίνει. οὕτω μὲν οὖν ὁ θυμὸς ἕπεται κατά τι τῷ λόγῳ, ἡ δὲ ἐπιθυμία, ἐὰν μόνον εἴπῃ ἡ αἴσθησις ἢ ὁ λογι‐ σμὸς διεφθαρμένος ὑπὸ τῆς αἰσθήσεως, ὅτι τόδε ἡδύ, ὁρμᾷ εὐθὺς πρὸς | |
5 | τὴν ἀπόλαυσιν· ὥσθ’ ὁ μὲν θυμὸς ἀκολουθεῖ τῷ λόγῳ πως, ἡ δὲ ἐπιθυμία οὔ. αἰσχίων οὖν διὰ τοῦτο ὁ πρὸς τὴν ἐπιθυμίαν ἀκρατὴς τοῦ πρὸς θυμόν· ὁ μὲν γὰρ ἀκρατὴς τοῦ θυμοῦ κρατεῖται ὑπὸ λόγου τρό‐ πον τινά, ὁ δὲ τῆς ἐπιθυμίας ἀκρατὴς ὑπὸ τῆς ἐπιθυμίας κρατεῖται. ἔτι ταῖς μᾶλλον φυσικαῖς ὀρέξεσιν ἀκολουθεῖν κουφότερον κακὸν τοῦ ἕπεσθαι | |
10 | ταῖς ἧττον φυσικαῖς· μᾶλλον γὰρ ἀξιοῦται τὸ τοιοῦτον συγγνώμης· ἀλλὰ ἡ τοῦ θυμοῦ ἀκρασία φυσικώτερον τῆς ἀκρασίας τῶν ἐπιθυμιῶν, λέγω δὲ τῶν μὴ ἀναγκαίων ἐπιθυμιῶν καὶ τῶν ὑπερβαλλουσῶν, οἷον χρημάτων καὶ δόξης· ὥστε ἀνεκτότερον κακὸν ἡ τοῦ θυμοῦ ἀκρασία τῆς τῶν ἐπιθυμιῶν. ὅτι δὲ τὸ μᾶλλον φυσικὸν μᾶλλον συγγνωστόν, δῆλον. ἐγκαλούμενος γάρ | |
15 | τις ὅτι τύπτει τὸν πατέρα, ἀπελογεῖτο φυσικὸν αὐτῷ εἶναι τὸν θυμὸν τὸν τοιοῦτον καὶ τὴν περὶ αὐτὸν ἀκρασίαν, καὶ γὰρ καὶ τὸν πατέρα αὐτοὺ τοι‐ οῦτον εἶναι πατραλοίαν καὶ ἔτι τὸν πάππον καὶ τὸν ἑαυτοῦ υἱὸν ἔσεσθαι καὶ τυπτήσειν αὐτὸν ἐπειδὰν ἀνὴρ γένηται. καί τις ἑλκόμενος ὑπὸ τοῦ υἱοῦ ἐκέλευεν αὐτὸν πρὸς ταῖς θύραις παύεσθαι, “καὶ γὰρ ἐγὼ τὸν πα‐ | |
20 | τέρα τὸν ἐμὸν εἵλκυσα”, φησί, “μέχρις ἐνταῦθα” φαίνεται τοίνυν ὅτι ἀπολογίαν τινὰ δίδωσι τοῖς αἰσχροῖς τὸ πεφυκέναι πρὸς αὐτὰ καὶ ἀνεκτό‐ τερον ποιεῖ τὸ ἔγκλημα. ὅτι δὲ καὶ φυσικώτερον ἡ τοῦ θυμοῦ ἀκρασία τῆς τῶν ἐπιθυμιῶν δῆλον· ἁπλῶς γὰρ θυμοῦσθαι φυσικώτερόν ἐστι τοῦ ἐπιθυμεῖν τῶν μὴ ἀναγκαίων. τὸ μὲν γὰρ θυμοῦσθαι διὰ σωτηρίαν τῆς | |
25 | φύσεως ἐνετέθη τῇ φύσει, ἵνα τὸ βλαβερὸν ἀποσείηται, καὶ εἰς τοῦτο φέρει, ἡ δὲ τῶν μὴ ἀναγκαίων ἐπιθυμία οὐκέτι· ἔστι γὰρ καὶ ἄνευ νίκης ἢ τι‐ μῆς διασώζειν τὴν φύσιν· διὰ τοῦτο καὶ κοινότερον τὸ θυμοῦσθαι τῶν ἐπι‐ θυμιῶν τῶν μὴ ἀναγκαίων· τὸ μὲν γὰρ καὶ πᾶσιν ἀνθρώποις καὶ πᾶσι ζῴοις πρόσεστιν, αἱ δὲ οὐδὲ πᾶσιν ἀνθρώποις. ἐπεὶ δὲ τὸ θυμοῦσθαι τῶν | |
30 | τοιούτων ἐπιθυμιῶν φυσικώτερον, καὶ αἱ ὑπερβολαὶ τοῦ θυμοῦ φυσικώτεραι τῆς τῶν ἐπιθυμιῶν ὑπερβολῆς, ἡ ἄρα τοῦ θυμοῦ ἀκρασία φυσικώτερον καὶ διὰ τοῦτο ἧττον αἰσχρὰ τῆς τῶν ἐπιθυμιῶν. ἔτι τῶν ἀδίκων οἱ ἐπι‐ βουλότεροι ἀδικώτεροι. ἐπιβουλοτέρα δὲ ἡ ἐπιθυμία τοῦ θυμοῦ· ἀδικωτέρα ἄρα. ὅτι δὲ ἐπιβουλοτέρα, δῆλον. λεληθότως γὰρ εἰσέρχεται καὶ οὐκ | |
35 | ἀθρόον ὥσπερ ὁ θυμός· καὶ οἱ θυμούμενοι φανεροί εἰσιν, οἱ δὲ ἐπιθυ‐ μοῦντες οὐ πάνυ φαίνονται, ὅτι λάθρα πως καὶ δόλῳ κλεπτόμενοι ἐπιθυ‐ μοῦσι· καὶ διὰ τοῦτο καὶ αὐτοὶ δόλῳ τινὶ καὶ κλοπῇ ἐπὶ τὰ ἐπιθυμητὰ φέρονται· ὅθεν καὶ Ὅμηρός φησι τὴν Ἀφροδίτην δολοπλόκον, καὶ τὸν κε‐ στὸν ἱμάντα διὰ τοῦτο τῇ Ἀφροδίτῃ ἀνατιθέασι, τὸ ποικίλον ὑποφαίνοντες | |
40 | τῆς ἐπιθυμίας· καὶ τὸ | 146 |
147 | πάρφασις, ἥτ’ ἔκλεψε νόον πύκα περ φρονέοντος εἰς τοῦτο φέρει. ὥστε εἴπερ ἀδικωτέρα ἡ τοιαύτη ἐπιθυμία, καὶ αἰ‐ σχίων τῆς τοῦ θυμοῦ ἡ περὶ τὴν ἐπιθυμίαν 〈ἀκρασία〉 ἐστί, καὶ κυρίως ἀκρασία καὶ ἡ ἀκολασία, ἥτις ἐστὶ κυρίως κακία. ἔτι οὐδεὶς λυπεῖται ταῖς ἀτό‐ | |
5 | ποις ἐπιθυμίαις ἀκολουθήσας, πᾶς δὲ ὀργιζόμενος λυπεῖται· κακίζεται δὲ μᾶλλον ὃς ἐν τῷ ποιεῖν τὸ κακὸν ἥδεται ἢ ὃς ἐν τῷ ποιεῖν τὸ κακὸν λυ‐ πεῖται· ὁ γὰρ λυπούμενος δοκεῖ τινα διδόναι δίκην ὧν ἁμαρτάνει καὶ διὰ τοῦτο ἧττον κακίζεται· ὁ ἄρα ἀτόποις ἀκολουθῶν ἐπιθυμίαις μᾶλλον κα‐ κίζεται δικαίως ἢ ὁ θυμούμενος· χεῖρον ἄρα κακὸν ἡ περὶ τὴν ἐπιθυμίαν | |
10 | ἀκρασία τῆς τοῦ θυμοῦ· οἷς γὰρ ὀργίζεσθαι δικαιότερον, ταῦτ’ ἀδικώτερα. ὅτι μὲν οὖν αἰσχίων ἡ τῆς ἐπιθυμίας ἀκρασία τῆς τοῦ θυμοῦ, καὶ ὅτι ἐστὶν ἡ ἐγκράτεια καὶ ἀκρασία περὶ ἐπιθυμίας καὶ ἡδονὰς σωματικάς, δῆλον ἐκ τῶν εἰρημένων. | |
14n | Τίσι διαφέρουσιν ἀλλήλων ἐγκράτεια καὶ καρτερία καὶ σωφρο‐ | |
15n | σύνη καὶ αἱ ἀντικείμεναι κακίαι. κεφ. ιαʹ. | |
16 | Νῦν δὲ ἔτι θεωρήσωμεν τὰς διαφορὰς σωφροσύνης καὶ ἐγκρατείας καὶ καρτερίας καὶ τῶν ἀντικειμένων ταύταις, ἀκολασίας ἀκρασίας καὶ μαλακίας. τῶν γὰρ σωματικῶν ἡδονῶν αἱ μέν εἰσιν ἀνθρωπικαί, αἱ δὲ θηριώδεις, αἱ δὲ νοσηματώδεις· ἀνθρωπικαὶ μὲν τοιαῦται, οἷαι τέρπειν φύσει τὸν ἄν‐ | |
20 | θρωπον, τοσαῦται, ὅσαις χαίρει ἄνθρωπος ἢ ἀγαθὸς ἢ κακὸς τὴν ἀνθρω‐ πίνην κακίαν, οἷον ἐπὶ πλούτῳ ἢ δόξῃ ἢ τροφῇ ἢ γάμῳ· ὁ γὰρ ἡδό‐ μενος καὶ διώκων ἢ ὡς δεῖ ἢ ἐλλείπων ἢ ὑπερβάλλων τὸν λόγον, οὐ τὴν ἑαυτοῦ φύσιν, ὁ τοιοῦτος ἥδεται τὴν ἀνθρωπικὴν ἡδονήν· θηριώδεις δὲ αἱ τῆς φύσεως τῆς ἀνθρωπίνης ἐκπίπτουσαι κατὰ τὴν ποιότητα καὶ | |
25 | κατὰ τὴν ποσότητα· καὶ αἱ ὑπερβολαὶ δὲ τῶν ἀνθρωπίνων ἡδονῶν, ὅταν ὑπερβάλλωσιν ἑαυτὰς καὶ τῶν ἀνθρωπίνων ὅρων ἐκτὸς γένωνται, θηριώ‐ δεις εἰσί· νοσηματώδεις δὲ αἱ διὰ νόσον ἢ μανίαν ὑπερβάλλουσαι τὴν ἀν‐ θρωπίνην ἡδονήν, καὶ αἱ παρὰ φύσιν· καὶ ὅλως, καθὼς ἐν τοῖς ἀνωτέρω διῄρηται 〈περὶ〉 τῆς θηριώδους ἡδονῆς, περὶ ταύτας τὰς ἡδονὰς παραπλή‐ | |
30 | σιαί εἰσιν ἕξεις. ἀλλ’ ἡ σωφροσύνη καὶ ἀκολασία περὶ τὰς ἀνθρωπικὰς μόνον εἰσί. διὸ καὶ τὰ θηρία οὐ λέγομεν σώφρονα οὐδὲ ἀκόλαστα, εἰ μή που κατὰ μεταφορὰν καὶ οὐ κυρίως· καὶ τότε δὲ λέγομεν σώφρονα ἢ ἀκό‐ λαστα θηρία, συγκρίνοντες πρὸς ἄλληλα· ἔχουσι γάρ τινα διαφορὰν περὶ τὰς σωματικὰς ἡδονάς· καὶ τὰ μὲν μᾶλλον χαίρουσι τοῖς τοιούτοις, τὰ δὲ | |
35 | ἧττον, κυρίως δὲ οὐ λέγονται ἀκόλαστα ἢ σώφρονα, ὅτι οὐδαμῶς ἔχουσι λόγον, ἀλλὰ πάντῃ τῆς φύσεως ταύτης ἀφέστηκεν, ὥσπερ οἱ μαινόμενοι τῶν ἀνθρώπων. διὰ τοῦτο καὶ ἔλαττον κακὸν ἡ θηριότης τῆς ἀνθρω‐ | |
πίνης κακίας, εἰ καὶ φοβερώτερον. ἡ μὲν γὰρ ἀνθρωπίνη κακία τὸ βέλ‐ | 147 | |
148 | τιστον τῶν ἐν τῷ ἀνθρώπῳ διαφθείρει, δηλονότι τὸν λόγον, ἡ δὲ θηριότης οὐδαμῶς· οὐ γὰρ ἔχει λόγον· ὥσπερ καὶ τὸ ἄψυχον κακὸν ἔλαττον τοῦ ἐμψύχου κακοῦ· τὸ γὰρ κακὸν τὸ ἔχον ἀρχήν, ἥτις αὐτὸ κινεῖ, βλαβερώ‐ τερον τοῦ μὴ ἔχοντος· τὸ γὰρ ἀκίνητον κακὸν ἀνεκτότερον τοῦ κινουμένου | |
5 | κακοῦ, καθόσον ἔλαττον δύναται δρᾶν. ὥσπερ οὖν τὸ ἔμψυχον κακὸν χεῖρον τοῦ ἀψύχου, ὅτι ἔχει ἀρχὴν ἐν αὐτῷ τὴν ψυχήν, ἥτις αὐτὸ κινεῖ, οὕτω καὶ τὸ λογικόν, ὅτι τοῦ ἀλόγου μᾶλλον ἀρχὴν ἔχει, βλαβερώτερον καὶ χεῖρον· μυριοπλάσια γὰρ ἂν 〈κακὰ〉 ποιήσειεν ἄνθρωπος κακὸς θηρίου. καὶ ταῦτα μὲν εἰς τοσοῦτον· ἐχώμεθα δὲ τῶν προκειμένων. | |
10 | ἔστι μὲν οὖν περὶ ἕκαστον γένος τῶν προειρημένων ἰδία τις ἕξις. περὶ δὲ τὰς ἀνθρωπικὰς ἡδονὰς καὶ λύπας ἐστὶ μὲν ἡ σωφροσύνη, ὡς προείρηται, ἐστὶ δὲ ἡ ἐγκράτεια καὶ ἡ καρτερία καὶ αἱ ἀντικείμεναι ταύταις· λέγω δὲ ἀνθρωπικὰς ἡδονὰς καὶ λύπας, περὶ ἃς ἡ σωφροσύνη, ὅσαι ἁφῇ καὶ γεύσει προσήκουσι. τούτων δὴ οἱ μὲν ἡττῶνται μᾶλλον ἢ οἱ πολλοί, καὶ πρὸς | |
15 | αὐτὰς φέρονται, ὡς ὀλίγοι μοχθηροί, οἱ δὲ κρατοῦσιν ὧν οἱ πολλοὶ ἡττῶν‐ ται. ἐπεὶ δὲ λῦπαί εἰσι καὶ ἡδοναὶ ὧν ἡττῶνται καὶ κρατοῦσιν, οἱ μὲν τῶν ἡδονῶν κρατοῦντες ἐγκρατεῖς εἰσι, καὶ οἱ ἡττώμενοι ἀκρατεῖς, οἱ δὲ τῶν λυπηρῶν κρατοῦντες, ὥστε μὴ κινεῖσθαι ὑπ’ αὐτῶν, καρτερικοί, καὶ οἱ ἡττώμενοι καὶ ῥᾳδίως ὑπ’ αὐτῶν κινούμενοι μαλακοί. τὰ πλεῖστα δὲ οἱ | |
20 | ἄνθρωποι οὔτε καρτερικοί εἰσιν οὔτε μαλακοί, ἀλλὰ μεταξύ, εἰ καὶ πρὸς τὸ χεῖρον ῥέπουσι μᾶλλον· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἕξεων ἔχει· πάλιν δὲ διοριστέον περὶ αὐτῶν ἀκριβέστερον. ἐπεὶ γὰρ αἱ μὲν τῶν ἡδο‐ νῶν ἀναγκαῖαί εἰσιν, αἱ δὲ οὔκ (ἐρρήθη δὲ περὶ αὐτῶν πρότερον, τίνες ἡδοναὶ καὶ μέχρι τίνος ἀναγκαῖαί εἰσιν), αἱ μὲν ὑπερβολαὶ οὔκ εἰσιν ἀναγ‐ | |
25 | καῖαι οὐδ’ αἱ ἐλλείψεις, ὁμοίως δὲ καὶ αἱ ἐπιθυμίαι καὶ αἱ λῦπαι ἔχουσιν· ὁ μὲν τὰς ὑπερβολὰς διώκων τῶν ἡδονῶν, καὶ ἢ τὰς φύσει μεγάλας ἀεὶ ζητῶν ἡδονάς, ἢ τὰς φύσει μετρίας ὑπερβαλλόντως ζητῶν, οὐχ ἑλκόμενος βιαίως πως ὑπ’ αὐτῶν, ἀλλὰ μετὰ προαιρέσεως ἐπ’ αὐτὰς τρέχων, οὐ δι’ ἄλλο τι, δόξαν, φέρε εἰπεῖν, ἢ κέρδος, ἀλλ’ αὐτὰς δι’ ἑαυτάς, ἀκόλαστος· | |
30 | τὸν τοιοῦτον γὰρ ἀνάγκη μὴ μεταμέλεσθαι μετὰ τὴν ἡδονὴν καὶ διὰ τοῦτο ἀνίατον εἶναι· ὁ γὰρ ἀμεταμέλητος ἀνίατος· τοιοῦτος δὲ ὁ ἀκό‐ λαστος· ὁ δὲ ἔλαττον τοῦ δέοντος τὰ τοιαῦτα ζητῶν, ὁ ἐκ διαμέτρου ἀντι‐ κείμενος, ὅς ἐστιν ἀναίσθητος· ὁ δὲ μέσος ὁ σώφρων ἐστίν. οὐ μόνον δὲ ὁ διώκων τὰς σωματικὰς ἡδονάς, ὃν εἴρηται τρόπον, ἀκόλαστός ἐστιν, ἀλλὰ | |
35 | καὶ ὁ φεύγων τὰς σωματικὰς λύπας, οὐχ ἡττώμενος αὐτῶν, ἀλλὰ προαι‐ ρούμενος ὁμοίως ἀκόλαστός ἐστι. τῶν δὲ ἀπροαιρέτως ἐπὶ τὰ ἡδέα φερο‐ μένων ὁ μὲν φέρεται διὰ τὴν ἡδονήν, ὁ δὲ ἵνα φύγῃ τὴν ἀπὸ τῆς ἐπι‐ θυμίας λύπην· ὥστε διαφέρουσιν οὗτοι ἀλλήλων, ἔστι δὲ ὁ μὲν διὰ τὸ φεύγειν τὴν λύπην τὰ ἡδέα διώκων μαλακός, ὁ δὲ δι’ ἡδονὴν ἀκρατής. | |
40 | ἀντίκειται δὲ ὁ μὲν ἀκρατὴς τῷ ἐγκρατεῖ, ὁ δὲ καρτερικὸς τῷ μαλακῷ· | |
ἡ μὲν γὰρ καρτερία ἐστὶν ἐν τῷ ἀντέχειν, ἡ δὲ ἐγκράτεια ἐν τῷ κρατεῖν· | 148 | |
149 | ἕτερον δὲ τὸ ἀντέχειν τοῦ κρατεῖν, ὥσπερ καὶ τοῦ μὴ ἡττᾶσθαι τὸ νικᾶν· διὸ βέλτιον καὶ αἱρετώτερον ἡ ἐγκράτεια τῆς καρτερίας· βέλτιον γὰρ νικᾶν ἢ μὴ ἡττᾶσθαι. φαίνεται δὲ ὅτι καὶ ἡ ἀκολασία χείρων τῆς ἀκρασίας ἐστί. φανερὸν γὰρ πᾶσιν ὡς χείρων ἐστὶν ὁ διώκων τὴν ἡδονὴν προαι‐ | |
5 | ρούμενος καὶ ἢ μὴ ἐπιθυμῶν ἢ ἠρέμα καὶ οὐ τυραννούμενος τοῦ ὑπὸ σφοδροτάτων ἐπιθυμιῶν τυραννουμένου· ἔστι δὲ ὁ μὲν πρῶτος ὁ ἀκόλαστος, ὁ δὲ δεύτερος ὁ ἀκρατής· ὥστε ἡ ἀκολασία χείρων τῆς ἀκρασίας ἐστίν. ὁ μὲν οὖν ἐγκρατὴς καὶ καρτερικὸς οὕτω διαφέρουσι, καὶ οὕτως αἱρετώ‐ τερον ἐγκράτεια καρτερίας, καὶ ἀκρασία ἀκολασίας ἀνεκτότερον. | |
10n | Τίς ἡ συγγνωστὴ ἀκρασία καὶ μαλακία. κεφ. ιβʹ. | |
11 | Ἔτι δὲ διοριστέον περὶ αὐτῶν. ἐγκρατὴς μὲν οὖν ἐστιν ὁ κρατῶν τῶν ἐπιθυμιῶν, καρτερικὸς δέ ἐστιν ὁ ἀντέχων πρὸς αὐτὰς καὶ μὴ ἡττώ‐ μενος· ὁ δὲ χαυνούμενος πρὸς ἃ οἱ πολλοὶ ἀντιτείνουσι καὶ δύνανται φέ‐ ρειν, οὗτος μαλακὸς καὶ τρυφῶν· καὶ γὰρ ἡ τρυφὴ μαλακία τίς ἐστιν. | |
15 | ὃς ἕλκει τὸ ἱμάτιον, ἵνα μὴ πονήσῃ τὴν ἀπὸ τοῦ αἴρειν λύπην, καὶ μιμούμενος τὸν ἐκλελυμένον ὑπὸ νόσου, οὐκ οἴεται ἄθλιος εἶναι, ἀθλίῳ ὅμοιος ὤν· τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ ἐγκρατείας καὶ ἀκρασίας ἐστίν. εἰσὶ γὰρ ἡδοναὶ καὶ λῦπαι οὕτω μεγάλαι καὶ σφοδραί, ὥστε τὸν ἡττώμενον αὐτῶν συγγνώμης τινὸς ἀξιοῦσθαι· τὸ γὰρ τοιούτων ἡττᾶσθαι | |
20 | οὐδὲν θαυμαστόν· ὥσπερ ὁ Φιλοκτήτης, ὃν εἰσήγαγεν ἐν τοῖς ποιήμασι Θεοδέκτης ὁ ποιητὴς πεπληγμένον ὑπὸ ὄφεως, καὶ μέχρι τινὸς κρατοῦντα τῆς λύπης, εἶτα ἀναβοήσαντα· ἢ ὃν εἰσάγει Καρκῖνος ὁ ποιητὴς Κερκύονα ἐπὶ τῇ ὕβρει τῆς θυγατρὸς Ἀλόπης καρτεροῦντα μέχρι τινός, εἶτα ἡττη‐ θέντα τῆς ἀλγηδόνος· ὥσπερ οἱ κατέχειν πειρώμενοι τὸν γέλωτα | |
25 | ἀθρόον ἐκκαγχάζουσιν, ὅπερ ὁ Ξενόφαντος ἐποίησεν. οὐ τοῦτο τοίνυν ἐστὶ θαυμαστὸν τὸ ἡττηθῆναι οὕτω σφοδροτάτων παθῶν, ἀλλ’ εἴ τις ἡτ‐ τᾶται πρὸς ἃς οἱ πολλοὶ δύνανται ἀντέχειν ἡδονὰς καὶ λύπας καὶ μὴ δύναιτο ἀντιτείνειν, μὴ διὰ φύσιν τινὰ τοῦ γένους, ὥσπερ οἱ Σκυθῶν βασιλεῖς φύσει εἰσὶ μαλακοί, ἢ ὥσπερ τὸ θῆλυ φύσει ἐστὶ τοῦ ἄρρενος | |
30 | μαλακώτερον, ἢ διὰ νόσον, ἀλλὰ διὰ πονηρὰν ἕξιν καὶ μοχθηρίαν, ὁ τοι‐ οῦτος ἀσύγγνωστος. ἔστι δὲ καὶ ὁ σφόδρα χρώμενος ταῖς παιδιαῖς μα‐ λακός, εἰ καὶ δοκεῖ ἀκόλαστος εἶναι. οἱ γὰρ τὴν ἄνεσιν σφόδρα ζητοῦντές εἰσιν οἱ μαλακοί· ἡ δὲ παιδιὰ ἄνεσίς τις καὶ ἀνάπαυσίς ἐστι· καὶ ὁ σφό‐ δρα χρώμενος παιδιαῖς ὑπερβάλλει κατά τινα ἄνεσιν καὶ παιδιώδης κα‐ | |
35 | λεῖται. | |
36n | Περὶ τῶν εἰδῶν τῆς ἀκρασίας· καὶ ὅτι χεῖρον κακὸν ἡ ἀκολασία | |
37n | τῆς ἀκρασίας. κεφ. ιγʹ. | |
38 | Τῆς δὲ ἀκρασίας δύο εἰσὶν εἴδη· καὶ τὸ μὲν προπέτεια, τὸ δὲ | 149 |
150 | ἀσθένεια καλεῖται. οἱ μὲν γὰρ προβουλευσάμενοι μὴ συγχωρῆσαι τῷ πάθει, εἶτα ἡττηθέντες αὐτοῦ τὴν ἀσθενῆ ἀκρασίαν εἰσὶν ἀκρατεῖς· οἱ δὲ μὴ προβουλευσάμενοι ἀλλ’ εὐθὺς προσβαλόντος ἡττηθέντες τὴν προπετῆ ἀκρασίαν εἰσὶν ἀκρατεῖς· ἔνιοι γὰρ προαισθόμενοι καὶ προϊδόντες καὶ | |
5 | προεγείραντες ἑαυτοὺς καὶ τὸν λογισμόν, οὐχ ἡττῶνται ὑπὸ τοῦ πάθους, ὥσπερ τὰ προτριβέντα καὶ προγαργαλισθέντα 〈μέλη οὐ γαργαλί‐ ζονται〉. μάλιστα δὲ οἱ ὀξεῖς καὶ μελαγχολικοὶ τὴν προπετῆ ἀκρασίαν εἰσὶν ἀκρατεῖς· οἱ μὲν ὀξεῖς διὰ τὴν ταχυτῆτα οὐκ ἀνα‐ μένουσι τὴν ἀπὸ τοῦ λόγου κρίσιν, οἱ δὲ μελαγχολικοὶ διὰ τὸ σφόδρα φαν‐ | |
10 | ταστικοὶ εἶναι καὶ ἀκολουθεῖν τῇ φαντασίᾳ· διὸ σφοδροτέρως κινοῦνται μὴ ἐπιστρεφόμενοι πρὸς τὸν λόγον. πᾶς δὲ ἀκρατὴς καὶ μεταμελητικός ἐστι, καθὼς εἴρηται· τῆς γὰρ ἐπιθυμίας σβεσθείσης, ὁ λόγος ὑγιαίνων συνορᾷ τὴν ἀτοπίαν τοῦ πάθους, ᾧ ἕπεται μετάνοια. ὁ δὲ ἀκόλαστος ἀμεταμέ‐ λητος· ὁ γὰρ λόγος αὐτῷ οὐχ ὑγιαίνει· καὶ διὰ τοῦτο κατιδεῖν τὸ αἰσχρὸν | |
15 | οὐ δύναται. καὶ διὰ τοῦτο ὁ μὲν ἀκρατὴς ἰατός ἐστιν, ὁ δὲ ἀκόλαστος ἀνίατος. οὐ γάρ, ὥσπερ εἴπομεν ἐν οἷς πρότερον ἐζητοῦμεν περὶ αὐτῶν, οὕτω καὶ ἔχει· εἴρηται γὰρ ὥς τις ἔνδοξος λόγος γυμνάζει τὸ ζήτημα, τὸ δὲ ἀληθὲς τοῦτό ἐστιν. ἔοικε γὰρ ἡ μὲν ἀκολασία ὑδέρῳ καὶ φθίσει, ἃ συνεχῶς τὸν νοσοῦντα λυπεῖ, ἡ δὲ ἀκρασία τοῖς ἐπιληπτικοῖς, ἃ δια‐ | |
20 | λιμπάνοντα οὐ συνεχῶς ἐνοχλοῦσιν· ἡ μὲν γὰρ ἀκολασία συνεχὴς πονηρία ἐστίν· ἀεὶ γὰρ ὁ ἀκόλαστος οἴεται δεῖν ἀκολασταίνειν· ὁ δὲ ἀκρατὴς οὐκ ἀεί, ἀλλ’ ὅταν σφοδραῖς περιπέσῃ ἐπιθυμίαις. καὶ ὅλως δὲ ἕτερον τὸ γένος ἀκολασίας καὶ ἀκρασίας· ἡ μὲν γὰρ ἀκολασία λανθάνει οὖσα αἰσχρά, ἡ δὲ ἀκρασία οὐ λανθάνει· οἶδε γὰρ ὁ ἀκρατὴς ὅτι αἰσχρὸν τῷ πάθει | |
25 | συγχωρῆσαι. ἡ μὲν οὖν ἀκολασία χείρων ἑκατέρου εἴδους τῆς ἀκρασίας. αὐτῶν δὲ τῶν τῆς ἀκρασίας εἰδῶν ἡ ἀσθένεια χείρων τῆς προπετείας. οἱ γὰρ τὴν ἀσθενῆ ἀκρασίαν ἀκρατεῖς ὑπ’ ἐλάττονος πάθους ἡττῶνται, οἱ δὲ τὴν προπετῆ ἀκρασίαν ὑπὸ μείζονος· οἷς γὰρ δυνατὸν καὶ βουλεύσασθαι, φανερὸν ὅτι οὐ σφοδρῶς πολεμεῖ τὸ πάθος· οἱ δὲ προπετεῖς, δι’ ὧν οὐ | |
30 | δύνανται βουλεύσασθαι δῆλοί εἰσιν ὑπὸ μεγάλων ἐπιθυμιῶν βιαζόμενοι· καὶ ἄλλως δὲ αἰσχρότερον ἡττηθῆναι προβουλευσαμένους, ὥσπερ ὁπλισα‐ μένους ἢ ἀπροβουλεύτους· ὅμοιος γάρ ἐστιν ὁ κατὰ τὴν ἀσθενῆ ἀκρασίαν ἀκρατὴς τοῖς ταχέως μεθυσκομένοις καὶ ὑπὸ ὀλίγου οἴνου καὶ ἐλάτ‐ τονος ἢ ὡς οἱ πολλοί. ὅτι μὲν οὖν κακία ἐστὶν ἡ ἀκρασία, φανερόν, | |
35 | πλὴν οὐχ ἁπλῶς κακία, οἵα ἡ ἀκολασία, ἀλλά πῃ· καθόσον μὲν γὰρ προαιρεῖταί πως τὸ κακὸν ἐν τῷ πάθει ὤν, κακία ἐστί, καθόσον δὲ οὐ πάντῃ οἴεται δεῖν διώκειν τὸ πάθος, οὐκ ἔστι κακία· καὶ ἔστιν ὁμοία τοῖς Μιλησίοις, οὓς Δημόδοκος ἔφη σκώπτων “Μιλήσιοι ἀσύνετοι μὲν οὔκ εἰσιν, δρῶσι δὲ οἷάπερ οἱ ἀσύνετοι”· τὸν αὐτὸν τρόπον καὶ οἱ ἀκρατεῖς ἀκόλα‐ | |
40 | στοι μὲν οὔκ εἰσι, δρῶσι δὲ τὰ τῶν ἀκολάστων. ἐπεὶ δὲ ὁ μὲν ἀκρατὴς | 150 |
151 | διώκει τὰς σωματικὰς ἡδονὰς παρὰ τὸν ὀρθὸν λόγον, οὐ πεπεισμένος ὅτι εἰσὶν ἀγαθαὶ καὶ δεῖν διώκειν, ὁ δὲ ἀκόλαστος πέπεισται ὡς δεῖ διώκειν, ὁ μὲν ἀκρατὴς εὐμετάπειστός ἐστιν, ὁ δὲ ἀκόλαστος οὔ. τὴν γὰρ ἀρχὴν τῶν πράξεων, ἥτις ἐστὶ τὸ ἀγαθὸν καὶ τὸ τέλος οὗ ἕνεκα, ἡ μὲν ἀρετὴ | |
5 | σῴζει, ἡ δὲ μοχθηρία φθείρει. καὶ γὰρ διὰ μὲν τῆς ἀρετῆς ἀφικνούμεθα εἰς τὸ ἀγαθόν, διὰ δὲ τῆς μοχθηρίας ἀποχωροῦμεν αὐτοῦ· τὸ δὲ τοιοῦτον τέλος οὐ διὰ λόγου καὶ ἀποδείξεως γινώσκεται, ὥσπερ οὐδὲ αἱ ἀρχαὶ τῶν μαθημάτων ἀποδείξει γινώσκονται, ἀλλὰ ἀρετή τίς ἐστι φυσικὴ ἢ ἐθιστή, τὴν ὀρθὴν δόξαν ἔχειν περὶ τοῦ τέλους. ἢ γὰρ φύσει ἢ ἀπὸ ἀγαθοῦ | |
10 | ἔθους ἡ τοιαύτη ἡμῖν περιγίνεται γνῶσις. ὁ μὲν οὖν εἰδὼς τὸ ἀγαθόν, ὃ δεῖ ποιεῖσθαι τέλος τῶν πράξεων, καὶ πράττων ἃ πρὸς αὐτὸ φέρει, σώφρων· ὁ δὲ τὸ κακὸν ὑποτιθέμενος τέλος καὶ πρὸς ἐκεῖνο τάττων τὰς ἡδονὰς ἀκό‐ λαστος. ὃς δὲ ὑποτίθεται μὲν ἀγαθὸν τέλος καὶ πρὸς τοῦτο τάττειν τὰς ἑαυτοῦ πράξεις οἴεται δεῖν, ἐξίσταται δὲ διὰ πάθος τοῦ ὀρθοῦ λόγου, οὐχ | |
15 | ὥστε νομίσαι δέον εἶναι διώκειν τὰς τοιαύτας ἡδονάς, ἀλλ’ ὥστε μόνον περὶ τὰς πράξεις ἐξαμαρτάνειν, ὁ τοιοῦτος οὔτε σώφρων ἂν εἴη οὔτε ἀκό‐ λαστος, ἀλλὰ τοῦ μὲν σώφρονος χείρων διὰ τὰς πράξεις, τοῦ δὲ ἀκολά‐ στου βελτίων διὰ τὸν λόγον. ὁ μὲν γὰρ πὴ φαῦλος, ὁ δὲ ἀκόλαστος ἁπλῶς. τῷ δὲ ἀκρατεῖ ἄλλος ἐναντίος, ὁ ἐγκρατής, ὃς οὐκ ἐξίσταται τοῦ | |
20 | λογισμοῦ διὰ τὸ πάθος· ὅθεν φανερόν, ὅτι ἡ μὲν ἐγκράτεια σπουδαία ἕξις ἐστίν, ἡ δὲ ἀκρασία φαύλη. | |
22n | Τίς ὁ καθ’ αὑτὸ ἐγκρατὴς καὶ τίς ὁ κατὰ συμβεβηκός. κεφ. ιδʹ. | |
23 | Ζητητέον δὲ κἀκεῖνο, ὅπερ ἠπορήθη πρότερον, πότερον ὁ ὁποιᾳοῦν προαιρέσει ἐμμένων οὗτος ἐγκρατής ἐστιν ἢ ὁ τῇ ὀρθῇ, καὶ περὶ τοῦ ἀκρα‐ | |
25 | τοῦς ὁμοίως. κατὰ συμβεβηκὸς μὲν οὖν ἐγκρατὴς λέγεται ὁ ἐμμένων ὁποιᾳοῦν προαιρέσει, καθ’ αὑτὸ δὲ ἐγκρατής, ὁ ἐμμένων τῇ ὀρθῇ προαι‐ ρέσει καὶ τῷ ἀληθεῖ λόγῳ· καὶ ἀκρατὴς ὁμοίως κατὰ συμβεβηκὸς ὁ μὴ ἐμμένων ὁποιᾳοῦν δόξῃ, καθ’ αὑτὸ δὲ ὁ μὴ ἐμμένων τῇ ὀρθῇ. καὶ γὰρ εἴ τις ζητεῖ καὶ αἱρεῖταί τι οὐκ αὐτὸ δι’ ἑαυτό, ἀλλὰ δι’ ἄλλο, αὐτὸ μὲν | |
30 | κατὰ συμβεβηκὸς ζητεῖ, οὗ δὲ ἕνεκα τοῦτο ζητεῖ, ἐκεῖνο ζητεῖ καθ’ αὑτό. ὁ γὰρ διὰ δόξαν χρήματα ζητῶν κατὰ συμβεβηκὸς μὲν τὰ χρήματα ζητεῖ, καθ’ αὑτὸ δὲ τὴν δόξαν. τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τούτων συμβαίνει· ὁ μὲν γὰρ τῇ ἀγαθῇ δόξῃ ἐμμένων καὶ τῇ ὀρθῇ προαιρέσει αὐτὸ τὸ ἀγα‐ θὸν αἱρεῖται, διότι ἀγαθόν· ὥστε καθ’ αὑτὸ ἐγκρατής ἐστιν· ὁ δὲ ἐμμένων | |
35 | τῇ μὴ ὀρθῇ προαιρέσει καὶ τῇ ψευδεῖ δόξῃ, ἐμμένει διὰ τὸ νομίζειν ὅτι ἀγαθόν ἐστιν ὃ αἱρεῖται· νομίζει δὲ ὅτι ἐστὶν ἐν αὐτῷ τοῦ ἀγαθοῦ τι ἀμυ‐ δρὸν ἴχνος, δι’ ὃ ἔχεται τῆς μὴ ὀρθῆς προαιρέσεως καὶ τῆς ψευδοῦς δόξης ὡς ὀρθῆς καὶ ἀληθοῦς. ἐπεὶ τοίνυν οὐ δι’ ἑαυτὰ αἱρεῖται ἃ αἱ‐ | |
ρεῖται καὶ οἷς ἐμμένει, ἀλλὰ διὰ τὸ ἀγαθόν, οὐ καθ’ αὑτὸ ἐγκρατής ἐστιν, | 151 | |
152 | ἀλλὰ κατὰ συμβεβηκός. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀντικειμένων ἔχει· πὼς μὲν ἀκρατὴς ὁ μὴ ἐμμένων ὁποιᾳοῦν δόξῃ, ἁπλῶς δὲ ὁ μὴ ἐμμένων τῇ ὀρθῇ· τὸ γὰρ ἁπλῶς καὶ τὸ καθ’ αὑτὸ ταὐτόν ἐστιν. | |
4n | Ὅτι 〈οἱ〉 ἰσχυρογνώμονες καὶ ἰδιογνώμονες οὔκ εἰσιν ἐγκρατεῖς. | |
5n | κεφ. ιεʹ. | |
6 | Οἱ δὲ καλούμενοι ἰσχυρογνώμονες ἐμμένουσι μὲν δόξῃ τινί, ἐνίοτε δὲ καὶ ἀληθεῖ καὶ ἀγαθῇ προαιρέσει, ἐγκρατεῖς δὲ οὔκ εἰσιν, ἀλλ’ ὥσπερ οἱ ἄσωτοι ἐοίκασι τοῖς ἐλευθερίοις καὶ οἱ θρασεῖς τοῖς ἀνδρείοις, τὸν αὐτὸν τρόπον καὶ οὗτοι τοῖς ἐγκρατέσι· καί εἰσιν οἷον δύσπειστοί τινες καὶ οὐκ | |
10 | εὐμετάπειστοι. καθόσον μὲν οὖν ἐμμενετικοί εἰσιν, ἐοίκασι τοῖς ἐγκρα‐ τέσιν· ἀλλ’ οἱ μὲν ἐγκρατεῖς μεταβάλλονται ὑπὸ λόγου τινὸς καὶ πειθοῦς, οἱ δὲ ἰσχυρογνώμονες ὑπὸ μὲν λόγου οὐ μεταβάλλονται, ὑπὸ δὲ ἐπιθυμίας καὶ ἡδονῶν πολλοὶ τούτων ἄγονται. εἰσὶ δὲ ἰσχυρογνώμονες 〈καὶ οἱ ἰδιο‐ γνώμονεσ〉 καὶ οἱ ἀμαθεῖς καὶ οἱ ἄγροικοι· οἱ μὲν ἀμαθεῖς καὶ | |
15 | ἄγροικοι, διὰ τὸ μὴ εἰδέναι τὰς ἀρχὰς ὅθεν πεισθῆναι δυνατόν, οἱ δὲ ἰδιο‐ γνώμονες διὰ ἡδονὴν καὶ λύπην οὐ μεταπείθονται· ἥδονται γὰρ μὴ ἡττώ‐ μενοι τῶν πείθειν ἐπιχειρούντων, καὶ λυποῦνται ἐὰν ἄκυρα γένωνται τὰ αὐτῶν ὥσπερ ψηφίσματα· καὶ διὰ τοῦτο μᾶλλον ἐοίκασι τοῖς ἀκρατέσιν οἱ ἰδιογνώμονες ἢ τοῖς ἐγκρατέσιν· οὐ γὰρ λόγῳ ἀλλὰ πάθεσιν ἀκολουθοῦσιν, | |
20 | ὥσπερ ἐκεῖνοι. εἰσὶ δέ τινες, οἳ ἐμμένουσι τοῖς δεδογμένοις ἀληθέσιν, ἢ οὐκ ἐμμένουσι τοῖς ψευδέσι δι’ ἡδονήν, οἳ οὔκ εἰσι φαῦλοι, ὅτι διὰ ἡδονὴν ἐπαινετὴν ἐμμένουσιν ἢ οὐκ ἐμμένουσιν. ὥσπερ ὁ Νεοπτόλεμος ἐποίησεν· οὐ γὰρ ἐνέμεινεν οἷς συνέθετο τῷ Ὀδυσσεῖ καὶ οὐκ ἠπάτησε τὸν Φιλοκτήτην ψευσάμενος, δι’ ἡδονὴν καλὴν καὶ οὐ φαύλην· οὐ γὰρ ὁ | |
25 | δι’ ἡδονήν τι ποιῶν ἁπλῶς, ἀκόλαστος ἢ φαῦλος ἢ ἀκρατής, ἀλλ’ ὁ δι’ αἰσχρὰν ἡδονὴν οὗτος ψέγεται. | |
27n | Περὶ τῆς ἀκρατείας, πῶς ἔχει πρὸς τὴν σωφροσύνην καὶ τίνα | |
28n | τρόπον ὁ ἀκρατὴς δοκεῖ φρόνιμος ἐνίοτε εἶναι. κεφ. ιϛʹ. | |
29 | Ἐπεὶ δὲ ἡ ἐγκράτεια ἕξις ἐστὶν ἐπαινετή, μεσότης ἂν εἴη δύο κακιῶν, | |
30 | ὧν τῆς μὲν ἐλαττωθήσεται, τὴν δὲ ὑπερβαλεῖ· ἡ μὲν οὖν ἀκρασία ὑπερ‐ βάλλει τὴν ἐγκράτειαν, ἡ δὲ ἐλλείπουσα ἕξις ἀνώνυμος· ἔστι δὲ καθ’ ἥν τινες ἥδονται ταῖς σωματικαῖς ἡδοναῖς ἔλαττον τοῦ δέοντος· οἳ καὶ αὐτοὶ τοῦ ὀρθοῦ λόγου διαμαρτάνουσιν. ὁ μὲν γὰρ ἀκρατὴς οὐκ ἐμμένει τῷ ὀρθῷ λόγῳ διὰ τὸ μᾶλλον ἢ προσήκει χαίρειν ταῖς ἡδοναῖς, ὁ δὲ ἐλλεί‐ | |
35 | πων παρὰ τὸν ὀρθὸν ποιεῖ λόγον διὰ τὸ ἔλαττον ἢ δεῖ τὰ ἡδέα ζητεῖν· ὁ δὲ ἐγκρατὴς ἐμμένει τῷ ὀρθῷ λόγῳ καὶ οὐκ ἐξίσταται αὐτοῦ οὔτε διὰ | |
μικρὰν ἡδονὴν οὔτε διὰ μεγάλην. ἐπεὶ δὲ ἡ ἐγκράτεια τῶν ἐπαινετῶν καὶ | 152 | |
153 | σπουδαίων, ἀνάγκη τὰς παρ’ ἑκάτερα ἕξεις φαύλας εἶναι καὶ τῇ ἐγκρατείᾳ ἐναντίας· ἀλλ’ ὅτι ἡ ἐλλείπουσα ἕξις ἀνώνυμος καὶ ἐλάχιστα συμβαίνει· σπάνιοι γὰρ οἱ ἧττον τοῦ δέοντος χαίροντες ταῖς σωματικαῖς ἡδοναῖς· διὰ τοῦτο μόνη ἡ ἀκρασία δοκεῖ ἐναντία εἶναι, ὅτι ἡ ἠλιθιότης ὀλιγάκις εὑρί‐ | |
5 | σκεται. σώφρων δὲ ὁ ἐγκρατὴς λέγεται καὶ ὁ ἀκρατὴς ἀκόλαστος, καὶ τὸ ἀνάπαλιν καθ’ ὁμοιότητα· πολλὰ γὰρ ὀνομάζομεν ἑνὶ ὀνόματι διά τινα ὁμοιότητα. καὶ γὰρ περὶ τὰ αὐτά ἐστιν ὁ σώφρων καὶ ὁ ἐγκρατής, καὶ παρὰ τὸν λόγον οὐδὲν ποιοῦσιν ἀμφότεροι, εἰ καὶ τῷ σώφρονι μὲν αἱ ἐπι‐ θυμίαι οὐ πολεμοῦσι, τῷ ἐγκρατεῖ δὲ πολεμοῦσι· καὶ ὁ μὲν σώφρων οὐδὲ | |
10 | ἥδεται παρὰ τὸν λόγον, ὁ δὲ ἐγκρατὴς ἥδεται μέν, οὐκ ἄγεται δὲ ὑπὸ τῶν ἡδονῶν· καὶ ὁ ἀκόλαστος δὲ καὶ ὁ ἀκρατὴς ὁμοίως ὅμοιοι μέν εἰσι, καθόσον τῶν αὐτῶν ἡδονῶν ἡττῶνται, διαφέρουσι δέ, ὅτι ὁ μὲν ἀκό‐ λαστος οἴεται δεῖν διώκειν τὰς ἡδονάς, ὁ δὲ ἀκρατὴς οὔ. κατὰ τὸν αὐτὸν δὲ τρόπον καί τινας ἀκρατεῖς φρονίμους ὀνομάζουσι καθ’ ὁμοιότητά τινα | |
15 | πρὸς τὴν φρόνησιν· τινὲς γὰρ τῶν ἀκρατῶν δεινοί εἰσιν· ἡ δὲ δεινότης ἔοικε τῇ φρονήσει· καὶ γὰρ οἱ δεινοὶ κατὰ τὴν γνῶσιν τοῦ δέοντος ἐοίκασι τοῖς φρονίμοις· ἀλλ’ οἱ μὲν γινώσκουσι μόνον τὸ δέον, οὐ προαιροῦνται δὲ πράττειν οὐδὲ πράττουσιν· οἱ δὲ φρόνιμοι γινώσκοντες τὸ δέον καὶ πράτ‐ τουσι. καὶ διὰ τοῦτο ὁ μὲν φρόνιμος σπουδαῖός ἐστιν, ὁ δὲ ἀκρατὴς κἂν | |
20 | δεινὸς ᾖ, φαῦλός ἐστι καὶ ψέγεται. καὶ γὰρ εἰ καὶ γινώσκει τὸ δέον, ἀλλ’ οὐχ ὥσπερ ὁ φρόνιμος ἐνεργείᾳ θεωρῶν καὶ χρώμενος τῇ ἐπιστήμῃ, ἀλλὰ καθάπερ εἴρηται, ὡς ὁ καθεύδων καὶ οἰνωμένος. διὰ ταύτην δὴ τὴν ὁμοιότητα ὁ δεινὸς ἀκρατὴς φρόνιμος ὀνομάζεται καὶ ἔοικε φρονίμῳ. ἐπεὶ καὶ ὁ ἁπλῶς ἀκρατὴς οὐ πονηρὸς καθάπαξ, ἀλλ’ ἡμιπόνηρός τις· οὐδὲ | |
25 | ἄδικος· οὐ γὰρ ἐπίβουλος. ἐπεὶ γὰρ ἑκὼν ποιεῖ τὰ φαῦλα καὶ εἰδὼς ὅτι φαῦλα καὶ ὅτι εἰς φαῦλον φέρουσι τέλος καὶ ὅτι δεῖ τὰ βελτίω ποιεῖν, κατά τι μὲν πονηρός, κατά τι δὲ οὐ πονηρός· ἡ μὲν γὰρ πρᾶξις πονηρά, ἡ δὲ κρίσις ἐπιεικής· ἡ δὲ τοῦ πονηροῦ περὶ τὰς σωματικὰς ἡδονάς, ὅς ἐστιν ὁ ἀκόλαστος, καὶ ἡ πρᾶξις πονηρὰ καὶ ἡ κρίσις· ὁ δὲ περὶ τὸ ἕτερον | |
30 | μόνον ἁμαρτάνει· ὁ γὰρ ἀκρατὴς ἢ τὴν ἀσθενῆ ἀκρασίαν ἐστὶν ἀκρατὴς ἢ τὴν προπετῆ· ἀμφότεροι δὲ κατὰ τὴν πρᾶξιν μόνον εἰσὶ πονεροί. ὁ μὲν γὰρ προπετὴς οὐδὲ βουλεύεται· ὁ δὲ ἀσθενὴς βουλεύεται, ὡς οὐ δεῖ ταῖς αἰσχραῖς ἐπιθυμίαις ἀκολουθεῖν· ὁ δὲ ἀκόλαστος κατ’ ἄμφω διέφθαρται. διὰ τοῦτο ὁ μὲν ἀκρατὴς ἔοικε πόλει, ἣ ψηφίζεται μὲν ἅπαντα τὰ δέοντα | |
35 | καὶ νόμους ἔχει σπουδαίους καὶ ὑγιαίνει τοῦτο τὸ μέρος, χρῆται δὲ οὐ‐ δενί, ὥσπερ Ἀναξανδρίδης ἔσκωψεν ἡ πόλις ἐβούλεθ’ ᾗ νόμων οὐδὲν μέλει· ὁ δὲ ἀκόλαστος ἔοικε πόλει χρωμένῃ μὲν νόμοις, πονηροῖς δὲ χρωμένῃ. πᾶσα δὲ ἐγκράτεια καὶ ἀκρασία ἐστὶ περὶ τὰς ὑπερβολὰς τῆς ἕξεως τῶν | |
40 | πολλῶν. ὁ μὲν γὰρ ἐγκρατὴς νικᾷ ὧν οἱ πολλοὶ ἡττῶνται, ὁ δὲ ἀκρατὴς | 153 |
154 | ἡττᾶται ὧν οἱ πολλοὶ κρατοῦσιν. ἔστι δὲ ἡ προπετὴς ἀκρασία, ἣν οἱ με‐ λαγχολικοὶ ἀκρατεύονται, δυσχερεστέρα ἰαθῆναι τῆς ἀσθενοῦς, καθ’ ἣν βουλεύονται οἱ ἀκρατεῖς καὶ οὐκ ἐμμένουσιν. ὁμοίως δὲ καὶ οἱ φυσικῶς ἀκρατευόμενοι δυσιατότεροι τῶν δι’ ἔθος ἀκρατῶν· ῥᾷον γὰρ μετακινῆσαι | |
5 | ἔθος ἢ φύσιν· διὰ τοῦτο γὰρ καὶ τὸ ἔθος χαλεπόν, ὅτι ἔοικε φύσει· ὥσπερ Εὔηνος λέγει φημὶ πολυχρόνιον μελέτην ἔμεναι, φίλε, καὶ δή ταύτην ἀνθρώποισι τελευτῶσαν φύσιν εἶναι. τί μὲν οὖν ἐστιν ἐγκράτεια καὶ τί καρτερία καὶ ἀκρασία καὶ μαλακία καὶ | |
10 | πῶς ἔχουσιν αἱ ἕξεις αὗται πρὸς ἀλλήλας, εἴρηται. | |
11n | Περὶ ἡδονῆς. κεφ. ιζʹ. | |
12 | Περὶ δὲ ἡδονῆς καὶ λύπης ἤδη σκοπῶμεν· ἔστι γὰρ οἰκεῖον καὶ προσῆκον τῷ περὶ τῆς πολιτικῆς φιλοσοφοῦντι. οὗτος γάρ ἐστι τοῦ τέλους ἀρχιτέκτων, καθὼς ἐν τοῖς προειρημένοις ἐφάνη· τὸ δὲ τέλος ἐστὶ τὸ ἀγα‐ | |
15 | θὸν καὶ τὸ ἄριστον, ᾧ καθάπερ κανόνι διακρίνομεν τῶν πρακτῶν τὰ ἀγαθὰ τῶν φαύλων· ἃ μὲν γὰρ πρὸς ἐκεῖνο φέρει τὸ τέλος, ἀγαθὰ νομίζομεν, ἃ δὲ τοῦ τέλους ἀπάγει, φαῦλα. ἐπεὶ τοίνυν ἡ ἡδονὴ τοῖς μὲν ἀγαθὸν δοκεῖ, τοῖς δὲ φαῦλον, ἐνίοις δὲ καὶ αὐτὸ τὸ τέλος τὸ ἄριστον. ἀκόλουθόν ἐστι τῷ πολιτικῷ ζητῆσαι περὶ αὐτῆς. ἔτι δὲ καὶ ἀναγκαῖόν ἐστιν ἐν τῇ περὶ | |
20 | ἀρετῶν καὶ κακιῶν πραγματείᾳ· καὶ γὰρ ἡ ἀρετὴ καὶ ἡ κακία περὶ τὰς ἡδονάς ἐστι καὶ τὰς λύπας, ὡς εἴρηται πρότερον, καὶ δέον τὸν περὶ ἀρε‐ τῶν σκοπούμενον καὶ περὶ ἡδονῆς εἰπεῖν· καὶ ὅτι τὴν εὐδαιμονίαν μεθ’ ἡδονῆς εἶναί τινές φασι· διὸ καὶ τὸν μακάριον ὀνομάζουσιν ἀπὸ τοῦ χαίρειν. ῥητέον δὲ πρότερον ἃ τοῖς ἄλλοις περὶ τούτου δοκεῖ. τοῖς μὲν οὖν οὐδα‐ | |
25 | μῶς δοκεῖ ἀγαθὸν εἶναι ἡ ἡδονὴ οὔτε καθ’ αὑτὸ οὔτε κατὰ συμβε‐ βηκός· οὐ γὰρ νομίζουσι δύνασθαι τὸ αὐτὸ καὶ ἀγαθὸν εἶναι καὶ ἡδονήν· τοῖς δὲ φαῦλαι μὲν αἱ πλείους δοκοῦσι τῶν ἡδονῶν, ἔνιαι δὲ ἀγαθαί· ἄλ‐ λοις δὲ ἐδόκει, εἰ καὶ πᾶσα ἡδονὴ ἀγαθόν, ἀλλ’ οὐδαμῶς ἐνδέχεσθαι τὸ τέλος ἡδονὴν εἶναι. τὰ μὲν οὖν δοκοῦντα περὶ τῆς ἡδονῆς ταῦτά ἐστι. | |
30 | ῥητέον δὲ δι’ ἃ ἕκαστον ἐδόκει. οἱ μὲν οὖν λέγοντες μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι οὕτως ἐπεχείρουν· πᾶσα ἡδονὴ γένεσίς ἐστιν εἰς φύσιν αἰ‐ σθητή· ἡ γὰρ εἰς τὴν φύσιν γένεσις τῶν φυτῶν οὐκ οὖσα αἰσθητή, ἡδονὴ οὐκ ἔστιν· εἰ τοίνυν ἡ ἡδονὴ γένεσις, ἡ δὲ γένεσις ἀτελές, τὸ δὲ ἀτελὲς οὐκ ἔστιν ἀγαθόν, ἡ ἡδονὴ ἄρα οὐκ ἔστιν ἀγαθόν· ἀγαθὸν γὰρ τὸ ἤδη γε‐ | |
35 | γονός, οὐ τὸ γίνεσθαι· οὐ γάρ ἐστιν ἡ γένεσις ὁμογενὴς τοῖς τέλεσιν, εἰς ἃ τελευτᾷ· οὐ γὰρ ἡ οἰκοδομία ὁμογενὴς τῷ οἴκῳ. ἔτι ὁ σώφρων φεύγει τὰ φευκτά (σπουδαῖος γάρ), φεύγει δὲ τὰς ἡδονάς· ἡ ἡδονὴ ἄρα | |
οὐκ ἔστιν ἀγαθόν. ἔτι ὁ φρόνιμος τὸ ἀγαθὸν διώκει· τὴν ἡδονὴν δὲ οὐ | 154 | |
155 | διώκει· τὸ γὰρ ἄλυπον διώκει, οὐ τὸ ἡδύ· οὐκ ἄρα ἡ ἡδονὴ ἀγαθόν. ἔτι ἐμπόδιον ἡ ἡδονὴ τῇ φρονήσει, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ μείζων ἡ ἡδονή· οὐδεὶς γὰρ δύναται ἐν ταῖς μεγίσταις ἡδοναῖς ὢν νοῆσαί τι. ἔτι 〈πᾶν ἀγα‐ θὸν τέχνης ἔργον· οὐδεμιᾶς δὲ τέχνης ἔργον ἡ ἡδονή· οὐκ ἄρα ἀγαθόν. | |
5 | ἔτι〉 τὰ θηρία διώκει τὰς ἡδονὰς καὶ τὰ παιδία ἀλόγως φερόμενα· ὃ δὲ ζητεῖ τὰ ἀλόγως κινούμενα, οὐκ ἔστιν ἀγαθόν· οὐκ ἄρα ἡ ἡδονὴ ἀγαθόν. ὅτι δὲ οὐ πᾶσα ἡδονὴ ἀγαθόν, ἐδόκει διὰ τὸ ἔνια τῶν ἡδέων βλαβερὰ εἶναι καὶ νοσώδη καὶ ἡδονάς τινας αἰσχρὰς καὶ ἐπονειδίστους, ὅτι δὲ οὐκ ἔστι τὸ τέλος ἡ ἡδονή, διότι γένεσίς ἐστι καὶ κίνησίς τις, τὸ δὲ τέλος | |
10 | ὅρος, εἰς ὃν ἡ κίνησις· τὰ μὲν οὖν λεγόμενα σχεδὸν περὶ ἡδονῆς ταῦτά ἐστι. τούτων δὲ τὸ μὲν τῶν ἡδονῶν τὰς μὲν ἀγαθάς, τὰς δὲ φαύλας εἶναι ἀληθές, τὰ δὲ λοιπὰ ψεῦδος· καὶ πειρατέον ἐλέγχειν· καὶ πρῶτον περὶ τοῦ πρώτου λέγομεν. | |
14n | Λύσις τῶν λόγων, περὶ ὧν ἡ ἡδονὴ δοκεῖ μὴ ἀγαθὸν εἶναι. | |
15n | κεφ. ιηʹ. | |
16 | Ὅτι γὰρ οὐκ ἀνάγκη διὰ τοὺς εἰρημένους λόγους μὴ εἶναι τὴν ἡδο‐ νὴν ἀγαθὸν μηδὲ τὸ ἄριστον, ἐκ τῶνδε δῆλον. ἐπεὶ γὰρ τὸ ἀγαθὸν διχῶς λέγεται, τὸ μὲν ἁπλῶς καὶ καθ’ αὑτὸ καὶ κυρίως, ὡς ἡ ἀρετή, τὸ δὲ οὐχ ἁπλῶς μὲν ἀγαθόν, τινὶ δὲ ἀγαθόν, ὡς τὸ λωποδυτεῖν τῷ λωποδύτῃ ἀγα‐ | |
20 | θόν, ἀκόλουθόν ἐστιν ὅτι καὶ φύσις πᾶσα καὶ ἕξις καὶ πᾶσα κίνησις καὶ γένεσις, ἡ μὲν ἔσται ἁπλῶς ἀγαθή, ἡ δέ τινι. ὁμοίως καὶ ἐπὶ τοῦ κα‐ κοῦ. κινήσεις γὰρ καὶ γενέσεις καὶ ἕξεις αἱ μὲν φαῦλαι ἁπλῶς, αἱ δέ τινι, καὶ τῶν φαύλων τινί· καὶ αἱ μὲν καὶ ἀεὶ φαῦλαί τινι, αἱ δὲ κατά τινα τρόπον καὶ ὀλίγον χρόνον· ἁπλῶς μὲν φαῦλαι πᾶσα κακία· τινὶ δὲ φαῦλον | |
25 | ἡ σωφροσύνη τῷ ἀκολάστῳ καὶ ἀεὶ καὶ πάντα τρόπον· τινὶ δὲ φαῦλον καὶ οὐκ ἀεὶ τὸ ἀκολασταίνειν τῷ ἀκρατεῖ. τῆς γὰρ ἐπιθυμίας σβεσθείσης φαῦλον δοκεῖ, καθάπερ 〈σὺν〉 τῷ πάθει οὐκέτι. ἐπεὶ τοίνυν πᾶσα κίνησις καὶ γένεσις οὕτω διαιρεῖται, καὶ ἡ μὲν ἁπλῶς ἀγαθή ἐστιν ἡ δέ τινι, καὶ ἡ μὲν ἁπλῶς φαύλη ἡ δέ τινι, κίνησις δὲ καὶ ἡ ἡδονή, φανερὸν ὅτι οὐ | |
30 | πᾶσα ἡδονὴ φαῦλον· ἔστι γὰρ ἥδεσθαι ἐφ’ οἷς δεῖ, ὅταν τις ἥδηται ἐπ’ ἀρετῇ ἢ σοφίᾳ, καὶ ἔστιν ἥδεσθαι ἐπὶ φαύλοις, καὶ ὅλως καθὼς καθό‐ λου διωρισάμεθα. ἔτι τοῦ ἀγαθοῦ τὸ μέν ἐστιν ἕξις, ὥσπερ ὁ ἔχων δι‐ καιοσύνης ἕξιν· τὸ δὲ ἐνέργεια, ὥσπερ ὁ ποιῶν· ἡ δὲ ἐνέργεια τὴν ἐλλεί‐ πουσαν ἕξιν ἀναπληροῖ τῆς ἐνεργείας, σώζεται δὲ καὶ ἡ φυσικὴ ἕξις· ὥσπερ | |
35 | ἡ ὑγίεια ἔγκειται 〈μέν〉, σώζεται 〈δὲ〉 διὰ τῶν ὑγιεινῶν σιτίων. αὕτη δὲ ἡ ἐνέργεια ἡ σώζουσα τὴν ἕξιν, ὁποτέραν ἄν τις εἴποι, ἡδεῖα μέν, οὐ καθ’ | |
αὑτὸ δέ, ἀλλὰ κατὰ συμβεβηκός. οὐ γὰρ αὐτὸ τὸ ἀναπληροῦν τὸ ἐνδέον | 155 | |
156 | τῆς ἕξεως αὕτη ἐστὶν ἡ ἡδονή, ἀλλὰ τούτῳ ἕπεται ἡδονή. εἰ γὰρ τοῦτο ἦν ἡ ἡδονή, ἀναπλήρωσις τῆς φυσικῆς ἕξεως ἢ τῆς ἐθιστῆς, καὶ πᾶσα ἂν ἡ ἡδονή· νῦν δὲ οὐχ οὕτως ἔχει· οὐκ ἄρα τοῦτό ἐστιν ἡδονή, γένεσις εἰς φύσιν αἰσθητή· τοῦτο γάρ ἐστιν ἡ ἀναπλήρωσις τοῦ φυσικῶς ἐνδέοντος· | |
5 | καὶ οὕτω λύεται τὸ ἐπιχείρημα τῶν συναγόντων μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι. ὅτι δὲ οὐ πᾶσα ἡδονὴ ἀναπλήρωσίς ἐστι, δῆλον ἀπὸ τοῦ καὶ ἄνευ λύπης καὶ ἐπιθυμίας ἡδονὰς εἶναι, τὴν δὲ τοιαύτην ἀναπλήρωσιν ἄνευ τού‐ των οὐκ εἶναι δύνασθαι· αἱ γὰρ ἐν τῇ θεωρίᾳ τῶν ἐπιστημῶν ἡδοναὶ ἄνευ ἐνδείας εἰσὶ καὶ λύπης. ἐπειδὰν γὰρ ἡ μήπω παροῦσα ἐπιστήμη ἐγγένη‐ | |
10 | ται τῇ ψυχῇ, ἡδονὴν μὲν ἐποίησε τῷ παρεῖναι, λύπην δὲ οὐδεμίαν ἀποῦσα δίδωσι, ἐπεὶ οὐδὲ ἔνδειά ἐστιν ἡ ἀπουσία τῆς ἐπιστήμης· οὐ γὰρ ἦν ὅτε παρῆν ἡ ἐπιστήμη, νῦν δὲ ἀπώλετο· καὶ σωματικαὶ δὲ ἡδοναί εἰσιν οὕτως ἔχουσαι ἄνευ ἐνδείας καὶ λύπης. καὶ γὰρ οὐ μόνον ἐνδεεῖς ὄντες τροφῆς ἡδόμεθα τρεφόμενοι, ἀλλὰ καὶ μετὰ τὸ πληρῶσαι τὸ ἐλλεῖπον ἔστιν οἷς | |
15 | ἡδόμεθα· οὐ γὰρ τοῖς αὐτοῖς χαίρομεν ἐνδεεῖς ὄντες καὶ πεπληρωμένοι, ἀλλὰ πληρωθέντες μὲν ἡδόμεθα τοῖς κυρίως ἡδέσι καὶ πᾶσιν ἡδονὴν φέρει, πρὶν δὲ πληρωθῆναι τοῖς τυχοῦσι καὶ τοῖς ἐναντίοις πολλάκις χαί‐ ρομεν· ὅθεν φαίνεται, καὶ ὅτι τῶν ἡδονῶν αἱ μέν εἰσιν ἁπλῶς, αἱ δέ τισιν· ὡς γὰρ ἔχουσι τὰ ἡδέα, τὸν αὐτὸν τρόπον καὶ αἱ ἡδοναὶ αἱ ἀπὸ τούτων. | |
20 | ὅτι μὲν οὖν οὐ πᾶσα ἡδονὴ ἀναπλήρωσίς ἐστι φυσική, δέδεικται. καὶ μὴν οὐδὲ πᾶσα ἀναπλήρωσις ἡδονή· τῆς γὰρ ὑγιείας πλήρωσις, ἥτις φυσική ἐστιν ἕξις διὰ τῆς διαίτης γινομένη, οὐκ ἔστιν ἡδεῖα· οὐκ ἄρα ὀρθῶς ἔχει λέγειν τὴν ἡδονήν, ὅτι ἐστὶ γένεσις εἰς φύσιν αἰσθητή. καὶ διὰ τοῦτο οὐκ ἀνάγκη ἀπὸ τούτων τῶν λόγων μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν. | |
25n | Λύσις τοῦ λόγου ὅθεν ἡ ἡδονὴ δοκεῖ μὴ τὸ ἄριστον εἶναι. | |
26n | κεφ. ιθʹ. | |
27n | Καὶ οἱ λέγοντες δὲ τὴν ἡδονὴν μὴ εἶναι αὐτὸ τὸ τέλος τὸ ἄριστον, | |
28 | οὐκ ἀναγκαίως συλλογίζονται· εἰ γὰρ οὐ δύναται ἡ ἡδονὴ τέλος εἶναι, ἀνάγκη ἀεὶ ἕτερόν τι βέλτιον αὐτῆς εἶναι, τὸ τέλος δηλονότι· τὸ γὰρ τέλος | |
30 | παντός ἐστι βέλτιον· αὐτὸ γάρ ἐστι τὸ ἄριστον καὶ τὸ βέλτιστον. οὐκ ἀνάγκη δέ· οὐ γάρ ἐστι γένεσις ἡ ἡδονή, ἵνα ἐξ ἀνάγκης βέλτιον αὐτῆς ᾖ τὸ τέλος τῆς γενέσεως, οὐδὲ ἀεὶ ἐν τῇ γενέσει θεωρεῖται, ἀλλὰ ἐνέργειά ἐστι καὶ τέλος· θεωρεῖται δὲ οὐκ ἐν τῇ συστάσει τῶν ἕξεων, οἷον, φέρε εἰπεῖν, ὅταν τὰ δίκαιά τις ποιῇ καὶ τὴν ἕξιν τῆς δικαιοσύνης ἐν τῇ ψυχῇ | |
35 | συντιθῇ, οὔπω δίκαιος ὤν, ἀλλ’ ἐν τῇ χρήσει τῆς ἕξεως, ὅταν τις δίκαιος γενόμενος ἔπειτα χρῆται τῇ ἕξει τῆς δικαιοσύνης. διὰ τοῦτο οὐδὲ πάσης ἡδονῆς ἐστι τέλος, ἀλλ’ ἔνιαι αὐταί εἰσι τέλος. καὶ γὰρ τῶν ἐνεργειῶν ὅσαι μὲν εἰς τελείωσιν ἄγουσι φύσεως, οὐκ αὐταί εἰσι τέλος, ὥσπερ ἡ καθ’ | |
ἕξιν ἰατρικὴν ἐνέργεια τέλος ἔχει τὴν ὑγίειαν· ὅσαι δὲ οὐκ ἄγουσιν εἰς | 156 | |
157 | φυσικὴν τελείωσιν, ἀλλ’ αὐταί εἰσιν ἡ φυσικὴ τελείωσις, δῆλον ὡς οὐκ ἔχουσιν ἄλλο τέλος, ἀλλὰ ἄλλων αὐταί εἰσι τέλη· ὥσπερ εἴ τις κατὰ τὴν τελείαν ἕξιν τῆς ἀρετῆς ἐνεργεῖ. ἡ γὰρ τοιαύτη ἐνέργεια τέλος ἐστὶν ἄλ‐ λων, οὐκ αὐτή ἐστι πρὸς ἄλλο τεταγμένη τέλος· ὅθεν καὶ ἡ ἡδονή, ἐνέρ‐ | |
5 | γεια οὖσα, οὐ πᾶσα τέλος ἔχει· ἐνέργεια γάρ ἐστι τῆς κατὰ φύσιν ἕξεως. διὸ οὐ καλῶς ἔχει αἰσθητὴν γένεσιν εἶναι λέγειν τὴν ἡδονήν, ἀλλὰ ἐνέρ‐ γειαν τῆς κατὰ φύσιν ἕξεως λεκτέον εἶναι τὴν ἡδονήν· ἀντὶ δὲ τοῦ αἰσθητήν, ἀνεμπόδιστον· καὶ ἔσται ἡδονὴ ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος. δέδεικται δὲ ἐν τῷ 〈ιηʹ〉 κεφαλαίῳ μὴ πᾶσαν ἡδονὴν | |
10 | γένεσιν εἶναι εἰς φύσιν· ὥστε ἐλλιπής ἐστιν ὁ τοιοῦτος ὁρισμός· ἔτι δὲ οὐδὲ πᾶσα αἰσθητή ἐστιν. ἡ γὰρ ἐν τῷ θεωρεῖν ἡδονὴ οὐκ ἔστιν αἰ‐ σθητή· ἡ δὲ ἐνέργεια καὶ τὴν γένεσιν ἔχει τὴν αἰσθητήν· καὶ οὐδεμία ἡδονή ἐστιν, ἥτις οὐκ ἔστιν ἀνεμπόδιστος· τὸ δὲ κατὰ φύσιν πᾶσαν ἕξιν περιέχει φυσικήν τε καὶ ἐθιστήν. καὶ γὰρ καὶ ἡ ἐθιστὴ ἕξις κατὰ φύσιν | |
15 | ἐστί· πεφύκαμεν γὰρ πρὸς τὰς τοιαύτας ἕξεις καὶ διὰ τοῦτο κτώμεθα· ὁ γοῦν ἐνεργῶν κατά τινα ἕξιν ἀνεμποδίστως ἥδεται· καὶ τοῦτό ἐστιν ἡ ἡδονή. γένεσις δὲ ἔδοξέ τισιν εἶναι ἡ ἡδονή, ὅτι ᾤοντα τὴν ἡδονὴν εἶναι τὸ κυρίως ἀγαθὸν καὶ τὸ ἄριστον· τὸ δὲ κυρίως ἀγαθὸν ἐνέργειαν εἶναι· ἐνέργειαν δὲ καὶ γένεσιν μηδὲν ἀλλήλων διαφέρειν. τὸ δὲ οὐχ οὕτως ἔχει· οὐ γὰρ | |
20 | ταὐτόν ἐστι γένεσις ἐνεργείᾳ· γένεσις μὲν γάρ ἐστιν ἡ ἀπὸ τοῦ μὴ ὄντος ἐπὶ τὸ εἶναι ὁδὸς τῆς ἕξεως· ἐνέργεια δέ, ἥτις ἐστὶ τὸ ἄριστον, ἡ μετὰ τὴν ἀνάληψιν τῆς ἕξεως, κατ’ αὐτὴν τὴν τελείαν ἕξιν ἐνέργεια. | |
23n | Λύσις τοῦ ἐπιχειρήματος, ὅθεν ἐδόκει μὴ πᾶσαν ἡδονὴν ἀγαθὸν | |
24n | εἶναι, καὶ ἔτι δι’ ὧν δοκεῖ φαύλη εἶναι· καὶ ἀπόδειξις, ὅτι | |
25n | ἀνάγκη τὸ ἄριστον ἡδονὴν εἶναι. κεφ. κʹ. | |
26 | Οὐδὲ φαύλην δὲ εἶναι ἀνάγκη τὴν ἡδονήν, ὅτι ἔνια ἡδέα νοσώδη. εἰ γὰρ τοῦτο, ἔσονται καὶ τὰ ὑγιεινὰ φαῦλα, ὅτι τινὰ ὑγιεινὰ ἐμποδὼν ἵστα‐ ται τῷ πλουτεῖν, ὅτι πολλῶν χρημάτων εἰσὶν ἀναλωτικά· ἀλλ’ οὐ φαῦλα διὰ τοῦτο· οὐ γὰρ τὸ ἐναντιούμενον ὁπωσοῦν ἄλλῳ τινὶ ἀγαθῷ φαῦλον· | |
30 | ἐπεὶ καὶ τὸ θεωρεῖν βλάπτει ποτὲ εἰς ὑγίειαν, καὶ οὐ διὰ τοῦτο φαῦλον· οὐκ ἄρα οὐδὲ ἡ ἡδονὴ φαῦλον, ὅτι τινὰ ἡδέα νοσώδη. καὶ μὴν οὐδὲ ὅτι ἐμποδίζουσιν ἔνιαι τῶν ἡδονῶν τῇ φρονήσει καὶ τῇ θεωρίᾳ, διὰ τοῦτο φαῦλον ἡ ἡδονή. οὐ γὰρ ἡ ἡδονὴ τῆς φρονήσεως τῇ φρονήσει ἐνοχλεῖ, οὐδὲ ἡ ἡδονὴ τῆς τέχνης τῇ τέχνῃ, ἀλλὰ μᾶλλον αὔξει ἑκάστην ἕξιν ἡ | |
35 | οἰκεία ἡδονή· ἀλλὰ αἱ ἐμποδίζουσαι ἡδοναὶ τὰς ἕξεις ἀλλότριαί εἰσι, καὶ ὡς μὴ προσήκουσαι ἐνοχλοῦσι· τοῦτο δὲ οὐκ ἔστι φαυλότητος σημεῖον, ἐπεὶ καὶ τῇ ὑγιείᾳ ἡ θεωρία ἐνοχλεῖ, καθὼς εἴρηται, ὅτι οὐκ ἔστι προσή‐ κουσα ἐνέργεια τῇ ὑγιείᾳ· ἀλλ’ οὐ διὰ τοῦτο φαῦλον ἡ θεωρία. καὶ μὴν | |
οὐδὲ ὅτι οὐκ ἔστιν ἔργον τέχνης οὐδεμιᾶς, διὰ τοῦτο φαῦλον· οὕτω γὰρ | 157 | |
158 | ἂν πᾶσα ἐνέργεια φαῦλον ἂν ἦν. οὐδεμία γὰρ ἐνέργεια τέχνης ἐστὶν ἀπο‐ τέλεσμα, ἀλλὰ τὴν μὲν δύναμιν ἡ τέχνη, ἡ δὲ δύναμις προάγει τὴν ἐνέργειαν· ἡ μὲν γὰρ περὶ τὴν κυβερνητικὴν τέχνη αἰτία ἐστὶ τοῦ δύνα‐ σθαι κυβερνᾶν, τὸ δὲ δύνασθαι κυβερνᾶν αἴτιόν ἐστι τῆς κατὰ τὴν κυβερ‐ | |
5 | νητικὴν ἐνεργείας. καίτοι καὶ ἡ ἡδονὴ γίνεταί τινος τέχνης πολλάκις· ἡ γὰρ μυρεψικὴ καὶ ἡ ὀψοποιητικὴ τέχναι εἰσὶν ἡδονῆς ποιητικαί. ὅτι δὲ οἱ σώφρονες καὶ οἱ φρόνιμοι φεύγουσι τὴν ἡδονὴν καὶ τὸν ἄλυπον διώκουσι βίον, οἱ δὲ παῖδες καὶ τὰ θηρία διώκουσι τὰς ἡδονάς, λύεται τοῖς ἐν τῷ ιηʹ 〈κεφαλαίῳ〉 εἰρημένοις. ἐπεὶ γὰρ τῶν ἡδονῶν αἱ μέν εἰσιν ἁπλῶς ἀγα‐ | |
10 | θαί, αἱ δὲ οὐχ ἁπλῶς ἀγαθαί, τὰς μὲν μὴ ἁπλῶς ἀγαθὰς τὰ παιδία καὶ τὰ θηρία διώκει καὶ ὁ σώφρων φεύγει καὶ κατὰ ταύτας βούλεται μόνον ἄλυπος εἶναι καὶ ὁ φρόνιμος καὶ εἴ τις σπουδαῖος, τὰς μετ’ ἐπιθυμίας καὶ λύπης, τὰς σωματικὰς (τοιαῦται γὰρ αὗται) καὶ τὰς τούτων ὑπερβολάς, περὶ ἃς ὁ ἀκόλαστος στρέφεται· διὸ ὁ σώφρων φεύγει | |
15 | ταύτας· τὰς δὲ ἁπλῶς ἡδονὰς ὁ σώφρων καὶ ὁ φρόνιμος διώκει, αἵ εἰσι σώφρονες ἡδοναί· αἵ εἰσιν αἱ τῶν ἐπαινετῶν ἕξεων ἐνέργειαι, οἷον σωφρο‐ σύνης ἢ δικαιοσύνης ἢ θεωρίας. ἐπεὶ δὲ καὶ λύπη ἡ μέν ἐστιν ἀγαθόν, ἡ δὲ φαῦλον καὶ φευκτόν, καὶ τῆς φευκτῆς ἡ μὲν καθ’ αὑτό ἐστι φευκτή, ὡς ἡ ἐπὶ ἀρετῇ λύπη, ἡ δὲ πή, ὡς ἡ ἐπὶ ζημίᾳ τινὶ λύπη, ἥτις φευκτή | |
20 | ἐστι κατά τι, ὅτι ἐμποδίζει τῇ θεωρίᾳ, φανερὸν ὅτι ἀνάγκη πᾶσα τὸ ἐναν‐ τίον τῇ λύπῃ τὴν ἡδονήν, τὴν μὲν ἁπλῶς φευκτὴν εἶναι, τὴν δὲ πή· ἀν‐ άγκη γὰρ τῷ ἁπλῶς κακῷ ἁπλῶς ἀγαθὸν εἶναι ἐναντίον, καὶ τῷ πὴ κακῷ τὸ πὴ ἀγαθόν· οὐ γὰρ ἡ Σπευσίππου λύσις, καθ’ ἣν ἐνιστάμενος λύειν ἐπιχειρεῖ τόνδε τὸν λόγον, συμβαίνει τῇ ἀληθείᾳ. φησὶ γάρ, ὅτι καθάπερ | |
25 | τὸ μεῖζον καὶ τὸ ἔλαττον ἐναντία ἐστὶ τῷ ἴσῳ καὶ ἐπὶ τῶν ἀρετῶν τὰ παρ’ ἑκάτερα ἐναντία, τὸν αὐτὸν δὴ τρόπον καὶ τῇ ἀλυπίᾳ ἀντίκειται ἡ ἡδονὴ καὶ λύπη, ἡ μὲν ὡς μεῖζον, ἡ δὲ λύπη ὡς ἔλαττον, καὶ ἔστιν ἡ μὲν ἀλυπία ἀγαθόν, ἡ δὲ ἡδονὴ καὶ ἡ λύπη κακόν· οὗτος γὰρ ὁ λόγος παντελῶς ἄδοξός ἐστιν· οὐδενὶ γὰρ ἡ ἡδονὴ κακὸν δοκεῖ· οὐδεὶς γὰρ ἂν | |
30 | φαίη τὴν ἡδονὴν αὐτήν, ὅπερ ἐστὶ κακὸν εἶναι. οὐδὲν δὲ κωλύει ἡδονὴν εἶναι τὸ ἀγαθὸν καὶ τὸ ἄριστον, ὅτι ἔνιαι τῶν ἡδονῶν φαῦλαι· καὶ γὰρ πολλῶν φαύλων οὐσῶν ἐπιστημῶν οὐδὲν κωλύει τὸ ἄριστον εἶναι τὴν ἐπι‐ στήμην. ἴσως δὲ οὐ μόνον δυνατὸν ἀλλὰ καὶ ἀναγκαῖον τὴν ἡδονὴν τὸ ἄριστον εἶναι καὶ τὸ αἱρετώτατον. εἰ γὰρ πάσης ἕξεώς ἐστιν ἐνέργεια, ἡ | |
35 | δὲ εὐδαιμονία καὶ τὸ ἄριστον ἐνέργειά ἐστιν ἕξεως ἀγαθῆς, ἢ μιᾶς τῆς ἀρίστης ἢ πασῶν, ἀνεμπόδιστος· ἡ δὲ ἡδονὴ ἐνέργειά ἐστι τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος· ἀνάγκη δὴ τὴν εὐδαιμονίαν καὶ τὸ ἄριστον ἡδονὴν εἶναι. καὶ οὐδὲν προσίσταται τὸ τινὰς τῶν ἡδονῶν φαύλας εἶναι. ὅτι δὲ τὴν εὐδαιμονίαν ἀνάγκη ἐνέργειάν τινα εἶναι ἀνεμπόδιστον, φανερόν· δεῖ | |
40 | γὰρ τελείαν εἶναι· οὐδεμία δὲ ἐνέργεια ἐμποδιζομένη τελεία δύναται εἶναι· | 158 |
159 | διὰ τοῦτο, καθὼς ἐν τοῖς ἔμπροσθεν εἴρηται, δεῖται ὁ εὐδαίμων τῶν ἔξωθεν ἀγαθῶν, ἵνα μὴ ἐμποδίζηται ἡ ἐνέργεια αὐτοῦ. οἱ δὲ τὸν ἀνωμάλως βι‐ οῦντα καὶ δυστυχίαις μεγάλαις περιπίπτοντα εὐδαίμονα φάσκον‐ τες εἶναι, ἐὰν ᾖ ἀγαθός, ἢ ἑκόντες ἢ ἄκοντες οὐδὲν λέγουσι· | |
5 | προσδεῖται γὰρ ὁ εὐδαίμων καὶ τῶν σωματικῶν ἀγαθῶν, ὑγιείας δηλονότι καὶ μακροβιότητος καὶ τῶν περὶ τὸ σῶμα τῶν ἀναγκαίων καὶ τῆς ἀπὸ τῆς τύχης ῥοπῆς. διὰ τοῦτό τινες ᾠήθησαν τὸν εὐτυχῆ ταὐτὸν εἶναι τῷ εὐδαίμονι, ὅτι ἄνευ εὐτυχίας οὐκ ἔνι καθαρῶς εὐδαιμονεῖν· οὐκ ἔστι δὲ ταὐτόν. δεῖ γὰρ σπουδαῖον εἶναι τὸν εὐδαίμονα· οὐ πάντες δὲ εὐτυχεῖς | |
10 | σπουδαῖοι, καὶ βλάπτει δὲ ἐνίοτε εἰς τὴν ἀρετὴν ἡ εὐτυχία, καὶ συγχεῖ τὸν σπουδαῖον, ἂν ὑπερβάλλουσα ᾖ, ἥτις οὐδὲ εὐτυχία δικαίως ἂν καλοῖτο· τὸ γὰρ εἶναι τῆς εὐτυχίας ἐστὶν ἐν τῷ συμβάλλεσθαι πρὸς εὐδαιμονίαν. ἀκολούθως δὲ καὶ ὁ ὅρος ἀπὸ τούτου λαμβάνεται καὶ διὰ τοῦτο καὶ τὸ ὄνομα. διὸ οὐκ ἂν εὐτυχία δικαίως καλοῖτο, μὴ πρὸς τὴν εὐδαιμονίαν | |
15 | συμβαλλομένη. φανερὸν δὴ ὅτι τὸ ἀνεμπόδιστον ἀνάγκη προσκεῖσθαι τῇ ἐνεργείᾳ τοῦ εὐδαίμονος· τοῦτο δέ ἐστιν ἡ ἡδονή, ἐνέργεια ἀνεμπόδιστος. τὶς ἄρα ἡδονή ἐστιν ἡ εὐδαιμονία· ἔτι δὲ δῆλον καὶ ἀπὸ τοῦ θηρία καὶ ἀνθρώπους καὶ πάντα τὰ αἰσθητικὰ διώκειν τὴν ἡδονήν, ὅτι τὸ ἄριστον ἡδονή ἐστι· πάντα μὲν γὰρ βοῶσιν ἀγαθὸν εἶναι τὴν ἡδονὴν καὶ ἄριστον, | |
20 | δι’ ὧν εἰς αὐτὴν ἐπείγονται. φήμη δ’ οὔτε γε πάμπαν ἀπόλλυται, ἥντινα πολλοί λαοὶ φημίζουσιν. οὐ πάντα δὲ διώκουσι τὴν ἀρίστην ἡδονήν, ἐπεὶ οὐδὲ πάντα τὴν αὐτὴν ἕξιν ἔχει ἢ τὴν αὐτὴν φύσιν· πάντα δὲ ἡδονὴν διώκουσιν, εἰ καὶ τὰ μὲν | |
25 | ἀγαθήν, τὰ δὲ φαύλην. ἴσως δὲ οὐδὲ διώκει οὐδὲν φαύλην ἡδονὴν οὐδὲ ζητεῖ οὐδὲ ἐφίεται φαύλου τινός· οὐ γὰρ ἣν οἴεται ζητεῖν, καὶ ἣν ἂν εἴ‐ ποι διώκειν, ταύτην διώκει, ἀλλὰ τὴν ἀρίστην διώκει πάντα. πάντα γὰρ τοῦ ἀγαθοῦ ἐφίεται φύσει, ὅτι φύσει τι θεῖον ἔγκειται πᾶσι, καὶ πρὸς τὴν ἀγαθὴν ἡδονὴν καὶ κυρίως ἅπαντα φέρεται, εἰ καὶ ἡδοναὶ κυρίως δοκοῦσιν | |
30 | εἶναι αἱ σωματικαὶ ἡδοναὶ διὰ τὸ πλειστάκις παραβάλλειν εἰς αὐτὰς καὶ πάντας μετέχειν αὐτῶν. διὰ τὸ μόνας οὖν ταύτας γνωρίμους εἶναι, ταύτας μόνας οἴονται εἶναι ἡδονάς· ἐπεὶ δὲ αὗται αἱ ἡδοναὶ οὐκ ἀγαθαί εἰσι κυ‐ ρίως, ἔλεγον μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι. φανερὸν δὲ ὅτι ἀνάγκη τὴν ἡδονὴν ἀγαθὸν εἶναι. εἰ γὰρ μὴ ἔστιν ἡ ἡδονὴ ἀγαθὸν καὶ ἡ κατ’ αὐ‐ | |
35 | τὴν ἐνέργεια, οὐ δυνατὸν 〈ἡδέωσ〉 ζῆν τὸν εὐδαίμονα· ἀλλὰ μὴν ἀνάγκη μεθ’ ἡδονῆς τὸν εὐδαίμονα ζῆν· οὐκ ἄρα δυνατὸν τὴν ἡδονὴν μὴ ἀγαθὸν εἶναι. ὅτι δὲ εἰ μεθ’ ἡδονῆς ὁ εὐδαίμων ζήσεται, ἀγαθὸν ἔσται ἡ ἡδονή, δῆλον ἀπὸ τοῦ τῇ εὐδαιμονίᾳ μηδὲν παραμεμῖχθαι κακόν, ἢ μὴ κυρίως ἀγαθόν· τίνος γὰρ ἕνεκα διώκει ταύτην ὁ εὐδαίμων, εἴπερ μή ἐστιν ἀγα‐ | |
40 | θόν; εἰ δὲ μήτε ἀγαθὸν μήτε κακὸν ἡ ἡδονή, οὐδὲ ἡ λύπη εἴη ἂν οὔτε | |
ἀγαθὸν οὔτε κακόν· οὐκ ἄρα φευκτὸν ἡ λύπη. διὰ τί οὖν φεύγει αὐτὴν ὁ | 159 | |
160 | εὐδαίμων, εἴπερ μὴ ἔστι φευκτόν; οὐ γὰρ φευκτόν, εἰ μὴ κακόν· οὐ δύνα‐ ται δὲ μὴ φεύγειν τὴν λύπην ὁ εὐδαίμων· ἀνάγκη γὰρ ἥδιστον εἶναι τὸν εὐδαίμονα βίον· τοῦτο δὲ οὐ δυνατόν, εἰ μὴ ἡδεῖαι εἶεν αἱ ἐνέργειαι τοῦ εὐδαίμονος· πῶς γὰρ ἂν ἥδιστος γένοιτο; εἰ δὲ μήτε κακὸν ἡ ἡδονὴ μήτε | |
5 | οὐκ ἀγαθόν, εἴη ἂν ἀγαθόν. | |
6n | Ἀπορία διὰ τί πᾶσα λύπη φευκτόν, ἐπεὶ οὐ πᾶσα ἡδονὴ ἀγα‐ | |
7n | θόν, καὶ λύσις. κεφ. καʹ. | |
8 | Ἀπορήσειε δ’ ἄν τις, εἰ τινὲς ἡδοναὶ ἀγαθαί εἰσι καὶ αἱρεταί, τινὲς δὲ φαῦλαι, ὥσπερ αἱ σωματικαὶ καὶ περὶ ἃς ὁ ἀκόλαστος, διὰ τί πᾶσα | |
10 | λύπη μοχθηρά ἐστι καὶ φευκτή· δεῖ γὰρ τὴν μὲν ἐναντίαν ταῖς ἀγαθαῖς ἡδοναῖς λύπην πονηρὰν εἶναι, τὴν δὲ ταῖς φαύλαις ἐναντίαν ἀγαθήν· κακῷ γὰρ ἐναντίον ἀγαθόν· εἰ δὲ καὶ αὕτη ἡ λύπη πονηρά, δόξειεν ἂν τὰς σω‐ ματικὰς ἡδονὰς ἀγαθὸν εἶναι. πρὸς δὴ ταῦτα λέγομεν, ὅτι αἱ σωματικαὶ ἡδοναὶ ἀγαθαί εἰσιν οὕτως, ὥστε μὴ εἶναι κακαί· τὸ γὰρ μὴ κακὸν ἀγα‐ | |
15 | θόν ἐστι. τοῦτο δὲ μέχρι τινός. ἀγαθαὶ γάρ εἰσι τόνδε τὸν τρόπον αἱ μὴ ὑπερβάλλουσαι· διὰ τοῦτο αἱ λῦπαι αἱ ἐναντίαι ταύταις οὔκ εἰσιν ἀγα‐ θαί· ἐπεὶ γὰρ ἕξεις αἱ μὲν ὑπερβάλλουσι τὸ βέλτιστον καὶ τὸ δέον, αἱ δὲ οὐχ ὑπερβάλλουσιν, ὑπερβάλλουσι μὲν αἱ ἀναγκαῖαι ἕξεις, οἷον ἡ θρεπτικὴ καὶ αἱ ἄλλαι ἀναγκαῖαι καὶ ὅλως αἱ σωματικαί· ἔστι γὰρ πλέον τοῦ δέον‐ | |
20 | τος αὐταῖς χρήσασθαι· οὐχ ὑπερβάλλουσι δέ, ὅσαι ἐπιτεινόμεναι οὐχ ὑπερ‐ βαίνουσι τὸ δέον, ἀλλ’ ἀεὶ ἀγαθαί εἰσιν, ὥσπερ αἱ θεωρητικαὶ ἕξεις. ἐπεὶ δὲ αἱ ἡδοναὶ ταῖς ἕξεσιν ἀκολουθοῦσιν, ἀνάγκη καὶ τῶν ἡδονῶν τὰς μὲν ὑπερβάλλειν τὸ δέον, τὰς δὲ μὴ ὑπερβάλλειν. ὅσαι τοίνυν ὑπερβάλλουσι τὸ δέον φαῦλαί εἰσι, καὶ κατὰ ταύτας ὁ ἀκόλαστός ἐστι καὶ ὁ ἀκρατής· | |
25 | 〈κατὰ〉 τὰς δὲ ἐναντίας λύπας ὁ ἀκόλαστος οὐ περὶ τὰς ὑπερβολικάς ἐστιν, ἀλλὰ τὰς μὲν ὑπερβαλλούσας ἡδονὰς διώκει, τὰς δὲ μικρὰς λύπας φεύγει· ὥστε φανερὸν ὅτι ταῖς ὑπερβαλλούσαις ἡδοναῖς αἱ ἐν τῷ ἀκολάστῳ ἀντι‐ κείμεναι λῦπαι οὐχ ὑπερβολικαί εἰσιν ἀλλὰ μέτριαι, καὶ ἃς οὐδεὶς ἂν φύγοι τῶν σπουδαίων, ὅτι οὐδὲ λῦπαί εἰσιν· ἀλλὰ τῷ διώκοντι τὴν ὑπερβολὴν | |
30 | τῶν ἡδονῶν ἀλγεινὸν δοκεῖ τὸ μετρίως καὶ κατὰ λόγον αὐταῖς χρήσασθαι. λύεται δὲ δὴ ἡ ἀπορία οὕτως· ταῖς μὲν συμμέτροις ἡδοναῖς αἱ ἀντικείμεναι λῦπαι οὐκ ἀγαθαί εἰσιν· αἱ γὰρ σύμμετροι σωματικαὶ ἡδοναὶ ἀγαθαί, καθ‐ όσον οὐ κακαί· αἱ δὲ ταῖς ὑπερβαλλούσαις ἀντικείμεναι μέτριαι καὶ οὐδὲ λῦπαι, καὶ διὰ τοῦτο οὐ φευκταί. ὥστε πᾶν ἀγαθὸν φευκτῷ ἐστιν ἐναν‐ | |
35 | τίον, καὶ 〈αἱ〉 φαῦλαι ἡδοναὶ ταῖς ἀγαθαῖς λύπαις εἰσὶν ἐναντίαι καὶ αἱ | |
ἀγαθαὶ ταῖς φευκταῖς. | 160 | |
161(1n) | Διὰ τί αἱ σωματικαὶ ἡδοναὶ τῶν θεωρητικῶν αἱρετώτεραι δο‐ | |
2n | κοῦσιν. κεφ. κβʹ. | |
3 | Ἐπεὶ δὲ οὐ μόνον δεῖ εἰπεῖν τὸ ἀληθὲς ἀλλὰ καὶ διὰ τί δοκεῖ τὸ ἐναντίον ψεῦδος ἀληθές· τοῦτο γὰρ συμβάλλεται πρὸς τὸ πιστεῦσαι τὴν | |
5 | ἀλήθειαν· ὅταν γὰρ φανῇ ἡ αἰτία, δι’ ἣν εἰκότως τὸ ψεῦδος ἀλήθεια δο‐ κεῖ καὶ ἡ αὐτῆς ἀπάτη ἐλεγχθῇ, πιστεύειν ποιεῖ τῷ ἀληθεῖ μᾶλ‐ λον· ὥστε λεκτέον διὰ τί φαίνονται αἱ σωματικαὶ ἡδοναὶ αἱρε‐ τώτεραι τῶν κυρίως ἀγαθῶν ἡδονῶν. πρῶτον μὲν ὅτι ἰατρεῖαί εἰσι ταῖς λύπαις ταῖς σωματικαῖς, καὶ ταύτας ῥᾳδίως ἐκκρούουσι καὶ μεγάλας οὔσας | |
10 | αἱ ὑπερβάλλουσαι ἡδοναί, καὶ διὰ τοῦτο διώκονται παρὰ τὸν καιρὸν τῆς λύπης τῆς σωματικῆς, ὅτι δοκοῦσιν ἰατρεῖαι εἶναι σφοδραὶ καὶ ῥᾳδίως ἀπαλλάττουσι τῆς ἐπὶ τῇ ἐνδείᾳ τῶν ἡδέων λύπης, ἔπειτα διότι διώκονται παρὰ τῶν μὴ δυναμένων ἄλλαις ἡδοναῖς χαίρειν. πολλοὶ δὲ οἱ τοιοῦτοι· καὶ διὰ τοῦτο τὸ ὑπ’ αὐτῶν ζητούμενον ἀγαθόν τι δοκεῖ καὶ αἱρετόν· οἵ‐ | |
15 | τινες οὐ τὰς ἐκ φύσεως ἐπιθυμίας ἐμπιπλάναι μόνον σπουδάζουσιν, ἀλλὰ καὶ ἐπισκευαστάς τινας ἐπιθυμίας ἐπινοοῦσι καὶ δίψας τινὰς παρασκευά‐ ζουσιν ἑαυτοῖς, ἵνα δύνωνται διὰ παντὸς ἥδεσθαι. τοῦτο δέ, εἰ μὲν οὐχ ὑπερβαίνει τὸν λόγον καὶ τὸ μέτριον, οὔτε βλαβερόν ἐστιν (αἱ γὰρ σύμ‐ μετροι ἡδοναὶ οὐ λυμαίνονται τῷ σώματι) καὶ ἀνεπιτίμητόν ἐστιν· εἰ δὲ | |
20 | ὑπερβάλλουσι καὶ βλαβεραί εἰσιν αἱ διωκόμεναι ἡδοναί, φαῦλον. ἀνεπιτί‐ μητον δέ ἐστι τὸ χρῆσθαι συμμέτροις ἡδοναῖς, ὅτι ἀνάγκη χρῆσθαι τὸν ἄνθρωπον τοῖς ἡδέσι διὰ τὴν φύσιν ἀεὶ οὖσαν ἐν πόνῳ καὶ δεομένην τινὸς ἡδονῆς ὥσπερ ἀναπαύσεως. ἀεὶ γὰρ πονεῖ τὸ ζῷον, ὥσπερ καὶ οἱ φυσικοὶ λόγοι μαρτυροῦσι· λέγουσι γὰρ τὸ ὁρᾶν 〈καὶ〉 τὸ ἀκούειν | |
25 | λυπηρὸν εἶναι, διὰ δὲ τὸ ἔθος οὐ τοιοῦτον δοκεῖν· διὰ τοῦτο χρεία τῷ ἀνθρώπῳ ἡδονῆς· ᾧ δὲ οὔκ εἰσιν αἱ θεωρητικαὶ ἡδοναί, πᾶσα ἀνάγκη ταῖς σωματικαῖς χρῆσθαι· οἱ οὖν συμμέτρως χρώμενοι καὶ ὥσπερ οὐκ ἔνι διαφθεῖραι τὸ σῶμα οὐκ ἐπιτιμῶνται. ὁμοίως δὲ διώκονται αἱ ἡδοναὶ ὑπὸ τῶν νέων καθάπερ ὑπὸ τῶν ἀκολάστων ὅσαι εἰσὶ περὶ τὸ θρεπτικόν, | |
30 | τῆς φύσεως κινούσης, ἵνα αὐξηθῶσι, καὶ διάκεινται ὥσπερ οἱ οἰνωμένοι· ἐσθίοντες γὰρ ἀεὶ καὶ πίνοντες καὶ ὑπνώττοντες ἀκμαιοτάτην ἔχουσι τὴν περὶ ταῦτα ἐπιθυμίαν, ὥσπερ ἐκεῖνοι τὴν δίψαν. διὰ τοῦτο ἡ νεότης ἡδύ ἐστιν, ὅτι μετ’ ἐπιθυμίας ἀεὶ τῶν ἀναγκαίων ἅπτεται. τὸν ἴσον δὴ τρόπον καὶ οἱ μελαγχολικοὶ τὴν φύσιν ἀεὶ ἐν ὀρέξει εἰσὶ σφοδρᾷ καὶ δέονται ἀεὶ | |
35 | θεραπείας· δάκνεται γὰρ αὐτοῖς ἀεὶ τὸ σῶμα διὰ τὴν κρᾶσιν. οἱ μὲν οὖν ζητοῦντες τὰς ἡδονὰς οὗτοί εἰσι, καὶ διὰ ταύτας τὰς αἰτίας ζητοῦσι· καθόλου δὲ πᾶσα ἡδονὴ σωματικὴ ζητεῖται ἵνα ἐκβάλλῃ λύπην σωματικήν· ἐκκρούει γὰρ ἡ ἡδονὴ λύπην, οὐ μόνον ἡ ἀντικειμένη αὐτῇ, οἷον ἡ ἐπὶ | |
τῷ θρεπτικῷ ἡδονὴ τὴν ἐπὶ τῷ θρεπτικῷ λύπην, ἀλλὰ καὶ ἑτέρα τις, | 161 | |
162 | ἐὰν ᾖ ἰσχυρά. διὰ ταύτην τὴν αἰτίαν αἱ σωματικαὶ ἡδοναὶ διώκονται καὶ ἐντεῦθεν ἀκόλαστοι καὶ φαῦλοι γίνονται. αἱ δὲ ἡδοναὶ αἱ θεωρητικαί, ὧν οὐ προηγεῖται λύπη (οὐ γάρ, ὥσπερ ἐπὶ τῶν σωματικῶν, πρὶν ἡσθῆναι, λυπούμεθα), αἱ δὴ τοιαῦται οὐχ ὑπερβάλλουσι τὸ δέον, οὐδ’ ἔστι θεω‐ | |
5 | ρῆσαι πλέον ἢ προσῆκεν· ἀλλὰ ἀεὶ ἐπαινεταί εἰσιν, ὅτι τὰ κατ’ αὐτὰς ἡδέα φύσει εἰσὶν ἡδέα καὶ οὐ κατὰ συμβεβηκός. λέγω δὲ κατὰ συμβε‐ βηκὸς ἡδέα τὰ ἰατρεύοντα τὰς σωματικὰς ἐνδείας καὶ λύπας, ὥσπερ τὰ σιτία· ἰατρεύει γὰρ τὴν φύσιν τοῦ πεινῶντος νοσοῦσαν τοῦτο τὸ μέρος, καὶ εἰσάγει τὸ ἐλλεῖπον, ἐπειδὰν κατὰ τὸ ἕτερον μέρος οὐκ ἐνδεὴς ᾖ | |
10 | οὐδὲ νόσῃ, λέγω δὴ τὸ θρεπτικόν, ἀλλ’ ἔχῃ τε αὐτὸ καὶ ὑγιαίνῃ κατ’ αὐτὸ καὶ ἐνεργῇ, τουτέστιν ὀρέγηται. κατὰ συμβεβηκὸς γὰρ τὰ τοιαῦτα ἡδέα ἐστίν, ὅτι διὰ τὴν ἰατρείαν συμβαίνει αὐτοῖς ἡδέσιν εἶναι· φύσει δὲ ἡδέα οὐ τὰ ἀναπληροῦντα τὴν ἔνδειαν τῆς φύσεως ἀλλὰ τὰ ποιοῦντα πρᾶξιν αὐτῆς, οἷά ἐστι τὰ θεωρητά· τελειοῦσι γὰρ τῆς ψυχῆς τὴν ἐνέρ‐ | |
15 | γειαν. ὅτι δὲ οὔκ ἐσμεν ἁπλοῖ οὐδὲ μόνῃ ζῶμεν τῇ ψυχῇ, διὰ τοῦτο οὐκ ἀεὶ ταὐτὰ ἡδέα ἡμῖν ἐστιν, ἐπεὶ οὐδὲ τὰ κατὰ συμβεβηκὸς ἡδέα ἀεὶ ζητοῦμεν, ἀλλὰ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα. ὅταν μὲν γὰρ πρὸς τὸ σῶμα ῥέπωμεν, τοῖς σωματικοῖς χαίρομεν, ἐπειδὰν δὲ ὑπὲρ τοῦτο ἴδωμεν, τὰ φύσει ἡδέα ζητοῦμεν· αἱ γὰρ τῆς ψυχῆς ἡδοναὶ ταῖς σωματικαῖς μά‐ | |
20 | χονται, καὶ οἷς ἡ ψυχὴ πράττουσα χαίρει, ταῦτα τῷ σώματι παρὰ φύσιν· ὁπόταν δὲ διὰ τῆς περὶ τὴν ἀρετὴν μελέτης τῇ ψυχῇ τὸ σῶμα ἀκολου‐ θήσῃ, τηνικαῦτα οἷς ἐνεργοῦσα ἥδεται ἡ ψυχή, οὐχ ἥδεται μὲν τὸ σῶμα, καθόσον οὔκ εἰσιν αἰσθητά, οὐκ ἀλγεῖ δέ. διὰ τοῦτο καὶ οἷς ἐστιν ἡ φύσις καθάπαξ ἁπλῆ, ἡ αὐτὴ πρᾶξις ἀεὶ ἡδίστη ἐστίν· ὁ γὰρ θεὸς ἀεὶ | |
25 | μίαν καὶ ἁπλῆν χαίρει ἡδονήν· καίτοι ἀκίνητός ἐστι καὶ δοκεῖ διὰ τοῦτο μὴ ἔχειν ἡδονήν. ἡ γὰρ ἡδονὴ ἐνέργειά ἐστιν, ἡ δὲ ἐνέργεια κινή‐ σεως δοκεῖ μόνον εἶναι, ἀλλ’ οὐκ ἔστιν· ἔστι γὰρ καὶ ἀκινησίας ἐνέργεια, καὶ ἡ ἡδονὴ μᾶλλον ἐν ἠρεμίᾳ ἐστὶν ἢ ἐν κινήσει. ἡ δὲ μετα‐ βολὴ πάντων γλυκύτατον, κατὰ τὸν ποιητήν, οὐ τῇ ἀρίστῃ καὶ | |
30 | ἀγαθῇ φύσει ἀλλὰ τῇ συνθέτῳ διὰ τὴν ἀσθένειαν αὐτῆς καὶ τὴν πονη‐ ρίαν· ὥσπερ γὰρ ὁ πονηρὸς ἄνθρωπος εὐμετάβολος, οὕτω καὶ ἡ πονηρὰ φύσις ἀεὶ δεῖται μεταβολῆς· οὐ γὰρ ἁπλῆ οὐδὲ ἐπιεικής. περὶ μὲν οὖν ἐγκρατείας καὶ ἀκρασίας καὶ περὶ ἡδονῆς καὶ λύπης καὶ τί ἐστιν ἕκαστον αὐτῶν καὶ πῶς τὰ μὲν ἀγαθὰ τὰ δὲ κακά, εἴρηται· λοιπὸν | |
35 | δὲ περὶ φιλίας ἐροῦμεν. | 162 |
163(1t) | 〈ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Θ〉. | |
2n | Περὶ φιλίας. κεφ. αʹ. | |
3 | Μετὰ δὲ ταῦτα περὶ φιλίας ἀκόλουθόν ἐστι διελθεῖν. ἔστι γὰρ ἡ φιλία ἀρετή τις ἢ ἕπεται τῇ ἀρετῇ· καὶ γὰρ ἡ μεταξὺ δυσκολίας καὶ | |
5 | κολακείας ἀρετή, προσλαβοῦσα τὸ στέργειν, φιλία ἐστίν, ὡς ἐν τῷ ηʹ κεφαλαίῳ τοῦ δʹ βιβλίου εἴρηται· καὶ ἕπεται δὲ τῇ τελείᾳ ἀρετῇ. ἡ γὰρ ἀληθὴς φιλία, ὡς αὐτίκα εἰρήσεται, ἐν τοῖς σπουδαίοις μόνοις εὑρί‐ σκεται. διὰ ταῦτα ἐν τῇ περὶ τῶν ἀρετῶν πραγματείᾳ ἀκόλουθόν ἐστι καὶ περὶ αὐτῆς εἰπεῖν, ἐπεὶ καὶ ἀναγκαιότατόν ἐστιν εἰς τὸν βίον. ἄνευ | |
10 | γὰρ φίλων οὐδεὶς ἂν ἕλοιτο ζῆν, ἔχων τὰ λοιπὰ ἀγαθὰ πάντα· καὶ γὰρ τοῖς πλουτοῦσι καὶ ἀρχὰς καὶ δυναστείας κεκτημένοις δοκεῖ μάλιστα χρείαν εἶναι φίλων. τί γὰρ ὄφελος τῆς τοιαύτης εὐδαιμονίας μὴ δυναμένοις εὐεργετεῖν; οὐκ εὐεργετοῦσι δὲ μὴ ἔχοντες φίλους· ἡ γὰρ μάλιστα γινομένη εὐεργεσία καὶ ἐπαινουμένη πρὸς τοὺς φίλους ἐστίν. ἢ | |
15 | πῶς ἂν ὁ εὐδαίμων ἐν τῇ εὐδαιμονίᾳ διαμείναι καὶ σώζοιτο ἄνευ φίλων· ὅσῳ γὰρ μείζων ἡ εὐδαιμονία, τοσούτῳ καὶ ἐπισφαλεστέρα. οὐ μόνον δὲ εὐδαίμοσι χρεία φίλων ἀλλὰ καὶ δυστυχέσι καὶ πένησι· μόνην γὰρ οἴον‐ ται πάντες καταφυγὴν εἶναι τοὺς φίλους. οὐ μόνον δὲ τύχῃ ἀλλὰ καὶ ἡλικίᾳ πάσῃ λυσιτελής ἐστιν ἡ φιλία· οἱ γὰρ φίλοι νέους μὲν εἰς τὸν | |
20 | ὀρθὸν ὁδηγοῦσι λόγον, ἵνα μὴ δι’ ἀπειρίαν τοῦ ἀγαθοῦ διαμαρτάνωσι, πρεσβυτέρους δὲ θεραπεύουσι καὶ τὸ ἐλλεῖπον τῆς πράξεως διὰ τὴν ἀπὸ τῆς ἡλικίας ἀσθένειαν αὐτοὶ ἀναπληροῦσι· τῶν δὲ ἐν ἀκμῇ ταῖς ἀγαθαῖς πράξεσι προστιθέασι, καὶ βελτίω ποιοῦσι τὰ ἔργα σύν τε δύ’ ἐρχομένω· | |
25 | καὶ γὰρ μετὰ τῶν φίλων καὶ νοῆσαι καὶ πρᾶξαι δυνατώτεροι γινόμεθα, καὶ φύσει δὲ πρόσεστιν ἡμῖν ἡ φιλία. φύσει γὰρ τὸ γεννῶν φιλεῖ τὸ | |
γεννώμενον· καὶ οὐκ ἐν ἀνθρώποις μόνον, ἀλλ’ ἤδη καὶ ἐν ὀρνέοις καὶ | 163 | |
164 | ἐν τοῖς πλείστοις τῶν ζῴων· καὶ οὐκ ἐν γεννῶντι μόνον καὶ γεννωμένῳ, ἀλλὰ καὶ ἐν τοῖς ὁμογενέσι πρὸς ἄλληλα, μάλιστα δὲ πάντων ἐν τοῖς ἀνθρώποις· διὰ τοῦτο τοὺς φιλανθρώπους ἐπαινοῦμεν, ὡς ἀνθρώπινόν τι ποιοῦντας. ἴδοι δ’ ἄν τις καὶ ἐν ταῖς πλάναις, ὡς οἰκεῖον ἅπας | |
5 | ἄνθρωπος ἀνθρώπῳ καὶ φίλον· οἵ τε γὰρ ἐπὶ χώρας μένοντες σὺν ἡδονῇ τὸν πλανώμενον ὑποδέχονται καὶ θεραπεύουσιν, ὅ τε πλανώμενος, εἰ συντύχοι μόνον ἀνθρώποις, μάλιστα χαίρει. καὶ τὰς πόλεις ἡ φιλία συνέστησε τὴν ἀρχὴν καὶ ἀεὶ συνέχει· καὶ οἱ καθιστάντες τὰς πόλεις νομοθέται μᾶλλον τῆς φιλίας φροντίζουσιν ἢ τῆς δικαιοσύνης· καὶ γὰρ διὰ | |
10 | τὴν ὁμόνοιαν ἡ δικαιοσύνη ζητεῖται· ἡ δὲ ὁμόνοια ὅμοιόν τί ἐστι τῇ φιλίᾳ, ἡ δὲ στάσις ὁμοία ἐστὶ τῇ ἔχθρᾳ, ἣν ἀεὶ τῆς πόλεως ἀπελαύνειν σπουδάζουσιν οἱ νομοθέται. ἄλλως τε, φίλων μὲν ὄντων πρὸς ἀλλήλους τῶν πολιτῶν, οὐ χρεία τῇ πόλει δικαιοσύνης, δικαίων δὲ ὄντων, φιλίας χρεία· βέλτιον γὰρ μετὰ ταύτης ὁμονοήσουσιν ἢ μετὰ τῆς δικαιοσύνης. | |
15 | ἔτι τὸ μάλιστα δίκαιον φιλικὸν εἶναι δοκεῖ· καὶ γὰρ ἐπειδάν τις περὶ τὸν πλησίον πάντα τὰ δίκαια διασώζῃ, κἂν αὐτόν τι δέῃ ζημιωθῆναι, φίλος ἐστίν· ὥστε μᾶλλον ζητεῖται ἡ φιλία ἢ ἡ δικαιοσύνη παρὰ τῶν νομοθε‐ τῶν, καὶ ἀναγκαῖόν ἐστι πρὸς τὸ καλῶς ὁμονοεῖν δύνασθαι. οὐ μόνον δὲ ἀναγκαῖόν ἐστι καὶ πρὸς ἄλλο φέρει ἀγαθόν, ἀλλὰ καὶ αὐτὸ καθ’ ἑαυτὸ | |
20 | καλόν ἐστι καὶ ἐπαινετόν· τοὺς γὰρ φιλοφίλους ἐπαινοῦμεν, ἥ τε πολυφιλία δοκεῖ τῶν καλῶν ἓν εἶναι· καὶ ἔνιοί φασι μηδὲν δια‐ φέρειν τὸν φίλον τοῦ ἀγαθοῦ ἀνδρός, ἀλλὰ τὸν αὐτὸν ἄντικρυς εἶναι. | |
23n | Τίς ἡ φιλία, καὶ ὅτι τρία αὐτῆς ἐστιν εἴδη. κεφ. βʹ. | |
24 | Τοιαύτη μὲν οὖν ἡ φιλία· διαπορεῖται δὲ περὶ αὐτῆς οὐκ ὀλίγα, | |
25 | πότερον ὁμοιότης ἐστὶν ἡ φιλία καὶ οἱ ὅμοιοι φίλοι, ἢ ἐναντιότης καὶ οἱ ἔχοντες ἐναντίοι. οἱ μὲν γὰρ ὁμοιότητα τιθέασιν αὐτὴν καὶ τοὺς ὁμοίους φίλους· ὅθεν τὸν ὁμοῖόν φασιν ὡς τὸν ὁμοῖον καὶ κολοιὸν ποτὶ κολοιὸν καὶ ὅσα τοιαῦτα· οἱ δὲ ἐναντίους τοὺς φίλους φασὶν εἶναι καὶ τὸν λόγον εἰς τὸ καθολικώτερον καὶ φυσικώτερον ἀνάγουσιν, Εὐρι‐ | |
30 | πίδης μὲν φάσκων ἐρᾶν μὲν ὄμβρου γαῖαν ξηρανθεῖσαν, ἐρᾶν δὲ σεμνὸν οὐρανὸν πληρούμενον ὄμβρου, πεσεῖν εἰς γαῖαν, Ἡράκλειτος δὲ λέγων τὸ ἀντίξουν συμφέρον εἶναι καὶ ἐκ τῶν | |
35 | διαφερόντων καλλίστην ἁρμονίαν, καὶ πάντα κατ’ ἔριν γίνε‐ σθαι· ἐξ ἐναντίας δὲ τούτοις ἀποφαίνεται περὶ τῆς φιλίας μετὰ πολλῶν ἄλλων καὶ ὁ Ἐμπεδοκλῆς, λέγων τὸ ὅμοιον τοῦ ὁμοίου ἐφίεσθαι. τὸ μὲν οὖν ἀνάγειν τὸν λόγον εἰς καθολικούς τινας καὶ φυσικοὺς λόγους | |
καὶ ζητεῖν ἁπλῶς, πῶς τὰ ἐναντία τῶν ἐναντίων ἐφίεται καὶ τὰ ὅμοια | 164 | |
165 | τῶν ὁμοίων, οὐκ ἔστιν οἰκεῖον τῆς παρούσης σκέψεως. ἐπισκεψώμεθα δὲ ὅσα μόνης ἔχεται τῆς ἀνθρωπίνης φύσεως, καὶ τῶν ἀνθρωπίνων ὅσα εἰς ἤθη φέρει καὶ πάθη· ταῦτα γὰρ ὕλη ἐστὶ τῇ παρούσῃ πραγματείᾳ. ζη‐ τητέον τοίνυν, πότερον ἐν πᾶσι γίνεται ἡ φιλία ἢ ἐν μὲν τοῖς ἀγαθοῖς | |
5 | γίνεται, ἐν δὲ τοῖς μοχθηροῖς οὐχ οἷόν τε γενέσθαι· καὶ πότερον πολλὰ εἴδη φιλίας ἢ ἕν· οὐ γάρ, διότι ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον ἡ φιλία, διὰ τοῦτο ἓν εἶδος αὐτῆς ἐστιν· ἐπιδέχεται γὰρ τὸ μᾶλλον καὶ ἧττον καὶ τὰ ἕτερα τῷ εἴδει· ἡ γὰρ οὐσία καὶ τὸ συμβεβηκὸς ἕτερα ὄντα τῷ εἴδει τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχονται· οὐ γὰρ ὁμοίως εἰσὶν | |
10 | ὄντα· ὥστε οἱ διὰ τὸ μᾶλλον καὶ ἧττον οἰόμενοι ἓν εἶδος φιλίας εἶναι οὐχ ἱκανῷ πεπιστεύκασι σημείῳ. περὶ τούτων δὲ ἐν τοῖς ἔμπροσθεν εἴρηται. τὰ μὲν οὖν ζητούμενα ταῦτα· φανερὰ δ’ ἂν γένοιντο, εἰ φανερὸς γένοιτο ὁ περὶ τοῦ φιλητοῦ λόγος· οὐ γὰρ πάντα φιλοῦμεν ἀλλ’ ὅσα πέ‐ φυκε φιλεῖσθαι, ἅ ἐστι τὰ φιλητά· φιλητὰ δέ ἐστι ταῦτα, τὸ ἀγαθὸν τὸ | |
15 | ἡδὺ τὸ χρήσιμον· τὸ μὲν οὖν ἀγαθὸν καὶ τὸ ἡδὺ δι’ ἑαυτὸ φιλεῖται, τὸ δὲ χρήσιμον φιλεῖται ἢ διὰ τὸ ἀγαθὸν ἢ διὰ τὴν ἡδονήν. χρήσιμον γάρ ἐστι, δι’ οὗ γίνεται ἢ ἀγαθὸν ἢ ἡδονή· ὥστε τὸ μὲν ἀγαθὸν καὶ ἡ ἡδονὴ ὡς τέλη εἰσὶ φιλητά, τὸ δὲ χρήσιμον ὡς πρὸς τὸ τέλος ταττόμενον. σκεψώμεθα δὲ πῶς τὸ ἀγαθὸν φιλητόν ἐστι, πότερον τὸ ἁπλῶς ἀγαθὸν | |
20 | ἢ τὸ τῷ φιλοῦντι ἀγαθόν· ἐνίοτε γὰρ διαφέρει ταῦτα ἀλλήλων καὶ ἄλλο μέν ἐστι τὸ ἁπλῶς καὶ κυρίως ἀγαθόν, ἄλλο δὲ τισὶ δοκεῖ ἀγαθόν· ὁμοίως δὲ καὶ τὸ ἡδὺ διαφέρει τὸ ἁπλῶς ἡδὺ καὶ τὸ τισὶν ἡδύ. πότερα γοῦν φιλητά ἐστιν; ἢ δῆλον ὅτι τὰ δοκοῦντα ἡδέα καὶ ἀγαθὰ φιλητά ἐστιν; ὁμοίως δὲ καὶ χρήσιμα φιλητά ἐστι, ἃ πρὸς τὰ δοκοῦντα ἡδέα καὶ ἀγαθὰ | |
25 | φέρει; καὶ οὐ πάντα τὰ δοκοῦντα ἡδέα καὶ ἀγαθά, ἀλλ’ ἃ δοκεῖ αὐτοῖς ἡδέα εἶναι καὶ ἀγαθὰ καὶ χρήσιμα, ταῦτα φιλητά. ὥστε ἁπλῶς μὲν φιλητὸν τὸ ἀγαθόν ἐστι· τισὶ δὲ φιλητὸν τὸ τισὶν ἀγαθόν· φαινόμενον δὲ φιλητὸν τὸ δοκοῦν τισιν ἀγαθὸν εἶναι, ὁμοίως δὲ καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον. τριῶν δὲ ὄντων τῶν φιλητῶν, δι’ ἃ ἡ φίλησις γίνεται, οὐκ | |
30 | ἐν πᾶσι τοῖς φιλουμένοις ἤδη καὶ φιλία γίνεται· φιλοῦμεν γὰρ καὶ τὰ ἄψυχα διά τι τούτων τῶν τριῶν φιλητῶν· ἀλλ’ οὐ φιλία τὸ τοιοῦτον· φιλία γάρ ἐστιν, ὅταν τις φιλῶν ἀντιφιλῆται καὶ βούληται τῷ φιλουμένῳ τὰ ἀγαθὰ καὶ αὐτῷ βουλομένῳ τῷ φιλοῦντι τὰ ἀγαθά· ὁ δὲ φιλῶν, φέρε εἰπεῖν, οἶνον οὔτε παρ’ αὐτοῦ ἀντιφιλεῖται οὔτε τῷ οἴνῳ βούλεται | |
35 | τὰ ἀγαθά· γελοῖον γάρ· ἀλλ’ εἴπερ σώζεσθαι βούλεται αὐτόν, οὐκ αὐτοῦ ἕνεκα τοῦ οἴνου ἀλλὰ δι’ ἑαυτόν, ἵνα αὐτὸς ἔχῃ· τῷ δὲ φίλῳ βουλόμεθα τὰ ἀγαθὰ αὐτοῦ ἕνεκα. διὰ τοῦτο ἡ πρὸς τὰ ἄψυχα φίλησις οὐκ ἔστι φιλία. ἔτι δὲ οὐδὲ εἴ τις ἄνθρωπον φιλοίη καὶ βούλοιτο αὐτῷ τὰ ἀγαθά, τὸ τοιοῦτον ἀνάγκη φιλίαν εἶναι· δεῖ γὰρ καὶ ἀντιφιλεῖσθαι | |
40 | ὁμοίως· εἰ δὲ μή, οὐ φίλος ἐστὶν ἀλλ’ εὔνους τις λέγεται. συμβαίνει | |
δέ τινας λανθάνοντας ἀλλήλους φιλεῖν ὑπολαβόντας ἀγαθούς τινας καὶ | 165 | |
166 | χρησίμους εἶναι καὶ ἐπιεικεῖς καὶ βούλεσθαι ἀλλήλοις τὰ ἀγαθά· τούτους δὴ κυρίως μὲν φίλους οὐκ ἄν τις εἴποι, ὅτι οὐκ ἴσασι φιλούμενοι οὐδὲ ὡς ἔχουσι πρὸς ἀλλήλους, εὔνους δὲ ἀλλήλοις εἴποι τις ἄν. οὔτε τοίνυν ἡ τῶν ἀψύχων φίλησις φιλία ἐστὶν οὔτε ἡ τῶν ἀνθρώπων, ὅταν τινὸς | |
5 | ἐλλείπῃ τῶν εἰρημένων, ἀλλὰ φιλία ἐστίν, ὅταν ἀλλήλοις εὐνοῶσιν ἢ διὰ τὸ ἀγαθὸν ἢ διὰ τὸ ἡδὺ ἢ διὰ τὸ χρήσιμον, καὶ βούλωνται ἀλλήλοις τὰ ἀγαθά, καὶ οὐ λανθάνωσιν ἀλλήλους φιλοῦντες. ὅ τι μὲν οὖν ἐστι φιλία εἴρηται· φανερὸν δὲ ἐκ τῶν εἰρημένων ὅτι καὶ τρία εἴδη φιλίας· ἐπεὶ γὰρ τρία ἐστι τὰ δι’ ἃ γίνεται ἡ φιλία, τὸ ἡδὺ τὸ ἀγαθὸν τὸ χρήσιμον, | |
10 | καὶ διαφέρουσι ταῦτα ἀλλήλων τῷ εἴδει, ἰσαρίθμως τοῖς φιλητοῖς 〈καὶ ἡ φιλία〉. καθ’ ἕκαστον γὰρ τῶν φιλητῶν δυνατὸν φιλίαν γενέσθαι, ἤτοι φίλησιν μὴ λανθάνουσαν καὶ ἀντιφίλησιν. ἔτι δὲ καὶ βούλησιν ἀλλήλοις τῶν ἀγαθῶν· καθόσον γάρ τι φιλοῦμεν, βουλόμεθα ἐκείνῳ τὸ ἀγαθόν. τρία ἄρα εἴδη φιλίας, κατὰ τὸ ἀγαθὸν κατὰ τὸ ἡδὺ καὶ κατὰ τὸ χρήσιμον. | |
15n | Περὶ τῆς διὰ τὸ χρήσιμον φιλίας καὶ τῆς διὰ τὴν ἡδονήν, ὅτι | |
16n | ἀτελεῖς εἰσιν αἱ τοιαῦται φιλίαι. κεφ. γʹ. | |
17 | Ζητητέον δὲ περὶ ἑκάστου εἴδους. οἱ μὲν οὖν διὰ τὸ χρήσιμον φιλοῦντες ἀλλήλους οὐκ αὐτοὺς καθ’ ἑαυτοὺς ἀλλήλους φιλοῦσιν ἀλλὰ διὰ τὸ ἀγαθὸν ἢ τὸ ἡδύ, πρὸς ὃ χρήσιμοί εἰσι, καὶ φιλοῦσιν ἕως ἂν | |
20 | ἔρχηταί τι αὐτοῖς παρ’ ἀλλήλων ἀγαθόν· ὁμοίως δὲ καὶ οἱ δι’ ἡδονὴν ἀλλήλους φιλοῦντες οὐ καθ’ ἑαυτοὺς φιλοῦσιν· οὐ γὰρ ἁπλῶς ὅτι ἡδεῖς εἰσι διὰ τοῦτο φιλοῦσιν, ἀλλ’ ὅτι αὐτοῖς ἡδεῖς εἰσιν, εἰ γὰρ ἄλλοις ἡδεῖς ἦσαν, οὐκ ἂν ἐφίλουν· οἵ τε δὴ διὰ τὸ χρήσιμον φιλοῦντες καὶ οἱ διὰ τὸ ἡδὺ οὐχ ἁπλῶς διὰ τὸ ἀγαθὸν ἢ τὸ ἡδὺ ἀλλὰ διὰ τὸ αὐτοῖς | |
25 | ἀγαθὸν καὶ ἡδὺ στέργουσι, καὶ οὐ διότι ὁ φιλούμενος αὐτὸς τοιοῦτός ἐστι διὰ τοῦτο φιλοῦσιν, ἀλλ’ ὅτι αὐτοῖς ἡδύς ἐστι καὶ χρήσιμος. ὥστε δῆλον, ὅτι αἱ φιλίαι αὗται κατὰ συμβεβηκός εἰσιν· οὐ διὰ τοῦτο γὰρ φιλεῖται ὁ φιλούμενος, ὅτι τοιόσδε τίς ἐστιν αὐτός, ἀλλὰ διότι πορίζει ὁ μὲν ἀγαθόν, ὁ δὲ ἡδονήν. καὶ εὐδιάλυτοι δέ εἰσιν αἱ τοιαῦται φιλίαι· οἱ γὰρ ἡδεῖς | |
30 | καὶ χρήσιμοι οὐκ ἀεί εἰσιν ἡδεῖς καὶ χρήσιμοι· ἄλλοτε γὰρ ἄλλοις ἡδό‐ μεθα καὶ ἄλλοτε ἄλλο ἐστὶ τὸ χρήσιμον. μὴ παραμένοντος οὖν τοῦ αἰ‐ τίου τῆς φιλίας καὶ αὐτὴ οὐ δύναται παραμένειν ἀλλὰ διαλύεται, ὡς οὖσα πρὸς ἐκεῖνα καὶ ταῦτα ἔχουσα τέλη. ἡ δὲ τοιαύτη φιλία, ἡ εὐμετάβολος, μάλιστα δοκεῖ γίνεσθαι ἐν τοῖς πρεσβύταις· οὐ γὰρ τὸ ἡδὺ οἱ τηλικοῦτοι | |
35 | διώκουσιν οὔτε σφόδρα οὔτε συνεχῶς· καὶ διὰ τοῦτο καὶ ἐλλείπουσι τῆς καθ’ ἡδονὴν φιλίας, τὸ ὠφέλιμον δὲ ἀεὶ μόνον ζητοῦντες κατὰ τὸ χρήσι‐ μόν εἰσι φίλοι. καὶ οὐχ οἱ πρεσβῦται μόνον ἀλλὰ καὶ τῶν νέων ὅσοι οὐ τὴν ἡδονὴν ἀλλὰ τὸ ὠφέλιμον ζητοῦσιν· οἱ τοιοῦτοι δὲ οὐδὲ πάνυ συζῶσι | |
μετ’ ἀλλήλων· ἐνίοτε γὰρ οὐδὲ ἥδονται ἀλλήλοις· τηνικαῦτα γὰρ ἥδονται | 166 | |
167 | μόνον ἀλλήλοις, ὅτε ὠφέλιμοι γίνονται ἢ ἐλπίδας παρέχουσιν ὠφελείας, τὸν δὲ ἄλλον χρόνον οὐκέτι· οὐκ ὄντες δὲ ἀλλήλοις ἡδεῖς οὐδὲ δύνανται συνοικεῖν. τοιαύτην δέ φασιν εἶναι καὶ τὴν ξενικὴν φιλίαν· καὶ αὕτη γὰρ διὰ τὸ χρήσιμον συνέστηκεν. ἡ δὲ φιλία τῶν νέων ὡς ἐπὶ τὸ πλεῖστον | |
5 | δι’ ἡδονήν ἐστι. κατὰ πάθος γὰρ οὗτοι ζῶσι καὶ μάλιστα διώ‐ κουσι τὸ ἡδύ, καὶ οὐ τὴν μέλλουσαν ὠφέλειαν ἀλλὰ τὴν παροῦσαν ἡδο‐ νήν· αἰσθήσει γὰρ μάλιστα ζῶντες τῷ παρόντι χαίρουσι, καὶ ὃ τὴν αἴ‐ σθησιν θέλγει. τῆς ἡλικίας δὲ μεταπιπτούσης καὶ τὰ ἡδέα γίνεται ἕτερα· διὸ ταχέως γίνονται φίλοι καὶ παύονται· μεταπίπτοντος γὰρ | |
10 | τοῦ ἡδέος καὶ ἡ φιλία μεταπίπτει· μεταπίπτει δὲ τὸ τοιοῦτον ἡδὺ ταχέως, ὥστε καὶ ἡ φιλία. καὶ ἐρωτικοὶ δὲ οἱ νέοι κατὰ πάθος καὶ ἡδονὴν ζῶν‐ τες· τὸ γὰρ πλεῖστον τῆς ἐρωτικῆς. κατὰ πάθος καὶ ἡδονήν· διὸ φιλοῦσι, καὶ ταχέως παύονται φιλοῦντες πολλάκις τῆς αὐτῆς ἡμέρας μετα‐ πίπτοντες, ὅτι οὐ λογισμῷ καὶ κρίσει τινὶ φιλοῦσιν ἀλλὰ πάθει φερό‐ | |
15 | μενοι. συνημερεύειν δὲ καὶ συζῆν οὗτοι βούλονται ἀλλήλοις· ἐν‐ τεῦθεν γὰρ καὶ ἡ ἀρχὴ τῆς φιλίας αὐτοῖς γίνεται καὶ ἡ ἡδονὴ τὴν συν‐ οίκησιν ἀπαιτεῖ. ἡ μὲν οὖν καθ’ ἡδονὴν καὶ κατὰ τὸ χρήσιμον φιλία τοιαύτη ἐστίν, ἀτελής, καὶ οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός. | |
19n | Περὶ τῆς διὰ τὸ ἀγαθὸν φιλίας, ὅτι αὕτη ἐστὶν ἡ τελεία φιλία. | |
20n | κεφ. δʹ. | |
21 | Ἡ δὲ διὰ τὸ ἀγαθὸν φιλία ἡ τῶν ἀγαθῶν καὶ κατ’ ἀρετὴν ὁμοίων τελεία ἐστὶ καὶ καθ’ αὑτό. βούλονται γὰρ ἀλλήλοις οὗτοι τὰ ἀγαθά, ὅτι αὐτοὶ ἀγαθοί εἰσιν, οὐ δι’ ἄλλο ἀλλὰ καθ’ ἑαυτούς· οἱ δὲ βουλόμενοι τὰ ἀγαθὰ τοῖς φίλοις οὐχ ἑαυτῶν ἕνεκα ἀλλὰ τῶν φίλων, οὗτοί εἰσιν οἱ | |
25 | μάλιστα φίλοι· δι’ αὐτοὺς γὰρ τοὺς φίλους φιλοῦσι καὶ βούλονται αὐτοῖς τὰ ἀγαθά, καὶ οὐ δι’ ἄλλο καὶ κατὰ συμβεβηκός. ἡ τοιαύτη δὲ φιλία καὶ βεβαία ἐστὶ καὶ μόνιμος· διαμένει γὰρ ἕως ἂν ἀγαθοὶ ὦσιν οἱ φίλοι καὶ σπουδαῖοι καὶ ἀγαθοῖς χαίρωσιν· ἡ γὰρ ἀρετὴ μόνιμόν ἐστι· καὶ ἔστιν ἑκάτερος αὐτῶν καὶ καθ’ ἑαυτὸν ἁπλῶς ἀγαθὸς καὶ τῷ φίλῳ ἀγαθός· οἱ | |
30 | γὰρ ἀγαθοὶ καὶ καθ’ ἑαυτοὺς ἀγαθοί εἰσι καὶ ἀλλήλοις. ὁμοίως δὲ καὶ ὠφέλιμοί εἰσι καὶ ἡδεῖς· οἱ γὰρ καθ’ ἑαυτοὺς καὶ ἁπλῶς ἀγαθοὶ καὶ ἀλ‐ λήλοις ἡδεῖς εἰσιν. ἕκαστος γὰρ χαίρει ταῖς ἑαυτοῦ πράξεσι καὶ διὰ τοῦτο ἥδεται καὶ ταῖς τῶν ἄλλων, ὅταν ὅμοιαι ὦσι ταῖς αὐτοῦ πράξεσιν ἢ αἱ αὐταί· αἱ δὲ τῶν σπουδαίων καὶ ἀγαθῶν πράξεις αἱ αὐταὶ καὶ ὅμοιαί εἰσιν, | |
35 | ὥστε φανερόν, ὅτι οἱ σπουδαῖοι ἡδεῖς εἰσι καὶ ἑαυτοῖς καὶ ἀλλήλοις. διὰ τοῦτο ἡ τοιαύτη φιλία μόνιμός ἐστιν. ἃ γὰρ ἰδίᾳ αἱ ἄλλαι ἔχουσι φιλίαι, καὶ ὧν ἐστι χρεία τοῖς φίλοις, ταῦτα πάντα μόνη αὕτη ἡ φιλία συνείληφεν ἐν ἑαυτῇ· καὶ γὰρ καὶ τὸ ἀγαθὸν ἔχει καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον· τῷ | |
γὰρ ἀγαθῷ καὶ τὸ ἡδὺ ἕπεται καὶ τὸ ὠφέλιμον· καὶ ἔστι τὸ τοιοῦτον ἀγα‐ | 167 | |
168 | θὸν οὐ καθ’ ἑαυτὸ μόνον ἀγαθὸν ἀλλὰ καὶ τῷ φιλοῦντι· καὶ ἡδὺ καὶ ὠφέλιμον ὁμοίως οὐ καθ’ ἑαυτὸ μόνον ἀλλὰ καὶ τῷ φιλοῦντι· καὶ ἡ ὁμοιότης δὲ ποιεῖ τοῖς τοιούτοις φίλοις τὴν ἡδονήν· καὶ αὕτη μάλιστα ἡ φιλία τὴν ἡδονὴν ἔχει καὶ τὸ ὠφέλιμον. καὶ καθ’ ὁμοιότητα ταύτης αἱ | |
5 | ἄλλαι φιλίαι ὀνομάζονται· αὕτη γάρ ἐστιν ἡ ἀρίστη φιλία· καὶ τὰ ταύτην ποιοῦντα ταῦτά ἐστι τὰ μάλιστα καὶ κυρίως φιλητά. σπανίας δὲ εἰκὸς τὰς τοιαύτας φιλίας εἶναι· ὀλίγοι γὰρ οἱ οὕτως ἀγαθοί. οὐ μόνον δὲ ἀρετῆς δεῖται ἡ τοιαύτη φιλία καὶ τρόπων ἀγαθῶν ἀλλὰ καὶ χρόνου καὶ συνηθείας· κατὰ τὴν παροιμίαν γὰρ οὐκ ἔστιν εἰδῆσαι ἀλλήλους | |
10 | πρὶν τοὺς λεγομένους ἅλας συναναλῶσαι οὐδὲ δυνατὸν ἀποδέξασθαι καὶ φιλῆσαι ἀλλήλους, πρὶν ἑκάτερος ἑκατέρῳ φανῇ φιλητὸς καὶ αὐτὸς φιλεῖν πιστευθῇ. οἱ δὲ ταχέως τὰ φιλικὰ ποιοῦντες πρὸς ἀλλήλους βού‐ λονται μὲν φίλοι εἶναι, οὐκ εἰσὶ δέ, εἰ μὴ τῷ μακρῷ χρόνῳ καὶ τῇ συνηθείᾳ φιλητοὶ γένοιντο ἀλλήλοις καὶ πιστεύσαιεν φιλούμενοι. βούλησις | |
15 | μὲν οὖν φιλίας τάχιστα γίνεται, φιλία δὲ οὔ· αὕτη μὲν οὖν ἡ φιλία τελεία ἐστὶ καὶ κατὰ τὸν χρόνον καὶ κατὰ τὰ ἄλλα, καθὼς εἴρηται· καὶ κατὰ πάντα τὰ φιλητὰ γίνεται. καὶ ὅμοια ἐστὶν ἑκατέρῳ παρ’ ἑκατέρου, ὅπερ δεῖ τοῖς φίλοις ὑπάρχειν· καὶ γὰρ ὅμοιοί εἰσιν ἑκάτεροι ὄντες σπουδαῖοι, καὶ ὁμοίως εἰσὶν ἡδεῖς ἀλλήλοις καὶ φιλητοί. | |
20n | Ὅτι αἱ ἀτελεῖς φιλίαι καθ’ ὁμοιότητα τῆς τελείας φιλίας λέ‐ | |
21n | γονται. κεφ. εʹ. | |
22 | Ἡ δὲ διὰ τὴν ἡδονὴν φιλία καὶ ἡ διὰ τὸ χρήσιμον ὁμοίωμα ταύτης ἔχουσι τῆς φιλίας. τὸ γὰρ κυρίως ἡδὺ καὶ χρήσιμον τὸ ἀγαθόν ἐστι· καὶ ἡδεῖς καὶ χρήσιμοι μάλιστα ἀλλήλοις οἱ ἀγαθοί. καὶ ἐν τούτοις δὲ τοῖς | |
25 | καθ’ ὁμοιότητα λεγομένοις αἱ φιλίαι παραμένουσιν, ὅταν τὸ αὐτὸ ἀλλήλοις παρέχωσιν, οἷον εἰ χρήσιμός ἐστιν ἑκάτερος ἑκατέρῳ ἢ ἡδύς, καὶ μὴ ὁ μὲν χρήσιμός ἐστιν ὁ δὲ ἡδύς. οὐ μόνον δὲ δεῖ τὸ αὐτὸ παρέχειν ἀλλή‐ λοις ἀλλὰ καὶ ἀπὸ τοῦ αὐτοῦ, εἴ γε μέλλουσιν ἐν τῇ φιλία παραμένειν, οἷον εἰ παρέχουσιν ἀλλήλοις ἡδονήν, ἀπὸ τῶν αὐτῶν παρέξουσι τρόπων· | |
30 | ὥσπερ οἱ εὐτράπελοι τῇ εὐτραπελίᾳ χαριζόμενοι ἀλλήλοις, καὶ οὐχ ὥσπερ ἐραστὴς καὶ ἐρώμενος· οὗτοι γὰρ ἡδονὴν μὲν παρέχουσιν ἀλλήλοις, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον, ἀλλ’ ὁ μὲν ἐραστὴς ἥδεται τῇ ὄψει τοῦ ἐρωμένου, ὁ δὲ θεραπευόμενος ὑπὸ τοῦ ἐραστοῦ. ληγούσης δὲ τῆς ὥρας ἐνίοτε καὶ ἡ φιλία λήγει· ἡ γὰρ ἡδονή, δι’ ἣν ἡ φιλία, παύεται· οὔτε γὰρ ὁ | |
35 | ἐραστὴς ἥδεται τῇ ὄψει τοῦ ἐρωμένου οὔτε ὁ ἐρώμενος θεραπεύεται· πολλοὶ δὲ τῶν τοιούτων καὶ διαμένουσιν ἐν τῇ φιλίᾳ, ἐὰν ἐκ τῆς συνη‐ θείας τὰ ἀλλήλων ἤθη στέρξωσιν ὅμοια ἔχοντες. οἱ δὲ μὴ τὸ αὐτὸ παρ‐ | |
έχοντες ἀλλήλοις, ἀλλ’ ὁ μὲν ἡδονὴν ὁ δὲ τὸ χρήσιμον, οὔτε διαμένουσιν | 168 | |
169 | ἐν τῇ φιλίᾳ, καὶ ὅτε φιλοῦσιν ἀλλήλους, ἧττον φιλοῦσιν· ὅλως δὲ οἱ διὰ τὸ χρήσιμον ὄντες φίλοι, παυομένου τοῦ συμφέροντος, καὶ αὐτοὶ παύονται φιλοῦντες καὶ διαλύονται· οὐ γὰρ ἀλλήλων ἦσαν φίλοι ἀλλὰ τοῦ λυσιτελοῦς. ταύτας μὲν οὖν τὰς φιλίας, τήν τε διὰ τὴν ἡδονὴν καὶ | |
5 | διὰ τὸ χρήσιμον, καὶ φαύλους ἐνδέχεται ἔχειν καὶ φαῦλον καὶ ἐπι‐ εικῆ· φιλεῖ γὰρ καὶ φαῦλος φαῦλον διὰ ταῦτα καὶ φαῦλος ἐπιεικῆ καὶ ἐπιεικὴς φαῦλον καὶ μέσος τις ἑκάτερον αὐτῶν· ἔστι γὰρ καὶ τῷ ἐπιεικεῖ τοῦ φαύλου χρεία πολλάκις. δυνατὸν γὰρ ναύαρχόν τινα ἀγαθὸν ἢ στρα‐ τηγὸν ἄριστον μὴ πάνυ τοὺς τρόπους ἀγαθὸν εἶναι, ὧν χρείαν ἔχειν τὸν | |
10 | σπουδαῖον οὐδὲν κωλύει. καὶ ἥδεσθαι δὲ σπουδαῖον φαύλοις οὐκ ἔστιν ἀδύνατον. εἰσὶ γὰρ οἳ τοὺς μὲν τρόπους ἀπᾴδουσι, διαλεγόμενοι δὲ καὶ φιλοσοφοῦντες καὶ τῷ δεινοί τινες εἶναι τῆς ἀληθείας καταστοχαζόμενοι καὶ τοῦ ἀγαθοῦ τοῖς σπουδαίοις ἡδεῖς γίνονται· οἱ μὲν οὖν οὕτω φιλού‐ μενοι οὐ δι’ ἑαυτοὺς φιλοῦνται ἀλλ’ ἢ διὰ τὴν ἡδονὴν ἢ διὰ τὸ χρήσι‐ | |
15 | μον. μόνοι δὲ οἱ ἀγαθοὶ ὑπὸ τῶν ἀγαθῶν αὐτοὶ δι’ ἑαυτοὺς φιλοῦνται, καὶ ἡ τοιαύτη φιλία ἀδιάβλητός ἐστιν, ὅτι πολλῷ δοκιμάζεται χρόνῳ καὶ συνηθείᾳ τελείᾳ. περὶ δὲ τῶν οὕτω δοκιμασθέντων οὐ ῥᾴδιον τὰ χείρω πιστεῦσαι τὸν δοκιμάσαντα. ἐν ταύτῃ δέ ἐστι τῇ φιλίᾳ καὶ τὸ πιστεύειν ἀλλήλοις καὶ θαρρεῖν περὶ τῶν μεγίστων καὶ τὸ μηδέποτ’ ἂν ἀδικῆσαι καὶ | |
20 | ὅσα ἄλλα ζητεῖται παρὰ τῶν ὡς ἀληθῶς φιλεῖν ἑλομένων· ἐν δὲ ταῖς ἑτέραις οὐδὲν κωλύει καὶ διαβάλλεσθαι πρὸς ἀλλήλους καὶ ἀδικεῖν ἀλ‐ λήλους μὴ τὴν ἰσότητα σώζοντας καὶ τἄλλα πάσχειν. ὅθεν οὐδὲ φίλοι εἰσὶν οἱ τοιοῦτοι κυρίως, ἀλλ’ ἐπεὶ εἰώθασιν οἱ ἄνθρωποι καὶ τοὺς τοιού‐ τους φίλους ὀνομάζειν ἢ διὰ τὴν χρείαν, ὥσπερ αἱ πόλεις τοὺς συμμάχους | |
25 | ὀνομάζουσι φίλους, ἢ δι’ ἡδονήν, ὥσπερ οἱ ἐν συνηθείᾳ παῖδες ἀλλήλους· διὰ τοῦτο καὶ ἡμεῖς φίλους μὲν αὐτοὺς ὀνομάζομεν, οὐ τὸν αὐτὸν δὲ τρό‐ πον ὥσπερ τοὺς ἀγαθούς, οὐ γὰρ ὁμοειδεῖς οἰόμεθα εἶναι, ἀλλὰ καθ’ ὁμοιότητά τινα φίλους ὀνομάζομεν. καὶ διὰ τοῦτο πολλὰ εἴδη φαμὲν εἶναι φιλίας. καὶ ἔστι φιλία πρώτως μὲν καὶ κυρίως ἡ τῶν ἀγαθῶν, ᾗ ἀγα‐ | |
30 | θοί· καθ’ ὁμοιότητα δὲ αἱ λοιπαί· καὶ γὰρ καὶ τὸ ἡδύ, καθὸ ἀγαθόν τί ἐστιν, ὡς ἡδὺ συνάπτει τοὺς φιληδόνους· ἀγαθὸν γάρ τί ἐστι τοῖς φιληδέσι τὸ ἡδύ· καὶ ἀγαθῷ ἔοικεν, ὅτι αὐτοῖς ἀγαθὸν δοκεῖ· καὶ τὸ χρήσιμον ἀγαθὸν δοκεῖ τῷ χρωμένῳ· διὰ τοῦτο καθ’ ὁμοιότητα τῆς ἀληθοῦς φιλίας αἱ τοιαῦται φιλίαι λέγονται. μικτὴ δὲ φιλία ἀπὸ χρησίμου καὶ ἡδέος | |
35 | οὐ πάνυ γίνεται, ὥστε τῶν φίλων τὸν μὲν διὰ τὸ ἡδὺ φιλεῖν, τὸν δὲ διὰ τὸ χρήσιμον· τὸ γὰρ συνάπτον τοὺς φίλους κατὰ συμβεβηκός ἐστιν ἐν αὐ‐ τοῖς· συνάπτει δὲ τοὺς φίλους τὸ τοῖς αὐτοῖς χαίρειν καὶ τὰ αὐτὰ φιλεῖν. διὰ τοῦτο γὰρ ὁ Σωκράτης φιλεῖ τὸν Πλάτωνα, ὅτι τὸν Σωκράτην ἄμφω φιλοῦσι καὶ τοῖς Σωκράτους ἀγαθοῖς ἄμφω χαίρουσιν· ἢ ὅτι τὴν ἡδονὴν | |
40 | ἄμφω φιλοῦσιν ἢ τὸ χρήσιμον ἄμφω. ἐπὶ δὲ τῆς μικτῆς φιλίας οὐ τῷ | |
αὐτῷ χαίρουσιν· ὁ μὲν γὰρ ἡδεῖ, ὁ δὲ τῷ χρησίμῳ· κατὰ συμβεβηκὸς δὲ | 169 | |
170 | τὸ αὐτὸ φιλοῦσι· συγχαίρει γὰρ ἑκάτερος ἑκατέρῳ, καὶ συνεύχεται τὰ ἀγαθά· οὐ δι’ αὐτὸν δέ, ἀλλὰ διὰ τὸ χρήσιμον ἢ τὸ ἡδύ. διὰ τοῦτο δὴ οὐ πάνυ ἡ τοιαύτη φιλία γίνεται, ὅτι τὸ κοινὸν κατὰ συμβεβηκός ἐστιν ἕν· τὸ δὲ κατὰ συμβεβηκὸς ἓν οὐ πάνυ συνάπτει. | |
5n | Ὅτι συζῆν καὶ συνεῖναι παρέχει τοῖς φίλοις τὸ ἐνεργείᾳ φίλοις | |
6n | εἶναι. κεφ. ϛʹ. | |
7 | Εἰς ταῦτα δὲ τὰ εἴδη τῆς φιλίας διῃρημένης, οἱ μὲν φαῦλοι ἔσονται φίλοι δι’ ἡδονὴν ἢ τὸ χρήσιμον, ταύτῃ ὅμοιοι ὄντες, οἱ δ’ ἀγαθοὶ δι’ ἑαυτοὺς ἔσονται φίλοι· ᾗ γὰρ ἄμφω ἀγαθοί, διὰ τοῦτο φι‐ | |
10 | λοῦσιν ἀλλήλους· ἐκεῖνοι μὲν οὖν ἁπλῶς φίλοι καὶ κυρίως καὶ καθ’ αὑτό· οὗτοι δὲ κατὰ συμβεβηκὸς καὶ τῷ ὁμοιοῦσθαι τούτοις τὸ ὄνομα τῆς φιλίας ἔχουσιν. ὥσπερ δὲ ἐπὶ τῶν ἀρετῶν οἱ μὲν καθ’ ἕξιν, οἱ δὲ κατ’ ἐνέργειαν ἀγαθοὶ λέγονται (οἱ μὲν γὰρ ἕξιν ἔχουσι δικαιοσύνης, οὐκ ἐνεργοῦσι δὲ κατ’ αὐτήν, ὑπὸ τῶν ἔξωθεν κωλυόμενοι, οἱ δὲ ἐνεργοῦσι καὶ | |
15 | τὰ δίκαια, κατὰ τὴν ἕξιν ἣν ἔλαβον τῆς δικαιοσύνης), τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς φιλίας συμβαίνει. οἱ μὲν γὰρ συζῶντες ἀλλήλοις χαί‐ ρουσι τοῖς ἀλλήλων ἀγαθοῖς καὶ πορίζουσιν ἑκάτερος ἑκατέρῳ τὰ δυνατὰ ἀγαθά, οἱ δὲ καθεύδοντες ἢ κεχωρισμένοι τοῖς τόποις οὐκ ἐνερ‐ γοῦσι μὲν πρὸς ἀλλήλους τὰ φιλικά· οὕτω δὲ ἔχουσιν ὥστε ἐνερ‐ | |
20 | γεῖν φιλικῶς. οἱ γὰρ τόποι οὐ διαλύουσι τὴν φιλίαν ἁπλῶς, ἀλλὰ τὴν ἐνέργειαν. ἐὰν δὲ χρόνῳ πολλῷ ἡ ἀπουσία γένηται τῶν φίλων, δοκεῖ καὶ τῆς φιλίας γίνεσθαι λήθην· ὅθεν εἴρηται πολλὰς δὴ φιλίας ἀπροσηγορία διέλυσεν. οἱ δὲ πρεσβῦται καὶ στρυφνοὶ φαίνονται ὡς οὐ δύνανται φιλικοὶ εἶναι. βραχὺ | |
25 | γὰρ ἐν αὐτοῖς τὸ τῆς ἡδονῆς· ᾧ δὲ οὐκ ἔστιν ἡδονή, οὐδὲ συνεῖναι καὶ συνημερεύειν δυνατόν· οὐδεὶς γὰρ ἂν ἕλοιτο συνδιάγειν τῷ λυπηρῷ ἢ τῷ μὴ ἡδεῖ· φαίνεται γὰρ ὅτι ἡ φύσις φεύγει μὲν τὸ λυπηρόν, διώκει δὲ τὸ ἡδὺ ἀεί· ᾧ δὲ οὐ δυνατὸν συνεῖναι, τούτῳ οὐκ ἔνι φίλον γενέσθαι· ἡ γὰρ συνήθεια καὶ τὸ συνδιάγειν τὰς φιλίας ποιεῖ. οἱ γὰρ ἀποδεχόμενοι | |
30 | ἀλλήλους, μὴ συζῶντες δέ, εὖνοί εἰσιν ἀλλήλοις μᾶλλον ἢ φίλοι. οὐ‐ δὲν γὰρ οὕτως ἐστὶ φίλων ὡς τὸ συζῆν. οὔτε γὰρ οἱ διὰ τὸ χρή‐ σιμον δύνανται μὴ συνοικεῖν· ἐνδεεῖς γὰρ ὄντες ἀλλήλων δέονται ἀλλήλοις χρῆσθαι, ὃ οὐ δυνατὸν ἄνευ τοῦ συνοικεῖν· οὔτε οἱ διὰ τὴν ἡδονὴν πολλῷ μᾶλλον· οὔτε οἱ κυρίως φίλοι, οἵτινές εἰσιν οἱ μακάριοι· ἀλλήλων μὲν γὰρ | |
35 | οὔκ εἰσιν ἐνδεεῖς, ἡδεῖς δέ εἰσιν ἀλλήλοις. καὶ διὰ τοῦτο μὴ συνδιάγειν ἐθέλειν ἀμήχανον. οὐ γὰρ δὴ μονώτας τινὰς τοὺς μακαρίους εἶναι προσ‐ ήκει, ἀλλ’ ἀνάγκη μετ’ ἀλλήλων εἶναι τοῖς αὐτοῖς χαίροντας. τοῦτο δὲ τὸ τοῖς αὐτοῖς χαίρειν καὶ τὴν ἑταιρικὴν φιλίαν ποιεῖ τὴν τῶν νέων, ὅταν | |
περὶ τὸ αὐτὸ σπουδάζωσι. μάλιστα μὲν οὖν ἐστι φιλία ἡ τῶν ἀγα‐ | 170 | |
171 | θῶν, καθάπερ πολλάκις εἴρηται. δοκεῖ γὰρ φιλητὸν μὲν καὶ αἱ‐ ρετὸν τὸ ἁπλῶς καὶ κυρίως ἀγαθὸν ἢ ἡδύ· ἑκάστῳ δὲ φιλητὸν καὶ αἱ‐ ρετὸν τὸ αὐτῷ ἀγαθόν· ὁ δὲ ἀγαθὸς τὸν ἀγαθὸν φιλεῖ δι’ ἄμφω ταῦτα· τὸ γὰρ ἀγαθὸν αὐτοῦ καὶ ἁπλῶς καὶ κυρίως ἀγαθόν ἐστι καὶ τῷ φίλῳ | |
5 | ἀγαθόν ἐστιν· ὥστε ὁ ἀγαθὸς φιλητός ἐστι, καὶ κατ’ ἀμφοτέρους τοὺς τρόπους· καὶ διὰ τοῦτο συζῆν ἀλλήλοις τοὺς σπουδαίους πᾶσα ἀνάγκη βού‐ λεσθαι, χαίροντας ἀλλήλοις καὶ ὡς ὁμοίοις καὶ ὡς ἀγαθοῖς ἁπλῶς καὶ ὡς ἀλλήλοις ἀγαθοῖς. | |
9n | 〈Περὶ τῆς τε φιλίας καὶ τῆς φιλήσεως. κεφ. ζʹ.〉 | |
10 | Ἐπεὶ δὲ ἀρετή ἐστιν ἡ φιλία, ἐν πάσῃ δὲ ἀρετῇ πάθος τι θεωρεῖται καὶ ἕξις, ζητητέον τί ἐστιν ἐν τῇ φιλίᾳ πάθος καὶ τί ἕξις. ἔοικε τοίνυν ἡ μὲν φίλησις πάθει, ἡ δὲ φιλία ἕξει· πάθος μὲν γάρ ἐστιν, ὃ καὶ μὴ προαιρουμένοις συμβαίνει, ἕξις δέ, ὃ μετὰ προαιρέσεως γίνεται καὶ καθ’ ἣν μετὰ προαιρέσεως ἐνεργοῦμεν. ἡ μὲν οὖν φίλησις καὶ ἡ πρὸς τὰ ἄψυχά | |
15 | ἐστιν ἀγάπη, καὶ ὅλως ὅθεν οὐκ ἔστιν ἀντιφιλεῖσθαι· τὸ δὲ τοιοῦτον πά‐ θος· οὐ γὰρ κρίναντες καὶ λογισάμενοι ἀγαπῶμεν οὐδὲ προαιρούμενοι, ἀλλ’ ἐκεῖθεν κινούμενοι μόνον, ὅπερ ἐστὶ καθαρῶς πάθος· ἡ δὲ φιλία ἡ πρὸς τοὺς φιλοῦντας ἀγάπη ἐστί, ὃ πάθος ἐστὶ μετὰ προαιρέσεως. κρίνομεν γὰρ ὡς δεῖ φιλεῖν τὸν φιλοῦντα, καὶ κινούμεθα οὐ μόνον ἔξωθεν ἀλλὰ καὶ | |
20 | ἐξ ἡμῶν αὐτῶν καὶ τοῦ λογισμοῦ· ἡ δὲ μετὰ λογισμοῦ καὶ προαιρέσεως κίνησις ἀφ’ ἕξεως· ἔστιν ἄρα ἡ μὲν φίλησις πάθος, ἡ δὲ φιλία ἕξις. ἔτι οἱ φίλοι βούλονται τοῖς φιλουμένοις τὰ ἀγαθὰ αὐτῶν ἕνεκα, οὐ κατὰ πά‐ θος ἀλλὰ καθ’ ἕξιν· οὐ γὰρ ἀλόγως ἀλλὰ λογιζόμενοι τὴν αἰτίαν· τὸ δὲ βούλεσθαι τοῖς φιλουμένοις τὰ ἀγαθὰ ἐκείνων ἕνεκα ἐν τῷ λόγῳ ἐστὶ τῆς | |
25 | φιλίας· ἡ ἄρα φιλία ἕξις ἐστίν. ἔτι φιλεῖ τις τὸν ἀγαθὸν φίλον, ὅτι αὐ‐ τῷ ἀγαθός ἐστιν· ὁ γὰρ ἀγαθὸς φίλος γενόμενος, ἀγαθὸς γίνεται τῷ φίλῳ· ἑκάτερος οὖν φιλεῖ ἑκάτερον, ὡς ἀγαθὸν οἰκεῖον, καὶ βούλεται τὰ ἀγαθά, καὶ ἡδύς ἐστιν ὁμοίως. καὶ ὅλως τὸ ἴσον ἀνταποδίδωσι· λέγεται γὰρ φιλότης ἡ ἰσότης· ταῦτα δὲ οὐκ ἄνευ προαιρέσεως· ἡ δὲ προαίρεσις ἀφ’ | |
30 | ἕξεως· ἡ ἄρα φιλία ἕξις ἐστίν· ἡ δὲ φίλησις ἄνευ προαιρέσεως οὖσα, κα‐ θαρῶς ἐστι πάθος. | |
32n | 〈Ὅτι πολλοῖς εἶναι τελείως φίλον οὐκ ἐνδέχεται, καὶ ποῖαι τῶν | |
33n | ἐν ἐξουσίαις φιλίαι. κεφ. ηʹ.〉 | |
34 | Πάντα μὲν οὖν τὰ φιλικὰ καὶ ἃ προσήκει φίλοις ἐν τῇ φιλίᾳ συμ‐ | |
35 | βαίνει τῶν ἀγαθῶν μόνῃ· ἐν δὲ τοῖς στρυφνοῖς καὶ πρεσβυτικοῖς ἧττον γίνεται ἡ φιλία, ὅσῳ δυσκολώτεροί εἰσι καὶ ἧττον ταῖς | |
ὁμιλίαις χαίρουσιν· ἡ γὰρ ὁμιλία καὶ τὸ συνεῖναι δοκοῦσιν εἶναι φιλίας | 171 | |
172 | ποιητικά. διὰ τοῦτο νέοι μὲν ταχέως γίνονται φίλοι, πρεσβῦται δὲ οὔκ· οὐ γὰρ δυνατὸν φίλον γενέσθαι τινα ᾧ οὐ χαίρει οὐδὲ ἥδεται συνών· τοῦτο δὲ ἐν τοῖς πρεσβύταις οὐ πάνυ συμβαίνει· ὀλίγον γὰρ αὐτοῖς τὸ τῆς ἡδονῆς. διὰ τὰ αὐτὰ δὴ οὐδὲ οἱ στρυφνοὶ πάνυ γίνονται φίλοι ἀλλ’ οἱ τοι‐ | |
5 | οῦτοι εὖνοι μέν εἰσιν ἀλλήλοις· βούλονται γὰρ ἀλλήλοις τὰ ἀγαθὰ διὰ τὴν χρείαν, καὶ λαμβάνουσι παρ’ ἀλλήλων, ὧν ἑκάτερος ἑκατέρου δεῖται· φί‐ λοι δὲ οὐ πάνυ εἰσὶ διὰ τὸ μὴ συνημερεύειν μηδὲ χαίρειν ἀλ‐ λήλοις· ἃ δὴ μάλιστα εἶναι δοκεῖ φιλικὰ καὶ ποιητικὰ φιλίας. πολ‐ λοῖς δὲ φίλον εἶναι τὸν σπουδαῖον κατὰ τὴν τελείαν φιλίαν οὐκ ἐνδέχεται, | |
10 | ὥσπερ οὐδὲ τὸ ἐρᾶν πολλῶν ἅμα δυνατόν. ὑπερβολὴ γάρ τίς ἐστι φιλίας ἡ τελεία φιλία. τὸ δὲ τοιοῦτον πρὸς ἕνα πέφυκε γίνεσθαι. τὸ γὰρ τοῖς αὐτοῖς χαίρειν σφόδρα οὐ ῥᾴδιον ἐν πολλοῖς εἶναι· ἔτι δὲ οὐδὲ ἀγαθοὺς καὶ σπουδαίους πολλοὺς εἶναι ῥᾴδιον. ἄλλως τε τῇ τοιαύτῃ φιλίᾳ καὶ μακροῦ δεῖ χρόνου καὶ συνηθείας καὶ πείρας ἀκριβοῦς ἀλλήλων. τοῦτο δὲ | |
15 | χαλεπόν. κατὰ δὲ τὰς ἄλλας φιλίας πολλοὺς ἐνδέχεται φιλεῖν· καὶ γὰρ καὶ διὰ τὸ χρήσιμον πολλοῖς ἀρέσκειν ἐνδέχεταί τινα, καὶ διὰ τὴν ἡδονὴν πολλοὺς ἐφέλκεται· πολλοὶ γὰρ οἱ τούτοις χαίροντες καὶ διὰ ταῦτα φιλοῦν‐ τες, καὶ οὐδὲ πολλοῦ χρόνου δέονται πρὸς τὸ πεῖραν λαβεῖν ἀκριβῆ τῶν φίλων ἀλλ’ αὐτίκα διὰ τὴν χρείαν ἢ τὴν ἡδονὴν ὁμολογοῦσι φιλεῖν. ἡ | |
20 | μὲν οὖν τελεία φιλία ἐστὶν ἡ διὰ τὸ ἀγαθόν, αἱ δὲ καθ’ ὁμοιότητα ἡ τοῦ χρησίμου καὶ τοῦ ἡδέος. τῶν δὲ καθ’ ὁμοιότητα ἡ τοῦ ἡδέος μᾶλλον ὁμοία ἐστὶ τῇ ἀληθινῇ φιλίᾳ, ὅταν τὰ αὐτὰ παρ’ ἀλλήλων τοῖς φίλοις γί‐ νηται καὶ χαίρωσιν ἀλλήλοις, ἢ τοῖς αὐτοῖς, οἷαι τῶν νέων εἰσὶν αἱ φιλίαι. καὶ γὰρ ἐν τῇ τοῦ ἡδέος φιλίᾳ μᾶλλόν ἐστι τὸ ἐλευθέριον | |
25 | ἢ ἐν τῇ τοῦ χρησίμου. ἡ γὰρ τοῦ χρησίμου ἀγοραίων τινῶν ἐστι καὶ ἀνελευθέρων. ἔτι ἡ ἀληθὴς φιλία καὶ τοῦ ἡδέος δεῖται, τοῦ χρησίμου δὲ οὐδαμῶς. οἱ γὰρ μακάριοι χρησίμων μὲν οὐ δέονται, ἡδέων δέ· συζῆν μὲν γὰρ βούλονταί τισι, λυπηροῖς δὲ οὐ δύνανται συνεῖναι. τὸ γὰρ λυπηρὸν ὀλίγον φέρουσι χρόνον. συνεχῶς δὲ οὐδεὶς ἂν ὑπομείναι | |
30 | λυπούμενος, οὐδ’ αὐτὸ τὸ ἀγαθὸν δυνήσεται φέρειν οὐδείς, εἰ λυπηρὸν αὐ‐ τῷ εἴη. διὰ τοῦτο τοὺς φίλους οἱ σπουδαῖοι ἡδεῖς ζητοῦσιν εἶναι, ἀγα‐ θοὺς ὄντας καὶ αὐτοῖς ἀγαθούς· οὕτω γὰρ αὐτοῖς ὑπάρξει ὅσα δεῖ τοῖς φίλοις ὑπάρχειν· ἡ ἄρα καθ’ ἡδονὴν φιλία μᾶλλον ἔοικε τῇ τελείᾳ φιλίᾳ ἢ ἡ κατὰ τὸ χρήσιμον. οἱ δ’ ἐν ταῖς ἐξουσίαις οὐ τοῖς αὐτοῖς χρῶν‐ | |
35 | ται φίλοις ὡς χρησίμοις καὶ ὡς ἡδέσιν. ἄλλοι γάρ εἰσιν αὐτοῖς χρήσιμοι καὶ ἕτεροι ἡδεῖς, ἄμφω δ’ οἱ αὐτοὶ οὐ πάνυ. τὸ δ’ αἴτιον, ὅτι τὸ χρήσιμον καὶ τὸ ἡδὺ ἐν τῇ τελείᾳ φιλίᾳ ἐστίν, ἥ ἐστι τῶν σπουδαίων. οἱ δὲ οὐ τοιούτους ζητοῦσιν. οὔτε γὰρ τοὺς δι’ ἀρετὴν ἡδεῖς ζητοῦσιν οὔτε τοὺς χρησίμους εἰς τὰ καλά. ἀλλὰ τοῖς μὲν εὐτραπέλοις χρῶνται διὰ τὴν | |
40 | ἡδονήν, τοῖς δὲ δεινοῖς ὡς χρησίμοις, δυναμένοις πρᾶξαι τὸ ἐπιταχθέν· | |
ταῦτα δὲ οὐ πάνυ συνέρχονται ἐν τῷ αὐτῷ. ἡδὺς γὰρ καὶ χρήσιμος ἅμα, | 172 | |
173 | καθὼς εἴρηται, ὁ σπουδαῖός ἐστιν, ὃς οὐ γίνεται φίλος ὑπερέχοντι, ἂν μὴ κατ’ ἀρετὴν ὑπερέχηται καὶ ὑπὸ τὸν σπουδαῖον ἑαυτὸν τάττῃ καὶ κρείτ‐ τονα ἑαυτοῦ ἡγῆται. οὕτω γὰρ ἐξισάσει ὁ σπουδαῖος τῷ κατ’ ἐξουσίαν ὑπερέχοντι, ἀνάλογον ὑπερέχων καὶ ὑπερεχόμενος· ἐξισάζων δὲ ἔσται φί‐ | |
5 | λος· ἂν δὲ μὴ οὕτως ἐξισάζῃ, οὐκ ἔσται· ἐπεὶ δὲ οἱ ἐν ἐξουσίαις οὐ πάνυ τοιοῦτοι γίνονται, διὰ τοῦτο οὐδὲ φίλοι αὐτοῖς οἱ σπουδαῖοι. | |
7n | 〈Περὶ τῆς ἡδείας καὶ χρησίμου φιλίας, ὅτι κατά τι φιλίαι κατά | |
8n | τι οὐ φιλίαι εἰσί· καὶ περὶ τῆς καθ’ ὑπεροχὴν φιλίας. κεφ. θʹ.〉 | |
9 | Πᾶσαι μὲν οὖν αἱ εἰρημέναι φιλίαι ἐν ἰσότητί εἰσι. τὰ γὰρ αὐτὰ τοῖς | |
10 | φίλοις ἐξ ἀλλήλων γίνεται, καὶ τὰ αὐτὰ βούλονται ἀλλήλοις, ἢ καὶ ἕτερον ἀνθ’ ἑτέρου ἀντικαταλλάττονται, ἴσον ἴσου, οἷον ἡδονὴν ἀντὶ ὠφελείας· αἵτινες ὅτι ἧττόν εἰσι τῶν ἄλλων φιλίαι καὶ ὀλιγοχρονιώτεραι, εἴρηται. τῶν δὲ φιλιῶν αἱ διὰ τὸ χρήσιμον καὶ ἡδὺ κατά τι μὲν δοκοῦσιν εἶναι φιλίαι, κατά τι δὲ οὔ· καθ’ ὃ μὲν γὰρ ἐοίκασι τῇ τελείᾳ φιλίᾳ, φιλίαι | |
15 | εἰσί, καθ’ ὃ δὲ ἀνόμοιοί εἰσι πρὸς αὐτήν, οὔκ εἰσι φιλίαι. ἐοίκασι μὲν γάρ, ὅτι ἡ τελεία φιλία καὶ τὸ ἀγαθὸν ἔχει καὶ τὸ χρήσιμον, οὐκ ἐοίκασι δέ, ὅτι ἡ μὲν ἀδιάβλητος καὶ μόνιμός ἐστιν, αἱ δὲ ταχέως μεταπίπτουσι καὶ ἄλλοις διαφέρουσι πολλοῖς. αὗται μὲν οὖν πᾶσαι καθ’ ὁμοιότητα καὶ ἰσότητά εἰσιν. ἕτερον δὲ φιλίας εἶδος τὸ καθ’ ὑπεροχήν, οἷον | |
20 | πατρὶ πρὸς υἱὸν καὶ ὅλως πρεσβυτέρῳ πρὸς νεώτερον, ἀνδρί τε πρὸς γυναῖκα καὶ παντὶ ἄρχοντι πρὸς ἀρχόμενον. διαφέρουσι δὲ αὗται ἀλλήλων. οὐ γὰρ ἡ αὐτὴ γονεῦσί τε πρὸς τέκνα καὶ ἄρχουσι πρὸς ἀρχομένους· ἀλλ’ οὐδὲ πατρὶ πρὸς υἱὸν καὶ υἱῷ πρὸς πατέρα, οὐδ’ ἀνδρὶ πρὸς γυναῖκα καὶ γυναικὶ πρὸς ἄνδρα, | |
25 | ὥστε οὐχ αἱ φιλίαι μόνον διαφέρουσιν ἐνταῦθα, ἀλλὰ καὶ αἱ φιλήσεις πρὸς τὰς ἀντιφιλήσεις. ἑτέρα γὰρ ἑκατέρου τούτων τῶν φίλων ἡ ἀρετὴ καὶ τὸ ἔργον, καὶ ἕτερα δι’ ἃ φιλοῦσι καὶ δι’ ἃ φιλοῦνται. διὰ τοῦτο καὶ αἱ φιλήσεις καὶ αἱ φιλίαι ἕτεραι. ἐν μὲν οὖν ταῖς προειρημέναις φιλίαις τὸ μόνιμον ἐποίει τὸ τὰ αὐτὰ ἑκατέρῳ τῶν φίλων παρ’ ἑκατέρου γίνεσθαι· | |
30 | ἐνταῦθα δὲ οὐχ οὕτως· οὐ γὰρ τὰ αὐτὰ ὁ πατὴρ τὸν υἱὸν καὶ ὁ υἱὸς τὸν πατέρα ἀπαιτήσει. οὐ γὰρ δεῖ τὴν ἰσότητα τοὺς τοιούτους κατὰ ταῦτα φυλάττειν, ἀλλ’ ὅταν ἐκεῖνα ἑκατέρος παρ’ ἑκατέρου λαμβάνῃ, ἃ δεῖ τὸν μὲν δοῦναι τὸν δὲ λαβεῖν, μόνιμος ἡ τῶν τοιούτων καὶ ἐπιεικὴς ἔσται φιλία. καὶ τὴν φίλησιν δὲ ἀνάλογον δεῖ γίνεσθαι ἐν ταῖς καθ’ | |
35 | ὑπεροχὴν φιλίαις· τὸν γὰρ ἀμείνω δεῖ μᾶλλον φιλεῖσθαι ἢ φιλεῖν, καὶ τὸν ὠφελιμώτερον, καὶ τῶν ἄλλων ἕκαστον ὁμοίως· δεῖ γάρ τινα γίνεσθαι καὶ ἐν τούτοις ἰσότητα· τοῦτο γὰρ τὴν φιλίαν συνέχει. | |
γίνεται δέ πως ἰσότης, ὅταν κατ’ ἀξίαν ἡ φίλησις γίνηται· καὶ τὸ δίκαιον | 173 | |
174 | δὲ ἐν τῇ ἰσότητι σώζεται. ἀλλ’ οὐχ ὁμοίως ἔχει τὸ ἴσον ἔν τε τοῖς δικαίοις καὶ ἐν τῇ φιλίᾳ· ἐν μὲν γὰρ τοῖς δικαίοις πρώτως μὲν ἴσον ζητεῖται τὸ κατ’ ἀξίαν καὶ ἀνάλογον τοῖς δεχομένοις, δευτέρως δὲ ζη‐ τεῖται τὸ κατὰ τὴν ποσότητα ἴσον. ἐὰν γὰρ κατ’ ἀξίαν καὶ ἀνάλογον | |
5 | γίνηται ἡ διανομή, δικαία ἐστί, κἂν σφόδρα τῷ ποσῷ διαφέρῃ, οὐδὲν κωλύει τὸν τοῦ δικαίου σώζεσθαι λόγον, εἰ δὲ κατὰ τὸ ποσὸν ἴση εἴη καὶ μὴ ἀνάλογον, οὐ δύναται εἶναι δικαία. ἐπὶ δὲ τῆς φιλίας ἀνάπαλιν· τὸ γὰρ ἴσον ἐν ταύτῃ ζητεῖται, πρῶτον μὲν κατὰ τὴν ποσότητα, δευτέρως δὲ κατὰ τὸ ἀνάλογον. ἐὰν γὰρ πολὺ διαφέρωσιν ἀλλήλων καὶ τὸ μεταξὺ διά‐ | |
10 | στημα οὐκ ὀλίγον ᾖ, σφόδρα δὲ ἅτερος θατέρου ὑπερέχῃ ἀρετῇ ἢ εὐ‐ πορίᾳ ἤ τινι ἄλλῳ, οὔκ εἰσι φίλοι· οὔτε γὰρ δύνανται οὔτε βούλονται. φανερώτερον δὲ γίνεται ἐφ’ ἡμῶν καὶ τοῦ θεοῦ· ὅτι γὰρ πλεῖστον ἡμῶν πᾶσι τοῖς ἀγαθοῖς ὑπερέχει, διὰ τοῦτο ἡ φιλία ἐνταῦθα χώραν οὐκ ἔχει· δῆλον δὲ καὶ ἐπὶ τῶν βασιλέων· οὐ γὰρ οὐδὲ τούτοις ἀξιοῦσιν εἶναι | |
15 | φίλοι οἱ πολὺ καταδεέστεροι, οὐδὲ τοῖς ἀρίστοις ἢ σοφωτάτοις οἱ μηδενὸς ἄξιοι. οἱ μὲν οὖν σφόδρα διαφέροντες οὐ δύνανται εἶναι φίλοι· ἐν δὲ μετρίᾳ ὑπεροχῇ δυνατόν· ἐν πόσῃ δὲ ὡρισμένως εἰπεῖν καὶ ἀκριβῆ δοῦναι λόγον οὐκ ἔνι· καὶ γὰρ πολλῶν ἀφαιρουμένων παρὰ θατέρου τῷ φίλων, ὥστε θάτερον ὑπερέχειν, συμβαίνει μὲν τὴν φιλίαν ἔτι μένειν, | |
20 | συμβαίνει δὲ λύεσθαι, ὅταν πολὺ γίνηται μεταξὺ τὸ διάστημα, καθάπερ ἐφ’ ἡμῶν καὶ τοῦ θεοῦ. διὰ τοῦτο καὶ ἀπορεῖται, μήποτε οὐ βού‐ λονται οἱ φίλοι τοῖς φίλοις τὰ μέγιστα τῶν ἀγαθῶν· εἰ γὰρ βούλονται, συνεύξονται αὐτοῖς καὶ θεοῖς γενέσθαι· τοῦτο δὲ λύσει τὴν φιλίαν· ὥστε εἰ βούλονται αὐτοῖς τὰ μέγιστα τῶν ἀγαθῶν, βούλονται μὴ | |
25 | εἶναι αὐτοῖς φίλους· τοῦτο δὲ ἐναντίον ἐστὶ τῷ λόγῳ τῆς φιλίας, ἔτι δὲ οὐδὲ αὐτοῖς ἔσονται ἀγαθοί, μὴ ὄντες φίλοι· οὐκ ἄρα συνεύξονται αὐτοῖς τὰ τοιαῦτα ἀγαθά. ῥητέον δὲ πρὸς τοῦτο, ὅτι ὁ φίλος τῷ φίλῳ συνεύ‐ χεται τὰ ἀγαθὰ ἐκείνου ἕνεκα· εἰ δὲ ἐκείνου ἕνεκα, δεῖ τὸν φίλον μέ‐ νειν, καὶ αὐτῷ συμβῆναι τὰ ἀγαθά· μένοι δ’ ἄν, εἰ ἄνθρωπος εἴη, καὶ | |
30 | μὴ θεὸς γένοιτο ἐξ ἀνθρώπου· ἀνθρώπῳ δὲ ὄντι βουλήσεται ὁ φίλος τὰ μέγιστα γενέσθαι ἀγαθά, ἴσως δὲ οὐ πάντα, καθάπερ οἱ πλείους τῶν φίλων ἔχουσιν· αὑτῷ γὰρ μάλιστα ἕκαστος βούλεται τὰ ἀγαθά. | |
33n | 〈Περὶ τῆς ἐν τῷ φιλεῖν μᾶλλον ἢ ἐν τῷ φιλεῖσθαι οὔσης φιλίας. | |
34n | κεφ. ιʹ.〉 | |
35 | Οἱ πολλοὶ δὲ δοκοῦσι διὰ φιλοτιμίαν βούλεσθαι μᾶλλον φι‐ λεῖσθαι ἢ φιλεῖν· διὸ φιλοκόλακες οἱ πολλοί, καὶ ἥδονται κόλαξι συν‐ όντες, ὅτι ὑπερέχουσιν αὐτῶν, δοκούντων εἶναι φίλων· τὸ δὲ ὑπερέχειν τῶν φίλων τοῖς φιλοτίμοις ἡδύ· καὶ γὰρ οἱ κόλακες προσποιοῦνται πάντα | |
τῶν συνόντων ἡττᾶσθαι καὶ διὰ τοῦτο φιλεῖν μᾶλλον ἢ φιλεῖσθαι· τὸ δὲ | 174 | |
175 | φιλεῖσθαι ἐγγὺς εἶναι δοκεῖ τοῦ τιμᾶσθαι, οὗ δὴ οἱ πολλοὶ ἐφί‐ ενται. τὸ δὲ τιμᾶσθαι οὐ δι’ ἑαυτὸ ζητοῦσιν οἱ ζητοῦντες ἀλλὰ κατὰ συμβεβηκός· δι’ ἄλλο γὰρ δοκεῖ αὐτοῖς ἀγαθὸν ἡ τιμή· τοῖς μὲν πολ‐ λοῖς ὑπὸ τῶν ὑπερεχόντων τιμωμένοις διὰ τὴν ἐλπίδα· οἴονται γὰρ | |
5 | τυχεῖν ἂν ὧν δέονται παρὰ τῶν τιμώντων καὶ ὡς σημείῳ τῆς εὐπα‐ θείας χαίρουσι τῇ τιμῇ· οἱ δὲ ἐπιεικέστεροι καὶ ὑπὸ τῶν ἐπιεικῶν ὀρεγόμενοι τιμᾶσθαι διὰ τοῦτο διώκουσι τὴν τιμήν, ὅτι ἐφίενται βεβαίως περὶ ἑαυτῶν τὰ ἄριστα ὑπολαμβάνειν· βεβαιοῦσι δὲ τὰς περὶ ἑαυτῶν ἀγα‐ θὰς δόξας τῇ ψήφῳ τῶν τιμώντων· χαίρουσι δὴ τῇ τιμιότητι καὶ ἐν‐ | |
10 | τεῦθεν· πιστεύουσι ἑαυτοὺς ἀγαθοὺς εἶναι· τὸ μὲν οὖν τιμᾶσθαι δι’ ἄλλο ζητεῖται, τὸ δὲ φιλεῖσθαι δι’ ἑαυτό· καὶ γὰρ ἡδὺ καὶ φιλητόν ἐστι καθ’ ἑαυτό· διὸ δόξειεν ἂν κρεῖττον εἶναι τοῦ τιμᾶσθαι, καὶ ἡ φιλία δὲ καθ’ ἑαυτὴν αἱρετὴ εἶναι· ἐπεὶ γὰρ ἐν τῷ φιλεῖσθαι καὶ τῷ φιλεῖν συνίσταται, εἰ ἑκάτερον καθ’ ἑαυτό ἐστιν αἱρετόν, φανερόν, ὅτι καὶ ἡ | |
15 | φιλία καθ’ ἑαυτὴν αἱρετή ἐστιν· ἔστι δὲ οὐ μόνον τὸ φιλεῖσθαι δι’ ἑαυτὸ αἱρετὸν ἀλλὰ καὶ τὸ φιλεῖν, καὶ πολλῷ μᾶλλον, ὅσῳ καὶ βέλτιον. ὅθεν καὶ ἡ φιλία ἐν τῷ φιλεῖν ἐστι μᾶλλον ἢ ἐν τῷ φιλεῖσθαι· σημεῖον δὲ αἱ μητέρες τῷ φιλεῖν χαίρουσαι καὶ παρὰ τῶν τέκνων φιλεῖσθαι οὐ ζητοῦσαι. ἔνιαι γὰρ ὑποποιοῦσιν ἄλλαις τὰ ἑαυτῶν ἢ καὶ ἄλλως διδόασιν | |
20 | ἐπὶ τῷ παρ’ αὐτῶν τρέφεσθαι καὶ ἀγνοούμεναι οὐ φιλοῦνται· αὗται δὲ φιλοῦσι μὲν εἰδυῖαι, ἀντιφιλεῖσθαι δ’ οὐ ζητοῦσιν, ἐὰν ἀμφό‐ τερα μὴ ἐνδέχηται, ἀλλ’ ἱκανὸν αὐταῖς ἔοικεν εἶναι, ἐὰν ὁρῶσιν εὖ πάσχοντας τοὺς παῖδας. μᾶλλον δὲ τῆς φιλίας οὔσης ἐν τῷ φι‐ λεῖν ἢ ἐν τῷ φιλεῖσθαι καὶ τῶν φιλοφίλων ἐπαινουμένων, φίλων | |
25 | ἀρετὴ τὸ φιλεῖν ἔοικεν εἶναι. ὥστε ἐν οἷς τοῦτο γίνεται κατ’ ἀξίαν, οὗτοι μόνιμοι φίλοι, καὶ ἡ τῶν τοιούτων φιλία βεβαία ἐστίν. οὕτω δὲ γένοιντο ἂν καὶ οἱ ἄνισοι φίλοι, εἰ ἀξίως ἀλλήλους φι‐ λοῦσιν· ἴσοι γὰρ 〈ἂν〉 ἀλλήλοις οὕτω γένοιντο· ἡ δὲ ἰσότης φιλότης. | |
29n | 〈Περὶ βεβαιότητος φιλίας καὶ πόθεν τό τε φιλεῖν καὶ τὸ φιλεῖ‐ | |
30n | σθαι. κεφ. ιαʹ.〉 | |
31 | Αὕτη δὴ ἡ ὁμοιότης ἐν μὲν τοῖς σπουδαίοις μάλιστα καὶ κυρίως εὑρί‐ σκεται, ἐν δὲ τοῖς φαύλοις ἀμυδρῶς, ἐν δὲ τοῖς διὰ τὸ χρήσιμον καὶ ἡδὺ μᾶλλον. οἱ μὲν γὰρ σπουδαῖοι καὶ ἑαυτοῖς ὅμοιοί εἰσιν (οὐ γὰρ εὐμετά‐ βολοί εἰσιν οὐδὲ ἄλλοτε ἄλλοις χαίρουσιν, ἀλλὰ τοῖς σπουδαίοις ἔργοις· | |
35 | μόνιμος γὰρ ἡ ἀρετὴ ὅτι ἕξις ἐστί), καὶ διὰ τοῦτο καὶ ἀλλήλοις ἀεὶ ὅμοιοί εἰσι καὶ διαμένουσιν ἐν τῇ φιλίᾳ· καὶ οὔτε δέονται φαύλων οὔθ’ ὑπηρετοῦσι τοιαῦτα, ἀλλ’ ὡς εἰπεῖν καὶ διακωλύουσι· τῶν | |
ἀγαθῶν γὰρ μήτ’ αὐτοὺς ἁμαρτάνειν μήτε τοῖς φίλοις ἐπιτρέ‐ | 175 | |
176 | πειν ὑπηρετεῖν· οἱ δὲ μοχθηροὶ καὶ τοῦτο μοχθηροί εἰσιν, ὅτι οὐκ ἀεὶ τοῖς αὐτοῖς χαίρουσιν· ὅθεν οὔτε ἑαυτοῖς ὅμοιοί εἰσιν ἀεὶ οὔτε τοῖς φί‐ λοις· καὶ διὰ τοῦτο ὀλίγον χρόνον μένουσιν ἐν τῇ φιλίᾳ, χαίροντες τῇ ἀλλήλων μοχθηρίᾳ. οἱ χρήσιμοι δὲ καὶ ἡδεῖς μᾶλλόν εἰσιν ἐν τῇ | |
5 | ὁμοιότητι· μονιμωτέρα γὰρ ἡ τοῦ χρησίμου καὶ τοῦ ἡδέος ζήτησις, καὶ διὰ τοῦτο ὅμοιοί εἰσιν ἑαυτοῖς καὶ ἀλλήλοις, τῷ τὸ χρήσιμον ἀμφοτέρους ζητεῖν ἢ τὸ ἡδύ, ἕως ἂν πορίζωσιν ἡδονὰς ἢ ὠφελείας ἀλλήλοις. αἱ μὲν οὖν ἐξ ὁμοιότητος φιλίαι τοιαῦται. δοκεῖ δὲ καὶ ἐξ ἐναντιότητος συστῆναι φιλία, ἥτις καὶ διὰ τὸ χρήσιμόν ἐστιν, οἷον εἴ τις πένης πλουσίῳ γίνοιτο | |
10 | φίλος, καὶ ἀμαθὴς εἰδότι· οὗ γὰρ τυγχάνει τις ἐνδεής, τούτου ἐφιέ‐ μενος ἀντιδωρεῖται ἄλλο ὃ αὐτὸς δύναται δοῦναι. εἰς ταύτην δὲ τὴν φιλίαν ἀνάγοιτο ἂν καὶ ὁ ἐραστὴς καὶ ἐρώμενος, καὶ ἡ τοῦ καλοῦ καὶ αἰ‐ σχροῦ φιλία· διὰ τοῦτο καὶ γελοῖοι δοκοῦσιν οἱ ἐρασταὶ πολλάκις, ἀξιοῦν‐ τες ὁμοίως ὑπὸ τῶν ἐρωμένων ἀντιφιλεῖσθαι, αἰσχροὶ ὄντες ὄντων καλῶν· | |
15 | εἰ μὲν γὰρ ὁμοίως εἰσὶ φιλητοί, τὰ εἰκότα ἀξιοῦσι καὶ δίκαιοί εἰσιν ὁμοίως φιλεῖσθαι, εἰ δὲ μή, γελοῖοι. διὰ ταῦτα δοκεῖ καὶ ἐξ ἐναντίων συνεστάναι φιλίαν, ὅτι οἱ αἰσχροὶ τῶν καλῶν ἐρῶσι καὶ οἱ πένητες τῶν πλουσίων καὶ οἱ ἀμαθεῖς τῶν ἐπιστημόνων. καὶ ἐν τῇ φύσει τὰ ξηρὰ τῶν ὑγρῶν ἐφίεται. γίνεται δὲ ἡ τοιαύτη φιλία τῶν ἐναντίων οὐ καθ’ αὑτὸ ἀλλὰ | |
20 | κατὰ συμβεβηκός. οὐ γάρ, καθὸ φιλοῦσιν ἄλληλα, ἐναντία ἐστίν, ἀλλὰ συμβέβηκεν αὐτοῖς ἐναντίοις εἶναι. καὶ γὰρ ὁ πένης ἐρᾷ τοῦ πλουσίου, ὅτι ὠφέλιμός ἐστιν αὐτῷ καὶ χρήσιμος· χρήσιμος δὲ καὶ ὠφέλιμος τῷ χρω‐ μένῳ οὐκ ἔστιν ἐναντίος καθ’ αὑτό· ᾖ γὰρ ἂν πᾶς χρήσιμος τῷ χρωμένῳ ἦν ἂν ἐναντίος· οὐκ ἔστι δέ. οὐδὲ γὰρ ὁ στρατιώτης τῷ στρατηγῷ ἐν‐ | |
25 | αντίος, οὐδὲ ὁ διδάσκαλος τῷ μαθητῇ. καὶ ὁ ἐραστὴς δὲ τὸν ἐρώμενον φιλεῖ, ὅτι ἡδύς ἐστιν αὐτῷ· ἡδὺς δὲ ἡδομένῳ οὐκ ἔστιν ἐναντίος, ἀλλὰ συμβαίνει αὐτοῖς ἐναντίοις εἶναι. φύσει δὲ τὸ ξηρὸν ἐφίεται οὐ τοῦ ἐν‐ αντίου ὑγροῦ ἀλλὰ τοῦ μέσου· ἡ γὰρ ὄρεξις τοῦ ἀγαθοῦ ἐστιν· ἀγαθὸν δὲ τὸ μέσον. ταῦτα μὲν οὖν ἀφείσθω· καὶ γὰρ οὐ πάνυ οἰκεῖά εἰσι τῇ | |
30 | παρούσῃ πραγματείᾳ. | |
31n | 〈Περὶ τῆς πολιτικῆς φιλίας. κεφ. ιβʹ.〉 | |
32 | Ἔοικε δέ, καθὼς εἴρηται πρότερον, ὅτι περὶ τὰ αὐτά ἐστιν ἥ τε φι‐ λία καὶ τὸ δίκαιον. καὶ γὰρ τὸ δίκαιον ἐν ταῖς πρὸς ἀλλήλους τῶν ἀν‐ θρώπων κοινωνίαις ζητεῖται, ἐν ταύταις δὲ καὶ ἡ φιλία γίνεται. καὶ γὰρ | |
35 | καὶ σύμπλοι καὶ στρατιῶται καὶ ὅλως οἱ πράξεών τινων καὶ ἐπιτηδευμά‐ των κοινωνοῦντες ἀλλήλοις καὶ τὰ δίκαια φυλάττειν πρὸς ἀλλήλους ζητοῦσι, καὶ φίλοι εἰσὶν ἀλλήλοις καὶ καθόσον δὲ κοινωνοῦσι, κατὰ τοσοῦτον καὶ | |
φιλοῦσιν ἀλλήλους καὶ τὰ δίκαια πρὸς ἀλλήλους ποιοῦσιν. ὅθεν καὶ ἡ | 176 | |
177 | παροιμία φησὶ ”κοινὰ τὰ τῶν φίλων” ὀρθῶς· ἐν κοινωνίᾳ γὰρ ἡ φι‐ λία. διαφέρουσι δὲ αἱ κοινωνίαι. ἀδελφοῖς μὲν γὰρ καὶ ἑταίροις πάντα κοινά, τοῖς δὲ ἄλλοις οὐ πάντα ἀλλ’ ἔνια ὡρισμένα· καὶ τούτων τοῖς μὲν πλείω, τοῖς δὲ ἐλάττω. ἀναλόγως δὲ ταῖς κοινωνίαις καὶ αἱ φι‐ | |
5 | λίαι ἔχουσιν· αἱ μὲν γὰρ μᾶλλον, αἱ δὲ ἧττον γίνονται, ταῖς κοινωνίαις ἀκολουθοῦσαι. ὁμοίως καὶ τὰ δίκαια ταῖς φιλίαις ἀναλογοῦσιν· οὐ γὰρ τὰ αὐτὰ δίκαια ἀδελφοῖς πρὸς ἀλλήλους καὶ πατρὶ πρὸς υἱὸν ἢ πολίταις ἢ ἑταίροις πρὸς ἀλλήλους, ἀλλ’ ἕτερα· καὶ μᾶλλον καὶ ἧττον γίνεται ταῖς φιλίαις ἀκολουθοῦντα. οὐ γὰρ ὁμοίως ἄδικον χρήματα ἀποστερῆσαι ἑταῖρον | |
10 | καὶ πολίτην καὶ μὴ βοηθῆσαι δεομένῳ ἀδελφῷ καὶ ὀθνείῳ καὶ πατάξαι πατέρα καὶ ὁντινοῦν ἄλλον. αὔξεσθαι γὰρ πέφυκεν ἅμα τῇ φιλίᾳ καὶ τὸ δίκαιον, ὡς ἐν τοῖς αὐτοῖς ὄντα καὶ ἐπ’ ἴσον διήκοντα· καὶ τὸν φίλτερον δεινότερον ἀδικεῖν καὶ τὸν μᾶλλον κοινωνοῦντα καὶ φιλοῦντα, ἢ πρὸς ὃν ἥττων ἡ κοινωνία καὶ ἡ φιλία γίνεται. πᾶσαι δὲ κοινωνίαι, | |
15 | ἐν αἷς ἐστιν ἡ φιλία καὶ τὸ δίκαιον, μέρη εἰσὶ τῆς πολιτικῆς· ἡ γὰρ πο‐ λιτικὴ κοινωνία ἐστὶ τοῦ συμφέροντος ἕνεκα, δι’ ὃ καὶ συνέστη τὴν ἀρχὴν ἡ πολιτεία καὶ μένει. πᾶσα δὲ κοινωνία τοῦ συμφέροντός ἐστιν ἕνεκα, ἡ μὲν τοῦδε τοῦ συμφέροντος ἡ δὲ ἐκείνου· διὰ γὰρ τῶν κοινωνιῶν τὰ συμφέροντα πορίζομεν ἑαυτοῖς, καὶ διὰ ταῦτα ἀλλήλοις κοινωνοῦμεν, ἵνα | |
20 | πορισώμεθά τι τῶν εἰς τὸν βίον. τούτου δὴ τοῦ κοινῇ συμφέροντος καὶ οἱ νομοθέται στοχάζονται, καὶ δίκαιόν φασιν εἶναι τὸ κοινῇ συμ‐ φέρον. αἱ μὲν οὖν ἄλλαι, καὶ αἱ ὅλαι καὶ τὰ μέρη αὐτῶν, τοῦ συμ‐ φέροντος ἐφίενται, οἶον πλωτῆρες μὲν τοῦ κατὰ τὸν πλοῦν συμ‐ φέροντος, οἷον χρημάτων ἢ ἄλλου τινός, συστρατιῶται δὲ τοῦ κατὰ | |
25 | τὸν πόλεμον συμφέροντος ὀρέγονται, οἷον χρημάτων ἢ νίκης ἢ πό‐ λεως· ὁμοίως δὲ καὶ φυλέται καὶ δημόται. τινὲς δὲ τῶν κοινωνιῶν τοῦ ἡδέος ἐφίενται καὶ δι’ ἡδονὴν δοκοῦσι γίνεσθαι, ὥσπερ ἡ τῶν θιασωτῶν κοινωνία καὶ ἡ τῶν ἐρανιστῶν. ἡ μὲν γὰρ θυσίας ἕνεκα γίνεται, ἡ δὲ συνουσίας, ἃ καὶ ἄμφω τοῦ ἡδέος ἐστὶ μᾶλλον. καὶ αὖται δὲ μέρη | |
30 | εἰσὶ τῆς πολιτικῆς· τάττονται γὰρ καὶ αὗται πρὸς τὸ κοινῇ συμφέρον ὑπὸ τῆς πολιτικῆς. καὶ γὰρ οὐ μόνον, ὃ νῦν ἐστι συμφέρον, ζητεῖ ἀλλὰ καὶ ὃ νῦν μὲν οὐ συμφέρει, συνοίσει δέ, καὶ τοῦτο διώκει οὐ γὰρ τοῦ παρόν‐ τος μόνον συμφέροντος ἐφίεται, ἀλλὰ τοῦ μέχρι βίου· διὰ τοῦτο θυσίας τε εἰσήγαγε καὶ συνόδους καὶ συνουσίας μεθ’ ἡδονῆς καὶ πόνων ἀναπαύσεις. | |
35 | μετὰ γὰρ τὰς τῶν καρπῶν συγκομιδὰς αἵ τε σύνοδοι ἐγίνοντο καὶ αἱ θυσίαι, ἀπαρχαί τινες οὖσαι· μάλιστα γὰρ ἐν τούτοις ἐσχόλαζον τοῖς και‐ ροῖς· διὰ δὴ τούτων τῶν κοινωνιῶν τό τε θεῖον ἵλεων αὐτοῖς ἐγίνετο, ὃ συνοίσειν ἐδόκει, καὶ αὐτοὶ ἀναπαυόμενοι νεαροὶ τῶν ὑπὲρ τοῦ συμφέρον‐ τος πόνων ἥπτοντο. διὰ τοῦτο φαίνεται, ὅτι πᾶσα κοινωνία καὶ 〈ἡ〉 ἡδέος | |
40 | ἕνεκα γινομένη καὶ ἡ τοῦ συμφέροντος τὸ συμφέρον ἔσχατον ἔχει τέλος, | 177 |
178 | καὶ διὰ τοῦτο πᾶσαι μέρη εἰσὶ τῆς πολιτικῆς. ταύταις δὲ ταῖς κοινωνίαις καὶ αἱ φιλίαι ἀκολουθήσουσι, καὶ ὥσπερ αἱ κοινωνίαι, οὕτω καὶ αἱ φιλίαι διαιρεθήσονται, καὶ τοιαῦται ἔσονται αἱ φιλίαι οἷαι αἱ κοινωνίαι. | |
4n | 〈Περὶ τῶν τριῶν τῆς πολιτείας εἰδῶν. κεφ. ιγʹ〉 | |
5 | Ῥητέον δὲ ἔτι περὶ τῆς πολιτικῆς. ταύτης δὴ τρία εἰσὶν εἴδη, βασι‐ λεία ἀριστοκρατία καὶ τιμοκρατία, ἣν καὶ πολιτείαν εἰώθασιν οἱ πλεῖστοι καλεῖν, ἥτις ἐστὶν ἀπὸ τῶν τιμημάτων· διδόντες γὰρ χρήματα τὸ ἄρχειν λαμβάνουσι· διὰ τοῦτο τιμοκρατικὴν οἰκεῖόν ἐστι καλεῖν. τούτων δὲ τῶν πολιτειῶν βελτίστη μὲν ἡ βασιλεία, χειρίστη δὲ ἡ τιμοκρατία. | |
10 | αὗται μὲν οὖν αἱ πολιτεῖαι, αἱ δὲ παρεκβάσεις καὶ οἷον φθοραὶ τῶν πολι‐ τειῶν, τῆς μὲν βασιλείας ἡ τυραννίς· ἄμφω γὰρ μοναρχίαι, διαφέ‐ ρουσι δὲ πλεῖστον· ὁ μὲν γὰρ τύραννος τὸ ἑαυτοῦ συμφέρον σκο‐ πεῖ, ὁ δὲ βασιλεὺς τὸ τῶν ἀρχομένων· οὐ γάρ ἐστι βασιλεὺς ὁ μὴ αὐτὸς ἑαυτῷ ἀρκῶν καὶ πᾶσι τοῖς ἀγαθοῖς ὑπερέχων· ὁ γὰρ | |
15 | τοιοῦτος οὐ δεηθήσεται τὰ τῶν ἀρχομένων εἰς ἑαυτὸν ἕλκειν. διὰ τοῦτο τὰ μὲν ὠφέλιμα αὐτῷ οὐ προσκοπεῖ πολιτευόμενος καὶ τὰ κοινὰ πράττων, μόνα δὲ τὰ τῶν ἀρχομένων· οὐ γὰρ ἀπὸ τῶν κοινῶν ἀλλ’ οἴκοθεν ποριεῖ τὰ συμφέροντα ἑαυτῷ. ὁ δὲ μὴ οὕτως ἔχων κληρωτὸς μᾶλλον ἄν τις εἴη ἢ βασιλεύς. ἔστι τοίνυν ἡ τυραννὶς ἐναντία τῇ βασιλείᾳ· ὁ γὰρ τύραννος | |
20 | τὸ ἑαυτοῦ ἀγαθὸν διώκει, καὶ πολὺ μᾶλλον ἢ ὁ κληρωτός· καὶ φανερω‐ τέρα ἡ διαφορὰ ἡ πρὸς τὸν βασιλέα, ὅτι καὶ χείρων. διὰ τοῦτο καὶ ἐν‐ αντίον ἐστὶ τῇ βασιλείᾳ ἡ τυραννίς, ὅτι τὸ μὲν βέλτιστον, τὸ δὲ κάκιστον· τὸ γὰρ κάκιστον ἐναντίον τῷ βελτίστῳ. μεταβαίνει τοίνυν ἡ πολιτεία ἐκ βασιλείας εἰς τυραννίδα· φαυλότης γάρ ἐστι μοναρχίας ἡ τυραν‐ | |
25 | νίς, καὶ ὁ μοχθηρὸς βασιλεὺς τύραννος γίνεται. τῆς μὲν οὖν βασιλείας παρέκβασις ἡ τυραννίς, τῆς δὲ ἀριστοκρατίας ἡ ὀλιγαρχία, ὅταν οἱ ταύτην πολιτευόμενοι τὴν πολιτείαν νέμωσι τὰ τῆς πόλεως ἑαυτοῖς παρὰ τὴν ἀξίαν καὶ πάντα ἢ τὰ πλεῖστα· οἳ καὶ τὰς ἀρχὰς τῆς πόλεως τοῖς αὐτοῖς ἀεὶ διδόασι διοικεῖν, ἵνα συνήθεις αὐτοῖς γενόμενοι δι’ αὐτῶν καρποῦσθαι | |
30 | δύνωνται τὰ κοινά. ὅθεν συμβαίνει ὀλίγους τινὰς ἐπὶ τῶν πραγμάτων εἶναι, καὶ μοχθηροὺς ἀντὶ τῶν ἐπιεικεστάτων. τῆς δὲ τιμοκρατίας παρέκβασις ἡ δημοκρατία· σύνοροι γάρ εἰσιν αὖται· πλήθους γὰρ βούλεται καὶ ἡ τιμοκρατία εἶναι, καὶ ἴσοι πάντες οἱ ἐν τῷ τιμήματι. ἥκι‐ στα δὲ μοχθηρά ἐστιν ἡ δημοκρατία· μικρὸν γὰρ ὑπερβαίνει τὸ τῆς | |
35 | τιμοκρατίας εἶδος· κοινωνεῖ γὰρ αὐτῇ μᾶλλον ἢ διαφέρει· τῷ τιμήματι μὲν γὰρ διαφέρει, κοινωνεῖ δὲ κατά τε τὴν ἰσότητα (ἴσοι γὰρ πάντες οἱ | |
ἐν τῷ τιμήματι) καὶ κατὰ τὸ πλῆθος. | 178 | |
179(1n) | 〈Περὶ τῶν ὁμοιωμάτων τούτων τῶν εἰδῶν. κεφ. ιδʹ.〉 | |
2 | Τὰ μὲν οὖν εἴδη τῆς πολιτικῆς εἰς ταῦτα μεταβάλλουσι μάλιστα· τὸ ἐλάχιστον γὰρ ἑκάστη τῶν εἰρημένων πολιτειῶν εἰς τὴν ἀντικειμένην αὐ‐ τῇ μεταβάλλει καὶ εἰς ταύτην ῥᾷστα μεταβαίνει. εἰσὶ δὲ καὶ ἐν τῇ οἰκο‐ | |
5 | νομικῇ ὁμοιώματα αὐτῶν καὶ οἷον παραδείγματα· ἐν γὰρ ταῖς οἰκίαις καὶ βασιλείας εἰκόνα ἴδοι τις ἂν καὶ ἀριστοκρατίας καὶ τῶν ἄλλων. ἡ μὲν γὰρ πατρὸς πρὸς υἱοὺς κοινωνία βασιλείας ἔχει σχῆμα· τῶν τέκνων γὰρ τῷ πατρὶ μέλει· ἐντεῦθεν δὲ καὶ Ὅμηρος τὸν Δία πατέρα προσαγορεύει. πατρικὴ γὰρ ἀρχὴ βούλεται ἡ βασιλεία | |
10 | εἶναι, ἣν οἱ Πέρσαι ὑπερβαίνοντες τυραννίδα ποιοῦσι, τῶν γὰρ υἱῶν ὡς δούλων ἄρχουσι. τυραννὶς δὲ ἡ τῶν δούλων ἀρχή· τὸ γὰρ τοῦ δεσπότου συμφέρον ζητεῖται ἀεὶ παρὰ τῶν δούλων· ἔστι δὴ ἡ τοιαύτη τῶν τέκνων ἀρχὴ ἡμαρτημένη· ἡ δὲ βασιλείᾳ ἐοικυῖα τοῦ δέοντος ἔχεται· δεῖ γάρ, ἐπεὶ υἱὸς διαφέρει δούλου καὶ τὰς ἀρχὰς αὐτῶν διαφόρους εἶναι. ἡ μὲν | |
15 | οὖν πατρὸς πρὸς υἱοὺς κοινωνία τῇ βασιλείᾳ ἔοικεν· ἀριστοκρατίᾳ δὲ ἡ τοῦ ἀνδρὸς πρὸς τὴν γυναῖκα. κατ’ ἀξίαν γὰρ καὶ ὡς βελτίων ὁ ἀνὴρ ἄρχει· καὶ ἔσται δὴ ἀριστοκρατία, ὅταν ἃ μὲν προσήκει ἀνδρί, ἑαυτῷ ἀποδιδῷ ὁ ἀνήρ, ἃ δὲ γυναιξὶν ἁρμόζει, τῇ γυναικὶ παραχωρῇ. ὑπερ‐ βήσεται δὲ τὴν ἀριστοκρατίαν ἡ τοιαύτη κοινωνία καὶ εἰς ὀλιγαρχίαν μετα‐ | |
20 | βαλεῖ, ὅταν ὁ ἀνὴρ ἁπάντων κυριεύῃ· παρὰ τὴν ἀξίαν γὰρ αὐτὸ ποιεῖ καὶ οὐχ ᾗ ἀμείνων. ἐνίοτε δὲ ἄρχουσιν αἱ γυναῖκες, ὅταν ἐπίκληροι ὦσι καὶ διὰ τοῦτο πλούτῳ καὶ δυνάμει τῶν ἀνδρῶν ὑπερέχωσιν· οὐ γὰρ γίνε‐ ται ἡ τοιαύτη ἀρχὴ δι’ ἀρετήν, ἀλλὰ καθάπερ ἐν ταῖς ὀλιγαρχίαις διὰ πλοῦτον καὶ δύναμιν. τοιαύτη μὲν οὖν ἡ ἐν οἰκίᾳ ἀριστοκρατία καὶ ὀλι‐ | |
25 | γαρχία. τιμοκρατία δὲ ἡ τῶν ἀδελφῶν κοινωνία· ἴσοι γάρ, πλὴν ἐφ’ ὅσον ταῖς ἡλικίαις διαλλάττουσι· διόπερ, ἂν πολὺ ταῖς ἡλικίαις διαφέρωσιν, οὐκέτι ἀδελφικὴ γίνεται ἡ φιλία, ἀλλὰ πατρικῇ τινι ἔοικε πρὸς παῖδας. δημοκρατία δὲ μάλιστα μὲν ἐν ταῖς ἀδεσπό‐ τοις τῶν οἰκήσεων γίνεται· ἐνταῦθα γὰρ πάντες ἐξ ἴσου· γίνεται | |
30 | δὲ καὶ ἐν αἷς ὁ ἄρχων ἀσθενὴς καὶ διὰ τοῦτο ἕκαστος ἑαυτοῦ ἐξουσιάζει. | |
31n | 〈Περὶ τῆς καθ’ ἑκάστην τῶν πολιτειῶν φιλίας. κεφ. ιεʹ.〉 | |
32 | Αὗται μὲν οὖν αἵ τε ἐν τῇ πολιτικῇ καὶ ἐν οἰκονομικῇ κοινωνίαι· πάσαις δὲ ταύταις ταῖς κοινωνίαις φαίνεται ἡ φιλία ἀκολουθοῦσα καὶ ἐπὶ τοσοῦτον ἐφ’ ὅσον καὶ τὸ δίκαιον. τῇ μὲν οὖν βασιλικῇ κοινωνίᾳ ὑπερ‐ | |
35 | οχικὴ φιλία, εἰ ὁ βασιλεὺς ὑπερέχει ταῖς εὐεργεσίαις καὶ εὖ ποιεῖ τοὺς | |
βασιλευομένους καὶ ἐπιμελεῖται αὐτῶν ἀγαθὸς ὤν, ἵν’ εὖ πράττωσιν, | 179 | |
180 | ὥσπερ νομεὺς προβάτων· ὅθεν καὶ Ὅμηρος τὸν Ἀγαμέμνονα ποι‐ μένα προσαγορεύει λαῶν. τοιαύτη δὲ καὶ ἡ πατρικὴ φιλία· ὑπεροχικὴ γάρ ἐστι καὶ αὐτή, διαφέρει δὲ τῷ μεγέθει τῶν εὐεργετημάτων· μείζω γὰρ ὁ πατὴρ εὐεργετεῖ. αἴτιος γὰρ τῷ παιδὶ τοῦ εἶναι, ὃ μέγιστον | |
5 | ἁπάντων δοκεῖ, καὶ ἔτι τροφῆς καὶ παιδείας. καὶ τοῖς προγόνοις δὲ ταῦτα ἀπονέμεται· φύσει γὰρ ἀρχικὸν ὅ τε πατὴρ τῶν υἱῶν καὶ ὁ πρόγονος τῶν ἐγγόνων καὶ βασιλεὺς βασιλευομένων. εἰσὶ δὲ πᾶσαι αἱ τοι‐ αῦται φιλίαι ἐν ὑπεροχῇ· διὸ καὶ τιμῶνται οἱ γονεῖς, καὶ τὸ δίκαιον δὲ ἀκολούθως τῇ φιλία οὐ τὸ αὐτὸ ἀλλ’ ἐν ὑπεροχῇ. τὸ γὰρ πρὸς πα‐ | |
10 | τέρα δίκαιον ὑπερέχει τοῦ πρὸς υἱόν· τὸ γὰρ κατ’ ἀξίαν ἀποδοῦναι δεῖ. διὰ τοῦτο καὶ ἡ φιλία συνίσταται. οὐ τῇ βασιλικῇ δὲ μόνον κοινωνίᾳ ἡ ὑπεροχικὴ φιλία ἀκολουθεῖ ἀλλὰ καὶ τῇ ἀριστοκρατικῇ. πρὸς γὰρ τὸν ἀμείνω μείζων γίνεται ἡ φίλησις· τοιαύτη δὲ καὶ ἡ τοῦ ἀνδρὸς πρὸς γυν‐ αῖκα φιλία. ἡ γὰρ τοιαύτη κοινωνία ἀριστοκρατία ἐστὶν ἐν οἰκίᾳ· κατὰ | |
15 | τὴν ἀρετὴν γὰρ ὁ ἀνὴρ ἄρχει, καὶ τῷ ἀμείνονι δεῖ πλέον ἀπονέμειν φιλή‐ σεως. ὁμοίως δὲ καὶ τὸ δίκαιον κἀνταῦθα ἐν ὑπεροχῇ. τῇ δὲ τιμοκρα‐ τικῇ κοινωνίᾳ, οἵα ἐστὶ καὶ ἡ τῶν ἀδελφῶν, ἡ ἑταιρικὴ φιλία ἀκολουθεῖ, ἥτις ἐν ἰσότητί ἐστιν. οἱ γὰρ ἑταῖροι ἴσοι καὶ ἡλικιῶται· οἱ δὲ τοιοῦτοι ὁμομαθεῖς καὶ ὁμοήθεις ὡς ἐπὶ τὸ πολύ, οἷοί εἰσι καὶ οἱ ἐν τιμο‐ | |
20 | κρατικῇ· ἴσοι γὰρ οἱ πολῖται βούλονται καὶ ἐπιεικεῖς εἶναι καὶ ἄρχουσιν ἕκαστος ἐξ ἴσου καὶ ἄρχονται ἐν τῷ μέρει· ἐξ ἴσου δὴ καὶ ἡ φιλία καὶ τὸ δίκαιον. ταῖς μὲν οὖν ὑγιέσι πολιτείαις καὶ κοινωνίαις οὕτως ἡ φιλία ἀκολουθεῖ καὶ τὸ δίκαιον. ταῖς δὲ παρεκβάσεσι τῶν κοινωνιῶν ὥσπερ καὶ τὸ δίκαιον ἐπὶ μικρόν ἐστιν, οὕτω καὶ ἡ φιλία. ἐπεὶ δὲ τῶν | |
25 | παρεκβάσεων χειρίστη ἐστὶν ἡ τυραννίς, διὰ τοῦτο οὐδαμῶς ἐν αὐτῇ φιλία εὑρίσκεται ἢ πάνυ μικρόν. ἐν οἷς γὰρ μηδὲν κοινωνόν ἐστι τῷ ἄρ‐ χοντι καὶ ἀρχομένῳ, οὐδὲ φιλία· οὐδὲ γὰρ οὐδὲ δίκαιον· ἀλλ’ ὥσπερ ὁ τεχνίτης ἔχει πρὸς τὸ ὄργανον καὶ ἡ ψυχὴ πρὸς τὸ σῶμα, οὕτω καὶ δεσπότης ἔσται πρὸς δοῦλον καὶ τύραννος πρὸς ἀρχόμενον· ὠφελεῖται μὲν | |
30 | γὰρ τό τε ὄργανον ὑπὸ τοῦ τεχνίτου καὶ τὸ σῶμα ὑπὸ τῆς ψυχῆς, φιλία δὲ πρὸς αὐτὰ οὐκ ἔστιν· οὐ γὰρ πρὸς τὰ ἄψυχα φιλία δύναται εἶναι· οὐδὲ δίκαιόν τι πρὸς αὐτά ἐστιν ἀπὸ τῶν χρωμένων, ὥσπερ οὐδὲ πρὸς βοῦν ἢ πρὸς κύνα. τὸν αὐτὸν δὴ τρόπον οὐδὲ πρὸς δοῦλόν ἐστι φιλία δεσπότου ἢ πρὸς ἀρχομένους τυράννῳ, καθόσον εἰσὶ δοῦλοι· οὐδὲν γὰρ κοινὸν δε‐ | |
35 | σπόταις καὶ δούλοις· ὁ γὰρ δοῦλος ἔμψυχον ὄργανον καὶ τὸ ὄργανον ἄψυχος δοῦλος· ᾗ μὲν οὖν δοῦλος, οὐκ ἔστι φιλία πρὸς αὐτόν, ᾗ δὲ ἄν‐ θρωπος, δύναται εἶναι. δοκεῖ γὰρ εἶναί τι δίκαιον παντὶ ἀνθρώπῳ πρὸς πάντα ἄνθρωπον τὸν δυνάμενον κοινωνῆσαι νόμων τινῶν καὶ θε‐ σμῶν· ἡ γὰρ κοινωνία τῶν νόμων τὸ πρὸς ἀλλήλους ποιεῖ δίκαιον, ἡ δὲ | |
40 | κατὰ τὸ δίκαιον κοινωνία καὶ τὴν φιλίαν εἰσάγει. ἔσται τοίνυν τυράννῳ | 180 |
181 | πρὸς ἀρχομένους φιλία, καθόσον εἰσὶν ἄνθρωποι· διὰ τοῦτο ἀμυδρόν τι ἐνταῦθα καὶ τὸ δίκαιον καὶ ἡ φιλία. ἐν δὲ τῇ δημοκρατίᾳ ἐπὶ πλεῖστον· πολλὰ γὰρ τὰ κοινὰ ἴσοις οὖσιν. | |
4n | 〈Περὶ ἑταιρικῆς φιλίας καὶ συγγενικῆς καὶ οἰκονομικῆς. κεφ. ιϛʹ.〉 | |
5 | Πᾶσα μὲν οὖν φιλία ἐν κοινωνίᾳ ἐστί, καθάπερ εἴρηται· μόνη δὲ ἡ συγγενικὴ καὶ ἑταιρικὴ φιλία οὐ δοκοῦσιν ἐν κοινωνίᾳ εἶναι. κοινωνικαὶ γάρ εἰσι φιλίαι αἱ καθ’ ὁμολογίαν καὶ συνθήκην τινὰ συνιστάμεναι, οἷαί εἰσιν αἱ φυλετικαὶ καὶ συμπλοϊκαὶ καὶ ὅσαι τοιαῦται, εἰς ταύτας δὲ τάξειεν ἄν τις καὶ τὴν ξενικήν. ἡ δὲ συγγενικὴ φιλία καὶ ἡ ἑταιρικὴ οὐ καθ’ | |
10 | ὁμολογίαν ἢ συνθήκην τινὰ συνίστανται, ἀλλὰ τοὺς μὲν ἡ φύσις συνέδησε, τοὺς δὲ τὸ τυχεῖν ἡλικιώτας εἶναι καὶ περὶ τὰ αὐτὰ ἐπιτηδεύματα σπου‐ δάζειν. ῥητέον δὴ περὶ τῆς συγγενικῆς. ἔστι δὴ πολυειδὴς ἡ συγγενικὴ φιλία καὶ τῆς πατρικῆς πᾶσα ἐξήρτηται· διὰ γὰρ τὴν πρὸς τὸν κοινὸν πατέρα ἢ πρόγονον οἰκειότητα οἵ τε ἀδελφοὶ καὶ οἱ ἄλλως συγγενεῖς ἀλ‐ | |
15 | λήλους φιλοῦσιν, οἱ γονεῖς μὲν γὰρ στέργουσι τὰ τέκνα ὡς ἑαυτῶν τι ὄντα, τὰ δὲ τέκνα τοὺς γονεῖς ὡς ἀπ’ ἐκείνων τι ὄντα, ἀδελφοὶ δὲ ἀδελ‐ φοὺς τῷ ἐκ τῶν αὐτῶν πεφυκέναι. μᾶλλον δὲ ἴσασιν οἱ γονεῖς τὰ τέκνα, ὅτι ἐξ αὐτῶν εἰσιν ἢ τὰ γεννηθέντα, ὅτι ἐκ τούτων· καὶ μᾶλ‐ λον συνῳκείωται τὸ αἴτιον καὶ τὸ γεννῶν τῷ γεννηθέντι ἢ τῷ ποιη‐ | |
20 | θέντι, ἢ τὸ γεννώμενον τῷ ποιήσαντι καὶ τὸ γεννηθὲν τῷ γεννήσαντι· τὸ γὰρ ἔκ τινος οἰκεῖον τῷ ἐξ οὗ ἐστιν, ὥσπερ ὀδοὺς ἢ θρὶξ τῷ ἔχοντι οἰ‐ κεῖόν ἐστι, τριχὶ δὲ καὶ ὀδόντι οὐκ ἔστιν οἰκεῖον ὁ ἔχων. ἢ τοίνυν οὐδα‐ μῶς ἐστιν οἰκεῖον τῷ αἰτιατῷ τὸ αἴτιον καὶ τῷ ἔκ τινος τὸ ἐξ οὗ, οὐδέ τινα σχέσιν ἔχει πρὸς αὐτό, ἢ εἰ ἔχει, ἐλάττω ἔχει ἢ ἐκεῖνο πρὸς | |
25 | αὐτὸ ἔχει· καὶ τὰ τέκνα δὴ τοὺς γονεῖς ἧττον φιλοῦσιν ἢ ὑπ’ ἐκείνων φιλοῦνται. ἔτι δὲ καὶ ἀπὸ τοῦ χρόνου φανερόν· οἱ μὲν γὰρ εὐθὺς γε‐ νόμενα στέργουσι, τὰ τέκνα δὲ αὐτοὺς χρόνῳ ὕστερον μετὰ τὸ λαβεῖν σύνεσιν ἢ αἴσθησιν· διὰ τοῦτο καὶ αἱ μητέρες μᾶλλον φιλοῦσι τὰ τέκνα ἢ οἱ πατέρες, ὅτι πρότερον αὐτὰ στέργουσι. γονεῖς μὲν οὖν τὰ τέκνα | |
30 | φιλοῦσιν ὡς ἑαυτούς (τὰ γὰρ ἐξ αὐτῶν οἷον ἄλλοι αὐτοί, τῷ χω‐ ρὶς εἶναι μόνῳ διαφέροντες), τέκνα δὲ φιλοῦσι γονεῖς, ὡς ἀπ’ ἐκείνων πεφυκότα, ἀδελφοὶ δὲ ἀλλήλους τῷ ἐκ τῶν αὐτῶν πεφυκέναι. ἡ γὰρ πρὸς τοὺς γονεῖς ταυτότης καὶ αὐτοῖς ταυτότητα ποιεῖ πρὸς ἀλλή‐ λους, ὥσπερ τοὺς κλάδους ἡ τῆς ῥίζης ταυτότης συνάπτει· διό φασι ταὐ‐ | |
35 | τὸν αἷμα καὶ ῥίζαν καὶ τὰ τοιαῦτα· ἔστι γὰρ ἑκάτερον ταὐτὸ καὶ ἓν ἐν πολλοῖς καὶ διῃρημένοις. μέγα δὲ πρὸς φιλίαν καὶ τὸ συντραφῆναι καὶ ἥλικας εἶναι· ἥλιξ γὰρ ἥλικα φιλεῖ, καὶ οἱ συνήθεις ἑταῖροι· διὸ | |
καὶ ἡ ἀδελφικὴ τῇ ἑταιρικῇ ὁμοιοῦται. ἀνεψιοὶ δὲ καὶ οἱ λοιποὶ | 181 | |
182 | συγγενεῖς ἐκ τῶν ἀδελφῶν συνῳκείωνται· τῷ γὰρ ἀπὸ τῶν αὐτῶν εἶναι καὶ αὐτοὶ οἱ αὐτοί πως ἀλλήλοις εἰσίν. γίνονται δὲ οἱ μὲν οἰ‐ κειότεροι τῶν συγγενῶν, οἱ δ’ ἀλλοτριώτεροι τῷ σύνεγγυς ἢ πόρρω τὸν ἀρχηγὸν εἶναι τοῦ γένους· οἷς γὰρ πόρρωθεν ἡ κοινωνία, ἀμυδρὰ | |
5 | γίνεται, τῷ προϊέναι ἐλαττουμένη. ἔστι δὲ ἡ μὲν τῶν τέκνων πρὸς τοὺς γονεῖς φιλία καὶ τῶν ἀνθρώπων πρὸς τὸν θεὸν ὡς πρὸς ἀγαθὸν καὶ ὑπερ‐ έχον (εὐεργέται γάρ εἰσι τὰ μέγιστα εὐεργετοῦντες, τὸ εἶναι καὶ τρα‐ φῆναι καὶ παιδευθῆναι), ἡ δὲ τῶν συγγενῶν πρὸς ἀλλήλους ἐν ἰσότητι· ἔχει δὲ καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον ἡ τοιαύτη φιλία μᾶλλον ἢ ἡ τῶν ἀλλο‐ | |
10 | τρίων κατὰ γένος, ὅσῳ καὶ κοινότερος ὁ βίος ἐστὶν αὐτοῖς κατὰ πλείονα κοινωνοῦσιν ἀλλήλοις. μάλιστα δὲ ἡ ἀδελφικὴ φιλία· συμβαίνει γὰρ αὐτῇ πάντα, ἃ καὶ τῇ ἑταιρικῇ καὶ μᾶλλον αὐτῇ ἢ ἐκείνῃ· καὶ διὰ τοῦτο εἰ ἐπιεικεῖς εἶεν οἱ ἀδελφοὶ καὶ ὅμοιοι, μᾶλλον φιλήσουσιν ἀλλήλους ἢ οἱ ἑταῖροι· οἰκειότεροι γάρ εἰσιν ἀλλήλοις καὶ ὁμοιότεροι καὶ ἐκ γενετῆς ἀλ‐ | |
15 | λήλους στέργουσι καὶ ὁμοηθέστεροί εἰσιν, ὅτι καὶ ἐκ τῶν αὐτῶν ἔφυσαν καὶ ὁμοίως ἐπαιδεύθησαν· καὶ ἡ κατὰ τὸν χρόνον δοκιμασία μείζων ἐνταῦθα καὶ βεβαιοτέρα. ἡ μὲν οὖν μεγίστη ἐν ταῖς συγγενικαῖς φιλία ἡ ἀδελφική ἐστιν, αἱ δὲ ἄλλαι ἀνάλογον ἔχουσι τῇ κατὰ γένος οἰκειότητι. ἀνδρὶ δὲ καὶ γυναικὶ φιλία δοκεῖ κατὰ φύσιν ὑπάρχειν. ἄνθρω‐ | |
20 | πος γὰρ τῇ φύσει τεκνοποιητικὸν μᾶλλον ἢ πολιτικόν, ὅσῳ πρότερον καὶ ἀναγκαιότερον οἰκία πόλεως καὶ ὅσῳ κοινότερον ζῴοις τεκνο‐ ποιία ἢ πολιτεία. τὸ μὲν γὰρ πᾶσι ζῴοις ἔνεστιν, ἡ δὲ πολιτεία μόνοις τοῖς ἀνθρώποις. τοῖς μὲν οὖν ἄλλοις ζῴοις ἐπὶ τοσοῦτον μόνον ἡ κοινωνία ἐστίν, ἐφ’ ὅσον ἔνι τεκνοποιῆσαι, τοῖς δὲ ἀνθρώποις οὐ τῆς τεκνοποιίας | |
25 | χάριν μόνον ἡ κοινωνία ἐστὶν ἀλλὰ καὶ τῶν εἰς τὸν βίον· εὐθὺς γὰρ διῄρηται αὐτῶν τὰ ἔργα καὶ ἄλλα τὰ ἔργα τοῦ ἀνδρὸς καὶ ἕτερα γυναι‐ κός· ἐπαρκοῦσιν οὖν ἀλλήλοις εἰς τὸ κοινὸν τιθέντες τὰ ἴδια. διὰ ταῦτα καὶ τὸ χρήσιμον καὶ τὸ ἡδὺ ἐν ταύτῃ τῇ φιλίᾳ εἶναι δοκεῖ· εἴη δ’ ἂν καὶ τὸ ἀγαθὸν καὶ ἡ ἀρετή, εἰ ἐπιεικεῖς εἶεν· ἔστι γὰρ ἑκα‐ | |
30 | τέρου ἀρετή· καὶ εἰ σπουδαῖος εἴη ἑκάτερος τὴν προσήκουσαν ἀρετήν, χαίροιεν ἂν καὶ διὰ τοῦτο ἀλλήλοις. σύνδεσμος δὲ τῇ τοιαύτῃ φιλίᾳ καὶ τὰ τέκνα δοκεῖ εἶναι· διὸ θᾶττον οἱ ἄτεκνοι διαλύονται· τὰ γὰρ τέκνα κοινὸν ἀγαθὸν ἀμφοῖν· τὸ δὲ κοινὸν συνέχει τὰ κοινωνοῦντα. | |
34n | 〈Περὶ τῶν ἐν τῇ κατὰ τὸ χρήσιμον φιλίᾳ ἐγκλημάτων. κεφ. ιζʹ.〉 | |
35 | Πῶς δὲ συμβιωτέον ἀνδρὶ πρὸς γυναῖκα καὶ ἀδελφῷ πρὸς ἀδελ‐ φὸν καὶ ὅλως φίλῳ πρὸς φίλον ταὐτόν ἐστι τῷ πῶς δίκαιον. ἕπεται γὰρ πάσῃ κοινωνίᾳ ἀναλόγως τῇ φιλίᾳ καὶ τὸ δίκαιον, ὥσπερ εἴρηται πολλά‐ κις· καὶ οὐ ταὐτὸν φαίνεται εἶναι δίκαιον φίλῳ πρὸς φίλον καὶ τὸν ὀθνεῖον ἢ τὸν ἀδελφὸν ἢ τὸν ἑταῖρον καὶ τὸν συμφοιτητήν. τριῶν δὴ οὐσῶν τῶν | |
40 | φιλιῶν, διὰ τὸ ἀγαθὸν διὰ τὸ ἡδὺ καὶ διὰ τὸ χρήσιμον, καὶ καθ’ ἑκάστην | |
τῶν μὲν ἐν ἰσότητι φίλων ὄντων, τῶν δὲ καθ’ ὑπεροχήν (καὶ γὰρ γίνονται | 182 | |
183 | φίλοι καὶ οἱ ὅμοιοι ἢ κατὰ τὸ ἀγαθὸν ἢ κατὰ τὸ ἡδὺ ἢ κατὰ τὸ χρήσι‐ μον [γίνονται φίλοι] καὶ ἀμείνους χείροσι), τοὺς ἴσους μὲν κατ’ ἰσό‐ τητα δεῖ φιλεῖν καὶ τὰ ἄλλα πάντα ἰσάζειν, τοὺς δὲ ἀνίσους ἀναλόγως τῇ ὑπεροχῇ καὶ τῇ ἐλλείψει φιλεῖν καὶ φιλεῖσθαι. μόνῃ δὲ ἐν τῇ κατὰ | |
5 | τὸ χρήσιμον φιλίᾳ ἢ ταύτῃ μάλιστα τὰ ἐγκλήματα καὶ αἱ μέμψεις τῶν φίλων γίνονται πρὸς ἀλλήλους εἰκότως. οἱ μὲν γὰρ δι’ ἀρετὴν φίλοι ὄντες εὖ ποιεῖν ἀλλήλους προθυμοῦνται· τοῦτο γὰρ ἀρετῆς καὶ φιλίας· πρὸς τοῦτο δὲ τῶν φίλων ἁμιλλωμένων οὐκ ἔστιν ἐγκλή‐ ματα οὐδὲ μάχαι· τὸν γὰρ φιλοῦντα καὶ εὖ ποιοῦντα οὐδεὶς | |
10 | δυσχεραίνει, ἀλλ’ ἐὰν ᾖ χαρίεις, ἀμείβεται καὶ αὐτὸς εὖ ποιῶν· ὁ δὲ ταῖς εὐεργεσίαις τὸν ἕτερον ὑπερβάλλων, τυγχάνων οὗ ἐφίεται, οὐκ ἂν ἐγκαλοίη τῷ φίλῳ· ἐφίεται γὰρ ἑκάτερος τοῦ ἀγαθοῦ καὶ τοῦ εὖ ποιεῖν. οὐδὲ δὴ οἱ δι’ ἡδονὴν φιλοῦντες πάνυ δυσχεραίνειν ἀλλήλους δύ‐ νανται. ἅμα γὰρ ἀμφοῖν γίνεται οὗ ὀρέγονται, εἰ τῷ συνδιάγειν | |
15 | χαίρουσι. γελοῖος γὰρ ἂν εἴη ὁ ἐγκαλῶν τῷ μὴ τέρποντι φίλῳ, ἐξὸν συνδιάγοντα τέρπεσθαι· οὔτε τοίνυν ἡ διὰ τὸ ἀγαθὸν φιλία ἐγκλήματα ἔχει καὶ μέμψεις οὔτε ἡ δι’ ἡδονήν, μόνη δὲ ἡ διὰ τὸ χρήσιμον ἐγκληματική ἐστιν. ἐπ’ ὠφελείᾳ γὰρ χρώμενοι ἀλλήλοις ἀεὶ τοῦ πλείονος δέονται καὶ ἔλαττον ἔχειν οἴονται τοῦ προσήκοντος καὶ μέμ‐ | |
20 | φονται, ὅτι οὐχ ὅσων δέονται τοσούτων τυγχάνουσιν, ἄξιοι ὄν‐ τες τυγχάνειν· οἱ γὰρ εὖ ποιοῦντες οὐ δύνανται ἐπαρκεῖν αὐτοῖς τοσαῦτα ὅσων δέονται· ἀεὶ γὰρ οἱ εὖ πάσχοντες πλειόνων δέονται, ἤπερ εὖ ποιεῖν οἱ εὐεργέται δύνανται. ἔοικε δέ, ὅτι καθάπερ τὸ δίκαιον διττόν ἐστι (τὸ μὲν ἄγραφον, τὸ δὲ κατὰ νόμον), οὕτω καὶ τῆς κατὰ τὸ χρήσιμον | |
25 | φιλίας τὸ μὲν ἠθικόν ἐστι, τὸ δὲ νομικόν. νομικὸν μὲν χρήσιμον, ὅταν τίς τινι διδῷ, ἐφ’ ᾧ λάβοι τι ῥητὸν καὶ ὡρισμένον, ἠθικὸν δέ, ὅταν τίς τινι ὡς φίλῳ δωρῆται, κομίζεσθαι δὲ ἀξιοῖ τὸ ἴσον ἢ πλέον, οὐ ῥητὸν οὐ‐ δὲ ὡρισμένον· κατ’ ἄμφω δὲ τὰ χρήσιμα ταῖς φιλίαις ἐγκλήματα καὶ μέμψεις ἀκολουθοῦσι, μάλιστα δὲ ὅταν τῶν φίλων ὁ μὲν τὸ νόμιμον | |
30 | χρήσιμον εἰσάγῃ, ὁ δὲ τὸ ἠθικόν· οἱ τοιοῦτοι γὰρ ταχέως διαλύονται. εἰ γὰρ ὁ μὲν εἰς χρήματα ὠφελεῖ καὶ ἀξιοῖ ὁμοίως ὠφελεῖσθαι καὶ το‐ σαῦτα λαβεῖν ὅσα δέδωκεν, ὁ δὲ ἄλλην τινὰ ὠφέλειαν ὠφελεῖ, οὐ δύνανται ἐν τῇ φιλίᾳ μένειν. ἔστι δὲ καὶ τοῦ νομίμου χρησίμου τὸ μὲν πάντῃ ἀγο‐ ραῖον, τὸ δὲ ἐλευθεριώτερον· τὸ μὲν γὰρ μὴ δοῦναι εἰ μὴ αὐτίκα εἴη λα‐ | |
35 | βεῖν, ἐκ χειρὸς εἰς χεῖρα, πάντῃ ἀγοραῖον, τὸ δὲ δόντα ἀναβαλέσθαι τὴν λῆψιν, ἐλευθεριώτερον. καὶ τοῦτο δὲ καθ’ ὁμολογίαν γίνεται, τί ἀντὶ τίνος ὀφείλει (ὡρισμένον γὰρ τὸ ὀφείλημα καὶ οὐκ ἀμφίλογον), ἡ δὲ ἀναβολὴ τῆς κομιδῆς ἐλευθεριώτερόν πως καὶ φιλικώτερον ποιεῖ τὸ συνάλλαγμα· | |
διὸ παρ’ ἐνίοις τούτων οὔκ εἰσι δίκαι οὐδὲ δικάζονται ἀλλήλοις περὶ τῶν | 183 | |
184 | χρεῶν ἀλλ’ οἴονται δεῖν στέργειν τοὺς κατὰ πίστιν συναλλάξαν‐ τας. ὁ δὲ κατὰ τὸ ἠθικὸν χρήσιμον ὠφελῶν οὐκ ἐπὶ ῥητοῖς ἀλλ’ ὡς φίλῳ δωρεῖταί τι ἢ ἄλλην τινὰ ὠφέλειαν ὠφελεῖ, κομίζεσθαι δὲ ἀξιοῖ τὸ ἴσον ἢ πλέον, ὡς οὐ δεδωκὼς ἀλλὰ χρήσας· μὴ λαβὼν δὲ οὐχ | |
5 | ὥσπερ χρήσας οὕτως ἐγκαλεῖ τῷ μὴ δόντι ἀλλ’ ὡς φίλῳ. τοῦτο δὲ συμβαίνει διὰ τὸ βούλεσθαι μὲν πάντας ἢ τοὺς πλείστους τὰ καλά, προαιρεῖσθαι δὲ τὰ ὠφέλιμα. τὸ δὲ εὖ ποιεῖν, μὴ ἵνα ἀντι‐ πάθῃ, καλόν, ὠφέλιμον δὲ τὸ εὐεργετεῖσθαι· διὰ τοῦτο τὸ μὲν ὠφέ‐ λιμον ζητοῦσι, μὴ τυχόντες δὲ βούλονται καλοὶ δοκεῖν. τοὺς δὲ τοιούτους | |
10 | φίλους καὶ ἵνα εὖ πάθωσιν εὖ ποιοῦντας πάσῃ σπουδῇ εὖ ποιητέον τοὺς δυναμένους, καὶ τὴν ἀξίαν εὐεργεσίαν ἀποδοτέον. οὐ γὰρ ἕλκειν δεῖ βίᾳ πρὸς τὴν ἀληθῆ φιλίαν μὴ βουλομένους, ἀλλὰ δυσχεραίνειν, ὅτι ἔλαθον εὖ παθόντες ὑφ’ οὗ οὐκ ἔδει, οὐ γὰρ ὑπὸ φίλου, καὶ ζητεῖν ὅπως ἑκόντες ἀποτρίψωνται τὰς αἰσχρὰς εὐεργεσίας, ἃς ἄκοντες ἐδέξαντο τῷ ἀγνοεῖν | |
15 | τὸν εὐεργετοῦντα. ἀποτρίψονται δέ, εἰ μὲν δύνανται, καὶ αὐτοὶ ἀποδόντες καὶ καθάπερ ἐπὶ ῥητοῖς εὐθὺς διαλυθέντες, εἰ δὲ μὴ δύνανται τηνικαῦτα, ὁμολογήσαντες δυνηθέντες ἦ μὴν εὐθὺς ἀποδώσειν, εἰ δὲ πάντως ἀδυνά‐ τως ἔχουσιν ἀμείψασθαι, οὐδὲ οἱ δόντες ἀπαιτήσουσιν οὐδὲν παρ’ αὐτῶν· ὥστε εἰ δύνανται, ἀποδοτέον εὐθύς· πρὶν δὲ εὐεργετηθῆναι, σκεπτέον ἕκα‐ | |
20 | στον, ὑπὸ τίνος εὐεργετεῖται καὶ ἐπὶ τίνι, ὡς ἂν εἰδείη, εἰ δεῖ δέξασθαι ἢ μή. | |
22n | 〈Περὶ μέτρου ἀποδόσεως ἐν τῇ χρησίμῳ καὶ ἔτι περὶ τῶν ἐν τῇ | |
23n | καθ’ ὑπεροχὴν φιλίᾳ μέμψεων. κεφ. ιηʹ〉 | |
24 | Ἐν δὲ ταῖς πρὸς ἀλλήλους τῶν φίλων ἀμοιβαῖς ἀπορία ἐστίν. ἐπεὶ | |
25 | γὰρ ἀπὸ μεγάλων εὐεργεσιῶν μικραὶ ὠφέλειαι γίνονται τοῖς εὐεργετουμέ‐ νοις καὶ ἀπὸ μικρῶν μεγάλαι πολλάκις (ἐνδέχεται γὰρ πολλὰ ποιήσαντα καὶ ἀναλώσαντα μικρὰ τὸν φίλον ὠφελῆσαι, καὶ τὸ ἀνάπαλιν), πότερον ἀμειβομένους τὴν ὠφέλειαν δεῖ σκοπεῖν ἢ τῆς εὐεργεσίας τὸ μέτρον. καὶ γὰρ οἱ μὲν εὖ παθόντες τοιαῦτά φασι λαβεῖν παρὰ τῶν εὐεργετῶν, ἃ μι‐ | |
30 | κρὰ ἦν ἐκείνοις δοῦναι καὶ ἐξῆν παρ’ ἑτέρων λαβεῖν, τούτῳ κατα‐ σμικρύνοντες τὰς εὐεργεσίας, οἱ δὲ εὖ ποιήσαντες τὸ ἀνάπαλιν τὰ μέγιστα ὧν εἶχον εὐεργετῆσαι λέγουσι καὶ ἃ παρ’ ἄλλων οὐκ ἦν λαβεῖν, καὶ ἐν κινδύνοις καὶ χρείαις κινδύνων ἐγγύς· ἀμφισβητεῖται δή, ποτέρῳ δεῖ μετρεῖν τὴν ἀμοιβὴν τῇ τοῦ παθόντος εὖ ὠφελείᾳ ἢ τῇ τοῦ δράσαντος | |
35 | εὐεργεσίᾳ. ἔστι δὲ οὐχ ὁμοίως ἐπὶ πάσης φιλίας, ἀλλ’ ἐπὶ μὲν τῆς διὰ τὸ χρήσιμον φιλίας ἡ ἀμοιβὴ ἀναλογήσει τῇ τοῦ εὖ παθόντος ὠφελείᾳ ἢ καὶ ὑπερβαλεῖ ταύτην· οὕτω γὰρ κάλλιον. καὶ γὰρ οὗτός ἐστιν ὁ δεό‐ μενος καὶ ἐπαρκεῖ αὐτῷ ὡς κομιούμενος τὴν ἴσην· τοσαύτη οὖν | |
γεγένηται ἐπικουρία ὅσον ὠφελήθη ἢ καὶ πλέον· ὅλως δὲ τῇ ὠφελείᾳ ἑαυ‐ | 184 | |
185 | τοῦ μετρεῖν ἄξιον τὴν ἀμοιβήν, ὅτι διὰ ταύτην φίλος ἐστίν· ἐπὶ δὲ τῆς δι’ ἀρετὴν φιλίας οὔτε ἐγκλήματά εἰσιν ὥσπερ ἐπὶ ταύτης, ἑκατέρου βου‐ λομένου τὰς εὐεργεσίας ἕλκειν ἐπὶ τὸ ὠφέλιμον ἑαυτῷ, οὔτε τῇ ὠφελείᾳ τῶν εὖ πασχόντων αἱ ἀμοιβαὶ μετροῦνται ἀλλὰ τῇ προαιρέσει τῶν εὖ ποι‐ | |
5 | ούντων· τῆς ἀρετῆς γὰρ καὶ τοῦ ἤθους ἐν τῇ προαιρέσει τὸ κύριον· ἐπεὶ τοίνυν διὰ τὴν ἀρετὴν ἀλλήλους φιλοῦσι καὶ τὰς ἀμοιβὰς τῇ προαιρέσει μετρήσουσι, διὰ τοῦτο παντὸς ἐγκλήματος καθαρά ἐστιν ἡ τοιαύτη φιλία, αἱ δὲ ἄλλαι ἀεὶ ἐν ἐγκλήμασίν εἰσιν, οἵα ἐστὶ καὶ ἡ καθ’ ὑπεροχήν, ὅταν ὁ μείζων τὸν ἐλάττω φιλῇ ἢ 〈ὁ〉 ὠφελιμώτερος τὸν ἧττον ὠφέλιμον· ἀξιοῖ | |
10 | γὰρ ὁ ὑπερέχων πλέον ἔχειν, ὁ μέν, ὅτι βελτίων, ὁ δέ, ὅτι ὠφελιμώτερος. εἰ γὰρ ἑκάτερος, φησί, τῶν φίλων κατὰ τὴν δύναμιν εἰσενέγκοι, καὶ οὐ κατ’ ἀξίαν λήψεται, λειτουργία τις ἔσται ἡ φιλία· διὰ τοῦτό φασι δεῖν οὐχ ὁμοίων τυγχάνειν τῶν ἐκ τῆς φιλίας ἀλλὰ μειζόνων· ἀξιοῦσι γάρ, καθάπερ οἱ κατ’ ἐμπορίαν συνεισφέροντες χρήματα οἱ πλέον εἰσενεγκόντες τοῦ κέρ‐ | |
15 | δους πλέον ἔχουσιν, οὕτω καὶ ἐπὶ τῆς φιλίας ἔχειν· καὶ ταῦτα μὲν οἱ ὑπερέχοντες, οἱ δὲ ὑπερεχόμενοι οὐ ταῦτά φασι προσήκειν τοῖς ὑπερέχουσι φίλοις, ἀλλὰ τὸ ἀνάπαλιν· φίλου γὰρ ἀγαθοῦ εἶναι τὸ ἐπαρκεῖν τοῖς ἐνδεέσι· τί γάρ, φασίν, ὄφελος σπουδαίῳ, ἢ δυνάστῃ φίλον εἶναι, μηδέν γε μέλλοντα ἀπολαύειν τῶν τοῦ φίλου ἀγαθῶν; οὕτω δὲ | |
20 | ἐγκαλοῦντες ἀλλήλοις καὶ ἀξιοῦντες ἑκάτερος πλέον ἔχειν ῥᾷστα διαλύον‐ ται. ἔοικε δὲ ὀρθῶς καὶ ἑκάτερος ἀξιοῦν· δεῖ γὰρ ἑκατέρῳ τὸ πλέον νέ‐ μειν ἐκ τῆς φιλίας, οὐ τοῦ αὐτοῦ δέ, ἀλλὰ τῷ μὲν ὑπερέχοντι δεῖ πλέον νέμειν τιμῆς, τῷ δὲ ἐνδεεῖ πλέον ἀποδιδόναι ὧν δεῖται. τῆς μὲν γὰρ ἀρετῆς καὶ εὐεργεσίας ἡ τιμὴ γέρας, τῆς δὲ ἐνδείας ἐπι‐ | |
25 | κουρία τὸ κέρδος ἢ ἄλλο ὁτιοῦν, οὗ ἐνδεής ἐστι. τὸν ἴσον δὲ τρόπον καὶ ἐν ταῖς πολιτείαις φαίνεται ἔχον· ἀποδίδοται γὰρ ἀεὶ τοῖς εὐεργέταις ἡ τιμή· οὐ γὰρ τιμᾶται ὁ μηδὲν ἀγαθὸν τῷ κοινῷ πορίζων· τὸ κοινὸν γὰρ δίδοται τῷ τὸ κοινὸν εὐεργετοῦντι· ἡ τιμὴ δὲ κοινόν. οὐ γὰρ ἔστιν ἅμα χρηματίζεσθαι ἀπὸ τῶν κοινῶν καὶ τιμᾶσθαι, | |
30 | ἀλλ’ ὁ ἐνδεὴς τοῦ κοινοῦ χρήματα μὲν λαμβάνει, τιμᾶται δὲ οὐδαμῶς· οὐ‐ δεὶς γὰρ δέχεται κατ’ ἄμφω ἐλαττοῦσθαι καὶ κατὰ τὴν τιμὴν καὶ κατὰ τὰ χρήματα, ἀλλὰ τὸ ἕτερον διδοὺς τὸ ἕτερον λήψεται. διὰ τοῦτο τῷ μὲν περὶ χρήματα ἐλαττουμένῳ ὑπὲρ τοῦ κοινοῦ τὴν τιμὴν νέμουσι, τῷ δὲ δωροδόκῳ χρήματα· τὸ κατ’ ἀξίαν γὰρ ἐπανισοῖ καὶ σώζει τὴν φι‐ | |
35 | λίαν, καθάπερ εἴρηται. τοῦτον δὴ τὸν τρόπον καὶ τοῖς ἀνίσοις φίλοις ὁμιλητέον, καὶ τῷ εἰς χρήματα ὠφελουμένῳ ἢ εἰς ἀρετὴν τιμὴν ἀνταποδοτέον τῷ ὠφελοῦντι· ἀνταποδώσει δὲ τὸ ἐνδεχόμενον. τὸ δυ‐ νατὸν γὰρ ἡ φιλία ἐπιζητεῖ, οὐ τὸ κατ’ ἀξίαν. οὐ γὰρ δύνανται πάντες τὰ κατ’ ἀξίαν ὧν ὀφείλουσιν ἀποδιδόναι· οὐ γὰρ δυνατὸν ἐπὶ πάν‐ | |
40 | των τὸ κατ’ ἀξίαν εὑρεῖν, ὥσπερ ἐν ταῖς πρὸς τοὺς θεοὺς καὶ γονέας | 185 |
186 | τιμαῖς οὐδεὶς τὴν ἀξίαν ἀποδοῦναι δύναται· ὁ δὲ θεραπεύων κατὰ τὴν δύναμιν καὶ ὅσον ἔξεστιν ἐπιεικὴς εἶναι δοκεῖ. διὰ τοῦτο δοκεῖ μὴ ἐξεῖναι υἱῷ πατέρα ἀπείπασθαι καὶ μὴ ὑπακοῦσαι περὶ ὁτιοῦν ἀξιοῦντα (ἀεὶ γὰρ ὀφείλει καὶ διὰ τοῦτο ἀνταποδοτέον ἀεί· οὐδὲν γὰρ ἄξιον ὧν εὐ‐ | |
5 | εργετήθη δέδρακε πρὸς τὸν πατέρα), τῷ πατρὶ δὲ ἀπείπασθαι τὸν υἱόν· ἔξεστι γὰρ τοῖς εὐεργέταις τοὺς ὀφείλοντας ἀποπέμψασθαι. ἴσως δὲ οὐδεὶς πατὴρ ἀφίσταται τοῦ υἱοῦ, εἰ μὴ ὑπερβαλλόντως εἴη μοχθηρός· ἥ τε γὰρ φυσικὴ φιλία εἰς τοῦτο ἐπείγει καὶ ἅμα ἀνθρώπινόν ἐστι τὴν ἐπικουρίαν μὴ διωθεῖσθαι· τῷ δὲ υἱῷ μοχθηρῷ ὄντι μισητόν, ἢ οὐ λίαν σπουδάζεται | |
10 | τῷ πατρὶ ἐπαρκεῖν· οἱ γὰρ πολλοὶ εὖ πάσχειν βούλονται, τὸ δὲ εὖ ποιεῖν φεύγουσιν ὡς ἀλυσιτελές. περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον εἰρή‐ | |
σθω. | 186 | |
187(1t) | 〈ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Ι〉 | |
2n | 〈Ποῖα τὰ τὴν φιλίαν σώζοντα. κεφ. αʹ.〉 | |
3 | Λέγωμεν δὲ ἔτι περὶ φιλίας καὶ ὧν δεῖ προσθῶμεν τοῖς εἰρημένοις. ἐν μὲν οὖν ταῖς κατ’ ἰσότητα φιλίαις τὰ ἴσα ἀνταποδοτέον ἀλλήλοις τοὺς | |
5 | φίλους, ἐν δὲ ταῖς ἀνομοιοειδέσι φιλίαις, καθὼς εἴρηται, τὸ ἀνάλογον· ἡ γὰρ ἀναλογία ἰσάζει τοὺς φίλους ἐν ταῖς πολιτικαῖς κοινωνίαις. ὁ γὰρ σκυτοτόμος ἀντὶ τῶν ὑποδημάτων οὐχ ὑποδήματα ἀλλὰ τὸ κατ’ ἀξίαν καὶ τὸ ἀνάλογον λήψεται, ὡς ἐν τῷ πέμπτῳ βιβλίῳ διὰ πλειόνων εἴρηται· ὁμοίως δὲ καὶ ὁ ὑφάντης καὶ οἱ ὅμοιοι· τοῦτο γὰρ σώζει τὰς πολιτικὰς | |
10 | κοινωνίας, τὸ ἀναλόγως διδόναι καὶ λαμβάνειν, ὧν ἕκαστος ἢ δεῖται ἢ εὐ‐ πορεῖ. ἀλλ’ ἐν μὲν ταῖς πολιτικαῖς κοινωνίαις ἐστὶ κοινὸν μέτρον καὶ τὸ νόμισμα, πρὸς ὃ πάντα ἀναφέρεται, καὶ ᾧ τὰς δόσεις καὶ τὰς λήψεις μετροῦμεν, ἐν δὲ ταῖς ἠθικαῖς τε καὶ φιλικαῖς οὐκ ἔστιν ᾧ μετρῆσαι δυ‐ νατὸν τὰ ἀνομοιοειδῆ. καὶ διὰ τοῦτο ἐν ἐγκλήμασιν ἀεί εἰσιν αἱ τοιαῦται | |
15 | κοινωνίαι, οἵα ἐστὶν ἡ ἐρωτική. καὶ γὰρ ἐνίοτε μὲν ὁ ἐραστὴς ἐγκαλεῖ τῷ ἐρωμένῳ, ὅτι ὑπερφιλῶν οὐκ ἀντιφιλεῖται, οὐκ ἄξιος ὢν φιλεῖ‐ σθαι, εἰ οὕτως ἔτυχε, πολλάκις δὲ ὁ ἐρώμενος τῷ ἐρῶντι μέμφεται, ὅτι πρότερον ἐπαγγειλάμενος πάντα 〈νῦν οὐθὲν ἐπιτελεῖ. συμβαίνει δὲ τὰ τοιαῦτα, ὅταν ὁ μὲν δι’ ἡδονὴν ἐρῶν, ὁ δὲ〉 διὰ τὸ χρήσιμον, εἶτα μήτε | |
20 | οὗτος πάνυ ἡδὺς ᾖ μήτε ἐκεῖνος χρήσιμος· διὰ ταῦτα γὰρ τῆς φιλίας οὔσης, ἐπειδὰν μὴ παρῶσι, διάλυσις γίνεται. οὐ γὰρ ἀλλήλους ἔστεργον ἀλλὰ τὰ ἀλλήλων, ἃ μὴ ὄντα μόνιμα καὶ τὴν φιλίαν συναπόλλυ‐ σιν· οἱ δὲ ἀλλήλους στέργοντες καὶ τὰ ἀλλήλων ἤθη, οἷοί εἰσιν οἱ σπου‐ δαῖοι, μόνιμοί εἰσιν ἐν τῇ φιλίᾳ. φιλοῦσι γὰρ ἀλλήλους δι’ αὐτοὺς καὶ | |
25 | δι’ οὐδὲν ἄλλο· αὐτοὶ δὲ μένοντες ἐφ’ ἑαυτῶν καὶ τὴν φιλίαν διασώζουσι. διαφέρονται δὲ οἱ ἀνομοιοειδεῖς φίλοι, καὶ ὅταν ἕτερα γίνηται αὐτοῖς παρὰ | |
τῶν φίλων καὶ μὴ ὧν ὀρέγονται. ὅμοιον γὰρ τῷ μηδὲν γίνεσθαι, | 187 | |
188 | ὅταν οὗ ἐφίεται μὴ τυγχάνῃ, ὥσπερ ὁ τῷ κιθαρῳδῷ ἐπαγγειλάμενος, ὅσῳ ἄμεινον ᾄσειε τοσούτῳ πλεῖον δώσειν, εἰς ἕω δὲ ἀπαιτοῦντι τὰς ὑποσχέσεις, ἀνθ’ ἡδονῆς ἡδονὴν ἀποδεδωκέναι ἔφη. εἰ μὲν οὖν ἑκάτερος ἡδονὴν ἐβούλετο λαβεῖν, ἱκανῶς ἂν εἶχεν ἡ κοινωνία, εἰ | |
5 | δὲ ὁ μὲν τέρψιν ἐζήτει, ὁ δὲ κέρδος, καὶ ὁ μὲν ὃ ἐζήτει ἔλαβεν, ὁ δὲ μή, οὐκ ἂν εἴη τὸ κατὰ τὴν κοινωνίαν καλῶς· ὧν γὰρ ἕκαστος δεῖται, τούτων ἕνεκα δίδωσιν ἃ τυγχάνει κεκτημένος αὐτός. | |
8n | 〈Περὶ τοῦ τίνος ἐστὶν ἐν τῇ ἄνευ διομολογίας γινομένῃ εὐερ‐ | |
9n | γεσίᾳ τὴν ἀμοιβὴν τάττειν καὶ ἔτι περὶ τῆς κατ’ ἀρετὴν καὶ τῆς | |
10n | κατὰ τὸ χρήσιμον φιλίας, ἐν ᾗ διομολογία οὐ γίνεται. κεφ. βʹ.〉 | |
11 | Ἐν μὲν οὖν ταῖς ἀνομοίοις φιλίαις τὸ ἀνάλογον καὶ κατ’ ἀξίαν ζη‐ τεῖται· ἀπορία δέ ἐστι, πότερος κύριος τάττειν ἀξίαν ἀμοιβήν, ὁ προϊέ‐ μενος ἢ ὁ λαμβάνων. ὁ γὰρ προϊέμενος ἔοικεν ἐπιτρέπειν τῷ λαμβάνοντι τάξαι τὴν ἀξίαν ἀμοιβήν, ὥσπερ ὁ Πρωταγόρας ἐποίει· τοὺς γὰρ φοιτητὰς | |
15 | τῆς διδασκαλίας τὸν μισθὸν οὐκ αὐτὸς ὁριζόμενος ἀπῄτει, ἀλλ’ αὐτοὺς ἐκέλευε τιμᾶν ὅσου νομίζουσιν ἄξια μεμαθηκέναι, καὶ τοσοῦτον ἐλάμβανεν. ἐν ταῖς τοιαύταις δὲ κοινωνίαις ἔνιοι ταῖς ἀναλόγοις ἀμοιβαῖς ἀρκοῦνται καὶ ἀγαπῶσι τοῖς Ἡσιόδου μισθὸς δ’ ἀνδρὶ ἄρκιος εἴη· | |
20 | οἱ δὲ ἀγοραῖοι καὶ κατ’ ἐμπορίαν ταῖς κοινωνίαις χρώμενοι πλείω ζη‐ τοῦσιν, οἳ καὶ προλαβόντες ἐνίοτε τἀργύριον καὶ αὐτίκα δώσειν ἐπαγγειλά‐ μενοι οὐκ ἀποδιδόασιν, οὐδὲ ποιοῦσιν οὐδὲν ὧν ἔφασαν· καὶ ἐγκαλοῦνται δικαίως, ὅτι τὰ ἔργα ταῖς ἐπαγγελίαις ὑπερβάλλουσι· διὰ τοῦτο καὶ οἱ σοφισταὶ οὐ διδάσκουσι πρὶν μισθὸν λαβεῖν τῆς διδασκαλίας διὰ τὸ μηδένα | |
25 | ἂν δοῦναι ἀργύριον ὧν μεμάθηκεν ἕνεκα, ὅτι φαῦλα· ἐπαγγελλόμενοι δὲ μεγάλα διδάξειν, λαμβάνουσι μὲν τὸν μισθόν, διδάσκουσι δὲ τὰ φαυλότατα· οὗτοι μὲν οὖν ὧν ἔλαβον τὸν μισθὸν μὴ ποιοῦντες εἰκότως ἐν ἐγκλήμασίν εἰσιν. ἐν αἷς δὲ κοινωνίαις οὐ γίνεται διομολογία τῆς ἀμοιβῆς ἢ τῆς ὑπουργίας, οἱ μὲν ὠφελοῦντες τοὺς φίλους δι’ αὐτούς, καὶ | |
30 | προϊέμενοι τὰ ἑαυτῶν τῶν φίλων ἕνεκα, οἷοί εἰσιν οἱ σπουδαῖοι, εἴρηται ὅτι ἀνέγκλητοι. τοιαύτη γὰρ ἡ κατ’ ἀρετὴν φιλία· τὴν ἀμοι‐ βήν τε ποιητέον κατὰ τὴν προαίρεσιν· αὕτη γὰρ τοῦ φίλου καὶ τῆς ἀρετῆς, ὡς ἐν τοῖς προειρημένοις ἐδείχθη. τοιαύτη δέ ἐστι καὶ ἡ κατὰ φιλοσοφίαν κοινωνία· ὁ γὰρ διδάσκαλος τῆς φιλοσοφίας τὸν μαθητὴν | |
35 | οὐ χρήματα ἀπαιτεῖ ἢ τιμὴν ὡρισμένως, ἐπεὶ μηδέ ἐστιν ἄξιόν τι τῆς φιλοσοφίας οὔτε ἐν χρήμασιν οὔτε ἐν τιμῇ, ἀλλὰ τὴν προαίρεσιν σκοπεῖ· ἔργον δὲ καὶ ἀμοιβὴν ἱκανὸν ἡγεῖται τὸ ἐνδεχόμενον, καθάπερ καὶ τὸ | |
πρὸς θεοὺς καὶ πρὸς γονεῖς ἔχει δίκαιον. οἱ μὲν οὖν τοῖς φίλοις χαριζό‐ | 188 | |
189 | μενοι δι’ αὐτοὺς οὕτω μετροῦσι τὴν ἀξίαν τῶν ἀμοιβῶν. οἱ δὲ ἐπί τινι ἢ διὰ χρήσιμον ἢ διὰ ἡδονὴν οὕτω δώσουσι καὶ λήψονται τὴν ἀμοιβήν, ὡς ἀμφοτέροις δοκεῖ ἄξιον εἶναι. οὕτω γὰρ ἂν γένοιτο καθαρὰν ἐγκλημά‐ των τὴν κοινωνίαν γενέσθαι. εἰ δὲ μὴ συμβαίνει τοῦτο, μηδὲ δύνανται | |
5 | καὶ ἄμφω κρίνειν τὴν προσήκουσαν ἀμοιβὴν ἀλλὰ ἢ ὁ ἕτερος μόνον ἢ μηδέτερος, ἀνάγκη κατὰ τὴν κρίσιν τοῦ δεχομένου τὰς εὐεργεσίας τὰς ἀμοιβὰς γίνεσθαι. εἰ γὰρ ὁ μὲν ἀντὶ τοσούτων τοσαῦτα διδόναι βούλε‐ σθαι λέγοι, ὁ δὲ ἐπὶ τούτοις παρέχοι, ὁ μὲν ἃ δοῦναι συνέθετο δώσει, καὶ ἀμείψεται ἢ ἡδονὴν ἢ ἄλλην τινὰ ὠφέλειαν ἀποδούς, ὁ δὲ οὐκ ἐγκα‐ | |
10 | λέσει, λαβὼν ἃ λαβεῖν ἔκρινεν ἄξιον εἶναι· τοῦτο δὲ οὐ μόνον ἀναγκαῖόν ἐστι καὶ τὴν κοινωνίαν ἀπαλλάττει πραγμάτων, ἀλλὰ καὶ δίκαιον. εἰ γάρ τις ὧν βούλεται τύχοι, οὐκ ἀδικεῖται· διὰ τοῦτο καὶ ἐν τοῖς ὠνίοις οὕτω φαίνεται γινόμενον· ὁ γὰρ ὠνούμενος τάττει τὴν τιμὴν καὶ μετρεῖ τῇ ἑαυτοῦ ὠφελείᾳ ἢ τῇ ἡδονῇ, καὶ τοσούτου ἄξιον εἶναι λέγει τὸ ζητού‐ | |
15 | μενον ὤνιον. καὶ νόμος δὲ παρά τισι κεῖται τῶν ἑκουσίων συμβολαίων δίκας μὴ εἶναι μηδὲ ζητεῖν δικαστὴν ἕτερον ἐν ταῖς τοιαύταις κοινωνίαις μηδὲ νόμους ἑτέρους, ἀλλ’ ᾧ τις ἐπίστευσε καὶ κεκοινώνηκε τῶν αὐτοῦ καὶ ταῖς συνθήκαις χρησάμενον διαλύεσθαι. δικαιότερον γὰρ οἴονται κρίνειν τὸν ἐπιτραπέντα ἐξ ἀρχῆς τάξαι τὴν ἀμοιβὴν ἢ τὸν ἐπιτρέψαντα· | |
20 | ὁ μὲν γὰρ ἐπιτρέψας τῷ δεχομένῳ ψηφίσεται· περὶ τῶν ἑαυτοῦ δὲ οὐδεὶς ἀξιόπιστός ἐστι κριτής. ὡς γὰρ ἐπὶ τὸ πλεῖστον τὰ οἰκεῖα καὶ ἃ δίδωσιν ἕκαστος πολλοῦ ἄξια νομίζει· ὁ δὲ ἐπιτραπεὶς τάξαι τὴν ἀμοιβὴν ὧν δέχεται εὐεργεσιῶν, ἐὰν ὕστερον πράγματα αὐτῷ παρέχῃ ὁ κοινωνήσας τῶν ἑαυτοῦ ὡς οὐκ ἀξίως ἀμειψαμένῳ, δύναται κρίνειν ὀρθῶς, χρησάμενος | |
25 | ταῖς ἐξ ἀρχῆς συνθήκαις, ἃς οὗτός τε διωμολόγησε, κἀκεῖνος συνέθετο· οὐ γὰρ ὅσου νῦν ἄξια νομίζει μετὰ τὸ λαβεῖν, τοσαῦτα παρέξει, ἀλλ’ ὅσων ἐτίμα μήπω λαβών. | |
28n | 〈Τίνα τίσιν ἀποδοτέον. κεφ. γʹ〉 | |
29 | Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. ζητητέον δὲ κἀκεῖνο, πότερον τοῖς τι‐ | |
30 | μιωτάτοις καὶ φιλτάτοις πάντα ἀποδοτέον καὶ πειστέον, ἢ ἔστιν ἃ τοῖς ἧττον τιμίοις καὶ φιλουμένοις μᾶλλον ἀποδώσομεν ἢ τοῖς τιμιωτάτοις καὶ φιλτάτοις, οἷον τῷ πατρὶ πάντα πειστέον, ὅ τι ἂν καὶ ἡνίκα κελεύοι, ἢ οὐκ ἀεί, ἀλλὰ κάμνοντα μὲν ἰατρῷ πειστέον, πολεμοῦντα δὲ στρατηγικῷ· καὶ στρατηγὸν χειροτονεῖν ἄξιον οὐ τὸν φίλον ἢ τὸν πατέρα ἀλλὰ τὸν | |
35 | πολεμικόν· ὁμοίως δὲ δεῖ ὑπηρετεῖν ποτέρῳ μᾶλλον, τῷ φίλῳ ἢ τῷ σπουδαίῳ, καὶ χάριν δοῦναι τῷ ἑταίρῳ ἢ τῷ εὐεργέτῃ, καὶ ᾧ τυγχάνομεν ὀφείλοντες, ἐάν γε ἀμφοτέρους εὖ ποιῆσαι οὐκ ἐνδέχηται. ταῦτα μὲν οὖν πάντα κατὰ μέρος καὶ ἀκριβῶς διορίσασθαι οὐ ῥᾴδιον· πολλὰς γὰρ καὶ | |
παντοίας ἔχει διαφορὰς καὶ ποικίλως διαφέρουσιν ἀλλήλων καὶ | 189 | |
190 | μεγέθει καὶ μικρότητι καὶ τῷ καλῷ καὶ τῷ ἀναγκαίῳ. οὐ γὰρ ὁμοίως πάντα μικρὰ ἢ μεγάλα ἢ καλὰ ἢ ἀναγκαῖά εἰσιν, ἀλλ’ ἐνίοτε τὸ θεραπεύειν τὸν φίλον ἀναγκαιότερον δοκεῖ τοῦ τὸν σπουδαῖον θεραπεύειν, ἐνίοτε δὲ τὸν εὐεργέτην κάλλιον εὖ ποιεῖν ἢ τὸν φίλον καὶ τὸ ἀνάπαλιν· | |
5 | διὰ τοῦτο λόγον ἀκριβῆ περὶ τούτων ἑκάστου δοῦναι οὐ δυνατόν. τοῦτο δὲ φανερόν, ὅτι οὐ πάντα τῷ αὐτῷ ἀποδοτέον, ἀλλὰ τὰς μὲν εὐεργεσίας ἀνταποδιδόναι δικαιότερον ὡς ἐπὶ τὸ πολὺ μᾶλλον ἢ χαρίζεσθαι τοῖς ἑταίροις, καθάπερ δάνειον τῷ χρήσαντι μᾶλλον δοτέον ἢ τῷ ἑταίρῳ. ὡς ἐπὶ τὸ πολὺ δὲ λέγω, ὅτι συμβαίνει καὶ τὸ ἀνάπαλιν δικαιότερον εἶναι, | |
10 | οἷον τῷ λυτρωθέντι παρὰ λῃστῶν, πότερον τὸν λυσάμενον ἀντι‐ λυτρωτέον, κἂν ὁστισοῦν ᾖ, ἢ μὴ ἑαλωκότι μέν, ἀπαιτοῦντι δὲ αὐτῷ ἀποδοτέον, ἢ λυτρωτέον τὸν πατέρα; δόξειε γὰρ ἂν καὶ ἑαυτοῦ μᾶλλον τὸν πατέρα· διὰ τοῦτο εἴρηται, καθόλου μὲν καὶ ὡς ἐπὶ τὸ πολὺ ἀντα‐ ποδοτέον τὸ ὀφείλημα μᾶλλον ἢ χαριστέον τῷ φιλουμένῳ. ἐὰν δὲ τὸ | |
15 | χαρίσασθαι τοῖς φίλοις οὕτω σφόδρα ἀναγκαῖον ᾖ καὶ καλόν, ὡς ὑπερ‐ βάλλειν τὸ πρὸς τοὺς εὐεργέτας δίκαιον, πρὸς τοῦτο ἀποκλιτέον· ἐπεὶ οὐδὲ ἀεὶ δίκαιόν ἐστι τὸν εὐεργέτην ἀμείψασθαι, εἰ μοχθηρὸς εἴη ὁ εὐεργέτης, οἷον εἴ τις ἀγαθῷ δεδάνεικε μοχθηρός, οὐ γὰρ ὁ ἀγαθὸς δανείσει τῷ μοχθηρῷ· ὁ μὲν γὰρ εἰδώς, ὅτι λήψεται παρὰ τοῦ ἀγαθοῦ, δεδάνεικεν, ὁ | |
20 | δὲ ἀγαθὸς οὐκ ἐλπίζων ἀπολήψεσθαι οὐκ ἀδικεῖ μὴ δανείζων. εἴτε τοίνυν ἀληθῆ περὶ τοῦ μοχθηροῦ νομίζει ὁ ἀγαθός, ὡς καὶ τοῦτο μοχθηρὸς ἔσται, καὶ οὐκ ἀποδώσει, εἰκότα ποιεῖ μὴ δανείζων, εἴτε μὴ οὕτως ἔχει, οἴεται δέ, καὶ διὰ τοῦτο οὐκ ἀμείβεται τοῖς ἴσοις, καὶ οὕτως οὐ πόρρω ποιεῖ τοῦ δικαίου. οὐ γάρ ἐστι δίκαιον, ἃ δίδωσιν ὁ φαῦλος τῷ σπου‐ | |
25 | δαίῳ, ταῦτα καὶ παρ’ ἐκείνου λαμβάνειν· οὐ γάρ ἐστιν ἴσον τὸ παρὰ τοῦ φαύλου τῷ παρὰ τοῦ ἀγαθοῦ, ὅταν τὸ αὐτὸ γίνηται παρ’ ἀλλήλων ἀμφο‐ τέροις· μεῖζον γὰρ γίνεται τῷ ἀξιώματι τοῦ διδόντος· διὰ τοῦτο εἴρηται, ὅτι οὐκ ἀεὶ τοῖς εὐεργέταις μᾶλλον ἀνταποδοτέον ἢ χαριστέον τοῖς φίλοις. ὃ γὰρ πολλάκις εἶπον ἐν τοῖς ἔμπροσθεν, οἱ περὶ τῶν παθῶν καὶ τῶν | |
30 | πράξεων λόγοι τοῖς πάθεσι καὶ ταῖς πράξεσιν ἀκολουθοῦσιν, ἄλλοτε ἄλλως ἔχοντες ὥσπερ ἐκεῖνα· καὶ ὡρισμένους περὶ ἑκάστου καὶ ἀκριβεῖς ἀπο‐ δοῦναι οὐ δυνατόν. ὅτι μὲν οὖν οὐ ταὐτὰ πᾶσιν ἀποδοτέον, οὐδὲ τῷ πατρὶ πάντα, καθάπερ οὐδὲ τῷ Διὶ πάντα θύομεν, φανερόν. ἐπεὶ δὲ ἄλλα μὲν ὀφείλομεν τοῖς γονεῦσιν, ἕτερα δὲ τοῖς ἀδελφοῖς, καὶ | |
35 | ἄλλα τοῖς εὐεργέταις ἢ ἑταίροις, ἀπονεμητέον ἑκάστοις τὰ οἰκεῖα καὶ τὰ ἁρμόζοντα. ταῦτα δὴ καὶ ποιοῦντες φαίνονται σχεδὸν πάντες· εἰς γάμους μὲν γὰρ καλοῦσιν οὐ τοὺς εὐεργέτας ἢ τοὺς ἑταίρους ἀλλὰ τοὺς συγγενεῖς· τούτοις γὰρ κοινὸν τὸ γένος καὶ αἱ περὶ τοῦτο δὴ πράξεις· καὶ εἰς τὰ κήδη δὲ μάλιστα οἴονται δεῖν τοὺς συγγενεῖς ἀπαντᾶν τῶν | |
40 | αὐτῶν ἕνεκα. δόξειε δ’ ἂν τοῖς μὲν γονεῦσι τροφὴν ἐπαρκεῖν, καὶ τούτοις | |
μᾶλλον ἢ ἑαυτοῖς· τὸ γὰρ εἶναι δεῖ συντηρεῖν τοῖς γονεῦσιν, ὅθεν ἐστὶν | 190 | |
191 | αὐτοῖς τὸ εἶναι· καὶ τιμὴν δὲ ἀπονεμητέον αὐτοῖς καθάπερ θεοῖς· οὐ πᾶσαν δὲ τιμὴν καὶ παντοίαν· οὐ γὰρ τὴν αὐτὴν πατρὶ καὶ μητρί, οὐδὲ ἀμφοτέροις τὴν τοῦ σοφοῦ τιμὴν ἀποδοτέον ἢ τὴν τοῦ στρατηγοῦ, ἣν δηλαδὴ τιμῶμεν τὸν σοφὸν ἢ τὸν στρατηγόν, ἀλλὰ τὴν πατρικὴν μὲν | |
5 | τῷ πατρί, τῇ δὲ μητρὶ τὴν προσήκουσαν. ἀπονεμητέον δὲ καὶ παντὶ πρεσβυτέρῳ τιμὴν τὴν καθ’ ἡλικίαν, οἵαν δηλονότι προσήκει νέον ἀπο‐ δοῦναι γέροντι, ὑπαναστάσει καὶ κατακλίσει καὶ τοῖς τοιούτοις· ἑταίροις δὲ καὶ ἀδελφοῖς ἀποδοτέον παρρησίαν καὶ κοινότητα, καὶ συγγενέσι καὶ φυλέ‐ ταις καὶ πολίταις καὶ τοῖς λοιποῖς ἅπασι· καὶ πειρατέον τὸ οἰκεῖον | |
10 | ἀπονέμειν ἑκάστῳ, θεωροῦντα τὴν ἑκάστου πρὸς αὑτὸν οἰκειότητα ἢ χρῆ‐ σιν ἢ τὴν ἀρετήν, καὶ τούτοις μετροῦντα τὰς πρὸς αὐτοὺς τιμὰς καὶ κοι‐ νωνίας. τῶν μὲν οὖν ὁμογενῶν ῥᾴων ἡ κρίσις· τοῖς γὰρ συγγενέσιν ἢ πολίταις ἢ φυλέταις ἢ καὶ ἄλλως ὁμοτρόποις, ἃ δεῖ ἀποδιδόναι, ῥᾳδίως ἐπιγνωσόμεθα· τοῖς δὲ ἀλλοτρίοις καὶ διαφέρουσιν εὑρεῖν ἃ δεῖ ἀπονέμειν, | |
15 | ἐργωδέστερον. οὐ μὴν διὰ τοῦτο ἀποστατέον τῶν εἰκότων, ἀλλ’ ὡς ἐνδέ‐ χεται διοριστέον περὶ ἑκάστου, καὶ περὶ πάντας τὰ 〈κατὰ τὸ δέον〉 γιγνό‐ μενα τηρητέον. | |
18n | 〈Περὶ τοῦ διαλύεσθαι τὰς φιλίας ἢ μή. κεφ. δʹ.〉 | |
19 | Ἔτι δὲ κἀκεῖνο ζητητέον ἐστίν, εἰ δεῖ διαλύεσθαι τὰς φιλίας ἢ μή· | |
20 | ἔχει γὰρ ἀπορίαν, εἰ δέον ἐστὶν ἐνίοτε τοῦ φίλου στέργοντος ἔτι καὶ φιλοῦντος, αὐτόν τινα παύεσθαι τῆς φιλίας. λέγομεν τοίνυν, ὅτι πρὸς μὲν τοὺς διὰ τὸ χρήσιμον ἢ ἡδὺ φιλουμένους, ὅταν μηκέτι ταῦτ’ ἔχωσιν, οὐδὲν ἄτοπον διαλύεσθαι· τοῦ ἡδέος γὰρ ἢ τοῦ χρησίμου διαλιπόντος, ὧν ἦσαν φίλοι, εὔλογον μὴ φιλεῖν· ὅταν δὲ οἱ διὰ τὸ χρήσιμον ἢ ἡδὺ | |
25 | φιλοῦντες προσποιῶνται διὰ τὸ ἦθος φιλεῖν καὶ τοῦ ἀγαθοῦ ἕνεκα, καὶ διὰ τοῦτο διαλυόμενοι ἐλέγχωνται, ἀδικοῦσι καὶ δικαίως ἐν ἐγκλήμασίν εἰσιν. ὅπερ γὰρ ἐν ἀρχῇ εἴπομεν, ἐγκλημάτων αἱ τοιαῦται φιλίαι γέμουσιν, ὅταν μὴ διὰ τὸ αὐτὸ καὶ ὁμοίως φιλῶνται καὶ φιλῶσιν ἀλλή‐ λους, μηδὲ οἴωνται φιλεῖσθαι ὥσπερ φιλοῦνται, ἀλλὰ ἀπατῶνται. τηνικαῦτα | |
30 | γὰρ ἐλεγχομένης τῆς ἀπάτης ἐγκαλοῦσιν ἀλλήλοις. ὅταν μὲν οὖν δια‐ ψευσθῇ τις καὶ ὑπολάβῃ φιλεῖσθαι διὰ τὸ ἦθος, μηδὲν τοιοῦτον ἐκείνου πράττοντος ἢ λέγοντος, ὃ προσήκει τῷ διὰ τὸ ἦθος φιλοῦντι, ἑαυτὸν ἂν αἰτιῷτο δικαίως· ὅταν δὲ ὑπὸ τῆς ἐκείνου προσποιήσεως ἀπα‐ τηθῇ, δίκαιον ἐγκαλεῖν τῷ ἀπατήσαντι, καὶ μᾶλλον ἢ τοῖς τὸ | |
35 | νόμισμα κιβδηλεύουσιν, ὅσῳ περὶ τὰ τιμιώτερα ἡ κακουργία. τοῖς μὲν οὖν διὰ τὸ χρήσιμον καὶ ἡδὺ φίλοις οὕτω δικαίως συμβαίνει διαλύε‐ σθαι. εἰ δέ τις διὰ τὸ ἦθος φιλεῖ καὶ ὡς ἀγαθὸν ἀποδέχεται, γένοιτο δὲ μοχθηρός, ἢ καὶ δοκεῖ τῷ φιλοῦντι, ἆρα φιλητέον ἔτι ἢ διαλυτέον; ῥη‐ | |
τέον δή, ὅτι οὐδὲ δυνατόν ἐστι τὸν μὴ ἀγαθὸν δοκοῦντα φιλητὸν εἶναι· | 191 | |
192 | τὸ γὰρ φιλητὸν ἀγαθόν, 〈τὸ δὲ πονηρὸν〉 οὐδὲ δίκαιον· φιλοπόνηρον γὰρ οὐ χρή τινα εἶναι οὐδ’ ὁμοιοῦσθαι φαύλῳ· εἰ δὲ φιλεῖ, πᾶσα ἀνάγκη ὁμοιοῦ‐ σθαι· εἴρηται γάρ, ὅτι τὸ ὅμοιον τῷ ὁμοίῳ φίλον. ἆρ’ οὖν εὐθὺς δια‐ λυτέον; ἢ οὐ πᾶσιν εὐθὺς διαλύεσθαι χρὴ ἀλλὰ τοῖς ἀνιάτοις δι’ | |
5 | ὑπερβολὴν μοχθηρίας; τοῖς δὲ ἰάσιμα νοσοῦσι καὶ δυναμένοις ἐπανόρθωσιν δέξασθαι, οὐ διαλυτέον, ἀλλὰ δεῖ βοηθῆσαι πάσῃ σπουδῇ καὶ τὸ ἦθος ἐπανορθῶσαι καὶ σῶσαι αὐτοῖς τὴν ἀρετὴν μᾶλλον ἢ τὴν οὐσίαν· ἐπεὶ βέλτιον τῆς οὐσίας ἡ ἀρετὴ καὶ τὸ εἰς ταύτην βοηθεῖν τοῖς φίλοις φιλι‐ κώτερον ἢ τὸν πλοῦτον διασώσασθαι· εἰ δὲ πενίαν ἀπελαύνειν δεῖ τῆς | |
10 | τοῦ φίλου οἰκίας τὸν δυνάμενον, πόσῳ δικαιότερον τὴν ἀρετὴν ἐπανάγειν, ἄλλως 〈τε καὶ〉 οἰκειότερον 〈ὄν〉, ὅτι διὰ τὴν ἀρετήν εἰσι φίλοι· τὸ μὲν οὖν βέλτιον, τὸ καὶ μοχθηρὸν γενόμενον τὸν φίλον φιλεῖν ἔτι καὶ ζητεῖν ἐπανορθοῦν, εἰ δέ τις εὐθὺς διαλύοιτο, οὐ δοκεῖ ποιεῖν ἔξω λόγου· οὐ γὰρ τῷ μοχθηρῷ φίλος ἦν ἀλλὰ τῷ ἀγαθῷ· τὸν δὲ ἀγαθὸν μηκέτι ὄντα | |
15 | μὴ φιλῶν οὐδένα ἀδικεῖ· τὸν τοίνυν ἀγαθὸν ἀλλοιωθέντα ἀδυνατῶν ἀνα‐ σῶσαι ἀφίσταται τῆς πρὸς αὐτὸν φιλίας· εἰ μὲν οὖν ὁ φίλος ἐξ ἀγαθοῦ πονηρὸς γένοιτο, οὕτω χρηστέον τῇ διαλύσει. εἰ δὲ τῶν φίλων ὁ μὲν ἐπιεικέστερος ἑαυτοῦ γένοιτο καὶ πολὺ διαλλάττοι τῇ ἀρετῇ, ὁ δὲ ὡς εἶχε μένοι, ἆρα χρηστέον τὸν σπουδαῖον τῷ μὴ τοιούτῳ, ἢ οὐκ ἐνδέχεται, | |
20 | ἀλλὰ διαλυτέον; ἐν μεγάλῃ δὲ διαστάσει μάλιστα δῆλον γίνεται. εἰ γὰρ δύο παίδων φίλων ὄντων, διὰ τὴν ἡλικίαν καὶ τὸ διατριβῶν καὶ παιδιᾶς κοινωνεῖν, ὁ μὲν εἰς ἄνδρας ἐλθὼν σπουδαῖος γένοιτο καὶ ἀνὴρ εἴη τοῖς ὅλοις, ὁ δὲ νεαρὸν ἔτι μένοι τὸ ἦθος ἔχων, πῶς ἂν εἶεν φίλοι, μήτε τοῖς αὐτοῖς ἀρεσκόμενοι μήτε τοῖς αὐτοῖς χαίροντες ἢ λυπουμένοι; | |
25 | οὐδὲ γὰρ χαριεῖται οὐδέτερος οὐδετέρῳ· οὐδὲ γὰρ ἔχει ὃ ποιήσας ἡδίω ποιήσει τὸν φίλον· ἔτι δὲ οὐδὲ συζῆν δυνήσονται, ὧν χωρὶς οὐκ ἔνι φιλίαν συστῆναι, καθὼς εἴρηται. ἆρ’ οὖν οὕτω πρὸς αὐτὸν διακεῖσθαι δεῖ τὸν σπουδαῖον, ὥσπερ εἰ μηδέποτε γέγονε φίλος, ἢ δεῖ μνείαν ἔχειν τῆς γενομένης συνηθείας, καὶ καθάπερ φίλοις μᾶλλον ἢ ὀθνείοις | |
30 | οἰόμεθα δεῖν χαρίζεσθαι, οὕτω καὶ τοῖς ποτὲ γενομένοις φίλοις πλέον δεῖ νέμειν, ἢ οἷς οὐδέποτε ἐχρησάμεθα; δοκεῖ τοίνυν ὀφείλεσθαί τι αὐ‐ τοῖς διὰ τὴν προγενομένην φιλίαν, ἐὰν μὴ δι’ ὑπερβολὴν μοχθη‐ ρίας ἡ διάλυσις γένηται. | |
34n | 〈Περὶ φιλικῶν ἔργων καὶ ὅτι φίλος ὁμοίως εἰς ἑαυτόν τε καὶ | |
35n | τὸν φίλον, φαῦλος δὲ οὔτε εἰς ἑαυτόν πως οὔτ’ εἰς ἄλλον φιλι‐ | |
36n | κῶς διάκειται. κεφ. εʹ.〉 | |
37 | Καὶ οὕτω μὲν γίνοιντο ἂν ἐπικαίρως αἱ τῶν φιλιῶν διαλύσεις. ἔτι δὲ | |
περὶ αὐτῆς τῆς φιλίας λέγωμεν. τὰ τοίνυν φιλικὰ καὶ ἐν οἷς ἡ φιλία συνί‐ | 192 | |
193 | σταται δοκοῦσιν ὥσπερ κανόνα τινὰ ἔχειν καὶ ἀρχὴν τὰ παρ’ ἑκάστου ἑαυ‐ τῷ ὀφειλόμενα· ταὐτὰ γὰρ ζητοῦσι παρ’ ἀλλήλων οἱ φίλοι, ἃ καὶ παρ’ ἑαυτῶν. καὶ διὰ τοῦτο φίλον ὁρίζονται εἶναι τὸν βουλόμενον τὰ ἀγαθὰ τῷ φίλῳ καὶ πράττοντα ἐκείνου ἕνεκα ἢ τὸν βουλόμενον εἶναι καὶ | |
5 | ζῆν τὸν φίλον αὐτοῦ χάριν, ὅπερ αἱ μητέρες πρὸς τὰ τέκνα πεπόνθασι· βούλονται γὰρ τὰ τέκνα ζῆν καὶ εὖ πράττειν αὐτῶν ἕνεκα τῶν τέκνων, ἐπεὶ καὶ μὴ φιλούμεναι πολλάκις ὑπὸ τῶν τέκνων ἢ μηδὲ γιγνωσκόμεναι τὰ ἀγαθὰ καὶ τὴν εὐδαιμονίαν αὐτοῖς συνεύχονται· τοῦτο δὲ πάσχουσι καὶ τῶν φίλων οἱ προσκεκρουκότες μὲν καὶ περιοφθέντες, μέ‐ | |
10 | νοντες δὲ αὐτοὶ ἐν τῷ φιλεῖν· βούλονται γὰρ τοῖς φίλοις πάντα τὰ ἀγαθά, μηδὲν ἐλπίζοντες κοινωνήσειν αὐτοί, ἀλλὰ αὐτῶν ἕνεκα· ἔτι 〈δὲ〉 φίλον ὁρίζονται εἶναι καὶ τὸν συναλγοῦντα καὶ συγχαίροντα τῷ φίλῳ· ὅπερ καὶ αὐτὸ μάλιστα περὶ τὰς μητέρας συμβαίνει. ἀπὸ τούτων δὲ καὶ ὁ τῆς φιλίας ὁρισμός· ἀπὸ γὰρ τοῦ ὁρισμοῦ τῶν ἐχόντων καὶ ὁ ὁρισμὸς | |
15 | τῆς ἕξεως λαμβάνεται· ὁ γὰρ ὁρισμὸς τοῦ σώφρονος τὸν τῆς σωφροσύνης ὁρισμὸν παρέχει· οὗτοι μὲν οὖν οἱ τῆς φιλίας καὶ τῶν φίλων ὁρισμοί· ἐλήφθησαν δὲ ἀπὸ τῶν ὀφειλομένων παρ’ ἑκάστου πρὸς ἑαυτόν, καθὼς εἴρηται. καὶ γὰρ ὁ ἐπιεικὴς ταῦτα πάντα πρὸς ἑαυτόν ἐστιν, ἅπερ ὁ ἀλη‐ θὴς φίλος πρὸς τὸν φίλον· καὶ ὁ φίλος ἑαυτῷ μάλιστα ὁ ἐπιεικής ἐστι, | |
20 | καὶ ὃς οἴεται ἐπιεικὴς εἶναι. εἰ δὲ μὴ πάντες, καὶ οἱ φαῦλοι τὰ φιλικὰ ἀπονέμουσιν ἑαυτοῖς, οὐδὲν προσίσταται τῷ λόγῳ. καὶ γὰρ ἃ οἱ σπουδαῖοι καὶ ἐπιεικεῖς ποιοῦσι, ταῦτά εἰσι τὰ διαφέροντα τοῖς ἀνθρώποις καὶ τῇ κοινῇ φύσει· καὶ γὰρ μέτρον ἐστὶν ἡ ἀρετὴ καὶ ὁ σπουδαῖος τῶν ἀνθρω‐ πίνων παθῶν καὶ τῶν πράξεων· ἃ δὲ ὁ φαῦλος ζητεῖ, οὐκ εἰς τὴν κοινὴν | |
25 | ἀνάγεται φύσιν· τὴν γὰρ περὶ ταῦτα ψῆφον οὐκ ἀπὸ τῶν νοσούντων ἀλλ’ ἀπὸ τῶν ὑγιαινόντων ληψόμεθα. ὅτι δὲ ὁ ἐπιεικὴς τὰ φιλικὰ ἑαυτῷ πάντα ἀπονέμει, δῆλον. οὗτος γὰρ ὁμογνωμονεῖ ἑαυτῷ καὶ τῶν αὐτῶν ὀρέγεται κατά τε 〈τὴν〉 λογικὴν ψυχὴν καὶ κατὰ τὴν ἄλογον· καὶ οὐ καθάπερ ὁ ἀκρατὴς τἀναντία ζητεῖ, καὶ τὸ παθητικὸν αὐτῷ τῷ λογιστικῷ | |
30 | πολεμεῖ. καὶ βούλεται δὴ ὁ σπουδαῖος τὰ ἀγαθὰ ἑαυτῷ, τά τε κυρίως ἀγαθά, ὅσα εἰς ἀρετὴν φέρει καὶ τὰ φαινόμενα ἀγαθὰ καὶ αὐτῇ τῇ ἀρετῇ βοηθοῦντα, καὶ βούλεται ἑαυτῷ ἀγαθὰ ἑαυτοῦ ἕνεκα· ὁ γὰρ φαῦλος οὐχ ἑαυτοῦ ἕνεκα. τὸ γὰρ διανοητικόν ἐστι τὸ ἀνθρώπινον εἶναι, οὗ ἕνεκα ὁ μὲν σπουδαῖος πάντα ποιεῖ καὶ τὰ ἀγαθὰ πάντα ζητεῖ, ὁ δὲ φαῦλος | |
35 | οὐδέν. οὐ γὰρ τὴν θεωρίαν ὁ φαῦλος ἔχει τέλος τῶν ἑαυτοῦ πράξεων ἀλλὰ τὴν ἡδονὴν τὴν φαύλην· ὅθεν οὐ βούλεται τὰ ἀγαθὰ ἑαυτῷ ἑαυτοῦ ἕνεκα. ἔτι δὲ καὶ ζῆν βούλεται ἑαυτὸν ὁ σπουδαῖος καὶ σώζεσθαι, καὶ μάλιστα κατὰ τὸ διανοητικόν· καὶ πάντα πράττει, ἃ οἴεται ἀγαθὰ εἶναι | |
ἑαυτῷ καὶ ἃ πρὸς τὸ ζῆν φέρει καὶ τὸ σώζεσθαι. τῶν δὲ ἄλλων οἱ μὲν | 193 | |
194 | μὴ πάνυ ἐκτετραμμένοι τοῦ ὀρθοῦ, ἀλλ’ οὕτως ἔχοντες ὥστε δύνασθαι οἴεσθαι ἐπιεικεῖς εἶναι τὰ δοκοῦντα ἀγαθὰ καὶ αὐτοὶ ζητοῦσι καὶ βούλον‐ ται ἑαυτοῖς καὶ ζῆν καὶ σώζεσθαι· οὕτω δὲ ἔχουσιν, ὅτι τρόπον τινὰ ἐοί‐ κασι τοῖς σπουδαίοις. οἱ δὲ σφόδρα φαῦλοι καὶ ἀνοσιουργοὶ οὐδὲν τούτων | |
5 | ἔχουσιν· οὔτε γὰρ τὰ δοκοῦντα ἀγαθὰ διώκουσιν, ἀλλὰ ἄλλα μὲν βούλον‐ ται, ἑτέρων δὲ ἐπιθυμοῦσιν, οἷοί εἰσιν οἱ ἀκρατεῖς, καὶ εἰσὶ δὲ οἳ διὰ δειλίαν καὶ ἀργίαν ἀφίστανται τοῦ πράττειν, ἃ οἴονται ἑαυτοῖς βέλτιστα εἶναι· οὔτε τοίνυν τὰ δοκοῦντα ἀγαθὰ διώκουσιν, οὔτε βούλονται ἑαυτοῖς τὸ ζῆν καὶ σώζεσθαι· ἔνιοι γὰρ τῷ πολλὰ καὶ δεινὰ πρᾶξαι μισηθέντες | |
10 | διὰ μοχθηρίας ὑπερβολὴν φεύγουσι τὸ ζῆν καὶ ἀναιροῦσιν ἑαυτούς. ὁ δὲ σπουδαῖος βούλεται ἑαυτῷ ζῆν· ἀγαθὸν γὰρ τῷ σπουδαίῳ τὸ εἶναι· τὴν γὰρ θεωρητικὴν διώκει ζωὴν 〈καὶ〉 τὴν ἑαυτοῦ οὐσίαν συνιστάναι ζητεῖ· ἐν γὰρ τῷ νοεῖν ἡ ἑκάστου οὐσία συνίσταται ἢ ἐν τούτῳ μάλιστα. ὃς δὲ τῷ ἀλόγῳ βούλεται τὸ εἶναι καὶ σώζεσθαι καὶ ἑαυτῷ βούλεται τὰ ἀγαθὰ | |
15 | τοῦ οἰκείου εἶναι παρατραπέντι, οὐχ ἑαυτῷ βούλεται τὰ ἀγαθὰ ἀλλ’ ἐκείνῳ εἰς ὃ μετεβλήθη· καὶ ἕκαστος δὲ ἑαυτῷ βούλεται γενέσθαι τὰ ἀγαθά, οἰό‐ μενος μένειν ὅπερ ἐστίν· εἰ δὲ συνίδοι ἑαυτὸν ἄλλον γενόμενον, οὐκ ἂν ἕλοιτο πάντα τὰ ἀγαθὰ ἔχειν ἐκεῖνο τὸ γενόμενον· οὐδὲν γὰρ διαφέρει ἄλλῳ τινὶ βούλεσθαι τὰ ἀγαθὰ ἢ ἑαυτῷ μεταβληθέντι. οὐδεὶς δὲ ἀγαπᾷ, | |
20 | ἐὰν ἄλλῳ τινὶ γένηται τὰ ἀγαθά· καὶ γὰρ τῷ θεῷ πάντα πρόσεστι τὰ ἀγαθά, ἀλλ’ ἔστιν αὐτὸς ὅ τι ποτέ ἐστι. διὰ τοῦτο οὐκ ἀγαπῶμεν, ἀλλ’ ἡμῖν αὐτοῖς ἢ τοῖς φίλοις συνευχόμεθα τὰ ἀγαθά, ὅτι ἡμῶν τί εἰσι καὶ οἱ φίλοι. καὶ μὴν καὶ συνδιάγειν ἑαυτῷ μόνος ὁ σπουδαῖος βούλεται, ὅτι αὐτάρκης ἐστὶ καὶ ἡδύς ἐστιν ἑαυτῷ· ἥδεται γὰρ ὧν τε ἔπραξε μεμνη‐ | |
25 | μένος ἐφ’ ἑαυτοῦ καὶ ἐλπίζων ἔτι ποιήσειν ἀγαθὰ καὶ ἀγαθοῖς ἐντεύξε‐ σθαι, καὶ γενναίων εὐπορεῖ θεωρημάτων τῇ διανοίᾳ· ταῦτα δὴ πάντα ἥδι‐ στον αὐτὸν ἑαυτῷ ποιεῖ, καὶ ἥδεται κατὰ σχολὴν αὐτὸς ἑαυτῷ συνὼν καὶ συνδιάγων. οἱ δὲ μοχθηροὶ ζητοῦσι μεθ’ ὧν συνημερεύσουσιν, ἑαυτοὺς δὲ φεύγουσιν· ἀναμιμνήσκονται γὰρ καθ’ ἑαυτοὺς ὄντες πολλῶν καὶ δυ‐ | |
30 | σχερῶν, καὶ τοιαῦτα ἕτερα ἐλπίζουσιν, ὧν μεθ’ ἑτέρων ὄντες ἐπιλανθά‐ νονται. ἔτι δὲ συναλγεῖ καὶ συνήδεται ἑαυτῷ μάλιστα ὁ σπουδαῖος, ὅτι τὰ αὐτὰ βούλεται καὶ τῶν αὐτῶν ἐπιθυμεῖ, καὶ οὐ μάχεται τὸ λογικὸν τῷ παθητικῷ· καὶ διὰ τοῦτο τὸ αὐτὸ ἀεὶ λυπηρόν ἐστιν αὐτῷ καὶ τὸ αὐτὸ ἡδύ· ἀμεταμέλητος γάρ, ὡς εἰπεῖν. οἱ δὲ μοχθηροὶ οὐκέτι· οὐδὲν γὰρ | |
35 | φιλητὸν ἔχοντες οὐδὲν φιλικὸν πάσχουσι πρὸς ἑαυτούς· διὰ τοῦτο οὐδὲ συγχαίρουσιν ἑαυτοῖς οὐδὲ συναλγοῦσι· στασιάζει γὰρ αὐτῶν ἡ ψυχὴ καὶ πολεμεῖ τῷ λογικῷ τὸ ἄλογον· καὶ τὸ μὲν ἄλογον ἀλγεῖ τῶν μοχθη‐ ρῶν ἀπεχόμενον, τηνικαῦτα δὲ οὐ συναλγεῖ τὸ λογικὸν ἀλλὰ χαίρει, καὶ | |
τὸ ἀνάπαλιν· καὶ ὅλως τὸ μὲν δεῦρο τὸ δὲ ἐκεῖσε ἕλκει, καθάπερ | 194 | |
195 | διασπῶντα· εἰ δὲ μὴ οἷόν τε κατὰ ταὐτὸν καὶ λυπεῖσθαι καὶ ἥδεσθαι, ἀλλὰ μετὰ μικρόν γε λυπεῖται, ὅτι πρότερον ἥδετο· οὐ γὰρ ἐβούλετο τὴν τοι‐ αύτην αὐτῷ γενέσθαι ἡδονήν. μεταμελείας γὰρ οἱ φαῦλοι γέμουσι. φαίνεται τοίνυν ὅτι οὐδὲ πρὸς ἑαυτὸν φιλικός ἐστιν ὁ μοχθηρός, ὅτι οὐδὲν | |
5 | φιλητὸν ἔχει. εἰ δὲ τὸ οὕτως ἔχειν λίαν ἐστὶν ἄθλιον, φευκτέον τὴν μοχ‐ θηρίαν πάσῃ σπουδῇ καὶ πειρατέον ἐπιεικῆ καὶ σπουδαῖον ἕκαστον εἶναι· οὕτω γὰρ ἂν καὶ πρὸς ἑαυτὸν φιλικῶς ἔχοι καὶ ἑτέρων γένοιτο φίλος. ἐπεὶ τοίνυν, ἅπερ ὁ ἐπιεικὴς ἑαυτῷ ἀπονέμει, ταῦτα δεῖ καὶ τῷ φίλῳ ἀπο‐ νέμειν (δεῖ γὰρ πρὸς τὸν φίλον ἔχειν ὥσπερ πρὸς ἑαυτόν· ὁ γὰρ φίλος | |
10 | ἄλλος αὐτός), φανερόν, ὅτι ἅπερ ὁ ἐπιεικὴς ἑαυτῷ βούλεται καὶ ἀπονέμει, ταῦτά εἰσι τὰ φιλικὰ καὶ ἐν τούτοις ἡ φιλία συνίσταται. τὸ δὲ ζητεῖν πότερον φιλία ἐστὶν ἡ πρὸς ἑαυτὸν ἑκάστου ἀγάπη ἢ μή, ἀφείσθω ἐπὶ τοῦ παρόντος· ἡ γὰρ φιλία δύο ἢ τριῶν, ὡς δῆλον ἐκ τῶν εἰρημένων. καὶ εἴ τις καὶ τὰ πρὸς ἑαυτὸν φιλίαν καλεῖ, εἴη ἂν φιλία καθόσον ἐστὶν αὐτὸς | |
15 | πρὸς ἑαυτὸν διαφέρων καὶ τῷ λογιστικῷ τὸ παθητικὸν σπένδεται. καὶ διότι δὲ ἡ ὑπερβολὴ τῆς φιλίας ἔοικε τῇ ἑκάστου πρὸς ἑαυτὸν ἀγάπῃ, καὶ αὐτὴ καλοῖτο ἂν φιλία. | |
18n | 〈Περὶ εὐνοίας. κεφ. ϛʹ.〉 | |
19 | Ἡ δὲ εὔνοια φιλίᾳ μὲν ἔοικεν, οὐ μὴν ἔστι γε φιλία. καὶ γὰρ | |
20 | εὐνοοῦμεν καὶ οἷς οὔκ ἐσμεν φίλοι· καὶ γίνεται εὔνοια καὶ πρὸς ἀγνῶτας καὶ λανθάνουσα τὸν φιλούμενον· φιλία δὲ οὐκέτι, καθὼς καὶ πρότερον διὰ πλειόνων εἴρηται. οὔτε τοίνυν φιλία ἐστὶν ἡ εὔνοια καὶ οὐδὲ φίλησις ἔοικεν εἶναι. καὶ γὰρ ἡ μὲν φίλησις ὁρμήν τινα καὶ κίνησιν εἰς τὸ φιλού‐ μενον ἔχει καὶ ὄρεξιν αὐτοῦ καὶ ζητεῖ ὁ φιλῶν ἀεὶ τὸ φιλούμενον· ἡ δὲ | |
25 | εὔνοια οὐ τοιαύτη. οἱ γὰρ εὖνοι βούλονται μὲν τὰ ἀγαθὰ οἷς εἰσιν εὖνοι, συνεῖναι δὲ οὐ πάνυ ζητοῦσιν· ἔτι δὲ ἡ μὲν φίλησις μετὰ συνηθείας, χρόνῳ γάρ τινι καὶ συνηθείᾳ ἡ φίλησις γίνεται, ἡ δὲ εὔνοια ἀθρόον, ὡς εἰπεῖν, οἷς ἐπιγίνεται συμβαίνει· καθάπερ οἱ θεώμενοι πρὸς τοὺς ἀγωνιζομένους διατίθενται. εὖνοι γὰρ γίνονται πρὸς αὐτοὺς εὐθὺς νικῶντας ὁρῶντες καὶ | |
30 | συνθέλουσιν αὐτοῖς τὰ ἀγαθά, συμπράξαιεν δ’ ἂν οὐδέν· οὐ γὰρ φίλησιν ἔχουσιν εἰς αὐτούς, χρόνῳ τινὶ καὶ συνηθείᾳ στέρξαντες, ἀλλ’ ἅμα τε εἶδον καὶ ἥσθησαν αὐτοῖς· καὶ διὰ τοῦτο ἐπιπολαίως στέργουσιν, ὅπερ ἐστὶν ἡ εὔνοια. φαίνεται τοίνυν ἀρχὴ φιλίας ἡ εὔνοια εἶναι, καθάπερ τοῦ ἐρᾶν ἀρχὴ γίνεται ἡ διὰ τῆς ὄψεως ἡδονή· καὶ ὥσπερ οὐ δυνατὸν ἐρᾶν μὴ | |
35 | πρότερον ἡσθέντα τῷ εἴδει τοῦ ἐρωμένου, δυνατὸν δὲ ἡδόμενον μὴ ἐρᾶν (τότε γάρ τις ἐρᾷ ὅταν καὶ ἀπόντα ποθῇ καὶ τῆς παρουσίας ἐπι‐ θυμῇ), οὕτω δὴ καὶ φίλους οὐχ οἷόν τε εἶναι μὴ εὔνους γενο‐ μένους· εὔνους δὲ μὴ φίλους εἶναι δυνατόν. οἱ γὰρ εὖνοι βούλονται μὲν | |
τὰ ἀγαθὰ οἷς εἰσιν εὖνοι, συμπράξαιεν δ’ ἂν οὐδέν, οὐδ’ ὀχληθεῖεν | 195 | |
196 | ὑπὲρ αὐτῶν. διὰ τοῦτο μεταφορικῶς τις καλέσειεν ἂν αὐτὴν ἀργὴν φι‐ λίαν· χρονιζομένη γὰρ καὶ εἰς συνήθειαν ἀφικνουμένη φιλία γίνεται. φιλία δὲ οὐχ ἡ διὰ τὸ χρήσιμον ἢ τὸ ἡδύ, ἀλλὰ τοῦ ἀγαθοῦ ἕνεκα. εὔ‐ νους γάρ τίς τινι γίνεται δι’ ἀρετὴν καὶ ἐπιείκειαν, ὅταν αὐτῷ καλὸς εἶναι | |
5 | δόξῃ ἢ ἀνδρεῖος ἤ τι τοιοῦτον, ὁ δὲ διὰ τὸ ἡδὺ καὶ χρήσιμον βουλόμενός τινα εὐπραγεῖν οὐκ ἐκείνῳ ἐστὶν εὔνους ἀλλ’ ἑαυτῷ, καθάπερ οὐδὲ φίλος ἐστὶν ὁ τοιοῦτος. ὁμοίως δὲ οὐδ’ ὁ διότι ἔλαβε βουλόμενος τῷ εὐεργέτῃ τὰ ἀγαθὰ εὔνους ἂν εἴη κυρίως, ἀλλὰ τὰ δίκαια δρῶν καὶ ἀποδιδοὺς τῷ εὐεργέτῃ τὴν χάριν ὧν εὖ πέπονθεν αὐτός, οὐ τῇ ἐκείνου ἀρετῇ ἀλλὰ τῷ | |
10 | ἑαυτοῦ ἀγαθῷ φαίνεται χαίρων. ἔστι τοίνυν ἡ εὔνοια οὔτε φιλία οὔτε φίλησις ἀλλὰ φιλίας ἀρχή, χρόνον δὲ καὶ συνήθειαν καὶ τἄλλα φιλικὰ προσλαβοῦσα φιλία γίνεται ἡ διὰ τὸ ἀγαθὸν καὶ τὴν ἀρετήν. | |
13n | 〈Περὶ ὁμονοίας. κεφ. ζʹ.〉 | |
14 | Ἡ δὲ ὁμόνοια φιλικόν τι καὶ αὐτή ἐστι καὶ τῇ φιλίᾳ ἀκολουθεῖ. ἔστι | |
15 | δὲ ὁμόνοια οὐ τὸ τὰ αὐτὰ δοξάζειν, οἷον ὁμοδοξία τις· ἡ μὲν γὰρ ὁμοδοξία γένοιτο ἂν καὶ τοῖς ἀγνοοῦσιν ἀλλήλους· οὐδὲν γὰρ κωλύει περὶ τῶν αὐ‐ τῶν τὰ αὐτὰ δοξάζειν καὶ ἐπιστήμην ἔχειν τῶν αὐτῶν τὴν αὐτὴν μηδὲ εἰδότας ἀλλήλους· ἡ δὲ ὁμόνοια τῶν ἐν κοινωνίᾳ τινὶ καὶ φιλίᾳ ὄντων ἐστί. καὶ γὰρ τὰς πόλεις ὁμονοεῖν φασιν, ὅταν περὶ τῶν συμφερόντων ὁμο‐ | |
20 | γνωμονῶσι καὶ τὰ αὐτὰ 〈προαιρῶνται〉 καὶ πράττωσι τὰ κοινῇ δόξαντα. ἔστι τοίνυν ὁμόνοια τῶν φίλων ὁμογνωμοσύνη, οὐκ ἐν τοῖς θεωρητοῖς ἀλλ’ ἐν τοῖς πρακτοῖς καὶ τούτων τοῖς ἀξιολόγοις καὶ ἐν μεγέ‐ θει τινὶ οὖσι. περὶ γὰρ τῶν ἐν τῷ βίῳ μικρῶν οὐ λέγονται ὁμονοεῖν ἀλλήλοις οὔτε πόλις οὔτε φίλοι, οἷον οἴκοι μένειν ἢ βαδίζειν εἰς ἀγορὰν | |
25 | ἢ τόδε εἰπεῖν ἢ δρᾶσαι, δι’ ὧν οὔτε ὠφέλειά τις μεγάλη οὔτε βλάβη ἀκο‐ λουθεῖ· περὶ τούτων γὰρ καὶ τῶν τοιούτων οὐ λέγονται ὁμόνοιαν ἔχειν ἀλλὰ τῶν μεγάλων καὶ συμφερόντων ἢ τοῖς φίλοις ἀμφοῖν ἢ τῇ πόλει κοινῇ, οἷον ὅταν πάσῃ τῇ πόλει κοινῇ δοκῇ τοὺς ἄρχοντας μὴ κληρωτοὺς εἶναι διαδοχῇ τινι κτωμένους τὴν ἀρχὴν ἀλλὰ αἱρετούς, ἢ συμμαχεῖν | |
30 | Λακεδαιμονίοις ἢ ἄλλο ὁτιοῦν, ὅπερ ἀξιόλογόν τε καὶ τῇ πόλει πάσῃ δια‐ φέρει. καὶ τοὺς φίλους ὁμοίως ὁμονοεῖν λέγομεν, ὅταν τὸν αὐτὸν ἕλωνται βίον καὶ τὰ μέγιστα τῶν ἐν τῷ βίῳ, καὶ ἀμφοῖν ἢ πρὸς βλάβην ἢ πρὸς ὠφέλειαν φέροντα ἀμφότεροι ὁμοίως ἢ φεύγωσιν ἢ διώκωσιν. οὐ γὰρ τὰ αὐτὰ δεῖ ζητεῖν μόνον τοὺς ὁμονοήσοντας ἀλλήλοις ἀλλὰ καὶ ὁμοίως τοῖς | |
35 | ὅλοις, οἷον εἰ δοκεῖ τοῖς φίλοις ἀμφοῖν ἡγεμόνα βίου θατέρῳ τὸν ἕτερον γενέσθαι, βούλοιντο δὲ οὐ τὸν αὐτὸν ἀλλ’ ἑκάτερος ἑαυτόν, τηνικαῦτα γὰρ τὸ αὐτὸ μὲν ζητοῦσιν, ἀλλ’ οὐκ ἐν τῷ αὐτῷ ἀλλ’ ἑαυτῷ ἑκάτερος, ὅπερ | |
οὐκ ἔστιν ὁμονοεῖν. καὶ ἐν ταῖς πόλεσι δὲ ὁμονοήσουσιν ἐν ταῖς ἀρχαι‐ | 196 | |
197 | ρεσίαις, ὅταν τὸν αὐτὸν ἕλωνται πάντες ἄρχειν ἢ τοὺς ἀρίστους πάντες καὶ μὴ ἑαυτὸν ἕκαστος, καθάπερ Εὐριπίδης ἐν ταῖς Φοινίσσαις ἐποίησεν· οὕτω γὰρ οὐ τὸ πᾶσιν ἀρέσκον γίνεται· τὸ δὲ οὐκ ἔστιν ὁμόνοια, ἀλλ’ ὅταν τύχωσι πάντες οὗ ἐφίενται, τηνικαῦτα ὁμονοοῦσιν. ἔστι τοίνυν ἡ ὁμόνοια | |
5 | πολιτική τις φιλία καὶ οὕτω λέγεται· καὶ γὰρ περὶ τὰ πρακτὰ καὶ τὰ συμφέροντά ἐστι καὶ πρὸς τὸν βίον ἀνήκοντα· ταῦτα δὲ τῆς πολιτικῆς. ἔστι δὲ ἐν τοῖς ἐπιεικέσιν ἡ ὁμόνοια· οὗτοι γὰρ καὶ ἑαυτοῖς ὁμονο‐ οῦσι καὶ ἀλλήλοις ἐπὶ τῶν αὐτῶν ὄντες, ὡς εἰπεῖν· τῶν τοιούτων γὰρ ἵσταται τὰ βουλήματα καὶ μένει καὶ οὐ μεταρρεῖ καθάπερ εὔριπος, | |
10 | βούλονταί τε τὰ δίκαια καὶ τὰ συμφέροντα, τούτων δὲ καὶ κοινῇ ἐφίενται. τοὺς δὲ φαύλους οὐχ οἷόν τε ὁμονοεῖν πλὴν ἐπὶ μι‐ κρόν, καθάπερ καὶ φίλοι βέβαιοι οὐ δύνανται εἶναι πλεονεξίας ἐφιέμενοι καὶ μεῖζον ἔχειν ἑκάτερος ἑκατέρου ζητοῦντες ἐν τοῖς συμφέρουσιν· ἐν γὰρ τοῖς πόνοις καὶ ἐν ταῖς ὑπὲρ ἀλλήλων λειτουργίαις ἀεὶ ζητοῦσι τὸ ἔλαττον | |
15 | ἔχειν, καὶ ἑαυτὸν ἑκάτερος ἄξιον νομίζων ὀλίγα μὲν πονεῖν, μεγάλα δὲ ὠφελεῖσθαι, τὸν ἕτερον εὐθύνει, περὶ τῶν λειτουργιῶν ἀκριβολογούμενος καὶ κωλύων τῶν συμφερόντων ἀπολαύειν, ὅσον ἐθέλει, ὡς μεγάλα, φαύλων ἀπονάμενον πόνων· διὰ τοῦτο μὴ τηροῦντες τὸ κοινὸν ἀλλ’ ἑκάτερος τὸ ἑαυτοῦ, τάχιστα διαλύονται· τὸ γὰρ συνάπτον διασπῶσιν, ὅπερ ἐστὶ τὸ | |
20 | κοινὸν καὶ ἡ ὁμόνοια· τοῦ συνάπτοντος δὲ διαλυθέντος οὐ δύνανται συνημ‐ μένοι εἶναι. συμβαίνει τοίνυν αὐτοῖς στασιάζειν, ἀπαιτοῦσι μὲν παρ’ ἀλ‐ λήλων τὰ φιλικά, αὐτοῖς δὲ οὐ βουλομένοις τὰ δίκαια ποιεῖν· ὅθεν ἐν τοῖς φαύλοις οὐ δυνατὸν ὁμόνοιαν εἶναι ἀλλ’ ἐν τοῖς ἐπιεικέσι μόνοις. | |
24n | 〈Περὶ εὐεργεσίας. κεφ. ηʹ.〉 | |
25 | Ἐκεῖνο δὲ ζητητέον, ἀνθ’ ὅτου τοὺς εὖ πάσχοντας οἱ εὐεργέται φι‐ λοῦσι μᾶλλον ἢ ὑπ’ ἐκείνων φιλοῦνται· καὶ γὰρ ὡς παράλογον γινό‐ μενον ἐπιζητεῖται. οἱ μὲν οὖν πολλοὶ διὰ τοῦτό φασι φιλεῖν μᾶλλον τοὺς εὐεργέτας, δι’ ὃ καὶ οἱ δανεισταὶ φιλοῦσιν οἷς ἐδάνεισαν, μὴ φιλού‐ μενοι ὑπὸ τῶν ὀφειλόντων· οἱ μὲν γὰρ χρήσαντες βούλονται τοῖς ὀφείλουσι | |
30 | τὴν σωτηρίαν καὶ πάντα τρόπον βοηθοῦσιν, ἵνα αὐτοῖς τὰ χρήματα ἐπα‐ νέλθῃ, οἱ δὲ ὀφείλοντες οἷς ὀφείλουσιν οὐκέτι· βούλοιντο γὰρ ἂν αὐτοὺς μὴ εἶναι, ὡς ἄμεινον οὕτω πράξοντες τοῦ δανείου λυθέντος· τὸν αὐτὸν δὴ τρό‐ πον φασὶ καὶ ἐπὶ τούτων, τοὺς μὲν εὐεργέτας βούλεσθαι εἶναι καὶ σώζε‐ σθαι τοὺς εὖ παθόντας, ὡς οὕτω κομιουμένους τὰς ἀμοιβάς, τοὺς δὲ εὖ | |
35 | παθόντας οὐ σφόδρα φιλεῖν τὴν τῶν εὐεργετῶν σωτηρίαν· οὐ γὰρ οὕτως ἐπιμελὲς τοῖς ἀνθρώποις τὸ ἀνταποδοῦναι ὡς τὸ ἀπολαβεῖν. ἡ μὲν οὖν δοκοῦσα τοῖς πολλοῖς αἰτία αὕτη ἐστί, καὶ ταῦτα προήχθησαν νομίζειν πρὸς τοὺς ἀγνώμονας καὶ πονηροὺς ἀποβλέποντες τῶν ἀνθρώπων καί, ὅ φησιν Ἐπίχαρμος, ἐκ πονηροῦ θεώμενοι. ἔοικε δὲ ἀνθρωπικὸν τὸ τοιοῦτον εἶναι· | |
40 | ἀμνήμονες γὰρ οἱ πολλοί, καὶ μᾶλλον εὖ πάσχειν ἢ ποιεῖν ἐφί‐ | 197 |
198 | ενται. δόξειε δ’ ἂν φυσικώτερον εἶναι τὸ αἴτιον καὶ οὐχ ὅμοιον τῷ περὶ τοὺς δανείσαντας. ἐν μὲν γὰρ τοῖς εὐεργέταις καὶ τοῖς εὖ πάσχουσι φίλησίς ἐστιν, ἐν δὲ τοῖς δανειζομένοις καὶ δανεισταῖς οὐ φίλησις· οὐ γὰρ φιλεῖ ὁ δανείσας τὸν ὀφείλοντα ἀλλ’ αὐτὸ τοῦτο μόνον σώζεσθαι | |
5 | αὐτὸν βούλεται τῆς κομιδῆς ἕνεκα καὶ ἵνα τὸ δάνειον ἀπολάβῃ· οἱ δ’ εὖ πεποιηκότες φιλοῦσι καὶ ἀγαπῶσι τοὺς εὖ πεπονθότας, κἂν μὴ ὦσι χρήσιμοι μηδὲ δύνωνται γενέσθαι. τοῦτο δὲ καὶ ἐπὶ τῶν τεχνιτῶν συμβέβηκε· πᾶς γὰρ τὸ οἰκεῖον ἔργον ἀγαπᾷ μᾶλλον ἢ ἀγαπη‐ θείη ἂν ὑπὸ τοῦ ἔργου ἐμψύχου γενομένου· μάλιστα δὲ τοῦτο περὶ | |
10 | τοὺς ποιητὰς συμβαίνει· ὑπεραγαπῶσι γὰρ οὗτοι τὰ οἰκεῖα ποιή‐ ματα στέργοντες ὥσπερ τέκνα. τοιοῦτο δὲ ἔοικεν εἶναι καὶ τὸ τῶν εὐεργετῶν· οἱ γὰρ εὖ πάσχοντες ὑπ’ αὐτῶν κατὰ τοῦτο ἔργα αὐτῶν εἰσι καὶ διὰ τοῦτο ἀγαπῶσι μᾶλλον αὐτοὺς ἢ τὰ ἔργα αὐτοὺς ἀγαπᾷ. τούτου δὲ αἴτιον, ὅτι τὸ μὲν εἶναι πᾶσιν αἱρετὸν καὶ φιλητόν· ἐσμὲν δὲ κυρίως | |
15 | ὅταν ἐνεργείᾳ ὦμεν· ἐσμὲν δὲ ἐνεργείᾳ ἐν τῷ ζῆν καὶ πράττειν· ὁ δὲ πράττων ἐνεργείᾳ ἐστὶν ἐν τῷ ἔργῳ. ἡ γὰρ οἰκοδομικὴ ὁ λόγος ἐστὶ τῆς οἰκοδομίας, ὃς ἐνεργείᾳ ἐστὶν ἐν τῇ οἰκίᾳ· καὶ ἔστιν αὐτὴ ἡ οἰκία, καθὸ οἰκία, ὁ τεχνίτης ἐνεργείᾳ, καθὸ τεχνίτης· ὁμοίως καὶ πᾶς ἐνεργῶν ἐνερ‐ γείᾳ ἐστὶ τὸ ἔργον αὐτοῦ. εἰ τοίνυν φυσικὸν μὲν ἐφίεσθαι τοῦ εἶναι, τὸ | |
20 | εἶναι δέ ἐστιν ἐν τῷ πράττειν, τὸ ἔργον δέ ἐστιν αὐτὸς ὁ πράττων ἐνερ‐ γείᾳ, φανερὸν ὅτι καθόσον ζητεῖ τις τὸ ἑαυτοῦ εἶναι, κατὰ τοσοῦτον ζη‐ τεῖ καὶ τὸ ἔργον εἶναι· φύσει δέ τις φιλεῖ ἑαυτὸν καὶ βούλεται εἶναι· φύσει ἄρα φιλεῖ τις τὸ ἑαυτοῦ ἔργον. ἐπεὶ δὲ μάλιστά τις φιλεῖ ἑαυτόν, μά‐ λιστα φιλεῖ ἕκαστος τὸ ἑαυτοῦ ἔργον καὶ τὸν εὐεργετούμενον, καθόσον | |
25 | ἔργον ἐστὶν αὐτοῦ, μάλιστα φιλήσει· καὶ διὰ τοῦτο καὶ μᾶλλον ἢ τὸν εὐ‐ εργέτην· ἡ γὰρ μεγίστη φίλησίς ἐστιν, ᾗ τις ἑαυτὸν φιλεῖ· ἔτι δὲ καὶ ὅτι ὁ μὲν εὐεργέτης ἑαυτοῦ γίνεται βελτίων εὐεργετῶν καὶ ἀγαθὸν αὐτῷ ἐστι τὸ εὐεργετεῖν καὶ διὰ τοῦτο χαίρει τῷ εὖ πάσχοντι, ὅτι ἐν αὐτῷ θεωρεῖ τὸ ἑαυτοῦ ἀγαθόν. ὁ δὲ εὖ πάσχων οὐ γίνεται βελτίων ἑαυτοῦ τῷ πά‐ | |
30 | σχειν, οὐδὲ ἐν τῷ εὐεργέτῃ ἔχει τι ἀγαθόν. βελτίων γάρ τις δύναται γε‐ νέσθαι ἐξ ὧν αὐτὸς ποιεῖ· ἐν τῷ ἐνεργεῖν γάρ ἐστι τὸ ἀνθρώπινον ἀγα‐ θόν, ὥσπερ ἐν τοῖς ἔμπροσθεν εἴρηται. διὰ τοῦτο εἴ τί ἐστιν ἡδὺ τῷ εὖ πάσχοντι παρὰ τῷ εὐεργέτῃ, οὐκ ἀγαθόν ἐστιν αὐτοῦ ἀλλὰ συμφέρον· τὸ δὲ συμφέρον οὐχ οὕτως ἡδὺ καὶ φιλητόν ἐστιν ὡς τὸ ἀγαθόν· τὸ γὰρ | |
35 | ἀγαθὸν τέλος ἐστὶ τοῦ συμφέροντος καὶ διὰ τὸ ἀγαθὸν καὶ τὸ συμφέρον φιλητόν ἐστι καὶ ἡδύ· μᾶλλον ἄρα φιλεῖ ὁ εὐεργέτης τὸν εὖ πάσχοντα ἢ ὑπ’ ἐκείνου φιλεῖται. ἔτι τοῦ ἀγαθοῦ ἡδεῖά ἐστι καὶ ἡ ἐνέργεια καὶ ἡ ἐλπὶς καὶ ἡ μνήμη, ἐνέργεια μὲν παρόντος καὶ γινομένου, ἐλπὶς δὲ μέλλον‐ τος, μνήμη δὲ παρεληλυθότος. ἥδιον δὲ παρὸν τὸ ἀγαθὸν ἢ μέλλον καὶ | |
40 | παρεληλυθός· ἔστι δὲ ὁ μὲν εὐεργετηθεὶς παρὸν ἀγαθὸν τοῦ εὐεργετηκότος· | |
μένει γὰρ τὸ ἀγαθὸν καὶ πολυχρόνιόν ἐστιν, ὃ ἐν τῷ εὖ παθόντι ὁ εὐερ‐ | 198 | |
199 | γέτης θεωρεῖ· τοῦ δὲ εὖ παθόντος τὸ ἀγαθὸν οὔτε μένει (καὶ γὰρ χρή‐ σιμον ἦν καὶ ἅμα τῇ χρήσει παρελήλυθεν), οὔτε ἀγαθόν ἐστι κυρίως· καὶ διὰ τοῦτο εἰ καὶ ἄμφω παρῆσαν, ἥδιον ἂν ἦν τὸ τοῦ εὐεργέτου ἀγαθόν, εἴτε καὶ ἄμφω παρῆλθον, ἡδίων ἂν ἦν ἡ μνήμη τοῦ εὐεργέτου ἢ τοῦ εὐ‐ | |
5 | εργετουμένου, καθόσον ἡ τοῦ ἀγαθοῦ μνήμη ἡδίστη ἐστὶ μάλιστα, ἡ δὲ τοῦ χρησίμου οὐ πάνυ ἢ ἧττον. εἰ γὰρ ἡ προσδοκία τῶν χρησίμων ἀνά‐ παλιν ἔχει καὶ ἡδίων ἐστὶ τῆς μνήμης παρεληλυθότων ἀγαθῶν, φαίνεται τοίνυν καὶ διὰ ταῦτα μᾶλλον φιλεῖν τὸν εὐεργέτην τὸν εὖ πάσχοντα ἢ ὑπ’ ἐκείνου φιλεῖσθαι. ἔτι ἡ μὲν φίλησις ἐνεργείᾳ ἔοικε, τὸ δὲ φιλεῖσθαι πά‐ | |
10 | θει· τοῖς τοίνυν ἐνεργοῦσι τὰ φιλικά, δηλονότι τοῖς εὐεργέταις, μᾶλλον προσήκει τὸ φιλεῖν ἢ τοῖς πάσχουσιν. ἔτι τὰ πόνῳ κτηθέντα στέργομεν μᾶλλον καὶ φιλοῦμεν τῶν ῥᾳδίως κατορθωθέντων· ὅθεν καὶ τὰ χρήματα οἱ κτησάμενοι τῶν διαδεξαμένων μᾶλλον φιλοῦσιν· ἔστι δὲ ἄπονον μὲν τὸ εὖ πάσχειν, ἐργῶδες δὲ τὸ εὖ ποιεῖν· ἔστι δὲ τὸ μὲν 〈εὖ〉 πάσχειν ἐν | |
15 | τῷ εὐεργετουμένῳ, τὸ δὲ εὖ ποιεῖν ἐν τῷ εὐεργέτῃ· καὶ διὰ τοῦτο ὁ εὐ‐ εργετούμενος μᾶλλον ἢ ὁ εὐεργέτης φιλεῖται. καὶ διὰ τοῦτο καὶ αἱ μη‐ τέρες φιλοτεκνότεραι μᾶλλον, ὅτι πόνῳ γεννῶσιν, ἢ οἱ παῖδες φιλομήτορες τῷ μηδὲν ὑπὲρ τοῦ τεχθῆναι ποιῆσαι· καὶ μᾶλλον ἴσασιν αἱ μητέρες, ὅτι ἐξ ἐκείνων οἱ παῖδες ἢ οἱ παῖδες, ὅτι αὐταὶ παρήγαγον εἰς τὸν βίον. ταῦτα | |
20 | δὲ δόξειεν ἂν εἶναι καὶ τοῖς εὐεργέταις οἰκεῖα. καὶ γὰρ οὐ μόνον ἐπίπονόν τι ποιοῦσιν ὑπὲρ τῶν εὖ πασχόντων ἀλλὰ καὶ μᾶλλον ἴσασιν ὅτι εὐεργε‐ τοῦσιν ἢ ἐκεῖνοι γινώσκουσιν ὅτι ὑπὸ τούτων εὐεργετοῦνται. καὶ γὰρ ἐν‐ δέχεται τὸν εὖ ποιοῦντα οὐκ αὐτὸν οἴκοθεν ἀλλ’ ἑτέρῳ ὑπηρετούμενον εὐεργετεῖν καὶ διὰ τοῦτο μὴ αὐτὸν εἶναι τὸν εὐεργέτην· ἢ αὐτὸν μὲν οἴ‐ | |
25 | κοθεν εὐεργετεῖν, οὐκ αὐτοῦ δὲ ἕνεκα τοῦ εὖ πάσχοντος ἀλλ’ ἑαυτοῦ καὶ διὰ τὸ χρήσιμον· ταῦτα δὲ ποιεῖ τὸν εὖ πάσχοντα μὴ πάνυ βεβαίως τὸν εὐεργετοῦντα γινώσκειν· τὸν μέντοι εὐεργέτην οὐδὲν κωλύει τὸν εὖ πά‐ σχοντα γινώσκειν, ὅτι ἑαυτὸν ἀκριβῶς γινώσκει, ὅτι εὐεργέτης ἐστὶν ἀλη‐ θῶς. διὰ ταῦτα ὁ εὖ ποιῶν τὸν εὖ πάσχοντα φιλεῖ μᾶλλον ἢ ὑπ’ ἐκείνου | |
30 | φιλεῖται. | |
31n | 〈Περὶ τῆς φιλαυτίας. κεφ. θʹ〉 | |
32 | Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. ζητητέον δὲ κἀκεῖνο, πότερον ἑαυτὸν δεῖ φιλεῖν μάλιστα ἢ ἄλλον τινά. δοκεῖ γὰρ τὸ ἑαυτὸν μάλιστα φιλεῖν οὐκ ἀγαθῶν ἀνδρῶν εἶναι καὶ διὰ τοῦτο ἐπιτιμῶνται οἱ ἑαυτοὺς μά‐ | |
35 | λιστα ἀγαπῶντες καὶ ὡς ἐν αἰσχρῷ φίλαυτοι ἀποκαλοῦνται· ἔτι δὲ καὶ ὅτι ὁ μὲν φαῦλος δοκεῖ πάντα πράττειν ἑαυτοῦ χάριν, καὶ τοσούτῳ μᾶλλον | |
ὅσῳ φαυλότερος· καὶ ἐγκαλεῖται διὰ τοῦτο, ὅτι οὐδὲν τῶν ἰδίων πλέον | 199 | |
200 | ἐπιζητεῖ ἀλλ’ ἑαυτοῦ χάριν πάντα ποιεῖ· ὁ δὲ ἐπιεικὴς διὰ τὸ καλὸν πάντα πράττει καὶ τοσούτῳ μᾶλλον ὅσῳ βελτίων καὶ ἐπιεικέστερος καὶ διὰ τὸν φίλον καὶ ἵνα δῷ τοῖς ἄλλοις τυχεῖν, ὧν δέονται, παρίησι τὰ ἑαυτοῦ· διὰ ταῦτα μὲν οὖν δοκεῖ μὴ δεῖν μάλιστα πάντων φιλεῖν ἑαυτόν. τούτοις δὲ | |
5 | τὰ ἔργα διαφωνεῖ, καὶ οὐκ ἀλόγως. φασὶ γὰρ δέον εἶναι μάλιστα φιλεῖν τὸν μάλιστα φίλον, μάλιστα δὲ φίλος ὁ σώζων πάντα τὰ φιλικὰ περὶ τὸν φιλούμενον· φιλικὰ δέ ἐστι τὸ βούλεσθαι τὰ ἀγαθὰ τῷ φίλῳ ἐκείνου ἕνεκα, καὶ εἰ μηδεὶς εἴσεται τοῦτο, καὶ τὸ συζῆν μάλιστα ζητεῖν καὶ τὸ συναλγεῖν καὶ συγχαίρειν· ταῦτα δὲ πάντα αὐτός τις ἑαυτῷ ἀπονέμει, καὶ ἀπὸ τῶν | |
10 | πρὸς ἑαυτὸν καὶ τὰ πρὸς τοὺς φίλους ἐλήφθη, καθὼς ἐν τῷ δʹ εἴρηται κεφαλαίῳ. τούτοις δὲ καὶ αἱ παροιμίαι πᾶσαι μαρτυροῦσι. τοὺς γὰρ σφό‐ δρα φίλους δηλοῦντες “μία ψυχή” φασιν· ἔτι δὲ καὶ τὸ “κοινὰ τὰ τῶν φίλων” εἰς τοῦτο φέρει καὶ “ἰσότης φιλότης” καὶ “γόνυ κνήμης ἔγγιον”. εἰ γὰρ τὸ κοινὸν καὶ ἡ ἰσότης καὶ τὸ ἔγγιστα φιλία, τί γένοιτ’ ἂν ἑκάστῳ | |
15 | φιλικώτερον ἑαυτοῦ; μάλιστα ἄρα φίλος αὐτὸς ἑαυτῷ. εἰ δὲ τὸν μάλιστα φίλον μάλιστα δεῖ φιλεῖν, ἑαυτὸν δεῖ μάλιστα φιλεῖν. οὕτω τοίνυν ἀμφο‐ τέρων μὲν λόγων ἀληθῶν εἶναι δοκούντων, εἰκότως ἀπορεῖται ποτέρῳ δέον ἀκολουθεῖν. εὑρήσομεν δὲ διελόντες καὶ διορισάμενοι, ἐφ’ ὅσον καὶ πῶς ἑκάτερος ἀληθεύει. εἰ γὰρ λάβοιμεν τὴν τοῦ φιλαύτου σημασίαν, ὃ βού‐ | |
20 | λεται παρ’ ἑκατέρῳ τῶν λόγων, δῆλον τὸ ζητούμενον γένοιτ’ ἄν. ὁ μὲν οὖν πρῶτος λόγος αὐτὸ φιλαύτους καλεῖ οὐ τοὺς ἑαυτοὺς φιλοῦντας ἁπλῶς ἀλλὰ τοὺς ζητοῦντας ἑαυτοῖς ἀπονέμειν τὸ πλέον, οὐκ ἐν τῷ ἀγαθῷ καὶ τῇ ἀρετῇ ἀλλ’ ἐν χρήμασι καὶ τιμαῖς καὶ ταῖς σωματικαῖς ἡδοναῖς· τού‐ των γὰρ οἱ πολλοὶ ὀρέγονται, καὶ ἐσπουδάκασι περὶ αὐτὰ ὡς | |
25 | ἄριστα ὄντα, διὸ καὶ περιμάχητά ἐστιν. οἱ δὴ περὶ ταῦτα πλεο‐ νέκται χαρίζονται ταῖς ἐπιθυμίαις καὶ ὅλως τοῖς πάθεσι καὶ τῷ ἀλόγῳ τῆς ψυχῆς· τοιοῦτοι δ’ εἰσὶν οἱ πολλοί· διὰ τοῦτο καὶ τούτοις ἡ προσηγορία γέγονε. τοῖς γὰρ ὡς ἐπὶ τὸ πλεῖστον γινομένοις τὰ ὀνόματα τίθεται· τὰ δὲ σπάνια οὐδὲ σφόδρα ὀνομάζονται· καὶ γὰρ τούτων | |
30 | ἔνια οὐδὲ γινώσκονται. εἰσὶ δὲ οἱ μὲν φαῦλοι καὶ τὰ δοκοῦντα ἀγαθὰ ἑαυτοῖς ἀπονέμοντες πολλοί, οἱ δὲ σπουδαῖοι σπάνιοι. διὰ τοῦτο τοὺς πολ‐ λοὺς [ὀνομάζουσι] φαύλους ὄντας καὶ φιλαύτους ἀποκαλοῦσιν· οἱ δὴ οὕτω φίλαυτοι καὶ δικαίως ἐγκαλοῦνται. ὅτι δὲ τοὺς φαύλως ἔχοντας περὶ τὰς ἐπιθυμίας φιλαύτους οἱ πολλοὶ καλοῦσιν, οὐκ ἄδηλον. εἰ γάρ τις ἀεὶ | |
35 | σπουδάζει τὰ δίκαια πράττειν αὐτὸς μάλιστα πάντων ἢ τὰ σώ‐ φρονα ἢ ὁποιαοῦν ἄλλα τῶν κατὰ τὰς ἀρετὰς καὶ ὅλως ἀεὶ τὸ καλὸν ἑαυτῷ περιποιοῖτο, οὐδεὶς αὐτὸν ἐρεῖ φίλαυτον οὐδὲ ψέξει. ὁ μὲν οὖν πρῶτος λόγος φίλαυτον ὀνομάζει τὸν φαύλως ἑαυτὸν φιλοῦντα καὶ διὰ τοῦτο ἀληθής ἐστιν· οὐ γὰρ δεῖ τοῦτον τὸν τρόπον φιλεῖν ἑαυτόν· ὁ | |
40 | δὲ δεύτερος τὸν σπουδαῖον καὶ τὴν ἀρετὴν καὶ τὸ ἀγαθὸν περιποιούμενον | |
ἑαυτῷ μάλιστά φησι φιλεῖν ἑαυτόν. ὃς καὶ φίλαυτος δόξειεν ἂν εἶναι μᾶλ‐ | 200 | |
201 | λον εἰκότως· ἑαυτῷ γὰρ χαρίζεται· τῷ γὰρ κυριωτάτῳ ἑαυτοῦ, τῷ δια‐ νοητικῷ, τὰ κάλλιστα καὶ μάλιστα ἀποδίδωσιν ἀγαθά. ὁ δὲ τῷ κυριω‐ τάτῳ ἑαυτοῦ χαριζόμενος, οὗτος μάλιστα χαρίζεται ἑαυτῷ. καὶ γὰρ ὥσπερ πόλις ἐστὶ μάλιστα τὸ κυριώτατον τῆς πόλεως καὶ οἱ ἄριστοι τῶν πολι‐ | |
5 | τῶν, οὕτω καὶ ἄνθρωπός ἐστι μάλιστα τὸ κυριώτατον τῶν ἐν τῷ ἀνθρώ‐ πῳ. διὰ τοῦτο καὶ φίλαυτος μάλιστα ὁ τοῦτο ἀγαπῶν καὶ τούτῳ χαριζό‐ μενος· ἐπεὶ καὶ ἐγκρατής τις ἢ ἀκρατὴς λέγεται οὐ τῷ ἁπλῶς κρατεῖν ἢ κρατεῖσθαι ἀλλὰ τῷ τὸν νοῦν ἢ ἄρχειν τῶν παθῶν ἢ ἄρχεσθαι· ὥστε τοῦ μὲν νοῦ κρατοῦντος αὐτός τις λέγεται κρατεῖν, τῶν δὲ παθῶν κρατούντων | |
10 | οὐκ αὐτὸς κρατεῖν ἀλλὰ μᾶλλον κρατεῖσθαι. ὅθεν φανερόν, ὅτι αὐτός τίς ἐστι μάλιστα ἕκαστος τὸ αὐτοῦ διανοητικόν· καὶ ὁ τὸ ἑαυτοῦ διανοητικὸν ἀγαπῶν καὶ πάντα τρόπον αὐτῷ χαριζόμενος φίλαυτος εἰκότως ἂν λέγοιτο καθ’ ἕτερον εἶδος τοῦ ὀνειδιζομένου, καὶ διαφέρων τοσοῦτον, ὅσον τὸ κατὰ λόγον ζῆν τοῦ κατὰ πάθος καὶ ἡ τοῦ ἀγαθοῦ ὄρεξις | |
15 | τῆς φαύλης ἐπιθυμίας. ἐπεὶ τοίνυν τοὺς σπουδαίους καὶ ἐπιεικεῖς ἐπαι‐ νοῦσι καὶ ἀποδέχονται πάντες, δεῖ δὲ πάντας ἐπιεικεῖς εἶναι (καὶ γὰρ πάν‐ των εἰς τὸ καλὸν ἁμιλλωμένων καὶ διατεινομένων τὰ κάλλιστα πράττειν, πάντα ἀπαντήσειν τὰ ἀγαθά, καὶ κοινῇ πᾶσι καὶ ἰδίᾳ ἑκάστῳ), φανερὸν ὅτι δέον ἐστὶ τὸν μὲν ἀγαθὸν φίλαυτον εἶναι. καὶ γὰρ αὐτός τε ἑαυτὸν | |
20 | ὠφελήσει τὰ καλὰ πράττων καὶ τοὺς ἄλλους ἐπὶ τὰ ἴσα κινήσει· τὸν δὲ μοχθηρὸν οὐκέτι. φιλῶν γὰρ καὶ χαριζόμενος ἑαυτῷ βλάψει καὶ ἑαυτὸν καὶ τοὺς πέλας, πάθεσιν ἑπόμενος φαύλοις· ἐπεὶ παρὰ μὲν τῷ σπουδαίῳ ταὐτόν ἐστιν ὃ πράττει καὶ ὃ πράττειν προσήκει· καὶ γὰρ πᾶς μὲν 〈ἀνὴρ ἀγαθὸς ὁ νοῦς αὑτοῦ ἐστιν· ὁ〉 νοῦς 〈δὲ〉 αἱρεῖται τὸ βέλτιστον ἑαυτῷ· οἱ | |
25 | δὲ πειθαρχοῦσι καὶ ἀκολουθοῦσι τῷ νῷ· παρὰ δὲ τοῖς φαύλοις τὸ δέον καὶ ὃ ποιοῦσι διαφωνεῖ· καὶ διὰ τοῦτο τοὺς μὲν οὐ δεῖ φιλαύτους εἶναι, τοὺς δὲ ἑαυτοὺς μάλιστα προσήκει φιλεῖν. οὕτω μὲν οὖν ὁ ἀληθὴς διώ‐ ρισται λόγος. λυτέον δὲ καὶ τὸν πρῶτον λόγον, δι’ ὃν ἐδόκει τὸν ἀγαθὸν μὴ εἶναι φίλαυτον, ὅτι τῶν μὲν ἑαυτοῦ ἀμελεῖ, ζητεῖ δὲ τὰ τῶν φίλων | |
30 | καὶ τῆς πατρίδος ἀγαθά, ὑπὲρ ὧν καὶ ἀποθνήσκει δεῆσαν. ὅτι μὲν οὖν τοιοῦτός ἐστιν ὁ σπουδαῖος, ἀληθές ἐστιν. οὐ μὴν διὰ τοῦτο ῥητέον αὐ‐ τὸν μὴ μάλιστα φίλαυτον εἶναι· δι’ αὐτὰ μὲν οὖν φαίνεται φίλαυτος εἶναι. καὶ γὰρ ἀντὶ μεγάλων μικρὰ προΐεται, καὶ τὰ μικρὰ ῥίπτων τὰ μέγιστα τῶν ἀγαθῶν ἑαυτῷ περιποιεῖται· τοῖς μὲν γὰρ φίλοις καὶ τῇ πατρίδι χρή‐ | |
35 | ματα καὶ τιμὰς καὶ τοιαῦτα παρέχει, ἑαυτῷ δὲ τὸ ἀγαθὸν καὶ καλὸν καὶ χρηστὸν καὶ φιλόπολιν εἶναι καὶ τὰ τοιαῦτα, ὧν ἐκεῖνα πάντα ἐλάττω· καὶ ὅταν δὲ ὑπὲρ τῶν φίλων καὶ τῆς πόλεως ἀποθάνῃ καὶ τὴν ἑαυτοῦ πρόη‐ | |
ται ζωήν, μείζω ἐκέρδανεν ἢ προήκατο. αἱρεῖται γὰρ ὀλίγον 〈χρόνον〉 | 201 | |
202 | ἡσθῆναι σφόδρα τὴν ἀγαθὴν καὶ ἐπαινετὴν ἡδονὴν ἢ πολλὴν ἠρέμα· καὶ βέλτιον αὑτῷ εἶναι ἡγεῖται τὸν βίον μικρὸν ὄντα μεγάλων γέμειν κατορθω‐ μάτων, ἢ μακρὸν βιώσαντα μὴ οὕτως ἐπαινετὸν εἶναι, καὶ μίαν πρᾶξιν ποιῆσαι καλὴν καὶ μεγάλην ἢ πολλὰς καὶ μικράς. ταῦτα γὰρ ἐκείνων καλ‐ | |
5 | λίω. καὶ πράξεις δὲ σπουδαίας ἐνίοτε προΐεται τῷ φίλῳ, καὶ ἐξὸν αὐ‐ τὸν πράττειν, ἐκείνῳ τῆς φιλοτιμίας παραχωρεῖ, καὶ τηνικαῦτα δὲ τὸ μεῖ‐ ζον ἀγαθὸν ἑαυτῷ ἀπονέμει· κάλλιον γὰρ τοῦ αὐτὸν πρᾶξαι τὸ αἴτιον τοῦ καλοῦ τῷ φίλῳ γενέσθαι. διὰ ταῦτα δὴ εἰκότως δοκεῖ σπουδαῖος εἶναι ἀντὶ πάντων αἱρούμενος τὸ καλὸν καὶ τὸ πλέον ζητῶν ἐν τοῖς ἀγαθοῖς καὶ | |
10 | σπουδαίοις. φαίνεται τοίνυν μάλιστα ἑαυτὸν φιλῶν ὁ σπουδαῖος καὶ ἑαυ‐ τῷ τοῦ καλοῦ τὸ πλέον ἑκάστοτε νέμων. οὕτω μὲν οὖν δεῖ φίλαυτον εἶναι, καθάπερ εἴρηται, ὡς δὲ οἱ πολλοί, οὐ χρή· ὅπως μὲν οὖν δεῖ μάλιστα φιλεῖν ἑαυτόν, ἐπὶ τοσοῦτον εἰρήσθω. | |
14n | 〈Ὅτι καὶ εὐδαίμων φίλων σπουδαίων δεήσει. κεφ. ιʹ.〉 | |
15 | Ἀμφισβητεῖται δὲ καὶ περὶ τῶν εὐδαιμόνων, εἰ δεήσει φίλων αὐ‐ τοῖς ἢ μή. φασὶ γὰρ μὴ χρείαν εἶναι τοῖς μακαρίοις καὶ αὐτάρκεσιν· αὐτάρκεις γὰρ ὄντες καὶ πάντα ἔχοντες τὰ ἀγαθά, πῶς ἂν ἄλλων δέοιντο; καὶ γὰρ οἱ φίλοι δέονται τῶν φίλων καὶ καρποῦνται δι’ ἐκείνων ἃ δι’ ἑαυ‐ τῶν οὐ δύνανται κτᾶσθαι· καὶ γὰρ ὁ φίλος ἄλλος αὐτός. ἐπεὶ δὲ αὑτοῖς | |
20 | οἱ εὐδαίμονες ἀρκοῦσιν, οὐ χρείαν ἔχουσι φίλων, διὰ τοῦτό φασιν ὅταν ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων; διὰ ταῦτα μὲν οὖν δοκεῖ μὴ χρείαν εἶναι τοῖς εὐδαίμοσι φίλων. καθ’ ἕτερον δὲ λόγον ἄτοπον ἔοικεν εἶναι τὸ πάντα ἀπονέμοντας τὰ ἀγαθὰ τῷ εὐδαίμονι φίλους μὴ ἀποδιδόναι, ὃ τῶν ἐκτὸς ἀγαθῶν τὸ | |
25 | μέγιστον εἶναι δοκεῖ, ἄλλως τε καὶ ὅτι τὸ μὲν εὐεργετεῖν ἀναγκαῖόν ἐστι πρὸς τὴν εὐδαιμονίαν, ἡ δὲ καλλίστη καὶ μάλιστα ἐπαινουμένη εὐεργεσία πρὸς τοὺς φίλους ἐστίν· ὥστε δεῖ φίλων τοῖς εὐδαίμοσιν, ἐπεὶ χρεία τὴν ἀρίστην εὐεργεσίαν εὐεργετεῖν. μάλιστα γὰρ φίλῳ προσήκει τὸ εὖ ποιεῖν καὶ τὸ εὖ πάσχειν· καὶ κάλλιον εὐεργετεῖν φίλους ἢ ὀθνείους καὶ ἀγνῶτας | |
30 | καὶ μηδὲν προσήκοντας οὔτε τῶν ἠθῶν ἕνεκα οὔτε τῆς πολιτείας. διὰ ταῦτα δὴ φαίνεται δεῖσθαι φίλων τὸν εὐδαίμονα, καὶ τούτου ἕνεκα καὶ ζη‐ τεῖται, πότερον ἐν εὐτυχίαις χρεία φίλων μᾶλλον ἢ ἐν ἀτυχίαις. δεῖ γὰρ καὶ ἀτυχοῦντι φίλων βοηθούντων καὶ ἐπανορθούντων αὐτῷ τὴν τύχην καὶ τῷ εὐτυχοῦντι, ἵνα εὐεργετεῖν δύνηται. ἔτι δὲ ἄτοπον κἀκεῖνο, τὸν μονώ‐ | |
35 | την καὶ ἑαυτῷ μόνῳ ζῶντα μακάριον οἴεσθαι· ἡ μὲν γὰρ εὐδαιμονία αἱ‐ ρετόν, τὸ δὲ μονώτης εἶναι οὐδεὶς ἂν ἕλοιτο· οὐδεὶς γὰρ βούλεται καθ’ ἑαυτὸν πάντα ἔχειν τὰ ἀγαθά· πολιτικὸν γὰρ ὁ ἄνθρωπος καὶ φύσει ὀρέ‐ | |
γεται μετὰ ἄλλων ζῆν. ταῦτα δὲ ὑπάρχει καὶ τῷ εὐδαίμονι καὶ συζῆν | 202 | |
203 | βούλεται· τὰ γὰρ φύσει ἀγαθὰ καὶ αὐτὸς ἔχει· εἰ δὲ συζῆν ἀνάγκη τὸν εὐδαίμονα, φανερὸν ὅτι τοῖς βελτίστοις τῶν ἀνθρώπων καὶ οἰκειοτάτοις· οἳ δέ εἰσιν οἱ φίλοι καὶ οἱ ἐπιεικεῖς, μεθ’ ὧν βέλτιον καὶ ἥδιον συνημε‐ ρεύειν ἢ μετὰ ὀθνείων καὶ τῶν τυχόντων· δεῖ ἄρα τῷ εὐδαίμονι φί‐ | |
5 | λων. λυτέον δὲ τοὺς πρώτους λόγους, δι’ οὓς ἐδόκει μὴ δεῖν φίλων τοῖς μακαρίοις· καὶ ῥητέον τί λέγουσι καὶ πῇ ἀληθεύουσι. λέγομεν τοίνυν, ὅτι οἱ πολλοὶ φίλους οἴονται τοὺς χρησίμους εἶναι καὶ οὐ διὰ τὸ ἀγα‐ θὸν ἀλλὰ διὰ τὴν χρείαν ἀγαπωμένους καὶ ἔτι τοὺς διὰ τὴν ἡδονήν· τούτων δὲ ὁ εὐδαίμων οὐ δεῖται, τοῦ μὲν χρησίμου, ὅτι πάντα ἔχει τὰ | |
10 | ἀγαθά, τοῦ δὲ ἡδέος, ὅτι ἡδὺς ὁ βίος αὐτῷ καὶ οὐ δεῖται τῆς ἔξωθεν ἡδονῆς. οὐ δεόμενος δὲ τῶν τοιούτων φίλων οὐ δοκεῖ δεῖσθαι φίλων, τῶν ὡς ἀληθῶς φίλων, ὅσοι διὰ τὴν ἀρετὴν φιλοῦνται καὶ τὸ ἀγαθόν. τοῦτο δὲ οὐκ ἔστιν ἀληθές· καὶ δῆλον ἐκεῖθεν. καθάπερ γὰρ ἐν ἀρχῇ εἴρηται, ἡ εὐδαιμονία ἐνέργειά ἐστιν. ἡ δὲ ἐνέργεια φανερὸν ὅτι | |
15 | γίνεται καὶ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, καὶ οὐ γέγονε καὶ ὑπάρχει ἤδη καθάπερ τι κτῆμα· συνίσταται μὲν οὖν ἡ εὐδαιμονία ἐν τῷ ζῆν καὶ πράτ‐ τειν. 〈τὸ γὰρ ζῆν κατ’ ἀρετὴν καὶ πράττειν〉 τὰ σπουδαῖα εὐδαιμονεῖν ἐστιν. ἐπεὶ δὲ ἡ τοιαύτη ἐνέργεια ἡδεῖά ἐστι τῷ σπουδαίῳ, ὅτι τε ἀγαθὴ καὶ ἡδεῖα καθ’ ἑαυτήν, ὡς ἐν ἀρχῇ εἴρηται, καὶ ὅτι οἰκεία αὐτῷ, τὸ ἄρα | |
20 | θεωρεῖν τὴν τοιαύτην ἐνέργειαν ἥδιστόν ἐστι τῷ εὐδαίμονι· θεωρεῖν δὲ τὰ τοῦ πέλας δυνάμεθα μᾶλλον ἢ τὰ οἰκεῖα καὶ τὰς ἐκείνων πράξεις ἢ τὰς ἡμετέρας· ὁ ἄρα εὐδαίμων μάλιστα θεωρήσει τὰς τοῦ φίλου πράξεις, καὶ ἀγαθαῖς δὲ οὔσαις ἡσθήσεται μάλιστα. εἰ δὲ ἀνάγκη τὴν ἀγαθὴν ἡδονὴν ἥδεσθαι τὸν εὐδαίμονα, φανερὸν ὅτι χρεία τῷ εὐδαίμονι φίλων τοιούτων, | |
25 | εἴπερ θεωρεῖν αἱρεῖται πράξεις ἐπιεικεῖς καὶ οἰκείας, οἷαί εἰσιν αἱ τοῦ ἀγαθοῦ φίλου ὄντος. ἔτι δὲ πάντες οἴονται ἡδίστην τὴν τοῦ εὐ‐ δαίμονος ζωήν. ἡ δὲ ζωὴ τοῦ εὐδαίμονός ἐστι τὸ κατ’ ἀρετὴν ἐνεργεῖν, τὸ δὲ ἐνεργεῖν συνεχῶς μεθ’ ἑτέρων μὲν ῥᾴδιον, καθ’ ἑαυτὸν δὲ χαλεπόν· ὅθεν χαλεπὸς ὁ μονώτης βίος· τὸ δὲ ῥᾴδιον ἥδιον τοῦ δυσχεροῦς· τὸ | |
30 | ἥδιον δὲ μᾶλλον προσήκει τῷ μακαρίῳ. καὶ ἅμα ἡ ἐνέργεια συνεχεστέρα αὐτῷ ἔσται, ἡδεῖα οὖσα· τοῦτο δὲ τῷ μακαρίῳ προσήκει συνεχῶς κατ’ ἀρετὴν ἐνεργεῖν. τοῦτο δὲ αὖθις μείζω αὐτῷ ποιήσει τὴν ἡδονήν· ἥδεται γὰρ ὁ σπουδαῖος ταῖς κατ’ ἀρετὴν πράξεσιν ᾗ σπουδαῖος, ταῖς δὲ ἀπὸ κακίας δυσχεραίνει· καθάπερ ὁ μουσικὸς τοῖς καλοῖς μέλεσιν | |
35 | ἥδεται, ἐπὶ δὲ τοῖς φαύλοις λυπεῖται. οὐ μόνον δὲ τὴν οὖσαν ἕξιν συνεχέστερον ἐνεργήσει ὁ σπουδαῖος ἀπὸ τοῦ σπουδαίοις συζῆν, ἀλλὰ καὶ τὴν μὴ οὖσαν κτήσεται, ἢ ἃς ἔχει ἄμεινον ἕξει· γένοιτο γὰρ ἂν ἐπίδοσις ἀρετῆς ἀπὸ τοῦ συζῆν τοῖς ἀγαθοῖς, καθάπερ καὶ Θέογνίς φησι· δεῖ ἄρα τῷ εὐδαίμονι φίλων. ἔτι δὲ καὶ ὧδε δῆλον ἔσται φυσικώτερον | |
40 | τὸν λόγον ἐπισκοποῦσι. σκεψώμεθα γὰρ οὐκ ἀπὸ τῶν ἰδίᾳ προσόντων τῷ | |
εὐδαίμονι ἀλλὰ ἀπὸ τῶν κοινῇ πᾶσι. τὸ μὲν οὖν ζῆν πᾶσι τοῖς ζῴοις | 203 | |
204 | φύσει ἐστὶν ἡδύ· τὸ δὲ ζῆν ὁρίζονται εἶναι ἐν μὲν τοῖς ἀλόγοις δύναμιν αἰσθήσεως, ἐν δὲ τοῖς ἀνθρώποις δύναμιν αἰσθήσεως ἢ νοήσεως. ἡ δὲ δύναμις διὰ τὴν ἐνέργειάν ἐστι καὶ τὸ κύριον ἐν τῇ ἐνεργείᾳ· εἰ τοίνυν τὸ δύνασθαι αἰσθάνεσθαι ἢ νοεῖν ζῆν ἐστι, πολλῷ μᾶλλον αὐτὸ τὸ αἰσθάνε‐ | |
5 | σθαι ἢ νοεῖν ἐνεργείᾳ. τὸ ἄρα αἰσθάνεσθαι ἢ νοεῖν ἐνεργείᾳ αὐτό ἐστι τὸ ζῆν, τὸ δὲ ζῆν ἡδύ τέ ἐστι καθ’ ἑαυτὸ καὶ ἀγαθόν, μάλιστα μέν, ὅτι ὡρισμένον τί ἐστι τὸ ζῆν. τὸ δὲ ὡρισμένον τῆς τοῦ ἀγαθοῦ φύ‐ σεως, καθάπερ καὶ Πυθαγορείοις ἐδόκει· καὶ γὰρ ἔταττον ἐν τῇ τοῦ ἀγα‐ θοῦ συστοιχίᾳ τὸ ὡρισμένον. ἔπειτα καὶ ὅτι πάντα τοῦ ζῆν ἐφίεται· οὗ | |
10 | δὲ πάντα ἐφίεται, ἀγαθόν ἐστι καθ’ ἑαυτὸ καὶ ἡδύ· λέγω δὲ ζωὴν οὐ τὴν μοχθηρὰν καὶ μυρίων γέμουσαν συμφορῶν· ἀόριστοι γὰρ αἱ τοιαῦται, καθάπερ καὶ τὰ ταύτῃ συμβαίνοντα· λεχθήσεται δὲ περὶ αὐτῶν ἐν. οἷς περὶ ἡδονῆς ἐροῦμεν. ἐπεὶ τοίνυν τὸ μὲν ζῆν καθ’ ἑαυτὸ ἀγαθόν ἐστι καὶ ἡδύ, χαίρει δέ τις καὶ ἥδεται ὁρῶν ἐν ἑαυτῷ ἀγαθόν τι καὶ ἡδύ, χαίρομεν ἄρα | |
15 | καὶ ἡδόμεθα αἰσθανόμενοι ὅτι ζῶμεν. καὶ γὰρ αἰσθανόμεθα ὅτι ζῶμεν, ὥσπερ ὁρῶντες αἰσθανόμεθα ὅτι ὁρῶμεν καὶ ἀκούοντες ὅτι ἀκούομεν καὶ βαδίζοντες ὅτι βαδίζομεν, καὶ νοοῦντες καὶ αἰσθανόμενοι γινώσκομεν ὅτι νοοῦμεν καὶ αἰσθανόμεθα. τὸ δὲ νοεῖν καὶ αἰσθάνεσθαι τοῦτό ἐστι τὸ εἶναι τῶν αἰσθανομένων καὶ νοούντων· νοοῦμεν ἄρα ὅτι ἐσμέν, καὶ ὅλως ἔστι | |
20 | τις ἐν ἡμῖν δύναμις, ᾗ γινώσκομεν ὅτι ἐνεργοῦμεν καὶ ζῶμεν. εἰ δὲ τὸ ζῆν ἀγαθόν, τὸ δὲ συνειδέναι τινὰ ἑαυτῷ ἀγαθὸν ἡδὺ καθ’ ἑαυτό ἐστι, τὸ ἄρα εἰδέναι ὅτι ζῶμεν, ἡδύ ἐστιν. ἐπεὶ τοίνυν τὰ φύσει ἀγαθὰ καὶ ἡδέα 〈καὶ τῷ σπουδαίῳ ἀγαθά εἰσι καὶ ἡδέα〉, ἡσθήσεται μὲν ζῶν ὁ σπου‐ δαῖος, καὶ μάλιστα τῶν ἄλλων οὗτος, καθόσον ἡ αὐτοῦ ζωὴ αἱρετωτέρα | |
25 | ἐστὶ καὶ ἡδίων καὶ μακαρία. ἡσθήσεται δὲ γινώσκων ὅτι ζῇ· τὸ δὲ ζῆν ἐστι τὸ νοεῖν· ἥδεται ἄρα ὁ σπουδαῖος γινώσκων ὅτι νοεῖ. οὕτω δὲ πρὸς τὸν φίλον ὡς πρὸς ἑαυτὸν ὁ σπουδαῖος ἔχει, ἕτερος γὰρ αὐτὸς ὁ φί‐ λος ἐστίν· οὐκοῦν φανερόν, ὅτι καθάπερ τὸ αὐτὸν εἶναι καὶ ζῆν αἱρετόν ἐστιν αὐτῷ καὶ ἡδύ, οὕτω καὶ τὸ τοῦ φίλου εἶναι ζητεῖ, τουτέστι τὸ τὸν | |
30 | φίλον νοεῖν· τὸ γὰρ εἶναι καὶ ζῆν τὸ νοεῖν ἐστιν. ὥσπερ δὲ χαίρει γινώ‐ σκων ὅτι νοεῖ, οὕτως ἡδύ ἐστιν αὐτῷ καὶ αἱρετὸν τὸ γινώσκειν ὅτι ὁ φίλος νοεῖ· τὸ δὲ γινώσκειν τὸν φίλον ὅτι νοεῖ, τότε ἐστὶν ἐνεργείᾳ, ὅταν αὐτὰ γινώσκῃ ἃ νοεῖ, οὐχ ἁπλῶς ὅτι διανοεῖται. τοῦτο δὲ γίνοιτ’ ἂν ἐν τῷ ζῆν μετ’ ἀλλήλων καὶ κοινωνεῖν λόγων καὶ διανοίας· τοῦτον γὰρ | |
35 | τὸν τρόπον συζῆν οἱ ἄνθρωποι λέγονται· οὐ γὰρ τὸ ἐν τῷ αὐτῷ εἶναι συζῆν ἐστι, καθάπερ ἐπὶ τῶν βοσκημάτων τὸ ἐν τῷ αὐτῷ νέμεσθαι. τὸ ἄρα συνεῖναι τοῖς φίλοις αἱρετόν ἐστι τῷ σπουδαίῳ καὶ ἡδύ· ὃ δέ ἐστιν αὐτῷ αἱρετόν, τοῦτο δεῖ ὑπάρχειν αὐτῷ· εἰ δὲ μή, ἐνδεὴς ἔσται τοῦτο τὸ μέρος, ὃ ἐναντίον ἐστὶ τῇ εὐδαιμονίᾳ. δεήσει ἄρα τῷ εὐδαι‐ | |
40 | μονήσοντι φίλων σπουδαίων. | 204 |
205(1n) | 〈Περὶ φίλων ἀριθμοῦ. κεφ. ιαʹ.〉 | |
2 | Ἐπεὶ δὲ χρεία τῷ εὐδαίμονι φίλων, ζητητέον πότερον πλείστους φί‐ λους ὡς ἔνι μάλιστα ποιητέον αὐτόν, ἢ καθάπερ ἐπὶ τῆς ξενίας εἴρηται καλῶς καὶ ἁρμοδίως, ὡς οὐ δεῖ μήτ’ ἄξεινον εἶναι μήτε πολύξεινον οὕτω | |
5 | καὶ ἐπὶ τῶν φίλων εἰκός ἐστι μήτ’ ἄφιλον εἶναι μήτε πολύφιλον. λέγομεν τοίνυν ἐκεῖνο, ὅτι τριχῶς τῆς φιλίας διαιρουμένης καὶ τῆς μὲν διὰ τὸ χρήσιμον οὔσης, τῆς δὲ δι’ ἡδονήν, τῆς δὲ τοῦ ἀγαθοῦ ἕνεκα καὶ τῆς ἀρετῆς, τῶν μὲν διὰ τὸ χρήσιμον ἢ τὴν ἡδονὴν φίλων ὀλίγων ἂν γένοιτο χρεία, μάλιστα τῶν μὲν διὰ τὸ χρήσιμον, ὅτι ὀλίγοις ἄν τις ἀρκέσειεν ἃ | |
10 | χρῄζουσι βοηθεῖν, καὶ τὸ πολλοὺς θεραπεύειν ἐπίπονον, μάλιστα εἰ τύχοιεν περίεργοί τινες ὄντες καὶ ζητοῦντες θεραπεύεσθαι περιττῶς, τῶν δὲ διὰ τὴν ἡδονήν, ὅτι ὀλίγης ἡδονῆς χρεία τῷ βίῳ καὶ ἀνέσεως, καθάπερ ἐν εὐωχίᾳ τοῦ ἡδύσματος, τῶν δὲ σπουδαίων καὶ διὰ τὴν ἀρετὴν καὶ τὸ ἀγαθὸν φιλούντων πλειόνων μὲν τῷ εὐδαίμονι δεήσει. πλὴν ἔσται τι καὶ | |
15 | αὐτῶν μέτρον. καθάπερ γὰρ πόλεώς ἐστι μέτρον καὶ οὔτε ἐκ δέκα ἀν‐ θρώπων γένοιτ’ ἂν πόλις οὔτε ἐκ δέκα μυριάδων (οὐ γὰρ ἂν ἔτι πόλις ἡ τοιαύτη ἂν εἴη συνοικία), οὕτω δεῖ καὶ τοὺς φίλους ὡρίσθαι καὶ μέτρον αὐτοῖς εἶναι. καὶ ὥσπερ ἐπὶ τῆς πόλεως οὐ τὸ ποσὸν ὥρισται καὶ ἀριθμὸς ῥητός ἐστι τοῦ πλήθους τοῦ πόλει προσήκοντος, ἀλλὰ τοῦ | |
20 | ὑπερβάλλοντος ἀριθμοῦ τὸ τῆς πόλεως μέτρον καὶ τοῦ ἐλλείποντος ὡρι‐ σμένων, τὰ μεταξὺ ποσὰ μέτρον εἶναί φαμεν πόλεως, οἷον οὔτε οἱ χίλιοι πόλις ἂν εἴη οὔτε αἱ δέκα μυριάδες, ἀλλὰ τὰ μεταξύ, οὕτω καὶ ἐπὶ τῶν φίλων οὐκ ἔνι λαβεῖν ἀριθμὸν ὡρισμένον ἀλλ’ εἶεν ἂν τοσοῦτοι ὅσοις δύ‐ ναταί τις συζῆν. τοῦτο γὰρ ἐδόκει φιλικώτατον εἶναι. ὅτι γὰρ οὐχ | |
25 | οἷόν τε πλείστοις συζῆν καὶ διανέμειν ἑαυτόν, φανερόν. δεῖ δὲ καὶ συνη‐ μερεύειν τοῖς φίλοις· πλείστοις δὲ οὖσιν ἐργῶδες μάλιστα· καὶ μὴν καὶ συναλγεῖν δεῖ καὶ συγχαίρειν οἰκείως· καὶ τοῦτο δὲ χαλεπόν, εἰ πολλοῖς τις χρήσαιτο φίλοις. πολλῶν γὰρ ὄντων οἱ μὲν χαίρουσιν, οἱ δὲ ἄχθονται κατὰ ταὐτόν· καὶ δέον τὸν φίλον ἐπιμερίζειν ἑαυτὸν ἑκατέροις· τὸ δὲ ἐπί‐ | |
30 | πονον. ἴσως οὖν εὖ ἔχει μὴ ζητεῖν σφόδρα πολυφιλώτατον εἶναι ἀλλὰ τοσούτους παραδέχεσθαι φίλους, ὅσοις δυνάμεθα συζῆν καὶ συνημερεύειν καὶ συναλγεῖν καὶ συγχαίρειν. οὕτω δὲ χρῆσθαι πολλοῖς οὐκ ἐνδέχεται διὰ τοῦτο, οὐδὲ κατὰ τὴν ἐρωτικὴν φιλίαν πολλῶν ἐνδέχεται φίλον εἶναι. ἡ γὰρ ἐρωτικὴ φιλίας ἐστὶν ὑπερβολή, καὶ διὰ τοῦτο πρὸς ἕνα δύναται γί‐ | |
35 | νεσθαι· τὸν ἴσον δὲ τρόπον καὶ ἐπὶ τῆς κατ’ ἀρετὴν φιλίας πολλοὺς σφόδρα φιλεῖν καὶ τὰ φιλικὰ πάντα σώζειν περὶ αὐτοὺς οὐκ ἐνδέχεται, ὀλίγοις δὲ οὕτω χρήσασθαι δυνατόν. τούτοις δὲ τοῖς λόγοις καὶ τὰ πράγ‐ ματα μαρτυρεῖ· οὐ γὰρ γίνονται φίλοι πολλοὶ κατὰ τὴν ἑταιρικὴν φιλίαν, | |
ἀλλ’ αἱ μάλιστα ὑμνούμεναι ἑταιρικαὶ φιλίαι ἐν δυσὶ γενέσθαι λέγονται. οἱ | 205 | |
206 | δὲ πολύφιλοι καὶ πᾶσιν οἰκείως ἐντυγχάνοντες καὶ ἃ δεῖ ἑκάστῳ τῶν πολιτῶν καὶ ἔργοις καὶ λόγοις ἀποδιδόναι δοκοῦντες οὐδενὶ φίλοι εἰσὶ τὴν ἀκριβῆ καὶ ἀληθῆ φιλίαν, ἀλλὰ φίλοι ἂν λέγοιντο τὴν λεγομένην πολι‐ τικὴν φιλίαν. τούτων δὲ οἱ μὲν ἄρεσκοί εἰσι, πάντα τοῖς συνοῦσι χαριζό‐ | |
5 | μενοι, περὶ ὧν ἐν τοῖς ἔμπροσθεν εἴρηται, οἱ δὲ ἐπιεικεῖς εἰσι καὶ πρὸς ἀλήθειαν σύνεισι καὶ τὸ ἀγαθόν, οἳ καὶ φίλοι καλοῦνται διὰ τὴν πρὸς 〈τὴν〉 φιλίαν ὁμοιότητα καί εἰσι μεταξὺ τῶν τε ἀρέσκων καὶ τῶν δυσκόλων ἐπαι‐ νετοί, ἀμφοτέρων ψεκτῶν, καθὼς ἐν τῷ ὀγδόῳ κεφαλαίῳ τοῦ τετάρτου βι‐ βλίου διείληπται. τοιούτους μὲν οὖν φίλους πολλοὺς ἄν τις εὕροι, τοὺς δὲ | |
10 | κυρίως φίλους ἀγαπητὸν καὶ ὀλίγους εὑρεῖν. | |
11n | 〈Πότερον ἐν εὐτυχίαις φίλων μᾶλλον δεῖ ἢ ἐν ἀτυχίαις καὶ ὅτι | |
12n | τὸ συζῆν ἰδιαίτατον ἔργον ἐν φιλίαις σπουδαίων τε καὶ φαύλων. | |
13n | κεφ. ιβʹ.〉 | |
14 | Ἐπεὶ δὲ δεῖ φίλων τοῖς τε εὐδαίμοσι καὶ τοῖς δυστυχέσι, ζητητέον | |
15 | ποτέροις μᾶλλον δεήσει τῶν φίλων. οἵ τε γὰρ ἀτυχοῦντες δέονται τῆς παρὰ τῶν φίλων ἐπικουρίας, οἵ τε εὐδαίμονες οἷς συζήσουσι καὶ οὓς εὖ ποιήσουσιν· ἐθέλουσι γὰρ εὖ ποιεῖν καὶ ἀναγκαῖον αὐτοῖς ἐστιν εἰς τὴν εὐ‐ δαιμονίαν. ἔστι δὲ τρόπον μέν τινα τῷ δυστυχεῖ χρεία φίλων μᾶλλον ἢ τῷ σπουδαίῳ, κατὰ ἄλλον δὲ τρόπον τῷ εὖ πράττοντι μᾶλλον, τὸ μὲν διὰ | |
20 | τὸ ἀναγκαῖον, τὸ δὲ διὰ τὸ καλόν· τῷ μὲν γὰρ δυστυχεῖ ἀναγκαιότερον οἱ φίλοι ἢ τῷ εὐδαίμονι, τῷ εὐδαίμονι δὲ κάλλιον ἢ τῷ κακῶς πράττοντι· διὰ τοῦτο ἐν μὲν ταῖς ἀτυχίαις οὐ τοσοῦτον δεῖ φίλων σπουδαίων ὅσον ὠφελίμων καὶ χρησίμων, ἐν δὲ ταῖς εὐτυχίαις οὐδαμῶς χρησίμων ἀλλὰ ἀγαθῶν μόνον· τοὺς γὰρ ἐπιεικεῖς οἱ εὐδαίμονες ζητοῦσι καὶ τούτους | |
25 | βούλονται μᾶλλον εὐεργετεῖν καὶ μετὰ τούτων διάγειν. ἔστι γὰρ καὶ ἡ παρουσία αὐτὴ τῶν φίλων ἡδεῖα, καὶ ἐν ταῖς εὐτυχίαις, κουφίζονται γὰρ οἱ λυπούμενοι συναλγούντων αὐτοῖς τῶν φίλων. διὰ τοῦτο καὶ ἀπορήσειεν ἄν τις, ἀνθ’ ὅτου κουφίζονται τῷ συναλγοῦντας τοὺς φίλους ὁρᾶν· δοκεῖ γὰρ ὥσπερ βάρος μεριζόμενον καὶ πρὸς τοὺς | |
30 | φίλους κουφίζεσθαι. τὸ δὲ οὐκ ἔστιν· ἀλλ’ ἡ ἐπὶ τῇ παρουσίᾳ τῶν φίλων ἡδονὴ καὶ τὸ τοὺς συναλγοῦντας ὁρᾶν ἡδὺ ὂν ἐλάττω ποιεῖ τὴν λύπην· ἡδονὴ γὰρ λύπην ἐλαύνει· εἰ μὲν οὖν διὰ ταῦτα ἢ δι’ ἄλλο τι κουφίζονται, ἀφείσθω ζητεῖν ἐπὶ τοῦ παρόντος· ὅτι δὲ ῥᾴους γίνονται οἱ λυπούμενοι διὰ τὴν παρουσίαν τῶν φίλων, φανερόν ἐστι. ἔοικε δὲ μὴ κα‐ | |
35 | θαρῶς χαίρειν αὐτοὺς τοῖς συναλγοῦσι τῶν φίλων μηδὲ ἄμικτον αὐτοῖς εἶναι τὴν τοιαύτην ἡδονήν, ἀλλὰ καὶ ἀλγεῖν ἐν τῷ μέρει. αὐτὸ μὲν γὰρ τὸ ὁρᾶν τοὺς φίλους ἡδύ, μάλιστα τοῖς ἀτυχοῦσι, καί τις αὐτῷ γίνεται ἐπικουρία πρὸς τὸ μὴ λυπεῖσθαι. παραμυθητικὸν γὰρ ὁ φίλος καὶ | |
ὁρώμενος καὶ λέγων, ἐὰν ᾖ ἐπιδέξιος· γινώσκει γὰρ τὸν τοῦ φίλου | 206 | |
207 | τρόπον, καὶ οἷς χαίρει καὶ οἷς λυπεῖται, καὶ δύναται παραμυθήσασθαι ῥᾳδίως. κατὰ τοῦτον μὲν οὖν τὸν τρόπον ἡδεῖά ἐστιν ἡ παρουσία τῶν φίλων. τὸ δὲ λυπούμενον αἰσθάνεσθαι τὸν φίλον ἐπὶ ταῖς ἑαυτοῦ ἀτυχίαις λυπηρὰν ποιεῖ τηνικαῦτα τὴν συνουσίαν τῶν φίλων· πᾶς γὰρ λυπηρὸν | |
5 | ἡγεῖται τὸ λύπης αἴτιος γενέσθαι τοῖς φίλοις. διὰ τοῦτο οἱ μὲν ἀνδρώ‐ δεις τὴν φύσιν εὐλαβοῦνται συλλυπεῖσθαι τοὺς φίλους αὐτοῖς, κἂν μὴ μεγάλη μὲν ἡ παραμυθία ᾖ καὶ ἐπὶ μεγίσταις συμφοραῖς, μικρὰ δὲ ἡ λύπη, ἣν συναλγοῦσιν αὐτοῖς, οὐκ ἀνέχονται κοινωνεῖν τοῖς φίλοις τῶν κακῶν, ὅλως τε τοὺς συνθρηνοῦντας οὐ προσίενται διὰ τὸ μηδὲ αὐτοὶ | |
10 | θρηνητικοὶ εἶναι ἀλλὰ γενναίως ἔχειν πρὸς τὰ λυπηρά. γύναια δὲ καὶ οἱ γυναικώδεις τῶν ἀνδρῶν τοῖς στενάζουσι χαίρουσι καὶ φιλοῦσιν ὡς φίλους καὶ συναλγοῦντας· δεῖ δὲ οὐ τούτους ἀλλὰ τοὺς ἀνδρικοὺς μιμεῖσθαι· ἐν ἅπασι γὰρ προσήκει τὰ βελτίω διώκειν. οὕτω μὲν οὖν τοῖς δυστυχοῦσιν οἱ φίλοι βοηθοῦσιν. ἡ δὲ ἐν ταῖς εὐτυχίαις παρουσία τῶν | |
15 | φίλων διπλῶς ἡδεῖά ἐστιν, ὅτι τε ἡδίστη ἐστὶν ἡ μετὰ τῶν φίλων δια‐ τριβή, καθόσον εἰσὶ φίλοι, καὶ ὅτι βλέπουσι χαίροντας τοῖς αὐτῶν ἀγαθοῖς, ὃ τῆς μεγίστης εὐνοίας τεκμήριόν ἐστιν. ἐπεὶ τοίνυν κοινωνοῦν‐ τες μὲν τοῖς φίλοις τῶν συμφορῶν λυποῦμεν, μεταδιδόντες δὲ τῆς εὐδαι‐ μονίας εὐφραίνομεν, δόξειεν ἂν δέον εἶναι προθύμως μὲν καλεῖν αὐτοὺς | |
20 | εἰς τὰς εὐτυχίας, εἰς δὲ τὰς ἀτυχίας ὀκνοῦντα. τὸ μὲν γὰρ εὐεργετεῖν καλόν, μεταδιδόναι δὲ τῶν κακῶν ὡς ἥκιστα δεῖ. διὰ τοῦτο καὶ ὁ τρα‐ γῳδός φησιν “ἅλις ἐγὼ δυστυχῶν·” οὐδὲ γὰρ δεῖ τοὺς φίλους τῶν οἰκείων ἀναπιμπλάναι κακῶν· τηνικαῦτα δὲ παρακλητέον τοὺς φίλους ἐπὶ τὸ συναλγεῖν, ὅταν μέλλωσιν ὀλίγα ὀχληθέντες μεγάλα τοὺς λυπουμένους | |
25 | ὠφελήσειν. αὐτοὺς μέντοι τοὺς φίλους τὸ ἀνάπαλιν ἁρμόζει ποιεῖν πρὸς τοὺς ἐν συμφοραῖς, ἔξω συμφορῶν ὄντας. ἰέναι γὰρ δεῖ πρὸς μὲν τοὺς ἀτυχοῦντας ἀκλήτους καὶ προθύμους· φίλου γὰρ τὸ εὖ ποιεῖν, καὶ μάλιστα τοὺς ἐν χρείᾳ καὶ μήπω ἀξιώσαντας (τοῦτο γὰρ ἀμφοτέροις, καὶ τῷ διδόντι καὶ τῷ λαμβάνοντι, καὶ κάλλιον καὶ ἥδιον), εἰς δὲ τὰς εὐτυχίας | |
30 | ἰέναι μέν, ἀλλὰ πρὸς μὲν τὸ συνεργεῖν καὶ βοηθεῖν τοῖς φίλοις τὴν εὐτυ‐ χίαν προθύμως ἔχειν, πρὸς δὲ τὸ κοινωνεῖν τῆς εὐπαθείας αὐτοῖς σχο‐ λαιότερον· οὐ γὰρ καλὸν τὸ προθυμεῖσθαι ὠφελεῖσθαι· προθυμου‐ μένους δὲ 〈καὶ〉 ἐπειγομένους τοὺς φίλους ὠφελεῖν ἴσως οὐ δεῖ διωθεῖσθαι καὶ ἀποσείεσθαι τὴν εὐεργεσίαν, μὴ καὶ δόξωσι πρὸς τοὺς φίλους ἀηδῶς | |
35 | ἔχειν. τοῦτο γὰρ ἐνίοτε συμβαίνει. φανερὸν δή ἐστιν ἐκ τῶν εἰρημένων, ὅτι τοῖς φίλοις αἱρετώτατόν ἐστι τὸ ζῆν μετ’ ἀλλήλων. καὶ καθάπερ τοῖς ἐρῶσιν ἀγαπητότατόν ἐστι τὸ ἀλλήλους ὁρᾶν καὶ μᾶλλον αἱροῦνται κατὰ ταύτην τὴν αἴσθησιν συνεῖναι ἀλλήλοις ἢ κατὰ τὰς ἄλλας, ὡς διὰ ταύτης τῆς αἰσθήσεως καὶ γινομένου τοῦ ἔρωτος ἐξ ἀρχῆς καὶ συνισταμένου, | |
40 | οὕτω καὶ τοῖς φίλοις τῶν ἄλλων φιλικῶν μάλιστα πάντων αἱρετώτατόν ἐστι τὸ συζῆν. κοινωνία γάρ ἐστι τὸ συζῆν καὶ κοινωνιῶν ἡ τελειοτάτη, | |
ἡ δὲ φιλία ἐν τῇ κοινωνίᾳ ἔχει τὸ εἶναι· κοινωνία γὰρ ἡ φιλία, ἄλλως | 207 | |
208 | τε καὶ ὅτι τὸ αἰσθάνεσθαί τινα ἑαυτοῦ αἱρετώτατόν ἐστιν, ὡς ἐν τοῖς ἔμπροσθεν εἴρηται· πρὸς δὲ τὸν φίλον οὕτως ἔχει ὡς πρὸς ἑαυτόν, ὥστε καὶ τὸ αἰσθάνεσθαι τοῦ φίλου αἱρετὸν ἂν εἴη μάλιστα πάντων. αἰσθάνοιτο δ’ ἄν τις ἐνεργείᾳ τοῦ φίλου συνὼν καὶ συζῶν καὶ συνδιάγων | |
5 | αὐτῷ· ὥστε εἰκότως ἐφίενται συζῆν ἀλλήλοις οἱ φίλοι. διὰ τοῦτο καὶ ἕκαστος ὃ νομίζει εἶναι τὴν ἀνθρωπίνην ἐνέργειαν καὶ οὗ ἕνεκα αἱρεῖται τὸ ζῆν καὶ ὃν ἀνθρώπινον ἡγεῖται βίον, ἐν τούτῳ μετὰ τῶν φίλων βού‐ λεται ζῆν καὶ διάγειν. καὶ οἱ μὲν συμπίνειν οἴονται δεῖν φίλους, οἱ δὲ συγκυβεύειν, οἱ δὲ συνθηρεύειν καὶ συγγυμνάζεσθαι, ὅτι ταῦτα αὐτοῖς τίμια | |
10 | εἶναι δοκεῖ, καὶ δεῖν τούτων κοινωνοὺς ἔχειν τοὺς φίλους· ἕτεροι δὲ συμφι‐ λοσοφοῦσι καὶ ἄλλοι ἄλλων ἐνεργειῶν καὶ βίων κοινωνοῦσι τοῖς φίλοις, καὶ ὅλως ἕκαστοι ἐν τούτῳ συνημερεύειν βούλονται τοῖς φίλοις, ὅ τι περ μά‐ λιστα ἀγαπῶσι τῶν ἐν βίῳ. συζῆν γὰρ βουλόμενοι μετὰ τῶν φίλων ταῦτα ποιοῦσι καὶ τούτων κοινωνοῦσιν ἃ καὶ ἀμφοτέροις ἡδέα ἐστίν. οὕτω γὰρ | |
15 | συζῆν δυνατόν. γίνεται οὖν ἡ μὲν τῶν φαύλων φιλία μοχθηρὰ καὶ κοινωνοῦσιν ἀλλήλοις τῶν φαύλων καὶ ἡ φιλία αὐτοῖς οὐχ ἕστηκεν· ἀβέβαιοι γάρ εἰσι· καὶ χείρους δὲ γίνονται ἑαυτῶν, ὁμοιούμενοι ἀλλήλοις καὶ παρακαλοῦντες ἀλλήλους ἐπὶ τὰ φαῦλα. ἡ δὲ τῶν ἐπιεικῶν φιλία ἐπιεικής ἐστι καὶ βεβαία, συναυξανομένη ἀεὶ ταῖς ὁμιλίαις· δοκοῦσι δὲ | |
20 | καὶ βελτίους γίνεσθαι ταῖς ἀγαθαῖς ἐνεργείαις, διορθοῦντες ἀλλήλους· ἀπο‐ μάττονται γὰρ παρ’ ἀλλήλων τὰ παρ’ ἑκατέρῳ ἀγαθά, δι’ ἃ φιλοῦσιν ἀλλήλους. διὰ τοῦτο καὶ ποιητής τίς φησιν ἐσθλῶν μὲν ἀπ’ ἐσθλά. καὶ 〈γὰρ〉 ἀπὸ μὲν τῶν ἀγαθῶν ἀγαθά, ἀπὸ δὲ τῶν φαύλων φαῦλα | |
25 | καρπούμεθα. περὶ μὲν οὖν φιλίας ἐπὶ τοσοῦτον εἰρήσθω. ἑπό‐ | |
μενον δ’ ἂν εἴη διελθεῖν περὶ ἡδονῆς. | 208 | |
209(1t) | 〈ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Κ〉 | |
2n | Περὶ ἡδονῆς. κεφ. αʹ. | |
3 | Μετὰ δὲ ταῦτα περὶ ἡδονῆς ἀκόλουθόν ἐστι διελθεῖν τελεώτερον· καὶ γὰρ συμπέφυκέ πως καὶ συνῳκειωμένη τῷ γένει ἡμῶν. διὰ τοῦτο | |
5 | καὶ παιδαγωγοῦντες τοὺς νέους ἄγομεν ἡδονῇ καὶ λύπῃ, διὰ μὲν τῆς λύπης ἀπάγοντες τῶν φαύλων, διὰ δὲ τῆς ἡδονῆς εἰς τὸ ἀγαθὸν προτρε‐ πόμενοι· ὅθεν δῆλον, ὅτι φύσει τὴν μὲν λύπην φεύγομεν, τὴν δὲ ἡδονὴν διώκομεν. ἐπεὶ δὲ περὶ τῶν ἀνθρωπίνων παθῶν καὶ πράξεων ὁ λόγος ἡμῖν, καὶ περὶ τῆς ἡδονῆς διαλαβεῖν εἰκὸς ἂν εἴη καὶ πρέπον τῇ πραγμα‐ | |
10 | τείᾳ. φαίνεται δέ, ὅτι οὐ μικρὰ συλλαμβάνεται πρὸς τὴν κτῆσιν τῆς ἠθικῆς ἀρετῆς τὸ χαίρειν οἷς χαίρειν προσήκει καὶ μισεῖν ἃ δέον ἐστὶ μισεῖν. ταῦτα γὰρ συμπαρεκτείνεται τῷ ἀνθρωπίνῳ βίῳ· καὶ τοῖς μὲν χαίρομεν, τοῖς δὲ λυπούμεθα· καὶ μεγάλην ῥοπὴν ἔχει πρὸς τὴν ἀρετὴν καὶ τὸν εὐδαίμονα βίον εὖ καὶ καλῶς καὶ κατὰ τὸν ὀρθὸν γινόμενα | |
15 | λόγον. περὶ δὲ τῶν τοιούτων μὴ λέγειν ἥκιστα ἂν δόξειεν εἰκὸς εἶναι, ἐπεὶ μηδὲ ἁπλοῦς μηδὲ προφανὴς ὁ περὶ τῆς ἡδονῆς λόγος, ὥστε μὴ δεῖσθαι πολλῶν καὶ σπουδαίων λόγων, ἀλλὰ οὕτω πολλήν τινα τὴν ἀμφι‐ σβήτησιν ἔχει, ὥστε οἱ μὲν αὐτὸ τὸ ἔσχατον ἀγαθὸν τὴν ἡδονὴν εἶναί φασιν, οἱ δὲ οὐδ’ ἀγαθὸν ἁπλῶς ἀλλ’ ἐξ ἐναντίας κομιδῇ φαῦλον. καὶ | |
20 | τῶν λεγόντων φαῦλον ἡδονὴν οἱ μὲν καὶ αὐτοὶ φρονοῦσιν οὕτως ἔχειν καὶ πεπεισμένοι εἰσὶ φαῦλον αὐτὴν εἶναι, οἱ δὲ φρονοῦσι μὲν ἀγαθόν τινα ἡδονὴν εἶναι, τοὺς ἄλλους δὲ ἐθέλουσι πείθειν φαῦλον ἁπλῶς ἅπασαν εἶναι, νομίζοντες οὕτως βέλτιον εἶναι τῷ βίῳ καὶ λυσιτελέστερον τοῖς ἀνθρώποις τὴν ἡδονὴν οἴεσθαι φαῦλον εἶναι· φύσει γὰρ πάντας ἀνθρώπους εἰς αὐτὴν | |
25 | ῥέποντας δέον εἶναί φασιν εἰς τοὐναντίον ἕλκειν καὶ δι’ ὧν ἔξεστι καθάπαξ τῶν ἡδονῶν ἀπάγειν, ἵνα δυνηθῶσιν εἰς τὸ μέσον ἐλθεῖν καὶ ὡς δεῖ πρὸς τὴν ἡδονὴν ἔχειν. ταῦτα δὲ οὐ καλῶς λέγουσιν· οὐ γὰρ οὕτω | |
δυνήσονται τοὺς πολλοὺς τῶν φαύλων ἀπαγαγεῖν ἡδονῶν. τὰ γὰρ ἀνθρώ‐ | 209 | |
210 | πινα πάθη καὶ ἃ δρῶσι πιστότερά εἰσι τῶν περὶ αὐτὰ λόγων. ὅταν τοίνυν οἷς μὲν λέγουσι τὴν ἡδονὴν ψέγωσι, δι’ ὧν δὲ ποιοῦσι καὶ πάσχου‐ σιν ἐπαινῶσιν, ἑαυτοῖς ἀντιλέγοντες, ὑπὸ τῶν ἀκουόντων καὶ ὁρώντων καταγελῶνται· καὶ τοῖς λόγοις οὐδὲν μᾶλλον ὤνησαν τοὺς πολλούς, ὑπὸ | |
5 | τῶν πραγμάτων ἐλεγχομένοις. ὁ γὰρ ψέγων τὴν ἡδονὴν ὀφθείς ποτε ἐφιέμενος αὐτῆς ἀποκλίνειν δοκεῖ πρὸς αὐτὴν καὶ ἀγαθὸν ἡγεῖσθαι· καὶ οὕτω δόξαν ἐντίθησι τοῖς ὁρῶσιν οὐ τινὰ ἡδονὴν ἀγαθὸν εἶναι ἀλλ’ ἁπλῶς ἅπασαν ἐπαινεῖσθαι. τὸ γὰρ διορίζειν καὶ διαιρεῖν καὶ τὸ μὲν ἀγαθὸν εἶναι κρίνειν, ἐνδέχεσθαι δὲ ἄλλην φαύλην εἶναι, οὐκ ἔστι τῶν | |
10 | πολλῶν· ἀλλ’ ἅμα τε εἶδον τὸν νοῦν ἔχοντα ἡδονῇ τινι χαίροντα καὶ πᾶσαν ἡδονὴν ἀγαθὸν καὶ αἱρετὸν ᾠήθησαν εἶναι, καὶ οὕτως οὐ μόνον ἃ ἐβούλοντο οὐκ ἔπεισαν ἀλλὰ καὶ τὴν ἀλήθειαν προσαπώλεσαν. ὅθεν φανερόν, ὅτι οἱ ἀληθεῖς λόγοι οὐ μόνον πρὸς τὴν γνῶσιν χρησιμώτατοί εἰσι, πλάνης καθαίροντες ἁπάσης, ἀλλὰ καὶ τῷ βίῳ λυσιτελοῦσι· πιστεύον‐ | |
15 | ται γὰρ τοῖς ἔργοις ἀκολουθοῦντες. | |
16n | 〈Ἡ τοῦ Εὐδόξου περὶ ἡδονῆς ὑπόληψις καὶ Πλάτωνος καὶ ἑτέ‐ | |
17n | ρων· καὶ ἔτι ὅτι ἀγαθὸν ἡ ἡδονὴ καὶ οὐ πᾶσα αἱρετή· καὶ λύσις | |
18n | τῶν ἐναντίων λόγων. κεφ. βʹ.〉 | |
19 | Περὶ μὲν τούτων ἅλις· λέγωμεν δὲ περὶ ἡδονῆς. καὶ πρῶτον ἐκθη‐ | |
20 | σόμεθα τὰς τῶν παλαιῶν περὶ αὐτῆς δόξας. ὁ μὲν οὖν Εὔδοξος αὐτὸ τὸ ἔσχατον ἀγαθὸν ᾤετο τὴν ἡδονὴν εἶναι, διότι πάντα ἑώρα τῆς ἡδονῆς ἐφιέμενα καὶ λογικὰ καὶ ἄλογα· οὗ δὲ πάντα ἐφίεται, τοῦτό ἐστι τὸ πάν‐ των ὑπερέχον τῶν ἀγαθῶν· ᾤετο γὰρ ἀγαθὸν μὲν ἑκάστῳ εἶναι ἰδίως ὃ ἕκαστον ζητεῖ. καθάπερ καὶ τροφὴν ἕκαστον διώκει τὴν αὐτῷ ἀγαθὴν | |
25 | καὶ λυσιτελῆ· πᾶσι δὲ κοινῶς ἀγαθὸν οὗ πάντα κοινῶς ἐφίενται καὶ πορί‐ ζειν βούλονται ἑαυτοῖς· ὃ δὲ πᾶσίν ἐστιν ἁπλῶς ἀγαθὸν καὶ οὗ πάντα ἐφίεται, τοῦτο εἶναι τὸ ἔσχατον ἀγαθόν. ταῦτα μὲν οὖν Εὔδοξος ἀπεφαί‐ νετο περὶ τῆς ἡδονῆς. ἐπιστεύοντο δὲ οἱ λόγοι διὰ τὴν ἐν τῷ ἤθει τοῦ λέγοντος ἀρετὴν μᾶλλον ἢ δι’ ἑαυτούς· σώφρων γὰρ ὢν διαφερόν‐ | |
30 | τως, οὐχ ὡς φίλος τῆς ἡδονῆς ἐδόκει ταῦτα λέγειν ἀλλὰ τῷ σφόδρα τῆς ἀληθείας φροντίζειν. ἔτι δὲ καὶ ἐκ τοῦ ἐναντίου τῇ ἡδονῇ τῆς λύπης φα‐ νερὸν ᾤετο εἶναι· τὴν γὰρ λύπην πάντα φεύγοντα, τὴν ἡδονὴν ἀνάγκην εἶναι πάντα διώκειν· ὃ δὲ πάντα διώκει, τοῦτο εἶναι τὸ ἀγαθόν. ἔτι καὶ οὕτως ἐπεχείρει λέγων· μάλιστα αἱρετὸν εἶναι ὃ δι’ ἑαυτὸ αἱρετόν | |
35 | ἐστι καὶ ὃ μὴ δι’ ἕτερον μηδ’ ἑτέρου χάριν αἱρούμεθα τοιοῦτον δὲ φα‐ νερῶς τὴν ἡδονὴν εἶναι· καὶ γὰρ οὐδεὶς ἐρωτᾷ τίνος ἕνεκα τὴν ἡδονὴν βουλόμεθα ἀλλὰ περὶ μὲν τῶν ἄλλων ἐρωτώμεθα, οἷον, φέρε εἰπεῖν, τίνος | |
ἕνεκα τὰ χρήματα ἢ ἡ τιμή, περὶ δὲ τῆς ἡδονῆς οὐκέτι· οὐδεὶς γὰρ δώσει | 210 | |
211 | τέλος τῆς ἡδονῆς, ἀνθ’ ὅτου βούλεται ἥδεσθαι ἀλλὰ αὐτὴν αἱρεῖται καθ’ ἑαυτήν, ὡς καθ’ ἑαυτὴν οὖσαν· ἐπεὶ δὲ τὸ καθ’ ἑαυτὸ αἱρετὸν τὸ τέλος ἐστὶ τὸ ἔσχατον καὶ τὸ ἀγαθὸν αὐτό, διὰ τοῦτο συνῆγε τὴν ἡδονὴν τὸ ἔσχατον ἀγαθὸν εἶναι. ἔτι δὲ καὶ ἐκεῖθεν δῆλον εἶναι ᾤετο τὸ προκεί‐ | |
5 | μενον· προστιθεμένη γὰρ ἡ ἡδονὴ τῶν ἀγαθῶν ὁτῳοῦν, αἱρετώτερον ποιεῖ καὶ ἐφετὸν μᾶλλον· ἡ γὰρ σωφροσύνη τὴν ἡδονὴν προσλαβοῦσα ἢ ἡ δι‐ καιοσύνη ἡδίων ἔσται καὶ αἱρετωτέρα ἑαυτῆς· ὃ δὲ προστιθέμενον παντὶ ἀγαθῷ βέλτιον δύναται ποιεῖν, τοῦτο ἐνόμιζεν εἶναι τὸ ἔσχατον ἀγαθόν. ἔχει δὲ οὐχ οὕτως. ὃ γὰρ προστιθέμενον ἀγαθῷ βέλτιον δύναται ποιεῖν, | |
10 | φαίνεται ὅτι ἀγαθόν ἐστιν· οὐκ ἀνάγκη δὲ αὐτὸ εἶναι τὸ ἔσχατον ἀγαθὸν ἢ ἑτέρου ὁτουοῦν βέλτιον· πᾶν γὰρ ἀγαθὸν ἑτέρῳ προστεθὲν ἀγαθῷ αἱρε‐ τώτερον ποιεῖ· μεῖζον γὰρ τὸ ὅλον τοῦ μέρους ἐπὶ παντός. καὶ ἃ μὲν ἐδόκει τῷ Εὐδόξῳ περὶ ἡδονῆς, ταῦτα. Πλάτων δὲ οὐκ εἶναι ἔφασκεν αὐτὴν τὸ ἔσχατον ἀγαθὸν ἀπὸ τῶν αὐτῶν ἐπιχειρῶν λόγων ὅθεν Εὔδοξος | |
15 | ἐπειρᾶτο τὸ ἔσχατον ἀγαθὸν τὴν ἡδονὴν ἀποφαίνειν. ἐπεὶ γὰρ οὐκ ἔστι, φησίν, ἀγαθὸν ἔσχατον, οὗ ἐνδέχεται μεῖζον γενέσθαι· αὐτὸ γὰρ εἰκὸς εἶναι τὸ μέγιστον ἀγαθόν· ᾧ ἄρα ἀγαθῷ ἄλλο ἀγαθὸν προστεθὲν μεῖζον ἐποίησε καὶ αἱρετώτερον, τοῦτο οὐκ ἔστι τὸ ἔσχατον ἀγαθόν· οὐ γάρ ἐστι τὸ μέ‐ γιστον ἀγαθόν, οὗ μεῖζον ἄλλο δύναται γενέσθαι· ἡ δὲ ἡδονὴ τοιαύτη· ὁ | |
20 | γὰρ ἡδὺς βίος φρόνησιν ἢ σωφροσύνην προσλαβὼν ἡδίων γίνεται καὶ αἱ‐ ρετώτερος· ἔστιν ἄρα τι βέλτιον τῆς ἡδονῆς· οὐκ ἄρα ἡ. ἡδονή ἐστι τὸ ἔσχατον ἀγαθόν, ἀλλὰ ἀγαθόν τί ἐστι τοιοῦτον, οἷα ἀγαθά εἰσιν αἱ ἀρεταὶ καὶ αἱ ἐπιστῆμαι καὶ τἄλλα, ὧν καὶ ἡμεῖς κοινωνοῦμεν. τοῦτο γὰρ καὶ ζητοῦμεν ἐπὶ τοῦ παρόντος δεῖξαι, τούτων τῶν ἀγαθῶν ἕν τι εἶναι τὴν | |
25 | ἡδονήν. ἕτεροι δὲ ἐνιστάμενοι πρὸς τοὺς τοῦ Εὐδόξου λόγους ἔφασκον μὴ εἶναι ἀγαθόν, οὗ πάντα ἐφίεται· λέγουσι δὲ οὐδέν. ἐκεῖνο γάρ φαμεν ἀληθὲς εἶναι, ὃ πᾶσι δοκεῖ ἀληθές· ὁ δὲ ταύτην ἀναιρῶν τὴν κοινὴν δόξαν καὶ τὴν ἐκεῖθεν ἀποσειόμενος πίστιν πῶς ἂν δύναιτο πιστότερα λέγειν; ὅτι δὲ ἀγαθόν ἐστιν οὗ πάντα ἐφίεται, πᾶσι τοῖς ἐν αἰσθήσει δοκεῖ· δι’ ὧν | |
30 | γὰρ εἰς αὐτὸ φέρονται διώκουσιν· ὡς ἄρα ἀγαθὸν νομίζουσιν εἶναι. εἰ μὲν γὰρ τὰ ἀνόητα μόνον ὠρέγοντο αὐτοῦ, αὐτοῖς ἂν ἦν ἀγαθὸν μόνον, καὶ ἡ ψῆφος οὐκ ἂν ἦν βεβαία τῶν ἀνοήτων, οὐδ’ ἂν ἐδόκει ἀγαθὸν ἀλη‐ θῶς εἶναι· ὅταν δὲ καὶ τὰ ἀνόητα καὶ τὰ φρόνιμα κοινῇ πάντα νομίζωσιν ἀγαθὸν εἶναι, δι’ ὧν ζητοῦσιν αὐτό, τί ἔτι κωλύει ἀγαθὸν ἀληθῶς εἶναι; | |
35 | καὶ γὰρ καὶ ἐν τοῖς ἀνοήτοις ἔστι τι φυσικὸν ἀγαθὸν τὴν φαυλότητα αὐτῶν ὑπερβαῖνον, δι’ ὃ τῷ ἀγαθῷ οἰκειούμενα ὡς οἰκείου ἤδη ὀρέγονται. καὶ πρὸς μὲν τὸν πρῶτον τοῦ Εὐδόξου λόγον ταύτην κομίζουσι τὴν ἔν‐ στασιν, πρὸς δὲ τὸν δεύτερον, ὃς ἐκ τοῦ ἐναντίου ἐστὶν εἰλημμένος, ἐκεί‐ νην οὐκ ἀνάγκη φασίν, εἰ ἡ λύπη κακόν ἐστι, τὴν ἡδονὴν ἀγαθὸν εἶναι· | |
40 | οὐ γὰρ εἴ τι κακόν, τὸ ἐναντίον αὐτῷ ἀγαθόν· ἔστι γὰρ ἐναντίον κακὸν | |
κακῷ· ἡ γὰρ ἠλιθιότης τῇ ἀκολασίᾳ ἐναντίον ἐστίν, ἀμφοτέρων οὐσῶν κα‐ | 211 | |
212 | κῶν, καὶ ἀμφότερα τῇ σωφροσύνῃ. ταῦτα μὲν οὖν καλῶς λέγουσιν, οὐ μὴν ἐπί γε τῆς ἡδονῆς ἀληθεύουσιν. εἰ γὰρ ἄμφω κακὰ ἦν, καὶ ἡ ἡδονὴ καὶ ἡ λύπη, ἦν ἂν καὶ ἄμφω φευκτά· καθάπερ εἰ καὶ ἄμφω ἦσαν ἀγαθά, ἦν ἂν ἀμφότερα αἱρετά, ἢ εἰ μήτε ἀγαθὰ μήτε φευκτά, οὐδὲ αἱρετὰ ὁμοίως | |
5 | ἀμφότερα· νῦν δὲ τὴν μὲν λύπην φεύγομεν ὡς κακόν, τὴν δὲ ἡδονὴν αἱ‐ ρούμεθα ὡς ἀγαθόν· ὅθεν φανερόν, ὅτι ὡς κακὸν ἀγαθῷ ἡ λύπη τῇ ἡδονῇ ἀντίκειται. ἕτεροι δὲ λέγουσι μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν, ὅτι οὐκ ἔστι ποιότης, οὐδὲν λέγοντες ἀναγκαῖον· οὐδὲ γὰρ αἱ ἐνέργειαι τῶν ἀρετῶν ποιό‐ τητές εἰσιν, οὐδὲ εὐδαιμονία ποιότης ἐστίν· ἐνέργεια γάρ ἐστιν· ἀλλ’ ὅμως | |
10 | οὐδὲν κωλύει ἀγαθὰ ταῦτα εἶναι. ἔτι δὲ καὶ ὅτι οὐκ ἔστιν ὡρισμένον τι ἡ ἡδονή, τὸ δὲ ἀγαθὸν ὡρισμένον, διὰ τοῦτο μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν· ἀόριστον δὲ ἔλεγον εἶναι τὴν ἡδονήν, ὅτι οὐκ ἔστιν ἡ αὐτὴ ἀλλ’ ἐπιδέχε‐ ται τὸ μᾶλλον καὶ τὸ ἧττον. εἰ μὲν οὖν ἐν αὐτῇ τῇ ἡδονῇ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐθεωρεῖτο, ἦν ἂν ἀληθὴς ὁ λόγος αὐτοῖς· νῦν δὲ ἡ ἐπίτασις | |
15 | καὶ ἡ ἄνεσις ἐν τῷ ἥδεσθαι γίνεται, ὅτι οἱ ἡδόμενοι μᾶλλον καὶ ἧττον ἥδονται· τοῦτο δὲ καὶ ἐν ταῖς ἀρεταῖς συμβαῖνον φαίνεται· δίκαιοι γάρ εἰσι μᾶλλον καὶ ἧττον καὶ ἀνδρεῖοι, καὶ δικαιοπραγεῖν καὶ σωφρονεῖν μᾶλλον καὶ ἧττον ἔστιν, ἀλλ’ οὐ διὰ τοῦτο ἀόριστοί εἰσιν αἱ ἀρεταί· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ ἡδονὴ αὐτὴ μὲν καθ’ ἑαυτὴν οὐκ ἔστιν ἀόριστος, ἐν δὲ | |
20 | τοῖς ἡδομένοις τὴν ἐπίτασιν καὶ τὴν ἄνεσιν ἐπιδέχεται, ὅτι οὐκ ἔστιν ἀμι‐ γὴς λύπης ἐν πᾶσιν, οὐδὲ ὁμοίως· καθάπερ καὶ ἐπὶ τῆς ὑγιείας συμβαίνει· καὶ γὰρ αὐτὴ ὡρισμένη οὖσα ἐν τοῖς ὑγιαίνουσιν ἐπιτείνεται καὶ ἀνίεται οὐ γὰρ ἡ αὐτὴ συμμετρία ἐν πᾶσίν ἐστιν, οὐδὲ ἐν τῷ αὐτῷ μία τις ἀεί, ἀλλὰ μεταβάλλει ποτὲ μὲν ἐπὶ τὸ μεῖζον, ποτὲ δὲ ἐπὶ τὸ ἔλατ‐ | |
25 | τον, καὶ νῦν μὲν καθαρῶς ὑγιαίνει τινὶ τὸ σῶμα, νῦν δὲ ἔνεστί τι καὶ νόσου. τοιοῦτον δὴ καὶ περὶ τὴν ἡδονὴν ἐνδέχεται εἶναι. ἔτι δὲ καὶ ἐκεῖθεν συνῆγον τὴν ἡδονὴν μὴ εἶναι ἀγαθόν· ἡ ἡδονὴ κίνησίς τις καὶ γένεσίς ἐστι· κίνησις δὲ καὶ γένεσις ἀτελῆ· τὸ δὲ ἀτελὲς οὐκ ἔστιν ἀγαθόν· τὸ γὰρ ἀγαθὸν τέλειον· ἡ ἡδονὴ ἄρα οὐκ ἔστιν ἀγαθόν. ἔστι δὲ | |
30 | αὐτοῖς ἡ ἐλάττων πρότασις ψευδής· οὔτε γὰρ κίνησις οὔτε γένεσίς ἐστιν ἡ ἡδονή. ὅτι μὲν οὖν οὐκ ἔστι κίνησις, δῆλον ἐκεῖθεν. πάσῃ μὲν γὰρ κινήσει δοκεῖ οἰκεῖον εἶναι τάχος καὶ βραδυτής· καὶ εἰ μὴ αὐτή τις πρὸς ἑαυτὴν βραδεῖα ἢ ταχεῖα φαίνεται τῷ τάχιον ἑαυτῶν καὶ βράδιον κινεῖσθαι τὰ κινούμενα, οἷά ἐστι τὰ ἀνωμάλως κινούμενα, ἀλλὰ πρὸς ἄλλο γοῦν θεω‐ | |
35 | ρούμενα ταχέως ἢ βραδέως κινεῖσθαι λέγονται· καθάπερ ἡ τοῦ οὐρανοῦ κίνησις ὁμαλὴ μέν ἐστι καθ’ ἑαυτήν, πρὸς δὲ τὴν 〈τῶν〉 ἀστέρων θεω‐ ρουμένη κίνησιν, ταχεῖα λέγεται. πάσῃ μὲν οὖν κινήσει τὸ τάχος καὶ ἡ βραδυτὴς οἰκεῖόν ἐστι, τῇ δὲ ἡδονῇ οὐ προσήκει· ἡ ἡδονὴ ἄρα οὐκ ἔστι κίνησις. ὅτι δὲ οὐκ ἔστιν ἐν τῇ ἡδονῇ ταῦτα, δῆλον. ἡσθῆναι μὲν γὰρ | |
40 | λέγεταί τις ταχέως ὥσπερ ὀργισθῆναι διὰ τὸ ἐν ὀλίγῳ χρόνῳ πρὸς τὸ | 212 |
213 | ἥδεσθαι ἀπὸ τοῦ μὴ ἥδεσθαι κινηθῆναι, ἥδεσθαι δὲ ταχέως ἢ βραδέως οὐκέτι, οὔτε πρὸς ἑαυτόν, καθάπερ τὰ ἀνωμάλως κινούμενα, οὔτε πρὸς ἄλλο, καθάπερ τὰ ὁμαλά. τὸ δὲ βαδίζειν καὶ αὔξεσθαι καὶ ἀλλοιοῦσθαι καὶ πάντα ὅσα κινήσεώς ἐστι μετὰ τῆς ταχυτῆτος θεωροῦνται καὶ τῆς | |
5 | βραδυτῆτος. μεταβάλλειν μὲν γὰρ λέγεταί τις εἰς τὴν ἡδονὴν ταχέως ἢ βραδέως, 〈ἐνεργεῖν δὲ κατ’ αὐτὴν ταχέως ἢ βραδέωσ〉 οὐκ ἔστιν. ὅρος γάρ ἐστι κινήσεως ἡ ἡδονὴ καὶ ἠρεμία τις καὶ οὐ δήπου αὐτὴ δύναται κίνησις εἶναι. ὅτι μὲν οὖν οὐκ ἔστι κίνησις ἡ ἡδονὴ δῆλον. ἔτι δὲ οὐδὲ γένεσίς ἐστιν· εἰ γὰρ ἡ ἡδονὴ γένεσις, ἡ λύπη ἂν εἴη φθορά, καὶ ἔσται ὧν ἡ | |
10 | ἡδονὴ γένεσις, τούτων ἡ λύπη φθορά· οὐ γὰρ τοῦ τυχόντος φθειρομένου τὸ τυχὸν γίνεται, ἀλλ’ ἐξ οὗ γίνεταί τι, εἰς τοῦτο καὶ διαλύεσθαι πέφυκεν. ἐπεὶ δὲ λέγουσι τὴν λύπην ἔνδειαν εἶναι τοῦ κατὰ φύσιν, εἴη ἂν ἡ ἡδονὴ τοῦ κατὰ φύσιν ἀναπλήρωσις· ταῦτα δὲ σωματικά ἐστι τὰ πάθη εἰ δή ἐστιν ἡ ἡδονὴ τοῦ κατὰ φύσιν ἀναπλήρωσις, ἐν ᾧ ἡ ἀναπλήρωσις, τοῦτο | |
15 | ἂν καὶ ἔχοι τὴν ἡδονήν, καὶ ἥδεσθαι δύναται· τὸ σῶμα ἄρα ἥδεται, καὶ ἐν τούτῳ ἡ ἡδονή. τοῦτο δὲ οὐκ ἔστιν ἀληθές· τὸ γὰρ ἥδεσθαι τῆς ψυχῆς εἶναι δοκεῖ. οὐκ ἄρα ἡ ἡδονὴ γένεσίς τις καὶ ἀναπλήρωσίς ἐστιν, ἀλλὰ ἕπεται τῇ ἀναπληρώσει, καθάπερ καὶ τῇ ἐνδείᾳ ἡ λύπη· γινομένης μὲν γὰρ ἀναπληρώσεως ἡδόμεθα, τεμνόμενοι δὲ λυπούμεθα. δοκεῖ δὲ γενέ‐ | |
20 | σθαι αὕτη ἡ δόξα ἀπὸ τῶν σωματικῶν καὶ τῶν περὶ τὴν τροφὴν λυ‐ πῶν καὶ ἡδονῶν· ἐνδεεῖς γὰρ γεγονότες καὶ προλυπηθέντες ἡδόμεθα τῇ ἀναπληρώσει. τοῦτο δὲ οὐ περὶ πάσας συμβαίνει τὰς ἡδονάς. ἄλυποι γάρ εἰσιν αἵ τε μαθηματικαὶ καὶ αἱ ἐν ταῖς αἰσθήσεσι· καὶ γὰρ καὶ αἱ κατὰ τὴν ἀκοὴν ἡδοναὶ καὶ κατὰ τὴν ὄσφρησιν καὶ κατὰ τὴν | |
25 | ὅρασιν μηδεμιᾶς προηγησαμένης λύπης γίνονται καὶ οὐκ ἔστιν οὐδεμία αὐτῶν ἐνδείας ἀναπλήρωσις. ἔτι δὲ καὶ ἐλπίδες καὶ μνῆμαι τῶν ἀγαθῶν ἥδισταί εἰσιν· αἱ δὴ κατὰ ταύτας ἡδοναὶ τίνος εἰσὶ γενέσεις; οὐδενὸς γὰρ ἔνδεια ἐν αὐτοῖς προηγήσατο, οὗ γένοιτ’ ἂν ἀναπλήρωσις· ὅθεν φανερόν, ὅτι οὐκ ἔστιν ἡ ἡδονὴ γένεσις. ἕτεροι δὲ ἀξιοῦσι μὴ εἶναι τὴν ἡδονὴν | |
30 | ἀγαθόν, προφέροντες τὰς ἐπονειδίστους τῶν ἡδονῶν. πρὸς οὓς ἐκεῖνο λέ‐ γομεν, ὅτι οὐκ ἔστι ταῦτα ἡδέα, ἃ τοῖς φαύλοις ἡδέα δοκεῖ· οὐ γὰρ εἰ τοῖς κακῶς διακειμένοις ἡδέα ταῦτά ἐστιν, οἰητέον ἤδη αὐτὰ καὶ ἡδέα ἁπλῶς εἶναι, ἀλλὰ τούτοις μόνον ἡδέα· καθάπερ οὐδὲ τὰ τοῖς κάμ‐ νουσιν ὑγιεινὰ ἢ γλυκέα ἢ πικρὰ ἁπλῶς ὑγιεινὰ ἢ γλυκέα ἀλλὰ αὐ‐ | |
35 | τοῖς· ἐπεὶ οὐδὲ λευκὰ ἁπλῶς τὰ φαινόμενα τοῖς ὀφθαλμιῶσι λευκά· φα‐ νερὸν δή, ὅτι οὐδὲ ἀπὸ τούτων τῶν λόγων δόξειεν ἂν ἡ ἡδονὴ μὴ ἀγαθὸν εἶναι. μάλιστα μὲν γάρ, ὅτι οὔκ εἰσιν ἡδοναὶ αἱ παρὰ τοῖς μοχθηροῖς ἡδοναί· ἔπειτα, εἰ καὶ ταύτας ἡδονὰς εἶναι δώσομεν, ἀλλ’ οὐκ ἀνάγκη διὰ τοῦτο τὴν ἡδονὴν ἁπλῶς φαύλην εἶναι· οὐ γὰρ μία ἐστὶν ἡ ἡδονὴ τῷ εἴ‐ | |
40 | δει ἀλλὰ πολλαί. καὶ οὐδὲν κωλύει τὰς μὲν φαύλας εἶναι, τὰς δὲ ἀγαθάς· | 213 |
214 | ἕτεραι γὰρ αἱ ἀπὸ τῶν καλῶν καὶ ἐπαινετῶν ἡδοναὶ καὶ ἄλλαι αἱ ἀπὸ τῶν αἰσχρῶν· καὶ αἱ μὲν ἀγαθαὶ αἱ δὲ φευκταί, ὥσπερ τὸ πλουτεῖν ἢ ὑγιαίνειν· ἔστι γὰρ πλουτεῖν καλῶς κτώμενον ὅθεν 〈οὐδείσ〉 ἀδικεῖται, καὶ ἔστιν αἰσχρῶς πλουτεῖν, προδόντα τὴν ἑαυτοῦ ἢ ἐξανδραποδισάμενον | |
5 | τοὺς οἰκείους· καὶ ἔστιν ὑγιαίνειν καλῶς ἀνθρωπικῇ διαίτῃ χρώμενον καὶ κακῶς, ὅταν οὐχ ὅθεν δεῖ κτησώμεθα τὴν ὑγίειαν· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. τὸν αὐτὸν δὴ τρόπον ἐπὶ τῶν ἡδονῶν. καὶ ὅλως ἕτεραί εἰσι τῷ εἴδει, καὶ οὐκ ἔστιν ἡσθῆναι τὴν τοῦ μουσικοῦ ἡδονήν, μὴ ὄντα μουσικόν, ἢ τὴν τοῦ δικαίου μὴ ὄντα δίκαιον· ὅθεν φανερόν, ὅτι ἄλλη ἐστὶ | |
10 | τῷ εἴδει ἡ τοῦ μουσικοῦ ἡδονὴ καὶ ἄλλη ἡ τοῦ δικαίου· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. οὐ τοίνυν εἰ ἡ τῶν φαύλων ἡδονὴ κακόν, ἤδη ἁπλῶς ἡ ἡδονὴ φευκτόν ἐστιν. ἔτι δὲ καὶ ἀπὸ τῆς διαφορᾶς τοῦ κόλακος καὶ τοῦ φίλου τὴν ἡδονὴν ἐδόκει μὴ εἶναι ἀγαθόν. ὁ μὲν γὰρ κόλαξ ψέγεται, ὅτι πρὸς ἡδονὴν ὁμιλεῖ, ὁ δὲ φίλος ἐπαινεῖται, ὅτι μὴ πρὸς ἡδονὴν ἀλλὰ πρὸς | |
15 | ἀλήθειαν καὶ τὸ ἀγαθόν. ὅθεν δοκεῖ συνάγεσθαι, τὴν ἡδονὴν ἐπονείδιστον εἶναι. οὐ τοῦτο δὲ ἀπὸ τούτων συνάγεται, ἀλλὰ μᾶλλον ὅτι διάφοροί εἰσι τῷ εἴδει αἱ ἡδοναί· καὶ ἡ μὲν ἐπαινεῖται, ἡ δὲ ἐπονείδιστός ἐστιν. ὅτι γὰρ καὶ ὁ φίλος ἡδύς ἐστιν καὶ ἡδονὴν ἔχει τῷ φίλῳ, τίς ἀγνοεῖ; φανερὸν τοίνυν, ὅτι ἡδονή ἐστι τοῖς συνοῦσι παρ’ ἑκατέρου. καὶ ἡ μὲν τοῦ κόλα‐ | |
20 | κος διαβάλλεται, ἐπαινεῖται δὲ ἡ τοῦ φίλου. ἔτι δὲ καὶ ἐκεῖθεν ἐπονείδι‐ στον εἶναι ἐδόκει ἡ ἡδονή. καὶ γὰρ οὐδεὶς ἂν ἕλοιτο νοῦν ἔχων ἥδεσθαι διὰ βίου τὴν τῶν παιδίων ἡδονὴν διανοούμενος καὶ χαίρων, ὥσπερ ἐκεῖνα, οὐδ’ ἄλλο τι αἰσχρὸν ποιεῖν, ἵνα ἥδοιτο διὰ βίου· διὰ τοῦτο δὲ οὐδεμία ἀνάγκη τὴν ἡδονὴν φαῦλον εἶναι. οὐ γὰρ φεύγει ὁ νοῦν ἔχων τὴν παιδι‐ | |
25 | κὴν ζωὴν καὶ τὸ αἰσχρὰ πράττειν διὰ τὴν ἐκεῖθεν ἡδονήν, ἀλλὰ αὐτὰ δι’ ἑαυτά, ὅτι φευκτά εἰσιν. ἐπεὶ καὶ πολλὰ πρὸς ἡδονὴν φέροντα διώκομεν οὐ διὰ τὴν ἡδονήν, ἀλλ’ ὅτι αὐτὰ δι’ ἑαυτά εἰσιν αἱρετά· τὸ γὰρ ὁρᾶν καὶ μνημονεύειν καὶ εἰδέναι καὶ τὰς ἀρετὰς ἔχειν ἑλοίμεθα ἄν, καὶ εἰ μηδεμίαν ἐπιφέροι ἡδονήν· εἰ δ’ ἐξ ἀνάγκης ἕπονται τούτοις | |
30 | ἡδοναί, οὐδὲν διαφέρει· βουλοίμεθα γὰρ ἂν ταῦτα ἡμῖν αὐτοῖς, καὶ εἰ μηδεμία γένοιτ’ ἂν ἀπ’ αὐτῶν ἡδονή· ὅτι μὲν οὖν οὐ πᾶσα ἡδονὴ αἱρετὸν καὶ ἀγαθόν, καὶ ὅτι εἰσί τινες αἱρεταὶ καθ’ ἑαυτὰς διαφέρουσαι τῷ εἴδει τῶν φαύλων ἢ ταῖς αἰτίαις ὅθεν γίνονται, δῆλον ἔοικεν εἶναι. | |
34n | 〈Περὶ τοῦ ὅτι οὐκ ἔστι κίνησις ἡ ἡδονή. κεφ. γʹ.〉 | |
35 | Τὰ μὲν οὖν λεγόμενα περὶ ἡδονῆς καὶ λύπης ταῦτά ἐστιν· ζητοῦμεν δὲ ἤδη περὶ αὐτῆς τί ἐστιν ἢ ποῖόν τι· τοῦτο δὲ γένοιτ’ ἂν καταφανὲς ἄνωθεν ἀναλαβοῦσι τὸν λόγον. ἔστι τοίνυν ἡ ἡδονὴ τελεία καὶ καθάπερ | |
ἡ ὅρασις καθ’ ὁντιναοῦν χρόνον τελεία ἐστί, καὶ οὐκ ἔστι λαβεῖν μέρος | 214 | |
215 | τοῦ ἐν τῷ ὁρᾶν χρόνου καθ’ ὃν γίνεται, ἀλλ’ ἐν τῷ ὅλῳ· ἐν γὰρ ἑκάστῳ μέρει ἀτελής ἐστιν ἡ κίνησις καὶ ἑτέρα τῷ εἴδει· τὰ γὰρ μέρη τῆς κι‐ νήσεως διαφέρουσι καὶ τῆς ὅλης κινήσεως καὶ ἀλλήλων, ὥσπερ ἐπὶ τῆς οἰκοδομίας· τῆς γὰρ ὅλης ποιήσεως, φέρε εἰπεῖν, τοῦ ναοῦ ἑτέρα ἡ τῶν | |
5 | λίθων σύνθεσις καὶ ἄλλη ἡ τῶν κιόνων κατασκευή, καὶ διαφέρουσι πρός τε ἀλλήλας καὶ πρὸς τὴν ὅλην οἰκοδομίαν· ἡ μὲν γὰρ τελεία· καὶ γὰρ οὐδενὸς ἐλλείπει τῶν δεόντων· ἡ δὲ τῆς κρηπῖδος καὶ τοῦ τριγλύφου ἀτελής· μέρους γὰρ οἰκοδόμησις ἑκατέρα. τῷ εἴδει οὖν διαφέρουσι, καὶ ὅλως οὐκ ἔστιν ἐν ὁτῳοῦν χρόνου μέρει, δηλονότι τοῦ κατὰ κίνησιν | |
10 | χρόνου, τελείαν λαβεῖν κίνησιν· κατὰ τὸ εἶδος ὃ ζητεῖται ἐν τῇ τελείᾳ κινήσει, ἀλλ’ ἐν τῷ ὅλῳ χρόνῳ ἡ τελεία κίνησις ἀποτελεῖται. ὁμοίως δὲ ἔχει καὶ ἐπὶ βαδίσεως καὶ τῶν λοιπῶν κινήσεων. καὶ γὰρ ἡ φορὰ διά‐ φορα εἴδη κινήσεως περιέχει. καὶ γὰρ ἅλσις καὶ πτῆσις καὶ βάδισις πᾶσαι φοραὶ μέν εἰσι, διαφέρουσι δὲ ἀλλήλων κατ’ εἶδος· οὐ τοῦτο δὲ μόνον, | |
15 | ἀλλὰ καὶ ἐν ἑκάστῃ τῶν φορῶν τούτων διάφορα εἴδη γίνεται βαδίσεως. οἱ γὰρ ὅροι διάφοροι, τὸ πόθεν καὶ ποῖ· τῶν ὅρων δὲ διαφόρων ὄντων, διά‐ φορα καὶ τὰ εἴδη τῆς βαδίσεως· τῆς γὰρ ἐν τῷ σταδίῳ βαδίσεως τὸ μέρος διαφόρους ἔχει τοὺς ὅρους πρὸς τὴν ὅλην βάδισιν· καὶ οὐ μόνον πρὸς τὴν ὅλην, ἀλλὰ καὶ πρὸς τὰ λοιπὰ μέρη. εἰ γὰρ εἴη ἡ βάδισις ὅλη ἀπὸ τοῦ | |
20 | αʹ ἐπὶ τὸ εʹ, ἡ ἀπὸ τοῦ αʹ ἐπὶ τὸ γʹ διάφορος ἂν εἴη κατὰ τοὺς ὅρους τῆς τε ὅλης καὶ τῆς ἀπὸ τοῦ γʹ ἐπὶ τὸ δʹ καὶ τῆς ἀπὸ τοῦ δʹ ἐπὶ τὸ ζʹ καὶ ἔτι τῆς ἀπὸ τοῦ ζʹ ἐπὶ τὸ εʹ. διαφόρων δὲ ὄντων τῶν ὅρων, καὶ αὐταὶ διάφοροι ἂν εἶεν τῷ εἴδει. εἰ γὰρ καὶ γραμμὴν ἑκάστη βάδισις διε‐ πορεύετο, τὴν αὐτὴν οὖσαν τῷ εἴδει, 〈***〉 ἀλλ’ ἐπεὶ ἑκάστη γραμμὴ | |
25 | ἐν τόπῳ ἐστίν, οἱ δὲ τόποι διάφοροι, διὰ τοῦτο διάφοροί εἰσιν αἱ κινήσεις. τοὺς μὲν οὖν ἀκριβεῖς περὶ κινήσεως λόγους ἐν ἄλλοις ἐποιησάμεθα. τοῦτο δὲ μόνον ἐνταῦθα εἰπεῖν ἀναγκαῖον, ὅτι οὐκ ἐν παντὶ χρόνῳ τελεία ἐστὶν ἡ κίνησις ἀλλ’ ἐν τῷ ὅλῳ. αἱ δὲ ἐν τοῖς μέρεσι τοῦ ὅλου χρόνου κι‐ νήσεις ἀτελεῖς εἰσι καὶ διαφέρουσιν ἀλλήλων τῷ εἴδει, εἴπερ οἱ ὅροι τῆς | |
30 | κινήσεως τὸ πόθεν καὶ ποῖ τὴν κίνησιν εἰδοποιοῦσι. τῆς δὲ ἡδονῆς τὸ εἶδος ἐν ὁτῳοῦν χρόνῳ τέλειόν ἐστι. φανερὸν τοίνυν, ὅτι ἡ ἡδονὴ καὶ ἡ κίνησις ἕτεραί εἰσιν ἀλλήλων· καὶ ἡ μὲν ἡδονὴ ὅλον τι καὶ τέλειον ἐστιν, ἡ δὲ κίνησις οὐκ ἐν παντὶ χρόνῳ τελεία, καὶ ὅτι κίνησιν μὲν ἄνευ χρόνου οὐκ ἐνδέχεται εἶναι, ἡδονὴν δὲ δυνατόν. καὶ γὰρ ἐν μὲν τῷ νῦν καὶ τῷ | |
35 | ἀτόμῳ οὐ δυνατὸν κινηθῆναι, ἡσθῆναι δὲ δυνατὸν ὅλην καὶ τελείαν ἡδο‐ νήν. ἐκ τούτων δὲ δῆλον, ὅτι οὐ μόνον οὐκ ἔστι κίνησις ἡ ἡδονὴ ἀλλ’ οὐδὲ γένεσις. οὐ γὰρ πάντων ἁπλῶς γένεσίς ἐστιν ἀλλὰ τῶν μεριστῶν καὶ μὴ ὅλων, ἐπεὶ μηδὲ ὁράσεώς ἐστι γένεσις οὐδὲ στιγμῆς οὐδὲ μονάδος· ὅτι ὅλον τι ἕκαστον αὐτῶν ἐστι καὶ οὐ μεριστὸν οὐδὲ ἐν χρόνῳ ἀπὸ τοῦ | |
40 | ἀτελοῦς ἐπὶ τὸ τέλειον ἔρχεται, ἀλλ’ ἐν ὁτῳοῦν χρόνῳ ὅλον τι καὶ τέλειον | 215 |
216 | ἕκαστον αὐτῶν ἐστιν. ἥ τε γὰρ μονὰς οὐ τὸ μὲν τελεία ἐστί, τὸ δὲ ἀτε‐ λής, καὶ τῷ χρόνῳ τελειοῦται, οὔτε ἡ στιγμή· τό τε ὁρᾶν ἐν παντὶ μέρει τοῦ χρόνου, καθ’ ὃν ὁρῶμεν, τέλειόν ἐστι· καὶ ὅλως πάσης αἰσθήσεως ἐνέργεια πρὸς τὸ οἰκεῖον αἰσθητὸν ἐνεργούσης τελεία ἐστὶν ἐν παντὶ μέρει | |
5 | τοῦ χρόνου. | |
6n | 〈Περὶ τοῦ ὅτι πᾶσαν ἐνέργειαν τελειοῖ ἡ ἡδονή. κεφ. δʹ.〉 | |
7 | Ἕπεται δὲ ταῖς ἐνεργείαις τῆς αἰσθήσεως καὶ τῆς διανοίας ἡ ἡδονή, καὶ μάλιστα ὅταν ὑγιαίνουσαι τελειοτάτην προβάλλωνται τὴν ἐνέργειαν, καὶ περὶ τὸ κάλλιστον ἐνεργῶσιν ἡ μὲν αἴσθησις τῶν αἰσθητῶν, ἡ δὲ διάνοια | |
10 | τῶν διανοητῶν. τηνικαῦτα γὰρ μάλιστα καὶ τελείως ἐνεργεῖ 〈ἡ ἐνέργεια ἢ〉 ἡ ἐνεργοῦσα ἕξις. οὐδὲν 〈γὰρ〉 διαφέρει ταύτην ἐνεργεῖν εἰπεῖν ἢ ἐκεί‐ νην· ἐπειδὰν γὰρ ὑγιῶς τε καὶ τελείως ὁρῶμεν καὶ τὸ κάλλιστον ὁρῶμεν τῶν ὁρατῶν, τελειοτάτη γίνεται ἡ ἐνέργεια· ὁμοίως καὶ ἐπὶ τῆς διανοίας καὶ τῶν ἄλλων αἰσθήσεων· ἡ δὲ τελειοτάτη καὶ ἡδίστη. ὅτι δὲ γίνεται | |
15 | κατὰ τὴν διάνοιαν ἡδονὴ καὶ καθ’ ἑκάστην αἴσθησιν, φανερόν· φαμὲν γὰρ διανοήματα ἡδέα εἶναι καὶ θεωρήμασι χαίρομεν καὶ ὁράμασιν ἡδόμεθα καὶ ἀκούσμασι, καὶ μάλιστα ὅταν τελείως τε ἐνεργῶμεν, καθὼς εἴρηται, καὶ τὰ βέλτιστα ὁρῶμεν ἢ θεωρῶμεν ἢ ἄλλως αἰσθανώμεθα. τοιούτων γὰρ ὄντων τῆς τε αἰσθήσεως καὶ τῶν αἰσθητῶν καὶ τῆς διανοίας καὶ τῶν δια‐ | |
20 | νοητῶν, ἀεὶ ἔσται ἡδονή, ἕως ἂν ἡ διάνοια καὶ ἡ αἴσθησις πάσχῃ ὑπὸ τῶν ἀντικειμένων. ἕπεται τοίνυν τῇ ἐνεργείᾳ ἡ ἡδονὴ καὶ τελειότης τίς ἐστιν αὐτῆς. τελειοῖ δὲ οὐχ ὡς ἕξις τὸν ἔχοντα ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἄγουσα· ὥσπερ τὸν δυνάμει οἰκοδόμον ἡ οἰκοδομικὴ τελειοῖ καὶ ἐνεργείᾳ ποιεῖ οἰκοδόμον, καθάπερ οὐδὲ ἡ ὑγίεια καὶ ὁ ἰατρὸς ὁμοίως | |
25 | αἴτιά εἰσι τοῦ ὑγιαίνειν· ἡ μὲν γὰρ αὐτὴ ποιεῖ μὴ οὖσαν τὴν τοῦ ὑγιαίνειν ἐνέργειαν, ὁ δὲ συντηρεῖ καὶ φυλάττει, καὶ ὅπως παραμείνῃ ζη‐ τεῖ. ἔτι δὲ οὐδ’ ὥσπερ τὸ αἰσθητὸν τελειοῖ τὴν αἴσθησιν ἢ τὸ διανοητὸν τὴν διάνοιαν, οὕτω καὶ ἡ ἡδονὴ τελειοῖ τὴν ἐνέργειαν αὐτῶν. ἡ μὲν γὰρ ἕξις καὶ τὸ ἀντικείμενον ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ προάγουσι τὴν | |
30 | ἐνέργειαν, ἡ δὲ ἡδονὴ τῇ ἐνεργείᾳ γενομένῃ συμπεφυκυῖα συντηρεῖ καὶ φυλάττει. πείθει γὰρ ἐνεργεῖν ἡ ἐπ’ αὐτῷ ἡδονή, καὶ ἔστι τῇ ἐνεργείᾳ καθάπερ ἐπιγινόμενον τέλος, ὥσπερ ἡ ὥρα τοῖς ἐν ἀκμῇ· καὶ ἕπεται ἀεὶ ταύτῃ ἕως ἂν ᾖ ἥ τε αἴσθησις καὶ ἡ διάνοια, καὶ περὶ τὸ αἰσθητὸν καὶ διανοητὸν ἐνεργῇ, καὶ μάλιστα, ὅταν εὖ καὶ ἄριστα ἔχωσι καὶ περὶ τὸ ἄρι‐ | |
35 | στον ἐνεργῶσιν. ἀπορήσειε δ’ ἄν τις εἰ τοῦτο οὕτως ἔχει, πῶς οὐδεὶς οὕτως ἐνεργῶν συνεχῶς ἥδεται. πρὸς ὃ ῥητέον, ὅτι κάμνει πάντα τὰ ἀν‐ θρώπεια καὶ οὐ δύναται συνεχῶς ἐνεργεῖν. διὰ τοῦτο οὐδὲ ἥδεσθαι δύ‐ | |
ναται συνεχῶς, ἐπεὶ ἡ ἡδονὴ τῇ ἐνεργείᾳ ἀκολουθεῖ· ἔνια δὲ τέρπει μὲν | 216 | |
217 | νεωστὶ φανέντα, χρόνον δέ τινα συνεθισθέντα οὐχ οὕτως ἡδέα δοκεῖ. τὸ δὲ αἴτιον, ὅπερ ἔφην. τὸ μὲν γὰρ πρῶτον παρακέκλιται ἡ διάνοια καὶ ἐπιτεταμένως περὶ αὐτὰ ἐνεργεῖ, ὥσπερ κατὰ τὴν ὄψιν οἱ ἐμβλέ‐ ποντες, μετέπειτα δὲ οὐ γίνεται τοιαύτη ἡ ἐνέργεια ἀλλὰ παρημελημένη· | |
5 | διὰ τοῦτο καὶ ἡ ἡδονὴ ἀμαυροῦται. | |
6n | 〈Περὶ τοῦ ὅτι φύσει διωκτὸν ἡ ἡδονή· καὶ ἔτι περὶ τοῦ ὅτι εἴδει | |
7n | διαφέρουσιν αἱ ἡδοναί. κεφ. εʹ.〉 | |
8 | Ἐπεὶ δὲ πᾶσαν ἐνέργειαν τελειοῖ ἡ ἡδονή, ἐνέργεια δὲ καὶ τὸ ζῆν, τὰ ἄρα ἐφιέμενα τοῦ ζῆν ὀρέγονται τῆς ἡδονῆς, ὅτι τελειότης ἐστὶν αὐ‐ | |
10 | τοῦ. πάντα δὲ ἐφίενται τοῦ ζῆν· ὥστε δόξειεν ἂν πάντα ἐφίεσθαι τῆς ἡδονῆς. πᾶσαν γὰρ ἐνέργειαν ἡ ἡδονὴ αἱρετωτέραν ποιεῖ· καὶ ἕκαστος περὶ ταῦτα καὶ τούτοις ἐνεργεῖ μάλιστα, οἷς μάλιστα ἥδεται, οἷον ὁ μου‐ σικὸς τῇ ἀκοῇ περὶ τὰ μέλη καὶ ὁ φιλομαθὴς τῇ διανοίᾳ περὶ τὰ θεω‐ ρήματα καὶ τῶν ἄλλων ἕκαστος. ἐπεὶ οὖν οὕτω ποιεῖ τὴν ἐνέργειαν ἡ | |
15 | ἡδονὴ καλλίω καὶ αἱρετωτέραν, εἰκότως τὰ ὀρεγόμενά τινος ἐνεργείας καὶ τῆς κατ’ αὐτὴν ὀρέγονται ἡδονῆς· τὰ ἄρα τοῦ ζῆν ἐφιέμενα εὐλόγως καὶ τῆς ἐκεῖθεν ἐφίενται ἡδονῆς, ὅτι τὸ αἱρετὸν καὶ ἐφετὸν αὐτοῖς τελειοῖ. τὸ δὲ ζητεῖν ἐπὶ τοῦ παρόντος, πότερον ποτέρου ἕνεκα αἱρετόν, ἡ ἡδονὴ διὰ τὸ ζῆν ἢ τὸ ζῆν διὰ τὴν ἡδονήν, ἀφείσθω. φαίνεται δὲ ὅτι ἀδιαί‐ | |
20 | ρετά εἰσι ταῦτα ἀλλήλων, καὶ οὔτε ἡδονὴν χωρὶς ἐνεργείας οὔτε ἐνέργειαν χωρὶς ἡδονῆς εὕροι τις ἄν· τελείωσις γὰρ ἐνεργείας ἡ ἡδονή, καὶ διὰ τοῦτο οὐ δύναται χωρὶς εἶναι. διὰ ταῦτα φαίνεται καὶ ὅτι αἱ ἡδοναὶ δια‐ φέρουσιν ἀλλήλων τῷ εἴδει· καὶ γὰρ διαφόρων τῷ εἴδει ἐνεργειῶν τελειό‐ τητες οὖσαι καὶ αὐταὶ διάφοροί εἰσιν. αἱ γὰρ τελειότητες τῶν διαφόρων | |
25 | εἰδῶν οὐ δύνανται μὴ διάφοροι εἶναι τῷ εἴδει, οἷον αἱ τῆς διανοίας ἐνέρ‐ γειαι τῶν τῆς αἰσθήσεως διαφέρουσι τῷ εἴδει καὶ ἔτι αὗται ἀλλήλων, ὥστε καὶ αἱ ἡδοναί. τοῦτο δέ ἐστι φανερὸν ἐκ τοῦ πάσῃ ἐνεργείᾳ οἰκείαν ἡδονὴν προσεῖναι. ὅτι δὲ οἰκεία, δῆλον· καὶ γὰρ συναύξει τὴν ἐνέργειαν ἡ οἰκεία ἡδονή. μάλιστα γάρ τις ἕκαστα γινώσκει καὶ ἐξακριβοῖ καὶ ὅλως | |
30 | ἐνεργεῖ, ὅταν μεθ’ ἡδονῆς τοῦτο ποιῇ· καὶ γὰρ γεωμετρικοὶ γίνονται μά‐ λιστα οἱ χαίροντες τῷ γεωμετρεῖν καὶ κατανοοῦσιν ἕκαστα μᾶλ‐ λον, καὶ ἕκαστον ἡ ἡδονὴ πρὸς τὸ οἰκεῖον ἔργον ἐπιδιδόναι ποιεῖ. εἰ τοί‐ νυν τὰς ἐνεργείας συναύξουσιν αἱ ἡδοναί, τὰ δὲ συναύξοντα οἰκεῖα, τὰ δὲ οἰκεῖα τοῖς διαφόροις τῷ εἴδει καὶ αὐτὰ διάφορα κατὰ τὸ εἶδος, φανερὸν | |
35 | ὅτι αἱ ἡδοναὶ ἕτεραι τῷ εἴδει ἀλλήλων. ἔτι καὶ ἐκεῖθεν γίνεται δῆλον τὰς ἡδονὰς διαφόρους εἶναι τῷ εἴδει· καὶ γὰρ προσίστανται ταῖς ἐνεργείαις αἱ ἀλλότριαι ἡδοναί, καθάπερ αἱ οἰκεῖαι τελειοτέρας ποιοῦσιν· ἡ γὰρ τῆς αὐ‐ λητικῆς ἡδονὴ συγχέοι ἂν ῥᾳδίως τὴν ἐν τοῖς μαθήμασι θεωρίαν, ὅταν μὴ ἕξιν μαθηματικὴν ὁ θεωρῶν ἔχῃ, ἀλλ’ ἥδηται μᾶλλον αὐλοῦντος ἀκούων | |
40 | ἢ θεωρῶν, καὶ οὕτω φθείρῃ τὴν περὶ τὸν λόγον ἐνέργειαν ἡ τῆς αὐλητι‐ | |
κῆς ἡδονή. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει, ὅταν δύο ἐνεργείας | 217 | |
218 | τις κατὰ ταὐτὸν ἐνεργῇ· καὶ γὰρ ἡ ἡδίων τὴν ἑτέραν ἐκκρούει, καὶ τοσού‐ τῳ μᾶλλον, ὅσῳ κατὰ τὴν ἡδονὴν διαφέρει. εἰ γὰρ σφόδρα ὑπερβάλλει τὴν ἐξ ἑτέρας ἡ τῆς ἑτέρας ἡδονή, καὶ παντελῶς ἀφανίζει τὴν ἀλλοτρίαν ἐνέργειαν, ὥστε μηδὲ ὅλως κατ’ αὐτὴν ἐνεργεῖν· διὰ τοῦτο ἐπειδὰν χαί‐ | |
5 | ρωμέν τινι σφόδρα, οὐ πάνυ δρῶμεν ἕτερον· εἰ δὲ οὐ πάνυ ἡδόμεθα ὁτῳ‐ οῦν, καὶ ἄλλα ποιοῦμεν, οἷον ποιοῦσι καὶ οἱ ἐν τοῖς θεάτροις τραγηματί‐ ζοντες· ὅταν γὰρ φαῦλοι οἱ ἀγωνιζόμενοι ὦσι καὶ οὐ πάνυ χαίρωσι τῷ θεάματι, τότε μάλιστα αὐτὸ δρῶσιν. ἐπεὶ τοίνυν ἡ μὲν οἰκεία ἡδονὴ τὰς ἐνεργείας ἐξακριβοῖ καὶ χρονιωτέρας καὶ βελτίους ποιεῖ, ἡ δ’ ἀλλοτρία λυ‐ | |
10 | μαίνεται, φανερὸν ὅτι πολὺ διαφέρουσιν ἀλλήλων· σχεδὸν γὰρ ὥσπερ αἱ οἰκεῖαι ταῖς ἐνεργείαις λῦπαι κώλυμα γίνονται καὶ προχωρεῖν οὐκ ἐῶσιν, οὕτω καὶ αἱ ἀλλότριαι ἡδοναί. φθείρουσι γὰρ αἱ οἰκεῖαι λῦπαι τὰς ἐνερ‐ γείας· εἰ γάρ τις ἐπὶ τῷ γράφειν λυποῖτο, οὐ γράψει, καὶ εἴ τῳ τὸ λογί‐ ζεσθαι ἀηδές, οὐ θεωρήσει· τοῦτο δὲ πείσεται, καθὼς εἴρηται, καὶ ἀπὸ | |
15 | τῆς ἀλλοτρίας ἡδονῆς. εἰ τοίνυν ἡ ἀλλοτρία ἡδονὴ παραπλήσιον ποιεῖ ταῖς οἰκείαις λύπαις, ἡ δὲ οἰκεία λύπη τῇ οἰκείᾳ ἡδονῇ ἐναντίως ἔχει, φανερὸν ὅτι ἡ ἀλλοτρία ἡδονὴ τῇ οἰκείᾳ ἐναντίως ἔχει· τὰ δὲ τοιαῦτα οὐ δύνανται τὰ αὐτὰ εἶναι τῷ εἴδει· ἡ ἄρα ἡδονὴ οὐκ ἔστι μία κατὰ τὸ εἶδος. | |
19n | 〈Περὶ τοῦ ὅτι ἐπιεικείᾳ καὶ φαυλότητι καὶ ἔτι καθαρότητι δια‐ | |
20n | φέρουσιν αἱ ἡδοναί· καὶ ὅτι ἑτέρων ζῴων καὶ ἕτεραι· καὶ τίς | |
21n | ἡ ἀληθής. κεφ. ϛʹ.〉 | |
22 | Ἐπεὶ δὲ ἑκάστη ἡδονὴ τῇ ἐνεργείᾳ, ὅθεν ἐστίν, οἰκείως ἔχει, αἱ δὲ ἐνέργειαι διαφέρουσιν ἀλλήλων ἐπιεικείᾳ καὶ φαυλότητι, καὶ αἱ μὲν αἱρεταί εἰσιν, αἱ δὲ φευκταί, αἱ δὲ οὐδέτερον, τὸν αὐτὸν τρόπον | |
25 | καὶ τὰς ἡδονὰς ἔχειν ἀνάγκη, καὶ τὰς μὲν ἀγαθὰς εἶναι, τὰς δὲ φαύλας, τὰς δὲ οὐδέτερον τούτων· καὶ ἐπιεικὴς μὲν καὶ ἀγαθὴ ἡδονή ἐστιν ἡ οἰ‐ κεία τῇ ἐπιεικεῖ καὶ ἀγαθῇ καὶ σπουδαίᾳ ἐνεργείᾳ, φαύλη δὲ ἡ τῇ φαύλῃ ἐνεργείᾳ οἰκεία· καὶ γὰρ αἱ ἐπιθυμίαι τῶν μὲν καλῶν ἐπαινεταί, τῶν δὲ φαύλων ψεκταί· ἡ δὲ οἰκεία τῇ ἐνεργείᾳ, ἣ οὔτε ἐπαινετή ἐστιν οὔτε | |
30 | ψεκτή, καὶ αὐτὴ οὐδέτερόν ἐστιν. ἐπεὶ δὲ τῇ ἐνεργείᾳ καὶ ὄρεξίς ἐστιν ὅθεν κινεῖταί τις ἐπὶ τὸ ἐνεργεῖν, ζητητέον πότερα μᾶλλόν ἐστιν οἰκεία, ἡ ἡδονὴ τῇ ἐνεργείᾳ ἢ τῇ ὀρέξει. φαίνεται δὲ ὅτι οἰκειοτέρα ἐστὶ τῇ ἐνερ‐ γείᾳ. τῇ μὲν γὰρ ὀρέξει ἡ ἡδονὴ οὔτε συμπέφυκεν οὔτε ἅμα γίνεται αὐ‐ τῇ κατὰ τὸν χρόνον ἀλλὰ διέστηκεν αὐτῆς καὶ τῷ χρόνῳ καὶ τῇ φύσει. | |
35 | προηγεῖται γὰρ ἡ ὄρεξις τῆς ἐνεργείας καὶ τῆς ἐπ’ αὐτῇ ἡδονῆς· τῇ δὲ ἐνεργείᾳ οὕτω συμπέφυκεν ἡ ἡδονὴ καὶ οὕτως ἀχωρίστως ἔχει, ὥστε ἀμ‐ φισβητεῖται, εἰ ταὐτόν ἐστι τῇ ἐνεργείᾳ ἡ ἡδονή. φαίνεται μὲν οὖν, ὅτι | |
τῇ ἐνεργείᾳ μᾶλλον ᾠκείωται ἡ ἡδονὴ ἢ τῇ ὀρέξει· ταὐτὸν δὲ οὐκ ἔστιν· | 218 | |
219 | οὐ γὰρ ταὐτὸν ἡδονὴ διανοίᾳ οὐδὲ αἰσθήσει οὐδεμίᾳ· ἄτοπον γὰρ οὕτως οἴεσθαι. ἀλλὰ τῷ ἀχωρίστως ἀλλήλων ἔχειν δοκεῖ μηδὲν διαφέρειν ἐνερ‐ γείας. διάφοροι δέ εἰσι καὶ αὐταὶ αἱ ἡδοναὶ πρὸς ἀλλήλας, ὅτι καὶ αἱ ἐνέργειαι. διαφέρει γὰρ ὄψις ἁφῆς καθαριότητι, καθόσον ἡ μὲν τοῦ εἴ‐ | |
5 | δους ἀντιλαμβάνεται μόνου, ἡ δὲ ἁφὴ τῇ ὕλῃ μᾶλλον προσάγει, καὶ ἡ ἀκοὴ ταύτῃ τῆς ὀσφρήσεως καὶ τῆς γεύσεως διαφέρει, ὅτι τῆς ὕλης ἅπτον‐ ται μᾶλλον· ὅθεν καὶ αἱ ἑπόμεναι ἡδοναὶ διοίσουσιν ἀλλήλων καὶ τῶν ἐκ τῆς διανοίας ἡδονῶν, ὅτι διάφοροι αἱ ἐνέργειαι. καὶ αὐταὶ δὲ αἱ τῆς δια‐ νοίας ἡδοναὶ οὐχ αἱ αὐταὶ ἔσονται ἀλλήλαις, ὅτι διάφοροι ἐνέργειαι δια‐ | |
10 | νοίας. φαίνεται δὲ ὅτι καὶ ἑκάστῳ ζῴῳ οἰκεία τίς ἐστιν ἡδονή, καθάπερ καὶ ἔργον ἐστὶν οἰκεῖον. εἰ γὰρ ταῖς ἐνεργείαις αἱ ἡδοναὶ ἀκολουθοῦσιν, ἑκάστῳ δὲ ζῴῳ οἰκεία τίς ἐστιν ἐνέργεια κατάλληλος τῇ φύσει, καὶ ἡδονὴ ἂν οἰκεία εἴη. τοῦτο δὲ καὶ καθ’ ἕκαστον θεωροῦντι γίνεται δῆλον. ἑτέρα γὰρ ἵππου ἡδονὴ καὶ κυνὸς καὶ ἀνθρώπου, καθάπερ Ἡράκλειτός | |
15 | φησιν, ὄνον σύρματα ἂν ἑλέσθαι μᾶλλον ἢ χρυσόν· ἥδιον γὰρ χρυσοῦ τροφὴ ὄνοις. αἱ μὲν οὖν οἰκεῖαι ἡδοναὶ ταῖς διαφόροις ἐνερ‐ γείαις καὶ αὐταὶ διάφοροί εἰσι· τὰς δὲ τῶν αὐτῶν ἐνεργειῶν τὰς αὐτὰς εὔλογον εἶναι κατὰ τὸ εἶδος· διοίσουσι δὲ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον. ὅτι γὰρ ταῖς αὐταῖς ἐνεργείαις οὐχ ὁμοίως ἥδονται πάντες, φανερόν, ἐπεὶ | |
20 | καὶ τοσαύτη γίνεται ἡ διαφορά, ὥστε τοῖς αὐτοῖς τοὺς μὲν ἥδεσθαι, τοὺς δὲ λυπεῖσθαι· καὶ γλυκέα οὐ πᾶσι τὰ αὐτά· οὐ γὰρ τὰ αὐτὰ δοκεῖ γλυκέα τῷ πυρέττοντι καὶ τῷ ὑγιαίνοντι, οὐδὲ θερμὰ τὰ αὐτὰ τῷ ἀσθενεῖ καὶ τῷ εὐεκτοῦντι. τοῦτο δὲ καὶ ἐφ’ ἑτέρων συμβαίνει. καθάπερ δὲ ἐπὶ τῶν τοιούτων ἡδέων τὰ ἀληθῶς ἡδέα τῶν δοκούντων ἀπὸ τῶν ὑγιαινόντων | |
25 | γνωσόμεθα διελεῖν· οὕτω καὶ τὰς ἐν τῷ ἤθει ἡδονὰς ἀπὸ τῶν εὖ ἐχόντων περὶ τὸ ἦθος, δηλαδὴ τῶν σπουδαίων, διορισόμεθα. εἰ δὲ τοῦτο καλῶς λέγεται καὶ ἑκάστου μέτρον ἡ ἀρετή, καὶ τὸ ἀγαθὸν εἶναι διὰ τὴν ἀρετήν ἐστιν ἑκάστῳ, καὶ ἡδοναὶ ἂν εἶεν ἀληθῶς αἱ τῷ σπουδαίῳ φαινόμεναι ἡδοναί, καὶ ἡδέα οἷς οὗτος χαίρει· πρὸς ἃ δὲ οὗτος ἀηδῶς ἔχει, οὐκ ἂν | |
30 | εὐλόγως ἡδέα λέγοιντο οὐδὲ ἡδοναί. εἰ δὲ τοῖς διεφθαρμένοις ἡδέα δοκεῖ ταῦτα, οὐδὲν θαυμαστόν. πολλαὶ γὰρ φθοραὶ καὶ λῦμαι ἀνθρώπων γίνονται καὶ ἡδεῖς εἰσιν, ἀλλ’ οὐχ ἁπλῶς ἡδεῖς, ἀλλὰ τοῖς γε διεφθαρ‐ μένοις· τὰς μὲν οὖν ὁμολογουμένως αἰσχρὰς δῆλον ὡς οὐκ ἂν εἴη ῥητέον ἡδονὰς εἶναι, πλὴν τοῖς διεφθαρμένοις. τῶν δὲ ἐπιεικῶν ἡδονῶν τίνα ῥη‐ | |
35 | τέον κυρίως ἀνδρωπίνην ἡδονὴν εἶναι; καὶ τοῦτο δὲ φανερὸν ἐκ τῶν εἰρη‐ μένων. ἐπεὶ γὰρ οἰκεῖαι ταῖς ἐνεργείαις αἱ ἑπόμεναι ἡδοναί, ληπτέον τὴν ἀνθρωπίνην ἐνέργειαν, ἣ τοῦ ἀνθρώπου ἐστὶ καθό ἐστιν ἄνθρωπος, εἴτε μία ἐνέργειά ἐστιν εἴτε πλείους· καὶ δὴ ταύτας τὰς ἐνεργείας αἱ τελειοῦσαι | |
ἡδοναὶ τὰς τοῦ τελείου καὶ μακαρίου ἀνδρός, αὗταί εἰσιν αἱ τοῦ ἀνθρώπου, | 219 | |
220 | ᾗ ἄνθρωπος, ἡδοναί· αἱ δὲ λοιπαὶ δευτέρως καὶ πολλοστῶς λέγοιντο ἂν ἀνθρώπιναι, καθάπερ καὶ αἱ ἐνέργειαι. | |
3n | 〈Περὶ εὐδαιμονίας. κεφ. ζʹ.〉 | |
4 | Ἐπεὶ δὲ περὶ τῶν ἀρετῶν εἴρηται καὶ τῆς φιλίας καὶ τῆς ἡδονῆς, | |
5 | λοιπὸν περὶ εὐδαιμονίας τύπῳ διελθεῖν, ἐπεὶ τέλος αὐτὴν εἶναι τῶν ἀνθρωπίνων πάντων φαμέν. γένοιτο δ’ ἂν ἡμῖν σαφὴς καὶ ῥᾴδιος ὁ λό‐ γος, τὰ προειρημένα περὶ τῆς εὐδαιμονίας ἀναλαβοῦσιν. εἴρηται τοίνυν περὶ αὐτῆς ἐν τῷ ιγʹ κεφαλαίῳ τοῦ πρώτου βιβλίου, ὅτι οὐκ ἔστιν ἕξις· εὐδαί‐ μων γὰρ ἂν εἴη καὶ ὁ διὰ βίου καθεύδων καὶ ὁ φυτῶν βίον ζῶν καὶ ἔτι | |
10 | ὁ τὰ μέγιστα δυστυχῶν· ἐνδέχεται γὰρ ἕξιν ἔχοντα ἀρετῆς οὕτω βιῶναι. εἰ δὲ τοῦτο ἄδοξον, εὐδαίμονα τὸν οὕτως ἔχοντα καλεῖν, ἐνέργειά τις ἂν εἴη ἡ εὐδαιμονία. ζητητέον δὴ τίς τῶν ἀνθρωπίνων ἐνεργειῶν ἐστιν. ἐπεὶ γὰρ αἱ μὲν τῶν ἐνεργειῶν ἀναγκαῖαί εἰσι καὶ πρὸς ἄλλα φέρουσι καὶ δι’ ἄλλα ζητοῦνται, αἱ δὲ καθ’ ἑαυτάς εἰσιν αἱρεταί, δῆλον ὅτι τὴν εὐδαι‐ | |
15 | μονίαν θετέον εἶναι τῶν καθ’ ἑαυτὰς αἱρετῶν· αὐτάρκης γὰρ ἡ εὐδαιμονία καὶ οὐδενός ἐστιν ἐνδεής· τὸ δὲ δι’ ἄλλο αἱρετὸν ἐκείνου δεῖται, δι’ ὃ ζη‐ τεῖται πρὸς τὸ αἱρετὸν εἶναι καὶ ἀγαθόν. καθ’ ἑαυτὰς δέ εἰσιν αὐτάρ‐ κεις αἱ κατὰ τὰς ἀρετὰς ἐνέργειαι, ἃς οὐ δι’ ἄλλο ζητοῦμεν ἀλλὰ δι’ ἑαυτάς. τὸ γὰρ τὰ καλὰ καὶ σπουδαῖα πράττειν τῶν καθ’ ἑαυτὰ αἱρετῶν· | |
20 | καὶ τῶν παιδιῶν δὲ αἱ ἡδεῖαι οὐ δι’ ἄλλα ζητοῦνται· οἱ γὰρ αἱρούμενοι αὐτὰς οὐδὲν ἐξ αὐτῶν ὠφελοῦνται· βλάπτονται μὲν οὖν μᾶλλον, τῶν σω‐ μάτων ἀμελοῦντες, καὶ τῆς κτήσεως τῶν ὑπὲρ τοῦ σώματος ζητουμένων. διὰ τοῦτο καὶ πολλοὶ τῶν εὐτυχῶν καὶ κατὰ τὸν βίον εὐθυμουμένων ἐπὶ τὸν παιδιώδη τρέχουσι βίον καὶ πολλοῦ τιμῶνται τοὺς εὐτραπέλους· καὶ | |
25 | οἱ παρὰ τοῖς τυράννοις παίζειν ἡδέως εἰδότες εὐδοκιμοῦσιν· ἡδεῖς γάρ εἰσιν, αὐτοῖς παρέχοντες ὧν ἐφίενται καὶ δέονται πρὸς τὴν νομιζομένην εὐδαι‐ μονίαν. δοκεῖ μὲν οὖν τὰς παιδιὰς εὐδαιμονικὰς εἶναι διὰ τὸ τοὺς ἐν δυ‐ ναστείαις ἐν τούτοις μάλιστα διατρίβειν· οὔκ εἰσι δέ· οὐ γὰρ ἱκανὸν σημεῖον τῶν τοιούτων ἀνδρῶν ἡ ψῆφος. οὐ γὰρ ἐν τῷ δυναστεύειν | |
30 | ἡ ἀρετὴ οὐδὲ ὁ ὑγιαίνων μάλιστα νοῦς, ἀφ’ ὧν αἱ σπουδαῖαι ἐνέρ‐ γειαι. οὐδὲ γὰρ ἐπεὶ τῆς ἐλευθερίου καὶ εἰλικρινοῦς ἡδονῆς ἄγευστοι καθάπαξ ὄντες ἐπὶ τὰς σωματικὰς καταφεύγουσιν ἡδονάς, διὰ τοῦτο ταύτας εὔλογον οἴεσθαι τῶν ὡς ἀληθῶς αἱρετωτέρας εἶναι. καὶ γὰρ οἱ παῖδες τὰ παρ’ αὐτοῖς τιμώμενα κράτιστα οἴονται εἶναι· ἀλλ’ οὔτε τοῖς | |
35 | ἀνδράσι τίμια τὰ τῶν παίδων δοκεῖ, οὔτε ἐπιεικεῖς οὐ θαυμάσουσιν ἅπερ οἱ φαῦλοι· ἀλλὰ τοὺς μὲν ἡ δοκοῦσα τοὺς δὲ ἡ ἀληθὴς ἡδονὴ μάλιστα τέρψει. καθάπερ οὖν ἐν ἀρχῇ εἴρηται, τὰ ὡς ἀληθῶς τίμια καὶ σπουδαῖά ἐστιν, ἃ θαυμάζει καὶ οἷς ἥδεται ὁ σπουδαῖος. ἐπεὶ δὲ ἀκολούθους ταῖς ἕξεσι | |
ταῖς ἐν τῇ ψυχῇ καὶ τὰς ἐνεργείας ἕκαστος ἐπιζητεῖ, καὶ ταύτας οἴεται | 220 | |
221 | μάλιστα αἱρετωτάτας εἶναι, ὁ δὲ σπουδαῖος κατὰ τὴν ἕξιν τῆς ἀρετῆς ζῇ, φανερόν, ὅτι ταῖς ἐνεργείαις ἡσθήσεται ταῖς κατὰ τὴν ἀρετήν, καὶ ταύτας τιμίας ἡγήσεται καὶ ἡδείας· τῶν δὲ παιδιῶν, ὡς ἀλλοτρίων τῆς ἕξεως, καταφρονήσει. ἐπεὶ δὲ ὀρθῶς καὶ ὑγιῶς οὗτος ψηφίζεται, οὐκ ἄρα τίμιον | |
5 | ἡ παιδιά, οὐδ’ ἄρα ἐν αὐτῇ ἡ εὐδαιμονία. καὶ γὰρ ἄτοπον παιδιὰν εἶναι τῶν ἀνθρωπίνων τὸ τέλος καὶ πάντα πραγματεύεσθαι καὶ κακοπαθεῖν διὰ βίου τοῦ παίζειν χάριν. εἰ γάρ τις ὑπόθοιτο ταύτην εἶναι τὴν εὐδαιμο‐ νίαν, ἀκόλουθόν ἐστι καὶ ταῦτα δὴ συγχωρεῖν. τῆς γὰρ εὐδαιμονίας ἕνεκα πάντα ζητοῦμεν· τῆς παιδιᾶς δὲ χάριν πονεῖν διὰ βίου καὶ σπουδάζειν | |
10 | ἠλίθιόν τι δοκεῖ λίαν εἶναι, καὶ τοῦτο δὴ παιδικόν. τὸ ἀνάπαλιν μὲν οὖν ἕνεκα τοῦ δύνασθαι σπουδάζειν παίζειν αἱρεῖσθαι κατ’ Ἀνάχαρσιν καλῶς καὶ ὀρθῶς ἂν ἔχοι. καὶ γὰρ ἀνάπαυσίς τις ἡ παιδιὰ τοῖς ἀγωνι‐ ζομένοις, συνεχῶς οὐ δυναμένοις πονεῖν, ἣ τὴν δύναμιν αὐτοῖς ἀνακαινου‐ μένη, τοῖς πόνοις ἀκμῆτας ἀποδίδωσιν. ὅθεν οὐ τέλος ἡ ἀνάπαυσις ἀλλ’ | |
15 | ἀναπαύσεως ἐνέργεια τέλος. ἔτι πᾶσιν ὁμολογεῖται τὸν εὐδαίμονα βίον κατὰ τὴν ἀρετὴν εἶναι· οὗτος δὲ μετὰ σπουδῆς· καὶ ὁ σπουδαῖος οὐ παίζων ἀλλὰ σπουδάζων. ἔτι δὲ βελτίω λέγομεν εἶναι τὰ σπουδαῖα τῶν μετὰ παιδιᾶς καὶ γελοίων· καὶ τὴν ἐνέργειαν βελτίονος τῆς ψυχῆς μέρους σπουδαιοτάτην φαμέν· τὸ δὲ βέλτιον καὶ τοῦ βελτίονος μέρους μᾶλλον τῇ | |
20 | εὐδαιμονίᾳ προσήκει. ἔτι ἡ μὲν ἀπόλαυσις τῶν σωματικῶν ἡδονῶν κοινή ἐστι καὶ τοῖς τυχοῦσι καὶ τοῖς φαύλοις καὶ ἀνδραπόδοις καὶ τοῖς μοχθη‐ ροτάτοις ἔνεστιν οὐχ ἧττον ἢ τοῖς ἀρίστοις· ἡ δὲ εὐδαιμονία τῶν ἀρίστων λέγεται μόνον, καὶ οὐδεὶς ἂν εἴποι καὶ τοῖς φαύλοις προσεῖναι, καὶ γὰρ οὐδὲ βίον τὸν αὐτὸν ἀμφοτέρων εἶναι, ὅτι μὴ κατὰ τὴν φαύλην διαγωγὴν | |
25 | ἡ εὐδαιμονία, ἀλλ’ ἐν ταῖς κατ’ ἀρετὴν ἐνεργείαις, καθάπερ καὶ πρότερον εἴρηται. | |
27n | 〈Περὶ τῆς θεωρητικῆς εὐδαιμονίας. κεφ. ηʹ.〉 | |
28 | Ἐπεὶ δὲ ἡ εὐδαιμονία ἐν ταῖς κατ’ ἀρετὴν ἐνεργείαις δέδεικται οὖσα, εἴ τις εἴη κρατίστη τῶν τοιούτων ἐνεργειῶν, μάλιστα ἐν ταύτῃ ἂν εἴη. | |
30 | κράτιστον γὰρ καὶ ἄριστον ἡ εὐδαιμονία· κρατίστη δὲ ἐνέργεια ἡ τοῦ κρα‐ τίστον τῶν ἐν ἡμῖν ἐνεργούντων, ὃ κατὰ φύσιν ἄρχει καὶ ἡγεῖται πρὸς τὴν ἀλήθειαν, καὶ τὸ ἀγαθόν, εἴτε νοῦς τοῦτο ἂν καλοῖτο εἴτε ἄλλο τι, ὃ δὴ ἔννοιαν ἔχει περὶ καλῶν τε καὶ θείων, εἴτε θεῖον ὂν καὶ αὐτὸ εἴτε τῶν ἐν ἡμῖν τὸ θειότατον· ἡ δὴ τούτου ἐνέργεια εὖ καὶ καλῶς γινομένη | |
35 | καὶ κατὰ τὴν οἰκείαν ἀρετὴν εἴη ἂν ἡ τελεία εὐδαιμονία. καὶ ἔστι θεω‐ ρητική, καθὼς πρότερον εἴρηται· ὅτι δὲ ἐν ταύτῃ τῇ ἐνεργείᾳ ἐστὶν ἡ τε‐ λεία εὐδαιμονία, καὶ τὰ προειρημένα ἡμῖν περὶ τῶν ἀνθρωπίνων ἐνεργειῶν | |
καὶ ἡ ἀλήθεια μαρτυρεῖ. καὶ γὰρ ὡς ἐν τῷ περὶ φιλίας εἴρηται, ὁ νοῦς | 221 | |
222 | ἐστι τὸ ἡμέτερον εἶναι, καὶ διὰ τοῦτο κρατίστη ἐστὶν ἡ αὐτοῦ ἐνέργεια, καὶ ἃ γινώσκει κράτιστά εἰσι τῶν αἰσθήσει γινωσκομένων· εἰ δὲ ἄριστον δεῖ εἶναι τὴν εὐδαιμονίαν, ἐν τῷ ἀρίστῳ εἶναι πᾶσα ἀνάγκη. ἔτι τὸ συν‐ εχὲς ἀποδιδόναι δεῖ τῇ εὐδαιμονίᾳ. οὕτω γὰρ ἂν τελείως δύναιτό τις εὐ‐ | |
5 | δαιμονεῖν, μὴ διακοπτομένης αὐτῷ τῆς εὐδαιμονίας. τοῦτο δὲ θεωροῦσι μάλιστα δυνατόν· θεωρεῖν γὰρ δυνάμεθα συνεχῶς μᾶλλον ἢ ὁτιοῦν ἕτερον πράττειν. ἔτι καὶ ἡδονὴν οἰόμεθα δεῖν τῇ εὐδαιμονίᾳ παραμεμῖχθαι. ἡδίστη δὲ τῶν κατ’ ἀρετὴν ἐνεργειῶν ἡ κατὰ σοφίαν ὁμολογου‐ μένως ἐστί· φαίνεται τοίνυν ἡ φιλοσοφία θαυμαστὰς ἔχουσα ἡδονὰς διά | |
10 | τε τὴν καθαριότητα καὶ τὸ ὕλης ἀπηλλαγμένη καθάπαξ εἶναι καὶ διὰ τὸ βέβαιον, ὅτι περὶ τὰ ἀκίνητα καὶ ὡσαύτως ἔχοντα ἐνεργεῖ. ἡ γὰρ πρακ‐ τικὴ τῆς τε ὕλης δεῖται περί τε τὰ ἐνδεχόμενά ἐστι· τοιαῦτα γὰρ τὰ πρακτά· ὅθεν οὐκ ἔνι τελείως κατὰ ταύτην εὐδαιμονεῖν. ἔτι καὶ αὐ‐ τάρκη τὸν εὐδαίμονα εἶναι δεῖ. τοῦτο δὲ τῆς θεωρητικῆς ἐστι μᾶλλον ἢ | |
15 | τῆς ἑτέρας· τῶν μὲν γὰρ πρὸς τὸ ζῆν ἀναγκαίων καὶ ὁ θεωρητικὸς δεῖται καὶ ὁ πρακτικός. πρὸς τούτοις δὲ ὁ μὲν πρακτικὸς καὶ ἄλλων δεῖται πρὸς τὸ τὴν ἀρετὴν ἐνεργῆσαι· καὶ γὰρ ὁ δίκαιος δεῖται πρὸς οὓς δικαιοπρα‐ γήσει καὶ μεθ’ ὧν καὶ ὁ σώφρων καὶ ὁ ἀνδρεῖος καὶ τῶν ἄλλων ἕκαστος, ὁ δὲ σοφὸς καὶ καθ’ ἑαυτὸν ὢν δύναται θεωρεῖν καὶ | |
20 | οὐδενὸς δεῖται πρὸς τοῦτο καὶ μᾶλλον ὅσῳ σοφώτερος· εἰ δὲ δεῖταί πως καὶ αὐτὸς ἄλλων, ὅτι μετ’ ἄλλων βέλτιον θεωρήσει, πρός γε τὸ τὴν ἐνέρ‐ γειαν τελείως ἐνεργῆσαι καὶ καθ’ ἑαυτὸν αὐταρκέστατός ἐστιν. ἔτι καὶ δι’ ἑαυτὴν αἱρετὴν καὶ ἀγαπητὴν εἶναι δεῖ τὴν εὐδαιμονίαν. φαίνεται δὲ ἡ θεωρητικὴ ζωὴ αὐτὴ δι’ ἑαυτὴν φιλουμένη. καὶ γὰρ οὐδὲν ἀπ’ αὐτῆς | |
25 | ἄλλο ζητοῦμεν, οὐδέ τι γίνεται ἡμῖν ἕτερον παρὰ τὸ θεωρεῖν· ἀφ’ ἑκά‐ στης δὲ τῶν πρακτικῶν ἀρετῶν ἔστι τι ἄλλο ἢ μικρὸν ἢ μεῖζον λαβεῖν. καὶ γὰρ ἀπὸ μὲν τῆς ἀνδρείας νίκη, ἀπὸ δὲ σωφροσύνης ἡ κατὰ ψυχὴν ἠρεμία, ἀπὸ δὲ φρονήσεως τὸ εὑρεῖν τὰ πρὸς τὸ ἔσχατον φέροντα τέλος, ἀπὸ δὲ πασῶν ἡ πολιτικὴ εὐδαιμονία, τῇ δὲ θεωρίᾳ οὐδὲν ἀκολουθεῖ, δι’ | |
30 | ὃ δοκεῖ δέον εἶναι ζητεῖσθαι, ἀλλὰ αὐτὴ δι’ ἑαυτὴν ἀγαπᾶται. φαίνεται ἄρα ταύτην εἶναι τὴν ἀνθρωπίνην εὐδαιμονίαν. ἔτι καὶ ἐν ἠρεμίᾳ τινὶ καὶ σχολῇ συνεστάναι δεῖ τὴν εὐδαιμονίαν. τέλος γάρ τί ἐστιν ἡ σχολή, καὶ ἀσχολούμεθα ἵνα δυνηθῶμεν σχολάσαι, καὶ πόλεμον αἱρούμεθα διὰ τὴν εἰρήνην. αἱ μὲν οὖν ἐνέργειαι τῶν πρακτικῶν ἀρετῶν ἐν τοῖς πολιτικοῖς | |
35 | εἰσι καὶ πολεμικοῖς· αἱ δὲ τοιαῦται πράξεις μάλιστα δοκοῦσι πόρρω πάσης ἠρεμίας καὶ σχολῆς εἶναι· αἱ μὲν πολεμικαὶ παντελῶς· οὐδὲν γὰρ ἐν αὐταῖς ἐστιν ἠρεμίας· εἰ γὰρ ἦν, δι’ ἑαυτὸ ἂν ὁ πόλεμος ἐζητεῖτο. οὐ‐ δεὶς δὲ αἱρεῖται τὸ πολεμεῖν τοῦ πολεμεῖν ἕνεκα, οὐδέ τις ἐθέλει δι’ ἑαυ‐ τὸν τὸν πόλεμον παρασκευάζειν· δόξειε γὰρ ἂν μιαιφόνος τις εἶναι, εἰ | |
40 | τοὺς φίλους πολεμίους ποιοῖτο, ἵνα μάχαι καὶ φόνοι γίνωνται. | 222 |
223 | εἰσὶ δὲ καὶ αἱ τοῦ πολιτικοῦ πράξεις φανερῶς ἄσχολοι καὶ παρ’ αὐτὸ τὸ πολιτεύεσθαι περιποιουμένου δυναστείας καὶ τιμὰς ἢ τήν γε εὐδαιμονίαν ἑαυτῷ καὶ τοῖς πολίταις· ἑτέρα γὰρ ἡ αὐτοῦ καὶ ἄλλη ἡ τῆς πόλεως εὐδαιμονία. καὶ δῆλον· εὐδαίμων γὰρ αὐτὸς γενό‐ | |
5 | μενος οὐκ ἀγαπᾷ ἀλλὰ καὶ τὴν πολιτικὴν ζητεῖ, δῆλον ὡς ἑτέραν οὖσαν. ἐπεὶ τοίνυν τῶν μὲν κατὰ τὰς ἀρετὰς πράξεων αἱ πολιτικαὶ καὶ πολε‐ μικαὶ κάλλει καὶ μεγέθει προέχουσιν, αὗται δὲ ἄσχολοι καὶ τέλους τινὸς ἐφίενται καὶ οὐ δι’ ἑαυτάς εἰσιν αἱρεταί, ἡ δὲ τοῦ νοῦ ἐνέργεια σπουδαιοτέρα τέ ἐστιν, ὅτι τοῦ βελτίστου τῆς ψυχῆς ἐστι μέρους | |
10 | καὶ οὐδενὸς ἕνεκα ζητεῖται οὐδὲ ἄλλου παρ’ αὐτὴν ἐφίεται τέλους ἔχει τε οἰκείαν ἡδονὴν μείζονα ἢ κατὰ τὰς πρακτικὰς ἐνεργείας, ἣ δὴ ἡδονὴ συναύξει τὴν ἐνέργειαν, ἔτι δὲ ἡ τοῦ νοῦ ἐνέργεια καὶ αὐτάρκης ἐστὶ μά‐ λιστα καὶ ἠρεμαία, ὡς ἀνθρώποις δήπουθεν δυνατόν, καὶ ὅσα ἄλλα τῷ μακαρίῳ ἀπονέμονται, κατὰ ταύτην τὴν ἐνέργειαν φαίνεται ὄντα, | |
15 | φανερὸν ὅτι ἡ τελεία τοῦ ἀνθρώπου εὐδαιμονία αὕτη ἂν εἴη τέλειον μῆ‐ κος βίου λαβοῦσα· τῶν γὰρ τῆς εὐδαιμονίας οὐδὲν ἀτελὲς εἶναι προσήκει. | |
17n | 〈Ὅτι μείζων ἢ κατ’ ἄνθρωπον ἡ θεωρητικὴ εὐδαιμονία· καὶ ἔτι | |
18n | περὶ τῆς ἠθικῆς, ἤγουν τῆς κατ’ ἄνθρωπον. κεφ. θʹ〉 | |
19 | Ἔστι δὲ ὁ τοιοῦτος βίος κρείττων ἢ κατὰ ἄνθρωπον. ὁ γὰρ οὕτω | |
20 | ζῶν οὐχ ᾖ ἄνθρωπος οὕτω βιοῖ, ἀλλὰ καθό τι θεῖον αὐτῷ ὑπάρχει· ὅσῳ δὴ διαφέρει τοῦτο δὴ τὸ θεῖον τοῦ καθ’ ἡμᾶς συνθέτου, τοσοῦτον διοί‐ σουσιν αἱ τούτου ἐνέργειαι τῶν ἄλλων ἀνθρωπίνων ἐνεργειῶν καὶ ἡ τού‐ του ἀρετὴ τῆς ἄλλης ἠθικῆς ἀρετῆς. εἰ γὰρ θεῖον ὁ νοῦς πρὸς τὸν ἄν‐ θρωπον, καὶ ὁ κατὰ νοῦν βίος θεῖος πρὸς τὸν ἀνθρώπινον βίον. οὐ χρὴ | |
25 | δὲ ταῖς ἐνίων παραινέσεσιν ἑπομένους ἀνθρώπινα φρονεῖν ἀνθρώπους ὄντας καὶ θνητὰ θνητούς, ἀλλ’ ἐφ’ ὅσον ἐνδέχεται ἕκαστον ἑαυτὸν ἀπαθανατίζειν καὶ πάντα ποιεῖν πρὸς τὸ ζῆν κατὰ τὸ κράτιστον τῶν ἐν αὑτῷ. κράτιστον δὲ τῶν ἐν ἡμῖν ὁ νοῦς ἐστιν. εἰ γὰρ μεγέθει καὶ ὄγκῳ οὐδενὸς ὑπερέχει διὰ τὸ ὑπερβαίνειν τὴν ὕλην, ἀλλὰ τῇ γε δυνάμει καὶ τιμιότητι | |
30 | μέγιστόν ἐστιν ἁπάντων· ἐπεὶ καὶ δεινῶς ἄτοπον, εἴ τις ἑαυτῷ μὴ ζῴη μηδὲ τὸν ἑαυτοῦ βίον αἱροῖτο ἀλλὰ τόν τινος ἄλλου· καὶ γὰρ αὐτός ἐστιν ἕκαστος τὸ κυριώτατον καὶ ἄριστον τῶν ἐν αὐτῷ, καὶ 〈κατὰ〉 τοῦτο ζῶν, ἑαυτῷ ἂν βιῴη καὶ τὸν οἰκεῖον μάλιστα βίον. ἄλλως τε τὸ πρότερον λεχθὲν ἁρμόσει καὶ νῦν· τὸ γὰρ οἰκεῖον τῇ φύσει ἑκάστου, τοῦτο κράτιστον | |
35 | καὶ ἥδιστόν ἐστιν ἑκάστῳ· τῷ ἀνθρώπῳ δὲ οἰκεῖον μάλιστα πάντων τὸ κατὰ νοῦν ἐνεργεῖν, εἴπερ αὐτός ἐστιν ὁ νοῦς· οἰκεῖον δὲ τὸ καθ’ ἑαυτὸν | |
ἐνεργεῖν ἑκάστῳ τῶν ἐνεργούντων· κράτιστος ἄρα 〈καὶ〉 ἥδιστος ὁ κατὰ νοῦν | 223 | |
224 | βίος ἀνθρώπῳ· οὗτος ἄρα καὶ εὐδαιμονέστατος, καὶ αὕτη ἂν εἴη πρώτως ἡ ἀνθρωπίνη εὐδαιμονία. δευτέρως δὲ ἡ κατὰ τὴν ἄλλην ἀρε‐ τήν. αἱ γὰρ κατ’ αὐτὴν ἐνέργειαι ἀνθρωπικαὶ ἐν ταῖς πρὸς ἀλλή‐ λους τῶν ἀνθρώπων κοινωνίαις συνιστάμεναι. δίκαια γὰρ καὶ ἀνδρεῖα | |
5 | καὶ τὰ ἄλλα τὰ κατὰ τὰς ἀρετὰς πρὸς ἀλλήλους πράττομεν ἐν πράξεσι καὶ χρείαις καὶ συναλλάγμασι καὶ τὰ πάθη παιδαγωγοῦμεν, τὸ πρέπον τῷ πλησίον διατηροῦντες· ταῦτα δὲ πάντα τὴν σύνθετον ταύτην συντηροῦσι ζωήν. τὰ δὲ τοιαῦτα ἀνθρωπικά. ἔτι αἱ ἠθικαὶ ἀρεταὶ πολ‐ λὴν ἔχουσιν ἐνίοτε ἀπὸ τοῦ σώματος τὴν σκοπήν· καὶ γὰρ σωφρονικοί | |
10 | τινές εἰσι φύσει καὶ πρὸς ἀνδρείαν εὖ ἔχουσι καὶ πρὸς μεγαλοψυχίαν ἀπὸ τῆς κατὰ τὸ σῶμα διαθέσεως, καὶ ὅλως σφόδρα ᾠκείωται τοῖς πάθεσιν ἡ ἠθικὴ ἀρετή, καὶ αὐτὴ δὲ ἡ φρόνησις. συνέζευκται γὰρ τῇ τοῦ ἤθους ἀρετῇ, 〈ὡσ〉 καὶ δέδεικται ἐν τοῖς ἔμπροσθεν, ἐπεὶ φρόνησις μὲν τὰς ἀρχὰς ἀπὸ τῶν ἠθικῶν ἀρετῶν ἔχει· τὸ γὰρ ὀρθοδοξεῖν περὶ τὸ τέλος ἐκεῖθεν. | |
15 | ἡ δὲ ἠθικὴ ἀρετή, πῶς δεῖ τοῦ τέλους τυχεῖν ἀπὸ τῆς φρονήσεως λαμ‐ βάνει, καθὼς ἐν τῷ ιγʹ κεφαλαίῳ τοῦ ϛʹ βιβλίου διείληπται. ἐπεὶ τοίνυν ἡ μὲν ἠθικὴ ἀρετὴ περὶ τὰ ἀνθρώπινά ἐστι πάθη καὶ τούτοις ἐστὶ συνημ‐ μένη, ταύτης δὲ ἀχώριστος ἡ φρόνησις εἶναι ἐδείχθη, φανερὸν ὅτι πᾶσα ἀρετὴ πρακτικὴ τοῖς πάθεσίν ἐστι συνημμένη· περὶ τὸ σύνθετον ἄρα καὶ | |
20 | τὴν ἐν τούτῳ ζωήν· αἱ δὲ τοῦ συνθέτου ἀρεταὶ ἀνθρωπικαί· ὁ γὰρ τοῦ ἀνθρώπου ὁρισμὸς ἀπὸ τοῦ συνθέτου· ὥστε καὶ ὁ βίος, ὁ κατὰ ταύτας τὰς ἐνεργείας, ἀνθρωπικὸς καὶ ἡ εὐδαιμονία· ὁ δὲ κατὰ νοῦν βίος μόνος ἐστὶ κεχωρισμένος τῶν ἀνθρωπίνων καὶ ἡ κατὰ τοῦτον εὐδαιμονία. πῶς δὲ κεχωρισμένος ἐστί, καὶ ὡς ἔχει, διακριβῶσαι, μεῖζόν ἐστι τοῦ προκει‐ | |
25 | μένου καὶ θεολογίᾳ μᾶλλον προσῆκεν· τοσοῦτον δὲ μόνον εἰπεῖν ἀρκέσει ἐν τῷ παρόντι, ὅτι τὰ ἀνθρώπινα ὑπερβαίνει. τοῦτο δὲ καὶ ἐκεῖθεν γίνε‐ ται δῆλον. οὐ γὰρ δεῖται τῶν ἐκτὸς καὶ τῆς ἐκεῖθεν χορηγίας εἰς τὴν οἰκείαν ἐνέργειαν. δεῖται μὲν γὰρ ὁ θεωρῶν, ἄνθρωπος ὤν, τῶν πρὸς τὸ ζῆν ἀναγκαίων, εἰς δὲ αὐτὴν τὴν ἐνέργειαν οὐδενός· ὁ δὲ πρακτικὸς δεῖ‐ | |
30 | ται μὲν καὶ ὧν ὁ θεωρητικός, καὶ μᾶλλον οὗτος, ὅσῳ καὶ μᾶλλον τῷ σώ‐ ματι πρὸς τὰς ἐνεργείας χρῆται· δεῖται δὲ ἔτι πρὸς τὰς ἐνεργείας καὶ τῆς ἔξωθεν χορηγίας. ὁ μὲν γὰρ ἐλευθέριος χρημάτων πρὸς τὸ τὰ ἐλευθέρια πράττειν, ὁ δὲ δίκαιος, ἵνα ἀνταποδῷ. χωρὶς γὰρ τῶν ἔξωθεν τούτων οὐ πράξουσιν οὐδὲν τῶν κατὰ τὴν οἰκείαν ἀρετὴν ἕκαστος. δεῖ γὰρ τῷ μὲν | |
35 | ἀνδρείῳ καιροῦ τινος καταλλήλου καὶ τῆς ἐν σώματι δυνάμεως, ὅθεν ἐπι‐ δείξεται τὴν τόλμαν καὶ τὴν καρτερίαν, καὶ τῷ σώφρονι ἐξουσίας καὶ τοῦ δύνασθαι, εἰ βούλοιτο, ταῖς ἡδοναῖς ἐφεῖναι· καὶ τῶν ἄλλων ἑκάστῳ χρεία τῶν καταλλήλων, ἐν οἷς δύναται πρᾶξαι τὴν ἀρετήν. ἄνευ γὰρ τοῦ πρᾶξαι κατὰ τὴν ἕξιν τῆς ἀρετῆς μάλιστα μὲν ἄδηλος ἡ βούλησις καὶ ἡ ἕξις. | |
40 | προσποιοῦνται γὰρ ἔνιοι μὴ δίκαιοι ὄντες βούλεσθαι δικαιοπραγεῖν, καὶ | 224 |
225 | ἐλευθέρια πράττειν, μὴ ὄντες ἐλευθέριοι. ἔπειτα οὐδὲ τελεία ἐστὶν ἡ ἀρετὴ ἐν μόνῃ τῇ προαιρέσει, ἀλλὰ δεῖ καὶ τῆς πράξεως· ἐν ἀμφοῖν γάρ ἐστι· καὶ οὕτως ἐν ἀμφοῖν ἐστιν, ὥστε ζητεῖται ἐν ποτέρᾳ μᾶλλόν ἐστιν ἡ ἀρετή, ἐν τῇ προαιρέσει ἢ ἐν τῇ πράξει. τὸ γὰρ τέλειον δῆλον ὡς ἐν | |
5 | ἀμφοῖν ἂν εἴη. φανερὸν τοίνυν, ὅτι ἡ πρακτικὴ ἀρετὴ πρὸς τὸ τέλειον εἶναι τῆς ἔξωθεν χορηγίας δεῖται, καὶ τοσούτῳ πλείονος, ὅσῳ μείζων ἐστὶ καὶ καλλίων· αἱ γὰρ κατ’ αὐτὴν πράξεις μεγάλαι καὶ ἀξιόλογοι οὖσαι καὶ πλειόνων δεήσονται τῶν ἔξωθεν. τῷ δὲ θεωρητικῷ οὐδενὸς τῶν τοιούτων πρός γε τὴν ἐνέργειαν χρεία· ἀλλ’ ὡς εἰπεῖν, καὶ ἐμποδὼν ἵσταται ταῦτα | |
10 | τῇ θεωρίᾳ. δεήσεται δὲ οὐχ ὡς θεωρητικὸς ἀλλ’ ὡς πρακτικός, ἐπεὶ ἄν‐ θρωπος ὢν καὶ ἀνθρώποις συζῶν αἱρεῖται τὰ κατὰ τὴν πρακτικὴν ἀρετήν, ἵνα πρὸς τοὺς συνόντας τὰ ἀνθρώπινα σώζῃ. | |
13n | 〈Ἔτι περὶ τοῦ θεωρητικοῦ βίου καὶ ὅτι ἡ τελεία εὐδαιμονία ἐν | |
14n | αὐτῷ ἐστι. κεφ. ιʹ.〉 | |
15 | Φαίνεται δὲ καὶ ἐκεῖθεν ἐν τῷ θεωρητικῷ βίῳ συνεστάναι τὴν τε‐ λείαν εὐδαιμονίαν. ἡ γὰρ θεωρία μόνον θεοῦ ἔργον ἐστίν, ὅς ἐστιν ἀλη‐ θῶς μακάριος καὶ εὐδαίμων. ποίας γὰρ ἄλλας πράξεις ἀποδοτέον αὐτῷ; τὰς δικαίας; ἢ γελοῖον συναλλάττειν αὐτὸν καὶ παρακαταθήκας ἀποδιδόναι καὶ ὅσα ἄλλα τοιαῦτα· ἀλλὰ τὰς ἀνδρείας; πῶς οὖν ὑπομενεῖ τὰ φο‐ | |
20 | βερὰ καὶ περὶ τῆς ζωῆς κινδυνεύσει τοῦ καλοῦ ἕνεκα; καὶ γὰρ καὶ εἰπεῖν ἄτοπον· ἀλλὰ τὰς ἐλευθερίους; τίνι οὖν καὶ τί δώσει; ἄτοπον δὲ εἰ καὶ ἔσται αὐτῷ νόμισμα ἤ τι τοιοῦτον, οὗ δεόμενος αὐτὸς εἰς τὸν βίον, ἔπειτα ἄλλῳ δίδωσιν, ἕνεκα τοῦ ἀγαθοῦ· σώφρων δὲ πῶς ἂν εἴη φαύλας οὐκ ἔχων ἐπιθυμίας; πᾶσαι μὲν οὖν αἱ τοιαῦται πράξεις μικραὶ καὶ ἀνάξιαι | |
25 | θεοῦ· ἐπεὶ δὲ ζῆν πάντες ὑπειλήφασιν αὐτόν, ἀνάγκη καὶ ἐνεργεῖν· οὐ γὰρ δεῖ καθεύδειν ἐξηργηκότα, καθάπερ τὸν Ἐνδυμίωνα· ἐπεὶ δὲ ἐνεργῶν οὔτε πράττει, καθὼς δέδεικται, οὔτε πολλῷ μᾶλλον ποιεῖ (οὐ γὰρ συνεχῶς περὶ ἀποτελέσματά τινα διατρίβειν εὔλογον αὐτὸν κατὰ τοὺς δημιουργικοὺς τῶν τεχνιτῶν), τί λείπεται πλὴν θεωρεῖν; ἡ ἄρα τοῦ θεοῦ ἐνέργεια μακαριότητι | |
30 | διαφέρουσα θεωρητικὴ ἂν εἴη. ἐν ἄρα τῷ θεωρητικῷ βίῳ συνεστάναι πᾶσα ἀνάγκη τὴν τελείαν· συγγενεστάτη γάρ ἐστι τῇ τοῦ θεοῦ ἐνεργείᾳ. φαίνεται δὲ τοῦτο καὶ ἀπὸ τοῦ μηδὲν τῶν ἀλόγων εὐδαιμονίας μετέχειν, τῆς θεωρητικῆς ἐνεργείας ἐστερημένα τελείως. τῷ μὲν γὰρ θεῷ πᾶς ὁ βίος μακάριος, τοῖς δ’ ἀνθρώποις ἐφ’ ὅσον ἔοικε καὶ εἰκόνα φέρει τῆς τοῦ | |
35 | θεοῦ ἐνεργείας· τῶν δ’ ἄλλων ζῴων οὐδὲν μακάριον, ἐπεὶ οὐδαμῶς κοι‐ νωνεῖ θεωρίας. ὅσα τοίνυν θεωρίας καὶ τῆς εὐδαιμονίας μετέχει καὶ ἃ μᾶλλον θεωρεῖ καὶ μᾶλλον εὐδαιμονεῖ καὶ ὅλως ἐφ’ ὅσον ἡ θεωρία καὶ | |
ἡ εὐδαιμονία διατείνει οὐ κατὰ συμβεβηκὸς ἀλλὰ κατ’ αὐτὴν δήπου τὴν | 225 | |
226 | θεωρίαν· αὕτη γὰρ τιμία δι’ ἑαυτὴν ἡ θεωρία. ὥστ’ εἴη ἂν ἡ εὐδαι‐ μονία θεωρία τις, ἡ ἀρίστη δὴ καὶ τελειοτάτη. χρεία δὲ καὶ τῶν ἔξωθεν τῷ θεωροῦντι πρὸς τὸ συνεστάναι τὸ σῶμα καὶ ὑγίειαν· οὐκ εὔ‐ λογον γὰρ μὴ δεῖσθαι τῶν τοιούτων ἄνθρωπον ὄντα, οὐ γὰρ αὐτάρκης ἡ | |
5 | φύσις τὰ τοιαῦτα. δεήσεται δὲ οὐ τοσούτων ὅσων ὁ πρακτικός, οὐδὲ ἁπλῶς πολλῶν τινων καὶ μεγάλων, ἐπεί φαμεν χρείαν αὐτὸν ἔχειν τῶν ἀναγκαίων, ἀλλὰ μετρίων. οὐ γὰρ ἡ περιβολὴ τοῦ πλούτου καὶ τῶν ἄλλων τῶν ἔξωθεν ἀγαθῶν αὐτάρκη ποιεῖ τὸν εὐδαίμονα ἢ πείθει κρίνειν ὀρθῶς περὶ τῶν πρακτῶν ἢ πράττειν τὰ δέοντα. δυνατὸν γὰρ καὶ μὴ ἄρχοντα | |
10 | γῆς καὶ θαλάττης πράττειν τὰ καλὰ καὶ ἀπὸ μετρίων τινῶν ποιεῖν ἃ προσήκει τοῖς μεγάλην περιβεβλημένοις ἀρχήν. τοῦτο δὲ ὁρᾶν ἔστιν ἐν‐ αργῶς· οἱ γὰρ ἰδιῶται τῶν μέγα δυναμένων οὐχ ἧττον, εἰ μὴ καὶ μᾶλλον, τὰ ἐπιεικῆ φαίνονται πράττοντες. τοσούτων τοίνυν εὐπορεῖν τὸν εὐδαί‐ μονα ἱκανὸν πρὸς εὐδαιμονίαν· ἐνεργήσει γὰρ τὴν ἀρετὴν ἀκωλύτως καὶ | |
15 | τὸν εὐδαίμονα βιώσεται βίον· μαρτυρεῖ δὲ τοῖς λόγοις καὶ Σόλων, οὐ τοῖς ἐκτὸς ἀγαθοῖς τὴν εὐδαιμονίαν ὁρίζων ἀλλ’ εὐδαίμονας ἀποφαινόμενος εἶναι τοῖς ἐκτὸς ἀγαθοῖς κεχορηγημένους, πεπραγότας τε τὰ κάλλιστα καὶ βεβιω‐ κότας σωφρόνως· ἐνδέχεται γὰρ μέτρια κεκτημένους πράττειν ἃ δεῖ. δοκεῖ δὲ καὶ Ἀναξαγόρας οὐ πλούσιον οὐδὲ δυνάστην ὑπολαβεῖν τὸν | |
20 | εὐδαίμονα εἶναι· φησὶ γάρ, οὐδὲν θαυμαστὸν εἰ δόξειέ τις τοῖς πολλοῖς ἄτο‐ πος εἶναι· δυνατὸν γὰρ ἀγαθὸν καὶ εὐδαίμονα ὄντα, πονηρὸν καὶ ἄθλιον νομισθῆναι τοῖς πολλοῖς, οἳ τοῖς ἐκτὸς καὶ φαινομένοις κρίνουσι, τούτων αἰσθανόμενοι μόνον. ὥστε τοῖς ἡμετέροις λόγοις καὶ αἱ τῶν σοφῶν συμφωνοῦσι δόξαι· καί τις καὶ ἀπὸ τούτων τοῖς εἰρημένοις γίνεται πίστις | |
25 | μετρία· τὸ γὰρ ἐν τοῖς πρακτοῖς ἀληθὲς ἀπὸ τῶν ἔργων καὶ τοῦ βίου φαί‐ νεται· καὶ τούτοις ἐλέγχεται τὸ ψεῦδος, ὅταν οἱ λόγοι μὴ φαίνωνται τοῖς πράγμασιν ἐξακολουθοῦντες· ἐν γὰρ ταῖς πράξεσι τὸ κύριον· δεῖ τοίνυν σκο‐ πεῖν τὰ προειρημένα καὶ ταῖς ἀνθρωπίναις πράξεσι καὶ τῷ βίῳ φέρον‐ τας ἐφαρμόζειν, καὶ συνᾴδοντα μὲν ἀποδεκτέον, διαφωνοῦντα δὲ λόγους κε‐ | |
30 | νοὺς ὑποληπτέον. ἔτι δὲ καὶ ἐκεῖθεν γίνεται δῆλον, εὐδαιμονέστατον εἶναι τὸν κατὰ νοῦν ἐνεργοῦντα· καὶ γὰρ θεοφιλέστατός ἐστιν· οὗ τί γένοιτ’ ἂν εὐδαιμονέστερον; εἰ γάρ τι τῷ θεῷ μέλει τῶν ἀνθρωπίνων καὶ τίς ἐστιν αὐτῶν ἐπιμέλεια παρ’ ἐκείνου, καθάπερ πᾶσι δοκεῖ καὶ εἴη γε, τίνι τῶν ἐν ἀνθρώποις χαίρειν τὸν θεὸν μᾶλλον εἰκὸς ἢ τῷ ἀρίστῳ καὶ συγγενε‐ | |
35 | στάτῳ; τοῦτο δὲ ὁ νοῦς ἐστιν. εἰ δὲ τῷ νῷ μάλιστα χαίρει καὶ ἀγα‐ πῶντας μάλιστα τοῦτον καὶ τιμῶντας καὶ κατ’ αὐτὸν ἐνεργοῦντας, ἀντευ‐ ποιήσει πάντως, ὡς τῶν φίλων αὐτῷ καὶ συγγενῶν ἐπιμελουμένους, καὶ ἄλλως ὡς ὀρθῶς καὶ καλῶς πράττοντας· οὗτος δὲ ὁ σοφός ἐστι καὶ κατὰ | |
νοῦν ἐνεργῶν· θεοφιλέστατος ἄρα· τὸν αὐτὸν δὲ εἰκὸς καὶ εὐδαι‐ | 226 | |
227 | μονέστατον εἶναι· καὶ διὰ τοῦτο ἄρα ὁ σοφὸς μάλιστα εὐδαίμων. ἡ ἄρα τελεία εὐδαιμονία ἐν τῷ θεωρητικῷ συνίσταται βίῳ. | |
3n | 〈Ὅτι περὶ ἀρετῆς οὐχ ἱκανὸν τὸ εἰδέναι ἀλλ’ ἔχειν καὶ χρῆσθαι | |
4n | πειρατέον. κεφ. ιαʹ.〉 | |
5 | Ἃ μὲν οὖν προσῆκε περὶ τῶν ἀρετῶν ὡς ἐν τύπῳ διαλαβεῖν, ἔτι τε φιλίας καὶ ἡδονῆς καὶ τῆς εὐδαιμονίας ἱκανῶς εἴρηται· καὶ οὐδενὸς ἴσως ἔτι δεήσει τῇ πραγματείᾳ πρός γε τὸν περὶ αὐτῶν λόγον. τί οὖν; ἤνυ‐ σται τὸ προτεθὲν ἡμῖν ἤδη καὶ τὸ προσῆκον τέλος ἔλαβεν ἡ σπουδή; καὶ μὴν πρακτική τίς ἐστιν ἡ φιλοσοφία καὶ δεῖ καταλλήλου τέλους | |
10 | αὐτῇ· τὸ δὲ εἰδέναι τί ἐστιν ἀρετὴ καὶ τῶν ἄλλων ἕκαστον, θεωρία τίς ἐστι μόνον. οὐκοῦν καθάπερ τῷ πρὸς ἀρετὴν ἐπειγομένῳ οὐ μέχρι τού‐ του στῆναι δεῖ τὴν σπουδήν, μαθόντι τίνα δεῖ πράττειν καὶ τίνων ἀπέχε‐ σθαι, τί τέ ἐστιν ἡ ἀρετὴ καὶ τίς ἡ κακία καὶ τί τὸ τῶν ἀνθρωπίνων ἔσχατον τέλος, ἀλλὰ καὶ πράξεων ἅπτεσθαι καὶ τὴν μὲν φεύγειν τὴν δὲ | |
15 | διώκειν, ὑπὲρ δὲ τοῦ τῆς εὐδαιμονίας τυγχάνειν πάντα ποιεῖν· τὸν ἴσον δὴ τρόπον καὶ τὸν τῆς ἀρετῆς ἀλείπτην ἀνάγκη μὴ τούτοις ἀγαπᾶν μόνον τοῖς λόγοις, ὅθεν ἔνι μαθεῖν ἕκαστα τί ἐστιν, ἀλλὰ καὶ ὅπως ἂν γένοιτο κατορ‐ θῶσαι· καὶ τοῦτο διδάσκειν, οἰόμενον οὕτως ἂν ἀληθῶς γενέσθαι διδά‐ σκαλον ἀρετῆς. πρὸς γὰρ τὴν τελείωσιν τοῦ γυμναζομένου τὸν παιδευτὴν | |
20 | προσήκει τάττειν τοὺς λόγους· τελείωσις δ’ ἂν εἴη τοῦ τῆς ἀρετῆς ἀθλη‐ τοῦ τὸ ἀγαθὸν αὐτὸν γενέσθαι καὶ πρακτικὸν τῶν καλῶν· φανερὸν τοίνυν, ὡς ἄρα τοῖς περὶ τῶν ἀρετῶν εἰρημένοις ἐκεῖνα προσθεῖναι δεῖ, τί ποιῶν ἕκαστος ἢ πῶς ἔχων οἰκείως εἰς ἀρετὴν καὶ τὸ ἀγαθὸν ἕξει καὶ τῶν περὶ αὐτῆς ἡδέως ἀκούσεται λόγων καὶ βιῶναι δυνήσεται κατ’ αὐτήν· οὕτω | |
25 | γὰρ ἂν ὁ περὶ τῆς ἀρετῆς αὐτάρκης γένοιτο λόγος, διὰ πάντων τὸ γινό‐ μενον σώζων. πειρατέον δὴ ταύτην τὴν μέθοδον ἀποδοῦναι. εἰ μὲν οὖν ἱκανὸς ἦν ὁ περὶ τῆς ἀρετῆς λόγος πεῖσαι γενέσθαι χρηστούς, πολλοὺς ἂν μισθοὺς καὶ μεγάλους δικαίως κατὰ τὸν Θέογνιν ἔφερον, καὶ πολλῶν ἔδει τοῦτον ὠνεῖσθαι καὶ ζητεῖν ἐκ παντὸς τρόπου λαβεῖν. νῦν δὲ τοὺς | |
30 | μὲν ἀγαθοὺς καὶ ἐλευθερίους τῶν νέων καὶ οἷς εὐγενὲς καὶ φιλόκαλον ἦθος φαίνονται δυνάμενοι πείθειν καὶ πρὸς τὴν ἀρετὴν καὶ τὴν ταύτης πρᾶξιν καὶ τὴν ἕξιν παρακαλεῖν. τοὺς πολλοὺς δὲ οὐκέτι· δύναται γὰρ οὐδεὶς τῶν τοιούτων λόγῳ τινὶ καὶ πειθοῖ τὴν καλοκαγαθίαν ἑλέσθαι καὶ τὴν κακίαν φυγεῖν· οὐ γὰρ αἰδὼς αὐτοὺς ἄγει δεινὸν ἡγουμένους αὐτὸ τὸ | |
35 | δόξαι κακοὺς ἀλλὰ φόβος, οὐδ’ ἀπέχονται τῶν φαύλων, διότι φαῦλα καὶ ὅτι τὸ ταῦτα πράττειν αἰσχρόν, ἀλλὰ διὰ τὰς τιμωρίας· τὸ δὲ αἴτιον, ὅτι λόγῳ μὲν οὐ ζῶσιν, ὅθεν αἰδεῖσθαι συμβαίνει, πάθεσι δὲ ἀκολουθοῦντες τὰς ἑπομένας τοῖς πάθεσι διώκουσιν ἡδονὰς καὶ διὰ τοῦτο τὰς ἀντικει‐ | |
μένας φεύγουσι λύπας· τὸ δὲ φεύγειν τὰς λύπας, τοῦτό ἐστι τὸ φοβεῖσθαι | 227 | |
228 | τοὺς δὴ οὕτως ἔχοντας καὶ τῷ μὴ γεύσασθαι τῶν ὡς ἀληθῶς καλῶν καὶ σπουδαίων μηδὲ εἰς ἔννοιαν τούτων δυνηθέντας ἐλθεῖν, τίς ἂν λόγος με‐ ταρρυθμίσαι; καὶ γὰρ ἀδύνατον ἢ οὐ ῥᾴδιον, τὰ χρόνῳ πολλῷ τοῖς ἤθε‐ σιν ἐμπαγέντα καὶ βεβαιωθέντα λόγῳ κινῆσαι μόνῳ. δεῖ γὰρ καὶ ἑτέρων, | |
5 | ὧν παρόντων ἀγαπητὸν εἴ τις ἀρετῆς καὶ χρηστῶν ἠθῶν μεταλάβοι. ἐπεὶ τοίνυν οὐκ αὐτάρκεις οἱ λόγοι πρὸς τὸ προκείμενον, ζητητέον τίνα ἐστίν, ὧν προϋποκειμένων καὶ ὁ λόγος τὸ ἀγαθὸν δύναται πείθειν. | |
8n | 〈Πῶς ἔστι καλὸν καὶ ἀγαθόν τινα γενέσθαι· καὶ ὅτι δεῖ πρὸς | |
9n | τοῦτο τοῦ νόμου. κεφ. ιβʹ.〉 | |
10 | Τὰ τοίνυν αἴτια τῆς ἀρετῆς τοῖς ἀνθρώποις τρία πᾶσι δοκεῖ, φύσις καὶ διδασκαλία καὶ ἔθος. ἡ μὲν οὖν φύσις, ὅτι ἐφ’ ἡμῖν οὐκ ἔστι, φα‐ νερόν· τὸ γὰρ πεφυκέναι πρὸς ἀρετὴν διά τινος γίνεται θείας αἰτίας τοῖς ὡς ἀληθῶς εὐτυχέσιν, ἡ δὲ διδασκαλία καὶ ὁ περὶ τῶν ἀρετῶν λόγος δῆλον ἐκ τῶν εἰρημένων ὡς οὐ πάντας δύναται πείθειν, ἀλλ’ ἀνάγκη τὴν | |
15 | τοῦ ἀκροατοῦ ψυχὴν ἔθεσί τισιν ἀγαθοῖς παρεσκευασμένην εἶναι πρὸς τὸ χαίρειν οἷς δεῖ καὶ μισεῖν ἃ δέον ἐστίν· οὕτω γὰρ ἂν καλῶς ὑποδέξαιτο τὴν διδασκαλίαν, καθάπερ ἡ τὸ σπέρμα θρέψαι δυναμένη γῆ· χωρὶς δὲ τούτου πῶς ἂν ἀκούσειε λόγου τῶν ἡδονῶν ἀφιστάντος; πῶς δ’ ἂν ὅλως καὶ δυνηθείη συνεῖναι ζῶν κατὰ πάθος; τὸν δὲ οὕτως ἔχοντα πῶς οἷόν | |
20 | τε μεταπεῖσαι; δῆλον γάρ, ὡς οὐ λόγῳ δύναται τὸ πάθος ὑπείκειν ἀλλὰ βίᾳ τινί. διὰ τοῦτο οὐχ ἱκανὸς ὁ λόγος ποιῆσαι χρηστούς, τὸ δὲ ἔθος προϋποκεῖσθαι δεῖ τῆς διδασκαλίας, δι’ οὗ τὸ ἦθος τοῦ ἀκροατοῦ πρὸς ἀρετὴν οἰκείως ἂν ἔχοι, στέργον μὲν τὸ καλόν, δυσχεραῖνον δὲ τὸ αἰσχρόν. ὅτι μὲν οὖν τὸ ἀγαθὸν ἔθος δεῖ προϋπάρχειν καὶ τὴν ψυχὴν προδιατιθέναι, | |
25 | δῆλόν ἐστιν ἐκ τῶν εἰρημένων· ἐθισθῆναι δὲ πρὸς τὸ ἀγαθὸν καὶ τυχεῖν ἀγωγῆς ὀρθῆς καὶ πρὸς ἀρετὴν φερούσης διαίτης, πῶς ἂν γένοιτο χωρὶς τῶν ὀρθῶν καὶ δικαίων καὶ ὅλως καταλλήλων ἀρετῇ νόμων; δεῖ γὰρ ὑπὸ νόμοις τοιούτοις ἔτι νέον ὄντα τραφῆναι. τὸ γὰρ σωφρόνως ζῆν καὶ καρ‐ τερικῶς οὐχ ἡδὺ τοῖς πολλοῖς καὶ μάλιστα νέοις οὖσι· καὶ διὰ τοῦτο προσ‐ | |
30 | ήκει νόμοις τετάχθαι αὐτοῖς τὰ ἐπιτηδεύματα καὶ τὴν τροφὴν καὶ τἄλλα, δι’ ὧν ὁ βίος· καὶ οὕτως οὐκ ἂν εἴη λυπηρὰ αὐτοῖς, διὰ τὸ συνήθη γε‐ νέσθαι. οὐ μόνον δὲ νέοις οὖσιν ἀλλὰ καὶ ἀνδράσι χρεία τῶν νόμων· οὐ γὰρ ἱκανὸν πρὸς τὸ γενέσθαι χρηστοὺς τὸ νέους ὄντας μόνον τροφῆς ὀρθῆς καὶ ἐπιμελείας τυγχάνειν, ἀλλ’ ἐπειδὴ καὶ ἀνδρωθέντας ἐπιτηδεύειν | |
35 | δεῖ τὰ καλὰ καὶ πρὸς ἀρετὴν ἑαυτοὺς ἐθίζειν, καὶ τηνικαῦτα δεησόμεθα νόμων καὶ ὅλως περὶ πάντα τὸν βίον. οἱ γὰρ πολλοὶ ἀνάγκῃ πειθαρχοῦσι μᾶλλον ἢ λόγῳ, καὶ ταῖς ζημίαις ἢ τῷ καλῷ. διὰ τοῦτο καί τινες οἴον‐ | |
ται δεῖν τοὺς νομοθέτας πρῶτα μὲν λόγοις ἐπὶ τὴν ἀρετὴν καὶ τὸ ἀγαθὸν | 228 | |
229 | ἐνάγειν, προτρεπομένους τοῦ καλοῦ χάριν (οὕτω γὰρ ἂν τοὺς ἐπιεικεῖς ἀμεί‐ νους γενέσθαι, πρὸς τὸ ἀγαθὸν ἐθισθέντας), ἔπειτα τοῖς ἀπειθοῦσι καὶ ἀφυῶς ἔχουσι κολάσεις καὶ τιμωρίας ἐπιτιθέναι, τοὺς δ’ ἀνιάτους ἐξορίζειν τοῦ χοροῦ τῶν ὑγιαινόντων ἢ δυναμένων· προσήκει γὰρ τὸν μὲν ἐπιεικῆ | |
5 | καὶ πρὸς τὸ καλὸν ζῶντα τῷ λόγῳ πειθαρχήσειν, τὸν δὲ φαῦλον ἡδονῆς ὀρεγόμενον καὶ πάθεσιν ἀλόγοις ἀκολουθοῦντα λόγῳ μὲν οὐκ ἂν βελτίω γενέσθαι, λύπῃ δὲ κολαζόμενον ὥσπερ ὑποζύγιον. ὅθεν καί φασι δέον εἶναι τοὺς ἀλογωτέρους ἐκείναις ταῖς λύπαις κολάζειν, αἳ πρὸς τὰς ἀγαπωμένας ὑπ’ αὐτῶν ἡδονὰς ἐναντίως ἔχουσιν, οἷον τὸν μὲν πλεο‐ | |
10 | νέκτην ἀπογυμνῶσαι τῶν ὑπαρχόντων, τὸν δὲ ἀλαζόνα καὶ ὑβριστὴν ἀτι‐ μάσαι, τυπτῆσαι δὲ τὸν ἀκόλαστον. εἰ δὲ ταῦτα σκληρὰ καὶ ἀηδῆ καὶ ἀγαθὸν εἶναι δεῖ καὶ ἐπιεικῆ τῶν ἀνθρώπων ἕκαστον, ἐκ παιδὸς καλῶς καὶ ὀρθῶς προσήκει τραφῆναι καὶ παιδευθῆναι καὶ τὴν ἐπιείκειαν ἐθισθῆ‐ ναι, καὶ οὕτως ἔπειτα ζῆν ἐν ἐπιτηδεύμασιν ἀγαθοῖς καὶ μήτε ἄκοντα | |
15 | μήτε ἑκόντα πράττειν τὰ φαῦλα· τοῦτο δὲ δύναται γενέσθαι διαιτω‐ μένοις κατά τινα τάξιν καὶ λόγους ὡρισμένους, κῦρος ἔχοντας καὶ ἰσχύν. τὰ μὲν οὖν τῶν πατέρων πρὸς τοὺς παῖδας προστάγματα τὴν ἰσχὺν οὐχ οὕτω μεγάλην ἔχει ὥστε βιάζεσθαι, οὐδέ τινος ἑνὸς ἀνδρός, μὴ τυράννου ὄντος ἢ βασιλέως, οἱ λόγοι δύνανται τοσοῦτον, ὥστε μὴ βουλομένους ἐν‐ | |
20 | άγειν ἐπὶ τὰ καλὰ τοὺς πολλούς· μόνος δὲ ὁ νόμος ἀναγκαστικήν τινα δύ‐ ναμιν ἔχει. πιστεύεται γὰρ ἀπό τινος νοῦ καὶ φρονήσεως τεθῆναι τὸ ἐξ ἀρχῆς· ὅθεν τοῖς μὲν ἀνθρώποις ἐχθαίρουσιν οἱ πολλοὶ ταῖς ὁρμαῖς αὐ‐ τῶν ἐναντιουμένοις, κἂν ὀρθῶς αὐτὸ δρῶσι, τῷ νόμῳ δὲ οὐδεὶς ἄχθεται τάττοντι τὸ ἐπιεικὲς καὶ τῶν πονηρῶν ἀφιστάντι· τοὺς μὲν γὰρ ζῶντας | |
25 | τῶν παιδευτῶν ἴσως ἐστὶ νομίσαι μίσει τινὶ ἢ φθόνῳ κινουμένους λυπεῖν, τοῖς νόμοις δὲ οὐ τοῦτο συμβαίνει. φανερὸν μὲν οὖν, ὡς ἄρα δεῖ νόμων ῥυθμιζόντων καὶ διατιθέντων πρὸς τὴν ἀρετὴν εὐθὺς ἐκ παιδός. τοιοῦτοι δὲ νόμοι μόνῃ τῇ Λακεδαιμονίων ἐγένοντο πόλει καί τισιν ἄλλαις ὀλίγαις κομιδῇ· ταῖς δὲ πλείσταις πόλεσιν οὐκ ἐμέλησε περὶ τῶν τοιούτων, ἀλλ’ | |
30 | ἕκαστος ὡς βούλεται τάττει τὸν βίον καὶ τὴν οἰκίαν, κυκλωπικῶς θεμι‐ στεύων ‘παίδων ἠδ’ ἀλόχου‘. κράτιστον μὲν οὖν τὸ γίνεσθαι κοι‐ νὴν ἐπιμέλειαν καὶ ὀρθήν, καὶ πάντας ζῆν δύνασθαι τεταγμένως καὶ ὡς ὁ ὀρθὸς ἀπαιτεῖ λόγος· εἰ δὲ μὴ τοῦτο γένοιτο καὶ τὸ κοινὸν ἀμέ‐ λοιτο, προσήκειν ἑκάστῳ δόξειεν ἂν τοῖς ἑαυτοῦ τέκνοις καὶ φίλοις εἰς ἀρε‐ | |
35 | τὴν βοηθεῖν ἢ βοηθεῖν προθυμεῖσθαι· δυνηθείη δ’ ἂν ἕκαστος ταῦτα τοὺς οἰκείους εὐεργετεῖν νομοθετικὸς γενόμενος, ὡς φανερὸν ἐκ τῶν εἰρημένων. γίνεται γὰρ πᾶσα ἐπιμέλεια διὰ νόμων· καὶ αἱ μὲν κοιναὶ ἐπιμέλειαι διὰ τῶν κοινῶν νόμων, αἱ δὲ σπουδαῖαι καὶ ἐπιεικεῖς ἐπιμέλειαι καὶ παιδεῖαι διὰ τῶν καταλλήλων, τῶν σπουδαίων καὶ ἐπιεικῶν φημι νόμων. γεγραμ‐ | |
40 | μένους δὲ ἢ ἀγράφους εἶναι τοὺς νόμους, οὐδὲν διαφέρει· οὐδὲ τὸ πολλοὺς | |
παιδεύειν ἢ ἕνα ῥυθμίζειν εἰσάγοι ἂν τοῖς νόμοις διαφοράν, ὥσπερ ἐπὶ τῆς | 229 | |
230 | μουσικῆς καὶ γυμναστικῆς καὶ τῶν ἄλλων ἐπιτηδευμάτων συμβαίνει· καὶ γὰρ ἃ τὸν ἕνα δύναται γυμνάσαι καὶ τοὺς πολλοὺς καὶ δι’ ὧν εἷς μου‐ σικός, καὶ πολλοὺς οὐδὲν κωλύει γενέσθαι καὶ τὸ ἀνάπαλιν. διὰ τοῦτο καὶ τὸν οἰκίαν διατιθέντα μίαν καὶ ῥυθμίζοντα ἢ ἕνα ἄνδρα παιδεύοντα | |
5 | οὐδὲν κωλύει νόμους τιθέναι καὶ εἶναι νομοθετικόν, οὐδὲν ἧττον τοῦ πόλιν ὅλην ἢ ἔθνος διατιθέντος. καὶ γὰρ ὥσπερ ἐν ταῖς πόλεσιν ἰσχύει τὰ νό‐ μιμα καὶ τὰ ἔθη, οὕτω καὶ ἐν τῇ οἰκίᾳ μιᾷ οἱ πατρικοὶ λόγοι καὶ τὰ ἔθη, οἷς φαίνεται χαίρων, μεγάλην ἐν τοῖς παισὶ καὶ τοῖς ἄλλως οἰκείοις δύνα‐ μιν ἔχει, καὶ πολλῷ πλέον διὰ τὴν συγγένειαν καὶ τὰς εὐεργεσίας· εὖνοι | |
10 | γάρ εἰσι διὰ ταῦτα τῷ πατρὶ μᾶλλον οἱ παῖδες ἢ οἱ πολῖται τῷ νομοθέτῃ· καὶ διὰ τοῦτο ῥᾷον ἄγονται καὶ τοῖς νόμοις πείθονται μᾶλλον, κἂν ἄλλως ἀπειθεῖς ὦσι, φύσει τινὶ στέρξαντες ἐξ ἀρχῆς· ἔτι δὲ καὶ ἀκριβέστεροι γίνοιντο ἂν τῶν κοινῶν οἱ καθ’ ἕκαστον νόμοι καὶ διὰ τοῦτο λυσιτελέ‐ στεροι, καθάπερ καὶ ἐπὶ τῆς ἰατρικῆς ἔχει. καὶ γὰρ οἱ μερικοὶ ἰατρικοὶ | |
15 | λόγοι, οἱ ἑνὶ ἐφαρμόζοντες σώματος ἕξει, βέλτιον ἰάσονται τῶν καθόλου· καθόλου μὲν γὰρ τῷ πυρέττοντι συμφέρει ἀσιτία καὶ ἡσυχία, τινὶ δὲ ἴσως οὐ ταῦτα ἀλλὰ τἀναντία λυσιτελήσει, καὶ διὰ τοῦτο ὁ ἑνὶ σώματι νομοθετῶν ἀκριβέστερον νομοθετήσει τοῦ πᾶσιν ἁπλῶς διαιτῶντος· καὶ ὁ πυκτικὸς δέ, ἐὰν ἀπὸ τοῦ ἀεὶ παρόντος ἀνταγωνιστοῦ τὸν ἀγῶνα | |
20 | διατιθῇ, καὶ τὴν μάχην οὐχ ὁμοίαν ἀεὶ τὴν αὐτήν, ἀλλὰ προσήκουσαν ἑκάστῳ ποιῆται, ἄμεινον ἀγωνιεῖται· καὶ ὅλως ἀκριβέστερον ἕκαστον ὠφε‐ ληθήσεται, τῆς ἐπιμελείας ἰδίας καὶ καθ’ ἕκαστον γινομένης· οὕτω γὰρ ἑκάστῳ γένοιτο τοῦ προσήκοντος τυχεῖν. φανερὸν τοίνυν, ὅτι ἐπιμεληθείη μὲν ἄριστα καὶ ἑνός τινος καὶ ὀλίγων, ὁ τὸ καθόλου γινώσκων ἢ ἰατρὸς ἢ | |
25 | γυμναστὴς ἢ νομοθέτης, ἐπειδὰν τὸν καθόλου λόγον τῆς ἐπιστήμης συνάψῃ τῷ μερικῷ· καὶ γὰρ οἶδεν ἃ πᾶσιν ἢ τοῖσδε ἢ οὕτως ἢ οὕτως ἔχουσι λυσιτελεῖ· τοῦ κοινοῦ γὰρ αἱ ἐπιστῆμαι λέγονταί τε καὶ εἰσίν. οὐ‐ δὲν δὲ κωλύει καὶ τὸν μὴ τὸ καθόλου εἰδότα, τεθεαμένον δὲ ἀκριβῶς τὰ συμβαίνοντα ἑκάστῳ δι’ ἐμπειρίαν, ἑνός τινος καλῶς ἐπιμεληθῆναι· καὶ | |
30 | γὰρ ἰατροί τινές εἰσι τῶν σωμάτων τῶν ἑαυτῶν, ἄλλοις ταῦτα μὴ δυνά‐ μενοι βοηθεῖν. ὁμοίως· δὲ καὶ ἐπὶ τῶν ἄλλων ἐπιτηδευμάτων συμβαίνει, καὶ οὕτω δὲ τῆς ἐμπειρίας ἀρκούσης πρὸς τὴν ὠφέλειαν τῶν ἐπιτηδευ‐ μάτων ἑκάστου, τήν γε ἐπιστήμην ζητητέον πάσῃ σπουδῇ καὶ βαδιστέον ἐπὶ τὸ καθόλου τῷ τεχνικῷ καὶ θεωρητικῷ βουλομένῳ γενέσθαι. περὶ | |
35 | γὰρ τὸ καθόλου ἡ ἐπιστήμη· γινώσκειν δὲ οὕτω χρὴ τὸ καθόλου, τό γε τῆς ἰατρικῆς ἢ νομοθετικῆς ἢ ἄλλης τοιαύτης ἐπιστήμης οὐχ ὡς ἀκί‐ νητον καὶ ἀεὶ ὡσαύτως ἔχον ἀλλ’ ὡς μάλιστα ἐνδεχόμενον· τῶν ἐνδεχο‐ μένων γὰρ καὶ οὐ τῶν ἀκινήτων αἱ τοιαῦταί εἰσιν ἐπιστῆμαι. ζητητέον τοίνυν ἐφ’ ἑκάστου τὴν ἐπιστήμην· καὶ τὸν βουλόμενον δι’ ἐπιμελείας βελ‐ | |
40 | τίους ποιεῖν, εἴτε πολλοὺς εἴτε ὀλίγους, νομοθετικὸν πειρατέον γενέσθαι· | 230 |
231 | καὶ γὰρ διὰ τῶν νόμων πρὸς τὸ ἀγαθὸν κινούμεθα καὶ τὴν ἀρετήν. οὐ γὰρ ἔστι τοῦ τυχόντος ἢ πολλοὺς ἢ ἕνα τινὰ καλῶς διαθεῖναι, καὶ παι‐ δεῦσαι πρὸς ἀρετὴν ἔχειν οἰκείως· ἀλλ’ εἴ γε τοῦτο δυνατὸν ἐν ἀνθρώποις, ἐκεῖνος ἂν δυνηθείη μόνος, ὃς οἶδε τοὺς νόμους τοὺς μὲν κρίνειν τοὺς δὲ | |
5 | τιθέναι. | |
6n | 〈Περὶ τῶν σοφιστῶν τε καὶ τῶν τὰ πολιτικὰ διδάσκειν ἐπαγγελ‐ | |
7n | λομένων· καὶ ὅτι τὸ περὶ τῆς νομοθεσίας ἐπισκέψασθαι πρὸς | |
8n | τὴν τῆς πρακτικῆς φιλοσοφίας τελείωσιν ἔτι λοιπόν ἐστι. | |
9 | κεφ. ιγʹ.〉 | |
10 | Ὅτι μὲν οὖν νομοθετικὸν εἶναι δεῖ τὸν τῆς ἀρετῆς ἀλείπτην, φανερὸν ἐκ τῶν εἰρημένων· ὅπως δὲ δυνηθείη τις ἂν νομοθετικὸς γενέσθαι, ζητη‐ τέον ἐστίν. ἢ φανερόν ἐστιν, ὅτι καθάπερ ἀπὸ τοῦ εἰδότος τὰ γραμματικὰ ἢ τὰ μουσικὰ γραμματικός τις γένοιτ’ ἂν ἢ μουσικός, οὕτω καὶ νομοθετι‐ κὸς ἀπὸ τοῦ εἰδότος νομοθετεῖν, ὅς ἐστιν ὁ πολιτικός· τῆς γὰρ πολιτικῆς ἡ | |
15 | νομοθετικὴ μέρος. καίτοι δοκεῖ οὐ τὰ αὐτὰ συμβαίνειν τῇ πολιτικῇ καὶ ταῖς ἄλλαις δυνάμεσι καὶ ἐπιστήμαις. ἐν μὲν γὰρ ταῖς ἄλλαις οἱ αὐτοὶ φαίνονται τάς τε μεθόδους τῶν ἐπιστημῶν παραδιδόντες καὶ κατ’ αὐτὰς ἐνεργοῦντες· ἰατρὸς γὰρ καὶ ζωγράφος τήν τε τέχνην ἕκαστος διδάσκει καὶ ὁ αὐτὸς καὶ γράφει ἢ ἰατρεύει· περὶ δὲ τὴν πολιτικὴν ἑτέρως φαίνεται | |
20 | ἔχον· οἱ μὲν γὰρ σοφισταὶ τὰ πολιτικὰ διδάσκειν ἐπαγγέλλονται, μηδὲν πράττοντες πολιτικόν, οἱ δὲ πολιτευόμενοι πράττουσι μέν, διδάσκουσι δὲ οὐδέν· οὐ γὰρ δύνανται. οὐ γὰρ μεθόδῳ τινὶ πράττουσι καὶ ἐπιστήμῃ πολιτικῇ ἀλλὰ φυσικῇ τινὶ ἐπιτηδειότητι καὶ ἐμπειρίᾳ μᾶλλον ἢ διανοίᾳ. ὅτι δὲ οὐ δύνανταί τι περὶ τῆς πολιτικῆς διδάσκειν, φανερόν· οὐ γὰρ δι‐ | |
25 | δάσκουσιν οὐδέ τι γράφουσιν ἢ λέγουσι περὶ τῶν τοιούτων, εἰπόντες ἄν, εἴπερ ἐδύναντο· μεῖζον γὰρ ἂν ἦν αὐτοῖς εἰς φιλοτιμίαν τοιούτους συντι‐ θέναι λόγους ἢ δικανικούς τε καὶ δημηγορικούς· ἄλλως τε καὶ τοὺς σφε‐ τέρους υἱοὺς πολιτικοὺς ἐποίησαν ἂν ἤ τινας ἄλλους τῶν φίλων, εἴπερ ἐδύ‐ ναντο· οὐ γὰρ εὔλογον δυναμένους μὴ τοιαῦτα τοὺς φίλους καὶ τοὺς φιλ‐ | |
30 | τάτους εὐεργετεῖν· οὔτε γὰρ εἶχον μεῖζον ἀγαθὸν καὶ συμφορώτερον τῇ πόλει καταλιπεῖν ἢ ταῦτα συγγραψάμενοι καὶ διδάξαντες οὔτε ἑαυτοῖς ἢ τοῖς υἱέσιν ἢ τοῖς ἑταίροις μεῖζον ἂν ἐθέλησαν ἀγαθὸν τοῦ τοιαῦτα δύνα‐ σθαι. φανερὸν τοίνυν, εἴπερ ἐδύναντο διδάσκειν τὰ πολιτικά, ὅτι καὶ ἐβου‐ λήθησαν ἂν καὶ ἐδίδασκον· ἐπεὶ δὲ οὐ φαίνονται διδάσκοντες, φανερὸν ὅτι | |
35 | οὔτε ἐδύναντο διδάσκειν οὔτε αὐτοὶ λόγῳ τινὶ τὰ πολιτικὰ ποιοῦσιν ἢ ἐπι‐ στήμῃ ἀλλὰ ἐμπειρίᾳ· καὶ γὰρ οὐ μικρὸν ἡ ἐμπειρία πρὸς τὸ πράττειν συμβάλλεται· γίνονται γὰρ διὰ τῆς πολιτικῆς συνηθείας μᾶλλον πολιτικοί. διὰ τοῦτο τοῖς ἐφιεμένοις περὶ τῆς πολιτικῆς εἰδέναι καὶ ἐμπειρίας τινὸς | |
χρεία καὶ συνηθείας. καὶ αὐτοὶ δὲ οἱ σοφισταὶ διδάσκειν μὲν ἐπαγγέλ‐ | 231 | |
232 | λονται τὴν νομοθετικήν, διδάσκουσι δὲ οὐδὲν μᾶλλον, ἀλλὰ τοσοῦτον ἀπέ‐ χουσι τοῦ περὶ ταύτης ἃ προσήκει δύνασθαι λέγειν, ὥστε οὐδὲ τίς ἐστιν ἡ νομοθετικὴ ἢ ποῖόν τί ἐστιν, ἴσασι· καὶ γὰρ ταὐτὸν ἢ χεῖρον ἡγοῦνται εἶναι τῆς ῥητορικῆς· εἶτα καὶ τὸ νομοθετεῖν οὕτω ῥᾴδιον, ὡς παντὸς εἶναι. | |
5 | νομίζουσι γὰρ τὸ συναγαγεῖν νόμους τοὺς εὐδοκιμωτάτους καὶ τούτων ἐκλέξασθαι τοὺς ἀρίστους, τοῦτο εἶναι τὸ νομοθετεῖν, τὸ δὲ κρῖναι νόμους καὶ τὸν ἄριστον λαβεῖν, μὴ πάνυ χαλεπὸν εἶναι. καίτοι πρῶτον μὲν οὐ ῥᾴδιον καὶ τοῦ βουλομένου τὸ δύνασθαι κρίνειν ὀρθῶς περὶ τῶν προτεθέν‐ των ἑκάστου ἀλλὰ θαυμαστῆς δεῖ συνέσεως καὶ διανοίας πρὸς τὴν τοιαύ‐ | |
10 | την δύναμιν· οἱ γὰρ ἔμπειροι περὶ ἕκαστα καὶ δύνανται κρίνειν περὶ αὐ‐ τῶν, ὥσπερ ὁ τῶν μουσικῶν ἔμπειρος τὰ μουσικὰ δύναται κρίνειν καὶ ὁ τῶν γραμματικῶν τὰ γραμματικά, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως· οὗτοι γὰρ ἴσασι δι’ ὧν ταῦτα ἢ ἐκεῖνα γίνονται, καὶ ποῖα ποίοις συνᾴδει, καὶ πῶς ἕκαστον ἔχει· οἱ δὲ ἄπειροι οὐδὲν τούτων εἰδότες οὐκ ἐκλέξονται τὰ καλ‐ | |
15 | λίω καὶ τὰ ἄριστα. καὶ γὰρ ἀγαπητόν, εἰ τοῦτο μόνον γνώσονται ἁπλῶς, ὅτι καλῶς ἢ κακῶς πεποίηται τὸ ἔργον ὥσπερ καὶ ἐπὶ τῆς γραφικῆς ἔχει· καὶ γὰρ τὸ μὲν τὴν ἀρίστην εἰκόνα γινώσκειν ὅτι καλῶς γέγραπται, καὶ τῶν μὴ ζωγράφων ἂν εἴη, τὸ δὲ εἰδέναι ὅτι ἀρίστη καὶ ὅπῃ τῶν ἄλλων διαφέρει, μόνον ἐστὶ τοῦ γράφειν εἰδότος ἢ ἐμπειρίαν τινὰ κεκτημένου περὶ | |
20 | αὐτό. οὔτε τοίνυν τὸ ζωγράφου ἔργον ἢ τὸ τοῦ μουσικοῦ ἢ τοῦ γραμμα‐ τικοῦ χωρὶς τῆς περὶ αὐτὰ ἐπιστήμης οὐδεὶς ὀρθῶς δύναται κρίνειν οὔτε τὸ τοῦ πολιτικοῦ ἔργον ἄνευ τοῦ τὴν πολιτικὴν ἐπιστήμην εἰδέναι, κρῖναι δυνατόν. ἔργον δὲ τοῦ πολιτικοῦ ὁ νόμος ἐστί. πρῶτον μὲν οὖν τὸ συνα‐ γαγεῖν νόμους καὶ ἐκλέξασθαι τοὺς ἀρίστους ἄνευ τῆς περὶ τὰ πολιτικὰ | |
25 | ἐμπειρίας οὐ δυνατόν, ἔπειτα, εἰ καὶ τοῦτο δώσομεν, ὡς ἄρα δυνατὸν ἄνευ τοῦ πολιτικὸν εἶναι νόμους κρίνειν εἰδέναι καὶ συναγαγεῖν τοὺς ἀρίστους, οὐδὲ τοῦτο ἀρκέσει πρὸς τὸ γενέσθαι πολιτικὸν καὶ νομοθετικόν, ἐπεὶ οὐδὲ ἰατροὶ γένοιντο ἂν ἀπὸ τοῦ τὰ ἰατρικὰ συγγράμματα συναγαγεῖν καὶ ἀνα‐ γνῶναι· καίτοι οἱ τοιοῦτοι καὶ πειρῶνται λέγειν οὐ μόνον τὰ θεραπεύματα | |
30 | ἀλλὰ καὶ ὡς ἰάθησαν οἱ τούτοις χρησάμενοι καὶ ὅπως προσήκει τῶν νο‐ σημάτων ἕκαστον θεραπεύειν, καὶ διαιροῦσί γε τὰς ἕξεις τῶν νοσημάτων καὶ τῶν σωμάτων, ἀλλ’ ὅμως οὔκ εἰσιν ἰατροί· δεῖ γὰρ καὶ ἐμπειρίας καὶ συνηθείας τινός· τὰ δὲ συγγράμματα καὶ αἱ τοιαῦται θεωρίαι τοὺς μὲν ἐμπείρους καλλίους ποιοῦσι, τοὺς δὲ ἀπείρους οὐδὲν ὤνησαν πρός γε τὸ | |
35 | δύνασθαι θεραπεύειν· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῶν νόμων ἂν ἔχοι καὶ τῆς πολιτείας. τὸ γὰρ συναγαγεῖν νόμους καὶ διερευνήσασθαι τὰς ἑκα‐ σταχοῦ πολιτείας, τοὺς μὲν ἀπὸ τῆς ἐμπειρίας δυναμένους ἕκαστα καλῶς θεωρῆσαι καὶ συνιδεῖν ἅ τε ὀρθῶς καὶ ἃ φαύλως ἔχουσι καὶ ποῖα ποίοις ἁρμόττει, πάνυ ἂν ὠφελήσειε· γένοιντο γὰρ ἂν ἑαυτῶν τὰ πολιτικὰ καλ‐ | |
40 | λίους· τοῖς δὲ ἄνευ τῆς τοιαύτης ἕξεως καὶ πείρας τὰ τοιαῦτα διεξιοῦσιν | 232 |
233 | ἀνόνητος ἡ σπουδὴ πρός γε τὸ νομοθετικοὺς γενέσθαι· οὐ γὰρ δυνήσονται κρίνειν ὀρθῶς περὶ αὐτῶν, εἰ μὴ ἄρα τύχῃ τινί· γίνοιντο δ’ ἂν ἴσως εὐ‐ συνετώτεροι πρὸς ταῦτα τρόπον τινά, μαθόντες περὶ τῶν πολιτικῶν. φαί‐ νεται μὲν οὖν, ὅτι οὔτε οἱ σοφισταὶ οὔτε οἱ πολιτευόμενοι περὶ τῆς πολι‐ | |
5 | τικῆς καὶ νομοθετικῆς οἷοί τε ἐγένοντο διδάσκειν. ἐπεὶ δὲ ἀκόλουθόν ἐστιν, ὡς ἐν τοῖς ἔμπροσθεν ἐδείχθη, τὸν τῆς ἀρετῆς διδάσκαλον καὶ περὶ τού‐ των διεξιέναι, τῶν προτέρων οὐ πάνυ περὶ νόμων καὶ πολιτείας διερευνη‐ σαμένων, βέλτιον ἴσως ἡμᾶς ἐπισκέψασθαι περὶ τούτων, ὡς ἂν ἡ προ‐ κειμένη ἡμῖν φιλοσοφία, περὶ τῶν ἀνθρωπίνων οὖσα παθῶν καὶ πράξεων | |
10 | τοῦ προσήκοντος τυχοῦσα τέλους, μηδενὸς ἐλλείπῃ τῶν εἰς ταῦτα φερόν‐ των. πρῶτον μὲν οὖν εἴ τι καλῶς περὶ αὐτῶν εἴρηται τοῖς προγενεστέροις, κατὰ μέρος ἐπελθεῖν πειραθῶμεν, εἶτα συναγαγόντες τὰς πολιτείας θεω‐ ρῶμεν ἐν αὐταῖς, ἅ τε φθείρει καὶ ἃ σώζει τὰς πόλεις, ἔτι τε τῶν πολι‐ τειῶν ἑκάστην ἃ συνίστησι καὶ ἃ διαλύει, καὶ τίνα μὲν βασιλείαν συνέχει, | |
15 | τίνα δὲ δημοκρατίαν καὶ τῶν ἄλλων ἑκάστην, καὶ τίνα πέφυκε λύειν· καὶ μὴν κἀκεῖνο σκοπῶμεν, διὰ ποίας αἰτίας αἱ μὲν τῶν πολιτειῶν καλῶς πολι‐ τεύονται, αἱ δὲ ἐναντίως ἔχουσι. τούτων γὰρ δὴ πάντων θεωρηθέντων συνίδοιμεν ἂν καὶ ποία πολιτεία ἀρίστη καὶ πῶς ἑκάστη ταχ‐ θεῖσα καὶ τίσι νόμοις καὶ ἔθεσι χρωμένη τοῖς πολιτευομένοις | |
20 | λυσιτελήσει· λέγομεν οὖν ἀρξάμενοι. | 233 |