TLG 4033 001 :: ANONYMI IN ARISTOTELIS ETHICA NICOMACHEA :: In ethica Nicomachea ii–v commentaria

ANONYMI IN ARISTOTELIS ETHICA NICOMACHEA Phil.
(Varia)

In ethica Nicomachea ii–v commentaria

Source: Heylbut, G. (ed.), Eustratii et Michaelis et anonyma in ethica Nicomachea commentaria [Commentaria in Aristotelem Graeca 20] Berlin: Reimer, 1892: 122–255.

Citation: Page — (line)

122

(1t)

ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Β ΤΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΝΙΚΟΜΑΧΕΙΩΝ
2tΗΘΙΚΩΝ.
3nἩ μὲν διανοητικὴ τὸ πλεῖον ἐκ διδασκαλίας.
4Τοῦτό φησι, διότι καὶ φύσεως δεῖ, ἢ καὶ ὅτι συνουσίωται τῇ κατὰ
5τὴν σοφίαν, ἥ ἐστιν ἀρετὴ τοῦ θεωρητικοῦ νοῦ, καὶ τῇ κατὰ τὴν φρόνησιν, ἥ ἐστι τοῦ πρακτικοῦ ἀρετή, αἳ καὶ διὰ τῆς οἰκείας ζητήσεώς τε καὶ εὑρέσεως περιγίνονται.
8nΔιόπερ ἐμπειρίας δεῖται καὶ χρόνου.
9Ἀντὶ τοῦ πλείονος χρόνου· καλῶς δὲ τοῦτο· ἡ γὰρ πεῖρα διδασκαλικὴ
10καὶ ἡ πολυπειρία, ἣ χρόνῳ περιγίνεται, ὡς καὶ Εὐριπίδης φησίν “ἀλλ’ ἐμπειρία ἔχει τι λέξαι τῶν νέων σοφώτερον”. καὶ οἱ γεωμέτραι πλείονι χρόνῳ σοφώτεροι γίνονται. καὶ τὸ μὲν ἔθος ἔχει τι παραλλάττον (ταῖς γὰρ οἰκείαις ἐνεργείαις καὶ διὰ τούτων ἔχει τὴν ἕξιν περιγινομένην), ἡ δ’ ἐμπειρία ἀλλοτρίων ἐνεργειῶν ἐστι τήρησις, καὶ ἐκ τούτων παραλαμ‐
15βάνων ὁ μανθάνων συλλογίζεται.
16nὍθεν καὶ τοὔνομα ἔσχηκε.
17 Ἐξ ἔθους φησὶ τὰς τῆς ἀλόγου ψυχῆς ἀρετὰς περιγίνεσθαι, οὗ παρέ‐ θετο δεικτικὸν τὸ διὰ τοῦτο καὶ ἠθικὰς αὐτὰς καλεῖσθαι. ἀπὸ γὰρ τοῦ ἔθους τὸ ἦθος ὠνόμασται καὶ αἱ ἠθικαὶ ἀρεταὶ ἐθικαὶ καλοῦνται. καὶ
20ἔστι τὸ μὲν ἔθος ἡ ἐνέργεια, τὸ δὲ ἦθος ἡ ποιότης ἡ διὰ τῆς ἐνεργείας122

123

ἐγγινομένη τῇ παθητικῇ ψυχῇ, τουτέστι τὸ τέλος καὶ τὸ ἔργον τοῦ ἔθους, ψυχῇ δὲ δηλονότι ταύτῃ τῇ ἀλόγῳ μέν, ὑποτάσσεσθαι δὲ λόγῳ δυναμένῃ. Εἰπὼν δὲ ἐξ ἔθους περιγίνεσθαι τὰς ἠθικὰς ἀρετὰς καὶ πιστωσάμενος τοῦτο καὶ τῷ ὀνόματι, τὸ ἐξ ἔθους αὐτὰς περιγίνεσθαι μαρτύριον ποιεῖται
5τοῦ μὴ φύσει αὐτὰς ἐγγίνεσθαι τοῖς ἔχουσιν, εἰ δὲ μήτε αἱ ἠθικαὶ ἀρεταὶ μήτε αἱ διανοητικαὶ φύσει (τὸ γὰρ διδασκαλίᾳ προδήλως οὐ φύσει), οὐδε‐ μία ἂν ἀρετὴ φύσει ἐγγίνοιτο. εἰκότως δὲ περὶ ἀρετῶν μέλλων λόγον ποιεῖσθαι, πρῶτον δείκνυσιν ὅτι μὴ φύσει. εἰ γὰρ ἦσαν φύσει, οὐκέτ’ ἂν ἦν τοῦ ἠθικοῦ ἀλλὰ τοῦ φυσικοῦ περὶ αὐτῶν εἰπεῖν, ὥσπερ καὶ περὶ τοῦ
10πῶς ὁρῶμεν. οὐδεμία τῶν ἠθικῶν ἀρετῶν φύσει ἡμῖν ἐγγίνεται. τοῦτο νῦν φύσει λέγει, οὗ ἡ τελειότης ἐκ φύσεως περιγίνεται, ἢ σύμφυτος οὖσα ὡς τῷ λίθῳ ἡ βαρύτης ἢ ὕστερον ἐπιγινομένη ὡς ὀδόντων βλάστησις ἢ γενείων. τὰ γὰρ πεφυκόσι μὲν ἡμῖν δέχεσθαι ἐπιγινόμενα, ἔξωθεν δέ τινος προσδεόμενα πρὸς τελείωσιν οὐ φύσει νῦν λέγει. οὐδὲ γὰρ κυρίως
15ἂν ταῦτα λέγοιτο φύσει, εἰ καί ποτε καὶ ἐπὶ τούτων χρώμεθα τῷ φύσει. οὐ γὰρ φύσει τὰς τέχνας ἔχομεν, καίτοι φύσει ὄντες αὐτῶν δεκτικοί. ὅτι δὲ μὴ φύσει τὸ ἐξ ἔθους, δῆλον ποιεῖ διὰ τοῦ μηδὲν τῶν φύσει ὄντων ἢ ἐχόντων τι ἄλλως ἐθισθῆναι δύνασθαι.
19nΟὔτ’ ἄρα φύσει οὔτε παρὰ φύσιν.
20 Δι’ ὧν παρέθετο ἔδειξεν ἄμφω, καὶ ὅτι μὴ φύσει καὶ ὅτι μὴ παρὰ φύσιν τὰ ἐξ ἔθους περιγινόμενα· οὔτε γὰρ τὰ φύσει ὑπάρχοντά τισι ἄλλως ἐθίζεται, τὰ δὲ ἤθη ἄλλοτε ἀλλοίως διὰ τὰ ἔθη, ὥστε οὔτε φύσει οὔτε παρὰ φύσιν τισὶν οἷά τε δι’ ἔθους ἐγγίνεσθαι. οὐδέποτε γὰρ ὁ λίθος ἐθισθείη ἄνω φέρεσθαι (παρὰ φύσιν γὰρ αὐτῷ τοῦτο), αἱ δὲ
25ἠθικαὶ ἀρεταὶ δι’ ἔθους ἐγγίνονται· οὐκ ἄρα παρὰ φύσιν ἡμῖν. ἰστέον ὅτι τῶν φυσικῶν πάντων αἱ δυνάμεις καὶ ἕξεις προηγοῦνται τῶν ἐνεργειῶν, ἐπὶ δὲ τῶν μὴ οὕτως ἐχόντων ἐκ τῶν ἐνεργειῶν αἱ ἕξεις περιγίνονται.
28nἜτι ὅσα μὲν φύσει ἡμῖν περιγίνεται.
29Ὅτι μὴ φύσει αἱ ἀρεταί, καὶ οὕτως δείκνυσι· τῶν φύσει ἡμῖν ὑπαρ‐
30χόντων τὰς δυνάμεις πρώτας λαμβάνομεν τῶν ἐνεργειῶν (τὸ γὰρ κομιζό‐123

124

μεθα νῦν εἶπεν ἀντὶ τοῦ λαμβάνειν καὶ ἔχειν), εἶθ’ οὕτω τὰς ἀπ’ αὐτῶν ἐνεργείας ἀποδιδόαμεν· δυνάμεις δὲ νῦν τὰς ἕξεις φησίν, οὐ τὰς ἐπιτηδειό‐ τητας. ἐπὶ γὰρ πάντων τῶν φύσει ἡμῖν ἐγγινομένων προϋπάρχουσιν αἱ ἐπιτηδειότητες. οὐ γὰρ ἐκ τοῦ πολλάκις ἰδεῖν τὴν ὁρατικὴν δύναμιν
5κτώμεθα, ἀλλ’ ἔχοντες αὐτὴν πρότερον οὕτω ταῖς ἀπ’ αὐτῆς ἐνεργείαις ἐχρησάμεθα· οὐδεὶς γὰρ εἶδε πρὸ τοῦ τὴν διορατικὴν δύναμιν καὶ ἕξιν ἔχειν, οὐδὲ κατ’ ἄλλην τινὰ αἴσθησιν οὐκ ἔχων πρότερον τὴν δύναμιν. τὰς δὲ κατὰ τὰς ἀρετὰς ἕξεις ὑστέρας καὶ διὰ τῶν κατ’ αὐτὰς ἐνεργειῶν κτώμεθα ὥσπερ καὶ τὰς τέχνας· οὐκ ἄρα αἱ ἀρεταὶ φύσει. καθόλου
10γὰρ ὅσα οὐ φύσει ποιοῦμεν ἀλλ’ ἀπό τινος μαθήσεως καὶ διδασκαλίας, ταῦτα ποιοῦντες μανθάνομεν. ἐθιζόμενοι γὰρ ὑπ’ ἄλλων τὴν ἕξιν κτώμεθα, ὡς ἀπὸ τοῦ οἰκοδομεῖν τὴν οἰκοδομικὴν τέχνην καὶ ἀπὸ τοῦ τὰ δίκαια ποιεῖν τὴν δικαιοσύνην καὶ τὰς ἄλλας ἀρετὰς ὁμοίως· ὥστε οὐ φύσει αἱ ἀρεταί. τὰς δὲ νοητικάς, ὧν ἐστι καὶ ἡ σοφία τοῦ θεωρητικοῦ μέρους,
15καὶ τὰς πρακτικάς, ὧν ἐστιν ἡ σωφροσύνη, ἐπὶ τέλει τοῦ πρώτου δείκνυσιν ἀρετὰς ἀπὸ τοῦ ἐπαινετὰς αὐτὰς εἶναι. πᾶσα γὰρ ἐπαινετὴ ἕξις ἀρετή ἐστι. καὶ τὰς μὲν διανοητικάς φησι τὸ πλεῖον ἐκ διδασκαλίας ἐγγίνεσθαι καὶ αὔξεσθαι, ἀντιδιαστέλλων τὴν διδασκαλίαν τῷ ἔθει, δι’ οὗ φησι τὰς ἠθικὰς ἐγγίνεσθαι. καὶ γὰρ ἐκεῖναι δι’ ἔθους μόνου. τὸ πλεῖστον δὲ εἶπε
20τὰς διανοητικὰς ἐκ διδασκαλίας, ἤτοι ἐπειδὴ δεῖ καὶ φύσεως τῷ ἐσομένῳ σοφῷ καὶ φρονίμῳ (ὡς ἀνόνητος γὰρ ἡ διδασκαλία τοῖς μὴ πεφυκόσιν), ἢ ὅτι συναύξεται τὰ κατὰ τὰς ἀρετὰς ταύτας οὐκ ἐκ διδασκαλίας μόνης ἀλλὰ καὶ ἐξ οἰκείας ζητήσεως καὶ εὑρέσεως. ἐμπειρίας δὲ εἶπεν αὐτὰς δεῖσθαι καὶ χρόνου. οὐ γὰρ οἷόν τε ἐν ὀλίγῳ χρόνῳ ἔμπειρον πολλῶν γενέσθαι·
25χρόνου γὰρ καὶ ἐμπειρίας δέονται αἱ διανοητικαί, μάλιστα ἡ φρόνησις. οὐδὲ γὰρ ἡ ἑνός τινος πεῖρα διὰ μιᾶς ἐντεύξεως γίνεται, ὥστε ἀκόλουθον τῇ πείρᾳ προσέθηκε τὸ χρόνου. οὐ γὰρ τούτῳ τῶν ἠθικῶν αὗται διαφέ‐ ρουσιν ἀλλὰ τῷ προειρημένῳ, τῷ τὸ πλεῖστον ἐκ διδασκαλίας ἔχειν καὶ τὴν γένεσιν καὶ τὴν αὔξησιν, ἐπεὶ χρόνου γε καὶ αἱ ἠθικαὶ δέονται, εἰ καὶ
30μὴ τοσούτου ὅσου αἱ ἐκ διδασκαλίας καὶ ἐμπειρίας ἀναλαμβανόμεναι. οὐχ ὅτι δὲ ἡ ἐμπειρία αὐτάρκης πρὸς ἐπιστήμην λέγεται, ἀλλ’ ὅτι δεῖ ταῖς διὰ μαθήσεως ἀρεταῖς καὶ πείρας· ἡ γὰρ ἀρχὴ τῆς γνώσεως ἐξ ἐμπειρίας. καὶ διὰ τοῦτο προστέθεικε τῷ πλεῖστον τὸ ἐκ διδασκαλίας ταύτην δύνασθαι γίνεσθαι. δύναται καὶ τὴν τῶν φύσει γινομένων γνῶσιν ἐμπειρίαν λέγειν,
35οἷον κινήσεως ἀστέρων, μεταβολῶν τῶν ἐν τοῖς μετεώροις, περὶ ἃ ἡ
φυσικὴ πραγματεία. οἱ γὰρ ἐν πείρᾳ γινόμενοι τούτων ἐφαρμόζοντάς τε124

125

τούτοις καὶ οἰκείους τοὺς περὶ αὐτῶν ποιοῦνται λόγους, ὡς εἶπέ που περὶ Δημοκρίτου αὐτός, ὅτι ὥσπερ ἐνοικήσας τῇ φύσει, ἀλλ’ οὐχ ὡς οἱ Πυθα‐ γόρειοι διὰ τὴν περὶ τὰ μαθήματα σπουδήν. ἀπορίᾳ δὲ τῶν φυσικῶν οὐσιῶν τοὺς περὶ αὐτῶν ἐποιοῦντο λόγους, οὐκ ἐκείνοις οἰκειοῦντες τοὺς
5λόγους, ἀλλ’ ἐκεῖνα ταῖς ἰδίαις ὑποθέσεσιν ἐναρμόζοντες. καὶ τὸ μὲν βού‐ λημα, τὸ ἐθίζειν δηλονότι δι’ ὧν αἱ ἀρεταὶ τοῖς πολίταις τῷ χρόνῳ τίκτονται, εἰ τοιούτων ἕξεων εἴη τὰ ἔθη γεννητικά.
8nὍσοι δὲ μὴ εὖ αὐτὸ ποιοῦσιν,
9τῶν νομοθετῶν δηλονότι μὴ διὰ τῶν ἐπαινετῶν ἐνεργειῶν ἄγουσι
10τοὺς πολίτας, ἀστοχοῦσι τοῦ πράγματος. ἔτι ἐκ τῶν αὐτῶν. οὕτως ἔχει τὰ τῆς ἐπιχειρήσεως· ὃ ἐκ τῶν αὐτῶν πως γινομένων καὶ γίνεται καὶ φθείρεται, οὐ φύσει· αἱ δ’ ἀρεταὶ οὐ, ἐκ γὰρ τῶν αὐτῶν πως γινο‐ μένων καὶ γίνονται καὶ φθείρονται, τουτέστιν οὐ γίνονται οὐδὲ συνίστανται τὴν ἀρχήν. οὕτω γὰρ τῷ φθείρεσθαι νῦν ἐπὶ τῶν ἤδη οὐσῶν ἀρετῶν
15ἐχρήσατο. καὶ διὰ τῶν αὐτῶν, δηλονότι τῶν ποιῶν ἐνεργειῶν τῶν ἐξ ἐθῶν τὸ εὖ ἢ τὸ κακῶς ἐχουσῶν. εἰ γὰρ μὴ οὕτως εἶχε. καλῶς· εἰ γὰρ μὴ ἡ τῶν ἠθῶν διαφορὰ τοίους ἢ τοίους ἐποίει. οὕτω δὴ καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει. συνελόντι τὸ πᾶν οὕτως ἂν ἔχοι ἡ ἐπιχείρησις· εἰ ὁμοίως ταῖς τέχναις αἱ ἀρεταὶ ἐκ τῶν αὐτῶν καὶ διὰ τῶν αὐτῶν γίνονται καὶ
20φθείρονται, αἱ δὲ τέχναι διὰ τῶν ἐνεργειῶν γινόμεναι οὐ φύσει, οὐδ’ ἂν αἱ ἀρεταὶ φύσει ἐγγίνοιντο διὰ τῶν ἐνεργειῶν γινόμεναι. εἰ οὖν μὴ φύσει ἀλλὰ ἐξ ἔθους, δεῖ δηλονότι τὰς ἐνεργείας ποιὰς ἀποδιδόναι, καὶ πρᾷοι γίνονται δηλονότι ἐθιζόμενοι καὶ πράττοντες τὰ δι’ ὧν τοιοῦτοι γίνονται, ὡς ἐπάγει. ἐπεὶ οὖν ἡ παροῦσα πραγματεία. ὅτι προηγουμένως ἡ
25παροῦσα πραγματεία ἕνεκεν τῆς τῶν ἀρετῶν ἐστι πράξεως, κατὰ δεύτερον δὲ λόγον καὶ περὶ τῆς θεωρίας αὐτῶν τῶν ἀρετῶν.
27nΤὸ μὲν οὖν κατὰ τὸν ὀρθὸν λόγον πράττειν κοινόν.
28 Κοινόν φησι δὴ ταῖς πράξεσί τε καὶ ἐνεργείαις, δι’ ὧν ἐθίζεσθαι δεῖ, ὑπάρχειν τὸ πράττεσθαι αὐτὰς κατὰ τὸν ὀρθὸν λόγον. ῥηθήσεται δ’
30ὕστερον περὶ αὐτοῦ, ἐν τῷ ἕκτῳ, ὅπου περὶ φρονήσεως λέγει. ὁ γὰρ ὀρθὸς λόγος ἀπὸ φρονήσεως ὢν ὁρίζει τε τὰς πράξεις τὰς κατὰ τὰς ἠθι‐ κὰς ἀρετὰς καὶ τὸ μέτρον αὐταῖς ἐπιτίθησιν. ὑποθέμενος δὲ τοῦτο καὶ μέλλων ἑξῆς δεικνύναι, ὅτι περὶ τὰ πάθη εἰσὶν αἱ πράξεις δι’ ὧν ἐθίζεσθαι
δεῖ (αἱ γὰρ ἀρεταὶ περὶ ταῦτα), καὶ ὅτι δεῖ ταύτας τοῦ ἐν τούτοις μέσου125

126

στοχάζεσθαι, ἀναμιμνήσκει ἡμᾶς τοῦ πολλάκις εἰρημένου αὐτῷ ἐν τῷ πρώτῳ, ὅτι δεῖ τὴν τοῦ λεγομένου ἀκρίβειαν πρὸς τὰς ὑποκειμένας ὕλας ἐξετάζειν, διόπερ ἐπεὶ αἱ πράξεις, αἵ τε κατὰ τὰς ἀρετὰς καὶ τὰ ἤθη δι’ ὧν αἱ ἐνέργειαι, οὐδὲν ὡρισμένον ἔχουσι (καὶ γὰρ παρὰ τοὺς χρόνους καὶ παρὰ
5τὰς περιστάσεις καὶ τύχας καὶ παρὰ τὰ πρόσωπα καὶ παρὰ τὰς προαιρέσεις καὶ παρὰ τοὺς τόπους καὶ παρὰ τὰς ἡλικίας μεταπίπτει καὶ ἄλλοτε ἀλλοῖα γίνεται ὥσπερ καὶ τὰ ὑγιεινά· οὐδὲ γὰρ ἐπὶ τούτων ἔστιν εἰπεῖν ἀκριβῶς πόσος περίπατος ὑγιεινὸς ἢ πόσα σιτία), καὶ τὸν περὶ αὐτῶν λόγον τύπῳ τινὶ καὶ περιγραφῇ λέγεσθαι, ἐπεὶ μηδ’ ἔχει τὴν ἀκριβολογίαν.
10οὔτε γὰρ τὰ συμφέροντα, περὶ ἃ αἱ πράξεις αἱ κατὰ τὸν βίον, δι’ ὧν ἐθιζόμεθα, οὔθ’ ὅλως τὰ αἱρετὰ ἑστηκός τι καὶ βέβαιον ἔχει. δοκεῖ τε γὰρ μήτε πᾶσι τὰ αὐτὰ συμφέρειν μήτε τοῖς αὐτοῖς 〈ἀεὶ〉 τὰ αὐτά. ὁμοίως δὲ μηδὲ αἱρετὰ εἶναι πᾶσι τὰ αὐτά, καὶ τῶν ἄλλων ἔχει ἀρετῶν, ἠθικῶν δηλονότι· περὶ γὰρ τούτων νῦν ἐστιν ὁ λόγος αὐτῷ· αὗται γάρ
15εἰσι διὰ τῶν ἠθῶν γινόμεναι.
16nὉ δὲ πάσας φεύγων.
17 Δηλονότι τὰς περὶ ἁφήν, οὐ γὰρ καὶ τῶν σωφρόνων, ὡς δειχθήσεται μετ’ ὀλίγα. ἐκ τοῦ πολλὴν τροφήν, ἀλλ’ οὐχ ὑπερβάλλουσαν. τούτῳ δὲ ἐχρήσατο πρὸς τὸ χωρίσαι τῆς ὑγείας αὐτήν. μάλιστα δυνάμεθα.
20μετὰ γὰρ τὰς ἕξεις ῥᾷστα τὰς ἐνεργείας ποιούμεθα, ἢ οὕτω ταῖς ἐνερ‐ γείαις κεχρήμεθα μᾶλλον. ἢ μὴ λυπούμενός γε. πάνυ ἀνθρωπίνως τὸ ἢ μὴ λυπούμενός γε προσέθηκεν· ἴσως γὰρ ἐπ’ ἐνίων ἐνεργειῶν τοῦ ἀνδρείου αὔταρκες τὸ μὴ λυπεῖσθαι, οἷον ἂν τιτρώσκηται προμαχόμενος καὶ κατὰ τὴν ἀνδρείαν ἐνεργῇ. περὶ ἡδονὰς γὰρ καὶ λύπας ἐστὶν ἡ
25ἠθικὴ ἀρετ. διὰ τί περὶ ἡδονὰς καὶ λύπας εἶναι τὰς ἀρετὰς ἔδειξεν; ἐπεὶ γὰρ διὰ μὲν τὴν ἡδονὴν τὰ φαῦλα πράττομεν, διὰ δὲ τὴν λύπην τῶν καλῶν ἀπεχόμεθα, εἴη ἂν ἡ ἀρετὴ περὶ ταῦτα. τῶν γὰρ ἁμαρτανομένων ἐστὶν ἐπανορθωτική· περὶ δὲ ἃ αἱ ἁμαρτίαι, περὶ ταῦτα καὶ ἰατρεῖαι καὶ θεραπεῖαι. λαβὼν δὲ τὸ εἶναι περὶ πάθη τὰς ἠθικὰς ἀρετὰς νῦν αὐτὸ
30οὕτως ἔχον δείκνυσιν. ὁμοίως δὲ τῇ σωφροσύνῃ καὶ αἱ ἄλλαι ἀρεταὶ περὶ ἡδονάς εἰσι καὶ λύπας· τῇ μὲν γὰρ σωφροσύνῃ καὶ ὡς ὕλῃ ὑποβέβληται τὰ πάθη ταῦτα καὶ περὶ ταῦτα αἱ ἐνέργειαι αὐτῇ· ταῖς δ’ ἄλλαις ἀρεταῖς τὰ μὲν ὑποκείμενα, περὶ ἃ αἱ ἐνέργειαι αὐταῖς, ἄλλα τινά, τῷ δὲ ταῖς περὶ ἐκεῖνα γινομέναις τε καὶ πράξεσιν ἕπεσθαι τὰ πάθη ταῦτα,
35τούτῳ καὶ αὗται περὶ ἡδονάς εἰσι καὶ λύπας.126

127

(1n)

Διὸ δεῖ ἦχθαί πως.
2 Οἱ γὰρ ἐθισθέντες χαίρειν καὶ λυπεῖσθαι ἐφ’ οἷς δεῖ οὐκέτ’ ἂν διὰ μὲν ἡδονὴν πράττοιεν τὰ φαῦλα, διὰ δὲ τὴν λύπην τῶν καλῶν ἀπέχοιντο. εἴη δ’ ἂν ἡ ἠθικὴ ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας ὡς ὕλην ὑποκειμένην.
5ταῦτα γὰρ ὁρίζει ὁ ὀρθὸς λόγος. ἐπαινεῖ δὲ καὶ Πλάτωνα ὡς καλῶς ἀξιοῦντα εὐθὺς ἐκ νέων ἐθίζεσθαι οὕτως, ὡς χαίρειν μὲν ἐφ’ οἷς δεῖ, λυπεῖσθαι δὲ ἐπ’ αὐτοῖς τούτοις. διὸ θαυμάσειέ τις ἂν τῶν Πλατωνικῶν τοὺς τὴν ἀπάθειαν εἰσάγοντας ὡς δόγμα Πλατωνικὸν καὶ τῇ ἡδονῇ λοιδορουμένους. ἔτι δ’ εἰ ἀρεταί εἰσι περὶ πράξεις καὶ πάθη. ὅτι αἱ ἀρεταὶ περὶ
10ἡδονὰς καὶ λύπας εἰσὶ καὶ δεῖ τοὺς καλῶς παιδευομένους νέους ἀπ’ ἀρχῆς ἐθίζεσθαι, ὥστε ἥδεσθαί τε καὶ λυπεῖσθαι ἐφ’ οἷς δεῖ, δείκνυσι καὶ διὰ τοῦ τὰς ἀρετὰς ὁμολογεῖν τὰς ἠθικὰς περὶ πράξεις εἶναι καὶ πάθη, παντὶ δὲ πάθει καὶ πάσῃ πράξει ἕπεσθαι ἡδονὴν καὶ λύπην. τὸ μὲν οὖν περὶ πάθη καὶ πράξεις εἶναι τὴν ἠθικὴν ἀρετήν, δῆλον. πρακτικαὶ
15γὰρ αἱ ἠθικαὶ ἀρεταὶ καὶ ἐν ταῖς πράξεσιν αὐτῶν αἱ ἐνέργειαι· ταύτῃ γὰρ διαφέρουσι τῶν θεωρητικῶν. ὅτι δὲ περὶ τὸ ἥδεσθαι καὶ λυπεῖσθαι αὗται, καὶ οὕτω δείκνυσιν· αἱ κολάσεις ἰατρεῖαι τῶν ἁμαρτανομένων εἰσίν· αὗται δὲ διὰ τῶν ἐναντίων τοῖς ἁμαρτάνουσι γίνονται· κολάζονται δὲ οἱ ἁμαρτάνοντες διά τε λύπης καὶ διὰ τῆς τῶν ἡδέων ἀποχῆς. περὶ ταῦτα
20ἄρα αἱ ἁμαρτίαι, περὶ ἃ δὲ αἱ ἁμαρτίαι, περὶ ταῦτα καὶ αἱ ἀρεταί. αἱ δὲ τῶν ἐναντίων ἰατρεῖαι εἰς τὸ μέσον ἀγωγαί τινές εἰσι τῶν τε καθ’ ἃ νοσοῦσι καὶ τῶν ἰατρείας καὶ θεραπείας χάριν προσφερομένων. δῆλον δὲ τοῦτο ἐπὶ τῶν τῆς ἰατρείας βοηθημάτων. αὕτη γὰρ τοὺς μὲν πληρουμένους κενοῖ, πληροῖ δὲ τοὺς κενούς, καὶ τοὺς μὲν ὑπερηραιωμένους πυκνοῖ, τοὺς
25δ’ αὖ πεπυκνωμένους ἀραιοῖ, τούτων εἰς τὸ μεταξὺ βουλομένη τὴν ἕξιν ἄγειν. ὡσαύτως τοίνυν καὶ αἱ κολάσεις τῶν ἁμαρτανόντων ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον συνωθοῦσαι τὸν περὶ τὰς ἡδονὰς σφαλλόμενον μηνύουσι τὸ περὶ τὰς ἡδονὰς καὶ λύπας τῶν ἀρετῶν κατεργαστικόν. ἢ ἃς μὴ δε. διώκουσι, φησί, τινες τὰς ἡδονὰς ὡς οὐ δεῖ καὶ ὅτε οὐ δεῖ καὶ ἃς οὐ δεῖ
30καὶ οἷς οὐ δεῖ καὶ ἐν ᾧ τόπῳ μὴ δεῖ καὶ οὐχ ὡς δεῖ. ὡς οὐ δεῖ μέν· οὐ γὰρ δεῖ φιλοσόφῳ τρυφᾶν ἢ ἁπλῶς πεπαιδευμένῳ. ὅτε δὲ οὐ δεῖ, οἷον γηραιῷ καὶ παρήλικι γαμεῖν. ἃς δὲ οὐ δεῖ· οὐ γὰρ ἀπηγορευμένῃ χρῆσθαι τροφῇ, οἱονεὶ παρὰ πολεμίων λαβόντας. οἷς δὲ οὐ δεῖ, οἷον βασιλεῖ παρανομεῖν· οὐ γὰρ ταὐτὸν βασιλεῖ καὶ ἰδιώτῃ· ὁ μὲν γὰρ λανθάνουσαν
35ἔχει τὴν πρᾶξιν καὶ οὐ πρὸς ζῆλον κινοῦσάν τινας, ὁ δὲ τῷ ὑπερέχειν
κακὸν πρόκειται τοῖς ὑπὸ χεῖρα ὑπόδειγμα. 〈καὶ ἐν ᾧ τόπῳ μὴ δεῖ〉, οἷον127

128

ἐν ἱερῷ † νομίμης ἀφροδισιάζειν. καὶ οὐχ ὡς δεῖ, ὡς εἴ τις παρανόμως καὶ παρὰ φύσιν βιάζοιτο τὴν ὁμόζυγον κοίτην. οὐκ εὖ δὲ ὅτι ἁπλῶς λέγουσι, τουτέστι τοῦ οὐχ ὡς δεῖ καὶ ὡς οὐ δεῖ καὶ χωρὶς ὧν ἐπάγει αὐτός. τῶν γὰρ ἡμαρτημένων παθῶν ἐστιν ἀπάθειά τις ἡ ἀρετή, ἀλλ’ οὐχ ἡ
5ἁπλῶς. ἰστέον δὲ ὅτι καὶ πρὸ τῶν Στωικῶν ἦν ἡ δόξα αὕτη, ἡ τὰς ἀρετὰς ἐν ἀπαθείᾳ τιθεῖσα. καὶ τοῦτο δῆλον πεποίηκε δείξας ἐν μὲν ἀμετρίᾳ ἡδονῶν καὶ λυπῶν τὴν κακίαν οὖσαν, ἐν δὲ τῷ μεμετρημένῳ τε καὶ ὡρισμένῳ τὴν ἀρετήν, αὐτὸ τοῦτο ἐπενεγκὼν καὶ εἰπὼν
9nὙπόκειται ἄρα ἡ ἀρετὴ εἶναι ἡ τοιαύτη περὶ ἡδονὰς
10καὶ λύπας τῶν βελτίστων πρακτικ, ἡ δὲ κακία τοὐναντίον, Προσθεὶς τῇ ἀρετῇ τὸ ἡ τοιαύτη ὑπὲρ τοῦ δηλῶσαι τὴν ἠθικήν. οὐ γὰρ δὴ καὶ ἡ διανοητικὴ περὶ ταῦτα θεωρεῖται, τριῶν ὄντων τῶν εἰς τὰς φυγάς, δηλονότι τῶν χειρίστων. τούτοις γὰρ τὸ βέλτιστον ἀντίκειται. κανονίζομεν δὲ καὶ τὰς πράξεις. οἱ γὰρ πολλοὶ μᾶλλον τῇ ἡδονῇ αἱροῦν‐
15ται κανονίζειν τὰς πράξεις καὶ παραμετρεῖν. οὕτω γὰρ ὅρον τῶν ἑκουσίως πραττομένων τὴν ἡδονὴν ποιοῦντες τὰ μὲν ἡδέα πράττουσι, τὰ δὲ λυπηρὰ ἀποστρέφονται. ἧττον δὲ τούτων οἱ ἀγαθοὶ ὅ τι πράξαιεν τῷ αἱροῦντι λόγῳ πειθόμενοι ἑτοιμότερον καὶ προθυμότερον πράττουσι, κἂν ἀηδῆ ὦσι ταῦτα ἃ δεῖ πράττειν.
20nἜτι δὲ χαλεπώτερον ἡδονῇ μάχεσθαι.
21 Ἡ ἐπιχείρησις φανερά. ὡς αἱ τέχναι περὶ τὰ χαλεπώτερα τῶν ἐν τῷ αὐτῷ ὑποκειμένων μᾶλλον ἐξετάζονται (ὅσα γὰρ δυσαρμοστότερα τῶν ξύλων, περὶ ταῦτα μᾶλλον ἡ τεκτονικὴ κρίνεται· τὸ γὰρ ἐν τούτοις εὖ βέλτιον καὶ τεχνικώτερον), καὶ ὅσα δυσιατότερα τῶν παθῶν ἡ ἰατρικὴ
25ἐπισκέψεται, οὕτω καὶ αἱ ἀρεταὶ περὶ τὰ χαλεπώτερα ἂν εἶεν, χαλεπώτερον δὲ καὶ δυσμαχώτερον πάθος ἡ ἡδονή· ὥστε περὶ ταύτην ἂν εὐλόγως τιθείημεν εἶναι τὴν ἀρετήν. οὗ γὰρ χαλεπώτερόν ἐστι κρατεῖν, ἐν τούτῳ μάλιστα ἀρετῆς χρεία, ἡδονῆς δὲ χαλεπώτερον κρατεῖν. ἄλλη αὕτη ἡ ἐπιχείρησις τῆς ἄνω· ἐκείνη μὲν γὰρ λέγει διὰ τὸ σύντροφον εἶναι τὴν ἡδονὴν ἡμῖν, διὰ
30τοῦτο δυσαπότριπτον αὐτὴν ὑπάρχειν τῷ ἔθει, αὕτη δὲ διὰ τὸ δύσμαχον εἶναι κατὰ τὴν ἰσχύν. τοῦ δὲ χαλεπὸν καὶ δύσμαχον εἶναι τὴν ἡδονὴν δεικτικῶς προσεχρήσατο τῷ ὑπὸ τοῦ Ἡρακλείτου εἰρημένῳ, ὃς λέγει
χαλεπώτερον εἶναι ἡδονῇ μάχεσθαι ἢ θυμῷ, ἐπεὶ καὶ οὗτος δυσμαχώτερος128

129

τότε, ἂν ἅμα ἡ ἡδονὴ γίνοιτο, ὡς αὐτὸς οὗτός φησιν ὁ Ἡράκλειτος, “ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο ἀνδρῶν ἐν στήθεσι ἀέξεται ἠύτε καπνός”. καὶ γὰρ τὸ εὖ βέλτιον ἐν τούτῳ, ἐν τῷ ἐν ἀρετῇ γίνεσθαι καὶ τέχνῃ ἢ ἀτέχνως καὶ χωρὶς ἀρετῆς· τελειότης γάρ ἐστιν ἔργων αὕτη,
5καὶ παντὸς οὗ ἐστιν ἡ ἀρετὴ τὸ εἶναι ἀκρότης.
6nΤοῦτο δ’ ἐστὶ τὸ κατὰ τὴν ἐν αὑτῷ γραμματικήν.
7 Τουτέστιν ἀπὸ τῆς οἰκείας τε καὶ ἐν αὐτῷ ἕξεως. τὰ δὲ κατὰ τὰς ἀρετὰς γινόμενα. οὐχ ὁμοίως ἔχειν φησὶν τὰ κατὰ τὰς τέχνας ταῖς ἀρεταῖς. ἐπὶ μὲν γὰρ τῶν κατὰ τέχνην γινομένων τὸ εὖ καὶ τεχνικῶς
10γεγονέναι τὰ ἔργα ἐν αὑτοῖς ἔχει, καὶ ἀπὸ τούτων, εἴτε κατὰ τέχνην γέγονεν εἴτε καὶ μή, ἡ κρίσις. 〈διὸ αὔταρκες τὸ ταῦτα ποιὰ εἶναι. ἐπὶ δὲ τῶν κατ’ ἀρετὴν γινομένων * ἀπὸ τῶν ἔργων ἡ κρίσις.〉 οὐδὲ γάρ, ἂν δίκαιον ᾖ τὸ γεγονός, ἤδη καὶ δικαίως αὐτὸ γεγονέναι ἀνάγκη, ἀλλὰ δεῖ πρὸς τὸ τὰ ἔργα εἶναι δίκαια καὶ τοῦ πράττοντος, πρῶτον μὲν εἰ εἰδότως
15ποιεῖ καὶ μὴ ἀπὸ τύχης, εἶτα οὕτω πως ἔχοντος πρὸς ταῦτα, τουτέστι προαιρουμένου καὶ μὴ διά τι ἔξωθεν προαιρουμένου ἀλλὰ δι’ αὐτά· πρὸς τούτοις αἱρουμένου αὐτὰ βεβαίως καὶ ἀμετακινήτως, ὅ ἐστιν ἀμετανοήτως, ὧν οὔτε ἡ προαίρεσις οὔτε τὸ βέβαιον καὶ ἀμετάβλητον πρὸς τὰς τέχνας συντελεῖ οὐδὲ διὰ τούτων πρὸς τὴν κρίσιν τοῦ κατὰ
20τέχνην τι γίνεσθαι, ἀλλ’ ἱκανὸν μὲν ἐπ’ αὐτῶν τὸ αὐτοὺς εἰδέναι μὴ ἀπὸ τύχης ἢ ἄλλου ὑποθεμένου. μικρὸν δὲ εἶπε τὸ εἰδέναι ἢ οὐδὲν συντελεῖν πρὸς ἀρετήν, ὅτι τὰ ἤθη τὴν πλείστην ἰσχὺν ἔχει ἐν τῇ κτήσει τῶν κατὰ τὰς ἀρετὰς ἕξεων καὶ πρὸς μὲν τὸ πράττειν τὰ κατ’ ἀρετὴν οὐδὲν ἐκ τοῦ καὶ τὴν αἰτίαν εἰδέναι καὶ τὴν ἀπόδειξιν αὐτῶν ἔχειν. οὐ μὴν παντά‐
25πασι τοῖς καλῶς εἰθισμένοις ἀσύμβολος ἡ γνῶσις αὐτῶν. λογικοῦ γὰρ τὸ τῶν πραττομένων ὑπ’ αὐτοῦ τὰς αἰτίας εἰδέναι καὶ ἀποδιδόναι δύνασθαι. Κοινότερον τέχνας τὰς ἕξεις ἐκάλεσεν, εἰπὼν πρὸς μὲν τὸ τὰς ἄλλας τέχνας ἔχειν οὐ συναριθμεῖται. οὐ γὰρ δὴ καὶ τὰς ἀρετὰς ἡγεῖται τέχνας, ὃ ἡ τοῦ ἄλλας δίδωσιν ἐννοεῖν λέξις. τὸ γὰρ ἄλλος ἐπὶ
30τῶν ὁμογενῶν λέγεται. ἀλλὰ καὶ ὁ οὕτω πράττων. τὸ γὰρ εἰδέναι τοὺς μὴ ἐθιζομένους καλῶς μηδὲ τὰς κατ’ ἀρετὴν ἐνεργείας ἐνεργοῦντας οὐδ’ ἐγγὺς γίνεσθαι τοῦ ἀγαθοὺς γενέσθαι. σφόδρα δὲ τοῦτο προτρεπτικῶς εἰπών, ἑξῆς καθήψατο τῶν ἐν τοῖς λόγοις περὶ τούτων γυμναζομένων,
ἀμελούντων δὲ τῶν ἔργων, ὡς ἐν τούτῳ τοῦ φιλοσοφεῖν κειμένου, τῷ129

130

εἰδέναι τίνα μέν ἐστι καλά, τίνα δὲ αἰσχρά, καὶ τίνα μὲν αἱρετά, τίνα δὲ φευκτά, καὶ ἐν τίνι τῇ δικαιοσύνῃ τὸ εἶναι, ἐν τίνι δὲ τῶν ἄλλων ἀρετῶν ἑκάστῃ. οὐ γὰρ εἰ ταῖς ἐπιστήμαις ὑπάρξει τὸ ἕξεσιν αὐταῖς εἶναι ἀμετακινήτοις ὑπὸ λόγου, ἀλλὰ καὶ ταῖς ἀρεταῖς τοῦτο ὑπάρχει, ἤδη καὶ
5αἱ ἀρεταὶ ἐπιστῆμαι. οὐ γὰρ ὁ ὁρισμὸς ἐκεῖνος τῆς ἐπιστήμης ἴδιος, ἐπεὶ καὶ 〈αἱ〉 κακίαι τοῦτο ἔχουσι καὶ τὰ δυσαπότριπτα πάθη τῆς ψυχῆς, ὡς μανίαι καὶ τὰ τοιαῦτα, καὶ τοῦ σώματος, ὡς φθόαι. αἱ γὰρ ἕξεις ἀμετα‐ κίνητοι ὑπὸ λόγου οὖσαι οὐκ ἤδη ἐπιστῆμαι. ἴδιον γὰρ ἐπιστήμης τὸ ἕξιν εἶναι ἀποδείξεως γνωστικήν. τοιαύτη δὲ οὖσα καὶ βέβαιός ἐστι, καὶ οὐκέτι
10τῶν ἀρετῶν ἡ δι’ ἀποδείξεως γνῶσις αἰτία. ἐναργεστάτῳ δὲ ὑποδείγματι τῶν καμνόντων ἐχρήσατο τῇ προκειμένῃ ὑποθέσει.
12nΜετὰ δὲ ταῦτα τί ἐστιν ἡ ἀρετὴ σκεπτέον.
13 Ἐπεὶ ὁ ὁριζόμενος πρῶτον λαμβάνει τὸ γένος τοῦ ὁριζομένου, ζητεῖ τί γένος χρὴ τῶν ἀρετῶν τίθεσθαι. καὶ ἐπεὶ αἱ τῆς ψυχῆς ἀρεταὶ ἐν
15ψυχῇ, λαμβάνει τίνα ἐστὶ τὰ ἐν τῇ ψυχῇ γινόμενα. ἐν γάρ τινι τούτων εἶεν ἂν καὶ αἱ ἀρεταί. 〈τὰ δὴ ἐν ψυχῇ γινόμενα τρία φησὶν εἶναι, πάθη δυνάμεις ἕξεις· εἴη δ’ ἂν λέγων τὴν ψυχὴν ταύτην, ἐν ᾗ αἱ ἠθικαὶ ἀρεταί〉. αὕτη δέ ἐστιν ἄλογος, ἐπιπειθὴς δὲ λόγῳ, ὁποία ἐστὶν ἡ ὀρεκτική. ἐν γὰρ ταύτῃ ταῦτα, ὧν μνημονεύει. τὸ μὲν οὖν πάθος ἐστὶ κίνησις τῆς ὀρεκτικῆς
20δυνάμεως αἰσθητὴ ἐπὶ φαντασίᾳ ἀγαθοῦ ἢ κακοῦ. αὐτὸς δὲ ἐναργῶς ἐδή‐ λωσεν, ὅτι ποτέ ἐστι τὸ πάθος τῇ τε παθῶν τινων παραθέσει καὶ τῷ ἐπενεγκεῖν τὸ ὅλως οἷς ἕπεται ἡδονὴ καὶ λύπη. εἶπε γὰρ καὶ πρὸ ὀλίγου καὶ τοῖς πάθεσι καὶ ταῖς πράξεσιν ἡδονὴν καὶ λύπην ἕπεσθαι. καὶ ταῖς ὀρέξεσιν δ’ ἕπεται ἡδονὴ καὶ λύπη, καθόσον μετὰ πάθους γίνονται.
25ἀρχαὶ γὰρ τῶν πράξεων τὰ πάθη. δυνάμεις δέ φησι, καθ’ ἃς παθητικοὶ τούτων λεγόμεθα, τουτέστι καθ’ ἃς ἐπιδεκτικοὶ τῶν παθῶν ἐσμεν (ἀπα‐ θεῖς γὰρ ἂν ἦμεν, εἰ μὴ δύναμιν εἴχομεν τοῦ δέχεσθαι τὰ πάθη), ἕξεις δέ, καθ’ ἃς πρὸς τὰ πάθη ἔχομεν ἢ εὖ ἢ κακῶς· εὖ μέν, εἰ μέσως ἔχοιμεν πρὸς ταῦτα, ὅπερ ἐστὶν ἀρετῆς, κακῶς δέ, εἰ ὑπερβάλλοιμεν περὶ αὐτὰ ἢ
30ἐλλείποιμεν, ὃ καὶ κακίας ἴδιον εἶπε. τὰ μὲν οὖν ἐν ψυχῇ γινόμενα τοῖς προειρημένοις ἔστιν τρισὶν ἐπαγαγεῖν. εἰπὼν δὲ τὰ καθόλου καὶ κοινὰ μετὰ ταῦτα ἀπ’ αὐτῶν ἔλαβε ταῦτα ἅ ἐστιν αὐτῷ πρὸς τὰ προκείμενα χρήσιμα, ἀφ’ ἑκάστου χωρίσας. θεὶς δὲ ταῦτα τῶν ἐν τῇ ψυχῇ γινομένων,
ἐν τίνι τούτων τὰς ἀρετὰς εἶναι δεῖ ζητεῖ καὶ διὰ πλειόνων ἀποδείξας ἐν130

131

μηδετέρῳ τῶν λοιπῶν ἢ ἐν τῇ ἕξει αὐτὰς εἶναι, 〈ἕξεις αὐτὰσ〉 ἀπεφήνατο τῷ γένει, καὶ ἕξεις βελτίστας διὰ τῶν ἑξῆς ἀποδίδωσι.
3nἈλλὰ διακεῖσθαί πως.
4Κατὰ γάρ τινας 〈αἱ〉 ἀρεταὶ ἀπάθειαί τινές εἰσι καὶ ἠρεμίαι. ἀγαθοὶ
5δὲ ἢ κακοὶ οὐ γινόμεθα φύσει, προαιρέσει δέ. οὐδὲν γὰρ 〈τῶν〉 φύσει ἄλλως ἐθίζεται, διὸ οὔτε φύσει οὔτε παρὰ φύσιν ἐγγίνονται, ἀλλ’ ἐξ ἔθους ἡμῖν περιγίνονται. δεῖ δὲ μὴ μόνον οὕτως εἰπεῖν ὅτι ἕξεις. ὁρίσας ὅτι ἕξις τὸ γένος τῆς ἀρετῆς, προστίθησι καὶ τὰς εἰδοποιοὺς διαφοράς. ἀλλὰ πρῶτον κοινότερον ἀρετῆς ἀποδίδωσι λόγον, ὅτι πᾶσα ἀρετ, οὗ ἂν ᾖ ἀρετ,
10εὖ τὸ οἰκεῖον ἔργον ἀποτελεῖ, εἶτα κατὰ τὸν λόγον τοῦτον καὶ τὴν ἰδιάζουσαν τοῦ ἀνθρώπου ἀρετὴν ἀποδίδωσιν, ὃ καὶ προηγούμενος αὐτῷ σκοπός.
12nἘν παντὶ δὴ συνεχεῖ καὶ διαιρετ.
13 Δείξας τὰς ἀρετὰς μεσότητας καὶ διὰ τῶν προειλημμένων, βούλεται καὶ διὰ τοῦ παρόντος τοῦτο κατασκευάσαι. φησὶ τοίνυν, ὅτι τὸ διαιρούμενον
15διττόν, συνεχὲς καὶ διωρισμένον. ἐν ἅπαντι τοίνυν τούτῳ ἔστι τι πλέον καὶ ἔλαττον. εἰ δὲ ταῦτά ἐστι, καὶ τὸ ἴσον. καὶ τοῦτο μὲν φανερόν. λαβὼν δὲ ταῦτα μετέλαβεν αὐτά, τὸ μὲν ἴσον εἰς τὸ μέσον, τὸ δὲ πλεῖον καὶ ἔλαττον εἰς ὑπερβολὴν καὶ ἔλλειψιν, προκατασκευάζων διὰ τῶν ὀνομάτων ὃ βούλεται δεῖξαι. τὸ δὲ κεφάλαιον τοῦ λεγομένου, ἔστιν ἐν παντὶ διαι‐
20ρετῷ καὶ πλέον καὶ ἔλαττον καὶ ἴσον λαβεῖν. διαιρετὰ δὲ καὶ τὰ πάθη καὶ αἱ πράξεις· καὶ ἐν τούτοις ἄρα ἐφ’ οἷς λαβὼν τὸ τὰς ἐπιστήμας τοῦ μέσου τοῦ κατ’ αὐτὸν στοχάζεσθαι, καὶ φεύγειν τάς τε ὑπερβολὰς καὶ τὰς ἐνδείας. λαβὼν δὲ καὶ τὸ τὴν ἀρετὴν πάσης ἀκριβεστέραν ἐπιστήμης εἶναι, αἰνίττεται διὰ τούτων, ὅτι καὶ ἡ ἀρετὴ τοῦ μέσου τοῦ ἐν ταῖς πράξεσίν
25ἐστι στοχαστικὴ καὶ τοῦ ἐν τοῖς πάθεσι, διὸ καὶ μεσότης. πῶς δέ, εἰ ἐν διαιρετῷ καὶ συνεχεῖ ἐστιν, οὕτω ταῦτα ἔστι λαβεῖν; ἤδη καὶ ἐν πάθει καὶ ἐν πράξει, περὶ ἃ κεῖται ἡ ἠθικὴ ἀρετή. οὔτε γὰρ πάθη οὔτε πράξεις ποσά. ποιότητες μὲν γὰρ τὰ πάθη, αἱ δὲ πράξεις ὑπὸ τὸ ποιὸν ἂν εἶεν. ἔτι ἡ ἡδονὴ πρὸς τὸ μὴ εἶναι ποσὸν καὶ ἀχρόνως κατ’ αὐτῶν γίνεται,
30ὥσπερ τὸ ὁρᾶν. ἢ ἡ μὲν ἡδονὴ οὐκ ἐν χρόνῳ, ὅτι οὐ συμπληροῦται αὐτῆς
τὸ εἶναι ἐν χρόνῳ, ἀλλ’ ἔστιν ὅλη καὶ τελεία ἐν ὁτῳοῦν μορίῳ τοῦ131

132

ληφθέντος χρόνου. τῷ μέντοι εἶναι τελειότης καὶ τέλος ἐνεργείας τῆς κατὰ φύσιν ἀκολουθούσης εἴη ἂν ταύτῃ οὐκ ἄνευ χρόνου. ἔτι πρόδηλον, ὅτι πάσῃ πράξει παρακολουθεῖ χρόνος. οὐκ ἔλαττον δὲ περὶ πράξεις ἢ πάθη ἡ ἀρετή. καθὸ οὖν ἐν χρόνῳ, ὁ δὲ χρόνος ἐν συνεχεῖ καὶ διαιρετῷ,
5κατὰ τοῦτο καὶ αὐτὴ τὴν διαίρεσιν λήψεται. ἔτι εἰπὼν ὅτι κατὰ τὰ πάθη κινούμεθα, ἡ δὲ κίνησις διαιρετή (ἐν χρόνῳ γάρ), εἴη ἂν κατὰ τὴν κίνησιν τὴν ὑπ’ αὐτῶν καὶ αὐτὰ διαιρούμενα, κινούμεθα δὲ κατὰ τὰ πάθη καὶ σφόδρα καὶ ἠρέμα. ἀλλὰ μὴν καὶ αἱ πράξεις κινήσεις τινὲς ἢ διὰ κινήσεως. ἐπεὶ οὖν αἱ ἠθικαὶ ἀρεταὶ πράξεις καὶ πάθη, ταῦτα δὲ μετὰ κινήσεως
10καὶ ἐν χρόνῳ, οὗτος δὲ ποσὸν καὶ διαιρετόν· ὡσαύτως δὲ καὶ ἡ κίνησις ἐν αὐτῷ. ἐν δὲ τούτῳ ἔστι λαβεῖν τὸ πλέον καὶ ἧττον καὶ ἴσον. εἴη ἂν οὖν καὶ ἐν ταῖς πράξεσιν καὶ τοῖς πάθεσιν ἡ προειρημένη διαίρεσις.
13nΜίλωνι μὲν γὰρ ὀλίγον.
14Μίλωνα τοῦτόν φησι τὸν Κροτωνιάτην ἀθλητήν, ὃς τοσοῦτον ἀλκῇ τῶν
15ἁπάντων διέφερεν, ὥστε ταῦρον μὲν τοῖς ὤμοις βαστάσας τὸ στάδιον διῆλθεν, οἰκίας δὲ καθ’ ἣν τοῖς ἑταίροις συνερχόμενος ὡμίλει Πυθαγόρειος ὤν, μέρος τι πεπονηκυίας καὶ μόνον οὐ καταπεσεῖσθαι τοῖς ἔνδον ἐπαπειλούσης αὐτὸς ὑποβὰς τὸ σαθρὸν καὶ ὑπερείσας διέσωσεν πάντας ὑπεξαγαγών. φασὶ δέ τινες αὐτὸν καὶ κορμῷ μεγάλῳ κατά τινα ὕλην βαδίζοντα καὶ
20μικρὸν τῆς ὁδοῦ παρατραπέντα περιτυχεῖν, τὸν δὲ εἶναι ὑπό τινων πειρω‐ μένων σχίσαι κατεσφηνωμένον τὸν δὴ Μίλωνα τούτῳ περιτυχόντα, βιάζεσθαι χερσὶ καὶ ποσὶ πρὸς τὴν διάστασιν καὶ πλέον μὲν οὐδὲν ἀνῦσαι, πλὴν ὅτι τῶν σφηνῶν ἐκπεπτωκότων εἶτα τῶν μερῶν συμπεσόντων ἀλλή‐ λοις (ἤδη γὰρ ἐκεκμήκει τῇ βίᾳ αὐτοῦ), τοῦτον ὡς ἑτοίμῃ παγίδι περιχε‐
25θέντα θηρίων δεῖπνον ὑπάρξαι.
26nΕἰ δὴ πᾶσα ἐπιστήμη.
27 Ἐπιχείρησις ἀπὸ τοῦ ἥττονος. οἷον εἰ γὰρ ἡ τέχνη ἥττων οὖσα κατὰ τοῦτο μὲν τὸ ἑαυτῆς ἔργον εὖ ἐπιτελεῖ, πολλῷ μᾶλλον ἡ ἀρετή. λέγω δὲ τὴν ἠθικήν. τοῦτο πάνυ ἀκριβῶς προσέθετο διὰ τὰς θεωρη‐
30τικάς, αἳ οὐ τῷ μέσῳ χαρακτηρίζονται, τῷ ὑπερβάλλοντι δέ, ὡς ἐπὶ τῆς
κατὰ 〈τὰ〉 μαθήματα ἐντρεχείας καὶ ὀξύτητος. ἔτι τὸ μὲν ἁμαρτάνειν132

133

πολλαχῶς ἔστι. οἱ Πυθαγόρειοι ἐν τῇ τῶν κακῶν μὲν συστοιχίᾳ τὰ πολλὰ καὶ τὸ ἄπειρον ἔταττον, ἐν δὲ τῇ τῶν ἀγαθῶν τὸ ἓν καὶ τὸ πεπερασμένον. εἰπὼν δὲ τὸ γὰρ κακὸν τοῦ ἀπείρου ὡς οἱ Πυθαγό‐ ρειοι εἴκαζον, προσέθηκε τὸ δ’ ἀγαθὸν τοῦ πεπερασμένου, ὡς
5καὶ τούτου ὑπ’ ἐκείνων λεγομένου. εἶτα οὕτως ἀνταποδέδωκε πρὸς τὸ προειρημένον, ἔτι τὸ μὲν ἁμαρτάνειν πολλαχῶς ἔστι, τὸ δὲ κατορ‐ θοῦν μοναχῶς, καὶ ἔστι τὸ μὲν ῥᾴδιον, τὸ δὲ χαλεπόν. ἔστιν ἄρα ἡ ἀρετὴ ἕξις προαιρετικ. ἕξις μὲν ἡ ἀρετή· τοῦτο γὰρ ἐδείχθη τῶν ἐν τῇ ψυχῇ ἓν οὖσα· προαιρετικὴ δὲ διὰ τὰς ἐπιστήμας, αἳ καὶ αὐταὶ
10ἕξεις οὖσαι, οὐδὲν τὴν προαίρεσιν αἰτιῶνται. τὸ δὲ ἐν μεσότητι προσκεί‐ μενον ἅμα μὲν δεικτικόν ἐστι τοῦ κατὰ τί μεσότης, ἅμα δὲ καὶ χωρίζει αὐτὴν ἀπό τινων μὲν εἰρημένων παθῶν, ἃ ἔστι μὲν ἐν μεσότητι, οὐ μὴν δύο κακιῶν. ἡ γὰρ αἰδὼς καὶ ὅσα τοιαῦτα πάθη, ὡς καὶ αὐτὸς δείξει, ἐπαινετὰ μὲν καὶ ἐν μεσότητι, οὔτε δὲ ἀρεταὶ οὔτε μέσαι κακιῶν. τὸ δὲ
15τῇ πρὸς ἡμᾶς μεσότητι προσκείμενον τῆς κατὰ τὸ πρᾶγμα μεσότητος ἀφίστησι. προστεθὲν δὲ ἐπὶ πᾶσι τὸ ὡρισμένον λόγῳ τῶν τε κακιῶν ὑπερόριον ταύτην ἀπέφηνεν, ἐπεὶ κἀκεῖναι μὲν τῆς προαιρέσεως ἤρτυνται, οὐ μέντοι καὶ τῷ ὀρθῷ ὡρισμέναι λόγῳ μετὰ τοῦ ἐν μεσότητι εἶναι. καὶ τὸ τέλειον τῷ ὁρισμῷ περιεποιήσατο.
20nΔιὸ κατὰ μὲν τὴν οὐσίαν καὶ τὸν λόγον.
21 Ἡ οὐσία τῆς ἀρετῆς ἐν μεσότητί ἐστι τῆς ἐν τῷ εὖ ἀκρότητος, 〈ἡ δὲ μεσότης αὕτη αἰτία καὶ τῆς ἐν τῷ εὖ ἀκρότητοσ〉· ἐπιγίνεται γὰρ τὸ εὖ ταύτῃ· καὶ εἴη ἂν ὥσπερ συμπέρασμα τῆς ἀρίστης αἰτίας τιθέμενον ὁ τοιοῦτος λόγος, οἷον ἡ τῆς ἀρετῆς ἕξις, ἐν ἀκρότητι τῇ κατὰ τὸ εὖ. ὁ
25δὲ πρῶτος ῥηθεὶς ἔχει καὶ τὴν αἰτίαν περιειλημμένην τῷ λόγῳ καὶ δι’ ἣν αἰτίαν περιγίνεται αὐτῇ ἡ ἐν τῷ εὖ ἀκρότης, ὃς εἴη ἂν ἕξις προαιρετικὴ τῆς περὶ τὰ πάθη καὶ τὰς πράξεις μεσότητος, τῆς ὡρισμένης τῷ ὀρθῷ λόγῳ, τῆς κατὰ τὸ εὖ ἀκρότητος. οἱ δὲ ἀποροῦντες πρὸς τὸ τὰς ἀρετὰς μεσότητας εἶναι 〈καὶ〉 λέγοντες, εἰ μήτε ἡ ὑπερβολὴ μήθ’ ἡ ἔλλειψις ἐν
30τοῖς πάθεσι καὶ ταῖς πράξεσιν ὥρισται (τῶν δὲ μὴ ὡρισμένων οὐχ οἷόν τε λαβεῖν τὸ μέσον οὐδὲ ὁρίσαι), οὐκ ἂν εἴη ἡ ἀρετὴ μεσότης ὑπερβολῆς καὶ ἐλλείψεως 〈τῆς ἐν πάθεσι καὶ πράξεσιν, οὔτε γὰρ ἐπὶ τῆς θρασύτητος ὥρισται μέχρι πόσου εἶναι ἡ θρασύτης, ὁμοίως οὐδὲ μέχρι πόσου ἡ δειλία, οὔτε ἐπὶ τῶν ἄλλων ὑπερβολῶν τε καὶ ἐλλείψεων〉, οὗτοι δὴ οὐκ εὖ
35ἀντιλέγοιεν· οὐδὲ γὰρ τὸ κατὰ τὸ πρᾶγμα μέσον ἐστί, περὶ ὃ ἡ ἀρετή,133

134

ὃ τὸ ἴσον τῶν περάτων ἀπέχειν οὐκ ἂν εἴη, εἰ μὴ τὰ πέρατα εἴη ὡρισμένα, ἀλλ’ ἔστι περὶ τὸ πρὸς ἡμᾶς μέσον καὶ πρὸς ἡμᾶς σύμμετρον καὶ μήτε ὑπερβάλλον μήτε ἐνδέον, ὥστε εἰ τὸ πρὸς ἡμᾶς ὑπερβάλλον καὶ ἐνδέον μὴ ἔστιν ἀνεύρετον, οὐδ’ ἂν τὸ μέσον αὐτῶν ἄληπτον ἂν εἴη. ἔτι ἡ ἀρετὴ
5μεσότης λέγεται δύο κακιῶν, οὐ τῶν κατὰ τὰς κακίας περάτων. οὐκ ἂν οὖν χώραν ἕξει λέγειν εἰ μὴ γνώριμός ἐστιν ὁ ἐν ὑπερβολῇ κακὸς καὶ ὁ ἐν ἐλλείψει. καὶ μὴ ὄντος ὡρισμένου τοῦ μέχρι πόσου, οὐδὲ τὸ μέσον τούτων εἴη ληφθῆναι δυνατόν. οὐ γὰρ εἶναι ἡ θρασύτης, ὁμοίως οὐδὲ μέχρι πόσου ἡ δειλία. οὔτε ἐπὶ τῶν περάτων τὸ μέσον ἡ ἀρετὴ ζητεῖ,
10ἀλλὰ τῶν ἐκτροπῶν 〈τῶν〉 ἐπὶ τὰ πέρατα, τὸ δὲ μέσον τῶν ἐν αὐτῇ οὐ κατὰ μῖξιν λέγεται τῶν ἄκρων ὡς τὸ φαιόν. οὐ γὰρ πάντα τὰ μέσα τινῶν ἐν μίξει τῶν ὧν ἐστι μέσα τὸ εἶναι ἔχει. ἐπί τε γὰρ τῶν τεχνῶν τὸ μέσον τε καὶ εὖ οὐ μίξει τῶν ἄκρων ἀλλ’ ἀφαιρέσει τε καὶ προσθέσει. οὕτω δὲ ἔχει καὶ ἐπὶ τῶν ἀρετῶν· ἔτι τὸ μεταξὺ τῶν ἀγαθῶν καὶ τῶν
15κακῶν οὐκ ἐκ μίξεως ἀγαθοῦ τε καὶ τοῦ κακοῦ· ἀλλ’ οὐδὲ ὁ προκόπτων ἐκ μίξεως τοῦ σπουδαίου τε καὶ φαύλου, οὗτος μέσος τινῶν ἐκ μίξεως ἐκείνων· ἀλλ’ οὐδὲ ὁ ἓξ ἀριθμὸς μῖξις ἐστὶ τῶν δέκα καὶ δύο καὶ διὰ τοῦτο μέσος ἐστὶν αὐτῶν· ἀλλ’ οὐδὲ ἐν τοῖς συνεχέσι τὸ μέσον μίξει τῶν ἄκρων· ἀλλ’ οὐδὲ τοῦ κύκλου τὸ κέντρον ἐκ μίξεως τῆς περιφερείας ἐστὶν
20αὐτῆς μέσον. ἔνια γὰρ μέσα οὐ μίξει τινῶν ἐστι μέσα, ἀλλ’ ἐκ ποσότητος αὐτῶν λέγεται. ἄλλον γὰρ τρόπον ἐπὶ τούτων τὸ μέσον.
22nὭσπερ δὲ σωφροσύνης καὶ ἀνδρίας.
23 Ἀνδρίας καὶ σωφροσύνης πρῶτον μνημονεύει ὅτι ἀναγκαιότατα καὶ φυσικὰ πάθη, περὶ ἃ αἱ ἀρεταὶ αὗται, καὶ μάλιστα δεόμεναι βοηθείας,
25ἐπεὶ καὶ ἐπὶ πλεῖστον αὐτοῖς χρώμεθα. οἱ μὲν καθόλου κοινότεροί εἰσιν. ἐν μὲν ταῖς ἐπιστήμαις οὐκ ἐκ τῶν καθ’ ἕκαστον ἡ πίστις· αἱ γὰρ ἀποδείξεις διὰ τοῦ καθόλου καὶ δι’ αὐτῶν τὰ ὑπὸ τὸ καθόλου δείκνυται καὶ πίστιν λαμβάνει. τὸ γὰρ σκαληνὸν δυσὶν ὀρθαῖς ἔχει τὰς τρεῖς γωνίας ἴσας, ὅτι καὶ πᾶν τρίγωνον. διὸ οὐ κενὸν ἐν ἐκείνοις τὸ καθόλου καθ’
30αὑτὸ καὶ χωρὶς τῶν καθ’ ἕκαστα λαμβάνειν. ἐπὶ δὲ τῶν πρακτῶν τὸ πιστὸν τῶν περὶ αὐτῶν λόγων ἐκ τῶν καθ’ ἕκαστα· περὶ γὰρ ταῦτα καὶ ἐν τούτοις αἱ πράξεις. ὅτι γὰρ ὁ ἐλλέβορος καθαίρει οὐ πιστόν, ἂν μὴ
τοῖς καθ’ ἕκαστα ἐφαρμόζοι. οὐδὲ γὰρ τὸ θερμὸν χαλᾷ ἢ τὸ ψυχρὸν134

135

πυκνοῖ. ἐκ γὰρ τῶν καθ’ ἕκαστα καθαιρομένων ὑπὸ τοῦ ἐλλεβόρου ἡ πίστις τοῦ πάντα ἐλλέβορον καθαίρειν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν πρακτῶν καὶ αἱρετῶν τὰ λεγόμενα ταῖς αἱρέσεσιν ἐφαρμόζειν δεῖ. ἂν δὲ λέγῃ μέν τις ἀδιάφορον τὴν ὑγείαν, μηκέτι δὲ καὶ ἐν τῇ περὶ αὐτὴν κρίσει τε καὶ σπουδῇ
5τὸ ἀδιάφορον φυλάττῃ, κενὸς ὁ λόγος ὁ καθόλου. καὶ ὁ λέγων δὲ ταῦτα ἀδιάφορα μὲν εἶναι, ἀλλὰ τῷ σοφῷ, μηδένα δὲ συγχωρῶν τῶν κατ’ αὐτὸν εἶναι σοφόν, ὁμολογεῖ τὸ μὴ δύνασθαι τὰ λεγόμενα ὑπ’ αὐτοῦ τοῖς πρακτοῖς καὶ ταῖς αἱρέσεσιν ἐφαρμόζειν.
9nΛηπτέον οὖν ταῦτα ἐκ τῆς διαγραφῆς.
10 Διάγραμμά τι βούλεται ὑποτετάχθαι ἔχον τὰ πάθη τὰ τῶν ἀρετῶν ὑποκείμενα καὶ τὴν ἀρετὴν καθ’ ἕκαστον αὐτῶν τὴν οἰκείαν καὶ τὰς κακίας, τήν τε ὑπερβολὴν καὶ τὴν ἔνδειαν· ᾧ διαγράμματι ἐφαρμόσει τὰ ἑξῆς τιθέμενα, δι’ ὧν δείκνυσιν ὅτι μεσότητες αἱ ἀρεταί, καὶ τὸν ἀποδιδό‐ μενον τῆς ἀρετῆς λόγον ὅτι ἐφαρμόζει ἑκάστῃ τῶν ἀρετῶν φανερὸν ποιήσει.
15διὸ αὐτὸ μόνον παρατίθεται εἰς πίστιν τούτων καὶ δείξας πῶς αἱ ἀρεταὶ ἐν μεσότητι, αἱ δὲ κακίαι ἐν ὑπερβολῇ καὶ ἐλλείψει. ὅσα γὰρ ἐπεξεργασίας δεῖται ἐπαναλαβὼν τὸν περὶ αὐτῶν λόγον ἐν τοῖς ἑπομένοις ἐρεῖ. περὶ μὲν οὖν φόβους καὶ θάρρη. περὶ φόβους καὶ θάρρη ἀρετὴν μὲν τίθεται τὴν ἀνδρίαν, τοῦ μέσου τοῦ ἐν τοῖς πάθεσι τούτοις οὖσαν προαιρετικήν τε
20καὶ πρακτικήν, κακίας δὲ τὸν μὲν ἀπὸ τῆς ἀφοβίας ὑπερβάλλοντα ἀνώνυμόν τινα λέγει (πολλὰ γὰρ εἶναι τῶν τοιούτων ἀνώνυμα), εἴη δ’ ἄν, φησίν, ἄφοβός τις ὁ τοιοῦτος ἀλλ’ οὐχ ὡς δεῖ (λέγεται γὰρ καὶ ὁ ἀνδρεῖος ἄφοβος, ὅτι οὐ φοβεῖται ἃ μὴ δεῖ), τὸν δὲ ἐν τῷ θαρρεῖν ὑπερβάλλοντα θρασύν. συνεμπίπτειν δὲ ἔοικε τῷ αὐτῷ ἡ καθ’ ἑκάτερον ὑπερβολὴ ὡς
25ἐπὶ τὸ πλεῖστον παρακολουθεῖν. διὸ θρασεῖς ἐν τῇ συνηθείᾳ οἱ καθ’ ἑκάτερα τὰ προειρημένα ὑπερβάλλοντες πάθη. πρόσεστι δὲ τῇ θρασύτητι πρὸς τῷ ἀφόβως τὸ καὶ ἀλόγως ἰτητικὸν πρὸς τὰ δεινά. ὁ δὲ ἐν μὲν τῷ φοβεῖσθαι ὑπερβάλλων, ὃς εἴη ἂν 〈ἐν〉 ἐναντίῳ πάθει τῷ κατὰ τὴν ἀφοβίαν ὑπερβάλλοντι, ἐλλείπων δὲ τῷ θαρρεῖν, δειλός. ἐπὶ μὲν τοῦ δειλοῦ ἀντι‐
30στρέφει· καὶ γὰρ ὁ ὑπερβάλλων ἐν τῷ φοβεῖσθαι πάντως ἐλλείπει κατὰ τὸ θαρρεῖν, καὶ ὁ ἐλλείπων περὶ τὸ θαρρεῖν ὑπερβάλλει ἐν τῷ φοβεῖσθαι. διὸ καὶ μία ἡ ἐξ αὐτῶν κακία. ἐπὶ δὲ τοῦ θρασέος οὐχ οὕτω· καὶ γὰρ ὁ μὲν ὑπερβάλλων ἐν τῷ θαρρεῖν ἄφοβος, οὐκέτι δὲ καὶ ὁ ἄφοβος θρασύς. τούτῳ γὰρ καὶ ὁ ἀνδρεῖος χαρακτηρίζεται. τίς οὖν ἡ διαφορά; ὅτι τῷ
35μὲν ἄλογον τὸ θαρρεῖν, τῷ δὲ μετὰ λόγου.135

136

(1n)

Καὶ περὶ τὰς λύπας μεσότης μὲν σωφροσύνη.
2 Τὴν σωφροσύνην περὶ ἡδονὰς καὶ λύπας μεσότητα λέγει, οὐ μὴν πάσας τὰς ἡδονάς. ἧττον δὲ περὶ λύπας ἢ ἡδονάς. μᾶλλον γὰρ ἡ ἡδονὴ εἰδο‐ ποιεῖ τήν τε σωφροσύνην καὶ τὰς ἐναντίας αὐτῇ κακίας τῆς λύπης. εἰπὼν
5δὲ νῦν ὅτι μὴ περὶ πάσας τὰς ἡδονάς ἐστιν ἡ σωφροσύνη μεσότης, ὅτε προηγουμένως περὶ σωφροσύνης λέγει, τότε ἐρεῖ ὅτι περὶ τὰς σωματικὰς ἡδονάς ἐστι καὶ τούτων τὰς περὶ ἁφὴν μάλιστα. ἀλλὰ καὶ διότι ἧττον περὶ λύπας ἐστὶν ἢ περὶ ἡδονάς· καθ’ ὅσον γὰρ οὐ λυπεῖται ἐπὶ τῇ τῶν ἡδονῶν ἀπουσίᾳ, κατὰ τοσοῦτον καὶ περὶ λύπας εἶναι λέγεται. τὴν ὑπερ‐
10βολὴν δὲ τὴν περὶ τὰς ἡδονὰς ταύτας ἀκολασίαν λέγει. οὐ πάνυ δὲ περὶ τὰς ἡδονὰς ἐλλείποντας γίνεσθαί φησι. διὸ οὐδὲ ὀνόματος ἡ κακία αὕτη τετύχηκεν οὐδὲ ὁ ἔχων αὐτήν· αὐτὸς δὲ ἀναίσθητον αὐτὸν λέγει· οὐκ ἂν δὲ εἴη κύριον ὄνομα τοῦ ἐναντίου κακοῦ τῷ ἀκολάστῳ. δεῖ γὰρ αὐτὸν ὡς κατὰ τὴν ἡδονὴν ἐλλείπει οὕτως ὑπερβάλλειν κατὰ τὸ λυπεῖσθαι·
15τοῦτο δὲ οὐκ ἀναισθήτου.
16nἜστι δὲ καὶ περὶ ὀργὴν ὑπερβολὴ καὶ ἔλλειψις καὶ
17nμεσότης.
18 Μετὰ τὴν μεγαλοψυχίαν περὶ πραότητος διαλέγεται, ὡς καὶ αὐτῆς περὶ τιμὴν οὔσης. κολάζει γὰρ τὸν θυμὸν ἡ πραότης· κολάζει δὲ δι’
20ἀτιμίας· εἰ δὲ τοῦτο, εὐλόγως μετὰ τὴν μεγαλοψυχίαν ἐτέθη, ἀλλ’ οὐχὶ μετὰ τὴν ἀνδρίαν. καὶ [ἡ] περὶ τὸν θυμὸν καὶ αὕτη ὥσπερ ἡ ἀνδρία, ἢ οὐ περὶ τὸν θυμὸν ἀδεκάστως εἰπεῖν ἡ ἀνδρία, ἐπεὶ οὕτως ἂν ὁ ὀργίλος ἀνδρεῖος ἢ θρασὺς ἦν· ἀλλ’ οὐχ οὕτως ἔχει. μάλιστα γὰρ οἱ δειλοὶ ὀργίλοι τῷ μικρόψυχοι εἶναι. ἄλλως τε 〈καὶ〉 εἰ θυμῷ ὁ ἀνδρεῖος ἀνδρεῖος, ὁ δὲ
25θυμὸς ὄρεξις ἀντιλυπήσεως, οὐκέτι καθ’ αὑτὴν ἡ ἀνδρία οὐδὲ δι’ ἑαυτὴν ἀρετὴ ἀλλὰ διά τι ἄλλο. τὸ μέσον πρᾷον λέγοντες· οὐχ ὡς αὐτοῦ τὸ τῆς πραότητος ὄνομα καινοτομήσαντος τοῦτο εἶπεν. εὕρηται γὰρ καὶ παρὰ Πλάτωνι καὶ ἄλλοις παλαιοτέροις, ἀλλ’ ἐφ’ ἑτέρων κείμενον σημαινομένων αὐτὸς ἐπὶ τῆς νῦν ἤνεγκε διαθέσεως. κεῖται γὰρ ἡ πραότης ἐπὶ τοῦ ἡσύχου
30καὶ ἀεὶ τῷ ἡσύχῳ 〈ὁ〉 πρᾷος παράκειται. ὡσαύτως καὶ ὁ ὀργίλος ἐπὶ τοῦ φυσικοῦ κειμένου τοῦ ὀνόματος, αὐτὸς ἐπὶ τῆς ὑπερβολῆς τοῦτο τάξας δοκεῖ καινοτομεῖν. τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τῆς ἐλλείψεως τοῦ
ἀοργήτου φαμέν. μόνη δὲ ἡ ἀοργησία κεκαινοτόμηται Ἀριστοτέλει.136

137

(1n)

Εἰσὶ δὲ καὶ ἄλλαι τρεῖς μεσότητες.
2 Τρεῖς μεσότητές εἰσιν, οἷον ἀλήθεια φιλία εὐτραπελία, ἀρεταὶ οὖσαι περὶ οἰκεῖά τινα. ἀλλ’ ἐπὶ μὲν τῶν ἔργων ἡ ἀνισότης φανερά. ὁ γὰρ οὔτε ἐπὶ τὸ μεῖζον οὔτε ἐπὶ τὸ ἔλαττον ἐξαίρων τὰ αὑτοῦ ἢ συστέλλων
5μέσος. πῶς δ’ ἂν ἔτι ἐπὶ τοῦ † τὰ αὐτὰ λόγῳ ἀληθοῦς ὁ τὸ μέσον αἱρού‐ μενος ἐπαινετὸς εἴη. δῆλον γὰρ ὅτι πανταχοῦ καὶ ἀεὶ τὸ ἀληθεύειν αἱρετὸν ἀλλ’ οὐ μέσως. ἢ ἔστιν ὅπου δεῖ καὶ τῷ ψεύδει χρῆσθαι ὡς ἐν φαρμάκου εἴδει, καθὰ καὶ Πλάτων φησίν; ἀλλὰ καὶ τὸ κηρύττειν περὶ ἐνίων καὶ ὅτε οὐ δεῖ καὶ πρὸς οὓς οὐ δεῖ, εἰ καὶ ἀληθῆ εἴη, ἄτοπον. ὁ δὴ κατὰ
10ταῦτα πλεονάζων εἴη ἂν κακός τε καὶ ἀλαζών, καὶ εἴη ἂν καὶ τοῦτο τῆς ἀλαζονείας, οὐ μόνον τὸ ψεύδεσθαι ἐπὶ τὸ μεῖζον ἢ οὐδὲ λέγειν περὶ τὸ ἀληθείας μέσον καὶ μέσως ἀληθῆ, ἀλλὰ καὶ † τὸν περὶ τὸ ἀληθὲς τὴν ἀρετὴν καὶ τὴν μέσην ἕξιν ἔχοντα, ὃς εἴη ἂν ὁ ἀληθὴς καὶ μὴ διαστρέφων αὐτὸ τῇ ὑπερβολῇ ἢ τῇ ἐνδείᾳ, ὁ δὲ τὸ μέσον καὶ κατὰ καιρόν τε καὶ
15πρὸς οὓς δεῖ καὶ περὶ ὧν δεῖ τἀληθῆ λέγων εἴη ἂν ὁ ἀληθής. ἢ ἀληθὴς μὲν καὶ ὁ ἐν μεσότητι τὰ προσόντα αὐτῷ προσεῖναι λέγων, 〈ὑπερβάλλων δὲ καὶ οὐκέτι ἀληθεύων ἀλλὰ ψευδόμενος καὶ τὰ μὴ προσόντα προσεῖναι λέγων〉 ἀλαζὼν ὤν· ἐν προσποιήσει γὰρ ἀληθείας οὗτος, οὐκ ἐν ἀληθείᾳ· εἴρων δὲ ὁ ἐπὶ τὸ ἔλαττον ψευδόμενος. ὡς εἶναι τούτους μὲν προσποιου‐
20μένους τὸ ἀληθές, τὸν δὲ ἀληθεύοντα. εἰσὶ δὲ καὶ ἐν τοῖς πάθεσιν. ἐζήτηται πῶς εἰπὼν κατὰ τὰ πάθη μήτε ἐπαινεῖσθαι μήτε ψέγεσθαι νῦν λέγει τινὰ εἶναι πάθη ψεκτὰ καὶ ἐπαινετά. ἢ οὐ λέγει ἁπλῶς ἂν πάθη τὴν αἰδῶ καὶ τὴν νέμεσιν, ἀλλ’ οὐδὲ τὰς ὑπερβολὰς καὶ τὰς ἐνδείας αὐτῶν, ἀλλὰ διαθέσεις τινὰς πρὸς πάθη μόνα, τὸ εὖ καὶ τὸ μὴ ἐχούσας,
25οὐκέτι δὲ καὶ πρὸς πράξεις; ἡ δὲ ἀρετή ἐστιν ἕξις προαιρετικὴ περὶ πάθη καὶ πράξεις. ἔτι τὰ οὕτω λεγόμενα πάθη τὰ μὲν μεμέτρηται, τὰ δέ ἐστιν ἄμετρα· 〈κατὰ δὲ τὰ〉 ἁπλᾶ πάθη οὔτε ἔπαινος οὔτε ψόγος.
28nΝέμεσις δὲ μεσότης φθόνου.
29Ζητήσει ἄν τις εὐλόγως, πῶς μεσότης ἡ νέμεσις φθόνου καὶ ἐπιχαιρε‐
30κακίας καὶ ὑπερβολῆς καὶ ἐλλείψεως, περὶ λύπας καὶ ἡδονὰς τὰς ἐπὶ τοῖς
πέλας συμβαίνουσι γινομένας. δοκεῖ γὰρ τοῦ αὐτοῦ ἤθους εἶναι τό τε137

138

λυπεῖσθαι ἐπὶ ταῖς τῶν ἀγαθῶν εὐπραγίαις καὶ τὸ χαίρειν ἐπὶ ταῖς τῶν ἀγαθῶν δυσπραγίαις, ὃ καὶ αὐτὸς δείκνυσιν ἐν ταῖς ῥητορικαῖς τέχναις. ὁ γὰρ λυπούμενος ἐπὶ ταῖς τῶν ἀγαθῶν εὐπραγίαις οὗτος καὶ ἥδοιτ’ ἂν τῶν ἀπαθῶν δυστυχούντων. εἰ δὲ τοῦτο, οὐκ ἂν εἶεν αἱ ἕξεις ὅ τε φθόνος
5καὶ ἡ ἐπιχαιρεκακία διεστῶτα ὡς ὑπερβολὴ καὶ ἔλλειψις· τοῦ αὐτοῦ γὰρ ἄμφω. εἰ δὲ μὴ αὗται διεστᾶσιν, οὐδ’ ἂν ἡ νέμεσις αὐτῶν εἴη μεσότης. εἰ μὲν οὖν ἔλεγον τὴν νέμεσιν μεσότητα μὴ τούτων εἶναι ἀλλὰ φθόνου, ὅς ἐστι λύπη ἐπὶ ταῖς τῶν ἀγαθῶν εὐπραγίαις, καὶ οὐκ ἐπιχαιρεκακίας ἀλλὰ τοῦ ἐπὶ πᾶσι λυπουμένου, τοῦ ἐπιλύπου τε καὶ λυπηροῦ κληθέντος,
10ἀλλ’ οὕτω τὸ ὑπερβάλλειν κατὰ τὸ λυπεῖσθαι (ἡ γὰρ νέμεσις μεταξὺ ἂν τούτων ἐτάχθη, λύπη οὖσα 〈ἐπὶ〉 ταῖς τῶν κακῶν εὐπραγίαις) ἀλλὰ φθόνου καὶ ἐπιχαιρεκακίας, ὡς εἴρηται. ἢ δύναται καὶ ὁ ἐπιχαιρέκακος ἐναντίος εἶναι τῷ νεμεσητικῷ, ὥσπερ καὶ ὁ φθονερὸς ἐπὶ πᾶσι τοῖς κακοῖς χαίρων καὶ ὑπερβάλλων κατὰ τὸ χαίρειν. καὶ γὰρ καὶ αὐτὸς οὕτω νῦν δοκεῖ τοῦ
15τε φθόνου καὶ τῆς ἐπιχαιρεκακίας μνημονεῦσαι. τὸν μὲν γὰρ φθονερὸν ἐπὶ πᾶσι λέγει λυπεῖσθαι τοῖς εὖ πάσχουσι, τὸν δ’ ἐπιχαιρέκακον ἐπὶ πᾶσι χαίρειν τοῖς κακῶς πάσχουσι. δοκεῖ δὲ μὴ τοῦ αὐτοῦ εἶναι τό τε ἐπίλυπον καὶ τὸ ἀμέτρως πάλιν ἡδόμενον.
19nΠερὶ δὲ δικαιοσύνης.
20 Ἐπεὶ ἡ δικαιοσύνη κατὰ τὴν τῶν κοινῶν νομήν ἐστιν ἕξις καὶ τὰ σύμβολα, νεμητικὴ μὲν τοῦ κατ’ ἀξίαν ἴσου, ἐπανορθωτικὴ δὲ τῆς ἐν τοῖς συμβόλοις διὰ πλεονεξίαν ἀνισότητος, καὶ διὰ τοῦτο πλείονος ἐδεῖτο λόγου, εἰς τὸ ἑξῆς ἀναβάλλεται τὸ περὶ αὐτῆς ἐρεῖν, καὶ πῶς ἐστιν ἡ δικαιοσύνη μεσότης. πᾶσαι πάσαις ἀντίκεινταί πως. καλῶς τὸ πῶς, οὐ γὰρ
25ἁπλῶς. εἰ γὰρ τοῦτο, ἀνῄρητο ἂν τὸ ἓν τῷ ἑνὶ ἐναντίον εἶναι. πῶς οὖν ἀντίκεινται πᾶσαι πάσαις ἀλλ’ οὐχ ἁπλῶς. καθόσον μὲν γὰρ τὰ ἐναντία πλεῖστον ἀλλήλων διεστήκασι, τοῖς δὲ πλεῖστα διεστηκόσιν ἔσχατον ἐν‐ τυγχάνομεν (ἀπὸ γὰρ τοῦ ἑτέρου ἄκρου τῶν τε πράξεων καὶ τῶν παθῶν μεταβαίνοντες πρώτῳ ἐντυγχάνομεν τῷ ἐν αὐτοῖς μέσῳ, τελευταίῳ καὶ τῷ
30ἑτέρῳ ἄκρῳ), κατὰ τοῦτο ἡ ὑπερβολὴ τῇ ἐλλείψει ἐναντίον. ὡς γὰρ τὸ ἴσον μεταξύ, οὕτω καὶ τὸ μέσον. ἀντίκειται δὲ πρὸς τὰ ἄκρα οὐ τῷ πλεῖστον ἀφεστηκέναι (ἐγγὺς γὰρ τούτων, ὡς καὶ αὐτὸς ἐρεῖ, καὶ ὁμοιότερον) ἀλλ’ ὡς σύμμετρον ἀσυμμέτροις εἶναι 〈καὶ ὡς ὡρισμένον ἀορίστοις. αἱρεῖται
γὰρ ἀεὶ τὸ μέσον τὸ〉 ὡρισμένον τε καὶ σύμμετρον τὸ πρὸς ἡμᾶς, ἀλλ’138

139

οὐχὶ τὸ πρὸς τὸ πρᾶγμα· τὰ δὲ ἄκρα τὸ ἀσύμμετρον αἱρεῖται καὶ ἄμετρον· καθὸ καὶ ψεκτὰ καὶ πλεῖστον διεστῶτα τοῦ μεμετρημένου τε καὶ συμμέτρου. ἀλλ’ οὐ τῷ ἄκρῳ εἶναι· 〈αὐτὰ γὰρ ἀλλήλοις ἀντίκεινται τῷ ἄκρα εἶναι〉· τῷ μέσῳ γὰρ αἱ ἀσυμμετρίαι ἀντίκεινται. εὐκολώτερον γὰρ ἐκ τῆς ὑπερ‐
5βολῆς ἐπὶ τὴν ἔλλειψιν ἐλθεῖν καὶ ἀπὸ ταύτης ἐπ’ ἐκείνην ἢ ἐπὶ τὸ οὕτω μέσον. κοινωνία γὰρ ἐκείνοις κατὰ τὸ ἀσύμμετρον πρὸς ἄλληλα· πρὸς δὲ τὸ μέσον κατ’ αὐτὸ τοῦτο διάστασίς τε καὶ μάχη, ὡς καὶ ἀπὸ τῶν καθ’ ἕκαστα δῆλον. ὁ γὰρ δειλὸς εὐκολώτερον ἄν τι θρασὺ πράξαι ἢ ἀνδρεῖον, ὥστε κατὰ μὲν τὸ σύμμετρον καὶ ἄμετρον τοῖς ἄκροις πρὸς τὸ μέσον ἡ
10μάχη κἀκείνου πρὸς ταῦτα, κατὰ δὲ τὴν ὑπερβολήν τε καὶ ἔλλειψιν πρὸς ἄλληλα. καὶ διὰ τοῦτο πῶς ἀλλ’ οὐχ ἁπλῶς τούτοις τὸ ἀντικεῖσθαι.
12nΔιὸ δεῖ τὸν στοχαζόμενον τοῦ μέσου.
13 Σημειωτέον ὅτι δοκεῖ αὐτῷ καὶ δι’ αὑτοῦ τις ἐθίζεσθαι. ἡ μὲν γὰρ ἐκ παίδων ἀγωγὴ ἐν ἄλλοις. ἔστι δὲ καὶ ἐν ἡλικίᾳ γινομένους αὑτοὺς ἐθίζειν
15γνωρίσαντας, ὅτι μὴ δύνανται αὐτοῖς αἱ κατὰ τὰς ἀρετὰς ἕξεις χωρὶς τῶν τοιούτων ἐθῶν περιγίνεσθαι. ὥστε καὶ τὰ ἔθη ἑκούσιά τε καὶ ἐφ’ ἡμῖν. καὶ εἴη ἂν τοῦτο ἡ ἄσκησις αὐτεξούσιόν τι ἔθος ὂν καὶ ἐξ αὐτοῦ γινόμενον. εἰ δὲ τοῦτο, οὐκ ἀποκέκλεισται ὁ ἐκ παίδων ἐθισθεὶς καλῶς τοῦ αὐτεξου‐ σίως καὶ κατὰ τὸ ἑκούσιον τὴν ἀρετὴν ἀναλαμβάνειν ἀλλὰ μὴ ἀνάγκῃ.
20τὸ τοῦ μὲν καπνοῦ καὶ κύματος. τὰ ἔπη ταῦτα ἡ Κίρκη δοκεῖ λέγειν παρὰ τῷ ποιητῇ, οὐχ ἡ Καλυψώ. καπνῷ δὲ καὶ κύματι ἀπείκασε τὸ τοιοῦτον ἄκρον, τὸ φευκτὸν αὐτοῦ δεικνὺς ὁ φιλόσοφος. ἁμαρτωλότερον δέ φησι τὸ μᾶλλον ἐναντίον τῷ μέσῳ καὶ ἀνομοιότερον καὶ ἀρνούμενον τὴν πρὸς τὸ μέσον συγγένειαν, ἧττον δὲ τούτου, ᾧ δηλονότι πρῶτον προσά‐
25γειν δεῖ ἡμᾶς αὐτοὺς διὰ τῶν ἐθῶν ἀπάγοντας τοῦ μᾶλλον ἐναντίου τῷ μέσῳ.
27nὍπερ οὖν οἱ δημογέροντες ἔπαθον.
28 Διὰ τοῦ σοφοῦ τούτου ὑποδείγματος ἔδειξεν Ἀριστοτέλης, ὡς χρὴ τὴν ἡδονὴν οὐχ ὡς αἰσχρὰν εἰδότας τὴν αὐτῆς φύσιν ἀποπέμπεσθαι ἡμᾶς (ποία
30γὰρ χάρις τοῦ τῶν αἰσχρῶν ἀποστροφὴν ἔχειν, αὐτόθεν τοῦ πράγματος στυγητοῦ ὄντος;), ἀλλὰ καὶ τὸ ἡδὺ ταύτης εἰδότας καὶ τὸ καλὸν ὥσπερ τὸ κάλλος Ἑλένης οἱ δημογέροντες, ὅμως τῶν ἀποβαινόντων ἕνεκα φαύλων
παραιτεῖσθαι καὶ παρεκκλίνειν τὸ ἧδον καὶ καταγοητεῦον ἡμᾶς, ὡς ἂν μὴ139

140

διὰ μικρὰν ἀπόλαυσιν καὶ πρόσκαιρον ῥᾳστώνην λάθωμεν τὰ αἴσχιστα ἑαυτοῖς περιποιησάμενοι. οὐ γὰρ διορίσαι ῥᾴδιον. ἐν τοῖς τοιούτοις οὐ δεῖ τὴν ἀκρίβειαν 〈ζητεῖν〉 ὡς εὑρήσοντας τῷ λόγῳ οὐδὲ τοῖς τοὺς τοιού‐ τους ἐρωτῶσι λόγους συγκαθιέναι δεῖ, ἀλλὰ προλέγειν τοιαύτην οὖσαν τὴν
5ἐφ’ ὧν ἐρωτῶσι φύσιν, ὡς μὴ δέχεσθαι τὸ ὡρισμένον καὶ ἀκριβές, ὃ ἀπαιτοῦσιν οἱ οὕτως ἐρωτῶντες. οὐ γὰρ ἔστιν ὁρίσαι τῷ λόγῳ περὶ τί τῶν προστιθεμένων ὁ σωρός, ὥσπερ οὐδὲ ἐπὶ τῶν πρακτῶν. ὡς γὰρ ἐπὶ τούτοις ὁ μικρὸν ἐκβαίνων οὐ ψέγεται οὐδὲ ἐπὶ πλέον, οὕτω καὶ ἐπ’ ἐκείνων ἡ τοῦ βραχέος προσθήκη οὐ ποιεῖ σωρόν. γίνεται μὲν γάρ ποτε
10σωρὸς ἐκ τῆς τῶν πλειόνων προσθήκης, οὐ μὴν οἷόν τε ὁρίσαι τῷ λόγῳ τὸ πότερον τοῦτό ἐστιν. οὐ γὰρ ὁ λόγος τῶν αἰσθητῶν ἀλλ’ αἴσθησις κριτής. τὰ δὲ τοιαῦτα ἐν τοῖς καθ’ ἕκαστα. τὰς πράξεις, φησίν, ἐν αἷς τὸ μέσον ζητεῖται. τῶν γὰρ καθ’ ἕκαστα αὗται. καὶ ἐν τοῖς αἰσθητοῖς, ὧν ἡ αἴσθησις κριτὴς ἀλλ’ οὐ λόγος. οὐδ’ ἔστιν ἐπ’ αὐτῶν
15ὁρίσαι τῷ λόγῳ τὸ μέσον. αἴσθησιν δὲ λέγοι ἂν κοινότερον καὶ τὴν ἀντί‐ ληψιν καὶ πεῖραν τῶν τε πρακτῶν καὶ τῶν παθῶν. ἀποκλίνειν δὲ δε, ἤτοι ἐπὶ τοῦ αὐτοῦ πάθους καὶ τῆς αὐτῆς πράξεως. ἀξιῶν μετακινεῖν αὐτοὺς πρὸς τὸ μὴ δυσαπαλλάκτως ἔχειν ἀπό τινος αὐτῶν, ἢ καὶ ἐπ’ ἄλλου καὶ ἄλλου, ὡς ἐφ’ ὧν μὲν ἡ ἔλλειψις ἐναντίον μᾶλλον, ἐπὶ τὴν
20ὑπερβολὴν ἀποκλίνειν, ἐφ’ ὧν δ’ ἡ ὑπερβολή, ἐπὶ τὴν ἔλλειψιν, ὡς
προείρηκεν.140

141

(1t)

ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Γ ΤΩΝ ΑΥΤΩΝ ΗΘΙΚΩΝ.
2 Ἀναγκαῖος ἦν ὁ περὶ ἑκουσίου καὶ ἀκουσίου λόγος τῇ παρούσῃ πραγματείᾳ, πολιτικῆς καὶ πρακτικῆς οὔσῃ φιλοσοφίας, διὰ τὰς τιμὰς καὶ κολάσεις, περὶ ἃς τὸ ἑκούσιον 〈καὶ ἀκούσιον〉 ὁρᾶται, εἰς τὴν κατόρθωσιν.
5ἀναγκαῖον ἴσως διορίσαι· τὸ ἴσως οὐ πρὸς τὸ ἀναγκαῖον (ἀναγκαῖον γὰρ αὐτὸ διαλαβεῖν), ἀλλὰ τὸ ἴσως πρὸς τὸ πρῶτον διορίσαι (τοῦτο γὰρ λείπει), καὶ περὶ τῶν ἄλλων τῶν μελλόντων περὶ ἀρετῆς λέγεσθαι. οὐ γὰρ ὡς ἀναγκαῖος ὁ περὶ αὐτοῦ λόγος, οὕτω καὶ ἐν τῇδε τῇ τάξει. ἢ τὸ ἴσως ἀντὶ τοῦ ὁμοίως, ὥς 〈τινες ἀξιοῦσιν. καὶ γὰρ〉 καὶ ὁ ποιητὴς ἐπὶ
10τῶν Αἰάντων τῷ “ἶσον θυμὸν ἔχοντες” 〈ἀντὶ τοῦ ὅμοιον ἐχρήσατο〉. δοκεῖ δὲ ἀκούσια εἶναι. ὡς μὴ ἁπλῶς λεγομένου τοῦ ἀκουσίου, διαίρεσιν αὐτοῦ ποιεῖται εἰς τὸ βίᾳ καὶ τὸ δι’ ἄγνοιαν, εἶτα περὶ ἑκατέρου αὐτῶν ἐρεῖ καὶ ἀμφοτέροις ἀντιθήσει τὸ ἑκούσιον ὡς μοναχῶς λεγόμενον. ἰστέον γὰρ ὅτι ὥσπερ ἐπὶ τοῦ φιλεῖν καὶ μισεῖν τὸ μὲν πολλαχῶς λέγεται, τὸ φιλεῖν
15καὶ ψυχικῶς καὶ σωματικῶς, τὸ δὲ μισεῖν ἁπλῶς καὶ μοναχῶς, οὕτως καὶ ἐπὶ τῶν προκειμένων. τότε γὰρ ἀναγκαῖόν ἐστιν, εἰ θάτερον τῶν ἐναν‐ τίων πολλαχῶς λέγεται, καὶ θάτερον πολλαχῶς λέγεσθαι, ὡς ἐν τοῖς Τόποις κεῖται, εἰ μὴ πρὸς ἕκαστον τῶν ὑποκειμένων θατέρῳ τῶν ἐναντίων ἔχοι θάτερον τῶν ἐναντίων ἀντιτάξαι ἐναντίον. ἀναιρεῖται ἄρα ἡ τοῦ ἑκουσίου
20φύσις ἄμφω τὰ μέρη τοῦ ἀκουσίου. βίαιον δ· βίαιόν ἐστιν, οὗ ἡ ἀρχὴ ἔξωθεν τοιαύτη οὖσα, ἐν ᾗ μηδὲν συμβάλλεται ὁ πράττων ἢ ὁ πάσχων. τὸ δὲ τέλος τῆς πράξεως. τοῦτο καλῶς. ἃ γὰρ ἑκου‐
σίως πράττομεν, ταῦτα αἱρούμεθα καὶ ὡς αἱρετὰ βουλόμεθα, εἶτα ἡ κρίσις,141

142

ἢ διὰ τὸ ἑκουσίως ἢ ἀκουσίως· τέλος γὰρ καὶ ταῦτα, ἀλλὰ τέλος ὡς παρε‐ πόμενον καὶ οὐχ ὡς σκοπὸς καὶ οὗ ἕνεκα.
3nὍταν αἰσχρόν τι.
4Ὡς Ζώπυρος 〈ὁ Πέρσης τὴν ῥῖνα καὶ τὰ ὦτα αὑτοῦ ἀποτεμὼν νίκης
5χάριν τῶν οἰκείων〉, καὶ Ὀδυσσεὺς πληγῇσιν ἑαυτὸν ἀεικελίῃσιν δαμάσας οἰκῆι ἐοικώς, ὡς γελᾶσθαι τοῖς μνηστῇσι. ψέγεται δὲ Δόλων φόβῳ τοὺς οἰκείους προδούς. τὰ γὰρ αἴσχισθ’ ὑπομεῖναι. ὥσπερ εἰσί τινες πράξεις καλαί, μὴ καλῶς γινόμεναι (οὐ γὰρ πᾶς ὁ δίκαιόν τι ποιήσας καὶ δικαίως πεποίηκεν), οὕτως εἰσί τινες καὶ αἰσχραὶ [τινες] πράξεις οὐκ αἰσχρῶς γινό‐
10μεναι. τὸ γὰρ ψεῦδος αἰσχρόν, ἀλλ’ ἐὰν ἐπ’ ὠφελεία, οὐκ αἰσχρῶς, καὶ τὸ μιγῆναι ἀλλοτρίᾳ γυναικί, ἀλλὰ εἰ ἐπὶ τυράννου καθαιρέσει, οὐκ αἰσχρῶς· ἐν γὰρ τῇ προαιρέσει τὸ αἰσχρῶς. ὁ γὰρ τῶν τοιούτων τι ὑπομένων διά τι καλὸν οὐ ψεκτός, καὶ ὁ μηδενὸς χάριν ὑπομένων καλοῦ τι τούτων ψεκτός· αἰσχρὰ γὰρ καὶ αἰσχρῶς. π’ ἐνίοις δ’ ἔπαινος μὲν οὐ γίνεται. τοῦ
15μὴ πάντα τὰ οὕτως γινόμενα ἑκουσίως γίνεσθαι. τοῦτο πάλιν δεικτικὸν ἡμῖν καθὸ καὶ συγγινώσκονται οἱ ἄκοντες ποιοῦντες· προσεῖπε γάρ, ἐν δὲ τοῖς ἀκουσίοις συγγνώμης, ἐνίοτε δὲ καὶ ἐλέους τυγχάνειν. καὶ οὐ θαυμαστὸν ἐν ταῖς μικταῖς πράξεσι ποτὲ μὲν ἐπικρατεῖν τὸ ἑκούσιον, ὡς ἐφ’ ὧν ἔπαινοι καὶ ψόγοι, ποτὲ δὲ τὸ ἀκούσιον, ἐφ’ οἷς συγγνώμη. ὅταν διὰ τὰ
20τοιαῦτα πράξῃ τις ἃ φύσιν ἀνθρωπίνην ὑπερτείνει διὰ μέγεθος βασάνων καὶ κολάσεων, συγγνώμη τῷ τοιούτῳ. καὶ γὰρ τὸν Εὐριπίδου Ἀλκμαίωνα, τὸν Ἀμφιαράου παῖδα, ᾧ ὁ πατὴρ ἀνελεῖν τὴν μητέρα ἐπέσκηψεν, εἰ δὲ μή, ἔσται τὸν πατέρα λυπῶν, ὃς οὐ δι’ ἀξίαν αἰτίαν ἱστορεῖται τοῦτο ποιῶν. ἄλλως. παρατίθεται τὸν 〈παρ’〉 Εὐριπίδῃ Ἀλκμαίωνα ὡς δι’
25εὐτελῆ τινα ὑπομείναντα μητροκτονῆσαι. λέγει γὰρ παρ’ αὐτῷ ὁ Ἀλκμαίων “μάλιστα μέν μ’ ἐπῆρεν ἐπισκήψας πατήρ, ὅθ’ ἅρμα εἰσέβαινεν εἰς Θήβας ἰών.” διὰ γὰρ τούτων ἐντολὰς τοῦ πατρὸς διηγεῖται, ὡς ἐντειλαμένου ἀποκτεῖναι τὴν μητέρα, καὶ καταρασαμένου αὐτῷ, εἰ μὴ ἀποκτείνῃ, ἀκαρ‐ πίαν γῆς καὶ ἀτεκνίαν, καὶ διαβολάς τινας τῆς μητρὸς λέγει, ὧν οὐδὲν ἦν
30ἄξιον τηλικοῦτον κακὸν ἀναγκάσαι τινὰ ποιῆσαι, παθόντα τὰ δεινότατα.142

143

ὁμοίως Ἀναξάρχῳ πτισσομένῳ καὶ ὑπομένοντι τὰ ἀτιμότατα καὶ μὴ ὑπομείναντι αἰσχρόν τι, καὶ Ζήνωνι τῷ τὴν γλῶσσαν ἀποφαγόντι καὶ ἀποπτύσαντι καὶ τὰ ἀπόρρητα μὴ ἐξειπόντι. ποῖον ἀντὶ ποίου αἱρετέον, ὡς καὶ Ἀχιλλεῖ πότερον παραμενετέον ἐν τῇ πατρίδι σωζόμενον ἢ πολε‐
5μοῦντα τοῖς Τρωσὶ θανεῖν καὶ “κλέος ἄφθιτον ἕξειν”.
6nὩς γὰρ ἐπὶ τὸ πολύ ἐστι.
7 Τοῦτο δόξειεν ἂν οὐ πρὸς τὸ “ἔτι δὲ χαλεπώτερον τὸ ἐμμεῖναι τοῖς γνωσθεῖσι” εἰρηκέναι, ἀλλὰ πρὸς τὸ “ἔστι δὲ χαλεπὸν ἐνίοτε τὸ κρῖναι ποῖον ἀντὶ τοῦ ποίου αἱρετέον καὶ τί ἀντὶ τοῦ τίνος ὑπομενετέον.” διὰ
10τοῦτο γὰρ χαλεπόν, ὅτι ἔστιν ἃ μὲν ἀναγκάζονται αἰσχρά, ἃ δέ, εἰ μὴ πεισθεῖεν, προσδοκῶσι λυπηρά. χαλεπὴ δὲ ἡ τούτων διάκρισις. διὰ δὲ τὸ ταῦτα τοιαῦτα εἶναι, περὶ ὧν κρίνουσιν, ἐπαινοῦνται ἢ ψέγονται. ἐπαι‐ νοῦνται μὲν οἱ τὰ λυπηρὰ πρὸ τοῦ παθεῖν τὰ αἰσχρὰ ἑλόμενοι, ψέγονται δὲ οἱ φόβῳ τῶν λυπηρῶν ὑπομένοντες τὰ αἰσχρά. ἃ δὲ καθ’ αὑτὰ μὲν
15ἑκούσιά ἐστι, τυχὸν ὡς ἡ τῶν χρημάτων ἐν χειμῶνι ἀποβολή, ὡς πρότερον ἐπεσημήνατο. καὶ ἀντὶ τῶνδε αἱρετ, ἀντὶ τῶν προτεινομένων εἰδῶν. αἱ γὰρ πράξεις· καλῶς τοῦτο· οὐ γὰρ τὰ κοινῶς πράττεται, ἀλλ’ ἢ ἄρα θεωρεῖται, τὰ δὲ καθ’ ἕκαστα πράττεται. ἐπεὶ οὖν ὑπὲρ πάντα ὡς πράξεις δηλονότι καὶ αἱ κρίσεις τῶν πράξεων, εἴτε ἑκούσιοι εἴτε καὶ
20μή, ἐκ τούτων οὐ ῥᾴδιον ἀποδοῦναι διὰ τὸ ποικίλον καὶ πολύχουν τῶν πρακτῶν καὶ μή. ἀναγκάζει γὰρ ἔξω ὄντα. εἰ γὰρ καὶ τοῦτο, ὅμως ἐπεὶ ἐν ἡμῖν ἐστιν ἡ ἀρχὴ τοῦ αἱρεῖσθαι αὐτὰ ἢ μή, οὐ πάντα ἔσται ἀκούσια τὰ διὰ τούτων, ταῦτα καὶ χάριν τούτων. τούτων γὰρ χάριν, τουτέστι τῶν ἡδέων καὶ τῶν λυπηρῶν, τὰ μὲν φεύγοντες, τὰ δὲ
25διώκοντες. τὸ δὲ πάντες δηλονότι χωρὶς τῶν ἀγαθῶν λέγει. καὶ τῶν μὲν καλῶς ἑαυτούς. τοῦτο τείνοι ἂν πρὸς Πλάτωνα λέγοντα ἀγαθοὺς μὲν ἑκουσίως γίνεσθαι, κακοὺς δ’ ἀκουσίως. εἰ γὰρ ἡμεῖς αὐτοὶ αἴτιοι τοῦ ἀγαθοῖς εἶναι καὶ ἡ ἀρετὴ ἑκούσιον, εἴη ἂν ἑκούσιον καὶ ἡ κακία.
τῶν γὰρ ἐκτὸς ὄντων ὁμοίων, τῶν τε καλῶν καὶ τῶν ἡδέων μὲν ***143

144

αἰσχρῶν δὲ λέγειν, τὰ μὲν καλὰ ἑκόντας ἡμᾶς πράττειν, τὰ δὲ αἰσχρὰ ἄκοντας, οὐχ ὁμολογούμενον. ἔτι εἰ μὴ ἐξ ἀνάγκης ἀγαθοὶ οἱ ἀγαθοὶ ἀλλ’ ἑκόντες, δῆλον ὡς ἐνῆν αὐτοῖς καὶ μὴ ταῦτα αἱρεῖσθαι. οὕτω δ’ ἐπ’ αὐτοῖς γίνεται καὶ τὸ κακοῖς εἶναι.
5nΤὸ δὲ δι’ ἄγνοιαν οὐχ ἑκούσιον μὲν ἅπαν ἐστίν.
6 Τοῦτο, φησίν, ἐπεὶ ἔστι τι καὶ ἀκούσιον δι’ ἄγνοιαν, ἀντιστρέφοι ἄν· εἴ τι γὰρ ἀκούσιον δι’ ἄγνοιαν, εἴ τι δι’ ἄγνοιαν, ἀκούσιον. ἑκὼν μὲν οὐ πεπρᾶχθαι, ὡς δήλου ὄντος, ὅτι τῶν ἑκουσίως πραττόντων εἰδότων ταῦτα ἃ πράττουσιν ἐστίν. ἐστὶν οὐχ ἑκών. ὅσα γὰρ δι’ ἄγνοιαν γίνεται,
10μὴ μέντοι δυσχεραίνεται πραχθέντα ὑπὸ τῶν πραξάντων, ἑκουσίως μὲν οὐ γίνεσθαί φησι (πῶς γὰρ οἷόν τε τὰ ἀγνοούμενα;), οὐ μὴν ἤδη καὶ ἀκουσίως, ἀλλ’ ἐπὶ τούτων ἀπόφασις ἁρμόζει μόνη τοῦ ἑκουσίου. ἀλλ’ ἀγνοῶν. τό τε διὰ τὴν ὀργὴν ἢ μέθην, ἃ ἦν ἐπ’ αὐτῷ μὴ ποιῆσαι. ἀγνοεῖ μὲν οὖν πᾶς ὁ μοχθηρὸς ἃ δεῖ πράττειν. δι’ ἑαυτὸν γὰρ μὴ παιδευό‐
15μενος ἃ ἦν ἐπ’ αὐτῷ μαθεῖν, οὐ μὴν δι’ ἄγνοιαν οὐδ’ ἀκουσίως· ἐπ’ αὐτῷ γὰρ τῆς ἀγνοίας τούτων τὸ αἴτιον. τὸ δ’ ἀκούσιον βούλεται λέγεσθαι. καλῶς· οὐ γὰρ ἡ τῶν συμφερόντων αὐτῷ ἄγνοια ἀκούσιος οὐδ’ ἡ τῶν προαιρετῶν, καὶ τούτων ἃ διὰ τὴν προαίρεσιν τὴν τοιαύτην ἀγνοεῖται. τῆς γὰρ μοχθηρίας ἡ τοιαύτη ἄγνοια, ἡ διὰ τὴν προαίρεσιν
20γινομένη αἰτία, ἀλλ’ οὐ τοῦ ἀκουσίου. τοὺς γὰρ κατὰ προαίρεσιν τὰ κακὰ πράττοντας κακοὺς λέγομεν. οὐ γὰρ ἡ ἐν τῇ προαιρέσει ἄγνοια. ὅτι ἔστι τις πρακτῶν ἀγαθῶν ἄγνοια, ἣ διὰ μοχθηρίαν προαιρέσεως γίνεται. οὐ γὰρ παρὰ τὴν ἀκούσιον ἄγνοιαν τῶν συμφερόντων τὸ ἀκούσιον, ἀλλὰ τῇ μοχθηρίᾳ χαρακτηρίζεται. αἴτιον γὰρ τῆς μοχθηρίας ἦν καὶ προαίρεσις,
25ἣ ἑκούσιος ἄγνοια ἀλλὰ τοῦ ἀκουσίου νομίζεται. οὐδ’ ἡ καθόλου, ἡ τῶν καθόλου ἄγνοια τοῦ τίνα μὲν καλά, τίνα δ’ αἰσχρά ἐστι, καὶ τίνα μὲν ἀγαθά, τίνα δὲ κακά, καὶ τίνα μὲν αἱρετά, τίνα δὲ φευκτά. οὐ γὰρ διὰ ταύτην ἀλλὰ διὰ μοχθηρίαν ἁμαρτάνομεν. ἀλλ’ ἡ καθ’ ἕκαστα, ἡ τῶν καθ’ ἕκαστα ἄγνοια αἰτία τοῦ ἀκουσίου. καὶ ὅτι οὕτως, δῆλον ἐκ τοῦ
30λέγειν ἐν τούτοις γὰρ καὶ 〈ἔλεος καὶ〉 συγγνώμη, 〈δηλονότι διὰ τὸ ἀκούσιον〉. Τῇ γὰρ τῶν καθόλου ἀγνοίᾳ μοχθηροὶ γινόμεθα, ἀγνοοῦντες τίνα τὰ καλὰ καὶ αἰσχρὰ καθόλου ἐστί, καὶ ἀγαθὰ καὶ κακά, καὶ φευκτὰ καὶ αἱρετά,
ὧν ἡ ἄγνοια ἐφ’ ἡμῖν. διὸ καὶ ψόγος ἐν τούτοις παρέπεται τῷ ἐφ’ ἡμῖν144

145

εἶναι τὸ μὴ ταῦτα ἀγνοεῖν. διὸ τὰ κατὰ τὴν ἑκούσιον ἄγνοιαν γινόμενα οὐκ ἔστιν ἀκούσια. οὗ σημεῖον τὸ ἐπὶ τοῖς κατὰ τὴν τοιαύτην ἄγνοιαν πραττομένοις ψόγον ἀλλ’ οὐκ ἔλεον ἕπεσθαι. οὐ χεῖρον οὖν ἴσως διορίσαι αὐτά, τίνα τέ ἐστι καὶ πόσα τίς τε δὴ καὶ τί καὶ περὶ τί καὶ ἐν τίνι
5πράττει, ὁ πράττων δηλονότι· τῶν γὰρ καθ’ ἕκαστα καὶ οὗτος καὶ συντε‐ λούντων πρὸς τὴν πρᾶξιν τὴν γινομένην. τὸ δὲ τί καὶ ἐν τίνι ἄμφω τοῦ αὐτοῦ δηλωτικά, τοῦ περὶ τί ὑποκείμενον καὶ ἐν τίνι ὑποκειμένῳ ἡ πρᾶξις, οἷον περὶ υἱόν, περὶ πατέρα, περὶ οἰκεῖον, ἀλλότριον, πολέμιον, νέον, πρεσβύτην. καὶ τίνι, οἷον ὀργάν· εἰ ὁ μὲν ἐσφαιρῶσθαι ᾤετο τὸ
10πεμπόμενον, τὸ δὲ ἦν λελογχωμένον, ἢ ὡς κίσσηρίν τις ἔβαλε, τὸ δὲ ἦν λίθος. τὸ δὲ τίνος ἕνεκεν, οἷον εἰ ἄλλου ἕνεκα ποιήσειέ τις, ἄλλο δὲ ἀποβαίη. δοίη γὰρ ἄν τις φάρμακον ὡς ἐπὶ σωτηρίᾳ, τὸ δὲ ἀπέκτεινε τὸν λαβόντα· ἢ τέμοι τις ἂν ὡς θεραπεύων, ὁ δὲ ἀποθάνοι. καὶ πῶς, οἷον εἰ δεῖξαι βουλόμενος, ὡς οἱ ἀκροχειριζόμενοι πατάξειεν, ἢ εἰ αὐτὸς ἠρέμα
15ᾤετο τύπτειν, σφοδροτέρα δὲ ἐγένετο ἡ πληγή. παραθέμενος δὲ διὰ τῶν καθ’ ἕκαστα ἐν οἷς ἡ πρᾶξις καὶ περὶ ἃ γινομένη τίς ἄγνοια ἀκούσιον τὸ γεγονὸς ποιεῖ, ἐπιφέρει ὅτι ταῦτα δὲ πάντα οὐδεὶς ἂν ἀγνοήσαι μὴ μαινόμενος. τίς γὰρ ἂν σωφρονῶν αὑτὸν ὅπερ ἐστὶ πράττων ἀγνοήσειε;
19nΔῆλον δὲ ὡς οὐδὲ τὸν πράττοντα.
20 Ὃ ἦν πρῶτον εἰπεῖν τὸν πράττοντα. ὁ δὲ δεύτερον εἰπὼν πρῶτον αὖθις ἐν τῇ τῶν καθ’ ἕκαστα ἐκθέσει ποιεῖ διαρθρῶν τὸ συγκεχυμένον. λέγοντές φασιν ἐκπεσεῖν αὐτούς· ὃ οὐκ ἐβούλετο εἰπεῖν, οἷον λέγον‐ τός μου ἐξέπεσέν μοι τοιοῦτον ῥῆμα. ὥσπερ Αἰσχύλος τὰ μυστικ. δοκεῖ γὰρ Αἰσχύλος λέγειν μυστικά τινα ἔν τε ταῖς Τοξότισι καὶ Ἱερείαις
25καὶ ἐν Σισύφῳ πετροκυλιστῇ καὶ Ἰφιγενείᾳ καὶ Οἰδίποδι. ἐν γὰρ τούτοις πᾶσι περὶ Δημήτρας λέγων τῶν μυστικωτέρων περιεργότερον ἅπτεσθαι ἔοικε. λέγει δὲ περὶ Αἰσχύλου καὶ Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ πρώτῳ Περὶ Ὁμήρου, ὡς κινδυνεύοντος ἐπὶ σκηνῆς ἀναιρεθῆναι ἐπὶ τῷ τῶν μυστικῶν περιφέρειν τινὰ δοκεῖν, εἰ μὴ προαισθόμενος κατέφυγεν ἐπὶ τὸν τοῦ Διονύσου βωμόν,
30καὶ Ἀρεοπαγιτῶν αὐτὸν παραιτησαμένων ὡς ὀφείλοντα κριθῆναι πρῶτον, ἐδόκει ὑπαχθῆναι εἰς δικαστήριον καὶ ἀποφυγεῖν, αὐτὸν τῶν δικαστῶν ἀφέντων μάλιστα διὰ τὰ πραχθέντα αὐτῷ ἐν 〈τῇ ἐπὶ〉 Μαραθῶνι μάχῃ.
ὁ μὲν γὰρ ἀδελφὸς αὐτοῦ Κυναίγειρος ἀπεκόπη τὰς χεῖρας, αὐτὸς δὲ πολλὰ145

146

τρωθεὶς φοράδην ἀνηνέχθη. μαρτυρεῖ τούτοις καὶ τὸ ἐπὶ τῷ τάφῳ αὐτοῦ ἐπίγραμμα “Αἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε σῆμα κεύθει ἀποφθινό‐ μενον πυροφόρον ***” ἢ δεῖξαι βουλόμενος· τοῦτο παράδειγμά ἐστι καὶ αὐτὸ τοῦ αὐτοῦ, τὸ δὲ βουλόμενος, τουτέστι τὸ πραττόμενον, παράδειγμά
5ἐστι. καὶ ἄλλως τὸ ἢ δεῖξαι βουλόμενος. οἱ γὰρ κατὰ ἄγνοιαν ποιοῦντές τι ἀκουσίως ἐοίκασι ποιεῖν. καὶ γὰρ ἐξετάζεται μάλιστα ἡ τούτων γνώμη καὶ ἀπολογούμενοι περί τινων εἰς τοῦτο καταφεύγουσιν, ἀξιοῦντες ἐξετάζεσθαι τίνος ἕνεκεν ἔπραξαν. ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον τῶν ἀγνοουμένων εἰς τοῦτο πειρῶνται ἀνάγειν τὸ οὗ ἕνεκα. ὅ τε γὰρ τί ἐστι τὸ πεπραγμένον
10ἀγνοήσας εἰς τοῦτο ἀνάγει, οἷον ὁ τὸν καταπέλτην ἐπὶ τῷ δεῖξαι ἀφεὶς καὶ ἀποκτείνας ἀξιοῖ τίνος ἕνεκεν ἀφῆκεν ἐξετάζεσθαι, ἀλλὰ καὶ τὴν λόγχην τὴν ἀφιεμένην ἀγνοήσας ὅτι λελόγχωται εἰς τὸ τίνος ἕνεκεν ἀφῆκεν ἀνάγει, καὶ ὁ τῷ ἀκροχειρίζεσθαι πλήξας τὴν αἰτίαν τῆς τοιαύτης κινήσεως ἐξετά‐ ζεσθαι ἀξιοῖ. ὡς ὁ τὸν καταπέλτην, καὶ ἀποκτείνας δηλονότι. οἰηθείη
15δ’ ἄν τις καὶ τὸν υἱὸν πολέμιον εἶναι ὥσπερ ἡ Μερόπη. ἡ Μερόπη τοῦ περί τι παράδειγμά ἐστι. καὶ ἔστι παρ’ Εὐριπίδῃ ἐν τῷ Κρεσφόντῃ ἐπιβουλεύουσα τῷ υἱῷ Κρεσφόντῃ ὡς πολεμίῳ δι’ ἄγνοιαν. καὶ ἐσφαι‐ ρῶσθαι· τοῦτο τοῦ τίνι ὀργάνῳ παράδειγμα. καὶ ἐπὶ σωτηρίᾳ παίσας· τοῦ τίνος ἕνεκα παράδειγμα. καὶ δεῖξαι βουλόμενος· παράδειγμα τοῦ
20πῶς. ἀκροχειρίζεσθαι δέ ἐστι τὸ πυκτεύειν ἡ παγκρατιάζειν πρὸς ἕτερον ἄνευ συμπλοκῆς ἢ ὅλως ἄκραις χερσὶ μετ’ ἄλλου γυμνάζεσθαι.
22nΚυριώτατα δ’ εἶναι δοκε.
23 Ἐπεὶ μάλιστα οἱ τῇ τούτων ἀγνοίᾳ ποιήσαντές τι ἀκουσίως ποιοῦσι (καὶ γὰρ ἐξετάζεται μάλιστα τοῦτο καὶ οἱ ἀπολογούμενοι περί τινων ἐπὶ τοῦτο
25καταφεύγουσιν, ἀξιοῦντες ἐξετάζειν τίνος ἕνεκεν ἔπραξαν), καὶ ὅτι τῶν ἄλλων ἕκαστον τῶν γινομένων ἐπὶ τοῦτο πειρῶνται ἀνάγειν τὸ οὗ ἕνεκα. ἐν οἷς ἡ πρᾶξις, ἀντὶ τοῦ περί τι, τυχὸν περὶ υἱὸν ὡς ἡ Μερόπη περὶ Κρεσφόν‐ την. ἔτι δεῖ τὴν πρᾶξιν λυπηρὰν εἶναι καὶ ἐν μεταμελεί· οὕτω γὰρ ἀκούσιος ἔσται· εἰ γὰρ χωρὶς τούτων, εἴη ἂν οὐχ ἑκούσιος, οὐκέτι
30μέντοι καὶ ἀκούσιος. ἐπιζητήσειε δ’ ἄν τις, πῶς ὄντος ἀκουσίου τοῦ δι’ ἄγνοιαν, οὐ πᾶν γίνεται τὸ δι’ ἄγνοιαν ἀκούσιον. οὗ γὰρ τὸ γένος ἀκούσιον,
καὶ αὐτὸ ἀκούσιον. ἢ ἐν ἀρχῇ μὲν κοινότερον εἶπεν ἀκούσια εἶναι τὰ βίᾳ146

147

ἢ δι’ ἄγνοιαν. διὸ καὶ ἐπὶ πλέον προσέθηκε τὸ δοκεῖν ὕστερον, καὶ προσδιωρίσατο. οὐ γὰρ τὰ δι’ ἄγνοιαν ἁπλῶς ἀκούσια, ἀλλὰ τὰ πρὸς τῷ δι’ ἄγνοιαν γεγονέναι καὶ ἐν μεταμελείᾳ ὄντα. χωρὶς δὲ τούτων οὐχ ἑκούσια μέν, οὐ μὴν ἤδη καὶ ἀκούσια.
5nὌντος δ’ ἀκουσίου τοῦ βιαίου.
6 Οὗ ἡ ἀρχὴ ἐν αὐτῷ εἰδότι τὰ καθ’ ἕκαστα, τοῦτο ἑκούσιον καὶ ἀντίκειται τοῖς βίᾳ γινομένοις. ἐκείνων γὰρ ἡ ἀρχὴ ἔξωθεν, μηδὲν συμβαλλομένων τοῦ πάσχοντος ἢ πράττοντος, ὧν ἀμφοτέρων ἀναιρετικὸν τὸ οὗ ἡ ἀρχὴ ἐν αὐτ. ἧς γὰρ πράξεως ἢ οὗ πάθους ἡ ἀρχὴ ἡ
10ποιητικὴ ἐν αὐτῷ, αὕτη οὐ βίᾳ. οὗ γάρ τις αὐτὸς κύριος, οὗτος οὐκ ἔχει τὴν ἀρχὴν ἔξωθεν. τὸ δὲ εἰδότι τὰ καθ’ ἕκαστα τοῖς δι’ ἄγνοιαν ἀντίκειται. ἐν γὰρ ἐκείνοις ἡ διαμαρτία περὶ τὴν τῶν καθ’ ἕκαστά τινος ἢ τινῶν ἐν οἷς ἡ πρᾶξις ἄγνοιαν. ἀμφοτέρων δὲ ἅμα χρεία πρὸς τὸ ἑκούσιον· ὅτι μήτε τὴν ἀρχὴν ἐν αὐτῷ εἶναι αὔταρκες πρὸς αὐτό. καὶ
15γὰρ οἱ δι’ ἄγνοιάν τι ποιοῦντες ἐν αὑτοῖς ἔχοντες τῶν γινομένων τὴν ἀρχὴν οὐχ ἑκουσίως ποιοῦσι. πάλιν τε δύνανταί τινες εἰδότες τὰ καθ’ ἕκαστα ἐν οἷς ἡ πρᾶξις ἢ τὸ πάθος αἰτίαν ἔχειν τὴν βίαν. πρόσκειται δὲ τὸ ἴσως, οἷον ἴσως γὰρ οὐ καλῶς λέγεται ἀκούσια εἶναι. τὸ γὰρ ἑκούσιον ἀποδοὺς τί ποτέ ἐστι διὰ τοῦ προσθεῖναι ἴσως γὰρ οὐ καλῶς
20λέγεται τὰ διὰ θυμὸν ἢ ἐπιθυμίαν ἀκούσια εἶναι, ἐνεδείξατο ὅτι τὰ τοιαῦτα ἐμπεριείληπται τῷ τοῦ ἑκουσίου λόγῳ. οἱ γὰρ διὰ ταῦτα ἁμαρτά‐ νοντες ἐν αὑτοῖς τοῦ πράσσειν τὴν ἀρχὴν ἔχουσιν. εἰ γὰρ τὰ οὕτω γινό‐ μενα ἀκούσια ἦν, οὐκ ἂν ἦν ὑγιὴς ὁ ἀποδοθεὶς λόγος τοῦ ἑκουσίου. ἄλλως τε δέ φησιν εἰ τὰ διὰ θυμὸν καλὰ ἑκούσια ἢ δι’ ἐπιθυμίαν. καὶ γὰρ διὰ
25θυμὸν ἐλεύθερον ἀποκτείνοιμεν ἂν τυράννους ἢ πολεμίους καὶ μαθημάτων ἐπιθυμήσαντες ἢ ἀρετῆς ἑλοίμεθα 〈ἂν〉 αὐτά. εἰ οὖν ταῦτα καλὰ καὶ ἑκούσια, καὶ τἀναντία ἑκούσια.
28nἜτι δὲ τί διαφέρει τῷ ἀκούσια εἶναι τὰ κατὰ λογισμόν.
29Ἐν τοῖς κατὰ λογισμὸν ἁμαρτανομένοις ἐξ ἀφροσύνης τὰ φευκτὰ
30ἀκολουθεῖ (διὸ καὶ τὸ ἑκούσιον οὐδὲν ἄλογον ἔσται) καὶ τῶν διὰ θυμὸν ἁμαρτανομένων τὸ ἑκούσιον αἰτιᾶσθαι. ἐνῆν γὰρ αὐτῷ ἐκκλῖναι ὡς ἀπὸ
τῶν σπουδαίων δηλονότι καὶ τὸ ἄλογον τῆς ψυχῆς ἐπιπειθές τε καὶ κατή‐147

148

κοον λόγῳ ἐχόντων. καὶ τὰ ἐξαίφνης ἑκούσια λέγομεν. οὕτω γὰρ καὶ ὁ φίλος ἐξαίφνης ἡμῖν ἑκοῦσιν ἐπέστη, οὐ μὴν καὶ προελομένοις καὶ προβουλευσαμένοις· οὐ γὰρ ἀνάγκη. ἰστέον ὅτι καὶ ἡ λύπη ἐπιθυμία τίς ἐστιν ἐπὶ τῇ ἀπουσίᾳ τῶν ἅ τις ὀρέγεται.
5nἘπιθυμίᾳ δ’ ἐπιθυμία οὔ.
6 Δοκεῖ καὶ ἐπιθυμία ἐπιθυμίᾳ ἐναντίον, εἴ τις δόξης ἐπιθυμεῖ καὶ χρη‐ ματισμοῦ, ὧν τὸ μὲν δεῖται δαπάνης, ὁ χρηματισμὸς δὲ φειδοῖ περιγίνεται χρημάτων. ὡσαύτως καὶ ὅ φησιν ὁ Πλάτων, τοὺς σώφρονας μὴ εἶναι τοιούτους οἷον ἐφέσει νομίμων γάμων ὑπέρτεροι τῶν περὶ τὰ ἀλλότρια
10κάλλη καθίστανται ἐπιθυμιῶν. ἀλλὰ οὐδενὸς λόγου τοῦτο ἄξιον. ἦσαν γὰρ ἂν ἀξιόλογα ταῦτα, εἰ περὶ 〈τοῦ〉 αὐτοῦ πράγματος ἐναντίως ἐν τῷ αὐτῷ ἐγίνοντο. τοῦτο δὲ ἀδύνατον· ἀδύνατον γὰρ τὸν αὐτὸν ἅμα ἐπιθυμεῖν τε τραφῆναι καὶ μὴ τραφῆναι. οὕτω γὰρ καὶ ἡ προαίρεσις ἐναντία τῇ ἐπιθυμίᾳ, ὅτι περὶ τὸ αὐτό. τὰ γὰρ ἐναντία οὐ τῷ περὶ ἐναντία εἶναι ὁρίζεται, ὡς
15εἶπεν ἐν τῷ Περὶ ἑρμηνείας, ἀλλὰ τῷ ἐναντίως λαμβάνεσθαι περὶ 〈τοῦ〉 αὐτοῦ. προαιρούμεθα δὲ λέγειν οὐχ ἁρμόζει 〈ὥσπερ ἐπὶ τοῦ βούλεσθαι. καὶ τὸ λέγειν γὰρ ἐπὶ τούτου ἁρμόζει〉, καθάπερ αὐτὸς ἐπισημήνατο.
19nὍλως μὲν οὖν δόξῃ ταὐτόν.
20 Δείξας ὅτι ἡ δόξα οὐχ ἧττον τῶν καθόλου ἢ τῶν καθ’ ἕκαστα, ἡ προαίρεσις δὲ ἀεὶ τῶν καθ’ ἕκαστα (περὶ τὰ πρακτὰ γάρ), νῦν δείκνυσιν ὅτι ἀλλ’ οὐδέ τινι δόξῃ ἡ αὐτή, οἷον τῇ περὶ ἃ ἡ προαίρεσις. κατὰ γὰρ τὴν προαίρεσιν τῶν ἀγαθῶν ἢ τῶν κακῶν ποιοί ἐσμεν, ἢ γὰρ ἀγαθοὶ ἢ κακοί, κατὰ δὲ τὴν περὶ αὐτῶν τούτων δόξαν οὐκέτι ἀγαθοὶ ἢ κακοί. οὐ
25γὰρ ὁ δοξάζων ὅτι ἡ ἀνδρεία ἀγαθὸν ἢ ἡ δικαιοσύνη ἤδη καὶ ἀνδρεῖος ἢ ἀγαθός, ὁ προαιρούμενος δέ. τοῦ γὰρ ἀκρατοῦς δόξα μὲν ὀρθή, προαίρεσις δὲ οὔ. καὶ προαιρούμεθα μὲν λαβεῖν ἢ φυγεῖν, λαβεῖν μὲν ἃ ἂν κρίνωμεν ἡμῖν ἀγαθά, φεύγειν δὲ ἃ ἂν κακά. τὸ δὲ ἤ τι τῶν τοιούτων, ἐπεὶ μὴ μόνον λαβεῖν τι ἢ φυγεῖν προαιρούμεθα ἀλλὰ καὶ ἀπελθεῖν ποῦ
30καὶ δοῦναι τινί. ἅπαντα δὲ ταῦτα εἰς αἵρεσιν καὶ φυγὴν τὴν ἀναφορὰν
ἔχει. δοξάζομεν δὲ οὐκέτι λαβεῖν ἢ φυγεῖν ἀλλὰ τί ἐστιν ἕκαστον, οἷον τί148

149

ἀρετή, τί ὕλη, τίνι συμφέρει ἢ πῶς, καὶ κατὰ τί, ὅτι τοῖς νοσοῦσιν ἡ λεπτὴ δίαιτα συμφέρει διὰ τὸ εὐκατέργαστον. Οὐ τοῦτο γὰρ σκοποῦμεν. οὐ γὰρ εἰ παρακολουθεῖ 〈τί〉 τινι, ἤδη καὶ ταὐτὸν τοῦτο ἐκείνῳ ᾧ παρακολουθεῖ, ἀλλὰ ἄλλο ὂν ἄλλῳ ὄντι
5παρακολουθεῖ. οὐδὲ γὰρ αὐτὸ ἑαυτῷ λέγεται παρακολουθεῖν. ἀλλ’ ἆρά γε τὸ προβεβουλευμένον; δείξας τὸ προαιρετικὸν ἐν τῷ ἑκουσίῳ, ᾧ δια‐ φέρει τῶν ἁπλῶς ἑκουσίων προστίθησι· τὸ γὰρ προβεβουλευμένον ἑκούσιον τοῦτο προαιρετόν. ὅτι γὰρ προβεβουλευμένον, δείκνυσιν ἐκ τοῦ πᾶσαν προαίρεσιν μετὰ λόγου καὶ διανοίας γίνεσθαι· καὶ ἀπ’ αὐτοῦ δὲ
10δείκνυσι τοῦ ὀνόματος. τὸ γὰρ πρὸ ἑτέρων φησὶν αἱρετὸν τοῦτο προαιρετόν. τὸ δὲ πρὸ ἑτέρων ἐκ τοῦ προβουλεύσασθαι καὶ διὰ βουλῆς γίνεσθαι δοκεῖ, ἡ δὲ βούλευσις τοῦ λόγου· διανοίας γὰρ τὸ βουλεύσασθαι· ὥστε τούτῳ τῶν ἁπλῶν ἑκουσίων διαφέρει τὸ προαιρετόν. Περὶ δὲ τῶν ἀιδίων οὐδεὶς βουλεύεται, οἷον περὶ τοῦ κόσμον
15ἢ θεὸν εἶναι ἢ μὴ εἶναι οὐδεὶς νοῦν ἔχων βουλεύεται, ὅτι ἔστιν ἀεὶ καὶ ἐξ ἀνάγκης τὰ τοιαῦτα, οὐδὲ ὅτι ἀσύμμετρος ἡ διάμετρος τῇ πλευρᾷ (ἀναγκαῖον γὰρ καὶ τοῦτο), οὔτε περὶ τῶν ἐν κινήσει, ταῦτα γὰρ οὐκ ἀεὶ μέν ἐστιν ἀλλ’ ὁμοίως γίνεται, καὶ ἀναγκαίαν καὶ αὐτὰ καὶ ὡρισμένην ἔχει τὴν γέννησίν τε καὶ κίνησιν. ἐπεὶ δέ τινες μὲν οὕτως, τινὲς δὲ ἐκείνως αὐτὰ
20λέγουσι γίνεσθαι, οὐκ ἦν δὲ νῦν τὸ προκείμενον περὶ τούτων λέγειν, εἶπε τὸ εἴτε φύσει ἢ δι’ ἄλλην αἰτίαν. ἀλλ’ οὐδὲ περὶ τῶν οὐχ ὁμοίως μὲν ἀεὶ γινομένων ἀλλ’ ὡς ἐπὶ τὸ πλεῖστον, φύσει δέ, οἷον τοῦ πολιοῦσθαι ἢ ὀδοντοφυεῖν, οὐδὲ περὶ τῶν ἀπὸ τύχης καὶ ἐπ’ ἔλαττον, οἷον εὑρέσεως θησαυροῦ (οὐ γὰρ διὰ τὸ προβουλευθῆναι εὑρέθη) οὐδὲ περὶ τῶν
25ἀνθρωπικῶν πάντων. ἃ γὰρ ἀδύνατον δι’ ἡμῶν πραχθῆναι, τίς ἂν περὶ τούτων νοῦν ἔχων βουλεύσαιτο; ἀλλὰ βουλευόμεθα περὶ τῶν ἐφ’ ἡμῖν καὶ τῶν οἵων τε δι’ ἡμῶν πραχθῆναι ἢ μή. ἐπεὶ δὲ καὶ τὰ κατὰ τὰς ἐπιστήμας καὶ τέχνας πραττόμενα δι’ ἡμῶν δοκεῖ πράττεσθαι καὶ κατὰ νοῦν ἀνθρώπινον, ἀποκρίνει καὶ ταῦτα τῶν βουλευτῶν. ὅσα γὰρ ἀφωρισμένον
30ἔχει τὸ πῶς πράσσεται τῶν ὑπὸ τὰς τέχνας, περὶ τούτων οὐ βουλευόμεθα ἀλλὰ περὶ τούτων ἃ καὶ ἄλλως καὶ οὕτως ἐνδέχεται πραχθῆναι. τοιαῦτα δέ ἐστι τὰ ὑπὸ τὰς στοχαστικὰς τέχνας, κυβερνητικήν τε καὶ ἰατρικήν. εἰπὼν δὲ τὴν βουλὴν περὶ τῶν πρακτῶν τῶν ἐφ’ ἡμῖν (ταῦτα γὰρ καὶ μόνα λοιπὰ εἶναι), δεικτικὸν παρέθετο τὸ εἶναι τῶν εἰρημένων τῶν μὲν
35φύσιν αἰτίαν, τῶν δὲ ἀνάγκην, τῶν δὲ τύχην, ὑπὸ τὴν τύχην θεὶς καὶ τὸ149

150

αὐτόματον, τῶν δὲ νοῦν. ταῦτα δέ ἐστι τὰ δι’ ἀνθρώπου γινόμενα καὶ ὧν ἄνθρωπος ἀρχή· διὸ καὶ ἐφ’ ἡμῖν ἐστιν. εἴη δὲ ἂν καὶ ἡ εἱμαρμένη λεγομένη κατὰ τούσδε τοὺς ἄνδρας ὑπὸ τὴν φύσιν. οὐ γὰρ ἀπαράβατον τὸ εἱμαρμένον οὐδ’ ἀναγκαῖον.
5nΚαὶ περὶ μὲν τὰς ἀκριβεῖς καὶ αὐτάρκεις.
6 Ἤτοι τὰς ἀποδεικτικάς, οἵα 〈ἐστὶν〉 ἡ γεωμετρία. αὐτάρκεις δέ εἰσιν ὡς μὴ δεόμεναι βοηθείας ἔξωθεν, ἀλλ’ ὡρισμέναι καὶ ἑαυταῖς αὐταρκοῦσαι. τοῖς τοιούτοις δὲ καὶ τὰ ὑπὸ θεῶν γινόμενα ἔοικε. διὸ οὐδὲ τὸ θεῖον βουλευτικόν. ἔοικε γὰρ ἐπιστήμῃ τὰ ὑπ’ ἐκείνων γινόμενα.
10 Μᾶλλον δέ φησι περὶ τὰς τέχνας ἢ δόξας. ἀμφοτέρως γὰρ γράφεται. τὸ αὐτὸ γὰρ ἀμφότερα δηλοῖ. περὶ γὰρ ὧν δοξάζομεν καὶ ἐπιστήμας 〈οὐκ〉 ἔχομεν, περὶ τούτων μάλιστα βουλευόμεθα τῷ τὴν βουλὴν μὴ περὶ τὰ ὡρισμένα εἶναι, ὡς ἔφαμεν. ἤτοι δὲ περὶ ὧν δοξάζομεν ἡμεῖς λέγει, εἰ καὶ εἴη ἐπιστητά (ἕως μὲν γὰρ ἂν μὴ ἔχωμεν τὴν περὶ αὐτῶν
15ἐπιστήμην, διστάζομεν καὶ βουλευόμεθα περὶ αὐτῶν) ἢ περὶ τῶν δοξαστῶν τῇ αὐτῶν φύσει λέγει γίνεσθαι τὰς βουλάς. ἔστι γάρ τινα τῇ αὐτῶν φύσει δοξαστά, οὐκ ἔχοντα τὸ πάγιον· ἐν οἷς ἐστι τὰ ἐνδεχομένως γινόμενα δι’ ἡμῶν· ἀλλὰ καὶ ὅτι ἧττον τῶν ἐπιστημῶν αἱ τέχναι τὸ ὡρισμένον καὶ βέβαιον ἔχουσι δῆλον, εἴ γε αἱ μὲν ἐπιστῆμαι περὶ τὰ ἀίδια, αἱ δὲ τέχναι
20περὶ τὰ ἐν γενέσει. διὸ καὶ μᾶλλον περὶ τῶν κατὰ 〈τὰσ〉 τέχνας ἢ 〈τὰσ〉 ἐπιστήμας βουλευόμεθα. οὐ γὰρ διστάζομεν πῶς γραπτέον· ὡρισμένοι γάρ εἰσιν οἱ χαρακτῆρες τῶν γραμμάτων, καὶ οὐ διστάζομεν γράφοντες αὐτά, οὐδὲ δεόμεθα βουλῆς πρὸς τὸ Α γράψαι ἢ ἄλλο τι τῶν στοιχείων.
24nἘν τοῖς ὡς ἐπὶ τὸ πολ, ἀδήλοις δὲ πῶς ἀποβήσεται.
25 Τὸ βουλεύεσθαι δὲ ἐν τοῖς ὡς ἐπὶ τὸ πολ, ἀδήλοις δὲ καὶ πῶς ἀποβήσεται καὶ ἐν οἷς ἀδιόριστόν φησι. δείξας γὰρ ἐπὶ τῶν τεχνῶν μὴ οὖσαν ἐν τοῖς ὡρισμένοις τὴν βουλήν, εἰκότως τίθεται τὸ βουλεύ‐ εσθαι εἶναι 〈ἐν τοῖσ〉 ἐνδεχομένοις καὶ ἄλλως καὶ τούτοις ὡς ἐπὶ τὸ πολύ. οὐ γὰρ δὴ περὶ τῶν ἐπ’ ἔλαττον ἐχόντων 〈ἐξ ἀνάγκησ〉 ἡμῖν ἀπαντῆσαι περὶ
30τούτων οὐ βουλευόμεθα ὁποῖα τὰ ἐπὶ τύχης. οἷς γὰρ ὡς ἐπὶ τὸ πλεῖστον
ἀκολουθεῖ τι, οὐκ ἐξ ἀνάγκης δέ, περὶ τούτων ἡ βουλή. οὐ γὰρ ὁ ἰατρὸς περὶ150

151

τοῦ πλειστάκις μὲν βλάψαντος, ἀπὸ τύχης δὲ ὠφελήσαντός τινα βουλεύεται εἰ χρὴ προσφέρειν αὐτὸ τῷ ἀρρώστῳ, ἀλλὰ τῶν ὠφελεῖν πεφυκότων τοὺς οὕτως ἔχοντας, περὶ τούτων βουλεύεται, εἰ καὶ τούτῳ οὕτως ἔχοντι προσοιστέον αὐτό, ἐπεὶ ἔστιν οὕς ποτε προσενεχθὲν ἔβλαψεν. ὁμοίως καὶ κυβερνήτης
5καὶ ῥήτωρ. ἕκαστος γὰρ τέλος τι προθέμενος, ὁ μὲν ἰατρὸς ὑγείαν, ὁ δ’ ἔμπορος κέρδος, ὁ 〈δὲ〉 ῥήτωρ πεῖσαι, ἄλλος 〈δὲ〉 στέφανον ἢ νίκην ἤ τι τοιοῦτον, βουλεύεται περὶ τούτων δι’ ὧν αὐτῷ ἂν τὸ τέλος τὸ προκείμενον περιγένοιτο. βουλητὸν μὲν γάρ ἐστι τὸ τέλος, ὡς εἶπε, βουλευτὸν δὲ τὸ πρὸς τὸ τέλος καὶ τοῦ τέλους ποιητικόν. πᾶν γὰρ τὸ περὶ οὗ ἡ βουλὴ
10πρός τι τέλος ἔχει τὴν ἀναφοράν. περὶ τῶν μεγάλων δὲ βουλευόμενοι, μείζονας συμβούλους παραλαμβάνομεν. κίνδυνος μὲν γὰρ μέγας ἀποτυγχά‐ νουσι διὰ τὸ ἄδηλον τοῦ ἀποβησομένου, καὶ ὡς ἐφ’ ἡμῖν ὂν τὸ πρᾶξαι τὸ ὑπὸ τῆς βουλῆς προκριθέν. σφαλερὸν δὲ τὸ μὴ καλῶς βουλευομένους προκρῖναί τι, καὶ διὰ πλειόνων μὲν φαινομένου γίνεσθαι, οἷον εἰ στρατεύειν
15κατά τινων πρόκειται, καὶ τοῦτο πλῷ καὶ πεζῇ δυνάμει ἔξεστι ποιεῖν, διὰ τίνος τούτων ἔσται τὸ προκείμενον ῥᾷστα κατανῦσαι. Ὃ ἐν τῇ εὑρέσει ἔσχατόν ἐστιν· οἷον φέρε οἶκον βουλευόμεθα οἰκοδομῆσαι· τέλος μὲν ἡ οἰκία, οὐχ οἷόν τε δὲ ταύτην οἰκοδομῆσαι ἄνευ οἰκοδόμου καὶ λίθων καὶ πλίνθων καὶ ξύλων, τούτων δὲ οὐχ οἷόν τε
20εὐπορῆσαι μὴ πρῶτον κτησάμενον αὐτά. ἀλλὰ μὴν τούτων ἡ κτῆσις πριαμένοις ἡμῖν περιγίνεται, ἀργυρίου δὲ τὸ πρίασθαι· δεῖ ἄρα ἀργύριον πορίζειν. ὁ πορισμὸς δὴ τοῦ ἀργυρίου ὕστερον εὑρέθη, αἴτιον 〈δὲ〉 καὶ ἀρχὴ γίνεται τῆς ποιήσεως τῆς οἰκίας. δείξας δὲ ὅτι τὸ βουλεύεσθαι ἀπὸ τοῦ τέλους ἐστὶν οὗ τυχεῖν βουλόμεθα, ἄνοδος ἐπὶ τὴν ἀρχὴν ὅθεν ἀρχό‐
25μεθα τοῦ πράσσειν ταῦτα, δι’ ὧν ἡγούμεθα τεύξεσθαι τοῦ προκειμένου, ζητήσει φησὶ καὶ ἀναλύσει τῇ ἐπὶ τῶν διαγραμμάτων ἐοικέναι τὸ βουλεύ‐ εσθαι. τοῦτο δὲ εἶπεν, ἐπεὶ οἱ γεωμέτραι τὸν τρόπον τοῦτον τὴν ἀνάλυσιν ἐπὶ τῶν διαγραμμάτων ποιοῦνται. λαβόντες γὰρ τὸ συμπέρασμα τῆς δείξεως, πρῶτον μὲν τὰ προσεχῆ τούτων δι’ ὧν ἐδείχθη τοῦτο λαμβάνουσιν, εἶτα
30πάλιν τὰ τούτοις δι’ ὧν ταῦτα, καὶ οὕτως ἀεὶ ποιοῦντες καὶ λαμβάνοντες τὰ τῶν δεικτικῶν δεικτικὰ ἀνίασιν ἐπὶ τὴν ἀρχήν, ἀφ’ ἧς πάλιν ἡ σύνθεσις αὐτοῖς διὰ τῶν κατ’ ἀνάλυσιν εἰλημμένων θεωρημάτων γίνεται. ἐπὶ μὲν οὖν τῶν διαγραμμάτων τοῦτο ἀνάλυσις, ἡ ἀπὸ τοῦ τέλους ἐπὶ τὴν ἀρχὴν ἄνοδος (τέλος γὰρ ἐν αὐτοῖς μόνον, ἀλλ’ οὐ καὶ ἀρχὴ τὸ συμπέρασμα),
35ἐπὶ δὲ τῶν πράξεων ἄλλη τῆς πράξεως ἀρχὴ καὶ ἄλλη τῆς θεωρίας, οἷον
ὡς ἐφ’ οὗ παρεθέμεθα, ἀρχὴ μὲν τῆς πράξεως τὸ ἀργύριον, τῆς θεωρίας151

152

δὲ ὁ οἰκοδόμος. καὶ καλῶς ἐπὶ τῶν μὲν ἔργων τὸ προκείμενον λόγῳ κατορ‐ θούμενον, τῶν δὲ γνῶσις ἐπὶ γνῶσιν κρείττονα τὴν προκοπὴν ἔχουσα.
3nἩ δὲ βούλευσις πᾶσα ζήτησις.
4Ζητήσεις γὰρ γίνονται καὶ περὶ τούτων ὧν ἡμεῖς οὔκ ἐσμεν ἀρχὴ
5οὐδ’ ἔστι πρακτά, οἷον περὶ μαθηματικῶν καὶ φυσικῶν θεωρημάτων, ἐν οἷς οὐκ ἔστι βουλή. τὰ γὰρ διὰ τῶν φίλων δι’ ἡμῶν πως ἐστίν. ἡ γὰρ τῶν φίλων ἀρχὴ καὶ αἰτία τοῦ γενέσθαι ἐν ἡμῖν ἐστι, διότι ἡμῶν ἀξιωσάντων γίνεται, μὴ ἀξιωσάντων δὲ οὐ γίνεται, ἐπεὶ ἐφ’ ἡμῖν ἡ τούτων κίνησις. ζητεῖται δ’ ὁτὲ μὲν τὰ ὄργανα. ποτὲ μὲν τὰ ὄργανα ζητοῦμεν,
10οἷον ὁ ἰατρὸς πότερον διὰ φαρμάκου ἢ διὰ τομῆς δεῖ ἀνοῖξαι τὸ ἀπόστημα, ἔχων προκείμενον τὸ δεῖξαι πάντως τὸ διὰ τίνος ὀργάνου χρὴ τοῦτο ποιῆσαι, ζητεῖ καὶ βουλεύεται, ὅταν δὲ τὸ ὄργανον ᾖ ὡρισμένον, ζητεῖται ἡ χρῆσις αὐτοῦ, εἰ διὰ σμίλης ἡ τομὴ καὶ ἐπὶ πόσον τέμνοντα προιέναι δεῖ. καὶ ἐπὶ φαρμάκου ὡσαύτως, καὶ ποῖον καὶ πόσον δοτέον καὶ πότε καὶ πῶς
15ἔχοντι καὶ διὰ τίνος τρόπου.
16nἜοικε δ, καθάπερ εἴρηται, ἄνθρωπος εἶναι ἀρχὴ
17nτῶν πράξεων.
18 Εἶπε γὰρ ἀνωτέρω μικρὸν ἐν τῇ ἐκθέσει τῶν αἰτίων διὰ τί γίνεταί τι, ὅτι καὶ νοῦς καὶ πᾶν τὸ δι’ ἀνθρώπου γινόμενον ἀρχὴ καὶ αἴτιον τῶν
20πράξεων. οἷον εἰ ἄρτος τοῦτο. διὰ τί; διότι περὶ τούτων ἐστὶν ἡ βουλὴ ἃ μήπω ἐστὶ γνώριμα. τὰ δὲ αἰσθητὰ τῇ αἰσθήσει γνώριμα ᾗ κρίνεται. εἰ δὲ ἀεὶ βουλεύσεται, εἰς ἄπειρον ἥξει. εἰ γὰρ μηδὲν εἴη αὐτόθεν γνώριμον, ἀλλ’ ἀεὶ πᾶν τὸ λαμβανόμενον δι’ ἄλλου τινὸς τὴν πίστιν λαμβάνει καὶ εἰ μηδὲν ἐξ ἑαυτοῦ γνωστὸν εἴη, εἰς ἄπειρον ἂν ἡ βουλὴ προίοι. ἀεὶ
25ἄλλο δι’ ἄλλου πιστούμενον καὶ ὁρισθὲν πράσσεσθαι προσῆκον ἦν ἡμῖν. εἴρηται δὲ αὐτῷ περὶ τούτων ἐν τοῖς Ὑστέροις Ἀναλυτικοῖς. παύεται γὰρ ἕκαστος ζητῶν πῶς πράξει. ὅτι ἀφωρισμένον ἤδη τὸ προαι‐ ρετόν ἐστιν, ὃ καὶ προκέκριται, καὶ ἐν προαιρέσει ἤδη τὸ προκεκρίσθαι διὰ τῆς βουλῆς ἐστιν, ἔδειξε διὰ τοῦ παύεσθαι ἡμᾶς τῆς κατὰ βουλὴν
30ζητήσεως. ἐπὰν γὰρ προελώμεθά τι, πῶς καὶ τίνα χρὴ πράττειν ζητοῦντες, τότε ὅταν εὕρωμεν ἀρχήν τινα, ἀφ’ ἧς γένοιτ’ ἂν τὸ προκείμενον ἧς αὐτοί ἐσμεν κύριοι καὶ ἡμῶν τὸ ἡγούμενον (τοῦτο δέ ἐστιν ὁ πρακτικὸς νοῦς), παυόμεθα. οἱ γὰρ βασιλεῖς ἃ προέλοιντο ἀνήγγελλον τῷ δήμ.
οὗτοι γὰρ ἐν τοῖς οὕτως ἀρχομένοις ἡγούμενοί εἰσιν, ὡς καὶ ἡμῶν ὁ νοῦς,152

153

ὅς ἐστι τῶν ἐν ἡμῖν τιμιώτερος. ὡς δ’ ὁ δῆμος τοῖς κριθεῖσιν ἐπιψη‐ φίζεται, οὕτως ἐνταῦθα ἡ ὄρεξις ἐπιψηφίζεται τῷ νῷ καὶ συνεξορμᾷ ἐπὶ τὴν πρᾶξιν.
4nὌντος δὲ τοῦ προαιρετοῦ βουλευτοῦ ὀρεκτοῦ τῶν
5nφ’ ἡμῖν.
6 Βουλευτὸν μὲν τὸ ἐκ τῆς βουλῆς ἤδη ὡρισμένον, ἔτι δὲ καὶ ὀρεκτόν. βουλητὸν γὰρ τὸ προαιρετόν. προσέθηκε δὲ καὶ τὸ τῶν ἐφ’ ἡμῖν, καίτοι ἔχων αὐτὸ ἐν τῷ βουλευτῷ περιεχόμενον, ἐπεὶ οὐ πάντως ἐφ’ ἡμῖν τὸ ὀρεκτὸν εἴη ἂν καὶ προαίρεσις καὶ ὄρεξις τῶν ἐφ’ ἡμῖν βουλευτική.
10τοῦ γὰρ προκριθέντος ἐκ τῆς βουλῆς ὀρεγόμεθα, διότι ἐκρίθη τοιοῦτον. εἰπὼν δὲ ὀρεγόμεθα, προσέθηκε κατὰ τὴν βούλησιν, ἐπεὶ ὄρεξις καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία, ἀλλ’ ἐκεῖναι μὲν ἄλλων, ἡ δὲ ὡς ἀγαθοῦ τινος ὄρεξις βούλησις. ἡ μὲν οὖν προαίρεσις τύπ. προσέθηκε τὸ τύπῳ οὐχ ὡς ἀποδεδωκὼς τὸν λόγον τῆς προαιρέσεως, ἀλλ’ ἀντὶ τοῦ καθόλου
15ὡρίσθω. τὸ δὲ περὶ ποῖα, δηλονότι τὰ βουλευτά. δεῖ δὲ εἰδέναι ὅτι προαιρέσεως γένος ἂν εἴη νοῦς ὀρεκτικός, οὐχ ἁπλῶς δὲ νοῦς ἡ ὄρεξις ἀλλὰ τὸ δι’ ἀμφοῖν καὶ μικτόν. τοῖς δ’ αὖ φαινόμενον ἀγαθὸν τὸ βου‐ λητὸν λέγουσι μὴ εἶναι φύσει βουλητὸν καθ’ αὐτό. φύσει δὲ δηλονότι τῇ αὐτοῦ, ἀλλὰ πρός τι, καὶ ἔστιν οἷς καὶ τὰ ἐναντία. τοῖς μὲν
20γὰρ πόνος ἀγαθὸν φαίνεται, ὡς τῷ λέγοντι “ἐκ τῶν πόνων τοι τὰ ἀγαθ’ αὔξεται βροτοῖς” 〈καὶ τῷ “τῶν πόνων πωλοῦσιν ἡμῖν πάντα τὰ ἀγαθὰ οἱ θεοί”〉, τοῖς δ’ ἡδονή, ὡς Καλλικλεῖ τῷ παρὰ Πλάτωνι λέγοντι ‘πᾶν δεῖ πράττειν ὑπὲρ τῆς ἡδονῆσ‘ καὶ τοῖς περὶ Ἐπίκουρον. οὕτω τε ἔσται τὸ Πρωταγόρειον δόγμα εἰσαγόμενον, τὸ μηδὲν εἶναι αὐτὸ καθ’ αὑτό,
25τοιοῦτο δ’ ἕκαστον εἶναι, οἷον δοκεῖ καὶ φαίνεταί τινι, ἑκάστῳ δὲ τὸ φαινόμενον. ὡς εἶναι τὴν βούλησιν διὰ τοῦτο ὄρεξιν ἀγαθοῦ ἢ φαινο‐ μένου ἀγαθοῦ.
28nΚαθ’ ἑκάστην γὰρ ἕξιν ἴδιά ἐστι καὶ καλὰ καὶ ἡδέα.
29Τῶν προειρημένων δηλονότι τῶν ὁρατικῶν, τῶν γευστικῶν, ὁμοίως
30καὶ ἐπὶ τῶν ἄλλων. καὶ εἴη ἂν τὸ καλὸν ὁμωνύμως λεγόμενον, ἢ καθ’
ἑκάστην ἕξιν τῶν κατὰ τὰς ἀρετάς, οἷον σωφροσύνην ἀνδρίαν δικαιοσύνην153

154

(ἄλλα γὰρ καθ’ ἑκάστην τῶν ἀρετῶν τὰ οἰκεῖα καὶ ἄλλα τὰ ἡδέα), ἢ τὰ καλὰ κοινότερον εἶπε. τὸ δὲ καθ’ ἑκάστην ἕξιν εἶπεν, ὅτι καὶ ἐν ταῖς τέχναις, ταύταις οὔσαις ἕξεσιν, οἰκεῖά ἐστί τινα καλὰ καὶ ἡδέα. καὶ τοῖς μὲν εὖ τὰς ὀρέξεις ἔχουσι τὰ τῇ ἑαυτῶν φύσει καλὰ καὶ αὐτοῖς καλά ἐστι
5καὶ ἡδέα οὐ τὰ τῇ φαύλῃ ἕξει, τοῖς δὲ μή, ἄλλα τινὰ παρὰ τὰ ἀληθῶς καλὰ καλά τε καὶ ἡδέα δοκεῖ, ὧν ὁ σπουδαῖος κριτήριον καὶ κανὼν ὑπάρ‐ χων οὐ φαύλως ὄψεται ἢ κρινεῖ ἀλλ’ ἐπιτεταγμένως τὸ ἑκάστῳ προσῆκον ἀπονεμεῖ. τοῖς πολλοῖς δὲ ἡ ἀπάτη διὰ τὴν ἡδονὴν ἔοικε γίνεσθαι περὶ τὰ ἀπλῶς 〈καλά〉. διὰ γὰρ τὸ ἡδὺ τὸ φαινόμενον ἀγαθὸν ἀγαθὸν δοκεῖ
10εἶναι. βούλονται οὖν καὶ αἱροῦνται τὸ ἡδὺ ὡς ἀγαθόν, τὴν δὲ λύπην φεύγουσιν ὡς κακόν. ποία δέ ἐστιν ἡ ἡδονὴ δι’ ἣν ἁμαρτάνουσι καὶ ἀπατῶνται; ἢ δηλονότι ἡ μὴ ἀγαθή. εἰ γὰρ ἦν ἀγαθὴ καὶ αὐτή, οὐκ ἂν ἦν ἁμαρτημάτων αἰτία τοῖς αἱρουμένοις αὐτὴν ὡς ἀγαθήν. αἱ γὰρ ἑπό‐ μεναι ταῖς μοχθηραῖς ἐνεργείαις ἡδοναὶ ψεκταί. συγγενεῖς γάρ εἰσιν αἱ
15ἡδοναὶ ταῖς ἐνεργείαις ἐφ’ αἷς γίνονται. πέρατα γάρ εἰσιν αὐτῶν ὡς ἐν τῷ περὶ ἡδονῆς δειχθήσεται.
17nὌντος δὲ βουλητοῦ μὲν τοῦ τέλους.
18 Ὅτι ἐφ’ ἡμῖν τὸ ἀγαθοῖς εἶναι καὶ κακοῖς, δείκνυσι προσχρώμενος τοῖς εἰρημένοις περί τε τοῦ βουλεύεσθαι καὶ περὶ προαιρέσεως. εἰ γὰρ αἱ
20τῶν ἀρετῶν ἐνέργειαι περὶ τὰς πράξεις τὰς πρὸς τὸ τέλος, αὗται δὲ προαι‐ ρεταὶ καὶ ἑκούσιοι καὶ ἐφ’ ἡμῖν (βουλευταὶ γάρ), ἡ δὲ βουλὴ περὶ τῶν ἐφ’ ἡμῖν (καὶ γὰρ ἡ προαίρεσις τῶν βουλευτῶν τινος), καὶ 〈αἱ〉 τῶν ἀρετῶν ἐνέργειαι ἐφ’ ἡμῖν. τὸ γὰρ αἱ περὶ ταῦτα πράξεις εἴρηται ἀντὶ τοῦ αἱ περὶ τὰ βουλευτά. αὗται γὰρ καὶ προαιρεταί, αἱ δὲ προαιρεταὶ ἑκούσιοι,
25τὸ δὲ ἑκούσιον τὸ προβεβουλευμένον προαιρέσει. εἰ οὖν αἱ περὶ τὰ βουλευτὰ πράξεις κατὰ προαίρεσίν τε καὶ ἐφ’ ἡμῖν, αἱ δὲ πράξεις περὶ τὰ βουλευτὰ καὶ τούτων πράξεις εἰσίν, αἱ κατ’ ἀρετὴν πράξεις εἶεν ἂν ἑκούσιοι καὶ ἐφ’ ἡμῖν. ὧν δὲ αἱ ἐνέργειαι ἑκούσιοι καὶ ἐφ’ ἡμῖν, τούτων καὶ αἱ ἕξεις αἱ γινόμεναι διὰ τῶν ἐνεργειῶν ἐφ’ ἡμῖν καὶ ἑκούσιοι, ὡς προϊὼν δείξει καὶ
30αὐτός, ὅτι ἐφ’ ἡμῖν ἡ ἀρετὴ καὶ κακία. κατὰ προαίρεσιν γὰρ καὶ αὐτὴ καὶ περὶ ταὐτὰ καὶ αἱ ἀπὸ τούτων ἐνέργειαι, καὶ τὸ πρᾶξαι ἐφ’ ἡμῖν τε
καὶ μή.154

155

(1n)

Τὸ δὲ λέγειν ὡς οὐδεὶς ἑκὼν πονηρός.
2 Τοῦτό τινες κατὰ τὴν ἄρχουσαν τιθέντες τὴν ὀξεῖαν, ἐπὶ τοῦ ἐπιπόνου τάττουσιν. οὕτω γὰρ Ἀττικοὶ λέγουσι τὸν ἐπίμοχθον καὶ δυστυχῆ ὡς καὶ μακάριον τὸν εὐδαίμονα καὶ εὐτυχῆ. καὶ ὅτι, φασί, τὸ πόνηρος ἐπὶ τοῦ
5ἐπιπόνου τάττεται καὶ δυστυχοῦς ἱκανὸς Ἡσίοδος παραστῆσαι ἐν ταῖς Μεγά‐ λαις Ἠοίαις τὴν Ἀλκμήνην ποιῶν πρὸς τὸν Ἡρακλέα λέγουσαν “ὦ τέκνον ἦ μαλὰ δή σε πονηρότατον καὶ ἄριστον Ζεὺς ἐτέκνωσε πατήρ” καὶ πάλιν “αἱ Μοῖραί σε πονηρότατον καὶ ἄριστον”. ἀλλά φαμεν ὡς οὐκ ἔχει χώραν τοῦτο οὕτως ἐνταῦθα νοεῖσθαι τὸ πονηρός. ἑκούσιον γὰρ τὸ πονεῖν, ὃ
10ἀκούσιον ἐνταῦθά φησιν ἡ παροιμία. παροιμία γὰρ τοῦτο, ᾗ καὶ Ἐπίχαρμος ὁ Συρακούσιος χρῆται, ἐν οἷς φησιν “ἀλλὰ μὰν ἐγὼν ἀναγκαῖα πάντα ταῦτα ποιέω. οἴομαι δὲ οὐδεὶς ἑκὼν πόνηρος οὐδ’ ἄταν ἔχων.” ἐν Ἡρακλεῖ δὲ ταῦτα τῷ παρὰ Φόλῳ κεῖται. οὐκ ἔχει οὖν χώραν κατὰ τὴν προειρημένην ἔννοιαν τὴν παροιμίαν ἐκλαμβάνειν, ἀλλ’ ὡς Ἀριστοτέλης βούλεται.
15καὶ εὔλογον δείκνυσι τοῦτο 〈πρῶτον〉 ἀπὸ τῶν νομοθετῶν, εἶτα καὶ ἀπὸ τῶν ἰδίᾳ ἑκάστῳ, ὃ οὐδὲν ἕτερον ἢ ἔννοιαι κοιναί, αἳ ταῖς ἀποδείξεσι μεγίστην ἐπάγουσι ῥοπήν.
18nἪ τοῖς γε νῦν εἰρημένοις ἀμφισβητητέον.
19Τοῖς ἐν τῷ δευτέρῳ εἰρημένοις· ἐκεῖ γὰρ ἔλεγε τὸ ὡς οὔτε φύσιν
20οὔτε τύχην οὔτ’ ἀνάγκην οὔτε αὐτόματον αἱ ἀρεταὶ αἰτιῶνται ἀλλὰ τὸν ἄνθρωπον καὶ τὸν ἀνθρώπινον νοῦν ταῖς πράξεσι συνδυαζόμενον, καὶ ὅτι βουλὴ προηγεῖται τῶν πράξεων τῶν κατὰ προαίρεσιν. τοῦτο πάλιν τὸ ἑκούσιον τῶν κατ’ ἀρετὴν καὶ κακίαν ἀναντιρρήτως παρίστησιν· οὐδὲ γὰρ μάτην ἐστὶν ἡ βουλὴ ὧν οὔκ ἐσμεν κύριοι. ὅσοι μὴ βίᾳ ἢ δι
25ἄγνοιαν, ἧς μὴ αὐτοὶ αἴτιοι. διὰ τούτου δηλοῖ τὴν περὶ τὰ καθ’ ἕκαστα ἄγνοιαν· τῆς καθόλου γὰρ ἀγνοίας τῆς περὶ τῶν ἀγαθῶν καὶ κακῶν
αὐτὸς ἕκαστος αὑτῷ αἴτιος.155

156

(1n)

Καίτοι πρὸς ἃ μήτ’ ἐφ’ ἡμῖν ἐστι.
2 Εἰ γὰρ μάταιον καὶ κενὸν τὸ προτρέπειν τινὰ περὶ ταῦτα, ἃ οὐκ ἔστιν ἐπ’ αὐτῷ, δῆλον ὡς τὰ περὶ ὧν τὰς προτροπὰς ποιοῦνται πάντα 〈ἐφ’ ἡμῖν〉 ἐστιν. εἰ γὰρ περὶ τῶν οὐκ ἐφ’ ἡμῖν, ἀδύνατον πεισθῆναί τινα προτρέποντι.
5περὶ δὲ ὧν πειθόμεθα καὶ οἷόν τε πεισθῆναι, ταῦτ’ ἂν ἐφ’ ἡμῖν εἴη. ὡς οὐδὲν πρὸ ἔργου πεισθῆναι ὄντος μὴ θερμαίνεσθαι ἢ ἀλγεῖν ἢ πεινῆν ἀντὶ τοῦ προτιμοτέρου συμφέροντος πλείονος· Ἰσοκράτης “ἵνα πρὸ ἔργου τι γένηται” ἀντὶ τοῦ πλεῖον· κἀνταῦθα οὖν κεῖται ἀντὶ τοῦ οὐδὲν πλείονος ὄντος πρὸς τὸ πεισθῆναι. ἢ τὸ οὐδὲν ἀντὶ τοῦ οὐδαμῶς, ὡς ἔχει τὸ ‘οὐδὲν
10γὰρ εὐδαίμων‘, ἢ λειπούσης τῆς ‘κατὰ‘ προθέσεως, ἵν’ ᾖ· κατ’ οὐδὲν γὰρ πλέον. ἔστι δὲ τοῦτο Ἀττικῆς συνηθείας οὕτω λέγειν. ὡς καὶ τὸ πρὸ ὁδοῦ Ὅμηρος “σύν τε δύω ἐρχομένῳ πρὸ ὁδοῦ βουλευσόμεθα, ὅτι ἐροῦμεν” ἀντὶ τοῦ προηγουμένως· καὶ Λουκιανὸς ἐν τῷ Μικύλλῳ “πρὸ ὁδοῦ ἔσῃ τοῦτο ἐς τὰ ἄλφιτα πεπονηκώς.”
15nΟἷον τοῖς μεθύουσι διπλᾶ τὰ ἐπιτίμια.
16 Οὕτω Πιττακὸς ὥρισεν, εἷς τῶν ἑπτὰ σοφῶν. καὶ μὴ χαλεπά ἐστι, γνωσθῆναι δηλονότι, οἷον περὶ κλήρων διαδοχὰς καὶ ὅσα τοιαῦτα, ἃ οὐ χαλεπὰ γνωσθῆναι. ἀλλ’ ἴσως τοιοῦτός τίς ἐστιν ὥστε μὴ ἐπιμελη‐ θῆναι. εἰ δέ τις, φησίν, αἰτιᾶται τὸ μηκέτι δύνασθαι ἐπιμελεῖσθαι τοῦ
20ἀλλοῖος γενέσθαι, οἷον μὴ φιλήδονος εἶναι μηδὲ ὀργίλος διὰ τὸ ὑπὸ τῆς ἡλικίας ἤδη προειλῆφθαι καὶ τὴν ἕξιν δυσαπότριπτον εἶναι, ἀληθῆ μὲν ἐρεῖ, οὐ μὴν διὰ τοῦτο ἄκων ἐστὶν 〈ὁ〉 τοιοῦτος καὶ ἀνεύθυνος ἔσται. τοῦ γὰρ τοιοῦτος εἶναι καὶ γεγονέναι αὐτὸς αἴτιος, τοῦτο μὲν ἀνειμένως ζῶν, τοῦτο δὲ κακουργῶν, τοῦτο δὲ ἐν πότοις καὶ μέθαις διατελῶν τὸν βίον.
25εἰ γὰρ ἐκ τῶν τοιούτων ἐνεργειῶν τοιοῦτος, τούτων δὲ αὐτὸς ἀρχή (ἐνῆν γὰρ αὐτῷ μὴ ποιεῖν ταῦτα· ἐπ’ αὐτῷ γὰρ ἦν τὸ τοιοῦτος εἶναι), αὐτὸς αἴτιος, ἑκὼν 〈ἄρα πονηρός· εἰ δὲ ἑκὼν〉 πονηρός, ἑκὼν ποιεῖ καὶ διὰ πονηρίαν ποιῶν ἁμαρτάνει. τὸ μὲν οὖν ἀγνοεῖν, ὅτι ἐκ τοῦ ἐνεργεῖν
περὶ ἕκαστα. ὅτι μὴ πᾶσα ἄγνοια ἀκούσιον, ἐντεῦθεν ἔστιν ἑλεῖν. εἰ156

157

μὲν γὰρ ἐπὶ πᾶσιν ἐκολάζοντο 〈οἱ〉 ἁμαρτάνοντες, ἴσως ἄν τις ὑπελάμβανε τὴν κόλασιν ἐπὶ τῇ τῶν πράξεων γίνεσθαι μοχθηρίᾳ, ἀλλ’ οὐκ ἐπὶ τοῖς ἑκουσίως πραχθεῖσιν. ἐπὶ δὲ τῶν ὁμοίως πραξάντων οἱ μὲν κολάζονται, οἱ δὲ ἀφίενται συγγινωσκόμενοι· οὐ διότι ἡ πρᾶξις τοιαύτη κολάζουσιν,
5ἀλλ’ 〈ὅτι〉 ὁ πράττων αὐτὴν ἑκὼν τοιοῦτος.
6nΟὐ μὴν ἐάν τε βούληται ἄδικος ὢν παύσεται καὶ
7nἔσται δίκαιος.
8 Εἰ διὰ τὸ μὴ 〈ὅτε〉 βούλεταί τις παύσασθαι τοῦ εἶναι 〈τοιοῦτοσ〉 φησὶν ἀκούσιόν τις καὶ τὴν ἀρχὴν διατείνοιτο τῆς τοιαύτης ἐνεργείας, οὐδὲν
10ὁ τοιοῦτος βούλεται λέγειν. ἐνῆν γὰρ αὐτῷ μὴ τὴν ἀρχὴν ἐνδοῦναι πρὸς τὴν τῶν τοιούτων μελέτην, ἅπαξ δὲ καταστάντι τοιούτῳ ὁποῖον ἡ ἄσκησις τῶν τοιούτων ἀπειργάσατο οὐκέτι τοῦ βούλεσθαι τὴν τοιαύτην ὁρμὴν ἐπισχεῖν. οὐδὲ γὰρ ὁ κατὰ κρημνοῦ ἑαυτὸν ἀφεὶς ὅτε βούλεται καθέξει τὴν καταφοράν, οὐδ’ ὁ τὸν ἔρωτα συγχωρήσας ἀναχαιτίσει τὸ ἔργον, οὐδ’
15ὁ διαίτης μοχθηρᾶς ἐμφορηθεὶς κωλύσει τὴν ἀπὸ ταύτης ἐγγινομένην τῷ σώματι βλάβην, οὐδὲ συλλήβδην εἰπεῖν, ὅ τι τῶν τοιούτων ἐπισπασάμενος καὶ ἐγγυμνασάμενος τῷ ἑκουσίως περὶ ταῦτα διαγενέσθαι, ἑκούσιον σχοίη καὶ τὴν ἀπαλλαγὴν ὅτε θέλει. οὐχ ὅτι δὲ μὴ ὅτε θέλει ἐξίσταται, ἤδη καὶ ἡ ἀρχὴ ἑκούσιος. ἱκανὰ γὰρ τὰ ὑποδείγματα τοῦ μὲν τὸ ἀκούσιον,
20τοῦ δὲ τὸ ἑκούσιον μαρτυρῆσαι.
21nΕἰ δέ τις λέγει ὅτι πάντες ἐφίενται τοῦ φαινο‐
22nμένου ἀγαθο.
23 Τίθησι τὸν δοκοῦντα μάλιστα ἀναιρεῖν λόγον τὸ ἑκούσιον μὴ εἶναι τὸ ἀπὸ τῶν φαντασιῶν, καὶ θεὶς παραλιπὼν τὸ καθόλου λύει αὐτόν. ἐπεὶ
25προέκειτο αὐτῷ δεικνύειν, ὅτι καὶ αἱ κακίαι ὁμοίως ταῖς ἀρεταῖς ἑκούσιοι ὡς συγχωρουμένου ὑπὸ πάντων τοῦ τὰς ἀρετὰς ἑκουσίους εἶναι, δείκνυσιν ὅτι οὐδὲν ὁ λόγος οὗτος βοηθεῖ τοῖς λέγουσιν, ὅτι ἀκούσια τὰ ἁμαρτήματα, ἐπεὶ τοῦτο πάντα ἀκούσια δείκνυσιν. ὥστε εἰ μὴ ἱκανὸς ἀνελεῖν τὸ τὰς ἀρετὰς ἀκουσίους εἶναι, οὐδ’ ἂν τὰς κακίας ἀκουσίους δεικνύοι. λύει δ’
30αὐτὸν οὕτως, ἐπεὶ μάλιστα ἐχρῶντο αὐτῷ οἱ βουλόμενοι δεικνύειν ἀκούσια
τὰ ἁμαρτήματα. ὁ δὲ πᾶς λόγος οὕτως ἂν εἴη· εἰ μὴ τῶν φαντασιῶν157

158

ἐσμεν αὐτοὶ κύριοι τῶν γινομένων ἡμῖν ἀγαθῶν, αἷς ἑπόμενοι τοιάδε ἢ τοιάδε πράττομεν, οὐδ’ ἂν τὸ τοιάδε ἢ τοιάδε πράσσειν ἐφ’ ἡμῖν εἴη. ἀλλὰ μήν ἐσμεν οὐδαμῶς κύριοι αὐτοὶ τῶν περὶ τῶν ἀγαθῶν ἡμῖν προσπι‐ πτουσῶν φαντασιῶν· ὁποῖοι γάρ ἐσμεν, τοιοῦτον ἡμῖν καὶ τὸ ἀγαθὸν καὶ
5τὸ τέλος φαίνεται, ἐκ φύσεως δὲ καὶ φύσει ἐσμὲν τοῖοι ἢ τοῖοι. ὁ μὲν γάρ τις οὕτω πέφυκεν ὡς διορᾶν δύνασθαι τὰ ὄντως ἀγαθά, ὁ δέ τις οὐχ οὕτως· φύσις ἄρα ἡμῖν αἰτία τῆς τῶν ἀγαθῶν φαντασίας· εἰ δὲ φύσις, οὐχ ἡμεῖς ἐσμεν κύριοι αὐτῶν, οὐδ’ ἄρα ἐφ’ ἡμῖν τὸ ἀγαθοῖς ἢ κακοῖς εἶναι. ὁ μὲν οὖν σύμπας λόγος τοιοῦτος· αὐτὸς δὲ οὕτως αὐτὸν ἔθηκεν,
10ὡς ἀναιρεῖν μόνον θέλοντα τὸ μὴ εἶναι ἐφ’ ἡμῖν τὸ ἁμαρτάνειν. καὶ γὰρ ἐχρῶντο αὐτῷ οἱ ἀκούσια τὰ ἁμαρτήματα λέγοντες. διὰ τοῦτο γὰρ ἔλαβε καὶ τὸ εἰ δὲ μηδεὶς αὑτῷ αἴτιος τοῦ κακὰ ποιεῖν. τοῦτό τοι καὶ τὴν λύσιν αὐτοῦ τοιαύτην ποιεῖται, κοινοποιῶν αὐτὴν καὶ δεικνὺς ὡσαύτως ἔχοντι καὶ ἐπὶ τῶν ἀρετῶν· ὁμοίως γὰρ καὶ αὗται ταῖς κακίαις οὐκ ἐφ’
15ἡμῖν ἔσονται. οὐδὲ γὰρ εἰ ἡ τοῦ δεῖνος φαντασία οὐκ ἀληθής, οὐδὲν μᾶλλον ἡ ἀρετὴ τῆς κακίας ἀκούσιον· οὐ γὰρ δὴ εἰ τῷ μὲν κακῷ τὸ τέλος φύσει εἴη, ὁπωσδήποτε φαίνεται τοιοῦτον. διὸ πάντα πράττει πρὸς τὸ τούτου τυγχάνειν ἀναφέρων αὐτὰ οὐ καὶ τῷ ἀγαθῷ οὕτως. εἶτ’ οὖν μὴ τὸ τέλος φύσει φαίνεται τοιοῦτον ἀλλά τι καὶ παρ’ ἡμᾶς ἐστι πρὸς τὴν τοῦ τέλους
20καὶ ἀγαθοῦ φαντασίαν, ἢ εἰ τὸ μὲν τέλος φύσει, τὸ δὲ τὰ πρὸς τὸ τέλος φέροντα πράσσειν ἑκουσίως τὸν ἀγαθὸν τὴν ἀρετὴν ἑκούσιον λέγουσιν, οὐδὲν ἧττον καὶ ἡ κακία δι’ αὐτὰ ἑκούσιον ἔσται. ὁμοίως γὰρ τῷ κακῷ ἡ περὶ τοῦ τέλους 〈φαντασία ὑπάρξει〉 καὶ τὸ ἐν ταῖς τοῦ τέλους χάριν πράξεσι γινομέναις ἑκούσιον· ἀνακόλουθα γὰρ λεγόντων ἐστὶ τὸ μὲν ἀγαθοῖς εἶναι
25ἑκούσιον εἶναι, τὸ δὲ κακοῖς ἀκούσιον διὰ τὸ τῶν φαντασιῶν μὴ ἡμᾶς εἶναι κυρίους.
27nΚαὶ τὸ εὖ καὶ τὸ καλῶς τοῦτο πεφυκέναι.
28 Δηλονότι τὸ ε· λείποι δ’ ἂν ἡ ‘πρὸσ‘ πρόθεσις, οἷον ἵνα ᾖ· τὸ καλῶς πρὸς τὸ πεφυκέναι. ἢ εἰ οὕτως, λέγοι ἂν τὸ ᾧ κρίνειν ἔστιν, οἷον ὄψιν
30κριτικὴν τοῦ τέλους καὶ τοῦ ἀγαθοῦ φασιν εἶναι, ἡ τελεία καὶ ἀληθινὴ ἂν εἴη εὐφυία· οὗτος γάρ ἐστιν ὡς ἀληθῶς εὐφυής, ᾧ ἡ ὄψις ἡ τοιαύτη ἐν
τῇ ψυχῇ καλῶς πέφυκεν. εἰ γὰρ μέγιστον μὲν τοῦτο πρὸς τὴν αἵρεσιν158

159

τῶν ἀγαθῶν, τοῦτο δ’ οὐχ οἷόν τε παρ’ ἑτέρου λαβεῖν, ἀλλὰ δεῖ φῦναι ἔχοντα αὐτό, εἴη ἂν κυρίως εὐφυὴς ὁ τοῦτο εὖ πεφυκὼς ἔχων, οὗ οὔκ ἐσμεν κύριοι. ὥστε εἰ διὰ τὴν τοῦ τέλους ἄγνοιαν οἱ κακοὶ κακοί, ἄγνοια ἂν αὐτοῖς τῆς κακίας αἰτία, ἧς αὐτοὶ ἑαυτοῖς αἴτιοι, ὡς εἴπομεν. ἀμφοῖν
5γὰρ ὁμοίως τῷ ἀγαθῷ καὶ τῷ κακ· τοῦτο ὡς πρὸς τὸ συγχωρεῖσθαι ὑπὸ πάντων ἑκουσίους εἶναι τὰς ἀρετάς. εἰ διὰ τοῦτο οὐδὲν μᾶλλον ἡ κακία ἢ ἡ ἀρετὴ ἑκούσιον ἢ ἀκούσιον ἔσται, τὸ τέλος φύσει, 〈τουτέστιν〉 οὐκ ἐπ’ αὐτῷ διὰ τὸ ἢ φῦναι τοιόνδε ἢ μὴ φῦναι. ἕπεσθαι γὰρ τῷ φῦναι τοίῳ ἢ τοίῳ καὶ τὸ ἀγαθὸν καὶ μέτρον τῆς φύσεως ὡς ἑκάτερον
10τοῦ τέλους καὶ τοῦ ἀγαθοῦ ποιεῖσθαι τὴν ἀντίληψιν· ὁμοίως γὰρ καὶ τῷ κακῷ ὑπάρχει τὸ δι’ αὑτὸν ἐν ταῖς πράξεσι καὶ ἐν τῷ τέλει. διὰ τούτων δείκνυσι τὸ τὰς πράξεις δι’ ὧν γίνονται ἐφ’ ἡμῖν τε καὶ ἑκουσίους εἶναι. εἰ οὖν αὗται, καὶ αἱ ἕξεις ἐν αἷς αἱ πράξεις ἑκούσιοι. εἰ δέ ποτε ἐν τοῖς καθ’ ἕκαστα ἐν οἷς ἡ πρᾶξις εὑρίσκεται τὸ ἀκούσιον, ἀλλὰ καὶ τοῦ παύ‐
15σασθαι, ὡς φθάνομεν εἰπόντες, ἅπαξ τὴν ἀρχὴν ἡμῶν ἐνδεδωκότων οὐκ ἐφ’ ἡμῖν ὄντος. εἰ διὰ ταῦτά τις τῷ ἀκουσίῳ ταύτας προσνέμοι, οὐδὲν πρὸς ἔπος· ἀλλ’ αἱ μὲν πράξεις ἐφ’ ἡμῖν καὶ ἑκούσιοι, ἀκούσιοι δὲ τῷ περὶ τόνδε ἢ τόνδε ἢ διὰ τοῦδε ἤ τι ἄλλο, δι’ ὃ ἀγνοούμενον ἀκούσιος ἡ πᾶσα πρᾶξις ἀλλ’ εἰ καὶ ταῦτα ἀκούσια, ἀλλ’ οὐ καὶ τὸ ἄρξασθαι τῆς
20πράξεως καὶ τὸ προελθεῖν καὶ τὸ ὅτε θέλομεν παύσασθαι τῆς πράξεως. αὐτοὶ γὰρ τὴν ἐξουσίαν ἔχομεν. ὥστε ἀπ’ ἀρχῆς μέχρι τέλους ἡμεῖς αὐτῶν κύριοι, καὶ τῆς ἀρχῆς καὶ τῆς προσθήκης καὶ τοῦ τέλους. τῶν δὲ ἕξεων τῆς μὲν ἀρχῆς αὐτοὶ κύριοι· τοῦ γὰρ τάδε πράττειν ἢ μή, ἐξ ὧν αἱ ἕξεις τὴν ἀρχὴν λαμβάνουσιν, ἡμεῖς κύριοι· διὸ καὶ τῶν ἕξεων· οὐκέτι μέντοι
25ἡ πρόσθεσις ἡ γινομένη μετὰ τῆς ἀρχῆς καθ’ ἑκάστην ἡμέραν ἡμῖν γνώ‐ ριμος, 〈διὸ οὐδ’ ἐφ’ ἡμῖν ἡ ἐπίδοσις, ὥσπερ οὐδ’ ἐπὶ τῶν νόσων αἷς αὐτοὶ μὲν τὴν ἀρχὴν προσέχομεν νοσοῦντες, οὐ μὴν ἡ ἐπίδοσις αὐτῶν ἡ γινομένη γνώριμοσ〉, ἀλλ’ οὐδὲ τὸ παύσασθαι ἐπ’ αὐτοῖς ὅτε θέλουσιν οὔτε τῶν νόσων οὔτε τῶν ἕξεων. ἀλλ’ ὅτι ἐφ’ ἡμῖν οὕτως ἢ οὕτως χρήσασθαι,
30τουτέστι μὴ ταῦτα οὕτως ἐνεργεῖν, ἐξ ὧν αἱ τοιαῦται ἕξεις.
31nΕἰ οὖν, ὥσπερ λέγεται, ἑκούσιοί εἰσιν αἱ ἀρετα.
32Κοινοποιήσας τὸν λόγον τῶν φαντασιῶν ὁμολογούμενον ὑπὸ τῶν
πλείστων τὸ τὰς ἀρετὰς ἐφ’ ἡμῖν τε εἶναι καὶ ἑκουσίους, ἅμα μὲν λύσιν159

160

δείκνυσι τοῦ λόγου, ἅμα δὲ συγκατασκευάζει, ὅτι καὶ αἱ κακίαι ἑκούσιοι, ὃ ἦν ἤδη κείμενον [ἦν] ἐν τῷ λόγῳ τῷ ‘εἰ μὲν οὖν ἕκαστος τῆς ἕξεως ἑαυτῷ πώς ἐστιν αἴτιος, καὶ τῆς φαντασίας αὐτὸς αἴτιοσ‘. τούτου συγκεχω‐ ρημένου ὑπομιμνήσκει ἡμᾶς, ὅτι τῶν ἕξεων τῶν ἡμετέρων, δι’ ἃς τοῖον
5ἡμῖν ἢ τοῖον φαίνεται τὸ τέλος, καὶ αὐτοί ἐσμεν συναίτιοι. κεῖται γὰρ καὶ δέδεικται, ὅτι διὰ τῶν ἐθῶν τοῖοι ἢ τοῖοι γινόμεθα, τὰ μὲν ἀγαθὰ πράτ‐ τοντες ἀγαθοί, τὰ δὲ μοχθηρὰ μοχθηροί, καὶ ἀγαθοῖς μὲν ἡμῖν οὖσι τοιάδε φαίνεται, κακοῖς δὲ τοιάδε. ὡς γὰρ εἶπεν, οὐχ ἡ τῶν καθόλου ἄγνοια αἰτία τοῦ ἀκουσίου ἀλλὰ τῆς μοχθηρίας. συναίτιοι δὲ τῶν ἕξεων, ἀλλ’
10οὐχ ἁπλῶς αἴτιοι, ὅτι καὶ φῦναι δεῖ πρὸς τοῦτο καὶ τραφῆναι ὡς δεῖ, ἃ οὐδέπω πρὸς τὰς ἕξεις εἰσὶν αὐτάρκη· καὶ γὰρ φύντες τινὲς καλῶς καὶ τραφέντες, ὅμως μοχθηροῖς ἔθεσι χρώμενοι οὔτε τῆς φύσεως οὔτε τῆς τροφῆς ὤναντο πρὸς τὸ σπουδαῖοι γενέσθαι, καὶ πάλιν τινὲς μοχθηρῶς τραφέντες ἐπιστρέψαντες ἑαυτοὺς ἐπὶ τὸ βέλτιον καὶ ἔθεσι χρησάμενοι
15δεξιοῖς ἐγένοντο ἀγαθοί.
16nΚοινῇ μὲν οὖν περὶ τῶν ἀρετῶν εἴρηται ἡμῖν τό τε
17nγένος τύπ, ὅτι μεσότητές εἰσιν.
18 Δύο γένη τῆς ἀρετῆς φησι, μεσότητα καὶ ἕξιν· ἐπὶ πλέον δὲ ἕξις μεσότητος, ἐπεὶ μὴ πᾶσα ἕξις μεσότης, ὡς αἱ θεωρητικαί· ἀλλ’ οὐδὲ αἱ
20κακίαι ἕξεις οὖσαι μεσότητές εἰσιν. ἢ τὸ ὅλον ὡς ἓν γένος εἶπεν, ἴσον λέγων τὸ μεσότης ὡς ἕξις· ἕξις γὰρ ἐν μεσότητι οὖσα ἡ ἀρετὴ καὶ τὸ ταύτης γένος, οὐχ ἁπλῶς ἡ μεσότης. οὐ γὰρ πᾶσα μεσότης ἕξις· οὔτε γὰρ ἡ αἰδὼς οὔτε ἡ νέμεσις, καίτοι μεσότητες. καὶ τοῦτ’ ἂν εἴη μᾶλλον τὸ λεγόμενον. προεῖπε γὰρ τὸ γένος, ἀλλ’ οὐ γένη. τὸ δὲ καθ’ αὑτὰς
25πρόσκειται, ὅτι πράξει μὲν καὶ τὰ ἀνδρεῖα ὁ σώφρων, ὑφ’ ὧν οὐκ ἐγένετο τοιοῦτος, ἀλλ’ οὐχ ᾗ σώφρων ἀλλὰ κατὰ συμβεβηκός, τῷ ἅμα καὶ ἀνδρεῖος εἶναι καὶ σώφρων. ἀντακολουθοῦσι γὰρ αἱ ἀρεταί.
28nἈναλαβόντες δὴ περὶ ἑκάστης εἴπωμεν τίνες εἰσι.
29Τὸ μὲν τίνες εἰσὶ τὸ τὴν ἑκάστης οὐσίαν ὑπισχνουμένου εἰπεῖν· περὶ
30ποῖα δέ, ὑποκείμενα δηλονότι· πράξεις δὲ ταῦτα καὶ πάθη· πῶς δὲ ἐν τῷ τὸ ἓν μέσον αἱρεῖσθαι, οὕτω πως ὡς αἱρεῖσθαι μὲν τοῦτο, φεύγειν δὲ τὰς
ὑπερβολὰς καὶ τὰς ἐλλείψεις. ἐν δὲ τῷ περὶ ἀρετῆς λόγῳ δῆλόν φησιν160

161

ἔσεσθαι καὶ τὸ πόσαι εἰσὶν αἱ ἠθικαὶ ἀρεταί, περὶ ὧν πρόκειται ἡ θεωρία· πρῶτον δὲ περὶ ἀνδρείας· μᾶλλον γὰρ τῶν ἄλλων ἐπαινετή, ὃ ἴδιον ἀρετῆς. διὰ γὰρ τὸ τὰ ἐπίλυπα καὶ ἐπίπονα ὑπομένειν 〈μᾶλλον ἐπαινεῖται. χαλε‐ πώτερον γάρ, ὡς αὐτός φησι, τὸ τὰ ἐπίπονα ὑπομένειν〉 ἢ τῶν ἡδέων ἀπέ‐
5χεσθαι. περὶ δὲ τὰ φοβερὰ πλείω κατατείνει τὸν λόγον· μάλιστα γὰρ περὶ ταῦτα ἡ ἀνδρία.
7nΠενίαν δ’ ἴσως οὐ δεῖ φοβεῖσθαι.
8 Εἰπὼν ἃ δεῖ τὸν ἀνδρεῖον φοβεῖσθαι, λέγει ἑξῆς καὶ ἃ μὴ δεῖ φοβεῖσθαι· 〈πενίαν γὰρ καὶ νόσον καὶ ὅλως τῶν κακῶν ἃ μὴ ἔστιν ἐφ’
10ἡμῖν μήδ’ αἰσχρὰ τῷ ἔχοντι οὐ δεῖ φοβεῖσθαι〉. τὸ δὲ ἴσως προσέθηκεν ἐνδεικνύμενος ὅτι δεῖ μὲν αὐτὰ ἐκκλίνειν ποτὲ 〈καὶ〉 κατὰ τὸ ἐνδεχόμενον, εἰ μὴ μέλλοι τινὸς ἡμῖν αἰσχροῦ ἡ ἔκκλισις αὐτῶν αἰτία γίνεσθαι, οὐ μὴν καὶ φοβητέον αὐτά. οὐ γὰρ ἡ οὑτινοσοῦν ἔκκλισις καὶ ὁπωσοῦν φόβος ἢ διὰ φόβον. ἃ γοῦν ἐν τῷ βουλεύεσθαι ἐκκλίνομεν ἀποδοκιμάζοντες, ἐκκλί‐
15νομεν 〈μὲν〉 καὶ 〈οὐ〉 πράσσομεν, οὐ μὴν καὶ φοβούμεθα. οὐδὲ γὰρ συστελλό‐ μεθα ἑαυτοῖς, οὐδ’ ὅταν ἐκκλίνωμέν τι φυλασσόμενοι μολυνθῆναι· ἀλλ’ οὐδ’ ὅταν τὸν ἀπατῶντα ἐκκλίνωμεν, πάντως διὰ τὸ φοβεῖσθαι αὐτὸν ἐκκλίνομεν. ἢ ὅτι εἰ καὶ φόβον τις ταῦτα λέγει, οὐ τούτῳ ταῦτα ἔσται φοβερά.
19nΟὐδὲ δὴ εἴ τις ὕβριν περὶ παῖδας καὶ γυναῖκα φοβεῖται.
20 Δείξας ὅτι μὴ ὁ περὶ πάντα ἃ δεῖ φοβεῖσθαι ἄφοβος ἀνδρεῖος, δείκνυσι τὸ αὐτὸ ἐκ τοῦ ἐναντίου, τοῦ δειλοῦ. οὐδὲ γὰρ ὁ πάντα ἃ μὴ δεῖ φοβεῖσθαι φοβούμενος, οὗτος δειλός, οἷον ὕβριν παίδων ἢ γυναικὸς ἢ πολιτῶν φοβούμενος ἢ φθόνον παρά τινων. περὶ τὰ μέγιστα δὴ τῶν φοβερῶν τούτων ἃ δεῖ φοβεῖσθαι ἄφοβόν φησι τὸν ἀνδρεῖον εἶναι· ὑπομενετικώτατος
25γὰρ ὁ τοιοῦτος τῶν δεινῶν. φοβερώτατον δὲ ὁ θάνατος, δι’ ὃ προστί‐ θησι· πέρας γὰρ τοῦ εἶναι, οὗ δεικτικὸν παρέθετο τὸ καὶ οὐδενὸς ἔτι τῷ τεθνεῶτι αἴσθησις οὔτε ἀγαθοῦ οὔτε κακοῦ. διὰ γὰρ τοῦτο ὁ θάνατος φοβερόν, διότι τοῦ εἶναι ἡμᾶς ἀποστερεῖ καὶ οὐδὲν οὔτε ἐκκλίνει ὁ τεθνεὼς ὡς κακὸν οὔθ’ αἱρεῖται ὡς ἀγαθόν. λαβὼν δὲ τὸ τὸν ἀνδρεῖον ἄφοβον
30περὶ θάνατον εἶναι καὶ τὰ θανάτου ἐποιστικά, ἑξῆς δείκνυσιν ὅτι μηδὲ161

162

περὶ πάντα θάνατον. οὐ γὰρ ὁ περὶ τὸν ἐν θαλάττῃ θάνατον ἄφοβος ἀνδρεῖος ἢ ὁ περὶ τὸν ἐν νόσοις καὶ ὑπὸ νόσων. οὐ λέγει δὲ ὅτι φοβη‐ θήσεται ταῦτα, ἀλλ’ ὅτι μὴ ὁμόσε αὐτοῖς χωρήσει, καὶ ὅτι οὐχ ᾗ ἀνδρεῖος ἄφοβος ἐν τούτοις. ἀλλ’ ἐν τῇ θαλάττῃ μετά τινος καλοῦ ἡ τοῦ θανάτου
5ὑπομονή· μετὰ καλοῦ δὲ οἱ ἐν πολέμῳ θάνατοί τε καὶ κίνδυνοι, εἴ γε ὑπὲρ σωτηρίας πατρίδος νόμων φίλων οἰκείων ἐλευθερίας· ἐν τούτοις ἄρα καὶ τοῖς οὕτω γινομένοις θανάτοις ἡ ἀφοβία οἰκεία τοῦ ἀνδρείου. τοῖς δὲ προειρημένοις ὁμολογεῖν φησι καὶ τὰς ἐν ταῖς πόλεσι τιμάς, τάς τε ὑπὸ τῶν νόμων ὁριζομένας καὶ τὰς ὑπὸ τῶν μονάρχων διδομένας. τοὺς γὰρ
10ἐν τοῖς τοιούτοις κινδύνοις ἀφόβους καὶ ζῶντας ἐπαινοῦσιν ὡς ἀριστεῖς καὶ τεθνεῶτας ἐγκωμιάζουσιν. εἰπὼν οὖν ταῦτα ἑξῆς συντίθησι τὰ εἰρημένα καί φησιν ἀνδρεῖον κυρίως λέγεσθαι τὸν περὶ τὸν καλὸν θάνατον ἀδεῆ καὶ ὅσα τὸν ὑπὲρ τῶν καλῶν θάνατον ἐπιφέρει, ὑπόγυα ὄντα. ἡ γὰρ ἐν τοῖς αἰφνιδίως προσπίπτουσιν ὑπομονὴ τῆς κατὰ τὴν ἀνδρείαν ἕξεως σημεῖον,
15ἐπεὶ καὶ ὁ μὴ ἀνδρεῖος ἐθίσας ποτὲ καὶ παρασκευασάμενος πρός τινα κίνδυνον ὑπομείνοι ἂν αὐτόν. καλοὺς δὲ καὶ διὰ τὸ καλὸν γινομένους θανά‐ τους μάλιστά φησιν εἶναι, ὡς εἴρηται, τοὺς ἐν πολέμῳ. εἰπὼν δὲ μάλιστα τὸν περὶ τοὺς τοιούτους θανάτους ἄφοβον ἀνδρεῖον εἶναι, προστίθησιν ὅτι καὶ ὁ περὶ τοὺς καλοὺς θανάτους τούς τε ἐν τοῖς θαλαττίοις κινδύνοις
20καὶ τοὺς ἐν ταῖς νόσοις ἀδεὴς ἀνδρεῖος, οὐ μὴν οὕτως ὡς οἱ θαλάττιοι τῶν κατὰ θάλατταν κινδύνων. οἱ μὲν γὰρ ἔμπειροι τῶν θαλαττίων εὐέλ‐ πιδές τε καὶ οὐδὲν ἡγούμενοι δεινὸν ἀποβήσεσθαι θαρροῦσι δι’ ἐμπειρίαν, οἱ δὲ ἀνδρεῖοι ἀπεγνωκότες τὴν σωτηρίαν καὶ δυσχεραίνοντες τὸν τοιοῦτον θάνατον δι’ οὐδὲν καλὸν γινόμενον ὑφίστανται αὐτόν, οὐκ ἐνδιδόντες
25αὑτοὺς τῷ περὶ αὑτοὺς φόβῳ· ὡς εἴγε ἀφέλοιτό τις τῶν θαλασσίων ἐκείνων τὴν ἐλπίδα τοῦ σωθήσεσθαι, οὐδὲ ἐγγὺς αὐτοὺς ὁμοίως φέροντας τὸν κίνδυνον εὑρήσει τοῖς σπουδαίοις.
28n〈Ἅμα〉 δὲ καὶ ἀνδρίζονται ἐν οἷς ἡ ἀλκ.
29Οἱ ἀνδρεῖοι δηλονότι. ἐν οἷς γὰρ καλόν τι περιγινόμενον διὰ τὸν
30θάνατον, ὑπομένει τοὺς κινδύνους, ἐν οἷς δ’ οὐκ ἔστι, τουτέστιν ἐν τοῖς κατὰ θάλατταν, οὓς καὶ φθοράς φησιν, ἢ τοῖς ἀπὸ νόσων θανάτοις οὔτε καλόν ἐστιν οὔτε τις πρᾶξις καὶ ἐνέργεια ἀπὸ ἀνδρείας γίνεται. τὸ δὲ φοβερὸν οὐ πᾶσι μὲν τὸ αὐτ. διὰ τούτου δείκνυσιν ὅτι ἔστι τινὰ
φοβερὰ τοῖς ἀνθρώποις ἄλλοις ἄλλα, φιλοχρημάτῳ μὲν ἡ τῶν χρημάτων162

163

ἀποβολή, φιληδόνῳ δὲ ἡ τῶν ἡδονῶν, φιλοζώῳ δὲ 〈ὁ〉 θάνατος καὶ ἄλλῳ ἄλλο τι. τὰ δὲ ὑπὲρ ἄνθρωπον σεισμοὶ σκηπτοὶ χάσματα ἐμπρησμοί, ὥστε εἰ παντὶ ταῦτα φοβερά, καὶ τῷ ἀνδρείῳ, καθό ἐστιν ἄνθρωπος καὶ μὴ ἀναίσθητος. τὰ δὲ κατ’ ἄνθρωπον διαφέρει μεγέθει, φοβερὰ
5δηλονότι, ἃ οὐ πᾶσιν ἀνθρώποις ὁμοίως ἐστὶ φοβερὰ ἀλλὰ διάφορα. καὶ γὰρ μεγέθει ἄλλων διαφέρει, ὥσπερ ἐπὶ τοῦ Αἴαντος. “Αἴας δ’ οὐκέτ’ ἔμιμνε βιαζόμενος βελέεσσι· δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες 〈ἀγαυοὶ〉 βάλλοντες”· καὶ “πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο”. τῷ γὰρ μεγέθει τῶν κακῶν ὁ Αἴας εἴκει. καὶ ἔτι τὰ μὴ φοβερὰ ὡς τοιαῦτα
10φοβεῖσθαι, οἷον εἴ τις φοβεῖται μυὸς ψόφον ἢ βόμβον ὑδάτων. κατ’ ἀξίαν γὰρ καὶ ὡς ἂν ὁ λόγος, τουτέστι τῶν φοβερῶν καὶ θαρραλέων, πάσχει καὶ πράττει ὁ ἀνδρεῖος. φοβεῖται δὲ καὶ θαρρεῖ, φησίν, ὡς ἂν ὁ λόγος ὑπαγορεύῃ, καὶ μάλιστα τὸ οὗ ἕνεκα ἐν τοῖς φόβοις καὶ ἐν τῷ θαρρεῖν φυλάξει.
15nΤέλος δὲ πάσης ἐνεργείας ἐστὶ τὸ κατὰ τὴν ἕξιν.
16 Τέλος δέ ἐστι, φησί, καὶ τὸ οὗ ἕνεκα τῷ μὲν ἀνδρείῳ τὸ κατὰ τὴν ἀνδρείαν, ἑκάστῳ δὲ τῶν τὰς ἀρετὰς ἐχόντων τὸ κατὰ τὴν ἕξιν καθ’ ἣν ἐνεργοῦσιν. ἔστι δὲ ἡ κατὰ τὰς ἕξεις τὰς κατ’ ἀρετὴν ἐνέργεια τοῦ καλοῦ χάριν γινομένη. καὶ ὁ ἀνδρεῖος πάντα τε ὑπομενεῖ καὶ ἃ πράσσει ὡς
20ἀνδρεῖος πράξει καὶ τοῦ καλοῦ [καὶ] τοῦ ἐν αὐτοῖς χάριν. ὁρίζεται γὰρ ἕκαστον τῷ τέλει. τὸ γὰρ τινὸς χάριν γινόμενον ἐκεῖνο ὅρον ἔχει. καλὸν δὲ ἡ ἀνδρεία· ἕκαστον δὲ τοιοῦτον εἶναι λέγεται καὶ ὁρίζεται τῷ τέλει· δεῖ οὖν τῆς ἀνδρείας τὸ τέλος τὸ οὗ ἕνεκα καλὸν εἶναι.
24nΔοκεῖ δὲ καὶ ἀλαζὼν εἶναι ὁ θρασὺς καὶ προσποιη‐
25nτικὸς ἀνδρείας.
26 Ἐλέγχεται δὲ τῶν τοιούτων ἐν τοῖς ἀληθῶς κινδύνοις ἡ προσποίησις, ὁποῖοί 〈εἰσιν οἱ〉 Τρῶες παρ’ Ὁμήρῳ “Τρῶες μὲν κλαγγῇ τ’ ἐνοπῇ τ’
ἴσαν ὄρνιθες ὥς”, οἱ δ’ Ἕλληνες ἐξ ἐναντίας “μένεα πνείοντες” καὶ163

164

“σιγῇ δειδιότες σημάντορας”. τοιοῦτοι οἱ ἀνδρεῖοι, ὡς καὶ αὐτὸς προϊὼν ἐρεῖ. μαλακία γὰρ τὸ φεύγειν τὰ ἐπίπονα· ὁμοίως ἐστὶ καὶ ἡ πενία, ἣ ἀπὸ τοῦ πένειν εἴρηται, ἀφ’ οὗ καὶ πόνος ὠνόμασται. πρῶτον μὲν ἡ πολιτικ. πολιτικὴ ἀνδρεία ἐστί, καθ’ ἣν ὑπομένουσιν οἱ πολῖται τοὺς
5κινδύνους διὰ τὰ ἐκ τῶν νόμων πρόστιμα καὶ ὀνείδη καὶ τὰς διδο‐ μένας τιμάς. καὶ δοκοῦσιν οὗτοι ἀνδρειότατοι εἶναι, παρ’ οἷς οἱ δειλοὶ ἄτιμοι, οἱ δὲ ἀνδρεῖοι ἔντιμοι ἐκ τῶν νόμων ἢ διὰ τὰ ἤθη. ἐοικέναι δέ φησι τὴν πολιτικὴν τῇ ὡς ἀληθῶς ἀνδρείᾳ, διὸ καὶ λέγει δι’ αἰδῶ γὰρ ἡ ἀρετή ἐστι καὶ καλόν, ὡς καὶ Διομήδης καὶ Ἕκτωρ φάσκουσιν, ὁ μὲν
10“Πολυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει”, 〈Διομήδης δὲ〉 “Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσς’ ἀγορεύων ‘Τυδείδης ὑπ’ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.‘ ὧς πότε τ’ ἀπειλήσει, τότε μοι χάνοι εὐρεῖα χθών.” σημειωτέον δέ, ὅτι τὴν αἰδὼ ἐνταῦθα ἀρετὴν εἶπεν, οὐ δοκοῦν αὐτῷ τοῦτο οὔτε ἐν τῷ δευτέρῳ οὔτε ἐν τῷ τετάρτῳ, ἤτοι κοινότερον ἐνταῦθα λέγων, ἢ καὶ
15τῷ ὄντι εἴη ἂν ἀρετή, καλῶν πράξεων οὖσα αἰτία. ὁμοίως δὲ καὶ τὴν τιμὴν καλὸν νῦν φησιν, ἢ καὶ τοῦτο κοινότερον λέγων, ἢ τὸ τίμιον τῇ αὑτοῦ φύσει ἀγαθὸν ἂν εἴη, λέγων τὸ καλὸν ἀντὶ τοῦ ἀγαθοῦ, ἢ εἰ ἔστι τις τιμὴ καλή, ὥσπερ ἣν μετέρχεται ὅ τε μεγαλόψυχος καὶ ὁ μεταξὺ τοῦ τε φιλοτίμου καὶ ἀφιλοτίμου, οὗ ἐμνημόνευσε καὶ ἐν τῷ δευτέρῳ καὶ ἐν
20τῷ τετάρτῳ. ὁ μὲν οὖν ἀνδρεῖος διὰ καλοῦ ὄρεξιν ποιεῖ ἃ ποιεῖ καὶ κατὰ τὴν ἀνδρείαν, ὁ δὲ πολιτικὸς τιμῆς χάριν, ἀλλὰ καὶ δι’ αἰσχροῦ φυγὴν τοῦ ἔξωθεν ὑπὸ τῶν πολιτῶν ὀνείδους. εἰ δὲ καὶ ὁ ἀνδρεῖος δι’ αἰσχροῦ φυγήν, ἀλλ’ οὐ καὶ ὀνείδους, ἀλλ’ ὅτι τῇ αὐτῶν φύσει αἰσχρὰ ἡγεῖται αὐτὰ φυλάσσεσθαι. καὶ φεύγοντες οὐ τὸ αἰσχρὸν ἀλλὰ τὸ
25λυπηρόν, τὸ ἐκ τοῦ ἐπιτιμίου καὶ τῆς τιμωρίας δηλονότι, ἣ ζημία ἐστὶ χρημάτων ἢ μάστιγες.
27nΚαὶ οἱ προστάττοντες, κἂν ἀναχωρῶσι, τύπτοντες.
28Ὡς παρ’ Ἡροδότῳ Πέρσαι· ὑπὸ γὰρ τοιούτοις ἐπιστάταις ἐν Θερμο‐
πύλαις Ἕλλησιν ἐμάχοντο. καὶ οἱ πρὸ τῶν τάφρων καὶ τῶν τοιούτων164

165

παρατάττοντες. τοῦτο περὶ Λακεδαιμονίων λέγοι ἄν· τοιαύτην γάρ τινα μάχην, ὅτε πρὸς Μεσσηνίους ἐμαχέσαντο, ἐπολέμουν, ἧς καὶ Τυρταῖος μνημονεύει. δοκεῖ δὲ καὶ ἡ ἐμπειρία ἡ περὶ ἕκαστα ἀνδρεία εἶναι, οἷον ἐπὶ τῶν θαλαττίων ἔφη καὶ ἐπὶ τῶν νόσων οἱ ἰατροὶ μὴ ἀπογινώ‐
5σκοντες τὸν δοκοῦντα ἀνίατα νοσεῖν, διὰ δὲ τὴν τῶν προεφωδευμένων πεῖραν εὐθαρσεῖς ὄντες· καὶ ἐπὶ τῶν προκειμένων ὡσαύτως. καὶ ἐν ἑκάστῃ τέχνῃ καὶ ἐπιτηδεύματι ἐν τοῖς κινδύνοις εὐθαρσεῖς οἱ ἔμπειροι, καὶ κατ’ οἰκοδομικὴν καὶ ναυτικὴν καὶ εἴ τις ἑτέρα τέχνη. ὅθεν καί φησιν Σωκράτης ᾠήθη ἐπιστήμην εἶναι τὴν ἀνδρείαν. λέγει γὰρ ἐν Λάχητι Σωκράτης
10παρὰ τῷ Πλάτωνι, ἐπιστήμην δεινῶν τε καὶ μὴ τὴν ἀνδρείαν εἶναι. καὶ τὸ ἐν Πρωταγόρᾳ δὲ εἰρημένον τοιοῦτον. ὅτι γὰρ τοῦ ἐπιστήμονός ἐστιν ἐν οἷς ἐπίσταται θαρραλεώτατος εἶναι, καὶ ὁ ἀνδρεῖος θαρραλεώτατος, τὸν ἐπιστή‐ μονα εἴς τ’ αὐτὸ 〈συνάγων〉 τῷ ἀνδρείῳ, οὐ πάνυ τι συλλογιστικῶς· ὡς δὲ ἀκολουθοῦντος τῷ τοὺς ἐπιστήμονας καὶ ἐμπείρους θαρραλέους 〈εἶναι καὶ
15τοὺς θαρραλέουσ〉 ἐπιστήμονας, καὶ διὰ τοῦτο τὴν ἀνδρείαν οὖσαν γνῶσιν καὶ ἐμπειρίαν τινά.
17nΔοκεῖ γὰρ εἶναι πολλὰ κενὰ τοῦ πολέμου.
18 Κενὰ τοῦ πολέμου καλεῖ τὰ ἐν οἷς οὐδεὶς κίνδυνος τοῖς παρατατ‐ τομένοις, φαίνονται δὲ τοῖς οὐκ εἰδόσιν αὐτά, κενὰ ὄντα, ἀνδρεῖοι οἱ δι’
20ἐμπειρίαν μένοντες ἐν τούτοις. ὅτι δὲ μὴ δι’ ἀνδρείαν ποιοῦσι, δῆλον ἐκ τοῦ ὅταν ὑπερτείνῃ ὁ κίνδυνος καὶ λείπωνται ταῖς παρασκευαῖς πρώτους φεύγειν αὐτούς. δοκοῦσι δ’ εἶναι θαρραλέοι καὶ διὰ τὴν παρασκευὴν τῶν ὅπλων καὶ 〈τὴν〉 περὶ τὴν χρῆσιν αὐτῶν ἐμπειρίαν, ὅπερ κἀπὶ τῷ Ἑρμαίῳ συνέβη. Ἕρμαιον ἐν Κορωνείᾳ τῆς Βοιωτίας τόπος οὕτω λεγόμενος
25πεδινὸς ἐν αὐτῇ, τῶν ἄλλων ἀνωμάλων ὄντων, ἐν ᾧ παρατεταγμένοι ποτὲ Κορωνεῖς σὺν τοῖς βοηθήσουσιν αὐτοῖς στρατιώταις ἐκ τοῦ Μεταχοίου μετὰ τῶν βοιωταρχῶν, ὅτε τὴν πόλιν κατέλαβε καὶ τὴν ἀκρόπολιν εἶχεν ὑφ’ ἑαυτῷ Ὀνόμαρχος ὁ Φωκεὺς προδοθεῖσαν αὐτῷ, αὐτοὶ μὲν μείναντες ἀπέ‐ θανον ὑπὸ τῶν ἀμφὶ τὸν Ὀνόμαρχον, ἀποκλείσαντες τὰς πύλας, ἵνα αὐτοῖς
30μηδὲ βουλομένοις εἴη φυγεῖν καὶ καταλιπεῖν τὴν πατρίδα. οἱ δὲ τῶν
Βοιωτῶν βοηθήσαντες αὐτοῖς στρατιῶται ἐκ τοῦ Μεταχοίου, ἔφυγον εὐθὺς165

166

ἐν ἀρχῇ τῆς μάχης, αἰσθόμενοι ἕνα τεθνάναι τῶν βοιωταρχῶν Χάρωνα. ἱστοροῦσι περὶ τῆς μάχης ταύτης Κηφισσόδωρος ἐν τῇ ιβʹ 〈τῶν〉 Περὶ τοῦ ἱεροῦ πολέμου καὶ Ἀναξιμένης ἐν τῇ τετάρτῃ τῶν Περὶ Φίλιππον καὶ Ἔφορος ἐν τῇ τριακοστῇ. καὶ οἱ διὰ θυμόν. οἱ θυμοειδεῖς ὡς Ῥωμαῖοι
5καὶ πάντα τὰ ἑσπέρια ἔθνη. ἰτητικώτατον γὰρ ὁ θυμός, ἀντὶ τοῦ ὁμόσε ἰέναι τοῖς κινδύνοις 〈ὁ θυμὸσ〉 αἴτιος μάλιστα· τοιαῦτα δὲ καὶ τὰ θηρία. ἰτητικώτατον· κινητικώτατον, ὁρμητικώτατον. καὶ ἔζεσεν αἷμα· τοῦτο εἶπεν, ἐπεὶ δοκεῖ ζέσις τις τοῦ περὶ τὴν καρδίαν αἵματος ὁ θυμός, τὸ δὲ “οἱ δριμὺ μένος προὔτυψε φίλον πατέρα εἰσορόωντι” ἐκ τῶν ὑστάτων
10ἐστὶ τῆς Ὀδυσσείας, μένος τὸν θυμὸν λέγοντος αὐτοῦ. λέγοι δ’ ἂν ὅτι ἀνέπνευσεν εὐθαρσής τε καὶ θυμοῦ μεστὸς ὁρῶν τὸν πατέρα.
12nΟἱ μὲν οὖν ἀνδρεῖοι διὰ τὸ καλὸν πράττουσιν.
13 Εἰπὼν ὅτι καὶ αἱ ἀνδρεῖοι θυμοειδεῖς, πῶς, ἐξηγήσατο· οὐ γὰρ ὡς διὰ θυμὸν ποιοῦντες ὡς τὰ θηρία καὶ οἱ διὰ θυμόν τι ποιοῦντες ἄνθρωποι,
15ἀλλ’ ὅτι συνεργεῖ αὐτοῖς ὁ θυμός, ἐνθουσιαστικωτέρους αὐτοὺς ποιῶν πρὸς τὰς πράξεις τοῦ καλοῦ χάριν γινομένας ὑπ’ αὐτῶν. τὰ θηρία δέ, φησί, οὐ διὰ τὸ καλὸν χρῆται τῷ θυμῷ ἀλλὰ διὰ λύπην, 〈ἔτι δὲ〉 καὶ ἀλγηδόνα καὶ φόβον. εἶπε δὲ περὶ τῶν θηρίων τὸ ὥσπερ καὶ τὰ θηρία ἐπὶ τοὺς τρώσαντας φερόμενα, ὅτι φέρονται μὲν οἱ θυμοειδεῖς διὰ
20τὸν θυμὸν ἐπὶ τοὺς κινδύνους ὡς καὶ τὰ θηρία ἐπὶ τοὺς τρώσαντας. οὐ μὴν καὶ τὰ θηρία διὰ θυμὸν ἁπλῶς εἶπε νῦν, διὰ γὰρ λύπην αὐτά φησιν ἐπιέναι τισί, καὶ ὅτι γε μὴ ἀνδρεῖα τὰ θηρία ἐδήλωσε διὰ τοῦ ὁρμᾶν αὐτὰ πρὸς τὸν κίνδυνον, οὐδὲν τῶν ἀπαντησομένων δεινῶν προορῶντα, ἐπεὶ οὕτω γε καὶ οἱ ὄνοι ἀνδρεῖοι ἂν εἶεν· Ὅμηρος “ὡς δ’ ὅτ’ ὄνος παρ’ ἄρουραν
25〈ἰὼν〉 ἐβιάσατο παῖδας” καὶ τὰ ἑξῆς. τοῦτο δὲ εἰς δήλωσιν παρέθετο τοῦ μὴ πᾶσαν ὑπομονὴν δεινῶν κατ’ ἀνδρείαν γίνεσθαι. ὡσαύτως καὶ οἱ μοιχοὶ οὐ τοῦ καλοῦ χάριν ὑπομένουσι τὰ δεινὰ ἀλλὰ τῆς αἰσχρᾶς ἐπιθυμίας.
29nΦυσικωτάτη δὲ ἔοικεν ἡ διὰ τὸν θυμὸν εἶναι.
30Φυσικωτάτην εἶναί φησι τὴν διὰ θυμὸν ἀνδρείαν, ἐπεὶ φυσικὸν πάθος
ὁ θυμός. διὸ καὶ προσλαβοῦσα ἡ τοιαύτη ἀνδρεία προαίρεσιν καὶ τὸ166

167

οὗ ἕνεκα ἡ ἀληθῶς ἀνδρεία γίνεται. ἐν μεσότητι γὰρ τῶν παθῶν αἱ ἠθικαὶ ἀρεταί, γίνεται δὲ ἐν μεσότητι ὁ θυμὸς ταῦτα προσλαβών. ἔτι ἡ ἀνδρεία περὶ τὸν θυμόν· ὑπηρετεῖται γὰρ ὁ θυμός, ὡς ἔφην, τῷ ἀνδρείῳ. οἱ δὲ διὰ ταῦτα μάχιμοι μέν, οἱ δι’ ἡδονήν, φησί, καὶ λύπην.
5nΠαραπλήσιον δ’ ἔχουσί τι.
6 Τὸ ὁμόσε δηλονότι τοῖς κινδύνοις χωρεῖν, ᾧ τὸ εἶναι ἀνδρεῖοι φαντάζον‐ ται καὶ οὗτοι. ἀλλ’ οἱ μὲν ἀνδρεῖοι διὰ τὰ προειρημένα θαρραλέοι, διὰ τὸ καλὸν δηλονότι καὶ τὴν τοῦ αἰσχροῦ φυγήν. ἀνδρείου δ’ ἦν τὰ φοβερὰ ἀνθρώπῳ ὄντα καὶ μὴ φαινόμενα ὑπομένειν, τὰ καὶ ὄντα
10καὶ φαινόμενα φοβερά, μὴ ὡς οἱ εὐέλπιδες· ἐκεῖνοι μὲν γὰρ φαινόμενα μὲν φοβερὰ ὑπομένουσιν, ὄντα δὲ φεύγουσιν. ἀνδρειότερον δέ φησι τὸν ἐν τοῖς αἰφνιδίοις φοβεροῖς ἀπαθῆ μένοντα καὶ ἀπτόητον, οὐ τὸν ἐν παρασκευῇ, ᾧ καὶ λόγος τι συνεργήσει καὶ ἡ τοῦ πράγματος φύσις ἐπεσκεμμένη πείσει μὴ ἀποδειλιᾶν ἀλλ’ ἐγκαρτερεῖν τοῖς δεινοῖς. ταῦτα δὲ ἐν τοῖς κατ’
15ἀνθρώπους φησὶ φόβοις, οὐκ ἐν τοῖς ὑπὲρ ἄνθρωπον, σεισμοῖς δηλαδή, ἐπικλύσεσι θαλάττης καὶ τοῖς ὁμοίοις. ἀνδρεῖοι δὲ φαίνονται καὶ οἱ ἀγνοοῦντες. πέμπτου καὶ τελευταίου μνημονεύει τρόπου, καθ’ ὃν δοκοῦσιν εἶναί τινες ἀνδρεῖοι οὐκ ὄντες, τοῦ δι’ ἄγνοιαν. καὶ γὰρ οἱ ἀγνοοῦντες καὶ ἄπειροι τῶν ἐπιφερομένων δεινῶν καὶ διὰ τοῦτο θαρροῦντες πρὸς αὐτὰ
20ἀνδρεῖοι δοκοῦσιν εἶναι, ὅθεν καὶ ἡ παροιμία ἐρρύη ‘γλυκὺς ἀπείρῳ πόλε‐ μοσ‘. εἰσὶ δὲ καὶ οὗτοι παραπλήσιον ἔχοντες τοῖς εὐέλπισιν· οἴονται γοῦν καὶ αὐτοὶ μηδὲν πείσεσθαι· πλὴν ἐκεῖνοι μὲν τῷ διὰ πείρας γεγονέναι καὶ κεκρατηκέναι πολλάκις ἔχουσι τὸ εὐέλπιδες εἶναι (διὸ καὶ παραμένουσι χρόνον τινά), οἱ δὲ ἀγνοοῦντες καὶ ἠπατημένοι οὐδὲν ἀξίωμα ἔχουσιν· οὐ
25γὰρ εἰδότες ὑπερορῶσι. διὸ γνόντες τἀληθὲς ἢ μόνον ὑποπτεύσαντες φεύγουσιν 〈εὐθύσ〉.
27nὍπερ οἱ Ἀργεῖοι ἔπαθον περιπεσόντες τοῖς Λάκωσιν
28nὡς Σικυωνίοις.
29Ξενοφῶν γὰρ ἐν τῇ ἕκτῃ τῶν Ἑλληνικῶν λέγει ἡττωμένων Σικυω‐
30νίων ὑπὸ Ἀργείων Πασίμαχον τὸν ὑφαρμοστὴν τῶν Λακεδαιμονίων ἔχοντα
ὀλίγους 〈ἱππέασ〉 μεθ’ ἑαυτοῦ ἀφελόμενον τὰς ἀσπίδας τῶν Σικυωνίων καὶ167

168

ὁπλίσαντα τοὺς ἑαυτοῦ καὶ τοὺς ἵππους πρὸς δένδροις τισὶ δήσαντα, ἐπελθεῖν τοῖς Ἀργείοις, τοὺς δὲ μέχρι μὲν ὀλίγου διὰ τὰ ἐπὶ τῶν ἀσπίδων ἐπίσημα Σικυωνίους οἴεσθαι τοὺς Λάκωνας καὶ καταφρονεῖν αὐτῶν δι’ ἄγνοιαν, ὕστερον μέντοι τῇ πείρᾳ μαθεῖν αὐτοὺς οἵτινες ἦσαν καὶ φεύγειν.
5διὸ καὶ ἐπίλυπον ἡ ἀνδρεία καὶ δικαίως ἐπαινεῖται. δικαίως ἐπαινεῖσθαί φησι τὴν ἀνδρείαν καὶ τῶν ἄλλων ἀρετῶν προκεκρίσθαι ἐνταῦθα διὰ τὸ πλείω τὰ λυπηρὰ τῶν ἡδέων ἔχειν. τὸ μὲν γὰρ τέλος οὗ χάριν πάντα πράσσει καὶ ὑπομένων ποιεῖ, ὅπερ ἐστὶν ἡδὺ τῷ ἀνδρείῳ, λυπηρὰ δὲ καὶ ἐπίπονα τὰ κύκλῳ, ἅ ἐστιν αἱ πράξεις καὶ
10τὰ παθήματα, δι’ ὧν τοῦ τέλους τυγχάνει. τραύματα γὰρ καὶ θάνατοι ὑφ’ ὧν ἐπισκοτεῖται καὶ ἐπικαλύπτεται τὸ ἐν 〈τῇ〉 ἀνδρείᾳ ἡδύ, ὡς μὴ εἶναι τοῖς πολλοῖς γνώριμον, ὃ καὶ σημεῖον ἐναργέστατον τοῦ τὸ τέλος αὐτῷ ἡδὺ εἶναι. διὰ γὰρ τὴν ἔφεσιν ἐκείνου καὶ τούτων ἀνέχεται. οὐ γὰρ ἡ τούτων ὑπομονὴ ἡδὺ αὐτῷ, ἀλλ’ ὅτι αἰσχρὸν τὸ μὴ ὑπομένειν
15ὑφίσταται αὐτά. μνημονεύσας δὲ καὶ τῶν πυκτῶν, οἷς τὸ μὲν στεφανοῦσθαι καὶ τιμᾶσθαι τέλος καὶ ἡδύ, τὰ δὲ δι’ ὧν γίνονται ταῦτα ἀηδῆ τε καὶ ἐπίπονα (πληγαὶ γὰρ καὶ τραύματα) τῷ πλείω ταῦτα καὶ μείζω 〈εἶναι〉 τῆς ἀπὸ τῶν στεφάνων ἡδονῆς. μικρὸν γὰρ ὡς πρὸς τἀηδῆ τὸ δι’ αὐτῶν γινόμενον παραβαλλόμενον γίνεται, ὡς μηδὲν ἔχειν αὐτοὺς δοκεῖν
20ἡδύ. εἰπὼν δὲ ἄκοντι τῷ ἀνδρείῳ ἔσεσθαι τά τε τραύματα καὶ τὸν θάνατον, ὑπομένειν μὲν ταῦτα ἢ διότι καλὸν ἢ διότι αἰσχρὸν τὸ μή, φησὶ τοσούτῳ μᾶλλον αὐτὸν ἐπὶ τῷ θανάτῳ λυπηθήσεσθαι, ὅσῳ μᾶλλον εὐδαιμονέστερός ἐστι καὶ περιφανέστερος ἐν ἀρετῇ. ὡς γὰρ πολλῶν τε καὶ μεγάλων ἀγαθῶν αὐτός τε ἀποστερούμενος καὶ ἀποστερῶν τοὺς οἰκείους καὶ τὴν πατρίδα
25τῆς ἐκ τοῦ τοιούτου προστασίας, εἰκότως ἐπὶ τῷ θανάτῳ λυπηθήσεται. διὸ καὶ τὸν μηδενὸς χάριν καλοῦ γινόμενον θανάτον φυλάσσοιτο ἂν οἷον τὸν ἐν θαλάσσῃ ἐμπρησμῷ σεισμῷ ἢ τινὶ ἄλλῃ τοιαύτῃ περιστάσει.
28nΟὐ δὴ δὲ ἐν ἁπάσαις ταῖς ἀρεταῖς τὸ ἡδέως ἐνεργεῖν
29nὑπάρχει.
30 Τοῦ ἔμπροσθεν εἰρημένου ἐπὶ τοῦ κατ’ ἀρετὴν ζῶντος τοῦ ἢ μὴ λυπουμένου γε, νῦν αἰτίαν ἀποδίδωσι καί φησι τὸ 〈οὐ δὴ ἐν πάσαις ταῖς ἀρεταῖς τὸ ἡδέως ἐνεργεῖν ὑπάρχει,〉 πλὴν ἐφ’ ὅσον τοῦ τέλους
ἐφάπτονται. αἱ γὰρ κατὰ τὴν ἀνδρείαν ἐνέργειαι τοιαῦται, στρατιώτας168

169

δ, φησίν, οὐδὲν ἴσως κωλύει μὴ τοὺς κρατίστους ἀνδρείους εἶναι ἀλλὰ τοὺς ἧττον μὲν ἀνδρείους, μηδὲν ἄλλο ἀγαθὸν ἔχοντας. διὸ ἀντιποιήσονται τοῦ βίου. οὗτοι γὰρ εὐώνως καὶ ἐπὶ μικροῖς λήμμασι κατα‐ φρονοῦσι τοῦ ζῆν· διὸ χρησιμώτεροι τοῖς προσδεομένοις οὐ περὶ πολλοῦ
5ποιούμενοι τὴν ἑαυτῶν σωτηρίαν. οἱ γὰρ ἀνδρεῖοι οὔτε ῥιψοκίνδυνοι οὔτε περὶ τῶν τυχόντων, ἀλλ’ εἰσὶ μεγαλοκίνδυνοί τε καὶ ἐν οἷς κινδυνεύειν καλόν, ἐπὶ τούτοις θαρραλέοι. τὸ δὲ ἴσως πρόσκειται· εἴη γὰρ ἄν ποτε καὶ ὁ ἀνδρεῖος τοῖς στρατιώταις κατειλεγμένος. εἴη ἂν οὖν ἡ ἀνδρεία ἕξις ἐν μεσότητι τῇ περὶ φόβους καὶ θάρρη, ὑπομενετικοὺς παρεχομένη κινδύνων
10τε καὶ θανάτου ἕνεκα τοῦ καλοῦ. ἐν ἁπάσαις ταῖς ἀρεταῖς. ἐγώ φημι ἐν οὐδεμιᾷ. διὰ γὰρ τὸ τέλος ἐν πάσαις τὸ ἡδύ, ἐπεὶ τὰ πρὸς τὸ τέλος ἐπίπονα πάντα, εἴ γε καὶ διὰ τὴν λύπην τῶν καλῶν ἀπεχόμεθα. ἄλλο δ’ ἀγαθὸν μηδὲν ἔχοντας. διὰ γὰρ ἔνδειαν ἀγαθοῦ μὴ ἔχοντες οὗ ἀντιποιή‐ σονται, πρὸς μικρὰ κέρδη τὸν βίον, ἤτοι τὴν ζωήν, ἀλλάττονται, ὅτι οἱ
15στρατιῶται ῥιψοκίνδυνοι καὶ μικροκίνδυνοι μικρῶν χάριν κερδῶν καταλλάτ‐ τοντες ζωήν, οἱ δὲ ἀνδρεῖοι οὐ δρῶσιν ῥιψοκινδύνως οὐδὲ μικροκινδύνως ἀλλὰ μεγαλοκινδύνως· τοῦ καλοῦ γὰρ χάριν καὶ ὑπὲρ πατρίδος ἤ τινος τοιούτου αἱροῦνται τοὺς κινδύνους.
19nΜετὰ δὲ ταῦτα περὶ σωφροσύνης.
20 Εἰπὼν περὶ ἀνδρείας, μέτεισιν ἐπὶ τὸν περὶ σωφροσύνης λόγον, καὶ τοῦ περὶ πρώτου τούτου λέγειν ἀποδίδωσιν αἰτίαν. λέγει γὰρ ὅτι τῷ δοκεῖν τῶν ἀλόγων μερῶν εἶναι αὐτὰς ἀρετάς. τοῦτο δὲ λέγοι ἂν οὐχ ὡς μόνων τούτων τοῦ ἀλόγου τῆς ψυχῆς οὐσῶν ἀρετῶν (πᾶσαι γὰρ αἱ ἠθικαὶ ἀρεταὶ τοιαῦται), ἀλλ’ ὡς τούτων μόνων δοκουσῶν τοῖς πρὸ αὐτοῦ. Πλάτων
25γοῦν τὴν μὲν τοῦ θυμικοῦ φησιν εἶναι, τὴν δὲ τοῦ ἐπιθυμητικοῦ. ὅτι γὰρ πρὸς τοῦτον εἶπε, δηλοῖ καὶ διὰ τοῦ προσθεῖναι τὸ τῶν ἀλόγων μερῶν. δοκεῖ γὰρ Πλάτων τὰς δυνάμεις ταύτας τῆς ψυχῆς καὶ τοῖς τόποις χωρίζειν. λέγοι δ’ ἂν περὶ τούτων ὅτι κυριώτεραι καὶ μεγάλην ἔχουσαι πρὸς τὸν βίον ῥοπήν, ἡ μὲν γὰρ εὔτολμον καὶ θαρραλέον πρὸς τὰ δεινὰ τὸ ἦθος
30τοῦ ἔχοντος παρεχομένη καὶ λύπαις καὶ φόβοις ἀδούλωτον, ἡ δὲ κόσμιόν τε καὶ ἀήττητον ὑφ’ ἡδονῶν. τὰ γὰρ πάθη ταῦτα, θυμός τε καὶ ἐπιθυμία παιδαγωγηθέντα μὲν εὐσταθείας τῆς κατὰ τὸν βίον αἴτια, ἀπαιδαγώγητα
δὲ μείναντα διαταράττει καὶ θηριώδη ποιεῖ. διὸ καὶ εἰκότως τιμιώταται169

170

μὲν καὶ αἱρετώταται αἱ περὶ ταῦτα ἀρεταί, ἀτιμόταται δὲ καὶ φευκτόταται αἱ κακίαι.
3nΠερὶ ποίας οὖν τῶν ἡδονῶν.
4Ὥσπερ ἐπὶ τῆς ἀνδρείας εἰπὼν αὐτὴν περὶ θάρρη καὶ φόβους εἶναι
5ἔδειξε περὶ ποῖα ταῦτα, οὕτω καὶ νῦν περὶ ἡδονὰς εἰπὼν τὴν σωφροσύνην καὶ λύπας εἶναι δείκνυσι περὶ ποίας ταύτας. ἔοικε δὲ περὶ ἀνδρείας καὶ σωφροσύνης πρῶτον διδάσκειν, ὅτι καὶ αὗται πρὸς τὸν βίον μεγάλην ἔχουσι ῥοπήν, ἡ μὲν τὸ εὔτολμον τῷ ἤθει πορίζουσα, ἡ δὲ τῶν ἡδονῶν τὸ ἀήττητον. διῃρήσθωσαν δὲ αἱ ψυχικα. ψυχικαὶ ἡδοναί εἰσιν αἱ ἄνευ
10τοῦ σώματος, μηδὲν πάσχοντος 〈τούτου〉 ἢ διατιθεμένου 〈πωσ〉 ἐπιγινόμεναι, οἷον φιλοτιμία καὶ τὰ ὅμοια. ἀλλὰ μᾶλλον τῆς διανοίας. τοῦτο εἴρηται ἀντὶ τοῦ τῆς ψυχῆς, ἢ πάθη κοινότερον καὶ τὰ νοήματα εἶπεν, ὡς ἀρχό‐ μενος καὶ τοῦ Περὶ ἑρμηνείας “ἔστι μὲν οὖν τὰ ἐν τῇ φωνῇ τῶν ἐν τῇ ψυχῇ παθημάτων σύμβολα.” διαθέσεις γὰρ αἱ τῆς διανοίας ἐνέργειαι,
15ἀλλ’ οὐ κυρίως πάθη. ὅτι διὰ τούτων ἀνάμνησις γίνεται αὐτοῖς τῶν ἐπιθυμιῶν. ἀνάμνησις μὲν τοῖς ἀκολάστοις τῶν ἐπιθυμητῶν, ἀλλ’ οὐ προηγουμένως, κατὰ συμβεβηκὸς δέ. προηγουμένως γὰρ σπουδάζεται ὑπ’ αὐτῶν ἄλλα. ἀνάμνησις δὲ αὐτῶν τούτοις γίνεται διὰ τούτων· ἀφρο‐ δισίων μὲν διὰ τῶν ὀσμῶν, καὶ βρωμάτων δὲ διὰ τῶν αὐτῶν, ἢ καὶ διὰ
20βρωμάτων πάλιν ἀνάμνησις τῶν ἀφροδισίων· εἰς τοῦτο γὰρ ἡ τρυφὴ ἄγει. οἱ τοιοῦτοι δὲ οὐ διὰ τὰς τῶν ὀσφρήσεων ἡδονὰς ἐσπουδάκασι περὶ τὰ ὀσφραντά, ἀλλ’ ὅτι ὑπομιμνήσκει αὐτοὺς ταῦτα ἀφροδισίων καὶ βρωμάτων, περὶ ἅ ἐστιν αὐτοῖς προηγουμένως σπουδή. κατὰ συμβεβηκὸς οὖν ὡς ὀσφραντοῖς αὐτοῖς χαίρουσι· συμβέβηκε γὰρ τούτοις καὶ εὐώδεσιν εἶναι.
25τὰ μὲν οὖν μῦρα ὑπομιμνήσκει αὐτοὺς τῶν ἀφροδισίων, ἡ δὲ ἀπὸ τῶν ὄψων ὀσμὴ τῶν σπουδαζομένων βρωμάτων. ὅτι δὲ κατὰ συμβεβηκὸς γίνεταί τισιν ἡδονὴ δι’ ὀσφρήσεως δείκνυσι διὰ τοῦ καὶ τοὺς πεινῶντας χαίρειν ταῖς ἀπὸ τῶν βρωμάτων ὀσμαῖς. οὐ γὰρ καὶ κορεσθέντες χαίρουσι ταύταις. εἰπὼν δὲ ταῦτα ἐπιφέρει, ὅτι καὶ τὸ τούτοις χαίρειν ἀκο‐
30λάστου. ἀναμιμνήσκουσι γὰρ αὐτοὺς αὗται τῆς περὶ τὰ ἀφροδίσια λαγνείας
καὶ 〈τῆς περὶ τὰ βρώματα〉 λιχνείας.170

171

(1n)

Περὶ τὰς τοιαύτας δὴ ἡδονὰς ἡ σωφροσύνη καὶ ἡ
2nἀκολασία ἐστίν.
3 Πάνυ ἐναργῶς διέβαλε τούτοις τὰς τῶν ἀκολάστων ἡδονὰς ὡς ἀνδρα‐ ποδώδεις καὶ θηριώδεις· κοιναὶ γὰρ αὐτοῖς αἱ σπουδαὶ πρὸς τὰ θηρία
5καὶ ἀνδράποδα· χαίρουσι γὰρ καὶ οὗτοι οἷς κἀκεῖνα. ἢ οὐχ οἵ γε ἀκό‐ λαστοι. οἱ ἀκόλαστοι οὐχὶ τῇ κρίσει τῶν χυμῶν χαίρουσιν ἀλλὰ τῇ ἀπολαύσει. 〈τῇ γεύσει μὲν οὖν κρίνουσι τὸ γλυκύ τε καὶ μή, ὃ γίνεται τῇ γλώσσῃ.〉 ἡ γεῦσις δὲ δι’ ἁφῆς γίνεται. τὸ γὰρ ἐπὶ τὸ πολὺ τοῦ γλυκέος ἐμφορεῖσθαι τῇ συνεχείᾳ τῆς ἁφῆς χαίροντός ἐστι, οὐ τῇ γεύσει
10καὶ τῇ κρίσει, τοῦτο δὲ τῷ ἐπὶ πολὺ ἅπτεσθαι καὶ ἐμφορεῖσθαι τοῦ ἡδέος γίνεται, καὶ ὅτι δι’ ἁφῆς ἡ διὰ τῶν βρωμάτων ἡδονὴ γίνεται, ὁ τὸν φάρυγγα εὐξάμενος εἰς γεράνου μῆκος ἐκταθῆναι πιστοῦται τοῦτο ὡς ἂν ἐπὶ πλεῖστον ἥδοιτο τῇ ἁφῇ. κοινοτάτη δὴ τῶν αἰσθήσεων, ἡ αἴσθησις δηλονότι, ἣ καὶ πρώτη τοῖς ζῴοις, ὡς ἐν τῷ Περὶ ψυχῆς δείκνυται. καὶ
15διὰ τοῦτο καὶ θηριῶδες ἡ ἀκολασία, ὡς περὶ ταύτας ὑπάρχουσα τὰς ἡδονάς, αἳ περὶ ἁφὴν καὶ γεῦσιν συνίστανται, τὰς κοινοτέρας ἡμῖν καὶ τοῖς ἀλόγοις ζῴοις. αἱ γὰρ ἀρεταὶ καὶ αἱ κακίαι οὐχ ᾗ ζῴοις ἡμῖν ἀλλ’ ᾗ ἀνθρώποις περιγίνονται, ὧν 〈καὶ〉 τὸ ἑκούσιον, οὗ μηδὲν τῶν λοιπῶν κοινωνεῖ ζῴων. ἀλλὰ περί τινα μέρη, οἷον περὶ λαιμὸν μὲν ἡ τῶν βρωμάτων, ἐν
20οἷς ἡ λιχνεία, 〈περὶ δὲ τὰ αἰδοῖα τὰ ἀφροδίσια, ἐν οἷς ἡ λαγνεία〉. αὐτὸς μέντοι τῇ ἀποσιωπήσει εὐφυῶς παρέστησε τὸ αἰδοῖον.
22nΤῶν δ’ ἐπιθυμιῶν.
23 Ἐπίκουρος καὶ οἱ ἀπ’ αὐτοῦ οὕτως διαιροῦσι· ‘τῶν ἐπιθυμιῶν [τῶν ἡδονῶν] αἱ μέν τινες ἀναγκαῖαι, 〈αἳ δὲ φυσικαὶ μὲν οὐκ ἀναγκαῖαι δέ,〉 αἱ
25δὲ οὔτε ἀναγκαῖαι οὔτε φυσικαὶ ἀλλὰ κατὰ κοινὴν γινόμεναι δόξαν. ἡ μὲν οὖν τῆς τροφῆς ἐπιθυμία καὶ τῆς ἐσθῆτος ἀναγκαία, ἡ δὲ τῶν ἀφροδισίων φυσικὴ μὲν οὐκ ἀναγκαία δέ, ἡ δὲ τῶν τοιῶνδε σιτίων ἢ τοιᾶσδε ἐσθῆτος ἢ τοιῶνδε ἀφροδισίων οὔτε φυσικὴ οὔτε ἀναγκαία.‘ Ἀριστοτέλης δὲ 〈πρὸ
τούτων〉 ἄριστά τε καὶ φανερῶς φαίνεται χρώμενος, τὰς μὲν τῶν ἐπιθυμιῶν171

172

κοινὰς εἶναι φάσκων, τὰς δὲ ἰδίας, κοινὰς μὲν τὰς φυσικὰς λέγων, ἰδίας δὲ καὶ ἐπιθέτους τὰς ἐκ μοχθηρῶν ἠθῶν καὶ δόξης κενῆς ἐπιγινομένας, τάσσων τὰς φυσικὰς ὑπὸ τὰς κοινὰς καὶ τὰς ἀναγκαίας, 〈ὡς εἶναι τῶν φυσικῶν τὰς μὲν ἀναγκαίασ〉, τὰς δὲ φυσικὰς μὲν οὐκ ἀναγκαίας δέ. ὅτι
5δὲ τὰς κοινὰς φυσικὰς λέγει καὶ τὰς ἀναγκαίας ὑποτάσσει ταῖς φυσικαῖς, δι’ ὧν ἐπήνεγκεν ἐδήλωσε λέγων οἷον ἡ μὲν τῆς τροφῆς φυσικ· πᾶς γὰρ ἐπιθυμεῖ ἐνδεὴς ἢ ὑγρᾶς ἢ ξηρᾶς· αὗται γάρ εἰσιν ἀναγκαῖαι· διότι δέ εἰσι φυσικαί τε καὶ κοιναὶ ἔδειξε. ποιησάμενος δὲ τὴν προειρη‐ μένην διαίρεσιν, ὀλίγην μέν φησιν εἶναι τὴν ἐν ταῖς φυσικαῖς ἡδοναῖς καὶ
10ἐπιθυμίαις ἁμαρτίαν καὶ ἐφ’ ἡμῖν γίνεσθαι. ἡ γὰρ ἐπὶ τὸ πλέον ἐν τούτοις ἐστὶ διαμαρτία, τὸ γὰρ ἐπὶ πλέον ἐμφορεῖσθαι τοῦ δέοντος τῆς τυχούσης τροφῆς ἢ ποτοῦ καὶ ἕως ἂν ὑπερπλησθῇ. ἡ γὰρ ἐπὶ τὸ ἔλασσον διαμαρτία ὑπὸ τῆς φυσικῆς ὀρέξεως ἐμποδίζεται καὶ ἐνδείας. ἡ γὰρ ἀναγκαία καὶ κατὰ φύσιν ἐπιθυμία ἀναπλήρωσίς ἐστι τῆς ἐνδείας, καὶ εἰσὶν
15οἱ κατὰ τὴν ἐν τούτοις ὑπερβολὴν ἁμαρτάνοντες οἱ λεγόμενοι γάστριδες, οἱ ὑπερπληροῦν ἑαυτοὺς ὀρεγόμενοι τῆς ὁποιασοῦν τροφῆς. τοιαῦτα δὲ καὶ τῶν ἀλόγων τὰ ἀδδηφάγα. διὸ καὶ τῶν ἀνθρώπων οἱ τοιοῦτοι ἀνδραπο‐ δώδεις καὶ οἱ περὶ τὰ ἀφροδίσια ἐπτοημένοι λάγνοι. μᾶλλον γὰρ ἢ δεῖ χρῶνται.
20nΠερὶ δὲ τὰς ἰδίας τῶν ἡδονῶν.
21 Ἡ πολλή φησι διαμαρτία περὶ τὰς ἐπιθυμίας τε καὶ ἡδονὰς γίνεται. τῶν γὰρ οἰκείως πρός τινα ἐχόντων καὶ ἀπὸ τῆς περὶ αὐτὰ ἀμέτρου σπουδῆς ἀπ’ ἐκείνων παρονομαζομένων· λέγονται γὰρ οἱ μὲν περὶ 〈τὰσ〉 ὄρτυγας ἐσπουδακότες φιλόρτυγες, φίλιπποι δὲ οἱ περὶ 〈τοὺσ〉 ἵππους 〈καὶ
25φίλοινοι οἱ περὶ τοὺς οἴνουσ〉 καὶ ἐφ’ ἑκάστου σπουδαίου ὁμοίως. τούτων δέ φησι τῶν παρονομαζομένων τούτοις περὶ ἃ ἀμέτρως σπουδάζουσιν ἁμαρ‐ τανόντων ἢ τῷ χαίρειν οἷς μὴ δε. οἱ γὰρ τῇ τῶν μειρακίων χαίροντες συνουσίᾳ καὶ διὰ τοῦτο φιλόπαιδες καλούμενοι τῷ τὴν ἀρχὴν χαίρειν οἷς μὴ δεῖ ἁμαρτάνουσιν. ἐν τούτοις εἰσὶν οἱ ἀρρητοποιοί. μᾶλλον δὲ χαίροιεν
30ἂν ἢ ὡς οἱ πολλο· καὶ κατὰ τοῦτο ἁμαρτάνοιεν οἱ φίλοινοι. κατὰ δὲ τὸ μὴ ὡς δεῖ ἡ διαμαρτία, εἴ τις τὰ 〈ἑαυτοῦ〉 τέκνα φιλῶν μηδὲν αὐτὰ συγχωρεῖ μανθάνειν φόβῳ τοῦ λυπῆσαι αὐτά. καὶ κατὰ τὸ μὴ ᾧ δεῖ δὲ οἱ αὐτοὶ οὗτοι ἁμαρτάνοιεν ἄν. εἰπὼν δὲ περὶ τὰς ἰδίας τῶν ἡδονῶν
ἁμαρτίας μάλιστα γίνεσθαι καὶ κατὰ πολλοὺς τρόπους ἄλλων κατ’ ἄλλα172

173

ἁμαρτανόντων, τοὺς ἀκολάστους φησὶ περὶ τὰς ἡδονὰς κατὰ πάντα ὑπερ‐ βάλλειν τε καὶ ἁμαρτάνειν. χαίρουσί τε γάρ τισιν οἷς οὐδ’ ὅλως χαίροι τις ἂν κατὰ φύσιν ἔχων καὶ τῷ μᾶλλον ἢ δεῖ καὶ οὕτως ὡς οὐ δεῖ. μισητὰ γὰρ διὰ τὴν ἀμετρίαν καὶ διὰ τὸ μὴ ὅτε καὶ ὡς δεῖ χρῆσθαι
5αὐτοῖς καὶ ὅλως διὰ τὸ εἶναι φαῦλά τε καὶ αἰσχρά.
6nΠερὶ δὲ τὰς λύπας οὐχ ὥσπερ ἐπὶ τῆς ἀνδρείας τῷ
7nὑπομένειν λέγεται σώφρων.
8 Οὐχ ὥσπερ ἐπὶ τῆς ἀνδρείας ὁ ἀνδρεῖος ἦν ἐν τῷ τὰ λυπηρὰ καὶ φοβερὰ καὶ ἐπίπονα ὑπομένειν τὰ ἔξωθεν προσπίπτοντα καὶ διὰ τοῦτο
10περὶ φόβους ἦν ἥ τε δειλία καὶ ἡ ἀνδρεία, οὐχ οὕτω καὶ ὁ ἀκόλαστος. ὁ γὰρ ἀκόλαστος ἔστι μὲν καὶ αὐτὸς περὶ λύπας, ὡσαύτως δὲ καὶ ὁ σώφρων, ἀλλ’ οὐχ ὁμοίως ἐκείνοις οὗτοι. οὐ γὰρ σώφρων λέγεται κατὰ τὸ ὑπο‐ μένειν τὰ λυπηρά, ὥσπερ ὁ ἀνδρεῖος ἐλέγετο ἐν τῇ τῶν φοβερῶν καὶ λυπηρῶν ὑπομονῇ, οὐδὲ ὁ ἀκόλαστος τῷ μὴ ὑπομένειν ὡς καὶ ὁ δειλός
15(τῷ γὰρ μὴ ὑπομένειν τὰ προσπίπτοντα φοβερὰ ὁ δειλός), ἀλλ’ ὁ ἀκόλαστος λέγεται κατὰ τοῦτο εἶναι περὶ τὰ λυπηρά, καθ’ ὅσον λυπεῖται ἐπὶ τῷ μὴ γίνεσθαί τι αὐτῷ, διότι γὰρ οὐ τυγχάνει τῶν ἡδέων. καὶ ἔστιν αὐτῶν ἡ ἡδονὴ τῆς λύπης ποιητική. οὐ γὰρ τῷ παθεῖν τι ἐκκλίνει καὶ οὐχ ὑπο‐ μένει ὡς ὁ δειλός, ἀλλ’ ἐπὶ τῷ μὴ πάσχειν· ἄχθεται γάρ· ὁμοίως καὶ ὁ
20σώφρων οὐ τῷ φέρειν τὰ φοβερὰ ὡς ὁ ἀνδρεῖος. οὗτος γὰρ ἐπὶ τῇ πα‐ ρουσίᾳ τῶν λυπηρῶν οὐ λυπεῖται, ὁ δὲ σώφρων τῷ μὴ λυπεῖσθαι ἐπὶ τῇ ἀπουσίᾳ τῶν ἡδέων σώφρων. ἔστι δὴ ὁ μὲν δειλὸς ἐπὶ τῇ παρουσίᾳ τινῶν λυπούμενος, ἀνδρεῖος δὲ ὁ μὴ λυπούμενος ἐπὶ τῇ τῶν αὐτῶν τούτων παρουσίᾳ, ἀκόλαστος δὲ ὁ ἐπὶ ἀπουσίᾳ τινῶν λυπούμενος, σώφρων δὲ ὁ
25ἐπὶ τῇ τούτων ἀπουσίᾳ μὴ λυπούμενος.
26nὭστε ἀντὶ τῶν ἄλλων ταῦθ’ αἱρεῖσθαι.
27 Τῶν ἄλλων φησὶ 〈τῶν〉 περὶ ταῦτα. καὶ γὰρ οἰκείων καὶ τοῦ καλοῦ καὶ νόμων προτιμῶσι τὰς οἰκείας ἡδονάς. εἶπε δὲ τὸν ἀκόλαστον ὅτι καὶ ἀποτυγχάνων καὶ ἐπιθυμῶν λυπεῖται. ὅτι καὶ ὁ ἀκόλαστος περὶ λύπας
30ἐστὶ τῷ λυπεῖσθαι αὐτός. ἐπὶ τίσιν οὖν λυπεῖται; ἐπ’ ἀμφοτέροις φησί, καὶ ἐπὶ τῇ ἀποτυχίᾳ τῶν σπουδαζομένων ἡδονῶν καὶ ἐν αὐτῷ τῷ ἐπι‐ θυμεῖν. διὸ καὶ ἀτόπῳ φησὶν ἐοικέναι τὸ πάθος αὐτοῦ τὸ δι’ ἡδονὴν
λυπεῖσθαι. ἐν γὰρ τῷ ἐπιθυμεῖν τοῦ ἡδέος λυποῦνται. 〈διὰ δὲ τούτων ἅμα173

174

ἔδειξε τὸν βίον αὐτῶν λυπηρότατον, καίτοι δοκοῦντα περὶ ἡδονὰς εἶναι καὶ ἐν ἡδοναῖς. εἰ γὰρ ἐν τῷ ἐπιθυμεῖν λυποῦνται〉, οὐδέποτε δὲ ἔστιν ὅτε οὐκ ἐπιθυμοῦσιν οἱ ἀκόλαστοι, ἀεὶ ἂν εἶεν ἐν λύπαις. ὥστε διὰ τὴν ἄπληστον περὶ ἡδονὰς σπουδὴν ἐν τῷ ἐναντίῳ τῆς ἡδονῆς πλεῖστα διατε‐
5λοῦσιν ὄντες. εἰπὼν δὲ περὶ τῶν ἀκολάστων, οἳ καθ’ ὑπερβολὴν ἁμαρτά‐ νουσι τῶν ἡδέων καὶ λυπηρῶν, ἐν οἷς μεσότης ἡ σωφροσύνη, ἐλλείποντας περὶ τὰς ἡδονὰς εἶναί φησι καὶ ἧττον ἢ δεῖ ἔχοντας μὴ πάνυ γίνεσθαι. οὐ γὰρ ἀνθρωπικὴ ἡ περὶ ταῦτα ἀναισθησία, ἀλλ’ οὐδὲ αἴσθησιν ἔχοντος τοῦτο, οἷον ἡ περὶ τὰς τροφὰς ἀναισθησία. εἶπε δὲ
10τοῦτο ἐν τῷ δευτέρῳ. καὶ ἧττον ἢ δεῖ χαίροντες. μᾶλλον γὰρ ἢ δεῖ χαίρουσιν αὐταῖς οἱ ἄνθρωποι, ἢ ἧττον κατάφοροί γέ εἰσιν ἐν τούτοις, μὴ ἐμποδίων τούτοις ὄντων, τῶν πρὸς ὑγίειαν καὶ εὐεξίαν δηλονότι, ἢ ὑπὲρ τὴν οὐσίαν τῶν χρημάτων φησίν. ὁ γὰρ οὕτως ἔχων μᾶλλον ἀγαπ, ὡς αἱρεῖσθαι δηλονότι τινὰς ἡδονὰς παρὰ τὰ εἰρημένα μᾶλλον τῆς
15ἀξίας σπουδάζει περὶ τὰς ἡδονάς.
16nἙκουσίῳ δὲ μᾶλλον ἔοικεν ἡ ἀκολασία τῆς δειλίας.
17 Συγκρίνει τήν τε δειλίαν καὶ τὴν ἀκολασίαν, καὶ δείκνυσι φευκτοτέραν τὴν ἀκολασίαν, 〈καὶ πρῶτον μὲν μᾶλλόν φησιν εἶναι καὶ ἑκούσιον τὴν ἀκο‐ λασίαν〉, ἑξῆς δὲ ὅτι οὐχ ὁμοίως φευκτόν. εἰς τὰ καθ’ ἕκαστα γὰρ καὶ τὰς
20πράξεις ἀποβλέποντι τῆς τε δειλίας καὶ τῆς ἀκολασίας δόξει, φησίν, οὐχ ὁμοίως φευκτὸν ἡ δειλία τῇ ἀκολασίᾳ. ἡ μὲν γὰρ ἕξις αὐτὴ ἑκούσιον ἡ δειλία, τὰ δὲ καθ’ ἕκαστα, καθ’ ἃ αἱ ἐνέργειαι αὐτῆς, τὰ προσπίπτοντα τῷ δειλῷ φοβερὰ καὶ διὰ τοῦτο ἀκούσια. τοιαῦτα δέ ἐστιν ὡς ἔκστασιν ἐμποιεῖν καὶ βιάζεσθαι ῥίπτειν τὰ ὅπλα καὶ τἆλλα ἀσχημονεῖν. διὸ δοκεῖ
25βίᾳ 〈μᾶλλον〉 καὶ οὐχ ἑκὼν ποιεῖν ἃ ποιεῖ. ἐπὶ δὲ τοῦ ἀκολάστου ἀνάπαλίν φησιν εἶναι. τὰ μὲν καθ’ ἕκαστα καὶ αἱ πράξεις αὐταὶ ἑκούσιοι· ἡδεῖαι γὰρ ἐπιθυμοῦντι καὶ ὀρεγομένῳ, οὐχ ὡς τῷ δειλῷ ἀβούλητοι αἱ πράξεις, ἡ δὲ ἀκολασία αὐτὴ ἧττον ἑκούσιος τῶν κατ’ αὐτὴν πράξεων. διὸ καὶ αἱ πράξεις αὐτῇ μᾶλλον ἦσαν ἑκούσιοι. τὸ γὰρ ἐπιθυμεῖσθαι τοῦτο οὐκέτι
30ὑπάρχει τῇ ἀκολασίᾳ. οὐ γὰρ δὴ καὶ ἀκόλαστοι ἐπιθυμοῦμεν εἶναι, ἀλλ’ οὕτω γε οὐδὲ δειλὸς οὐδεὶς ἐπιθυμεῖ. ἢ πρὸς τὰ καθ’ ἕκαστα εἶπε τὴν ἕξιν αὐτὴν συγκρίνων, δείξας διὰ τί τὰ καθ’ ἕκαστα ἑκούσια. διότι γὰρ ἐπιθυμοῦντι καὶ ὀρεγομένῳ περιγίνεται, οὐκέτι φησὶ τὴν ἀκολασίαν ἑκούσιον
εἶναι, ὡς τὰ καθ’ ἕκαστα. οὐ γὰρ καὶ τῆς ἀκολασίας ἐπιθυμήσει τις ὥσπερ174

175

τῶν καθ’ ἕκαστα. οὐδεὶς γὰρ ἀκόλαστος εἶναι ἐπιθυμεῖ, ἀλλὰ τῶν καθ’ ἕκαστα δι’ ὧν ἀκόλαστοι γίνονται, ὥστε οὔτε τῇ δειλίᾳ ὑπάρχει τὸ λυπεῖσθαι, διὸ αἱ καθ’ ἕκαστα αὐτῆς πράξεις ἀκούσιοι δοκοῦσι. διὸ οὐχ ὁμοίως ἡ ἕξις ἀκούσιος οὔτε τῇ ἀκολασίᾳ αἴτιον τὸ ἐπιθυμεῖσθαι, δι’ ἣν
5ἐπιθυμούμεναι αἱ καθ’ ἕκαστα πράξεις αὐτῆς εἰσιν ἑκούσιοι.
6nΔιὸ καὶ ἐπονειδιστότερον.
7 Ἐπονειδιστότερον ἀκολασία δειλίας. μᾶλλον γὰρ τὸ τοιοῦτον ἐφ’ ἡμῖν, ἢ καὶ τὸ ἡδὺ τοῦ ἐπιπόνου αἱρετὸν 〈καὶ〉 μᾶλλον ἑκούσιον. διὰ τὸ αἱρετὸν εἶναί τι τὴν ἡδονὴν φευκτὸν δὲ τὴν λύπην, ἣν τῷ ἀποστρέφεσθαι ὡς
10φθαρτικήν (φευκτὸν γάρ τι χρῆμα καὶ οὐχ αἱρετόν) φυλαττόμεθα, τὴν ἀκολασίαν τῆς δειλίας μᾶλλον ἑκούσιόν φαμεν. ἑκούσια μὲν γὰρ ἄμφω, ἑκούσιοι γὰρ αἱ κακίαι, ὡς δέδεικται πολλάκις, φανερώτερον δὲ ἡ ἀκολασία δι’ ὃ καὶ προστίθησιν, ἡ μὲν γὰρ ἀκολασία δι’ ἡδονήν ἐστιν, ἡ δὲ δειλία διὰ λύπην, ὧν ἡ μὲν ἡδονὴ αἱρετὸν ἡ δὲ λύπη φευκτόν. μᾶλλον
15δὲ ἑκούσιον ἡ λύπη τοῦ φευκτοῦ, ἐπεὶ ἡ μὲν λύπη ἐξίστησι καὶ φθείρει τὴν τοῦ ἔχοντος φύσιν, ἡ δὲ ἡδονὴ οὐ τοιοῦτον· διὸ εἴη ἂν μετὰ βίας. τοιοῦτος δὲ ὁ δειλός. οἷς δὲ μέμικται βία, ταῦτα οὐχ ὁμοίως ἑκούσια τοῖς ἀμιγέσιν. ἔτι εἰ ὁ ψόγος καὶ τὰ ὀνείδη ἐπὶ τοῖς ἑκουσίοις, τὸ ἐπονειδιστό‐ τερον μᾶλλον ἑκούσιον. ἐπονειδιστότερον δ’ ἀκολασία δειλίας, ἐλεοῦνται γοῦν
20πολλάκις οἱ δειλοὶ ἢ ὀνειδίζονται. ἔτι τὰ ἐφ’ ἡμῖν μᾶλλον ἑκούσια. περὶ ἃ δὲ ῥᾷόν ἐστιν ἐθισθῆναι, ταῦτα ἐφ’ ἡμῖν μᾶλλόν ἐστι. περὶ δὲ τὰς ἡδονὰς ἔστι μᾶλλον ἐθισθῆναι. πολλὰ γὰρ ἡδέα ἐν τῷ βίῳ καὶ συνέχειά ἐστιν αὐτῶν καὶ οὐδέποτε ἔστιν αὐτῶν ἀπορῆσαι, τὰ δὲ φοβερὰ οὐχ οὕτω πολλὰ καὶ συνεχῆ. ἔτι ῥᾷον ἐθισθῆναι περὶ ἃ οὐδεὶς κίνδυνος
25τῶν μετὰ κινδύνου γινομένων, ταῦτα δὲ μᾶλλον ἑκούσια. ἀκίνδυνα δὲ τὰ περὶ τὰ ἡδέα ἔθη, οὐκ ὄντων ἀκινδύνων τῶν ἐπὶ τοῖς φοβεροῖς. καὶ ἐπιθυμεῖ ὁ σώφρων ὧν δεῖ. οὐ γὰρ ἐκκόπτεται πάντῃ τὸ ἐπιθυμητικόν. τέτραπται δὲ οὗ δεῖ καὶ ὡς δεῖ καὶ ὅτε δεῖ· οὗ μὲν δεῖ, πρὸς τὸ καλόν, ὡς δεῖ δέ, ἐκ νομίμων γάμων παιδοποιεῖν, ὅτε δὲ δεῖ, τροφῆς, ὅτε πεῖνα
30ἐνοχλεῖ. ἡ δειλία ὁμοίως ἔχουσα τῇ ἀκολασίᾳ κατὰ τὸ ἕξις εἶναι καὶ ἑκούσιος, διαφέρει τοῖς καθ’ ἕκαστα, ὅτι τὰ μὲν καθ’ ἕκαστα τῆς ἡδονῆς διὰ τὸ ἡδὺ καὶ αἱρετὰ καὶ ἑκούσια, τὰ δὲ τῆς δειλίας διὰ τὸ λυπηρὸν τῷ ἐπίπονα εἶναι οὔτε αἱρετὰ οὔτε ἑκούσια. ἀλλὰ καὶ μᾶλλον ἀκούσια, καὶ καὶ διὰ τοῦτο μᾶλλον τοῦ βίᾳ καὶ βίαιον. αἱρεῖται γάρ τις ἥδεσθαι ὀψο‐
35φαγῶν καὶ ἀφροδισιάζων ἤπερ τραυματιζόμενος καὶ κινδυνεύων κατὰ
πόλεμον καὶ πολεμίοις μαχόμενος.175

176

(1t)

ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Δ ΤΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΝΙΚΟΜΑΧΕΙΩΝ ΗΘΙΚΩΝ.
2nΛέγομεν δ’ ἑξῆς περὶ ἐλευθεριότητος.
3 Εἰπὼν περὶ τίνα ἡ ἐλευθεριότης, ἅμα καὶ μέθοδον ἡμῖν ὑπέγραψεν ᾗ δυνησόμεθα ἑκάστην ἀρετὴν γνωρίζειν περὶ τίνα ἐστὶ καὶ τίνων πράξεων
5ἢ παθῶν μεσότης. ἐπεὶ γὰρ πᾶσα ἀρετὴ ἕξις ἐπαινετή, ἐπαινετὸν καὶ ἀγαθὸν ἡ ἀρετή, περὶ ἃ ἐπαινεῖται ἡ κατ’ αὐτὴν ἐνέργεια. δῆλον γὰρ ὅτι περὶ ταῦτα ἔστιν. οὐ γὰρ δὴ περὶ ἄλλα μὲν ἡ κατ’ αὐτὴν ἐνέργεια, περὶ ἄλλα δὲ ὁ ἔπαινος αὐτῇ. ἐπὶ γὰρ ταῖς ἐνεργείαις ταῖς ἀπ’ αὐτῶν ὁ ἔπαινός ἐστιν. ἐπεὶ τοίνυν ἡ ἐλευθεριότης περὶ δόσιν ἐστὶ χρημάτων
10ἐπαινετὴ καὶ λῆψιν, δῆλον ὅτι καὶ ἡ ἕξις ἡ ἐλευθεριότης, ἀφ’ ἧς αἱ ἐπαι‐ νεταὶ ἐνέργειαι, περὶ δόσιν καὶ λῆψίν ἐστι χρημάτων, μεσότης ἕξις οὖσα, οὐδ’ ἐν οἷς ὁ σώφρων, ἃ ἐν τῇ συμμετρίᾳ τῇ περὶ τὰς δι’ ἁφῆς ἡδονὰς ὁρίζεται. χρήματα δὲ λέγομεν. ὅτι χρήματα λέγεται πάντα ὅσων ἡ ἀξία νομίσματι μετρεῖται. χρῆμα γὰρ κυρίως τὸ νόμισμα, ὁμωνύμως
15δὲ καὶ πᾶν πρᾶγμα χρῆμα λέγεται, ἀφ’ οὗ φαμέν τινα, ὅτι χρῆμά τι ἔπραξεν ἤτοι πρᾶγμα, καὶ τοὺς διοικοῦντάς τι καὶ πράσσοντας χρηματίζειν φαμέν.
18nὯν δέ ἐστι χρεία τις.
19nὯν ἐστι χρεία εἴρηκεν ἀντὶ τοῦ ὧν ἐστι χρῆσις, ταῦτ’ ἐστὶν οἷς
20χρώμεθα. ἐχρήσατο δὲ τῷ ‘δὲ‘ ἀντὶ τοῦ ‘γάρ‘· τὸ γὰρ ἑξῆς ἐστιν ‘ὧν γάρ
ἐστι χρεία‘· καὶ ὧν μέν ἐστι χρεία, ἤτοι χρῆσις, τούτοις χρώμεθα οὐχ ἅμα176

177

πᾶσιν, ἀλλ’ ὧν ἐστι χρεία· ὧν δ’ οὐκ ἔστιν, οὐδὲ χρώμεθα. οὐ ταὐτὸν δὲ χρῆσις καὶ χρήσιμον· χρῆσις μὲν γάρ ἐστι, καθὸ χρώμεθά τισι, τὰ δὲ οἷς κατ’ ἐκεῖνο χρώμεθα, ταῦτά ἐστι χρήσιμα. αἱ μὲν γὰρ τέχναι καὶ ὅλως αἱ ἕξεις, ἐν αἷς καὶ ἀρετὴ καὶ κακία, αἱ χρώμεναι ἄλλοις εἰσί, τουτέστι
5καθ’ ἃς χρώμεθά τισι. κατὰ γὰρ τὴν τεκτονικὴν τοῖς ὑποκειμένοις τῇ τεκτονικῇ χρώμεθα, κατὰ δὲ τὴν μουσικὴν τοῖς τῇ μουσικῇ, ὁμοίως καθ’ ἑκάστην ἀρετὴν καὶ κακίαν, περὶ ἃ ἡ ἀρετὴ καὶ κακία, τοῖς μὲν καλῶς δηλονότι ὅσοις κατ’ ἀρετήν, τοῖς δὲ κακῶς ὅσοις κατὰ κακίαν. αὐτῶν δὲ τῶν ἕξεων οὐκ ἔστι χρῆσις, ὅθεν καὶ ἄτοποι οἳ διὰ τούτων κατασκευά‐
10ζονται τὴν ἀρετὴν ἀγαθὸν καὶ τὴν κακίαν κακόν, πλοῦτον δὲ καὶ τὰ ὡς δυνάμεις λεγόμενα ἀγαθὰ μήτε ἀγαθὰ μήτε κακά, ὅτι τῇ μὲν ἀρετῇ οὐχ οἷόν τε χρήσασθαι κακῶς ὡς οὐδὲ τῇ κακίᾳ καλῶς, τούτοις δὲ καὶ εὖ καὶ κακῶς. ἐκείνων μὲν γὰρ οὐδ’ ἔστι χρῆσις, διὸ οὐδὲ καλῶς λέγοιτ’ ἄν τις αὐτοῖς χρῆσθαι. οὐ γὰρ τούτοις χρώμεθα, ἀλλὰ διὰ τούτων τοῖς ἄλλοις,
15τὰ δὲ οὕτως ἀγαθά ἐστι τὰ ἐν χρείᾳ ὄντα καὶ χρήσει. πάντα δὲ τὰ ὧν ἐστι χρῆσις τοιαῦτά ἐστιν, ὥστε δύνασθαί τινα καὶ εὖ αὐτοῖς καὶ κακῶς χρήσασθαι. 〈καὶ ὁ πλοῦτος δέ ἐστι τῶν χρησίμων, ὡς καὶ αὐτός φησιν, ὥστε διὰ τοῦτο ἔνεστι τῷ πλούτῳ καὶ εὖ καὶ κακῶς χρήσασθαι.〉 ἀλλ’ οὐδὲ συνάγουσιν ἐξ ὧν λαμβάνουσιν ὃ οἴονται. συνάγεται γὰρ καὶ
20τὸ ἀγαθὰ καὶ κακὰ εἶναι οἷς ἔστιν εὖ καὶ κακῶς χρῆσθαι, ἀλλ’ οὐκ οὔτε ἀγαθὰ οὔτε κακά. εἰ γὰρ οἷς εὖ χρώμεθα ἀγαθὰ καὶ οἷς κακῶς κακά, ἕποιτ’ ἂν καὶ οἷς ἀμφοτέρως ἀμφότερα. οὐ γὰρ τὸ λαμβανόμενόν ἐστιν, ὅτι οἷς εὖ χρώμεθα ταῦτα οὐκ ἔστι κακά, οὐδὲ οἷς κακῶς ἀγαθά. οὕτω γὰρ οὐκέτ’ ἂν τὴν ἀρετὴν ἀγαθὸν ἀλλ’ οὐ κακὸν δεικνύοι, καὶ τὴν κακίαν οὐ κακὸν
25ἀλλ’ οὐκ ἀγαθόν. ἀλλὰ καὶ ἄτοπον τὸ τοῖς χρωμένοις συμμεταπίπτειν τὰ οἷς χρῶνται. οὕτω γὰρ ἂν καὶ τὰ ὄργανα λέγοιεν συμμεταπίπτειν. ἔτι εἰ λέγοι ἄν τις, εἰ ᾧ τις κακῶς χρήσεται, τοῦτο ἢ κακόν ἐστιν ἢ οὔτε ἀγαθὸν οὔτε κακόν, καὶ Σωκράτης ἐπεὶ κακῶς αὐτῷ Ἀθηναῖοι ἐχρήσαντο, ἢ κακὸς ἦν ἢ οὔτε κακὸς οὔτε ἀγαθός· ὁμοίως Ἀνάξαρχος· ἐχρήσατο γὰρ αὐτῷ
30κακῶς Νικοκρέων ὁ τύραννος· ὁμοίως καὶ Ζήνων. ἑκάστῳ δ’ ἄριστα χρῆται. διὰ τούτων σαφῶς δηλοῖ, ὅτι αὐταῖς ταῖς ἀρεταῖς οὕτω χρώμεθα. ἐπεὶ οὕτως ἂν εἴη καὶ τῆς ἀρετῆς ἀρετή, καθ’ ἣν πάλιν ταῖς ἀρεταῖς εὖ χρώμεθα, καὶ τοῦτο ἐπ’ ἄπειρον. ὁ ἔχων τὴν περὶ ἕκαστον ἀρετήν. οἱ γὰρ τὴν ἑκάστου τῶν χρησίμων χρηστικὴν ἀρετὴν ἔχοντες, οὗτοί εἰσιν οἱ
35καλῶς αὐτῇ χρώμενοι. οὕτω καὶ τεχνίτης, καὶ ὁ τὴν ἀρετὴν δὴ ἔχων
ὁ σπουδαῖος ὡσαύτως. ἢ τὸ εὖ πάσχειν. τοῦτο ἐκ τοῦ λαμβάνειν ὅθεν177

178

δεῖ γίνεται ἢ τὰ αἰσχρὰ μὴ πράττειν, ὃ ἐν τῷ μὴ λαμβάνειν ὅθεν οὐ δεῖ κρίνεται. καὶ ἡ χάρις τῷ διδόντι· ὅ ἐστι σύμβολον τοῦ εὖ πάσχειν, δι’ οὗ πιστοῦται τὸ ἐν δόσει ἢ λήψει τὴν ἐλευθεριότητα εἶναι. καὶ ῥᾷον δὲ τὸ μὴ λαμβάνειν τοῦ δοῦναι. καὶ διὰ τοῦτο δείκνυσι τὸ προκείμενον
5οὕτως ἔχον. εἰ ἡ ἀρετὴ γὰρ τὸ χαλεπώτατον (διὰ τοῦτο γὰρ καὶ ἡ ἀνδρεία μάλιστά ἐστιν ἀρετή), χαλεπώτερον δὲ καὶ δυσχερέστερον τὰ οἰκεῖα προΐεσθαι τοῦ μὴ λαμβάνειν τὰ ἀλλότρια, περὶ τὴν δόσιν ἂν μᾶλλον ἡ ἐλευθεριότης εἴη. ἀλλ’ οὐχ ἧττον εἰς δικαιοσύνην· ἀντὶ τοῦ μᾶλλον, οὐ πάνυ δὲ οὐδ’ οὗτοι εἰς δικαιοσύνην. εἰσὶ γὰρ οἳ γλισχρότητος χάριν τοῦτο ποιοῦσι,
10μήτε λαμβάνειν θέλοντες μήτε διδόναι, καὶ διὰ τοῦτο μὴ λαμβάνοντες ἵνα μηδὲ δῶσιν, ὃ καὶ Πλάτων φησὶν ἐν Πολιτείαις, ὅτι οἱ ἄνθρωποι τοὺς περὶ δικαιοσύνης ἔθεντο νόμους οὐ τοῦ μὴ ἀδικεῖν χάριν, ἀλλὰ τοῦ μὴ ἀδικεῖσθαι φόβῳ. οἱ δὲ λαμβάνοντες οὐδὲ ἐπαινοῦνται πάνυ. οἱ λαμβάνοντες, φησίν, οὐ πάνυ ὑγιῶς ἐπαινοῦνται. οὐδὲν γὰρ ἄξιον ἀρετῆς ποιοῦσι, τοῦ
15λαμβάνειν ἐν τῷ εὐεργετεῖσθαι, ἀλλ’ οὐκ ἐν τῷ εὐεργετεῖν κειμένου. ὥστε μᾶλλον ἐλευθεριότητος τὸ διδόναι σημεῖον, ἀλλ’ οὐ τὸ λαμβάνειν κἂν ὅθεν δεῖ.
17nΦιλοῦνται δὲ σχεδὸν μάλιστα οἱ ἐλευθέριοι.
18 Τὸ σχεδὸν πρόσκειται· οὐ γὰρ τοῦ ἀνδρείου, ὠφελιμώτερος γὰρ οὗτος, ἅτε πατρίδα ῥυόμενος καὶ τὴν ἄλλην περιουσίαν, ᾗ καὶ ὁ ἐλευθέριος χρήσεται
20κατὰ τὴν αὐτοῦ ἀρετὴν καὶ ὁ μεγαλοπρεπής. αἱ δὲ κατ’ ἀρετὴν πράξεις καλα. τὰς κατ’ ἀρετὴν πράξεις φησὶ καλὰς εἶναι καὶ τοῦ καλοῦ ἕνεκα. τοῦτο δέ ἐστιν ἐν τῷ ὡς δεῖ καὶ ὅσα δεῖ καὶ οἷς δεῖ καὶ ὅτε δεῖ· οὐ γὰρ φορτικῶς δώσει οὐδὲ κηρύττων οὐδὲ ἐπὶ μαρτύρων. καὶ ταῦτα δὲ τοῦ καλοῦ ἕνεκα· ἐνδέχεται γὰρ καὶ οἷς 〈δεῖ〉 διδόντα μὴ τοῦ καλοῦ χάριν
25διδόναι ἀλλὰ δόξης ἢ τιμῆς ἢ θήρᾳ μείζονός τινος κέρδους ἢ διὰ φόβον, δι’ ἃ οὐκ ἐλευθέριος οὕτω διδούς, ἀλλὰ καὶ ἡδέως, φησί, ἢ ἀλύπως δώσει. τοῦτο δέ φησιν, ἐπεὶ τὸ κατ’ ἀρετὴν ἅπαν ἡδὺ ἢ ἄλυπον ἐνεργού‐ μενον. ὁ γὰρ λυπηρῶς διδοὺς οὐκ ἐλευθέριος. μᾶλλον γὰρ αἱρεῖται λυπού‐ μενος τὰ χρήματα τῆς ἐλευθεριότητος. εἴρηκε δὲ τὸ ἀλύπως καὶ διὰ
30τὴν ἀνδρείαν. ὡς γὰρ καὶ ἀνωτέρω ἐπεσημαινόμεθα ἐν τῷ κατ’ αὐτὴν λόγῳ, οὐ πᾶσαι αἱ κατ’ αὐτὴν 〈ἐνέργειαι〉 τοῦτο ἡδέως δέχονται. ἀλλ’ οὐδὲ πᾶσα πάλιν δόσις κατὰ τὸ ἡδὺ ἐνεργουμένη ἐλευθέριος. οὐδὲ γὰρ οἷς μὴ δεῖ διδούς τις ἐλευθέριος, ἐπεὶ οἱ ἀκόλαστοι καὶ οἱ ἄσωτοι ἡδέως
διδόντες, ἐπεὶ μὴ οἷς δεῖ διδόασιν, οὐκ ἐλευθέριοι· 〈οὐ γὰρ χάριν καλοῦ.〉178

179

οὐδὲ ὅθεν μὴ δεῖ λήψεται, καταφρονητικὸς γὰρ χρημάτων ὁ ἐλευθέριος· ἀλλὰ ἄλλος τις ῥηθήσεται, τουτέστιν ἄσωτος ἢ φιλότιμος ἢ ἐμπορικός. οὐ γάρ ἐστι τοῦ εὖ ποιοῦντος. ὅτι καὶ τὸ θεῖον εὐεργετικὸν οὐκ εὐεργε‐ τούμενον.
5nΤὸ γὰρ ἐπιβλέπειν ἐφ’ ἑαυτὸν ἐλευθερίου.
6 Οὐ γάρ ἐστιν ἐλευθερίου τὸ τὴν οἰκείαν χρείαν τῆς τοῦ δεομένου προτιμοτέραν ἄγειν ἀνάγκης. κατὰ τὴν οὐσίαν δ’ ἡ ἐλευθεριότης λέγεται. οὐ γὰρ ἐν τῷ πολλὰ διδόναι ὁ ἐλευθέριος ἀλλ’ ὁ † ἐν τῇ διοικείᾳ τῆς χρείας τῶν χορηγουμένων τὴν δόσιν καὶ τῶν εὐεργετουμένων ποιούμενος.
10κατὰ γὰρ τὴν δύναμιν τῆς οὐσίας ἡ ἐλευθεριότης ὁρίζεται. ἐπεὶ δώσει γε καὶ ὀλίγα ἔσθ’ ὅτε, τῇ χρείᾳ μετρῶν τοῦ λαμβάνοντος τὴν δόσιν. οὐ γὰρ καὶ παραδώσει· προαναλίσκοντος γὰρ τοῦτο ἐν τῷ ὅσον οὐ δεῖ καὶ ἐξαπο‐ ροῦντος τὴν πρὸς ἑτέρους χρείαν. ἢ καὶ δώσει ὀλίγα ἐξ ὀλίγων καὶ οὐ δήπου διὰ τοῦτο οὐκ ἐλευθέριος, ὥσπερ οὐδὲ ὁ ἐκ πολλῶν πολλὰ διδούς.
15διὸ καὶ ἐγκαλεῖται τῇ τύχ· ἐν καιροῖς ἐπεσημήνατο, ὅτι ἐγκαλοῦσιν οἱ ἄλλοι τῇ τύχῃ ὡς ἀδίκῳ, ἅμα μὲν δεικνὺς ὅτι μὴ πλουτοῦσιν οἱ ἐλευ‐ θέριοι, εἴ γε δι’ αὐτοὺς καὶ ἡ τύχη ἐπικαλεῖται, ἅμα δὲ καὶ ἐπιλυόμενος, ὅτι μηδὲ ἡ τύχη μηδὲ τὸ θεῖον τούτου αἴτιον, ἀλλ’ ἔστι γινόμενον τύχῃ καὶ ἐπιμελείᾳ. οὐ γὰρ ῥᾴδιον ἔχειν μὴ ἐπιμελούμενον ὅπως ἔχει. οὐδὲ
20γὰρ ὑγείαν ἔχειν ῥᾴδιον, μὴ ἐπιμελούμενον ὅπως ἔχει, οὔτε ἰσχὺν ἀμε‐ λοῦντα ταύτης, οὔτε ἄλλο τι ἀγαθόν.
22nΣυμβαίνει δὲ οὐκ ἀλόγως τοῦτο.
23 Τὸ μὴ πλουτεῖν δηλονότι. ῥᾴδιον προετικῷ ὄντι ὡς δι’ ἀπορίαν ἐπικαλεῖσθαι τὴν τύχην· διὰ γὰρ τούτου ἔδειξεν ὡς οὐκ ἀλόγως ἐπικαλοῦσι
25τύχῃ. καλῶς δὲ ἄλογον τὸ τοιοῦτον· οὐ γὰρ μισθὸν δεῖ περιβλέπειν ὑπὲρ τῆς ἀρετῆς καὶ τὴν τύχην ἀπαιτεῖν, ὡς οὐδὲ ὑπὲρ τῶν ἄλλων ἀγαθῶν, οἷον τοῦ ὑγιαίνειν τὸν ὑγιαίνοντα ὅτι ὑγιαίνει (ἀρκεῖ γὰρ αὐτῷ τὸ τοιοῦτον ἀγαθόν) οὐ μισθὸν ἀπαιτεῖν ὃν ἔχει ἐν ἑαυτῷ, οὐκ ἔξωθέν τινα οὐδὲ ἐπεισοδιώδη, τουτέστι τὸ ὑγιαίνειν, καὶ προείληφεν αὐτὸν ἐν ἑαυτῷ.
30nἝπεται γὰρ τῇ ἐπιεικεῖ δόσει ἡ τοιαύτη λῆψις.
31Συνᾴδει γὰρ τῇ τοιαύτῃ δόσει ἡ ὁμοία λῆψις, ὡς τῇ ἀτόπῳ δόσει ἡ
ἄτοπος λῆψις, ὡς ἐπὶ τῶν ἀσώτων, οἷον ἵνα διδόναι ἔχωσι, καὶ λῃστήρια179

180

συνιστῶσι καὶ πάσης ἄλλης ἰδέας καλοῦ οὐκ ἀπέχονται. οὐ μέντοι τῇ ἀτόπῳ λήψει ἕψεται ἡ ἐπιεικὴς δόσις (πῶς γὰρ ὁ κακῶς κτησάμενος καὶ περὶ πολλοῦ τοῦτο ποιησάμενος καλῶς καὶ ἐλευθερίως ἀναλώσει;), ὡς οὐδὲ τῇ φορτικῇ δόσει ἡ δέουσα λῆψις. ἐκ τῶν δεόντων γὰρ συνάγειν ἐθέλοντι
5τῷ ἀσώτῳ εἰς στενὸν κομιδῇ καὶ ἄπορον καταστήσεται αὐτῷ τὰ τῆς ἀσω‐ τίας. αἱ μὲν οὖν ἑπόμεναι γίνονται ἅμα ἐν τῷ αὐτ, οὐ γὰρ ἐναντίαι, ἡ ἐπιεικὴς δόσις καὶ λῆψις δηλονότι, ἡ δὲ ἐναντία, ἤτοι δόσις ἢ λῆψις, οὐχ ἕπονται. τῇ γὰρ κακῇ δόσει πῶς ἕπεται καλὴ λῆψις; οὐδ’ ἔμπαλιν. ἐὰν δὲ παρὰ τὸ δέον καὶ τὸ καλῶς ἔχον συμβαίνῃ αὐτ, οἷον εἰ
10θεωρίας ἀναγκάζοιτο [ὁ] ὑπὲρ πατρίδος ἢ μονομαχίας συνιστᾶν ἢ διανομὰς ἢ εἴς τινας ἄλλας οἰκείας πράξεις ἀναλίσκων τὰ ἑαυτοῦ, λυπήσεται μετρίως καὶ ὡς δε. οὐ γὰρ πᾶσα λύπη οὐδὲ πᾶν πάθος παρὰ τὸν ὀρθὸν λόγον, ὡς οἴονταί τινες, ἀλλ’ ἔστι λυπηθῆναι καὶ ὡς δε, τουτέστιν εὐλόγως. οὐδὲν δὲ εὐλόγως γινόμενον ἡμαρτημένον. τοιαύτη ἐστὶν ἡ λύπη,
15ἣν οἱ ἀπὸ τῆς Στοᾶς ἀντὶ λύπης συστολὴν καλοῦσι. τῷ Σιμωνίδῃ δὲ μὴ ἀρεσκόμενος· τὸν μελοποιὸν φάσκων. ὡς φιλαργύρου γὰρ αὐτοῦ μέμνηνται ἄλλοι τε καὶ Θεόφραστος ἐν τοῖς Περὶ ἠθῶν καὶ ἐν τοῖς Περὶ πλούτου. τῆς ἀρετῆς δὲ τὸ ἥδεσθαι καὶ λυπεῖσθαι ἐφ’ οἷς δεῖ καὶ ὡς δεῖ· ἐφ’ οἷς, ἐπὶ τοῖς μὴ κατ’ ἀξίαν, ὡς δεῖ, μετρίως. εἰ γὰρ μήτε ἥδοιτ’ ὅλως
20μήτε λυποῖτο, ἀδιαφόρως ἂν ἔχοι πρὸς πάντα· οὕτω δὲ καὶ πρὸς τὰς κατ’ ἀρετὴν ἐνεργείας. τοιοῦτος δὲ ὢν οὐδ’ ἂν σπουδαῖος εἴη. τὰ γὰρ πάθη συνεξορμᾶν ἐπὶ τὰς πράξεις πέφυκεν· οὐ γὰρ ἱκανὸς ὁ λόγος καὶ ἡ κρίσις· οἱ γὰρ γέροντες κατὰ τοῦτο τῶν νέων ἀπρακτότεροι. ἔτι αἱ ἀρεταὶ ἕξεις εἰσὶ προαιρετικαί, ἡ δὲ προαίρεσις ὄρεξις βουλευτική, ἡ δ’ ὄρεξις
25πάθος. οὐκ ἂν οὖν εἴη κατ’ ἀρετὴν ἐνεργῆσαι χωρὶς πάθους.
26nΚαὶ τὴν δαπάνην γὰρ εἰς τὴν δόσιν τίθεμεν.
27 Τοῦτο εἶπεν, ἐπεὶ τὸν ἄσωτον οἶδεν οὐ τοσοῦτον εἰς τὴν δόσιν ἀνα‐ λίσκοντα ὅσον εἰς τὰς μὴ προσηκούσας δαπάνας. πλὴν ἐπὶ μικροῖς. οὗτοι ἐπονείδιστοί εἰσιν, οἷον καὶ οἱ μικροκλέπται λεγόμενοι· οἱ γὰρ ἐν τῷ
30μεγάλα λαμβάνειν ὑπερβάλλοντες οἷοι οἱ τύραννοι ἄπληστοι καὶ πλεονέκται καὶ ἄδικοι καὶ ἀσεβεῖς, οὐκ ἀνελεύθεροι καλοῦνται. εἰπὼν δὲ τὸν ἄσωτον ὑπερβάλλειν ἐν τῷ διδόναι καὶ μὴ λαμβάνειν καὶ διὰ τοῦτο ἐλλείπειν ἐν τῷ διδόναι, φησὶ μὴ πάνυ ταῦτα γίνεσθαι 〈ἅμα〉 ἀμφότερα, τό τε πολλὰ
διδόναι καὶ τὸ μὴ λαμβάνειν. τὸν γὰρ οὕτως ἔχοντα ταχέως ἐπιλείπειν180

181

τὴν κτῆσιν, ὥστε καὶ ἡ κατὰ τὸ διδόναι ὑπερβολή. προσέθηκε τὸ τοὺς διδόντας ἰδιώτας. οὐ γὰρ τοὺς τυράννους 〈καὶ〉 τοὺς δυνάστας ἐπι‐ λείπει ταχέως ἡ κτῆσις. οὐ γὰρ ἐλέγοντο οὗτοι ἄσωτοι, τῷ ἀσώτους μὲν εἶναι τοὺς ὑπὲρ τὴν οὐσίαν ἀναλίσκοντας, ἐκείνων δὲ διὰ τὸ πλῆθος τῶν
5χρημάτων καὶ προσόδων μὴ ὑπερβάλλειν τὰς δόσεις τὴν οὐσίαν τε καὶ κτῆσιν. καὶ τοῦτο δὲ εἰπὼν τὸ μὴ πάνυ συνδυάζεσθαι τὰ τῆς ἀσωτίας, τὸ ἅμα μὲν ὑπερβάλλειν ἐν τῇ δόσει, ἅμα δὲ ἐλλείπειν ἐν τῇ λήψει, φησίν, ὅτι ἄμφω ταῦτα ἔχων καὶ οὕτως ἄσωτος οὐκ ἀφυὴς οὐδ’ ἀνίατος ἀλλὰ μακρῷ ἀμείνων τοῦ ἀνελευθέρου καὶ δι’ ἃ προστίθησι, τῷ τε περὶ νέους
10γίνεσθαι τὴν τοιαύτην κακίαν μᾶλλον, τοὺς δὲ προκόπτοντας κατὰ τὴν ἡλικίαν ἐπιμελεστέρους γίνεσθαι καὶ προσεκτικωτέρους καὶ προσέτι τὴν ἀπορίαν ταχύ πως οὕτως ἔχουσι προΐστασθαι, δι’ ὧν ἀμφοτέρων ἡλικίας καὶ ἀπορίας σωφρονεῖν ἀναγκασθῆναι 〈καὶ κατάγνωσιν τούτων σχεῖν καὶ πρὸς τὸ ἄμεινον μετατεθῆναι.〉 ἔχει γὰρ τὰ τοῦ ἐλευθερίου τὸ διδόναι
15καὶ μὴ λαμβάνειν. οὐ γὰρ προηγουμένως λήψεται ὁ ἐλευθέριος, ἀλλ’ ἀναγκαίως, ὡς εἴρηται, ὡς ἂν ἔχοι διδόναι. καὶ 〈οὐ〉 λήψεται ὅθεν οὐ δεῖ, ἐπεὶ καὶ τῷ ἐλευθερίῳ οὐ προηγούμενον τὸ λαμβάνειν ἀλλ’ ἀναγκαῖον. ἦν γὰρ περὶ δόσιν μᾶλλον ἡ ἐλευθεριότης. διὸ καὶ ἐλλείπει κατὰ τὴν λῆψιν, καὶ οὐχ ἡδέως λαμβάνει· καίτοι αἱ κατ’ ἀρετὴν ἐνέργειαι ἡδεῖαι. διὰ
20τοῦτο δὲ ὁ ἄσωτος οὐδὲ φαῦλος δοκεῖ τὸ ἦθος οὐδὲ ἀγεννής, ὡς ἔχων ἐν τῇ διανοίᾳ μεγαλεῖόν τι καὶ οὐκ εὐτελὴς ὤν, ἠλίθιος δὲ μᾶλλον, οἷον ἀμαθὴς καὶ ἀνόητος, ὃς εἰ παιδευθείη καλὸς ἂν εἴη.
23nΔιά τε τὰ εἰρημένα.
24Τὸ διδόναι φησὶ καὶ μὴ λαμβάνειν. ὁ γὰρ ἀνελεύθερος καὶ λαμβάνει
25ὅθεν οὐ δεῖ καὶ οὐδενὶ δίδωσιν ἀλλ’ οὐδὲ ἑαυτῷ, ὡς ζωμῷ τὸ λεγόμενον ζῆν προαιρούμενος. εὐχερῶς γὰρ ἀναλίσκοντες. ἄσωτος μὲν κυρίως, ὡς καὶ ἀρχόμενος εἶπεν, ὁ τῆς οὐσίας ἑαυτοῦ δαπανητικός· τούτῳ δὲ ἐνίοτε συνδυά‐ ζεται καὶ ὁ ἀκόλαστος· καὶ ἐν τῇ συνηθείᾳ τοιοῦτον ἀκούουσι τὸν ἄσωτον τὸν εἰς αἰσχρὰ καὶ ἀφροδίσια ἀναλίσκοντα· οὐ μὴν ὁ κατ’ ἀλήθειαν ἄσωτος
30τοιοῦτος, ἀλλ’ ὁ ἀναλίσκων ἀδεῶς οἷς δεῖ καὶ μὴ δεῖ καὶ πάντοθεν λαμ‐
βάνειν προῃρημένος. εἶναι δέ τινά φησιν ἄσωτον εὐίατον, τυχόντα ἐπιμε‐181

182

λείας· ἀλλ’ ὁ μὲν διδόναι προῃρημένος, λαμβάνειν δὲ μή, οὗτος 〈ὁ〉 ἄσωτός ἐστιν εὐίατος. ὁ γὰρ διδοὺς καὶ λαμβάνων ἀδιακρίτως καὶ κατὰ μὲν τὸ διδόναι ἄσωτος, κατὰ δὲ τὸ λαμβάνειν ἀνελεύθερος (ἐπεὶ καὶ τοῦτο καθ’ ἓν μέρος τοῦ ἀνελευθέρου πρᾶξις), οὗτος δυσίατος ἢ καὶ ἀνίατος ὡς ὁ
5κυρίως ἄσωτος, ὃς καὶ δίδωσιν ἀνυποστόλως καὶ λαμβάνει καὶ συνδυάζεται τῷ ἀκολάστῳ. τῶν δὲ ἀκολάστων ὁ μὲν περὶ τὰ ἀφροδίσια ἁμαρτάνων τῷ μᾶλλον ἢ δεῖ λάγνος καλεῖται, ὁ δὲ περὶ οἶνον οἰνόφλυξ, ὁ δὲ περὶ βρώσεις ποικίλος, ὁ μὲν οὐ περιμένων τοὺς προσήκοντας καιροὺς τῆς τροφῆς, ὀξυπείνης τις λεγόμενος, ὀψοφάγος δὲ ὁ πλείονι τῷ ὄψῳ χρώμενος, λιμβὸς
10δὲ ὁ περίεργος καὶ ποικίλος ἐν τῇ παρασκευῇ τῆς τροφῆς, τένθης δὲ ὁ λίχνος καὶ τὸ ἀπὸ παντὸς ἥδιστον θηρώμενος μεταφέρων αὐτὸ ἄλλοτ’ ἐπ’ ἄλλα, γάστρις δὲ ὁ πολλὰ καὶ πολυτελῆ ζητῶν, λαίμαργος ὁ ἐν τῷ ἐσθίειν ἐπιφαίνων μαργότητά τινα καὶ σπουδὴν καὶ ταχυτῆτα.
14nδ’ ἀνελευθερία ἀνίατός τίς ἐστι.
15 Εἰπὼν ἀνίατον εἶναι ἤτοι δυσίατον τὴν ἀνελευθερίαν, αἰτίαν προστίθησιν, ὡς ἐν γήρᾳ μάλιστα γίνεται καὶ ὑπὸ τῆς ἡλικίας συναύξεται. ὡς γὰρ οἱ ἄσωτοι ὑπὸ τῆς ἡλικίας βοηθούμενοι λέγονται εὐίατοι (τὸ γὰρ γῆρας περιεκτικωτέρους [εὐιάτους] αὐτοὺς ἐποίει), οὕτως οἱ ἀνελεύθεροι διὰ τὴν φυσικὴν τοῦ γήρως πρὸς αὐτὴν ἐπιτηδειότητα ἀνίατοι. ἐπιγίνεται γὰρ μᾶλλον
20ὑπὸ τῆς ἡλικίας τοῦτο τὸ πάθος. τοῦ δὲ ἐν γήρᾳ ἐπιτείνεσθαι μᾶλλον τὴν κακίαν ταύτην δεικτικὸν παρέθετο τὸ πᾶσαν ἀδυναμίαν καὶ ἀσθένειαν ἀνελευθέρους ποιεῖν, ἀντιποιουμένους τῶν χρημάτων ὡς μάλιστα αὐτῶν δεομένους (τὸ δὲ γῆρας ἀσθένειά τίς ἐστι καὶ ἀδυναμία ἄλλη), καὶ διὰ τοῦτο συμφυέστερον τοῦτο τὸ πάθος εἶναι τοῖς ἀνθρώποις, διὸ καὶ
25δυσιατότερον. 〈τὰ γὰρ φύσει ὑπάρχοντά τισι δυσιατότερα.〉 ἰστέον ὅτι φειδωλοὶ λέγονται οἱ ἐπὶ τῷ φυλάττειν ὑπερβάλλοντες, κίμβικες 〈καὶ〉 κυμινοπρίσται καὶ γνίφωνες καὶ σκνιποὶ οἱ μικρὰ προϊέμενοι καὶ διδόντες, οἱ δὲ μόγις, γλίσχροι, οἱ δὲ καὶ μετὰ διατάσεως καὶ ὀργῆς διδόντες μικρολόγοι.
30nΚαὶ τὰ μικρὰ ἐπὶ πολλ.
31Οὐ γὰρ ἁπλῶς δηλονότι ἀλλ’ ἐπὶ μεγάλοις τόκοις δανείζοντες. καὶ182

183

οἱ μὲν κινδύνους τοὺς μεγίστους. οἱ λωποδύται καὶ λῃσταί, οἷς καὶ ὁ ἱερόσυλος συναρίθμιος. πάντες γὰρ οὗτοι μικροῦ λήμματος εἰς αὐτὸ τὸ ζῆν κινδυνεύουσιν. οἱ μέντοι κυβευταὶ ἀπὸ τῶν φίλων κερδαίνουσιν, οἷς μᾶλλον παρέχειν καὶ εὐεργετεῖν αὐτοὺς δίκαιον.
5nἪ κατὰ τὴν λεχθεῖσαν ἀσωτίαν.
6 Τὸ γὰρ οἰκειότερον καὶ δυσαποτριπτότερον κακὸν ὡς φυσικώτερον καὶ διὰ τοῦτο καὶ ἐναντιώτερον. οὐχ ὥσπερ δ’ ἡ ἐλευθεριότης δια‐ τείνει περὶ πάσας. ἐπιζητήσει ἄν τις, πῶς εἰ ἡ ἐλευθεριότης διατείνει περὶ πάσας τὰς ἐν χρήμασι πράξεις, οὐ καὶ περὶ ταύτας ἐστὶ περὶ ἃς καὶ
10ἡ μεγαλοπρέπεια· εἴτε γὰρ μὴ ἔστι περὶ ταύτας, οὐκ ἀληθὲς ἂν εἴη τὸ τὴν ἐλευθεριότητα διατείνειν περὶ πάσας τὰς ἐν χρήμασι πράξεις, εἴτε διατείνοι καὶ περὶ ταύτας, πότερον καὶ ὁ ἐλευθέριος οὕτω ἐν αὐταῖς ἀνα‐ λώσει ὡς καὶ 〈ὁ〉 μεγαλοπρεπὴς ἢ ἄλλως. ἀλλ’ εἰ μὲν οὕτω, μέρος ἔσται τῆς ἐλευθεριότητος ἡ μεγαλοπρέπεια, ἡ εἰ μὴ οὕτως, ἡ ἑτέρα αὐτῶν οὐκ
15ἀναλώσει κατὰ τὸ πρέπον καὶ τὸν ὀρθὸν λόγον καὶ ὡς δεῖ καὶ ὅσον δεῖ, οὕτω δὲ οὐδ’ ἂν ἀρετὴ εἴη μὴ κατὰ τὸ πρέπον ἀναλίσκουσα. μήποτε οὖν τὸ περὶ πάσας ἀντὶ τοῦ κατὰ τὰς πλείονας κεῖται καὶ κοινάς. περὶ δὲ τὰς δαπάνης μείζονος δεομένας ἢ κατ’ ἀξίαν ἀναλίσκουσα μεγαλοπρέπειά ἐστιν. ὡς εἶναι δύο ἀρετὰς περὶ χρήματα, τὴν μὲν ἐν ταῖς συνήθεσι καὶ κοιναῖς
20χρείαις τῶν χρημάτων τὸ κατ’ ἀξίαν ἔχουσαν, τὴν δὲ ἐν ταῖς δαπάνης πλείονος δεομέναις. λέγομεν οὖν τὴν ἐλευθεριότητα καὶ περὶ ταύτας περὶ ἃς ἡ μεγαλοπρέπεια, ἀλλὰ καὶ περὶ ταύτας τὸ ἴδιον φυλάξει, τὸ ὅσον δεῖ καὶ ὅτε καὶ ὡς· ἴδιον γὰρ αὐτῆς τὸ εὐλόγως ἀναλίσκειν. τὸ μέντοι καὶ πρὸς τὸ γινόμενον ὁρᾶν καὶ τὸ μεγαλεῖον ζητεῖν τοῦ ἔργου τοῦ γινομένου
25ἀπὸ τῶν ἀναλισκομένων ἴδιον ἤδη τῆς μεγαλοπρεπείας. ὡρίσατο δὲ τὴν μεγαλοπρέπειαν ἀπὸ τοῦ ὀνόματος, ἐν μεγέθει πρέπουσαν δαπάνην.
27nἘν τούτοις δ’ ὑπερέχει τῆς ἐλευθεριότητος μεγέθει.
28 Οὐ τοῦτο λέγει διὰ τοῦ ἐν τούτοις ὅτι ἐν τοῖς αὐτοῖς καὶ περὶ τὰ αὐτὰ δαπανηρὰ ὄντος καὶ τοῦ ἐλευθερίου, ὁ μεγαλοπρεπὴς διαφέρει τῷ
30μεγέθει τῶν ἀναλωμάτων. εἴη γὰρ ἂν οὐκέτι περὶ τὰ αὐτὰ ὁ ἐλευθέριος
ὡς δεῖ ἀναλίσκων. ἀλλ’ εἰπὼν περὶ τὰς δαπανηρὰς μόνην εἶναι τὴν183

184

μεγαλοπρέπειαν, λέγει τίνι ὁ περὶ ταῦτα ὢν τὰ ἀναλώματα τοῦ περὶ ἐκεῖνα ὄντος διαφέρει· ὅτι γάρ τοι μεγέθει. καὶ τοῦ ἐλευθερίου δὴ αἱ περὶ τὰ τοιαῦτα δαπανήματα ἐνέργειαι οὐκέτι καθὸ ἐλευθέριος ἔσονται. τὴν ἀρχὴν γὰρ οὐδὲ ἦν περὶ ταῦτα ἡ ἐλευθεριότης, ἀλλ’ ὁ μεγαλοπρεπὴς αὐτὰς ἐνερ‐
5γήσει. ἀντακολουθοῦσι γὰρ αἱ ἀρεταὶ ἀλλήλαις. ἢ οὐ τοῦτο λέγει, ἀλλ’ ὅτι οὔσης καὶ περὶ ταῦτα τῆς ἐλευθεριότητος, ἡ μεγαλοπρέπεια διοίσει αὐτῆς οὐκ ἐν τῷ εὐλόγως ἀναλίσκειν ἀλλ’ ἐν τῷ εἰς μεγάλα ὁρᾶν καὶ πρὸς τὸ γινόμενον. τὸ δὲ μέγεθος πρός τι, τουτέστιν ἄλλῳ γὰρ ἄλλο δαπάνημα. οὐ γὰρ τὸ αὐτὸ δαπάνημα τριηράρχῳ καὶ ἀρχιθεωρ.
10ἀρχιθεωροὺς ἔλεγον τοὺς πεμπομένους δημοσίᾳ εἰς τὰς πανηγύρεις ἢ εἰς θεοὺς χρησομένους τοῖς μαντείοις. ἄλλο μὲν οὖν τὸ πρέπον ἄλλῳ. ἄλλο μὲν γὰρ ἐὰν ἱερὸν κατασκευάζῃ, ἄλλο δ’ ἂν γυμνασιαρχῇ, ἄλλο ἂν τείχη περιβάλλῃ τῇ πατρίδι. ἐν πᾶσι δὴ τὸ πρέπον αὐτῷ, περὶ ὃ καὶ εἰς ὃ γίνεται τὸ δαπάνημα, ἀναλώσει. ἐκ παραλλήλου δὲ εἶπε τὸ ἐν ᾧ καὶ
15περὶ ὅ.
16nὉ δὲ ἐν μικροῖς.
17 Σαφῶς διὰ τούτων ἔδειξε τὴν διαφορὰν τοῦ μεγαλοπρεποῦς καὶ τοῦ ἐλευθερίου. περὶ γὰρ τὰ μικρὰ καὶ τὰ μέτρια ἀναλώματα ὁ ἐλευθέριος, ἐπεὶ μηδὲν ἧττον ὁ ἐλευθέριος καὶ ἐν μικροῖς τοιοῦτος. οὐ γὰρ ἐν τῷ εἰς
20μεγάλα ἀναλίσκειν τὸ εἶναι αὐτῷ ὡς τῷ μεγαλοπρεπεῖ, ἀλλ’ ἐν τῷ καλῶς. ἰστέον δὲ ὅτι ὡς ἡ μὲν μικροπρέπεια τῆς ἀνελευθερίας, ἡ δὲ ἀπειροκαλία καὶ βαναυσία τῆς ἀσωτίας διαφέρουσιν, οὕτω καὶ ἡ μεγαλοπρέπεια τῆς ἐλευθεριότητος διοίσει. λέγονται δὲ βάναυσοι καὶ οἱ ὑπερβάλλοντες ἐν τῷ εἰς ἃ μὴ δεῖ ἀναλίσκειν, οὐ μόνον οἱ περὶ τοὺς 〈βαύνους, τουτέστιν τὰσ〉
25καμίνους, ἐργαζόμενοι. ἢ ἐν μετρίοις κατ’ ἀξίαν δαπανῶν. δῆλον ἐξ ὧν λέγει ὅτι αἱ μὲν ἐλευθέριοι ἐνέργειαι καὶ μὴ ἐν πλουτοῦσιν οἷαί τε γίνεσθαι, αἱ δὲ μεγαλοπρέπειαι πλούτου δέονται. ὁ δὲ μεγαλοπρεπὴς ἐπιστήμονι ἔοικε, καθόσον θεωρητικός ἐστι τοῦ πρέποντος ἐν τοῖς μεγέ‐ θους ἀναλωμάτων δεομένοις ἔργοις, τὸ δὲ θεωρεῖν ἐπιστήμονος· κατὰ τοῦτο
30ἐπιστήμονι ἐοικέναι λέγοι τὸν μεγαλοπρεπῆ. ἐν μὲν γὰρ τοῖς μικροῖς τὸ κατ’ ἀξίαν συνιδεῖν οὐ χαλεπόν, ἐν δὲ τοῖς μεγάλοις οὐ ῥᾴδιον. διὸ ὁ
δυνάμενος περὶ μεγάλα ἀναλίσκειν μεγάλα, τὸ κατ’ ἀξίαν τῶν γινομένων τηρῶν184

185

μέγεθος, ἐπιστήμονι ἔοικεν, ἐπεὶ ἔστι μεγάλα ἀναλώσαντα μὴ φυλάξαι τὸ μεγαλεῖον τοῦ προκειμένου ἔργου, ὡς ἐρεῖ.
3nὭσπερ γὰρ ἐν ἀρχῇ εἴπομεν.
4Ὅτε ἔλεγε τὴν ἐλευθεριότητα περὶ χρημάτων μεσότητα. ὡς γὰρ
5ἡ ἐλευθεριότης ἀπὸ τῶν ἐνεργειῶν περὶ ἃς καὶ ἐν αἷς ὁ τοῦ ἐλευθερίου ἔπαινος γίνεται, τοιαύτη τις οὖσα καὶ συνέστη καὶ ἐδείχθη, οὕτω δηλονότι καὶ ἡ μεγαλοπρέπεια τοῖς πρέπουσιν ἔργοις, ἤτοι τοῖς ἔχουσι μέγεθος ἡγουμένου τῆς ἀρετῆς τοῦ ὀρθοῦ λόγου, χαρακτηρίζεται καὶ γνωρίζεται. τὴν δὲ δαπάνην τοῦ ἔργου ἢ καὶ ὑπερβάλλειν. τοῦτό φησιν, ἐπεὶ
10μὴ ἐξισοῦσθαι τὴν δαπάνην τῷ ἔργῳ δεῖ. ἀκριβοῦς γὰρ καὶ μικρολόγου τοῦτο οὐδὲ μεγαλοπρεποῦς. καὶ ἀπὸ τῆς ἴσης δαπάνης. καὶ τοῦτο ἴδιον τοῦ μεγαλοπρεποῦς, τὸ ἀπὸ τῆς ἴσης δαπάνης τὸ γινόμενον ἔργον ποιεῖν μεγαλοπρεπέστερον, ἤτοι μέγα καὶ καλόν. οὐ γὰρ τὸ πλείονος ἄξιον μεγαλοπρεπές. κτήματος μὲν γὰρ αὕτη ἀρετή· διὸ ὁ χρυσὸς δοκεῖ
15τιμιώτατος, ὅτι ἐστὶ πλείστου ἄξιος, μεγαλοπρεπὲς δὲ ἔργον τὸ μέγα καὶ καλόν. ἀπὸ τῶν ἴσων δέ φησι ἀναλωμάτων, ἐπεὶ ἔστι καὶ μικρὸν ἐκ μεγάλων ἀναλωμάτων, πολυτελὲς μέντοι, κατασκευάσαι. ἠδύνατο γὰρ Περι‐ κλῆς τὸν Ὀλύμπιον Δία ἀπὸ τῶν αὐτῶν ἀναλωμάτων μικρότερον κατα‐ σκευάσαι, πολυτελέστερον δὲ λίθοις καὶ μαργάροις ποικίλοις. καὶ ὅσα περὶ
20πᾶν τὸ δαιμόνιον. δαιμόνιόν 〈φησιν ἢ δαίμονάς τινασ〉 ἐπιχωρίους κατά τινας νόμους πατρίους ἢ καὶ τοὺς κατοιχομένους. πρὸς τὸ κοινὸν δὲ εὐφιλοτίμητα ὅσα λαμπρά ἐστι καὶ ἐπαινουμένην ἔχει τὴν φιλοτιμίαν. καὶ πρὸς τὸν πράττοντα ἀναφέρεται. δεῖ γάρ, ὡς ἐπὶ τοῦ γένους εὐγενῆ καλοῦμεν τὸν ἀπὸ πατέρων εὖ γεγονότα, οὕτω καὶ τὸ μεγαλοπρεπὲς
25ἔχειν τὸν πράττοντα πλούτῳ καὶ γένει τὸ μακάριον ἐπιφαίνοντα. καὶ τοῖς εὐγενέσι καὶ τοῖς ἐνδόξοις. ἀπὸ κοινοῦ δὲ τὸ πρέπον, εἰ καὶ μὴ προϋπάρχει 〈τι〉 αὐτῶν ἔργον τοιοῦτον. τὰ δὲ δῶρα τοῖς ἀναθήμασιν ἔχει τι ὅμοιον, διὸ δεῖ ἔχειν αὐτὰ μέγεθος τι καὶ ἄξια εἶναι μεγαλο‐ πρεποῦς ἀνδρός.
30nΣφαῖρα μὲν γάρ.
31Εἰπὼν καὶ περὶ ἃ τῶν ἰδίων ὁ μεγαλοπρεπὴς ἀναλώσει, ὅτι περὶ185

186

γάμους τέκνων καὶ εὐφημίας καὶ τὰ τοιαῦτα, φησὶ σφαῖρα μὲν γὰρ ἢ λήκυθος ἡ καλλίστη ἔχει μεγαλοπρέπειαν παιδικοῦ δώρου· ἡ γὰρ τούτων τιμὴ μικρὸν καὶ ἀνελεύθερον. καθότι καὶ διαφέρειν τὸ ἐν τῷ ἔργῳ μέγα τοῦ ἐν τῷ δαπανήματί φησι. καὶ γὰρ ἡ σφαῖρα καὶ
5ἡ λήκυθος ἡ καλλίστη μικρὰν καὶ ἀνελεύθερον ἔχουσι τιμὴν καὶ δαπάνην. ὡς δὲ ἐν τοῖς τοιούτοις οὖσι παιδικοῖς δώροις ἔστι τι τῷ δαπανῶντι μέγεθος, οὕτω δὲ καὶ ἐν ἑκάστῳ γένει ἔστι τι οἰκεῖον μέγεθος. καὶ λαμπρύνεται παρὰ μέλος. παροιμία ἐπὶ τῶν μὴ προσφόρως τι ποιεῖν εἰωθότων. καὶ κωμῳδοῖς χορηγῶν. σύνηθες ἐν κωμῳδίᾳ παραπετάσματα δέρρεις ποιεῖν
10οὐ πορφυρίδας. Μυρτίλος ἐν Τιτανόπασι τὸ *** “δεινῆς ἀκούεις, Ἡράκλεις, τοῦτ’ ἔστι σοι τὸ σκῶμμα ἀσελγὲς καὶ Μεγαρικὸν καὶ σφόδρα ψυχρόν. † γελᾶς, ὁρᾷς τὰ παιδία”. διασύρονται γὰρ οἱ Μεγαρεῖς ἐν κωμῳδίᾳ, ἐπεὶ καὶ ἀντιποιοῦνται αὐτῆς ὡς παρ’ αὐτοῖς πρῶτον εὑρεθείσης, εἴ γε καὶ Σου‐ σαρίων ὁ κατάρξας κωμῳδίας Μεγαρεύς. ὡς φορτικοὶ τοίνυν καὶ ψυχροὶ
15διαβάλλονται, καὶ πορφυρίδι χρώμενοι ἐν τῇ παρόδῳ. καὶ γοῦν Ἀριστο‐ φάνης ἐπισκώπτων αὐτοὺς λέγει που “μηδ’ αὖ γέλωτα Μεγαρόθεν κεκλη‐ μένον”. ἀλλὰ καὶ Ἐκφαντίδης παλαιότατος ποιητὴς τῶν ἀρχαίων φησὶ “Μεγαρικῆς κωμῳδίας † ἆσμα δίειμαι αἰσχυνόμενος τὸ δρᾶμα Μεγαρικὸν ποιεῖν.” δείκνυται γὰρ ἐκ πάντων τούτων ὅτι Μεγαρεῖς τῆς κωμῳδίας
20εὑρεταί.
21nὉ γὰρ μικρῶν ἄξιος καὶ τούτων ἀξιῶν ἑαυτὸν σώφρων.
22 Ἄξιον ζητῆσαι πῶς τὸν σώφρονα λέγει μικρῶν ἄξιον καὶ τούτων ἀξιοῦντα ἑαυτόν (πῶς γὰρ ἄν τις ἀρετὴν ἔχων εἴη μικρῶν ἄξιος;) ἢ πάλιν τὸν μικρόψυχον μειζόνων ἄξιον ὄντα ἑαυτὸν ἐλαττόνων ἀξιοῦν. πῶς γὰρ
25ἐν κακίᾳ τις ὢν ἄξιος μειζόνων ἀγαθῶν; ἢ τὸ ἄξιον μειζόνων καὶ ἐλατ‐ τόνων πρὸς τὰς ἐνεργείας καὶ τὰ ἔργα λαμβάνει, οὐ πρὸς τὰς ἕξεις· ἐπὶ γὰρ τοῖς ἔργοις καὶ οἱ ἔπαινοι καὶ αἱ τιμαί. ὁ μὲν οὖν μεγαλόψυχος εἴη ἂν μεγάλα τε καὶ λαμπρὰ διαπρασσόμενος καὶ ἄξια τούτων φρονῶν· 〈διὸ δεῖ αὐτῷ πρὸς τῇ ἀρετῇ καὶ τῶν ἀπὸ τῆς τύχης ἀγαθῶν·〉 ὁ δὲ σώφρων
30ταῖς ἐνεργείαις ἃς ἐνεργεῖ πρὸς τοὺς πέλας, οὔσαις οὐ λαμπραῖς οὐδὲ μεγάλαις, ἐπίσης καὶ τοῦ τιμᾶσθαι καταξιοῖ ἑαυτόν. εἴη δ’ ἄν τις ἔργων
αὐτοῦ ἐκ προγόνων καὶ ἐξ αὐτοῦ μειζόνων εἰς τὸ κοινὸν πεπραγμένων186

187

ἑαυτὸν ἐλάττονος τιμῆς ἀξιῶν διὰ ταπεινότητα καὶ μικροψυχίαν. ἐπιζητήσειε δ’ ἄν τις καὶ τίς ἐστιν ὃν λέγει μειζόνων μὲν ἑαυτὸν ἀξιοῦν ἢ ἄξιός ἐστιν, οὐ μὴν διὰ χαυνότητα. ὁ γὰρ μειζόνων, φησίν, ἑαυτὸν ἀξιῶν ἢ ἔστιν ἄξιος, οὐ πᾶς χαῦνος. ἢ λέγοι ἂν μὴ χαύνους ὅσοι δι’ ἐπιβουλὴν καὶ μνώμενοί
5τι μεῖζον διὰ τοῦτο μειζόνων αὑτοὺς καταξιοῦσιν ὑποκρινόμενοι καὶ προσ‐ ποιούμενοι, οὐ διὰ χαυνότητα ἀλλὰ πανουργίαν· ὁ γὰρ χαῦνος ἠλίθιος, οὐκ ἐπίβουλος.
8nΠερὶ ἓν μάλιστα ἂν εἴη.
9Δηλονότι τὸ μέγιστον, ἓν γὰρ τὸ μέγιστον ὑπάρχει. ἄξια δὲ λέγεται,
10καθὸ ἀξιούντων τινῶν γίνεται. τῶν δὲ ἐκτὸς ἀγαθῶν φησι τὴν τιμήν. τὰ γὰρ οἰκεῖα ἀγαθὰ τῶν σπουδαίων ἕκαστος ἔχει παρ’ ἑαυτῷ· ἡ δὲ τιμὴ ἐπ’ ἄλλοις, ὡς καὶ αὐτὸς οὗτός φησιν. ὁ δὲ μικρόψυχος ἐλλείπει πρὸς ἑαυτόν. διὰ τοῦτο γὰρ καὶ ἐν κακίᾳ ἐστὶ καὶ ἔστι κακὸς διὰ τὴν πρὸς ἑαυτὸν ἐλάττωσιν. ἐλάττονος γὰρ ἑαυτὸν τιμῆς ἀξιοῖ ἢ ἔστιν ἄξιος.
15οὐ μὴν τόν γε μεγαλόψυχον· οὐκοῦν εἰ τοῦ χαύνου μειζόνων ἑαυτὸν ἀξιοῖ ὁ μεγαλόψυχος, εἰκότως “τῷ μεγέθει ἄκρος” ἐστίν, ὡς εἶπε. καὶ μεγίστων ὁ ἄριστος. ἄριστος γὰρ ὁ τῶν μεγίστων ἄξιος. καὶ πῶς ἄριστος, λέγει. δόξει γάρ, φησίν, εἶναι τὸ ἐν ἑκάστῃ ἀρετῇ μέγα τοῦ μεγαλοψύχου. εἰ δὲ τοῦτο, εἴη ἂν ἡ μεγαλοψυχία τελειότης πασῶν τῶν
20ἀρετῶν καὶ μεγαλόψυχος ὁ πάσας τὰς ἀρετὰς ἔχων μετὰ μεγέθους. εἶτα ὅ ἐστιν ἡ ἐνέργεια τοῦ μεγαλοψύχου κατὰ πάσας τὰς ἀρετὰς παρατίθεται. οὔτε γὰρ τῷ μεγαλοψύχῳ ἁρμόζει τὸ παρασείσαντι φεύγειν ὑφορωμένῳ κίνδυνόν τινα· οὐ γὰρ μεγαλοψύχου τοῦτο.
24nΤίνος γὰρ ἕνεκα πράξει αἰσχρὰ ᾧ οὐδὲν μέγα;
25 Οὐδὲν μέγα τῷ μεγαλοψύχῳ τῶν ἄλλων δηλαδὴ ἀγαθῶν, εἴ γε εὐτυχεῖ τοῦ μεγίστου καὶ τὰ ἄλλα κρύπτοντος διὰ μεγέθους ὑπερβολήν. τῇ παραθέσει γὰρ τοῦ μεγίστου δόξαι ἂν οὐδὲν εἶναι τὰ μὴ τοιαῦτα. σμικρὰ γὰρ τῷ μεγέθει λειπόμενα, καὶ μάλιστα ἐν ᾧ τὸ ἔλαττον ἔχουσι. τὸ δὲ μέγιστον ἡ τιμή ἐστι. πάντα γὰρ τἄλλα δι’ αὐτὸ τῶν ἐκτὸς
30ἀγαθῶν. τῆς ἀρετῆς γὰρ ἆθλον ἡ τιμή· καὶ τοῦτο δῆλον ἐκ τοῦ λόγου τῆς ἀρετῆς, εἴ γέ ἐστιν ἀγαθὸν ἐπαινετόν. διὸ καὶ εἴρηκεν ὅτι ἔπαθλον
τῶν καλλίστων ἡ τιμή. οὐ γὰρ οἷόν τε εἶναι ἄνευ καλοκαγαθίας. δείξας187

188

ὅτι τοῦ μεγαλοψύχου καθὸ μεγαλόψυχος τὸ κατὰ πᾶσαν ἀρετὴν ἐνεργεῖν, ἐπήνεγκε τὸ ἔοικεν οὖν ἡ μεγαλοψυχία οἷον κόσμος τις εἶναι τῶν ἀρετῶν. μείζους γὰρ αὐτὰς ποιεῖ καὶ 〈οὐ〉 γίνεται ἄνευ ἐκείνων, ἄνευ δηλονότι καλοκαγαθίας. καλοκαγαθίαν γάρ φασι τὴν σύμπασαν ἀρετήν.
5σαφῶς δὲ λέγει τὸν μεγαλόψυχον καὶ πῶς ἔχει περὶ τιμὰς καὶ ἀτιμίας.
6nΜάλιστα μὲν οὖν ἐστιν, ὥσπερ εἴρηται, ὁ μεγαλόψυχος.
7 Συμβάλλεσθαί τι καὶ συναίρεσθαι καὶ τὴν εὐτυχίαν εἰς μεγαλοψυχίαν φησί, καὶ πῶς, προστίθησι. τὰ γὰρ ἀπὸ τῆς τύχης ἀγαθὰ πρὸς τιμὴν συμβάλλονται· τιμῶνται γὰρ οἱ ταῦτα ἔχοντες. διὸ καὶ γίνονται οἱ ἔχοντες
10αὐτὰ μεγαλοψυχότεροι καὶ οἱ τυγχάνειν ταύτης καταξιοῦντες ἀπ’ αὐτῶν ἐγένοντο αἰρόμενοι πρὸς αὐτήν. ἔτι εἰς μεγαλοψυχίαν συμβάλλεται τὰ ἐκτὸς ἀγαθὰ καὶ διὰ τὰ ἔθη. εἰ γὰρ ἐκ τῶν ἐθῶν αἱ ἕξεις, ἐθίζεσθαι δὲ τὰ τοιαῦτα οὐχ οἷόν τε ἀχορήγητον ὄντα, συναίρονται καὶ ἀπὸ τούτων. καὶ εἰς τιμὴν δὲ ὅτι οἱ ἐν τούτοις ὄντες δοκοῦσιν ἐν ἀγαθοῖς ὑπερέχειν. πᾶν δὲ
15τὸ τῷ ἀγαθῷ ὑπερέχον τιμιώτερον. λέγοι δ’ ἂν διὰ τούτων, ὅτι καὶ τῶν τοιούτων ἀγαθῶν ἀντιποιήσεται πάλιν ὁ μεγαλόψυχος. κατ’ ἀλήθειαν μὲν οὖν ὁ ἀγαθὸς τιμητέος καὶ καθὸ ἀγαθός. ἤδη δὲ ἄμφω οἷς ὑπάρχει, πρὸς τῇ ἀρετῇ καὶ τὰ ἄλλα ἀγαθά, οὗτοι μᾶλλον ἀξιοῦνται τιμῆς. τοὺς χαύνους δέ φησι μιμεῖσθαι βούλεσθαι τοὺς μεγαλοψύχους, ἐκπίπτειν γε μήν, μηδὲν
20ἔχοντας τῶν ὧν βούλονται μιμεῖσθαι, ἀλλὰ διακένους ὄντας. οὐ ῥᾴδιον φέρειν ἐμμελῶς τὰ εὐτυχήματα οἷον οὔτε πλοῦτον οὔτ’ ἄλλο τι, ὅτι μηδὲ τῷ νοσοῦντι τὰ ὑγιεινὰ συμφέρει ἀλλὰ τῷ ὑγιαίνοντι. οὐκ ἔστι δὲ μικροκίνδυνος. ὁ πολλὰ τιμῶν ὑπὲρ πολλῶν καὶ κινδυνεύειν αἱρεῖται. ὑπὲρ γὰρ ὧν τιμᾷ τις, καὶ κίνδυνον ὑφίσταται, ὁ δὲ ὀλίγα τιμῶν ὑπὲρ ὀλίγων
25καὶ κινδυνεύειν ἂν ἕλοιτο· τοιοῦτος δὲ ὁ μεγαλόψυχος. τὰ γὰρ ἀληθῶς τιμῆς ἄξια τούτῳ τίμια· ταῦτα δὲ ὀλίγα. διὸ καὶ ὀλιγοκίνδυνος καὶ μεγα‐ λοκίνδυνος· ὑπὲρ 〈γὰρ〉 μεγάλων· 〈τοιαῦτα δὲ τὰ τίμια〉. καὶ οἷος εὖ ποιεῖν· τοῦτό φησιν ὅτι παρὰ τὴν ἀξίαν πράττων καὶ οὐχ οἷός τε ὢν εὐεργετεῖν ἀφειδήσει τοῦ βίου. εὐεργετούμενος δ’ αἰσχύνεται. οὕτω
30γὰρ προσοφλήσει ὁ ὑπάρξας, ἀντευεργετεῖν δηλονότι διὰ πλειόνων καὶ εἰς πλείονα πλεονεκτήσει. τὸ δὲ ὑπάρξας ἀντὶ τοῦ ὁ προκαταρξάμενος.
32nΔιὸ καὶ τὴν Θέτιν οὐ λέγειν τὰς εὐεργεσίας τῷ Διί·
33Εἰπὼν περὶ τῶν μεγαλοψύχων ὅτι μνήμονες μᾶλλόν εἰσιν ὧν εὖ188

189

πεποιήκασιν ἢ ὧν εὖ πεπόνθασι (τοῦτο δὲ οὐκ ἐν τῷ ἀμείβεσθαι· εἴρηκε γὰρ ὅτι πλείω ἀντιποιοῦσιν· ἀλλ’ ἐν τοῖς λόγοις· ὑπερεχομένου γὰρ τὸ εὖ πάσχειν, οἱ δὲ ὑπερέχειν θέλουσι· διὸ τὰ μὲν ὅσα εὖ ἐποιησάν τινες ἀκούουσιν ἡδέως, οὐχ ἡδέως δὲ ὅσα εὖ ἔπαθον), συνέστησε τοῦτο οὕτως
5ἔχον καὶ ἐνδόξως. καὶ γὰρ τὴν Θέτιν φησὶ παρ’ Ὁμήρῳ διὰ τοῦτο μὴ λέγειν τὰς εὐεργεσίας τῷ Δι, μηδὲ τοὺς Λάκωνας τοῖς Ἀθηναίοις, ἀλλ’ ἃ ἐπεπόνθεσαν εὖ. καὶ τὰ μὲν τῆς Θέτιδός ἐστι ταῦτα· Ἀχιλλεὺς πρὸς αὐτὴν λέγων “πολλάκις γὰρ σέο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα εὐχομένης, ὅτ’ ἔφησθα κελαινεφέι Κρονίωνι οἴη ἐν ἀθανάτοισιν ἀεικέα
10λοιγὸν ἀμῦναι. ὁπότε μιν ξυνδῆσαι” καὶ τὰ ἑξῆς· ἡ μέντοι Θέτις δεομένη Διὸς οὐκέτ’ αὐτὰ καταλέγει ἀλλ’ ἐνδείκνυται μόνον λέγουσα “Ζεῦ πάτερ, εἴ ποτε δή σε μέτ’ ἀθανάτοισιν ὤνησα ἢ ἔπει ἢ ἔργῳ.” τὸ δὲ περὶ Λακε‐ δαιμονίων τοιοῦτον· ἱστορεῖ Καλλισθένης ἐν τῇ πρώτῃ τῶν Ἑλληνικῶν, 〈ὅτι〉 Θηβαίων εἰς τὴν Λακωνικὴν εἰσβαλλόντων, ἔπεμψαν Λακεδαιμόνιοι
15πρὸς Ἀθηναίους περὶ συμμαχίας λέγοντες καὶ ὅσα μὲν τοὺς Ἀθηναίους πεποιήκασιν οἱ Λακεδαιμόνιοι εὖ, τούτων ἑκόντες ἐπελανθάνοντο, ἃ δ’ αὐτοὶ πρὸς Ἀθηναίων χρηστὰ ἐπεπόνθεισαν, τούτων ἐμέμνηντο, ὡς διὰ τούτων αὐτοὺς ἐπαξόμενοι πρὸς συμμαχίαν μᾶλλον. ὑπηρε‐ τεῖν δὲ προθύμως, οἷον εὖ ποιεῖν καὶ ἐπιδιδόναι 〈καὶ παρέχειν〉 ἢ
20ὑπηρετεῖν τοῖς δεομένοις αὐτοῦ. καὶ ἐν ἐκείνοις μὲν σεμνύνεσθαι οὐκ ἀγεννές. πρὸς τοὺς ἐν ἀξιώματι λέγει τὸν μεγαλόψυχον, οὐκ ἐν τῷ σεμνά τινα λέγειν περὶ αὑτοῦ (φορτικὸν γὰρ τοῦτο), ἀλλ’ ὅτι τὴν σεμνότητα οὐκ ἀφαιρήσει αὐτοῦ τὸ ἐντυγχάνειν τοῖς ἐν ἀξιώμασιν, ἢ οὗ πρωτεύουσιν ἄλλοι, ἵνα μὴ ἐνταῦθα τὸ δεύτερον ἀποφέρωνται. καὶ ἀργὸν εἶναι καὶ
25μελλητήν, ἀντὶ τοῦ ὀξυκίνητον μὴ εἶναι μηδὲ πρὸς πᾶσαν πρᾶξιν ἕτοιμον. ἢ γὰρ ἐφ’ οἷς μεγάλαι αἱ τιμαί, τούτων πρακτικός, ἢ ὅπου μέγα τὸ προκείμενον ἔργον καὶ ὑπὲρ μεγάλου τινὸς αἱ πράξεις. καὶ ὀλίγων μὲν πρακτικόν. οὐ γὰρ ἔργων πλήθει, μεγέθει δὲ τὴν ἀξίαν ὁρίζεται.
29nΕἰρωνεία δὲ πρὸς τοὺς πολλούς.
30Ἀντὶ τοῦ οὐκ ἐξαγγελτικὸς πρὸς τοὺς πολλοὺς καὶ τυγχάνοντας τῶν189

190

προσόντων αὐτῷ, τῷ καταφρονεῖν αὐτῶν καὶ μὴ ἀξίους οἴεσθαι εἰδέναι τὰ κατ’ αὐτόν· διὸ καὶ τῆς παρ’ αὐτῶν δόξης καταφρονητικός· πρὸς μέντοι τοὺς σπουδαίους ἀληθευτικός, οὐχ ὑποστελλόμενος 〈τὴν〉 τῶν οἰκείων ἀγαθῶν μήνυσιν πρὸς αὐτούς. ἀλλ’ οὐδὲ πρὸς ἄλλον ζῆν δυνατόν φησι. τὸ γὰρ
5πρὸς ἄλλον δούλου καὶ δουλοπρεπές, ὡς ἐν Πολιτείαις δέδεικται. τοῦτο δὲ εἰπὼν ὅτι οὐδὲ τοιοῦτος ὁ μεγαλόψυχος οἷος πρὸς ἄλλον ζῆν καὶ ἄλλῳ συμπεριφέρεσθαι καὶ ὑπηρετεῖσθαι, ἀλλ’ ἢ πρὸς φίλον (φίλος δὲ τούτῳ εἴη ἂν ὁ ἀγαθός τε καὶ ὅμοιος· δουλικὸν γὰρ τὸ πρὸς ἄλλον ζῆν), τούτου σημεῖον παρέθετο τό τε πάντας τοὺς κόλακας πρὸς ἄλλους ζῆν, οἳ καὶ
10ταπεινοὶ διὰ τοῦτο καὶ θητικοί, καὶ τὸ τοὺς ταπεινοὺς κόλακας εἶναι. ἀλλ’ οὐδ’ ἐπαινετικός, φησίν, ἐστί, διόπερ οὐδὲ κακολόγος, τουτέστι διὰ τὴν αὐτὴν αἰτίαν, δι’ ἣν οὐκ ἔστι κακολόγος, οὐδὲ ἐπαινετικός· τοῦτο δὲ ὅτι μηδ’ ἀνθρωπολόγος, ὅτι μήτε ἑαυτὸν ἐπαινῶν μήτε ἄλλον ψέγων, ἀλλ’ οὐδὲ τὸν ἐχθρόν, εἰ μὴ δι’ ὕβριν, τουτέστιν εἰ μὴ ἐξυβρίζοι.
15παρόντας γὰρ ὑβρίζει καὶ διαβάλλει 〈(τοιοῦτον γὰρ ἡ ὕβρισ)〉, ἀπόντας δὲ οὐ βλασφημεῖ. καὶ ἄκαρπα 〈τῶν〉 καρπίμων καὶ ὠφελίμων. φιλο‐ κερδοῦς γὰρ τοῦτο, οὐκ αὐτάρκους οὐδὲ μεγαλοψύχου. οὐ γὰρ σπευστικὸς ὁ περὶ ὀλίγα σπουδάζων, ὡς ὁ περὶ πολλά. ἐκεῖνος γὰρ διὰ τὸ πλῆθος ἐπείγεται 〈καὶ σπεύδει〉. ἡ δ’ ὀξυφωνία καὶ ἡ ταχυτὴς 〈διὰ〉
20τούτων, ἤτοι διὰ ταῦτα, διά τε τὸ σπουδάζειν καὶ διὰ τὸ μέγα ἡγεῖσθαι τοῦτο ὑπὲρ οὗ ἐπιταχύνεται καὶ ὀξείᾳ χρῆται τῇ φωνῇ. εἰπὼν δὲ περὶ τοῦ μεγαλοψύχου ἑξῆς λέγει περὶ τοῦ μικροψύχου καὶ χαύνου. λέγει δὲ τὸν μικρόψυχον ἄξιον ὄντα ἀγαθῶν ἑαυτὸν ἀποστερεῖν, ἐπεὶ ἄξιος τιμῆς ὢν οὐκ ἀξιοῖ ταύτης ἑαυτὸν διὰ μικροψυχίαν καὶ εὐτέλειαν καὶ τὸ ἡγεῖσθαι
25ὑπὲρ αὐτὸν εἶναι τὰ ἀγαθά· διὸ καὶ κακία· κακοῦ γὰρ καὶ οὐκ εὖ συνει‐ δότος τὸ μὴ ἀξιοῦν ἑαυτὸν ἀγαθοῦ. ἀλλὰ καὶ τὸ ἀγνοεῖν ἑαυτὸν κακία. ὅτι δὲ ἀγνοεῖ ἑαυτὸν, δῆλον. ὠρέγετο γὰρ ἂν ἀγαθῶν καὶ αὑτὸν ἠξίου τοιούτων ὄντα ἄξιον. οὐ μὴν ἠλίθιοι οἱ τοιοῦτοι δοκοῦσιν εἶναι ἀλλὰ μᾶλλον νοερο, τουτέστι δριμεῖς καὶ ἐπινοητικοί. οὐ γὰρ ὡς ἐπαινῶν
30αὐτοὺς τὸ νοεροὶ προσέθηκε· χείρους γοῦν φησιν αὐτοὺς τῶν χαύνων εἶναι, καὶ μᾶλλον ἀντικεῖσθαι τοῖς μεγαλοψύχοις. καίτοι τοὺς χαύνους ἠλιθίους λέγει. ἡ τοιαύτη δὲ δόξα, ἤτοι ὑπόληψις, ἣν ἔχουσι περὶ αὑτῶν οἱ
μικρόψυχοι, χείρους ποιεῖ τῶν κατ’ ἀξίαν ἐφιεμένων, μηδενὸς αὐτοὺς ἀξίους190

191

ἀγαθοῦ ἡγεῖσθαι. καὶ τῶν πράξεων τῶν καλῶν καὶ τῶν ἐπιτηδευ‐ μάτων ἀφίστανται ὡς ὄντες αὐτῶν ἀνάξιοι· ὁμοίως δὲ καὶ τῶν ἀγαθῶν ἀναξίους αὑτοὺς ὑπολαμβάνοντες ἀφίστανται, οἷον τιμῆς ἀρχῆς προεδρίας. οἱ δὲ χαῦνοι ἠλίθιοι. ἠγνόουν μὲν γὰρ καὶ οἱ μικρόψυχοι
5ἑαυτοὺς ἀλλ’ ἀφανεῖς ἦσαν ἀποκρύπτοντες ἑαυτούς (τοῦτο γὰρ ἦν ἴδιον αὐτῶν), οἱ δὲ ἠλίθιοι ἐπιφανῶς ἑαυτοὺς ἀγνοοῦσι. κηρύσσουσι γὰρ ἢ εἰς μέσον αὐτῶν φέρουσιν τὴν ἠλιθιότητα ἐπιχειροῦντες τοῖς ἐντίμοις, ὧν οὐδὲν αὐτοῖς μέτεστι. διὸ καὶ ταχέως κατάφωροι γίνονται. ὅτι δὲ ἀντίκειται μᾶλλον τῇ μεγαλοψυχίᾳ 〈ἡ μικροψυχία〉 τῆς χαυνότητος καὶ δι’ ὅ, σαφῶς
10εἶπε. καὶ γὰρ διότι μᾶλλον γίνεται καὶ ἔστιν ὥσπερ σύμφυτον διὸ καὶ δυσαποτριπτότερον 〈διότι χεῖρόν ἐστι τῆς χαυνότητος. καὶ γὰρ γίνεται μᾶλλον καὶ χεῖρόν ἐστιν, ἐπεὶ καὶ ὥσπερ συμφυτόν ἐστιν καὶ δυσαπο‐ τριπτότερον〉, ὥσπερ ἐκεῖ ἡ ἀνελευθερία τῆς ἀσωτίας ἐδόκει μᾶλλον χεῖρον, καὶ μᾶλλον ἀντικεῖσθαι τῇ ἐλευθεριότητι διὰ τὸ καὶ ταύτης συμφυῆ μᾶλλον
15εἶναι καὶ διὰ τοῦτο δυσαποτριπτοτέραν [μᾶλλον εἶναι].
16nἜοικε δὲ καὶ περὶ ταύτην εἶναι ἀρετή τις.
17 Εἰπὼν τὴν μεγαλοψυχίαν περὶ τιμὴν εἶναι μεγάλην, φησὶ περὶ τιμὴν καὶ τὴν ἄλλην εἶναι ἀρετήν, ἣν ἐν τῷ δευτέρῳ λέγει τὸν αὐτὸν ἔχειν λόγον πρὸς τὴν μεγαλοψυχίαν, ὃν λόγον ἔχει ἡ ἐλευθεριότης πρὸς τὴν
20μεγαλοπρέπειαν. ὥσπερ δὲ ἐν δόσει καὶ λήψει· ὥσπερ ἐν λήψει χρη‐ μάτων, ἐν οἷς ἐστιν ὑπερβολὴ καὶ ἔλλειψις, ἐν τούτοις ἐστὶ καὶ μεσότης. καὶ ὅτι γε ἔστι πάλιν δείκνυται ἐκ τοῦ ποτὲ μὲν ἡμᾶς τὸν φιλότιμον ἐπαινεῖν ὡς ἀνδρώδη καὶ φιλόκαλον, ποτὲ δὲ τὸν ἀφιλότιμον ὡς μέτριον καὶ σώφρονα, ὅπερ εἶπε καὶ ἐν τῷ δευτέρῳ. ἔστι γὰρ ἡ τῶν
25πολλῶν ἔννοια κατὰ φύσιν πως κρίνουσα τό τε ἐπαινετὸν καὶ τὸ μή. ὃ καὶ περὶ τιμὴν πεπόνθασι. φαμὲν γὰρ ὄντος τινὸς καλοῦ τῆς τιμῆς εἰ ποτὲ μὲν ἐπαινοῦμεν τὸν φιλότιμον, ποτὲ δὲ ψέγομεν, δῆλον ὡς οὐχὶ ἐφ’ ἕν τι σημαινόμενον φέρομεν τὸ ὄνομα, ἀλλὰ πολλαχῶς ἂν ὁ φιλότιμος λέγοιτο, ὡς καὶ πᾶς ὁ φιλεῖν τι λεγόμενος καὶ ἀπ’ αὐτοῦ φιλοτοιοῦτος λεγόμενος.
30λέγεται γὰρ φιλόπαις καὶ ὁ ὡς δεῖ φιλῶν τὰ τέκνα καὶ ὁ ἀμέτρως ὑπερ‐
βάλλων ἐν τῇ περὶ αὐτὰ σπουδῇ, καὶ φιλότιμος δὲ ὁ μὲν ἐπαινούμενος εἴη,191

192

ὁ μᾶλλον τιμῆς ἀντιποιούμενος παρὰ τοὺς πολλοὺς, ὁ δὲ ψεγόμενος ὁ μᾶλλον ἢ δεῖ τῇ τιμῇ προστετηκὼς καὶ τὸ παρ’ ὧν μὴ δεῖ τιμᾶσθαι σπουδάζων καὶ ἐφ’ οἷς μὴ δεῖ καὶ ἐφ’ ὅσον μὴ δεῖ ἡ ὅτε μὴ δεῖ. εἰπὼν δὲ ὁτὲ μὲν τὸν φιλότιμον ἐπαινούμενον, ὁτὲ δὲ τὸν ἀφιλότιμον, ἀποδίδωσι
5τούτου τὴν αἰτίαν. τῷ γὰρ ἀνώνυμον εἶναι τὴν μέσην ἕξιν, ὡς ἐρρήθη καὶ ἐν τῷ δευτέρῳ, ἀμφότερα τὰ ἄκρα ταύτης ἀντιποιεῖται.
7nἈλλ’ ἐπαινοῦντες μὲν ἐπὶ τὸ μᾶλλον.
8 Μᾶλλον γὰρ [ἢ] ὡς δεῖ ἐφίενται ἢ οἱ πολλο, οἱ ἐπαίνου ἄξιοι ὄντες τῶν φιλοτίμων ἢ οἱ πολλοί (ἀπὸ κοινοῦ τὸ φέρομεν). μᾶλλον γὰρ ὡς δεῖ
10τιμῆς ἀντιποιοῦνται ἤπερ οἱ πολλοί. οὐ γὰρ ὡς δεῖ οἱ πολλοὶ αὐτῆς ἀντι‐ ποιοῦνται, διὸ καὶ ψέγονται, διότι μᾶλλον ἢ δεῖ ταύτῃ τετήκασι, καὶ παρ’ ὧν οὐ δεῖ τιμᾶσθαι καὶ ὅσα ἄλλα. ἀνωνύμου δ’ οὔσης τῆς μεσότητος. τῷ ἀνωνύμου τοῦ μέσου τὰ ἄκρα τοῦ μέσου διαμφισβητεῖται πρὸς ἄλληλα. ἀρνήσει φύσεως τὸ μέσον αἱρούμεθα, † ἐκστάσει φύσεως μέσον ὑπάρχειν
15βουλόμεθα. ἰστέον δὲ ὅτι οὔτε ὁ φιλότιμος ὡς μισθὸν τῶν πράξεων τὴν τιμὴν μεταδιώκει οὔτε ὁ ἀφιλότιμος ἀποστρέφεται. ἀλλ’ οὐδὲ ὁ μεγαλό‐ ψυχος ὁμοίως μεταδιώκει τῷ φιλοτίμῳ. οὐ γὰρ τῆς τιμῆς χάριν πράττουσι, δι’ αὐτὸ 〈δὲ〉 τὸ καλόν. οὐ βουλομένοις δ’ αὐτοῖς ἡ ἐπὶ ταῖς τοιαύταις πράξεσι σύμμετρος καὶ εὔλογος τιμὴ ἐπακολουθεῖ. ἔστι δὴ καὶ ὡς δε, οὗ
20χάριν καὶ τὸ μέσον ἐστί τε καὶ γίνεται. εἴη ἂν καὶ ἐπὶ τούτων ἡ ἀφιλο‐ τιμία μᾶλλον ἀντικειμένη τῇ μέσῃ διαθέσει τῆς φιλοτιμίας τῷ τε χείρων εἶναι, πρὸς μηδὲν καλὸν ἐγείρουσα τὴν ψυχήν, καὶ τῷ τοὺς πολλοὺς σφοδρῶς ἔχειν πρὸς αὐτὴν ἢ τὴν φιλοτιμίαν. πρὸς ἀμφότερα δ’ ἀμφότερά πως· καλῶς. αἱ γὰρ μέσαι οὖσαι πρὸς μὲν τόδε συγκρινόμεναι τὴν ὑπερβολὴν
25ὑποδύονται, πρὸς δὲ τόδε τὴν ἔλλειψιν ὑποκρίνονται, τὸ ἀντικείμενον τοῦ ἀντικειμένου γινόμενον.
27nΠραότης δ’ ἐστὶ μὲν μεσότης περὶ ὀργάς.
28Εἶπε καὶ ἐν τῷ δευτέρῳ τὴν πραότητα ἀρετὴν καὶ μεσότητα εἶναι
περὶ ὀργάς. δῆλον δὲ ἐξ ὧν λέγει, ὅτι μήτε πᾶσα ἀρετὴ περὶ δύο τινὰ192

193

πάθη οἰκεῖα. περὶ [οἰκεία] μὲν γὰρ ἡδονὴν καὶ λύπην κοινῶς πᾶσα, καὶ ταύτῃ δύο παθῶν μεσότης πᾶσα ἀρετή, οὐ μὴν ὡς περὶ οἰκεῖά τινα δύο πάθη, ἃ ῥυθμίζει, ὡς ἡ ἀνδρεία περὶ φόβους καὶ θάρρη. ταῦτα γὰρ ἴδια δύο πάθη περὶ ἃ ἥδε ἡ ἀρετὴ τοῦ μέσου ἐστὶ στοχαστική, ἡδομένη μὲν ἐπὶ
5τῇ εὐλόγῳ περὶ αὐτὰ ἐνεργείᾳ καὶ αἱρουμένη ταύτην, ἀχθομένη δὲ ἐπὶ ταῖς ἀλόγοις καὶ ἀμέτροις σπουδαῖς ἢ φυγαῖς τῶνδε τῶν παθῶν καὶ ἀποστρεφομένη αὐτά. ὁμοίως ἡ σωφροσύνη περὶ δύο πάθη· ἡ γὰρ δι’ ἁφῆς ἡδονὴ καὶ λύπη τὰ ὑποκείμενα πάθη ταύτῃ. ἡ δὲ πραότης οὐκέτ’ ἔχει δύο πάθη τὰ ὑποκείμενα, εἴ γε περὶ ὀργήν ἐστι. τῇ δὲ ἐλευθεριότητι
10οὐδὲ τὴν ἀρχὴν πάθος τι ἴδιον ὑπέκειτο ἀλλὰ πρᾶξις· δόσις γὰρ καὶ λῆψις χρημάτων. περὶ πάθη δὲ ἦν τὸ ἥδεσθαι παρὰ τὴν εὔλογον περὶ ταῦτα λῆψιν καὶ δόσιν καὶ ἄχθεσθαι ἐπὶ τῇ ἀλόγῳ δόσει, ὡς εἶπε. μεσότητες οὖν πᾶσαι περὶ πάθη κοινά, ἡδονὴν καὶ λύπην, τὰς ἐπὶ ταῖς ἐνεργείαις ταῖς γινομέναις ἐπὶ ταῖς πράξεσιν. ὃ δὲ εἶπεν ἐν τῷ δευτέρῳ καὶ νῦν λέγει,
15τὸ ἀνώνυμον εἶναι τήν τε μέσην ἕξιν τὴν περὶ τὸ πάθος τοῦτο καὶ τὰ ἄκρα αὐτοῦ, αὐτὸς δέ φησι πραότητα ὀνομάζειν αὐτὴν μᾶλλον πρὸς τὴν ἔλλειψιν τὴν αὐτῆς ἀποκλίνουσαν, οὖσαν καὶ αὐτὴν ἀνώνυμον. οὐχὶ δὲ Ἀριστοτέλους τὸ τῆς πραότητος ὄνομα ἢ τὸ τῆς ὀργιλότητος, ὡς ἐν τῷ δευτέρῳ εἴρηται. ἦν γὰρ καὶ πρὸ αὐτοῦ, ὡς Πλάτων φησὶ περὶ τῶν φυλά‐
20κων ἐν Πολιτείᾳ ‘θυμοειδῆ μὲν δὴ χρὴ πάντα ἄνδρα εἶναι πρᾷόν τε μάλιστα,‘ ὡς οὐκ ἐχούσης τῆς πραότητος ἐν αὑτῇ τὸ θυμοειδὲς καὶ διεγη‐ γερμένον. τὸν γὰρ ἡσύχιον καὶ σώφρονα πρᾷον ἔλεγον, οὐ τὸν ὀργιζόμενον ἐφ’ οἷς ὁ λόγος αἱρεῖ, ἡσυχάζοντα δὲ ἐφ’ οἷς καλόν. τὸ μὲν γὰρ πάθος ἐστὶν ὀργ. εἰπὼν τὸ πάθος ὀργὴν εἶναι καὶ τοῦτο σημεῖον τοῦ τὴν
25ὑπερβολὴν ὀργιλότητα ἂν εὐλόγως λέγεσθαι ποιησάμενος, οὐκέτι προσθεὶς τὸ οὗ χάριν εἶπε τὸ μὲν γὰρ πάθος ἐστὶν ὀργ, μέτεισιν ἐπὶ τὸ λέγειν τίνα τὰ ποιητικὰ τοῦ πάθους τῆς ὀργῆς, καὶ φησὶ πολλὰ καὶ διαφέροντα. δ’ ὑπερβολὴ κατὰ πάντα μὲν γίνεται.
30Καὶ τὴν ὀργιλότητά 〈φησιν〉 ἐφ’ ἑτέρων κειμένην· ἐπὶ γὰρ τῆς δυνά‐
μεως καὶ τῆς πρὸς ὀργὴν ἐπιτηδειότητος καὶ εὐεμπτωσίας ἤδη κειμένην,193

194

ἀλλ’ οὐ τῆς ἕξεως καὶ κακίας, ἐφ’ οὗ αὐτὸ τέταχεν οὗτος· ταύτην δὲ ἣν ὠνόμασεν οὗτος, κατὰ πλείονάς φησι γίνεσθαι, οὐ μὴν πάντας τοὺς τῆς ὑπερβολῆς τρόπους δύνασθαι τῷ αὐτῷ ὑπάρχειν. μηδὲ γὰρ ἂν δύνασθαι εἶναι τὴν ἀρχὴν ἐν πᾶσιν ὑπερβάλλοντα τῷ τὸ κακὸν καὶ αὑτοῦ φθαρτικὸν
5εἶναι καὶ ἀφόρητον ὁλόκληρον γινόμενον ἐν ἑνί. εἰσὶ γὰρ ὀργιλότητος πλείους διαφοραὶ καὶ ἐναντίαι, ἃς ἅμα οὐχ οἷόν τε ἐν τῷ αὐτῷ εἶναι· διὸ καὶ πλείους οἱ ὀργίλοι. οἱ μὲν γάρ τινες αὐτῶν ὀργίλοι καὶ ἀκρόχολοι καλοῦνται, οἱ δὲ χαλεποί, ὀργίλοι μὲν οἱ ταχέως ὀργιζόμενοι καὶ μᾶλλον ἢ δεῖ, παυόμενοι δὲ ταχέως, ὅπερ πάσχουσι τῷ μὴ κατέχειν τὴν ὀργὴν ἀλλὰ
10ταχέως αὐτὴν ἀποδιδόναι· διὸ καὶ φανεροί εἰσιν οἱ τοιοῦτοι. ὑπερβολῇ γάρ εἰσι τοιοῦτοι οἱ ἀκρόχολοι· ὀξεῖς γὰρ καὶ πρὸς πᾶν καὶ ἐπὶ παντὶ ὀργίλοι καὶ οὕτως ὀνομάζονται ὡς ἄκροι ὄντες ὀργήν. πικροὶ δὲ οἱ ἐπὶ πολὺ ὀργιζόμενοι καὶ δυσδιάλυτοι, ὃ πάσχουσι τῷ κατέχειν τὸν θυμὸν καὶ κρύπτειν ἐπὶ πολὺ τὴν ὀργήν, παύονται δὲ ὅταν φανερὰν τὴν ὀργὴν ποιή‐
15σωσι καὶ ἀποδῶσιν αὐτὴν ὥς τι χρέος ὀφειλόμενον. ἡ γὰρ τιμωρία παύει τῆς ὀργῆς αὐτοὺς ἡδονὴν ἀντὶ λύπης ἐμποιοῦσα. μόνῳ γὰρ τούτῳ παύονται. τούτου δὲ μὴ γινομένου φυλάττουσι τὸν θυμόν. τῷ γὰρ μὴ φανεροὺς εἶναι μηνίοντας οὐδὲ συμπείθει τις αὐτοὺς ἢ τὴν ἀρχὴν ἐπιχειρεῖ μεταπείθειν, αὐτοὺς δ’ ἐν αὑτοῖς μετὰ χρόνον γίνεται
20πέψαι τὴν ὀργήν. εἶναι δέ φασι τοὺς τοιούτους μάλιστα ἑαυτοῖς ὀχληρούς, εἶτα δὲ καὶ τῶν φίλων τοῖς μάλιστα συνοῦσι, σκυθρωποὺς καὶ βαρεῖς ὄντας. ὑπεναντίως δὲ οὗτοι τοῖς ὀργίλοις ἰδίως καλουμένοις καὶ ἀκροχόλοις περὶ ὀργὴν ἔχουσι. διὸ οὐχ οἷόν τε ἅμα τὸν αὐτὸν ἀκρόχολον εἶναι καὶ πικρόν. χαλεποὶ δέ εἰσιν οἱ φ’ οἷς μὴ δεῖ χαλεπαίνοντες καὶ μᾶλλον ἢ δεῖ
25καὶ πλείω χρόνον καὶ μὴ διαλλαττόμενοι χωρὶς τιμωρίας. ἤτοι δὲ οἱ αὐτοί εἰσιν οἱ χαλεποὶ τοῖς ὀργίλοις (μικρὰ γὰρ ἐκείνοις διαφορὰ κατὰ τὴν ἐπίτασιν) ἢ διαφέροιεν ἂν οἱ χαλεποὶ τῶν πικρῶν. ὁ μὲν γὰρ πικρὸς τοιοῦτος τῷ πολυχρόνιον τὴν ὀργὴν καὶ ἔμμονον καὶ κεκρυμμένην ἔχειν, ὁ δὲ χαλεπὸς πρὸς τούτῳ προσείληφε τό τε ἐφ’ οἷς μὴ δεῖ χαλεπαίνειν
30καὶ οἷς μὴ δεῖ καὶ μᾶλλον ἢ δεῖ. ἔτι φανερώτεροι καὶ τιμωρητικώτεροι οὗτοι, καὶ ἦν ὁ χαλεπὸς ἔχων ὡς ἐνδέχεται ἀμφοτέρας ὑπερβολάς, τήν τε τοῦ ὀξυχόλου καὶ πικροῦ· διὸ καὶ ὠνόμασται οὕτως. τὸ δὲ ἄνευ τιμω‐
ρίας καὶ κολάσεως, εἰ μὲν οὕτως εἴη γεγραμμένον, ἐκ παραλλήλου ἂν194

195

λέγοιτο, εἰ δ’ ὡς ἔν τισι γράφεται ἄνευ τιμωρίας ἢ κολάσεως, ἀντι‐ διαστέλλοιτ’ ἂν ἡ κόλασις τῇ τιμωρίᾳ καὶ εἴη ἂν τιμωρία μὲν ἡ ἄμυνα ἀνθ’ ὧν δοκεῖ πεπονθέναι ὡς τοῦ κατ’ ἀξίαν ἀνταπόδοσις, κόλασις δὲ χαλεπότητος προσθήκῃ τῆς βλάβης καὶ κακώσεως τῆς μετὰ τὴν ἄμυναν.
5ἡ γὰρ τιμωρία παύει τῆς ὀργῆς· οἷον γάρ τι χρέος ἀνταποδίδοται. καὶ πρὸς τὸ συμβιοῦν οἱ χαλεποὶ χείρους· οὐκοῦν καὶ διὰ τοῦτο ἡ ὑπερ‐ βολὴ κατὰ τὴν ὀργὴν τῇ πραότητι ἀντίκειται. εἶδος γὰρ ὀργιλότητος ἡ χαλεπότης, ὡς καὶ τοῦ ἁπλῶς ὀργίλου ὁ χαλεπός. ὃ δὲ ἐν τοῖς πρό‐ τερον εἴρηται. εἶπε γὰρ ὅτι περὶ τῶν πρακτῶν τύπῳ τε λέγειν καὶ
10καθόλου δυνατόν, διορίσαι δὲ λόγῳ περί τινος πότε καὶ πῶς καὶ πόσον καὶ μέχρι τίνος δεῖ γίνεσθαι, οὐ ῥᾴδιον.
12nἘν δὲ ταῖς ὁμιλίαις καὶ τῷ συζῆν.
13 Εἶπεν ἐν τῷ δευτέρῳ εἶναι τρεῖς μεσότητας, ἐχούσας μέν τινα κοινω‐ νίαν, διαφερούσας δὲ 〈ἀλλήλων〉 τῷ τὴν μὲν αὐτῶν περὶ τὸ ἀληθὲς τὸ ἐν
15αὐτοῖς εἶναι, ἣν ἀλήθειαν εἶπε καὶ ἀληθῆ τὸν ἔχοντα αὐτήν, τὰς δὲ δύο περὶ τὸ ἡδύ, ὧν τὴν μὲν περὶ τὸ ἐν παιδιᾷ εὐτραπελίαν, τὴν δὲ περὶ τὸ ἐν πᾶσι τοῖς κατὰ βίον φιλίαν. περὶ ταύτης τῆς ἕξεως νῦν λέγει. ἔστι γὰρ αὕτη ἡ περὶ λόγων καὶ πραγμάτων κοινωνία, διαιρεῖ δὲ ταύτην τῷ τοὺς μέν τινας τὰ πρὸς ἡδονὴν καὶ χάριν τῶν κοινωνούντων αὐτοῖς ἐν τούτοις
20πειρᾶσθαι ποιεῖν, συγκατατιθεμένους καὶ αἰνοῦντας καὶ μὴ λυπεῖν θέλοντας καὶ πρὸς μηδὲν ἀντιτείνοντας, οὓς ἀρέσκους καλεῖ 〈ἀπὸ τοῦ πᾶσιν ἀρέσκειν σπουδάζειν ὠνομασμένουσ〉, ὑπερβάλλοντας κατὰ τὸ ἡδύ, τοὺς δὲ ἐξ ἐναντίας τούτοις πρὸς πᾶν ἀντιβαίνοντας καὶ μηδένα λόγον τοῦ λυπεῖν ποιουμένους, οὓς δυσκόλους καὶ δυσέριδας καλεῖ ἐν ψεκτῶν ὄντας ἕξει.
25εἶναι δέ φησι καὶ μέσην ἕξιν 〈καὶ ἐπαινετήν〉, ἀποδεχομένην ἃ δεῖ καὶ μὴ ἀποδεχομένην ἃ μὴ δεῖ, 〈ἀλλὰ δυσχεραίνουσαν πρὸς αὐτά,〉 οὖσαν 〈καὶ αὐτὴν〉 ἀνώνυμον· τῷ δὲ ἐοικέναι φιλίαν καλεῖ, διαφέρειν δὲ τῆς κυρίως
φιλίας 〈τήνδε τὴν ἕξιν〉, ὅτι ἡ μὲν κυρίως φιλία μετὰ πάθους ἐστὶ καὶ195

196

τοῦ στέργειν τούτους οἷς σύνεστι καὶ κοινωνεῖν, ἡ δὲ τοιαύτη ἕξις ἄνευ πάθους καὶ τοῦ στέργειν τούτους οἷς ὁμιλεῖ ἃ ἀποδέχεται ἀποδοχῆς ἄξια ἡγεῖται καὶ μέμφεται τοῖς μὴ τοιούτοις. διὸ καὶ πρὸς πάντας ἐστὶν ὁμοίως γνωρίμους καὶ ἀγνώστους. οὐχ οἷόν τε δὲ πᾶσι προσπεπονθέναι
5φιλικῶς ἐφ’ ἑκάστῳ τὸ εὔλογον 〈καὶ ἁρμόζον〉 ποιοῦσαν· ἄλλα μὲν γὰρ τοῖς οἰκείοις καὶ συνήθεσιν, ἄλλα δὲ τοῖς 〈ἀλλοτρίοις καὶ〉 ὀθνείοις, ἄλλα μὲν νέοις, ἄλλα δὲ πρεσβύταις, ἄλλα ἄρχουσι καὶ ἄλλα ἰδιώταις, ἕξις τις οὖσα ὁμιλητική. 〈σαφῆ δὲ καὶ τὰ ἐπὶ τούτοις λεγόμενα,〉 τὸ στέργειν προσλαβόντα, ἤτοι τὸ φιλεῖν, ὃ τῷ μισεῖν ἀντίκειται, πάθη ὄντα ἄμφω
10τοῦ ἐπιθυμητικοῦ. Καὶ προαιρήσεται λυπεῖν τῷ ἐναντιοῦσθαι ἐν οἷς δεῖ, κἂν λύπην φέρῃ τῷ ᾧ ἐναντιοῦται ὁ τὴν ἀρετὴν ἔχων, τοῦ καλοῦ χάριν ἐναντιού‐ μενος αὐτῷ. καὶ ταύτην μὴ μικρὰν ἢ βλάβην, μεγάλην δηλονότι. ἀπὸ κοινοῦ δὲ τὸ προαιρήσεται λυπεῖν. ἡ δ’ ἐναντίωσις μικρὰν
15λύπην. ἡ ἐναντίωσις ἡ πρὸς ὃν συνηδύνειν δυσχερανεῖ ὁ κατὰ τὴν μεσό‐ τητα ταύτην σπουδαῖος τῷ φέρειν μεγάλην ἀσχημοσύνην ἢ βλάβην. ἀλλὰ δυσχερανε, τουτέστιν ἐν τοῖς οὐκ ὀρθῶς γινομένοις. διαφερόντως δ’ ὁμιλήσει, ἤτοι διαφόρως. καὶ καθ’ αὑτὸ μὲν αἱρούμενος τὸ συνη‐ δύνειν, λυπεῖν δὲ εὐλαβούμενος. ἁπλῶς μέν φησι τὸν ἔχοντα τὴν
20μέσην ἕξιν τὸ συνηδύνειν καθ’ αὑτὸ αἱρεῖσθαι, πρὸς δὲ τὰ ἀποβαίνοντα ἁρμοζόμενον, καὶ λυπήσειν ποτὲ τοῦ καλοῦ χάριν, εἰ μὴ τοιαῦτα ἀλλ’ αἰσχρὰ ᾖ τὰ λεγόμενα, καὶ τοῦ συμφέροντος λέγων ἢ ποιῶν, καὶ ἡδονῆς δὲ χάριν ἔστιν ὅτε λυπήσειν φησὶν αὐτόν, ἂν μέλλῃ τὸ παρὸν λυπηρὸν ὂν μείζονος ἡδονῆς εἰσαῦθις αἴτιον ἔσεσθαι. ἑκάστοις ἀπονέμων τὸ πρέπον,
25τυχὸν μᾶλλον ἢ ἧττον φίλῳ ἢ συγγενεῖ καὶ ξένῳ ἢ ἰδίῳ. λυπεῖν δὲ εὐλαβούμενος, ἀπὸ κοινοῦ τὸ καθ’ αὑτ. τοῖς δὲ ἀποβαίνουσιν, ἐὰν ᾖ μείζω, συνεπόμενος. τὰ ἀποβησόμενα εἴτε κακὰ εἴτε ἀγαθά. λυπήσει γὰρ νῦν ἐναντιούμενος φόβῳ τοῦ μείζονος κακοῦ τοῦ ἀποβησομένου
ἢ φόβῳ τοῦ μὴ μείζονος ἀγαθοῦ στερηθῆναι. ὁ δὲ πᾶσι δυσχεραίνων196

197

ὁ τοῖς ὑπὸ τῶν κωμῳδῶν 〈παραγομένοισ〉 ὅμοιος, 〈ἀηδής τις πᾶσιν〉, ὃν καὶ δύσκολόν φασιν οὗτοι. Περὶ τὰ αὐτὰ δὲ σχεδόν ἐστι καὶ ἡ τῆς ἀλαζονείας μεσότης, ἤτοι περὶ τοὺς λόγους καὶ τὰς ἐν ὁμιλίαις πράξεις καὶ τὸ συζῆν δηλονότι.
5τὸ δὲ σχεδόν, ὅτι μὴ πάντῃ. ἡ μὲν γὰρ προειρημένη περὶ τὸ ἡδὺ ἦν τὸ ἐν λόγοις καὶ πράξεσιν, ἡ δὲ νῦν λεγομένη περὶ τὸ ἀληθές. οὐ χεῖρον δὲ καὶ τὰς τοιαύτας ἐπελθεῖν. τὸ περὶ πασῶν λέγειν τῶν ἕξεων σαφῶς εἶπε τὴν αἰτίαν τοῦ τε μᾶλλον εἰδέναι τὰς περὶ τὸ ἦθος γινο‐ μένας καὶ συνισταμένας ἕξεις καὶ τοῦ μᾶλλον πιστεύειν ὅτι πᾶσα ἡ ἠθικὴ
10ἀρετὴ μεσότης ἐστίν. ὁμοίως ἐν λόγοις καὶ πράξεσι καὶ τῷ προσ‐ ποιήματι. ἐπεὶ τὸ ψεῦδος πολλαχῶς, ἔδειξε διὰ τούτου τὸ πῶς ψευδο‐ μένων καὶ πῶς ἐστι κἂν ταῖς πράξεσι καὶ τοῖς λόγοις τὸ ψεύδεσθαι, ἤτοι τῷ προσποιήματι. τὸ γὰρ μὴ ὑπάρχειν τινὶ ταῦτα, τοῦτο τὸ ἐν πράξει ψεῦδος. τὸν μὲν οὖν ἀλαζόνα καὶ ὑπερβάλλοντα ψεύδεσθαι ἐν τῷ προ‐
15σποιεῖσθαι τὰ ἔνδοξα καὶ μείζω τῶν ὑπαρχόντων, τὸν δὲ ἐλλείποντα, τὸν εἴρωνα ἀνάπαλιν τῷ ἀρνεῖσθαι καὶ τὰ ὑπάρχοντα ἐλαττοῦν. ὁ δὲ μέσος αὐθέκαστος. τὸ αὐθέκαστον 〈οὕτω ἐπὶ〉 τοῦ ἀληθευτικοῦ καὶ ἀληθοῦς ὄνομα ἔθηκε, δηλωτικὸν ὂν τοῦ αὐτὸ ἕκαστον οἷον ἐστὶ λέγειν τε καὶ δεικνύναι. τοιοῦτος γὰρ ὁ ἀληθής, οὐ προσποιητικὸς οὔτε ἐν λόγοις οὔτε
20ἐν τῷ βίῳ, ἀλλ’ αὐτῷ τῷ ἀληθεῖ ἀρεσκόμενος.
21nἜστι δὲ τούτων ἕκαστα καὶ ἕνεκά τινος ποιεῖν καὶ
22nμηθενός.
23 Ταῦτα περὶ τῶν ἀληθευόντων καὶ τῶν προσποιουμένων καὶ ψευδομένων λέγει. καὶ γὰρ καὶ ἀληθεύειν καὶ ψεύδεσθαι γίνεται ἕνεκά τινος καὶ διὰ
25τὴν ἕξιν ἣν ἔχει τις. δύναται γάρ τις καὶ μὴ ἀληθευτικὸς τὴν ἕξιν ἀλη‐
θεῦσαι διά τι, ὡς οἱ διὰ συνθήκας καὶ ζημίας ἀληθεύοντες καὶ ἐμμένοντες197

198

τῇ ὁμολογίᾳ τῶν συνθηκῶν, οἳ δικαιοσύνης μᾶλλον ἔχονται· ὁμοίως καὶ ὁ μὴ ψευδὴς ψεύσασθαι. ἁπλῶς μὲν γὰρ ἕκαστος ὁποῖός τίς ἐστι, τοιαῦτα καὶ λέγει καὶ ποιεῖ, διά τι δὲ παραβαίνουσι τὰς οἰκείας ἐνεργείας (καὶ γὰρ ψεύδονται καὶ ἀληθεύουσιν, ὡς εἴρηται, ἀλλὰ καὶ αὐτὸς ἐρεῖ), οἱ μὲν διά
5τι προκείμενον, ὥσπερ οἱ διὰ τὸ δίκαιον ἀληθεύοντες ἢ ψευδόμενοι ἵνα ἀδικήσωσιν, οἱ δὲ διὰ τὴν ἕξιν ἣν ἔχουσιν. περὶ τῶν οὕτως ἀληθευόντων καὶ ψευδομένων ὁ λόγος αὐτῷ καὶ τῶν τοιούτων ἕξεων, αἳ οὐ διά τι τοῦτο ποιοῦσιν. ἐκεῖναι γὰρ καὶ ἄλλαι τινὲς ἀρεταὶ 〈καὶ κακίαι〉. τῶν δὴ καθ’ αὑτὰ ἀληθῶν καὶ ψευδῶν καὶ οὐ διά τι τὸ μὲν ἀληθὲς καλόν τε καὶ
10ἐπαινετόν, τὸ δὲ ψεῦδος ψεκτόν 〈τε καὶ φευκτόν. καθ’ αὑτὰ γὰρ ἐξετα‐ ζόμενα τὸ ἀληθεύειν καὶ ψεύδεσθαι, τὸ μὲν ἐπαινετόν ἐστι, τὸ δὲ ψεκτόν.〉 διὸ καὶ ὁ μὲν ἀληθευτικὸς καὶ τοιαύτην ἔχων ἕξιν μέσος ὢν τῶν ἐφ’ ἑκάτερα ψευδομένων ἐπαινετὸς ἂν εἴη. ἀλλ’ ἐν οἷς μηδενὸς τοιούτου διαφέροντος ἀλλὰ διαφόρου ὄντος, ὡς μὴ διὰ 〈τὴν〉 τοῦδε τυχὸν ὁμολο‐
15γίαν καὶ συνθήκην δοκεῖν τὸ τοιοῦτον ποιεῖν, ἀλλὰ καθ’ αὑτὸ τὸ ψεῦδος εὐλαβούμενος τῷ τοιοῦτος εἶναι, λέγω δὴ τῷ ἀληθευτικός. καὶ ἐν οἷς μὴ διαφέρει. διὰ τῆς προσθήκης ταύτης ἔδειξε τὸν τοιοῦτον ἐπαινετόν. ὁ γὰρ καὶ ἐν οἷς οὐδὲν διαφέρει ἀληθεύων ἔτι μᾶλλον ἀληθεύει ἐν οἷς διαφέρει τι, οἷον συνθήκαις 〈καὶ〉 συναλλάγμασιν, ἔτι μᾶλλον ὅπου αἰσχρὸν
20τὸ ψεῦδος φυλάξεται αὐτό, ὃς καὶ ἁπλῶς αὐτὸ φυλάξεται. αἰσχρὸν δὲ τὸ ψεῦδος ἐν τῇ τῆς ἀληθείας παραβάσει, ὃ ἐν ταῖς συνθήκαις γίνεται. ἔστι γάρ τινα καὶ ψευσάμενον μὴ αἰσχρὸν φανῆναι, εἰ διὰ σωτηρίαν τινὸς ψεύσαιτο. λέγει δὲ τὸν τοιοῦτον ἐπαινετὸν ἐπὶ τὸ ἔλαττον 〈διὰ τὸ αὐτὸν μᾶλλον ἀποκλίνειν ἐπὶ τὸ ἔλαττον〉 τοῦ ἀληθοῦς· τοῦτο γὰρ ἐμμελέστερον.
25διὰ 〈γὰρ〉 τὸ τὰς ὑπερβολὰς ἐπαχθεῖς εἶναι πόρρωθεν αὐτὰς φυλάσσεται· διὸ καὶ τῶν περὶ αὑτὸν μεγάλων οὐ πάνυ ἐστὶν ἐξαγγελτικός.
27nὉ δὲ μείζω τῶν ὑπαρχόντων προσποιούμενος.
28 Λέγει μὲν περὶ τοῦ ἀλαζόνος ὅτι ἐστὶ ψεύστης τῷ τὰ μείζω τῶν ὑπαρχόντων αὑτῷ προσποιεῖσθαι. ὥσπερ δὲ ἦν ἀληθεύων ὁ μὲν διά τι
30ὥσπερ τὰ συναλλάγματα καὶ τὰς ὁμολογίας (ὑπὲρ γὰρ τοῦ μὴ ἀδικῆσαι),198

199

ὁ δὲ ἁπλῶς διὰ τὸ ἕξιν ἔχειν τοιαύτην (ὃς ἦν κυρίως ἀληθευτικὸς καὶ ἀληθής), οὕτω καὶ τῶν ψευδομένων καὶ προσποιουμένων μείζω τῶν ὑπαρ‐ χόντων οἱ μὲν τινὸς ἕνεκεν τοῦτο ποιοῦσιν, οἱ δὲ οὐδενός. οἱ μὲν οὖν μηδενὸς ἕνεκα ψευδόμενοι καὶ τοιαύτην ἕξιν ἔχοντες ὡς 〈αὐτῷ〉 τῷ
5ψεύδεσθαι χαίρειν, φαῦλοι μὲν 〈καὶ κυρίως ἀλαζόνες, μᾶλλον δὲ〉 ἠλίθιοι καὶ μάταιοι ἢ κακοί (οὐ γὰρ μετ’ ἐπιβουλῆς τοῦτο ποιοῦσιν), οἱ δὲ ἕνεκά του ψευδόμενοι χείρους μὲν τούτων, διαφορὰ δέ τίς ἐστι καὶ ἐν τούτοις. ὁ μὲν γὰρ διὰ δόξαν τοῦτο ποιεῖ, ὁ δὲ διὰ κέρδος· ὁ μὲν οὖν διὰ δόξαν τινὰ ψευδόμενος οὐ μᾶλλον ψεκτός (ἐν ἀλαζονείᾳ γὰρ οὗτος), ὁ δὲ ἀργυρίου
10χάριν ἢ ὅσα ἀργύριον πορίζει, ἀσχημονέστερος καὶ κάκιστος τῶν ἀλαζο‐ νευομένων. πάντες γὰρ ἀλαζόνες καὶ κυρίως ὁ πρῶτος, ὁ μέντοι τελευταῖος ἔχοι ἄν τι καὶ ἀδικίας. οὐκ ἐν τῇ δυνάμει δ’ ἐστὶν ὁ ἀλαζὼν ἀλλ’ ἐν τῇ προαιρέσει.
14nΚατὰ τὴν ἕξιν γὰρ καὶ τῷ τοιοῦτος εἶναι ἀλαζών ἐστιν.
15 Τουτέστιν οὐκ ἐν τῷ δύνασθαι προσποιήσασθαι τὰ μείζω καὶ μὴ προσόντα αὐτῷ (τοῦτο γὰρ παντός) ἀλλὰ τῷ ἕξιν τοιαύτην ἔχειν καὶ τοιοῦτος εἶναι ὡς προαιρεῖσθαι ταῦτα 〈καὶ τούτοις ἀρέσκεσθαι〉. οὐ γὰρ αἱ δυνάμεις αἴτιαι τοῦ τοίους ἢ τοίους εἶναι ἀλλ’ αἱ προαιρέσεις, ἐπεὶ αἵ γε δυνάμεις αὐταί εἰσι τῶν ἀντικειμένων, οὐ δύναται δὲ ἅμα τὰ ἀντικείμενα
20εἶναι. εἰπὼν δὲ τὸν ἀλαζόνα ἐν τῇ προαιρέσει μάλιστα εἶναι, ἐναργῶς τοῦτο ἔδειξε μεταλαβὼν τὸν ἀλαζόνα εἰς τὸν ψεύστην. ψεύστης γὰρ οὐχ ὁ δυνάμενος ψεύδεσθαι ἀλλ’ ὁ προαιρούμενος καὶ ψευδόμενος καὶ τῷ χαίρειν αὐτῷ τῷ ψεύδεσθαι. εἰσὶ γάρ τινες τοιοῦτοι ἢ δόξης ἢ κέρδους θήρᾳ, δόξης μὲν οἱ ἐπὶ τοῖς ἐκ φύσεως ἢ τύχης προσγινομένοις προσποιού‐
25μενοι, οἷον καλοὶ ἢ ἰσχυροὶ ἡ πλούσιοι ἤ τι τοιοῦτον, οἱ δὲ διὰ κέρδος ἀλαζονευόμενοι ταῦτα προσποιοῦνται ἔχειν οἷς ἥδεται ὁ πέλας. διὰ γὰρ ταῦτα ἀργύριά τε ἐκεῖνοι προΐενται καὶ οὗτοι λαμβάνουσιν, καὶ τούτων αὐτῶν ταῦτα προσποιοῦνται, ἃ ῥᾳδίως λανθάνειν δύναται μὴ ὄντα· ἡ δὲ μαντικὴ [δὲ] ταῦτα καὶ ἰατρικὴ καὶ σοφία. διὸ καὶ οἱ πλεῖστοι τῶν διὰ
30κέρδος ἀλαζονευομένων ταῦτα προσποιοῦνται. λανθάνουσι γὰρ οἱ ταῦτα ἐπαγγελλόμενοι τῷ μὴ φανερὸν τὸν ἔλεγχον εἶναι. ὁ μὲν γὰρ κάλλος ἢ
ἰσχὺν προσποιούμενος εὐέλεγκτος, ὁ δὲ τῶν προειρημένων τι ῥᾳδίως199

200

λανθάνει. διὸ πλεῖστοι οἱ τοιαῦτα ἐπαγγελλόμενοι. καὶ γὰρ πρόσεστι τούτοις τὸ ἥδεσθαι αὐτοῖς τοὺς πέλας καὶ ὑπὲρ αὐτῶν ἀργύριον διδόναι. φιλομάντεις γὰρ οἱ πολλοί, καὶ ἡ ἰατρικὴ πρὸς πολλὰ χρήσιμος καὶ ἡ σοφία σπουδάζεται διὰ τὸ θαυμασία εἶναι. ἔστι γὰρ ἐν αὐτοῖς τὰ
5εἰρημένα, τουτέστι δόξα ἀπόλαυσις τὸ λαθεῖν. οἱ δὲ εἴρωνες ἐπὶ τὸ ἔλαττον. διὰ τοῦτο οἱ εἴρωνες χαριέστεροι, ὅτι τὰ ἔνδοξα καὶ ὄγκον ἔχοντα ἀρνοῦνται. βαυκοπανοῦργοι λέγονται· βαυκοπανούργους φησὶν ὡς ἓν ἀνθ’ ἑνὸς εἰπεῖν τοὺς σεμνοπανούργους. βαῦκος γὰρ ὁ τρυφερός, ὡς ὁ ποιητὴς Ἀραρὼς ἐν Καμπυλίωνι “βαυκὰ μαλακὰ τερπνὰ τρυφερά.”
10μετήνεγκται δὲ τὸ ὄνομα ἀπὸ τῶν βαυκίδων, ὅ ἐστιν εἶδος ὑποδημάτων Ἰωνικῶν, οἷς αἱ Ἰάδες χρῶνται, οὗ καὶ Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις μέμνηται. Κλείταρχος μέντοι ὁ γλωσσογράφος τὸ σεμνὸν ἀποδέδωκεν. οἷον ἡ τῶν Λακώνων ἐσθής· εὐτελὴς ἄγαν ἱστορεῖται Ξενοφῶντι. διὰ ταῦτα καὶ σκώπτουσιν αὐτοὺς οἱ κωμῳδοί, ὡς Πλάτων ἐν Πρέσβεσι “χαίρεις
15οἶμαι μεταπεττεύσας αὐτὸν διακλιμακίσας τε, τὸν ὑπηνόβιον σπαρτιοχαίτην ῥυποκόνδυλον ἑλκετρίβωνα”· τοῦτο γὰρ Λάκωνες ἐποίουν, ἐγκράτειάν τινα καὶ καρτερίαν ἐπιδεικνύμενοι. διὰ δὲ τὴν σφόδρα εὐτέλειαν προσποίησις ἐδόκει καὶ ἀλαζονεία τις εἶναι. καὶ περὶ τὰ μὴ λίαν ἐμποδών. πῶς τὸ ἐμποδὼν ἔλαβε, μεταλαβὼν φανερὸν ἐποίησεν.
20nἈντικεῖσθαι δ’ ὁ ἀλαζὼν φαίνεται τῷ ἀληθευτικ.
21 Τὸν ἀλαζόνα φησὶν ἀντικεῖσθαι τῷ ἀληθευτικῷ. χεῖρον γὰρ καὶ φορτι‐ κώτερον τῶν ἃ μὴ ἔχει τις καὶ μείζω ἢ ἃ ἔχει τις προσποιεῖσθαι ἔχειν ἑαυτὸν τοῦ ἃ ἔχει ἐλαττοῦν ἢ ἀρνεῖσθαι μὴ ἔχειν διὰ τὸ ἐν τούτοις ἀνεπαχθές. τὸ μὲν γὰρ μετρίου, τὸ δὲ ὑπερβάλλοντος. οὔσης δὲ καὶ
25ἀναπαύσεως ἐν τῷ βί. περὶ τὸ ἡδὺ τὸ ἐν λόγοις καὶ πράξεσιν εἰπὼν εἶναι τρεῖς διαφορὰς καὶ τούτων τὴν μὲν εἰπὼν ἀλήθειαν, τὴν δὲ φιλίαν, νῦν περὶ τῆς λοιπῆς λέγει, ἣν εὐτραπελίαν καλεῖ. καὶ διὰ τί οὕτως αὐτὴν
ὀνομάζει τὴν αἰτίαν λέγει. ἐκεῖναι μὲν οὖν αἱ δύο, ἡ μὲν φιλία περὶ λόγους200

201

καὶ πράξεις τὰς κατὰ τὸν βίον τὸ χρειῶδες δεικνύουσιν, ἡ δὲ ἀλήθεια τὸ περὶ λόγους, αὕτη δὲ τὸ ἐν παιδιᾷ ἡδὺ αἱρεῖται. δεῖ γὰρ τῷ σπουδαίῳ καὶ ἀναπαύσεως, ὡς ἂν μὴ διὰ παντὸς κάμνουσα αὐτῷ ἡ διάνοια ἄχρηστος γένηται τῷ ἀεὶ ἐντετάσθαι κατὰ τὰ τόξα, ἃ μὴ ἀνιέμενα τοῦ οἰκείου παρα‐
5λύεται τόνου. ὅπως δὲ γένοιτο τὸ ἐν παιδιᾷ ἡδὺ καὶ ἐλευθέριον ἑκατέρας χωριζόμενον ἀμετρίας, νῦν διδάσκει.
7nΟἱ μὲν οὖν τῷ γελοίῳ ὑπερβάλλοντες.
8 Βωμολόχοι λέγεται τὰ τῶν ὀρνέων λίχνα καὶ ἀδδηφάγα, ἃ χάριν τροφῆς λοχῶσιν 〈ἐπὶ〉 τοῖς βωμοῖς τὰ καταλειφθέντα τῶν θυσιῶν λιχμώμενα.
10τοιοῦτοι καὶ οἱ τὸ σκώπτειν μεταδιώκοντες ὑπερβαλλόντως. ὡς γὰρ ἐκείνοις οὐδὲν ἔργον ἢ περισκοπεῖν τοὺς βωμούς, ἀφ’ ὧν εὐπορήσει τροφῆς, οὕτω καὶ αὐτοῖς ἐπιμελὲς μηδὲ τῶν ἀσχημόνων ἀπέχεσθαι, εἰ μόνον κινοῖεν γέλωτα. οἱ δὲ ἐμμελῶς παίζοντες· τὸ μέσον καὶ μέτριον ἐνδείκνυται. ἐκ τῶν κινήσεων κρίνεται, εὔρυθμα δηλονότι ἢ ἄρρυθμα 〈καὶ〉 ὑγιεινὰ
15ἢ νοσερὰ καὶ ἀσθενῆ ἢ εὔρωστα. οὕτω καὶ τὰ ἤθη, δηλονότι ἀπὸ τῶν κινήσεων τῆς ψυχῆς. ἐπιπολάζοντος δὲ τοῦ γελοίου, διὰ τὴν τῶν πολλῶν σπουδήν. φιλογέλωτες γὰρ ὡς ἐπίπαν οἱ ἄνθρωποι καὶ 〈τῇ παιδιᾷ μᾶλλον προσανακείμενοι〉. ἐκ τῶν εἰρημένων δῆλον, διότι οἱ μὲν τοῦ μέσου στοχάζονται, οὗτοι δὲ καθ’ ὑπερβολὴν αὐτῷ χρῶνται. τῇ δὲ
20μέσῃ ἕξει οἰκεῖον ἡ ἐπιδεξιότης. δεῖ γὰρ ἐπιδεξίως ἔχειν πρὸς τὸ ἀκοῦσαί τε καὶ ποιῆσαί τι. διαφέρει δὲ τῆς τοῦ ἀνδραποδώδους, ἤτοι ἀπρεποῦς· ἤτοι ἀνδραποδώδους, ἣ τοῖς ἐλευθέροις ἀντίκειται. ἔστιν ἄρα ἡ ἐλευθεριότης ἣ τῇ ἀνδραποδώδει ἀντίκειται. ἢ τῷ μὴ λυπεῖν τὸν ἀκούοντα. οὐ ταὐτὸν τὸ μὴ λυπεῖν τῷ τέρπειν. ἐπὶ πλέον γὰρ τὸ
25μὴ λυπεῖν. εἰ γὰρ τέρπει, οὐ λυπεῖ· οὐ μὴν εἰ μὴ λυπεῖ, τέρπει πάντως. ἄπειρον γὰρ τὸ μὴ λυπεῖν. τοιαῦτα δὲ καὶ ἀκούσεται, ἀντὶ τοῦ τοιούτων ἀνέξεται εἰς αὐτὸν λεγομένων σκωμμάτων οἷς αὐτὸς κέχρηται. οὐ γὰρ εὔσχημον τῶν ὁπωσοῦν λεγομένων ἀνέχεσθαι· οὐ γὰρ πᾶν ποιῆσαι, ὥσπερ οὐδ’ εἰς πᾶν ἀνάσχοιτο σκώπτεσθαι. οὐ γὰρ εὔσχημον οὐδὲ οἰκεῖον
30τῷ ἀγαθῷ τῶν ὁπωσοῦν λεγομένων ἀνέχεσθαι, ἐπεὶ ἐνδεχόμενον δόξει
πως χαίρειν αὐτοῖς καὶ πράττειν αὐτὰ οὐκ ἀπεχθανόμενος πρὸς αὐτά.201

202

ἔδει δ’ ἴσως καὶ σκώπτειν, διὰ τὸ ἄσχημον δηλονότι καὶ ὕβρεως ἔχεσθαι. προεῖπε δὲ τὸ ἔνια δὲ οἱ νομοθέται λοιδορεῖν κωλύουσι προσ‐ υπακουομένου τῷ ἔνια ‘καὶ οὐ πάντα‘. ὁ δὴ χαρίεις καὶ ἐλευθέριος οὕτως ἕξει, τουτέστιν οὔτε πάντα σκώπτων οὔτε πάντων ἀπεχόμενος,
5ἀλλὰ γνώσεται νομοθετῶν ἑαυτῷ τίνων ἀφέξεται, τίνων οὔ.
6nΠερὶ δὲ αἰδοῦς ὥς τινος ἀρετῆς οὐ προσήκει λέγειν.
7 Ὅτι μὴ ἕξις ἡ αἰδώς, δείκνυσιν ἀπὸ τοῦ ὁρισμοῦ καὶ τοῦ συμπτώματος τοῦ περὶ αὐτήν. ὡς γὰρ ὁ φόβος διατίθησι τὸ σῶμα, οὕτω καὶ ἡ αἰδώς. ἀμείβεται γὰρ ἐπ’ αὐτῆς τὸ τοῦ σώματος χρῶμα, ὡς καὶ ἐπὶ τοῦ φόβου.
10καὶ πῶς, δῆλον ἐφ’ ὧν ἐρεῖ 〈καὶ αὐτός. εἰ δ’ ἔστι τὰ μὲν κατ’ ἀλήθειαν αἰσχρ·〉 κατ’ ἀλήθειαν αἰσχρὰ ὡς ἡ ἀκολασία, κατὰ δόξαν δὲ ὡς τὸ ἐν ἀγορᾷ ἐσθίειν· ἔστι γὰρ ταῦτα τῇ τῶν πολλῶν προλήψει καὶ διὰ τὰ ἔθη καὶ αἰσχρὰ δοκεῖ εἶναι. τὰ δὲ κατὰ δόξαν οὐδὲν δια‐ φέρει· καλῶς. οὐ γὰρ εἰ τὰ μὲν αἰσχρά ἐστιν ἀληθῶς, τὰ δὲ δοκήσει,
15ἤδη τὰ κατὰ δόκησιν πράξει. οὐ γάρ τι τούτων πράξει ὁ ἐπιεικής. οὐ‐ δέτερα γὰρ πρακτέα, τουτέστιν οὐδὲν τούτων κινήσει τὸν σπουδαῖον.
17nΦαύλου δὲ καὶ τὸ εἶναι τοιοῦτον.
18 Ὃ λέγει τοιοῦτόν ἐστιν· εἰ καὶ μὴ 〈ἐπὶ〉 τοῖς πεπραγμένοις γίνοιτο ἡ αἰδὼς φαύλοις οὖσιν, ἀλλ’ ἐπὶ τοῖς πραχθεῖσιν ἀναγκαίοις τε πραχθῆναι,
20οὐδ’ οὕτω τοῦ ἐπιεικοῦς ἂν εἴη. φαύλου γὰρ καὶ τὸ τοιοῦτον εἶναι, ὡς πρᾶξαι ἄν τι τῶν αἰσχρῶν. ἄτοπον γὰρ τὸ ἡγεῖσθαι ἐπιεικῆ εἶναι τὸν αἰδήμονα, καθόσον οὕτω διάκειται ὡς εἰ πράξαι τι τῶν αἰσχρῶν μὴ βουλόμενος αἰσχύνεσθαι. ἡ γὰρ αἰδὼς ἐπὶ τοῖς ἑκουσίως γινομένοις. οὐδεὶς δὲ ἐπιεικὴς ἑκὼν πράττει τὰ αἰσχρά. ἢ λέγοι ἂν ἄτοπον τὸ λέγειν διὰ
25τοῦτο εἶναι ἐπιεικῆ τὸν αἰδήμονα, διότι οὕτως ἔχει ὡς ἐάν τι προσπέσῃ αἰσχρὸν αὐτῷ αἰσχύνεσθαι. ἡ γὰρ αἰδὼς οὐκ ἐπὶ τοῖς ἀκουσίως πραττομένοις γίνεται· ἄτοπος δὲ ὁ ἑκὼν τὰ αἰσχρὰ πράττων. ἐν μὲν οὖν τῷ δευτέρῳ τὴν αἰδῶ ἀρετὴν μὲν οὐκ ἔφη εἶναι, ἀλλὰ πάθος, ἐπαινετὸν μέντοι, νῦν δὲ ἔοικεν αὐτὸ διαβάλλειν ὡς οὐδαμῶς οἰκεῖον τῷ ἐπιεικεῖ.
30ἐξ ὑποθέσεως γάρ φησιν εἴη ἂν ἡ αἰδὼς πάθος ἐπαινετὸν καὶ ἐπιεικές,202

203

ἀλλ’ οὐχ ἁπλῶς. εἰ γὰρ πράξαι ἐπιεικὴς τοιοῦτόν τι, αἰσχύνοιτ’ ἄν, οὐ μὴν πράξαι ἄν ποτε τοιοῦτόν τι, ὥστε οὐδ’ 〈ἂν〉 αἰσχύνοιτο. εἴη δ’ ἂν ἐξ ὑποθέσεως, δηλονότι πάθος καὶ οὐχ ἁπλῶς, ὡς καὶ ἡ ὕλη ἀνάγκη οὐχ ἁπλῶς ἀλλ’ ἐξ ὑποθέσεως. καὶ πῶς ἐπάγει, ὡς κἀκεῖ ἐδείκνυτο. εἰ γὰρ
5πρίων εἴη, δεῖ σιδηροῦν εἶναι. ἐξ ὑποθέσεως ἄρα ἐκεῖ τὸ ἀναγκαῖον, ἐν‐ ταῦθα δὲ τῇ αἰδοῖ καὶ τῷ τοιούτῳ πάθει τὸ ἐπιεικὲς ἔσται. οὐκ ἔστι δὲ τοῦτο περὶ τὰς ἀρετάς. αὗται γὰρ ἀγαθὸν καὶ 〈καθ’ αὑτὸ καὶ〉 ᾗ αὐτό εἰσιν. ἡ δ’ αἰδὼς ἐξ ὑποθέσεως ἐπιεικές· καλῶς· οὐ γὰρ δι’ αὑτὴν πρῶτον οὐδὲ καθ’ αὑτὴν οὐδὲ καθὸ αἰδὼς ἐπιεικές. ὑποτεθέντος
10γὰρ τοῦ ὅτι εἰ τάδε πραχθείη, αἰσχύνη παρέπεται, τὸ δὲ αἰσχύνεσθαι αἰδεῖσθαί ἐστι, τὸ δὲ αἰδεῖσθαι οὐκέτι, διὰ τοῦτο ἐξ ἀνάγκης τῇ αἰδοῖ τὸ ἐπιεικὲς ἀκολουθεῖ.
13nΕἰ δὲ ἡ ἀναισχυντία φαῦλον.
14Ὃ λέγει τοιοῦτόν ἐστιν. οὐ φαῦλον τὸ μὴ αἰσχύνεσθαι ἐπὶ τοῖς
15αἰσχρῶς πεπραγμένοις· αὐτὸ γὰρ τὸ αἰσχρὰ πράττειν φαῦλον. δοκεῖ δὲ διὰ τούτων ἀναιρεῖν τὸ τῷ κακῷ τὸ ἐναντίον ἢ ἀγαθὸν ἢ κακὸν εἶναι, ἐν οἷς πλείω τῷ αὐτῷ ἐναντία, καὶ ἔστι τις καὶ μέση αἴσθησις, ἢ εἰ μή τι μεταξύ, πάντως τὸ τῷ κακῷ ἐναντίον ἀγαθὸν εἶναι. τῇ μὲν γὰρ δειλίᾳ κακῷ ὄντι τῶν ἐναντίων τὸ μὲν ἀγαθόν ἐστι (ἀνδρία γάρ), τὸ δὲ κακόν, ἡ
20θρασύτης. τῇ δὲ νόσῳ κακῷ ὄντι τὸ ἐναντίον ἀγαθόν· ὑγίεια γάρ. γίνεται δὴ καὶ τῇ ἀναισχυντίᾳ τὸ μὲν ὡς κακὸν ἐναντίον (ἡ γὰρ κατάπληξις ἀφ’ ἧς οἱ καταπλῆγες οἱ ἐπὶ πᾶσι καὶ πάντα αἰδούμενοι), ἡ δὲ αἰδὼς μέσον τι πάθος, ὡς ἀμφοτέρωθεν ὂν ἀγαθόν τε καὶ ὡς ἀγαθὸν ἐναντίον τῇ ἀναι‐ σχυντίᾳ εἴη ἄν. καὶ γὰρ εἰ ἐν οἷς ἐστιν ὑπερβολὴ καὶ ἔνδεια, ἐν τούτοις
25ἐστὶ καὶ μεσότης, ἔστι δὲ περὶ τὸ αὐτὸ πάθος ὑπερβολή τε καὶ ἔνδεια, ὑπερβολὴ μὲν ἀναισχυντία, ἔνδεια δὲ κατάπληξις, εἴη ἂν καὶ μεσότης ἐν τούτοις, ἡ αἰδώς, ἥτις, εἰ ψεκταὶ ἐκεῖναι, ἐπαινετὴ ἂν εἴη. ἢ τοῦτο λύοιτ’ ἂν τῷ ἐξ ὑποθέσεως ἀγαθὸν εἶναι. τὸ κεῖσθαι μὲν γὰρ πράττειν τὰ αἰσχρὰ φαύλου, εἰ δὲ πραχθείη, ὁ μὲν αἰσχυνόμενος ἐπ’ αὐτοῖς χαρίεις
30ἂν εἴη, μοχθηροὶ δὲ οἱ ἀναίσχυντοι, καὶ διὰ τοῦτο οὐ διὰ τὰ πεπραγμένα. οἱ δὲ καταπλῆγες μοχθηροὶ τῷ καὶ μὴ τὰ αἰσχρὰ ὑπολαμβάνειν. μήποτε
ἐνδείκνυται ἡμῖν διὰ τούτων ὅτι μὴ ἔστιν ἁπλῶς ἐπὶ τῇ τῶν κακῶν πράξει203

204

γινομένη μόνον. καὶ ἐπὶ τούτων μὲν γὰρ ἂν τὸ μὲν πρᾶξαί τι αἰσχρὸν φαύλου ἂν εἴη, τὸν μέντοι πράξαντα αἰδεῖσθαι ἐπ’ αὐτῷ ἐπιεικοῦς. ἐξ ὑποθέσεως εἶπεν. ἀλλ’ οὐ μόνον ἐπὶ ταῖς αἰσχραῖς πράξεσιν ἡ αἰδὼς γίνοιτ’ ἂν ἀλλὰ καὶ ἐπὶ ἄλλοις τισί. κεῖται γὰρ εἶναι φόβος ἀδοξίας.
5ἀδοξία δὲ οὐ τοῖς πραχθεῖσιν ἕπεται μόνοις ἀλλὰ τοῖς οὐκ οὖσι μὲν τῇ αὐτῶν φύσει τοιούτοις, δοκοῦσι δέ, ἀλλὰ καὶ ἐπὶ ἀκούσμασιν αἰσχροῖς καὶ ὁράμασιν ἐρυθραίνεται ὁ ἐπιεικὴς καὶ αἰδεῖται. δοκεῖ δὲ ταύτῃ διαφέρειν αἰδὼς αἰσχύνης, ὅτι ἡ αἰσχύνη ἐπὶ πεπραγμένοις γίνεται κακοῖς, ἡ δὲ αἰδὼς φόβος ἐστὶν ἀδοξίας ἐπ’ αἰσχρῶν ὑπόνοιᾳ. ἔοικε δὴ Ἀριστοτέλης
10ἀπὸ τῆς αἰδοῦς ἐπὶ τὴν αἰσχύνην μεταβὰς τὸ τοιοῦτον πάθος μὴ ἐπαινετὸν μηδ’ ἐπιεικὲς δεικνύναι. καὶ τὸ μὴ αἰδεῖσθαι τὰ αἰσχρὰ πράττειν· ἀπὸ κοινοῦ τὸ φαῦλον. οὐκ ἔστι δὲ οὐδὲ ἢ ἐγκράτεια ἀρετή. εἶπε μὲν ἐν τῷ δευτέρῳ μήτε τὴν αἰδὼ μήτε τὴν νέμεσιν ἀρετὰς εἶναι ἀλλὰ πάθη ἐπαινετὰ τῷ ἐν μεσότητι εἶναι. ἔστι δὲ ἡ νέμεσις λύπη ἐπὶ ταῖς τῶν κακῶν εὐπρα‐
15γίαις. νῦν δὲ περὶ αἰδοῦς μὲν εἴρηκε, περὶ δὲ νεμέσεως οὐδὲν προσθεὶς περὶ ἐγκρατείας προλέγει, ὅτι μὴ ἔστιν ἀρετή. ὕστερον δὲ ἐπὶ πλέον ἐρεῖ περὶ ἐγκρατείας καὶ καρτερίας καὶ μαλακίας, μετὰ τὸ ἑξῆς βιβλίον. ἐν γὰρ τῷ
μετὰ τοῦτο περὶ δικαιοσύνης τὸν πάντα κατατείνει λόγον.204

205

(1t)

ΕΙΣ ΤΟ ΠΕΜΠΤΟΝ ΤΩΝ ΗΘΙΚΩΝ ΝΙΚΟΜΑΧΕΙΩΝ ΣΧΟΛΙΑ.
2nἩ δὲ σκέψις ἡμῖν ἔστω κατὰ τὴν αὐτὴν μέθοδον.
3 Εἴρηκεν ἤδη πολλάκις ὅτι τὴν ἀκρίβειαν τὴν ἀποδεικτικὴν οἱ τοιοῦτοι τῶν λόγων οὐκ ἐπιδέχονται· οὗ καὶ νῦν ἡμᾶς ὑπομιμνήσκει. εἴρηκε δὲ
5καὶ ὅτι δεῖ ἄρχεσθαι ἀπὸ τῶν φανερωτέρων, οὗ καὶ αὐτοῦ ἔοικεν ὑπο‐ μιμνήσκειν ἡμᾶς. οὕτω γοῦν καὶ τὴν ἀρχὴν ποιεῖται λέγων ὁρῶμεν δὴ πάντας τὴν τοιαύτην ἕξιν λέγειν βουλομένους δικαιοσύνην, καὶ προελθὼν ἐπιφέρει διὸ καὶ ἡμῖν ὡς ἐν τύπῳ ὑποκείσθω ταῦτα. οὐδὲ γὰρ τὸν αὐτὸν ἔχει τρόπον, ὑποθέμενος δικαιοσύνην μὲν ἕξιν
10εἶναι ἀφ’ ἧς πρακτικοὶ τῶν δικαίων εἰσὶ καὶ βούλονται τὰ δίκαια, ἀδικίαν δὲ ἕξιν ἀφ’ ἧς ἀδικοῦσι καὶ βούλονται τὰ ἄδικα, καὶ ταύτας αὐτῶν ἀποδοὺς ὑπογραφάς τινας· οὐ γὰρ ὡς ὁρισμοὺς εἶπεν αὐτά· οὐ γὰρ οἷόν τε ἕνα λόγον ἀποδοθῆναι οὔτε τῆς δικαιοσύνης οὔτε τῆς ἀδικίας, ἐπεὶ προϊὼν δείξει ὅτι πολλαχῶς λέγονται, ἐπεὶ δοκοῦσιν αἱ αὐταὶ ἐπιστῆμαι τῶν ἐναντίων,
15ὁμοίως καὶ αἱ δυνάμεις· ἥ τε γὰρ ἰατρικὴ τῶν ὑγιεινῶν καὶ τῶν νοσωδῶν ἐστι γνωστική, ὁμοίως καὶ μουσικὴ μουσικῶν καὶ ἀμούσων καὶ οὐκ ἐν τῷ βούλεσθαι τὰ μουσικὰ ποιεῖν ἔστι τὸ μουσικῷ εἶναι· καὶ γὰρ τὰ ἄμουσα βουληθεὶς ὅμως μουσικὸς ὢν μένει· ὡσαύτως καὶ ἰατρὸς κἂν τὰ ἀνίατα βουληθῇ οὐ πέπαυται τοῦ ἰατρὸς εἶναι. ἀλλ’ οὐδὲ αἱ δυνάμεις, οἷον ἡ
20ῥητορικὴ ἡ διαλεκτικὴ ἐν τῷ τὸ ἕτερον τῶν ἀντικειμένων βούλεσθαί τε καὶ δύνασθαι † δεικνύναι εἰσί· πρὸς γὰρ τὰ ἀντικείμενα αὐταῖς ἥ τε παρασκευὴ καὶ ἡ βούλησις ὁμοία. μὴ ὡσαύτως ἔχειν φησὶ καὶ ἐπὶ τῆς δικαιοσύνης, ἀλλ’ ἔστι καλῶς εἰρημένον τὸ εἶναι τὴν δικαιοσύνην ἕξιν ἀφ’ ἧς δίκαια
πράττονται καὶ βούλονται. διὰ γὰρ τούτων δείκνυσι τὴν τῶν ἕξεων πρὸς205

206

τὰς τέχνας καὶ ἐπιστήμας καὶ τὰς δυνάμεις διαφοράν· αἱ μὲν γὰρ ἐπιστῆμαί τε καὶ δυνάμεις αἱ αὐταὶ τῶν ἐναντίων, αἱ δὲ ἕξεις αἱ ἐναντίαι τῶν ἐναντίων. οὐκ ἰδίως δὲ νῦν ἕξεις τὰς ἀρετάς τε καὶ κακίας λέγει τῆς τε ψυχῆς καὶ τοῦ σώματος, ἐπεὶ κοινότερόν γε καὶ αἱ ἐπιστῆμαι ἕξεις λέγονται. ὅτι
5δὲ αἱ ὡς ἀρεταὶ ἕξεις λεγόμεναι οὐκ εἰσὶν αἱ αὐταὶ τῶν ἐναντίων, σαφῶς ἔδειξεν ἐπὶ τῆς ὑγείας· ἀπὸ γὰρ τῆς ὑγείας τὰ ὑγιεινὰ πράσσεται, οὐκέτι δὲ καὶ τὰ νοσώδη, ὥσπερ γε καὶ ἀπὸ τῆς νόσου τὰ νοσώδη, οὐκέτι δὲ οἷόν τε καὶ τὰ ὑγιεινά· ὑγιεινῶς γὰρ βαδίζει ὁ οὕτως βαδίζων ὡς ὁ τὴν ὑγείαν ἔχων, καὶ νοσωδῶς ὡς ὁ τὴν νόσον. ὁμοίως καὶ ὁ τὴν δικαιοσύνην
10ἔχων τῶν δικαίων μόνων ἐστὶ καὶ ταύτης μόνης ἀποδεκτικός, ὁ δὲ ἀδικίας τῶν ἀδικίαν ἐχόντων· οὐκέτι δὲ ὁ μὲν μουσικὸς τὰ μουσικά, ὁ δὲ ἄμουσος τὰ ἄμουσα, ἀλλ’ ὁ μουσικὸς καὶ ταῦτα.
13nΠολλάκις μὲν οὖν γνωρίζεται.
14Ἀποδοὺς λόγον τῆς δικαιοσύνης ἕξιν ἀφ’ ἧς δικαιοπραγοῦσι καὶ βού‐
15λονται τὰ δίκαια καὶ ἐνδειξάμενος τὴν οὐσίαν αὐτῆς ἀπὸ τῶν ἔργων τε καὶ τῶν ἐνεργειῶν τῶν ἀπ’ αὐτῆς οἷον τῶν δικαίων, περὶ ἃ ἡ ἐνέργεια αὐτῆς, ὅτι μὴ ἄτοπος ἡ τοιαύτη ἀπόδοσις, δείκνυσι νῦν δι’ ὧν λέγει. ἅμα δὲ δι’ ὃ λέγει χρῆσθαι ταῦτα πρῶτον δείκνυσι. πολλάκις γὰρ γνωρίζεται ἡ ἐναντία ἕξις ἀπὸ τῆς ἐναντίας, οἷον ὁ εἰδὼς τί ποτέ ἐστιν ἡ εὐεξία,
20οἶδεν, ὡς καὶ αὐτὸς ἐπάγει, τί ἐστιν ἡ καχεξία. ὁμοίως καὶ ἡ ἕξις ἀπὸ τῶν ὑπ’ αὐτὴν δείκνυται.
22nἈκολουθεῖ δ’ ὡς ἐπὶ τὸ πολ, ἐὰν θάτερον πλεοναχῶς
23nλέγηται.
24Πάνυ ἀκριβῶς προσέθηκε τὸ ὡς ἐπὶ τὸ πολ· ἔστι γὰρ ἐφ’ ὧν
25οὐχ οὕτως ἔχει. τοῦ γοῦν φιλεῖν, ὡς καὶ αὐτός φησι, πολλαχῶς λεγομένου τὸ μισεῖν ἐναντίον αὐτῷ ὂν οὐκ ἔστι πολλαχῶς. ἀλλὰ καὶ τοῦ ἀκουσίου πολλαχῶς λεγομένου ὅτι ἔστι τὸ ἀκούσιον τὸ βίᾳ καὶ τὸ δι’ ἄγνοιαν γινό‐ μενον, τὸ ἑκούσιον ἐναντίον αὐτῷ ὂν οὐ λέγεται πολλαχῶς. ἀλλ’ ἐπί γε τῶν πλείστων συνδιαιρεῖται τὸ ἕτερον τῷ ἑτέρῳ· τοῦ γὰρ ὀξέος πολλαχῶς
30λεγομένου ἰσαχῶς καὶ τὸ βαρὺ λέγεται, καὶ τοῦ λευκοῦ δὲ τὸ μέλαν ἰσαχῶς λέγεται τῷ λευκῷ. ὁμοίως, φησί, καὶ εἰ τὸ ἄδικον καὶ ἡ ἀδικία, σύστοιχα δὲ ταῦτα, ἔκειτο δὲ καὶ ἐπὶ τούτων τὸν ἕν τι αὐτῶν εἰδότα καὶ τὰ
λοιπὰ εἰδέναι.206

207

(1n)

Ἀλλὰ διὰ τὸ σύνεγγυς εἶναι τὴν ὁμωνυμίαν αὐτῶν
2nλανθάνει.
3 Τὴν αἰτίαν λέγει τοῦ 〈τὴν〉 κατὰ τὴν δικαιοσύνην ὁμωνυμίαν μὴ εἶναι γνώ‐ ριμον· διὰ γὰρ τὸ σύνεγγυς εἶναι ἀλλήλων καὶ ὁμοιότητα ἔχειν τὰς δικαιο‐
5σύνας λανθάνει ἡ κατ’ αὐτὰς ὁμωνυμία. τῶν γὰρ ὁμωνύμων ὅσα μὲν ἀλλήλων πολὺ ἀφέστηκε γνώριμα ταῦτα ὄντα ὁμώνυμα· πολὺ δὲ πόρρω ἀλλήλων τὰ κατὰ τύχην ὁμώνυμα, ὡς ἔχει ἡ κλείς, ἣν παρέθετο· ὅσα δὲ σύνεγγύς ἐστιν ἀλλήλων ταῦτα οὐκέτι δοκεῖ μόνον ὄνομα κοινὸν ἔχειν, ὡς τὰ ὄντα, ὡς αἱ κινήσεις, ὡς τὰ ἀγαθά. οὕτως καὶ αἱ δικαιοσύναι δειχθή‐
10σονται πρὸς ἀλλήλας ἔχουσαι· ἡ μὲν γάρ τίς ἐστιν ὥσπερ γένος δικαιοσύνη, κατὰ πάσης ἀρετῆς κατηγορεῖσθαι δυναμένη, ἡ δὲ ταύτης εἶδος. καθ’ ὅσον μὲν οὖν γένος καὶ εἶδος, συνώνυμά εἰσι, καθ’ ὅσον δὲ καὶ ἡ ὡς εἶδος λαμβανομένη ταὐτὸν ὄνομα τὸ δίκαιον ἔχον τῇ δικαιοσύνῃ, κατὰ τοῦτο δὲ ἔσονται ὁμώνυμοι· ἄλλο γὰρ ἀφ’ ἑκατέρας αὐτῶν ὑπὸ τοῦ ὀνόματος τῆς
15δικαιοσύνης σημαίνεται. ὁ αὐτὸς λόγος καὶ ἐπὶ ἀδικίας. γνωριμώτερον δέ ἐστι τὸ λεγόμενον προϊόντος τοῦ λόγου.
17nΕἰλήφθω δὴ ὁ ἄδικος ποσαχῶς λέγεται.
18 Ὡς γνώριμον καὶ ἐναργὲς πρῶτον τὸ ἄδικον λαμβάνει ὁσαχῶς λέγεται, εἶτα τὸ δίκαιον. δοκεῖ δὲ ὅ τε παράνομος ἄδικος εἶναι. διὰ τούτων
20δείκνυσιν ὅτι μέσον ὁ δίκαιος καὶ ἡ δικαιοσύνη, ὅ ἐστιν ἀρετῆς γνώρισμα. εἰ γὰρ ὁ ἄδικος παράνομος καὶ πλεονέκτης, ἕπεται δὲ τῷ πλεονέκτῃ πρὸς τῷ παρανόμῳ καὶ ἀνίσῳ εἶναι, ὁ δίκαιος ἄρα μέσος τούτων ὑπάρχων καὶ ἴσος ἂν εἴη ἐν ἰσότητι τῇ δικαιοσύνῃ.
24nἘπεὶ δὲ καὶ πλεονέκτης ὁ ἄδικος.
25 Εἰ ὁ ἄδικος πλεονέκτης, οὗτος δὲ ἄνισος, ὡς δείξει, συμπέραινε· καὶ γὰρ τὸ πλέον καὶ ἔλαττον ἄνισά ἐστι· διὸ καὶ ὁ ἄδικος ἄνισος, ἐπεὶ καὶ πλεονέκτης. ἃ αἰεὶ ἔστι μὲν ἁπλῶς ἀγαθά, τῇ μὲν αὐτῶν φύσει ἀγαθά, ἁπλῶς τε καὶ αἰεὶ τῇ αὐτῶν φύσει ἀγαθὰ ὄντα, ἀπὸ τοῦ ὠφέλιμά τε εἶναι τοῖς ἀγαθοῖς τε καὶ κατὰ φύσιν ἔχουσι καὶ τὴν χρηστικὴν αὐτῶν ἔχουσι
30δύναμιν καὶ προσέτι αἱρετὰ τοῖς αὐτοῖς· τὸ γὰρ τούτοις ἀγαθὸν καὶ ἁπλῶς αἱρετόν, τὸ δ’ ἁπλῶς αἱρετὸν τῇ αὑτοῦ φύσει τοιοῦτον· οὐκ αἰεὶ δ’ ἐστὶ
τὰ τοιαῦτα τῶν ἀγαθῶν ἀγαθά, ὅτι τοῖς μὴ εἰδόσιν αὐτοῖς χρῆσθαι πρὸς207

208

ἃ πεφύκασι πολλάκις πρὸς κακοῦ γίνεται, ὥσπερ καὶ τὰ τῶν τεχνιτῶν ὄργανα τοῖς οὐκ ἔχουσι τὰς τέχνας τοιαῦτα βλαβερά, τοιαῦτα δὲ ἀγαθά ἐστιν, ὑγεία ἰσχὺς κάλλος εὐεξία πλοῦτος δόξα δύναμις πολιτική. προστί‐ θησι δή τινα τῷ περὶ τῶν τοιούτων ἀγαθῶν λόγῳ, ἅμα μὲν δεικνὺς αὐτὰ
5καὶ διὰ τῆς προσθήκης ταύτης τίνα ἐστὶν ἀγαθά, ἅμα δὲ καὶ διδάσκων ἡμᾶς πῶς ἔχειν περὶ ταῦτα δεῖ. διὰ γὰρ τούτων τίνα τέ ἐστι πάλιν τὰ τυχηρὰ ἀγαθὰ ἐδήλωσε· περὶ γὰρ ὧν εὐχόμεθα τοῖς θεοῖς· οὐ γὰρ περὶ ἀρετῆς καὶ τῶν κατ’ αὐτὴν εὔχεταί τις ἐνεργειῶν, ἀλλὰ μὴν [ἐστιν εὐχὴ καὶ] ἔστιν ἡ εὐχὴ αἴτησις ἀγαθῶν παρὰ τῶν θεῶν· ταῦτ’ ἄρα ἐστὶ περὶ ὧν ἡ
10εὐχὴ ἀγαθά. σπουδάζομεν οὖν ταῦτα αἱρεῖσθαι καὶ εὔχεσθαι μὴ πάντα ἁπλῶς τὰ ἀγαθὰ ἀλλὰ τὰ αὑτοῖς· καὶ γὰρ τοῖς νοσοῦσιν οὐ τὰ ἁπλῶς ὑγιεινὰ ἀγαθὰ καὶ αἱρετὰ ἀλλ’ ὅσα τοῖς οὕτως ἔχουσιν ὑγιεινά· ἔστι γὰρ οἷς μᾶλλον ἀσθένεια ὑγείας καὶ νόσος ἰσχύος ὠφελιμωτέρα, τοῖς δηλονότι μὴ μέλλουσιν ἐκείνοις χρῆσθαι καλῶς, καὶ πενία πλούτου καὶ δυνάμεως
15καὶ δόξης τἀναντία· πολλάκις γὰρ ὑπὸ τῶν τοιούτων ἐκωλύθησάν τινες ποιῆσαί τε καὶ παθεῖν μείζω κακά. εἰπὼν δὲ ταῦτα ἐπάνεισιν ἐπὶ τὸ δεικνύναι πῶς ὁ ἄδικος ἄνισός ἐστι· καὶ ὅτι γε κυριώτερος ὁ ἄνισος ἢ ὁ πλεονέκτης ἐνδείκνυται. αἱρούμενος γὰρ ὁ ἄδικος τῶν μὲν ἀγαθῶν τὸ πλέον, τῶν δὲ κακῶν τὸ ἔλαττον, εἴη ἂν ἄνισος. καλεῖται δὲ μόνον πλεο‐
20νέκτης οὐκέτι δὲ καὶ μειονέκτης, ὅτι δοκεῖ καὶ τὸ ἐν τοῖς κακοῖς ἔλαττον πλεονεξία τις ἀγαθῶν εἶναι, ὡς εἴρηται. ἡ δὲ πλεονεξία τοῦ ἀγαθοῦ λέγεται. διὰ μὲν τοῦτο καλεῖται πλεονέκτης ὁ ἄδικος, ὡσανεὶ πλεῖον ἀγαθὸν νέμων ἑαυτῷ· ἔστι μέντοι ταῖς ἀληθείαις ἄνισος. τοῦτο γὰρ περιέχει τήν τε ἐν τοῖς ἀγαθοῖς πλεονεξίαν καὶ τὴν ἐν τοῖς κακοῖς μειονεξίαν καὶ κοινόν
25ἐστι καὶ γενικὸν αὐτό. οἱ δ’ ἄνθρωποι ταῦτα εὔχονται καὶ διώκουσι, τουτέστιν αἱ ἀρεταὶ ἐπ’ αὐτοῖς εἰσιν οὐχὶ τοῖς θεοῖς δοῦναι μόνοις. ἀλλὰ καὶ ἔλαττον ἐπὶ τῶν ἁπλῶς κακῶν. τίνων ἔλαττον ἐπάγει, τῶν κακῶν ἁπλῶς· κακὰ εἶπεν ἁπλῶς ἀντιδιαστέλλων αὐτὰ τοῖς μὲν ἁπλῶς ἀγαθοῖς, οὐ πᾶσι δὲ τούτοις οἷς ἔστιν ἐναντίον· καὶ γὰρ ταῦτα ἁπλῶς μὲν
30καὶ τῇ αὐτῶν φύσει ἐστὶ κακά, ἔστι δὲ οἷς πρὸς ἀγαθοῦ τισι γίνεται· οἷς γὰρ τὰ ἐναντία αὐτοῖς ὄντα ἁπλῶς ἀγαθὰ κακά ἐστι, τούτοις τὰ τοιαῦτα κακὰ ὄντα ἁπλῶς κακὰ ἀγαθὰ ποιεῖ. τοῦτο γὰρ περιέχει καὶ κοινόν, δηλονότι τὸ ἄνισον. περιέχει γὰρ τὴν ἐν τοῖς ἀγαθοῖς πλεονεξίαν καὶ τὴν ἐν τοῖς κακοῖς μειονεξίαν. ὁ δὲ νόμιμος δίκαιος. δείξας τὸν ἄδικον
35ἄνισον, πιστούμενος ὅτι καὶ ὁ δίκαιος ἴσος, ἐπὶ τὸ τὴν διαφορὰν δεικνύναι τοῦ δικαίου τοῦ τε ὡς νομίμου καὶ τοῦ ὡς ἴσου πρόεισι· καὶ τίς ἐστιν ὁ νόμιμος λέγει. τὸ μὲν οὖν ὅτι νόμιμός ἐστι λαμβάνει πάλιν ἐκ τοῦ τὸν ἄδικον παράνομον εἶναι. εἰ δὲ ὁ νόμιμος δίκαιος, δῆλον ὡς καὶ τὰ νόμιμα
πάντα δίκαια ἂν εἴη. προσέθηκε δὲ τὸ πῶς δίκαια, ὅτι μὴ κατὰ τὴν208

209

ἰδίως λεγομένην δικαιοσύνην πάντα τὰ νόμιμα δίκαια ἀλλὰ κατὰ τὴν κοινῶς καὶ διότι καθ’ ὅσον πειθόμενός τις τοῖς νόμοις αὐτὰ ποιεῖ, κατὰ τοῦτο λέγε‐ ται δίκαιος. αὐτὰ μέντοι καθ’ αὑτὰ ἢ ἀνδρεῖά ἐστιν ἢ σωφρονικὰ ἢ ἐξ οἵας ἂν καὶ ἀρετῆς εἴη. ἀλλὰ μὴν περὶ πάντων οἱ νόμοι ὁρίζουσι τῶν κατὰ
5τὰς ἀρετὰς καὶ προαγορεύουσι τὴν ἀναφορὰν αὐτῶν ποιούμενοι † ἐπεὶ ἔστι τῆς καθεστώσης πολιτείας εὐδαιμονία τε καὶ σωτηρία, ἡ μὲν δημοκράτεια, καθά φησιν αὐτός, τοῦ κοινῇ πᾶσι συμφέροντος στοχαζομένη· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων πολιτειῶν. τῷ γὰρ σκοπῷ τῆς ἠθικῆς ἡ πολιτική τε καὶ νομοθετικὴ διαφέρει· ἀμφοτέραις μὲν γὰρ περὶ ἀρετῶν ἡ πραγματεία,
10ἀλλὰ τῇ μὲν ἠθικῇ ἑνὸς ἑκάστου ἡ διὰ τῶν ἀρετῶν εὐστάθειά τε καὶ εὐταξία σκοπός, τῇ δὲ πολιτικῇ ἡ τῆς πόλεως, ἣν οὐχ οἷόν τε διοικεῖσθαι καλῶς χωρὶς ἀρετῶν καὶ τῆς κατ’ αὐτὰς ἐνεργείας. ὁ δὲ τούτοις πειθό‐ μενος νόμιμός τε καὶ δίκαιος· καὶ τὰ νόμιμα ἄρα δίκαια. ἀλλὰ μὴν τὰ κατὰ τὰς ἀρετὰς πάντα ποιητικά τέ ἐστιν εὐδαιμονίας καὶ φυλακτικὰ τῶν
15μορίων αὐτῆς (μόρια γὰρ αὐτῆς αἱ κατ’ ἀρετὴν ἐνέργειαι), καὶ τὸ δίκαιον ἄρα ποιητικόν τε καὶ φυλακτικὸν εὐδαιμονίας ἐστὶ καὶ τῶν μορίων αὐτῆς. μόρια δὲ τῆς εὐδαιμονίας ἐστὶ τὰ κατὰ πάσας τὰς ἀρετάς, ψυχικάς φημι καὶ σωματικὰς καὶ τὰς ἐκτός, ἃ τὴν εὐδαιμονίαν αὐτῷ βούλεται συγκροτεῖν. πρόσκειται δὲ τῇ πολιτικῇ κοινωνί, ὅτι οἱ νόμοι περὶ τῶν κατὰ τὰς
20ἀρετὰς διαγορεύουσιν οὐχ ἁπλῶς ἀλλὰ στοχαζόμενοι τοῦ ἐν τῇ κοινωνίᾳ συμφέροντος καὶ ἐπ’ ἐκεῖνο τὴν ἀναφορὰν ποιούμενοι, ἀλλ’ οὐ κατὰ τὰ καθ’ αὑτὰ ἐξετάζοντες αὐτά, οἷον τίς φύσις αὐτῆς. χεῖρον δὲ ὁ ἀπεσχε‐ διασμένος, ὁ μὴ μετ’ ἐπιστάσεως καὶ ἐξετάσεως.
24nΑὕτη μὲν οὖν ἡ δικαιοσύνη ἀρετὴ μέν ἐστι τελεία
25nἀλλ’ οὐχ ἁπλῶς.
26 Ἡ δικαιοσύνη, φησί, τελεία ἀρετή, ἀλλ’ οὐχ ἁπλῶς· λέγεται μὲν γὰρ καὶ ἡ ἀντιδιαστελλομένη πρὸς τὴν φυσικήν τε καὶ κατ’ εὐφυΐαν λεγομένην ἀνδρείαν, ἀλλ’ ἀτελὴς αὕτη. ἀτελὴς μὲν ἡ ἐν τῷ Ἀχιλλεῖ, τελεία δὲ ἡ μετὰ φρονήσεώς τε καὶ ὀρθοῦ λόγου ὑπομενητικὴ τῶν μεγίστων κινδύνων·
30αἱ οὖν τέλειαι ἀντακολουθοῦσιν ἀλλήλαις· ὁ γὰρ τούτων ἔχων μίαν πάσας ἔχειν λέγεται. τελεία δὲ ἀρετὴ καὶ τὸ ἐκ πασῶν ἄθροισμα, ἧς καὶ νῦν μνημονεύει λέγων ἀρετὴ μέν ἐστι τελεία, ἀλλ’ οὐχ ἁπλῶς. ἡ γὰρ ἁπλῶς τελεία ἀρετή ἐστιν, ἣν προειρήκαμεν, τελεία οὖσα κατά γε τὸ τέλειον ἔχειν ἤδη καὶ τὸ πᾶσαν ἔχειν ὡς ἑκάστην αὐτῶν. τρίτη δέ ἐστιν, ἣν νῦν
35προτίθησιν, ἡ κατὰ τὴν νομιμότητα, ἥτις ἐστὶν ἄθροισμα μὲν ἁπασῶν τῶν ἀρετῶν, ἀλλ’ οὐχ ἁπλῶς οὐδὲ ἐφ’ ἑαυτὸν καὶ πρὸς ἑαυτοὺς λαμβανο‐
μένη ἀλλ ἐν τῇ πρὸς ἕτερον χρήσει. ἡ γὰρ κατὰ πάσας τὰς ἀρετὰς209

210

ἐνέργεια ἐπὶ σωτηρίαν γινομένη τῆς πολιτικῆς κοινωνίας ἐστὶν ἡ νῦν λεγο‐ μένη τελεία ἀρετὴ καὶ ὡς νομιμότης δικαιοσύνη. ταύτην γάρ φησι τελείαν ἀρετὴν καὶ ἐκ πασῶν συγκεῖσθαι, τὴν ὅταν μὴ ἁπλῶς ἀλλ’ ὅταν πρὸς τὴν πολιτικὴν κοινωνίαν τὴν χρῆσιν ἀναφερομένην ἔχῃ. τῇ προσθήκῃ γὰρ
5ταύτῃ τῆς τελείας ἀρετῆς ἡ τοιαύτη δικαιοσύνη διαφέρει, καθὸ κἀκείνῳ δοκεῖ τελειότερον. τελειότερον γάρ ἐστιν ἕξις καὶ ἀρετή, ἣν ὁ ἔχων αὐτῇ καὶ πρὸς ἄλλον χρῆσθαι δύναται, ἀλλ’ οὐχὶ μόνον καθ’ ἑαυτόν· τοιαύτη δὲ ἡ κατὰ τὴν νομιμότητα δικαιοσύνη. καὶ διὰ τοῦτο, διὰ τὸ πρὸς ἕτερον δίκαιον. καὶ οὔθ’ ἕσπερος. τοῦτο ἐξ Εὐριπίδου Σοφῆς Μελα‐
10νίππης· λέγει γὰρ ἐν αὐτῇ “δικαιοσύνας τὸ χρύσεον πρόσωπον”. καὶ παροιμιαζόμενοί φαμεν. τοῦτο Θεόγνιδος· εἴρηται δὲ οὕτως·
βούλεο δ’ εὐσεβέων ὀλίγοις σὺν χρήμασιν οἰκεῖν
ἢ πλουτεῖν ἀδίκως χρήματα πασάμενος·
ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶσα ἀρετή·
15χώραν μέντοι παροιμίας ἐπέχει καὶ μέμνηται αὐτῆς ὡς παροιμίας Θεό‐ φραστος ἐν τῷ πρώτῳ Περὶ ἠθῶν, ἐν δὲ τῷ πρώτῳ τῶν Ἠθικῶν ὡς Φωκυλίδης αὐτῷ ἐχρήσατο, ἢ καὶ ὁμοίως ἀμφότεροι χρῶνται Φωκυλίδης καὶ Θέογνις τούτῳ.
19nΠολλοὶ γὰρ ἐν μὲν τοῖς οἰκείοις τῇ ἀρετῇ δύνανται
20nχρῆσθαι.
21 Οὐ γὰρ ὥσπερ ἐν ταῖς θεωρητικαῖς ἐπιστήμαις ἐν γνώσει τὸ τέλος ἐχούσαις ὁμοία ἡ γνῶσις αὐτῷ τε [καὶ] ἐφ’ ἑαυτοῦ καὶ ἐπ’ ἄλλων, οὕτω καὶ ἐπὶ τῶν πρακτικῶν ἀρετῶν ἔχει καὶ ὅλως τῆς πολιτικῆς· οὐ γὰρ ἐξαρκεῖ καθόλου εἰδέναι τίνα πρακτέα ἢ τίνα μή, ἀλλὰ καὶ δι’ ὧν καὶ πῶς ἂν
25πραχθείη εἰδέναι 〈χρή〉. ἡ γνῶσις περιγίνεται δι’ ἐμπειρίας· διὸ δεῖ πολλοῖς καὶ παντοδαποῖς ἐντετυχηκέναι πράγμασι τὸν μέλλοντα πολιτικὸν ἔσεσθαι, ὡς καὶ κυβερνήτην καὶ ἰατρόν. οὐ γὰρ αὐτάρκεις τούτοις οἱ καθόλου λόγοι ἀλλὰ καὶ ἐμπειρίας αὐτοῖς δεῖ. διὰ τοῦτο οὖν τῷ πολιτικῷ δεῖ κοινωνοῦ. ἐν δὲ τοῖς πρὸς ἕτερον ἀδυνατοῦσιν, ἐν κοινωνίᾳ, διὰ τὸ μὴ ἐμπει‐
30ρίαν ἔχειν τῶν πραγμάτων. δεῖται οὖν ὁ πολιτικὸς καὶ πρακτικὸς καὶ τῆς τῶν πραγμάτων ἐμπειρίας ὡς καὶ ἰατρὸς καὶ κυβερνήτης πείρας καὶ τῆς ἀπὸ τῆς τῶν πραγμάτων τριβῆς ἐμπειρίας. ὅτι ἀρχὴ τὸν ἄνδρα δείξει· εἷς οὗτος ὁ Βίας τῶν ἑπτὰ σοφῶν, εἰς ὃν ἀναφέρεται τὸ εἰρημένον,
ὡς ἐπὶ Πιττακὸν μὲν τὸν Μιτυληναῖον τὸ ‘χαλεπὸν ἐσθλὸν ἔμμεναι‘, εἰς210

211

Χίλωνα δὲ τὸν Λάκωνα τὸ ‘τὴν κατὰ σαυτὸν ἔλα‘. πρὸς ἕτερον δέ φησι τὸν ἄρχοντα Ἀριστοτέλης· ὁ γὰρ ἄρχων ἤδη πρὸς ἕτερον· τινῶν γὰρ ὁ ἄρχων καὶ ἐν κοινωνίᾳ, ἐν ᾗ χαλεπώτεραι αἱ ἐνέργειαι.
4nΚάκιστος μὲν οὖν καὶ πρὸς αὑτὸν καὶ πρὸς τοὺς φίλους
5nχρώμενος τῇ μοχθηρί.
6 Ὃ λέγει τοιοῦτόν ἐστιν· οὐχ ὥσπερ κάκιστος ὁ πρὸς τοὺς κοινωνοὺς καὶ φίλους χρώμενος τῇ πονηρίᾳ, οὕτω δὴ καὶ ἄριστος ὁ πρὸς ἑαυτὸν καὶ τοὺς κοινωνούς τε καὶ φίλους τῇ ἀρετῇ χρώμενος. τρόπον γάρ τινα καὶ τότε πρὸς αὑτὸν χρῆται τῇ ἀρετῇ, χρώμενος αὐτῇ πρὸς τοὺς φίλους.
10ἀλλ’ ἔστιν ἄριστος ὁ καὶ πρὸς ἑτέρους μὴ μόνον πρὸς αὑτὸν καὶ τὰ αὑτοῦ. αὑτοῦ γὰρ οἵ τε φίλοι καὶ τὰ τῶν φίλων· καὶ ἔοικε τοῦτο μᾶλλον λέγειν· καὶ τοῦτο δὲ κατασκευαστικόν ἐστι τοῦ μάλιστα τὴν τοιαύτην δικαιοσύνην τελείαν ἀρετὴν εἶναι, εἴ γε ἄριστος ὁ τῇ ἀρετῇ πρὸς ἄλλους χρώμενος, ὃ ἴδιον τῆς δικαιοσύνης. αὕτη μὲν οὖν ἡ δικαιοσύνη, ὡς ἡ ἀνδρεία φέρε
15καὶ ἡ σωφροσύνη· τοῦτο γὰρ βούλεται λέγειν, ὅτι ἡ δικαιοσύνη ὅλη καὶ πᾶσα ἀρετή ἐστιν, ἀλλ’ οὐ μία τις καὶ μέρος. τί δὲ διαφέρει ἡ δικαιο‐ σύνη αὕτη καὶ ἡ ἀρετή, δῆλον ἐκ τῶν εἰρημένων. τί δὲ διαφέρει ὅλη ἡ ἀρετὴ καὶ ἡ τοιαύτη δικαιοσύνη δῆλον ἐκ τῶν προειρημένων εἶναι. ἔστι μὲν γὰρ κατὰ τὸ ὑποκείμενον ἡ αὐτή (ἀμφότεροι γάρ εἰσιν ἡ ὅλη
20ἀρετὴ καὶ τὸ ἐκ πασῶν ἄθροισμα), κατὰ δὲ τὸν λόγον καὶ τὸ εἶναι διαφέρει ἀλλήλων, καθόσον ἡ ὅλη ἀρετή ἐστιν ἕξις ψυχῆς λογικῆς ἀρίστη, ἡ δὲ δικαιοσύνη χρῆσίς ἐστι τῆς τοιαύτης ἕξεως πρὸς ἕτερον. ὡς γὰρ ἀνάβασις καὶ κατάβασις ταὐτὸν ὄντα κατὰ τὸ ὑποκείμενον τὸ εἶναι οὐ ταὐτὸν ἔχουσιν, οὕτω καὶ ἡ ὅλη ἀρετὴ καὶ ἡ τοιαύτη δικαιοσύνη. ἐπεὶ τοίνυν ἡ μὲν
25τοιαύτη δικαιοσύνη ἐστὶν ὅλη ἀρετή, ἡμεῖς δὲ ζητοῦμεν τὴν ἐν μέρει λεγο‐ μένην (οὕτω γὰρ καὶ περὶ τῶν ἄλλων ἀρετῶν ἑκάστης καθ’ ἑαυτὴν εἰρή‐ καμεν), δῆλον ὡς περὶ ἄλλης ἡμῖν δικαιοσύνης ὁ λόγος λεκτέος ἐστίν, ἀλλ’ οὐ περὶ ταύτης. ὁμοίως δὲ καὶ περὶ ἀδικίας. καὶ πρῶτον μὲν δείκνυσιν ὅτι ἔστι τις ἄλλη δικαιοσύνη παρὰ τὴν προειρημένην, εἶτα τίς ἐστιν ἐρεῖ.
30nΚατὰ μὲν γὰρ τὰς ἄλλας μοχθηρίας ὁ ἐνεργῶν ἀδικεῖ
31nμέν, πλεονεκτεῖ δὲ οὐδέν.
32 Θέλων δεῖξαι ἄλλην τινὰ δικαιοσύνην οὖσαν παρὰ ταύτην τὴν κοινήν τε καὶ προειρημένην ἀπὸ τοῦ ἀδίκου πάλιν δείκνυσι τοῦτο. δείξας γὰρ ἄδικόν τινα ὄντα παρὰ τὸν παράνομον ἄλλον, δείξει καὶ τὸν τούτῳ ἀντι‐
35κείμενον δίκαιον ἄλλον τοῦ ὡς νομίμου δικαίου λεγομένου. ὅτι μὲν οὖν
ἔστιν ὑπὸ τὴν κοινὴν ἀδικίαν, ἥτις ἐστὶ παρανομία, ἀδικία τις ἡ κατὰ τὴν211

212

πλεονεξίαν ἄλλη οὖσα ἐκείνης καὶ ὑπ’ ἐκείνην, διὸ καὶ ὁμώνυμος αὐτῇ, πρῶτον μὲν οὕτω δείκνυσιν. εἰ μήτε οἱ κατὰ τὰς ἄλλας μοχθηρίας πλεονεκτοῦσιν ἐνεργοῦντες καίτοι ἀδικοῦντες καὶ παρανομοῦντες (οὔτε γὰρ ὁ ῥίψας τὴν ἀσπίδα πλεονεκτεῖ, καίτοι διὰ δειλίαν τοῦτο ποιῶν καὶ κατὰ
5τοῦτο ἀδικῶν, οὔτε ὁ κακῶς εἰπών τινα, καίτοι δι’ ὕβριν τοῦτο ποιῶν, οὔτε ὁ μὴ ἐπικουρήσας ἀξίῳ τινὶ εἰς χρήματα, καίτοι δι’ ἀνελευθερίαν ποιήσας τοῦτο, ἀλλὰ μηδὲ οἱ πλεονεκτοῦντες κατά τινα τῶν προειρημένων κακιῶν μίαν τοῦτο ποιοῦσιν ἀλλὰ μηδὲ κατὰ πάσας ἅμα τὰς κακίας, κατὰ κακίαν μέντοι τινὰ τοῦτο ποιοῦσι καὶ κατὰ πονηρίαν· ψέγομεν γὰρ αὐτοὺς
10καὶ λέγομεν ἀδίκους τε καὶ κατ’ ἀδικίαν τοῦτο ποιεῖν), εἴη ἂν ἄλλη τις αὕτη ἀδικία, καθ’ ἣν ἡ πλεονεξία τῆς κοινῆς ἐκείνης κοινωνεῖ *** κακίᾳ ἐνεργοῦντες ἅμα καὶ τῷ ἄδικοι εἶναι καὶ πλεονέκται κατά τι. ἐν μέρει οὖν τοῦ κοινοῦ ἀδίκου τοῦ περὶ τὸν νόμον ταῖς ἄλλαις κακίαις ἀνάλογον ἔχουσα πρὸς τὴν κακίαν (ἡ γὰρ δειλία, ἡ θρασύτης, ἡ ἀκολασία κακία
15τῷ καθόλου ὀνόματι κέκληται) ὁμώνυμός ἐστιν αὐτῇ, οὐ δοκεῖ δὲ ὁμώνυμος αὐτῇ εἶναι διὰ τὸ καθόλου εἶναι ὡς μέρος καὶ ὑποτετάχθαι αὐτῇ ὡς εἶδος γένει. εἶτα ἐπάγει ἀλλὰ μὴν οὐδὲ κατὰ πάσας· οὕτω γὰρ αὐτὴν χωρίσει καὶ τῆς ἄλλης ἀδικίας, οὐ μόνον τῶν ἄλλων ἀδικιῶν ἁπασῶν. εἰ ἄλλη ἐστίν, εἴη ἄν τις ἀδικία παρὰ πάσας τὰς ἄλλας κακίας, τήν τε κοινὴν
20καὶ τὰς ἄλλας τὰς ὑπὸ τὴν κοινήν. ὅτι οὖν μὴ κατὰ πάσας, δῆλον ἐκ τούτου· εἰ κατὰ πάσας καὶ κατὰ τὴν κοινὴν ἰδίως· τούτῳ γὰρ εἰ τὸ κατὰ πάσας, κατηγοροῖτ’ ἂν καὶ κατὰ τῶν ἄλλων πασῶν ἡ πλεονεξία· καὶ ἕκαστος τῶν κατὰ τὰς ἄλλας κακίας ἁμαρτανόντων ὡς ἄδικος, οὕτω καὶ πλεονέκτης ἐλέγετο. ὅταν δὲ πλεονεκτ, πολλάκις κατ’ οὐδεμίαν τούτων·
25πρόσκειται τοῦτο· οὐ γὰρ ἅπαξ ἤδη καὶ πλεονέκτης· ἔθει γὰρ ἡ ἕξις ἐγγί‐ νεται· τὸ δὲ ἅπαξ οὐ δυνατὸν ποιεῖν τὸ ἔθος.
27nἜτι εἰ ὁ μὲν τοῦ κερδαίνειν ἕνεκα μοιχεύει.
28 Ἡ δευτέρα ἐπιχείρησις τοιαύτη ἐστίν· εἰ ἡ αὐτὴ πρᾶξις οἷον μοιχεία διὰ μὲν κέρδος καὶ πλεονεξίαν γινομένη δι’ ἀδικίαν γίνεται, διὰ δ’ ἐπιθυμίαν,
30δι’ ἀκολασίαν καὶ οὐχὶ δι’ ἐπιθυμίαν ἄδικον, τὴν δὲ πλεονεξίαν δι’ οὐδὲν ἢ διὰ κέρδος, ἄλλη δηλονότι ἐστὶν ἀκολασία καὶ ἄλλη ἀδικία ἡ διὰ κέρδος. ἀμφότεραί τε τῆς κοινῆς ἀδικίας διαφέρουσιν, ὅτι ἐκείνη μὲν κατ’ ἀμφοτέρων λέγεται, τούτων δὲ οὐδετέρα κατὰ τῆς ἑτέρας. τὸ δὲ δῆλον ἄρα ὅτι διὰ τὸ κερδαίνειν ἴσον ἐστὶ τῷ ὡς εἰ ἔλεγε, δῆλον ἄρα ὅτι διὰ τὸ κερδαίνειν
35ὁ ἄδικος ἄδικος ἀλλ’ οὐ διὰ ἀκολασίαν· ἄλλως ἄρα τὸ κερδαίνειν ἄδικον
καὶ ἄλλως τὸ ἀκολασταίνειν· ἀλλ’ εἰ τῶν κατὰ διαφόρους αἰτίας ἀδικούντων212

213

ὁ ἕτερος ἐν οἰκείᾳ κακίᾳ ἐστὶ παρὰ τὴν κοινὴν κακίαν, δῆλον ὡς καὶ ὁ ἕτερος.
3nἜτι παρὰ μὲν τἄλλα πάντα ἀδικήματα γίνεται ἡ
4nἐπαναφορ.
5 Ὁ νοῦς τῆς τρίτης ἐπιχειρήσεως τοιοῦτος· εἰ δὲ αἱ μοχθηρίαι τε καὶ κακίαι πᾶσαι πρὸς τῷ κοινῷ τῷ τῆς ἀδικίας ὀνόματι καὶ ἰδίῳ τινὶ εἴδει κακίας ὑπάγονται καὶ ἡ πλεονεξία ὁμοίως (ὑπάγεται δὲ καὶ κατὰ τὸ προσεχὲς ἴδιον τῇ ἀδικίᾳ), ἔστιν ἄρα τις παρὰ τὴν κοινὴν ἀδικίαν ἄλλη ἀδικία ἐν μέρει οὖσα ἐκείνης ἀναλογίαν ἔχουσα πρὸς αὐτὴν ὡς καὶ ἀκο‐
10λασία δειλία τῶν ἄλλων ἑκάστη κακιῶν ἑκάστῃ συνώνυμος. ὅτι ὁ ὁρισμὸς ἐν τῷ αὐτῷ γένει. τὴν ἐν μέρει κακίαν τῇ καθόλου ἀδικίᾳ οὖσαν ὁμώνυμον· ἐπὶ τοσοῦτόν φησιν αὐτὴν ὁμώνυμον εἶναι καὶ λόγου πως τοῦ αὐτοῦ κοινωνεῖν, καθόσον ἑκατέρα αὐτῶν ἐν τῷ αὐτῷ γένει ἐστί. πῶς δὲ ἐν τῷ αὐτῷ γένει καὶ ἐν τίνι, αὐτὸς ἐδήλωσεν εἰπὼν ἄμφω γὰρ ἐν τῷ
15πρὸς ἕτερον, καὶ εἰ κατὰ πλεονεξίαν, ἐν τῷ πρὸς ἄλλους ἁμαρτάνειν τὸ εἶναι αἱ κακίαι ἔχουσιν. εἰπὼν δὲ κοινὸν γένος αὐτῶν καθ’ ὃ δοκοῦσι συνώνυμοι, ἐφεξῆς πάλιν διαφορὰν αὐτῶν λέγει καθ’ ἣν ὁμώνυμα γίνεται. ἡ μὲν γὰρ ἐν μέρει ἀδικία, ἡ κατὰ πλεονεξίαν, περὶ τιμήν, φησίν, ἐστιν ἢ χρήματα (εἴη δ’ ἂν λέγων τὰ τυχηρὰ τῶν ἀγαθῶν ἐν οἷς δι’
20ἡδονὴν τὴν ἀπὸ τοῦ κέρδους ταῦτα γίνεται), ἡ δὲ ἑτέρα περὶ ἃ ὁ σπουδαῖος πρακτικός· καὶ τοῦτό ἐστι τὸ ἔμπροσθεν εἰρημένον, ἀλλ’ ὅσα τῷ σύνεγγυς αὐτῶν εἶναι δι’ ὁμωνυμίαν λανθάνειν δύναται καὶ κατὰ τὸ μὴ ἐν τῷ αὐτῷ γένει εἶναι λέγεσθαι· οὕτω γὰρ ἂν συνώνυμα ἔσται καὶ τὰ ἐναντία, ἀλλὰ καθόσον ἀμφοτέροις ὁ αὐτός πως λόγος κοινός. ἕξεις γὰρ πρακτικαὶ ἄμφω,
25διαφέρουσι δὲ ὅτι αἱ μὲν τῶν αἰσχρῶν πρακτικαί, αἱ δὲ τῶν περὶ ἃ ὁ σπουδαῖος. ὅτι μὲν οὖν εἰσὶ δικαιοσύναι πλείους ἀπὸ τοῦ ἐναντίου τοῦτο ἔδειξεν· ἀπὸ γὰρ τῆς ἀδικίας· ὡς γὰρ ἐκείνη διχῶς, οὕτω καὶ αὕτη λέγεται· καὶ ὡς ἐκείνη διαφέρει ἑτέρα τῆς ἑτέρας, οὕτω καὶ αἱ δικαιοσύναι. διώρισται δὲ τὸ ἄδικον, ὅτι ἡ κατὰ τὴν πλεονεξίαν ἀδικία ὑπὸ τὴν
30ἀνισότητα ἦν· ἡ μὲν γὰρ ἡ αὐτὴ οὖσα περὶ τὰ ἀγαθὰ πλεονεξία ἐν τοῖς κακοῖς, πάλιν ἐν τοῖς ἀντικειμένοις ἐκείνοις τοῖς ἀγαθοῖς μειονεξία. τοῦτο δὴ πρῶτον ἔδειξε. διὸ διττὸν τὸ ἄδικον, τὸ παράνομον καὶ τὸ ἄνισον, καὶ κατὰ μὲν τὸ παράνομον ἡ πρότερον ῥηθεῖσα ἀδικία περιεκτικὴ πασῶν, κατὰ δὲ τὸ ἄνισον ἡ δευτέρα καὶ ὑπ’ ἐκείνην.
35nἘπεὶ δὲ τὸ ἄνισον καὶ τὸ πλέον οὐ ταὐτὸν ἀλλ’ ἕτερον.
36Τὴν διαφορὰν δείκνυσι τῆς κατὰ τὸ παράνομον ἀδικίας ἥτις ἐστὶν ὅλη213

214

τε καὶ καθόλου, καὶ τῆς ἐν μέρει ἥτις ἐστὶ κατὰ τὸ ἄνισον· καὶ δείκνυσι τοῦτο ἐπὶ εἰκόνος· διὰ γὰρ τοῦ δεῖξαι τὴν διαφορὰν τοῦ ἀνίσου τε καὶ τοῦ πλεονέκτου πῶς ἔχει, διὰ τούτου φανερὰν ποιεῖ καὶ τὴν τῶν ἀδίκων διαφοράν. ὡς γὰρ ἐπὶ τούτων ὁ μὲν πλεονέκτης πᾶς ἄνισος, οὐ μὴν εἴ τις
5ἄνισος ἤδη καὶ πλεονέκτης (καὶ γὰρ ὁ μειονεκτῶν τινος ἄνισος μέν, οὐ μὴν καὶ πλεονέκτης, τὸ γὰρ ἄνισον κατὰ ἀμφότερα κατηγορεῖται, καὶ ἔστι τὸ μὲν ἄνισον κοινὸν καὶ καθολικώτερον, τὸ δὲ πλέον ὑπ’ ἐκεῖνο καὶ μερικώτερον), οὕτως οὖν καὶ τὰς ἀδικίας ἔχειν φησίν. οὐ γὰρ εἴ τι παράνομον τοῦτο καὶ ἄνισον. παράνομον γὰρ ἡ δειλία, οὐκ ἄνισον δέ.
10ὁμοίως δὲ καὶ ἡ δικαιοσύνη τῆς δικαιοσύνης. ἡ γὰρ κατὰ τὸ ἴσον δικαιοσύνη μέρος τῆς ὡς νομιμότητος δικαιοσύνης, καθὼς προείρηται. ὥστε περὶ τῆς ἐν μέρει δικαιοσύνης. δείξας ὅτι τις ἐν μέρει δικαιο‐ σύνη ἀρετὴ καὶ ἐν μέρει ἀδικία κακία, περὶ τούτων, φησί, τὰ νῦν δεικτέον τῶν τε ἕξεων καὶ τῶν κατὰ τὰς ἕξεις λεγομένων, τοῦ μὲν δικαίου τοῦ δὲ
15ἀδίκου ἰδίως.
16nἩ δὲ τῆς κακίας ἀφείσθω.
17 Ἀπὸ κοινοῦ τὸ ‘τῆς ὅλης οὖσα χρῆσισ‘· σχεδὸν γὰρ τὰ πολλὰ τῶν νομίμων. εἰπὼν ὅτι τὰ πολλὰ τῶν νομίμων τὰ ἀπὸ τῆς ὅλης ἀρετῆς προσταττόμενά ἐστι· καθ’ ἑκάστην γὰρ ἀρετὴν προστάτ‐
20τει ζῆν καὶ καθ’ ἑκάστην μοχθηρίαν κωλύει ὁ νόμος, τούτοις δεικτικοῖς οὖσι τοῦ τὴν ὡς νομιμότητα λεγομένην δικαιοσύνην πασῶν τῶν ἀρετῶν χρῆσιν εἶναι πρὸς ἄλλον καὶ διὰ τοῦτο τελείαν ἀρετήν, προστίθησι τὰ ἑξῆς τοῦ σχεδὸν ὄντα ἐξηγητικά, λέγων τὰ ποιητικὰ τῆς ὅλης ἀρετῆς ἐστι τῶν νομίμων ὅσα νενομοθέτηται περὶ παιδείαν τὴν
25πρὸς τὸ κοινόν. ἔστι γάρ τινα τῶν νομίμων ἃ οὐ περὶ τοῦ πῶς δεῖ ζῆν ἀλλὰ περὶ τοῦ πῶς ἐν ἀρετῇ γίνοιντ’ ἂν οἱ πολῖται εἰσηγεῖται. ὁ γὰρ ἔμφρων νομοθέτης οὐ μόνον περὶ τούτων νομοθετεῖ, καθ’ ἃ δεῖ ζῆν τοὺς ἄνδρας ἤδη καὶ τῆς πολιτείας μετέχοντας, ἀλλὰ πολὺ πρότερον περὶ τῆς παιδείας τῶν ἐσομένων ἀγαθῶν τε καὶ νομίμων πολιτῶν προαγορεύει,
30ἃ δηλονότι ποιητικὰ τῆς ὅλης τε καὶ κοινῆς καὶ τελείας ἀρετῆς. ἕκαστον δὲ τούτων παιδεύει τοὺς πολίτας κατὰ τὴν πρὸς τὸ κοινὸν ἀναφοράν. διότι γὰρ τῷ κοινῷ ταῦτα συμφέρει, ταῦτα δηλονότι ὁ νομοθέτης ἀξιοῖ παιδεύεσθαι τοὺς ἐσομένους καλούς τε καὶ ἀγαθοὺς πολίτας, ποιητικὰ τῆς ὅλης καὶ τελείας ἀρετῆς· ἃ καὶ τῆς τοιαύτης δικαιοσύνης εἴη ἄν. εἰπὼν
35δὲ τὰ ποιητικὰ τῆς ὅλης ἀρετῆς, ὅτι ἔστι τῶν νομίμων ἃ νενομοθέτηται
περὶ παιδείας τῆς πρὸς τοὺς πολίτας, προστίθησι πάλιν. περὶ δὲ τῆς214

215

τῶν καθ’ ἕκαστα, καθ’ ἣν ἁπλῶς ἀνὴρ ἀγαθός ἐστιν ἐρεῖν ἐπαγγέλ‐ λεται· καὶ τοῦτο ποιήσει ἐν τοῖς Πολιτικοῖς. οὐ γὰρ ὁ ἀγαθὸς ἀνὴρ ἤδη καὶ πολίτης ἀγαθός· ἐν μὲν γὰρ ταῖς ἀγαθαῖς καὶ καλῶς ἐχούσαις πολι‐ τείαις ὁ αὐτός ἐστιν, ἐν δὲ ταῖς μὴ οὕτως ἐχούσαις οὐκέτι. ἀγαθῶς γὰρ
5καὶ καλῶς ἐχούσης πολιτείας καὶ ὁ πολίτης ἀγαθὸς τοῖς τῆς σωτηρίας τῆς πολιτείας ἐχομένοις συντελῶν καὶ ἔστιν ἀνήρ τε καὶ πολίτης ἀγαθὸς ὁ αὐτός· μοχθηρᾶς δὲ πολιτείας ὁ τὴν σωτηρίαν σπουδάζων πολίτης μὲν ἀγαθός, ἀνὴρ δ’ ἀγαθὸς οὔ, ὥσπερ καὶ ἀνὴρ ὢν ἀγαθὸς οὐκ ἔσται πολίτης ἀγαθός, περιφρονῶν φαύλην πολιτείαν καὶ μὴ κατ’ αὐτὴν πολιτευόμενος.
10ὥστε εἰ τοῦτο, οὐδὲ εἷς ἀεὶ καὶ ὁ αὐτὸς ἔσται νομοθέτης τοῦ τε ἄνδρα ἀγαθὸν καὶ πολίτην ἀγαθὸν εἶναι.
12nΤῆς δὲ κατὰ μέρος δικαιοσύνης.
13 Σημειωτέον ὅτι μέρος τῆς ἀρετῆς τὴν δικαιοσύνην, οὐκ εἶδος πανταχοῦ λέγει, ὡς τῆς ἀρετῆς οὐ γένους ἀλλ’ ὅλου. πῶς οὖν ἡ ὅλη ἀρετὴ κατη‐
15γορεῖται δικαιοσύνης ἀνδρείας σωφροσύνης καὶ τῶν λοιπῶν συνωνύμως; καὶ γὰρ καὶ ὀνόματος καὶ ὁρισμοῦ τούτοις μεταδίδωσιν, ὃ οὐκ ἔστιν εὑρεῖν ἐπὶ τοῦ ὅλου· οὐ γὰρ κεφαλὴ λέγεται τὸ οὖς ἢ ἡ ῥίς. ἀλλά φαμεν ὡς ἐπὶ τῶν ὁμοιομερῶν οὐδὲν κωλύει τῷ τοῦ ὅλου ὀνόματι καὶ τὰ μέρη λέγεσθαι καὶ τὸν λόγον ἐφαρμόζειν τοῦ ὅλου τοῖς μέρεσιν, ὡς ἐπὶ σαρκὸς
20καὶ ὀστέων. ἢ καί φαμεν ὡς καλῶς τοῦτο λέγει. μέρος γὰρ ἡ τὶς ἀρετὴ τῆς ὅλης καὶ οὐκ εἶδος· οὐ γὰρ ὅλη ἡ ἀρετὴ κατηγορεῖται τῆς τινός, ὁμωνύμως αὖ ὡς ἐπὶ τῶν ἀνομοιομερῶν ἡ ὅλη ἀρετὴ τῶν ἑαυτῆς μερῶν κατηγορεῖται· ἀρετὴ γὰρ καὶ ἑκάστη καὶ ὅλη· ὥσπερ καὶ ἡ δικαιοσύνη ἡ μὲν ὅλη κατηγορεῖται ἑκάστης, οὐ μὴν ὡς ὁμοιομερὴς οὖσα, ἀλλὰ διὰ
25τὴν ἀντακολουθίαν τῶν ἀρετῶν. ἑκούσια δὲ λέγεται· ἑκούσιος μὲν ἡ ἀρχή, βίᾳ δὲ τὸ τέλος, ἐν οἷς ἐπακολουθεῖ ἡ ἀδικία· οὐδεὶς γὰρ ἑκὼν ἀδικεῖται. τῶν δ’ ἀκουσίων. εἶπε γὰρ ἐν τῷ τρίτῳ, ὅτι διττὸν τὸ ἀκού‐ σιον, τό τε ἀγνοούμενον καὶ τὸ βίαιον· τὰ οὖν λαθραῖα δι’ ἄγνοιαν καὶ ἀκούσια τῶν ἀδικουμένων. λέγει δὲ τούτων εἶναι καὶ τὴν προαγωγίαν,
30οὐ τὴν τοῦ ἀνδρὸς τῆς αὐτῆς γυναικός, ὃ δοκεῖ σημαίνειν καὶ τὸ ὄνομα, ἀλλ’ ὅταν ἀγνοοῦντος καὶ τοῦ ἀνδρός· διττὴ γὰρ καὶ ἡ προαγωγία· οὐ μόνον δὲ ἐπὶ τῆς προαγωγίας ἀγνοοῦντος τοῦ ἀνδρός, ἀλλὰ καὶ ἐπὶ πάντων τῶν λοιπῶν· εἰ γὰρ λαθραίως πάντως ἀγνοοῦντος τοῦ πάσχοντος τὴν βλάβην ταύτην συμβαίνειν καὶ ἔστι τὸ παραίτιον τοῦ ἀκουσίου ἡ ἄγνοια, ὥσπερ ἐν
35οἷς μετ’ ὀλίγον ἐρεῖ, τὸ αἴτιον τοῦ λοιποῦ ἀκουσίου κατὰ βίον γινόμενον.215

216

(1n)

Ἐπεὶ δ’ ὅ τε ἄδικος ἄνισος.
2 Δείξας διὰ τοῦ ἀδίκου τε καὶ ἀνίσου μέσον τὸ ἴσον, ἐφεξῆς δείκνυσιν ὅτι τοῦτο τὸ ἴσον τὸ μέσον τοῦ ἀδίκου δίκαιόν ἐστιν. ἡ δὲ δεῖξις διὰ τοῦ τόπου τοῦ ἐὰν δύο ἐναντιώσεων οὐσῶν τῷ ἑτέρῳ τῆς ἑτέρας ἐναντιώσεως
5ἕπηται τὸ ἕτερον τῶν τῆς ἑτέρας ἐναντιώσεως, ἀκολουθήσει τὸ καταλειπό‐ μενον τῆς ἑτέρας ἐναντιώσεως τῷ τῆς ἑτέρας καταλειπομένῳ ἢ ἐπ’ εὐθείας ἢ ἀνάπαλιν. διὰ τούτου δὴ τοῦ τόπου δείκνυσι καὶ τὴν δικαιοσύνην ἰσότητά τε καὶ μεσότητα. εἰ γὰρ ἀδικία μὲν καὶ δικαιοσύνη ἐναντίαι ἀλλήλοις, ἀνισότης δὲ καὶ ἰσότης πάλιν ἀλλήλοις ἕπεται, τῇ ἀδικίᾳ ἡ ἀνισότης τε
10καὶ τὸ ἄνισον καὶ τῇ δικαιοσύνῃ ἀκολουθήσει ἰσότης τε καὶ τὸ ἴσον, ἐπεὶ μὴ ἀνάπαλιν· οὐ γὰρ πᾶν ἴσον δίκαιον.
12nΕἰ οὖν τὸ ἄδικον ἄνισον, τὸ δίκαιον ἴσον.
13 Εἰ ἡ ἀδικία καὶ ἡ δικαιοσύνη ἐναντία ἀλλήλοις, ὁμοίως δὲ καὶ ἡ ἰσότης καὶ ἡ ἀνισότης, δῆλον ὡς εἰ τῇ ἀδικίᾳ ἕπεται ἡ ἀνισότης, ἐπεὶ ὁ
15ἄνισος ἄδικος καὶ τὸ ἄνισον ἄδικον, ὁμοίως καὶ ἡ δικαιοσύνη ἀντικείμενον τῇ ἀνισότητι ὃ ἔστιν ἡ ἰσότης καὶ διὰ τοῦτο καὶ τὸ δίκαιον. τὸ δίκαιον μέσον τί ἂν εἴη, εἴ γε ἴσον ἐστί, τῷ γένει δηλονότι. τὸ δ’ ἴσον μέσον ἐν ἐλαχίστοις δυσίν, ὡς ἐπάγει. δύο γάρ εἰσι τὰ ἴσα τοὐλάχιστον. τὸ γὰρ ἴσον ἴσῳ ἴσον ἐστὶ καὶ τισὶ καὶ πρός τι· πρὸς ἕτερον γὰρ ὡς
20προειρήκαμεν ἄμφω αἱ δικαιοσύναι εἰσί. δύο ἐστὶ δηλονότι ἐν ἐλαχίστοις, ἐν οἷς τὰ πράγματα τὰ ἐκείνοις πεπραγμένα· ὡς γὰρ ἐκεῖνα ἔχει τὰ ἐν οἷς, δηλονότι ἐστὶ τὰ πράγματα. ἀλλ’ ἐντεῦθεν αἱ μάχαι, τῷ μὴ ἴσα ἔχειν. ἀλλ’ οἱ μὲν δημοκρατικοὶ ἐλευθερίαν· ἐλευθερίᾳ γὰρ μετροῦσι τὴν ἀξίαν καὶ τὸ ἴσον· τοὺς γὰρ ὁμοίους ἐλευθέρους καὶ ἴσους ὑπολαμβάνουσιν.
25οἱ δ’ ὀλιγαρχικοὶ πλοῦτον· τούτῳ γὰρ μετροῦσι τὴν ἀξίαν· οἱ δ’ εὐγένειαν· ὁμοίως φησὶ καὶ ἐπὶ τῶν ἄλλων πολιτειῶν· οἱ δ’ ἀριστο‐ κρατικοὶ ἀρετήν· ἀρετὴν γὰρ οὗτοι μέτρον τίθενται τῆς ἀξίας. διὸ οὐ ταὐτὸν ἴσον τε καὶ δίκαιον ἐν πάσαις ταῖς πολιτείαις κατ’ ἀναλογίαν λαμβά‐ νομεν. ἔστιν ἄρα τὸ δίκαιον ἀνάλογόν τι. δῆλον γὰρ καὶ ἀπὸ τοῦ
30κατ’ ἀξίαν, ὃ παρὰ πᾶσιν ὁμολογεῖται δίκαιον εἶναι, διότι τὸ δίκαιόν ἐστιν ἀνάλογόν τι καὶ ἐν ἀναλογίᾳ.
32nΤὸ γὰρ ἀνάλογον οὐ μόνον ἐστὶ μοναδικοῦ ἀριθμοῦ
33nἴδιον·
34Ἄντι τοῦ ἐκ μονάδων συγκειμένου τε καὶ ὡς μετρουμένου καὶ ἀριθμου‐
35μένου. καλῶς δὲ τοῦτο ἔλαβεν· οὐ γὰρ μόνου τοῦ ὡς ἀριθμοῦντος καὶ ᾧ216

217

ἀριθμοῦμεν ἀριθμοῦ, ὃς καὶ κυρίως ἀριθμός, ἀναλογία τίς ἐστιν, οἷον ὡς ἔχει ὁ δ β α, ἀλλὰ καὶ τοῦ ὡς ἀριθμητοῦ, τυχὸν ἵππων βοῶν κυνῶν καὶ ἁπλῶς ὧν ἔστιν ἀριθμός, οἷον γραμμῶν ἐπιπέδων σωμάτων ἁπλῶς μεγέθους. καὶ γὰρ καὶ τούτων ἐν τούτοις ἀναλογία τίς ἐστιν· ἔχουσι γὰρ ἀριθμόν.
5δεῖ γὰρ ἵνα ἀναλογία τις ᾖ, ἀριθμόν τινα εἶναι· τῷ γὰρ ἑνὶ οὐκ ἀναλογία, ἀλλ’, ὡς ἔφη, τὸ ἐλάχιστον ἡ ἀναλογία ἐν τέτρασίν ἐστι. καὶ ἐν τέτρασιν ἐλαχίστοις. τούτων γὰρ ἐλάχιστον λαβεῖν πρὸς τὸ ποιῆσαι ἀνάλογον οὐχ οἷόν τε. λόγος γάρ ἐστι δύο μεγεθῶν ἢ ἁπλῶς τινῶν (καὶ γὰρ καὶ ἀριθμῶν εἶναι δυνατὸν λόγον τινὰ ὁμογενῶν) ἡ πρὸς ἄλληλα ποιὰ σχέσις·
10εἶναι δὲ τοῦτο ἐπεὶ ἀνάλογόν ἐστιν ἡ τῶν λόγων ὁμοιότης. διὰ δὲ τοῦτο τὸ ἐλάχιστον τεττάρων τε καὶ ἐν τέτρασιν ἔσται ἡ ἀναλογία. διῃρημένη δὲ ἡ ἐν ἀριθμοῖς· καὶ γὰρ καὶ αὐτὴ ὁμοίως ἐν τέτταρσίν ἐστι τὸ ἐλά‐ χιστον· συνεχὴς δὲ ἡ ὡς μεγεθῶν καὶ χρόνου κινήσεων ὑποκειμένη. ἢ οὐχ οὕτως ἀλλ’ ὡς ἔχει τὰ τέσσαρα πρὸς β, τὰ β πρὸς ἓν ἔχει.
15καὶ ὁ λόγος ὁ αὐτός. καὶ πῶς τοῦτο, δείκνυσι λέγων διῄρηται γὰρ ὁμοίως οἷς τε καὶ ἅ. εἰ δὲ ὁμοίως διῄρηται οἷς τε καὶ ἅ, τουτέστιν οἷς τε νέμεται καὶ δίδοται καὶ ἃ νέμεται, ἔστιν ὡς τὸ ἕτερον τῶν νεμομένων πρὸς τὸ ἕτερον, οὕτω καὶ τὸ ἕτερον τῶν ἐν τῇ νεμήσει πρὸς τὸ ἕτερον. ἀλλὰ μὴν τέσσαρα ἄν τινα ἀνάλογα ἢ καὶ ἐναλλὰξ ἀνάλογά εἰσιν. ἔστιν
20ἄρα καὶ ὡς τὸ ἡγούμενον πρὸς τὸ ἡγούμενον καὶ τὸ ἑπόμενον πρὸς τὸ ἑπόμενον. καὶ μέσον τὸ δίκαιον· τουτέστι τοῦ ἀνίσου ἐν ᾧ μὴ κατὰ τὴν προειρημένην ἀναλογίαν ἡ νομὴ γίνεται. ὅτι δὲ τὸ τοιοῦτον δίκαιον καὶ μέσον ἐστί, δείκνυσι διὰ συλλογισμοῦ οὕτως· τὸ δίκαιον τοῦτο ἀνάλογόν ἐστι, τὸ δὲ ἀνάλογον μέσον· συμπέρασμα· τὸ δίκαιον ἄρα μέσον, τὸ γὰρ
25ἀνάλογον μέσον. καλῶς. ἴσον γὰρ καὶ ὅμοιον καὶ ταὐτὸν κατὰ τὴν τοῦ λόγου ποιὰν σχέσιν, εἴτε διπλάσιός ἐστιν εἴτε ὁστισοῦν· μέσον δὲ δηλονότι καὶ ἴσον. καλοῦσι δὲ τὴν τοιαύτην ἀναλογίαν γεωμετρικὴν οἱ μαθηματικο. γεωμετρικὴ ἀναλογία ἐστὶν ἡ ἐν ἰσότητι λόγων τὴν ὑπε‐ ροχὴν ἔχουσα. ἔστι δὲ ἡ ἐν ἰσότητι λόγων ἡ ὡς η δ β. ὅμοιος γὰρ ὁ
30λόγος αὐτῶν καὶ ἴσος· ὡς γὰρ διπλάσιος ὁ τοῦ η πρὸς τὸν δ, οὕτω διπλά‐ σιος καὶ ὁ δ πρὸς τὸν β. ἀριθμητικὴ δέ ἐστιν ἀναλογία ἡ ἐν ἰσότητι ἀριθμῶν· ἀναλογία δέ ἐστιν ἡ τῶν λόγων ὁμοιότης. τὰ γὰρ ἐν διπλασίονι λόγῳ ὄντα ὁπόσα ἂν ᾖ, καθὸ τοιαῦτά ἐστι, τοῦ ἴσον τε καὶ τὸν αὐτὸν ὅμοιον ἔχουσι λόγον, τὸν ὡς διπλασίονα ᾗ ἐστι διπλάσια. ἐν γὰρ γεωμε‐
35τρικ. καλῶς· ὡς γὰρ θάτερον τῶν ἡγουμένων πρὸς θάτερον τῶν ἑπομένων τῶν ἐν τῇ ἀναλογίᾳ, οὕτως καὶ τὸ ὅλον τὸ ἐκ τῶν ἡγουμένων ἀμφότερον πρὸς ὅλον ἔχει· οἷον ὡς ἔστιν ἰδεῖν ἐπὶ λόγου διπλασίου τοῦ ὡς τὰ δέκα ἔχει πρὸς τὰ πέντε, οὕτω τὰ ἓξ πρὸς τὰ τρία· καὶ ὡς τὰ δέκα καὶ
ἓξ πρὸς τὰ ὀκτώ, ὁμοίως καὶ τὸ ὅλον τὸ ἐκ τῶν ἡγουμένων ὅ ἐστι τὰ ιϛ217

218

ἔχει πρὸς τὸ ὅλον τὸ ἐκ τῶν ἑπομένων, τῶν τε πέντε καὶ τριῶν ὅ ἐστιν ὀκτώ· πάλιν γὰρ τὰ ιϛ τῶν ὀκτὼ διπλάσια. συμβαίνει καὶ τὸ ὅλον πρὸς τὸ ὅλον, τὸ ἐκ τῶν ἡγουμένων δηλονότι τῷ ἐκ τῶν ἑπομένων. οὐ γὰρ γίνεται εἷς ἀριθμῷ ὅρος, ᾧ καὶ ὅ. ἐπεὶ γὰρ δύο εἰσὶν οἷς
5ἡ νομὴ γίνεται, δύο δὲ τὰ ἑπόμενα, καὶ ἀδύνατον ἓν κατ’ ἀριθμὸν καὶ ταὐτὸν εἶναι ᾧ νέμεται, οἷον ἄνθρωπον καὶ τὸ νεμόμενον τούτῳ (τοῦτο δέ ἐστι τὸ πρᾶγμα), διῃρῆσθαι τοὺς ὅρους ἀπ’ ἀλλήλων δεῖ· οὔτε γὰρ ὁ ἄνθρωπος δύναται ἄνθρωπος ὢν τὸ νεμόμενον πρᾶγμα γενέσθαι οὔτε τὸ νεμό‐ μενον πρᾶγμα 〈ἄνθρωποσ〉. πῶς γὰρ οἷόν τε τὸν ἄνθρωπον ἢ ἴσον ἢ διπλά‐
10σιον πράγματός τινος ληφθῆναι τοῦ νεμομένου; τὸ δ’ ἄδικον τὸ παρὰ τὸ ἀνάλογον· τουτέστιν ὃ γίνεται, ὅταν μὴ τηρῆται ἡ προειρημένη ἰσότης, ἀλλ’ ὁ μὲν πλέον, ὁ δὲ ἔλαττον ἔχῃ τῆς ἀξίας. εἰ γὰρ ἰσότης ἡ ἀναλογία, τὸ ἔξω τῆς ἀναλογίας καὶ τῆς ἰσότητος ἄνισον· ἄνισον δὲ ᾧ τὸ μὲν πλέον τὸ δὲ ἔλαττον. ἐπὶ δὲ τοῦ κακοῦ ἀνάπαλιν. διὰ τί; ἢ ὅτι πλέον μὲν ὁ
15ἀδικῶν, ἔλαττον δὲ ὁ ἀδικούμενος ἀποφέρεται. πλεονέκτης γὰρ ὢν ὁ ἄδικος τῶν ἀγαθῶν, ἐπεὶ καὶ τὸ ἔλαττον κακὸν πρὸς τὸ μεῖζον ἀγαθὸν συγκρινό‐ μενον ὡς ἐν κακοῖς ἐστι καὶ αἱρεῖται αὐτὸ ὡς ἀγαθοῦ ὑπεροχήν. ἐν ἀγαθοῦ γὰρ γίνεται λόγῳ τὸ ἔλαττον κακόν· συγκρινόμενον γὰρ τὸ ἔλαττον κακὸν πρὸς τὸ μεῖζον, ἀγαθόν πώς ἐστιν, ὃ γίνεται ἐν τοῖς συναλλάγμασιν· ἐν
20τούτοις γὰρ τὸ εἶναί ἐστι τῷ τοιούτῳ εἴδει τῆς δικαιοσύνης καὶ τοῖς ἑκου‐ σίοις. καὶ πῶς ἔσται ἀκούσια συναλλάγματα, ζητήσαι ἄν τις. ἢ οὐ μόνον ἃ πρὸς ἀλλήλους συντίθενταί τινες περὶ ὧν δεῖ ποιεῖν ἑκόντες ταῦτα συναλλάγματα, ἀλλὰ καὶ τὰ ὑπὸ τῶν νόμων διηγορευμένα καὶ κελευόμενα καθ’ ἃ χρὴ ζῆν τε καὶ συναλλάσσειν ἀλλήλοις, συναλλάγματα καὶ ταῦτα.
25κατὰ τοίνυν τοῦτο συνάλλαγμα λέγεται, καθὸ πρὸς ἕτερον ἔχει τὴν ὕπαρξιν, οὐ κατὰ τὸ ἑκούσιον· οὐδεὶς μοιχεύει κατὰ συνάλλαγμα οὐδὲ 〈ὁ〉 ἱεροσυ‐ λῶν κατὰ συνάλλαγμα ἱεροσυλᾷ ἢ ὁ ὑβρίζων ὑβρίζει. τὸ μὲν γὰρ διανε‐ μητικὸν δίκαιον τῶν κοινῶν· καλῶς· παρὰ γὰρ τὴν τῶν κοινῶν νομὴν τοῖς πολίταις ἐκεῖνο τὸ δίκαιον καὶ πρὸς τὴν γεωμετρικὴν ἀναλογίαν ἐστὶ
30νεμόμενον, ὡς δέδεικται. ἄν τε γὰρ χρήματα ᾖ κοινὰ νεμόμενά τισιν, ἄν τε γῆ ἄν τε ἄλλο τι, πάντως κατὰ τὸν αὐτὸν λόγον διαιρεθήσεται, καθ’ ὃν καὶ συνηνέχθη, τῷ μὲν πλεῖον εἰς ταῦτα συντελέσαντι πλεῖον, τῷ δὲ ἔλαττον ἔλαττον, ἐὰν δικαία ἡ νομὴ ᾖ, κατὰ τὸν λόγον τῆς κατὰ τὴν συντέ‐ λειαν ἰσότητος ἡ ὑπεροχή ***, ὅνπερ ἔχουσιν εἰς ἄλληλα τὰ εἰσ‐
35ενεχθέντα, δηλονότι ὑπὲρ τῶν συνεισενεγκαμένων εἰς τὸ κοινὸν καὶ εἰς τὸ πλέον εἶναι συντελεσθέντων. τὸ δ’ ἐν τοῖς συναλλάγμασι δίκαιον, τουτέστι τὸ διορθωτικόν, ἔστι μὲν ἴσον τι, τουτέστι δίκαιον, ὡς ἀπε‐ δείχθη. ἀλλ’ οὐ κατὰ τὴν ἀναλογίαν ἐκείνην, τὴν γεωμετρικὴν
δηλονότι, ἀλλὰ κατὰ τὴν ἀριθμητικήν. ἔστι γὰρ αὐτῶν ὡς προείρηται218

219

ἐν ἰσότητι τῇ κατ’ ἀριθμὸν ἢ ποσὸν ὅλον τὸ εἶναι, ἀλλ’ οὐ τῇ κατὰ λόγον, ἥτις ὅπως γίνεται λέγει. ὁ γὰρ νομοθέτης ἐν τοῖς ἀδικήμασιν οὐκέτι τὴν τοῦ ἀδικοῦντος ἀναλογίαν καὶ τοῦ ἀδικουμένου ἣν ἔχουσι πρὸς ἀλλήλους ἐξετάζων οὕτω τὴν ἐπανόρθωσιν τῶν τοιούτων ἀδικημάτων ποιεῖται· οὐ γὰρ
5ἐξετάζει πότερον ἐπιεικὴς ὁ ἀποστερήσας ἢ φαῦλος, ὁμοίως οὐδ’ ἐπὶ τοῦ ἀδικουμένου, ἀλλ’ ὡς ἴσους τούτους τιθεὶς ἐξετάζει, εἰ ὁ μὲν ἠδίκησεν, ὁ δὲ ἠδικήθη, καὶ τίς ἡ κατὰ τὴν βλάβην διαφορά, καὶ ταύτην τὴν διὰ τὴν βλάβην ἢ τὴν ἀδικίαν ἀνισότητα [λέγει] γινομένην ἐπανορθοῦν πειρᾶται καὶ ἐς τὸ ἴσον ἐπανάγειν σπεύδει ἁπλῶς καὶ οὐ κατὰ τὴν ἀναλογίαν τῶν εἰπόντων
10προσώπων.
11nΟὐδὲν γὰρ διαφέρει εἰ ἐπιεικὴς φαῦλον ἀπεστέρησεν.
12 Οἷον ἐπὶ τῆς κατ’ ἀξίαν νομῆς κατὰ τὰς τοιαύτας ὑπεροχὰς μετρου‐ μένη κατ’ ἀξίαν γίνεται, ἀλλὰ πρὸς τοῦ βλάβους τὴν διαφορὰν μόνον ἐπιβλέπει ὁ νόμος· καὶ γὰρ εἰ δοκεῖ τῷ ὑβρίσαντι τὸν ἄρχοντα
15πλείων ὡρίσθαι ἡ ζημία, ἀλλὰ καὶ ἐνταῦθα ἁπλῶς καὶ καθόλου ἐστίν· οὐ γὰρ τῷ μὲν τόνδε τὸν ἄρχοντα, τὸν εὐγενῆ φέρε εἰπεῖν, ὑβρίσαντι, ἄλλο τι πρόστιμον, τῷ δὲ τὸν μὴ οὕτως εὐγενῆ ἄλλο, ἀλλ’ ἐπὶ πᾶσι κοινὴ καὶ ἡ αὐτὴ ζημία τῷ πάντως τὸν ἄρχοντα ὑβρίσαντι. ἐπεὶ δὲ τῶν εἰς ζημίαν τεινόντων φανερὰ ἡ πλεονεξία τοῦ βλάψαντος, ἐπὶ δὲ τῶν εἰς ὕβριν καὶ
20βίαν οὔ, παρατίθεται τὰ τοιαῦτα καὶ δείκνυσι πῶς καὶ ἐν τούτοις ἡ διόρ‐ θωσις κατὰ τὸ ἴσον γίνεται. ἄν τε γὰρ ὁ μὲν πλήξῃ ὁ δὲ πληγῇ καὶ κατὰ ταῦτα ἤ τι τοιοῦτον ἡ ἀδικία γένηται, διῄρηται καὶ ἐπὶ τούτων τὸ τοῦ παθόντος πάθος καὶ τὸ ἔργον τοῦ ποιήσαντος. διῄρηται τὸ πάθος, τοῦ παθόντος δηλονότι, καὶ τὸ ἔργον τοῦ ποιήσαντος εἰς ἄνισα καὶ ὁ μὲν
25πλέον, ὁ δὲ ἔλαττον ἔχει. ταύτην δὲ τὴν ἀνισότητα πειρᾶται δεῖξαι ἐξι‐ σοῦσαν τῇ ζημίᾳ ἣν ἐπιτίθησιν αὐτοῖς τοῦ κέρδους ὃ ἐκέρδανε καὶ ἐπλεο‐ νέκτησε, τοὺς ἴσους ἀναφέρων ὅσον ὑπερεῖχεν αὐτοῦ τοῦ ὃν ἠδίκησεν. ἰστέον δὲ ὅτι ὡς ἔχει ἡ συνεισφορὰ τῶν χρημάτων τοῦδε πρὸς τὴν τοῦδε, οὕτω καὶ ὁ συνενεγκάμενος πρὸς τὸν συνεισενεγκάμενον ὑπὲρ τῆς πόλεως,
30καὶ ὡς οἱ κίνδυνοι πρὸς τὸν κίνδυνον τῶν ἐν πολέμῳ στρατηγούντων καὶ ὁ κινδυνεύσας πρὸς τὸν κινδυνεύσαντα, καὶ ἁπλῶς ὡς τὸ εὖ πρὸς τὸ εὖ καὶ ὁ τούτου αἴτιος πρὸς τὸν αἴτιον. ἐπεὶ οὖν τοῦτο ἐν τῇ νεμήσει τῆς τιμῆς ἤ τινος ἄλλου τοιούτου, κατὰ τὸ ἀνάλογον τιμήσονται. κἂν εἰ μή τισιν οἰκεῖον ὄνομα εἴη, τὸ κέρδος, τουτέστιν ἐπεὶ τὸ κέρδος καὶ ἡ
35ζημία κυρίως ἐπὶ χρημάτων δοκεῖ λέγεσθαι καὶ ὅλως ἐπὶ κτημάτων· ὁ μὲν γὰρ πλέον ἐπὶ τούτοις προσκτησάμενος ἐκέρδανεν, ὁ δὲ ἐπὶ τούτοις ἔλαττον ἔχον ἐζημιώθη. ἐπεσημήνατο τοῦτο ὅτι κοινῶς καὶ ἁπλῶς
τὸ κέρδος καὶ ἡ ζημία ἐπὶ τούτων λέγεται, οὐκ ἐπὶ τῆς εἰς χρήματα219

220

ὑπεροχῆς ἢ ἐλαττώσεως μόνον ἀλλὰ καὶ ὕβρεως καὶ τῶν τοιούτων· καὶ διὰ τί προστίθησιν ἀλλ’ ὅταν γε μετρηθῇ τὸ πάθος; τὸ γὰρ μετρεῖ‐ σθαι τὸ πάθος καὶ τιμᾶσθαι τοῦτο καὶ ἡ ζημία καὶ τὸ κέρδος ἐπὶ τούτων λέγεται· τιμηθέντος γὰρ τοῦ γινομένου, ὅσουπερ ἄξιον ἔπαθεν ὁ παθών,
5τοσοῦτον ζημιοῦται ὁ ποιήσας. δείξας δὲ κοινῶς τὴν κατ’ αὐτὴν ἀδικίαν εἰς κέρδος καὶ ζημίαν διαιρουμένην, συλλογίζεται πάλιν καὶ τὸ ἐν τούτοις δίκαιον ἴσον, ἐν οἷς κέρδος καὶ ζημία μέσον ἐστί. τὸ ἴσον μέσον· ἐπὶ τοῦ πλείονος καὶ ἐλάττονος τὸ ἴσον μέσον, τὸ δὲ κέρδος καὶ ἡ ζημία ἐν οἷς τὸ ἄδικον, ταῦτα πλέον καὶ ἔλαττόν ἐστι, πλέον μὲν τὸ κέρδος ἔλαττον
10δὲ ἡ ζημία. δῆλον δὲ ὡς καὶ κέρδους καὶ ζημίας τὸ ἴσον μέσον ἐστί, τουτέστι τὸ δίκαιον. ἐπεὶ δὲ πολλάκις καὶ ὁ τοῦ κακοῦ ἔλαττον λαβὼν ἀδικεῖ τε καὶ κερδαίνει, περὶ τούτων διορίζει μεταξὺ καὶ τοὺς λογισμοὺς καί φησιν ἐναντίως τὸ κέρδος καὶ τὴν ζημίαν τὸ πλέον καὶ τὸ ἔλαττον ἔχειν. τὸ δὲ ἔλαττον ἐναντίως, κατὰ τὸ κακοῦ εἶναι καὶ ἀγαθοῦ πλεο‐
15νεξίαν, ἀγαθοῦ μὲν πλεονεξία κακοῦ δὲ μειονεξία τὸ κέρδος, κακοῦ δὲ πλεονεξία ἀγαθοῦ δὲ μειονεξία ἡ ζημία, ὧν ἦν μέσον τὸ ἴσον, ἐπεὶ ταὐτόν ἐστιν ἐπανορθωτικὸν δίκαιον ἴσον· μεταλαβὼν τὸ δίκαιον ἴσον εἶπε. διὰ δὲ τοῦτο, φησί, τὸ εἶναι τὸ δίκαιον τὸ ἐπανορθωτικὸν μέσον ζημίας καὶ κέρδους, ὅταν ἀμφισβητῶσί τινες πρὸς ἀλλήλους ὡς οὐκ ἔχοντες τὸ ἴσον
20ἀλλὰ ζημιούμενοι ἐπὶ τὸν δικαστὴν καταφεύγουσι, τουτέστιν ἐπὶ τὸν δίκαιον καὶ ἴσον, ὥστε τὸ ἐπανορθωτικὸν δίκαιον ἂν εἴη. τοῦτο ὥσπερ συμπέρασμα τοῖς εἰρημένοις ἐπήνεγκε. τὸ δ’ ἴσον μέσον ἐστὶ τοῦ μείζονος καὶ ἐλάττονος. τὴν ἀριθμητικήν φησι μεσότητα, ἧς καὶ ἔμπροσθεν ἐμνήσθη· αὕτη δὲ ἐν ἴσῃ ἐστὶν ὑπεροχῇ τοῦ μείζονος καὶ ἐλάττονος· ᾧ
25γὰρ ὑπερέχει τὸ ἔλαττον, τούτῳ ὑπερέχεται ὑπὸ τοῦ μείζονος, ὡς ἐπὶ τῶν † δέκα· εἰ γὰρ τὰ δέκα ὀλίγα, τὰ δὲ ἕνδεκα πολλά, τὰ ἑπτὰ μέσα. ἐν ἰσότητι γὰρ ἡ ὑπεροχὴ τοῦ τε μείζονος καὶ ἐλάττονος κατὰ τὴν ἀριθμη‐ τικὴν ἀναλογίαν· ὁ γὰρ μέσος ὅρος ἐπὶ ταύτης ἴσῳ ὑπερέχει τε τὸ ἕτερον ἄκρον καὶ ὑπὸ τοῦ ἑτέρου ὑπερέχεται.
30nἘπὰν γὰρ β ἴσα.
31 Δείκνυσιν ἡμῖν καὶ ἐπὶ διαγράμματος ὅτι ἡ διαίρεσις αὕτη κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν γίνεται. ἔστι δὲ τὸ δεδειγμένον ἐπὶ τῆς τῶν γραμμῶν τιμῆς δεῖξαι καὶ ἐπ’ ἀριθμῶν· τῶν γὰρ γ καὶ τῶν θ μέσος ἐστὶν ὁ ἓξ ἀριθμός· ἐὰν δὴ ὅσοις ὁ ἐννέα τῶν ἓξ ὑπερέχει τοσαῦτα ἀφελόντες ἀπ’
35αὐτοῦ προσθῶμεν τοῖς τρισί, ἐγένετο ἰσότης αὐτῶν πρός τε ἀλλήλους καὶ τὸ μέσον. ἔστω ἓξ καὶ ἕξ· ἀπὸ θατέρου τῶν ἓξ ἀφαιρείσθω τυχὸν τρία
καὶ προστεθείσθω θατέρῳ [β]· δῆλον ὡς τὸ μὲν ᾧ προσετέθη τὸ ἀπὸ220

221

θατέρου τῶν ἓξ ἀφαιρεθὲν γενόμενον ἐννέα τοῦ λοιποῦ τοῦ ἑτέρου τῶν ἓξ ὅ ἐστι τριῶν, τὰ θ δυσὶν ὑπερέχει· δυσὶ δὲ δηλονότι τρισὶ καὶ τρισί· τὸ γὰρ θ πλεονεκτοῦν τὰ τρία τῶν ἓξ εἰς δὶς πλεονεκτεῖν ἔοικε τρισίν. οὐκοῦν εἰ τοσαῦτα ἀφελόντες ἀπὸ τῶν θ, ὅσοις πλεονεκτεῖ τὰ ἕξ, προσθῶμεν τοῖς
5τρισίν, ἓξ ἔσται γινόμενα. ᾧ μὲν γὰρ τὸ μέσον ὑπερέχει. ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι ἡλίκῳ τὸ μέσον τοῦ ἐλάττονος ὑπερέχει, τηλικοῦτον αὐτῷ δεῖ προστεθῆναι, ἵνα ἴσον τὸ μέσον γένηται. τούτῳ μὲν οὖν τηλι‐ κοῦτον δεῖ προστεθῆναι· τοῦ δὲ μεγίστου πάλιν ἀφαιρεθέντος ὅσῳ τοῦ μέσου ὑπερέχει (ἂν γὰρ τοῦ μὲν τηλικοῦτον ἀφαιρεθῇ, τῷ δὲ τηλικοῦτον
10προστεθῇ), γίνεται ἴσα τὰ τρία. τὸ δὲ δίκαιον καὶ τὸ ἐπανορθωτικὸν καὶ τὸ ἴσον τὴν μέσου χώραν ἔχει καὶ κανών ἐστι καὶ μέτρον τοῦ ἰσω‐ θῆναι τὸν ἠδικημένον τῷ ἀδικήσαντι.
13nἜστι δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν τοῦτο.
14Δείκνυσι κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν καὶ τὴν ἰσότητα ταύτην
15καὶ τὰς ἀντιδόσεις τὰς γινομένας ἔχειν τῶν ἔργων τῶν γινομένων ὑπὸ τῶν τεχνῶν. ὃ δὲ λέγει διὰ τῆς τάξεως ταύτης τοιοῦτον ἂν εἴη· ὡς γὰρ ἐπὶ τοῦ ἐπανορθωτικοῦ δικαίου ὁ δικαστὴς τὴν ὑπεροχὴν τοῦ πλέον ἔχοντος ἀφελὼν τῷ ἐλαττωμένῳ καὶ παθόντι προστίθησιν (ἥτις ὑπεροχὴ πόση τίς ἐστι, γίνεται φανερὰ ἀπὸ τοῦ μέσου καὶ ἴσου), οὕτως φησὶν ἔχειν καὶ ἐπὶ
20τῶν τεχνιτῶν καὶ τῶν κατ’ αὐτὰς κοινωνιῶν τε καὶ ἀποδόσεων. εἰ γὰρ ἐν τοῖς ἔργοις τοῖς διαφέρουσι μὴ ἦν τοῦ καλλίονος πρὸς τὸ χεῖρον ὑπεροχὴ ὡρισμένη καὶ μεμετρημένη (ὡς γὰρ ἐπὶ τοῦ ποιοῦντος καὶ πλεονεκτοῦντος καὶ τοῦ πάσχοντος καὶ πλεονεκτουμένου), οὐκ ἂν ἠδύνατο κοινωνεῖν ἀλλήλοις. ἢ οὕτως· εἰ μὴ κατ’ ἀξίαν τῶν γινομένων ὑπὸ τῶν τεχνιτῶν
25κατά τε τὸ μέγεθος καὶ τὴν ποιότητα ἦν ἡ χρεία τῶν δεομένων αὐτῶν, οὓς πάσχοντας διὰ τὴν χρείαν εἶπεν, ἀνῃροῦντο ἂν αἱ τέχναι. οὐ γὰρ ἂν εἰργάζοντο, μὴ μέλλοντές γε τὸ ἴσον ἀνταπολήψεσθαι. εἰ μὴ οὖν ἐποίει τὸ ποιοῦν, τουτέστιν εἰ μὴ ἡ τοῦ καλλίονος πρὸς τὸ χεῖρον ὑπεροχὴ ὡρισμένη τε καὶ μεμετρημένη, ὡς ἐπὶ τοῦ πλεονεκτοῦντος καὶ
30πάσχοντος καὶ πλεονεκτουμένου. τῶν παρὰ τὸ ἑκούσιον, τὸ ἴσον ἔχειν πρότερον καὶ ὕστερον. τοῦτο ἀσαφῶς εἴρηται, δηλωτικὸν δέ ἐστι τοῦ τὸ δίκαιον κέρδους καὶ ζημίας παρὰ τὸ ἑκούσιον γινομένων μέσον εἶναι ἐν τῷ ὃ πρότερον μέσον εἶχεν ὅ τε πλεονεκτῶν καὶ ὁ πλεο‐
νεκτούμενος πρὸ τῆς πλεονεξίας, τοῦτο καὶ ὕστερον αὐτοῖς γίνεσθαι παρὰ221

222

τοῦ δικαίου. τὸ ἴσον ἔχειν· εἰ προστεθείη τὸ ὅ, λυθείη ἂν ἡ ἀσάφεια, ἵν’ ᾖ οὕτως ‘τὸ ἔχειν ἴσον, ὃ καὶ πρότερον τοῦτο καὶ ὕστερον.‘ τὸ δὲ ἔχειν ἀντὶ τοῦ αὐτὸ ἔχειν ἑκάτερον ὃ καὶ πρὸ τῆς πλεονεξίας εἶχον καὶ μετὰ τὴν πλεονεξίαν τοῦ δικαστοῦ ἐπανάγοντος πρὸς τοῦτο.
5nΔοκεῖ δέ τισι τὸ ἀντιπεπονθὸς δίκαιον.
6 Δύο εἴδη διδάξας τῆς δικαιοσύνης τῆς ἐν μέρει ἀρετῆς ἀλλ’ οὐ τῆς κοινῆς τῆς ὡς νομιμότητος λεγομένης τό τε διανεμητικὸν καὶ τὸ διορθω‐ τικόν, ἑκάτερον ἐν ἀναλογίᾳ ὄν, τὸ μὲν διανεμητικὸν ἐν τῇ γεωμετρικῇ καὶ ἐν τέτρασιν ὅροις. ὁρᾶται γὰρ νεμόμενα δύο, ἐν οἷς ἐνέμοντο δύο,
10οἷς δὲ ἐγίνετο ἡ νέμησις κατὰ ἀναλογίαν τῶν εἰσενεχθέντων ὑπ’ αὐτῶν· τῷ γὰρ πλείω εἰσφέροντι ἢ ὁπωσοῦν συντελοῦντι πλεῖόν τι εἰς τὸ κοινὸν πλείω ἐν τῇ νομῇ ἔνεμον, τῷ δ’ ἐλάττω ἔλαττον, τὸ δέ γε διορθωτικὸν ἐν τῇ ἀριθμητικῇ ἀναλογίᾳ ἐδείχθη ὂν καὶ ἐν τοῖς τρισὶν ὅροις, τῶν ἄκρων τοῦ πλεονεκτήσαντος καὶ τοῦ πλεονεκτηθέντος ἐξισουμένων πρὸς κανόνα τὸ
15μέσον· ὅσον γὰρ ὁ πλεονεκτήσας ὑπερέχει τοῦ μέσου τοῦτο ἀφαιροῦντες αὐτοῦ καὶ προστιθέντες τῷ πλεονεκτηθέντι ἴσους αὐτοὺς ἐποιοῦντο· ταῦτα δὴ δείξας νῦν μνημονεύει τοῦ ἀντιπεπονθότος δικαίου καὶ ὃν ὅρον οἱ Πυθα‐ γόρειοι τοῦ δικαίου ἐποιοῦντο, περὶ οὗ τί ποτέ ἐστιν ἐν τῷ πρώτῳ τῶν Μεγάλων Ἠθικῶν σαφέστερον εἶπεν· ἐκεῖνοι γὰρ ᾤοντο δίκαιον εἶναι ἅ τις
20ἐποίησε ταῦτα ἀντιπαθεῖν. τὸ δὴ τοιοῦτον οὐκ ἔστι πρὸς ἅπαντας· οὐ γάρ ἐστι δίκαιον οἰκέτῃ πρὸς ἐλεύθερον ταὐτόν· οἰκέτης γὰρ ἐὰν πατάξῃ τὸν ἐλεύθερον, οὐκ ἔστι δίκαιον πληγῆναι ἅπαξ ἀλλὰ πολλάκις. καὶ νῦν δ’ αὐτὸς σαφῶς ἐδήλωσε παραθέμενος τὸ τοῦ Ῥαδαμάνθυος· τὸ μέντοι ἔπος ἐστὶ παρ’ Ἡσιόδῳ ἐν τοῖς Μεγάλοις Ἔργοις οὕτως ἔχον
25
“εἰ κακά τις σπείραι, κακὰ κέρδεα ἀμήσειεν·
εἴ κε πάθοι τά κ’ ἔρεξε, δίκη δ’ ἰθεῖα γένοιτο.” αἰτιᾶται δὴ ὁ Ἀριστοτέλης καὶ ἐνταῦθα τῶν Πυθαγορείων τὸ ἁπλῶς εἰπεῖν τὸ ἀντιπεπονθὸς δίκαιον καὶ μὴ διορίσαι μηδὲ προσθεῖναι τὸ κατ’ ἀναλο‐ γίαν. τὸ γὰρ ἁπλῶς ἀντιπεπονθὸς ὡς ἕκαστον ὃ ἐποίησεν ἀντιπαρέ‐
30χειν οὐδαμῶς δίκαιον· οὗ σημεῖον τὸ μὴ ἐφαρμόζειν αὐτὸ μήτε τῷ διανεμητικῷ δικαίῳ μήτε τῷ διορθωτικῷ, εἰς ἃ τὸ δίκαιον διῄρηται. οὐδετέρῳ δὲ ἐκείνων λέγοι ἂν αὐτὸς ἐφαρμόζειν, ὅτι ἐκείνων μὲν ἑκάτερον 〈ἐν〉 ἀναλογίᾳ ἐστί, τὸ μὲν ἐν τῇ γεωμετρικῇ, τὸ δὲ ἐν τῇ ἀριθμητικῇ.
τοῦτο δὲ ἐν οὐδετέρᾳ ἐστὶ τῶν ἀναλογιῶν ἁπλῶς λαμβανόμενον. ὅτι μὲν222

223

οὖν οὐκ ἔστι τῷ διανεμητικῷ ταὐτὸν οὐδὲ κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν γνώριμον (ἐν μὲν γὰρ ἐκείνῃ τὸ ἴσον ἐν τῷ κατ’ ἀξίαν) ἀλλ’ οὐδὲ τῷ διορθωτικῷ· τὸ μὲν γὰρ ἐπανορθωτικὸν οὐ τὰ αὐτὰ ἀξιοῖ παρέχειν τοὺς ποιήσαντας ἃ ἐποίησαν ἀλλὰ τιμᾶσθαι τὴν ἀξίαν αὐτῶν εἰς ὅσον διαφέρει
5τῷ παθόντι καὶ ταύτην δίδοσθαι τοῖς πάθεσιν. ἐπὶ δὲ τοῦ ἀντιπεπονθότος ὅταν ἁπλῶς καὶ χωρίς τινος ἀναλογίας λαμβάνηται, δεῖ ἁπλῶς παθεῖν τὸν δράσαντα. τοιοῦτον γὰρ τὸ εἴ κε πάθοι τά κ’ ἔρεξε. τοῦτο δ’ οὐδαμῶς δίκαιον. καὶ αὐτὸς δὲ δείξει τῇ παραθέσει τῶν παραδειγμάτων οἷον εἰ ἀρχὴν ἔχων καὶ τὰ λοιπά. τὰ γὰρ αὐτὰ οὐκ ἴσην ποιεῖ τὴν βλάβην
10ἄρχοντί τε καὶ ἀρχομένῳ· ὁ γὰρ ἄρχων πλέον τι ἢ κατὰ τὸν πολίτην ἐστί, διὸ οὔτε πλήξας ἀντιπλήσσεται, ὅτι μηδὲ ἀδικεῖν δοκεῖ, καίτοι πέπονθεν ὁ πληγείς, μήτε πληγεὶς τοῖς ἴσοις ἀμύνεται· τὸ δὲ ἁπλῶς ἀντι‐ πεπονθὸς τὸ αὐτὸ ἀντιγίνεσθαι βούλεται. ἔτι οὔτε αἱ ζημίαι οὔτε αἱ πλεο‐ νεξίαι ἴσαι ἐπί τε τῶν ἀκόντων καὶ τῶν ἑκόντων πλημμελησάντων, ὃ ἐν
15μὲν τῷ διορθωτικῷ δικαίῳ ἐξετάζεται ἐν τῇ ἐξετάσει τοῦ μέρους τῆς ζημίας· ἐπὶ δὲ τοῦ ἀντιπεπονθότος οὐδὲν τοιοῦτον ἐξετάζεται.
17nἈλλ’ ἐν μὲν ταῖς κοινωνίαις.
18 Διὰ τούτων νῦν δείκνυσι καὶ πρὸς τίνα ἐστὶ χρήσιμον καὶ πῶς γινό‐ μενον τὸ ἀντιπεπονθὸς δίκαιον ἔσται. εἰ γὰρ μὴ ἁπλῶς πρὸς τὸ πάθος
20γίνεται ἀλλὰ κατὰ ἀναλογίαν καὶ τὴν κατ’ αὐτὴν ἰσότητα, δῆλον ὡς χρή‐ σιμόν ἐστι πρὸς τὰς κοινωνίας τὰς ἀλλακτικάς· διαβαλὼν δὲ τὸ ἀντιπεπονθὸς δίκαιον λεγόμενον ὅτι μή ἐστι δίκαιον ἁπλῶς γινόμενον, νῦν πειρᾶται δεικνύναι πρὸς τίνα χρήσιμόν ἐστι καὶ πῶς γινόμενον εἴη ἂν δίκαιον. ἂν γὰρ μὴ ἁπλῶς γίνηται, ἀλλὰ κατὰ ἀναλογίαν καὶ τὴν κατ’ αὐτὴν ἰσότητα,
25ἀλλὰ μὴ ἁπλῶς κατὰ τὸ πάθος, χρήσιμόν ἐστι πρὸς τὰς κοινωνίας τὰς ἀλλακτικάς, ἐν ᾧ καὶ τὸ τὰς πόλεις σώζεσθαί τε καὶ συμμένειν ἐστί· σύμφωνα δὲ ταῦτα τοῖς πρὸ ὀλίγου εἰρημένοις, ὅτε εἶπεν “ἔστι δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν· ἀνῃροῦντο γὰρ ἄν”. καὶ γὰρ καὶ νῦν διὰ τούτου δείκνυσι τοῦτο προσθεὶς τὸ τῷ ἀντιποιεῖν γὰρ ἀνάλογον συμ‐
30μένει ἡ πόλις. ἀντιδιδομένων γὰρ τοῖς κακῶς ποιοῦσι τῶν κακῶν καὶ τοῖς καλῶς τῶν καλῶν οὐ δουλεία ἡ πολιτεία εὑρίσκεται ἀλλ’ ἐλευθερία τε καὶ δημοκρατία. γινόμενον οὖν παρὰ τῶν νόμων τὸ κατὰ ἀναλογίαν τε καὶ ὡρισμένον συντηρεῖν παρέχει τὰς πόλεις καὶ οὐκ ἐκπολεμοῦσθαι οὐδ’ ἀνατρέπειν τὴν πολιτείαν τε καὶ κοινωνίαν. ὅτι δὲ καὶ τοῖς εὖ πεποιηκόσι
35δεῖ ἀντιδιδόναι, σημεῖόν φησι καὶ τὸ ἱδρῦσθαι ἐν ταῖς πόλεσιν ἐμπεδὼν καὶ ἐν μέσῳ Χαρίτων ἱερόν, ὡς δεῖ πάντως τὸν εὖ παθόντα ἀνθυπηρετῆσαι
τοῦ προκατάρξαντος καὶ αὐτὸν πάλιν ἄρξασθαι χαριζόμενον. διὰ τοῦτο καὶ223

224

ἡ μέση τῶν Χαρίτων ἔμπαλιν ἔστραπται καὶ δεξιοῦται τὴν ἑτέραν, τῷ μὲν ἐπεστράφθαι τὸ πρὸς τὸν εὖ πεποιηκότα ὑπηρετικόν, τῷ δεξιοῦσθαι δὲ τὸ πάλιν ἀρχὴν αὐτὴν ποιεῖσθαι τοῦ ἀντευεργετεῖν ἐνδεικνυμένη. εἰπὼν δὲ τὸ ἀντιπεπονθὸς δίκαιον γινόμενον κατὰ ἀναλογίαν σωστικὸν εἶναι τῆς πολι‐
5τικῆς κοινωνίας (οὐ γὰρ ἄγοιτο ἂν τῷ νεμητικῷ δικαίῳ κατὰ ἀναλογίαν γινόμενον), ἑξῆς πῶς γίνεται δείκνυσι καὶ τίς ἡ κατὰ διάμετρον ἐν τῷ διαγράμματι σύζευξις καὶ πῶς οἱ τεχνῖται ἀλλασσόμενοι τὰ ἔργα αὐτῶν τὸ ἴσον καὶ τὸ δίκαιον ἂν ἔχοιεν. ἁπλῶς μὲν οὖν τῆς ἀμείψεως γινομένης οὐκ ἔσται τὸ συνάλλαγμα ἴσον οὐδὲ συσταίη ἂν οὕτως ἡ πόλις· εἰ δὲ
10ἀνάλογον γένοιτο, τότε καὶ ἴση εἴη. οὐ γὰρ ἴση ἡ οἰκία καὶ τὸ ὑπόδημα. διὰ τοῦτο δεῖ τὸ ἀνάλογον παραλαμβάνειν ἐν τούτοις. καὶ ὅλως ἑτέρων καὶ οὐκ ἴσων. τὸ καὶ οὐκ ἴσων προσέθηκε τῇ τιμῇ ἴσον τὸ μὴ ταὐτὸν λέγων. διότι διαφέρουσι κατὰ τὰ ἔργα ἀλλήλων καὶ οἱ τεχνῖται. οὔτε γὰρ πόλις οὔτε ἄλλη τις κοινωνία γίνεται πάντων ταὐτὰ ἐργαζομένων.
15ἕκαστος γὰρ ἂν οὕτως ἔχοι τὰ ἑαυτοῦ καὶ ἕν τι πάντες ἔσονται, ἡ δὲ χρεία πλειόνων· διὰ τοῦτο δεῖ διάφορα εἶναι τὰ γινόμενα ὑπὸ τῶν κοινω‐ νούντων ἀλλήλοις. ἡ γὰρ χρησίμων καὶ λειπόντων ἑκάστῳ λῆψίς τε καὶ δύσις κοινωνίας αἰτία· ἐπεὶ δὲ μηδὲ οἷός τέ ἐστιν ἕκαστος πάντα ἐργάζεσθαι αὐτὸς ὧν ἐστιν ἐν χρείᾳ, τὰ δὴ διαφέροντα ταῦτα δεῖ πρῶτον ἰσωθῆναι
20ἀλλήλοις εἶθ’ οὕτως αὐτὰ ἀμείβεσθαί τε καὶ ἀλλάσσεσθαι τοὺς κοινωνούς· οὕτω γὰρ ἂν τὸ ἴσον ἔχοιεν.
22nΔιὸ πάντα συμβλητά πως δεῖ εἶναι.
23 Συμβλητόν φησι τὸ ἕτερον ἑτέρου ἀλλασσόμενον· καὶ γὰρ τοιαῦτα καὶ τὰ ἀντεκβαλλόμενα τῆς ὕλης ἀλλήλοις. ἂν δὲ ἀσύμβλητον ᾖ, οὐχ οἷόν τε
25ἰσότητος μετέχειν οἷον γραμμὴ καὶ χρῶμα.
26nἜσται δὴ ἀντιπεπονθός, ὅταν ἰσασθ.
27 Τουτέστι τότε ἔσται ἀντιπεπονθὸς τοῦτο δίκαιον, ὅταν ἰσασθῇ πρῶ‐ τον ταῦτα ἃ ἀντιπεπόνθασιν ἀλλήλοις κατὰ τὴν εἰρημένην ἀναλογίαν, ὡς γενέσθαι γεωργὸς πρὸς σκυτοτόμον, τὸ ἔργον τὸ τοῦ σκυτοτόμου
30πρὸς τὸ ἔργον τοῦ γεωργο· εἰ ἴσοι ἐκεῖνοι, ἴσου ἄξια καὶ ταῦτα δεῖ εἶναι· εἰ ἐκείνων ὁ ἕτερος ὑπερέχει τοῦ ἑτέρου, δεῖ καὶ τὸ ἔργον ὃ λήψε‐ ται ὁ ὑπερέχων ἐν τῇ κοινωνίᾳ ὑπερέχειν τοῦ ἔργου ὃ λήψεται ὁ ὑπερε‐ χόμενος, καὶ τοσούτῳ ὅσῳ κἀκείνων ὁ τεχνίτης τοῦ τεχνίτου. καὶ ἔσται
ἡ κατὰ τὸ ἀντιπεπονθὸς δίκαιον ἀναλογίᾳ, εἰ οὕτως γίνοιτο ἐν τέτταρσιν224

225

ὅροις καὶ κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν, ἥτις ἦν κατὰ τὸ νεμητικὸν δί‐ καιον· δείξει μέντοι ὕστερον καὶ ἐν τρισὶν ὅροις γινομένην αὐτήν πως καὶ τῇ ἀριθμητικῇ ἀναλογίᾳ κατά τι ἐναγομένην. καὶ εἴη ἂν ἡ μὲν ἀντίδοσις κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν γινομένη, ἡ δὲ εὕρεσις τῆς ἀναλογίας τε
5καὶ ἰσότητος τῶν ἐν τῇ ἀντιδόσει γινομένη διὰ τῆς ἀριθμητικῆς καὶ ἐκείνῃ προσχρωμένη. εἰς σχῆμα δὲ ἀναλογίας· αὕτη ἡ λέξις εἴρηται μὲν ἀσαφῶς, τὸ δὲ λεγόμενον διὰ τῆς λέξεως τοιοῦτον ἂν εἴη· τὴν ἀναλογίαν δεῖ ποιεῖν τῶν τε ἀλλασσομένων τεχνιτῶν καὶ τῶν ἃ ἀλλάσσονται πρὸ τοῦ ἀλλάξασθαι κατὰ τὸν ὑφηγημένον τρόπον· οὕτω γὰρ γινομένης τῆς ἀνα‐
10λογίας ἡ ἀντίδοσις καὶ ἡ ἀναλογία ἀλλαγὴ ἴση τε καὶ δικαία ἔσται καὶ εἰς τὸ σχῆμα τῆς ἀναλογίας ἀναχθήσεται· ὡς εἶναι ὡς ὁ γεωργὸς πρὸς τὸν σκυτοτόμον οὕτω καὶ ὁ σκυτοτόμος πρὸς τὸν γεωργὸν μετὰ τῶν ὑποδη‐ μάτων ἕξει, καὶ ὡς ὁ οἰκοδόμος πρὸς τὸν σκυτοτόμον, οὕτω καὶ ὁ σκυ‐ τοτόμος μετὰ τῆς οἰκίας. καὶ γὰρ προεῖπεν ἔσται δὴ ἀντιπεπονθὸς
15δίκαιον ὅταν ἰσασθ· καὶ πῶς ἰσασθῇ προσέθηκεν εἰπὼν ὥστε ὅπερ γεωργὸς πρὸς σκυτοτόμον, τὸ ἔργον τοῦ γεωργοῦ πρὸς τὸ τοῦ σκυτοτόμου· εἰ μή, ἀμφοτέρας ἕξει τὰς ὑπεροχάς. τῆς ὑπερο‐ χῆς ἡ μέν ἐστι καθ’ ὑπερβολήν, ἡ δὲ κατ’ ἔλλειψιν· γεωργὸς γὰρ καὶ ὑπόδημα καὶ τὴν ὑπεροχὴν ἕξει διότι γεωργὸς καὶ τὴν ἔλλειψιν διὰ τὰ
20ὑποδήματα· πάλιν σκυτοτόμος μετὰ τῆς τροφῆς ὁμοίως ἄμφω ἕξει, διὰ μὲν τὴν τροφὴν τὴν ὑπερβολὴν ὑπερεῖχεν ὅ τε γεωργὸς καὶ τὸ ἔργον αὐτοῦ τὸν σκυτοτόμον καὶ τὸ ἔργον αὐτοῦ, διὰ δὲ τὸ σκυτοτόμον εἶναι τὴν ἔλλειψιν. ἀμφοτέρας ἕξει τὰς ὑπεροχάς· τοῦτο ἴσον ἂν εἴη τῷ εἰ γὰρ πρὸ τοῦ ἀλλάξασθαι μὴ ἀνάλογα γένοιτο αὐτῶν τὰ ἔργα ἁπλῶς ἀλλα‐
25ξαμένων, ἀμφοτέρας ἕξει τὰς ὑπερβολὰς τὸ ἕτερον τῶν ἄκρων. οὔσης γὰρ ὑπεροχῆς τῆς μὲν καθ’ ὑπερβολήν, τῆς δὲ κατ’ ἔλλειψιν, ἂν ἀμείψωνται ὁ γεωργὸς καὶ ὁ σκυτοτόμος τὰ οἰκεῖα ἔργα πρὸ τοῦ ἐν ἀναλογίᾳ ληφθῆ‐ ναι, τὸ ἕτερον τῶν συγκρινομένων γεωργὸς σκυτοτόμος ὑποδήματα τροφὴ πρὸς ἄλληλα ἀμφοτέρας ἕξει τὰς ὑπεροχάς· ὁ γὰρ γεωργὸς μετὰ τῶν
30ὑποδημάτων καὶ κατὰ τὴν ὑπερβολὴν ὑπεροχὴν ἕξει. ὑπερεῖχε γὰρ ὁ γεωργὸς τοῦ σκυτοτόμου καὶ κατὰ τὴν ἔλλειψιν· ὑπερείχετο γὰρ διὰ τὰ ὑποδήματα ὑπὸ τῆς τροφῆς· ἔμπαλιν δὲ καὶ τὸ ἕτερον ἄκρον καὶ τὸ αὐτὸ ἀμφοτέρας ἕξει τὰς ὑπεροχάς, τήν τε κατὰ τὴν ἔλλειψιν, (ἐλάττων γὰρ ὁ σκυτοτόμος τοῦ γεωργοῦ) τήν τε κατὰ τὴν ὑπεροχήν (ὑπερέχει γὰρ ἡ
35οἰκεία τροφὴ τῶν ὑποδημάτων). οὔσης δὲ τοιαύτης ἀνισότητος ἐν τῇ οὕτως γινομένῃ ἀναλογίᾳ, ἥτις ἦν ἐν τῷ ἀντιπεπονθότι δικαίῳ, εἰ ἁπλῶς γίνοιτο, οὔτ’ ἂν δικαίως καὶ κατ’ ἰσότητα γίνοιτο, μάταιόν τε καὶ ἀδύνα‐ τον τὸ εἰς σχῆμα ἄγειν ἀναλογίας πειρᾶσθαι τοὺς ἁπλῶς ἀλλασσομένους
τὰ ἴδια ἔργα καὶ μὴ κατὰ τὴν προειρημένην ἀναλογίαν πρῶτον αὐτῶν διαι‐225

226

ρεθέντων καὶ ἰσασθέντων. οὐ γὰρ δύναται εἶναι ὡς γεωργὸς πρὸς σκυτο‐ τόμον οὕτω γεωργὸς μετὰ τῶν ὑποδημάτων πρὸς σκυτοτόμον οὐδὲ σκυτο‐ τόμος μετὰ τροφῆς πρὸς γεωργὸν διὰ τὴν τῶν ἀλλασσομένων ἀνισότητα.
4nΓεωργὸς α, τροφὴ γ.
5 Ὑπογράφει πάλιν τὸ διάγραμμα ἐπὶ στοιχείων, οὗ καὶ πρότερον ἐμνημόνευσε λέγων περὶ τῆς κατὰ διάμετρον συζεύξεως, καθ’ ἣν ἡ ἀντα‐ πόδοσις τοῖς κοινωνοῖς γίνεται, προειπὼν ὅτι δεῖ καὶ συμβλητά πως εἶναι τὰ ἀλλασσόμενα καὶ ἔχειν τι κοινὸν μέτρον, καὶ τοῦτο τὸ μέτρον αὐτῶν καθ’ ὃ συμβλητὰ γίνονται, εἰπὼν κυρίως μὲν τὴν χρείαν εἶναι, ἐπεὶ δὲ
10οὐκ ἀεὶ τῶν ἔργων ἀλλήλων χρείαν ἔχουσι, τὸ νόμισμά φησιν εὑρῆσθαι τῆς χρείας ἐνέχυρον, οὗ τῇ ποσότητι μετρεῖται ἡ χρεία τῶν ἐν τῇ ἀλλαγῇ. περὶ τούτων γὰρ ἐπέξεισι καὶ δείκνυσι ὅτι οὕτως ἔχει καὶ ὅτι ἥ τε χρεία συνέχει τὴν κατὰ τὴν χρείαν ἀλλαγὴν ἢ ὡς ἔνια παραμετρεῖται ἐκεῖνα, δείκνυσιν ἐκ τοῦ ὅταν μὴ δέηται ἅτερος θατέρου μηκέτ’ αὐτοὺς ἀλλάσσε‐
15σθαι· οὐδεὶς γὰρ τὰ αὑτοῦ δίδωσιν ὑπὲρ τοῦ λαβεῖν τι μὴ χρήσιμον. τότε γὰρ ἀλλάττονται ὅταν ὁ ἕτερος αὐτῶν δέηται τούτου οὗ ὁ ἕτερος αὐτῶν ἔχει, οἷον εἰ ὁ μὲν οἴνου δέοιτο ὁ δὲ σίτου, εἴη δὲ ὁ μέν τις αὐτῶν ἐξουσίαν οἴνου ἔχων ὁ δὲ σίτου· καὶ αἱ πόλεις δὲ οὕτω τὰς ἀλλαγὰς ποιοῦνται τῶν παρ’ αὐτοῖς γινομένων ἐξαγωγὴν διδοῦσαι ὑπὲρ τοῦ ἀντεισάγεσθαι αὐταῖς
20τὰ γινόμενα παρ’ ἀλλήλων. τὴν χρείαν οὖν δεῖ ἴσην εἶναι τῶν ἐν τῇ ἀλλαγῇ τοῖς ἀλλαξαμένοις, εἰ μέλλοιεν ἴσοι εἶναι οἱ ἀλλαξάμενοι, ὁποῖοι ἦσαν καὶ πρὸ τῆς ἀλλαγῆς. ἐπεὶ δὲ μὴ ἅμα πάντες χρείαν ἔχουσι τῶν ἀλλήλων ἔργων, ἀλλ’ ὁ μὲν νῦν ὁ δὲ ὕστερον χρείαν ἔχει, περὶ τοῦ τότε λαβεῖν, ὅταν δεηθῇ παρὰ τούτου τὸ ἐκείνου ἔργον ᾧ δίδωσι τὸ ἴδιον, τὸ
25νόμισμα ὥσπερ ἐγγυητὴς καὶ ἐνέχυρον γίνεται τῆς μελλούσης ἀλλαγῆς ἀναδεχόμενον ὥσπερ πάλιν τοῦ εἰ χρεία γένηται ἐκείνου τοῦ ἔργου δι’ αὐτοῦ πάντως παρασχεθήσεσθαι αὐτῷ. τούτῳ γὰρ τὰς χρείας τῶν ἀλλασ‐ σομένων μετροῦσι διδόντες τὰ ἔργα τότε λαμβάνοντες, ἢ διδόντες πάλιν ὅταν ἐν χρείᾳ γένωνται τοῦ ἀλλοτρίου ἔργου, λήψονται αὐτὸ καὶ ἔστι
30πρὸς τὴν κοινωνίαν καὶ τὴν τῶν ἔργων ἀλλαγὴν χρήσιμον καὶ τὴν ἰσότητα τῆς χρείας. παρέχει μὲν οὖν καὶ τὸ νόμισμα τοῦτο ὅπερ καὶ ἡ χρεία· ὡς γὰρ ἐπ’ ἐκείνης οὐκ ἀεὶ ὁμοίως δεόμεθα καὶ ἐν χρείᾳ ἐσμὲν τῶν ἀλλοτρίων ἔργων, οὕτως οὐδὲ τὸ αὐτὸ νόμισμα ἀεὶ ἴσον δύναται ἀλλὰ μεταπίπτει καὶ τὸ πρότερον πλείω δυνάμενον ὕστερον ἢ ἔλαττον ἢ οὐδὲν
35ἰσχύει οὕτως συνθεμένων. καὶ γίνεται τούτου κατὰ τοῦτο ζημία τῶν ἀπο‐ διδομένων τὸ ἴδιον ἔργον νομίσματι. μεταπεσόντος γὰρ αὐτοῦ οὐκέθ’ οἷός τέ ἐστιν αὐτῷ χρῆσθαι πρὸς ὠνὴν τοῦ ἔργου, † ὅτε ἐπίπρασκε τοῦ
αὐτοῦ ἀντάξιον ἐλάμβανε νόμισμα. πλὴν τοῦτό γε μᾶλλον διαμένει. καὶ226

227

δεῖ μέτρῳ αὐτῷ χρῆσθαι τῶν ἀλλασσομένων καὶ πάντων προέχειν αὐτὸ καὶ τιμᾶσθαι. οὕτω γὰρ ἀλλαγή τε καὶ ὠνὴ καὶ πρᾶσις ἔσται ἡ ἰσοῦσα καὶ ἡ κοινωνία ἂν διαμένοι, ἐν ᾗ ταῖς πόλεσι τὸ εἶναι. τὸ δὴ νόμισμα ὥσπερ μέτρον γίνεται συμμετρίας· καὶ γὰρ σύμμετρά ἐστι τὰ τῷ αὐτῷ
5μέτρῳ μετρούμενα. γίνεται δὴ τὰ ἐν ταῖς ἀλλαγαῖς σύμμετρα τῷ ὑπὸ τοῦ νομίσματος μετρεῖσθαι· μέσον γὰρ τοῦτο γινόμενον ὥσπερ ὁ δικαστὴς ἐν τῷ ἐπανορθωτικῷ δικαίῳ ἑκατέρας ἀμετρίας ἀφαιρεῖταί τε καὶ κολάζει.
8nΟὔτε γὰρ ἂν μὴ οὔσης ἀλλαγῆς.
9Εἰ γὰρ ἡ συμμετρία ὑπὸ τοῦ νομίσματος γίνεται, δῆλον ὅτι ἀναιρε‐
10θέντος τούτου ἀναιρεῖται συμμετρία, ταύτης ἀναιρεθείσης ἰσότης ἀναιρεῖται, ἰσότητος μὴ οὔσης οὐδὲ κοινωνίαν [τε] οἷόν τε εἶναι, ὥστε οὐδὲ πόλιν. τῇ μὲν οὖν ἀληθείᾳ ἀδύνατον· οὐ κυρίως φησὶ ταῦτα σύμμετρα. τὰ γὰρ σύμμετρα κοινῷ μορίῳ καταμετρεῖται, τὸ δὲ νόμισμα οὐδὲν τῶν ἐν ταῖς ἀλλαγαῖς ἔχει κοινὸν μόριον, τῆς δὲ κατὰ τὴν χρείαν αὐτῶν συμμετρίας
15τὸ νόμισμα γίνεται μετρητικόν. ἓν δεῖ δή τι εἶναι. εἰ δεῖ, φησί, σύμ‐ μετρα εἶναι τὰ ἐν ταῖς ἀλλαγαῖς, δεῖ ἕν τι εἶναι τὸ μετροῦν αὐτά, τοῦτο δὲ δεῖ μὴ μόριόν τι εἶναι τῶν μετρουμένων. τοῦτο δ’ ἐξ ὑποθέσεως καὶ κατὰ συνθήκην μέτρον λαμβάνεται, διὸ τὸ κατὰ συνθήκην μέτρον νόμισμα καλεῖται· τούτῳ γὰρ καταμετρεῖται τὰ ὤνια, διὸ νόμισμα καλεῖται. πῶς
20τὸ νόμισμα μεσότης καὶ πῶς τοῦτο † ἐν αὐτοῖς μεσότητος εὑρίσκει μέσον λαμβανόμενον αὐτῶν, δείκνυσι διὰ τούτων. λαμβάνει γὰρ οἰκίαν μὲν ὅ ἐστιν ἔργον οἰκοδόμου ἐπὶ τοῦ α, δέκα μνᾶς νομίσματα ἐπὶ τοῦ β, κλίνην δὲ ἐπὶ τοῦ γ· καὶ ἐπεὶ πάντα τετίμηται τῷ νομίσματι, ἡ οἰκία ἔστω πέντε μνῶν, ὅ ἐστιν ἥμισυ τοῦ β, τουτέστι δέκα μνῶν, ἡ δὲ κλίνη ἔστω μνᾶς μιᾶς
25ἀξία· τῷ δὴ νομίσματι γνωρίζομεν, πόσαι κλῖναι ἀντάξιοί εἰσι καὶ ἴσοι εἰσὶν οἰκίᾳ. ἐὰν μὲν γὰρ ἡ οἰκία πέντε μνῶν, πέντε κλῖναι ἔσονται ἴσαι οἰκίᾳ· εἰ δὲ δέκα μνῶν εἴη, δέκα κλῖναι ἴσαι ἔσονται οἰκίᾳ. ἐνδεέστερον δὲ δοκεῖ ἡ λύσις ἔχειν, λείπει γὰρ τῷ ἡ δὲ κλίνη τὸ μιᾶς, ἐπειδὴ ἡ κλίνη μιᾶς γίνεται, τὸ γ τοῦ β δέκατον μέρος. οὕτω δὲ καὶ ἐγένοντο
30πρότερον αἱ ἀλλαγαὶ πρὸς τῆς τοῦ νομίσματος χρήσεως. οὐδὲν δὲ διαφέρει οἰκίαν λαμβάνοντας ἢ πέντε κλίνας δοῦναι ἢ πέντε μνᾶς, εἰ εἴη ἡ οἰκία πέντε μνῶν τετιμημένη. διωρισμένων δὴ τούτων εἴρηκε περὶ τοῦ ὅτι τὸ δίκαιον μέσον ἐστὶ τοῦ πλείονος καὶ ἐλάττονος· τῆς γὰρ πλεονεξίας καὶ τῆς μειονεξίας μέσον τὸ δίκαιον, καὶ τὸ δίκαιον δεῖ πράττειν καὶ τὸ
35δικαιοπραγεῖν εἴη ἂν μεταξὺ τοῦ πλεονεκτεῖν καὶ τοῦ πλεονεκτεῖσθαι· ἡ δικαιοπραγία ἄρα μέση πλεονεξίας καὶ μειονεξίας. δείξας δὲ καὶ τὸ δίκαιον πῶς μέσον τῇ τοῦ ἐπανορθωτικοῦ παραθέσει εὐλόγως ἐπιφέρει, ὅτι ἡ δικαιοσύνη μεσότης εἴη οὐ τὸν αὐτὸν τρόπον ταῖς προειρημέναις ἀρεταῖς.
αἱ μὲν γὰρ δύο κακιῶν τῆς τε κατὰ τὴν ὑπερβολὴν καὶ τῆς κατὰ τὴν ἔνδειαν227

228

ἦσαν μέσαι, τοῦ μέσου οὖσαι πρακτικαί τε καὶ προαιρετικαί, οὗ καὶ ἐκείνων ἡ μὲν κατὰ τὴν ὑπερβολὴν ἡ δὲ κατὰ τὴν ἔνδειαν ἦν, ἡ δὲ δικαιοσύνη οὐκέτι δύο κακιῶν ἐστι μέση· μία γὰρ αὐτῇ ἐστι κακία ἐναντία, ἡ ἀδικία, καὶ ἔστι μεσότης τούτου· ἐν οἷς γάρ ἐστιν ἡ ἀδικία, τὸ μέσον αἱρεῖται·
5ἔστι γὰρ ἡ ἀδικία τῷ πλείονι καὶ τῷ ἐλάττονι· ἐν γὰρ ἀδικοῦντι καὶ ἀδι‐ κουμένῳ ἡ ἀδικία· ὧν ὁ μὲν ἀδικῶν πλέον ἔχει, ὁ δὲ ἀδικούμενος ἔλαττον, μέσον δὲ τοῦ πλείονος καὶ τοῦ ἐλάττονος τὸ ἴσον· οὗ ἡ δικαιοσύνη οὖσα πρακτικὴ κατὰ τοῦτο καὶ μεσότης ἐστίν. οὐ τὸν αὐτὸν δὲ τρόπον. οὐ γὰρ δύο κακιῶν ἐστι μεταξύ· μία γὰρ ἡ ταύτῃ ἐναντία, ἡ ἀδικία, ἣ ἐν
10ἀδικοῦντι καὶ ἐν ἀδικουμένῳ θεωρεῖται, ἐν τῷ πλείονι καὶ ἐλάττονι τὸ εἶναι ἔχουσα. ἀλλ’ ὅτι μέσου ἐστ. τοῦ γὰρ ἴσου τοῦ ὅ ἐστι μέσον τοῦ πλείονος καὶ ἐλάττονος. οὗ μέσου, λέγω δὴ τοῦ ἴσου, ἐπεί ἐστιν ἡ δικαιοσύνη πρακτική, κατὰ τοῦτό ἐστι μεσότης· οὐ γὰρ ᾗ δορυφορεῖται ὑπὸ κακῶν. καὶ ἡ μὲν δικαιοσύνη καθ’ ἣν ὁ δίκαιος λέγεται πρακτικός.
15τὸ κατὰ προαίρεσιν εὐλόγως προσέθηκε· τούτῳ γὰρ μάλιστα ἀναφαίνε‐ ται χαρακτηρίζων τὸ τῇ προαιρέσει καὶ κατὰ ἀρετήν τι ἐνεργεῖν. τότε γὰρ λέγεται τὸ κατ’ ἀρετήν, ὅταν μετὰ προαιρέσεως τὰ κατ’ ἀρετὴν πράττῃ. ὑπογράφει δὲ δι’ ὧν λέγει καὶ τὸν τῆς δικαιοσύνης ὅρον· ἕξιν γὰρ αὐτὴν λέγει καθ’ ἣν πρακτικοὶ κατὰ προαίρεσιν γίνονται τῶν ἐν ταῖς
20κοινωνίαις ἴσων. τὸ γὰρ τοῦ δικαίου ἴσον τῷ τοῦ ἴσου. τί δέ ἐστι τὸ ἴσον τὸ ἐν κοινωνίᾳ, δι’ ὧν προστίθησι δηλοῖ. λέγει γὰρ καὶ διανεμη‐ τικὸν καὶ αὑτῷ πρὸς ἄλλον καὶ ἑτέρῳ πρὸς ἕτερον καὶ τὰ λοιπά. διὰ γὰρ τούτων μνημονεύει μὲν φανερῶς τοῦ ἐν ταῖς νομαῖς ἴσου. ἐνδεικνύοιτο δ’ ἂν καὶ περὶ τοῦ ἐν ταῖς ἐπανορθώσεσιν, ἅμα δὲ καί πως
25τίνων καὶ διὰ τί ἡ δικαιοσύνη μεσότης ἐστὶ φανερὸν ποιεῖται. καὶ εἴη ἂν ἡ δικαιοσύνη συνελόντα εἰπεῖν ἕξις ἀφ’ ἧς πρακτικοὶ καὶ προαιρετικοὶ γί‐ νονται τοῦ ἐν ταῖς διανομαῖς καὶ ταῖς ἐπανορθώσεσιν ἴσου. ἡ δὲ ἀδικία τοὐναντίον τοῦ ἀδίκου· ἐλλείπει τὸ πρακτική τε καὶ προαιρετικὴ τοῦ ἁπλῶς ὠφελίμου, δηλονότι τοῦ πλείονος καὶ ἐλάττονος.
30nἘπὶ δὲ τῶν ἄλλων τὸ μὲν ὅλον ὁμοίως.
31 Εἰπὼν τὴν ἀδικίαν ἕξιν εἶναι ἐναντίαν τῇ δικαιοσύνῃ (τοῦ γὰρ ἀνίσου τοῦ ἐν ταῖς κοινωνίαις ὅ ἐστι πλέον τε καὶ ἔλαττον τοῦ ὠφελίμου. † γὰρ ἔλαβε τοῦ παρὰ τὸ ἀνάλογον), προαιρετικήν τε αὐτὴν καὶ πρακτικὴν εἶναι καὶ τὸν ἄδικον ὁμοίως φησὶ τὸν ἐφ’ ἑαυτοῦ μὲν οὕτως ποιοῦντα ὡς τῶν
35ἀγαθῶν τὰ πλείω νέμειν ἑαυτῷ, τῶν δὲ κακῶν τὰ ἐλάττω. ἐπὶ τῶν ἄλλων φησί, λέγει δὲ τῶν παρ’ ἑαυτῷ, οἳ καὶ κοινωνοὶ αὐτῷ· τὸ μὲν ὅλον ὁμοίως ἀντὶ τοῦ ἀνίσως· οὐ γὰρ ὡρισμένως, ὥσπερ ἐφ’ ἑαυτῷ
τῶν ἀγαθῶν τὸ πλεῖον ἐκείνοις, τῶν δὲ κακῶν τὸ ἔλαττον, ἀλλ’ ἀνίσως,228

229

ὡς εἴρηται. ὅλον δὲ τὸ διανεμόμενόν φησιν ἀγαθὸν καὶ κακὸν καὶ τοῦτο δὲ ὡς πολλάκις εἴρηκεν ἀνίσως καὶ ὁποτέρως ἔτυχε, τοῖς μὲν τῶν κακῶν τὰ πλείω, τῶν ἀγαθῶν δὲ τὰ ἐλάττω, τοῖς δὲ τὸ ἀνάπαλιν, καὶ οὐκ ἀφω‐ ρισμένως ὥσπερ ἐφ’ ἑαυτοῦ, ὡς ἤδη λέλεκται· ὡς εἶναι τοῦ ἀδίκου τὴν
5ἀνισότητα, ἣν καὶ παρὰ τὸ ἀνάλογον ἐκάλεσε, τυχηράν τε καὶ ἀστάθμητον καὶ κυριώτερον εἰπεῖν ἄλογον τὸ παρὰ τὸ ἀνάλογον, ὅτι καὶ ἡ ἀνισότης τοῦ ἀδίκου οὐκ ἀφωρισμένως ὡς ἐφ’ ἑαυτοῦ ἀλλ’ ὡς ἂν τύχοι. τοῦ γὰρ ἀδικήματος τὸ μὲν ἔλαττον. ὑπομιμνήσκει διὰ τούτων, ὅτι ἀνωτέρω ὑπερβολὴν εἶπε καὶ ἔλλειψιν τί ταῦτα εἰσί. περὶ μὲν οὖν δικαιοσύνης
10καὶ ἀδικίας. εἴρηκε γὰρ ὅτι τὰς ἕξεις ἐκείνας ἔχοντες τοιοῦτοι· τὸ δὲ καθόλου προσέθηκεν, ὅτι μὴ ἐπεξῆλθε τὰ καθέκαστα καὶ ὅτι ἐν τοῖς τῶν πρακτῶν λόγοις τὸ μὲν καθόλου ὁποῖόν τι δεῖ εἶναι ὑπογράφειν οἷόν τε, οὐκέτι μέντοι ἐπεξιόντα τὰ καθέκαστα οἷόν τε ὁρίσαι, μέχρι πόσου ἕκαστον αὐτῶν γινόμενον πλεῖον ἢ ἔλαττόν ἐστιν. οἱ γὰρ περὶ πρακτικῶν λόγοι
15οὐ δέχονται τὴν τοιαύτην ἀκριβολογίαν τῷ ἐν πλάτει ἕκαστον τούτων τὸ εἶναι ἔχειν. ἐπεὶ δὲ ἔστιν ἀδικοῦντα μήπω ἄδικον εἶναι. ἀσαφῶς καὶ ὑπομνηματικῶς μέμνηται τοῦ προβλήματος· πλὴν τὸ λεγόμενον σαφές· οὐ γὰρ τὴν πρᾶξιν ἀποσκοποῦντες τὰ πράγματα κρίνομεν ἀλλὰ τὸ οὗ ἕνεκα. ἐπεὶ δὲ μηδὲ κλέπτης ὁ τοῦ μαινομένου κλέψας τὸ ξίφος, σωτὴρ δέ, οὐδὲ
20μοιχὸς ὁ τὴν πλουσίαν διαφθείρας ἀλλὰ φιλόπλουτος, καὶ ὁ παρ’ Ὁμήρῳ Φοῖνιξ πεισθεὶς τῇ μητρὶ ἐμίχθη τῇ τοῦ πατρὸς παλλακίδι, ‘ἵν’ ἐχθήρειε γέροντα‘· οὕτως καὶ Ἀβεσαλώμ.
23nΔεῖ δὲ μὴ λανθάνειν.
24Εἰπὼν περὶ τοῦ δικαίου καὶ διελὼν αὐτὸ καὶ δείξας τὸ μὲν νεμητι‐
25κὸν αὐτοῦ τὸ δὲ ἐπανορθωτικόν, ἐπεὶ πολλαχῶς ἡ δικαιοσύνη λέγεται καὶ τὸ δίκαιον, περὶ ποίας δικαιοσύνης καὶ περὶ ποίου δικαίου τὸν λόγον πε‐ ποίηται, λέγει, ὅτι περὶ τοῦ πολιτικοῦ περὶ οὗ καὶ ἡ ζήτησις. ἐπεὶ καὶ τὸ ἁπλῶς καὶ κυρίως δίκαιον τοῦτό ἐστιν ὃ ὁρίζομεν κατὰ κοινωνίαν αὐτὸ εἶναι βίου πρὸς τὸ εἶναι αὐτάρκειαν ἐλευθέρων καὶ ἴσων ἢ κατ
30ἀναλογίαν ἢ κατ’ ἀριθμόν· κατ’ ἀναλογίαν μὲν ἴσων τῶν νεμομένων, κατ’ ἀριθμὸν δὲ τῶν ἐπανορθουμένων· τοιοῦτον δὲ τὸ πολιτικὸν δίκαιον. συντηρητικὸν γάρ ἐστι καὶ σωστικὸν τῶν κατὰ κοινωνίαν ἐλευθέρων καὶ ἴσων ἢ κατ’ ἀναλογίαν ἢ κατ’ ἀριθμὸν γινόμενον πρὸς αὐτάρκειαν βίου. κατὰ ἀναλογίαν μὲν οὕτως ὡς προείρηται ἐπὶ τοῦ νεμητικοῦ δικαίου, ὃ
35κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν ἔδειξε γινόμενον, ᾗ καὶ κυρίως ἀνάλογον καλεῖται, τὸ δὲ κατ’ ἀριθμὸν ἐπὶ τοῦ ἐπανορθωτικοῦ· τὸ γὰρ κατ’ ἰσό‐ τητα τὴν κατ’ ἀριθμὸν κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν φησί· διὰ δὲ
τούτων διὰ βραχέων διαίρεσιν τῶν πολιτειῶν ἐποιήσατο. κατὰ μὲν γὰρ229

230

ἀριθμὸν ἴσοι οἱ κοινωνοὶ ἐν δημοκρατίᾳ (πάντες γὰρ οἱ ἐν τῇ τοιαύτῃ πο‐ λιτείᾳ ἴσους ἑαυτοὺς ὑπολαμβάνουσι), κατ’ ἀναλογίαν δὲ ἴσοι οἱ ἐν ταῖς ὀλιγαρχίαις καὶ οἱ ἐν ταῖς ἀριστοκρατικαῖς πολιτείαις. ὡς εἶναι τὸ κατ’ ἀναλογίαν ἢ κατ’ ἀριθμὸν μὴ περὶ τοῦ δικαίου λεγόμενον ἀλλὰ περὶ τῶν
5κοινωνῶν. καὶ τὸ πολιτικὸν δίκαιον, τουτέστι περὶ οὗ ὁ λόγος, ἢ κατὰ ἀναλογίαν ὡς ἐπὶ τῶν νεμομένων, ἢ κατ’ ἀριθμὸν ὡς ἐπὶ τῶν ἀνορθου‐ μένων, οὐκ ἔστι τούτοις πρὸς ἀλλήλους, τουτέστιν ἰσότης καὶ κοι‐ νωνία βίου τοιαύτη πρὸς ἀλλήλους διὰ τὸ κυρίως δίκαιον περὶ οὗ ὁ λόγος, ἀλλά τι δίκαιον καὶ καθ’ ὁμοιότητα παρὰ τὸ πολιτικόν, ὃ οὐ διὰ
10νόμων οὐδὲ διὰ τῆς ἐκ τῶν νόμων δίκης καὶ κρίσεως ἴσου τε καὶ τοῦ ἀνίσου καὶ τοῦ δικαίου καὶ ἀδίκου.
12nἜστι γὰρ δίκαιον, οἷς καὶ νόμος.
13 Ὅτι πλεοναχῶς τὸ δίκαιον καὶ οὐ περὶ παντὸς δικαίου τὰ εἰρημένα εἴρηται. προστίθησι δὲ καὶ προσκατασκευάζει, ὅτι κυρίως δίκαιόν ἐστι τὸ
15πολιτικὸν τὸ περὶ οὗ εἴρηκε. τούτοις γάρ φησιν εἶναι δίκαιον πρὸς ἀλλή‐ λους καὶ κοινωνεῖν, τούτοις δὲ νόμοι πρὸς ἀλλήλους, οἳ καὶ ἀδικεῖν ἀλλή‐ λους δύνανται. καὶ γὰρ ὁ νόμος τηρητικὸς τῆς ἰσότητος τῆς κατὰ τὴν κοινωνίαν ἧς ἀδικία φθαρτική· ἐπεὶ μὴ ἐφ’ οἷς ἀδικῆσαι οἷόν τέ τινα μηδὲ γίνεται ἀδικία, οὗτοι οὔτε νόμου δέονται οὔτε τι ἔστιν αὐτοῖς δίκαιον
20ἢ νεμητικὸν ἢ ἐπανορθωτικόν· ἡ γὰρ δίκη ἡ γινομένη κατὰ τοὺς νόμους κρίσις ὥς φησι τοῦ δικαίου καὶ ἀδίκου ἐν οἷς ἐστι τὸ ἀδικεῖν οὐ πᾶσιν ἀδικία· τὸ γὰρ κατὰ προαίρεσιν τοῦτο δίκαιόν τε καὶ ἄδικον· ἐπεὶ ἔστι καὶ ἐν ἀγνοίᾳ καὶ ἐν ἄλλῳ τινὶ τρόπῳ ἀδικοῦντα ἢ δικαιοπραγοῦντα οὔτ’ ἀδικεῖν οὔτε δικαιοπραγεῖν. αἱ γὰρ κατὰ προαίρεσιν ὁρμαὶ κύριαι
25τῶν ἐπαίνων ἢ ψόγων, ὡς καὶ ἀνωτέρω ἐπὶ τοῦ μοιχείας ἐργαζομένου μὴ μέντοι μοιχείας κρινομένου ὑπέμνησεν. εἰπὼν δὲ ταῦτα προστίθησι· τὸ γὰρ πλέον αὑτῷ νέμειν τῶν ἁπλῶς ἀγαθῶν, ἔλαττον δὲ τῶν κακῶν. ἁπλῶς δὲ λέγει ἀγαθὰ καὶ κακὰ τὰ τῇ αὑτοῦ φύσει τοιαῦτα, ἐν οἷς ἐστι καὶ τὰ ὡς δυνάμεις λεγόμενα ἀγαθὰ καὶ κακά, οἷον πλοῦτος εὐγένεια πενία δυσγέ‐
30νεια ἀγαθὰ ἢ κακά ἐστι· συντελεῖ γὰρ καὶ τῷ σπουδαίῳ ἢ τῷ φαύλῳ πρὸς τὰς προηγουμένας κατ’ ἀρετὴν ἢ κακίαν ἐνεργείας, ἐν αἷς καὶ τὸ εὐδαιμονεῖν ἢ κακοδαιμονεῖν ὁρᾶται, εἴ γε ἐν μὲν ταῖς κατ’ ἀρετὴν ἐνερ‐ γείαις ἡ εὐδαιμονία τῷ σπουδαίῳ· τούτων δὲ ἐν ταῖς αἱρετωτέραις αἱρε‐ τώτεραι τῷ σπουδαίῳ αἱ προηγούμεναι τῶν περιστατικῶν, ἃς ἀδύνατον
35ἄνευ τῶν τοιούτων ἀγαθῶν γίνεσθαι. περὶ ἃ γὰρ ὡς ὕλην καὶ δι’ ὧν ὡς ὀργάνων αἱ προηγούμεναι κατ’ ἀρετὴν ἐνέργειαι γίνονται, ταῦτά ἐστι τὰ ὡς
δυνάμεις ἀγαθά. εἰπὼν δὲ τί ποτέ ἐστι τὸ ἀδικεῖν, διὰ τοῦτο, φησίν, οὐκ230

231

ἐῶμεν ἄνθρωπον ἄρχειν, ὡς τῶν ἀνθρώπων ἀδικεῖν δυναμένων καὶ νέμειν τῶν ἀγαθῶν τὸ πλεῖον ἑαυτοῖς, τῶν δὲ κακῶν τὸ ἔλαττον καὶ ὑπὲρ τοῦ ἀκώλυτον τούτους τὴν ἐξουσίαν ἔχειν ἐπιτιθεμένων τῇ τυραννίδι, ἀλλ’ ἀντὶ ἀνθρώπου τὸν λόγον, τουτέστι τὸν ἄρχοντα καθίσταμεν, ὃς οὐκέθ’ οἷός τέ
5ἐστιν ἀδικεῖν. ὁ γὰρ ἄρχων φύλαξ ἐστὶ τοῦ δικαίου, τοῦ ἴσου κατ’ ἀναλογίαν ἢ κατ’ ἀριθμὸν ἐν κοινωνίᾳ βίου ἐλευθέρων γινομένῃ ὑπ’ αὐταρ‐ κείας. διὰ δὲ τούτων ἀποδίδωσι τὴν αἰτίαν τοῦ ῥηθέντος τοῦ διὸ οὐκ ἐῶμεν ἄρχειν ἄνθρωπον ἀλλὰ τὸν λόγον. λέγει γὰρ δι’ ἣν αἰτίαν δοκεῖ ἡ δικαιοσύνη ἀλλότριον εἶναι ἀγαθόν· ἐπεὶ γὰρ ὁ δίκαιος ἄρχων
10καὶ φύλαξ τοῦ δικαίου καὶ ἴσου, τούτων δὲ ὁ φύλαξ οὐδὲν πλέον νέμει αὑτῷ εἰ μὴ ἀνάλογον αὐτῷ πλειόνων τυχεῖν, ἃ καὶ ἄλλου νέμοντος ἦν ποιεῖν· ὁ δὲ τῆς δικαιοσύνης φύλαξ ἀλλότριον ἀγαθὸν συντηρεῖ καὶ ἐργά‐ ζεται· διὰ τοῦτο μισθὸς αὐτῷ ὡρίσθη. καὶ τίς οὗτος λέγει, ὅτι τιμὴ καὶ γέρας.
15nΤὸ δὲ δεσποτικὸν δίκαιον.
16 Ὃ ἀνώτερον εἴρηκε παρὰ τὸ πολιτικὸν δίκαιον καὶ καθ’ ὁμοιότητα τούτου, νῦν διασαφεῖ τοῦτο καί φησιν εἶναι αὐτὸ τὸ δεσποτικόν τε καὶ πατρικόν· ἕτερον γὰρ τοῦτο παρὰ τὸ πολιτικόν· ἐκεῖνο μὲν γὰρ ἐν ἰσότητι θεωρεῖται τῇ πρὸς ἀλλήλους· οὔτε δὲ δούλου ἰσότης ἐστὶ πρὸς δεσπότην,
20ἔστ’ ἂν ᾖ δοῦλος, οὔτε υἱοῦ πρὸς πατέρα, ὑπὸ τῷ πατρὶ μένοντι· τότε γὰρ ὥσπερ μέρη αὐτῶν εἰσι, τοῦ δεσπότου φημὶ ὁ δοῦλος καὶ τοῦ πατρὸς ὁ υἱός, οὓς οὐχ οἷόν τε βλάπτειν, ὅτι μηδέ τις ἑαυτόν. ἀλλὰ καὶ ἐν οἷς ἐστι νόμος, ἐν τούτοις ἔφασκεν εἶναι τὸ πολιτικὸν δίκαιον· ὁ δὲ νόμος καὶ ἐν οἷς δύναταί τις βλάπτειν· ἐπανορθωτικὸς γὰρ τῶν παρὰ τὸ προσῆκον
25ὁ νόμος. οὐκ οὖν υἱῷ δίκαιον πρὸς πατέρα, οὐ δούλῳ πρὸς δεσπότην, μέχρις ἂν ὑπὸ τὸ κρατοῦν εἶεν, ὅτι ἐκλείπει τότε ἐν οἷς τῷ πολιτικῷ δικαίῳ, ἰσότης φημὶ καὶ βλάβη, ὧν τὸ μὲν κατὰ τὴν ἀριθμητικὴν ἀναλο‐ γίαν, τὸ δὲ κατὰ τὸ ἐπανορθωτικόν. ὅταν δὲ ὁ μὲν δοῦλος ἀπολυθῇ τῆς δουλείας, ὁ δὲ υἱὸς τῆς διὰ τὴν ἡλικίαν ὑποταγῆς καὶ γένηται αὐτοῖς ἰσό‐
30της πρὸς τὸ τέως κρατοῦν, τότε καὶ ὑπὸ τὸ πολιτικὸν πίπτουσι δίκαιον. πέφυκε γὰρ ὁ νόμος ἐν τούτοις εἶναι, ἐν οἷς ὅλως ἐπεφύκει νέμεσθαι ἰσό‐ τητος πρὸς ἀλλήλους ὑπαρχούσης τοῦ τε ἄρχειν καὶ ἄρχεσθαι παρὰ μέρος, ὧν οὐδὲν ἐπὶ τῶν ὑπ’ ἐξουσιῶν. διὰ τοῦτό φησι μᾶλλον πρὸς γυναῖκα εἶναι ἢ πρὸς τέκνα καὶ οἰκέτας. τὰ μὲν γὰρ κτήματά φησιν, ἀνδρὶ
35δὲ πρὸς γυναῖκα ἰσότης, καθ’ ὃ ἐλεύθεροι. καὶ ἔστιν ἐν τούτοις πρὸς ἀλλήλους τὸ οἰκονομικὸν δίκαιον, ἄλλο καὶ αὐτὸ ὂν τοῦ πολιτικοῦ· οὐ γὰρ ἐν τοιαύτῃ ἰσότητί εἰσι πρὸς ἀλλήλους ὡς παρὰ μέρος ἄρχειν τε καὶ ἄρχε‐
σθαι· ἀεὶ γὰρ δεῖ τὸν ἄνδρα ἄρχειν· δεῖ μέντοι τινῶν ἔχειν ἐξουσίαν καὶ231

232

τὴν γυναῖκα, ἧς ἡ τῶν εἰσκομιζομένων σωτηρία καὶ φυλακή. ἐρεῖ δὲ πλέον περὶ τούτων ἐν τοῖς Πολιτικοῖς. ἰσότης τοῦ ἄρχειν καὶ ἄρχε‐ σθαι, δηλονότι παρὰ μέρος, ἥτις ἰσότης ἐν οὐδετέρῳ τούτων ἐστί, διότι ἄμφω ἐλεύθεροί εἰσι, καὶ διὰ τοῦτο ἰσότης τίς ἐστιν ἐν αὐτοῖς, ἕτερον δὲ
5τοῦ πολιτικοῦ δικαίου. † διότι οὐ γὰρ δὴ παρὰ μέρος ἄρχειν καὶ ἄρχεσθαι τοῦ εἶναι καλῶς ἐπὶ τοῦ πολιτικοῦ. τοῦ δὲ πολιτικοῦ δικαίου· διαιρεῖ τὸ πολιτικὸν δίκαιον εἰς τὸ φυσικὸν καὶ νομικόν, ὁριζόμενος τί ἑκάτερον, καί φησι τὸ μὲν τὸ πανταχοῦ τὴν αὐτὴν ἔχον δύναμιν. πανταχοῦ δέ φησιν ἀντὶ τοῦ παρὰ τοῖς πλείστοις· εἰσὶ γάρ τινα ἔθνη ἃ οὐ κατὰ
10τοῦτο νομίζει. ἐν γὰρ τοῖς ἀδιαστρόφως καὶ κατὰ φύσιν ἔχουσι· καὶ διὰ τοῦτο τοῖς πλείστοις ὅσιόν ἐστι τὸ θεοὺς σέβειν, γονεῖς τιμᾶν, πλανωμένοις ὁδὸν ἐπιδεικνύειν. πρόσκειται δὲ οὐ τῷ δοκεῖν ἢ μὴ διὰ τὸ νομικόν· οὐ γὰρ τῷ δόξαι τισὶν ἢ μὴ τὸ φυσικὸν δίκαιον, ἀλλὰ τὸ πολιτικόν. τοῦτο γὰρ ἐξ ἀρχῆς μὲν οὐδὲν διαφέρει, τεθὲν δὲ καὶ νομισθὲν πολὺ τὸ διά‐
15φορον ἔχει, οἷον τὸ μνᾶς λυτροῦσθαι. τοῦτο γὰρ Ἀθηναῖοι καὶ Λακε‐ δαιμόνιοι ἐν τῷ πρὸς ἀλλήλους συνέθεντο πολέμῳ, τὸ μνᾶς λυτροῦσθαι τοὺς αἰχμαλώτους. μνημονεύει τῆς συνθήκης ταύτης Ἀνδροτίων· “Εὐκτή‐ μων Κυδαθήναιος. ἐπὶ τούτου πρέσβεις ἦλθον ἀπὸ Λακεδαίμονος Ἀθήναζε Μέγιλλος καὶ Ἔνδιος καὶ Φιλοχαρίδας” καὶ ἐπάγει “τῶν δὲ περιγενομένων
20ἀπέδοσαν μνᾶν ὑπὲρ ἑκάστου λαβόντες.” προειπὼν γὰρ ἦν ὅτι τοῦτο συνέθεντο ἐπὶ τῶν ἁλισκομένων. τὸ δὲ αἶγα θύειν ἀλλὰ μὴ δύο πρό‐ βατα οὐκ ἀπὸ ἱστορίας τινὸς εἴρηται. τὸ δὲ “Βρασίδᾳ θύειν Ἀμφι‐ πολῖται ποιοῦσιν, ὡς ἥρωϊ τούτῳ θύοντες. τὸ δὲ δοκεῖ δὲ ἐνίοις πάντα εἶναι τοιαῦτα τοιοῦτόν ἐστιν· τινές εἰσι οἳ οὐδὲν οἴονται φύσει δίκαιον
25εἶναι, ἀλλὰ πάντα θέσει τε καὶ νόμῳ. καὶ τῆς δόξης τὴν αἰτίαν προσ‐ έθηκε. τοῦτο δὲ οὐκ ἔστιν οὕτως ἔχον ἀλλ’ ἔστιν ὥς· τοῦτο δὲ εἴρηκεν ἤτοι περὶ τοῦ δικαίου, ὅτι μὴ πᾶν δίκαιον κινεῖται καὶ ὥς τινες λέγουσιν (ἔστι γὰρ ὡς τὸ δίκαιον ἀκίνητον καὶ παρὰ τισί, παρὰ γὰρ τοῖς κατὰ φύσιν ἔχουσιν), ἢ πρὸς τὸ ὅτι τὸ φύσει πᾶν ἀκίνητον, οὐ γὰρ ἔστι
30τοῦτο οὕτως ἔχον. πὼς γὰρ ἀκίνητα τὰ φύσει, οὐχ ἁπλῶς· τῇ γὰρ αὑτῶν φύσει ἀκίνητα, εἰ καὶ μὴ παρὰ τοῖς χρωμένοις αὐτοῖς. ἅμα δὲ διὰ τούτων γνώριμον ἔσται εἰπὼν καὶ τὸ πῶς εἶπε φυσικὸν εἶναι τὸ πανταχοῦ τὴν αὐτὴν δύναμιν ἔχον. ἔστι γὰρ ὡς τὸ φύσει δίκαιον καὶ παρὰ πᾶσίν ἐστι τοιοῦτον· παρὰ γὰρ τοῖς κατὰ φύσιν ἔχουσιν· οὐχ ἁπλῶς παρὰ πᾶσιν,
35ὥσπερ τὸ πῦρ καυστικὸν καὶ τὸ τῇ αὑτοῦ φύσει ἀγαθὸν ἀγαθόν ἐστιν ὡς πάντας ὠφελεῖν τοὺς κατὰ φύσιν ἔχοντας, ἀλλ’ οὐχ ἁπλῶς πάντας, καὶ τὸ
κατὰ φύσιν γλυκὺ γλυκάζον ἐστὶν ὡς πάντας γλυκάζειν τοὺς ὑγιαίνοντας.232

233

τὸ δὲ καίτοι παρά γε τοῖς θεοῖς ἴσως οὐδαμῶς ἔχον εἶπεν ἔνδοξον· εἰ γὰρ ἔστι τι παρὰ τοῖς θεοῖς δίκαιον, τοῦτο οὐδέποτε μεταπίπτει οὐδὲ ἄλλοις μὲν αὐτῶν ἐστι τοιοῦτον ἄλλοις δ’ οὐ τῷ πάντας αὐτοὺς ὁμοίως ἔχειν. συγχωρῶν δὲ καὶ τὸ φύσει δίκαιον εἶναι μετακινητικὸν καὶ ἐνδε‐
5χόμενον καὶ ἄλλως γίνεσθαι παρά τισιν ὁρίζεται αὐτὸ τῷ τοῖς κατὰ φύσιν ἔχουσι δοκεῖν τοιοῦτον· οὕτω γὰρ λέγομεν καὶ τὴν δεξιὰν χεῖρα φύσει κρείττονα καὶ ἐχυρωτέραν εἶναι, ὅτι ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων οὕτως ἔχει. οὕτω γὰρ καὶ φύσει δίπους ἄνθρωπος καὶ φύσει δύο ὀφθαλμοὺς ἔχει, καίτοι ἐνδέχεται καὶ ταῖς χερσὶν ἀμφοτέραις ἴσον τινὰ ἰσχύειν ὡς τὸν
10Ἀστεροπαῖον [ὅτι] καὶ τῇ ἀριστερᾷ πλέον καὶ ἕνα πόδα ἢ ἕνα ὀφθαλμὸν ἔχειν. καὶ τὰ ψηφισματώδη, τὰ διὰ ψηφισμάτων κυρούμενα πρὸς καιρόν, ἃ οὐκ ἦν δίκαια πρὶν τεθῆναι, ὡς τὸ τὰς ἀρχὰς ὠνητὰς εἶναι. ἀλλ’ ἔστιν ὥς, τουτέστιν ἔστι τι καὶ ἀκίνητον· κινητὸν μέντοι πᾶν, διότι τῆς τοῦ ἐνδεχομένου φύσεώς ἐστιν, εἴπερ ἄμφω κινητὰ ὁμοίως· παρὰ γὰρ
15τοῖς ἀδιαστρόφως ἔχουσιν ὄντα ὡς προεῖπεν ἤδη. καίτοι ἐνδέχεται πάντας ἀμφιδεξίους γενέσθαι· τοῦτο οὐκ ἀργῶς προσέθηκεν, ἀλλ’ ὑπὲρ τοῦ τὴν κρίσιν ἡμᾶς μὴ ἀπὸ τοῦ πλήθους ἀλλ’ ἀπὸ τῶν κατὰ φύσιν ἐχόντων ποιεῖσθαι. οὐ γὰρ ὅτι τοῖς πλείστοις ὁ πλοῦτος κακόν, διὰ τοῦτο οὐ τῇ φύσει αὐτοῦ ἀγαθόν, ἀλλὰ τοιοῦτος ὅτι τοῖς κατὰ φύσιν ἔχουσιν
20ἀγαθόν. πῶς δὲ ἔχει τὸ κατὰ συνθήκην δίκαιον, ὃ καὶ συμφέρει, εἶπε τῷ διὰ τὸ συμφέρειν δοκεῖν τῷ κοινῷ τίθεσθαί τε τὴν ἀρχὴν καὶ πάλιν μετα‐ τίθεσθαι τοῖς μέτροις, ἃ πρὸς τὸ χρήσιμον ἀλλάσσεται, σαφῶς ἐπεδεί‐ ξατο. ἐπεὶ οὐδὲ πολιτείας. οὐ γὰρ πανταχοῦ καὶ παρὰ πᾶσιν ἡ αὐτὴ πολιτεία, οὐδὲ παρὰ τοῖς αὐτοῖς ἡ αὐτὴ αἰεί, ὅτι μὴ φύσει αἰεὶ ἀλλὰ
25νόμῳ τε καὶ κατὰ συνθήκην συνίστανται καὶ τοιούτοις χρῶνται δικαίοις. ἡ μέντοι ἀρίστη αἰεὶ καὶ παρὰ πᾶσι τοῖς κατὰ φύσιν ἔχουσιν ἡ αὐτή· φύσει γὰρ αὕτη· καὶ γὰρ εἰ μὴ κατ’ αὐτὰ πολιτεύονται ἀλλὰ κατὰ φύσιν τέ ἐστιν αὐτοῖς ὡς καὶ τὸ τὴν δεξιὰν χεῖρα ἔχειν κρείττω τοῖς ἔχουσιν· αὕτη δ’ ἂν εἴη ἐν ᾗ τὰ φυσικὰ δίκαια καὶ νόμιμά ἐστι. τῶν δὲ δικαίων
30καὶ νομίμων. φησὶν ἔχειν τὰ νόμιμα καὶ δίκαια πρὸς τὰ κατ’ αὐτὰ πρασσόμενα οὕτως ὡς ἔχει τὰ καθόλου πρὸς τὰ καθ’ ἕκαστα. ὡς γὰρ ἄνθρωπος εἷς ὢν τῷ εἴδει καὶ κοινόν τι καὶ καθόλου εἴδει ἐννοήσει οὐκ ἐν ὑποστάσει ὄν, καθὸ κοινῶς κατὰ πλειόνων τῶν καθέκαστα ἀνθρώπων κατηγορεῖται, οὕτω καὶ τὰ μὲν δίκαια ἢ νόμιμα καθόλου ἐστὶ τοιαῦτα ὑπὸ
35τῶν νόμων ὡρισμένα, τὰ δὲ πρασσόμενα καθέκαστά τε καὶ ὑπ’ ἐκεῖνα. κοινὸν γὰρ δίκαιον καὶ νόμιμον τὸ παρακαταθήκην φέρε εἰπεῖν ἀποδιδόναι, καθ’ ἕκαστα δὲ καὶ ὑπ’ ἐκεῖνο πρασσόμενον τὸ ὑπὸ τοῦδε ἀποδοθῆναι ἢ ὑπὸ τοῦδε· αἱ γὰρ πράξεις ἐν τούτοις, ὧν πάντως κοινὸν ἐν τούτῳ κατη‐
γορεῖται, ἐν τούτοις τὸ εἶναι ἔχον. ἐκείνων δὲ ἕκαστον ἕν. περὶ τῶν233

234

καθόλου φησί· καθόλου γὰρ καὶ κοινὸν ὡς εἶδος. τὰ γὰρ ὑπὸ τῶν νόμων ὡρισμένα καθόλου ἐστί, τὰ δὲ καθ’ αὑτὰ πρασσόμενα τάδε τινά ἐστι καὶ καθ’ ἕκαστα. διαφέρει δὲ τὸ ἀδίκημα καὶ τὸ ἄδικον. εἰπὼν ἕκαστον τῶν νομίμων καὶ δικαίων καθόλου πως εἶναι πρὸς τὰ κατ’ αὐτὰ πρασσό‐
5μενα, νῦν τί μέν ἐστι τὸ καθόλου, τί δὲ τὸ κατ’ αὐτὸ πρασσόμενον καὶ ὅτι κατὰ τοὔνομα διαφέρον λέγει. διαφορὰν γὰρ δείκνυσιν ἀδίκου τε καὶ ἀδικήματος καὶ δικαίου καὶ δικαιώματος ἢ δικαιοπραγήματος. ἄδικον μὲν γάρ ἐστι τῇ τάξει, ὂν καθόλου τε καὶ ὡρισμένον καὶ τεταγμένον τῷ λόγῳ· ὅταν δὲ πραχθῇ καὶ ἐν πράξει γένηται, ἀδίκημά ἐστιν, ὂν ἐν τοῖς καθ’
10ἕκαστα. ὁμοίως τὸ δίκαιον ὡρισμένον τε καὶ καθόλου δίκαιον, πραχθὲν δὲ τοῦτο δικαίωμα ἀνάλογον τῷ δικαιώματι. εἰπὼν δὲ δικαίωμα τὸ κατὰ τὸ ὡρισμένον τε καὶ καθόλου δίκαιον πραχθὲν ἐπανορθοῦται αὐτὸ καί φησι· καθόλου μὲν τὸ κατὰ τὸ ὡρισμένον δίκαιον πᾶν πραχθὲν δικαιοπράγημα καλεῖται ἀλλ’ οὐ δικαίωμα, ἄν τε ἐν νομῇ ᾖ ἄν τε περὶ τὰ συναλλάγματα,
15ἰδίως δὲ δικαίωμα τὸ ἐπανορθωτικὸν τοῦ ἀδικήματος, τουτέστιν ἡ ἐπὶ τῷ ἀδικήματι τιμωρία τε καὶ ζημία. τοιοῦτόν ἐστι καὶ τὸ “δικαιώσει δὲ Κόρινθον”, ἴσον τῷ ἐπανορθώσει καὶ κολάσει· τὸ γὰρ εἰς τὸν ἀδικήσαντα γινόμενον δικαιοπράγημα τοῦτ’ ἐστὶ τὸ δικαίωμα. ὁ μὲν γὰρ τὴν παρα‐ καταθήκην ἀποδιδοὺς δικαιοπραγεῖ, ὁ δὲ τῷ μὴ ἀποδιδόντι ἐπεξιὼν δικαιοῖ
20τὸν ἀδικήσαντα, καὶ τὸ τοιοῦτο δικαιοπράγημα δικαίωμα. τίνα δέ ἐστι καὶ πόσα εἴδη δικαιοπραγημάτων τε καὶ ἀδικημάτων καὶ ἐν τίσι καὶ πῶς γινό‐ μενα τοιαῦτά ἐστιν, ὕστερον ἐρεῖν φησι· δοκεῖ δέ μοι δι’ ὧν ἐπιφέρει περὶ τούτων λέγειν. λέγει γὰρ τῶν τὰ δίκαια ἢ ἄδικα ποιούντων τινὲς μέν εἰσιν οἱ δικαιοπραγοῦντες ἢ ἀδικοῦντες κυρίως, τινὲς δὲ οὐ κυρίως ἀλλὰ
25κατὰ συμβεβηκός· καὶ δείκνυσι τῶν ἀδίκως γινομένων τὰ μὲν ὄντα ἀτυ‐ χήματα, τὰ δὲ ἁμαρτήματα, τὰ δὲ ἀδικήματα, τὰ δὲ ἤδη καὶ μετὰ κακίας γινόμενα. ἔστι γὰρ ταῦτα προσαρμόζειν ἃ ἴσως ἐρεῖν ὑπερτίθεται. [ἄδικον μὲν γάρ ἐστι τὸ φύσει ἢ τῇ τάξει ἀντὶ τοῦ καθόλου καὶ τεταγμένον καὶ ὡρισμένον τῷ λόγῳ, ὅτι ὅταν πραχθῇ ἀδίκημά ἐστιν, ἀντὶ τοῦ ἐν πράξει
30γένηται. ὁμοίως δὲ καὶ δικαίωμα, τουτέστι τὸ διορθούμενον μεταλήψει δικαιοπράγημά φησι λέγεσθαι μᾶλλον εὔλογον ἂν εἴη δικαίωμα τὸ ἐπανόρ‐ θωμα τοῦ ἀδικήματος, ὅ ἐστιν ἡ ἐπὶ τῷ ἀδικήματι τιμωρία καὶ ζημία. τοιοῦτον δὲ τὸ “δικαιώσει δὲ Κόρινθον” ἀντὶ τοῦ ἐπανορθώσει καὶ κολάσει. τὸ γὰρ εἰς τὸν ἀδικήσαντα γινόμενον δικαιοπράγημα, τοῦτό ἐστι δικαίωμα.]
35nὌντων δὲ τῶν δικαίων καὶ ἀδίκων.
36 Εἰπὼν περὶ τοῦ ἀδικεῖν καὶ τοῦ δικαιοπραγεῖν νῦν προσδιορίζεται αὐτά, ἅμα δὲ καὶ διορίζει περὶ τοῦ προβλήματος ὃ ἐκίνησε πρὸ ὀλίγου εἰπὼν
“ἐπειδὴ ἔστιν ἀδικοῦντα μήπω ἄδικον εἶναι, ὁ ποῖα ἀδικήματα ἀδικῶν234

235

ἤδη ἄδικός ἐστιν ἑκάστην ἀδικίαν;” τὸ δὲ ἀλλ’ ἢ κατὰ συμβεβηκὸς τοῦτο τί ποτέ ἐστι δι’ ὧν ἐπάγει δηλοῖ. ὅταν γὰρ πράττων τὰ δίκαια ἄκων κατὰ συμβεβηκὸς δικαιοπραγῇ, ὁμοίως δὲ καὶ ὁ τὰ ἄδικα πράττων εἰ ἄκων πράττοι, † ταῦτα δὲ καὶ τῷ ἑκουσίῳ. ὄντων δὲ δικαίων καὶ ἀδίκων
5τῶν εἰρημένων, τουτέστι τοῦ νεμητικοῦ καὶ ἐπανορθωτικοῦ, ὁμοίως δὲ καὶ τῶν ἐναντίων αὐτοῖς. λέγω δὲ ἑκούσιον μὲν ὥσπερ καὶ πρότερον εἴρηται. εἰπὼν τῷ ἑκουσίῳ ὁρίζεσθαι τό τε δικαιοπράγημα καὶ τὸ ἀδίκημα, εἰκότως ἡμᾶς ὑπομιμνήσκει τῶν εἰρημένων αὐτῷ περὶ ἑκουσίου τε καὶ ἀκουσίου ἐν τῷ τρίτῳ. ὄντος γὰρ διττοῦ τοῦ ἀκουσίου, τοῦ τε βίᾳ καὶ
10τοῦ δι’ ἄγνοιαν γινομένου, τὸ ἑκούσιον ἦν ὃ μήτε βίᾳ μήτε δι’ ἄγνοιαν γίνεται, ὃ ἔστιν οὐ βίᾳ μέν, οὗ ἡ ἀρχὴ ἐν αὐτῷ, οὐ δι’ ἄγνοιαν δέ, εἰ μὴ τὰ καθ’ ἕκαστά τις εἴη ἀγνοῶν δι’ ὧν καὶ ἐν οἷς ἡ πρᾶξις· ὁ γὰρ τῷ τὸ καθόλου ἀγνοεῖν ἁμαρτάνων οὐ δι’ ἄγνοιαν ἁμαρτάνει, ὡς ἔδειξεν ἐν τῷ τρίτῳ. διὰ τούτων δι’ ὧν γίνεται τὸ ἑκούσιον, οὗ ἡ ἀρχὴ ἐπ’ αὐτῷ εἰ‐
15δότι τὰ καθ’ ἕκαστα ἐν οἷς ἡ πρᾶξις, τοῦτο δὴ καὶ νῦν τὸ ἑκούσιον λέγει εἶναι· ὃ γὰρ ἄν τις τῶν ἐπ’ αὐτῷ ὄντων, τουτέστιν ὧν ἡ ἀρχὴ ἐπ’ αὐτῷ· τῶν γὰρ βίᾳ γινομένων οὐκ ἐν τοῖς πράττουσιν ἡ ἀρχή· ὃ δὴ ἄν τις τούτων τῶν ἐπ’ αὐτῷ ὄντων, ἃ ἔστιν ὧν ἡ ἀρχὴ ἐπ’ αὐτῷ, εἰδὼς καὶ μὴ ἀγνοῶν πράξει, τοῦτ’ ἔστι τὸ ἑκουσίως γινόμενον· ἐπεὶ δὲ ἦν τὸ
20διὰ τὴν τῶν καθ’ ἕκαστα ἄγνοιαν γινόμενον ἀκούσιόν τε καὶ δι’ ἄγνοιαν γινόμενον, τότε φησὶ τοῦτο τοιοῦτον εἶναι, ὅταν τις μηδὲν τῶν καθ’ ἕκαστα ἐν οἷς ἡ πρᾶξις ἀγνοῇ· τὰ δὲ καθ’ ἕκαστα ἐν οἷς ἡ πρᾶξις ὧν ἀγνοήσας τις ἐποίει δι’ ἄγνοιαν ἦν ταῦτα, ὁ πράττων, περὶ ὃ πράττει, ὃ πράττει, δι’ οὗ πράττει, οὗ ἕνεκα πράττει, ὡς πράττει. ὧν τὸν μὲν πράττοντα οὐδεὶς
25δύναται ἀγνοεῖν· οὐδεὶς γὰρ ἂν αὑτὸν ἀγνοήσαι “μὴ μαινόμενος”, ὡς εἶπεν ἐκεῖ. συνέστειλε δὲ καὶ τὰ ἄλλα εἰς τρία, ὧν καὶ νῦν μνημονεύει· ὁ γὰρ γνωρίζων τόν τε περὶ ὃν ἡ πρᾶξις γίνεται καὶ τὸ ὄργανον δι’ οὗ καὶ τίνος ἕνεκα γίνεται, οὗτος ἑκουσίως ποιεῖ. καὶ γὰρ τὸ δι’ ἄγνοιαν γινό‐ μενον, παρά τινος ἀγνοίας τῶν τριῶν τούτων γίνεται. ἐδείχθη γὰρ ὑπα‐
30γόμενα καὶ τὰ ἄλλα τούτοις. καὶ εἴη ἂν διὰ τοῦτο μήτε οὗ λέγων τὸ τίνος ἕνεκα. ὥσπερ γὰρ ἐπεξηγούμενος τὰ προειρημένα προσέθηκε τὸ τίνα τύπτει· ἢ καὶ τίνων ἕνεκε. μὴ κατὰ συμβεβηκὸς δὲ τούτων ἑκά‐ τερόν φησι τῶν ἐν οἷς δηλονότι τὸ ἑκούσιον ἦν, ὧν τὸ μὲν ἦν τὸ ἐπ’ αὐτῷ ἐστι † τὸ συμβεβηκός· μηδὲ βί, τουτέστι μὴ τὸ μὲν αὐτῷ κατὰ
35συμβεβηκός, τὸ δὲ βίᾳ· οὐ γὰρ ἀμφότερα μὴ κατὰ συμβεβηκὸς καὶ ἀμφό‐
τερα μὴ βίᾳ, ἀλλ’ ἐπὶ μὲν τούτου τῷ τὴν ἀρχὴν μὴ ἐπ’ αὐτῷ εἶναι τὸ235

236

μὴ βίᾳ ἁρμόζοι ἄν. δύναται γὰρ δι’ αὑτοῦ τις οὗ τὴν ἀρχὴν μὲν ἐν αὑτῷ ἔχει, βιασθείς τι ποιῆσαι, ὡς αὐτὸς παρατίθεται τὸ ἐπὶ τῶν χειρῶν, τὸ δὲ ἐπὶ τοῦ εἰδέναι τὰ καθ’ ἕκαστα, τὸ μὴ κατὰ συμβεβηκός. τὸ γὰρ τὰς χεῖρας κινεῖν τινα τὰς ἰδίας ἐν αὐτῷ ἡ ἀρχὴ καὶ ἐπ’ αὐτῷ τούτῳ τὸ
5εἶναι δοκεῖ ἀλλ’ ὅταν ἄλλος τις βίᾳ λαβών τινος τὴν χεῖρα τύπτῃ τινά, ὃ ἐπ’ αὐτῷ ἦν καὶ οὗ τὴν ἀρχὴν ἐπ’ αὐτῷ εἶχε, τοῦτο βίᾳ ποιεῖ. δύναται μέντοι λέγειν τις, κατὰ συμβεβηκὸς τότε ἐπ’ αὐτῷ εἶναι τὸ τὰς χεῖρας κινεῖν, ὅτι εἰ διὰ τούτου βιαζόμενος ποιεῖ, οὐ συμβέβηκε τὴν ἀρχὴν τῆς κινήσεως ἐπ’ αὐτῷ εἶναι καὶ † ὃ ἔχει τοῦτο κινῆσαι αὐτὸς καὶ ἐν αὐτῷ τὴν
10ἀρχήν· καὶ οὕτως ἂν εἴη τὸ βίᾳ γινόμενον κατὰ συμβεβηκὸς ἐπ’ αὐτῷ. κατὰ συμβεβηκὸς δὲ γνωρίζοι ἄν τις ταῦτα, ὧν ἡ ἄγνοια ἀκούσιον ἐποίει τὸ γινόμενον οὕτως ὡς αὐτὸς δείκνυσιν. ὁ γὰρ τὸν πατέρα τύπτων καὶ γνωρίζων μὲν ὅτι ἄνθρωπος, ἀγνοῶν δὲ ὅτι πατήρ, κατὰ συμβεβηκὸς ἂν εἴη γνωρίζων τὸν περὶ ὃν ἡ πρᾶξις. ἀλλὰ καὶ ὁ τὸν ἐλλέβορον γνωρίζων
15τε καὶ διδούς τινι, οὐκ εἰδὼς δὲ οὗ ποιητικός, κατὰ συμβεβηκὸς ἂν καὶ οὗτος γνωρίζοι τὸ οὗ ἕνεκα. ὁμοίως δὲ καὶ ὁ εἰδὼς τὸ ἀκόντιον ὃ ἀφίησι, μὴ εἰδὼς δὲ ὅτι λελόγχωται, κατὰ συμβεβηκὸς ἂν γνωρίζοι. τὸ δὲ οὗ ἄλλων οὐδὲ τῶν οὕτως γνωριζομένων καθ’ αὑτό. διὸ οὐδὲ ἑκουσίως ἡ πρᾶξις γίνοιτο ἄν, ἐν ᾗ τὰ καθ’ ἕκαστα ἐν οἷς ἡ πρᾶξις κατὰ συμβεβηκὸς
20γνωρίζεται. ὧν γὰρ ἡ καθ’ αὑτὸ γνῶσις τὴν πρᾶξιν ἑκούσιον ποιεῖ, τούτων εἰ κατὰ συμβεβηκός τι γνωρίζοιτο, οὐχ ἑκούσιον τὸ γινόμενον. αὐτὸς δὲ αὐτὸ καθόλου εἶπε διὰ τοῦ εἰπεῖν ὁμοίως δὲ τὸ τοιοῦτον διωρίσθω καὶ ἐπὶ τῶν οὗ ἕνεκα καὶ περὶ τὴν πρᾶξιν αὐτήν. τὸ δὴ ἀγνοού‐ μενον τί ἐστι, τὸ ἑκούσιον πρότερον ἀποδούς, νῦν πάλιν τὸ ἀκούσιον τί
25ποτ’ ἔστι λέγει καί φησι τοῦτο εἶναι ἀκούσιον τὸ δι’ ἄγνοιαν πραττόμενον ἢ βίᾳ τῶν ἐφ’ ἡμῖν ὄντων. λέγει δὲ τὰ φυσικὰ καὶ ἀγνοούμενα. οὔτε μὴν τῶν δι’ ἡμῶν γενομένων ἐφ’ ἡμῖν δὲ ὄντων, οὔτε ἑκούσια οὔτε ἀκούσια. ἔστι δὲ τοιαῦτα ὅσα κατὰ φύσιν γίνεται, οἷον ἡ τῆς τροφῆς κρίσις καὶ πέψις 〈καὶ〉 ἡ τῶν τρεφομένων αὔξησις. ἐν γὰρ τοῖς ἐφ’ ἡμῖν
30τὸ ἑκούσιον καὶ τὸ ἀκούσιον. ὄντα δὲ ἐφ’ ἡμῖν οὐχ ἑκούσια μέν, οὐ μὴν ἤδη καὶ ἑκούσια· οὐ γὰρ βίᾳ γίνονται· ὡς εἶναι τὸ ἀκούσιον ἐν τοῖς ἐφ’ ἡμῖν, ὅταν ἢ δι’ ἄγνοιάν τι πράττωμεν τούτων καὶ μὴ κατὰ τὴν ἐν αὐτοῖς ἀρχὴν μηδὲ ἑκόντες. ὅτι γὰρ δεῖ τῷ ἑκουσίῳ ὥσπερ τὸ μὴ ἀγνοεῖν, οὕτως δὲ καὶ τὸ μὴ βίᾳ ἀλλὰ καὶ τὸ ἐπ’ αὐτῷ προσκεῖσθαι ἐδήλωσεν ἐπὶ τῶν
35φύσει γινομένων ἐν ἡμῖν, ἃ καίτοι εἰδότων ἡμῶν γινόμενα, οὔπω ἐστὶν ἑκούσια, ὅτι μὴ ἐφ’ ἡμῖν ἐστιν ἡ ἀρχὴ τῆς ἐπ’ αὐτὰ κινήσεως. ἢ βί. τὸ λεγόμενον τοιοῦτόν ἐστι. ταῦτά ἐστιν ἀκούσια ὅσα ἀγνοεῖται ἢ μὴ ἀγνοεῖται μὲν μὴ ἐπ’ αὐτῷ δέ ἐστι, τουτέστι μὴ κατὰ τὴν ἐν αὐτῷ ἀρχὴν γίνεται ἀλλὰ βίᾳ· ὡς ἀντὶ τοῦ ἢ τὸ ἀλλὰ τίθεσθαι καὶ εἶναι ἀλλὰ βί.
40εἰπὼν δὲ μὴ ἐπ’ αὐτῷ δ’ ὄν, πῶς εἶπε τοῦτο, ἐδήλωσεν ἐπενεγκὼν τὸ236

237

βί, ὂν ἴσον ὡς εἰπεῖν τῷ ἀλλὰ βί· ὡς γὰρ τῷ μὴ ἐπ’ αὐτῷ ἀντὶ τοῦ βίᾳ κεχρημένος ἐδήλωσεν οἷον τὸ ἐγγηρᾶν ἢ ἀποθνήσκειν διὰ τὸ μὴ ἐν ἡμῖν εἶναι τὴν ἀρχὴν τῆς ἐπ’ αὐτὰ κινήσεως. φύσεως γὰρ ὄντες θνητῆς οὐ κύριοί ἐσμεν τοῦ ἐπὶ τοῦτο μὴ ἐλθεῖν· ἀνάγκῃ γὰρ ἥκομεν.
5nἜστι δὲ ὁμοίως ἐπὶ τῶν ἀδίκων καὶ τῶν δικαίων.
6 Εἰπὼν πρὸ ὀλίγου τὸ ἀδικεῖν καὶ τὸ δικαιοπραγεῖν ἐν τοῖς ἑκουσίως γινομένοις εἶναι καὶ διὰ τούτων τί ποτέ ἐστι τὸ ἀκούσιον ὑπομνήσας ἡμᾶς καὶ εἰπὼν ὅτι κατὰ συμβεβηκὸς γίνεται, ὃ κατὰ τὴν ἐν αὐτῷ ἀρχὴν ποιήσας τις ἢ γνωρίζων τι τούτων ἐν οἷς ἐστιν ἡ πρᾶξις οὐχ ἑκὼν ποιεῖ, τοῦτο
10λέγεται καὶ ἐπὶ τῶν δικαίων καὶ ἐπὶ τῶν ἀδίκων εἶναι τὸ κατὰ συμβε‐ βηκός. ὁ γὰρ ποιῶν τι τῶν δικαίων ἄκων καὶ διὰ φόβον κατὰ συμβεβηκὸς δικαιοπραγεῖ· ὅτι γὰρ οἷς συμβέβηκε δικαίοις εἶναι ταῦτα ποιεῖν λέγει, οὐ μὴν ἁπλῶς οὐδὲ κυρίως καὶ μὴ ἑκών. οὐ γὰρ ἐν τούτῳ τὸ δικαιοπραγεῖν· ὁμοίως καὶ ὁ μὴ ἐκ τῶν ἀδίκων τι ποιήσας ὡς ὁ ἀναγκασθεὶς μὴ ἀπο‐
15δοῦναι τὴν παρακαταθήκην, κατὰ συμβεβηκὸς ἀδικεῖ (ὅτι γὰρ συμβέβηκε τῷ ὑπ’ αὐτοῦ πρασσομένῳ ἀδίκῳ εἶναι), οὐ μὴν ἁπλῶς· τὸ γὰρ ἁπλῶς ἦν ἐν τῷ ἑκόντα ποιεῖν αὐτά. λαβὼν δὲ ὅτι ἐν τοῖς ἑκουσίως γινομένοις ἐστὶ τό τε δικαιοπραγεῖν καὶ ἀδικεῖν, ὥσπερ καὶ τὸ ἑκουσίως ἢ ἀκουσίως τι ποιεῖν ἐν τοῖς ἐφ’ ἡμῖν, ἑξῆς τῶν ἑκουσίως γινομένων διαφοράς τινας
20δείκνυσι. τῶν γὰρ ἑκουσίως πρασσομένων τὰ μὲν προελόμενοι καὶ μετὰ προαιρέσεως ποιοῦμεν, τὰ δὲ οὐ προελόμενοι, ὥσπερ τὰ διὰ θυμόν. καὶ ὅτι γε ἔστι τινά, ἃ ἑκόντες ποιοῦμεν, οὐ προελόμενοι δέ, ἐνεδείξατο διὰ τὸ ὑπομνῆσαι ἡμᾶς ὅτι ἔνια ὧν ἑκόντες ποιοῦμεν οὐ προβουλευόμενοι ποιοῦμεν ἀλλ’ ἀπροβουλεύτως· ἦν δὲ ἡ προαίρεσις τῇ βουλῇ· ὄρεξις
25γάρ ἐστιν αὕτη βουλευτική, ὥστε οὐδὲ κατ’ ἀρετὴν καὶ κακίαν ταῦτα ἂν γένοιτο. τριῶν δὲ οὐσῶν βλαβῶν. διελὼν πρὸ ὀλίγου καθ’ ἑκάστας γε αὐτῶν ὁποῖά τε εἴδη καὶ ὁπόσα καὶ περὶ ποῖα ὄντα τυγχάνει ὕστερον ἐπι‐ σκέπτεσθαι, νῦν τοῦτο ποιεῖ. διελὼν γὰρ τὸ ἑκούσιον εἴς τε τὸ κατὰ προαίρεσιν καὶ εἰς τὸ χωρὶς προαιρέσεως, ἐπεὶ τῶν γινομένων τὰ μὲν
30ἀκουσίως γίνεται, τὰ δὲ ἑκουσίως, ἔστι δὲ ἡ ἀδικία βλάβη τις, ἀποδίδωσι νῦν ἡ πῶς γινομένη βλάβη ἀδικία. τῶν γὰρ βλαβῶν αἱ μὲν μετ’ ἀγνοίας τοῦ γινομένου γίνονται καί εἰσιν ἀκούσιοι, αἱ δὲ ἑκουσίως καὶ εἰδότων, καὶ τῶν μετ’ ἀγνοίας αἱ μὲν παράλογοι καὶ ἐκ παραδόξου γίνονται, αἱ δὲ τὸ μὲν ἀκούσιον ἔχουσιν, οὐ μὴν καὶ κατὰ 〈τὸ〉 παράλογον καὶ παράδοξον γί‐
35νονται. τὰς δὲ κατὰ ἄγνοιαν γινομένας βλάβας κοινῶς εἶπεν ἁμαρτήματα.
μετὰ δὲ ταῦτα ὑποδιαιρέσεις αὐτῶν ποιεῖ· τὰς μὲν παραλόγως αὐτῶν γι‐237

238

νομένας ἀτυχήματα καλῶν, τὰς δὲ μὴ παραλόγως ἁμαρτήματα ὁμωνύμως τῷ κοινῷ. εἴη δ’ ἂν παραλόγως γινόμενα τὰ σπάνια καὶ ἀπροσδόκητα, οἷον εἰ τὴν θύραν ἀνοίξαντος ἄφνω τινὸς ὁ πατὴρ παρεστὼς ἐπλήγη ἢ εἰ γυμναζομένου ἐν τῷ τοιούτῳ χωρίῳ καὶ ἀκοντίζοντος ἐν ᾧ οὐδεὶς ἐτύγ‐
5χανεν ὤν, εὑρέθη τις τῶν οἰκετῶν ἀπὸ τύχης ὢν ἐν αὐτῷ καὶ περιπίπτων τῷ ἀκοντίῳ. τὰ γὰρ τοιαῦτα παράλογά τε καὶ ἀπροσδόκητα. ὅσα δὲ μὴ ἔχει μὲν τὸ παράλογον, ἀγνοοῦντος μέντοι γίνεται, ταῦτα ἁμαρτήματα. ὁ γὰρ ἐν ὁδῷ ἀκοντίζων, ἐν ᾖ εἰκὸς εἶναί τινα, καὶ τυχών τινος ἡμάρτηκε. καὶ αἱ τοιαῦται τῶν βλαβῶν ἁμαρτήματα καλοῦνται. Θεόφραστος μέντοι
10τὰ ἀτυχήματα οὐχ ὑπάγει τοῖς ἀδικήμασιν· ἔοικε δὲ μηδὲ Ἀριστοτέλης. τίνα δὲ τὰ μετ’ ἀγνοίας γινόμενά ἐστι; πάλιν αὐτὰ διδάσκει καὶ τίθησι πέντε. οὐ τοῦτο δὲ λέγει, ὅτι τὰ μετὰ ἀγνοίας γινόμενα περὶ τὴν τῶν πάντων τῶν προειρημένων ἄγνοιαν γίνεται, ἀλλ’ ὅτι περὶ τὶ τούτων ἀγνοη‐ θέν· ἱκανὸν γὰρ καὶ ἕν τι τούτων πρὸς τὸ γινόμενον ἐν ἀγνοίᾳ γενέσθαι.
15ταῦτα δέ, φησίν, ἔστι τό τε ὃν καὶ ᾧ καὶ ὃ καὶ οὗ χάριν καὶ ὥς ἐστι. τὸ μὲν ὅν, περὶ ὃν ἡ πρᾶξις, ᾧ δὲ τὸ ὄργανον, ὃ δὲ ἡ πρᾶξις αὐτή, οὗ δὲ χάριν τὸ τέλος, ὡς δὲ ὁ τρόπος. ὅταν μήτε ὅν, τουτέστι περὶ ὃν ἡ πρᾶξις· ὃ δὲ τῆς πράξεως αὐτῆς· περὶ ὃν μὲν γὰρ τὸν πατέρα τυχόν, ὃ δὲ ἡ πρᾶξις, ἡ τῶν μυστηρίων τυχὸν ἐκφορά, ᾧ δὲ τὸ ὄργανον, τυχὸν τὸ
20ἀκόντιον ἢ ὁ καταπέλτης, οὗ δὲ τὸ τέλος, τυχὸν φίλτρον ἢ ὑπνωτικόν, ὡς δὲ ὑπνωτικὸν πιὼν τυχὸν λάθοι θανασίμῳ θανάσιμον ἐργασάμενος. ἢ οὐχ ὃν ἢ οὐχ ὡς. ἠρέμα γὰρ οἰόμενος πλήττειν ἔπληξε σφοδρῶς. ὅταν μὲν οὖν παραλόγως, τουτέστιν ἀπροσδοκήτως οὐ περὶ τὴν τοῦ ποιοῦντος ῥᾳθυμίαν γινομένη τὸ ἔξωθεν εἶναι τὴν ἀρχὴν καὶ τὴν αἰτίαν, ὡς ὅταν τις
25δισκεύων ἔνθα οὐδεὶς ἦν, εἶτα ἔπληξέ τινα δισκεύων, ἀπὸ τύχης γέγονεν. ἀλλ’ ὀργίσας. τὸν θυμούμενόν φησι τῶν ἑκόντων εἶναι. τῶν γὰρ ἑκόντως ποιούντων, οὓς καὶ εἰδότας λέγει, οἱ μὲν καὶ προελόμενοι ποιοῦσιν, οἳ δ’ οὔ. τὰ μὲν οὖν μὴ προβουλευσαμένων γινόμενα ἀδικήματα λέγει. τοιαῦτα δὲ τὰ δι’ ὀργὴν γινόμενά φησι. τὰ γὰρ περὶ τὰς ὀργὰς ἁμαρτανόμενα
30ἀπροβουλεύτως γίνεται. τὰ δ’ ἄλλα πάθη ὅσα ἀναγκαῖα 〈ἢ〉 φυσικὰ εἶεν ἂν ἔρωτες λῦπαι καὶ φόβοι· φυσικὰ γὰρ πάθη ταῦτα (καὶ πολλὰ διὰ ταῦτα ἀπροβουλεύτως ἁμαρτάνεται), ἀναγκαῖα δὲ δίψα λιμός. καὶ γὰρ φο‐ βηθείς τις μὴ τρωθείη προλαβὼν ἔτρωσε καὶ ἔβλαψε προβουλευσάμενος καὶ ἐρῶν ἐπείσθη κελεύσαντι τῷ ἐρωμένῳ οὐ προβουλευσάμενος καὶ
35λυπηθεὶς παρ’ αὐτὴν τὴν λύπην, ἐποίησέ τι ὃ εἰ ἐσχόλασε τῷ βουλεύσα‐ σθαι οὐκ ἐποίησε. καὶ ἔπιε δέ τις ἀλλότριον πόμα ἢ σιτία ἥρπασε διὰ λιμόν, ὧν εἰ ἐβουλεύσατο οὐδὲν ἐποίησεν. ὁ δὴ τούτων τι πράξας, διότι
μὲν εἰδὼς καὶ ἑκὼν ἐποίησεν ἀδικεῖ, ὅτι δὲ μὴ προελόμενος οὐδέπω ἄδικος·238

239

ὁ δὲ ἐκ προαιρέσεως βλάπτων οὐ μόνον ἀδικεῖ ἀλλ’ ἤδη μοχθηρὸς καὶ ἄδικος ἔσται· ὡσαύτως καὶ ὁ διὰ θυμόν τι ποιήσας εἰδὼς μὲν ἐποίησε καὶ ἑκών, οὐ προβευλεύσας δὲ οὐδὲ προελόμενος. ὁ γὰρ ὑβρισθεὶς καὶ διὰ τοῦτο τρώσας οὐκ ἐν ἑαυτῷ τὴν ἀρχὴν ἔσχεν ἀλλ’ ἐν τῷ ὑβρικότι. ὁ
5γὰρ ὀργίσας τὸ πᾶν εἴργασται. τοῦτο δὲ προσέθηκεν ἐπεὶ προεῖπεν ὅτι τὰ διὰ θυμὸν πραχθέντα ὑπὸ εἰδότων μὲν γίνεται, οὐ μὴν κατὰ προαίρεσιν, οὐδὲ γὰρ προβουλευσαμένων.
8nἜτι δὲ οὐδὲ περὶ τοῦ γενέσθαι ἢ μ.
9Καὶ τοῦτο σημεῖον παρέχεται τοῦ τοὺς διὰ θυμόν τι πράξαντας μὴ
10ἐπιβούλως μηδὲ ἀπὸ κακίας πεποιηκέναι, ὃ οὐ ποιοῦσιν οἱ ἐξ ἐπιβουλῆς ἀδικοῦντες. ὁμολογοῦντες γὰρ τὸ γεγονέναι διαμφισβητοῦσι περὶ τοῦ δι‐ καίως αὐτὸ πεποιηκέναι. ὡς γὰρ ἠδικημένοι οἱ δι’ ὀργήν τι ποιοῦντες καὶ ἀμυνόμενοι τοὺς πράξαντας ποιοῦσιν. ἐπὶ φαινομένῃ γὰρ ἀδικίᾳ ἡ ὀργή ἐστι. διὸ καὶ ἐπὶ τοῦ δικαίως πεποιηκέναι ἀμφισβητοῦσιν. οἱ μὲν
15γὰρ ἐν τοῖς συναλλάγμασι βλάπτοντες περὶ τοῦ γεγονέναι ἀμφισβητοῦσιν· τὸ γὰρ δρᾶμα ἀμφισβητοῦσιν ἅτε ἐξ ἐπιβουλῆς ποιοῦντες τοιοῦτον, οἱ μὲν ἀποδεδωκέναι τὸ ὀφειλόμενον λέγοντες, οἱ δὲ μὴ κεκομίσθαι, ὧν ἀνάγκη τὸ ἕτερον εἶναι πάντως. κακὸν μὲν γάρ τις εἴη διὰ λήθην ποιῶν ἢ δι’ ἄγνοιαν, ἐπὶ δὲ τῶν διὰ θυμὸν παθῶν περὶ μὲν τοῦ γεγονέναι
20τὸ πρᾶγμα ὁμολογοῦσιν οἱ πεποιηκότες, περὶ δὲ τοῦ δικαίως ἢ ἀδίκως ἢ μὴ δικαίως ἡ ἀμφισβήτησις τῷ πεποιηκότι καὶ τῷ πεπονθότι. οὐ γὰρ ὥσπερ ἐν τοῖς συναλλάγμασιν. οἱ γὰρ ἐν τοῖς συναλλάγμασι βλάπ‐ τοντες περὶ τοῦ γεγονέναι ἀμφισβητοῦσιν, οἱ μὲν ἀποδεδωκέναι φέρε εἰπεῖν τὸ ὀφειλόμενον λέγοντες, οἱ δὲ μὴ κεκομίσθαι. ἂν δ’ ἐκ προαιρέσεως
25βλάψ, ἀδικε· ὅτι μηδέπω ἄδικος μηδὲ ἀδικεῖ διὰ πάθος τι ποιήσας. διὰ πλειόνων περιστήσας τὸ τοῖς προειρημένοις ἀκόλουθον ἐπιφέρει, ὅτι ὁ ἐκ προαιρέσεως βλάπτων ἀδικεῖ. τὸ δὲ κατὰ ταῦτα ἤδη τὰ ἀδική‐ ματα, τουτέστι κατὰ τὰς τοιαύτας βλάβας βλάπτων ἤδη καὶ ἄδικός ἐστιν· ἀδικήματα γὰρ εἶπε τὰς βλάβας. ὅταν οὖν κατὰ προαίρεσιν βλάπτῃ τις
30ἢ νέμων αὑτῷ τὸ πλέον παρὰ τὸ ἀνάλογον ἢ πλεονεκτῶν καὶ τὸ ἴσον παραβαίνων, οὗτος ἤδη ἄδικος, ὡς δὲ ἄδικος μὲν καὶ ἀδικεῖ ὁ κατὰ προ‐ αίρεσιν βλάπτων· ὁ δὲ εἰδὼς μέν, μὴ κατὰ προαίρεσιν δὲ πράττων οὐκ ἀδικεῖ· ἀδίκημα μέντοι τὸ γινόμενόν ἐστιν. οὕτως ἔχει καὶ ἐπὶ τοῦ δι‐ καίου. ὁ μὲν γὰρ πρὸς τῷ εἰδέναι καὶ κατὰ προαίρεσιν δίκαια ποιῶν δί‐
35καιος, ὁ δὲ εἰδὼς μέν, μὴ κατὰ προαίρεσιν δὲ ποιῶν, δικαιοπραγεῖ μέν, οὐ μέντοι καὶ δίκαιός ἐστι. τῶν δ’ ἀκουσίων. πάντες γὰρ ὅσοι ἐξ ἐπι‐ βουλῆς βλάπτουσιν, ἐπεὶ μὴ ἀγνοοῦντες ποιοῦσιν, ἤδη διὰ κακίαν καὶ μοχ‐
θηρίαν οὗτοι βλάπτουσιν. ἀκούσια δὲ νῦν ἔοικε λέγειν πάντα τὰ μὴ κατὰ239

240

προαίρεσιν γινόμενα. τὰ γὰρ διὰ πάθος γινόμενα πρὸ ὀλίγου ἑκούσια μὲν εἶπεν, ἀπροαίρετα δέ, νῦν δὲ τοῖς ἀκουσίοις ὑποτάσσει καὶ ταῦτα. καθόσον μὲν γὰρ οὐ δι’ ἄγνοιαν γίνεται ἑκουσίως γίνεσθαι δοκεῖ, καθόσον δὲ οὐ κατὰ προαίρεσιν ἀκουσίως· τῶν δὴ ἀκουσίως γινομένων ὅσα πρὸς τῷ
5ἀγνοεῖν καὶ δι’ ἄγνοιαν γίνεται, ταῦτα συγγνώμης ἄξια. δι’ ἄγνοιαν εἶπε γίνεσθαι ἐφ’ ὧν τὸ καθ’ ἕκαστά τι ἐν οἷς ἡ πρᾶξις, 〈ἃ〉 ἦν καὶ κυρίως ἀκούσια. ὅσα δὲ οὐ δι’ ἄγνοιαν γίνεται ἀγνοούντων δέ (ἦν δὲ ταῦτα τὰ περὶ τὴν τοῦ καθόλου καὶ τοῦ προσήκοντος ἄγνοιαν ἁμαρτήματα. ταῦτα δὲ ἦν τὰ διά τι πάθος γινόμενα), τούτων φησὶν ὅσα διὰ πάθος
10γίνεται μὴ ἀνθρωπικὸν μήτε φυσικὸν οὐ συγγνωμονικά. ἐπιζητήσαι δ’ ἄν τις εὐλόγως τί μὲν τὰ φυσικά, τί δὲ τὰ ἀνθρωπικὰ πάθη λέγει. εἰ γὰρ λέγει ταῦτα λύπην ἡδονὴν φόβον ἔλεον καὶ τὰ τούτοις ὅμοια, οὐ μόνον ἂν λέγοι συγγνώμης ἄξια εἶναι τὰ δι’ ἄγνοιαν γινόμενα, ἃ καὶ κυρίως ἦν ἀκούσια, ἀλλὰ καὶ τῶν ἑκουσίων πολλά τε καὶ πολλοὶ τῶν ἐν τοῖς πάθεσι
15τούτοις ὄντων εἰδότες καὶ ἑκόντες ἁμαρτάνουσιν, ὡς ἔδειξεν ἐν τῷ τρίτῳ. ἢ διαφέροι ἂν καὶ ἐν τούτοις τὸ προαιρούμενον αὐτὰ πράττειν ᾗ προαιρού‐ μενον καὶ διὰ τοῦτο καὶ ἡ μὲν ἀκρασία οὐκ ἀδικία, ἡ δὲ ἀκολασία κακία; φυσικὰ δὲ καὶ ἀνθρώπινα λέγοι ἂν πεῖναν δίψαν καὶ ὅσα τούτοις ἕπεται, μᾶλλον δὲ περὶ τὰ ἀναγκαῖά ἐστιν ὧν χωρὶς ἀδύνατον εἶναι. ὁ γὰρ διὰ
20λιμὸν καὶ τὴν τῶν ἀναγκαίων ἐπιθυμίαν τε καὶ ἀπορίαν ἁμαρτάνων συγ‐ γνωστός, ὁ δὲ τοιᾶσδέ τινος ἐπιθυμίᾳ τροφῆς καὶ τοιοῦδέ τινος ἐπιθυμίᾳ οἴνου, οὐκ ἔστι συγγνώμης ἄξιος. οὐκέτι γὰρ ἡ τῶν τοιούτων ἐπιθυμία φυσικὸν πάθος καὶ συνᾴδοι ἂν οὕτως λεγόμενα τοῖς ἐν τῷ τρίτῳ· εἰ δὲ μή, διαφωνίαν ἔχει τινὰ νῦν· τῶν δὲ ἀκουσίων εἶπεν ἀντὶ τοῦ τῶν φύσει
25γινομένων ἀκουσίων· οὐ γὰρ ἀληθῶς ἀκούσια τὰ διὰ πάθος· δῆλον δὲ ἐκ τοῦ μηδὲ συγγνώμης ἀξιοῦσθαι.
27nἈπορήσειε δ’ ἄν τις.
28 Εἰπὼν ἐν τοῖς ἔμπροσθεν τί τὸ ἀδικεῖν καὶ ἀδικεῖσθαι καὶ ὁσαχῶς, νῦν ἀπορεῖ εἰ ἔστι καὶ ἑκόντα ἀδικεῖσθαι, καὶ τὰ τοῦ Εὐριπίδου παρατί‐
30θεται ἰαμβεῖα ἐκ τοῦ Βελλεροφόντου μαρτυρίαν· ὃ μὴ ἀποδεχόμενος προσέ‐ θηκε τὸ ἀτόπως· παρὰ λόγον γὰρ τὸ εἰρημένον καὶ ἄτοπον τὸ ἢ θέλουσαν ὑπὸ ἑκόντος ἀνῃρῆσθαι τοῦ παιδὸς ἢ [μὴ θέλουσαν ἢ] θέλουσαν ἀναιρεθῆναι ὑπὸ ἄκοντος [ἀναιρεθῆναι] τοῦ παιδός· τοῦτο δὲ ἢ ἰδίως τῷ Εὐριπίδῃ εἰρη‐ μένῳ ἐπιφέρει (παντελῶς γὰρ ἄτοπον τὸ ἢ θέλουσαν οὐκ ἑκών) ἢ
35καθόλου προδιορθούμενος ὡς ἄτοπον τὸ λέγειν ἑκόντα τινὰ ἀδικεῖσθαι, ὅτι240

241

αἰτία οὐκ εὔλογος συνέστηκε. διὰ δὴ τοῦτο αὐτὸ τὸ εἰρημένον ὑπεύθυνόν ἐστι. ζητεῖ δὲ ὅλως εἰ ἔστιν ἑκόντα ἀδικεῖσθαι ἢ ὥσπερ τὸ ἀδικεῖν ἑκούσιόν ἐστι (τούτῳ γὰρ ὁ ἀδικῶν ὁρίζεται τῷ ἑκὼν καὶ κατὰ προαίρεσιν βλάπτειν), οὕτω καὶ τὸ ἀδικεῖσθαι πᾶν ἀκούσιον ἀντικείμενόν τε τῷ ἀδικεῖν
5ἢ καὶ τὸ αὐτὸ πᾶν ἑκούσιον καὶ τὸ ἀδικεῖν. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δικαιοῦσθαι τὴν αὐτὴν ἀπορίαν φησὶ καὶ ζήτησιν εἶναι ἥνπερ ἐπὶ τοῦ ἀδικεῖσθαι. καὶ διὰ τί, λέγει· ἐπεὶ γὰρ τὸ δικαιοπραγεῖν πᾶν ἑκού‐ σιον, ὥσπερ καὶ τὸ ἀδικεῖν ἀντικείμενον (ἀντίκειται δὲ ὡς τὸ ἀδικεῖν τῷ ἀδικεῖσθαι, οὕτω τὸ δικαιοπραγεῖν τῷ δικαιοῦσθαι, ὁμοίως δ’ ἂν καὶ τὸ
10ἀδικεῖσθαι ἔχοι ἂν ἑκάτερον αὐτῶν), ἢ ὡς ἀκούσιον εἴη ἀντικείμενον τούτῳ ὡς ἀντίκειται ὄντι ἑκουσίῳ ἢ ὡς ἑκούσιον ἑκουσίῳ. ἔστι δὲ δικαιοῦσθαι τὸ ὑπὲρ τοῦ δικαίου ἀνισοῦσθαι κατὰ τὸ ἐπανορθωτικὸν δίκαιον. αὐτὸς μὲν οὖν φησιν, ὁμοίως ἔχει τὸ ἀδικεῖσθαι πρὸς τὸ ἀδικεῖν καὶ τὸ δικαι‐ οῦσθαι πρὸς τὸ δικαιοπραγεῖν· καὶ γὰρ ἐν τούτῳ ὁ μέν τίς ἐστι τὰ ἀλλό‐
15τρια λαμβάνων καὶ πλεονεκτῶν, ὃς οὐκ ἄκων ἔχει ταῦτα, ὁ δὲ ἐλαττού‐ μενος, ἐφ’ οὗ τὸ ἑκούσιόν τε καὶ τὸ ἀδικεῖσθαι κατηγορεῖται. εἰ δὲ ἰδίως δικαιοῦσθαι λέγοιεν οἱ ἠδικηκότες ἐπανορθούμενοι καὶ ἐξισούμενοι τῇ ἀφαι‐ ρέσει οὗ ἐπλεονέκτησαν καὶ ὥσπερ κολαζόμενοι, καὶ οὕτως ἂν ὅμοιον εἴη τὸ ἀδικεῖσθαι καὶ τὸ δικαιοῦσθαι· ἄμφω γὰρ ἀκούσια. ὁμοίως δὲ καὶ
20ἐπὶ τοῦ δικαιοῦσθαι. ἡ αὐτή φησι ζήτησις καὶ ἐπὶ τοῦ ἀδικεῖσθαι εἰπεῖν ἔστιν ἀκούσιον ἢ οὐ ἢ μᾶλλον ἑκούσιον, ἐπεὶ τὸ δικαιοπραγεῖν πᾶν ὅ ἐστιν ἀντικείμενον αὐτῷ ἑκούσιον εἶναι λέγει.
23nἌτοπον δ’ ἂν δόξειεν.
24Ὅτι μὴ οἷόν τε λέγειν πᾶν τὸ δικαιοῦσθαι ἑκούσιον, προστίθησι λέγων
25ἔνιοι γὰρ δικαιοῦνται οὐχ ἑκόντες. εἶεν δ’ ἂν οὗτοι ἠδικηκότες ὧν πλέον ἐχόντων ὁ δίκαιος ἀφαιρεῖται. ἔοικε δὲ διὰ τούτων συγχωρεῖν τὸ μὴ μόνον τοὺς ἠδικηκότας ἐπὶ τῇ ὑπὲρ τοῦ δικαίου ἐπανορθώσει δικαι‐ οῦσθαι ἀλλὰ καὶ τοὺς ἠδικημένους· οὗτοι γὰρ εἶεν μὴ ἄκοντες ἀλλ’ ἑκόντες δικαιούμενοι ὅσοι ἐλαττοῦνται, οἱ δὲ ἄκοντες ὅσοι ἐπλεονέκτουν· οἱ δὲ
30ἄκοντες οὐδένα ἐπλεονέκτουν. ἢ εἰπεῖν δεῖ ὡς τὸ ἀδικεῖν πᾶν ἑκούσιον ὁμοίως καὶ τὸ δικαιοπραγεῖν, οὕτω τὰ τούτῳ ἀντικείμενα τό τε ἀδικεῖσθαι καὶ τὸ δικαιοῦσθαι ἔχειν ὡς ἑκάτερον αὐτῶν, ἢ πᾶν ἑκούσιον εἶναι. ἢ πᾶν ἑκούσιον. δεικνὺς ὅτι μὴ οἷόν τε πᾶν τὸ δικαιοῦσθαι ἑκούσιον εἶναι· εἴη δ’ ἂν δεδειχὼς ὅτι πᾶν ἄρα ἀκούσιον, καὶ ὅτι τοῦτό ἐστι τὸ δεδειγμέ‐
35νον, ἐκ τῶν ἐπιφερομένων δῆλον· πότερον ὁ τὸ ἄδικον πεπονθώς· ἀντὶ τοῦ ὁ δικαιωθείς, εἴ γε μὴ πᾶν τὸ δικαιοῦσθαι ἑκούσιον εἶναι δοκεῖ.
οὐδὲ γὰρ τῷ πλεονεκτοῦντι καθ’ αὑτὸ ἑκούσιον· ἢ ὥσπερ ἐπὶ τοῦ241

242

πράττειν καὶ ἐπὶ τοῦ πάσχειν ἐστίν. ἀπορήσας εἰ ἔστιν ἀδικεῖσθαι ἑκόντα καὶ κοινοποιήσας τὸν λόγον καὶ ἐπὶ τοῦ δικαιοῦσθαι ὡς ὁμοίως ἔχοντος ἐκείνου τε πρὸς τὸ ἀδικεῖν καὶ τοῦ δικαιοῦσθαι πρὸς τὸ δικαιο‐ πραγεῖν καὶ ὀφειλόντων αὐτῶν ἢ ἀμφοτέρων ἑκουσίων εἶναι ἢ ἀκουσίων.
5καὶ ἐπεὶ μὴ οἷόν τε τὸ δικαιοῦσθαι ἑκούσιον πᾶν λέγειν, προσθεὶς νῦν πειρᾶται δεικνύναι, πῶς οἷόν τε ἑκάτερον αὐτῶν [δεικνύμενον] πῶς μὲν ἀκούσιον, πῶς δὲ ἑκούσιον λέγειν· διό φησιν ὥσπερ ἐπὶ τοῦ πράττειν ἔχει (πράττειν δὲ ἦν τό τε ἀδικεῖν καὶ τὸ δικαιοπραγεῖν), οὕτως ἕξει καὶ ἐπὶ τοῦ πάσχειν (πάσχειν δέ ἐστι τό τε ἀδικεῖσθαι καὶ τὸ δικαιοῦσθαι).
10ἐπεὶ δὲ τοῦ ἀδικεῖν καὶ τοῦ δικαιοπραγεῖν ἦν τὸ μὲν καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκός, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τούτων ἕξει. ὡς οὖν ἐπ’ ἐκείνων λέγεται τὸ διττόν (ἀδικεῖν τε γὰρ ἦν τὸ μὲν καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκός), ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δικαιοπραγεῖν. καὶ τὸ μὲν ἀδικεῖν καθ’ αὑτὸ καὶ τὸ δικαιοπραγεῖν καθ’ αὑτὸ ἑκούσια, τὰ δὲ κατὰ
15συμβεβηκός. ἑκούσια δὲ οὕτως φησὶν ἔχειν καὶ ἐπὶ τοῦ ἀδικεῖσθαι 〈καὶ〉 τοῦ δικαιοῦσθαι καὶ ἔσεσθαι ἑκάτερον καὶ τούτων διττόν, καὶ τὸ ἀδικεῖσθαι καὶ τὸ δικαιοῦσθαι. ἐπεὶ γὰρ ἔστι τὰ ἄδικα πάσχειν τε καὶ βλάπτεσθαι ἑκόντα καὶ ἄκοντα, ὁ μὲν ἑκὼν ταῦτα πάσχων κατὰ συμβεβηκὸς ἂν εἴη ἀδικού‐ μενος, ὡς δείξει, καὶ εἴη ἂν οὗτος ἀντικείμενος τῷ κατὰ συμβεβηκὸς ἀδι‐
20κοῦντι, οὕτως ἔχων οὗτος τὸ πάσχειν τε καὶ ἀδικεῖσθαι ὡς ἐκεῖνος τὸ ποιεῖν καὶ ἀδικεῖν, κατὰ συμβεβηκός. ὅ τε ποιῶν ἀδικεῖ, ἄκων γάρ, καὶ ὁ πάσχων ἀδικεῖται, ἑκὼν γάρ. ὁ δὲ καὶ ἄκων τὰ ἄδικα πάσχων καὶ βλαπτόμενος ἁπλῶς ἂν εἴη ἀδικούμενος, ἀντικείμενος τῷ ἁπλῶς ἀδικοῦντι καὶ τούτων ὡς ὁ ἀδικῶν ἔχει τὸ ἀδικεῖν (ἁπλῶς γὰρ διότι ἑκών), οὕτως
25καὶ ὁ ἀδικούμενος τὸ ἀδικεῖσθαι (ἁπλῶς γὰρ οὗτος, ἄκων δέ). ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ δικαιοῦσθαι· ὁ μὲν κατὰ συμβεβηκὸς δικαιούμενος ἑκὼν δηλονότι πάσχει τὰ δίκαια, ἀντικείμενος τῷ κατὰ συμβεβηκὸς δικαιοπρα‐ γοῦντι, ὅς ἐστιν ἄκων τὰ δίκαια ποιῶν. εἴη δ’ ἂν οὗτος δικαιούμενος μό‐ νος, ὁ ἀδικήσας καὶ ἐπανορθούμενος.
30nΕἰ δ’ ἔστιν ἁπλῶς τὸ ἀδικεῖν.
31 Μεταβαίνει ἐπὶ τὸ δεύτερον πρόβλημα τὸ εἰ αὐτός τις αὑτὸν ἀδικεῖ καὶ εἰ ἑκών τις ὅλως ἀδικεῖται. διὸ εὐλόγως προστέθειται ἡ προειρημένη ἀπορία τῇ πρώτῃ· τὸ πρῶτον δὲ *** δείκνυσιν δὲ ὅσον ἐπὶ τῷ λόγῳ τῷ ἀποδεδομένῳ τοῦ ἀδικεῖν, ὡς ἀδικήσει τις αὐτὸς αὑτόν. εἰ γὰρ ἔστιν
35ἁπλῶς καὶ χωρὶς προσθήκης τὸ ἀδικεῖν τὸ βλάπτειν ἑκόντα τιν, τὸ δὲ ἑκόντα ἐστὶ τὸ μὴ δι’ ἄγνοιαν ἀλλ’ εἰδότα ταῦτα ἐν οἷς ἡ πρᾶξις, εἴη ἂν αὑτὸν ἀδικεῖν· ὁ γὰρ ἀκρατὴς ἑκὼν ἀδικεῖ αὑτόν. εἰ γὰρ εἰδὼς τὰ καθ’
ἕκαστα καὶ μὴ ἀγνοῶν τὰ εἰς βλάβην αὑτοῦ πράσσει, [εἰ δὲ ἑκὼν αὑτὸν242

243

ἀδικεῖ αὐτός τε εἰδὼς τὰ καθ’ ἕκαστα καὶ μὴ ἀγνοῶν τὰ εἰς βλάβην αὐτοῦ πράττει, εἰ δὲ] ἑκὼν αὑτὸν βλάπτει, καὶ βλάπτοιτο ἂν ἑκών, ὥστε καὶ ἀδι‐ κοῖτο ἂν ἑκών· ἀλλὰ καὶ ὑπ’ ἄλλου ἑκών τις δι’ ἀκρασίαν βλάπτοιτο ἑκόν‐ τως, ὥστε καὶ ἀδικοῖτο ἂν ἑκόντως. ὁ γὰρ ἀκρατῶς ὑπὸ ἐρωμένης ἀπο‐
5συλώμενος τὰ αὑτοῦ ἑκὼν βλάπτεται. ἢ οὐκ ὀρθὸς ὁ διορισμός; τῷ τοῦ ἀδικεῖν διορισμῷ τὸ λεῖπον προστίθησιν, οὗ προστεθέντος οὔτε ἑαυτόν τις ἀδικήσει εἰ μὴ κατὰ συμβεβηκὸς οὔτε ἑκὼν ἀδικήσει. ἔστι δὲ ὃ προ‐ στίθησι τὸ παρὰ τὴν τοῦ βλαπτομένου βούλησιν. τότε γὰρ ἀδικήσει ὁ ἀδικῶν, ὅταν ἑκὼν βλάπτῃ παρὰ τὴν βούλησιν τοῦ βλαπτομένου. βλάπτε‐
10ται μὲν γάρ τις ἑκὼν καὶ τὰ ἄδικα πάσχει, ἀδικεῖται δὲ οὐδεὶς ἑκών· τὸ γὰρ παρὰ τὴν βούλησιν τὴν αὑτοῦ βλάπτεσθαι ἀδικεῖσθαί ἐστι καὶ τὸ ἀδικεῖν τὸ ἑκόντα βλάπτειν παρὰ τὴν βούλησιν τοῦ βλαπτομένου. ὁ δὲ ἀκρατὴς ἑαυτὸν βλάπτων, ἤτοι παρὰ τὴν αὑτοῦ βούλησιν τοῦτο ποιεῖ καὶ οὐκ ἀδικεῖ (εἰ δὲ μὴ ἀδικεῖ, οὐδ’ αὑτόν), ἢ οὐδὲ παρὰ τὴν αὑτοῦ βού‐
15λησιν ποιεῖ ἀλλ’ ἑκὼν καὶ εἴη ἂν καὶ βλαπτόμενος. οὐκ ἀδικεῖται ὑπ’ ἄλλου τε ἑκὼν βλαπτόμενος· οὐκ ἀδικεῖται, ὅτι ἑκών· ὁ δὲ οὕτως βλαπτό‐ μενος οὐκ ἀδικεῖται, ὅτι μὴ παρὰ τὴν βούλησιν τὴν αὑτοῦ βλάπτεται. ὁ δὲ ἀκρατὴς ὃ οὐκ οἴεται. ἡ δύναμις τῆς λέξεως αὕτη ἂν εἴη. οὐδὲ ὁ ἀκρατής, τοῦτο προσυπακοῦσαι δεῖ, ὅτι ὑφ’ ἑαυτοῦ ἀδικεῖται· ἑκὼν γὰρ
20βλάπτεται, εἴ γε καὶ ἑκὼν βλάπτει αὑτόν (ἦν δὲ τοῦτο ἀδικεῖσθαι), ἀλλὰ πράττει μὲν παρὰ τὴν βούλησιν ἃ πράττει, οὐ μὴν καὶ ἄκων. τὸ δὲ ἑξῆς τοῦ παρὰ τὴν βούλησιν αὐτὸν πράττειν ἃ πράττει δεικτικόν ἐστιν. ἐπ’ αὐτῷ γὰρ τὸ μὴ πράττειν καὶ τὸ μὴ κινεῖν τὰ ὀργανικὰ μόρια ἐπὶ τοῦτο καὶ αὑτῷ αἴτιος τοῦ ἡττᾶσθαι ὑπὸ τῆς ἡδονῆς, ὥστε μήτε ἀγνοῶν
25τὰ ἐν οἷς ἡ πρᾶξις τῆς βίας ἑαυτοῦ αἴτιος, ἑκὼν ποιεῖται τὰ βλαβερὰ εἰς ἑαυτόν. εἰ δὲ καὶ ἑκὼν ποιεῖ, καὶ παρέχει ἑκών· εἰ δὲ τοῦτο, οὐκ ἀδι‐ κεῖται. ὁ δὲ τὰ αὑτοῦ διδούς, ὥσπερ Ὅμηρός φησιν· ὅτι μηδὲ οἱ τοι‐ οῦτοι ἀδικοῦσιν αὑτοὺς ἢ ἑκόντες, ἀδικοῦσι γὰρ ὅσοι τε ἀκρατεῖς, προϊέμενοι τὰ αὑτῶν ἑκόντες, ὅ τε Γλαῦκος ὁ παρ’ Ὁμήρῳ χρυσᾶ ἀντὶ χαλκείων δοὺς
30δείκνυσι προσχρώμενος τῷ ἐπ’ αὐτοῖς εἶναι τὸ μὴ διδόναι, ὥστε ἐπ’ αὐ‐ τῷ ὄντος τοῦ μὴ διδόναι τὰ ἑαυτῶν ἑκόντες διδόασιν. εἰ δὲ ἑκόντες δι‐ δόασιν, ἡ δὲ δόσις ἐστὶν αὐτοῖς βλαβερά, ἑκόντες ἄρα βλάπτονται. τὸ δὲ ἀδικεῖσθαι οὐκ ἦν ἐν τῷ ἑκόντα βλάπτεσθαι ἀλλ’ ἐν τῷ ἄκοντα. τὸ γὰρ ἀδικεῖσθαι τὴν ἀρχὴν οὐκ ἐν αὐτῷ ἔχει ἀλλ’ ἐν τῷ ἀδικοῦντι· οὐ γάρ
35ἐστιν ἑκούσιον. δῆλον δὲ καὶ ἐκ τούτου, ὅτι καὶ ἐπὶ τοῦ ἀδικουμένου τῷ τῆς βουλήσεως ὀνόματι ἐχρήσατο ἀντὶ τοῦ ἑκουσίου· καὶ γὰρ ὁ Γλαῦκος ἑκὼν μὲν βλάπτεται, οὐ μὴν καὶ κατὰ τὴν βούλησιν. οὐ γὰρ οἰόμενος
αὑτῷ κακὸν εἶναι τὸ ταῦτα διδόναι ταῦτα δίδωσιν.243

244

(1n)

Ἔτι δ’ ὧν προειλόμεθα.
2 Δόξει μὲν ὅσον ἐπὶ τῇ λέξει λέγειν περὶ τῶν δύο ἀποριῶν ἃς νῦν προτίθησιν ὡς δεομένας καὶ αὐτὰς λόγου τινός, ὡς ἤδη περὶ αὐτῶν προειρη‐ κώς. τὸ δ’ οὐχ οὕτως ἔχει· οὐδαμοῦ γὰρ αὐτῶν μνημονεύει. ἀλλ’ ἔστιν
5ὃ λέγει ὅτι ἐπὶ τῇ προθέσει ᾗ προεθέμεθα (ἦν δὲ αὕτη τὸ τὸν περὶ δικαι‐ οσύνης λόγον πληρῶσαι) δύο ἐστὶ τὰ λειπόμενα, περὶ ὧν εἰπεῖν δεῖ· ἔστι δὲ τὰ δύο ἂ προστίθησιν ὡς ἀπορεῖσθαι δυνάμενα καὶ δεόμενα προσδιο‐ ρισμοῦ τινος ἓν μὲν πότερός ἐστιν ὁ ἀδικῶν, πότερον ὁ νέμων παρὰ τὴν ἀξίαν τὸ πλέον ἢ ὁ λαβὼν παρὰ τοῦ νείμαντος τὸ πλέον καὶ ἔχων· ἕτερον
10δὲ εἰ ἔστιν αὑτὸν ἀδικεῖν. ἤρτηται δὲ ἡ δευτέρα ἀπορία ἐκ τῆς πρώ‐ της, ὡς καὶ αὐτὸς λέγει. διὸ καὶ πάλιν αὐτῆς ἐμνημόνευσε, καίτοι περὶ αὐτῆς εἴρηκε πρὸ ὀλίγου. ἔτι δὲ οὐδὲ ὁμοίως δύναται νῦν ἀπορούμε‐ νον τὸ ἐπὶ τοῦ ἀκρατοῦς. ἐκεῖνος μὲν γὰρ οὐ κατὰ τὴν βούλησιν ποιῶν οὐδὲ ἠδίκει, ὁ δὲ δίκαιος κατὰ τὴν βούλησιν ποιεῖται τὴν νομήν. ἔστι δὲ
15τὸ ἀπορούμενον ἐπὶ τοῦ πρώτου ῥηθέντος, ὅτι εἰ ἐνδέχεται τὸν ἀδικοῦντα εἶναι τὸν ἀνίσως διανέμοντα καὶ μὴ τὸν ἔχοντα καὶ μὴ λαμβάνοντα τὸ πλέον, ἔσται αὑτὸν ἀδικεῖν. εἰ γάρ τις νέμων τι ἄλλῳ πλέον ἑαυτοῦ νέ‐ μει, ὃ οἱ ἐπιεικεῖς μάλιστα ποιοῦσιν, αὑτὸν ἀδικήσει. εἰ γὰρ ὁ ἀνίσως νέμων ἀδικεῖ, ἀδικεῖται δὲ ὑπὸ τούτου ὁ τὸ ἔλαττον λαμβάνων, αὐτὸς δέ
20ἐστι παρ’ αὐτοῦ τὸ ἔλαττον λαμβάνων ἀνίσως νέμοντος, αὐτὸς ἂν αὑτὸν ἀδικοίη· ὅπερ οὐκ ἐδόκει οἷόν τε εἶναι. λύει δὲ τοῦτο πρῶτον μὲν τῷ τὸν ἐπιεικῆ ἐν τῇ αὑτοῦ νομῇ μὴ ἁπλῶς αὑτῷ τὸ ἔλαττον νέμειν ἀλλὰ τοῦ διδομένου λαμβάνειν ἔλαττον, διὰ δὲ τοῦτο ἄλλου τινὸς μείζονος ἀγαθοῦ πλεονεκτεῖν (δόξης γάρ) ἢ τοῦ ἁπλῶς καὶ κυρίως ἀγαθοῦ. ὥστ’ οὐκ
25ἔλαττόν ἐστιν αὑτῷ νέμειν, οὐδὲ ἐλαττοῦται. δεύτερον δὲ ὅτι μὴ παρὰ τὴν αὑτοῦ βούλησιν μηδὲ ἄκων ἐλαττοῦται καὶ βλάπτεται· ἦν δὲ ἐν τούτῳ τὸ ἀδικεῖσθαι, οὐκ ἐν τῷ ἁπλῶς βλάπτεσθαι. εἰ δὲ μηδὲ ἀδικεῖται αὐτός, οὐδ’ ἂν ἀδικοίη ἐν τῇ οὕτω γινομένῃ ἀνίσῳ νομῇ. πᾶς γὰρ ὁ ἀδικῶν τινὰ ἀδικεῖ, ὁ δὲ οὕτω νέμων οὔτε τὸν ᾧ τὸ πλέον νέμει ἀδικεῖ οὔτε αὑ‐
30τὸν τὸν ᾧ τὸ ἔλαττον. εἰ γὰρ ἐνδέχεται τὸ πρότερον λεχθέν, τὸ ἀπο‐ ρούμενον ἐπὶ τοῦ πρώτου λεχθέντος τοιοῦτόν ἐστιν, ὅτι εἰ ἐνδέχεται τὸν ἀδικοῦντα τὸν ἀνίσως διανέμοντα καὶ μὴ τὸν ἔχοντα καὶ λαμβάνοντα τὸ πλέον, ἔσται αὑτὸν ἀδικεῖν· καὶ πῶς, οὕτως δείκνυται. εἰ γὰρ ὁ ἀνίσως νέμων ἀδικεῖ, ἀδικεῖται δὲ ὑπὸ τούτου ὁ τὸ ἔλαττον λαμβάνων, αὐτὸς δέ
35ἐστιν ὁ παρ’ ἑαυτοῦ τὸ ἔλαττον λαμβάνων, ἀνίσως νέμοντος, αὐτὸς ἂν ἑαυτὸν ἀδικοίη, ὅπερ οὐκ ἐδόκει οἷόν τε εἶναι. λύει δ’ ἐπάγων φανερὸν δὲ καὶ ὅτι ὁ διανέμων ἀδικε. λύσας τὸ δοκοῦν ἐνίστασθαι, τὸ εἶναι τὸν ἀδικοῦντα τὸν νέμοντα ἀδίκως, δῆλόν φησιν εἶναι ὅτι ὁ ἀδίκως διανέ‐
μων ἄνισός ἐστι καὶ παρὰ τὴν ἀξίαν ἀλλ’ οὐχ ὁ ἔχων τὸ πλέον. καὶ δῆ‐244

245

λόν ἐστιν ἐξ οὗ προστίθησι τὸ ἀλλ’ οὐχ ὁ τὸ πλέον ἔχων 〈ἀεί. τὸ ἀεὶ προσέθηκεν ὅτι δείξει καὶ τὸν ἀδίκως νέμοντα πλέον ἔχοντα, ὥστε καὶ οὗτος ἀδικῶν πλέον ἔχει. οὐ μὴν πᾶς ὁ τὸ πλέον ἔχων ἀδικεῖ. οὐ γὰρ πᾶς ὁ τὸ πλέον ἔχων ἐν νομῇ ἤδη ἀδικεῖ· καὶ γὰρ ὁ παρ’ ἄλλου λαβὼν
5ἄκων μὲν καὶ χωρὶς πραγματείας. οὐ γὰρ ᾧ τὸ ἄδικον ὑπάρχει, ἤδη καὶ ἀδικεῖ, ἀλλὰ δεῖ πρὸς τούτῳ καὶ ἑκόντα τοῦτο ποιεῖν καὶ ἃ ἐν τοῖς πρὸ τούτων εἶπε καὶ προαιρούμενον· ἑκὼν δὲ ποιεῖ οὗτος ἐν ᾧ ἡ ἀρχὴ τῆς πράξεως. ἐν τῷ διανέμοντι ἀλλ’ οὐκ ἐν τῷ λαμβάνοντι. † ἢ τὸ εἰρημένον φανερὸν δὲ καὶ ὅτι ὁ διανέμων ἀδικεῖ ἀλλ’ οὐχ ὁ τὸ
10πλέον ἔχων.
11nἜτι εἰ πολλαχῶς τὸ ποιεῖν λέγεται.
12 Ἐπεὶ πολλαχῶς λέγεται τὸ ποιεῖν παὶ οὐ πᾶς ὁ ποιῶν τι ἄδικον ἀδι‐ κεῖ ἁπλῶς, λέγει ὅτι καὶ ὁ διανέμων ἀνίσως, ἂν μὲν ἑκὼν τοῦτο ποιῇ, ἁπλῶς ἀδικήσει καὶ ἄδικος ἔσται, ἐὰν δὲ μὴ ἑκών, κατὰ συμβεβηκὸς ἔσται
15ἀδικῶν. οὕτω γὰρ καὶ τὰ ἄψυχα λέγεται κτείνειν τε καὶ ἀδικεῖν καὶ ἡ χεὶρ καὶ ὁ κελευσθεὶς οἰκέτης κατὰ συμβεβηκός, οὐχ ἁπλῶς, ὅτι μηδὲ προαιρούμενος. ἢ ὡς τὸ ποιεῖν κατὰ συμβεβηκός, οὕτω καὶ τὸ πλέον ἔχειν κατὰ συμβεβηκὸς ἀδικεῖν ἐστιν. ἁπλῶς δὲ καὶ κυρίως ἀδικεῖ ὁ ἑκὼν ἄκοντα καὶ παρὰ τὴν βούλησιν βλάπτων, ἁπλῶς καὶ κυρίως ἀδικεῖται ὁ παρὰ τὴν
20βούλησιν καὶ ἄκων ὑπὸ τοῦ ἑκόντος βλαπτόμενος, κατὰ συμβεβηκὸς ἀδικεῖται ὁ ἑκὼν ὑπὸ τοῦ ἄκοντος βλαπτόμενος. ἔτι εἰ μὲν ἀγνοῶν ἔκρινεν. εἰ‐ πὼν ὅτι πολλαχῶς τὸ ποιεῖν καὶ ἀδικεῖν λέγεται (καὶ γὰρ καὶ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός, ὥστε καὶ τῶν ἀνίσως νεμόντων ὁ μέν ἐστι κατὰ συμβεβηκὸς ἀδικῶν, ὁ ἀδικῶν ἄκων ἢ ὅ τι τοιοῦτον ποιήσας, ὁ δὲ καθ’
25αὑτό) νῦν διαιρεῖ καὶ ὃν τότε κατὰ συμβέβηκος ἔλαττον ἠδίκησε κατὰ τὴν διαίρεσιν ταύτην φησὶ μὴ ἀδικῆσαι, μόνον δὲ τὸν ἑκόντα ὃς ἦν ἄδικος, ὃς εὐθὺς τῷ ἀδικεῖν καὶ πλεονεκτεῖ ὡς ἔδειξε, ὥστε καὶ εἰ τοῦτό τις ἐποίησε † τὸ τὸν ἀδικοῦντα πλεονέκτην καὶ τοῦτο ἔχει, ἑκὼν ἄνισα νέμων. ὁ γὰρ νείμας ἄκων εἴτε δικαίως εἴτε ἀγνοῶν, ἄδικος νῦν γνωρίζεται καὶ ἑκών.
30ὁ μὲν οὖν ἀγνοῶν οὐκ ἀδικεῖ κατὰ τὸ ἔγγραφον νόμιμον καὶ δίκαιον. οἱ γὰρ νόμοι οὐκ εἰσὶ † γνώμῃ τε τῇ αὐτοῦ κρίνειν ἕκαστον. καὶ διὰ τοῦτο ἐν οἷς ὁ κρίνων ἀγνοήσας τὸ ἄδικον ἔκρινεν, οὐκ ἔστιν ἡ κρίσις ἄδικος αὕτη [τῇ] κατὰ τοὺς νόμους. ἔστι μέντοι ὡς ἄδικος, φησίν, ἐπεὶ μὴ ταὐ‐ τὸν τό τε νόμιμον καὶ δίκαιον καὶ τὸ πρῶτον, πρῶτον λέγων τὸ φυσι‐
35κόν τε καὶ ἁπλῶς. κατὰ μὲν γὰρ τὸ φύσει δίκαιον ἡ ἄνισος κρίσις ἄν τε ὑπὸ εἰδότος ἄν τε ὑπὸ ἀγνοοῦντος κριθείη ἄνισός ἐστιν, εἰ δὲ ὁ νέμων τοῦ ἀγνοεῖν τὸ ἐν τῇ νομῇ ἴσον τε καὶ δίκαιον αὑτῷ αἴτιος εἴη. διὰ γὰρ τοῦτο εἴη ἂν οὕτως εἰρηκὼς τὸ ἔστι δ’ ὡς ἄδικος. πῶς γὰρ γινομένη
ἡ ἄγνοια ἄδικον ἀποφαίνει τὸν ἀγνοήσαντα· ὁ γὰρ ἀγνοῶν, μὴ δι’ ἄγνοιαν245

246

δέ, ὡς εἶπεν ἐν τοῖς πρώτοις, ἄδικος ἂν εἴη· κατὰ δὲ τὸ ἔγγραφον οὐχ οὕτως ἀδικεῖ. οὐδὲ ἐπιτιμῶνται οἱ οὕτω κρίναντες ὡς ἀδικήσαντες. ὁ δέ γε εἰδὼς καὶ γνωρίζων καὶ κρίνων ἀνίσως πλεονεκτεῖ καὶ αὐτός· παρὰ γὰρ ᾧ τὸ πλέον νέμει ἢ τιμήν τινα ἴσχει ἢ χάριν ἀπολαμβάνει τινά.
5ἀλλὰ καὶ ἔλαττον νέμει ἀμυνόμενος αὐτὸν καὶ τιμωρούμενος ὡς ἐχθρόν, καὶ οὕτω λαμβάνει τι καὶ πλεονεκτεῖ. ὡς γὰρ ὁ ἐπ’ ἀργύρῳ κρίνας τὸν ἀγρόν τινι ἀδικεῖ, καίτοι οὐκ ἀγρὸν ἔλαβεν ἀλλά τι ἀντὶ ἀγροῦ, οὕτω καὶ ὁ ὁτιοῦν ἀντὶ τῆς ἀνίσου κρίσεως λαμβάνων ἐπλεονέκτησεν ἑκών· οὕτω δὲ καὶ ἀδικεῖ. πᾶς δὲ ὁ ἑκὼν ἄδικόν τι κρίνας διά τι τοῦτο ποιεῖ. διὰ δὲ
10τούτων δείκνυσιν ἀδικοῦντα τὸν ἑκόντα ἀνίσως νέμοντα ἢ κρίνοντα. ἐξαι‐ ρεῖται δὲ τοῦ ἀδικεῖν ποτε καὶ ᾧ τὸ πλέον νέμεται. εἰ γὰρ ἑκόντι καὶ πραγματευομένῳ τοῦτο περιγίνοιτο καὶ δεκάζει τὸν νέμοντα ἢ καὶ ἀπα‐ τῶν τις ἀδικεῖ καὶ πλεονεκτεῖ, ὥστε καὶ διὰ τοῦτο εὐλόγως προσέθηκε τῷ ἀλλ’ οὐ τὸ πλέον ἔχων τὸ ἀε. ἢ τιμωρίας. καὶ γὰρ ἀμυνόμενος
15βλάπτει τὸ ἔλαττον νέμων αὐτῷ ἢ τῷ αὐτῷ τιμωρούμενος αὐτόν· καὶ οὕτω λαμβάνων τι καὶ πλεονεκτῶν τὸ πλέον αὑτῷ διὰ τῆς τιμωρίας ποι‐ ούμενος.
18nΟἱ δ’ ἄνθρωποι ἐφ’ ἑαυτοῖς οἴονται εἶναι τὸ ἀδικεῖν.
19Δείξας ὅτι ἡ δικαιοσύνη καὶ ἡ ἀδικία ἐν τοῖς ἑκουσίοις εἰσὶ καὶ ἐφ’
20ἡμῖν (τοιαῦτα γὰρ τὰ κατὰ προαίρεσιν) νῦν πῶς εἶπε τὸ φ’ ἡμῖν, διαρθροῖ. οὐ γὰρ τοῦτο λέγει ὅτι μὴ ἐφ’ ἡμῖν τὸ ἀδίκοις ἢ δικαίοις εἶναι (παντὸς γὰρ μᾶλλον ἐφ’ ἡμῖν αἱ ἀρεταὶ καὶ αἱ κακίαι), ἀλλ’ ἔστιν ὃ δείκνυσι ὅτι μὴ ὅτε θέλομεν ἄδικοι ἢ δίκαιοί ἐσμεν· καὶ τοῦτο ἔδειξε τῷ προσθεῖναι διὸ καὶ τὸ δίκαιον εἶναι ῥᾴδιον ἡγοῦνται. καὶ γὰρ καὶ τύραννον
25ἀνελεῖν ἐφ’ ἡμῖν μὲν καὶ κεῖται καὶ ἔστιν, οὐχ ὅτε δὲ θέλομεν τοῦτο ποι‐ εῖν οἷοί τέ ἐσμεν, οὕτω καὶ ἐπὶ τῶν ἀρετῶν καὶ κακιῶν ἔχει. διὸ καὶ τὸ δίκαιον εἶναι ῥᾴδιον. τὸ δ’ οὐκ ἔστιν· εἰ γὰρ ἦν ἐφ’ ἡμῖν ὥστε ὅτε βουληθείημεν εἶναι ἡμᾶς τοιούτους, ῥᾴδιον ἂν ἦν· νῦν δὲ ἐπεὶ αἵ τε ἀρεταὶ καὶ κακίαι ἕξεις εἰσί, τὰς δὲ ἕξεις οὐχ οἷόν τε ἔχειν εὐθὺς
30τῷ βουληθῆναι ἀλλὰ δεόμεθα πρὸς τὴν κτῆσιν αὐτῶν καὶ ἐθῶν καὶ ἀσκή‐ σεως καὶ διδασκαλίας, δῆλον ὡς οὐχ ὅτε θέλομεν εὐθὺς ἐσόμεθα τοιοῦτοι. ὡς γὰρ τὰς τέχνας ἐφ’ ἡμῖν μὲν τὸ μανθάνειν, οὐ μὴν ὅταν θέλωμεν ἔχομεν αὐτὰς ἢ ἀποβεβλήκαμεν ἔχοντες αὐτάς, οὕτω καὶ ἐπὶ ἀρετῶν καὶ κακιῶν ἔχει. χρόνου γὰρ χρεία πρὸς τὴν τῶν ἔξωθεν ἕξεων κτῆσιν. ποι‐
35ῆσαι μὲν γὰρ ἄδικόν τι ἢ δίκαιον ῥᾴδιον καὶ ἐφ’ ἡμῖν. καὶ γὰρ ἀντίκειται ἡμῖν ὅτι εἰ ὁ οὐχ ἑκών πως ποιῶν τὰ ἄδικα ἄδικος, οὐδ’ ὁ τὰ δίκαια δίκαιος,
πῶς ὅταν ἀπὸ ἕξεως τοιαύτης αὐτὰ ποιῶσιν, ἤδη οἱ μὲν δίκαιοι, οἱ δὲ246

247

ἄδικοι, ὃ οὐ ῥᾴδιον οὐδὲ ὅτε βουλόμεθα περιγίνεται ἡμῖν. οὐδὲ τὸ γνῶναι δὲ τὰ δίκαια ἢ ἄδικα ῥᾴδιον, ὡς οἴονται οἱ ἄνθρωποι. λέγουσι γάρ, ὥς φα‐ σιν, οἱ νόμοι περὶ δικαίων τε καὶ ἀδίκων· τὸ δὲ γνῶναι τὰ ὑπὸ τῶν νόμων λεγόμενα οὐδὲν σπουδαῖον, οὐδὲ χαλεπὸν συνιέναι τὰ ὑπὸ τῶν νόμων λεγό‐
5μενα. ἔστι δὲ καὶ εἰδέναι τὰ δίκαια καὶ ἄδικα, πλὴν κατὰ συμβεβηκός· οὐ γὰρ ὁ οὕτως αὐτὰ εἰδώς, οἷς συμβέβηκε δικαίοις ἢ ἀδίκοις εἶναι τὰ αὐτὰ εἶναι, οὐ μὴν καθό ἐστι δίκαια καὶ ἄδικα. τοῦτο δέ ἐστι κατὰ συμ‐ βεβηκὸς εἰδέναι, ἀλλ’ οὐχ ἁπλῶς καὶ κυρίως. τὸ γὰρ εἰδέναι τὰ δίκαια ἔστι μὲν ὡς τὸ εἰδέναι κατὰ τὰ ὑπὸ τῶν νόμων ἀγορευόμενα δίκαια,
10ἔστι καὶ ὁ πῶς ποιῶν αὐτὰ δίκαιος. οὐ γὰρ ὁ ὁπωσοῦν ποιῶν τὰ κατὰ τοὺς νόμους δίκαιος. ὁ ἀποδιδοὺς τὴν παρακαταθήκην ἐπιβούλως ὑπὲρ τοῦ πλέον τι λαβεῖν αὖθις μὴ ἀποδιδούς, ἄδικος· καίτοι ποιεῖ τὸ ὑπὸ τῶν νόμων κελευόμενον. τὸ δὲ τοῦτο εἰδέναι πλέον φησὶν ἔργον εἶναι καὶ χα‐ λεπώτερον τοῦ τὰ ὑγιεινὰ εἰδέναι. χαλεπωτέρα γὰρ ἡ τῶν δικαίων γνῶσις
15τῶν ὑγιεινῶν ὅσῳ καὶ τὸ δίκαιον εἶναι τοῦ εἶναι ἰατρὸν χαλεπώτερον. ὡς οὖν ἐπ’ ἐκείνων τὰ μὲν οἷς χρῆται ὁ ἰατρὸς πρὸς ὑγίειαν ῥᾴδιον εἰδέναι, οἷον μέλι οἶνον ἐλλέβορον καῦσιν τομήν, οὐ μὴν τὸ ταῦτα εἰδέναι ἐστὶ τὸ εἰδέναι τὰ ὑγιεινά, εἰ μὴ κατὰ συμβεβηκός· τὸ γὰρ τὴν τούτων χρῆσίν τινα εἰδέναι, ὅτε καὶ πῶς καὶ μέχρι πόσου προσφέρειν, οὐκέτι ῥᾴδιον, ἀλλὰ τοσοῦτον
20ὅσον ἰατρὸν γενέσθαι, ἐπεὶ καὶ ἰατροῦ τὸ ταῦτα εἰδέναι. ἀλλ’ ἢ κατὰ συμβεβηκός. διὰ τὸ τυχὸν συμβεβηκέναι τοῖς οὕτως ἐξ ἀκοῆς γινωσκομέ‐ νοις δικαίοις εἶναι, δι’ ἣν αἰτίαν οἴονται ῥᾴδιον εἶναι οἱ πολλοὶ τὸ εἰδέναι τὰ δίκαια καὶ τὰ ἄδικα καὶ τὸ δίκαιον καὶ τὸ ἄδικόν τινα ὅτε θέλει εἶναι ἐπ’ αὐτῷ, διὰ τὴν αὐτὴν ταύτην ἡγοῦνται καὶ τοῦ δικαίου οὐδὲν ἧττον τὸ
25ἀδικεῖν καὶ τοῦ ἀδίκου, ἀλλὰ καὶ μᾶλλον δύνασθαι τὸν δίκαιον τῶν πολλῶν καὶ τυχόντων καὶ συγγενέσθαι γυναικὶ καὶ πατάξαι τινὰ ὁμοίως καὶ τὸν ἀνδρεῖον τὴν ἀσπίδα ἀφεῖναι. μᾶλλον δ’ ἂν λέγοιντο οὗτοι δύνασθαι ταῦτα, καθ’ ὅσον ἴσασιν αὐτὰ μᾶλλον. τοῦ γὰρ τὸ ἐναντίον εἰδότος καὶ τὸ ἐναντίον εἰδέναι. τὸ δ’ αὐτὸ καὶ ταύτης αὐτῆς τῆς αἰτίας αἴτιον, ὅτι
30γοῦν ἡγοῦνται τὸν ἄδικον ποιήσαντα ἤδη καὶ ἀδίκως ποιῆσαι καὶ ἄδικον εἶναι. τοῦτο δὲ οὐχ οὕτως ἔχει. οὐ γὰρ τὸ ὁπωστιοῦν ποιεῖν ὡς δεῖ ποιεῖ, ἀλλ’ ἂν ὁ δοῦλος ὡς δοῦλος ποιήσῃ τι· ὁμοίως οὐδὲ τὸ ἀδικεῖν τὸ ὁπωσοῦν ἄδικον ποιεῖν, ὡς πολλάκις εἴρηται, ἀλλὰ τὸ καθ’ ἕξιν τοιάνδε καὶ οὕτως ἔχοντά τε καὶ διακείμενον. οὐ γὰρ τὸ ἁπλῶς τέμνειν ἰατρεύειν
35ἐστὶν ἀλλὰ τὸ καθ’ ἕξιν καὶ ἐπιστήμην ἰατρικήν· εἰ δὲ τὸ καθ’ ἕξιν τὰ ἄδικα ποιεῖν ἀδικεῖν ἐστιν, οὐ μόνον οὐ ῥᾴδιον τῷ δικαίῳ τὰ ἄδικα ποιεῖν, ἀλλὰ καὶ ἀδύνατον. ὡς γὰρ ἐν ἀρχῇ τοῦδε τοῦ βιβλίου, αἱ μὲν ἐπιστῆμαι
τῶν ἐναντίων εἰσίν, οὐκέτι δὲ καὶ αἱ ἕξεις.247

248

(1n)

Ἔστι δὲ τὰ δίκαια ἐν τούτοις.
2 Τὸ διὰ τῆς λέξεως ταύτης δηλούμενον εἰ καὶ ἀσαφὲς ἀλλ’ οὖν τοι‐ οῦτόν ἐστι. φησὶ γὰρ ὅτι τῶν δικαίων τὸ μέν ἐστι νεμητικὸν τὸ δὲ ἐπα‐ νορθωτικόν, ταῦτα δὲ ἐν τούτοις ἐστίν, ἐν τοῖς μετέχουσι τῶν ἁπλῶς ἀγα‐
5θῶν, ἐν οἷς ἐστι καὶ ἡ εὐδαιμονία. ἁπλῶς δὲ ἀγαθά ἐστι τὰ τῇ αὑτῶν φύσει ἀγαθά, τὰ δ’ ἄλλα ὀργανικὰ καὶ δυνάμει ἀγαθὰ ὄντα τοῖς κατὰ φύσιν ἔχουσιν οὐ τοῖς παρὰ φύσιν· ταῦτα δέ ἐστιν ἐν οἷς ὑπερβολὴ καὶ ἔλλειψις, ὡς πλοῦτος τιμαὶ δυναστεῖαι πολιτικαὶ 〈καὶ〉 εἴ τι τοιοῦτον. ἐν τούτοις γὰρ ὑπερβολὴ καὶ ἔλλειψις, ἐν τούτοις καὶ τὸ πλεονεκτεῖν καὶ μειονεκτεῖν. κατ’
10ἀρετὴν δὲ οὐ γίνεται πλεονεξία· οὐδὲ γὰρ οἷόν τε τὴν ἄλλου ἀρετὴν λα‐ βόντα τινὰ ἢ βιασάμενον ἀφελέσθαι ὥσπερ χρήματα κτήματα πολλὰς τιμάς. τούτου γὰρ δηλωτικὸν νῦν τὸ ἔχουσι γὰρ καὶ ὑπερβολὴν καὶ ἔλλειψιν. τῷ γὰρ δύνασθαι τούτων τῶν ἀγαθῶν καὶ πλέον τινὰ ἔχειν καὶ ἔλαττον παρὰ τὴν τούτων διανομήν τε καὶ ἐπανίσωσιν τὰ δίκαιά ἐστιν.
15περὶ γὰρ τὴν τῶν ἀγαθῶν ἐπανίσωσίν τε καὶ νομὴν τὸ δίκαιον, ἐπεὶ μὴ οἷς γε τοιοῦτον ἀγαθόν, τούτοις οὐδὲ δίκαιόν τι τῶν εἰρημένων ἐστιν. οἷς γὰρ οὔτε πλοῦτος οὔτε δόξα οὔτε ἀρχὴ οὔτε τι τῶν τοιούτων ἐστὶν ἀγαθῶν, ἃ καὶ μόρια ἐκάλεσε, τούτοις οὐδὲ δίκαιόν τί ἐστι νεμητικὸν ἢ ἐπανορθωτικόν· ἐν γὰρ ἀγαθοῦ τινος ἢ ὠφελίμου νομῇ ἴσῃ κατ’ ἀναλογίαν
20τὸ νεμητικὸν δίκαιον καὶ ἐπανορθωτικόν, εἴ γε ἐπανισοῖ τὸν πλεονεκτοῦντα καὶ τὸν πλεονεκτούμενον. ἔστι δὲ ὁ πλεονέκτης οὐκ ἐν τῷ τυχόν τι πλέον αὑτῷ νέμειν ἀλλ’ ἐν τῷ ἀγαθοῦ τινος· διὸ καὶ οἱ ἀδιάφορα τὰ τοιαῦτα τοῖς ἀνθρώποις λέγοντες καὶ ἔτι μᾶλλον μηδὲ ἀξίαν τινὰ διδόντες αὐτοῖς ἀλλ’ ἐπ’ ἴσης αὐτὰ λέγοντες τοῖς ἀντικειμένοις, ὧν ἦν πρότερον μὲν
25Ἀριστώνυμος, νῦν δὲ καὶ Πλατωνικοί τινες εἶναι προσποιούμενοι, ὑποδυό‐ μενοι δὲ τὴν δόξαν, ὧν εἶναι καὶ Ἀττικὸς δοκεῖ. οὗτοι δὴ καὶ παντάπασι τὴν δικαιοσύνην ἄχρηστον ἀποφαίνουσιν· οὔτε γὰρ τῶν κατὰ τὰς ἀρετὰς ἀγαθῶν ἡ δικαιοσύνη νεμητικὴ ἢ ἐπανορθωτική, τό τέ τινα ταῦτα ζητεῖν τῶν πάνυ ἀδιαφόρων ἄχρηστόν ἐστιν. οἷον ἴσως τοῖς θεοῖς. τὸ ἴσως
30πρόσκειται διὰ τὸ ἀλλαχοῦ αὐτὸν εἰπεῖν ὡς οὐκ ἔστιν ἀρετὴ θεοῦ τῷ ἀνώτερον ἀρετῆς αὐτὸν εἶναι. τοῖς δ’ οὐθὲν μόριον ὠφέλιμον. οἷς γὰρ μηδὲν τῶν τοιούτων ἀγαθῶν νομῇ τε καὶ ἰσότητι, οἷς δὲ ἡ ποιὰ τού‐ των νομή τε καὶ ἰσότης ὠφέλιμος, καὶ μέχρι τινὸς αὐξόμενα ἢ μειούμενα ὠφελεῖν τοὺς ἔχοντας δύνανται καὶ ἐν τῇ ποιᾷ χρήσει αὐτῶν καὶ συμμί‐
35ξει τὸ ὠφέλιμον ἐν τούτοις ἐστὶ καὶ τὰ δίκαια, καὶ τοῦτό ἐστιν ἀνθρώπι‐
νον ἀγαθὸν δικαιοσύνη.248

249

(1n)

Περὶ δὲ ἐπιεικείας καὶ τοῦ ἐπιεικοῦς.
2 Ὡς τοῦ ἐπιεικοῦς καὶ τῆς ἐπιεικείας περὶ τὸ ἐπανορθωτικὸν δίκαιον καταγινομένων νῦν περὶ αὐτοῦ ποιεῖται τὸν λόγον καὶ ἐπαπορεῖ, λύει δὲ μάλα ἐπιστημόνως. φησὶ γὰρ ὅτι τὸ ἐπιεικὲς ὑπὸ τὸ αὐτὸ γένος ὁρᾶται
5παρὰ τὸ δίκαιον. καὶ γὰρ ἤτοι τὸ ἐπανορθωτικὸν ὁρᾶται καὶ ἔστι τινὸς δι‐ καίου βέλτιον, τοῦ νομίμου φησίν, ὥσπερ καὶ τὸ φύσει δίκαιον βέλτιον λέγο‐ μεν τοῦ νομίμου. καὶ ἀμφοῖν σπουδαίοιν ὄντοιν, τοῦ τε δικαίου καὶ ὃ παραβαίνει τὸ ἐπιεικὲς καὶ τοῦ ἐπιεικοῦς. οὐ γὰρ παντὸς δικαίου κρεῖτ‐ τον λέγει τὸ ἐπιεικές, εἴ γε καὶ αὐτὸ ὡς εἶπε δίκαιόν ἐστιν οὐδὲν οὐδὲ ἑαυ‐
10τοῦ κρεῖττον καὶ χεῖρον· εἴη γὰρ ἂν αὐτὸ ἑαυτοῦ χεῖρον, εἴ γε καὶ κρεῖττον· τὸ γὰρ κρεῖττον χείρονος κρεῖττον· ἀλλὰ κρεῖττον τὸ ἐπιεικὲς δικαίου τοῦ κατὰ συνθήκην τε καὶ νόμον· ἐπανόρθωμα γάρ τοι τοῦ τοιούτου δικαίου. ὅτι δὲ ἀναγκαῖον ἡ κατὰ νόμιμόν τε καὶ ἔγγραφον ἁμαρτία, ἧς τὸ ἐπιει‐ κὲς ἐπανορθωτικόν ἐστιν, ἑξῆς λέγει. εἰ γὰρ μὴ οὕτως εἶχε μηδὲ ἦν
15ἀναγκαῖον περὶ ἔνια ἡ ἁμαρτία τῶν νομίμων δικαίων ἀλλ’ ἦν ὅλως ἡμαρ‐ τημένον, οὔτ’ ἂν δίκαιον ἦν οὔτε ἐπαινετόν, ἀλλ’ ἦν ἂν δίκαιον ἐπανορ‐ θωθὲν οὐ τὸ διημαρτημένον. μὴ ὄντος δὲ τοῦ διημαρτημένου δικαίου, οὐδ’ ἂν τὸ ἐπιεικὲς ἦν ἐπανόρθωμα δικαίου τινὸς καὶ κάλλιον δικαίου τινός, ἀλλ’ ἦν ἂν αὐτὸ μὲν δίκαιον, ἐκεῖνο δὲ οὐ δίκαιον. ὅτι οὖν ἀνάγκη
20κατὰ τοὺς ἐγγράφους νόμους ἁμαρτάνεσθαί τινα δείκνυσιν. οὐ τὸ κατὰ νόμον δ. ἁμαρτία νόμου τοῦ κατὰ συνθήκην ἐπανόρθωμα. ὁ νόμος καθόλου πᾶς, οἷον τὸν μὴ ἀποδόντα τὴν παρακαταθήκην ἄτιμον εἶναι, τὸν ὑπερβάντα τὸ τεῖχος νυκτὸς τεθνάναι· ὅμως ἐνδέχεταί τινα παρα‐ καταθήκην μὴ ἀποδοῦναι ἢ ὑπερβῆναι τὸ τεῖχος νύκτωρ ἤ τι ἄλλο ποιή‐
25σας μὴ τῷ νόμῳ ὑπεύθυνος εἶναι· ἐν οἷς ἡ ἐπιείκεια δείκνυσι τὸ κατ’ ἐπανόρθωσιν δίκαιον, οἷον ὅτι τῷ μαινομένῳ οὐκ ἀποδοτέον τὸ παρακατα‐ τεθὲν ξίφος, καὶ τὸν μὴ μετὰ κακίας ὑπερβάντα τὸ τεῖχος ἀλλ’ ἀνάγκης ἐπειγούσης μὴ ἀπάγεσθαι καὶ εἴ τι τῶν ὁμοίων. ἐπανορθοῦν τὸ ἐλλει‐ φθέν. τοῦτο γὰρ ἔργον τοῦ ἐπιεικοῦς τὸ ἐπανορθοῦν· τοῦ γὰρ νόμου
30καθόλου ἀπαγορεύοντος ἀλλοτρίας ἀπέχεσθαι γυναικὸς ὅμως ἐν καιρῷ καὶ κατὰ λόγον γινόμενον οὐκ ἔστιν ἀσύμφορον· ἤδη γάρ τις τὴν τοῦ τυράννου γυναῖκα διαφθείρας δι’ αὐτῆς ἠλευθέρωσε τὴν πατρίδα. οὐ τοῦ ἁπλῶς δὲ ἀλλὰ τοῦ διὰ τοῦ ἁπλῶς ἁμαρτήματος. ἀντὶ τοῦ τῇ φύσει καὶ κατὰ φύσιν. καὶ εἴη ἂν τὸ ἁπλῶς πρῶτον μὲν ληφθὲν ἐπὶ τοῦ κατὰ φύ‐
35σιν, δεύτερον δὲ ἐπὶ τοῦ καθόλου. καὶ γὰρ ὑπερβάντα τὸ τεῖχός τινα ἐπι‐ κειμένων πολεμίων ὑπὲρ τοῦ σῶσαι τὴν πατρίδα ἢ μέλλουσαν ἀπολέσθαι
ἐξ ἐπιβουλῆς διὰ τὸ μηνῦσαι ἢ διὰ τὸ ἀπόρρητά τινα ἐξειπεῖν ἔσωσεν.249

250

ὡσαύτως καὶ ἐπὶ τῆς παρακαταθήκης (οὐ γὰρ ἀπέδωκεν ὅτι οὐ καλῶς εἶχεν ὁ παρακαταθέμενος κομίσασθαι) ἀφῆκεν ἐγκλήματος ὁ ἐπιεικὴς καὶ συνέγνω. καὶ ἔστιν αὕτη ἡ φύσις, ἀντὶ τοῦ οὐσία, ἐν ᾗ τὸ εἶναί ἐστιν αὐτοῦ, ἡ τοῦ ἐπιεικοῦς, τοῦ ὡς δευτέρου ἐπιεικοῦς δηλονότι λεγομένου ἀφ’
5οὗ παρωνύμως ὁ ἐπιεικὴς λέγεται. ἢ ἐλλείπει διὰ τὸ καθόλου, ἀλλ’ οὐ διὰ τὸ κακῶς κεῖσθαι δηλονότι. τοῦτο γὰρ αἴτιον. οὐ γὰρ ἐπανόρ‐ θωμα νόμου ἐπιεικές· οὐ γὰρ ὁ τοὺς κακῶς κειμένους νόμους ἐπανορθῶν ἐπιεικὴς ἀλλ’ ὁ τὸ βλάπτον τῷ νόμῳ διὰ τὸ καθόλου εἰρῆσθαι ἐπανορθῶν οὗτός ἐστιν ἐπιεικής. καὶ τοῦ μὴ πάντα κατὰ νόμον εἶναι. ἡ τοι‐
10αύτη τῶν πραγμάτων φύσις τῆς τοιαύτης διαμαρτίας κατὰ τοὺς νόμους αἰτία. ὅσα γὰρ ἄλλοτε ἄλλως ἔχει καὶ πρὸς τοὺς καιροὺς μεταπίπτει, περὶ τούτων οὐδὲν οἱ νόμοι λέγουσιν, ἀλλὰ πρὸς τὰ τοιαῦτα τοῖς ψηφίσμασι χρῶνται, οἷον τίσι δεῖ συμμαχεῖν καὶ πότε ἐξαγωγήν τινος τῶν ἐν τῇ χώρᾳ γινομένων διδόναι καὶ ὅσα τοιαῦτα. οἱ γὰρ καιροὶ καὶ αἱ χρεῖαι τῶν τοι‐
15ούτων ἕκαστον μηνύουσιν, ὧν ἀορίστων ὄντων ἀδύνατον καθόλου νόμῳ τινὶ καὶ κανόνι τὴν περίληψιν ποιήσασθαι. τὸ γὰρ ὁρίζειν τὸ ἄλλοτε ἄλλως ἔχον ἀόριστον αὐτοῦ. διὸ καὶ συμμεταπίπτει τῇ τοῦ ὁριζομένου φύσει. τοῦ γὰρ ἀορίστου ἀόριστος καὶ ὁ κανών ἐστι, τουτέστι κατὰ τὸ συμμεταπίπτειν τοῖς καιροῖς καὶ ταῖς τύχαις καὶ ταῖς περιστάσεσι. καὶ
20τῆς Λεσβίας οἰκοδομῆς ὁ μολίβδινος κανών· ὅτι οὐκ ἐκ λείων λίθων καὶ ἴσως τιθεμένων καὶ ἀπευθυνομένων ἡ καλουμένη Λέσβιος οἰκοδομία οἰκοδομεῖται. Λεσβία δὲ ὅτι ἐκείνοις ἐν συνηθείᾳ τοῦτο· εἰσοχὰς γὰρ καὶ ἐξοχὰς ἔχοντας τοὺς λίθους ἀνῳκοδόμουν. ὡς οὖν ὁ μολίβδινος κανὼν συσχηματίζεται ταῖς τῶν οἰκοδομουμένων λίθων ἀνωμαλίαις, οὕτω δὴ καὶ
25τὰ ψηφίσματα τοῖς τῶν πραγμάτων ἄλλοτε ἄλλαις χρείαις συμμεταβάλλεται. καὶ τίνος βέλτιον· τοῦ διημαρτημένου δηλονότι καὶ οὐ τοῦ ἁπλῶς καὶ κατὰ φύσιν καὶ καθόλου ἀδιαπτώτου. καὶ ὁ μὴ ἀκριβοδίκαιος ἐπὶ τὸ χεῖρον. τοῦτο προσέθηκε. λέγει δὴ τὸ ἐπὶ τὸ χεῖρον, ἐπεὶ ἁπλῶς γε εἴη ἂν ὁ ἐπιεικὴς καὶ ἀκριβοδίκαιος, εἴ γε ἐν τοῖς δοκοῦσι δικαίοις τὸ
30ἀκριβὲς δίκαιον ζητῶν ἐπανορθοῖ καὶ τὴν ἐν τούτοις κακίαν. ἐπὶ τὸ χεῖρον δέ εἰσιν ἀκριβοδίκαιοι οἱ τὰ γεγραμμένα ἐν τοῖς νόμοις φυλάσσειν βουλόμενοι κατὰ τὸ ῥητὸν καὶ ἐπὶ τὸ χεῖρον, ὡς ἂν ἀκριβῶς δίκαιον ἐξη‐ γούμενοι τὰ γεγραμμένα. ἀλλ’ ἐλαττωτικός· ἀντὶ τοῦ ἐπὶ τὸ ἔλαττον τὰς κολάσεις τρέπων· οὐ γὰρ πικροτέρως ἐπέξεισι τῷ ποιήσαντι τὸ μο‐
35χθηρὸν ὁ ἐλαττωτικός. καίπερ ἔχων τὸν νόμον βοηθόν, ἐπιεικής ἐστιν· ἀντὶ τοῦ τὸ ῥητὸν τοῦ νόμου. βοηθοῦν γὰρ ἔχει πρὸς τὸ πικρότερον κολάζειν ὁ ἐπιεικὴς τὸ ῥητὸν τοῦ νόμου, ὃ ἡμάρτηται διὰ τὸ ὡς καθόλου περὶ τοῦ μὴ ἐπιδεχομένου τὴν τοῦ καθόλου ὁμοιότητα τὰς κολάσεις ὁρίζειν. καὶ ἡ ἕξις αὕτη ἐπιείκεια, δικαιοσύνη τις οὖσα, τουτέστι τοῦ
40δικαίου στοχαστική.250

251

(1n)

Πότερον δὲ ἐνδέχεται αὑτὸν ἀδικεῖν ἢ ο, φανερὸν
2nἐκ τῶν εἰρημένων.
3 Φθάνει μὲν οὖν ἤδη περὶ τούτου τοῦ προβλήματος διειληφέναι, ἀλλ’ ἐκεῖ μὲν οὐ καθόλου ἐζήτει προηγουμένως, εἰ ἐνδέχεται αὑτὸν ἀδικεῖν,
5ἀλλ’ ἐπὶ τοῦ ἀκρατοῦς ἐζήτησεν, ὅτι εἰ ὁ ἀκρατὴς ἑκὼν βλάπτων ἑαυτὸν ἀδικεῖ ἑαυτόν. ὅτι γὰρ μὴ καθόλου περὶ τοῦ προβλήματος ἐζήτησεν ἐκεῖ, ὀλίγον προελθὼν μετὰ τὸ δεῖξαι ὅτι ὁ ἀκρατὴς οὐκ ἀδικεῖ ἑαυτόν, δύο εἶπε προβλήματα καταλείπεσθαι, τό τε πότερον ἀδικεῖ ὁ παρ’ ἀξίαν νέμων ἢ ὁ τὸ πλέον ἔχων, καὶ εἰ ἔστι τινὰ ἑαυτὸν ἀδικεῖν, ὡς οὐδέπω τὸν περὶ
10τούτου τοῦ προβλήματος λόγον πεποιημένος. εἰπὼν δὴ περὶ τοῦ ἑτέρου προβλήματος ὧν εἶπε δύο λοιπῶν καταλείπεσθαι διὰ μέσου, ἄλλα τινὰ προσθεὶς ἐπὶ τὸ καταλειπόμενον πρόβλημα τῶν περὶ δικαιοσύνης, ὡς αὐτὸς εἶπε, μέτεισιν, ὅπερ ἐστὶν τὸ εἰ ἐνδέχεταί τινα ἑαυτὸν ἀδικεῖν. τὰ μὲν γάρ ἐστιν αὐτῶν τῶν δικαίων περὶ ἑκατέρας δικαιοσύνης τε καὶ ἀδικίας φησί.
15προείρηται γὰρ αὐτῷ, ὅτι διττή ἐστιν ἡ δικαιοσύνη, ἡ μέν τις ὡς νομιμό‐ της λεγομένη, ἥτις πάσης ἀρετῆς ἐστι περιεκτική, ἡ δέ τις ὡς μερική, μία τις τῶν πασῶν ἀρετή. ὁμοίως τῇ δικαιοσύνῃ καὶ ἡ ἀδικία διττή. ἐφ’ ἑκατέρας δὴ τὸν λόγον ποιήσεται καὶ δείξει ὅτι κατὰ μηδέτερον ἔστιν ἀδι‐ κεῖν ἑαυτόν. καὶ πρῶτόν γε ὅτι μὴ κατὰ τὴν καθόλου. ἐπιχειρεῖ δὲ πρῶ‐
20τον εἰς τὸ ἐναντίον, ὅτι ἀδικεῖ ἑαυτὸν οὕτως, εἰ κατὰ τὴν δικαιοσύνην ἐκείνην πᾶν τὸ κατὰ νόμον καθ’ ἡντιναοῦν ἀρετὴν γινόμενον δίκαιόν ἐστι καὶ τὸ παρὰ τὸν νόμον γινόμενον πᾶν ἄδικον. οὐ κελεύει δὲ ὁ νόμος ἀποκτιννύναι ἑαυτόν. ὁ δὴ παρανομῶν ἀδικεῖ. ἐπεὶ δὲ ὁ ἀδικῶν τινα ἀδικεῖ, ὁ δὲ ἑαυτὸν ἀναιρῶν ἐν τῷ τοῦτο ποιεῖν παρανομεῖ, παρανομῶν δὲ
25ἀδικεῖ, ἑαυτὸν ἄρα εἴη ἂν ἀδικῶν. ἔτι ὅταν παρὰ τὸν νόμον βλάπτῃ μὴ ἀντιβλάπτων, τουτέστι μὴ ἀμυνόμενος τυχόν τινα ὑβρίσαντα· ἀδικεῖ ἄρα, ἀντὶ τοῦ παρανομεῖ. ἀλλὰ τίνα; οὐ γὰρ ἑαυτὸν ἀδικεῖ (πῶς γὰρ ὁ ἑκὼν αὑτὸν ἀναιρῶν; δέδεικται γὰρ ἐν τοῖς ἔμπροσθεν ὅτι μηδεὶς ἑκὼν ἀδικεῖται), ἀλλὰ δηλονότι τὴν πόλιν. συγχωρῶν γὰρ ἀδικεῖν τὸν παρὰ
30τὸν νόμον ἑαυτὸν ἀδικοῦντα μὴ μὴν ἑαυτὸν, ὅπερ ἦν τὸ ζητούμενον, πει‐ ρᾶται δεικνύναι, ὅτι τὴν πόλιν ἀδικεῖ καὶ διὰ τί λέγει. ᾗ μὲν ἀφαιρεῖταί τινα τὴν πόλιν, ἄρχοντα ἢ στρατιώτην ἢ ἀστράτευτον ἢ ἀρχόμενον, εἰ οὕ‐ τω τύχοι, ταύτῃ δόξαι ἂν τὴν πόλιν ἀδικεῖν, ᾗ δὲ ἑκὼν ἑαυτὸν ἀναιρεῖ, ἀδικῶν διὰ τὸ παρανομεῖν οὐχ ἑαυτὸν ἀδικεῖ, καθὰ λέλεκται, ἀλλὰ τὴν
35πόλιν. ἢ τὴν πόλιν, τουτέστιν ἑαυτὸν ἀναιρῶν ζημιοῖ πολίτου τὴν πό‐ λιν. δι’ ὃ ἡ πόλις ζημιοῖ τοὺς τὰ τοιαῦτα δηλονότι ἄντικρυς αὐτὴν βλάπτοντας. αἱ γὰρ τῶν πόλεων ζημίαι ὑπὲρ τῶν τὰ κοινὰ πλημμελούν‐
των γίνονται. πάντα γὰρ ἐφ’ οἷς αἱ κολάσεις τε καὶ ζημίαι ἐπὶ τῶν κοι‐251

252

νῶν ἔχουσι τῆς βλάβης τὴν ἀναφοράν. τίς δὲ ἡ ζημία τῷ ἑαυτὸν ἀποκτεί‐ ναντι καὶ μηκέτι ὄντι παρὰ τῆς πόλεως, ἐδήλωσε προσθεὶς τὸ καί τις ἀτιμία πρόσεστι τῷ ἑαυτὸν ἀποκτείναντι. ἀτάφους γὰρ αὐτοὺς κε‐ λεύουσι ῥίπτεσθαι, ἤ τινα ἄλλην τοιαύτην ἀτιμίαν ὁρίζουσιν οἱ νόμοι
5κατ’ αὐτῶν.
6nἜτι καθ’ ὃ ἄδικος ὁ μόνον ἀδικῶν.
7 Δείξας κατὰ τὴν κοινήν τε καὶ καθόλου δικαιοσύνην τε καὶ ἀδικίαν μὴ οἷόν τε εἶναι ἑαυτὸν ἀδικεῖν, μέτεισιν ἐπὶ τὴν ἑτέραν δικαιοσύνην, ἥτις μία τῶν ἀρετῶν ἐστι, καὶ τὴν ἀντικειμένην αὖ τῇ δικαιοσύνῃ, ἥτις ἐστὶ πλεο‐
10νεξία· δι’ ὃ οὐ παράνομος· κοινὸς γὰρ οὗτος οὐκ ἐν μόνῳ τῷ ἀδικεῖν ἀλλ’ ἐν πᾶσι φαῦλός ἐστι. τοῦτο γὰρ ἄλλο ἐκείνου· τουτέστι τὸ ἄδικος τοῦ ὡς ὅλου. ὥσπερ ὁ δειλός· τῇ τούτου παραθέσει πῶς ἐστιν ἄλλος ἔδει‐ ξεν· οὐχ ὡς ὅλην ἔχων τὴν πονηρίαν, τουτέστιν οὐχ ἅπασαν ἀλλὰ δηλονότι μίαν, τὴν ἀντικειμένην τῇ ἀνδρείᾳ. ὥστ’ οὐδὲ κατὰ ταύτην
15ἀδικε, τὴν ἰδίως δηλονότι λεγομένην ἀδικίαν. τὸ δὲ ἀδικεῖν πρόσκειται ὡσανεὶ τοῦ λόγου δηλοῦντος ὅτι ἑαυτόν τις οὐκ ἀδικεῖ. καὶ διὰ τί λέγει· ἐπεὶ γὰρ ἦν ὁ οὕτως ἄδικος πλεονέκτης καὶ ἄνισος, ὁ δὲ πλεονεκτῶν τινα πλεονεκτεῖ, οὗ πλέον ἔχει (ὁ μὲν γὰρ πλεονεκτῶν πλέον ἔχει ἀγαθοῦ τινος, ὁ δὲ πλεονεκτούμενος ἔλαττον ἔχει), εἰ δή τις ἑαυτὸν ἀδικῶν, κατὰ τὴν
20ἀδικίαν ταύτην ἑαυτὸν ἂν πλεονεκτοίη. εἰ δὲ τοῦτο, καὶ πλέον καὶ ἔλαττον ἅμα ἔχει καὶ ὃ ἀφῄρηται ὡς ἀδικούμενος τοῦτο ἕξει ὡς ἀδικῶν. ἄτοπον δὲ τοῦτο καὶ ἀδύνατον. τὸ γὰρ δίκαιον καὶ τὸ ἄδικον ἐν πλείοσίν ἐστιν, ὡς εἴρηται, καὶ οὐχ ἑνὶ αὐτῷ πρὸς ἑαυτόν. τοῦτο δὲ ἀδύνατον. αὐτὸς γὰρ ἀδικῶν ἑαυτὸν ὑφ’ ἑαυτοῦ ἀδικεῖται. ἅμα γοῦν ὁ αὐτὸς ἀδικῶν ἀδι‐
25κεῖται εἷς ὢν τῷ ἀριθμῷ· ἀδύνατον οὖν. ἐν πλείοσι γὰρ ἀεὶ καὶ τὸ νεμη‐ τικὸν δίκαιον καὶ τὸ διορθωτικόν, ὁμοίως καὶ τὸ τούτῳ ἀντικείμενον ἄδικον. καὶ οὐκ αὐτὸ πρὸς αὐτὸ ἀλλ’ ὁμοίως ἐν πλείοσιν.
28nἜτι δὲ ἑκούσιόν τε καὶ ἐκ προαιρέσεως.
29Καὶ τοῦτο δεικτικὸν τοῦ ὡς οὐχ οἷόν τέ ἐστιν αὐτὸν ἑαυτὸν ἀδικεῖν.
30καὶ πρότερον, τουτέστι τὴν ἀρχὴν ἔχοντος ἐν αὑτῷ τοῦ ἀδικοῦντος καὶ τοῦ ἀρχομένου. ὁ γὰρ ἀρχόμενος τοῦ βλάπτειν οὗτος ἀδικεῖ, ὁ δὲ ἀμυνό‐ μενος καὶ διότι ἔπαθε τὰ αὐτὰ ἀντιποιῶν τὸν δράσαντα οὐ δοκεῖ ἀδικεῖν. ταῦτα γὰρ παρέθετο τοῦ προτέρου ἐξηγητικά. εἰ δὴ δεῖ τῆς βλάβης τὴν ἀρχὴν ἐν τῷ ἀδικοῦντι εἶναι καὶ οὐκ ἐν τῷ ἀδικουμένῳ καὶ δὴ ἄλλον εἶναι
35τὸν ἐν ᾧ ἐστιν ἡ ἀρχὴ τῆς βλάβης παρὰ τὸν ἀδικούμενον, οὐκ ἂν εἴη αὑ‐ τὸν ἀδικεῖν. ἕτερος γὰρ αὐτὸς ἑαυτοῦ. καὶ διὰ τοῦτο πλείους ὁ αὐτὸς εἷς
ὢν ὑπάρξει, ὃ ἀδύνατον. εἰ γὰρ ἅμα βλάπτει καὶ βλάπτεται, εἴη ἂν ἀντι‐252

253

ποιῶν καὶ οὐ καταρχόμενος. οὕτω δὲ οὐκ ἂν ἀδικοίη τις ἑαυτόν· τί γὰρ μᾶλλον ἄρχεται ἢ ἀμύνεται; ἡ γὰρ αὐτὴ ἀρχὴ τοῦ τε πάσχειν καὶ τοῦ ποιεῖν ἐστιν· εἰ οὐδεὶς ἑκὼν ἀδικεῖται, οὐδὲ ἑαυτὸν οὐδεὶς ἀδικεῖ. τὸ δὲ πρῶτον, καὶ τὸ δεύτερον ἄρα· ὁ ἑαυτὸν ἀδικῶν ἑαυτὸν πλεονεκτεῖ, ὁ ἑαυτὸν
5πλεονεκτῶν ἅμα πλέον καὶ ἔλαττον ἔχει, ὁ ἄρα ἑαυτὸν ἀδικῶν οὗτος ἅμα πλέον ἔχει καὶ ἔλαττον, ὅπερ ἀδύνατον. ἔτι εἴη ἂν ἑκόντα ἀδικεῖ‐ σθαι. ἐχρήσατο ταύτῃ τῇ ἐπιχειρήσει καὶ ὅτε ἐδείκνυτο ὅτι ὁ ἑαυτὸν σφάττων οὐκ ἀδικεῖ ἑαυτὸν ἀλλὰ τὴν πόλιν. διὸ καὶ νῦν βραχέως αὐτοῦ ἐμνημόνευσε. πρὸς δὲ τούτοις ἄνευ τῶν κατὰ μέρος ἀδικημάτων
10οὐδεὶς ἀδικε. ἡ ἐπιχείρησις τοιαύτη ἐστίν· εἰ τὸ ἀδικεῖν ἐνεργεῖν ἐστι περὶ τὰ καθ’ ἕκαστα, εἴη ἂν τὸ ἀδικεῖν ἐν τοῖς κατὰ μέρος ἀδικήμασι γινόμενον· ἀλλὰ μὴν τῶν κατὰ μέρος ἀδικημάτων οὐδὲν οἷόν τε πρὸς αὑ‐ τὸν γίνεσθαι· ὥστε οὐδ’ ἂν ὅλως τὸ ἀδικεῖν πρὸς ἑαυτὸν εἴη. ὡς γὰρ οὐδεὶς τὴν ἑαυτοῦ γυναῖκα μοιχεύει, οὕτως οὐδὲ τοιχωρυχεῖ τὸν ἑαυτοῦ
15οἶκον· εἰ δὲ μηδὲν τῶν κατὰ μέρος ἀδίκων οἷόν τε πρὸς ἑαυτὸν ποιεῖν οὐδὲ ἑαυτὸν ἀδικεῖν ὅλως εἴη ἄν. ὅλως δὲ λύεται τὸ ἑαυτὸν ἀδικεῖν κατὰ τὸν διορισμὸν τὸν περὶ τοῦ ἑκουσίως ἀδικεῖσθαι. τὸ γὰρ παρὰ τὴν αὐτοῦ βούλησιν κατὰ τὸ ἑκούσιον βλαπτόμενον εἶπεν ἀδικεῖσθαι· οὐχ οἷόν τε δὲ παρὰ τὴν αὐτοῦ βούλησιν ἀδικεῖσθαι τὸν αὐτὸν ὑφ’ ἑαυτοῦ
20ἀδικούμενον ἑκουσίως.
21nΦανερὸν δὲ ὅτι καὶ ἄμφω μὲν φαῦλα καὶ τὸ ἀδικεῖσθαι
22nκαὶ τὸ ἀδικεῖν.
23 Τοῦτο τοιοῦτόν ἐστι· παράβασις γὰρ τοῦ μέσου καὶ τοῦ συμμέτρου. εἰ γὰρ τὸ ἴσον καὶ τὸ μέσον ἀγαθόν, ἡ τούτου παράβασις κακόν, τὸ δὲ πλεῖον
25ἔχειν ἐστὶ 〈παράβασισ〉 τοῦ μέσου, τοῦ ἴσου δηλονότι καὶ ἀγαθοῦ. καὶ ὥσπερ ὑγιεινὸν μὲν ἐν ἰατρικ. διὰ τῶν παραδειγμάτων συνέστησεν, ὅτι ἀμφό‐ τερα οὕτως ἔχει. ὡς γὰρ τὸ ὑγιεινὸν τὸ ἐν ἰατρικῇ, ὃ ἔστιν ἐν συμμετρίᾳ τινῶν, 〈οὗ〉 ὅ τε τὸ πλέον καὶ 〈ὁ〉 τὸ ἔλαττον ἔχων ἐκπεπτώκασιν, ὁμοίως καὶ τοῦ εὐεκτικοῦ τοῦ ἐν γυμναστικῇ (καὶ γὰρ καὶ τοῦτο ἐν συμμετρίᾳ τινῶν),
30οὕτω δὴ καὶ ἐπὶ τοῦ μέσου τε καὶ ἴσου, ὅπερ ἐστὶ δίκαιον, ἔχει. ἔστι δὲ συμμετρία ἐν ἰατρικῇ τυχὸν ὁμοιομερῶν τινῶν ἢ δυνάμεων ὁρατῶν, θερμοῦ εἰ τύχοι ἢ ψυχροῦ ἢ ξηροῦ ἢ ὑγροῦ. καὶ κακίας, τουτέστιν ἀπὸ κακίας τῆς ἀδικίας γίνεται. μέγιστα δὲ τῶν κακῶν αἱ κακίαι ὥσπερ τῶν ἀγαθῶν αἱ ἀρεταί. τελείας δὲ εἶπεν οἱονεὶ μετὰ παρανόμου ἢ τῆς κυρίως ἀδι‐
35κίας. ἡ γὰρ μετὰ προαιρέσεως τὸ ἑκούσιον ἔχει. ὅτι γὰρ οὕτω λέγει νῦν τὴν τελείαν κακίαν, δῆλον ἐξ ὧν ἐπήνεγκεν· οὐ γὰρ πᾶν τὸ ἑκού‐
σιον μετὰ ἀδικίας· οἱ γὰρ δι’ ὀργὴν ἑκόντες μὲν ποιοῦσιν, οὐ μήν γε253

254

καὶ κατὰ προαίρεσιν. οἱ δὲ οὕτω ποιοῦντες οὐδέπω μὲν κατὰ κακίαν ποι‐ οῦσιν. ἐγγὺς γάρ εἰσι τοῦ εἶναι τοιοῦτοι ἡττώμενοί γε τῶν παθῶν. ἢ τῆς τελείας καὶ ἁπλῶς· ἢ τῆς τελείας κακίας. τελεία γὰρ καὶ αὕτη κακία ἐστὶ πάσας περιέχουσα τὰς κακίας, διὸ καὶ ἁπλῶς κακία ἐστὶ καὶ λέγεται.
5ἢ νῦν οὐκ ἐκείνην λέγει τὴν τελείαν κακίαν ἀλλὰ τὴν κυρίως κακίαν καὶ ἀδικίαν· αὕτη δὲ ἦν ἡ μετὰ προαιρέσεως τὸ ἑκούσιον ἔχουσα. οὐ γὰρ ἅπαν τὸ ἑκούσιον μετὰ ἀδικίας. ἐπὶ πλέον γὰρ τὸ ἑκούσιον καὶ τὸ βού‐ λεσθαι καὶ θέλειν. κατὰ συμβεβηκὸς δ’ οὐθὲν κωλύει μεῖζον κακόν· εἰ οἱ ἀδικήσαντες τούτους μὴ κατ’ ἄκραν ἀδικίαν ἠδικήκασιν ἀλλ’
10ὡς οἱ ἑκόντες μέν, οὐ μὴν καὶ προαιρούμενοι. τῶν γὰρ καθ’ αὑτό ἐστιν ἐξεταστικὴ ἡ τέχνη. τὸ δὲ μεῖζον κακὸν πρόσκειται οἱονεὶ τῷ ἀδικηθῆναί τις ὑπερλυπηθεὶς κατέσφαξεν ἑαυτόν. ἀλλὰ πλευρῖτιν. καίτοι δύναταί ποτε κατὰ συμβεβηκὸς τὸ πρόσπταισμα μεῖζον γενέσθαι κακόν. ὁ γὰρ προσπταίσας καὶ καταπεσὼν καὶ διὰ τοῦτο ληφθεὶς ὑπὸ τῶν πολεμίων
15κατὰ συμβεβηκὸς † μετὰ ἀδικίαν φρενῶν, ἐν μείζονι κακῷ γέγονε διὰ τὸ πρόσπταισμα. τοῦ δὲ *** τί δέοντος ἢ πλει *** οὐκοῦν καὶ ὁ περὶ τῶν τοιούτων ἀγαθῶν καὶ κακῶν διαλαμβάνων καὶ κριτὴς ὢν καὶ τεχνί‐ της τοῦ καθ’ αὑτὰ καὶ τῇ αὐτοῦ φύσει φευκτότερα ἁπλῶς μεῖζον κακὸν λέγει τοῦ τῇ μὲν οἰκείᾳ φύσει ἐλάττονος, δυναμένου δέ ποτε κατὰ συμβε‐
20βηκὸς γενέσθαι μείζονος κακοῦ.
21nΚατὰ μεταφορὰν δὲ καὶ ὁμοιότητά ἔστι.
22 Δοκεῖ διὰ τοῦτο μνημονευκέναι καὶ δεδειχέναι, ὅτι τὸ οὕτως λεγόμενον δίκαιον κατὰ μεταφοράν τε λέγεται καὶ οὐ κυρίως διὰ τοὺς τὴν δικαιοσύ‐ νην ὁριζομένους ἐν τῇ ἰδιοπραγίᾳ τῶν τῆς ψυχῆς μερῶν. λέγει δὲ τοῦτο
25Πλάτων. οὐ πᾶν δὲ δίκαιον. οὐ γὰρ τὸ πολιτικὸν καὶ κυρίως λεγόμε‐ νον, ἀλλ’ ἤτοι τὸ δεσποτικόν, ὃ οὐ, φησίν, ἐν τοῖς κυρίως δικαίοις ἠριθμεῖτο. οὐ γὰρ ἔστι τι δίκαιον οἰκέτῃ πρὸς δεσπότην, καθὼς ἀνώτερον εἴρηται. ἀλλὰ τὸ δεσποτικόν. μεῖζον κακόν. ἐπιστῆσαι ἄξιον, πῶς τοῦτο εἴη ἂν ἀληθές. πᾶσα γὰρ καὶ ἡ μεγίστη βλάβη ἐλάττων ἐστὶν ἀδικίας καθ’
30ἣν ἀδικεῖ ὁ ἀδικῶν. ἢ τοῦτο ἔσται, ὅταν ὁ ἀδικηθεὶς εἰς κακίαν καὶ ὠμό‐ τητα ἐξέχῃ λέγειν πόθῳ τοῦ τὸν ἀδικήσαντα πολλὰ καὶ ἀνήκεστα ποιῆ‐ σαι κακά, ὡς ἤδη τινὲς ἀδικηθέντες ὑπό τινων εἰς λῃστείαν μετέβαλον καὶ δράσαντες τὰ ὠμότατα καὶ ἀδικώτατα καὶ τελευταῖον αὐτοὶ ληφθέντες ἀνεσκολοπίσθησαν. ἐν τούτοις γὰρ τὸ ἀδικηθῆναι κατὰ συμβεβηκὸς μεῖζον
35κακὸν ἦν † τοῖς ἀδικήσασιν αὐτοὺς τοῦ ἀδικηθῆναι, εἴ γε πρὸς τῇ τῆς κακίας
ἐπιτάσει, ἣν ἔσχον διὰ τὸ ἀδικηθῆναι, πρόσεστι καὶ ἡ εἰς τὸ σῶμα κόλασίς254

255

τε καὶ κακία καὶ ἡ ἐξ ἀρχῆς βλάβη. ἐν τούτοις γὰρ τοῖς λόγοις δι‐ έστηκε τὸ λόγον ἔχον μέρος τῆς ψυχῆς πρὸς τὸ ἄλογον. τὸ μὲν γὰρ λόγον ἔχει τῆς ψυχῆς, τὸ δὲ ἄλογον· τοιαύτην δὲ ἔσχηκε διάστασιν ἀπ’ ἀλλήλων, ὡς εἶναι κατὰ φύσιν τὸ μὲν ἄρχον, τὸ δὲ ἀρχόμενον. τοῦτο
5δὲ τὸ δίκαιόν φησιν ἢ δεσποτικὸν ἢ οἰκονομικόν. εἰς γὰρ ταῦτα ἀποβλέ‐ πουσι δοκεῖν ἔστι τῷ πρὸς ἑαυτὸν δίκαιον εἶναί τι ἢ ἄδικον. δίκαιον μὲν γάρ, ὅταν τὸ μὲν πεφυκὸς ἐν αὑτῷ τὴν ἀρχὴν ἔχῃ, τὸ δὲ ἄρχηται, ὅταν δ’ ἀνάπαλιν γίνηται καὶ ἄρχῃ μὲν τὸ ἄλογον, ἄρχηται δὲ τὸ λογικόν, ἀδικία· ὡς ἂν ὁ δοῦλος τοῦ δεσπότου ἄρχῃ. ἐν γὰρ τῷ ἀκρατεῖ ἡ τῶν προειρη‐
10μένων μερῶν ἀδικία, ὡς ἐν τῷ ἐγκρατεῖ καὶ σώφρονι ἡ τῶν αὐτῶν τούτων δικαιοσύνη. ὑπείκει γὰρ τὰ πάθη τῷ λόγῳ ἢ τῷ δεσποτικῷ δικαίῳ κυρι‐ ευόμενα, ὡς ἐπὶ τῷ ἐγκρατεῖ, ἢ τῷ οἰκονομικῷ διαταττόμενα καὶ τῷ
κρείττονι παραχωροῦντα, ὡς ἐπὶ τοῦ σώφρονος ἔστιν ἰδεῖν.255