TLG 4031 002 :: EUSTRATIUS :: In Aristotelis ethica Nicomachea i commentaria EUSTRATIUS Phil., Discipulus Joannis Itali
Metropolita In Aristotelis ethica Nicomachea i commentaria Citation: Page — (line) | ||
1(1t) | ΕΥΣΤΡΑΤΙΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΝΙΚΑΙΑΣ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟ | |
2t | ΠΡΩΤΟΝ ΤΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΗΘΙΚΩΝ ΝΙΚΟΜΑΧΕΙΩΝ. | |
---|---|---|
3 | Τῆς φιλοσοφίας εἰς δύο διαιρουμένης, λέγω δὲ τὸ θεωρητικόν τε καὶ πρακτικόν, περὶ ἄμφω ὁ Ἀριστοτέλης ἐσπούδασεν, ὥστε πραγματείας | |
5 | ἐπ’ ἀμφοῖν ἐκθέσθαι τὰς τῶν μετιόντων τεχνούσας καὶ ἐπιστημούσας ψυχὰς κατὰ τὸ ἁρμόδιον ἑκάστῳ ὑποκειμένῳ. τοῦ γοῦν θεωρητικοῦ αὖθις καθ’ ὑποδιαίρεσιν εἰς τρία διαιρουμένου, εἰς τὸ φυσικὸν θεολογικόν τε καὶ μαθηματικόν, ὁ νῦν ἡμῖν ἐνεστηκὼς ἐν τῇ σκέψει λόγος περὶ οὐδενός ἐστι τούτων ἀλλὰ περί τινος τῶν ὑπὸ τὸ πρακτικόν. διαιρουμένου γὰρ καὶ | |
10 | τούτου εἰς τρία, εἰς τὸ ἠθικὸν εἰς τὸ οἰκονομικὸν καὶ εἰς τὸ πολιτικόν, περὶ τοῦ ἠθικοῦ τι συντάξαι σκοπὸν ἐθέμεθα, τὴν πρὸς Νικόμαχόν τινα γενομένην τοῦ Ἀριστοτέλους πραγματείαν προθέμενοι, καί τινα πρὸς αὐτὴν εἰπεῖν ἐθελήσαντες, τινὸς τῶν μάλιστα λόγου ἀξίων ἡμᾶς πρὸς τοὖργον ἀνερεθίσαντος καί τινα ἐκθέσθαι σαφήνειαν τοῦ πρώτου τῶν Ἀριστοτέλους | |
15 | Ἠθικῶν Νικομαχείων ἐντειλαμένου, ὃν οὐκ ἦν παραιτεῖσθαι 〈διὰ τὸ ἐν πολλοῖς αὐτὸν ἀναγκαίοις εὑρεῖν ἡμᾶς εὖ ἐργασάμενον· ἀθετεῖν δὲ τὸν οὕτω πρὸς ἡμᾶς διακείμενον καὶ παραιτεῖσθαί〉 τι τῶν δυνατῶν ἐπιτάττοντα ἄγνωμον ἅμα καὶ ἀφιλόσοφον. εἰ γὰρ τοὺς εὐεργέτας ἀξιοῦντας παραιτη‐ σόμεθα, πότε προῖκά τισιν ὠφελείας αἴτιοι φανησόμεθα, ἢ καὶ ἀγνῶτάς | |
20 | τινας ὀνήσομεν, τῆς θείας ἐντολῆς καὶ τοῖς βλάπτουσιν ἀπαιτούσης ἑτοίμους πρὸς ὄνησιν γίνεσθαι, ἵν’ οὕτως εἴη καθ’ αὑτὸ τὸ φιλάνθρωπον κατορθού‐ μενον, ἅτε καὶ πρὸς τὸν αἴτιον φέρον μίμησιν, ὃ καὶ τῆς ἀληθοῦς φιλοσο‐ φίας οἰκειότατον μάλιστα. πρῶτον τοίνυν ῥητέον, τί διενήνοχεν ἀλλήλων τὰ τρία εἴδη τοῦ πρακτικοῦ, ἔπειτα τί ἐστιν ἕκαστον τούτων, καὶ τρίτον | |
25 | τίς ἡ ἐκ τούτων ἑκάστου τοῖς ἀνθρώποις ἐπιγινομένη ὠφέλεια, ἵνα τήν τε γνῶσιν αὐτῶν ἔχωμεν καὶ προθυμότεροι γινώμεθα πρὸς τὸ ταῦτα μετέρ‐ | |
χεσθαι. διαφέρουσι τοιγαροῦν ἀλλήλων τὸ ἠθικὸν τὸ οἰκονομικὸν καὶ τὸ | 1 | |
2 | πολιτικὸν πρῶτον μὲν κατὰ τὰ ὑποκείμενα, ὅτι τοῦ μὲν καθ’ ἕνα ἄνθρωπον ἡ βελτίωσις, ὥστε καλόν τε καὶ ἀγαθὸν γενέσθαι τοῖς ἐν τῇ ἠθικῇ πραγμα‐ τείᾳ παραδιδομένοις ἑπόμενον, φρονίμως τε ζῶντα καὶ τὸν οἰκεῖον λόγον ἔχοντα θυμοῦ καὶ ἐπιθυμίας ἐπικρατῆ, μέτρον τε ἐπιτιθέντα τῶν ὁρμῶν | |
5 | αὐτοῖς καὶ μηδαμοῦ συγχωροῦντα τούτοις ὡς ἔτυχε φέρεσθαι, ἵν’ ἐν τοιαύτῃ τις ἕξει καθίσταιτο, ὡς ὅπερ ἂν πράξαι ἕτοιμος εἶναι λόγον ἀποδιδόναι ὀρθόν, καθ’ ὃν αὐτῷ τὸ πεπραγμένον τετέλεσται, κἂν μηδεὶς εἴη ὁ τὸν λόγον ζητῶν, αὐτὸν πρὸς ἑαυτὸν ἀπευθύνεσθαι, ἑαυτὸν ὡς ἔχει κρίνοντα καὶ ἑαυτὸν ἐξετάζοντα, ἵν’ ἐν μηδενί ποτε τοῦ εὖ ἀπολείποιτο, ὡς | |
10 | ἐφ’ ἑκάστου λέγειν τῶν πεπραγμένων ὡς Φωκυλίδης “πῇ παρέβην; τί δ’ ἔρεξα; τί δέ μοι δέον οὐκ ἐτελέσθη;” καὶ κρίσει ὀρθῇ ἑαυτὸν εὑρίσκοντα ἐν ταῖς πράξεσι τοῦ εὖ ἀντεχόμενον χαίρειν ἐν τῇ κατορθώσει τοῦ δέοντος ὡς τοὐναντίον ἀνιᾶσθαι εἴ ποθ’ ἑαυτοῦ ἐκπεπτωκότος ἐπαίσθοιτο ἢ διὰ τὸ τῶν ὑποκειμένων ἀβέβαιον ἢ διὰ τὸ τῶν ὀρέξεων ὀχληρότατόν τε καὶ | |
15 | βίαιον ἢ διὰ τὸ τοῦ λόγου ἴσως ἐνδόσιμον καὶ πρὸς τὰς ἐνστάσεις μαλακὸν καὶ ὑπόχαυνον ἤ τι τοιοῦτον ἕτερον· ὡς τῆς πρακτικῆς ἁπάσης περὶ ἐν‐ δεχόμενα καταγινομένης καὶ οὐκ ἀναγκαίως ἐχούσης κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν τὰ τέλη ἑπόμενα. καὶ περὶ μὲν τοῦ ἠθικοῦ ταῦτα· τῷ δὲ οἰκο‐ νομικῷ οἰκίαι καὶ οἱ ἐνοικοῦντες τὰ ὑποκείμενα καὶ ὅσα τούτοις συντελεῖ | |
20 | πρὸς σύστασιν ὁμοῦ καὶ τὴν σὺν κατορθώσει συνοίκησιν, ὡς τυγχάνειν τε ἕκαστον ὧν δεῖ κατὰ τὸ ἀνάλογον καὶ μηδένα ἀποστερεῖσθαί τινος ἀνή‐ κοντος κατὰ τὸ μέτρον τοῦ ἤθους ἢ τῆς τάξεως ἢ τῆς ἕξεως 〈ἢ τῆς ἐνερ‐ γείασ〉 ἢ τῆς ὑπούσης φυσικῆς ἐπιτηδειότητος ἢ τῆς πρὸς τὸν δεσπόζοντα εὐνοίας καὶ σχέσεως. πολλὴ γὰρ διαφορὰ καὶ κατὰ ταύτην τοῖς συνοικοῦσιν | |
25 | ἐν τοῖς ἐνύλως τὸ εἶναι ἔχουσιν ἐπικρατούσης τῆς ἑτερότητος. οὐ γὰρ ἑαυτοῦ δεῖ μόνου φροντίζειν ὡς ἔχῃ καλῶς τὸν ἐν οἰκίᾳ ἐξάρχοντα ἀλλὰ καὶ τῶν οἳ αὐτῷ ὑποτίθενται, ὡς πᾶσι πάντα κατὰ τὸ εὖ διατίθεσθαι, καὶ περὶ ποίων οὐχ ἥκιστα, ὡς μηδενὸς τῶν δεόντων οἱ ἐν οἰκίᾳ λειπό‐ μενοι δύναιντο συντηρεῖν τὴν συνοίκησιν. τοσαῦτα καὶ περὶ τοῦ οἰκονο‐ | |
30 | μικοῦ· τῷ δέ γε πολιτικῷ πόλις τὸ ὑποκείμενον καὶ οἱ ἐν αὐτῇ κοινω‐ νοῦντες τῆς κατοικήσεως. ἐκ πολλῶν γὰρ οἰκιῶν ἡ πόλις συνέστηκε· καὶ ὥσπερ τὸν οἰκίας ἐξάρχοντα αὐτὸν εἶναι δεῖ πρῶτον καλόν τε τὸν τρόπον καὶ ἀγαθόν, εἶτα καὶ τοὺς συνοίκους εὖ διατίθεσθαι, ψυχῶν τε αὐτῶν καὶ τῶν σωμάτων ἐπιμελόμενον, οὕτω καὶ τὸν πολιτικὸν ἄνδρα καὶ πόλεως | |
35 | προϊστάμενον ἕκαστον τῶν προεστώτων ἐν ταῖς οἰκίαις πολίτην χρὴ ποιεῖν ἀγαθὸν ἐννόμως ζῶντα καὶ τοῦ μετὰ λόγου ζωῆς ἀντεχόμενον, αὐτὸν | |
ὄντα πρὸ πάντων τοιοῦτον, οἷον αὐτόν τε καθ’ ἑαυτὸν ταῖς παντοίαις ἀρε‐ | 2 | |
3 | ταῖς καλλυνόμενον καὶ ἀγαθυνόμενον καὶ ἱκανὸν εἰσέτι καὶ τοῖς πολιτευο‐ μένοις μεταδιδόναι τῆς ἀγαθότητος, παντοίως κηδόμενον πολιτῶν τε ἅμα καὶ πόλεως ἢ καὶ πόλεων, εἰ πλειόνων τύχοι κρατῶν, εἰδότα καλῶς ὡς ἕκαστος ἄρχων πλειόνων ὁμοφυῶν ἐπίσης ἑαυτῷ φροντίζειν τῶν ὑπὸ χεῖρα | |
5 | ὀφειλέτης ἐστίν, οὐχ ἵνα τῶν ἴσων ἐκείνῳ ἢ ἀλλήλοις ἁπλῶς τυγχάνοιεν ἅπαντες ἀλλ’ ἢ κατὰ τὸ ἀνάλογον. οὕτω γὰρ αἱ πόλεις συνίστανται, τοῦ αὐτῷ ἀνήκοντος ἑκάστου τυγχάνοντος. αἱ γὰρ ἀποστερήσεις τῶν ἀνηκόντων ἀδίκους μὲν τῶν πόλεων 〈τοὺσ〉 προεστῶτας ἐλέγχουσι, ῥαθύμους δὲ περὶ τὰ καλὰ 〈τοὺσ〉 ὑποκειμένους διατιθέασι, τὰς δὲ πόλεις ἐχούσας κακῶς ἀπεργά‐ | |
10 | ζονται. τοιοῦτον γὰρ καὶ τὸ Εὐριπίδειον “ἐν τούτῳ γὰρ πάσχουσιν αἱ πολλαὶ πόλεις, ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ μηδὲν φέρηται τῶν κακιόνων πλέον”. τέτταρα δὲ πάντα τῆς πολιτείας τὰ μέρη νομοθετικὴ καὶ δικαστική, γυμναστικὴ καὶ ἰατρική. ἐπεὶ γὰρ ἐκ ψυχῆς καὶ σώματος συνέστηκεν ἄνθρωπος ὢν τῶν πολιτῶν ἕκαστος, δεῖ μεθόδους εἶναι πρὸς | |
15 | ἄμφω, δι’ ὧν τῶν μερῶν ἑκατέρων τὸ κατὰ φύσιν καὶ βέλτιον ἢ παρὸν συντηρηθήσεται ἢ ἀπογενόμενον ἐπανακληθήσεται. νομοθετικὴ μὲν δὴ τὰς ψυχὰς κατὰ φύσιν ἐχούσας συντηρεῖ ἐν τῷ ἀγαθῷ, τοῖς ὀρθῶς κειμένοις νόμοις μέτρῳ καὶ κανόνι χρωμένας καὶ κατ’ αὐτοὺς πολιτευομένας. ὁπη‐ νίκα δέ τι διὰ ῥαθυμίαν παρασφαλεῖεν ἢ διά τινα προπέτειαν, ἡ δικαστικὴ | |
20 | ἐφίσταται εὐθύνας τε ἀπαιτοῦσα καὶ διορθουμένη τὰς ἐκτροπάς. οὕτω δὴ κἀπὶ τῶν σωμάτων· κατὰ φύσιν μὲν ὄντων καὶ ἐν ὑγείᾳ διακειμένων γυμναστικὴ προΐσταται, διὰ τῶν καταλλήλων ἑκάστῳ καὶ συμμέτρων γυμ‐ νασίων καὶ διαιτημάτων συντηροῦσα τὸ κατὰ φύσιν αὐτοῖς, ἐπὶ τὸ παρὰ φύσιν δ’ ἐκπεπτωκότων διὰ τὸ τῆς ὕλης ἀβέβαιον ἰατρικὴ παραγίνεται τῇ | |
25 | φύσει ἐπικουροῦσα καὶ ἐφ’ ὑγείαν ὡς ἐνὸν ἀνακαλουμένη τὰ ταύτης ἐκτρα‐ πέντα σώματα. ἔστι δὲ ἠθικὸν μὲν εἶδος φιλοσοφίας πρακτικῆς 〈περὶ κα‐ τόρθωσιν ἠθῶν ἀνθρώπου καταγινόμενον, οἰκονομικὸν δὲ εἶδος φιλοσοφίας πρακτικῆς περὶ σύστασιν οἴκου καὶ τῶν ἐν αὐτῷ συνοικούντων παντοίαν περιποίησιν τὴν σκέψιν ποιούμενον, πολιτικὸν δὲ εἶδος φιλοσοφίας πρακτικῆσ〉 | |
30 | περὶ πόλεως καὶ πολιτευομένων σύστασίν τε καὶ εὐνομίαν τὴν ἀσχολίαν ἐνδεικνύμενον. ἐκ δὴ τούτων φανερὸν καὶ τί τούτων ἕκαστον ἐν τῷ βίῳ τοὺς ἀνθρώπους ὀνίνησι τὸ ἀγαθὸν κατορθοῦν τὸ μὲν ἑκάστῳ τῶν ἀνθρώ‐ πων, τὸ δὲ κοινῶς τοῖς συνοικοῦσιν ἐν τῷ αὐτῷ, τὸ δὲ ἔτι κοινότερον ἐν πόλει ἢ πόλεσιν ἢ καὶ ἔθνει ὅλῳ, ἴσως δέ γε καὶ ἔθνεσιν, εἰ πλείω | |
35 | ποτὲ εἴη ὑπὸ ἑνὸς ἄρχοντος ἐπικράτειαν. καὶ παραδείγματα τούτων πολ‐ λά τις εὑρήσει τὰς βίβλους μετιὼν τάς τε καθ’ ἡμᾶς καὶ τὰς θύραθεν. πολλοὶ γὰρ ἀγαθοὶ παρά τε βαρβάροις καὶ Ἕλλησι 〈καὶ ὡσ〉 καθ’ ἑαυτοὺς | |
ὀρθῶς ζήσαντες καὶ ὡς μεθ’ ἑτέρων ἐν οἴκοις καὶ ὡς ἐν ἔθνεσί τε καὶ | 3 | |
4 | πόλεσι. καὶ τοὺς μὲν καθ’ ἕκαστον περιττὸν καὶ ἀπαριθμεῖσθαι· ἄπειροι γὰρ ὡς εἰπεῖν βίοι ἀνδρῶν εἰς μίμησιν ἐκτεθειμένοι εὑρίσκονται εὐαρέστως θεῷ ζησάντων καὶ κατορθωσάντων τὰ κράτιστα· Ἀβραὰμ δὲ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἔτι δὲ καὶ Ἰὼβ οἰκονομίας ἀρίστης ἔστωσαν εἰς παράδειγμα, | |
5 | καλῶς ἑαυτούς τε καὶ τὰ περὶ αὑτοὺς διαθέμενοι. Μωσῆς δὲ πολιτικῆς ὡς εἰπεῖν ὑπόδειγμα πρώτιστον, μετὰ δὲ Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ πολλοὶ παρ’ Ἑβραίοις ἕτεροι, εἰ βούλει δὲ καὶ Σόλων παρ’ Ἕλλησιν. ἀλλὰ περὶ μὲν τούτων ἅλις. ἐπεὶ δὲ νῦν ὁ λόγος ἡμῖν περὶ τῶν Νικομαχείων Ἠθι‐ κῶν καὶ τούτων τοῦ πρώτου, οὗ καὶ τὴν ἐξήγησιν ἀπῃτήμεθα, ἐροῦμεν | |
10 | ἤδη τίς ὁ σκοπὸς τοῦ Ἀριστοτέλους ἐν τούτῳ. κοινῶς μὲν οὖν ἐν τοῖς δέκα βιβλίοις περὶ τῶν ἠθικῶν ἀρετῶν διδάξαι πασῶν προέθετο καὶ τεχ‐ νικῶς παραδοῦναι περὶ αὐτῶν, ὡς ἂν τοῖς παραδεδομένοις κανόσι χρώμενοι καὶ τούτοις πράξεις ἅμα καὶ λόγους παραμετροῦντες καλῶς καὶ ἀπταίστως ὅσον ἐνδέχεται τὸν οἰκεῖον βίον διεξάγοιμέν τε καὶ διευθύνοιμεν. διὰ τοῦτο | |
15 | καὶ Ἠθικὰ ἐπιγέγραπται ὡς πρὸς βελτίωσιν τῶν ἠθῶν συμβαλλόμενα, ἢ ὡς αὐτὸ τοῦτο παραδιδόντα, πῶς ἄν τις ἀγαθὸς ἀποβαίη τοῖς ἤθεσιν ἀσκῶν δεόντως ἅμα πράξεις καὶ λόγους, Νικομάχεια δέ, διότι πρός τινα Νικό‐ μαχον ἐκπεφώνηται, εἴτε τὸν υἱὸν αὐτοῦ τοῦ Ἀριστοτέλους, ὃς οὕτως ἐκέ‐ κλητο, εἴτε πρός τινα ἕτερον οὕτως ὀνομαζόμενον· ὥσπερ καὶ Εὐδήμεια | |
20 | ἐκδέδωκεν ἕτερα πρός τινα Εὔδημον ἐκτεθειμένα τὴν αὐτὴν τούτοις ἔχοντα δύναμιν. ἠθικὰ δὲ ὀνομάζονται ἀπὸ τοῦ ἔθους κατὰ τροπὴν τοῦ ε εἰς η ὅτι δεῖ ἐθίσαντα ἕκαστον αὑτὸν ἐν ταῖς ἐπαινεταῖς ἐνεργείαις καὶ πράξεσιν οὕτως ἐν ἕξει γενέσθαι τῶν καλῶν καὶ δικαίων καὶ ἄνδρα καταστῆναι ἀγα‐ θόν τε καὶ ἀξιέπαινον. καὶ κοινὸς μὲν οὗτος ἐν τοῖς ἠθικοῖς ὁ σκοπός· | |
25 | ἐν δὲ τῷ πρώτῳ βιβλίῳ τῆς πραγματείας περὶ τοῦ τέλους ζητεῖ πρὸς ὃ αἱ ἀρεταὶ φέρουσι κατορθούμεναι, ὅπερ εὐδαιμονία παρὰ τοῖς πάλαι σοφοῖς ὀνομάζεται. τοῦτο δέ ἐστι καὶ τὸ τέλος τῆς ἀνθρωπίνης ζωῆς, οὗ ἕνεκα ὁ ἄνθρωπος ἐν τῷ παρόντι κόσμῳ παράγεται. ἔστι δὲ τοῦτο ἐξ ἀρχῆς μὲν μετριοπάθεια, τὸ ἀγριαῖνον καὶ ἄμετρον τῶν συνεζευγμένων ἡμῖν | |
30 | ἀλόγων παθῶν καταστέλλουσα καὶ ὡς ἀρχηγῷ τῷ λόγῳ ἄγεσθαί τε καὶ φέρεσθαι πείθουσα, τελευταῖον δὲ καταντᾷ εἰς ἀπάθειαν, ὅπερ μακαριότης παρ’ ἡμῖν λέγεται. δεῖ γὰρ τὸν ζητοῦντα τὸ τέλειον μέχρι τῆς τελευταίας σπεῦσαι νεκρώσεως τῶν ἀλόγων δυνάμεων, ὡς μόνον τὸν λόγον ἐνεργεῖν ἐν αὐτῷ ὑπὸ τῆς ἀλογίας μηδαμῇ ἐνοχλούμενον, οὗ γενομένου ἡ τοῦ | |
35 | ἀνθρώπου ψυχὴ διὰ τῆς συνεχοῦς καὶ ἀδιακόπου ἐνεργείας τοῦ λόγου εἰς νοῦν ἄνεισι καὶ νοοειδὴς γίνεται ἤτοι νοῦς κατὰ μέθεξιν, εἶτα δὲ καὶ θεοειδὴς ὡς θεῷ ἑνωθεῖσα κατὰ τὸ ἐν αὐτῇ ἐγκείμενον ἕν, ὅπερ ἄνθος τοῦ νοῦ ὁ μέγας ὠνόμασε Διονύσιος. ζητεῖ τοίνυν ὁ Ἀριστοτέλης πρῶτον μὲν εἰ ἔστι τέλος τῶν πρακτῶν, πρὸς ὃ πρᾶξις ἀνθρώπου σπουδαίου ἀπευθύ‐ | |
40 | νεται ἅπασα, ἔπειτα τί ἐστι τοῦτο καὶ ἑξῆς τὰ λοιπὰ προβλήματα. τίνος | 4 |
5 | δὲ ἕνεκα πρὸ τῶν ἀρετῶν περὶ τοῦ τέλους ζητεῖ; καίτοι πρὸς τέλος αἱ ἀρεταὶ καὶ πρὸς ἐκεῖνο αἱ πράξεις αἱ κατ’ αὐτὰς ἀπευθύνονται· καὶ ἔδει περὶ τούτων πρῶτον εἰπεῖν, εἶτ’ ἐπὶ ταύταις τὸν περὶ ἐκείνου λόγον ἐπαγαγεῖν. ἀλλ’ ἐπειδήπερ αἱ ἀρεταὶ πόνῳ κτᾶσθαι πεφύκασιν, ἔδει πρότερον ὁποσονοῦν | |
5 | εἰδέναι περὶ τοῦ τέλους καὶ τί τὸ ἐκ τῶν πόνου ἐσόμενον ἀγαθόν, ὡς ἂν προθυμότεροι πρὸς τὸ τληπαθεῖν γενησόμεθα τῆς οἰκείας ἐφιέμενοι τελειώ‐ σεως, ἔτι δὲ καὶ ἵνα σκοπὸν ἔχωμεν πρὸς ὃν ἀποβλέποντες καὶ ὥσπερ τινὰ βέλη τὰς πράξεις βάλλοντες μᾶλλον ἂν τυγχάνοιμεν τοῦ δέοντος, κα‐ θὼς καὶ αὐτὸς ἔφησεν. ἐνταῦθα μὲν οὖν ὁλοσχερέστερον περὶ αὐτῶν | |
10 | παραδίδωσιν, ὕστερον δὲ καθαρώτερόν τε καὶ ἀκριβέστερον ἐπὶ τὸ ἀκριβέ‐ στερον παριστῶν τὴν περὶ τῆς εὐδαιμονίας διάρθρωσιν ἐν τῷ δεκάτῳ τῆς παρούσης πραγματείας. εὐδαιμονία δὲ ἡ ἀνθρώπου τελειότης ὠνόμασται παρὰ τὸ εὖ ἔχειν τὸν δαίμονα τοῦ ἐν τελειότητι γενομένου ἀνδρός. δαί‐ μονα δὲ ἐκάλουν ἐν ἡμῖν οἱ παλαιοὶ τὸ νοερὸν τῆς ψυχῆς, καθά φησι καὶ | |
15 | Πλούταρχος ὁ Χαιρωνεὺς ἐν τῷ λόγῳ ᾧ ἐπιγέγραπται Περὶ τοῦ Σωκράτους δαιμονίου· λέγει γὰρ ἐκεῖσε μηδὲν ἄλλο δηλοῦν τὸ Σωκράτους δαιμόνιον ἢ τὸν νοῦν τοῦ σοφοῦ, ὃς καθαρὸς ὢν καὶ ἀκριβὴς περὶ τὸ διακρίνειν τὰ πράγματα ἠδύνατο καὶ ἐκ προφάσεων μικρῶν γιγνώσκειν τὰ συμβήσεσθαι μέλλοντα. περὶ μὲν δὴ τούτων εἰρήσθω τοσαῦτα· ἤδη δὲ τῶν Ἀριστοτέ‐ | |
20 | λους ἀρχώμεθα ῥήσεων πρὸς σαφήνειαν τούτων ὁρμώμενοι καὶ τὸν αἴτιον παντὸς ἀγαθοῦ κἀν τούτοις ὡς κἀν τοῖς ἄλλοις ἅπασιν ἐπιβοώμενοι γενέσθαι συλλήπτορα. | |
23n | Πᾶσα τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ καὶ πρᾶξίς | |
24n | τε καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ. | |
25 | Συνήθως ὁ Ἀριστοτέλης τὸ καθόλου προτάττει καὶ τῆς παρούσης διδασκαλίας. πολλαχοῦ γὰρ τῶν οἰκείων ἀρχόμενος πραγματειῶν τοῦτο ποιῶν εὕρηται· ἔν τε γὰρ τῇ Ἀποδεικτικῇ “πᾶσα” φησὶ “διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προϋπαρχούσης γίνεται γνώσεως”, κἀν τῇ Φυσικῇ Ἀκροάσει “ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ | |
30 | πάσας τὰς μεθόδους ὧν εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, ἐκ τῶν ταῦ‐ τα γνωρίζειν”, κἀν τοῖς Μετὰ τὰ φυσικὰ τὸ αὐτὸ “πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει”. ἐπεὶ οὖν πρόκειται αὐτῷ περὶ τοῦ ἀνθρωπίνου τέλους ζητῆσαι, εἰ ἔστι τι ἀγαθὸν οἰκεῖον τῆς ἀνθρώπου φύσεως, οὗ ἕνεκεν ὁ ἄνθρωπος τὴν ὕπαρξιν ἔσχηκε καὶ δι’ οὗ πρὸς τὸ κοινὸν πᾶσι τοῖς | |
35 | οὖσιν ἀγαθὸν ἀναφέρεται καὶ τί τοῦτό ἐστι, καὶ ἑξῆς ἐκτίθεται κατ’ εἶδος | |
πᾶσαν ἕξιν καὶ πρᾶξιν ἀνθρωπίνην, οἷον τέχνην καὶ μέθοδον καὶ πρᾶξιν | 5 | |
6 | καὶ προαίρεσιν, ἵνα τούτων φανεισῶν ὡς ἑκάστη τέλος ἔχει τι, οὗ ἐφίεται καὶ δι’ ὃ συνέστηκεν, εἴη δῆλον ὅτι καὶ ἁπλῶς ὁ ἄνθρωπος ἔχει τι τέλος οἰκεῖον οὗ ἕνεκα γέγονε καὶ τοῖς οὖσι συντέτακται. καὶ δεῖ πρὸς ἐκεῖνο πᾶσαν αὐτὸν τὴν ἑαυτοῦ ἀπευθύνειν ἐνέργειαν, ὡς ἂν τῆς οἰκείας ἐφίκηται | |
5 | τελειότητος. ἔστι μὲν γὰρ κοινὸν ἀγαθόν, οὗ πάντα ἐφίεται καὶ δι’ ὃ πάντα ἐστὶν ὁμοῦ, τά τε ταπεινότερα τά τε ὑψηλότερα. ἀλλ’ ὅσα μέν ἐστιν ἐγγυτάτω ἐκείνου, δι’ ἐκεῖνό τε ἁπλῶς γέγονε κἀκείνου ἀμέσως ἀπολαύει· τοῦτο δέ ἐστιν ὁ θεός, ἐξ οὗ τὰ πάντα καὶ δι’ ὃ καὶ εἰς ὅ· ὅσα δὲ μὴ μετ’ ἐκεῖνο εὐθύς, ἔχει τι ἕκαστον οἰκεῖον αὐτῷ καὶ προσεχὲς ἀγαθόν, δι’ | |
10 | οὗ μέσου ἀναφέρεται πρὸς ἐκεῖνο. ἡμᾶς τοίνυν ἀνθρώπους ὄντας δεῖ ζητεῖν τί τέ ἐστι καὶ ὁποῖον τὸ ἀνθρώπινον ἀγαθόν, ὡς ἂν πρὸς τοῦτο ζῶντες καὶ τοῦτο εὑρίσκοντες καὶ τούτου ἐπιτυγχάνοντες δι’ αὐτοῦ καὶ πρὸς τὸ κοινὸν τοῖς ἅπασιν ἀγαθὸν καὶ πρῶτον ἀναφερώμεθα. κατ’ εἰκόνα γὰρ θεοῦ πεπλάσμεθα καὶ ὁμοίωσιν, καὶ ἀνάγκη ἑαυτοὺς ἀποξέειν πρὸς τὸ | |
15 | ἀρχέτυπον, τὸ περὶ φύσιν ἅπαν ἀνακαθαίροντας καὶ τῆν ὑλικὴν ἀλογίαν ἀποτινάσσοντας καὶ τὴν πρὸς τὸ θνητοειδὲς σῶμα σχέσιν ἀποδιώκοντας καὶ τὴν οἰκείαν ἑαυτοῖς εὐζωΐαν ἐπισυνάγοντας, εἴπερ ἡμῖν μέλει τῷ ἀναι‐ τίῳ αἰτίῳ ἐπισυνάπτεσθαι. οὕτω γὰρ καὶ ὁ σωτὴρ ἡμῶν καὶ κύριος ἔφησεν “οὐδεὶς” λέγων “εἰσέρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι’ ἐμοῦ”, ὡς μὴ ἐνὸν | |
20 | ὅλως τὴν πρὸς τὸν πατέρα εὑρέσθαι οἰκείωσιν εἰ μὴ τὸν ἐν ἡμῖν λόγον πράξεσιν ἀγαθαῖς καὶ θεωρίαις ἀπλανέσι κοσμήσαντες τὸ κατ’ εἰκόνα εὖ διαθήσομεν, καὶ ὅπερ εἶναι λέγεται ἀληθεῦον ἀπεργασόμεθα καὶ οὕτως τῇ ἀπαραλλάκτῳ εἰκόνι τοῦ πατρὸς ὡς ἐνὸν ὁμοιούμενοι καὶ τὴν πρὸς αὐτὸν τὸν πατέρα ὁμοίωσιν ἕξομεν, ἄξιοι καὶ τῆς τοῦ πρώτου λόγου θεωρίας καὶ | |
25 | τῆς τοῦ πατρὸς δι’ αὐτοῦ γενόμενοι. Πᾶσα τέχνη καὶ πᾶσα μέθοδος. τί μέν ἐστι τέχνη, οὐδεὶς ὅλως λόγου μετειληφὼς ἀγνοεῖ, ὅτι σύστημα ἐκ καταλήψεων ἐγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ. καὶ αὐτὸς γὰρ ὁ ὁρισμὸς παρί‐ στησι τὴν τέχνην τέλος ἔχουσαν ἀγαθόν τι. τοῦτο δὲ πρὸς τὸν ἀνθρώπινον | |
30 | βίον εὔχρηστον καὶ ὠφέλιμον· ταπεινὸν μὲν δὴ τὸ οἰκεῖον τῆς τέχνης ἀγαθόν, ὅτι τῷ κατ’ αἴσθησιν βίῳ ὑπάρχει ὠφέλιμον, πλὴν οἰκεῖον αὐτῇ καὶ δι’ ἑαυτοῦ πρὸς τὸ πρῶτον ἀγαθὸν ἀναφέρον ὡς ἔνεστι, καὶ διὰ τοῦτο μὴ μικρῷ μέρει τῇ ἀνθρωπίνῃ συντελοῦν φύσει πρὸς τὴν οἰκείαν τελείωσιν. δεῖ γὰρ μὴ ἄχρηστον ἑαυτῷ ὑπάρχειν τὸν ἄνθρωπον ἀνεπιτήδευτον μένοντα | |
35 | καὶ τοῖς χείροσι καὶ ἀχρήστοις τῶν ἀλόγων ἐξομοιούμενον, ἀλλ’ ἑαυτῷ τε καὶ ἄλλοις διὰ τῆς τέχνης τὰ χρήσιμα κατορθοῦν. ἔτι δὲ καὶ μέρη σοφίας αἱ τέχναι, ὡς τὴν φύσιν μιμούμεναι καὶ ὕλαις χρώμεναι καὶ ταύταις εἴδη περιτιθέμεναι, ὡς καὶ διὰ τοῦτο μὴ δεῖν αὐτὰς τὸν φιλόσοφον ἀποπέμ‐ | |
πεσθαι· ἔπειτα καὶ σώματι πολυπαθεῖ καὶ πολυμεταβόλῳ συνδεδεμένος ὁ | 6 | |
7 | ἄνθρωπος δεῖται καὶ πολλῶν τῶν ἔξωθεν εἰς βοήθειαν, ἵνα πρὸς τῷ ζῆν ἁπλῶς καὶ τὸ εὖ ζῆν ἀνεμποδίστως αὐτῷ περιγίνοιτο καὶ μὴ διὰ τὴν τῶν χρησίμων ἔνδειαν ἀνακόπτοιτο. εἰ μὲν οὖν τῶν μειζόνων θεωρημάτων αὐτὸς ἐχόμενος οὐκ ἔχει καὶ πρὸς τὰ ἐλάττω καὶ τὰ πρὸς περιποίησιν | |
5 | σώματος καταφέρεσθαι, ὑπηρετήσουσιν αἱ τέχναι αὐτῷ, ὅσαι τὰ τοῖς ἀνθρω‐ πίνοις σώμασιν ἐργάζονται χρήσιμα, ὠφελουμένων τῶν χειρωνακτούντων παρ’ αὐτοῦ πρὸς τὰ τελεώτερα. ταῦτα δὲ λέγω πρὸς τὸ κατὰ φύσιν ἀπο‐ βλέπων καὶ τὸ ταῖς τῶν πόλεων εὐνομουμέναις ἁρμοδιώτατον καί, ὥς τις ἂν εἴποι, κοινωνικοῖς ἀνθρώποις καὶ πολιτικοῖς οἰκειότατον. εἰ δ’ ὀρειβα‐ | |
10 | τεῖν ἴσως αἱροῖτο καὶ ἐρημοπολεῖν βίον ἑλόμενος τὸν θειότερον καὶ τῇ θείᾳ προνοίᾳ καὶ μονῇ πᾶν τὸ ἑαυτοῦ ἀναθέμενος, ἢ οὐδὲν ἢ πάνυ βραχὺ τέχνης ὑπουργούσης δεήσεται· ταῦτα μὲν δὴ περὶ τέχνης λέγουσι παρεκ‐ βατικώτερον εἴρηται. μέθοδος δέ ἐστιν ἕξις ὁδοποιητικὴ μετὰ λόγου· ὥσπερ γὰρ ὁδοῦ τις κατὰ τὴν τοῦ λόγου ἀκολουθίαν ἐχόμενος ὡς εἴς τι | |
15 | κατάλυμα τὴν τοῦ ζητουμένου ἀγούσης εὕρεσιν οὕτω πρόεισιν ἀγαθὸν τέλος ἑαυτῷ προτιθέμενος τὴν τῆς ἀληθείας κατάληψιν, ὑφ’ ἧς ἡ ψυχὴ κοσμου‐ μένη ταῖς κατὰ μέρος τῶν ὄντων εὑρέσεσι τὴν οἰκείαν ἀπολαμβάνει κατὰ θεωρίαν τελείωσιν. ἀλλὰ τί δήποτε περὶ τέχνης καὶ μεθόδου εἰπὼν ὡς ἐφιεμένων τοῦ ἀγαθοῦ τῆς ἐπιστήμης οὐκ ἐμνημόνευσε; πότερον ὡς οὐχὶ | |
20 | καὶ αὐτῆς ἐφιεμένης τοῦ ἀγαθοῦ; καὶ μὴν ὅσον ἀκριβεστέρα τῆς τέχνης ἡ ἐπιστήμη, τοσοῦτον ἂν εἴη καὶ μᾶλλον τοῦ ἀγαθοῦ ἐφιεμένη καὶ ἀπο‐ λαύουσα. ἴσως μὲν οὖν καὶ δήλου ὄντος, ὡς εἰ ἡ ἐλάττων εἰς κατάληψιν τοῦ ἀληθοῦς τοῦ ἀγαθοῦ ἐφίεται καὶ τούτου τυγχάνει κατὰ τὴν ἔφεσιν, πολλῷ μᾶλλον ἡ μείζων τε καὶ ἀκριβεστέρα· ἔπειτα καὶ ἐκ τοῦ εἰπεῖν τὴν | |
25 | μέθοδον δῆλός ἐστι παριστῶν καὶ τὴν ἐπιστήμην. αἱ γὰρ ἄγουσαι μέθοδοι πρὸς βεβαίαν τῆς ἀληθείας κατάληψιν καὶ ὑπὸ λόγου παντὸς ἀμετάπειστον ἐπιστημονικαὶ πάντως εἰσίν. εἰ δὲ βούλει καὶ τρίτον· δύο γὰρ τὰ τέλη τοῦ ἀνθρώπου, δι’ ὧν πρὸς τὸ πρῶτον ἀγαθὸν ἀναφέρεται, ἀπάθεια καὶ ἀλή‐ θεια, ὧν τὸ μὲν πρακτόν, τὸ δὲ θεωρητόν ἐστιν. ἐπεὶ δὲ νῦν περὶ τοῦ | |
30 | πρακτοῦ ἀγαθοῦ ὁ λόγος αὐτῷ, ἡ δὲ ἐπιστήμη περὶ τὸ θεωρητὸν καταγί‐ νεται, διὰ τοῦτο ἐνταυθοῖ τῆς ἐπιστήμης οὐκ ἐμνημόνευσε. τέχναι γὰρ καὶ μέθοδοί εἰσι καὶ πρακτικαὶ καὶ θεωρητικαί, ἐπιστῆμαι δὲ πᾶσαι θεωρητικαί. πρᾶξις δέ ἐστιν ἡ κατὰ προαίρεσιν ἀνθρώπου ἐνέργεια. προαίρεσις δὲ ἡ δυοῖν προκειμένοιν κρίσις ἀνθρώπου, τόδε προτιθεῖσα πρὸ τοῦδε καθ’ | |
35 | ὁρμήν τε καὶ ὄρεξιν. τὸ δοκεῖ δὲ εἶπεν ὡς κοινῶς λεγόμενον ἐπί τε τοῦ ἀληθοῦς καὶ τοῦ φαινομένου. ἡ μὲν γὰρ ἔφεσις τοῦ ἀγαθοῦ ἐστιν, οὐ πάντως δὲ πρὸς τὸ ἀληθῶς ἀγαθὸν τείνεται, ἀλλ’ ἔστιν οὗ καὶ πλάνη περὶ αὐτὴν γίνεται, ὡς εἶναι ἁπλῶς μὲν τοῦ ἀγαθοῦ τὴν ἔφεσιν, ἀλλ’ ἢ μετὰ | |
πλάνης τινός. πᾶσι γοῦν οὕτω δοκεῖ, ὡς πᾶσαν ἔφεσιν πρὸς τὸ ἀγαθὸν | 7 | |
8 | ἀποτείνεσθαι. τὸ δὲ τινὸς προσέθηκεν ὅτι ἓν τὸ ἁπλῶς καὶ μὴ κατά τινα μετοχὴν ἀγαθόν, τῶν δ’ ἄλλων ἕκαστον πῇ ἀγαθόν, ὡς ἐκείνου μετε‐ σχηκὸς καὶ ἐν συνθέσει τινὶ θεωρούμενον, διὰ τοῦτο οὐχ ἁπλῶς ἀλλὰ τὶ ἀγαθόν. τῶν δὲ κατὰ μέρος τεχνῶν καὶ μεθόδων καὶ πράξεων ἑκάστη | |
5 | καὶ προαιρέσεων οἰκείου ἀγαθοῦ τινος ἐφίεται προσεχῶς καὶ διὰ μέσου ἐκείνου πρὸς τὸ κοινὸν ἄνεισι. τοίνυν ἐπεξελθὼν πᾶσαν ἕξιν ἀνθρώπου καὶ ἐνέργειαν ὅτι πᾶσα τοῦ ἀγαθοῦ ἐφίεται, ἐπαινεῖ τοὺς τὸ ἀγαθὸν ὑπο‐ γράψαντας ὅτι καλῶς ἀπεφήναντο τὸ ἀγαθὸν εἶναι οὗ πάντα ἐφίεται, ὥσπερ ἐξ ἐπαγωγῆς τινος πρότερον τὴν ὑπογραφὴν πιστωσάμενος. ὅτι δὲ οὐχ | |
10 | ὅρος τὸ εἰρημένον ἐστὶν ἀλλ’ ὑπογραφή, δῆλον ἐκ τοῦ ληφθῆναι ἐκ τῶν ὑστέρων. τοῦ γὰρ κοινοῦ ἐφετοῦ πάντα τὰ ἐφιέμενα ὕστερα, ὅτι καὶ ἐξ ἐκείνου πάντα καὶ ἐκεῖνο τοῦ εἶναι τοῖς πᾶσιν αἴτιον. εἰ μή τι δὲ δοκεῖ περιττόν, ῥητέον τι καὶ περὶ τῆς τάξεως, διὰ τί τέχνην μὲν καὶ μέθοδον τῆς πράξεως προέταξε καὶ τῆς προαιρέσεως, αὖθις δὲ τέχνην μὲν μεθόδου, | |
15 | πρᾶξιν δὲ προαιρέσεως. ἢ τάχα διότι ἡ τέχνη καὶ ἡ μέθοδος λόγον καὶ θεωρίαν εἰσάγουσι, καὶ δεῖ τοῖς ἀνθρώποις λογικοῖς οὖσι καὶ ἐν λόγῳ μάλιστα τὸ τέλειον ἔχουσι λόγον ἔχειν καὶ θεωρίαν ἁπανταχοῦ τῶν πράξεων ἡγούμενα καὶ τῶν προαιρέσεων, ἐπεὶ καὶ οὕτως μόνως ἔσται τοῖς κατὰ πρᾶξίν τε καὶ προαίρεσιν ἡ κατόρθωσις, λόγου προηγουμένου καὶ φῶς | |
20 | αὐτοῖς τῆς τοῦ καλοῦ καὶ τοῦ ἀγαθοῦ γνώσεως ὑπανάπτοντος. τέχνη δὲ προτέτακται μεθόδου καὶ πρᾶξις προαιρέσεως κατὰ τὴν τοῦ Ἀριστοτέλους συνήθειαν τὴν φύσιν μιμουμένου, ἀπὸ τῶν ἀτελεστέρων ὡς ἐπίπαν ἀρχο‐ μένην ἐν ταῖς γενέσεσι καὶ προβαίνουσαν οὕτως ἐπὶ τὰ τελεώτερα. τελειο‐ τέρα δὲ καὶ κοινοτέρα τῆς τέχνης ἡ μέθοδος, κυριωτέρα δὲ καὶ αἰτιωτέρα | |
25 | προαίρεσις πράξεως. πρότερον γὰρ προαιρούμεθα τόδε τοῦδε τῶν πρακτέων προκρίνοντες καὶ οὕτως ἐπὶ τὴν πρᾶξιν ἐρχόμεθα. | |
27n | Διαφορὰ δέ τις φαίνεται τῶν τελῶν· τὰ μὲν γάρ εἰσιν | |
28n | ἐνέργειαι, τὰ δὲ παρὰ ταύτας ἔργα τινά. | |
29 | Ἁρμοδίως μὲν τῷ προκειμένῳ σκοπῷ παρέλαβεν εὐθὺς ἐξ ἀρχῆς τὰ | |
30 | κατὰ μόνον τὸν ἄνθρωπον τοῦ ἀγαθοῦ ἐφιέμενα (μόνου γὰρ ἀνθρώπου τέχνη καὶ ἐπιστήμη, πρᾶξίς τε καὶ προαίρεσις), ἐπεὶ καὶ περὶ τοῦ ἀνθρωπίνου τέλους καὶ ἀγαθοῦ ἡ προκειμένη σκέψις· οἰκείως δὲ καὶ νῦν τὴν διαφορὰν παραδίδωσι τῶν τελῶν. τῶν γὰρ τεχνῶν φησι καὶ μεθόδων διττὴ φαίνεται τῶν τελῶν ἡ διαφορά, ὡς τὰ μὲν εἶναι τούτων ἐνεργείας τὰ δὲ ἔργα· ἔργα | |
35 | δέ φησι τὰ ἀποτελέσματα, ἃ καὶ τῶν ἐνεργειῶν παυομένων μένει τε καὶ ὑφίσταται, οἷον τοῦ μὲν μουσικοῦ ἐνεργοῦντος κατὰ μὲν μουσικὴν ἤτοι ᾄδοντος ἢ τῷ κατὰ μουσικὴν χρωμένου ὀργάνῳ καὶ ἐνεργοῦντος δι’ αὐτοῦ εἶτα παυσαμένου οὐδὲν ἔργον αὐτοῦ ὑπολείπεται, τέκτονος δὲ τὰ τῆς τεκ‐ | |
τονικῆς καὶ ἐνεργοῦντος καὶ παυομένου ἔργον τι παρὰ τὴν ἐνέργειαν ὑφε‐ | 8 | |
9 | στηκὸς ὑπολείπεται, θρόνος ἢ τράπεζα τυχόν. τοῦ μὲν γὰρ μουσικοῦ τέλος τὸ ᾆσαι ἐμμελῶς ἢ τῷ ὀργάνῳ χρήσασθαι ἐναρμονίως κατὰ τοὺς παραδε‐ δομένους λόγους ἀπὸ τῆς μουσικῆς· ταῦτα δὲ ἐνέργειαι· τοῦ δὲ τέκτονος τὰ ῥηθέντα ἀποτελέσματα καὶ τὰ λοιπὰ ὅσα ἡ τεκτονικὴ τέχνη κατασκευά‐ | |
5 | ζειν δύναται. ταῦτα δὲ προέθετο εἰπεῖν ἐπειδὴ τῆς ἀνθρώπου φύσεως ἐνέργεια τὸ τέλος, ὡς αὐτὸς ἀποφανεῖ προϊών. καὶ ἵνα μή τις ἐρεῖ πλέον ἔχειν τι τὰς τέχνας καὶ τὰς μεθόδους τὰς ἔργον ἐχούσας τέλος παρὰ τὰς ἐχούσας μόνην ἐνέργειαν, ὥς τινος ἀποτελέσματος ὑπομένοντος ἐν ἐκείναις μετὰ τὸ παυθῆναι τὸν κατ’ αὐτὰς ἐνεργοῦντα τοῦ ἐνεργεῖν, κἀντεῦθεν δόξει ἡ εὐδαι‐ | |
10 | μονία ἀτελεστέρα εἶναί τινος τῶν τελῶν ὡς οὖσα ἐνέργεια καὶ μετὰ τὸ παυθῆναι τὸν κατ’ αὐτὴν ἐνεργοῦντα μὴ ὑπομένουσα, διὰ τοῦτο ταῦτά φησι, διδάσκων ὅτι ἀδιάφορόν ἐστι κἄν τε ἔργον εἴη τὸ τέλος κἄν τε ἐνέργεια. | |
13n | Ὧν δ’ εἰσὶ τέλη τινὰ παρὰ τὰς πράξεις, ἐν τούτοις βελ‐ | |
14n | τίω πέφυκε τῶν ἐνεργειῶν τὰ ἔργα. | |
15 | Ἀλλ’ εἰ καὶ ἀδιάφορόν ἐστι, φησίν, ὡς ἐφεξῆς ἐρεῖ, εἴτε ἔργον εἴη τὸ τέλος εἴτε ἐνέργεια, ὅμως ἐν αἷς τῶν τεχνῶν ἔργα εἴη τὰ τέλη τῆς ἐνερ‐ γείας ἕτερα, ἐν ταύταις βελτίω ἐστὶ τῶν ἐνεργειῶν τὰ ἔργα. ἐν ταῖς τοι‐ αύταις γὰρ διὰ τὰ ἔργα αἱ ἐνέργειαι καὶ αὗται μὲν ἕνεκά του, ἐκεῖνα δὲ ὧν ἕνεκα. βέλτιον δ’ ἀεὶ τὸ οὗ ἕνεκα τοῦ ἕνεκα ὄντος αὐτοῦ. εἶπε δὲ τὸ | |
20 | ὧν καὶ τὸ ἐν τούτοις, ὡς ἐπὶ τοὺς τεχνίτας ἢ ἁπλῶς ἐνεργοῦντας ἀπάγων τὸν λόγον. | |
22n | Πολλῶν δὲ πράξεων οὐσῶν καὶ τεχνῶν καὶ ἐπιστημῶν | |
23n | πολλὰ γίνεται καὶ τὰ τέλη. | |
24 | Τὸ προκείμενον ἐνταῦθα δεῖξαι τῆν πολιτικὴν εἶναι πασῶν ὑπερκει‐ | |
25 | μένην τεχνῶν καὶ κυρίαν πασῶν τῶν ἐν ταῖς ἀνθρωπίναις κοινωνίαις ἐπι‐ τηδεύσεων ὡς ἀρχιτεκτονικὴν προϊσταμένην πασῶν καὶ πάσαις ἐπιτάττουσαν, ὡς εἶναι καὶ τὸ ταύτης τέλος τῶν ἄλλων ἁπάντων, ἃ ταῖς ἄλλαις τέλη ἐστὶ σκοπιμώτατόν τε καὶ τελικώτατον, ὡς τούτου ὑπάρχειν προσεχῶς καὶ τὸν ἄνθρωπον ἕνεκα ᾗ ἄνθρωπός ἐστι, ζῶον ὄντα φύσει κοινωνικὸν καὶ | |
30 | συναγελαστικόν. καὶ τοῦτο παρίστησιν ἀπὸ τῶν κατ’ εἶδος τεχνῶν ἀρχό‐ μενος καὶ ἀνάγων μὲν πολλὰς εἰς μίαν καὶ τὰ τέλη αὐτῶν εἰς τὸ τέ‐ λος αὐτῆς καὶ τοῦτο τιθεὶς ἐκείνων τελικώτερον, εἶτα καὶ πολλὰς τοιαύτας εἰς μίαν ἑτέραν κυριωτέραν τουτωνί, ἧς καὶ τὸ τέλος τῶν τελῶν τῶν ὑπ’ αὐτὴν τελικώτερον, καὶ οὕτω προβαίνων ὁδῷ καὶ ἀεὶ πολλὰς ὑπὸ μίαν | |
35 | ποιούμενος καὶ τὰ πολλὰ τέλη ἐκείνων ὑπὸ ἓν τὸ αὐτῆς τελευταῖον ἀνάγει | |
πάσας ὑπὸ μίαν ἀρχιτεκτονικὴν πασῶν τὴν πολιτικὴν καὶ ταύτην δείκνυσιν | 9 | |
10 | ἁπάσαις ἐφισταμένην καὶ πάσαις ἐπιτάττουσαν, ὡς εἶναι καὶ τὸ ταύτης τέλος πάντων τῶν τελῶν ἃ ταῖς τέχναις τέλη ἐστὶν αἱρετώτερόν τε καὶ τελικώ‐ τερον καὶ τοῦτο ὑπάρχειν τὸ τέλος τὸ ἀνθρώπινον, ὡς εἰρήκαμεν, ὅπερ ἐὰν εὕρωμεν, εἴημεν ἂν τὴν εὐδαιμονίαν εὑρόντες. | |
5 | Τὰ μέχρι μὲν τοῦδε ἀποφαινόμενα οὐδεμιᾶς ἠξίωσε παραμυθίας πρὸς πίστωσιν ἀλλ’ ὡς αὐτόπιστα ἔθετο ἀξιώματα. τότε γὰρ πρῶτον δῆλόν ἐστιν, ὡς μηδεμίαν τέχνην ἢ μέθοδον ἢ πρᾶξιν ἢ προαίρεσιν ἁπλῶς λέγεσθαι ὅπερ λέγεται, ᾗ μὴ ἀγαθοῦ τινος καὶ τέλους πρόσεστιν ἔφεσις, ἀλλ’ ὡς συντεθειμένον αὐτῇ καὶ τὸ μάταιον. ὡς γὰρ ὁ νεκρὸς ἄνθρωπος | |
10 | ἢ ὁ εὐνοῦχος ἀνὴρ οὐκ ἂν ῥηθεῖεν ἁπλῶς ὁ μὲν ἄνθρωπος ὁ δ’ ἀνήρ, ἀλλ’ ὁ μὲν νεκρὸς ἄνθρωπος ὁ δ’ εὐνοῦχος ἀνὴρ διὰ τὸ ἀντίφασιν ἕπεσθαι ταῖς ἁπλαῖς κατηγορίαις, ἐὰν λόγοι ἀντ’ ὀνομάτων λέγωνται. ἄνθρωπος μὲν γὰρ ζῶόν ἐστι λογικὸν θνητόν, τὸ δὲ ζῶν ἀντικείμενον τῷ νεκρῷ, ὅτι μὴ ζῶν ὁ νεκρός· καὶ αὖθις ὁ ἀνὴρ ἄνθρωπός ἐστιν ἐν ἑτέρῳ γεννᾶν | |
15 | πεφυκώς, ὁ δ’ εὐνοῦχος τοῦτο οὐ πέφυκεν. οὕτως οὐδὲ τέχνη ἂν εἴη ἥτις μὴ εὔχρηστος ἀλλ’ ἢ ματαιοτεχνία, ὅτι μηδέν τι τέλος αὐτῇ, ἢ κακοτεχνία, ὅτι κακὸν τὸ τέλος αὐτῆς, ὡς ἔχουσιν ἥ τε ἱμαντοπαικτικὴ καὶ ἡ κλεπτική, ὧν τῇ μὲν τέλος οὐδέν, τῇ δὲ κακόν, ἡ βλάβη καὶ ἀποστέρησις τῶν οἰκείων τοῦ κλεπτομένου. τὸ αὐτὸ δ’ ἂν ἐρεῖς ἐπί τε μεθόδου καὶ πράξεως | |
20 | καὶ προαιρέσεως, ὥστε οὐκ ἔδει λόγου τινὸς τὴν πρώτην συνιστῶντος ἀπό‐ φανσιν· μᾶλλον μέντοι ἐξ αὐτῆς ὡς δήλης οὔσης καὶ αὐτοπίστου τὸν ἀπο‐ δεδομένον λόγον περὶ τοῦ ἀγαθοῦ ὡς ὀρθῶς ἔχοντα ἐπιστώσατο διὰ τοῦτο φήσας καλῶς ἀποφανθῆναι παρὰ τῶν ἀρχαιοτέρων τὸ ἀγαθὸν οὗ πάντα ἐφίεται; τοιαύτη δέ τίς ἐστι καὶ ἡ δευτέρα καὶ ἡ τρίτη ἀπόφανσις. τίς | |
25 | γὰρ ἀγνοεῖ, ὅτι αἱ μὲν τῶν τεχνῶν ἐνεργείας ἔχουσι τέλη, αἱ δὲ ἔργα παρὰ τὰς ἐνεργείας ἕτερα, καὶ ὅτι διάφορά ἐστι τῷ γένει ἔργον τε καὶ ἐνέργεια; τίς δὲ οὐκ οἶδεν ἐκ τῆς ἐναργείας, ὅτι ἐν αἷς τῶν τεχνῶν τέλη εἰσὶν ἔργα τῶν πράξεων ἕτερα, ἐν ταύταις βελτίω τῶν ἐνεργειῶν τὰ ἔργα ἐστίν, ὡς τῶν πράξεων ἤτοι ἐνεργειῶν ἕνεκα τῶν ἔργων οὐσῶν. ταῦτα | |
30 | δὲ πάντα εἴρηκεν εὐθὺς ἐξ ἀρχῆς, πρὸς τὴν εὕρεσιν ἀφορῶν τοῦ κοινοῦ τέλους τῆς καθ’ ἡμᾶς φύσεως, ὡς πάντων τῶν τελῶν ἑκάστης τέχνης καὶ μεθόδου καὶ πράξεως καὶ προαιρέσεως ἀναγομένων εἰς τὸ κοινὸν καὶ δι’ ἐκεῖνο πάντων ὄντων. ὡς εἰ μὴ ἐκεῖνό ἐστι, πάντα εἶναι μάταια τοῦ | |
κοινοῦ τέλους ἐκπίπτοντα. | 10 | |
11(1n) | Ὅσαι δ’ εἰσὶ τῶν τοιούτων ὑπὸ μίαν τινὰ δύναμιν, κα‐ | |
2n | θάπερ ὑπὸ τὴν ἱππικὴν χαλινοποιητικὴ καὶ ὅσαι ἄλλαι τῶν | |
3n | ἱππικῶν ὀργάνων εἰσίν, αὕτη δὲ καὶ πᾶσα πολεμικὴ πρᾶξις | |
4n | ὑπὸ τὴν στρατηγικήν, τὸν αὐτὸν δὴ τρόπον ἄλλαι ὑφ’ ἑτέρας, | |
5n | ἐν ἁπάσαις δὲ τὰ τῶν ἀρχιτεκτονικῶν τέλη πάντων αἱρετώτερα | |
6n | τῶν ὑπ’ αὐτά. τούτων γὰρ χάριν κἀκεῖνα διώκεται. | |
7 | Ταῦτα προετοιμασία ἐστὶ πρὸς τὸ κοινὸν τέλος τῆς ἀνθρώπου φύσεως ᾗ ἄνθρωπός ἐστι. πάντα γὰρ τὰ τέλη τῶν εἰρημένων ἕξεων ἢ ἐνεργειῶν ἀνθρώπου μέν εἰσι καὶ αὐτά, πλὴν οὐχ ἁπλῶς ἀλλὰ τινά, ὡς ἀνθρώπου | |
10 | μὲν οὐσῶν ἰδίων τῶν τεχνῶν τε καὶ μεθόδων καὶ πράξεων καὶ προαιρέ‐ σεων, κατανειμαμένων δὲ ἑκάστης τέλος τι, οὗ ἕνεκά ἐστιν ἢ γίνεται, καὶ ὡς οἰκεῖον ἐχούσης αὐτό, οὔπω δὲ οὐδενὸς τούτων τοῦ κοινοῦ ὄντος τέλους, δι’ ὃ γέγονεν ἄνθρωπος, ἐκείνου δὲ ὄντος ὑφ’ ὃ πάντα ἀνάγεται, τούτων δὲ πασῶν ὑπηρετουσῶν τῇ δυνάμει ἐκείνῃ, ἧς τέλος ἐστίν, ὅπερ καὶ τοῦ | |
15 | ἀνθρώπου ἐστὶν ᾗ ἐστιν ἄνθρωπος. ὅτι δὲ οὕτως ἔχει καὶ μία τις δύνα‐ μις, ὑφ’ ἣν πᾶσαι ἀνάγονται καὶ ἧς τὸ τέλος τῶν λοιπῶν ἐστι τελικώ‐ τατόν τε καὶ σκοπιμώτατον καὶ διὰ τοῦτο καὶ αἱρετώτατον, δῆλον ἂν εἴη ἐξ ὧν εὑρίσκονται πολλαὶ τέχναι καὶ δυνάμεις ὑπὸ μίαν ἀναγόμεναι τέχνην ἢ δύναμιν καὶ ἔχουσαι ἐκείνην ἀρχιτεκτονικὴν ἑαυτῶν ἤτοι ἐπιτακτικὴν | |
20 | καὶ προστάτιδα, ἐπιτάττουσαν αὐταῖς οἷα χρὴ τὰ ἑαυτῶν κατασκευάζειν ἀποτελέσματα, ὥστε αὐτῇ εὔχρηστα γίνεσθαι. ἔχει δὲ οὕτως ἡ ἱππικὴ πρός τε τὴν χαλινοποιητικὴν καὶ τὰς λοιπάς, ὅσαι ὄργανα τοῖς ἱππαζομένοις κατασκευάζουσι πρὸς τὴν ἱππικὴν χρησιμεύοντα· οὐ μὴν ἀλλὰ καὶ αἱ πρὸς ἄλλας οὖσαι ἀρχιτεκτονικαὶ ὑφ’ ἑτέρας πολλάκις κυριωτέρας ἀνάγονται | |
25 | ἐπιταττούσας αὐταῖς καὶ τὰ τέλη ἐχούσας τῶν ἐκείνων τελῶν τελικώτερα, ὥσπερ ἔχει ἡ στρατηγικὴ πρὸς τὴν ἱππικὴν ἢ τὰς ἄλλας ὅσαι πολεμικαὶ ἕξεις ἢ πράξεις εἰσίν, οἷον τὴν τοξευτικὴν τὴν ἀσπιδοφορικὴν τὰς τοιαύτας. πασῶν γὰρ τούτων ἡ στρατηγικὴ τυγχάνει ἀρχιτεκτονική, ὡς πάσαις αὐταῖς ἐπιτάττουσα, πῶς μὲν δεῖ ἱππάζεσθαι, πῶς δὲ τοξεύειν, πῶς ἀκοντίζειν, | |
30 | πῶς παρατάττεσθαι, πῶς τοῖς πολεμίοις ἐπέρχεσθαι, τὰ τοιαῦτα πάντα· καὶ οὕτως ἄλλαι ὑπ’ ἄλλας. καὶ οὐκ ἐπ’ ἄπειρον πάντως ἡ ἄνοδος, ἀλλὰ δεῖ τινα μίαν εἶναι, ἥτις αὐτή τε πασῶν προΐσταται καὶ τὸ τέλος αὐτῆς πάντων ἐστὶ τῶν τελῶν αἱρετώτατόν τε καὶ τελικώτατον. δύναμιν δὲ τὴν | |
τέχνην ὠνόμασε διὰ τὸ ἔνυλον. ἡ γὰρ ἐν ὕλῃ δύναμις ὡς ἐν τῷ δυνάμει | 11 | |
12 | θεωρουμένη ἥ τε ἁπλῶς καὶ ἡ πῇ, δι’ ἣν καὶ αἱ τέχναι δυνάμεις, ὡς ἐνδεχόμεναι καὶ τὸ ἐπαμφοτερίζειν ἔχουσαι περί τε ἀπότευξιν καὶ κατόρ‐ θωσιν· ἁπλῶς δὲ ὕλην λέγομεν τὴν πᾶσι τοῖς γινομένοις κοινήν, πῇ δὲ τὴν προσεχῆ ἑκάστου. | |
5n | Διαφέρει δ’ οὐδὲν τὰς ἐνεργείας αὐτὰς εἶναι τὰ τέλη | |
6n | τῶν πράξεων ἢ παρὰ ταύτας ἔργα τινά. | |
7 | Ἐπειδὴ εἶπε διάφορα κατὰ γένος εἶναι τὰ τέλη τῶν τεχνῶν, ὡς τῶν μὲν εἶναι ἐνεργείας, τῶν δὲ παρὰ τὰς ἐνεργείας ἔργα τινά, καὶ ὅτι ἐν αἷς ἔργα εἰσίν, ἐν ταύταις τὰ ἔργα τῶν ἐνεργειῶν αἱρετώτερα, ἵνα μή τις οἰηθῇ | |
10 | ὅτι καὶ αἱ τέχναι κρείττους καὶ τελειότεραι αἱ ἔχουσαι ἔργα τῶν μὴ ἐχου‐ σῶν, ὡς εἶναι καὶ τὰ τέλη ἐκείνων ὧν ἔργα τὰ τέλη αἱρετώτερα, καὶ κινδυνεύειν καὶ τῆς σκυτοτομικῆς, εἰ τύχοι, τὸ ἔργον τελειότερον εἶναι καὶ αἱρετώτερον τῆς εὐδαιμονίας, ἐνεργείας οὔσης καὶ οὐκ ἔργου, καὶ τὴν τέ‐ χνην ἧς τέλος τὸ ὑπόδημα ἔργον ὂν τῆς τέχνης ἧς ἡ εὐδαιμονία τέλος, | |
15 | ἐνέργεια ὡς εἴρηται καὶ οὐκ ἔργον ὑπάρχουσα, διὰ τοῦτο ταῦτα προστίθησι φάσκων δυνάμει πρὸς τὸν μετερχόμενον τὰ λεγόμενα, ὅτι † γε μὴ οἴου δια‐ φοράν τινα εἶναι πρὸς τὸ τέλος καὶ τὸ τέλειον τῶν τεχνῶν καὶ τὸ αἱρετώ‐ τερον ἢ μὴ τῶν τελῶν, τῷ τῶν μὲν εἶναι ἐνεργείας τὰ τέλη τῶν κατὰ τὰς τέχνας πράξεων, τῶν δὲ ἔργα παρὰ τὰς ἐνεργείας τινά. παρ’ αὐτῇ μὲν | |
20 | γὰρ τῇ τέχνῃ ἧς τέλος ἔργον τι παρὰ τὴν ἐνέργειαν, αἱρετώτερον τὸ ἔργον, ὅτι γε καὶ δι’ αὐτὸ ἡ ἐνέργεια. οὐ μὴν δὲ καὶ πρὸς τὰς ἄλλας τὸ αὐτό. ἐνδέχεται γὰρ τέχνας τέλη ἐνεργείας ἐχούσας κρείττους εἶναι καὶ τελεωτέρας πολλῷ τῶν ἔργα ἐχουσῶν παρὰ τὰς ἐνεργείας τὰ τέλη, ὡς ἔστιν ἰδεῖν ἐπί τε τῆς χαλινοποιητικῆς καὶ τῶν λοιπῶν, ὅσαι ποιητικαὶ τῶν ἱππικῶν ὀργά‐ | |
25 | νων εἰσί, καὶ αὐτῆς τῆς ἱππικῆς. τὸ μὲν γὰρ αὐτῆς τέλος τὸ ἱππάζεσθαι εὖ, ὅπερ ἐνεργεῖν ἐστι, τὰ δὲ ἐκείνων τέλη, τῆς μὲν χαλινός, τῆς δὲ σελίς, τῆς δὲ πλῆκτρον, τῆς δὲ 〈ἕτερον, ὧν〉 ἕκαστον ἔργον ἐστὶν παρὰ τὴν ἐνέργειαν. ἀλλ’ ἥ τε ἱππικὴ κρείττων ἁπασῶν ἐκείνων καὶ τὸ τέλος αὐτῆς αἱρετώτερον πάντων, ἃ τέλη ἐστὶ τῶν ὑπ’ αὐτὴν τεχνῶν, αἷς αὐτὴ διατάττει | |
30 | καὶ ὧν ἀρχιτεκτονική ἐστιν. | |
31n | Εἰ δή τι τέλος ἐστὶ τῶν πρακτῶν, ὃ δι’ αὑτὸ βουλό‐ | |
32n | μεθα, τἆλλα δὲ διὰ τοῦτο, καὶ μὴ πάντα δι’ ἕτερον αἱρούμεθα | |
33n | (πρόεισι γὰρ οὕτως εἰς ἄπειρον, ὥστ’ εἶναι κενὴν καὶ ματαίαν | |
34n | τὴν ὄρεξιν), δῆλον ὡς τοῦτ’ ἂν εἴη τἀγαθὸν καὶ τὸ ἄριστον. | |
35 | Ὅτι μὲν δὴ πᾶσα ἕξις ἀνθρώπου αἱρετὴ καὶ πᾶσα πρᾶξις ἀγαθοῦ | |
ἐφίεται καὶ ὅτι τούτων αἱ μέν εἰσι τελειότεραι, αἱ δὲ ἀτελέστεραι, ὡς εἶναι | 12 | |
13 | τὰς μὲν προϊσταμένας, τὰς δὲ ὑπ’ ἐκείνας, καὶ ὡς τῶν τελειοτέρων τὰ τέλη αἱρετώτερά ἐστιν ἐκείνων, ἃ ταῖς ὑπ’ αὐτὰς τέλη ἐστίν, δῆλον ἐκ τῶν εἰρημένων. ζητεῖται δὲ ἐνταῦθα, εἰ ἔστι τέλος ἕν, ὑφ’ ὃ πάντα τὰ τέλη ἀνάγονται, ὡς εἶναι ἐκεῖνο τοῦ ἀνθρώπου τέλος ᾗ ἄνθρωπός ἐστι. | |
5 | τὸ μὲν γὰρ κοινὸν τέλος πάντων τῶν ὄντων ᾗ ὄντα ἐστὶ τὸ κοινόν ἐστιν ἀγαθόν, ὅπερ ἐστὶν ὁ θεός. δεῖ δὲ καὶ ἕκαστον τῶν ὄντων ἔχειν τι ἀγα‐ θὸν ἰδιαίτατον τῆς οἰκείας κατ’ εἶδος ὀντότητος, οὗ προσεχῶς ἐφίεται, καὶ διὰ τῆς αὐτοῦ ἐπιτεύξεως τῷ ὁλικωτάτῳ οἰκειοῦται καὶ κοινοτάτῳ ἀγαθῷ κατὰ τὸ ἀνάλογον. ὡς γὰρ διὰ τῆς οἰκείας ὀντότητος, ἥτις τὸ εἶδός | |
10 | ἐστιν, εἰς τὸ κοινὸν ὂν ἕκαστον ἀναφέρεται, ἐκπίπτον δ’ αὐτῆς καὶ τοῦ ὄντος ἐκπίπτει ἁπλῶς εἰς τὸ μὴ εἶναι χωροῦν, οὕτως καὶ διὰ τοῦ οἰκείου εὖ εἰς τὸ ἁπλῶς εὖ ἀναφέρεται· ἐκπῖπτον δὲ τοῦ οἰκείου ἐκπίπτει καὶ τοῦ ἁπλῶς. ζητεῖ τοίνυν εἰ ἔστι τέλος τοιοῦτον τῶν πρακτῶν ἀγαθῶν, ὃ τῶν λοιπῶν ἐστι τελικώτατόν τε καὶ σκοπιμώτατον, ὃ καθ’ αὑτό τέ ἐστιν | |
15 | ἐν ταῖς πράξεσιν αἱρετὸν καὶ δι’ ἑαυτό. καὶ τοῦτο δείκνυσι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. εἰ μὴ ἔστι τέλος τῶν πρακτῶν, ὃ δι’ αὑτὸ αἱρετὸν ὡς ἐν πρακτοῖς καὶ μὴ δι’ ἕτερον, εἰς ἄπειρον πρόεισιν ἡ ὄρεξις· εἰ εἰς ἄπειρον πρόεισιν ἡ ὄρεξις, οὐκ ἐφικνεῖται τελικωτάτου τινός· εἰ τοῦτο, κενὴ καὶ ματαία ἐστίν. εἰ μὴ ἔστιν ἄρα τῶν πρακτῶν τέλος δι’ ἑαυτὸ αἱρετόν, | |
20 | κενὴ ἔσται καὶ ματαία ἡ ἀνθρώπου ὄρεξις· ὅπερ ἄτοπον. τὸ γὰρ ματαίως ὀρεγόμενον οὐδενὸς ἐφικνεῖται ἀγαθοῦ, τὸ δὲ μηδενὸς ἐφικνούμενον ἀγαθοῦ ἐκπτωτόν ἐστι παντὸς ἀγαθοῦ· τὸ ἄρα ματαίως ὀρεγόμενον ἐκπτωτόν ἐστι παντὸς ἀγαθοῦ. ἔστιν ἄρα τέλος τῶν πρακτῶν ὃ δι’ ἑαυτὸ αἱρετὸν καὶ οὐ δι’ ἕτερον, ὡς ἐν πρακτοῖς. ἡ δὲ διάθεσις τῆς λέξεως ληφθεῖσα μεθ’ | |
25 | ὑπερβάσεως ἀσάφειαν ἀπετέλεσε καὶ δέον αὐτὴν ἐπὶ τὸ σαφέστερον ἀμειφθῆναι. εἰ δή τι τέλος ἐστὶ τῶν πρακτῶν ὃ δι’ αὑτὸ βου‐ λόμεθα, τἆλλα δὲ διὰ τοῦτο, καὶ μὴ πάντα δι’ ἕτερον αἱρού‐ μεθα, δῆλον ὅτι τοῦτ’ ἂν εἴη τὸ ἀγαθὸν καὶ τὸ ἄριστον. πρακτὰ δέ εἰσιν ἐκεῖνα, ὅσα πράττουσιν ἡμῖν περιγίνεται· ταῦτα δέ ἐστί τινα | |
30 | ἀγαθά, ἃ διὰ τῶν τεχνῶν καὶ τῶν μεθόδων καὶ τῶν τούτοις συστοίχων κτώμεθα· ταῦτα δὲ ἀτελῆ ὄντα ὡς μὴ τῆς ἀνθρωπίνης ἐφικνούμενα τε‐ λειότητος δεῖ ἔχειν τέλος τι ἕν, εἰς ὃ γεγονὼς ὁ ἄνθρωπος τέλειος ἄν‐ θρωπος γίνεται. καὶ εἴη ἂν τοῦτο τὸ ἀγαθὸν τοῦ ἀνθρώπου ᾗ ἄνθρωπος, καὶ ἄριστον τῶν πρακτῶν ἀγαθῶν ἃ πράττων ὡς ἄνθρωπος κατορθοῖ, | |
35 | ὡς πάντα τὰ ἄλλα πρὸς αὐτὸ ἀναφέρεσθαι καὶ δι’ ἐκεῖνο εἶναι ἀγαθά. καὶ οὕτως ἔσται ἡ λέξις τὸ σαφὲς ἔχουσα, τὰ δὲ μεταξὺ ἐμβεβλημένα κατασκευαστικά ἐστι τῆς ἐπινοουμένης προσλήψεως, τῆς ‘ἀλλὰ μὴν ἔστι τι τέλος τῶν πρακτῶν, ὃ δι’ αὑτὸ βουλόμεθα καὶ οὐ πάντα δι’ ἕτερον αἱρούμεθα‘. ταῦτα δὲ λέγεται περὶ τῆς καλουμένης εὐδαι‐ | |
40 | μονίας. | 13 |
14(1n) | Ἆρ’ οὖν πρὸς τὸν βίον ἡ γνῶσις αὐτοῦ μεγάλην ἔχει | |
2n | ῥοπὴν καὶ καθάπερ τοξόται σκοπὸν ἔχοντες μᾶλλον ἂν τυγχά‐ | |
3n | νοιμεν τοῦ δέοντος; | |
4 | Ταῦτα προτρεπτικά εἰσι πρὸς τὴν τοῦ ἀγαθοῦ τούτου ζήτησιν. ὡς | |
5 | γὰρ ἤδη δείξας ὅτι ἔστι, προτρέπεται νῦν τί ἐστιν ἐξετάσαι. ἐπεὶ οὖν, φησίν, ἔστι τι τοιοῦτον, ὃ κοινόν ἐστι τέλος πάντων τῶν ἐκ πράξεως κατορθου‐ μένων, συντελοίη ἂν ἡ γνῶσις αὐτοῦ μεγάλως πρὸς τὸν βίον τὸν ἡμέτερον, ὥστε ἔχειν αὐτὸν εὖ. εἴτε γὰρ οὐκ ἔστι τοιοῦτόν τι, μάταιον περὶ τοῦ μὴ ὄντος ζητεῖν, εἴτε ἔστι μέν, οὐδὲν δὲ ἡμῖν ἡ αὐτοῦ γνῶσις λυσιτελεῖ, | |
10 | καὶ οὕτως περιττὸν τὸ ζητεῖν περὶ πράγματος, οὗ ἡ γνῶσις οὐδεμίαν ἡμῖν παρέχεται λυσιτέλειαν. εἰ δὲ καὶ ἔστι καὶ ἡ γνῶσις αὐτοῦ μεγάλην ἡμῖν ῥοπὴν δίδωσι πρὸς κατόρθωσιν, δεῖ δὴ σπουδὴν ἐνδείξασθαι πρὸς τὸ γνῶναι τί ἐστι· ῥοπὴν γὰρ τὴν λυσιτέλειαν φησὶ καὶ βοήθειαν. εἴρηται δὲ οὕτως ἀπὸ μεταφορᾶς τῶν ζυγῶν, οἷς ἐν τοῖς βάρεσι χρώμεθα. ὥσπερ γὰρ | |
15 | ἐπ’ ἐκείνων τὰ ἐπὶ θάτερα ῥέποντα τῶν ζυγοστατουμένων τῶν κουφοτέρων προτίθεται ὡς λυσιτελοῦντα τοῖς τὰς ῥοπὰς ἐξετάζουσιν, οὕτω καὶ πανταχοῦ τὰ λυσιτελέστερα καὶ ὠφελιμώτερα ῥοπὴν ἔχειν πρὸς ἐκεῖνα λέγεται πρὸς ἅπερ συμβάλλεται. ὅτι δὲ οὕτως ἔχει καὶ ῥοπὴν πρὸς τὸν βίον μεγάλην ἡ γνωριμότης τοῦ τέλους παρέχεται, δείκνυσιν ἐκ παραβολῆς. καθάπερ | |
20 | γὰρ τοξόται, φησί, σκοπὸν ἔχοντες μᾶλλον ἂν τυγχάνοιμεν τοῦ δέοντος. ὥσπερ γὰρ οἱ τοξόται ἁπλῶς μὲν βάλλοντες καὶ πρὸς μηδὲν ἐπισκοποῦντες οὗ ἐπιτεύξονται, οὐκ ἂν ἀγαθοί ποτε τὰ τοξικὰ γένοιντο, οὕτω καὶ οἱ σπουδαίως καὶ ἐναγωνίως ζῆν προαιρούμενοι, εἰ μὴ τέλος ἔχουσί τι, πρὸς ὃ τὴν σπουδὴν ἐπιδείκνυνται, οὐκ ἄν ποτε ἀγαθοὶ ταῖς κατὰ | |
25 | τὴν πρᾶξιν ἕξεσι γένοιντο. σκοποῦ δ’ ἑκατέροις καὶ τέλους προκειμένου ὡς πρὸς αὐτὸ τὰς ἐνεργείας καὶ τὰς σπουδὰς ἀπευθύνεσθαι, ῥᾷον πρὸς τὴν κατόρθωσιν ἕξουσιν. | |
28n | Εἰ δ’ οὕτω, πειρατέον τύπῳ περιλαβεῖν αὐτὸ τί ποτέ | |
29n | ἐστι καὶ τίνος τῶν ἐπιστημῶν ἢ δυνάμεων. | |
30 | Εἰ οὕτω, φησίν, ἀναγκαία ἡ γνῶσις τούτου τοῦ τέλους ἐστί, δεῖ ποιή‐ σασθαι ἀπόπειραν, εἴ πως γένηται δυνατόν, ὡς πρὸς τοὺς μηδεμίαν περὶ αὐτοῦ εἴδησιν ἔχοντας ὁλοσχερῆ τινα καὶ οἷον τυπωτικὴν περίληψιν ποιή‐ σασθαι, τί ποτέ ἐστι παραδιδόντας καὶ τίνος τῶν ἐπιστημῶν ἢ δυνάμεων. ὅτι μὲν γὰρ ἔστι, διὰ τῶν εἰρημένων δέδεικται, καὶ ὅτι μεγάλως ἡ γνῶσις | |
35 | αὐτοῦ πρὸς τὸν βίον λυσιτελεῖ. πῶς δ’ ἂν αὕτη ἡμῖν περιγένοιτο μὴ τὴν | |
οὐσίαν μαθοῦσιν αὐτοῦ; τὴν δὲ δήλην τὸ τί ἐστι τίθησι. τοῦτο δέ | 14 | |
15 | ἐστιν ὁ τὸ τί ἦν εἶναι δηλῶν τοῦ πράγματος λόγος. ἐπεὶ δὲ τέλος τοῦτό ἐστι τὸ τῶν πρακτικῶν ἀγαθῶν τελικώτατον, ἀνάγκη καὶ ἐπιστήμην εἶναι ἢ δύναμίν τινα ἧς τέλος αὐτό ἐστι. διαφέρει δὲ ἐπιστήμη δυνάμεως, ὅτι ἡ μὲν γνῶσίς ἐστιν ἐξ ἀναγκαίων προτάσεων τὴν σύστασιν ἔχουσα καὶ καθ’ | |
5 | αὑτὸ καὶ ᾗ αὐτὸ καὶ πρώτων καὶ ἀμέσων καὶ αἰτίων τοῦ συμπεράσματος· ἢ ἐκ συμπερασμάτων ἃ ἐκ τοιούτων συνάγεται ὡς μὴ ἐνδέχεσθαί ποτε ἄλλο καὶ ἄλλο συμπέρασμα τοῖς προηγουμένοις ἐπιστημονικῶς ἕπεσθαι ἀλλ’ ἀεὶ τὸ αὐτό, ἡ δὲ ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ καὶ μὴ ἀεὶ θάτερον μόριον ἀποβαῖνον τῆς ἀντιφάσεως ἔχουσα, ἀλλ’ ἔστιν ὅτε καὶ ἕτερον, δύναμις λε‐ | |
10 | γομένη διὰ τὸ ἐπαμφοτερίζειν. ὡς γὰρ ἐπὶ τῶν ἐναντίων ἡ δεκτικὴ αὐτῶν ὕλη δύναμις λέγεται διὰ τὸ ἑκάτερον ἀνὰ μέρος δυνατὴ εἶναι δέχεσθαι, οὕτω καὶ αἱ τοιαῦται τῶν τεχνῶν δυνάμεις λέγονται, ὅτι οὐκ ἐξ ἀνάγκης ἀποβαῖνον θάτερον μόριον ἔχουσιν ἀλλ’ ἔστιν οὗ καὶ τὸ ἕτερον. τοιαῦται δέ εἰσιν ἥ τε διαλεκτικὴ καὶ ἡ ῥητορική· ἐφ’ ἑκάτερά τε γὰρ καὶ ἄμφω | |
15 | ἐπιχειροῦσι τὰ τῆς ἀντιφάσεως μόρια ἐν τῷ προκειμένῳ προβλήματι, καὶ οὐδὲ πείθουσιν ἐξ ἀνάγκης κατὰ τὸ ἕτερον, ἀλλὰ πείθονταί ποτε καὶ κατὰ τὸ ἀντικείμενον· καὶ αἱ στοχαστικαὶ δὲ τῶν τεχνῶν ὡσαύτως, οἷον ἡ κυ‐ βερνητικὴ καὶ ἡ ἰατρική. ἐνίοτε γὰρ ἃ πρὸς σωτηρίαν ἐπιτηδεύουσιν οἱ κατ’ αὐτὰς ἐνεργοῦντες εἰς κίνδυνον ἀποβαίνουσι, καὶ πάντα πληροῦντες | |
20 | ἔστιν οὗ τὰ τῶν τεχνῶν παραγγέλματα τοῦ οἰκείου τέλους ἐκπίπτουσιν. ἀλλὰ καὶ ταῖς τέχναις πρὸς ἄμφω τἀναντία χρῆσθαι δύνανται τῶν ἐναντίων ὄντες εἰδήμονες καὶ πρὸς ἅπερ βούλονται χρώμενοι, ὡς μὴ μόνον σωτῆρες ἀλλ’ ἔστιν οὗ καὶ ἐπίβουλοι κακούργως τῶν ὑποκειμένων γινόμενοι. | |
24n | Δόξειε δ’ ἂν τῆς κυριωτάτης εἶναι καὶ μάλιστα ἀρχι‐ | |
25n | τεκτονικῆς· τοιαύτη δ’ ἡ πολιτικὴ φαίνεται. | |
26 | Εἰ γὰρ τοῦτο τῶν πράξεσι τελῶν πάντων ἐστὶ τελικώτατον καὶ τῶν πρακτῶν πάντων ἀγαθῶν ὑπερέχον, εἴη ἂν καὶ ἡ τέχνη ἧς τέλος τοῦτό ἐστι, κυριωτάτη τε τῶν λοιπῶν καὶ ἀρχιτεκτονική, ὡς καὶ ταῖς λοιπαῖς ἐπι‐ τάττουσα πάσαις καὶ τέλος ἔχουσα τῶν λοιπῶν αἱρετώτερον, ὅσα τέλη | |
30 | ταῖς ἄλλαις ἐστίν. οὐκ εἶπεν ‘ἐστίν‘, ἀλλὰ φαίνεται· ἤδη δὲ ἀποδείκνυσιν ἐξ αὐτῶν τῶν ἐνεργημάτων αὐτῆς. Τοιαύτη δὲ ἡ πολιτική. | |
33n | Τίνας γάρ φησιν εἶναι χρεὼν τῶν ἐπιστημῶν ἐν ταῖς | |
34n | πόλεσι, καὶ ποίας ἑκάστους μανθάνειν, καὶ μέχρι τίνος, αὕτη | |
35n | διατάττει. | |
36 | Εἰ γὰρ τὸ εἶναι ἢ μὴ εἶναι ἁπλῶς τάσδε ἢ τάσδε τὰς ἐπιστήμας ἐν ταῖς | |
πόλεσι, καὶ ποίας ὑπὸ ποίων μανθάνεσθαι, αὕτη διορίζεται καὶ μέτρον αὐταῖς | 15 | |
16 | ἐπιτίθησι, πῶς οὐκ ἂν εἴη πασῶν ἀρχιτεκτονική; αἱ μὲν γὰρ ἄλλαι ἀρχιτεκ‐ τονικαὶ ταῖς ὑπ’ αὐτὰς τέχναις οὔσαις ἤδη χρῶνται καὶ ἐπιτάττουσι, μήτε εἰ δεῖ εἶναι ἢ μὴ εἶναι αὐτὰς ἐξετάζουσαι. μήτε μέχρι τίνος δεῖ προ‐ βαίνειν ἐν τοῖς ἔργοις αὐτάς, μήτε μὴν ὁποῖον δεῖ εἶναι τῶν τεχνιτῶν | |
5 | ἕκαστον, ἵν’ εἴη τῇ τέχνῃ κατάλληλος. ἡ δέ γε πολιτικὴ πολλὴν ποιεῖται καὶ περὶ τούτων φροντίδα, πῇ μὲν σκοποῦσα μὴ ματαιοτεχνίαι τινὲς ἐπι‐ τηδεύωνται ἐν ταῖς πόλεσι μηδὲν σπουδαῖον δυνάμεναι κατορθοῦν ἐν αὐταῖς κἀντεῦθεν τὰ ἤθη τῶν πολιτῶν διαφθείρουσαι, τῷ εἰς παιδιάς τινας καὶ ἀνονήτους ἐργασίας ἀπασχολεῖν τοὺς αὐτῶν λογισμούς, οἵα ἐστὶν ἥ τε ἱμαν‐ | |
10 | τοπαικτικὴ καὶ ὀρχηστικὴ καὶ πολλαὶ ἕτεραι, πῇ δὲ περὶ κακοτεχνιῶν ἐξετάζουσα, μήπου τινὲς φιλομόχθηροι ὄντες εἰς βλάβην τῶν πολιτῶν ἐπι‐ τηδεύωσί τινα, νύκτωρ ταῖς οἰκίαις αὐτῶν ἐπεμβαίνοντες καὶ τοιχωρυχοῦντες τυχὸν ἢ διαιροῦντες στέγας ἢ ἱερὰ συλῶντες ἢ πῦρ ὑφάπτοντες οἰκίαις καὶ ἀνθρώποις ὀλέθριον ἢ ἕτερ’ ἄττα δρῶντες φθορᾶς καὶ ἀπωλείας παραίτια. | |
15 | ἀλλὰ κἄν τινες εἶεν τέχναι ἀνθρώποις ὠφέλιμοι, οὐδὲ ταύτας ἀβασανίστους ἀφίησιν ἡ πολιτική· μετρεῖ δὲ μᾶλλον καὶ ταύτας, μή πῃ πέρα πολὺ τοῦ χρειώδους προβαίνουσαι εἰς περιττά τινα καὶ ἀνόνητα παρεκκλίνωσι, παι‐ διώδη τινὰ καὶ μηδὲν ἔχοντα σπουδαῖον ἐπιτηδεύουσαι, ὡς ἡ τεκτονικὴ τὰς ἁλλομένας ξυλίνους ἐλάφους ἢ μῦας τρέχοντας ἢ ὄφεις ἕρποντας ἤ τι τοιοῦτον, | |
20 | οἷςπερ ἂν τέρπωνται ψυχαὶ παιδιαῖς εὐφραινόμεναι καὶ σπουδῆς ἀπεχόμεναι. | |
21n | Ὁρῶμεν δὲ καὶ τὰς ἐντιμοτάτας τῶν δυνάμεων ὑπὸ | |
22n | ταύτην οὔσας, οἷον στρατηγικὴν οἰκονομικὴν ῥητορικήν. | |
23 | Τὴν ὑπεροχὴν τῆς πολιτικῆς ἐκ τούτων παρίστησι καὶ ὡς ἀρχιτεκτονι‐ κωτάτη ἐστὶν αὕτη τῶν ἐν ταῖς πόλεσιν ἐπιστημῶν καὶ δυνάμεων. τοῦτο | |
25 | δὲ δείκνυσι διχῶς, πῶς τε ἔχουσι λέγων αἱ τούτων ἐντιμόταται πρὸς αὐτήν, ἤγουν ὅτι ὑπόκεινται αὐτῇ ὡς ἐπιταττόμεναι παρ’ αὐτῆς οἷον στρατηγικὴ ῥητορικὴ οἰκονομική· τοῦ πολιτικοῦ γὰρ διορίσασθαι στρατηγῷ τε πῶς χρηστέον τῷ στρατοπέδῳ καὶ ῥήτορι πῶς καὶ μέχρι τίνος τοῖς λόγοις ἔν τε βουλαῖς καὶ δίκαις καὶ πανηγύρεσι καὶ οἰκονομικῷ πῶς ἂν καλῶς καὶ | |
30 | δικαίως καὶ σωτηρίως τὸν οἶκον καὶ τοὺς αὐτῷ συνοικοῦντας διάθηται· καὶ αὖθις πῶς ἡ πολιτικὴ πρὸς αὐτάς. | |
32n | Χρωμένης γὰρ ταύτης ταῖς λοιπαῖς πρακτικαῖς τῶν | |
33n | ἐπιστημῶν, ἔτι δὲ νομοθετούσης τί δεῖ πράττειν καὶ τίνων ἀπέ‐ | |
34n | χεσθαι, τὸ ταύτης τέλος περιέχοι ἂν τὰ τῶν ἄλλων. ὥστε τοῦτ’ | |
35n | ἂν εἴη τὸ ἀνθρώπινον ἀγαθόν. | |
36 | Εἰ γὰρ αἵ τε ἐντιμόταται τῶν δυνάμεων ταύτῃ ὑπόκεινται μετρούμεναι | |
παρ’ αὐτῆς καὶ ἐπιταττόμεναι, καὶ αἱ πρακτικαὶ ἐπιστῆμαι τὸ εἶναι ἔχουσιν | 16 | |
17 | ὡς αὐτῇ χρησιμεύουσαι, καὶ αὕτη ἐστὶν ἡ περὶ τῶν καλῶν καὶ δικαίων ἐν ταῖς πόλεσι διατάττουσα, ὡς αὐτὴν μὲν πρὸ τῶν ἄλλων εἶναι τὰς τῶν ἀν‐ θρώπων κοινωνίας καὶ πολιτείας συνέχουσαν ἐν τοῖς δέουσι, μηδεμίαν δὲ πρὸ αὐτῆς, ἅτε καὶ αὐτῆς μὲν ἐπιταττούσης καὶ προεχούσης, τῶν δ’ | |
5 | ἄλλων ὑποκειμένων αὐτῇ, πῶς οὐχὶ καὶ τὰ τῶν ἄλλων τέλη τῷ ταύτης ἂν ὑποκέοιτο καὶ ὑπ’ αὐτὸ ἀναφέροιτο, καὶ εἴη ἂν τοῦτο τὸ ἀνθρώπινον ἀγαθόν. | |
8n | Εἰ γὰρ καὶ ταὐτόν ἐστιν ἑνὶ καὶ πόλει, μεῖζόν γε καὶ | |
9n | θειότερον τὸ τῆς πόλεως φαίνεται καὶ λαβεῖν καὶ σώζειν. | |
10 | Τὴν ταυτότητα καὶ τὴν διαφορὰν ἔοικε τιθέναι διὰ τούτων, ἣν αὐτὴ πρὸς ἑαυτὴν ἀναδέχεται ἡ εὐδαιμονία, ὡς τέλος οὖσα πολιτικῆς τινος, ἤγουν ἠθικῆς ἅμα καὶ πολιτικῆς ἁπλῶς, ταὐτὸν μὲν γάρ ἐστι τὸ τέλος ἀμφοῖν ὅπερ ἐστὶ τὸ ἐν ἀρεταῖς τέλειον ὡς οὕτως εἰπεῖν ἐν τῷ παρόντι, ἀλλὰ τὸ μὲν μεῖζον καὶ θειότερον, τὸ δὲ ἔλαττον καὶ ἀνθρωπικώτερον· καὶ τοῦτο | |
15 | κατασκευάζει δι’ ὧν ἐπιφέρει. | |
16n | Ἀγαπητὸν γάρ φησι καὶ ἑνὶ μόνῳ, κάλλιον δὲ καὶ θειό‐ | |
17n | τερον ἔθνει καὶ πόλεσιν. | |
18 | Καὶ τὸ ἐν ἑνὶ μὲν γὰρ τὸ ἀγαθὸν κατορθοῦν ἄξιον ἀγάπης ἐστὶν ὡς καλόν, εἴτε ἐν ἑαυτῷ τοῦτό τις εἴτε ἐν ἑτέρῳ κατορθοῖ· ἀλλὰ κάλλιον | |
20 | ἐστὶ καὶ θειότερον εἰ ἐν ἔθνει καὶ πόλεσιν ἡ τοῦ ἀγαθοῦ κατόρθωσις γί‐ νεται· κάλλιον μέν, ὡς ἐπὶ πλειόνων ἐξαπλουμένης τῆς καλλονῆς καὶ πλείονος γινομένης τῆς κοσμιότητος, ὥσπερ εἴ τις ἐρεῖ φωτεινότερον εἶναι φῶς τὸ εἰς πλεῖον διάστημα ἐξαπλούμενον τοῦ ἐξαπλουμένου εἰς ἔλαττον· θειότερον δέ, ὅτι τὸ ἀγαθοποιεῖν θεῖον ἔργον ἐστίν. ὅσῳ οὖν πλείω τὰ | |
25 | ἀγαθοποιούμενά τε καὶ βελτιούμενα, τοσούτῳ πλείων ἡ ἀγαθοποίησις· καὶ διὰ τοῦτο καὶ τὸ ἔργον θειότερον. | |
27n | Ἡ μὲν οὖν μέθοδος τούτων ἐφίεται πολιτική τις οὖσα. | |
28n | λέγοιτο δ’ ἂν ἱκανῶς, εἰ κατὰ τὴν ὑποκειμένην ὕλην διασαφηθείη. | |
29 | Μέχρι μὲν τῶν εἰρημένων τὸ πρῶτον προοίμιον πεπλήρωται, τριῶν | |
30 | ὄντων ἁπάντων, ἅπερ ἐν τῷ παρόντι βιβλίῳ προτέτακται. δέδεικται δὲ ἐν τούτῳ, ὅτι τέ ἐστί τι τῶν πρακτῶν ἀγαθῶν ἁπάντων τελικώτατόν τε καὶ σκοπιμώτατον, ὑφ’ ὃ πάντα ἀνάγεται· καὶ ὅτι δεῖ τοῦτο ζητεῖν ὡς συντε‐ λοῦν μεγάλως ἡμῖν εἰς τὴν ἐν βίῳ κατόρθωσιν· καὶ ὅτι τῆς ἀρίστης ἂν | |
εἴη τοῦτο τῶν ἐπιστημῶν καὶ δυνάμεων, ἥτις ἐστὶν ἡ πολιτική· καὶ ὅτι | 17 | |
18 | τοῦτό ἐστι τὸ ἴδιον ἀγαθὸν ἀνθρώπου ᾗ ἄνθρωπος· καὶ ἐν ἀνθρώπῳ μὲν ἑνὶ καλόν ἐστι τοῦτο κατορθοῦν, κρεῖττον δὲ τοῦτο πολλῷ, εἰ ἐν ἔθνει τις τοῦτο καὶ ἐν πόλεσι κατορθώσειεν, ἐπὶ πλεῖον ἐξαπλῶν τὴν μετά‐ δοσιν τοῦ ἀγαθοῦ. μεταβαίνει δὲ νῦν ἐπὶ προοίμιον ἕτερον, ἐν ᾧ διδάσκει | |
5 | τὸν ἀκροατὴν τῶν λεγομένων ὁποίους δεῖ τοὺς λόγους ἐκδέχεσθαι. λέγει τοίνυν καθιστῶν ὥσπερ τὸ πρῶτον προοίμιον, ὡς ἡ μὲν προκειμένη μέθοδος τούτων ἐφίεται πολιτική τις οὖσα. τούτων, τίνων; καὶ μὴν ὡς περὶ ἑνὸς τέλους ἔφατο, λέγω δὲ τοῦ ἀνθρωπίνου ἀγαθοῦ. πῶς οὖν οὐχὶ τούτου φησὶν ἀλλὰ τούτων ὡς περὶ πολλῶν; ἢ τάχα, ἐπειδὴ τοῦτο τὸ τελικώτατόν | |
10 | ἐστι καὶ πολλά εἰσι τέλη τὰ ὑπ’ αὐτοῦ περιεχόμενα καὶ ὑπ’ αὐτὸ ἀναγό‐ μενα, καὶ δεῖ κατὰ τὴν ἑαυτοῦ τάξιν ἕκαστον τὰ ἀνήκοντα αὑτῷ πάντα κεκτημένον δι’ ἐκείνων εἰς αὐτὸ ἀναφέρεσθαι, διὰ τοῦτο πληθυντικῶς εἴρηκεν. ἢ εἰ δεῖ καὶ τοῦτο εἰπεῖν, ἐπεὶ ἄλλως μὲν τοῦτο κατὰ τὴν ἠθικήν ἐστι κατορθούμενον, ἥτις πολιτική τίς ἐστι, καθ’ ἑνὸς θεωρουμένη βελ‐ | |
15 | τίωσιν, ἄλλως δὲ κατὰ τὴν πολιτικὴν ἐξαπλουμένην κοινότερον, διὰ τοῦθ’ ὡς εἰπεῖν πολλῶν εἴρηκε. πῶς δὲ πολιτική τις ἡ ἠθικὴ ὠνόμασται; ἐπειδὴ πολιτικὴ ἁπλῶς ἡ ἐν ἔθνει καὶ πόλεσι κατορθοῦσα τὸ ἀγαθόν, πο‐ λιτικὴ δέ τις οὐχ ἁπλῶς, καθ’ ἣν ἐν ἑνί τινι τοῦτο κατορθούμενον φαί‐ νεται. καὶ πολίτης γὰρ ἀγαθὸς ἄνθρωπος λέγεται, ὅς γε τοῖς εὔφροσι | |
20 | πειθόμενος τὴν ἀρετὴν κατορθοῖ, πολιτικὸς δὲ ἀνὴρ ὁ τὰ καλὰ καὶ τὰ δίκαια αὐτός τε εἰδὼς ἀφ’ ἑαυτοῦ καὶ διδάσκων ἐν πόλεσι καὶ τῆς τελειό‐ τητος ἐν πολλοῖς ἐφικνούμενος. πολίτῃ δὲ ἱκανὸν ᾗ πολίτης ἐστίν, εἰ καθ’ ἑαυτὸν εἴη τὰ δέοντα κατορθῶν καὶ κοινωνὸς ἀγαθὸς τοῖς πολιτευομένοις γινόμενος. Λέγοιτο δ’ ἂν ἱκανῶς εἰ κατὰ τὴν ὑποκειμένην ὕλην | |
25 | διασαφηθείη. ἐντεῦθεν τοῦ δευτέρου προοιμίου ἀπάρχεται, διδάσκων ὡς οὐκ ἀκριβῆ τινα χρὴ καὶ ἀπαράθραυστον οὐδ’ ὡς ἐξ ἀναγκαίων τινῶν συνισταμένην τὴν διδασκαλίαν ἐκδέχεσθαι, ἀλλ’ ἱκανῶς ἔχειν αὐτήν, εἰ κατὰ τὴν ὑποκειμένην ὕλην διασαφηθείη, ἤγουν τὴν ἑρμηνείαν καὶ τὴν δήλωσιν δέξαιτο. ὕλη δὲ ἐφ’ ἑκάστης μεθόδου καὶ τέχνης λέγεται | |
30 | τὸ ὑποκείμενον αὐτῆς, περὶ ὃ καταγίνεται. ὑποκείμενον δὲ τῇ ἠθικῇ καὶ πολιτικῇ τὰ ἐν βίῳ ἐστὶ πράγματα καὶ αἱ περὶ ταῦτα τῶν ἀνθρώπων πρά‐ ξεις τε καὶ ἐνέργειαι, ἅτινα τῶν ὡς ἐπὶ τὸ πολὺ ἐνδεχομένων εἰσὶ καὶ οὐκ ἀεὶ ὡσαύτως ἔχοντα, ἀλλ’ ἔστιν οὗ κἀπὶ τὸ ἀντικείμενον ἀποπίπτοντα. καὶ ἐπεὶ τοιοῦτον τὸ ὑποκείμενον τῶν ὡς ἐπὶ τὸ πολύ, καὶ οἱ λόγοι οἱ | |
35 | παραδιδόντες περὶ αὐτοῦ. διὸ οὐδὲ χρὴ ἀναγκαίας τινὰς ἀποδείξεις περὶ τῶν οὕτως ἐνδεχομένων ἀπαιτεῖν· ὥσπερ γὰρ μέτρον οἱ λόγοι τῶν πραγμά‐ των εἰσί, περὶ ὧν λέγονται, καὶ δεῖ τὸ μέτρον ἐφαρμόζον εἶναι πρὸς τὸ μετρούμενον· οὐ δύναται δὲ τὸ ἀεὶ ἔχον ὡσαύτως τῷ ὡς ἐπὶ τὸ πολὺ οὕτως ἔχοντι ἐφαρμόζεσθαι. ὑπερβαλεῖται γὰρ τὸ ἀεὶ ὂν τὸ ποτὲ τοῦ | |
40 | εἶναι ἀνακοπτόμενον. εἰ οὖν κατὰ τὴν ὑποκειμένην ὕλην, ἤτοι τὰ παρὰ | |
ἀνθρώποις καλά τε καὶ δίκαια ἡ διὰ τῶν λόγων διασάφησις, ἤτοι παρά‐ | 18 | |
19 | στασις καὶ δήλωσις γένοιτο, ἱκανῶς ἂν λέγοιτο. οὐκ ἂν δὲ δικαίως τὴν ἠθικήν τις καὶ πολιτικὴν ἀποπέμψαιτο μέθοδον εἰ τοιαῦτα περὶ αὐτῆς ἐπαγγέλλεται, ἐπεί γε οὗτος καὶ τὰς χαριεστάτας πάσας τῶν τεχνῶν ὡς μὴ καλῶς ἐχούσας ἀποβδελύξεται, οἷον ῥητορικὴν γραμματικὴν διαλεκτικὴν | |
5 | ἰατρικὴν καὶ ἁπλῶς ἁπάσας ὅσαι περὶ τὰ ἔνυλα καταγίνονται, καὶ αὐτὴν τὴν φύσιν ὅση περὶ ὕλην ἐστὶ καὶ τὰ ἔνυλα, ὅτι μὴ ἀπταίστως ἀεὶ ἐνερ‐ γοῦσιν, ἀλλ’ ἔστιν οὗ καὶ ἀποτυγχάνουσιν. | |
8n | Τὸ γὰρ ἀκριβὲς οὐχ ὁμοίως ἐφ’ ἑκάστου γένους ἐπι‐ | |
9n | ζητητέον, ὥσπερ οὐδὲ ἐν τοῖς δημιουργουμένοις. | |
10 | Τοῦτο κατασκευαστικόν ἐστι τοῦ μὴ δεῖν ἀκριβεῖς καὶ ἀναγκαίους ἀπαιτεῖν τοὺς παραδιδομένους λόγους ἐν τοῖς ἠθικοῖς καὶ πολιτικοῖς, ὅτι μηδὲ πᾶς λόγος τεχνικὸς ἀκριβής ἐστιν, οὐδὲ ὁμοίως τεχνίτης ἕκαστος ἀπατεῖται κατὰ τὴν ἑαυτοῦ τέχνην τὸ ἀκριβὲς ἐπιδείκνυσθαι. καὶ τοῦτο παρίστησιν ἀπὸ τῶν δημιουργικῶν τεχνῶν καὶ τῶν κατ’ αὐτὰς δημιουρ‐ | |
15 | γουμένων. δημιουργικαὶ δὲ λέγονται τέχναι αἱ ποιητικαί, καὶ δημιουργού‐ μενα τὰ ὑπ’ αὐτῶν ἀποτελούμενα ἔργα. εἰς τρία τοιγαροῦν τῶν τεχνῶν διῃρημένων, εἰς θεωρητικὸν εἰς πρακτικὸν εἰς ποιητικόν, ἐκ τῶν ποιητικῶν παρίστησι τὸ λεγόμενον, φημὶ δὴ τὸ μὴ δεῖν ἐπὶ πάντων ὁμοίως ζητεῖν τὴν ἀκρίβειαν. ἐναργέστερον γὰρ τοῦτο μάλιστα ἐπὶ τῶν τοιούτων φαί‐ | |
20 | νεται τεχνῶν, διὰ τὸ τὰ ὑποκείμενα αὐταῖς καὶ τὰ ἔργα αἰσθήσει εἶναι γνωστά, τίνα τε καὶ ὁποῖά εἰσιν· ἴδε γὰρ ὅτι ἓν εἶδός ἐστι τέχνης τὸ μι‐ μητικὸν ἀνθρώπου μορφῆς ᾗ ἄνθρωπος· διαιρεῖται δὲ εἰς εἴδη διάφορα κατὰ τὰς τῶν ὑποκειμένων διαφοράς· καὶ πρῶτον μὲν εἰς ζωγραφικὴν καὶ ἀνδριαντοποιητικήν· ἡ δὲ εἰς κηροπλαστικὴν τηκτικὴν γλυφικὴν τεκτονικὴν | |
25 | λιθοξοϊκήν, ἀλλ’ ὁ μὲν γραφικὸς πλεῖον ἀπαιτεῖται τὸ ἀκριβὲς τῆς μιμήσεως διὰ τὸ τῆς ὑποκειμένης αὐτῷ ὕλης εὔεικτον, ὁ δὲ κηροπλάστης κηρῷ καὶ πηλῷ καὶ τοῖς τοιούτοις χρώμενος ἧττον μὲν ἐκείνου, μᾶλλον δὲ τῶν λοιπῶν, ὁ δὲ τέκτων καὶ γλύπτης λιθοξόου μᾶλλον, τῶν προτέρων λειπό‐ μενος εἰς ἀκρίβειαν, ὁ δὲ λιθοξόος τῶν λοιπῶν ἔχει πάντων δυσμεταχει‐ | |
30 | ριστότερον τὸ αὐτῷ ὑποκείμενον κἀντεῦθεν ἕξει τὸ ἀκριβὲς ἧττον κατορ‐ θούμενον ἅμα καὶ ἀπαιτούμενον. ἱκανὸν οὖν ἑκάστῳ εἰ κατὰ τὴν ὑποκει‐ μένην ὕλην κατορθοῖ. γένος δὲ ἐνταῦθα ὁ Ἀριστοτέλης τὸ ὑποκείμενον ἐκάλεσε καὶ ἐν ἄλλοις πολλοῖς· τὸ γὰρ γένος ὕλῃ ἀναλογεῖ τῇ τῶν δια‐ φορῶν ἐπεισελεύσει εἰδοποιούμενον, ἥ τε ὕλη γένει συγκεχυμένη καθ’ | |
35 | ἑαυτὴν οὖσα καὶ ἀδιάρθρωτος καὶ ὑπὸ τῶν εἰδῶν μορφουμένη ὥς τινων διαφορῶν. καὶ ὡς τὸ γένος δυνάμει τὰ εἴδη, καὶ ἐκ τοῦ δυνάμει προϊὸν εἰς ἐνέργειαν, οὕτω καὶ ἡ ὕλη δυνάμει τὰ ἐξ αὐτῆς, καὶ ἐκ τῆς στερήσεως | |
προϊοῦσα εἰς εἰδοποίησιν. | 19 | |
20(1n) | Τὰ δὲ καλὰ καὶ τὰ δίκαια, περὶ ὧν ἡ πολιτικὴ σκο‐ | |
2n | πεῖται, τοσαύτην ἔχει διαφορὰν καὶ πλάνην, ὥστε δοκεῖν νόμῳ | |
3n | μόνον εἶναι, φύσει δὲ μή. | |
4 | Περὶ τῶν ἑξῆς ῥηθησομένων λόγων εἰπὼν ὁποῖοί ποτ’ ἔσονται, καὶ | |
5 | ὅτι ἱκανὸν αὐτοῖς εἰ κατὰ τὴν ὑποκειμένην ὕλην ἡ ἐξ αὐτῶν διασάφησις γένηται, εἶτ’ ἐπὶ τὸ καθόλου τὸν λόγον ἀνενεγκὼν ὡς οὐ πάντες οἱ λόγοι τὴν αὐτὴν ἀκρίβειαν ἐπιδέχονται, κατάγει αὐτὸν ἐπὶ τὰ προκείμενα, καί φησιν ὅτι τὰ παρὰ ἀνθρώποις καλὰ καὶ δίκαια, περὶ ὧν ἡ πολιτικὴ σκο‐ πεῖ, πολλὴν ἔχει κατὰ τὴν δόξαν παρὰ τοῖς ἀνθρώποις διαφορὰν καὶ | |
10 | πλάνην, καὶ τοσαύτην, ὡς δοκεῖν νομίσει μόνῃ καὶ ὑπολήψει ταῦτα καὶ μηδὲν εἶναι κατὰ τὴν φύσιν διὰ τὸ ἄλλοις ἄλλως δοκεῖν καὶ ἄλλα παρ’ ἄλλοις εἰσάγεσθαι καλά τε καὶ δίκαια, ὡς τῶν φύσει παρὰ πᾶσιν ὄντων τῶν αὐτῶν. καὶ ἔστι τὸ καθολικώτερον τῷ μερικωτέρῳ συνθέμενον οὕτω συλλογίσασθαι· τὰ παρὰ ἀνθρώποις καλὰ καὶ δίκαια διάφορα καὶ πεπλα‐ | |
15 | νημένα· περὶ τῶν διαφόρων καὶ πεπλανημένων οὐκ ἔστι παραδοῦναι λόγους ἀκριβεῖς· περὶ τῶν ἀνθρωπίνων ἄρα καλῶν καὶ δικαίων οὐκ ἔστι παραδοῦναι λόγους ἀκριβεῖς. | |
18n | Τοιαύτην δέ τινα πλάνην ἔχει καὶ τὰ ἀγαθὰ ἕως τοῦ | |
19n | ἕτεροι δὲ δι’ ἀνδρείαν. | |
20 | Ὁ μὲν τοῦ πρώτου τούτου βιβλίου σκοπὸς περὶ ἀνθρωπίνου ἀγαθοῦ, ἐνταῦθα δ’ ὁ Ἀριστοτέλης ὁποῖοι ἔσονται οἱ λόγοι εἰπεῖν προθέμενος καὶ ἀνενεχθεὶς ἐπὶ τὸ κοινότερον ὡς πάντα περιλαβεῖν τὰ καλὰ καὶ δίκαια περὶ ὧν ἡ πολιτικὴ ζητεῖ, κατηνέχθη πάλιν ἐπὶ τὸ ζητούμενον ἀνθρώ‐ πινον ἀγαθόν, καί φησιν ὅτι ὡς ἁπλῶς ἐπὶ τῶν καλῶν καὶ δικαίων περὶ | |
25 | ἃ ἡ πολιτικὴ ἔχει, πολλὴ τοῖς ἀνθρώποις διαφορά, οὕτω καὶ ἐπὶ τῶν παρ’ αὐτοῖς ἀγαθῶν. διὰ τί; διότι συμβαίνει πολλοὺς ἐκ τῶν δοκούντων αὐτοῖς ἀγαθῶν βλάπτεσθαι· πλοῦτος γὰρ καὶ ὑγεία καὶ ἀνδρεία καὶ τοιαῦτα ἕτερα ἀγαθὰ δοκοῦντα τοῖς ἀνθρώποις ἀπώλεσάν τινας. οὐκ ὀλίγοι γὰρ ἀνῃρέθησαν διὰ πλοῦτον, ἄλλοι δὲ δι’ ἀνδρείαν. ἀνδρείαν δὲ ἐνταῦθα οὐ | |
30 | τὴν ψυχικήν φησιν ἀρετὴν ἐν συμμέτρῳ θεωρουμένην τῆς τοῦ θυμικοῦ ὁρμῆς καὶ ὀρέξεως, ἀλλὰ τὴν κατὰ τὸ σῶμα λαμβανομένην, ἣ καὶ ἰσχὺς κυρίως ὠνόμασται, πρὸς τὴν ἐν τῇ ψυχῇ ἀνδρείαν ἀναλογοῦσα. ὡς γὰρ ἐν τῇ ψυχῇ τέσσαρες αἱ γενικαὶ ἀρεταί, φρόνησις ἀνδρεία σωφροσύνη δικαι‐ οσύνη, οὕτως ἐν τῷ σώματι ταῦτα τέτταρα, εὐαισθησία ἰσχὺς κάλλος ὑγεία, | |
35 | ἡ μὲν φρονήσει ἀναλογοῦσα, ὡς γνῶσίς τις οὖσα ἐν ζῴου θεωρουμένη | 20 |
21 | σώματι, ἡ δὲ τῇ ἀνδρείᾳ, ὡς καρτερικὸν τὸ σῶμα ποιοῦσα καὶ φερέ‐ πονον, τὸ δὲ τῇ σωφροσύνῃ, ὡς τὸ σύμμετρον παριστῶν ἐν μεγέθει καὶ συνθέσει πρὸς ἄλληλα τῶν μορίων τοῦ σώματος, ἡ δὲ τῇ δικαιοσύνῃ, ὡς ἐν τῇ κράσει τῶν χυμῶν τὴν κατὰ φύσιν ἀναλογίαν φυλάττουσα. εἰ μὲν | |
5 | οὖν οὕτως ἐνταῦθα τὸ σημαινόμενον τῆς ἀνδρείας ἐκλήψῃ, ἔσται συντε‐ ταγμένη προσφυῶς τῷ πλούτῳ ὡς ὀργανικὸν καὶ αὐτὸ ἀγαθὸν κατὰ τὸν τρόπον τῆς χρήσεως ἢ ὠφελοῦσα ἢ βλάπτουσα, εἰ μήπου τις ἔξωθεν δι’ ἐπίθεσιν βλάβης τοῖς ἔχουσι γίνοιτο πρόφασις, εἰ δὲ τὴν κυρίως ἀνδρείαν ἐρεῖς ὅτι ἓν πρὸς ἓν ἀντέθηκε, πρός τι τῶν θυραίων καὶ ἔξωθεν ἓν τῶν | |
10 | ἐντὸς καὶ κατὰ ψυχήν, δεικνὺς ὅτι καὶ ἐν τοῖς κυρίως παρ’ ἡμῖν ἀγαθοῖς εἰσάγεται τὸ ἀμφίβολον διὰ τὸ ἐκ τούτων τινὰς βλάπτεσθαι ἢ διὰ φθόνον ἐπιβουλευομένους ἢ μαχομένους ἢ εὐλόγως ἢ καὶ παραλόγως ἐνίοτε, ὡς καὶ δημώδη λόγον κρατεῖν τὸ ἀκίνδυνον τοῖς δειλοῖς ἐφαρμόζοντα καὶ μὴ κλαίειν λέγοντα τὰς μητέρας αὐτῶν. | |
15n | Ἀγαπητὸν οὖν περὶ τοιούτων καὶ ἐκ τοιούτων λέγοντας. | |
16 | Ἐπεὶ τοσαύτην φησὶν ἔχει ἀμφιβολίαν τὰ παρὰ ἀνθρώποις καλὰ καὶ δίκαια καὶ ἀγαθὰ καὶ οὐκ ἔστι βεβαία τις δόξα τούτοις περὶ αὐτῶν καὶ ὁμόνοια, εἰ καὶ ἡμεῖς περὶ τούτων λέγοντες οὐ μετ’ ἀκριβοῦς καὶ λεπτομεροῦς ἐξετάσεως ἀλλ’ ὁλοσχερῶς καὶ παχυμερῶς καὶ οὐ καθαρῶς, ἀλλ’ ὡς ἐν | |
20 | τύπῳ τινὶ τὴν περὶ τούτων ἀλήθειαν ἐνδειξόμεθα, ἀρκεστέον τοῖς λεγομένοις, ὅμως ἐπεὶ οὐκ ἀναγκαῖα τὰ ὑποκείμενα οὐδ’ ἀεὶ ὡσαύτως ἔχοντα ἀλλ’ ὡς ἐπὶ τὸ πολύ, ἀνάγκη καὶ τὰς περὶ τούτων δείξεις ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ προτάσεων ἀποτελεῖσθαι· ὥστε καὶ τὰ συμπεράσματα οὐκ ἀναγκαῖα ἀλλὰ τῶν ὡς ἐπὶ τὸ πολὺ ἔσονται, εἰ καὶ ἐξ ἀνάγκης τιθεμέναις ταῖς | |
25 | προτάσεσιν ἕπονται. ἐπεὶ γὰρ οὔτε τὰ ὄντα οὔτε τὰ γινόμενα ἐξ ἀνάγκης εἰσὶν ἢ γίνεται πάντα, ἀλλ’ ἔστι τινὰ διακοπτόμενα τοῦ εἶναι καὶ τοῦ γί‐ νεσθαι, ἐντεῦθεν καὶ τὸ ἐνδεχόμενον παρεισάγεται καὶ διαιρεῖται εἰς τρία τάδε, εἰς τὸ ὡς ἐπὶ τὸ πολὺ τὸ ἐπίσης τὸ ἐπ’ ἔλασσον. καὶ περὶ μὲν τὸ ἀναγκαῖον ἐπιστήμη καταγίνεται ἀναγκαία οὖσα καὶ ἐξ ἀναγκαίων ἀναγ‐ | |
30 | καῖα περαίνουσα, περὶ δὲ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον τέχνη, ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ προτάσεων τὰ ὡς ἐπὶ τὸ πολὺ συνάγουσα συμπεράσματα, περὶ δὲ τὸ ἐπίσης λογισμὸς καὶ προαίρεσις, κριτικαὶ οὖσαι δυνάμεις καὶ ἄμφω τὰ μέρη τῆς ἀντιφάσεως ἑκατέρωθεν ταλαντεύουσαι καὶ ὃ ἂν δόξῃ δέον τοῦτο τοῦ ἀντικειμένου τιθέμεναι προυργιαίτατον. περὶ δὲ τὸ ἐπ’ | |
35 | ἔλαττον οὐδεμία δύναμις καταγίνεται, διὸ καὶ τύχῃ καὶ αὐτομάτῳ οἱ πα‐ | |
λαιοὶ τὸ τοιοῦτον ἀνέθεντο, τοὺς περὶ τούτου λόγους ἀποδιδόναι μὴ ἔχοντες. | 21 | |
22 | ἐπεὶ οὖν τὰ πρακτὰ τῶν ὡς ἐπὶ τὸ πολὺ ἀποβαινόντων ἐστὶ καὶ οὐ τῶν ἀναγκαίων ὡς ποτὲ καὶ διακοπτόμενα, ὁ περὶ τούτων θεωρῶν εἴτε ὡς κα‐ λῶν εἴτε ὡς αἰσχρῶν ἢ ὡς δικαίων ἢ ἀδίκων ἢ ὡς ἀγαθῶν ἢ φαύλων ἐξ ἀνάγκης ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ λαμβάνων τοιαῦτα καὶ συμπεραίνεται. | |
5 | ὥστε καὶ εἴ τίς τι τοιοῦτον ἀγαθὸν εἶναι δεδειχὼς ἢ καλὸν ἢ δίκαιον ὡς ἐπὶ τὸ πολὺ μὲν ἀληθεύει, ἐνίοτε δὲ καὶ ψεύδεται, οὐ παρὰ τοῦτο μεμπτέος, ὅτι μήτε ἐξ ἀναγκαίων μήτε ἀναγκαῖον ὃ δέδειχε. τὸ μὲν οὖν παχυλῶς πρὸς τὸ λεπτομερὲς τῶν ἀναγκαίων ἀποδείξεων ἀντιτέθεικε, τὸ δὲ τύπῳ πρὸς τὸ καθαρῶς καὶ ἐναργῶς, τὸ δὲ ἐνδείκνυσθαι πρὸς τὸ ἀποδείκνυσθαι. | |
10 | ἀπόδειξις μὲν γὰρ καθαρῶς καὶ βεβαίως τὸ ζητούμενον παριστᾷ, ἔνδειξις δὲ διά τινων ἐκτυπώσεων καὶ μιμήσεων καὶ ἐμφάσεων, τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ πρὸς τὸ ἀναγκαῖον, ὡς ἐκείνου μὲν ἀδιακόπου μένοντος, τοῦ δὲ δια‐ κοπτομένου ποτέ. ἔστι δὲ λεπτομερὴς ἀπόδειξις ἡ μέχρι τῶν πρώτων καὶ ἀμέσων ἀνιοῦσα ἀρχῶν, ἃς ἐν τοῖς ὡς ἐπὶ τὸ πολὺ εὑρίσκειν ἀδύνατον, | |
15 | ὥστ’ ἐξ ἀνάγκης τοῖς παχυλωτέρως δεικνύουσι λόγοις ἀρκούμεθα, εἰκόσι καὶ τύποις χρώμενοι καὶ ἐμφάσεσι. καὶ αὐτὸ δὲ τὸ ἐξ ἐνδόξων συλλογί‐ ζεσθαι καὶ ἐνδεχομένων προτάσεων τύπος ἂν εἴη ἀποδείξεως, ἐπεὶ μηδ’ ἐκ τῶν καθ’ αὑτὸ καὶ ᾗ αὐτὸ καὶ πρώτων καὶ ἀμέσων καὶ αἰτίων τοῦ συμπεράσματος γίνεται ἀλλ’ οὐδ’ ἐξ ἑτέρων ἃ ἐκ τοιούτων πεπέρανται. | |
20n | Τὸν αὐτὸν δὲ τρόπον καὶ ἀποδέχεσθαι χρεὼν ἕως τοῦ | |
21n | καὶ ῥητορικὸν ἀποδείξεις ἀπαιτεῖν. | |
22 | Εἰπὼν ποίους λόγους ἐν τοῖς ὑποκειμένοις ἐνδέχεται γίνεσθαι, ὑποτί‐ θησι καὶ τῷ ἀκροατῇ πῶς πρὸς τοὺς οὑτωσὶ λεγομένους διατίθεσθαι χρή, καί φησιν ὅτι τὸν αὐτὸν τρόπον δεῖ ἀποδέχεσθαι τὰ λεγόμενα, ἤγουν ὡς | |
25 | μὴ ἐξ ἀναγκαίων συλλογιζομένου τοῦ λέγοντος μηδ’ ὡς ἀναγκαῖα δεικνύν‐ τος, ἀλλ’ ὡς ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ καὶ ὡς ἐπὶ τὸ πολύ, καὶ μέχρι τούτου ἡγεῖσθαι καλῶς ἔχοντα τὰ λεγόμενα καὶ μὴ τὸ ἀναγκαῖον ἐπὶ τού‐ των ἀπαιτεῖν. εἶτα καὶ κανόνα τινὰ παραδίδωσι, μέχρι πόσου ἐπὶ τῶν λε‐ γομένων ἀπαιτητέον τὴν ἀκρίβειαν τῷ λέγειν πεπαιδευμένου εἶναι ἀνδρός, | |
30 | ἤτοι πολυπειρίαν ἐν λόγοις καὶ πράγμασιν ἔχοντος, ἐπὶ τοσοῦτον καθ’ ἕκαστον ὑποκείμενον ζητεῖν τὴν ἀκρίβειαν, ἐφ’ ὅσον ἡ φύσις τοῦ πράγμα‐ τος ἐπιδέχεται· εἰ γοῦν ὁ τοιοῦτος πεπαιδευμένος, ἀπαίδευτος ἂν εἴη ὁ τούτου δρῶν τὸ ἀνάπαλιν· καὶ ἔργον τίθησι τὸ ἐπιφερόμενον, φάσκων παραπλήσιον γὰρ φαίνεται μαθηματικοῦ πιθανολογοῦντος ἀπο‐ | |
35 | δέχεσθαι καὶ ῥητορικὸν ἀποδείξεις ἀπαιτεῖν. ὁ μὲν γὰρ μαθη‐ ματικὸς τοιοῦτον ἔχει τὸ ὑποκείμενον ὡς δύνασθαι τὰ καθ’ αὑτὸ συμβεβη‐ κότα αὐτῷ ἐξ ἀναγκαίων καὶ πρώτων καὶ καθ’ αὑτὸ καὶ ᾗ αὐτὸ καὶ | |
ἀμέσων δεικνύειν προτάσεων, ὁ δὲ ῥητορικὸς ἐξ ἐνδόξων ἢ φαινομένων | 22 | |
23 | ἴσως ἐνδόξων τὰ προκείμενα κατασκευάζει, οὐ σφόδρα κινούσας τὸν ἀκροα‐ τὴν εἰς κατάνευσιν. διὸ καὶ πιθαναὶ λέγονται, οὐκ ἀναγκαῖαι, ὡς μόνον πρὸς τὸ πείθειν ὁπωσδηποτοῦν ἀφορῶσαι. εἰ οὖν τις τὸν μὲν μαθηματικὸν ἀποδέχεται πιθανολογοῦντα, τὸν δὲ ῥητορικὸν οὐ συγχωρεῖ πιθανολογεῖν | |
5 | ἀλλ’ ἐπιστημονικὰς ἀποδείξεις ἀπαιτεῖν, ἄντικρυς ταῖς τῶν πραγμάτων ἐναντιοῦται φύσεσι καὶ ἑαυτὸν ἐξελέγχει μὴ εἰδότα κρίνειν, καὶ διὰ τοῦτό ἐστιν ἀπαίδευτος· ὅτι δ’ ἕτερός ἐστιν ὁ περί τι πεπαιδευμένος ὥστε κρίνειν τοὺς κατ’ αὐτὸ τεχνίτας ἢ ἐπιστήμονας, δῆλον· τῷ μὲν γὰρ ἱκανόν, εἰ πεῖραν λαβὼν μόνον ὅτι οἱ κατὰ γεωμετρίαν τυχὸν λόγοι ἐκ τοιῶνδε προ‐ | |
10 | τάσεων γίνονται καὶ οὑτωσὶ συλλογίζονται καὶ τοιάδε συνάγουσι συμπερά‐ σματα, τὸν γεωμετρεῖν ἐξετάζει ἐπαγγελλόμενον εἰ ἐκ τοιούτων καὶ οὕτως συλλογίζεται, τῷ δὲ ἀναγκαῖον καὶ γεωμετρικῶς ἐνεργεῖν καὶ τὰς ἀπο‐ δείξεις ποιεῖν ὁποίας τὸ τῆς ἐπιστήμης ὑποκείμενον δέχεται. τὸ αὐτὸ καὶ ἐπὶ πάσης τέχνης καὶ ἐπιστήμης. | |
15n | Ἕκαστος δὲ κρίνει καλῶς. | |
16 | Τρίτον τοῦτο προοίμιον ἐν ᾧ δείκνυσιν ὁποῖον εἶναι δεῖ τὸν ἀκροατὴν τῶν ἐνταῦθα ῥηθησομένων· ὅτι πεπαιδευμένον τὰ λεγόμενα. εἰ γὰρ μὴ οἶδεν, οὐκ ἂν ὀρθῶς κρινεῖ· εἰ δὲ μὴ κρίνει ὀρθῶς, οὐδ’ ὀρθῶς ἀποδέ‐ ξεται. μέχρι δὲ τίνος εἰδέναι ἀναγκαῖον τὸν ἱκανὸν κριτὴν τῶν λόγων ἐσό‐ | |
20 | μενον, εἴρηται. ποιεῖται δὲ τὸν λόγον καθόλου λέγων, ἕκαστος ἐκεῖνα κρίνει καλῶς ἃ γινώσκει. ἡ γὰρ γνῶσις ἑκάστου πράγματος γνώμων τίς ἐστι τῆς κατ’ αὐτὸ ὀρθότητος ἐν τῇ ψυχῇ τοῦ γινώσκοντος κείμενος, ᾧ παρατιθεὶς τὸ κρινόμενον εὑρίσκει αὐτὸ εἴτε κατ’ ἐκεῖνό ἐστιν εἴτε παρα‐ βαίνει τὴν ἐκείνου ἀκρίβειαν. καὶ εἰ μὲν εὑρίσκει ἐκ τῆς παραβολῆς ἐφαρ‐ | |
25 | μόζον ἐκεῖνο τῷ γνώμονι, ἐπαινεῖ ὡς ἔχον εὖ, εἰ δὲ μή, καταμέμφεται αὐτὸ προσηκόντως ὡς μὴ τῷ κανόνι ἐφαρμοζόμενον. ὁ τοίνυν εἰδὼς ὡς ἔχει φύσεως τὸ κρινόμενον ἔχει γνῶσιν τοῦ κρινομένου· ὁ τοῦτο, ἔχει τὸν κα‐ νόνα αὐτοῦ καὶ τὸν γνώμονα· ὁ τοῦτο, ἔχει ᾧ ὀρθῶς τὴν κρίσιν ποιήσεται· ὁ ἄρα γινώσκων ὡς ἔχει φύσεως τὸ κρινόμενον, ἔχει ᾧ ὀρθῶς κρινεῖ, ὁ δὲ | |
30 | μὴ γινώσκων, ἀνάπαλιν. διὸ ἐκεῖνος μὲν ἀγαθὸς κριτής, οὑτοσὶ δὲ φαῦλος. | |
31n | Καθ’ ἕκαστον ἄρα ὁ πεπαιδευμένος. | |
32 | Ἡ ὁλοκληρία τοῦ λόγου τοιαύτη· πᾶς ὁ κρίνων τι, καλῶς γινώσκει | |
ἐκεῖνο· πᾶς ὁ γινώσκων τι πεπαιδευμένος περὶ ἐκεῖνό ἐστιν· πᾶς ἄρα ὁ κρί‐ | 23 | |
24 | νων τι πεπαιδευμένος περὶ ἐκεῖνό ἐστιν. ἐνταῦθα δὲ ἡ μείζων πρότασις παραλέλειπται· ἔθος δ’ οὕτω ποιεῖν τοῖς ῥήτορσιν. ἡ μὲν οὖν ἔννοια τοῦ λόγου τοιαύτη. οὗτος δὲ ἕκαστος εἰρηκὼς κρίνει καλῶς ἃ γινώσκει, καὶ τούτων ἐστὶν ἀγαθὸς κριτὴς δοκεῖ μερικῶς εἰληφέναι τοὺς εἰδότας | |
5 | καὶ κρίνοντας, καὶ τὰ γινόμενα καὶ κρινόμενα. ἔστι δ’ ἀληθῶς καθόλου ἡ πρότασις, ὡς δύνασθαι ταὐτὸ τὸ ἕκαστος κρίνει καλῶς τῷ πᾶς. τὸ γὰρ πᾶς οὐ τὸ καθόλου σημαίνει ἀλλ’ ὅτι καθόλου, ὡς εἶναι τὸ πᾶς τὸ τῶν καθ’ ἕκαστον ἄθροισμα. τὸ γὰρ ἕκαστος τῶν πάντων καὶ πᾶς τὸ αὐτὸ κατὰ τὴν ἔννοιαν δύναται. τὸ αὐτὸ δ’ ἂν εἴποις καὶ περὶ τῶν γινωσκομένων | |
10 | καὶ κρινομένων. ἃ γὰρ πάντες οἱ γινώσκοντες καὶ κρίνοντες γινώσκουσι καὶ κρίνουσι, ταῦτα πάντα ἐστὶ τὰ γινωσκόμενα καὶ κρινόμενα. καὶ τὸ κρίνειν δὲ καλῶς ἃ γινώσκει καὶ τούτων εἶναι ἀγαθὸν κριτὴν ἐκ παραλ‐ λήλου ἐστὶ τὸ αὐτό. τὸ δὲ καθ’ ἕκαστον ἄρα ὁ πεπαιδευμένος συμ‐ πέρασμά ἐστι τοῦ συλλογισμοῦ ἐκ μιᾶς συνηγμένον προτάσεως ὅσον πρὸς | |
15 | τὸ φαινόμενον, δοκοῦν μὲν καὶ αὐτὸ μερικόν, καθόλου δὲ ὂν ἀληθῶς διὰ τὸ πάντα δηλοῦν τὰ καθ’ ἕκαστα ὡσανεὶ ἐπαγωγικῶς ἐν ταὐτῷ συναγόμενον καὶ τὸ καθόλου πιστούμενον· ὃ καὶ ἐπιφέρει λέγων ἁπλῶς δὲ ὁ περὶ πᾶν πεπαιδευμένος. ὁ μὲν οὖν Ἀριστοτέλης οὕτω τὸν λόγον διέθετο. ἀλλὰ τὸ μὲν καθ’ ἕκαστον κρίνειν τὸν πεπαιδευμένον ὀρθῶς ἀληθὲς καὶ φανερόν, | |
20 | τὸ δὲ περὶ πᾶν πεπαιδεῦσθαί τινα ὡς πάντα κρίνειν ὀρθῶς, δόξειεν ἂν εἶναι ἀδύνατον. πῶς γὰρ ἐνδέχεται ἕνα τινὰ τῶν ἀνθρώπων εἰδέναι πάντα καὶ ἀγαθὸν εἶναι κριτὴν ἐν ἅπασιν; οὐ γὰρ ὅσα πέφυκεν ἁπλῶς ὁ ἄνθρωπος κατορθοῦν ὡς νοῦ καὶ ἐπιστήμης δεκτικὸς δυνατόν ἐστί τινι τῶν καθ’ ἕκαστα τῇ ἑαυτοῦ γνώσει ἐνεργείᾳ συλλαβεῖν ἅπαντα. ἴσως οὖν οὐχ ὡς | |
25 | ὂν δυνατὸν τοῦτο εἶπεν, ἀλλ’ ἐπεὶ αἱ καθ’ ἕκαστα πάντες ἄνθρωποι ὑπὸ τὸ καθόλου ἀνάγονται, ὁμοίως καὶ οἱ πεπαιδευμένοι ὑπὸ τὸν καθόλου πε‐ παιδευμένον, διὰ τοῦτο οὕτως εἶπεν, ὥσπερ ὑποτιθέμενος· ἵν’ ᾖ τοῦτο λέγων, ὥσπερ ὁ καθ’ ἕκαστα πεπαιδευμένος κρίνει καλῶς ἐκεῖνο περὶ ὃ πεπαίδευται, οὕτως εἴ τις ὑπόθοιτο ἁπλῶς εἶναι περὶ πᾶν πεπαιδευμένον | |
30 | τινὰ ἔσται κριτὴς ἀγαθὸς ἐκεῖνος τοῦ κρινομένου παντός. μήποτε δὲ εἰδότα καὶ πεπαιδευμένον ἐνταῦθα οὐ τὸν περὶ ἕκαστόν φησιν ἐπιστήμονα ἀλλὰ τὸν ἐν τοῖς πράγμασι πολύπειρον καὶ δυνάμενον πᾶν τὸ προτιθέμενον εἰς κρίσιν τῇ αὐτοῦ τριβῇ παρατίθεσθαι κἀντεῦθεν κρίνειν ὀρθῶς. ὥσπερ ἔστιν ἰδεῖν πολλοὺς γραφικὴν μεταχειρισαμένους οὐδέποτε καὶ τὰς παρ’ | |
35 | ἄλλων γραφομένας εἰκόνας δυναμένους κρίνειν κατὰ τὸ δέον. τοῦτο δὲ καὶ ἐπ’ ἄλλων τεχνῶν γίνεται καὶ εὕροις ἂν τὸν Ἀριστοτέλην πολλαχοῦ κατὰ τοῦτο τὸ σημαινόμενον τῷ τῆς παιδείας χρησάμενον ὀνόματι· ὡς εἶναι δῆλον ὅτι ἄλλη μὲν γνῶσίς ἐστιν ἡ κατὰ τὸ ἐπίστασθαι καὶ ἄλλη | |
ἡ κατὰ τὸ πεπαιδεῦσθαι, ἥτις πολυπειρία οὖσα ἱκανότητα τῷ κεκτημένῳ | 24 | |
25 | παρέχεται πρὸς τὸ κρίνειν ὀρθῶς τὰ κατὰ τὰς ἐπιστήμας καὶ τὰς τέχνας ἀποτελούμενα τάς τε θεωρητικὰς καὶ πρακτικὰς καὶ ποιητικάς. | |
3n | Διὸ τῆς πολιτικῆς οὐκ ἔστιν οἰκεῖος ἀκροατὴς ὁ νέος. | |
4 | Προθέμενος ἐν τῷ τρίτῳ προοιμίῳ περὶ ἀκροατοῦ εἰπεῖν ὁποῖον δεῖ | |
5 | εἶναι, πρότερον μὲν καθόλου διέλαβε περὶ τοῦ ὁποῖον δεῖ εἶναι τὸν κρίνοντα τὰ καθ’ ἑκάστην τέχνην ἢ ἐπιστήμην ἐνεργούμενα καὶ ἀποτελούμενα, εἶτα ἦλθεν εἰς τὸ προκείμενον διὰ τῶν κοινῶς εἰρημένων δεικνὺς καὶ αὐτὸ ὅτι τῆς πολιτικῆς οὐκ ἔστιν οἰκεῖος ἀκροατὴς ὁ νέος. καὶ δείκνυσιν αὐτὸ διὰ δύο ἐπιχειρημάτων· πρῶτον μὲν ἐκ τῆς τοῦ χρόνου βραχύτητος, | |
10 | ἣν ὡς νέος ἔτι διήνυσεν ἐν τῷ βίῳ, μὴ δυνηθεὶς δι’ ὀλίγου πεῖραν λαβεῖν τῶν κατ’ αὐτὸν πράξεων, ἐξ ὧν καὶ περὶ ὧν οἱ λόγοι· ὅθεν οὐδὲ δύναται κρίνειν ὀρθῶς ταῦτα. ὁ δὲ συλλογισμὸς ἐν πρώτῳ σχήματι. ὁ νέος ἄπειρος τῶν κατὰ τὸν βίον πράξεων· πᾶς ἄπειρός τινων οὐ δύναται κρίνειν ἐκεῖνα ὧν ἄπειρός ἐστιν· ὁ νέος ἄρα οὐ δύναται κρίνειν καλῶς τὰς κατὰ τὸν | |
15 | βίον πράξεις· ἀλλ’ οὐδὲ τὰ ἐξ αὐτῶν καὶ περὶ αὐτῶν λεγόμενα, εἴτε. εὖ εἴτε μὴ λέγεται. ἐξ αὐτῶν δὲ λέγεται, ὅταν ὡς προτάσεις λαμβάνωμεν, περὶ αὐτῶν δέ, ὅταν ὡς προβλήματα καὶ συμπεράσματα. τὸ δὲ δεύτερον ἐπιχείρημα τὸ ἔτι δὲ τοῖς πάθεσιν ἀκολουθητικὸς ὢν καὶ τὰ ἑξῆς ματαίαν δείκνυσι καὶ ἀνωφελῆ τῷ νέῳ τὴν τῶν τοιούτων λόγων ἀκρόασιν. | |
20 | πᾶς γὰρ λόγος καὶ πᾶσα πρᾶξις καὶ ἐνέργεια πρὸς τέλος τι ὁρῶντα, εἰ μὴ τυγχάνοι τούτου, μάτην λέγεται γίνεσθαι. ἐπεὶ τοίνυν οἱ περὶ ἀρετῆς λόγοι οὐ πρὸς θεωρίαν ἁπλῶς ἀποβλέπουσιν ἀλλὰ πρὸς τὸ πράττειν τὰ σπουδαῖα καὶ μεταδιώκειν τὸ ἀγαθόν, εἰ μὴ τοῦ τέλους ἐπιτυγχάνουσι, μάτην λέγονται καὶ μάτην ἀκούονται. ἐπεὶ τοίνυν ὁ ἄνθρωπος ἐξ ἀρχῆς | |
25 | ἐν τῷ βίῳ γενόμενος τὸν μὲν λόγον ἔχει ἀργόν, προλαμβανούσας δὲ τὰς αἰσθήσεις καὶ τὰς ἀλόγους ὀρέξεις καὶ τὰ ἴδια ἐπιζητούσας ἡδέα καὶ τερπνά, φθάνει κατακρατούμενος ὑπ’ αὐτῶν σφοδρῶς ἐπεγειρομένων διὰ τὴν γένεσιν, καὶ ζῇ πολυπαθῶς καὶ ἐμπαθῶς ἔχων καὶ τὴν φύσιν περὶ τὸ εἶναι μάλιστα σπεύδουσαν διὰ τὸ ἀρχοειδὲς τῆς ὑπάρξεως· καὶ δεῖται χρόνου | |
30 | καὶ τῆς ἐκ λόγων παιδείας καὶ κατηχήσεως, ὥστε διασκεδασθῆναι αὐτῷ τὸν κάρον τῆς ἐμπαθείας καὶ διαιρεθῆναι τῆς ἀγνοίας τὸ κάλυμμα, ὥστε γνῶναι τὸ κρεῖττον καὶ ἀποσχέσθαι τοῦ χείρονος καὶ τὴν μὲν ἄλογον ἀπο‐ στραφῆναι ζωήν, προελέσθαι δὲ τὴν μετὰ λόγου καὶ ὀρθῆς κρίσεως· ὃ καὶ δυσχερές ἐστι καὶ βίας οὐκ ὀλίγης δεόμενον διὰ τὸ προεθισθῆναι τοῖς χεί‐ | |
35 | ροσι καὶ μαθεῖν ἤδη τὸ εἶναι ἁπλῶς τοῦ εὖ εἶναι προτίθεσθαι καὶ μὴ ἄλλο εἰδέναι καλὸν ἢ τὸ ἐπιμελεῖσθαι σαρκός. καὶ διὰ τοῦτο οὐ μόνον νουθε‐ σιῶν ἀλλὰ καὶ σκωμμάτων πολλάκις καὶ ὀνειδῶν καὶ ὕβρεων δέονται, ἵνα | |
τοῦ ῥᾴονος ἀποσχόμενοι βίου τὸ τῆς ἀρετῆς ἐπίπονον προτιμήσωνται. διὰ | 25 | |
26 | τοῦτο τοῖς νέοις ἀνόνητος ἡ τούτων τῶν λόγων ἀκρόασις, ὅτι πάθει ἕπον‐ ται ἀλόγῳ συνηθείᾳ δουλεύοντες καὶ πράττειν τἀγαθὰ μὴ αἱρούμενοι. καὶ γὰρ ἥδε ἡ τέχνη οὐ θεωρητική ἐστιν ἁπλῶς, ἵνα τῇ γνώσει τῶν λεγομένων ἀρκῶνται οἱ ἀκούοντες, ἀλλὰ πρακτική, καὶ δεῖ τῇ γνώσει τῶν λόγων καὶ | |
5 | τὰς πράξεις προστίθεσθαι· εἰ δὲ μή, μάτην οἱ λόγοι καὶ ἡ τούτων ἀκρόασις. | |
6n | Διαφέρει δ’ οὐδὲν νέος τὴν ἡλικίαν. | |
7 | Ἐπεὶ τὸν νέον εἶπεν ἀνοίκειον ἀκροατὴν τῶν προκειμένων λόγων διά τε τὴν ἀπειρίαν καὶ ἐμπάθειαν, προστίθησι νῦν ὡς οὐδὲ ὑπερήλιξ ἅπας ἢ ἁπλῶς ὑπερβὰς τὴν νεότητα ἱκανῶς ἔχει διὰ τὸν χρόνον τῆς τῶν προκει‐ | |
10 | μένων λόγων ἀκροάσεως. ἀλλὰ δεῖ καὶ αὐτόν, εἰ μέλλει οἰκείως ἀκούειν, ἐκτὸς ὑπάρχειν τῆς τῶν παθῶν δουλώσεως. καὶ γὰρ ὁ νέος οὐ τοσοῦτον διὰ τὴν ἡλικίαν τῶν λόγων τούτων ἀνοίκειος, ὅσον διὰ τὴν τῶν παθῶν κατακράτησιν, ὥσπερ κύφωνι τῇ μοχθηρίᾳ τὸν λογισμὸν βαρυνόμενος καὶ πρὸς γῆν ὁρῶν καὶ τὴν ταύτης ἀπόλαυσιν, ἀνανεῦσαι δὲ πρὸς τὸ ἄνω μὴ | |
15 | συγχωρούμενος ἢ ὡς νέφους παχύτητι τῇ ἐμπαθείᾳ τὸν ὀφθαλμὸν τῆς διανοίας ἐπιπροσθούμενος καὶ διαβλέψαι πρὸς τὸ ἀγαθὸν μὴ δυνάμενος· ὥστε κἂν γέρων τις εἴη ἐμπαθῶς ἔχων, οὐδὲ οὗτος οἰκεῖος ἀκροατὴς τού‐ των τῶν λόγων διὰ τὸ καὶ ἐν γήρᾳ τῆς ἡλικίας νεαρὸς τὸ ἦθος εἶναι καὶ κατὰ πάθος ζῆν καὶ τῆς ὀρέξεως ἔχειν ἀλόγως καὶ ἐμπαθῶς. | |
20n | Τοῖς γὰρ τοιούτοις ἀνόνητος ἡ γνῶσις. | |
21 | Ἔτι τὸ αὐτὸ δείκνυσι λαμβάνων τοὺς ἀκρατεῖς εἰς παράδειγμα. ἀκρα‐ τὴς γάρ ἐστιν ὁ ὑπὸ χείρονός τινος συνηθείας κατακρατούμενος, εἶτ’ ἐφι‐ στάνων τῷ λόγῳ καὶ ἀνακόπτειν ἑαυτὸν τῆς παραλόγου ὁρμῆς βουλόμενος καὶ κρατεῖν μὴ δυνάμενος. ὡς γὰρ ἐν ἐκείνῳ ὁ λόγος † φαῦλον οἶδε διὰ τὸ | |
25 | τῇ παραλόγῳ ὀρέξει συνυπάγεσθαι, καὶ βούλεται μὲν ἀπέχεσθαι τῆς φαύλης συνηθείας, νικᾶται δ’ ὑπὸ τοῦ πάθους τῇ συνηθείᾳ τῇ μοχθηρᾷ κατακρατούμενος, οὕτω καὶ πᾶς ζῶν ἐμπαθῶς τοὺς περὶ τῆς ἀρετῆς λόγους ἐνωτιζόμενος, ὑπ’ αὐτῶν ὠφεληθῆναι οὐ δύναται, τῇ συνήθει ἐμπαθείᾳ πρὸς τὰ φαῦλα κατασυρόμενος. τοῖς δὲ κατὰ λόγον τὰς ὀρέξεις | |
30 | ποιουμένοις. ἐκ τοῦ ἐναντίου τοῖς προσεχῶς εἰρημένοις τὸ ἐνταῦθα λε‐ γόμενον. ὡς γὰρ οἱ ἐμπαθῶς ζῶντες ἐκ τῶν ἐνταῦθα λεγομένων οὐδὲν ὠφελοῦνται, οὕτως οἱ κατὰ λόγον τὰς ὀρέξεις ποιούμενοι πλεῖστα ἂν ὠφε‐ λοῖντο τὴν τῶν ἐνταῦθα λεγομένων εἴδησιν ἔχοντες. πρὸς ὃ ἄν τις ἀπο‐ | |
ρήσειε λέγων, ὡς δόξειεν ἂν καὶ περιττὸν τὸ περὶ τούτων διδάσκειν. εἰ | 26 | |
27 | γὰρ οἱ μὲν φαῦλοι ἐκ τούτων μὴ ὠφελοῦνται πρὸς τὴν διόρθωσιν, οἱ δὲ ἀγαθοὶ καὶ πρὸ τούτων κατὰ λόγον τὸς ὀρέξεις ποιοῦνται, δόξειεν ἂν οἱ λόγοι τοῖς μὲν φαύλοις μάταιοι ὡς ἀνωφελεῖς, τοῖς δ’ ἀγαθοῖς περιττοὶ ὡς καὶ πρὸ αὐτῶν εὖ ἔχουσιν. ἢ τοῖς μὲν ἀγαθοῖς πρὸ τῶν λόγων ἐκ | |
5 | συνηθείας μόνης τὸ ἀγαθὸν κανόνα μὴ ἔχουσι τεχνικὸν ᾧ τὰς πράξεις παραμετρήσουσι, κατά γε τοὺς λόγους σὺν μέτρῳ καὶ λόγῳ τεχνικῷ ἡ τῶν ἀστείων μετέλευσις πράξεων. διὸ καὶ βεβαιοτέρα αὐτοῖς ἡ τοῦ ἀγαθοῦ ἀν‐ τιποίησις πληροφορουμένοις ἐκ τῶν λόγων, πότε καλῶς ἢ μὴ καλῶς ἔχουσιν. ἄλλως τέ εἰσι τῶν ἀνθρώπων πολλοὶ ἐξ ἀρχῆς μὲν εὐθὺς τὰ | |
10 | φαῦλα ἀποστρεφόμενοι καὶ τῶν ἀγαθῶν ὀρεγόμενοι, ὅπως δὲ ταῦτα ἀλ‐ λήλων διαστήσουσι καὶ ἑαυτοῖς τὰ κρείττω περιποιήσονται, οἴκοθεν εἰδέναι μὴ ἔχοντες· καὶ δεῖ τούτοις λόγου καὶ τέχνης πρὸς τὴν ἐκλογὴν τῶν καλῶν καὶ κατόρθωσιν. ἀλλ’ οὐδὲ τοῖς φαύλοις πάντῃ ἀνόνητος ἡ τῶν λόγων τούτων κατάληψις. εἰ γὰρ μὴ εὐθὺς αὐτοῖς ἡ ἐκ τούτων ὄνησις | |
15 | παντελὴς ἀπαντήσεται, ἀλλὰ διαγνόντες οἷ κακοῦ κατηνέχθησαν καὶ ὅσον πόρρω γεγόνασι τοῦ βελτίονος, εἴπερ μὴ πάντῃ εἶεν ἀσύνετοι, ἕξουσί τινα ὁρμὴν πρὸς διόρθωσιν, καὶ οὕτω κατὰ μικρὸν ἐπιδιδόντες τάχ’ ἂν καὶ παντελῶς πρὸς τὸ κρεῖττον μετάθοιντο. καὶ ἄλλως δὲ ἠθικὴ καὶ πολιτικὴ ἰατρικὴ τῶν ψυχῶν. καὶ ὥσπερ ἡ τῶν σωμάτων ἰατρικὴ καὶ συντηρητική | |
20 | ἐστι τῆς ὑγιείας ἐν τοῖς ὑγιαίνουσι καὶ ἀνακλητικὴ αὐτῆς ἐν τοῖς κάμνουσιν, οὕτω καὶ πρὸς τὰς ψυχὰς ἡ ἠθικὴ καὶ πολιτική. δόξειε γὰρ ἂν ἄτοπον τὰ μὲν σώματα καὶ τὰς φύσεις ὑπὸ τῆς σφῶν θεραπευτικῆς ὠφελεῖσθαι ὅπως ἂν ἔχωσι, τὰς δὲ ψυχὰς λόγον ἐχούσας καὶ χρωμένας αὐτῷ ἐκ τῆς οἰκείας ἰατρικῆς μὴ ὠφελεῖσθαί ποτε, ὅπως ἂν ἔχωσι διαθέσεως, εἴτε | |
25 | στερεούμεναι ἐν τῷ κατὰ φύσιν, εἴτε διορθούμεναι ἐκ τοῦ παρὰ φύσιν· καίτοι ψυχαῖς ῥᾴων, ὅσον ἐκ τῆς οὐσίας αὐτῶν, ἢ σώμασί τε καὶ φύσεσιν καὶ ἡ ἐν τῷ ἀγαθῷ τε μονὴ καὶ συντήρησις καὶ ἡ ἐκ τῶν φαύλων διόρ‐ θωσις, ἅτε λόγον ἐχούσαις καὶ νῷ γειτνιώσαις καὶ ἀπ’ ἀμφοῖν συνεργου‐ μέναις πρὸς κατάκτησιν τοῦ βελτίονος. ἴσως δὲ καὶ Ἀριστοτέλης πρὸς τὴν | |
30 | κρίσιν τῶν λεγομένων, εἴτε εὖ ἔχουσιν εἴτε μή, πλέον εἴρηκε μὴ συμβάλ‐ λεσθαι τοῖς ἐμπαθέσι τὰ παρ’ αὐτοῦ λεχθησόμενα, ἅτε ἀσυνήθως ἔχουσι καὶ ἀπείρως τῶν χαριέντων ἀκουσμάτων τε καὶ ἐνεργημάτων, ὥσπερ πλεῖστα λυσιτελεῖ τοῖς κατὰ λόγον ὀρεγομένοις καὶ πράττουσι τῷ οὕτω διακεῖσθαι αὐτούς. καὶ περὶ μὲν ἀκροατοῦ συμπεραίνει τὰ εἰρημένα ἐπανόδῳ | |
35 | χρώμενος κἀκ τῶν ὑστέρων ἀνιὼν πρὸς τὰ πρότερα· εἶτ’ ἐπιφέρει | 27 |
28(1n) | Λέγωμεν δὲ ἀναλαβόντες. | |
2 | Εὐθὺς μὲν τῶν προοιμίων ἀρχόμενος τῆς παρούσης πραγματείας, περὶ τοῦ ἀνθρωπίνου ἀγαθοῦ ἐζήτησεν, ἐξετάζων εἰ ἔστι τι ἀκρότατον πάντων τῶν παρὰ ἀνθρώποις πρακτῶν ἀγαθῶν, πρὸς ὃ τὰ λοιπὰ ἀναφέρονται καὶ | |
5 | τίς ἡ δύναμις ἧς τέλος τοῦτό ἐστι. καὶ ὅτι μὲν ἔστιν, ἔδειξεν ἱκανῶς ὅσον κατὰ τὴν ὑποκειμένην ὕλην, καὶ ὅτι ἡ πολιτική ἐστιν, ἧς τέλος τοῦτό ἐστι, καὶ ὅτι ἀρχιτεκτονικωτάτη τῶν πρακτῶν ἐπιστημῶν καὶ δυνάμεων, καὶ ὡς πασῶν προϊσταμένη καὶ πάσαις ἐπιτάττουσα, ὡς καὶ τὸ τέλος αὐτῆς περι‐ έχειν τὰ τῶν ἄλλων. νῦν δὲ ἤδη χωρεῖ πρὸς τὸ δεύτερον πρόβλημα καὶ | |
10 | ζητεῖ τί ἐστι τοῦτο ὅ φαμεν εἶναι ἀνθρώπινον ἀγαθὸν καὶ τέλος προσεχὲς καὶ ἴδιον τῆς ἀνθρώπου φύσεως. ἐπειδὴ πᾶσα γνῶσις καὶ προαί‐ ρεσις. ὃ προλαβὼν ἔδειξεν ἐν τῷ πρώτῳ τῶν προοιμίων, ὅτι ἡ πολιτικὴ τῶν λοιπῶν ἐπιστημῶν καὶ δυναμένων ὑπερέχει, καὶ ὅτι τὸ ταύτης τέλος ἀκρότατον τῶν πρακτῶν ἀγαθῶν, λαμβάνει νῦν ὡς ὁμολογούμενον καὶ ζη‐ | |
15 | τεῖ τί ἐστιν οὗ αὕτη ἐφίεται. καὶ ἐφερμηνεύων ἐπάγει καὶ τί τὸ πάν‐ των ἀκρότατον τῶν πρακτῶν ἀγαθῶν. ταὐτὸν γάρ ἐστιν τὸ τέλος οὗ ἐφίεται ἡ πολιτικὴ καὶ τὸ πάντων τῶν πρακτῶν ἀγαθῶν ἀκρότατον. εἰ γὰρ κυριωτάτη αὕτη πασῶν τῶν πρακτῶν ἐπιστημῶν καὶ μεθόδων, εἴη ἂν καὶ τὸ ταύτης τέλος τῶν ἐν ἐκείναις τελῶν κυριώτατον καὶ σκοπιμώ‐ | |
20 | τατον. ἐπιστήμας δὲ ἐνταῦθα κατὰ κοινοῦ καὶ τὰς τέχνας καλῶ, ἐπεὶ καὶ λέγεται οὕτω κατὰ λόγον τινά. | |
22n | Ὀνόματι μὲν οὖν σχεδόν. | |
23 | Διττῶς ἀποδίδοται τὸ τί ἐστιν· ἢ γὰρ δι’ ὀνόματος ἢ δι’ ὁρισμοῦ. διὸ καὶ δι’ ἀλλήλων ταῦτα ὁρίζονται, ὡς εἶναι τὸ μὲν ὄνομα ὁρισμὸν συνεπ‐ | |
25 | τυγμένον, τὸν δὲ ὁρισμὸν ὄνομα ἐξηπλωμένον. τὴν μὲν οὖν κατὰ τοὔνομα ἀπόδοσιν τῆς εὐδαιμονίας ὁμολογεῖσθαί φησιν ὑπὸ τῶν πλείστων σχεδόν. προσέθηκε δὲ τὸ σχεδὸν διὰ τὸ ἔστιν οὓς ἀγνοεῖν καὶ τοὔνομα, ὡς μηδ’ εἰς ἔννοιαν ἰέναι ποτὲ εἰ ἔστι τι ἐν πράγμασιν εὐδαιμονία καλού‐ μενον. χρῶνται οὖν φησι τῷ ὀνόματι καὶ οἱ πολλοὶ καὶ οἱ χαρίεντες, | |
30 | ἤτοι οἱ τυχόντες τε καὶ χυδαῖοι καὶ οἱ χάριτός τινος μετέχοντες διὰ παιδεύσεως τυχὸν καὶ τοῦ συνειθίσθαι ταῖς ἀγαθαῖς πράξεσιν. ἀεὶ γὰρ οὗτοι ἐλάττους τῶν ἀπαιδεύτων καὶ ἀμετόχων τῆς ἀρετῆς. οὐ μόνον δὲ ἀλλὰ καὶ δόξα κοινὴ τοῖς ἅπασιν ἥδε, τὸ ταὐτὸν εἶναι τῷ εὐδαιμονεῖν τὸ | |
εὖ ζῆν καὶ τὸ εὖ πράττειν, συγκεχυμένη καὶ αὕτη καὶ ἀδιάρθρωτος. | 28 | |
29(1n) | Περὶ δὲ τῆς εὐδαιμονίας τίς ἐστιν ἀμφισβητοῦσι. | |
2 | Εἰπὼν πάντας εἰς τὸ αὐτὸ φέρεσθαι ὄνομα τῆς εὐδαιμονίας τούς τε πολλοὺς καὶ τοὺς χαρίεντας, πρὸ τοῦ τί ἐστι, τίς ἐξετάζει· ὧν τὸ μὲν τοῦ ὑποκειμένου, τὸ δὲ τοῦ οὐσιώδους λόγου δηλωτικόν. φησὶν οὖν ὅτι καὶ | |
5 | τοῦτο, λέγω δὲ τὸ τίς ἐστιν, ἀμφισβητεῖται τοῖς τε πολλοῖς καὶ τοῖς σοφοῖς πρὸς ἀλλήλους, καί τισι πολλοῖς πρὸς πολλοὺς καὶ σοφοῖς πρὸς σοφούς· ἐνίοτε δὲ καὶ πρὸς ἑαυτούς τινες διαφέρονται κατὰ τοῦτο, τῇ διαφορᾷ τῶν συμπιπτόντων ἑπόμενοι καὶ ὑπὸ τῶν καιρῶν τὰς ὀρέξεις ἐναλλαττόμενοι. οἱ μὲν οὖν πολλοὶ τῶν ἐναργῶν τι καὶ φανερῶν, ἤγουν τῶν αἰσθήσει λη‐ | |
10 | πτῶν, ἡγοῦνται τὴν εὐδαιμονίαν ὑπάρχειν, οἷον ἡδονὴν ἢ πλοῦτον ἢ τιμήν. διὸ καὶ οἱ μὲν φιλήδονοι, οἱ δὲ φιλόπλουτοι, οἱ δὲ φιλότιμοι ἤτοι φιλόδοξοι δείκνυνται, ὅπερ ἡγεῖται ἀγαθὸν μεταδιώκοντες ἕκαστος· ἄλλοι δὲ ἄλλο τι τοιοῦτον· πολλάκις δὲ καὶ ὁ αὐτὸς ἕτερον· νοσήσας μὲν γάρ τις μακα‐ ρίους κρίνει τοὺς ὑγιαίνοντας, καὶ κρεῖττον πάντων ἀποφαίνεται τὴν ὑγείαν, | |
15 | ὑπὸ πενίας δὲ στενούμενος τὸν πλοῦτον ὑπερτίθησιν. οὕτω μὲν οἱ πολλοί· σοφίας δέ τις ἐπιμελόμενος καὶ συνειδὼς ἑαυτῷ λειπομένῳ τινὸς κατὰ σο‐ φίαν θαυμάζει τὸν ὑπὲρ αὐτὸν εἰδότα καὶ λέγοντα. | |
18n | Ἔνιοι δὲ ᾤοντο παρὰ τὰ πολλὰ ταῦτα. | |
19 | Τοῦτο περὶ Πλάτωνος ἔοικεν εἰρῆσθαι, ὃς τὸν θεὸν εἶναι τιθεὶς τὸ | |
20 | αὐτοαγαθὸν ἐκεῖνο ἐκέλευεν εἶναι πάσης αἴτιον ἀγαθότητος καὶ πᾶν ὅ ἐστιν ἀγαθὸν ἢ λέγεται, τῇ ἐκείνου μετοχῇ τοῦτο εἶναι καὶ λέγεσθαι ἐκεῖνο δὲ μή τινος μετοχῇ εἶναι ἀγαθὸν ἀλλὰ πρώτιστον ὂν ἁπάντων αὐτὸ δι’ ἑαυτὸ τοῦτο εἶναι καὶ λέγεσθαι. καίτοι ὁ μὲν νῦν λόγος οὐ περὶ τοῦ ἁπλῶς καὶ κοινοῦ ἀγαθοῦ τοῦ πρὸ πάντων ὄντος καὶ ἑαυτοῦ πᾶσι μεταδιδόντος | |
25 | καὶ πάντων μὲν ἐξῃρημένου, ὑπεροχικῶς δὲ θεωρουμένου ἐν ἅπασιν ἀλλὰ περὶ τοῦ ἀνθρωπίνου ἀγαθοῦ καὶ τῆς τοῦ ἀνθρώπου ἰδίας φύσεως, ὡς ἕτερον μὲν εἶναι τοῦτο, ἕτερον δὲ πάντῃ περὶ οὗ ὁ Πλάτων λέγει, καθὰ καὶ οὗτος εἴρηκεν· εἴ γε ἄλλο τὸ πᾶσι κοινὸν τοῦ ἰδίᾳ φύσει τινὶ ἐφαρμό‐ ζοντος, ὡς δοκεῖ εἶναι περιττὸν περὶ ἑτέρου λέγοντα παρεξαγαγεῖν τὸν λόγον | |
30 | εἰς ἕτερα καὶ ἐξετάζειν ἐκεῖνο περὶ οὗ λέγειν τὴν ἀρχὴν οὐ προτέθειται. ἀλλ’ οὗτος πρόφασιν ζητῶν τοῦ Πλατωνικοῦ καθάψασθαι λόγου, τὰ περὶ τοῦ | |
πρώτου ἀγαθοῦ παρ’ ἐκείνου λεγόμενα εἰς μέσον ἐνταῦθα παρήγαγεν. | 29 | |
30(1n) | Ἁπάσας μὲν οὖν ἴσως ἐξετάζειν τὰς δόξας ματαιότερον. | |
2 | Ἐπεὶ προλαβὼν πολλὴν εἶπε διαφορὰν εἶναι καὶ πλάνην τοῖς ἀνθρώ‐ ποις περὶ τοῦ ἀγαθοῦ ὡς μὴ μόνον πρὸς ἀλλήλους διαφέρεσθαι τοὺς πολ‐ λοὺς καὶ τοὺς σοφούς, ἀλλά τινας καὶ πρὸς ἑαυτούς, διὰ τοῦτό φησιν ὅτι | |
5 | τὸ ἐξετάζειν τὰς περὶ τοῦ ἀγαθοῦ δόξας ἁπάσας περιττὸν εἴη. αἱ πολλαὶ γὰρ αὐτῶν προφανεῖς εἰσι πόρρω τῆς ἀληθείας. γένοιτο δ’ ἂν ἱκανῶς ἔχων ὁ λόγος, εἰ περὶ ἐκείνων ἐξετάσομεν, ὅσαι μάλιστα ἐγγίζουσι τῷ ἀληθεῖ, εἰ καὶ μὴ ἀκριβῶς ἐφικνοῦνται, ἢ δοκοῦσιν ἔχειν λόγον τινά, ὑφ’ ὧν καὶ ἐνδέχεται ἀπατηθῆναί τινα καὶ τοῦ ἀληθοῦς ἐκπεσεῖν. τῶν γὰρ | |
10 | πόρρω τῆς ἀληθείας δοξῶν οὐδεμία ἂν ἐφελκύσαιτο ἄνθρωπον φιλαλήθως ἐξετάζοντα καὶ συνετῶς, ὡς καὶ ἐπὶ τῶν αἰσθήσεων. φάτταν γάρ τις ἰδὼν οἰήσαιτο ἂν περιστερὰν οὐχὶ δὲ καὶ νῆτταν ἰδεῖν. | |
13n | Μὴ λανθανέτω δ’ ὑμᾶς ὅτι διαφέρουσιν. | |
14 | Τῶν ἀρχῶν καὶ αἰτίων κατὰ τὸν Ἀριστοτέλην τεσσάρων οὐσῶν, ποιη‐ | |
15 | τικοῦ τελικοῦ εἰδικοῦ ὑλικοῦ, περὶ τελικῆς ἀρχῆς ἐνταῦθα ἡ ζήτησις, ἣν καὶ εἴρηκεν ὡς ἐν ὀνόματι ὑπὸ τῶν πλειόνων ὁμολογεῖσθαι, περὶ δὲ τοῦ τίς ἐστιν αὕτη πλείστην εἶναι παρ’ ἀνθρώποις ἀμφιβολίαν. ἐπεὶ δὲ περὶ ἀρχῆς ὁ λόγος, καὶ ταύτην εὑρεῖν ἐκζητεῖ τίς ἐστι, λίαν οὖσαν ἀμφισβητή‐ σιμον, καὶ μέλλει ἀπὸ τῶν αἰτιατῶν παραστῆσαι αὐτήν, ἀπὸ τῶν ἀρχομέ‐ | |
20 | νων ἐπὶ τὴν ἀρχὴν ἀνιών· διὰ τοῦτο ταῦτά φησι, τοὺς ἀκροωμένους παρεγ‐ γυώμενος μὴ ξενίζεσθαι, εἰ ἀπὸ τῶν ὑστέρων πιστοῦται τὰ πρότερα· δια‐ φόρους γὰρ γίνεσθαι τὰς διὰ τῶν λόγων διδασκαλίας, πῇ μὲν ἀπὸ τῶν ἀρ‐ χῶν ἐπὶ τὰ ἀρχόμενα, πῇ δὲ ἀνάπαλιν· τὸ μὲν γάρ ἐστι τῆς κατὰ φύσιν τῶν πραγμάτων ἀκολουθίας, τὸ δὲ τῆς διδασκαλικῆς οἰκονομίας· ὡς μὴ | |
25 | τῶν αὐτῶν ὄντων γνωριμωτέρων καὶ σαφεστέρων τῇ φύσει τε καὶ ὡς δέον ὂν ἄρχεσθαι ἡμᾶς ἀπὸ τῶν σαφεστέρων ἡμῖν, ὅπως οὕτω ῥᾷον τοῖς λεγο‐ μένοις παρακολουθείημεν. ἴσως δ’ ἄν τις ζητήσαι πῶς τὸ αὐτὸ ἀρχὴ καὶ τέλος πρὸς τὰ αὐτὰ λέγεται. τῶν γὰρ κατὰ τὰς ἀρετὰς πράξεων τέλος ἡ εὐδαιμονία πασῶν, ἀλλὰ καὶ ἀρχὴ καὶ αἰτία αὐτῶν· οὐ γὰρ ἂν ἦσαν τέσ‐ | |
30 | σαρες αἱ ἀρχαί· ἢ οὐ κατὰ τὸ αὐτὸ τέλος καὶ ἀρχή; ἀλλὰ θεωροῦσι μὲν ἀρχὴ τὸ τέλος ἐστίν, ἐνεργοῦσι δὲ τὰ διὰ τέλος καὶ πρὸς τὸ τέλος τελευ‐ ταῖον ἡ τελικὴ ἀρχὴ ἐπιγίνεται, οἷον ἐπὶ τῆς οἰκοδομικῆς· περὶ γὰρ σκέ‐ | |
πης θεωρήσαντες πρότερον κωλυτικῆς τῶν ἐκ τοῦ περιέχοντος βλαβῶν | 30 | |
31 | σκοποῦμεν τὰ φέροντα πρὸς αὐτὴν καὶ διιόντες τῷ λόγῳ διὰ τῶν μέσων εἰς ἐσχάτην καταντῶμεν τὴν ὄρυξιν καὶ ἐκ ταύτης ἀρχόμεθα· καὶ οὕτως ἀνίοντες διὰ τῶν μέσων καὶ ἀεὶ τὰ ἐν τῇ θεωρίᾳ πρότερα τῇ τάξει δεύ‐ τερα ἐν τῇ πράξει ποιούμενοι καταντῶμεν εἰς τέλος, ὃ ἐξ ἀρχῆς προεθέ‐ | |
5 | μεθα. ἀλλ’ ἐπεὶ ἡ θεωρία προτέρα τῆς πράξεως (οὐ γὰρ ἂν ἐπράξαμεν, εἰ μὴ ἐθεωρήσαμεν πρότερον), ἔτι δὲ καὶ αἰτία γεννητικὴ ἡ θεωρία τῆς πράξεως, διὰ τοῦτο καὶ κυρίως ἀρχὴ τὸ τελικὸν αἴτιον, καὶ τελειωτικὸν ὡς τελειοῦν τὰ ἄγοντα πρὸς αὐτό, ὡς μάτην εἶναι εἰ μὴ ἀνενεχθῇ πρὸς αὐτό. διὰ τοῦτο καὶ ἀρχικὸν ὡς τελειωτικόν, καὶ τέλος καὶ ἀρχὴ ὡς τελειωτικὸν | |
10 | καὶ ἀρχικόν. ἀλλ’ ἐπεὶ καὶ ὀρεκτὸν τὸ τέλος, τοῖς πρὸς αὐτὸ *** αἴτιον αὐτοῖς τοῦ εἶναί τε καὶ γίνεσθαι καὶ προϋπάρχον ἐν τῇ πράξει αὐτῇ ἐστι τὸ ἄγειν πρὸς ἑαυτὸ τὰ κατ’ ὄρεξιν τὴν αὐτοῦ ἐνεργούμενα καὶ ἀποτελούμενα, διὰ ταῦτα καὶ ἀρχή τε καὶ αἴτιον. ἦν καὶ ἄλλα εἰπεῖν ἀλλὰ διὰ τοὺς φιλαι‐ τίους ἱκανὰ τὰ εἰρημένα. | |
15n | Εὖ γὰρ καὶ Πλάτων. | |
16 | Τὸν Πλάτωνα παράγει μάρτυρα ὅτι τε ἔστι καὶ ἀπὸ τῶν ἀρχῶν πρὸς τὰ ἐξ αὐτῶν ὁδεῦσαι τῷ λόγῳ καὶ ἀνάπαλιν, καὶ ὅτι διάφορος ἡ ὁδὸς τῇ σχέσει, κἂν ᾖ τὰ αὐτὰ ὑποκείμενα δι’ ὧν ἀμφότεραι γίνονται, ὡς ἐπὶ τῆς κλί‐ μακος ἡ ἄνοδος καὶ ἡ κάθοδος· ἢ καὶ ὡς αὐτός φησιν, ὡς ἐν τῷ στα‐ | |
20 | δίῳ [ὡς] ἀπὸ τῶν ἀθλοθετῶν ἐπὶ τὸ πέρας ἢ ἀνάπαλιν. οἱ μὲν ἀθλοθέται λόγον ἔχουσιν ἀρχῆς, ὡς καὶ τοῦ ἀγῶνος συστατικοὶ καὶ ποιη‐ τικοί, τὸ δὲ πέρας τοῦ σταδίου, οὐχ ὡς ἀρχὴ ἀλλ’ ὡς ἔσχατον· ἡ αὐτὴ οὖν ὁδὸς ἡ μεταξὺ ἑκατέρωθεν, ἀλλ’ ἡ ἀπὸ θατέρου εἰς θάτερον κίνησις τῶν τρεχόντων τῇ σχέσει διάφορος· οὕτω δὲ καὶ ἡ ἀπὸ τῶν ἀρχῶν ἐπὶ | |
25 | τὰς ἀρχὰς ὁδὸς καὶ κίνησις τοῦ λόγου. | |
26n | Ἀρκτέον μὲν γὰρ ἀπὸ τῶν γνωρίμων· | |
27 | Περὶ τούτων εἴρηται μὲν ἤδη, ῥητέον δὲ καὶ εἴ τι ἐν ταῖς διδασκαλίαις καὶ ταῖς μαθήσεσι τὰ σαφῆ δεῖ προηγεῖσθαι τῶν ἀσαφῶν. ἐπεὶ δὲ διττῶς ἔχει ταῦτα, ὡς εἶναι τὰ μὲν ἁπλῶς καὶ κυρίως ἔχοντα τὸ σαφὲς καὶ κατὰ | |
30 | τὴν τῶν πραγμάτων ἀκολουθίαν ὡς τὰ αἴτια πρὸς τὰ αἰτιατά, οἷον οἱ τῶν ἐπιστημῶν ὅροι καὶ αἱ ἀρχαὶ πρὸς τὰ ἐξ αὐτῶν θεωρούμενα, τὰ δὲ πρὸς ἡμᾶς, ὡς ἔν τισι τῶν ἐπιστημῶν τὰ αἰτιατὰ τῶν αἰτίων ἡμῖν σαφέστερα | |
φαίνονται, ὡς ἐπὶ τῆς σελήνης ἔχει καὶ τῶν διαφόρων φωτισμάτων αὐτῆς | 31 | |
32 | (τοῦ γὰρ σφαιρικοῦ τῆς σελήνης αἰτίου ὄντος τῶν τοιῶνδε φωτισμάτων αὐτῆς, ἡμῖν ἐξ ἀρχῆς σαφέστερα τὰ φωτίσματα γίνεται, ἐναργῆ ὄντα καὶ τῇ αἰσθήσεως προσβολῇ γινωσκόμενα)· διὸ καὶ ἐκ τῶν αἰτιατῶν τεκμη‐ ριωδῶς συλλογιζόμενοι τὸ αἴτιον ἑαυτοῖς ἀποδεικνύομεν, τὰ αἰτιατὰ τοῦ | |
5 | αἰτίου ποιούμενοι πρότερα διὰ τὸ εἶναι πρὸς ἡμᾶς γνωριμώτερα. τοίνυν ἐπεὶ ἀρχὴ μὲν τελικὴ ἡ εὐδαιμονία, αἱ δὲ πρὸς αὐτὴν ὡς τέλος ἄγουσαι αἱ κατὰ τὰς ἀρετάς εἰσι πράξεις, αὗται δὲ ὕστεραι μὲν τῇ φύσει ὡς τῆς εὐδαιμονίας αἰτιαταί, ἡμῖν δὲ σαφέστεραι καὶ γνωριμώτεραι, ἐκ τούτων ἡμῖν ἀρκτέον καὶ ἀνιτέον δι’ αὐτῶν πρὸς τὸ αἴτιον. ἀκούσαι δ’ ἄν τις | |
10 | ταῦτα καὶ καθόλου περὶ τῶν ἀρετῶν. ἕξεις γὰρ αἱ ἀρεταὶ καὶ ἀρχαὶ καὶ αἴτια τῶν κατ’ αὐτὰς πράξεων. ἐπεὶ οὖν τὰς ἀρετὰς τίς τε ἑκάστη καὶ ὁποία ἐκ τῶν κατ’ αὐτὰς πράξεων ὡς ἡμῖν σαφεστέρων γνωρίζομεν, δῆλον ὡς ἐκ τῶν αἰτιατῶν καταλαμβάνομεν τὰ αἴτια καὶ ἡ ὁδὸς ἡμῖν οὕτω γί‐ νεται ἀπὸ τῶν ἀρχῶν ἐπὶ τὰς ἀρχάς. | |
15n | Διὸ δεῖ τοῖς ἤθεσιν ἦχθαι καλῶς. | |
16 | Ἐπεὶ ἀπὸ τῶν ἀγαθῶν πράξεων τὸν περὶ ἀρετῆς καὶ εὐδαιμονίας λόγον μέλλει συστήσασθαι, αἱ δὲ πράξεις αἰτιαταὶ καὶ ὕστεραι, τοῦτο δ’ οὐκ ἔστι τοῦ διότι ἀλλὰ τοῦ ὅτι ἀπόδειξις (ἐκ τῶν προτέρων γὰρ τὸ διότι συνίστασθαι πέφυκε· τὸ δὲ ἐκ τῶν ὑστέρων δεικνύμενον, ὅτι ἔστι | |
20 | δείκνυται, οὐ διότι ἔστι· τὸ γὰρ διότι ἐστὶν ἀπόδοσις αἰτίας, ἡ δ’ αἰτία προτέρα)· διὰ τοῦτό φησιν ὅτι δεῖ τοῖς ἔθεσιν ἦχθαι καλῶς τὸν περὶ καλῶν καὶ δικαίων καὶ ὅλως τῶν πολιτικῶν ἀκουσόμενον ἱκανῶς, τουτέστι δεῖ γεγυμνασμένον εἶναι καὶ εἰθισμένον ταῖς ἀγαθαῖς πράξεσι τὸν περὶ τῶν ἀγαθῶν ἕξεων καὶ ἐνεργειῶν ἀκουσόμενον, ἵν’ ἐξ αὐτῆς τῆς συνηθείας καὶ | |
25 | τῆς πείρας ἔχοι τοῖς λεγομένοις ἕπεσθαι καὶ μὴ ἐνίσταιτο εὐθὺς πρὸς ἃ λέγομεν περὶ ἀρετῆς καὶ εὐδαιμονίας, ἀηδῶς ἔχων διὰ τὸ συνειθίσθαι πρὸς τἀναντία· τὸ δὲ ὅλως τῶν πολιτικῶν ἐπήνεγκε τῷ περὶ καλῶν καὶ δικαίων λόγῳ ἢ διὰ τὰ λοιπὰ τελικὰ ἃ καὶ αὐτὰ ἐν ταῖς πολιτείαις ζητοῦνται ἢ περὶ τῶν παρωνύμως ἐκ τῶν ἑτέρων ἀρετῶν ὀνομαζομένων, | |
30 | οἷον ἀνδρείων σωφρονικῶν καὶ τῶν τοιούτων. ἀρχὴ γάρ φησι τὸ ὅτι, τουτέστιν ἐκ τῶν ὑστέρων ἀρχόμεθα καὶ αἰτιατῶν καὶ τὸ ὅτι δείκνυμεν· καὶ εἰ τοῦτο, ἤγουν τὸ ὅτι φαίνοιτο ἱκανῶς τῷ ἀκροατῇ ὡς καλῶς ἀχθέντι τοῖς ἔθεσιν, ἕψοιτο ἂν τοῖς λεγομένοις καὶ οὐδαμοῦ τοῦ διότι δεησόμεθα. μείζονος γὰρ τῆς θεωρίας ἢ κατὰ τὴν παροῦσαν πραγματείαν περὶ ἀρετῆς | |
35 | καὶ εὐδαιμονίας δεῖξαι τὸ ἀληθὲς ἐκ τῶν προτέρων καὶ αἰτίων ἀφορμω‐ | |
μένους. δεῖ γὰρ ὑπεραναβῆναι τὴν ψυχικὴν οὐσίαν καὶ εἰς νοῦν γενέσθαι | 32 | |
33 | καὶ θεόν, ἃ μόνα πρότερα τῆς ψυχῆς ἐστι, καὶ δεῖξαι ἐκεῖθεν, τίς τε ἡ τῆς λογικῆς ψυχῆς ἀρετὴ καὶ ὅπερ προσῆκον αὐτῇ μακάριον. | |
3n | Ὁ δὲ τοιοῦτος ἢ ἔχει ἢ λάβοι ἄν. | |
4 | Ὁ ταῖς καλαῖς καὶ δικαίαις συνεθισθεὶς πράξεσιν ἢ ἔχει ἀρχὰς περὶ | |
5 | ἀρετῆς καὶ εὐδαιμονίας, ὡς ἤδη ἐν ἕξει τῶν καλῶν γεγονὼς ἐκ τῶν πρά‐ ξεων, κἂν μήπω περὶ τούτων τεχνολογοῦντός τινος ἤκουσεν, ἢ λάβοι ἂν ῥᾳδίως, διὰ τὸ πλειστάκις ἀποσχέσθαι μὲν τῶν χειρόνων, προστεθῆναι δὲ τοῖς ἀμείνοσι, καὶ ἐν πείρᾳ γενέσθαι διαφόρων καλῶν καὶ φαύλων, ὃ ἔστιν ἰδεῖν ἐπὶ τῶν πῇ μὲν ἀπολαυστικῶς πῇ δ’ ἐγκρατῶς διαζώντων καὶ ἐφι‐ | |
10 | στανόντων τῷ λόγῳ, πῶς ἔχουσι τῆς ψυχικῆς διαθέσεως ἐν ταῖς ἐναντίαις ταύταις διαγωγαῖς. | |
12n | Ὧι δὲ μηδέτερον ὑπάρχει τούτων. | |
13 | Ὅς, φησί, μήτε ἀρχὰς ἔχει 〈ἐκ τοῦ ἐπὶ μακρὸν ἐνεθισθῆναι ταῖς ἀγα‐ θαῖς πράξεσιν ἢ καὶ δι’ εὐφυίαν ῥᾷον ἑαυτῇ προσοικειουμένην τὰ ἀγαθά, | |
15 | μήτε πρὸς λῆψιν τῶν ἀρχῶν ἑτοιμότατα διὰ τὸ φύσεως πρὸς τὸ ἀγαθὸν ἐπίρροπον, ἀλλὰ βαρέως ἔχει〉 καὶ ἀργῶς πρὸς τὴν τῶν κρειττόνων ἕξεων αἵρεσιν ἢ διὰ βραχύτητα χρόνου τοῦ ἐν γυμνασίᾳ ἢ διὰ τὸ πρὸς ταῦτα σχολαῖον τῆς φύσεως ἢ διὰ τὸ περὶ ταῦτα ἄηθες καὶ ἀπείραστον, ἀκου‐ σάτω τῶν Ἡσιόδου ἐπῶν, ἐν οἷς ἄριστον μὲν λέγει τὸ ἀφ’ ἑαυτοῦ τὰ | |
20 | βέλτιστα εἰδότα καὶ αἱρούμενον (οὗτος δέ ἐστιν ὁ ἔχων ἤδη ἀρχάς), ἀγαθὸν δὲ καὶ οὐ καθ’ ὑπεροχὴν ἄριστον καὶ τὸν ἄλλου λέγοντος καλῶς πειθόμενον (οὗτος δέ ἐστιν ὁ μήπω μὲν ἔχων ἀρχάς, ῥᾳδίως δὲ λαβεῖν δυνάμενος διὰ τὸ τοῖς ἐχέφροσι πείθεσθαι), ὃς δὲ μηδέτερον τούτων, ἀχρεῖος οὗτος ἀνήρ, ἤτοι χρείαν ἔν τινι ὠφελίμῳ ὡς ἄνθρωπος πληροῦν | |
25 | μὴ δυνάμενος, ἤγουν ἄχρηστος. τριμεροῦς δὲ τῆς ἀνθρώπου ψυχῆς οὔσης, ἤγουν ὡς μέρη ἐχούσης λογισμὸν θυμὸν ἐπιθυμίαν, πολλάκις οἱ ποιηταὶ θυμὸν αὐτὴν ἐκ μέρους καλοῦσιν, ἐκ τοῦ μέσου δηλοῦντες καὶ τὰ παρ’ ἑκάτερα· ἢ θυμὸν κατ’ ἰδίαν ὀνομάσαντες ἀπὸ τοῦ θύω, ὃ δηλοῖ τὸ ὁρμῶ ὡς αὐθόρμητον καὶ αὐτοκίνητον ἢ ὡς αἴτιον τῷ σώματι τῆς κατὰ τόπον | |
30 | κινήσεως, ἀμεταβάτῳ ὄντι καὶ ἀκινήτῳ καθ’ ἑαυτό. | 33 |
34(1n) | Ἡμεῖς δὲ λέγομεν ὅθεν παρεξέβημεν· τὸ γὰρ ἀγαθόν. | |
2 | Περὶ τῆς εὐδαιμονίας εἰπεῖν ἀρξάμενος καὶ μεταξὺ παρεμβαλὼν τὸν τρόπον τῆς διδασκαλίας ὁποῖος ἔσται καὶ ὁποῖον δεῖ εἶναι τὸν ταύτης ἀκροατὴν ἐπαναλαμβάνει πάλιν τὸν λόγον, πῶς ἔχουσι δόξης φάσκων οἱ | |
5 | ἄνθρωποι περὶ εὐδαιμονίας κατὰ τὰς τῶν βίων διαφορὰς καὶ τῶν προαιρέ‐ σεων· καί φησιν ὅτι οὐκ ἄνευ λόγου καὶ ἀκολουθίας τῆς πρὸς τὸν οἰκεῖον ἕκαστος βίον τόδε εἶναι τὴν εὐδαιμονίαν ἢ τόδε ὑπολαμβάνουσιν· οἱ μὲν πολλοὶ καὶ φορτικώτατοι τὴν ἡδονήν. ἐπικρατεῖ γὰρ τῶν πλειόνων τὸ ῥᾷον τῆς ζωῆς καὶ ἄπονον, ὃ τῇ ἡδονῇ παρακολουθεῖ. διὰ τοῦτο καὶ | |
10 | βαρεῖς εἰσι καὶ καθ’ Ὅμηρον “ἐτώσιον ἄχθος ἀρούρης”, καὶ θέλουσι μηδέν τι συντελοῦντες κατὰ βίον μήθ’ ἑαυτοῖς μήθ’ ἑτέροις τῶν τῆς σαρκὸς ἀπολαύειν ἡδέων ἄτερ πόνου παντός. διό φησι καὶ τὸν βίον ἀγα‐ πῶσι τὸν ἀπολαυστικόν· τὴν ἡδονὴν γὰρ τὸ ἀγαθὸν ἡγούμενοι τὸ ἀνθρώπινον τὴν αὐτῆς ἀγαπῶσιν ἀπόλαυσιν. ὀφείλων δὲ ἀποδοῦναι τὸ | |
15 | σχῆμα τοῦ μερισμοῦ μεταξὺ περιέβαλε τοὺς ἐμφανεστέρους τῶν βίων ἀπα‐ ριθμούμενος καὶ φάσκων τρεῖς γάρ εἰσι μάλιστα οἱ προέχοντες. ἐπείπερ οἱ πολλοὶ πρὸς ἡδονὰς ἀφορῶσι μάλιστα καὶ ταύτην κρίνουσι τέλος τῆς οἰκείας ζωῆς, διὰ τοῦτο καὶ ὡς ἕνα βίον αὐτοῖς τὸν ἀπολαυστικὸν ἀποδέδωκεν, τοὺς πάντας τούτων συνελὼν ἐν αὐτῷ· ἐξ οὗ ἐπὶ τὸν πολι‐ | |
20 | τικὸν ἄνεισιν, ἐκ τοῦ ἐμπαθοῦς εἰς τὸν μετριοπαθῆ, ἐνδιδόντα μέν πῃ τοῖς πάθεσι, πλὴν κανόνι τοῦ λόγου, μέτρῳ τε καὶ σταθμῷ, ὡς αὐτοκρά‐ τορα μὲν εἶναι τὸν λόγον, ἐπιτάττειν δὲ τοῖς πάθεσιν ὡς ὑπηρέταις οὖσι καὶ χρῆσθαι αὐτοῖς ὡς βούλεται· τρίτον δέ φησι καὶ κορυφαιότατον τὸν θεω‐ ρητικόν, τὸν ἀπαθῆ καὶ καθόλου πᾶσαν ἄλογον ἀπηρνημένον ἐνέργειαν. | |
25 | οὐ γὰρ τὸν φυσιολογικὸν ἐνταῦθά φησι θεωρητικὸν ἢ τὸν μαθηματικὸν ἢ θεολογικὸν ἀλλὰ τὸν διὰ καθάρσεως τῆς τῶν παθῶν κηλῖδος πρὸς θεωρίαν κατεπειγόμενον, ὃς διακόπτων τὴν ὕλην καὶ τὸ σαρκικὸν τοῦτο νέφος καὶ προκάλυμμα θεῷ καὶ τοῖς θείοις δι’ ἀπάθειαν συγγίνεται· οὐδὲ γὰρ ἦν οἰκεῖον ἐπὶ πράξεων καὶ πρακτικῶν ἀρετῶν εἰπεῖν προθέμενον καταλιπεῖν | |
30 | τῶν πρακτικῶν βίων τὸν τελειότατον, ὅς ἐστιν ὁ καθαρτικός, συντάξαι δὲ τούτοις τὸ κατὰ τὰς μαθήσεις θεωρητικόν. | |
33n | Οἱ μὲν οὖν πολλοὶ παντελῶς ἀνδραποδώδεις. | |
34 | Πάνυ ἐξουθενεῖ τοὺς σαρκικὴν ἡδονὴν τὸ ἀγαθὸν ἡγουμένους καὶ ταύ‐ | 34 |
35 | την ὡς ἐκεῖνο μεταδιώκοντας, ἀνδραποδώδεις καλῶν αὐτοὺς διὰ τὸ ἀλόγοις πάθεσιν ὑποκεῖσθαι καὶ δουλικῶς ὑποτάττεσθαι· τὸ δὲ φαίνονται οὐχ ὡς φαινομένων τοιούτων, μὴ ὄντων δέ, ἀλλ’ ὡς ἐχόντων ἐναργῆ τὴν πρὸς τὰ χείρονα δούλωσιν, οὓς καὶ βοσκημάτων ζῆν εἶπε βίον, ὅτι λογικοὶ ὄντες | |
5 | φύσει, προαιρέσει ἑαυτοὺς τοῖς βοσκήμασι συνέταξαν, ὡς ἄλογα ζῷα πρὸς μόνον τὸ ἡδὺ κατ’ αἴσθησιν ἀποβλέποντες. εἶτ’ ἐπεὶ ἑώρα πολλοὺς τῶν τοιούτων ἐπιφανεῖς κατὰ τὸν βίον καὶ τιμωμένους ἐν ταῖς πολιτείαις καὶ ἐδόκει ἀντίξοον εἶναι τοῦτο πρὸς τὸ λεγόμενον ὑπ’ αὐτοῦ, ἀποδίδωσι τὴν αἰτίαν, τῶν ἐξουσιαζόντων ἐν ταὐτῷ καθαπτόμενος καὶ νήφειν οἷον ἐγκελευό‐ | |
10 | μενος, ἵνα μὴ αὐτοὶ φαῦλοι γενόμενοι καὶ τοῖς ὑπ’ αὐτοὺς μοχθηρίας ὦσιν αἴτιοι· τυγχάνουσι γάρ φησι λόγου διὰ τὸ πολλοὺς τῶν ἐν ἐξουσίᾳ ὁμοιοπαθεῖν Σαρδαναπάλῳ. εἰ γὰρ οἱ ἐν πόλεσιν ἢ ἐν ἔθνεσιν ἐξουσιάζοντες μὴ εἶεν ἐμπαθεῖς ἀλλὰ φιλοπόνως ζῶσι καὶ κατ’ ἀρετήν, οὐκ ἄν ποτε τοῖς τῶν ὑπηκόων μοχθηροτέροις τῆς πρὸς ἑαυτοὺς εἰσόδου | |
15 | παραχωρήσαιεν ἀλλ’ ἀποπέμψονται, κἀντεῦθεν τὸ πονηρὸν ἐξουθενούμενον οὐ μόνον οὐκ ἐπιδώσει πρὸς αὔξησιν ἀλλὰ καὶ λίαν ἐλαττωθήσεται ἢ καὶ τέλειον ἀφανισθήσεται· εἰ δ’ οἱ ἐξουσιάζοντες μοχθηροὶ εἶεν καὶ ἡδυπα‐ θεῖς καὶ Σαρδαναπάλῳ ὅμοιοι, τοὺς ὁμοίους αὐτοῖς οἰκειώσονται καὶ τὴν κακίαν ἐπιδοῦναι ποιήσουσι. βασιλεὺς δὲ Περσῶν ὁ Σαρδανάπαλος, ἀνὴρ | |
20 | θηλυμανὴς καὶ ἀκόλαστος καὶ ἀσελγέστατος, οὗ τῶν τῆς τρυφῆς διηγη‐ μάτων τὰ τῶν παλαιῶν γέμει συγγράμματα. | |
22n | Οἱ δὲ χαρίεντες καὶ πρακτικοί. | |
23 | Ὥσπερ ἄχαρις ὁ φαῦλος καὶ ἀηδὴς κατὰ τὸν ὀρθὸν τῆς κρίσεως λόγον, διότι τῶν ἀγαθῶν ἄπρακτος, οὕτω χαρίεις καὶ ἡδὺς ὁ τῶν ἀγαθῶν πρακ‐ | |
25 | τικός. ἀποδίδωσιν οὖν ἐνταῦθα τὸν μερισμὸν καί φησιν ὅτι οἱ πρακτικοὶ τῶν καλῶν τῆς μὲν σαρκικῆς καταφρονοῦσιν ἡδονῆς, τῆς δέ γε τιμῆς ἀντι‐ ποιοῦνται μάλιστα· καὶ σχεδὸν τοῖς πολιτικοῖς ἀνδράσιν αὕτη τὸ τέλος τῆς περὶ τὰ καλὰ σπουδῆς· τὸ δὲ σχεδὸν εἶπεν, ὅτι εἰσί τινες οἳ διὰ τὴν ἀρε‐ τὴν καὶ τὸ κατ’ αὐτὴν τέλειον πονοῦσι, πάντα τἄλλα ἡγούμενοι δεύτερα. | |
30 | μάρτυς τοῦ προτέρου ὁ παρ’ Ὁμήρῳ Ἀχιλλεύς, ἐν δόξῃ προτιμήσας διὰ βραχέος θανεῖν ἢ ἐπὶ μακρὸν ἀδόξως ζῆν, τοῦ δὲ δευτέρου Σωκράτης, ὃς ἀρετῇ καὶ σοφίᾳ ζήσας, τῇ παραλόγῳ καταδίκῃ ἐνέμεινε, τῆς κλοπίμου σωτηρίας τὸν ἐν ἀδίκῳ καταδίκῃ προθέμενος θάνατον. ἐῶ γὰρ νῦν εἰς μέσον ἄγειν τοὺς καθ’ ἡμᾶς, τῆς προσκαίρου ταύτης ζωῆς τὸν θεάρεστον | |
35 | προτιμήσαντας θάνατον μετὰ τυραννικῆς ἀδόξου καταδίκης καὶ τοὺς ἐν ἀναχωρήσει καὶ μονίᾳ θεῷ μόνῳ σχόντας δήλην τὴν αὑτῶν τελειότητα· περὶ | |
γὰρ τῶν καθ’ ἡμᾶς οὐδ’ Ἀριστοτέλης ἔννοιαν ἔσχηκε. | 35 | |
36(1n) | Φαίνεται δ’ ἐπιπολαιότερον εἶναι. | |
2 | Τὴν περὶ τοῦ ἀνθρωπίνου ἀγαθοῦ δόξαν ἐλέγχει τῶν λεγόντων εἶναι τοῦτο τιμήν, καί φησιν ἐπιπολαιότερον εἶναι τοῦτο τοῦ ζητουμένου, ἤτοι μετέωρόν τι καὶ τῇ τοῦ ἀγαθοῦ ζητήσει προσκολλώμενον. καὶ τοῦτο δεί‐ | |
5 | κνυσιν ἐκ τοῦ ἐν ᾧ ἐστιν ἡ τιμή. τὸ γὰρ ἀγαθόν τινος οὐχ ὡς ἐν ἄλλῳ ὂν καὶ πρὸς ἄλλον ἐνδεικνύμενον λέγομεν, ἀλλ’ ὡς οἰκεῖον ὂν ἐκείνῳ οὗ εἶναι λέγεται καὶ ἐν ἐκείνῳ ὑφεστηκός, ἢ καὶ ἐξ ἐκείνου προβαλλόμενον ὡς ἴδιον ἐκείνου ἐνέργημα. ἡ δὲ τιμὴ οὐκ ἐν τῷ τιμωμένῳ μᾶλλον ἀλλ’ ἐν τῷ τιμῶντί ἐστιν. ὁ γὰρ τιμῶν ἐνεργεῖ τὴν τιμήν, ὥσπερ ὁ βαδίζων τὴν | |
10 | βάδισιν καὶ ὁ γράφων τὴν γραφήν. οὔτε δὲ ὁ πρὸς ὃν βαδίζει ὁ βαδίζων οὔτε ὁ πρὸς ὃν γράφει ὁ γράφων, κἂν ἀποτείνωσι πρὸς ἑτέρους τὴν οἰκείαν αὐτῶν ἐνέργειαν. οὕτω δὴ καὶ ὁ τιμῶν οἰκείαν μὲν ἔχει ἐνέργειαν τὴν τιμήν, ἀποτείνει δὲ ταύτην πρὸς τὸν τιμώμενον· τἀγαθὸν δὲ οὐχ οὕτως· ἀλλ’ οἰκεῖόν τι λέγομεν καὶ τοσοῦτον οἰκεῖον ὡς εἶναι καὶ δυσαφαίρετον, | |
15 | ἀλλ’ οὐκ ἀναφαίρετον· πέφυκε γὰρ ὁ ἄνθρωπος ἐκ θατέρου τῶν ἐναντίων εἰς θάτερον μεταβάλλεσθαι· καθ’ ὃ καὶ μηδένα δεῖν μακαρίζειν πρὸ τελευ‐ τῆς εἴρηται· μαντευόμεθα δὲ εἶπε καὶ οὐ λέγομεν ἢ δοξάζομεν διὰ τὸ μήπω τι περὶ αὐτοῦ ἀποδειχθῆναι ἀλλ’ ὡς ἐν εἰκασμῷ οὕτω λαμβά‐ νεσθαι· στοχαστικὴ γὰρ τέχνη ἡ μαντική. | |
20n | Ἔτι δὲ ἐοίκασι τὴν τιμὴν διώκειν. | |
21 | Ἕτερον ἐπιχείρημα δεικνύον μὴ εἶναι τὴν τιμὴν τὸ ζητούμενον ἀγα‐ θόν· οἱ γὰρ χαρίεντες καὶ πρακτικοὶ ζητοῦντες τὴν τιμὴν καὶ καταλαβεῖν σπεύδοντες οὐ καθ’ αὑτὸ διώκουσιν αὐτὴν ἀλλὰ δι’ ἕτερον. ποῖον τοῦτο; ἵνα πιστεύσωσιν ἑαυτοὺς εἶναι ἀγαθούς. τὸ δὲ τέλος καὶ τὸ ἀγαθὸν καθ’ | |
25 | αὑτὸ διωκτόν, οὐ δι’ ἕτερον· καὶ ἔστιν ὁ συλλογισμὸς κατὰ τὸν τέταρτον τρόπον τοῦ δευτέρου σχήματος οὕτως· πᾶν τὸ ὡς τέλος ἀγαθὸν καθ’ αὑτὸ διωκτόν, οὐ δι’ ἕτερον· ἡ τιμὴ οὐκ ἔστι καθ’ αὑτὸ διωκτὸν ἀλλὰ δι’ ἕτερον· ἡ τιμὴ ἄρα οὐκ ἔστιν ὡς τέλος ἀγαθόν. ζητοῦσι δὲ οἱ χαρίεντες τὴν πίστιν τῆς αὐτῶν ἀγαθότητος 〈ἄλλοθεν〉, διότι καὶ τοῦτο εἶδος ἀρετῆς | |
30 | ἐστι καὶ καλεῖται ἐπιείκεια, λέγω δὴ τὸ μὴ τῇ ἑαυτῶν ἀρκεῖσθαι κρίσει περὶ ἑαυτῶν, ἵνα μὴ ἴσως φιλαυτήσαντες οὐκ ἐπιτεύξωνται τῆς ὀρθότητος. πάλιν δὲ καὶ τοῦτο κατασκευάζων, ἤγουν τὸ διώκειν τὴν τιμὴν διὰ τὴν πίστιν τῆς ἑαυτῶν ἀγαθότητος, φησὶ ζητοῦσι γοῦν ὑπὸ τῶν φρονίμων τιμᾶσθαι καὶ παρ’ οἷς γινώσκονται καὶ ἐπ’ ἀρετῇ. ὅτι γάρ, φησίν, | |
35 | οὐ καθ’ αὑτὸ διωκτὸν ἡ τιμὴ ἀλλὰ δι’ ἕτερον ὡς εἴρηται, δῆλον ἐντεῦθεν. | |
οὐ γὰρ ἁπλῶς τὴν τιμὴν διώκουσιν οὐδὲ παρὰ τῶν τυχόντων, ἀλλ’ ὑπὸ | 36 | |
37 | τῶν φρονίμων καὶ εἰδότων αὐτοὺς οἷοι τὸν βίον εἰσί· καὶ οὐκ ἐπὶ τῷ τυ‐ χόντι ἀλλ’ ἐπ’ ἀρετῇ· ὑπὸ μὲν τῶν φρονίμων, ἵν’ ὀρθῶς κρίνοντες ἀξίους αὐτοὺς ἡγῶνται τιμῆς, ὑπὸ δὲ τῶν γινωσκόντων, ἵνα μὴ ἐξ ἀγνοίας πλανώ‐ μενοι τοὺς μὴ ὄντας ἀγαθοὺς τιμῶσιν ὡς ἀγαθούς· ἐπ’ ἀρετῇ δὲ ὅτι | |
5 | ζῆν ἀγαπῶσι καὶ ζητοῦσι πληροφορίαν, ὥστε εἰδέναι βεβαίως εἰ ὃ ἀγαπῶσιν ἔχουσι. | |
7n | Δῆλον οὖν ὅτι κατά γε τούτους. | |
8 | Εἰ διὰ τὴν ἀρετὴν αἱρετόν φησιν ἡ τιμή, πῶς οὐ τελικώτερον ἀρετὴ τιμῆς; τὸ γὰρ οὗ ἕνεκα κρεῖττον ἀεὶ τοῦ ἕνεκα ἐκείνου, ὥστε μᾶλλον ἄν | |
10 | τις τὴν ἀρετὴν ὑπολάβοι τέλος τοῦ πολιτικοῦ βίου ἢ τὴν τιμήν. εἶτα δείκνυσιν ὡς οὐδ’ αὐτή ἐστι τὸ σκοπιμώτατον ἀγαθόν· φαίνεται γάρ φησιν ἀτελεστέρα καὶ αὕτη· τό δ’ ἀγαθὸν οὐ δεῖ ἀτελὲς εἶναι· ὥστε οὐκ ἔστιν ἡ ἀρετὴ τὸ ζητούμενον ἀγαθόν. ὅτι δὲ οὕτως ἔχει τὸ ἀληθὲς καὶ ἕτερόν ἐστι τὸ τέλος παρὰ τὴν ἀρετήν, δείκνυσιν ἐφεξῆς οὕτως· ἡ | |
15 | ἀρετὴ ἕξις ἐστὶ καὶ τοιαύτη ὡς δύνασθαι εἶναι ἐν τῷ ὑποκειμένῳ ποτὲ χωρὶς ἐνεργείας καὶ προχειρίσεως· τότε δὲ δόξειεν ἂν εἰκότως ἀτελὴς εἶναι, οἷον ὡς ἐπὶ τῶν ὑπνούντων· ἐνδέχεται δὲ καὶ σπουδαῖον ὄντα τινὰ διὰ βίου ἀπρακτεῖν, τὰς ἀγαθὰς μὲν ἔχοντα ἕξεις, οὐ μέντοι γε καὶ προ‐ χειριζόμενον, ἢ διὰ τὸ μὴ εὑρίσκειν καιρὸν πρὸς τὴν προχείρισιν τῶν ἕξε‐ | |
20 | ων ἢ διὰ τὸ μὴ εὐπορεῖν ὕλης· ὡς εἴ τις μεγαλοπρεπὴς μὲν εἴη, χρη‐ μάτων δὲ ἀποροίη· ἐν μεγέθει γὰρ ἔργων καὶ πλήθει ἀναλωμάτων ἐμφα‐ νὴς ὁ μεγαλοπρεπὴς γίνεται. ἐνδέχεται δὲ καὶ ἀτυχεῖν τὰ μέγιστα διὰ βίου τὸν τὰς ἀρετὰς ἔχοντα, νοσοῦντα τυχὸν ἢ πενόμενον ἢ ἐπιβουλευόμενον ἢ ἄλλο τι πάσχοντα, ὑφ’ ὧν ἡ κατ’ ἀρετὴν ἐνέργεια ἀνακόπτεται, ὡς | |
25 | ἔχειν μὲν τὰς κατ’ ἀρετὴν ἕξεις, μηδαμῇ δὲ κατ’ αὐτὰς ἐνεργεῖν. οὐδεὶς ἂν εἴποι, φησί, τοῦτον εὐδαίμονα, εἰ μὴ δόξαν ἀπό τινος παραλαβών, παρά‐ δοξόν τινα εἰσάγουσαν ἔννοιαν παρὰ τὴν κοινὴν παράδοσιν καὶ παρ’ αὐτὰ τὰ φαινόμενα. θέσις γάρ ἐστι παράδοξος ὑπόληψίς τινος τῶν κατὰ φιλοσο‐ φίαν γνωρίμων, ὡς Ἡράκλειτος ἔλεγεν ἓν εἶναι τὰ ἐναντία καὶ Παρμενίδης | |
30 | ἓν τὸ ὂν καὶ Ζήνων μὴ εἶναι κίνησιν· οἷς ὁμοίως παράδοξον καὶ τὸ λέγειν εὐδαίμονα καὶ μακάριον τὸν ἀπρακτοῦντα διὰ βίου καὶ ἀτυχοῦντα τὰ μέγιστα. | |
32n | Ἱκανῶς γὰρ καὶ ἐν τοῖς ἐγκυκλίοις. | |
33 | Φασὶ τὸν Ἀριστοτέλην ἔπη τινὰ ἐκθέσθαι ἐπίτηδες κατά τινα ἀριθμὸν συμποσούμενα ἐν ἑτέρᾳ καὶ ἑτέρᾳ θέσει καὶ τάξει, ὧν ἑκάστη ἀπὸ τοῦ | |
35 | αὐτοῦ τε ἤρχετο καὶ εἰς τὸ αὐτὸ κατέληγε· διὸ καὶ ἐγκύκλια ταῦτα ὠνό‐ | |
μασεν, οἷς ἡμεῖς μὲν οὐκ ἐνετύχομεν, εἰσὶ δ’ οἳ περὶ τούτων ἱστόρησαν. | 37 | |
38 | ἐν ἐκείνοις φησὶν εἰρῆσθαι περὶ εὐδαιμονίας, καὶ εἰ ἔστι μακαρίζειν τινὰ ἐκ τῶν κατ’ ἀρετὴν μόνων ἕξεων μηδὲν κατ’ αὐτὰς ἐν βίῳ διαπραττόμενον. διὸ βραχύ τι περὶ τούτων εἰπὼν παρελήλυθε. | |
4n | Τρίτος ἐστὶν θεωρητικός. | |
5 | Ἀπαριθμησάμενος ἐν τοῖς ἔμπροσθεν τοὺς μάλιστα τῶν βίων προὔ‐ χοντας καὶ τρεῖς εἶναι τούτους εἰπών, τὸν ἀπολαυστικὸν τὸν πολιτικὸν τὸν θεωρητικόν, ἤτοι τὸν ἐμπαθῆ τὸν μετριοπαθῆ τὸν ἀπαθῆ, τοῖς μὲν δυσὶ τὸ δοκοῦν ἀγαθὸν οἰκείως ἀπέδωκε· βίους δὲ ὀνομάζει πάντως τοὺς τρόπους τῆς μετὰ σώματος κατὰ γῆν ἀνθρώπου διαγωγῆς. βουλόμενος δ’ ἤδη καὶ | |
10 | περὶ τοῦ θεωρητικοῦ λέγειν ὅπως ἔχει καταλλήλως ἑαυτῷ περὶ τῆς δόσεως τῶν ἀγαθῶν, ἐπεὶ ἡ περὶ τούτου διδασκαλία πλείονος ἐδεῖτο λόγου, νῦν μὲν ταύτην ἀφίησι, παραπέμπει δὲ εἰς τοὺς ἑξῆς λόγους, ὡς ἐν ἐκείνοις εὐκαιρότερον ἐρῶν περὶ αὐτοῦ, τοσοῦτον μόνον ἐν τούτοις εἰπὼν τρίτος δ’ ἐστὶν ὁ θεωρητικός, ὑπὲρ οὗ τὴν ἐπίσκεψιν ἐν τοῖς ἑπομένοις | |
15 | ποιησόμεθα· ἐν γὰρ τῷ Κάππα τῆς παρούσης πραγματείας περὶ αὐτοῦ παραδίδωσι. τρίτον δὲ λέγει αὐτὸν κατὰ τὴν τάξιν, ᾗ ἐνταῦθα ἐχρήσατο, ἀπὸ τῶν ὑφειμένων ἐπὶ τὰ ὑπερβαίνοντα ἀνερχόμενος. | |
18n | Ὁ δὲ χρηματιστὴς βίαιός τίς ἐστι. | |
19 | Τρεῖς εἰρηκὼς εἶναι τοὺς μάλιστα τῶν βίων προέχοντας, μὴ μέντοι | |
20 | μνημονεύσας τοῦ χρηματιστικοῦ, ἐπεὶ κατενόει τῶν ἀνθρώπων πολλοὺς οὐ μόνον τυχόντας ἀλλ’ ἐνίοτε καὶ τοὺς ὑπερέχοντας καὶ αὐτοὺς βασιλεῖς οἷος Μίδας ὁ Φρύξ *** καὶ πᾶν ὁτιοῦν ἐπιτηδεύοντας πρὸς κτῆσιν χρημάτων. λέγει τοίνυν καὶ περὶ τούτου ἐπὶ βραχύ· χρηματιστικὸν μὲν ὀνομάζων βίον τὸν περὶ κτῆσιν χρημάτων σπουδάζοντα, βίαιον δὲ ὅτι καὶ βίαν ἐνδείκνυται | |
25 | πρὸς τὸ κτήσασθαι τὸ ζητούμενον. ὅτι δὲ τὸ τῷ χρηματιστῇ δοκοῦν οὐκ ἔστι τὸ ζητούμενον, δείκνυσι λέγων, χρήσιμον γὰρ καὶ ἄλλου χάριν. τὸ γὰρ χρήσιμον ὑπηρετικὸν ὥσπερ ἐστὶ καὶ πρὸς ἄλλο ἀφορῶν ὡς πρὸς τέλος, ὑφ’ ὃ καὶ ἀναφέρεται ὡς πρὸς ἐκεῖνο λυσιτελοῦν· τὸ δὲ ἀγαθὸν τὸ ὡς τέλος αὐτοτελές ἐστι καὶ αὐτὸ δι’ αὑτὸ διωκτὸν οὐ δι’ ἕτερον· διὸ | |
30 | καὶ οἱ τὴν φιλοσοφίαν ὡς ἄχρηστον διαβάλλοντες καὶ τούτου ἕνεκα πειρώ‐ μενοι αὐτὴν ἀποβάλλεσθαι, ἔλαθον ἑαυτοὺς πάσης αὐτὴν ὑπερτιθέντες ἐπι‐ τηδεύσεως· οὐ γὰρ ἀνέχεται ὑφ’ ἕτερόν τι ἀνάγεσθαι καὶ πρὸς ἄλλο λυσι‐ τελεῖν πάντα τἄλλα ὑφ’ ἑαυτὴν ἔχουσα, ὡς ἀνθρώπου ζωῇ καὶ ψυχῇ συμβαλλόμενα πρὸς τὴν ταύτης κατόρθωσιν ὅσα δοκεῖ τοῖς χαρίεσσιν ἀγαθά. | |
35 | διὸ καὶ παρὰ τοῖς παλαιοῖς ἐν ταῖς εὐνομουμέναις τῶν πόλεων ἔστιν εὑρεῖν | |
τοὺς πολιτικοὺς ἄνδρας ὑπηρετικούς τινας τοῖς σοφοῖς γινομένους, ὅπως | 38 | |
39 | ἄδειαν ἔχοντες ἀνεμποδίστως ἐνασχολῶνται τοῖς θεωρήμασι. καὶ ἄλλως δ’ ἄν τις ἴδοι τὸν πλοῦτον μὴ ὄντα τὸ ζητούμενον ἀγαθόν, διότι θυραῖον καὶ ὀργανικόν ἐστι καὶ ἐπαμφοτερίζον ἐπὶ τὴν χρῆσιν, ὡς καὶ πρὸς χρη‐ στότητα ὂν καὶ φαυλότητα πρόφασις. | |
5n | Διὸ μᾶλλον τὰ πρότερον λεχθέντα. | |
6 | Τὸν πλοῦτον ἀπελέγξας ὡς μὴ ὄντα τὸ ζητούμενον ἀγαθόν, ἅμα δὲ διαβαλὼν καὶ τὸν χρηματιστικὸν βίον, ἐπιφέρει νῦν λέγων εἰκὸς εἶναι μᾶλ‐ λον τὰ πρότερον λεχθέντα ὑπολαβεῖν τινα τέλη εἶναι, ἤγουν τὴν ἡδονὴν καὶ τὴν τιμήν, ἅτε δι’ αὑτὰ ἀγαπώμενα· ὡς κἀντεῦθεν ἐλέγχεσθαι πλέον | |
10 | τὸν πλοῦτον μὴ ὄντα τὸ ἀνθρώπινον ἀγαθόν. εἰ γὰρ τὰ μᾶλλον δοκοῦντα τέλη ὑπάρχειν διὰ τὸ εἶναι δι’ αὑτὰ διωκτὰ οὐκ ἔσται τέλη, πῶς τὸ ἄλλου χάριν ζητούμενον τὸ τέλος ἔσται καὶ τὸ ἀγαθόν; τὸ δὲ πολλοὺς λόγους καταβεβλῆσθαι πρὸς αὐτὰ λέγοι μὲν ἂν καὶ διὰ τοὺς περὶ Ἐπίκουρον, οἳ τὴν ἡδονὴν τὸ τέλος ἐτίθεντο. πολλοὶ γὰρ περὶ τούτων εἰρήκασιν, οἱ μὲν | |
15 | ἀναιροῦντες τὴν δόξαν, οἱ δὲ συνηγοροῦντες αὐτοῖς. λέγοι δ’ ἂν καὶ περὶ τῆς τιμῆς, ὅτι γε τοῖς πολιτικοῖς ἀνδράσι πολὺς λόγος περὶ αὐτῆς· καὶ ὁ Σωκράτης ἐν πολλοῖς εὕρηται παρὰ Πλάτωνι τοῖς τῶν πολιτικῶν ἀκαίρως φιλοτιμουμένοις ἀντιτιθέμενος καὶ τὰς ὀρέξεις αὐτῶν ἐλέγχων ὡς οὐκ εὖ ἐχούσας. οὐ δεῖ δὲ τὴν ἐξ ἀπαθείας ἑπομένην ταῖς ψυχαῖς θεωρίαν τῇ | |
20 | ἡδονῇ συντάττειν καὶ τῇ τιμῇ, ὡς οὐδ’ αὐτὴν οὖσαν τέλος· οὐ γὰρ ἂν εἴη τι τελικώτερον ἀνθρώπου ψυχῇ τοῦ ἐν ἀπαθείᾳ καὶ θεωρίᾳ σχεῖν τὸ τέλειον· ὥστε τὰ πρότερον λεχθέντα περὶ τῆς τιμῆς δεῖ νοεῖν λεγόμενα καὶ τῆς ἡδονῆς. | |
24n | Ταῦτα μὲν οὖν ἀφείσθω ἕως τοῦ εἰσαγαγεῖν τὰ εἴδη. | |
25 | Προθέμενος ἐν τῇ ἀρχῇ τῶν ἠθικῶν περὶ τοῦ ἀνθρωπίνου ἀγαθοῦ καὶ τέλους εἰπεῖν, πρῶτον μὲν ὅτι ἔστιν ἔδειξεν, εἶτα μετέβη ἐπὶ τὸ δεύτερον πρόβλημα, ἐξετάζων τὸ τί ἐστι καὶ παραγαγὼν εἰς μέσον τὰς δόξας ἃς ἔχουσιν οἱ ἄνθρωποι περὶ αὐτοῦ ἄλλως ἄλλοι δοξάζοντες, ὡς τοὺς μὲν ἡδονὴν τοῦτο λέγειν τοὺς δὲ τιμὴν τοὺς δὲ πλοῦτον τοὺς δ’ ἕτερόν τι τῶν | |
30 | ἔργων· καὶ πάντα ἀπελέγξας ὡς μηδενὸς ὄντος τέλους αὐτῶν μέτεισιν ἐπὶ τὸ κυριώτερον, οὐκ ἐπιπολαιότερόν τι λέγων ὡς οἱ πολλοί, ἀλλὰ βαθύτερον ἐξετάζων περὶ αὐτοῦ. ἀλλ’ ἐπεὶ ὁ Πλάτων ἐπὶ τοῦ πρώτου ἀγαθοῦ παρέδωκεν οὐκ εὐκαταφρόνητα θεωρήματα ἀλλὰ μεγάλα καὶ εἰς ὕψος τὸ μέγιστον τὰς ψυχὰς ἀναφέροντα, πειρᾶταί τινα καὶ πρὸς ἐκεῖνον | |
35 | ὡς ἐν παρόδῳ εἰπεῖν, ἴσως οὐδὲ Πλάτωνι ἀνθιστάμενος ἀλλὰ τοῖς καθὰ | |
μὴ δεῖ τὰ ἐκείνου ἐκδεχομένοις. καὶ ἴσως ἀναγκαῖον εἰπεῖν πρότερον | 39 | |
40 | περὶ τίνος τε εἶπεν ὁ Πλάτων ἀγαθοῦ, ἐν οἷς παραδίδωσι τὸν περὶ τἀγαθοῦ λόγον καὶ παραστῆσαι διὰ βραχέων τὴν περὶ τούτου δόξαν ἐκεί‐ νου, ἵν’ εἴη δῆλον εἰ προσφυῆ πρὸς τὴν ἐκείνου ἀναίρεσιν τὰ παρὰ Ἀρι‐ στοτέλους ἐνταῦθα λεγόμενα. ὁ γὰρ Πλάτων περὶ τῆς ἀρχῆς τῶν ὄντων | |
5 | ἁπάντων ζητήσας, τὸ ἓν ἐκείνην καὶ ἄρρητον εἶναι καὶ τἀγαθὸν ἀπεφήνατο, πᾶν δὲ ὂν αὐτῆς ἀπέφησεν, ὡς ὑπερούσης μὲν καὶ ὑπερεχούσης, πάντα δὲ περιεχούσης ἐν αὑτῇ ἀνεννοήτως καὶ ὑπερουσίως, τὰς προόδους δὲ ποιουμένης πρὸς ἅπαντα ἀνεκφοιτήτως ἑαυτῆς καὶ πάντα παραγούσης τὰ νοητὰ καὶ νοερά, λογικά τε καὶ ἄλογα, ζῶντά τε ὁπωσοῦν καὶ τὰ παντελῶς | |
10 | ἄζῳα, καὶ αὐτὰ τὰ ἀμυδράν τινα ἔννοιαν τοῦ εἶναι ἔχοντα διὰ τὴν αὑτῆς ἀγαθότητα, οὐ τῷ προαιρεῖσθαι καὶ βούλεσθαι ἐπὶ τῆς ποιήσεως ἀλλὰ αὐτῷ τῷ εἶναι. ὡς καὶ ὁ ἥλιος φωτίζει τῇ παρουσίᾳ αὐτῇ, οὐ προαιρού‐ μενος οὐδὲ βουλόμενος, ὡς εἶναι τὴν αὐτὴν ἀρχὴν καὶ τέλος τῶν ὁπωσοῦν εἶναι λεγομένων· ἀρχὴν μὲν ὡς πάντων ἐξ αὐτῆς τὸ εἶναι ἐχόντων, τέλος | |
15 | δὲ ὡς δι’ αὐτὴν καὶ πάντων ἀναπλουμένων πρὸς αὐτὴν καὶ ἐφιεμένων αὐτῆς ὡς πέφυκεν ἕκαστον ὡς πάντα τελειούσης καὶ ἀγαθυνούσης καὶ αὐτὴν εἶναι τὸ πρῶτον ἀγαθόν, ὡς οὐσιῶδες ἀγαθὸν οὗ πάντα ἐφίεται. καὶ ταῦτα μὲν ταύτῃ διὰ βραχέων· ἴδωμεν δὲ τί Ἀριστοτέλης λέγει. τὸ δὲ καθόλου βέλτιον ἴσως ἐπισκέψασθαι. νῦν τὸ καθόλου οὐχ ὡς ἐν ταῖς | |
20 | λογικαῖς θεωρίαις λέγεται· ἐκεῖ μὲν γὰρ τὸ ἐπὶ τοῖς πολλοῖς καὶ ὑστερογενές, ἐνταῦθα δὲ τὸ πρὸ τῶν πολλῶν ὡς προϋφεστηκὸς αὐτῶν κἀκείνων πρὸς αὐτὸ δεχομένων τὴν ὕπαρξιν. οὕτω γὰρ οἱ περὶ Πλάτωνα ἔλεγον, λόγους τινὰς ἐπεισαγαγόντες ἐνυποστάτους θείους νοερούς, πρὸς οὓς ἔλεγον πάντα τὰ ἔνυλα εἶναι καὶ γίνεσθαι, οὓς καὶ εἴδη καὶ ἰδέας ἐκάλουν καὶ ὅλα καὶ | |
25 | καθόλου, προϋφεστηκότας μὲν τῶνδε τῶν ἐν σώμασιν εἰδῶν, ἐξῃρημένους δὲ τούτων ἁπάντων, ἐν τῇ τοῦ δημιουργοῦ θεοῦ διανοίᾳ ὄντας, ἕτερά τινα κατ’ αὐτοὺς ἐν τῇ ὕλῃ χαράττοντος. καθόλου δὲ καὶ ὅλα ταῦτα ἐλέγετο, ὅτι ἕκαστον ἐκείνων ἓν ὂν ἔχει πολλὰ ἐξ ἐκείνου καὶ κατ’ ἐκεῖνο γινό‐ μενα ἐν σώματι καὶ ἔνυλα, πρὸς ἃ ἐκεῖνο καθόλου καὶ ὅλον ἐλέγετο οὐκ | |
30 | ἐννοηματικῶς ἀλλὰ νοερῶς· καθόλου μὲν ὡς ὑπάρχον πολλοῖς ἐξῃρημένον ἃ κατ’ ἐκεῖνο γεγένηται, ὅλον δὲ ὡς ἐν λόγῳ μερῶν τεταγμένων ἃ πρὸς ἐκεῖνο ἀναφέρεται ὡς πρὸς ὅλον, οὐκ ἐξ αὐτῶν συγκείμενον οὐδ’ ἐπ’ αὐτοῖς ἐννοούμενον, ἀλλὰ πρὸ αὐτῶν μὲν ὂν καὶ μένον καθ’ αὑτό, ἐκεῖνα δ’ ἔχον ἀναφερόμενα πρὸς αὐτὸ ὡς πρὸς οἰκείαν ὁλότητα. τριχῶς γάρ φασι | |
35 | λέγεσθαι τὸ ὅλον, πρὸ τῶν μερῶν ἐκ τῶν μερῶν καὶ ἐν τοῖς μέρεσι. πρὸ τῶν μερῶν μὲν ἐκεῖνα τὰ εἴδη, ὅτι πρὸ τῶν πολλῶν ἕκαστον ἐκείνων ὑφέστηκεν ἃ πρὸς ἐκεῖνο γέγονεν, ἁπλούστατα ὄντα καὶ ἄυλα· ἐκ τῶν μερῶν δὲ τὰ σύνθετα καὶ εἰς πολλὰ μεριζόμενα, εἴθ’ ὁμοιομερῆ ὡς λίθος εἰς λίθους ὅλον ὂν πρὸς μέρη εἰς ἃ καὶ διαιρετός ἐστιν, ὧν ἕκαστον | |
40 | τό τε ὄνομα καὶ τὸν λόγον τοῦ ὅλου ἐπιδέχεται, εἴτ’ ἀνομοιομερῆ ὡς | 40 |
41 | ἄνθρωπος εἰς χεῖρας πόδας κεφαλήν· οὐδὲν γὰρ τῶν μερῶν τοῦ ἀνθρώπου ὅμοιον τῷ ὅλῳ, ὡς μήτε τοὔνομα μήτε τὸν λόγον τοῦ ὅλου δεχόμενον· ἐν τοῖς μέρεσι δέ, ὡς τὰ ἐννοηματικά, ἃ καὶ ἐπὶ τοῖς πολλοῖς καὶ ὑστερογενῆ λέγεται· ὑστερογενῆ μὲν ὅτι τὰ καθ’ ἕκαστα ὁμοειδῆ ἢ ὁμογενῆ ἡ ψυχὴ | |
5 | θεωρήσασα πρότερον ὑφεστηκότα ἐν σώμασι καὶ τὸ ἐν αὐτοῖς κοινῶς θεω‐ ρούμενον λόγον κατὰ ἀφαίρεσιν τὴν ἀπὸ τῆς ὕλης ἐν ἑαυτῇ ὑποστή‐ σασα, ἐπιφέρεται τοῦτον οἰκείως ἑαυτῇ, ἤγουν λογικῶς καὶ ἐπιστημονικῶς· ἐννοηματικὰ δέ, ὅτι μέχρις ἐννοίας τὴν ὑπόστασιν αἱ τοιαῦται ὁλότητες ἔχουσι, μηδαμῇ χωρὶς τῶν καθ’ ἕκαστα ἐξ ὧν καὶ ἐλήφθησαν ἐνεργείᾳ | |
10 | οὖσαι· ἐν τοῖς μέρεσι δέ, ὅτι ἐν τοῖς καθ’ ἕκαστα, πρὸς ἃ καὶ ὁλότητες λέ‐ γονται, τὰ περὶ αὐτῶν λεγόμενα ἀναφαίνεται· ἐπὶ τοῖς πολλοῖς δέ, ὅτι μετὰ τὴν ὕπαρξιν τῶν πολλῶν αὐτὰ ἐν ἑαυτῇ ἡ ψυχὴ ὑπεστήσατο. διὰ τοῦτο καὶ τὸ ζῷον τὸ καθόλου οὐδὲν ἢ ὕστερον, αὐτὸς ὁ Ἀριστοτέλης ἐν τοῖς Περὶ ψυχῆς εἶπεν· οὐδὲν μὲν ὅτι καθ’ ἑαυτὸ μὴ ὑφέστηκεν, ὕστερον δέ, | |
15 | ὅτι τῇ τῶν πολλῶν ὑπάρξει καὶ καταλύσει ἡ αὐτοῦ ἐπηκολούθησεν ἔννοια. καὶ ταῦτα μὲν περὶ τοῦ καθόλου πως ἐνταῦθα λαμβάνεται· ἔλεγον δὲ τὰ εἴδη οἱ λέγοντες παραδείγματα προκεῖσθαι τῷ δημιουργῷ, ἵν’ ἀφορῶν πρὸς αὐτὰ ὡς προκεντήματα καὶ προχαράγματα κατασκευάζῃ τὰ ἔνυλα, λόγους ὄντα ἐκεῖνα δημιουργικοὺς καὶ οἱονεὶ νοήματα τοῦ ποιοῦντος καὶ θεωρή‐ | |
20 | ματα. οὐχ ὡς ποιότητάς τινας ἢ ἐπιστήμας ἐπιγινομένας ἔξωθεν, ἀλλ’ ὡς κυρίως ὄντα καὶ ὑφεστηκότα δραστικά τε καὶ νοερὰ καὶ τῶν ἐν ὕλῃ ἀρχέ‐ τυπα. λόγους γὰρ θείους πάντα τὰ εἴδη φασί, τοὺς μὲν ὑφειμένους, τοὺς δ’ ὑπερέχοντας· καὶ οὐδὲν αὐτῶν εἶναι ἀδρανές, ὃ μὴ τὴν οἰκείαν ἐνέρ‐ γειαν κατὰ πρόβασιν εἰς τὰ ὑπ’ αὐτὸ ἐπιδείκνυται, καθὼς τέτακται. ἔστι | |
25 | μὲν δὴ καὶ ἡ φύσις εἶδος, ἀλλὰ σωμάτων ἀχώριστον, διεισδῦνον διὰ σω‐ μάτων καὶ ἔνδον αὐτὰ διαπλάττον καὶ διοικοῦν. τὰς δὲ ἰδέας οὐχ οὕτω φασίν, ἀλλὰ λόγους ἐνυποστάτους, ὑπερανεστηκότας πάντῃ καὶ σωμάτων καὶ φύσεων, ἀριθμόν τινα θεῖον, δι’ οὗ ὡς παραδείγματος τὸν δημιουργὸν ἐνεργεῖν τὴν ἔνυλον ποίησιν. τοσαῦτα καὶ περὶ τούτων, ἵν’ εἰδῶμεν πῶς | |
30 | ταῦτα ἐτίθουν οἱ περὶ Πλάτωνα, οἷς Ἀριστοτέλης ἀντιτίθεται, ἀνελεῖν τὸ πρὸ τῶν πολλῶν καθόλου πειρώμενος. ἐπιείκειαν δὲ ἐνταῦθα καὶ τὸ φιλά‐ ληθες ὑποκρίνεται, πρόσαντες μὲν ἑαυτῷ λέγων τὴν περὶ τῶν ἰδεῶν ζήτησιν, οἷον προσκοπτικὴν καὶ ἐμποδιστικὴν τῷ λόγῳ αὐτοῦ, ὡς ἔχουσάν τι πρὸς αὐτὸν δυσωπίας καὶ ὄκνου παραίτιον διὰ τὸ φίλους εἶναι τοὺς εἰσαγαγόντας | |
35 | τὴν περὶ τῶν εἰδῶν δόξαν· φίλος γὰρ ὁ Πλάτων αὐτῷ, ἐπεὶ καὶ διδά‐ σκαλος, προτιμᾶν δὲ αὐτὴν τῆς πρὸς ἀνθρώπους φιλίας τὴν περὶ τῶν | |
πραγμάτων ἀλήθειαν. | 41 | |
42(1n) | Δόξειε δ’ ἂν ἴσως βέλτιον. | |
2 | Μετ’ εὐλαβείας ἀντεπιχειρεῖ τῷ Πλάτωνι. οὐ γὰρ εἶπεν ‘ἔστι δὲ βέλ‐ τιον‘, ἀλλὰ δόξειε· προσέθηκε δὲ καὶ τὸ ἴσως, ἑαυτοῦ τὸ τῆς ἀναιδείας ἀποκρουόμενος ἔγκλημα. εἰ καὶ φίλοι οὖν, φησίν, οἱ ἄνδρες οἱ τὰ πρὸ τῶν | |
5 | πολλῶν εἴδη θέμενοι, ἀλλὰ βέλτιον τῆς πρὸς αὐτοὺς τιμῆς καὶ πρέπον οὐ μόνον πρὸς τὰ τῶν φίλων ἀνθίστασθαι, ἀλλὰ καὶ τὰ οἰκεῖα ἀναιρεῖν, ὥστε σώζεσθαι τὴν ἀλήθειαν καὶ μὴ κρυπτομένην ἐξ ἀνθρώπων ἀπόλλυσθαι. ἐπιτείνων δὲ τὸ πρέπον φησὶ ἄλλως τε καὶ φιλοσόφους ὄντας. φι‐ λαλήθης γὰρ ὁ φιλόσοφος, εἰ μὴ ψεύδοιτο τὸ ὄνομα· σοφίαν γάρ τις φιλῶν | |
10 | φιλόσοφός ἐστι· σοφία δὲ τῶν ὄντων ἐπιστήμη ᾗ ὄντα· ὄντα δὲ τὰ ἀκίνητα καὶ ἀμετάβλητα καὶ ἀεὶ ὡς ἔχουσιν ἔχοντα καὶ διὰ παντὸς ἐν ἀκινησίᾳ μένοντα, κἀντεῦθεν ἐν ἀληθείᾳ πάσῃ τὸ εἶναι ἔχοντα. πῶς ἄρα φιλόσοφος ὁ τινὸς ὄντος δευτέραν τιθεὶς τὴν ἀλήθειαν; | |
14n | Ἀμφοῖν γὰρ ὄντοιν φίλοιν, ὅσιον προτιμᾶν τὴν ἀλή‐ | |
15n | θειαν. | |
16 | Τὸ ὅσιον διενήνοχε τοῦ δικαίου, ὅτι τὸ μὲν ἐπὶ τῆς πρὸς τοὺς ὁμοει‐ δεῖς ἰσότητος θεωρεῖται, τὸ δὲ ἐπὶ τῆς προσηκούσης τιμῆς τοῦ θεοῦ καὶ τῶν θείων. τὸ μὲν οὖν τοὺς φίλους τιμᾶν τοὺς ἴσους ἐστὶ τιμᾶν, τὸ δὲ τὴν ἀλήθειαν προτιμᾶν ὅσιον· θεῖον γὰρ καὶ ἡ ἀλήθεια. | |
20n | Οἱ δὲ κομίσαντες τὴν δόξαν ταύτην. | |
21 | Ἐντεῦθεν ἄρχεται ποιεῖσθαι τὸν ἔλεγχον τῆς τῶν ἰδεῶν δόξης· καὶ τίθησι λήμματα τὰ παρ’ ἐκείνοις ἔνδοξα καί φησιν ὅτι οἱ τὰς ἰδέας δοξά‐ ζοντες οὐκ ἐποίουν ἰδέας ἐν ἐκείνοις τοῖς πράγμασιν, ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον ἔλεγον. τῶν γοῦν ἀριθμῶν ἐν οἷς ὁ μὲν πρότερός ἐστιν, | |
25 | ὁ δὲ μετ’ αὐτόν, οὐκ ἐτίθεσαν ἰδέαν εἶναι. ὡς γὰρ ἐπὶ τῶν λογικῶν εἰδῶν καὶ γενῶν τὰ μετέχοντα τοῦ εἴδους ἄτομα ὁμοταγῶς μετέχουσι καὶ οὐ τὸ μὲν πρῶτον, τὸ δὲ μετ’ ἐκεῖνο, ὁμοίως καὶ τὰ μετέχοντα τοῦ αὐτοῦ γέ‐ νους εἴδη· οὔτε γὰρ τὸ εἶδος εἶδος ἀτόμων, οὔτε τὸ γένος γένος τῶν εἰ‐ δῶν, τὰ καθ’ ἑτέραν καὶ ἑτέραν μετεχόμενα τάξιν τοῖς ὑπ’ αὐτά· οὕτω | |
30 | καὶ ἐπὶ τῶν ἰδεῶν· τὸ δὲ οὐκ ἐποίουν ἰδέας καὶ τὸ ἰδέαν κατεσκεύ‐ αζον ἐπίτηδες εἶπεν, ὡς μὴ οὔσας τὰς ἰδέας ποιούντων ἐκείνων καὶ κατα‐ | |
σκευαζόντων αὐτὰς δι’ ὧν ἔλεγον. | 42 | |
43(1n) | Τὸ δὲ ἀγαθὸν λέγεται καὶ ἐν τῷ τί. | |
2 | Συλλογισμὸν πλέκει κατὰ τὸ πρῶτον σχῆμα οὕτως· ἐν οἷς τὸ πρῶτον καὶ ὕστερον, ἐν τούτοις ἰδέα οὐκ ἔστιν· ἐν τῷ ἀγαθῷ ἐστι τὸ πρότερον καὶ ὕστερον· ἐν τῷ ἀγαθῷ ἄρα οὐκ ἔστιν ἰδέα. καὶ ὅτι μὲν ἐν οἷς τὸ | |
5 | πρῶτον καὶ ὕστερον, οὐκ ἔστιν ἰδέα, εἴληφεν ὡς ἔνδοξον τοῖς περὶ Πλά‐ τωνα. ὅτι δὲ ἐν τῷ ἀγαθῷ τὸ πρότερον καὶ τὸ ὕστερον, ὃ ἦν ἡ ἐλάσσων τοῦ συλλογισμοῦ πρότασις, δείκνυσιν ἐκ τῶν γενικωτάτων γενῶν, ὡς ὑπάρ‐ χοντος ἐν πᾶσι τοῦ ἀγαθοῦ. τὸ γὰρ ἀγαθὸν λέγεται, φησί, καὶ ἐν τῷ τί, ὅ ἐστιν οὐσία. τὸ γὰρ τί ἐφ’ ὑφεστηκότος πράγματος λέγεται· οὐδεμία | |
10 | δὲ τῶν ἄλλων κατηγοριῶν ἔχει τὸ ὑφεστηκέναι καθ’ αὑτὸ καὶ μὴ ἐν ὑπο‐ κειμένῳ εἶναι ἀλλ’ ἢ μόνη ἡ οὐσία· καὶ ἐν τῷ ποιῷ καὶ ἐν τῷ πρός τι. ἠρκέσθη δὲ ταῖς τρισὶ ταύταις κατηγορίαις ὡς ἱκαναῖς οὔσαις δηλῶσαι τὸ ἐπαγόμενον· ἐπιφέρει γὰρ τὸ δὲ καθ’ αὑτὸ καὶ ἡ οὐσία πρότερον τῇ φύσει τοῦ πρός τι. τὸ δὲ καθ’ αὑτὸ ἐνταῦθα οὐκ ἐπὶ τοῦ οὐσιώ‐ | |
15 | δους ἀλλ’ ἐπὶ τοῦ μὴ ἐν σχέσει παρέλαβεν· ἅπαν γὰρ πρός τι ἐν σχέσει. τὰ δὲ μὴ πρός τι οὐχ ὡς ἐν σχέσει ὄντα προφέρεται οὐδ’ ὡς πρὸς ἕτερον λεγόμενα, ἀλλ’ ὡς καθ’ ἑαυτὰ θεωρούμενα. ἡ δὲ κατασκευὴ τῆς ἐλάσσονος προτάσεως οὕτω συνίσταται. πᾶν τὸ καθ’ ἑαυτὸ λαμβανόμενον πρότερον τῇ φύσει τοῦ πρὸς ἕτερον· ἡ οὐσία καὶ τὸ ποιὸν καθ’ ἑαυτὸ λαμβάνεται, | |
20 | τὸ δὲ πρός τι πρὸς ἕτερον· ἡ οὐσία ἄρα καὶ τὸ ποιὸν πρότερα τῇ φύσει τοῦ πρός τι. | |
22n | Παραφυάδι γὰρ τοῦτ’ ἔοικε. | |
23 | Καὶ τοῦτο κατασκευαστικὸν τοῦ τὸ πρός τι ὕστερον εἶναι· ἡ γὰρ παρα‐ φυὰς τοῦ ὄντος ὕστερον τοῦ ὄντος. δεῖ γὰρ εἶναί τι πρότερον καὶ οὕτως | |
25 | αὐτῷ ἕτερόν τι παραφύεσθαι. | |
26n | Ὥστ’ οὐκ ἂν εἴη κοινή τις ἐπὶ τούτοις ἰδέα. | |
27 | Συμπεραίνει τὸ ἐξ ἀρχῆς, ὅτι οὐκ ἔστι κοινὴ τοῦ ἀγαθοῦ ἰδέα ἐν πᾶσι θεωρουμένη τοῖς κατὰ μέρος ἀγαθοῖς, διὰ τὸ εἶναι ἐν αὐτοῖς τὸ πρότερον καὶ τὸ ὕστερον. εἰ γὰρ τῶν μετεχόντων ἰδέας ἡστινοσοῦν τὸ μὲν πρό‐ | |
30 | τερον τὸ δ’ ὕστερον, ἔσται καὶ τὸ μὲν αὐτῶν ἐγγύτερον τοῦ ἀρχετύπου, τὸ δὲ πορρώτερον, ὡς τὸ μὲν ἔχειν μᾶλλον τὴν μετοχὴν τὸ δ’ ἧττον. καὶ | |
ἡ ἑτερότης τῆς τάξεως ἐν τῇ μετοχῇ, 〈τὸ μὲν οἰκειότερον ποιήσει πρὸς | 43 | |
44 | τὴν ἀρχὴν, τὸ δ’ ἀνοικειότερον, καὶ μᾶλλον καὶ ἧττον ἔσται ἡ μετοχή.〉 τὸ δὲ μᾶλλον καὶ ἧττον ἐπὶ τῆς τῶν συμβεβηκότων εὑρίσκεται μετοχῆς, οὐκ ἐπὶ τῶν μετεχομένων οὐσιωδῶς. συμβεβηκότα δὲ λέγειν τὰ ἀρχέτυπα καὶ κυριώτερα ὄντα πρὸς τὰ δευτέρως ὄντα καὶ εἰκόνων λόγον ἐπέχοντα | |
5 | οὐκ ἐνδέχεται, ἀλλὰ καὶ τὸ συμβεβηκὸς τινὶ συμβέβηκεν· ᾧ δὲ συμβέβηκε τὸ συμβεβηκὸς πρότερον φύσει τοῦ συμβεβηκότος ἐστίν. ἔσται ἄρα πρό‐ τερον φύσει τοῦ ἀρχετύπου τὸ μίμημα, ὅπερ ἀδύνατον· οὐκ ἄρα συμβεβη‐ κὸς τὸ πρὸ τῶν πολλῶν τοῖς πολλοῖς, ἀλλὰ καὶ αἴτιον ἐκεῖνο ἓν ὂν εἶναί φασι τῶν πολλῶν. πῶς οὖν τὸ ἓν τῶν πολλῶν καὶ τὸ αἴτιον τῶν αἰτια‐ | |
10 | τῶν ὕστερον ἔσται, συμβαίνειν αὐτοῖς λεγόμενον. εἶτ’ ἐπιφέρει τὸ συμπέ‐ ρασμα· ὥστ’ οὐκ ἂν εἴη κοινή τις ἰδέα ἐπὶ τούτοις, ἐν οἷς δηλονότι θεωρεῖται τὸ πρότερον καὶ τὸ ὕστερον. | |
13n | Ἔτι δ’ ἐπεὶ τἀγαθὸν ἰσαχῶς λέγεται τῷ ὄντι. | |
14 | Δεύτερον ἐπιχείρημα δεικνύον καὶ αὐτὸ ὅτι οὐκ ἔστιν ἀγαθὸν κοινόν | |
15 | τι καὶ ἕν, ὑφ’ ὃ τὰ κατὰ μέρος ἀνάγεται ἀγαθά. δείκνυσι δὲ τοῦτο χρώ‐ μενος ταῖς δέκα κατηγορίαις, καὶ τὸ ἀγαθὸν λαμβάνων ἰσαχῶς τῷ ὄντι λεγόμενον, τὸ δὲ ὂν δεκαχῶς, ἐπὶ τῶν δέκα γενικωτάτων γενῶν φερό‐ μενον. λαμβάνει δὲ ἐφ’ ἑκάστης κατηγορίας παράδειγμα τοῦ ἀγαθοῦ, ἅτ’ ἐν πάσαις ταῖς κατηγορίαις εὑρισκομένου, ὡς δῆλον εἶναι ἐντεῦθεν ὅτι γε | |
20 | κοινὸν ἁπάσαις ἐστὶ καὶ τὸ ἀγαθὸν ὥσπερ καὶ τὸ ὄν· καὶ αὖθις ἐκ τούτου, ὅτι οὐκ ἔστι τὸ ἀγαθὸν κοινόν τι καὶ καθόλου καὶ ἕν. ὅτι μὲν οὖν ὁ νοῦς ἀγαθὸν καὶ ἐν τῇ οὐσίᾳ δῆλον, ὁμοίως καὶ ὅτι αἱ ἀρεταὶ ἀγαθὸν καὶ ἐν τῷ ποιῷ. τὰ δὲ λοιπὰ ἴσως δεῖται λόγου τινὸς καὶ δέον ἀξιῶσαι αὐτό, οὗ δέονται, οἷον τὸ μέτριον ὅτι ἀγαθὸν καὶ ἐν τῷ ποσῷ καὶ τὰ λοιπὰ | |
25 | ὡσαύτως· μέτριον γὰρ λέγει τὸ σύμμετρον, καὶ πᾶν πρᾶγμα τὸ μετὰ μέ‐ τρου γινόμενον δέοντος ἀγαθόν ἐστιν, ὡς τὸ ἄμετρον πονηρὸν ἐν ὑπερβολῇ καὶ ἐλλείψει θεωρούμενον, τὸ δὲ μέτριον τοῦ ποσοῦ· ὥστε ἀγαθὸν τὸ μέ‐ τριον ἐν ποσῷ θεωρούμενον. πάλιν τὸ χρήσιμόν ἐστι τὸ ὠφέλιμον, τὸ δὲ ὠφέλιμον ἀγαθόν· ἐπεὶ δὲ τὸ χρήσιμον τινί ἐστι χρήσιμον, πρὸς ἐκεῖνο | |
30 | λέγεται πρὸς ὅ ἐστι χρήσιμον καὶ τὸ εἶναι ἔχει καθὸ χρήσιμον ἐν τῷ πρὸς ἕτερον λέγεσθαι. οἷς δὲ τὸ εἶναι ταῦτόν ἐστι τῷ πρός τί πως ἔχειν, ταῦτα πρός τί ἐστι· τὸ χρήσιμον ἄρα ἀγαθόν τί ἐστι, ὑπὸ τὸ πρός τι ἀνα‐ γόμενον. ὅτι δὲ καὶ ὁ καιρὸς ἐν χρόνῳ καὶ ἀγαθὸν δῆλον· καιρὸς γάρ ἐστιν ὁ προσφυὴς καὶ ἁρμόδιος ἑκάστῳ χρόνος, ὥσπερ λέγομεν τροφῆς καιρὸν | |
35 | καὶ λόγου καιρὸν καὶ σιωπῆς, ὅτε δεῖ τρέφεσθαι ἢ σιωπᾶν ἢ λέγειν τὸν λέγειν δυνάμενον· καὶ ἐπὶ τῶν λοιπῶν οὕτως. τὰ δὲ τοιαῦτα πάντα οὐδὲν | |
ἄλλο ἐστὶν ἢ ὅτι ἐπεὶ πάντα τὰ γινόμενα ἐν χρόνῳ γίνεται, ἐὰν τῷ χρόνῳ | 44 | |
45 | τὸ εὖ ἀποδιδῶται, καθ’ ὃν ἕκαστον γίνεται, ἐν καιρῷ ἔσται γινόμενον ἕκα‐ στον· τὸ δὲ εὖ ἀγαθόν· ὥστε ὁ καιρὸς ἀγαθὸν ἐν χρόνῳ ἐστίν. οὕτω καὶ ἐν τῷ ποῦ δίαιτα· τὸ γὰρ ποῦ τὸ ἐν τόπῳ εἶναί ἐστι· καὶ ἡ δίαιτα διατριβὴ καὶ διαγωγή· εἰ οὖν τις ἐν τόπῳ εὐκράτῳ καὶ ὑγιεινῷ διάγοι, ἐν | |
5 | ἀγαθῇ διαίτῃ καθέστηκε. ταῦτα ὁ Ἀριστοτέλης. ἀλλ’ εἰ μὲν ἦν κατὰ τὴν περὶ τοῦ ἀγαθοῦ τοῦ Πλάτωνος ἔννοιαν τὰς ἀντιθέσεις ποιούμενος, οὐκ ἔδει τι λέγειν πρὸς αὐτόν, αἰδουμένους τε τὸν ἄνδρα καὶ ἀνάγκην μὴ ἔχοντας Πλατωνικῆς δόξης προΐστασθαι. ἐπεὶ δ’ ἄλλως μὲν ὁ Πλάτων τὸ ἀγαθὸν ἐλάμβανε, πρὸς ἄλλο δ’ οὗτος τοὺς λόγους ποιεῖται, δεῖ πρὸς ταύτας τὰς | |
10 | ἐπιχειρήσεις εἰπεῖν τι φιλαλήθως λέγοντας καὶ αὐτούς, καθὼς καὶ αὐτὸς διωρίσατο ποιεῖν τὸν φιλόσοφον. ὁ μὲν γὰρ Πλάτων τὸ ἓν καὶ τἄρρητον καὶ τἀγαθὸν τὴν κοινὴν αἰτίαν τῶν ὄντων πάντων εἶπε, καὶ ὑπὲρ τὰ ὄντα πάντα τὸ ἓν ἔταξεν, αἴτιον μὲν πάντων ἐκεῖνο λέγων, οὐδὲν δὲ τῶν πάν‐ των διὰ τοῦτο καὶ ὑπὲρ ὂν καὶ μὴ ὄν, οὐχ ὡς τοῦ ὄντος λειπόμενον, ἀλλ’ | |
15 | ὡς ὄντος παντὸς ὑπερκείμενον· πάντα οὖν τὰ δεύτερα ἀγαθὰ ἀναφέρεσθαι εἰς ἐκεῖνο ὡς κοινὸν ἀγαθὸν καὶ ὑπὸ πάντων τῶν ἀγαθῶν μετεχόμενον. ἕκαστον γὰρ τὸ μετ’ ἐκεῖνο ἀγαθόν, ἄλλο τι ὄν, ἀγαθόν ἐστι κατὰ μετοχὴν τὴν ἐκείνου, καθὼς ἐκείνου μετέχειν ἕκαστον δύναται· ἐκεῖνο δὲ ὑπερή‐ πλωται καὶ οὐδὲν ἄλλο ἢ τἀγαθόν ἐστι· διὰ τοῦτο καὶ ἓν κυρίως καὶ πρώ‐ | |
20 | τως, ὡς μὴ μετ’ ἄλλου τινὸς θεωρούμενον. τί οὖν ἀδύνατον ἕψεται, εἰ πάντων ὂν αἴτιον καὶ πᾶσι παρέχον τὸ εἶναι ὅσα κατὰ τὰς δέκα λέγεται κατηγορίας, κοινὸν ἅπασιν ὡς αἴτιον λέγεται καὶ καθόλου ἀγαθόν, ὡς πρὸ πάντων ὂν τῶν πολλῶν ἀγαθῶν, οἷς τὸ εἶναι καὶ τὸ ἀγαθοῖς εἶναι παρέ‐ χεται, ὅσα τῇ αὐτοῦ μετοχῇ καὶ τῇ πρὸς ἐκεῖνο ἀναγωγῇ ἀγαθὰ λέγεται; | |
25 | καὶ αὐτὸς δὲ Ἀριστοτέλης οἷς ἐν ἀρχῇ τοῦδε τοῦ βιβλίου ἐπαινεῖ τοὺς ἀποφηναμένους τἀγαθὸν εἶναι οὗ πάντα ἐφίεται ὡς καλῶς ἀποφηναμένους, δῆλός ἐστι τὸ πρώτιστον καὶ καθολικώτατον ὁμολογῶν ἀγαθὸν διὰ τοῦ εἰ‐ πεῖν τἀγαθὸν καὶ οὗ πάντα ἐφίεται. ἡ γὰρ λέξις ἡ τἀγαθὸν τοῖς περὶ Πλάτωνα ἐπὶ τοῦ πρώτου καὶ καθόλου ἐτίθετο καὶ αὐτὸ τὸ λέγειν “οὗ | |
30 | πάντα ἐφίεται” τὸ καθολικώτατον δηλοῖ καὶ πρώτιστον. εἰ γὰρ πάντα ἐκείνου ἐφίεται, ὑπὲρ τὰ πάντα ἐξ ἀνάγκης ἐστί· τὸ δὲ πάντα οὐδὲν τῶν ὁπωσοῦν ὄντων ἔξω ἑαυτοῦ ἐᾷ νοεῖν. εἰ οὖν πάντα ἐκείνου ἐφίεται, ὑπὲρ πάντα ἐξ ἀνάγκης ἐστὶ καὶ πρώτιστον πάντων καὶ αἰτιώτατον καὶ καθολι‐ κώτατον, οὐχ ὡς ἐπὶ τοῖς πολλοῖς οὐδὲ δεύτερον τῶν πολλῶν (πῶς γὰρ | |
35 | τοῦ δευτέρου τὰ πρῶτα ἐφίεται;) ἀλλὰ δηλονότι τοῦ πρωτίστου καὶ ὑπὲρ ἅπαντα, ὥστε περιττῶς ἔοικεν ἐνίστασθαι πρὸς τοὺς τὸ καθόλου ἀγαθὸν λέγοντας οὕτως ὡς λέγουσιν, ἐξ ἀρχῆς μὲν καὶ αὐτὸς ὁμολογήσας αὐτό, | |
νῦν δὲ σοφιστικώτερον πρὸς ἐκεῖνο μαχόμενος. | 45 | |
46(1n) | Ἔτι δὲ ἐπεὶ τῶν κατὰ μίαν ἰδέαν μία ἐπιστήμη. | |
2 | Εἰ καὶ σοφιστικῶς ἐπιχειρεῖ πρὸς τοὺς τὸ καθόλου καὶ ἓν ἀγαθὸν παρεισάγοντας, ἀλλ’ οὖν οὐ παραιτητέον οὔτε τὰ αὐτοῦ διασαφεῖν οὔτε μὴν τἀληθὲς κατὰ τὸ δυνατὸν παριστᾶν. συλλογίζεται οὖν οὕτως· τῶν κατὰ | |
5 | μίαν ἰδέαν μία ἐπιστήμη· τῶν ἀγαθῶν οὐκ ἔστι μία ἐπιστήμη· τῶν ἀγα‐ θῶν ἄρα οὐκ ἔστι μία ἰδέα. ἔστι δὲ ὁ τρόπος ἐν δευτέρῳ σχήματι δεύ‐ τερος. ὅτι δ’ οὐκ ἔστι μία ἐπιστήμη τῶν ἀγαθῶν, ἐκ τοῦ μᾶλλον δεί‐ κνυσιν. εἰ γὰρ τῶν ὑπὸ μίαν κατηγορίαν ἀγαθῶν οὐκ ἔστι μία ἐπιστήμη, πολλῷ ἧττον ἔσται τῶν ὑπὸ διαφόρους. μᾶλλον γὰρ ἂν δόξειε τῶν ὑπὸ | |
10 | μίαν κατηγορίαν τὴν αὐτὴν ἐπιστήμην εἶναι ἢ τῶν ὑπὸ διαφόρους. ὅτι δ’ εἰσὶν ἀγαθὰ ὑπὸ μίαν μὲν κατηγορίαν ἀναφερόμενα, διαφόρους δ’ ἐπιστή‐ μας ἔχοντα περὶ αὐτὰ καταγινομένας, ἐκ τῆς ἐπαγωγῆς δείκνυσι. τοῦ γὰρ καιροῦ φησιν ἑνὸς καὶ τοῦ αὐτοῦ κατὰ γένος ὄντος πολλαὶ αἱ περὶ αὐτὸν καταγινόμεναι ἐπιστῆμαι. ἔστι γὰρ πολέμου καιρός, ὅτε συμφέρει τοῖς | |
15 | ἐχθροῖς πολεμεῖν, οὗ ἐπιστήμη ἡ στρατηγική, ἐν δὲ νόσῳ καιρός, ὅτε χρὴ προσφέρειν τροφὴν ἢ πόσιν, καὶ τούτου ἐπιστήμη ἰατρική, ἕτερα δὲ πρὸς ἄλληλα ἰατρικὴ καὶ γυμναστική. ταῦτα Ἀριστοτέλης· δεῖ δ’ ἀντιθεῖναι καὶ πρὸς ταῦτα τὰ ἐγχωροῦντα. ὅτι μὲν γὰρ οὐδὲ ταῦτα πρὸς τὴν θέσιν τοῦ πρώτου ἀγαθοῦ καὶ ὃ οὐδὲν ἄλλο ἢ τἀγαθόν ἐστι δύναταί τι δῆλον | |
20 | ἂν εἴη. ὅτι γὰρ πάντα ἐκεῖνο τὸ ἀγαθῦνον ἐστὶ καὶ πάντα κατὰ τὴν ἑκά‐ στου ἀνάλογον μετοχὴν ἐκείνου ἀγαθὸν λέγεται οὐδεὶς νοῦν ἔχων ἀμφισβη‐ τήσειε. τί γὰρ εἰ τὸ μὲν μᾶλλον ἀγαθὸν τὸ δ’ ἧττον ἢ τὸ μὲν ἐγγύτερον ἐκείνου τὸ δὲ πορρώτερον ἢ τὸ μὲν ἀγαθὸν καθ’ αὑτό, ὡς ὑγίεια σώμα‐ τος καὶ ψυχῆς ἀρετή, τὸ δὲ πρὸς τούτων τι συμβαλλόμενον, ὡς δίαιτα | |
25 | καὶ γυμνάσιον καὶ φάρμακόν τι καὶ ἴαμα, ἢ ὡς κακουχία καὶ σκληραγωγία σώματος, ἵνα τῇ ψυχῇ τὸ καρτερὸν καὶ ἀπαθὲς περιγίνοιτο. τάξις γὰρ πᾶσιν, ὡς τὸ μὲν τιμιώτερον ἐν αὐτοῖς εἶναι, τὸ δὲ τῇ τιμιότητι δεύτερον, τὸ δὲ τρίτον καὶ ἐφεξῆς, καὶ τὴν τοῦ ἀγαθοῦ μέθεξιν ὑπάρχειν ἑκάστῳ κατὰ τὴν αὐτοῦ τάξιν. καὶ εἰ ἀγαθὸν ἡ τάξις τοῖς οὖσιν, ὡς ἡ ἀταξία | |
30 | κακόν, πῶς εὐλόγως ἄν τις ἐρεῖ, ὅτι μὴ κατὰ τάξιν τοῖς πράγμασιν ἡ τοῦ ἀγαθοῦ μετάδοσις γίνεται. ἢ ἀπαιτείτω τις ὁμοταγῆ πάντα εἶναι, ὁμοειδῆ τε καὶ ὁμοφυῆ καὶ τὸ διάφορον ἀφαιρείτω τῆς τῶν ὄντων ἁπάντων ὑπάρ‐ ξεώς τε καὶ τάξεως μηδὲ κόσμον εἶναι μηδ’ ἁρμονίαν τινὰ ἐν αὐτοῖς, ἀλλ’ εἰκῇ συγκεχύσθαι πάντα ἢ εἰ κόσμος καὶ τάξις καὶ πάντα μὲν ἐξ ἑνός, | |
35 | πλὴν οὐ τὰ αὐτὰ κατ’ εἶδος οὐδὲ κατὰ γένος, ἀλλὰ διαφορὰ πολλὴ ἐν αὐτοῖς, ὡς τὰ μὲν ὑφειμένα εἶναι τὰ δ’ ὑπερέχοντα ἔσται καὶ τὰ μὲν κρείττω τὰ δὲ χείρω καὶ τὰ μὲν ἐγγύτερα [τοῦ πόρρω] τὰ δὲ πορρώτερα· | |
καὶ ἡ μετουσία τοῦ πρώτου ἑκάστῳ ἀνάλογος· εἰ οὖν καὶ αἱ φύσεις διά‐ | 46 | |
47 | φοροι καὶ τιμιότης καὶ τάξις ἑκάστῃ ἁρμόζουσα, πῶς οὐχὶ καὶ τὴν ψυχὴν ἀναγκαῖον θεωροῦσαν ἕκαστα οἰκείως ἐπιβάλλειν ἑκάστῳ καὶ οἰκείως θεω‐ ρεῖν καὶ τέχνας συνιστᾶν καὶ ἐπιστήμας κατά τε γένη τῶν πραγμάτων καὶ εἴδη καὶ θεωρεῖν τὰς φύσεις κατὰ τὸ ἑκάστῃ ἀνάλογον; νοῦς μὲν γὰρ | |
5 | ὕλης ἀπόλυτος ὢν καὶ σώματος ἀθρόως πάντα θεωρήσει καὶ ἡνωμένως τὰ πεπληθυσμένα καὶ ἀμερίστως τὰ εἰδητικῶς ἀριθμούμενα καὶ ἀδιαιρέτως τὰ διῃρημένα περιέχων, ψυχὴ δὲ ἐφίεται μὲν τὴν ἀθρόαν ἐνέργειαν τοῦ νοῦ περιλαβεῖν, ὀρεγομένη τῆς ἐν αὐτῷ τελειότητος, καὶ τὸ ἓν ἐκείνου καὶ ἁπλοῦ τῆς νοήσεως εἴδους. μὴ δυναμένη δὲ τῆς ἀθρόας ἐκείνου ἐφικέσθαι | |
10 | νοήσεως, περιθεῖ τε τὸν νοῦν καὶ περιχορεύει κύκλῳ καὶ ταῖς μεταβάσεσι τῶν ἐπιβολῶν διαιρεῖ τὸ μεριστὸν τῶν εἰδῶν καὶ διάφορον. διὰ τοῦτο καὶ τρόπους γνώσεως ἄλλους καὶ ἄλλους ἐπινοεῖ, ἵν’ οἰκείως ἑκάστῳ τοῖς γνω‐ στοῖς ἐπιβάλλουσα τῆς τῶν πάντων ἐφίκηται γνώσεως. ὡς γὰρ ἄλλῳ ἄλλη φύσις καὶ τάξις ἐφήρμοσεν, οὕτω καὶ τρόπος γνώσεως ἕτερος ἑτέρῳ. | |
15 | ὥσπερ οὖν ὡς ὄντα οὐ τὸν αὐτὸν τρόπον ἔσχε τῆς γνώσεως πάντα τὰ ὄντα, οὕτως οὐδὲ τῶν κατὰ μέρος ἀγαθῶν ἁπάντων μία γνῶσις ᾗ ἀγαθὰ οὐδὲ τῶν καιρῶν ᾗ καιροὶ οὐδὲ τῶν μετρίων ᾗ μέτρια οὐδὲ τῶν ἄλλων τῶν ὁμοίως τούτοις λαμβανομένων. καὶ ὥσπερ οὐ δεῖ θαυμάζειν εἰ τῶν ὄντων ἕκαστον ᾗ ἕκαστον τόδε ἢ τόδε ἐστίν, οἷον φυσικὸν ἢ μαθηματι‐ | |
20 | κὸν ἢ θεῖον καὶ ἔτι οὐράνιον ἢ χερσαῖον ἢ θαλάττιον ἢ ἀέριον ἢ πύριον ἢ μετέωρον καὶ τὰ λοιπὰ ὡσαύτως δι’ ἄλλου καὶ ἄλλου τρόπου γινώσκεται γνώσεως, οὕτως οὐδὲ ᾗ καιρὸς ἢ μέτρον ἢ ἄλλο τι ὁμοιότροπον ἕτερον, ὥστε πάντα μὲν τἀγαθὰ ὡς ἑνὸς μετέχοντα εἰς ἓν ἀναφέρεται, καὶ ἐπι‐ στήμης ἂν εἴη τῆς αὐτῆς εἰδέναι πάντα, ὡς εἰς ἐκεῖνο ἀναφερόμενα καὶ | |
25 | ἐκείνου μετέχοντα. ᾗ δὲ καθ’ αὑτό ἐστιν ἕκαστον καὶ ᾗ τόδε ἢ τόδε ἐστὶν ἄλλης καὶ ἄλλης τέχνης καὶ ἐπιστήμης τῇ οἰκείᾳ αὐτοῦ ἐφαρμο‐ ζούσης φύσει καὶ τελειότητι. δεῖ δὲ καὶ περὶ τῆς οὐσίας ἐξετάσαι εἰ καλῶς εἴρηται πρότερον ὡς οὐκ ἔστιν ἐν αὐτῇ τὸ μᾶλλον καὶ ἧττον, ὡς εἶναι συμβεβηκὸς πᾶν ὁτιοῦν ἐν ᾧ ἐπίτασις θεωρεῖται καὶ ἄνεσις, καὶ μηδὲ | |
30 | τῷ αὐτῷ εἴδει τὸ μὲν οἰκειότερον εἶναι τῶν μετεχόντων, τὸ δ’ ἀνοικειό‐ τερον, ἵνα μὴ τῇ ἐπιτάσει καὶ ἀνέσει τῆς μετοχῆς μᾶλλον καὶ ἧττον εἶναι κατ’ ἐκεῖνο τὰ μετέχοντα λέγηται, ὡς εἶναι κινδυνεύειν συμβεβηκὸς τὸ οὑτωσὶ μετεχόμενον. δόξειε γὰρ ἄν, εἰ μὴ τὸ μᾶλλον καὶ ἧττον κἀν ταῖς οὐσίαις ζητήσεως ἄξιον, πῶς τῶν ὄντων τὰ μὲν μᾶλλον μεθέξει τοῦ | |
35 | ὄντος, τὰ δὲ ἧττον. εἰ δὲ μὴ μᾶλλον καὶ ἧττον ἡ μέθεξις, εἴη ἂν ἐπίσης ὄντα τοῖς ἀιδίοις τὰ γεννητὰ καὶ τοῖς ἀφθάρτοις τὰ φθαρτά. ἀλλ’ οὐδὲ τὰ μὲν ἐγγύτερα τοῦ πρώτως ὄντος, τὰ δὲ πορρώτερα, ἀλλ’ ἔσται πάλιν ὡσαύτως ἡ μέθεξις· οὐδ’ αὐτὸ δὲ τὸ μεταδιδὸν τῆς ὀντότητος πλεῖον ἕξει τῶν ἄλλων καὶ τῶν ἐξ αὐτοῦ τῇ φύσει πρῶτον ἔσται, ἀλλ’ ἢ μόνον | |
40 | τάξει, ὡς αἴτιον, τὰ δ’ ὡς αἰτιατὰ δεύτερα, ἵνα μὴ τὸ συμβεβηκότα εἶναι | 47 |
48 | αὐτοῖς γένηται διὰ τὸ μᾶλλον καὶ ἧττον τῆς οὐσιότητος, οὐδ’ ἡ ἔφεσις αὐτοῖς καὶ ἡ πρὸς τὴν ἀρχὴν ἐπιστροφὴ ἄλλως καὶ ἄλλως, ἀλλ’ ὡσαύτως, καὶ ἡ αὐτὴ τῶν νοητῶν καὶ νοερῶν, τῶν λογικῶν καὶ αἰσθητικῶν, τῶν ζώντων ἁπλῶς καὶ οἷς μόνον τοῦ εἶναι μέτεστιν, ἃ πάντα καὶ παρ’ αὐτήν | |
5 | ἐστιν τὴν ἐνάργειαν. ἢ οὐχ ἁπλῶς τὸ μὴ ἔχειν τὴν οὐσίαν τὸ μᾶλλον καὶ ἧττον λαμβάνεται, ἀλλ’ ὥσπερ ὅταν λογικῶς θεωρῶμεν, πρῶται οὐσίαι λέγονται καὶ κυρίως καὶ μάλιστα ὅσαι τῇ αἰσθήσει ὑπόκεινται, δεύτεραι δ’ ὅσαι ἐξ ἀφαιρέσεως [ἐκ] ταύτης λαμβάνονται, ἐννοήματα μόνον οὖσαι χωρὶς ὑποστάσεως, καὶ τούτων μᾶλλον οὐσίαι αἱ ἐγγύτερον τῆς πρώτης | |
10 | καὶ τόσῳ μᾶλλον ὅσῳ ἐγγύτερον, καὶ τόσῳ ἧττον ὅσῳ πορρώτερον, οὕτω κἀπὶ τῶν νοητῶν πρώτη οὐσία καὶ μάλιστα ᾗ νοῦς ἐπιβάλλει πρώτως καθαρὸς καὶ τοῦ ὄντος ᾗ ὂν ἀμέσως ἐποπτικώτατος πᾶν περιλαμβάνων τὸ ὂν ᾗ ὄν ἐστιν, ὡς μηδὲν ἔξω τῆς αὑτοῦ ἐπιβολῆς φέρεσθαι, δεύτερα δὲ τὰ ἑξῆς, ὅσα τῇ τοῦ πρώτου ὄντος καὶ πρώτου νοητοῦ μετοχῇ εἶναι | |
15 | λέγεται. καὶ δεύτεραι οὐσίαι αἱ μετ’ ἐκεῖνο, βαθμηδὸν ὡς εἰπεῖν προβαί‐ νουσαι ἄχρι καὶ τῶν ὑπ’ αἴσθησιν καὶ ὑπὸ γένεσιν. καὶ ταύτῃ μᾶλλον καὶ ἧττον εἶναι οὐκ ἄτοπον, οὐδὲ λέγεσθαι, εἴπερ καὶ εἶναι. εἰ γὰρ καὶ καὶ ἡ οὐσία πως λέγεται μὴ ἔχειν τὸ μᾶλλον καὶ ἧττον, 〈ἀλλ’ οὐχ ἁπλῶς λέγεται. τοῦτο δὲ ὅπερ ἔστι, καὶ τοῦτ’ ἐπὶ τῶν αἰσθητῶν καὶ τῶν ἐξ | |
20 | ἀφαιρέσεως δῆλον. κατὰ γὰρ μίαν καὶ τὴν αὐτὴν τάξιν οὔτ’ αὐτή τις πρὸς ἑαυτὴν οὔθ’ ἑτέρα πρὸς ἑτέραν μᾶλλον καὶ ἧττον〉, οἷον ὁ τὶς ἄνθρω‐ πος οὔτ’ αὐτὸς πρὸς ἑαυτὸν νῦν μὲν μᾶλλον νῦν δ’ ἧττον ἄνθρωπός ἐστιν οὔτε πρὸς ἕτερον τῶν καθ’ ἕκαστα οὔτε ὁ τὶς ἵππος· ὡσαύτως οὔτε ὁ τὶς ἄνθρωπος πρὸς τὸν τινὰ ἵππον. τῆς αὐτῆς γὰρ τάξεως τὰ καθ’ ἕκαστα | |
25 | καὶ τὰ εἰδικώτατα ὁμοίως πρὸς ἄλληλα καὶ τὰ ὑπὲρ αὐτὰ προσεχῆ καὶ ἀεὶ μέχρι τοῦ ἀνωτάτω τὰ ἀντιδιῃρημένα τε καὶ ὁμοταγῆ ὡσαύτως οὐ‐ σίαι καὶ οὐδὲν μᾶλλον ἢ ἧττον τοῦ ἑτέρου τὸ ἕτερον. ἐν δὲ τοῖς κατ’ ἄλλην καὶ ἄλλην τάξιν θεωρουμένοις τὸ μᾶλλον καὶ ἧττον λαμβάνεται, ὡς εἶναι μᾶλλον τῇ πρώτῃ οὐσίᾳ ἐγγίζοντα, ἧττον δὲ τὰ ταύτης πορρώτερα. | |
30 | διότι καὶ οἰκειότερα αὐτῆς καὶ γνωριστικώτερα τὰ ἐγγύτερα καὶ αὐτῇ ὁμοιότερα, ὅτι καὶ τοῖς ἐπέκεινα πρὸς κατηγορίαν ὑπόκειται καὶ τοῖς ἑτε‐ ρογενέσι πρὸς ὕπαρξιν, καὶ διὰ μέσου αὐτῆς, ὡς ἐκείνη τοῖς ἅπασιν. ὡς οὖν ἐπὶ τούτων, οὕτως ἔστι καὶ ἁπλῶς ἐπὶ τῶν ὄντων εἰπεῖν. τὸ μὲν πρώ‐ τως ὂν καὶ μηδὲν ἄλλο ἢ ὂν πρώτη οὐσία καὶ κυρίως καὶ μάλιστα, οὐκ | |
35 | αἰσθητῶς ἀλλὰ νοητῶς τὴν ὑπόστασιν ἔχουσα, τὰ δὲ μετ’ αὐτὴν πάντα μὲν ὁμοῦ δεύτερα, ἐπεὶ μετὰ τὸ πρῶτον ὂν αὐτοῖς ἡ ὑπόστασις, μᾶλλον δὲ ἀεὶ ὄντα τὰ τῷ πρώτῳ ἐγγύτερα καὶ ἧττον τὰ πορρώτερα ἄχρι τῶν | |
αἰσθητῶν καὶ τῶν ἐν γενέσει. τὰ δ’ ὁμοταγῆ καὶ ἐπίσης ἐν τούτοις ὄντα | 48 | |
49 | καὶ ἕτερον ἑτέρου οὔτε μᾶλλον οὔθ’ ἧττον, ὡς καὶ τὴν τάξιν τῶν ὄντων σώζεσθαι καὶ τὴν μετοχὴν τοῦ πρώτου ὑπάρχειν τῇ τάξει ἀνάλογον· καὶ τὸ μᾶλλον καὶ ἧττον ἐν αὐτοῖς θεωρεῖσθαι ἔστι μὲν ὥς, ἔστι δ’ ὡς οὔ, ὡς ἤδη εἴρηται. κατὰ δέ γε τὸ συμβεβηκὸς αὐτό τέ τι πρὸς ἑαυτὸ μᾶλλον | |
5 | καὶ ἧττον ἔσται ἐνίοτε καὶ ὁμοταγὲς πρὸς ὁμοταγὲς οὐδὲν κωλύσει καὶ εἶναι καὶ λέγεσθαι. ταῦτα ἡμεῖς περί τε τοῦ ἀγαθοῦ καὶ τῆς οὐσίας ὑπο‐ δυόμενοι τὸν Πλάτωνα. περὶ δὲ τῶν ἰδεῶν ἁπλῶς τῶν τε νοερῶν καὶ νοη‐ τῶν καὶ τῶν πρώτων καὶ δευτέρων ὡς οἱ περὶ Παρμενίδην καὶ Πλάτωνα ἔθεντο καὶ περὶ τῆς τοῦ ἀγαθοῦ ζητήσεως λεγόντων, οἳ καὶ τὰ εἴδη εἰση‐ | |
10 | γήσαντο, καὶ παριστάντων ὅτι τε εἰσὶ καὶ πῶς εἰσι καὶ τίς ἡ τάξις αὐτοῖς καὶ ἐνέργεια καὶ δὴ λέγουσι καὶ ὁ βουλόμενος ἀναλεγέσθω τὰ παρ’ ἐκείνοις. | |
12n | Ἀπορήσειε δ’ ἄν τις, τί ποτε καὶ βούλονται λέγειν. | |
13 | Οὗτος ὁ λόγος οὐ πρὸς τὸ ἀγαθὸν μόνον ἀνθίστασθαι ἔοικεν, ἀλλὰ πρὸς πᾶν ἁπλῶς, ὅπερ ὡς πρὸ τῶν μερῶν καθόλου πρὸς τῶν Πλατωνικῶν | |
15 | λέγεται. ἔστι δὲ ἡ ἐπιχείρησις ἀπὸ ὅρου. εἰ γὰρ ἄνθρωπος, φησίν, ἑκάτερός ἐστιν ὅ τε αὐτοάνθρωπος καὶ ὁ ἄνθρωπος, τὸν αὐτὸν λόγον ᾗ ἄνθρωπος ἑκά‐ τερος ἐπιδέξεται καὶ οὐδὲν ἀλλήλων ὡς ἄνθρωποι διοίσουσιν· εἰ δὲ τοῦτο, οὐδ’ ᾗ ἀγαθοί. ὃν γὰρ λόγον ἔχει ὁ ἄνθρωπος πρὸς τὸν αὐτοάνθρωπον, τὸν αὐτὸν τὸ ἀγαθὸν πρὸς τὸ αὐτοαγαθόν. εἰ οὖν ἐκεῖ ἡ αὐτὴ φύσις ἀν‐ | |
20 | θρώπου καὶ αὐτοανθρώπου, εἴη ἂν καὶ 〈ὁ〉 λόγος ἀμφοτέρων ὁ αὐτός· ὥστε κἀνταῦθα εἰ ἡ αὐτὴ φύσις ἀγαθοῦ καὶ αὐτοαγαθοῦ, ἔσται καὶ ὁ λόγος αὐτοῖς ὁ αὐτός. ἔσται ἄρα ἐκεῖ τε ὁ ἄνθρωπος ὁ αὐτός, κἀνταῦθα τὸ ἀγαθὸν τὸ αὐτό, ὡς εἶναι περιττὴν τὴν τοῦ καθόλου ὑπόθεσιν, κατὰ φύσιν ὄντων τῶν αὐτῶν τοῦ αὐτοῦ καὶ τοῦ μὴ αὐτοῦ. ἀλλὰ πῶς τὸ ἀγα‐ | |
25 | θόν, ὦ Ἀριστότελες, τὸ αὐτὸ ἔσται καὶ ὡσαύτως ἐν τῷ ἀύλῳ καὶ ἐν τῷ ἐνύλῳ καὶ ἐν τῇ εἰκόνι καὶ τῷ παραδείγματι καὶ ἐν τῷ ἁπλῷ καὶ τῷ συνθέτῳ καὶ τῷ κατὰ μέθεξιν καὶ τῷ ἀμεθέκτῳ; ἢ καὶ ὁ λόγος ὁ τοῦ τί ἦν εἶναι πῶς ἔσται ὁ αὐτὸς τοῖς οὕτως ὡς εἴρηται διεστῶσι πρὸς ἄλ‐ ληλα, εἰ μὴ καὶ ἡ εἰκὼν καὶ τὸ ἀρχέτυπον ὡσαύτως τὸν τῆς οὐσίας 〈λό‐ | |
30 | γον〉 ἐπιδέχεται; ἔπειτα, ἐπεὶ καὶ κατὰ σὲ ἐπὶ τῶν ἐνύλων καὶ φυσικῶν τότε ἕξει ὁ ὅρος τὸ τέλειον ὅταν ἡ ὕλη καὶ τὸ εἶδος ἀλλήλοις συνέρχων‐ ται, ἐὰν καὶ ἐπὶ τῶν ἀύλων οὕτω τοὺς ὅρους ληψόμεθα, ἔνυλα ἔσται τὰ ἄυλα. ἀλλὰ τοῦτο ἀδύνατον. οὐκ ἄρα τοῖς πρὸ τῶν ἐνύλων καὶ τοῖς ἐνύλοις οἱ αὐτοὶ ὅροι ἔσονται. | |
34n | Ἀλλὰ μὴν οὐδὲ τῷ ἀίδιον εἶναι. | |
35 | Ὥς τινος ἀντιθέντος ὅτι ἐκεῖνα μέν εἰσιν ἀεί, τὰ δ’ ἐνταῦθα γινόμενα | 49 |
50 | καὶ ἀπογινόμενα, τὸ δὲ ἀεὶ εἶναι τοῦ ποτὲ μᾶλλον εἶναί ἐστι, λύει τὴν ἀντίθεσιν, δυνάμει πάλιν τῷ λόγῳ χρώμενος τῆς οὐσίας καὶ γυμνάζων τὴν ἐπιχείρησιν ὡς ἐπὶ παραδείγματος τοῦ λευκοῦ. καί φησιν, ὡς ἐπὶ τοῦ λευκοῦ χρώματος, ὅταν ὦσι δύο λευκά, τὸ μὲν πολυχρόνιον, τὸ δὲ ἐφή‐ | |
5 | μερον, οὐκ ἂν ἐρεῖ τις μᾶλλον εἶναι λευκὸν τοῦ ἐφημέρου τὸ πολυχρόνιον (ὁ γὰρ αὐτὸς ἐν ἀμφοῖν λόγος σώζεται, ᾗ λευκά ἐστιν), οὕτως οὐδὲ τὸ ἀίδιον ἀγαθὸν μᾶλλον ἔσται ἀγαθὸν τοῦ προσκαίρου, ἐπίσης ἀμφοῖν τοῦ λόγου ἐφαρμόζοντος. ὁ γὰρ λόγος ἡ οὐσία ἑκάστου ἐστί. καὶ ὡς ἑκάστη οὐσία τοῦθ’ ὅπερ ἐστὶν οὐκ ἔστι μᾶλλον καὶ ἧττον, οὕτω καὶ ὁ τῆς οὐσίας δη‐ | |
10 | λωτικὸς λόγος ἐν διαφόροις θεωρούμενος καὶ ἐφαρμόζων αὐτοῖς οὐκ ἔσται μᾶλλον καὶ ἧττον, κἂν τὸ μὲν ἐν χρόνῳ διαρκῇ μακροτέρῳ, τὸ δ’ ἐν ἐλάτ‐ τονι. οὐδὲ γὰρ ἄνθρωπος ἀνθρώπου βραχυβιωτέρου μακρόβιος μᾶλλον ἄνθρωπος, τοῦ τῆς οὐσίας λόγου ἐπίσης ἀμφοῖν ἐφαρμόζοντος. οὐδὲν γὰρ ὁ χρόνος εἴδει τινί, ᾗ εἶδός ἐστι, προστίθησιν. ἔστι μὲν καὶ αὐτόθεν πρὸς | |
15 | τοῦτο ἀπολογήσασθαι καὶ δεῖξαι μᾶλλον ἀγαθὸν τοῦ ἐφημέρου τὸ ἀίδιον. εἰ γὰρ τὸ εἶναι ἑκάστῳ κρεῖττον τοῦ μὴ εἶναι, καὶ τὸ ἀεὶ εἶναι κρεῖττον τοῦ ποτέ. τῷ γὰρ ποτὲ ὄντι, ὅταν τὸ εἶναι διακόπτηται, τότε οὐκ ἔστιν ὄν, ἀλλὰ δὴ μὴ ὄν. ὂν δὲ τότε τὸ ἀίδιον κρεῖττον τοῦ μὴ ὄντος ἐστί. τὸ δὲ κρεῖττον ἀγαθοῦ ἐπιτάσει κρεῖττον λέγεται. ᾧ δὲ ἡ ὕπαρξις τοῦ | |
20 | ἀγαθοῦ ἐπιτέταται, τοῦτο μᾶλλον ἀγαθόν. ἀλλ’ οὐδὲ ἡ αὐτὴ σύγκρισις πρὸς ἄλληλα τοῦ ἐπὶ χρόνον διαρκοῦντος μακρὸν πρὸς τὸ ἐπ’ ἐλάττονα καὶ τοῦ ἀιδίου πρὸς τὸ ἐφήμερον. βραχυχρόνιον γάρ τι καὶ μακροχρόνιον ἕτερον τῆς αὐτῆς εἶναι ἐνδέχεται φύσεως, ἀίδιον δὲ καὶ ἐφήμερον οὐκ ἐνδέχεται. ὡς γὰρ τὸ ἐφήμερον οὐσίας ἐνύλου καὶ ῥευστῆς καὶ γινομένης μὲν ἔστ’ | |
25 | ἂν ᾗ, μηδέποτε δ’ οὔσης, οὕτως τὸ ἀίδιον ἀύλου καὶ ἀρρεύστου καὶ ὄντως οὔσης καὶ ὑπὲρ γένεσιν. ἔστι δὲ καὶ ἄλλως λῦσαι. εἰ γὰρ τὸ μὲν ἀγαθὸν ὡς ὑπάρχον καὶ αὐτὸ ὂν ὃ εἶναι λέγεται, τὸ δὲ τῷ μετέχειν ἐκείνου, πῶς οὐκ ἂν εἴη πρώτως καὶ κυρίως καὶ μάλιστα τὸ ὂν ᾗ αὐτὸ ὅ ἐστι τοῦ τῷ μετέχειν ἐκείνου ὑπάρχοντος, ὥσπερ τὸ πρωτότυπον τῆς εἰκόνος αὐτοῦ; | |
30 | εἴποι δ’ ἄν τις καὶ πρὸς τὸν Ἀριστοτέλην εἰκότως, ὡς ἔοικας, ὦ Ἀρι‐ στότελες, φίλος καὶ ὁμιλητὴς ὑπάρξας τοῦ Πλάτωνος, ἐπίτηδες πρὸς τὴν δόξαν τῶν ἰδεῶν οὕτω σοφιστικῶς ἀπορεῖν, ἵν’ ἐκ τοῦ μηδὲν λέγειν γεν‐ ναῖον κατ’ αὐτῶν τὴν περὶ αὐτῶν δόξαν στερροτέραν ἀποφανῇς. | |
34n | Πιθανώτερον δ’ ἐοίκασιν οἱ Πυθαγόρειοι. | |
35 | Δύο συστοιχίας ὁ Πυθαγόρας ἐξέθετο· μίαν μὲν ταύτην, πέρας περιτ‐ τὸν ἓν δεξιὸν ἄρρεν εὐθὺ φῶς τετράγωνον ἠρεμοῦν ἀγαθόν, ἑτέραν δὲ | |
ταύτην, ἄπειρον ἄρτιον πλῆθος ἀριστερὸν θῆλυ καμπύλον σκότος ἑτερό‐ | 50 | |
51 | μηκες κινούμενον κακόν. αὗται μὲν οὖν αἱ δύο συστοιχίαι οὕτως ὀνομα‐ ζόμεναι, ὅτι ἔκθεσις πραγμάτων ἐστὶν ἑκατέρα συστοιχούντων ἀλλήλοις. ἕκαστον δὲ τῶν δευτέρων πρὸς ἕκαστον τῶν προτέρων ἀντίκειται· πρὸς τὸ πέρας τὸ ἄπειρον, πρὸς τὸ περιττὸν τὸ ἄρτιον, καὶ οὕτως ἑξῆς, καὶ τελευ‐ | |
5 | ταῖον τὸ κακὸν πρὸς τὸ ἀγαθόν. οὐδὲ Πυθαγόραν δὲ ὡς ἁπλῶς κατορ‐ θοῦντα τὸν περὶ τοῦ ἀγαθοῦ λόγον ἐπαινεῖ, ἐπεὶ μηδ’ ἁπλῶς ἔφησεν ὀρθῶς λέγειν αὐτόν, ὑπερέθετο δέ πως τὸν αὐτοῦ λόγον τῶν τοῦ Πλάτω‐ νος, ἐοίκασι λέγειν εἰπών, οὐ λέγουσι καὶ πιθανώτερον, οὐκ ὀρθότερον. πιθανὸν δὲ οὐ τὸ ἀληθὲς ἁπλῶς καὶ εὔλογον ἀλλὰ τὸ ἔμφασιν ἔχον ἀλη‐ | |
10 | θείας. λέγοι δ’ ἄν, ὅτι τὸ ἓν ἐν τῇ τῶν ἀγαθῶν συστοιχίᾳ οἱ Πυθαγό‐ ρειοι τάξαντες παριστῶσι τὴν φύσιν αὐτοῦ τελειωτικήν τινα καὶ σωτήριον. ἕκαστον γὰρ τῶν πραγμάτων ἐν τούτῳ τελειοῦται καὶ ἀγαθύνεται καὶ τη‐ ρεῖται, ἐν τῷ μένειν ἐν τῷ ἑνί, ἀσκέδαστον ὂν καὶ ἀδιαίρετον· σκεδασθὲν δὲ οἴχεται. καὶ τάχα τοῦτο κρίνει Ἀριστοτέλης οἰκειότερον εἶναι λέγειν | |
15 | περὶ τοῦ ἀγαθοῦ καὶ ἰδέαν τίθεσθαι αὐτό. φησὶ δὲ καὶ Σπεύσιππον ἐπα‐ κολουθῆσαι αὐτοῖς, θεολόγον ὄντα παρ’ Ἕλλησιν. ἀλλὰ πρὸς μὲν τοὺς Πυ‐ θαγορείους, φησί, καὶ τὸν Σπεύσιππον οὐκ ἔστιν νῦν ἡμῖν ὁ λόγος ἀλλὰ πρὸς τοὺς τὰς ἰδέας εἰσάγοντας· διὸ τούτους ἀφεὶς πρὸς Πλάτωνα τρέπεται. | |
19n | Τοῖς δὲ λεχθεῖσιν ἀμφισβήτησίς τις. | |
20 | Ἔοικεν ἑαυτῷ ἀκριβολογίαν τινὰ ὑποβάλλειν περὶ τοῦ ἀγαθοῦ, ἐξ ἧς εὑρήσει πρόφασιν τοῦ κατεπιχειρῆσαι καὶ ἔτι τῆς περὶ ἰδεῶν δόξης, ὡς δοκεῖν ἐπιμέμφεσθαι ἑαυτῷ ὡς ἐλλιπῶς ἐν τοῖς ἤδη ῥηθεῖσιν εἰρηκότι περὶ τοῦ ἀγαθοῦ. κατὰ γὰρ δύο, φησί, τρόπους λεγομένων τῶν ἀγαθῶν, συγκεχυμένως καὶ ἁπλῶς μέχρι νῦν ὁ περὶ τούτων λόγος γεγένηται. λέγε‐ | |
25 | ται γὰρ ἀγαθὰ καθ’ ἓν μὲν εἶδος ἃ καθ’ αὑτὰ ἀγαπᾶται, καθ’ ἕτερον δὲ τὰ τούτων ποιητικὰ ἢ φυλακτικά πως ἢ τῶν ἐναντίων κωλυτικά· ἃ οὐ καθ’ αὑτὰ λέγεται ἀγαθὰ ἀλλὰ δι’ ἐκεῖνα. λέγω δὲ τὰ καθ’ ἑαυτά, οἷον ὑγίεια μὲν ἀγαθὸν σώματι, ἀρετὴ δὲ ψυχῇ, ἃ κἂν μηδὲν ἄλλο αὐτοῖς ἀγαθὸν ἕπηται, ἀλλά γε καθ’ αὑτὰ ταῦτα αἱρετά τε καὶ διωκτά· τομαὶ | |
30 | δὲ καὶ φαρμακεῖαι ἀσκήσεις γυμνάσια ἀποχαὶ τῶνδε προσαγωγαὶ ἐκείνων πόνοι σκληρότητες δι’ ἐκεῖνα αἱρετά. ἐκεῖνα μὲν γὰρ κατὰ φύσιν καὶ τε‐ λειωτικὰ τῶν ὑποκειμένων, ταῦτα δὲ μόνον λυσιτελεῖ πρὸς ἐκεῖνα. ἐπεὶ γὰρ ἡ ἰατρικὴ ἢ παροῦσαν τὴν ὑγίειαν συντηρεῖν βούλεται ἢ ἀπογινομένην ἀνακαλεῖσθαι, διὰ τοῦτο νοσοῦντος μέν τινος ἀποχάς τινων παρακελεύεται, | |
35 | ἃ τὴν νόσον αὔξει, προσαγωγὰς δὲ τῶνδε, ἃ τῇ νόσῳ ἀντίκειται, ἢ οὐκ αὔξει τὸ παρὰ φύσιν, καὶ ἀφαιρέσεις ἐπιτηδεύει καὶ κενώσεις ὕλης, ὑγιαί‐ | |
νοντος δὲ καὶ ὑποπτευομένου νοσῆσαι ἢ δι’ ἐξαλλαγὴν ἀέρων ἢ καιρῶν | 51 | |
52 | ἢ διὰ δρᾶσίν τινα τῆς φθορᾶς τοῦ παντὸς ἢ διὰ φροντίδα καὶ κόπον καὶ λύπην καὶ τοιαῦτά τινα ἐνίοτε τρόπους πολυειδεῖς προφυλακῆς εὑρίσκει τὰς νόσους ἀποτρεπομένους. εὕροι δ’ ἄν τις ὁμοίως κἀπὶ τῆς ψυχῆς καὶ συν‐ τηρητικὰς ἐπιτηδεύσεις τῆς ἀρετῆς καὶ ἀποτρεπτικὰς τῆς κακίας. ταῦτα | |
5 | δὲ πάντα διὰ τὴν ὑγίειαν ἐπιτετήδευται καὶ τὴν ἀρετὴν τῇ ἠθικῇ ἢ τῇ πολιτικῇ. ποιητικὰ δὲ τῆς ἀρετῆς ἢ τῆς τοῦ σώματος ὑγιείας ἐνταῦθα λέγεται τὰ κατὰ ποιότητα πρὸς τὰς δυσκρασίας ἢ τὰς διαφορὰς ἴσως τῶν ἠθῶν ἀντικείμενα. | |
9n | Δῆλον οὖν ὅτι διττῶς λέγοιτ’ ἄν. | |
10 | Εἰπὼν ὅτι διττῶς τὰ ἀγαθά, τὰ μὲν καθ’ αὑτά, τὰ δὲ ὡς εἰς αὐτὰ συμβαλλόμενα, οὔπω μὲν τοῦτο ἔδειξε, λαμβάνει δ’ ἐν τῷ παρόντι ὡς ἐναργές, μόνον ὑπομνήσας ὅτι διχῶς τὰ ἀγαθὰ λέγεται, ἐφεξῆς δὲ δείκνυσι τοῦτο διὰ τῆς ἐπαγωγῆς. χωρίσαντες οὖν φησι ἀπὸ τῶν ὠφελίμων. ἔοικε τοιοῦτόν τι λέγειν, ὅτι ἴσως ἄν τις ἡμᾶς αἰτιάσαιτο ζητοῦντας μέν, | |
15 | εἰ ἔστι τις ἰδέα τοῦ ἀγαθοῦ, λαβόντας δὲ συγκεχυμένως τὰ ἀγαθὰ καὶ μὴ διαστείλαντας τῶν δι’ ἕτερα αἱρετῶν τὰ καθ’ αὑτὰ διωκτά, ἵν’ οὕτω δειχθῇ, ὑπὸ μίαν ἰδέαν ἀνάγεται τὰ καθ’ αὑτά. τὰ γὰρ δι’ ἕτερα ἀγαθά, ἐπεὶ οὐ δι’ ἑαυτὰ τοῦτο λέγεται, οὐδ’ ἔστιν ἁπλῶς ἀγαθά, οὐδ’ ὅλως πει‐ ρατέον εἰς τὴν τοῦ ἀγαθοῦ ἰδέαν ἀναγαγεῖν. ὅτι δὲ εἰσί τινα καθ’ αὑτὰ | |
20 | ἀγαθά, ἐκ τῆς ἐπαγωγῆς δείκνυσιν, ὁριζόμενος ἅμα καὶ λέγων· | |
21n | Καθ’ αὑτὰ δὲ ποῖα θείη τις ἄν; ἢ ὅσα. | |
22 | Δείκνυσιν ἤδη διὰ τῆς ἐπαγωγῆς, ὡς εἴρηται, εἶναί τινα καθ’ αὑτά, ἔτι δὲ καὶ ὁρίζεται τὸ καθ’ αὑτὸ ἀγαθόν, ὡς ἐπὶ πολλῶν μὲν τοῦτο ἀπο‐ διδούς, οὐδὲν δ’ ἧττον καὶ ὡς ἐπὶ ἑνὸς κοινοῦ τὸν λόγον ποιούμενος ἐφαρ‐ | |
25 | μόζοντα. καθ’ αὑτὰ γὰρ εἶναί φησιν, ὅσα καὶ μονούμενα, ἤτοι μηδενὸς ἄλλου ἀκολουθοῦντος αὐτοῖς ἢ ἐκ τῆς αἱρέσεως αὐτῶν ἀποβαίνοντος, εἰσὶ μόνα δι’ ἑαυτὰ αἱρετὰ καὶ διωκτά. καὶ μηδενὸς γὰρ ἐκ τῆς φρονήσεως ἀποβαίνοντος, διωκτὴ δι’ ἑαυτὴν ἡ φρόνησις καὶ ἡ κατ’ αὐτὴν ἐνέργεια. καὶ τὸ ὁρᾶν ὡσαύτως. οὐκ εἶπε δὲ φρόνησιν καὶ ὅρασιν ἀλλὰ φρονεῖν καὶ | |
30 | ὁρᾶν, ὅτι ἐκεῖνα μὲν ἕξεις, ταῦτα δὲ αἱ κατὰ ταύτας ἐνέργειαι (τελειότεραι δὲ τῶν ἕξεων αἱ ἐξ αὐτῶν ἐνέργειαι, διὸ καὶ αἱρετώτεραι), καὶ ἡδοναί τινες καὶ τιμαί. οὐ γὰρ πᾶσα ἡδονὴ ἢ τιμὴ ἀγαθόν· ἡ γὰρ τῶν κι‐ ναίδων οὐκ ἀγαθὸν οὐδ’ ἡ τῶν ψωριώντων, ἡ δ’ ἐκ τῆς θεωρίας τῶν ὄντων ἐπιγινομένη τῇ ψυχῇ ἀγαθὴ καὶ διωκτὴ τοῖς ἐχέφροσι καὶ τοῖς | |
35 | εἰδόσι τὴν ἀνθρώπου τελειότητα τίς ἐστι. καὶ ἡ ἐκ τῆς ἀπαθείας ὡσαύ‐ | 52 |
53 | τως, ὅταν ἡ ψυχὴ ἠρεμαίαν ἄγῃ γαλήνην καὶ ἀστασίαστον, ἀπαλλαγεῖσα τοῦ τῶν παθῶν κλύδωνος, τῶν χειρόνων δυνάμεων ὑποταγεισῶν τῇ κρείτ‐ τονι· οὕτω καὶ αἱ τιμαὶ αἱ ἐκ τῶν εἰδότων καὶ φρονούντων ὀρθῶς καὶ ἐπὶ ἀρετῇ καὶ σοφίᾳ αἱρεταὶ καὶ διωκταί, αἱ δ’ ἐκ τῶν τυχόντων καὶ ἀβελ‐ | |
5 | τέρων ἀποτρόπαιοι. | |
6n | Ταῦτα γὰρ εἰ καὶ δι’ ἄλλο τι διώκομεν, ὅμως. | |
7 | Τὸ γὰρ φρονεῖν ὅτι καὶ καθ’ αὑτὸ ἀγαθόν, δῆλον, ὡς τῆς κατὰ λο‐ γισμὸν ἀρετῆς ὂν ἐνέργημα. δῆλον δ’ ὅτι καὶ ὡς ὀνήσιμον εἰς πολλά, ἵνα μὴ λέγω πάντα, τὰ ἐν ταῖς κατὰ βίον ἡμῖν πράξεσι κατορθούμενα. | |
10 | καὶ τὸ ὁρᾶν ὡσαύτως ἀγαθὸν μὲν καὶ δι’ ἑαυτό, ὅτι πλείστας διαφορὰς ἡμῖν γινώσκειν παρέχεται, καὶ χρήσιμον δ’ οὐδὲν ἧττον ὅτι γνωρίζειν ποιεῖ καὶ πόρρωθεν τὰ βλαβερὰ καὶ ὠφέλιμα, ὡς τὰ μὲν φεύγειν, ἔστι δ’ οὗ καὶ ἀμύνεσθαι, τὰ δὲ διώκειν, ἔστι δ’ οὗ καὶ ἐφέλκεσθαι. οὕτω δ’ ἂν εὕροις καὶ ἐπὶ τῶν ἡδονῶν καὶ τῶν τιμῶν. | |
15n | Ἢ οὐδ’ ἄλλο οὐδὲν πλὴν τῆς ἰδέας. | |
16 | Εἰπὼν τὰ εἰρημένα εἶναι καθ’ αὑτὸ ἀγαθὰ ὡς τούτου ὁμολογουμένου ἐπήγαγε ταῦτα ἐπιμεμφόμενος. τὸ γὰρ ἢ οὐδ’ ἄλλο οὐδὲν πλὴν τῆς ἰδέας εἰρωνευομένου ἐστίν, ὡς εἰ ἔλεγεν, ἢ πάντα παρήσομεν τὰ ὄντα ὁμολογουμένως καθ’ αὑτὸ ἀγαθά, καὶ αὐτῆς τῆς ἐνεργείας καταφρονήσομεν | |
20 | καὶ μόνην ἐροῦμεν τὴν ἰδέαν καθ’ αὑτὸ ἀγαθόν. ἰδοὺ γὰρ παρ’ αὐτὴν ἀποπέφανται ἕτερα καθ’ αὑτὸ ἀγαθά, ὥστε περιττὴ ἡ θέσις τῆς ἰδέας. εἰ μὲν γὰρ οὐδὲν ἦν καθ’ αὑτὸ ἀγαθὸν τῶν ἐναργῶν, ἀναγκαῖον ἂν ἦν ἴσως ἕν τι τίθεσθαι καθ’ αὑτὸ ἀγαθόν, εἰς ὃ τὰ πολλὰ ἀναφερόμενα ἀγαθὰ δι’ ἐκεῖνο ἐλέγοντο. νῦν δὲ πολλῶν τοιούτων εὑρισκομένων ἡ τοῦ ἑνὸς | |
25 | ἐκείνου θέσις ματαία. ἀλλ’ εἰ καὶ καθ’ αὑτὸ θείη τις, ὦ Ἀριστότελες, ἀγαθὸν ὡς καὶ σὺ φῇς τὸ φρονεῖν καὶ τὸ νοεῖν καὶ τὴν ἐκ τοῦ θεωρεῖν ἡδονὴν καὶ τὴν ἐκ τῶν ἐμφρόνων τιμὴν ἀλλ’ οὐχ οὕτω καθ’ αὑτὰ ὡς ἑαυτῶν ὄντα καὶ καθ’ ἑαυτὰ ὑφεστῶτα καὶ ἑτέρων ὡς εἰκόνων ὄντα ἀρ‐ χέτυπα, καὶ δρῶντα οὕτως ὡς ἑαυτοῖς ἀπογεννᾶν ὅμοια, ὡς Πλάτων τὰς | |
30 | ἰδέας ἐτίθετο, ἀλλ’ ὡς ἄλλων ὄντα καὶ ἐν ἑτέροις ἢ ἑτέρωθεν προβαλλό‐ μενα καὶ μηδένων ὄντα ἀρχέτυπα, καθ’ αὑτὰ δὲ λεγόμενα οὐχ’ ὡς οὐσίας ἀλλ’ ὡς δι’ ἑαυτὰ διωκόμενα, ὥστε περιττόν σοι καὶ τοῦτο τὸ σόφισμα ἐξ ὁμωνύμου τάχα παρεισαγόμενον διὰ τὸ πλεοναχῶς τὸ καθ’ | |
αὑτὸ λέγεσθαι. | 53 | |
54(1n) | Εἰ δὲ καὶ ταῦτ’ ἐστὶ τῶν καθ’ αὑτὰ ἕως τοῦ ἀλλὰ πῶς | |
2n | δὴ λέγεται. | |
3 | Ἕτερον ἐπιχείρημα πρὸς τοὺς τὰ εἴδη δοξάζοντας· εἰ ἑκάστη τῶν ἰδεῶν μία οὖσα ἐν πολλοῖς θεωρεῖται τοῖς ἐκείνης μετέχουσι, δεῖ ταῦτα | |
5 | ὡς μιᾶς κοινωνοῦσιν ἰδέας οὕτω κοινωνεῖν καὶ λόγου τοῦ κατ’ οὐσίαν ἑνός. ἐπεὶ οὖν πολλὰ τὰ καθ’ αὑτὰ ἀγαθά, ἃ τῆς τοῦ ἀγαθοῦ ἰδέας μετέσχηκε, δεῖ ταῦτα καὶ ἕνα ἔχειν λόγον τὸν τί ἐστιν αὐτοῖς τὸ ὄνομα ᾗ ἀγαθὰ σημαίνοντα. ἀλλὰ τοῦτο οὐκ ἔστιν. οὐδ’ ἄρα μία τις ἰδέα ὑφ’ ἣν ἀνα‐ φέρεται πάντα τὰ καθ’ αὑτὰ ἀγαθά. ὡς γὰρ ἐν χιόνι φησὶ καὶ ψιμ‐ | |
10 | μυθίῳ οὐκ ἄλλος καὶ ἄλλος λόγος ὁ τῆς λευκότητος ἀλλ’ εἷς καὶ ὁ αὐτός, οὕτω τιμῆς καὶ φρονήσεως καὶ ἡδονῆς εἷς ὁ λόγος τῆς ἀγαθότητος· ἀλλὰ μὴν ἕτεροι καὶ διαφέροντες τούτοις οἱ λόγοι ᾗ ἀγαθά ἐστιν· οὐκ ἄρα μία τις ἰδέα τοῦ ἀγαθοῦ, ὑφ’ ἣν τὰ πολλὰ καθ’ αὑτὰ ἀγαθὰ ἀναφέρεται. πρῶτον μὲν δεῖ τῷ λόγῳ ἀκολουθῆσαι αὐτοῦ καὶ δεῖξαι ὡς αὐτὸς τὴν τοῦ | |
15 | παρόντος ἐπίλυσιν σοφίσματος προϋπέθετο. εἰ γὰρ κατ’ αὐτὸν ἐκεῖνά ἐστι καθ’ αὑτὰ ἀγαθά, ὅσα καὶ μονούμενα διώκεται, ἁρμόζει δὲ οὗτος ὁ λόγος κατ’ αὐτὸν τοῖς ἀπηριθμημένοις τε ἅπασι καὶ τοῖς ὅσα τοιαῦθ’ ἕτερα, πῶς οὐκ ἂν εἴη εἷς ὁ λόγος τοῖς ἅπασιν ᾗ ἀγαθά ἐστιν; οὐ γὰρ ᾗ τιμὴ καὶ φρόνησις καὶ ἡδονή, ζητεῖται, εἰ εἷς ὁ λόγος αὐτῶν, ἀλλ’ ᾗ ἀγαθά | |
20 | ἐστιν. οὗτος δὲ εἷς καὶ ὁ αὐτὸς παρ’ αὐτοῦ ἀποδέδοται. οὐκ ἄρα οὐδ’ ἐντεῦθεν κωλύεται ἰδέα τις εἶναι τοῦ καθ’ αὑτὸ ἀγαθοῦ, ὑφ’ ἣν ἀναφέρεται τὰ καθ’ αὑτὰ ἀγαθά, ἔπειτα εἰ ἕκαστον τούτων οὐκ ἰσομέτρως λέγεται ἀγαθὸν ὡς οὐδὲ λευκὰ τὰ λευκά· ὡς γὰρ ταῦτα κατὰ μετοχὴν ἑνὸς χρώ‐ ματος τῆς λευκότητος λευκὰ λέγεται καὶ ὁ μὲν ὅρος εἷς τῆς λευκότητος, | |
25 | ἡ δὲ ταύτης μετοχὴ οὐχ ὡσαύτως ἐν ἅπασίν ἐστιν, οὕτω καὶ μία ἰδέα τῶν ἀγαθῶν, ἧς πάντα μετέσχηκε τὰ καθ’ αὑτὰ ἀγαθά, ὡς εἶναι τὸν μὲν λόγον αὐτοῖς τὸν αὐτὸν ὡς τοῦ αὐτοῦ μετέχουσιν εἴδους, εἶναι δ’ ἄλλο τὸ μετεχόμενον καὶ ἄλλο τὸ καθ’ αὑτὸ θεωρούμενον καὶ ἐν ἀμεθέκτῳ ὑπάρξει ὑφεστηκὸς καὶ νοούμενον, πρὸς ὃ τὰ πολλὰ καὶ ἀλλήλων διάφορα | |
30 | ὡς ὁμοιώματα ἀναφέρεται. ὅτι γὰρ ἕκαστον τῶν πολλῶν ἀγαθῶν κατὰ μετοχὴν ἀγαθόν ἐστι καὶ λέγεται, δῆλον ἐκ τοῦ μὴ ὡσαύτως εἶναι ἀγαθὸν τούτων ἕκαστον. μετοχῆς δὲ οὔσης, δῆλον ὡς ἔσται κατὰ τὸ ἀμέθεκτον, ὑφ’ ὃ αἱ μετοχαὶ ἀναχθήσονται. ταῦτα οὐχ ὡς τὰς ἰδέας τιθέντες λέγο‐ μεν, ἐπεὶ οὐδ’ εἰς λύσιν ἴσως δυσχερῆ τὰ λεγόμενα τοῖς ἀναιρεῖν τὰς ἰδέας | |
35 | θέλουσιν, ἀλλ’ ὡς τὸν Ἀριστοτέλη δεικνύντες ἐπίτηδες ἀσθενῶς ἐπιχειροῦντα | |
ἵν’ εἴη μᾶλλον συνιστῶν ἢ ἀνασκευάζων τὸ δοξαζόμενον. | 54 | |
55(1n) | Οὐ γὰρ ἔοικε τοῖς ἀπὸ τύχης ὁμωνύμοις. | |
2 | Ἀκολούθως τοῖς εἰρημένοις καὶ τὴν παροῦσαν ποιεῖται ζήτησιν. ἐπεὶ γὰρ ἔδοξε δεῖξαι οὐ κατὰ μίαν ἰδέαν πάντα λεγόμενα τὰ καθ’ αὑτὰ ἀγαθά, δεῖ δὲ τὴν κοινωνίαν ταύτης τῆς κλήσεως κατά τινα αἰτίαν ἤ τινα τρόπον | |
5 | λέγεσθαι, ἐξετάζει νῦν περὶ τούτου καί φησι κατὰ ποῖον τρόπον ἀγαθὰ κοινῶς λέγεται πολλὰ ὄντα καὶ κατὰ φύσιν διάφορα καὶ τοῖς λόγοις ἀλλή‐ λων ἕτερα τὰ κοινῶς ἀγαθὰ καλούμενα. εἰ γὰρ ὄνομα μόνον ἔχουσι κοι‐ νόν, τὸν δὲ κατὰ τοὔνομα λόγον τῆς οὐσίας ἕτερον, ἔσται πάντως ὁμώνυμα. πολλῶν δὴ τρόπων ὄντων καθ’ οὓς τὰ ὁμώνυμα ὁμώνυμα γίνεται, τίς ἂν | |
10 | εἴη ὁ τρόπος καθ’ ὃν τὰ ἀγαθὰ ἀγαθὰ ὀνομάζεται; οὐ γὰρ ἄν τις ἐροῖ ἀπὸ τύχης αὐτὰ οὕτω λέγεσθαι. τὰ γὰρ οὕτως ὁμώνυμα οὐδεμίαν κοινω‐ νίαν πραγματικὴν κατὰ τοὔνομα κέκτηται. ἦν γὰρ οὕτω λόγος αὐτοῖς τῆς κοινωνίας τῆς κατὰ τοὔνομα· τὰ δ’ ἀπὸ τύχης οὐ κατὰ λόγον. οὐ γὰρ ἂν ὑπῆρχεν οὐδ’ αὐτόματα. αὐτόματον γὰρ τὸ αὐτομάτως ὂν ἢ γινόμενον | |
15 | καὶ μὴ ἔχον λόγον ἢ αἰτίαν, καθ’ ἣν οὕτως ἔστιν ἢ γίνεται, οἷον εἴ τινος ἐν Αἰγύπτῳ Ἀλέξανδρον τὸν γεννηθέντα καλέσαντος, ἄλλος ἐν Ῥώμῃ τῷ αὐτῷ ὀνόματι καλέσει ἕτερον, οὐδετέρου εἰδότος τὸν ἕτερον τίς ἐστιν ἢ εἴ τινα κέκληκεν οὕτως. ἐπεὶ οὖν τοῖς ἀγαθοῖς καὶ πραγματική τις κοινω‐ νία κατὰ τὴν ὀνομασίαν ἐστίν, οὐκ ἂν εἴη ὡς τὰ ἀπὸ τύχης ὁμώνυμα. | |
20n | Ἀλλ’ ἆρά γε φησιν τῷ ἀφ’ ἑνὸς εἶναι ἢ πρὸς ἓν πάντα | |
21n | συντελεῖν. | |
22 | Πολλῶν ὄντων τρόπων καθ’ οὓς τίθεται τὰ ὁμώνυμα, ἕνα μόνον τὸν ἀπὸ τύχης παραιτησάμενος ὡς ἀνοίκειον, τοὺς λοιποὺς παρῆκεν, ὡς φανε‐ ρῶς οὐ τῷ προκειμένῳ προσαρμόζοντας· δύο δὲ μόνους παρέλαβε, τόν τε ἀφ’ | |
25 | ἑνὸς καὶ πρὸς ἓν καὶ τὸν κατὰ ἀναλογίαν, ὡς καὶ πραγματικήν τινα κοινω‐ νίαν ἔχοντας. τούτων δὲ προκρίνει τὸν δεύτερον. ἀφ’ ἑνὸς μὲν οὖν καὶ πρὸς ἓν ὁμώνυμα λέγεται, ὅσα ἀπό τινος ἀρχῆς μιᾶς καὶ αἰτίας ὁρμώμενα πρός τι ἓν τείνουσι τέλος, ὡς ἀπὸ ἰατρικῆς ὀνομάζονται τὰ ἰατρικὰ φάρμακα καὶ διαιτήματα καὶ βιβλία καὶ ὄργανα, καὶ εἴ τι ἄλλο ἀρχὴν μὲν | |
30 | ἔχον αὐτὴν ὡς ἐξ αὐτῆς ὁρμώμενον, τέλος δὲ ἓν ἔχον τὴν ὑγίειαν, ἧς ἡ ἰατρικὴ στοχάζεται. ἡ δὲ κατὰ ἀναλογίαν ὁμωνυμία δήλη ἀφ’ ὧν αὐτὸς τέθεικε παραδειγμάτων. ὡς γὰρ ἐν σώματι ὄψις ἀγαθὸν γνῶσιν τῶν ὄντων | |
χορηγοῦν καὶ καλλῦνον τὸ ζῷον, οὕτως ὁ νοῦς τῇ ψυχῆ γνῶσιν τῶν νοη‐ | 55 | |
56 | τῶν διδοὺς καὶ ὡραΐζων αὐτὴν ὑπὲρ πᾶσαν δύναμιν, καὶ ἄλλο δὴ ἐν ἄλλῳ. ἀλλ’ οὐχ αἱ ἰδέαι οὑτωσί, Ἀριστότελες, ἀλλ’ ὡς αὐταὶ καὶ ἑαυτῶν καὶ ὡς ὅλα καὶ παραδείγματα καὶ ἓν ἑκάστῃ πρὸς πολλὰ κατὰ μετοχὴν τὴν αὐτῆς καὶ ἀναφορὰν τὴν πρὸς αὐτὴν καὶ ὁμοίωσιν παρὰ τῶν ταύτας εἰσαγόντων ἐτί‐ | |
5 | θεντο οὐκ ἀντιστρεφούσης ἐνταῦθα τῆς ὁμοιώσεως. ἔνθα μὲν γὰρ πλείοσιν ἑνός ἐστι μετοχή, ἐκεῖ τὰ μετέχοντα ὅμοια πρὸς ἄλληλα τῷ ταὐτῷ τῆς μεθέξεως, ἔνθα δὲ εἰκὼν καὶ παράδειγμα, ἡ μὲν εἰκὼν ἐκεῖ τῷ παρα‐ δείγματι ὅμοιον ὅτι πρὸς ἐκεῖνο ἀπείκασται. τὸ δὲ παράδειγμα ὅμοιον οὐ χρὴ τῇ εἰκόνι λέγειν ἀλλ’ εἰκόνος ἀρχέτυπον. | |
10n | Ἀλλ’ ἴσως ταῦτα μὲν ἀφετέον τὰ νῦν. | |
11 | Περὶ τοῦ τρόπου τῆς ὁμωνυμίας, καθ’ ὃν ἀγαθὰ πάντα τὰ ἀγαθὰ λέγεται, παραιτεῖται νῦν ἐξετάζειν, ὡς οὐ τῆς ἠθικῆς ὂν φιλοσοφίας ἤ τινος ἄλλης ὑπὸ τὴν πρακτικὴν τὸ περὶ τούτων ἐξακριβοῦν ἀλλὰ τῆς μετὰ τὰ φυσικά, ἧς ἐν τῷ δ περὶ τῶν πλεοναχῶς λεγομένων ἐξακριβοῦται. | |
15 | διὸ καὶ ἐπάγει ὁμοίως δὲ καὶ περὶ τῆς ἰδέας. ἐν γὰρ τῷ β τῆς πραγματείας ἐκείνης καὶ τῷ μ καὶ τῷ ν ἐξετάζει περὶ τῶν ἰδεῶν. ἑνι‐ κῶς δὲ περὶ τῆς ἰδέας εἶπεν, ὅτι περὶ τῆς τοῦ ἀγαθοῦ μόνης ἰδέας ἐν‐ ταῦθα χρειῶδες αὐτῷ ζητῆσαι, ὡς περὶ τοῦ ἀνθρωπίνου ἀγαθοῦ προθε‐ μένῳ εἰπεῖν. | |
20n | Εἰ γὰρ καὶ ἔστιν ἕν τι καὶ κοινῇ κατηγορούμενον. | |
21 | Τοῦτο αὐτὸ ἐν τούτοις κατασκευάζει, τὸ ἀνοίκειον εἶναι τῆς παρούσης πραγματείας τὴν περὶ τοῦ ἁπλῶς ἀγαθοῦ ζήτησιν, εἴτε ὡς κοινῶς κατη‐ γορουμένων τῶν κατὰ μέρος, εἴτε ὡς ἐξῃρημένου λόγου καὶ ἰδέας ὑπάρ‐ χοντος, χωριστοῦ τῶν πολλῶν καὶ καθ’ ἑαυτό. ἐπεὶ μηδὲ διὰ πράξεώς | |
25 | φησιν ἐκεῖνο κτηθῆναι δύναται. εἴτε γὰρ ὡς ἐννοηματικόν ἐστι καὶ γενι‐ κῶς πάντως κατηγορούμενον εἴτε ἰδέα τις χωριστὴ τῶν πολλῶν, οὐκ ἂν δύναιτο διὰ πράξεως περιγίνεσθαί τινι. θεωροῦνται γὰρ ἄμφω τὸ μὲν λο‐ γικῶς, τὸ δὲ θεολογικῶς. τὸ δὲ νῦν ζητούμενον ἀγαθὸν τοιοῦτόν ἐστιν, οἷον καὶ διὰ πράξεως καὶ ζωῆς ἐμμελοῦς κτᾶσθαί τινι. | |
30n | Τάχα δέ τῳ δόξειεν ἂν βέλτιον. | |
31 | Ἀντίθεσιν ταύτην περιφέρει πρὸς τὸν λόγον τὸν λέγοντα περιττὸν εἶναι | |
τὴν περὶ τοῦ κοινοῦ ἀγαθοῦ ζήτησιν τῇ ἠθικῇ πραγματείᾳ ὡς μὴ πρακτοῦ | 56 | |
57 | ὄντος μηδὲ κτητοῦ ἀνθρώπῳ διὰ βίου ἐπιμελοῦς. εἴποι γὰρ ἄν τις, φησί, βέλτιον εἶναι γνωρίζειν τὸ κοινὸν ἀγαθὸν πρὸς τὰ διὰ πράξεως κτώμενα. γνωρίζοντες γὰρ ἐκεῖνο προσθήσομεν τοῖς πρακτοῖς ὡς παράδειγμα καὶ ταῦτα ἐξ ἐκείνου γνωσόμεθα ὡς εἰκόνα ἐξ ἀρχετύπου καὶ οὕτω τὰ ἡμῖν | |
5 | ἀγαθὰ εἰδότες ἀκριβῶς τευξόμεθα αὐτῶν. ῥᾷον γὰρ ἄν τις οὗ τὴν φύσιν γινώσκει κτήσαιτο προσφυῶς μεταδιώκων αὐτὸ ἢ οὗ ἠγνόησεν. ὁ γὰρ ἀγνοῶν τάχ’ ἂν πλανηθείη διώκων ὃ οὐκ οἶδε, καὶ ἄλλο κτησάμενος οἰηθείη ἂν κτήσασθαι ὃ ἐζήτει. | |
9n | Πιθανότητα μὲν οὖν τινα ἔχει ὁ λόγος. | |
10 | Λύει τὴν ἀντίθεσιν τὸ ἀσθενὲς παρεμφαίνων τῆς ἀντιθέσεως διὰ τοῦ πιθανότητά τινα. τό τε γὰρ πιθανὸν τὸ μὴ ἰσχυρὸν δηλοῖ πρὸς ἀπό‐ δειξιν τό τε τινὰ καὶ ἐν πιθανοῖς προσὸν ἀσθενὲς τῷ λόγῳ παρίστησιν. εἶτα τὴν λύσιν ἐπάγων διττῶς αὐτὴν παρεισάγει, ἔκ τε τῶν ἐπιστημῶν καὶ τῶν τεχνῶν ἔκ τε τοῦ ἐφίεσθαι πάσας τοῦ ἀγαθοῦ καὶ ἐκ τοῦ ἐπι‐ | |
15 | ζητεῖν τὸ ἐνδεές. εἴτε γὰρ οὐκ ἐφίεντο τοῦ ἀγαθοῦ, οὐδὲν ἦν καινὸν ἢ ἄτοπον, εἰ κατελίμπανον τὴν γνῶσιν τοῦ κοινοῦ ἀγαθοῦ συμβαλλομένην αὐταῖς εἰς κατάληψιν τῶν οἰκείων τελῶν, κἂν ἐζήτουν τὸ αὐταῖς ἐνδεές, εἴτε ἐφιέμεναι τοῦ ἀγαθοῦ μὴ ἐζήτουν τὸ αὐταῖς ἐνδεές, εἰκὸς ἦν μηδ’ ἐκεῖνο ζητεῖν. νῦν δ’ ἄμφω ταῦτα ἐν πάσαις αὐταῖς θεωρεῖται, ἥ τε τοῦ | |
20 | ἀγαθοῦ ἔφεσις καὶ ἡ τοῦ ἐνδεοῦς ζήτησις. πῶς οὖν ἐνδέχεται τὴν τοῦ κοινοῦ γνῶσιν τοσοῦτον συμβαλλομένην αὐταῖς ἀγνοεῖν καὶ μὴ ἐπιζητεῖν; | |
22n | Ἄπορον δὲ καὶ τί ὠφεληθήσεται ὑφάντης. | |
23 | Πρὸς τὸ αὐτὸ εἰσέτι ἐπιχειρεῖ ἀνόνητον ἐξελέγχων ταῖς τέχναις τὴν τῆς ἰδέας κατάληψιν οὐδενὸς λόγου εὑρισκομένου, καθ’ ὅν τις τῶν τεχνιτῶν | |
25 | ἐν τοῖς οἰκείοις ἔργοις ὠφελήσεται ἐκ τοῦ θεωρῆσαι τὴν ἰδέαν τοῦ ἀγαθοῦ ἢ πῶς ἔσται αὐτὸς ἑαυτοῦ τεχνικώτερος. πρότερον μὲν οὖν ὡς ἐνιστά‐ μενος ἐδείκνυεν μὴ εἶναι ὅλως ἰδέαν τοῦ ἀγαθοῦ, ἐν τούτοις δὲ κατὰ ἀντιπαράστασιν συγχωρῶν εἶναι αὐτὴν ἀνόνητον δείκνυσι ταῖς πρακτικαῖς ἐπιστήμαις τὴν γνῶσιν αὐτῆς. | |
30n | Φαίνεται μὲν γὰρ οὐδὲ τὴν ὑγίειαν οὕτως ἐπισκοπεῖν. | |
31 | Ἕτερον ἐπιχείρημα τοῦτο ἐκ τῶν ὑποκειμένων ταῖς τέχναις καὶ τῶν τελῶν τὴν τοῦ καθόλου ἀγαθοῦ γνῶσιν δεικνύον ἀνόνητον. αἱ γὰρ τῶν | |
τεχνῶν ἐνέργειαι περὶ τὰ καθ’ ἕκαστα θεωροῦνται καὶ ἅπερ ἐν αὐτοῖς | 57 | |
58 | κατορθοῦσι καθ’ ἕκαστα καὶ οὐ καθόλου ἐστίν, οἷον ὁ ἰατρὸς τὸν τινὰ ἄνθρωπον θεραπεύει καὶ τὴν τινὰ ὑγίειαν ἐν αὐτῷ κατορθοῖ, ὅθεν καὶ τὴν τοῦ τινὸς ἀνθρώπου κρᾶσιν καὶ ἡλικίαν καὶ νόσον καὶ τὴν τινὰ ὥραν καὶ χώραν καὶ εἴ τι ἕτερον γινώσκει, ἵνα καὶ τὴν τινὰ ὑγίειαν κατορθοίη. | |
5 | τὸ δὲ καθόλου εἴτε ὡς ἰδέαν εἴτε ὡς κοινῶς τὰ καθ’ ἕκαστα περιέχον οὐκ ἀνάγκη ἔχει γινώσκειν, ὅτι μηδὲ περὶ αὐτὸ καταγίνεται. τὸ δὲ οὕτως ἐπι‐ σκοπεῖν ἀντὶ τοῦ κατὰ τὴν ἰδέαν ἢ τὸ καθόλου φησί. τὸ δὲ ἴσως ἐν τῷ μᾶλ‐ λον τὴν τοῦδε προσέθηκε διὰ τὸ μηδὲ τοῦ καθόλου τὸν τεχνίτην ἀπέχεσθαι. ἄμφω γὰρ σκοπεῖ ὁ τεχνίτης τό τε [δὲ] καθόλου καὶ τὰ καθέκαστα, τὸ μὲν | |
10 | κατὰ τοὺς λόγους καὶ τοὺς κανόνας τοὺς τεχνικούς, τὰ δὲ κατὰ τὰς ἐνερ‐ γείας καὶ προχειρίσεις, ὡς περὶ ταῦτα ἐνεργοῦντες καὶ ἐν τούτοις ἐπαγγελ‐ λόμενοι κατορθοῦν. τὰ γὰρ καθόλου ἐν τοῖς λόγοις, οὐ μὴν καὶ ἐν ταῖς προχειρίσεσιν, ἐννοηματικὰ ὄντα καὶ ὑπὲρ αἴσθησιν. | |
14n | Καὶ περὶ μὲν τούτων, ἐπὶ τοσοῦτον· πάλιν δ’ ἐπα‐ | |
15n | νέλθωμεν. | |
16 | Προθέμενος ἐξ ἀρχῆς περὶ τοῦ τελειοτάτου εἰπεῖν τῶν πρακτῶν ἐν ἀνθρώποις ἀγαθῶν, πρὸς ὃ τὰ λοιπὰ τελευταῖον φέρουσι, καὶ δείξας ὅτι ἔστιν, ἔτι δὲ προθέμενος δεῖξαι καὶ τί ἐστιν, ἐζήτησε μεταξὺ περὶ τοῦ κα‐ θόλου ἀγαθοῦ καὶ τῆς ἰδέας εἰ ἔστι τέ τι τοιοῦτον ἐν τοῖς οὖσι κατὰ | |
20 | Πλάτωνα καὶ εἰ εἰς ἐκεῖνο ἀνακτέον τὰ μερικώτερα ἀγαθά. καὶ περὶ ἐκείνου ζητητέον ὡς τελικωτάτου τὴν περὶ τῶν λοιπῶν λιπόντας ζήτησιν καὶ πρὸς ἐκεῖνο τὰ πάντα ἀναφέροντας. καὶ δείξας πρῶτον μὲν ὅτι οὐκ ἔστιν ὅπως ἂν ἔδειξεν, εἶτα ὅτι εἰ καὶ ἔστιν, οὐχ ὡς πρακτὸν οὐδὲ ταῖς πρακτικαῖς τέχναις ἡ ἐκείνου γνῶσις συντελεῖ εἰς τελειότητα κἀν‐ | |
25 | τεῦθεν παραστήσας τὴν περὶ τοῦ ἀνθρωπίνου τέλους ζήτησιν ἀναγκαίαν, ἐπάνεισιν ἐπὶ τὸ προκείμενον καὶ ποιεῖται λόγον εἰσέτι περὶ τῆς ἀν‐ θρώπῳ προσγινομένης ἀπὸ τῶν ἀγαθῶν πράξεων τελειότητος. καὶ κατα‐ παύει μὲν τὸν περὶ τοῦ καθόλου λόγον καὶ τῶν ἰδεῶν, ἐπαναλαμβάνει δὲ τὸν περὶ τοῦ προκειμένου, λέγων ἐπανέλθωμεν ἐπὶ τὸ ζητούμενον | |
30 | ἀγαθόν. τὸ δὲ ζητούμενον ἦν ἡ εὐδαιμονία, δι’ ἣν καὶ τἄλλα πρακτὰ παρ’ ἀνθρώποις ἀγαθά. καὶ ὥσπερ τὸ εἰ ἔστι ζητῶν ἐξ ἀρχῆς ἐξ ἀναλογίας ἔδειξε τοῦτο τῶν κατὰ τέχνας τελικωτάτων τελῶν, ὅτι καθὼς ἐπ’ ἐκείνων ἔστι μὲν ἑκάστης εὑρεῖν τέλος οἰκεῖον, δι’ ὃ τὰ πρὸ αὐτοῦ πάντα, κἀκεῖνο εὑρόντες καὶ ἀποδόντες τί ἐστι, τὴν οὐσίαν τοῦ τελικωτάτου τῆς τέχνης ἀποδιδόαμεν. καὶ | |
35 | αὖθις πολλῶν τεχνῶν ἀναγομένων ὑπὸ μίαν καὶ τῶν τελῶν ἐκείνων ὑπὸ τὸ τέλος τῆς μιᾶς, τὸ τέλος ἐκείνης τελικώτερον τῶν λοιπῶν ἐστι, τῶν ἀναγομένων | |
ὑπ’ αὐτήν. καὶ ἀποδιδοὺς τί ἐστιν ἐκεῖνο τὴν τοῦ τελικωτέρου τῶν λοι‐ | 58 | |
59 | πῶν ἀπόδοσιν ἐποιήσατο, οὕτω καὶ πάντων τῶν τελῶν ὑπὸ τὴν εὐδαιμονίαν ἀναγομένων ὅσα τέλη ταῖς πρακτικαῖς τέχναις ἢ ἐπιστήμαις ὡς εἰς τέλος κοινόν, ὁ ἀποδιδοὺς ταύτην τί ἐστι γνώριμον ἐποίησε τὸ πάντων τελικώ‐ τατον, ὃ δι’ ἑαυτό ἐστι μόνον αἱρετὸν καὶ μὴ διά τι ἕτερον. τῶν δ’ | |
5 | ἄλλων ἕκαστον τὸ μὲν δι’ ἕτερον αἱρετόν, τὸ δὲ καὶ δι’ ἑαυτὸ καὶ δι’ ἕτερον, ὡς τὸ μὲν τέμνεσθαι καὶ καίεσθαι καὶ φαρμακεύεσθαι τὸν νοσοῦντα οὐδέποτε δι’ ἑαυτὰ αἱρετὰ ἀλλὰ διὰ τὴν ὑγείαν· ἡ δὲ ὑγεία καὶ δι’ ἑαυτήν· κατὰ φύσιν γὰρ τῷ σώματι. τοῦτο δὲ ἀγαθὸν καὶ δι’ ἕτερον. χρήσιμον γὰρ τῇ ψυχῇ πρὸς τὸ μὴ ἐμποδίζεσθαι δι’ ἀσθένειαν τῆς σαρκὸς | |
10 | πράττειν τὰ ἐπαινετά, ἢ καὶ πρὸς τὴν εὐδαιμονίαν αὐτήν, ἵνα μὴ λυμαί‐ νηται τὸ μακάριον, κακῶς τοῦ τῇ ψυχῇ συζυγοῦς ὀργάνου διακειμένου. ἀπορήσειε δ’ ἄν τις, εἰ ὥσπερ ἀναπληροῖ τὴν εὐδαιμονίαν ἡ ὑγίεια, ἅτε κατὰ φύσιν καὶ ἀγαθὸν οὖσα, ὡς τὴν ὁλοκληρίαν ἐμποδίζεσθαι τῆς μακα‐ ριότητος ἐν ταῖς νόσοις τινὸς τῶν κατὰ φύσιν ἐστερημένου, πῶς εὕρηνται | |
15 | τῶν ἀρετῆς ἀντιποιηθέντων πολλοὶ σφοδρὰν κακουχίαν τοῖς ἑαυτῶν ἐπιτη‐ δεύσαντες σώμασιν, ὡς καὶ νοσεῖν καὶ ἀλγεῖν καὶ πληγὰς φέρειν καὶ ὀδω‐ δέναι τοῖς ἕλκεσιν; ἢ γὰρ οὐκ ἔστιν εὐδαιμονεῖν αὐτοὺς οὕτως ἔχοντας ἢ ψευδὲς τὸ οὕτως λέγειν τὴν ὑγίειαν εἰς εὐδαιμονίαν συμβάλλεσθαι. λύεται δὲ ἡ ἀπορία ἐκ τῆς τῶν βίων διαφορᾶς τοῦ πολιτικοῦ καὶ καθαρ‐ | |
20 | τικοῦ, ἤτοι θεωρητικοῦ. ὡς γὰρ αἱ ἀρεταὶ ἄλλως καὶ ἄλλως ἑκατέρῳ τούτων ἐφαρμόζουσιν, ὡς εἶναι τὰς μὲν μετριοπαθείας, τὰς δ’ ἀπαθείας, οὕτω καὶ τὸ εὔδαιμον καὶ μακάριον ἄλλως μὲν τῷ πολιτικῷ, ἄλλως δὲ τῷ θεωρητικῷ ἐφαρμόσει, ὡς εἶναι τῷ μὲν μετριοπάθειαν καὶ μόνον κυρίευσιν κατὰ τῶν ἀλόγων παθῶν τῆς τοῦ λόγου δυνάμεως, ὡς τὸν μὲν ἐπιτάττειν, | |
25 | τὰ δ’ ὑπείκειν καὶ ἐνεργεῖν οὕτως καὶ ἐπὶ τοσοῦτον, ὅπως καὶ ἐφ’ ὅσον ὁ προεστηκὼς διορίσεται, πράττειν τε τὰ ἐν τῇ πολιτείᾳ φρονίμως κατὰ τοὺς νόμους καὶ τὰ ἔθη τῆς πόλεως καὶ ἐν πᾶσι τηρεῖν τὰ καθήκοντα, διατάττοντα δεόντως τοῖς πολιτευομένοις καὶ διορίζοντα. καὶ δοκεῖ τὸ μέχρι τοῦδε ἱκανὸν εἶναι τῷ πολιτικῷ πρὸς τὸ τέλειον ᾗ πολιτικός ἐστιν· | |
30 | ὁ δὲ καθαρτικὸς καὶ θεωρητικός, ἐπεὶ πάντῃ τὰς ἐν μέσῳ διατριβὰς ἀπη‐ νήνατο καὶ τὴν ὑπὲρ ἄνθρωπον εἵλετο βίωσιν, καὶ κατὰ προαίρεσιν κεχώ‐ ρισται τοῦ σώματος, καὶ τὸν νοῦν πτεροῖ ὡς τῶν κάτω παντελῶς ὑπεραί‐ ρεσθαι καὶ πάντ’ ἐᾶν ὅσα ὑπὸ χρόνον καὶ πρώτην κίνησιν, καὶ πρὸς θεὸν ἀνάγεσθαι καὶ ἀναίρεσθαι. ἔχει δὲ τὸν τοῦ σώματος σύνδεσμον τὴν σπου‐ | |
35 | δὴν κολούοντα καὶ τῇ ἀναπτήσει τοῦ νοὸς ἐμποδίζοντα, ὡς πρὸς ἐχθρὰν τὴν σάρκα διάκειται, καὶ ἄσπονδον ἐγείρει πρὸς αὐτὴν στάσιν, παντοίαν θλῖψιν ἐπιτηδεύων, ὡς ἂν καταπίπτουσα ἀτόνως ἔχοι κατὰ τοῦ νοὸς ἐγεί‐ ρεσθαι. ὁ δὲ τῆς ἐξ αὐτῆς ὀχλήσεως ἐλευθερούμενος ἐρωτικῶς τε πρὸς | |
τὸ πρῶτον κάλλος ἀνάπτεται καὶ τῆς πρώτης ἀγαθότητος ἀπολαύειν ἐπεί‐ | 59 | |
60 | γεται, θλιβομένου τοῦ σώματος μὴ ἐπιστρεφόμενος, μάλιστα δὲ τοῖς λυπη‐ ροῖς ἐφηδόμενος ὡς αἰτίοις αὐτῷ τῆς κατὰ προαίρεσιν λύσεως τοῦ θνη‐ τοειδοῦς σκήνους παὶ τῆς τούτου κατωφερείας τε καὶ παχύτητος. οὕτως οὖν ἔχων τῆς εὐδαιμονίας ὁ θεωρητικὸς ἐφιέμενος πῶς ἕξει λόγον τῆς τοῦ | |
5 | σώματος ὑγείας καὶ τῆς κατὰ φύσιν αὐτοῦ συστάσεως, ὑπερφυῶς ἔχων καὶ τῆς ἐνεργείας καὶ τοῦ ἐπαγγέλματος; | |
7n | Τί οὖν ἑκάστης τἀγαθόν, ἢ οὗ χάριν τὰ λοιπά. | |
8 | Τούτων ὑπ’ Ἀριστοτέλους λεγομένων σκόπησον τὰ παρ’ ἡμῶν προ‐ σεχῶς εἰρημένα, ὡς προσφυῶς τούτοις εἴρηται καὶ κατὰ τὸν Ἀριστοτέλους | |
10 | σκοπόν, ἵνα μήτε περιττὸς δόξῃ τὰ τοιαῦτα λέγων, ἃ καὶ πρότερον, μήτε μάτην παρεισάγων ταυτὶ ἐν τῷ ἐξετάζειν προτίθεσθαι τί τὸ τέλος ἀνθρώ‐ που ᾗ ἄνθρωπος καὶ τίς ἡ εὐδαιμονία· ὡς γὰρ ἐν ἑκάστῃ τῶν τεχνῶν ἀγαθόν, οὗ χάριν τὰ λοιπὰ πράττεται, καὶ ἐν ἑκάστῃ πράξει καὶ προαι‐ ρέσει τὸ τέλος τὸ ἀγαθόν ἐστιν, ὅτι τούτου ἕνεκα τὰ λοιπὰ πράττουσι | |
15 | πάντες, οὕτω καὶ εἴ τι κοινῶς τῶν ἁπάντων πρακτῶν ἐστι τέλος, τοῦτ’ ἂν εἴη τὸ πρακτὸν ἀγαθόν, ἤγουν τὸ διὰ τῶν ἐπαινετῶν περιγινόμενον πρά‐ ξεων. εἰ δὲ πλείω, ταῦτα. μεταβαίνων ὁ λόγος εἰς ταὐτὸ ἀφῖκται. ἐπεὶ ἑκάστη τέχνη τέλος τι ἔχει ἀγαθὸν οὗ ἐφίεται καὶ δι’ ὃ πᾶσα ἡ κατ’ αὐτὴν ἐνέργεια καὶ πρᾶξις, εἴη ἂν τοῦτο τὸ αὐτῆς ἴδιον ἀγαθόν, ὡς πολ‐ | |
20 | λῶν οὐσῶν τεχνῶν καὶ ἐπιστημῶν πολλὰ ἐντεῦθεν τὰ τέλη καὶ τὰ ἀγαθὰ ὑπάρχειν φαίνεσθαι. εἰκὸς οὖν ὑπολαβεῖν τινα, ὅτι οὐκ ἔστι τέλος ἓν τὸ ἀνθρώπινον, δι’ ὃ τὰ λοιπὰ πάντα, ἀλλὰ πλείω ἢ ἕν. τοῦτο οὖν ἐνταῦθα ζητεῖ, εἰ πλείω ἢ ἕν. μεταβαίνων δὴ ὁ λόγος φησὶν εἰς ταὐτὸ ἀφῖκται. ἐπεὶ περὶ τοῦ τέλους ζητῶν ἀπ’ ἄλλου εἰς ἄλλο μετέβη καὶ | |
25 | ἄλλο μὲν εἶναι τὸ δοκοῦν τοῖς πολλοῖς εἶπεν, οἷον ἡδονὴν πλοῦτον, ἄλλο δὲ τὸ τοῖς χαρίεσσι καὶ πολιτικοῖς, οἷον τιμήν, ἄλλο δὲ τοῖς σοφοῖς, οἷον ἀρετήν. οὔπω δὲ φανερὸν γέγονε τί ἐστι τὸ τέλος, διὰ τοῦτό φησιν ὅτι πολλὰ διελθὼν ὁ λόγος ἐν τῇ ζητήσει καὶ ἀπ’ ἄλλου εἰς ἄλλο μετατιθέμενος εἰς τοῦτο ἔτι καταντᾷ, τὸ ἀμφισβητεῖν περὶ τοῦ τελείου ἀγαθοῦ τί ἐστι, καὶ εἰ ἓν | |
30 | τοῦτο ἢ πολλά. διὸ ἐπάγει, τοῦτο δ’ ἔτι μᾶλλον διασαφῆσαι πειρα‐ τέον, τουτέστιν εἰ ἓν ἢ πολλά, καὶ εἰ ἕν ἐστι, τί ἐστιν, εἰς ὃ καὶ πολὺν καταναλίσκει λόγον εἰκότως. τὸ γὰρ γνῶναι τί ἐστι τὸ ζητούμενον, τῶν λοιπῶν ὅσα περὶ αὐτοῦ ζητεῖται, προυργιαίτερον, μάλιστα καὶ ὅταν οὐ ῥᾴων ἡ τούτου κατάληψις, ἄλλων ἄλλως ἐχόντων δόξης περὶ αὐτοῦ τῶν πολ‐ | |
35 | λῶν τῶν πολιτικῶν τῶν σοφῶν οὐ μόνον πρὸς ἀλλήλους ἀλλὰ δὴ καὶ πρὸς | |
ἑαυτούς. | 60 | |
61(1n) | Ἐπεὶ δὴ πλείω φαίνεται τὰ τέλη, τούτων δὲ αἱρού‐ | |
2n | μεθα. | |
3 | Εἰ καὶ ἑκάστη τέχνη, φησίν, ἴδιόν τι τέλος ἔχει καὶ ἀγαθόν, ἀλλ’ ἐπεὶ τῶν τελῶν τινα ὑφ’ ἕτερα τέλη ἀνάγεται, δῆλον ὅτι τὰ ὑφ’ ἕτερα | |
5 | ἀναγόμενα οὐκ ἔστι τέλεια, ὡς εἶναι δῆλον ἐντεῦθεν, ὅτι οὐ πᾶν τέλος τέλειον. τὸ δ’ ἄριστον δεῖ εἶναι τέλειον· εἰ γὰρ ἀτελές, ἀναχθείη ἂν ὑφ’ ἕτερον τελειότερον· εἰ δὲ τοῦτο, πῶς ἂν εἴη ἄριστον, οὗ κρεῖττόν ἐστιν ἕτερον ὑφ’ ὃ ἀνάγεται; εἰς παράδειγμα δὲ τοῦ ἀνάγεσθαι τέλος ὑπὸ τέλος παρέλαβε τὰ ὀργανικὰ ἀγαθά, οἷον πλοῦτον τέλος ὄντα τοῦ χρηματιστικοῦ, | |
10 | ὃ χρησιμεύει εἰς τὸ τινὰ δι’ αὐτοῦ ὡς ὀργάνου κατορθοῦν ἐν τῇ πολι‐ τείᾳ, καὶ αὐλοὺς τέλος ὄντας τοῦ αὐλοποιοῦ πρὸς τὸ ᾄδειν αὐτῷ χρησι‐ μεύοντας. ὅτι δὲ ἕν τι δεῖ εἶναι τὸ ἄριστον δῆλον· εἰ γὰρ πλείω, οὐδὲν ἔσται ἄριστον. ἄριστον γὰρ τὸ πάντων ὑπερέχον, καθὸ ἄριστον. εἰ δέ τι ἕτερον ὂν τῇ φύσει ἄριστον κἀκεῖνό ἐστιν, οὐ συγχωρεῖ ἐκεῖνο ἄριστον | |
15 | εἶναι· οὐδὲ γὰρ ὑπερέχει αὐτό, ὥστε οὐδέτερον ἄριστον. ἔσται γὰρ ἅμα ὑπερέχον καὶ οὐχ ὑπερέχον, τὸ μὲν ὡς ἄριστον, τὸ δ’ ὡς ἴσον ἔχον ἑαυτῷ ἕτερον, οὗ οὐχ ὑπερέξει. ἔσται ἄρα ταῦτα πρὸς ἄλληλα ἴσα καὶ οὐκ ἴσα καὶ ὑπερέχοντα καὶ οὐχ ὑπερέχοντα. ταῦτα δὲ ἀδύνατα. οὐκ ἄρα πλείω τὰ ἄριστα. διὰ τοῦτο καὶ Ἀριστοτέλης ἓν εἶναι δεικνύων τὸ τελειότατον | |
20 | ἐν ἀνθρώποις ἀγαθόν, ἐπιφέρει εἰ μέν ἐστιν ἕν τι μόνον τέλειον, τοῦτ’ ἂν εἴη τὸ ζητούμενον, εἰ δὲ πλείω, φησίν, εὑρεθῇ τὰ δι’ αὑτὰ αἱρετά, ὡς δοκεῖν πάντα τέλεια, ἀλλ’ ἔσται τι ἐξ ἀνάγκης ἓν τῶν λοιπῶν τελειότατον, ὃ καὶ ἑρμηνεύων τί ἐστι, φησί· | |
24n | Τελειότερον δὲ λέγομεν τὸ καθ’ αὑτὸ διωκτόν. | |
25 | Ἔστι γὰρ ἀγαθὸν δι’ ἄλλο αἱρετόν, οὗ κρεῖττον καὶ τελειότερον τὸ δι’ ὃ ἐκεῖνο αἱρετόν, καὶ οὔπω ἴσως τοῦτο τὸ τελειότερον. οὐ γὰρ ἱκανὸν πρὸς τὸ τέλειον τὸ ἔχειν τι πρὸ αὐτοῦ ἕτερον δι’ αὑτὸ ὑπάρχον αἱρετόν. ἐνδέχεται γὰρ καὶ αὐτὸ τοιοῦτον εἶναι, οἷον εἰς ἄλλο καὶ αὐτὸ ἀναφέρεσθαι, δι’ ἐκεῖνο ἔχον τὴν αἵρεσιν. ἐκεῖνο δ’ ἐστὶ τὸ τελειότατον, ὃ οὐκ ἔστι | |
30 | καὶ δι’ αὑτὸ καὶ δι’ ἄλλο αἱρετόν, ἀλλὰ μόνον αὐτὸ δι’ αὑτὸ [εἶναι] καὶ τοῦτο πάντοτε καὶ μὴ ποτὲ μὲν δι’ αὑτὸ αἱρετὸν μόνον, ποτὲ δὲ καὶ δι’ | |
ἕτερον, ἀλλ’ ἀεὶ δι’ αὑτὸ καὶ μηδέποτε δι’ ἄλλο. | 61 | |
62(1n) | Τοιοῦτον δ’ ἡ εὐδαιμονία μάλιστα. | |
2 | Ἡ γὰρ εὐδαιμονία ἐπεὶ τέλος ἐστὶ τὸ ἔσχατον, οὐκ ἔχομέν τι αὐτῆς τελικώτερον οὐδὲ δυνάμεθα εὑρεῖν, ἵνα δι’ αὑτὴν αἱρετὴ οὖσα γίνηταί ποτε καὶ δι’ ἕτερον. διὰ τοῦτο καὶ ἔστιν ἀεὶ δι’ αὑτὴν αἱρετή. τὸ δὲ δοκεῖ | |
5 | οὐκ ἀμφιβόλου ἀλλ’ ὡς κοινῆς τούτου δόξης οὔσης παρὰ πᾶσι. | |
6n | Τιμὴν δὲ καὶ ἡδονὴν καὶ νοῦν. | |
7 | Τὸ δι’ αὑτὸ μόνον αἱρετὸν καὶ μηδέποτε δι’ ἕτερον τὴν εὐδαιμονίαν εἶναι διασαφῶν παρατίθησι αὐτῇ τὴν τιμὴν καὶ ἡδονὴν καὶ τὸν νοῦν καὶ τὰς λοιπὰς ἀρετάς. ταῦτα γὰρ πάντα αἱρούμεθα μὲν καὶ δι’ αὑτά, κἂν | |
10 | μηδὲν ἐξ αὐτῶν ἀποβαίνῃ, αἱρούμεθα δὲ καὶ διὰ τὴν εὐδαιμονίαν ὡς τέλος οὖσαν τῆς αὐτῶν κτήσεως, ὑπολαμβάνοντες διὰ τούτων εἰς ἐκείνην ἐλθεῖν ὡς εἰς τέλος τελειότατον καὶ σκοπιμώτατον. οὐδέποτε δὲ τὴν εὐδαιμο‐ νίαν τούτων χάριν αἱρούμεθα οὔτε ὅλως δι’ ἄλλο τι, ὡς δῆλον εἶναι ἐκ τῆς κοινῆς ὑπολήψεως, ὡς αὕτη ἐστὶ τὸ τῶν λοιπῶν τελειότατον· τὰ γὰρ | |
15 | κοινῶς ὑπολαμβανόμενα αὐτόπιστα· νοῦν δ’ ἐνταῦθα οὔτε τὸν καθ’ ὕπαρξιν ὠνόμασεν, ὃς ἐπέκεινα τῆς ψυχῆς ἐστιν οὔτε τὸν κατ’ αὐτὴν θεωρητικὸν ἀλλὰ τὴν κατὰ τὸ λογιστικὸν αὐτῆς ἀρετὴν ἣ καὶ φρόνησις ὀνομάζεται. διὸ καὶ ἀντιδιεῖλε τούτῳ τὰς λοιπὰς ἀρετάς. | |
19n | Φαίνεται δὲ καὶ ἐκ τῆς αὐταρκείας. | |
20 | Ἔτι τὸ αὐτὸ δείκνυσιν, ὅτι ἡ εὐδαιμονία τὸ ἄκρον ἐστὶ καὶ δι’ αὑτὸ μόνον αἱρετόν. αὔταρκες γὰρ λέγομεν τὸ ἐν ἑαυτῷ καὶ ἀφ’ ἑαυτοῦ ἔχον τὸ ἀγαθὸν καὶ μὴ ἑτέρου δεόμενον ἔξωθεν, δι’ οὗ ὑπάρξει αὐτῷ τὸ ἀγαθόν. ἐπεὶ οὖν ἡ εὐδαιμονία οὐ πρὸς ἄλλο φέρει αὐτῆς τελειότερον οὐδ’ ἔστι δι’ ἄλλο ποτὲ ἀλλ’ αὐτὴ δι’ αὑτὴν αἱρετή, διὰ τοῦτο καὶ αὔταρκες. | |
25n | Τὸ δὲ αὔταρκες, οὐκ αὐτῷ μόνῳ. | |
26 | Εἴρηται ἔμπροσθεν τρεῖς εἶναι τοὺς μάλιστα προέχοντας βίους, τὸν ἀνδραποδώδη τὸν πολιτικὸν τὸν θεωρητικόν. ὁ μὲν οὖν ἀνδραποδώδης ὁ ἐμπαθής ἐστι καὶ ὥσπερ ἀνδράποδον καὶ δοῦλον ἔχων ἀγόμενον τὸ λογι‐ κὸν τῆς ψυχῆς ὑπὸ τῶν παθῶν, τὸ φύσει δεσποτικὸν παρὰ φύσιν ὑπὸ τῶν | |
30 | φύσει δούλων ἀγόμενον, τῆς οἰκείας εὐγενείας ἐπιλαθόμενον καὶ ἑαυτὸ | 62 |
63 | καταδουλοῦν τοῖς ἀγεννέσι καὶ χείροσιν, ὁ δέ γε θεωρητικὸς ὁ ἀπαθής ἐστι καὶ τὸ λογικὸν καὶ νοερὸν τηρῶν τῆς ψυχῆς, οὐ μόνον τῆς πρὸς τὰ ἄλογα πάθη δουλείας ἐπέκεινα ἀλλὰ καὶ πάντῃ ἔχων ἀπροσπαθῶς πρὸς αὐτά, καὶ τοσοῦτον ὡς ἀργὰ πάντῃ ταῦτα καὶ ἀνενέργητα καταλείπεσθαι, ἐν | |
5 | μηδενὶ ταῖς ἀλόγοις ἐνεργείαις αὐτῶν ἐνδιδόντος τοῦ κρείττονος. καὶ οὗτοι μὲν ἄκροι καὶ ὡς ἐναντίοι πρὸς ἀλλήλους μαχόμενοι, μέσος δὲ τούτων ὁ μετριοπαθὴς καὶ πολιτικός, κοινωνίαν τινὰ πρὸς ἀμφοτέρας τηρῶν τὰς ἀκρό‐ τητας, πρὸς μὲν τὴν ὡς τὸν λόγον ἔχων τῆς ἐκ τῶν παθῶν καταδουλώσεως ὑπερκείμενον, πρὸς δὲ τὴν ἐνδιδοὺς ἐν μέρει καὶ ταῖς ἀλόγοις ὀρέξεσιν, | |
10 | οὐχ ἵνα τοῦ κρείττονος κατακυριεύσωσιν, ἀλλ’ ἵνα καὶ αὐταὶ παρ’ αὑτοῦ ἐνεργῶσιν ἐπιταττόμεναι. διὰ τοῦτο ὁ κατ’ αὐτὸν ζῶν καὶ γυναικὶ διὰ παι‐ δοποιίαν συζεύγνυται καὶ παῖδας ἴσως ἐξ αὐτῆς ἀποτίκτων ἔχει τούτους συζῶντας αὐτῷ παὶ γονεῦσι κοινωνεῖ καὶ ἀδελφοῖς καὶ φίλοις συμφέρεται. πολιτικὸν γὰρ ζῷον φύσει ὁ ἄνθρωπος καὶ συναγελαστικὸν καὶ κοινωνικὸν | |
15 | καὶ ἐνεργείας ἔχον προκειμένας αὐτῷ ἐν τῇ κοινωνίᾳ πολλάς, ἐν αἷς πολ‐ λῶν δεῖ τῶν λυσιτελούντων αὐτῷ καὶ χρημάτων καὶ σωμάτων. καὶ ὁ κατὰ τοῦτον τὸν βίον εὐδαιμονῶν προηγουμένως ἔχει πρὸς τὸ κατ’ ἄν‐ θρωπον τέλειον τὴν τῶν καλῶν καὶ ἀγαθῶν κατόρθωσιν ἔξωθεν. δεῖται δὲ καὶ τῶν ἄλλων, ἵνα μὴ αὐτῷ λυμαίνηται τὸ μακάριον. ὁ δὲ καθαρτικὸς | |
20 | καὶ θεωρητικὸς τοῦ κατ’ ἄνθρωπον παντὸς ἀποσχόμενος καὶ τῶν ἐν μέσῳ θορύβων ἔξω γενόμενος καὶ ὄχλων καὶ πόλεως καὶ οἰκείων αὐτῶν καὶ τὴν συνανθρώπισιν ἀρνησάμενος καὶ τῆς οἰκείας σαρκὸς ἀποχωρήσας τῇ σχέσει καὶ ἀποκλίνας πρὸς τὸ νοερώτερον καὶ θειότερον ἱκανὴν ἔχει πρὸς μακαριότητα τὴν ἐξ ἀπαθείας ἐγγινομένην κατὰ νοῦν ἐνέργειαν, καὶ ἔτι | |
25 | τὴν ὑπὲρ νόησιν ἕνωσιν. διὰ τοῦτο καὶ πολυπονωτάτη τούτῳ ὁδὸς ἡ πρὸς τὴν ἀνήκουσαν εὐδαιμονίαν ἀνάγουσα, ἅτε καὶ πρὸς αὐτὸν τὸν δεσμὸν μα‐ χομένῳ τῆς φύσεως καὶ πρὸς αὐτὸ τὸ εἶναι ἐνισταμένῳ κατὰ προαίρεσιν, οὐχ ἵνα λύσῃ τὸ φύσει σύνθετον, ἀλλ’ ἵν’ ἀσχέτως ἕξῃ τὸ δεδεμένον πρὸς τὸν δεσμὸν τὸν ἐκ φύσεως. ἡ δὲ κατορθουμένη μακαριότης ἁπλῆ καὶ ἀποίκιλος καὶ | |
30 | ἀνενδεὴς τῶν πολλῶν, ὡς ἐν μονότητι τὴν κατόρθωσιν ἔχουσα. οὐδὲν οὖν καινόν, εἰ ὁ Ἀριστοτέλης ἐνταῦθα τὴν ἐν μέσῳ καὶ πολιτικὴν εὐδαιμονίαν ἀπο‐ διδοὺς διαστέλλει μὲν αὐτὴν τῆς κατὰ τὴν μόνωσιν, πολυειδῆ 〈δὲ〉 καὶ ποικίλην παρίστησιν. ἀλλ’ ἐπανιτέον ἐπὶ τὴν λέξιν. καὶ τὸ αὔταρκες, φησίν, οὐ τὸ ἁπλῶς ἀγαθὸν λέγεται ἀλλὰ τὸ ἔχον ἐν ἑαυτῷ καὶ ἀφ’ ἑαυ‐ | |
35 | τοῦ τὸ ἀγαθὸν καὶ τὸ ἑαυτῷ ἀρκοῦν πρὸς τὸ πληροῦσθαι τοῦ ἀγαθοῦ. ἡ οὖν εὐδαιμονία τὸ ἀνθρώπινον οὖσα ἀγαθὸν καὶ οὐ τὸ ἁπλῶς ἀγαθὸν αὔταρκες λέγεται, ὅτι αὐτὴ ἀφ’ ἑαυτῆς ἀρκεῖ τὸ ἀγαθὸν ἐν τῷ ἀνθρώπῳ τηρεῖν, ὡς τέλος οὖσα ἀνθρώπου τὸ σκοπιμώτατον, ὃ οὐ δι’ ἄλλο ἄλλως αἱρετὸν τῷ ἀνθρώπῳ τῶν ἀνθρωπίνων ἀγαθῶν ἀλλὰ μόνον δι’ ἑαυτό. | |
40 | αὐτάρκης τοίνυν ὁ πολιτικός, οὐ καθ’ αὑτὸν μόνον, ὡς βίον μονώτην ζῶν, | 63 |
64 | ὅταν καὶ τὰ τῆς ψυχῆς αὐτῷ προσῇ καὶ τὰ τοῦ σώματος ἀγαθά (οὐδὲ γὰρ ἂν οὗτος ἦν πολιτικός), ἀλλ’ ἐπεὶ καὶ γονεῦσι καὶ τέκνοις καὶ γυναικὶ καὶ ὅλως φίλοις καὶ πολίταις συνεῖναι τὸν πολιτικὸν ἐνδέχεται, διὰ τὸ φύσει συναγε‐ λαστικὸν καὶ κοινωνικὸν τῆς ἀνθρώπου φύσεως δεῖ τοῦτον κατὰ πάντα ταῦτα | |
5 | ἔχειν τὸ εὖ. εἰ δ’ ἐπί τινος τούτων λείποι τι αὐτῷ, χωλεύει κατ’ ἐκεῖνο αὐτῷ τὸ μακάριον, μᾶλλον ἢ ἧττον κατὰ ἀναλογίαν τῆς πρὸς αὐτὸν τοῦ λείποντος οἰκειότητος. εἰ γὰρ καθ’ ἑαυτὸν ἔχων εὖ τῶν αὐτῷ προσηκόντων καὶ κοινω‐ νούντων οὐκ ἐπιστρέφοιτο, πῶς ἂν εἴη κοινωνικὸς ἢ πολιτικὸς ἢ τὸ ἀνθρώπου φυλάττων ἴδιον, ὃ ὁ σπουδαῖος ἐν μέσῳ στρεφόμενος ἐπαγγέλλεται; ἐπιστρε‐ | |
10 | φόμενος δ’ αὐτῶν κοινωνήσει αὐτοῖς τῶν ἡδέων καὶ λυπηρῶν καὶ τῶν ἀγαθῶν καὶ φαύλων οἰκειουμένων αὐτῷ κατὰ τὴν πρὸς ἐκείνους ἀνάλογον σχέσιν καὶ οἰκείωσιν, ὡς εἴρηται. | |
13n | Τούτων δὲ ληπτέος ὅρος τις. | |
14 | Εἰπὼν τὸ αὔταρκες τοῦ πολιτικοῦ μὴ μέχρις αὐτοῦ μόνου περιγρά‐ | |
15 | φεσθαι δεῖν ἀλλὰ καὶ μέχρι τῶν σὺν αὐτῷ καὶ περὶ αὐτὸν ἐπεκτείνεσθαι καὶ τῶν πρὸ αὐτοῦ καὶ τῶν μετ’ αὐτὸν ἔχεσθαι, ἐπεὶ ἐπ’ ἄπειρον ἑώρα τὴν κοινωνίαν προβαίνουσαν κατά τε τὸ ἄνω καὶ κάτω καὶ δὴ καὶ τὸ κατ’ αὐτὸν καὶ τὸ κατὰ πλάγια, ἵν’ οὕτως ἐρῶ, ὡς κινδυνεύειν ἀόριστόν τινα καὶ ἄπειρον τὴν ἔκτασιν γίνεσθαι, διὰ τοῦτό φησι δεῖν εἶναι ὅρον τινὰ τῆς | |
20 | κοινωνίας ταύτης λαμβάνεσθαι, ἵνα μὴ ἐπ’ ἄπειρον γινομένης τῆς ἐπεκτά‐ σεως ἀδυνατώτατον εἴη ἀνδρὶ πολιτικῷ τὴν εὐδαιμονίαν περιγίνεσθαι. περὶ δὲ τοῦ ὅρου καὶ μέχρι πόσου δεῖ τὴν κατὰ τοὺς οἰκείους καὶ κοινωνοὺς ἐπέκτασιν γίνεσθαι, νῦν μὲν εἰπεῖν ὑπερτίθεται, ἐν δὲ τοῖς ἑξῆς εἰπεῖν ἐπαγγέλλεται. τὸ δ’ αὔταρκες τίθεμεν πρὸς τὸ δεῖξαι τὴν εὐδαιμονίαν δι’ | |
25 | ἑαυτὴν οὖσαν αἱρετήν, παραλαβὼν τὸ αὔταρκες εἰρηκώς τε καὶ ἐκ τούτου δῆλον γίνεσθαι τὸ λεγόμενον, λέγει πάλιν τὸ αὔταρκες τίνα παρίστησιν ἔν‐ νοιαν, τῇ κοινῇ ὁμολογίᾳ πρὸς τοῦτο χρώμενος. ἐκεῖνο γάρ φησιν αὔταρ‐ κες εἶναι ὁμολογοῦμεν, ὃ καὶ μόνον καθ’ ἑαυτὸ λαμβανόμενον ἄρκιον καὶ ἀνελλιπῆ καὶ αἱρετὴν ποιεῖ τὸν βίον. τοιοῦτον δ’ αὔταρκες τὴν εὐδαι‐ | |
30 | μονίαν οἰόμεθα εἶναι. χρῆται δὲ κἀν τούτῳ τῇ κοινῇ ὁμολογίᾳ ὡς αὐτοπίστῳ. ἔνθα γὰρ κοινῶς ὡμολόγηται, τίνος χρεία ἐκεῖ ἀποδείξεως, ὡς εἶναι κἀν τῇ ἐννοίᾳ τὸ αὔταρκες μηδενὸς εἰς πίστεις δεόμενον. | |
33n | Ἔτι δὲ πάντων αἱρετωτάτην μὴ συναριθμουμένην. | |
34 | Ἔτι φησὶ καὶ τοῦτο ὑπολαμβάνομεν περὶ εὐδαιμονίας, αἱρετωτάτην | |
35 | εἶναι αὐτὴν κἂν μηδὲν συναριθμοῖτο αὐτῇ ἕτερον παρὰ τὰ μέρη αὐτῆς. | |
μέρη δὲ αὐτῆς δηλονότι προηγουμένως μὲν τὰ ἀγαθὰ τῆς ψυχῆς, οἷον αἱ | 64 | |
65 | πρὸς τὰς πρακτικὰς καὶ θεωρητικὰς ἀρετὰς εὐφυΐαι καὶ αὐταὶ αἱ ἀγαθαὶ ἕξεις καὶ ἐνέργειαι, ἔπειτα τὰ τοῦ σώματος, οἷον κάλλος μέγεθος ῥώμη ὑγίεια, εἶτα τὰ ἔξωθεν, πλοῦτος εὐγένεια φίλοι. ταῦτα γὰρ εὐδαιμονίας μέρη, τὰ μὲν κυριώτερα, ἐν οἷς εὑρίσκονταί τινα παρεπόμενα, ἐπαίνου | |
5 | καὶ αὐτὰ ἄξια ἃ καὶ ἐλάχιστα ὄντα ἐν τοῖς ἐπαινουμένοις τέτακται, οἷον τὸ εὔτριχον ἴσως ἢ τὸ ἐπιδεξίως βαδίζειν ἢ τοιοῦτον ἕτερον, ὃ προστιθέ‐ μενον τῇ εὐδαιμονίᾳ μηδενὸς λειπομένῃ τῶν κυριωτέρων πρὸς σύστασιν αἱρετωτέραν αὐτὴν ἑαυτῆς ἀποτελεῖ. γίνεται γὰρ τὸ προστιθέμενον ὑπεροχὴ τοῦ ἀγαθοῦ καὶ αὔξησις, ὡς μείζονα ἐκ τῆς προσθήκης τὴν εὐδαιμονίαν | |
10 | γινομένην αἱρετωτέραν εἶναι αὐτὴν μετ’ αὐτοῦ, ἣ αἱρετή ἐστι καὶ ἀπόντος αὐτοῦ. τὸ γὰρ αἱρετώτερον αἱρετοῦ τινος αἱρετώτερον, ὅτι γε τὰ συγκριτικὰ καὶ ὑπερθετικὰ πρὸς τὰ ἁπλῶς οὕτως ἔχοντα πρότερον λαμβάνεσθαι πέφυκε. ταῦτα δὲ πάντα ἐκλεγόμενα τίθησι πρὸς τὸ συστῆσαι τὸν ὁρισμόν. εἶτα συμπεραίνεται· ἐπεὶ γάρ, φησί, τέλος ἐστὶ τῶν πρακτῶν ἀγαθῶν ἡ εὐδαι‐ | |
15 | μονία τὸ ἔσχατον, ὡς μηδὲν εἶναι περαιτέρω αὐτῆς τελικώτερον, δῆλον ἐν‐ τεῦθεν ὅτι τέλειόν ἐστι καὶ αὔταρκες, ὡς μηδενὸς δεῖσθαι ἑτέρου παρ’ ἑαυτὴν πρὸς τὴν αὑτῆς τελειότητα ἀλλ’ ἀρκεῖν αὐτὴν ἑαυτῇ. | |
18n | Ἀλλ’ ἴσως τὴν εὐδαιμονίαν τὸ ἄριστον λέγειν. | |
19 | Ἀποδοῦναί φησι προθέμενοι τί ἐστιν εὐδαιμονία, πολλὰ μὲν εἴπομεν | |
20 | ὡς τέλειόν τι αὐτὴν παραστῆσαι καὶ αὔταρκες, οὔπω δ’ αὐτῆς τὸ τί ἐστι καθαρῶς ἐδηλώσαμεν. οὐ γὰρ εἰ αὔταρκες καὶ τέλειον ἤδη δῆλον καὶ τί ἐστι. | |
23n | Τάχα δὴ γένοιτ’ ἂν τοῦτο. | |
24 | Ἐναργέστερον παραστῆσαι βουλόμενος τί ἐστιν ἡ εὐδαιμονία, οἰκειότερον | |
25 | πρὸς τοῦτο ποιεῖται τὸν λόγον καὶ προσεχέστερον, ἐκ τῶν κατ’ εἶδος πρα‐ κτικῶν καὶ τῶν κατ’ αὐτὰς ἐνεργειῶν καὶ ἔργων συνιστῶν τὸ λεγόμενον καὶ δεικνύων διὰ τούτων πρῶτον μέν, ὅτι ἔστιν ἔργον τι τοῦ ἀνθρώπου ᾗ ἄνθρωπος, ἔπειτα ὅτι καὶ ἐπ’ ἐκείνων ἡ κατόρθωσις καὶ τὸ εὖ τὸ τέλος ἐστίν, οὕτω καὶ ἐπὶ τοῦ ἀνθρώπου ἁπλῶς. τοῦτο δ’ εἰ εὕρωμεν τί ἐστιν, | |
30 | εὕρομεν τὸ ζητούμενον. ὡς γὰρ ἐπὶ αὐλητικῆς καὶ ἀγαλματοποιητικῆς φησι καὶ πάσης ἄλλης τέχνης καὶ τῶν κατ’ αὐτὰς τεχνιτῶν καὶ ὅλως ὧν ἔστιν ἔργον τι καὶ πρᾶξις, τότε λέγομεν τὸ ἀγαθὸν εἶναι καὶ τὸ εὖ, ὅταν τὸ ἔργον καὶ ἡ πρᾶξις ὀρθῶς ἀποτελῆται καὶ ἁρμοδίως τῇ μεθόδῳ καὶ τῷ ὑποκει‐ μένῳ, οὕτω δόξειεν ἂν καὶ ἀνθρώπῳ τότε εἶναι τὸ εὖ καὶ τὸ τέλειον, ὅταν | |
35 | τὸ ἔργον αὐτοῦ ᾗ ἄνθρωπός ἐστι καλῶς ἀποδιδῶται κατά τε τὸν λόγον αὐτοῦ καὶ τῶν ὑποκειμένων ἕκαστον, περὶ ἃ ᾗ ἄνθρωπος καταγίνεται. | |
πᾶσαι μὲν γὰρ αἱ τέχναι ἀνθρώπου εἰσίν, ἀλλ’ αἱ κατ’ αὐτὰς ἐνέργειαι | 65 | |
66 | καὶ τὰ τέλη ἕτερά εἰσι παρὰ τὸ ἔργον καὶ τὸ τέλος αὐτοῦ ᾗ ἄνθρωπός ἐστιν. ὡς γὰρ ἄλλο ἔστιν εἰπεῖν ἄνθρωπον καὶ αὐλητὴν ἄνθρωπον ἢ γραμ‐ ματικὸν ἄνθρωπον (τὸ μὲν γὰρ δηλοῖ τὴν οὐσίαν καὶ τὴν φύσιν τοῦ ἀν‐ θρώπου ᾗ ἄνθρωπος, τὸ δὲ τὴν οὐσίαν καί τι συμβεβηκὸς ἐν αὐτῇ) καὶ | |
5 | ἄλλος ὁ τοῦ τί ἦν εἶναι λόγος ἀνθρώπου τε ἁπλῶς καὶ ἑκάστου τῶν τοιούτων, οὕτω καὶ τὸ ἔργον τοῦ ἀνθρώπου ᾗ ἄνθρωπος ἕτερον παρὰ τὸ τοῦ αὐλητοῦ ἀνθρώπου καὶ ἀγαλματοποιοῦ καὶ γραμματικοῦ. ἀλλ’ ὡς ἐπ’ ἐκείνων κατὰ τὸ ἀγαθὸν καὶ τὸ εὖ τοῦ ἔργου καὶ τῆς πράξεως ἡ τελείωσις καὶ ἡ κατόρθωσις, οὕτω καὶ ἐπὶ ἀνθρώπου ᾗ ἄνθρωπος, εἴπερ ἔστι τι ἔργον | |
10 | αὐτοῦ τῆς τῶν τεχνῶν ἐπιτηδεύσεως ἕτερον. γίνεται δὲ ἡ δεῖξις ἐκ τῶν ἡμῖν προτέρων καὶ σαφεστέρων πρὸς τὸ σαφέστερον τῇ φύσει καὶ γνω‐ ριμώτερον, ἤτοι ἐκ τῶν αἰτιατῶν τὰ αἴτια. συνίστησι δὲ ταύτην ἀναλογίᾳ καὶ ὁμοιότητι χρώμενος ἢ καὶ τῇ ἐπιχειρήσει τῇ ἐκ τοῦ ἥττονος. ὁ μὲν γὰρ τοῦ ἀνθρώπου λόγος γεννητικὸς καὶ αἴτιος τῶν τεχνῶν· διὸ καὶ αὐτῶν | |
15 | τῇ φύσει πρότερος καὶ γνωριμώτερος· καὶ τὸ τέλος ἄρα αὐτοῦ τῶν κατὰ τὰς τέχνας τελῶν. ἀλλ’ ἡμῖν τὰ τῶν τεχνῶν τέλη αἰσθήσει ὑποκείμενα γνωριμώτερα τοῦ ἔργου καὶ τοῦ τέλους τῆς ψυχῆς, ὅτι ἐκεῖνό ἐστιν ὑπὲρ αἴσθησιν καὶ ἡμῖν πρώτως ἐνεργοῦσι κατ’ αἴσθησιν ἀφανὲς ὡς λόγῳ πε‐ φυκὸς καταλαμβάνεσθαι. διὸ καὶ ἐκ τῶν κατὰ τὰς τέχνας τελῶν ὡς ἡμῖν | |
20 | φανερῶν πρὸς αὐτὸ ποδηγούμεθα ἀναλογίᾳ καὶ ὁμοιότητι χρώμενοι, ὅτι ὡς ἐπὶ τῶν τεχνῶν ἑκάστης τὸ κατὰ τὰς πράξεις καὶ τὸ ἔργον εὖ τὸ τέλος ἐστὶ τὸ κατ’ αὐτὰς καὶ τὸ ἀγαθόν, οὕτω καὶ ἐπὶ τοῦ ἀνθρώπου ᾗ ἄνθρωπος. ἀλλὰ καὶ ἐκ τοῦ ἥττονος ἡ ἐπιχείρησις γίνεται. εἰ γὰρ αἱ τέχναι, αἰτιαταὶ οὖσαι καὶ χείρους τοῦ κατ’ ἄνθρωπον λόγου, τὸ εὖ καὶ ἀγαθὸν τέλος | |
25 | ἔχουσι, πολλῷ ἂν εἴη τοῦτο πρότερον ἐπὶ ἀνθρώπου ἁπλῶς. τὸ αὐτὸ δὲ ποιεῖ καὶ τοῖς τοῦ ἀνθρώπου μέρεσι χρώμενος καὶ τοῖς τούτων ἑκάστου τέλεσιν εἰς παράστασιν τοῦ ἀνθρωπίνου τέλους ἁπλῶς. τὸ δὲ ὅλως ὧν ἔστιν ἔργον τι καὶ πρᾶξις προσέθηκεν ἴσως διὰ τὸ τὸν χρόνον εὑρετὴν γίνεσθαι πολλῶν παρὰ τὰ εἰθισμένα ταῖς τέχναις καὶ τοῖς τεχνίταις καὶ ἔργα τινὰ | |
30 | καὶ πράξεις τινὰς ἐν αὐτῷ ἀναφαίνεσθαι, ἐπεὶ καὶ αἱ τέχναι οὕτω συνέ‐ στησαν, ἀεὶ καινοτέρων εὑρισκομένων ἐφ’ ἑκάστης, ἔστ’ ἂν ἡ πᾶσα τετέ‐ λεσται. διὸ καὶ σύστημα ἐκ καταλήψεων ἡ τέχνη. ὅτι δέ ἐστι τὸ ἔργον τοῦ ἀνθρώπου ᾗ ἄνθρωπος περὶ τὰ κατὰ τὰς τέχνας ἀποτελούμενα, δείκ‐ νυσιν ἐφεξῆς ἀπό τε τῶν κατ’ εἶδος τεχνῶν καὶ ἀπὸ τῶν μορίων τοῦ σώ‐ | |
35 | ματος. εἰ γὰρ ἑκάστη τῶν τεχνῶν οἰκεῖα ἔργα ἔχει τινὰ καὶ πράξεις, ἐν οἷς αὐτῇ κατορθούσῃ τὸ εὖ περιγίνεται, πολλῷ μᾶλλον ἡ τοῦ ἀνθρώπου φύσις ᾖ ἄνθρωπός ἐστιν οἰκεῖα ἕξει ἔργα καὶ πράξεις ἐν οἷς κατορθούσῃ τὸ εὖ αὐτῇ περιγίνεται, εἰ δὲ μή, ἀργὴ μὲν ἔσται καὶ ματαία καθ’ αὑτήν, ἐκ τῶν τεχνῶν δὲ μόνων καὶ τῶν κατ’ αὐτὰς ἔργων καὶ πράξεων ἅπαν | |
40 | ἕξει τὸ τέλειον, ὅπερ ἄτοπον, χείρονα εἶναι τὴν ἀνθρώπου φύσιν καὶ ἀτε‐ | |
λεστέραν τῶν ὑπ’ αὐτῆς εὑρισκομένων μεθόδων καὶ τεχνῶν, ὡς δεῖσθαι | 66 | |
67 | ἐκείνων πρὸς τὴν οἰκείαν τελείωσιν τῆς αὐταρκείας ἐστερημένην καὶ μὴ ἔχουσαν οἴκοθεν τὴν τοῦ ἀγαθοῦ μέθεξιν ἀλλὰ διὰ τῶν οἰκείων ἀπογεννη‐ μάτων τελειουμένην. ἀπορητικῶς δὲ τὸν λόγον προσενεγκὼν ἐπάγει τὰ ἐφεξῆς ὡς λύων καὶ ἀπολογούμενος καί φησιν· | |
5n | Ἢ καθάπερ ὀφθαλμοῦ καὶ ποδὸς καὶ τὰ ἑξῆς. | |
6 | Ὥσπερ γὰρ τῶν μορίων ἕκαστον ὡς ὄργανον ὑπηρετοῦν τῇ ψυχῇ τὰ τέλη κατορθοῖ τῶν τεχνῶν, ἔχει δὲ καὶ καθ’ ἑαυτὸ ἔργον τι, ὃ καλῶς ἐνεργοῦν καὶ κατορθοῦν τὸ οἰκεῖον εὖ ἔχειν λέγεται, οἷον ὀφθαλμὸς μὲν τὸ ὁρᾶν καὶ τὸ εὖ ὁρᾶν καὶ ποῦς τὸ ἀνέχειν καὶ τὸ βαδίζειν ἢ τρέχειν | |
10 | καὶ τὸ ἐν τούτοις εὖ, καὶ χεὶρ τὸ ἅπτεσθαι καὶ ἕλκειν καὶ ὠθεῖν καὶ ταῦτα εὖ καὶ ἁπλῶς τῶν μορίων ἕκαστον, οὕτω καὶ ἀνθρώπου ἁπλῶς ἔσται τι ἔργον παρὰ πάντα ταῦτα τά τε τῶν τεχνῶν ἔργα καὶ τῶν μορίων, ὃ κατορθῶν ᾗ ἄνθρωπος τὸ οἰκεῖον ἕξει εὖ καὶ τὸ τέλειον. | |
14n | Τί οὖν δὴ τοῦτ’ ἂν εἴη ποτέ; | |
15 | Παραιτησάμενος τὰ ἴδια τέλη τῶν τεχνῶν, ὧν ἕνεκεν συνέστησαν αὗται καὶ δι’ ἃ ἐνεργοῦσι καὶ ἐργάζονται, ὡς οὐκ ἴδια ἀνθρώπου ᾗ ἄν‐ θρωπος ἀλλ’ ᾗ τεχνίτης κατὰ τήνδε ἢ τήνδε τὴν τέχνην, ἔτι δὲ καὶ τὰ τῶν μορίων αὐτοῦ, ὡς ἄλλα μὲν ὄντα παρὰ τὰ τῶν τεχνῶν, οὐ μέντοι γε οὐδ’ αὐτὰ τοῦ ἀνθρώπου ᾗ ἄνθρωπος ἀλλ’ ᾗ κατὰ τὰ μόρια, νῦν περὶ | |
20 | τοῦ ἰδίου τέλους ἐξετάζει τοῦ ἀνθρώπου, ὃ αὐτοῦ πρώτως καὶ οὐ κατ’ ἄλλο ἐστί. καὶ ἐπεὶ ἐκείνων διασταλέντων οὐδεμία ἄλλη αὐτῷ ἢ δύναμις ἢ ἐνέργεια ἀλλ’ ἢ μόνη ἡ ζωὴ ὑπολέλειπται, ἐξ ἧς αἵ τε κατὰ τὰ μόρια δυνάμεις καὶ ἐνέργειαι καὶ αἱ κατὰ τὰς τέχνας προβαίνουσαι ὡς ἀπὸ ῥίζης τινὸς καὶ πηγῆς, ἐξετάζει περὶ αὐτῆς, ἀποδιδοὺς καὶ ταύτης διαφοράν. | |
25 | καὶ διαφόρων οὐσῶν ἐν ἀνθρώπῳ ζωῶν, ἀνευρίσκει τίνες μέν εἰσι καὶ ἑτέ‐ ροις κατ’ εἶδος ἢ καὶ γένος ἴσως αὐτοῦ διαφέρουσαι, τίς δὲ ἰδία μόνου αὐτοῦ. καὶ οὕτως ἀποδίδωσι τὴν εὐδαιμονίαν κατ’ οὐδεμίαν ζωὴν τῶν κοινῶν περιγινομένην αὐτῷ ἀλλὰ κατὰ μόνην τὴν ἰδίαν, καθ’ ἣν καὶ τὸ τέλος ἴδιον αὐτοῦ περιγράφεται. | |
30n | Τὸ μὲν γὰρ ζῆν φησι κοινὸν εἶναι φαίνεται καὶ τοῖς | |
31n | φυτοῖς, ζητεῖται δὲ τὸ ἴδιον. | |
32 | Ἔστι μὲν γὰρ καὶ τοῖς φυτοῖς ζωή· οὐ γάρ εἰσι ταῦτα ὡς τὰ παν‐ | |
τελῶς ἄψυχα ἢ ἄζωα, ἀλλ’ ἔστι καὶ αὐτοῖς τὸ θρεπτικὸν καὶ αὐξητικόν, | 67 | |
68 | καθ’ ἃ καὶ ζῆν λέγεται καὶ ἔμψυχα ὀνομάζεται. ἐπεὶ οὖν ἔχων ταῦτα ὁ ἄνθρωπος οὐκ ἴδια ἔχει ἀλλὰ κοινὰ καὶ τοῖς φυτοῖς, οὐ χρὴ κατὰ ταῦτα ζητεῖν τὸ ἴδιον ἀγαθὸν καὶ τὸ τέλος αὐτοῦ· ἦν γὰρ ἂν κοινὸν καὶ τοῖς φυτοῖς· νῦν δὲ ζητοῦμεν τὸ ἴδιον. δεῖ ἄρα ἀφορίσαι τὸ τοιοῦτον εἶδος | |
5 | τῆς ζωῆς ἀπὸ τοῦ ἀνθρώπου καὶ τοῦ τέλους αὐτοῦ, ὡς μὴ ὂν ἴδιον αὐτοῦ ἀλλὰ καὶ ἑτέροις κοινόν. | |
7n | Ἑπομένη δὲ αἰσθητική τις ἂν εἴη. | |
8 | Ἐναργεστέρα μὲν ἡ ζωὴ ἡ αἰσθητικὴ θρεπτικῆς καὶ αὐξητικῆς, ὡς καὶ ἐνεργείας ἔχουσα τρανεστέρας· οὐ μὴν ἀλλὰ καὶ αὐτὴ οὐκ ἀνθρώπου | |
10 | ἰδία, κοινὴ δὲ καὶ τοῖς ἀλόγοις ζῴοις. διὸ οὐδὲ τὸ κατὰ ταύτην εὖ ἀν‐ θρώπου ἴδιον, ἀλλὰ κοινὸν καὶ ἐκείνοις, οἷς καὶ τῆς ἁπλῆς ὑπάρξεως αὐτοῖς κεκοινώνηκε. | |
13n | Λείπεται δὴ πρακτική τις τοῦ λόγον ἔχοντος. | |
14 | Ἀνήγαγεν ἤδη τὸν λόγον πρὸς αὐτὴν τὴν ἰδίαν ἀνθρώπου ζωήν, τοῦ | |
15 | λόγου ἁψάμενος καὶ τῶν ἄλλως ζώντων ἢ κατὰ λόγον διαστήσας αὐτὸν καὶ οὕτως ἀνευρίσκων τὸ ἴδιον αὐτοῦ ἀγαθόν. | |
17n | Τοῦτο δὲ τὸ μὲν ὡς ἐπιπειθὲς λόγῳ. | |
18 | Ἀκριβολογούμενος ἐπὶ πλέον οὐδὲ τὸν λόγον αὐτὸν ἀδιαίρετον ἔλιπεν, ἀλλ’ ἐπὶ τῆς ἀνθρωπίνης ψυχῆς τὸ μέν ἐστιν οὕτω λογικευόμενον, ὡς | |
20 | αὐτὸ μὲν μὴ ἔχον λόγον ἀφ’ ἑαυτοῦ ἑτέρῳ δὲ πεφυκὸς ἕπεσθαι καὶ ὑπεί‐ κειν λόγον οἰκεῖον ἔχοντι, τὸ δ’ ἐστὶ λογικὸν ἀφ’ ἑαυτοῦ καὶ αὐτόθεν, οἰκεῖον ἔχον λόγον καὶ διανοεῖσθαι δυνάμενον· καὶ τὸ μὲν ὡς πάσχον τὸ λογικεύεσθαι τὸ δ’ ὡς δρῶν λογικῶς αὐτό τε καὶ καθ’ ἑαυτὸ καὶ ἐκείνῳ μεταδιδὸν τῆς οἰκείας δυνάμεως, διεῖλε κατὰ ταῦτα τὴν κατὰ λόγον | |
25 | ζωήν, πρότερον μὲν πρακτικὴν τοῦ λόγον ἔχοντος συγκεχυμένως καλέσας αὐτήν, εἶτα διελὼν καὶ ἄλλο μὲν εἰπὼν τὸ κυρίως λόγον ἔχον, ὡς οἰκεῖον τοῦτον ἔχον καὶ κατὰ τὴν ἑαυτοῦ φύσιν, ἄλλο δὲ τὸ κατὰ μετοχὴν τὴν ἀπὸ τούτου. ὥσπερ δὲ τὸ κατὰ τὸν λόγον ἔχειν ἡ διαφορὰ τούτοις, ὅτι τὸ μὲν οἰκείως τὸ δὲ κατὰ μετοχήν, οὕτω καὶ κατὰ τὸ εὔδαιμον καὶ μα‐ | |
30 | κάριον. κοινωνεῖ μὲν γὰρ τούτου καὶ τὸ κατὰ μετοχὴν τοῦ λόγου λεγό‐ μενον λογικεύεσθαι, ἀλλ’ ὡς τῷ κυρίως λογικῷ ὑπεῖκον καὶ ἑπόμενον καὶ | |
διὰ τοῦτο καὶ ἐπαινούμενον, ἐκεῖνο δὲ ὡς καὶ μετ’ αὐτοῦ κατορθοῦν καὶ | 68 | |
69 | καθ’ ἑαυτὸ καὶ χωρὶς τούτου ἐνεργοῦν τὰ τελεώτερα. διὸ καὶ χωριζόμενον ἀπὸ τοῦ ἐλάσσονος ἐπὶ τὸ βέλτιον καθίσταται καὶ μακαριώτερον. | |
3n | Διττῶς δὲ καὶ ταύτης λεγομένης. | |
4 | Ἐπεὶ καὶ αἱ τέχναι καὶ αἱ ἐπιστῆμαι καὶ αἱ ἀρεταὶ ἐν ἕξεσι θεωρού‐ | |
5 | μεναι ἐν ταῖς προχειρίσεσι τελεώτεραι γίνονται, ἡ εὐδαιμονία τὸ τελειότα‐ τόν ἐστι, διὰ τοῦτο καὶ τὴν κυρίως λογικὴν ζωὴν καὶ κατ’ οὐσίαν τὴν αὐτῆς διχῇ διαιρεῖ εἰς τὴν κατὰ τὴν ἕξιν καὶ τὴν κατ’ ἐνέργειαν καί φησι τὴν κατ’ ἐνέργειαν τελεωτέραν λέγεσθαι ὡς αὐτὴν τὸ τέλειον ἔχουσαν, ὅτι μηδ’ ἔστι προβῆναι πορρωτέρω αὐτῆς, καὶ ἀποδίδωσι κατὰ ταύτην τὴν | |
10 | εὐδαιμονίαν θεωρουμένην. | |
11n | Εἰ δέ ἐστιν ἔργον ἀνθρώπου ἕως τοῦ σπουδαίου δὲ τὸ εὖ. | |
12 | Δείξας ὅτι ἔργον τί ἐστιν ἀνθρώπου ᾗ ἄνθρωπος ἄλλο παρὰ τὰ τῶν τεχνῶν τέλη, δι’ ἅ εἰσιν αἱ τέχναι, καὶ παρὰ τὰ τῶν μορίων, δι’ ἃ τὰ μόρια, καὶ τοῦτο ἀπονείμας τῇ κρείττονι τῶν ἐν αὐτῇ θεωρουμένων ζωῶν, | |
15 | ἣ λόγον τε ἔχει οἰκεῖον καὶ κυρίως ψυχή ἐστί τε καὶ λέγεται, ὡς ἤδη ἱκανῶς δειχθέντι καὶ ὁμολογουμένῳ χρῆται τούτῳ καί φησιν εἰ δ’ ἐστὶν ἔργον ἀνθρώπου ψυχῆς ἐνέργεια κατὰ λόγον ἢ μὴ ἄνευ λόγου, τὸ μὲν κατὰ λόγον περὶ τῆς οἰκεῖον ἐχούσης λόγον καὶ διανοουμένης ψυχῆς θέμενος, τὸ δὲ μὴ ἄνευ λόγου περὶ τῆς λόγῳ ἐπιπειθοῦς. καὶ γὰρ καὶ | |
20 | ἡ κατὰ τὸ πείθεσθαι λόγῳ τῆς αἰσθητικῆς ἐνέργεια μόνου ἀνθρώπου ἐνέρ‐ γεια, ὅτι μηδ’ ἁπλῶς τὸ ἐνεργεῖν καὶ κατὰ ταῦτα δεῖ τὸ εὔδαιμον εἶναι τίθεσθαι, ἀλλὰ καὶ τὸ εὖ δείκνυσι πάλιν ἀπὸ τῶν τεχνῶν, πρῶτον μὲν καθόλου, εἶτα καὶ παραδείγματι χρώμενος. τὸ αὐτὸ γάρ φαμεν εἶναι τῷ γένει τοῦδε καὶ τοῦδε σπουδαίου. τοῦτο καθόλου ὅτι ἐπὶ παντὸς | |
25 | οἱουδήποτε κατὰ τέχνην ἐργαζομένου ταὐτόν ἐστι τῷ γένει ἔργον τοῦδε τοῦ ἐργαζομένου καὶ τοῦδε τοῦ σπουδαίου ἐργαζομένου ὡς κοινοῦ ὄντος τοῦ τοῦδε καὶ τοῦ ἑκάστου, ἅτε ἐπὶ παντὸς οὑτινοσοῦν ἐφαρμόζοντος τῶν καθ’ ἕκαστα. εἶτα πρὸς σαφήνειαν ἐπάγει ἑνὶ ἀρκούμενος παραδείγματι, ὡς μὴ ἀπειρόκαλος εἴη ὁ λόγος. ὥσπερ γάρ φησι κιθαριστοῦ καὶ σπουδαίου | |
30 | κιθαριστοῦ καὶ τὰ ἑξῆς. τὸ μὲν γὰρ κιθαρίζειν ὡς ἔτυχε καὶ εὖ κιθαρί‐ ζειν ὑπὸ τὸ κιθαρίζειν ἁπλῶς ὡς εἰς γένος ἀνάγεται, ἡ δὲ κατ’ εἶδος αὐτοῦ διαφορά, ὅτι τὸ μὲν ὡς ἔτυχε κιθαρίζειν τὸ δὲ εὖ κιθαρίζειν ἐστί, προστιθε‐ μένης τῷ κιθαρίζειν ἁπλῶς ὥς τινος εἰδοποιοῦ διαφορᾶς τῆς κατ’ ἀρετὴν | |
ὑπεροχῆς πρὸς τὸ ἔργον, ἥτις ὑπεροχὴ οὐδέν ἐστιν ἕτερον ἢ τὸ εὖ. ἐπεὶ δ’ | 69 | |
70 | ἐμπερίβολος ὁ λόγος γενόμενος διὰ μακροῦ τὴν ἀπόδοσιν δέχεται, διὰ τοῦτο καὶ διαφόρους μεταξὺ ἐπαναλήψεις ποιεῖται, τὸ ἀσφαλὲς τῆς περιβολῆς ἐπανορθούμενος. | |
4n | Εἰ δ’ οὕτως. | |
5 | Τουτέστιν, ἐὰν ὑφ’ ἑκάστου ἔργου καὶ πράξεως τοῦ σπουδαίου τὸ εὖ ἐστιν, ἔθεμεν δὲ καὶ ἀνθρώπου ἔργον ζωήν τινα, ἥ ἐστιν ἐνέργεια καὶ πρᾶξις τῆς ψυχῆς μετὰ λόγου γινομένη, ὡς ἐπὶ τῶν ἄλλων τοῦ σπου‐ δαίου ἦν τὸ εὖ τὸ οἰκεῖον ἔργον ἀποτελεῖν, οὕτω καὶ ἐπὶ τῆς μετὰ λόγου [καὶ] ἐνεργείας τῆς ψυχῆς τὸ εὖ αὐτὴν ἔχειν τοῦ κατ’ αὐτὴν σπουδαίου | |
10 | ἐστὶ καὶ τοῦτό ἐστι τὸ τέλος καὶ τὸ τέλειον. ἴσως δ’ ἄν τις ζητήσαι, εἰ ἐνδέχεται μετὰ λόγου ἐνεργοῦντά τινα μὴ εὖ ἐνεργεῖν, ἄλλο δὲ τὸ εὖ μετὰ λόγου. δόξειε γὰρ ἂν ἴσως πᾶσαν ἔχειν τὸ εὖ τὴν μετὰ λόγου ἐνέρ‐ γειαν. ἀλλ’ εἰ τοῦτο ἦν, οὐκ ἄν ποτε ὁ λόγος ἡμάρτανε τοῦ προσή‐ κοντος, ἀλλ’ ἐπεὶ τὸ μὴ ἁμαρτάνειν τῶν ἔξω σώματος πάντῃ καὶ γενέσεως, | |
15 | ὁ δὲ λόγος ὁ ἀνθρώπινος μετὰ τούτων ἐστίν, ἔστ’ ἂν ἡ ψυχὴ τῷ σαρκίῳ συνδέδεται, καὶ πολλὰ ἐκ τούτου αὐτῇ τὰ ἐμπόδια, πολλῆς δεῖ γυμνασίας καὶ πείρας καὶ χρόνου μακροῦ καὶ πόνου ἐνδελεχοῦς, ὥστε ἐν ἕξει τινὰ γενέσθαι τοῦ εὖ ἐνεργεῖν ἐν ἅπασι καὶ κατορθωτικὸν τῶν δεόντων ἐν τοῖς ἔργοις φαίνεσθαι. διὸ οὐδ’ ἀπαγορευτέον ἁπλῶς τὸ ἁμαρτάνειν ἐνδέχεσθαί ποτε | |
20 | καὶ τὴν μετὰ λόγου ἐνέργειαν. ἕκαστον δ’ εὖ φησι κατὰ τὴν οἰκείαν ἀρετὴν ἀποτελεῖται. ὥσπερ ἀρετὴ τεχνίτου ἡ κατὰ τέχνην τελειότης καὶ ἡ κατ’ αὐτὴν ἐνδεχομένη ἀκρίβεια ἀναλόγως τῷ ὑποκειμένῳ γένει καὶ τῇ μεθόδῳ, ἥτις περὶ αὐτὸ καταγίνεται καὶ ἐκ ταύτης τὸ εὖ ἐν τοῖς ἔργοις πέφυκε περιγίνεσθαι, οὕτω καὶ ἀρετὴ ἀνθρώπου ἡ κατὰ τὴν λογικὴν ψυχὴν | |
25 | τελειότης καὶ κατ’ αὐτὴν ἐν τοῖς ἔργοις τοῦ ἀνθρώπου ᾗ ἄνθρωπος τὸ εὖ περιγίνεται τῆς κατ’ ἀρετὴν ἕξεως τὸ εὖ ἐχούσης ἐν ταῖς ἐνεργείαις καὶ ταῖς προχειρίσεσιν. | |
28n | Εἰ δ’ οὕτω, τὸ ἀνθρώπινον ἀγαθὸν ψυχῆς ἐνέργεια. | |
29 | Ὡς ἐκ περιόδου τὴν περὶ τῆς εὐδαιμονίας συναγαγὼν ἔννοιαν, νῦν τὸν | |
30 | περὶ αὐτῆς ἀποδίδωσι λόγον. οὐκ εἶπε δὲ ψυχῆς ἐνέργεια ‘ἔστιν‘, ἀλλὰ γίνεται διὰ τὸ μηδέποτε ἵστασθαι ὀφείλειν τὸν τέλειον ἄνθρωπον ἐκ τοῦ ἀγαθοῦ ἀλλὰ διὰ παντὸς ἐμμένειν αὐτοῦ ἀντεχόμενον. τὰ γὰρ σωφρονικὰ καὶ ἀνδρεῖα καὶ δίκαια ἔστι καὶ ἐσθίοντα ἐπιδείκνυσθαι καὶ ὁμιλοῦντά τισι καὶ ὑπνοῦντα καὶ πᾶν ὁτιοῦν μετερχόμενον, ὡς ἔχοντα τοῦ εὖ ἐν πᾶσιν | |
35 | ἀναφαίνεσθαι, καὶ μηδενὸς ὄντος τῶν ἡμετέρων, ὃ μὴ τὸ εὖ πέφυκε καὶ | 70 |
71 | τὸ κακῶς ἐπιδέχεσθαι, τῆς ἀρετῆς καὶ τῆς κακίας δυναμένης ἐν πᾶσιν ἐν‐ δείκνυσθαι. καὶ παραδείγματα τούτων ἔστι λαβεῖν ἀφ’ ἑκάστου τῶν φαύ‐ λως ἢ σπουδαίως ἐν τῇ παρούσῃ διαγόντων ζωῇ. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν τὸ γίνεται, ἐπεὶ τῶν πραγμάτων τινὰ ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι, | |
5 | ὡς ἐν τῷ θεάτρῳ ἀγὼν καὶ ἡ ἡμέρα καὶ ὁ ἐνιαυτός. τούτων γὰρ ἕκαστον ὅλον μὲν ὡς ὅλον οὐκ ἀπηρτισμένον ὑφίσταται, κατὰ μέρος δὲ γινόμενον ἀποτελεῖται παρερχομένων τῶν μερῶν. οὕτω καὶ ἡ ἐνέργεια· καὶ γὰρ καὶ αὐτῆς τὸ μὲν γεγονὸς ἤδη παρῆλθε, τὸ δ’ ἐπιγίνεται μετ’ ἐκεῖνο καὶ ἐφεξῆς οὕτως, καὶ οὐδέποτε ὁλόκληρος ἵσταται ἀλλὰ κατὰ μικρὸν ἀπαρτί‐ | |
10 | ζεται. διὸ καὶ περὶ αὐτῆς οὐκ ἔστιν οἰκεῖον εἶναι εἰπεῖν ἀλλὰ γίνεσθαι. | |
11n | Εἰ δὲ πλείους αἱ ἀρεταί. | |
12 | Ἐπεὶ τὴν εὐδαιμονίαν κατ’ ἀρετὴν τῆς ψυχῆς ἐνέργειαν ἀποδέδωκεν, ἑνικῶς τὴν ἀρετὴν εἰληφώς (οὐ μία δέ ἐστιν, ἀλλὰ πλείους αἱ ἀρεταί), διὰ τοῦτο ταῦτα προσέθηκε, τῇ ἀρίστῃ τῶν ἀρετῶν καὶ τῇ κατ’ αὐτὴν ἐνερ‐ | |
15 | γείᾳ ἀπονέμων τὸ εὖ. αὕτη δ’ ἂν εἴη ἡ φρόνησις, ἣ τοῦ λογιστικοῦ τῆς ψυχῆς ἐστιν ἀρετή. τοῦτο δέ ἐστι τῶν μερῶν αὐτῆς τὸ ἐξαίρετον, προϊ‐ στάμενον μὲν τῶν ὑφειμένων καὶ κατορθοῦν καὶ μετ’ αὐτῶν τὰ προσήκοντα, ἐνεργοῦν δὲ καὶ καθ’ ἑαυτὸ τὰ οἰκεῖα καὶ μὴ ἀποπῖπτον τοῦ δέοντος. | |
19n | Ἔτι δ’ ἐν βίῳ τελείῳ. μία γὰρ χελιδών. | |
20 | Ἑτέρα παρατήρησις, ἣν δεῖ φυλάττειν θεωρεῖν βουλομένους τὸ εὔδαι‐ μον. δεῖ γάρ φησι τοῦτο ἐν βίῳ τελείῳ ἐκτείνεσθαι, ὡς μέχρι τοῦ τέλους τῆς παρούσης τοῦ ἀνθρώπου ζωῆς τὴν τοιαύτην ἐνέργειαν ἀνένδοτον ἐπεκ‐ τείνεσθαι. ὡς γὰρ χελιδὼν ἄγγελος ἔαρος οὖσα οὐκ ἀρκεῖ μία πρὸς τὴν τῆς ὥρας ταύτης σημείωσιν ἀλλὰ δεῖ πολλὰς φανῆναι, ἵνα δι’ αὐτῶν τὸ | |
25 | τῆς ὥρας γνωρίσωμεν εὔκρατον, αἴτιον γινόμενον ἀναζωώσεως τῷ τοιούτῳ ζώῳ παντὶ ἐν παραβύστῳ ὑποκειμένῳ νεκρῷ διὰ τὸ χειμέριον ψῦχος, ἔτι δὲ οὐδὲ μία ἡμέρα ἀλλ’ ὁ χρόνος ἅπας ὁ τῇ παρατάσει τῆς ὥρας ταύτης ἁρμόδιος, οὕτως οὐδὲ μακάριον καὶ εὐδαίμονα μία ἡμέρα ἢ ὀλίγος χρόνος ποιεῖ, ἀλλὰ δεῖ διὰ τέλους παραμένειν κατορθουμένην τὴν τοιαύτην ἐνέρ‐ | |
30 | γειαν, ἵν’ οὕτω τῷ καλῶς βιοῦντι ἀληθῶς τὸ μακάριον ἐπιλέγοιτο. | |
31n | Περιγεγράφθω μὲν οὖν τὸ ἀγαθὸν ταύτῃ. | |
32 | Προθέμενος εἰπεῖν τί ἐστιν εὐδαιμονία περιῆλθε μὲν πολλὰ πρότερον τὰ προσόντα τῇ εὐδαιμονίᾳ συνάγων ἀπὸ κοινῶν ἐννοιῶν καὶ τῶν δοκούν‐ | |
των τοῖς πλείοσι καὶ τοῖς ἐπιεικεστέροις καὶ τοῖς σοφοῖς, εἶτα ἐγγίσας τῇ | 71 | |
72 | εὐδαιμονίᾳ καὶ τῶν αὐτῆς οἰκειοτέρων δραττόμενος ἦλθε μέχρι τῆς ζωῆς. καὶ πολλῶν οὐσῶν ζωῶν, αἳ τῷ ἀνθρώπῳ πρόσεισι, τὰς μὲν κοινὰς εἴτε φυτοῖς εἴτε ζῴοις παρῃτήσατο ὡς ἀνοικείας πρὸς τὴν τοῦ ζητουμένου λόγου ἀπόδοσιν καὶ λοιπὸν ὑπελίπετο ζωῆς εἶδος τὸ λόγον ἔχον καὶ διανο‐ | |
5 | ούμενον. τοῦτο δὲ διχῇ διελὼν εἰς τὸ κατὰ δύναμιν καὶ τὸ κατ’ ἐνέργειαν, τὸ δεύτερον ἐξελέξατο ὡς τελειότερον καὶ ἐφαρμόζον τῇ τελειότητι, ἤτοι τῇ εὐδαιμονίᾳ. ᾧ προσθεὶς τὸ σπουδαῖον τὸν ὁρισμὸν ἀπετέλεσεν, λαβὼν ὡς ἀκόλουθον τό τε ἄριστον καὶ τὸ διὰ βίου τελείου· ὡς εἶναι τοιάνδε τὴν ὅλην περιγραφήν, εὐδαιμονία ἐστὶ ψυχῆς ἐνέργεια γινομένη κατὰ τὴν | |
10 | ἀρίστην ἀρετὴν ἐν βίῳ τελείῳ. περιγραφὴν δὲ ταύτην ἐκάλεσεν, ὥς τινα κύκλον οὖσαν καὶ ἐντὸς ἑαυτῆς τὸ ἀνθρώπινον ἀγαθὸν περικλείουσαν, πολλαχόθεν μὲν συναγόμενον καὶ ἐκ πολλῶν ἀναφαινόμενον, ἃ περὶ αὐτοῦ ἐξετάζων περιελήλυθεν, ὡς ἐν βραχεῖ δέ τινι τῷ λόγῳ περικλειόμενον, ὃν καὶ ὑποτύπωσιν ὠνόμασεν, ὡς ἄγαλμά τι καὶ εἰκόνα ὄντα, δι’ οὗ τὴν | |
15 | εὐδαιμονίαν χαρακτηρίζομεν τί ἐστιν, ἣν καὶ ἀναγράφων ἑξῆς παρίστησιν ὡς καλῶς καὶ προσφυῶς ἀποδέδοται. | |
17n | Δόξειε δ’ ἂν παντὸς εἶναι. | |
18 | Ἐν τοῖς ἀδήλοις φησὶ κατ’ οὐσίαν καὶ κεκρυμμένον τὸ τί ἐστιν ἔχουσι δυσχερὴς ἡ τούτου εὕρεσις. εἰ δέ τις ταῦτα καλῶς τῷ λόγῳ περιγράψει, | |
20 | ἤδη παντὸς ἂν εἴη τοῦ βουλομένου πλατῦναι αὐτά, ὡς ἀπὸ θεμελίου καὶ ῥίζης τινὸς ἀρχόμενος τῆς περιγραφῆς τοιοῦτον ὥσπερ εἴ τις ἄγαλμα ἰδὼν εὐτέχνως τὸ ἀρχέτυπον ἐκμιμούμενον, ἤδη μὲν ἀθρόον ἔχει τοῦ πρωτο‐ τύπου τὸν χαρακτῆρα ὁρώμενον, εἶτ’ ἐξετάζων καθ’ ἕκαστον μόριον, ἀνευ‐ ρίσκει τὴν ἰδέαν, ἀφ’ ἧς ἡ τοῦ ἀγάλματος διατύπωσις γέγονε, καὶ κατα‐ | |
25 | μανθάνει αὐτὸ ἀκριβῶς τῷ ἀρχετύπῳ παρατιθείς, ὅτι καλῶς καὶ προσφυῶς τῷ πρὸς ὃ γέγονεν ἐγκεχάρακται, πᾶσαν ἐκείνου μιμούμενον τὴν ἐμφάνειαν. ὡς γὰρ ἐπὶ τούτου ἡ δυσχέρεια πᾶσα τῆς μιμήσεως τῷ ἐργάτῃ τοῦ ἀγάλ‐ ματος πρόσεστι, τὸ δὲ κρῖναι καὶ ἐξετάσαι, εἰ καλῶς ἡ μίμησις γέγονε καὶ εἰ τὴν δέουσαν ἀκρίβειαν φέρει πρὸς τὸ ἀρχέτυπον, ῥᾷον καὶ οὐ πολλοῖς | |
30 | δυσχερές, οὕτω καὶ ἐφ’ ὧν δυσεύρετον τὸ τί ἐστιν, ἡ πλείστη δυσκολία περὶ τὴν τοῦ λόγου ἐστὶν εὕρεσιν, ἡ δὲ τούτου ἀνερεύνησις καὶ διάρθρωσις καὶ ἐξέτασις, εἰ μὴ καλῶς ἀποδέδοται καὶ ἱκανῶς παριστᾷ τὸ ζητούμενον, οὐ πάνυ δυσχερής. δόξειε γὰρ ἄν, φησί, καὶ ὁ χρόνος εὑρετὴς ἢ συνεργὸς ἀγαθὸς εἶναι τῶν τοιούτων, ἤτοι τῶν συμβαλλομένων εἰς τὴν διάρθρωσιν. | |
35 | ἐκ γὰρ τῶν κατὰ χρόνον συμπιπτόντων πολλὰ προσλαμβάνομεν εἰς τὴν τῶν ἀφανῶν δήλωσιν. εἰπὼν δὲ εὑρετὴς ἐπήνεγκεν ἐπιδιορθούμενος ἢ συνεργός· οὐ γὰρ ἐφευρίσκει ὁ χρόνος ἀλλ’ ἄλλοθεν οὔσης τῆς αἰτίας, | |
ἐξ ἧς τὰ ἐν τῷ χρόνῳ συμπίπτοντα γίνεται, συνεργεῖ καὶ ὁ χρόνος τοῖς | 72 | |
73 | ἐν χρόνῳ τὰ πράγματα ἐξετάζουσιν εἰς τὸ ἐκδηλότερον τὰ περὶ αὐτῶν λε‐ γόμενα γίνεσθαι. οὕτω γὰρ καὶ αἱ τέχναι ἐκ βραχέων ἀρξάμεναι ηὐξή‐ θησαν. ἑκάστης γὰρ τέχνης, εἴτε λογικῆς εἴτε πρακτικῆς, ὁ πρῶτος ἀρξά‐ μενος βραχύ τι τῆς τέχνης ἐφεῦρε, πολλῶν δὲ καὶ ποικίλων συμπιπτόντων | |
5 | κατὰ τὸν χρόνον, ἐξ ὧν ἀνθρώποις τῆς τέχνης ἡ χρῆσις ἀναγκαία γίνεται, ἄλλα καὶ ἄλλα τοῖς προλαβοῦσι προσεύρηνται καὶ οὕτως ἡ αὔξησις γέγονε. | |
7n | Παντὸς γὰρ προσθεῖναι τὸ ἐλλεῖπον. | |
8 | Τῆς ἀρχῆς καταβληθείσης καὶ ἤδη λαβούσης τῆς ψυχῆς προσφυῆ τοῖς πράγμασι πρόφασιν, τὰ εἰσέτι λείποντα προσθεῖναι παντὸς ἂν εἴη τοῦ | |
10 | ἑπομένου καλῶς τῇ προκαταβεβλημένῃ ἀρχῇ. λέγει δὲ ἀναγραφὴν τὴν τοῦ ὅρου διάλυσιν καὶ τὴν τῶν ἑπομένων ἀνεύρεσιν τῇ οὐσίᾳ τοῦ ὁριστοῦ (ὁ γὰρ ὅρος περιγραφή, ἐν συντόμῳ δηλῶν τὴν οὐσίαν τοῦ πράγματος), οὕτως ἡ τούτου διάλυσις ἀναγραφὴ ἐν εὐρύτητι τὰ μέρη τοῦ ὅρου ἐξετάζουσα καὶ ἕκαστον τούτων δεικνύουσα καλῶς εἰλημμένον ἐν τῇ περιγραφῇ, οἷον | |
15 | ὡς ἐπὶ ἰατρικῆς. ἀποδεδομένης γὰρ αὐτῆς τέχνης ὑγιεινῶν καὶ νοσωδῶν καὶ οὐδετέρων, ὁ τὸν λόγον τουτονὶ διαλῦσαι βουλόμενος ἕκαστον μέρος τούτου λαμβάνων ἐξακριβοῦται καὶ δείκνυσιν εἰλημμένον ὀρθῶς εἰς παρά‐ στασιν τοῦ τί ἐστιν ἥδε ἡ τέχνη. ὃ καὶ Γαληνὸς ποιεῖ ἐν τῇ παρ’ αὐτοῦ ἐπιγραφομένῃ Τέχνῃ μικρᾷ ὅλην πραγματείαν ἀποτελῶν συνισταμένην ἐκ | |
20 | τῆς τοῦ ῥηθέντος ὅρου διαλύσεως. | |
21n | Μεμνῆσθαι δὲ καὶ τῶν προειρημένων χρή. | |
22 | Τὴν τῆς εὐδαιμονίας περιγραφὴν διὰ τοῦ ἀποδοθέντος λόγου πεποιη‐ κὼς βούλεται ἤδη αὐτὸς ποιῆσαι καὶ τὴν τοῦ λόγου διόρθωσιν καὶ προκα‐ ταβάλλεται τὰ πρὸς αὐτὸ συμβαλλόμενα, καὶ πρῶτον ὅπως ταύτην ἐκδεκ‐ | |
25 | τέον. εἶπε γὰρ καὶ προλαβών, ὅτι οὐ χρὴ ὁμοίως ἐν πᾶσι ζητεῖν τὴν ἀκρίβειαν ἀλλὰ κατὰ τὴν ὑποκειμένην ὕλην ἁπανταχοῦ· ὧν μεμνῆσθαι καὶ νῦν προτρέπεται· καὶ ἐπὶ τοσοῦτον ἐφ’ ὅσον οἰκεῖον τῇ μεθόδῳ. οὐ μόνον φησὶ κατὰ τὰ ὑποκείμενα ἐπιζητεῖν δεῖ τὴν ἀκρίβειαν ἀλλὰ καὶ κατὰ τὰς μεθόδους τὰς καταγινομένας περὶ αὐτά, ἵνα καὶ ἀπ’ αὐτῶν οἰκείως ἑκάστῃ | |
30 | ἡ τοῦ ἀκριβοῦς ἀπαιτῆται ἀπόδοσις. εὑρίσκομεν γὰρ πολλάκις διαφόρους μεθόδους καταγινομένας περὶ τὸ αὐτὸ ὑποκείμενον, οὐ κατὰ τὸν αὐτὸν σκοπόν, ἀλλὰ τὴν μὲν κατὰ τήνδε, τὴν δὲ κατὰ τήνδε τὴν πρόθεσιν, ὡς δεῖν οἰκείως τῇ προθέσει καὶ τὸ ἀκριβὲς παρ’ αὐτῶν ἀποδίδοσθαι. παρά‐ δειγμα τοῦ λόγου τέκτων καὶ γεωμέτρης, περὶ ζήτησιν ἄμφω τῆς ὀρθῆς | |
35 | γωνίας καταγινόμενοι. ὀρθὴ δὲ γωνία ἐστὶν ἡ ἀποτελουμένη, ὅταν εὐθεῖα | |
ἐπ’ εὐθείας σταθῇ κατὰ κάθετον, ὡς ποιεῖν ἴσας τὰς ἐφεξῆς γωνίας. ὁ | 73 | |
74 | μὲν οὖν τέκτων ζητεῖ τὴν ὀρθήν, ὡς ὀρθῶς ἐφαρμόσαι τὰ ξύλα πρὸς ἄλληλα, ὡς ὁ οἰκοδόμος ὥστε στῆσαι κίονα ὄρθιον τῷ λεγομένῳ ἄλφα ὀργάνῳ πρὸς τὴν ὄρθωσιν ἑκάτερος χρώμενος. τὸ δὲ ἄλφα τρίγωνόν ἐστιν ὀρθο‐ γώνιον, οὗ τὴν ὀρθὴν γωνίαν τῷ ἀνισταμένῳ ξύλῳ εἴτε λίθῳ ἐφαρμόζοντες | |
5 | καὶ πρὸς αὐτὴν αὐτὰ ἀπευθύνοντες ὀρθά τε ποιήσουσιν ἵστασθαι καὶ ἑδραῖα τῇ στάσει διὰ τὴν ὀρθότητα γίνεσθαι. ἀλλ’ οὗτοι μὲν τοῦτο ὡς τέκτων καὶ οἰκοδόμος ποιήσουσιν. ὥσπερ καὶ ἡ κάθετος ἐν χρήσει τῷ οἰκοδόμῳ γίνεται κατ’ ὀρθὰς γωνίας πρὸς τὸ τοῦ παντὸς μέσον διὰ τῆς μολιβδίδος τὸ ἔργον εὐθύνοντι καὶ τὸν τοῖχον ἀνιστῶντι ὀρθόν τε καὶ ἀπαρέγκλιτον. | |
10 | καὶ τούτοις μὲν ἴσως μέχρι τοσούτου ἡ περὶ τὴν ὀρθὴν γωνίαν ἀκρίβεια, ὡς μηδὲν πλεῖον ἐπιζητοῦσιν αὐτῆς ἢ ὅσον πρὸς τὸ ἔργον αὐτοῖς συμβάλ‐ λεται, ὁ δὲ γεωμέτρης τήν τε οὐσίαν καὶ ποιότητα τῆς ὀρθῆς ἐπιζητεῖ, τί τέ ἐστιν ἐξετάζων καὶ τίνα ἔχει διαφορὰν πρὸς τὴν ὀξεῖαν καὶ ἀμβλεῖαν. οὐ γὰρ εἰ συμβάλλεταί τι θεωρεῖ πρὸς ὑλικὸν ἔργον καὶ ἀποτέλεσμα ἀλλὰ | |
15 | τί ἐστιν ἡ ὀρθὴ καὶ ὁποῖόν ἐστι, τουτέστι τίς ἡ οὐσία αὐτῆς καὶ τί ὑπάρ‐ χει. δεῖ γὰρ ἐπὶ ταῖς τῶν πραγμάτων οὐσίαις καὶ τὰ ὑπάρχοντα αὐταῖς εὑρίσκειν καὶ τὸ ἑπόμενα. οὕτω γὰρ ἡ περὶ αὐτῶν τελεία γνῶσις ἡμῖν περιγίνεται. τοῦτο δ’ ἂν σαφὲς γένοιτο καὶ ἐπ’ αὐτῆς τῆς γραμματικῆς. ἕκαστον γὰρ μέρος τοῦ κατὰ σύνταξιν λόγου μανθάνοντες οὐ μόνον εἰς τὰ | |
20 | εἴδη διαιροῦμεν καὶ εἰς τοὺς τύπους, εἰ τύχοι, καὶ τοιαῦτά τινα ἐξετάζομεν, ἀλλ’ ἐρευνῶμεν καὶ τὰ ἑπόμενα, ὡς οὕτω τελείαν τὴν γνῶσιν ἑαυτοῖς αὐτῶν περιποιησόμενοι. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν κατὰ γεωμετρίαν σχημά‐ των γίνεται καὶ ἐπὶ πάντων ὡσαύτως. τοὺς μὲν οὖν οἰκοδόμους καὶ τέ‐ κτονας ἀπαιτητέον τὸ ἀκριβὲς περὶ τῆς ὀρθῆς, ὅσον πρὸς αὐτὴν ἱκανῶς, | |
25 | ὅταν χρεία ᾖ, ἀπευθῦναι τὸ ἐργαζόμενον, τοὺς δὲ γεωμέτρας ὅσον περὶ αὐτῆς ᾗ ὀρθή ἐστι καὶ τῶν ἑπομένων αὐτῇ ἀποδιδόναι τὸ ἀληθές. περὶ γὰρ τούτου καὶ θεωρεῖν ἡ ἐπιστήμη αὐτοῖς ἐπαγγέλλεται. | |
28n | Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐν τοῖς ἄλλοις. | |
29 | Εἰς παράστασιν τοῦ ὅτι κατὰ τὴν ὑποκειμένην ὕλην δεῖ ζητεῖν τὴν | |
30 | ἀκρίβειαν λαβὼν εἰς παράδειγμα τὴν ὀρθὴν καὶ δείξας ἐκ ταύτης ὅτι καὶ ἐν ἑνὶ πολλάκις ὑποκειμένῳ διαφόρως πέφυκε ζητεῖσθαι ἡ ἀκρίβεια διὰ τὸ τῶν μεθόδων διάφορον, αἳ περὶ αὐτὸ καταγίνονται, πρὸς τὸ καθόλου τὸν λόγον ἀνήνεγκεν ὡς δέον οὕτω κἀν τοῖς ἄλλοις ποιεῖν, εἶτα καὶ αἰτίαν λέγει δι’ ἣν συλληπτικῶς εἶπε καὶ οὐκ εἰς πλείω αὐτὰ ἐξέτεινε παραδεί‐ | |
35 | γματα. ὅπως γάρ φησι μὴ τὰ πάρεργα τῶν ἔργων πλείω γίγνηται. τὸ γὰρ προκείμενόν ἐστιν ἀναγράψαι τὴν ἀποδεδομένην περὶ εὐδαιμονίας ὑπογραφήν. εἰ δ’ ἐπιδοίημεν ἑαυτοὺς δι’ ὧν συστησόμεθα τὸ δεῖν τὴν | |
ἀκρίβειαν οἰκείως τοῖς τε ὑποκειμένοις ἐπιζητεῖν καὶ ταῖς περὶ αὐτὰ ἐχού‐ | 74 | |
75 | σαις μεθόδους, πλείω ἔσται τῶν ἔργων τὰ πάρεργα. διὸ ταῦτα καταλι‐ πόντας μεταβατέον ἐφ’ ἕτερον τοῖς εἰρημένοις ἀκόλουθον. | |
3n | Οὐκ ἀπαιτητέον δὲ οὐδὲ τὴν αἰτίαν. | |
4 | Ἐπεὶ τὰ μέρη τοῦ ὅρου τῆς εὐδαιμονίας ἐκλεγόμενος οὐδαμῇ αἰτίαν | |
5 | εἴληφε, δι’ ἣν ὑπάρχει ἐκείνων ἕκαστον τῇ εὐδαιμονίᾳ, οὐδὲ διὰ τί μέρος τῆς οὐσίας αὐτῆς ἐστιν, ὡς εἶναι ταῦτα δι’ ἀποδεικτικῆς ἐπιστήμης συνα‐ γόμενα καὶ συνιστάμενα ἐκ τῶν προτέρων καὶ αἰτίων τοῦ συμπεράσματος, ἀλλ’ ἢ ἐκ τῶν δοκούντων ἢ τοῖς πολλοῖς ἢ τοῖς σοφοῖς ἢ ἐκ τῶν ὑστέρων συνήχθη τὰ πρότερα. αἱ δὲ τοιαῦται δείξεις τοῦ ὅτι οὐ τοῦ διότι εἰσίν, | |
10 | ὡς τὸ πρᾶγμα δεικνύουσαι μόνον ὅτι ἔστιν, οὐχὶ δὲ καὶ τὴν αἰτίαν ἀποδι‐ δοῦσαι δι’ ἥν ἐστιν, διὰ τοῦτο νῦν ταῦτα προστίθησιν, ὡς οὐ πάντα δεῖ ἀπαιτεῖν ἐπιστημονικῶς δείκνυσθαι καὶ διὰ τῆς κυρίως αἰτίας. πᾶσα μὲν γὰρ δεῖξις συλλογιστικὸν ἔχει μέσον ὅρον τινά, ὃς αἰτία ἐστίν, οὐχ ἅπας δὲ συλλογισμὸς αἰτίαν ἔχει τοῦ πράγματος μέσην λαμβανομένην, ἀλλ’ εἰσὶν | |
15 | οἳ καὶ μόνου τοῦ συμπεράσματος αἰτίαν παραλαμβάνουσιν, οὐδὲ πάντες ἐκ 〈τῶν〉 προτέρων ἀλλ’ εἰσὶν οἳ καὶ ἐκ τῶν ὑστέρων δεικνύουσιν, οἳ καὶ οὐ τοῦ διότι ἀλλὰ τοῦ ὅτι λέγονται, ὡς τὸ εἶναι τόδε τῷδε δεικνύοντες μόνον, ἀλλ’ οὐχὶ καὶ τὸ διὰ τί, οἷον ὁ μὲν διὰ τοῦ σφαιρικοῦ τῆς σελήνης τοὺς διαφόρους σχηματισμοὺς τῶν φωτισμάτων δεικνύων διὰ τῆς αἰτίας δεικνύει | |
20 | τοῦ πράγματος καὶ τοῦ διὰ τί λέγεται, ὁ δὲ διὰ τῶν φωτισμῶν τὸ σφαιρι‐ κὸν ἐκ τοῦ αἰτιατοῦ τὸ αἴτιον δείκνυσι καὶ τοῦ ὅτι λέγεται. καὶ ὁ ἐκ τοῦ πυρὸς δεικνύων εἶναι καπνὸν ἐκ τοῦ αἰτίου τὸ αἰτιατὸν δείκνυσι (καὶ κυρίως αὕτη ἀπόδειξις), ὁ δ’ ἐκ τοῦ καπνοῦ τὸ εἶναι τὸ πῦρ ἐκ τοῦ αἰτιατοῦ τὸ αἴτιον (καὶ τεκμηριώδης ἡ ἀπόδειξις καὶ τοῦ ὅτι λέγεται). τοιγαροῦν | |
25 | ἐπεὶ οὐ δυνατὸν ἐπὶ πάντων αἴτια πρὸς τὰς ἀποδείξεις παραλαμβάνεσθαι οὐ μόνον τοῦ συμπεράσματος ἀλλὰ καὶ τοῦ πράγματος, ἀλλ’ ἔστι πολλὰ μὴ ἔχειν αἰτίας τοιαύτας δυνάμενα, ἀναγκαῖον ἐν τούτοις ἀρκεῖσθαι, εἰ μόνου τοῦ συμπεράσματος ἀλλ’ οὐχὶ καὶ τοῦ πράγματος ἀποδιδοίη τις αἴτια. ἀλλὰ καὶ αἱ ἀρχαὶ τῶν ἐπιστημῶν παρ’ αὐταῖς ἐκείναις ὧν ἀρχαί | |
30 | εἰσι, τὸ ὅτι μόνον δεχόμεναι, ἱκανὸν τοῦτο πρὸς ἑαυτῶν παράστασιν ἔχουσιν. οὐδεὶς οὖν ἀλόγως ζητήσει τὸν γεωμέτρην, διὰ τί τὸ σημεῖον ἀμερὲς ἢ ἐφ’ ἓν διαστατὸν ἡ γραμμὴ ἤ τι τοιοῦτον. | |
33n | Τὸ δ’ ὅτι πρῶτον καὶ ἀρχή. | |
34 | Τοῦτο κατασκευαστικὸν τοῦ τὰς ἀρχὰς τῶν ἐπιστημῶν μὴ ἔχειν τὸ | |
35 | διὰ τί † παρ’ αὐτοῦ. πρῶτον γὰρ καὶ ἀρχὴ τὸ ὅτι ἐστίν, ἤγουν ἐν τοῖς | 75 |
76 | πρώτοις καὶ ταῖς ἀρχαῖς τὸ ὅτι ἐστὶ παραλαμβανόμενον τοῦ διότι χωρίς, ἵνα μὴ ἐπ’ ἄπειρον ἀνίοντες τὸ εἶναι ἐπιστήμην ἀνέλωμεν, πρώτων ἀρχῶν μὴ οὐσῶν. ἐν γὰρ τῷ ἀπείρῳ κατὰ τὸ ἄκρον πῶς ἂν εὑρεθείη τὸ πρῶ‐ τον; ἔλαβε δὲ τὰς ἀρχὰς εἰς μέσον, ἵν’ ἐκ τούτων πιστώσηται τὸ μὴ δεῖν | |
5 | ἐπὶ πάντων τὸ διότι ζητεῖν, ἀλλ’ εἶναί τινα ἐν οἷς οὐδεμίαν αἰτίαν ζη‐ τοῦντες οὔτε τοῦ πράγματος οὔτε τοῦ συμπεράσματος αὐτόθεν πίστεως ἑτέρας χωρὶς ταῦτα παραλαμβάνομεν. εἶτ’ ἐπεὶ καὶ 〈ἐν〉 ταῖς ἀρχαῖς πολ‐ λάκις ἀδηλία εὑρίσκεται καὶ δεῖ λόγων τινῶν εἰς σαφῆ αὐτῶν γνῶσιν, πα‐ ραδίδωσι καὶ τρόπους καθ’ οὓς ἡμῖν ἡ περὶ αὐτῶν γνῶσις σαφὴς περι‐ | |
10 | γίνεται. | |
11n | Τῶν δ’ ἀρχῶν αἱ μὲν ἐπαγωγῇ. | |
12 | Ἐπεὶ τὰς ἀρχὰς τῶν ἐπιστημῶν μὴ δι’ ἀποδείξεως εἶπε γινώσκεσθαι μηδὲ τὸ διότι περὶ αὐτῶν ἀποδίδοσθαι ὥσπερ τινὸς ἐρωτῶντος, καὶ πῶς ταύτας γνωρίσομεν καὶ ἐπιστησόμεθα ἀγνώστους οὔσας καὶ μὴ ὑποβαλλο‐ | |
15 | μένας ἐπιστήμῃ (συμβήσεται γὰρ διὰ τῶν ἀδήλων δῆλα τὰ ἄδηλα γίνεσθαι), παραδίδωσι τοὺς τρόπους, δι’ ὧν ἡμῖν ἡ γνῶσις τῶν ἀρχῶν περιγίνεται, ἄλλους παρὰ τὴν ἐπιστήμην ὄντας. ἐπαγωγῇ μὲν θεωροῦνται ὡς αὗται· τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα, καὶ ἐὰν ἴσοις ἴσα προστεθῇ, τὰ ὅλα ἐστὶν ἴσα. εἰ γάρ τις περὶ τούτων ἀμφιβάλλει, ἀποδεῖξαι μὲν οὐκ ἔχομεν, | |
20 | παριστῶμεν δὲ ἐκ τῆς ἐπαγωγῆς, ἀριθμοὺς καὶ μεγέθη προσλαμβάνοντες καὶ ἄλλα ὅσα μετρεῖσθαι δύνανται. εἰ γάρ τις τυχὸν ἐν μέτρῳ θεῖτο μο‐ νάδας δέκα καὶ ἑτέρας δέκα ἴσας αὐταῖς, εἶθ’ ἑκατέρᾳ δεκάδι ἑτέρας ἴσας προσθήσει οἷον δ καὶ δ ἢ ε καὶ ε ἢ ϛ καὶ ϛ, ἴσα τὰ ὅλα ἔσται, ἤτοι τὰ πρότερα τεθειμένα μετὰ τῶν προστεθέντων αὐτοῖς. ταῦτα μὲν ἐπαγωγῇ | |
25 | γνωρίζονται, αἰσθήσει δὲ ὡς τὰς ἑκάστου τῶν πρώτων στοιχείων οἰκείας γνωρίζομεν ποιότητας, οἷον πυρὸς μὲν τὴν θερμότητα, ἀέρος δὲ τὴν ὑγρό‐ τητα, ὕδατος τὴν ψυχρότητα, γῆς τὴν ξηρότητα, ἐθισμῷ δὲ ὡς αἱ ἀρεταί. πῶς γὰρ ἄλλως καλὰ εἶναι γνωρίσομεν τὰ σωφρονικὰ ἢ ἐκ τοῦ πράττειν ταῦτα καὶ οὕτως ἐν τούτοις ἐθίζεσθαι ταῖς πράξεσιν; ἐμπειρίᾳ δὲ γινώ‐ | |
30 | σκομεν τὰ ὠφέλιμα, ὃ ἐπὶ φαρμάκων καὶ τροφῶν γίνεται. ἐκ γὰρ τοῦ πολ‐ λάκις πεῖραν λαβεῖν τῆςδε τῆς τροφῆς ἢ τοῦδε τοῦ φαρμάκου τὸ ὠφέλιμον αὐτὸ ἢ βλαβερὸν εἶναι πιστούμεθα. | |
33n | Μετιέναι δὲ πειρατέον ἑκάστας ᾗ πεφύκασι. | |
34 | Τὸν τῆς εὐδαιμονίας ὅρον εὑρεῖν σπουδάζων οὐ μάτην εἰς μέσον τὸν | |
35 | περὶ τῶν ἀρχῶν λόγον παρεισενήνοχεν ἀλλὰ καὶ λίαν οἰκείως καὶ προσφυῶς· | 76 |
77 | ἀρχὴ γὰρ καὶ ὅρος. καὶ διὰ τοῦτο καὶ περὶ αὐτοῦ οὐ τὸ διότι ἀπαιτητέον, ἀλλ’ ἱκανὸν τὸ ὅτι κατὰ τρόπον ἀποδιδόμενον, ἐπεὶ καὶ παρὰ ταῖς ἐπι‐ στήμαις ἐν ταῖς ἀρχαῖς οὐκ ἀξιώματα μόνον καὶ αἰτήματα ἀλλὰ καὶ ὅροι τάττονται, ὡς ἐν γεωμετρίᾳ σημεῖον εἶναί φαμεν οὗ μέρος οὐθὲν καὶ γραμ‐ | |
5 | μὴν μῆκος ἀπλατὲς καὶ ἑξῆς τὰ λοιπά, καὶ οὐδαμῇ τὸ διότι περὶ αὐτῶν οὔτε ζητεῖται οὔτ’ ἀποδίδοται. κἄν τις αὐτὰ λόγος πιστοῖ, τοῦ ὅτι οὗτος οὐ τοῦ διότι ἐστίν, οἷον ὡς ὅταν λαβόντες ὅτι πᾶν τὸ περατοῦν τοῦ περα‐ τουμένου λείπεται μιᾷ διαστάσει καὶ ὅτι σῶμα τριχῇ διαστατὸν ὂν ὑπὸ τῆς ἐπιφανείας περατοῦται. διὸ καὶ διχῇ διαστατὸν ἡ ἐπιφάνεια, ἑνὶ δια‐ | |
10 | στήματι, τῷ βάθει, λειπομένη τοῦ σώματος, μῆκος καὶ πλάτος μόνον ἔχουσα, ἡ δὲ γραμμὴ μῆκος μόνον, ὡς περατοῦσα τὴν ἐπιφάνειαν, ὡς εἶναι καὶ τὸ σημεῖον ἀδιάστατον καὶ ἀμερές, ἐπεὶ τὸ μοναχῇ διεστηκὸς περατοῖ. καὶ ὅρα ὅτι ἐπ’ οὐδενὸς τὸ διότι ἀλλὰ τὸ ὅτι ἁπλῶς ἀποδέδοται. καὶ ἔστι τόπος οὗτος ἕτερος τῆς τῶν ἀρχῶν βεβαιώσεως παρὰ τοὺς εἰρη‐ | |
15 | μένους τρεῖς, ἤγουν τὴν ἐπαγωγὴν τὴν αἴσθησιν τὸν ἐθισμόν, ἐπεὶ καὶ διὰ συλλογισμοῦ ἔστι ποτὲ ὅρον συστήσασθαι, ἀρχὴν ὄντα ἀποδείξεως, ὅτι ὁρισμός ἐστι τοῦ ὁρισμοῦ, ἀλλ’ οὐ διότι δεικνύοντας οἷον ὡς ἐπὶ δυεῖν ἐναντίων ὁμογενῶν εἴ τις θατέρου λήψοιτο τῶν ἐναντίων τόνδε τὸν ὁρισμὸν ὄντα, δείξει τὸν ἐναντίον τοῦ ἐναντίου ὑπάρχοντα, ὡς ἐπὶ λευκοῦ καὶ μέ‐ | |
20 | λανος· εἰ γὰρ τὸ λευκὸν χρῶμα διακριτικὸν ὄψεως, ἔσται τὸ μέλαν χρῶμα συγκριτικὸν ὄψεως. ἀλλὰ καὶ κατὰ μέρος ἄν τις τὰ συνιστῶντα τὸν ὁρισμὸν κατασκευάζων δείξῃ ὅλον αὐτὸν τῷ ὑποκειμένῳ ὑπάρχοντα, οὐ μὴν τὸ διότι ἐπ’ οὐδενός, ἀλλὰ τὸ ὅτι ἀποδώσει· ὃ καὶ ἐνταῦθα ὁ Ἀριστοτέλης ἐποίησε, τί ἐστιν ἡ εὐδαιμονία ἀποδιδούς. ψυχῆς γὰρ αὐτὴν ἔδειξε πρῶτον εἶναι | |
25 | λογικῆς, ἔπειτα οὐ δύναμιν ἀλλ’ ἐνέργειαν, εἶτα ἐν βίῳ τελείῳ. καὶ οὕτω τῶν μερῶν δείξας ἕκαστον, ἐκ τῆς τούτων συνθέσεως τὸν ὅρον ἀπετέλεσεν. ἐπεὶ δὲ κατὰ διαφόρους τρόπους ἡ τῶν ἀρχῶν γνῶσις ἡμῖν περιγίνεται, διὰ τοῦτό φησιν ὅτι πειρατέον ἑκάστας κατὰ τὸν τρόπον ἐκεῖνον μετέρχεσθαι καθ’ ὃν πεφύκασιν εἰς γνῶσιν ἡμῖν ἔρχεσθαι. καὶ ἐπιδεικτέον σπουδήν, | |
30 | ὅπως παραδοθῶσι καλῶς, ἤγουν κατὰ τὸν οἰκεῖον ἑκάστῃ τρόπον. προτρεπό‐ μενος δὲ εἰσέτι πλέον πρὸς τὴν κατάληψιν τῶν ἀρχῶν, προστίθησι δοκεῖ γὰρ πλεῖον ἢ τὸ ἥμισυ τοῦ παντὸς εἶναι ἡ ἀρχή, ὥσπερ τινὸς προ‐ βαλλομένου τὸ βραχὺ κατὰ μέγεθος τῆς ἀρχῆς ἐν ταῖς λέξεσι καὶ θαυμά‐ ζοντος, εἰ βραχεῖα οὖσα μεγάλα ἐν τοῖς θεωρήμασι δύναται, ταῦτα ἐπι‐ | |
35 | φέρει, μὴ γὰρ ὅρα, φησί, τὸ βραχὺ τῆς ἀρχῆς ἐν ταῖς λέξεσιν ἀλλὰ τὸ κατὰ δύναμιν ὑπερβάλλον. τὸ γὰρ πᾶν τῆς θεωρίας ταῖς ἀποδείξεσι συμμερίζεται, ὡς τὸ μὲν πλεῖον ἢ τὸ ἥμισυ προσεῖναι αὐτῇ, τὸ δὲ λοιπὸν τοῖς συλλογισμοῖς καὶ ταῖς ἀποδείξεσιν, ὡς καὶ τὰς ἀρχὰς σὺν ταῖς ἀπο‐ | |
δείξεσι φανερὰ καθιστᾶν τὰ ζητούμενα, ὅτι γε καὶ αἱ ἀποδείξεις ἐκ τῶν | 77 | |
78 | ἀρχῶν ὁρμώμεναι τὸ οἰκεῖον ἐνεργοῦσιν, ὡς ἐοικέναι τὰς μὲν ἀρχὰς τοῖς ἀθλοθέταις καὶ τῷ ὅθεν τῷ ἀγῶνι ἡ ἀρχὴ τῆς κινήσεως, ἤγουν τῷ ποιη‐ τικῷ αἰτίῳ, τὰς δὲ ἀποδείξεις τοῖς ἀγωνιζομένοις. καὶ ὁ Πλάτων οὕτως ἀπείκασε. | |
5n | Σκεπτέον δὲ περὶ αὐτῆς οὐ μόνον ἐκ τοῦ συμπεράσματος. | |
6 | Ἐκ τοῦ λέγειν περὶ τοῦ τῆς εὐδαιμονίας ὁρισμοῦ μεταβὰς εἰς τὸ κοινῶς εἰπεῖν περὶ τῶν ἀρχῶν κάτεισιν εἰς τὴν ἀρχήν, ἣν αὐτὸς ἔθετο τὴν εὐδαι‐ μονίαν ὁρισάμενος. ἐπεὶ δὲ συλλογισάμενος διὰ πολλῶν συνῆξεν αὐτήν, τὸ ὅτι οὐ τὸ διότι ἀποδιδούς, φησὶ νῦν ὅτι σκεπτέον περὶ αὐτῆς εἰ ἁρμόδιος | |
10 | ὅρος τῆς εὐδαιμονίας ὁ ἀποδοθεὶς οὐ μόνον ἐκ τοῦ συμπεράσματος, ὃ αὐτὴ ἡ ἀρχὴ καὶ ὁ ὅρος ἐστί, καὶ ἐξ ὧν ὁ λόγος, τουτέστιν ἐκ τῶν προτάσεων, ἐξ ὧν ἡ περὶ αὐτοῦ δεῖξις συντέθειται, ἀλλὰ πρὸς πλείω πληροφορίαν δεῖ σκοπῆσαι καὶ ἐκ τῶν λεγομένων περὶ αὐτῆς παρά τε τῶν φιλοσόφων καὶ ἑτέρων πολλῶν, ἵνα πάντων ἀλλήλοις συμφωνούντων, τῆς τε κατὰ τὴν λο‐ | |
15 | γικὴν θεωρίαν ἀκολουθίας καὶ τῶν ἅ φασι πάντες περὶ αὐτῆς, εἴη δῆλον ὡς ἀληθεύει ἡ περὶ αὐτῆς ἀπόδοσις. ὃ γὰρ ἐν τῷ λόγῳ τὸ ἀληθές, τοῦτο ἡ ὕπαρξις ἐν τῷ πράγματι. ὅταν οὖν τὰ ὑπάρχοντα τῷ πράγματι συνᾴδῃ τοῖς περὶ αὐτοῦ λεγομένοις, δῆλον ἂν εἴη ὅτι ἀληθὴς ὁ λόγος ἐστίν, ὥσπερ καὶ ὅταν ψευδὴς ὁ λόγος ᾖ, ταχέως ὑπὸ τῆς ἀληθείας ἐλέγχεται, τῶν | |
20 | πραγμάτων μὴ συμφωνούντων τοῖς λεγομένοις. | |
21n | Νενεμημένων δὴ τῶν ἀγαθῶν τριχῇ. | |
22 | Ἐπεὶ ψυχῆς ἐνέργειαν κατ’ ἀρετὴν τὴν εὐδαιμονίαν ὡρίσατο, αὐτὸ τοῦτο τὸ ψυχῆς εἶναι ἐνέργειαν ὡς καλῶς εἰλημμένον νῦν παρίστησιν, ὁμολογούμενον λαβὼν ἐκ τῶν παλαιῶν φιλοσόφων τὸ εἰς τρία διαιρεῖσθαι | |
25 | τὰ παρ’ ἡμῖν ἀγαθὰ εἰς τὰ τῆς ψυχῆς, εἰς τὰ τοῦ σώματος, εἰς τὰ ἔξωθεν, καὶ κυριώτατον λέγεσθαι τὰ περὶ ψυχὴν τῶν λοιπῶν καὶ μάλιστα ἀγαθά. εἰ γὰρ ἡ ψυχὴ κρεῖττον σώματος καὶ τῶν ἔξωθεν, ἐξ ἀνάγκης καὶ τὰ αὐτῆς ἀγαθὰ κυριώτερα καὶ μάλιστα τῶν σωματικῶν καὶ τῶν ἔξωθεν, τὰς δὲ πράξεις καὶ τὰς ψυχικὰς ἐνεργείας οὔτε τοῦ σώματος εἶναι οὔτε τι | |
30 | μᾶλλον τῶν ἔξωθεν, ἀλλ’ ὁμολογεῖσθαι ταύτας εἶναι περὶ ψυχήν, κἀντεῦθεν συνάγεσθαι ἐκ τῆς τῶν φιλοσοφούντων ὁμολογίας, τῶν ψυχικῶν εἶναι ἀγα‐ θῶν τὴν εὐδαιμονίαν· ὡς εἶναι τὸν συλλογισμὸν τοιοῦτον· αἱ ἀγαθαὶ πρά‐ ξεις καὶ ἐνέργειαι ὑπὸ τὰς ἁπλῶς πράξεις καὶ ἐνεργείας ἀνάγονται· πᾶσαι πράξεις καὶ ἐνέργειαι τῆς ψυχῆς εἰσιν· αἱ ἀγαθαὶ ἄρα πράξεις καὶ ἐνέργειαι | |
35 | τῆς ψυχῆς εἰσι· καλῶς ἄρα εἴληπται ὅτι ψυχῆς ἐνέργεια ἡ εὐδαιμονία | |
ἐστίν. | 78 | |
79(1n) | Ὀρθῶς δὲ καὶ ὅτι πράξεις τινές. | |
2 | Καλῶς μὲν οὖν, φησίν, εἴρηται ὅτι τῆς ψυχῆς εἰσιν αἱ ἐνέργειαι καὶ πράξεις καὶ οὔτε τοῖς σωματικοῖς οὔτε τοῖς ἐκτὸς συντέτακται· οὐ μόνον δ’ ἐκεῖνο ἀλλὰ καὶ τοῦτο ὀρθῶς, ὅτι τὸ τέλος πράξεις τινὲς καὶ ἐνέργειαι | |
5 | λέγονται. οὕτω γὰρ καὶ τὸ τέλος εἴη ἂν τῶν περὶ ψυχὴν ἀγαθῶν καὶ οὔτε τῶν σωματικῶν οὔτε τῶν ἐκτός. εἰ γὰρ ἐνέργειαι καὶ πράξεις τὸ τέλος, πᾶσαι δὲ αἱ πράξεις καὶ ἐνέργειαι τῶν περὶ ψυχήν, τὸ τέλος ἄρα τῶν περὶ ψυχήν ἐστιν ἀγαθῶν. διαφέρει δὲ τοῦτο τοῦ πρὸ αὐτοῦ, ὅτι ἐν ἐκείνῳ μὲν τὸ καλῶς εἰρῆσθαι ψυχῆς ἐνέργειαν τὴν εὐδαιμονίαν εἶναι | |
10 | συνέστησεν, ἐνταῦθα δὲ τὸ ὀρθῶς λέγεσθαι πράξεις εἶναι καὶ ἐνεργείας τὸ τέλος. τὸ δὲ τινὲς προσέθηκεν, ὅτι οὐχ ἁπλῶς πράξεις καὶ ἐνέργειαι τὸ τέλος ἀλλὰ ποιαί, ἤτοι κατ’ ἀρετὴν καὶ ἀγαθαί. συνᾴδει δὲ τῷ λόγῳ καὶ τὸ εὖ ζῆν. ἐκ τῶν φιλοσοφούντων τὸ ῥηθὲν συστησάμενος, συνίστησιν ἔτι τοῦτο καὶ ἐκ κοινοτέρας ὁμολογίας. ἡ δέ ἐστι τὸ εὖ ζῆν | |
15 | καὶ εὖ πράττειν τὸν εὐδαίμονα, ἃ καὶ ἄμφω ἐνεργείας καὶ πράξεις δηλοῖ, αἳ δὴ περὶ ψυχήν εἰσιν, ὡς εἴρηται, ὡς εἶναι καὶ τοῦτο τῷ τῆς εὐδαιμονίας ὁρισμῷ συνῳδόν. τὸ δὲ σχεδὸν τέθειται δι’ εὐλάβειαν φιλόσοφον. ἐν‐ δέχεται γὰρ εἶναί τινας μὴ εὐζωίαν καὶ εὐπραξίαν τὴν εὐδαιμονίαν λέγοντας ἀλλ’ ἕτερόν τι τῶν ἐναργῶν, οἷον ἡδονὴν ἢ πλοῦτον ἤ τι τοιοῦτον ἕτερον. | |
20 | τέως δ’ ἐπεὶ παρὰ τῶν πλείστων εὐζωία τις καὶ εὐπραξία εἴρηται, πειστέον ἂν εἴη τοῖς λέγουσι καὶ ῥητέον ζωὴν ἀγαθὴν καὶ πράξεις ἐπαινετὰς τὴν εὐδαιμονίαν ὑπάρχειν. | |
23n | Φαίνεται δὲ καὶ τὰ ἐπιζητούμενα περὶ τὴν εὐδαιμονίαν. | |
24 | Ἐπιζητούμενα καὶ δοξαζόμενα καλῶς τὰ περὶ εὐδαιμονίαν ζητούμενα. | |
25 | οὕτω δὲ ταῦτα εἶπεν ὡς οὐ πάντων λεγόντων τὸ αὐτό, ἀλλ’ ἄλλων μὲν τόδε, ἑτέρων δὲ τόδε. εἰ γὰρ πάντες ἔλεγον τὸ αὐτό, οὐκ ἂν ἦν ἐπιζη‐ τούμενον τὸ λεγόμενον ἀλλ’ ὁμοφωνούμενον. νῦν δ’ ἐπεὶ ὁ μὲν τόδε, ὁ δὲ τόδε, ζητούμενά ἐστι διὰ τὸ πρὸς ἄλληλα διαφέρεσθαι. ὅμως καὶ οὕτως ἔχοντα φαίνεται πάντα τῷ λεχθέντι ὑπάρχοντα, ὡς ὁ λόγος φανεῖ. ἐπεὶ | |
30 | γὰρ τὸ λεχθὲν ἦν τὴν εὐδαιμονίαν εἶναι ψυχῆς ἐνέργειαν κατ’ ἀρετήν, κἂν ἀρετήν τις ἁπλῶς αὐτὴν ἐρεῖ κἂν φρόνησιν καὶ σοφίαν τινὰ κἂν ταῦτα πάντα κἂν τούτων τι μεθ’ ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς, συνῳδὰ πάντα τῷ λόγῳ. πάντα γὰρ ταῦτα τῆς ψυχῆς καὶ ἀρετὴ ψυχῆς ἕκαστον, ὥστε τῷ λέγοντι | |
λόγῳ ψυχῆς ἐνέργειαν εἶναι κατ’ ἀρετὴν τὴν εὐδαιμονίαν πάντα ταῦτα | 79 | |
80 | ὑπάρχοντα φαίνεται, μόνον ὅτι ταῦτα μὲν ἕξεις, ὁ δὲ λόγος ἐνέργειαν εἴρηκε τῆς κατ’ ἀρετὴν ἕξεως, ἡ δ’ ἡδονὴ ἐξ ἀνάγκης ἕπεται τῷ συναι‐ σθανομένῳ ἑαυτοῦ ἔχοντος εὖ. εἰ γὰρ ἐπὶ τῷ εἶναι ἥδεταί τις τοῦ εἶναι ἀπολαύων, οὗ φύσει τῶν ὄντων ἐφίεται ἕκαστον, πῶς ἂν οὐχ ἥδοιτο πλέον | |
5 | ἐπὶ τῷ εὖ εἶναι, ἐφετοῦ ἐφετωτέρῳ ὄντι. εἰ δὲ καὶ περὶ τὴν εὐδαιμονίαν ζητούμενα καὶ οὐ περὶ τῆς εὐδαιμονίας, οὐδὲ τοῦτο ἀνέμφαντον, ἀλλ’ ὡς τῶν ταῦτα λεγόντων τὴν μὲν οὐσίαν αὐτῆς μὴ δηλούντων, τὰ περὶ αὐτὴν δ’ ἐμφαινόντων ἢ ἐν χρόνῳ ὡς εἰπεῖν ἁπτόμενα ἢ πρὸς αὐτὴν ἐπιπολαιό‐ τερον ἔχοντα. | |
10n | Ἕτεροι δὲ καὶ τὴν ἐκτὸς εὐετηρίαν. | |
11 | Τοῦτο οὐχ ὡς ἐν τῷ ὁρισμῷ καὶ αὐτὸ παραληφθὲν εἶπεν, ἀλλ’ ὅτι καὶ οὗτοι τῷ λόγῳ οὐκ ἠναντιοῦντο, παραλαμβάνοντες μὲν καὶ τὰ εἰρημένα, σὺν αὐτοῖς δὲ καὶ τὴν ἐκτὸς εὐετηρίαν ὥς τι παραπλήρωμα τάττοντες. δεῖ γὰρ καὶ αὐτῆς ἐνίοτε τῷ εὐδαίμονι ὡς συνεργοῦ πρὸς ἐνεργείας τινάς. | |
15n | Τούτων δὲ τὰ μὲν πολλοὶ καὶ παλαιοὶ λέγουσι. | |
16 | Τῶν περὶ εὐδαιμονίαν εἰρημένων τὰ μὲν πολλοὶ καὶ παλαιοὶ ἄνδρες φασί, τὰ δὲ ὀλίγοι καὶ ἔνδοξοι. τοῖς μὲν οὖν διὰ τὴν παλαιότητα τὸ αἰδέ‐ σιμον, τοῖς δὲ διὰ τὸ ἔνδοξον, οὖσι σοφοῖς. οὔτε οὖν τούτους οὔτε ἐκείνους δοτέον διαμαρτάνειν ἁπλῶς ἐφ’ οἷς φασιν. | |
20n | Ἀλλ’ ἕν γέ τι ἢ τὰ πλεῖστα κατορθοῦν. | |
21 | Ἓν εἰπὼν ὥσπερ ᾐδέσθη τοὺς ἄνδρας, εἰ τοσοῦτοι καὶ τοιοῦτοι ὄντες ἕν τι μόνον κατορθῶσαι ῥηθήσονται, ἐφ’ οἷς περὶ εὐδαιμονίας εἶπον, διὰ τοῦτο ἢ τὰ πλεῖστα ἐπήνεγκε. | |
24n | Τοῖς μὲν οὖν λέγουσι τὴν πᾶσαν ἀρετήν. | |
25 | Οἱ ἀρετήν, φησί, τὴν εὐδαιμονίαν εἰπόντες συνῳδὰ μὲν τῷ ἀποδο‐ θέντι περὶ αὐτῆς εἶπον λόγῳ, ὡς ἐνεργείας οὔσης τῆς εὐδαιμονίας κατ’ ἀρετήν. πλὴν πολὺ διαφέρει ἐν κτήσει ὑπολαμβάνειν ἢ χρήσει τὸ ἄριστον. καὶ ἐν ἕξει ἢ ἐνεργείᾳ. ἡ μὲν γὰρ χρῆσις καὶ κτῆσις ἐπὶ τῶν ὀργά‐ νων λέγεται καὶ εἴ τι τούτοις ἀνάλογον, ἡ δ’ ἕξις καὶ ἐνέργεια ἐπὶ τῶν | |
30 | ἔν τινι θεωρουμένων ποιοτήτων καὶ τελειούντων αὐτό, οἷον πλοῦτος μὲν | 80 |
81 | καὶ τὰ ταῖς τέχναις ὑπουργὰ ὄργανα ἐν κτήσει εἶναι τοῖς ἔχουσι λέγονται, καὶ δεῖ χρῆσθαι αὐτοῖς πρὸς τὰ δέοντα ὡς μὴ μάτην ἡ τούτων εἴη κτῆσις. τέχνη δὲ καὶ ἐπιστήμη καὶ ἀρετὴ ἕξεις τῆς ψυχῆς, ἐν αὐτῇ μὲν ὡς ἐν ὑποκειμένῳ οὖσαι, τελειωτικαὶ δὲ τοῦ ἐν ᾧ εἰσι. καὶ δεῖ κατ’ αὐτὰς | |
5 | ἐνεργεῖν ὡς μὴ μάτην τὰς ἕξεις ἔχοιμεν. ὡς γὰρ θησαυρῷ μὴ φαινο‐ μένῳ μάτην ἡ κτῆσις, οὕτω καὶ ἕξει ἀγαθῇ μὴ ἐνεργούσῃ εἴη ἂν τὸ ὑπάρχειν διάκενον. | |
8n | Τὴν μὲν γὰρ ἕξιν ἐνδέχεται μηδὲν ἀγαθὸν ἀποτελεῖν. | |
9 | Διαφορὰν ἐν τούτοις παρίστησι τῆς ἕξεως καὶ τῆς ἐξ αὐτῆς προβαι‐ | |
10 | νούσης ἐνεργείας, ὅτι οὐ μικρά ἐστιν, εἰ τὴν μὲν ἐνδέχεται μηδὲν ἀποτε‐ λεῖν ἀγαθὸν ἐν τῷ ὑποκειμένῳ οὖσαν, ὡς ἐπὶ τοῦ καθεύδοντος τέκτονος ἢ ἄλλου του τεχνίτου ἢ ἐπιστήμονος ἢ νόσῳ τυχὸν ἢ ἀσχολίᾳ τινὶ τῆς ἐνεργείας ἐκκοπτομένου. τὴν δ’ ἐνέργειαν ἀδύνατον μὴ ἀποτελεῖν τὸ τῇ ἕξει ἁρμόδιον. ὡς οὖν ἐπὶ τῶν λοιπῶν ἕξεων ἔχει καὶ τῶν κατ’ αὐτὰς | |
15 | ἐνεργειῶν, οὕτω καὶ ἐπὶ τῆς ἀρετῆς. πράξει γὰρ ἐξ ἀνάγκης ὁ κατ’ αὐτὴν ἐνεργῶν καὶ εὖ πράξει. ἐκ γὰρ ἀγαθῆς ἕξεως ἀγαθαὶ προβαίνουσιν ἐνέργειαι. | |
18n | Ὥσπερ δὲ Ὀλυμπιάσιν. | |
19 | Δείκνυσι καὶ ἐκ παραβολῆς τὸ καλῶς ἐνέργειαν εἰρῆσθαι ψυχῆς ἀλλ’ | |
20 | οὐχ ἕξιν τὴν εὐδαιμονίαν. ὡς γάρ, φησίν, ἐν τοῖς ἀγῶσι τοῖς γυμνικοῖς εἰσί τινες ἰσχυρότατοι ἀλλ’ οὐ στεφανοῦνται διὰ τοῦτο, εἰ μὴ ἐνεργοῦσι καὶ ἀγωνίζονται (τῶν γὰρ ἀγωνιζομένων εἰσὶν οἱ στέφανοι), οὕτω κἀν τῷ βίῳ πολλῶν ἴσως καλῶν καὶ ἀγαθῶν οἱ πράττοντες ὀρθῶς καὶ τὰς ἕξεις ἔργοις ἐπιδεικνύμενοι, ἐκεῖνοι ἐπήβολοι γίνονται, ἤτοι εὔποροι δόξης καὶ | |
25 | μακαριότητος. αἱ δ’ Ὀλυμπιάδες ἀγῶνες ἐν Ἀρκαδίᾳ τελούμενοι Διὶ Ὀλυμπίῳ. | |
27n | Ἔστι δὲ καὶ ὁ βίος αὐτῶν καθ’ αὑτὸν ἡδὺς ἕως τοῦ | |
28n | τῷ φιλαρέτῳ. | |
29 | Δείξας ὅτι τε ἔστιν ἡ εὐδαιμονία καὶ τί ἐστιν, ἐντεῦθεν ἐπὶ τὰ λοιπὰ | |
30 | χωρεῖ δύο προβλήματα· καὶ παρίστησι τίνα τε ὑπάρχει αὐτῇ καὶ διὰ τί ὑπάρχει. τοῦτο δέ ἐστι τὸ ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστιν. ἃ δείκνυσιν | |
ὑπάρχειν αὐτῇ, τὸ ἥδιστόν ἐστι καὶ τὸ ἄριστον καὶ τὸ κάλλιστον. τοῦτο | 81 | |
82 | δὲ κατὰ τὰ παρὰ ἀρχαίων περὶ αὐτῆς δοξαζόμενα. εἴ τι γὰρ ἔλεγεν ἕκαστος εἶναι τὴν εὐδαιμονίαν, μεθ’ ἡδονῆς ἔλεγεν εἶναι ἢ οὐκ ἄνευ ἡδονῆς· μεθ’ ἡδονῆς μέν, εἰ ὡς μέρος καὶ αὐτὴν τῆς εὐδαιμονίας μετὰ τῶν ἄλλων ἐλάμβανεν, οὐκ ἄνευ δὲ ἡδονῆς, εἰ ὥς τι τῶν ἑπομένων τῇ εὐδαιμονίᾳ τὴν ἡδονὴν ἔλεγεν. | |
5 | οὐ χωρὶς δὲ ἀλλήλων ταυτὶ τὰ ζητούμενα, τὸ ὁποῖόν τί ἐστι καὶ τὸ διὰ τί ἐστιν, ἀλλ’ ἀλλήλοις συναναφαίνονται. τῆς γὰρ αἰτίας ἀποδιδομένης, δι’ ἣν τόδε τῷδε ὑπάρχει, ἅμα καὶ τὸ ὅτι ὑπάρχει τόδε τῷδε καὶ τὸ διὰ τί ὑπάρχει παρίσταται. ἵνα δὲ συστήσηται τὴν ἀπόδειξιν, ἄρχεται ἀπὸ τοῦ καθολικωτέρου καὶ κοινοτέρου καὶ καταφέρει τὸν λόγον εἰς τὸ προκείμενον. | |
10 | ἑκάστῳ γάρ, φησίν, ἐκεῖνο ἡδύ ἐστι πρὸς ὃ φιλοτοιοῦτος λέγεται, οἷον φί‐ λιππος ὁ τοὺς ἵππους φιλῶν καὶ ἡδὺ ὁ ἵππος αὐτῷ, φιλοθέωρος ὁ τὰς θέας καὶ ἡδὺ τὸ θέαμα αὐτῷ, φίλοινος καὶ φιλόσοφος ὁ τὴν σοφίαν καὶ τὸν οἶνον καὶ ἡδὺ ὁ οἶνος καὶ ἡ σοφία αὐτῷ. καὶ οὕτως ἐκ τῆς ἐπαγωγῆς τὸ καθόλου πιστωσάμενος, ἤτοι τὴν τοῦ συλλογισμοῦ μείζονα πρότασιν, | |
15 | καταντᾷ ἐπὶ τὸ προκείμενον, τὸν αὐτὸν τρόπον φάσκων καὶ τὰ δίκαια καὶ ὅλως τὰ κατ’ ἀρετὴν τῷ φιλαρέτῳ. ἐπεὶ γὰρ ὁ φιλάρετος φιλοτοιοῦτος πρὸς τὰς ἀρετὰς καὶ τὰς πράξεις κατ’ αὐτὰς λέγεται, ἑκάστῳ δὲ ἡδέα πρὸς ἃ φιλοτοιοῦτος λέγεται, καὶ τῷ φιλαρέτῳ ἄρα ἡδέα αἱ ἀρεταὶ καὶ αἱ κατ’ αὐτὰς πράξεις, ὥστε κἂν ἄλλους ὁρᾷ ἢ ἀκούῃ τὰ τοιαῦτα πράττοντας | |
20 | ἢ αὐτὸς ταῦτα ἐνεργῇ, ἡδέως ἕξει καὶ ὁρῶν μὲν καὶ ἀκούων, μάλιστα δὲ πράττων. καὶ ἐπεὶ ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν ἡ εὐδαιμονία, μεθ’ ἡδονῆς ὁ εὐδαίμων ἐνεργήσει καὶ ἡσθήσεται αὐτῷ ἡ ψυχὴ ἐφ’ οἷς κατ’ ἀρετὴν ἐνεργεῖ. | |
24n | Τοῖς μὲν οὖν πολλοῖς τὰ ἡδέα μάχεται. | |
25 | Ἐπεὶ ἡδοναὶ κατὰ τὸν βίον πολλαὶ καὶ τὰ ἡδέα διάφορα ἐφ’ οἷς αἱ ἡδοναὶ καὶ τὰ μὲν καθ’ αὑτὰ ἡδέα τὰ δὲ πρός τι, οἷον σοφία μὲν καὶ ἀρετὴ καὶ τὰ κατ’ αὐτὰς ἐνεργήματα καθ’ αὑτὰ ἡδέα, κἄν τινες εἶεν μὴ φιλοῦν‐ τες αὐτὰ διὰ τὸ τῆς κρίσεως ἄλογον, ἵππος δὲ καὶ θέαμα καὶ οἶνος καὶ ἰχθὺς καθ’ αὑτὰ μὲν οὐ φύσει ἡδέα, τοῖς πρὸς ταῦτα δὲ φιλοτοιούτοις, ὅτι | |
30 | πρὸς ταῦτα φιλοτοιοῦτοι τυγχάνουσι. διαστέλλων τὰ καθ’ αὑτὰ καὶ φύσει ἡδέα τῶν μὴ τοιούτων ταῦτά φησιν. οἱ μὲν γὰρ πολλοὶ τὰ μὴ φύσει ἡδέα κρίνοντες ἡδέα ἔχουσι ταῦτα καὶ μαχόμενα πρὸς ἄλληλα, οἷον ὅταν ὁ μὲν φιλόγλυκος, ὁ δὲ φίλαλμος πέφυκεν, ἢ ὁ μὲν φίλιππος, ὁ δὲ φιλό‐ δενδρος, καὶ ὁ μὲν τὸν γλυκὺν ἥδεται πίνων, ὁ δὲ τὸν αὐστηρότατον, ὡς | |
35 | εἶναι δῆλον ὅτι οὐ φύσει ταῦτα ἡδέα, ἀλλὰ πρὸς ἐκείνους οἳ φιλοῦσι ταῦτα. ἐκεῖνα δὲ φύσει ἡδέα, οἷς οἱ ἀληθῶς φιλόκαλοι χαίρουσι. τοιαῦται δ’ αἱ κατ’ ἀρετὴν ἀεὶ πράξεις, κἄν τινες πλανώμενοι πρὸς αὐτὰς ἀπαρέσκωνται. | |
ὅτι δὲ φύσει ἡδεῖαι, δῆλον ἐκ τῆς κρίσεως. τοῖς γὰρ ὀρθῶς φρονοῦσι | 82 | |
83 | καὶ κρίνουσι καὶ λόγῳ ζῶσιν αὗται ἡδεῖαι, τὰ δ’ ἄλλως ἡδέα αἰσθήσει τε κρίνονται καὶ αἴσθησιν τέρπουσι. κἀκεῖνα μὲν ὁμονοοῦντας ἀλλήλοις τοὺς ὀρθῶς κρίνοντας ἔχουσι διὰ τὸ φύσει τοιαῦτα εἶναι, οἷα ἐκεῖνοι κρί‐ νουσι, ταῦτα δὲ διαφερομένους πρὸς ἀλλήλους καί που καὶ ἐναντιουμένους | |
5 | διὰ τὸ μὴ φύσει τοιαῦτ’ εἶναι ἀλλὰ πρὸς τοὺς κριτὰς τὰ κρινόμενα, οἳ καὶ φαντασίᾳ ἀλόγως κρίνοντες ἄγονται καὶ φέρονται, ὥστ’ ἐπεὶ φύσει ἡδεῖαι αἱ κατ’ ἀρετὴν πράξεις, καὶ τοῖς φιλαρέτοις εἰσὶ τοιαῦται καὶ καθ’ αὑτάς. | |
9n | Οὐδὲν δὴ προσδεῖται τῆς ἡδονῆς. | |
10 | Ὁ λόγος πρὸς τοὺς λέγοντας μὴ ἄνευ ἡδονῆς τὴν εὐδαιμονίαν. τὸ γὰρ μὴ ἄνευ ἡδονῆς λέγειν ἐμφαίνει τὴν ἡδονὴν ὥς τι παράρτυμα οὖσαν τῷ εὐδαίμονι. τοῦτο δ’ οὐκ ἀληθές, εἴπερ τὸ ἀληθῶς καὶ κατὰ φύσιν ἡδὺ φιλῶν ὁ εὐδαίμων ἅπαν, τοῦτό ἐστι πράττων καὶ μεταχειριζόμενος. | |
14n | Πρὸς τοῖς εἰρημένοις γὰρ οὐδ’ ἔστιν ἀγαθός. | |
15 | Ἔτι τὸ αὐτὸ συνίστησι. τίς γὰρ ἂν ἐρεῖ ἀγαθὸν καὶ εὐδαίμονα τὸν μὴ ταῖς καλαῖς εὐφραινόμενον πράξεσιν, οἷον εἰ δικαιοπραγῶν τις μὴ ἐφήδοιτο ταῖς δικαίαις τῶν πράξεων ἢ ἐλευθερίως πράττων μὴ τούτῳ ἐπευφραίνοιτο; τὸ αὐτὸ καὶ ἐπὶ τῶν λοιπῶν ἀρετῶν. | |
19n | Εἰ δ’ οὕτω, καθ’ αὑτὰς εἶεν ἄν. | |
20 | Συμπεραίνει τὸ εἰρημένον, ὅτι οὐχ ὡς περίαπτον ἡ ἡδονὴ τῇ εὐδαι‐ μονίᾳ ἀλλὰ καθ’ αὑτὰς αἱ πράξεις αἱ κατ’ αὐτὴν ἡδεῖαί εἰσι. τὰς γὰρ ἐπαινετὰς ἕξεις ἔχων τις καὶ κατ’ ἀρετὰς ἐνεργῶν ἥδεται ταῖς οἰκείαις ἐνεργείαις ὡς φιλάρετος ἐπαπολαύων ὥσπερ ὧν φιλεῖ. κἂν ἀνδρείως τις ἐνεργῶν πονῇ καὶ ἀλγῇ, καὶ οὕτως ἐπευφραίνοιτο τοῖς ἀλγήμασι τῇ τοῦ | |
25 | καλοῦ κατορθώσει τῶν ἀλγηδόνων ἐκνικωμένων, κἂν συμβαίη τὸν ἀρι‐ στεύοντα καὶ μέχρι θανάτου συνελαύνεσθαι, θάνατον εὐκλεῆ ζωῆς ἀκλεοῦς προτιμῶντα, ὅταν ὑπὲρ τῶν καλλίστων κινδυνεύῃ. ἐπεὶ τοίνυν τῇ γενέσει αὐτῇ τῶν κατ’ ἀρετὴν πράξεων συνυπάρχει ἡ ἡδονή, πῶς περίαπτόν ἐστι | |
καὶ οὐ συνουσίωται μᾶλλον καὶ συμπέφυκεν αὐταῖς; | 83 | |
84(1n) | Ἀλλὰ μὴν καὶ ἀγαθαί τε καὶ καλαί. | |
2 | Οὐ μόνον ἡδεῖαι, φησί, καθ’ ἑαυτὰς αἱ κατ’ ἀρετὴν πράξεις, ὡς οὐ‐ σιωδῶς αὐταῖς ἐνυπάρχουσαν κεκτημέναι τὴν ἡδονήν, ἀλλὰ καὶ ἀγαθαὶ καὶ καλαί, ὡς καὶ τὸ ἀγαθὸν καὶ τὸ καλὸν συμπληροῦντα ἔχουσαι μετὰ | |
5 | τοῦ ἡδέος αὐτάς. | |
6n | Καὶ μάλιστα τούτων ἕκαστον. | |
7 | Καὶ οὐ κατὰ τὸ μέτριον· καὶ τοῦτο δῆλον ἀπὸ τοῦ κρίνοντος. σπου‐ δαῖος γὰρ ὢν ὁ κρίνων περὶ αὐτῶν ὀρθὸν ἔχει τοῦ λογισμοῦ τὸ κριτήριον. καὶ ἐπεὶ ἥδισται αὐτῷ καὶ ἄρισται καὶ κάλλισται αἱ κατὰ τὰς ἀρετὰς πράξεις | |
10 | κρίνονται, ὡς καὶ πρότερον εἴρηται, εἶεν ἂν ἐξ ἀνάγκης καὶ τοιαῦται. εἰ δὲ μή, φαῦλος ἔσται ὁ σπουδαῖος καὶ διάστροφος ὁ ὀρθός· ὅπερ ἄτοπον. | |
12n | Ἄριστον ἄρα καὶ κάλλιστον. | |
13 | Ἐπεὶ τὴν εὐδαιμονίαν κατ’ ἀρετὴν ἐνέργειαν τῆς ψυχῆς ὡρίσατο, αἱ δὲ κατ’ ἀρετὴν ἐνέργειαι καὶ πράξεις ἄρισται καὶ κάλλισται καὶ ἥδισται | |
15 | ἀποφαίνονται, ἐπάγει συμπέρασμα ὅτι ὑπάρχει τῇ εὐδαιμονίᾳ οὐ μόνον τὸ ἥδιστον ἀλλὰ καὶ τὸ ἄριστον καὶ τὸ κάλλιστον. καὶ ἰδοὺ πρὸς τῷ τὸ τί ἐστιν ἡ εὐδαιμονία ἔχομεν ἤδη καὶ τίνα ὑπάρχει αὐτῇ καὶ διὰ τί μετὰ τῆς προσηκούσης αἰτίας τὸ ὑπάρχειν αὐτῇ μαθόντες αὐτά. ὡς ἐν παρόδῳ δ’ ἐπιμέμφεται τῷ Δηλιακῷ ἐπιγράμματι. νῆσος δὲ ἡ Δῆλος ἐν ᾗ ναὸς | |
20 | ἦν Ἀπόλλωνος καὶ χρηστήριον, ἔνθα τουτὶ τὸ ἐπίγραμμα ἐπιγέγραπται, διορίζον ἀπ’ ἀλλήλων τὸ κάλλιστον καὶ ἥδιστον καὶ ἄριστον καὶ τὸ μὲν ἀποδιδὸν τῷ δικαιοτάτῳ ὡς ὑπάρχον αὐτῷ, τὸ δὲ τῷ ὑγιαίνειν, τὸ δὲ τῷ τυγχάνειν τοῦ ἐραστοῦ πράγματος. ἐπεὶ οὖν ἔδειξεν οὗτος πάντα ταῦτα ὁμοῦ ἑνὶ οὔσῃ πράγματι τῇ εὐδαιμονίᾳ ὑπάρχοντα, φησὶν ὡς οὐ διώρισται | |
25 | ταῦτα ἀπ’ ἀλλήλων, ὡς τὸ κατὰ Δῆλον διαλαμβάνει ἐπίγραμμα, ἀλλ’ ἥνωνται ἐν ταὐτῷ ὡς ἐν ἑνὶ συνυπάρχοντα. ἅπαντα γὰρ ὑπάρχει ταῦτα ταῖς κατ’ ἀρετὴν ἐνεργείαις. ταύτας δὲ ἢ μίαν τούτων τὴν ἀρίστην εἶναί φαμεν τὴν εὐδαιμονίαν. ἄρισται μὲν οὖν ὡς ἐν ἕξεσιν οὖσαι αἱ ἀρεταὶ τὸ ἄριστον ἔχουσι, μεθ’ ἡδονῆς δὲ τοῖς σπουδαίοις αἱρούμεναί τε καὶ ἐνερ‐ | |
30 | γούμεναι τὸ ἥδιστον. ἀλλ’ ἐπεὶ καὶ τὸ καλὸν αὐταῖς ὡς ταῖς κακίαις τὸ αἰσχρόν, ὡς αἴσχιστον αἱ κακίαι καὶ αἱ κατ’ αὐτὰς πράξεις, οὕτως αἱ ἀρε‐ | |
ταὶ καὶ αἱ κατ’ αὐτὰς πράξεις κάλλισται. ἔστι δὲ ἡ εὐδαιμονία ἢ ὁμοῦ | 84 | |
85 | πᾶσαι αἱ κατὰ τὰς ἀρετὰς ἐνέργειαι, ἤ, εἰ μίαν τις τούτων ἐρεῖ, ἡ ἀρίστη πασῶν· καὶ εἴη αὕτη ἐν ταῖς καλλίσταις καὶ ἀρίσταις καὶ ἡδίσταις ἐνέρ‐ γεια ὑπάρχουσα· αὕτη δ’ ἂν εἴη ἡ κατὰ τὴν ἀληθῆ φιλοσοφίαν καὶ φρόνησιν, ἡ καὶ τὰς ἄλλας συντηροῦσα καὶ συνέχουσα. | |
5n | Φαίνεται δ’ ὅμως καὶ τῶν ἐκτὸς ἀγαθῶν προσδεομένη. | |
6 | Εἰ καὶ αὐτὸ τέλος, φησίν, ἡ εὐδαιμονία, ὅμως δεῖταί ποτε τῶν ἐκτὸς ἀγαθῶν, ἃ οὔτε τῆς ψυχῆς λέγομεν οὔτε τοῦ σώματος ἀλλὰ παρὰ ταῦτα ἕτερα, οἷον τοὺς συγγενεῖς τοὺς φίλους τὸν πλοῦτον τὰ τοιαῦτα, ἃ καὶ θυ‐ ραῖα λέγεται διὰ τὸ ἐκτὸς εἶναι τῆς οὐσίας ἡμῶν, ἤγουν καὶ τῆς ψυχῆς | |
10 | καὶ τοῦ σώματος. δεῖται δὲ τούτων οὐ δι’ ἑαυτὴν ἀλλὰ διὰ τὰ ὑποκεί‐ μενα πράγματα, περὶ ἃ ὁ πολιτικὸς καταγίνεται καὶ ἃ εὐθετεῖν βούλεται, μὴ δυνάμενα κατορθοῦσθαι χρημάτων χορηγίας ἐκτός. οὐχ ἥκιστα δ’ ἐν πολλοῖς καὶ φίλοι συμβάλλονται καὶ θεράποντες καὶ οἰκέται. εἰ γὰρ αὐτὴ δι’ ἑαυτὴν ἡ εὐδαιμονία ἐδεῖτο τῶν ἔξωθεν, ἐδόκει ἂν ἄτοπον εἰ τῶν ἑαυ‐ | |
15 | τῆς χειρόνων ἐδέετο· νῦν δὲ τὰ ὑποκείμενά ἐστι πράγματα, οἷς δεῖ πλούτου καὶ χορηγίας τινός, οἷον εἰ δεῖ πόλεμον ἄρασθαι ἢ ναυμαχίαν κροτῆσαι, δεῖ χρημάτων ἐξ ἀνάγκης. | |
18n | Πολλὰ μὲν γὰρ πράττεται καθάπερ δι’ ὀργάνων. | |
19 | Ἔτι τὸ αὐτὸ συνίστησιν ὅτι ὡς ἐπὶ τῶν τεχνῶν ἔχει μὲν ὁ καθ’ | |
20 | ἑκάστην τεχνίτης τὴν ἕξιν ἐν τῇ ψυχῇ, ἔχει καὶ τὰ φυσικὰ τοῦ σώματος ὄργανα, δεῖται δὲ καὶ τῶν ἐκτὸς ὀργάνων ὑπουργησόντων αὐτῷ πρὸς τὸ τὴν ὑποκειμένην ὕλην οἰκείως μεταχειρίζεσθαι, τῶν ὧν οὐκ ἄνευ τὸν λόγον ἐχόντων, οὕτω καὶ ἐπὶ τῆς εὐδαιμονίας ἔχει μὲν ὁ σπουδαῖος τὰς ἕξεις ἐν τῇ ψυχῇ τῶν ἀρετῶν, ἔχει δὲ καὶ τὸ σῶμα ὑπηρετοῦν δεόντως αὐτῷ | |
25 | ἐν τῷ τὰς ἀγαθὰς ἕξεις κατὰ τὴν ἐνέργειαν προχειρίζεσθαι. δεῖται δὲ πολλάκις καὶ τῶν ἐκτὸς ὡς ὀργάνων πρὸς τὰς κατορθώσεις τῶν ἔργων συμβαλλομένων αὐτῷ, ὧν ἄνευ ἡ ὑποκειμένη ὕλη τὴν ἐργασίαν οὐ παρα‐ δέχεται. | |
29n | Ἐνίων δὲ τητώμενοι ῥυπαίνουσι τὸ μακάριον. | |
30 | Οὐ τῶν συντελούντων πρὸς τὴν τῶν ἕξεων προχείρισιν τῷ εὐδαίμονι τὰ νῦν ἀπαριθμούμενα, ἀλλὰ τῶν οὕτω χρησίμων ὡς μὴ σπιλοῦν αὐτοῦ τὸ μακάριον. δεῖ γὰρ καὶ κάλλους αὐτῷ πρὸς εὐπρέπειαν, φύσει τῶν ἀν‐ | |
θρωπίνων ψυχῶν ἐραστῶς ἐχουσῶν πρὸς τὰ τῇ ὁράσει τερπνά, ὡς ἐν‐ | 85 | |
86 | τεῦθεν τὰ μέγιστα συμβάλλεσθαι καὶ τοῦτο τῷ πολιτικῷ πρὸς τὸ ὑπείκειν αὐτῷ τοὺς πολίτας, τῷ ἐπιτερπεῖ τῆς ὥρας ἐπὶ θέαν ἥκειν αὐτοῦ ἐρεθι‐ ζομένους, ἀλλὰ καὶ πρὸς τὸ εὐκλεὲς τοῦ γένους διακεῖσθαι τιμητικῶς εἰώ‐ θαμεν, ὡς πρὸς τὸ δυσκλεὲς καταφρονητικῶς. ἐπαινοῦμεν δὲ καὶ εἴ τις | |
5 | παῖδας ἔχοι εὖ μὲν ἔχοντας ψυχῆς, εὖ δὲ σώματος. τάχα δὲ καὶ χάριν οἴδαμεν τῷ τοιούτους τεκόντι. καὶ ἔστιν αὐτῷ ἡ εὐτεκνία καὶ δόξης αἰτία καὶ τῆς τῶν πολιτῶν εὐνοίας αὐξητική. ταῦτα πάντα παρόντα μὲν αὔξει τὴν τιμὴν καὶ τὴν μακαριότητα τῷ εὐδαίμονι· εἰ δέ τινος τούτων λείποιτο, σπῖλος αὐτῷ προσγίνεται. εἰ γὰρ τὴν ἰδέαν παναίσχης εἴη, δυσάντητος | |
10 | τοῖς ἀπαντῶσι δοκεῖ καὶ ἀπιστηθείη ἂν ὁ τὴν θέαν δυσειδὴς τοῖς πρώ‐ τως ἰδοῦσιν ὅτι τὴν ψυχὴν ἀγαθός ἐστιν, ὥσπερ σημείῳ χρωμένοις τοῦ ἀφανοῦς τῇ ἔξωθεν ἐπιφανείᾳ. κἂν δυσγενὴς εἴη, ἔχοι τι μωμητὸν τῆς προλαβούσης δυσκλείας τὴν παροῦσαν ἀνακοπτούσης ἢ καὶ μέλλουσαν εὔκλειαν, ἀναφερόντων τῶν πολιτῶν τὰ ὕστερα καλὰ πρὸς τὰ προλαβόντα | |
15 | τοῦ γένους αἰσχρά, ἐπεὶ καὶ φύσει τὸ πλῆθος φιλόψογον. κἂν ἄτεκνος εἴη, πρὸς ὀνειδισμὸν καὶ τοῦτο αὐτῷ ἐστι καίριον. ὀνείδους μὲν οὖν φησι καὶ τὸ ἄτεκνον αἴτιον. εἰ δὲ εἶεν μὲν παῖδες, φαῦλοι δὲ καὶ τῷ κακῷ ὑπερέ‐ χοντες, μεῖζον τὸ ὄνειδος τῷ πατρί. εἰ δὲ καὶ ἀγαθοὶ ὄντες τεθνήκασι, μῶμον μὲν οὐ προστρίψουσι τῷ εὐδαίμονι μὴ αἰτίῳ γεγονότι τῆς θνήσεως, | |
20 | λύπην δὲ οὐ σμικράν, ὅτι παῖδας ἀγαθοὺς ἀπολώλεκε. κἀντεῦθεν ἡ ἡδονὴ τῆς εὐδαιμονίας ἀνακόπτεται, ἥτις αὐτῷ ἐκ τῶν ἀγαθῶν ἐνεργειῶν περι‐ γίνεται. | |
23n | Καθάπερ οὖν εἴπομεν, ἔοικε προσδεῖσθαι 〈ἕωσ〉 ἕτεροι | |
24n | δὲ τὴν ἀρετήν. | |
25 | Ἕτερόν τι περὶ τῆς εὐδαιμονίας ζητεῖ, πόθεν ἡμῖν περιγίνεται. ἐπεὶ γὰρ οὐ φυσικῶς ἕπεται, λείπεται ἢ θεόθεν παρέχεσθαι ἢ ἐκ προαιρέσεως ἡμῖν καὶ σπουδῆς κτᾶσθαι ἢ τυχηρῶς ἐπιγίνεσθαι. περὶ τούτων ζητῆσαι βουλόμενος συνάπτει τὸν λόγον αὐτὸν πρὸς ἑαυτὸν καὶ συνεχίζει, ἀναλαμ‐ βάνων μὲν τὰ πρότερα, ἐπιφέρων δὲ τὰ ἑπόμενα. καὶ φησὶν ὅτι, καθάπερ | |
30 | ἤδη εἴρηται, φαίνεται ἡ εὐδαιμονία προσδεῖσθαι καὶ τῆς εἰρημένης εὐημε‐ ρίας, πλούτου, φίλων καὶ τῶν ἄλλων. ἐπεὶ δὲ ταῦτα οὐκ ἐφ’ ἡμῖν, ἀλλ’ ἔξωθεν περιγίνεται, ὡς ἄδηλον εἶναι τὴν αἰτίαν ὅθεν ἐπέρχεται, διὰ τοῦτο τύχην τινὲς τὸ τούτων αἴτιον ἐπιγράφονται, κἀντεῦθεν τάττουσιν εἰς ταὐτὸν τὴν εὐτυχίαν τῇ εὐδαιμονίᾳ, τοῖς ἔξωθεν ἐπιοῦσι συναπαγόμενοι τὴν διά‐ | |
35 | νοιαν, ὡς καὶ τὰς αὐτῆς κατορθώσεις τυχηρῶς ἡμῖν περιγίνεσθαι. εἰσὶ | |
δ’ οἳ τὴν ἀρετὴν εὐδαιμονίαν ᾠήθησαν, ἐπεὶ κατ’ ἀρετὴν εἶδον οὖσαν | 86 | |
87 | αὐτὴν ἐνέργειαν ταὐτὸν τῷ τέλει καὶ [τῷ τέλει] τὸ ἄγον πρὸς αὐτὸ ἡγη‐ σάμενοι. | |
3n | Ὅθεν καὶ ἀπορεῖται. | |
4 | Τὸ διάφορόν φησι τῆς περὶ εὐδαιμονίας δόξης ἀπορεῖν ποιεῖ πότερον | |
5 | ἀπὸ τῆς κατὰ λόγον μαθήσεως γίνεται ἢ ἐκ τοῦ ἐθίζεσθαι ταῖς κατ’ ἀρε‐ τὴν ἕξεσιν ἢ καὶ ἄλλως κατ’ ἄσκησιν ἐγκαρτερούντων ἡμῶν τοῖς τῶν ἔργων βελτίοσι, κἂν πονεῖν δέῃ καὶ θλίβεσθαι, ἢ θεόθεν ἀνθρώποις παρέ‐ χεται ἢ τυχηρῶς περιγίνεται. εἰ γὰρ μαθητὸν ἢ ἐθιστὸν ἢ ἀσκητόν, ἐφ’ ἡμῖν ἐστι· καὶ σπουδαστέον ἵν’ ἡμῖν πρὸς τῷ εἶναι καὶ τὸ εὖ εἶναι γένη‐ | |
10 | ται, καὶ μὴ τοῦ εὖ στερούμενοι ἀθλίως ἔχωμεν τῆς ζωῆς. εἰ δὲ θεὸς ὁ διδούς ἐστιν, εὔχεσθαι δεῖ καὶ ἐπιτείνειν ἑαυτοὺς πρὸς τὸ αἴτιον, ὡς ἂν ὁ τὸ εἶναι δοὺς καὶ τὸ εὖ εἶναι χαρίσηται. εἰ δ’ ἀμφοτέρων δεῖ πρὸς κτῆσιν τοῦ εὖ, ἄμφω ἐνδείκνυσθαι δεῖ, αὐτούς τε τὸ ἡμέτερον καταβάλλοντας καὶ τὸν θεὸν ἐπικαλουμένους συλλήπτορα. εἰ δ’ ἡ τύχη τὸ αἴτιον, ἐκείνῃ | |
15 | ἐπιτρεπτέον τὸ πᾶν. | |
16n | Εἰ μὲν οὖν καὶ ἄλλο τι. | |
17 | Ζητήσας τὴν αἰτίαν ὅθεν ἀνθρώποις ἡ εὐδαιμονία προσγίνεται, εὔλογον εἶναί φησι θεόθεν ταῦτα παρέχεσθαι. ἐπεὶ γὰρ πολλὰ τοῖς ἀνθρώποις ἐκεῖθεν δωρεῖται, πάντων δ’ ἐκείνων ἡ εὐδαιμονία τὸ βέλτιστον, πῶς οὐκ | |
20 | ἂν εἴη καὶ τοῦτο ἐκεῖθεν αὐτοῖς, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τῶν ἀνθρω‐ πίνων ὑπερέχει; αὐτὸ γὰρ τὸ εἶναι καὶ ζῆν καὶ ἐνεργεῖν ἐκεῖθεν αὐτοῖς· τὸ δ’ εὖ ταῦτα πόθεν ἄλλοθεν ἢ θεόθεν αὐτοῖς, κρεῖττον ὂν τοῦ ἁπλῶς, καὶ οὗ τὰ ἄλλα εἵνεκα; εἰ γὰρ τὸ εὖ μὴ θεόσδοτον, κρεῖττον ὂν τοῦ ἁπλῶς, ἔσται τις αἰτία ἐπέκεινα, ἐξ ἧς τὸ κρεῖττον παρέχεται. | |
25n | Ἀλλὰ τοῦτο μὲν ἴσως. | |
26 | Τὸ ζητεῖν, φησίν, ὅθεν ἡ χορηγία τοῖς ἀνθρώποις τῶν ἀγαθῶν, τῶν περὶ προνοίας εἴη ἂν λόγων οἰκειότερον καὶ θεολογικῆς θεωρίας ἐχόμενον· ἠθικὴ δὲ ἡ προκειμένη πραγματεία, καὶ ὅσον κατ’ αὐτὴν ἱκανὸν τὸ εἰρη‐ μένον. εἰ δὲ καὶ μὴ ἁπλῶς θεόθεν ἀνθρώποις πέμπεται, ἀλλ’ ἔστιν ὥσπερ | |
30 | καί τι τῶν ἀπηριθμημένων συναίτιον, οἷον ἀρετὴ ἢ μάθησίς τις ἢ ἄσκησις, ὅμως φαίνεται θειότατόν τι χρῆμα ἡ εὐδαιμονία. τῶν γὰρ ἐκ θεοῦ χορη‐ γουμένων ἡμῖν τὰ μὲν ἁπλῶς ἐκ θεοῦ παρέχονται, μηδὲν συμβαλλομένων | |
ἡμῶν, τὰ δὲ καὶ πονούντων ἡμῶν καὶ προαιρουμένων παρέχεται, τῆς | 87 | |
88 | ἡμετέρας προαιρέσεως καὶ σπουδῆς ὥσπερ συναιτίου τινὸς γινομένης θεῷ. τοιαῦτα γὰρ τὰ λεγόμενα ἐφ’ ἡμῖν ἀγαθά, ἐν οἷς ἡμεῖς σπουδάζοντες πρὸς θεοῦ εὐοδούμεθα. ἁπλῶς γὰρ οὐδὲν ἀγαθόν, οὗ μὴ ἀρχὴ ἡ κοινὴ αἰτία ἐστί. κατασκευάζει δὲ τὸ θεῖον εἶναι τὴν εὐδαιμονίαν καὶ ἄριστον καὶ μα‐ | |
5 | κάριον ἐκ τοῦ ἆθλον εἶναι τῆς ἀρετῆς. διὰ σπουδῆς γὰρ πολλῆς ἐν ἕξει ἀρετῆς γινομένῳ τῷ ἀνθρώπῳ, ἆθλον αὐτῷ ἡ εὐδαιμονία παρέχεται. τίνα δ’ ἕξει ἀθλοθέτην ὁ σπουδαῖος καὶ τίς αὐτῷ τὸ τοιοῦτον ἆθλον δώσει ἢ τὸ πρώτιστον πάντων τῶν ἀγαθῶν καὶ αἴτιον; | |
9n | Εἴη δ’ ἂν καὶ πολύκοινον. | |
10 | Καὶ τοῦτο, φησίν, ὑπάρχει τῇ εὐδαιμονίᾳ, τὸ κοινὸν ἔχειν τὴν κτῆσιν τοῖς πολλοῖς· οὐ γὰρ τοῖς μὲν ὑπάρξαι δυνατὸν τῶν ἀνθρώπων, τοῖς δ’ οὔ, ἀλλ’ ὅσοι μὴ πρὸς ἀρετὴν βεβλαμμένην ἔχουσι τὴν διάνοιαν ἀπό τινος ὑλικῆς περιπτώσεως, μηδ’ ἔχει αὐτοῖς ἡ ψυχή τι ἐμπόδισμα ἐκ τοῦ πρὸς τὸ σῶμα συνδέσμου κατὰ τὴν ἑαυτῆς φύσιν ἐνεργεῖν, πᾶσι τούτοις δυνατὸν | |
15 | τὴν εὐδαιμονίαν ὑπάρξαι ἐπιμεληθεῖσι καὶ ἐθίσασι τὰ καλά. οὗτος δ’ ὁ λόγος πολλὴν προθυμίαν ἐνδείκνυσι πρὸς κτῆσιν τοῦ ἀγαθοῦ τοῖς μὴ ἄγαν ῥᾳθύμοις πρὸς τὰ βελτίω, μανθάνουσιν ὡς οὐδενὶ βουλομένῳ καὶ δεόντως σπουδάζοντι ἀδύνατος ἡ κτῆσις τοῦ ἀγαθοῦ. ἰστέον δὲ ὥς εἰσι καὶ ταῦτα τῶν μετὰ τοῦ τί ἐστι ζητουμένων, τοῦ τε εἰ ὑπάρχει τῇ εὐδαιμονίᾳ τι | |
20 | καὶ τοῦ διὰ τί ὑπάρχει. ὑπάρχει γὰρ αὐτῇ καὶ τὸ θεόσδοτον εἶναι καὶ τὸ κτᾶσθαι δι’ ἀρετῆς καὶ μαθήσεως καὶ ἐπιμελείας καὶ τὸ εἶναι αὐτὴν πολύκοινον. | |
23n | Εἰ δ’ ἔστιν οὕτω βέλτιον ἢ διὰ τύχην. | |
24 | Ἀποβάλλεται τὸ αἴτιον τοῦ κατ’ ἄνθρωπον εὖ τὴν τύχην ἐπιγράφεσθαι. | |
25 | εἰ γὰρ ἔστι, φησίν, οὕτω βέλτιον εὐδαιμονεῖν, ἤγουν δι’ ἀρετὴν ἢ μάθησιν ἢ ἄσκησιν ἤπερ διὰ τύχην, εὔλογον οὕτως ἔχειν〈, ὅτι καὶ πανταχῇ τὰ κατὰ φύσιν οὕτως ἔχειν πεφύκασιν, ὡς οἷόν τε κάλλιστα ἔχειν〉. ὧν γὰρ ἡ φύσις αἰτία ποιητική, οὕτω ταῦτα ποιεῖ ὡς δυνατὸν ἀποβαίνειν αὐτὰ ἔχοντα καλῶς. οὐ μόνον δ’ ἐπὶ τῶν φυσικῶν τοῦτο ἀλλὰ καὶ τῶν κατὰ | |
30 | τέχνην ἔστιν ἰδεῖν καὶ πᾶσαν αἰτίαν, ὡς πάσης αἰτίας ποιητικῆς ἐφιεμένης τοῦ ἀγαθοῦ, ἐν οἷς ἀπεργάζεται καὶ κατὰ τὸ ἐγχωροῦν κάλλιστα κατασκευα‐ ζούσης αὐτά, καὶ μάλιστα εἰ κατὰ τὴν ἀρίστην αἰτίαν γίνοιτο. ἀρίστη δ’ αἰτία τῶν ἐν ἀνθρώποις ἐργαζομένων ἀρετή, ὡς κρείττων καὶ τέχνης καὶ | |
φύσεως. εἰ δ’ ἐξ αὐτῆς ἡ εὐδαιμονία κατ’ αὐτὴν οὖσα ἐνέργεια ψυχῆς, | 88 | |
89 | εἴη ἂν αὐτή τε ἀρίστη ὡς τέχνη τις, καὶ τὸ ἔργον αὐτῆς ἄριστον, εἰ δὲ καὶ τὴν λογικὴν ψυχὴν ἀρίστην αἰτίαν ἐρεῖ τις, οὐδὲ τοῦτο ἀσύμβατον. καὶ αὕτη γὰρ κρείττων φύσεως καὶ τέχνης. ἐν πᾶσι δὲ τούτοις οἷς ἐν‐ ταυθοῖ συμπεραίνεται οὐ τὸ ἀναγκαῖον ἀλλὰ τὸ εὔλογον τίθησιν, ὡς τῆς | |
5 | ὑποκειμένης ὕλης τὸ ἀναγκαῖον μὴ ἐπιδεχομένης ἀλλὰ τὸ εὔλογον. καὶ ἱκανὸν τοῦτο δόξειεν ἂν τοῖς μετὰ παιδεύσεως τὰ λεγόμενα κρίνουσι κἀπὶ τοσοῦτον ἐπιζητοῦσι τἀκριβὲς ἐφ’ ἑκάστου γένους, ἐφ’ ὅσον ἡ τοῦ πράγμα‐ τος φύσις ἐπιδέχεται. | |
9n | Τὸ δὲ μέγιστον καὶ κάλλιστον. | |
10 | Εἰ μέγιστον καὶ κάλλιστον, φησίν, ἡ εὐδαιμονία, πῶς οὐκ ἂν εἴη ἡμαρτημένον, αἰτίαν ζητοῦντας αὐτῆς ἐπιτρέψαι αὐτὴν τῷ τῶν αἰτίων χεί‐ ρονι, τῇ τύχῃ καὶ τῷ αὐτομάτῳ, εἴπερ ὅλως αἴτια δεῖ λέγειν αὐτά, πράγ‐ ματα ὡς εἰπεῖν ἀνυπόστατα καὶ ὡς ἐν παρυποστάσει τὸ εἶναι ἔχοντα; | |
14n | Συμφανὲς δέ ἐστι καὶ ἐκ τοῦ λόγου τὸ ζητούμενον. | |
15 | Τὸν τῆς εὐδαιμονίας ὁρισμὸν ἐκ πολλῶν βεβαιώσας πρότερόν τε καὶ ὕστερον, χρῆται νῦν ὡς ἀναμφηρίστῳ αὐτῷ καὶ δείκνυσι δι’ αὐτοῦ ὡς οὐκ ἔστιν ἡ τύχη τῆς εὐδαιμονίας τὸ αἴτιον. ἐπεὶ γὰρ ψυχῆς ἐνέρ‐ γεια κατ’ ἀρετὴν ἀποδέδοται, πῶς ἂν ἕξει τύχην αἰτίαν, ἀπὸ ψυχῆς οὖσα καὶ κατ’ ἀρετήν, ἀλλ’ οὐ ψυχὴν ἢ ἀρετὴν ἢ καὶ ἀμφότερα; ἡ γὰρ ἐνέρ‐ | |
20 | γεια ἐνεργοῦντος ἐνέργεια, τὸ δὲ ἐνεργοῦν τὴν ἐνέργειαν ἐκεῖνό ἐστιν, οὗ ἡ ἐνέργεια ὑπάρχει ἐνέργεια. τὸ δὲ ποία τις προσέθηκε διὰ τὸ δεῖν παραμόνιμον εἶναι ἢ καὶ ἀναπόβλητον διὰ βίου παντός. ἐν βίῳ γὰρ εἴρηκε τελείῳ, ὡς τῆς βεβαιότητός τινος οὔσης ποιότητος, ἢ τὸ ποιά τις προσέθηκε διὰ τὸ ἄριστον καὶ κάλλιστον καὶ ἥδιστον. ταῦτα γὰρ δέδεικται τῇ εὐδαιμονίᾳ ὑπάρχοντα | |
25 | κατὰ τὴν τοῦ ὁποῖόν τί ἐστι ζήτησιν μετὰ τὸ ἀναφανῆναι τὸν ὁρισμόν. | |
26n | Τῶν δὲ λοιπῶν ἀγαθῶν τὰ μέν. | |
27 | Ἐπεὶ τριχῇ τὰ ἀνθρώπινα διῄρηται ἀγαθά, εἰς τὰ ψυχῆς εἰς τὰ σώματος εἰς τὰ ἔξωθεν, πρώτως μὲν ἀναγκαῖον ὑπάρχειν τὰ τῆς ψυχῆς, δεύτερον δὲ τὰ τοῦ σώματος, ἵνα μή τινος ἐλλείποντος τούτων, ῥυπαίνηται | |
30 | τὸ μακάριον. τὰ δὲ ἔξωθεν, περὶ ὧν ἱκανῶς εἴπομεν, χρησιμεύει ὡς | |
ὄργανα. | 89 | |
90(1n) | Ὁμολογούμενα δὲ ταῦτ’ ἂν εἴη καὶ τοῖς ἐν ἀρχῇ. | |
2 | Τὸ τὸν ἐκτιθέμενον λόγον σύμφωνον εἶναι δι’ ὅλου πρὸς ἑαυτὸν καὶ μηδαμῇ διαφερόμενον μηδ’ ἀντιπίπτοντα τῶν ἀναγκαιοτάτων ἐστίν· ἄλλως γὰρ οὐκ ἂν ἕξει περὶ τῶν λεγομένων τὸ πιστόν. ἐπεὶ οὖν ἐνταῦθα ὁ | |
5 | Ἀριστοτέλης πολιτικήν τινα τέχνην ἐκτίθεται καὶ περὶ τοῦ ἀνθρωπίνου τέλους εὐθὺς ἐξ ἀρχῆς παραδίδωσι, πρῶτον μὲν ἀπέδειξε τὸ εἶναι αὐτό, ἔπειτα τὸ τί ἐστι παρέδωκε καὶ τί αὐτῷ ὑπάρχει καὶ διὰ τί, εἶτα ἐκ ποίας αἰτίας ἡμῖν παραγίνεται καὶ ὅτι ἀπὸ τύχης μὲν οὔ, θεόθεν δὲ καὶ ἐκ τῆς κατὰ ψυχὴν ἀρετῆς καὶ ἀσκήσεως 〈καὶ μαθήσεωσ〉. δεῖ γὰρ μαθεῖν | |
10 | πρότερον τὴν φύσιν τῆς ἀρετῆς καὶ ἀσκῆσαι τὰ κατ’ αὐτὴν ἐπίπονα, φερε‐ πονοῦντας μὲν ἐν τοῖς λυπηροῖς, ἵνα τὸ ἀναγκαῖον τῇ ψυχῇ περιγένηται, ἐκκλίνοντας δὲ τὰ κατὰ γεῦσιν καὶ ἁφὴν ἡδέα τῷ σώματι δεόντως, ἵνα τὸ σῶφρον κτησώμεθα, φυλάττοντας δὲ τὸ καθῆκον ἐν διανομῇ καὶ συναλλά‐ γμασιν, ἵν’ ἐπήβολοι τοῦ δικαίου γενώμεθα, πανταχοῦ δὲ τὸν λόγον | |
15 | ἔχοντες ἐπιστατοῦντα καὶ ἄρχοντα καὶ διευθετοῦντα ὀρθῶς ἕκαστον καὶ τὴν οἰκείαν τηροῦντα εὐγένειαν, ὡς τῶν χειρόνων κατασύρεσθαι μηδενός, ἵν’ εἴη τὸ φρονοῦν ἡμῖν ὑγιὲς καὶ νηφάλιον, ὡς ἐντεῦθεν ἐν ἕξει γεγονότας τῶν ἀρετῶν ἐνεργεῖν κατ’ αὐτὰς διὰ βίου παντός, καὶ μάλιστα κατὰ τὴν ἀρίστην αὐτῶν, ἡδέως ἔχοντας ἐπὶ τῷ ἐνεργεῖν τὰ καλά· καὶ οὕτως εἴη‐ | |
20 | μεν ἂν εὐδαίμονες καὶ μακάριοι. ταῦτα δὲ πάντα ἡμῖν οὐκ ἄν ποτε περι‐ γένοιτο, εἰ μὴ θεὸν ἔχοιμεν ἵλεων καὶ συνεπιλαμβανόμενον ἡμῖν τῶν μα‐ θήσεων καὶ ἀσκήσεων καὶ ἐνεργειῶν καὶ κατορθώσεων. μέχρι τούτου τὸν περὶ εὐδαιμονίας λόγον ἀναγαγὼν δείκνυσι τὰ προσεχῶς εἰρημένα ὁμολο‐ γούμενα τοῖς ἐν ἀρχῇ, λέγω δὲ τὸ αἰτίαν εἶναι προσεχῆ τῆς εὐδαιμονίας | |
25 | τὴν ἀρετήν, πρὸς δὲ καὶ τὸ κατ’ ἀρετὴν ἐνέργειαν εἶναι αὐτὴν τῆς ψυχῆς. ἔλεγε γὰρ ἐξ ἀρχῆς ἄριστον εἶναι τὸ τέλος τῆς πολιτικῆς, ἡ δὲ πολιτικὴ ἔργον ἔχει ἐπιμελέστατον ποιεῖν τοὺς πολίτας ποιούς τινας, ἤγουν ἀγαθοὺς καὶ πρακτικοὺς τῶν καλῶν. τοῦτο δ’ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ εἶναι αὐτοὺς σπουδαίους καὶ ζῶντας καὶ ἐνεργοῦντας κατ’ ἀρετήν. διὰ τοῦτο γὰρ καὶ | |
30 | νόμους τίθενται, τιμῶντες μὲν τοὺς κατορθοῦντας, κολάζοντες δὲ τοὺς ἁμαρτάνοντας, ἵν’ ἡ μὲν κακία ἀναχαιτίζηται, ἡ δ’ ἀρετὴ προάγηται καὶ πλατύνηται, καὶ κατ’ αὐτὴν ἐνεργούντων τῶν πολιτῶν, ἔχωσιν αἱ πόλεις τὸ ἄριστον τέλειον καὶ κάλλιστον καὶ ἥδιστον, τὴν εὐδαιμονίαν. καὶ ἔστιν οὕτως ἅπας ὁ περὶ εὐδαιμονίας λόγος πρὸς ἑαυτὸν ὁμόλογος, τῶν προη‐ | |
35 | γουμένων καὶ ἐφεπομένων μηδαμῇ διαφωνούντων πρὸς ἄλληλα. | 90 |
91(1n) | Εἰκότως οὖν οὔτε βοῦν. | |
2 | Πόρισμα τοῦτο τοῖς εἰρημένοις ἀκολουθεῖ. εἰ γὰρ ψυχῆς λογικῆς ἐνέρ‐ γεια κατ’ ἀρετὴν ἡ εὐδαιμονία, λογικὴ δὲ ψυχὴ ἐν τοῖς ἀλόγοις ζῴοις οὐκ ἔστιν, οὐδὲ τοιαύτη τις ἂν εἴη ὅλως ἐνέργεια ἐν αὐτοῖς. μὴ οὔ‐ | |
5 | σης δὲ τοιαύτης ἐνεργείας, οὐδὲ εὐδαιμονία ἔσται. διὰ τοῦτο οὐδὲ λέγεται εὔδαιμον οὐδὲν ἐξ αὐτῶν. | |
7n | Διὰ ταύτην δὲ τὴν αἰτίαν οὐδὲ παῖς. | |
8 | Οὐ μόνον, φησί, τῶν ἀλόγων ζῴων εὔδαιμον οὐδὲν ἀλλὰ καὶ παῖς ἀν‐ θρώπου οὐκ ἔστιν εὐδαίμων, εἰ καὶ λογικῆς ἐστι φύσεως. οὔπω γὰρ αὐτῷ | |
10 | ἡ ἡλικία κεχώρηκεν ἢ ἀρετὴν ἔχειν ἢ κατ’ αὐτὴν ἐνεργεῖν. εἰ δέ τις εἴη τῶν παιδίων εὐδαίμων λεγόμενος καὶ μακαριζόμενος, κατ’ ἐλπίδα αὐτῷ προσάπτεται τοὔνομα, τῶν οὕτω καλούντων αὐτὸν ἐλπιζόντων αὐτὸν γε‐ νήσεσθαι τοιοῦτον, εἰ χρόνος αὐτῷ ἐπιδαψιλευθείη, τῆς ἐλπίδος ὑποτεινομένης, ἢ διὰ τὸ ἐξ εὐδαιμόνων κατάγεσθαι, ἢ διὰ τὸ εὐφυίαν ἔχειν πρὸς τὰ καλὰ | |
15 | καὶ ἐντρέχειαν, ἢ καὶ τῆς ψυχῆς ἴσως ὁρμήν τε καὶ ὄρεξιν, πρὸς δὲ τὰ αἰσχρὰ μῖσος καὶ ἀποστροφήν, ἢ διά τι τοιοῦτον ἕτερον. | |
17n | Δεῖ γὰρ ὡς εἴπομεν. | |
18 | Πρὸς τὸ ἐφικέσθαι, φησί, τοῦ ἀρίστου τέλους χρεία ἐστὶ καὶ τῆς κατ’ ἀρετὴν τελειότητος καὶ τὸν βίον τῷ τέλει περικλεισθῆναι. οὔτε δὲ τελεία | |
20 | ἡ ἀρετὴ τῷ παιδί, ἐπεὶ οὔπω χρόνος αὐτῷ ἱκανὸς δεδαψίλευται πρὸς τὴν κατ’ ἀρετὴν τελειότητα καὶ ὁ βίος αὐτῷ ἔτι πρὸς ταῖς ἀρχαῖς, ὥστε κατ’ οὐδένα τρόπον ἐνδέχεται προσεῖναι τῷ παιδὶ τὸ μακάριον. | |
23n | Πολλαὶ γὰρ μεταβολαὶ γίνονται. | |
24 | Περὶ τοῦ παιδὸς εἰπὼν ὡς οὐκ ἔστι παῖδα λέγειν εὐδαίμονα, δείκνυσι | |
25 | νῦν ὡς οὐδ’ ἄνδρα δεῖ πρὸς τέλους εὐδαιμονίζειν, κἂν ἐν ἀρετῇ ζῴη καὶ ὑγείᾳ κἂν καλῶς αὐτῷ τὰ ἔξωθεν διακέοιτο, εἴ γε 〈οὐ〉 μόνον ἀρετῆς δεῖ τελείας ἀλλὰ καὶ βίου τελείου πρὸς εὐδαιμόνησιν. βίον δὲ τέλειόν φησιν, ὃν ἡ λῆξις τῆς παρούσης ζωῆς ἐπεσφράγισεν. ἄστατα γὰρ τὰ ἐνταῦθα καὶ τὰ | |
ἐν γενέσει πάντα ἀβέβαια, οἷς οὐ μόνον τὸ σῶμα ἀλλὰ καὶ αὐτὴ ἡ ψυχὴ | 91 | |
92 | πολλάκις κατὰ τὰς ἕξεις καὶ τὰς ἐνεργείας μεταβάλλεσθαι πέφυκεν, ὡς ἐν σφοδροτάτῃ φορᾷ καταρρέοντος ὕδατος κατασυρομένη καὶ καταπί‐ πτουσα. καὶ ὅρα ὅτι πιστῶν τὴν μεταβολὴν τὰς τύχας καὶ τὰ ἔξωθεν τέθεικεν ὡς ῥᾷον μεταβαλλόμενα· ἐνδέχεται γάρ, φησί, τὸν μαλίστ’ | |
5 | εὐθηνοῦντα μεγάλαις συμφοραῖς περιπεσεῖν ἐπὶ γήρως. καὶ τούτου παράγει τὸν Πρίαμον παράδειγμα, ὃς ἐξ ἀρχῆς τῆς ζωῆς αὐτοῦ μέχρι γήρως εὐθηνήσας καὶ βασιλεύσας Τρώων, χρηματίσας τε πολύπαις καὶ καλλίπαις καὶ ὑπὸ πολλῶν φιληθείς, ἐν γήρᾳ τὸ πᾶν ἀπεβάλετο, τῆς πόλεώς τε ἀνδραποδισθείσης αὐτῷ αὐτοῦ τε ἀπολωλότος παίδων δὲ τῶν | |
10 | μὲν σφαγέντων τῶν δὲ ζυγῷ δουλείας ὑποπεσόντων. ἐν τοῖς ἡρωικοῖς δὲ εἶπε περὶ Πριάμου τὸ μὲν διὰ τὸ κρείττω εἶναι Ὅμηρον τῶν λοιπῶν ποιητῶν, οἳ περὶ Πριάμου γεγράφασιν ἐν ἔπεσιν ἐκτεθεικότες τὴν ποίησιν, τὸ δὲ διὰ τὸ τὰ περὶ αὐτοῦ ἱστορηθέντα τοῖς ποιηταῖς ὡς τὰ ἐν μύθοις εἰρημένα ποιητικοῖς ἀλληγορεῖσθαί τε καὶ ἀνάγεσθαι. ἢ ἴσως ἡρωικὰ | |
15 | λέγει ἁπλῶς τὰ περὶ ἡρώων λεγόμενα. ἥρωας δὲ ἐκάλουν οἱ παλαιοὶ τοὺς παρ’ Ἕλλησιν εὐγενεῖς καὶ ἀγαθοὺς ἐν ταῖς πράξεσι. | |
17n | Τὸν δὲ τοιαύταις χρησάμενον τύχαις. | |
18 | Τὸν πολιτικὸν ἄνδρα καὶ τῆς ἐν μέσῳ διαγωγῆς ἀντεχόμενον πόλεώς τε ἄρχοντα καὶ χώρας καὶ πολλῶν προϊστάμενον καὶ εὐθηνοῦντα, εἶτα ἐκ‐ | |
20 | πεσόντα πάντων καὶ εἰς τὴν ἐναντίαν καταστάντα διάθεσιν καὶ ἀθλίως τελευτήσαντα τίς ἂν εὐδαιμονίσοι ἐλέους παθόντα καὶ θρήνων ἄξια; | |
22n | Πότερον οὖν οὐδ’ ἄλλον οὐδένα. | |
23 | Ἀθηναῖος σοφὸς 〈ὁ〉 Σόλων καὶ νομοθέτης Ἀθήναις γενόμενος. οὗτος ἔφη 〈δέον εἶναι〉 μηδένα πρὸ τελευτῆς μακαρίζειν. περὶ τούτου Ἀριστοτέ‐ | |
25 | λης ζητεῖ εἰ χρὴ τὴν τοιαύτην αὐτοῦ θέσιν κρατεῖν ὥστε μέχρι ἐν τῇ παρούσῃ ζωῇ συντηρεῖται καλῶς ἐν πᾶσιν ἔχων τις ἄνθρωπος, μὴ μακαρίζειν αὐτόν, ὁπηνίκα δὲ ταύτης χωρισθῇ, συντηρηθεὶς μέχρι τέλους ἐν ἐκείνοις τοῖς ἀγαθοῖς, τηνικαῦτα τοῦτον κρίνειν εὐδαίμονα. εἶτα φησίν· εἰ φήσο‐ μεν οὕτως ὁ Σόλων φησίν, ἆρά γε καὶ ἔστιν ἀληθῶς εὐδαίμων μετὰ | |
30 | τὴν ἐνταῦθα ζωὴν ἄνθρωπος ὁ ἐν ἀγαθοῖς διανύσας αὐτήν; πρὸς ὃ ἐπι‐ φέρει, ὅτι τοῦτο παντελῶς ἄτοπον καὶ ἐναντίον ἡμῖν τοῖς λέγουσιν ἐνέργειάν τινα τὴν εὐδαιμονίαν. μετὰ γὰρ θάνατον ὁ τεθνεὼς ἀνενέργητος. πῶς οὖν τῷ ἀνενεργήτῳ εὐδαιμονία ὑπάρξει ἢ ἐνέργεια ἀποδέ‐ δοται; ἔσται γὰρ ἔχων ἐνέργειαν ὁ ἀνενέργητος. εὐδαιμονίας δὲ μὴ ὑπαρ‐ | |
35 | χούσης αὐτῷ, πῶς ὀρθῶς εὐδαιμονισθήσεται; | 92 |
93(1n) | Εἰ δὲ μὴ λέγομεν τὸν τεθνεῶτα ἕως τοῦ εὐπραξίαι τὲ | |
2n | καὶ δυστυχίαι. | |
3 | Ἀπορήσας πρὸς Σόλωνα καὶ ἄτοπον εἶναι εἰπὼν μακαρίζειν τὸν τεθνεῶτα ὡς ἐναντίον ὂν πρὸς τὴν τῆς εὐδαιμονίας ἀπόδοσιν, ἐπιλύει μὲν | |
5 | τὴν ἀπορίαν, ὅτι οὔ φαμεν τὸν τεθνεῶτα ὡς τεθνεῶτα εὐδαίμονα. οὐδὲ Σόλωνος οὗτος ὁ λογισμὸς ἐν τῷ λέγειν μετὰ θάνατον δεῖν μακαρίζειν τὸν καλῶς τὸν βίον διαγαγόντα, ἀλλ’ ὅτι τηνικαῦτα ἀσφαλῶς ὁ ἀγαθὸς μακα‐ ρίζεται ἄνθρωπος ὡς ἤδη τὰ κακὰ ὑπερβὰς καὶ τὰ δυστυχήματα. λέγει δὲ κακὰ μὲν τὰ κατὰ προαίρεσιν ἀποπτώματα, δυστυχήματα δὲ τὰ μὴ ἐφ’ | |
10 | ἡμῖν. ποιεῖται δὲ καὶ τοῦτο ἀμφισβητήσιμον. δοκεῖ γὰρ τῷ τεθνεῶτι καὶ ἀγαθὸν εἶναι καὶ κακόν, καθ’ ἕνα μὲν τρόπον ὅτι ἀγαθὸν αὐτῷ ὁ μακα‐ ρισμός, κακὸν δὲ αὖθις ὅτι αὐτοῦ μὴ αἰσθάνεται. 〈κἂν〉 αὐτῷ οἱ ἀπόγονοι τύχοιεν εὖ ἐν ἅπασιν ἔχοντες, ἀγαθὸν μὲν ἴσως καὶ τοῦτο αὐτῷ ὡς ἐκείνου κατὰ τὴν ἀναφορὰν ἐφικνούμενον, κακὸν δὲ αὖθις ὅτι μηδὲ τούτου εἰς | |
15 | αἴσθησιν ἥκει, ὥσπερ κἂν εἴ τις ζῴη μὲν ἐν ἀγαθοῖς τοῖς κατὰ τὸν βίον ἀγαθὸς ὤν, τῶν δὲ οἰκείων αὐτοῦ εὖ ἐχόντων καὶ αὐτῶν εἰς γνῶσιν οὐκ ἔρχεται ἢ δι’ ἀποδημίαν ἴσως ἢ διὰ χρόνιον καὶ σφοδρὰν ἀσχολίαν πρὸς ἕτερα, οὕτω καὶ τῷ τεθνεῶτι συμβαίνει πολλάκις γίνεσθαι μηδεμίαν αἴσθησιν ἔχοντι τῶν ἀγαθῶν, ἃ τοῖς οἰκείοις αὐτοῦ συμβέβηκεν. ἀγαθῶν | |
20 | γὰρ ἐφικνουμένων αὐτοῦ ἐν γνώσει μὴ γίνεσθαι πῶς ἀγαθόν; καθ’ ἕτερον δὲ τρόπον, εἰ αὐτοῦ ἐν ἀγαθοῖς τελευτήσαντος φαύλως οἱ ἀπόγονοι ἕξουσιν. ὡς γὰρ αἱ τιμαὶ τῶν ἀπογόνων καὶ εὐπραξίαι αὐτοῦ καθάπτονται, οὕτω καὶ αἱ ἀτιμίαι καὶ δυσπραγίαι. κἀντεῦθεν αὐτῷ ῥυπαίνεται τὸ μακάριον. ταῦτα δέ φησι παριστῶν ὡς οὐδὲ μετὰ θάνατόν ἐστιν ἀσφαλὲς τῷ εὐδαί‐ | |
25 | μονι τὸ μακάριον, εἰ μὴ κατ’ αὐτὴν λαμβάνοιτο μόνον. καὶ οὕτω δέ γε ἐμποδίζοιτ’ ἂν ἐπεὶ μὴ αἰσθάνεται. | |
27n | Ἀπορίαν δὲ καὶ ταῦτα παρέχει. | |
28 | Ἑτέραν ἔτι ζήτησιν κινεῖ περὶ τοῦ μακαρίζεσθαι ἢ μὴ μετὰ θάνατον τὸν εὐδαίμονα. τῆς δὲ ἀπορίας ἡ πρόφασις τὸ λέγεσθαι ὅτι ἐφικνεῖται τοῦ | |
30 | τεθνεῶτος τὰ τῶν ἀπογόνων ἀγαθὰ ἢ κακά. εἰ γὰρ εἴη μακαρίως βιοὺς μέχρι γήρως καὶ τελευτήσας κατὰ λόγον, ἤτοι κατὰ ἀκολουθίαν καὶ ἀνα‐ λογίαν τῆς αὐτοῦ μακαριότητος, ὡς μηδ’ ἐν τῷ τέλει συμβάντος αὐτῷ τινος τῶν ἐναντίων, ἐνδέχεται δὲ πολλὰς συμβαίνειν περὶ τοὺς ἐκγόνους μεταβολάς, ὡς τοὺς μὲν αὐτῶν ἀγαθοὺς εἶναι ὡς ἐν ἀρετῇ ζῶντας καὶ | |
35 | ἀγαθῶν ἐπιτυγχάνειν τῶν ἔξωθεν, τῶν ἀξίων τῆς αὐτῶν ἀρετῆς ἐπισυμ‐ | 93 |
94 | βαινόντων αὐτοῖς, τοὺς δὲ φαύλους ἢ τυχὸν κατὰ τὰ ἔξωθεν ἀποτυγχά‐ νοντας (δῆλον δὲ ὅτι καὶ τὴν πρὸς τοὺς γονεῖς τῶν ἀπογόνων ἀπόστασιν πολυειδῆ εἶναι καὶ ποικίλην ἀναγκαῖόν ἐστιν), ἕπεταί τι ἐντεῦθεν ἄτοπον τῷ μακαρίως βεβιωκότι. τὸ δὲ μέχρι γήρως εἴρηκεν οὐχ ὡς ἔτυχεν. | |
5 | ἔστι γὰρ καὶ τοῦτο τῷ λόγῳ τῆς εὐδαιμονίας ἁρμόδιον. οὐ γὰρ ὁ ἐπὶ βραχὺν χρόνον εὖ βιώσας, οὗτος ἤδη εὐδαίμων, ἀλλὰ δεῖ καὶ χρόνου μακροῦ, δι’ ὅσου ὁ ἄνθρωπος ἐν τοῖς ἀγαθοῖς συντηρούμενος ἔσται τοῦ εὐδαιμονίζοντος ἄξιος. ἐπεὶ καὶ ὁ Ἀχιλλεὺς τῶν κατὰ τὸν βίον εὐδοκίμων ἦν καὶ ἐν εὐπραγείᾳ διέζη καὶ δόξης ἐτύγχανεν, ἀλλ’ ἐν νεότητι τὸν βίον | |
10 | συγκλείσας τοῦ εὐδαιμονίζεσθαι οὐκ ἠξίωται. | |
11n | Ἄτοπον δὴ γίνοιτ’ ἄν. | |
12 | Τοῦτό ἐστι τὸ ἑπόμενον ἄτοπον, τὸ κινδυνεύειν ἀβέβαιον εἶναι τῷ τεθνεῶτι εὐδαίμονι τὸ μακάριον. εἰ γὰρ ἅπτοιτο ἐκείνου τὰ τοῖς ἀπογόνοις ἐνθεωρούμενα (πολλοί δ’ εἰσιν οὗτοι καὶ ἐπὶ πολὺ ἐκτεινόμενοι), ἐνδέ‐ | |
15 | χεται καὶ πολλὰ εἶναι καὶ ποικίλα τὰ κατὰ τὸν βίον ἐν αὐτοῖς θεωρούμενα καὶ πῇ μὲν ἀγαθά, πῇ δὲ μή, ὡς ἐκ τῆς τούτων διαφορᾶς καὶ τῆς πρὸς ἄλληλα ἐναντιότητος καὶ τὸν τεθνεῶτα συμμεταβάλλεσθαι καὶ πῇ μὲν εὐδαίμονα, πῇ δὲ ἄθλιον γίνεσθαι. | |
19n | Ἄτοπον δὲ καὶ τὸ μηδὲν μηδ’ ἐπί τινα χρόνον. | |
20 | Τοῦτό ἐστι, φησί, τὸ μάλιστα τὴν ἀπορίαν ποιοῦν, ὅτι ἑκατέρωθεν ὁ λόγος ἔχει τι ἑπόμενον ἄτοπον. κἂν γάρ τις ἐρεῖ μὴ συνικνεῖσθαι τοῖς γονεῦσι τὰ τῶν ἐξ αὐτῶν μηδ’ ἐπί τινα χρόνον, ἀκοινώνητον τοῦτο καὶ ἄσπλαγχνον, κἂν συνικνεῖσθαί τις εἴπῃ, ἀβέβαιον ἔσται τῷ μακαρίως ζή‐ σαντι τὸ μακάριον, ταῖς διαφοραῖς τῶν βίων τῶν ἀπογόνων συμμεταπίπτον | |
25 | καὶ αὐτὸ συμμεταβαλλόμενον, ὡς καὶ τὰ ἐναντία ποτὲ συντρέχειν ἐν τῷ αὐτῷ καὶ διὰ τάδε μὲν μακαρίζεσθαι, διὰ τάδε δὲ ταλανίζεσθαι, ἐναντίως πολλάκις ἐχόντων τῶν ἀπογόνων. | |
28n | Ἀλλ’ ἐπανιτέον ἐπὶ τὸ πρότερον ἀπορηθὲν ἕως τοῦ | |
29n | ἀνακυκλεῖσθαι περὶ τοὺς αὐτούς. | |
30 | Ἐπὶ τὴν ἐξ ἀρχῆς ἀπορίαν ἀνατρέχει βουλόμενος διὰ τῆς πρὸς ταύτην ἐπιλύσεως καὶ τοῖς μετ’ ἐκείνην ζητηθεῖσι τὰς λύσεις εὑρέσθαι. ἣ δὲ ἦν ἡ πρὸς τὸν λόγον τοῦ Σόλωνος, ὃς δεῖν ἔθετο μηδένα μακαρίζειν πρὸ | |
τέλους ζωῆς. αὔξει δὲ τὸ ἄπορον εἰς ἀτοπώτερον ἔτι ἄγων τὸν λόγον. | 94 | |
95 | πῶς γάρ, φησίν, οὐκ ἄτοπον εἴ τις τὸ τέλος ὁρῶν ἕκαστον τῶν εὐδαιμόνων μακαρίζει μετὰ τὸ τέλος, οὐχ ὅτι ἔστι μακάριος ἀλλ’ ὅτι πρότερον γέγονεν, ὡς συμβαίνειν μὴ ἀληθεύειν τὸν λέγοντα ὑπάρχειν τὸ ὑπάρχον, ὅταν ὑπάρχῃ, ἀλλὰ τὸν λέγοντα ὑπάρχειν τὸ ὑπάρξαν, ὅταν οὐχ ὑπάρχῃ. τοῦτο | |
5 | δέ φησι διὰ τὰς μεταβολὰς τῶν τυχῶν καὶ διὰ τὸ ὑπολαβεῖν μόνιμόν τι τὴν εὐδαιμονίαν καὶ οὐκ εὐμετάβολον. τοιαύτη δὲ δοκεῖ ἡ εὐδαιμονία διὰ τὸ τέλος εἶναι τῶν ἀρετῶν καὶ τῶν κατ’ αὐτὰς πράξεων, ἕξεις δὲ ὑπάρ‐ χειν τὰς ἀρετάς, καθ’ ἃς διὰ παντὸς ζῶντες οἱ σπουδαῖοι καὶ ἐνεργοῦντες οὐδέποτε εἰς λήθην αὐτῶν ἔρχονται. αἱ δὲ τύχαι τοσοῦτον εὐμετάβολοι, | |
10 | ὡς περὶ τοὺς αὐτοὺς πολλάκις ἀνακυκλεῖσθαι. ἐνδέχεται γὰρ τὸν αὐτὸν ἀπὸ τοῦ εὖ ἔχειν τῆς τύχης ἐπὶ τὸ κακῶς μεταβάλλεσθαι καὶ αὖ ἀπὸ τοῦ κακοῦ εἰς τὸ εὖ, καὶ τοῦτο πολλάκις. | |
13n | Δῆλον γὰρ ὡς εἰ συνακολουθοίημεν ταῖς τύχαις. | |
14 | Ἑκατέρωθεν ἐνταῦθα τὴν ἀπορίαν συνίστησιν. ἢ γὰρ οὐκ ἀληθεύομεν, | |
15 | τὸ ὑπάρχον 〈οὐ〉 τὸ ὑπάρχον λέγοντες, ὅταν ὑπάρχῃ, ἀλλ’ ὅταν οὐχ ὑπάρχῃ τὸ ὑπάρξαν ἤδη καὶ παρελθὸν καὶ διὰ τοῦτο μὴ ὄν, καὶ δόξειεν ἂν τοῦτο ἄτοπον, ἢ εἰ ἔτι ζῶντα τὸν εὖ ζῶντα εὐδαιμονίζομεν, τῷ ταῖς τύχαις ὑποκειμένῳ τὴν εὐδαιμονίαν ἐπιφημίζομεν, ὥστε καὶ ταύταις ἑψόμεθα καὶ τὸν αὐτὸν εὐδαίμονα πολλάκις καὶ ἄθλιον ἐροῦμεν καὶ ἀποφανοῦμεν | |
20 | χαμαιλέοντα τὸν εὐδαίμονα καὶ ἱδρυμένον σαθρῶς. τοῦτο δὲ κατὰ μετα‐ φορὰν εἴρηται τῶν οἰκοδομημάτων καὶ τῶν ἀνδριάντων καὶ τῶν ἄλλων ὅσα ἐπὶ βάσεων ἀνεγείρεται. τούτων γὰρ ἕκαστον βεβαίως μὲν ὑπερεισθὲν ἐπὶ μακρὸν ἵσταται, ἀσθενῶς δὲ καὶ σαθρῶς ταχὺ καταβάλλεται καὶ ὑπὸ τῆς τυχούσης προφάσεως, ὃ ἀνοίκειον τῆς εὐδαιμονίας καὶ τοῦ εὐδαίμονος, | |
25 | στερεᾶς καὶ δυσμεταθέτου ὑπειλημμένης, ὡς εἴρηται. ὁ δὲ χαμαιλέων ζῷον βραχύτατον, φύσιν ἔχον ῥᾳδίως πρὸς τὰ παρακείμενα μεταβάλλεσθαι χρώματα, κἀντεῦθεν φεύγειν τὴν αἴσθησιν τῶν ἐπιβαλλόντων τὴν ὅρασιν. | |
28n | Ἢ τὸ μὲν τύχαις ἐπακολουθεῖν οὐδαμῶς ὀρθόν. | |
29 | Ἐντεῦθεν τῆς ἐπιλύσεως ἄρχεται τῆς τοῦ πρώτου τῶν ζητηθέντων, | |
30 | λέγω δὲ τῆς πρὸς τὸν λόγον τοῦ Σόλωνος. καὶ λέγει μὴ ὀρθὸν εἶναι τὸ ταῖς τύχαις ἀκολουθεῖν πρὸς τὸ μακαρίζειν ἢ ταλανίζειν τοὺς ζῶντας ἐν ἀρετῇ εἴτε ταῖς αὐτῶν τούτων εἴτε ταῖς τῶν ᾠκειωμένων αὐτοῖς πράγμασιν ἀβεβαίοις καὶ οὐδ’ οὖσιν ἐφ’ ἡμῖν ἄλλως τε καὶ τοῦ εὖ ἢ κακῶς τὸν ἄνθρωπον ζῆν οὐκ ἐπὶ ταῖς τύχαις ὄντος ἀλλ’ ἐφ’ ἡμῖν. εἰ γὰρ τὸ εὖ ἡμῶν ταῖς τύχαις προυτέ‐ | |
35 | τραπτο, ἄθλιοι ἂν ἦμεν ἀεί, οὐδέποτε δὲ μακάριοι, ἀστάτου καὶ ἀβεβαίου | 95 |
96 | πράγματος τὸ οἰκεῖον ἡμῶν ἀγαθὸν ἐξηρτημένον ἔχοντες, ἀλλὰ μὴ ἀνα‐ φερόμενον ἐπὶ κρείττονα αἰτίαν καὶ βεβαίαν καὶ στάσιμον. τί δ’ ἂν τὸ εἶναι ἁπλῶς ὑπῆρχεν ἡμῶν, εἰ τὸ εὖ εἶναι τυχηρὸν καὶ διὰ τοῦτο ἀστά‐ θμητον, καίπερ ἐν λογικῇ ψυχῇ καὶ νοερᾷ θεωρούμενον καὶ σύμφυτον | |
5 | ἐχούσῃ ζωὴν καὶ χωριστὴν σώματος. ταῦτα δὲ λέγεται περὶ τοῦ εἶναι ἁπλῶς, δεῖται 〈δὲ〉 τῶν τυχῶν οὐχ ἡ ψυχὴ καθ’ ἣν τὸ εἶναι τοῖς ἀνθρώ‐ ποις ἐστὶ καὶ ἧς τὸ εὖ εἶναι ἡ αὐτῶν ὑπάρχει τελείωσις, ἀλλ’ ὁ βίος ὁ ἀνθρώπινος, ὡς προλαβὼν εἶπεν, ἤτοι αἱ κατὰ τὸν βίον πράξεις τῶν ἀνθρώ‐ πων, ἐν αἷς τὰ θυραῖα ἀγαθὰ ὡς ὄργανα χρησιμεύουσι. τὸ δὲ κυρίως τῆς | |
10 | εὐδαιμονίας αἱ κατ’ ἀρετὴν ἐνέργειαι φέρονται, ὡς αἱ κατὰ κακίαν τῆς ἀθλιότητος· ὡς γὰρ εὐδαιμονία καὶ ἀθλιότης ἀλλήλαις ἐναντίαι, οὕτως ἀρετὴ καὶ κακία. καὶ εἰ ἐκ τῶν κατ’ ἀρετὴν πράξεων ἡ εὐδαιμονία ὡς τέλος αὐτῶν, αἱ δ’ ἀρεταὶ ἐφ’ ἡμῖν καὶ κατὰ προαίρεσιν, πῶς ἂν τῆς εὐδαιμονίας αἰτίας τὰς τύχας ἐπιγραψόμεθα; εἰ γὰρ καὶ εὐδαιμονίαν οἱ | |
15 | πολλοὶ τὴν ἔξωθεν εὐετηρίαν κατονομάζουσιν, ἀλλ’ οὐ χρὴ τοῖς ἀλόγως κρίνουσιν ἕπεσθαι, οἳ ἀγνοοῦντες τὸ ἀληθὲς τὸ φαινόμενον μακαρίζουσιν, ἀλόγως καὶ κατ’ αἴσθησιν ζῶντες καὶ μηδὲν παρὰ τὸ φαινόμενον ὑπάρ‐ χειν ὑπολαμβάνοντες. | |
19n | Μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ τὸ νῦν διαπορηθέν. | |
20 | Τὸ προσφάτως ζητηθὲν τὴν κίνησιν ἔσχεν ἐκ τοῦ μόνιμον τὴν εὐδαι‐ μονίαν ὑπολαμβάνεσθαι. ὅτι οὖν, φησίν, οὐ δεῖ τὰς τύχας τῆς εὐδαιμονίας αἰτίας ἐπιγράφεσθαι ἀλλὰ τὰς ἀρετὰς λέγειν κατορθωτικὰς αὐτῆς, δηλοῖ καὶ τὸ νῦν διαπορηθέν. εἰ γὰρ βέβαιον ἡ εὐδαιμονία, πῶς αὐτῆς τὸ ἀβέ‐ βαιον αἴτιον, ἤγουν ἡ τύχη; αἱ δ’ ἀρεταὶ καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι | |
25 | βεβαιόταται πάντων τῶν ἀνθρωπίνων εἰσίν, ὡς καὶ αὐτῶν τῶν ἐπιστημῶν ὑπερέχειν αὐτὰς βεβαιότητι καὶ μονιμότητι. ῥᾷον γὰρ ἐπιλαθέσθαι τῆς ἐπιστήμης τὸν ἐν ἕξει τῆς κατ’ αὐτὴν θεωρίας γενόμενον ἢ τοῦ ὀρθῶς πράττειν κατὰ τὸν βίον τὸν σπουδαῖον ἐκπεσεῖν, καίτοι τὰς ἐπιστήμας ἐν τοῖς βεβαίοις μάλιστα τάττομεν. τούτων δ’ αὐτῶν φησι τῶν ἀρετῶν | |
30 | αἱ τιμιώτεραι μονιμώτεραι, ὡς οἰκεῖον ὂν τῶν ἀρετῶν τὸ μόνιμον καὶ διὰ τοῦτο ταῖς τιμιωτέραις αὐτῶν ἐπεκτεινόμενον. ἡ δ’ αἰτία τῆς ἐπεκτάσεως τὸ τοὺς μακαρίους ἐν ταύταις καταζῆν 〈μάλιστά τε〉 καὶ συνεχέστατα. τοῦτο γάρ ἐστι τὸ μὴ ἐῶν λήθην γενέσθαι περὶ τὰς ἀρετὰς καὶ μάλιστα τὰς τιμιωτάτας αὐτῶν, ὡς τῆς κατ’ αὐτὰς ἀδιακόπου πράξεως ὑπερειδούσης | |
35 | αὐτάς. δύο οὖν προκειμένων, τύχης καὶ ἀρετῆς, καὶ ἀμφισβητουσῶν πρὸς ἀλλήλας κατὰ τὸν λόγον, καὶ τῆς μὲν οὔσης ἀσταθμήτου καὶ ἀβεβαίου, | |
τῆς δὲ φύσει βεβαίας καὶ δυσμεταθέτου, ποτέρᾳ τούτων τὴν αἰτίαν τῆς | 96 | |
97 | εὐδαιμονίας βεβαίας οὔσης ὁ κρίνων ὀρθῶς ἐπιγράψαιτο; ἢ πάντως τῇ ἀρετῇ. δεῖ γὰρ ἐξ ἀνάγκης αἴτιον εἶναι τοῦ βεβαίου τὸ βέβαιον. κύριαι ἄρα τῆς εὐδαιμονίας αἱ ἀρεταί, οὐχ αἱ τύχαι. καὶ μὴν πρότερον ἀρχὴν καὶ αἰτίαν τῶν ἀρετῶν τὴν εὐδαιμονίαν ἐλέγομεν, ὅτε καὶ ἀπ’ αὐτῆς τῶν | |
5 | προκειμένων λόγων ἀρχόμενοι ἀπὸ τῆς ἀρχῆς τὴν ὁδὸν ποιεῖσθαι διωρι‐ ζόμεθα. πῶς οὖν νῦν μεταβαλόντες τῆς εὐδαιμονίας τὴν αἰτίαν ταῖς ἀρε‐ ταῖς ἐπιγράφομεν; ἢ οὐδὲν ἄτοπον εἰ κατ’ ἄλλο καὶ ἄλλο γένος ἀρχῆς αἱ ἀρεταὶ καὶ ἡ εὐδαιμονία ἀρχαὶ ἀλλήλων ὑπολαμβάνονται, ὡς ἐπὶ τῶν τεχνῶν ἔχει καὶ τῶν κατ’ αὐτὰς τελῶν. ἐν ἑκάστῃ γὰρ τῶν τεχνῶν, ὡς | |
10 | μὲν τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, αὐτὴ αἰτία ἡ τέχνη, ὡς δὲ τὸ οὗ ἕνεκα, τὸ τέλος αἴτιον, δι’ ὃ ἡ τέχνη ἐφεύρηται καὶ τὰ κατ’ αὐτὴν ἔργα ἐπιτε‐ τήδευται. τὸ γοῦν ἄγον τὴν ψυχὴν πρὸς τὸ τέλος καὶ τὴν κατόρθωσιν ἡ ἀρετή ἐστιν, ἡ δ’ εὐδαιμονία ὑπάρχει τὸ τέλος καὶ τὸ τέλειον. | |
14n | Ὑπάρξει δὴ τὸ ζητούμενον τῷ εὐδαίμονι. | |
15 | Τὸ ζητούμενον ἦν, εἰ δύναται μένειν ὁ εὐδαίμων μακάριος ἐν ταῖς τῶν τυχῶν μεταπτώσεσιν. ἐπεὶ οὖν, φησίν, οὐ τύχαις τὸ εὔδαιμον οὐδὲ τὸ μακάριον ἐπιτρέπομεν ἀλλ’ αὐταῖς ταῖς κατ’ ἀρετὴν πράξεσιν, αἳ τὸ βέβαιον ἔχουσιν, οὐκ ἀποβαλεῖται ὁ εὐδαίμων τὴν προσοῦσαν μακαριότητα διὰ τύχης μετάκλισιν. ἀεὶ γὰρ ἢ μάλιστα πάντων τῶν ὡς ἀνθρώπῳ | |
20 | προσόντων αὐτῷ ἐν ταῖς κατ’ ἀρετὴν παραμενεῖ ἀμετάπτωτος θεωρίαις καὶ πράξεσι, πράττων μὲν ὅτι κατὰ προαίρεσιν ἐνεργεῖ τὰ κατὰ τὸν βίον μετα‐ χειριζόμενος πράγματα, θεωρῶν δὲ ὅτι μετὰ λόγου αὐτῷ καὶ τῆς ἐκ λόγου χρήσεως ἡ πᾶσα κατὰ τὸν βίον ἐνέργεια, ὃς δὴ λόγος καὶ νοῦς πρακτικὸς ὀνομάζεται, ταῖς ζωτικαῖς ἐπιστατῶν ὀρέξεσι καὶ αὐταῖς ταῖς αἰσθήσεσι | |
25 | καὶ δι’ αὐτῶν καὶ μετ’ αὐτῶν ἐνεργῶν καὶ τὰ δέοντα κατορθῶν. καὶ οὐδὲν αὐτῷ αἱ τύχαι παρεμποδίσουσιν, ἀλλὰ μενεῖ μὲν αὐτὸς ἐν τῷ ἀγαθῷ, οἴσει δὲ καὶ τὰ συμπίπτοντα κάλλιστα καὶ πάντα τρόπον καὶ ἀληθῶς μετὰ ἐντρεχείας καὶ τῆς προσηκούσης μελήσεως, μήτ’ ἐν ταῖς δυσημερίαις καταπίπτων μήτ’ ἐν ταῖς εὐημερίαις ὑπεραιρόμενος, εἴπερ εἴη ἀληθῶς | |
30 | ἀγαθὸς καὶ ὡς ὄντως τετράγωνος, ἤτοι βεβηκὼς καὶ στάσιμος, ἐκ μεταφορᾶς τῶν τοιούτων σχημάτων, ἃ ὅπως ἂν ῥιφέντα πεσεῖται ὄρθια ἵστανται. οὕτω δ’ ἔχων οὐδὲ ψόγον ἕξει παρά τινος τῶν εὖ φρονούντων αὐτῷ ἑπόμενον. | |
34n | Πολλῶν δὲ γινομένων κατὰ τύχην ἕως τοῦ ἐμποδίζει | |
35n | πολλαῖς ἐνεργείαις. | |
36 | Πρόκειται ἐνταῦθα λύειν τὴν ἀπορίαν, ἣ ἐκ τῆς Σόλωνος προύβη | 97 |
98 | θέσεως, ἀποφηναμένου μηδένα μακαρίζειν πρὸ τελευτῆς διὰ τὸ τῶν τυχῶν ἄστατον καὶ ἀπὸ τοῦ ἐναντίου μεταβλητικὸν εἰς τὸ ἐναντίον, ᾧ εἵπετο τὸ καὶ μετὰ θάνατον μὴ ἑδραῖον εἶναι καὶ βάσιμον τῷ εὐδαίμονι τὸ μακάριον ὡς πολλάκις καὶ ἀπελθόντος ἀπὸ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον ἐνδέχεσθαι | |
5 | αὐτὸν μεταβάλλεσθαι διὰ τὰς τῶν ἀπογόνων τύχας διικνουμένας εἰς τοὺς ἀπελθόντας ἐκ τῆς τῶν ζώντων πρὸς ἐκείνους οἰκειώσεως. ἀλλ’ ἐπεὶ τὸ εἶναι τῇ εὐδαιμονίᾳ οὐ κατὰ τὰς τύχας ἀλλὰ κατὰ τὴν ψυχὴν καὶ τὰς ἐν αὐτῇ ἀρετάς, ὡς ἀποδέδοται ψυχῆς ἐνέργεια εἰρημένη κατ’ ἀρετήν, ταῦτα δεῖ ἐπισκοπεῖν καὶ τούτων ὄντων ἐν τούτοις τίθεσθαι τὸ μακάριον, τὰ δ’ | |
10 | ἔξωθεν ἀγαθὰ ἡγεῖσθαι ὡς συνεργά, οὐ μέντοι συμπληρωτικὰ καὶ αὐτὰ τῆς εὐδαιμονίας, ὡς οὐδὲ τὰ τεχνικὰ ὄργανα τῶν ἕξεων τῶν κατὰ τὰς τέχνας. διὸ οὐδ’ ἐν τῷ τί ἦν εἶναι αὐτῶν καὶ ταῦτα παραλαμβάνεται, ὡς οὐδ’ ἐν τῷ τῆς εὐδαιμονίας ὅρῳ αἱ τύχαι. διὰ τοῦτο οὐδ’ ἐξιστῶσιν αὐτὴν ἑαυτῆς, ὡς ἂν ἔχωσι καὶ ὅπως ἂν γίνωνται. καὶ ταῦτα μὲν εἴπομεν | |
15 | τὴν δύναμιν τῆς λύσεως ἀπαγγέλλοντες, διαθώμεθα δὲ ἤδη τὴν λέξιν. φησὶ τοίνυν, ἐπεὶ τὰ κατὰ τύχην συμβαίνοντα διαφέρουσι πρὸς ἄλληλα μεγέθει καὶ σμικρότητι, δῆλον ὡς ὅσα μὲν μικρὰ τῶν εὐτυχημάτων καὶ δυστυχημάτων οὐ ποιεῖ ῥοπὴν τῆς ζωῆς, ἤτοι οὐ δύναται ἐναλλαγήν τινα τῇ ζωῇ ἐνδείξασθαι τοῦ εὐδαίμονος ᾗ εὐδαίμων ἐστίν· ὅταν δὲ μεγάλα | |
20 | καὶ πολλὰ τὰ τυχηρὰ γένηται, ἀγαθὰ μὲν ὄντα αὐξήσει τῷ εὐδαίμονι τὸ μακάριον, ὥσπερ τινὶ κάλλει φυσικῷ παραρτήματά τινα ὄντα καὶ ἐπικο‐ σμήματα, καὶ ἡ χρῆσις αὐτῶν καλὴ καὶ σπουδαῖα γίνεται, τῆς κατ’ ἀρετὴν τοῦ εὐδαίμονος καλλονῆς καὶ ἐνεργείας μεταλαμβανόντων, ὡς καὶ τοῖς τελείοις τὰς τέχνας τὰ ὄργανα καλλύνονταί τε ἐξ αὐτῶν καὶ τοῦ τῆς | |
25 | εὐτεχνίας ἐπαίνου μεταλαμβάνουσιν. ἐπαινεῖται γὰρ πολλάκις καὶ σκέπαρνον καὶ πρίων καὶ τέρετρον ἐκ τοῦ κατὰ τέχνην ἀποτελέσματος, ὅταν εὖ αὐτοῖς ὁ χρώμενος χρήσηται, ἀνάπαλιν δὲ συμβαίνοντα καὶ ἀντικειμένως τῷ εὖ τὴν μὲν οὐσίαν τῆς εὐδαιμονίας οὐκ ἐξαλλάττει, στενοχωρεῖ δὲ οἷον καὶ βλάπτει τὸ μακάριον, λύπας ἐπιφέροντα καὶ πολλαῖς ἐνεργείαις ἐμποδίζοντα. | |
30 | ἡδοναὶ γὰρ καὶ λῦπαι αἱ ἀλλήλαις ἀντικείμεναι πάθη ἄλογα, αἳ καθ’ ὑπερβολὴν τῇ ψυχῇ ἐγγινόμεναι ἐπισκοτοῦσι τὸ λογιζόμενον καὶ ἐνεργεῖν πολλάκις εὖ οὐ συγχωροῦσιν, ὡς ἐν νυκτὶ ὂν καὶ τοῦ εἰκότος ἀποπλανώ‐ μενον. ὅμως καὶ ἐν τούτοις τὸ καλὸν λάμπει, ὅταν τις διὰ λογισμοῦ στα‐ θηρότητα τὴν ἐξ ἀρετῆς εὐφόρως φέρῃ πολλὰς καὶ μεγάλας ἀτυχίας, οὐχ | |
35 | ὡς ἠλίθιος καὶ ἀνάλγητος (τοῦτο γὰρ οὐκ ἀρετὴ οὐδ’ ἐπαινετόν), ἀλλ’ ὡς γεννάδας καὶ μεγαλόψυχος. | |
37n | Εἰ δ’ εἰσὶν αἱ ἐνέργειαι κύρια τῆς ζωῆς. | |
38 | Τοῦτο λύσις τοῦ λόγου τοῦ λέγοντος τὴν εὐδαιμονίαν ταῖς τύχαις συμ‐ | 98 |
99 | μεταβάλλεσθαι καὶ ἀναιροῦντος τῆς εὐδαιμονίας τὸ στάσιμον. εἰ γὰρ μὴ αἱ τύχαι κύριαι τῆς ζωῆς ἀλλ’ αἱ κατ’ ἀρετὴν ἐνέργειαι, ὡς προείρηται, πῶς ἂν γένοιτό τις τῶν μακαρίων ἄθλιος, τῶν ἐνεργειῶν αὐτῶν μενουσῶν ἐν τῷ ἀγαθῷ καὶ μηδέποτ’ αὐτοῦ τὰ μισητὰ καὶ τὰ φαῦλα πράττοντος; | |
5 | εἰ γὰρ ἐν ταῖς μεταβολαῖς τῶν τυχῶν μετέπιπτον αὐτῷ αἱ ὁρμαὶ καὶ ὀρέξεις καὶ πράξεις ἐπὶ τὸ χεῖρον, ἐγένετ’ ἂν καὶ αὐτὸς ἐκ μακαρίου ἄθλιος· νῦν δὲ τὰ κύρια τηρῶν ἐν τῷ ἀγαθῷ μένει καὶ αὐτὸς ἐν τῷ ἀγαθῷ ἀμε‐ τάπτωτος. | |
9n | Τὸν γὰρ ὡς ἀληθῶς ἀγαθὸν καὶ ἔμφρονα. | |
10 | Τὰς τύχας ἢ ὡς ὄργανα χρὴ ἢ ὡς ὕλας ὑποκειμένας λογίζεσθαι. ὡς οὖν οἱ τῶν τεχνιτῶν ἄριστοι οὐκ ἂν τὸ προσὸν αὐτοῖς εὔτεχνον ἀπο‐ λέσαιεν ἐκ τοῦ μὴ εὑρίσκεσθαι αὐτοῖς κατά τινα χρόνον τὰ προσηκόντως ὑπηρετήσοντα ὄργανα ἢ διὰ τὸ μὴ ὕλην εὐεργὸν αὐτοῖς παρατίθεσθαι, οὕτως οὐδ’ ὁ εὐδαίμων ἄθλιος ἔσται τύχης πονηρᾶς συναντησάσης αὐτῷ. | |
15 | ἐνεργήσει γὰρ τὸ ἀνῆκον αὐτῷ, καὶ διὰ τῶν τοιούτων καὶ ἐν τοῖς τοιούτοις τὸ εὔσχημον τηρῶν ἑαυτῷ καὶ πράττων ἀεὶ ἐκ τῶν ὑπαρχόντων τὰ κάλ‐ λιστα μετὰ τοῦ προσήκοντος καταστήματος. κάλλιστα δὲ λέγομεν κατὰ τὸ ἐγχωροῦν τῷ χρωμένῳ μοχθηροῖς ὀργάνοις καὶ ὑποκειμένοις. | |
19n | Καθάπερ καὶ στρατηγὸν ἀγαθὸν τῷ παρόντι στρατοπέδῳ. | |
20 | Τὸ τοῦ στρατοπέδου παράδειγμα ὡς ἐν τάξει ὀργάνου παρέλαβεν (ὁ γὰρ στρατηγὸς ὡς ὀργάνῳ χρῆται τῷ στρατοπέδῳ κατὰ τῶν ἐναντίων), τὰ δὲ σκύτη ὡς ὕλην· ἐν γὰρ τούτοις ὁ σκυτεὺς ὡς ἐν ὕλῃ ἐντίθησι τὸ εἶδος τοῦ ὑποδήματος. ἀγαθὸς γὰρ στρατηγὸς οὐχ ὁ νικῶν ἐξ ἀνάγκης, ἀλλ’ ὁ χρώμενος ὡς ἐν πολέμῳ δεῖ τῷ παρόντι στρατοπέδῳ. ἐνδέχεται γὰρ | |
25 | ἢ δυνάμει λείπεσθαι τῶν ἀντικειμένων, καὶ χρὴ τοῦτο γνόντα μὴ ὁμόσε τοῖς πολεμίοις χωρεῖν, ἀλλ’ ὡς δεῖ τὴν σωτηρίαν τοῖς οἰκείοις ἐπιτη‐ δεύεσθαι, ἢ ὁρμῶντα πρὸς ἀντίστασιν διατάττειν αὐτοὺς ἐντέχνως καὶ εὐφυῶς, τὸν τρόπον κατανοοῦντα τοῦ πολέμου τῶν ἐναντίων, ἐνιαχοῦ δὲ καὶ τὸν τόπον, ἐν ᾧ δεῖ συγκροτῆσαι τὸν πόλεμον, καὶ οὕτω τὴν μάχην | |
30 | μετέρχεσθαι. ταῦτα καὶ τὰ τοιαῦτά ἐστι τὸ χρῆσθαι τῷ στρατοπέδῳ πολεμικώτατα. τὸ δὲ τῷ παρόντι τὸ ποσὸν ἐμφαίνει τοῦ στρατοπέδου καὶ τὸ ποιόν. ἐκ τούτων γὰρ δεῖ σκοπεῖν τὸν στρατηγόν, πῶς ἔχει πρὸς τοὺς πολεμίους τὸ ἑαυτοῦ στρατόπεδον κατὰ τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν. δῆλον δὲ καὶ ἐκ τοῦ χρῆσθαι, ὅτι ὡς ὄργανον παρέλαβε τὸ στρατόπεδον· ἐν | |
35 | γὰρ χρήσει τὰ ὄργανα. ἐπὶ δὲ τοῦ σκυτέως καὶ τῶν σκυτῶν οὐ χρῆσιν εἶπεν, | |
ἀλλ’ ἐκ τῶν δοθέντων σκυτῶν κάλλιστον ὑπόδημα ποιεῖν, ὡς ἐκ | 99 | |
100 | τοῦδε τόδε γίνεσθαι τῇ ὕλῃ ἁρμοζόντως· τῆς γὰρ ὕλης δυνάμει οὔσης τὰ εἴδη καὶ τὴν στέρησιν ἐχούσης αὐτῶν, ἐξ αὐτῆς ὡς ἐστερημένης τὰ εἴδη γίνεται. ὡς οὖν ἐπὶ τούτων τὸ ἀγαθὸν εἶναι τὸν πράττοντα οὐκ ἐκ τοῦ τέλειον εἶναι τὸ ἔργον κρίνομεν ἀλλ’ ἐκ τοῦ τὸ ἐγχωροῦν κατορθοῦν κατά | |
5 | τε τὰ ὄργανα καὶ τὰ ὑποκείμενα, καὶ ἐπὶ τῶν ἄλλων τεχνιτῶν ὡσαύτως, οὕτω καὶ ἐπὶ τοῦ εὐδαίμονος ἔχει. εἰ γὰρ μὴ αἱ τύχαι αὐτῷ συντρέχουσιν ὥστε τὰς πράξεις αὐτοῦ τέλειον τὸ εὖ ἐπιδέχεσθαι, μετέρχεται δὲ ταύτας δεόντως αὐτός, ἔχοι ἂν εὖ ἡ πρᾶξις αὐτῷ, ὅσον τὸ κατ’ αὐτόν, κἂν ἐμ‐ ποδὼν αὐτῇ αἱ τύχαι καθίστανται, ὡς ἀναλάμπειν κἀν ταύταις τὸ εὔδαι‐ | |
10 | μον, τῇ μοχθηρίᾳ τῶν τυχῶν μὴ ἐπισκοτούμενον. | |
11n | Εἰ δ’ οὕτως, ἄθλιος μὲν οὐδέποτε. | |
12 | Εἰ οὕτως ἔχει, φησίν, ὁ περὶ τοῦ εὐδαίμονος λόγος ὡς εἴρηται, μετα‐ βαλεῖν μὲν αὐτὸν διὰ τὰς τύχας, καὶ μόνον ἐξ εὐδαιμονίας εἰς ἀθλιότητα, οὐκ ἐνδέχεται. τέως δ’ οὖν οὐκ ἔσται μακάριος, εἴπερ αὐτῷ συμβήσεται | |
15 | ἀτυχήματα οἷα καὶ Πριάμῳ. μακάριος γὰρ ἐκεῖνος ἐν πολιτικοῖς ὁ κατὰ πᾶν εἶδος τῶν ἀγαθῶν εὐθηνούμενος. ὅτι μὲν οὖν τὸ κύριον ἔχει τῷ εἶναι σπουδαῖος μὴ ἀφιστάμενος, οὐκ ἔσται οὐδὲ κληθήσεται ἄθλιος, ὅτι δ’ ἐναντίως αὐτῷ πάντῃ τὰ ἔξωθεν διατέθεινται, διὰ τοῦτο οὐδὲ μακάριος. | |
19n | Οὐδὲ δὴ ποικίλος τις καὶ εὐμετάβολος. | |
20 | Εἰπὼν περὶ τοῦ εἶναι τὴν εὐδαιμονίαν βέβαιον καὶ δυσαφαίρετον καὶ δείξας ὅτι δύναται μένειν καὶ τυχῶν ἐναντιουμένων αὐτῇ, φυλαττομένης ἀκαταπτώτου τῆς κατ’ ἀρετὴν τελειότητος, εἰ οὕτω, φησί, καὶ τὸ κύριον τῆς εὐδαιμονίας αἱ ἀρεταὶ ἔχουσι καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι, ἄθλιος μὲν οὐδέ‐ ποτε γένοιτ’ ἂν ὁ εὐδαίμων διὰ τὰς ἐκ τῆς τύχης ἐναντιότητας, οὐ μὴν | |
25 | ῥηθείη ἂν μακάριος, εἴπερ αὐτῷ ὑπερβολαὶ ἀτυχίας συμβήσονται, ἀλλ’ οὐδὲ ποικίλος ἔσται διὰ τὴν πρὸς τἀναντία μεταβολὴν ἔνθεν κἀκεῖθεν ταλαντευό‐ μενος, ὃ ἦν καὶ τοῦτο ζητούμενον διὰ τὴν τῆς εὐδαιμονίας βεβαιότητα. οὔτε γὰρ ῥᾳδίως ὁ εὐδαίμων ἐκ τοῦ εἶναι ὃ λέγεται κινηθήσεται οὔτε ὑπὸ μικρῶν ἢ ὀλίγων ἀτυχημάτων (ταῦτα γὰρ τυχόντα ὠνόμασεν), ἀλλ’ εἴπερ | |
30 | μεγάλα καὶ πολλὰ συμβαίη αὐτῷ. | |
31n | Ἔκ τε τῶν τοιούτων οὐκ ἂν γένοιτο πάλιν εὐδαίμων. | |
32 | Καὶ τοῦτο τοῦ βεβαίου προστίθησιν ἕνεκεν, μὴ ῥᾷον εἶναι πιστούμενος | 100 |
101 | τὸ τῇδε κᾀκεῖ μεθίστασθαι τὸν εὐδαίμονα. ἐκ γὰρ τῶν τοιούτων, φησί, τουτέστι τῶν ἀτυχημάτων, οὐκ ἂν ἐπανέλθοι πάλιν εἰς τὸ εὔδαιμον ἐν ὀλίγῳ χρόνῳ, ἀλλ’ εἴπερ, ἤτοι εἰ μέλλει γενέσθαι εὐδαίμων μετὰ μεγάλα ἀτυχή‐ ματα, ἐν πολλῷ τινι καὶ τελείῳ χρόνῳ ἂν γένοιτο, μεγάλων καὶ καλῶν | |
5 | ἐν αὐτῷ ἐπήβολος, ἤτοι εὔπορος, ὑπάρξας· ἐν αὐτῷ δέ, ἤγουν τῷ χρόνῳ. τέλειον δέ φησι χρόνον τὸν μέχρι τέλους αὐτοῦ τῆς ζωῆς. | |
7n | Τί οὖν κωλύει λέγειν εὐδαίμονα. | |
8 | Ταῦτα οὐ περὶ τοῦ ἐξ ἀρχῆς εὐδαίμονος καὶ ἀγαθαῖς χρησαμένου τύχαις καὶ μέχρι τέλους οὕτω τετηρημένου ἀλλὰ περὶ τοῦ ἐξ ἀγαθῶν μετα‐ | |
10 | βεβλημένου τυχῶν καὶ εἰς μεγάλα περιπεσόντος καὶ πολλὰ ἀτυχήματα, εἶτα μεταβαλόντος πάλιν εἰς εὐτυχήματα. διὸ καὶ ἐρωτηματικῶς τὸν λόγον προσήνεγκεν, ὡς περὶ ἀμφιβόλου πράγματος αὐτὸν ποιησάμενος. ἐὰν οὖν τις, φησί, μεταβεβληκὼς ἀπὸ εὐτυχημάτων εἰς ἀτυχήματα κἀντεῦθεν τοῦ μακαρίζεσθαι ἀπειργόμενος ἀνακληθῇ πάλιν ἀπὸ καταπτώσεως καὶ ταπει‐ | |
15 | νώσεως, τῆς ἀρετῆς ἐν πᾶσι φυλάξας τὸ βέβαιον, τί κωλύει λέγειν αὐτὸν εὐδαίμονα κατ’ ἀρετὴν μὲν τελείαν ἐνεργοῦντα κἀν τοῖς ἀποπτώμασιν, ἐπανακληθέντα δὲ ἀπὸ τῶν ἀτυχημάτων καὶ δαψιλῆ χορηγίαν τῶν ἐκτὸς αὖθις κτησάμενον ἀγαθῶν, μὴ βραχύν τινα χρόνον ἀλλὰ τὸν ἑξῆς βίον ἅπαντα; τὸ δὲ ἢ προσθετέον καὶ βιωσόμενον οὕτω καὶ τελευτή‐ | |
20 | σοντα κατὰ λόγον καὶ τὰ ἑξῆς ὡς ἐφερμηνευτικὰ τέθεικε τοῦ τέλειον βίον οὐχ ὡς ἄλλο τι λέγων ἀλλ’ ὡς ἂν εἰ ἔλεγε· λέγω δὲ τέλειον βίον, ὥστε καὶ εἰς τὸ ἑξῆς οὕτω βιῶναι, ἤτοι ἐν τοῖς διαδεξομένοις τὴν ἀτυχίαν εὐτυχήμασι καὶ τὴν τελευτὴν σχήσοντα κατὰ λόγον, ἤτοι ἀξίαν τῆς αὑτοῦ ἀρετῆς, ἐπεὶ τὸ μέλλον ἀφανὲς ἡμῖν, διὰ τοῦτο λέγω, ὅτι τὰ ἔξωθεν καὶ | |
25 | ἀπὸ τύχης λεγόμενα ἄστατα καὶ ἀβέβαια· ὅθεν ἀσφαλιζόμενος τὸν λόγον, ἵν’ αὐτῷ τὸ ἀληθὲς τηρηθήσεται. τὴν γὰρ εὐδαιμονίαν τέλος καὶ τέλειον τίθεμεν πάντῃ πάντως, καὶ διὰ τοῦτο δεῖ καὶ τελείου βίου, δι’ οὗ παντὸς αὐτῇ παντοίως ἐξ ἀνάγκης τηρηθείη τἀγαθά, εἰ μέλλοι ἔχειν τὸ τέλειον. τὸ μὲν γὰρ πάντῃ ἀντὶ τοῦ παντοίως εἴληπται, τὸ δὲ πάντως βεβαιώσεως | |
30 | ἐπίρρημα τὸ ἐξ ἀνάγκης δηλοῖ· δηλοῖ δὲ τὸ παντοίως τοὺς τρόπους καθ’ οὓς τὰ ἀνθρώπινα λέγεται ἀγαθά, ἤγουν τὰ τῆς ψυχῆς, ὡς ἐπιστῆμαι καὶ ἀρεταί, τὰ τοῦ σώματος, ὡς ὑγεία ῥώμη κάλλος καὶ εἴ τι τούτοις σύστοιχον, τὰ ἔξωθεν, ὡς πλοῦτος εὐδοξία εὐημερία εὐτεκνία φιλία καὶ εἴ τι ἄλλο τούτοις ἀνάλογον. δόξειε δ’ ἂν εἰκότως τύχας ἐνταῦθα λέγειν ἁπλῶς τὰ | |
35 | ἔξωθεν καὶ οὐκ ἐφ’ ἡμῖν κἂν ἐκ ταὐτομάτου ἐρεῖ τις κἂν ἐξ εἱμαρμένης | |
κἂν ἐκ προνοίας κοινῆς. αἱ γὰρ ἀποβολαὶ καὶ αἱ προσγεννήσεις τῶν ἔξωθεν | 101 | |
102 | οὐκ ἐκ ταὐτομάτου μόνον ἀεὶ ἀλλὰ καὶ ἐκ τῆς περιφορᾶς τοῦ παντὸς καὶ ἐκ τῆς προνοίας ἁπλῶς δοξάζονται γίνεσθαι. | |
3n | Εἰ δ’ οὕτω, μακαρίους ἐροῦμεν τῶν ζώντων. | |
4 | Συμπεραίνει τὰ εἰρημένα. ἐπεὶ γὰρ οὕτως ἔχει τὸ πρᾶγμα ὡς εἴπομεν, | |
5 | ῥηθεῖεν ἂν μακάριοι οἷς ὑπάρχει καὶ ὑπάρξει τὰ λεχθέντα, τουτέστιν οὐ μόνον μετὰ τελευτὴν ῥηθεῖεν ἂν μακάριοι, οἷς διὰ παντὸς βίου καὶ μέχρι τέλους αὐτοῦ ὑπῆρξε τὰ εἰρημένα ἀγαθά, ἀλλὰ καὶ πρὸ τοῦ τὸ τέλος ἐπιγενέσθαι αὐτοῖς πλὴν ὑποτιθεμένου καὶ τοῦ ὑπάρξαι αὐτοῖς ἀδιακόπως ταὐτὸ διὰ βίου παντός· οὐ γὰρ μόνον οἷς ὑπάρχει ἀλλὰ καὶ οἷς ὑπάρξει. | |
10 | δεῖ γὰρ τῷ παρόντι καὶ τὸ μέλλον συνδραμεῖν, ἵν’ οὕτως εἴη τὸ μακάριον ἀμετάθετον. μακαρίους δέ, φησίν, ἀνθρώπους, ἤτοι κατὰ τὸ ἁρμόζον ἀνθρωπίνῃ φύσει, οἷς ἡ ἐν βίῳ διαγωγὴ ἐν διηνεκεῖ ῥύσει καὶ μεταβολῇ παντοίᾳ ὑπάρχει, ἐπεὶ τῆς νοερᾶς καὶ θείας φύσεως ἄλλο εἶδος μακαριό‐ τητος, ἐν στάσει τὸ εἶναι ἐχούσης καὶ μηδεμίαν ὑπομενούσης μεταβολήν. | |
15 | δόξειε δ’ ἂν τὸ τί οὖν κωλύει λέγειν τὸν εὐδαίμονα καὶ τὰ ἑξῆς ἑπόμενα τούτῳ μᾶλλον εἰρῆσθαι διὰ τὴν Σόλωνος θέσιν, μὴ δεῖν λέγοντος μακα‐ ρίζειν πρὸ τελευτῆς τὸν εὖ ἔχοντα τῆς ζωῆς διὰ τὸ τοῦ μέλλοντος ἄδηλον. οὐδὲν γὰρ κωλύσει αὐτὸν μακαρίζεσθαι προστεθειμένου τοῦ εἴπερ ὑπάρξει αὐτῷ μέχρι τέλους τὰ ἀγαθά. | |
20n | Τὰς δὲ τῶν ἀπογόνων τύχας. | |
21 | Ἐπεὶ καὶ τοῦτο ἐλέγετο πρότερον, ὅτι δεῖ τῷ εὐδαίμονι πρὸς τὸ μα‐ καρίζεσθαι καὶ τῆς τῶν ἀπογόνων καὶ τῶν φίλων εὐζωίας, ἵνα ἐκ τῆς πρὸς ἐκείνους κοινωνίας μὴ ἐμποδίζοιτο αὐτῷ τὸ μακάριον ἐχόντων ἴσως ἐκείνων κακῶς, διὰ τοῦτο εἰπὼν μηδὲν κωλύειν αὐτὸν μακαρίζεσθαι καθ’ | |
25 | ἑαυτὸν καλῶς βιοῦντα καὶ ἱκανῶς κεχορηγημένον τοῖς ἔξωθεν καὶ ὥσπερ αὐτοῦ τοὺς πρὸς αὐτὸν ᾠκειωμένους ἀποχωρίσας, τούτου ἕνεκα ἐπιφέρει ταυτὶ λέγων, ὅτι περὶ μὲν τοῦ εὐδαίμονος καθ’ ἑαυτὸν λεγέσθω ἐπὶ τοσοῦτον. τί δ’ ἂν ἐροῦμεν περὶ τῶν ἀπογόνων καὶ ἁπλῶς περὶ τῶν φίλων αὐτοῦ; ἆρ’ αἱ τούτων τύχαι ἐφάψονταί που ἐκείνου ἢ οὐδαμῇ; τὸ μὲν | |
30 | οὖν λέγειν μηδ’ ὁτιοῦν συμβάλλεσθαι, λίαν ἄφιλον φαίνεται. ὥσπερ γὰρ εἰ ἐκεῖνος ἀνέχοιτο μὴ κοινοῦσθαι ἑαυτῷ τὰ τῶν ἀπογόνων καὶ φίλων, ὡς ἄφιλός τις καὶ ἀκοινώνητος κρίνοιτ’ ἄν, οὕτω καὶ ἡμεῖς ὡς τοιοῦτοι κατακριθείημεν, εἰ τοῦτο ἁρμόδιον εἶναι διοριζοίμεθα. ἀλλὰ καὶ ταῖς κοιναῖς | |
δόξαις ἐναντιούμεθα, κοινὰ τὰ τῶν φίλων εἶναι λεγούσαις εἴτ’ ἀγαθὰ εἴτε πονηρά, | 102 | |
103 | ἄλλως τε καὶ κοινωνικοῦ ζῴου τοῦ ἀνθρώπου ὄντος διὰ τὸ φύσει ἥμερον καὶ φιλάλληλον, ὡς εἶναι παρὰ φύσιν τὸ ἀκοινώνητον· ὥστε τοῦτο μὲν οὐ θετέον. ἐπεὶ δὲ καὶ τῶν συμβαινόντων παντοῖαί εἰσιν αἱ διαφοραὶ κατὰ μέγεθος καὶ σμικρότητα, καὶ τῶν οἰκείων αὖθις τῶν μὲν μᾶλλον | |
5 | συνικνουμένων τῶν δ’ ἧττον διὰ τὸ ταῖς οἰκειώσεσι διαφορὰς θεωρεῖσθαι πολλάς, τὸ μὲν διαιρεῖν καθ’ ἕκαστον τά τε συμβαίνοντα καὶ τὰς οἰκειό‐ τητας μακρόν, ἵνα μὴ λέγωμεν ἀπέραντον. ἐξ ἀνάγκης ἄρα καθόλου καὶ τύπῳ λέγοντας ἱκανῶς ἔχειν δοκεῖ. τύπῳ δὲ τὸ καθόλου λέγομεν, ὅτι συγκέχυται καὶ ἀμυδρότερον ἢ τὰ καθ’ ἕκαστα τὴν γνῶσιν παρέχεται. | |
10 | ἐναργέστερα γὰρ ἀεὶ τὰ καθ’ ἕκαστα διὰ τὸ αἰσθήσει γνωρίζεσθαι. | |
11n | Εἰ δὴ καθάπερ καὶ τῶν περὶ αὑτὸν ἀποτυχημάτων. | |
12 | Ἐντεῦθεν μέτρα τῆς κοινωνίας τίθησι τῶν συμβαινόντων τοῖς ἀπογό‐ νοις καὶ τοῖς φίλοις πρὸς τοὺς εὐδαίμονας, καθόλου καὶ τύπῳ τὰς διαφορὰς αὐτῶν ἐκτιθέμενος, ὡς ὑπέσχετο. καὶ πρῶτον τὴν κατὰ τὸ μεῖζον τῶν | |
15 | συμβαινόντων καὶ ἔλαττον. ὥσπερ γάρ, φησί, τῶν περὶ τὸν εὐδαίμονα συμ‐ βαινόντων ἀτυχημάτων τὰ μὲν βαρύτερα ῥοπήν τινα πρὸς ἀλλοίωσιν τῷ βίῳ παρέχεται, τὰ δ’ ὑπάρχοντα κοῦφα γίνεται μικρὰ καὶ οὐδενὸς ἄξια λόγου πρὸς τὴν τοῦ βίου ἐπὶ τὸ χεῖρον μετάπτωσιν, οὕτω καὶ τὰ περὶ τοὺς φίλους, ἤτοι τούς τε ἀπογόνους καὶ ἄλλως εἰς φιλίαν συναπτομένους. | |
20 | εἰ γὰρ φίλτατα τὰ οἰκεῖα ἔκγονα καλεῖται, τί ἄτοπον εἰ καὶ φίλα ἁπλῶς λέγεται καὶ τοῖς ἁπλῶς φιλουμένοις συνάπτεται; διὸ καὶ ἐπάγει τὸ ὁμοίως ἅπαντας, ὡς συναιρῶν ἅπαντας ἐν ταὐτῷ τῷ τῆς φιλίας ὀνόματι. καί φησι θεωρεῖσθαι τὴν αὐτὴν καὶ ἐν τούτοις διαφορὰν κατὰ τὰ συμβαίνοντα, ὡς τὰ μὲν μείζω τούτων καὶ βρίθοντα ἐφικνεῖσθαι πρὸς τὸν εὐδαίμονα, τὰ | |
25 | δὲ κοῦφα ἴσως μηδὲ λογίζεσθαι. | |
26n | Διαφέρει δὲ τῶν παθῶν ἕκαστον. | |
27 | Δευτέρα αὕτη διαφορὰ περὶ τῶν συμβαινόντων τοῖς ἀπογόνοις καὶ τοῖς φίλοις, καὶ ὡς ἄλλως μὲν ἐχόντων πρὸς τὸν εὐδαίμονα ἐν τῷ ζῆν αὐτὸν ἄλλως δὲ μετὰ τὴν αὐτοῦ τελευτήν. αὔξων τε τὸ διάφορον πολὺ μᾶλλον | |
30 | εἶναί φησι τοῦτο ἐν τῷ ζῆν ἢ παρελθεῖν τὸν εὐδαίμονα, ἢ ὅσον διαφέρει ἐν ταῖς τραγῳδίαις εἰσάγεσθαι δεινὰ καὶ παράνομα εἴτε πρότερον γεγονότα ὡς προϋπάρξαντα καὶ νῦν εἰσαγόμενα εἴτε ὡς νῦν πραττόμενα ὅτε καὶ εἰσάγεται. πολλὴ γὰρ διαφορὰ παρεληλυθυίας μιμεῖσθαι πράξεις ἐν τρα‐ γῳδίᾳ ἢ νῦν γενομένας ὅτε καὶ ἡ μίμησις αὐτῶν γίνεται. δεῖ οὖν ταύτην | |
35 | τὴν διαφορὰν περὶ τὸν εὐδαίμονα συλλογίσασθαι, εἰ παρόντος εἴτε παρελ‐ | |
θόντος αὐτοῦ τὰ περὶ τοὺς ἀπογόνους καὶ τοὺς φίλους συμβαίνοντα. | 103 | |
104(1n) | Μᾶλλον δ’ ἴσως τὸ διαπορεῖσθαι περὶ τοὺς κεκμηκότας. | |
2 | Τὸ μᾶλλον δ’ ἴσως ἀντὶ τοῦ οἰκειότερον ἴσως. ἔστι δὲ ὁ λόγος τοιοῦτος, ὡς τῶν εἰρημένων ἀπορώτερόν ἐστιν, εἴ τινος ἀγαθοῦ ἢ ἐναντίου οἱ τετελευτηκότες δύνανται κοινωνεῖν. καὶ ἐπιφέρει λύων τὸ ἄπορον· | |
5 | ἔοικε γάρ, φησίν, ἐκ τούτων, ἤγουν τῶν ἐν τραγῳδίαις εἰσαγομένων. ὥσπερ γὰρ ἐπ’ ἐκείνων ἀσθενῶς πάνυ καὶ σκιωδῶς τῶν κεκμηκότων ἅπτεται τὰ ἐν μιμήσει περὶ ἐκείνων λεγόμενα ἢ πραττόμενα, οὕτω κἀνταῦθα ἐὰν καὶ δῶμεν διικνεῖσθαι πρὸς τοὺς γεγονότας εὐδαίμονας μετὰ τὴν τελευτὴν εἴτε ἀγαθὸν εἶναι εἴτ’ ἐναντίον, ἀσθενὲς εἶναί τι καὶ οὐδαμινὸν ἢ | |
10 | ἁπλῶς ἢ ἐκείνοις, ἁπλῶς μὲν εἰ τῇ αὐτοῦ φύσει τοιοῦτον εἴη, ἐκείνοις δὲ ὅτι κἂν μέγα ὑπάρχῃ τοῖς κεκμηκόσιν ἤδη, ἀσθενὲς καὶ μικρόν ἐστιν. | |
12n | Εἰ δὲ μή, τοσοῦτόν γε καὶ τοιοῦτον. | |
13 | Κἂν εἴ τις, φησί, τῶν ἀπελθόντων ἐφάπτεσθαι τὰ τοῖς οἰκείοις ἐκείνων ἐρεῖ συμβαίνοντα, τοσοῦτον ἐφάψεται καὶ τοιοῦτον, ὥστε μήτε τοὺς μὴ ὄντας | |
15 | εὐδαίμονας τοιούτους ποιεῖν, ἂν ᾖ ἀγαθά, μήτε τοὺς εὐδαίμονας μετα‐ βάλλειν ἐκ τοῦ μακαρίου εἰς τὸ ἄθλιον, ἂν ᾖ ἐναντία, μόνην ἀναφορὰν ἔχοντα πρὸς ἐκείνους ὡς εἰς ἐπιτηδείους ἐκείνων συμβαίνοντα. | |
18n | Συμβάλλεσθαι μὲν οὖν τι φαίνονται. | |
19 | Ταῦτα ἐκ τῶν προλαβόντων δῆλον τῆς αὐτῆς ἐκείνοις διανοίας ἐχόμενα. | |
20n | Διωρισμένων δὲ τούτων. | |
21 | Ἐφ’ ἕτερον μεταβαίνει ζήτημα περὶ τῆς εὐδαιμονίας. ἐπεὶ γὰρ τῶν ἀγαθῶν τὰ μὲν θεῖά φαμεν τὰ δὲ ἀνθρώπινα, καὶ τὰ μὲν θεῖα τίμια λέγομεν ὡς ὑπάρχοντα καὶ ὑπὲρ ἔπαινον καὶ τιμῆς διὰ τὴν ὑπεροχὴν ἀξιούμενα, ἐπαινετὰ δὲ τὰ ἀνθρώπινα, ὡς τοῦ τιμᾶσθαι μὲν λειπόμενα, | |
25 | ἐπαίνων δὲ μόνων τυγχάνοντα, εἰσὶ δὲ καὶ ἕτερα ἀνθρώπινα μὲν καὶ ταῦτα, ἐπαμφοτερίζοντα δὲ ὡς καὶ κατορθοῦν δύνασθαι καὶ ἁμαρτάνειν, | |
καὶ διὰ τοῦτο δυνάμεις λεγόμενα ὥς τινας τῶν τεχνῶν ὑπάρχει 〈εὑρεῖν〉 | 104 | |
105 | οἷον ἰατρικὴν ἢ ῥητορικὴν 〈ἢ〉 κυβερνητικήν, ζητεῖ ἐν τίσι τούτων τὴν εὐδαι‐ μονίαν τακτέον, εἴτ’ ἐν τοῖς τιμίοις εἴτ’ ἐν τοῖς ἐπαινετοῖς εἴτ’ ἐν ταῖς δυνάμεσι, καὶ τὸ μὲν εἶναι αὐτήν τινα τῶν δυνάμεων ἀπαγορεύει, ὅτι μηδ’ ἐπαμφοτερίζει. ἁμαρτάνειν γὰρ ᾗ εὐδαίμονα οὐκ ἐνδέχεταί ποτε τὸν | |
5 | εὐδαίμονα. τὸ γοῦν δύναμιν εἶναι παραιτησάμενος ζητεῖ ἐφεξῆς, εἴτε τῶν ἐπαινετῶν ἐστιν εἴτε τῶν τιμίων. δείξει δ’ ἐφεξῆς ὅτι ὑπὲρ τὰ ἐπαινετὰ ἡ εὐδαιμονία ἐστὶ καὶ τοῖς θείοις τῶν ἀγαθῶν καὶ τιμίων συνάπτεται. | |
8n | Φαίνεται δὲ πᾶν τὸ ἐπαινετὸν τῷ ποιόν τι. | |
9 | Μέλλων τὴν εὐδαιμονίαν τῶν ἐπαινετῶν μὲν διαστῆσαι, τοῖς τιμίοις | |
10 | δὲ συντάξαι, λέγει τί τὸ ἴδιον τῶν ἐπαινετῶν καὶ τί τῶν τιμίων, ἵνα ὧν τὸ ἴδιον εὑρήσει τῇ εὐδαιμονίᾳ προσὸν τούτοις ἀποδείξῃ κοινωνοῦσαν καὶ συνταττομένην αὐτήν. τοίνυν πᾶν, φησί, τὸ ἐπαινετὸν διὰ τοῦτο ἐπαινεῖται, ὅτι τε ποιότητός τινος ἀγαθοῦ μετέχει καὶ πρός τι ἀναφέρεται, ἤτοι ἔργον ὃ κατορθοῖ. καὶ παράδειγμα τίθησι τοῦ μετέχοντος τῆς ἀγαθῆς ποιότητος | |
15 | τὸν δίκαιον καὶ τὸν ἀνδρεῖον καὶ ὅλως τὸν δι’ ἀγαθὴν ποιότητα ἀγαθὸν καὶ τὴν ἀρετὴν αὐτήν. εἰπὼν δὲ ὅλως τὸν ἀγαθὸν ἐπήγαγε καὶ τὴν ἀρετὴν κατατάττων καὶ αὐτὴν ἐν τῇ τῶν ἐπαινουμένων ὁλότητι. ἐπεὶ καὶ πᾶν ἐπαινούμενον κατὰ τὴν ἁρμόζουσαν αὐτῷ ἀρετὴν τὸν ἔπαινον δέχεται, καὶ ἐπαινεῖσθαι ταῦτά φησι διὰ τὰς πράξεις καὶ τὰ ἔργα πρὸς ἃ | |
20 | ἀναφέρονται καὶ ἃ πεφύκασι κατορθοῦν. καὶ ταῦτα μὲν ψυχικά. ἐπεὶ δὲ καὶ σωματικά τινά εἰσιν ἐπαινούμενα, ἀπαριθμεῖται καὶ ταῦτα. τὸν γὰρ ἰσχυρὸν τῷ σώματι καὶ τὸν δρομικὸν καὶ τῶν τοιούτων ἕκαστον ὡς ἔχοντα ἕξιν ἀγαθὴν σώματος ἐπαινοῦμεν, διότι καὶ αὐτὸς ποιός ἐστί τις καὶ ἔχει πῶς, ἤγουν ἑτοίμως πρὸς τὸ ἀγαθόν τε καὶ σπουδαῖον, ὁ μὲν ἰσχυρὸς ὡς | |
25 | ἀντέχειν πεφυκέναι πρὸς τὰ βάρη καὶ τὰ ἐπίπονα, ὁ δὲ δρομικὸς πρὸς τὸ ταχεῖαν ποιεῖσθαι τὴν τῶν τοπικῶν διαστημάτων διέλευσιν. ταῦτα γὰρ ἄμφω ἀγαθά τε καὶ σπουδαῖα διὰ τὸ καιροῦ καλοῦντος τῇ τῶν ἀνθρώπων ζωῇ συμβάλλεσθαι. | |
29n | Δῆλον δὲ τοῦτο καὶ ἐκ τῶν περὶ τοὺς θεοὺς ἐπαίνων. | |
30 | Πρὸς βεβαίωσιν ἔτι τοῦ τὰ ἐπαινετὰ ἐπαινεῖσθαι τῷ ποιά τινα εἶναι καὶ πρός τινα ἀναφέρεσθαι, ἤγουν πρὸς ἔργα σπουδαῖα. καὶ τοὺς ἐπὶ τοὺς | |
θεοὺς ἐπαίνους παράγει. οἱ γὰρ ἐπαινοῦντες αὐτούς, φησί, καταρριπτοῦσιν | 105 | |
106 | αὐτῶν τὸ ἀξίωμα, καὶ ἀντὶ τοῦ δοξάζειν γελοίους αὐτοὺς ἀποφαίνουσιν ἀναφέροντες αὐτοὺς πρὸς ἡμᾶς, ἤτοι ἐξισοῦντες ἡμῖν, καὶ ὅπερ εἰς ἡμᾶς δι’ ἀναφορᾶς γίνεται, τούτῳ καὶ πρὸς αὐτοὺς χρώμενοι. ἡμῶν μὲν γὰρ τὰς ἕξεις ἢ τὰς σωματικὰς ἢ τὰς ψυχικὰς ἐπὶ τὰς ἐξ αὐτῶν προβαινούσας | |
5 | πράξεις καὶ τὰς ἐνεργείας ἀναφέροντες ἐκ τούτων συνιστῶσι τοὺς πρὸς ἡμᾶς ἐπαίνους, ὅτι μηδ’ ἐνεργοῦμεν ἀεί. ἐπὶ δὲ τῆς θείας φύσεως οὐχ οὕτως ἐστίν, ὥστε πῇ μὲν ἐν ἕξει εἶναι μένουσαν ἀργόν, πῇ δ’ εἰς προ‐ χείρισιν τῆς ἕξεως ἔρχεσθαι, ἀλλ’ ἀδιάκοπος αὐτῆς ἡ ἐνέργεια. διὸ καὶ ἀνοίκειος πρὸς ταύτην ὁ ἔπαινος, δι’ ἀναφορᾶς ὡς εἴρηται γινόμενος | |
10 | τῆς ἀπὸ τῶν ἕξεων πρὸς τὰς ἐνεργείας, ἐν τῷ ἐνεργεῖν αὐτῷ οὐ λέγω δὴ τῆς θείας φύσεως τὸ εἶναι ἐχούσης ἀλλὰ κατὰ προχείρισιν ἐνεργούσης τῶν ἕξεων. | |
13n | Εἰ δ’ ἐστὶν ὁ ἔπαινος τῶν τοιούτων. | |
14 | Εἰ ὁ ἔπαινος, φησί, τῶν τοιούτων ἐστίν, ἤτοι τῶν κατὰ ἀναφορὰν | |
15 | ἐπαινουμένων, οὐ δεῖ ἐπαινετὰ τὰ ἄριστα τίθεσθαι ἀλλὰ μεῖζόν τι καὶ βέλτιον λέγειν περὶ αὐτῶν, καὶ τὴν τούτου μαρτυρίαν ἐκ τοῦ φαινομένου παρίστησι. φαινόμεθα γὰρ μεῖζόν τι τῶν ἐπαίνων ταῖς θείαις προσφέροντες φύσεσι μακαρίζοντες αὐτοὺς καὶ εὐδαιμονίζοντες ὁμοίως καὶ τῶν ἀνδρῶν τοὺς θειοτάτους. οὗτοι δ’ εἰσὶν ὅσοι τῆς ὕλης πάντῃ κατὰ σχέσιν ἀναχω‐ | |
20 | ρήσαντες ἔξω τε σαρκὸς καὶ κόσμου γενόμενοι ζῶσιν ὑπὲρ ἅπαντα τὰ ὁρώμενα καὶ τὸν νοῦν ἔχουσι ταῖς θείαις συνόντα καὶ συγχορεύοντα καὶ συναγαλλόμενον φύσεσι καὶ κατ’ ἐνέργειαν ἀεὶ ζῶσιν, ἀδιακόπως ὑπὸ τοῦ πρώτου φωτὸς ἐλλαμπόμενοι· διὸ οὐδ’ ἀναφορὰ αὐτοῖς ἐστι πρὸς ἐνέργειαν ἀπὸ τῶν ἕξεων, ὥστ’ οὐδὲ ὁ ἔπαινος αὐτοῖς ἐφαρμόζει. | |
25n | Ὁμοίως δὲ καὶ τῶν ἀγαθῶν· οὐδεὶς γὰρ τὴν εὐδαι‐ | |
26n | μονίαν. | |
27 | Περὶ τῶν οὐσιῶν εἰπὼν ὅσαι ἄρισται ὡς οὐ δεῖ πρὸς ἐκείνας ἐπαίνοις χρῆσθαι ἀλλ’ εὐδαιμονισμοῖς καὶ μακαρισμοῖς, λέγει νυνὶ δέον εἶναι καὶ ἐπὶ τῶν ἀρίστων πραγμάτων παραφυλάττεσθαι τὸ αὐτό, ἃ καὶ ἀγαθὰ καλεῖ | |
30 | κατ’ ἐξαίρετον, ὁποῖον λέγει καὶ τὴν εὐδαιμονίαν. οὐδεὶς γὰρ τὴν εὐδαι‐ μονίαν ἐπαινεῖ ὡς τὴν δικαιοσύνην. ἡ μὲν γὰρ ἕξις ψυχῆς ἐστι καὶ ἔχει ποῦ ἀναφέρεσθαι, τὴν κατ’ αὐτὴν δηλονότι ἐνέργειαν, ἡ δ’ εὐδαιμονία ἐνέργεια ὑπάρχουσα ἀποδέδοται, ὥστ’ οὐδ’ ἔχει ποῦ ἀναχθήσεται, εἰ δὲ | |
μή, ἔσται ἐνεργείας ἐνέργεια καὶ τέλος ἕξει, ἀλλ’ οὐκ αὐτὴ ἔσται τέλος, | 106 | |
107 | καὶ εἰς ἄπειρον ὁ λόγος προβήσεται. διὰ τοῦτο καὶ μακαρίζεται ὡς θειό‐ τερόν τι καὶ βέλτιον τῶν κατ’ ἀρετὴν ἕξεων καὶ τελειωθείσῃ κατ’ ἀρετὴν ψυχῇ ἀεὶ κατ’ ἐνέργειαν ὑπάρχουσα ὡς ἀεὶ ἐλλαμπομένῃ παρὰ τῶν κρειτ‐ τόνων δυνάμεων καὶ τὸ ἐνεργὸν ἐχούσῃ διαμένον καὶ ἀκατάπαυστον. τούτου | |
5 | δὲ πίστις αὐτὴ ἡ πεῖρα τοῦ πράγματος. ὡς γὰρ τὸ περὶ τὰ αἰσθητὰ ἐνεργὸν τῶν αἰσθήσεων οὐ λόγος ἀλλὰ πεῖρα παρίστησιν, οὕτω καὶ τὸ περὶ τὰ νοητὰ ἐνεργὸν τοῦ νοῦ τῇ κατ’ ἐνέργειαν αὐτοῦ πείρᾳ γίνεται γνώριμον, τοῖς μὴ πείρᾳ μαθοῦσι λόγῳ διδασκαλίας γνωρίζεσθαι μὴ δυνάμενον. ὡς γὰρ γλυκύτητα μέλιτος οὐδεὶς ἂν γνωριεῖ μὴ γευσάμενος μέλιτος, οὕτως | |
10 | οὐδὲ τῆς κατὰ νοῦν ἐνεργείας τις εἰς γνῶσιν ἐλεύσεται, μὴ ἐν πείρᾳ ταύτης γενόμενος. | |
12n | Δοκεῖ δὲ καὶ Εὔδοξος καλῶς συνηγορῆσαι. | |
13 | Φιλόσοφος ὁ Εὔδοξος· οὗτος τὴν ἡδονὴν ἐπαινῶν συνηγόρησε περὶ τῶν ἀριστείων αὐτῇ ὡς πάντων ἐπικρατούσῃ τῶν παρ’ ἀνθρώποις ἐπαι‐ | |
15 | νουμένων. ἀγαθὸν γὰρ αὐτὴν ὑποθέμενος, ἐπεὶ μὴ ἑώρα αὐτὴν ἐπαινου‐ μένην, τοῦτο αὐτὸ δηλωτικὸν ἔκρινε τοῦ εἶναι τὴν ἡδονὴν τῶν μὴ ἐπαι‐ νετῶν καὶ οὐχ ὡς ψεκτὴν μὴ ἐπαινουμένην ἀλλ’ ὡς οὖσαν ὑπὲρ ἔπαινον. τοιοῦτον γὰρ εἶναι τὸν θεὸν καὶ τἀγαθὸν ἐκ παραλλήλων τὸ αὐτό. ἐπαινεῖ οὖν τὸν Εὔδοξον ὡς εὐφυῶς τὴν συνηγορίαν τῆς ἡδονῆς μεταχειρισάμενον. | |
20n | Ὁ μὲν γὰρ ἔπαινος τῆς ἀρετῆς. | |
21 | Ταῦτα ὡς πρὸς τὸ εἶναι τὴν εὐδαιμονίαν ὑπὲρ τὰ ἐπαινούμενα καὶ ἐγκωμιαζόμενα. ἐπαινεῖται οὖν, φησίν, ἡ ἀρετή, ὅτι ταύτης ἕξεως οὔσης ἀγαθῆς, πρακτικοὶ τῶν καλῶν εἰσιν ἀπ’ αὐτῆς οἱ ἄνθρωποι. ἐγκωμιάζεται δὲ τὰ ἔργα ὁμοίως καὶ τὰ σωματικὰ καὶ τὰ ψυχικά, ὅσα ταύτης εἰσὶν | |
25 | ἀποτελέσματα. ἡ δ’ εὐδαιμονία καὶ ὑπὲρ τὴν ἀρετὴν καὶ ὑπὲρ τὰ ἐκ ταύτης ἀποτελέσματα· διὰ τοῦτο καὶ ὑπὲρ ἔπαινον. εἰσὶ δὲ ψυχικὰ μὲν ἔργα ὅσα ἐκ τῶν ψυχικῶν προβαίνει ἕξεων, 〈οἷον ἐκ τῶν ἀρετῶν ἢ τεχνῶν ἢ ἐπιστημῶν, σώματος δὲ ὅσα ἐκ τῶν σωματικῶν ἕξεων〉, οἷον ἰσχύος καὶ τῶν τοιούτων, λέγω δὴ εὐαισθησίας εὐδρομίας ὑγιεινότητος καὶ εἴ τι ἕτερον | |
30 | τῷ σώματι ἐπαινετὸν πρόσεστιν. τὰ γὰρ διὰ τοῦ σώματος κατορθούμενα ταῖς ἀγαθαῖς τῆς ψυχῆς ἕξεσι καὶ αὐτὰ ἐπιγράφεται, ὡς αὐτῆς χρωμένης ὀρθῶς τῷ σώματι καὶ † αὐτὰ κατορθούμενα. κακίας γὰρ ἐπικρατούσης ἐν τῇ ψυχῇ, εἰς πονηρὰ καὶ αὐτὰ συντελέσουσι, κακῶς ἐνεργούσης κατ’ αὐτὰ | |
τῆς ἀρχῆς, τῆς χρωμένης τῷ σώματι. | 107 | |
108(1n) | Ἀλλὰ ταῦτα μὲν ἴσως οἰκειότερον ἐξακριβοῦν. | |
2n | Περὶ ἐπαίνων καὶ ἐγκωμίων εἰπὼν τίσιν ὑποκειμένοις ἁρμόζουσιν, | |
3 | ἐπεὶ μὴ καθ’ αὑτὸ τὸν περὶ τούτων λόγον παρείληφεν, ἀλλ’ ἵνα δείξῃ τὴν εὐδαιμονίαν ὑπὲρ ταῦτα οὖσαν, διὰ τοῦτο καὶ βραχὺ περὶ τούτων διεξελθὼν | |
5 | καὶ ὅσον ἱκανὸν πρὸς τὸ προκείμενον παραπέμπει τὸ πλεῖον τῆς περὶ τούτων ἐξακριβώσεως οἷς ἔργον περὶ τὰ τοιαῦτα πονεῖν καὶ ἐπανάγει τὸν λόγον ἐπὶ τὸ προκείμενον, δῆλον εἶναι λέγων ἐξ ὧν εἶπεν, ὅτι ἡ εὐδαι‐ μονία τῶν τιμίων καὶ τελείων ἐστὶ καὶ διὰ τοῦτο τιμῆς ἀξία, ἀλλ’ οὐκ ἐπαίνων οὐδ’ ἐγκωμίων. | |
10n | Ἔοικε δ’ οὕτως ἔχειν καὶ διὰ τὸ εἶναι ἀρχή. | |
11 | Δείκνυσι καὶ ἑτέρως τοῖς τιμίοις τὴν εὐδαιμονίαν συνταττομένην. ἀρχὴ γάρ ἐστιν ὡς τελικὴ αἰτία. διὰ γὰρ τὴν εὐδαιμονίαν τὰ λοιπὰ πάντα πράττομεν πάντες ἵν’ ἐκεῖνα κατορθοῦντες εἰς τὴν αὐτῆς προκόπτωμεν τελειότητα. τὴν ἀρχὴν δὲ καὶ τὸ αἴτιον τῶν ἀγαθῶν τίμιον καὶ θεῖον | |
15 | ὁμολογοῦμεν. τιμία ἄρα καὶ θεία ἡ εὐδαιμονία. | |
16n | Ἐπεὶ δ’ ἐστὶν ἡ εὐδαιμονία. | |
17 | Ἔθος τῷ Ἀριστοτέλει ἐν ταῖς παραδιδομέναις ὑπ’ αὐτοῦ μεθόδοις, ταῖς εἰς πλείω βιβλία διαιρουμέναις, ἐν τοῖς τέλεσι τῶν προλαμβανόντων τὰ ἐφεξῆς προαναφωνεῖν περὶ τίνων διαλαβεῖν μέλλουσιν ὡς ἂν εἶεν | |
20 | συνεχῆ πρὸς ἄλληλα τὰ γραφόμενα. ἐπεὶ τοιγαροῦν ἐν τῷ πρώτῳ τούτῳ περὶ εὐδαιμονίας τὸν πάντα λόγον πεποίηκε, μέλλει δ’ ἐν τῷ δευτέρῳ περὶ ἀρετῆς διδάξαι ἡμᾶς καθόλου, προλαμβάνει λέγων τὸ μέλλον ἔσεσθαι. δείκνυσι δὲ ἀναγκαῖαν ἐκ τῆς προλαβούσης τὴν ἑπομένην ὑπόθεσιν. ἐπεὶ γὰρ ἡ εὐδαιμονία ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν τελείαν ἀποδέδοται, ἀναγ‐ | |
25 | καῖον ἂν εἴη περὶ ἀρετῆς ἤδη ἐπισκέψασθαι. γένοιτο γὰρ ἂν ἐντεῦθεν βέλτιον θεωρῆσαι καὶ περὶ αὐτῆς τῆς εὐδαιμονίας. ἐπεὶ γὰρ ἡ ἀρετὴ εἰς συμπλήρωσιν τοῦ ὅρου τῆς εὐδαιμονίας παρείληπται, γένοιτ’ ἂν καὶ ὁ ὅρος τῆς εὐδαιμονίας σαφέστερος ἡμῖν μαθοῦσι περὶ ἀρετῆς. δεῖ γὰρ ἀεὶ τὰ ἐν τῷ ὅρῳ τινὸς παραλαμβανόμενα σαφέστερα εἶναι τοῦ ὁριστοῦ. δηλω‐ | |
30 | τικὸς γὰρ ὁ ὅρος τῆς οὐσίας τοῦ πράγματος. πῶς οὖν δηλώσει αὐτὸ ἐξ | |
ἀδηλοτέρων αὐτοῦ ἢ ὁμοίως ἀδήλων συγκείμενος; | 108 | |
109(1n) | Δοκεῖ δὲ καὶ ὁ κατ’ ἀλήθειαν πολιτικός. | |
2 | Ἔτι τὸ αὐτὸ δείκνυσιν ἐκ τῆς σπουδῆς, ἣν ἐν ταῖς πόλεσιν οἱ κατ’ ἀλήθειαν ἔχουσι πολιτικοὶ μάλιστα πονοῦντες περὶ τὴν ἀρετήν, ἵν’ ἀγαθοὺς τοὺς πολίτας ποιήσωσι καὶ ὑπηκόους τοῖς νόμοις, οἳ ἐν ταῖς πόλεσι | |
5 | τέθεινται. καὶ δείκνυσι τοῦτο ἐκ παραδειγμάτων, ἀρίστους λαμβάνων πολι‐ τικοὺς Μίνωα καὶ Λυκοῦργον, ὧν ὁ μὲν Κρητῶν νομοθέτης, ὁ Μίνως, ὁ δὲ Λυκοῦργος τῶν Λακεδαιμονίων, καὶ εἴ τινες τοιοῦτοι ὡς Σόλων Ἀθηναίων καὶ ἑτέρων ἕτεροι. Μωσέα γὰρ τούτοις συντάττειν ὀκνῶ, θεόθεν καθαρῶς λαβόντα τὸν νόμον καὶ νομοθετήσαντα καὶ δημαγωγήσαντα ὑπὲρ ἄνθρωπον. | |
10 | οὐ πολιτικοὶ οὖν κυρίως ἀλλὰ ψεύδονται τὴν κλῆσιν οἱ μὴ ἀγαθοὺς τοὺς κατ’ αὐτοὺς πολίτας ποιοῦντες καὶ τοῖς κειμένοις νόμοις ὑπείκοντας. | |
12n | Εἰ δὲ τῆς πολιτικῆς ἐστιν ἡ σκέψις αὕτη. | |
13 | Ὅτι μὲν ἡ περὶ ἀρετῆς σκέψις τῆς πολιτικῆς οἰκεία, ἔδειξεν ἤδη, ὡς εἶναι ἀκόλουθον τὸν πολιτικὴν παραδοῦναι προθέμενον μέθοδον ζητῆσαι | |
15 | περὶ ἀρετῆς. λέγει δὲ καὶ ὁποίαν δεῖ γενέσθαι τὴν περὶ ταύτης ἐξέτασιν, ἤγουν καθὼς ἐξ ἀρχῆς ὑπέσχετο, τὸ δὲ ἦν τὸ κατὰ τὴν ὑποκειμένην ὕλην, ἐξ ἐνδεχομένου συμπεραινόντων ἡμῶν ἐνδεχόμενον. | |
18n | Περὶ ἀρετῆς δὲ ἐπισκεπτέον. | |
19 | Πολλὰ γένη ἀρετῆς εἰσῆγον οἱ παλαιοί, πολιτικὴν καθαρτικὴν νοερὰν | |
20 | καὶ τὴν παραδειγματικὴν τὴν καὶ θεουργικήν. τούτων δ’ ἑκάστην διῄρουν εἰς τέτταρα τὰ πρῶτα, φρόνησιν ἀνδρείαν σωφροσύνην δικαιοσύνην, ἄλλως καὶ ἄλλως ἕκαστον ἀποδιδόντες αὐτῶν, οἰκείως δηλονότι τῶν γενῶν ἑκάστου. ἀλλὰ νῦν ἡμῖν τὰ δύο ταῦτα συνέγνωσται γένη μάλιστα, ἡ πολιτικὴ καὶ ἡ καθαρτική, ἡ μὲν τῆς ψυχῆς συμπραττούσης τῷ σώματι, ἡ δὲ χωριζο‐ | |
25 | μένης αὐτοῦ καὶ ἐχούσης ἀσυμπαθῶς πρὸς αὐτό, ὡς εἶναι τὴν μὲν μετριο‐ πάθειαν, μόνον κολάζουσαν τὰς ὑπερβολὰς τῶν παθῶν καὶ μέχρι τοῦ ἀναγκαίου συντηροῦσαν τὴν κατὰ ταῦτα ἐνέργειαν, τὴν δὲ ἢ εἰς ἀπάθειαν ἄγουσαν ἐν τῷ ἔτι καθαίρεσθαι τὴν ψυχήν, ἢ καὶ ἤδη ἀπαγαγοῦσαν ὅτι ἤδη καὶ κεκάθαρται καὶ ἀπροσπαθὴς πρὸς τὸ σῶμα γεγένηται. ἀνθρω‐ | |
30 | πίνην τοίνυν ἀρετήν φησι τὴν πολιτικήν, ὡς οὔσης τῆς καθαρτικῆς καὶ τῶν λοιπῶν ὑπὲρ ἄνθρωπον ὅσον κατὰ τὸ συναμφότερον, ἐπεὶ καὶ φύσει | |
ὁ ἄνθρωπος ἥμερον καὶ συναγελαστικὸν καὶ κοινωνικόν. ὅτι δὲ καὶ τὴν | 109 | |
110 | πρὸς τὸ οἰκεῖον σῶμα κοινωνίαν ἀρνήσεται, ὑπὲρ ἀνθρωπείαν τοῦτο καθέστηκε σύνθεσιν, πᾶσαν ὑλικὴν ἀπηρνημένος ἐνέργειαν καὶ ἀνεπιστρόφῳ τῶν χειρόνων ψυχῇ καὶ νῷ καθαρῷ πρὸς τὰ κρείττω ἀναφερόμενος καὶ πρὸς τὴν θείαν ἀναπλούμενος ἔλλαμψιν. | |
5n | Ἀρετὴν δὲ λέγομεν ἀνθρωπίνην οὐ τὴν τοῦ σώματος. | |
6 | Ἐπεὶ ἔστι τις καὶ ἀρετὴ σώματος, ἔστι δὲ καὶ ψυχῆς (ὑγεία γὰρ καὶ κάλλος καὶ εὐαισθησία καὶ ῥώμη σώματος ἀρεταί, ὥσπερ δικαιοσύνη σωφροσύνη φρόνησις ἀνδρεία ψυχῆς), περὶ δὲ τῶν ψυχικῶν ὁ λόγος ἐνταῦθα ἀρετῶν, ἃς κατορθοῖ ὡς ὀργάνῳ χρώμενος τῷ σώματι, διὰ τοῦτο δέον φησὶν | |
10 | εἶναι τὸν πολιτικὸν εἰδέναι πως τὰ περὶ ψυχῆς. ὅτι δὲ περὶ ψυχικῆς ἀρετῆς ὁ λόγος αὐτῷ ἐντεῦθεν δῆλον ποιεῖται καὶ ἐκ τοῦ τὴν εὐδαιμονίαν ψυχῆς εἰρῆσθαι ἐνέργειαν. τῷ δὲ εἰδέναι τὸ πως ἐπιφέρει, διότι οὐχ ἁπλῶς ἐνταῦθα παραδίδωσι περὶ ψυχῆς, ἀλλ’ ὅσον χρεία πρὸς τὰ προκείμενα. ὅτι δὲ δεῖ τὸν πολιτικὸν εἰδέναι περὶ ψυχῆς, ἀπὸ τῆς περὶ τὸ σῶμα ἰατρικῆς | |
15 | συνίστησι λέγων ὥσπερ καὶ τὸν ὀφθαλμὸν θεραπεύσοντας καὶ πᾶν σῶμα. εἰ γὰρ οἱ τὰ σώματα θεραπεύοντες ἀνάγκην ἔχουσιν εἰδέναι τὰς φύσεις ἑκάστου τῶν μορίων τοῦ σώματος καὶ τοῦ ὅλου αὐτοῦ, ὡς ἂν τὰ κατὰ φύσιν εἰδότες αὐτοῖς προσόντα εἰδεῖεν καὶ ὅσον τοῦ κατὰ φύσιν ἐκτέτραπται πρὸς τὰ παρὰ φύσιν γενόμενα, καὶ οὕτως αὐτὰ πρὸς τὸ κατὰ | |
20 | φύσιν, ἤτοι τὴν ὑγείαν, ἀνακαλοῖντο, ἀναγκαῖον καὶ τοὺς τῇ ψυχῇ περι‐ ποιεῖσθαι βουλομένους τὸ κατὰ φύσιν εἰδέναι περὶ αὐτῆς. τοὺς δὲ ὀφθαλ‐ μοὺς ἐνταῦθα παρέλαβεν ἴσως διὰ τὸ ποικίλον τῆς τούτων συνθέσεως. σύνοδος γὰρ ἐν τούτοις μορίων πολλῶν εἰς ἀπάρτισιν χιτώνων ὑγρῶν φλεβῶν νεύρων καὶ ἑτέρων τινῶν, ὡς εἶναι αὐτοῖς καὶ τὴν θεραπείαν πολυσχιδῆ | |
25 | καὶ δυσχερῆ διὰ τὴν τῶν μερῶν τούτων εὐπάθειαν. ἀλλ’ οὐκ ὤκνησαν οἱ περὶ ταῦτα δεινοὶ οὔτε πρὸς τὴν γνῶσιν τῆς πολυσυνθέτου οὐσίας αὐτῶν οὔτε πρὸς τὴν τῆς θεραπείας παράδοσιν. ἢ οὖν διὰ τοῦτο ἢ διὰ τὸ καὶ τῇ πολιτικῇ περὶ τῶν νοητῶν ὀφθαλμῶν τῆς ψυχῆς τὴν σπουδὴν εἶναι μάλιστα, νοῦ καὶ διανοίας, ὡς ἂν μὴ συγχέοιντο καὶ ἀμβλυώττωσι τοῖς | |
30 | ἀλόγοις ἐπισκοτούμενοι πάθεσι, μηδ’ ἐπιπροσθοῖντο τῷ πάχει τοῦ σώματος εἰς τὴν τῆς ἀληθείας καὶ τοῦ ἀγαθοῦ κατανόησιν, καὶ τοσούτῳ, φησί, μᾶλλον ὑπὲρ τὸν ἰατρὸν ὀφείλει εἰδέναι περὶ ψυχῆς, ὅσῳ καὶ βελτίων ἡ πολιτικὴ τῆς ἰατρικῆς. ἄτοπον γὰρ τὸν μὲν ἰατρὸν εἰδέναι τὸ ὑποκείμενον, περὶ ὃ καταγίνεται, τὸν δὲ πολιτικὸν ἀγνοεῖν τὸ οἰκεῖον, ὃ καὶ αὐτὸς θεραπεύειν | |
35 | βούλεται. | 110 |
111(1n) | Τῶν δ’ ἰατρῶν οἱ χαρίεντες. | |
2 | Εἰσὶ μὲν καὶ τῶν ἰατρῶν οἱ πολλοὶ καταφρονοῦντες τῆς τοῦ σώματος γνώσεως, ἀλλ’ οἱ τυχόντες οὗτοι καὶ φαύλως ἔχοντες, οἱ δὲ τὸ χαρίεν καὶ ὥσπερ τερπνόν τι καὶ κατορθωτικὸν ἐν ἰατρικῇ ἔχοντες οὐχ οὕτως· πολλὰς | |
5 | δὲ μᾶλλον πραγματείας καὶ μεθόδους συνιστῶσιν ἢ ὑφ’ ἑτέρων συστάσας μετίασι περὶ τὴν γνῶσιν τοῦ σώματος. αἰσχρὸν οὖν ἂν εἴη τὸν πολιτικὸν ἄνδρα φέρειν τούτων τὰ δεύτερα μὴ κεκτημένον ἐν ἑαυτῷ τινα περὶ ψυχῆς εἴδησιν, περὶ ἣν τὴν οἰκείαν ποιεῖσθαι κατόρθωσιν ἐπαγγέλλεται, καίτοι ἀρχι‐ τεκτονικὸν ὄντα πάσης τέχνης τῆς ἐν ταῖς πόλεσι. | |
10n | Θεωρητέον δὴ καὶ τῷ πολιτικῷ περὶ ψυχῆς. | |
11 | Ὅτι μὲν δεῖ εἰδέναι περὶ ψυχῆς τὸν πολιτικὸν ἤδη εἴρηκεν· ἐπάγει δὲ νῦν καὶ μέχρι πόσου δέον αὐτῷ θεωρῆσαι περὶ αὐτῆς. ἐπεὶ γὰρ οὐ καθ’ αὑτὸ ἀλλὰ τῶν ἀρετῶν ἕνεκεν, ἐπὶ τοσοῦτον, φησί, δεῖ θεωρῆσαι περὶ ψυχῆς τὸν περὶ τῶν ἀρετῶν κατὰ τὴν πολιτικὴν ἐξετάζοντα, ἐφ’ ὅσον | |
15 | ἀρκεῖ πρὸς τὰ ζητούμενα, ἤτοι τὰς ἀρετάς. εἰ γάρ τις τὴν πρὸς ταῦτα χρείαν ὑπερβὰς ἐπὶ πλεῖον ἐξακριβοῦν περὶ ψυχῆς βουληθῇ, δυσχερεστέραν τοῦ περὶ ἀρετῶν λόγου τὴν περὶ αὐτῆς εὑρήσει ἐξέτασιν διά τε τὸ κρύφιον αὐτῆς καὶ κατ’ οὐσίαν ἀσώματον καὶ διὰ τὸ εἶναι πλεῖστα ζητούμενα περὶ αὐτῆς. | |
20n | 〈Λέγεται δὲ περὶ αὐτῆσ〉 καὶ ἐν τοῖς ἐξωτερικοῖς λόγοις. | |
21 | Τῶν Ἀριστοτελικῶν συγγραμμάτων τὰ μὲν πρὸς τοὺς κοινῶς ἀκροω‐ μένους τῆς αὐτοῦ διδασκαλίας ἐκδέδοται ἐν ταῖς κοιναῖς διατριβαῖς ἀναγι‐ νωσκόμενα καὶ πρὸς τοὺς αὐτοῦ μαθητὰς ἀμέσως διασαφούμενα, τὰ δὲ κατ’ ἰδίαν πρός τινας ἔξωθεν προσπεφώνηται, ἕκαστον αὐτῶν πρὸς ἕκαστον τῶν | |
25 | ζητούντων τοῖς ζητουμένοις πράγμασιν οἰκείως ἐκτεθειμένον. ἐκεῖνα μὲν οὖν ἀκροαματικὰ ὀνομάζεται, ἐπεὶ ὡς εἴρηται πρὸς τοὺς κοινῶς ἀκροω‐ μένους γεγένηται, ταῦτα δὲ ἐξωτερικά, διότι τούτων ἕκαστον πρός τινα ζητήσαντα γέγραπται ἔξω τῆς κοινῆς ἀκροάσεως. ἐπεὶ τοίνυν ἐν τοῖς τοιούτοις διαφοράν τινα περὶ ψυχῆς εἴρηκε κατά τινας χρείας προκειμένας | |
30 | κατὰ καιρόν, παραπέμπει ἡμᾶς πρὸς ἐκεῖνα, χρήσιμα ὄντα πρὸς τὰ ἐνταῦθα ζητούμενα, καὶ προτρέπεται χρῆσθαι ἐκείνοις πρὸς τὰ ἐνταῦθα | |
συμβαλλομένοις. | 111 | |
112(1n) | Οἷον τὸ μὲν ἄλογον αὐτῆς εἶναι, τὸ δὲ λόγον ἔχον. | |
2 | Εἰπὼν ὅτι ἐν τοῖς ἐξωτερικοῖς λόγοις ἱκανῶς περὶ ψυχῆς εἴρηται, οὐχ ὅτι τελείως ἐν ἐκείνοις ἡ περὶ αὐτῆς παραδίδοται θεωρία, ἀλλ’ ὅτι τοσοῦτον ὅσον ἀρκεῖν τὰ ἐκεῖσε λεγόμενα πρὸς τὴν προκειμένην τῶν ἀρετῶν διδασκα‐ | |
5 | λίαν, λέγει καὶ τίνα τὰ ἐν ἐκείνοις εἰρημένα ἐστίν. φησὶ γὰρ οἷον τὸ μὲν ἄλογον αὐτῆς εἶναι, τὸ δὲ λόγον ἔχον. καὶ ἔτι οὐδὲ τὸ ἄλογον τῆς ἀνθρωπίνης ψυχῆς ἁπλῶς ἄλογον ἀλλὰ λογικόν πως, κἀκεῖνο ὡς λόγῳ ἐπιπειθές, ὥστ’ οὔθ’ ἁπλῶς ἄλογον οὔθ’ ἁπλῶς λογικόν. τὸ μὲν γὰρ λόγον ἔχον καὶ διανοούμενον καθ’ ὕπαρξιν λογικόν, καὶ διὰ τοῦτο ἁπλῶς, | |
10 | τὸ δ’ ὡς λόγῳ ἐπιπειθὲς κατὰ μέθεξιν, καὶ διὰ τοῦτο πώς. οὐδὲ γὰρ ἂν οὐδ’ ἀρεταὶ κατωρθοῦντο ἐν τῷ ἀλόγῳ οἷον ἀνδρεία καὶ σωφροσύνη, προσθήσω δὲ καὶ δικαιοσύνη, εἰ μὴ λόγου θυμὸς καὶ ἐπιθυμία κατήκουεν. οὐ γὰρ οὕτως ἐν ἡμῖν ὡς ἐν τοῖς ἀλόγοις ζῴοις ταυτί· ἐν ἐκείνοις γὰρ οὔκ εἰσι ταῦτα τῷ λόγῳ πειθόμενα ἔξωθεν ὄντι καὶ μὴ συζυγοῦντι αὐτοῖς, | |
15 | ἐν ἡμῖν δὲ σὺν αὐτοῖς ὁ λόγος ἐστί, καὶ ἅμα καὶ ἐν ἑνί. διὰ τοῦτο καὶ ὡς παρόντι καὶ ὡς ἀμέσως ἐπιστατοῦντι πεφύκασι πείθεσθαι. τὸ μὲν οὖν λόγον ἔχον τῆς ἡμετέρας ψυχῆς λογικόν ἐστιν, ὅτι λόγος αὐτῷ καθ’ ὕπαρξιν, ὡς ἤδη εἴρηται, τὸ δὲ ἄλογον εἰρηθείη πως λογικὸν οὐχ ἁπλῶς τοῦτ’ ἀλλ’ ὅτι ἐνηχεῖσθαι τῷ λόγῳ πέφυκε, καὶ ὑπ’ ἐκείνου ὥσπερ ἐλλάμ‐ | |
20 | πεσθαι. τὸ μὲν οὖν οὕτως ἔχειν τὴν ἡμετέραν ψυχὴν ὅτε τῷ σώματι συζυγῆ, ἀναγκαῖόν ἐστιν εἰδέναι τὸν περὶ τῶν ἀρετῶν μαθησόμενον, εἴτε δὲ τόπῳ τὸ λόγον ἔχον καὶ τὸ ἄλογον διέστηκε, ὥσπερ τὰ τοῦ σώματος μόρια καὶ πάντα τὰ μεριστά, εἴτε τοῦτο μὲν οὐ, λόγῳ δὲ μόνον δύο ἐστὶν ἀχώριστα ἀλλήλων κατὰ τόπον ὑπάρχοντα, οὐδὲν χρησιμεύει ἐξετάζειν | |
25 | πρὸς τὸ παρόν. ὅτι δὲ τὰ τοῦ σώματος μόρια οὐ λόγῳ μόνον ἀλλὰ καὶ τόποις ἀλλήλων διέστηκεν, ἐναργὲς ὡς καὶ τῇ αἰσθήσει ληπτόν. τοῦτο δὲ καὶ ἅπαν τὸ μεριστόν· μεριστὰ τὰ μεγέθη φησίν, οἷον γραμμὴν καὶ ἐπιφά‐ νειαν καὶ σῶμα. τούτων γὰρ ἕκαστον μέρη τε ἔχει καὶ εἰς αὐτὰ μερίζεσθαι πέφυκε, καὶ οὐκ ἔχει ταῦτα ὁμοῦ καὶ κατὰ ταὐτόν, ἀλλ’ ἕκαστον αὐτῶν | |
30 | κεῖταί πῃ ἄλλῃ καὶ ἄλλῃ. εἰ γὰρ μὴ τοῦτο ἦν, οὐδ’ ἂν ἦν ἐνέργεια δια‐ στατὸν οὐδὲ μέγεθος ἀλλ’ ἢ σημεῖον, οὗ τῇ ῥύσει τὸ μέγεθος ἀρχὴν δέχεται. ὅτι δ’ εἰσί τινα τόπῳ μὲν μὴ διεστηκότα, λόγῳ δὲ διαφέροντα, ἐκ τῆς περιφερείας παρίστησιν. ἐν γὰρ τῇ αὐτῇ καθ’ αὑτὸ ἐνυπάρχουσιν τὸ κοῖλον καὶ τὸ κυρτόν, τῷ λόγῳ μόνον ἀλλήλων οὐχὶ δὲ καὶ τῷ τόπῳ | |
35 | διεστῶτα· οὐ γὰρ ἂν ἦν ἐν διαστατῷ κατὰ πλάτος ὑπάρχοντα. γραμμὴ | |
γὰρ ἡ περιφέρεια ἥτις ἐστὶ μῆκος ἀπλατές. | 112 | |
113(1n) | Τοῦ ἀλόγου δὲ τὸ μὲν ἔοικε κοινῷ καὶ φυτικῷ. | |
2 | Περὶ ἀνθρωπίνης ἀρετῆς ἑξῆς εἰπεῖν ὑποσχόμενος καὶ ταύτης οὐ τῆς σωματικῆς ἀλλὰ τῆς ἐν ψυχῇ θεωρουμένης καὶ διελὼν τὴν ψυχὴν εἰς τὸ ἄλογον καὶ τὸ λόγον ἔχον, ὑποδιαιρεῖ αὖθις εἰς δύο τὸ ἄλογον, καὶ τὸ μὲν | |
5 | εἶναί φησι κοινὸν καὶ φυτικόν, κοινὸν μὲν ὅτι πᾶσιν ἔνεστι τοῖς ἀψύχοις, καὶ διὰ τοῦτο καὶ φυτικόν, ὅτι καὶ αὐτοῖς τοῖς φυτοῖς καὶ ὅτι τὸ ἴδιον μάλιστα τῶν φυτῶν τοῦτό ἐστι τὸ ἔχειν δύναμιν τοῦ τρέφεσθαι καὶ αὔξεσθαι. κἂν γὰρ τοῖς ζῴοις ὑπάρχῃ, τοῖς τε ἀλόγοις ὁμοῦ καὶ τοῖς λογικοῖς, ἀλλ’ οὐχ ᾗ ζῷα ἁπλῶς ἐκείνοις ἐστίν, ἀλλ’ ᾗ τοῖς φυτοῖς κεκοινώνηκε. ἀναγ‐ | |
10 | καῖον γὰρ ταῖς κρείττοσι τῶν ψυχικῶν δυνάμεων προσυπεῖναι καὶ τὰς ἐλάττονας ἐν τοῖς τῶν ζῴων σώμασιν, ἐπιτηδειότητα παρεχούσας αὐτοῖς εἰς τὴν τῶν κρειττόνων παραδοχὴν μὴ δυναμένοις ἀμέσως τὰς κρείττονας δέχεσθαι, εἰ μὴ φύσει προϋπεῖεν αἱ χείρονες. αἴτιον δὲ λέγεται τοῦ τρέ‐ φεσθαι καὶ αὔξεσθαι, ὡς ἄμφω ταῦτα ἐνεργοῦν ἐν τοῖς σώμασι τῶν τε | |
15 | ζῴων καὶ τῶν φυτῶν, εἰ καὶ ἄλλως μὲν ἐν φυτοῖς, ἑτέρως δὲ ἐν τοῖς ζῴοις, ἅτε καὶ ἄλλων ὀργάνων ὄντων ἐνταῦθα κᾀκεῖσε τῶν ὑπουργούντων τῇ ποιητικῇ δυνάμει τῆς θρέψεως καὶ αὐξήσεως, ὕλην ἐχούσῃ τὰς προσφυεῖς ἑκάστου τῶν τρεφομένων καὶ αὐξομένων τροφάς. εἰπὼν δὲ ἐν πᾶσι τοῖς τρεφομένοις τὴν τοιαύτην ὑπάρχειν δύναμιν προσέθηκε τὸ καὶ ἐν | |
20 | τοῖς ἐμβρύοις. ἔμβρυα δέ εἰσι τὰ κατὰ γαστρὸς εἰσέτι κυοφορούμενα. προσέθηκε δὲ τοῦτο διὰ τὸ δοκεῖν φυτικῶς ἔτι ἔχειν τὸ εἶναι τὰ ἔμβρυα, μηδεμίαν ἄλλην δύναμιν ἢ ταύτην ἐνεργοῦσαν ἐν αὐτοῖς κεκτημένα, ἐφ’ ὅσον εἰσὶν ὡς ἔμβρυα. τὴν αὐτὴν δὲ ταύτην εἶναι καὶ ἐν τοῖς τελείοις φησί, τελείοις δὲ τοῖς ὡς πρὸς τὰ ἔμβρυα, ἃ καὶ τὸν λόγον | |
25 | τῆς οὐσίας πέφυκεν ἤδη δέχεσθαι. ἐπεὶ καὶ γεννωμένοις εὐθὺς ἔστιν ἔτι πολὺ τὸ δυνάμει, οὗ καὶ προβάντος εἰς ἐνέργειαν, τότε κυρίως τέλεια λέγονται. ὧν οὐδὲ αὐτῶν τὸ φυτικὸν ἀπολείπεται, ἐξ ἀνάγκης πρὸς τὸ εἶναι ἁπλῶς αὐτοῖς συμβαλλόμενον. ἐπικρίνει δὲ τὸν λόγον τὸν λέγοντα εἶναι καὶ ἐν τοῖς τελείοις τὴν τοιαύτην δύναμιν φάσκων εὐλογώτερον | |
30 | γὰρ ἢ ἄλλην τινά. πῶς εὐλογώτερον; ὅτι αἱ μὲν ἄλλαι δυνάμεις οὐκ ἀεὶ ἐνεργοῦσιν ἐν αὐτοῖς (πολλάκις γὰρ καὶ ἐν ἐγρηγόρσεσι, μάλιστα δ’ ἐν τοῖς ὕπνοις ἐναργῶς σχολάζουσαι φαίνονται), ἡ δὲ φυτικὴ ἀδιακόπως τὸ οἰκεῖον δρᾷ, καὶ μάλιστα ἐν τοῖς ὕπνοις διὰ τὸ καὶ μάλιστα τότε τάς τε πέψεις τῶν τροφῶν καὶ τὰς ἀναδόσεις γίνεσθαι καὶ τὰς προσθέσεις ἐν πᾶσι | |
35 | τοῖς μορίοις τοῦ σώματος κατὰ τὸ ἑκάστῳ αὐτῶν οἰκεῖον ἀνάλογον. | 113 |
114(1n) | Ταύτης μὲν οὖν κοινή τις ἀρετή. | |
2 | Τῆς δυνάμεως ταύτης, φησίν, ἡ ἀρετὴ κοινή τις τῶν ἐμψύχων ἁπάντων ἀλλ’ οὐκ ἀνθρωπική, ὡς ἐν πᾶσι τοῖς τοιούτοις ἐν τῷ κατὰ φύσιν ἔχειν τὴν ἑαυτῆς ποιουμένη κατόρθωσιν. αὕτη δέ ἐστι τὸ πέττειν τὴν τροφήν, | |
5 | τὸ ἀλλοιοῦν, τὸ ἀναδιδόναι, τὸ προστιθέναι τοῖς μέρεσι, τὸ προσφύειν ταύτην αὐτοῖς, τὸ ἐξομοιοῦν πρὸς αὐτά, καὶ ἁπλῶς τὸ τρέφειν καὶ αὔξειν καὶ ταῦτα εὖ, ἃ οὐκ ἀνθρώπου ᾗ ἄνθρωπος, ὅταν ἐν ἀνθρώπῳ θεωρῆται, ἀλλ’ ᾗ φυτοῖς κοινωνεῖ. ὅτι δὲ τοῦτο ἀληθές, δῆλόν φησιν ἐκ τοῦ ἐν ὕπνοις ἐνεργεῖν μάλιστα τὸ μόριον τοῦτο καὶ ταύτην τὴν δύναμιν τῆς ψυχῆς, | |
10 | τὸν δὲ ἀγαθὸν καὶ κακὸν ὡς ἄνθρωπον ἢ οὐδαμῶς ἢ ὡς ἐλάχιστα δῆλον εἶναι καθ’ ὕπνον. πιστοῦται δὲ διὰ δόξης κοινῆς, ἥ φησιν οὐδὲν διαφέρειν κατὰ τὸ ἥμισυ τῆς ἐνταῦθα ζωῆς τοὺς σπουδαίους τῶν φαύλων καὶ τοὺς εὐδαίμονας τῶν ἀθλίων, ὡς πάντων καθ’ ὕπνους ἀργούντων καὶ μηδένων ἐνεργούντων τὸ οἰκεῖον τῆς αὑτῶν ἕξεως. | |
15n | Συμβαίνει δὲ τοῦτ’ εἰκότως. | |
16 | Ἁρμόδιον, φησί, τῷ ὕπνῳ συμβαίνει τὸ μὴ διαδήλους εἶναι ὑπνοῦντας τὸν ἀγαθὸν καὶ φαῦλον. τὸ μὲν γὰρ φαῦλον καὶ σπουδαῖον, ὃ ἐνταῦθα λαμβάνομεν, τῆς ψυχῆς ἐστιν, ἀργία δὲ αὐτῆς ὁ ὕπνος. πῶς οὖν δυνατὸν δῆλον γενέσθαι ἀργούσης αὐτῆς, εἴτε σπουδαία εἴτε φαύλη ἐστίν; ὡς γὰρ | |
20 | ἀπὸ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται, οὕτως ἀπὸ τῶν ἐνεργειῶν αἱ ἕξεις. ὡς οὖν ἐν καιρῷ ἀκαρπίας οὐκ ἄν τις δένδρου ἀρετὴν καρπογόνον ἐπιγνώ‐ σεται, οὕτως οὐδ’ ἐν καιρῷ ἀργίας ψυχὴν εἴτ’ ἀγαθὴ εἴτε φαύλη τὰς ἕξεις ἐστίν. | |
24n | Πλὴν εἴ πῃ κατὰ μικρὸν διικνοῦνται. | |
25 | Τῷ πλείστῳ μὲν μέρει, φησίν, ἀδηλία περὶ τοὺς ὕπνους ἐστί, πῇ ψυχὴ διαφέρει ψυχῆς σπουδαία φαύλης. γίνεται δὲ μικρά τις καὶ τότε διαφορὰ τῶν τε ἐπιεικῶν, ἤτοι σπουδαίων καὶ τοῦ εἰκότος ἀντεχομένων, καὶ τῶν τυχόντων καὶ ἀλόγως ζώντων. καὶ ἐν φαυλότητι δὲ διαφορά, ὅτι τινὰ τῶν ἐνεργημάτων τῶν ἐν ταῖς ἐγρηγόρσεσι διαπερῶσιν ὥσπερ καὶ εἰς τοὺς | |
30 | ὕπνους, τῆς φαντασίας ἐνεργούσης ἐν τῷ τὰς αἰσθήσεις ἀργεῖν καὶ τύπους φερούσης ὧν τις ἐγρηγορὼς ἐνήργησεν, ὡς εἶναι τοῖς σπουδαίοις καὶ τοῖς φαύλοις τὰ καθ’ ὕπνον φαντάσματα τῶν ἐν ταῖς ἐγρηγόρσεσι παθῶν ἢ | |
ἐνεργειῶν ἀνάλογα. δόξειε δ’ ἂν Ἀριστοτέλης τῇ φυτικῇ τὸν ὕπνον ἐφαρ‐ | 114 | |
115 | μόζειν, ὅτι λέγων περὶ αὐτῆς αὐτὸν εἰς μέσον παρήγαγε καὶ αὐτοῦ παρόντος αὐτὴν ἐνεργεῖν μάλιστα. ἀλλ’ εἰ τοῦτο, ὕπνουν ἂν καὶ τὰ φυτὰ ὧν ἰδία μάλιστα ἡ θρεπτικὴ δύναμις· ἀλλὰ μὴν οὐχ ὑπνοῖ· οὐκ ἄρα τῆς δυνάμεως ταύτης ὁ ὕπνος ἐστίν. ἔτι ὁ ὕπνος ἐν ἀργίᾳ τῶν αἰσθήσεων· | |
5 | εἰ οὖν ὕπνουν τὰ φυτά, ἐδέχετο ἂν καὶ ἀργίαν τῶν αἰσθήσεων· εἰ δὲ τοῦτο, καὶ τὴν τούτων ἐνέργειαν. τὰ γὰρ ἐναντία περὶ τὸ αὐτὸ ὑποκείμενον, καὶ ἐν οἷς αἱ στερήσεις, ἐν τούτοις καὶ αἱ ἕξεις πεφύκασιν ἐπιγίνεσθαι. ὥστε καὶ ἦν ἄν ποτε αἰσθάνεσθαι τὰ φυτὰ ἐγρηγορότα· ἀλλὰ τοῦτο ἀδύνατον· οὐκ ἄρα ὑπνοῖ τὰ φυτά· ἀλλὰ ζῴων μὲν τὸ ὑπνοῦν. συμβαίνει δ’ ἐν τούτοις | |
10 | τὴν φυτικὴν ἐνέργειαν καθ’ ὕπνους μάλιστα γίνεσθαι τῆς φύσεως πρὸς τὰς οἰκείας ἐνεργείας τηνικαῦτα ἐχούσης ἄδειαν μὴ ἐμποδιζομένης τοῖς κατ’ αἴσθησιν ἐνεργήμασι. | |
13n | Περὶ μὲν τούτων ἅλις. καὶ τὸ θρεπτικὸν ἐατέον. | |
14 | Περὶ μὲν οὖν τῆς φυτικῆς καὶ θρεπτικῆς δυνάμεως εἴρηται ἱκανῶς, | |
15 | καὶ οὐ δεῖ πλείω προστιθέναι περὶ αὐτῆς ἐν τῷ ἐξετάζειν ἐν τίνι ἡ κατὰ ἄνθρωπον ἀρετὴ ἐπιγίνεται. ἀλλοτρία γὰρ αὕτη τῆς ἀνθρωπικῆς ἀρετῆς, ἐπεὶ μηδέ τινος αὐτῇ μέτεστι γνώσεως· λογικὸν δὲ ζῷον ὁ ἄνθρωπος, καὶ ἀναγκαῖον τὴν κατ’ αὐτὸν ἀρετὴν διὰ λόγου καὶ γνώσεως περιγίνεσθαι. ἡ γὰρ ἑκάστου ἀρετὴ τελειωτικὴ τοῦ ὑποκειμένου ἐστί. καὶ πῶς ἂν εἴη | |
20 | τὸ πάντῃ ἄγνωστον πρὸς κατόρθωσιν ἀρετῆς τῷ λόγῳ συντελεῖν; διὰ τοῦτο καὶ ἀνάγκη τὸν ἄνθρωπον, εἰ μέλει αὐτῷ ἐφικέσθαι τῆς τελειότητος, σφοδρῶς πρὸς τὸ φυτικὸν ἀπομάχεσθαι, ἵνα μὴ ἀποδενδρωθῇ καὶ κρατηθῇ ὑπ’ αὐτοῦ ἐκ τοῦ ταῖς κατ’ αὐτὸ ἐνεργείαις ἐφήδεσθαι. φαίνεται δὲ καὶ ἄλλη τις φύσις οὖσα τῆς ψυχῆς ἄλογος, εἰ καὶ μὴ πάντῃ ὡς ἐκείνη ἀλλὰ | |
25 | πῇ καὶ λόγου μετέχουσα. ἄλλη δὲ εἶπε, δηλῶν ὡς ἑκάστη μὲν τῶν τριῶν ψυχὴ λέγεται, ἡ θρεπτικὴ ἡ αἰσθητικὴ ἡ λογική (ἔμψυχα γὰρ παρὰ πάντων καὶ τὰ φυτὰ λέγεται, οἷς μόνης τῆς θρεπτικῆς μέτεστιν, ὥς τινος οὔσης ψυχῆς καὶ αὐτῆς), διαφέρουσι δ’ ἀλλήλων τῷ λόγῳ. ὅτι δὲ μετέχει κατά τι λόγου ἐν τῷ ἀνθρώπῳ ἡ μετὰ τὴν φυτικὴν ἄλογος ψυχή, δῆλον | |
30 | ποιεῖται ἀπὸ τοῦ ἐγκρατοῦς καὶ ἀκρατοῦς. ἀκρατὴς μὲν γάρ ἐστιν, ὃς ἔχων τὴν ἐπιθυμίαν πρὸς ἀπόλαυσιν ἡδέος ἕλκουσαν μάχεται μὲν αὐτῇ, οὐκ εἰς τέλος δὲ τηρεῖ τὴν ἔνστασιν, ἀλλ’ ἐνδίδωσί ποτε καὶ ἡττᾶται (διὸ καὶ ἀκρατὴς λέγεται, ὡς μὴ κρατῶν εἰς τέλος τῆς ἐπιθυμίας), ἐγκρατὴς δέ, ὃς καὶ αὐτὸ τὸ ἐπιθυμητικὸν ἔχει πρὸς τὸν λόγον μαχόμενον, ἀντέχει δὲ | |
35 | γενναίως καὶ κρατεῖ τῷ λόγῳ καὶ κυριεύει τοῦ μαχομένου. ἐπαινεῖται οὖν ἐν ἑκατέρῳ τούτων τὸ λόγον ἔχον καὶ πρὸς τὸ ἄλογον μαχόμενον. διὰ τί | |
ἐπαινεῖται; ὅτι, φησί, παρακαλεῖ ὀρθῶς τὸ λόγον ἔχον ἐπὶ τὰ βέλτιστα· | 115 | |
116 | τοῦτο δὲ ἀξιέπαινον. ὅτι δὲ καὶ ἀλογία ἐν τούτοις παρὰ τὸν λόγον ἐστίν, ἐκ τῆς ἐνεργείας παρίστησιν. οὐ γὰρ ἂν ἐμάχετο πρὸς τὸν λόγον οὐδ’ ἀντέτεινε πρὸς αὐτόν, εἰ μὴ ἄλογον ἦν τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμικόν. | |
4n | Ἀτεχνῶς γὰρ καθάπερ τὰ παραλελυμένα. | |
5 | Δηλοῖ διὰ τούτου ὅτι πολλὴν ὁμοιότητα ἔχουσι (τὸ γὰρ ἀτεχνῶς ἀντὶ τοῦ λίαν) αἱ παρὰ φύσιν παραφοραὶ τῶν μορίων τοῦ σώματος πρὸς τὰς παραλόγους ὁρμὰς τῶν δυνάμεων τῆς ψυχῆς. λέγει τοίνυν, ὅτι ὥσπερ παρέ‐ σεως γενομένης τῶν μορίων τοῦ σώματος ἐναντιοῦται τῇ κατὰ προαίρεσιν ὀρέξει ἡ πάρεσις, ὥστε προαιρουμένῳ τῷ ἀνθρώπῳ εἰς τὰ δεξιὰ κινῆσαι | |
10 | τὸ παρειμένον μόριον τοὐναντίον αὐτὸ εἰς τὰ ἀριστερὰ παρὰ τὴν προαί‐ ρεσιν φέρεται, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς ἐπὶ τὰ βελτίω τοῦ λόγου τὰς ἀλό‐ γους δυνάμεις κινεῖν βουλομένου ἐπὶ τὰ ἐναντία πολλάκις αὐταὶ παραφέ‐ ρονται καὶ παρὰ τὴν τοῦ λόγου κίνησιν τῶν χειρόνων ἀντέχονται. καὶ τοῦτο δῆλον ἐπὶ τῶν ἀκρατῶν, ὡς εἶναι παρὰ φύσιν ἐν τῷ ἀνθρώπῳ καὶ | |
15 | αὐταῖς ταῖς ἀλόγοις δυνάμεσι τὴν παράλογον τῶν ἡδέων ἀπόλαυσιν. οὐ γὰρ ἂν οὔτε ὁ λόγος ἀνθίστατο πρὸς τὴν ἐπιθυμίαν τῷ ἀκρατεῖ, τὸ κυριώ‐ τατον ὂν τῆς ἀνθρώπου φύσεως, οὔτ’ αὐτὴ ἐκείνῳ μέχρι τινὸς ὑπεῖκεν ὀρθῶς παρακαλοῦντι πρὸς τὰ βελτίω, εἰ μὴ ἐπεφύκει καὶ πάντῃ πείθεσθαι. ἀλλ’ οὐχ ὁμοίως, φησί, τὰς παρέσεις καὶ παραφορὰς ἐν ταῖς ψυχαῖς γινώ‐ | |
20 | σκομεν καὶ τοῖς σώμασιν, ἀλλ’ ἐπὶ μὲν τοῦ σώματος αἰσθήσει ληπταί, ἐπὶ δὲ τῆς ψυχῆς τῇ κρίσει τοῦ λόγου καταληπταί. | |
22n | Ἴσως δὲ οὐδὲν ἧττον καὶ ἐν τῇ ψυχῇ. | |
23 | Τὸ ἴσως νῦν ἀντὶ τοῦ πάντως· οὐ γὰρ ὡς ἀμφιβάλλων φησὶν ἀλλ’ ὡς βεβαίως ἀποφαινόμενος, καὶ πολλαχοῦ ἄν τις οὕτως αὐτὸν εὑρήσει τῇ λέξει | |
25 | χρώμενον. φησὶν οὖν ὅτι οὐδὲν ἧττον ὑποληπτέον καὶ ἐν τῇ ψυχῇ παρὰ τὸν λόγον εἶναι δύναμιν ἄλλην πρὸς αὐτὸν ἐναντιουμένην καὶ ἀντιβαίνουσαν, ὡς ἐν τῷ σώματι πάθη τινὰ ἐπιγίνονται ταῖς τῆς προαιρέσεως ὁρμαῖς ἀντιπίπτοντα. τὸ δὲ πῶς δ’ ἕτερον, οὐδὲν διαφέρει τοῦτο δηλοῖ, ὅτι ἕτερον μὲν τὸ ἐν τοῖς παρειμένοις σώμασιν ἀνθιστάμενον τῇ κατὰ προαίρεσιν | |
30 | κινήσει καὶ ἕτερον τὸ ἐν ταῖς ψυχαῖς πρὸς τὸν λόγον ἐναντιούμενον καὶ μὴ συγχωροῦν κατὰ λόγον τὰς πράξεις ἀπαρτίζεσθαι. τί δὲ ταῦτα πρὸς ἄλληλα διενήνοχεν οὐκ οἰκεῖον νῦν ἐξετάζειν καὶ λέγειν τί τὸ παρὰ φύσιν | |
τοῦ παρὰ λόγου διήνεγκε. | 116 | |
117(1n) | Λόγου δὲ καὶ τοῦτο φαίνεται μετέχειν. | |
2 | Τὸ ἐν τῷ ἀνθρώπῳ, φησίν, ἄλογον λόγον μὲν οὐκ ἔχει οἰκεῖον, διὸ καὶ ἄλογον λέγεται, φαίνεται δὲ λόγου μετέχειν, ὡς ὑπὸ τῆς τὸν λόγον ἐχούσης δυνάμεως ἐλλαμπόμενον, ὡς εἴπομεν· εἴρηκε γὰρ καὶ προλαβών, | |
5 | ὡς ἔστι γε τοῦ λόγου κατήκοον, διὸ καὶ λογικόν πως κατὰ μετοχήν, οὐ καθ’ ὕπαρξιν, ὡς καὶ τὴν σελήνην φωστῆρά φασιν ὀνομάζεσθαι, ὅτι ἐκ τοῦ ἡλίου φωτιζομένη φωτιστικὴ γίνεται, οὗ μετέχει μεταδιδοῦσα. πόθεν δὲ φαίνεται, ὅτι λόγου μετέχει τοῦτο τὸ ἄλογον καὶ λόγου ἐστὶ κατήκοον, παρίστησι λέγων πειθαρχεῖ γοῦν τῷ λόγῳ τὸ τοῦ ἐγκρατοῦς. εἰ γὰρ | |
10 | μὴ ἐπεφύκει πως λογικεύεσθαι, οὐκ ἂν ἐν τῷ ἐγκρατεῖ τὸ ἐπιθυμητικὸν πρὸς ἀπόλαυσιν τῶν ἡδέων ἐρεθιζόμενον ἐπείθετο ἂν τῷ λόγῳ τῆς τοῦ ἡδέος ἀπείργοντι ἀπολαύσεως. | |
13n | Ἔτι δὲ ἴσως εὐηκοώτερόν ἐστι. | |
14 | Ὥσπερ ἐπὶ τῶν ἄλλων τῶν φύσει ἢ τέχνῃ γινομένων οὐκ ἀθρόον αἱ | |
15 | γενέσεις ἀποτελοῦνται ἀλλ’ ἐκ τῶν ἀτελῶν ἐπὶ τὰ τέλεια αἱ προκοπαὶ γίνονται, προδρόμων τινῶν πρότερον γινομένων εἰδῶν, καί πως ἐπιτηδειό‐ τερον καθιστώντων τὸ ὑποκείμενον πρὸς τὴν τοῦ τελείου εἴδους παραδοχὴν καὶ πρὸς ὃ ἐξ ἀρχῆς ἡ πρόθεσις ἦν, εἴτε τῇ φύσει εἴτε τῇ τέχνῃ, οὕτως καὶ ἐπὶ τῶν κατ’ ἄνθρωπον ἀρετῶν. ἐξ ἀρχῆς μὲν γὰρ ἄνθρωπος ἀπο‐ | |
20 | τικτόμενος ὡς ζῷον ἁπλῶς δοκεῖ γίνεσθαι, μήπω τοῦ λόγου ἐν αὐτῷ τὸ δραστικὸν ἔχοντος, διὸ καὶ τῶν ἀλόγων δυνάμεων ἐνέργειαι ἐξ ἀνάγκης προλαμβάνουσι τὴν τοῦ λόγου, πρὸ πάντων μὲν ἐνεργοῦντος τοῦ φυτικοῦ καὶ ἐντὸς τῆς μήτρας, μετ’ αὐτὸ δὲ τοῦ ζωτικοῦ, ὕστερον δ’ ἐπεγειρο‐ μένου τοῦ λόγου καὶ τὴν ἑαυτοῦ προβαλλομένου ἐνέργειαν. ταῦτα δὲ οὕτω | |
25 | διὰ τὴν γένεσιν γίνεται, τῆς φύσεως σπευδούσης ἐξ ἀρχῆς τὸ εἶναι συστή‐ σασθαι καὶ τὰς χείρους δυνάμεις καὶ τὰς ἐξ αὐτῶν ἐνεργείας προϋποτι‐ θείσης ταῖς κρείττοσιν ὡς θεμελίους, ὡς ἄλλως μὴ ὂν δυνατὸν τὴν τοῦ ἐκ πασῶν συνθέσεων γενέσθαι σύστασιν. ἐξ ἀνάγκης οὖν δεῖ τὸν λόγον ὕστερόν ποτε ἀνανήψαντα καὶ τῆς οἰκείας ἐνεργείας ἀντιλαβόμενον ἀπομάχεσθαι | |
30 | πρότερον πρὸς τὰ πάθη, ὥστε τὴν σφοδρὰν αὐτῶν ἀναχαιτίζειν ὁρμὴν προ‐ λαβοῦσαν ἤδη καὶ ἐφ’ ἱκανὸν τὰ ἑαυτῆς ἐνεργήσασαν. οὐκ ἔστιν οὖν αὐτὸν εὐθὺς κατορθῶσαι τὸ τέλειον, ἀλλὰ δεῖ καὶ χρόνου μακροῦ καὶ πόνου συχνοῦ, ὥστε κατακρατῆσαι τῆς ἀλογίας. διὰ τοῦτο βουληθεὶς ὁ ἄνθρωπος ἀντιπαλαῖσαι διὰ τοῦ λόγου τοῖς πάθεσι, πρότερον μὲν μαχόμενος πρὸς | |
35 | αὐτὰ κινδυνεύει ἐν μέρει κρατεῖν καὶ κρατεῖσθαι (διὸ καὶ ἀκρατὴς λέγεται, | 117 |
118 | ὅτι οὔπω κρατεῖν δύναται πάντῃ), εἶτα σφοδρότερον ἐνιστάμενος καὶ πρὸς τὸ τέλειον ἐπειγόμενος ἐγκρατὴς τέως γίνεται, πολεμούμενος μὲν ἔτι, ἐγκρατὴς δὲ τῶν πολεμούντων γινόμενος, εἶτ’ ἐμμελῶς μὲν ἔχων περὶ τὴν νίκην καὶ μὴ ἀνεχόμενος τῆς ὀχλήσεως ἐπιτείνει τὸν ἀγῶνα, κυριεύειν | |
5 | παντελῶς ἐφιέμενος. καὶ οὕτως χρόνου τε αὐτῷ ἐπιδαψιλευομένου καὶ τοῦ πόνου ἐκτεινομένου ὑπὸ τῆς τοῦ ἀγαθοῦ καὶ τοῦ τελείου ὀρέξεως, τὸ σῶφρον αὐτῷ παραγίνεται. ὁ μὲν οὖν ἐγκρατὴς νικᾷ πολεμούμενος, ἤδη τοῦ ἀλόγου πειθαρχοῦντός πως τῷ λόγῳ, κἂν ταῖς μάχαις ὥσπερ δυσω‐ πουμένου καὶ τὰ δεύτερα φέροντος, ἐπὶ δὲ τοῦ σώφρονος πλείων ἡ τοῦ | |
10 | χείρονος πρὸς τὸ κρεῖττον πειθάρχησις, ὥσπερ ἀπειπόντος ἤδη τοῦ χείρονος καὶ μηκέτι μηδ’ ἐπεγείρεσθαι τολμῶντος τῷ κρείττονι κἀκεῖ ἐνεργοῦντος, εἴπερ ἐνεργήσει ποτέ, ὅπου καὶ ὅτε ἐπιτάξει τὸ φύσει κύριον. καὶ ταῦτα μὲν ἐπὶ τοῦ σώφρονος κατὰ τοῦ ἐπιθυμητικοῦ κατορθοῦντα τὸν λόγον ἔχοντος. ἀναλόγως δὲ τοῦτο ἔστι καὶ ἐπὶ τοῦ ἀνδρείου εἰπεῖν. ἐξ ἀρχῆς | |
15 | κἂν τούτῳ κατὰ μικρὸν τοῦ θυμοῦ τῷ λόγῳ εἴκοντος, πονοῦντος δὲ τούτου καὶ κατὰ τοῦ πάθους ἐγειρομένου, τὸ τέλειον ἐπιγίνεται, ὥστε κατὰ τὴν ὀρθὴν τοῦ λόγου κρίσιν τῶν τε φόβων δεόντως κατατολμᾶν καὶ τοῦ θάρ‐ ρους ἀντέχεσθαι, ὥστε [κατ’ ἴσον] συμμέτρως δειλίας καὶ θάρσους ἀντέ‐ χεσθαι. διὰ τοῦτο καὶ ἐπ’ ἀμφοῖν, τοῦ σώφρονος λέγω καὶ τοῦ ἀνδρείου, | |
20 | εὐηκοώτερόν ἐστι πρὸς τὸν λόγον τὸ ἄλογον, ὡς ἤδη ἐχόντων τὸ τέλος. διὸ καὶ Ἀριστοτέλης ἐπήγαγε πάντα γὰρ ὁμοφωνεῖ τῷ λόγῳ, διὰ τὸ μηκέτι μηδὲν τῶν παθῶν πρὸς τὸν λόγον ἀνθίστασθαι, μηδ’ ἔχειν τι τῇ ἐκείνου ὀρέξει διάφωνον, ἀλλ’ αὐτῷ συμπνέειν ἐν ἅπασι. τὸ δὲ ὁμοφωνεῖ εἴρηται ἀπὸ μεταφορᾶς τῶν μουσικῶν ὀργάνων, ἐν οἷς διάφοροι | |
25 | χορδαὶ μίαν ἀποτελοῦσιν ἀπήχησιν διὰ τὴν κατὰ λόγον συγγένειαν, ὡς ἐπὶ τοῦ διπλασίονος καὶ τοῦ τετραπλασίονος γίνεται, ἤγουν τοῦ διὰ πασῶν καὶ δὶς διὰ πασῶν. | |
28n | Φαίνεται δὴ καὶ τὸ ἄλογον διττόν. | |
29 | Ἤδη μὲν καὶ προλαβὼν εἶπε περὶ τῶν δύο εἰδῶν τοῦ ἀλόγου τῆς | |
30 | ψυχῆς, τοῦ τε φυτικοῦ καὶ ζωτικοῦ. ἐπαναλαμβάνει δὲ πάλιν ἐπὶ μικρὸν περὶ αὐτῶν, βουλόμενος προσθεῖναι περὶ τοῦ λογικοῦ. φησὶ γοῦν ὥσπερ τὰ εἰρημένα συμπεραινόμενος, ὅτι φαίνεται διττὸν ὂν τὸ ἄλογον, ὡς τοῦ μὲν ὄντος φυτικοῦ, τοῦ δὲ ἐπιθυμητικοῦ καὶ ὅλως ὀρεκτικοῦ. ἐπήγαγε δὲ τῷ ἐπιθυμητικῷ τὸ καὶ ὅλως ὀρεκτικὸν διὰ τὸ μὴ μόνον τὴν ἐπιθυμίαν | |
35 | ἀλλὰ καὶ τὸν θυμὸν ὀρεκτικὴν εἶναι δύναμιν. τὸ μὲν οὖν φυτικόν, φησί, κατ’ οὐδένα τρόπον κοινωνεῖ τῷ λόγῳ, οὔτε τῷ ἔχειν λόγον οἰκεῖον οὔτε | |
τῷ ἀλλοτρίου λόγου εἶναι κατήκοον, τὸ δὲ ὀρεκτικὸν μετέχει πως λόγου, | 118 | |
119 | ᾗ λόγῳ πειθαρχοῦν, καὶ δείκνυσιν ὅτι λόγου τις μετοχὴ καὶ τούτῳ ἐστί, λέγω δὴ τὸ ἀλλοτρίῳ λόγῳ πείθεσθαι, ἀπὸ παραδείγματος λέγων | |
3n | Οὕτω δὴ καὶ τοῦ πατρὸς καὶ τῶν φίλων. | |
4 | Διττόν φησι εἶναι τὸ ἔχειν λόγον, τὸ μὲν ὥσπερ τοῦ πατρὸς καὶ τῶν | |
5 | φίλων ἔχειν λόγον λέγομεν, ἤτοι ἐπιστροφὴν καὶ ὑπακοήν, τὸ δὲ ὥσπερ τῶν μαθηματικῶν, ἤτοι γνῶσιν ἢ αἰτίαν τοῦ τόδε τῷδε ὑπάρχειν, οἷον τῷ τριγώνῳ τὸ ἰσόπλευρον ἢ τὸ ἔχειν δύο ὀρθάς. τὸ δὴ πρότερον ἁρμόζει λέγεσθαι ἐπὶ τοῦ ὀρεκτοῦ τῆς ψυχῆς. | |
9n | Ὅτι δὲ πείθεταί πως ὑπὸ λόγου τὸ ἄλογον. | |
10 | Τὸ μετέχειν λόγου τὸ ὀρεκτὸν ἔδειξεν ἤδη ἐκ τοῦ εἶναι λόγου κατή‐ κοον, δείκνυσι δὲ τὸ αὐτὸ καὶ τὴν νουθέτησιν λαμβάνων καὶ ἐπιτίμησιν καὶ παράκλησιν. ὁρῶμεν γὰρ ὅτι πολλοὶ θυμῷ ἢ ἐπιθυμίᾳ κρατούμενοι καὶ πρός τινα ὁρμῶντες παράλογα κωλύονται τῆς ὁρμῆς νουθεσίᾳ ἢ ἐπιτιμήσει, 〈διδασκάλου〉 τυχὸν ἢ γονέων, ἢ παρακλήσει συγγενῶν καὶ φίλων, | |
15 | οὓς αἰδοίους ἑαυτοῖς καὶ λόγου ἀξίους οἱ διὰ λόγων τῶν φαύλων εἰργόμενοι κρίνοντες φαίνονται. τὸ δὲ πῶς εἶπε διὰ τὸ διάφορον τῶν τρόπων, οἷς τὰς παραλόγους ὁρμὰς ἀναχαιτίζουσιν οἱ ἄνθρωποι· ὃ καὶ δηλῶν ἐπήνεγκε νουθέτησιν καὶ ἐπιτίμησιν καὶ παράκλησιν. ταῦτα γὰρ διάφοροί εἰσι τρόποι πρὸς τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ βελτίω ἐπιστροφὴν συμβαλλόμενοι. | |
20 | νουθέτησις μὲν γάρ ἐστι διδασκαλική τις παραίνεσις ψυχῶν διορθουμένη ἐμπάθειαν, ἐπιτίμησις δὲ ἐξουσιαστική τις ἐμβρίμησις ἐκφοβοῦσα τὸν παρα‐ λόγως ὀρεγόμενον πρὸς ἐκκοπὴν τῆς ὁρμῆς, παράκλησις δὲ λόγος ἀγαπη‐ τικῶς προφερόμενος καὶ μαλακῶς ἐπανάγων ἀπὸ τῆς τῶν ἀλόγων παθῶν κατακυριεύσεως. | |
25n | Εἰ δὲ χρὴ καὶ τοῦτο φάναι λόγον ἔχειν. | |
26 | Ἐπειδὴ καὶ τὸ ἐν ἀνθρώπῳ ζωτικὸν καὶ ὀρεκτικόν, ὃ καὶ αἰσθητικὸν καὶ φανταστικόν ἐστι, μέσον τέτακται τοῦ φυτικοῦ καὶ τοῦ λογικοῦ, ὧν τὸ μὲν πάντῃ ἄλογον, ὡς μήτε λόγον ἔχειν οἰκεῖον μήτε λόγου εἶναι κατήκοον, τὸ δὲ φρονοῦν καὶ λογιζόμενον οἴκοθεν, ἔοικεν ἀμφιρρεπές τι εἶναι τὸ μέσον | |
30 | καὶ τοῖν ἄκροιν ἀμφοῖν οἰκειούμενον, τῷ μὲν τῷ μὴ φρονεῖν οἴκοθεν μηδὲ λόγον ἔχειν οἰκεῖον, τῷ δὲ τῷ πείθεσθαι τῷ φρονοῦντι καὶ τῷ | |
οἰκεῖον ἔχοντι λόγον ὑπάγεσθαι, καὶ πῇ μὲν ἄλογον δοκεῖν, πῇ δὲ λογικόν. | 119 | |
120 | διὰ τοῦτο πρῶτον μὲν τῷ ἁπλῶς ἀλόγῳ αὐτὸ συνέταξε καὶ ὃ ἔχει πρὸς ἐκεῖνο διάφορον εἴρηκε, νῦν δὲ συντάττει τῷ λογικῷ καὶ πῶς αὐτῷ οἰκειοῦται, παρίστησι. φησὶ τοίνυν, εἰ, διότι ἐκ φύσεως αὐτῷ τὸ τοῦ λόγου κατήκοον, οὐκ ἄλογόν τις καὶ τοῦτο ἐρεῖ οὐδὲ τῷ παντελῶς ἀλόγῳ | |
5 | συντάξει, ἔσται διττὸν καὶ τὸ λογικόν, τὸ μὲν πρώτως καὶ δι’ ἑαυτό, ὡς ἐν ἑαυτῷ τὸν λόγον ἔχον, τὸ δὲ δευτέρως καὶ δι’ ἕτερον, ὡς ἑτέρωθεν τὸν λόγον δεχόμενον καὶ οὕτως ὡς εἴ τις ὑπήκοος πατρὸς οἰκείου φρονήσει γίνεται. ὁ γὰρ ἐν ἑκάστῳ λόγῳ πατρὸς ἐπέχων λόγον ὡς παιδὶ λειπομένῳ φρονήσεως ἐπιτάττειν πέφυκε τῷ ζωτικῷ καὶ ὀρεκτικῷ 〈καὶ | |
10 | αἰσθητικῷ〉 τῆς ψυχῆς. χρὴ οὖν καὶ τὸν λόγον νήφειν, ὡς μὴ τῇ πρὸς τὸ χεῖρον κατασύρεσθαι προσπαθείᾳ, καὶ τὸ ὑπ’ αὐτὸν καὶ ὑπήκοον οὕτως ἀσκεῖν καὶ παιδεύειν, ὡς μὴ πρὸς αὐτὸν ἀντιμάχεσθαι. | |
13n | Διορίζεται δὲ καὶ ἡ ἀρετὴ κατὰ τὴν διαφορὰν ταύτην. | |
14 | Ἐπεὶ μὴ καθ’ αὑτὸ τὴν τῶν ψυχῶν ἢ ζωῶν διαίρεσιν ἐποιήσατο | |
15 | ἀλλὰ διὰ τὴν τῶν ἀρετῶν πρόθεσιν καὶ τὸν προσήκοντα λόγον ἀπήρτισε τῇ περὶ τῶν ἀρετῶν διδασκαλίᾳ, διαίρεσιν τῶν ἐν ἡμῖν ζωῶν ποιησάμενος καὶ τρεῖς εἶναι ταύτας ἀποδούς, λέγει νῦν καὶ περὶ τῶν ἀρετῶν, ἅτε μηδὲ μνημονεύσας αὐτῆς ἐν τῷ τὰς ἀρετὰς διαιρεῖν, περὶ δὲ τῶν δύο μόνων εἰπὼν καὶ οἰκείως αὐταῖς ποιησάμενος τὴν διαίρεσιν. διαιρεῖται οὖν, φησί, | |
20 | καὶ ἡ ἀρετὴ κατὰ τὴν τούτων τῶν δύο διαφοράν, ὡς εἶναι τὰς μὲν διανοη‐ τικάς, ὅσαι τοῦ λόγου καθ’ ἑαυτόν, αἵ εἰσι σοφία καὶ σύνεσις καὶ φρόνησις, τὰς δὲ ἠθικάς, οἷον ἐλευθεριότα σωφροσύνην καὶ ὅσαι ἄλλαι κατορθοῦνται ὑπὸ τοῦ λόγου τὰς ὁρμὰς καὶ ὀρέξεις τῆς μέσης ζωῆς παιδαγωγοῦντός τε καὶ ῥυθμίζοντος· αἵτινες καὶ ἠθικαὶ ἀρεταὶ διὰ τὸ ἐκ συνηθείας καὶ | |
25 | ἀσκήσεως δέχεσθαι τὴν κατόρθωσιν. | |
26n | Λέγοντες γὰρ περὶ τοῦ ἤθους οὐ λέγομεν ὅτι. | |
27 | Ὅτι ἠθικαὶ ἀρεταὶ αἱ εἰρημέναι εἰσίν, ἐκ τῆς κοινῆς περὶ αὐτῶν ὑπολήψεως δείκνυσιν. ὁπόταν γὰρ περὶ τῶν ἀνθρώπων τινὸς ἐξετάζωμεν, ὁποῖος τὸ ἦθός ἐστιν, ἐπαινοῦντες κατὰ τοῦτο αὐτὸν οὐ λέγομεν ὅτι σοφὸς | |
30 | ἢ συνετός ἐστιν, ἀλλ’ ὅτι πρᾷος ἢ σώφρων. διὰ τί; ὅτι σοφία μὲν καὶ σύνεσις ἐκ μαθήσεως περιγίνεται, πραότης δὲ καὶ σωφροσύνη ἐκ συνηθείας καὶ ἀσκήσεως. ἔστι δὲ ἡ μὲν πρώτη ἐν τῷ θυμικῷ τοῦ λόγου κατόρθωσις, τὰς ὁρμὰς αὐτοῦ ἑαυτῷ ὑποτάξαντος καὶ τοῖς ἐξ ἑαυτοῦ μέτροις ὑπείκειν πείσαντος, ἡ δὲ σωφροσύνη ἐν τῷ ἐπιθυμητικῷ, λαβόντι τάξιν καὶ αὐτῷ | |
35 | παρὰ τοῦ λόγου καὶ ῥύθμισιν τὴν προσήκουσαν. | 120 |
121(1n) | Ἐπαινοῦμεν δὲ καὶ τὸν σοφὸν κατὰ τὴν ἕξιν. | |
2 | Ὅτι δέ, φησί, καὶ ἡ σοφία ἀρετή, δῆλον ἐκ τοῦ ἐπαινεῖσθαι τὸν κατὰ τὴν ἕξιν σοφόν. τὰς γὰρ τῶν ἕξεων ἐπαινετὰς ἀρετὰς ὀνομάζομεν, ὡς εἶναι καὶ τοῦτο δῆλον, ὅτι ἡ σοφία καὶ ἡ φρόνησις καὶ ἡ σύνεσις ἀρεταὶ ἐκ τῆς | |
5 | περὶ αὐτῶν κοινῆς ὑπολήψεως, ὡς εἶναι καὶ περὶ ἑκάστης αὐτῶν οὑτωσὶ συλλογίσασθαι· ἡ σοφία ἕξις ἐπαινετή, ἡ ἐπαινετὴ ἕξις ἀρετή, 〈ἡ σοφία | |
ἄρα ἀρετή〉. ὡσαύτως δὲ καὶ ἡ σύνεσις καὶ ἡ φρόνησις. | 121 |